TLG 3141 006 :: Georgius ACROPOLITES :: In imaginem beatae virginis Georgius ACROPOLITES Hist. In imaginem beatae virginis Citation: (Line) | ||
t1 | Στίχοι τοῦ λογοθέτου τῶν γενικῶν κυροῦ | |
---|---|---|
t2 | Γεωργίου τοῦ Ἀκροπολίτου, γεγονότες εἰς | |
t3 | εἰκόνα τῆς ὑπεραγίας θεοτόκου ἔχουσαν τὰς | |
t4 | ιβʹ δεσποτικὰς ἑορτάς. | |
1 | Σώσασα κοινὴν ἐνθέῳ φύσιν τόκῳ Ἴθυνον αἰτῶ τὸν βίον μοι πρὸς δέον, Μετὰ δὲ βίον χάρισαι σωτηρίαν, | |
Ναὶ μῆτερ ἁγνὴ συμπαθοῦς θεοῦ λόγου, | 6 | |
5 | Ὃν συνέλαβες ἐκ λόγων ἀρχαγγέλου, Ὃν σπαργανοῖς τεκοῦσα ναῷ προσφέρεις, Ὃς καὶ καθαίρει τὴν βροτῶν ῥυφθεὶς φύσιν Καὶ φωτοειδῆ τοῖς μαθηταῖς δεικνύει, Ζωοῖ Λάζαρον, συμπρόεισι βαΐοις, | |
10 | Ξύλῳ τε θανὼν ἐγκαλύπτεται λίθῳ, Ἀλλ’ ἐξαναστὰς ἀνιών τε πρὸς πόλον Πέμπει τὸ πνεῦμα παρὰ πατρὸς τοῖς φίλοις, Μεθιστᾷ καὶ σὲ καὶ παριστᾷ τῷ θρόνῳ, Τῶν εὐσεβούντων προστάτιν ἔχειν θέλων· | |
15 | Κἀγὼ προϊστῶν Καλοειδᾶς τοὐπίκλην, Κλῆσιν δὲ Νικόλαος, εὕροιμι λάχος | |
Μέγα κἂν αἰτῶ τὴν Ἐδὲμ μετὰ βίον. | 7 |