TLG 3141 007 :: Georgius ACROPOLITES :: Praefatio in epistulas Theodori Lascaris

Georgius ACROPOLITES Hist.
(Constantinopolitanus: A.D. 13)

Praefatio in epistulas Theodori Lascaris

Source: Heisenberg, A. (ed.), Georgii Acropolitae opera, vol. 2. Leipzig: Teubner, 1903 (repr. Stuttgart, 1978 (1st edn. corr. P. Wirth)): 7–9.

Citation: (Line)

t1Τοῦ μεγάλου λογοθέτου κυροῦ Γεωργίου τοῦ
t2Ἀκροπολίτου.
1Ἂν οὐρανοῦ τὸν γῦρον ἡ δέρρις φέρῃ Καὶ γῆς τὸ κύτος ὁ στενὸς γράφῃ τύπος, Καὶ γνώσεως ἄβυσσον οὐ μετρουμένην Ἡ βίβλος ἥδε συμπερικλείειν φθάνει,
5Ἄπειρον ἀόριστον ἄφθονον χύσιν Σοφῶν ναμάτων ἐκ φλεβῶν τεραστίων. Ὡς ἀστέρας μὲν λευκοσυνθέτους λόγους Εἰς πλῆθος ἀμέτρητον ἐκπεπτωκότας Καὶ παμφαεῖς ἔσχηκε τοῖς θεωμένοις,
10Ἔσωθεν αὐγάζοντας ἀνθρώπων φύσιν Καὶ καταλαμπρύνοντας αὐτῶν τὰς φρένας. Ὡς ποικιλόχρουν αὖθις ἀνθέων θέαν Τὸ ποικίλον σύνταγμα τῶν γεγραμμένων Πάνλαμπρον ἔνδον ἐγκαθειργνύει βίβλος,
15Ὡς ὄστρεον μάργαρον, ὡς κάλυξ ῥόδον,
Ὡς ἁλιθρέμμων κόχλος ἄνθος πορφύρας, Ἐπιστολὰς εἰς κάλλος ἐξειργασμένας, Ἣ, καὶ λυσιτέλημα τῶν λογεμπόρων, Θεοδώρου Λάσκαρι τοῦ βασιλέως7
20Ἄνακτος υἱοῦ παγκλεοῦς Ἰωάννου, Οὗ θρύλλος ἐξέδραμεν εἰς πᾶσαν χθόνα, Οὗ τὸ πρὸς ὅπλα καὶ πρὸς ἱππηλασίαν, Χεῖρα κραταίαν, εὐφυᾶ τόξου τάσιν, Καὶ πᾶσαν ἄλλην στρατιώτιδα τέχνην
25Καὶ πᾶσαν ἄλλην ψυχικὴν εὐανδρίαν Ἄλλων λόγων πέφυκε καὶ σπουδασμάτων· Νυνὶ δὲ γραφαὶ καὶ λόγων εὐκοσμία, Ἐπιστολῶν πόνημα συντεταγμένον. Μακροὺς μὲν ἄλλους οὗτος ἐκφέρει λόγους,
30Τοὺς μὲν πρὸς ἐξέτασιν οἷς φύσις τόπος, Τοὺς δὲ πρὸς ἀνάπτυξιν οἷς κρείττων ὅρος, Ἐγκωμίων αὐχοῦντας ἄλλους δ’ αὖ ὕλην, Πάντας δὲ σεμνοὺς ὡς ὑπεξῃρημένους Νοήμασι σχήμασι λοιπαῖς ἰδέαις,
35Αἷς λαμπρῶς ἅπας ἀγλαΐζεται λόγος. Τίς δὲ παραπλεύσειεν αὐτῶν τὴν χάριν, Σειρῆνας ὥσπερ τοῦ Λαερτίου γόνος, Καὶ μὴ πρὸς αὐταῖς πυξίσι τῶν γραμμάτων Τὸ σκάφος αὐτοῦ τοῦ νοὸς καθορμίσῃ;
40〈Ἐ〉πείπερ οὐκ ὄλεθρον ἀκροωμένων, Ζωὴν δὲ μᾶλλον προξενοῦσιν αἱ βίβλοι Οὔκουν χρόνῳ φθίνουσαν ὡς τῶν σωμάτων. Καὶ ταῦτα μὲν δὴ μακροσυνθέτων πέρι, Ἀλλ’ ἐνθαδὶ χάρις τις ἄλλη γραμμάτων
45Ἐπιστολιμαία τε πρὸς λόγων φίλους, Μουσῶν Ἑλικὼν καὶ Πιερία νέα, Μέλος λιγυρὸν καὶ χορευμάτων κρότος. Ὠιδῆς τὸ τερπνὸν ποῖον ἐξείποι στόμα; Ἠχῆς τὸ σεμνὸν ποῖος ἐκφράσοι λόγος;

(50)

Ὁ θιασώτης Βάκχος εὐθὺς εὑρέθη Ἐπεμφορηθεὶς νέκταρος, θείου πότου, Ὡς ἐκ πόλου ῥέοντος αὐτῆς τῆς βίβλου. Τί δῆτα μακρὸν ἀποτείνω τὸν λόγον Καὶ πρὸς πυλῶσι κατέχω τοῦ θαλάμου8
55Τὴν λίχνον ἀκρόασιν, ἣ σπεύδει δῦναι, Ὡς ζημιοῦσθαι ζημίαν οὐ μετρίαν; Εἴσελθε τάχος τάχος ἔνδοθεν, ξένε, Κατατρύφησον τῶν σοφῶν νοημάτων, Καὶ πρὸς κόρον πλήσθητι καὶ τῶν σχημάτων,
60Μὴ φράσεως ἥδυσμά τι παραδράμῃς· Γενήσεται γὰρ ὡς γλυκάζον σοι μέλι. Πάντων κατάκρως ἐμφοροῦ τοῦ βιβλίου
Καὶ τῶν λόγων θαύμαζε τὴν πρώτην βρύσιν.9