TLG 3136 001 :: Pseudo–ZONARAS :: Lexicon Pseudo–ZONARAS Lexicogr. Cf. et ZONARAS Hist. et Gramm. (3135) Lexicon Citation: Alphabetic letter — page — (line) | ||
alpha1(1t) | ΣΥΝΑΓΩΓΗ ΛΕΞΕΩΝ, ΣΥΛΛΕΓΕΙΣΑ ΕΚ ΔΙΑΦΟΡΩΝ | |
2t | ΒΙΒΛΙΩΝ ΠΑΛΑΙΑΣ ΤΕ ΦΗΜΙ ΓΡΑΦΗΣ ΚΑΙ ΤΗΣ ΝΕΑΣ | |
---|---|---|
3t | ΚΑΙ ΑΥΤΗΣ ΔΗΠΟΥ ΤΗΣ ΘΥΡΑΘΕΝ. | |
4t | Α | |
5t | Τὸ Α μετὰ τοῦ Α. | |
6t | (Ἀρσενικόν.) | |
7 | Ἄαπτος. ὁ ἀπροσπέλαστος. παρὰ τὸ ἅπτω· ἅπτος καὶ ἄαπτος· οὗ οὐκ ἄν τις ἅψαιτο, ἵν’ ᾖ ἀπρόσιτος· ἢ ὁ ἄγαν ἁπτόμενος, ἐπιτάσει τοῦ α. | |
10 | Ἄατος. ἀβλαβής. ἄτη γὰρ ἡ βλάβη. ἢ καὶ ὁ χαλεπὸς καὶ ὁ βλαβερὸς, ἐπιτάσει τοῦ α. οὕ‐ τως Μεθόδιος. ἢ παρὰ τὸ ἄω, τὸ βλάπτω, ἄσω, ἄτος καὶ ἄατος. Ἀάσχετος. ὁ ἀκράτητος. ἀπὸ τοῦ σχῶ, σχήσω, | |
15 | ἔσχηκα, ἔσχεμαι, ἔσχεσαι, ἔσχεται, σχετὸς καὶ ἄσχετος, καὶ πλεονασμῷ τοῦ α ἀάσχετος. | |
17t | (Οὐδέτερον.) | |
18 | Ἀάβυκτον. μέλαν· ἀβλαβές. Ἀαγές. ἄθραυστον· [ἰσχυρόν.] ἄγω γὰρ τὸ κλῶ. | |
20 | ἀγὲς καὶ μετὰ τοῦ στερητικοῦ α, ἀαγές. | |
alpha2 | Ἀάλιον. ἄτακτον· ἀκρατές. ἀπὸ τοῦ ἁλῶ τὸ κρατῶ. καὶ στερήσει τοῦ α ἀάλιον. [ἅλιον δὲ τὸ μάταιον.] | |
4t | (Ῥῆμα.) | |
5 | [Ἀάδειν. ὀχλεῖν. ἀδικεῖσθαι. ἀπορεῖν· ἀσιτεῖν.] Ἀασάμην. ἐβλάβην. ἀπὸ τοῦ ἄω τὸ βλάπτω. ὁ μέλλων ἄσω. ὁ ἀόριστος ἄσα, ὁ μέσος ἀσάμην, καὶ πλεονασμῷ τοῦ α, ἀασάμην. Ἄασας. ἔβλαψας. | |
10 | Ἀάσαι. τέσσαρα σημαίνει. τὸ κορέσαι· τὸ καθυ‐ πνῶσαι· τὸ βλάψαι καὶ τὸ λυπῆσαι. | |
12t | Τὸ Α μετὰ τοῦ Β. | |
13t | (Ἀρσενικόν.) | |
14 | Ἀββᾶς. †ὁ γέρων·† ὁ πατήρ. †καὶ ὁ ἀπό‐ | |
15 | στολος· ἐν ᾧ κράζομεν ἀββᾶ ὁ πατήρ. λέ‐ | |
γομεν δὲ, πάτερ ἡμῶν ὁ.† | ||
alpha3 | Ἀβλῆτα. μὴ βεβλημένον. Ἄβολης. ὁ μηδέπω ἐκβεβληκὼς τοὺς ὀδόντας, ἐξ οὗ γνωρίζεται ἡ ἡλικία τοῦ ζώου, οἷον ὄνου, ἵππου καὶ τῶν ὁμοίων. | |
5 | †Ἄβροτος. θεῖος· ἄφθαρτος.† Ἀβραάμ. κύριον· ὃ ἑρμηνεύεται πατήρ. Ἀβρόμιος. χωρὶς οἴνου· καὶ ὁ ἄοινος· βρόμος γὰρ ὁ Διόνυσος, ἢ καὶ ὁ ἔφορος τοῦ οἴνου κατὰ Ἕλληνας. | |
10 | Ἄβρομος. θορυβώδης· ἀπὸ τοῦ α ἐπιτατικοῦ μορίου καὶ τοῦ βρέμω, τὸ ἠχῶ. ἔστι δὲ καὶ ὁ ἀθορύβητος, στερήσει τοῦ α. Ἀβροτήμων. ὁ ἁμαρτωλός. Ἀβέρβηλος. ὁ ἀκατάστατος. | |
15 | Ἀβακήμων. ὁ μωρός. Ἄβαζος. ἄλαλος· ἥσυχος· ἤτοι ὁ ἐστερημένος τοῦ βάζειν, ὅ ἐστι τοῦ λέγειν. Ἄβιος. ὁ μὴ ἔχων βίον· ἢ ὁ μὴ ἔχων τόξον. βιὸς | |
γὰρ τὸ τόξον. | ||
alpha4 | Ἀβέλτερος. ἀνόητος, ὁ τὸ βελτίον μὴ γινώσκων. τοῦτο παρὰ τὸ βέλτερος. ὥσπερ γὰρ παρὰ τὸ φέρω, φέρτερος, οὕτω παρὰ τὸ βάλλω, βέλ‐ τερος, καὶ στερήσει τοῦ α, ἀβέλτερος. | |
5 | Ἁβροδίαιτος. ὁ τρυφητής· ἁβρὸν γὰρ τὸ πλού‐ σιον. Ἀβαήρ. τὸ λεπτόν. Ἀβδηρίτης. ἄνεμος οὕτω καλούμενος ἀπὸ τοῦ τόπου. | |
10 | Ἄβαξ. κυρίως ὁ μὴ ἔχων βάσιν. καταχρηστι‐ κῶς δὲ καὶ ἐπὶ οἱασδήτινος σανίδος. παρὰ τὸ βῶ, τὸ βαίνω. Ἀβωριγίνες. ἔθνος Ἰταλικόν· οὐκ ἀπὸ τῆς ἀβω‐ ριγόνον εὐθείας, ὡς Λεοντίνος· ἀλλ’ ὡς Δελφὶν | |
15 | Δελφῖνος. †Ἀββακούμ. πατὴρ ἐγέρσεως. τὸ μὲν γὰρ ἀβ‐ βᾶ σημαίνει πατήρ· τὸ δὲ κοὺμ ἔγερσις. ὡς ἐν τῷ θείῳ εὐαγγελίῳ· ταβηθὰ κούμ, ἤγουν ἡ | |
παῖς ἐγείρου.† | ||
alpha5 | Ἀβάντειος δόμος. ὁ τοῦ Ἄβαντος· καὶ Ἀβαν‐ τιάδης. Ἄβαπτος. ὁ ἀστομώτατος. [Ἀβασάνιστος. ὁ ἀνεξέταστος· ἢ ἀγύμναστος | |
5 | καὶ ἀδοκίμαστος.] [Ἄβατον. ἱερόν· ἀπρόσιτον· ἔρημον· καὶ ὁδὸς ἄβατος ἡ ἀπόρευτος.] Ἄβαρις. Σκύθης, Σεύθου υἱός· συνεγράψατο δὲ χρησμοὺς τοὺς καλουμένους Σκυθήνους, καὶ | |
10 | γάμον Ἕβρου τοῦ ποταμοῦ καὶ καθαρμοὺς καὶ θεογονίαν. Ἄβας. σοφιστὴς ἱστορικὰ ὑπομνήματα καὶ τέχ‐ νην ῥητορικὴν καταλιπών. Ἀβάσκανος. ἀψευδής· ἀνεπίφθονος. ὁ δὲ μάρ‐ | |
15 | τυς ἀβάσκανος γίνεται πρὸς Καίσαρα τῶν Ἀν‐ τιπάτρου κατορθωμάτων. Ἀβδίου· Ἀβιά· Ἀβιαθάρ· Ἀβρέας· Ἀβρο‐ νοτειχίστης· Ἀβριόρηξ· Ἀβριλιανὸς καὶ Ἀβρήλιος. ὀνόματα κύρια. | |
20 | Ἀβέβαιος. ὁ μὴ πάγιος. Ἀβελτεροκόκυξ. ὁ κενὸς καὶ ἀβέλτερος· βέλ‐ τερος γὰρ ὁ φρόνιμος. Ἀβής. ὁ ἀσύνετος. Ἀβιαδηνός. ὁ ἀπὸ πόλεως Ἀβιαδηνῆς. | |
25 | Ἀβιάς. υἱὸς Ῥοβοὰμ, τοῦ υἱοῦ Σολομῶντος, ὃς | |
ἐπολέμησεν Ἱεροβοὰμ τῷ δούλῳ τοῦ Σολομῶν‐ | ||
alpha6 | τος, καὶ ἀνεῖλεν ἄνδρας δυνατοὺς ἐν ἡμέρᾳ μιᾷ ͵αφ. Ἀβίβας. ὄνομα ποταμοῦ. Ἀβιμέλεχ. ὄνομα κύριον, ὁ καὶ υἱὸς Γεδεών. | |
5 | οὗτος ἐπάταξε τοὺς ἀδελφοὺς αὐτοῦ ἐκ τῶν ἐλευ‐ θέρων ἄνδρας οʹ ἐπὶ λίθον ἕνα, ἐξ ὧν οὐκ ἀπε‐ λείφθη πλὴν Ἰωαθὰμ τοῦ νεωτέρου διαδράν‐ τος. Ἄβιος. ὁ πολὺν μὴ ἔχων βίον· ἢ κατὰ ἀντί‐ | |
10 | φρασιν ὁ πολὺν βίον ἔχων. ὥσπερ καὶ Ὅμηρος [τὸ ἄξυλον.] Ἀβίωτος. ὁ μὴ ζῶν. λέγεται δὲ καὶ ὁ κακὸς καὶ ἀηδὴς καὶ ὀδυνηρός. ὁ δὲ ἀβιώτως εἶχεν, εἰ μὴ κρατήσει τῆς πόλεως. | |
15 | Ἄβιτος. κύριον. Ἄβιτος τὴν ἀσκητικὴν καλύ‐ βην ἐπήξατο. Ἀβρογάστης. κύριον. οὗτος Φράγγος ἦν, ὃς κατὰ ἀλκὴν σώματος καὶ θυμοῦ τραχύτητα φλογοει‐ δὴς ἦν, δευτεραγωνιστὴς τυγχάνων Βάβδωνος. | |
20 | Ἁβροκόμας. οὗτος σατράπης ἦν Ἀρταξέρξου τοῦ Περσῶν βασιλέως. Ἁβροχίτων. ὁ τρυφερὰ φορῶν. Ἀβυδηνός. ἀπὸ πόλεως Ἀβύδου. ἐπὶ συκο‐ φαντίᾳ δὲ τάττεται ἡ λέξις διὰ τὸ δοκεῖν συ‐ | |
25 | κοφάντας εἶναι τοὺς Ἀβυδηνούς. [καὶ Ἀβυδώ‐ | |
θι, ἐπίῤῥημα.] | ||
alpha7 | Ἄβρων. Φρὺξ ἢ Ῥόδιος γραμματικὸς, μαθητὴς Τρύφωνος, σοφιστεύσας ἐν Ῥώμῃ, γεγονὼς δὲ ἐκ δούλου, ὥς φησιν Ἕρμιππος. Ἀβλῆτα. κακόβλητον. παρὰ τὸ βέβληται. κλί‐ | |
5 | νεται δὲ διὰ τοῦ τος, οἷον· ἀβλὴς, ἀβλῆτος. [τὰ γὰρ εἰς ος λήγοντα ὀξύτονα, σύνθετα ἀπὸ ῥήματος, μίαν συλλαβὴν φυλάττουσι τοῦ παρα‐ κειμένου παθητικοῦ, καὶ διὰ καθαροῦ τοῦ τος κλίνονται, εἴτε εἰς ως ὦσιν, εἴτε εἰς ης, εἴτε | |
10 | εἰς ας. οἷον κέκραται, χαλκοκράς. νεόκρατος ὁ νεωστὶ κεκραμμένος κέκληται. ἀβλὴς, ἀβλῆτος, ὁ μὴ τρωθείς.] Ἁβρός. ὁ κούφως βαίνων, κατὰ στέρησιν τοῦ βά‐ ρους· παρὰ τὸ βάρος [καὶ τὸ στερητικὸν α ἄβα‐ | |
15 | ρος καὶ συγκοπῇ ἀβρός· τὸ δὲ βάρος] παρὰ τὸ βίᾳ αἴρεσθαι. [Ἄβρος. παροξυτόνως. ἔθνος παρὰ τὸ Ἀδρίᾳ.] [Ἁβρὸς λειμών. καινότερος καὶ εὐθαλής. πάν‐ τας δὲ ὡς ἁβρότατα τὲ καὶ ἅμα εἰς ἔκπληξιν | |
20 | κατὰ πλοῦτον. τῷ γε δὴ πλοῦτον θαυμάζοντι ἐσταλμένους.] Ἀβροείμονες. οἱ λαμπροφόροι καὶ ἁπαλοφόροι. ἁβρὸν γὰρ τὸ λαμπρὸν καὶ κοῦφον καὶ τρυφε‐ ρόν. [παρὰ τὸ ἅπτω ἢ κατὰ στέρησιν τοῦ βά‐ | |
25 | ρους.] Ἀβίωτον βίον. ἀντὶ τοῦ εὐτελῆ καὶ πένητα. | |
27t | (Θηλυκόν.) | |
28 | Ἀβρετίνη ἢ Ἀβρεττηνή. χώρα Μυσίας ἀπὸ | |
Ἀβροτίας Νύμφης. τὸ ἐθνικὸν Ἀβρεττηνοί. | ||
alpha8 | Ἀβυδών. χώρα Μακεδονίας, καὶ κλίνεται Ἀβυ‐ δῶνος. [ὡς Καλυδῶνος· τὸ ἐθνικὸν Ἀβυδώνιος, ὡς Καλυδώνιος.] Ἄβυσσος. πλῆθος ὑδάτων ἀπέραντον. ἢ τόπος | |
5 | ἐν θαλάσσῃ ἀπύθμαντος. Ἀβρότης. τρυφερότης. Ἀβένα. ἡ ἀβῆνα. ῥωμαϊστί. Ἀβρότη νύξ. ἐν ᾗ βροτὸς οὐ φαίνεται. Ἀβυρτάκη. ὑπότριμμα βαρβαρικὸν δριμὺ, κατε‐ | |
10 | σκευασμένον διὰ πράσων καὶ καρδάμων καὶ κόκ‐ κων ῥοιᾶς καὶ ἑτέρων. Ἀβαρνίς. πόλις Λαμψάκου. Ἀβαντίς. ἡ Εὔβοια. Ἄβαρνος. πόλις. | |
15 | Ἄβδηρα. πόλις Θρᾴκης [ἢ Ἰβηρίας.] Ἀβίλη. πόλις ἐν τῷ Ἰορδάνῃ. Ἅβρα. ἡ οἰκότριψ καὶ παρὰ χεῖρα θεράπαινα. Ἄβυσσος. ἀπὸ τοῦ δύω, τὸ ὑπεισέρχομαι, τρο‐ πῇ τοῦ δ εἰς β, βύω, βύσω, βέβυκα, βέβυ‐ | |
20 | σμαι, βέβυσαι, βυσσὸς καὶ ἄβυσσος, ἐν ᾗ οὐ‐ δεὶς διέρχεται διὰ τὸ βάθος. Ἀβδία καὶ Ἀβδηρά. ἡ θάλασσα. ἔστι καὶ ὄνομα πόλεως. [καὶ τὸ ἐθνικὸν Ἀβδηρίτης.] Ἄβιννα. πόλις. | |
25 | Ἄβορα. ὄνομα τόπου. Ἀβρανίτις. χώρα. Ἀβαχθανή. λέξις ἑβραϊκή. Ἄβολλα. πόλις Σικελίας. τὸ ἐθνικὸν Ἀβολ‐ | |
λαῖος. | ||
alpha9(1t) | (Οὐδέτερον.) | |
2 | Ἀβδέλυκτα. τὰ μὴ μιαίνοντα, ἃ οὐδεὶς βδελυ‐ χθείη. [τραγικωτέρα δὲ ἡ λέξις· καὶ μὴν φιλῶ γὰρ ἀβδέλυκτ’ ἐμοὶ τάδε.] | |
5 | Ἀβάκαινον. πόλις Σικελίας. [οὐ δύναται τὸ ἐθ‐ νικὸν Ἀβακαινῖνος.] [Ἀβούλητον κακόν. ἀθέλητον, ὃ οὐ θέλει τίς. καὶ ἀβούλητος ὁ μὴ βουλόμενος. Ἀβούλιτος δὲ, ὄνομα κύριον, διὰ τοῦ ἰῶτα.] | |
10 | [Ἀβουλία. ἀπαιδευσία. ἄνοια καὶ μωρία.] [Ἀβούλως. ἀφρόνως· ἀμαθῶς· κακῶς· ἄνευ λόγου.] [Ἀβώνου τεῖχος. πόλις ἐν τῷ Εὐξείνῳ πόντῳ. καὶ Ἀβωνοτειχίτης τὸ ἐθνικόν.] | |
15 | [Ἅβρα. οὔτε ἁπλῶς θεράπαινα οὔτε ἡ εὔμορφος θεράπαινα λέγεται. ἀλλ’ οἰκότριψ γυναικὸς κό‐ ρη καὶ ἔντιμος· εἴτε οἰκογενὴς εἴτε μή. κατὰ Μένανδρον.] [Ἀβραμιαῖος. ὁ ἀπόγονος τοῦ Ἀβραὰμ ἢ γιγαν‐ | |
20 | τιαῖος ἱεροπρεπής.] [Ἁβραβαίνων. θρυπτόμενος· κολακευόμενος. ἐκεῖνος ὄντως ἁβραβαίνων ἐδόκει ἔχων τὰς ὀφρῦς ὑπερῃρμένας ἄνω.] [Ἁβραῖς. ἁπαλαῖς· τρυφεραῖς. Αἰλιανός· ἐπὶ | |
25 | κλίναις μάλα ἁβραῖς καὶ στρωμναῖς ὕφει τινὶ | |
ὑπερηφάνῳ κεκοσμημέναις ἐπιθέντας.] | ||
alpha10 | [Ἀβρέας. ὄνομα κύριον.] [Ἀβρετάνη χώρα ἡ λεγομένη Μυσία, ἀπὸ Βρε‐ τίας Νύμφης.] [Ἀβρηλία. χώρα.] | |
5 | Ἀβρικέστερον. τὸ ἀληθέστερον. Ἄβρικτον. τὸ ἐκ μέρους ἀκοῦον. [τὸ δύσκωφον.] τὸ ἀνύστακτον. [Ἀβριόρυξ. ὄνομα κύριον.] [Ἁβροδίαιτα. τρυφερὰ ζωὴ καὶ ἁπαλή. καὶ | |
10 | ἁβροδίαιτος· τρυφητής· τρυφερόβιος.] [Ἁβροσύνη. φαιδρότης.] Ἄβροτον. ἄψυχον. ἀναίσθητον. βροτὸν γὰρ τὸ αἷμα. †Ἄβατον. τὸ ἱερὸν ἢ τὸ ἔρημον.† | |
15 | †Ἀβέβηλον. τὸ καθαρόν.† †Ἀβλέπτημα. τὸ ἁμάρτημα.† †Ἀβληχρόν. ἀσθενές· κατ’ ἐπίτασιν τοῦ α. βλη‐ χρὸν γὰρ τὸ ἀσθενές. λαμβάνεται δὲ καὶ ἐπὶ τοῦ ἰσχυροῦ, οἷον· ποτὲ μὲν καταβάλλειν εἰς | |
20 | γῆν καὶ δύνασθαι ἀναιρεῖν, ποτὲ δὲ τὸ κατα‐ βάλλεσθαι εἰς γῆν.† †Ἀβασάνιστον. τὸ ἀγύμναστον καὶ ἀνεξέτα‐ στον.† [Ἁβρότερον. ἀλλ’ ἁβρότερον αὐτῶν εἶχον καὶ | |
25 | Συβάριδος μεστοὶ ἦσαν.] | |
alpha11 | Ἀβρότονον. εἶδος βοτάνης. [ἔστι δὲ πικρότατον, θερμαῖνον καὶ ξηραῖνον κατὰ τὴν τρίτην ἀπό‐ στασιν· διαφορικῆς τε καὶ τμητικῆς ὑπάρχον δυνάμεως. ἀνατριβόμενον δὲ δι’ ἐλαίου δι’ ὅλου | |
5 | τοῦ σώματος τὰ κατὰ περίοδον ῥίγη ὑγιάζει καὶ τὸ κεκαυμένον μᾶλλον τοῦ ἀκαύστου· ἀλωπε‐ κίας ἰᾶται σύν τινι τῶν λεπτομερῶν ἐλαίων.] Ἀβύρβητον. πολύ· μάταιον. | |
9t | (Ῥῆμα.) | |
10 | Ἀβάκησαν. ἠνόησαν. ἠσυνέτησαν. οἱ δὲ τὸ ἡσύ‐ χασαν. παρὰ τὸ βάζω, τὸ λέγω, οἷον· —εὖ μὲν βάζουσι— Ἀβρίξαι. τὸ ἀπὸ βορᾶς νυστάξαι, ἢ κοιμηθῆναι. Ἀβακιζομένων. ἡσυχαζόντων μὴ θορυβούντων. | |
15 | Ἀβροτάξομεν. κυρίως ἐπὶ τοῦ τοξότου, τοῦ βροτοῦ ἀποτυχεῖν, ὡς ἐν πολέμῳ. [λέγεται δὲ τὸ ἁπλῶς ἀποτυχεῖν ἀβροτάξω.] Ἀβροτάζω. τὸ ἁμαρτάνω. [Ἁβρύνεται. κοσμεῖται· θρύπτεται· καυχᾶται.] | |
20 | Ἄβαλεν. ἀντὶ τοῦ ἔβαλεν. | |
alpha12(1t) | (Ἐπίῤῥημα.) | |
2 | Ἀβακέως. ἀντὶ τοῦ ἡσύχως. [οὕτως Ἡρωδια‐ νός.] Ἀβάλαι. ἀντὶ τοῦ φεῦ. | |
5 | Ἀβλεμέως. ἀντὶ τοῦ ἀφροντίστως. Ἀβούλει. ἀφρόνως· ἀμαθῶς. ὁ δὲ σφόδρα στοχα‐ ζόμενος τῆς τοῦ βασιλέως γνώμης ἀβουλότατα διεπράξατο. | |
9t | Τὸ Α μετὰ τοῦ Γ. | |
10t | (Ἀρσενικόν.) | |
11 | †Ἀγαθός. φύσει μόνος ὁ θεός. ἀγαθὸς γίνεται δὲ καὶ ὁ ἄνθρωπος ἐξ ἐπιμελείας τῶν τρόπων καὶ ὁ κατὰ μέθεξιν τοῦ ἀγαθοῦ καὶ ὁ χωρὶς αἰτήσεως ἀφθόνως τὰ καλὰ χαριζόμενος. ἐτυ‐ | |
15 | μολογεῖται δὲ ἐκ τοῦ ἀγάζω, τὸ θαυμάζω. ὁ μέλλων ἀγάσω, ὁ παρακείμενος ἤγακα, ἤγα‐ σμαι, ἤγασται, ἀγαστὸς, ἀποβολῇ τοῦ ς καὶ | |
τροπῇ τοῦ τ εἰς θ, ἀγαθός.† | ||
alpha13 | [Ἀγαθός. ὁ φρόνιμος. οὐκ ἐπ’ ἴσης δὲ ὁ φρόνι‐ μος καὶ ὁ ἀγαθός· ἐπὶ πλέον γὰρ ὁ ἀγαθός· ἀγαθὸς γὰρ ὁ σώφρων, ὁ ἀνδρεῖος καὶ οἱ λοι‐ ποί. ἀγαθοὶ λέγονται καὶ οἱ ἐπιστήμονες. τοὺς | |
5 | δὲ Δαΐους ἀγαθοὺς μὲν ἀκοντιστὰς, ἀγαθοὺς δὲ καὶ ἐν χερσὶ ποιήσασθαι μάχην.] [Ἀγαθοεργοί. αἱρετοὶ κατ’ ἀνδραγαθίαν ἐκ τῶν ἐφόρων.] Ἀγάκλειτος. ὁ ἄγαν ἔνδοξος. | |
10 | Ἀγακλεεῖς. οἱ ἄγαν ἔνδοξοι. Ἀγαυοί. οἱ ἔνδοξοι καὶ λαμπροί. [παρὰ τὸ ἄγω, τὸ θαυμάζω, ἄγημαι, ἄγαμαι, καὶ ἤγακα, ἤγαμαι, ἤγασται, ἄγασται, ἀγαὸς, καὶ πλεονα‐ σμῷ τοῦ υ αἰολικῶς ἀγαυός· ὡς ναὸς ναυός. ἢ | |
15 | παρὰ τὸ γαίω, τὸ γαυριῶ, γαῖος καὶ τροπῇ τοῦ ι εἰς υ γαυός, ὡς δίφρος, δύφρος· καὶ μετὰ τοῦ ἐπιτατικοῦ α ἀγαυός.] Ἀγανόφρων. ὁ πραότατος. Ἀγάσυρτος. ὁ ἀκάθαρτος. | |
20 | Ἀγελαῖοι. ἰδιῶται, ἄγροικοι. Ἀγέρωχος. ὁ ὑπερόπτης, καὶ ὑβριστὴς, καὶ ὑπερ‐ ήφανος. †παρὰ τὸ ἄγαν αὐχεῖν. ἢ ὁ ἔντιμος καὶ ἀνδρεῖος, παρὰ τὸ ἄγαν γερουχεῖν.† Ἀγαυρός. ὁ ὑπερήφανος. | |
25 | Ἀγάθαρχος. κύριον. ἦν δὲ ζωγράφος ἐπιφανὴς, Εὐδήμου υἱὸς, τὸ δὲ γένος Σάμιος. Ἀγαθοκλῆς. οὗτος ἐγένετο τύραννος, καὶ, ὡς λέ‐ γει Τίμαιος, κατὰ τὴν πρώτην ἡλικίαν πόρνος ἕτοιμος τοῖς ἀκρατεστάτοις. | |
30 | Ἀγάθων. οὗτος τραγικὸς ἦν, διεβέβλητο δὲ ἐπὶ | |
μαλακίας. | ||
alpha14 | Ἀγάλακτοι. οἱονεὶ ὁμογάλακτοί τινες ὄντες ἢ οἱ τὸ αὐτὸ γάλα σπάσαντες· λέγει δὲ τοὺς ὁμαί‐ μους ἀδελφούς. ἄλλοι δὲ τοὺς ἱερείων κοινω‐ νοὺς καὶ συγγενεῖς. οἱ δὲ συντρόφους. | |
5 | Ἀγαλεών. ὄνομα ὄρους. Ἀγανοῖς. προσηνέσιν. ἀπὸ τοῦ ἄγαν καὶ τοῦ αἰ‐ νεῖσθαι. [Ἀγέλαος. ὄνομα κύριον.] Ἀγεσίλαος. κύριον καὶ ἐπώνυμον τοῦ Ἀΐδου. | |
10 | εἴρηται δὲ παρὰ τὸ ἄγειν τοὺς λαούς· ἄρχων γάρ ἐστι τῶν θανόντων. Ἀγήνωρ. ἔστιν ὅτε ἐπὶ ἐπαίνου λαμβάνεται· ση‐ μαίνει δὲ τὸν ἀνδρεῖον. παρὰ τὸ ἄγαν τῇ ἠνορέῃ, ὅ ἐστι τῇ ἀνδρείᾳ χρῆσθαι. ἔστι δὲ | |
15 | καὶ ὁ ἄγαν ὑβριστικὸς καὶ διὰ τῆς ἀνδρείας εἰς ὕβριν ἐμπεπτωκώς. Ἀγαλματοποιοί. χειρουργοὶ ἀκριβεῖς. Ἀγαμήδης. κύριον. κλητικὸν καὶ θηλυκὸν Ἀγα‐ μήδη. | |
20 | [Ἀγάννιφον. Ὅμηρος τὸ ὄρος τὸ λίαν χιονιζόμε‐ νον.] Ἀγαπήνορος. τὴν ἀνδρείαν ἀγαπῶντος. Ἀγαπητός. ὁ ἠγαπημένος ἢ καὶ ὁ μονογενής. Ἀγαστός. θαυμαστός. | |
25 | Ἄγαυρος ἢ Ἀγαυρός. ἔστι δὲ ὁ κομψός· οἱ δὲ κακός. [ὑπὸ Ἰώνων δὲ ὁ ἄπορος. ὑπὸ δὲ Ἀττι‐ κῶν ὁ τρυφερός.] Ἀγάστου. θανάτου. Ἀγαῖος. ὁ ἐπίφθονος. | |
30 | Ἀγέλαιος. ὁ ἀμαθὴς, προπαροξυτόνως. | |
alpha15 | Ἀγελαῖος δὲ, ὁ ἐκ τῆς ἀγέλης, [ἰδιώτης, ἢ ὁ ἐν τῇ ἀγέλῃ διάγων, προπερισπωμένως· καὶ ἀγελαίων, ἰδιωτῶν.] Ἀγελαιών. ὁ τόπος τῆς ἀγέλης. | |
5 | Ἀγελαῖοι ἰχθύες. οἱ εὐτελεῖς καὶ μικροί. [Ἀγελάρχης. ὁ τῆς ἀγέλης τῶν βοῶν ἄρχων.] Ἀγελήτης βοῦς. ὁ ἐξ ἀγέλης. Ἀγελίαιος. οὗτος ἐπὶ Οὐάλεντος ἦν Κωνσταν‐ τινουπόλεως ἐπίσκοπος, βίον ἀποστολικὸν βιούς· | |
10 | ἀνυπόδετος γὰρ διόλου διῆγεν, ἑνί τε χιτῶνι ἐκέχρητο τὸ τοῦ εὐαγγελίου φυλάσσων ῥητόν. Ἀγέροπος. ὁ σπανίως ἐρχόμενος. Ἀγηλατοί. οἱ κεραυνοί. Ἀγητός. ὁ θαυμαστός. | |
15 | Ἀγηρηναῖοι. ὄνομα ἐθνικόν. [Ἀγήραον. ἄφθαρτον.] †Ἄγγελος. ζῶον λογικὸν, ὑμνολογικὸν, πύρι‐ νον, ἄϋπνον, ἀθάνατον κατὰ χάριν. οὐσία νοε‐ ρὰ αὐθεξούσιος ἀεικίνητος θεῷ λειτουργοῦσα· | |
20 | ἢ δύναμις ἁγία ἀποστελλομένη παρὰ κυρίου εἰς διακονίας.† †Ἅγιος. ὁ φύσει ἁγιάζων καὶ οὐχ ἁγιαζόμενος. | |
κατὰ μέθεξιν καὶ ὁ ἁγιαζόμενος ἅγιος λέγεται.† | ||
alpha16 | Ἅγιος, ἅγιος, ἅγιος κύριος. ὅτι τοὺς λέγοντας μυριάκις ἔστιν ἅγιος ὁ θεὸς καὶ τοὺς παρερ‐ μηνεῦσαι τοῦτο τολμῶντας λαμπρῶς ἐλέγχει τό· ἐξεζήτησα τὸ πρόσωπόν σου· τὸ πρόσωπόν σου, | |
5 | κύριε, ζητήσω. μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ. τὴν ἁγίαν ἀνακηρύττει τριάδα. οἱ δὲ λέγοντες τὸ ἅγιος ὁ σταυρωθεὶς ἐπιστομιζέσθω‐ σαν ἀπὸ τοῦ· ἐδίψησεν ἡ ψυχή μου πρὸς τὸν θεὸν τὸν ἰσχυρὸν τὸν ζῶντα. | |
10 | Ἀγκυλομήτεω. σκολιὰ βουλευομένου. Ἀγκών. παρὰ τὸ ὑποκεῖσθαι ἑτέρῳ ὀστέῳ, ἐγκὼν καὶ ἀγκών. Ἀγλευκής. παρὰ τὸ γλυκὺς καὶ πλεονασμῷ τοῦ ε ἀγλευκής. | |
15 | Ἁγνός. ὁ καθαρός. παρὰ τὸ ἅζω, τὸ σέβομαι. ἄζος, ἄγος, ἁγανὸς καὶ ἁγνός. τὸν γὰρ ἁγνὸν καὶ ἅγιον πάντες σεβόμεθα. Ἀγνὼς δὲ, ὁ ἀγνωστὸς, μέγα, καὶ κλίνεται ἀγνῶ‐ τος. | |
20 | Ἄγνος. φυτὸν, ὃν καὶ λύγονα καλοῦσι· παρὰ τὸ τοὺς ἐσθίοντας ἀγόνους τηρεῖν. τινὲς δὲ τὸν | |
κολύανδρον λέγουσιν. | ||
alpha17 | Ἀγοστός. ὁ ἄγαν ὀστώδης τόπος παρὰ τὸ τὴν συναγωγὴν καὶ ἐπίκαμψιν τῆς χειρὸς ἢ παρὰ τὸ δύνασθαι τοῦτο τινὰ ἔχειν ἢ διὰ τὸ ἐπάγε‐ σθαι τὴν χεῖρα, οἷον ἀγνυστία. ὥσπερ παρὰ | |
5 | τὸ πολλὸς γίνεται πολλοστὸς, οὕτω παρὰ τὸ ἄγω ἀγοστός· οἶμαι δὲ τὸν τοῦ ἀγκῶνος τόπον λέγειν. Ἀγοστῷ. τῷ ἀγκῶνι. ἐν ἀγοστῷ σὴν εὐεργεσίην τῷ προσιόντι λέγω. | |
10 | Ἄγριος. προπαροξυτόνως, ὁ ἀνήμερος. ἀγρεῖος δὲ διὰ τῆς ει διφθόγγου πρὸς ἀντιδιαστολήν. [Ἀγριᾶνες. τάξις στρατιωτική.] [Ἀγριόθυμος. ὁ ἄγριος τῇ ψυχῇ.] [Ἀγρότας. ἀγροίκους.] | |
15 | [Ἄγροφον. ὀρεινόν.] Ἄγγαροι. οἱ ἐκ διαδοχῆς γραμματοφόροι. οἱ δὲ αὐτοὶ καὶ ἀστάναι. Ἀγκών. ἐν τῇ βασιλικῇ αὐλῇ τοῦ Γελίμερος οἴ‐ κημα ἦν, σκότους ἀνάπλεον, ὃ δὴ ἀγκῶνα ἐκά‐ | |
20 | λουν οἱ Καρχηδόνιοι· ἔνθα ἀνεβάλλοντο ἅπαν‐ τες, οἷς ἂν χαλεπαίνοι ὁ τύραννος. | |
Ἀγμούς. τοὺς ὀρείους καὶ κρημνώδεις τόπους. | ||
alpha18 | [Ἄγρωστις. εἶδος βοτάνης.] Ἀγρώσται. οἱ κυνηγέται. ἀπὸ τοῦ ἀγρώσσειν. Ἀγύρτας. συρφετώδεις· ὀχλαγωγούς· χυδαίους· ψεύστας· λωποδύτας· ἐπαίτας· φιλοκερδεῖς. καὶ | |
5 | ἀγύρτης, εἶδος βόλου, καὶ ὁ ἀλαζὼν καὶ ὁ ἀπατεών. παρὰ τὸ ἀγείρειν τὸ περιϊέναι καὶ περινοστεῖν ἐπὶ νίκῃ ἢ ἑτέρῳ τινὶ τοιούτῳ. Ἀγών. παρὰ τὸ ἄγω γίνεται ἀγών. ὁ φέρων πολ‐ λὴν ὄχλησιν καὶ ἀδημονίαν. σημαίνει δὲ τὸ | |
10 | ἀγὼν δ. ἀγὼν ὁ τόπος· λείηναν δὲ χῶρον καλὸν δ’ εὔρυναν ἀγῶνα. ἀγὼν καὶ τὸ πλῆθος· λῦτο δ’ ἀγών— ἀγὼν καὶ τὸ ἄθροισμα· | |
15 | Ἥρη μὲν μετ’ ἀγῶνα νεῶν— ἀγὼν καὶ τὸ ἆθλον καὶ ὁ ναός· —θεῖον δύσονται ἀγῶνα. ἀγὼν καὶ ἡ πρὸς τοὺς ἀγῶνας ἄσκησις. ἀγῶνα καὶ Ὅμηρος λέγει τὸν τόπον αὐτὸν, ἐν ᾧ ἀγω‐ | |
20 | νίζονται. Ἀγλαότιμος. λαμπρός. τετιμημένος. Ἀγνώμονες. οἱ ἀχάριστοι. καὶ ἀγνώμονες οἱ | |
ἀμαθεῖς παρὰ Πλάτωνι. | ||
alpha19 | [Ἄγροικος ὀργήν. φιλόδικος· ἀκρόχολος· εἰς ὀρ‐ γὴν εὔκολος. Ἀριστοφάνης· νῶϊν γάρ ἐστι δεσπότης ἄγροικος ὀργήν. καὶ ἀγροίτης ὁ ἀγρός.] | |
5 | [Ἀγροίκου μὴ καταφρόνει ῥήτορος. ὅτι μηδὲ τῶν εὐτελῶν δεῖ καταφρονεῖν.] [Ἀγροιλῆθεν. Ἀγροίλοι δῆμός ἐστι φυλῆς τῆς Ἐρεχθηΐδος· ὁ δὲ δημότης πάλαι ἐλέγετο ἀγροι‐ λεύς.] | |
10 | [Ἀγροιώτης. ὁ γεωργικὸς λεώς.] [Ἄγραυλοι. οἱ ἐν ἀγρῷ διανυκτερεύοντες ἢ αὐ‐ λιζόμενοι.] Ἀγοραῖος προπερισπωμένως, οἱ ἐν ἀγορᾷ ἀνα‐ στρεφόμενοι ἄνθρωποι. | |
15 | Ἀγόραιος δὲ, προπαροξυτόνως, ἡ ἡμέρα, ἐν ᾗ ἡ ἀγορὰ τελεῖται. Ἀγωγεύς. ὁ ἐνάγων τὴν δίκην, ὁ διώκων. καὶ ἀγωγεὺς ὁ λῶρος. καὶ ἀγωγεῖ τῷ ἱμάντι, ἐν ᾧ ἄγεται ἵππος. | |
20 | Ἀγωγόν. ἐπακτικόν. καὶ Πισίδης· πρὸς τοὺς ἀγω‐ γοὺς ἐτράπη τοῦ Τίγριδος. Ἀγωγούς. προπομπούς. Ἀγωνοθέτης. ὁ ἐν τοῖς σκηνικοῖς. ἀθλοθέτης, ὁ ἐν τοῖς γυμνικοῖς. | |
25 | Ἀγρέμιος. ὁ ἀπὸ τῆς ἄγρας. | |
Ἀγρέμιον πολιᾶς ἐξ ἁλὸς εὑράμενος. | ||
alpha20 | Ἀγριόθυμος. τὴν ψυχὴν ἄγριος. οἱ δὲ ἐλέφαντι ἀνέτρεχον καὶ ἐβόων ἀγριαίνοντες. Ἄγριππος. ἡ ἀγριέλαια. καὶ παροιμία· ἀγρίπ‐ που ἀκαρπότερος. | |
5 | Ἀγρότας. ἀγροίκους. [ἀλλ’ ὡς πάροινος ἀγρότης ἀνεκρίθης.] Ἄγρικος. ὀργίλος· φιλόδικος· εἰς ὀργὴν εὔκο‐ λος. Ἀγροιότης. ὁ γεωργικὸς λαὸς ὁ ἐν ἀγορᾷ. | |
10 | Ἀγυιαί. ἄμφοδα· ῥύμαι· ἢ ἐπιμήκεις ὁδοί. παρὰ τὸ μὴ ἔχειν πως γυῖα καὶ μέλη καὶ κάμψεις· τὰ δὲ ἄμφοδα ἔχουσιν ἑκατέρωθεν διεξόδους καὶ ταύτῃ διαφέρουσιν. Ἀγυιᾶς [δὲ] ἔνιοι μὲν ὀξύνουσι, [θηλυκῶς χρώ‐ | |
15 | μενοι οἷον τὰς ὁδούς·] βέλτιον δὲ περισπᾷν, ὡς ἀπὸ τοῦ ἀγυιέας, [ἐν συναλοιφῇ δὲ ἀγυιᾶς. ἔστι δὲ ἴδιον Δωριέων. εἶεν δ’ ἂν οἱ παρὰ Ἀττικοῖς λεγόμενοι ἀγυιεῖς οἱ πρὸ τῶν οἰκιῶν βωμοί· ὡς Σοφοκλῆς μετάγων τὰ Ἀθηναίων ἔθη εἰς Τροίαν | |
20 | φησί· λάμπαδ’ ἀγυιεὺς βωμὸς ἀτμίζων πυρὶ Σμύρνης σταλαγμοὺς βαρβάρους εὐοσμίας. καὶ ἀγυιεὺς ὁ πρὸ τῶν αὐλίων θυρῶν κωνοει‐ δὴς κίων, ἱερὸς Ἀπόλλωνος, καὶ αὐτὸς θεός. | |
25 | Φερεκράτης κραπατάλοις· | |
ὦ δέσποτα ἀγυιεῦ, ταῦτα σὺ μέμνησό μου.] | ||
alpha21 | †Ἀγυιεύς. κίων εἰς ὀξὺ λήγων, ὃν ἱστῶσι πρὸ τῶν θυρῶν.† †Ἀγυρισμός. συναριθμός. ὁ δὲ ἐσπούδασεν εἰς τὸ δυνατὸν εἰς ἀγυρισμὸν τῆς ἀποῤῥήτου τῶν | |
5 | θείων θεραπείας.† Ἀγυρμός. ἐκκλησία· συναγωγή. Ἀγύῤῥιος τὸν Προνόμου πώγων’ ἔχων λέληθεν. ὁ Ἀγύῤῥιος στρατηγὸς θηλυδριώδης, ἄρξας ἐν Λήμνῳ· ὃς τῶν ποιητῶν τὸν μισθὸν συνέτεμεν. | |
10 | ὁ δὲ Πρόνομος αὐλητὴς ἦν πώγωνα μέγαν ἔχων. Ἄγχαυρος. ὁ παχνώδης ὄμβρος παρὰ τὸ πλη‐ σίαν ἔχειν τὴν αὔραν. Ὅμηρος· —αὔρη δὲ ψυχρὴ πνέεν ἠῶθι πρό. | |
15 | Ἀγχεῖος. ὁ πλησίον. Ἀγχείσιος. ὁ τοῦ Ἀγχείσου. Ἀγχιβαθής. ὁ ἐγγὺς βάθους. Ἀγχιστεῖς καὶ ἀγχισταί. οἱ ἀπὸ ἀδελφῶν καὶ ἀνεψιῶν καὶ θείων κατὰ πατέρα καὶ μητέρα | |
20 | ἐγγυτάτω τοῦ τελευτήσαντος· οἱ δὲ ἔξω τούτων συγγενεῖς μόνον. [οἱ δὲ κατ’ ἐπιγαμίαν ζευχθέν‐ τες τοῖς οἴκοις οἰκεῖοι λέγονται.] | |
Ἀγχιτέρμων. ὁ γείτων. | ||
alpha22 | Ἀγχότερος. ἐγγύτερος. [Ἡρόδοτος· στεινοτέρη ἐφαίνετο καὶ ἀγχοτέρη ἡ εἰσβολή.] Ἀγχούροις. πλησιοχώροις. Ἀγγελιοφόρος. ὁ πρέσβυς ἢ ὁ ἐκ διαδοχῆς γραμ‐ | |
5 | ματοφόρος. Ἀγορηταί. σύμβουλοι· φρόνιμοι. δημηγόροι. Ἀγρονόμοι. οἱ ἐν ἀγρῷ διάγοντες. Ἀγχιμάχοις. τοῖς ἐγγὺς μαχομένοις. Ἀγκυλομήτης. ὁ σκολιὰ βουλευόμενος. | |
10 | Ἀγένειος. μειράκιον. Ἀγεννής. ἄνανδρος. Ἀγαπησμός. ἡ φιλοφροσύνη. Ἀγάστονος. ὁ πολυστένακτος. Ἀγέραστος. ὁ ἄτιμος. | |
15 | Ἀγκυλοτόξους. ἐπικαμπῆ τόξα ἔχοντας. Ἀγκωνίσκοι. σκεύη τιμωρητικά. Ἀγχιμαχηταί. οἱ συστάδην μαχόμενοι. Ἀγχίστροφος. ὁ εὐπερίστροφος. Ἀγηνορίδης. ὁ αὐθάδης. | |
20 | Ἀγαστόρων. τῶν ὁμογαστόρων· τῶν ἀδελφῶν. οὕτως Λυκόφρων. Ἀγλαόκοιτος. ὁ πάνυ τίμιος. | |
Ἀγνῦθες. οἱ λίθοι τοῦ ἱστοῦ. | ||
alpha23 | Ἀγροῖκος. ὁ ἀμαθής. Ἄγροικος ὁ ἐν τῷ ἀγρῷ αὐλιζόμενος. Ἄγγαρος. ὁ ἄγγελος [οὕτως ὁ Ψελλός.] Ἀγωγεύς. τὸ σχοινίον. | |
5 | Ἄγκονες. τὰ δοράτια. Ἄγκουρος. τὸ μελίπηκτον. | |
7t | (Θηλυκόν.) | |
8 | [Ἀγαθῶν ἀγαθίδες. τάττεται ἡ παροιμία παρὰ τοῖς κωμικοῖς ἐπὶ τῶν πολλῶν ἀγαθῶν.] | |
10 | [Ἀγανοφροσύνη. προσήνεια· πραότης.] [Ἀγανώπιδος. πραέα βλεπούσης.] Ἀγχίνοια. ἡ ὀξύτης τοῦ νοὸς, παραχρῆμα εὑρε‐ τικὴ τοῦ δέοντος. Ἀγχιστῖναι. πυκναί. | |
15 | Ἀγάπη. ἄπαυστος πρόθεσις ἐπὶ τῇ φιλίᾳ τοῦ φιλουμένου, καὶ τοῦ προτιμᾷν ἑαυτοῦ ἀεὶ ἀπόν‐ τα καὶ παρόντα τὸν ἠγαπημένον· ἢ ἡ τῶν ἀν‐ θρώπων πρὸς ἀλλήλους συμψυχία. Ἀγάπη θεοῦ. ἀπόθεσις πάσης ἐννοίας καὶ παν‐ | |
20 | τοίας πρὸς μόνον ἀτενίζουσα καὶ ἐκεῖ ἀσχολου‐ μένη. | |
Ἀγνώπιδος. εὐοφθάλμου. | ||
alpha24 | Ἀγκαρία. ἡ ἐκ βίας καὶ ἀκούσιος ὑπηρεσία. Ἀγγελία. ἡ φήμη. Ἀγιστία καὶ ἁγιαστία. ἡ καθαρότης· ἡ ἁγιω‐ σύνη. ποτὲ δὲ [καὶ] ἡ ἀκαθαρσία. | |
5 | Ἄγρα. ἡ θῆρα. Ἀγυιά. ῥύμη· ἄμφοδος· παρὰ τὸ ἄγω τὸ πορεύο‐ μαι. τινὲς δὲ περισπῶσι τὸ ἀγυιᾶ ἐπ’ εὐθείας. Ἀγχιστεία. ἡ συγγένεια. Ἁγιότης ἡ παντὸς ἄγους ἐλευθέρα καὶ παντελὴς | |
10 | καὶ πάντη ἄχραντος καθαρότης. [Ἀγή. θαῦμα· χαρά. ἀπιστία.] [Ἀγηνορίη. ἡ αὐθάδεια.] Ἀγαθοεργία. προθυμία ἔργου ἀγαθοῦ. Ἀγχίθυροι. αἱ ὡς σύνεγγυς τινὸς θύραι. ἀντ’ | |
15 | ἄλλης τῇ ἀδηλίᾳ εἰς ἄλλην εἰσάγουσαι. Ἁγνεία. ἐπίτασις σωφροσύνης. Ἄγλιθες. αἱ κεφαλαὶ τῶν σκορόδων. [Ἀριστοφά‐ νης· ὡς ἀρουραῖοι μύες ὀρύσσετε πασσάλῳ τὰς ἄγλιθας.] | |
20 | Ἀγανάκτησις. βάρος· ἄχθος. Ἀγκάς. τὰς ἀγκάλας. | |
Ἀγκαλίδας. μερίδας ἢ δράγματα. | ||
alpha25 | Ἀγωγή. ἡ παίδευσις. Ἀγκοίνη. ἡ ἀγκάλη. Ἀγάθεια. πόλις Φωκίδος. [ὁ πολίτης Ἀγαθεύς.] [Ἀγάπη. ἀπόθεσις παντοίας ἐννοίας, παρὰ τὸ | |
5 | ἄγαν πιότητα ἔχειν.] Ἀγεληεία. ἡ Ἀθηνᾶ. ἡ ἄγουσα λεῖαν ἀπὸ τοῦ πολέμου· ὅ ἐστιν ἡ λαφυραγωγός. Ἄγνοια. διάζευξις τῶν ἐγνωκότων καὶ ἐγνωσμένων, νοούντων καὶ νοουμένων. ἢ ἡ τῆς κατὰ γνῶσιν | |
10 | ἐνεργείας ἀναίρεσις. εἴτις λέγει ἄγνοιαν εἶναι στέρησιν ἐπιστήμης, ἁμαρτάνει. ἔστι δὲ ἄγνοια ἕξις μοχθηρὰ καὶ ἠπατημένη. Ἀγωνία. φόβος πτώσεως ἢ ἥττης. ἐπὶ τοῦ εἰς ἀγῶνα μέλλοντος ἀπιέναι. [καταχρηστικῶς δὲ | |
15 | καὶ ἐπὶ τοῦ ἁπλοῦ φόβου. Ξενοφῶν δὲ τὸ ἀγω‐ νίᾳ. ἐν τῷ ἀγῶνι καὶ ὁ φόβος.] Ἀγκύλη. τὸ ὄπισθεν τοῦ γόνατος. ἢ τοῦ ἀγκῶ‐ νος ἡ κάμψις. [Ἀγκοίνη. ἀπὸ τῆς ἀγκῶνος ἀγκώνη καὶ ἀγκοίνη, | |
20 | ὅ ἐστιν ἡ ἀγκάλη.] | |
alpha26 | Ἀγαθοθέλεια. ἡ τῶν ἀγαθῶν ἐκλογή. [οὐκ ἀρκεῖ τοῖς πράγμασιν ἡ ἀγαθοθέλεια μόνον, ἀλλὰ δεῖ καὶ ῥώμης καὶ ἐπιστρεφείας.] Ἀγελαία. σταφυλὴ ἡ εὐτελὴς καὶ μικρά. | |
5 | [Ἀγελαῖα δὲ, ἐπὶ οὐδετέρου, τὰ οὐ γενναῖα.] [Ἀγέληφιν. ἐκ τῆς ἀγέλης.] [Ἀγελείη. ἡ Ἀθηνᾶ. ἀπὸ τοῦ ἄγειν λείαν· του‐ τέστι στρατιωτική.] [Ἀγελαίη. ἡ Ἀθηνᾶ.] | |
10 | Ἀγκονίδες. αἱ ὑπηρέτιδες. [παρὰ τὸ ἐγκονεῖν, ὅ ἐστι μετὰ σπουδῆς ἐνεργεῖν.] Ἀγή. ἡ κλάσις τοῦ κύματος. [ἀπὸ τοῦ ἄγω, τὸ κλῶ, ἀγή.] Ἀγάθυρσος. πόλις Σικελίας· ὁ πολίτης Ἀγα‐ | |
15 | θυρσαῖος. Ἄγρις. ἡ ὀδύνη. [ἐκ τούτου τὸ ἀγγρίζειν, ὅ ἐστι τὸ ὀδυνᾷν.] Ἀγκύλη. εἶδος ἀκοντίου. σημαίνει δὲ καὶ ἔργον τὶ | |
τῆς σκηνῆς τοῦ Μωσέως. | ||
alpha27 | Ἀγλαΐα. λαμπρότης. Ἀγλαομητία. ἡ μεγάλη καὶ λαμπρὰ βουλή. Ἀγονία. ἡ ἀτεκνία ἢ ἡ ἀκαρπία. [διεφθείρετο ἡ νεολαία καὶ ἦν ἀγονία.] | |
5 | Ἀγόνων χοῶν. τουτέστι τῶν ἐπὶ νεκροῖς χεομέ‐ νων θυσιῶν. Ἀγορά. ἡ ἐκκλησία καὶ ἡ συνάθροισις, ὅθεν καὶ ὁ Νέστωρ ἀγορήτης. Ἀγορανομίας. λογιστείας. εἴρηται δὲ ἐπὶ τῶν | |
10 | ἐπισκοπούντων τὰ τῶν πόλεων ὤνια. Ἀγοράς. ὁ Ὑπερίδης ἀντὶ τοῦ συνόδους. οὗτοι πολλάκις ἀγορὰς ποιοῦνται. Ἀγοραίαν δίκην. τὴν δικαιολογίαν. Ἀγορῆθεν. ἐκ τῆς ἀγορᾶς. | |
15 | Ἀγωγή. φορὰ τινῶν. ὃ καὶ παρακομίζειν λέγεται, ὡς λέγεται σίτου ἀγωγὴ ἢ οἴνου. Ἀγωγή. ἀναστροφή· τρόπος· ἢ κομιδὴ καὶ τὸ ἀγόμενον βάρος. ἀγωγὴ ἡ τῶν ἤθων τοῦ τρό‐ που κατακόσμησις· ὡς λέγεται παίδων ἀγωγή. | |
20 | Ἀγωγή. ἡ μεταβολή. Πολύβιος· ἤγαγε δὲ ὁ | |
λόγος καὶ Λακεδαιμόνιον ἄνδρα τῆς Λακωνικῆς | ||
alpha28 | ἀγωγῆς μετεσχηκότα καὶ τριβὴν ἐν τοῖς πο‐ λεμικοῖς ἔχοντα σύμμετρον. Ἀγρεσία. ἡ ἄγρα. [οἱ τρισσοί τοι ταῦτα τὰ δίκτυα θῆκαν ὅμαιμοι, | |
5 | ἀγρότη Πὰν, ἄλλης ἄλλος ἐπ’ ἀγρεσίης.] Ἀγριᾶνες. τάξις στρατιωτική. Ἀγρίφη. δίκελλα, σκεῦος γεωργικὸν πολύγομφον. λέγεται δὲ καὶ ἡ σκάφη. [Ἀγρολέτειρα. ἡ Ἄρτεμις.] | |
10 | Ἀγροτέρας. ἀγρίου. ἐν ἐπιγραφῇ· τοῦτο σοὶ ἀγροτέρης Διονύσιος αὐτὸς ἐλαίης θῆκε ῥόπαλον. Ἀγροίλη. δῆμος ἐστὶ φυλῆς τῆς Ἐρεχθηΐδος. Ἄγυρις. συνάθροισις. | |
15 | †Ἄγη. ἔκπληξις.† [Ἀγχιστεία. ἡ μετουσία τῆς οὐσίας παρ’ Ἀρι‐ στοφάνει· νόθῳ μὴ εἶναι ἀγχιστείαν—] Ἀγχόνη. ὁ βρόχος· τὸ σχοινίον. ἀγχονὴ δὲ, ὀξυ‐ | |
20 | τόνως, τὸ πρᾶγμα, ἡ ἐνέργεια. | |
alpha29 | Ἄγχουσα. εἶδος βοτάνης, ἧς ἡ ῥίζα ἐρυθρὰ, ᾗ ἐρυθραίνουσι τὰ πρόσωπα αἱ γυναῖκες. ἡ ἄγχους’ ὀδυνήσει σε καὶ τὸ σὸν ψιμμί‐ θιον. | |
5 | Ἀγρεῖφνα. γεωργικὸν ἐργαλεῖον, δι’ οὗ συνάγουσι τὸν χόρτον. Ἀγρυπνία. ἤτοι ἀϋπνία καὶ κατὰ πλεονασμὸν τοῦ γρ ἀγρυπνία. Ἀγαθωσύνην. τὴν ἀπηρτισμένην ἀρετὴν καλεῖ | |
10 | ὁ ἀπόστολος· ὅτι καὶ αὐτοὶ μεστοὶ ἐστὲ ἀγα‐ θωσύνης. τὸ δὲ μεστοὶ ἐπιτάσεως ἐστὶ ῥῆμα. | |
12t | (Οὐδέτερον.) | |
13 | Ἄγημα. τὸ προϊὼν τοῦ βασιλέως τάγμα. [Ἄγαλμα. πᾶν, ἐφ’ ᾧ τὶς ἀγάλλεται. καὶ δίδω‐ | |
15 | σιν ἀργύριον, ἵνα ἐκπονήσῃ τὸ ἄγαλμα ἄκρης τέχνης προσθεὶς τὸ μέγεθος καὶ προσειπὼν τῆς λίθου τὴν φύσιν.] [Ἀγάλματα. τὰ τῶν θεῶν μιμήματα καὶ πάντα τὰ κόσμου τινὸς μετέχοντα.] | |
20 | Ἀγάλματα. ξόανα. ἀνδριάντες. [παρὰ τὸ ἀγάλ‐ λω· τοῦτο παρὰ τὸ αἴγλη.] [Ἀγέλαστα. τὰ μὴ γέλωτος ἄξια, ἀλλ’ ἀγανα‐ | |
κτήσεως.] | ||
alpha30 | Ἀγκύριον. πόλις Ἰταλίας. [ὁ πολίτης Ἀγκύριος· ἢ Ἀγκυρεὺς, ὡς Σκυτιεύς. ἢ Ἀγκυριανὸς, ὡς Ἀδριανός.] Ἀγέννητον. οὗ κατ’ οὐσίαν ὑπάρχοντος οὐδὲν προσ‐ | |
5 | επινοεῖται τῶν ὄντων. Ἀγκύλον. παρὰ τὸ ἄγω γίνεται. σημαίνει δὲ γ. τὸ σκολιὸν καὶ περιφερὲς κατὰ σχῆμα, ὡς ἐν τῷ· —ἀγκύλα τόξα— καὶ τὸ ἰσχυρὸν, ὡς ἐν τῷ· | |
10 | ἀγκύλον ἅρμα. οὕτως εὗρον ἐν ὑπομνήμασιν Ἰλιάδος. Ἀγλαά. τὰ λαμπρά. [παρὰ τὸ ἄγαν ἅλλεσθαι ἀγαλάα καὶ κατὰ συγκοπὴν ἀγλαά· ἢ παρὰ τὴν αἴγλην.] | |
15 | Ἁγίασμα. ὁ θεῖος νεώς. Δαβίδ· ἐγεννήθη Ἰου‐ δαίων ἁγίασμα [αὐτοῦ.] Ἄγκη καὶ ἄγκεα. οἱ φαραγκώδεις [καὶ ἀγκω‐ νοειδεῖς] καὶ σκοτοειδεῖς τόποι καὶ κοῖλοι καὶ καταδύσεις ἔχοντες. ἢ σύνδενδροι καὶ ὑλώδεις | |
20 | τόποι [καὶ ὑψηλοί. ἐν ἐπιγράμματι· θηροβόλει τούτῳ δ’ ἄγκεσι θηροτόκοις. καὶ ἐν ἑτέρῳ· ποσὶ δ’ αὖ ἐλθεῖν ἄγκος ἐς ὑψικάρηνον | |
ἐδεδίζετο. | ||
alpha31 | εἴρηται δὲ ἀπὸ τοῦ συγκεκλεῖσθαι καὶ συνάγε‐ σθαι ἐν αὐτοῖς τὰ ξύλα. παρὰ τὸ ἄγω τὸ φέ‐ ρω, ἄγη καὶ πλεονασμῷ τοῦ κ ἄγκη.] Ἀγαθικά. τὰ σπουδαῖα. | |
5 | Ἀγαπητὰ ἤθη. καλὰ καὶ σπουδαῖα καὶ ἀγαθά. Ἀγάσματα. τὰ σεβάσματα. Ἀγαυρίαμα. ἔπαρμα. [παρὰ τὸ γαίω τὸ γαυριῶ γίνεται γαῦρος, τροπῇ τοῦ ι εἰς υ, ὡς κλαίω, κλαύσω. καὶ ἐν ἐπιτάσει τοῦ α ἀγαυρὸς καὶ | |
10 | ἀγαυρίαμα. καὶ γαυριᾷν τὸ μεγάλα ἐπαίρε‐ σθαι.] Ἀγγεῖον. ἀπὸ τοῦ ἄγειν ἐφ’ ἑαυτῷ καὶ φέρειν τι. [Ἀγγείδιον. τὸ μικρὸν ἀγγεῖον.] Ἄγκιστρον. παρὰ τὸ ἄγω, ἄγιστρον καὶ ἄγκι‐ | |
15 | στρον. Ἀγριωπόν. τὸ ἀγριόφθαλμον. Ἀγχώμαλον. †τὸ ἰσόστεον.† τὸ ἰσόπεδον. Ἀγαθόν. οὗ πάντα ἐφίεται. καὶ ἀγαθὸν λέγεται τὸ δι’ ἑαυτὸ φύσει ἀναγκαῖον. | |
20 | Ἅγια· ἁγίων ἅγια. τὰ ἐντὸς τοῦ καταπετά‐ σματος. ἁγίων τῶν ἐκτὸς τοῦ καταπετάσματος. Ἀγώγιον. τὸ ἀγόμενον βάρος ἐπὶ τῆς ἁμάξης. | |
οὕτως Ξενοφῶν. | ||
alpha32 | Ἀγωγίμων. φορτίων βασταζομένων ἢ ἐμπορικῶν. [αὐτοὺς μὲν τοὺς ἐμπόρους ἀπαθεῖς κακῶν. δια‐ σῶσαι· τὰ δὲ ἀγώγιμα σφίσιν ἀνασώσασθαι.] †Ἀγάννιφον. τὸ λίαν χιονιζόμενον ὄρος. οὕτως | |
5 | Ὅμηρος.† Ἄγανον. τὸ φρυγανῶδες ξύλον καὶ ἕτοιμον κατ‐ εαγῆναι. Ἀγχίστροφον. τὸ εὐθέως στρεφόμενον. Ἀγαλλίαμα. καύχημα· δόξασμα· χαροποίημα. | |
10 | Ἀγρετά. λεπτά. Ἀγχίαλον. τὸ παραθαλάσσιον. Ἀγχίμολον. τὸ μετ’ ὀλίγον ἐγγύς. Ἀγκύλια. οἱ κρίκοι τῶν ἁλύσεων. Ἀγκυροβόλιον. τὸ σίδηρον τοῦ πλοίου. | |
15 | Ἀγκύρισμα. εἶδος παλαίσματος καὶ σκεῦος ἀγρευ‐ τικὸν σύκων. Ἀγλευκές. τὸ ἀηδές. Ἀγλευκέστερον. ἀηδέστερον. Ἄγμασι. κλάσμασι· τροπαῖς. [ἄγματα ἀμφο‐ | |
20 | ρέων εἰς τὰ ἑλώδη τῶν χωρίων λάθρα ἐμβε‐ βλήκεσαν.] | |
Ἀγκοπήνια. τὰ τῶν μελισσῶν κηρία. | ||
alpha33 | Ἀγραφίου δίκη. τῶν ἐκ καταδίκης ὠφληκότων τῷ δημοσίῳ γράφουσι τὰ ὀνόματα ἐν σανίσιν οἱ κατὰ καιρὸν περὶ τούτων διοικοῦντες προστι‐ θέντες ἀνὰ πόσον ἐστὶ τὸ ὄφλημα. | |
5 | Ἀγράφου μετάλλου δίκη. οἱ τὰ ἀργύρια μέ‐ ταλλα ἐργαζόμενοι ὅπου βούλοιντο καινοῦ ἔργου ἅψασθαι, φανερὸν ἐποιοῦντο τοῖς ἐπ’ ἐκεῖνα τε‐ ταγμένοις ὑπὸ τοῦ δήμου καὶ ἀπεγράφοντο τοῦ τελεῖν ἕνεκα τούτου τῷ δήμῳ εἰκοστὴν τετάρ‐ | |
10 | την τοῦ καινοῦ μετάλλου. εἰ οὖν ἐδόκει λάθρα ἐργάζεσθαι μέταλλον τὸν μὴ ἀπογραψάμενον, ἐξῆν τῷ βουλομένῳ γράφεσθαι καὶ ἐλέγχειν. Ἀγρίδιον. Ἀγώνισμα. σπουδήν· ἐπιμέλειαν. ἀγώνισμα τί‐ | |
15 | θεσθαι συλλαβεῖν αὐτόν. [καὶ Ἀριστοφάνης· λαβεῖν τε ἀγώνισμά τι τῆς ὁδοῦ. ἔπαθλον.] Ἀγαθόν. τὸ ἄκρως ἀγαθὸν μόνου θεοῦ. κἂν τούτῳ καὶ ἄνθρωποι ὀνομάζωνται κατὰ χάριν τούτου μετέχοντες, ὅπερ οἶμαι δηλοῦν καὶ τό· | |
20 | ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ προβάλλει τὸ ἀγαθόν. [καὶ πρὸ τούτου πρὸς | |
Σαοὺλ περὶ Δαβὶδ ἐν τῇ πρώτῃ τῶν βασι‐ | ||
alpha34 | λειῶν· καὶ δώσει τὴν βασιλείαν τῷ ἀγαθῷ ὑπέρ σε.] | |
3t | (Ῥῆμα.) | |
4 | Ἄγαμαι. θαυμάζω. | |
5 | [Ἄγαμαι καρδίας. ἀττικῶς ἀντὶ τοῦ θαυμά‐ ζω.] [Ἀγάμενος. θαυμάζων· ἀγάμενοι τοῦτον τῆς εὐ‐ ψυχίας ἐποχοῦσι τῷ ἵππῳ.] [Ἄγετε. τὸ ἡγεῖσθε καὶ οἴετε.] | |
10 | [Ἀγείρει. συνάγει. καὶ ἀγείρουσιν.] [Ἀγείρας. ὁ χωλός.] [Ἄγειν καὶ φέρειν. τὸ ληστεύειν καὶ ἁρπάζειν. ἄγειν δὲ καὶ ἀπάγειν χρήματα. καὶ ἐπὶ ἀψύ‐ χων. καὶ κομίζειν ἀδιαφόρως.] | |
15 | Ἄγειν ἐπὶ ἐμψύχων. φέρειν ἐπὶ ἀψύχων. Ἀγηόχασιν. ἤνεγκαν. [παρ’ οὐδενὶ εὑρίσκεται τῶν ἀκριβῶν ἀγηόχασιν, ἀλλ’ ἐν ἐπιστολῇ Φιλίππου τοῦ Μακεδόνος· οἱ δόκιμοι δὲ περὶ τὴν διάλεκτον, ἦχα, συνῆχα, ἐξῆχα λέγου‐ | |
20 | σιν.] | |
Ἁγιασθήτω. [ἀντὶ τοῦ] δοξασθήτω. | ||
alpha35 | Ἁγιάσατε. προευτρεπίσατε. Ἁγιάσαι. καρπῶσαι. καῦσαι ἁγίως. Ἀγάλλει. σκευάζει· κοσμεῖ. [ποιεῖ.] Ἀγαλματοφορούμενος. ἀγάλματα ἤτοι τῶν νοη‐ | |
5 | θέντων φέρων ἐν ἑαυτῷ. οὕτως Φίλων. Ἀγάλλων. ὁ ἑαυτὸν σεμνὸν ποιῶν· ἢ χαίρων. [Ἀγηγέρατο. συνηθροίζοντο.] Ἀγαίομαι. φθονοῦμαι. Ἄγε δῆτα. φέρε, κόμιζε δεῦρο. Διόγενες, ἄγε, | |
10 | λέγε, τίς ἔλαβέ σε μόρος ἐς ἄϊδος; ἔλαβέ με κυνὸς ὀδάξ. Ἀγηλατεῖν. διώκειν, φυγαδεύειν. [ἐὰν δασύνῃς, τὸ ἄγος καὶ τὸ μίασμα ἐλαύνειν· ἐὰν δὲ ψιλώ‐ σῃς, ἀντὶ τοῦ ἀπελάσειν.] | |
15 | Ἀγηγέρατο. συνηθροίζοντο. [ἐκ τοῦ ἀγείρω. ὁ μέλλων ἀγειρῶ. ὁ παρακείμενος ἤγερκα, ὁ πα‐ θητικὸς ἤγερμαι. τὸ γ. ἤγερται, καὶ ἰακῶς ἀγήγερται. εἶτα ὁ ὑπερσυντελικὸς ἠγέρμην, ἤγερτο καὶ ἀγήγερτο, καὶ ἰακῶς ἀγηγέρατο.] | |
20 | Ἀγινεῖ. ἀντὶ τοῦ φέρει. ἐκ τοῦ ἄγω τὸ φέρω γί‐ νεται. [κατὰ πλεονασμὸν τοῦ ν. ἄγω ἀγνῶ καὶ ἀγινῶ. τὸ δὲ ν πέφυκε πλεονάζειν.] Ἀγλαεῖσθαι. καλλωπίζεσθαι. ἀγλαΐζω, ἀγλαΐ‐ | |
σω, ἀγλαϊῶ καὶ ἀγλαεῖσθαι. | ||
alpha36 | Ἀγνοῶ. παρὰ τὸ νοῶ καὶ πλεονασμῷ τοῦ γ, γνοῶ, καὶ μετὰ τοῦ στερητικοῦ α, ἀγνοῶ. Ἀγορεύω. παρὰ τὸ ἀγορά. τοῦτο παρὰ τὸ ἀγεί‐ ρω. τοῦτο παρὰ τὸ ἄγω καὶ τὸ εἴρω τὸ λέγω. | |
5 | ὁ πρὸς τὸ λέγειν συναθροιζόμενος. †Ἀγωνιόντες. ἀντὶ τοῦ ἀγωνιζόμενοι.† Ἁγιασθέντων. ἀφιερωθέντων. Ἁγίσαι καὶ καθαγίσαι. τὸ καρπῶσαι. Ἀγκιστρεύει. ἀντὶ τοῦ δελεάζει. | |
10 | Ἀγκυρίσας. ἀντὶ τοῦ καταπαλαίσας. Ἀγγαροφορεῖν. ἐπὶ τοῦ φορτία φέρειν. Ἀγωνίζεσθαι περὶ πράγματος καὶ ἀγωνίζεσθαι περὶ πρᾶγμα. ἀνάγγειλον ἡμῖν περὶ τὸ πρᾶγμα ἠγωνίσω. | |
15 | Ἄγχειν. πνίγειν. [παρὰ τὸ ἄγω, ἄγειν, καὶ πλεονασμῷ τοῦ χ ἄγχειν.] Ἀγοράσω λέγουσι· τὸ δ’ ἀγορῶ βάρβαρον. Ἀγχλάσας. ἀναχλάσας, ἀναβαστάσας, ἀνα‐ κουφίσας. | |
20 | Ἀγώμενος. θαυμαζόμενος. Ἀγόμενος δέ· ὁ φερόμενος μικρόν. Ἀγωνιᾷν. ἀντὶ τοῦ ἀγωνίζεσθαι. [οὕτως Ἰσοκρά‐ της.] | |
Ἀγωνιούμενοι. εἰς ἀγῶνας ἐμβαλοῦντες. | ||
alpha37 | Ἀγωνιῶ. τὸ κινδυνεύω καὶ τὸ φοβοῦμαι. [ἀγύβιος· πολλαὶ δὲ πόλεις προσετίθεντο τῶν μεσογαίων τοῖς Ῥωμαίοις.] Ἀγωνιῶσαι τὰς πεζικὰς παρατάξεις καὶ δυνά‐ | |
5 | μεις. Ἀγωνιῶντες. ἀντὶ τοῦ ἀγωνιζόμενοι. [οὕτως Ἰσο‐ κράτης.] Ἀγωνιῶν. δεδιώς. [ἀγωνιῶν δὲ τὴν ἀθεσίαν τῶν Κελτῶν καὶ τὰς βουλὰς τὰς περὶ τὸ σῶμα.] | |
10 | Ἀγρόμενοι. συναθροιζόμενοι. καὶ συναθροίζον‐ τες. ἀγρόμενοι πᾶς δῆμος. [σύνταξις πρὸς σχῆ‐ μα· ὁ δῆμος ἀγρόμενοι. ἐπεὶ ὁ δῆμος πλῆθος σημαίνει.] [Ἀγρώσσω. τὸ ἀγρεύω. Ὅμηρος· ἰχθῦς ἀγρώσ‐ | |
15 | σω.] Ἄγνυται. κλᾶται. Ἀγρυγεῖται. ὑβρίζει. Ἀγχονῆσαι. πνίξαι. ἀπαγχονίσαι δὲ, τ. Ἀγνυμένων. συντριβομένων. | |
20 | Ἀγασάμενοι. θαυμάσαντες. Ἀγγεῖλαι. κυρίως, τὸ διὰ λόγων κελεύειν. [πα‐ ρὰ τὸ λέγω, ἀνλέγω· καὶ καθ’ ὑπερβιβασμὸν ἀγγέλω, τροπῇ τοῦ ν εἰς γ.] Ἀγῆλαι. τιμῆσαι, κοσμῆσαι, σεμνύναι. [εἰς ἄγα‐ | |
25 | σιν καὶ χαρὰν ἀγαγεῖν. ἄγασιν δὲ λέγει τὸν θαυμασμένον.] Ἀγηλάειν. σώζειν. | |
Ἄγρει. ἀντὶ τοῦ ἄγε δὴ ζῶντας. | ||
alpha38 | [Ἀγαπᾷν. ὅπέρ ἐστιν ἐξ ἀγάπης. λέγεται δὲ καὶ τὸ ἀρκεῖσθαι.] Ἁγιάσατε. ἀφορίσατε. Ἀγορεύων. δημηγορῶν. | |
5 | Ἀγρίσκεται. πικραίνεται. Ἀγασάμενος. θαυμάσας, καὶ ἀντὶ τοῦ φθονήσας. Ἀγκυλώμενος. ἀντὶ τοῦ ἀγκύλην ἔχων. ἔστι δὲ ἡ ἀγκύλη εἶδος ἀκοντίου. Ἀγχεμαχῶν. ὁ συστάδην καὶ πλησίον πολεμῶν. | |
10 | [καὶ ἀγχέμαχα ὅπλα, οἷον ἐστὶν ἡ σπάθη. ἑκηβόλα δὲ ὅπλα τὰ ἀπὸ τόξου πεμπόμενα βέλη. καὶ ὁ θεολόγος· ἀγχεμάχοις ὅπλοις, τοῖς ἀπὸ γλώσσης.] | |
14t | (Ἐπίῤῥημα.) | |
15 | Ἀγεννῶς. ἀνάνδρως. Ἀγεληδόν. δίκην ἀγέλης ἠθροισμένοι. Ἄγχι. πλησίον. Ἀγχοῦ. ἀντὶ τοῦ ἐγγύς. Ἀγροίκως. ἀμαθῶς. | |
20 | Ἀγνωμόνως. ἀχαρίστως, [ἀμαθῶς ἢ] ἀνοήτως. [παρὰ Πλάτωνι.] Ἀγκράτος ἐλαύνονται. ἀντὶ τοῦ πάνυ ἐλαύ‐ νονται. οὕτως Ξενοφῶν. | |
24t | Τὸ Α μετὰ τοῦ Δ. | |
25 | Ἀδαής. ὁ ἀμαθὴς, ὁ ἐστερημένος τοῦ δαίειν, | |
ἤτοι τοῦ μανθάνειν. [ἀπὸ τοῦ δαίω, δαῶ.] | ||
alpha39 | [Ἀδεής. ἄφοβος. γράφεται καὶ ἀδειὴς, πλεονα‐ σμῷ τοῦ ι.] Ἀδρός. ὁ πλούσιος. Ἅδης. χωρίον ἀφεγγὲς, καὶ σκότους αἰωνίου πε‐ | |
5 | πληρωμένον. Ἀδιάκριτος. ἀδιαχώριστος. λέγεται δὲ καὶ ἐπὶ τῶν μὴ γινωσκόντων τὰ δέοντα, ἢ ἀφρόνως φλυαρούντων. Ἀδέκαστος. ὁ μὴ δεχόμενος πρόσωπα ἢ δῶρα. | |
10 | [παρὰ τὸ δέχω δέδεγμαι, δεκαστὸς καὶ ἀδέκα‐ στος.] Ἀδεκάτευτος. ἀτελώνευτος. Ἀδαήμων. ὁ ἄπειρος, ἀπὸ τοῦ δαίω τοῦ μανθάνω. [δαῶ, δαήσω. δαήμων καὶ ἀδαήμων, συστολῇ | |
15 | τοῦ ι, καὶ μεταθέσει τοῦ τόνου.] Ἀδάμας. γένος λίθου ἄθραυστον. Ἀδόκιμον. ἀπόβλητον. Ἄδδιξ. μέτρον τετράσχοινον. Ἀδρανής. ἀνίσχυρος, [ὁ μὴ δυνάμενος πρᾶξαί τι. | |
20 | δρῶ γὰρ τὸ πράττω.] Ἀδένες. οἱ μαλακοὶ καὶ σπογγώδεις τόποι· αἱ μα‐ σχάλαι αἱ δύο, καὶ εἴτι ἐν τοῖς μέλεσι τούτοις ὅμοιον. Ἀδερκὴς καὶ ἀδαρκής. ὁ τυφλὸς, [ὁ ἐστερημέ‐ | |
25 | νος τοῦ δέρκειν ἤτοι τοῦ βλέπειν.] Ἀδδηφάγος. γαστρίμαργος, πολυφάγος. [ἀθρόως ἐσθίων. παρὰ τὸ ἄδδην τὸ δαψιλῶς καὶ τοῦ | |
φήγω ἀδδηφάγος.] | ||
alpha40 | Ἀδελφειός. ὁ ἀδελφός. Ἀδέλφιος δὲ ὄνομα κύ‐ ριον. Ἀδευκής. ὁ ἀπροσδόκητος καὶ ἄγνωστος. [παρὰ τὸ δείκω, τὸ δεικνύω, δεικὴς καὶ ἀδεικής. καὶ | |
5 | τροπῇ τοῦ ι εἰς υ ἀδευκής. καὶ ἀδευκέος, τοῦ πικροῦ καὶ ἀπεοικότος. δεῦκος γὰρ τὸ γλυκύ. ὅθεν καὶ Πολυδεύκης ἐκλήθη.] Ἀδράφαξις. λάχανόν τι—ἄγριον. Ἀδελφιδοῦς. ἀνεψιός. [ἰστέον, ὅτι τὰ εἰς ους λή‐ | |
10 | γοντα εἰς ου ἔχουσι τὴν γενικήν. οἷον ἀδελφιδοῦς ἀδελφιδοῦ· θυγατριδοῦς, θυγατριδοῦ. γέγονε δὲ ἀπὸ τοῦ θυγατρίδεος καὶ ἀδελφίδεος, κατὰ κρᾶσιν, οὐχ, ὥς τινες λέγουσι, τὸ ἐναντίον, ἀπὸ τοῦ ἀδελφιδοῦς ἀδελφίδεος. οὐδέποτε γὰρ εὐ‐ | |
15 | θεῖα διαλύεται. τὸ γὰρ εἰς εις, εεις, πλεο‐ νασμὸν ἔχει τοῦ ε. πρὸς δὲ τοὺς λέγοντας, ὅτι, εἰ γέγονε τὸ ἀδελφιδοῦς καὶ θυγατριδοῦς ἀπὸ τοῦ ἀδελφίδεος, ἔδει ὀξύνεσθαι, λέγομεν, ὅτι πρὸς τὸν χαρακτῆρα τῶν εἰς οῦς ἁπλῶν περι‐ | |
20 | σπωμένων.] Ἀδελφός. δελφὺς λέγεται ἡ μήτρα καὶ μετὰ τοῦ α τοῦ σημαίνοντος τὸ ὁμοῦ, γίνεται ἀδελφὸς, οἱονεὶ ὁμόδελφός τις ὢν, ἐκ τῆς αὐτῆς δελφύος. Ἄδερ. οὗτος ὁ ἀλιτήριος ἐπανέστη τῷ Σολομῶντι. | |
25 | παῖς δὲ ἦν Ἰδουμαῖος τὸ γένος ἐκ βασιλικοῦ σπέρματος. κατέστρεψε δὲ τὴν Ἰδουμαίαν [ἐπὶ] Ἰωὰβ τοῦ Δαβὶδ στρατηγοῦ. | |
Ἀδείμαντος. ὁ ἄφοβος. | ||
alpha41 | Ἀδήλητος. ἀσινὴς, ἀβλαβής. [Ἀγαθίας· καὶ ἐπεδείκνυντο σῶοι τὲ καὶ ἀδήλητοι. δηλῶ γὰρ, τὸ βλάπτω.] Ἀδημονέστερος. ἀντὶ τοῦ ἀγωνιστικώτερος. [ὢν | |
5 | δὲ τοῦ προσήκοντος ἀδημονέστερος ἀντεῖχε τούτῳ.] Ἀδέρκων. πόλις Ἰβηρίας. [ὁ πολίτης Ἀδερκωνί‐ της, ὡς Ἀσκαλωνίτης.] Ἀδράμυττις. νῆσος κατὰ τὴν Λυκίαν. [τὸ ἐθνι‐ | |
10 | κὸν Ἀδραμυττίτης, ὡς Ναύκρατις, Ναυκρατίτης.] Ἀδινῷ. ἀδιαλείπτῳ. παρὰ τὸ ἄδδην ἐπίῤῥημα. Ἀδιαίτητος. ἀλλότριος, ἀήδης καὶ ὁ μὴ διαι‐ τώμενος. Ἀδόκητος. ἀπροσδόκητος. | |
15 | Ἀδοκίμαστος. δοκιμασθῆναι λέγεται τὸ εἰς ἄν‐ δρας ἐγγραφθῆναι. ἀδοκίμαστος ὁ μήπω ἐγγε‐ γραμμένος. οὕτως Λυσίας. Ἀδόκιμος. ὁ ἀδοκίμαστος καὶ ὁ ἀπόβλητος. Ἀδωναῖος. ὁ ὑπὸ τὸν ᾅδην. | |
20 | Ἀδώνειοι κῆποι. οἱ μετέωροι κῆποι. [Ἀδινάων. παρὰ τὸ ἄδην, ὃ σημαίνει τὸ πλῆρες, ἢ τὸ ἀδιαλείπτως, γέγονε ἀδινὸς, τὸ θηλυκὸν, ἀδινή· καὶ ἀδινῶν καὶ ἀδινάων. τὸ δι ἰῶτα, δια‐ | |
τί; τὰ εἰς νος ὀξύτονα ἀπὸ ἐπιῤῥημάτων γινό‐ | ||
alpha42 | μενα διὰ τοῦ ι γράφεται. οἷον πύκα πυκινός· ἄδην, ἀδινός.] Ἀδωνίδειος καρπός. ὁ τοῦ Ἀδώνιδος, ὅ ἐστι τοῦ ᾅδου. ἡ εὐθεῖα ὁ Ἄδωνις, τοῦ Ἀδώνιδος. | |
5 | Ἀδύτῳ. τῷ ἐνδοτάτῳ. [δύω, δῦμι, δύσω, δέδυκα, δέδυμαι, σαι, ται. δυτὸς καὶ ἄδυτος.] καὶ ἄδυ‐ τον τὸ σπήλαιον, ἢ τὸ ἀπόκρυφον μέρος τοῦ ἱεροῦ. Ἀδραστίδης. κύριον. | |
10 | Ἀδύνατοι. οἱ πεπηρωμένοι τὸ σῶμα. [ἐλάμβανον δὲ οὗτοι δοκιμασθέντες ὑπὸ τῆς βουλῆς, οἱ μὲν ἐφ’ ἑκάστης ἡμέρας ὀβολοὺς δύο, οἱ δὲ ὀβολόν. Φιλόχορος δέ φησι, δραχμὰς κατὰ μῆνα.] Ἅδης καὶ θάνατος διαφέρει· ὅτι ὁ μὲν ψυχὰς | |
15 | κατέχει, ὁ δὲ σώματα. | |
16t | (Θηλυκόν.) | |
17 | Ἄδωνις. παρὰ τὸ ἄδω τὸ ψάλλω, ἢ παρὰ τὸ ἥδω τὸ εὐφραίνομαι. Ἀδιαφορία. ἀμέλεια· χωρὶς παρατηρήσεως. | |
20 | Ἀδικία. ἕξις παροπτικὴ τοῦ δικαίου, ἢ κίνησις ἐν τῷ αὐτῷ πολυχρονίῳ θυμοῦ καὶ ἐπιθυμίας, τοῦ μὲν τοῖς παροῦσιν ὀργιζομένου, τῆς δὲ ἐφιε‐ | |
μένης τῶν μὴ παρόντων. ἀδικία παρὰ τῷ ἀπο‐ | ||
alpha43 | στόλῳ ἡ τῶν εἰδώλων ἀπάτη· ἐκεῖνοι οὖν τὴν ἀδικίαν κατέχουσιν, ὅσοι τὸ σέβας τοῦ θεοῦ πα‐ ραπέμπουσιν εἰδώλοις· τὸ δὲ κατέχουσιν, ἀντὶ τοῦ φυλάττουσιν. ὁ δὲ Πλάτων φησὶ τὴν ἀδικίαν | |
5 | νόσον ψυχῆς εἶναι. οὐδεμία οὖν νόσος ψυχῆς ὠφέλιμος ἐστίν. Ἀδειάς. εἶδος ἐσχάρας. Ἀδράστεια. ὄνομα κύριον, καὶ ἡ νέμεσις. καὶ τόπος μεταξὺ Πριάμου καὶ τοῦ Παρείου. | |
10 | Ἀδμῆτιν. ἀδάμαστον. Ἀδημονία. σκυθρωπότης ψυχῆς. ἡ διάθεσις ἐπὶ ἀποτυχίᾳ τινὸς τῶν ποθουμένων γινομένη. ἀδη‐ μονία λέγεται καὶ ἡ φροντίς. Ἄδεια. ἀφοβία, εὐδία. | |
15 | Ἀδελφιξία. ἡ κοινωνία. καὶ ἀδελφὸν τὸ κοινόν. Ἀδμενίδες. αἱ δοῦλαι. οἶμαι δὲ, ὅτι ἀδμωλίδες θέ‐ λει γράφεσθαι. Ἀδρήνη. πόλις Θρᾴκης. [ἡ μικρὸν ὑπὲρ τῆς Βερ‐ νίκης κεῖται. τὸ ἐθνικὸν Ἀδρηνήτης. ὡς Συήνη, | |
20 | Συηνήτης. δύναται δὲ καὶ Ἀδρηναῖος. ὡς Κυρή‐ νη, Κυρηναῖος.] Ἀδάμαστος παρθένος. ἄζυξ. Ἄδανα. πόλις. [ἀπὸ Ἄδανος τινός. ὁ πολίτης Ἀδανεὺς, ὡς Γάργαρα, Γαργαρεύς.] | |
25 | Ἀδηλία. ἡ κρυφιότης ἢ ἀοριστία καὶ ἡ ἀπειρία. [τῷ δὲ ὑπερηφανίᾳ χρωμένῳ, καὶ τὴν τοῦ πο‐ λέμου ἀδηλίαν ἥκιστα βαλλομένῳ εἰς νοῦν, ἤλ‐ | |
πιζε ῥᾳδίως αἱρήσειν τὸν βάρβαρον.] | ||
alpha44 | Ἀδρία. πόλις, καὶ παρ’ αὐτὴν κόλπος Ἀδρίας. ἡ χώρα δὲ τοῖς βοσκήμασιν ἔστιν ἀγαθὴ, καὶ δὶς τίκτουσα τὸν ἐνιαυτὸν καὶ διδυμοτοκεῖν. πολλὰς δὲ καὶ τρεῖς τέσσαρας ἐρίφους τίκτειν. ὁ πο‐ | |
5 | λίτης [Ἀδριανός. ὡς Ἀσία, Ἀσιανός. καὶ Ἀδριάτης, Ἀδριατικός.] Ἀδιαβηνή. αὕτη ἡ χώρα κεῖται πρὸ τῆς Μεσο‐ ποταμίας, ὡς ἐπὶ ἀνατολὴν, πέραν τοῦ Τίγρη‐ τος. ἐν αὐτῇ δ’ ἐστὶν καὶ ἡ ἄσφαλτος ἡ λεγο‐ | |
10 | μένη νάφθα. λέγεται δὲ Ἀδιαβηνὴ διὰ τὸ εἶναι πλείους ποταμοὺς ἐν αὐτῇ καὶ δυσχερεστέραν ποιεῖν τὴν διάβασιν. ἐκεῖ ἔστιν καὶ ἡ Νινευΐ. τοσαύτην δὲ ἀσφάλειαν ποιεῖ τοῖς κτίσμασιν ἡ ἄσφαλτος, ὥστε ταῖς ὀπταῖς πλίνθοις καὶ ἄλ‐ | |
15 | λοις λίθοις συμμιγεῖσα, ἰσχυροτέρα γίνεται παν‐ τὸς σιδήρου. ἐκεῖσε δὲ ἐστὶ καὶ τὸ ἄορνον στό‐ μιον, ἐξ οὗ δεινὸν πνεῦμα ἀναδίδοται, ὥστε πᾶν μὲν ἐπίγειον ζῶον, πᾶν δὲ πτηνὸν διαφθείρειν, καὶ [εἰ] πρὸς τὸ τυχὸν ὀσφρήσαιτο· καὶ εἰ ἐσκε‐ | |
20 | δάννυτο, οὐκ ἂν ᾠκίσθη ὁ χῶρος, ἀλλὰ κατ’ εὐ‐ θεῖαν ἄνεισι. καὶ ὀλίγον ἀνερχόμενον πάλιν ἀντανακλᾶται, καὶ ἐκ τούτου τά τε ἐν ὑψηλο‐ τέρῳ πετόμενα σώζεται, καὶ τὰ πέριξ νεμόμε‐ να. ὁ πολίτης Ἀδιαβηνός. | |
25 | Ἀδικοδοξία. παράλογος λοιδορία. [ὁ δὲ στρατη‐ γὸς οὐ δυνάμενος ἐνεγκεῖν τὴν ἀδικοδοξίαν τῶν | |
ταῦτα λεγόντων.] | ||
alpha45 | Ἀδμολία. ἡ ἄγνοια παρὰ Καλλιμάχῳ. [παρὰ τὸ εἴδω τὸ γινώσκω, ἴδμων, ἴδμονος, ἰδμονία, καὶ ἀϊδμονία, καὶ συγκοπῇ καὶ τροπῇ, ἀδμολία.] Ἀδορατία. ἡ ἀστρατεία, κυρίως δὲ, ἡ ἀργία. | |
5 | [ἀπὸ τοῦ α στερητικοῦ μορίου καὶ τοῦ δόρατος, ὅ ἐστι τοῦ κονταρίου.] Ἀδωνίαν ἄγομεν. ὅ ἐστι στερούμεθα τοῦ Ἀδώνι‐ δος. [Ἀδωνίαν ἄγομεν καὶ τὸν Ἄδωνιν κλάο‐ μεν.] | |
10 | Ἀδρηστίνη. ὄνομα κύριον. [τὰ διὰ τοῦ ινη, μὴ γινόμενα ἀπὸ ἐπιθέσεως κύρια μονογενῆ, ἀπο‐ στρέφονται τὴν ει, πλὴν τοῦ πείνη· οἷον Αἰη‐ τίνη· δίνη· Ἀδρηστίνη. πρόσκειται μὴ γινόμενα ἀπὸ ἐπιθέτου κυρίου, ἐπειδὴ φωτεινὸς τόπος καὶ | |
15 | φωτεινὴ οἰκία· καὶ γίνεται ἐκ τούτου Φωτεινὴ, ὄνομα κύριον.] Ἄδρησις. ἡ ἀδρόασις. ἡ ἀπραξία. Ἀδημονία. ἐπικράτεια θλίψεως παρατεταμένη. Ἀδηκτοτάτη. ἀσητοτάτη. [Ἡσίοδος· τῆμος | |
20 | ἀδηκτοτάτη πέλεται τμηθεῖσα σιδήρῳ Ὕλη.] | |
21t | (Οὐδέτερον.) | |
22 | Ἄδαιτρον. τὸ ἀμέριστον. Ἀδείμαντα. ἄφοβα. [ἀπὸ τοῦ δειμαίνω, τὸ φο‐ | |
βοῦμαι.] | ||
alpha46 | Ἀδῄωτον. ἀπόρθητον, ἀπράθευτον. οἱ δὲ τὸ χω‐ ρίον ἀδῄωτον ἔχειν ἐθέλοντες ὡμολόγησαν ἀρ‐ γύριον σταθμὰ ͵α δώσειν. [γίνεται δὲ παρὰ τὸ δῃῶ τὸ πορθῶ. τοῦτο παρὰ τὸ δαίω τὸ κόπτω, | |
5 | τροπῇ τοῦ α εἰς η, τοῦ ι ἀνεκφωνήτου ὄντος.] Ἀδιάστατον. τὸ ἀχώριστον, ἢ τὸ μήπω διεστη‐ κὸς, μὴ δὲ διακεκριμένον. οὕτως Ἀντιφῶν. Ἀδελφά. ὅμοια, κοινά. Ἀδερκές. τὸ ἀόρατον. | |
10 | Ἀδήριτον. ἄμαχον, ἀπολέμητον, ἀφιλονείκητον. [ἀδῆρις γὰρ ἡ φιλονεικία.] Ἀδιάρθρωτον. ἄσημον, ἀτράνωτον. Ἄδυτον. τὸ ἀπόκρυφον μέρος τοῦ ἱεροῦ [ἢ τὸ σπή‐ λαιον.] | |
15 | Ἀδέψητον. ὠμὸν, ἀνέργαστον. Ἀδιάσκευον. ἀνεπιμέλητον, ἀκόσμητον. Ἀδαλές. ὑγιές. Ἀδινόν. οἰκτρὸν, λεπτόν. ἢ καὶ τὸ πυκνὸν καὶ [τὸ] συνετόν. | |
20 | Ἄδοξον εὖχος. ἄτιμον καύχημα, ἄδοξον καὶ ἐπί‐ ψογον δόξαν. Ἁδρόν. δαψιλὲς, μέγα, πλούσιον. Ἀδίοπον. ἄναρχον, ἀφύλακτον. ἀπὸ τοῦ διέπω. | |
δίοποι γὰρ λέγονται οἱ τῆς νεὼς φύλακες. | ||
alpha47 | Ἀδιάδραστον. ἄφυκτον. καταπλαγείη ἄν τις τὸ ἀδιάδραστον τῆς δίκης, ἐκ τῆς συμβάσης τού‐ τῳ τιμωρίας. Ἀδιεξίτητον. τὸ ἀδιεξέλευστον. τὸ ἀπόρευτον. | |
5 | Ἄδιον. τὸ πλάγιον. Ἀδιόριστον. ἀδιαχώριστον. Ἀδόκητον. τὸ διεψευσμένον. [δεδιὼς, μὴ ἀφυλά‐ κτοις αὐτοῖς ἐπιπέσοιεν· ὃ δὴ οὐκ ἀδόκητον ἐγεγόνει. ἐπεὶ καὶ ληστήριον αὐτῶν προέβαι‐ | |
10 | νεν.] Ἀδόνητον. τὸ ἀσάλευτον. [δόνος γὰρ ἡ ταραχὴ, καὶ δονῶ τὸ ταράσσω.] Ἄδορον. τὸ ἀνέκδαρτον. Ἀδύνατα εἶναι. ἀντὶ τοῦ ἀδύνατον. [πολλάκις γὰρ | |
15 | κέχρηται Θουκυδίδης τοῖς πληθυντικοῖς ἀντὶ ἑνι‐ κῶν, μάλιστα δὲ ἐπὶ ταύτης τῆς λέξεως. ἀδύ‐ νατον δὲ λέγεται, ὃ μὴ ἔστιν ἐπιδεκτικὸν τοῦ ἀληθὲς εἶναι. οἷον, ἡ γῆ ἵπταται. ἀδύνατα ἔχοντος τοῦ στρατηγοῦ κύμον ἀναῤῥίψαι πολέ‐ | |
20 | μου τοσούτου.] Ἀδυσώπητον. ἀπροσωπόληπτον ἢ ἀπαράκλητον. | |
Ἀδνούμιον. ἀπογραφὴ ὀνομάτων παρὰ Ῥωμαίοις. | ||
alpha48 | Ἀδιαλώβητον. τὸ ἀβλαβές. Ἀδάϊον. τὸ ἄκαυστον. | |
3t | (Ῥῆμα.) | |
4 | Ἀδολεσχῆσαι. τέσσαρα σημαίνει. τὸ φιλοσοφεῖν, | |
5 | ὡς τό· ὅδε δοῦλος σοῦ ἠδολέσχει ἐν τοῖς δικαιώ‐ μασί σου. καὶ τὸ παίζω, ὡς τό· ἐξῆλθεν Ἰακὼβ ἀδολεσχῆσαι ἐν τῷ πεδίῳ. καὶ τὸ ὀλιγωρῶ, ὡς τό· ἠδολέσχησε καὶ ὀλιγοψύχησε τὸ πνεῦμά μου. καὶ τὸ φλυαρεῖν, ὡς τό· ἀδολεσχεῖς, ἄν‐ | |
10 | θρωπε. Ἄδει. λέγει, ὑμνεῖ. Ἁδρύνοιτο. αὐξαίνοιτο. Ἀδηκότες. κεκμηκότες, ταλαιπωρήσαντες. [ἀπὸ κόπου ἀηδῶς διακείμενοι. ἀηδῶ, ἀηδήσω.] | |
15 | Ἀδήσεις. ἀρέσκεις. Ἀδεῖν. ἀρέσαι, ὑπὸ τοῦ ἄδω τὸ ἀρέσκω. [ἢ ἥδω, ἥσω, ἅδον ὁ δεύτερος ἀόριστος, ἐξ οὗ τό· —ἅδε δ’ Ἕκτορι— ὁ δὲ δεύτερος μέλλων ἀδῶ. καὶ τὸ ἀπαρέμφατον | |
20 | ἀδεῖν.] Ἀδαξῆσαι. κνῆσαι, λυπῆσαι. | |
Ἀδμωλεῖν. ἀγνοεῖν ἢ ἀγνωμονεῖν, ἢ ἀκηδιᾷν. | ||
alpha49 | Ἄδδουσι. εἰς κόρον ἐσθίουσιν. Ἀδρύνω. τὸ αὐξάνω. Ἀδμεύειν. τὸ ὑγιαίνειν. Ἀδημονῶ. ἀκηδιῶ. ἀγωνιῶ· λίαν λυποῦμαι. [ὁ δὲ, | |
5 | τὸ μὲν πρῶτον ἠδημόνει, καὶ ἡσυχίαν εἶχεν ὑπὸ τοῦ παρόντος κακοῦ. καὶ ἀδημονούσης ἀντὶ τοῦ ἀπορούσης.] Ἀδελφίζειν. ἀντὶ τοῦ ἀδελφὸν καλεῖν. [οὕτως Ἰσοκράτης, καὶ ὁ Μιλήσιος Ἑκαταῖος καὶ | |
10 | Ἀπολλοφάνης ἐχρήσαντο.] Ἀδοξεῖται. οὐ τιμᾶται. [οὐκ ἀπόδεκτόν ἐστι τὸ νικᾷν παρὰ Ῥωμαίοις ἄνευ παραγγέλματος· ἀδο‐ ξεῖται γάρ.] | |
14t | (Ἐπίῤῥημα.) | |
15 | Ἀδυναστί. ἀντὶ τοῦ ἀδυνάτως. Ἀδωναΐ. θεός. Ἀδέρκτως. οὐ προσβλεπόντως. [ἀλλ’ ἢ καταμη‐ νύοντες· παραμειβόμεθ’ ἀδέρκτως.] Ἀδηνέως. ἁπλῶς καὶ ἀταλαιπώρως. | |
20 | Ἀδεκάστως. δικαίως· ἀδωροδοκήτως· ἀμερίστως. Ἀδαηστί. χωρὶς μαθήσεως, ἢ μερισμοῦ χωρίς. Ἀδορεί. ἀνεκδάρτως. [ἀδωρὶ δὲ χωρὶς δώρων. μέ‐ γα καὶ ί.] Ἀδηρίτως. ἀμάχως, ἀφιλονείκως. | |
25 | Ἀδεεί. ἀφόβως, ἀδογματίστως, ἀναμφιβόλως. | |
alpha50 | Ἀδεῶς. ἀφόβως. Ἀδακρυτί. ἀκλαυστί. Ἀδμωλεί. χωρὶς δουλείας. | |
4t | Τὸ Α μετὰ τοῦ Ε. | |
5t | (Ἀρσενικόν.) | |
6 | Ἀελλόπους. ὁ ταχύτατος. Ἀεργός. ὀκνηρὸς, ἀργός. Ἀεσίφρων. ὀξύφρων ἢ ματαιόφρων. Ἀένναος. ὁ ἀεὶ ῥέων. | |
10 | Ἀερσίπους. ὁ εἰς ὕψος αἴρων τοὺς πόδας. Ἀεικέλιος. ἀπρεπὴς, ἀνόμοιος, σκληρός. [ὡς πέμπω, πέμπελος. εἴκω, τὸ ὁμοιῶ, ἀεικέλιος.] Ἀεικής. ἀπρεπὴς, σκληρός. ἀπὸ τοῦ μὴ εἴκειν. Ἀετιδεῖς. οἱ νεοσσοὶ τῶν ἀετῶν. | |
15 | Ἀέτιος. ὄνομα κύριον. οὗτος ἐξ Ἀντιοχείας τῆς Συρίας εἷλκε τὸ γένος, διδάσκαλος γεγονὼς Εὐ‐ νομίου, ἀπὸ πενιχρῶν καὶ εὐτελῶν γονέων τυγ‐ χάνων· ᾧτινι ἀνάθεμα ἐγώ φημι. Ἀετίτης. εἶδος λίθου. | |
20 | Ἀείτης. ὁ ἑταῖρος, ἀπὸ τοῦ ἀεὶ εἶναι. Ἀερμών. ὄρος κατὰ Παλαιστίνην, ἐφ’ ᾧ πολλὴ χιὼν συνάγεται, ἀφ’ ἧς ἀτμοὶ ἀναδιδόμενοι. καὶ τὸν ἀέρα τὸν ὑπεράνω τῆς Σιὼν παχύνοντες | |
δρόσον ἀποτελοῦσιν ἐν θέρει. | ||
alpha51(1t) | (Θηλυκόν.) | |
2 | Ἀέκητι. τῇ ἀβουλίᾳ. Ἀεργηλή. ἀργὴ, ἄπρακτος. [τρομερῷ γήραϊ κά‐ μνων χειρὸς ἀεργηλᾶς ἀνέθηκε κορύναν.] | |
5 | Ἀερονηχεῖς. τὰς ἐν τῷ ἀέρι νηχομένας νεφέλας. οὕτως Ἀριστοφάνης. Ἄεσις. πόνος τίς. Ἄελλαι. πνοιαὶ ἀνέμων. ἢ ἄτακτα πνεύματα. [καὶ καταιγίδες. ἢ μεγάλαι συστροφαί. αἱ ἄγαν | |
10 | εἱλοῦσαι. ἢ παρὰ τὸ ἄω τὸ πνέω, ὁ μέλλων ἀήσω καὶ ἀέσω· καὶ ἐξ αὐτῶν ἄελλα, πλεο‐ νασμῷ ἑτέρου λ.] Ἀειλογία. ἡ πολυλογία. Ἀερία. ἡ Αἴγυπτος. | |
15 | Ἀετασία. ἡ λύπη. Ἀειγλινῇσι. ταῖς διηνεκέσι ῥυπαρίαις. Ἀετίγεννα. πόλις οὕτω καλουμένη. Ἀεικίας. τὰς ἀπρεπεῖς ὕβρεις. [τὰς ὑβριστικὰς αἰσχύνας. ἀπὸ τοῦ ἀϊκίας. πλεονασμῷ τοῦ ε | |
20 | ἀεικίας.] Ἀεινεφίς. ἡ τύφλωσις. | |
†Ἀερσίπους. ταχυτάτη.† | ||
alpha52 | Ἀειφυγία. ἡ εἰς ἀεὶ φυγή. [χωρήσειν δ’ αὐτοῖς ἅπαντα κατὰ νοῦν, εἰ τὸν αὐτόχειρα ἐλάσουσι τοῦ στρατοῦ ἀειφυγίᾳ.] Ἀειλογία. τὸ ἀεὶ λόγον καὶ εὐθύνας ὑπέχειν. | |
5 | [οὕτως Δημοσθένης καὶ Ἰσαῖος.] | |
6t | (Οὐδέτερον.) | |
7 | Ἀεικελές. ἀπρεπές. Ἀειθαλές. τὸ ἀεὶ θάλλον. Ἀείρυτον. τὸ ἀεὶ ῥέον. | |
10 | Ἄερκτον. τὸ ἄφρακτον. [ἕρκος γὰρ τὸ περί‐ φραγμα.] Ἀερόεν. μέγα σκοτεινόν. Ἀεκήλια. οὐκ εἰρηναῖα, οὐδ’ ἥσυχα, ἀλλὰ ταρα‐ χώδη. | |
15 | Ἄειλα. τὰ πολύσκια χωρία, κατὰ στέρησιν τῆς ἕλης. Ἀείδελον. ἀφανές. [εἴδω, τὸ γινώσκω, τὸ οἶδα. γίνεται εἴδελος, ὡς πέμπω πέμπελος. ὡς Ἡσίο‐ δος περὶ Αὐτολύκου.] | |
20 | Ἀετώματα. στεγάσματα. | |
Ἀέτειον. ἢ πτερὸν ἢ κρέας. | ||
alpha53 | Ἀεροτόμα. τὰ πετεινὰ τὰ τοῖς πτεροῖς τέμνοντα τὸν ἀέρα. Ἄεισμα καινόν. ὕμνος καινός. Ἀείσωμεν. ὁδεύσομεν. | |
5 | Ἄεθλον. τὸ ἐπὶ τοῦ ἀγῶνος διδόμενον. [νηῶν δ’ ἔφερ’ ἄεθλα. ἀπὸ τοῦ ἐθέλω, ἐπιτάσει τοῦ α, ἄεθλον.] | |
8t | (Ῥῆμα.) | |
9 | Ἀεθλεύειν. ἀγωνίζεσθαι. | |
10 | Ἀείρας. κουφίσας, ἐπάρας, βαστάσας. Ἀεροβατεῖν. εἰς τὸν ἀέρα βαίνειν. Ἀείδω. τὸ λέγω. Ἀέξει. αὔξει. Ἀεικίσουσιν. ὑβρίσουσιν. | |
15 | Ἀεικίζει. ἀπολλύει, φθείρει. οἱ δὲ ἀντὶ τοῦ αἰκίζεται. Ἀελπέων. οὐκ ἐλπίζων. Ἀερέθονται. αἴρονται. ἢ λίαν παροξύνονται. [Ἀέντες. πνέοντες. παρὰ τὸ ἄω τὸ πνέω.] | |
20 | Ἀερτάζειν. βαστάζειν. | |
Ἀείλλειν. θωπεύειν, κολασεύειν, ἀπατᾷν. | ||
alpha54 | Ἄειρε. πρόσφερε. μή μοι οἶνον ἄειρε μελίφρονα— καὶ ἀντὶ τοῦ ἔβαλε. [καὶ ἴπνια λύματ’ ἄειρεν.] | |
5 | †Ἀειροῦς. ὁ ἀεὶ ῥέων.† Ἀεικίσω. ὑβρίσω. [ὡς εὐγενὴς εὐγενίζω, οὕτως ἀεικὴς ἀεικίζω.] Ἀειρόμεναι. κουφιζόμεναι. [παρὰ τὸ αἴρειν. ἢ ἀὴρ, ἀέρος, ἀέρω, καὶ πλεονασμῷ τοῦ ι ἀείρω.] | |
10 | Ἀέσαμεν. ἀνεπαυσάμεθα. [Ὅμηρος· νύκτα μὲν ἀέσαμεν χαλεπὰ φρεσὶν ὁρμαίνοντες.] Ἀέλπτως. ἀνελπίστως. Ἀένναος. ὁ ἀεὶ νάων καὶ ῥέων. [ὁ δὲ Ἰουστινια‐ νὸς ὥσπερ ποταμὸς ἀένναος ἐδῄου τοὺς ὑπη‐ | |
15 | κόους.] Ἀείσαμεν. ὁδεύσαμεν. ἢ ἠκούσαμεν δι’ ἰῶτα. | |
17t | Τὸ Α μετὰ τοῦ Ζ. | |
18t | (Ἀρσενικόν.) | |
19 | Ἄζηλοι. οἱ ἄτιμοι. | |
20 | Ἄζυγες. οἱ μονάζοντες. καὶ ἀζυγῶν τῶν μονα‐ | |
στῶν. ἡ εὐθεῖα ὁ ἄζυξ. | ||
alpha55 | Ἄζυμοι. καθαροί. ἄτυφοι. οἱ ἔπαρσιν μὴ ἔχον‐ τες. τὸ γὰρ ἄζυμον οὐχ ὑψοῦται. Ἄζην. ὁ πώγων κατὰ Φρύγας. Ἀζείρου. τοῦ ἀζώστου ἢ πολυζώστου. [ἀπὸ τοῦ | |
5 | ζειρά.] Ἀζειῶται. Τρωϊκὸν ἔθνος. Ἀζειάδης. κύριον. καὶ πατρωνυμικῶς Ἀζειάδα. Ἀζέμελκος. Ἀζείδης. Ἀζήϊος. Ἀζηνᾶς. Ἀζη‐ νεύς. καὶ Ἄζωρος. ὀνόματα κύρια. | |
10 | Ἀζηρός. ὁ μὴ ξηρός. Ἀζαώθ. ὄνομα κύριον. Ἄζυξ. ὁ μὴ συνεζευγμένος γάμῳ. [καὶ ὁ κέλης ἵππος.] Ἀζητός. ὁ σεβαστός. | |
15t | (Θηλυκόν.) | |
16 | Ἀζηνία. δῆμος ἐστὶ τῆς φυλῆς τῆς Ἱπποθωον‐ τίδος. Ἀζαλέην. κατάξηρον. [Ὅμηρος· βοῦν ἀζα‐ λέην.] | |
20t | (Οὐδέτερον.) | |
21 | Ἀζήμιθρον. ἤτοι ἀζήμιον. Ἄζειρον. τὸ ἀποίκιλτον. ζειρὸν γὰρ τὸ ποικίλον. ἢ τὸ ἄχρωστον. Ἀζηλόεν. τὸ μέλαν. | |
25 | Ἀζήτητον. τὸ ζήτησιν καὶ κατηγορίαν ἔχειν κε‐ κωλυμένον. [οὕτως Αἰσχίνης.] Ἀζηχές. τὸ ἀδιάλειπτον. [τροπῇ τοῦ δ εἰς ζ. ἀδηχὲς γάρ. ἄδην δέ ἐστι τὸ ἀδιάλειπτον. ἢ ἀζηχὲς τὸ μεγαλόηχον. οἷον· | |
30 | —ἀζηχὲς μεμαυῖα.] | |
31t | (Ῥῆμα.) | |
32 | Ἀζείρει. ἀντὶ τοῦ ζέει. ἀζήρει δὲ, ἀντὶ τοῦ | |
ξηραίνει, η. | ||
alpha56 | Ἄζω. τὸ ξηραίνω. ἅζω· τὸ σέβομαι· ὃ καὶ δασύ‐ νεται. Ἄζειν ἢ Ἀζεῖν. τὸ στόμα ἀθρόως προσπνεῖν. | |
4t | (Ἐπίῤῥημα.) | |
5 | Ἀζητῶς. σεβαστῶς. Ἀζημίως. ἀβλαβῶς. κυρίως δὲ ζημία ἡ τῆς ζωῆς μείωσις. | |
8t | Τὸ Α μετὰ τοῦ Η. | |
9t | (Ἀρσενικόν.) | |
10 | Ἀήρ. οὗ πᾶσαι αἱ κινήσεις κατὰ φύσιν εἰσίν. ἀὴρ δὲ ἐστὶ στοιχεῖον λεπτότατον, ὑγρόν τε καὶ θερ‐ μὸν, τοῦ πυρὸς βαρύτερον, τῆς δὲ γῆς καὶ τῶν ὑδάτων κουφότερον, ἀναπνοῆς καὶ ἐκφύσεως αἴτιον, ἀχρωμάτιστον ἤτοι ἐκ φύσεως χρῆμα | |
15 | μὴ κεκτημένον· διειδὲς, διαφανές· φωτὸς γὰρ ἐστὶ διεκτικὸν, καὶ ταῖς τρισὶν αἰσθήσεσιν ἡμῶν διακονοῦν, δι’ αὐτοῦ γὰρ ὁρῶμεν, ἀκούομεν καὶ ὀσφραινόμεθα. δεκτικὸν θάλψεώς τε καὶ ψύ‐ ξεως, ξηρότητός τε καὶ ὑγρότητος, οὗ πᾶσαι αἱ | |
20 | κατὰ τόπον κινήσεις εἰσὶν, ἄνω, κάτω, ἔσω, ἔξω, δεξιὰ, ἀριστερὰ, καὶ ἡ κυκλοφορικὴ κίνη‐ σις. οἴκοθεν μὴ κεκτημένος τὸ φῶς, ἀλλ’ ὑπὸ ἡλίου καὶ σελήνης καὶ ἄστρων καὶ πυρὸς φωτι‐ ζόμενος. καὶ τοῦτο ἐστὶν ὃ εἶπεν ἡ γραφή· | |
25 | σκότος ἦν ἐπάνω τῆς ἀβύσσου, θέλουσα δεῖξαι, ὡς οὐκ οἴκοθεν ὁ ἀὴρ τὸ φῶς κέκτηται, ἀλλ’ ἄλλη ἐστὶν οὐσία τοῦ φωτός. παρὰ τὸ ἄω, τὸ πνέω, ἀήρ· ἡ γὰρ κίνησις αὐτοῦ ποιεῖ τὸν ἄνε‐ μον. ἢ παρὰ τὸ ἔρω, τὸ κουφίζω, ἀήρ· κουφί‐ | |
30 | ζονται γὰρ ἐν αὐτῷ καὶ αἴρονται τινὰ ζῶα. Ἀήσυλος. ἡμαρτημένος. [ἀπὸ τοῦ ἄω μέλλον‐ | |
τος, τοῦ δηλοῦντος τὸ βλάπτω, γίνεται ὄνομα | ||
alpha57 | ῥηματικὸν ἀήσυλος· κατὰ πλεονασμὸν τοῦ η. ἢ ἀπὸ τοῦ ἥδω, ἥσω, ἥσυλα.] καὶ ἀήσυλα· τὰ μὴ τέρποντα, ἢ ἄδικα καὶ ἁμαρτωλά. Ἀήθης. ὁ ἀσυνήθης. [συντάττεται δὲ ἐπὶ δοτι‐ | |
5 | κῆς καὶ γενικῆς, οἷον ἀήθης εἰμὶ τούτῳ τῷ πράγματι. καὶ γὰρ ἀήθης τοῦ κατακούειν τινός.] Ἀηνόβαρβος. χαλκοπώγων. Ἄητος. ἀκόρεστος. Ἀήσσητος. ὁ ἀήττητος, ὁ ἀνίκητος. | |
10 | [Ἀήτης. ὁ ἄνεμος. ἀπὸ τοῦ ἄω τὸ πνέω. ἀΐ‐ της δὲ ὁ ὁρμητικὸς, ι. ἀπὸ τοῦ ἀΐσσω τὸ ὁρ‐ μῶ.] ἀείτης δὲ, ὁ φίλος, δίφθογγος. Ἀηδών. ἀπὸ τοῦ ἀείδω. ἀειδὼν, καὶ τροπῇ αἰολι‐ κῇ τῆς ει διφθόγγου εἰς η, ἢ μόνου τοῦ ε εἰς | |
15 | η ἀηδών. | |
16t | (Οὐδέτερον.) | |
17 | Ἀήσυρον. τὸ ἐλαφρὸν, ἀπὸ τοῦ ἄω, τὸ πνέω. Ἀήσυλον. ἄδικον, ἁμαρτωλὸν, μὴ τέρπον. Ἀητόν. τὸ πολὺ καταπνεόμενον. | |
20 | Ἄημα. τὸ πνοὴν φέρον. Ἄηκες. τὸ [μὴ] ἠκονημένον ξίφος. Ἀηνές. τὸ ἀΐδιον, τὸ λαμπρόν. Ἀηδές. ἀνεύφραντον. | |
24t | (Ῥῆμα.) | |
25 | Ἀήμενος. ὁ ὑπὸ ἀνέμων καταπνεόμενος. [ἀή‐ | |
μεναι, πνεῦσαι.] | ||
alpha58 | Ἀηθέσσουσιν. ἀσυνήθεις εἰσίν. Ἀήδιζον. ἀηδῶς εἶχον. ἰστέον, ὅτι τὰ ἀπὸ φω‐ νήεντος ἀρχόμενα ῥήματα χρονικῶς αὔξονται ἐν τῷ παρατατικῷ, οἷον· ἄγω, ἦγον· αἴρω, ἦρον· | |
5 | αἰτῶ, ἤτουν. δεῖ προσθεῖναι ἐκτὸς τῶν ἰωνικῶν καὶ ποιητικῶν· οὗτοι γὰρ συναρχομένους πολλά‐ κις τοὺς παρακειμένους τοῖς ἰδίοις ἐνεστῶσι, οἷον ἄγω, ἄγεν· —ἄγε δέ ἑ μοῖρα βαρεῖα. | |
10 | καί· ἅψατο δ’ ἡμιόνου— καὶ χωρὶς τῶν ἀπὸ προθέσεως ἀρχομένων, οἷον ἀναγινώσκω, ἀνεγίνωσκον, ἀνέρχομαι, ἀνηρχό‐ μην. ἐπὶ τούτων γὰρ ἡ ἀρχὴ ἐνεστῶτος ἐφυ‐ | |
15 | λάχθη ἐν τῷ παρατατικῷ. | |
16t | Τὸ Α μετὰ τοῦ Θ. | |
17t | (Ἀρσενικόν.) | |
18 | Ἀθύρας. ἐπίνειον παρὰ τὸ Βυζάντιον. ἡ κλῆσις ἰσοσυλλάβως. Ἀθυραῖος, ὡς Ῥήβας, Ῥη‐ | |
20 | βαῖος. Ἀθῶος. ἀναίτιος, ἀζήμιος. [ἀπὸ τοῦ θῶ, τοῦ σημαίνοντος τὸ καταβάλλω, γίνεται θωὴ, ὅ ἐστι ζημία. ὁ γὰρ ζημιούμενος καταβάλλεται τί.] Ἄθως. ἀκρωτήριον ἢ ὄρος Θρᾴκης. Ἄθως σκιάζει | |
25 | νῶτα [Λημνίας βοός. βοῦς γὰρ ἵδρυται ἐν τῇ | |
alpha59 | Λήμνῳ. εἴρηται δὲ Ἄθως ἀπὸ Ἄθου γίγαν‐ τος. τὸ τοπικὸν, Ἄθωος χωρὶς τοῦ ι, καὶ Ἀθώους τοὺς ἐνοικοῦντας. τὸ θηλυκὸν Ἀθωὶς εἴρηται καὶ Ἀθῶος, ὡς Κῶς Κῶος, καὶ κατὰ | |
5 | συναίρεσιν Ἄθους. ἔστι καὶ Ἀθῶος πόλις ἐπὶ τῷ Ἄθῳ. ὁ πολίτης Ἀθωίτης.] Ἄθρους. εἰς ἅπαν συνηγμένους ὁμοῦ, ἢ ἀθρόους. [τοιαῦτα μὲν ἐποίκιλλεν ἄθρους δεδισσόμενος.] Ἀθαμβής. ὁ ἄφοβος. | |
10 | Ἄθεσμος. ὁ ἄνομος. Ἀθέμηνος. ὁ κακός. Ἀθίγγανος. ὁ αἱρετικός. Ἀθέρες. εἶδος σπέρματος. Ἀθέριστος. ὁ ἀφρόντιστος. | |
15 | Ἄθλιος. ὁ ἐν ἀγωνίᾳ καὶ θρήνῳ ὢν καὶ μηδόλως ἄνεσιν ἔχων. Ἀθλοθετῆρα. ἀγωνοθέτην. Ἆθλος. τὸ ἀγώνισμα καὶ ὁ πόνος· παρὰ τὸ τλῶ, τὸ καρτερῶ, τλὸς καὶ ἄτλος, καὶ τροπῇ τοῦ τ | |
20 | εἰς θ ἄθλος. γράφεται καὶ ἄεθλος. [ὡς τό, οὗτος μὲν δὴ ἄεθλος ἄατος— καὶ ἐπὶ οὐδετέρου, ἄεθλον, τὸ διδόμενον ἐπὶ τοῦ ἀγῶνος· —νηῶν δ’ ἔφερ’ ἄεθλα— | |
25 | ἀπὸ τοῦ ἐθέλω, καὶ μετὰ τοῦ ἐπιτατικοῦ α ἀέθελον, τὸ πάνυ θέλον, καὶ συγκοπῇ ἄε‐ θλον καὶ κράσει τοῦ α ε, ἆθλον. τὸ ἆθλον | |
γὰρ λέγουσι, οὐχὶ τὸ ἔπαθλον.] | ||
alpha60 | Ἄθρακτος. ἀτάραχος. Ἀθυρονόμοι. ὡς ἔτυχε τοῖς νόμοις χρώμενοι. | |
3t | (Θηλυκόν.) | |
4 | Ἄθρυπτος. ἀνδρώδης, μὴ βλακεύουσα μήτε μαλα‐ | |
5 | κιζομένη, μήτε χαυνουμένη. Δαμάσκιος· τήνδε τρυφὴν ἐκληρώσατο μετρίαν τινὰ καὶ ἄθρυπτον. †Ἀθηνᾶ. ὁ ἀὴρ καὶ ἡ φρόνησις.† Ἀθανασία. αἰώνιος καὶ ἀΐδιος ζωή. Ἀθλιότης. ἡ ἐν τοῖς λυπηροῖς καὶ ἀβουλήτοις | |
10 | πάθεσι ταλαιπωρία. Ἀθρήνη. εἶδος μελίσσης. Ἀθυρογλωττία. ἡ φλυαρία. Ἀθεσία. ἡ παράβασις. Ἀθήναζε. εἰς Ἀθήνας. | |
15 | Ἀθήνηθεν. ἐξ Ἀθηνῶν. Ἀθάρα. ἄλευρον ἑψημένον. λέγει δὲ τὴν γρού‐ την, ὡς οἶμαι. Ἀθλοθεσία. ἡ ἀνταπόδοσις. Ἀθρυβίς. πόλις Αἰγύπτου. | |
20 | Ἀθυμία. ἡ τῶν καταθυμίων ἀβούλητος στέρησις. Ἀθέτησις. ἄμειψις, ἐκβολή. οὕτως ὁ Ἀπόστο‐ λος· ἀθέτησις γὰρ γίνεται προαγούσης ἐντο‐ λῆς διὰ τὸ αὐτῆς ἀσθενὲς καὶ ἀνωφελές. Ἀθωνίς. πόλις. καὶ Ἀθωΐς. | |
25t | (Οὐδέτερον.) | |
26 | Ἀθηρήλοιγον καὶ ἀθερόλογον. τὸ λικμητήριον, | |
τὸ διαλέγον καὶ διαχωρίζον τοὺς ἀθέρας ἤτοι | ||
alpha61 | τὰ ἄχυρα. γίνεται κατὰ πλεονασμὸν τοῦ ι ἀθη‐ ρήλοιγον. Ἀθύρματα. παίγνια παρὰ τὸ θύω, τὸ ὁρμῶ· θύω, θύρω καὶ ἀθύρω καὶ ἄθυρμα· ἢ ἀθρύμα‐ | |
5 | τα τινὰ ὄντα, παρὰ τὸ ἀθρεῖν τινὰ θεάματα. Ἀθέμιτον. ἄδικον. Ἀθώπευτον. ἀκολάκευτον. Ἀθή. σκληρόν· ἀδάμαστον· ἀνδρῶδες. Ἀθρέμβολα. ὄργανα τιμωρητικὰ, [ἄρθροις, ὡς | |
10 | ἔοικεν, ἐμβαλλόμενα, καὶ διασπῶντα καὶ πλήτ‐ τοντα. οἶμαι δὲ, ὅτι ἀρθρέμβολα γράφονται.] Ἀθέσφατον. πολύ. Ἄθικτον. ἀπρόσψαυστον, καθαρὸν, ἀμόλυντον. †Ἀθρῶ. τὸ βλέπω.† | |
15 | †Ἀθέριζεν. ἐξουθένει, ἐξύβριζεν.† Ἀθρίμματα. δῶρα πεμπόμενα τοῖς γεγαμη‐ μένοις. Ἀθρόα. ὁμοῦ πάντα. Ἀθρήνιον. ὁ μουσῶν τόπος. | |
20 | Ἄθροισμα. σώρευμα, σύναξις. | |
21t | (Ῥῆμα.) | |
22 | Ἀθέρισον. ἀποδοκίμασον. Ἀθερώσσει. ἀγρυπνεῖ. Ἀθρήσας. θεωρήσας, ἰδών. | |
25 | Ἀθροίσας. συναθροίσας. ἀθροίζω· ἐκ τοῦ θροῦς, | |
ὃ σημαίνει τὸν θόρυβον, γίνεται θροίζω, καὶ | ||
alpha62 | κατὰ συναίρεσιν καὶ μετὰ τοῦ ἐπιτατικοῦ α ἀθροίζω. Ἀθρῶν. μετ’ ἐπιτάσεως θεωρῶν. κατὰ συγκο‐ πὴν καὶ ἐπιτάσει ἀθρῶν. [ἢ ἀπὸ τοῦ δρῶ, τὸ | |
5 | βλέπω, καὶ μετὰ τοῦ ἐπιτατικοῦ α ἀδρῶ, καὶ τροπῇ τοῦ δ εἰς θ ἀθρῶ.] Ἄθρει. βλέπε, θεώρησον· νόει. Ἀθρύοντες. ἰδεῖν ἐπιθυμοῦντες. Ἀθυμοῦσι. λυποῦνται. | |
10 | Ἀθυροστομεῖ. βλασφημεῖ. Ἀθύρειν. παίζειν. Ἀθερίζειν. τὸ ἐκρίπτειν καὶ ἀποβάλλειν, ἐκ με‐ ταφορᾶς τῶν ἀθέρων, τῶν μὴ δυναμένων θε‐ ρίζεσθαι καρπῶν· οἱ γὰρ λικμῶντες ἐκρίπτουσι | |
15 | τοὺς ἀθέρας ἤτοι τὰ ἄχυρα. [ἐκ τοῦ θέρους, θερίζω, καὶ τοῦ στερητικοῦ α, ἀθερίζω· τὸ δὲ θέρος παρὰ τὸ θέρω τὸ θερμαίνω, ὁ μέλλων θερῶ καὶ θέρσω αἰολικῶς. καὶ θερσίτης καὶ θερμός.] | |
20 | Ἀθέλδεται. διηθεῖται. Ἀθετεῖν. τὸ ἀπιστεῖν, τὸ διαπαίζειν. οὕτως ὁ Ἀπόστολος· οὐκ ἀθετῶ τὴν χάριν τοῦ θεοῦ. | |
23t | (Ἐπίῤῥημα.) | |
24 | Ἀθρηνί. χωρὶς θρήνου. | |
25 | [Ἀθρόον καὶ] ἀθρόως. ἀντὶ τοῦ ἐξαίφνης. | |
[Ἄθροι. ὁμοῦ.] | ||
alpha63 | Ἀθεεί. χωρὶς θεοῦ. Ἀθαυμαστί. χωρὶς θαύματος, ἢ θαυμασμοῦ. Ἄθε. ἀντὶ τοῦ εἴθε, καὶ ἄν ποτε. Ἀθεωρητί. χωρὶς θεωρίας. | |
5t | Τὸ Α μετὰ τοῦ Ι. | |
6t | (Ἀρσενικόν.) | |
7 | Ἄϊθες καὶ Ἄϊνες. ἐθνικά. Ἄϊρος. κύριον [ὄνομα.] Ἄϊς. ὁ μὴ βλεπόμενος, καὶ ἀνίσχυρος, ἀπὸ τοῦ | |
10 | ἲς, ἡ δύναμις. Αἶνος. ὁ ἔπαινος, ἢ λόγος παροιμιώδης. Αἰσυμνῆται. ἀγωνοθέται. Αἰών. ὁ χρόνος ἢ τὸ συμπαρεκτεινόμενον τοῖς οὐρανοῖς. οἷόν τι χρονικὸν κίνημα καὶ διάστημα· | |
15 | ἢ παράστασις ζωῆς πάντων τῶν λογικῶν, εἴτε | |
alpha64 | καλῆς εἴτε ἄλλως. ἀπέραντος αἰὼν δὲ ἀπὸ τοῦ ἀεὶ ὤν. †Αἰνός. ὁ χαλεπὸς καὶ φοβερός.† Αἰσχροκερδής. ὁ ἕνεκα τοῦ κερδῆσαι εἰς αἰσχρὰ | |
5 | ἔργα αὑτὸν ἐμβάλλων. Αἰδήμονα. ἄξιον αἰδοῦς. Αἰών. σύστημα φυσικὸν ἐκ σωμάτων ποικίλων, λογικὰ διάφορα περιέχον, τῆς τοῦ θεοῦ γνώ‐ σεως ἕνεκα. [Αἰών· ζωὴ, ἢ συμπέρασμα χρό‐ | |
10 | νων πολλῶν παρὰ τὸ ἀεὶ ὄν.] Αἰακίδης. ὁ τοῦ Αἰακοῦ υἱός. Αἰανός. σκοτεινός. [Σοφοκλῆς· νυκτὸς αἰανῆς κύκλος— ἢ θρηνητῆς, ἀπὸ τοῦ αἰάζω, τὸ θρηνῶ.] | |
15 | Αἴαξ· Αἰμύλος· Αἰβιωναῖος· Αἰγαίωρος· | |
ὀνόματα κύρια. | ||
alpha65 | Αἰγέα. τὸ τῆς αἰγὸς δέρμα. [Ἀριστοφάνης· τὸν ἐρεχθέα καὶ τὸν αἰγέα κάλει.] Αἰγεσταῖος· Αἰγεὺς καὶ Ἀγεύς· Αἰγεστεύς. ὀνόματα κύρια. | |
5 | Αἰγείδης. ὁ τοῦ Αἰγέως παῖς. Αἴγειος ἀσκός. ὁ ἀπὸ τῆς αἰγός. Αἴγειρος. εἶδος φυτοῦ. [αἴγειρος ἦν Ἀθήνῃσι πλησίον τοῦ ἱεροῦ, ἔνθα, πρὶν γενέσθαι θέα‐ τρον, τὰ ἰκρία ἐπήγνυον. τινὲς ἴκρια γράφουσι. | |
10 | γίνεται δὲ ἐκ τοῦ ἀΐσσω τὸ ὁρμῶ. τὰ εἰς ρος ῥήματα τῇ ει διφθόγγῳ παραλήγουσιν, οἷον, μάσσω, μάγειρος, ἀΐσσω, αἴγειρος. ἢ παρὰ τὸ αἴρω, τὸ εἰς ὕψος αἴρεσθαι καὶ αὔξεσθαι. καὶ Ὅμηρος· μακεδονῆς αἰγείροιο. Αἴγιρος δὲ, ὄνο‐ | |
15 | μα πόλεως, ι.] Αἰγιαλεύς. κύριον. Αἴγιγες. ὄνομα ἔθνους. Αἴγιλλος. εἶδος βοτάνης. Αἰγίμιος· Αἴγινθος· Αἴγισθος. κύρια ὀνόματα. | |
20 | †Αἰγόκερως. εἶδος ζώου.† Αἰγύπτιος. πλινθοφόρος. παροιμία ἐστὶν, ὅτι οἱ Αἰγύπτιοι διαβάλλονται ὡς ἀχθοφόροι ὄντες. Αἰγιαλός. παρὰ τὸ τὴν αἶαν γείτονα εἶναι τῆς ἁλός. | |
25 | Αἰγυπιός. εἶδος ἀετοῦ· οἱ δὲ τὸν γῦπα παρὰ τὸ ἀΐσσω, τὸ ὁρμῶ. | |
Αἰδοῖος. ὁ αἰδοῦς καὶ ἐντροπῆς ἄξιος. Δαμάσκιος· | ||
alpha66 | [ὁ δὲ Ἰσίδωρος ἐξεπλήττετο ὁρῶν τὸν Πρόκλον αἰδοῖον τὲ καὶ δεινὸν ἰδεῖν.] Αἴδυλος καὶ ἀίδυλος. [ὁ] θρασύς. Αἰγιαλός. ὁ ψαμμώδης λέγεται τόπος. | |
5 | Αἰαῖος ἢ αἰαιός. ὁ σύγαμβρος. Αἰένυπνος. ὁ θάνατος ἢ ὁ ἀεὶ κοιμώμενος. [σέ τοι κικλήσκω τὸν αἰένυπνον. οὕτως Σοφοκλῆς.] Αἰετός. ὁ ἀετὸς, ὅν φασι δίψους καὶ κρύους εἶναι ἀνώτερον. [παρὰ τὸ ἀΐσσειν γέγονεν ἀετός· | |
10 | ὅθεν καὶ ἀναλογωτέρως οἱ Ἀττικοὶ ἀετὸς λέ‐ γουσι, χωρὶς τοῦ ι, ὡς κλαίω κλάω.] Αἰειγενέτῃσιν. ἐκ τοῦ αἰεὶ καὶ τοῦ γενέτης. [τὸ δὲ γενέτης ἐκ τοῦ γινῶ τὸ ὑπάρχω, γέγονε γενῶ, γενέτης, ἢ ἐκ τοῦ γεννῶ. τὰ διὰ τοῦ | |
15 | έτης ἀρσενικὰ βαρύτονα, εἴτε ἁπλᾶ εἴτε σύν‐ θετα, διὰ τοῦ ε ψιλοῦ γράφονται, οἷον μητιέ‐ της, λογοθέτης. πλὴν τοῦ εὐχαίτης, ὁ καλόθριξ, καὶ προσαίτης· τὸ δὲ εὐχέτης, ὁ εὐχόμενος, ψιλογραφεῖται.] | |
20 | Ἀΐδηλος. ἀφανής. [ἀείδελος δὲ, ὁ ἀεὶ δελεά‐ ζων, δίφθογγον.] Αἴθαλος καὶ αἰθάλειος. ὁ καπνός. Αἰσιομήτης. ὁ αἴσια βουλεύων. Αἰέλουρος. ζῶον τοῦτο· οὐκ ἔστι πλεονασμὸς, ἀλ‐ | |
25 | λὰ ἀντίθεσις· παρὰ γὰρ τὸ αἴολον καὶ τὴν οὐ‐ ρὰν ἐτυμολογεῖται αἰέλουρος· γράφεται δὲ καὶ αἴλουρος. Ἔλουρος δὲ ἔθνος· ψιλόν. | |
Αἰζήρ. κύριον. [αἰζηρός. ὁ νέος, ὁ ἀκμάζων.] | ||
alpha67 | Αἰγινίτης. τοπικὸν, ἀπὸ τῆς Αἰγαὶ πόλεως. Αἴαγρος. ζῶον. καὶ αἴγαγρος. Αἴαψος. ὁ ποικίλος. Αἰγίθαλος. πτηνὸν καὶ εἶδος βοτάνης. | |
5 | Ἀϊδίφρων. αἰσχυντηλός. Ἄϊδρις. ὁ ἄπειρος, καὶ κλίνεται ἀΐδρεως. Αἴεσχος. ὁ τῆς δάφνης κλάδος. ἔεσχος δὲ ὁ ἔσχατος. τὰ δύο ψιλά. Ἀΐστωρ. ὁ ἀμαθής. | |
10 | Αἰακίξ. εἶδος κύλικος ἢ κόρακος. Αἰήτης. κύριον. καὶ αἰήτειον ἔπος. Αἰθαλείδης. δῆμος ὁ τῆς Λεοντίδος. Αἴθαλος. κύριον καὶ τόπος. Αἰθαλώδης. σκοτώδης. | |
15 | Αἰθήρ. ὁ ἐν ὕψει ἀὴρ, ὁ ἐπάνω τοῦ ἀέρος, καιό‐ μενος ἐκ τοῦ ἡλίου. παρὰ τὸ αἴθω αἰθήρ. πυ‐ ρώδης γὰρ ὁ τόπος ὁ ὑπεράνω τὸν αἰθέρα. καὶ λέγεται θηλυκὸν ὁ αἰθήρ. τὸ παράγωγον αἰ‐ θέριος. καὶ αἰθερία καὶ τῆς αἰθέρος, αἰθερί‐ | |
20 | της. ἀστροειδέα νῶτα διφρεύους’ αἰθέρος ἱερᾶς. | |
Αἴθικες. ὄνομα ἔθνους. | ||
alpha68 | Αἰθιολεύς. κύριον. Αἰθιοπεύς. ὁ ἀπὸ Αἰθιοπίας. [ἡ αἰτιατικὴ τῶν πληθυντικῶν Αἰθιοπῆας.] Αἰθίοψ. ὁ μέλας. | |
5 | Αἶθος. ὁ ἐκκαύστης· ὁ αἴθων καὶ καίων. παρὰ τὸ αἴθω τὸ καίω. [αἰθὸς δὲ ὁ αἰθόμενος καὶ καιόμενος.] Αἴθωνας. λαμπροὺς, πυροειδεῖς ἢ καυστικούς. Αἴθοπα. μέλανα, διάπυρον ἢ τὸν ποιοῦντα | |
10 | ἐρυθροὺς, ἢ τὸν καυστικὸν, ὡς τό· —αἴθοπα οἶνον. ἡ εὐθεῖα ὁ αἴθοψ. Αἴθων. ὁ βίαιος λιμός. [ἀπὸ τοῦ αἴθωνος ἡλίου τινός.] | |
15 | Αἰθονίδης. κύριον. Αἰθριαίνης· Αἴθριξ. ὀνόματα κύρια. [Αἴθριος. ὁ ὑπὸ τὸν αἰθέρα.] [Αἴθριππος. παχύς.] [Αἰθρηγενέτης.] | |
20 | [Αἰκανός. ὄνομα ὄρους.] | |
[Αἰκίστριος· Αἶκλος. ὀνόματα κύρια.] | ||
alpha69 | Αἰκοῦλοι. ἔθνος. Αἰκόλος. κύριον, καὶ ὄνομα ὄρους. Αἰλιανός· Αἴλιος. κύρια. Αἴλινος. ὁ θρῆνος, ἢ ὀδυρτικὴ καὶ θρηνητικὴ | |
5 | αὐδή. Αἴλιος. ὁ σύγγαμβρος. καὶ εἶδος βοτάνης. Αἵμους. τοὺς δρόσους λέγει ὁ Αἰσχύλος. Αἱμύλος. ὁ ἀπατεών. [παρὰ τὸ δαίω, τὸ μανθά‐ νω, δαίμων, ἀποβολῇ τοῦ δ, αἵμων.] *Αἵμονα | |
10 | θήρης. εἰδήμονα.* ὑποκοριστικὸν ἐκ τοῦ αἵ‐ μων αἱμύλος, οὗ τὸ κτητικὸν αἱμύλιος. Αἱματωπός. ὁ τοὺς ὦπας ᾑμαγμένους ἔχων. Αἰμιλιανός· Αἰμύλιος. κύρια. Αἱμοβόρος. ὁ ἐσθίων καὶ πίνων αἷμα. | |
15 | Αἱμόνιος. κύριον. Αἱμοπότης καὶ αἱματοπότης. ὁ φονεύς. Αἰλάμ. ὁ βασιλέων πρόδρομος. Αἱμόῤῥους. γένος ἔχεος ἤτοι ὄφεως ἐν τοῖς πετρώ‐ δεσι χηραμοῖς ἔχων τὰς διατριβάς. | |
20 | Αἱμόῤῥους. καὶ ἡ αἱμόῤῥοιαν πάσχουσα. Αἰμύλος. ὁ κόλαξ. [τῶν μέν τινες αἰμύλων καὶ κομψῶν οἰήσονταί με παίζειν.] Αἱμωπούς. πλήρεις αἵματος ὀφθαλμούς. ἢ ἀγρι‐ | |
ωπούς. [αἱμωποὺς ἐστυφέλιξε λύκους.] | ||
alpha70 | Αἰνάρετος καὶ ἀναρετής. ὁ ἐπὶ κακῷ τὴν ἀρε‐ τὴν κεκτημένος. Αἰνέας· Αἰνείας· [Αἴνιος· Αἴνικος.] ὀνόματα κύρια. Αἰνιᾶνες. ἔθνος. | |
5 | Αἰνόμορος. κακοθάνατος. Αἶνος. ὁ ἔπαινος. παρὰ τὸ ἰαίνω τὸ τέρπω, καὶ διαχέω τὴν ψυχὴν, ἴαινος καὶ αἶνος. νῦν δ’ αἶνον ἐρέω—. Αἰνός. ὁ φοβερὸς καὶ ὁ χαλεπός. ἀφ’ οὗ αἰνόθεν. | |
10 | Αἰνῶς καὶ αἰνότατος. παρὰ τὸ δεινὸς, τροπῇ τοῦ ε εἰς α, καὶ ἀποβολῇ τοῦ δ, αἰνός. σημαίνει δὲ καὶ τὸ λίαν. αἰνῶς ἀκτίνεσσιν ἐοικότες ἠελίοιο. Αἴνηθος. ὄρος. τὸ ἐθνικὸν Αἰνήθιος. | |
15 | Αἷμος. ὄνομα ὄρους. Αἰωλοπώλους. ταχυπώλους, ἢ τοὺς ποικίλως ἱππαζομένους. γίνεται αἰόλλω, ὃ σημαίνει τὸ κινῶ, καὶ τοῦ πῶλος· τοῦτο παρὰ τὸ ἐν τῇ πόᾳ ἐνάλλεσθαι, πόαλος καὶ πῶλος, προπερισπω‐ | |
20 | μένως. ἐπειδὴ τὰ εἰς ος δισσύλλαβα προπερι‐ σπώμενα ἐν τῇ συνθέσει προπαροξύνονται. οἷον· οἶκος, ἄοικος· κοῦρος, ἐπίκουρος. οὕτω καὶ πῶ‐ λος αἰωλόπωλος. Αἰολεῖς. οἱ περὶ Σικελίαν. Ὀρέστης κατὰ χρησμὸν | |
25 | συνήθροισε πολλοὺς τοὺς ὠνομασμένους Αἰολεῖς. | |
alpha71 | ἀπὸ τοῦ οὖν ἀολλίζω τὸ συναθροίζω Αἰολεῖς διὰ τὸ ἐκ πολλῶν ἐθνῶν συνηθροῖσθαι. Αἰόλιος. ὄνομα κύριον. [αἰόλος, ὁ ποικίλος, καὶ ὄνομα κύριον, καὶ] ἢ καὶ ὁ εὐκίνητος, ἢ ὁ τα‐ | |
5 | χύς. παρὰ τὸ τὴν ἄελλαν καὶ τὴν πνοὴν, ἥτις ἀπὸ τοῦ ἄειν καὶ πνέειν ἄελλα λέγεται. Αἰολομίτρης. ὁ ποικίλην μίτραν ἔχων. Αἴθριος. ὁ ὑπὸ τὸν αἰθέρα. Αἴθριππος. ὁ ταχύς. | |
10 | Αἰθρηγενέτης. ὁ βορέας. Αἰκανός. ὄνομα ὄρους. Αἰκίστριος· Αἶκλος. ὀνόματα κύρια. Αἰών. νωτιαῖος μυελὸς, καὶ ὁ χρόνος. καὶ ἡ ζωὴ καὶ ὁ βίος. Σοφοκλῆς· | |
15 | ὡς οὐκ ἂν αἰῶν’ ἐκμάθῃς βροτῶν. Αἰωνάριος. ὁ Ἰάννου ἅγιος μήν. οὕτως ἑρμηνεῦ‐ σαι αὐτὸν Λογγῖνος βιάζεται, ὡσανεὶ αἰῶνος πατέρα. Αἰξωνεύς. ὁ βλάσφημος· βλάσφημοι γὰρ κωμῳ‐ | |
20 | δοῦνται οἱ Αἰξωνεῖς. Αἰπόλος. ὁ αἰγονόμος· παρὰ τὸ αἰπὰ, ὅ ἐστιν ὑψηλοῖς τόποις, περιπολεῖν· χαίρουσι γὰρ τοῖς ὑψηλοῖς. καὶ αἰπὸν τὸ ἀκρωτήριον ἐπὶ ἀρσενι‐ κοῦ. ἡ εὐθεῖα ὁ αἰπός. οἶμαι δὲ, ὅτι ἐστὶ καὶ | |
25 | αἶπος τὸ ὕψος ἐπὶ οὐδετέρου. | |
alpha72 | Αἰπύς. ὁ ὀλέθριος καὶ ὁ χαλεπός. καὶ αἰπὺ ἐπὶ οὐδετέρου, ὅ ἐστι δυσχερὲς, ὑψηλὸν, μέγα. Αἰρέσιος. κύριον. Αἰρεσιέων. ὄνομα ἔθνους. καὶ Αἰρεσιεύς. | |
5 | Αἱρετικός. ὁ τὸ ψεῦδος τῆς ἀληθείας προτιμῶν. Αἴσακος. ὁ κλάδος τῆς δάφνης· ὃν κατέχοντες οἱ Ἕλληνες ὕμνουν τοὺς θεοὺς αὐτῶν. Αἴσηπος. ποταμὸς Λυκίας. Αἰσήποιο ῥοαῖς—. | |
10 | Αἴσιμος. προσήκων, δίκαιος. ὥσπερ ἀπὸ τοῦ σπο‐ ρὰ σπόριμος, οὕτως καὶ παρὰ τὸ αἶσα αἴσιμος. ὅθεν καὶ αἰσιμία. αἴσιμος δὲ καὶ ὁ χωλὸς καὶ ὁ ἄτιμος καὶ ὁ ἀμαθής. Ἀριστοφάνης· τὸ δὲ κοινὸν ὥσπερ αἴσιμος κυλίνδεται. | |
15 | Αἴσιος. ὁ καθήκων καὶ ἀληθής. Αἰσυμνητήρ. ὁ βασιλεὺς ὁ τὸ καθῆκον νέμων· ὁ ἀγωνοθέτης, ὁ βραβευτής. ἢ αἰσυμενεστὴρ, ὁ ἐν τῷ καθήκοντι μένων. [οἱ δὲ παρὰ τὸ αἰσυ‐ μνᾷν, τουτέστι τῶν αἰσίων μνήμην ποιεῖσθαι. ἢ | |
20 | αἰσιομήτης ὁ αἴσια βουλεύων. ὁ γὰρ τύραννος τοὐναντίον.] Αἰσχρός. παρὰ τὸ αἶσχος· τοῦτο παρὰ τοῦ ἴσχειν τοὺς λαμβάνοντας αὐτό. Αἰσχύλος. κύριον, παρὰ τὸ αἶσχος Αἰσχύλος, | |
25 | ὡς σιμὸς, Σιμύλος. Αἰσούρ. κύριον. | |
Αἴστωρ. ὁ ἁγνὸς, ἢ ὁ φονεύς. | ||
alpha73 | Αἰσυάταο. τοῦ Αἰσυήτου. Αἰσυητῆρι. χοιροβοσκῷ. Αἰσύφηλος. ὁ δειλὸς ἢ ὁ ψεύστης. Αἴσυμνος· Αἰσχίνης. ὀνόματα κύρια. | |
5 | Αἰσχίους ἄνδρας. ἀμόρφους. Αἰσχρίων. Μιτυληναῖος, ἐποποιός. Αἴτιος. ὁ πρόξενος. ἐκ τοῦ αἰτῶ αἴτιος· τῷ τι, ι, ὡς τὸ ἄρκιος· ἢ παρὰ τὸ ἄτη, αἴτιος. Αἰστῶν. ὁ κατατήξας. | |
10 | Αἰτναῖοι κάνθαροι. οἱ μεγάλοι. Αἰτωλοί. οἱ ἀπὸ Ἰταλίας· οἱ τὴν Καλυδόνα κατ‐ οικοῦντες. Αἰφηρητιάδαο. ἀπὸ τοῦ Φέρης, Φέρητος, γίνε‐ ται Φερητίδης, καὶ πλεονασμῷ τοῦ α, καὶ τρο‐ | |
15 | πῇ τοῦ ε εἰς η Φηρητιάδης. Αἰτήσιος. ὁ αἰτῶν. Αἰτηταί. οἱ παρά τινος τὶ αἰτοῦντες. [οἱ δὲ Ῥόδιοι τῷ Περσεῖ οὐκ αἰτηταὶ τῆς εἰρήνης μᾶλλον ἢ δόται ὄντες.] | |
20 | Αἰτώλιος. ὁ ἀπὸ Αἰτωλίας. Αἰχμητής. μαχητὴς, πολεμικός. Αἰψηρός. ταχὺς, ἀπὸ τοῦ ψαίρειν, ὃ σημαίνει τὸ ταχύνειν. Ἀϊδνός. ὁ ἀφανής. εἴδω τὸ βλέπω, ἢ τὸ γινώσκω. | |
25 | ὄνομα ἰδνὸς, καὶ μετὰ τοῦ στερητικοῦ α ἀϊδνὸς, | |
ὡς στίλβω στιλπνός. ἐξ οὗ καὶ Ἀϊδωνεὺς ὁ ᾅδης, | ||
alpha74 | εἰς ὃν οὐκ ἔστιν ἰδεῖν. [ἐκ τοῦ ἄϊδνος γίνεται ἀϊδνόδηλος καὶ κατὰ συγκοπὴν ἀΐδηλος. ἢ ἐκ τοῦ ἀΐδης, ἀΐδου, γίνεται ἀϊδανὸς καὶ ἐν συγ‐ κοπῇ ἀϊδνός.] | |
5 | Ἀΐδης. ὁ ᾅδης, καὶ κλίνεται τοῦ ἀΐδου, ἡ δοτικὴ τῷ ἀΐδῃ καὶ κατὰ πλεονασμὸν ἄϊδι. [ἢ παρὰ τὸ εἴδω τὸ βλέπω, ὁ μέλλων εἴσω. καὶ ὄνομα ῥηματικὸν ἲς, καὶ μετὰ τοῦ στερητικοῦ α ἄϊς, ἐν ᾧ οὐδὲν ἔστιν ὁρᾷν. ἡ γενικὴ ἄϊδος, καὶ ἡ | |
10 | δοτικὴ ἄϊδι.] Ἄϊδρις. ὁ ἄπειρος. εἴδω τὸ ἐπίσταμαι, ὁ μέλλων εἴσω. οἷον· εἴσομ’, αἴκε μ’ ὁ Τυδείδης— ὄνομα εἴδις, καὶ πλεονασμῷ τοῦ ρ καὶ ἀποβολῇ | |
15 | τοῦ ε ἴδρις· ἡ γενικὴ ἀΐδρεως, ἀΐδρεϊ καὶ ἀΐδρει. καὶ ἀϊδρεία, ἡ ἀπειρία, παρὰ τὸ ἴδρις, ἄϊδρος. Ἄϊστος. εἰ μὲν σημαίνει τὸν ἀφανῆ, ἔστιν ἀπὸ τοῦ εἴδω τὸ βλέπω, ὁ μέλλων εἴσω, ὁ παρακεί‐ μενος εἶκα, ὁ παθητικὸς εἶμαι, καὶ ἐκ τοῦ | |
20 | τρίτου προσώπου ἰστὸς καὶ ἄϊστος. εἰ δὲ σημαί‐ νει τὸ ἄγνωστον, ἀπὸ τοῦ εἴδω τὸ γινώσκω. ὁμοίως ἐκ τούτων καὶ τὸ ἀϊστῶσαι. Ἀΐτης. ὁ ἐρώμενος καὶ ὁρμητικὸς, παρὰ τὸ ἀΐειν, ὅ ἐστι πνέειν· ὁ εἰς πνεῦμα τὸν ἔρωτα τῷ | |
25 | ἐραστῇ. [ἢ παρὰ τὸ ἀΐσσω τὸ ὁρμῶ. ἢ ὁμοΐτης | |
τίς ἐστιν, ὁ ἅμα τινὶ ἰὼν καὶ ὁμοῦ πορευόμενος. | ||
alpha75 | ὡς ἄλοχος ἡ ὁμόλεχος. γράφεται διὰ τοῦ ι τῷ χαρακτῆρι τῶν διὰ τοῦ ιτης. οἷον πολίτης.] Ἀΐδιος. ὁ ἀεὶ διὼν, ὁ μηδέποτε ἀρξάμενος μὴ δὲ λήγων. τὰ παρὰ τὸ ἀεὶ σύνθετα δίφθογγον | |
5 | ἔχουσι, οἷον· ἀείμνηστος, ἀείφρουρος, πλὴν τοῦ ἀΐδιος. δώδεκα δὲ φωναὶ εἰσὶ τοῦ ἀεί· ἔστι γὰρ ἀεὶ καὶ αἰὲν, καὶ αἰὲς, καὶ ἄει· αἰεί· αἰῒν καὶ ἄϊν καὶ ἀῒ, ἐξ οὗ τὸ ἀΐδιος· καὶ ἀεὶ καὶ ἀὲ καὶ ἀές. | |
10 | Αἰγίλοψ. κόρης πάθος. Αἰνείας. κύριον. παρὰ τὸ αἶνος, ὃ σημαίνει τὸν ἔπαινον, γίνεται Αἰνέας, καὶ πλεονασμῷ τοῦ ι Αἰνείας. τὸ δὲ αἶνος παρὰ τὸ ἰαίνω τὸ εὐφραίνο‐ μαι· γίνεται ἴαινος, καὶ ἀποβολῇ τοῦ ι αἶνος. | |
15t | (Θηλυκόν.) | |
16 | Αἰανή. πόλις Μακεδονίας· ἀπὸ Αἰανοῦ τοῦ παι‐ δὸς Ἰλύμαντος, τοῦ βασιλέως Τυῤῥηνῶν. τὸ ἐθνικὸν Αἰαναῖος. [ἰχναῖος γὰρ λέγεται, καὶ | |
Ἐδεσσαῖος, καὶ Βεῤῥοιαῖος.] | ||
alpha76 | Αἰανή. ἡ σκοτεινὴ, ἢ θρηνητική· ἀπὸ τοῦ αἰάζω τὸ θρηνῶ. Σοφοκλῆς· νυκτὸς αἰανῆς κύκλος— Αἶα. ἡ γῆ. παρὰ τὸ γαῖα αἶα, ἀποβολῇ τοῦ γ. | |
5 | Αἴβουρα. πόλις Ἰβηρίας. [ὁ πολίτης Αἰβουραῖος, ὡς ἄρουρα ἀρουραῖος, Κόλουρα Κολουραῖος. πό‐ λις δέ ἐστι περὶ τὴν Πριήνην.] Αἰβάλη. ἡ θύρα. Αἰγηΐς. φυλὴ ἀπὸ Αἰγέως· οἱ φυλίται Αἰγεῖδαι. | |
10 | καὶ Αἰγεῖα θάλασσα. Αἰγιάλια· Αἰγιάλη. ὀνόματα κύρια. Αἰγίβολος γῆ. ἐγὼ δὲ λέγω αἰγίνομος, αἰγί‐ βοσκος. ἡ ἐπιτηδεία αἶγας βόσκειν. Αἰγιαλία. δῆμος Ἀντιοχείας. ὁ δημότης Αἰγια‐ | |
15 | λεύς. Αἰγιμιώ. ὄνομα πόλεως. Αἴγινα. νῆσος, μία τῶν Κυκλάδων. καὶ Αἰγιναῖα ναῦς, ἡ ἀπὸ Αἰγίνης. Αἰγίς. ἣν Λίβυες φοροῦσι δορὰν, καὶ τὸ ἐκ στεμ‐ | |
20 | μάτων πλέγμα, καὶ τὸ διὰ στεμμάτων πεπλεγ‐ | |
alpha77 | μένον δίκτυον. οὕτως Λυκοῦργος· καὶ Ἡρόδο‐ τος· ἡ δὲ ἱέρεια Ἀθήνῃσι, τὴν ἱερὰν αἰγίδα φέ‐ ρουσα, τοὺς νεογάμους εἰσήρχετο. αἰγὶς καὶ ὁ θώραξ. καὶ ἡ ἐν ταῖς πεύκαις οὐλότης. Νυμφό‐ | |
5 | δωρος δὲ ταῦτα ὑπὸ Λιβύων αἰγέας φησὶ καλεῖ‐ σθαι. αἰγὶς ὅπλον Διὸς, Ἡφαιστότευκτον. [οὐχ, ὥς τινες φασὶν, ἀπὸ τῆς Ἀμαλθείας αἰγὸς τῆς ἀναθρεψάσης τὸν Δία, ἀλλ’ ἀπὸ τοῦ τὰς συ‐ στροφὰς τῶν ἀνέμων ποιεῖν κινουμένας αἰγίδας | |
10 | καὶ καταιγίδας· τὸ δὲ αἰγὶς ἀπὸ τοῦ ἀΐσσω τὸ ὁρμῶ.] Αἰγανέα. ἀκόντιον μικρὸν, ἀπὸ τοῦ ἄγαν νεῖσθαι, ὅ ἐστι πορεύεσθαι. [ἢ ἀπὸ τοῦ ἄγαν ἵεσθαι, ἢ διὰ τὰς αἶγας. ἐπ’ αὐτὰς γὰρ μάλιστα ἵεται. | |
15 | ἢ διὰ τὸ εὐθετεῖν αὐτὸ εἰς αἰγῶν ἄγραν.] Αἰγίλιψ. πόλις Κεφαληνίας. λέγεται καὶ ἡ ὑψη‐ λὴ καὶ δύσβατος πέτρα, ἣν καὶ αἶγες ἀπο‐ λείπουσι. παρὰ τὸ λείπω, λείψω, λεὶψ, καὶ ἀποβολῇ τοῦ ε, λὶψ, καὶ ἐν συνθέσει μετὰ τοῦ | |
20 | αἶξ, αἰγίλιψ. Αἰγαί. πόλις Κιλικίας. ἔστι καὶ Μακεδονίας καὶ Αἰτωλίας καὶ Εὐβοίας. τὸ ἐθνικὸν, ἀπὸ μὲν δισ‐ συλλάβου Αἰγαῖος, ἀπὸ δὲ τρισσυλλάβου Αἰ‐ γαιάτης. καὶ Αἰγαῖον πέλαγος. | |
25 | Αἴγλη. αὐγή· λαμπηδών· ἢ βόλος κυβευτικός. δηλοῖ δὲ καὶ ποπάνου εἶδος, καὶ θυσίαν. καὶ ἡ σελήνη οὕτως καλεῖται. καὶ ὁ Ἀσκληπιός. Αἰγώνη καὶ Αἰγωνίεια. ὀνόματα πόλεων. Αἴγινα. νῆσος. ὁ πολίτης Αἰγινεὺς, ἢ Αἰγινίτης. | |
30 | [ὁ δὲ τοῦ Αἰγινήτου φόρτος. ἢ δοῦλος Αἰγινη‐ τικός. ὡς τὸ, Ῥόδιος, Ῥοδιακός.] Αἴγυπτος. ἀπὸ Αἰγύπτου βασιλέως τοῦ Βήλου, | |
ἢ ἀπὸ Αἰγύπτου τοῦ Νείλου. ἢ Αἴγυπτος αἰ‐ | ||
alpha78 | γίποτος, διὰ τὸ αἶγας πίονας ἔχειν. σημείωσαι, ὅτι ἐν τεσσαράκοντα ἡμέραις γεγόνασιν αἱ κατ’ Αἴγυπτον πληγαί. Αἰγλήεντα. λαμπρόν. | |
5 | Αἰαία. ὄνομα νήσου. Αἰδώς. αἰσχύνη ἢ εὐλάβεια, ἢ φόβος. Αἰδοσύνη. ἐπὶ τῶν ἀποκεκρυμμένων καὶ ἀφα‐ νῶν καὶ λανθάνειν βουλομένων. Αἰθάλη. σποδὸς, τέφρα. τὸ ἐκ καμίνου μέλαν. | |
10 | ἢ εἶδος καπνοῦ πεπυκνωμένου. καὶ ὁ κονιορτός. ἐκέλευσε τὰ ταμιεῖα τῆς αἰθάλης μαχαιριδίοις διατιτρᾷν, ὅ ἐστι διατορεῖν, διατρυπεῖν, δια‐ κόπτειν. γίνεται δὲ ἀπὸ τοῦ αἴθω τὸ καίω. Αἰθαλοκομπίαις. καπνοῖς καὶ ψευδολογίαις. | |
15 | Αἴθη. ὄνομα θηλείας ἵππου. καὶ Ὅμηρος· [Αἴ‐ θην τὴν Ἀγαμεμνονέην.] Αἰθήρ. ἀστεροειδέα νῶτα διφρεύους’ αἰθέρος ἱερᾶς. Αἰθιοπία. χώρα. | |
20 | Αἰθούσῃσι. στοαῖς ταῖς καταλαμπομέναις ὑπὸ τοῦ ἡλίου. ἢ αἴθουσα διὰ τὸ ἐν αὐτῷ χειμῶνι αἴθεσθαι. ἢ διὰ τὴν τοῦ ἡλίου βολήν. Αἰθάλη. ἐκαλεῖτο ἡ Λῆμνος· ἀπὸ τῶν ἀναδιδο‐ μένων αἰθαλῶν ἐκ τῶν Ἡφαίστου χαλκείων. τὸ | |
25 | ἐθνικὸν Αἰθαλίτης. [τὰ ἀπὸ [τῶν] εἰς λος βαρύτονα ὑπὲρ δύο συλλαβὰς ὄντα μὴ ἐθνικὰ, διὰ τῆς ει διφθόγγου γράφονται. οἷον αἴολος, ὁ κατάστικτος καὶ ποικίλος, αἰόλειος· αἴθω, αἴθαλος, αἰθάλειος· σημαίνει δὲ καὶ τὸν καπνόν· | |
30 | δαίδαλος, ὁ ποικίλος, δαιδαλεῖος· μεγάλειος, ὡς ἀπὸ τοῦ μεγάλεος βαρυτόνου. πρόσκειται διὰ | |
τὸ ὀμφαλὸς, ὀμφάλιος, μὴ ἐθνικόν.] | ||
alpha79 | Αἰθιόπιον. χώρα Λυδίας, ἀφ’ οὗ ἡ Ἄρτεμις Αἰ‐ θιοπία. Αἰθάλη. ἡ Χίος. Αἰθώ. ὄνομα πόλεως. | |
5 | Αἴθρη. ὄνομα κύριον. Αἰθρία. ἔξω ὑπὸ τὸν ἀέρα καὶ τὸ ὕπαιθρον καὶ τὴν εὐδίαν. Αἴθυα. ἡ ἴγδη καὶ ἡ θαλάσσιος ὄρνις. αἰθύης ὑπὸ πτερύγεσσιν ἔλυσε πείσματα νηός. αἱ | |
10 | γὰρ αἴθυαι ὅταν δύνωσι, κάκιστος οἰωνὸς ὑπάρ‐ χει τοῖς πλέουσι. τινὲς δὲ τὴν αἰτίαν λέγουσιν, ὅτι γαλήνης οὔσης οὐ τολμᾷ προϊέναι φοβου‐ μένη τὰ θαλάσσια ζῶα, χειμῶνα δὲ προορω‐ μένη προέρχεται, τῶν ἄλλων ζώων ἐν ταῖς κα‐ | |
15 | ταδύσεσιν ὄντων. Αἰθόλικας. τὰς περὶ τὴν ἐπιφάνειαν φλυ‐ κτίδας. Ἀϊκάς. ἐκ τοῦ ἀϊκὴ ὀξυτόνου, ἀϊκὰς, ὡς ἰωκὴ, ἰω‐ κάς. τὸ δὲ ἰωκὴ ἀπὸ τοῦ ἀΐσσω τὸ ὁρμῶ. ἀπὸ | |
20 | δὲ τοῦ ἄϊξ δισσύλλαβον ἄϊκας. ἄϊκες δὲ αἱ ἐν τῷ πολέμῳ κλίσεις ἐφ’ ἑκάτερα. καὶ τοῦτο δὲ ἀπὸ τοῦ ἀΐσσω τὸ ὁρμῶ. ἄϊκες, αἱ ὁρμαὶ, διὰ τοῦ ι. καὶ γὰρ πολλάκις ὁ μέλλων ἀποβάλ‐ λων τὸ ω ἀποτελεῖ ὄνομα. [ἀΐσσω, ἀΐξω, ἄϊξ. | |
25 | ἄλλως· τὰ εἰς ξ λήγοντα ὀνόματα ἀποστρέ‐ φονται τὴν ει. τέττιξ, πέρδιξ. οὕτω καὶ ἄϊξ. πρόσκειται τῇ ει διφθόγγῳ, διὰ τὸ γλαῦξ καὶ Θρᾷξ καὶ αἶξ.] | |
Ἀϊτίας. ἐρωτικὰς χορδὰς σημαίνει. | ||
alpha80 | Αἰκία. ὕβρις, μάστιξ, εἶδος δίκης ἰδιωτικῆς, ἐπὶ πληγαῖς λαγχανομένης, ἧς τὸ τίμημα ἐν τοῖς νό‐ μοις οὐκ ἔστιν ὡρισμένον, ἀλλ’ ὁ μὲν κατή‐ γορος τίμημα ἐπιγράφεται, ὁπόσου δοκεῖ εἶναι | |
5 | ἄξιον τὸ ἀδίκημα, οἱ δὲ δικασταὶ ἐπικρίνουσι. Αἰκίστρια. ἡ αἰκίζουσα. Αἴλινος. αὐδὴ ὀδυρτικὴ, [καὶ] θρηνητική. Αἰκία. ὕβρις. διαφέρει ὕβρεως αἰκία. αἰκία μὲν γὰρ κατὰ τῶν πληγῶν, ὕβρις δὲ ἄνευ πλη‐ | |
10 | γῶν· ἡ μετὰ προπηλακισμοῦ καὶ ἐπιβουλῆς. Αἰλία. πόλις Παλαιστίνης, ἡ πάλαι Ἱεροσόλυμα, ἀπὸ Αἰλίου Ἀδριανοῦ. ὁ πολίτης Αἰλιώτης. Αἱμασία. τὸ ἐκ χαλίκων ᾠκονομημένον τειχεῖον ἄνευ πηλοῦ. κυρίως δὲ ὁ ἠκανθωμένος φρα‐ | |
15 | γμός. [ἀπὸ τοῦ αἱμάττεσθαι τοὺς ὑπερβαί‐ νοντας. τὸ δὲ αἱμάττεσθαι συντάσσεται μετὰ πτώσεως αἰτιατικῆς.] Αἰμιλία· Αἰμονία. κύρια. Αἶνος. πόλις Θρᾴκης, ὁ πολίτης Αἰνίτης. | |
20 | Αἰνή. χαλεπὴ, δεινή. Αἴνη δὲ τὸ τῆς Σικελίας ὄρος. Αἴξ. παρὰ τὸ ἀΐσσω τὸ ὁρμῶ γίνεται ἄϊξ καὶ κατὰ συναίρεσιν αἴξ. ὅθεν Ὅμηρος ἴξαλον ταύ‐ την εἶπεν. | |
25 | Αἰξωνεία. ἡ βλασφημία. καὶ αἰξωνεύεσθαι τὸ κατηγορεῖν βλασφημοῦντος. μετῆκται δὲ ἀπὸ τῶν Αἰξωνέων· βλάσφημοι γὰρ κωμῳδοῦνται εἶ‐ | |
ναι οἱ Αἰξωνεῖς. | ||
alpha81 | Αἰξωνηΐς. δῆμος, φυλῆς Κεκροπίδος. Αἰξωνίδα τρίγλην. δοκοῦσαι αὗται κάλλισται εἶναι, καὶ τῶν ἄλλων διαφέρειν ταύτῃ. Αἰολομήτραν. ποικίλην ἔχουσα μήτρην· μίτρα | |
5 | δὲ ἡ πολεμικὴ ζώνη ἐστί. Αἰόλαν. πηδητικήν. [Ἀριστοφάνης· αἰόλαν χορείαν ἐφθεγξάμεθα βρεκεκεέξ.] σημαίνει καὶ σκοτεινήν. Αἰόλη νύξ. μέλαινα ἢ ποικίλη διὰ τὰ ἄστρα. | |
10 | Αἴπεια. ὄνομα πόλεως. Αἰπεινή. ὑψηλή. Αἰπεινὴν ἐλάτην ἔρισε βάτος. Αἰπήεσσα. ὑψηλή. Αἰπεῖα. ὑψηλή. τὰ ἀπὸ τῶν εἰς υς διὰ τοῦ εῖα | |
15 | σχηματιζόμενα θηλυκὰ διὰ τῆς ει διφθόγγου γράφεται. οἷον· αἰπὺς, αἰπεῖα, ταχὺς, ταχεῖα, θῆλυς, θήλεια. ταῦτα δὲ τὰ εἰς υς, εἰ μὲν βα‐ ρύτονα, προπαροξύνουσι τὰ θηλυκὰ, οἷον θῆ‐ λυς, θήλεια, ἥμισυ, ἡμίσεια· εἰ δ’ ὀξύτονα, | |
20 | προπερισπῶσιν ἐκεῖνα, οἷον αἰπὺς, αἰπεῖα, χω‐ ρὶς τοῦ ἐλαχὺς, ἐλάχεια, ἡ μικρὰ, καὶ λιγὺς, λίγεια, ἡ ἡδεῖα. Αἵρεσις. ἡ περὶ πίστεως οὐκ ἀληθὴς δόξα, ἢ δόξα πλειόνων ἀνθρώπων πρὸς ἀλλήλους μὲν | |
25 | συμφωνούντων, πρὸς ἀλλήλους δὲ διαφωνούν‐ των. ἢ αἵρεσις ἐστὶν, ὡς μὲν εἰδοποιὸς, ποιό‐ της· ὡς δὲ συνεκτικὴ, δύναμις· ὡς δὲ συστατι‐ κὴ, ἰδιότης· ὡς δὲ ἀφορίζουσα, διαφορά· ὡς δὲ | |
ἐνδεικτικὴ, κίνησις· ὡς δὲ χαρακτηριστικὴ, ἐν‐ | ||
alpha82 | έργεια· ἢ αἵρεσις ἐστὶ καταστροφὴ, κατάλυσις. ἵνα σφίσι, τὸ λεγόμενον ἐξ ἄκρας, ἡ αἵρεσις γένηται. καὶ ἡ λόγῳ τινὶ κατὰ τὸ λεγόμε‐ νον ἀκολουθοῦσα, ἢ δοκοῦσα ἀκολουθεῖν. ἔστι | |
5 | δὲ αἵρεσις καὶ ἡ πρόκρισις ἀπὸ τοῦ αἱρῶ τὸ βουλεύομαι καὶ προκρίνω. Αἶρα. ἡ τοῦ σίτου· δίφθογγον. ἔρα δὲ ἡ γῆ· ψιλόν. Αἰσαλών. εἶδος ζώου. | |
10 | Αἶσα. ἡ μοῖρα. τὴν σὴν ἤθελον αἶσαν ἔχειν. [πα‐ ρὰ τὸ δαίω, τὸ μερίζω, ὁ μέλλων δήσω. ὡς βήσω βήσα, καὶ πείσω πεῖσα, ἡ πεισμονή· καὶ ἀποβολῇ τοῦ δ αἶσα, ἡ ἑκάστῳ μεμερι‐ σμένη. ἢ παρὰ τὸ ἀεὶ ἴσημι. ἡ μεταβαλλομένη· | |
15 | πᾶσι γὰρ ὁμοίως ἔπεισιν.] Αἰσιμία. ἡ μαντεία. Αἰσύμη καὶ Αἰσύμνη. πόλεις. Αἰσχύνη. ἡ τοῖς κατεγνωσμένοις ἐπιγινομένη αἰ‐ δώς. ἢ ἐπιτεταμένη αἰδώς. | |
20 | Αἰκάλη. ἡ ἀπάτη. Αἰμωδία. ἡ νάρκη. Αἴσθησις. πνεῦμα νοερὸν ἀπὸ τοῦ ἡγεμονικοῦ ἐπὶ τὰ ὄργανα πεμπόμενον, ἢ νοὸς γεῦσις ἀκριβὴς τῶν διακρινομένων, ἢ δύναμις τῆς ψυ‐ | |
25 | χῆς ἀντιληπτικὴ τῶν ὑλῶν ἤγουν διαγνωστι‐ κή. αἰσθήσεις δὲ εἰσὶ πέντε· ὁμοίως καὶ αἰ‐ σθητήρια πέντε· πρώτη αἴσθησις ὅρασις· αἰσθη‐ τήρια δὲ καὶ ὄργανα τῆς ὁράσεως τὰ ἐξ ἐγκε‐ | |
φάλου νεῦρα· καὶ οἱ ὀφθαλμοί. αἰσθάνεται μὲν | ||
alpha83 | ἡ ὄψις κατὰ πρῶτον λόγον τοῦ χρώματος· συνδιαγινώσκει δὲ τῷ χρώματι τὸ κεχρωσμέ‐ νον σῶμα, καὶ τὸ μέγεθος αὐτοῦ, καὶ τὸ σχῆ‐ μα, καὶ τὸν τόπον, ἔνθα ἔστι, καὶ τὸ διάστη‐ | |
5 | μα τὸ μεταξὺ, καὶ τὸν ἀριθμὸν, κίνησίν τε καὶ στάσιν, καὶ τὸ τραχὺ καὶ λεῖον, καὶ ὁμα‐ λὸν καὶ ἀνώμαλον, καὶ τὸ ὀξὺ καὶ ἀμβλύ· καὶ τὴν σύστασιν, εἴ τε ὑδατώδης ἐστὶν, εἴ τε γεώδης, ἤγουν ὑγρὰ ἢ ξηρά. δευτέρα αἴσθησίς | |
10 | ἐστιν ἀκοὴ τῶν φωνῶν καὶ τῶν ψόφων οὖσα αἰσθητική· διαγινώσκει δὲ αὐτῶν τὴν ὀξύτητα καὶ τὴν βαρύτητα, λειότητά τε καὶ τραχύ‐ τητα καὶ μέγεθος. ὄργανα δὲ αὐτῆς τὰ ἐξ ἐγκεφάλου μαλακὰ νεῦρα, καὶ τῶν ὠτῶν ἡ κα‐ | |
15 | τασκευή· μόνος δὲ ἄνθρωπος καὶ πίθηκος οὐ κινοῦσι τὰ ὦτα. τρίτη αἴσθησίς ἐστιν ὄσφρη‐ σις, ἥτις γίνεται μὲν διὰ τῶν ῥινῶν ἀναπεμ‐ πουσῶν τοὺς ἀτμοὺς ἐπὶ τὸν ἐγκέφαλον· περαί‐ νεται δὲ εἰς τὰ πέρατα τῶν ἐμπροσθίων κοιλίων | |
20 | τοῦ ἐγκεφάλου· αἰσθητικὴ γάρ ἐστι καὶ ἀντι‐ ληπτικὴ τῶν ἀτμῶν. ἡ γενικωτάτη διαφορὰ ἔστιν εὐωδία καὶ δυσωδία, καὶ τὸ μέσον τούτου, ὃ μήτε εὐῶδες ἐστὶ μήτε δυσῶδες. γίνεται μὲν εὐωδία, τῶν ὑγρῶν τῶν ἐν τοῖς σώμασιν ἀκρι‐ | |
25 | βῶς πεμφθέντων, μέση διάθεσις· κατὰ δὲ ἕτερον ἢ μηδ’ ὅλως πεμφθέντων ἡ δυσωδία γί‐ νεται. τετάρτη αἴσθησίς ἐστι γεῦσις· τῶν χυ‐ μῶν γάρ ἐστιν ἀντιληπτικὴ ἤγουν αἰσθητική· ὄργανα δὲ ταύτης ἡ γλῶσσα, καὶ ταύτης | |
30 | πλέον τὸ ἄκρον καὶ ἡ ὑπερῶα, ἣν καλοῦσι τινὲς οὐρανίσκον, ἐν οἷς ἐστι τὰ ἐξ ἐγκεφάλου φερό‐ μενα νεῦρα περιπλατυσμένα καὶ ἀπαγγέλλοντα τῷ ἡγεμονικῷ τὴν γενομένην ἀντίληψιν ἤγουν | |
αἴσθησιν. αἱ δὲ καλούμεναι γευστικαὶ ποιότητες | ||
alpha84 | τῶν χυμῶν εἰσὶν αὗται· γλυκύτης· δριμύτης· στρυφνότης· αὐστηρότης· πικρότης· ἁλμυρότης· γλισχρότης· τούτων γάρ ἐστιν ἡ γεῦσις διαγνω‐ στική. τὸ δὲ ὕδωρ ἄποσόν ἐστι κατὰ ταύτας | |
5 | τὰς ποιότητας, οὐδεμίαν γὰρ αὐτῶν ἔχει. ἡ δὲ στρυφνότης ἐπίτασίς ἐστι καὶ πλεονασμὸς τῆς αὐστηρότητος. πέμπτη αἴσθησίς ἐστιν ἁφὴ, ἥτις καὶ κοινή ἐστι πάντων τῶν ζώων· γίνεται δὲ ἐκ τῶν ἀπὸ τοῦ ἐγκεφάλου πεμπομένων νεύ‐ | |
10 | ρων εἰς ὅλον τὸ σῶμα. ἀλλὰ καὶ τὰ λοιπὰ αἰσθη‐ τήρια τὴν τῆς ἁφῆς ἔχουσιν αἴσθησιν. ὑπόκειν‐ ται δὲ τῇ ἁφῇ τὸ θερμὸν καὶ ψυχρὸν, τό τε μαλακὸν καὶ γλίσχρον καὶ σκληρὸν, βαρύ τε καὶ κοῦφον· διὰ μόνης γὰρ τῆς ἁφῆς ταῦτα γινώσκε‐ | |
15 | ται· κοινὰ δὲ ἁφῆς καὶ ὄψεως τό τε τραχὺ καὶ λεῖον, ξηρὸν καὶ ὑγρὸν, παχύ τε καὶ λεπτὸν, ἄνω τε καὶ κάτω, καὶ ὁ τόπος, καὶ τὸ μέγεθος, ὅταν εἴη τοιοῦτος, ὡς κατὰ μίαν προσβολὴν τῆς ἁφῆς περιλαμβάνεσθαι, καὶ τὸ πυκνὸν καὶ τὸ μα‐ | |
20 | νὸν, ἤγουν ἀραιὸν, καὶ τὸ στρογγύλον, ὅταν εἴη μικρὸν, καὶ ἄλλα τινὰ σχήματα· ὁμοίως δὲ καὶ τοῦ πλησιάζοντος σώματος. αἰσθάνεται οὖν τῇ μνήμῃ τε καὶ τῇ διανοίᾳ· ὡσαύτως δὲ καὶ ἀρι‐ θμοῦ μέχρι δύο ἢ τριῶν, καὶ τούτων μικρῶν | |
25 | καὶ ῥαδίως περιλαμβανομένων. τούτων δὲ μᾶλ‐ λον τῆς ἁφῆς ἡ ὅρασις ἀντιλαμβάνεται. χρὴ δὲ γινώσκειν, ὡς ἕκαστον τῶν ἄλλων αἰσθητη‐ ρίων διπλοῦν ὁ δημιουργὸς κατεσκεύασεν, ἵνα τοῦ ἑνὸς βλαπτομένου τὸ ἕτερον ἀναπληροῖ τὴν | |
30 | χρείαν· δύο γὰρ ὀφθαλμοὺς, καὶ δύο ὦτα, καὶ δύο πόρους τῆς ῥινὸς, καὶ δύο γλώσσας· ἀλλ’ ἐν τοῖς μὲν τῶν ζώων διῃρημένας, ὡς ταῖς ὄφεσιν, ἐν τοῖς δὲ ἡνωμένας, ὡς ἐν τῷ ἀνθρώπῳ· τὴν | |
δὲ ἁφὴν ἐν ὅλῳ τῷ σώματι, πλὴν ὀστέων καὶ | ||
alpha85 | νεύρων, ὀνύχων τε καὶ κεράτων, τριχῶν καὶ τῶν ὁμοίων. ἰστέον δὲ καὶ τοῦτο, ὦ ἑταῖρε· ἡ μὲν ὄψις κατ’ εὐθείας γραμμὰς ὁρᾷ, ἡ δὲ ὄσφρησις καὶ ἀκοὴ οὐ κατ’ εὐθεῖαν μόνον, ἀλ‐ | |
5 | λὰ καὶ πανταχόθεν· ἡ δὲ ἁφὴ καὶ γεῦσις οὐ κατ’ εὐθεῖαν οὐδὲ πανταχόθεν γνωρίζουσιν, ἀλ‐ λὰ τότε μόνον, ὅταν αὐτοῖς πλησιάσωσι τοῖς ἰδίοις αἰσθητοῖς. Αἰσύμη. πόλις Θρᾴκης. ὁ πολίτης Αἰσυμαῖος, ὡς | |
10 | Δύμη, Δυμαῖος. Αἰχμαλωσία. παρὰ τὴν αἰχμὴν, τοῦτ’ ἔστι τὸ ξίφος, καὶ τὸ ἁλῶ, τὸ πορθῶ. [Αἰχμαί. αἱ ἐπιδορατίδες τῶν σιδηρῶν δοράτων, αἵτινες λόγχαι καλοῦνται. παρὰ τὸ ἀΐσσω, τὸ | |
15 | ὁρμῶ, ἢ παρὰ τὸ αἷμα χέειν ἀϊμὴ καὶ κράσει αἰμὴ, καὶ πλεονασμῷ τοῦ χ αἰχμή. καὶ αἰχ‐ μητάων, δωρικῶς.] Αἴτησις. παρὰ Ἀριστοτέλει αἴτησίς ἐστι τοῦ ἐναντίου ἡ ἐν λόγοις παραγωγὴ, τὸ λαμβάνειν | |
20 | τι παρὰ τοῦ ἀποκριναμένου, καὶ μετὰ ταῦτα πειρᾶσθαι τὸ ἀντικείμενον αὐτῷ παρ’ αὐτοῦ λαμβάνειν, καὶ διὰ τούτου τοῦ τρόπου δεῖξαι τὴν ἀντιλογίαν τῶν ἀποκρίσεων. Αἰτναία πῶλος. ἀντὶ τοῦ μεγάλη. | |
25 | Αἰτναίας ἐπὶ πώλου βεβῶσαν. Αἴτνη. ὄρος ἐν Κατάνῃ τῆς Σικελίας, ἐν ᾗ τὸ | |
Αἰτναῖον πῦρ ἀναδίδοται. | ||
alpha86 | Αἰτωλία. χώρα, ἥτις ἐστὶν ἡ Καλυδών. Αἰτία. ἡ ἀρχὴ τῆς ἀρχῆς, ἤγουν ἡ πηγὴ καὶ ἡ ῥίζα. ἡ αἰτία καὶ ἡ πρόξενος. Αἰψηρήν. ἀντὶ τοῦ ταχεῖαν. | |
5 | —λύσαν δ’ ἀγορὴν αἰψηρήν— Αἶρα. παρὰ τὸ ῥαίω τὸ φθείρω γίνεται ῥαία καὶ ἐν ὑπερθέσει αἶρα. ἡ τὰ τυπτόμενα διαφθεί‐ ρουσα. Αἰώρα. ἀπὸ τοῦ αἴρω αἶρα, καὶ πλεονασμῷ τοῦ | |
10 | ω αἰώρα, ἡ κρεμάστρια. | |
11t | (Οὐδέτερον.) | |
12 | Αἴαγμα. ὁ θρῆνος. ἔαγμα δὲ τὸ σύντριμμα, ψι‐ λόν. Αἰγεῖον. τὸ τοῦ Αἰγέως μαντεῖον. αἰγεῖον, | |
15 | δέρμα αἰγὸς ἢ καὶ μέλος. Αἴγιον. πόλις, ἢ τόπος τῆς Ἀχαΐας. ὁ πολίτης Αἰγιεύς. Αἰγλήεντα. λαμπρὸν, καὶ ἐπὶ ἀρσενικοῦ. Αἰδέσιμον. καλὸν, ἢ λαμπρὸν, ἀξιοτίμητον. | |
20 | Αἰδοῖα. τὰ μόρια παρὰ τὸ τὴν αἰδῶ· γυμνῶσαι γὰρ ἢ ὀνομάσαι ταῦτα αἰδούμεθα. ἢ παρὰ τὸ ἀνοιδαίνειν ἐν τῇ συνουσίᾳ ὀργῶντα. ἔστιν οὖν οἰδοῖα, καὶ τροπῇ τοῦ ο εἰς α αἰδοῖα. Αἰθιόπιον. χωρίον τῆς Εὐβοίας. καὶ Αἰθυόπιον | |
25 | χωρίον Λυδίας. ἀφ’ οὗ ἡ Ἄρτεμις Αἰθιοπία. Αἰθαλόεν. κεκαυμένον. | |
Αἶθρον. τὸ καῦμα. | ||
alpha87 | Αἶθος. τὸ καῦμα, φλογμός. Αἴθυγμα. τὸ ὅρμημα. ὁ δὲ βασιλείαν ὠνειρο‐ πόλει· καὶ αἴθυγμα ἀμηγέπη, καὶ φαντασίαν τινὰ ἀπετέλει μοναρχίας. | |
5 | Αἴθυγμα. ἐπὶ πυρός. αἴθυγμα καὶ τὸ ὁμοίωμα. Αἶκνον. τὸ σύνδειπνον. Αἷμα. ἡ τελευταία τροφὴ τοῖς ἐναίμοις ζώοις. καὶ αἷμα τὸ γένος· ταύτης τοι γενεῆς καὶ αἵματος εὔχομαι εἶναι. | |
10 | καὶ τῶν ἐν ἡμῖν τεσσάρων χυμῶν τὸ καιριώτατον. Αἱματώεντα. τὸ αἱματώδη. Αἱμηρόν. πλῆρες αἵματος. Αἴμνιον. τὸ ἄγγος. Αἴνιγμα. διήγησις μὲν ὡσπερεὶ γεγονότος, μὴ γε‐ | |
15 | γονότος δὲ, μὴ γενέσθαι δυναμένου, σημαίνον‐ τος δέ· ὡς τό· εἶπε τὰ ξύλα χρίσαι ἐφ’ ἑαυτοῖς βασιλέα. ἐκ τοῦ αἰνὸς, ὃ σημαίνει τὸ δεινὸν καὶ φοβερόν. Αἰνίγματα. τὰ ζητήματα. | |
20 | Αἰνικτά. ἄγνωστα, κεκρυμμένα. ὡς πάνταγ’ αἰ‐ νικτὰ καὶ ἀσαφῆ μοι λέγεις. Αἴνιον. πόλις. καὶ Αἰνίους. Αἰπόλια. αἰγονόμια. Αἰπύ. δυσχερὲς, ὑψηλὸν, μέγα. | |
25 | Αἶπος. τὸ ὕψος. Αἰπόν. τὸ ἀκρωτήριον. | |
Αἰρόπινον. τὸ κόσκινον, ἐν ᾧ οἱ πυροὶ σήθονται, | ||
alpha88 | ὑπὲρ τοῦ τὰς αἴρας διελθεῖν. λέγεται δὲ καὶ τὸ σκοτεινόν. Αἱρετόν. τὸ ἐπιθυμητόν· τὸ καλόν· τὸ ἡδύ· τὸ συμφέρον. | |
5 | Αἱρετώτερον. τὸ προκριτώτερον. οὐκ ἐκ τοῦ πα‐ ραλλήλου κεῖται τὸ αἱρετώτερον τοῦ βελτίονος, ἀλλ’ ἐπὶ πλεῖον τὸ βέλτιον τοῦ αἱρετωτέρου. τὸ μὲν γὰρ αἱρετώτερον ἐν τοῖς αἱρετοῖς, καὶ μό‐ νοις· τὸ δὲ βέλτιον καὶ ἐν ἄλλοις. καὶ γὰρ ἐν | |
10 | θεωρητικοῖς καὶ φυσικοῖς καὶ λογικοῖς ἡ ζήτη‐ σις ἡ τοῦ βελτίονος. ὁ γὰρ ζητῶν, ποτέρα βελ‐ τίων οὐσία, ἡ κινουμένη ἢ ἡ ἀκίνητος, φυσικὸν μεταχειρίζεται πρόβλημα· λογικὸς δὲ ὁ ζητῶν, βέλτιον πότερον, ἐπαγωγὴ ἢ συλλογισμός· θεω‐ | |
15 | ρητικὸς δὲ ζητῶν, πότερον ἡ φρόνησις πρακτι‐ κωτάτη ἢ θεωρητική. Αἴσια. δίκαια, γνήσια, δεξιά. Αἴσυλα. ἁμαρτωλὰ, ἄδικα, παράνομα, ἀπρεπῆ. —αἴσυλα ῥέζεις. | |
20 | Αἴσιμα. τὰ προσήκοντα, παρὰ τὴν αἶσαν· ἐνίο‐ τε δὲ καὶ τὰ καθήκοντα ἢ τὰ ἀγαθά· ἔστιν ὅτε καὶ τὰ εἱμαρμένα. Αἴτημα. ζήτημα, καὶ ἡ ἐπιθυμία. Δαβίδ· καὶ ἔδωκεν αὐτοῖς τὸ αἴτημα αὐτῶν. | |
25 | Αἴτιον. ἐξ οὗ γίνεταί τι, καὶ δι’ οὗ, καὶ ἐν ᾧ. ἰστέον, ὅτι τὸ αἴτιον ἑπταχῶς· ποιητικὸν αἴτιον, | |
ὡς ὁ τέκτων τῆς κλίνης· τελικὸν αἴτιον, ὡς ἡ | ||
alpha89 | ἀνάπαυσις, δι’ ἣν ἡ κλίσις· ὄργανον αἴτιον, ὡς τὸ σκέπαρνον καὶ ὀπρίων, δι’ ὧν ἡ κλίσις· ὑλι‐ κὸν αἴτιον, ὡς τὸ ξύλον, ἐξ οὗ ἡ σκευαζομένη κατὰ διάνοιαν καὶ εἰδοποιουμένη διαμόρφωσις· | |
5 | παραδειγματικὸν αἴτιον, ὡς ἡ ἑτέρα κλίνη, πρὸς ἣν ἰδὼν ὁ τεχνίτης τὴν εἰς ἔργον αὐτῷ προσκει‐ μένην ἐδημιούργησε· φυσικὸν αἴτιον, ὡς πατὴρ τοῦ υἱοῦ, καθὸ καὶ μόνον ὁ θεὸς καὶ πατὴρ αἴτιος τοῦ μονογενοῦς εἶναι λέγεται· τῆς δὲ | |
10 | κτίσεως ποιητικὸν αἴτιον εἶναι λέγομεν τὸν θεόν. τελικὸν δὲ αἴτιον τὴν τῶν δημιουργηθέν‐ των εὐεργεσίαν καὶ τὴν περὶ αὐτὰ ἀγαθότητα· εἰδικὸν δὲ αἴτιον τὴν ἐν αὐτῷ τῶν δημιουργημά‐ των γνῶσιν φαμὲν, ἣν ἐξ ἀϊδίου πρὸ αἰώνων | |
15 | ἔσχεν, οὐκ ἐς ὕστερον αὐτῷ ἐπιγενομένην, ἀλ‐ λὰ συνδιαιωνίζουσαν, καὶ συμπαρεκτεινομένην ἀείποτε. τὸ δὲ ὑλικὸν αἴτιον καὶ ὀργανικὸν καὶ παραδειγματικὸν πόῤῥω τῆς θείας καὶ ἀπειρο‐ δυνάμου φύσεως. Ἰστέον, ὅτι τετραχῶς τὰ αἴ‐ | |
20 | τια· ὡς ὕλη· ὡς εἶδος· ὡς τέλος, καὶ ὡς ποιη‐ τικόν· καὶ τῶν αἰτίων τὰ μὲν προκαταρκτικὰ, τὰ δὲ συνεργὰ, ἢ συναίτια, τὰ δὲ τελικά. Αἰτιῶδες. ψεῦδος, ὃ ἀπὸ ψεύδους ἄρχεται, ἢ μὴ εἰς ἀκόλουθον λήγει, ἢ ἔχει τῷ λήγοντι τὸ | |
25 | ἀρχόμενον ἀκόλουθον. οἷον· διότι νύξ ἐστι, Δίων περιπατεῖ. Αἰφνίδιον. τὸ ἐξαίφνης. παρὰ τὸ ἀφανὴς ἀφανί‐ διον καὶ ἐν συγκοπῇ αἰφνίδιον. Αἰψηρόν. τὸ ταχύ. | |
30 | Αἰσθητήρια. τὰ ὄργανα, ἤγουν τὰ μέλη, δι’ ὧν αἰσθανόμεθα, καὶ αἱ αἰσθήσεις τοῦ ἀνθρώπου, ἢ ἐν οἷς καθίδρυται ἡ αἴσθησις. Αἰσθητικόν. πᾶν ζῶον αἴσθησιν φόβου καὶ θα‐ νάτου ἔχον, ἢ αὐτὸ τὸ ζῶον τὸ κεκτημένον τὰς | |
35 | αἰσθήσεις. Αἰσθητά. τὰ ὁρώμενα, τὰ πεφυκότα ταῖς αἰσθή‐ | |
σεσιν ὑποπίπτειν, οἷον χρῶμα καὶ σχῆμα καὶ | ||
alpha90 | ὄγκος καὶ ποικιλότης, καὶ ἀντιτυπία καὶ μαλα‐ κότης, ψόφοι καὶ ἀτμοὶ καὶ χυμοὶ, λειότης, τραχύτης καὶ τὰ τοιαῦτα. Αἰσθανόμενον. ἔστι ζῶον ἀντιληπτικὸν κατὰ δύ‐ | |
5 | ναμιν φυσικὴν τῶν αἰσθητῶν. Ἀϊδώνια. τὰ τοῦ ᾅδου θανάσιμα. Ἀΐδιον. τὸ ἀρχὴν μὲν ἔχον, τέλος δὲ μὴ ἔχον. ἔστι καὶ ἀΐδιον τὸ ἀρχὴν μὲν μὴ ἔχον, τέλος δὲ ἔχον. ἔστι δὲ ἀΐδιον τὸ μήτε ἀρχὴν μήτε | |
10 | τέλος ἔχον, ὥσπερ ὁ θεός. ἀΐδιον ἐστὶ τὸ μὴ ἑαυτὸ, ὃ ἐστὶ κατ’ οὐσίαν, νοηθῆναι δυνάμενον. ἀΐδιον δὲ λέγεται τὸ ἀεὶ διόν· ἤγουν τὸ μηδέπο‐ τε ἀρξάμενον, μὴ δὲ λῆγον. οὐ πᾶν γὰρ ἀτε‐ λεύτητον πάντως καὶ ἄναρχον· οἱ γὰρ ἄγγελοι | |
15 | καὶ αἱ ψυχαὶ ἀρχὴν μὲν ἔσχον τοῦ εἶναι, τέ‐ λος δὲ οὐκ ἔχουσι. ἀΐδιον οὐδὲν ἄλλο ἢ μόνον ἡ θεότης. Ἀϊδνόν. τὸ ἀφανές. Αἰσώπειον αἷμα. ἐπὶ τῶν ἀδίκως ἀναιρουμένων. | |
20 | οὐ γὰρ ἐνδίκως ἀπέκτειναν τὸν Αἴσωπον οἱ Δελ‐ φοί. Ἀΐδιον. τὸ διαιωνίζον, καὶ λῆξιν μηδαμῶς ἔχον. | |
23t | (Ῥῆμα.) | |
24 | Αἰάζειν. οἰκτείρειν, θρηνεῖν. παρὰ τὸ αι σχετλια‐ | |
25 | στικὸν ἐπίῤῥημα γέγονεν αἰάζω· ὡς λίαν λιάζω. Αἰγίζειν. διασπᾷν. καὶ αἰγίζεσθαι. ἡ μεταφορὰ ἐκ τῶν καταιγίδων. Αἰγιάζειν. σὺ δ’ αἰγιάζων ἐνθαδὶ καθήμενος. | |
30 | Αἰγυπτιάζειν. τὸ κακοτροπεῖν καὶ πανουργεύε‐ σθαι. τοιοῦτοι γὰρ οἱ Αἰγύπτιοι. Αἰδέσασθαι. μεταπεισθῆναι. οὕτω Λυσίας καὶ Δημοσθένης ἐν τῷ κατὰ Ἀριστοκράτου, ἀντὶ τοῦ ἐξιλάσασθαι καὶ πείσειν. | |
35 | Αἰδέσεται. ἀπὸ τοῦ αἰδῶ, αἰδέσω, αἰδέσῃ, αἰδέ | |
σεται. | ||
alpha91 | [Αἰδουμένω. αἰδέω, αἰδῶ, αἰδέομαι, αἰδοῦμαι. ἡ μετοχὴ αἰδεόμενος, αἰδούμενος. τὸ δυϊκὸν αἰ‐ δεουμένω, καὶ ἀποβολῇ τοῦ ε αἰδουμένω.] Αἰθεροβατεῖν. εἰς τὸν αἰθέρα βαίνειν. | |
5 | Αἴθειν. καίειν. [παρεκελεύετο αἴθειν καὶ φθεί‐ ρειν τὴν χώραν.] Αἰθόμενος. καιόμενος. Αἴθρει. χειμάζει. Αἰθριάζουσιν. ἐν εὐδίᾳ εἰσίν. | |
10 | Αἰκίζω. τὸ μαστίζω. ἀπὸ τοῦ ἀεικὴς, ὃ σημαίνει τὸν σκληρὸν καὶ ἀπότομον, ἀεικίζω. Αἰθύξασα. κινήσασα. Αἰθύσσω. θερμαίνω, ἐκτείνω καὶ τὸ διαλάμπω. Αἰθύσσων λιπαρῆς ἄνθος ὕπερθε κόμης. | |
15 | Αἰκάλλει. σαίνει, ἀπατᾷ. αἰκάλλει καρδίαν ἐμήν—. Αἰκίζει. κακοῖ, μαστίζει, τύπτει, καθυβρίζει. Αἱμωδεῖν καὶ αἱμωδιᾷν. τὸ τοὺς ὀδόντας ὀδυνᾶ‐ σθαι μετὰ κνησμοῦ· ὡς καὶ αἱμάττεσθαι παρὰ | |
20 | τὸ αἷμα. αἱμωδία γὰρ ἡ τῶν ὀδόντων νάρκη. Αἴθω. τὸ καίω. ἔθω δὲ, τὸ ἐξ ἔθους τι διαπράτ‐ τομαι, ψιλόν. καὶ Ὅμηρος· ἔθων Οἰνῆος ἀλωήν— | |
ἤτοι ἀμπέλου χωρίον. | ||
alpha92 | Αἰνίσσω. τὸ ἐν παραβολαῖς λέγω. Αἰνεῖν. τὸ ἀναβράττειν τὸν ἀληλεσμένον σῖτον, ὅ ἐστιν ἀναδεύειν καὶ ἀνακινεῖν τὰς κριθὰς ὕδατι φυρῶντα. | |
5 | Αἰνέσαιμι. ἐπαινέσαιμι ἢ ἀναπείσαιμι. Ἀΐσθω. τὸ ἐκπνέω. Ἄϊεν. ἐξέπνεεν. Ἀϊστῶσαι. ἀφανίσαι, φονεῦσαι. Ἀΐων. ἐπακούων. | |
10 | Αἴνυμαι. τὸ ἀφαιρῶ ἢ τὸ λαμβάνω. παρὰ τὸ αἰ‐ ρῶ. [ἀρνῶ, ὡς περῶ περνῶ. ἀφ’ οὗ· —περνάσω νήσων ἐπὶ τηλεδαπάων. παράγωγον αἴρνυμι καὶ αἴρνυμαι· καὶ ἀποβολῆ τοῦ ρ αἴνυμαι.] | |
15 | Αἰνῶ. τὸ παραιτοῦμαι σημαίνει καὶ τὸ ἐπαινῶ. Αἰνοίην. ἀντὶ τοῦ συνκατένευσα. Αἰόλλει. ποικίλλει, στρέφει, πλανᾷ. Αἰωνίζει. διαπαντὸς μένει. Αἰωροῦμαι. ἐν ἀέρι φέρομαι. αἰώρα γὰρ ἡ κρε‐ | |
20 | μάστρα καὶ ἡ ἀγχόνη ἤγουν ἡ φούλκα. Αἰωρηθέντες. κρεμασθέντες, μετεωρισθέντες. καὶ αἰώρημα, καὶ αἰωρήσεις, καὶ αἰωροῦνται. εἰς ὃν [τὰ] τῶν Καρχηδονίων αἰωροῦνται πράγματα. | |
[Αἰονῶ. τὸ βρέχω.] | ||
alpha93 | Αἴρεσθαι. προσενέγκασθαι. οὐ σῖτον αἴρεσθαι, οὐχ ὕπνου λαχεῖν μέρος. Αἶρε. πρόσφερε. Ὅμηρος· μή μοι αἶνον ἄειρε— | |
5 | καὶ Ἀριστοφάνης· αἶρ’ αἶρε μάζαν ὡς τάχιστα κανθάρῳ. Αἱρηθέν. θεληθέν. Αἱρεύμενον. λαμβάνοντα, ἀφαιροῦντα, αἴροντα. παρὰ τὸ αἱρῶ τὸ λαμβάνω. αἱρῶ οὖν, αἱρούμε‐ | |
10 | νον, καὶ τροπῇ αἰολικῇ αἱρεύμενον. Αἱρετίζω. τὰ τῶν αἱρετικῶν φρονῶ. καὶ τὸ προ‐ αιροῦμαι. ἐξ οὗ καὶ αἱρετισάμενος. Αἰρεῖ. φονεύει, ἀναιρεῖ. [Σοφοκλῆς· —πόλεμος γὰρ οὐδέν’ ἄνδρ’ ἑκὼν | |
15 | αἴρει πονηρὸν, ἀλλὰ τοὺς χρηστοὺς ἀεί.] σημαίνει δὲ καὶ τὸ καταλαμβάνει. Αἴρειν. αὔξειν, ἢ τράπεζαν παρατιθέναι, ἢ αἴ‐ ρειν. *καὶ τὸ ἀναρτᾷν· ὡς τό· ἕως πότε τὴν ψυχὴν ἡμῶν αἴρεις; ὅ ἐστι αἰωρεῖς μέσον πί‐ | |
20 | στεως καὶ ἀπιστίας. Αἱρεῖς. δοξάζεις, ἡγῇ. καὶ ἐκ τοῦ θεολόγου· καὶ ὁ λόγος αἱρεῖ μὴ τιθέναι πρόσκομμα. Αἱρεῖσθαι. ἐργάζεσθαι. Αἱρῇ. βούλει. ἐπείπερ αὐτὸς αἱρῇ λέγειν. | |
25 | Αἱρήσομαι. βουλεύσομαι. Αἱρησάμενος. βουλευσάμενος. Αἱρήσασθαι. λαβεῖν. Αἱρήσεται. λήψει. Αἱρήσειν. κρατήσειν, συλλαβεῖν, ἑλκύσαι, πορθῆ‐ | |
30 | σαι, χειρώσασθαι. | |
alpha94 | Αἱρήσομαι. λήψομαι, σκέψομαι, βουλεύσομαι. Αἱρείτω. κατασχέτω. Αἱρόμενος. φερόμενος. αἰρούμενος· βουλόμενος, ἑλόμενος. καὶ δεῖπνον αἱρουμένοις. | |
5 | Αἱρῇ. ἀντὶ τοῦ λαμβάνεις, μετέχεις. [σῖτον τὲ αἱρῇ τὸν αὐτὸν ἐκείνοις, καὶ πόμα παραπλή‐ σιον.] Αἱρετιεῖ. προτιμότερον ἡγήσεται. Αἰρόμενος. ἐπαιρόμενος, κουφιζόμενος. | |
10 | Αἰσιμῶ. τὸ καταναλίσκω. Αἰσθήμην. νοησαίμην. Αἴσθω. ἀπὸ τοῦ ἀΐω ῥήματος, τοῦ σημαίνοντος τὸ ἐκπνέω, γίνεται παράγωγον ῥῆμα ἄϊστος, ἐκ τούτου ἀϊστῶ, καὶ τροπῇ τοῦ τ εἰς θ ἀΐσθω, | |
15 | ἡ μετοχὴ ἀΐσθων, καὶ κατὰ συναίρεσιν αἴσθω. οὕτως καὶ ἀπὸ τοῦ ἐγείρω ἐγερτὸς, καὶ κατὰ τροπὴν τοῦ τ εἰς θ ἐγέρθω. Αἰσθάνεσθαι. τοῦτο δύο σημαίνει, τὸ κατὰ δύ‐ ναμιν καὶ κατ’ ἐνέργειαν. αἰσθάνεσθαι τοίνυν | |
20 | λέγονται οἱ κοιμώμενοι, δύναμιν ἔχοντες τοῦ αἰσθάνεσθαι. Αἴσθεσθαι ἐνεστώς ἐστι· αἰσθέσθαι δὲ ὑπερσυν‐ τελικός. αἴσθεσθαι [δὲ] καὶ αἰσθάνεσθαι δια‐ φέρει. τὸ γὰρ αἴσθεσθαι ὑπὲρ τοῦ ἀκριβῶς | |
25 | εἰδέναι τί· τὸ δὲ αἰσθάνεσθαι [ἐπὶ τοῦ] ὑπο‐ νοεῖν τί. καὶ περὶ μὲν τοῦ αἴσθεσθαι φησὶν Ἀντιφῶν· ἔτι δὲ καὶ πλείω ἡμᾶς ἠσθημένος ἠδικημένους. τὸ δὲ αἰσθάνεσθαι ἐπὶ τοῦ ὑπο‐ πτεύειν, καὶ οὐκ ἐπὶ τοῦ βεβαίως εἰδέναι. Λυ‐ | |
30 | σίας· οἶμαι τοίνυν καὶ ἡμᾶς ἐκεῖνο αἰσθάνε‐ | |
alpha95 | σθαι, ὅτι Ἀλκιβιάδης οὐκ ἄλλο τι κομίσασθαι, ἀλλὰ τῶν ἐμῶν ἠμφισβήτει. Αἰσθάνομαί σου. τὸ τῆς αἰσθήσεως ἐπιλαμβά‐ νομαι. | |
5 | Αἰσθόμενοι. νοήσαντες. οἱ δὲ τὴν προθυμίαν τοῦ Καίσαρος ἰδόντες καὶ τὰ ἔργα ὁμολογοῦντα ταῖς ἐλπίσιν αἰσθόμενοι. Αἴσθων. αἰσθανόμενος, βασανιζόμενος, ἢ ἐκ‐ πνέων. | |
10 | Αἰσχύνει. αἰκίζεται, λυμαίνεται. Αἰσχύνομαι. αἰδοῦμαι. ταῖς προτέραις ἁμαρτίαις αἰσχύνομαι. Αἰτιῶμαι. γενικῇ καὶ αἰτιατικῇ. ὅτε μὲν γενικῇ συντάττεται, τοιοῦτόν ἐστιν, οἷον αἴτιον ἀπο‐ | |
15 | φαίνω· ὅτε δὲ αἰτιατικῇ, οἷον μέμφομαι. Αἰτήσασθαι. τὸ χρήσασθαι. ἀνδρὸς τίτθην, ἣν ἄν τις ὑμῶν παιδίον ᾐτήσατο. Αἰτίζων. ἀντὶ τοῦ αἰτῶν, ποιητικῶς. [αἰτίζων ἀκόλους, οὐκ ἄορας οὔτε λέβητας.] | |
20 | [Αἰτῶν. εἰς ἀεὶ ἕξων. αἰτούμενος δὲ, λαβὼν καὶ αὖθις ἀποδώσων.] Αἰχμάσουσι. δορατομαχήσουσι, νικήσουσι. [Ἀϊχθήτην. ὥρμησαν.] | |
[Αἰχμαλωτίζοντες. ἀντὶ τοῦ αἰχμαλώτους ἐκ | ||
alpha96 | τῆς τοῦ πονηροῦ τυραννίδος λαμβάνοντες, ἀπὸ δουλείας εἰς ἐλευθερίαν. καὶ ὁ Ἀπόστολος· αἰχμαλωτίζοντες πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ.] | |
5t | (Ἐπίῤῥημα.) | |
6 | [Αἶ. ψιλούμενον καὶ περισπώμενον τὸ ὄφελον ση‐ μαίνει, κατὰ ἀποκοπὴν τοῦ αἴθε· δασυνόμενον δὲ καὶ βαρυνόμενον, ἄρθρον θηλυκὸν καὶ ἀνα‐ φορικόν· οἷον αἳ καὶ αἵτινες. σημαίνει δὲ καὶ | |
10 | ἐπίῤῥημα θρηνητικὸν, περισπώμενον καὶ ψιλού‐ μενον, ὃ καὶ διπλασιάζεται· αἶ αἶ τάλαινα θηλαμὼν κεκαυμένη.] [Αἴ. σημαίνει τὸ εἴθε. ἰστέον, τὸ αἲ γέγονεν ἐκ τοῦ εἲ, εὐκτικοῦ ἐπιῤῥήματος. ἔστι γὰρ εἲ, ὃ | |
15 | σημαίνει τὸ εἴθε. τοῦτο τὸ εἲ γίνεται αἲ, τοῦ ε τραπέντος εἰς ἄλφα.] Αἰδημόνως. ἀντὶ τοῦ αἰδεσίμως. Αἰεί. ἀντὶ τοῦ ἀεί. αἰεὶ γὰρ ἡ γυνή ς’ ἔχει διὰ στόμα. | |
20 | ἀντὶ τοῦ διὰ στόματος. [Αἰεὶ ἔστω. Ἀντιφῶν τὴν ἀϊδιότητα καὶ τὸ ἐπὶ τῶν αὐτῶν ἀεὶ ἑστάναι. ὥσπερ καὶ, ἔστω εὖ, ἡ εὐδαιμονία καλεῖται. ἡ λέξις Διογενιανοῦ. ἐν | |
ἀληθείας δευτέρῳ τοῦ Ἀντιφῶντος.] | ||
alpha97 | Αἰέν. διαπαντός. Ἀιεί. ὁμοίως. Αἰνιγματωδῶς. δυσχερῶς, ἀσαφῶς. Αἰβοῖ. ἀντὶ τοῦ φεῦ. | |
5 | Ἀΐγθην. ὁρμητικῶς, ἐπίῤῥημα μεσότητος. παρὰ τὸ ἀΐσσω τὸ ὁρμῶ. Ἀϊδρῶς. διαφανῶς, ἢ ἀπείρως. Ἀϊδῶς. ἀκαταλήπτως. Αἴθ’ ὄφελεν. παραλλήλως τὰ εὐκτικὰ κείμενα | |
10 | μόρια κατὰ τοῦτο διαφέρουσιν, ὅτι τὸ μέν ἐστιν ἀπαρέμφατον πρόσωπον ἤγουν μηδὲν ἐμφαῖνον· τὸ δὲ ὄφελον τὰ πρόσωπα ἐμφαίνει. αἴθ’ ὄφελες θανέειν ἢ πανύστατον ὀρχήσα‐ σθαι. | |
15 | παρὰ τῆς γλαυκὸς τοῦτο· ἣν ὅταν λάβωσι τὰ παιδία, περιάγουσιν· ἡ δὲ μὴ βλέπουσα δι’ ἡμέ‐ ρας, ὥσπερ ὀρχεῖται. Αἴκεν πως. ἐάν πως. Αἰκέποθι. ἐάν ποτε. | |
20 | Αἰνόθεν. ἀντὶ τοῦ αἰνῶς, λίαν, δεινῶς, ἐκ δει‐ νοῦ. τὸ γὰρ αἰνόθεν γενική. Αἶψα. ἀντὶ τοῦ ταχέως. [Αἶψα γὰρ ἐν κακότητι βροτοὶ καταγηρά‐ σκουσι. | |
25 | γίνεται δὲ κατὰ στέρησιν τοῦ ἴψαι, τοῦ σημαί‐ νοντος τὸ βλάψαι· τὸ γὰρ βλάπτον καὶ ἐμπο‐ δίζειν ἀνάγκη. τὸ δὲ ἀνεμπόδιστον ταχὺ γίνε‐ ται. ἢ παρὰ τὸ ἅψω, αἶψα. δοκεῖ γὰρ τὸ τα‐ χέως γινόμενον ἀλλήλων ἅπτεσθαι κατὰ συνέ‐ | |
30 | χειαν.] | |
alpha98(1t) | Τὸ Α μετὰ τοῦ Κ. | |
2t | (Ἀρσενικόν.) | |
3 | Ἀκάθαρτος. ὁ ἁμαρτωλός. ἀκάθαρτος γὰρ τὴν ψυχὴν ὅγε κακός· καθαρὸς δὲ ὁ ἐναντίος. | |
5 | Ἀκαθαίρετος. ὁ ἀκατάβλητος. πύργος ἀκαθαί‐ ρετος. Ἀκαμπίας. ὁ εὐθύδρομος. ἀκάμπιος δρόμος ὁ μακρὸς καὶ δι’ εὐθείας περίπατος. Ἀκαρίδιος. βραχύτατος. ἀκαρίδιος ὁ ἀνθρώπινος | |
10 | βίος, καὶ μετ’ ὀλίγον πάντ’ ἐξετάθημεν. Ἀκατάβλητον. ἀήττητον. παρὰ τὸ μὴ κατα‐ βάλλειν. [οὐ γάρ που τότ’ ἐξεπίστατο Φειδιππίδης μοι τὸν ἀκατάβλητον λόγον. | |
15 | οὕτως Ἀριστοφάνης.] Ἀκαταῖος. ἵππος ὠνομασμένος. Ἀκαταιτίατος. ὁ ἀναίτιος. Ἀκατίροις. ἐθνικόν. Ἀκεανός. εἶδος ὀσπρίου. | |
20 | Ἀκαλός. ὁ ἥσυχος· ὅ ἐστιν ἦκα τὸ ἠρέμα καὶ ἡσύχως. ἐκ τούτου γίνεται παράγωγον ἤκαλος, ὡς πέμπω, πέμπελος, καὶ κατὰ συστάδην ἀκαλός. Ἀκαλαρείτης. ὁ ἡσύχως ῥέων. παρὰ τὸ ἄκη‐ λον καὶ ἤκαλον, τὸ ἥσυχον. τὰ παρὰ τὸ ῥέω | |
25 | διὰ τῆς ει διφθόγγου γράφεται. Ἄκερως βοῦς. ὁ μὴ ἔχων κέρατα. Ἀκέσιος. ἐπίσκοπος Ναυατιανῶν, ὃς παρῆν ἐπὶ τοῦ μεγάλου Κωνσταντίνου. Ἀκειροκόμης. ὁ τὴν κόμην μὴ κειρόμενος. κείρω | |
30 | γὰρ τὸ κόπτω. Ἀκέφαλος. ἄτιμος. καὶ παροιμιωδῶς ἀκέφαλος | |
μῦθος ἐπὶ τῶν ἀτελῆ λεγόντων εἴρηται. | ||
alpha99 | Ἀκέστωρ. ὁ θεραπευτὴς, ἰατρός· ἄκος γὰρ ἡ θεραπεία. Ἀκεσώδυνος. ὁ ἰατρὸς, ὁ θεραπευτὴς, ὁ τὰς ὀδύ‐ νας παύων καὶ θεραπεύων. | |
5 | Ἀκήδεστοι. μηδεμιᾶς φροντίδος τυχόντες. ἢ ἄτα‐ φοι, παρὰ τὸ μὴ ἔχειν κηδεμονίαν. ἐκ τοῦ κήδω ὁ μέλλων κηδῶ. καὶ μετάγεται εἰς ἐνεστῶτα, ὁ μέλλων κηδεύσω, ὁ παρακείμενος κεκήδευκα, ὁ παθητικὸς κεκήδευμαι, κεκήδευσαι, κηδευτὸς | |
10 | καὶ ἀκήδευτος. Ἀκηδής. ἄταφος, ἀμελής. οἱ δὲ Ῥωμαῖοι τοὺς ἑαυ‐ τῶν πολεμίους ἀκηδεῖς οὐχ ὑπέμειναν παριδεῖν. Ἀκροσφαλής. ὁ ἑτοιμόπτωτος. Ἀκερσοκόμης. ὁ μὴ κείρων τὴν κόμην. παρὰ τὸ | |
15 | κείρω, ὁ μέλλων αἰολικῶς κέρσω, καὶ τὴν κό‐ μην γίνεται κερσοκόμης, διὰ τοῦ ο μικροῦ. πᾶς γὰρ ἐνεστὼς ἐν πρώτῳ προσώπῳ λαβὼν συνή‐ θειαν, τρέπει τὸ ω μέγα εἰς ο μικρόν. λείπω, λειποτάκτης· μίξω, μιξοπόλιος. | |
20 | Ἀκινάκης. σπαδομάχαιρον, ῥηκτάριον δόρυ ἢ ἀκόν‐ τιον Περσικόν. παρὰ τὸ ἀκὴ, ὃ σημαίνει τὴν ὀξύ‐ τητα, ἢ παρὰ τὸ ἀκίδιον, ἀλλήλοις συντεθέντων τῶν δύο ὁμοιοσήμων. καὶ δῆλον ὅτι ἐτράπη τὸ δ εἰς τὸ ν. ὡς ἐπὶ τοῦ Ἐριχθεὺς Ἐριχθέος καὶ | |
25 | Ἐριχθόνιος, παρὰ τὸ τὴν ἔραν καὶ τὴν χθόνα. ἢ παρὰ τὸ ὠκὺς καὶ τὴν ἀκὴν γίνεται ἀκινάκης. Ἀκήρατος. αἰώνιος, ἄφθαρτος. παρὰ τὸ γῆρας γήρατος, καὶ μετὰ τοῦ στερητικοῦ α, ἀγήρα‐ τος καὶ ἀκήρατος, ὁ μὴ γηρῶν. | |
30 | Ἀκαιροβόας. ὁ λάλος. Ἀκιδνός. ὁ ἀσθενής. παρὰ τὸ κινῶ ἄκινος, καὶ πλεονασμῷ τοῦ δ ἀκιδνὸς, ὁ μὴ κινούμενος. ἢ παρὰ τὸ αἰκίζω, αἰκιανὸς, ὁ εὐτελὴς καὶ ἐν αἰκισμοῖς ὤν. | |
35 | Ἄκικυς. ὁ ἀνισχυρός. | |
alpha100 | Ἀκκισμοί. προσποιήσεις καὶ ὑποκρίσεις, ἀπὸ Ἀκ‐ κὼ, τινὸς Σαμίας μωρᾶς οὔσης. Ἄκμηνος. ἄγευστος. ἄκμηνος δόρποιο. | |
5 | Ἀκμαῖος. σφριγῶν· νεανίσκος. Ἄκμων. παρὰ τὸ κάμνω. ἀκάμων τὶς ὢν, ὁ ἀκα‐ μάτως φέρων. Ἀκμήτης. ὁ νέος· ὁ ἀκμάζων, ὁ μὴ κοπιῶν. καὶ ἀκμῆτις. παρὰ τὸ κάμνω, ὁ δεύτερος ἀόρι‐ | |
10 | στος [ἔκαμον,] ἐξ αὐτοῦ καμὴς, καὶ μετὰ τοῦ στερητικοῦ α ἀκαμὴς καὶ συγκοπῇ ἀκμής. Ἀκόλαστος. ἀκρατὴς, θρασὺς, ἢ ὁ ἀπαίδευ‐ τος. παρὰ τὸ [μὴ] κολάσεως τετυχηκέναι, ὅ ἐστι παιδείας. ἐπὶ δὲ τοῦ κατωφεροῦς, παρὰ τὸ | |
15 | μὴ κολάσαι τὴν ἐπιθυμίαν. Ἄκολος. ὁ μικρὸς ψωμὸς, ὁ μηκέτι κολούεσθαι δυνάμενος καὶ εἰς μικρὰ τέμνεσθαι. Ἀκόρητος. ὁ ἀνεπιμέλητος, ἢ ἄπλητος, παρὰ τὸ κόρος. τὸ δὲ κόρος παρὰ τὸ κορῶ, κορέσω, | |
20 | κορήσω, κεκόρηκα, κεκόρημαι, κεκόρησαι, [κεκό‐ ρηται,] κορητὸς καὶ ἀκόρητος. Ἀκρατοπότης. ὁ μέθυσος, ὁ τὸν ἄκρατον οἶνον ἀπλήστως πίνων. Ἀκριβής. ὁ νέος. καὶ ἡ δι’ ἀναγκαίων γινομένη, | |
25 | καὶ ὧν πᾶσα σπουδαίου ὑπόληψις ἔχει. ἀκρι‐ βὴς καὶ ὁ βέβαιος. λέγεται γάρ· ἀκριβὴς ζηλω‐ τὴς τῆς τοῦ Μάνεντος δόξης. παρὰ τὸ κρίβω, κριβὴς καὶ ἀκριβής. καὶ γὰρ τὸν ἀκριβῆ οὐδεὶς δύναται λαθεῖν. [ἢ παρὰ τὸ ἄχρι καὶ τὸ βαί‐ | |
30 | νειν, ἀχριβὴς καὶ ἀκριβής. ὁ γὰρ ἀκριβὴς μέ‐ χρι καὶ τοῦ μικροῦ καταγίνεται.] Ἄκριτος. ὁ ἀδιάκριτος. οὕτως Δημοσθένης. Ἀκρόβελις. εἶδος ἀκοντίου. Ἀκροβολισμός. ἐρεθισμὸς, καὶ τὸ ἄκρον βάλλειν. | |
35 | Ἀκρόβολοι. ἀκοντισταὶ, τοξόται. | |
alpha101 | Ἀκρόκομοι. μετρίως κομῶντες, ἢ λίαν. ἢ οἱ τὰ ἄκρα τῆς κεφαλῆς κομῶντες. Ἀκρότομος λίθος. σκληρὸς, ὑψηλὸς, ἢ ὀξύτατος. Ἄκρος, τέλειος, εἰς ἄκρον ἐληλακός. | |
5 | Ἀκρέμων. ὁ κλάδος, ὁ βλαστὸς, παρὰ τὸ ἄκρον. ἢ παρὰ τὸ κρέμω. ὁ αὐτὸς καὶ κρε‐ μὼν λέγεται. Ἀκρατής. ὁ εἰδὼς τὰ κακὰ, ὅτι φαῦλα, καὶ πράττων αὐτὰ δι’ ἡδονήν. | |
10 | Ἀκρόχολος. ὁ καθ’ ὑπερβολὴν ὀξὺς καὶ πρὸς πᾶν ὀργίλος. Ἀκροθόριξ. ὁ μέθυσος. Ἀκραιφνής. κυρίως ὁ περιφανὴς, παρὰ τὸ ἀκέ‐ ραιον καὶ τὸ φαίνω, ἀκεραιοφανής· καὶ κατὰ | |
15 | συγκοπὴν ἀκραιφνὴς, τοῦ ο εἰς α τραπέντος, ὡς ἐπὶ τοῦ μεσοπόλιος μεσαιπόλιος. Ἄκρητος. ὁ ἄκρατος. ἐκ τοῦ κερῶ, κεράσω· συγ‐ κοπῇ κράσω, κρατὴρ καὶ κρητήρ. ἐκ δὲ τοῦ κε‐ ράσω, κρατὸς, ἄκρατος καὶ ἄκρητος. | |
20 | Ἀκρατοκώθωνες. οἱ νέοι, οἱ πίνοντες τὰ ἄκρατα ἐκ τῶν κωθώνων. Ἀκριτόμυθος. ὁ πολλὰ λέγων. κρινῶ, κέκρικα, κέκριται τὸ τρίτον τοῦ παθητικοῦ παρακειμέ‐ νου, καὶ ἐξ αὐτοῦ κριτός· καὶ τὸ μῦθος, ἀκρι‐ | |
25 | τόμυθος. Ἀκταί. οἱ ζωγράφοι. Ἀκταίωρος. παρὰ τὸ τὴν ἀκτὴν ὠρεῖν, ὃ ἐστὶ φυλάσσειν. Ἀκοινώνητος. ὁ ἀκριβής. | |
30 | Ἀκοίτης. ὁ ἀνήρ· ἄκοιτις δὲ ἡ γυνή. | |
Ἀκύλλιος. κύριον. | ||
alpha102 | Ἄκυλος. τῆς πρίνου ὁ καρπός. ἔκυλος δὲ εἶδος βοτάνης. Ἄκακοι. οἱ ἁπλούστεροι. καὶ ὁ Ἀπόστολος· τὰς καρδίας τῶν ἀκάκων. | |
5 | Ἀκρήβης. ὁ ἀκμάζων. Ἀκριτόμυθος. τὰ εἰς ος δισύλλαβα ἀναβιβάζουσι τὸν τόνον. Ἀκάθεκτος. ὁ ἀκατάσχετος. ἦν γὰρ ἀκάθεκτος ὁρμὴ περὶ αὐτὸν διὰ τὰς τῶν Περσῶν ἐπάρσεις. | |
10t | (Θηλυκόν.) | |
11 | Ἀκακία. ἡ ἁπλότης, ἡ ἀγαθοσύνη. Ἀκαλανθίς. εἶδος ὀρνέου, ἢ [ἡ] κύων, παρὰ τὸ αἰκάλλειν ἴσως τοὺς γνωρίμους, ὑλακτεῖν δὲ τοὺς ξένους. | |
15 | Ἀκαδημία. γυμνάσιον ἐν Ἀθήναις, ἀπὸ Ἀκαδή‐ μου τινὸς ὠνομασμένου. λέγεται καὶ ἡ διατριβὴ τῶν φίλων. Ἀκαλήφη. θαλάσσιον φυτὸν, δῆξιν καὶ κνησμὸν ἐμποιοῦσα. ἢ ἡ χερσαῖα κνίδη. [παυσάμενον | |
20 | τῆς δυσκολίας, ἀπὸ τῆς ὀργῆς τὴν ἀκαλήφην ἀφελέσθαι.] ἀκαλήφη δὲ ἡ θαλάσσιος, ἥτις καὶ διὰ τοῦ ι γράφεται, ἔστι κογχυλίδιόν τι. Ἀριστοφάνης· καὶ τὰς κραναὰς ἀκαλίφας— | |
25 | καὶ Φερεκράτης· βουλοίμην γὰρ κᾂν ἀκαλίφαις τὸν ἴσον χρό‐ νον ἐστεφανῶσθαι. κατὰ ἀντίφρασιν δὲ ἀκαλήφη, ἡ ἔχουσα ἀκαλῆ τὴν ἁφὴν, ἧς οὐκ ἔστιν ἀκαλῶς, ὅ ἐστι ἡσύχως, | |
30 | ἅπτεσθαι· τὰ δὲ διὰ τοῦ ιφη μονογενῆ διὰ τοῦ | |
alpha103 | ι γράφεται, οἷον· Σίφη, ἡ πόλις· ἀκρίφη, ἡ σκάφη. τὸ κνήφη, ἀκαλήφη σεσημείωται. Ἀκάτειρα. ὄνομα πόλεως. Ἄκαψις. ὄνομα πόλεως. | |
5 | Ἀκαιή. ῥάβδος θαλασσία. Ἄκαινα. ῥάβδος. ἔστι δὲ μέτρον δεκάπουν, δι’ ἧς κεντοῦσι τοὺς βόας· ὡς τῶν Πελασγῶν τοῦτο εὑρόντων. Ἄκανθα. ἀπὸ τοῦ ἀκῇ ἀνθεῖν, ὃ ἔστιν ὀξύτητι. | |
10 | ἀκάνθας δὲ ἡ θεῖα γραφὴ τὰς βιωτικὰς λέγει φροντίδας. Ἄκανθα καὶ ἡ ἁμαρτία. φησὶ γὰρ ὁ Δαβίδ· ἐν τῷ ἐμπαγῆναί μοι ἄκανθαν. Ἀκαθαρσία. τὰ ἐκ φυσικῆς ἀνάγκης συμβαί‐ | |
15 | νοντα. Ἀκερδὴς χάρις. ἡ μὴ δεόντως διδομένη. ἦεν ἂν φαῦλον τὸ κέρδος. [μηδ’ ἄλαστον ἀκερδῆ χάριν, ἄν τ’ ἰδὼν μετάσχοιμί πως.] Ἄκεσσα. Ῥωμαϊκόν τι μηχάνημα, ἐκ δενδροτομίας | |
20 | πρὸς ἐρυμνότητα μετασκευαζόμενον. [οἱ δὲ Ῥω‐ μαῖοι ξυνέθεσαν τὴν λεγομένην ἄκεσσαν τῇ Ῥω‐ μαίων φωνῇ· δενδροτομήσαντες γὰρ ἀλλεπάλ‐ ληλα στελέχη καὶ τῇ συνθήκῃ καταστορέσαντες, ἀπετείχισαν, ὡς ἐνῆν, τὴν ἐνθένδε πορείαν τῆς | |
25 | πόλεως.] Ἄκη. πόλις Φοινίκης, ἡ νῦν λεγομένη Πτολεμαΐς. Ἀκή. παρὰ τὸ ἥκω γίνεται ἀκὴ, ὃ σημαίνει τὴν | |
ὀξύτητα. [ἡ ἀκμὴ καὶ ἡ ὀξύτης τοῦ σιδήρου.] | ||
alpha104 | Ἀκηδία. ῥαθυμία, λύπη, ἀχθηδών. Δαβίδ· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμα μοῦ. Ἀκιδαλία. ὄνομα κρήνης. Ἀκινησία. ἠρεμία. [καὶ τοὺς ἵππους ἐξελαύνειν | |
5 | προσέταξεν, ὡς διαύοιτο αὐτοῖς τὸ ὑπὸ τοῦ πα‐ ράπλου νεναρκηκὸς ὑπὸ ἀκινησίας.] Ἀκίνασις. ὄνομα τόπου. Ἀκηδία. πάρεσις. ψυχῆς· νοὸς ἔκλυσις. Ἀκίς. ἡ ὀξύτης τοῦ βέλους. | |
10 | Ἄκατος. τὸ πλοῖον. παρὰ τὸ ἄζω, ἄξω, ἦχα, ἦχμαι, ἦκται, ἀκτὸς, καὶ πλεονασμῷ τοῦ α ἄκατος. [ἢ ἀπὸ τοῦ ἀκτὴ γίνεται ἄκατος, ἡ ἀπ’ ἀκτῆς εἰς ἀκτὴν περιερχομένη, ὡς καὶ πορθμὴ λέγεται, ἡ μὴ πελαγοδρομοῦσα. λέγεται καὶ | |
15 | ἐπακτὶς καὶ πορθμὶς καὶ κάραβος, καὶ ἀκά‐ τιον ὑποκοριστικῶς.] Ἀκληρία. δυστυχία. Ἄκνηστις. ἡ ῥάχις· παρὰ τὸ μὴ δύνασθαί τινα κνήσασθαι αὐτὴν τῇ ἰδίᾳ χειρί. | |
20 | Ἀκόνη. παρὰ τὸ κονῶ τὸ ἐνεργῶ, ἢ κονῶ τὸ λε‐ πτύνω καὶ φθείρω, ἐπιτάσει τοῦ α, ἡ διαφθεί‐ ρουσα καὶ λεπτύνουσα τὸν σίδηρον. Ἄκοιτις. ἡ ἐκ παρθενίας ἄλλης κοίτης μὴ πειρα‐ σθεῖσα· [καὶ] ἡ ὁμόκοιτος. καταχρηστικῶς καὶ | |
25 | ἡ δευτέρου γάμου μετεσχηκυῖα. Ἀκίς. ἡ ὀξύτης, παρὰ τὸ ἀκή. ὃ κατ’ ἐπένθε‐ | |
σιν γίνεται [ἀκμή. παρὰ τὸ ἀκὴ οὖν γίνεται | ||
alpha105 | ὑποκοριστικὸν ἀκὶς, ὡς σκάφη σκαφὶς, ἄμνη ἀμνίς.] Ἀκμή. παρὰ τὸ κάμω γέγονεν ἐν συγκοπῇ κμῶ, καὶ μετὰ τοῦ στερητικοῦ α ἀκμὴ, ἡ μὴ κά‐ | |
5 | μνουσα διὰ νεότητα, ἢ ἡ μὴ δυναμένη πόνους ὑποστῆναι. Ἄκρα. τελεία. ἧκε παρὰ βασιλέως παῖς Αὐγά‐ ρου, καλὸς καὶ μέγας, ἐν ὥρᾳ ἄκρᾳ. Ἄκραν ἐπὶ γύαλον. ἐπ’ ἄκραν πέτραν. | |
10 | Ἄκρας νυκτός. περὶ πρῶτον ὕπνον. Ἀκρασίας. ἀνωμαλίας, παρὰ τὸ μὴ συγκεκρᾶ‐ σθαι. [Ἰώσηπος· οἱ δὲ Ῥωμαῖοι διὰ χειρῶν ἀκρασίας ἁλίσκονται.] ἀκρασία καὶ ἀκολασία διαφέρει· ἡ μὲν γὰρ κατὰ προαίρεσιν πράττε‐ | |
15 | ται τὰ αἰσχρὰ, ἤτοι ἡ ἀκολασία· ἡ δὲ παρὰ προαίρεσιν. λέγεται δὲ καὶ ἀκράσιος· οὕτω τε εἰς πᾶσαν ἀκράσιον ἐκπεπτωκυῖα τρίβον. ἢ ἀκρασία ἐστὶν ἕξις βιαστικὴ παρὰ τὸν ὀρθὸν λογισμὸν πρὸς τὰ δοκοῦντα ἡδέα εἶναι. κατὰ | |
20 | τὸν ἐν θεολογίᾳ Γρηγόριον τὸ περιττὸν καὶ ὑπὲρ τὴν χρείαν. Ἀκήλητον. ἄθελκτον· ἀπηνὲς καὶ τὸ ἀκίνητον τοῦ θυμοῦ. [ἔθελξε λύρα ἢ τὸν ἀκήλητον θυ‐ μόν.] | |
25 | Ἀκίχητα. τὰ μὴ καταλαμβανόμενα. θηλυκόν. Ἀκράγαντος. πόλις Σικελίας, ἀπὸ ποταμοῦ παραρέοντος. φησὶ γὰρ Δοῦρις, ὅτι αἱ πλεῖσται τῶν Σικελικῶν πόλεων ἐκ τῶν ποταμῶν ὀνο‐ | |
μάζονται. [οἱ δὲ ἀπὸ τοῦ Ἀκράγαντος Διὸς | ||
alpha106 | καὶ Ἀστερόπης τῆς Ὠκεανοῦ. τὸ ἐθνικὸν Ἀκραγαντῖνος.] Ἀκρησία. ἡ ἀκρασία. ἀκρισία δὲ ἡ ἀδιακρισία καὶ ἡ κακὴ κρίσις, ι. [καὶ Λιβάνιος· οὐκοῦν | |
5 | ἀκρισία μὲν ἐν ἀμφοῖν· ἔχει δέ τινα τοὐμὸν φι‐ λανθρωπίαν.] Ἀκρίς. παρὰ τὸ κάρη καρὶς, καὶ μετὰ τοῦ στε‐ ρητικοῦ α ἀκαρίς. οἱ δὲ παρὰ τὸ τὰ ἄκρα τῶν ἀσταχύων καὶ φυτῶν νέμεσθαι. | |
10 | Ἀκρίς. βοτάνη τις οὕτω καλουμένη. καὶ Σολο‐ μῶν ἡμᾶς διδάσκει λέγων· ἀνθήσει τὸ ἀμύγδα‐ λον καὶ παχυνθήσεται ἡ ἀκρίς. ταύτην οἶμαι καὶ τὸν βαπτιστὴν Ἰωάννην καὶ πρόδρομον ἐν τῇ ἐρήμῳ ἐσθίειν. | |
15 | Ἀκρίας. τὰς ἀκρωρείας, ἀπὸ τοῦ ἄκρις, ἄκριος. [τὸ δὲ ἄκρις, ἀπὸ τοῦ ἄκρα. ἄκρις βαρυτόνως.] Ἀκρολοφία. ἡ κορυφὴ τοῦ λόφου, τοῦτ’ ἐστὶ τοῦ βουνοῦ. Ἀκρόνυξ. τὸ ἄκρον τῆς νυκτὸς, καὶ ἀκρονυχία. | |
20 | ἀκρώνυξ δὲ καὶ ἀκρωνυχία, τὸ ἄκρον τοῦ ὄνυ‐ χος καὶ τοῦ ὄρους διὰ τοῦ ω μεγάλου γράφε‐ ται. Ἀκρόπολις. καρόπολίς τις οὖσα. ἡ κεφαλὴ τῆς πόλεως. | |
25 | Ἀκρόπολις. πόλις Λιβύης. [ὁ πολίτης Ἀκροπο‐ λίτης. δύναται δὲ καὶ Ἀκροπολιεὺς, ὡς Τετρα‐ πολιεύς.] Ἀκροπόλοισιν. ἐπὶ οὐδετέρου, ὧν τὰ ἄκρα καὶ αἱ κορυφαὶ περιπολοῦνται καὶ κινοῦνται, ὡς | |
30 | οἶμαι. | |
alpha107 | Ἀκροχορδῶνες. αἱ ἐν τῷ προσώπῳ ἐλαῖαι. οἶ‐ μαι δὲ, ὅτι ἀρσενικὸν ἐστί· θέλει γὰρ εἶναι ὁ ἀκροχορδών. Ἀκρώρεια. ἡ κορυφὴ τοῦ ὄρους ἢ ἄκρον ὄρους, | |
5 | ἐν ᾧ οἱ οἰκοῦντες ἀκρωρεῖται. ὑπώρεια δὲ τὰ πλευρὰ τοῦ ὄρους. Ἀκταίη. ἡ παραθαλασσία. δῶρα παρ’ ἀκταίης σοὶ τάδ’ ἐπωφελίης. ἐν ἐπιγραφῇ τοῦτο ἑώρων. | |
10 | Ἀκροβυστία. τὸ κεκαλυμμένον. Ἀκτή. ὁ αἰγιαλὸς, ὁ πετρώδης καὶ ἀγχιβαθής. παρὰ τὸ κατάγνυσθαι καὶ κλᾶσθαι ἐν αὐτῇ τὰ κύματα. Ἀκτίς. παρὰ τὸ ἄγω, ἄξω, ἦχα, ἦχμαι γέγο‐ | |
15 | νεν ἀκτίς· οἱονεὶ ἡ πανταχοῦ φερομένη καὶ συ‐ στρεφομένη. ἡ γὰρ ἀκτὶς τοῦ ἡλίου πάνυ ἐστὶν ἐκτεταμένη. ἢ ἀπὸ τοῦ ἀΐσσω, ἀΐξω, ἤϊχα, ἤϊγμαι, ἤϊκται, ἀκτὶς, ἡ οὖσα ὁρμητική. Ἀκυληΐα. ἡ Σικελία, ἢ πόλις Ἰταλίας πολυ‐ | |
20 | άνθρωπος, προκειμένη ἐν θαλάσσῃ. καὶ Ἀκυ‐ λήσιοι. Ἀκυλία. ἡ Βενετία ἢ Σικελία. Ἄκυθος. ἡ ἄγονος. Καλλίμαχος· —οὐδ’ ἀγάλακτες | |
25 | ὄϊες, οὐδ’ ἄκυθοι, πᾶσαι δέ κεν εἶεν ὕπαρνοι. παρὰ τὸ κύω ἄκυος, καὶ πλεονασμῷ τοῦ θ ἄκυ‐ θος. [ὡς λύω, λυτὸς, ἄλυτος· καὶ ὦρται, ὀρ‐ τὸς, καὶ ὀρθός. ἢ παρὰ τὸ κεύθω, τὸ κρύπτω, | |
ἄκυθος. τὰ δὲ διὰ τοῦ υθος ὑπὲρ δύο συλλα‐ | ||
alpha108 | βὰς, διὰ τοῦ υ γράφονται. οἷον, ἄκυθος· Μικύ‐ θος, κύριον· παμμάκυθος, ὁ μωρός. οὕτω Θεό‐ γνωστος.] Ἀκωκή. ἡ ὀξύτης. παρὰ τὸ ἀκὴ γίνεται κατὰ | |
5 | ἀναδιπλασιασμὸν ἀκωκή. τὰ γὰρ ἔχοντα ἐν τῇ πρώτῃ καὶ ἐν τῇ δευτέρᾳ συλλαβῇ τὸ αὐτὸ σύμ‐ φωνον, διὰ τοῦ ω μεγάλου γράφεται, οἷον· ἔδω, ἐδὴ, ἐδωδὴ, ἄγω, ἀγὴ καὶ ἀγωγή. οὕτως οὖν ἀκὴ καὶ ἀκωκή. | |
10 | Ἄκυτος. νῆσος. παρὰ τὴν Κυδωνίαν Κρήτης. ὁ νησιώτης Ἀκύτιος. Ἀκόνιτον. Εὐφορίων λέγει τὴν βοτάνην, ἣν οὐ‐ δεὶς δύναται κονίσαι, ὃ ἔστι νικῆσαι· δηλητηριώ‐ δης γὰρ ἐστίν. | |
15 | Ἀκκώ. ὄνομα γυναικὸς Σαμίας ἐπὶ μωρίας δια‐ βαλλομένης. Ἀκίνητος σφραγίς. ὁ υἱὸς, κατὰ τὸ ἄτρεπτον καὶ ἀναλλοίωτον. ῥηθήσεται δὲ καὶ κινουμένη, κατὰ τὸ μὴ εἶναι ἄψυχος, ἀλλὰ ζῶσα. ἀπὸ | |
20 | τοῦ εὐαγγελίου δὲ σφραγὶς ἐλήφθη· τοῦτον γὰρ, φησὶν ὁ πατὴρ, ἐσφράγισεν ὁ θεός. | |
22t | (Οὐδέτερον.) | |
23 | Ἀκακήσιον. ὄνομα ὄρους. Ἀκάραντον. ἀπλήρωτον. [παρὰ τὸ κραίνω· τοῦ‐ | |
25 | το παρὰ τὸ κάρα, καραίνω, καὶ συγκοπῇ κραί‐ νω. πλεονασμὸς δὲ τοῦ α ποιητικῶς.] Ἀκάματον. ἀκοπίαστον, παρὰ τὸ κάμνω. ἔστι καὶ ἀκάματον παρὰ τὸ κάμω, κάματος καὶ | |
ἀκάματον. | ||
alpha109 | Ἀκαριαῖον. τὸ ὀλίγον, τὸ βραχὺ, τὸ λεπτό‐ τατον. Ἀκατάλληλον. τὸ ἀνάρμοστον. Ἀκαπήλευτον. ἄδολον, καθαρόν· ἀραδιούργητον. | |
5 | Ἀκαθοσίωτον. ἄνομον, ἀπόβλητον, ἀκόσμητον. Ἀκάτιον. τὸ μικρὸν πλοῖον. Ἀκάματον. τὸ πολὺ καὶ ἄσβεστον. [ἀκάματον] πῦρ. Ἀκατέργαστον. ἀμόρφωτον, ἀδιατύπωτον. | |
10 | Ἀκενόσπουδον. παρὰ Διογνήτου ἔμαθον τὸ ἀκενό‐ σπουδον καὶ τὸ ἀπιστητικόν· φησὶ Μάρκος ὁ φιλόσοφος βασιλεύς. Ἀκέραιον. ἄκακον· ὁλόκληρον. Ἀκεσίπονον. τὸ θεραπευτικόν. | |
15 | Ἀκήματα. θεραπείας. παρὰ τὸ ἀκῶ, ἀκέσω, ὡς νεμῶ, νεμέσω· ἐντεῦθεν ἀκεστὴς, ἀκέστρια καὶ ἀνήκεστος. Ἀκήλητον. ἄθελκτον, ἀπηνὲς, καὶ τὸ ἀκόνητον. [καὶ τὸ ἀκήλητον θυμοῦ ἔθελξε λύρα. ἢ τὸν | |
20 | ἀκήλητον θυμόν.] Ἀκίχητα. μὴ καταλαμβανόμενα. ἀπὸ τοῦ κιχῶ ἀκίχητα· τοῦτο παρὰ τὸ κίω, τὸ πορεύομαι. Ἀκήριον. ἀσθενὲς, νεκροποιὸν, παρὰ τὸ κῆρ, ὃ σημαίνει τὴν θανατηφόρον μοῖραν. | |
25 | Ἀκινάγματα. τὰ μετὰ ῥυθμοῦ κινάγματα τῶν | |
ποδῶν καὶ τῶν χειρῶν. | ||
alpha110 | Ἀκήρατον. ἄφθαρτον, αἰώνιον. Ἀκίβδηλον. καθαρὸν, οὐ νόθον. ὅθεν δὲ ἡ λέ‐ ξις, ἡ ἱστορία δηλώσει. οἱ Ἀθηναῖοι, τῷ μίσει πρὸς τοὺς ἐν Χίῳ, τὸ χ χαράττοντες ἐν τοῖς | |
5 | ἀδοκίμοις ἑαυτῶν νομίσμασιν, ἐκάλουν χίβδηλα, εἶτα πρὸς τὸ εὐφωνότερον μετέβαλον τὸ χ εἰς κ. Ἀκλεές. τὸ ἄδοξον. Ἀκληρήμασι. συμφοραῖς, δυστυχίαις. [διὰ τοῦ‐ | |
10 | το δοκεῖ μοι μάλιστα ἐμπεσεῖν τοῖς ἀκληρή‐ μασιν.] Ἄκομψον. εὐτελὲς, ἀπάνουργον. [ἀρχὴ δέ τις αὕτη παρὰ Ῥωμαίοις οὐκ ἄκομψος.] Ἀκόνιτον. εἶδος βοτάνης δηλητηριώδους. | |
15 | ἀλλὰ πιὼν ἀκόνιτον, ὑπέκφυγε τοῦτ’ ἀκονιτί. ὅ ἐστι χωρὶς κόπου. [καὶ ἐπὶ θηλυκοῦ, ἀκό‐ νιτον.] Ἄκος. ἡ θεραπεία. Ἀκουσίθεον. τὸ εἰς θεοῦ ἀκοὰς ἐρχόμενον. | |
20 | ἢν δέ μ’ ἀνάψας εὔχηται, λάμψω φέγγος ἀκουσίθεον. Ἀκούμβιτα. στρωμναὶ μαλακαὶ εἰς ὕψος ᾐρ‐ μέναι· αὗται δὲ τρυφῆς καὶ βλακείας εἰσίν. ἡ λέξις Ῥωμαϊκή· ἀκούμβω γὰρ παρὰ Ῥωμαίοις | |
25 | τὸ ἀναπίπτω. Ἀκούσια. τὰ ὑφ’ ἡμῶν γινόμενα, τινὸς ἔξωθεν | |
ἀναγκάζοντος. | ||
alpha111 | Ἀκρακόρυμβα. τὰ ἀκροστόλια τῶν νηῶν, τὰ ἐξέχοντα κατὰ πρύμναν ἢ πρώραν, ἐν οἷς τὰ σεβόμενα ἐνέγραφον. Ἀκράτιστα. ἔμβρωμα. | |
5 | Ἀκράδαντον. ἄσειστον. καὶ γίνεται ἀπὸ τοῦ α στερητικοῦ μορίου, καὶ τοῦ κραδαίνω, τὸ σείω. Ἀκραιφνές. καθαρὸν, λαμπρὸν, διαυγὲς, τέλειον, ὑψηλόν. ἐτυμολογεῖται δὲ ἀπὸ τοῦ ἄκρως φαί‐ νειν. | |
10 | Ἀκριτόφυλλον. σύμφυτον πολλοῖς δένδροις, ὥστε μὴ διακρίναι αὐτῶν τὰ φύλλα, ἃ φέρει. Ἀκρόλιον. ἀπαρχὴ, ὥσπερ πρωτόλιον. ὅσα ἦν θεοῖς ἀναθήματα καὶ ἀκρόλια. Ἄκρον ἐπιλίγδην. μεσότητος ἐπίῤῥημα, ἀντὶ | |
15 | τοῦ ἐπιψαύδην, ὅσον ἐπιψαῦσαι μόνον. ἄκρον σημαίνει καὶ τὸ πέρας, καὶ τὸ ἐξέχον, καὶ τὸ ἄχρι, καὶ τὸ ὄν. ἄχρον καὶ ἄκρον. [ἢ ἄρχον τι ὄν. ἢ παρὰ τὸ ἀκὴν, ἄκερον, καὶ ἐν συγκο‐ κῇ ἄκρον.] | |
20 | Ἀκροθίνια. αἱ ἀπαρχαὶ τῶν θινῶν ἤτοι τῶν σωρῶν· λέγεται δὲ καταχρηστικῶς καὶ πᾶσα ἀπαρχή. Ἀκροστόλιον. τὸ ἄθλαστον ξύλον, τὸ ἐξέχον ἀπὸ τῆς πρύμνης, καὶ διῆκον μέχρι τῆς πρώρας | |
25 | ξύλον, [στόλος γὰρ λέγεται τὸ ἐξέχον ἀπὸ τῆς πρύμνης καὶ διῆκον τῆς πρώρας ξύλον,] ἔνθα τὸ τῆς νεὼς ἐπιγράφεται ὄνομα. Ἀκραγγές. ἀσθενές. | |
Ἀκρόχολον. χαλεπόν. | ||
alpha112 | Ἄκραντον. ἀπλήρωτον. καὶ γίνεται ἀπὸ τοῦ α στερητικοῦ μορίου, καὶ τοῦ κραίνω τὸ τελειῶ. Ἀκροσφαλές. ἑτοιμόπτωτον. Ἀκροφύσια. τὰ ἀκροστόμια τῶν ἀσκῶν. | |
5 | Ἀκρωλένιον. τὸ τῆς χειρὸς ἄκρον. Ἄκτιστον. τὸ θεῖον. Ἄκυθον. τὸ ἄγονον καὶ τὸ ἄγρυπνον. [ὥσπερ γέ‐ γραπται ἐν τοῖς θηλυκοῖς.] Ἀκωδώνιστον. ἀπείραστον, ἀβασάνιστον. | |
10 | Ἀκροθινίων. σκύλων, λαφύρων. ὁ Ἀπόστολος· ᾧ καὶ δεκάτην Ἀβραὰμ ἔδωκεν ἐκ τῶν ἀκροθι‐ νίων ὁ πατριάρχης. Ἀκιώτατον. τὸ ἀσηπτότατον. Ἡσίοδος· δάφνης ἢ πτελέας ἀκιώτατοι ἱστοβοῆες. | |
15t | (Ῥῆμα.) | |
16 | Ἀκαχείατο. ἐλυποῦντο. Ἀκαχίζεο. λυποῦ. [καὶ] ἀκαχήμενον [οὐδέτερον ὁμοίως. ἀπὸ τοῦ ἄχος, ἀχῶ, ἀχίζω, καὶ ἀκα‐ χίζω.] | |
20 | Ἀκαχμένον. ἠκονημένον, ὀξύτητα ἔχον. ἀπὸ τοῦ ἀκὴ γίνεται ἀκάζω, [σημαίνει τὸ ἀκονῶ, ὁ μέλ‐ λων ἀκάσω, ἤκακα, ἤκασμαι, ἠκασμένον καὶ τροπῇ τοῦ ς εἰς χ ἠκαχμένον. ἰστέον, ὅτι μό‐ νη ἡ τοῦ παρακειμένου μετοχὴ ἀεὶ παροξύνε‐ | |
25 | ται, τῶν ἄλλων πασῶν προπαροξυνομένων. οἷον τυπτόμενος, τυφθησόμενος. δεῖ προσθεῖναι, χω‐ ρὶς εἰ μὴ πάθωσιν. ἐὰν γὰρ πάθωσιν αἱ εἰς μενος μετοχαὶ παρακειμένου, μὴ οὖσαι ὑπὲρ δύο συλλαβὰς, ἀναβιβάζουσι, τουτέστι προ‐ | |
30 | παροξύνονται. οἷον ἥδω, ἧσμαι, ἡσμένος καὶ | |
alpha113 | ἄσμενος. καὶ πάλιν δεδεγμένος, δέγμενος. πρόσ‐ κειται, μὴ οὖσαι ὑπὲρ τρεῖς συλλαβὰς, ἐπειδὴ ἐὰν ὦσιν ὑπὲρ τρεῖς συλλαβὰς καὶ πάθωσι, τὸν αὐτὸν τόνον φυλάττουσιν. οἷον, ἀκάχω, ἀκα‐ | |
5 | χήσω, ἠκάχηκα, ἤκαχμαι, ἠκαχμένος, [ἀκαχ‐ μένος.] τὸ γὰρ οὐτάμενος, καὶ ἐληλαμένος, ὁ Ἡρωδιανὸς οὐ δοξάζει κατὰ πάθος, ἀπὸ τοῦ οὐτασμένος καὶ ἐληλαμένος· ἐπειδὴ ὡς ὄντα ὑπὲρ τρεῖς συλλαβὰς, ὤφειλε τὸν αὐτὸν τόνον | |
10 | φυλάττειν· ἀλλ’ ἀπὸ τῶν εἰς μι λέγονται αὐ‐ τά· ἀπὸ τοῦ οὔτημι, καὶ ἐλήλαμαι, ἵνα ὦσιν ἐνεστῶτες καὶ παρατατικοί· ὡς τὸ, ἵστημι, ἵσταμαι, καὶ ἱστάμενος.] [Ἀκαχείατο. ἐλυποῦντο. ἀπὸ τοῦ ἀκαχῶ, ἀκα‐ | |
15 | χήσω, ἠκάχημαι. ὁ ὑπερσυντελικὸς, ἠκαχή‐ μην. καὶ ἰωνικῶς ἀκαχείατο.] Ἀκαχήμενος. λυπούμενος. [οὐκ ἔστι παρακείμε‐ νος· ἐπεὶ ὤφειλε παροξύνεσθαι, ὡς τὸ, πεποιη‐ μένος· ἀλλ’ ἔστιν ἀπὸ τοῦ ἀκάχω, ἀκάχημι | |
20 | ἐνεστῶτος, ὁ παθητικὸς ἀκάχημαι. οἱ Αἰολεῖς δὲ τὴν παραλήγουσαν οὐ συστέλλουσι. καὶ ἡ μετοχὴ ἀκαχήμενος.] Ἀκαχείατο. ἐλυπήθη. Ἀκέων. ἀντὶ τοῦ ἐφ’ ἡσυχίας. Ὅμηρος· | |
25 | ἀλλ’ ἀκέων δαίνυσθε καθήμενοι——. Ἀκεῖσθαι. θεραπεύειν. Ἀκήδεσεν. οὐκ ἐφρόντισεν. Ἀκέων. ἡσυχάζων. [παρὰ τὸ μὴ χαίνειν γίνε‐ ται ἀχὴν καὶ ἀκὴν καὶ ἐξ αὐτοῦ ἀκέων. ἢ παρὰ | |
30 | τὸ κέω τὸ κοιμῶμαι, ἀκέων ἐπιτάσει τοῦ α.] Ἀκεύμενον. τὸ τεθεραπευμένον. καὶ ἀκῶ τὸ | |
θεραπεύω, ἡ μετοχὴ ἀκεόμενος, καὶ κράσει δω‐ | ||
alpha114 | ρικῇ τοῦ ε καὶ ο εἰς τὴν ευ δίφθογγον, ἀκεύ‐ μενον. Ἀκηχέδαται. λυποῦνται. [παρὰ τὸ ἀχῶ ἀχά‐ ζω, ὡς ἀνιῶ ἀνιάζω, ἤχακα, ἤχαδα ὁ μέσος, | |
5 | παθητικὸς ἤχασμαι, ἤχασται. καὶ ἰωνικῶς ἠχά‐ δαται. καὶ μετὰ ἀναδιπλασιασμοῦ ἀττικοῦ καὶ τροπῇ τοῦ α εἰς η ἀκηχέδαται.] Ἀκινητίζω. ἐπιθυμῶ μὴ κινεῖσθαι. Ἀκκίζεται. ἔτι τῆς ὕβρεως ἔχεται· ἢ ἐπαίρεται, | |
10 | γυναικίζεται, θρύπτεται, μωραίνει. [εἴρηται δὲ ἀπὸ Σαμίας τινὸς γυναικὸς μωρᾶς, ἧς ὄνομα Ἀκκώ.] Ἀκμάζει. νεάζει, τὰ νέων πράττει. [οὕτως Ὑπερίδης καὶ Λυσίας.] | |
15 | Ἀκληρεῖ. οὐ μετέχει, οὐ κεκλήρωται. Ἀκληρούντων. δυστυχούντων. [συμπάσχοντες τῇ τῶν ἀκληρούντων ὑπερωδυνίᾳ.] Ἀκολασταίνω. τὸ μωραίνω. λέγεται καὶ ἐπὶ τοῦ ἀκρατοῦς καὶ ὑβριστοῦ καὶ ἐπὶ τοῦ ἀξίου | |
20 | κολάσεως. Ἀκουάζεσθε. παρ’ Ὁμήρῳ· ἀντὶ τοῦ αἰσθά‐ νεσθε, ἐπεὶ ἡ ἀκοὴ ὁδὸς ἐστὶ τῆς αἰσθήσεως. Ἀκουτίσαι. διδάξαι. Ἀκοστήσας. κριθιάσας, σταυλίσας. | |
25 | Ἀκρατίζω. τὸ ἄκρατον πίνω. [καὶ ἀκρατισαμένη ἡσυχίαν ἦγεν, ἀκράτου σπάσασα.] [Ἀκούμβω. τὸ ἀναπίπτω παρὰ Ῥωμαίοις· ὅθεν καὶ ἀκούμβιτα.] Ἀκριβωθήσεται. ἀκριβῶς μελετηθήσεται. [Ἀρι‐ | |
30 | στοφάνης· οὐδ’ ἂν προβαίη τὸν πόδα | |
τὸν ἕτερον, εἰ μὴ ταῦτ’ ἀκριβωθήσεται.] | ||
alpha115 | Ἀκριτομυθεῖν. πολυλογεῖν. Ἀκροβολίζειν. τοξεύειν, ἀκοντίζειν. Ἀκροᾶσθαι. ὑπακούειν. οὕτως Ἀντιφῶν. Ἀκολουθεῖ. παρὰ τὸ κόλλη καὶ τὸ θέω τὸ τρέ‐ | |
5 | χω· ἢ ἐκ τοῦ ἐλεύθω, ἔλευθα, ἐξ αὐτοῦ ἀκο‐ λουθεῖ. Ἀκροκελαινιόων. τὸ ἄκρον τοῦ κύματος μελαί‐ νων. Ἀκρωτηριάζω. τὰ ἄκρα τέμνω. | |
10 | Ἀκτάζων. ἐξανιστάμενος. Ἀκταίνειν. γαυριᾷν, ἀκολασταίνειν καὶ ἀτάκτως πηδᾷν. Ἀκροῶ. παρὰ τὸ ἀκούω. [ὥσπερ κύρω, κυρῶ, καὶ πλεονασμῷ τοῦ ρ ἀκροῶ.] | |
15 | Ἀκαχίζω. ἀπὸ τοῦ ἄχος, ἀχῶ, ἀχίζω καὶ ἀκα‐ χίζω. παρὰ τὸ τὴν ἄγην, ὃ σημαίνει τὴν ἔκπλη‐ ξιν. ἡ γὰρ ἔκπληξις ἀφωνίας οἶδε ποιεῖν. κατὰ τροπὴν τοῦ γ εἰς κ. | |
19t | (Ἐπίῤῥημα.) | |
20 | Ἀκάματα. ἀντὶ τοῦ ἀκαμάτως καὶ ἀδιαλείπτως, ἢ οὐ κεκμηκότως. Σοφοκλῆς· —ὃν ἐγώγ’ ἀκάματα προσμένους’ ἄτεκνος τάλαινα—. | |
25 | Ἀκαρῶς· ἀκαρεῖ. ἐν βραχείᾳ ὥρᾳ, ἐν ἀτό‐ μῳ, ἐν ῥιπῇ ὀφθαλμοῦ, ἐν στιγμῇ. Ἀκαταλλήλως. ἀναρμοδίως. Ἀκαταλήκτως. ἀκαταπαύστως. Ἄκαρ. ἀντὶ τοῦ μικρὸν ἢ οὐδέν. | |
30 | Ἀκηδῶς. ἀντὶ τοῦ ἀτάφως. ἐριμμένον ἀκηδῶς καὶ ὀλιγώρως τὸν τεθνεῶτα παρελθεῖν οὐκ ἐτόλ‐ | |
μησεν, ἀλλ’ ἔθαψεν. | ||
alpha116 | Ἀκῆν. ἐπὶ ἄκρας ἡσυχίας. Ἀκινδυνί. [καὶ] ἀκινδυνότατα. χωρὶς κινδύνου. Ἀκηράτως. αἰωνίως, ἀφθάρτως. Ἀκλαυστί. χωρὶς κλαυθμοῦ. | |
5 | Ἀκληρεί. χωρὶς κλήρου. Ἀκλητί. χωρὶς κλήσεως. Ἀκμητί. ἀκόπως. Ἀκοντί. ἀντὶ τοῦ ἀκουσίως. Ἀκονιτί. ἄνευ ἀγῶνος καὶ μάχης. [ἀπὸ τοῦ κό‐ | |
10 | νης, κόνιτος καὶ ἀκονιτί.] Ἀκριτί. ἄνευ κρίσεως. Ἀκροποδιτί. ἄκροις ποσίν. Ἄκρυ. ἀληθῶς. Ἀκυμάντως. ἀταράχως. καὶ γίνεται ἀπὸ τοῦ | |
15 | α στερητικοῦ μορίου καὶ τοῦ κυμαίνω τὸ τα‐ ράσσω. | |
17t | Τὸ Α μετὰ τοῦ Λ. | |
18t | (Ἀρσενικόν.) | |
19 | Ἀλαός. ὁ τυφλὸς ἢ ὁ πλανώμενος. Ὅμηρος· | |
20 | ἀσπαίροντα λάων. ἀντὶ τοῦ βλέπων. ἢ παρὰ τὸ ἀλῶ, τὸ πλανῶ, ἀλαὸς ὁ πλανώμενος. Ἄλαστε. ἀνεπίληστε. τέκνον ἐμὸν ἄλαστον———. | |
25 | Ἀλαπαδνός. ὁ ἀσθενής· παρὰ τὸ ἀλαπάζω, ὃ σημαίνει τὸ ἐκκενῶ. Ἀλάστωρ. ὁ πικρὸς καὶ φονικὸς δαίμων. ὁ δὲ ἀνέγραψε πικρῶς καὶ παραστατικῶς, ἀλάστο‐ | |
ρας ἀποκαλῶν καὶ παλαιμναίους διὰ τῆς ἐπι‐ | ||
alpha117 | στολῆς. ἢ ἀλάστωρ ὁ ἄξιος ἐλαύνεσθαι διὰ φόνον. ἢ ἀπὸ τοῦ ἀλᾶσθαι, τοῦ πλανᾶσθαι. Ἀλαλαγμός. ὕμνος ἐπινίκιος. ἢ ἀλαλαγμός ἐστι φωνή τις ἄναρθρος σύμφωνος, ἀλλήλοις τῶν | |
5 | ἐν πολέμοις συνασπιζόντων καὶ συνυπηχούντων. παρὰ τὸ τὴν ἀλαλὰν, ὃ σημαίνει τὸν θόρυβον, γίνεται ἀλαλάζω, καὶ ἐξ αὐτοῦ ἀλαλαγμὸς καὶ ἀλάλαγμα. Ἅλα. ἡ θάλασσα. ἡ εὐθεῖα ὁ ἃλς, τοῦ ἁλὸς, | |
10 | τῷ ἁλὶ, τὸν ἅλα. Ἀλαζών. ὁ ἀπατεὼν, ἢ κομπαστής· παρὰ τὸ ἐν ἄλῃ καὶ πλάνῃ ζῇν. ἢ ὁ ἐκ τοῦ ἀλᾷν ζῶν, οὐκ ἐξ ἐπιτηδευμάτων, ἀλλ’ ἐξ ἀπάτης. Ἀλαλητός. ὁ θόρυβος. | |
15 | Ἀλλάντος. εἶδος ἐντέρου ἐσκευασμένου. καὶ ἀλ‐ λαντοπώλης ὁ ἐντεροπράτης. ἡ εὐθεῖα ὁ ἀλὰς, τοῦ ἀλαντός. Ἀλβανοί. ὄνομα ἔθνους Γαλατῶν. τούτων φασὶ τὴν γῆν εὐδαίμονα καὶ καρποὺς ἐνεγκεῖν οὖσαν | |
20 | ἀγαθὴν, οἶνον πολὺν καὶ ἡδὺν ἔχουσαν. Ἀλγεινός. ὁ ἀλγεινόεις, ὁ λυπηρός. Ἀλαιεύς. ὄνομα δήμου. Ἀλαινής. ὁ μαινόμενος. Ἀλεεινός. θερινὸς, θερμός. οὕτως Ξενοφῶν. | |
25 | Ἀλεκινός. δυνατός. Ἄλεκτρος. ἀκοίμητος. Ἀλεξιτῆρα. βοηθὸν, σωτῆρα. Ἀλεξιβέλεμνον. τὸν τὰ βέλη ἀπερύκοντα. ἐν | |
ἐπιγραφῇ· | ||
alpha118 | καὶ τὸν ἀλεξιβέλεμνον ἀπὸ στέρνοιο χιτῶνα. Ἀλεξίκακε. καθαρτικὲ τῆς κακίας, ἢ ἀποτρό‐ παιε· ὁ τὰ δεινὰ καθείργων. ἢ ἀλεξίκακος ὁ σωτὴρ καὶ βοηθός. | |
5 | Ἀλετρίβανος. οἱ μὲν δασέως παρὰ τὰς ἅλας τρίβειν, οἱ δὲ ψιλῶς παρὰ τὸ ἀλεῖν, [τὸ ἀλή‐ θειν.] Ἀλείπτης. ὁ πρὸς τοὺς ἀγῶνας ἐπασκῶν, καὶ ὁ ἀγωνοθέτης. φησὶ καὶ ὁ θεόλογος Γρηγόριος· | |
10 | ἀλεῖπται τῆς ἀρετῆς. γίνεται δὲ ἀπὸ τοῦ ἀλεί‐ φω. ὅσα ὀνόματα ἀπὸ τοῦ ἀλείφω γινόμενα εἰ μὲν διὰ τοῦ πτ ἐκφέρονται, φυλάσσουσι τὸν ει δίφθογγον· οἷον ἀλείπτω, ἀλείπτης, ἄλειπτον φάρμακον· ἀνάλειπτος ὁ μὴ ἀλειφθείς. εἰ δὲ | |
15 | διὰ τοῦ φ ἐκφέρονται σύνθετα ὄντα, οὐ φυλάσ‐ σουσι τὸν ει δίφθογγον, ἀλλὰ διὰ τοῦ ι γρά‐ φεται· οἷον νηλιφὴς, ἀνηλιφής· σημαίνει δὲ τὴν ναῦν τὴν μὴ ἀλειφθεῖσαν πίσσῃ. πρόσκει‐ ται σύνθετα διὰ τὸ ἄλειφα, ὃ σημαίνει τὸ | |
20 | ἄλειμμα. ἐκ δὲ τοῦ ἀλείπτης γίνεται φιλα‐ λειπτῶ, ὡς· οὐκ ἔστι πίστις ἀνδρὶ φιλαλει‐ πτοῦντι. Ἀλείτης. ὁ ἁμαρτωλὸς, παρὰ τὸ ἀλῶ τὸ πλα‐ νῶ. γράφεται διὰ τῆς ει διφθόγγου, διότι [ἀν‐ | |
25 | εφάνη] τὸ ο ἐν τῷ ἀλείτης· τὰ γὰρ ἔχοντα τὸ ο ἀναφαινόμενον ἔχουσι τὸ [ε] ἐγκείμενον· οἷον σπείρω, σπορὰ, ἀλείφω, ἀλοιφή. | |
Ἀλήτης δὲ ὁ πλανήτης, [η]. | ||
alpha119 | Ἀλεξίκακος. τὰ ἀπὸ ἐνεστώτων ἢ μελλόντων γινόμενα ὀνόματα ἐν τῇ συνθέσει τρέπει τὸ ω εἰς ι· ἄρχω, ἀρχιστράτηγος· αὔξω, αὐξίφω‐ τος· λύσω, λυσίκομος· ἀλέξω, ἀλεξίκακος. | |
5 | Ἀλίβας. ὁ νεκρὸς, παρὰ τὸ λιβάδα μὴ ἔχειν, ὃ ἔστιν ὑγρότητα. Ἁλιγενής. ὁ ἐν θαλάσσῃ γεννηθείς. Ἀλιγέρνης. κύριον. Ἀληθής. ὁ τὰ ὄντα ὡς ἔχει λέγων. | |
10 | Ἀληθοεπής. ὁ ἀψευδής. Ἀλήϊος. ὁ πλανητικός. Ἄληξ. ποταμὸς Ἰταλίας. Ἄληπτος. ὁ ἀκράτητος. εἰπεῖν τὴν αἰτίαν, δι’ ἧς ἄληπτός ἐστι τοῖς ἐχθροῖς. ἄληπτος καὶ ὁ | |
15 | ἀκατάληπτος. καὶ ἀλήπτως ἐπίῤῥημα ἀντὶ τοῦ ἀκαταγνώστως. Ἁλίαρτος. ὁ ἠρτυμένος ἅλατι. Ἁλιάρται. ἀπὸ Ἁλιαρτίας χώρας. Ἀλλίας. ὄνομα κύριον. | |
20 | Ἀλίαστος. ὁ μὴ φεύγων. παρὰ τὸ λιάζω λια‐ στός. [—ἀμφὶ δ’ ἄρα σφι λιάζετο κῦμα— ὁ μέλλων λιάσω, λελίακα, λελίαμαι, λελία‐ σται. ῥηματικὸν ὄνομα λιαστός. καὶ μετὰ τοῦ | |
25 | στερητικοῦ α ἀλίαστος, ὃν οὐκ ἄν τις ἐκκλί‐ νῃ. καὶ τό· λιαζόμενον ποτὶ γαίην— τουτέστι κλινόμενον ἐπὶ τὴν γῆν. ὥστε τὸ λιά‐ | |
ζω δηλοῦν ποτὲ μὲν τὸ ἐκκλίνω, ποτὲ δὲ τὸ | ||
alpha120 | ἐκκλίνεσθαι. ἢ παρὰ τὸ ἀλῶ, ἀλίζω, ἀφ’ οὗ τὸ ἀλεύατο, ὡς φοιτῶ, φοιτίζω.] Ἁλίβρωτος. ὁ ἅλας ἐσθίων, ἢ ὁ ὑπὸ τοῦ ἅλα‐ τος βεβρωμένος καὶ δεδασμένος. | |
5 | Ἁλιζῶνες. οἱ Βιθυνοὶ, ὅτι ἡ γῆ αὐτῶν θαλάσ‐ σῃ διέζωται, καὶ οἱονεὶ χερσόνησός ἐστιν, ἀπὸ τοῦ Εὐξείνου τῆς Προποντίδος διεζευγμένη. Ἁληΐτορες. ἁλιεῖς καὶ ἁλεῖς οἱ αὐτοί. Ἁλικαρνασός. πόλις Καρίας ἀπὸ τοῦ ἅλιον πε‐ | |
10 | ριέχεσθαι τὴν Καρίαν. ὁ πολίτης Ἁλικαρνα‐ σεύς. Ἀλιμούσιος· Ἀλιμοῦς. δῆμος ἐστὶ τῆς Λεοντίδος. Ἅλιος. ὁ θαλάσσιος. καὶ ὁ ἥλιος κατὰ τροπὴν δωρικήν. καὶ ἅλιος ὁ μάταιος. | |
15 | Ἀλιπλάγητος. οὕτω καλεῖται ὁ Πάν· ἢ ὅτι ἐβοήθησεν τοῖς Ἀθηναίοις ἐν τῇ ναυμαχίᾳ, ἢ ὅτι τὸν Τυφῶνα δικτύοις ἤγρευσεν. [ἢ ὅτι οἱ ἁλιεῖς τιμῶσι τὸν Πᾶνα, ὡς νόμιον θεόν. ἢ ὅτι μεγαλόφρων ἐν τῇ χορείᾳ, ὡς ἁλίβρομος. ἢ | |
20 | ὅτι τῆς Ἠχοῦς ἐρᾷ. πολύηχος ἡ θάλασσα.] Ἀλήτης. ὁ πλανήτης. ἀπὸ τοῦ ἄλη ἀλήτης, ὡς πέδη πεδήτης. Ἀλιτήριος. ἀνόσιος, ὁ ἐνεχόμενος μιάσματι καὶ ἐξημαρτηκὼς εἰς θεόν. ἀλιτήριοι δὲ ἐκλή‐ | |
25 | θησαν ἀπὸ τοιαύτης ἱστορίας. λιμὸς κατέλαβε ποτὲ τοὺς Ἀθηναίους, καὶ οἱ πένητες τὰ τῶν ἀλούντων ἄλευρα διήρπαζον. ἀπὸ γοῦν ἐκείνων τοὺς πονηροὺς ἀλιτηρίους ἐκάλουν. παρέτεινε δὲ | |
τὸ ὄνομα καὶ ἐπὶ τῶν μετὰ βίας τὶ ποιούντων. | ||
alpha121 | Ἀλιτηρίους. ἀποτυχόντας, ἁμαρτάνοντας, ἀστο‐ χήσαντας. [οὐ μόνον ἀπράκτους παρεσκεύασας ἐπανελθεῖν, ἀλλὰ καὶ ἀλιτηρίους πάντων τῶν αὐτοῖς ἐντεταλμένων ἀπέδειξας.] | |
5 | Ἀλιτήμων. ὁ ἁμαρτωλός. ἀλίτω βαρύτονον καὶ ἀλιτῶ περισπώμενον. ἀπὸ γοῦν τοῦ ἀλιτῶ ἀλιτήσω γίνεται ἀλιτήμων· ὡς φιλῶ φιλήσω, φιλήμων. [ἀπὸ δὲ τοῦ ἀλιτῶ ἀλιταίνω, ἐξ οὗ καὶ τὸ ἀλιτρὸν, ἀλιτραίνω.] | |
10 | Ἀλιφειρεύς. ὄνομα ποταμοῦ. Ἄλθαινος. ὄνομα ποταμοῦ. Ἀλκμάν. ὄρνεον θρηνητικόν. Ἀλκαμένης· Ἀλκαῖος· Ἀλκιβιάδης· Ἀλκί‐ μαχος καὶ Ἀλκιδάμας. ὀνόματα κύρια. | |
15 | Ἀλκίνοος. κύριον. καὶ ὁ δυνατός. Ἀλκμαιωνίδαι. γένος ἐστὶν ἐπιφανὲς Ἀθήνῃσιν, ἀπὸ Ἀλκμάνος. Ἀλκτῆρες. οἱ φύλακες. θείας ἀλκτῆρες ἱμερτῆς φιλότητος. | |
20 | Ἄλογοι. ἐρανισταὶ, οἱ μήπω ἐξειλεχότες τὸ ἐπιβάλλον αὐτοῖς. Ἀλλοδαπής. ὁ ξένος, ἀπὸ ἄλλου δαπέδου. Ἀλοητός. ὁ καιρὸς τοῦ θέρους. Ἀλλοθρόους. ἀλλοφώνους. | |
25 | Ἀλλοπρόσαλλος. εὐμετάβλητος, ἀνάρμοστος. Ἄλλος. ἀντὶ τοῦ ἕτερος. —Διῒ δ’ ἡμεῖς οἴσομεν ἄλλον. Ἄλλος. προσώπου σημαντικὸν ἔστιν ἤγουν ὑπο‐ στάσεως. οἷον ἄλλος καὶ ἄλλος, Παῦλος. ἄλλο | |
30 | δὲ τὴν κατὰ φύσιν διαφορὰν σημαίνει. οἷον· ἄλλο ἄνθρωπος καὶ ἄλλο ἵππος. τὸ δ’ ἀλλοῖον ἐπὶ τῶν κατὰ συμβεβηκὸς διαφορῶν τίθεται· τὸ γὰρ ἀλλοῖον ποιεῖ. Ἄλλος ἄλλον. ἀντὶ τοῦ ἀλλήλους. | |
35 | Ἀλλότριος. ξένος. ἀλλοόριος, καὶ κατὰ συγκο‐ | |
alpha122 | πὴν ἀλλόριος, *ὁ ἄλλων ὁρίων ὑπάρχων. καὶ κατὰ πλεονασμὸν τοῦ τ ἀλλότριος.* Ἄλλος. ἀπὸ τοῦ ἄλαλος καὶ συγκοπῇ ἄλλος· ἀναιρετικὸν γάρ ἐστι τῶν ὡρισμένων προσώπων. | |
5 | οἷον· ἄλλος, οὐκ ἐγὼ, ἄλλος, οὐ σύ. ἰστέον, ὅτι τὸ ἄλλος κλητικὸν οὐκ ἔστιν, οἷον ἄλλε, ἡ γὰρ φύσις τῆς κλίσεως μάχεται τῷ σημαινομένῳ τοῦ ὀνόματος. ἡ γὰρ κλητικὴ πρὸς παρόν ἐστι πρόσ‐ ωπον καὶ γνωριζόμενον· τὸ δὲ ἄλλος ἀγνοού‐ | |
10 | μενόν ἐστι καὶ ἀπόν. ὁμοίως καὶ αἱ κλητικαὶ τῶν πυσμάτων, τοῦ· ποῖος· τίς· πόσος· ἐκλε‐ λοίπασιν, ἐπειδὴ τὰ πύσματα περὶ ἀπόντων καὶ ἀγνοουμένων γέγονε προσώπων, αἱ δὲ κλη‐ τικαὶ παρόντων εἰσὶ καὶ ἐγνωσμένων προσώπων | |
15 | κλίσεις. Ἄλλος. ὄνομά ἐστιν ἀντωνυμία. *εἰσὶ μὲν τινὲς λόγοι, μὴ ἕλκοντες αὐτὸ εἶναι ἀντωνυμία καὶ μὴ ὄνομα.* ἐπειδὴ ὃν τρόπον τὸ ἐκεῖνος καὶ οὗτος ποιοῦσι τὰ οὐδέτερα αὐτῶν ἀποβολῇ τοῦ | |
20 | ς, ἐκεῖνο καὶ τοῦτο, τὸν αὐτὸν τρόπον καὶ τὸ ἄλλο ἀποβολῇ τοῦ ν ποιεῖ τὸ οὐδέτερον, σεσημειωμένον τὸ ἄλλο καὶ τοῦτο, καὶ τὰ ὅμοια. ἕτερος δὲ λόγος τοῦ μὴ εἶναι ἀντωνυ‐ μίαν, ἀλλ’ ὄνομα. ἡ γὰρ ἀντωνυμία ἀντὶ ὀνό‐ | |
25 | ματος παραλαμβάνεται. τὸ δὲ ἄλλος ἀόριστον, διότι καὶ γ καὶ β. τὸ ἐκεῖνος καὶ οὗτος καὶ τὰ λοιπὰ ἢ δεῖξιν σημαίνει, ἢ ἀναφοράν· τὸ δὲ ἄλλος οὔτε δεῖξιν σημαίνει, οὔτε ἀναφορὰν, καὶ ἔστιν ὄνομα. | |
30 | Ἁλμυρός. ὡς τὸ τόλμη τολμηρὸς, οὕτω καὶ ἅλ‐ μη ἁλμυρός. καὶ ὡς τηρὸς, τύρος. κυρίως δὲ τίθεται ἡ λέξις ἐπὶ τῶν ἅλας μυρωμένων πο‐ ταμῶν, ὅ ἐστιν ἐκχεομένων. Ἀλοιμός. ἡ ἐπάνω [τῆς] τοῦ θαλάμου γανώ‐ | |
35 | σεως ἐνιεῖσα ἐπάλειψις, καθάπερ πετάλωσις | |
alpha123 | οὖσα ἐν αὐτῷ. ὡς οὖν λείπω λοιμὸς, οὕτω ἀλεί‐ φω ἄλοιμος. Ἄλπις. ὄρος μέγα τῆς Εὐρώπης, ἀφ’ οὗ ῥεῖ ὁ Ἴστρος· καὶ ἄλλο δυτικώτερον, ἀφ’ οὗ ῥεῖ ὁ Ῥῆ‐ | |
5 | νος ποταμός. Ἄλπις δὲ λέγεται ἀπὸ τινὸς Ἄλ‐ πιος, ὑπὸ τοὺς τόπους ἀνῃρημένου· ἢ παρὰ τὸ ἄλτον, ὃ σημαίνει τὸν ὑψηλόν. Ἅλας. ἡ θάλασσα. παρὰ τὸ ἅλες, τὸ συν‐ εστραμμένον καὶ ἠθροισμένον. | |
10 | Ἀλιάτης. Λυδῶν βασιλεὺς, ὃς [ἦν] τὰ πολέ‐ μια γενναῖος. τινὲς δύο ττ γράφουσι τὸ Ἀλιάτ‐ της. ὁ οἰκήτωρ Ἀλιαττηνός. καὶ Ἀλιάτα χώρα Βιθυνίας ἀπὸ Ἀλιάττου. Ἀλύδενος. ὁ κακὸς ἄνεμος. | |
15 | Ἀλύδιμος. ὁ οἰκουρός. Ἀλφειός. ποταμὸς τῆς Ἀρκαδικῆς πόλεως, ἣ κα‐ τὰ τὴν Πελοπόννησον κεῖται. Ἀλφιτεῖς. οἱ τὰ ἄλφιτα ποιοῦντες. οὕτως Ὑπερ‐ ίδης. | |
20 | Ἀλφός. πάθος τὶ, παρὰ τὸ ἐναλλάσσειν τὴν χροίαν. ἀλλόφος τὶς ὢν, [ὁ ἀλλοιοφανὲς τὸ χρῶμα ποιῶν.] Ἀλωπόχρους. ὁ πολιός. Ἀλώβητοι. ἀνύβριστοι, ἀβλαβεῖς, ἀμώμητοι. | |
25 | Ἀλωτός. χειρωτός. Ἀλφός. πάθος τὶ λευκόχρουν. Ἀλιτρός. ὁ ἁμαρτωλός. Ἀλφειός. ὁ ἐν Ἤλιδι ποταμός. παρὰ τὸ τοὺς ἀλ‐ φοὺς θεραπεύειν. ἢ παρὰ τὸ ἄλφειν, ὅ ἐστιν | |
30 | ὠφελεῖν· ὠφέλιμον γὰρ αὐτοῦ τὸ ὕδωρ. τὰ διὰ | |
alpha124 | τοῦ εἰς ος τρισύλλαβα ἐπὶ ποταμῶν ὀξύτονα ὄντα δίφθογγον ἔχει, οἷον· Πηνειὸς, Σπερχειός. πρόσκειται ὀξύτονα, διὰ τὸ Μηνιός. γράφεται γὰρ διὰ τοῦ ι τρισύλλαβα διὰ τὸ Σαγγάριος. | |
5 | Ἀλαζόνας. τοὺς ἐφ’ οἷς οὐκ ἔχουσιν αὐχοῦντας, ὡς ἔχοντας. οὕτως Παῦλος ὁ Ἀπόστολος. Ἀλλοτριοεπίσκοπος. ὁ τὰς ἑαυτοῦ ἁμαρτίας ἀφεὶς, τὰς δὲ τῶν ἑτέρων περιεργαζόμενος. | |
9t | (Θηλυκόν.) | |
10 | Ἀλαβαστροθήκη. μυροθήκη. Ἀλάβανθα. πόλις Καρίας. Ἀλβανία. χώρα. Ἀλάκατος καὶ ἠλάκατος καὶ ἠλακάτη. παρὰ τὸ ἄζω, ἄξω, γίνεται ὄνομα ῥηματικὸν ἀκτὸς, | |
15 | τὸ θηλυκὸν ἀκτὴ, καὶ πλεονασμῷ τῆς αλ συλ‐ λαβῆς, ὥσπερ εἴωθε, γίνεται ἀλακάτη, ἡ ἄγου‐ σα τὸ ἔριον ἢ λίνον. Ἀλαζονεία. ἕξις προσποιητικὴ τῶν μὴ ὑπαρχόν‐ των. | |
20 | Ἀλγεινή. ἡ χαλεπή. Ἀλαοσκοπιή. ἡ τύφλωσις. Ἄλγησις καὶ ἀλγηρά. ἡ λυπηρά. Ἀλέας. πόλις Θεσσαλονίκης. οἱ πολῖται Ἀλεῖς. Ἀλεξιάρη. γῆ ἡ τοῖς ἀνδράσι βοηθοῦσα. | |
25 | Ἀλεία. ἡ ἄγρευσις. ἀλία δὲ μόνον ι. Ἀλειτία. ἡ ἁμαρτία. Ἀλεωρή. ἡ φυλακή. παρὰ τὸ τὴν ἀλέαν καὶ τὸ ὠρεῖν, τὸ φυλάσσειν. | |
Ἀλέα. ἡ θέρμη. | ||
alpha125 | Ἀλευρόττησις. τὸ λεπτὸν τοῦ ἀλεύρου, ἢ τὸ κόσκινον. σήθω, σήσω, σῆσις, καὶ τροπῇ τοῦ ς εἰς τ, τῆσις, καὶ πλεονασμῷ τοῦ τ μετὰ τὸ ἄλευρον, ἀλευρόττησις. | |
5 | Ἅλη. ἡ πλάνη, παρὰ τὸ ἁλῶ, τὸ πλανῶ. [τοῦτο παρὰ τὸ λῶ, τὸ θέλω, καὶ μετὰ τοῦ στερητι‐ κοῦ α ἄλη.] Ἀλληγορία. διαφορὰ νοημάτων πρὸς τὸ ὑποκεί‐ μενον· ἢ τροπολογία, ἢ ἄλλο τι παρὰ τὸ ἐνορώ‐ | |
10 | μενον ὑποδεικνύουσα. Ἀλάβαστρα. πόλις Φρυγίας. τὸ ἐθνικὸν Ἀλα‐ βαστρίτης. Ἀλεκτρυών. ἐπὶ ἄρσενος καὶ θηλείας· ἀλέκτωρ δὲ ἐπὶ μόνου ἀρσενικοῦ· ἀλεκτορὶς δὲ ἐπὶ θη‐ | |
15 | λυκοῦ. ὁ ἐκ τῶν λέκτρων, τοῦτ’ ἔστι τῶν κοι‐ τῶν, ἡμᾶς διεγείρων. [τοῦ α στερητικοῦ ὄντος, ὁ στερῶν ἡμᾶς τῶν λέκτρων. καὶ ὁ ἥλιος δὲ ἀλέκτωρ λέγεται.] [Ἀλέα. ἡ θέρμη. ἢ ὁ τόπος ὁ ὑπὸ τοῦ ἡλίου | |
20 | θερμαινόμενος. παρὰ τὸ ἅλιος· ἅλιος γὰρ ὁ ἥλιος. μεταφορικῶς δὲ καὶ πάντα τόπον θέρ‐ μην ἔχοντα. ἢ παρὰ τὸ ἀλῶ, τὸ πλανῶ.] Ἁλιζώνου. τῆς ὑπὸ θαλάσσης περιεζωσμένης. Λαΐδ’ ἔχω πολιῆτιν ἁλιζώνοιο Κορίνθου. | |
25 | Ἀλίζωστις. εἶδος βοτάνης θαλασσίας. Ἀλίμενον. τὴν τέλος μὴ ἔχουσαν μηδὲ ὅρμον. Ἁλινηχέος. ἐν θαλάσσῃ νηχομένης. ἁλινηχέος ὄργανα τέχνης ἄνθετο. | |
30 | Ἄλλικα. χλαμύδα. [κατὰ Θεσσαλούς. ἄλλικα χρυσείῃσιν ἐργομένην ἐνέτῃσιν. | |
οἱ ἰδιῶται γάλλικα φασὶ ταύτην.] | ||
alpha126 | Ἁλιξάντοις. τοῖς ὑπὸ τῆς ἁλὸς ξηραινομένοις. ἀκταίοις νησίδος ἁλιξάντοισι χοιράσιν. Ἀλιπαρῆ. ἀχμηράν· ἢ λιπαρῆ. ἐξ ἧς αὐτὸν λιπαρήσομεν. | |
5 | Ἀλιτημόρου. παράφρονος γεγονυίας. Ἀλλαρία. πόλις Κρήτης. τὸ ἐθνικὸν Ἀλλαριώ‐ της. Ἄλλιξ. ἡ χλαμύς. παρὰ τὸ ἀλλάσσω ἄλλαξ καὶ ἄλλιξ. | |
10 | Ἀλληλουχία. ἡ συνέχουσα καὶ συγκρατοῦσα ἀλ‐ λήλους. Ἀλειπής. πηγὴ ἐν Ἐφέσῳ. Ἀλήθεια. ἀπόφασις λέγουσα τὸ ὑπάρχον ὡς ὑπάρχον καὶ τὸ μὴ ὑπάρχον ὡς μὴ ὑπάρχον. | |
15 | Ἀλκαῖα. κυρίως ἡ οὐρὰ τοῦ λέοντος, διὰ τὸ εἰς ἀλκὴν αὐτὴν προτρέπειν. Ἀλκή. δύναμις, βοήθεια. ἀρκή τίς ἐστι τροπῇ τοῦ ρ εἰς λ. ἢ παρὰ τὸ ἀκμὴ, ὃ σημαίνει τὴν ἡλικίαν. | |
20 | Ἀλλεπάλληλοι. συνεχεῖς. Ἀλινθήδρα. ὁ τόπος, ἐν ᾧ τιθέντες ἑαυτοὺς οἱ ἵπποι κυλίονται. Ἀλκιμάχη. ἡ Ἀθηνᾶ. Ἀλκμήνη. κύριον. [ὡς μέση, μεσήνη· πύλη, πυ‐ | |
25 | λήνη· ἀκμὴν, ἀκμήνη· οὕτως καὶ τὸ ἀλκὴ ἀλ‐ κήνη, καὶ πλεονασμῷ τοῦ μ ἀλκμήνη.] Ἀλθαία. κύριον ὄνομα. Ἀλθηφίας. ἡ ἄμπελος ἀπὸ Ἀλθηφίου τινός. καὶ ἀνθηδονίας καὶ ὑπερίας ἡ ἄμπελος ἐπὶ Ἀνθη‐ | |
30 | δόνος καὶ Ὑπέρου. χρησμός· | |
alpha127 | Πῖνε οἶνον τρυγίας, ἐπεὶ οὐκ Ἀνθηδόνα ναίεις οὐδ’ ἱερὰν Ὑπέραν, ὅθι τ’ ἄτρυγον οἶνον ἔπινες. | |
5 | Ἀλκυών. θαλάσσιον ὄρνεον. παρὰ τὸ ἐν ἁλὶ κύειν. Ἀλκυονίδαι. ἡμέραι εὐδιειναί. Ἅλμη. παρὰ τὸ ἁλὸς, ἅλη, καὶ πλεονασμῷ τοῦ μ ἅλμη. | |
10 | Ἄλξ. ἡ δύναμις. ἀπὸ τῶν εἰς κη θηλυκῶν κατὰ ἀφαίρεσιν τοῦ η καὶ τροπῇ τοῦ προκειμένου κ εἰς ξ γίνεται ἂλξ, ὡς Φοινίκη, Φοίνιξ, φρίκη, φρὶξ, κρόκη, κρὸξ, οὕτως ἀλκὴ, ἄλξ. Ἁλμάδες. αἱ κολυμβηταὶ ἐλαῖαι. | |
15 | Ἀλογία. ἡ ἀφροντισία. Ἡρόδοτος· ὁ δὲ κατά‐ σκοπος εὑρὼν τοὺς Λακεδαιμονίους ἀλογίης τὲ ἐνεκύρησε πολλῆς. Ἀλογία. ἡ ἀταξία. ταχὺ δὲ τοῦ λόγου διαδοθέν‐ τος εἰς τὸ πλῆθος, οὐκ ἔτι συνέβαινε γίνεσθαι | |
20 | τὴν ἀλογίαν ἢ τὴν ἀταξίαν. Ἄλογος ὄρεξις. ὀργὴ καὶ ἐπιθυμία. Ἄληξ. ἡ αὖλαξ, τὸ μετ’ ἀρότρου, ἢ τὸ ἀλώ‐ νιον. παρὰ τὸ αὖλαξ ἐλλείψει τοῦ υ καὶ τροπῇ τοῦ α εἰς η ἄληξ. | |
25 | Ἁλώπη. χώρα ἡ καλουμένη Χία πρὸς τῇ Ἐφέ‐ σῳ. ἀπὸ τοῦ ἐν τῷ παραλίῳ αὐτῆς πρῶτον αὐ‐ τομάτως ἅλας πηχθῆναι. Ἁλλόνησος. νησύδριον ἐν τῷ Αἰγαίῳ πελάγει. Ἁλοσύδνης. τῆς θαλάσσης. παρὰ τὸ ἁλὸς γε‐ | |
30 | νικὸν ἁλόσυνος καὶ τὸ θηλυκὸν ἁλοσύνη, καὶ | |
alpha128 | πλεονασμῷ τοῦ δ ἁλοσύδνη, ὡς παρὰ τὸ γη‐ θόσυνος γηθοσύνη. Ἁλουργοπωλική. ἡ πορφυροπωλικὴ λεγομένη. οὕτως Ἰσαῖος. | |
5 | Ἀλουργίς. πορφυρᾶ χλανίς. ἐκ τοῦ ἃλς, ἁλὸς, καὶ τὸ ἔργον. ἡ ἀπὸ τοῦ θαλασσίου κόχλου γινομένη. ἀλουργὴς δὲ ἡ αἰσθὴς η, καὶ κλί‐ νεται τῆς ἀλουργοῦς, τῇ ἀλουργεῖ. Ἄλοχος. κυρίως ἡ ἐκ παρθενείας ἑτέρου λέχους | |
10 | ἄπειρος. καὶ μετὰ τοῦ α ἀντὶ τοῦ ὁμοῦ σημαί‐ νοντος ἢ ἅμα, γίνεται ἄλοχος, οἱονεὶ ὁμόλοχος τὶς οὖσα ἡ μετέχουσα τῆς κοίτης τοῦ ἀνδρός. Ἀλοχεύτου. ἀσπόρου. ἐξ ἀλοχεύτου προελθὼν καὶ λοχευθεὶς τὴν πλευρὰν πλαστουργέμου. | |
15 | Ἀλίσαρνα. πόλις Τρωάδος. ὁ πολίτης Ἀλισαρ‐ ναῖος. Ἀλλοδαπή. ἡ ξένη. Ἀλλοτρίωσις. χωρισμὸς οἰκείων. Ἀλλοίωσις. ἡ ἀπὸ τοῦ κρείττονος ἐπὶ τὸ χεῖρον | |
20 | τροπή· μεταβολὴ δὲ, ἡ ἀπὸ τοῦ χείρονος ἐπὶ τὸ κρεῖττον· ἡ ἀπὸ τοῦ μέσου δὲ ἐπὶ τὸ χεῖ‐ ρον, ἢ ἐπὶ τὸ κρεῖττον, τροπὴ λέγεται. Ἄλπεις. οἱ ἐν στενοχωρίᾳ δίοδοι. Ἅλυσις. παρὰ τὸ λύω, λύσω. ἄλυτος γάρ ἐστιν. | |
25 | ἢ ἄλλη ἄλλης ἐξήρτηται. Ἄλυξις. ἀπόπτωσις, φυγή. Ἀλυκτοπέδη. δεσμὸς ἄφυκτος. ἀλυτοπέδη τίς ἐστι καὶ πλεονασμῷ τοῦ κ ἀλυκτοπέδη. Ἀλυκτοσύνη. φυγὴ, ἔκκλισις. | |
30 | Ἀλύβη. ὄνομα στήλης. | |
alpha129 | Ἀλφεσίβοια. εὑρετικὴ βοῶν. Ἀλφή. ἡ τιμή. Ἅλωσις. ἐρήμωσις, πόρθωσις. Ἀλωπεκόννησος. πόλις ἐστὶ μία τῶν ἐν Χεῤῥο‐ | |
5 | νήσῳ. Ἀλωή. ἡ ἀμπελόφυτος γῆ. παρὰ τὸ τὴν ἄλσιν, ὃ σημαίνει τὴν αὔξησιν. ἄλδω, ἀλοὴ, [ἀλωή.] Ἀλυπία. ἕξις, καθ’ ἣν ἀνέκπτωτοι ἐσμὲν πρὸς λύπην. | |
10 | Ἀλωπεκία. πάθος ψιλωτικὸν τῶν τριχῶν καὶ τῶν γενείων. ἡ μεταφορὰ ἀπὸ τῆς ἀλώπεκος, ἥτις, ἔνθα ἂν οὐρήσῃ, τὸν τόπον ἄκαρπον ποιεῖ, ξηραίνουσα καὶ τὴν προϋπάρχουσαν βοτάνην, καὶ ἑτέραν ἀναβλαστῆσαι οὐ συγχωρεῖ. τινὲς | |
15 | δὲ λέγουσιν ἀλωπεκία ἡ περικεφαλαία· ἀλω‐ πέκεια δὲ ἡ νόσος ἡ περὶ τὴν κεφαλὴν, ἣ καὶ διὰ διφθόγγου γράφεται. Ἅλως. τὸ ἀλώνιον. παρὰ τὴν τῶν ἀσταχύων ἀλοίησιν καὶ συντριβήν. | |
20 | Ἀλώπηξ. καὶ κλίνεται ἀλώπεκος. σεσημείωται, ὅτι ἔτρεψε τὸ η εἰς ε ἐν τῇ γενικῇ, καὶ ἔστιν εἰπεῖν, ὅτι τὰ εἰς ηξ θηλυκὰ οὐ φαίνεται πα‐ ραληγόμενα τὸ ω· οἷον πήληξ, ἀντίπηξ· τὸ γὰρ σκώληξ [παραληγόμενον τῷ ω οὐκ ἀντί‐ | |
25 | κειται· ἀρσενικὸν γάρ ἐστιν. ἐπεὶ οὖν τὸ ἀλώ‐ πηξ θηλυκόν ἐστι] παραληγόμενον τὸ ω εἰκό‐ τως ὡς παρήλλαξαν κατὰ τὴν παραλήγουσαν, παρήλλαξε καὶ κατὰ τὴν κλίσιν. λέγεται καὶ | |
ὁ ἀλώπηξ. | ||
alpha130 | Ἀλεωρήν. φυγήν. Ἡσίοδος· —λιμοῦ τ’ ἀλεωρήν. | |
3t | (Οὐδέτερον.) | |
4 | Ἄλα. τὰ κόπρια. [Ὅμηρος ἐν Ὀδυσσείᾳ· | |
5 | οὐ σύγ’ ἐξ οἴκου σῷ ἐπιστάτῃ οὐδ’ ἄλα δοίης.] Ἄλαστα. τὰ κακά· ἀνεπίληστα τινὰ ὄντα, ἀπὸ τοῦ ἀλαστῶ, ἀλαστήσω, τὸ χαλεπαίνω. Ἀλάβαστρον. μυροθήκη, ψήφινος ἢ λίθινος. ἀλάβαστόν τι ὂν, πλεονασμῷ τοῦ ρ, οὗ λαβέ‐ | |
10 | σθαι διὰ λειότητα ἀδύνατον. Ἀλλαρίοις. σιτηρεσίοις. Ἀλαπαδνόν. τὸ ἀσθενές. Ἄλλαγμα. ἀντεισαγωγή. Ἄλγεα. λυπηρὰ, κακά. | |
15 | Ἄλγος. λύπη, θλίψις. ἀπὸ τοῦ ἀλέγω τὸ φρον‐ τίζω. [τὰ γὰρ πολυπαθῆ φροντίδος ἄξια. ἢ ἃ μὴ λέγοι τὶς, μὴ δὲ ὀνομάζοι. τὸ δὲ ἀλέγω παρὰ τὸ λέγω, τὸ φροντίζω,] ἀφ’ οὗ λόγος ἡ φρον‐ τὶς, καὶ ἀλέγω, ἀλεγεινὸς, οὐ δὲ ἀπὸ τοῦ ἐλεῶ, | |
20 | ἐλεεινὸς, ἐπεὶ ὤφειλε γράφεσθαι διὰ τοῦ ι. τὰ γὰρ εἰς νος ὀξύτονα, μὴ ὄντα παρώνυμα, διὰ τοῦ ι γράφεται· οἷον τάχα ταχινὸς, ἀλή‐ θεια ἀληθινὸς, χθὲς χθεσινὸς, πύκα πυκινὸς, ἀλλὰ ἀπὸ τοῦ ἄλγος ἀλγεινὸς καὶ ἔλεος ἐλεει‐ | |
25 | νὸς, καὶ γράφεται διὰ τῆς ει διφθόγγου ὡς παρώνυμον. Ἄλεκτρα καὶ ἄνυμφα. [ἀντὶ τοῦ παράνομα καὶ οὐ νενομισμένα διὰ τὴν μοιχείαν. τουτέστι δύσ‐ | |
λεκτρα καὶ κακόνυμφα.] Σοφοκλῆς· ἄλεκτρ’ | ||
alpha131 | ἄνυμφα γὰρ ἐπέβη μιαιφόνων γάμων ἁμιλλή‐ ματα. Ἅλειον. τὸ τοῦ ἡλίου ἱερὸν κατὰ Ῥοδίους. ση‐ μαίνει δὲ καὶ τὸ ὕδωρ. | |
5 | Ἅλιον δὲ, τὸ μάταιον, ι. [παρὰ τὸ ἃλς, ἁλὸς, ἅλιον, ὡς πτὺξ, πτυχὸς, πτύχιον, οἱονεὶ τὸ εἰς θάλασσαν ῥιπτόμενον καὶ ἀφανιζόμενον.] Ἁλουργίς. χρῶμα τὸ πορφυροῦν ἤτοι ὀξύ. Ἄλιπτα. αἰολικῶς παρὰ τὸ ἀλείφω, ἄλιμμα | |
10 | καὶ ἄλιπτα. Ἁλίπλοα. ἐν τῇ θαλάσσῃ πλέοντα. Ἄλειφαρ. τὸ ἄλειμμα, καὶ κατὰ ἀποκοπὴν ἄλει‐ φα, καὶ κλίνεται ἀλείφατος. ἐν δ’ ὠτειλὰς πλῆσεν ἀλείφατος—. | |
15 | Ἄλεισον. τὸ ποτήριον. παρὰ τὸ ἅλες, ὅ ἐστι τὸ ἀθρόον· ἐξ οὗ ἀθρόως πίνειν ἐστίν· ἢ παρὰ τὸ λεῖον γέγονεν ἄλεισον, [κατ’ ἐπένθεσιν τοῦ ς, τοῦ α ἐπιθετικοῦ ὄντος ἢ στερητικοῦ, τὸ μὴ ὂν ὁμαλὸν, ἀλλὰ περιφερές. ψιλοῦται δὲ, ἐπει‐ | |
20 | δὴ τὸ α, ἢ στερητικὸν ὂν ἢ ἐπιτατικὸν, ψι‐ λοῦται.] Ἀληθές. τὸ ἀντιδιαστελλόμενον τῷ ψεύδει. ἄλη‐ θες δὲ ἀντὶ τοῦ ὄντως. ἄληθες, ὦ παῖ τῆς ἀρουραίας θεοῦ— | |
25 | [ὁ Αἰσχύλος φησὶν πρὸς τὸν Εὐριπίδην.] [Ἀλήϊον. πεδίον Κιλικίας. τὸ ἐθνικὸν Ἀλήϊος. καὶ ἀλήϊος ὁ πλανητικός.] Ἄλημα. παραλογιστικὸν πανούργημα ἢ ἐπίτριμ‐ μα. [ὦ τέκνον Λαερτίου κακοπινέστατ’ ἄλημα | |
30 | στρατοῦ.] | |
alpha132 | Ἀλείατα. τὰ ἄλευρα. Ἄληκτον. ἀκατάπαυστον. Ἀλισγημάτων. μιασμάτων, ἐκ μυσαρᾶς θυ‐ σίας τῶν εἰδώλων. | |
5 | Ἀλλεπάλληλον. πυκνόν· συνεχές. Ἀλληλέγγυον. ἡ ἐξ ἀμφοτέρων πίστις. Ἁλίπεδον. τὸ παραθαλάσσιον πεδίον. Ἀλίαστον. τὸ ἀκατάπαυστον, ὃ οὐ δύναταί τίς ἐκφυγεῖν. | |
10 | Ἀλιτόμηνον. τὸ ἁμαρτάνον τῶν ἐννέα μηνῶν. ἀλιτόμηνα βρέφη. Ἀλείαρ. τὸ ὑπὸ τῶν πυρῶν ἄλευρον· τὸ γὰρ ἀπὸ κριθῆς ἄλφιτον λέγεται. Ἀλεξιφάρμακον. θεραπευτικὸν βοήθημα. | |
15 | Ἀλίγκιον. ὅμοιον. Ἁλιῤῥόθιον. κῦμα θαλάσσιον. Ἀλληλούϊα. αἶνος θεοῦ ἑρμηνεύεται. ἔστι τὸ μὲν ἀλληλοῦ, αἶνος, τὸ ἴα, θεός. διότι καὶ ἀντὶ τοῦ, αἰνεῖτε τὸν κύριον, ὅτι ἀγαθὸν ψαλ‐ | |
20 | μὸς, ἀλληλούϊα, ὅτι ἀγαθὸν ψαλμὸς, ὁ Σύμ‐ μαχος τέθεικεν. Ἅλας. τὸ ἐσθιόμενον. παρὰ δὲ τῷ εὐαγγελίῳ ἡ φρόνησις, ἧς ἔμπλεως ὁ ἀποστολικὸς λόγος. ὃν τρόπον ἄνευ ἁλὸς οὔτε ἄρτος, οὔτε ὄψον ἐδώ‐ | |
25 | διμον. ὡς τό· ὑμεῖς ἐστὲ τὸ ἅλας τῆς γῆς. γῆν καλεῖ τὰς ψυχὰς τῶν ἀνθρώπων· ψυχὴ γὰρ μὴ ἡλισμένη τῷ ἁγίῳ πνεύματι σέσηπται. Ἄλκαρ. δύναμις, σωτηρία, βοήθημα. παρὰ τὸ | |
ἀλκή. | ||
alpha133 | Ἀλαλκτήρια λιμοῦ. τὰ δυνάμενα ἀλαλκεῖν καὶ ἀπείργειν τὸν λιμόν. Ἀλλόβριθες. ἔθνος δυνατώτατον Γαλατικόν. Πολύβιος. διὰ τοῦ ι γράφεται τὸ Ἀλλόβριθες. | |
5 | Ἀλόγιστα παροίσομεν. ἀδιήγητα τὰ κακὰ βα‐ στάζομεν. Σοφοκλῆς· ἐν πυμάτῳ δ’ ἀλόγιστα παροίσομεν—. Ἀλογίας δίκη. ἂν φεύγουσιν οἱ ἄρχοντες τὸν λόγον οὐ διδόντες τῶν τῆς ἀρχῆς διοικημάτων. | |
10 | Ἀλλοδαπά. ξένα, παντοῖα. Ἀλήρια. ὀστᾶ. Ἀλλόκοτον. ξένον. [παρὰ τὸ ἀλλαχοῦ κεῖσθαι καὶ μὴ κατὰ τὸ αὐτό. ἀλλόκοτον καὶ τὸ ἀνό‐ μοιον.] | |
15 | Ἁλμυρόν. δριμύ. Ἁλυκόν. δριμύ. —ἁλυκὸν δέ οἱ ἔκπεσε δάκρυ. Ἀλυκρά. χλιαρά. —γέντο δ’ ἀλυκρά—. | |
20 | Ἄλυκτον. ὃ οὐ δύνατάι τις φυγεῖν. Ἄλφιτα. τὰ ἀπὸ τῆς κριθῆς ἄλευρα. Ἄλσος. δάσος, σύνδενδρος τόπος. παρὰ τὸ ἄλδω, ἄλσω, ἄλσος· ἢ παρὰ τὸ [ἄρδω, ὁ μέλλων ἄρ‐ σω, καὶ ἐξ αὐτοῦ ἄλσος.] | |
25 | Ἀλυσιτελές. ἀσύμφορον, βλαβερόν. Ἁλώσιμον. τὸ ληφθῆναι δυνάμενον. Ἀλύαττα. πόλις Βιθυνίας. Ἁλώνητα. τὰ βάρβαρα ἀνδράποδα. τοὺς γὰρ ἅλας διδόντες τοῖς Θρᾳξὶν ὠνοῦντο τὰ ἀνδρά‐ | |
30 | ποδα. Ἄλωα. τὰ παρὰ τὴν σελήνην νεφελώδη. Ἀλώϊον. πόλις Θεσσαλίας. Ἄλπειον. ὄρος. καὶ Ἄλπιον, καὶ Ἄλπεινον. Ἄλφα. τὸ στοιχεῖον. παρὰ τὸ ἀλφῶ, τὸ εὑρί‐ | |
35 | σκω· πρῶτον γὰρ τῶν ἄλλων στοιχείων εὑρέθη. | |
alpha134 | ἢ ἀπὸ τοῦ κατὰ ἀμοιβὰς πολιτεύεσθαι· ἄλ‐ φειν γὰρ τὸ ἀμείβειν. Ἁλίπεδον. τὸ ὁμαλόν. οὕτως εὗρον παρὰ τῷ Ψελλῷ. | |
5t | (Ῥῆμα.) | |
6 | Ἀλαλάξατε. ὑψώσατε φωνήν. καὶ ἀλαλάζειν παρὰ τὸ τὴν ἀλάλην, ὃ σημαίνει τὸν θόρυβον. [Ἀλαλύκτημαι. τεθορύβημαι, πεπλάνημαι. παρὰ τὸ τὴν ἀλάλην, ὃ σημαίνει τὸν θόρυβον,] | |
10 | ἀλαλῶ, ἀφ’ οὗ ἀλαλύσσω, [ῥηματικὸν ὄνομα ἀλαλυκτὸς καὶ ἀλαλυκτῶ, καὶ ἀλαλύκτημαι. καὶ ἔστι παρακείμενος. εἰ δὲ ἐνεστὼς, ἀλυκτῶ, οὗ παράγωγον τῶν εἰς μι ἀλύκτημι· οὗ παθη‐ τικὸν αἰολικὸν ἀλύκτημαι. ἐκεῖνοι γὰρ οὕτω λέ‐ | |
15 | γουσιν ποίημαι καὶ νόημαι. καὶ ἐν διπλασιασμῷ ἀλαλύκτημαι. πολλοῖς γὰρ χρῆται αἰολικοῖς ὁ ποιητὴς καὶ μάλιστα ἐν μετοχαῖς· οἷον ἀκαχη‐ μένος, ἀκαχμένος.] Ἀλαίνω. τὸ πλανῶμαι. παρὰ τὸ ἄλη, ἀλῶμαι, | |
20 | παραγώγως ἀλαίνω· ὡς ἱδρὼς ἱδραίνω. Ἀλαπάξαι. ἐκπορθῆσαι. κυρίως δὲ ἐκκενῶσαι· κενωτικὸν γὰρ γαστρὸς ἡ λάπαθος βοτάνη. ἢ παρὰ τὸ λίαν ἄποθεν ἡμῶν ποιεῖν τὰ πάθη. ἢ παρὰ τὸ λα ἐπιτατικὸν καὶ τὸ παθητικόν. | |
25 | Ἀλαλκεῖν. ἀπείργειν, ἀποσοβεῖν, ἢ τὸ βοηθεῖν. [ἀόριστος δεύτερος καὶ μέλλων, ἀλάλκω, ἤλαλ‐ κον, ἀλαλκῶ καὶ ἀλαλκεῖν.] [Ἀλαλκών. μετοχή ἐστι, δεύτερος ἀόριστος καὶ μέσος. ἀλάλκω γάρ ἐστιν. ὁ μέλλων ἀλάλ‐ | |
30 | ξω. ὁ δεύτερος ἀόριστος ἤλαλκον, καὶ ἀλαλ‐ κὼν μετοχή. τὸ δὲ ἀλάλκω ἀπὸ τοῦ ἀλκὴ, ἀλκῶ, καὶ κατὰ ἀναδιπλασιασμὸν ἀλαλκῶ.] Ἀλλαξάμενος. προτιμήσας ὑπὲρ τοῦ κέρδους. ὁ Λακεδαιμώνων τὴν πήρωσιν ἀλλαξάμενος. | |
35 | Ἀλλάχθητε. ἀντὶ τοῦ διαλλάχθητε. οὕτως | |
Σοφοκλῆς. | ||
alpha135 | Ἀλλὰ χρή. ἀντὶ τοῦ· ἔστω τοῦτο. δηλοῖ συγκα‐ τάθεσιν—οἷον. καὶ τὸ μάλα. Ἀλάλημαι. τεθορύβημαι. ἀπὸ τοῦ ἀλάλη. Ἀλαστήσας. σχετλιάσας, δεινοπαθήσας. | |
5 | Ἀλεείνων. ἐκκλίνων, φεύγων, οἱονεὶ εἰς τὴν θερ‐ μασίαν ἐκ τοῦ ψύχους ἀποφεύγων. ἀλέα γὰρ ἡ θερμασία. Ἀλεαίνειν. τὸ θερμαίνεσθαι. [οὐκ ἀλεαίνεσθαι. Ἀριστοφάνης· | |
10 | ἔπειθ’ ἵν’ ἀλεαίνοιμι, τοῦτ’ ἠμπισχόμην. καὶ Μένανδρος· ἤδη ἀλεαίνῃ, πρὸς τὸ πῦρ καθημένη.] Ἀλγύνει. λυπεῖ. Ἀλεξῆσαι. βοηθῆσαι. | |
15 | Ἀλέει. ἐκκλίνει. Ἀλέξασθαι. ἐπαμύνειν. Ξενοφῶν· πολὺ γὰρ διέφερεν ἐκ χώρας ὁρμωμένους ἀλέξασθαι. Ἀλέξαι. βοηθῆσαι. Ἀλλέξαι. ἀντὶ τοῦ ἐπιλέξαι. | |
20 | Ἀλέξειν. ἀποτρέπειν. Ἀλείς. ἀντὶ τοῦ συσταθείς. καὶ ἁλεῖς ἀντὶ τοῦ ἁλιεῖς. Ἁλεῖται. ἀντὶ τοῦ πηδήσει. καὶ χωλὸς ὡς ἔλα‐ φος ἁλεῖται. | |
25 | Ἀλδήσκω. τὸ αὐξάνω. παρὰ τὸ ἀλῶ, ἀλήσω, ἀλήσκω, καὶ πλεονασμῷ τοῦ δ ἀλδήσκω. κατὰ μεταφοράν· τὸ γὰρ ἀληλεσμένον οὐκ αὐξάνει. ἢ παρὰ τὸ ἅλλεσθαι, τοῦτ’ ἔστι πηδᾷν κατὰ αὔξησιν. | |
30 | Ἀλέξω. κυρίως παρὰ τὸ τῇ ἀλόχῳ γυναικὶ βοη‐ θῆσαι. [ἢ ἀπὸ τοῦ ἄλκω, ἄλξω, καὶ πλεονα‐ σμῷ τοῦ ε ἀλέξω.] Ἀλεύειν. τὸ φυλάττειν. οἱ Ἴωνες οὕτω λέγουσι. καὶ παροιμία· | |
35 | ἄλευ’ ἀπὸ μείζονος ἀνδρός. | |
alpha136 | Ἀλεύατο. ἐξέφυγεν, ἐφυλάξατο. εἴρηται ἀπὸ τοῦ χεύω χεύατο, καὶ τροπῇ καὶ στερήσει ἀλεύατο. ὥστε μεταφορικῶς ἄλευας. ἀλέω, ἀλεύω. τὸ δὲ ἀλέω παρὰ τὸ ἀλῶ, τὸ πλανῶ· οἱ γὰρ φεύ‐ | |
5 | γοντες πλανῶνται, ἡ μετοχὴ ἀλεύας. καὶ, —ἀλεύατο κῆρα μέλαιναν. Ἀλέγοις. βοηθοίης. καὶ τὸ φροντίζω. Ἀληθίζω. τὰ ἀληθῆ λέγω. [Ἀλήθω.] ὥσπερ κνῶ κνήθω, οὕτως ἀλῶ ἀλήθω. | |
10 | Ἀληλιμμένος. ἐκ τοῦ ἀλείφω. Ἀλήμεναι. συναθροισθῆναι. ὥσπερ παρὰ τὸ βῆναι γίνεται βήμεναι, οὕτως καὶ παρὰ τὸ ἀλῆναι ἀλήμεναι. Ἀλᾶτο. ἀντὶ τοῦ ἐπλανᾶτο. [ἀλάω, ἀλῶ, ἀλάο‐ | |
15 | μαι, ἀλῶμαι, ἠλαόμην, ἠλώμην, ἠλάου, ἠλῶ, ἠλάετο, ἠλᾶτο καὶ τροπῇ ἀλᾶτο.] Ἀλθαίνω. τὸ θεραπεύω. [παρὰ τὸ ἄλθω, ἀλθαί‐ νω. ἢ παρὰ τὸ ἄλδω, ἀλδαίνω.] Ἁλιβδύειν. τὸ καταδύνειν εἰς θάλασσαν. [με‐ | |
20 | ταφορικῶς δὲ καὶ τὸ κρύπτειν καὶ ἀφανίζειν. παρὰ τὸ τὴν ἅλα καὶ τὸ δύειν, αἰολικῷ πλεο‐ νασμῷ τοῦ β. ὡς σίδη, σίβδη. οὕτως ἁλιδύειν, ἁλιβδύειν. εἱρκτῆς ἁλιβδύσασα λυγαίας δέμας.] | |
25 | Ἁλισθεῖεν. συναθροισθεῖεν. [ὁ δὲ Πεισίστρατος ἐπιτεχνᾶται, ὅπως ἁλισθεῖεν ἔτι οἱ Ἀθη‐ ναῖοι.] Ἀλινδεῖσθαι. κυλίεσθαι. —ἔστι κυλίω καὶ τρο‐ πῇ τοῦ υ εἰς α καὶ ἀποβολῇ τοῦ κ ἀλίω, | |
30 | ἀλίσω, ἤλισα, ἀλίσαι. Ἀριστοφάνης· ἄπαγε τὸν ἵππον ἐξαλίσας οἴκαδε. ἀντὶ τοῦ κυλίσας. [τὸ δὲ ἀλίω γίνεται ἀλίνδω, ὡς κυλίω κυλίνδω, καὶ ἐν περισπωμένῃ τάσει | |
ἀλινδῶ, ἀλινδήσω, ἀλινδήθρα, ὡς κολυμβῶ κο‐ | ||
alpha137 | λυμβήσω, κολυμβήθρα. τὸ δ’] ἀλινδήθρα ση‐ μαίνει τὴν κυλίστραν. Ἀλητεύω. πλανητεύω. Ἀλίσας. συναθροίσας. | |
5 | Ἀλισγημένον. μεμολυσμένον. Ἀλδήσκω. τὸ ποτίζω καὶ αὔξω. καὶ ἀλδαίνω ὁμοίως. Ἀλιάζειν. τὸ μὴ ἐκκλίνειν. ἔστι καὶ ἀλεάζειν. Ἀλισγηθείς. σπιλωθείς. | |
10 | Ἁλίωσεν. ἐματαίωσεν. Ἄλμενος. ἐξαλλόμενος, κατὰ συγκοπήν. τὸ θέμα ἅλλω, τὸ πηδῶ. Ἀλογίσαι. ἀφροντίσαι, παραλογίσασθαι. Ἀλογεῖν. ἀφροντιστεῖν. ὁ δὲ τάλλιγης ὅπλων | |
15 | μὲν καὶ μαχίμων ἀνδρῶν, ἔκρινεν ἀλογεῖν. Ἀλοκίζειν. ἀρότρῳ τέμνειν τὴν αὔλακα. Ἀριστο‐ φάνης· ἐγὼ δ’ ἀλοκίζειν ἐδεόμην τὸ χωρίον. Ἀλοστατεῖ. στρατεύεται. | |
20 | Ἀλλοτριονομοῦντες. ἐναλλαγὴν ὀνομάτων ποιοῦν‐ τες· ἢ ὅλως τισὶ τινὰ μὴ προσηκόντως διανέ‐ μοντες. Ἀλλοτριοπραγεῖν. αἰσχρῶς βουλεύεσθαι. ἐση‐ μειοῦντο μηδὲν αὐτὸν ἀλλοτριοπραγεῖν μὴ δὲ | |
25 | καινοτομεῖν. Ἀλοφάζω. σκιρτῶ, παροινῶ. Ἁλλόμενος. πηδῶν. ἀλώμενος δὲ ὁ πλανώμενος· μέγα. | |
Ἀλογήσαντες. καταφρονήσαντες. | ||
alpha138 | Ἀλογευσαμένους. ἤτοι τοῖς ἀλόγοις συμφθα‐ ρέντας ζώοις. Ἁλοῦς. κρατηθείς. Ἀλοιοῦν. τύπτειν. *ἀλοίω τὸ τύπτω.* ἐξ οὗ καὶ | |
5 | πατραλοίας, ὁ τὸν πατέρα τύπτων. Ἅλοιτο. κινοῖτο, ὁρμοῖτο. [σκηνήτης μαλακοὺς κισσὸς ἅλοιτο πόδας.] Ἁλοίη. κρατηθείη. [ἁλῶ, γίνεται ἅλωμι, ἁλώσω, ὁ δεύτερος ἀόριστος ἥλων. ἁλοὺς, ἁλόντος. τὸ | |
10 | εὐκτικὸν ἁλοίην, ἁλοίης, ἁλοίη.] Ἆλτο. ἄλλω τὸ πηδῶ, ὁ μέλλων ἀλῶ, ὁ ἀόρι‐ στος ἦλα, ὁ μέσος ἠλάμηυ, ἤλω, ἤλατο, καὶ συγκοπῇ [καὶ τροπῇ] ἦλτο. Ἀλύειν. ἀδημονεῖν. στερήσει τοῦ α. τὸ μὴ λύσιν | |
15 | εὑρίσκειν τῶν κακῶν. ἀλύειν καὶ τὸ χαίρειν, παρὰ τὸ ἄγαν λελύσθαι καὶ διακεχύσθαι. Ἀλύσσω. ἀλισθαίνω, τὸ ἀδημονῶ. παρὰ τὸ ἀλῶ, τὸ πλανῶ, ἀλύσσω, ὡς ὀρύσσω· ἐξ οὗ καὶ ἄλυς, ἡ ἀδημονία, καὶ ἡ πλάνη τῆς διανοίας. [τὸ δὲ | |
20 | ἀλύω, τὸ ἀδημονῶ, ὡς πλήθω πληθύω.] Ἀλυκτεῖν· ἀλυκταίνειν. δυσφορεῖν, ἀγανακτεῖν. Ἀλυσκάζω. τὸ ἐκκλίνω. Ἀλφάνει. εὑρίσκει. *καὶ ἀλφῶ τὸ εὑρίσκω.* Ἀλφάζω. τὸ προνοῶ. | |
25 | Ἄλφειν. τὸ εὑρίσκειν. ἀλφῶ τὸ εὑρίσκω, ἐξ οὗ καὶ ἄλφα. Ἀλῶ. τὸ πλανῶ. καὶ ἁλῶ, τὸ συλλαμβάνω. Ἁλῴη. κρατηθῇ. ἔχει τὸ ι προσγεγραμμένον | |
ἐν τῇ παραληγούσῃ· ἔστι γὰρ, ἐὰν ἁλῷ, ἐὰν | ||
alpha139 | ἁλῷς, καὶ πλεονασμῷ τοῦ η γίνεται ἁλῴη. [ὥσπερ ἐὰν στῶ, στῇς, στῇ, στῄη. στῄη ἐπ’ ὠκυῤῥόῳ ποταμῷ. καὶ ἐὰν φῶ, φῇς, φῇ, φῄη. δύναται καὶ τὸ | |
5 | ἁλῴη μὴ ἔχειν τὸ ι κατὰ τὴν παραλήγουσαν, ἀλλὰ κατὰ τὴν λήγουσαν· ἵνα εἴπωμεν αὐτὸ ἀπὸ τρισυλλάβου, ἀπὸ τοῦ ἐὰν ἁλώω, ἐὰν ἁλώῃς, ἐὰν ἁλώῃ. ἁλῶ τὸ συλλαμβάνω. ὅπερ Ὅμηρος ἔφη· ἦ κεν ἁλώω. παράγεται ἀπὸ | |
10 | τούτου καὶ τὸ ἁλίσκω. εἴρηται παρὰ τὸ τὴν ἅλα, ἀπὸ τῶν κατὰ θάλατταν λαμβανομένοις πρῶτον ἁλίσκεσθαι νομιζόντων.] Ἀλέντες. συγκλεισθέντες. Ἀλίσας. ἀντὶ τοῦ κονίσας. καὶ ἀλίζειν τὸ ἀλεί‐ | |
15 | φεσθαι, ἢ ἅλας ἐπιπάττειν. οὕτως εὗρον παρὰ τῷ Ψελλῷ. Ἀλδαίνειν. μεμηνέναι. τοῦ Ψελλοῦ· ἄγγουρος τὸ μελίπηκτον, ἀλδαίνειν μεμηνέναι. | |
19t | (Ἐπίῤῥημα.) | |
20 | Ἀλλά. ἀντὶ τοῦ ὅταν δὲ, καὶ ἀντὶ τοῦ γε. οὗ‐ τος ὁ σύνδεσμος δοκεῖ προκειμένοις τισὶν ἐπι‐ φέρεσθαι, οἷο· οὐκ ἐγὼ ταῦτ’ εἶπον, ἀλλ’ ὁ δεῖνα. καὶ ἐν τῷ· οὐ μὴν ἀλλ’ ἔγωγε. ἀρχὴ δὲ λόγου ὁ ἀλλὰ σύνδεσμος, θαυμαστὸν τινὰ καὶ | |
25 | ἔκπληξιν εἰσάγει, οἷον· ἀλλ’ ἔμοιγε δοκεῖ—. *Ἄλλως τε. μάλιστα.* Ἀλείπτως. ἀνενδεῶς. ἀλήπτως δὲ ἀντὶ τοῦ ἀδώ‐ ρως, η. Ἄληθες. ἀντὶ τοῦ ὄντως. | |
30 | Ἀλληνάλλως. ὡς ἔτυχεν. Ἄληκτον. ἀντὶ τοῦ ἀλήκτως. ἄληκτον ὑμνεῖ τὸν κενούμενον λόγον. ἔστι δὲ μεσότητος ἐπίῤῥημα· μετάγεται δὲ ἀπὸ τοῦ ὀνόματος ὡς ἐπίῤῥημα. | |
35 | Ἅλις. ἱκανῶς, ἀρκετῶς, [αὐτάρκως.] | |
alpha140 | Ἀλλοτρίως. πολεμίως. φησὶ καὶ Δαβίδ· ἐπ’ ἀλλοτρίων φεῖσαι τοῦ δούλου σου, τοῦτ’ ἐστὶ τῶν πολεμίων. Ἄλλυδις. ἀντὶ τοῦ ἀλλαχοῦ, ἀπὸ τοῦ ἄλλος. | |
5 | Ἀλωπεκῆθεν. ἀπὸ τῆς Ἀλωπεκῆς. ἔστι δὲ Ἀλω‐ πεκὴ δῆμος Ἀντιοχίδος. Ἄλλως. ἀντὶ τοῦ ματαίως. παρὰ τὸ ἦλος, τὸ μά‐ ταιος. οἷον· δαιμόνιε φρένας ἠλέ— | |
10 | καὶ διπλασιασμῷ τοῦ λ καὶ συστολῇ τοῦ η ἄλ‐ λως. εἰώθασι γὰρ οἱ Δωριεῖς διπλασιάζοντες τὸ ἀμετάβολον, συστέλλειν τὰς ὑποκειμένας συλ‐ λαβάς. Ἀλογίστως. ἄνευ λόγου καὶ τινὸς αἰτίας. τοῦ | |
15 | θεολόγου· μηδὲν εἰκῆ, μὴ δὲ ἀλογίστως, μὴ δὲ χαμερπῶς—. | |
17t | Τὸ Α μετὰ τοῦ Μ. | |
18t | (Ἀρσενικόν.) | |
19 | Ἀμαθέστερος καὶ ἀμαθής. ἀντὶ τοῦ ἀπαίδευτος | |
20 | καὶ ἀκόσμητος. οὕτως Πλάτων. τάσσεται δὲ καὶ ἐπὶ τοῦ δυσμαθοῦς, καὶ ἐπὶ τοῦ μὴ μαθόν‐ τος, φύσει δὲ ἐπισταμένου. Ἀμαθής. ἀδίδακτος, ἀμύητος. ὁ δὲ ἀκούει ταῦτα καὶ μὴ ὢν ἀμαθὴς οἰωνῶν τὸν παῖδα ἐπανάγει | |
25 | καὶ τρέφει ὡς γνήσιον. ὁ δὲ Ἰουστῖνος ἀμάθητος ἦν γραμμάτων ἁπάντων, καὶ τὸ δὴ λεγόμενον ἀναλφάβητος. Ἀμαθί. ὄνομα κύριον. Ἀμάν. κύριον. οὗτος προεστὼς ἦν βασιλικῶν | |
30 | πραγμάτων Δαρείου. Ἀμμανίται. ὄνομα ἔθνους. σημαίνει δὲ καὶ τοὺς μύκητας. Ἁμαξουργός. ὁ τὰς ἁμάξας κατασκευάζων. Ἀμάξιτος. πολίχνιον τῆς Τρωάδος. [ὁ πολίτης | |
35 | Ἀμαξιτηνός.] | |
alpha141 | Ἀμαρτυρήτους. ἀντὶ τοῦ ἀμαρτύρους. [οὕτως Ἀντιφάνης.] Ἁμαρτίνους. ὁ κατὰ νοῦν ἁμαρτῶν. [τὰ ἀπὸ περι‐ σπωμένου ῥήματος γινόμενα ῥήματα, ἢ διὰ τοῦ | |
5 | ο γίνεται, οἷον, μισῶ, μισογύνης, φιλῶ, φιλό‐ θεος, ἢ διὰ τοῦ ι, οἷον, ἁμαρτῶ, ἁμαρτί‐ νους, οἰδῶ, οἰδίπους.] Ἄμαχος. ὁ μὴ μαχόμενος. οὕτως Ξενοφῶν. καὶ ἀμάχητοι οἱ μήπω μεμαχημένοι. | |
10 | Ἄμασις. ὄνομα κύριον. ὃς εἷλε Κύπρον πρῶτος ἀν‐ θρώπων, καὶ κατεστρέψατο εἰς φόρου ἀπαγω‐ γάς. ἔστι δὲ καὶ Ἄμασις ὄνομα πόλεως. *Ἀμουργοί. λαμπτῆρες.* Ἀμαλλοδετήρ. ὁ τὰ δράγματα συλλέγων. | |
15 | ἄμαλλα γὰρ ἡ δέσμη τῶν ἀσταχύων. Ἁμαρτοεπής. ὁ ἐν τῷ λέγειν ἁμαρτάνων. Ἀμάλθακτος. ἀνένδοτος. Ἁμαρτωλοί. οἱ ἑκουσίως ἁμαρτάνοντες, καὶ μετὰ τὸ λαβεῖν τὴν ἐπίγνωσιν τῆς ἀληθείας. | |
20 | Ἀμαιμάκετος καὶ ἀμαιμακέτης. ὁ μακρὸς, ὁ ἀκαταγώνιστος, ὁ ἀκαταπόνητος. παρὰ τὸ μῆ‐ κος, μάκετος. οἷον· ἱστὸν ἀμαιμάκετον. καὶ διπλασιασμῷ μαμάκετος· καὶ πλεονασμῷ | |
25 | τοῦ ι καὶ ἐπιτάσει τοῦ α ἀμαιμάκετος, ὁ ὑπερ‐ φυής. τὸ δὲ —πνείους’ ἀμαιμάκετον πῦρ παρὰ τὸ μαιμῶ, μαίμακα, ὃ καὶ μαιμάων φησὶν Ὅμηρος. | |
30 | —ὡς δ’ ἀναμαιμάει— Ἀμβλυωπίας. ὁ ἀμυδρῶς ὁρῶν. | |
Ἀμβολιεργός. ὁ τὸ ἔργον ὑπερτιθέμενος. [Ἡσίο‐ | ||
alpha142 | δος· ἀεὶ δ’ ἀμβολιεργὸς ἀνὴρ ἄτῃσι προσπα‐ λαίει.] Ἄμβων. ὁ ὑψηλὸς τόπος. παρὰ τὸ βῶ, βῶν, καὶ ἀνάβων, καὶ κατὰ συγκοπὴν ἄμβων. κυ‐ | |
5 | ρίως δὲ ἄμβων τὸ χεῖλος τῆς λοπάδος, παρὰ τὸ ἐν ἀναβάσει εἶναι. οἷον· πολλῶν ἤδη λοπά‐ δων τοὺς ἄμβωνας παρειλείξειας. Ἄμβατος. ἀναβατός. ἐκ τοῦ βαίνω, βανῶ, [βέ‐ βακα, βέβαμαι, βέβαται, βατὸς, ἀναβατὸς, | |
10 | καὶ κατὰ συγκοπὴν ἄμβατος.] Ἀμβλύς. ἀσθενὴς, βραδύς. ἀμβλὺς καὶ ὁ μὴ ὀξὺς σίδηρος. παρὰ τὸ μῶλος, ὃ ἔστιν ἐγχρονι‐ σμὸς τῆς μάχης, γέγονε μωλὺς, ὡς ἵππος, ἱπ‐ πύς· καὶ κατὰ στέρησιν ἀμωλὺς, ὁ μὴ ἐπὶ | |
15 | μῶλον καὶ πόλεμον ἐπιτήδειος· καὶ συγκοπῇ καὶ πλεονασμῷ τοῦ β ἀμβλύς. Ἀμέγαρτος. ὁ μὴ φθόνου ἄξιος. [παρὰ τὸ με‐ γαίρω, τὸ φθονῶ. οἷον· —ἀμέγαρτε συβῶτα— | |
20 | πόνος γὰρ τοῖς εὐτελέσιν οὐ προσγίνεται. δηλοῖ καὶ τὸ πολύ. ὡς τό· —πόνον δ’ ἀμέγαρτον ὄφελλε. κατ’ ἐπίτασιν τοῦ α. τὰ γὰρ μεγάλα φθονεῖτε.] Ἀμενηνός. ὁ ἀσθενής. παρὰ τὸ μένος ἄμενος, | |
25 | καὶ πλεονασμῷ τῆς νη συλλαβῆς ἀμενηνός. [ὡς πέτω, πετηνός. καὶ ἀμενηνῶ ῥῆμα. γράφεται καὶ δίφθογγον, τὸ πετεινός.] Ἄμητος. καιρὸς θερισμοῦ, ἢ ἡ θερισθεῖσα χώρα. Ἀμητὸς δὲ, τὸ ἔργον τοῦ θερισμοῦ. | |
30 | Ἀμηχάνητοι. ἀντὶ τοῦ πολλοί. [οὕτως Ξενοφῶν.] Ἀμισηνός. ἀπὸ τόπου. Ἀμιτροχίτων. ὁ μὴ χρώμενος μίτρᾳ, ὃ ἔστι | |
ζώνη πολεμική. | ||
alpha143 | Ἀμίσγαλος. ὁ δυσάρεστος, ὁ μὴ ἄλλῳ μισγόμε‐ νος. καὶ ἀμίσαλλος. οἷον· —ἀμίσαλλοί τε γέροντες. κατ’ ἔνδειαν τοῦ γ. | |
5 | Ἄμναμος. ἀπόγονος. κυρίως ἐπὶ τῶν προβά‐ των. παρὰ τὸ ἀμνός. Ἀμνειός. ὁ ποταμός. καὶ ἀμνίς· καὶ ἀμνός. Ἄμνης. ὄνομα ὄρους. Ἀμνηκών. προβατώδης. μωρός· εὐήθης. τοιαῦ‐ | |
10 | τα γὰρ τὰ πρόβατα. [καὶ σκοπεῖς γε τῶν πο‐ λιῶν ὅστις ἐστὶν ἀμνήκων πλούσιος. Ἀριστο‐ φάνης τοῦτο φησίν.] Ἀμνόν. τὸν ἐνιαύσιον ἄρνα. τρεῖς γὰρ ἡλικίαι· ἀμνὸς, ἀρνὸς καὶ ἀρνειός. ἀμνὸς, παρὰ τὸ μέ‐ | |
15 | νος ἄμενος, ἢ παρὰ τὸ μνοῦς, ὃ σημαίνει τὴν ἐκ γενετῆς αὐτοῦ μαλακὴν τρίχα, ἐξ οὗ μνού‐ δην, γίνεται ἀμνὸς, οἱονεὶ ὁ ἐστερημένος τῶν νηπίων τριχῶν. Ἀμνών. ὄνομα κύριον. | |
20 | Ἀμμοάτιν. εἶδος ὄφεως. Ἀμόγητοι. ἀκακοπάθητοι. Ἁμορβὸς καὶ ἀμορμός. ὁ ἅμα τινὶ ὁρμῶν. Ἀμοῦς. κύριον. Ἀμνισός. ποταμὸς Κρήτης. [τὸ μνι ἰῶτα. τὰ εἰς | |
25 | ος τρισύλλαβα, ἐπὶ ποταμῶν, ὀξύτονα, εἰ μὲν καθαριεύουσι, διὰ τῆς ει διφθόγγου. οἷον Ἀλ‐ φειὸς, Ὀλμειός. εἰ δὲ μὴ, διὰ τοῦ ι. οἷον Ἀμνι‐ σὸς, Κηφισὸς, Ἰλισός. πρόσκειται ὀξύτονα, διὰ τὸ μονιός. τὸ δὲ Δαρδάνειος, ἔστιν ὄνομα πο‐ | |
30 | ταμοῦ, καὶ ὑπὲρ τρεῖς συλλαβάς. ἀλλ’ οὖν ὀξυ‐ νόμενον, ἠκολούθησε τὸ Ἀλφειός. πρόσκειται τρισύλλαβον, διὰ τὸ Σαγγάριος.] | |
Ἀμολγῷ. μεσονυκτίῳ. | ||
alpha144 | Ἄμβροτος. ἄφθαρτος, θεῖος. Ἀμός. ἡμέτερος. ὡς ἀπὸ τοῦ σφέτερος σφὸς δωρικῇ διαλέκτῳ, οὕτω καὶ ἀπὸ τοῦ ἁμέτερος ἁμός. | |
5 | Ἀμυκλαῖος. ἀπὸ τόπου. Ἀμύμων. ἄψογος, ἀγαθός. παρὰ τὸ μύω τὸ καμμύω· ὁ μέλλων μύσω, ἐξ οὗ ῥηματικὸν ὄνο‐ μα μύμων, καὶ ἀμύμων, ὁ μὴ κεκαμμυμένος. Ἀμύντωρ. ὁ βοηθὸς, ἢ καὶ ὁ τιμωρητικός. | |
10 | Ἀμφίβολοι. πανταχόθεν βαλλόμενοι, ἢ ἀπο‐ ρούμενοι, ἢ διαφόροις συνεχόμενοι λογισμοῖς. Ἀμύητος. ἀδίδακτος, ἀμαθὴς, μὴ μετασχὼν μυστηρίων. Ἀμφίβροχος. τουτέστι μεθύων. | |
15 | ἡδὺ μέθυ βλύζων [ἀμφίβροχος] εἵματα βάκχῳ. Ἁμφίδοξον. τὸ ἀμφίβολον. —οἱ δὲ οὐκ ᾤον‐ το δεῖν εἰς ἀμφίδοξον ἀγῶνα συγκαταβαίνειν, δυναμένοις προδήλως νικᾷν. | |
20 | Ἀμφίδυμοι. πανταχόθεν κατάδυσιν ἔχοντες καὶ σκέπην. οἷον ἀμφίδυνοι, ἀπὸ τοῦ δύνον τὸ σκεπόμενον. λέγεται δὲ καὶ ὁ λιμὴν τῆς Κυζί‐ κου ἀμφίδυμος, δισσὰς ἐξόδους ἐξ ἑκατέρου μέρους ἔχων, *καὶ εἰσόδους.* | |
25 | Ἀμυδρός. παρὰ τὸ μυδρὸς, ὃ σημαίνει τὸν πε‐ πυρακτωμένον σίδηρον. ἀμυδρὸς ὁ ἀλαμπής. Ἀμφιθαλής. ἑκατέρωθεν θάλλων. Ἀμφίκοιτος. ὁ τάπης. Ἀμφιμάσχαλος. χειριδωτὸν ἱμάτιον· οἱ δὲ | |
30 | δουλικὸν ἢ μικρὸν χιτωνίσκον. ἦν δὲ ἑτερομά‐ σχαλος ὁ τῶν ἐργατῶν, οὗ τὴν μίαν μασχάλαν ἔραπτον. | |
Ἀμφιμήτωρ. ὁ ἑτερομήτωρ. | ||
alpha145 | Ἀμφιπάτωρ. ὁ ἐκ τοῦ αὐτοῦ πατρὸς, ἑτέρας δὲ μητρός. Ἀμφιῤῥῶγας. πάντοθεν διεῤῥωγότας, ἠνεωγμέ‐ νους, κολωβοὺς, ἀμφιῤῥῶγας. | |
5 | Ἄμφις. κωμικὸς, Ἀθηναῖος. ἀμφὶς δὲ ἀντὶ τοῦ χωρίς. Ἀμφορεαφόρους. τοὺς μισθίους. τοὺς τὰ κερά‐ μια φέροντας. Ἀμφούδης. κύριον ὄνομα. | |
10 | Ἀμφικτύονες. τὸ κτῖσαι ἐπὶ τοῦ οἰκίσαι ἔλαβον οἱ παλαιοί. ὡς Ὅμηρος· —εὐκτίμενον πτολίεθρον— ἔστιν οὖν οἰκίζω, οἰκίσω, οἰκίων καὶ οἰκτίων, καὶ πλεονασμῷ τοῦ τ καὶ τῆς ἀμφὶ ἀμφικτίων, | |
15 | καὶ τροπτῇ τοῦ ι εἰς υ ἀμφικτύων. ἔστι δὲ συν‐ έδριόν τι ἑλληνικὸν συναγόμενον ἐν Θερμοπύ‐ λαις. ὠνομάσθη δὲ ἀπὸ Ἀμφικτύονος τοῦ Δευ‐ καλίωνος, ὅτι αὐτὸς συνήγαγε τὰ ἔθνη βασι‐ λεύων. ταῦτα δὲ εἰσὶ ιβ, Ἴωνες, Δωριεῖς, Πεῤ‐ | |
20 | ῥαιβοὶ καὶ λοιποί. Ἀμφιτάπητες. τὰ ἐπεύχια, τὰ ἀπὸ τῶν δύο μερῶν μεμαλλωμένα. τάπητες δὲ τὰ ἀπὸ τοῦ ἑνὸς μέρους [ἔχοντα] μαλλούς. Ἀμφίπολος. ὁ δοῦλος. τὰ παρὰ τὸ πολῶ καὶ | |
25 | χέω μὴ μετὰ προθέσεως συντιθέμενα πρὸ μιᾶς ἔχουσι τὸν τόνον. οἷον· οἰνοπόλος, ὀνειροπόλος, οἰνοχόος. τὰ δὲ μετὰ προθέσεως προπαροξύνε‐ ται. οἷον· ἀμφίπολος, πρόπυλος. ἔστι δὲ καὶ ἐπὶ θηλυκοῦ. | |
30 | Ἀμφορεύς. ὁ ἀσκὸς, ἢ τὸ δίωτον σταμνίον, τὸ ἑκατέρωθεν αἰρόμενον. ἀμφερεὺς καὶ ἀμφορεύς. Ἀμφορίσκος. ὁ λῶρος. σημαίνει δὲ καὶ ἀγγεῖον. | |
Ἀμφίδρυφοι. ἐξεσμένοι ἀμφοτέρωθεν. | ||
alpha146 | Ἄμφω μὲν ἤστην. ἀντὶ τοῦ, ἀμφότεροι μὲν ὑπῆρχον. Ἀμφοῖν. τοῖς δυσὶν ἢ τῶν δύο. Ἀμφιπέρι. περὶ αὐτούς. | |
5 | Ἀμφ’ ὤμοισι. περὶ τῶν ὤμων. Ἀμφόνον. ἀναφόνον. τὸ τοιοῦτον σχῆμα εἴδους ἐστὶ συγκοπή. Ἄμωμος. ὁ καθαρὸς καὶ ἀναίτιος. τοῦ κατατο‐ ξεῦσαι ἐν ἀπο[κρύφοις ἄμωμον.] | |
10 | Ἀμμωνιανός· Ἀμίδαος· Ἀμωντιανός. ὀνό‐ ματα κύρια. Ἀμμώνιος. φιλόσοφος Ἀλεξανδρεὺς, ὁ ἐπικλη‐ θεὶς Σάκκας. οὗτος ἀπὸ χριστιανῶν γέγονεν ἕλ‐ λην, ὡς φησὶ Πορφύριος. | |
15t | (Θηλυκόν.) | |
16 | Ἀμπαλίνωρος. ὁ τὴν αὐτὴν ὁδὸν ἀναστρέφων. οἴκαδ’, ὦ παῖ, ἄπιθι ἀμπαλίνωρος. Ἀμπελεών. ἡ ἀμπελόφυτος γῆ. λιτός θ’ ὁ σχεδὸν ἀμπελεών. | |
20 | Ἀμπέλειος. βότρυς ὁ τῆς ἀμπέλου. Ἀμπέλιος δὲ κύριον, ι. Ἄμβρων. ἡ τῆς πέτρας ὀφρύς. εὗρον τοῦτο καὶ ἄμβη. Ἄμμορος. ὁ κακοθάνατος. *λέγεται δὲ ὁ δύσμο‐ | |
25 | ρος.* Ἀμολγῷ. μεσονυκτίῳ ἢ σκότει, ἐν ᾧ τις παύε‐ ται τοῦ μολεῖν ἢ τοῦ πονεῖν. [Ὅμηρος· ὄνειρον ἐπέσσυτο νυκτὸς ἀμολγῷ.] Ἀμαθία. ἀντὶ τοῦ ἀναισθησία. [οὕτως Πλά‐ | |
30 | των.] [Ἁμαξεία. ὁ τῶν ἁμαξῶν φόρτος.] | |
Ἁμαρτάδας. ἀπὸ τῆς ἁμαρτὰς εὐθείας. | ||
alpha147 | Ἁμαρτία. ἡ τοῦ καλοῦ ἐκτροπὴ, εἴτε τοῦ κατὰ φύσιν, εἴτε τοῦ κατὰ νόμον. καὶ ἡ τοῦ καλῶς ἔχοντος ἐκτροπὴ, καὶ ἡ κατὰ σκοπὸν καὶ κατὰ γνώμην ἔκπτωσις, καὶ ἡ τῆς προσηκούσης κρά‐ | |
5 | σεως ἀπόπτωσις. ἔστι δὲ καὶ πρᾶξις παρὰ τὸν προσήκοντα λόγον πραττομένη. ἁμαρτία μονα‐ χοῦ, ἡ πρὸς τὴν ἀπηγορευμένην ἡδονὴν τοῦ λογισμοῦ συγκατάθεσις. Ἁμαρτία γνωστικοῦ. γνῶσις ψευδὴς, αὐτῶν | |
10 | τῶν πραγμάτων τῆς θεωρίας τεχθεῖσα τινὸς, ἢ ἐκ τοῦ μὴ δ’ αὐτῷ καλῶς βασανίζεσθαι τὸ πρόβλημα. Ἁμαρτία. κυρίως ἡ ἀποτυχία. παρὰ τὸ μάρπτω, ἁμαρπτία, καὶ ἐλλείψει τοῦ π ἁμαρτία. ἔν‐ | |
15 | θεν καὶ μάρτυς ὁ μάρψας καὶ εἰδὼς τὸ ἀληθές. ἢ ἁμαρτία παρὰ τὸ ἀρτῶ τὸ ἁρμόζω, πόῤῥω οὖσα τοῦ συνηρμόσθαι ὃ βούλεται, τῆς ἀπὸ προθέσεως τὸ ἄποθεν δηλούσης. Ἀμάρα. ὀχετὸς, ἢ ὑδροῤῥόα. παρὰ τὸ ἅμα | |
20 | ῥεῖν τὸ ὕδωρ. [ἢ ὅτι τὰ φυόμενα πλησίον οὐκ ἐᾷ μαραίνεσθαι. ἢ διὰ τὸ παρὰ τὰς αἱμασιὰς ῥεῖν.] Ἅμαξα. παρὰ τὸ ἄγω, ἄμαξα. ἔστι δὲ καὶ Ἄμα‐ ξα χωρίον Βιθυνίας. [ὁ χωρίτης Ἀμαξίτης.] | |
25 | Ἀμάσεια. πόλις Ποντικὴ, ἀφ’ ἧς Στράβων. ὁ πολίτης Ἀμασεύς. [κατὰ δὲ Πίτωνα Ἀμασεώ‐ της. πειστέον ἄρα Στράβωνι, ὡς πολίτῃ.] Ἄμαστρις. ἡ πρότερον Κρῶμα. Κρῶμάν τ’ αἰγιαλόν τε— | |
30 | ἀπὸ γυναικὸς Περσίδος Ἀμάστριδος, θυγατρὸς Ὀξυάθρου τοῦ ἀδελφοῦ Δαρείου. τὸ ἐθνικὸν Ἀμαστριανός. [ὡς Φάσις, Φασιανός. τὰ γὰρ | |
τοιαῦτα ἢ ἀπὸ τῶν εἰς ος εὐθειῶν, ὡς Βάκτριος, | ||
alpha148 | Βακτριανός. ἢ ἀπὸ τῶν εἰς ος γενικῶν, ὡς τοῦ‐ το. ἢ ἀπὸ τῶν διὰ τοῦ ια θηλυκῶν, ὡς Ὀλβία, Ὀλβιανὸς, Ἀσία, Ἀσιανός.] Ἀμαστριανή. ἡ γυνή. | |
5 | Ἁματροχία. τὸ ἅμα τρέχειν καὶ μὴ ἀπολείπε‐ σθαι· οἷον ὁμοδρομία τὶς οὖσα. τροχοὺς γὰρ τοὺς δρόμους ἔλεγον. ὀξύνεται δὲ ὡς φυλαλία. Ἀμαξοτροχία. ὁ τόπος καὶ ἡ ἐγχάραξις τοῦ τροχοῦ. | |
10 | Ἀμαξιτός. ἡ δημοσία ὁδός. Ἄμαθος. ἡ μεσόγειος ἄμμος, ἀπὸ τοῦ ψάμα‐ θος ἀποβολῇ τοῦ ψ. ἢ ἄμυθος τὶς οὖσα τίς ἐστιν ἀνεπίγνωστος, ἣν οὐκ ἔστιν ἀριθμῆσαι. ψάμμος δὲ λέγεται ἡ περὶ τὴν θάλασσαν. | |
15 | Ἀμαξίς. εἶδος πλακοῦντος. ἢ κοπτὴν φαμέν. Ἀμαρυγή. ἡ λαμπηδών. Ἀμαρυλλίς. ἡ πορνεία. Ἀμάλλα. ἡ δέσμη τῶν ἀσταχύων. Ἀμάμυξις. ἡ ἀναδενδρὰς ἡ συνδεδεμένη, παρὰ | |
20 | τῆς ἀμύξεως. συνδεσμοῦνται γὰρ αἱ ἀναδενδρά‐ δες. ἄμυξις καὶ πλεονασμῷ καὶ τροπῇ ἀμά‐ μυξις. Ἀμβολία. ἡ ὑπέρθεσις. Ἀμβροσία. θεῖα, ἤτοι θαυμασία, ἢ ἀθανασία. | |
25 | Ἄμβασις. ἡ ἀνάβασις. Ἀμβροσία. τροφὴ θεία, ἧς οἱ βροτοὶ οὐ μετέ‐ χουσι, ἢ ἧς οὐχ οἷόν τε βροτοῖς ἅψασθαι. Ἀμβολάς. ἡ ὑπὸ τοῦ ὀρύγματος ὑψωθεῖσα γῆ. Ἀμάλθεια. ἡ τροφὸς τοῦ Διός. εἶναι γὰρ αὐ‐ | |
30 | τὴν φασὶν ἀμαλακιστίαν, ὅθεν καὶ πεπλᾶσθαι τὸ ὄνομα, παρὰ τὸ μὴ μαλάττεσθαι. διὰ τοῦ‐ το καὶ τὸν Ἡρακλέα καρτερικώτατον γενόμενον | |
ἔχειν αὐτῆς τὸ κέρας ἐμυθολόγησαν. | ||
alpha149 | Ἄμβη. ἡ τῆς πέτρας ὀφρύς. Ἅμη. ἡ δρεπάνη. Ἀμηχανία. ἀπορία. Ἀμαιμακέτην. φοβεράν. παρὰ τὸ μαιμάων, | |
5 | μαιμάκετον, ἐξ οὗ τὸ θηλυκὸν ἀμαιμακέτην. [ἢ παρὰ τὸ τὴν μάχην, ἀμαιμάχετος καὶ ἀμαι‐ μάκετος.] Ἄμισος. πόλις. ὁ πολίτης Ἀμισηνός. Ἅμιλλα. ὁ ἀγὼν, ἢ ἔρις καὶ δρόμος ἀγωνιστι‐ | |
10 | κός. Ἀμίς. τὸ οὐροδόχον ἀγγεῖον. παρὰ τὸ ὀμιχῶ, τὸ οὐρῶ. [ἢ παρὰ τὸ ἄμη, ἀμὶς, ὡς σκάφη, σκαφίς.] Ἀμνηστεία. ἡ ἀγαμία. | |
15 | Ἀμνηστία δὲ, ἡ λήθη. Ἀμοργία καὶ ἀμόργη καὶ ἀμοργίας. ἡ λινοκα‐ λάμη, ἢ ἡ τοῦ ἐλαίου ὑποστάθμη, ἢ ἡ τρυγία. Ἀμόργεια. χρώματος βυσσίνου εἶδος. [ἀπὸ νή‐ σου] Ἀμοργοῦντος, ὡς θήρεια ἀπὸ Θήρας νήσου. | |
20 | καὶ ἀμοργίνα. Ἀμοιβή. ἡ ἀντικαταλλαγὴ, ἀνταπόδοσις. Ἄμπωτις. ξηρασία. καὶ ἀνάπωσις. ὅπου ἀνα‐ δίδωσι τὸ ὕδωρ, καὶ πάλιν ἐπανέρχεται. τοῦτο δὲ γίνεται κατὰ Βρεττανίαν καὶ τὴν ἐπὶ τὰ Γά‐ | |
25 | δειρα ἑσπερινὴν θάλασσαν, καὶ εἰς τὴν ἔρημον εὔριππον. [ἐκ τοῦ πῶμι, πώσω, πῶσις, ἀνά‐ πωσις, καὶ ἄμπωσις κατὰ συγκοπὴν, καὶ τρο‐ πῇ ἄμπωτις.] | |
Ἀμπνοάς. ἀντὶ τοῦ ἀναπνοάς. | ||
alpha150 | Ἄμπυξ. γυναικεῖον ἀνάδεσμα, ἢ τὸ κεφαλοδέ‐ σμιον. παρὰ τὸ ἀμφέχειν ἄμφυξ καὶ ἄμπυξ. [ἢ παρὰ τὸ πυκάζειν καὶ ἀνέχειν τὰς τρίχας.] Ἄμπελος. ἀνάπηλός τις ἐστὶν, ἡ μὴ ἔχουσα ἐν | |
5 | αὐτῇ τὸν πηλὸν ἤγουν τὸν οἶνον. ἢ παρὰ τὸ πάλλειν καὶ σείειν ἡμᾶς, πίνοντας αὐτόν. Ἀμυγδαλή. τὸ δένδρον. ἀμυγδάλη δὲ, ὁ καρπός. καὶ δειλαὶ δάκνεσθαι ἀμυγδαλαί. παρὰ τὸ ἐν τῷ κελύφει τὸ μετὰ τῶν ἔξω χλωρὸν πολλὰς | |
10 | ἀμυχὰς ἔχειν. Ἀμύκλαι. πόλις Λακωνική. ἔστι δὲ καὶ κό‐ σμιόν τι, ὅπερ ἐν ποσὶν ἔχειν Ἐμπεδοκλῆς. εἶχε γὰρ χρυσοῦν στέμμα ἐπὶ τῆς κεφαλῆς, καὶ ἀμύκλας ἐν τοῖς ποσὶ χαλκᾶς καὶ στέμματα | |
15 | Δελφικὰ ἐν ταῖς χερσίν. Ἄμη. ἡ δρεπάνη. παρὰ τὸ ἅμα καὶ ὑφ’ ἓν πολλὰ ἕλκειν. Ἀμπεχόνη. ἱμάτιον, παλλίον. καὶ γὰρ ἦν αὐ‐ τῇ ἱμάτια καὶ περιζώνια καὶ ἀμπεχόνια δύο. | |
20 | ἰστέον, ὅτι ἡ ἀμφὶ πρόθεσις λέγεται καὶ ἀμπὶ παρὰ τοῖς Αἰολεῦσιν, οἷον· ἀμπεχόνη, ἀμπί‐ σχουσα, ἐκ τοῦ ἔχω ἴσχω. Ἄμυνα. ἡ ἐπὶ ἀμοιβῆς καὶ ἐπὶ εἰσπράξεως δίκη. | |
25 | Ἀμυχή. ἡ μὴ εἰς βάθος πληγή. [ἐπιπόλαιον ἕλκος, ἤτοι μετρία τομὴ, ὁρωμένη ἐπὶ τοῦ δέρ‐ ματος. παρὰ τὸν μυχὸν, μυχὴ καὶ ἀμυχή. ἢ παρὰ τὸ ἀμύσσειν, ὅπερ ἐκ τοῦ αἱμάσσειν γίνεται.] | |
30 | Ἀμετρία. ὑπερβολή. | |
alpha151 | Ἀμφασία. ἀφωνία. Ἀμφίβασις. ὑπερμάχησις. κυρίως ἡ περὶ τοῦ νεκροῦ μάχη. Ἀμφιδέας. ἁλύσεις. παρ’ Ἡροδότῳ. οἱ δὲ ψέ‐ | |
5 | λια ἢ περισκελίδας. Ἀμφιδήριτον. [ἰσοστάσιον, ἀμφίδοξον. συνέβη γενέσθαι τὴν μάχην ἀμφιδήριτον.] Ἀμφιετηρίς. ἡ κατ’ ἔτος γινομένη ἑορτὴ καὶ θυσία. | |
10 | Ἀμφίθετον φιάλην. κατὰ πᾶν μέρος αὐτῆς τιθεμένης, ἀπύθμενον. οὐ τὸ παρ’ ἡμῶν ποτή‐ ριον, ἀλλὰ γένος λέβητος ἐκ παντὸς μέρους δυνάμενον ἕδραν ἔχειν. Ἀμφιλύκη. σκοτεινὴ νύξ. ἢ λυκόφωτον. λυ‐ | |
15 | γαῖον γὰρ τὸ σκοτεινόν. παρὰ τὸ λύειν τὴν αὐ‐ γὴν καὶ μὴ ἐᾷν στῆναι αὐτήν. [ἐξ αὐτοῦ γίνεται λύγη, καὶ τροπῇ τοῦ γ εἰς κ λύκη, καὶ ἀμφι‐ λύκη. οὕτως Ὠρίων.] Ἄμφοδος. ἡ ῥύμη. | |
20 | Ἀμφιορκία. ἐπειδὰν ὅ, τε διώκων καὶ ὁ φεύγων ὀμνύωσι, κλοπῆς ἔγκλημά τισιν ἐπιφέροντες. Ἀμφιπλήξ. ἡ ἀμφοτέρωθεν ἐλασία. Ἀμφίπρυμνες. εἶδος πλοίων. ἔμπαλιν διελθεῖν παρεσκεύασε τὸν Ἴστρον ἐν ταῖς ἀμφιπρύμναις | |
25 | τῶν νεῶν. Ἀμφίπολις. ἡ δούλη. Ἀμφιῤῥύτη. κύκλῳ περιῤῥεομένη. Ἄμφισα. πόλις τῆς Λοκρίδος. ὠνομάσθη δὲ Ἄμφισα διὰ περιέχεσθαι τὸν τόπον ὄρεσιν. | |
30 | Ἀμφισβήτησις. οἱ ἔξω φασίν· ἡ ἀμφισβήτη‐ | |
σις κρίσει ἀναρτάσθω, ἡ δὲ κρίσις τοὺς ἐλέγ‐ | ||
alpha152 | χους βασανιζέσθω, ἡ δὲ βάσανος τὸ δέον ὁρι‐ ζέσθω, ὁ δὲ ὅρος γεγράφθω, τὰ δὲ γεγραμ‐ μένα κυρούσθω, τὰ δὲ κυρωθέντα βεβαιούσθω τοῖς ἔργοις, καὶ πᾶσα ἁψιμαχία οἰχέσθω, καὶ | |
5 | πάλιν φιλία χορευέτω· καὶ οὐ δεῖ ἀπερισκέ‐ πτως ποιεῖσθαι τὰς κρίσεις. Ἀμφίσβαινα. ζῶον. Ἀμφιστεφέες. πάντοθεν πλήρεις, περιπεπλε‐ γμέναι ἀλλήλαις. | |
10 | Ἀμφίστομος. αὕτη ἡ φάλαγξ καλεῖται, ἡ τοὺς ἡμίσεας τῶν ἐν τοῖς λόχοις ἀνδρῶν ἀπεστραμ‐ μένους ἀπὸ σφῶν ἔχουσα, ὡς ἀντινώτους εἶναι. Ἀμφιτρίτη. ἡ θάλασσα. ἢ γὰρ παρὰ τὸ ῥεῖν ἔστιν, ἡ περιῤῥεομένη, ἢ παρὰ τὸ τρεῖν· φόβον | |
15 | γὰρ ἐμποιεῖ. καὶ ὤφειλε δίφθογγον εἶναι ἐκ τῆς ἐτυμολογίας. [ἀλλὰ τὰ εἰς τ λήγοντα θη‐ λυκὰ βαρύτονα ὑπὲρ μίαν συλλαβὴν ἑνὶ φω‐ νήεντι θέλουσι παραλήγεσθαι. οἷον, ἐρέτη, με‐ λέτη, Ἀφροδίτη, Ἀμφιτρίτη.] | |
20 | Ἀμφίφαλλον. ἀμφοτέρωθεν φαλλοὺς ἔχουσαν. φαλλοὶ δὲ, οἱ ἀσπιδίσκοι. ἀμφίφαλλον ἀσπίδα. Ἀμφῶες καὶ ἀμφωτίδες καὶ ἀμφωτίδων. [τῶν δύο ὦτα ἐχουσῶν. καὶ παροιμία· μέχρι τῶν ἀμφωτίδων.] ἐπὶ τῶν ἄγαν πεπληρωμένων, | |
25 | ἀντὶ τοῦ μέχρι τῶν ὤτων, αἵτινες ἦσαν χαλ‐ κᾶ τινὰ, καὶ περιετίθεσαν οἱ παλαισταὶ τοῖς ὠσίν. ἀμφῶες δὲ παρὰ τὸ οὖας, ἐλλείψει τοῦ υ ὄας, ὡς οὖδας, οὖδος. ὡς γένος, εὐγενὴς, οὕ‐ τως ἄμφω, ἀμφῶες. | |
30 | Ἀμοιβαίας. ἀνταλλαττομένας. | |
Ἀμηχανίαν. ἀπορίαν, ἀδυναμίαν. | ||
alpha153 | Ἀμελέτητος. ἀθέλητος, ἀζήτητος, ἄπρακτος. τοῦ ἁγίου Μαξίμου. φησὶ γάρ· ἀμελέτητος πᾶ‐ σα καθέστηκε μέθοδος, τοῦ, δι’ ὃ πέφυκεν, ἐξανυσθέντος. ἢ ἀνυσθῆναι δόξαντος. | |
5t | (Οὐδέτερον.) | |
6 | Ἅμματα. δέσματα, σχοινία. λέγεται δὲ καὶ ἐπὶ τῶν σκολιῶν τοὺς τρόπους, ἀπὸ τῶν ἐν Ἀκασίῳ Πηλουσιωτῶν, οἳ φυσικῇ τέχνῃ ἅμματα ἔπλεκον, δοκοὺς ἐπὶ δοκοῖς συνάπτοντες. | |
10 | Ἄμαχον. τὸ δυσκαταμάχητον. Πίνδαρος· ἄμαχον δὲ κρύψαι τὸ συγγενὲς ἦθος. Ἄμανον. ὄρος πρὸς τῇ Κιλικίᾳ. ἐκλήθη δὲ Ἄμα‐ νον ἀπὸ τοιαύτης ἱστορίας. Ὀρέστης ἀπὸ Ταύρων σὺν Ἰφιγενείᾳ τὴν Ἄρτεμιν κομίσας, ἐν τῷ τοιού‐ | |
15 | τῳ ὄρει τῆς μανίας λύσιν εὗρεν. Ἀμαράντινον. ἀειθαλές. Ἀμαυρόν. τὸ σκοτεινόν. Ἀμάρυγμα. λαμπηδών. καὶ ἀμαρυγαὶ, αἱ τῶν ὀφθαλμῶν ἐκλάμψεις. σημαίνει καὶ τὰς τοῦ | |
20 | προσώπου ῥυτίδας, αἵτινες εἴρηνται διὰ τὸ ἀμαυ‐ ρὸν ἀλαμπεῖς εἶναι καὶ ἀμυδραί· ἢ παρὰ τὸ ἀμάραις ἐοικέναι. ὡς γὰρ ἐκεῖναι τὸ ὕδωρ, οὕτω καὶ αὗται τὸν ἱδρῶτα μετάγουσι παρ’ ἑκάτερα μέρη τῆς κεφαλῆς. αἱ δὲ ἐκλάμψεις εἴρηνται | |
25 | παρὰ τὸ μαίρω, τὸ λάμπω, ἐξ οὗ καὶ τὸ μαρ‐ | |
μαίρω καὶ μαρμαρυγὴ καὶ μάρμαρον. ἀφ’ οὗ | ||
alpha154 | κύριον ὄνομα. ἐκ τοῦ μαρῶ μέλλοντος γίνεται μά‐ ρων, ἐξ οὗ μαρύσσω, καὶ πλεονασμῷ τοῦ α ἀμαρύσσω, καὶ ἀμάρυγμα, ἢ μαρυγμαὶ, ἀμα‐ ρυγμὴ καὶ ἀμάρυγμα. | |
5 | Ἀμβλίσιον. τὸ μάννα. Ἀμειδές. στυγνὸν, σκυθρωπὸν, ἀγέλαστον. Ἀμείλικτον. σκληρὸν, ἀπότομον, μὴ πραϋνό‐ μενον. Ἄμεινον. κρεῖττον, βέλτιον, κάλλιον. | |
10 | Ἀμερβές. τὸ μεσονύκτιον. παρὰ τὸ τὴν ὄρφνην, καὶ ἐκλείψει τοῦ ν καὶ τροπῇ τοῦ φ εἰς β ἀμερβές. [ὡς ἐν τῷ κύφος, κύβος, φερενίκη, βερενίκη. καὶ ἀμορβὸς καὶ ἀμορβὴς, ὅ ἐστιν ἀκόλουθος, ὁ ἅμα τινὶ ἀκολουθῶν. τροπῇ τοῦ | |
15 | μ εἰς β. καὶ Ἄμοργος νῆσος.] Ἀμόριον. πόλις Ἰταλίας, ὡς Ῥήγιον. τὸ ἐθνικὸν Ἀμηρῖνος. Ἀμήστρατος. πόλις Σικελίας. ὁ πολίτης Ἀμη‐ στρατίνος. | |
20 | Ἀμήρυτον. πολὺ, ἐκτεταμένον, ἀτέλεστον. Ἀμήχανον. ὑπὲρ λόγον, ἢ ἀνεπιχείρητον, ἢ ἀδύνατον. [τοῖς δὲ Ῥωμαίοις ἀμήχανος ἡ χαρὰ παρέστη πρὸς τὸ πάθος.] Ἀμιγές. καθαρὸν, ἄδολον. | |
25 | Ἀμίστυλον. τὸ μὴ κεκομμένον. Ἄμνιον. τὸ αἱμαδόχον ἀγγεῖον. παρὰ τὸ αἷμα | |
αἵμνιον καὶ ἄμνιον. | ||
alpha155 | Ἀμόργιμον. ὅμοιον βύσσῳ, πολυτελές. Ἄμουσα. ἀτερπῆ, ἀηδῆ, ἀπαίδευτα. Ἄμοτον. ἀπλήρωτον, ἀκόρεστον. παρὰ τὸ μένω γίνεται μοτὸς καὶ ἄμοτος. [οἷον· | |
5 | ἄμοτον μεμαῶτι μάχεσθαι. ἐπιτάσει τοῦ α. ἢ μότα λέγει τὰ πληρωτικὰ τῶν πληγῶν. καὶ ἄμοτον κατὰ ἀπόφασιν τὸ μὴ πεπληρωμένον. ἀπὸ μεταφορᾶς τῶν μὴ πεπλη‐ ρωμένων τραυμάτων, τουτέστι τῶν μότων. ἢ ἀπὸ | |
10 | τοῦ μετρῶ, ἄμετρον καὶ ἄμοτον.] Ἄμπαυμα. ἀνάπαυμα. [καὶ κατὰ συγκοπὴν ἄμπαυμα. ἀμπνύνθη. ἀναπνύω, ἀναπνύσω, ἀνέπνυκα, ἀνέπνυμαι, ἄμπαυμα ἀνεπνύσθη. καὶ πλεονασμῷ τοῦ ν ἀμπνύνθη, ὡς τὸ ἀρτύνθη.] | |
15 | Ἀμπλάκημα. ἁμάρτημα. ἐκ τοῦ πλέκω, πλα‐ κῶ, πλάκημα, καὶ ἀμπλάκημα. ἢ παρὰ τὸ ἀναπλέκεσθαι ἡμᾶς. Ἄμπρον. σχοινίον, ὅπερ διὰ τῶν ζυγῶν διατείνει. ἢ σχοινίον, μεθ’ οὗ εἰώθασιν ἕλκειν, ἤτοι παρα‐ | |
20 | κομίζειν μεγάλα φορτία. Ἀμυχρὸν καὶ ἀμυχνόν. τὸ καθαρὸν καὶ ἀμύσκα‐ ρον. Ἀμύθητον. ἄλεκτον, ἀνεκδιήγητον. Ἀμυντήριον. ξίφος, ἢ βάκλον, ἢ ῥάβδος, ἢ ἀξίνη, | |
25 | ἢ ἄλλό τι τῶν πληττόντων. Ἀμβλωθρίδιον. τὸ ἀμβλωθὲν βρέφος, τουτέστι τὸ ἄωρον, τὸ μὴ ἐννεαμήνως γεννηθέν. ἐκ τοῦ ἀμβλῶ, καὶ τοῦ θορῶ, τὸ πηδῶ. Ἀμφίγυια. τὰ ἑκατέρωθεν χωλά. [Ὅμηρος ἐπὶ | |
30 | τῶν δοράτων λέγει· —ἔγχεσιν ἀμφιγυίοισιν. | |
οἱονεὶ ἑκατέρωθεν γυιῶσαι δυνάμενα, ὅ ἐστι χω‐ | ||
alpha156 | λῶσαι καὶ πλῆξαι διὰ τῆς ἐπιδορατίδος καὶ τοῦ σαυρωτῆρος. οἷον· γυιώσωμεν σφῶϊν.] Ἀμφίβληστρον. τὸ δίκτυον. ἀπὸ τοῦ ἀμφοτέρω‐ θεν βάλλειν. [ἢ παρὰ τὸ βάλλω, βαλῶ, βλήσω, | |
5 | βλῆτρον, καὶ μετὰ τῆς ἀμφὶ, πλεονασμῷ τοῦ ς, ἀμφίβληστρον.] Ἀμφιδεές. περιδεές. Ἀμφίδορον. τὸ πανταχόθεν περιέχον. καὶ σκῦτος ἀμφιδόρου στηκτὸν ἀχαϊνέω. | |
10 | τουτέστιν ἐλάφου δέρμα. Ἀμφίδρομον. ἑλικοειδές. ἰδέσθέ μ’ οἷον ἄρτι κῦμα φοινίας ὑπὸ ζάλης ἀμφίδρομον κυκλεῖται. | |
15 | ἑλικοειδὲς, ὃ βαπτίζει τὰς ναῦς. Ἀμφίθυμον. διπλοῦν, ἢ τὸ ἔχον κατάδυσιν σκεπτόν. Ἀμφιθέατρον. τόπος πανταχόθεν περισκοπού‐ μενος. ὁ δὲ τῶν Φράγγων ἡγεμὼν εἰς ἀμφι‐ | |
20 | θέατρόν τι ἀνήρχετο. Ἄμφηκες. ξίφος δίστομον, ἀμφοτέρωθεν ἠκο‐ νημένον, ἢ ἀπὸ τοῦ ἥκω, τὸ ἔρχομαι, ἥκης καὶ ἀμφήκης, καὶ τὸ οὐδέτερον ἄμφηκες. Ἀμφίκλαστον. τὸ πανταχόθεν κεκλασμένον. | |
25 | λείψανον [ἀμφίκλαστον ἁλιπλανέος σκολο‐ πένδρης.] [Ἀμφήριστον. ἀμφίλογον, ἀμφίβολον. ἐκ τοῦ ἐρίζω γίνεται ἤρισμαι, ἤρισαι, ἤρισται, ἠρι‐ στὸν καὶ ἀμφήριστον.] | |
30 | [Ἀμφίκρημνον. ἑκατέρωθεν ἐπικίνδυνον.] Ἀμφίβιον. τὸ δυνάμενον ἐν γῇ καὶ ὕδατι ζῇν. | |
Ἄμφιον. τὸ ἔνδυμα. [τὸ ἱμάτιον.] | ||
alpha157 | Ἀμφηρεφές. ἑκατέρωθεν ἐστεγασμένον. Ἀμφίδεα. ψέλια, βραχιόνια. Ἀμφιλαφές. τὸ κατάσκιον. [ἀμφιλαβὲς τὶ ὄν. τὸ ἑκατέρωθεν ληπτόν. τροπῇ τοῦ β εἰς | |
5 | φ. ἢ παρὰ τὸ τὴν ἁφήν.] Ἀμφίσβατα. τὰ ἀμφισβητήσιμα. [οὕτως Ἑλ‐ λάνικος.] Ἀμφὶ τὸ λυκόφως. περὶ τὴν αὐγήν. Ἀμφίχυτον. περικεχωσμένον. | |
10 | Ἀμφόδοντα ζῶα. οἷον ἄνθρωπος, ἵππος, ὄνος καὶ ὅσα οὐκ ἐνηλλαγμένους τοὺς ὀδόντας ἔχει· οἷς συμβέβηκε πιμελὴν, ἀλλ’ οὐ στέαρ ἔχειν. Ἀμφορείδιον. ὁ μικρὸς ἀσκός. Ἀμφοτερόπλουν. ὅταν τις ναυτικὸν δανείσῃ | |
15 | δάνειον, ἐπὶ τῶν ἐνθένδε πνεῦσαι, ποιῶν κἀκεῖ‐ θεν ἐνθάδε, τοῦτο ἀμφοτερόπλουν καλεῖται. οὕτως Δημοσθένης. Ἀμφικύπελλον. ποτήριον. παρὰ τὸ κύφον, κύ‐ φελον, καὶ κύπελον, καὶ μετὰ τῆς ἀμφὶ, ἀμ‐ | |
20 | φικύπελλον, πλεονασμῷ ἑτέρου λ, τὸ ἐκ πε‐ ριφερείας κύφον. ὅθεν καὶ τὰ πρὸς ἡμᾶς κάτω νεύοντα νέφη κύφελα λέγονται. [ἢ παρὰ τὸ χέω, χύπελλον, ὅπου ὁ πηλὸς ἤγουν ὁ οἶνος χεῖται.] | |
25 | Ἀμώριον. πόλις τῆς μεγάλης Φρυγίας. [ὁ πο‐ λίτης Ἀμωριαεύς. ὡς Κοτυαεύς· Δορυλαεύς.] Ἄμπρον. τὸ σχοινίον τὸ ἕλκον τοὺς βόας. Ἀμφίξουν. τὸ καλῶς ξέον. —ἀμφίξουν τὲ σκέπαρνον. | |
30 | Ἀμέθεκτον. τὸ ἀκοινώνητον, τὸ ἀμέτοχον. | |
alpha158 | Ἁμαλεῖον. ὁ δεσμὸς τῶν ἀσταχύων. Ἀμαυρόν. τὸ ἅμα ταῖς αὔραις φερόμενον. Ὅμηρος· —προσέφη εἴδωλον ἀμαυρόν. | |
5t | (Ῥῆμα.) | |
6 | Ἀμαλδύνω. κυρίως τὸ διὰ πυρὸς ἀφανίσαι. ἀπὸ τοῦ μαίρω, τὸ λάμπω. ὁ μέλλων μαρῶ, ἀφ’ οὗ τὸ μαραίνω, καὶ στερήσει τοῦ α ἀμαρῶ, καὶ τροπῇ τοῦ ρ εἰς λ ἀμαλῶ καὶ κατὰ πα‐ | |
10 | ραγωγὴν ἀμαλύνω, καὶ πλεονασμῷ τοῦ δ ἀμαλ‐ δύνω. [ἢ τὸ ἁπλῶς ἀφανίσαι, ἢ τὸ ὁμαλίσαι. παρὰ τὸ τὴν ἄμμον. οἷον ἄμμος, ἀμμῶ, ὡς δοῦλος, δουλῶ. οὕτως Ὠρίων.] Ἀμᾷν. τὸ θερίζειν. *καὶ ἀμῶ ὁμοίως.* παρὰ | |
15 | τὸ ὁμοῦ ἐπισπᾷν, οἷον ἀμασπᾷν. Ἀμαθαίνει. ἄγνωστός ἐστι. Ἀμαρύζω· καὶ ἀμαρύσσω. τὸ λάμπω. Ἀμαθύνειν. τὸ ἀφανίζειν. καὶ κόνιν ποιεῖν. Ἀμβλύνω. τὸ ἐκκλύω. [ὁ δὲ ἐπὶ πολὺ διῆγε | |
20 | τὸν πόλεμον] ἀμβλύνων τὴν τοῦ πολέμου ὀξύτητα. Ἀμβλυώττειν. τὸ τυφλώττειν. [παρὰ τὸ ἀμ‐ βλὰ ἔχειν τὰ ὄσσε ἤτοι τοὺς ὀφθαλμούς.] Ἀμβλώσκειν καὶ ἀμβλῶσαι. τὸ ἀτελῶς γεν‐ | |
25 | νῆσαι, ἢ τὸ εὐτελὲς βρέφος ἀποβαλεῖν. [καὶ τὰ πρὸς τοῦτο φάρμακα ἀμβλωθρίδια καλοῦσιν οἱ ἰατροί. ἀπὸ μεταφορᾶς τῶν ἀμπέλων. ὁπό‐ ταν γὰρ αὗται τοὺς λεγομένους ὀφθαλμοὺς | |
ἀποκαθεῖεν, λέγομεν αὐτὰς ἀμβλυώττειν.] | ||
alpha159 | Ἀμβλίσκουσι καὶ ἀμβλώσκουσι. ἀντὶ τοῦ ἀποβάλλουσι. Ἀμενήνωσεν. ἀσθενῆ ἐποίησεν. Ἀμείβεσθαι. ἀποκρίνεσθαι. | |
5 | Ἀμειψόμεθα. ἀνταποδώσομεν. *Ἀμείβω. τὸ διαβιβάζω.* Ἀμείβοντα. ἀλλάσσοντα. Ἀμείψωμεν. ἀντὶ τοῦ καταλλάξωμεν. Ἀμειψιρυσμεῖν. μεταμορφοῦσθαι. | |
10 | Ἀμέλγει. ἐπισπᾶται τὸ γάλα. παρὰ τὸ ἅμα ἕλκειν. Ἀμέρδω. τὸ στερίσκω. —ὄσσε δ’ ἄμερδεν αὐγὴ χαλκείη—. | |
15 | Ἀμπαύσας. ἀναπαύσας. ὁ δὲ ἀμπαύσας αὐ‐ τοὺς, ὅσον τὴν πρώτην φυλακὴν τῆς νυκτὸς προελθεῖν——. Ἀμπίσχω. τὸ ἐνδύομαι. [καὶ ἠμπισχημένος, καὶ ἀμπέχω, καὶ ἀμπέχομαι, ἠμπίσχετο. ἠμπει‐ | |
20 | χόμην δὲ καὶ ἠμπείχετο, δίφθογγα.] | |
alpha160 | Ἀμοιρῆσαι. ἀποτυχεῖν. Ἀμήσαντες. θερίσαντες. Ἀμώντων. θεριζόντων. Ἁμορμεύεσκε. συνοδοιπόρει. | |
5 | σὺν δ’ ἡμῖν ὁ πελαργὸς ἁμορμεύεσκεν. ἀπὸ τοῦ ἀμορμεύειν, καὶ ὁρμᾷν καὶ πορεύε‐ σθαι. ἀμορμεύειν δὲ ἀπὸ τοῦ ἅμα ὁρμᾷν. Ἀμπρεύοντες. παρακομίζοντες. [ἄμπρον γὰρ τὸ σχοινίον τὸ ἕλκον τοὺς βοῦς.] | |
10 | Ἀμπρεύων. ὁ μὲν Καλλίμαχος κυρίως ἐπὶ τοῦ ἕλκειν ἔλαβε τὴν λέξιν· ὁ δὲ Λυκόφρων ἐπὶ τοῦ κακοπαθεῖν. ἄλλοι δὲ φασὶν, ὅτι ἀμπρεύειν ἐστὶ κυρίως τὸ μετὰ ἁμάξης πορεύεσθαι. Ἀμύνεσθαι. Θουκυδίδης μὲν ἀντὶ τοῦ ἀμείβε‐ | |
15 | σθαι· Σιμωνίδης δὲ ἀντὶ τοῦ χάριτας ἀπο‐ δοῦναι· Σοφοκλῆς δὲ ἀντὶ τοῦ ἀπαλεξῆσαι. ἐπὶ τῶν προηδικηκότων τάσσουσιν οἱ ῥήτορες τὸ ἀμύνεσθαι, ὅτε οἱ κακόν τι παθόντες ἀντιπράτ‐ τουσι τοὺς προδιατιθέντας. | |
20 | Ἀμύνειν. τὸ βοηθεῖν. παρὰ Θουκυδίδῃ. | |
alpha161 | Ἀμύνεσθαι. τὸ κολάζειν. Ἀμυνόμενοι. τοὺς κακόν τι πράξαντας ἀντιδια‐ τιθέντες. οἱ δὲ Ῥωμαῖοι ἔθος εἶχον, μὴ ἄρ‐ χοντες φαίνεσθαι χειρῶν ἀδίκων, ἀλλ’ ἀεὶ | |
5 | δοκεῖν ἀμυνόμενοι. Ἀμύνω σοι. βοηθῶ σοι. Ἀμύνομαί σε δὲ, ἀντὶ τοῦ τιμωρῶ σε. Ἀμύνοντες. ἀνταποδιδόντες. Ἀμῦναι. ἀποσοβῆσαι ἢ βοηθῆσαι. | |
10 | Ἀμιθρῆσαι. μετρῆσαι, ἀριθμῆσαι. Ἀμπνύνθη. ἀνέπνευσεν. Ἀμπρεύουσιν. ἐπὶ τοῦ κακοπαθεῖν. ὁ Λυκό‐ φρων, οἷον· ἄχλαινον ἀμπρεύουσι νηλύποι βίον. | |
15 | Ἀμπείραντες. τὸ διαπείραντες. πείρω γὰρ τὸ σουβλίζω καὶ κεντῶ. Ἀμπεπαλών. [μετοχὴ ἀορίστου πρώτου. οἱ γὰρ Ἴωνες ἐν τοῖς ῥήμασιν καὶ ταῖς μετοχαῖς εἰώθασιν ἀναδιπλασιάζειν· λάχωσι, λελάχωσι, | |
20 | λάθῃ, λελάθῃ ... δ’ ὀδυνάων.] [Ἀμύσσω. ξέω, σπαράσσω.] Ἀμύξεις. λυπήσεις. [ἀμύσσω, ἀμύξω. τὸ δὲ ἀμύσσω παρὰ τὸ μύω ἐπίῤῥημα γίνεται μύξω καὶ ἀμύξω. τὸ λίαν οἰμώζειν. τὸ δὲ ξ τρέπε‐ | |
25 | ται εἰς δύο σς αἰολικῶς, καὶ γίνεται ἀμύσσω. | |
ἢ ἀπὸ τοῦ μύξειν, ἐκθλίβειν τὴν ψυχήν.] | ||
alpha162 | Ἀμφιαχυῖα. ὀδυρομένη. περὶ τῶν τέκνων ἀμφιαχυῖα. Ἀμφαγνοεῖ. ἀμφιβάλλει. *Ἀμφιέσαο. περιβάλλου.* | |
5 | Ἀμφεπονεῖτο. ἔσπευδεν, ἠγωνίζετο, ἐνήργει. πονῶ γὰρ τὸ ἐνεργῶ. Ἀμφιέννυται. ἐνδύεται. παρὰ τὸ ἴω τὸ ἐνδέδυ‐ μαι. [παρὰ τὸ ἕω τὸ ἐνδέδυμαι. πλεονασμῷ τοῦ ν ἔνω, ἐνύω, εἴνυτο. καὶ ἐπεὶ ἔθος ἔχουσιν οἱ | |
10 | Αἰολεῖς πρὸς τὸ ἐπιφερόμενον σύμφωνον τρέ‐ πειν, οἷον φθείρω, φθερῶ, τὸν αὐτὸν τρόπον τρέπουσι τὸ ι εἰς τὸ ν, καὶ γίνεται ἐννύων, καὶ ἀμφιεννύων· καὶ ἐξ αὐτοῦ παράγωγον ἀμφιέν‐ νυμι, καὶ τὸ παθητικὸν ἀμφιέννυμαι, ἀμφιέν‐ | |
15 | νυται.] Ἀμφίσκουσιν. ἐνδύουσιν. Ἀμφισβητεῖν. ἀμφιβάλλειν. Ἀμφισβητῶ καὶ σοὶ καὶ σοῦ. Ἀμφισβητεῖν καὶ παρακαταβάλλειν. [ὅταν τε‐ | |
20 | λευτήσας τὶς ἄπαις εἶναι δοκεῖ, φάσκει δέ τις ἑαυτὸν ἐκείνου υἱὸν, οὗτος ἀμφισβητεῖν τοῦ κλή‐ ρου λέγεται. εἰ δὲ παῖδα μὲν τοῦ θανόντος ἑαυτὸν μὴ εἰσάγει, λέγει δὲ ἄλλως κατὰ γέ‐ νος ἑαυτῷ προσήκειν τὸν κλῆρον, παρακατα‐ | |
25 | βάλλειν αὐτὸν οἱ νόμοι κελεύουσι. πλὴν ἀμ‐ | |
φότερα ἐπ’ ἀντιλογίας τάσσεται.] | ||
alpha163 | Ἀμφισβητοῦντες. ἀμφιλογοῦντες. [ἀπὸ τοῦ ἀμ‐ φὶς καὶ τοῦ βάζειν. πολλάκις δὲ πλεονάζει τὸ β. ὡς ἐν τῷ· ἄδηρον, ἄβδηρον· καὶ σίδαι, σίβδαι. ἢ παρὰ τὸ ἀμφὶς ἐπίῤῥημα, τὸ κεχω‐ | |
5 | ρισμένως βαίνειν. τοιοῦτοι γὰρ οἱ διστάζοντες.] Ἀμφίσταται. περιΐσταται. ἀμφίσταται διαπρύσιος ὄττοβος. Ἀμφέχανε. καταπέπωκε. —τοὺς δ’ ὁ μέλας ἀμφέχανε θάνατος. | |
10 | Ἀμφιανακτίζειν. τὸ προοιμιάζειν, διὰ τὸ οὕ‐ τω προοιμιάζεσθαι. Περίανδρος· ἀμφί μοι αὖτις ἄνακτα. Ἀμφέχυτο. τὸ παράγωγον χῦμι, χῦμαι, ἐχύ‐ μην, ἔχυσο, ἔχυτο, καὶ ἀμφέχυτο. | |
15 | Ἀμφιδέδῃε. περιειλεῖται, περιορίζει. ἢ καὶ ἀμ‐ φοτέρωθεν περιεκύκλωσεν. ἀπὸ τοῦ δέω μέσου παρακειμένου. *Ἀμύσσω. ξέω, σπαράσσω.* Ἀμφιειμένος. ἐνδεδυμένος. παρὰ τὸ ἕω τὸ ἐν‐ | |
20 | δύομαι. [ὁ μέλλων ἔσω, ὁ παρακείμενος εἶκα, ὁ παθητικὸς εἶμαι. εἰμένος ἡ μετοχὴ, οἷον —εἰμένος ὤμοιϊν νεφέλην— καὶ ἐν συνθέσει, ἀμφιειμένος.] [Ἀμφαφόωσα. ψηλαφῶσα. Ὅμηρος· | |
25 | —κοῖλον λόχον ἀμφαφόωσα.] Ἀμφισβητῶ. τὸ ἐξετάζω. [καὶ ἀμφισβητία.] | |
27t | (Ἐπίῤῥημα.) | |
28 | Ἀμέλει. διὰ τοῦτο. βεβαιωτικῶς. Ἀμελητί. χωρὶς βραδυτῆτος καὶ ὑπερθέσεως. | |
30 | Ἀμεταστρεπτί. χωρὶς ἐπιστροφῆς. [Ἀμελεϊστί. χωρὶς βραδυτῆτος.] | |
Ἀμερμηρεὶ καὶ ἀμερμαρεί. χωρὶς φροντίδος. | ||
alpha164 | Ἅμα. Δημοσθένης ἐπὶ τοῦ εὐθέως καὶ παρα‐ χρῆμα ἔταξε, παρὰ τὸ θαμὰ, καὶ ἀποβολῇ τοῦ θ ἅμα. [τὸ γὰρ πυκνῶς γινόμενον κατὰ τὸν αὐτὸν ἀποτελεῖται χρόνον. τὸ δὲ θαμὰ, | |
5 | ἔστι θαμὸς, ἐξ οὗ τὸ θαμειὸς, ὡς ἀδελφὸς, ἀδελφειός. τὸ θηλυκὸν θαμειά. τὸ οὐδέτερον θαμά. ἡ εὐθεῖα τῶν πληθυντικῶν θαμὰ, καὶ τὸ ἐπίῤῥημα θαμά· οὐ γὰρ ἀπὸ τοῦ θαμὺς, θαμειὸς, ἀφ’ οὗ τὸ, θαμέες γὰρ ἄκοντες.] | |
10 | Ἁμαρτῇ. ὁμοῦ, καὶ κατὰ τὸ αὐτό. καὶ ὁ μὲν Ἀρίσταρχος χωρὶς τοῦ ι λέγει γράφεσθαι αὐ‐ τὸ, ὅτι ἀπὸ τοῦ ἁμαρτάδην κατὰ ἀποκοπήν. ᾧτινι οὐ συνᾴδουσι τὰ τῆς παραδόσεως. ἡ γὰρ παράδοσις σὺν τῷ ι οἶδε γράφειν αὐτό. Ἡρω‐ | |
15 | διανὸς δέ φησι σύνθετον εἶναι, ἀπὸ τοῦ ἅμα καὶ τοῦ ἀρτῶ, καὶ γίνεται ἀπὸ ἀμφοτέρων ἐπίῤῥημα, ἁμαρτῆ καὶ ὁμαρτῆ. ἰστέον δὲ, ὅτι τὰ ἀπὸ δοτικῆς γινόμενα ἔχουσι τὸ ι. οἷον· ταύτῃ ἐπίῤῥημα. | |
20 | Ἀμενητί. χωρὶς τοῦ ἐπιμεῖναι. Ἀμετρί. χωρὶς μέτρου. καὶ παροιμία· ἀμετρὶ μάζαν ἔδοντες. Ἀμήν. πεπεισμένως, ἀληθῶς. ἢ ἀντὶ τοῦ γένοιτο. *ἔστι τὸ ἀμὴν ἀντὶ τοῦ ναί. βεβαιωτικὸν | |
25 | γὰρ ἐστίν.* Ἄμμιγα. ἀναμεμιγμένως. [εἵνεκεν εὐμαθίης πινυτόφρονος, ἣν ὁ με‐ λιχρὸς ἤσκησεν Μουσῶν ἄμμιγα καὶ Χαρίτων.] | |
30 | Ἀμισθί. χωρὶς μισθοῦ. Ἀμοιβαδόν. κατ’ ἐναλλαγήν. | |
Ἀμοιβηδίς. ἐκ τοῦ ἀμείβω, ἀμοιβὴ καὶ ἀμοιβηδίς. | ||
alpha165 | Ἀμόθεν. ἀντὶ τοῦ πόθεν. Ἀμοχθεί. χωρὶς κόπου. Ἀμυδρῶς. σκοτεινῶς, λεπτῶς, ἀσαφῶς. Ἀμυστί. ἀντὶ τοῦ ἀπνευστὶ καὶ ἄνευ τοῦ ἀνα‐ | |
5 | παύεσθαι πίνειν. Ἄμυδις. ἀντὶ τοῦ ὁμοῦ. παρὰ τὸ ἅμα, τροπῇ τοῦ α εἰς υ. τὰ ἀπὸ δασέων μετασχηματιζόμενα ψιλοῦται, οἷον· ἡμέρα, ἦμαρ, ἡδονὴ, ἦδος, ὃ σημαίνει τὸ ὄφελος, ἅμα, ἄμυδις. | |
10 | Ἀμογητί. χωρὶς βίας ἢ κακοπαθείας. Ἀμβλήδην. μεγάλως βοῶσα. Ἀμβολάδην. ἀναβολικῶς. ἐκ τοῦ ἀναβάλλω, ἀναβολάδην. [καὶ ἀμβολάδην.] Ἀμυχί. ἐπιπολαίως. | |
15 | Ἀμφαδόν. φανερῶς. φαίνω, [φανδὸν, καὶ ἀμ‐ φαδὸν, καὶ ἀμφαδίην.] Ἀμφὶ περί. ἐξ ἑκατέρου μέρους. Ἀμφίς. ἀντὶ τοῦ χωρίς. τοῦτο οὐ συγκοπὴ, ἀλλὰ μετασχηματισμός. ἀπὸ γὰρ τοῦ Ἀμφιάραος, | |
20 | Ἄμφις. ὡς παρ’ Αἰσχύλῳ. ὥσπερ ἀστράγαλις ἄστρις, καὶ Ἰφιάνασσα Ἴφις, καὶ Θρασυκλῆς Θράσυλλος, καὶ Βαθυκλῆς Βάθυκλος. ὑποκο‐ ριστικά. ταῦτα μετασχηματισμοὶ καλοῦνται. ἀλλ’ οὐδὲ πάλιν δυνάμεθα ἀποκοπὴν, ἐπεὶ | |
25 | τὸ ς ἔχει τῆς τελευταίας συλλαβῆς. ὅπου γὰρ τῆς τελευταίας συλλαβῆς τηρηθῇ τὸ στοι‐ χεῖον, οὐ λέγομεν ἀποκοπὴν, ὥστε μετασχη‐ ματισμός ἐστι. Ἀμφοτέρωθεν. ἐκ τῶν δύο μερῶν. τὰ εἰς θεν | |
30 | ἐπιῤῥήματα ἀπὸ ὀνομάτων γινόμενα διὰ τοῦ | |
alpha166 | ο μικροῦ γράφεται, οἷον· κυκλόθεν, Ἰλιόθεν, πλὴν τοῦ ἀμφοτέρωθεν, ἑκατέρωθεν, ἑτέρω‐ θεν. Ἀμωσγέπως. ὅθεν δήποτε. ἔστι δὲ ῥῆμα ἡ | |
5 | λέξις. ἔστιν οὖν ὄνομα ἀμὸς, ἰσοδυναμοῦν τῷ τὶς, δωρικῶς. ὡς φησὶν Ὅμηρος· —τῶν ἀμόθεν γε, θεά— ἀντὶ τοῦ ἀπὸ τινὸς μέρους. ὥσπερ παρὰ τὸ καλὸς γίνεται ἐπίῤῥημα καλῶς, οὕτω καὶ ἀπὸ | |
10 | τοῦ ἀμὸς γίνεται ἐπίῤῥημα ἀμῶς. καὶ ἐν συν‐ θέσει ἀμωσγέπως. [ἀπὸ δὲ τοῦ ἀμὸς γίνεται ἀμόθεν, ἐξ οὗ τὸ οὐδαμῶθεν ἐπίῤῥημα. καὶ ὥσπερ ἀπὸ τοῦ καλῶς γίνεται ἐπίῤῥημα καλὰ, οὕτως καὶ ἀπὸ τοῦ οὐδαμῶς, οὐδαμὰ, ἀπὸ τοῦ | |
15 | οὐδαμῶς.] *Ἀμέσως. μὴ διὰ μέσων τῶν τόπων, ἀλλ’ ἀθρόως κατὰ τὴν πρώτην ἐπιβολήν. *Ἀματαρί. τὸ καλούμενον παρ’ Ἕλλησι τά‐ φρος, παρὰ Ῥωμαίοις φοσάτον, τοῦτο παρ’ | |
20 | Ἑβραίοις ἀματαρί. | |
21t | Τὸ Α μετὰ τοῦ Ν. | |
22t | (Ἀρσενικόν.) | |
23 | Ἀναβαθμοί. αἱ ἀναβάσεις. λέγουσι δὲ τὴν ἀπὸ Βαβυλῶνος τοῦ λαοῦ ἐπάνοδον. | |
25 | Ἀναβολεύς. ὁ ἐπὶ τὸν ἵππον ἀνάγων. —ὁ δὲ βασιλεὺς τὸν ἀναβολέα καλεσάμενος, καὶ τα‐ χέως ἀναβαίνων ἐπὶ τὸν ἵππον, ᾔτησε πιεῖν. | |
—λέγεται καὶ ἡ σκάλα παρὰ Ῥωμαίοις. ὁ | ||
alpha167 | δὲ Μασσάλιος γηράσας, ἵππου χωρὶς ἀναβολέως ἐπέβαινεν. Ἀναγεῖς. διὰ μὲν τοῦ α τοὺς ἀνάγνους, διὰ δὲ τοῦ ε τοὺς ἐνόχους ἄγει καὶ μιάσματι. οὕ‐ | |
5 | τως Αἰσχίνης. Ἀνάγωγος. ὁ ὑβριστὴς, ἢ ὁ μὴ τυχὼν τῆς δεού‐ σης ἀναγωγῆς. ἢ ὁ φιλήδονος καὶ ἐκλελυ‐ μένος. Ἀναδιπλασιασμός. ὅταν τὸ ἑξῆς τῆς λέξεως | |
10 | τὸ αὐτὸ σύμφωνον ἔχῃ, οἷον· τέτυφα. Ἄνα. ἀντὶ τοῦ ὦ βασιλεῦ. Ἀνάδοχον, οὐκ ἀναδοχέα λέγουσιν. Ἄνακτες. οἱ θεοὶ καὶ οἱ βασιλεῖς. ἄναξ δὲ εἴρη‐ ται ἀπὸ τοῦ ἄνω τάξιν ἔχειν. ἢ ὁ ἄνω ἀΐσ‐ | |
15 | σων. ἢ πρὸς ὃν πάντα ἀναφέρομεν. σημαίνει δὲ τὸν βασιλέα καὶ τὸν οἰκοδεσπότην. καὶ αὐ‐ τὸς ποιητής· αὐτὸς ἐγὼ [οἴκοι] ἄναξ ἔσομαι— σημαίνει δὲ καὶ τὸν φύλακα. | |
20 | Ἀνακυκλήϊον. τὸ ὀρθόν. Ἀνακοί. οἱ Διόσκουροι παρὰ Ἀττικοῖς. παρὰ τὸ ἀνάσσω, ἀνακός, ὡς φυλάσσω, φυλακός, μα‐ λάσσω, μαλακός. ἢ ὅτι ἀνακῶς, ὅ ἐστι φιλαν‐ θρώπως, ἐχρήσαντο τοῖς Ἀθηναίοις. [ἢ ὅτι τοὺς | |
25 | πλέοντας σώζουσιν ἀστέρες ὄντες, ἄνω καὶ ἑκὰς | |
alpha168 | ἡμῶν ὄντες. καὶ τὸ ἄνω δὲ συνθέτως εἰώθα‐ σιν οἱ Ἀττικοὶ ἀνακῶς λέγειν.] Ἀναλλοίωτος. ὁ ἄτρεπτος, ὁ μηδέπω ἀλλοιού‐ μενος ἢ τρεπόμενος. | |
5 | Ἀνάλωτος. ὁ ἀπόρθητος. Ἀνὰ οὐλαμόν. κατὰ ἄθροισμα. ἢ ἀνὰ θόρυ‐ βον. Ἀνάρσιοι. ἐχθροί· ἄδικοι· ἀνάρμοστοι· ἀπὸ τοῦ ἀρῶ τὸ ἁρμόζω. [ὁ μέλλων αἰολικῶς ἄρσω, | |
10 | ἐξ οὗ ἄρσιος καὶ ἀνάρσιος. ὁ μὴ συναιρόμενος μὴ δὲ συναντιλαμβανόμενος.] Ἀναπόδραστος. ὁ μὴ δυνάμενος φυγεῖν. Ἀνάσιλλος. ὁ ἀναφαλαντίας, ὅ ἐστι φαλα‐ κρός. | |
15 | Ἀνάσιμος. ὁ ἄμορφος. Ἀνάστατος. κατεστραμμένος, ἢ ὁ πεπορθημέ‐ νος. εἴρηται δὲ καὶ ἐπὶ πόλεων ἑαλωκυιῶν, καὶ οἴκων ἐξερημωθέντων. Ἀνατιναγμός. μετάστασις, μετακίνησις. | |
20 | Ἄναυδος. ὁ ἄφωνος. *αὐδὴ γὰρ ἡ φωνή.* Ἀνάπται. δημοεγέρται. Ἀνάπλεως. ἐκ τοῦ πλέως, ὁ πεπληρωμένος. [καὶ μετὰ τοῦ στερητικοῦ α ἄπλεως ὁ ἐνδεής. καὶ μετὰ προσθήκης ἑτέρας στερήσεως καὶ πλεονα‐ | |
25 | σμῷ τοῦ ν ἀνάπλεως· ἥτις ἐν τοῖς τοιούτοις | |
alpha169 | προστιθεμένη καὶ ἀναδιπλουμένη κατάφασιν, ἀλλ’ οὐ στέρησιν δηλοῖ.] Ἀναφής. ἀψηλάφητος. Ἀναφορεύς. ὁ ἀνέχων καὶ ἀναβαστάζων. | |
5 | Ἀναφαλαντίαν, οὐκ ἀναφάλαντον λέγουσι. σημαίνει δὲ τὸν φαλακρόν. Ἀναφλασμός. τὰ ἀφροδίσια. καὶ ἀναφλᾷν τὸ μαλάττειν τὸ αἰδοῖον. Ἀναφλύστιος. δῆμος Ἀττικῆς τῆς Ἀντιοχίδος. | |
10 | Ἀνάχαρσις. ὁ Σκύθης. παρὰ τὴν ἀνὰ πρόθεσιν, καὶ τὴν χάρσιν, ὃ σημαίνει τὴν χάριν ἢ τὴν χαράν. Ἀνδραποδισμός. ἡ αἰχμαλωσία. Ἀνδραποδιστής. ὁ τοὺς ἐλευθέρους ἀεὶ κατα‐ | |
15 | δουλούμενος. Ἀνδροκάπηλος. μεταβολεὺς ἀνδραπόδων. Ἀνδραποδώδεις. δουλοπρεπεῖς, δουλογνώμονας. Ἀνδρεών. ὁ μέγας οἶκος παρ’ Ἡροδότῳ. Ἀνδρών. οἶος περιεκτικὸς ἀνδρῶν, ἔνθα εἰώθασιν | |
20 | οἱ ἄνδρες συναθροίζεσθαι. Ἀνδρεῖος ἀνήρ. ἄφοβος. ἁμαρτάνει οὖν ὁ λέγων τὴν ἀνδρείαν ἐγκράτειαν φόβων. Ἄνδριοι. ἐκ τῆς Ἄνδρου. | |
Ἀνδροβόρων. ἀνθρωποφάγων. | ||
alpha170 | [ἀνδροβόρων ὁμότεχνε κυνῶν αἴλουρε κα‐ κίστη, τῶν Ἀκταιονίδων ἐσσὶ μία σκυλάκων.] Ἀνδρόδομος. ὁ τρίκλινος. | |
5 | Ἀνδροκόβαλος. ὁ κακοῦργος. Ἀνδροφόνος. [οὕτως λέγεται, κᾂν γυναῖκα τὶς κτείνῃ.] Ἀνδρείκελος. ὅμοιος ἀνδρί. ἀνδριΐκελος δὲ ι. Ἀνδριφόντης. ὁ φονεύων τοὺς ἄνδρας. | |
10 | Ἀνδρογύνων. ἀσθενῶν. γυναικῶν καρδίας ἐχόντων. Ἄνδρα. ἀντὶ τοῦ μνηστῆρα, ὡς τό· τὸν ἄνδρα Μαρίας. Ἀναίτιος. ὁ ἀγέννητος πατὴρ, ὁ θεὸς, ὡς μὴ ἔχων τινὰ τῆς ὑπάρξεως αἴτιον. | |
15 | Ἄνδραγχος. δήμιος, ὁ τοὺς ἄνδρας ἄγχων, ὃ ἐστὶ πνίγων. Ἀνδίκτης. εἶδος παγίδος. παρὰ τὸ δίκειν τὸ βάλ‐ λειν. ἔνθα καὶ δίσκος, ὁ ῥιπτούμενος. Ἀνδρόμεος. ἀπὸ τοῦ ἀνδρὸς ἀνδρόμεος. [ὡς | |
20 | ἀπὸ τοῦ Διὸς δίημος, ὁ πατὴρ Ἡρακλέους. καὶ ἐν ἑτέρᾳ παραγωγῇ κτητικὸς, ἀνδρόμεος, πλεο‐ νασμῷ τοῦ ε.] Ἄναιτος. ἀβλαβὴς, ἀναίτιος. [Σοφοκλῆς· πόλις δέ σοι κακῶν ἄναιτος τῶνδ’ ἀπαλ‐ | |
25 | λαχθῇ χθονός.] | |
Ἀνέγρετον. ἀνυπόστροφον. | ||
alpha171 | Ἀνελεύθερος. ὁ μικρολόγος, ἢ ὁ ἐκτὸς τῆς ἀληθείας ποιῶν τί—ἀγενῆ καὶ ἀνελευθέραν ἐποιήσαντο τὴν ἀναχώρησιν. Ἀνέμβατος. δυσπειθὴς, δυσχερῶς δεχόμενος. | |
5 | Ἀνεμοκοῖται. οἱ κοιμίζοντες τοὺς ἀνέμους. γέ‐ νος δὲ φασὶ τοιοῦτον ὑπάρχειν ἐν Κορίνθῳ. Ἄνεως. ὁ ἄφωνος. ἔστιν ἴα ἡ φωνή. καὶ πλεο‐ νασμῷ τοῦ ο ἰὸν, διὰ τὸ ἐπὶ πᾶσαν ἀκοὴν ἰέ‐ ναι. ἐξ αὐτοῦ γίνεται ἴς, καὶ ἄνιος ὁ ἄφωνος, | |
10 | καὶ μεταθέσει τοῦ ι εἰς ε γίνεται ἄνεος. [καὶ ἀττικῶς ἄνεως. ἢ ἀπὸ τοῦ αὔω, τοῦ σημαίνον‐ τος τὸ φωνῶ, γίνεται ὄνομα ῥηματικὸν αὖος καὶ ἄναυος. ὡς αὐδῶ ἄναυδος. καὶ κατ’ ἀπο‐ βολὴν τοῦ υ ἄναος καὶ ἀττικῶς ἄνεως. ὡς | |
15 | ναὸς νεώς.] [Ἄνετος. παρὰ τὸ ἴημι, ἕτος καὶ ἄφετος καὶ ἄνετος.] Ἀνέστιος. ὁ ἄοικος. ἑστία δὲ ἡ οἰκία. Ἀνεξέλεγκτος. ἀβασάνιστος, ἀδόκιμος. | |
20 | Ἀνείμονες. οἱ ἄνευ ἱματίων. Ἄνεμος. κίνησις ἀέρος, ἢ ἀναθυμίασις ξηρὰ, ἢ πλῆθος ξηρᾶς ἀναθυμιάσεως, ἢ ῥεῦμα ἀέρος, ταῖς τῶν τόπων ἐξαλλαγαῖς, ὅθεν ῥεῖ, τὰς ἐπωνυμίας ἀμείβων. | |
25 | Ἀνήλιπος. ὁ ἀνυπόδητος. | |
Ἀνήλατος. ὁ μηδέπω δαμασθεὶς ὑπὸ ζυγίων, | ||
alpha172 | ἢ ἐλασθεὶς, ἢ ὁ ἀπειθής. [ἐλαύνω, ἐλάσσω, ἤλακα, ἤλασμαι, ἤλασται, ἠλαστὸς καὶ ἀνή‐ λατος, κατὰ ἀποβολὴν τοῦ ς.] Ἀνήριθμος. ἐν οὐδενὶ ἀριθμῷ ταττόμενος, ἀλ‐ | |
5 | λὰ περιεῤῥιμένος. Ἀνηρίναστος. ὁ μὴ κρατῶν ἃ ἔχει, ἀλλ’ ἀπο‐ βάλλων. ἀπὸ τῶν συκῶν τῶν μὴ κρατουσῶν τὸν καρπὸν, διὰ τὸ μὴ ἐπιβληθῆναι αὐταῖς τοὺς ὀλύνθους τοὺς ἀπὸ τῶν ἐρινεῶν, ὅ ἐστιν ἀγρίων | |
10 | συκῶν. *Ἀνειμένος. ἐστὶν ὁ ἀμελὴς καὶ ῥάθυμος.* Ἀνήλιπτος λέγουσιν, οὐχὶ ἀνήλιφος, οὐδὲ ἀνά‐ λιφος. Ἀνήρεις. ἀνάνδρους. ἐκ τοῦ ἀνύω τὸ πράττω. | |
15 | Ἀνήρ. ἀπὸ ἐτῶν λε ἕως ἐτῶν μϛ. Ἀνήνυτος. ὁ ἀπλήρωτος. Ἄνηβοι. οἱ ιβ ἐτῶν ὄντες, οἱ μήπω φθάσαντες τὴν νενομισμένην ἡλικίαν. Ἀννίβας. κύριον. | |
20 | Ἀνιγρός. φαῦλος, βλαβερὸς, λυπηρός. παρὰ τὸ ἀνία ἀνιαρὸς, καὶ κατὰ συγκοπὴν καὶ πλεονα‐ σμὸν τοῦ γ ἀνιγρός. [παρὰ δὲ τὸ ἀνία ἀνια‐ ρὸς, τὸ ἀνιῶ ῥῆμα.] Ἀνίψαλλον. ἀβλαβῆ. | |
25 | Ἀννίκερις. κύριον. ὃς Ἐπικούρειος ἐγένετο φιλό‐ | |
σοφος ὢν καὶ Κυρηναῖος. | ||
alpha173 | Ἀνιωχμόν. καταδίωξιν. παρὰ τὸ διώκω, διώξω, [δεδίωγμαι, διωγμὸς, καὶ τροπῇ τοῦ γ εἰς χ διωχμός. ἐκ γὰρ τοῦ διώκω γίνεται διωκὴ καὶ κατ’ ἀποβολὴν τοῦ δ ἰωκή.] | |
5 | Ἀννίτης καὶ Ἀννιάνος. ἀπὸ τοῦ Ἄννια ἢ ἀπὸ τοῦ Ἄννα, ἥτις ἐστὶ πόλις τῆς Ἰουδαίας. Ἀνθερεών. ὁ ἀπὸ τοῦ γενείου τόπος. διὰ τὸ θο‐ ρεῖν τὸ πνεῦμα δι’ αὐτοῦ, ἢ ὅτι κατὰ τὴν ἔν‐ θεσιν τῆς τροφῆς κινεῖται ἐν τῷ καταπίνειν· | |
10 | ἐνθερεὼν τὶς ὤν. οἱ δὲ παρὰ τὴν ἄνθησιν τῶν τριχῶν. [ὅθεν κατηγοροῦσι τοῦ Εὐφορίωνος εἰπόντος· τέκνον μὴ σύ γε μητρὸς ὑπ’ ἀνθερεῶνος ἀμήσῃς.] | |
15 | Ἀνθέρικες. αἱ προβολαὶ τῶν ἀσταχύων. καὶ ἀνθέρικος. παρὰ τὸ ἄνθος παράγωγον ἄνθερος καὶ ἀνθέρικος. Ἀνθοσμίας. οἶνος εὐώδης. ὁ ἀνθέων ὀσμὴν ἔχων. | |
20 | Ἄνθραξ. πῦρ γεῶδες μετὰ τὴν τῆς φλογὸς πάρ‐ οδον τῇ παχυτέρᾳ καὶ γεωδεστέρᾳ ὕλῃ ἐναπομεῖ‐ ναν· μετὰ γὰρ τὸ παρελθεῖν τὸ ἀνθηρὸν τῆς φλογὸς ἡ περὶ τὴν παχεῖαν ὕλην τοῦ πυρὸς ὁμιλία ἄνθρακες ὀνομάζονται. παρὰ τὸ θέρω, | |
25 | τὸ θερμαίνω, θέραξ, καὶ ἐν συγκοπῇ ἄνθραξ. | |
alpha174 | Ἄνθρωπος. ζῶον λογικὸν θνητὸν, νοῦ καὶ ἐπι‐ στήμης δεκτικόν. τί ἐστι ζῶον; οὐσία ἔμψυχος αἰσθητική. τί ἐστιν οὐσία; ὕπαρξις αὐθυπό‐ στατος. διὰ τί εἶπε ζῶον; διὰ τὰ ζωόφυτα. | |
5 | διὰ τί εἶπε λογικόν; διὰ τὰ ἄλογα. διὰ τί εἶπε θνητόν; διὰ τὰ ἀθάνατα. ἢ ἄνθρωπος ἐστὶ ζῶον λογικὸν, θνητὸν, ὀρθοπεριπατητικὸν, πλατυόνυχον, γελαστικόν. ἢ ζῶον ἐξ ἐναντίων οὐσιῶν ὁμόχρονος καὶ ἄῤῥητος σύνθεσις. ἢ ζῶον | |
10 | λογικὸν θνητὸν, νοῦ καὶ ἐπιστήμης δεκτικόν. ζῶον· κατὰ ἀφορισμὸν τῆς ἀψύχου κτίσεως. λογικόν· κατὰ ἀφορισμὸν τῆς ἀλόγου οὐσίας. θνητόν· κατὰ ἀφορισμὸν τῆς ἀθανάτου τῶν ἀγγέλων ὑπάρξεως. νοῦ καὶ ἐπιστήμης δεκτι‐ | |
15 | κόν· ὡς ἐν εἰκόνι θεοῦ κατὰ χάριν ὑπάρχον. ἢ ἄνθρωπος ἐστὶ ζῶον λογικὸν θνητὸν, νοῦ καὶ ἐπιστήμης δεκτικόν. νόησιν δὲ ἐνταῦθα τὴν μάθησιν εἶπε· διὸ καὶ ἐπήγαγε· καὶ ἐπιστή‐ μης. ἢ ζῶον λογικὸν, θνητὸν, καὶ τῶν ἐναν‐ | |
20 | τίων, ἀνὰ μέρος, δεκτικόν. ἢ ἐκ ψυχῆς ἀθα‐ νάτου καὶ σώματος θνητοῦ συνεστός. —ἄν‐ θρωπος δὲ παρὰ τὸ ἄνω ἀθρεῖν τὴν ὦπα, ἤγουν ἄνω ὁρᾷν τοὺς ὀφθαλμοὺς, ἤγουν ἀνα‐ λογίζεσθαι ἃ εἶδε καὶ ἤκουσε, τῶν ἀλόγων | |
25 | ζώων μὴ λογιζομένων καὶ προνοουμένων. οὐ | |
alpha175 | γὰρ ἂν ἰχθὺς εἰς κύρτον εἰσῆλθεν, ὁρῶν ἄλ‐ λον κρατούμενον. ἢ παρὰ τὸ ἄνω ἀθρεῖν, ἢ παρὰ τὸ ἔναρθρον ἔχειν τὴν ὦπα. τετραχῶς δὲ λέγεται ὁ ἄνθρωπος ἐν τῇ γραφῇ· ἄνθρωπος | |
5 | ὁ θεὸς, καὶ ὁ ἄγγελος, καὶ ὁ ἐντὸς καὶ ὁ ἐκτὸς ἡμῶν ἄνθρωπος. ἰστέον, ὅτι ὁ ἄνθρωπος καὶ τοῖς ἀψύχοις κοινωνεῖ καὶ τῆς τῶν ἀλόγων μετέχει ζωῆς, καὶ τῆς τῶν λογικῶν μετείλη‐ φε νοήσεως. κοινωνεῖ γὰρ τοῖς μὲν ἀψύχοις | |
10 | κατὰ τὸ σῶμα καὶ τὴν ἀπὸ τῶν τεσσάρων στοιχείων κρᾶσιν· τοῖς δὲ φυτοῖς κατὰ ταῦτα καὶ τὴν θρεπτικὴν ἤγουν γεννητικὴν δύναμιν· τοῖς δὲ ἀλόγοις καὶ ἐν τούτοις μὲν, ἐκ συμμέ‐ τρου δὲ καὶ κατὰ τὴν ὄρεξιν ἤγουν θυμὸν καὶ | |
15 | ἐπιθυμίαν, καὶ κατὰ τὴν αἴσθησιν, καὶ κατὰ τὴν καθ’ ὁρμὴν κίνησιν, ἤτοι τὸ ἀπὸ τόπου εἰς τόπον μεταβατικὸν καὶ ἀναπνευστικόν. ταῦ‐ τα γὰρ ἐν ἡμῖν ἐστὶ ποιεῖν *καὶ μὴ ποιεῖν.* συνάπτεται δὲ διὰ τοῦ λογικοῦ ταῖς ἀσωμάτοις | |
20 | καὶ νοεραῖς φύσεσι, λογιζόμενος καὶ νοῶν καὶ κρίνων ἕκαστα, καὶ τὰς ἀρετὰς μεταδιώκων. διὸ καὶ μικρὸς κόσμος ὁ ἄνθρωπος ἐστίν. Ἀνευθέτου. ἀχρήστου. Ἀνάπηρον. βεβλαμμένον, μὴ ὑγιῆ. | |
25 | Ἀνίερος. βέβηλος, αἰσχρός. Ἀννουμῖνος. ἀπογραφὴ ὀνομάτων παρὰ Ῥω‐ μαίοις. οἱ δὲ ἀδνούμιον φασίν. Ἄνομοι. οἱ παντελῶς ξένοι τῶν θείων νόμων, | |
οἱ ἀποστατήσαντες αὐτῶν. | ||
alpha176 | Ἀνούτατος. ἄτρωτος. Ἀνούστατος. μωρὸς, ἀσύνετος. Ἀνόστιμος. παρὰ τὸ νόστος. [τοῦτο παρὰ τὸ νέω τὸ πορεύομαι· καὶ μετὰ τοῦ στερητικοῦ α | |
5 | ἀνόστιμος.] Ἀντιγραφεύς. ὁ καθιστάμενος ἐπὶ τῶν κατα‐ βαλλόντων τινὰ τῇ πόλει χρήματα, ὥστε ἀν‐ τιγράφεσθαι αὐτά. Ἀντιστρόφους. ἀντὶ τοῦ ἰσοστρόφους. | |
10 | Ἀντίχειρ. ὁ μέγας τῆς χειρὸς δάκτυλος. ἢ ὅτι ἀντίκειται τοῖς ἄλλοις, ἢ ὅτι τὸ ἴσον δύναται τῇ ὅλῃ χειρί. Ἀντίθρονος. ὁ ἀντικαθήμενος. καὶ ἀντικαθή‐ μενος ὁ ἀντίθρονος, ὁ ἀντιποιμαίνων. | |
15 | Ἀντίβιος. ὁ ἐναντίος. Ἀντίθεος. ὁ τῷ θεῷ ἀντιπράττων. Ἀντίδικος. παρὰ τῇ θείᾳ γραφῇ ὁ διάβολος, καὶ ἡ ἡμῶν συνείδησις ἡ ἀντικειμένη τῷ κακῷ ἡμῶν θελήματι. κατὰ γὰρ τὸν Ἀπόστολον· ἐὰν ἡ | |
20 | συνείδησις ἡμῶν μὴ καταγινώσκῃ ἡμῶν, παῤῥη‐ σίαν ἔχομεν πρὸς τὸν θεόν. Ἀντίδικός μοι καθέστης, καὶ ἀντίδικός μοι κα‐ θέστηκεν. Ἀντίπαλος. ὁ κατὰ πάλον, τουτέστι κλῆρον, | |
25 | ἐναντιούμενος. Ἀντήρεις. ἀνθηρμοσμένους. ἢ τὸ εἰς ὃ ἐπερεί‐ δεταί τις. παρὰ τὸ ἐρείδω, ἐρείσω, καὶ ἐξ αὐ‐ τοῦ ἀντήρεις. [τροπῇ τοῦ ε εἰς η, καὶ ἀποβο‐ | |
λῇ τοῦ ω. οὐχ εὕρηται δὲ ἡ εὐθεῖα αὐτοῦ ἐν | ||
alpha177 | χρήσει. αἱ δὲ ἄλλαι πτώσεις ὡς ἀπὸ τῆς ὀξυ‐ τόνου μακρᾶς καὶ εἰς ις ληγούσης τὴν κλίσιν ἔχουσιν ἀντηρίδος.] Ἀντυγωτός. συνδεδεμένος· ἐπειδὴ αἱ ἄντυγες κα‐ | |
5 | ταδέονται. παρὰ τὸ ἀντυγῶ ῥῆμα. Ἀνύπηνος. ἀγένειος. Ἄνυμφος. ὁ μὴ ἔχων γυναῖκα. Ἀνυμέναιος δὲ, ἡ μὴ ἔχουσα ἄνδρα. Ἀνυπόδητος, οὐχὶ ἀνυπόδετος λέγεται. | |
10 | Ἀνυπαίτιος. ὁ ἀναίτιος. Ἀνυπόκριτος. ὁ ἄδολος. Ἀνυπέρβλητος. ὁ προέχων. Ἀνώλεθρος. ἀθάνατος. Ἀνελεήμονας. τοὺς ἀκαμπεῖς καὶ ἀνενδότους | |
15 | πρὸς ἔλεον. Ἀνυπόκριτος. ὁ μὴ ἐν πλάσματι ἀγαπῶν ἢ περιπατῶν. καὶ ὁ Ἀπόστολος· ἡ ἀγάπη ἀνυ‐ πόκριτος· [καὶ] μὴ πλάσμα ἀγάπης ἔστω. | |
19t | (Θηλυκόν.) | |
20 | Ἄναια. χώρα καὶ τόπος ἀντικρὺ Σάμου. ἐκλή‐ θη γὰρ Ἄναια ἀπὸ γυναικὸς μιᾶς οὔσης τῶν | |
Ἀμαζόνων γυναικῶν. | ||
alpha178 | Ἀναίδεια. παρὰ τὸ ἀναιδής. τοῦτο παρὰ τὸ αἰ‐ δῶ, αἰδὴς, ἀαιδὴς καὶ ἀναιδής. Ἀναβάσεις. αἱ προκοπαί. οἱ εὐσεβεῖς λογισμοὶ περὶ θεόν. φησὶ γὰρ ὁ Δαβίδ· ἀναβάσεις ἐν | |
5 | τῇ καρδίᾳ αὐτοῦ διέθετο. εἰς τὸ ἐναντίον δὲ αἱ καταβάσεις. Ἀναβολή. ἐνοχή. Αἰλιανός· Λοξίας καὶ Ζεὺς πατὴρ ἀναβολὴν θανάτου ἐψηφίσαντο Φαλαρίδι. Ἀναβολαί. αἱ βραδυτῆτες. λέγεται δὲ καὶ τὰ | |
10 | προοίμια, καὶ αἱ ἀνακρούσεις καὶ αἱ ἀρχαί. Ἀνάγγελον. μὴ δὲ ἄγγελον καταλειφθῆναι. ἔνθα μάχην ἔτλημεν ἀνάγγελον, ἄλλος ἐπ’ ἄλλον πίπτοντες—. | |
15 | Ἀναγκαία τράπεζα. ἡ εὐτελὴς καὶ πενιχρά. Σοφοκλῆς· ὦ δέσποτ’ Αἶαν τῆς ἀναγκαίας τύχης. τῆς βίας φησί· τουτέστι τῆς δυστυχίας. Ἀνάγκη. παρὰ τὸ ἄγω, ἄγη, καὶ πλεονασμῷ τοῦ | |
20 | κ ἀνάγκη. [ἢ παρὰ τὸ ἀνάσσω, ἡ πάντων ἀνάσ‐ σουσα.] Ἀνάγνωσις. κατὰ φιλοσόφους ἡ τῶν πρώτων μα‐ θημάτων τῆς ψυχῆς ἀναγνώρισις ἢ ἀνάπεισις. | |
οὕτως Ἡρόδοτος. | ||
alpha179 | Ἀναγωγή. ὁ τῶν νηῶν ἔκπλους. καὶ γίνεται ἀναγωγὴ τῶν νεῶν. Ἀναγωγία. ἡ ἀπαιδευσία. —ὁ δὲ δι’ ἀναγω‐ γίαν ταῦτα ἔπασχεν. [ἔχων στρατὸν ὑπὸ μέ‐ | |
5 | θης καὶ ἀναγωγίας ἠμελημένον καὶ διεφθαρ‐ μένον.] Ἀνάζαρβα. πόλις Κιλικίας. ἀπὸ Ζάρβα τοῦ κτίσαντος [αὐτήν. ὁ πολίτης Ἀναζαρβεύς· ὡς Καρυανδεύς. ἀφ’ ἧς Διοσκορίδης ἰατρὸς χρημα‐ | |
10 | τίζων· καὶ Ἀσκληπιάδης ὁ Ἀναζαρβεύς.] Ἀνάβλησις. ὑπέρθεσις καὶ ἀναβολή. Ἀνάδικοι κινήσεις. αἱ ἄνωθεν δικαζόμεναι. ὅταν ἁλῶσιν οἱ μάρτυρες ψευδομαρτυροῦντες. Ἀναδομή. ἀναδασμός. ἐγὼ δὲ λέγω ἀνάκτι‐ | |
15 | σις. Ἀναδρομαί. ἀναβάσεις. ἀναδρομὴ γίνοιτο κοὐ σφαλλόμεθα. Ἀναζυγαῖς. ἀναστροφαῖς, στρατοπεδίαις, ἀνα‐ λύσεσι τῶν στρατοπεδευμάτων. [Πολύβιος· ὁ | |
20 | δὲ Φίλιππος οὐδενὶ κόσμῳ ποιησάμενος τὴν ἀναζυγὴν καὶ τὸν ἀνάπλουν δευτεραῖος εἰς Κε‐ φαληνίαν κατῇρεν.] Ἀνάεδνον. ἄπροικον. Ἀνάθεσις. ὑπέρθεσις. τὰ χρήματα δώσειν ὑπέ‐ | |
25 | σχοντο, τριῶν ἡμερῶν ποιήσαντες ἀνάθεσιν. Ἄννα. πόλις τῆς Ἰουδαίας. ὁ πολίτης Ἀννίτης. *Ἀνωμαλίαν. νόσον ἢ ἀσθένειαν.* Ἀνία. θλίψις, λύπη, παρὰ τὸ ἰῶ, ὃ σημαίνει ὑγιάζω καὶ θεραπεύω, γίνεται ἀϊῶ κατὰ στέ‐ | |
30 | ρησιν, καὶ πλεονασμῷ τοῦ ν ἀνιῶ· ἡ γὰρ ἀνία | |
alpha180 | ἐστέρηται τῆς ἰάσεως. [τὰ διὰ τοῦ νια μα‐ κρὸν ἔχει τὸ α, μὴ ἔχοντα ῥῆμα ἀντιπαρακεί‐ μενον διὰ τοῦ ευω, διὰ τοῦ ι γράφεται. οἷον, μανία, πενία, ῥοδωνία, ἰσωνία, ἡ ἴση πρᾶσις· | |
5 | οὕτω καὶ ἀνία. πρόσκειται μὴ ἔχοντα ῥῆμα ἀντιπαρακείμενον διὰ τοῦ ευω, οἷον ἑρμηνεύω, ἑρμηνεία, σαλακωνεύω, σαλακωνεία· σημαίνει δὲ τὴν βλακείαν. πρόσκειται μακρὸν ἔχοντα τὸ α, διὰ τὸ σαφήνεια, εὐγένεια, ἀπήνεια. τὸ | |
10 | μνεία δὲ οὐκ ἀντίκειται, ἐπεὶ οὐκ ἔστιν ἀπὸ τοῦ μνεύω.] Ἀνακάθαρσις. ἐπίλυσις, διακρίνησις. Ἀνάκαια. δῆμος φυλῆς τῆς Ἱπποθωοντίδος. Ἀνακαίνησις. ἡ ἀνανέωσις. λέγεται δὲ καὶ ἀνα‐ | |
15 | καίνωσις. Ἀνάκλησις. ἡ προσφώνησις. διὰ δὲ τοῦ ι ἡ ἀνά‐ παυσις. Ἀνακτορίαν. δεσποτείαν. Ἀνακεφαλαίωσις. ἡ ἐξ ἀρχῆς ἔρευνα. | |
20 | Ἀνάκρισις. ἡ ἐξέτασις. Ἀνάκρησις δὲ, ἡ ἀνάκρασις, η. Ἀνάληψις. ἡ ἀνάῤῥωσις. σπουδὴν ἐποιεῖτο ὑπὲρ ἀναλήψεως καὶ θεραπείας τῶν ἀνδρῶν. Ἀνάλυσις. ἐξάπλωσις. ὅρος γάρ ἐστι λόγος | |
25 | κατὰ ἀνάλυσιν ἀπαρτιζόντως ἐκφερόμενος τοῦ ὁριστικοῦ κεφαλαιωδῶς. καὶ ἄλλως· ἀνάλυσις ἡ ὑπὸ σχήματος ἐπὶ σχῆμα· τῶν τρόπων ἀνα‐ κύκλησις. Ἀναλογία. τὸ λέγειν· ὃν λόγον ἔχει ὁ δύο ἀρι‐ | |
30 | θμὸς πρὸς τὸν τέσσαρα, τοῦτον ὁ τρία πρὸς | |
alpha181 | τὸν ἓξ, ἀμφότερα γὰρ διπλάσια. ἢ ἀναλογία ἐστὶν ἡ τὸ πολυσχεδὲς τῶν ἀνθρώπων φθέγ‐ μα συντόνως παραδιδοῦσα. Ἀνάμνησις. μνήμης ἐξιτήλου γενομένης ἀνάτη‐ | |
5 | σις. ἢ εὕρεσις φαντάσματος. ἀρξαμένη γὰρ ἀπὸ τῆς ψυχῆς διαβαίνει ἐπὶ τὸ ἐζωωμένον σῶμα. ἀναμνησθέντες γὰρ φοβεροῦ τινὸς ἡμῖν γενομένου ὠχριάσαμεν, καὶ τοῦ πλοῦ ἀναμνη‐ σθέντες ἐναυτιάσαμεν. | |
10 | Ἀναπειστηρίαν. δυναμένην πείθειν τοὺς ἀκού‐ οντας. Ἀνάπειρα. ἡ εἰρεσία. —ταῖς ἀναπείραις καὶ ταῖς εἰρεσίαις ἐγύμναζεν. Ἀναμπλάκητοι. αἱ εἰς μηδὲν ἁμαρτάνουσαι, | |
15 | ἀλλὰ πάντων κρατοῦσαι. [ἢ ἄφυκτοι, ἀπλάνη‐ τοι, ἀπροσπέλαστοι.] [Ἀναπνοή. εἴσοδος ἀέρος, ὑπὸ μετεωρισμοῦ πνεύ‐ | |
μονος, δι’ αὔξησιν τοῦ ἐν ἡμῖν θερμοῦ.] | ||
alpha182 | Ἀνάπαυλα. ἡ ἀνάπαυσις. Ἀναῤῥῶγας. τὰς ἐν τῷ μεγάρῳ διόδους· ἵν’ ᾖ τὸ ἀνάῤῥηγμα τοῦ τείχους. ἢ τὰς ῥαγάδας. Ἀναροίβδησις. ἡ ἀναφορὰ τῶν ὑδάτων. | |
5 | Ἀνάῤῥησις. στέφανος, ἢ ἀνακήρυξις. ἀνάῤῥυ‐ σις δὲ, ἡ ἐλευθερία, ψιλόν. Ἀνασύνταξις. τὰ διαγεγραμμένα τιμήματα ταῖς συμμορίαις. ὅταν δόξῃ τῷ δήμῳ χρήζειν προσ‐ θήκης ἢ ἀφαιρέσεως, καὶ ἕλωνται τοὺς τοῦτο | |
10 | πράξαντας, τοῦτο ἀνασύνταξιν καλοῦσιν. Ἀνακομιδή. ἐπάνοδος. Ἀνάρτησις. ἡ ἀνακρέμασις. Ἀνακωχή. ἡ ἀνάπαυσις, ἡ πρὸς μικρὸν εἰρήνη ἐν τῷ πολέμῳ. παρὰ τὸ ἄνω τὰς ἀκωκὰς ἔχειν. | |
15 | Ἄνασσα. ἡ βασίλισσα. Ἀναξυρίς. τὸ βρακίον. | |
Ἀναστροφή. πολιτεία, διαγωγή. | ||
alpha183 | Ἀνάστασις. τοῦ πεπτωκότος ἔγερσις. ἀνάστα‐ σις δὲ, ἡ τῶν διαζευχθέντων στοιχείων κελεύ‐ σει τοῦ κτίσαντος πρὸς ἑαυτὰ συνδρομή. Ἀνάστασις Χριστοῦ. ἡ μετάθεσις τῆς λογικῆς | |
5 | φύσεως ἐκ φθορᾶς πρὸς τὴν ἀφθαρσίαν, καὶ ἐκ τῆς ἀγνοίας πρὸς τὴν ἀπλανῆ γνῶσιν. Ἀνατάσεις. ἐπαπειλήσεις ὑπερηφάνους. τὰ μὲν φιλάνθρωπα παρεσιώπων, τὰς δὲ ἀνατά‐ σεις [καὶ] ἐπαπειλήσεις ἔλεγον. | |
10 | Ἀνάτασις. ἡ μετὰ πικρίας καὶ θρασύτητος ἀπει‐ λή. Πολύβιος· οἱ μὲν οὖν περὶ Μητρόδωρον κα‐ ταπλαγέντες τὴν ἀνάτασιν Φιλίππου τοῦ βα‐ σιλέως, ἐπανῆλθον. Ἀνατάσεσιν. ἀναγωγαῖς, ἀναπλώσεσιν. οὕτως | |
15 | ὁ τὰ θεῖα μέγας Διονύσιος. Ἀνατρητὰς ἐμβάδας. τὰ διατετριμμένα καὶ κατακεκομμένα ὑποδήματα. Ἀνατύπωσις. ἡ διανόησις. Ἀναίρεσις. φόνευσις, καὶ ἡ ἀνάληψις. ὁ δὲ τὴν | |
20 | πανοπλίαν ἔῤῥιψεν εἰς ἀναίρεσιν τὸ βουλό‐ μενον. Ἀνάχυσις. φυρμὸς, σύγχυσις, ἢ καὶ ἔκλυσις. Ἀναψυχή. παραμυθία. Ἀνδανία. πόλις Μεσήνης. τὸ ἐθνικὸν Ἀνδα‐ | |
25 | νιεύς. Ἀνδρεία. ἡ τῶν ἀνδρῶν ἡλικία. οὕτως Ἀντιφῶν. Ἀνδρία. οὐχ ἡ πολιτικὴ ἀρετὴ, ἀλλ’ ἡ μείζων ταύτης, τῷ αὐτῷ ὀνόματι χρωμένη, περιγενο‐ μένη τοῦ θυμοῦ τῆς ψυχῆς. ἀνδρεία δὲ ψυχὴ, | |
30 | δίφθογγον, ἀπὸ τοῦ ἀνδρεῖος. Ἄνδρος. νῆσος μία τῶν Κυκλάδων. ἀπὸ Ἄνδρου | |
τοῦ Εὐρυμάχου. | ||
alpha184 | Ἀναλογία. ἡ τῶν λεγομένων ὁμοιότης. οἷον· ὡς τόδε πρὸς τόδε, οὕτως καὶ τόδε πρὸς τόδε. ὡς ἀπὸ λόγων νόημα πρὸς τὴν ἁπλῆν φωνὴν, οὕ‐ τω καὶ σύντομον νόημα πρὸς σύνθετον φωνήν. | |
5 | ἢ ὁμοίωσις ἑτέρου πρὸς ἕτερον κατά τι. οἷον· ὡς ἔχει ἐπὶ ποιμένος προβάτων καὶ ἐπισκόπου, ὡς ἐπὶ ποδῶν κραββάτου καὶ ἐπὶ ποδῶν ἀνθρώ‐ που. ἀμφότερα γὰρ ὅλον τὸ σῶμα βαστάζουσι. γίνεται δὲ παρὰ τὸ λόγος λογία, ἀλογία καὶ | |
10 | ἀναλογία. αἱ γὰρ δύο στερήσεις ὁμοῦ οὖσαι κα‐ τάθεσιν ποιοῦσιν· ὡς πυστὰ, ἄπυστα καὶ ἀνά‐ πυστα, τὰ περιβόητα· καὶ ἄπηρον καὶ ἀνάπη‐ ρον, τὸ πεπηρωμένον. Ἀνδραγαθία. τρόπαιον. | |
15 | Ἀνδροκτασία. ἀνδροφονία. ἐκ τοῦ κτῶ, τὸ φο‐ νεύω, παράγωγον κτῆμι, κτήσω, ἔκτηκα, ἔκτη‐ μαι, κτάσις, κτασία, καὶ μετὰ τῆς ἀνδρὸς γε‐ νικῆς, ἀνδροκτασία. Ἀνδενάκην. ἐνταῦθα τὸ αν ἀντὶ τοῦ ἀνὰ κεῖ‐ | |
20 | ται. κατὰ συνέμπτωσιν. ἡ νάκη, τῆς νάκης· σημαίνει δὲ τὸ δέρμα. Ἀνδροτῆτα. ἀνδρείαν. ἀπὸ τῆς τοῦ ἀνδρὸς γε‐ νικῆς. Ἀνειλήθυιαν. ἄτοκον. | |
25 | Ἀνεμώνη. τὸ ἄνθος. διὰ τὸ τὸ φύλλον ἀνευδιά‐ σειστον εἶναι παντὶ ἀνέμῳ. Ἀνθηδών. ἡ μέλισσα, παρὰ τὸ τὰ ἄνθη ἔδειν. Ἀνθήνη. πόλις Λακωνική. ὁ πολίτης Ἀνθηνεύς. Ἀνθήλιος. ἡ σελήνη, καὶ τὸ ἀποσκίασμα τῆς | |
30 | τοῦ ἡλίου φωταυγείας. ἐνίοτε δὲ καὶ τὸ μί‐ | |
μημα, ἢ ἀντάλλαγμα· ὡς Θεόπομπος. σημαί‐ | ||
alpha185 | νει δὲ καὶ τὰ ἐπισκοτοῦντα τῷ ἡλίῳ νέφη, ἃ καὶ ἀνθήλια καλεῖται. Ἄνθη. ἡ ἄνθησις. Ἀνθιππασία. ὁ ἱππικὸς ἀγών. | |
5 | Ἀνθρακία. οἱ πεπυρακτωμένοι ἄνθρακες. Ὅμη‐ ρος· ἀνθρακιὴν στορέσας ὀβελοὺς ἐφύπερθε τά‐ νυσσεν. Ἀνθυποφορά. ἡ ἀνταπόκρισις. | |
10 | Ἀνίσχαδον. τὴν ἄτοκον καὶ ἀθήλαστον. Ἀντανάκλασις. ἡ ἀπό τινος ἐπί τι κίνησις, καὶ ἐξ ἐκείνου πάλιν ἐξ οὗ προῆλθεν ἡ ὑποστρο‐ φὴ, ὡς ἐπὶ τῆς σφαίρας. Ἀντάρεια. ἡ ἐξ ἐναντίας ἄρσις. | |
15 | Ἀντιάνειρα. ἡ ἐναντιουμένη τοῖς ἀνδράσι τῇ οἰκείᾳ δυνάμει. τὸ γὰρ ἀντὶ τὸ ἴσον καὶ τὸ ἐναντίον σημαίνει. Ἀντίληψις. ἡ βοήθεια, καὶ ἡ ἐπίληψις. παρὰ Πλάτωνι. | |
20 | Ἀντισήκωσις. ἡ ἀνταπόδοσις, διόρθωσις, ἰα‐ τρεία. Ἄντισα. μία πόλις τῶν ἐν Λέσβῳ. Ἀντωμοσία. γραφὴ κατά τινος ἔνορκος, περὶ ὧν ἠδικεῖσθαι φασίν. διωμοσία δὲ, ὁ ἑκατέρω‐ | |
25 | θεν γινόμενος ὅρκος ὑπὸ τῶν διαδικαζομένων, τοῦ μὲν, ὡς πράξαντα διώκειν, τοῦ δὲ, ὡς οὐκ ἔπραξεν. ἐξωμοσία δὲ, ἄρνησις σὺν ὅρκῳ. ὑπωμοσία δὲ, ὅταν τις σκήπτηται κάμνειν ἤ τι τοιοῦτον. | |
30 | Ἀντωνυμία. λέξις ἀντὶ ὀνόματος παραλαμβανο‐ | |
μένη. παραλαμβάνεται δὲ ἀντὶ κυρίου καὶ ἀντὶ | ||
alpha186 | προσηγορικοῦ. ἀντὶ κυρίου, ὡς τὸ εἰπεῖν, Νικη‐ φόρος λέγω ἐγώ. ἀντὶ προσηγορικοῦ, ὡς τὸ εἰ‐ πεῖν, ἄνθρωπος λέγω ἐγώ. Ἀντίφασις. ἀντικειμένων κατάθεσις καὶ ἀπό‐ | |
5 | φασις. ἢ μάχη καταφάσεως· μέσον λαμβα‐ νομένη τῆς καταφάσεως καὶ ἀποφάσεως, μίαν ἀληθῆ ποιεῖ, τὴν δὲ ἄλλην ψευδῆ. Ἄντυξ. ἡ ἀνωτάτη περικεφαλαία τοῦ ῥαματίου δίφρου. λέγεται καὶ ἡ ἐσχάτη περιφέρεια τῆς | |
10 | ἀσπίδος, παρὰ τὸ ἄνω τετύχθαι ἢ κατασκευ‐ άζεσθαι. ἡ δὲ εἰς τὰ κάτω τετυγμένη λέγεται καταῖτυξ. [ἀμφότερα δὲ ἀπὸ τοῦ τεύχω, τεύ‐ ξω, τεὺξ καὶ τὺξ, καὶ ἐν συνηθείᾳ ἄντυξ καὶ καταῖτυξ. —εἰδέναι δὲ δεῖ, ὅτι τὰ μετὰ προ‐ | |
15 | θέσεως συντιθέμενα ῥήματα, εἰ ἀλλοιοῦνται τῷ σημαινομένῳ, ἔσωθεν κλίνεται, βάλλω, κα‐ ταβάλλω, κατέβαλλον. εἰ δὲ τηροῖντο ἐν ταύ‐ τῃ, ἔξωθεν κλίνονται, μύω, καμμύω, ἐκάμ‐ μυον, εὕδω, καθεύδω, ἐκάθευδον. τὸ δὲ ἤθε‐ | |
20 | λον, ἤμελλον, ἀττικὰ, καὶ τὰ ὅμοια· φιλοῦσι γὰρ μακρὰν ποιεῖν τὴν ἀρχὴν τῶν παρῳχημέ‐ νων.] Ἀντολή. ἡ ἀνατολή. Ἀντιτυπία. ἀνένδοτος, ἀνύπεικτος ἐναντίωσις, | |
25 | σκληρότης. λαμβάνεται δὲ καὶ ἐπὶ ὠμότητος. Ἀντάμειψις. ἀνταπόδοσις. Ἀντέκτισις. ὁμοίως. Ἀντίπηξ. τὸ κιβώτιον. παρὰ τὴν ἀντὶ πρόθεσιν καὶ τοῦ πήσσω τὸ πηγνύω. | |
30 | Ἀντυγχόνοιαι. οἱ τοῦ ἅρματος τροχοί. | |
alpha187 | Ἀντιέαρι. πόλις Σάρδεων. Ἀνόπαια. ὄρνις. ὄρνις δ’ ὡς ἀνόπαια— παρὰ τὸ τὴν ὀπὴν, ὀπαία, καὶ ἐν συνθέσει | |
5 | ἀνόπαια. καὶ ἐκδέχονται τὴν καπνοδόκην. Κρά‐ της δέ φησι τὴν τετριμμένην κεραμίδα ἐπὶ τῆς ὀροφῆς. Ἄνοισις. ἡ ἀνακόμισις. ἄνυσις δὲ, ἡ τελείωσις, ψιλόν. | |
10 | Ἄνυσις. πόλις Αἰγύπτου. ὁ πολίτης Ἀνυσίτης. [ὡς Ἄσις, Ἀσίτης.] Ἀνυστικωτέρα. ἐνεργητικωτάτη. —ἐν ἐνίοις καιροῖς ἀνυστικωτέρα. *Ἀνυμέναιος. ἡ μὴ ἔχουσα ἄνδρα.* | |
15 | Ἄνωλος. πόλις Λυδίας. ἀπὸ Ἀνώλου, τοῦ Ἀσίου παιδός. [οἱ πολῖται Ἄνωλοι, καὶ τὸ θηλυκὸν Ἀνωλιάς.] Ἀνωγή. παρακέλευσις. Ἀνακάθαρσις. διάνοιξις, διασάφησις. [ἐπίλυ‐ | |
20 | σις, διακρίνησις.] Ἀνακεφαλαίωσις. τὴν σύντομον τῶν πραγμάτων μεταβολήν. ὁ Ἀπόστολος· ἀνακεφαλαιώσα‐ σθαι τὰ πάντα ἐν τῷ Χριστῷ. Ἀνδάχνη. χοιροβότανον. | |
25 | Ἀνάδικοι κρίσεις. αἱ ἄνωθεν δικαζόμεναι. | |
26t | (Οὐδέτερον.) | |
27 | Ἀνάβραστα. τὰ ἑψημένα. [Ἀριστοφάνης· καὶ κρέα γε πρὸς τούτοις ἀνάβραστ’ εἴκο‐ σιν.] | |
30 | Ἀνάγαια καὶ ἀνάγαιον. οἴκημα. | |
alpha188 | *Ἀνώγεον. τὸ οἴκημα.* Ἀνάγραπτον. τὸ πᾶσιν ἐγνωσμένον, τὸ φανε‐ ρῶς γεγραμμένον. Ἀναγωγότερον. ἁμαρτητικώτερον, ἀτακτότερον. | |
5 | Ἀνάδικα. τὰ ἤδη κριθέντα. ἀνάδικα τὰ δεδικα‐ σμένα ποιῶν αἰσχροκερδείας ἡσσώμενος. Ἀνάθεμα. τὸ τῷ θεῷ ἀνατιθέμενον. λέγεται καὶ ἀνάθημα. γράφεται δὲ καὶ ἀνάθεμα. ἤγουν ὁ κεχωρισμένος ἔστω τοῦ θεοῦ. | |
10 | Ἀνάκαιον. τὸ δεσμωτήριον. [οὕτως Ἰσαῖος ἐν τῷ πρὸς Ἕρμονα περὶ ἐγγύης· Ἑρμοκράτης δὲ εἰς τὸ ἀνάκαιον ἐνέβαλε, φάσκων ἀπελεύθερον εἶναι.] Ἀνάκειον. ὄρος. καὶ τῶν Διοσκούρων ἱερόν. | |
15 | Ἀνακλητικόν. μέλος σάλπιγγος. [ἔσω ἀνα‐ μένων τὸ ἀνακλητικὸν, ἐκ τοῦ βίου εὔλυτον ὤν.] Ἀνάκτορα. τὰ ἱερὰ ἢ τὰ βασίλεια. Ἀνάλημμα. ὕψωμα, στήριγμα. κατανοήσας τὸ | |
20 | βάρος τῶν ἀναλημμάτων, [καὶ ὡς ἀδύνατόν ἐστιν ἀλεῦσαι τὰ τείχη, ἐκ χειρὸς τὴν μά‐ χην ἐποίησεν.] Ἀνάλογον. τὸ ἔχον μεγέθη πρὸς ἄλληλα. καὶ ἀνάλογον ἀντὶ τοῦ ὁμοίως. —οἱ δὲ στρατιῶ‐ | |
25 | ται γενναῖοι ὀφθῆναι καὶ τῷ ἴσῳ ἀξιώματι ἀναλογοῦντες. Ἀναλογώτερον. τὸ ὑψηλότερον, τὸ σοφότερον, τὸ ἀναλογικώτερον. Ἄναλτον. Ὅμηρος καὶ Κρατῖνος ἀντὶ τοῦ ἀπλή‐ | |
30 | ρωτον. | |
Ἀναμίλλητον. ἀφιλόνεικον. | ||
alpha189 | Ἀναπεπαυμένα χωρία. πεδία, κάμποι. Ἀνάστημα. ἡλικίας εὐθύτης. θαυμαστὸν ὁ θεὸς τῷ Μωσεῖ τὸ τῆς ἡλικίας ἐξῇρεν ἀνάστημα. Ἀνάστημα ψυχῆς. τὸ πρὸς τὰς ἀρετὰς ἐπι‐ | |
5 | τεταμένον καὶ σύντονον ἰδίωμα. Ἀνάτλημα. *ἀνάστημα. ἀνάτλημα·* ὑπο‐ μονὴ, καρτερία. Ἀνάφορον. ξύλον ἀμφίκοιλον, ἐν ᾧ τὰ φορτία ἐξαρτύσαντες οἱ ἐργάται βαστάζουσιν. [Ἀρι‐ | |
10 | στοφάνης· φέρε σύ τ’ ἀνάφορον ὁ παῖς.] Ἀνακαλυπτήρια. δῶρα διδόμενα ταῖς νύμφαις, ὅταν πρῶτον ἀνακαλύπτωνται ἐν τῇ ἑστιάσει τῶν γάμων τοῖς ἀνδράσι καὶ τοῖς ἑστιωμένοις | |
15 | ὁρώμεναι. Ἀνάστρῳ. ἀφεγγεῖ. Ἀναμφήριστον. τὸ ἀναμφίβολον. Ἀναφαίρετον. ἀΐδιον. ἀπὸ τοῦ ἀφαιρῶ, ἀφαίρε‐ τον καὶ ἀναφαίρετον, πλεονασμῷ τοῦ ν. [ὡς | |
20 | ἐπὶ τοῦ ἀναιδής. τὸ δὲ ἀφαιρῶ ἐκ τοῦ αἱρῶ τὸ λαμβάνω.] Ἄναντες. τὸ ἀνωφερές. Ἄναλκες. ἀσθενὲς, ἀδύνατον. Ἀνδρολήψιον. ἐγκλήματος εἶδος. ἐὰν ἔξω τῆς | |
25 | Ἀττικῆς ἀνὴρ Ἀθηναῖος ἐτελεύτησε καὶ μὴ ἐξ‐ εδίδουν οἱ ἐν ἐκείνῃ τῇ πόλει, ἐν ᾗ τὸ ἔργον | |
ἐπράχθη, τὸν δοκοῦντα ἐν τῇ αἰτίᾳ εἶναι, ἐφεῖ‐ | ||
alpha190 | το ἐκ τοῦ νόμου τρεῖς τῶν ἐκείνου πολιτῶν ἄγειν εἰς Ἀθήνας δίκην ὑφέξοντας. καὶ τοῦτο ἀνδρολήψιον καλεῖται. Ἀνδράγρια. τὰ ἀπὸ τῶν νεκρῶν σκύλα, ὅτι | |
5 | ἀπὸ ἀνδρῶν ἀγρεύεται, ὡς τὰ ζωάγρια. Ἀνδρόκμητα. ἅτινα μετὰ καμάτου ἄνδρες ἐποί‐ ησαν. ἢ ἀπὸ τοῦ θανεῖν, ἐφ’ ᾧ ἀνὴρ κεκμηκὼς κεῖται. καμόντας γὰρ τοὺς τετελευτηκότας ἔλεγον. | |
10 | Ἀνδράποδον. ὁ δοῦλος. εἴρηται καὶ ὁ ποῦς ὁ ἐν ἀνδράσιν ἀπὸ τοῦ ὑποκειμένου μέρους τῷ ὅλῳ· ὑπόκειται γὰρ τῷ δεσπότῃ ὁ οἰκέτης, κα‐ θάπερ ὁ ποῦς τῷ ἀνωτέρῳ καὶ ὅλῳ σώματι. Ἀνδρείκελον. ὅμοιον ἀνδρί. σημαίνει δὲ καὶ τὸ | |
15 | μίγμα τῶν ζωγράφων, ὃ καλεῖται χρωμάτων κρίσις. Ἄνδηρα. τὰ χείλη τοῦ ποταμοῦ, ἤγουν τὰ χώ‐ ματα τὰ ἀνέχοντα τὸν ποταμόν. παρὰ τὸ ἄνω εἶναι τῶν διερῶν. | |
20 | Ἀνδρόμεα κρέα. ἀνθρώπεια. Ἀνέγρετον. τὸ ἀνυπόστροφον. Ἀνεπαφρόδιτα. τὰ ψυχρά. Ἀναλιβόζορα. τόπος. Ἀνεμώλιον. τὸ μάταιον. | |
25 | Ἀνεξίτητον. τὸ ἀδιόδευτον. Ἀνεκτότερον. ἐλαφρότερον, ὑπομονητικώτερον. Ἀνέπαφον. μὴ ψηλαφηθέν. | |
Ἀνεπιστάτητον. ἀφύλακτον. | ||
alpha191 | Ἀνερμάτιστον. ἄοπλον, ἀπαράσκευον. Ἀνεκτά. ὑπομονητικά. ἐκ τοῦ ἀνέχω, ἀνέξω, [ἀνεῖχα, ἀνεῖγμαι, ἀνεῖξαι, ἀνεῖκται, καὶ ἀφαιρέσει τοῦ ι ἀνεκτὸς καὶ ἀνεκτά.] | |
5 | Ἀνεμώλια. μάταια. παρὰ τὸ ἄνεμος ἀνεμώνιος καὶ ἀνεμώλιος, καὶ ἀνεμώλια τὰ ὑπὸ τῶν ἀνέ‐ μων ὀλλύμενα. [ἢ ἀπὸ τοῦ, ἀνεμοφόρητα καὶ ἀνέμῳ ἐοικότα. οὐκ ἔστι σύνθετα.] Ἀνεξιχνίαστον. ἀκατάληπτον. | |
10 | [Ἀνεμούριον, καὶ οὐκ ἀνεμοδούριον. παρὰ τὸ ἄνεμος καὶ τὸ οὖρος, ὃ σημαίνει τὸ αὐτό.] Ἀνεπίφθονον. μὴ φθονούμενον. Ἀνεμέσητον. ἄμεμπτον. νεμεσῶ γὰρ τὸ μέμ‐ φομαι. | |
15 | Ἀνεπίληπτον. ἄμωμον. Ἀνημιωβολιαῖα. ἄξια ἡμίσεως ὀβόλου. Ἀνήπιστον. τὸ ἀνήκουστον. Ἀνύποιστον δὲ, τὸ ἀφόρητον καὶ ἀνυπομόνητον, *δίφθογγον. | |
20 | Ἀνήλωμα οὐ χρὴ λέγειν, ἀλλὰ ἀνάλωμα. | |
Ἀνήροτον. μὴ ἀροτριούμενον. | ||
alpha192 | Ἄνθηνον. βαπτὸν, ἀνθηρόν. Ἄνηθον. παρὰ τὸ ἄνω θεῖν. Ἄνθος. παρὰ τὸ ἄνω θεῖν ἐν τῷ αὔξεσθαι. οὐκ ἀναστρέφουσι δὲ αἱ ἐτυμολογίαι. οὐ γὰρ εἴ τι | |
5 | ἄνω θεῖ καὶ αὔξεται, τοῦτο καὶ ἄνθος λέγεται. ἰδοὺ γὰρ πάντα τὰ φυτὰ ἄνω θέουσι καὶ ἄνθη [οὐ] λέγονται. ὁμοίως δὲ καὶ ἔλαφος παρὰ τὸ ἐλαύνειν τοὺς ὄφεις, ὅπερ ποιεῖ τοῦτο τὸ κέρας θυμιώμενον· καὶ οὐκ, εἴ τι τοῦτο ποιεῖ, ἔλαφος | |
10 | λέγεται. ἡ δὲ δίκταμος βοτάνη [καιομένη] τοῦτο ποιεῖ, καὶ οὐδέποτε ἂν κληθείη ἔλαφος. Ἀνθηστήρια. τὰ Διόνυσα. οὕτω γὰρ Ἀθηναῖοι τὴν ἑορτὴν λέγουσι καὶ ἀνθεστηριῶνα τὸν μῆνα, ἐπειδὴ ἡ γῆ τότε ἄρχεται τοῦ ἀνθεῖν. ἢ παρὰ | |
15 | τὸ τὰ ἄνθη ἐν τῇ ἑορτῇ ἐπιφέρειν. ὅθεν καὶ παροιμία· θύραζε πάρες, οὐκ ἔτ’ ἀνθηστήρια. Ἀνθέων δεῖ λέγειν, οὐκ ἀνθῶν, ἵνα μὴ συνεμπέ‐ σῃ τὸ ὧν ἄρθρον. οἷον τὸ ἀνθ’ ὧν καὶ ὧν τινων. | |
20 | Ἀνθήλια. τὰ ἐπισκοτοῦντα τῷ ἡλίῳ νέφη. Ἄνθρησκα. τὰ ἄγρια λάχανα, παραπλήσια | |
ἀνήθοις, οἷον καὶ τὰ μάραντα. | ||
alpha193 | Ἀνιηρέστερον. λυπηρότερον. τροπῇ τοῦ α εἰς η. τοῦτο δὲ ἔθος τῶν Ἰώνων. Ἀνιηρῶν. λυπηρῶν. Ἀνισοφυές. τὸ ἀνόμοιον. | |
5 | Ἀνίδρυτον. τὸ ἀστήρικτον. Ἀνιερόν. βέβηλον, μεμιασμένον. Ἀνόθευτον. γνήσιον, ἀπαραποίητον. Ἀντίδορον. τὸ τοῦ δόρατος δέρμα. Ἀντίδωρον δὲ, ὃ δίδοται ἐν ταῖς ἁγίαις ἐκκλη‐ | |
10 | σίαις· μέγα. Ἀντιμίσιον. παρὰ Ῥωμαίοις τράπεζα πρὸ τοῦ δικαστηρίου κειμένη. Ἀντίπαλον. τρία σημαίνει· τὸ ἐναντίον, τὸ ἰσό‐ παλον, καὶ τὸ ἰσόστροφον. οὐ γὰρ ἐξ ἀντιπά‐ | |
15 | λου τῆς δυνάμεως ὁ ἀγὼν ἔσται. Ἀντίχορδα. τὰ σύμφωνα. Ἀντίξουν. τὸ ἐναντίον. Ἄντρον. τὸ σπήλαιον. ἀνάτορον τὶ ὂν τὸ ἀνατε‐ τριμένον. ἢ παρὰ τὸ ἄνθη ἀνθηρὸν, καὶ ἄν‐ | |
20 | θρον καὶ ἄντρον· εἶναι γὰρ λειμωνιάδων θεῶν ἐνδιαίτημα. ἢ παρὰ τὸ ἄντω τὸ ἱκετεύω, ἄν‐ τορον καὶ ἄντρον, διότι θεοὺς ἐν αὐτοῖς ἱκέτευον. Ἀντάξιον. ἰσοστάσιον. παρὰ τὸ ἄγω, ἄξω, ἄξιον καὶ ἀντάξιον. | |
25 | Ἄναρχον. ἐξ οὗ τὰ πάντα γεγέννηται, αὐτὸ δὲ ἀγέννητον. Ἀνούσιον. τὸ ἄκτιστον καὶ ἀνύπαρκτον διόλου, | |
τῷ ῥήματι λεγόμενον, ἐν οὐσίᾳ δὲ καὶ ὑποστάσει | ||
alpha194 | μὴ γνωριζόμενον. οἷον· ὁ θάνατος, ὁ ἅδης, ἡ νόσος. Ἀνυπόστατον. τὸ μὴ ἔχον ὕπαρξιν ἤτοι οὐσίαν. οἷον τὸ ἐνύπνιον ἀνούσιον καὶ ἀνύπαρκτον, καὶ | |
5 | φαντασιῶδες. ἢ ἀνυπόστατον πᾶν τὸ μὴ ἐκ θεοῦ γεγονὸς, ἀλλ’ ἐν ἀπουσίᾳ τοῦ κρείττονος ὑφι‐ στάμενον, ὡς σκότος, νόσος, ἁμαρτία, θάνατος. Ἀνυπόστατον. οὐχὶ τὸ μὴ ὂν, ἀλλὰ τὸ μὴ γε‐ νόμενον. | |
10 | Ἀναίσθητον. τὸ πάντη ἄψυχον καὶ κατὰ πάντα ἀμετακίνητον. [καὶ ἄναυξες.] Ἀνθέμων. ῥόδων. ἔχων στέφανον ἀνθέμων. Ἀνθρώπινον. σύμμετρον, μικρόν. καὶ ὁ Ἀπόστο‐ | |
15 | λος· ἀνθρώπινον λέγω διὰ τὴν ἀσθένειαν τῆς σαρκὸς ὑμῶν. Ἀντιπελάργωμα καὶ ἀντιπελάργωσις. ἡ ἀντί‐ δοσις τῶν εὐεργετημάτων. φιλοπάτωρ γὰρ ὁ πε‐ λαργός. | |
20 | Ἄνα. ἀντὶ τοῦ ἀνάστηθι. Ὅμηρος· ἀλλ’ ἄνα ἐξ ἑδράνων— ὅ ἐστι ἐκ τῶν θρόνων. ἀπὸ τοῦ ἀνάστηθι ὅλη ἡ λέξις ἀπεσπάσθη. οὐκ ἔστιν ἀποκοπὴ ἐπὶ τῶν τοιούτων. | |
25t | (Ῥῆμα.) | |
26 | Ἀναβάλλειν. ἀντὶ τοῦ εἰς ἀναβολὰς καθίστησι. καὶ ἀναβαλλόμενος, ὁ ὑπερτιθέμενος. Ἀναβάλλεσθαι τὸ ἱμάτιον, οὐ περιβάλλεσθαι | |
λέγουσιν. | ||
alpha195 | Ἀναβαλόμενος. ἀντὶ τοῦ προοιμιασάμενος, δι’ ἑνὸς λ. —ἀναβαλόμενος οὖν, ὥσπερ εἰώθει, βραχὺν διεξῆλθεν ὕμνον. Ἀναβαλοῦ. περισπῶσιν οἱ Ἀττικοί. | |
5 | Ἀνάβαινε. τὸ ἐπὶ λογεῖον εἰσιέναι ἔλεγον οἱ παλαιοί. [καταβαίνειν δὲ, τὸ ἀπαλλάττεσθαι ἐντεῦθεν. ἀπὸ τοῦ παλαιοῦ ἤθους.] [Ἀναβεβαμένοι. ἀντὶ τοῦ ἀναβάτην ἔχοντες. οὕτως Ξενοφῶν.] | |
10 | Ἀναβιβῶμαι. ἀντὶ τοῦ ἀναβιβάσομαι. οὕτως Ἀμειψίας. Ἀναβιώσκεσθαι. τὸ ἀναζῇν. Ἀναβοθρεύουσιν. ἀναμοχλεύουσιν. [Ἀνεβάλετο. προοιμίασεν. Ὅμηρος· | |
15 | —ἀνεβάλετο καλὸν ἀείδειν.] Ἀναβλυστωνῆσαι. τὸ ἀναβλῦσαι καὶ τὸ ἀνα‐ βλαστῆσαι. Ἀναβέβρηκεν. ἀναπέπτωκεν. Ἀναβέβρυχεν. ἦχον ἀπετέλεσεν. ἢ ἀντὶ τοῦ | |
20 | ἀναβρύειν. Ἀναβὰς ἐπὶ τὸν ἵππον ἀπῄει. καὶ πάλιν· ἀνα‐ | |
πηδήσας ἐπὶ τὸν ἵππον. καί· ἀρξαμένους δ’ ἀπὸ | ||
alpha196 | τοῦ ἀναβαίνειν ἐπὶ τοὺς ἵππους πάντα τὰ ἐν ἱππικῇ μελετᾷν. [τὸ δ’ ἀναβὰς τὸν ἵππον οὐ πάνυ δόκιμον. Ἀριστοφάνης Θεσμοφοριαζούσαις· ἀναβῆναι τὴν γυναῖκα βούλομαι.] | |
5 | Ἀναγαγών. ἀντὶ τοῦ ἀπαγαγών. οὕτως Ξενο‐ φῶν. Ἀναγγελήσεται. διηγηθήσεται. Ἀνάγεσθαι. ἀποπλεῖν· ἀνέρχεσθαι. [τὸ] ἐκ Βυζαντίου, [ἢ ἀπὸ ἑτέρας πόλεως ἀπαίρειν. | |
10 | Προκόπιος· οὐ γὰρ θέμις τινὰ ἐκ Βυζαντίου ἀνάγεσθαι πρὸς τῶν ἀνδρῶν.] Ἀνάγειν. τὸ μηνύειν τὸν πεπρακότα, καὶ ἐπ’ ἐκεῖνον ἰέναι. οὕτω Λυσίας καὶ Δείναρχος. Ἀναγινωσκομένους. ἀντὶ τοῦ ἀναπειθομένους. | |
15 | οὕτως Ἀντιφῶν, καὶ Ἰσαῖος, καὶ Ἡρόδοτος. Ἀναγνωσθείς. ἀντὶ τοῦ ἀναπεισθείς. ὁ δὲ ἀνα‐ γνωσθεὶς ὑπὸ τῆς γυναικὸς, ἔργον οὐχ ὅσιον ἐμηχανᾶτο ἐπὶ τῇ θυγατρί. Ἀναγινώσκειν. ἐπὶ τοῦ ἀναπείθειν. οὕτως οἱ ῥή‐ | |
20 | τορες. ἔστι γὰρ ἀναγινώσκειν γνῶναι διαλε‐ | |
χθέντα. | ||
alpha197 | Ἀναγχιππεῖν. τὸ μετὰ ἀνάγκης ἱππεύειν. οὕτως Εὔπολις. Ἀναδάσασθαι. ἤγουν ἀναμερίσαι. Ἀναδέξασθαι. ἀναλαβεῖν, ἐκδέξασθαι. [ὁ δὲ | |
5 | εἰς τὸ τέμενος κατεσκήνωσεν, ἀναδέξασθαι βου‐ λόμενος τὰ μέλλοντα αὐτὸν διακομίζειν πορθ‐ μεῖα. καὶ ἀναδεχόμενος καὶ ἀναδέχομαι.] Ἀναδέξασθαι. ὑπενεγκεῖν, ὑπομεῖναι. Ἀναδέχεσθαι. ἀντὶ τοῦ προσδοκᾷν. ἀναδέχεσθαι | |
10 | τὴν παρουσίαν τῶν πολεμίων. Ἀναδέρω. ὑπερτίθεμαι, ἀναβάλλομαι. Ἀναδεύειν. φυρᾷν. Ἀναδιδάξαι. ἀντὶ τοῦ πάνυ διδάξαι· ἐπιτατικὸν γὰρ ἡ ἀνά. | |
15 | Ἀναδικάσασθαι. τὸ ἄνωθεν δικάσασθαι. [οὕ‐ τως Ἰσαῖος. ἐντεῦθεν καὶ τὸ ἀνάδικοι κινήσεις, αἱ ἄνωθεν δικαζόμεναι· ὅταν ἁλῶσιν οἱ μάρτυ‐ ρες ψευδομαρτυριῶν.] Ἀναδουμένην. στεφανουμένην. [ἀναδουμένην οὕτω | |
20 | μέγα πρὸ πάντων ἀνθρώπων.] Ἀναδῦναι. ἀναχωρῆσαι. Ἀναδυόμενος. φεύγων, ἀναβαλλόμενος. καὶ ἀναδύομαι ἀντὶ τοῦ μεταβουλεύομαι. | |
Ἀναδήσονται. στέφονται. | ||
alpha198 | Ἀναδύεται. ὑπερτίθεται. Ἀναδοιδυκίζει. ἀναταράττει. Ἀναδούμενος. [στεφανούμενος.] δέω, δέομαι, δεό‐ μενος, καὶ κατὰ συναίρεσιν ἀναδούμενος. | |
5 | Ἀναθέσθαι. ἀντὶ τοῦ ἄνωθεν βιῶναι. οὕτως Ἀν‐ τιφῶν· ἀναθέσθαι ὥσπερ πεττὸν τὸν βίον οὐκ ἔστιν. Ἀναθέσθαι. τὸ μεταθέσθαι. ἐκφυγοῦσα δ’ ἣν εἶχε νόσον, οὐκ ἔσχε τοὺς ῥηθέντας ἀναθέσθαι | |
10 | λόγους. [ἀναθέσθαι οὐ δηλοῖ τὸ ὑπερθέσθαι, οὐδέ γε τὸ ἀνακοινῶσαι καὶ συμβουλεύσασθαι· ἀλλὰ τὸ μεταθέσθαι ἃ ἔδοξε πρότερον. ἡ δὲ μεταφορὰ ἀπὸ τῶν πεττευόντων, καὶ τὰς κεκι‐ νημένας ψήφους διορθούντων. τὰ δὲ μαρτύρια | |
15 | πλεῖστα παρὰ Πλάτωνι. οὔτ’ ἂν τῶν τότ’ εἰρη‐ μένων οὐδὲν ἀναθείμην.] Ἀναθέντας. ἀντὶ τοῦ ἐπιθέντας. οὕτως Ξε‐ νοφῶν. Ἀναθείς. ἐπιτρέψας. [ἐπὶ ἀψύχων τίθεται. | |
20 | ἐχρήσατο δὲ Ἀριστοφάνης καὶ ἐπὶ ἐμψύχων· ἀπολῶ τὸν ἄνθρωπον ἐπὶ κρημνόν τιν’ ἀνα‐ θείς.] Ἀναθορῶντος. ἀναπηδοῦντος. | |
Ἀναθρούμενα. ἀνασκοπούμενα. | ||
alpha199 | Ἀναθύειν. τὸ ἀναλαμβάνειν τὸ πρᾶγμα διὰ χρόνου. [Φερεκράτης· πάλιν αὖθις ἀναθύουσιν αἱ γεραίτεραι.] Ἀναθηλήσει. παρὰ τὸ θάλλω, θαλῶ· τοῦτο | |
5 | παρὰ τὸ θήλη· τοῦτο παρὰ τὸ θῶ τὸ τρέφω. Ἀναζεύξας. ἀναστρατοπεδεύσας, ὑποστρέψας. Ἀναζυγῶσαι. τὸ τὰς θύρας ἀναπετάσαι. Ἀναζυγοῦν. τὸ ἀνοιγνῦναι κιβωτὸν, ἢ τὸν ἐπὶ τῇ θύρᾳ θώρακα. | |
10 | Ἀναζωπυρῆσαι. ἀνεγεῖραι. ἀνανεῶσαι. ἀνάψαι. Ἀνακαθιζήσομαι καὶ ἀνακαθίσω. Ἀνακαλούμενος. ἤτοι ἀνακτώμενος. ὁ δὲ ἐσπού‐ δαζεν ἀνακαλεῖσθαι τὰς τῶν ὑποτεταγμένων ἐννοίας καὶ προθυμίας. | |
15 | Ἀνακάψαι. καταφαγεῖν. Ἀνακεκώφηκας. Ἀριστοφάνης. τὰς ἀκοὰς ἡμῶν κωφὰς εἰργάσω, βοῆς ἀνεπλήρωσας. Ἀνακεχωρηκότων. ἀποκρύφων. ὁ δὲ ἐκτήσατο βιβλίων μυριάδας τρεῖς, καὶ τούτων σπουδαίων | |
20 | καὶ ἀνακεχωρηκότων. Ἀνακεῖσθαι. ἐπὶ ἀνδριάντων. κατακεῖσθαι καὶ κατακεκλίσθαι ἐπὶ τραπέζης. καὶ ἀνακεῖσθαι | |
πολλάκις ἀντὶ τοῦ κατακεῖσθαι. | ||
alpha200 | [Ἀνάκειται σκώμμασιν· ἀνάκειται λοιδορίαις· ἀνάκειται πόρνοις, κύβοις, συμποσίοις. σημαίνει τὸ οἷον πρόσκειται ἰσχυρῶς.] Ἀνακλῖναι. ἀνοῖξαι. Ὅμηρος. οὕτως καὶ Ἡρό‐ | |
5 | δοτος. οἱ δὲ ἀνακλῖναι μὲν τὴν θύραν οὐκ ἐτόλ‐ μησαν, οὐδ’ εἴσω παρελθεῖν ἴσχυσαν. Ἀνακομῶ. τὸ ἀναφύω. Ἀνακροτῆσαι. ἐπαινέσαι, ὑμνῆσαι. [ὁ δὲ Πτολε‐ μαῖος πάντας ἐκέλευεν ἀνακροτῆσαι τῆς εὐ‐ | |
10 | τραπελίας αὐτὸν ἀποδεχόμενος.] Ἀνακρουόμεθα. ἀναπροοιμιαζόμεθα. Ἀνακρούσασθαι. ἐπὶ ναυμαχίας τὸ συμβάλ‐ λειν καὶ πάλιν ἀναδύεσθαι. Ἀνακτᾶσθαι. ἀντὶ τοῦ θεραπεύειν. Θουκυδίδης | |
15 | οὕτως. τίθεται δὲ ἡ λέξις καὶ ἐπὶ τοῦ τὸ προ‐ απολωλὸς αὖθις κτήσασθαι καὶ ἀπολαύειν. Ἀνακραθέν. ἀνακερασθέν. Ἀνακείσεται. ἀνατεθειμένος ἔσται. Ἀνακεφαλαιοῖ. ἀνακτίζει, ἀναπληροῖ. | |
20 | Ἀνακαγχήσας, οὐχὶ ἀνακαγχάσας. ἔστι δὲ | |
τὸ ἀσέμνως γελᾷν. | ||
alpha201 | Ἀνακωχεύειν. τὸ ἀνασετράζειν, παρὰ Σοφοκλεῖ. κυρίως δὲ λέγεται, ὅταν χειμῶνος ὄντος ἐν πε‐ λάγει στείλαντες τὰ ἅρμενα σαλεύωσιν αὐτό‐ θι, μὴ διαμαχόμενοι τῷ πνεύματι. | |
5 | Ἀναλαβεῖν. ἐνθυμηθῆναι. μήδ’ εἰς ἐσχάτην ἀναλαβεῖν ἐλπίδα, μήποτε διὰ ταύτης πολέ‐ μιος ἐπ’ αὐτοὺς ἀναβῇ στρατός. Ἀνακογχυλιαζόμενος. καὶ ἀνακογχυλιάσαι, τὸ ἀναγαργαρίσαι. | |
10 | Ἀναλέγεται. ἀναμφιβόλως ἔχει, ἐννοεῖται. [εἰ μέν τις ἀναλέγεται τοῦτο, ὅτι κρατήσομεν ἐξ ἐφόδου τῶν πολεμίων.] Ἀναλεξάμενος. ἀναγνοὺς, νοήσας. ὁ δὲ ἀναλε‐ ξάμενος τὴν ἐπιστολήν. | |
15 | Ἀναλεξαμένων. [ἑαυτοὺς συναγόντων. μόλις δὲ τῶν Καρχηδονίων ἀπὸ τῆς καταπλήξεως ἀναλεξαμένων.] Ἀναλήψεσθαι. ἀνακτήσασθαι. [ὁ δὲ ἔλεγεν ἀναλήψεσθαι τὸ παρὸν πταῖσμα ταῖς εἰς τὸ | |
20 | μέλλον ἀρεταῖς.] Ἀνακογχυλιάσαι. τὸ ἀνακλῦσαι πῶς τὸν φά‐ ρυγγα τινὶ ὑγρῷ. Ἀνάλωσε καὶ ἀνήλωσεν. ἑκατέρως λέγεται. Ἀναλώθησαν. ἠφανίσθησαν. οὐδὲ γὰρ ἀναλώ‐ | |
25 | θησαν ἄλλως αἱ εὐχαί. Ἀναλοῦντες. ἀντὶ τοῦ ἀναιροῦντες. οὕτως Θου‐ | |
κυδίδης. καὶ ἀναλοῦν καὶ ἀναλῶν. | ||
alpha202 | Ἀναλῶ. ἐξ οὗ τὸ ἀναλίσκω παράγωγον. ση‐ μαίνει δὲ τὸ πορθῶ, καὶ δαπανῶ. ἐξ οὗ καὶ ἀνάλωμα. ἔστιν οὖν ἄλες τὸ σημαῖνον τὸ ἀθροῦν, οἷον· ᾗ χειμέριον ὕδωρ ἄλεν. ἐξ οὗ ῥῆμα | |
5 | ἀλῶ, καὶ μετὰ τοῦ στερητικοῦ α ἀαλῶ, τουτ‐ έστι τὰ συνηθροισμένα διασκορπίζειν, καὶ πλεο‐ νασμῷ τοῦ ν ἀναλῶ. [ἐκ δὲ τοῦ ἀναλῶ, ἀνα‐ λίσκω. ἢ παρὰ τὸ ἅλις ἐπίῤῥημα.] Ἀναλύζουσα. ἀλυγκαίνουσα. ἔστι δέ τι πά‐ | |
10 | θος γινόμενον τοῖς μετὰ συμπαθείας κλαίουσι πολλάκις. Ἀναλυθῆναι. τὸ καθαρμῷ τινὶ χρήσασθαι φαρ‐ μάκων. Μένανδρος Ἥρωσιν· ἐπεφαρμάκευσο γλυκύ τ’ ἀναλυθεὶς μόλις. | |
15 | Ἀναλύειν. τὸ τοὺς συνθέτους λογισμοὺς ἀνάγειν εἰς τοὺς ἁπλοῦς καὶ εἰς τὰς προτάσεις ἐξ ὧν αὐτοῖς τὸ εἶναι. Ἀναμασσόμενοι. ἀνερευνῶντες. μόλις τὸ πρᾶγ‐ μα ἔγνωσαν ἀναμασσόμενοι οἱ κριταί. | |
20 | Ἀναμαχούμενον. ἐκ δευτέρου μαχεσάμενον. [ὁ δὲ ἐκέλευεν αὐτὸν καὶ αὖθις ἥκειν ἀναμαχού‐ μενον τὴν πρώτην ἧσσαν.] Ἀναμετρήσαιμι. διεκπεράσαιμι. [μήτε εἰς Ῥή‐ γιον ἐκπλεῖν, μήτε τὴν πολλὴν θάλασσαν ἀνα‐ | |
25 | μετρεῖν.] Ἀναμέλποντες. ὑμνοῦντες. μολπὴ γὰρ ὁ ὕμνος. | |
Ἀναμαθεῖν. ἐξ ἀρχῆς μανθάνειν. | ||
alpha203 | Ἀναμύειν. ἀναβλέπειν. Ἀνανέμειν. ἴσον τῷ ἀναγινώσκειν. οὕτως Ἐπί‐ χαρμος. Ἡρόδοτος δὲ ἀνανέμεσθαι ἐπὶ τοῦ καταλέγειν τέθεικεν. | |
5 | Ἀνανήξασθαι. ἀνακολυμβῆσαι. Ἀνανεύων. παραιτούμενος. Ἀναίνεται. παραιτεῖται, ἀρνεῖται. [ὥσπερ πα‐ ρὰ τὸ λιπῶ λιπαίνω, καὶ ὁρμῶ ὁρμαίνω, καὶ ὑφῶ ὑφαίνω, οὕτω καὶ παρὰ τὸ ἀρνῶ ἀρναίνω, | |
10 | καὶ ἐνδείᾳ τοῦ ρ ἀναίνω, ἀναίνομαι. ἢ παρὰ τὸ αἰνῶ, τὸ ἐπαινῶ, ἀναίνω, τὸ οὐκ ἐπαινῶ, καὶ οὐ συγκατατίθεμαι.] Ἀναξιοπαθοῦντες. οὐκ ἄξιον ἡγούμενοι. οἱ δὲ Κρῆτες ἀναξιοπαθοῦντες οὐκ ἐδέξαντο αὐτὸν | |
15 | ὡς μοιχογέννητον. Ἀνάξοιτο. ἀνασχήσοιτο. οὕτως Ξενοφῶν. Ἀναπεμπάζεσθαι. ἐπαναλαμβάνειν ἢ ἀναλέγε‐ σθαι. ἐκ τοῦ πέμπω. Ἀναπεμπάζειν. ἀνανεοῦσθαι, ἀναμιμνήσκε‐ | |
20 | σθαι. [πεποίηται ἀπὸ τῶν τοῖς πέντε δακτύ‐ | |
λοις τῆς χειρὸς συνεχῶς ἀριθμούντων καὶ ἐπα‐ | ||
alpha204 | ναλαμβανόντων, οἱονεὶ κατὰ πεμπάδα ἀριθ‐ μούντων.] Ἀναπεμπαζόμενοι. ἀριθμούμενοι, σκεπόμενοι. Ἀναπεπτωκώς. ῥαθυμῶν, ἀφροντιστῶν, ἀμε‐ | |
5 | λῶν. Ἀναπεποιημένης. ἀναπεφυρμένης, ἀναζυμω‐ μένης. Ἀναπετάσωμεν. ἁπλώσωμεν. Ἀναπετῶ. ἀναπετάσω. Μένανδρος· | |
10 | ἄλλοις ἀναπετῶ τουτὶ προσελθών. Ἀναπείρατε. πήξατε, κεντήσατε. [Ἀριστο‐ φάνης· ἵν’ ἀναπείρω τὰς κίχλας.] Ἀναπείσητε. ἀντὶ τοῦ δώροις πείσητε. | |
15 | Ἀναπήλας. ἀνακινήσας. ὁ δὲ διὰ τοῦ κοντοῦ ἀναπήλας εἰς ὕψος. Ἀναπηγάζει. ἀναδίδωσιν, ἀνομβρεῖ. Ἀναπηνίζω. ἀναλέγομαι. Ἀναπίπτειν. οὐ τὸ κατακλίνεσθαι, ἀλλὰ τὸ | |
20 | μεταμέλεσθαι καὶ μετατίθεσθαι καὶ ἀποκνεῖν. | |
λέγεται καὶ τὸ ἀθυμεῖν παρὰ τοῖς παλαιοῖς. | ||
alpha205 | Ἀναποδίζει. ἀνακάμπτει. Ἀναπολῶ. ἀναλογίζομαι, ἀναστρέφω. Ἀναπρήσας. ἐκ τοῦ πλήθω ἀναπλήσας καὶ τροπῇ τοῦ λ εἰς ρ ἀναπρήσας. οἱ γὰρ κακοῖς | |
5 | τισὶ συνεχόμενοι πνεύματος τὰς γνάθους πλη‐ ροῦντες, τὰς ἐκφύσεις ἀποτελοῦσιν. Ἀναπνεύσωσιν. ἀναπνέω, ἀναπνεύσω, πλεο‐ νασμῷ τοῦ υ κατὰ τὸν μέλλοντα· ἐπειδὴ τὰ διὰ τοῦ εω ἐπὶ δευτέρου καὶ τρίτου προσώπου | |
10 | συναίρεσιν δεχόμενα, πλεονάζουσι τὸ υ κατὰ τὸν μέλλοντα. Ἀνάπτειν. ἀναπέμπειν, περιτιθέναι, προσ‐ άγειν. λέγεται δὲ καὶ ἐπὶ τῶν ἀναπτόντων τὸ πῦρ. | |
15 | Ἀναστεῖλαι. ἀντὶ τοῦ ἀνασχέσθαι. Ἀναστήσας. ἀναστάτους ποιήσας, καὶ μετοικί‐ σας. [ἀναστήσας ἐκ τοῦ ἱεροῦ τὸν ἄνθρωπον αἰκίαις καθυπέβαλεν.] Ἀναστήψαι. ἀνασπάσαι. | |
20 | Ἀνασυντάξας. [ἀντὶ τοῦ ἄνωθεν συντάξας. οὕτως Ὑπερίδης.] Ἀνασχοῦσα. ἀναδοῦσα. Ἀνασχών. ἀνατείνας, φανεὶς, ἐξελθὼν, ἀνα‐ δύς. ὁ δὲ πρῶτος ἀνασχὼν ἐκ τοῦ ὀρύγματος | |
25 | ἦν Μάγνος. | |
alpha206 | Ἀνασχέσθαι. παρὰ τὸ ἀνέχω, ὁ μέλλων ἀνέξω· ὁ δεύτερος ἀόριστος ἄνεχον, πλεονασμῷ τοῦ ς ἄνεσχον· ὁ δεύτερος μέσος ἀόριστος ἀνεσχό‐ μην, ἀνέσχου, ἀνέσχετο, καὶ τὸ ἀπαρέμφατον | |
5 | ἀνασχέσθαι. Ἀναισιμοῦν. τὸ ἀναλίσκειν. ἀναισίμωτο τὰ τείχη. Ἀνασειράζων. [ἀνακρούων,] ἀνακόπτων, ἕλ‐ κων, ἀνέχων. | |
10 | Ἀναστοιχειώσας. ἀναπλάσας. μεταστοιχειώσας δὲ ἀντὶ τοῦ μεταπλάσας. Ἀνάσσει. βασιλεύει. Ἀνασκυνδυλεῦσαι. τὸ ἀνασκολοπίσαι, τὸ σταυ‐ ρῶσαι. | |
15 | Ἀνασφήλας. ἀνανήψας· ἀναστήσας, ἀναλα‐ βὼν, ἀναῤῥώσας. παρὰ τὸ σφηλὸν, ὃ σημαίνει τὸ ἰσχυρόν. [καὶ ἐρίσφηλον τὸ ἄγαν ἰσχυρόν.] Ἀναῤῥιπίζειν. κινεῖν, ἀνεγείρειν. Ἀναῤῥοιβδεῖ. ἤτοι ἀναῤῥοφᾷ. | |
20 | Ἀναῤῥιχᾶσθαι. ἀναδίδοσθαι τὸ ὕδωρ, καὶ τὸ σκολοβατεῖν. [ἀναῤῥιχάω, ἀναῤῥιχῶ, ἀνηῤῥίχαον, ἀνηῤῥίχων, οἱονεὶ τρόπον ἀράχνης τοῖς ποσὶν ἀντιλαμβανόμενον ἀνιέναι πρὸς τὸ πρόσαντες. | |
ἀραχνιῶ, ἀραχνιᾶσθαι, καὶ ἀναῤῥιχᾶσθαι. ἢ | ||
alpha207 | ἔστι ῥίον, τὸ ἀκρωτήριον· ἐκ τούτου γίνεται ῥιᾶσθαι, καὶ πλεονασμῷ τοῦ χ ἀναῤῥιχᾶσθαι.] Ἀναποδίζειν. τὸ ἐξετάζειν, καὶ ὡσανεὶ συγ‐ κρούειν. | |
5 | Ἀνατάξασθαι. συντάξαι· ἀναγράψασθαι· *λαμβανόμενον* εὐτρεπίσασθαι. Ἀναταθῶμεν. ἀναπλωθῶμεν, ἀναχθῶμεν. Ἀνατετυρβακώς. ἀναταράξας. τυρβάσαι δὲ κυ‐ ρίως λέγεται τὸ τὸν πηλὸν ταράξαι. Ἀριστο‐ | |
10 | φάνης· τὴν πόλιν ἅπασαν ἡμῶν ἀνατετυρβακώς—. Ἀνατεῖλαι. ἀνθῆσαι. ἐκ μεταφορᾶς τῶν βοτανῶν. Ἀνατεινάμενος. ἐπαπειλήσας. [ὁ δὲ βασιλεὺς πολλὰ τοῖς εἰς τὴν πρᾶξιν ὑπουργηκόσιν ἀνα‐ | |
15 | τεινάμενος, οὐδὲν ἔδρασεν.] Ἀνατείνας τὴν ψυχήν. ἐπὶ τὰ ἄνω τρέψας. Ἀνατέταλθεν. ἀνέτειλεν. Ἀνατέτραπτο. ἀνατροπὴν τινὰ ἔπαθεν. Ἀνατίθεμαι. ἀντὶ τοῦ ἀθετῶ. | |
20 | Ἀνατλάντες, καὶ ἀνατλῆναι, καὶ ἀνατλῆσαι. ἀντὶ τοῦ ὑπομεῖναι. ἀτλῶ γὰρ τὸ καρτερῶ. Ἀνατραπέντες. σκελισθέντες, συμπεσόντες. [οἱ δὲ σπῶσι τοῦ οἴνου ἄδην καὶ ἀνατραπέντες ἔκειντο, ὡς ἔτυχον.] | |
25 | Ἀνατρέχω. Μένανδρος. ἀντὶ τοῦ ἀναλύω. Ἀνατυπῶσαι. Ἀντίμαχος. ἀντὶ τοῦ ἀνατρέψαι. | |
Ἀναφέρων. ὑψῶν. | ||
alpha208 | Ἀναφρονήσαντες. [ἀνανήψαντες, μεταγνόντες. οὔκουν οἱ πλεῖστοι ἀναφρονήσαντες ἐγνωσι‐ μάχουν καὶ] μετεβάλλοντο. Ἀναχωρίζει. ἀντὶ τοῦ ἀναχωρεῖν ποιεῖ. [οὕτως | |
5 | Ξενοφῶν.] Ἀναχαιτίζειν. ἀναποδίζειν, ἀνακόπτειν. Ἀναχρέμπτω. τὸ ἀναπνέω. Ἀναψύχω. τὸ ἀνακτῶ καὶ ἀναλαμβάνω. Ἀναθεματισμένος. ἐπάρατος, ἀκοινώνητος. | |
10 | Ἀναιρεθῇς. ἀναληφθῇς. οὕτως Ἰσοκράτης. Ἀναιρεῖν. τὸ ἐν γαστρὶ συλλαβεῖν, καὶ τὸ τε‐ χθὲν ἀναστρέφειν, καὶ τὸ φονεῦσαι, καὶ τὸ ἀναλαβεῖν. ὁ δὲ καθεὶς τὴν χεῖρα εἰς τὴν πή‐ ραν ἀναιρεῖται τὴν ἐπιστολήν. | |
15 | Ἀνδραγαθιζομένη. ἀνδριζομένη. ἀνδραγαθῶ δέ. Ἀνδρίζω. τὸ ἀνδρὸς τὶ ποιῶ. Ἁνδάνω. τὸ ἀρέσκω. Ἀναποδίζω. τὸ ἐξετάζω. [καὶ ὡσανεὶ συγ‐ | |
20 | κρούειν. Ἡρόδοτος· ἐπερωτῶν τε καὶ ἀναποδί‐ ζων τὸν κήρυκα. τὸ δ’ αὐτὸ καὶ ποδίζειν ἔλε‐ γον. ποδίζειν γὰρ κυρίως τὸ τοῖς ποσὶν μετρεῖν τὶ χωρίον, καὶ τὴν σκιὰν μετρεῖν, πρὸς ἣν ἐπὶ τὸ δεῖπνον ἐβάδιζον.] | |
25 | Ἀνέβαλλεν. ἀναβολὴν ἐδίδου. καὶ ἀντὶ τοῦ ἀνε‐ βίβαζε. [Ξενοφῶν· οὐδεὶς ἄλλος βασιλέα ἐπὶ | |
τὸν ἵππον ἀνέβαλλεν.] | ||
alpha209 | Ἀνεβάλλετο. προοιμιάζετο· ἀνεκρούετο· καὶ ἀνήρχετο, καὶ ἀντὶ τοῦ ὑπερετίθετο. Ἀνεβάλλοντο. ἀντὶ τοῦ ἐσχηματίζοντο. Ἀνέβησεν. ἀντὶ τοῦ ἀνεβίβασεν. [οὕτως Ἡρό‐ | |
5 | δοτος.] Ἀνεβρύαξαν. ἀνεθορύβησαν, ἀνέκραγον. ἐκ‐ βαλεῖν δὲ λέγουσιν ἰδίως τὸ κροῦσαι ταῖς ναυ‐ σίν. [Ἀνεβορβόρυξαν. ἀνέκραγον.] | |
10 | Ἀνέγνωσαν. ἀνέπεισαν, ἀνεδίδαξαν, ἠρέθισαν. [Ἡρόδοτος· τοὺς ὀνειροπόλους ἀνεσκολόπισεν, οἵ μιν ἀνέγνωσαν μετεῖναι τὸν Κῦρον.] Ἀνεδέχετο. προσεδέχετο, ἐξυπέμενε. [ὁ δὲ ἀνε‐ δέχετο τὴν τοῦ δρόμου παρουσίαν. καὶ ἀντὶ | |
15 | τοῦ ἐξήνεγκεν. ὁ δὲ, τούτοις πιστεύων, ἀνεδέ‐ χετο τὸν πρὸς Ἀριαράθην πόλεμον.] Ἀνεδήσαντο. ἀπηνέγκαντο. πολλὰς ἀνεδήσαντο νίκας. Ἀνεδίδοτο. ἀνεπέμπετο. καὶ ἀνεδίδου ἀντὶ τοῦ | |
20 | συνεβούλευεν. [ὁ δὲ, συναθροίσας τοὺς φίλους, ἀνεδίδου διαβούλιον, τί δέον εἴη πράττειν.] Ἀνέδραμεν. ἀντὶ τοῦ ηὐξήθη. [οὕτως Ἡρόδο‐ | |
τος.] | ||
alpha210 | Ἀνεζεύγνυ. ἀνέστρεφεν. ὁ δὲ μετὰ πολλῆς λείας ἀνεζεύγνυ. Ἀνέηκεν. ἀνέπεισεν. Ἀνεκαλοῦντο. εἰς δίκην ἦγον. [οἱ δὲ ἔφοροι | |
5 | ἀνεκαλοῦντο αὐτὸν εἰς τὰς συναρχίας.] Ἀνελεῖν καὶ ἀνεῖλεν. ἀντὶ τοῦ ἔχρησεν, ὅ ἐστι ἐχρησμοδότησεν. Ἀνελεῖν. ἀνατρέψαι. λέγεται καὶ ἁπλῶς ὅπερ ἄν τις ἀναλάβοιτο. | |
10 | Ἀνελκυσθῆναι. ἀναχθῆναι εἰς ὕψος. τὸ ἱστίον μετὰ τάχους ἀνελκυσθῆναι ἐγκελευσάμενος. Ἀνεστομώθησαν. ἀνεκρούσθησαν, ἢ ἐπληρώθη‐ σαν. Ἀνεσύρατο. ἐγύμνωσεν. | |
15 | Ἀνεσχήκει. ἀνέτειλε. καὶ ἡ σελήνη ἀνέσχηκε λαμπρά. Ἀνεφρόνησεν. ἐκ τῆς μέθης ἀνένηψεν. ἐπεὶ δ’ ἀνεφρόνησε, διπλαῖ ἔννοιαι τοῦτον εἰσῄεσαν. Ἀνεφυσῶντο. μετεωρίζοντο. | |
20 | Ἄνεχε. ἀντὶ τοῦ πάρεχε. οὕτως Θεόπομπος. Ἀνέχει. σώζει. οὐχ, ὥς τινες, ἀντὶ τοῦ ἐπέχει. καὶ Θουκυδίδης· αἱ περιουσίαι τῶν χρημάτων | |
τοὺς πολέμους ἀνέχουσιν, ὃ ἐστὶ σώζουσιν. | ||
alpha211 | Ἀνέχειν. καὶ τὸ βαστάζειν. [καὶ μηδὲν ἐπιπο‐ λῆς ἀνέχειν.] [Ἀνέχει. καὶ τὸ ὑψοῖ. καὶ τὸ ὑπέρκειται. εἰς τὸ ὄρος ὁ ταύτης ἀνέχει.] | |
5 | Ἀνεχρήσαντο. διέφθειραν. οὕτως Θουκυδίδης. σημαίνει δὲ καὶ τὸ εἰς χρείαν τινὰ παρειλή‐ φασιν. Ἀνεχύθη. μετωχετεύθη, ἐπλήμμυρε. καὶ οἱ πο‐ ταμοὶ πληρωθέντες ἀνεχύθησαν. | |
10 | Ἀνεψύχησεν. ὅπερ ἐν τῇ συνηθείᾳ ἀνέψυξεν. Ἀνεῖλεν. ἀντὶ τοῦ ἐμαντεύσατο. Ἀθηναίοις θεὸς τὰ μὲν πρῶτα χρωμένοις ἀνεῖλε φεύγειν. Ἀνελέσθαι. συστρέφεσθαι καὶ ἀλλήλους τοῖς δόρασι τύπτειν. καὶ ἀνείλλεται καὶ ἀνελεῖται. | |
15 | Ἀνείλετο. ἀνέλαβεν. Ἀνειλόμην. δύο δηλοῖ· τό, τε ἔθρεψα καὶ τὸ ἐβάστασα. Ἀνεῖναι. ἀφεῖναι, καὶ τὸ ἀναῤῥίψαι. ἀνεῖναι | |
κύβον. | ||
alpha212 | Ἀναῤῥοιβδεῖ. ἀναῤῥοφεῖ ἐστί. [πλεονασμῷ τοῦ ι ἀναῤῥοιφεῖ, καὶ ἐπενθέσει τοῦ β ἀναῤ‐ ῥοιβδεῖ, τραπέντος τοῦ δασέως φ εἰς τὸ ψι‐ λὸν δ.] | |
5 | Ἀνελίννυον. ἀνεδίδουν, ἀνεπαύοντο. παρὰ τὸ εἱ‐ λῶ, ἵν’ ᾖ τὸ ἐν τῷ αὐτῷ εἰλεῖσθαι. εἱλίνω καὶ ἐλίνω καὶ ἐλιννύω. σημαίνει τὴν λέξιν τὸ στρατεύειν διατρίβοντας ἢ ἐγχρονίζοντας. καὶ ἐλίννυον ἀντὶ τοῦ διέτριβον, ἀνεστρέφοντο. ἀπὸ | |
10 | τοῦ λίνου εἴρηται. δηρὸν γὰρ ἀνελίννυον αὖθι μένοντες. Ἀνέπαλτο. ἀνεπήδα. πάλλω τὸ πηδῶ. [πάλ‐ λομαι, ἐπαλλόμην, ἐπάλλου, ἐπάλλετο, καὶ κατὰ συγκοπὴν ἔπαλτο καὶ ἀνέπαλτο.] | |
15 | Ἀνέδεντο. ἐδεσμοῦντο. [δέω, δέσω, δέδεκα, δέ‐ δεμαι, ἐδεδέμην, ἐδέδεντο, καὶ ἀνεδέδεντο, καὶ κατὰ συγκοπὴν τῆς δε ἀνέδεντο.] Ἀνέγναμψαν. ἀνέλυσαν. [τοῦτο παρὰ τὸ γόνυ, γονάμπτω, καὶ γνάμπτω, καὶ γνάμψω, καὶ | |
20 | ἀνέγναμψα.] | |
alpha213 | Ἀνεωγμένος. οἴγω, οἴξω, ὦγμαι, καὶ ἐν συν‐ θέσει ἀνῶγμαι, καὶ πλεονασμῷ τοῦ ε ἀνέωγ‐ μαι. Ἀνέωγα. μέσος παρακείμενος. ἀνοίγω, ἤνωγα, | |
5 | προσθέσει τοῦ ε καὶ συστολῇ τοῦ η ἀνέωγα. [ἀνέωγα] χρὴ λέγειν καὶ ἀνέωκται. Φερεκρά‐ της· οὐδεὶς ἀνέωγέ μοι θύραν— καὶ ὁ Πλάτων· ἀνεῴγετο γὰρ οὐ πρωΐ— | |
10 | καὶ ὁ Δημοσθένης· ἀνέωκται τὸ δεσμωτήριον. καὶ ἐν Θετταλοῖς· τὸ κεράμιον ἀνέῳκται. τὸ δὲ ἤνοιγε καὶ ἠνοίγετο καὶ ἤνοικται δεινῶς βάρβαρον, οἷς νῦν χρῶνται ἐπιεικῶς ἅπαν‐ τες. τὸ δὲ ἀνέῳγε δύο σημαίνει· τὸ μὲν οἷον· | |
15 | ἀνέῳκται· τὸ δ’ οἷον· ἀνεῴγνυ. [οὐ μὴν ἐν ἅπα‐ | |
σί γε τοῖς συνθέτοις τὰς προθέσεις οἱ Ἀττικοὶ | ||
alpha214 | φυλάττουσιν, ἀλλὰ εἰσὶν ἀνώμαλοι καὶ ἐν τού‐ τῳ. ἐπεὶ οὖν πολλῶν ἀναδιπλοῦσι τὰς προθέ‐ σεις, λέγουσι γοῦν καὶ ἀναίνεται. ὥσπερ παρὰ τὸ λιπῶ λιπαίνω, καὶ ὁρμῶ ὁρμαίνω, καὶ ὑφῶ | |
5 | ὑφαίνω, οὕτω καὶ παρὰ τὸ ἀρνῶ ἀρναίνω, καὶ ἐνδείᾳ τοῦ ρ ἀναίνω, ἀναίνομαι. ἢ παρὰ τὸ αἰνῶ ἀναίνω, τὸ οὐκ ἐπαινῶ καὶ οὐ συγκατα‐ τίθεμαι.] Ἀνέσχεθε. τὸ ἀνέτεινε. σχέθω τὸ κωλύω. | |
10 | ἔσχεθον, ἔσχεθε καὶ ἀνέσχεθε. Ἀνέσταν. ἵστημι, ὁ δεύτερος ἀόριστος ἔστην. τὸ πρῶτον τῶν πληθυντικῶν ἔστημεν, τὸ τρίτον ἔστησαν, καὶ κατὰ συγκοπὴν ἔσταν καὶ ἀνέ‐ σταν. | |
15 | Ἀνέδυ. δύω, παράγωγον δῦμι, ὁ δεύτερος ἀόρι‐ | |
στος ἔδυν· τὸ τρίτον ἔδυ καὶ ἀνέδυ. | ||
alpha215 | Ἀνεῖλεν. ἀντὶ τοῦ ἐμαντεύσατο. ἀπὸ τοῦ ἄνω‐ θεν λαμβάνειν τὸ πνεῦμα, καὶ πληροῦσθαι τοῦ θεοῦ· ἢ ἀπὸ τοῦ ἀνελεῖν τὴν ἄγνοιαν. Ἀνεῖλε δὲ, ἀντὶ τοῦ ἐφόνευσεν. [ἀπὸ τοῦ ἄνω‐ | |
5 | θεν λαμβάνειν τὸ ἐν βάθει πνεῦμα τοῦ ἀνδρός. ἢ ἀπὸ τοῦ ἀνελεῖν τὴν γνῶσιν. λέγεται δὲ ἀνε‐ λεῖν καὶ τὸ ἀναλαβεῖν τὰ ἔκθετα βρέφη.] Ἀνῆκεν. εἴασεν· ἀπέλυσεν. [ἴημι, ὁ μέλλων ἤσω, ὁ ἀόριστος ἦκα, ἀνῆκα. σεσημείωται τὸ | |
10 | ἔθηκα, ἔδωκα.] Ἀνήῃ. ἴημι, ὁ δεύτερος ἀόριστος ἦν. ἐὰν ὦ, ἐὰν ᾖς, ἐὰν ᾖ, καὶ πλεονασμῷ τοῦ η ἀνήῃ. μελίφρων ὕπνος ἀνήῃ. Ἀνήγκακα. ἀπὸ τοῦ ἀναγκάζω, τοῦ σημαίνον‐ | |
15 | τος τὸ ταῖς ἀγκάλαις λαμβάνω. καὶ ἐκ τού‐ του ἀγκάσω, ἤγκακα καὶ μετὰ τῆς ἀνὰ ἀνήγ‐ κακα. Ἀνῄνασθαι. *παραιτεῖσθαι, ἀρνεῖσθαι.* [ἀναίνω, ἀνῶ, ἤνῃνα, ἠνῃνάμην, ἠνῄνω, ἠνῄ‐ | |
20 | νατο, καὶ τὸ ἀπαρέμφατον ἀνῄνασθαι.] Ἀνηρείψαντο. ἔστιν ἔρα ἡ γῆ, ἐκ τούτου ἐρέ‐ πτω, ὃ σημαίνει τὸ εἰς γῆν καταβάλλω. καὶ ἀνερέπτω, καὶ πλεονασμῷ τοῦ ι ἀνερείπτω, καὶ ἐξ αὐτοῦ ἀνηρείψαντο. [τὰ δὲ εἰς πτω | |
25 | ῥήματα τὸ ι ἔχει· οἷον ἵπτω τὸ βλάπτω, λί‐ πτω τὸ ἐπιθομῶ. χωρὶς τοῦ φιλαλείπτω καὶ | |
ἀνερείπτω.] | ||
alpha216 | Ἀνηνέχθη. ἀντὶ τοῦ ἀνήνεγκεν. Ἡρόδοτος· ἐκπλαγεὶς δὲ τούτοισιν ἐπὶ χρόνον ἄφθογγος ἦν, μόγις δέ ποτε ἀνενεχθεὶς, εἶπεν—Ὅμη‐ ρος· | |
5 | —μνησάμενος δ’ ἀνενήγκατο φώνησέ τε— ἀντὶ τοῦ ἀνέπνευσεν, ἐστέναξεν. Ἀνεξυνοῦτο. ἀντὶ τοῦ ἀνεκοινοῦτο. Ἀνιῶμαι. λυποῦμαι. ἀνιῶμαι διὰ ταύτας καὶ ἐπὶ ταύταις καὶ τούτων ἕνεκα. | |
10 | Ἀνόρουσεν. ὅρω τὸ διεγείρω, οὗ ὁ μέλλων αἰο‐ λικῶς ὄρσω, οἷον· ὄρσεο Λαομεδοντιάδη— [τοῦτο γίνεται κατὰ παραγωγὴν ὀρύω, καὶ κα‐ τὰ πλεονασμὸν τοῦ υ ὀρούω, ὁ μέλλων ὀρού‐ | |
15 | σω, ὁ ἀόριστος ὄρουσα, ποιητικῶς, καὶ ἐν συν‐ θέσει ἀνόρουσεν. οἱ γὰρ Ἴωνες συναρχομένους ποιοῦσι τοὺς παρακειμένους.] Ἀνστήτην. δυϊκὸν ἀντὶ τοῦ ἀνέστησαν. [ὁ δεύ‐ τερος ἀόριστος ἔστην, ἔστης, ἔστη, ἔστητον, | |
20 | ἐστήτην, καὶ ἀναστήτην, καὶ ἀνστήτην.] Ἀντετόρησε. διῆλθεν, ἐτρύπησεν, ἐκ τοῦ το‐ ρῶ· τοῦτο ἐκ τοῦ τείρω, τὸ καταπονῶ. [τὸ τορῶ κατὰ συγκοπὴν τρῶ, τρήσω.] [Ἀντιφερίζω. ἐναντιοῦμαι, ἐξισοῦμαι. παρὰ | |
25 | τὸ φέρω, φερίζω, ὡς θέρω, θερίζω. Ἡσίο‐ | |
δος καὶ ἀντιφέρεσθαι τὸ ἐναντιοῦσθαι λέγει.] | ||
alpha217 | Ἀντιβολῆσαι. ἀπαντῆσαι, μετασχεῖν, ἀπὸ τοῦ μολῶ, τροπῇ τοῦ μ εἰς β. τὸ δὲ ἀντιβολῆσαι ἀντὶ τοῦ ἱκετεῦσαι καὶ παρακαλέσαι. παρὰ τὸ βάλλω καὶ τὴν ἀντὶ πρόθεσιν. | |
5 | Ἀντισηκοῦντα. ἐξισάζοντα, ζυγοστατοῦντα. [ἐκ τοῦ ἴσος ὄνομα γίνεται ῥῆμα ἰσῶ, ὁ μέλ‐ λων ἰσώσω, ἰσώκω, καὶ τροπῇ τοῦ μακροῦ εἰς τὸ μακρὸν ἰσηκῶ, καὶ ἀντισηκῶ. ἢ παρὰ τὸ σώκειν, ὃ σημαίνει τὸ ἰσχύειν. ἐξ οὗ καὶ σῶκος | |
10 | ὁ ἰσχυρός. —σῶκος ἐριούνιος—.] Ἀντελαμβάνοντο. ἀντὶ τοῦ διεδέχοντο. ὕπνοι τε αὐτοῖς ἀεὶ μακρότατοι ἀντελαμβάνοντο. Ἀντεξάγειν. ἀπὸ τοῦ παρατάσσεσθαι. ἀντε‐ | |
15 | πιέναι. Ἀντεπῄει. ἀντεπήρχετο. Ἀντεπιτίθησιν. ἀντὶ τοῦ ἀντεπιστέλλει. οὕτως Ἰσαῖος. Ἀντεπιχειρεῖν. πρὸς τὰ λεγόμενα μὴ φέρειν | |
20 | ἔνστασιν. Ἀντέφερον. ἠναντιοῦντο. Ἀντέβησαν. ἀντὶ τοῦ ἀντέστησαν. Ἀντεφιλοτιμοῦντο. ἀντὶ τοῦ ἡμιλλῶντο καὶ ἤρι‐ | |
ζον, καὶ ἀντηγωνίζοντο. | ||
alpha218 | Ἀντέχει. ἀντὶ τοῦ ἐξαρκεῖ. Δείναρχος ἀντὶ τοῦ σώζεται. Δημοσθένης καὶ Ὑπερίδης ἀντὶ τοῦ ἀντιλαμβάνεται, ἢ ἀντὶ τοῦ ὑπομονητικῶς ἔχει. Ἀντέχων. ἀντιμαχόμενος. | |
5 | Ἀντεχόμενος. ἀντιλαμβανόμενος. Ἀντεφοδεύω καὶ ἀντεφώδευκα. ἀντὶ τοῦ ἀντέ‐ τρεχον. Ἀντεχειροτόνησεν. ἀντέλεγεν. εἰ δὲ κᾀκεῖνα προσέρχεται, οὐδεὶς ἀντεχειροτόνησεν ἄν. | |
10 | Ἀντιάσας. μετασχών. δῶρα φέρει τρομεροῦ γήραος ἀντιάσας. ἔστι καὶ ἀντὶ τοῦ ἐναντιωθείς. Ἀντιδιαστέλλεται. [ἀντιδιΐστησιν.] Ἀντικάθηται. ἐναντιοῦται. | |
15 | Ἀντικαθίστασθαι. ἐναντιοῦσθαι. οὐ δυνάμενος τῷ πλήθει ἀντικαθίστασθαι. Ἀντικατέστησαν. ἠναντιώθησαν. Ἀντιλέγειν. ἀντὶ τοῦ ἶσα λέγειν. οὕτως Πλά‐ των. | |
20 | [Ἀντιπελαργεῖν. χάριτας ἀντιδιδόναι.] Ἀντισπᾷν. ἐναντιοῦσθαι. Ἀντιτυπῆσαι. ἀντιπαθῆσαι. Ἀντωμένη. συναντήσασα. Ἀντονομάζει. ὀνόματα ἀντὶ ὀνομάτων τίθησιν. | |
25 | Ἀντανισχεῖ. ἀνατέλλει. | |
alpha219 | Ἀντιφιλοτιμεῖται. ἀντιθεραπεύει. Ἀντιφέρεται. ἐναντιοῦται. Ἀντιπαρεξάγειν. ἀντιτάσσειν· *ἐξ ἐναντίας παρατάττεσθαι.* | |
5 | Ἀντείχετο. προΐστατο, ἀντελαμβάνετο. Ἀνταναιρεθῇ. ἀφανισθῇ. Ἀντιπράττει. ἐναντιοῦται. Ἀντηνέχθη. ἠναντιώθη. Ἀντοίσομεν. ἀντιπροσενέγκωμεν. | |
10 | Ἀντιπίπτει. ἀνθίσταται. Ἀντωπίσαι. ἀντοφθαλμίσαι. Ἀνταναγνῶναι. ἀντιβαλεῖν. Ἀντιστηρίζει. βοηθεῖ, ἀντιλαμβάνεται. Ἀνεσκολοπισμένοι. ἐστρωμένοι. σκόλοπες γὰρ | |
15 | τὰ ὀρθὰ ξύλα, καὶ οἱ κάλαμοι. Ἀνειμένοι. ἀπολελυμένοι, ἀκρατεῖς. Ἀνημμένος δὲ, ὁ ἁπτόμενος, η. Ἀνεκυμβαλίαζον. ἀνεκρότουν. [ἢ ἀνετρέπον‐ το.] | |
20 | Ἄνεται. τελειοῦται. | |
Ἀνέεργεν. ἐκώλυεν. | ||
alpha220 | Ἀνεκήκιεν. ἀνεπήδα. ἀνεδίδου· ἀνέφερεν. ἐκ τοῦ κίω, τὸ πορεύομαι. Ἀνεῤῥώσθημεν. ὑγιεῖς γεγόναμεν. Ἀνεδείματο. ἀνῳκοδόμησεν, ἔκτισεν. | |
5 | Ἀνεπόδισεν. ἀνέκαμψεν. Ἀνεστάλη. μετεκινήθη. Ἀνείργειν. κωλύειν. Ἀνεκαλαμήσατο. ἀνεθέρισεν, ἐπανετρύγησεν. Ἀνεκρούσατο. ἐκιθάρισεν. | |
10 | Ἀνεθέμην. ἀνεκοινωσάμην. Ἄνες. συγχώρησον. Ἀνείθη. ἀφείθη. Ἀνείρειν. ἀναπείρειν. πλάτος σχοινίου λαβὼν ἀνάειρε τὰ κρέη. | |
15 | Ἀνέπασκεν. εὕρηκεν, εἴληφεν. Ἀνελίννυον. διέτριβον. ἀνεστρέφοντο· περιεφέ‐ ροντο, ἐβράδυναν. Ἀνελίξαντες. ἀναζητήσαντες. Ἀνεῤῥιπίσθη. ἀνεκινήθη, ἐξεκαύθη. | |
20 | Ἀνεκτίσατο. ἀνέπλασεν. | |
alpha221 | Ἀνερύειν. ἀποκόπτειν καὶ λαιμοτομεῖν τὸν τρά‐ χηλον. [Ἄνεται. τελειοῦται. ἐκ τοῦ ἄνω, τὸ πράττω καὶ τελειῶ. τὸ παθητικὸν ἄνομαι, τὸ τρίτον | |
5 | ἄνεται.] [Ἀνέεργεν. ἐκώλυεν. ἀπὸ τοῦ εἴργω, εἶργε, δια‐ λύσει τῆς ει διφθόγγου.] [Ἀνεκήκιεν. ἐκ τοῦ κίω, τὸ πορεύομαι, ἔκιον, ἔκιες, πλεονασμῷ τοῦ κ καὶ ἐκτάσει κήκιε, καὶ | |
10 | ἀνεκήκιε. σημαίνει δὲ τὸ ἀνέφερε καὶ ἀνε‐ δίδου.] Ἀνηνέχθη. ἀντὶ τοῦ ἀνήνεγκεν. Ἀνῄεσαν. ἀνήρχοντο. Ἀνίεσαν δὲ, ἀντὶ τοῦ συνεχώρουν, ι. | |
15 | Ἀνήνοθεν. ἀνεφέρετο. Ἀνασχών. ἀνατείνας. Ἀνισχόντων. ἀντισηκούντων. Ἀνηρτήθη. ἐκρεμάσθη. Ἀνήρετο. ἠρώτα. | |
20 | Ἀνῄρημαι. πεφόνευμαι, ἀπόλωλα. Ἀνθέξεται. ἀντιλήψεται. Ἀνθέλκει. ἀντεπισπᾶται. *Ἀνθῶμαι. ἰῶμαι καὶ θεραπεύω.* Ἀνθῃρημένος. ἀντιλαμβανόμενος. ἢ προκρινό‐ | |
25 | μενος. Ἀνθομολογησόμεθα. εὐχαριστήσομεν. ὑπὲρ | |
τῆς εὐεργεσίας ὁμολογῶμεν χάριτας. | ||
alpha222 | Ἀνθρωπίζω. τὰ τῶν ἀνθρώπων φρονῶ. Ἀνῃρημένος. ἀναλαβὼν, ἑλόμενος, ἐπενεγκάμε‐ νος. —ὁ δὲ βασιλεὺς τοσαύτην νίκην ἀδάκρυ‐ τον καὶ ἀναίμακτον ἀνῃρημένος εἰς τὰς Σάρ‐ | |
5 | δεις ὑπέστρεψεν. Ἀνηρώτιζεν. ἀντὶ τοῦ ἠρώτα. οὕτως Τηλεκλεί‐ δης. Ἀνηγμένος. ηὐξημένος. Ἀνιλύσπω. ἀνέβαινες. | |
10 | Ἀνιεμένη κόλπον. ἀνέλκουσα καὶ ἀναχαλοῦσα καὶ ἀπογυμνοῦσα τὸ κατὰ τοὺς μαστοὺς κόλ‐ πωμα. καὶ αἶγας ἀνιεμένους. Ἀνιλλομένη. καθυποκρινομένη. κυρίως δὲ ἀνίλ‐ λεσθαι τὸ ἀπαξιοῦν. | |
15 | *Ἀνηκέστους. ἀφορήτους ἢ ἀνιάτους, ἢ ἀθε‐ ραπεύτους.* Ἀνιστάμεναι. ἀντὶ τοῦ αἰχμαλωτιζόμεναι. Ἀνίτω. ἀναδιδόσθω. Ἀνιπτάμενος. πετόμενος. | |
20 | Ἄνιθι. ἄνελθε. *καὶ κάτιθι, κάτελθε. καὶ ἄπι‐ θι, ἄπελθε.* Ἀνίησιν. ἐᾷ, ἀπολύει. Ἀνιείς. ἀφιείς. Ἀνιμᾶσθαι. ἀντλᾷν. ἀνασπᾷν. | |
25 | Ἀνίημι. συγχωρῶ. Ἀνοσιουργηθέντων. ἀνόμως πραχθέντων. | |
Ἀνοιμώζω. στενάζω, θρηνῶ. | ||
alpha223 | Ἀνοίσω. ἀνενέγκω, ἀναβιβάσω. Ἀνορταλίζειν. σκιρτᾷν, παίζειν. Ἀνοχλίζω. τὸ ἀνέχω, καὶ ἀναβαστάζω, καὶ μετακινῶ. παρὰ τὸ ὄχλος, τοῦτο παρὰ τὸ ὀλῶ, | |
5 | τὸ συστρέφω. Ἀνομένης. παυομένης, ἀνυομένης. Ἀνοικίσαι. ἀντὶ τοῦ ἀνακτίσαι. ἀνοικίσαι τὴν πό‐ λιν. Ἀνομολογεῖσθαι. σαφῶς καὶ γενναίως γινώ‐ | |
10 | σκεσθαι. Ἀνύτειν. πληροῦν· ἐνεργεῖν. καὶ ἀνύειν ὁμοίως. Ἄνωχθι. κέλευσον. ἐνεστώς ἐστι καὶ παρατα‐ τικὸς ἤπερ παρακείμενος. ἀνωγῶ, ἀνώγημι, τὸ προστακτικὸν ἀνώγηθι, καὶ τροπῇ τοῦ γ εἰς | |
15 | χ καὶ συγκοπῇ ἄνωχθι. Ἀνύω. τὸ πληρῶ. παρὰ τὸ ἄνω, τὸ πράττω καὶ τελειῶ, γίνεται τὸ ἀνύω. [οἷον· —μάλα νὺξ ἄνεται— καί· | |
20 | —οὐκ ἀνύω φθονέουσα— ἀντὶ τοῦ οὐδὲν ὠφελῶ, οὐδὲν πράσσω. ἀνύω καὶ ἀνύτω. ἀπὸ τοῦ ἀνύω καὶ ἀρύω γέγονεν.] Ἀνῳκοδόμησεν. ἔκτισεν. Ἀνωρθρίαζον. ἀντὶ τοῦ ὄρθριοι βοῶντες ἔλεγον. | |
25 | οὕτως Ἀνδοκίδης. Ἄνωγε. παρεκέλευε. [τὸ θέμα ἀνωγῶ, πρώτης συζυγίας τῶν περισπωμένων. γέγονε δὲ ἀνωγή. τοῦτο παρὰ τὸ ἄνω, τὸ ἐγκελευσματικὸν ἐπίῤ‐ | |
ῥημα. ἢ παρὰ τὸ ἄγω γίνεται ἀγωγή. καὶ γί‐ | ||
alpha224 | νεται ἀγωγὴ ἡ ἐγκέλευσις, δι’ οὗ ἄγομέν τι καὶ φέρομεν. ἀνωγῶ οὖν, ὁ παρατατικὸς ἠνώγουν, τὸ τρίτον ἠνώγει, ὁ μέλλων ἀνωγήσω, ὁ ἀόρι‐ στος ἠνώγησα, ὁ δεύτερος ἀόριστος ἤνωγον, ἤνω‐ | |
5 | γες, ἤνωγε. καὶ κατὰ συστολὴν ἄνωγε.] [Ἀνέῳγε. ῥῆμα ὁριστικόν. οἴγω καὶ ἀνοίγω, ὃ καὶ διΐστησιν ὁ Αἰολεὺς λέγων· πάντας ὀΐγων θαλάμους. ὁ παρατατικὸς ἤνωγον, ἐπεισόδῳ τοῦ ε ἠνέῳγον. τὸ τρίτον ἠνέῳγε, καὶ συστολῇ | |
10 | ἀνέῳγεν. —ἐπιθήματα κάλ’ ἀνέῳγεν. ἀπὸ δὲ τοῦ ἀνοίγω ὁ παρατατικὸς ἀνῷγον, τὸ τρίτον ἀνῷγε. —τὸν δ’ οὐ θεὸς ἄλλος ἀνῷγεν. | |
15 | ἔστι καὶ ἀπὸ τοῦ ἀνοίγω ὁ παρακείμενος ἤνω‐ χα, ἐπεισόδῳ τοῦ ε ἠνέωχα, ὁ μέσος ἠνέωγα, τὸ τρίτον ἠνέωγε καὶ συστολῇ ἀνέωγε. Ἰστέον δὲ, ὅτι, ὅτε μέν ἐστιν ἐνεργητικὰ, αἰτιατικῇ συντάσσεται, ὅτε δὲ παθητικὰ, εὐθείᾳ.] | |
20 | Ἀναγινώσκετε. ὑπομιμνήσκεσθε. ἀνάγνωσις γὰρ ἡ ὑπόμνησις, ἡ ἄνωθεν γνῶσις. οὐ γὰρ ἄλλα γράφομεν ὑμῖν, ἀλλ’ ἢ ἃ ἀναγινώσκετε. Ἀναγινωσκομένη. μνημονευομένη, ὁμιλουμένη. καὶ ὁ Ἀπόστολος· γινωσκομένη καὶ ἀναγινω‐ | |
25 | σκομένη ὑπὸ πάντων ἀνθρώπων. ἀνάγνωσιν δὲ καλεῖ ὁ Ἀπόστολος τὴν αὐτοῦ περὶ αὐτῶν ὁμιλίαν καὶ γνώμην. Ἀνακεφαλαιώσασθαι. συνάψαι, ἑνῶσαι. ἀνα‐ κεφαλαιώσασθαι τὰ πάντα ἐν Χριστῷ. | |
30 | Ἀναβεβλήσθω. ὑπερτεθήτω εἰς ἄλλον καιρόν. | |
alpha225(1t) | (Ἐπίῤῥημα.) | |
2 | Ἀναμίξ. ἀναμεμιγμένως. Ἀναφανδόν. φανερῶς. Ἀναιμωτεί. ἄνευ αἵματος καὶ πολέμου καὶ κό‐ | |
5 | που. Ἀναλόγως. ὁμοίως. Ἀνέδην. φανερῶς. παρὰ τὸ ἐῶ, τὸ ἀφίημι, ἔδην καὶ ἀνέδην· ὡς κλέπτω κλέβδην. σημαίνει δὲ τὸ ἀναστάτως εἶναι. παρὰ τὸ ἔδος, ἔδην καὶ | |
10 | ἀνέδην, κατὰ στέρησιν τοῦ ἑδράσαι, ὅ ἐστιν ἱδρύσαι. τὸ ἄνευ ἕδους φεύγειν. *Ἀναίδην δὲ, τὸ ἀναισχύντως, διὰ τῆς αι διφθόγγου.* Ἀνέκαθεν. ἐκ πολλοῦ χρόνου, ἢ ἀπ’ ἀρχῆς. | |
15 | Ἀνιδιτί. ἀκόπως. Ἀνωϊστί. λάθρα, ἀπροσδοκήτως. παρὰ τὸ ἴω τὸ ὑπονοῶ. ὅπερ καὶ ὀΐω γέγονεν. ὀϊόμενον θανέεσθαι. καί· | |
20 | —ὀΐσατο θεὸν εἶναι. γίνεται ὀϊστὶ καὶ ἐκ τοῦ ο εἰς ω μέγα ὠϊστὶ καὶ ἐν συνθέσει ἀνωϊστί. [ἐκ δὲ τοῦ οἴω οἰστὸς, καὶ ἀνώϊστος, κατ’ ἔκτασιν.] Ἀνενδιάστως. ἀδιστάκτως, ἀναμφιβόλως. | |
25 | Ἀνελευθέρως. τὸ ἐκτὸς τῆς ἀληθείας ποιεῖν τί. | |
Ἀντικρύ. ἐξ ἐναντίας, κατέναντι. παρὰ τὴν | ||
alpha226 | ἀντὶ καὶ τὸ κάρα ἀντικαρὺ, καὶ ἐν συγκοπῇ ἀντικρύ. Ἄντικρυς. ἀνυποστόλως. ἀφόβως, ἀνυπόπτως. φανερῶς. ἢ ὡσανεί. | |
5 | Ἄνω. τὸ ἀπέχον πλέον τοῦ μέσου. Ἀνακῶς. ἐπιμελῶς, πεφροντισμένως, πεφυ‐ λαγμένως. Ἀνασταδόν. ἀντὶ τοῦ ἀναστάντες, ἐπίῤῥημα ποιότητος. ἀπὸ τοῦ ἵστημι, ἵσταμαι. | |
10 | Ἀνδρακάς. ἐπίῤῥημα [ποιότητος.] σημαίνει κατὰ ἄνδρα. παρὰ τὸ ἀνδρὸς γενικὴ, καὶ τὸ ἕκαστον, συγκοπῇ ἑκὰς, καὶ ἀνδροεκὰς, καὶ συγ‐ κοπῇ ἀνδροκὰς, καὶ τροπῇ ἀνδρακάς· ὡς κυνό‐ μυια, κυνάμυια. | |
15 | *Ἀναμέρος. ἐκ διαδοχῆς.* Ἀναιμεί. χωρὶς αἵματος. Ἀνατί. παρὰ τῷ Λυκόφρονι τὸ χωρὶς βλάβης. καὶ ἄνευ τίσεως καὶ τιμωρίας. Ἀναυλεί. χωρὶς ναύλου. | |
20 | [Ἀνοιμωκτί. χωρὶς οἰμωγῆς.] [Ἀνοικτί. χωρὶς οἴκτου.] Ἀνυποστόλως. ἀνερυθριάστως, ἀναιδῶς. Ἀναπήρως. βεβλημένως, μὴ ὑγιῶς ἔχον. πηρὸς γὰρ ὁ τυφλὸς καὶ ἐμπαθής. | |
25 | Ἀναστροφάδην. ὅταν ὁ ἐγκαλῶν τῷ ἠδικημέ‐ | |
νῳ ἐγκαλεῖ. | ||
alpha227 | Ἀνεσκολοπισμένως. ἀνασταυρωμένως. σκόλοπες γὰρ τὰ ὀξέα ξύλα. Ἀνακράτος. μετὰ πάσης σπουδῆς. οἱ δὲ ἔφυγον ἀνακράτος. | |
5 | Ἀναπαυδήτως. τὸ κατακλίνεσθαι ὡς πρὸς ὕπνον. τὸ ἀναπαύεσθαι. Ἀνατατικῶς. προστακτικῶς. ἐμβριθῶς. ἢ ἀνα‐ πεπαυμένως καὶ ἀνηπλωμένως. Ἄνδιχα. ἀντὶ τοῦ διχῶς. Ὅμηρος· | |
10 | —ἢ ἄνδιχα πάντα δάσασθαι. καὶ ἀντὶ τὸ χωρίς. μήτ’ ἄρα τῶν κώμων ἄνδιχα μήτε λύρης. Ἀνουτητί. ἄνευ τρώσεως. Ἀντιπεπονθότως. ἀντικειμένως, ἐναντίως. | |
15 | Ἀνόμως. παρὰ τῷ Ἀποστόλῳ. χωρὶς τῆς τοῦ νόμου κατακρίσεως. ὅσοι γὰρ ἀνόμως ἥμαρτον, ἀνόμως καὶ ἀπολοῦνται. | |
18t | Τὸ Α μετὰ τοῦ Ξ. | |
19t | (Ἀρσενικόν.) | |
20 | Ἀξιάγαστος. ἀξιοθαύμαστος. | |
Ἀξιέραστος. ἀξιεπιθύμητος. | ||
alpha228 | Ἀξιέπαινος. ὁ ἄξιος ἐπαίνου. Ἀξιομνημόνευτος. ὁ ἄξιος μνημοσύνων. Ἀξύλῳ. πολυξύλῳ, κατ’ ἐπίτασιν τοῦ α. Ἄξων. τὸ διῆκον διὰ τῶν τροχῶν ξύλον. | |
5 | Ἄξονες. ἐν οἷς οἱ ἰδιωτικοὶ ἐνεγράφοντο νό‐ μοι, οἳ καὶ τετράγωνοι ὑπῆρχον πίνακες. ἄξο‐ νες καὶ αἱ πράξεις τῶν ἀρετῶν. Ἀξύμβλητος. ἀναπάντητος. Ἄξυνος. ὁ ἀκοινώνητος. | |
10 | Ἀξύστατον. οὐ συνεστῶτα, οὐδὲ πυκνὸν, ἀλλ’ ἀραιόν. Ἀξιόμαχος. ἰσοδύναμος. ἦν δὲ ἔχων στρατὸν ἀξιόμαχον. Ἀξιόχρεως. ὁ ἀξιόπιστος. | |
15 | Ἀξιδάρης. ὄνομα κύριον. | |
16t | (Θηλυκόν.) | |
17 | Ἀξιοπιστία. ἡ πίστωσις. Ἄξος. πόλις Κρήτης. Ἀξίωσιν. τιμήν. αὐτὸν δὲ βασιλέα ὄντα κατ’ | |
20 | ἀξίωσιν τῆς τρίτης μοίρας, μεγέθει τὲ χώρας | |
καὶ πλήθει τῶν ὑπηκόων—. | ||
alpha229 | Ἀξούμη. μητρόπολις Αἰθιοπίας. ὁ πολίτης Ἀξου‐ μίτης. Ἀξυλία. ἡ ἔνδεια τῶν ξύλων. | |
4t | (Οὐδέτερον.) | |
5 | Ἀξιαπηγητότατα. ἄξια τοῦ ὑφηγεῖσθαι. Ἄξιον. οἱ ῥήτορες ἐπὶ τοῦ δικαίου καὶ εὐλόγου τοῦτο ἐκλαμβάνουσι. παρὰ τὸ ἄγω, ἄξω. [ὁμοίως καὶ ἄξων παρὰ τὸ ἄγω, ἄξω.] Ἄξοον. τὸ ἄτμητον. | |
10 | Ἀξύμμετρον. τὸ ὑπὲρ τὸ μέτρον. Ἄξιον. τὸ εὔωνον παρὰ Ἀττικοῖς. Ἀξίωμα. ἡ ἱκεσία. καὶ ὁ Δαβὶδ φησίν· εἰσέλ‐ θοι τὸ ἀξίωμά μου ἐνώπιόν σου, κύριε. Ἀξιόχρεων. καὶ ἐπὶ οὐδετέρου. δεῖ γινώσκειν, | |
15 | ὅτι πᾶν οὐδέτερον εἰς ν λῆγον ἀπαθὲς βραχυ‐ καταληκτεῖ. ξύλον, λοῦτρον, πτερόν· χωρὶς τοῦ πᾶν, τοῦτο γὰρ μακροκατάληκτον, καὶ χωρὶς τῶν παρὰ τὸ ποὺς, οἷον· δίπουν. πρόσκειται ἀπαθὲς διὰ τὸ ποιοῦν καὶ χρυσοῦν καὶ ὀστοῦν | |
20 | καὶ χαλκοῦν· ταῦτα γὰρ ἀπὸ κράσεως γέγονε. [καὶ τὸ διπλοῦν ἀπὸ τοῦ διπλόον, καὶ τὸ ἀγή‐ ρων ἀπὸ τοῦ ἀγήραον. τὸ ἀξιόχρεων καὶ τὸ ἀνάπλεων τῶν διὰ τοῦ ο.] Ἄξιον. δίκαιον. ὁ Ἀπόστολος· ὀφείλομεν *ἡμεῖς* | |
25 | εὐχαριστεῖν, καθὼς ἄξιόν ἐστι. [ἢ τὸ ἄξιον δί‐ καιον νοήσεις, ἢ οὕτως μεγάλως. καθὼς ἄξιον τῷ μεγάλα παρέχοντι.] | |
28t | (Ῥῆμα.) | |
29 | Ἀξιουμένου. τυγχάνοντος. | |
alpha230 | Ἀξιῶ. ὑπολαμβάνω. σημαίνει δὲ καὶ τὸ ἱκετεύω καὶ τὸ νομίζω. [Ἄξω] καὶ ἐνταῦθα καὶ ἐκεῖσε· ἀπάξω δὲ τὸ ὀπίσω ἄξω. | |
5t | (Ἐπίῤῥημα.) | |
6 | Ἀξιοζήλως. ἐπαινετῶς. ὁ δὲ ἐν ὀφθαλμοῖς τῶν ἁπάντων αὐτὸν ἀξιοζήλως διεχρήσατο. | |
8t | Τὸ Α μετὰ τοῦ Ο. | |
9t | (Ἀρσενικόν.) | |
10 | Ἀοιδός. ὁ κιθαρῳδὸς, τραγῳδός. ἀπὸ τοῦ ἀεί‐ δω ἀοιδός. Ἀοίδιμος. ὁ ἀείμνηστος. παρὰ τὴν ἀοιδὴν ἀοί‐ διμος, ὡς τροφὴ τρόφιμος. τουτέστι ὁ ἐν ᾠδαῖς ἀεὶ ὀνομαζόμενος, ἢ μνημονευόμενος. [ἢ ὀνομα‐ | |
15 | ζόμενος.] Ἀοσσητήρ. ὁ ἄνευ ὄσσης καὶ κληδόνος αὐτο‐ μάτως βοηθῶν. ὀσσητὴρ καὶ ἀοσσητήρ. Ἄοιμος. ἀπόρευτος. οἶμος γὰρ ἡ ὁδός. Ἄοζοι. πολύοζοι, πολλὰ ξύλα καίοντες. λέγει | |
20 | δὲ τοὺς μαγείρους· ὄζος γὰρ ὁ κλάδος. Ἄορνις. λιμὴν παρὰ τὴν Ταρσηνίαν. Ἀορτήρ. ὁ λῶρος, ἐν ᾧ τὸ ξίφος κρέμαται. παρὰ τὸ αἴρω ἀρτὴρ, καὶ πλεονασμῷ τοῦ ο ἀορτήρ. | |
25 | [—ἀτὰρ περὶ κουλεὸν ἦεν ἀργύρεον χρυσέοισιν ἀορτήρεσσιν ἀρηρός. καὶ ἄορ τὸ ξίφος. ἀείρω, ἄορ.] Ἀολλέες. ὁμοῦ συνηγμένοι. παρὰ τὸ ὁμοῦ εἰλεῖ‐ | |
σθαι. ἀπὸ γὰρ τοῦ ἀέλλω ῥήματος τοῦ σημαί‐ | ||
alpha231 | νοντος τὸ συστρέφω. [ἢ εἰλῶ ῥήματος ὄνομα ἐλλὴς, καὶ μετὰ τοῦ ἐπιτατικοῦ α ἢ ὁμοῦ ἀελ‐ λὴς, καὶ τροπῇ τοῦ α εἰς ο ἀολλὴς, καὶ ἡ εὐ‐ θεῖα τῶν πληθυντικῶν ἀολλέες. ἐκ δὲ τοῦ ἀολ‐ | |
5 | λὴς γίνεται ἀολλίζω.] Ἀοιδός. κιθαρῳδός. προκατάρχει ῥῆμα τὸ ἀείδω. ἔφαμεν δὲ, ὅτι ἔθος ἔχουσιν οἱ ποιηταὶ παρα‐ τιθέναι τὰ ὀνόματα τοῖς ἀφ’ ὧν γεγόνασιν. πεπόλιστο πόλις, μάχην ἐμάχοντο, βοῦς βου‐ | |
10 | κολέεσκεν. [οὕτω καὶ ἐνταῦθα] ἀοιδὸς ἀοιδέ‐ μεναι. ἀοίδω καὶ Ὅμηρος· καλὸν ἀοιδιάει. Ἄοπος. ἄφωνος ἢ ἀόρατος. Ἀόργητος. ὁ μὴ ὀργιζόμενος. | |
15t | (Θηλυκόν.) | |
16 | Ἀοιδή. ἡ ᾠδή. Ἄορες. αἱ γυναῖκες. Ἄορνος. πέτρα ἐν τῇ Ἰνδικῇ, ἐν ᾗ οὐ κάθηται ὄρνις διὰ τὸ εἶναι αὐτὴν ὑπερύψηλον. | |
20 | Ἀοριστύν. ὁμιλίαν. συναναστροφήν. Ἀόριστος γῆ. ἡ μὴ ἔχουσα ὅρους, μὴ δὲ σπει‐ | |
ρομένη, ἕως οὗ ἐστιν ἑκάστου τὸ δίκαιον. | ||
alpha232 | Ἀόρατος. ὥσπερ τὸ καλύπτεσθαι τὴν γῆν ὑπὸ τοῦ ὕδατος, ὡς τό· ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος. φύσει γὰρ ἦν ὁρατὴ, διὰ δὲ τὴν ἐπιπρόσθησιν τοῦ ἐπικειμένου αὐτῇ ὕδατος | |
5 | [ἦν ἀόρατος.] | |
6t | (Οὐδέτερον.) | |
7 | Ἄορ. τὸ ξίφος. παρὰ τὸ ἀείρω ἄορ. Ἀόριστον. ὅρῳ μὴ ὑποβεβλημένον καὶ κατεχό‐ μενον. τὸ κατ’ οὐσίαν θεὸς, τὸ μόνον ἄκτι‐ | |
10 | στον. ζήτει [περὶ τοῦ] ἀορίστου εἰς τὸ τί ἐστιν ὅρος, ἐν ᾧ καὶ περὶ ὁριστοῦ. Ἀόρατον. τὸ καθάπαξ ἀδύνατον ὁραθῆναι, οἷον ἡ φωνή. ἢ τὸ πεφυκὸς ὁρατὸν, μὴ ὁρώμενον δὲ, ὅπέρ ἐστι τὸ ἐν στερήσει. ἢ ὃ μὴ πέφυ‐ | |
15 | κεν ὀφθαλμοῖς σαρκὸς καθορᾶσθαι. ἢ ὡς ὁ νοῦς ὁ ἡμέτερος, ἢ ὡς ὁ ἐν τῷ βυθῷ σίδηρος, ὃς ὁρατὸς φύσει ὑπάρχων, ἀποκέκρυπται διὰ τὴν ἐπιπρόσθησιν τοῦ ἐπικειμένου αὐτῷ σώματος. | |
19t | (Ῥῆμα.) | |
20 | Ἀολλίσας. συναθροίσα. Ἀολλισθῆναι. ὁμοίως. [συναθροισθῆναι.] Ἀολλεῖ. συνάγει. | |
Ἀοζήσω. διακονήσω, ὑπηρετήσω, ὑπουργήσω. | ||
alpha233(1t) | Τὸ Α μετὰ τοῦ Π. | |
2t | (Ἀρσενικόν.) | |
3 | Ἀπαράβλητος. ἀσύγκριτος, ἀνόμοιος. Ἀπαράκλητοι. αὐτόματοι. Θουκυδίδης· τῶν | |
5 | αὐτονόμων Θρᾳκῶν ἀπαράκλητοι ἐφ’ ἁρπαγὴν ἠκολούθουν. ἀπαράκλητοι καὶ οἱ ἀπαρηγόρητοι. Ἄπαρνος. ὁ καθόλου ἀρνούμενος. Ἁπαλός. μαλακός. παρὰ τὴν ἁφὴν ἁφαλὸς καὶ ἁπαλός. | |
10 | Ἀπόμισθοι. οἱ μὴ μισθὸν λαμβάνοντες. Ἄπειρος. ὁ ἀμαθής. παρὰ τὸ μὴ ἔχειν πεῖραν. Ἄπειρος δὲ, ὁ πολὺς καὶ ὁ μέγας. παρὰ τὸ μὴ ἔχειν πέρας. [σημαίνει δὲ τὸ ἄπειρος καὶ χι‐ τῶνα ἔξοδον μὴ ἔχοντα.] | |
15 | Ἀπηνής. σκληρὸς, ὠμός. ἀπὸ τοῦ [μὴ] αἰνεῖσθαι καὶ ἐπαινεῖσθαι. Ἄπηρος. ὁ ἀβλαβής. παρὰ τὸ πηρὸν ἄπηρος. Ἀπῄορος. ὁ διεστὼς καὶ ἀπηρτημένος. παρὰ τὸ ἀείρω, ἀερῶ. | |
20 | Ἁπλοῦς. ὁ μηδενὶ μετ’ ἐπινοίας ἐξ ἑαυτοῦ λα‐ λῶν. [ὥσπερ παρὰ τὸ πέλω καὶ τὸ δύο γίνε‐ ται διπλόος διπλοῦς, οὕτως καὶ παρὰ τὸ α τὸ σημαῖνον τὸ ἓν καὶ τὸ πέλω γίνεται ἁπλοῦς, ὁ τὸ ἓν ὑπάρχων.] | |
25 | Ἄπορος. ὁ πτωχός· κυρίως δὲ ὁ ἀδιόδευτος τό‐ | |
πος. πόρος γὰρ ὁ περάσιμος τόπος. | ||
alpha234 | Ἀπότριχες. οἱ ἄνηβοι, τῆς ἀπὸ προθέσεως ἀντὶ τοῦ α στερήσεως κειμένης. ὡς ἐν τῷ· ἀποκηδήσαντε φεροίμεθα χεῖρον ἄεθλον. ἀντὶ τοῦ ἀκηδήσαντες. καὶ, ἀπότιμον ἔθεντο, | |
5 | ἀντὶ τοῦ ἄτιμον. Ἀπελλαῖος. ὁ Δεκέμβριος μήν. Ἀπαίδευτοι. ἄτακτοι, ἀνόητοι. Ἀπαιδοτρίβητοι. ἀγύμναστοι, ἀπαίδευτοι. Ἀπερίτροπος. ἀνεπίστροφος. | |
10 | οὔτε γὰρ Ἀγαμεμνονίδης παῖς ἀπερίτροπος. Ἀπήμονα. ἀβλαβῆ. Ὅμηρος· τοὺς δ’ εὗρ’ οὐκέτι πάμπαν ἀπήμονας—. Ἄπις. θεὸς Αἰγύπτιος. Ἄπιστος. ὁ ἀσεβής. λέγεται δὲ καὶ ὁ μὴ | |
15 | πειθόμενος, ὥς φησι Πλάτων. Ἁπλῷ λόγῳ. [τῷ] χωρὶς προσθήκης. χωρὶς δὲ προσθήκης εἶπεν οἷον· ὁ Αἰθίοψ πῆ λευκός. κατὰ γὰρ τοὺς ὀδόντας. Ἀποβάτης. ἱππικόν τι ἀγώνισμά ἐστιν. | |
20 | Ἀποβατικοὶ τροχοί. οἱ ἀπὸ τούτου τοῦ ἀγωνί‐ σματος εἰς ἕτερον. Ἀποδέκται. ἄρχοντες κληρωτικοὶ δέκα τὸν ἀριθμὸν κατὰ φυλὰς, οἵτινες ἀπελάμβανον καὶ ἀπεδέχοντο τὰ γραμματεῖα τῶν ὀφειλόν‐ | |
25 | των τῷ δημοσίῳ. διὰ τοῦτο γὰρ καὶ ἀποδέκται | |
ἐκαλοῦντο. εἶτα ἐζητοῦντο τὰ ὀφειλόμενα καὶ | ||
alpha235 | τὰ ἀποδιδόμενα χρήματα ἐν τῇ βουλῇ καὶ ἐμέριζον εἰς ἃ χρὴ ἀναλίσκειν. Ἀπόπατος. ἡ τῶν σιτίων διὰ γαστρὸς κένωσις. καὶ ἀποπατῆσαι τὸ ἄποθεν τοῦ πάτου γινόμε‐ | |
5 | νον· πάτος γὰρ ἡ ὁδός. Ἀπόλλων. ὁ ἥλιος λέγεται κατὰ Ἕλληνας. πα‐ ρὰ τὸ ἀποπάλλειν τὰς ἰδίας ἀκτῖνας, ἢ παρὰ τὸ ἀπολύειν τῶν κακῶν τοὺς ἀνθρώπους. ἰα‐ τρὸς γὰρ ἦν, ὡς ληρῳδοῦσιν οἱ Ἕλληνες. ἢ ὁ μὴ | |
10 | ἀπολλύμενος κατὰ τὴν δύσιν. ἢ ὅτι ὑπὸ τῶν θεολόγων ἓν προσαγορεύεται· ὁ μὴ ὢν πολλὰ ἀλλ’ ἕν. [τὰ εἰς λων ὀνόματα, εἴτε δισύλλαβα, εἴτε ὑπὲρ δύο συλλαβὰς βαρύτονα, φυλάσσου‐ σι τὸ ω ἐπὶ γενικῆς· Ἀσκάλων, Ἀσκάλωνος, | |
15 | Ἀπόλλων, Ἀπόλλωνος.] Ἀπόκλητοι. οἱ κεκλημένοι, οὐ τὴν κοινὴν προσ‐ δεξάμενοι σύνοδον. οὔτε τοῖς ἀποκλήτοις συμ‐ μεταδόντες ... τὰς αὐτῶν κρίσεις. Ἀποκόπους. ἐκτομίας. κεῖται καὶ ἀντὶ τοῦ ἀσθε‐ | |
20 | νεῖς. Ἀπόπληκτος. ὁ πεπονθὼς, ὁ ἠλίθιος. ἔμπλη‐ κτος δὲ, ὁ εὐμετάβολος, καὶ φθορᾶς μεστός. | |
Ἀποπομπαῖος. ὁ χίμαρος, ὁ τράγος. καὶ ἀπο‐ | ||
alpha236 | πομπαῖοι θεοὶ οὕτως ἐκαλοῦντο τινὲς καὶ ἀπο‐ πομποὶ, οἱ ἀπότροποι. Ἀπόθεστος. ὁ ἀζήτητος καὶ μὴ ποθούμενος. ποθέω, ποθῶ, ποθήσω, πεπόθηκα, πεπόθε‐ | |
5 | σμαι, πεπόθεσται, ποθεστὸς καὶ ἀπόθεστος. Ἀπόστολος. ὁ ἀποστελλόμενος [μετὰ] στρα‐ τιᾶς εἰς πόλεμον παρασκευῆς. Ἀποστολεῖς. οἱ ἐκ τῆς πομπῆς τῶν τριήρων ἀποδεδειγμένοι. | |
10 | Ἀπόστολοι δὲ, αἱ τῶν νεῶν ἐκπομπαί. οὕτως Δημοσθένης. Ἀπροτίμαστος. ἄθικτος, ἄψαυστος. παρὰ τὸ μαίω, τὸ ζητῶ. ὁ μὴ ἐπιζητούμενος πρὸς μί‐ ξιν. [ἢ παρὰ τὸ μαστεύω, τὸ ζητῶ. ὅθεν καὶ | |
15 | μαστὸς καὶ τὸ ἐπιμασσάμενος, ὅ ἐστιν ἐπιλα‐ βόμενος, καὶ ἐπεμάσσατο, ἀντὶ τοῦ καθήψατο.] Ἀπτοεπής. τινὲς δασύνουσιν, ἵν’ ᾖ ὁ ἁπτόμε‐ νος διὰ λόγων. ἢ ὁ ἀπτόητος ἐν τῷ λέγειν. Ἄπτερος. ταχύς. | |
20 | τῇ δ’ ἄπτερος ἔπλετο μῦθος. ταχὺς πρὸς τὸ πεισθῆναι. καὶ ἰσόπτερος. ἡ γὰρ α στέρησιν δηλοῖ, σημαίνει δὲ καὶ τὸ | |
ὅμοιον καὶ τὸ ἶσον, οἷον ἀτάλαντος, ἄλοχος. | ||
alpha237 | Ἀπύρους. ἀνεπιτηδείους πρὸς πυρὸς χρῆσιν. Ἀπφύς. ὁ πατὴρ εἴρηται ὑποκοριστικῶς. ἀπὸ τοῦ πάππα, ὃ σημαίνει τὸν πατέρα, ἀφαιρέσει τοῦ κατ’ ἀρχὰς π ἀππὺς, καὶ τροπῇ τοῦ π | |
5 | εἰς φ ἀπφύς. Ἀποτέλειοι. οἱ κατὰ πόλεις ἡγεμόνες τῶν Ἰου‐ δαίων. Ἀποτρόφους. τοὺς μὴ ὄντας τροφίμους τῆς φι‐ λοσοφίας. | |
10 | Ἀπόφημος. δύσφημος. Ἀποφώλιοι. ξένοι. οἱ φυλὴν μὴ ἔχοντες. οὕ‐ τως Αἰσχύλος. ἢ ἀπαίδευτοι· φωλεοὶ γὰρ τὰ παιδευτήρια κατὰ Ἴωνας. Ἀποχειροβίων. τῶν ἐκ χειρῶν ζώντων καὶ | |
15 | ταῖς τέχναις προσκαθημένων. Ἀποφαντικόν. κυρίως τὸν ἐκφέροντά τι νόημα, εἴτε διὰ καταφάσεως, εἴτε δι’ ἀποφάσεως. ση‐ μαίνει δὲ ἰδικῶς καὶ τὸν μὴ συγκατατιθέμε‐ νον. | |
20 | Ἀπωλεύτων. ἄνευ πώλων. | |
Ἀπ’ ὤμοιϊν. ἀπὸ τῶν ὤμων. | ||
alpha238 | Ἀπράγμων. ἄπονος. ἀπράγμονας δεῖ εἶναι τοὺς σπουδαίους. Ἀπραίδευτοι. ἀζήμιοι. Ἀπρόϊτος. ὁ τῆς οἰκίας μὴ ἐξερχόμενος. | |
5 | Ἀπροσήγορος. ὃν οὐχ οἷόν τε προσαγορεῦσαι διὰ τρόπου τραχύτητα. Ἀπρόσμαχοι. ἀκαταγώνιστοι. οὐκ ἀπρόσμαχοι εἶεν Πάρθοι. Ἄποικοι. οἱ ἐν ἐρήμῳ τόπῳ πεμπόμενοι οἰκῆσαι. | |
10 | ἔποικοι δὲ οἱ ἐν πόλει. παρὰ Θουκυδίδῃ. Ἀπηλιαστής. ὁ μισόδικος. Ἄπελος. τὸ ἕλκος. διὰ τὸ μὴ πελάζειν, ἀλλὰ διΐστασθαι. Ἀπηλητῆρες. καυχηταί. | |
15 | Ἀπαράτιλτος. δασὺς καὶ ἄκοσμος τὰς τρίχας καὶ ἐκ μακροῦ χρόνου ἀλουτιῶν. Ἀποτρόπαιος. φευκτὸς, μισητός. Ἄπαστος. ἄγευστος. παρὰ τὸ ἐσθίω καὶ πόα, ἡ βοτάνη. [ὡς οὖν ἀπὸ τοῦ μῶ, τὸ ζητῶ, γί‐ | |
20 | νεται μαστὸς, οὕτω καὶ παρὰ τὸ πῶ παστὸς | |
καὶ ἄπαστος.] | ||
alpha239 | Ἀπάλαμνος. ὁ μὴ δυνάμενος παλαμήσασθαι, ὅ ἐστι τεχνάσασθαι· παλάμαι γὰρ αἱ τέχναι. ἢ ὁ ἐν παλάμῃ, ὅ ἐστι τέχνῃ, μὴ μένων. Ἀπερωεύς. κωλυτής. | |
5 | Ἀπηχής. ὁ μὴ συνᾴδων. Ἀπέκτητος. ὁ ἀκτένιστος. πέκω γὰρ τὸ πλέ‐ κω καὶ κτενίζω. Ἀπόσιτος. ξένος. Ἀπάλαμνος. ἄπειρος, ἀσθενής. | |
10 | Ἀπηλεγής. σκληρός. Ἀπαράκτητος. ἀνόμοιος, ἀσύγκριτος. Ἀπερισάλπιγκτοι. ἀπεριήχητοι. Ἀπαθής. ἄλυπος. Ἀπολιναρισταί. οὗτοι ἔλεγον· ἐπειδὴ ἡ προσλη‐ | |
15 | φθεῖσα σὰρξ ἐθεώθη, δῆλον, ὡς αὐτῇ καὶ ἡ θεότης συνέπαθε· καὶ τοῦτό ἐστι τὸ, ὡς θεὸς τιμᾶται καὶ συναλοίφεται, καθὼς φησὶ καὶ ὁ ἐν θεολόγοις Γρηγόριος. Ἀποσπάδας. τοὺς ἀποσπασθέντας. | |
20 | Ἀπὸ ἕθεν. ἀπὸ ἑαυτοῦ. ἐμὲ, σὲ, ἕ. ἀπὸ οὖν τοῦ ἓ τρίτου προσώπου πλεονασμῷ τῆς θεν συλ‐ λαβῆς ἕθεν. Ἀπείριτος. πολύς. ὁ δὲ ἀπείρηστος δίφθογ‐ γον καὶ η. | |
25t | (Θηλυκόν.) | |
26 | Ἀπόφασις. λόγος, ἐν ᾧ τὸ ἀληθεύειν ἢ ψεύδε‐ σθαι ὑπάρχει. ἢ λόγος ἀποφαντικὸς τινὸς ἀπό τινος. ἢ ἀνατροπὴ τῆς καταφάσεως. οἷον· ὁ ποταμὸς οὐκ ἀνέρχεται· ὁ δὲ ἄρχων εἰσέρχεται. | |
30 | ἢ λόγος σημαίνων, τί ὂν τίνι μὴ ὑπάρχει. τὸ | |
alpha240 | δὲ τίνι ὑπάρχει, δηλοῖ τὴν κατάφασιν, τὸ δὲ τίνι μὴ ὑπάρχει, σημαίνει τὴν ἀπόφασιν. ἀπό‐ φασις δὲ καὶ πρότασις καὶ πρόβλημα καὶ ἔν‐ στασις καὶ συμπέρασμα. τὰ πέντε ταῦτα οὐ‐ | |
5 | δὲν κατὰ τὴν ὑπόστασιν ἀλλήλων διαφέρουσιν· ἡ δὲ διαφορὰ τούτων κατ’ ἐπίνοιαν ἢ κατά τινα γίνεται σχέσιν. ὅταν μὲν γὰρ ἁπλῶς ἀποφαί‐ νομαι, ὅτι ἡ ψυχὴ ἀθάνατός ἐστι, [ἀπόφασις λέγεται· ὅταν δὲ ὡς μέρος συλλογισμοῦ ληφθῇ, | |
10 | ὅτι ἡ ψυχὴ ἀθάνατός ἐστι,] τὸ ἀθάνατον, αὐ‐ τοκίνητον, τότε πρότασις ἐστὶ τὸ λέγειν ἡ ψυ‐ χὴ ἀθάνατος. ἡνίκα δὲ ἐνίσταται πρὸς τὴν πρότασιν ζητῶν, πόθεν δῆλον, ὅτι ἡ ψυχὴ ἀθά‐ νατός ἐστι, τότε τὸ τοιοῦτον ἔνστασις προσ‐ | |
15 | αγορεύεται. ἡνίκα δὲ πάλιν προτείνομεν εἰς ζή‐ τησιν, ἆρά γε ἡ ψυχὴ ἀθάνατός ἐστι, καλεῖται πρόβλημα. ὅτε δὲ ἐκ προτάσεως συνάγεται, κα‐ λεῖται συμπέρασμα. Ἀπαξίωσις. καταφρόνησις. ὁ δὲ Φίλιππος ἐδυσ‐ | |
20 | χέραινεν ἐπὶ τῇ τῶν Κερκυρέων ἀπαξιώσει— καὶ ἀπαξιῶν ἀντὶ τοῦ ἀνάξιον ἡγούμενος. Ἀπάρσεως. ἀναχωρήσεως. τῆς δὲ ἀλόγου ταύ‐ της ἀπάρσεως——. Ἁπληγίς. τὸ ἁπλοῦν ἱμάτιον, ὅπερ Ὅμηρος | |
25 | ἁπλοΐδα καλεῖ. παρὰ τὸ ἁπλῆ ἁπληῒς καὶ ἁπληγίς. Ἀποφράδες. αἱ ἀπηγορευμέναι ἡμέραι, ἃς οἱ παλαιοὶ καὶ ἀπεικάδας καλοῦσι. φθίνοντος τοῦ μηνὸς τετράδα τρίτην ἡμέραν. ἢ τὰς ἡμέρας, | |
30 | ἐν αἷς τὰς φονικὰς δίκας ἐδίκαζον, διὰ τὸ οἷον | |
alpha241 | ἀποφράττεσθαι τὸ τῆς σελήνης φῶς ἐν αὐταῖς. καὶ τοὺς πονηροὺς δὲ ἀποφράδας ἐπιθετικῶς ἐκάλουν. [οἷον· ἄνθρωπος ἀποφρὰς καὶ βλέ‐ πων ἀπιστίαν. παρὰ τὸ φῶ ῥῆμα, φράζω, ὁ | |
5 | μέλλων φράσω, ἀποβολῇ τοῦ ω φρὰς καὶ ἀπο‐ φράς.] Ἀπορία. ἡ καθ’ ὑπεροχὴν ἑτέρου ἀσθενείας ὕπαρξις. Ἀπόγνωσις. ἐλπίδος στέρησις. | |
10 | Ἀπόνοια. ἡ χωρίζουσα τοῦ δέοντος, καὶ ἀποστα‐ σίαν ποιοῦσα τοῦ νοῦ. Ἀπάθεια. οὐ *τὸ μὴ πολεμεῖσθαι ὑπὸ δαι‐ μόνων,* τὸ μὴ λυπεῖσθαι ὑπὸ δαιμόνων. ἐπεὶ ἄρα ὀφείλομεν κατὰ τὸν Ἀπόστολον ἐξεληλυ‐ | |
15 | θέναι ἐκ τοῦ κόσμου· ἀλλὰ πολεμουμένους ὑπ’ αὐτῶν ἀπολεμήτους μένειν. Ἀπάθειά ἐστιν ἄνθος τοῖς πρακτικοῖς· πρα‐ κτικὸν δὲ συνίστησιν ἡ τήρησις τῶν τοῦ χρι‐ στοῦ ἐντολῶν· τούτων δὲ φύλαξ ὁ φόβος αὐ‐ | |
20 | τοῦ. ἔργον δὲ ἀπαθείας ἡ ἀγάπη. ἀπάθεια ἐστὶ κατάστασις ψυχῆς λογικῆς ἐκ πραότητος καὶ σωφροσύνης συνισταμένη. Ἀποτίμησις. τὸ ἀποτίμημα, καὶ τὸ τέλος, καὶ ὁ φόρος. | |
25 | Ἀπήχεια. ἀντὶ τοῦ ἀπέχθεια. οὕτως Λυσίας | |
καὶ Δείναρχος. | ||
alpha242 | Ἀππία. ὁδὸς οὕτως καλεῖται ἀπὸ Ἀππίου Ῥω‐ μαίου τιμητοῦ, ὃς λιθομυλίᾳ ταύτην κατέστρω‐ σε καὶ ὕδατος ὀχετοὺς κατεσκεύασεν. Ἀπιστία. ἡ ἀσέβεια καὶ ἡ ἀπείθεια. οὕτως Πλά‐ | |
5 | των. Ἁπλᾶς φησὶ Καλλίστρατος τὰ μονοπέλματα τῶν ὑποδημάτων. Ἀπόγνοια. ἀπόγνωσις. Θουκυδίδης· ἐνέπρησαν δὲ τὰ πλοῖα, οὕτως ἀπόγνοια ἦ. | |
10 | Ἀπὸ γραμμῆς. οἷον ἀπ’ ἀρχῆς. ἐκ μεταφο‐ ρᾶς τῆς τῶν δρομέων ἀφετηρίας, καὶ γραμμῆς, ἣν καὶ ἄφεσιν καὶ βαλβίδα καλοῦσιν. Ἀπογραφή. ἐπειδάν τις λέγει τινὰ ἔχειν τὶ τῶν τῆς πόλεως, ὁ ἐναγόμενος ἀπογραφὴν ποιεῖ‐ | |
15 | ται, δηλῶν ὅσα τὲ ἔχει καὶ ὅθεν τὰ χρήματα. Ἀπὸ δόξης. ἀπὸ εἰκασμοῦ. Ἀποθήκη. καὶ ἡ ἀποστροφή. οὕτως Φίλιστος. Ἀποκαραδοκία καὶ ἀποκαραδοκῶν. ὁ προσδο‐ κῶν. ὁ δὲ καθῆστο ἐν τῇ παρεμβολῇ ἀποκα‐ | |
20 | ραδοκῶν, ὅπη καὶ τύχης χωρήσοι τὰ πράγματα. Ἀπώλεια. τὰ διὰ τοῦ εια προπαροξύτονα, ἔχον‐ τα ἐνεστῶτα ἀντὶ παρακειμένου, δίφθογγον ἔχει· οἷον· ἀνθῶ, ἄνθεια· θαλῶ, θάλεια· χαι‐ ρῶ, χαίρεια· κρατῶ, κράτεια· μήδω, μήδεια. | |
25 | [ἐπὶ γυναικὸς τῆς ἡρωΐδος· ἐπὶ δὲ τῆς χώρας διὰ τοῦ ι· ἐπὶ τῆς πόλεως μίδεια.] προπαρο‐ | |
ξυτόνως, καὶ κατὰ τὴν παραλήγουσαν διὰ τοῦ | ||
alpha243 | ι. τὰ δὲ διὰ τοῦ ὄλλω ἐκτείνουσι τὸ ω· ἐξώ‐ λεια, προώλεια. Ἀποκλήρωσις. διανομὴ, μερισμός· μέρος εἰς ἀμείνονα λῆξιν. λῆξις δέ ἐστι μερὶς, παῦσις. | |
5 | κληρονομία. Ἀπόκρισις. ἡ ἀπολογία. οὕτως Λυσίας, Ἀντιφῶν καὶ Δημοσθένης. Ἀπομαγδαλία. τὸ σταῖς, ᾧ ἀπομάττονται οἱ μάγειροι, ὅπερ ἐκάλουν χειρόμακτρον, ὃ μετὰ | |
10 | τὴν ἐργασίαν ἀπέῤῥιπτον τοῖς κυσίν. ἢ ἡ τῶν κυνῶν τροφή. Ἀπολλωνίτις. χώρα. οἶμαι δὲ καὶ ἐπὶ ἀρσε‐ νικοῦ γράφεται. Ἀπὸ πεντόζοιο. πεντακλάδου. Ἡσίοδος· | |
15 | —μὴ δ’ ἀπὸ πεντόζοιο ...... αὖον ἀπὸ χλωροῦ τάμνειν αἴθωνι σιδήρῳ. πεντάκλαδος ἡ χείρ. μὴ ὀνυχίσῃς, φησὶν, ἐν ἑορτῇ ξηρὸν ὄνυχα. χλωρὸν δὲ τὸ ζωτικὸν αἷμα. ἀσεβὲς γὰρ τὸ ὀνυχίζεσθαι ἐν ἑορτῇ θεῶν. κλί‐ | |
20 | νεται δὲ ἡ πέντοζος, τῆς πεντόζου. Ἀποῤῥῶγες. ἐξοχαὶ ἀπεσχισμέναι, ἀπεῤῥηγμέ‐ ναι, ἀπ’ ἀλλήλων ἀπεσπασμέναι. [ἀπὸ τοῦ ρω ῥὴξ, καὶ τροπῇ ῥὼξ, καὶ κλίνεται ῥωγὸς καὶ | |
μετὰ τῆς ἀπὸ προθέσεως ἀποῤῥώξ.] | ||
alpha244 | Ἀπόνοια. ἄνοια, ὕβρις. Ἀποπληξία. θλίψις, μανία, ἄνοια, ἢ πλῆθος ἰχῶρος τὲ καὶ πνεύματος, ἐπισχόντος τὴν ἀνα‐ πνοήν. | |
5 | Ἀποπομπή. ἡ ἀποτροπή. Ἀποπορεία. ἡ ἐπαναχώρησις, ἡ ἐπαναστρο‐ φὴ, ἡ ἐπάνοδος. ἐπιταχύναι τὴν ἀποπορείαν. Ἀπορησία. ἀντὶ τοῦ ἀπορία. οὕτως Εὔβουλος. Ἀπόῤῥησις. ἡ ἀπαγόρευσις. ὁ δὲ οὐκ ἤνεγκε τὴν | |
10 | ἀπόῤῥησιν, ἀλλὰ θυμοῦ πληρωθεὶς ἔφη·— σημαίνει δὲ καὶ τὴν ἀποκήρυξιν. Ἀποῤῥοῆς. σταγόνος. Ἄπορος χώρα. ἀντὶ τοῦ ἀπόρευτος. Ἀποσκευή. ἡ τῶν ἐπιτηδείων κομιδή. τὸ παρ’ | |
15 | ἡμῖν λεγόμενον τοῦλδον. τὰ σαγμάρια. συν‐ έταξε δὲ τούτοις καὶ τὴν ἀποσκευήν. Ἀποστολαί. δῶρα, ἀποπέμψεις. Ἀποστολικὴ πολιτεία. τουτέστιν ὀφθαλμῶν ἀκρίβεια, γλώσσης ἐγκράτεια καὶ τὰ ὅμοια. | |
20 | Ἀποστροφή. ἀντὶ τοῦ καταστροφή. Ἀπόταξις. τὸ χωρὶς τετάχθαι τοὺς πρότερον ἀλλήλοις συντεταγμένους εἰς τὸ ὑπηρετεῖν τὸν | |
ὡρισμένον φόρον. οὕτως Ἀντιφῶν. | ||
alpha245 | Ἀπροτίμαστος. ἄψαυστος ἢ ἄθικτος, ἡ μὴ ἐπιζητηθεῖσα πρὸς μίξιν. παρὰ τὸ μάω, *μῶ,* τὸ ζητῶ, ἢ παρὰ τὸ μαστεύω, ὃ σημαίνει τὸ ζητῶ. | |
5 | Ἀπτήν. ἡ μηδέποτε πτᾶσα, ἡ μὴ πετομένη. καὶ κλίνεται ἀπτῆνος. παρὰ τὸ πέτω πετὴν καὶ ἀπτὴν, ἡ μὴ ἵπτασθαι δυναμένη διὰ σμικρό‐ τητα. Ἄπρως. θηλυκόν· πόλις δέ ἐστι Θρᾴκης. ὁ πο‐ | |
10 | λίτης Ἀπραῖος. ἐγὼ δέ φημι Ἀπρηνὸς, καὶ τὸ Ἄπρως μηκιστογραφῶ, ὡς τὸ Ἄθως. Ἀπρόσκλητος. ἡ μὴ τυχοῦσα τῶν καλουμένων κλητόρων κατὰ τὸν νόμον. Ἀπότριψις. μέλλησις· ἀπάγγελσις· ἀγώνισις, | |
15 | προάγγελσις· τέκμαρσις, κάθεξις. Ἀπουρία. ἡ ἐξ ἀνίσων γάμων σπορὰ, οἷον ἀπὸ δούλης ἢ ἀπὸ δούλου. Ἀπόφασις. Δημοσθένης. τὸ ἀποφαίνειν διὰ γραμμάτων κατὰ μέρος, ὁπόσην οὐσίαν ἔχει, | |
20 | ὅπερ ἐν ταῖς ἀντιδόσεσι μάλιστα γίνεται. κα‐ λεῖται δὲ αὐτὸ καὶ ἀπογραφή. Ἀπραγμοσύνη. ἡ καταφρόνησις, ἡ ἀμέλεια. [ὁ δὲ Ἰουστινιανὸς ἄδικον αὐτῶν ἀπεκάλει τὴν ἐς κουτριγούρους ἀπραγμοσύνην. καὶ ἀπραγμο‐ | |
25 | σύνη, εἶδος ἄνθους. μίλακος ὄζων καὶ ἀπραγ‐ | |
μοσύνης.] | ||
alpha246 | Ἀποίκησις. ἡ μετοίκησις. Ἀπφά. ἀδελφῆς καὶ ἀδελφοῦ ὑποκόρισμα. Ἀπανάστασις. ἀποικία, μετανάστασις. Ἀπέχθεια. μῖσος. | |
5 | Ἀπέλεθρον. ἀμέτρητον καὶ πολλὴν δύναμιν· πέλεθρον γὰρ καὶ πλέθρον μέτρον γῆς. Ἀπειλή. ἡ μετ’ ὀργῆς ἐπίπληξις. παρὰ τὸ ἄπο‐ θεν εἶναι ἐλέους, ἢ παρὰ τὸ ἀπείλλειν, ὅ ἐστιν ἀπείργειν· ὁ γὰρ ἀπειλῶν τὸν θέλοντά τι πράτ‐ | |
10 | τειν ἀπείργει. ἢ παρὰ τὴν ἀπὸ καὶ τοῦ εἰλῶ, ἡ ἀποκλείουσα τῶν δεόντων. ἔστι γὰρ ἀπειλὴ λόγος συστρέφων τὸ δέον, ἢ λόγος ἀπείργων τῶν ἁμαρτημάτων. σημαίνει δὲ τρία· τὸ καυ‐ χῶμαι, ὡς τό· | |
15 | —ποτ’ ἀπειλήσει— ἐπὶ δὲ εὐχῆς· —οὐδ’ ἠπείλησεν ἄνακτι— ἐπὶ δὲ ὀργῆς· —αἶψα δ’ ἀναστὰς | |
20 | ἠπείλησε μῦθον— τὸ δὲ εὔχομαι, παρὰ τὸ ἀπέλλας, τὰς φιά‐ λας, δι’ ὧν σπένδοντες. εὐχόμεθα. [τὰ εἰς η λήγοντα θηλυκὰ, παραλήγοντα ἑνὶ τῶν δασέων ἢ ψιλῶν, ἢ ἔν τινι τῶν μέσων, οὐδέποτε τῇ | |
25 | ει διφθόγγῳ παραλήγουσι, πλὴν τοῦ πείνη, | |
ὠτειλὴ, ὀφειλὴ καὶ ἀπειλή.] | ||
alpha247 | [Ἀπήνη. ἡ ἅμαξα. παρὰ τὸ ἄνω τὸ ἀνύω, ἄνη καὶ ἀπάνη, καὶ τροπῇ τοῦ α εἰς η ἀπήνη.] Ἄπυστος. ὁ ἀνήκουστος. ἀπὸ τοῦ πεύθω, πευ‐ στὸς καὶ ἄπυστος. | |
5 | Ἀπαισός. πόλις κατὰ τὴν Τρωάδα. λέγουσι καὶ δίχα τοῦ α. ὅς ῥ’ ἐνὶ Παισῷ. ὁ πολίτης Ἀπαισηνὸς καὶ Παίσιος. Ἀπάμεια. πόλις Συρίας. ἀπὸ τῆς Ἀπύνας, | |
10 | τῆς Σελεύκου μητρός. ὁ πολίτης Ἀπαμεύς. Ἀπαιόλη. ἀπατητική. Ἀποφοίτησις. χωρισμὸς ἢ ἀναχώρησις. Ἀποῤῥοή. ἡ ἀπὸ σταγόνος τινὸς ῥέουσα. Ἀπόμοιρα. μερὶς, κλῆρος. | |
15 | Ἀπογραφή. ἡ ἀρίθμησις. Ἀπραγμάτευτος. ἡ μηδένα κόπον ἔχουσα, ἡ ἀπολυπραγμόνητος. Ἀπαρτία. ὁ κατὰ τὸν οἶκον κόσμος, ἤτοι τὰ λεγόμενα ἔπιπλα. ἔστι καὶ ἀπαρτῶ, παράγωγον | |
20 | ἀπαρτίζω· τὸ ἀρτίως ὅ ἐστιν εὐαρμόστως συμ‐ πληρῶ. *Ἀπηνή. ἡ ἀναιδὴς, καὶ ἀπάνθρωπος, καὶ | |
ἀσεβής.* | ||
alpha248 | Ἀπαρκτίαις. ταῖς ἀπὸ τῆς ἄρκτου πνοαῖς. καὶ ἀπαρκτίας ἄνεμος, ὁ ἀπὸ τῆς ἄρκτου πνέων. Ἀπάγεια. ἡ μήπω συμπαγεῖσα. Ἀπίης. ξένης. | |
5 | —ἐξ ἀπίης γαίης—. Ἀποσφήλωσις. ἡ ἀποπληξία. Ἀπεμπολὴ καὶ ἀπεμπόλησις. ἡ μετὰ ἀπά‐ της πρᾶσις καὶ ἐμπορία. Ἀποπληξία. τὸ μετὰ ἀναισθησίας καὶ παρ‐ | |
10 | έσεως πάθος. Ἀπαγωγάς. αἰχμαλωσίας. Ἀπανθρωπία. ἡ κακία. ὅταν γάρ τις μὴ κατὰ ἄνθρωπον ποιῇ, τοῦτο ἀπανθρωπία. Ἀποκαραδοκία. προσδοκία, ἐλπίς. | |
15 | Ἀπάθεια τοῦ νοῦ. ἀπὸ τῆς κτίσεως ἀποδημία. Ἀπαράτρωτος. ἀπαρασάλευτος. Ἀπὸ κοπρίας. ἀπὸ πειρασμοῦ. Ἀποκοπή. ἡ ἐκ τοῦ τέλους ἄρσις. οἷον· κυκεῶ‐ να, κυκεῶ· ἱδρῶτα, ἱδρῶ. | |
20 | Ἀπήχησις. ὁ ἦχος καὶ ἡ προφορὰ καὶ ἡ ἐκφώ‐ | |
νησις. | ||
alpha249 | Ἀπόστροφος. σημεῖον ἐκθλίψεως φωνήεντος *ἢ φωνηέντων,* οἷον· ὣς ἔφατ’ εὐχόμενος— ἀπόστροφος δὲ διὰ τὸ νεύειν ἐπὶ τὰ ἔσω κάτω. | |
5 | τίθεται δὲ ἀντὶ τεσσάρων· ἀντὶ τοῦ α· ἀντὶ τοῦ ε· ἀντὶ τοῦ ι, καὶ ἀντὶ τοῦ ο. Ἀπειροκαλία. ἡ φιλοδοξία. καὶ ἀπειρόκαλοι. εἴρηται δὲ ἀπὸ τοῦ ἀπείρους εἶναι τοῦ καλοῦ, ἤτοι τῆς ταπεινώσεως. ἢ οἱ ἀμέτρως καλλυνό‐ | |
10 | μενοι. τοιοῦτοι δὲ οἱ τῆς νεανικῆς ἡλικίας. Ἀπόμοιρα. τὸ ἀπὸ τῶν οἰκείων κτημάτων ἀφιε‐ ρωθὲν εἰς ἐκκλησίαν ἢ εἰς μοναστήρια, ἢ εἰς γηρωκομεῖα. Ἀποβολή. ἡ πρόσκρουσις. καὶ ὁ Ἀπόστολος· | |
15 | εἰ γὰρ ἀποβολὴ αὐτῶν—. | |
16t | (Οὐδέτερον.) | |
17 | Ἀπαρεμπόδιστα. ἀπλανῆ. Ἀπατούρια. ἑορτὴ δημοτελής· ἤγετο δὲ παρ’ Ἀθηναίοις ἐπὶ τρεῖς ἡμέρας. | |
20 | Ἄπεδα. τὰ ἰσόπεδα. | |
alpha250 | Ἀπείκασμα. ὁμοίωμα. Ἀποβράσματα. τὰ πίτυρα. παρὰ Καλλιμάχῳ· τῆς οὐδὲν ἀπέβρασας φαῦλον ἀλετρίς. Ἀπόθετον. τὸ ἀποτεθησαυρισμένον. | |
5 | Ἀποθύμια. λυπηρὰ, τὰ μὴ καταθύμια. Ἀπόκριμα. κατάκριμα. Ἀπὸ κυανέων. ἀπὸ κυανὸς, κυάνειος, καὶ ἀπο‐ βολῇ τοῦ ι κυάνεος, τὸ κυάνεον, τὰ κυάνεα, τῶν κυανέων. | |
10 | Ἀποπορευτέα. ἀγαθά. τοιγαροῦν ἀποπορευ‐ τέα αὐτῷ δοκεῖ. Ἀπὸ στόματος. ἄνευ γραμμάτων. [ὁ δὲ κε‐ λεύει ἀπὸ στόματος φράζειν τοῖς ἡγεμόσι τῶν Μάρσων.] | |
15 | Ἄπρακτα. ἀνεκδίκητα, ἀτιμώρητα. [ἀλλὰ ταῦτα μὲν οὐχ οἷα τὲ εἶναι ἄπρακτα γενέ‐ σθαι.] Ἀπροστασίου. εἶδος δίκης, κατὰ τῶν μετοίκων τὸν προστάτην μὴ νεμόντων. ᾑρεῖτο δὲ ἕκαστος | |
20 | αὐτῶν τινὰ τῶν πολιτῶν, ὃν ἤθελε, προστάτην, | |
alpha251 | τὸν ἐπιμελησόμενον τῶν ἰδίων καὶ τῶν δημο‐ σίων ὑπὲρ αὐτοῦ ὥσπερ ἐγγυητὴν ὄντα. Ἀπροβούλευτον. τὸ μὴ πρότερον εἰς τὴν βου‐ λὴν, ἀλλ’ εὐθὺς εἰς τὸν δῆμον εἰσαχθὲν ψή‐ | |
5 | φισμα. οὕτως Δημοσθένης. Ἀπρόσωπον. κακόμορφον, δυσειδές. —ἀπρόσ‐ ωπον μὲν, ὅσα ἰδεῖν—. Ἀπαιδοτρίβητον. ἀγύμναστον. Ἀπέραντον. ἀτελεύτητον. | |
10 | Ἀπερίτρεπτον. τὸ μὴ περιτρεπόμενον. Ἀπέριττον. τὸ εὐτελές. Ἀπεοικός. ἀνόμοιον. Ἀπεικός. μὴ πρέπον. Ἀπευκτόν. μισητόν. | |
15 | Ἀπήμαντον. ἀβλαβές. Ἀπηχέστατον. ἀηδές. οὗ καὶ αὐτὸν τὸν ἦχον ἀποστρεφόμεθα. Ἀπηνέμοις. γαληνοτάτοις. Ἄπλετον. πολὺ, ἀπλήρωτον. | |
20 | Ἁπλοῦν. τὸ μὴ συντεθειμένον. λέγει δὲ καὶ τὸ ἀκακούργητον. Ἄπλαστον. ἀληθινόν. Ἄπλωτον. ἄπλευστον. Ἀπόῤῥητον. ἄφραστον, μὴ δυνάμενον ῥηθῆναι. | |
25 | Ἄποσον. τὸ ποσότητι ἢ μέτρῳ οὐχ’ ὑποπίπτον. Ἀπαραποίητον. ἄπλαστον. Ἄπιος. ἡ ὀπώρα. καὶ ἄπιον. τὸ δὲ ἄπιος ἐπὶ θηλυκοῦ. Ἀπόλεκτον. ἐκλεκτόν. | |
30 | Ἄποπτον. ὑψηλόν. | |
alpha252 | Ἀπώμοτον. τὸ ἔξω ὅρκου γινόμενον. Ἄποιον. ἀνήδονον. Ἄποινα. τὰ δῶρα καὶ τὰ λύτρα τὰ ὑπὲρ φό‐ νου διδόμενα. ἔστιν οὖν φόνος, καὶ κατὰ στέ‐ | |
5 | ρησιν ἄφονος, καὶ πλεονασμῷ τοῦ ι ἄφοινος, καὶ τὸ οὐδέτερον ἄφοινον καὶ ἄποινον, τουτέστι τὰ ὑπεξαιρούμενα τοῦ φονικοῦ ἐγκλήματος. [ἢ ἐκ τοῦ ποινὴ, ἡ τιμωρία, γίνεται ἄποινος καὶ ἄποινον.] | |
10 | Ἀπερικτύπητον. ἀτάραχον, ἀνενόχλητον. Ἀποδεκτόν. ἐπαινετόν. Ἀπόπτυστον. μισητόν. Ἀπρόσκοπον. ἀσκανδάλιστον. Ἀπρόσβλητον. γενναῖον. | |
15 | Ἁπτόν. ψηλαφητόν. Ἀπαύγασμα. ἡ ἀκτὶς τοῦ ἡλίου. Ἀπρόσιτον. ἀθεώρητον. *Ἀποξενώμενον. ἦθος βάρβαρον καὶ ἄγριον. *Ἀπαγούς. τὸ μὴ βεβηκὸς εἰς τὴν πίστιν μὴ | |
20 | δὲ πάνυ ἑδραῖον.* Ἀπέννιον ἢ Ἀπέννινον. ὄρος διὰ μέσης Ἰταλίας τεταμένον. Ἀποπάτημα. τὸ ἀνθρώπινον σκύβαλον. Ἀπόλεκτον. τὸ ἔκκριτον καὶ ἐκλελεγμένον. | |
25 | Ἀπαίσιον. ἀπρεπές. Ἀπόλεκτον. οὐχὶ τὸ φαῦλον καὶ ἀπόβλητον, ἀλλὰ τὸ ἔκκριτον, καὶ ἐκ πλειόνων ἐξειλεγμέ‐ νον. καὶ στρατιώτας ἀπολέκτους. | |
Ἀπίναιον. ὄρος. | ||
alpha253 | Ἀπλῆκτον. τὸ κατάλυμα. Ἀπλῆκτα. πολλά. Ἀπόκλιμα. τὸ ἔκνευμα τῶν ὀρῶν. Ἀπερίγραπτον. ἀπεριόριστον. ἡ μοναδικὴ ὑπό‐ | |
5 | στασις τῶν πάντων περιεκτική. δυάδα γὰρ ἢ τριάδα ἀπερίγραπτον ἀδύνατον λέγειν. ἐν τῇ περιγραφῇ τῆς μονάδος γνωρίζεται δυάς. ἡ δὲ ἁγία ἐκκλησία τρεῖς ὑποστάσεις ἀπεριγράπτους ὁμολογεῖ. ἀπερίγραπτον καὶ τὸ ἀπερίσκοπον. | |
10 | Ἀπάργματα. ἃ εἰς τοὺς τάφους ἐνέβαλον ἐν‐ αγίσματα ἤτοι θυσίας. παρὰ τὸ ἄρχω ἄργμα καὶ ἄπαργμα. [Ὅμηρος· —ἄργματα θῦσε θεοῖς ἀειγενέτῃσιν.] Ἀπαιόλημα. ἀπάτημα. | |
15 | Ἀπερείσια. πολλά. παρὰ τὸ ἄπειρος, ἀπειρέ‐ σιος καὶ καθ’ ὑπερβιβασμὸν ἀπερείσιος, καὶ τὸ οὐδέτερον ἀπερείσιον καὶ ἀπερείσια. Ἄπυον. τὸ μὴ ἔχον ἕλκος. Ἀπειρόκαλον. ἄγνωστον, ἀμαθές. | |
20 | Ἀπηχήματα. ᾠδαὶ ἀπατηλαί. Ἀπομόργματα. σφραγίδων ἐκτυπώματα. Ἁπαξάπαντα. ἀπὸ μικροῦ ἕως μεγάλου. Ἀπείραστον. ἀδοκίμαστον. [Ἀποθύμια. λυπηρὰ, τὰ μὴ καταθύμια. ἀπὸ | |
25 | τὸν θύω, θυμὸς καὶ ἀποθύμιον.] Ἀποφώλια. ἀπαίδευτα. Ὅμηρος· | |
ἤδη ἄλιτρος ἔσσι καὶ οὐκ ἀποφώλια εἰδώς. | ||
alpha254 | πῶς οὖν ἁμαρτωλός τε καὶ ἀπαίδευτος; ἀλλὰ λέγει· πάνυ ἥμαρτες καὶ οὐκ ὢν ἀπαίδευτος, ὡς εἴωθε λέγειν· θαυμάζω, πῶς σοφὸς ὢν, ἥμαρτες. γέγονε δὲ παρὰ τὸ φωλεόν· φωλεοὶ | |
5 | γὰρ τὰ παιδευτήρια, παρὰ τὸ ἐν αὐτοῖς φω‐ λεύειν καὶ διατρίβειν. [ἢ παρὰ τὸ φῆλος, ὃ σημαίνει τὸν ἀπατεῶνα, φήλιος καὶ ἐν συνθέ‐ σει ἀποφήλιος καὶ τροπῇ ἀποφώλιος. ἀποφω‐ λίους τοὺς ἀπαιδεύτους ἐκάλουν.] | |
10 | Ἁπλοῦν. ἀπερίεργον. καὶ ἁπλότης ἕξις ἀπερίερ‐ γος, τὸ πιστὸν ἑτοίμως ἔχουσα. [ἢ τὸ μηδὲν μετ’ ἐπινοίας ἐξ αὐτοῦ πλάττον ἢ λαλοῦν.] Ἀπαθές. τὸ πάσης ὕλης χωρίς. καὶ ὑπὸ ταύτης οὐδαμῶς ὅ ἐστι νοηθῆναι δυνάμενον, ἢ τὸ πά‐ | |
15 | θους χωρὶς καὶ πάσης ἁφῆς ἀνώτερον. *Ἀποδρευθέντα. ἐκτμηθέντα.* | |
17t | (Ῥῆμα.) | |
18 | Ἀπεμφαίνει καὶ ἀπεμφαίνοντα. τὰ ἀπεοικό‐ τα καὶ ἀνάρμοστα. | |
20 | Ἀποπερατοῦσαν. συμπληροῦσαν, συμπεραίνου‐ σαν. Ἀπεσκολλυμένος. κυρίως ἐκτεταμένος· κόλλυς γὰρ ἡ ἐπὶ τοῦ ἄκρου θρὶξ, ἣν ἐφύλαττον ἀκού‐ ρευτον, θεοῖς ἀνατιθέντες. καταχρηστικῶς δὲ | |
25 | καὶ ἐπὶ τοῦ γεγυμνωμένου. | |
Ἀπεξενωμένη. ἀλλοτρία. | ||
alpha255 | Ἄπαγε. παῦσαι, μὴ γένοιτο. [ἢ ἀντὶ τοῦ· χρῶ τῇ ἀπαγωγῇ. οὕτως Δημοσθένης. καὶ παρ‐ οιμία· ἄπαγε ξένον ἐν χειμῶνι. ἐπὶ τῶν ὀχλη‐ ρῶν.] | |
5 | Ἀπάγειν. ἐφηγεῖσθαι, γράφεσθαι, δικάζεσθαι. τούτων ἕκαστον ἐπὶ τῶν ἑτέρως κατηγορούντων λέγεται. ἀλλ’ ἐὰν μὲν πρὸς διαιτητὴν ἡ δικα‐ σία γίνεται, καλεῖται δικάζεσθαι. Ἀπάγοντες. ἀπωθοῦντες, ἀπελαύνοντες. τὸν | |
10 | ἄνδρα ἀπάγοντες. Ἀπαγορεύει. ἀποτρέπεται, ἀρνεῖται. ἀπαγορεύ‐ ουσι τῷ Φιλίππῳ, καὶ τὸν Δέκιον ἀναγορεύου‐ σιν—. Ἀπαλλάξας. ἀντὶ τοῦ πείσας ἀποστῆναι. οὕ‐ | |
15 | τως Κρατῖνος, Δημοσθένης καὶ ἄλλοι. Ἀπαλλάξαι καὶ ἀπαλλάξωμεν. ἀντὶ τοῦ ἀφανίσωμεν. Ξενοφῶν· τῶν ἄλλων σκευῶν τὰ περισσὰ ἀπαλλάξωμεν. [καὶ ἀπαλλάξαι ἀντὶ τοῦ φυγαδεῦσαι. προσωτάτω Ἀρμενίας ἀπαλ‐ | |
20 | λάξαι.] | |
alpha256 | Ἀπαλλάξειεν. μετακινήσειεν. [πῶς καλῶς αὐ‐ τῶν ἀπαλλάξειεν ἂν μετόρχιον.] Ἀπαλλαξείοντες. ἐπιθυμίαν ἔχοντες ἀπαλλα‐ γῆναι. | |
5 | Ἀπαλγήσαντας. ἀντὶ τοῦ παυσαμένους ἀλγεῖν, ὥσπερ καὶ τὸ ἀπολοφυράμενοι. Ἀπαλγοῦντες. ἀπογινώσκοντες. ἀπαλγοῦντας δὲ αὐτοὺς ὑπὸ τοῦ πολλοῦ ῥίγους ἐπεῤῥώννυεν. Ἀπαλέξασθαι. ἀντιτάξασθαι. [Σοφοκλῆς· | |
10 | οὐδὲν σθένομεν πρὸς ταῦτ’ ἀπαλέξασθαι.] Ἀπαλεξῆσαι. κωλῦσαι. καὶ ἀπαλέξαντες ὁμοίως. Ἀπαληθεύειν. τὸ ἀληθὲς ἐξευρίσκειν. καὶ ἀπα‐ ληθεύω τὸ τὴν ἀλήθειαν ἐκφαίνω. [καὶ ἀπα‐ ληθεύοντι, τούτου τὸ δολερὸν ἀναφαίνεται.] | |
15 | Ἀπαμυνεῖ. ἀποτρέψει. Ἀπαντᾷν καὶ συναντᾷν λέγουσιν ἑκατέρως τὸ παραγίνεσθαι εἴς τινα τόπον. Ἀπαντήσαντος. γενέσθαι φθάσαντος. Ἀπαντωμένων. συμβαινομένων, γινομένων. οὐ | |
20 | μὴν ἀλλὰ τοιούτων ἀπαντωμένων οὐδὲν ἱκανὸν | |
ἦν πρὸς τὸ κωλύειν τὴν ὁρμὴν τῶν Ῥωμαίων. | ||
alpha257 | Ἀπαξιῶν. ἀνάξιον ἡγούμενος. Ἀπαρνοῦντα. ὑποχωρήσαντα. —ἀν’ ἑκάστην ἡμέραν ἀπαρνοῦντα τὸν στόλον εἰς τὴν οἰκείαν. Ἀπαρτῆσαι. τὸ κρεμάσαι. τὸ δὲ τελειῶσαι, ι. | |
5 | Ἀπῆμεν. ἀπὸ τοῦ εἴω, τὸ πορεύομαι, ὁ μέσος παρακείμενος εἶα, καὶ τροπῇ τοῦ ε εἰς η ἦα, τὸ πληθυντικὸν ἤαμεν καὶ κατὰ συγκοπὴν ἦμεν. οἷον· προῇμεν τῇ βουλῇ. [καὶ τὸ δεύτερον ἦτε καὶ ἀπῆτε. καὶ ταῦτα ὑπὸ τῶν ἐχθρῶν ἀπῇ‐ | |
10 | τε βεβουλευμένοι. τοῦ τούτου ἦα ὁ ὑπερσυν‐ τέλικος ἤειν. ἐξ οὗ καὶ τὸ παρήειν, ἐξήειν. τὸ πληθυντικὸν, ἤεισαν, καὶ κατὰ συστολὴν ἀπῄ‐ εσαν.] Ἀποτυμπανίσαι. οὐχ ἁπλῶς τὸ ἀποκτεῖναι, | |
15 | ἀλλὰ τυμπάνῳ ἀποτυμπανῶ. ἔστι δὲ ξύλον, ὅπερ σκυτάλην καλοῦσι. τὸ γὰρ παλαιὸν ξύ‐ λοις ἀνῄρουν τοὺς πολεμίους· ὕστερον δὲ τῷ ξίφει, κᾄν τε δοῦλος εἴη, κᾄν τε ἐλεύθερος. Ἀποφηληκίζει. βιάζεται. ἀπὸ τῶν ὠμὰ σῦκα | |
20 | τρωγόντων. καὶ ἐπὶ τὰ ἄλλα μετῆκται. ἀπὸ τοῦ φήληξ, φήληκος. τοῦτο παρὰ τὸ σφάλ‐ λω· σφήληξ καὶ φήληξ· ἢ παρὰ τὸ φῶ τὸ ἀπατῶ. | |
Ἀπαρυστέον. ἀφαιρετέον. ἀπὸ τοῦ ἀρύω. | ||
alpha258 | Ἀπάρχεσθαι. τὸ τοῖς ἀγύρταις ἀργύριον ἐμ‐ βαλεῖν. Ἀπαυθημερίζειν. αὐθήμερον ἐπανέρχεσθαι. Ξε‐ νοφῶν· ὥστε ἀπαυθημερίζειν ἐπὶ τὸ στρά‐ | |
5 | τευμα. Ἀπαυτοματισθεῖσα. οὐκ ἀφ’ ἑαυτῆς τελειω‐ θεῖσα. Ἀπαυχενίζειν. ἀφηνιᾷν, ἀτακτεῖν, ἢ τὸν αὐχέ‐ να συντρίβειν. | |
10 | Ἀπαιθριάζει. ἀντὶ τοῦ εὐδίαν ἄγει. Ἀριστο‐ φάνης· ἀπαιθριάζει τὰς νεφέλας ἢ ξυνεφεῖ. ἀντὶ τοῦ συνάγει τὰ νέφη. Ἄπαιρε. ὃ οἱ πολλοὶ ᾆρον λέγουσιν. | |
15 | Ἀπαίρειν. ἀντὶ τοῦ παραγενέσθαι. Ἀπαίροντες. μεθιστάμενοι. οὕτως Ἀριστοφάνης. Ἀπέβη. ἀπέθανεν. Ἀπεβίω. ὁμοίως. Ἀπεγένετο. ὡσαύτως. οὕτως Ἀντιφῶν καὶ Θου‐ | |
20 | κυδίδης. Ἀπεγνωκώς. ἀποδοκιμάσας. οὕτως Δημοσθένης. Ἀπέδει. ἐνέλιπεν. ὁ δὲ Φιλοποίμην Ἀρκὰς ἀπέ‐ | |
δει Πελοποννησίων οὐδενός. | ||
alpha259 | Ἀπεδειλία. ἐδεδίει. Ἀπέδειξεν. ἀντὶ τοῦ παρέδωκεν. οὕτως Ξενοφῶν. Ἀπεδημηκότες. ἀντὶ τοῦ ἀποδεδημηκότες. [οὕ‐ τως Ἕρμιππος.] | |
5 | Ἀπεδοκίμαζεν. ἀτίμως ὕβριζεν, ἐξεφαύλιζεν. ἀπεδοκίμαζε μὲν τοὺς κοσμίους τοῖς ἤθεσι, τοὺς ἐν κύβοις δὲ καὶ μέθαις ἐτίμα καὶ προῆ‐ γεν. Ἀπέδοξεν. ἀντὶ τοῦ· πῶς οὐκ ἔδοξεν. | |
10 | Ἀπεκάθετο. ἀντὶ τοῦ ἐκαθέζετο. ὁ δὲ Σκι‐ πίων ἀπεκάθετο πρός τινι πυραμίδι, θεωρῶν τοὺς αὐτομόλους. Ἀπεκάλει. ἀντὶ τοῦ ἐνεκάλει. Ξενοφῶν δὲ ἀντὶ τοῦ μετεπέμπετο. | |
15 | Ἀπέκνισεν. ἔκοψε. ξύλα ἀπέκνισεν. Ἀπέλθοι. ἀντὶ τοῦ ἐπανέλθοι. [Θουκυδίδης. Δη‐ μοσθένης δὲ ἀντὶ τοῦ] ἀποπεράναι. Ἀπελογίζετο. ἀπηριθμεῖτο. ὁ δὲ εἰσελθὼν ἀπε‐ λογίζετο τὰς αἰτίας. | |
20 | Ἀπενιαυτίσαι. ἐνιαυτὸν φυγεῖν τὴν πατρίδα ἐπί τισιν ἀδικήμασιν. ἀπενιαυτίσαι εἰς τὸ τῶν Σκυ‐ θῶν ἔθνος. Ἀπεπίστευον. ἤλπιζον. ἐν δὲ τοῖς ἐπιπέδοις καὶ | |
ὑψηλοῖς ἀπεπίστευον. | ||
alpha260 | Ἀπεσκευάζετο. τὴν στολὴν ἀπετίθει. κυρίως δὲ ἀποσκευάσασθαί ἐστι, τὸ ἀποῤῥίψαι τὰ σκεύη, καὶ τοῖς πολεμίοις ἀκολουθεῖν. μετὰ πλείστων ἀνθρώπων ἐκεῖσε ἀπεσκευάσατο. | |
5 | Ἀπέσομαι. Ἀριστοφάνης ἀντὶ τοῦ ἀπέρχομαι. Ἀπεσπούδαζεν. ἠμέλει, κατεφρόνει. οὐδὲν τῶν Ἐπικούρου λόγων ἀπεσπούδαζεν ὁ Ἀπολλώ‐ νιος. Ἀπεσχοίνισεν. ἀπεχώρισεν. | |
10 | [Ἀπεσχοινισμένος. ὁ ἐστερημένος. Δημοσθέ‐ νης δὲ ἀντὶ τοῦ ἀποκεκλεισμένος.] [Ἀπετιμήσαντο. ἀποτίμημα ἔλαβον. οὕτως Δημοσθένης. καὶ ἀποτίμησις τὸ ἀποτίμημα.] [Ἀπετρίψαντο. ἀπελογίσαντο. οὐ μόνον ἀπε‐ | |
15 | τρίψαντο τὰς διαβολάς.] [Ἀπετρύετο. κατεδαπανᾶτο. καὶ παρὰ τὰς τῶν δείπνων παρασκευὰς τὸ πολὺ τῶν δημοσίων ἀπετρύετο. καὶ ἀπέτρυσεν ὁμοίως.] [Ἀπευήκασιν. ἀπεξηραμμέναι εἰσίν.] | |
20 | [Ἀπεφλαύριζεν. ἐκάκιζεν. ὁ δὲ τούτοις ἀν‐ τέπραττε καὶ ἀπεφλαύριζε τὰ λεγόμενα.] [Ἀπεχειρίσθη. τὴν χεῖρα ἀφαιρέθη. ὃς μετὰ πολλὰς αἰκίας καὶ στρεβλώσεις ἀπεχειρίσθη | |
τὴν δεξιάν.] | ||
alpha261 | [Ἀπέχω. ἀντὶ τοῦ ἀπέλαβον. ἀπέχομέν γε τὴν χάριν.] [Ἀπεχρᾶτο. Ἡρόδοτος, ἀντὶ τοῦ ἀρκεῖν ἡγεῖ‐ το. Θουκυδίδης δὲ, ἀπεχρῶντο ἀντὶ τοῦ ἀνῄ‐ | |
5 | ρουν.] [Ἄπει. ἀντὶ τοῦ ἀπελεύσῃ.] [Ἀπεῖδεν. ἀντὶ τοῦ μετὰ δριμύτητος ἐθεάσατο. ὁ δὲ στρατηγὸς ἐπεὶ ἀπεῖδεν εἰς αὐτόν.] [Ἀπήρτα. ἐκώλυσεν, διατριβὴν παρεῖχεν. | |
10 | ἀπήρτα τὸν πλοῦν τῆς ὁδοῦ. ξυμπαρέπλει τῇ στρατιᾷ.] [Ἀπήχθη. ἀπεκομίσθη, ἢ παρετράπη. ὁ δὲ Ἀπολλώνιος τὴν γλῶτταν ἀττικῶς εἶχεν, οὐ δὲ ἀπήχθη τὴν φωνὴν ὑπὸ τοῦ ἔθνους.] | |
15 | [Ἀπῃρκότος. ἀναχωρήσαντος. ἄρτι δὲ ἀπῃρκό‐ τος τοῦ Σοραίχον, ἡ Σιωνὶς ἐφίσταται.] [Ἄπιμεν. ἀπερχόμεθα.] [Ἀπιστεῖν. τὸ ἀπιθεῖν. οὕτως Πλάτων.] [Ἀποβῆναι. τὸ ἀγωνίσασθαι τὸν ἀποβάτην. | |
20 | ἀποβάτης δέ ἐστιν ἱππικὸν ἀγώνισμα.] [Ἀποφλαυρίζοντες. ἐπιτωθάζοντες, ἐξευτε‐ λίζοντες, ἢ ὡς πονηρὸν ἀποστρεφόμενοι. ἀεὶ γὰρ τὸ φλαῦρον ἐπὶ πονηροῦ τάττεται.] [Ἀπόστιχε. ἀπαλλάσσου, ἀναχώρει. στείχω, | |
25 | ἔστιχον, ἔστιχες, ἔστιχε, καὶ ἀπόστιχε.] [Ἀπόερσεν. ἀπέπνιξε, διέφθειρε. παρὰ τὸ ἔῤ‐ | |
ῥω τὸ φθείρω, ὁ μέλλων ἐρῶ καὶ αἰολικῶς | ||
alpha262 | ἔρσω, ὁ ἀόριστος ἔρσα, ἔρσας, ἔρσε καὶ ἀπό‐ ερσεν.] [Ἀποκαίνυμι. νικῶ. ἀπὸ τοῦ καίνω τὸ φονεύω, καίννυμι, ἐκαιννύμην, ἐκαίννυσο, ἐκαίννυτο. με‐ | |
5 | ταφορικὴ δὲ ἡ λέξις. κυρίως γὰρ ἐπὶ τῶν φο‐ νευόντων καὶ νικώντων λαμβάνεται. ἢ παρὰ τὸ αἴνυμαι, τὸ λαμβάνω. ἀπὸ τοῦ αἴνυσθαι καὶ λαμβάνειν ἆθλον τοὺς νικῶντας.] [Ἀπολιχμῆσαι. ἀπολεῖξαι. λείχω, λειχῶ, | |
10 | καὶ λιχμῶ, λιχμήσω.] [Ἀπόχρη. ἀρκεῖ. ἀπὸ τοῦ χρῶ, τοῦ σημαίνον‐ τος τὸ παρέχω, γίνεται ῥῆμα χρῆμι, χρῆς, χρῆσι καὶ κατὰ ἀποκοπὴν χρὴ, καὶ ἐν συνθέ‐ σει ἀπόχρη.] | |
15 | [Ἀποβρίξειν καὶ ἀποβρίξας, ἀπονυστάξας. παρὰ τὴν βορὰν καὶ τὸ ἵζειν, ὅ ἐστι κατα‐ νεύειν, ὥστε κυρίως ἀπὸ βορᾶς νυστάζειν. οἱ δὲ παρὰ τὸ ρι ἐπιτατικὸν μόριον. βαρύνονται γὰρ οἱ ἐν ὕπνῳ καταφερόμενοι.] | |
20 | [Ἀποσαλεύσας. ἀποφυγὼν ἐκ τοῦ λιμένος, καὶ σάλῳ ὁμιλήσας.] [Ἀπὸ γὰρ ὀλοῦμαι. τοῦτο ὑπέρβατον λέγεται. Ἀριστοφάνης· ἀπὸ γὰρ ὀλοῦμαι μὴ μαθὼν γλωττοστρο‐ | |
25 | φεῖν.] [Ἀπογενέσθαι. ἢ ὑποστερῆσαι σημαίνει ἢ ἀπο‐ θανεῖν.] [Ἀπογειῶσαι καὶ ἀπογεισσῶσαι. τὸ ἀποθε‐ | |
μελιῶσαι.] | ||
alpha263 | [Ἀπογνούς. ἀπελπίσας. οὕτως Δημοσθένης. Δείναρχος δὲ, ἀντὶ τοῦ ἀποψηφισάμενος.] [Ἀπογράψαι. τὸ γράψαι καὶ τὸ ὑπογράψα‐ σθαι, καὶ οἷον σημειώσασθαι δηλοῖ.] | |
5 | [Ἀποδέχομαι. ὁμολογῶ.] [Ἀποδιατρίψουσιν. ἐγχρονίσουσιν, χρονοτριβή‐ σουσιν.] [Ἀποδυσπετεῖ. ἀποδύρεται. δυσθετούμενοι τοῖς συμβαίνουσιν ἀποδυσπετεῖν ἀναγκάζονται.] | |
10 | [Ἀποζῇν. τὸ εὐτελῶς ζῇν. ζῇν δὲ, τὸ μετὰ τρυφῆς καὶ πολυτελείας. τοσαῦτα ἀγαπῶν κε‐ κτῆσθαι, ὅσα ἀποζῇν ἀπ’ αὐτῶν. ἀντὶ τοῦ μέτρια.] [Ἀποθρέξεις. συναποτροχάσεις. οὕτως Πλάτων.] | |
15 | [Ἀποθυννίζω. τὸ ἀποπέμπομαι καὶ παραλογί‐ ζομαι.] [Ἀποκαθεύδουσιν. Εὔπολις. ἀποκοιτοῦσιν. ἤτοι γυναῖκα χωρίζεται ἀνδρὸς, καὶ ἀφίστασθαι.] [Ἀποκαθιστῶν. διδοὺς, χαριζόμενος. σὺ εἶς | |
20 | ὁ ἀποκαθιστῶν τὴν κληρονομίαν μου.] [Ἀποκαραδοκῶν. προσδοκῶν, ἐλπίζων.] [Ἀποκαταλλάξας. φιλοποιήσας.] [Ἀποκατέστη. ἀπεδόθη. ἀποκατέστη τοῖς περὶ τὸν ἕβδομον χρόνον τὰ ὀφειλόμενα χρήματα.] | |
25 | [Ἀποκεκλήκαμεν. ἀπηγορεύσαμεν. ἀποκεκλή‐ | |
καμεν μηκέτι τὴν πόλιν διαπερᾷν.] | ||
alpha264 | [Ἀποκεκρουσμένον. οἷον ἀποκεκλασμένον καὶ κεκολοβωμένον καὶ ἠκρωτηριασμένον. Ἀριστο‐ φάνης· δός μοι κυλίσκιον χεῖλος ἀποκεκρουσμένον. | |
5 | ποτήριον.] [Ἀποκείλαντες. ἀποκλίναντες.] [Ἀποκείραντες καὶ κείραντες. ἑκατέρως λέγου‐ σιν.] [Ἀποκεῖσθαι πόῤῥω. ἀτιμάζεσθαι. οὕτως Κρα‐ | |
10 | τῖνος.] [Ἀποκακήσαντες. ἀφροντιστήσαντες. Ὅμη‐ ρος. παρὰ δὲ Σώφρονι ἀποκακήσαντες.] [Ἀποκακήσονται. τὴν λύπην ἀφαιρήσονται.] [Ἀποκηρύττοντες. ἀντὶ τοῦ πιπράσκοντες. οὕ‐ | |
15 | τως Δημοσθένης καὶ Πλάτων.] [Ἀποκινεῖν. τὸ ἀπέρχεσθαι καὶ ἀποτρέχειν. λέ‐ γεται δὲ καὶ ἐπὶ πλοίων καταγομένων καὶ ὁρ‐ μιζομένων, ἀποκινεῖν ταῖς κώπαις.] [Ἀποκοπῆναι λέγεται, ὅταν ἡ κύων μηκέτι εὑ‐ | |
20 | ρίσκῃ τὰ ἴχνη.] [Ἀποκρινεῖται. λέγουσιν μᾶλλον ἢ ἀποκριθή‐ σεται.] [Ἀπολαβόντες. ἐναποκλείσαντες. οἱ δὲ τὴν στρατιὰν αὐλῶσι στενοῖς καὶ δυσεμβόλοις ἀπο‐ | |
25 | λαβόντες, ἐς διαλλαγὰς ἐλθεῖν αἰσχρὰς ἠνάγ‐ | |
κασαν.] | ||
alpha265 | [Ἀπολακτίζω. καὶ ἀπελάκτισεν ὁ ἠγαπημέ‐ νος, τουτέστιν ἀπέλαυσεν.] [Ἀπολαύειν οὐκ ἐπὶ τῶν ἡδέων μόνον, ἀλλὰ καὶ ἐπὶ τῶν ἐναντίων τάττουσιν. ὡς Ἰσοκράτης· | |
5 | δέδοικα, μή τι κακὸν ἀπολαύσαιμι.] [Ἀπολαχεῖν. τὸ διανείμασθαι τὰ πατρῷα καὶ ἄλλα κοινὰ δόντα πρός τινας καὶ ἀπολαβεῖν. διαλαχεῖν δὲ τὸ διανεμεῖσθαι οἱ ῥήτορες εἰρή‐ κασιν. Ἀντιφῶν· ὁπόταν ἄνθρωποι βούλοιντο | |
10 | χρήματα διαλαγχάνειν.] [Ἀπολαχεῖν. ἀντὶ τοῦ διαλαχεῖν. οὕτως Λυ‐ σίας, Ἀριστοφάνης καὶ Ἀντιφῶν.] [Ἀπολεγόμενος. παραιτούμενος. ἀπολεγόμενος τὴν ἀρχήν.] | |
15 | [Ἀπολέγοντα. ἀποτρέποντα, ἀπαγορεύοντα. γράμματά τε ἄντικρυς ἀπολέγοντα τοῖς πρέσ‐ βεσιν ἔγραψεν.] | |
[Ἀπολιβάξεις. συντόμως ἀναχωρήσεις. λιβὰς | ||
alpha266 | γὰρ ἡ σταγὼν, ἧς οὐδὲν ταχύτερον ἐν τῷ πί‐ πτειν.] [Ἀπολογίσασθαι. τὸ ἐπεξελθεῖν ἕκαστα. οὕτως Δημοσθένης.] | |
5 | [Ἀπολυόμενος. ὑπεραπολογούμενος. ὁ δὲ πρεσ‐ βείαν διεπέμπετο, ἀπολυόμενος τὰς διαβο‐ λάς.] [Ἀπολύων. τῷ θανάτῳ παραπέμπων. Δαβίδ· κύριε, ἀπολύων ἀπὸ γῆς, διαμέρισον αὐτούς. | |
10 | ἕτερος δὲ ἑρμηνεὺς, ἀπὸ ὀλίγων.] [Ἀποθανεῖν. ἀποψύχειν. ἡ ἀπὸ πρόθεσις ἐν‐ ταῦθα χωρισμὸν δηλοῖ. καθὰ χωρίζονται οἱ ζῶντες ἀπὸ τῶν τεθνεώτων. καὶ ἀπέρχεσθαι τὸ χωρίζεσθαι τινὰ ἀπερχόμενον.] | |
15 | [Ἀποσκυδμαίνω. σκύζω. γίνεται ἐξ αὐτοῦ ὄνομα ῥηματικὸν σκύδνος ἡ λοιδορία. ἢ ὡς πα‐ ρὰ τὸ ὄζω γίνεται ὀζαίνω, οὕτω καὶ παρὰ τὸ σκύζω σκυζαίνω, καὶ τροπῇ τοῦ ζ εἰς δ σκυ‐ | |
δαίνω, καὶ ἐπενθέσει τοῦ μ σκυδμαίνω.] | ||
alpha267 | [Ἀποτμήξαντα. ἀποκόψαντα. τμῶ, παράγω‐ γον τμήγω. τὸ δὲ τμῶ ἀπὸ τοῦ τομή.] Ἀποπτανέουσι. *ἀποβλέπουσιν.* [πετῶ, πε‐ ταίνω, καὶ συγκοπῇ πταίνω, καὶ κατὰ ἀναδι‐ | |
5 | πλασιασμὸν παπταίνω, παπτανῶ, παπτάνουσι, καὶ πλεονασμῷ τοῦ ε παπτανέουσιν.] Ἀποπτάμενος. πετάσας. πέτω καὶ συγκοπῇ πτῶ, καὶ πτῆμι ἐξ αὐτοῦ· τὸ παθητικὸν πτᾶ‐ μαι, πτάμενος. ἐκ δὲ τοῦ πέτω γίνεται πετῶ, | |
10 | ἐξ οὗ τὸ ἀμφεπετᾶτο, καὶ πετάζω, ἐξ οὗ τὸ ἐπετάσθη, καὶ πεταννύω, καὶ πετάννυμι, καὶ πτῆμι. Ἀπογαλακτίζω. ἡ ἀπὸ ἀπόπαυσιν καὶ ἀπο‐ πλήρωσιν σημαίνει. γάλακτος, γαλακτίζω. | |
15 | [Ἀποδρᾷν. τὸ ἔξω τῆς δεσποτίας γενέσθαι τοῦ δεσπότου. δρῶ τὸ ὑπηρετῶ. ὅθεν καὶ δρηστῆ‐ ρες οἱ ὑπηρέται.] Ἀπολυμαίνεσθαι. ἀποκαθαίρειν. λύματα λέ‐ γουσι τὰ καθάρματα. εἴτε καὶ αὐτὸ τὸ ῥύπος | |
20 | παρὰ τὸ λυμαίνειν τὸ ὑποκείμενον. ἀπὸ γοῦν | |
τοῦ λύμα λυμαίνω καὶ ἀπολυμαίνω. φύσει δὲ | ||
alpha268 | τὸ ὕδωρ τῆς θαλάσσης καθαρτικὸν, ὅτι καὶ τὰ περιττώματα εἰς τὴν ἀπέριττον θάλασσαν βάλλεται. τὸ δὲ λύμα ἐκ τοῦ ῥύπτω, αἰολικῶς ῥύσσω, ἔρυμαι, ῥύμα καὶ λύμα. | |
5 | [Ἀπόφασθε. εἴπατε. φημὶ τὸ λέγω, φήσω, πέφηκα, πέφαμαι,] ἐφάμην, ἔφασο, τὸ προσ‐ τακτικὸν φάσο, φάσθω, φᾶσθε καὶ ἀπόφα‐ σθε. Ἀποθρίξασθαι. ἀποθερίζω, ἀποθρίξω. | |
10 | *Ἀπομάττεσθαι. ἀναλαβεῖν, μιμεῖσθαι καὶ ἀποτυποῦν.* Ἀπομάττων. ἀντὶ τοῦ ἀποψῶν, ἢ ἀντὶ τοῦ περιπλάττων πηλὸν καὶ τὰ πίτυρα. Ἀπομώμοκα. ἀντὶ τοῦ ὁρκωμοσίαν πρὸς γυ‐ | |
15 | ναῖκας πεποίηκα. Ἀπόνειμαι. ἀπόδος. ἀπόνεμε δὲ ψιλόν. Ἀπονοστήσει. ἐπανελεύσεται. Ἀπονυχιῶ. ἀντὶ τοῦ ἀφαιρήσομαι, ἀπὸ μεταφοσ‐ ρᾶς τῶν ὀνυχιζομένων. | |
20 | Ἀπονυχίσαι λέγουσι μᾶλλον ἢ ὀνυχίσαι. | |
alpha269 | Ἀποξυστροῦνται. ἐπικάμπτονται, ἐπιστρέφον‐ ται. Ἀποπεπόνηκας. τῶν πόνων ἔληξας. Ἀποπεφασμένον. ἀπειρημένον, ἢ ἀντὶ τοῦ ἀπο‐ | |
5 | δεδειγμένον καὶ πεφανερωμένον. [οὕτως Δείναρ‐ χος, Λυσίας καὶ Δημοσθένης.] Ἀποπεφοίτηκεν. ἀπῆλθεν. Ἀποπορευτέον. ἀντὶ τοῦ ἐπανακτέον, ὑποστρε‐ πτέον. | |
10 | Ἀποπρεσβεύει. ἀπαγγέλλει πρεσβείαν. Ἀποπταίη. πετασθῇ. Ἀποῤῥέξαντες. ἀπομερίσαντες, ἀπόμοιραν δόν‐ τες. Ἀποῤῥηθέν. ἀπαγορευθέν. | |
15 | Ἀποῤῥηθῇ. ἀντὶ τοῦ ἀποκηρυχθῇ. [οὕτως Πλά‐ των.] Ἀποῤῥιπτεῖ. ἀποβάλλει. Ἀποροῦντι. ἐρωτῶντι. ἀποροῦντι δὲ αὐτῷ, τίνι μηχανῇ ἀνεβίω, τόνδε φάναι—. | |
20 | Ἀποσαλεύσας. Θουκυδίδης· ἀποφυγὼν ἐκ τοῦ λιμένος εἰς τὸν ἀλίμενον τόπον, ἔνθα σάλος γίνεται. Ἀποσάξαντα. Δείναρχος ἀντὶ τοῦ φράξαντα | |
τὸ τρῆμα. | ||
alpha270 | Ἀποσιμῶσαι. τὸ ἐπικύψαι καὶ τὴν πυγὴν προσ‐ θεῖναι γυμνήν. οὕτως Φίλιππος. Θουκυδίδης δὲ, τὸ μετεωρίσαι τὰς ναῦς. Ἀποθευσούμεθα. ἀποδραμούμεθα. ἐπὶ πλοῦ | |
5 | λέγεται. Ἀποδιοπομπῶ. ἀποτρέπομαι. [ἀπὸ τοῦ ἀποτρο‐ παίου Διός. πρώτης συζυγίας, διοπομπῶ, διο‐ πομπήσω. τοῦτο δὲ ἀπὸ τῆς Διὸς γενικῆς καὶ τοῦ πομπός.] | |
10 | Ἀπούρας. ἀφελόμενος. [αὐρῶ τὸ ἀπολαύω, ὁ μέλλων αὐρήσω, ὁ ἀόριστος ηὔρησα, ἡ μετοχὴ αὐρήσας, καὶ κατὰ συγκοπὴν αὔρας, καὶ τροπῇ τοῦ α εἰς ο, καὶ ἐν συνθέσει, ἀπούρας. οἱ δὲ ἀπὸ μεταφορᾶς τῶν ἀποσπώντων τοὺς ὅρους. | |
15 | ἀπουρήσας καὶ ἐν συγκοπῇ ἀπούρας.] Ἀποφθίσθω. φθίω, φθίσω, ἔφθικα, ἔφθι‐ μαι, ἐφθίμην, ἔφθισο. Ἀπεσφακέλισεν. αἰφνίδιον ἀπέθανεν. οἱ μὲν γραμματικοὶ ἐσάπη φασίν. Ἀριστοφάνης ἀντὶ | |
20 | τοῦ ὤκλασεν. οἱ δὲ ἰατροὶ τὴν ἐκ σήψεως με‐ λανίαν λέγουσιν. Ἀποσφήλειε. μέγα δὲ σφέας ἀποσφήλειε πόνοιο. οἱονεὶ σφαλῆναι καὶ ἀποτυχεῖν ποιήσει τοῦ ἔρ‐ | |
25 | γου. [σφάλλω, σφαλῶ, ἔσφαλκα καὶ ἔσφηλα | |
alpha271 | ὁ ἀόριστος, ἡ μετοχὴ σφήλας, σφήλαντος, τὸ εὐκτικὸν σφήλαιμι, σφήλαις, σφήλαι καὶ σφή‐ λειε.] Ἀποσμιλέουσι. τῇ σμίλῃ ξαίνουσιν καὶ ἐκκα‐ | |
5 | θαίρουσιν. Ἀποσπάδοντες. ἀποκοπέντες. Ἀποσπεύδοντας. κωλύοντας. ἀποσπευδούσης δὲ τῆς γυναικὸς καὶ τῶν παίδων—. Ἀποσπουδάζων. παυόμενος τῆς σπουδῆς, ἀμε‐ | |
10 | λῶν. Ἀποστατήσω. ἀποχωρισθῶ. [Ἀῤῥιανός· ἀπο‐ στατήσω οὐδὲ ἐγὼ τοῦ ἔργου.] Ἀποστέγειν. οἷον ἐπερύκειν καὶ κωλύειν. Ἀποσταίην. μακρὰν γενοίμην. | |
15 | Ἀποστέρξας. καρτερικῶς ὑπομείνας. ἀλλ’ ἀπο‐ στέρξας εὐγενῶς τὸν βίον κατέστρεψεν. Ἀποστησάμενον. ἀντὶ τοῦ πρὸς σταθμὸν παρα‐ λαβόντα. οὕτως Δημοσθένης. καὶ ἀποστή‐ σωνται, οἷον σταθμὸν λάβωσιν ἶσον. καὶ ἀπο‐ | |
20 | στήσασθαι, ἀποδοῦναι χρέος. Ἀποστοματίζειν. ἀπὸ μνήμης λέγειν. Ἀποστομοῦν. ἀποφράττειν. προέθετο τὰς διώ‐ ρυγας ἀποστομοῦντας τὰς ἐπιφανεστάτας. Ἀποσυκάζειν. συκοφαντεῖν. δοκιμάζειν. ἢ τὸ | |
25 | τὰ πέπειρα σῦκα διαλέγειν. | |
alpha272 | Ἀποσφαλμήσας. ἀποπηδήσας, ἀποσκιρτήσας. Πολύβιος· ὁ δὲ ἵππος ἀπὸ τῆς πληγῆς ἀπο‐ σφαλμίσας, ἐφέρετο ῥύδην διὰ τοῦ μεταξὺ τό‐ που τοῦ στρατοπέδου. [ἢ ἀντὶ τοῦ σφαλεὶς, καὶ | |
5 | ἐσφάλμησεν.] Ἀποσχεδιάζειν. εἰκῆ καὶ παραχρῆμα λέγειν. Ἀποσχεδιάσας. συντομεύσας ἢ ψευσάμενος. Ἀποσχῆναι. ἀπενεχθῆναι. Ἀποσχοινίσαντες. ἀποστερήσαντες. | |
10 | Ἀποταυρούμενος. θρασυνόμενος. Ἀποτεθρίακεν. ἀντὶ τοῦ ἔτιλλεν ἢ ψιλὸν ἐρ‐ γάσατο. κυρίως δὲ συκᾶς ἀπεφύλλισε· θρία γὰρ τὸ φύλλα τῆς συκῆς. Ἀριστοφάνης· τίς τῶν Ὀδομάντων τὸ πέος ἀποτεθρίακεν; | |
15 | Ὀδόμαντες δὲ ἔθνος θρᾳκικὸν, οἵτινες ἀπέτιλ‐ λον τὰ αἰδοῖα καὶ ἀποσεσυρμένα εἶχον αὐτά. φασὶ δὲ αὐτοὺς Ἰουδαίους εἶναι. Ἀποτεθρυωμένοι. ἀπηγριωμένοι. ἐκ μεταφο‐ ρᾶς τῶν τεθρύων, ἅπερ εἰσὶν ἄγρια καὶ ἄγο‐ | |
20 | να φυτά. Ἀπώνατο. ὠφελήθη. ὀνῶ, ὀνήσω, ὤνησα, ὠνησάμην, ὠνάμην, ὤνου, ὤνατο καὶ ἀπώνατο. Ἀποτείνεται. ἐκτείνεται, φιλονεικεῖ. | |
Ἀποθρασύνεται. θρασύνεται. | ||
alpha273 | Ἀποτριβόμενος. ἐμποδίζων, ἀπείργων. ὁ δὲ Ἀννίβας ἐν κακοῖς ὢν ἔμεινε τοὺς πολεμίους ἀποτριβόμενος. Ἀπουρώσαντας. μὴ χρωμένους οὐρίῳ πνεύματι. | |
5 | Ἀπόφημι. ἀποφαίνομαι. Ἀποφθεγγόμενος. μαντευόμενος. Ἀποφοιτᾷν. ἀποπηδᾷν, ἀναχωρεῖν. Ἀποχετεύονται. μεταφέρονται. Ἀποψηφίζονται. ὁ Δείναρχος ἀντὶ τοῦ κατα‐ | |
10 | δικάζουσιν αὐτὸν μὴ εἶναι πολίτην. [καὶ τὸ πρᾶγμα δὲ Δημοσθένης ἀποψήφισιν καλεῖ. καὶ ἀποψηφισμένος.] Ἀποψοφεῖν. τὸ πέρδεσθαι εὐσχημόνως λέγων. εὐσχημονέστερον δὲ ἀποπνεῖν καὶ διαπνεῖν. | |
15 | Ἀποψύχειν. τὸ ἀποθνήσκειν. [οὕτως Θουκυδί‐ δης.] Ἀπουσιάσει. τῆς οὐσίας μέρος δώσει. ὁ δὲ εἰς τὴν αὐτοῦ θυγατέρα ἀπουσιάσει. Ἀπολλύμην. παρατατικός. | |
20 | Ἀπωξύνθαι. Ἀπραγούντων. μηδὲν ἐνεργούντων. Ἀποικίσαι. [κτίσαι] πόλιν ἐν ἐρήμῳ. Ἀποικοδομεῖς. ἀντὶ τοῦ ἀποφράττεις. [οὕτως Δημοσθένης.] | |
25 | Ἀποίσετε. ἀπενέγκατε. | |
alpha274 | Ἀπελευθερῶσαι. τὸ ἀφεῖναι ἐλεύθερον. Ἀπέδραν καὶ ἀπέδρα χρὴ λέγειν, οὐχὶ ἀπέ‐ δρασα καὶ ἀπέδρασεν. ἔλυσα ἐμαυτὸν, εἶτ’ ἀπέδραν μόνος— | |
5 | καὶ Πλάτων· ὁ γάρ τοι παῖς με ὁ Σάτυρος ἀπέδρα. Ἀπεφῄνατο. ἀντὶ τοῦ εἶπεν. Ἀπέφῃνε δὲ, ἀντὶ τοῦ ὑπέδειξεν. Ἀπεροῦντες. κωλύοντες. | |
10 | Ἀποδέουσα. ὑστεροῦσα, λείπουσα. Ἀποχρῶσα. ἀρκοῦσα. Ἀποχρῆν καὶ ἀποχρᾶν. [τὸ] ἀπαρέμφατον ῥῆ‐ μα λέγουσιν ἑκατέρως. Δημοσθένης· ἀποχρῆν οἶμαι τὴν δύναμιν. [Λυσίας· Φιλίππῳ δὲ μὴ | |
15 | οἴεσθαι ταῦτ’ ἀποχρᾷν.] Ἀποπτύω. ἀπὸ τοῦ πέτω, πετύω καὶ ἐν συγ‐ κοπῇ πτύω, τὸ ἀποπεταννύμενον. Ἀπολιβάζω. ἀπέλθω, ἀποδράμω. παρὰ τὴν λιβάδα. ἢ τὸ ἀποῤῥίπτω. | |
20 | Ἀπομηνίσας. ὀργισθείς. μηνίω, μηνίσω, ἐμήνι‐ σα, ἀπὸ τοῦ μῆνις. Ἀποπροσποιεῖσθαι. οὐδεὶς λέγει Ἕλλην. οὐ μέντοι οὐδ’ οὕτω λέγουσιν, οἷον· ὅτι προσποιεῖ‐ ται μὴ ἀκούειν. | |
25 | Ἀπᾴδοντες. ἀπαρέσκοντες. | |
alpha275 | Ἀπᾴδει. ἀπαρέσκει, ἐναντιοῦται, οὐ συμφωνεῖ. Ἀπαυτομολήσει. φεύξεται. Ἀπεξεσμένον. τετορευμένον, γεγυμνασμένον. Ἀπείργω. τὸ κωλύω. | |
5 | Ἀπεσκοτωμένα. ἐσκιαγραφημένα· κεχρωσμέ‐ να. τὰς γὰρ χρίσεις σκότη καλοῦσιν οἱ ζωγρά‐ φοι. Ἀπαχθῆναι. ἀπενεχθῆναι. Ἀπαμφιάσαι. γυμνῶσαι. | |
10 | Ἀπαυδῆσαι. ἀπαγορεῦσαι. Ἀπαρτίζει. πληροῖ, τελειοῖ. Ἀπαίρει. ἀποδημεῖ, ἀναχωρεῖ. Ἀπάρχου. ἀπαρχὰς πρόσφερε, ἢ ἀπαρχὴν ποίει. | |
15 | Ἀπονοσφισθέντες. ἀποχωρισθέντες. Ἀποσκιῤῥωθέντες. σκληρυνθέντες. σκίῤῥος γὰρ ὁ γύψος. Ἀπαυθαδιάζειν. τὸ μέγα φρονεῖν, ἑαυτῷ ἀρέ‐ σκειν. αὐτοαδὴς τίς ἐστιν ὁ ἑαυτῷ ἀρέσκων. | |
20 | Ἀπαυθαδιάζω. ἀπὸ τοῦ αὐθάδης αὐθαδιάζω καὶ ἀπαυθαδιάζω. Ἀπαλθήσεσθαι. ἰαθήσεσθαι. καὶ ἀπαλθήσε‐ | |
σθον ὁμοίως. [ἀλθέω, ἀλθῶ, πρώτης συζυ‐ | ||
alpha276 | γίας τῶν περισπωμένων, ὁ μέλλων ἀλθήσω, ἀλθήσομαι, ἀλθήσῃ, ἀλθησόμεθα, ἀλθήσε‐ σθον. τὸ δὲ ἄλθω παρὰ τὸ ἄλδω.] Ἀπαφῶ. τὸ ἀπατῶ. παρὰ τὸ φῶ τὸ λέγω. καὶ | |
5 | μετὰ τοῦ α τοῦ σημαίνοντος τὸ κακὸν ἀφῶ καὶ ἀπαφῶ. τὸ δὲ ἀπατῶ ἐκ τοῦ ἀπαφῶ. Ἀπαγορεύειν. ἡ ἀπὸ πρόθεσις ἐνταῦθα τὸ χωρίζεσθαι δηλοῖ. τὸ γὰρ ἀπαγορεύειν ἐκτὸς γίνεται τοῦ λέγειν. ἀπὸ τοῦ ἀγορῶ. | |
10 | Ἀπαμείρεται. ἀποκεχώρισται. ἐκ τοῦ μείρω τὸ μερίζω. καὶ μετὰ τοῦ α ἀμείρω καὶ ἀπαμείρω. Ἀπαιωρήσας. κρεμάσας, [κουφίσας.] ἐκ τοῦ αἴρω, τὸ κουφίζω, πλεονασμῷ τοῦ ω αἰωρῶ καὶ αἰωρήσω. | |
15 | Ἀπαυρῶ. ἀφαιρῶ. ἐκ τοῦ αἴρω τροπῇ τοῦ ι εἰς υ καὶ μεταθέσει τοῦ τόνου αὐρῶ καὶ ἀπαυρῶ. Ἀπανθρακίζομεν. ἀντὶ τοῦ ἄνθρακα ἐσθίο‐ μεν. ἔστι δὲ εἶδος ἰχθύος, ὃ παροπτῶντες ἐσθί‐ ουσιν. ἢ ἄνθρακας πυροῦμεν. | |
20 | Ἀπαρτίζω. εὐαρμόστως συμπληρῶ. Ἀπαινύμενος. ἀφαιρούμενος. Ἀπαφίσκω. ἀπατῶ. | |
Ἀπαληθεύειν. τὸ ἀληθὲς ἐξευρίσκειν. | ||
alpha277 | Ἀπαγορεύει. ἀποφαίνει. Ἀπηνῄνατο. παρῃτήσατο. [ἀναίνω, ἀνῶ, ἄνῃ‐ να, ἠνῃνάμην, ἠνῄνω, ἠνῄνατο.] Ἀπηύρων. παρὰ τὸ ἀπαυρῶ, ἀπαυρήσω, ὁ β | |
5 | ἀόριστος ἀπηύρων. Ἀπῆκτο. ἀπηνέχθη. Ἀπηλγηκέναι. ἀναισθητῆσαι. *Ἀπήλαχεν. ἀπώλεσεν.* Ἀπηνεώθη. ἐξεπλάγη, ἄφωνος ἐγένετο. | |
10 | Ἀπήλασεν. ἐδίωξεν. Ἀπῄεσαν. παρῆλθον· παρέδραμον. Ἀπηλοίησεν. ἀπέκοψεν. ἀπὸ τοῦ ἀλοίω, ἀλοι‐ ήσω, ἠλοίησα, ὅθεν καὶ πατραλοίας ὁ τὸν πα‐ τέρα τύπτων. | |
15 | Ἀπῇρκεν. ἀπέκοψεν. Ἀπριάτην. ἄνευ τιμῆς ἔδωκαν. πρίημι, τὸ πα‐ θητικὸν πρίαμαι· τὸ ἐπίῤῥημα ἀπριάδην, καὶ τροπῇ τοῦ δ εἰς τ ἀπριάτην. | |
Ἀπεμπολήσας. πεπρακώς. | ||
alpha278 | Ἀπεμπολῶ. τὸ ἀγοράζω, τὸ κερδαίνω, ὅπερ ἀν‐ τικείμενον ὂν τοῦ ἐμπωλεῖν τὴν διάπρασιν ση‐ μαίνει. Ἀπετίννυον. ἀπεδίδουν. | |
5 | Ἄπεισιν. ἀπέρχεται. Ἀπεβίω. ἀπέθανεν. Ἀπέσβη. ἐσβέσθη. Ἀπέδοτο. παρέδωκεν. Ἀπετείχιζον. ἐκώλυον. | |
10 | Ἀπένειμεν. ἐδικαίωσεν, ἀπεκλήρωσεν. Ἀπειπάμεθα. ἀπέγνωμεν. Ἀπέβλυσεν. ἀφείλετο. ἡ μεταφορὰ ἀπὸ τῶν κηρίων ἢ ἀπὸ τῶν γάλα ἀμελγόντων. ὁ δὲ Ἀρι‐ στοφάνης ἀντὶ τοῦ ἐξέρασεν. | |
15 | Ἀπέκτατο. ἐφονεύετο. κτῶ τὸ φονεύω. [παρά‐ γωγον κτῆμι, ἔκταμαι, ἐκτάμην, ἔκτασο, ἔκτα‐ το καὶ ἀπέκτατο.] Ἀπεμυθήσω. ἀπελογήσω. Ἀπεμυθεόμην. ἀπηγόρευον, ἐκώλυον. μυθέω | |
20 | μυθῶ. | |
alpha279 | [Ἀπεσπούδαζεν. ἠμέλει, κατεφρόνει.] Ἀπερύκω. κωλύω. Ἀπέβριξεν. ἐφύπνωσεν. Ἀπεστυφέλιξεν. ἔσεισεν, ἐκίνησεν. | |
5 | Ἀπέθρισε καὶ ἀπεθέρισεν. ἀπέκειρε καὶ ἀπέ‐ κοψεν. Ἀπεκαίννυτο. ἐνίκα. [καίνω, καινύω, καίννυμι, καίννυμαι, ἐκαίνου, ἐκαίννυτο.] Ἀπεκορύφου. προφανῶς ἔλεγεν. | |
10 | Ἀπεκράνιξεν. ἀπεχώριζε τῆς κάρας, ἀπέκοψεν. Ἀπέδοσθε. ἀπεμπολήσατε. Ἀπείρηται. ἀπηγόρευται. Ἀπειρηκώς. ἀπαγορεύσας. Ἀπεσκληκώς. κακοπαθήσας. | |
15 | Ἀπενεγκάμενος. κτησάμενος. Ἀπέδρα. ἀπέφυγεν. Ἀπεοικέναι. μὴ ὁμοιοῦσθαι. Ἀπείπῃ. ἀπαγορεύσει, ἀτονήσει. Ἀπεμόρξατο. ἀπεπίασεν. ἐκ τοῦ ἀμέλγω. | |
20 | [ἀμέλξω, ἤμελξα, ἠμελξάμην, ἀμέλξατο, καὶ | |
alpha280 | τροπῇ τοῦ ε εἰς τὸ ο καὶ τοῦ λ εἰς τὸ ρ ἀπε‐ μόρξατο.] Ἀπεστύπαζον. τύπτω, ἀπετύπαζον, καὶ πλεο‐ νασμῷ τοῦ ς ἀπεστύπαζον. | |
5 | Ἀπεβήσετο. βῶ, βῆμι, βήσω. εἶτα μετάγεται εἰς ἐνεστῶτα. ὁ παθητικὸς βήσομαι, ἐβησόμην, ἐβήσετο καὶ ἀπεβήσετο. Ἀπέκτονεν. ἐφόνευεν. [κτείνω, κτενῶ, ὁ μέσος παρακείμενος ἔκτονα καὶ ἀπέκτονεν.] | |
10 | Ἀπεπίστευον. ἤλπιζον. Ἀπέχθηαι. ἀπέχθω, ἀπήχθων. ἐὰν ἀπέχθω, ἐὰν ἀπέχθωμαι, ἐὰν ἀπέχθηται, καὶ ἀποβο‐ λῇ τοῦ τ ἀπέχθηαι. Ἀπέφθιθον. ἀπὸ τοῦ φθίθω. ὁ παρατατικὸς | |
15 | ἔφθιθον καὶ ἀπέφθιθον. Ἀπενίζοντο. ἐκαθαίροντο. ἀπὸ τοῦ νίπτω, καὶ κατὰ τροπὴν δωρικὴν γίνεται νίζω. οἱ γὰρ Δω‐ ριεῖς τὰ εἰς πτω ῥήματα τότε μὲν εἰς δύο σς, | |
τότε δὲ εἰς ζ τρέπουσι. | ||
alpha281 | Ἀπένεικας. ἐνέγκω, τροπῇ τοῦ γ εἰς ι ἐνείκω, ἤνεικας καὶ ἀπένεικας. Ἀπεχθῄρω. ἐχθαίρω, τὸ μισῶ, ἐχθαρῶ, ἤχθη‐ ρα, ἐὰν ἐχθήρω, καὶ ἀπεχθῄρω. | |
5 | Ἀπειλήτην. ἠπείλησαν. ἀπειλῶ, ἀπειλήσω, ἠπείλησα, ἠπειλησάτην καὶ κατὰ συγκοπὴν τῆς σα συλλαβῆς ἀπειλήτην. [ἢ ἀπὸ τοῦ ἀπειλῶ ἠπείλουν, τὸ δυϊκὸν ἠπείλητον, ἠπειλήτην] καὶ συστολῇ τῆς ἀρχῆς καὶ τροπῇ τῆς ει δι‐ | |
10 | φθόγγου εἰς η ἀπειλήτην. Ἀπετρύετο. κατεδαπανᾶτο. Ἀπερωήσειας. ὁρμήσειας ἢ κωλύσειας. Ἀπεπλίξατο. εὐχερῶς καὶ μετὰ ῥαστώνης ἀπεσείσατο καὶ ἀπέφυγε· πλὶξ γὰρ τὸ βῆμα, | |
15 | καὶ πλίγματα τὰ πηδήματα. Ἀπεγραψάμεθα. ἀπείπαμεν ἢ ἀπηριθμήσαμεν. Ἀπεψύχοντο. πρὸς τὸ πνεῦμα ἐξηραίνοντο. Ἀπέκρινον. ἀπεδοκίμαζον. Ἀπεσάλευε. τοῦτο ἐπὶ νηῶν λέγεται καὶ ἐπὶ | |
20 | ἀνθρώπων. σημαίνει δὲ ἡ λέξις, τὰς ἐλπίδας | |
ἐπὶ τούτοις εἶχεν. | ||
alpha282 | Ἀπληκεύω. μένω. Ἀποῤῥυήτω καὶ ἀπεῤῥύητο, η. πτεροῤῥυείτω δὲ δίφθογγον. *Ἄπρω. ὁλονύκτως ἢ ἀπρωϊτῶς.* | |
5 | *Ἀπαρκέσαι. διαφυγεῖν.* Ἀπόστιχε. ἀναχώρει. Ἀποσκαρίζειν. διακεχυμένως γελᾷν. Ἀπογυιώσεις. βλάψεις τὰ μέλη. γυῖα γὰρ τὰ μέλη. | |
10 | Ἀποβλύζων. ἀπεμῶν. Ἀποίσονται. κομίσουσιν. Ἀποφαίνειν. ἀποδεικνύειν. Ἀποφορτίσασθαι. ἀποῤῥίψασθαι. Ἀποκναίω. τὸ λυπῶ. | |
15 | Ἀπόχρη. ἀρκεῖ. Ἀπόνασθαι. ἀπολαῦσαι. Ἀποστυγοῦντες. μισοῦντες. Ἀποσεμνύνει. μεγαλύνει. Ἀποσκυθίσαι. κυρίως τὸ ἀποτεμεῖν τὸ παρὰ | |
20 | τὴν κεφαλὴν δέρμα σὺν θριξί· καταχρηστικῶς δὲ, τὸ ἀποκεῖραι. | |
Ἀποφάσκει. ἀπαγορεύει. | ||
alpha283 | Ἀπομάττεται. ἀποτυποῖ. Ἀποσοβεῖ. ἀπελαύνει, ἀποδιώκει. Ἀπολυσάμενος. ἀπολυτρωσάμενος. Ἀπότρεχε. ἀναχώρει. | |
5 | Ἀποσκορακίζει. ἐξορίζει, ἀποδιώκει. Ἀποβουκολῆσαι. ἐκβαλεῖν, ἀπατῆσαι, ἀπο‐ διῶξαι, ἀποπλανῆσαι. Ἀποκριθῆναι. διαζυγῆναι, διαχωρισθῆναι. Ἀποκοτταβίζειν. τὸ λειπόμενον πόμα [τοῦ | |
10 | πόματος] τοῦ ποτηρίου ἐκχεῖν οὕτως, ὥστε ψό‐ φον ποιεῖν· κότταβος γὰρ ὁ ἦχος. Ἀποσχεδιάσας. ψευσάμενος. Ἀπάγου. ἀντὶ τοῦ, πρὸς αὐτὸν ἄπαγε. Ἀποδρύφω. ἐκδέρω. | |
15 | Ἀπόκριναι. ἀποκρίθητι. ἀπόκρινε δὲ ἀντὶ τοῦ διαχώρισον· ψιλόν. Ἀπαρκέσαι. ἀποσκευάσασθαι. Ἀπινύσσω. τὸ ἀσυνετῶ. Ἀπῳκισμένος. μεμακρυσμένος. | |
20 | Ἀπῶσμαι. ἀπέῤῥιμμαι. Ἀποδρᾷν. φεύγειν· τὸ ἔξω τῆς ὑπηρεσίας γενέ‐ | |
σθαι τοῦ δεσπότου. | ||
alpha284 | [Ἀποψύχειν. Ἡσίοδος· μηδὲν ἀποψύχειν. σημαίνει δὲ τὸ ἀφοδεύειν ἢ ἀποπνευματίζειν.] Ἀποθησαυρίζοντας. ἀποτιθεμένους. Ἀπόστο‐ | |
5 | λος· ἀποθησαυρίζοντας ἑαυτοῖς—. Ἀπέχῃς. ἀπολαύῃς. ἀποστολικὴ ἡ λέξις. ἵνα αἰώνιον αὐτὸν ἀπέχῃς. | |
8t | (Ἐπίῤῥημα.) | |
9 | Ἀπαρτί. παρὰ τὸ ἀπηρτισμένον καὶ πλῆρες. | |
10 | [Φερεκράτης. καὶ τοὺς σώφρονας ἀπαρτὶ πλου‐ τῆσαι ποιήσω.] Ἀπαταγί. ἄνευ ψόφου. Ἀπαλάμνως. ἀσθενῶς. Ἀπαρεμφάτως. ἄνευ δηλώσεως προσώπου. | |
15 | Ἀπαισίως. βλασφήμως, ἀπρεπῶς. Ἀπαρεμποδίστως. ἀνεμποδίστως. Ἀπάτερθεν. μακρὰν ἢ χωρίς. ἀπὸ τοῦ ἄτερ, ἄτερθεν καὶ ἀπάτερθεν. Ἀπάνευθεν. ἀντὶ τοῦ χωρίς. ἀπὸ τοῦ ἄνευ, | |
20 | ἄνευθε καὶ ἀπάνευθεν. Ἅπαξ. ἀντὶ τοῦ ὄντως καὶ βεβαίως. ὡς τό· ἅπαξ ὤμοσα ἐν τῷ ἁγίῳ μου. | |
Ἀπαραγγέλτως. ἀκελεύστως. | ||
alpha285 | Ἀπαραιτήτως. ἀσυγχωρήτως. Ἀπερισκέπτως. ἄνευ βουλῆς καὶ σκέψεως. Ἀπεχθῶς. ἐχθρωδῶς, μισητῶς. Ἀποχρώντως. ἱκανῶς, ἀρκούντως. | |
5 | Ἀπηλεγέως. σκληρῶς, ἀποτόμως. παρὰ τὸ ἀλέγω τὸ φροντίζω, ἀλεγὴς καὶ ἀπηλεγὴς, καὶ ἀπηλεγέως καὶ ἀπηλεγῶς. Ἀποσταδόν. πόῤῥωθεν, ἐκ διαστήματος. ἐκ τοῦ ἵστημι τὸ παθητικὸν ἵσταμαι, σταδὸν καὶ | |
10 | ἀποσταδόν. Ἀπόπροθι. χωρὶς, μακράν. Ἁπλῶς. χωρὶς προσθήκης. ἀντὶ τοῦ ἐξ ἀνάγκης· ἢ ὡς πρῶτον. Ἀπραγμόνως. ἐλευθέρως, ἄνευ τινὸς ἐξετάσεως. | |
15 | Ἰάμβλιχος· εἶτα ἐάσατε οὕτως ἀπραγμόνως ἀποθανεῖν. Ἀπροσδιορίστως. [ἀορίστως.] [Ἀπροόπτως. ἀπροοράτως.] Ἀπρίξ. τὸ ἰσχυρῶς κρατεῖν ὅλῃ δυνάμει. [ἔστι | |
20 | πρίζω, πρίσω καὶ δωρικῶς πρίξω, καὶ ἐξ αὐ‐ τοῦ ἐπίῤῥημα ἀπρίξ.] Ἀπροτίοπτα. κρύφα, λάθρα. ἀπὸ τοῦ ὄπτω τὸ βλέπω. *Ἀπαισίως. ἀπρεπῶς.* | |
25 | *Ἀπαπαί. συγκαταθετικὸν ἐπίῤῥημα.* Ἀπῳδόν. ἀναρμόστως, καὶ ἄποθεν τῆς ᾠδῆς. | |
Ἁπλῶς. ἢ κυρίως, ἢ καθόλου, ἢ μοναχῶς. | ||
alpha286(1t) | Τὸ Α μετὰ τοῦ Ρ. | |
2t | (Ἀρσενικόν.) | |
3 | Ἀράσιμος. καταράσιμος. Ἀραχναῖος μῖτος. ὁ λεπτότατος. | |
5 | Ἀράχνης. τὸ ζωΰφιον. ἀράχνη δὲ θηλυκῶς τὸ ὕφασμα. παρὰ τὸ ἀραιὰ ἴχνη ἔχειν λέγεται ἀράχνης. Ἄραινος. ὄνομα ποταμοῦ. Ἄῤῥαιστος. ἄφθαρτος. | |
10 | Ἀραφέλ. γνόφος, ὁμίχλη, ἢ ὄνομα στερεώ‐ ματος. Ἀράξης. ποταμός. παρὰ τὸ ἀράσσειν, ὅτι ἀπὸ Καυκάσου καταῤῥήγνυται. Ἀργαλέος. χαλεπὸς, δεινός. παρὰ τὸ τὸν ἄρην, | |
15 | τὸν πόλεμον, ἀραλέος, καὶ πλεονασμῷ τοῦ γ ἀργαλέος. ἢ παρὰ τὸ ἄλγος, ὁ λύπας καὶ κα‐ κὰ ἐμποιῶν. παράγονται δὲ τὰ τοιαῦτα ὀνό‐ ματα ἀπὸ τριῶν μερῶν τοῦ λόγου· ἀπὸ ὀνό‐ ματος, ἀπὸ ῥήματος καὶ ἀπὸ ἐπιῤῥήματος. ἀπὸ | |
20 | ὀνόματος, ὡς τὸ δίψα, διψαλέος· ἀπὸ ῥήματος, ὡς τὸ θαρσῶ, θαρσαλέος· ἀπὸ ἐπιῤῥήματος, ὡς ῥίμφα, ῥιμφαλέος. τὸ δὲ ἀργαλέος παρὰ τὸ ἄλγος, μεταθέσει τοῦ λ εἰς ρ. ὅμοιον τὸ ὑδρη‐ ρὸς, ὑδρηλὸς, ὑψηρὸς, ὑψηλός. | |
25 | Ἀργεός. ὁ λαμπρός. *Ἀράμ. κύριον. ἑρμηνεύεται δὲ μετέωρος.* Ἀργιόδοντες. λευκοὶ τοὺς ὀδόντας ἢ μεγάλοι. | |
Ἄῤῥαβες. ἔθνος. | ||
alpha287 | Ἄραβος. κτύπος. κυρίως ἡ ἐν ἄρει βοή. ἀρά‐ βοος καὶ ἄραβος. Ἀργός. λευκὸς καὶ ὁ ῥάθυμος. κατὰ ἀντίφρα‐ σιν καὶ ὁ ταχύς. παρὰ τὸ ἀρκῶ ἀρκὸς καὶ ἀρ‐ | |
5 | γὸς, ὁ ἐπαρκεῖν τοῖς ποσὶ δυνάμενος. Ἀργυρώνητος. ἀργύρῳ ἀγορασθείς. Ἀργόλαι. εἶδος ὄφεων, οὓς ἤνεγκε Μακεδὼν ὁ Ἀλέξανδρος ἐκ τοῦ Ἄργους τοῦ πελαγικοῦ εἰς Ἀλεξάνδρειαν, καὶ ἐνέβαλεν εἰς τὸν ποταμὸν | |
10 | πρὸς ἀναίρεσιν τῶν ἀσπίδων, ὅτε μετέθηκε τὰ ὀστᾶ Ἱερεμίου τοῦ προφήτου ἐξ Αἰγύπτου εἰς Ἀλεξάνδρειαν, οὓς ὁ αὐτὸς προφήτης ἀπέκτει‐ νεν. ἀργόλαι οὖν ἐκ τοῦ Ἄργους λαιοί. Ἀργίποδες. ταχεῖς, ὀξύποδες. | |
15 | Ἀργυρογνώμων. ὁ δοκιμαστής. Ἀργιλλώδης. ὁ ῥυπαρός. Ἀργᾶς. δεινότατος, θηριώδης τὸν τρόπον. ἀρ‐ γᾶν τὸν ὄφιν ἐκάλουν οἱ Ἀργεῖοι. Ἀργυραμοιβός. χρυσοχόος, ἢ καὶ ὁ καταλ‐ | |
20 | λάκτης. Ἀργυροδίνης. λευκόρειθρος. ἀπὸ τοῦ ἄργυρος καὶ τοῦ δίνειν. καὶ ἀργυρὶς ἡ ἀργυρᾶ φιά‐ λη. [τὸ δι ἰῶτα διατί; τὰ διὰ τοῦ ινη ἢ | |
διὰ τοῦ ινης ἀποστρέφονται τὴν ει δίφθογ‐ | ||
alpha288 | γον. οἷον Αἰσχίνης, Λεπτίνης. τὸ δὲ νεοπείνης ἀπὸ τοῦ πείνα.] ἀργυροδίνης δὲ παρὰ τὸ ἄρ‐ γυρον, [ὃ σημαίνει] τὸ λευκόν. Ἀργυρότοξος. ὁ λαμπρὸν τόξον ἔχων. ἐκ τοῦ | |
5 | ἀργὸν, τὸ καθαρὸν ἢ τὸ λευκόν. Ἀρδμός. ὁ ποτισμός. καὶ ἀρδεία, ὁ ποτισμός. *καὶ ἀρδεύω, τὸ ποτίζω.* Ἀρεόβινθος. κύριον. Ἀρεστήρ. πόπανον. τὸ ἐν ταῖς θυσίαις ἐπιτι‐ | |
10 | θέμενον. παρὰ τὸ ἀρεστόν. Ἀῤῥενωπός. φοβερὸς, ἄθικτος, ἀθήλυντος, ἀν‐ δρεῖος. ἀπαρέγκλιτος ὑφέσει πάσῃ. γράφεται καὶ ἐπὶ οὐδετέρου ἀῤῥενωπόν. ἰστέον, ὡς ἐπὶ γυναικῶν ἀνδριζομένων ἢ ἀῤῥενοφανῶν εἴρηται. | |
15 | Ἀρείων. ὁ βελτίων. εἴρηται παρὰ τὸ ἄρης, ἵν’ ᾖ κυρίως ὁ κατὰ πόλεμον καλλίων. *Ἀρείδηλος. ὁ φανερός.* Ἄρειος πάγος. δικαστήριον Ἀθήνῃσιν οὕτω κα‐ λούμενον. οἱ δικασταὶ ἀρειοπαγίται. ἐκλήθη | |
20 | δὲ ἄρειος πάγος, ἢ ὅτι αἱ Ἀμαζόνες ἐπὶ τὸν τόπον ἐκεῖνον ἐστρατεύοντο, Ἄρεως οὖσαι· ἢ ὅτι ἐν πάγῳ ἐστὶ καὶ ἐν ὕψει κεῖται τὸ δικα‐ στήριον· ἄρειος δὲ, ἐπειδὴ δικάζει ὁ Ἄρης τὸν φόνον. πάγος δὲ ὁ λόφος, ὡς καὶ Ὅμηρος· | |
25 | —πάγος δέ οἱ ἀντεβόλησεν. | |
alpha289 | ἢ ὅτι ἔπηξεν ἐκεῖ τὸ δόρυ ὁ Ἄρης Ποσειδῶνος κατηγορήσαντος διὰ τὸν φόνον τοῦ υἱοῦ αὑτοῦ Ἁλιροδίου, ὅτε ἀπέκτεινεν αὐτὸν βιασάμενον Ἀλκίππην. | |
5 | Ἀρηΐφατος. ἐν πολέμῳ ἀνῃρημένος. Ἀρηϊθέων. γενναίων, πολεμικῶν. Ἄρης. κυρίως ὁ σίδηρος. βαψαμένη κοίλων ἐντὸς ἄρει λαγόνων. σημαίνει δὲ καὶ τὸν πόλεμον, παρὰ τὴν ἀρὰν | |
10 | καὶ τὴν βλάβην· τὴν ἐκ τοῦ πολέμου γενομέ‐ νην. ἰστέον, ὅτι τετραχῶς αὐτῷ κέχρηται ὁ ποιητής. ἐπὶ μὲν τοῦ πολέμου· —ὄφρά κεν ἐγείρομεν ὀξὺν ἄρηα. ἐπὶ δὲ τοῦ σιδήρου· | |
15 | αἵματος αὖαι ἄρηα— ἐπὶ δὲ τοῦ θεοῦ· Ἆρες, Ἄρες βροτολοιγέ— ἐπὶ δὲ τῆς πληγῆς· ἔνθα μάλιστα γίνεται ἄρης ἀλεγεινός. | |
20 | Ἀρητήρ. εὐχητὴς, ἱερεύς. ἀπὸ τὴν ἀρὰν καὶ τὴν εὐχὴν τηρεῖν. ἔστι δὲ καὶ ἀρὰ ἡ κατάρα. ἢ παρὰ τὸ τὰς ἀρὰς ποιεῖσθαι, ὅ ἐστι τὰς εὐ‐ χάς. ἢ παρὰ τὸ αἴρειν εἰς ὕψος τὰς χεῖρας. | |
ἢ παρὰ τὸ ἀρέσκειν θεῷ. | ||
alpha290 | Ἀρήσιος. κύριον. Ἀρειμάνιος. ὁ ἐν τῷ ἄρει καὶ τῷ πολέμῳ μαι‐ νόμενος. ἄρης γὰρ ὁ πόλεμος. Ἀρθμός. ἡ φιλία καὶ ἡ ἁρμονία τῆς ψυχῆς. | |
5 | παρὰ τὸ ἀρῶ τὸ ἁρμόζω, [ἦρμαι, ἁρμός· ὡς κείρω, κορμός· καὶ πλεονασμῷ τοῦ θ ἀρθμός· ὡς πείρω, πορμὸς καὶ πορθμός. ἢ ἀπὸ τοῦ ἐρῶ τὸ λέγω· οἱ γὰρ ἐν φιλίᾳ ὄντες διαλέγονται ἀλ‐ λήλοις.] | |
10 | Ἀρειανοί. ἐκ τοῦ Ἀρείου. οὗτοι ἔλεγον κτίσμα τὸν υἱὸν τοῦ θεοῦ καὶ οὐχὶ ὁμοούσιον τῷ πατρὶ πεφυκότα, ὅ ἐστι διαίρεσις. Ἀριήκοον. ὀξυήκοον, εὐπειθῆ. Ἀρίσημος. φανερὸς ἐν πολέμοις. | |
15 | Ἀρίσταινος καὶ Ἀρίσταιχμος. ὀνόματα κύρια. Ἀριστόχειρ. ὁ γενναῖος περὶ τὰ ἀριστεῖα. καὶ ἀριστόχειρ ἀγών. Ἀρίφρων. ὁ κακῶς φρονῶν. Ἀριστεύς. πρόμαχος, κάλλιστος. | |
20 | Ἀριπρεπής. ἐπίσημος, ἔνδοξος. Ἀρίγνωστος. διάδηλος, φανερὸς, ἀπὸ τοῦ ἀρι ἐπιτατικοῦ μορίου καὶ τοῦ γνωστὸν, ὃ δηλοῖ τὸ | |
γνώριμον. | ||
alpha291 | Ἀριθμός. σημεῖον γνωριστικὸν τοῦ πόσου τῶν ὑποκειμένων. ἢ ἀριθμὸς ὁρίζεται σωρεία μο‐ νάδων, ἢ μονάδος σύνθεσις, ἢ χύμα μονάδων, οὐχὶ διαίρεσις μονάδων. | |
5 | Ἀριδείκετος. ὁ ἄγαν ἔνδοξος. παρὰ τὸ δείκω τὸ δεικνύω. [ἐξ οὗ παράγωγον δεικνύω, καὶ δείκε‐ λον τὸ δεικνύον τὴν ὁμοιότητα. ὡς οὖν ἀπὸ τοῦ ἔχω ἔχετος, ἐμῶ ἔμετος, οὕτως δείκω δείκετος καὶ ἀριδείκετος.] | |
10 | Ἄριστος. ὁ ἐν πολέμοις ἀνδραγαθῶν. παρὰ τῷ ἄρει τῷ πολέμῳ. Ἄρκτος. τὸ ζῶον καὶ τὸ ἀεικίνητον ἀστροθέ‐ τημα. Ἀρκτῷος. τόπος. [ἤτοι τὸ ἀρκτῷον μέρος, ἐν ᾧ | |
15 | οἱ ἑπτὰ ἀστέρες κατανοοῦνται· ὅπερ καλεῖται ἀρκτοῦρος. λέγεται δὲ καὶ ἅμαξα.] [Ἀρκτοῦρος. ὁ ἐπὶ τῆς ζώνης τοῦ ἀρκτοφύλακος λαμπρὸς ἀστὴρ, ἀπὸ τοῦ κατὰ τὴν οὐρὰν ἄρκτου.] | |
20 | [Ἀρκείσιος. ὁ πάππος Ὀδυσσέως.] [Ἁρμαθαίμ. τόπος.] Ἁρμοσταί. οἱ ἀπὸ βασιλέως στελλόμενοι εἰς ἔθνη. Ἁρματηλάτης. ὁ ἡνίοχος, ἀπὸ τοῦ ἐλαύνειν | |
25 | τὸ ἅρμα. Ἁρμός. παρὰ τὸ ἄρω. ὁ μέλλων ἀρῶ, ὁ παρα‐ κείμενος ἦρκα, ὁ παθητικὸς ἦρμαι, ἁρμός. *τῆς δασείας προελθούσης, ὡς εἴρω ἁρμός.* | |
Ἄρνες. οἱ τῶν προβάτων ἀμνοί. | ||
alpha292 | Ἀρνευτήρ. ὁ κυβιστής. εἴρηται μεταφορικῶς ἀπὸ τῶν ἀρνῶν, οἵτινες εἰώθασιν ἐπὶ κεφαλὴν ἅλλεσθαι ὥσπερ τὸν ἀέρα κυρίττοντες. Ἀρνῳδοί. οἱ ῥαψῳδοί· ὅτι ἄρνα ἐλάμβανον. | |
5 | Ἀροτῆρες. οἱ ἀροτριῶντες. Ἀροτρεύς. ἐκ τοῦ ἄροτρον. Ἁρπαλέος. ἐπιθυμητικός. Ἅρπυς. ὁ ἔρως. ἀπὸ τοῦ ἁρπάζειν τὰς φρένας. Ἀῤῥαβών. ἡ ταῖς ὠναῖς παρὰ τῶν ὠνουμένων | |
10 | διδομένη πρώτη καταβολὴ ὑπὲρ ἀσφαλείας. παρὰ τὸ ῥαιβὸς ῥαιβὼν καὶ προσθέσει τῆς α στερήσεως καὶ ἀποβολῇ τοῦ ι ἀῤῥαβὼν, ὁ μὴ συγχωρῶν ῥαιβὴν γενέσθαι τὴν πίστιν τῶν συναλλαττο‐ μένων. | |
15 | Ἄρσην. ἀπὸ τοῦ ἄρδω, ἄρσην, ὁ ἄρδων τὴν θήλειαν. καὶ γὰρ διὰ τοῦτο πόσις λέγεται ὁ ἀνὴρ, παρὰ τὸ ποτίζειν τῇ γονῇ. ἢ παρὰ τὸ ἄρδω τὸ πράττω, ὁ μέλλων ἄρσω καὶ ἄρσην ἐξ αὐτοῦ, τουτέστιν ὁ πρακτικός. | |
20 | Ἄρταμος. ὁ μάγειρος. παρὰ τὸ διαρτάσαι, ὅ ἐστι μερίσαι ἢ συναρμόσαι. Ἄρτημος. ὁ τελαμών. ὅ ἐστι λῶρος, ἐξ οὗ ἤρτηται τὸ βαλάντιον, ἢ τὸ σκουτάριον, ἢ ἕτε‐ ρόν τι. | |
25 | Ἀρτεμίσιος. ὁ μάϊος μήν. [τὰ διὰ τοῦ ἴσιος ἀρσενικὰ, καὶ ἰσία θηλυκὰ, καὶ ἴσιον οὐδέτερα, ἀποστρέφονται τὴν ει δίφθογγον, οἷον, ἀφρο‐ δίσιος, ἀφροδισία, ἀφροδίσιον. σεσημείωται τὸ | |
Ἀρκείσιος, Σιμοείσιος, διότι ἀνεφάνη τὸ ε ἐν τῷ | ||
alpha293 | Ἀρκείσιος καὶ Σιμόεντος, καὶ ἀπερείσιος καὶ ἀπειρέσιος, Ἀλείσιον, ὄνομα πεδιάδος, ἀπὸ τοῦ ἀλῶ ἀλέσω, τὸ πλανῶ.] ἀνθεμοείσιος, ἀπὸ τοῦ ἀνθεμόεις. τὸ δὲ ἡμερήσιος, οἱ μὲν ἄλλοι διὰ | |
5 | τῆς ει διφθόγγου καὶ ἴσως ἀπὸ τοῦ ἡμερεύω· ἡ παράδοσις διὰ τοῦ η, ὡς Ἰθάκη Ἰθακήσιος. Ἀρτίφρων. ὁ ὑγιὴς καὶ ἄρτιος τὰς φρένας. Ἀρτιεπής. ἀπηρτισμένος ἐν τῷ λέγειν. Ἀρτίστομος. σαφὴς καὶ ὁ ἡδὺ φθεγγόμενος. | |
10 | [οὕτως Διονύσιος· ὁ δὲ ἦν κάτοινος ἤδη καὶ οὐκ ἀρτίστομος ἔτι.] Ἀρτίτομος. ὁ νεωστὶ τεμνόμενος. ἀρτιτόμος δὲ ὁ νεωστὶ τέμνων. Ἀρτιδαεῖ. ἀρτιμαθεῖ. δαίω γὰρ τὸ μανθάνω. | |
15 | Ἄρτιος. ὁ ὁλόκληρος. Ἀρτήρ. γένος ὑποδήματος. Ἀρτίπους. ὁ ὑγιὴς καὶ ἄρτιος τοὺς πόδας. Ἄρτος. παρὰ τὸ αἴρειν, ὅ ἐστι καθ’ ἑκάστην προσ‐ φέρειν. | |
20 | Ἄῤῥυθμος. ἀδιατύπωτος, ἀκανόνιστος. ῥυθμὸς | |
γὰρ ὁ τύπος. | ||
alpha294 | Ἀρύβαλλος. πλεκτόν τι βαλάντιον. ἢ μαρσί‐ πιον. παρὰ τὸ ἀρύειν καὶ βάλλειν. Ἀρύστιχος. σκευάριόν τι. Ἀρχαιότυπος. παλαιὸς νόμος. | |
5 | Ἀρχέπλουτον. ἄρχοντα πλούτου. Ἀρχέτυπος. ὁ τὴν ἀρχὴν διδούς. Ἀρχισυνάγωγος. ὁ ἀρχηγός. Ἀρχίκλοπος. ὁ ἀρχαῖος κλέπτης. Ἀρχιμάγειρος. ἔφορος τῆς βασιλικῆς τραπέ‐ | |
10 | ζης. Ἀρχηγέτης. ὁ ἄρχων. ἀρχιγέτης δὲ ὁ ἄρχων τοῦ Γετῶν ἔθνους, ι. Ἀρχός. ὁ ἡγεμών. σημαίνει δὲ καὶ τὸ ἔντε‐ ρον τὸ προσκείμενον τῷ καλουμένῳ δακτύλῳ, | |
15 | πέρας ὂν τῶν ἐντέρων πάντων· εἴρηται δὲ παρὰ τὸ ἄρχειν τῶν ἐντέρων κάτωθεν. Ἀρωγός. βοηθὸς, λυτρωτής. Ἀῤῥίχους. κοφίνους. ἀπὸ τοῦ αἴρειν τὸν χοῦν. Ἀρέτας. κύριον. ὃς ἦν πενθερὸς Ἡρώδου. ὁ ἐθ‐ | |
20 | νάρχης Ἀρέτα τοῦ βασιλέως. Ἀριμαθαῖος. ἑρμηνεύεται αἴρων. | |
Ἀρίζηλος. πολυτίμητος. | ||
alpha295(1t) | (Θηλυκόν.) | |
2 | Ἀρόσιμος. ἠροτριασμένος τόπος. καὶ ἀρόσιμος γῆ. Ἀρά. ἡ κατάρα. λέγεται καὶ ἡ εὐχή. παρὰ τὸ | |
5 | αἴρειν τὰς χεῖρας εὐχομένους. ἢ παρὰ τὸ ἀρύ‐ ειν, τὸ ἐπικαλεῖσθαι, ἀρά. ἢ ἀπὸ τοῦ Ἄρεως βλαπτικοῦ ὄντος. Ἀραιήν. ἀσθενῆ, ἀδύνατον. ἀραιὴν χεῖρα. πα‐ ρὰ τὸ ῥαίω τὸ φθείρω. [καὶ μετὰ τοῦ ἐπιτα‐ | |
10 | τικοῦ α ἁραιή. ὅθεν καὶ δασύνεται. ἀπὸ οὖν τοῦ ῥαίω γίνεται ῥαιὸς, καὶ πλεονασμῷ τοῦ α ἁραιὸς καὶ ἁραιὴ, μετελθούσης τῆς δασείας τοῦ ρ εἰς τὸ α. ὡς καὶ ἐπὶ τοῦ ῥέζω, ἕρδω.] Ἀράχνη. τὸ ὕφασμα. | |
15 | Ἀραχωσία. χώρα. Ἄρβηλα. ὄνομα τόπου. καὶ ἀραβήλοις Ἀθη‐ | |
ναίοις. | ||
alpha296 | Ἁρβύλη. εἶδος ὑποδήματος. παρὰ τὸ ἁρμόζε‐ σθαι τοῖς ποσὶν, ἁρμύλη καὶ ἁρβύλη. Ἀργεννῇσι. λευκαῖς. Ἄργαλα. οἴκημα Μακεδονίας, ὃ θερμαίνοντες | |
5 | ἐν αὐτῷ λούονται. Ἀργίνη. ὄνομα πόλεως. Ἀργίννουσα. ὄνομα νήσου. Ἄργουσα. πόλις τῆς Εὐβοίας ἐν τῇ Χαλκιδικῇ κειμένη. | |
10 | Ἀργυρόπεζα. ἡ ἀργυροῦς πόδας ἔχουσα. πέζα γὰρ ὁ πούς. Ἀργυρᾶν. οὐκέτι ἀργυρῆν λέγομεν. σιδηρᾶν δὲ ὡς ἀργυρᾶν. Ἀργολογία. πᾶν ῥῆμα μὴ συντελοῦν πρὸς τὴν | |
15 | προκειμένην ἐν Χριστῷ χρείαν, ἀργόν ἐστι. Ἀργώ. ἡ ναῦς, ἀφ’ οὗ καὶ Ἀργοναῦται. εἴρηται δὲ, ὅτι Ἄργος αὐτὴν κατεσκεύασεν, ἢ ὅτι ἐν | |
Ἄργει τῇ πόλει κατεσκευάσθη. | ||
alpha297 | Ἀρδεία. ποτισμός. Ἄρδις. ἡ ἀκὶς τοῦ βέλους, ἢ τὰ ἐκ χειρὸς ὅπλα. καὶ ἄρδεις πληθυντικὸν τὰς φαρέτρας. παρὰ τὸ ἀρῶ τὸ ἁρμόζω, ἦρμαι, ἦρται, ἄρτης· οὕτως | |
5 | καὶ ἄρτις καὶ ἄρδις. ἢ παρὰ τὸ ἄρης, ὃ σημαί‐ νει τὸν σίδηρον, ἄρης καὶ ἄρδις καὶ ἄρδεις. Ἀρέθουσα. ὄνομα πηγῆς. Ἀρετή. διάθεσις ὁμολογουμένη, καὶ αὐτὴ δι’ αὐτὴν οὖσα αἱρετὴ, οὐ διά τινα φόβον ἢ ἐλ‐ | |
10 | πίδα, ἢ τὶ τῶν ἔξωθεν ἐν αὐτῇ. ἢ ἀρετή ἐστιν ἡ τῶν ἀποκειμένων ἐν ἡμῖν παρὰ [Θεῷ] φυσι‐ κῶν ἀγαθῶν κατ’ ἐντολὴν καὶ ἀρέσκειαν αὐ‐ τοῦ χρῆσις. *καὶ κακία ὁμοίως.* ἢ ἀρετή ἐστι διάθεσις βελτίστη ἢ ἕξις ἀρίστη ψυχῆς λογι‐ | |
15 | κῆς, καθ’ ἣν δυσκίνητος γίνεται πρὸς κακίαν. εἴρηται δὲ παρὰ τὸ ἀρέσκειν τῇ ἀληθείᾳ τὸ γινόμενον. Ἀρζανηνή. ὄνομα τόπου. Ἀρήνη. ὄνομα πηγῆς. | |
20 | Ἀρετή. παρὰ τὸ ἐρῶ τὸ ἐπιθυμῶ ἐρατὴ, καὶ κατὰ μετάθεσιν τῶν στοιχείων ἀρετὴ, ἡ ἐπέ‐ ραστος κτῆσις, ἣν ἐροῦνται πάντες. ἢ παρὰ τὸ ἀρῶ, ἀρέσκω, ἀρεστὴ καὶ ἀρετὴ, ἡ πάντας ἀρέ‐ σκουσα. λέγεται καὶ ἀρετὴ ἡ κατὰ πόλεμον δύ‐ | |
25 | ναμις, παρὰ τὸ ἄρην, ὃ σημαίνει τὸν πόλεμον. Ἀραρυίαις. ἠσφαλισμέναις. | |
Ἀῤῥητουργία. ἡ αἰσχρουργία. | ||
alpha298 | Ἀριστοκρατία. ἡ κράτησις τῶν ἀρίστων. Ἀριστοτόκεια. ἡ ἀρίστους γεννῶσα. Ἀριστονομία. ἡ εὐνομία, ἡ τῶν ἀρίστων διανομή. Ἀρίσβη. πόλις Τρωϊκή. | |
5 | Ἀρήνη. πόλις τῆς Μεσσήνης. παρὰ τὸ ἄρω Ἀρή[νη· εὐαροτρίοστος γάρ. ὡς οὖν ἀπὸ τοῦ σάσσω σασσήνη, καὶ λάμπω λαμπήνη, οὕτως καὶ ἄρω Ἀρήνη.] Ἀρισκυδής. ἡ ἄγαν ὀργιζομένη. σκύζω γὰρ τὸ | |
10 | ὀργίζομαι. Ἀριστερά. ἀπὸ τοῦ ἄριστος, ἀριστερὸς, ἀρι‐ στερὰ, ὡς φόβος, φοβερὸς, φοβερά. ἔστι δὲ καὶ κατ’ εὐφημισμὸν, ὥσπερ καὶ εὐώνυμος λέ‐ γεται ἡ αὐτή. | |
15 | Ἀριστεραὶ χεῖρες παρὰ τῷ ἁγίῳ εὐαγγελίῳ οἱ σαρκικοὶ λογισμοὶ, δεξιὰ δὲ χεὶρ τὸ ἅγιον πνεῦμα. ὡς τό· μὴ γνώτω ἡ ἀριστερὰ, τί ποιεῖ ἡ δεξιά σου. τὰ γὰρ δεξιὰ μέρη τοῦ ἁγίου πνεύματος οὐδὲν τούτων φροντίζουσι, πιστεύον‐ | |
20 | τα τῇ δεσποτικῇ φωνῇ· ζητεῖτε πρῶτον τὴν βα‐ σιλείαν τοῦ θεοῦ, καὶ ταῦτα πάντα προστεθή‐ σεται ὑμῖν. Ἄρκειος κεφαλή. ἡ τῆς ἄρκου. καὶ ἄρκειον κρέας, δίφθογγον. ἄρκιον δὲ τὸ ἱκανὸν καὶ | |
25 | ὠφέλιμον, ι. Ἄρκυς. δεσμὰ, δίκτυα. παρὰ τὸ ἁρπάζω ἅρ‐ | |
πυον καὶ ἅρκυον. ἐπιτήδειον γὰρ ἔστι πρὸς τὸ | ||
alpha299 | ἁρπάζειν. ἢ παρὰ τὸ ἕλκω, ἕλκυον καὶ τροπῇ τοῦ ε εἰς α καὶ τοῦ λ εἰς ρ ἅρκυον. Ἄρκευθος. εἶδος φυτοῦ ἀκανθώδους, οὗ τὴν ὀδμὴν πάντα τὰ ἑρπετὰ ἀποστρέφονται. παρὰ | |
5 | τὴν ἀρὰν, ὅ ἐστι τὴν βλάβην, κεύθειν ἀράκευ‐ θος καὶ ἄρκευθος. ἢ διὰ τὸ ἔχειν τὰς ἀκάν‐ θας κεκρυμμένας. Ἄρκος. παρὰ τὸ ἀρκῶ ἄρκος, ἡ ἐπαρκοῦσα ἑαυ‐ τῇ. φασὶ γὰρ αὐτὴν διαζῇν τὸν χειμῶνα ἐκτὸς | |
10 | ἐπεισάκτου τροφῆς. Ἁρματωλία. ἡ τῶν ἁρμάτων ἡνιοχεία. Ἁρμογή. εὐταξία. μαθόντες δὲ τὴν τῶν πολε‐ μίων ἁρμογήν. Ἁρμονία. συμφωνία. | |
15 | Ἁρμαλία. ἡ τροφή. παρὰ τὸ τῇ ψυχῇ ἁρμό‐ ζειν. ἀρῶ γὰρ τὸ ἁρμόζω. ἢ παρὰ τὸ αἴρειν τὰ σώματα γίνεται ἁρμός. καὶ ὡς καθαίρω κα‐ θαρμὸς, οὕτως καὶ ἔρω ἁρμὸς, ἀφ’ οὗ καὶ παρωνύμως ἁρμία καὶ πλεονασμῷ τοῦ λ ἁρμα‐ | |
20 | λία. ἢ τὸ δίκην ἅρματος φέρειν τὰ σώματα γί‐ νεται ἁρμός. Ἀρνακίς. τὸ μετὰ τῶν ἐρίων δέρμα τοῦ ἀρνοῦ. Ἄρνη. πόλις Βοιωτίας. Ἄρουρα. κυρίως ἡ γῆ, ἡ πρὸς σπορὰν ἐπιτηδεία | |
25 | γῆ. παρὰ τὸ ἀροῦν. ἢ παρὰ τὸ ἀραιοῦσθαι | |
τὴν γεωργουμένην γῆν. | ||
alpha300 | Ἅρπη. ἡ δρεπάνη, καὶ εἶδος ὀρνέου. παρὰ τὸ ἁρπάζω. Ἁρπεδόεσσα. κατὰ συγκοπὴν ἡ λέξις, παρὰ τὸ ἀρι συγκειμένη· πέπονθε δὲ, ἵνα μὴ σημαίνηται | |
5 | ἡ ἄγαν ὁμαλὴ ὁδός· ὁδοῦ γάρ ἐστιν ἐπίθε‐ τον. τινὲς δὲ φασὶν ἡ ἄγαν πεδινή. πέπονθε δὲ ὁμοίως τὸ ἔρθυρις· ἐρίθυρις γὰρ ἡ μεγάλη ὁδός. Ἁρπεδόνη. ἡ διὰ σπαρτίου θήρα. | |
10 | Ἅρπυιαι. δαίμονες ἁρπακτικαὶ, ἢ θύελλαι καὶ συστροφαὶ ἀνέμων. Ἄρσεων. βασταγμάτων. Ἀρτάβη. μέτρον Μηδικὸν σίτου· Ἀττικὸς μέ‐ διμνος. | |
15 | Ἀρτυλία. διαθήκη. Ἄρτεμις. ἡ σελήνη. παρὰ τὸν ἀέρα τέμνειν. Ἀρτηρία. παρὰ τὸ τὸν ἀέρα τηρεῖν, τουτέστι τὸ πνεῦμα, ἀεροτηρία τὶς οὖσα· πνεύματος γάρ ἐστι δεκτική. | |
20 | Ἁρπαγή. ἡ βιαία κυρίως ἀφαίρεσις. Ἀρτιέπειαι. αἱ ἀπαρτισμένα καὶ τέλεια λέ‐ γουσαι. Ἀρύταινα. χαλκοῦν σκεῦος, ἐν ᾧ τὸ ἔλαιον ἐγχέουσιν εἰς τοὺς λύχνους. | |
25 | Ἀρχαιρεσία. [ἡ περὶ] ἀρχῶν ἐκλογή. καὶ ἀρ‐ | |
χαιρεσίη τὸ πρὸς χάριν πολλῶν ζῇν, ἢ τὸ | ||
alpha301 | ἐπιδόσεις χρημάτων ποιεῖσθαι. οὕτως Ἡρόδο‐ τος. Ἀρχή. ἡ ἐξουσία καὶ ἡ τιμή. ὡς τό· οὗ ἡ ἀρχὴ ἐγεννήθη ἐπὶ τοῦ ὤμου αὐτοῦ. ἀρχὴ ἡ μὲν | |
5 | φυσικὴ, ὡς λέοντος ἐν ζώοις καὶ ἀετῶν ἐν ὀρ‐ νέοις, ἡ δὲ χειροτονητὴ, ὡς ἐπὶ βασιλέως ἀν‐ θρώπων. Ἀρχήν. τὰ πρῶτα, παρευθύ. Ναρσῆν μὲν γὰρ οὐδὲ τὴν ἀρχὴν ὑποστήσεσθαι ᾤοντο. | |
10 | Ἀρχή. τῶν γεγονότων αἰτία πάντων. Ἀρχιειρεσία. κωπηλασία. Ἀῤῥωδία. φόβος. Ἄῤῥωδος. ὄνομα πόλεως. Ἁρματοτροχία. ὁ τύπος καὶ ἡ ἐγχάραξις τοῦ | |
15 | τροχοῦ. Ἀρχή. ἡ πρώτη κίνησις. ὡς· ἀρχὴ ὁδοῦ ἀγαθῆς τὸ ποιεῖν δίκαια. ἀπὸ γὰρ τῶν δικαίων πρά‐ ξεων πρῶτον κινούμεθα εἰς τὸν μακάριον βίον. | |
19t | (Οὐδέτερον.) | |
20 | Ἄῤῥατον. ἰσχυρὸν, στερεόν. οὕτως Πλάτων. Ἀράχνειον νῆμα καὶ ἀράχνιον. τὰ ὑφάσμα‐ | |
τα τῆς ἀράχνης. οἷον· | ||
alpha302 | ἠΰτ’ ἀράχνια λεπτά—. παρὰ τὸ ἀραιὸν τὸ λεπτὸν, ἢ παρὰ τὸ ἀράσ‐ σω ἀράχνιον, ὡς δέμνω δέμνιον. ἢ τὸ ἐνηρμο‐ σμένον. χνοῦς γὰρ ἐστὶν ὁ ἐνηρμοσμένος καὶ | |
5 | ὑφανθείς. Ἀραιόν. οὗ τὰ μόρια διάστασιν τινὰ πρὸς ἄλλη‐ λα ἔχει. πυκνὸν δὲ, οὗ τὰ μόρια ἐγγὺς ἀλλή‐ λων κεῖται. τὸ δὲ ἀραιὸν οἱ πλείονες ψιλοῦ‐ σιν· οὐ δὲ δασύνεται, ὡς οἶμαι. | |
10 | Ἀργαριζεῖν. ἔθνος. Ἀργαῖον. τὸ Καισαρείας ὄρος. Ἄργεμον. τὸ κατὰ πάθος γενόμενον λεύκωμα ἐν τῷ ὀφθαλμῷ. παρὰ τὸ ἀργὸν, ὃ σημαίνει τὸ λευκόν. | |
15 | Ἀργυροκοπεῖον. ἐν ᾧ κόπτονται τὰ νομίσματα, ὃ νῦν τινὲς ἵμαντρον καλοῦσιν. Ἀργύφεον. μέλαν ἢ λαμπρόν. Ἀρδάνιον. κεράμιον, γάστρα, ὅθεν τὰ θρέμ‐ ματα πίνει. | |
20 | Ἀργανθώνιον. ὄρος Κίου. | |
ἀμφ’ Ἀργανθώνιον ὄρος προχοάς τε Κίοιο. | ||
alpha303 | Ἀργυρίδιον. διὰ τοῦ ι γράφεται, διὰ τοιαύτην αἰτίαν. ἐμάθομεν, ὅτι εἰσὶν παραγωγαὶ καὶ διὰ τοῦ διον καὶ ιδιον. καὶ εἰ μὲν τελευταία συλ‐ λαβὴ τῆς γενικῆς τοῦ πρωτοτύπου ἀπὸ συμφώ‐ | |
5 | νου ἄρχεται, διὰ τοῦ ιδιον γίνεται ἡ παραγωγὴ καὶ φυλάσσονται αἱ τρίται συλλαβαὶ αἱ τελευ‐ ταῖαι συνεσταλμέναι, οἷον γνώμη, γνώμης, γνω‐ μίδιον· ψυχὴ, ψυχῆς, ψυχίδιον· ξίφος, ξί‐ φους, ξιφίδιον. εἰ δὲ ἀπὸ φωνήεντος ἄρχεται, | |
10 | διὰ τοῦ διον γίνεται ἡ παραγωγὴ καὶ ἐκτείνεται ἡ τρίτη ἀπὸ τέλους συλλαβὴ, οἷον γραφεῖον, γραφείδιον· ἀγγεῖον, ἀγγείδιον. καὶ εἰ μὲν εὑ‐ ρεθῇ τὸ ει ἢ τὸ ο, τὸ ι προσέρχεται· πόλεως, πολείδιον, ἕξεως, ἑξείδιον, βοὸς, βοείδιον. | |
15 | Ἀρητόν. τὸ βλαπτικόν. ἀπὸ τοῦ ἀρὰ, ἡ βλάβη. Ἄρθρον. μέρος λόγου πτωτικὸν προτασσόμενον τῆς κλίσεως τῶν ὀνομάτων, δι’ ὃ τρανωτέρα ἡ λέξις πέφυκε γίνεσθαι. ἄρθρου δὲ ἴδιον ἐστὶ τὸ τὴν δευτέραν γνῶσιν σημαίνειν· εἰ γὰρ εἴ‐ | |
20 | πῃς, ναῦς ἦλθε, δοκεῖς ἀγνοεῖν ποία· εἰ δὲ σὺν τῷ ἄρθρῳ τεθῇ, εἰς γνῶσιν παραλαμβάνεται ἡ ὑποκειμένη οὐσία τοῦ πράγματος. ἄρθρον δὲ τὸ προτασσόμενον παρὰ τὰ ἐν ἡμῖν ἄρθρα· ὥσπερ γὰρ τὰ ἄρθρα διορίζει τὰ ὑποκείμενα | |
25 | αὐτοῖς, οὕτως καὶ ταῦτα χωρίζει τὰς διαφορὰς | |
τῶν πραγμάτων, διάρθρωσιν ἐμφαίνοντα. δο‐ | ||
alpha304 | κεῖ γὰρ καὶ διαρθροῦν καὶ ποιεῖν τὸ ἐπιφερό‐ μενον ὄνομα φανερὸν, πότερον ἄῤῥεν ἢ θῆλυ, καὶ πότερον ἐφ’ ἑνὸς ἢ ἐπὶ πλειόνων. [ἄρθρα καὶ τὰ μέλη τοῦ σώματος. παρὰ τὸ αἴρω ἄρ‐ | |
5 | τρον καὶ ἄρθρον καὶ ἄρθρα· ὑπὸ τούτων γὰρ βασταζόμεθα. ἢ παρὰ τὸ ἀρῶ τὸ ἁρμόζω, παρὰ τὸ ἀρηρέναι ἀλλήλοις.] Ἄρθμια. φιλία. [Ἡρόδοτος· Ἀθηναίων μὴ ἐόντων ἡμῖν ἀρθμίων. τὸ ἐόντων δὲ ἀντὶ τοῦ | |
10 | ὑπαρχόντων.] Ἀρθρέμβολα καὶ ἀθρέμβολα. ἐργαλεῖα. ὄρ‐ γανα τιμωρητικὰ τοῖς ἄρθροις ἐμβαλλόμενα. Ἄργμα. ἡ ἀπαρχή. παρὰ τὸ ἄρχω ἄργμα. Ἄριμα. ὄνομα ὄρους. | |
15 | Ἀριστερά. τὰ μωρά. δεξιὰ δὲ τὰ συνετά. Ἀριστεῖον. τὸ τοῖς ἀριστεῦσι διδόμενον ἔπαθλον. Ἀριφραδέα. δῆλα καὶ φανερά. Ἄριστον. ἀόριστόν τι ὄν· ἀόριστον γάρ ἐστι κατὰ καιρόν. | |
20 | Ἄῤῥηκτον. ἄσχιστον, ἰσχυρότατον. Ἄῤῥητον. ἄλεκτον. Ἄρκιον. τὸ ἱκανὸν καὶ ὠφέλιμον. Ἀῤῥεπές. ἀμετάκλιτον. Ἀῤῥενωπόν. ἄθελκτον, ἀθήλυντον, ἀνδρεῖον, | |
25 | ἀπαρέγκλιτον ὑφέσει πάσῃ. ἰστέον, ὅτι ὡς ἐπὶ | |
γυναικῶν ἀνδριζομένων καὶ ἀῤῥενοφανῶν εἴρηται. | ||
alpha305 | Ἄρμενον. τὸ ἐν τῷ πλοίῳ. καὶ ἄρμενον τὸ ἡρ‐ μοσμένον. Ἀρού. ἐπίφθεγμα ναυτικόν. Ἄρπεζον. τὸ ἐκ χαλίκων ᾠκοδομημένον τειχίον. | |
5 | Ἀρτεμίσιον. τὸ τῆς Ἀρτέμιδος ἄγαλμα καὶ ἀκρωτήριον τῆς Εὐβοίας. Ἄρτιον. τὸ ὁλόκληρον. Ἀρτοπώλιον. ὁ τόπος, ἔνθα οἱ ἄρτοι πιπρά‐ σκονται. ἀρτοπολεῖον δὲ τὸ μαγκιπεῖον, ἐν ᾧ | |
10 | οἱ ἄρτοι γίνονται· μικρὸν καὶ δίφθογγον. Ἀρτιθαλῆ. νεόφυτα. Ἀῤῥυτίδωτον. μὴ ἔχον ῥυτίδας ἤτοι ζαρώματα, αἵ εἰσι γραμμαὶ γήρως σημαντικαί. Ἀρχαϊκόν. ἁπλοῦν, ἀφελὲς, ἄδοξον. | |
15 | Ἀρχαῖα. τὰ κεφάλαια τὰ τῶν χρεῶν. [αὐτοί τε καὶ ἀρχαῖα καὶ τόκοι τόκων.] Ἀρχαῖον τὸ κιθαρίζειν. ληρῶδες, ἀνόητον, οὐδὲν λόγου ἄξιον. Ἀρχέτυπον. πρωτότυπον. | |
20 | Ἀρχεῖον. χαρτοφυλάκιον, ἔνθα οἱ δημόσιοι χάρται κεῖνται, ἢ τὸ παλάτιον. Ἄρινον. τὸν νάπυ. τοῦ Ψελλοῦ· ἡ μίνθη τὸ ἡδύοσμον, ἄρινον δὲ τὸ νάπυ. Ἄροτρον. παρὰ τὸ ἀρῶ τὸ ἀροτριῶ, ὁ μέλλων | |
25 | ἀρόσω καὶ ἐξ αὐτοῦ ἄροτρον. | |
*Ἀρίζηλον. τὸ ἐν τῷ πολέμῳ ζηλωτόν.* | ||
alpha306(1t) | (Ῥῆμα.) | |
2 | Ἄραρέ με. ἤρεσέ με ταῖς φρεσὶν, ἢ ἥρμοσται. Ἄρασθαι. ἀπενέγκασθαι, ἢ λαβεῖν, φορτίσα‐ σθαι. μεῖζόν γε ὂν ἢ καθ’ ἑαυτὸν ἄρασθαι | |
5 | φορτίον. Ἀρασσόμενα. προσρηγνύμενα. κυρίως δὲ τὸ ἀράσσειν τὸ ἀποτέμνειν διὰ σιδήρου παρὰ τὸ ἄρης, ὅ ἐστι πόλεμος. Ἄραρε. δέδοκται, κέκριται. ἀρῶ τὸ ἁρμόζω, [ὁ | |
10 | μέλλων ἄρω, αἰολικῶς ἄρσω, ὁ παρακείμενος ἦρκα, ὁ μέσος ἦρα καὶ κατὰ ἀναδιπλασιασμὸν ἀττικὸν ἄρηρα, ἡ μετοχὴ ἀρηρώς. —ὅ τε φρεσὶν ᾗσιν ἀρηρώς. δωρικῇ τροπῇ τοῦ η ἄραρα καὶ ἄραρεν.] | |
15 | ἄραρε γὰρ ὅρκος ἐκ θεῶν μέγας. Ἀράμενοι. ἐπάραντες. Ἄρας. ἐπάρας. ὡς εἶδον τὸν νέκυν ἄραντας [Ἀχαιούς. ἀείρω, ὁ μέλλων ἀερῶ, ὁ ἀόριστος ἤειρα, ὥσπερ ἤγειρα, ἡ μετοχὴ ἀείρας, καὶ | |
20 | κράσει τοῦ αε εἰς α μακρὸν γίνεται ἄρας. καὶ μένει τὸ ι προσγεγραμμένον, καὶ μὴ ἐκφωνού‐ μενον διὰ τὸ μέγεθος τοῦ α.] [Ἀράβησεν. ἤχησεν. κυρίως ἡ ἐπὶ τὴν ἔραν καὶ τὴν γῆν βοή. ἔραβος καὶ ἄραβος, ἀραβῶ, | |
25 | ἀραβήσω. καταχρηστικῶς δὲ καὶ ἐπὶ τοῦ σι‐ | |
δήρου. παρὰ τὸ ἄρεα καὶ τὸ βοή.] | ||
alpha307 | [Ἄραιτο. λάβοι, κομίσειεν. ἧς οὐκ ἂν ἄραιτ’ ἄχθος ἀνθρώπου φύσις.] Ἀρδαλῶσαι. μολύναι. εἰς οἷον ἐμπεπτώκασι τὸν ἄρδαλον. | |
5 | Ἄρδειν. ποτίζειν. [ἀρδεύειν.] Ἀραροίμην. ἁρμοσαίμην. Ἀραρίσκω. τὸ ἁρμόζω. [Ἀρέσκω. παρὰ τὸ ἀρῶ τὸ ἁρμόζω. ὡς τελῶ τε‐ λέσκω, οὕτως καὶ ἀρῶ ἀρέσκω. τὸ γὰρ ἀρέσκον | |
10 | καὶ ἁρμόδιον, καὶ τὸ ἁρμόδιον ἀρεστόν.] Ἀρεσόμεθα. ἐξιλεασόμεθα, θεραπεύσομεν, φιλοφρονησόμεθα. παρὰ τὸ ἀρῶ ἀρέσω. Ἀρήγω. βοηθῶ. [παρὰ τὸν ἄρην, ὃ σημαίνει τὸν πόλεμον. ὥσπερ καὶ βοηθεῖν λέγεται τὸ | |
15 | ἐπὶ βοὴν θεῖν. βοὴ γὰρ καὶ ὁ πόλεμος ἀπὸ τοῦ παρεπομένου. ἀρήγω καὶ ἀρωγὸς, ὥσπερ καὶ ῥηγμὸς καὶ ῥαγμός.] Ἀρημένος. βεβλαμμένος. [Ἀρήρει. ἐνήρμοστο.] | |
20 | Ἀρῆξαι. τὸ βοηθῆσαι. κυρίως δὲ τὸ πρὸς και‐ ρὸν θεραπεῦσαι. ἰᾶσαι δὲ, τὸ παντελῶς θερα‐ πεῦσαι. Ἀριστῶ. τὸ ἀρετῆς ἐπιμελοῦμαι. Προκόπιος· ἀμφότεροι δὲ οἱ μὲν θανατῶντες, οἱ δὲ ἀρι‐ | |
25 | στῶντες, ἐπὶ τοὺς πέλας πολλῷ ἴεντο. ἔστι δὲ | |
καὶ ἀρεταίνω. | ||
alpha308 | Ἀρθμήσαντες. φίλοι γενόμενοι. καὶ ἀρθμῆ‐ σαι εἰς φιλίαν ἐλθεῖν. Ἀρκῶ. ἰσχύω, δύναμαι ὑπενεγκεῖν. καὶ τὸ βοηθῶ. | |
5 | Ἀρκυωρεῖσθαι. φυλάσσειν τὰς ἄρκυς. Ἁρμόζεται. συζεύγνυται, συνάπτεται. Ἀρνεῖσθαι. ἀπὸ τοῦ αἴρειν τὰς χεῖρας. παρὰ τὸ αἴρω, ἀρῶ, καὶ πλεονασμῷ τοῦ ν ἀρνῶ. Ἀρνύμεθα. ἀντὶ τοῦ καταλλασσόμεθα, ἢ προ‐ | |
10 | διδόαμεν· ἐπειδὴ διὰ τῶν ἀρνῶν καὶ τῶν ἄλλων ζώων τὰς ἀμοιβὰς ἐποιοῦντο οἱ ἀρχαῖοι. καὶ οὐ μόνον δι’ ἀργυρίου τοῦτο ποιεῖν οἶδεν Ὅμη‐ ρος, ἀλλὰ καὶ δι’ ἑτέρων, οἷον· ἄλλοι μὲν χαλκῷ, ἄλλοι δ’ ἀνδραπόδεσσιν— | |
15 | ἀπὸ τοῦ μέρους τοῦ τετραπόδου τοῦ ἀρνοῦ τὴν λέξιν ἐπὶ τοῦ ἀμείβεσθαι ἔταττον. ἢ παρὰ τὸ αἴρω ἀρνῶ, ὡς ἴκω ἰκνῶ, οἴχω οἰχνῶ, ἄρνυμι, ἄρνυμαι καὶ ἀρνύμενος. Ἀροῦσιν. ὑψώσουσιν. | |
20 | Ἀροῦν. ἀροτριᾷν. [ἀρόω, ἀρόσω, ὁ παρακείμενος ἤροον, ἤρουν, ἤροες, ἤρους, ἤροε, ἤρου, καὶ τὸ ἀπαρέμφατον ἀρόειν, ἀροῦν.] παρὰ τὸν ἄρεα, τὸν σίδηρον. σιδήρῳ γὰρ τέμνεται ἡ γῆ. Ἁρπῶμαι. ἁρπάζω. δρεπάνῃ κέχρημαι. | |
25 | Ἁρπαλέσαι. ὁμιλῆσαι. | |
alpha309 | Ἄρσαντες. ἁρμόσαντες ἢ καὶ βαστάξαντες. Ἀρτικροτεῖσθαι. συμφωνεῖσθαι. [ἀρτικρο‐ τοῦνθ’ οἱ γάμοι, φησὶ Μένανδρος.] Ἀρτᾷ. ἐπικρέμαται. καὶ ἀρτῶ ὁμοίως. | |
5 | Ἀρτύναντες. παρασκευάζοντες. Ἀρτύνω. ἁρμόζω ἢ εὐτρεπίζω. [—πυκινὴν ἠρτύνετο βουλήν. παρὰ τὸ ἀρῶ τὸ ἁρμόζω. ἦρμαι, ἦρται, ἀρ‐ τὸς, καὶ ἀρτῶ, ἀρτύω, καὶ πλεονασμῷ τοῦ ν | |
10 | ἀρτύνω, ὡς ὀρῶ, ὀρούω.] Ἀρυσάμενος. ἀντλήσας. Ἀρύω. τὸ ἀντλῶ καὶ βάλλω. [παρὰ τὸ ἀρῶ, ὡς πλήθω πληθύω, ἐρῶ ἐρύω καὶ ἐρύσω, ἄνω ἀνύω καὶ ἀνύσω· οὕτως ἀρῶ ἀρύω καὶ ἀρύσω. | |
15 | —οὐκ ἀνύω φθονέουσα—.] Ἀρήρει. ἐνήρμοστο. [ἀρῶ τὸ ἁρμόζω, ὁ μέλ‐ λων ἀρῶ, ὁ παρακείμενος ἦρκα, ὁ παθητικὸς μέσος ἦρα, καὶ ἀττικῶς ἄρηρα, καὶ ὁ ὑπερσυν‐ τέλικος ἠρήρει, καὶ ποιητικῶς ἀρήρει.] | |
20 | Ἀρχαιρεσιάζειν. τὸ ἀξιοῦν ἑαυτὸν αἱρεθῆναι ἄρχοντα. Ἀρῶ. ἐκτενῶ. Ἀρήμενος. βεβλημένος. κατεχόμενος. Ὅμηρος· | |
ὕπνῳ καὶ καμάτῳ ἀρήμενος. | ||
alpha310(1t) | (Ἐπίῤῥημα.) | |
2 | Ἄρα. συλλογιστικός ἐστι σύνδεσμος. καὶ ἀντὶ τοῦ δὴ, καὶ ὡς ἔοικε, καὶ ὡς φαίνεται. οὕτως Πλάτων. | |
5 | Ἀραρότως. ἁρμοζόντως ἢ παγίως καὶ ἑδραίως. Ἀραχὶ καὶ ἀρχί. ἐπιῤῥήματα. Ἀρτίως. ὑγιῶς. ὁλοκλήρως. λέγεται δὲ καὶ πρὸ μικροῦ ἢ ἀντὶ τοῦ νῦν. Ἀρμοῖ που. ἀρτίως. νεωστί. οὕτω Καλλίμαχος. | |
10 | Ἀρχαιοτρόπως. τουτέστιν ἀρχαιοτέροις ὀνόμα‐ σι χρῆσθαι. Ἀρχαίως. ἁπλῶς καὶ ἀκάκως· τοιοῦτοι γὰρ οἱ ἀρχαῖοι. οὕτως Δημοσθένης φησί. καὶ ἀρχαίως ἀντὶ τοῦ παλαιῶς. | |
15 | Ἄρα. καὶ ἀντὶ τοῦ τοιγαροῦν. τοῦ Ἀποστόλου· γινώσκετε ἄρα, ὅτι οἱ ἐκ πίστεως οὗτοι εἰσὶν υἱοὶ Ἀβραάμ. | |
18t | Τὸ Α μετὰ τοῦ Σ. | |
19t | (Ἀρσενικόν.) | |
20 | Ἀσαφής. μὴ φανερὸς, ἄδηλος, ἀνόητος. Ἄσβεστος. ὁ ἀκατάπαυστος. | |
Ἀσηρώθ. ὄνομα κύριον. | ||
alpha311 | Ἀσηκόρος. ὁ ἀκηδιαστὴς, ἀσινὴς, ἀβλαβής. Ἄσκευον. ἀντὶ τοῦ ἀπαράσκευον, ἄνευ ὅπλων. καὶ ὁ θεολόγος· βίον ἄσκευον καὶ ἀπέριττον. *Ἀσώδης. ἀδημονώδης. ἰατρικὴ ἡ λέξις.* | |
5 | Ἀσκάλαφος. ὁ λίαν σκληρὸς, παρὰ τὸ ἄγαν ἀσκελὲς τῆς ἁφῆς. Ἀσκηθής. ὑγιὴς, ἀβλαβής. [παρὰ τὸ σχέθω, κατὰ σύνθεσιν καὶ ἔκτασιν καὶ τροπῇ ἀσκη‐ θής. ἡ μεταφορὰ δὲ ἀπὸ τοῦ ἀσκοῦ. τὸ δὲ | |
10 | ἀσκὸς ὁ μὴ ἐσχισμένος. παρὰ τὸ σχῶ, σχή‐ σω, ἀσχὸς καὶ ἀσκός.] Ἀσκάντης. ἡ εὐτελὴς κλίνη. ἡ μὴ κάννην ἔχου‐ σα. οὕτως δὲ ἐκάλουν τὴν ψάδον. Ἀσκητής. ὁ ἐν τῷ κατὰ διάνοιαν κόσμῳ εὐσεβῶς | |
15 | καὶ δικαίως ἀναστρεφόμενος. Ἀσκαλαβώτης. ζωΰφιον ἐοικὸς σάβρᾳ ἐν τοῖς τοίχοις τῶν οἰκημάτων ἀνέρπων. ἢ καὶ ὁ πον‐ τικὸς, καὶ ἡ νυμφίτζα. παρὰ τὸ ἀκαλῶς, ὅ ἐστιν ἡσύχως, βαίνειν, πλεονασμῷ τοῦ ς. | |
20 | Ἄσκαρμοι. ἀκοίμητοι. Ἀσκληπιός. ἰατρός. παρὰ τὸ τὰ ἀσκελῆ τῶν νοσημάτων ἤπια ποιεῖν. τὸ δὲ ἀσκελὲς παρὰ τὸ σκέλω, τὸ ἄγαν σκληραίνω, ὅθεν καὶ σκέ‐ | |
λος. | ||
alpha312 | Ἀσμενέστατος. χαίρων καὶ ἄσμενος. [ἥδω, τὸ εὐφραίνομαι, ἧσμαι, ἥσμενος ἡ μετοχὴ καὶ ἄσμενος.] Ἀσπασμός. ἡ εὐχή. παρὰ τῷ Ἀποστόλῳ· ὁ | |
5 | ἀσπασμὸς τῇ ἐμῇ χειρί. Ἀσπαστοί. ἄσμενοι, θεοειδεῖς. παρὰ δὲ τῷ Καλ‐ λιμάχῳ ἀσπαστὺς ἀπαστύος, τουτέστι προσ‐ ηγορία, φιλία. Ἀσπόνδους. ἐχθροὺς, ἀγρίους, ἀδιαλλάκτους, | |
10 | μνησικάκους, ἀνελεήμονας, τοὺς ἀκαμπεῖς καὶ ἀνενδότους πρὸς ἔλεον. Ἀσπιστής. πεζὸς ὁπλίτης, πολεμιστής. Ἀσπαλιεύς. ὁ ἁλιεύς. παρὰ τὸ τὴν ἅλα ἀσπά‐ ζεσθαι, ἢ παρὰ τὸ σπᾷν [καὶ τὸ λίνον, τοῦ α | |
15 | ἢ πλεονασμὸν ἢ ἐπίτασιν σημαίνοντος.] Ἄσπετον. πολύ. ἀλλ’ ἄσπετον χέασα. [ἔστι ῥῆμα σπῶ. ὥσπερ παρὰ τὸ ἕπω τὸ ἀκο‐ λουθῶ. ἐξ οὗ τὸ σπᾶσθαι καὶ ἐπίσπεσθαι πο‐ | |
20 | σί. ῥῆμα ὄνομα σπετὸς καὶ ἄσπετος, οἷον· —ἄσπετος αἰθήρ. οἱ δὲ παρὰ τὸ ἔπω, τὸ λέγω, φασὶν εἶναι, ἄσπε‐ τα, τὰ οὕτω πολλὰ καὶ μεγάλα, ὥστε καὶ ἄῤ‐ ῥητα ὑπάρχειν.] | |
25 | Ἀσταθμεύτους. ἀφορολογήτους. | |
alpha313 | Ἄστομοι ἵπποι. σκληρόστομοι. ἄστομοι ἵπποι βίᾳ φέρουσιν. Ἀστόργους. ἀσπλάγχνους, ἀπηνεῖς, ἀφίλους. Ἀστικός. πολιτικός. | |
5 | Ἀστός. θαυμαστὸς, πολίτης. Ἀστεῖος. καλὸς, χαρίεις, τὸ ἦθος ἐπαινούμενος. *λέγεται καὶ ὁ εὐάρεστος.* Ἄστηνος. ὁ δυστυχὴς, ὁ πένης, ἀπὸ τοῦ στά‐ σιν καὶ οἴκησιν μὴ ἔχειν. | |
10 | Ἀστυγείτων. ὁ πλησιόχωρος. Ἄστεκτος. ἀνυπομόνητος. Ἀστράγαλος, ὃν ἐθεάσατο Βαλτάσαρ, ὃς ἦν χεὶρ θεοῦ ζῶντος. ἀστράγαλος κυρίως τὸ σύνη‐ θες λεγόμενον· καὶ ὁ σπόνδυλος τοῦ τραχήλου· | |
15 | καὶ βοτάνη οὕτως καλουμένη. ἀστράγαλος δὲ εἴρηται ἀπὸ τοῦ ἀστραβῆ καὶ ὀρθῶς φυλάττειν τὴν βάσιν. [ἐπὶ τοῦ ποδὸς καὶ τοῦτο. ἐπὶ δὲ τῶν ἄλλων ὀστέων παρὰ τὸ ἐμπεπάρθαι καὶ μὴ στρέφεσθαι μήτε κινεῖσθαι, στερήσει τοῦ α.] | |
20 | Ἀστισμὸς καὶ ἀστεϊμός. πιθανολογία. ἀπο‐ στῆναι ῥητορικῆς καὶ ποιητικῆς καὶ ἀστισμῶν. | |
Ἀστρόβακος. ὁ ἀστρονόμος. | ||
alpha314 | Ἀστυβοώτης. ὁ κήρυξ ἐπιθετικῶς. ἀπὸ τοῦ ἐν ἄστει βοᾷν. Ἄσταχυς. στάχυς. ἄσταχυς σίταχυς τίς ἐστιν, ὁ τὸν σῖτον συνέχων. ἢ στῶ, στήσω, | |
5 | ἄσταχυς. Ἀστάνδαι. οἱ ἐκ διαδοχῆς γραμματοφόροι. Ἀστεμφής. ἀμετακίνητος, βέβαιος. Ἀστραβής. ἄτρεπτος. παρὰ τὸ στρέφω στρεφὴς καὶ ἀστραβής. | |
10 | Ἀστέρι ὀπωρινῷ. ἤγουν τῷ κυνάστρῳ. Ἀστὴρ καὶ ἄστρον διαφέρει. ἀστὴρ γὰρ ὁ Κρό‐ νος καὶ οἱ ἄλλοι πλάνητες· ἄστρον δὲ ὁ Ὠρίων, ὃς κβ ἀστέρων ἐστὶ σύστημα. εἴρηται ἀστὴρ παρὰ τὸ μὴ ἔχειν στάσιν, ἀστατὴρ καὶ ἀστήρ. | |
15 | καταχρηστικῶς δὲ καὶ ἐπὶ τῶν ἀπλανῶν. ζη‐ τεῖται δὲ, διὰ τί, ὥσπερ γίνεται κατὰ συγκοπὴν γαστρὸς, μὴ τὸν αὐτὸν τρόπον καὶ ἀπὸ τοῦ ἀστὴρ ἀστέρος ἀστρός. καὶ ἔστιν εἰπεῖν, ὅτι αἱ συγκοπτόμεναι γενικαὶ μιμεῖσθαι θέλουσι τὰς | |
20 | ὀξυτόνους εὐθείας. ἐπεὶ οὖν ἡ ἀστέρος γενικὴ συγκοπτομένη οὐκ εὐθεῖα, ἵνα μιμήσηται, οὐ συγκόπτεται. εἰ δέ τις εἴποι, ἡ γαστέρος ὤφει‐ | |
λε συγκοπῇ γενέσθαι γαστρός· οὐ γὰρ ἔχει | ||
alpha315 | εὐθεῖαν, ἵνα μιμήσηται· ἔστιν εἰπεῖν, ὅτι τὸ γα‐ στὴρ παραλόγως ὠξύνθη, τούτου χάριν παρα‐ λόγως ἀνεδέξατο τὴν συγκοπήν. διὰ τί δὲ, ὥσ‐ περ γίνεται θυγατέρα θύγατρα, καὶ ἀνέρα ἄν‐ | |
5 | δρα, μὴ τὸν αὐτὸν γίνεται μητέρα μήτρα; καὶ ἔστιν εἰπεῖν, τὸ μὲν μητέρα, ἵνα μὴ συνεμ‐ πέσῃ τῇ μήτρα εὐθείᾳ, ὃ σημαίνει τὴν πα‐ τρίδα. Ἀσύνθετος. ὁ ἀσύμφωνος, ὁ ταῖς συνθήκαις | |
10 | μὴ ἐμμένων. Ἀσυνδύαστος. ἀσύζευκτος, ἀσύμπλοκος. Ἀσύγκριτος. ὑπερέχων, μὴ συγκρινόμενος. Ἀσυντελής. ἀχρήσιμος, ἀσύμφορος. Ἀσύστατον. οὐ συνεστῶτα, οὐ δὲ πυκνὸν, ἀλλ’ | |
15 | ἀραιὸν, ἐν τῇ ποιήσει καὶ κομπώδη. ἢ ἀδιάθε‐ τον, ἀπιθάνως συντεθέντα. Ἀσύφηλος. ἄδικος, μάταιος, ἀπαίδευτος, ἄτι‐ μος, ἀδόκιμος, ἀνόητος. παρὰ τὸ σοφὸς γίνεται σόφλος, καὶ μετὰ τοῦ στερητικοῦ α ἄσοφλος, | |
20 | καὶ μεταβολῇ τοῦ ο εἰς υ ἀσύφηλος. ὡς ἄγο‐ ρις ἄγυρις, καὶ ὄνομα ὄνυμα. Ἀσφάραγος. ὁ λαιμός. παρὰ τὸ ἀσπαίρω ἀσπά‐ | |
ραγος καὶ ἀσφάραγος. τείνεται γὰρ ἐν τῷ λέ‐ | ||
alpha316 | γειν ὁ λάρυγξ. ὁ δὲ Ἡρωδιανὸς λέγει παρὰ τὸ σφαραγεῖν, ὅ ἐστιν ἠχεῖν· δι’ αὐτοῦ γὰρ ἡ φωνὴ φέρεται· καὶ κατὰ πλεονασμὸν τοῦ α ἀσφάραγος. λέγεται δὲ καὶ τὸ ἐξ ἀκάνθων | |
5 | φυόμενον βλάστημα. ἔστι δέ τι καὶ βοτάνης εἶδος ἀσφάραγος πρὸς τὰς καθάρσεις ἐπιτή‐ δειον. [καὶ οἱ μὲν Ἀττικοὶ διὰ τοῦ φ τὴν λέξιν προσφέρουσιν, οἱ δὲ λοιποὶ, μὴ ἀκριβοῦντες, διὰ τοῦ π.] | |
10 | Ἀσφάλαξ. παρὰ τὸ σπῶ γίνεται σπάλαξ, καὶ πλεονασμῷ τοῦ α ἀσφάλαξ κατὰ μετάθεσιν τοῦ π. Ἀσφοδελός. ὁ λειμών. Ἀσφόδελος δὲ, τὸ φυτόν. | |
15 | Ἄσχολος. ὁ μὴ εὐκαιρῶν. σχολὴ γὰρ ἡ ἐν τῇ λεγομένῃ συνηθείᾳ εὐκαιρία. Ἄσχετος. ὁ ἀκράτητος. παρὰ τὸ σχῆμι, ἀφ’ οὗ καὶ ἔσχηκα [ὁ παρακείμενος, καὶ ἐσχέθην ὁ ἀόριστος, καὶ ὁ μέλλων σχήσω. ἐξ οὗ ἡ | |
20 | σχέσις. καὶ ὡς παρὰ τὸ τίθημι γίνεται θετὸς, ἴημι, ἐτὸς καὶ ἄφετος, δίδωμι, δοτὸς, οὕτω σχῆμι, σχετὸς καὶ ἄσχετος.] | |
Ἀσωπός. ποταμὸς Θηβαίων. | ||
alpha317 | Ἄσωτος. ἀκόλαστος, ἀσελγής. παρὰ τὸ σώζω, σώσω, σέσωκα, σέσωσμαι, σέσωσται, σωτὸς καὶ ἄσωτος. Ἀσκάλων. πόλις Συρίας. ἀπὸ τοῦ Ἀσκάλου ἀδελ‐ | |
5 | φοῦ Ταντάλου. ὁ πολίτης Ἀσκαλωνίτης. Ἀσυνέτους. τοὺς ἀσυνειδήτους λέγει ὁ Ἀπό‐ στολος. ὧν οὐδὲν ἀφρονέστερον. Ἀσσύριος. ὁ Βαβυλώνιος. ἐξ οὗ καὶ Ἀσσύριος φλόξ. | |
10 | Ἀσιδηνός. ὁ ἀπὸ τῆς Ἀσίδος. Ἀσεβής. παρὰ τὸ σέβω, σεβὴς καὶ μετὰ τοῦ στερητικοῦ α ἀσεβής. οἱονεὶ ὁ μὴ σεβόμενος τὸν θεόν. εἰς τὸ α ψιλὴν διατί; τὸ στερητι‐ κὸν α ψιλοῦται πλὴν τοῦ ἅλυσις καὶ ἅδης. | |
15 | Ἀσαλής. ὁ ἀφρόντιστος. σάλη γὰρ ἡ φροντίς. | |
16t | (Θηλυκόν.) | |
17 | Ἀσάμινθος. ἡ πύελος, ὅ ἐστι λεκάνη, καὶ ὁ τόπος, ἐν ᾧ λούονται. παρὰ τὸ μινύθειν τὴν | |
ἄσιν, ἤτοι τὸν ῥύπον τοῦ σώματος. | ||
alpha318 | Ἀσέλγεια. διάθεσις μὴ ἔχουσα ἢ μὴ φέρουσα ἄλγος ἀθλητικόν. Ἀσέβεια. ἀδικία περὶ τὸ θεῖον. Ἄσις. ἡ ἀκαθαρσία. καὶ ἄση. ἀσὴ δὲ κατὰ | |
5 | τοὺς ἰατροὺς ἡ ἀνερμήνευτος ποιότης, ἡ προη‐ γουμένη τοῦ ἐμέτου. Ἀσία. πόλις Λυδίας, ἐν ᾗ τρίχορδος εὑρέθη κιθάρα. διὸ καὶ Ἀσία ἡ ἤπειρος, ἡ μὲν ἀπὸ Ἀσίου τοῦ Λυδοῦ, ἡ δὲ ἐκ τῆς Προμηθέως γυ‐ | |
10 | ναικός. τὸ ἐθνικὸν Ἀσιεὺς καὶ Ἀσιανός. Ἀσιάτης. ἡ τρίχορδος κιθάρα εἴρηται, ὅτι ἐν τῇ Ἀσίᾳ, πόλει τῆς Λυδίας κειμένῃ ἐν Τμώ‐ λῳ, πρῶτον εὑρέθη, ἢ ἀπὸ Ἀσίου τινός. Ἀσίδα. στρουθοκάμηλον. | |
15 | Ἀσιχίνη. κύριον. Ἀσέλγη. πόλις, ὅπου κακῶς ἔζων οἱ ἄνθρωποι καὶ ἀλλήλοις ἐκοινώνουν. Ἀσκοπήρα. τὸ μαρσίπιον ἤτοι τὸ σακκοπάθ‐ νιον. | |
20 | Ἀσκαμωνία. βοτάνη ἰατρική. | |
alpha319 | Ἀσκέραι. ὑποδήματα ἀττικά. Ἄσκιος ὕλη. δασεῖα. τὸ α κατ’ ἐπίτασιν. Ἀσπίς. θηρίον ὀφιοειδές. καὶ τὸ σκουτάριον. Ἄσπειστον ἔχθραν. μῖσος ἄσπονδον. | |
5 | Ἀσπασία. θαυμαστὴ, χαιρετιστική. Ἀσπάλαθος. εἶδος ἀκάνθης. Νίκανδρος. ἐν γὰρ ὄρει ῥάμνοι τὲ καὶ ἀσπάλαθοι. εἴρηται δὲ παρὰ τὸ σπῶ· σπάλαθος καὶ ἀσπά‐ λαθος. | |
10 | Ἀσμωλή. ὀλίγη ἀναπνοή. οἶμαι, ὅτι ἀσθμωλὴ γράφεται. Ἀστειότης. φαιδρότης μετὰ λόγου. Ἀστιβής. ὁδὸς ἀτριβὴς, ἀπάτητος, ἄβατος. στίβος γὰρ ἡ ὁδός. | |
15 | Ἀστάρτη. ἡ θεὸς, ἡ Σελήνη. καὶ νῆσος Αἰ‐ θιοπίας. παρὰ τὸ ἄστρα ἀστράτη, ἢ παρὰ τὸ τοὺς ἀστέρας, καὶ κατὰ συγκοπὴν, ἀστάρτη, ἀσταρταῖος, ἀστάρτης. Ἀστέμβακτος. ἀκίνητος, ἢ βεβαία, ἢ τετιμη‐ | |
20 | μένη. εἴρηται δὲ κατὰ ἀπόφασιν τοῦ στεμβά‐ | |
ξαι, ὅ ἐστιν ὑβρίσαι. | ||
alpha320 | Ἀστεροπή. ἡ ἀστραπή. παρὰ τὸ στερίσκειν τοὺς ὦπας διὰ τῆς ἀντιλαμπούσης λαμπάδος. ἢ παρὰ τὸ ὄπτω, ὄπτη, καὶ μετὰ τοῦ ἀστέρος ἀστεροπτὴ, καὶ ἀποβολῇ τοῦ τ ἀστεροπή. | |
5 | Ἀστραπή. ῥῆξις πυρὸς ἐκ νεφῶν περιτρίψεως. τὸ γὰρ πνεῦμα μετὰ βίας ἐκραγὲν τῶν νεφῶν καὶ τὸν ψόφον ποιῆσαν ἐκπυρωθὲν διὰ τὴν κίνησιν φλογῶδες γίνεται. ἰστέον δὲ, ὅτι ἡ αὐτὴ φύσις τοῦ πνεύματος, ἐν μὲν τῇ γῇ ἔστι σει‐ | |
10 | σμὸς, ἐν δὲ τοῖς νέφεσι βροντὴ, περὶ δὲ τὴν γῆν ἄνεμος· πάντα γὰρ ταῦτα ἀναθυμίασις ἔστι ξηρά. Ἀστρατεία. ἡ εἰρήνη· ἐπεὶ ἐν εἰρήνῃ οὐ στρα‐ τεύονται. | |
15 | Ἀστρονομία. ἡ τῶν ἄστρων διανομή. πρῶτον Βα‐ βυλώνιοι ταύτην ἐφεῦρον διὰ Ζωροάστρου, μεθ’ ὧν καὶ Ὀστάνης. Ἀστυπάλαια καὶ Ἀστυπαλία. μοῖρα τῆς Σάμου. εἴρηται, ὅτι Προκλῆς καὶ Ἐπομβρίων | |
20 | ἀποικίαν στείλαντες εἰς Σάμον πρὸς τοὺς ἐνοι‐ | |
κοῦντας Κᾶρας κοινωνίαν θέμενοι ᾤκησαν πρὸς | ||
alpha321 | τὸν Σχήσιον ποταμὸν, καὶ εἰς δύο φυλὰς τὴν πόλιν διένειμαν, ὧν τὴν μὲν Σχησίαν ὠνόμα‐ σαν, τὴν δὲ Ἀστυπαλίαν ἀπὸ τοῦ παλαιοῦ ἐκεῖ‐ σε ὄντος ἄστεος. | |
5 | Ἀσυνθεσία. παράβασις συνθηκῶν. Ἀσσυρίηθεν. ἀπὸ τῆς Ἀσσυρίας. Ἀσφαλτῖτις λίμνη. ἔνθα ἡ ἄσφαλτος γίνεται. ἄσφαλτος δὲ ξηρίον ἐστὶ πίττῃ ὅμοιον. χρῶν‐ ται δὲ ταύτῃ καὶ οἱ ἰατροὶ, λέγουσι δὲ τὴν | |
10 | νάφθαν. Ἀσφάλτωσις. ἡ πίττωσις. Ἀσφάλεια. ἔγγραφος βεβαίωσις. Ἀστράβη. τὸ σαγμοσέλλιον. Ἀστάρτη. ἄγαλμα Ἀφροδίτης, τιμώμενον παρὰ | |
15 | Σιδωνίων. τοῦ ἄστρου δὲ τύπος· αὐτὸ τὸ ἄστρον | |
ὁ ἑωσφόρος. ὅπερ Ἀφροδίτην ὀνομάζουσι. τὸ | ||
alpha322 | αὐτὸ καὶ παρὰ Μοαβιτῶν ἐτιμᾶτο. καὶ ὁ θεό‐ λογος· τί φήσω πρὸς τοὺς Ἀστάρτην προσκυ‐ νοῦντας. ἢ τὸ Χαμὼς βδέλυγμα Σιδωνίων. | |
4t | (Οὐδέτερον.) | |
5 | Ἄσσα. ὅτε σημαίνει τὸ ὅσα καὶ ἅτινα, δασύνε‐ ται· ὅτε δὲ τὸ τινὰ, ψιλοῦται. Ἄσσαρ. εἶδος λαχάνου, ᾧ κέχρηνται οἱ ἰατροὶ εἰς θεραπείαν τῶν νοσούντων. Ἀσήμαντα. τὰ λεγόμενα ἀσφράγιστα· καὶ | |
10 | γὰρ σημεῖα τὰς σφραγίδας ἔλεγον. ἢ καὶ τὰ ἀφύλακτα. Ἄσημον. ἀτράνωτον. Ἀσήμιον. ὁ ἄργυρος. Ἀσυρῆ. ἀκάθαρτα. | |
15 | Ἀσσάριον. πεντανούμμιον ἢ δεκάνουμμον. | |
alpha323 | Ἆσθμα. ἡ συνεχομένη πνοὴ καὶ συγκοπτομένη. παρὰ τὸ ἄω τὸ πνέω. Ἀσκελές. τὸ σκληρόν. Ἀσκώματα. τὰ ἐπιῤῥαπτόμενα δέρματα ταῖς | |
5 | κώπαις ἐν ταῖς τριήρεσι, διὰ τὸ μὴ εἰσφέρε‐ σθαι τὸ θαλάσσιον ὕδωρ. [Ἀριστοφάνης· ἀσκώματα καὶ λίνα καὶ πίτταν διαπέμπων. καλοῦνται δὲ οὕτως καὶ αἱ γνάθοι ἀπὸ με‐ ταφορᾶς τῶν χαλκευτικῶν ἀσκωμάτων, ἅτινα | |
10 | φύσαι χαλκευτικαὶ λέγονται. ἐπὶ τῶν τριήρεων δὲ, ὅτι ἀπὸ ἀσκῶν γίνονται.] Ἀσκήματα. κατασκευάσματα ἢ καὶ τὰ παιδεύ‐ ματα. ἀπὸ τοῦ ἄσκησις. Ἆσμα. ὕμνος, ᾠδή. | |
15 | Ἄσπετον. πολύ. Ἄστυ. πόλις. Ἄστρον. σῶμα πύρινον ἐν τῷ οὐρανῷ πεπηγὸς καὶ τῇ κύκλῳ φορᾷ φερόμενον. ἢ σύστημα [πλειόνων] ἄστρων, ἢ τὸ ἐπί τινα χρόνον συν‐ | |
20 | ιστάμενον ἐν μετεώρῳ, ὡς κομήτης. Ἀστυφέλικτον. ἀτίνακτον. Ἀσταγές. πολυσταγές. [ἀσταγὲς ὕδωρ.] | |
Ἄστικτον. Ἀθηναῖοι τὸ ἐλεύθερον χωρίον | ||
alpha324 | ἐκάλουν, καὶ μὴ ὑποκείμενον χρήστῃ. εἴρηται, ὅτι τοῖς ὑποκειμένοις χρέεσι χωρίοις εἰώθασιν ἐγκαταπηγνύειν στήλην, ἣν ἐκάλουν ὅρον, ἐν ᾗ χρέος ἐγκεχάρακτο καὶ ὁ χρήστης, ἵνα μὴ | |
5 | πλανηθεὶς ἕτερος ἐπὶ καθαρῷ δανείσῃ. Ἄστυ. παρὰ τὸ ἄνω ἵστασθαι· οἱ γὰρ ἀρχαῖοι ἐφ’ ὑψηλοῦ τόπου ᾠκοδόμουν τὰς πόλεις. ἐκ δὲ τοῦ ἄστυ ἀστεῖος. σημαίνει δὲ τρία· ὁ ἐν ἄστει διατρίβων, ὁ διὰ χρηστὸν ἦθος ἐπαινού‐ | |
10 | μενος, ὡς ὁ Μωϋσῆς, καὶ ὁ γελωτοποιός. Ἄστρια. οἱ ἀστράγαλοι. Καλλίμαχος· δέκα δ’ ἄστρι’ αἴνυτο λάτρον. Ἀσπαστόν. τὸ ἐπιθυμητόν. Ἀσύμβατον. πολέμιον. ἀφιλίωτον. | |
15 | Ἀσύμφορον. τὸ μὴ συμφέρον καὶ ἐνδεχόμενον. Ἀσυμφυῆ. ἀνοίκεια, ἀνόμοια. Ἀσυνάρτητον. ἀσυνάρμοστον. Ἀσύνθετον. τὸ μὴ ἐκ μερῶν τὴν συμπλήρωσιν τῆς οὐσίας καθ’ ὑπόστασιν ἔχον. | |
20 | Ἀσύντακτον. τὸ μὴ τεταγμένον, τὸ μὴ ἡνω‐ μένον καὶ σύμμικτον, ἀλλὰ διεσπασμένον καὶ διῃρημένον. Ἄσχετον. ἀκράτητον. Ἀσχημάτιστον. ᾧ μὴ πρόσεστι χαρακτὴρ ἐκ | |
25 | διατυπώσεως σώματος. | |
alpha325 | Ἀσώματον. τὸ μὲν τῷ ἀριθμῷ, ὡς οἱ ἄγγελοι, οἷον Μιχαὴλ, Γαβριήλ· ἀριθμῷ γάρ· τὰ δὲ οὒ, ὡς τὰ καθόλου. Ἀσσώριον. ὄρος Σάμου, καὶ πόλις Σικελίας. | |
5 | ὁ πολίτης Ἀσσωρῖνος. | |
6t | (Ῥῆμα.) | |
7 | Ἆσαι. κορέσαι. λέγεται δὲ καὶ τὸ δοξάσαι καὶ λέξαι. Ἀσελγαίνειν. πορνεύειν, ἀκολασταίνειν. παρὰ | |
10 | τὸ λέχος λεχαίνειν, τὸ λέχους ἐπιθυμεῖν. [καὶ κατὰ τροπὴν λεγαίνειν. ἔνθεν Ἀρχίλοχος· λέχαι δὲ γυναῖκες. ἀντὶ τοῦ ἀκόλαστοι. λεγαίνειν οὖν, καὶ πλεο‐ νασμῷ ἐλεγαίνειν· καὶ κατὰ σύνθεσιν τῆς α | |
15 | ἐπιτάσεως, καὶ πλεονασμῷ τοῦ ς, ἀσελγαίνειν.] ἔστι δὲ καὶ πόλις *οὕτω* καλουμένη [Ἀσέλγη, ὅπου κακῶς ἔζων οἱ ἄνθρωποι, καὶ ἀλλήλοις ἐκοινώνουν.] Ἀσθμαίνει. πνευστιᾷ, ἀναπνέει πυκνὰ καὶ ὀξέως. | |
20 | Ἀσθμάζει. ἀντὶ τοῦ ἀσθμαίνει. Ἀσκούμενος. γυμναζόμενος. Ἀσκήσασα. [μετ’] ἐπιμελείας κοσμήσασα. | |
Ἀσκαρίζειν. τὸ κινεῖσθαι. | ||
alpha326 | Ἀσκωλιάζειν. ἐφ’ ἑνὸς ποδὸς ἐφαλλόμενος. κυ‐ ρίως δὲ τὸ ἐπὶ τῶν ἀσκῶν ἅλλεσθαι. ἕνεκα γὰρ τοῦ γέλωτα ποιεῖν εἰς ἀσκοὺς πεφυσημέ‐ νους ἐνήλλοντο. | |
5 | Ἀσμενίζει. χαίρει, ἀγαπᾷ, προθυμεῖται. καὶ ἄσμενος ὁ χαίρων. ἥδω τὸ εὐφραίνομαι, ἧσμαι, ἡσμένος ἡ μετοχὴ καὶ ἄσμενος. Ἀσπάζεσθαι καὶ ὁ ἀσπασμὸς μάλιστα τὴν ἀγάπησιν καὶ φιλοφροσύνην δηλοῖ. χρῶνται δὲ | |
10 | καὶ ἐπὶ τοῦ προσαγορεύειν. Ἀσπαίροντες. σκαρίζοντες, κινοῦντες, ψυχοῤ‐ ῥαγοῦντες. Ἀσπαλιεύειν. ἐκ τῆς ἁλὸς σπᾷν τοὺς ἰχθύας, ὅ ἐστιν ἁλιεύειν. παρὰ τὸ σπᾷν καὶ τὸ λίνον. | |
15 | [τοῦ α ἢ πλεονασμὸν ἢ ἐπίτασιν δηλοῦντος. ὅθεν καὶ ἀσπαλιεὺς καὶ ἀσπαλιευτὴς, ὁ ἐκ τῆς ἁλὸς σπῶν τοὺς ἰχθῦς.] Ἀστεΐζεται. ὡραΐζεται, ψεύδεται. Ἀστειοῤῥημονήσωμεν. εὐμορφολογήσωμεν. | |
20 | Ἀστροπολοῦντας. περὶ τὰ ἄστρα ἀναστρέφον‐ τας τὴν διάνοιαν. Ἀστραβαλίζειν. ὁμαλίζειν, ἀπευθύνειν. [καὶ | |
στράβη τὸ σαγμοσέλλιον.] | ||
alpha327 | Ἀσυνετῶ. μωραίνω. Ἀσφαλίσαι. φυλάξαι. ἀσφαλίζω γὰρ τὸ φυ‐ λάττω. Ἀσχάλλων. ἀδημονῶν, λυπούμενος, ὀλιγοψυ‐ | |
5 | χῶν, χαλεπαίνων. ὁ δὲ ἤσχαλεν [ὡς παρευ‐ δοκιμούμενος. παρὰ τὸ ἄχω, ἀφ’ οὗ ἄχομαι, γίνεται ἀχάλλω, ὥσπερ ἄγω ἀγάλλω, εἴδω εἰ‐ δάλλω καὶ ἰνδάλλω. καὶ πλεονασμῷ τοῦ ς ἀσχάλλω. ἐκ δὲ τοῦ ἀσχάλλω γίνεται παρά‐ | |
10 | γωγον ῥῆμα ἀσχαλῶ, τὸ τρίτον πρόσωπον ἀσχα‐ λᾷ καὶ πλεονασμῷ τοῦ α ἀσχαλάα. ἢ παρὰ τὸ σχῶ, σχάλλω καὶ ἀσχάλλω, ὃ ἐπέχειν οὐ δυνάμεθα.] Ἀστατοῦμεν. τουτέστι διωκόμεθα. Ἀποστολι‐ | |
15 | κὴ ἡ λέξις· κολαφιζόμεθα καὶ ἀστατοῦμεν. Ἀσχημονήσωμεν. ὑπὲρ τὸ περιττὸν καλλωπι‐ σώμεθα. πᾶν γὰρ τὸ περιττὸν, εἴτε ἐν λόγῳ, εἴτε ἐν πράγματι, ἀσχημοσύνην καὶ φλυαρίαν καλεῖ ὁ Πλάτων. φησὶ καὶ ὁ θεόλογος· καὶ | |
20 | τοῖς μὲν ἀσχημονήσωμεν μᾶλλον ἤπερ ἐμπρέ‐ | |
ψομεν. | ||
alpha328(1t) | (Ἐπίῤῥημα.) | |
2 | Ἀσμένως. μετὰ χαρᾶς· ἡδέως. Ἀσπασίως. ἡδέως. περιχαρῶς. Ἀσπερχές. ἀδιαλείπτως, παρὰ τὸ σπέρχω, *ὅ | |
5 | ἐστι σπουδάζω.* Ἀσπουδεί. χωρὶς σπουδῆς. Ἀσπονδεί. χωρὶς φιλίας ἢ χωρὶς θυσίας. Ἀσκελές. ἀδιαλείπτως. Ἀσκαρδαμυκτί. χωρὶς τοῦ μύειν. | |
10 | Ἆσσον. πλησίον, ἐγγύς. Ἀσολοίκως. ἀφελῶς. Ἀστεμφέως. ἀμετακινήτως. [παρὰ τὸ στέμβω, ὃ σημαίνει τὸ συνεχῶς κινῶ. ἢ παρὰ τὸ στρέ‐ φω, ἀστρεφὴς καὶ ἐλλείψει τοῦ ρ καὶ πλεονα‐ | |
15 | σμῷ τοῦ μ ἀστεμφὴς, ὅ ἐστιν ἀμετακίνητος.] Ἀστικῶς. εὐσυνέτως, ἐμφρόνως. Ἀστενακτί. ἄνευ στενάγματος. Ἀστακτί. πολυδακρύτως. τὸν νεκρὸν παραπέμ‐ πων ἀστακτί. | |
20 | Ἀσυμφανῶς. ἐπικεκαλυμμένως, ἀδήλως, αἰνιγ‐ | |
ματωδῶς. | ||
alpha329 | Ἀσυνδυάστως. ἀσυμπλόκως, ἀσυζεύκτως, ἢ ἀσυναυλίστως. συνδυάζω γὰρ τὸ συναυλίζομαι, ὡς τό· οὐ μὴ συνδυάσω μετὰ τῶν ἐκλεκτῶν αὐτοῦ. | |
5 | Ἀσφαδάστως. συντόμως. σφαδάζειν λέγεται τὸ σπᾶσθαι καὶ σφακελίζειν. | |
7t | Τὸ Α μετὰ τοῦ Τ. | |
8t | (Ἀρσενικόν.) | |
9 | Ἀταρνεύς. πολίχνιόν τι καταντικρὺ Λέσβου | |
10 | κείμενον. Ἀτάσθαλος. μωρὸς, φλύαρος, ἁμαρτωλὸς, ἄδι‐ κος, παράνομος. ἀπὸ τοῦ θάλλειν ἄταις. παρὰ τὸ ἄτω τὸ βλάπτω, ἢ παρὰ τὸ τὴν ἄτην. [ὡς οὖν δαίω, δαίδαλος, καὶ παρὰ τὸ αἴθω, αἴθα‐ | |
15 | λος, οὕτω καὶ παρὰ τὸ ἄτω ἀτάζω, καὶ τροπῇ τοῦ ζ εἰς θ ἀτάσθαλος.] Ἀταλάφρων. νήπιος. [Ἄταλος ἢ ἀταλός. ὁ νήπιος.] παρὰ τὸ τλῆ‐ | |
ναι, ταλὸς καὶ ἀταλὸς, ὁ μηδέπω δυνάμενος | ||
alpha330 | κακοπαθῆσαι. [ἐξ αὐτοῦ ἀτάλλειν, καὶ ἀτι‐ τάλλειν κατὰ ἀναδιπλασιασμόν.] Ἀτάρβητος. ἄφοβος, ἀτρέμας. παρὰ τὸ τάρ‐ βος. ἢ ἀθαρβωτὸς, ὁ μὴ θαῤῥῶν βοὴν ὑπο‐ | |
5 | μεῖναι. Ἀτταγᾶς. εἶδος ὀρνέου. Ἀτέλεβος. ἀκρίς τις. Ἀτερμάτιστος. ἀβέβαιος, ἀθεμελίωτος. Ἀτέχνοις. πανούργοις, ἢ ἀπείροις. | |
10 | Ἀτέλεστος. ἀμύητος. Ἀτάλαντι Ἄρηϊ. ὁμοίῳ· [ἰσοστασίῳ·] ἰσοτα‐ λάντῳ. Ἀταρτηροῖς. βλαβεροῖς. Ἀτεράμων. οὐχὶ ἀτέραμνος. Ὅμηρος· | |
15 | —κῆρ ἀτέραμνον ἔθηκε. παρὰ τὸ τέρεν τὸ ἁπαλὸν, τεράμων ὁ ἁπα‐ λὸς, καὶ ἀτεράμων ὁ σκληρός· τὸ οὐδέτερον ἀτέραμον καὶ πλεονασμῷ τοῦ ν ἀτέραμνον. | |
Ἄτεγκτος. *ἄβροχος,* σκληρὸς, ἀμάλακτος. | ||
alpha331 | Ἅτερος. ἕτερος, ὁ εἷς τῶν δύο. Ἀτειρής. ὁ σκληρὸς, ὁ ἀδάμαστος, ὁ ἀκατα‐ πόνητος. τέρω, ἀτερὴς καὶ ἀτειρής. ἢ παρὰ τὸ τέρεν ἀτερὴς καὶ ἀτειρής. | |
5 | Ἀτέραμνος. δυσέψανος. οὕτως φησὶ Πλάτων. Ἀττήλας. κύριον. οὗτος ἦν ἡγεμὼν τῶν Σκυθῶν. Ἄτιμος. ἀνήκουστος· καί μ’ ὁ Φοῖβος ἄτιμον ἐξέπεμψεν—. Ἀτιμότερος. εὐτελέστερος, ἀτεχνότερος. ἐρεῖς | |
10 | δὲ ἄκοντος ἀτιμότερόν με θήσεις. Ἀτιμώρητος. ἀβοήθητος, ἢ θαυμαστός. ἔστι δ’ ὅτε καὶ ὁ κακός. Ἀτιμάγελος. ὁ μὴ συναγελαζόμενος. Ἀτίθασσος. ἀνήμερος, ἄγριος. | |
15 | Ἀττικός. ὁ Ἀθηναῖος. παρὰ τὸ ἀκτὴ, ἀκτικὸς καὶ ἀττικός· ἀκτὴ γὰρ ἐκαλεῖτο ἡ Ἀττικὴ, ὅθεν καὶ Ἀκταῖοι οἱ Ἀθηναῖοι. Ἀτμός. ἀνάδοσις. παρὰ τὸ ἄω, τὸ πνέω, ὁ | |
παρακείμενος ἦσμαι, ἀσμὸς καὶ ἀτμός. | ||
alpha332 | Ἄτολμοι. δειλοὶ, κατεπτηχότες. Ὅθ’ οὕνεκ’ εἰσὶν ἀδρανέστατοι ζώων, ψυχὰς ἄτολμοι, μοῦνον εἰδότες φεύγειν. Ἀτρεκέστατος. ἀληθέστατος. | |
5 | Ἀτρέμας. ἥσυχος, ἄφοβος. Ἄτρυτος. ἀκαταπόνητος. ἀπὸ τοῦ τρύω τρυ‐ τὸς καὶ ἄτρυτος. Ἄτρωτος. ἀνίκητος, ἄπληκτος. Ἀτραπός. τὸ ἀπόσταγμα τῆς σταφυλῆς, τὸ | |
10 | πρὸ τοῦ πατηθῆναι γινόμενον· τραπεῖν γάρ ἐστι τὸ πατῆσαι. [ἀτραπὸς] καὶ ἡ ὁδὸς ἐπὶ θηλυκοῦ. Ἄτρεστος καὶ ἄτρητος. ὁ ἄφοβος. Ἀτρόμητος. ἄφοβος. —οὐδ’ Ὀλύμπιος | |
15 | Ζεὺς ἀτρόμητος εἶδεν—. *δηλοῖ δὲ τὸν ἄφοβον.* Ἄτρακτος. γυναικεῖον ἐργαλεῖον, ἐφ’ οὗ τὸ νῆμα περιειλεῖται. ἀεὶ [γὰρ] ταράσσεται. [ἢ ὅτι ἀτάρακτον τὸ νῆμα φέρει. ἀπὸ τοῦ ταράσσω | |
20 | οὖν γίνεται ἀτάρακτος καὶ ἄτρακτος. ἔστι καὶ | |
alpha333 | ἀτρακτυλὶς εἶδος ἀκάνθης, ἀφ’ ἧς τοὺς ἀτρά‐ κτους ἐποίουν αἱ γυναῖκες τῶν ἀγροίκων.] Ἄτλας. ὄρος Λιβύης, καὶ ὁ μυθευόμενος τὴν γῆν καὶ τὸν οὐρανὸν βαστάζειν. | |
5 | —καὶ σιδηρέους Ἄτλαντος ὤμους—. Ἀτμήν. ὁ δοῦλος. παρὰ τὸ τιμὴ ἀτιμὴν καὶ κατὰ συγκοπὴν ἀτμήν· οἷον ὁ ἄτιμος. ἢ πο‐ λυτίμητον τινὰ ὄντα ὑπὸ τῶν μαστίγων, ἐπιτά‐ | |
10 | σει τοῦ α. ἀπὸ δὲ τοῦ ἀτμὴν ἀτμῶ. Ἄτυπος νοῦς. ὁ μηδὲν σωματικὸν κατὰ τὸν καιρὸν τῆς προσευχῆς φανταζόμενος. οὐδὲ γάρ ἐστι σῶμα θεός. Ἀτρεύς. παρὰ τὸ τρεῖν τὸ φοβεῖσθαι. [ὥσπερ | |
15 | παρὰ τὸ τρέφω τροφεὺς, οὕτω καὶ παρὰ τὸ τρέω γίνεται τρεὺς, καὶ μετὰ τοῦ στερητικοῦ α ἀτρεύς.] Ἀτρείδης. τὰ ἀπὸ τῶν εἰς ν, ξ, ψ, ρ, διὰ τοῦ ι γινόμενα ἐν τοῖς εἰς δης πατρωνυμικῶν· | |
20 | Μέμνων, Μέμνονος, Μεμνονίδης· Φοίνιξ, Φοινι‐ κίδης· Πέλοψ, Πελοπίδης· Νέστωρ, Νεστορίδης. καὶ τὰ ἀπὸ τῶν εἰς ος ληγόντων διὰ τοῦ ι· Πανάριστος, Παναριστίδης· Βῆλος, Βηλίδης. τὰ ἀπὸ τῶν εἰς ευς διὰ διφθόγγου· Ἀτρεὺς, Ἀτρεί‐ | |
25 | δης. τὰ ἀπὸ τῶν εἰς ος ἀττικῶν· Νηλεὺς, Νη‐ λέως, Νηλείδης. τὰ ἀπὸ τῶν εἰς αιος· Ἐλκαῖος, Ἐλκείδης. τὰ ἀπὸ τῶν εἰς ης ἐχόντων τὴν γε‐ νικὴν εἰς ους, εἰ μὲν βραχείᾳ παραλήγεται, διὰ τοῦ ι γράφεται· Εὐτυχὴς, Εὐτυχοῦς, Εὐτυχί‐ | |
30 | δης· Ἀχαιμένης, Ἀχαιμένους, Ἀχαιμενίδης· εἰ δὲ μακρᾷ παραλήγεται, διὰ διφθόγγου· Ἡρα‐ κλῆς, Ἡρακλοῦς, Ἡρακλείδης, χωρὶς τριῶν, | |
Θρασυμηδίδης, Διακηρίδης καὶ Θουκυδίδης· ταῦτα | ||
alpha334 | γὰρ μακρᾷ παραλήγονται. τὰ δὲ μὴ πατρωνυ‐ μικὰ διὰ τοῦ ι· Λητοΐδης, ὁ τῆς Λητοῦς, Δα‐ ναΐδης, ὁ τῆς Δανάης, Νιοβίδης, ὁ τῆς Νιόβης. ὅθεν τὸ Φιλομηλείδης κύριον λέγεται εἶναι· εἰ | |
5 | γὰρ ἦν μητρωνυμικὸν, διὰ τοῦ ι ἐγράφη ἄν. Ἀταινίωτος. ἀστεφάνωτος. Ἄτυφος. ἀκενόδοξος. | |
8t | (Θηλυκόν.) | |
9 | Ἀταυρώτη. ἁγνὴ, ἄμικτος. ταῦρος γὰρ τὸ αἰ‐ | |
10 | δοῖον τοῦ ἀνδρός. Ἀτασθαλία. κυρίως ἡ περὶ τὴν θαλείαν ἤτοι τὴν εὐωχίαν ἄτη· ὡς παροινία ἡ περὶ τὸν οἶ‐ νον ἀταξία. [ἢ παρὰ τὸ ἄτῃ θάλλειν καὶ αὔ‐ ξεσθαι.] | |
15 | Ἀττάλεια. πόλις Λυδίας. ἀπὸ Ἀττάλου Φι‐ λαδέλφου κτίσαντος αὐτήν. Ἀταλῇσιν. ἁπαλαῖς, νεογναῖς. Ἀττικάς. στεριζούσας τοῦ καιροῦ. Ἀτεκνία. ἡ ἀπαιδία καὶ ἡ λήθη. Δαβίδ· καὶ | |
20 | ἀτεκνίαν τῇ ψυχῇ μου. ὡς διὰ τῶν τέκνων φυ‐ λαττομένης τῆς μνήμης. Ἀτέλεια. ἀλειτουργησία. Ἀτημέλεια. καταφρόνησις. Ἄτη. ἡ βλάβη. παρὰ τὸ τῶ τὸ λαμβάνω. [οἷον· | |
25 | Κύκλωψ, τῆ, πίε οἶνον— ἐξ οὗ ὄνομα ῥηματικὸν τῆ καὶ στερήσει τοῦ α ἄτη. ἣν οὐκ ἄν τις λάβῃ. ἢ παρὰ τὸ ἄω τὸ βλάπτω. οἷον· ἄσαι με δαίμονος αἶσα κακή— | |
30 | ὁ μέλλων ἄσω, καὶ ἐξ αὐτοῦ ἄση ἡ βλάπτου‐ σα τὴν ψυχήν.] Ἀτμίς. ἀναθυμίασις, ἄκρον πυρός. | |
Ἀτροπία. ἀλογία, ἀβουλία. | ||
alpha335 | [Ἀτρακτυλίς. εἶδος ἀκάνθης, ἀφ’ ἧς τοὺς ἀτράκτους ἐποίουν αἱ γυναῖκες τῶν ἀγροίκων.] Ἀτραπιτὸς καὶ ἀτραπὸς, ἡ ὁδός. [παρὰ τὸ τρέπω, τρέψω, ὁ δεύτερος ἀόριστος ἔτραπον, | |
5 | γίνεται ῥηματικὸν ὄνομα τραπὸς, στερήσει τοῦ α καὶ κατὰ μετάθεσιν ἀτραπὸς, ἐξ ἧς ὁδοῦ οὐκ ἔστι τραπῆναι. ἢ ἡ πολύτροπος· εἰς πολλὰ γὰρ σχίζεται. γράφεται δὲ καὶ ἀταρπός.] Ἀτραβατικάς. ξηραμπελίνας τὸ χρῶμα. τὸ | |
10 | γὰρ μέλαν ἄτρον καλοῦσιν οἱ Ῥωμαῖοι. ἢ ὅτι μετὰ τραβαίας ταύταις εἰώθεσαν χρῆσθαι· τρα‐ βαῖαι δὲ αἱ πολυτελεῖς χλαμύδες. Ἀτυφία. ἀκενοδοξία, ταπεινοφροσύνη. Ἀτρείδῃσι. πύλῃσιν. ἔχουσι τὸ ι κατὰ τὴν | |
15 | παραλήγουσαν. ἔστι γὰρ Ἀτρείδαις [ἀρσενικὸν] καὶ πύλαις [θηλυκόν]. δεῖ δὲ γινώσκειν, ὅτι παρὰ τῷ ποιητῇ πᾶσαι αἱ τοιαῦται δοτικαὶ τρέ‐ πουσι τὸ α εἰς η, εἴτε ἐπεκτεταμέναι εἰσὶν, εἴτε ἀνεπέκτατοι, οἷον· ἐν παλάμαις, ἐν παλάμῃ‐ | |
20 | σιν. [ὁμοίως καὶ τὸ Ἀτρείδαισι, πύλαισι, κατ’ ἐπέκτασιν γίνεται, καὶ κατὰ τροπὴν ἰωνικὴν τοῦ α εἰς η, Ἀτρείδῃσι καὶ πύλῃσι.] Ἅττα. ἅτινα. Ἄττα. ἀπόφθεγμά τι τιμητικὸν νέων πρὸς πα‐ | |
25 | λαιοτέρους. παρὰ τὸ ἄππα κατὰ Μακεδόνας, τροπῆς γενομένης τῶν δύο ππ εἰς δύο ττ. | |
27t | (Οὐδέτερον.) | |
28 | Ἀταμίευτον. ἀφύλακτον, ἀδιοίκητον. Ἀτάκτημα. ἀταξία. τοῦ μηδὲν ἀτάκτημα γε‐ | |
30 | νέσθαι περὶ τὴν ἀρχήν. | |
alpha336 | Ἀτάρμυκτον. τὸ ἄφοβον. κυρίως δὲ τὸ μὴ μύον. Εὐφορίων· ἀτάρμυκτον τρέπεν ὄμμα. Ἀτέκμαρτον. ἀτελείωτον. | |
5 | Ἀτερμάτιστον. ἀβέβαιον, ἀθεμελίωτον. Ἀτέραμνα. τὰ μὴ ἑψόμενα ὄσπρια. Ἀτελεύτητον. οὐ πᾶν ἀτελεύτητον πάντως καὶ ἄναρχον. οἱ γὰρ ἄγγελοι καὶ αἱ ψυχαὶ ἀτε‐ λεύτητοι μὲν, οὐκ ἄναρχοι δέ. | |
10 | Ἀτηρόν. βλαβερόν. Ἄτλητον. τὸ ἀνυπομόνητον. τλητὸν γὰρ τὸ καρτερικόν. Ἄτοπα. πονηρὰ, ἀπρεπῆ. Ἄτομα. λεπτὰ, τὰ μὴ δυνάμενα τομὴν δέξα‐ | |
15 | σθαι. ἄτομον λέγεται τὸ μὴ τεμνόμενον, μὴ δὲ μεριζόμενον, ὡς ἡ στιγμὴ, καὶ τὸ νῦν, καὶ ἡ μονὰς, ἅτινα καὶ ἄποσα λέγεται. ἄτομον καὶ τὸ δύστμητον, [τουτέστι] τὸ δυσχερῶς τεμνόμενον, ὡς ὁ ἀδάμας λίθος καὶ τὰ τοιαῦ‐ | |
20 | τα. ἄτομον λέγεται καὶ τὸ εἶδος, ὅπερ οὐκ ἔτι εἰς ἕτερα εἴδη τέμνεται, ἤτοι τὸ εἰδικώτα‐ τον εἶδος, ὡς ἄνθρωπος, ἵππος καὶ τὰ τοιαῦτα. ἄτομον δὲ κυρίως λέγεται, ὅπερ τέμνεται μὲν κυρίως εἰς ψυχὴν καὶ σῶμα· ἀλλ’ οὔτε ἡ ψυ‐ | |
25 | χὴ καθ’ ἑαυτὴν ἔστιν ἄνθρωπος [τέλειος], ἢ Πέτρος τέλειος, οὔτε τὸ σῶμα. περὶ τούτου παρὰ [τοῖς] φιλοσόφοις ὁ λόγος· ὅπερ δηλοῖ τὴν ὑπόστασιν. ἄτομον τὸ ἐξ ἰδιωμάτων συγ‐ κείμενον, ὧν τὸ ἄθροισμα οὐκ ἂν ἐπ’ ἄλλου | |
30 | ποτὲ λεχθείη. δηλοῖ δὲ τὴν καθ’ αὑτὸ ὑπόστα‐ | |
alpha337 | σιν, οἷον· Πέτρον, Παῦλον, ἢ τινὰ ἕτερον τῶν κατὰ μέρος ἀνθρώπων. Ἄτρον. τὸ μέλαν παρὰ Ῥωμαίοις. | |
4t | (Ῥῆμα.) | |
5 | Ἀτάλλων. τρέφων. παρὰ τὸ τλῶ, τλᾶς, καὶ ἄτλας, ἐξ αὐτοῦ ἀτάλλων. Ἀτενίζει. ἄκρως προσέχει. Ἄττειν. ὁρμᾷν. Ἀτέμβω. τὸ στερίσκω. παρὰ τὸ τέμω, ὅ ἐστι | |
10 | πρωτότυπον τοῦ τέμνω, γίνεται ἀτεμῶ καὶ ἐπεν‐ θέσει τοῦ β ἀτεμβῶ τὸ οὐ βλάπτω. [Ὅμη‐ ρος·] οὐ γὰρ καλὸν ἀτεμβεῖν. Ἀτίτηλλα. ἀνέθρεψα. καὶ ἀτιτάλλειν τὸ τι‐ | |
15 | θηνεῖν, καὶ ἐκτρέφειν ἐκ νηπίου. Ἀτιμαστέον. περιφρονητέον. Ἀττικουργούμενον. τὸ κατὰ ἀττικὸν τρόπον εἰρ‐ γασμένον. Ἀτιμάζω. τὸ καταφρονῶ, τὸ ἀναδύομαι. [ταῦ‐ | |
20 | τά τοι οἱ Διόσκουροι οὐκ ἀτίμασάν οἱ φανῆ‐ ναι πάλιν.] Ἀτίζω. εἰ μὲν σημαίνει τὸ ὑπερορῶ, γίνεται παρὰ τὸ τίω, τὸ τιμῶ, καὶ ἀτίζω, πλεονασμῷ τοῦ ζ. εἰ δὲ σημαίνει τὸ βλάπτω, παρὰ τὸ | |
25 | ἄτω, ἀτίζω. Ἀτλητῶν. μὴ καρτερῶν, μὴ φέρων, δυσανασχε‐ | |
τῶν. πάρειμ’ ἀτλητῶν. | ||
alpha338 | Ἀτροφῆσαν. μὴ τραφέν. Ἀτυζόμενος. αἰολικόν ἐστι· σημαίνει δὲ τὸ λυ‐ πούμενος, θορυβούμενος, ταρασσόμενος. Ἀτύω καὶ ἀτύσω. τὸ ταράσσω. | |
5 | Ἀτυχθείς. ὁ μὴ βουλόμενος τυχεῖν, ἀλλὰ ἀπο‐ στρεφόμενος εἰς τὸ διαμαρτεῖν. σημαίνει δὲ καὶ τὸ καταπλαγεὶς ἢ φοβηθείς. καὶ Ὅμηρος· —ὄψιν ἀτυχθείς. τεύχω τὸ ἐπιτυγχάνω, ὁ μέλλων τεύξω, ὁ δεύ‐ | |
10 | τερος ἀόριστος ἔτυχον, ἐτύχην, ἡ μετοχὴ ὁ τυ‐ χεὶς καὶ πλεονασμῷ τοῦ θ τυχθείς. ὡς χαμα‐ λὸς χθαμαλός. καὶ μετὰ τοῦ στερητικοῦ α ἀτυχθείς. Ἀτυχῆσαι. ἀντὶ τοῦ ἀποτυχεῖν. οὕτως Πλάτων. | |
15t | (Ἐπίῤῥημα.) | |
16 | Ἀτὰρ δή. δηλαδή. ὁμοίως. πλὴν ὅμως καὶ ἀντὶ τοῦ δὴ ἢ διὰ τοῦτο. Ἀταλαιπώρως. ἀκοπιάστως. Ἀταρβήτως. ἀφόβως. *καὶ ἀταρβητὶ ὁμοίως.* | |
20 | καὶ ἀντὶ τοῦ ἀνειμένως. Σοφοκλῆς· ἐχθρῶν δ’ ὕβρις ἀταρβήτως ὁρμᾷ—. Ἀτεχνῶς. φανερῶς. Ἀτέχνως. ἀνεπιστημόνως. Ἄτερ. ἐκτὸς, χωρίς. | |
25 | Ἀτενῶς. ἀμεταστάτως. Ἀτενές. εὐθὺ, συνεχὲς, παντελῶς, καθόλου, παραχρῆμα, ἄγαν, ἰσχυρῶς, ἀφελῶς ἢ πάνυ | |
προσεχῶς. | ||
alpha339 | Ἄτε. ἀντὶ τοῦ καθὰ, ἐπίῤῥημα· ψιλοῦται. Ἀτρεμεί. ἡσύχως. Ἀτριβί. χωρὶς τριβῆς. Ἀτρεκέως καὶ ἀτρεκεστάτως. ἀληθῶς. ἀπὸ | |
5 | τοῦ τρέχω, τρεχὴς καὶ ἀτρεκής. ὃν οὐδεὶς δύ‐ ναται παραδραμεῖν, ἢ ὃ οὐδεὶς δύναται παρα‐ δραμεῖν, εὐφρονῶν. Ἀτημελήτως. ἀπρονοήτως, καταφρονητικῶς. | |
9t | Τὸ Α μετὰ τοῦ Υ. | |
10t | (Ἀρσενικόν.) | |
11 | Αὐαλέος. ὁ κατάξηρος. παρὰ τὸ αὔω τὸ ξηραί‐ νω, αὖος καὶ αὐαλέος. Αὔγαρος. Ἐδέσσης βασιλεὺς, ὃς ἐπὶ Τραϊανοῦ βασιλέως ἦν καὶ δῶρα αὐτῷ προσῆξεν ἐκεῖσε | |
15 | ἀφιγμένῳ. Αὐγέας. Ἀθηναῖος κωμικός. τῶν δραμάτων αὐ‐ τοῦ ἄγροικος ..... Αὐδώδ. κριτὴς τοῦ Ἰσραὴλ ἐκ τῶν ἀλλοφύλων ἐν ἡμέρᾳ μιᾷ ἐν τῷ ἀροτροποδίῳ ἐπάταξεν ἄν‐ | |
20 | δρας ἑξακοσίους. Αὐθάδης. θυμώδης, θρασὺς, ἀλαζὼν, ἑαυτῷ ἀδῶν καὶ ἀρέσκων. αὐτοάδης καὶ αὐθάδης. καὶ κλίνεται αὐθάδεος καὶ ἡ κλητικὴ αὐθάδες· πα‐ ράλογον δὲ τὸ αὔθαδες. | |
25 | Αὐταίρετος. αὐτόβουλος, ἢ ὁ αὐτεπάγγελτος. Αὐθέκαστος. ἀκριβὴς καὶ σύντομος. ὅθεν καὶ λόγους αὐθεκάστους τοὺς σαφεῖς καὶ συντόμους λέγομεν. τινὲς δὲ καὶ τὸν παῤῥησιαστὴν καὶ | |
αὐθάδη καὶ φίλαυτον. | ||
alpha340 | Αὔθαιμοι. οἱ ἀδελφοί. ὡς ἀπὸ τοῦ αὐτοῦ αἵ‐ ματος. Αὐθιγενής. γνήσιος· αὐτόχθων. Αὐθέντης. φονεὺς ἢ ὁ ἑαυτὸν κτιννύων. αὐ‐ | |
5 | τοέντης τίς ἐστιν. ὁ ἑαυτὸν βάλλων τοῖς ἔν‐ τεσιν, ὅ ἐστι τοῖς βέλεσι. τὸ δὲ ἐν τῇ συνη‐ θείᾳ ἔοικε παρὰ τὸ αὐτὸς καὶ τὸ ἔντης· ὁ ἑαυτὸν ἐπαφεὶς εἰς πάντα καὶ ὢν αὐτεξούσιος καὶ μὴ ἄλλου, ἀλλ’ ἑαυτῷ ὤν. | |
10 | Αὐλικούς. κιθαρῳδούς. Αὐλός. ὁ ἐπιμήκης φυσητήρ. αὐλὸν καμινευτῆρα τὸν φιλήνεμον. Αὐλῶνες. φάραγγες ἢ τόποι πλατεῖς, ἢ αὐλῶ‐ νες τὰ μεταξὺ φαράγγων στενὰ καὶ ἐπὶ μῆ‐ | |
15 | κος φερόμενα. Αὐλίκουρες. φύλακες. Αὖος. ξηρός. ἔστιν ὕω ῥῆμα τὸ βρέχω, καὶ στε‐ ρήσει τοῦ α ἀΰω καὶ ἐν συναιρέσει αὔω, ἐξ οὗ αὖος. | |
20 | Αὖροι. οἱ λαγωοί. Αὐρηλιανός. βασιλεὺς Ῥωμαίων, τὰ πολέμια δεινῶς ἠσκημένος, ἀκάθεκτος δὲ τὴν γνώμην καὶ ὠμός. Αὔσονες. οἱ βασιλεῖς. παρὰ τὸ αὔσω τὸ τολμῶ. | |
25 | οἱ πάντα τολμῶντες τοῖς προστάγμασιν. Αὐσόνιος πόντος. ἡ Σικελικὴ θάλασσα. ἀπὸ Αὔ‐ σονος τοῦ Ὀδυσσέως καὶ Καλυψοῦς υἱοῦ ἐκεῖ βασιλεύσαντος. Αὐσονίων. Ἰταλῶν. | |
30 | Αὐτοτελής. τέλειος. | |
Αὐτοῖσιν. ἀντὶ τοῦ αὐτοῖς. | ||
alpha341 | Αὐτολόχευτος. αὐτογέννητος. Αὐτόπτης. ὁ θεατής. Αὐτόχειρες. οἱ ἑαυτοὺς φονεύσαντες αὐτοχειρίᾳ ἢ τινάς. | |
5 | Αὐτεπάγγελτος. ὁ αὐτόκλητος. Αὐτόχθονες. πολῖται γνήσιοι. λέγονται δὲ καὶ οἱ Ἀθηναῖοι, ἢ ἐπεὶ τὴν χθόνα, ὅ ἐστι τὴν γῆν, ἀργὴν οὖσαν πρῶτοι εἰργάσαντο, ἢ διὰ τὸ μὴ εἶναι αὐτοὺς ἐπήλυδας. | |
10 | Αὐτόνομος. ὁ αὐθαίρετος, ὁ αὐτόβουλος. Αὐτάρκης. αὐτοβοηθός. παρὰ τὸ αὐτὸς καὶ τὸ ἀρκῶ τὸ βοηθῶ. Αὐτόμολος. πρόσφυξ. Αὐτόσιτος. οἰκόσιτος. | |
15 | Αὐτόστοιχος. αὐτὸς ἑαυτῷ προσέχων. ὁ βου‐ λόμενος ἐν τῷδε τῷ βίῳ ἀβέβηλον βίον πολι‐ τεύεσθαι, αὐτόστοιχος ἐθέλει εἶναι. Αὐτοσφαγῆ. τὸν ὑφ’ ἑαυτοῦ ἀναιρούμενον. Αὐτήκοοι. οἱ μὴ ἐπιτασσόμενοι, αὐτοὶ δὲ ἑαυτῶν | |
20 | ἀκούοντες. Αὐτόδαξον. τρόπον αὐθάδη καὶ ὀργίλον, ἐπεὶ οἱ ὀργίλοι δάκνουσι τοῖς ὀδοῦσιν. Αὐτοκέλευστος. αὐθόρμητος. κρότος τὲ ἀθρόως οὐκ ἐκ παραγγέλματος, ἀλλ’ αὐτοκέλευστος | |
25 | ὡρμήθη. Αὐτοκράτωρ. δεσπότης, ἄρχων. ἑλληνικὴ ἡ φωνή. τάττεται δὲ ἐπὶ παντὸς τοῦ καταπολε‐ | |
μήσαντος καὶ κρατήσαντος τῶν πολεμίων. αὐ‐ | ||
alpha342 | τοκράτορα πάντα τὸν ἀνυπεύθυνον. παρὰ τὸ κρατῶ, κράτωρ καὶ αὐτοκράτωρ· ἢ παρὰ τὸ κραίνω κράτωρ καὶ ἐν συνθέσει αὐτοκράτωρ. αὐτοκράτορες ἀντὶ τοῦ· τούτων τῶν δογμάτων | |
5 | κρατοῦντες. Ἀριστοφάνης· τούτων περὶ πάντων αὐτοκράτορες ἥκομεν. Αὐτολήκυθος. ὁ πένης. παρὰ τὸ φέρειν ἑαυ‐ τῷ τὰς ληκύθους εἰς τὰ βαλανεῖα. Αὐτόφωρος. ὁ ὑφ’ ἑαυτοῦ ἐξελεγχόμενος καὶ | |
10 | πεφανερωμένος ὤν. Αὐτόματος. αὐτόκλητος. παρὰ τὸ μαστεύω, τὸ ζητῶ, μαστὸς, καὶ αὐτόματος, ὁ αὐτοζήτητος καὶ μὴ παρ’ ἑτέρου ζητηθείς. [ἢ παρὰ τὸ μέ‐ νω, τὸ προθυμοῦμαι. μέμαμαι, μέμαται, μα‐ | |
15 | τὸς καὶ αὐτόματος.] Αὐτοφορβός. ὁ αὐτοφάγος. ἠξίωσαν δὲ τινὲς βαρύνεσθαι διὰ τὴν αὐτὸς ἀντωνυμίαν, ἥτις βαρύνει τὰ εἰς ος λήγοντα ἐν τῇ συνθέσει, ὡς αὐτόνομος. αὐτόνομος εἶναι βούλομαί σοι σύμ‐ | |
20 | μαχος. Αὐχμός. ξηρασία, ἀνομβρία. παρὰ τὸ αὔξω αὐχμός. κατὰ ἀντίφρασιν ὁ μὴ ποιῶν τὶ αὔ‐ ξεσθαι. [ὑγρότης γὰρ τρέφει. ἢ παρὰ τὸ αὔω τὸ ξηραίνω, ἐξ οὗ αὖος καὶ αὐαλέος, γίνεται | |
25 | αὐχμός.] [Αὐχήν. ὁ τράχηλος. παρὰ τὸ ἀχμὴν, ὁ κατά‐ ξηρος τόπος τοῦ σώματος. ἢ παρὰ τὸ ὄχω, | |
ὀχὴν καὶ αὐχὴν, ὑφ’ οὗ ὀχεῖται ἡ κεφαλή. ἢ | ||
alpha343 | παρὰ τὸ αὐχεῖν καὶ γαυριᾷν γίνεται αὐχήν. γαυριῶντες γὰρ καὶ ἐπαιρόμενοι ἀνατείνομεν αὐ‐ τόν.] [Αὐλός. τὸ φωνητικὸν ὄργανον σημαίνει, καὶ τὸν | |
5 | εἰς εὐθὺ ἀνακοντισμὸν τοῦ αἵματος. —αὐτίκα δ’ αὐλὸς ἀνὰ ῥῖνας παχὺς ἦλθεν αἵματος— σημαίνει καὶ περόνης μέτρον. αὐλοῖσι διδύμοισι πάροιθεν δαίδαλα ἧκεν.] | |
10 | [Αὐλός. καὶ τὸ στάδιον.] [Αὐθέκαστος. ὁ αὐστηρός.] | |
12t | (Θηλυκόν.) | |
13 | [Αὐαλέας. καταξήρους.] [Αὐγή. ἡ λαμπρότης. παρὰ τὸ ἄγω, ἀγὴ καὶ αὐ‐ | |
15 | γή. δι’ ἧς ἀγόμεθα.] [Αὐδὴ, ἡ φωνή. παρὰ τὸ αὐγὴ, αὐδὴ κατὰ τρο‐ πήν. δι’ ἧς αὐγάζεται καὶ φωτίζεται τὰ τοῦ νοῦ.] [Αὐδήεσσα. ὀνομαστὴ, ἔνδοξος, ὁμοιόφθογγος.] | |
20 | [Αὐθάδεια. θρασύτης· ἀλαζονεία, αὐταρέσκεια. καὶ αὐθαδία, διὰ τοῦ ἰῶτα.] [Αὐλῶπις. ἡ περικεφαλαία, ἡ παρατεταμένους ἔχουσα τοὺς ὦπας.] [Αὐλαία. τὸ τῆς σκηνῆς παραπέτασμα.] | |
25 | [Αὖλαξ. ἡ ἐπιμήκης τομὴ τῆς γῆς ἐξ ἀρότρου.] [Αὖλις. ἡ κοίτη.] [Αὐλαί. ἐπίνειον Κιλικίας πλησίον Ταρσοῦ. οἱ οἰ‐ | |
κοῦντες Αὐλαιῶται.] | ||
alpha344 | [Αὐλή. τὸ νῦν ἀρχεῖον λεγόμενον, ὅπου ἀπή‐ γοντο οἱ κατάκριτοι, καὶ τοὺς ἐκεῖσε ὑπηρέτας αὐλικοὺς ὠνόμαζον.] [Αὐλία. ἀντὶ τοῦ ἔπαυλις. οὕτως Λυσίας καὶ | |
5 | Αἰσχίνης.] [Αὔλειος. ἡ ἀπὸ τῆς ὁδοῦ πρώτη θύρα τῆς οἰ‐ κίας.] [Αὐλείους. θύρας.] [Αὔξη. ἡ αὔξησις.] | |
10 | [Αὔξησις. κίνησις περὶ τὸ τέλειον μέγεθος.] [Αὖρα. λεπτὴ πνοή. παρὰ τὸ ἀὴρ, ἄρα καὶ πλεονασμῷ τοῦ υ αὖρα· παρώνυμον κατὰ ἀν‐ τιστροφὴν ἀπὸ ἀρσενικοῦ εἰς θηλυκόν· ὡς ξυ‐ στὴρ ξύστρα, γαστὴρ γάστρα. δύναται καὶ ἀὴρ, | |
15 | ἀέρος, ἀέρα, αὖρα κατὰ κρᾶσιν.] [Αὐρόσχη. ἡ ἄμπελος.] [Αὐτάγητοι. αἱ ἑαυτὰς ἀγάμεναι.] [Αὐτάγγελος. ἡ ἀφ’ ἑαυτῆς ἀπαγγέλλουσα. αὐτάγγελος γὰρ ἡ δρῦς, αὐτή σοι φράσει.] | |
20 | [Αὐτοδίκη. ὅταν αὐτὸς δι’ ἑαυτοῦ τὶς δικά‐ ζεται.] [Αὐτονομουμένη πόλις. ἡ τοῖς αὐτοῖς νόμοις χρωμένη καὶ οὐχ ὑπακούουσα ἑτέροις.] [Αὐτοκάβδαλος ναῦς, ἢ αὐτοκάβδαλον σκά‐ | |
25 | φος. αὐτοσχέδιον. κυρίως δὲ ἡ λέξις ἐπὶ τῶν ἀλφίτων εἴρηται· τὸ γὰρ, ὡς ἔτυχε, φυραθὲν | |
ἄλευρον αὐτοκάβδαλον λέγεται.] | ||
alpha345 | [Αὐτοτελὴς δίκη. ἀφ’ ἧς οὐκ ἔστιν ἐκκαλέσα‐ σθαι ἐφ’ ἑτέραν.] [Ἀϋτή. ἡ βοή.] [Ἀϋτμή. ἡ ἀναπνοή.] | |
5 | [Αὐλαῖαι. αἱ δέῤῥεις τῆς σκηνῆς. τοῦ θεολό‐ γου· τῶν αὐλαιῶν μὴ φείσῃ.] [Αὖλαξ. παρὰ τὸ αὐλὸς γίνεται αὖλαξ. αὖ‐ λαξ γὰρ λέγεται ἡ ἐπιμήκης τομή. αὐλὸς δὲ, πᾶν τὸ εἰς ὀξὺ λῆγον.] | |
10t | (Οὐδέτερον.) | |
11 | [Αὐγουστεῖον. ὀψοπώλιον.] [Αὐγοειδές. ἀστροειδές τι καὶ ἀΐδιον. ἔφασκε δὲ ὁ Ἰσίδωρος, ἐκεῖνο ἀκηκοέναι, ὡς ἔχει ἡ ψυ‐ χὴ αὐγοειδὲς ὄχημα.] | |
15 | [Αὐθαίρετον. αὐτοβούλητον. αὐτεπάγγελτον.] [Αὐθέκαστα. αὐτὰ καθ’ ἑαυτὰ γινόμενα. ἢ αὐτὰ τὰ γινόμενα, ἀκρίτως καὶ συντόμως καὶ ἀποτόμως. ἢ τὰ ἁπλᾶ καὶ ἀληθῆ αὐτοακρι‐ βῶς.] | |
20 | [Αὐθύπαρκτον. τὸ ἐν ἑαυτῷ καὶ μὴ ἐν ἑτέ‐ ρῳ ἔχον τὴν ὕπαρξιν.] [Αὖον. ξηρόν. Ἡσίοδος· αὖον ἀπὸ χλωροῦ τέμνειν—.] [Αὔτανδρον. σὺν αὐτοῖς ἀνδράσιν.] | |
25 | [Αὐτογένεθλον. τὸ αὐτογέννητον.] [Αὐτοδαῆ καὶ αὐτομαθῆ. τὰ ἐκ φύσεως καὶ μὴ | |
ἐκ διδαχῆς. καὶ τὰ ὀρχήματα ἦεν αὐτοδαῆ.] | ||
alpha346 | [Αὐτοκίνητον. αὐτοφυές. τῷ δὲ Ἑρμείᾳ τῷ φι‐ λοσόφῳ τὸ αὐτοκίνητον οὐ προσήνθει τῇ πολυ‐ μαθείᾳ.] [Αὐτοφυέστατον. μὴ ἐπίπλαστον ἔχον κάλλος.] | |
5 | [Αὐτόγυον. μέρος ἀρότρου. ἔστιν ὁ γύης καὶ τὸ γύον. γίνεται δὲ παρὰ τὸ γαῖα, γύη, ἵν’ ᾖ ἡ γύη, τῆς γύης, καὶ μεταχθείσης τῆς γενι‐ κῆς εἰς εὐθεῖαν, ὁ γύης.] [Αὐτόπρεμνον. αὐτόῤῥιζον.] | |
10 | [Αὔταρκες. τὸ ἱκανῶς ἐξαρκοῦν.] [Αὐτόματον. αἰτία κατὰ συμβεβηκότος ἀόρι‐ στος, ἐν τοῖς ἕνεκα τινὸς κατὰ προαίρεσιν γι‐ νομένοις συμβαίνουσα. τὸν γὰρ λίθον πεσόντα γενέσθαι καθέδραν ἔτυχεν.] | |
15 | [Αὐτοκάβδαλον. μικρὸν σκάφος, ἀναυλόχη‐ τον· αὐτοσχέδιον, οὐδέπω ἐν ὅρμῳ καὶ λιμένι καταλεγόμενον. ναυλόχους γὰρ ἔλεγον τοὺς λι‐ μένας.] [Αὐτούργητον. αὐτοφυές.] | |
20 | [Αὐτεξούσιον. ψυχῆς φρόνησις, ἔχουσα ἐπιτη‐ δειότητα νεῦσαι πρὸς ἃς βούλεται πράξεις. ἢ αὐτεξούσιον, τὸ αὐτοδέσποτον· τὸ γὰρ ὑπὸ δε‐ σπότην ὂν οὐκ ἔστιν αὐτεξούσιον· εἴγε αὐτεξου‐ σιότης ψυχῆς νοερᾶς ἐστὶν ἡ ἀκώλυτος πρὸς | |
25 | ἀρετὴν ἢ κακίαν τοῦ ἐπιθυμητικοῦ ἡμῶν ῥοπή τε καὶ κίνησις· ἔνθα δὲ κακίας ἢ ἀρετῆς προσ‐ | |
βολὴ οὐ γίνεται, ἐκεῖ οὐδὲ ἡ αὐτεξουσιότης | ||
alpha347 | τῆς ψυχῆς γνωρίζεσθαι δύναται. πῶς γὰρ ἂν καὶ φανήσεται ἡ αὐτεξουσίου προαίρεσις, ἔνθα προσβολὴ ἐναντίου οὐ γίνεται; μόνος τοίνυν ὁ τοῦ Χριστοῦ νοῦς, καὶ ἡ παναγία αὐτοῦ ψυχὴ | |
5 | ἄγνωστος καὶ ἄδεκτος πάσης προσβολῆς πονη‐ ρᾶς γέγονε. μορφὴ γὰρ δούλου ἦν χαλιναγω‐ γουμένη καὶ δεσποζομένη ὑπὸ τοῦ καθ’ ὑπό‐ στασιν ἡνωμένου αὐτῇ θεοῦ λόγου. διόπερ καὶ ἔλεγεν ὁ κατὰ τὸν σωτῆρα νοούμενος ἄνθρω‐ | |
10 | πος· οὐ δύναμαι ἐγὼ ποιεῖν ἀπ’ ἐμαυτοῦ οὐδέν. ὑπὲρ γὰρ τοὺς ὅρους καὶ νόμους τῆς ἡμετέρας φύσεως ὑποστὰς ἀσπόρως ὡς θεὸς, σῶμα καὶ ψυχὴ ὢν τῇ τοῦ δεσπότου νεύσει ἑτοίμως ὑπε‐ τάττετο, ὡς θεωθείς.] | |
15 | [Αὐχήματα. σεμνολογήματα. καυχήματα, κομ‐ πάσματα.] | |
17t | (Ῥῆμα.) | |
18 | [Αὐαίνεται. ξηραίνεται.] [Αὐθεντήσαντα. κύριον γενόμενον. μὴ ὀφεί‐ | |
20 | λειν αὐτὸν αὐθεντήσαντα τοὺς ὑπὸ ζώνην συν‐ έχειν.] [Αὐλωνίζει. ἐν αὐλῶνι διάγει.] [Αὐλίζεται. κατασκηνοῖ. φυλάττεται. παρεμ‐ βάλλει.] | |
25 | [Αὐλιζόμενοι. ἀντὶ τοῦ κοιμώμενοι. οὕτως Ἀν‐ τιφῶν.] [Αὔσω. τὸ τολμῶ.] [Αὔσας. φωνήσας· βοήσας.] [Αὐδῶ. τὸ φωνῶ.] | |
30 | [Αὐτοβοᾷς. αὐτὸς ἑαυτῷ μαρτυρεῖς.] | |
alpha348 | [Αὐτοματίζουσιν. αὐτόματοι παραγίνονται.] [Αὐτομαχεῖν. τὸ δι’ ἑαυτοῦ δικάζεσθαι καὶ μὴ δι’ ἑτέρου.] [Αὐχμῶντες. ῥυπῶντες.] | |
5 | [Αὐχμεῖς. αἰσχρῶς ῥυπαρὸς εἶναι δοκεῖς.] [Αὔω. τὸ φωνῶ καὶ τὸ ξηραίνω. παρὰ τὸ ἄω τὸ πνέω γίνεται αὔω, κατὰ πλεονασμὸν τοῦ υ. τὸ δὲ ξηραίνω, παρὰ τὸ ὕω τὸ βρέχω, μετὰ τοῦ στερητικοῦ α, ἀΰω, καὶ κατὰ συναίρεσιν αὔω· | |
10 | τὸ ἐξ ἀνομβρίας γινόμενον. σημαίνει δὲ καὶ τὸ καθεύδω.] | |
12t | (Ἐπίῤῥημα.) | |
13 | [Αὐθημερόν. αὐτῇ τῇ ἡμέρᾳ.] [Αὖθι. ἀντὶ τοῦ αὐτόθι. καὶ ἀντὶ τοῦ πάλιν.] | |
15 | [Αὖθις. ἐξ ἀρχῆς· ἐκ δευτέρου. σημειωτέον, ὅτι τὸ μὲν αὖθις ἀττικόν· τὸ δὲ αὖτις ὁμηρικόν.] Αὐθωρόν. αὐτῇ τῇ ὥρᾳ. Αὐτῆμαρ. αὐτῇ τῇ ἡμέρᾳ. Αὐτίκα. μετ’ οὐ πολὺ, εὐθέως, παραχρῆμα. τὸ | |
20 | δὲ αὐτίκα μάλα ἀντὶ τοῦ εὐθύς. Αὐτόθεν. ἀντὶ τοῦ οἴκοθεν. Ἰώσηπος· δῶρα δὲ αὐτόθεν μὴ πέμπειν τῷ βασιλεῖ. Αὐτόθι. ἐν αὐτῷ τῷ τόπῳ. Αὐτοπαθῶς. οἴκοθεν, ἐξ ἰδίας προαιρέσεως. | |
25 | Αὐτόσε. ἐκεῖσε. λέγεται καὶ αὐτοῦσε. διάβασις δὲ οὐκ ἔστιν αὐτοῦσε ὅτι μὴ τῷ ζεύγματι. Αὐτοῦ. ἐπὶ τόπου. Ὅμηρος· στῆτ’ αὐτοῦ καὶ λαὸν ἐρυκάκετε πρὸ πυ‐ | |
λάων. | ||
alpha349 | Αὖτε. πάλιν. καὶ αὖτε ἀντὶ τοῦ μετὰ ταῦτα. [Αὐτομόλως. προδοτικῶς.] [Αὐτόχρημα. σχεδὸν εἰπεῖν. ἢ αὐτὸ τὸ πρᾶγ‐ μα.] | |
5 | [Αὐτοβοεί. αὐτῇ τῇ βοῇ· τὸ παραχρῆμα συν‐ τελεσθῆναι.] [Αὐτονυχί. αὐτῇ τῇ νυκτί.] [Αὐτάρ. ἐμοὶ δέ. ἐπεὶ δέ· μεταταῦτα.] Αὐτοσχεδά. ἐκ τοῦ σύνεγγυς. | |
10 | [—Μάρις δ’ αὐτοσχεδὰ δουρί.] Αὐτοσχεδόν. σύνεγγυς. Αὐτίκα. ἐπίῤῥημα μεσότητος καὶ χρόνου δηλω‐ τικόν. ὥσπερ παρὰ τὸ πολλὰ γίνεται πολλά‐ κις, καὶ ὀλίγα ὀλιγάκις, καὶ δέκα δεκάκις, οὕ‐ | |
15 | τως καὶ παρὰ τὸ αὐτὰ αὐτάκι καὶ κατὰ ἀντί‐ θεσιν αὐτίκα. Αὕτως. ἀντὶ τοῦ μάτην. σημαίνει δὲ καὶ τὸ ὁμοίως. ἔστι δὲ ἐτὸς ὁ ἀληθὴς, καὶ μετὰ τοῦ στερητικοῦ α ἄετος· καὶ ἀνεβίβασε τὸν τόνον· | |
20 | τὰ γὰρ εἰς ος δισύλλαβα ἀναβιβάζουσι τὸν τό‐ νον ἐν τῇ συνηθείᾳ· καὶ κλίνεται ἀέτου, ἡ εὐ‐ θεῖα τῶν πληθυντικῶν οἱ ἄετοι, τῶν ἀέτων, καὶ ἐξ αὐτοῦ ἐπίῤῥημα μεσότητος ἀέτως, καὶ | |
τροπῇ τοῦ ε εἰς υ αὕτως· τὸ γὰρ α καὶ ε εἰς | ||
alpha350 | τὴν αυ δίφθογγον τρέπεται. τὸ δὲ ὁμοίως ἀπὸ τοῦ οὕτως. ὡς δ’ αὕτως Μενέλαος—. Αὖτις. πάλιν. αὖθις δὲ διὰ τοῦ θ σημαίνει τὸ | |
5 | ὕστερον, ὡς ὁ Ἀμμώνιος ἐν τῷ περὶ ὁμοίων καὶ διαφόρων λέξεων τοῦ πολιτικοῦ λόγου τοῦ Πλά‐ τωνος διαλαμβάνει. | |
8t | Τὸ Α μετὰ τοῦ Φ. | |
9t | (Ἀρσενικόν.) | |
10 | Ἀφάδιος. ὁ μὴ ἀρέσκων. ἁδεῖν γὰρ τὸ ἀρέ‐ σκειν. Ἀφάρτεροι. ταχύτεροι. ἀπὸ τοῦ ἄφαρ, ὃ ση‐ μαίνει εὐθέως. Ἀφαυρός. ὁ ἀσθενὴς, ὁ ἄγαν παῦρος καὶ ὀλί‐ | |
15 | γος κατὰ τὴν δύναμιν. ἢ παρὰ τὸ φῶ τὸ λέ‐ γω, [ὁ μέλλων φάσω, γίνεται φαρὸς, καὶ μετὰ τοῦ στερητικοῦ α ἀφαρὸς καὶ πλεονασμῷ τοῦ υ ἀφαυρὸς, ὁ μὴ δυνάμενος δι’ ἀσθένειαν λέ‐ ξαι. ἢ παρὰ τὸ φῶ, τὸ φαίνω, γίνεται παρά‐ | |
20 | γωγον φάω, οἷον· —φάε δὲ χρυσόθρονος—. | |
καὶ ἐξ αὐτοῦ φάρος ὄνομα, καὶ κατὰ στέρησιν | ||
alpha351 | ἀφαρὸς καὶ πλεονασμῷ τοῦ υ ἀφαυρὸς, ὁ εὐ‐ τελὴς καὶ ἀλαμπής.] Ἄφατοι. ἄλεκτοι, ἢ καταπληκτικοὶ, ἢ μεγάλοι. Ἀφέται. τόπος ἐν Ἀθήναις, ἔνθα ὁ στόλος τοῦ | |
5 | Ξέρξου ἐδυστύχησε διὰ λιμένων ἀνεπιτηδειότητα. Ἄφενος. ὁ πλοῦτος ἢ ὁ ἐνιαυσιαῖος καρπός. ἔνος δὲ ὁ ἐνιαυτὸς, ὅ ἐστιν ὁ χρόνος. ἐκ τού‐ του γίνεται συνθέσει ἄφενος καὶ πλεονασμῷ τοῦ ε ἀφενεὸς καὶ συγκοπῇ ἀφνεὸς καὶ ἀφνειός. | |
10 | Ἄφετος. ὁ ἀπολελυμένος. Ἀφελής. ὁ εὔκολος, ὃν ἄν τις ἕλοι διὰ τὴν εὐκολίαν. σημαίνει καὶ τὸν ὑγιῆ τὸ σῶμα, παρὰ τὸ μηδενὸς ἀφαιρεῖσθαι μέρος τοῦ σώματος. Ἀφιλότιμος. ταπεινὸς, ἢ ὁ μηδὲ ἐπὶ τοῖς | |
15 | καλοῖς οἷς πράττει τιμᾶσθαι βουλόμενος. Ἄφιπποι. χωρὶς ἵππων. τά τε ἄλλα καὶ ἄφιπ‐ ποι γενόμενοι, ἀντὶ τοῦ πεζοί. Ἀφηνιαστής. ἀνυπότακτος. Ἀφήλικες. οἱ τὴν ἥβην μὲν ὑπεραναβάντες, | |
20 | ἥττους δὲ τῶν κε ἐτῶν· ὧν προΐστανται οἱ κου‐ ράτωρες. Ἀφήλικα. τὸν πρεσβύτην. τινὲς δὲ χρῶνται τῇ λέξει ἐπὶ τοῦ μηδέπω τῆς ἐννόμου ἡλικίας παι‐ δὸς, ὅπερ δεῖ φυλάττεσθαι. | |
25 | Ἀφλοισμός. ψόφος ποιὸς, [ἢ ἀφρός. παρὰ τὸ ἀφρὸς ἀφροισμὸς καὶ ἀφλοισμός. ἢ παρὰ τὸ ἀφρίζω, ἀφροισμὸς καὶ ἀφλοισμὸς, κατὰ με‐ ταβολὴν τοῦ ρ εἰς λ καὶ πλεονασμῷ τοῦ ο. | |
ἢ παρὰ τὸ φλέω, φλοισμὸς καὶ ἀφλοισμός.] | ||
alpha352 | Ἀφνειός. ὁ πλούσιος. Ἀφνήμων. πλούσιος. παρὰ τὸ ἄφενος γίνεται ἄφνος κατὰ συγκοπήν· ἐκ τούτου γίνεται ῥῆμα ἀφνῶ καὶ ἀφνήμων. | |
5 | Ἀφρήτωρ. ὁ μὴ συγγένειαν ἔχων. Ἄφροι. οἱ Καρχηδόνιοι. ἀπὸ Ἄφρου τοῦ τῆς Λι‐ βύης βασιλεύσαντος. Ἄφρων καὶ ἄνους διαφέρει. καὶ ἄφρων ἐστὶν ὁ μὴ εἰδὼς τὸν ὄντως θεὸν, ὁ ἀμύητος τῆς σο‐ | |
10 | φίας· ἄνους δὲ ὁ μὴ θέλων συνιέναι τὸ δέον, ὁ εἰδὼς μὲν τὸν θεὸν, περὶ τὰ γήϊνα δὲ μόνον ἐπτοημένος, μηδὲν οὐράνιον ἐννοῶν. ὡς τό· ἐπὶ τὸ αὐτὸ ἄφρων καὶ ἄνους ἀπολοῦνται. Ἀφρός. παρὰ τὸ φρῶ γίνεται φρὸς καὶ ἐπιτά‐ | |
15 | σει ἀφρὸς, τὸ μετὰ σφοδρᾶς φορᾶς προϊέμε‐ νον. τὸ δὲ φρῶ παρὰ τὸ προϊῶ γίνεται, προῶ καὶ πρῶ καὶ φρῶ. Ἀφυής. ἀργὸς, δυσχερής. Ἄφυκα. ἀκαλλώπιστον. | |
20 | Ἀφυσμός. ἀπάντλησις. Ἄφωνος. ἄφθογγος. Ἄφοδος. ὁ ἔξω τῆς ὁδοῦ γενόμενος. ἔστι δὲ καὶ ἡ ἀναχώρησις, θηλυκόν. Ἀφέριστος τόπος. ὁ ἀκαλλώπιστος. | |
25 | Ἀφέλεος τόπος. ὁ ὁμαλός. Ἀφειδής. ὁ ἀνελεήμων. Ἀφιλέταιρος. ὁ ἀφειδῶς πρός τινα διακείμενος. Ἀφέστιος. ὁ ἔξωθεν τῆς οἰκίας. καὶ ὑφέστιος, | |
ὁ ἔσωθεν τῆς οἰκίας. | ||
alpha353(1t) | (Θηλυκόν.) | |
2 | Ἀφαδία. ἡ ἀπαρέσκουσα ἔχθρα. παρὰ τὴν ἀπὸ πρόθεσιν καὶ τὸ ἁδεῖν. Ἀφαίρεσις. ἡ ἐκ τῆς ἀρχῆς ἄρσις, οἷον ἐμὲ, μέ. | |
5 | Ἀφάροτος. ἡ ἀναροτρίωτος γῆ. φάρος γὰρ ἡ ἀροτρίωσις. ἢ παρὰ τὸ φάρσαι, ὅ ἐστι σχίσαι· καὶ γὰρ τοὺς εἰς δύο μέρη κεχωρισμένους χι‐ τῶνας διαφάρους φαμέν. Ἄφαλος. περικεφαλαία μὴ ἔχουσα ἀσπιδίσκια | |
10 | ἢ τριχώσεις. Ἀφασία. ἀμουσία. παρὰ τὸ μὴ δύνασθαι λα‐ λεῖν. Ἀφή. ἡ ψηλάφησις. ἡ χεὶρ καὶ ἡ χροιὰ τῆς λέπρας. | |
15 | Ἀφετηρία. ἀρχή. θύρα τοῦ ἱπποδρομίου· τὸ κάγκελον. Ἄφιξις. ἔλευσις. | |
Ἄφοδος. ἀναχώρησις. ὡς καὶ ἔφοδος ἡ ἐπέλευσις. | ||
alpha354 | Ἀφοβία. ἕξις, καθ’ ἣν ἀνέκπτωτοι ἐσμὲν πρὸς φόβον. Ἀφορία. βλάβη τῶν καρπῶν τῆς γῆς, ἀκαρ‐ πία. | |
5 | Ἀφοσίωσις. θυσία, καθιέρωσις. Ἀφραδία. ἀβουλία. ἀπὸ τοῦ φράζω, ἔφραζον, φραδία καὶ ἀφραδία. Ἀφραστύες. ἀσυνεσίαι. Ἀφύαι. οἱ ἔγγραυλοι. | |
10 | Ἀφυΐα. ἡ πρὸς τὰ προκείμενα μαθήματα σκλη‐ ρότης. Ἀφοσίωσις. τοῦ Ψελλοῦ· ἡ δέ γε ἀφοσίωσις ποίη‐ σις τῆς οὐσίας. | |
14t | (Οὐδέτερον.) | |
15 | Ἄφαντον φῶς. τὸ ἐκ πυρίτου λίθου. ἀλλ’ ἐν πετράσι πέτραν ἐκθλίβων μόλις ἐφὰν ἢ ἄφαντον φῶς. Ἀφανές. σκοτεινόν. | |
Ἀφαίζημα. ἀνάθημα, δῶρον. | ||
alpha355 | Ἄφατον. ἄλεκτον, ἀμέτρητον, ἄῤῥητον, πολύ. Ἀφίδρυμα. ἱερὸν τὸ εἰς τὸν ναὸν εἴδωλον. Ἄφιππα. χωρία, ἐν οἷς ἂν μὴ ἐστὶν ἱππᾶ‐ σθαι. ὁ δὲ ἐκκλίνει πρὸς τὰ δυσχερέστατά τε | |
5 | καὶ ἀναντία καὶ ἄφιππα. Ἄφθιτον. τὸ ἄφθαρτον. Ἄφθονα. τὰ μὴ φθονούμενα, καὶ τὰ πολλά. Ἄφθαρτον. κυρίως τὸ ἀπαθὲς, καὶ ἄϋλον, καὶ ἀψηλάφητον. ἄφθαρτόν ἐστι τὸ ὑφ’ ἑτέρας | |
10 | οὐσίας βλαβῆναι μὴ δυνάμενον. ἄφθαρτόν ἐστι τὸ κατὰ πάντα ἄῤῥευστον καὶ ἀνενδεὲς καὶ ἄτρωτον. τὸ δὲ πανάγιον σῶμα τοῦ Χριστοῦ καὶ πέπονθε καὶ ἐτρήθη τοῖς ἥλοις καὶ τῇ λόγχῃ, καὶ αἷμα καὶ ὕδωρ ἐξήγαγε, καὶ ἐκ | |
15 | ζωῆς νεκρὸν γέγονε. λοιπὸν ἡνίκα ἀκούσῃς δι‐ δασκάλου λέγοντος, ἄφθαρτον τὸ σῶμα τοῦ Χριστοῦ ὑπάρχον πρὸ τοῦ σταυροῦ, νόησον, ὅτι κατὰ τὴν φθορὰν τῆς ἁμαρτίας λέγει τὸ ἄφθαρτον, ἤτοι ἀμίαντον, καὶ οὐ κατὰ λεπτό‐ | |
20 | τητα τινὰ καὶ ἀλλοτριότητα τῶν ἡμετέρων σωμάτων. Ἄφλαστα. τὰ ἀκροστόλια τῆς νηὸς, οἷον· ἄφλαστα καὶ φυσσῶνας ὀργυωμένους. κατὰ ἀν‐ τίφρασιν· ἄθλαστα γὰρ κατὰ μετάθεσιν τοῦ | |
25 | θ εἰς φ. ὅπερ λέγεται καὶ κορώνη. λέγεται κορώνη καὶ ἐπὶ τοῦ κρίκου τῆς θύρας· καὶ τὸ ἐν βίβλοις ἐπικαμπὲς σχῆμα. Ἀφόρδιον. ἡ ἀκαθαρσία καὶ τὸ ἄξιον ἀπελα‐ | |
σίας. παρὰ τὸ ἀφορίζω ἀφορίζιον καὶ ἀφορί‐ | ||
alpha356 | διον καὶ κατὰ συγκοπὴν ἀφόρδιον, τὸ ἀφορί‐ ζεσθαι ἄξιον. Ἀφορολόγητον. τὸ μὴ τελοῦν φόρον. Ἀφόρητον. ἀβάστακτον, δεινόν. | |
5 | Ἄφραστον. ἀνεκδιήγητον. Ἀφροδίσιον. ἔργον Ἀφροδίτης. λαμβάνεται καὶ ἐπὶ τῶν λάγνων, καὶ ἐρωτικῶς *περὶ τῆς συν‐ ουσίας καὶ σφοδρῶς* διακειμένων. Ἀφριόεν. ἀφρωδῶς. | |
10 | ἀφριόεν κοναβηδὸν ἐπιπρίουσα γένειον. Ἄφυκτον. ὃ οὐκ ἔστιν ἐκφυγεῖν. Ἀφύσγετον. τὸ ἰλυῶδες καὶ συρφετόν. παρὰ τὸ ἀφύω, ἀφ’ οὗ τὸ ἀφύσσω. [ὡς ὑλάω, ὑλάσ‐ σω, ὀδύω, ὀδύσσω. γίνεται ἀφύγετος, ὡς πήσ‐ | |
15 | σω, παγετὸς, καὶ πλεονασμῷ τοῦ ς ἀφύσγε‐ τος. ἢ παρὰ τὸ φεύγω, φευκτὸς, ὡς ἔχω, ἑκτός· καὶ κατ’ ἔνδειαν τοῦ ς φυκτὸς καὶ ἄφευκτος.] Ἀφαιρέματα. τὰ ἀπὸ τῶν ἱερείων ἀφαιρούμε‐ | |
20 | να μέρη, οἷον τὸ στηθύνιον, τὸν δεξιὸν βραχίο‐ να καὶ τὸν λοβὸν τοῦ ἥπατος. τοῦ θεολόγου· ὅσα γε περὶ τῶν θυσίων κεκαθαρμένα καὶ ἀφαι‐ ρεμάτων νενομοθέτηται. θυσίαν νόει τὰ πρό‐ βατα καὶ τοὺς μόσχους καὶ τρυγόνας καὶ τὰς | |
25 | περιστεράς· καθάρσια δὲ τὰ διὰ τοῦ αἵματος ἢ τῆς σποδοῦ καθαρτήρια. | |
27t | (Ῥῆμα.) | |
28 | Ἀφάσσας. ψηλαφήσας. παρὰ τὸ ἅπτω, ἁφὴ, ἀφῶ, ἀφάσσω, τὸ τῇ ἁφῇ ὑποβάλλω. [ὡς μά‐ | |
30 | σθλη, μασθλάσσω, καὶ ἀφάσσειν, ὁμοίως.] | |
alpha357 | Ἀφαγνίσαι. καθιερῶσαι. λέγεται δὲ καὶ τὸ συ‐ λῆσαι. Ἀφαιρεῖται. [ἀποσπᾷ.] Ἀφάψεις. ἐκδήσεις, κρεμάσεις. | |
5 | Ἀφάπτειν. προσκολλᾷν. Ἀφαυανθήσομαι. ξηρανθήσομαι. καὶ ἀφαύει ὁμοίως. [τοὺς ἀλλοτρίους ἀμῶν στάχυς, τού‐ τους ἐν ξήλῳ δήσας ἀφαύει.] Ἀφάμαρτεν. ὁ δεύτερος ἀόριστος, ἁμαρτῶ, | |
10 | ἥμαρτον, ἥμαρτες, ἥμαρτεν. Ἀφέσθαι. [ἀποσχέσθαι.] [Ἀφερπύσαι.] βαδίσαι. λέγει δὲ τὴν ἥσυχον κλοπήν. Ἀφέξονται. ἀποστήσονται, παύσονται. | |
15 | Ἀφελχθείη. κωλυθείη. Ἀφέμενος. ἐάσας. συντάσσεται δὲ μετὰ γενικῆς. Ἀφέμενον. ἀποστάντα· ἀντιλέγοντα. Ἀφέξει. κωλύσει, ἀποστήσει. Ἀφέξομαι. παύσομαι. | |
20 | Ἀφεῖεν. συγχωρήσαιεν. Ἀφείκασιν· ἀφεικέναι· ἀφειότες· ἀφεῖσαν· ἀφεῖσθαι· ἀφεῖτο. δίφθογγα. Ἀφειδήσας. μὴ φεισάμενος. ἢ ὑπεριδὼν καὶ ὑπερφρονήσας. | |
25 | Ἀφείλοντο. ἀπεστέρησαν, ἥρπασαν, ἀνέσπασαν. Ἀφείλετο. οὐκ ἀφείλατο καὶ προεῖτο καὶ πάν‐ | |
τα τὰ ὅμοια, ἐφ’ ὧν καὶ τὸ δεύτερον πρόσω‐ | ||
alpha358 | πον διὰ τῆς ου συλλαβῆς καὶ τὸ πρῶτον διὰ τοῦ ο. ἐφ’ ὧν δὲ τὸ πρῶτον διὰ τοῦ α, τὸ μὲν δεύτερον διὰ τοῦ ω, τὸ δὲ τρίτον πάλιν διὰ τοῦ α. οἷον· ἐποιησάμην, ἐποιήσω, ἐποιή‐ | |
5 | σατο, ἐγραψάμην, ἐγράψω, ἐγράψατο. ἐπὶ δὲ τῶν προτέρων· εἱλόμην, εἵλου, εἵλετο, ἠρόμην, ἤρου, ἤρετο. Ἀφέωκα. ἀφίημι, ἀφήσω, ἀφῆκα, πλεονασμῷ τοῦ ε ἀφέηκα, καὶ τροπῇ τοῦ η εἰς ω ἀφέωκα· | |
10 | τὸ παρακείμενον ἀφέμαι, τὸ τρίτον τῶν πλη‐ θυντικῶν ἀφένται καὶ πλεονασμῷ τοῦ ω ἀφέων‐ ται. Ἀφήμενος. πόῤῥω καθήμενος. Ἀφηνιᾶσαι. τὸ ἀποσκιρτῆσαι. | |
15 | Ἀφηγῇ. ἄρχεις. Ἀφηγεῖσθαι. διηγεῖσθαι. Ἀφηβηκέναι. γηράσαι. Ἀφιζάνει. ἀπανίσταται τῆς καθέδρας. ἐφιζά‐ νει δὲ τὸ κάθηται. | |
20 | Ἀφίκεται. παραγίνεται. Ἀφίγμεθα, ἀφῖκται καὶ ἀφίκοντο, ὁμοίως. Ἀφίκου. παρεγένου. Ἀφιέρωσεν. ἀνέθηκε τῷ θεῷ. Ἀφόωντα. ψηλαφῶντα. | |
25 | Ἀφοσιώσωμεν. τουτέστιν ὁσίως καὶ καθηκόντως | |
ἀποπληρῶμεν, καὶ τελέσωμεν, καὶ ἀφιερώσωμεν. | ||
alpha359 | Ἀφοσιοῦται. πληροῦται. Ἀφοδεῦσαι. ἀναχωρῆσαι. Ἀφορῶντες. ἀποβλέποντες. [Ἀφίκου. παρεγένου. ἥκω, ὁ δεύτερος ἀόριστος | |
5 | παθητικὸς ἱκόμην, ἵκου καὶ ἀφίκου.] Ἀφίει. ἔστι ῥῆμα ἰῶ, ὅπερ γέγονεν ἀπὸ τοῦ ὦ, κατὰ ἀναδιπλασιασμὸν ἰῶ. ὁ παρατατικὸς ἴουν, ἴεις, ἴει, καὶ ἀφίει. Ἀφίστασθαι. ἀποχωρίζεσθαι, ἀλλοτριοῦσθαι. | |
10 | βουλομένοις οὖν τῶν Μακεδόνων ἀφίστασθαι. Ἀφίστων. ἀπέτρεπον, ἀπεκώλυον. τοὺς δὲ βαρ‐ βάρους τῆς πολιορκίας ἀφίστων οἱ Ῥωμαῖοι. Ἀφραίνω. τὸ μωραίνω. ἐκ τοῦ φρὴν, φρενὸς, φραίνω *καὶ ἀφραίνω.* | |
15 | Ἀφροντιστεῖ. ἀμεριμνεῖ. Ἀφυστερίσαι. βραδύναι. Ἀφύσσων. ἀπαντλῶν. Ἀφυσσόμενοι. ἀφύσσω, ἀφύξω· γίνεται δὲ ἐκ τοῦ ὕω, τὸ βρέχω. ὁ μέλλων ὕσω καὶ ἐν συν‐ | |
20 | θέσει ἀφύσσω, πλεονασμῷ τοῦ ς. τουτέστι τὸ ἀπὸ τινὸς ἐπιῤῥέοντος ἀπαντλᾷν καὶ ἀπαρύε‐ σθαι. [ἢ ἐκ τοῦ φύω, τὸ κρατῶ. ἔν τ’ ἄρα οἱ φῦ χειρί. μετὰ τοῦ ἐπιτατικοῦ α ἀφύω, ἀφύσσω, μετα‐ | |
25 | γομένου τοῦ χρόνου εἰς ἐνεστῶτα. ἢ ἐκ τοῦ ἀρύω, τὸ ἀντλῶ, τροπῇ τοῦ ρ εἰς φ ἀφύω.] [Ἀφωρίσθω. μέγα καὶ ι.] [Ἀφοριζέσθω δὲ, μικρὸν καὶ ι.] Ἀφορίσθητε. μονώθητε. Ἱερεμίας· καὶ ἀφορί‐ | |
30 | σθητε, λέγει κύριος. Ἀφοσιοῦσθαι. πληροφορεῖσθαι. τοῦ θεολόγου· | |
ὅσον ἀφοσιοῦσθαι τὸν καιρόν. | ||
alpha360(1t) | (Ἐπίῤῥημα.) | |
2 | Ἄφαρ. εὐθέως. Ἀφαρεί. ἐσπουδασμένως καὶ ἀπερισκέπτως τὶ ποιεῖν. | |
5 | Ἄφνω. παρὰ τὸ ἀφανὴς ὄνομα γίνεται ἐπίῤῥη‐ μα ἀφανῶς, καὶ κατὰ συγκοπὴν καὶ ἀποβολὴν ἄφνω. Ἀφραδέως. ἀνοήτως. Ἀφύκτως. ἀναποδράστως. ὃ οὐκ ἔστιν ἐκφυ‐ | |
10 | γεῖν. *Ἀφύρτως. ἀφειδῶς.* | |
12t | Τὸ Α μετὰ τοῦ Χ. | |
13t | (Ἀρσενικόν.) | |
14 | Ἄχαζ. βασιλεὺς Ἱερουσαλήμ. *ἑρμηνεύεται δὲ | |
15 | καὶ κατάσχεσις.* Ἀχαΐας. οὗτος προφήτης ἦν ἐπὶ Ἱεροβοὰμ βα‐ σιλέως τῶν Ἑβραίων. Ἀχαιμένης. κύριον, ἀφ’ οὗ καὶ Ἀχαιμενίδαι οἱ Πέρσαι. | |
20 | Ἀχανής. ἄφωνος, μὴ κεχηνώς. παρὰ τὸ χαί‐ νω χανὴς καὶ ἀχανής. Ἀχελῷος. ποταμὸς Ἀρκαδίας. σὺν τῷ ι· ἐπειδὴ εἴρηται κατὰ διάστασιν Ἀχελώϊος. ἢ ὅτι οἱ Βιωτεῖς τὴν ω δίφθογγον εἰς οι τρέπουσιν, | |
25 | οἷον· Ἀχελῶος Ἀχελοῖος, αἰδῶος αἰδοῖος, Κῶος Κοῖος. Ἀχείρωτος. ἀνίκητος, ἀήττητος, ἀκράτητος. Ἀχέρων. ποταμὸς ὁ ἐν ᾅδου. παρὰ τὸ ἐστε‐ ρῆσθαι χαρᾶς τοὺς ἐκεῖ κατιόντας. ἢ ὁ τὰ | |
30 | ἄχεα καὶ τὰς θλίψεις ῥέων. | |
alpha361 | Ἄχης. ὁ πένης. Ἀχήν. ὁ πτωχός. καὶ ἀχῆνες, οἱ μηδὲν ἔχοντες. ἢ παρὰ τὸ τὰ κενὰ τῶν σκεῶν ἠχεῖν. Ἀχήρας. κύριον. καὶ ὁ σκώληξ. καὶ ἀχώρας | |
5 | ὁμοίως. Ἀχηρής. ὁ λυπηρός· ἐκτάσει τοῦ α εἰς η. Ἄχνους. ἀγένειος, ἢ ὁ μὴ ἔχων [χνοῦν ἤτοι] χοῦν. Ἀχρεῖος. ὁ ἄχρηστος, ὁ ἔσχατος. ἐκ τοῦ χρεία. | |
10 | καὶ ὤφειλεν εἶναι ἄχρειος· κανὼν γάρ ἐστιν ὁ λέγων, ὅτι τὰ ἀπὸ τῶν εἰς α καὶ εἰς η θη‐ λυκὰ συντιθέμενα προπαροξύνονται, οἷον· πύ‐ λη, τρίπυλος· οὕτως οὖν χρεία, ἄχρειος. ὡς οὖν εἴπομεν, ἐκ τοῦ χρεία μετὰ τοῦ στερητι‐ | |
15 | κοῦ α ἀχρεῖος, οὗ μὴ ἔχει τις χρείαν, καὶ ἐξ αὐτοῦ ἀχρεῖον τὸ οὐδέτερον. ἀπὸ δὲ τοῦ ὀνό‐ ματος ἐπήχθη εἰς ἐπίῤῥημα ἀχρήϊος, κατὰ ἔκτασιν τοῦ ε εἰς η καὶ διάστασιν τοῦ ι. Ἀχειόγελως ἄνθρωπος. ὁ ἐπὶ τοῖς ἀχρήστοις | |
20 | καὶ μὴ σπουδαίοις γελῶν καὶ χαίρων. [Ἄχνους. ἀγένειος. τίς τὸν ἄχνουν Ἑρμῆν σε παρ’ ὑσπλήγεσσιν ἔθηκε.] Ἄχλαξ. ἡ λιθώδης καὶ ψαμμώδης ἄμμος, ἢ | |
25 | ὁ μικρὸς λίθος. Ἀχών. ἡ ἄμπελος. Ἀχώρ. τὸ ἐν τῇ κεφαλῇ καὶ τῷ γενείῳ πιτυ‐ ρῶδες. παρὰ τὸ ἄχνη, ἀχνὼρ, καὶ ἀποβολῇ τοῦ ν ἀχώρ. κλίνεται δὲ ἀχῶρος, ὡς ἰχὼρ ἰχῶ‐ | |
30 | ρος, τοῦ σεσηπότος αἵματος. | |
alpha362 | Ἀχιλεύς. κύριον. παρὰ τὸ ἄγω ἀγιλεὺς καὶ ἀχιλεύς· στρατηγὸς γὰρ ἦν. ἢ παρὰ τὸ χιλὸς, ὃ σημαίνει τὴν τροφὴν, χιλεὺς καὶ μετὰ τοῦ στερητικοῦ α ἀχιλεύς· οὐ γὰρ κοινῇ τροφῇ ἐχρᾶ‐ | |
5 | το, ἀλλὰ μυελοὺς ἐλάφων ἤσθιεν. [ἢ παρὰ τὸ ἄχος ἐμποιεῖν τοῖς Ἰλιεῦσιν.] | |
7t | (Θηλυκόν.) | |
8 | Ἀχάνη. μέτρον Περσικόν. ὥσπερ καὶ ἡ ἀτάρ‐ βη παρ’ Αἰγυπτίοις. ἐχώρει δὲ μεδίμνους Ἀτ‐ | |
10 | τικοὺς ν. Ἀχαΐα. ἡ Πελοπόννησος. Ἀχαΐνη. ἡ ἔλαφος. καὶ σκύτος ἀμφιδόρου στικτὸν ἀχαΐνεω. Ἀχερωΐς. ἡ λεύκη. | |
15 | Ἀχηνία. ἀπορία· πενία· πτωχεία. Ἀχθηδών. βάρος. καὶ κλίνεται ἀχθηδόνος. Ἀχθεινή. λυπηρά. ἀχθεινὰν δ’ εἶδε βουκτασίαν. Ἀχλύς. σκότος, ὁμίχλη, ζόφος, ἡ ἄγαν ἀλύ‐ | |
20 | ουσα καὶ ἀποκρύπτουσα. παρὰ τὸ ἀλύω, τοῦ α ἐπιτατικοῦ ὄντος. ἢ παρὰ τὸ τὰς ὄψεις ἡμῶν ὀχλεῖν καὶ λυπεῖν. Ἄχνη. πᾶσα λεπτότης ὑγροῦ καὶ ξηροῦ. ἐπὶ μὲν ὑγροῦ· | |
25 | —ἀποπτύει δ’ ἁλὸς ἄχνην—. ἐπὶ δὲ ξηροῦ· κρίνει ἐπειγομένων ἀνέμων καρπόν τε καὶ ἄχνας. παρὰ τὸ ἔχω ἐχήνη καὶ μετὰ τοῦ στερητικοῦ | |
30 | α ἀεχήνη τὶς οὖσα, ἡ μὴ δυναμένη ἔχεσθαι | |
καὶ κρατεῖσθαι διὰ τὸ λεπτομερές. | ||
alpha363 | Ἀχνύς. ἡ λύπη. Ἀχράς. εἶδος ἀπίου, ἡ μηδέποτε ἐν χρείᾳ οὖσα. Ἀχρίνη. βαδυτάτη. Ἀχρυλίς. ἡ Φρυγία. | |
5 | Ἀχυρμιαί. οἱ τόποι, εἰς οὓς τὰ ἄχυρα ἀποτί‐ θενται. οἱονεὶ ἀχυριαί τινες οὖσαι καὶ πλεο‐ νασμῷ τοῦ μ ἀχυρμιαί. Ἀχαΐα. ἡ Ἑλλάς. ὅθεν καὶ Ἀχαοί. ἐπαρχία δέ τις ἐστὶν ἡ Ἀχαΐα, ὑφ’ [ἣν] ἦν ἡ Κόρινθος. | |
10t | (Οὐδέτερον.) | |
11 | Ἀχαρές. λυπηρὸν, μὴ τερπνόν. Ἀχανὲς πέλαγος. τὸ λίαν κεχηνός. Ἄχθος. βάρος. ἄχος τί ἐστι καὶ πλεονασμῷ τοῦ θ ἄχθος. | |
15 | Ἄχος. λύπη, σιωπὴν ἐπιφέρουσα. παρὰ τὸ μὴ διαχεῖσθαι ὑπὸ τῆς ἡδονῆς. ἢ παρὰ τὸ ἔχω, κατὰ ἀντίφρασιν, ὃ οὐ θέλει τὶς ἔχειν. ἢ παρὰ τὸ χῶ, τὸ χωρῶ, γίνεται χὼς καὶ μετὰ τοῦ στερητικοῦ α ἄχος. ἢ παρὰ τὸ χέω μετὰ | |
20 | τοῦ στερητικοῦ α ἡ μὴ διαχέουσα τὴν ψυχὴν, ἀλλὰ συνέχουσα. Ἄχραντον. ἀμίαντον· [ἀμόλυντον.] παρὰ τὸ χραίνω, χρανῶ, χραντὸς καὶ ἄχραντος. ἢ ἀχέ‐ ραντον, οὗ μηδέπω χεὶρ ἥψατο. ἢ τὸ μήπω | |
25 | ἐν χρείᾳ γεγονός. Ἄχρονον φῶς. ὁ Χριστός. Ἄχρωμον. ἀναιδές. ἦν δὲ τὸ ἔργον αὐτοῦ ἄχρω‐ | |
μον. καὶ ἀχρώματος. | ||
alpha364 | Ἀχύνετον. πολύχυτον. —ἔνθα πῦρ μὲν ἀείζωον καὶ ἀχύνετον ἔτρεσεν ὕδωρ. Ἄχαρον. ἡ ἀλλοιωθεῖσα καλάμη. ἀέχαρον τὶ | |
5 | ὂν, οὐδὲν ἔχον. Ἀχώρητον. τὸ πάντα μὲν περιγράφον, ὑπ’ οὐ‐ δένος δὲ περιγραφόμενον. Ἄχρονον. τὸ ἄκτιστον· κτιστὰ γὰρ τὰ ἐν χρόνῳ. | |
9t | (Ῥῆμα.) | |
10 | Ἀχέων. δυσφορῶν. Ἄχθεται. λυπεῖται. Ἀχθεσθήσῃ. λυπηθήσῃ. καὶ ἀχθέσῃ ὁμοίως. Ἄχθομαι. βαροῦμαι, ἀγανακτῶ. Ἀχθοφοροῦντας. βαστάζοντας καὶ φέροντας | |
15 | βάρος. Ἀχλύσαντος. σκοτισθέντος. Ἀχνύμενος. λυπούμενος. ἔστιν ἄχος, ἐξ οὗ γέ‐ γονε ῥῆμα ἀχῶ καὶ κατὰ παραγωγὴν ἀχύω καὶ πλεονασμῷ τοῦ ν ἀχύνω, ὥσπερ δύω δύνω καὶ | |
20 | θύω θύνω, καὶ ἐν ὑπερβιβασμῷ τοῦ ν ἀχνύω. ἐκ δὲ τούτου παράγωγον ἄχνυμι, ὁ παθητικὸς ἄχνυμαι καὶ ἀχνύμενος. Ἀχνάσδημι. ἀχῶ ῥῆμα· παράγωγον ἀχάζω, ἀχάζημι, τροπῇ τοῦ ζ εἰς δ καὶ ς καὶ πλεο‐ | |
25 | νασμῷ τοῦ ν ἀχνάσδημι. Ἀχαίνειν. παίζειν. τοῦ Ψελλοῦ· αὔθαιμοι οἱ | |
αὐτάδελφοι, ἀχαίνειν δὲ τὸ παίζειν. | ||
alpha365(1t) | (Ἐπίῤῥημα.) | |
2 | Ἀχαρίστως. ἄνευ χάριτος. καὶ ἀχαρίστως τὸ αὐτό. Ἀχί. ἀντὶ τοῦ ῥαδίως. | |
5 | Ἄχρις. ἀντὶ τοῦ μέχρις, ἕως, κατὰ ἀποβολὴν τοῦ μ καὶ μετάθεσιν τοῦ ε εἰς α. καὶ ἄχρις ἀντὶ τοῦ καθόλου καὶ διόλου. Ὅμηρος· ἀμφοτέρω δὲ τένοντε καὶ ὀστέα λᾶας ἀναιδὴς ἄχρις ἀπηλοίησεν—. | |
10t | Τὸ Α μετὰ τοῦ Ψ. | |
11t | (Ἀρσενικόν.) | |
12 | Ἀψάλακτος. ἀπαθὴς, ἀτιμώρητος. ψάλακτον γὰρ τὸ ἄθικτον. Ἀψήκτῳ κοθόρνῳ. σκληρῷ, ἀμαλάκτῳ. | |
15 | Ἄψητος. ἀνυπότακτος. Ἁψίκορος. ὁ ταχέως εὐμετάβλητος, ἢ ὁ συν‐ τόμως κορεννύμενος. Ἄψυρτος. κύριον. καὶ Ἄψυρτοι, ἔθνος Σκυθι‐ κόν. | |
20t | (Θηλυκόν.) | |
21 | Ἀψεύδεια. ἡ ἀλήθεια. Ἁψίς. ἡ καμάρα, ὁ δεσμὸς καὶ τὸ τοῦ τροχοῦ ἐπικαμπὲς ξύλον. παρὰ τὸ ἅπτω, ἅψω, ἁψὶς, ἡ ἁπτομένη τῆς γῆς. | |
25 | Ἀψιμαχία. σύναψις ἢ ἀρχὴ μάχης. Ἀψιμισία. πρὸς ὀλίγον διαφορά. | |
Ἄψινθος. πόλις Θρᾴκης. Ἀψινθὶς δὲ ἡ χώρα. | ||
alpha366(1t) | (Οὐδέτερον.) | |
2 | Ἄψαυστον. τὸ ἀπροσπέλαστον. ψαύω γὰρ τὸ προσεγγίζω. Ἄψαιρον. τὸ μὴ ψαῖρον. ἄψερον δὲ τὸ ὑστε‐ | |
5 | ροῦν, ψιλόν. Ἀψεῖον. τόπος. Ἄψεα. κυρίως αἱ συναφαὶ τῶν μελῶν, καταχρη‐ στικῶς δὲ καὶ τὰ μέλη. παρὰ τὸ ἅπτω, ἅψω, ἅψον καὶ ἅψεα, ἀπὸ τοῦ ἐφάπτεσθαι ἀλλήλοις. | |
10 | Ἀψήφιστον. τὸ μὴ ἰσῶσαι ἑαυτὸν τινὶ καὶ τὸ μὴ εἰπεῖν περὶ καλοῦ ἔργου· ὅτι κἀγὼ τοῦτο ἐποίησα. ὁ κατέχων τὸ ἀψήφιστον ἐν πᾶσι τοῦ ἐπιτελεῖν πᾶσαν τὴν γραφήν. Ἀψίνθιον. εἶδος βοτάνης. τινὲς δὲ τῶν κωμικῶν | |
15 | λέγουσιν αὐτὸ ἀσπίνθιον. ὃ οὐκ ἄν τις πίῃ. ἢ ἅπτω, ἅψω, οὗ οὐδεὶς ἅπτεται. | |
17t | (Ῥῆμα.) | |
18 | Ἅψαι. τὸ προσεγγίσαι. Ἀψακεῖν. ἀποτυχεῖν. | |
20 | Ἀψαυστεῖν. ἀνεπάφως ἔχειν. Ἁψαμένη. ἐξαρτήσασα, ἢ καὶ ἁπτομένη. | |
22t | (Ἐπίῤῥημα.) | |
23 | Ἀψαύστως. ἀνεπάφως. Ἀψεγέως. ἀμέμπτως. | |
25 | Ἀψοφητί. ἠρέμα· ἡσύχως. Ἄψοῤῥον. ὀπισθορμήτως. ὅ ἐστιν ἐπίῤῥημα με‐ σότητος, παρὰ τὸ ἂψ καὶ τὸ ὀρῶ τὸ ὁρμῶ, | |
πλεονάζοντος τοῦ ρ ποιητικῶς. | ||
alpha367 | Ἄψ. εἰς τοὐπίσω. ἀπὸ τοῦ α, τοῦ σημαίνοντος τὸ ὀπίσω, ἂψ κατὰ πλεονασμὸν τοῦ ψ. Ἰάσων δὲ λέγει, εἶναι αὐτὸ ἄοψ, τὸ μὴ ὀπτόν· τὰ γὰρ ὀπίσω οὐ θεωρητά. ἄοψ οὖν καὶ ἄψ. | |
5t | Τὸ Α μετὰ τοῦ Ω. | |
6t | (Ἀρσενικόν.) | |
7 | Ἀῶος. ποταμὸς ἐν Κύπρῳ. Ἄωρος. ὁ παρὰ καιρὸν ἁρπασθεὶς, ἢ ὁ ἄφροντις· ὤρα γὰρ ἡ φροντίς. | |
10 | Ἀωρόλειος. ὁ φαλακρὸς, ὁ παρὰ τὴν ὥραν καὶ τὴν ἡλικίαν λειαινόμενος. τὸ αὐτὸ καὶ ὠμογέ‐ ρων, ὁ παρ’ ἡλικίαν γηράσας. | |
13t | (Θηλυκόν.) | |
14 | Ἀωρία. σκοτία, μεσονύκτιον. | |
15 | Ἀώρησις. ἡ κρέμασις. Ἄωρες. αἱ γυναῖκες. παρὰ τὸ ὁμοῦ ἀρηρέναι | |
καὶ συνηρμόσθαι τῷ ἀνδρί. | ||
alpha368(1t) | (Οὐδέτερον.) | |
2 | Ἄωρον. ἄμορφον, ἀπρεπὲς, ἀχαρίτωτον, ἀνοί‐ κειον, ἀσύμφορον. Ἄωρα. τὰ παρὰ καιρόν. | |
5 | Ἀωρότερον. ὁμοίως. Ἄωτον. μὴ ἔχων ὠτία. καὶ ἄωτον τὸ λεπτὸν ἄνθος, ἢ ἱμάτιον λινοῦν. καὶ ἄωτον τὸ δέρμα. κεκαλυμμένος οἰὸς ἀώτῳ. | |
9t | (Ῥῆμα.) | |
10 | Ἄωρτο. ἐκρέματο. Ἀωρῶ. τὸ ἀλογῶ καὶ οὐ φροντίζω. Ἀωτεύειν. ὑφαίνειν. Ἀωτῶ. ἀπανθίζω. Ἀωτεῖς. ἀντὶ τοῦ ἀπανθίζεις τὸν ὕπνον. καὶ | |
15 | [Ὅμηρος·] τί πάννυχον ὕπνον ἀωτεῖς. Ἀωτήσειεν. ὑπνώσειεν. Ἄω. τὸ πνέω. | |
19t | (Ἐπίῤῥημα.) | |
20 | Ἀωρί. τὸ παρὰ καιρὸν, ἢ ἀντὶ τοῦ ἀκαίρως, | |
ἢ παρὰ τὸν δέοντα καιρόν. | ||
beta367(18t) | Β. | |
19t | Τὸ Β μετὰ τοῦ Α. | |
20t | (Ἀρσενικόν.) | |
21 | Βαβύλας. ἢ πηλὸς, ἢ βάθρον, ἢ βῆμα, καὶ ὄνομα κύριον. Βάβαξ. ὁ λάλος, ὁ φλύαρος. παρὰ τὸ βάζω βὰξ | |
καὶ κατὰ ἀναδιπλασιασμὸν βάβαξ. | ||
beta368(22) | Βαβάκτης. ὁ ὀρχηστής· λάλος· μανιώδης βακ‐ χευτής. παρὰ τὸ βάζω, τὸ λαλῶ, βάξω, βέ‐ βακται, βαβάκτης, ὁ πολλὰ λαλῶν. | |
25 | Βάαλ. Τυρίων ἦν θεός. Βάαξ. μαλακός. Βάδος. ἡ βάδισις. Ἀριστοφάνης· | |
τὸν δὲ βάδον βαδίζομεν. | ||
beta369 | Βαδιστικοῦ. ὀξύποδος. Βαθύπλουτος. ὁ πολὺν πλοῦτον ἔχων. Βαιθήλ. θεῖος ναὸς ἢ τόπος. Βαθυῤῥείτης. ὁ βαθέα ῥεύματα ἔχων. | |
5 | [Βαθυδίνας. ῥοὰς βαθυτάτας ἔχων.] Βαθύγλωσσοι. εὔγλωττοι, ἐλλόγιμοι. Βακκαῖοι. ἔθνος Ἰβηρικόν. Βάκις. ἐπίθετον Πεισιστράτου, ὃς ἦν χρησμο‐ λόγος. | |
10 | Βακχυλίδης. κύριον· ὃς ἦν Κεῖος ἀπὸ Κέω τῆς νήσου. Βάκχυρις. ἐπὶ τῶν δικαιοτάτων· τοιοῦτος γὰρ ἦν οὗτος βασιλεὺς Αἰγύπτου. Βακάντιμος. ὁ μὴ παραμένων τῷ πράγματι αὐ‐ | |
15 | τοῦ, ἀλλὰ σχολάζων. Βάκηλος. μέγας, ἀνόητος, γυναικώδης, ἢ ὁ τετμημένος τὸ αἰδοῖον. [οἱονεὶ βιάκηλος τὶς ὤν. ἔνθεν καὶ κήλων, ὁ συνουσιαστικὸς, καὶ τὸ αἰδοῖον.] | |
20 | Βάκινος ἢ βαβάκινος. εἶδος χύτρας. Βαλαντιοτόμος. ὁ κλέπτης, ὁ τὰ βαλάντια τέμνων. Βαλανείτης. ὁ περιχύτης. Βάλανος. τὸ αἰδοῖον καὶ τὸ ψέλιον. | |
25 | Βάναυσος. πᾶς ὁ διὰ πυρὸς ἐργαζόμενος τεχ‐ νίτης. βαῦνος γὰρ ἡ κάμινος. παρὰ τὸ τὰς βαύνους αὔειν, ὅ ἐστι καίειν. | |
Βανίδης. ποταμὸς ἐν Δαμάσκῳ. | ||
beta370 | Βαρύμηνις. μνησίκακος. Βαρυσυμφορώτατος. δυστυχής. Βάρβιτος. ἡ κιθάρα, οἱονεὶ βαρύμιτος τὶς ὢν, ὁ βαρεῖαν τὴν φωνὴν καὶ τὸν φθόγγον ἀφιείς· | |
5 | μίτους γὰρ τὰς νευρὰς ἔλεγον, ἐπειδὴ πρὸ τῆς χρήσεως τῆς νευρᾶς λινοῖς στήμοσιν ἐκέχρηντο. Βαρδίνης. ποταμός. παρὰ τὸ βαρείας καὶ ἐπα‐ χθεῖς δίνας ἔχων, βαρυδίνης τὶς ὤν. Βαργαθωμός. υἱὸς λύπης, ἑβραϊστί. | |
10 | *Βάρ. ὁ υἱός· ὡς τὸ βὰρ Ἰωνᾶ.* Βαρδίσαγνος. ὁ τὰς γυναῖκας βιαζόμενος. Βάρδιστοι. οἱ βραδύτατοι. Βαρβαρισμός. παράτονος διάλεξις, ἢ λέξις ἤτοι περὶ τὰ στοιχεῖα ἢ τὰς προσῳδίας ἡμαρτημένη. | |
15 | ἢ τὸ περὶ μίαν λέξιν ἁμαρτάνειν. Βάρβαρος. ὀνοματοπεποίηται ἡ λέξις, κατὰ μίμησιν τῆς γινομένης αὐτῷ βραχύτητος ἐν τῇ φωνῇ, ἀφ’ οὗ καὶ βρόχος λέγεται, δι’ οὗ ἀναφέρεται ἡ φωνὴ, καὶ αὐτὸ τὸ βραγχιᾷν | |
20 | καὶ τὸ σαπρᾷ τῇ φωνῇ καὶ τραχείᾳ χρῆσθαι. Βάσκανον. τὸν βλαβερὸν καὶ λυπηρὸν λέγουσι. Βασιλεύς. αὐτεξούσιος δυνάστης. παρὰ τὸ βαί‐ νειν ἵλεως. ἢ παρὰ τὸ πεπᾶσθαι λαοὺς, ὅ ἐστι κεκτῆσθαι· πάσασθαι γὰρ τὸ κτήσασθαι καὶ | |
25 | πάμματα τὰ κτήματα. ἢ παρὰ τὸ βάσιν καὶ τὸ λεύσιν· ὁ ἐν τῷ περιϊέναι περιβλεπόμενος. Βασιλεύτωρ. παρὰ τὸ βασιλεύειν βασιλεύτωρ. Ἀντίμαχος· | |
οἷοι ἔσαν βασιλεύτορες. | ||
beta371 | Βατταρισμός. φλυαρία. *βατταρισμὸς ἐστὶ καὶ ἡ τῶν παίδων ἄναρθρος φωνή.* Βάτραχος. παρὰ τὸ τὴν βοὴν τραχεῖαν ἔχειν, βοάτραχος τὶς ὤν. | |
5 | Βάτος. κατ’ ἀντίφρασιν ὁ μὴ ὢν βατός. καὶ ἔστιν ἐν τόνῳ παρώνυμον, ὡς παρὰ τὸ κυρτὸς κύρτος, ξανθὸς ξάνθος, λευκὸς λεῦκος, οὕτως βατὸς βάτος. Βαιταῤῥηνοί. ἀπὸ Βαιτάῤῥους, κώμης Παλαι‐ | |
10 | στίνης. Βαίτυλος. λίθος γενόμενος κατὰ τὸν Λίβανον, τὸ ὄρος τῆς Ἡλιουπόλεως. Βατήρ. ἡ ἀρχὴ τῶν τοῦ πεντάθλου σκαμμάτων. αὐτὸν κέκρουκας τὸν βατῆρα τοῦ λόγου. | |
15 | οἷον τὸ ἐπικαιρότατον, καὶ τὸ πρῶτον. οὐ παρὰ τὸ βαίνω ἐγένετο [γὰρ] βαντὴρ, ἀλλὰ [παρὰ τὸ βίβημι βατήρ.] Βαιὼν ἢ βαίων. ἰχθὺς, ὁ καὶ βλῖνος, παραπλή‐ σιος κωβιῷ. Ἐπίχαρμος δὲ βαίονας λέγει. καὶ | |
20 | ἡ παροιμία, μή μοι βαιὼν κακὸς ἰχθὺς, ἐπὶ φι‐ ληδόνου εἴρηται. Βαλάνους Διός. τὰ κάρυα. τοῦ Ψελλοῦ· Διὸς βαλάνους λέγουσι τὰ κάρυα οἱ πλείους. Βαρύς. παρὰ τὸ βάρος. τὸ δὲ βάρος παρὰ τὸ βίᾳ | |
25 | αἴρεσθαι. | |
26t | (Θηλυκόν.) | |
27 | Βαβυλών. σύγχυσις, καὶ πόλις οὕτω καλουμένη. | |
beta372 | Βαβύλη. πόλις ἐν Ὀδρύσῃ τῆς Θρᾴκης. ὁ πολίτης Βαβυλίτης. [Βαγδαλονία. μοῖρα Καππαδοκίας νοτιωτάτη.] Βαθεῖα κόμη. ἤτοι δασεῖα. ἀπεκείρατο τὴν κό‐ | |
5 | μην, ἦν δὲ πολλὴ καὶ ξανθὴ καὶ βαθεῖα. Βαθεῖαν αὔλακα. ὅπέρ ἐστι στίχος γῆς ὑπ’ ἀρότρου. Βαθυκαμπῆ. ἐπιπολὺ καμπτομένους. καὶ βαθυ‐ καμπῆ κλεῖδα συῶν. | |
10 | Βαθυπέπλων. μεγάλων, ἐκ τοῦ παρακολου‐ θοῦντος. καὶ γυναικῶν βαθυπέπλων. Βαδδίν. στολὴ ἱερά. ἔνδυμα ἐξαίρετον καὶ βύσσινον. Βαιθάλη. οἶκος θεοῦ. Βακτηρία. ἡ ῥάβδος. ἀπὸ τοῦ ἐρείδειν τὴν βάσιν | |
15 | ἐπ’ αὐτῆς, τουτέστι στήριγμα εἶναι τοῦ περιπα‐ τεῖν καὶ βαδίζειν εὐκόλως, ἢ παρὰ τὸ τὴν βάσιν τηρεῖν. βακτηρίᾳ τῇ θείᾳ γραφῇ ἡ μετὰ τὴν παίδευσιν γενομένη παράκλησις. Βάλλα. πόλις Γαλιλαίας. ὁ πολίτης Βαλλαῖος. | |
20 | Βαλανάγρα. ἡ κλείς. παρὰ τὸ ἀγρεύειν τὸν βάλανον. βάλανος δέ ἐστι τὸ εἰς τὸν μοχλὸν σιδήριον, ὃ καλοῦμεν μάγγανον. Βάλανος φοινίκων. οἶνον ἔπινον ἀπὸ τῆς βαλά‐ νου, τῆς ἀπὸ τοῦ φοίνικος. | |
25 | Βαλανίς. ἡ τοῦ βαλανέως γυνή. *καὶ βασιλὶς ἡ τοῦ βασιλέως γυνή.* Βαλία. ἔλαφος κατάστικτος. | |
Βάλος. ὁδὸς ὑψηλή. | ||
beta373 | Βαλιαρίδων. νήσων, ἐν αἷς κατοικοῦσι σφενδονεῖ‐ ται εὔστοχοι. Βαλβίδες. τὰ κάγκελα, ἡ ἀφετηρία καὶ ὁ καμ‐ πτός. ἤγουν ἡ ἄφεσις τῶν δρομέων. ἔστι δὲ | |
5 | δύο ξύλα, ἀφ’ ὧν σχοινία διατείνεται. ἀφ’ ὧν βαλβίδων ἐξέτρεχον οἱ ἀγωνιζόμενοι. παρὰ τὸ βῶ, τὸ βαίνω, γίνεται βηλὸς, οἷον· βηλῷ ἐπὶ λιθέῳ. καὶ ὡς παρὰ τὸ ψῆφος ψηφὶς, οὕτω καὶ παρὰ | |
10 | τὸ βῆλος βηλὶς, καὶ τροπῇ τοῦ η εἰς α καὶ πλεονασμῷ τοῦ β βαλβίς. Βάξις. ὁ λόγος, ἡ φήμη. [παρὰ τὸ βάζω, βάξω, βάξις.] Βάρεις. τὰ πλοῖα, οἱ πύργοι· αἱ στοαί· τὰ τείχη. | |
15 | Βαρέων ἐλεφαντίνων. τὰς πανταχοῦ τῆς γῆς ἐκκλησίας, μιᾷ δὲ τῇ πίστει, ἐν αἷς γεραίρεται ὁ θεός. Βαρυπρεπής. πολυτελής. καὶ τὸ μέσον τῆς ἡμέρας εὐωχία περιεκέχυτο βαρυπρεπής. | |
20 | Βαρακίναις. ἀκάνθαις, σκόλοψιν. Βαρεῖα. ποιότης συλλαβῆς ὑφειμένον ἔχουσα φθόγγον. εἴρηται δὲ ἐκ μεταφορᾶς τῶν τὰ φορ‐ τία βασταζόντων, καὶ εὐθείας τρίβους ἀνυόντων. Βασσαρίδες. αἱ πόρναι, ἢ αἱ Βάκχαι. παρὰ τὸ | |
25 | διάγειν ἐν βήσσαις. Βασσάν. αἰσχύνη ἢ πικρία, ἤτοι παραπικρα‐ σμὸς, ὅ ἐστι παροξυσμός. Βάσιμος. πορευτική. | |
Βάσις. στήριγμα, θεμέλιον. | ||
beta374 | Βάσανος. ἡ τιμωρία. καὶ βάσανος λίθος ἡ τὸ χρυσίον περιτριβόμενον δοκιμάζουσα. οὕτως Ἀν‐ τιφῶν καὶ Πίνδαρος. Βασανίσας. ἀντὶ τοῦ δοκιμάσας. | |
5 | [Βασιλίς. ἡ τοῦ βασιλέως γυνή.] Βασιλίνδα. τὴν βασιλείαν. Βασιλεία θεοῦ. ἡ αὐτὴ τῆς ἁγίας τριάδος γνῶσις. βασιλεία καὶ ἡ τοῦ ἁγίου πνεύματος συμμαχία. ὡς τό· ἐλθέτω ἡ βασιλεία σου. βασιλεία καὶ | |
10 | ἡ παρουσία, ὡς τό· ἄρα ἔφθασεν ἐφ’ ὑμᾶς ἡ βασιλεία τοῦ θεοῦ. ἤτοι ἡ ἐμὴ παρουσία, ἢ ἡ τῶν προσόντων τῷ θεῷ φυσικῶς [ἀγαθῶν] κατὰ χάριν μετάδοσις. ἡ τοῦ θεοῦ δὲ βασιλεία καὶ ἡ τῶν οὐρανῶν οὐ καθ’ ὑπόστασιν διαφέρει, | |
15 | ἀλλὰ κατ’ ἐπίνοιαν. ἐκπεφώνηται γὰρ ποτὲ μὲν ἀπὸ τοῦ βασιλεύοντος θεοῦ, ποτὲ δὲ ἀπὸ τῶν βασιλευόντων ἀγγέλων καὶ ἁγίων, οὐρανῶν δη‐ λονότι καλουμένων. βασιλεία οὐρανῶν ἡ πάντων τῶν ὑπὸ θεοῦ γεγονότων γνῶσις. ἢ ἀπάθεια | |
20 | ψυχῆς μετὰ γνώσεως τῶν ὄντων ἀληθοῦς ἢ ἔλλαμψις τοῦ ἁγίου πνεύματος ἐν ψυχῇ γινο‐ μένη. βασιλεία καὶ ἡ ἔννομος ἐπιστασία. Βαίτις. πόλις κατὰ τὴν Ἰβηρίαν. Βαίτη. ἡ διφθέρα, ὅ ἐστι γοῦνα. | |
25 | Βαιτύκη. τὸ τύμπανον. Βαττολογία. ἡ πολυλογία. ἀπὸ Βάττου τινὸς μα‐ κροὺς στίχους ποιήσαντος εἰς τὰ εἴδωλα. ἢ βατ‐ | |
τολογία ἐστὶν, ὅταν τὰ μὴ προσήκοντα αἰτῶμεν | ||
beta375 | παρὰ τοῦ θεοῦ, οἷον δυναστείαν καὶ τὸ τῶν ἐχθρῶν περιγενέσθαι, καὶ χρημάτων περιουσίαν καὶ ἁπλῶς τὰ μηδὲν ἡμῖν διαφέροντα. Βαρείας χεῖρας. ὑβριστικὰς, φονικὰς, ὅπλῳ βε‐ | |
5 | βαρυμένας. σοὶ κοίλῃς περὶ νηυσὶ βαρείας χεῖρας ἐποίσει. παρὰ τὸ βίᾳ αἴρεσθαι, ὥσπερ καὶ τὸ βάρος. | |
8t | (Οὐδέτερον.) | |
9 | Βάγιον. μέγα. | |
10 | †Βάλιον. ποικίλον.† Βάθρον. θεμέλιον. Βαθυλήϊον. τὸ σιτοφόρον πεδίον. Βάθος. τὸ ἐπὶ τρία συνεχές. παρὰ τὸ μετὰ βίας θέειν. | |
15 | †Βάνδον. τὸ φλαμούλιον.† Βαθύσχοινον. ὑψηλὰς σχοίνους φέρον. Βάκτρον. ἡ ῥάβδος. Βακύλιον. κύμβαλον. Βαλέκ. δεσμωτήριον. | |
20 | Βαλανεῖον. τὸ λοῦτρον. τινὲς μὲν λέγουσι παρὰ τὸ ἀποβάλλειν τὰς ἀνίας· οὐ λέγουσι δὲ καλῶς· εἰ γὰρ ἦν ἐκ τούτου, ὤφειλε διὰ τοῦ ι γράφεσθαι. ἀλλ’ ἔστιν εἰπεῖν, ὅτι παρὰ τὸ τὰς βαλάνους ἄνειν, ὅ ἐστι τὰς δρῦς καίειν· οὕτω γὰρ καλοῦν‐ | |
25 | ται αἱ δρῦς καὶ ἄλλό τι φυτόν. τὴν ει δίφθογ‐ γον διατί; τὰ ἀπὸ τῶν εἰς ευς διὰ τοῦ εῖον γι‐ νόμενα οὐδέτερα διὰ τῆς ει διφθόγγου γράφεται, οἷον· κουρεὺς κουρεῖον. καὶ τὰ διὰ τοῦ ειον οὐδέτερα μονογενῆ ὑπὲρ τρεῖς συλλαβὰς τὸν | |
30 | τόνον ἔχοντα διὰ τῆς ει διφθόγγου γράφεται, | |
οἷον· μαγειρεῖον, πατριαρχεῖον, μυρεψεῖον, ἐπι‐ | ||
beta376 | σκοπεῖον· οὕτως οὖν καὶ τὸ βαλανεῖον. πρόκει‐ ται τὰ μονογενῆ, διὰ τὸ ἐναντίον· πρὸ μιᾶς τὸν τόνον ἔχοντα, διὰ τὸ αἰπόλιον· ταῦτα γὰρ διὰ τοῦ ι· ὑπὲρ τρεῖς συλλαβὰς, διὰ τὸ παιδίον, | |
5 | οὐκ ἀναστρέφοντος τοῦ κανόνος· οὐ γὰρ πάντα τὰ τρισύλλαβα διὰ τοῦ ι. ἰδοὺ γὰρ τὸ πτω‐ χεῖον καὶ τὸ πρωτεῖον καὶ τὸ πορνεῖον καὶ τὸ δευτερεῖον διὰ διφθόγγου γράφεται· ἀπὸ γὰρ τῶν διὰ τοῦ εύω ἐστί. | |
10 | Βάμμα Κυζικηνόν. τὴν ἀκάθαρτον ἀσχημο‐ σύνην λέγει. Βαιόν. ὀλίγον, μικρόν. παρὰ τὸ βῶ, τὸ βαίνω. Βάπτισμα. ἄφεσις ἁμαρτιῶν δι’ ὕδατος καὶ πνεύ‐ ματος· ἢ ἑκούσιος συνταγὴ πρὸς τὸν θεὸν | |
15 | δευτέρου βίου· ἢ ἀνάλυσις ψυχῆς ἐπὶ τὸ κρεῖττον· ἢ λύσις δεσμοῦ ἐκ φιλανθρωπίας δε‐ δωρημένη· ἢ ἀνεκλόγιστος ἄφεσις ἁμαρτιῶν. Βάραθρον. ὄρυγμα· βάθος· χάσμα γῆς. Βάραθρα. κυρίως οἱ κοῖλοι τόποι, δι’ ὧν οἱ πο‐ | |
20 | ταμοὶ καταπίνονται καὶ εἰσβαίνουσι. παρὰ τὸ βαίνω γίνεται βάτρον καὶ βάθρον [καὶ κατὰ πλεονασμὸν βάραθρον, καὶ ἰακῶς βέρεθρον. ἢ κατὰ ἀντίφρασιν τὸ ἄβατον.] Βασσαρικά. πορνικά· βακχικά. | |
25 | Βάσιμα. πορεύσιμα, εὐεπίβατα. Βασίλειον ἱεράτευμα. τοὺς ὀρθοδόξους ἱερεῖς λέγει. Βατά. βάσιμα, πορεύσιμα, εὐεπίβατα. Βατράχειον. εἶδος χρώματος. ἀπὸ τούτου καὶ | |
30 | βατραχὶς ἱμάτιον. | |
Βακχέβαχον ᾆσαι. εὐφημῆσαι τὸν Διόνυσον. | ||
beta377 | Βάθος. ὁ Ἀπόστολος, ὡς οἶμαι, τὴν γεένναν ὀνομάζει· οὔτε ὕψωμα οὔτε βάθος. ὕψος δὲ τὴν βασιλείαν. καὶ πρὸς τούτοις τὴν αἰώνιον ζωὴν καὶ τὸν αἰώνιον θάνατον. | |
5t | (Ῥῆμα.) | |
6 | Βαβάξαι. ὀρχήσασθαι. Βαγεύει. πλανητεύει. [Βαδιῶ. περιπατήσω. ἐπὶ μέλλοντος.] [Βάδδομαι. ἀγαπῶ.] | |
10 | [Βαδίζου. ἀντὶ τοῦ βάδιζε.] Βάζω. τὸ λέγω. παρὰ τὸ βοὴν βοάζω, ὡς σχο‐ λὴ σχολάζω, καὶ συγκοπῇ βάζω. Βαδελαγεῖ. ἀμέλγει. Βαθακῆσαι. ζῆσαι. | |
15 | Βαθυκομῶσα. ἐν βάθει ἔχουσα τοὺς ἀστάχυας ἢ τὰς τρίχας. Βάσκ’ ἴθι. πορεύου· ἔρχου. Βακχεύοντες. μαινόμενοι, ἐξεστηκότες. Βακτηρεύειν. στηρίζεσθαι. | |
20 | Βακέω. τὸ μεθύσκομαι. καὶ βακχευτὴς, ὁ με‐ θυστής. γέγονε παρὰ τὸ βάκχος, ὃ σημαίνει τὸν οἶνον· τοῦτο δὲ παρὰ τὸ βῶ, τὸ βαίνω, καὶ τὸ ἄχος· ὁ γὰρ ἔχων λύπην καὶ εἰς μέθην ἐμπί‐ πτων, ἀφίησιν αὐτὸν ἡ λύπη· ὑπερέβη γὰρ τὴν | |
25 | λύπην ἡ μέθη. Βαλών. αἱ εἰς ων λήγουσαι μετοχαὶ ἀορίστου δευτέρου ὀξύνονται· δαμὼν, ἐλθὼν, πιών· οὕ‐ τως οὖν καὶ βαλών. ἀντίκειται τὸ πέφνων· αἱ | |
γὰρ εἰς ων λήγουσαι μετοχαὶ ὁπότε ἐν ἐπιπλο‐ | ||
beta378 | κῇ ἔχουσι δύο σύμφωνα, ὧν τὸ δεύτερον ἐστὶν ἀμετάβολον, πάντες βαρύνονται· τέμνων, δά‐ μνων· τούτοις ὅμοιον τὸ πέφνων. Βαλλίζειν. τὸ κύμβαλα κτυπεῖν καὶ πρὸς τὸν | |
5 | ἐκείνων ἦχον ὀρχεῖσθαι. Βαλανεύσω. διακονήσω. ἐμαυτὸν βαλανεύσω. Βάλλ’ ἐς κόρακας. ἄπιθι εἰς ἀπώλειαν καὶ φθόρον. Βάλλεται. πλήττεται, πυρπολεῖται. βάλλεται | |
10 | δὲ ἡ ναῦς σκηπτῷ. Βαλεῖν. τὸ πόῤῥωθεν πέμψαι. Βαμβαίνει. διστάζει, τρέμει τοῖς ποσὶ καὶ τῇ γλώσσῃ, ἀσήμως φθέγγεται· ἢ ὑποτρόμους ἠχεῖ τοὺς ὀδόντας. ἀπὸ μεταφορᾶς τῶν ποδῶν, | |
15 | τῶν μὴ ἑδραίαν τὴν φυγὴν ἐχόντων. [ἔστιν οὖν βαίνω, καὶ κατὰ ἀναδιπλασιασμὸν βαβαίνω, καὶ πλεονασμῷ τοῦ μ βαμβαίνω.] Βαίνει. περιπατεῖ. Βάπτουσιν. Ἀριστοφάνης ἀντὶ τοῦ πλύνουσι. | |
20 | πρῶτα μήτ’ ἔρια βάπτουσι θερμῷ κατὰ τὸν ἀρχαῖον νόμον. Βάπτω. παρὰ [τὸ βῶ] τὸ βαίνω· τρόπον γάρ τινα βαίνει κατὰ τοῦ ὑποκειμένου τὸ δευσο‐ ποιὸν χρῶμα. | |
25 | Βαρυβρομέων. βαρυηχῶν καὶ βαρυηχέων. Βαρύθω. ἀπὸ τοῦ βαρὺς βαρύω, καὶ πλεονα‐ σμῷ τοῦ θ βαρύθω. Βαρυθυμεῖ. ὀλιγωρεῖ. | |
Βασιλειῶ. ἐπιθυμῶ βασιλείας. | ||
beta379 | Βασιλειῶντα. ἐπιθυμοῦντα βασιλεῦσαι. Βασιλίζω. τὰ τοῦ βασιλέως φρονῶ. †Βασανίσας. ἀντὶ τοῦ δοκιμάσας. ἀπὸ τῆς βα‐ σάνου λίθου. οὕτως Πίνδαρος.† | |
5 | Βαστάσας. ἀντὶ τοῦ δοκιμάσας. Βασκαίνειν. οὐχὶ τὸ φθονεῖν δηλοῖ, ἀλλὰ τὸ λυπεῖν, καὶ αἰτιᾶσθαι καὶ δυσχεραίνειν. ἐάν τι δύσκολον συμβῇ, τοῦτο βασκαίνει. Φερεκρά‐ της· ὁ λαγώς με βασκαίνει τεθνηκώς. διὰ τοῦ‐ | |
10 | το οὐδὲ [τῇ] δοτικῇ συντάσσεται, ἀλλὰ τῇ αἰ‐ τιατικῇ· τὸ γὰρ βασκαίνει μοι βάρβαρον. καὶ βάσκανον τὸν λυπηρὸν καὶ βλαβερὸν λέγουσι. [Βαστραχαλίσαι. τραχηλιάσαι. βάστραχας γὰρ τοὺς τραχήλους λέγουσι.] | |
15 | Βαρκάζειν. τὸ βαρβαρίζειν. Βατταρίζειν. μόλις λαλεῖν. ἀπὸ Βάττου Θη‐ ραίου ἰσχνοφώνου ὄντος. Βατταλίζεσθαι. μαλακῶς καὶ αἰσχρῶς διάγειν. Βαυκαλᾷν. τὸ τιθηνεῖσθαι μετ’ ᾠδῆς τὰ παι‐ | |
20 | δία. Βαυκίζεσθαι. θρύπτεσθαι. Βαΰζων. ὑλακτῶν. Ἀριστοφάνης· βαΰζων γὰρ καὶ ἐγὼ τοιοῦτος ἦν. | |
24t | (Ἐπίῤῥημα.) | |
25 | Βαβαί. θαυμαστικὸν φώνημα. *καὶ βαβαιάξ.* Βάδην. βαδιστικῶς· ἠρέμα. παραγενομένου βά‐ | |
δην. | ||
beta380(1t) | Τὸ Β μετὰ τοῦ Δ. | |
2t | (Ἀρσενικόν.) | |
3 | Βδελυρός. μισητός. Βδόλος. ἡ δυσωδία τοῦ λύχνου. καὶ ἡ πορδή. | |
5 | τὸν βδόλον οὐκ ἔσθ’ ἥτις ῥὶν ὑπενεγκεῖν δύ‐ ναται. παρὰ τὸ ὄζω ὀζόλος, καὶ ἀφαιρέσει τοῦ ο ζόλος, ὡς τὸ ὀδύρεσθαι, [δύρεσθαι, καὶ τρο‐ κῇ τοῦ ζ εἰς βδ βδόλος. καὶ τὸ ῥῆμα ὄζει, βδεῖ, ὡς τὸ ῥοίζω, ῥοιβδῶ καὶ ἀναῤῥοιβδῶ. | |
9t | (Θηλυκόν.) | |
10 | Βδελυγμία. δυσοδμία. Βδέλλα. ἡ ἁμαρτία. θυγάτηρ αὐτῆς πορνεία, φθόνος, εἰδωλολατρεία, αἳ οὐκ ἐμπίμπλανται διὰ τῶν ἀτόπων πράξεων. | |
14t | (Οὐδέτερον.) | |
15 | Βδελυκτόν. μισητόν. Βδέλυγμα ἐρημώσεως. τὸν ἀνδριάντα φησὶ τοῦ τότε τὴν πόλιν ἑλόντος, ὃν ἔστησεν ἔνδον, ἐρη‐ μώσας τὴν πόλιν καὶ τὸν ναόν. βδέλυγμα καὶ ὁ ἀντίχριστος, ὡς πιστευθησόμενος παρὰ Ἰου‐ | |
20 | δαίων χριστὸς εἶναι καὶ καθεσθησόμενος καὶ δόξων ὅλης τῆς οἰκουμένης εἶναι βασιλεύς. ἥξει δὲ ἐπ’ ἐρημίᾳ τοῦ κόσμου. βδέλυγμα καὶ ἡ πραττομένη πρᾶξις παρὰ τὸν προσήκοντα λό‐ γον. καὶ πᾶν εἴδωλον καὶ πᾶν ἐκτύπωμα ἀν‐ | |
25 | θρώπου οὕτως ἐκαλεῖτο παρὰ Ἰουδαίοις. | |
26t | (Ῥῆμα.) | |
27 | Βδέννυσθαι. ἐκκενοῦσθαι τὴν κοιλίαν, οὐχὶ τὸ | |
πέρδειν. | ||
beta381 | Βδέλλεται. ἀμέλγει. Βδελύττεσθαι. μυσάττεσθαι. μὴ τοὺς θεοὺς βδε‐ λύττομαι τὸν λεπρὸν ἀπὸ Μελανθίου. Βδύλλει. φοβεῖται, τρέμει. | |
5 | ὅτε πένης βδύλλει λεώς. | |
6t | (Ἐπίῤῥημα.) | |
7 | Βδελυκτῶς. μισητῶς. Βδελυρῶς. μισητῶς, ἀκολάστως. καὶ βδελυρία. | |
9t | Τὸ Β μετὰ τοῦ Ε. | |
10t | (Ἀρσενικόν.) | |
11 | Βέβηλος. μυσαρὸς, ἀκάθαρτος, ὁ μὴ μόνον ἑαυ‐ τῷ, ἀλλὰ καὶ πολλοῖς προξενῶν βλάβας. [ἀπὸ τοῦ βῶ βήσω, βηλὸς καὶ ἐν πλεονασμῷ βέβη‐ λος· ὁ βάσιμος παντὶ, πρὸς ἀντιδιαστολὴν τοῦ | |
15 | ἀδύτου.] Βέβαιος. παρὰ τὸ βιβῶ γίνεται βίβαιος, ὡς τιμῶ Τίμαιος, καὶ κατὰ τροπὴν αἰολικὴν τοῦ ι εἰς ε βέβαιος. [τὰ διὰ τοῦ αιος ἀπὸ ῥημάτων, εἴτε κύρια, εἴτε προσηγορικὰ, καὶ προπαροξύ‐ | |
20 | νονται καὶ διὰ τῆς αι διφθόγγου γράφονται, οἷον· τιμῶ, Τίμαιος· πηδῶ, Πήδαιος. Πήδαιον γὰρ ἔπεφνε. λύω, λύαιος, ὄνομα· Λυαῖος, κύριον. οὕτω καὶ βιβῶ, βίβαιος καὶ βέβαιος.] | |
25 | Βεζέκ. ἀστραπή. †Βέβρυκες. οἱ Τρῶες.† | |
†Βελώνης. ὁ βέλη ὠνούμενος.† | ||
beta382 | †Βέκος. ὁ ἄρτος παρὰ Φρυξί.† Βεελφεγώρ. Βέελ ὁ Κρόνος· Φεγὼρ τόπος, ἐν ᾧ ἐτιμᾶτο. Βειέλοψ. ὁ λῶρος. καὶ ἔθνος. | |
5 | Βεκκεσέληνε. ἀνεκτότατε. Βελονοπώλης. κύριον. Βέλτερος. ὁ καλλίων, ὁ κρείσσων. παρὰ τὸ βέλ‐ λω, ὅθεν καὶ βουλὴ καὶ βέλος, γίνεται ῥῆμα [βελὸς, καὶ τὸ συγκριτικὸν βέλτερος. βέλτερον | |
10 | ἀπολέσθαι ἕνα χρόνον ἠὲ βιῶναι.] [Βελτίωνος. τὸ συγκριτικὸν, μέγα.] Βελλεροφόντης. ὁ προνοούμενος παύειν τὰ κα‐ κά. τὰ εἰς της ἀρσενικὰ, μὴ ὄντα σύνθετα παρὰ τὸ κρατῶ ἢ κράτης, μὴ ἔχοντα οὐδέτερα | |
15 | εἰς ες, εἰς ου ἔχει τὴν γενικὴν, οἷον· πολίτης, πολίτου, μητιέτης, μητιέτου, Βελλεροφόντης, Βελλεροφόντου. [πρόσκειται ἀρσενικὰ διὰ τὸ φιλότης, κακότης· μὴ ὄντα σύνθετα, παρὰ τὸ κρατῶ ἢ κράτης, διὰ τὸ Ἱπποκράτης, Ἱπποκρά‐ | |
20 | τους· πρόσκειται μὴ ἔχοντα οὐδέτερον εἰς ες, διὰ τὸ ἐνναέτης, ἐνναετοῦς, ἐννάετες· τοῦτο δὲ, εἰ μὲν σημαίνει τὴν σωματικὴν ἡλικίαν, ἐννα‐ έτους, βαρύτονον· εἰ δὲ χρόνος ἐνναετὴς, ὀξύ‐ νεται.] | |
25 | Βέμβιξ. ὄνομα τόπου. καὶ ὁ στρόμβος, ὃν οἱ παῖδες ἱμάντι παίζουσι, πέμπιξ τις ὢν, παρὰ τὸ πέμπεσθαι καὶ ἐλαύνεσθαι. Βενιαμίν. ὄνομα κύριον· ἑρμηνεύεται δὲ δεξιᾶς | |
υἱός. | ||
beta383 | Βερέσχεθοι. οἱ ἀνόητοι. Βεστῖνοι. ἔθνος ἐν Ἰταλίᾳ θηριῶδες τὸν τρόπον. καὶ βεστία τὰ θηρία κατὰ τὴν τῶν Ῥωμαίων διάλεκτον. | |
5 | Βετράνος. ὁ ἀπολυθεὶς τῆς στρατείας. ἐπὶ εἰκο‐ σαετίαν δὲ οὗτοι ἐδούλευον. Βέχειρ. ἔθνος Σκυθικόν. Βελίαρ. τῇ Ἑβραίων φωνῇ τὸν ἀποστάτην δη‐ λοῖ. ὁ Ἀπόστολος· τίς δὲ συμφώνησις Χριστῷ | |
10 | πρὸς βελίαρ.] Βέκυλος. προβατώδης. Βέτων. ὁ πάνυ εὐτελής. | |
13t | (Θηλυκόν.) | |
14 | Βέλεκος. ὄσπριον· ἔοικε δὲ τοῖς λαθύροις. | |
15 | Βεβαία. ἀσφαλὴς, ἀσάλευτος. καὶ ὄνομα πηγῆς. Βελυβίνα. πόλις Λακεδαιμονίας. [Βεμβράς. εἶδος ἰχθύος.] [Βερενίκη. ἡ γυνὴ τοῦ πατρὸς Πτολεμαίου.] Βέῤῥοια μεγάλη. τὸ Χάλεπ. | |
20 | Βέῤῥοια. πόλις Μακεδονίας. Βενεβενδός. πόλις Καλαβρίας, [ἣν κτίζει Διο‐ μήδης.] Βεμβράνας. ῥωμαϊκώτερον τὰ εἰλητὰ ἐκάλεσεν ἀπὸ τῆς ἐν Ῥώμῃ συνηθείας ἀδιαφόρως τῇ λέ‐ | |
25 | ξει καταχρησάμενος, ἀφ’ ἧς δὴ καὶ ἔγραφε τὴν ἐπιστολήν. | |
27t | (Οὐδέτερον.) | |
28 | Βέβιον. ὄνομα ὄρους. | |
beta384 | Βέλεμνα. τὰ βέλη. παρὰ τὸ βέλος βέλεμνος. [ὡς ἔχω ἔχεμος.] Βέλος. πᾶν τὸ κατὰ τινὸς βαλλόμενον. παρὰ τὸ βάλλω βέλος. καὶ τὸ τραῦμα παρ’ Ὁμήρῳ. | |
5 | Βέλτερον. κρεῖσσον. Βένθος. τὸ βάθος. Βενεφοικίοις. ἅπαν εἶδος χάριτός τε καὶ δεξιώ‐ σεως. τῆς γὰρ τῶν Λατίνων διαλέκτου οὖσα ἡ λέξις εὐεργεσίαν δηλοῖ, [πρὸς ἑλληνίδα μεθερ‐ | |
10 | μηνευομένη διάλεκτον.] Βέρεθρον. τὸ βάθος. Βέρετα. τόπος. Βέραιδον. ξύλον. Βέρεδον. τὸ κοβύτουρον. | |
15 | Βεστία. τὰ θηρία κατὰ Ῥωμαίους. Βεύδεον. τὸ ποικίλον ἱμάτιον, ἢ τὸ πορφυροῦν. Βεστιάριον. παρὰ Ῥωμαίοις, ἔνθα ἡ ἀναγκαία ἀπόκειται ἐσθής. Βένθος. τὸ βάθος. παρὰ τὸ βάθος καὶ πλεονα‐ | |
20 | σμῷ τοῦ ν βένθος· ὡς πάθος πένθος. Βεβυσμένα. λαθραῖα, ἢ πεπυρωμένα, ἢ καὶ τὰ περιπεφραγμένα. | |
23t | (Ῥῆμα.) | |
24 | Βεβρώθοις. φάγοις. βρῶ, βρώσω, βέβρωκα. ἐκ | |
25 | τούτου ῥῆμα βεβρώκω, τροπῇ τοῦ κ εἰς θ βε‐ βρώθω. [ὁ παρατατικὸς ἐβέβρωθον, ἡ μετο‐ χὴ ὁ βεβρωθών· τοῦ βεβρωθέντος· τὸ εὐκτικὸν βεβρώθοιμι, βεβρώθοις.] | |
Βεβριθός. βαρυνθέν. | ||
beta385 | Βεβίωκα. ἔζησα. Βεβουκόλημαι. ἀποδεδίωγμαι, πεπλάνημαι. Βεβολήατο. τῇ ψυχῇ τετρωμένοι ἦσαν. παρὰ τὸ βάλλω γίνεται βλῶ, βλήσω, βέβληκα, βέ‐ | |
5 | βλημαι, ἐβεβλήμην, ἐβέβληντο, προσθέσει τοῦ ο ἐβεβόληντο, καὶ Ἰωνικῶς ἐβεβολέατο καὶ τρο‐ πῇ τοῦ ε εἰς η βεβολήατο. Βεβαλανωμένον. κατεχόμενον ὑπὸ τῆς κόπρου. Βέβυστο. ἐπεπλήρωτο. | |
10 | Βεβυσμένος. περιπεφραγμένος. Βεβώς. ἀναβεβηκώς. Βεβίηκεν. ἐπορεύθη. Βεβαῶτα. βεβηκότα. Βεβαρηότα. βεβαρημένον. | |
15 | Βέβηκεν. ἕστηκεν, ἐπέπυκτο. Βέβρυχεν. ἠχεῖ. Βέβουλα. ἀπὸ τοῦ βούλω βαρυτόνου ὁ μέλλων βουλήσω, βεβούληκα, ὁ μέσος βέβουλα. Βεβίηκεν. ἀντὶ τοῦ ἐπορεύθη. [βιάζω, βιάσω, | |
20 | βεβίακα, βεβίηκε τροπῇ τοῦ α εἰς η. —τοῖον γὰρ ἄχος βεβίηκεν Ἀχαιοῖς.] Βέω. τὸ πορεύομαι. ὄφρ’ ἂν ἐγὼ βέω ποτὶ Ἴλιον—. | |
24t | Τὸ Β μετὰ τοῦ Η. | |
25t | (Ἀρσενικόν.) | |
26 | Βηθλεεμμίτης. ἀπὸ Βηθλεέμ. Βηθύλος. εἶδος ὀρνέου. Βηλός. ὁ τῆς θύρας βαθμός. παρὰ τὸ βήσω. ὃ ἐπιβαίνουσιν οἱ εἰσιόντες. λέγεται καὶ τὸ ἱστίον | |
30 | Ῥωμαϊστί. βηλὸς καὶ ὁ οὐρανός. | |
beta386 | Βημάρχιος. Καισαρεὺς ἐκ Καππαδοκίας σοφιστής. οὗτος ἔγραψε τὰς Κωνσταντίνου τοῦ βασιλέως πράξεις ἐν βιβλίοις δέκα, μελέτας τὲ καὶ λό‐ γους διαφόρους. | |
5 | Βήξ. ἡ περὶ τὴν φάραγγα νόσος. Βήρυλλος. εἶδος λίθου. Βῆρος. ὄνομα κύριον. Βηρύτιος. ὁ ἀπὸ πόλεως Βηρυτοῦ, ἥτις κτίσμα Κρόνου. ἐκλήθη δὲ Βηρυτὸς διὰ τὸ ἔνυδρον· βὴρ | |
10 | γὰρ τὸ φρέαρ παρ’ Ἀττικοῖς. Βητάρμων. ὁ ὀρχηστής. [παρὰ τὸ βαίνειν με‐ τὰ ἁρμονίας βηάρμων καὶ πλεονασμῷ τοῦ τ βητάρμων. λέγεται καὶ βήταρμος ἐνόπλιος ὄρ‐ χησις ἐκ τοῦ ἁρμός.] | |
15 | Βησᾶς. ἀχανὴς καὶ ὑπόμωρος. οἷον· βησᾶς ἕστη‐ κε. Βήτειος. πίναξ. | |
18t | (Θηλυκόν.) | |
19 | Βηθανία. πόλις. ἑρμηνεύεται δὲ οἶκος ὑπακοῆς. | |
20 | Βιθυνία δὲ ι. Βηθσαϊδά· Βηθφαγή. ὄνομα τόπων ἢ πόλεων. καὶ Βηθσουρός. Βηρίνη. ὄνομα κύριον. Βηρυτός. πόλις Φοινίκης. [ἐκλήθη δὲ Βηρυτὸς | |
25 | διὰ τὸ ἔνυδρον· βὴρ γὰρ παρ’ αὐτοῖς τὸ φρέαρ.] Βησσηΐς. δῆμος τῆς Ἀντιοχίδος. Βῆσσα. πόλις. Βῆσσα. ὁ βάσιμος τόπος καὶ κοῖλος καὶ ὑψη‐ λός. [παρὰ τὸν βήσω μέλλοντα γίνεται βῆσσα | |
30 | κατὰ πλεονασμὸν ἑτέρου ς. δι’ ὧν βαίνειν καὶ | |
πορεύεσθαι ἔνεστι.] | ||
beta387 | Βῆ. τὸ μιμητικὸν τῆς τῶν προβάτων φωνῆς. ὁ δὲ λοίσθιος ὥσπερ πρόβατον βῆ [βῆ] λέ‐ γων βαδίζει. Βῆμα. λίθος τοῦ δικαστηρίου, καὶ ἡ δικαστικὴ | |
5 | τράπεζα. [παρὰ τὸ βῶ τὸ βαίνω.] Βήρ. τὸ φρέαρ, παρὰ Φοίνιξι. Βηρούνιον. ὄνομα πόλεως. Βηρίον. ἔνδυμα μοναχικόν. Βησσήεντα. βάσιμα. | |
10 | Βήσιον. ποτήριον. Βῆτα. τὸ στοιχεῖον· ὅτι δευτέραν τάξιν ἔχον ἐπιβέβηκε τῶν λοιπῶν. Βῆμα. παρὰ τὸ βῶ τὸ βαίνω, ὁ μέλλων βήσω, ὁ παρακείμενος [βέβηκα, ὁ παθητικὸς] βέβη‐ | |
15 | μαι, καὶ ἐξ αὐτοῦ βῆμα. | |
16t | (Ῥῆμα.) | |
17 | Βήσεται. πορεύσεται. Βήσεαι. πορεύσῃ. Βῆ. ἐπορεύθη. | |
20t | Τὸ Β μετὰ τοῦ Ι. | |
21t | (Ἀρσενικόν.) | |
22 | Βίβλινος. οἶνος αὐστηρὸς, ἀπὸ βιβλίνης οὕτω κα‐ λουμένης Θρακίας ἀμπέλου. οἷον· ὕδωρ δὲ πίνει, τὸν δὲ βίβλινον στυγεῖ. | |
25 | Βιβλιαφόρος. γραμματοφόρος. ὁ δὲ πέμπει βι‐ βλιαφόρον μὴ θορυβεῖσθαι παρακελευόμενος. καὶ πᾶσα γραφὴ βιβλιαφόρος λέγεται, οὐ βι‐ | |
βλιοφόρος. | ||
beta388 | Βιβλιοπώλην, οὐχὶ βιβλιοπῶλον λέγομεν. Θεό‐ πομπος· τοὺς βιβλιοπώλας λεύσομαι. Βιβλογράφος, οὐ βιβλιαγράφος. Βικάριος. ὁ διάδοχος παρὰ Ῥωμαίοις. | |
5 | Βίκος. τὸ ἀγγεῖον καὶ τὸ σπέρμα. Βίκτωρ· Βικέντιος. ὀνόματα κύρια. Βιτέλλιος. βασιλεὺς Ῥωμαίων. Βίος. ἡ οὐσία τῶν κτημάτων, καὶ τὸ ζῇν καὶ ἡ ζωὴ, ἢ βιωτὴ προσαγορεύεται. παρὰ τὸ μετὰ | |
10 | βίας καὶ ἀνάγκης ζῇν. καὶ Ὅμηρος· —οἷον θεοὶ ῥεῖα ζώοντες οὐχ οὕτως ἄνθρωποι. ἢ παρὰ τὸ βέω τὸ πορεύομαι. τί γάρ ἐστι βίος ἢ ὁδὸς καὶ πορεία; [τὸ γὰρ βέω κυρίως τὸ πο‐ | |
15 | ρεύομαι σημαίνει. ὄφρ’ ἂν ἐγὼ βέω ποτὶ Ἴλιον.] Βιός. τὸ τόξον. παρὰ τὸ τὴν βίαν τῆς τάσεως, ἐπειδὴ μετὰ βίας τείνεται. [ἢ ὅτι οἱ παλαιοὶ τὰ πρὸς τὸν βίον ἐπορίζοντο δι’ αὐτοῦ τὰ πτη‐ | |
20 | νὰ τοξεύοντες.] Βιώνης. ὁ τὰ δημόσια ἀγοράζων, ἢ ὁ τὰ τόξα· βιὸς γὰρ τοῦ τόξου ἡ νευρά. | |
23t | (Θηλυκόν.) | |
24 | Βία. ἡ ἐκ δυναστείας ἀδικία ἢ ὁρμή· ἢ ῥύμη· | |
25 | ἢ δύναμις. ὁ δὲ τῇ βίᾳ τοῦ σώματος ἐξωθεῖ τὰς πύλας εἰς τὸ ἔσω. Βιαρκέος. τῆς εἰς τὸ ζῇν ἐπαρκούσης. Βιοτή. ἡ ζωή. βιωτὴ δὲ ἡ βιώσιμος ἡμέρα· μέγα. Βισαλτία. πόλις καὶ χώρα Μακεδονίας, ἀπὸ | |
30 | Βισάλτου τοῦ Ἡλίου καὶ Γῆς. περὶ ταύτην οἱ | |
beta389 | λαγωοὶ πάντες ἁλίσκονται δύο ἥπατα ἔχοντες. ὁ πολίτης Βισάλτιος. Βιστωνίος. φόρμιγγος. ἀπὸ Βίστωνος τερψιχό‐ ρου. φόρμιγξ γὰρ ἡ κιθάρα. | |
5t | (Οὐδέτερον.) | |
6 | Βιβλίον. ἡ ἐπιστολὴ, ἡ γνῶσις αὐτὴ καὶ ἄληστος μνήμη. *καὶ ὁ Δαβίδ·* ἐπὶ τῷ βιβλίῳ σοῦ πάντες γραφήσονται. [βιβλίον διὰ τοῦ ι ἀττι‐ κῶς· διὰ δὲ τοῦ υ ἰακῶς.] | |
10 | Βιζακίων. μικρῶν λίθων. Βίολα. πέδιλα, ὑποδήματα. Βίῤῥον. ἱμάτιον ῥωμαϊκόν. Βιστάκια. τὰ πιστάκια. Βίσεξτον. ἐπινέμησις τετραετίας. | |
15t | (Ῥῆμα.) | |
16 | Βιβάντα. διαβαίνοντα. Βιβῶντες. βαίνοντες. [ἀπὸ τοῦ βιβάω βιβῶ, δευτέρας συζυγίας, βιβάοντα βιβῶντα.] Βιβάζει. ὀχεύει, συζευγνύει. | |
20 | Βίβημι. τὸ βαίνω. Βιβήξαντες. ἐπιβιβάσαντες. Βιμβικίζεται. παρακρούεται. Βινῶ. τὸ συνουσιάζω. ὅτι οἱ κομίζοντες ἤδη τὴν ἡλικίαν, ἀρχὰς ἔχουσι τοῦ βίου. [ἄλλοι δὲ | |
25 | παρὰ τὸ βύειν λέγουσι, κατὰ τροπὴν τοῦ υ εἰς ι.] Βιοῦται. ἀντὶ τοῦ ζῇ ἢ ζήσεται. οὕτως Ἡρόδο‐ τος. Βιώτω. ζησάτω. [βίωμι, ἐβίων, βιοὺς, βιοῦν‐ | |
30 | τος, τὸ παρατατικὸν βίωθι, βιώτω.] | |
beta390 | Βιώατο. βιάω, βιῶ, βιάομαι, [βιῶμαι,] βιαοί‐ μην, βιώμην, βιάοιο, βιῶο, βιάοιτο, βιῶτο, καὶ πλεονασμῷ τοῦ α βιώατο. Βιῴην. ἔχει τὸ ι. βίωμι, ἐβίων ὁ δεύτερος ἀόρι‐ | |
5 | στος, βιοὺς βιοῦντος, τὸ εὐκτικὸν βιοίην, βιοίης, βιοίη, καὶ κατ’ ἔκτασιν τοῦ ο εἰς ω βιῴην. ὥσπερ τὸ δοὺς δόντος, δοίην, καὶ κατ’ ἔκτασιν δῴην. Βιῶναι. ζῆσαι. βίωμι, ὁ δεύτερος ἀόριστος | |
10 | ἐβίων, βεβίωμεν τὸ παθητικὸν, καὶ ἡ μετοχὴ βιῶναι. Βιῶνται. μετὰ βίας εἰσελεύσονται. ὅτι βιῶνται διὰ τοῦ πτώματος τοῦ τείχους. | |
14t | Τὸ Β μετὰ τοῦ Λ. | |
15t | (Ἀρσενικόν.) | |
16 | Βλάξ. μωρὸς, μὴ εἰδὼς τὰ πράγματα διακρῖναι, ἐκλελυμένος, μαλακὸς, εὐήθης, ἀνόητος, βρα‐ δύς. Ἀριστοφάνης· βλάκες φιλεργοί. | |
20 | εἴρηται δὲ ἀπὸ τοῦ μαλακὸς, καὶ τὸ ὑποκορι‐ στικὸν μάλαξ, ὡς βωμολόχος βώμαξ, πλού‐ σιος πλούταξ· μάλαξ οὖν καὶ κατὰ συγκοπὴν καὶ τροπὴν βλάξ. καὶ βλακεύειν τὸ βραδύνειν. οἱ λέγοντες δὲ βλάκα τὸν ἀλαζόνα, σφάλλουσι. | |
25 | Βλαστός. παρὰ τὸ βλώσκειν τὸ αὔξειν. Βλαισός. παραλυτικὸς, στρεβλόπους, ὁ τοὺς πό‐ δας ἐπὶ τὰ ἔξω διεστραμμένος καὶ τῷ λ στοι‐ χείῳ ἐοικώς. διὰ τοῦτο καὶ Λάβδα ἐκαλεῖτο ἡ | |
γυνὴ Ἠετίωνος. [εἴρηται δὲ βλαισὸς ὁ βεβλαμ‐ | ||
beta391 | μένος τὸ ἶσον τῶν ποδῶν. τὸ ἐναντίον γοῦν ὁ ἐπὶ τὰ ἔσω ἔχων τοὺς πόδας καλεῖται ῥαιβὸς, παρὰ τὸ διεφθαρμένον τὸ ἔσω τῆς βάσεως.] Βλέμμυες. ἔθνος βαρβαρικόν. | |
5 | Βλήδας. ὄνομα Σκύθου. Βλῆνος. ὁ τύραννος. βλῖνος δὲ, ὁ ἰχθὺς, ι. Βληχώδης. πρόβασι τὸν νοῦν ὅμοιος. μωρὸς δὲ ποιμὴν καὶ τὰ πάντα βληχώδης πέμπειν ἔμελλε. | |
10 | Βλήχων. εἶδος βοτάνης. λέγεται καὶ ὁ γλήχων. Βληχρός. ὁ ἀσθενής. παρὰ τὸ τὴν βληχὴν [τῶν προβάτων τὴν φωνὴν οὐδὲν οὖσαν. βλη‐ χρὸν οὖν καὶ ἄβληχρον τοῦ αὐτοῦ σημαντικὸν ὀνόματος, ὡς στάχυς, ἄσταχυς. εἰρῆσθαι δὲ τὴν | |
15 | λέξιν ἐπὶ μὲν τοῦ ἀσθενοῦς ἀπὸ τοῦ βέβληται. βληχρὸς καὶ ὁ καταβεβλημένος καὶ πεπτωκώς· ἀπὸ τῶν παλαιόντων. ὁ δὲ Πίνδαρος ἐπὶ τοῦ ἰσχυροῦ λέγει αὐτὸ, ἀπὸ τοῦ βέβληκα, ὁ κα‐ ταβάλλων.] | |
20 | †Βλῶρος. ὁ διάλευκος.† Βλάσφημος. ὁ εἰς θεὸν ἐξυβρίζων. οἱ δὲ ἐβλασ‐ φήμουν αὐτὸν ὡς κακίας ἐπὶ τρισὶν ἀνδράσι τὰ πάντα θέμενον. Βλεπεδαίμων. ὁ διεστραμμένος τὰς ὄψεις ὑπὸ | |
25 | δαίμονος. Βλίκαρος. ὁ βάτραχος. Βλιττομάμας. ὁ μωρός· καὶ γὰρ τὸ βλίττον μωρόν ἐστι λάχανον. | |
Βλοσσυρός. ἄγριος, καταπληκτικός. | ||
beta392 | Βλωμός. κλάσμα ἄρτου. ἀπὸ τοῦ ψωμὸς, τοῦ ψ εἰς β τραπέντος. ἢ παρὰ τὸ φλωμὸς, ὅ ἐστι κλάσμα τοῦ ἄρτου, καὶ κατὰ τροπὴν βλωμός. [ἢ παρὰ τὸ βρῶ τὸ ἐσθίω βρωμὸς καὶ βλω‐ | |
5 | μός· ὡς καὶ παρὰ τὸ βῶ βωμός. οἱ δὲ παρὰ τὸ βάλλειν εἰς τὸ στόμα. Ἡσίοδος· ὀκτά‐ βλωμον.] Βλοστρισμός. ἡ ἀπορία. παρὰ Γαληνῷ. [γρά‐ φει καὶ ὁ Ψελλός· Ἐκχύμωμα παρέκχυσιν, | |
10 | τὴν ἐφελκύδα μύκην· Ὑπέρινος κατάξηρος, βλο‐ στρισμὸν ἀπορίαν· Ἔκφυμα τὸ ἐξάνθημα, τὸ βλάπτεσθαι γυιοῦσθαι.] | |
13t | (Θηλυκόν.) | |
14 | Βλάβη. ἡ εἰς ψυχὴν ἐλάττωσις καὶ ἡ ἁμαρτία. | |
15 | ἀπὸ τοῦ βλάβω βλάβη. [Ὅμηρος· βλάβεται δὲ γούνατα. ὅθεν καὶ βλάβος. εἰ γὰρ ἦν ἀπὸ τοῦ βλάπτω, ὤφειλεν εἶναι βλάφη, ὡς σκάπτω, σκάφη.] Βλακεία. ἔκλυσις, μωρία, χαυνότης, μαλακότης, | |
20 | ῥαστώνη. οὐ γὰρ στρατηγῶν βλακείαις τὰ πράγματα ἐπέτρεψε. Βλασφημία. ἡ εἰς θεὸν ὕβρις. λέγεται δὲ καὶ ἡ κατὰ ἀνευθύνων γενομένη μέμψις. [παρὰ τὸ φήμη καὶ τὸ βάλλω, ἡ ταῖς φήμαις βάλλουσα.] | |
25 | Βλάστη. τὸ βλάστημα. Βλαύτη. εἶδος ὑποδήματος. σπεύδειν ἀπὸ ῥυτῆ‐ ρος τουτέστιν ἀπὸ βλαύτης. καὶ βλαυτία τὰ ὑπὸ τοὺς πόδας σανδάλια. Βληχή. ἡ τῶν προβάτων φωνή. | |
30 | [Βλήχων. ἡ γλήχων. ἔστι δὲ εἶδος βοτάνης.] | |
beta393 | Βληχρά. ἀσθενής. Βλιτάδας. οἱ παλαιοὶ τὰς γυναῖκας ἀσθενεῖς ἔλεγον. Βλοσσυρῶπις. καταπληκτική. | |
5 | Βλῶσις. παρουσία. Βλωθρή. χλωρὰ, ἁπαλή. ———ταύτας ἁρμόσῃ βλωθρᾶς, Θηρίμαχε, πλατάνου. βλωθρὴ καὶ ἡ μακρὰ καὶ ἡ μεγάλη. [ἡ εἰς τὸν | |
10 | αἰθέρα μολίσκουσα, μολαιθέρη τὶς οὖσα καὶ κατὰ συγκοπὴν καὶ τροπὴν τοῦ μ εἰς τὸ β καὶ ἐκτάσει τοῦ ο εἰς ω, βλωθρή. ἢ παρὰ τὸ μο‐ λεῖν καὶ τὸ θορεῖν, ἡ θοροῦσα ταχέως.] | |
14t | (Οὐδέτερον.) | |
15 | Βλαύρια. σανδάλια. Βλάβος. ἡ βλάβη καὶ τὸ ἁμάρτημα. Βλέπος. τὸ βλέμμα. Βλέφαρον. τοῦ βλέποντος φάρος. ἢ παρὰ τὸ ἐν τῷ βλέπειν αἴρεσθαι. | |
20 | [Βληχρόν. τὸ ἀσθενές. οὕτως Ὅμηρος καὶ Ἀλ‐ καῖος. Πίνδαρος δὲ ἰσχυρὸν αὐτὸ λέγει.] Βληρόν. τὸ δέλεαρ. Βλῆτρον. τὸ σύμβαλμα. Βλήτροισι. τοῖς βεβλημένοις, τοῖς κεκολλημέ‐ | |
25 | νοις. βλῶ, βλήσω, βλῆτρον. Βλίαρ. φύλλον συκῆς. Βλίφυλλον. σύκινον. Βλίτηρι. ὄργανον μουσικὸν φησὶν Ἰόβας. σκίν‐ | |
δαψον δὲ, μίμημα χορδῆς. | ||
beta394 | Βλύδιον. ὑγρόν. [Βλωθρά. χλωρά· ἁπαλά· ἢ μακρὰ καὶ μεγάλα.] Βλίτον. εἶδος λαχάνου. τινὲς βλίττον γράφουσι. Βλακεύεται. μαλακίζεται. [Ξενοφῶν· εἴτις | |
5 | αὐτῷ δοκοίη τῶν πρὸς τοῦτο τεταγμένων βλα‐ κεύειν.] Βλάπτω. βρῶ τὸ ἐσθίω· τοῦτο γίνεται βλῶ κατὰ τροπὴν τοῦ ρ εἰς λ, καὶ κατὰ παραγω‐ γὴν βλάπτω, ἀπὸ μεταφορᾶς τῶν ἐσθιομένων | |
10 | καὶ μηκέτι ὑγιῶν ὄντων. Βλεμμεαίνων. γαυριῶν· ἐπαιρόμενος· [ἢ μαρ‐ γαίνων καὶ ἐνθουσιῶν. παρὰ τὸ βρέμω βρεμαί‐ νω, τροπῇ τοῦ ρ εἰς λ καὶ πλεονασμῷ τοῦ ε.] [Βλείμην, βλεῖο. εὐκτικόν.] | |
15 | Βλήμενος. ὥσπερ καὶ τὸ οὐτάσμενος ἀναδρομὴν ἔπαθε τοῦ τόνου, οὕτω καὶ τὸ βλήμενος, ἐκ τοῦ βεβλημένος κατὰ συγκοπήν. Βλίσαι. βαστάσαι. Βλίττειν. τὸ ἀφαιρεῖν τὸ μέλι ἀπὸ τῶν κηρίων. | |
20 | Βλιμάζειν. ἀποστάζειν τοῦ μέλιτος. ἔστι δὲ καὶ τὸ ψηλαφᾷν. [ὥς φησι Κράτης· ὡς μαλακὸν καὶ τέρεν τὸ χρωτίδιον, ὦ θεοὶ, καὶ ἐβλίμαζον αὐτήν. κυρίως δὲ βλιμάζειν τὸ τοῦ ὑπογαστρικοῦ καὶ | |
25 | τοῦ στήθους ἅπτεσθαι, ὅπερ ποιοῦσιν οἱ τὰς ὄρνιθας ὠνούμενοι.] Βλιμάττομεν. ψηλαφῶμεν, ἐπιθυμοῦμεν. Βλῆσθαι. ἀπὸ τοῦ βλῶ, βλήσω, βέβληκα, βέ‐ | |
βλημαι, [βλῆσθαι, ἀφαιρέσει τῆς βε.] | ||
beta395 | Βλώσκω. τὸ αὔξω. παρὰ τὸ μολῶ γίνεται πα‐ ράγωγον μολίσκω, [ὡς γελῶ γελίσκω, καὶ γα‐ μῶ γαμίσκω, καὶ μεταθέσει τοῦ μ εἰς τὸ β βολίσκω, καὶ ἐν ὑπερθέσει βλοίσκω, καὶ κατὰ | |
5 | συγκοπὴν καὶ ἐκτάσει τοῦ ο εἰς ω βλώσκω. Ἰστέον, ὅτι τὰ ἀπὸ μὲν τῆς πρώτης συζυγίας παραγόμενα διὰ τοῦ ισκω γίνονται, οἷον τελί‐ σκω· τὰ δὲ ἀπὸ τοῦ ω διὰ τοῦ ασκω, οἷον γελάσκω.] | |
10 | Βλέπετε. ἐπισκέψασθε, προσέχετε. ἀποστολικὴ ἡ λέξις· βλέπετε τὴν κλῆσιν ὑμῶν, ἀδελφοί—. Βλιμαίνειν. τὸ στριγᾷν. | |
13t | (Ἐπίῤῥημα.) | |
14 | Βλακικῶς. ἀντὶ τοῦ βραδέως. | |
15 | ὡς βλακικῶς διακονεῖς. | |
16t | Τὸ Β μετὰ τοῦ Ο. | |
17t | (Ἀρσενικόν.) | |
18 | Βοηδρόμος. ὁ βοηθός. Βοηθός. ἀπὸ τοῦ εἰς βοὴν θεῖν. βοὴ γὰρ κυρίως | |
20 | ἡ μάχη, ὡς· —βοὴν ἀγαθὸς Μενέλαος. [ἢ παρὰ τὸ βοὴν καὶ τὸ θόος, ὁ εἰς τὴν βοὴν θόος καὶ ταχύς.] Βόθρος. ὄρυγμα, λάκκος. παρὰ τὸ βάθος, βά‐ | |
25 | θρος καὶ βόθρος. Βόθυνος. τόπος τὶς ἰδίως οὕτω καλούμενος ἐν τῇ ἱερᾷ ὁδῷ, οὗ μνήμην Ἰσαῖος καὶ Καλλισθένης ποιεῖται. καὶ ὁ βόθρος, καὶ ὁ λάκκος, [καὶ τὸ ὄρυγμα.] ὥσπερ παρὰ τὸ θρασὺς γίνεται θρά‐ | |
30 | συνος, οὕτως καὶ παρὰ τὸ βαθὺς βάθυνος καὶ | |
βόθυνος. | ||
beta396 | Βολεών. κοπροθέσιον. Βόλιτος καὶ βόλβιτα. τὰ κόπρια. Βολβός. εἶδος ὀσπρίου ἢ καὶ κρομμύου. βολβὸς τὸ ὕδνον. | |
5 | Βόλιμος. μόλιμος καὶ κατ’ ἐναλλαγὴν βόλιμος. Βομβάλβιος. αὐλητὴς, παίζων. παρὰ τὸν αὐλόν. Βόμβος. ὁ τῶν μελισσῶν ἦχος. Βόμβρυξ. εἶδος σκώληκος. | |
10 | Βομβυλιός. εἶδος μελίσσης ἐκ πηλοῦ πλαττού‐ σης τὰ κηρία. Βοοβόρους. ὀβολοὺς μεγάλους. Βοονόμος. ὁ τοὺς βοῦς νέμων καὶ βώσκων. Βορβόροπιν. κῆπον. σημαίνει καὶ τὸ μόριον. | |
15 | Βορβορυγμός. ὁ ἐπιφερόμενος ἦχος τοῦ ὕδα‐ τος, ἢ ἦχος ἐκ τοῦ στόματος τῆς καμήλου. [σύνθημα δέ ἐστι ταῖς καμήλοις καθεζομέναις ὁ τοιοῦτος ἦχος.] Βοῤῥᾶς. ἄνεμος ψυχρός. τινὲς δὲ ἓν ρ γράφουσι. | |
20 | Βορέας. παρὰ τὸ βάρος, *καὶ τροπῇ τοῦ α εἰς ο.* [ἢ παρὰ τὸ βορὰ, ὃ σημαίνει τὴν τροφήν. βορᾶς γὰρ ἡμῖν αἴτιος, αὔξων τοὺς καρπούς.] Βόρβορος. [παρὰ τὸ βάρος βάρβαρος, καὶ τροπῇ τοῦ α εἰς ο βόρβορος,] ὃ ἔστι τὸ περίττωμα | |
25 | τῆς γαστρός. [τοῦτο γὰρ ἐν τῷ ἄνω κείμενον βάρος ἐμποιεῖ. ἢ παρὰ τὸ βορὰ βορὸς καὶ βόρ‐ βορος,] ἡ ἐκ τῆς τροφῆς ὕλη. Βόσπορος. πόλις περὶ τὸν Ἑλλήσποντον, ἣν ὁ Βωχάνος ὁ Τοῦρκος ἐπὶ Ἰουστινιανοῦ βασιλέως | |
30 | ἐπόρθησεν. ὥς φησι δὲ Φιλέας, δύο Βόσποροι εἰσίν· ὁ μὲν κατὰ τὴν Προποντίδα, ὁ δὲ Θρα‐ | |
κικός. | ||
beta397 | Βόσπορος. οἱονεὶ βοὸς πόρος. ὠνόμασται δὲ ἀπὸ τῆς Ἰοῦς τῆς θυγατρὸς Κάδμου. ταύτῃ γὰρ ἡ Ἥρα κατὰ ζῆλον οἶστρον ἔπεμψεν, ἥτις ἐλαυ‐ νομένη ὥσπερ πόρτις, παρῆλθε τὸν τόπον. Φύ‐ | |
5 | λαρχος δέ φησιν, ὅτι οἱ ἐντὸς τοῦ Εὐξείνου Πόν‐ του ἦσαν ἄπειροι τῆς γεωργίας· οἱ δὲ ἐκ τοῦ, ἔμπειροι· διὸ καὶ Βόσπορος ἐκεῖνο τὸ μέρος τοῦ πελάγους, ὅτι ἐσπείρετο. τινὲς δὲ τοὺς στενοὺς πορθμοὺς βοσπόρους εἰρῆσθαι [λέγουσιν. ἢ ὅτι | |
10 | τὸ παλαιότως σχεδίας πηγνύντες καὶ βόας ὑποζευγνύοντες εἰς τὸ πέρας διεπεραιοῦντο.] Βόστρυχος. ὁ πλόκαμος. παρὰ τὸ βόστρυχον βό‐ στρυχος, [ὁ βοτρυοειδής· μετὰ σχήματος γὰρ βοτρυοειδοῦς ἀπήρτηται.] | |
15 | Βορός. πολυφάγος. Βοτῆρες. ποιμένες. Βούλιμος. ὁ ἐπιτεταμένος λιμός. Βούβρωσις. ὁμοίως. εἴρηται δὲ, ὅτι βοῦς λυμαί‐ νεται, καὶ τοὺς βοῦς βρῶσιν ποιεῖ. | |
20 | Βουφάγος. πολυφάγος. Βοῦφος. ὄρνεον. βοῦφος ἐπιφοιτᾷ, ἐπὶ τῶν ἀσυνέτων καὶ παχυφρόνων εἴρηται. Βουργαών. ὄρος ἑσπέριον, ἔνθα Βελισσάριος διαφόρους πολέμους διήνεγκε. | |
25 | Βουκόλος. ὁ τῶν βοῶν νομεὺς, βουκόνος τὶς ὤν. παρὰ τὸ κονεῖν περὶ τὰς βοῦς, ὅ ἐστιν ἐνερ‐ γεῖν καὶ διατρίβειν. ἢ βουσὶ κεκλόμενος, ὅ ἐστιν ἐγκελευόμενος. [ἢ παρὰ τὸ κέλλω, ὁ ἅμα τοῖς | |
βουσὶ κέλλων. Δίδυμος παρὰ τὸ κομεῖν εἰρῆ‐ | ||
beta398 | σθαι· ἵν’ ᾖ βουκόμος, ὡς ἱπποκόμος, καὶ κατὰ τροπὴν βουκόλος.] Βούτας. ὁ τῶν βοῶν νομεύς. ἀττικῶς δὲ εἴρη‐ ται. | |
5 | [Βουληφόρος. ἡγεμών· ἄρχων· βουλευτής.] Βουγάϊος. [ὁ μέγα ἐπὶ τῇ βοᾷ γαυριῶν. ἢ ἀπὸ τοῦ βοῦ καὶ τοῦ γαία συνθέτου γίνεται βου‐ γάϊος.] ἢ παρὰ τὸ γαίειν τὸ γαυριᾷν, ὅπερ καὶ αὐτὸ παρὰ τὸ γαῖα γέγονεν, ἵν’ ᾖ ἀπὸ τοῦ | |
10 | μεγέθους τῆς γῆς, ὁ μεγαλόφρων. Βουπλήξ. τὸ βούκεντρον. ἀπὸ τοῦ πλήσσειν τὸν βοῦν. Βουμολγός. ὁ τὰς βοῦς ἀμέλγων. Βουλυτός. ἡ δειλινὴ ὀψία, ὅτε οἱ βόες ἀπο‐ | |
15 | λύονται τῶν ἔργων. Βούπαλος. ὄνος. Βουνίτης. ὁ βουκόλος, ὁ βοηλάτης. Βουνός. ὁ ὀρώδης καὶ γεώλοφος τόπος. Βουγάϊος. ὁ μεγαλόσωμος. | |
20 | Βουχανδής. ὁ λέβης. Βουπρῆσται. ὄνομα ὄφεων. Βουβών. τὸ πάθος, ὅπερ τινὲς βομβῶνα λέγουσι. [Ἡρωδιανός·] βουβὼν ἐπήρθη τῷ γέροντι. καὶ ῥῆμα βουβωνιῶ εἴρηται, ἀπὸ τοῦ ἐπαίρε‐ | |
25 | σθαι, καὶ μεγάλως βαίνειν εἰς οἴδημα. Βουκέφαλος. ὁ ἵππος τοῦ Ἀλεξάνδρου, οὐχ ὅτι βοὸς κέρατα εἶχε· τοῦτο γὰρ ψευδές· ἀλλ’ ὅτι οὕτω ἐν Θεσσαλίᾳ ἐκαλοῦντο οἱ ἵπποι. Βοῦς. παρὰ τὸ βῶ τὸ τρέφω. ὁ τρέφων ἡμᾶς ἐκ | |
30 | τῆς περὶ τὴν γῆν ἐργασίας. [οὐ δυνάμεθα δὲ | |
beta399 | λέγειν ἐπὶ τῆς αἰτιατικῆς τῶν πληθυντικῶν τοὺς βόας, καὶ κατὰ κρᾶσιν βοῦς· τὸ γὰρ α οὐ κιρ‐ νᾶται εἰς τὴν ου, ἀλλ’ εἰς τὴν ω, κρείττονα κρείττω· ἀλλὰ λέγομεν, ὅτι ὁμοφωνία γέγονε | |
5 | τῆς εὐθείας τῶν πληθυντικῶν καὶ τῆς αἰτιατι‐ κῆς· πᾶσα γὰρ εὐθεῖα πληθυντικῶν εἰς ς λή‐ γει, καὶ συναιρουμένη τὴν τελευταίαν συλλα‐ βὴν, ἔχει τὴν αἰτιατικὴν καὶ κλητικὴν ὁμό‐ φωνον αὐτῇ.] | |
10 | Βούσιρις. ὁ τῆς Αἰγύπτου βασιλεὺς, ἀφ’ οὗ καὶ ἡ πόλις καλεῖται. ἵν’ ᾖ ὁ ἰσχυρὸς, ὁ δυνάμε‐ νος βοῦς ἄγειν σειραῖς, ὥστε δύνασθαι μόνον. [τὰ δὲ εἰς ρις βαρύτονα διὰ τοῦ ι, οἷον· ἔρις, ἴρις, δῆρις, Σίρις, ὄνομα πόλεως Φοινίκων, κί‐ | |
15 | σιρις, εἶδος ὀρνέου, Τίρις, ὄνομα κύριον, Ὄσιρις, ὁ Διόνυσος παρ’ Αἰγυπτίοις, καλάσιρις, ξίρις, εἶδος φυτοῦ. πρόσκειται βαρύτονον, διὰ τὸ χει‐ ρὶς, τὸ χειρομάνικον.] Βοώτης. ἄστρον πλησίον τῶν ἄρκτων. ὁ δ’ αὐτὸς | |
20 | καὶ ἀρκτοφύλαξ καλεῖται. Βούπαις. νέος ἀφῆλιξ. | |
22t | (Θηλυκόν.) | |
23 | Βότρυς. παρὰ τὸ βῶ τὸ πατῶ. ἢ παρὰ τὸ τοῖς ποσὶ τρίβεσθαι, πότρυς καὶ βότρυς. ἢ παρὰ | |
25 | τὸ τὴν πόσιν ῥεῖν. Βοή. ἡ φωνή. παρὰ τὸ βέω τὸ βαίνω, ἡ διὰ τῆς ἀρτηρίας βαίνουσα. [ἢ παρὰ τὸ βέω, τὸ τρέφω, ἡ ἐκ τῶν τρεφομένων πνευμάτων πεμπομένη.] [Βολίς. ἀκόντιον.] | |
30 | Βόλος. ἡ δρόσος, καὶ τὸ δίκτυον. | |
beta400 | †Βολένη. τὸ κρέας τὸ περὶ τὸ στόμα τῆς γα‐ στρός.† †Βοῶτα. παρὰ Λάκωσιν ἡ ὀδύνη.† Βορά. ἡ τροφή. παρὰ τὸ βῶ τὸ τρέφω. | |
5 | Βόσις. ἡ τροφή. Βόττεια. πόλις Μακεδονίας. Βούβοτος. ἡ πολλὴν τροφὴν ἔχουσα. Βουχίλου. εὐτρόφου. —βουχίλου κράτορες Ἀρκαδίας. | |
10 | Βουπρῆστις. λαχάνου ἀγρίου γένος, ὅμοιον τῷ σίνηπι. Βούδεια. πόλις ἐν Μαγνησίᾳ. Βοῦνις. ἡ βουνώδης γῆ. παρὰ τὸ βουνός· βου‐ νὸς δέ ἐστιν ὁ ὀρώδης καὶ γεώλοφος τόπος. | |
15 | Βουρδιγάλα. πόλις Κελτογαλατίας. Βουθία. πόλις Ἰωνίας. ὁ πολίτης Βουθαῖος. Βούκαια. πόλις Φωκίδος. Βουκάπη. ἡ φάτνη τῶν βοῶν, ἐν ᾗ οἱ βόες κά‐ πτουσιν. ἀπὸ γὰρ τοῦ κάπω τὸ ἐσθίω ἡ κά‐ | |
20 | πη γίνεται. Βουλὴ [ἁγίων.] ὁ σύλλογος τῶν ἁγίων. βουλὴ, γνώμη καὶ βουλευτήριον. βουλὴ, ὄρεξις ζητη‐ τικὴ παρὰ τῶν ἐφ’ ἡμῖν πρακτέων γενομένη· βούλεται γὰρ τὶς, εἰ ὀφείλει μετελθεῖν τοῦτο | |
25 | τὸ πρᾶγμα ἢ οὔ. Βούλησις. ποιὰ φυσικὴ θέλησις, ἤγουν φυσικὴ καὶ λογικὴ ὄρεξις τινὸς πράγματος. διαφέρει δὲ βούλησις καὶ προαίρεσις· προαίρεσις μὲν γὰρ οὐκ ἔστι τῶν ἀδυνάτων, βούλησις δ’ ἔστι τού‐ | |
30 | των· οἷον εἴτις εἴποι βούλεσθαι ἐν τῷ παρόντι | |
αἰῶνι ἀποθανατισθῆναι· τοῦτο γὰρ ἡμῖν ἀρτίως | ||
beta401 | ἀδύνατον· καὶ ἡ μὲν βούλησις καὶ περὶ τὰ [μὴ δι’] ἡμῶν πραττόμενα, ὥσπερ ἂν [εἴτις] εἴποι βούλεσθαι τόνδε τὸν ἀθλητὴν νικῆσαι· προαιρεῖσθαι δὲ οὐκ ἄν τις ἐρεῖ τοῦτο· ἡ γὰρ | |
5 | προαίρεσις ἐπὶ τῶν δι’ ἡμᾶς ἀεὶ πραττομένων λέγεται. ἔτι ἡ μὲν βούλησις μᾶλλον ἐστὶ τοῦ τέλους, ἡ δὲ προαίρεσις τῶν περὶ τὸ τέλος, οἷον· ὑγιαίνειν βουλόμεθα, προαιρούμεθα δὲ τὰ δι’ ὧν ὑγιανοῦμεν. | |
10 | †Βόστρα. ἡ πόλις.† *Βολίς. ἀκόντιον. βολὶς καὶ ἡ ἀστραπή.* Βοή. ἡ μεγάλη φωνὴ καὶ ἡ μάχη. ὡς τό· βοὴν ἀγαθὸς Μενέλαος. Βοῶπις. ἡ μεγαλόφθαλμος. | |
15 | βοῶπις Ἥρα. Βόμβησιν. θρύλλησιν. τοῦ θεολόγου· καὶ τῆς με‐ γάλης ἐκείνης βομβήσεως. Βοιωτία. ἡ Εὔριπος. καὶ Βοιωτεῖς. Βοανεργές. υἱοὶ βροντῆς. | |
20t | (Οὐδέτερον.) | |
21 | Βόεια. μεγάλα. Ἀριστοφάνης· ῥήματ’ ἂν βόεια δώδεκ’ εἶπε. Βόλινον. κώμη τῆς Ἀχαΐας πλησίον Πατρῶν. Βόλιτον. βόλβιτον δὲ οἱ Ἴωνες. οἱ δὲ ἄλλοι καὶ | |
25 | Ἱππώναξ· βολβίτου κασιγνήτην. καὶ βολίτιον κατὰ παραγωγήν. εἴρηται δὲ οἱονεὶ βοὸς λιτὸν, τὸ ἁμάρτημα τὸ κοπρῶδες, καὶ πλεονασμῷ τοῦ β βόλβιτον. Βομβύλον. σκεῦος στρογγυλοειδές. | |
30 | Βοίδιον. βοΐδιον. | |
Βορόν. βρωτικὸν, ὀξύτατον. | ||
beta402 | Βοσόρ. παρ’ Ἑβραίοις τὸ ἀπὸ κόκκου βεβαμ‐ μένον ἱμάτιον. Βοτά. τὰ πρόβατα. Βοτηρικὰ κύπελλα. ποτήρια ποιμενικά. | |
5 | Βούτορα. τὰ πλήττοντα τοὺς βόας. Βούδειον. τόπος. καὶ Βουδειανός. Βουκελάτου. ἄρτου ἐλατοῦ, ὃς λέγεται κολλί‐ κιον. Βούτομον. εἶδος χόρτου. | |
10 | Βούτυρον. τὸ λιπῶδες τοῦ γάλακτος. Βουστάθμιον. τὸ βουστάσιον. Βουκόλημα. θέλγιστρον, ἀποπλάνημα, ἀπά‐ τημα. Βούλευμα. τὸ ἴδιον. | |
15 | Βούλημα. τὸ δημόσιον. Βουλευτόν. οὐ τὸ τέλος, ἀλλὰ τὸ πρὸς τὸ τέλος, ἢ ὃ τῶν πραττομένων ἐφ’ ἡμῖν ἔστι. Βούσυκον. εἰώθασι τῇ προσθήκῃ τοῦ ἵππου ἢ τοῦ βοὸς τὸ μέγεθος τοῦ ὑποκειμένου δηλοῦν· | |
20 | ἀπὸ μὲν τοῦ βοὸς, βούσυκον, βούπαις, βούλιμος, ἀπὸ δὲ τοῦ ἵππου, ἱπποσέλινον, ἱππογνώμονα, τὸν μεγαλογνώμονα. | |
23t | (Ῥῆμα.) | |
24 | Βοάδει. ὀκνεῖ. | |
25 | Βοηδρομεῖν. μετὰ σπουδῆς παραγίνεσθαι. Βοῇς. ἀντὶ τοῦ βοᾷς. ἔστι δὲ δωρικόν· καὶ μη‐ δεὶς οἰέσθω ἀπὸ τοῦ βοᾷς γεγονέναι, ἀλλ’ ἀπὸ τοῦ βοάεις κατὰ κρᾶσιν τοῦ α καὶ ε εἰς η, ὡς γελῇς ἀπὸ τοῦ γελάεις, οὐκ ἀπὸ τοῦ γελᾷς. | |
30 | Βολβεῖται. μεγαλοῤῥημονεῖ. | |
Βοράζειν. παρὰ τὸ βορὰ, βοράζω, βοράζειν. | ||
beta403 | Βόσκω. παρὰ τὸ βῶ τὸ τρέφω. [ὁ μέλλων βόσω, καὶ πλεονασμῷ βόσκω· ὡς τιτρώσω, τιτρώσκω, θνήσω, θνήσκω. ἐξ οὗ βόσις, ἡ τροφὴ, καὶ συβώτης.] | |
5 | Βομβάζειν. φθέγμα ἐπὶ τὸ διασύρειν καὶ τω‐ θάζειν λεγόμενον. Βουκολήσας. ἀπατήσας. Βουλιμιᾷ. λιμώττει, πεινῇ λίαν. Βουλεύσας. ἀντὶ τοῦ βουληθείς. | |
10 | Βουλεύοντι. ἀντὶ τοῦ συμβουλεύοντι. Βουλομένῳ. γλιχομένῳ, ἐπιθυμοῦντι. Βουβωνιῶ. φλεγμαίνω τοὺς βουβῶνας. ἐγὼ μὲν οὖν εἰς τὸ βαλανεῖον βούλομαι [ἀπελθεῖν·] | |
15 | βουβωνιῶ γὰρ τὰ νεφρὰ ὑπὸ τῶν κόπων. Βοῶμεν. ὀμόσωμεν. Βοώμενον. ἐπικαλούμενον. Βοῷεν. βοάοιμι βοῷμι, τὸ τρίτον τῶν πληθυντι‐ κῶν βοάοιεν βοῷεν. | |
20t | (Ἐπίῤῥημα.) | |
21 | Βοτρυδόν. ἡ ἑτέρα τῆς ἑτέρας ἐχομένη, ὡς ῥά‐ γες τῶν βοτρύων. | |
23t | Τὸ Β μετὰ τοῦ Ρ. | |
24t | (Ἀρσενικόν.) | |
25 | Βραβεῖς. οἱ ἐν τοῖς ἀγῶσι κήρυκες. Βραβευτής. διοικητὴς, κριτὴς, παροχεύς. βρα‐ βευτὴς δὲ οὐ πάνυ τι λέγεται, ἀλλὰ μᾶλλον | |
βραβεύς. Πλάτων· ἐπιστάτας τὲ καὶ βραβέας. | ||
beta404 | ἐν δὲ τῷ Πρωταγόρᾳ· βραβευτὴν αἰσχρὸν εἴη αἱρεῖσθαι. Βρασμὸς γῆς. ὅταν καχλάζῃ μετὰ κινήματος. ἐκτιναγμὸς δὲ, ὅταν ἀναριπτῆται. | |
5 | Βραδύς. ὁ ἀργὸς, ὁ μὴ ἀγχίνους. κἀπιλήσμων καὶ βραδύς. παρὰ τὸ βάρος βαρὺς καὶ ἐν ὑπερθέσει τοῦ ρ καὶ πλεονασμῷ τοῦ δ βραδύς. Βράσσων. ὁ βραδὺς καὶ βραχύς· ἑκάτερα γὰρ | |
10 | σημαίνει. Βραχίων. ὅτι βραχύτερός ἐστι τοῦ λοιποῦ μέ‐ ρους. βραχίων τροπικῶς καὶ ἡ δύναμις. Βραχύς. κατὰ τροπὴν τοῦ λ εἰς τὸ ρ· παρὰ γὰρ τὸ ἀποβεβλῆσθαι μέρος καὶ ἐλάσσονα γενέσθαι. | |
15 | Βρεγμὸς καὶ βρέγμα. τὸ ὑπερμετώπιον μέρος, ἢ τὸ τῆς κεφαλῆς ἄκρον κρανίον. [τοῦτο γὰρ πρῶτον βρέχεται.] Βριήπυος. μεγαλόφωνος. Βρινοί. οἱ βάτραχοι. | |
20 | Βριάρεως. ὁ ἑκατόγχειρ θεός. Βρίμος. δυνατὸς, ἰσχυρὸς, γενναῖος. Βριαροί. βαρεῖς, ἰσχυροὶ, στερεοί. Βριαρόχειρ. ὁ ἰσχυρὸς καὶ δυνατὸς τὴν χεῖρα. Βρόμιος. ὁ Διόνυσος. | |
25 | Βροτολοιγός. ἀνθρωποκτόνος. λοιγὸς γὰρ ὁ ὄλε‐ θρος. βροτολοιγὸς Ἄρης. Βροτός. ὁ ἄνθρωπος. παρὰ τὸ μείρω τὸ μερί‐ | |
ζω γίνεται μορτὸς, καὶ καθ’ ὑπέρθεσιν τοῦ ρ | ||
beta405 | καὶ τροπὴν τοῦ μ εἰς β βροτὸς, ὁ μεμερισμέ‐ νην ἔχων τὴν φωνήν. Βρότος. τὸ μετὰ κονιορτοῦ αἷμα τοῦ ἀνθρώπου, καὶ οὐκ ἄλλου ζώου· βροτὸς γὰρ ὁ ἄνθρωπος. | |
5 | Βρόμος. ὁ τοῦ πυρὸς ἦχος, ἀπὸ τοῦ βρέμω τὸ ἠχῶ. ἔστι δὲ ποιὰ φωνή. βρῶμος δὲ τὸ φυ‐ τὸν, *καὶ ἡ δυσωδία·* μέγα. Βρόγχος. ὁ λαιμὸς, ὃν καὶ φάρυγα καλοῦμεν, καὶ ἐπὶ τῶν ἰχθύων τῶν τὰ βράγχη ἐχόντων. | |
10 | εἴρηται δὲ παρὰ τὸ βρέχω, βρέχος τὶς ὢν, ὁ ἐν τῷ σιτεῖσθαι καὶ πίνειν βρεχόμενος. καὶ ἡ μὲν συνήθεια βρόγχον λέγει· οἱ δὲ ἀρχαῖοι βράγχον· ὅθεν καὶ βραγχιᾷν τὸ παθητικὸν εἴρηται. πεποίηται δὲ ἡ λέξις τοῦ βρόγχου ἀπὸ | |
15 | τοῦ γινομένου ἤχου ἐν τῷ καταπίνειν. Βρόχθος. τὸ ὀλίγον πόμα, καὶ ἡ φάρυγξ, δι’ ἧς καταπίνομεν. εἴρηται παρὰ τὸ βρέχω, βέβροχα. Βρόχος. τὸ τῆς ἀγχόνης σχοινίον. Ὅμηρος· | |
20 | ἁψαμένη βρόχου— κυρίως δὲ βρόχος τὸ εἰς τὰς ἀγκύρας καὶ εἰς τὰ ἀπόγεια σχοινίον, διὰ τὸ βρέχεσθαι. καὶ βρόχος ἡ ἀνάγκη παρὰ τῷ Ἀποστόλῳ· οὐχ’ ἵνα βρόχον ὑμῖν ἐπιβάλω. | |
25 | Βροῦχος. ἡ κάμπη, ἢ ἡ νεογενὴς καὶ ἄπτερος ἀκρίς. βροῦχος δὲ παρὰ τὸ βρύκειν, ὃ σημαίνει τὸ ἐσθίειν. *Βρουμαχία. ἑλληνικὴ ἑορτὴ τοῦ Διονύσου.* Βρυγμός. ἡ σύντομος ἐδωδὴ, ἢ τρισμὸς ὀδόν‐ | |
30 | των, ἢ μυλῶν ἀκόνησις. παρὰ τὸ βρύκω τὸ ἐσθίω. [ὡς νύσσω νυγμὸς, οὕτω βρύκω βρυ‐ | |
γμός.] | ||
beta406 | Βρωτός. ὁ βεβρωμένος. Βρῶμος. τὸ φυτόν. Βραβευτάς. τοὺς τῶν ἀγωνιζομένων κριτὰς κα‐ λοῦσιν· οὗτοι γὰρ τοῖς νικῶσι τῆς νίκης τὴν | |
5 | ψῆφον ὀρέγουσι. καταβραβεύειν δέ ἐστι τὸ ἀδίκως βραβεύειν. ὁ Ἀπόστολος· μηδεὶς ὑμᾶς καταβραβευέτω. | |
8t | (Θηλυκόν.) | |
9 | Βραχυμυθίας. ἤτοι βραχυλογίας. | |
10 | Βρετανία. νῆσος περὶ τὸν ὠκεανόν. τινὲς δύο ττ γράφουσι. Βριαρά. βαρεῖα, ἰσχυρά. Βρούτιδες. γυναῖκες οὕτω καλούμεναι. Βροντή. ἡ ὑπὸ πνεύματος ἐν τοῖς νέφεσι γενομένη | |
15 | ἔκρηξις, ἥτις πρὸς τὴν τῶν νεφῶν πυκνότητα βίᾳ φερομένη ποιεῖ ἐν τῇ πληγῇ ψόφον· ἢ ὅταν πνεῦμα ξηρὸν καὶ βίαιον κοιλότησι νεφέλης ἐν‐ απολειφθὲν, καὶ ὑπὸ εὐτονίας τοῖς κοιλώμασι τῶν νεφῶν ἐνστρεφόμενον ζητεῖ διέξοδον πρὸς | |
20 | τὰ ἄνω. ἀντέχουσαι μὲν οὖν ἐπὶ τῆς ἄγαν πι‐ λήσεως αἱ νεφέλαι, τὸν τραχὺν ἐκεῖνον ἐκ τῆς τοῦ πνεύματος παρατρίψεως ἀποτελοῦσιν ἦχον· ἐπειδὰν δὲ ὥσπερ πομφόλυγες περιταθεῖσαι τῷ πνεύματι ἐπιπλέον ἀντέχειν καὶ στέγειν ἀδυ‐ | |
25 | νατήσωσι, βιαίως ἀποῤῥηγνύμεναι καὶ πρὸς τὴν ἔξω διαπνοὴν διεῖσαι τὸ πνεῦμα, τοὺς κατὰ τὰς βροντὰς ἀποτελοῦσι ψόφους, καὶ ἀστραπὴν ἐργάζεσθαι πέφυκεν. εἴρηται δὲ παρὰ τὸ βρό‐ μον, ὃ σημαίνει τὸν τοῦ πυρὸς ἦχον· ἔμπυρος | |
30 | γὰρ ἡ βροντή. | |
beta407 | Βρώμης. βρώσεως, τροφῆς. οἷον· —μνησθησώμεθα βρώμης. Βρύοικος. ἡ ἄγκυρα, ἡ τὸν βυθὸν οἰκοῦσα. | |
4t | (Οὐδέτερον.) | |
5 | Βραβεῖον. ἐπινίκιος ἀμοιβὴ, ἢ ὁ παρὰ τῶν βρα‐ βευτῶν ἢ μᾶλλον τῶν βραβέων διδόμενος στέ‐ φανος τῷ νικῶντι. Βράβηλλα. τὰ καλούμενα δαμάσκηνα. τὰ αὐ‐ τὰ καὶ κοκκύμηλα καὶ μάδρυα. βοράβηλα τινὰ | |
10 | ὄντα, τὰ τὴν βορὰν ἐκβάλλοντα· εἰσὶ γὰρ μα‐ λακτικὰ τῆς γαστρός. Βραδύτερον, οὐ βράδιον [λέγουσι,] ὅτι μὴ Ἡσίο‐ δος μόνος εἴρηκε βράδιον συνεσταλμένως· —βράδιον δὲ Πανελλήνεσσι φαείνει. | |
15 | Βραχιόλια. ἃ παρ’ ἡμῖν χλιδόνες καλοῦνται. Βραχυτελές. σύντομον, μικρόν. Βραχύ. ὀλίγον. Βράκανα. ἄγρια καὶ δύσπλυτα λάχανα. Βρέβιον. ἡ ἐπίτομος καὶ σύντομος γραφή. βρε‐ | |
20 | βίω γὰρ κατὰ Λατίνους τὸ τέμνω. *γράφε‐ ται καὶ τὸ βραχὺ καὶ ὀλίγον.* καὶ βρεβίτα ἡ συντομία. Βρέτας. εἴδωλον, ἄγαλμα. παρὰ τὸ βροτὸς βρέτας κατὰ τροπήν. κυρίως δὲ τὸ ἀπὸ ξύλου | |
25 | πεποιημένον ἀνθρώπου ἄγαλμα. Βρέχμα καὶ βρέγμα. τὸ ὑπερμετώπιον μέρος, | |
ὅπερ ὁ ποιητὴς βρεχμὸν καλεῖ. λέγεται δὲ τὸ | ||
beta408 | τῆς κεφαλῆς ἄκρον κρανίον. ὥσπερ παρὰ τὸ ἔχω γίνεται ἐχμὸς καὶ συνεοχμὸς, οἷον· —καὶ αὐχένος συνεοχμῷ. οὕτω παρὰ τὸ βρέχω βρεχμὸς καὶ βρέχμα· | |
5 | τοῦτο γὰρ πρῶτον βρέχεται. Βρέφος. παρὰ τὸ φέρβω τὸ τρέφω γίνεται φέρ‐ βος καὶ κατὰ μετάθεσιν τῶν στοιχείων βρέφος. Βρεντήσιον. πόλις περὶ τὸν Ἀδρίαν. Βριαρόν. ἰσχυρὸν, βαρύ. παρὰ τὸ βία βιαρὸν | |
10 | καὶ πλεονασμῷ τοῦ ρ βριαρόν. [ἔνθεν τὸ Βριά‐ ρεως. ἢ παρὰ τὸ βρίω, ἀφ’ οὗ καὶ βρίθω.] Βροτόεντα. ᾑμαγμένα. βρότος γὰρ τὸ μετὰ κονιορτοῦ αἷμα τοῦ ἀνθρώπου. Βρόνδον. εἶδος διαλέξεως. | |
15 | Βροντήσιον. χώρα Ἰταλίας. Βρόμιον πῦρ. ἠχητικόν. Βρύον. τὸ ἐκ τῆς θαλάσσης ἀχυρῶδες ἐκφερό‐ μενον, καὶ τὸ προχεόμενον. Βρύτια. τὰ τῆς σταφυλῆς πιέσματα. παρὰ τὸ | |
20 | τοὺς βότρυς βρύτια. οἱ δὲ Ἀττικοὶ τὰ τῶν ἐλαιῶν ἀλέσματα. Βρύελλα. τὰ βροῦλλα καὶ βρύλλια. βρυλλίῳ δέδεται. Βρύχιον. βυθιζόμενον. | |
25 | Βρύχια ὕδατα. τὰ ὑπὸ γῆν ἐφιγμένως διακεί‐ μενα, καὶ ἦχον ἄνωθεν ἀποτελοῦντα. | |
Βρέφος. ἀπὸ γεννήσεως ἕως τεσσάρων ἐτῶν. | ||
beta409(1t) | (Ῥῆμα.) | |
2 | Βραβεύει. διανέμει. Βράσσω. τὸ ζέω. ὅπερ ἀναβράσσω λέγουσιν Ἀτ‐ τικοὶ, ἐπὶ τοῦ ἀποτελέσματος λαμβάνοντες τὴν | |
5 | λέξιν. Ἀριστοφάνης· ἀναβράττω κίχλας. ἀντὶ τοῦ ἑψίω. εἴρηται παρὰ τὸ βάρος, ἢ βα‐ ρῶ, βαράσσω, [καὶ κατὰ συγκοπὴν βράσσω.] Βραχυμυθεῖν. τὸ βραχυλογεῖν. | |
10 | Βρενθύεται. μεγαλοφρονεῖ, ἐπαίρεται, ἢ προσ‐ ποιεῖται ὀργίζεσθαι. βρένθυον γάρ ἐστι μῦ‐ ρον· τοῖς οὖν ἀλαζόσι καὶ τρυφεροῖς ἀκολουθεῖ μύρῳ χρίεσθαι. ἀπὸ τούτου δηλαδὴ τοὺς θρυ‐ πτομένους βρενθυομένους λέγουσι. | |
15 | Βρέχειν. ἐπὶ τοῦ πίνειν λέγεται. καὶ ὑποβε‐ βρεγμένος ὁ μέθυσος. τὸ δὲ βρέχειν ἀπὸ τοῦ ἤχου τοῦ ὕδατος, ὀνοματοποιΐα ἡ λέξις. [καὶ Ὅμηρος· —ἀμφὶ δέ οἱ βρέχεν. | |
20 | ἢ παρὰ τὸ βάλλω, βαλλῶ, καὶ βρῶ, βρέχω.] Βρίθει. βαρεῖ. Βριμάζει. λέοντος χρῆται φωνῇ. Βριμαίνω. τὸ ὀργίζομαι. καὶ βριμούμενος. Βριμήσαιο. ὀργισθείης. | |
25 | Βρίζοντες. νυστάζοντες, κοιμώμενοι. Βρίξαι. τὸ μετὰ βορὰν καὶ τροφὴν κατευδῆσαι. | |
Βρυάζει. θάλλει καὶ τρυφᾷ. | ||
beta410 | Βρύει. τέθηλεν, ἀνθεῖ. Βρύχεται. μαίνεται. τοῦτο κυρίως ἐπὶ τῶν λεόν‐ των. Βρυκάω. ἐσθίω. | |
5 | Βρύκουσα. τρώγουσα, κατεσθίουσα, τοὺς ὀδόν‐ τας τρύζουσα. Βρύττοντες. πυρέττοντες. οὕτως οἱ Ἀθηναῖοι. παρὰ τὸν βρύχετον, ὃ σημαίνει τὸν πυρετόν. Βρωμᾶσθαι. ὀγκᾶσθαι. ἐπὶ ὄνου δὲ λέγουσι | |
10 | τοῦτο. λέγεται καὶ ὀγκᾶσθαι ἐπὶ ὄνου, ἀλλὰ σπάνιον τοῦτο. Βρωμούμενοι. βρῶμον ἐσθίοντες. Βρύλλων. ὑποπίνων. | |
14t | (Ἐπίῤῥημα.) | |
15 | Βραχέως. δι’ ὀλίγου. Βρεκεκεὲξ, κοὰξ, κοάξ. ἐφύμνιον ἐν βατράχοις. οὕτως Ἀριστοφάνης. | |
18t | Τὸ Β μετὰ τοῦ Υ. | |
19t | (Ἀρσενικόν.) | |
20 | Βύας. εἶδος ὀρνέου νυκτερινοῦ. Δίων· καὶ βύας ὤφθη. καὶ βύαι ὤφθησαν. Βύβλις. ὄνομα κύριον. ἀδελφὸς Κάννου, ἀμφό‐ τεροι δυστυχήσαντες. Βύβλος. ὁ πάπυρος, ἐξ οὗ καὶ βυβλία τὰ ξυλο‐ | |
25 | χάρτια. καὶ Βύβλος πόλις Φοινίκης ἀρχαιοτά‐ | |
beta411 | τη εἴρηται, ὅτι τὰ ἐν αὐτῇ τιθέμενα βυβλία ἄσηπτα διαφυλάττεται. [τὸ ἐθνικὸν Βύβλιος, καὶ Βυβλίας.] Βύθιος. ὁ ἐν τῷ βυθῷ. | |
5 | Βυθός. τὸ βάθος, τροπῇ τοῦ α εἰς υ. ἢ παρὰ τὸ βύζω, βυστὸς καὶ βυθός. Βύκτης. ἠχητικός. καὶ Ὅμηρος· ἔνθα βυκτάων ἀνέμων— παρὰ τὸ βύω, ἔνθεν βεβυσμένος, οὗ παράγω‐ | |
10 | γον βύζω, βέβυκται. παρὰ γοῦν τὸ βέβυκται βύκτης. Βυκανῆται. σαλπιγκταί. Βυρσάτονος. τοῦ τυμπάνου. Βυρσοδέψης. σκυτοτόμος. παρὰ τὸ τὰς βύρσας | |
15 | δεψῆσαι, ὅ ἐστιν ἁπαλύναι. Βυσαυχήν. ὁ τοὺς ὤμους συνέχων ἐπὶ τὸν τρά‐ χηλον. Βυσσός. ὁ βυθὸς παρὰ Ἡροδότῳ. τροπῇ τοῦ θ εἰς ς καὶ πλεονασμῷ ἑτέρου ς βυσσός. ἔστι | |
20 | δὲ βύσσος εἶδος βοτάνης, ἐξ οὗ τὰ ἀπ’ αὐτῆς βαπτόμενα βύσσινα λέγονται. | |
22t | (Θηλυκόν.) | |
23 | Βύζα. ἡ Κωνσταντινούπολις. Βυζάνη καὶ Βυζία. ὀνόματα πόλεων. | |
25 | Βυκάνη. ὄργανον μουσικόν. Βύρσα. παρὰ τὸ δέρω τὸ ἐκδέρω, ὁ μέλλων αἰο‐ λικῶς δέρσω, καὶ δέρση, ἡ βύρσα ἡ ἐκδερομέ‐ νη τοῦ σώματος. [ἢ παρὰ τὸ ῥύω, ῥύσα, ἡ πε‐ ριῤῥεομένη τῷ ἱδρῶτι.] | |
30t | (Οὐδέτερον.) | |
31 | Βύσσινον. τὸ κόκκινον. | |
beta412 | Βυβλίον καὶ βιβλίον διαφέρουσι. βυβλίον λέ‐ γεται τὸ ξυλοχάρτιον καὶ τὸ ἄγραφον, ὡς· ἐπὶ τῷ βυβλίῳ σου πάντες γραφήσονται. βιβλίον δὲ, τὸ γεγραμμένον, ι. | |
5 | Βυζάντιον. ὅτι τὸ Βυζάντιον Σεβήρου βασιλέως Ῥωμαίων τετείχιστο γενναίῳ τείχει πεποιημέ‐ νῳ μυλίτῃ λίθῳ εἰς τετράγωνον εἰργασμένῳ. ἑπτὰ μὲν γὰρ ἦσαν ἀπὸ τῶν Θρᾳκίων πυλῶν πύργοι. | |
10 | Βύκηνον. ἡ σάλπιγξ. | |
11t | (Ῥῆμα.) | |
12 | Βυκηνίζω. σαλπίζω. Βύουσι. φράττουσι, καλύπτουσιν. ἔνθεν καὶ ἀκρό‐ βυστος, ὁ τὸ ἄκρον βεβυσμένον ἔχων. Πισίδης· | |
15 | ἐρῶ δέ σοι νῦν, εἴπερ οὐ βύειν θέλεις. Βύσωσι. φράξωσι. Βυσσοδομοῦντες. ἐκ βάθους σκεπόμενοι. Βυσσοδομεύειν. τὰ κεκρυμμένα βουλεύεσθαι καὶ ἐνθυμεῖσθαι καὶ οἱονεὶ ἐν βυθῷ τινὶ οἰκοδομεῖν. | |
20 | Βύω. τὸ ἀσφαλίζω. | |
21t | (Ἐπίῤῥημα.) | |
22 | Βύζην. ἀθρόως, πυκνῶς, ἐπαλλήλως. ὁ δὲ τὰ φρέατα φορυτοῦ καὶ τῇ ἐπιτυχούσῃ ὕλῃ βύζην ἐνέπλησε. καί· βύζην τὰς τριήρεις ὁρμίζοντες. | |
25t | Τὸ Β μετὰ τοῦ Ω. | |
26t | (Ἀρσενικόν.) | |
27 | Βῶλος. ὄνομα κύριον. καὶ βῶλος τὸ βωλάκιον, καὶ βῶλος ἡ γῆ. παρὰ τὸ βῶ τὸ τρέφω, ὅθεν καὶ βῶστρον, γίνεται βῶλος, ἐξ αὐτοῦ βῶλαξ, | |
30 | ὡς λίθος λίθαξ. [ἢ παρὰ τὸ ὑπὸ τῶν βοῶν | |
beta413 | ἀλοᾶσθαι, κοπτομένη. ἢ παρὰ τὸ πωλεῖσθαι, καὶ συνεχῶς περὶ αὐτὴν στρέφεσθαι. οἷον· οὔ τί ποτ’ εἰς ἀγρὸν πολέσκετο.] Βωμολόχοι. ἀπατεῶνες, πανοῦργοι, ἀσεβεῖς, | |
5 | ἱερόσυλοι· τινὲς γὰρ ἐν τοῖς βωμοῖς λοχῶντες καὶ ἐνεδρεύοντες τὰ τοῖς θεοῖς συναγόμενα ἀπεσύλων. κυρίως δὲ οἱ μετὰ κολακείας προσ‐ αιτοῦντες, καὶ οἱ ἐπὶ τῶν θυσιῶν ὑπὸ τοὺς βωμοὺς καθίζοντες. | |
10 | Βώμαξ. ὁ βωμολόχος. ἀπὸ τοῦ βωμοῦ. τάσσε‐ ται δὲ καὶ ἐπὶ τῶν μαλακιζομένων. Βωμός. τέμενος, ἱερόν. παρὰ τὸ βῶ τὸ βαίνω, ὁ βεβηκὼς καὶ ἱδρυμένος τοῖς θεοῖς πρὸς θυσίαν. Βωνίτης. ὁ βουκόλος. | |
15 | Βῶνος. στρατηγὸς τῆς Μυσίας τῆς παρὰ τῷ Ἴστρῳ ποταμῷ, ἀνὴρ συνετὸς εἰς ἄκρον. [ὃς ἦν ἐπὶ Ἰουστινιανοῦ.] Βώνυσοι. ἄποικοι. Βώξ. ὁ βάτραχος, ἢ εἶδος ἰχθύος. [ὃς ἱστορεῖ‐ | |
20 | ται ἔχειν φωνήν. παρὰ τὸ βοὴ γίνεται βόαξ καὶ κράσει βώξ. φασὶ δὲ καὶ δισυλλάβως λέγεσθαι. Ἀριστοφάνης· ἀλλ’ ἔχουσι γαστέρα μεστὴν βοάκων. καὶ Φερεκράτης· | |
25 | οὐκ ἔστιν ἄλλος οὐδεὶς ἢ βοάξ.] Βῶροι. ὀφθαλμοί. Βώτορες. οἱ νομεῖς. παρὰ τὸ βῶ, βέβοται, βο‐ τὴρ καὶ βωτήρ. [ὡς ἐλάστης, ἐλαστήρ. καὶ ἐπεκτάσει βώτωρ. ὡς Μέντης Μέντωρ.] | |
30 | Βώχανος. κύριον. | |
Βωμός. ὑψηλὸς τόπος. τοῦ θεολόγου· *βωμῷ | ||
beta414 | μὲν οὐκ ἐδεήθη τῆς κενῆς δόξης. καὶ τοῦτο περὶ τοῦ Κράτητος λέγεται· ἀνέβη γὰρ ἐπὶ βω‐ μὸν ἤγουν ὑψηλὸν τόπον καὶ δημοσίᾳ εἶπεν· ὅτι Κράτης ἐλευθεροῖ τὸν Κράτητα. | |
5t | (Θηλυκόν.) | |
6 | Βωδόνη. πόλις Πεῤῥαβική. Βῶλος. ἡ γῆ. [Βῶλος ἄρουρα. ἐπὶ τῶν τοῖς μεγάλοις τὰ μι‐ κρὰ προσφιλοτιμουμένων· ὁμοίως τῷ· θαλάττῃ | |
10 | ἐκ χαράδρας ὕδωρ.] Βώς. ἡ βύρσα. ὡς τό· βῶν ἀζαλέην. βῶν δὲ τὸ σκουτάριον λέγεται· ἀζαλέην δὲ, τὴν κατάξηρον. | |
15 | Βωτιάνειρα γῆ. ἡ τρέφουσα τοὺς ἄνδρας. ὡς σωτὴρ σώτειρα, οὕτως ἀνὴρ ἄνειρα, [καὶ μετὰ συνθέσεως τοῦ βῶ, βωτιάνειρα.] †Βωταλίς. ἡ νυκτερίς.† | |
19t | (Οὐδέτερον.) | |
20 | Βώτιον. χώρα παρὰ τὴν Ἴλιον. [εἰς ὃ κατα‐ χθεὶς Ἀγαμέμνων ἐπεβώσατο τὴν Ἄρτεμιν, εὐμενῆ αὐτῷ γενέσθαι πλέοντι. καὶ ὠνομάσθη οὕτως ἀπὸ ταύτης τῆς αἰτίας.] Βωμακεύματα. τὰ βωμολοχεύματα. οἱ δὲ τὰ | |
25 | εὐτράπελα καὶ γελωτοποιὰ, ἢ τὰ κολακικά. ἄλλοι δὲ τὰς συκοφαντίας ἢ τὰ πανουργεύματα. | |
27t | (Ῥῆμα.) | |
28 | Βωθύσσειν. ὁρμᾷν. Βωθεύοντας. βοηθοῦντας. | |
30 | [Βωμολοχεύσαιτο.] ἀντὶ τοῦ ἀγοραῖον τὶ εἴποι | |
ἢ εὐτελές. οὕτως Ἀριστοφάνης. | ||
beta415 | Βώσεσθε. βιώσεσθε. Βώσαντι. κράξαντι. Βωσόμεθα. καλεσόμεθα, μαρτυρούμεθα. Βωστρεῖν. βοᾷν, καλεῖν. παρὰ τὸ βῶ, βοάζω, | |
5 | [βοάστης, εἴρηται ῥῆμα βοαστρῶ· ὡς ἀπὸ τοῦ ἐλεῶ ἐλεάζω, ἐλαστὴς, καὶ ἐλαστρῶ.] | |
Βώοσον. βοήθησον. οὕτως Κρατῖνος. | ||
beta416 | †Βωτεῖν. τὸ ἀροτριᾷν.† Βωτεῖν. ἀντὶ τοῦ ἀροῦν. οὕτω Λάκωνες. Βῶ. τὸ πατῶ, ἐξ οὗ καὶ βότρυς. [Βῶ. τὸ τρέφω, ἐξ οὗ καὶ βοῦς.] | |
5 | [Βῶ. τὸ βαίνω, ἐξ οὗ καὶ βῆμα.] | |
Βῶ. τὸ λέγω, ἐξ οὗ κατὰ παραγωγὴν βάζω. | ||
gamma415(8t) | Γ. | |
9t | Τὸ Γ μετὰ τοῦ Α. | |
10t | (Ἀρσενικόν.) | |
11 | Γαβριήλ. ὄνομα κύριον, ἑρμηνεύεται δὲ θεὸς καὶ ἄνθρωπος. Γαλαθηνός. ὑπομάζιος. παρὰ τὸν θήσω μέλ‐ λοντα, ὃ δηλοῖ τὸ θρέψω, [ὡς τό· | |
15 | ἐπηετανὸν γάλα θῆσθαι. τουτέστι τρέφεσθαι, γίνεται θηνὸς, ὥσπερ πα‐ ρὰ τὸν κλείσω μέλλοντα γίνεται κλεινός· καὶ ἐν συνθέσει γαλαθηνός.] Γαλεὸς καὶ γαλεώτης. ὁ ἀσκαλαβώτης. | |
20 | Γαλαξίας. τὸ ἐν τῷ οὐρανῷ φῶς κατὰ τὴν νύκτα, ὅπερ ἔστιν ἀνάκλασις φωτὸς ἡλιακοῦ, μὴ καταλαμπομένων τῶν ἀστέρων. Γάλλοι. οἱ ἀπόκοποι, οἱ εὐνοῦχοι. Γαλαάδ. ἀποκάλυψις ἑρμηνεύεται. | |
25 | Γαληψός. ὄνομα κύριον, καὶ πόλις τῆς Θρᾴ‐ κης, ἀπὸ Γαλήψου τοῦ ἐκ Θάσου. τὰ εἰς ψος ὑπὲρ δύο συλλαβῶν ὀξύνονται, οἷον· σκινδαψός· [χεραψός·] λυκαψός· γαληψός. ὁ πολίτης Γα‐ | |
λήψιος. | ||
gamma416(7) | Γάλλος. ὄνομα ποταμοῦ. Γάμβορος ἢ γάμμορος. ὁ ἀμέτοχος. Γαμιλιῶνος. ὄνομα μηνός. | |
10 | Γάμος. παρὰ τὸ δαμῶ, τὸ δαμάζω, γίνεται δαμὸς καὶ γάμος. ὅθεν καὶ Ὅμηρος ἀδαμάστους λέ‐ γει τὰς παρθένους· παρθένος ἀδμής—. οἱ δὲ παρὰ τὸ γεννᾷν γάμος. | |
15 | Γαμήλιος. γαμικός. Γαμψός. ὁ κεκαμμένος. [κάμψω, καμψὸς καὶ γαμψὸς, τροπῇ τοῦ κ εἰς γ· ὡς τό· ἔκαμψε καὶ ἔγαμψε, καμψώνυχες καὶ γαμψώνυχες, ὅ ἐστιν ἐπικαμπεῖς ὄνυχες.] | |
20 | Γαμβρός. παρὰ τὸ γάμος γαμηρὸς καὶ κατὰ συγκοπὴν καὶ πλεονασμὸν τοῦ β γαμβρός. Γάργητος. κύριον. Γάρος. ἀρσενικῶς λέγεται. ἔστι δὲ οὐδὲν ἄλλο ὁ γάρος ἢ σηπεδών. | |
25 | Γαργαλέων. ἡ λεγομένη σταφυλὴ ἢ τὸ ἄκρον τοῦ λάρυγγος. ἀπὸ τοῦ ἤχου τοῦ γενομένου ἐν | |
τῇ θεραπείᾳ αὐτῆς. | ||
gamma417 | Γάστρις. ὁ περὶ γαστέρα ἀκρατής. [καλοῦσι δὲ καὶ τὸν ἕλμινθας ἔχοντα.] Γαστρίμαργος. τὴν γαστέρα μανιώδης· μαρ‐ γαίνω γὰρ τὸ μαίνομαι. | |
5 | Γαιζῆται. οἱ Γαλάται. [παρὰ τὸ τὴν γῆν ζητεῖν. ἐκπεσόντες γὰρ τῆς ἑαυτῶν χώρας, πολλὴν γῆν περιῆλθον ζητοῦντες ὅπου οἰκήσουσι.] [Γαιτοῦλοι. ἔθνος Λιβύης. Ἀρτεμίδωρος Γαι‐ τουλίους αὐτοὺς φησίν. ἡ χώρα Γαιτουλία.] | |
10 | Γαιοδόται. οἱ ἀρχιτέκτονες ἢ οἰκονόμοι. παρὰ τὸ δεῖν, ὃ σημαίνει τὸ μερίζειν. οἱ τὴν γῆν διαμερίζοντες, ὅ ἐστι διαγράφοντες εἰς οἰκή‐ ματα. Γαῦρος. ἀλαζὼν, ἐπαιρόμενος. | |
15 | Γαισός. τὸ κοντάριον. Γαγγαμουλκοί. οἱ σαγηνεύοντες. Γαλερωπός. ὁ ἐπιτερπὲς βλέπων. Γαῦλος. ὁ εὐεξαπάτητος, ὁ ἐξ ἀλλοτρίων ζῶν. Γαυλὸς δὲ, ὀξυτόνως, τὸ ποιμενικὸν ἀγγεῖον, | |
20 | εἰς ὃ τὰ γάλα δέχονται. [παρὰ τὸ γῶ, τὸ χω‐ ρῶ, γίνεται γαλὸς καὶ γαυλός· καὶ οὐ πάντως δὴ παρὰ τὸ γάλα λαμβάνειν. λέγεται δὲ καὶ | |
τριήρης γαυλὸς διὰ τὸ πλεῖστα δέχεσθαι, ὥς | ||
gamma418 | φησιν Ἡρόδοτος ἐν τῇ τρίτῃ τῶν ἱστοριῶν. ἔστι δὲ καὶ εἶδος πλοίου λῃστρικοῦ, ἥτις καὶ λίβυρνος καλεῖται. ἢ γύαλος τὶς ὤν· τουτέστι κοῖλος. Ἡρόδοτος· γαυλούς τε ἐνταῦθα κα‐ | |
5 | ταδύσας. καὶ αὖθις· γαυλούς τε γαλαγόπηγας. ἢ γαυλὸς, ὁ τοῦ φρέατος ἀντλητήρ. ἢ οἰνηρὸν ἀγγεῖον ἐκ ξύλων κατεσκευασμένον, ἣν Ἰταλοὶ μαγγάναν ὀνομάζουσι.] [Γαύνακας. γαύνακας ἀμπεχόμενον.] | |
10t | (Θηλυκόν.) | |
11 | Γαῖα. ἡ γῆ. παρὰ τὸ γῶ τὸ τίκτω, ἐξ οὗ γί‐ νεται γέα [διὰ τοῦ ε ψιλοῦ· οἱονεὶ ἡ γεννητική. ἐκ ταύτης γίνεται γεωμετρία, γεωργός. τοῦτο τὸ γέα γίνεται κατὰ κρᾶσιν τοῦ ε καὶ α εἰς | |
15 | η γῆ, ἐξ οὗ γήπεδον, γηγενής. ἐκ τοῦ γῆ γί‐ νεται ἄλλη παραγωγὴ διὰ τῆς αι διφθόγγου, γαῖα· ὥσπερ ἀπὸ τοῦ σελήνη σεληναία. ἀλλὰ Σέργιος ὁ γραμματικὸς λέγει· ἀπὸ τοῦ γαίω τὸ γαυριῶ γίνεται γαῖα, οὐκ ἀπὸ τοῦ γῆ· ἐξ οὗ | |
20 | καὶ βουγάϊος καὶ γαιήοχος. ἀπὸ γὰρ τοῦ γαῖαν ἔχειν γίνεται γαίοχος, καὶ πλεονασμῷ τοῦ η γαιήοχος, ὁ ἐπὶ τῆς γῆς ὀχούμενος· περιλαμ‐ | |
βάνει γὰρ αὐτὴν ὁ ὠκεανός.] | ||
gamma419 | Γάγγραινα. πάθος διαβρωτικὸν σαρκὸς, ἢ σαρ‐ κῖνος, ἢ πολυδιάχυτον πάθος ἐν τῷ σώματι. παρὰ τὸ γράνω, ὃ σημαίνει τὸ ἐσθίω, γίνε‐ ται γραῖνα καὶ ἐν διπλασιασμῷ γάγγραινα. | |
5 | Γάγγρα. [πόλις.] ἀπὸ τῆς αἰγὸς τῆς ὀνομα‐ ζομένης γάγγρας, ἥτις τὰς ἀλλοπρισμένας χω‐ ρισαμένη καθυπέδειξε τὸν τόπον. Γάδαρα. πόλις Κοίλης Συρίας, ἥτις Ἀντιόχεια καὶ Σελεύκεια [ἐκλήθη.] ὁ πολίτης Γαδαρεὺς, | |
10 | καὶ Γαδαρὶς ἡ γυνὴ καὶ ἡ χώρα. Γάζα. θησαυρὸς, καὶ ὄνομα πόλεως. Γαλοώνη. ἡ ἀνδραδέλφη. καὶ γάλως καὶ γαλώη ὁμοίως. Γαλῆ. ἡ νυμφίτζα. | |
15 | Γαλιλαία. κατακυλιστὴ ἑρμηνεύεται τῇ ἑλλάδι γλώσσῃ. διὸ καὶ γελγὲλ ὁ τροχὸς ὀνομάζε‐ ται· ἢ ἀνακυκλησμὸς καὶ ἀνάκαμψις. Γαλάρινα. πόλις Σικελίας. Γαλεάγρα. ὄργανον τιμωρητικὸν, ἡ τῶν θη‐ | |
20 | ρίων ὑποδοχή. Γαλέα. ὄνομα ἰχθύος. Γαλήνη. παρὰ τὸ γάλη γαλήνη, ἢ παρὰ τὸ γελῶ [γελάνη τις οὖσα καὶ] γαλήνη, ἡ πρᾶον ἔχου‐ σα καὶ ἡδύ. | |
25 | Γαλογραικία. ἡ τῶν βουκελαρίων χώρα. οἱ αὐ‐ τοὶ καὶ Ἑλληνογαλάται ὀνομάζονται. Γαγγάμη. ἡ σαγήνη, τὸ δίκτυον. Γαμφηλή. ἡ γνάφος, ἡ σιαγών. παρὰ τὸ κάμ‐ | |
πτω, γάμπτω· ὥσπερ παρὰ τὸ θάπτω ταφὴ, | ||
gamma420 | οὕτως καὶ παρὰ τὸ γάμπτω γαμφὴ καὶ γαμ‐ φηλή. Γαμψωλή. ἡ ἐπίκαμψις. Γάμαλα. πόλις. καὶ γαμαλεύς. οὕτως Ἰώ‐ | |
5 | σηπος. Γάργαρος. πόλις τῆς Ἴδης ἐν ὑψηλῷ τόπῳ κει‐ μένη, ἣν κατῴκουν Λέλεγες. ἐξ ἧς διὰ τὸ κρυῶ‐ δες ὑποκατέβησαν οἱ Γαργαρεῖς καὶ ᾤκησαν αὐ‐ τὴν πρὸς τὸ πεδίον Γάργαρον. ἐκείνη δὲ ἐρημω‐ | |
10 | θεῖσα καλεῖται παλαιὰ Γάργαρος. ὠνομάσθη δὲ ἀπὸ Γαργάρου τοῦ Διός. ἄλλοι δὲ ἀπὸ τοῦ γαργαρίζειν καὶ ἀναδιδόναι τὰ ὕδατα. [ἀπὸ με‐ ταφορᾶς τοῦ ἐν τοῖς σώμασι γαργαρεῶνος, τῆς λεγομένης σταφυλῆς. Ἐπαφρόδιτος δέ φησιν, | |
15 | ὅτι, εἰ μὲν πόλις, θηλυκῶς λέγεται· τὸ δὲ ἀκρω‐ τήριον οὐδέτερον. τὸ ἐθνικὸν Γαργαρεύς.] Γαστριμαργία. ὄρεξις γαστρὸς, ἐπὶ πλήθει βρω‐ μάτων ἀκρατῶς μαινομένη. Γαστήρ. ἡ κοιλία. Ὅμηρος διαπαντὸς γαστέρας | |
20 | καλεῖ, οὐ κοιλίας, γαστὴρ καὶ τὸ τῶν λογισμῶν ταμεῖον· φησὶ γὰρ ὁ Δαβίδ· ἡ ψυχή μου καὶ ἡ γαστήρ μου. γαστὴρ δὲ, παρὰ τὸ γῶ, τὸ λαμβάνω, γίνεται γαστὴρ, ἡ πάντα τὸν βίον μὴ πληρουμένη. | |
25 | Γάστρα. παρὰ τὸ γαστὴρ γίνεται γάστρα, ἡ εἰς κῦτος γεννηθεῖσα τοῦ λαιμοῦ. Γαυλός. ἡ ναῦς, ἡ ἄκατος. ἀπὸ τοῦ γῶ τὸ χωρῶ καὶ λαμβάνω. [τινὲς γαῦλον φασίν· οἶμαι δὲ, | |
ὅτι ἀρσενικόν ἐστιν, ὁ γαυλός.] | ||
gamma421 | Γάγγραινα. ἕλκος, εἶδος σηπτικοῦ καὶ νεμο‐ μένου τὸν τόπον. ἕρπην τινὲς [αὐτὴν] εἶναι φα‐ σὶν ἢ ἐρυσιπέλαν. | |
4t | (Οὐδέτερον.) | |
5 | Γάδειρα. τόπος κατὰ τὴν ἑσπερίαν μοῖραν, ἀπο‐ τελευτησάσης τῆς θαλάσσης. ἢ νῆσος ἔξω τῶν Ἡρακλείων στηλῶν, οἱονεὶ γῆς δειρά. τὰ γὰρ Γά‐ δειρα τῆς γῆς ἐξοχή ἐστι. [Γάδειρα καὶ ἐπὶ θη‐ λυκοῦ. ὁ πολίτης Γαδειρεὺς, καὶ Γαδειραῖος, καὶ | |
10 | Γαδειρίτης, καὶ Γαδειρανὸς, καὶ Γαδειρικὸς κτη‐ τικόν.] Γαζοφυλάκιον. θησαυροφυλάκιον. Γάλα. ἡ πρώτη τροφὴ τοῦ ζώου, ὃ ἐκ μεταβολῆς αἷμα γίνεται. ἢ αἷμα πεπεμμένον, οὐ διεφθαρ‐ | |
15 | μένον, λευκαινόμενον ἐν τοῖς οἰκείοις αὐτοῦ καὶ ψυχροτέροις τοῦ ζώου μορίοις. παρὰ τὸ καλὸν εἰς ἀνατροφὴν εἶναι. κάλα καὶ γάλα. Γαληνόν. ἥσυχον, ἥμερον. Γαλαθηνόν. ὅ ἐστιν ὑποτίτθιον καὶ ὑπομάζιον. | |
20 | Γαλερόν. φαιδρόν· ἡδὺ, πρᾶον. Γαλήσιον. ὄνομα τόπου, καὶ ὄρος ἐγγὺς Ἐφέσου. Γάμα. τὸ στοιχεῖον. παρὰ τὸ ἀμᾷν τὴν γῆν, ὅ ἐστι θερίζειν· δρεπανῶδες γάρ ἐστι, ᾧ καὶ ὁ | |
τύπος τοῦ γράμματος ὅμοιος. | ||
gamma422 | Γαμψόν. ἐπικαμπές. Γαμήλια. ἡ εἰς τοὺς φράτορας διδομένη ἐγγρα‐ φὴ, καὶ εἰσαγωγὴ εἰς τοὺς γάμους, ἣν ὠνόμαζον καὶ κουρεῶτιν. | |
5 | Γαμβρεῖον. πόλις Ἰωνίας. ὡς Σιγειεὺς, γράφε‐ ται δίφθογγον. Γάνος. ὄνομα ὄρους ἐν τῇ Θρᾴκῃ, καὶ ὁ οἶνος, καὶ ἡ ἡδονή. παρὰ τὴν γῆν, γῶ, γανῶ. [ἡ θάλλουσα τοῖς φυτοῖς, λαμπρὰ καὶ αἰτία χαρᾶς ἡμῖν γε‐ | |
10 | νομένη.] Γαριζείμ. τόπος καὶ ὄρος. Γαριζὶν δὲ ι. Γάρκος. τὸ ἔσω τῆς πλήμνης σιδήριον, ὃ τὸν ἄξονα τρίβει. Γαῦρον. τὸ ἐπηρμένον. Ἀριστοφάνης δὲ τὸ | |
15 | στεῤῥὸν καὶ μέγα καὶ ἀκλινὲς καὶ ἀκατάπληκτον γαῦρον λέγει. | |
17t | (Ῥῆμα.) | |
18 | Γαγγαλίζω. παρὰ τὸ γελῶ, γελίζω, καὶ τροπῇ τοῦ ε εἰς α γαλίζω, καὶ κατὰ ἀναδιπλασιασμὸν | |
20 | καὶ πλεονασμὸν ἑτέρου γ γαγγαλίζω. τὸ εἰς γέλωτα ἄγω. Γαλουχεῖ. ἀντὶ τοῦ γαλακτοτροφεῖ. | |
Γαληνιᾷν. γάννυσθαι, χαίρειν· διαχεῖσθαι. | ||
gamma423 | Γαμησείω. ἀπὸ τοῦ γαμήσω. τὰ ἀπὸ ἐνεστώ‐ των ἢ μελλόντων διὰ τοῦ ειω γινόμενα παρά‐ γωγα ὑπὲρ δύο συλλαβὰς διὰ τῆς ει διφθόγγου γράφονται. [ἀπὸ μὲν ἐνεστώτων, ὀλῶ ὀλείω, | |
5 | κρατῶ κρατείω, κιχῶ κιχείω· ἀπὸ δὲ μελλόν‐ των, ὄψω ὀψείω, καὶ γαμήσω γαμησείω. πρόσ‐ κειται ὑπὲρ δύο συλλαβὰς, διὰ τὸ ψῶ ψίω, τὸ ἐμβρωματίζω· διὰ τοῦ ἰῶτα γράφεται, ἀλλ’ οὐκ ἀντίκειται, οὐ γάρ ἐστι ὑπὲρ δύο συλλαβάς.] | |
10 | Γάννυμαι. χαίρω. Γανόων. χαίρων, λελαμπρυσμένος. Γαργαρίζει. ἀπὸ τοῦ στόματος ἐρεθίζει ἐμέσαι. Γαργαλίζει. κινεῖ, [ὑποσαίνει,] ὑποσημαίνει, προτρέπει, [ἐρεθίζει. | |
15 | ὑπὸ τὴν ἕδραν αὐτὴν ὑπῆλθε γάργαλος.] Γαρύω. τὸ φωνῶ. Γαστρίζεσθαι. λαμπροτέρως τρέφεσθαι καὶ ὡς ἄν τις εἴποι ὑπὲρ χρείαν γαστριμαργεῖν. Γαστρίζομαι. τύπτομαι. Ἀριστοφάνης· γα‐ | |
20 | στρίζομαι· εἰς τὴν γαστέρα. Γαυριᾷ. ἐπαίρεται. παρὰ τὸ γαίω, τὸ γαυριῶ, | |
γαῖρος καὶ τροπῇ τοῦ ι εἰς υ γαῦρος καὶ γαυριῶ. | ||
gamma424(1t) | Τὸ Γ μετὰ τοῦ Ε. | |
2t | (Ἀρσενικόν.) | |
3 | Γέγειος. παρὰ τὸ γέα γέειος, ὡς βαθύγειος, ἔγγειος, εὔγειος, οὕτως οὖν τὸ γέγειος πλεο‐ | |
5 | νασμῷ τοῦ γ. Γελαστής. ὁ ἐπεγγελῶν. Γελαστός. γελάω, γελῶ, γελάσω, γεγέλακα, γεγέλασμαι, γελαστός. ὅτε γὰρ ἔχει βραχὺ τὸ α ὁ μέλλων, προσλαμβάνει τὸ ς ὁ παρακείμε‐ | |
10 | νος. καὶ ἐξ αὐτοῦ ἀγέλαστος. Γελοῖος. ὁ καταγελαστότατος, προπερισπωμέ‐ νως. γέλοιος δὲ γελωτοποιὸς, προπαροξυτόνως. εἴρηται παρὰ τὸ γελῶ γελώϊος, γελοῖος. [ὡς πατρώϊος πατροῖος λέγεται καὶ τὸ ἡροῖος. ἐξ οὗ | |
15 | πάλιν γελοίϊον.] Γέλως. ὁ διὰ τῶν παρειῶν ἐμπίπτων ψόφος ἐν τῷ τοῦ αἵματος ἀναβρασμῷ. ἢ παῤῥησίας βράσμα. ἢ παλμὸς καρδίας, καὶ ἡ ἄκρατος καὶ ἀμιγὴς παντὸς σκυθρωποῦ ἱλαρότης, ὡς τό· μακάριοι | |
20 | οἱ κλαίοντες, ὅτι [αὐτοὶ γελάσωνται.] γέλως δὲ εἴρηται παρὰ τὸ τὰ γυῖα καὶ τὰ μέλη λύειν· | |
οἱ γὰρ γελῶντες ἐκκεχυμένην ἔχουσι τὴν ψυχήν. | ||
gamma425 | [ἢ παρὰ τὸ γένειον εἰλεῖν καὶ συστρέφειν· περὶ γὰρ τὸ γένειον μῦες τινὲς κινούμεναι ποιοῦσι τὸν γέλωτα. ἢ παρὰ τὸ τὴν ἔλην· ἀπὸ μετα‐ φορᾶς τοῦ καταστήματος. τὸ γοῦν ἐναντίον | |
5 | στυγνός.] Γελίμερις. κύριον. Γεννάδας. εὐγενέστατος ἢ γενναιότατος. Γενάρχου. πατρός. Γενέτης. ὁ πατήρ. | |
10 | Γεοῦχος. ὁ τὴν γῆν ἔχων, [γεοῦχος] Ποσειδῶν. Γέργηθες. ὄνομα πόλεως. ἢ ἡ τύρβη καὶ οἱ [χειρώνακτες. γράφεται καὶ] χειρωνάκται. Γέρδιος. ὁ ὑφάντωρ. καὶ παρ’ ἡμῖν ἡ γερδία. Γερήνιος. ὁ ἔντιμος. παρὰ τὸ γέρας. ἢ ὁ ἐν Γε‐ | |
15 | ρήνῃ τραφεὶς, ὡς τό· —Γερήνιος ἱππότα Νέστωρ. Γερμανικός. ὁ Φράγγος. Γεραίτερος. οὐ παρὰ τὸ γέρων ἐσχημάτισται, ἀλλὰ παρὰ τὸ γεραιὸς γίνεται γεραίτερος, ὡς | |
20 | παλαιὸς παλαιότερος, καὶ κατὰ συγκοπὴν γε‐ ραίτερος, [καὶ] γεραίτατος. Γεραρός. ὁ ἔντιμος. παρὰ τὸ γέρας, γέρατος, παραγώγως γεράτερος, ὡς μέλιτος μελιτηρὸς, καὶ ἐν συγκοπῇ γεραρός. | |
25 | Γερούσιος. παρὰ τὸ γέρων, γερούσιος. σημαίνει | |
δὲ τὸν ἔντιμον. | ||
gamma426 | Γέρων σημαίνει τρία· ὁ προβεβηκὼς τὴν ἡλικίαν, ὡς τό· παῖδας προθήβους πολιοκροτάφους τε γέροντας. καὶ ὁ ἔντιμος, ὡς· | |
5 | δαίνυ δαῖτα γέρουσι. καὶ ὁ παλαιὸς, ὡς τό· εἵλετο δὲ σάκκος καὶ εὐρὺ γέροντος— γέρων δὲ εἴρηται παρὰ τὸ εἰς τὴν γῆν ὁρᾷν. οἱ δὲ, παρὰ τὸ εἰς τὴν γῆν ἔῤῥειν· διὰ τὸ ἐγγὺς | |
10 | εἶναι θανάτου, ἔρων, καὶ πλεονασμῷ τοῦ γ γέρων. [ἢ παρὰ τὸ εἴρω τὸ λέγω, εἴρων καὶ γέρων. τὰ εἰς ρων δισύλλαβα διὰ τοῦ ω κλίνονται, ὁπότε μὴ κοινὰ εἴη· Μάρων Μάρωνο. κοινὰ δὲ, διὰ τὸ σώφρων, σώφρονος, χείρονος. ἐξέφυγε | |
15 | τὴν κλίσιν τὸ γέρων γέροντος. ἀνεδέξατο παρα‐ σχηματισμὸν διὰ τοῦ τος.] Γείτων. παρὰ τὸ [γέα] γεΐτων, καὶ κατὰ συναί‐ ρεσιν γείτων. Γεώλοφος. ὀρεινὸν ὄρος ἐστὶν ἢ ὕψωμα γῆς. | |
20 | καλεῖ δὲ καὶ τὸν παχὺν καὶ ἀναίσθητον ἄν‐ θρωπον. Γεωπεῖναι. οἱ μικρὰν καὶ λυπρὰν καὶ ὀλίγην ἔχοντες τὴν γῆν. Γειώρας. ὁ τὴν γῆν φυλάσσων, ἢ ὁ ἐξ ἄλλου | |
25 | ἔθνους προσκολλώμενος. τὸ δὲ κύριον ὄνομα ι. Γειομόρος. ὁ γεωργός. εἴρηται ἀπὸ τοῦ περὶ | |
τὴν γῆν μορεῖν, ὅ ἐστι πονεῖν καὶ κακοπαθεῖν. | ||
gamma427 | Γεωπεῖναι. οἱονεὶ πεινῶντες γῆν. [Γεωμέτρης.] γῶ τὸ τίκτω, ἐξ οὗ γίνεται γέα, διὰ τοῦ ε ψιλοῦ, οἱονεὶ ἡ γεννητική. ἐκ τούτου γεώλοφος. | |
5 | Γεών. ὄνομα ποταμοῦ. | |
6t | (Θηλυκόν.) | |
7 | Γέγειαι βόες. οἱ ἀρχαῖοι. Γεγωνοκῶμαι. αἱ ἐμπιπλῶσαι βοῆς τὰς κώμας γυναῖκες. | |
10 | Γελασίμοις. γραμμαῖς ταῖς ἐκ τοῦ γελᾷν γι‐ νομέναις. Γέλγιθες. σκορόδων κεφαλαί. Γέλος. πόλις Σικελίας ἀπὸ Γέλα ποταμοῦ, ἐν ᾧ παράκειται ἡ πόλις. | |
15 | Γεθσημανῆ. ὄνομα πόλεως. Γενεαῖς γενεῶν. τουτέστι ἀπείροις τισὶ γενεαῖς. Γενεά. τέσσαρα σημαίνει· ἡ ἡλικία· γενεῇ δὲ νεώτατος ἔσκον ἁπάντων— ἡ εὐγένεια· | |
20 | γενεῇ μὲν ὑπέρτατός ἐστιν Ἀχιλλεὺς— | |
ἡ φυλή· | ||
gamma428 | οἱ ὑπὲρ φυλῶν γενεὴ— καὶ τὰ κθʹ ἔτη, ὡς· τῶν δ’ ἤδη δύο μὲν γενεαί—. Γένεσις. ἡ ἀρχὴ καὶ ἡ εἱμαρμένη. ἔστι δὲ πρεσ‐ | |
5 | βυτέρα τῆς εἱμαρμένης ἔννοια καὶ αὐτεξουσιό‐ της. ἢ γένεσίς ἐστι κίνησις κατ’ οὐσίαν, ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι. γένεσις καὶ ὁ κόσμος. περὶ τὴν γένεσίν τε πλανᾶται λήθη βαρού‐ μενος καὶ κακία. γένεσίς ἐστι καὶ ἡ ἐκ θεοῦ | |
10 | πρώτη πλάσις, ἡ ἐκ τοῦ μὴ ὄντος παραγωγή. Γέννησις. ἡ ἐκ καταδίκης τοῦ θανάτου διὰ τὴν παράβασιν ἐξ ἀλλήλων διαδοχή. ἥ ἐστι καὶ παθητὴ, καὶ ἁμαρτητική. ὁ οὖν κύριος τὸ πα‐ θητικὸν τῆς γεννήσεως εἰληφὼς τὸ ἁμαρτητι‐ | |
15 | κὸν οὐ προσείληφε. Γενέθλη. ἡ δι’ ἐνιαυτοῦ ἐπιφοιτῶσα τῷ τε‐ χθέντι ἡμέρα. [παρὰ τὸ γεννῶ, ἀφ’ οὗ ὁ μέλ‐ λων γεννήσω, γεννέθρα καὶ ἰακῶς γενέθρη, ὡς κολυμβῶ κολυμβήθρα, καὶ κατὰ τροπὴν γενέ‐ | |
20 | θλη· ἐξ οὗ καὶ τὸ γενέθλιον. λέγεται καὶ γε‐ νεθλιαλογία, ἡ περὶ τῆς γεννήσεως μαντεία.] | |
Γενησαρέτ. ὄνομα τόπου. | ||
gamma429 | Γενειάς. αἱ τρίχες. ἐκ δὲ δασκίου γενειάδος κρουνοὶ διεῤῥαίνοντο κρηναίου ποτοῦ. Γένυς. ἡ σιαγών. οἱονεὶ κένυς τίς ἐστιν, ὅτι | |
5 | κενόν ἐστι τὸ κατ’ αὐτὴν μέρος ὀστέων. ἔστι δὲ γένυς καὶ εἶδος πελέκεως. Γέρανος. τὸ ζῶον. ἀπὸ τοῦ τῆς γῆς ἐρευνᾷν σπέρ‐ ματος. οἱονεὶ γήρευνος τὶς οὖσα. Γερδία. ὑφάντης. παρὰ τὸ ἐπὶ τῆς γῆς ἕδειν, | |
10 | ὅ ἐστι καθέζεσθαι. Γεράνεια. ὄρος γεράνων. Γέῤῥα. πόλις Χαλδαίας. ὁ πολίτης Γεῤῥαῖος. Γεργύρα. ὁ ὑπόνομος, δι’ οὗ τὰ ὕδατα φέρεται. γεώρυγα τινὰ, τὰ ὑπὸ γῆν ὀρύγματα, καὶ κα‐ | |
15 | τὰ μετάθεσιν καὶ διπλασιασμὸν γεργύρα. Γερμανίκεια. πόλις Εὐφρατησίας. ὁ πολίτης Γερ‐ μανικεύς. Γερηνία. πόλις Μεσηνίας. Γέρμα. πόλις Ἑλλησποντία πλησίον Κυζίκου. | |
20 | Γεργέριμος. ἡ ἐν τῷ δένδρῳ πεπανθεῖσα ἐλαία. Γεραιστιάδες. οὕτω Νύμφαι καλούμεναι ἐν Γορ‐ τύνῃ τῆς Κρήτης. Γέρασα. πόλις τῆς Κοίλης Συρίας. ὁ πολίτης Γε‐ ρασηνὸς, ὡς Μήδαβα, Μηδαβηνός. | |
25 | Γεισίποδες. αἱ ἐγκείμεναι δοκίδες, ἐφ’ αἷς τὰ γεῖσα, παρὰ τὸ εἶναι βάσεις τῶν θεμελίων. Γεῦσις. κυρίως ἡ ἐπὶ τῶν ὑγρῶν προσφορὰ, δεῦ‐ σις τὶς οὖσα, παρὰ τὸν δεύσω μέλλοντα. ὡς | |
γνώσω γνῶσις, οὕτω δεύσω δεῦσις καὶ γεῦσις. | ||
gamma430 | Γέφυρα. ἡ κατὰ τόπον οἰκοδομὴ, δι’ ἧς οἱ ὁδοι‐ πόροι πορεύονται. εἴρηται ἡ ἐφ’ ὑγροῦ γῆ, οἱον‐ εὶ γεφυγρὰ τὶς οὖσα. ἢ γῆ φυρά τις, ἡ φυρα‐ θεῖσα καὶ ὑφ’ ὑγροῦ κειμένη. ἢ παρὰ τὸ ἀπὸ | |
5 | γῆς εἰς γῆν μεταφέρειν. Γεφυρίς. ξένη καὶ ἐπείσακτος. οἱ γὰρ γεφυραῖοι ξένοι καὶ ἐπήλυδες ὄντες, Ἀθήνῃσιν ᾤκησαν. οὕτως Ἡρόδοτος. Γεωγραφία. περιήγησις. | |
10 | Γέβαλα. πόλις Παλαιστίνης. Γεβαληνός. Ἰώ‐ σηπος. Γέννησις. προσθήκη ὑποστάσεως ἐναριθμίου. | |
13t | (Οὐδέτερον.) | |
14 | Γεηρόν. τὸ γήϊνον. | |
15 | Γελγέλ. ὁ τροχὸς ὀνομάζεται, ἢ ἀνακυκλησμὸς καὶ ἀνάκαμψις. [τινὲς δὲ γὲλ γὲλ λέγουσι.] Γελοῖον. καταγέλαστον. Γέντα. τὰ μέλη. Γενέθλια, οὐ γενέσια λέγονται τὴν ἡμέραν τῆς | |
20 | γενέσεως. Πλάτων· βασιλέως ἦν γενέθλια. οἱ δὲ Ἀθηναῖοι γενέσια. Γένειον. παρὰ τὸ γένος γένειον, ὡς δάνος δάνειον· ἀπ’ αὐτοῦ γὰρ τὰ γένη διαστέλλονται. Γεννητόν. τὸ ἐκ τινὸς ὡς ἐκ πατρὸς γεννηθέν. | |
25 | γεννητὸν, τὸ ἐκ τινὸς ὡς δημιουργοῦ γεννηθὲν, ἢ πᾶν τὸ ἐκ μὴ ὄντος εἰς ὕπαρξιν γινόμενον. Γενικόν. τὸ ἐν αὐτῷ τὸ γένος περιέχον. Γένος. τὸ καθ’ ἑαυτὸ θεωρούμενον πρᾶγμα. ἢ | |
γένος ἐστὶ τὸ κατὰ πλειόνων διαφερόντων τῷ | ||
gamma431 | εἴδει ἐν τῷ τί ἐστι κατηγορούμενον. σημαίνει δὲ τὴν πατρίδα, ὡς ὅταν λέγωμεν τὸν Πέτρον Γαλιλαῖον τὸ γένος. σημαίνει δὲ καὶ τὴν ἀρχὴν τῆς τινῶν γενέσεως, ὡς ὅταν λέγωμεν τοὺς ἐξ | |
5 | Ἰσραὴλ, Ἰσραηλίτας τὸ γένος. γένος ἐστὶ καὶ πτωτικῆς λέξεως χαρακτὴρ, σημαίνων τὸ ἐν φωνῇ ἄρσεν ἢ θῆλυ ἢ οὐδέτερον, ἄδηλόν τι διακρίνον. γένος δὲ εἴρηται παρὰ τὸ γείνω [τὸ] γεννῶ. | |
10 | Γειοτόμον. τὸ ἄροτρον. Γεράνδρυον. παλαιὸν φυτὸν καὶ γεγηρακὸς, ἢ τὸ ἐν τῇ ῥίζῃ συμφυὲς καὶ ἐξηραμένον. εἴρηται παρὰ τὴν δρῦν· δοκεῖ γὰρ πρῶτον φυτὸν γενέ‐ σθαι δρῦς. ὅθεν δρυμοὺς ἐκάλουν τοὺς δασεῖς | |
15 | τόπους, [ἐφ’ οἵων δήποτε ὄντας φυτῶν· καὶ δρυ‐ φάκτους, ἀπὸ ξύλων περιωρισμένους.] Γέρα. τιμαὶ, ἀμοιβαὶ, ἀνταποδόσεις. Γέῤῥα. τὰ κοντάρια. Θεοδώρου τοῦ Προδρόμου· πάλιν ἐπὶ τῶν γέῤῥων τακῶ. κυρίως δὲ γέῤῥα | |
20 | Περσικὰ ὅπλα, καταχρηστικῶς δὲ καὶ ἅπαν σκέπασμα. Γεῤῥάδια. στρωτηρίδια. Γεῖσα. τὰ θεμέλια, καὶ πᾶν τὸ ἐξέχον μέ‐ ρος, καὶ τὰ πρὸ τῶν θυρῶν στεγάσματα. [πα‐ | |
25 | ρὰ τὸ γέα γέϊσον καὶ γεῖσον· καὶ γεισίποδες, αἱ ἐγκείμεναι δοκίδες, ἐφ’ αἷς τὰ γεῖσα. παρὰ τὸ εἶναι βάσεις τῶν θεμελίων. τινὲς δὲ διὰ δύο σς γράφουσι τὸ γεῖσσα.] Γεωμόριον. τὸ γεώργιον. καὶ γειομόριον. | |
30 | Γένος. ἐκ τοῦ γένω τὸ τίκτω. [ὡς σθένω, σθέ‐ | |
νος, νείφω, νέφος.] | ||
gamma432 | Γέῤῥα. λέγονται καὶ αἱ σκηναὶ, ἐν αἷς τὰ ὤνια ἐπιπράσκετο. δέῤῥα ἐστὶ τροπῇ τοῦ δ εἰς γ. | |
3t | (Ῥῆμα.) | |
4 | Γέγγει. βρέχει. | |
5 | Γεγάασι. γεγένηται. ἀπὸ τοῦ γείνω, γέγονα, γεγόνασι, καὶ κατὰ συγκοπὴν καὶ πλεονασμὸν τοῦ α γεγάασι. [καὶ γεγαυῖα. ἔστι δὲ μετο‐ χή. τὸ ῥῆμα γῶ, ἐξ οὗ καὶ τὸ γείνω· ὁ πα‐ ρακείμενος γέγηκα. καὶ οἱ Ἴωνες ἐπὶ τοῦ πα‐ | |
10 | ρακειμένου ἡνίκα ὕφεσιν ποιήσουσι τοῦ συμ‐ φώνου, τότε καὶ συστολὴ τοῦ φωνήεντος ἐπα‐ κολουθεῖ. οἷον βεβήκασι, βεβάασιν. οὕτως οὖν καὶ γέγηκα, γέγαα, ἡ μετοχὴ γεγαὼς, γεγαό‐ τος. αἱ μετοχαὶ εἰ μὲν ὦσιν ἀπαθεῖς, διὰ τοῦ | |
15 | ο κλίνονται, καὶ τὸ θηλυκὸν ἔχουσι διὰ τοῦ υῖα· εἰ δὲ κατὰ πάθος, τὴν κλίσιν μὲν ἔχουσι διὰ τοῦ ω, καὶ τὸ θηλυκὸν μεταποιοῦσιν εἰς α, ἑστὼς ἑστῶσα, γεγὼς γεγῶσα.] Γεγωνῶ. τὸ φωνῶ. παρὰ τὸ γνώω, καὶ ἐν ὑπερ‐ | |
20 | θέσει καὶ κατὰ ἀναδιπλασιασμὸν γεγωνῶ. [οἱ γὰρ ἐξακουόμενοι γνωστοί. τοῦ μέσου παρακει‐ μένου ἡ μετοχὴ γεγωνώς. Δίδυμος δέ φησι, γε‐ γωνεῖν εἶναι τὸ εἰς πᾶσαν γωνίαν ἀφικνεῖσθαι τὴν φωνήν.] | |
25 | Γεγανωμένη. λελαμπρυσμένη. Γεγράψομαι. *διηγήσομαι,* δεήσομαι. Γεγηροτροφηκώς. ἐν γήρει θρέψας. Γελασείω. ἐπιθυμητικῶς ἔχω τοῦ γελᾷν. Γεμίζω. τὸ ἀντλῶ. | |
30 | Γέμω. τὸ πλήθω. καὶ γεμέωσιν, οἷον· γεμέωσι δὲ παστάδα. γέμωσι καὶ πλεονασμῷ τοῦ ε | |
γεμέωσι. | ||
gamma433 | Γείνατο. ἐγέννησε. γέω, τὸ τίκτω, ἐκ τοῦ γέα διὰ τοῦ ε ψιλοῦ, ἡ γεννητική. τοῦτο τὸ γέω γίνεται κατὰ πλεονασμὸν τοῦ ν γένω, καὶ πλεο‐ νασμῷ τοῦ ι γείνω. ὁ μέλλων γενῶ. [ὡς κείρω | |
5 | κερῶ. ὁ ἀόριστος ἔγεινα, ὡς ἔμεινα ἢ ἔκειρα, ὁ μέσος ἐγεινάμην, τὸ δεύτερον ἐγείνω, τὸ τρί‐ τον ἐγείνατο, καὶ κατὰ συγκοπὴν γείνατο.] Γέντο. ἔλαβεν. [ἔλω τὸ λαμβάνω· ὁ δεύτερος ἀόριστος ἑλόμην, ἕλου, ἕλετο, καὶ κατὰ συγκο‐ | |
10 | πὴν ἕλτο, καὶ τροπῇ τοῦ λ εἰς ν δωρικῶς ἔν‐ το, ὡς ἦλθεν, ἦνθε, καὶ πλεονασμῷ τοῦ γ γέντο· —ἑτέρῃφι δὲ γέντο πυράγρην.] Γεραίρειν. τιμᾷν, ὑμνεῖν, δοξάζειν. | |
15 | Γειτνιῶ. τὸ γειτονιῶ. [ὡς ἀπὸ τοῦ εὐδαίμων εὐ‐ δαίμονος εὐδαιμονῶ, οὕτω καὶ ἀπὸ τοῦ γείτων γείτονος γειτονιῶ,] καὶ κατὰ συγκοπὴν γειτνιῶ. ὥσπερ ἀπὸ τοῦ μείδω μειδιῶ. Γεφυρίζων. χλευάζων, ἐξευτελίζων. γράφεται | |
20 | καὶ γεφυρῶ. Γέμεν. ἐγένοντο. Ἡσίοδος· ὀγδοάτη δ’ ἐνάτη τε δύο γέμεν ἤματα μηνός. | |
23t | Τὸ Γ μετὰ τοῦ Η. | |
24t | (Ἀρσενικόν.) | |
25 | Γηγενής. ἐκ γῆς ἔχων τὴν γέννησιν, ἢ ὁ τὰ γήϊνα ἐργαζόμενος. Γηγενέτης. ὁ γηγενής. Γήλοφος. ὁ ὑψηλὸς τόπος. γειόλοφος δὲ διφθόγ‐ γως. | |
30 | Γηπόνος. ὁ γεωργός. παρὰ τὸ πονεῖν περὶ τὴν | |
γῆν. | ||
gamma434 | Γήπαιδες. οἱ Λογγίβαρδοι. οἱονεὶ οἱ Γετῶν παῖ‐ δες. Γηρυόνης. κύριον. Γηρυῶνος. κύριον. | |
5 | *Γηρινεῖος. βοῦς.* Γηῶραι. ἐπίμικτοι, τηρηταὶ τόπων. Γηών. ὄνομα ποταμοῦ. Γηραιός. ἀπὸ ἐτῶν μζ ἕως ἐτῶν ξη. Γηώρας. ὁ ἀλλότριος. [τοῦ Ψελλοῦ· γηώρας ὁ | |
10 | ἀλλότριος] καὶ γέρδης ὁ ὑφάντης. | |
11t | (Θηλυκόν.) | |
12 | Γῆ. ἓν τῶν τεσσάρων στοιχείων ἐστί. ξηρόν τε ψυχρὸν βαρὺ καὶ ἀκίνητον, ὑπὸ τοῦ θεοῦ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι τῇ πρώτῃ ἡμέρᾳ | |
15 | παρηγμένον. [ἐν ἀρχῇ γὰρ] ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν, ἧς τὴν ἕδραν καὶ τὴν βάσιν οὐδεὶς τῶν ἀνθρώπων εἰπεῖν δεδύ‐ νηται. οἱ μὲν γὰρ ἐπὶ ὑδάτων φασὶν ἥδρασται τὴν γῆν καὶ πεπῆχθαι αὐτὴν, ἐκ τοῦ τὸν θεῖον | |
20 | Δαβὶδ λέγειν· τῷ στερεώσαντι τὴν γῆν ἐπὶ τῶν ὑδάτων. οἱ δὲ, ἐπὶ τοῦ ἀέρος. ἄλλος δέ φησιν· ὁ ἑδράσας τὴν γῆν ἐπ’ οὐδενός. καὶ πάλιν ὁ Δαβὶδ [ὡς] ἐκ προσώπου τοῦ δημιουργοῦ· ἐγὼ, φησὶν, ἐστερέωσα τοὺς στύλους αὐτῆς. τὴν συν‐ | |
25 | εκτικὴν αὐτῆς δύναμιν στύλους ὀνομάσας. τὸ δὲ, ἐπὶ θαλασσῶν ἐθεμελίωσεν αὐτὴν, δηλοῖ τὸ πάντοθεν περικεχύσθαι τῇ γῇ τὴν τοῦ ὕδατος φύσιν. γῆ δὲ εἴρηται παρὰ τὸ γῶ τὸ χωρῶ, ἡ πάντα χωροῦσα. τοῦτο παρὰ τὸ χῶ, ἀφ’ οὗ | |
30 | παράγωγον χείω, οἷον· οὐδὸς ἀμφοτέρους ὧδε χείσεται. | |
καὶ τροπῇ τοῦ χ εἰς γ γῶ. | ||
gamma435 | Γηθοσύνη. ἡ χαρά. παρὰ τὸ γῆ γίνεται γηθῶ καὶ γηθήσω, γηθόσυνος, γηθοσύνη, ἐπεὶ ἡ γῆ θάλλουσα τοῖς καρποῖς χαίρειν ἡμᾶς ποιεῖ. Γήθουσα. πόλις Λιβύης. τὸ ἐθνικὸν Γηθουσαῖος | |
5 | ἢ Γηθούσιος ἢ Γηθουσίτης. Γηθυλλής. λάχανον πράσῳ ὅμοιον, ὅ τινες λέ‐ γουσιν ἀμπελόπρασον. Γῆ ζώντων. ὁ προσδοκώμενος βίος, ὡς τοῦ θα‐ νάτου κεχωρισμένος καὶ ἐλεύθερος λύπης. | |
10 | Γῆν ἰλλομένην. συγκεκλεισμένην. ἰλλάδες γὰρ οἱ δεσμοί. Γηραλέα. ἡ γραῦς. Γῆρυς. ἡ φωνή. [καὶ γαρύω τὸ φωνῶ. γῆρυς δὲ παρὰ τὸ γέρας· ἡ γὰρ φωνὴ τοῖς γέρουσιν ἕπεται.] | |
15 | Γῆς βάρος. ἐπὶ τῶν εἰς μηδὲν συντελούντων. | |
16t | (Οὐδέτερον.) | |
17 | Γήδιον. ἡ μικρὰ γῆ. τριῶν ὄντων τῶν πρωτο‐ τύπων, ἀπὸ τοῦ γῆ καὶ τοῦ γαῖα καὶ τοῦ γέα διὰ τοῦ ε ψιλοῦ, ἐκ ποίου τούτων γέγονε τὸ γή‐ | |
20 | διον; λέγει δὲ ὁ Δίδυμος, ὅτι γέα διὰ τοῦ ε ψιλοῦ, καὶ κλίνεται γέας, καὶ ἐκ τούτου γίνεται γείδιον διὰ τῆς ει διφθόγγου, καὶ κατ’ ἔκτασιν ἀττικὴν τοῦ ε εἰς η γήδιον, ὡς τὸ εἰκάζω, ἤκαζον. Γήπεδον. τὸ πρὸς τοῖς οἴκοις ἐν πόλει κηπίον. | |
25 | Γῆρας. ἡ παρακμὴ τοῦ σώματος. ἢ φθίσις σώμα‐ τος φυσικῶς ὑπὸ χρόνου γινομένη. παρὰ τὸ γέ‐ ρας· ἕπεται γὰρ τοῖς γέρουσιν ἡ τιμή. Γήρεια. τὰ τῶν κινάρων ἄνθη. Γηρωκομεῖον. μέγα. | |
30 | Γηροτροφεῖον. μικρόν. Γηρυόνεια δένδρα καὶ γηρυόνειον νῆμα. Γήτειον. τὸ χλωρὸν κρόμμυον. [καὶ τὸ ἀμπελό‐ | |
πρασον. παρὰ τὸ ἐκ γῆς αἴτιον, τὸ αὐτόετες | ||
gamma436 | ἐκ τῆς γῆς ὄν. λέγεται καὶ γῆθυ, γήθυον. τὰ ἀπὸ τῶν εἰς ος δισύλλαβα οὐδέτερα διὰ τοῦ ειον γινόμενα, διὰ τῆς ει διφθόγγου γράφεται. οἷον δάνος δάνειον, βρένθος βρένθειον. οὕτως | |
5 | οὖν καὶ ἀπὸ τῆς γῆς γίνεται γῆτος γήτειον. πρόσκειται μονογενῆ διὰ τὸ ἄγος ἅγιον.] Γήϊνον. ἀδὰμ ἑρμηνεύεται, καθὼς φασὶν οἱ τῶν Ἑβραίων φωνῆς ἐπιΐστορες. διὸ καὶ ὁ Ἀπόστολος διαφερόντως τὴν πάτριον τῶν Ἰσραηλιτῶν πεπαι‐ | |
10 | δευμένος φωνὴν τὸν ἐκ γῆς ἄνθρωπον χοϊκὸν ὀνομάζει, οἱονεὶ μεταβαλὼν τὴν τοῦ ἀδὰμ κλῆ‐ σιν εἰς τὴν ἑλλάδα φωνήν. | |
13t | (Ῥῆμα.) | |
14 | Γήθησεν. ἐχάρη. | |
15 | Γῆμεν. ἀντὶ τοῦ ἔγημεν, ἢ ἀντὶ τοῦ ἐχαύνωσε. Γήθειν. χαίρειν. Γηράναι. ἀντὶ τοῦ γηράσαι. Γηράς. ἀπὸ τοῦ γηρῶ γίνεται γήρημι, ἡ μετοχὴ γηράς. [ὥσπερ ἵστημι ἱστάς. τὸ ἀπαρέμφατον | |
20 | γηράναι, ὡς ἱστάναι. ἡ γενικὴ τῶν πληθυντικῶν τῶν γηράντων· οἷον γηράντων ἀνδρῶν· ὡς ἱστάν‐ των. ἡ δοτικὴ ὥσπερ γηράντεσσι τοκεῦσιν. ἡ αἰτιατικὴ γηράντας.] Γηροτροφῶ. γηροβοσκῶ. | |
25t | (Ἐπίῤῥημα.) | |
26 | Γηθοσύνως. μετὰ χαρᾶς. Γηΐνως. φθαρτῶς. | |
28t | Τὸ Γ μετὰ τοῦ Ι. | |
29t | (Ἀρσενικόν.) | |
30 | Γιγλισμός. [κιχλισμός.] ἀπὸ χειρῶν γέλως, | |
ἢ γαργαλισμός. | ||
gamma437 | Γίγας. παρὰ τὸ ἐκ τῆς γῆς ἰέναι. καὶ ὁ Δαβίδ· καὶ γίγας δραμεῖν [ὁδόν.] λέγει δὲ τὸν ἥλιον. Γίγλυμοι. ἀντεμβολαὶ τινῶν ἐξοχῶν πρὸς κοι‐ λότητας, οἷαπερ ἡ κατὰ τὸν πῆχυν πρὸς τὸν | |
5 | βραχίονα συμβολή. Γίγης. κύριον ὄνομα. Γιώρας. κύριον. [Γίγας.] παρὰ τὸ γῆ γίνεται γᾶς καὶ κατὰ ἀναδι‐ πλασιασμὸν γίγας. ἢ παρὰ τὸ γῶ τὸ χωρῶ καὶ | |
10 | λαμβάνω καὶ δέχομαι. τὸ γι ι, διατί; πᾶς ἀναδιπλασιασμὸς διὰ βραχέως ἐκφέρεται. τί ἔστιν ἀναδιπλασιασμός; ὅταν τὸ ἑξῆς τῆς λέ‐ ξεως δὶς τῷ αὐτῷ συμφώνῳ παραλαμβάνηται. Γιγαντώδης. ἐδόκει τὸ σῶμα γιγαντώδης εἶναι | |
15 | καὶ τὸν θυμὸν θηριώδης. Γιεζῆ. κύριον. | |
17t | (Οὐδέτερον.) | |
18 | Γίγαρτον. τὸ ἔνδον τῆς σταφυλῆς. Γιχάσλα καὶ Γίσχαλα. ὀνόματα τόπων. | |
20t | (Ῥῆμα.) | |
21 | Γινόμενα καὶ γενόμενα διαφέρει. τὰ μὲν γὰρ γινόμενα ἢ ἀποβαίνει ἢ οὔ· τὰ δὲ γενόμενα πάντως ἀπέβη. Γιγαντιᾷν. τὰ τῶν γιγάντων φρονεῖν. | |
25 | Γινώσκει. ἀντὶ τοῦ τιμᾷ, κατὰ τὸ εἰρημένον παρὰ θεοῦ πρὸς Μωσῆν· ἔγνωκά σε παρὰ πάν‐ τας, καὶ εὗρες χάριν παρ’ ἐμοί. καί· ἔγνω κύ‐ ριος τοὺς ὄντας αὐτοῦ. καὶ γινώσκει ἀντὶ τοῦ οἰκειοῦται, ὡς τό· γινώσκει κύριος ὁδὸν δικαίων. | |
30 | οὐκ ἐπὶ γνώσεως ἔλαβε τὸ γινώσκει, ἀλλ’ ἐπὶ οἰκειώσεως καὶ ἐπιμελείας· οἰκειοῦται γὰρ ὁ θεὸς τῶν δικαίων τὰς πράξεις. τῶν δὲ ἀσεβῶν | |
τὰ ἐπιτηδεύματα ἀπωλείᾳ παραδοθήσονται σὺν | ||
gamma438 | τοῖς ἐργασμένοις. σημαίνει δὲ, ὅτι καλὸν μόνον γινώσκεται ὑπὸ θεοῦ, φαῦλον δὲ οὐδέν. [ὡς τό· ἔγνωκε κύριος τοὺς ὄντας αὐτοῦ.] Γινώσκω. γνωρίζω. ἤδη γάρ σε γινώσκω, καὶ ὧν | |
5 | εἶπας ἀκούσασα καὶ τὴν ὄψιν ἰδοῦσα. Γίνεται. τὸ ἀποτελεῖται. διὰ τοῦ ι. [ὤφειλε διὰ διφθόγγου γράφεσθαι, εἴγε τὰ αὐτοῦ κινήματα ἔχει τὸ ε, οἷον ἐγενάμην, ἐγενόμην· ἀλλὰ πρὸς ἀντιδιαστολὴν τοῦ γείνεται, ὃ σημαίνει τὸ | |
10 | γεννᾶται· τοῦτο γὰρ ἀπὸ τοῦ γέω τὸ τίκτω, καὶ πλεονασμῷ τοῦ ν γένω· ἐκεῖνο δὲ ἀπὸ τοῦ γίγνε‐ ται γέγονε κατὰ ἀποβολὴν τοῦ γ, ὡς τὸ γινώσκω, γιγνώσκω. τὸ δὲ γίγνεται ἀπὸ τοῦ γένομαι γέγονεν ἐν παραλήψει συμφώνου· τὸ ε γὰρ ἐν παραλήψει | |
15 | συμφώνου γινόμενον τρέπει εἰς ι. μένω, μίμνω, τέκω, τίκτω. οὕτως οὖν καὶ γίγνεται, γίνεται.] | |
17t | Τὸ Γ μετὰ τοῦ Λ. | |
18t | (Ἀρσενικόν.) | |
19 | Γλαυκός. κυανὸς, ἢ λευκὸς, ἢ πυρώδη τὰ ὄμματα | |
20 | ἔχων. παρὰ τὸ γλαύσω τὸ λάμπω γλαυκὸς, ὡς λεύσω λευκός. Γλακερός. λευκός. ἐκ τῆς γάλακτος γενικῆς, γλά‐ κος καὶ γλάγος. [ἄρκυν τὲ γλακερῶν λαιμοπέδαν γεράνων.] | |
25 | Γλάμων. ὁ λημῶν τοὺς ὀφθαλμοὺς, ὅ ἐστι τζιμ‐ πλῶν, καὶ διύγρους αὐτοὺς ἔχων. γλάμων καὶ ὁ ἀκάθαρτος. Ἀριστοφάνης· ὁ καρχέδημος λίαν γλάμων ἐστί. καὶ ὁ Σοφοκλῆς· | |
30 | ἐπιορῶ τοὺς γλαμύρους καταφορβᾶν. Γλάνις. εἶδος ἰχθύος. | |
Γλήχων. εἶδος βοτάνης. | ||
gamma439 | Γλίχων δὲ, ὄνομα κύριον, ι. Γλίσχρος. φειδωλὸς, σκνιφός. ὁ λίχνος καὶ ἐπι‐ θυμῶν. ἐφυβρίστως εἴρηται. [ὁ λίαν καὶ ἐπὶ πολὺ ἐχόμενος, πλεονασμῷ τοῦ γ. ἢ ὁ γλιχόμενος | |
5 | τροφῆς ὑπὲρ τὸ δέον. λέγεται καὶ ὁ ὀλισθηρός.] Γλοιώδης. ῥυπαρός. καὶ γλοῖος ὁ ῥύπος. Γλοιός. ὀλισθηρός· μοχθηρὸς, εὐμετάβολος. Γλυκύθυμος. ἁπαλόψυχος. Γλώσσασπις. ὁ τῇ γλώσσῃ οἷον ἀσπίδι καὶ προ‐ | |
10 | βολῇ κεχρημένος. ἀπὸ μεταφορᾶς τῶν πολε‐ μούντων. Γλύκιστος. τὸ συγκριτικόν. [ζήτει περὶ τούτου ἐν τῷ οὐδετέρῳ, ἔνθα τὸ γλύκιστον.] Γλάσσων. μωρὸς, ἀνούστατος. | |
15t | (Θηλυκόν.) | |
16 | Γλάξ. βοτάνη γάλακτος ποιητική. παρὰ τὸ γά‐ λακτος εἶναι αὐξητικὴ ταῖς ἐσθιούσαις. γάλαξ καὶ γλάξ. Γλαῦξ. πετεινὸν τὴν νύκτα πετώμενον. οἶμαι δὲ | |
20 | τὴν κακοβάϊαν λέγουσι. παρὰ τὸ γλαύσω τὸ λάμπω, γλαύξω καὶ κατὰ ἀφαίρεσιν τοῦ ω γλαῦξ. [ὡς θήσω θὴς, ἀΐσσω αἶξ. Δημόκρι‐ τος ἱστορεῖ, ὅτι μόνον τῶν γαμψωνύχων καὶ σαρκοφάγων μὴ τυφλὰ τίκτειν, ὅτι πολὺ πυρῶ‐ | |
25 | δες καὶ θερμὸν περὶ τοὺς ὀφθαλμοὺς ἔχει. ὃ σφοδρῶς ὀξὺ καὶ τμητικὸν ὑπάρχον διαιρεῖ καὶ ἀναμίγνυσι τὴν ὅρασιν. διὸ καὶ ἐν τῇ σκοτομήνῃ | |
ὁρᾷ, διὰ τὸ πυρῶδες τῶν ὄψεων.] | ||
gamma440 | Γλαρίς. λιθοξοϊκὸν ἐργαλεῖον. παρὰ τὸ γλάπτω τὸ κοιλαίνω. Γλαφυρὰν φόρμιγγα. [γεγραμμένην] καὶ κε‐ κοιλαμένην. παρὰ τὸ γλάπτω ἢ γλάφω, γλά‐ | |
5 | φος. [ὡς θρύπτω τρύφος. ἔστι καὶ γλαφὺς, ὡς πάχος παχύς.] †Γλήκων. τὸ βλησκούνιον.† Γληχώ. θηλυκῶς Ἀττικοὶ τὴν ὀρίγανον [λέγουσι]. οἱ δὲ βληχώ. | |
10 | Γλήνη. ἡ κόρη τοῦ ὀφθαλμοῦ. οἱονεὶ γαλήνη τὶς οὖσα καὶ κατὰ συγκοπὴν γλήνη. γαληνιᾷ γὰρ ὁ νοῦς δι’ αὐτῆς τῇ τῶν ὁρατῶν ποικιλίᾳ. ἢ παρὰ τὸ τὴν αἴγλην, αἰγλήνη, καὶ ἀποβολῇ τοῦ αι γλήνη. γλίνη δὲ, ὁ ῥύπος, ι. | |
15 | Γληχυρίς. πονηρά. Γλία. ἡ κόλλα. Γλιχώ. ἡ φειδωλία. Γλυφίς. ἡ χηλὴ τῆς ἀκίδος, ἤγουν ἡ ἐκκοπὴ τοῦ βέλους, ἡ τιθεμένη ἐν τῇ νευρᾷ τοῦ τόξου. | |
20 | [παρὰ τὸ ἐγγεγλύφθαι, ὅ ἐστι κοιλάναι. καὶ ἡ κεφαλὴ τοῦ κίονος. παρὰ τὸ γλάπτω, γλαφὶς καὶ γλυφίς. καὶ τὸ γλυφικὸν ἐργαλεῖον.] Γλωσσαλγία. ἡ φλυαρία. καὶ τὸ διὰ κενῆς λαλεῖν. | |
25 | Γλωχῖνας. γωνίας. ὑπὸ τὴν ἔνδον παρατεινο‐ μένην τῆς θαλάσσης γλωχῖνα ὡς εἰς ἐνέδραν. [καὶ πάλιν· ἰῷ τριγλώχινι, ὅ ἐστι τριγώνῳ. | |
παρὰ τὸ γλύψαι ἢ γλάψαι, τὸ κοιλάναι.] | ||
gamma441(1t) | (Οὐδέτερον.) | |
2 | Γλάγος. τὸ γάλα. ἐκ τῆς γάλακτος γενικῆς γλά‐ κος καὶ γλάγος. Γλαφυρόν. κοῖλον, ἡδὺ, βαθὺ, σοφὸν, ἔμπει‐ | |
5 | ρον, ἀκριβὲς, λαμπρόν. Γλήνεα. ἀξιοθέατα, καὶ πολλῆς θέας ἄξια. [παρὰ τὸ τὴν αἴγλην, ἢ παρὰ τὸ γλαύσειν τὸ λάμπειν.] Γλί. τὸ ἰσχυρόν. | |
10 | Γλίσχρον. τὸ κολλῶδες καὶ ὀλισθηρόν. Γλεῦκος. ὁ νέος οἶνος. ἤτοι τὸ πρὸ τοῦ πατηθῆ‐ ναι ἀπόσταγμα τῆς σταφυλῆς. Γλουτά. τὰ τῆς κοτύλης σφαιρώματα, ἢ τὸ ὑπὸ τὸν πρωκτὸν μέρος, ὄπισθεν τῶν μηρῶν, | |
15 | διὰ τὸ τρυφερὸν καὶ ἁπαλὸν καὶ γλοιῶδες. ἢ τὴν σταγόνα σημαίνει. Γλυκυδερκές. τὸ ἡδὺ ἐν τῷ ὁρᾷν. Γλυκείδιον. δίφθογγον. γλύκιον δὲ ι. Γλυκὺ ἤτω καὶ πνιξάτω. Τερπάνδρου ᾄδοντος | |
20 | κεχῃνότος πρὸς τὴν ᾠδὴν, ἐμβαλών τις εἰς τὸν φάρυγγα σῦκον, ἀπέπνιξε. Γλύκιστον. τὸ συγκριτικόν. ἔστι καὶ γλύκιστος ἐπὶ ἀρσενικῶν. τὰ εἰς υς τριγενῆ ποιοῦσι συγ‐ κριτικὸν καὶ ὑπερθετικόν. τριγενῆ λέγονται. | |
25 | βραδὺς, βραδεῖα, βραδὺ, [τὸ συγκριτικὸν] βρα‐ δύτερος, [βραδίων, βράδιστος. οὕτως καὶ γλυ‐ | |
κὺς, γλυκίων, γλύκιστος, γλυκίων, ἡ κλητικὴ | ||
gamma442 | ὦ γλύκιον. τὰ εἰς ων συγκριτικὰ ὑπὲρ δύο συλ‐ λαβὰς ἀναβιβάζουσι τὸν τόνον ἐπὶ τῆς κλη‐ τικῆς. οἷον ἀρείων ἄρειον, βελτίων βέλτιον, γλυκίων γλύκιον.] | |
5 | Γλωσσόκομος. βαλάντιον ἢ ξυλίνη θήκη. Γλώσσαργον ἦθος. ἀντὶ τοῦ στωμύλον καὶ ταχύ. | |
7t | (Ῥῆμα.) | |
8 | Γλαγκάζει. κράζει, πτερύσσεται. Γλαύσουσιν. ἀντὶ τοῦ λάμπουσι. | |
10 | Γλαυκιῶ. ἐκ τοῦ γλαυκὸς κατὰ παραγωγήν. [Γλαύσω. τὸ λάμπω.] Γλαμυξιᾷν. τὸ λημᾷν. Γλίχων. ἀντὶ τοῦ λείχων. Γλίχομαι. ἐπιθυμῶ. συντάσσεται δὲ μετὰ γε‐ | |
15 | νικῆς. Γλιᾶται. παίζει. Γλοιάζειν. τὸ τοῖς ὄμμασιν ἐπιμύοντα μυκτηρίζειν. Γλωσσαλγεῖν. φλυαρεῖν, διακενῆς λέγειν. Γλωττοστροφεῖν. Ἀριστοφάνης· | |
20 | ἀπὸ γὰρ ὀλοῦμαι μὴ μαθὼν γλωττοστρο‐ φεῖν. | |
22t | Τὸ Γ μετὰ τοῦ Ν. | |
23t | (Ἀρσενικόν.) | |
24 | Γναφεύς. ὁ λευκαίνων τὰ ἱμάτια. κναφεὺς δὲ | |
25 | ὁ τὰ δέρματα ξύων. [ὅ ἐστι βάπτων.] ἔστι δὲ | |
καὶ κνάφος τὶ ἀκανθῶδες, ᾧ ξύουσι τὰ ἱμάτια. | ||
gamma443 | Γναθμός. ἡ γνάθος. παρὰ τὸ γνάπτω, γέγνα‐ πται, γναπτὸς καὶ γναθμός. †ὡς κέκλαυσται, κλαυθμός.† Γνήσιος. ὁ μὴ νόθος, ὁ ἐκ τοῦ αὐτοῦ γεννηθείς. | |
5 | γενήσω, γενήσιος, καὶ κατὰ συγκοπὴν γνήσιος. Γνόφος. συνέφεια. ἢ ὁ ζοφώδης ἀήρ. παρὰ τὸ κενὸν φάους εἶναι. κνόφος καὶ γνόφος. Γνύπετοι. στυγνοὶ καὶ οἷον νενυγμένοι. Γνώμων. ὁ συνετός. καὶ κανόνιόν τι μηχανικὸν, | |
10 | καὶ σχῆμα γεωμετρικὸν, καὶ διοπτρικοῦ ὀργά‐ νου μέρος, [καὶ δὴ καὶ ἀστρονομικοῦ. καὶ τὸ ἐν τοῖς ἡλιοτροπίοις πηγνύμενον, ὅπερ ἐφεῦ‐ ρεν Ἀναξίμανδρος καὶ ἔστησεν ἐπὶ τῶν σκιο‐ θύρων.] γνώμων καὶ ὁ ὀδοὺς τῶν ἀλόγων ζώων. | |
15 | ἔνθα καὶ προβατογνώμων, ὁ ἤδη βεβληκὼς τοὺς ὀδόντας. Γνώριμος. οὐχ ὁ μαθητὴς, ἀλλ’ ὁ γινωσκόμε‐ νος τινὶ, ἢ ἁπλῶς ὁ ἔνδοξος. Δημοσθένης· καὶ γνωρίμως ἔχω τοῖς πλείστοις τῶν πλεόντων τὴν | |
20 | θάλασσαν. καὶ γνωρίσαι τὸ συστῆσαι καὶ ποιῆ‐ σαι γνώριμον. γνώριμοι καὶ οἱ φοιτηταί. [Πυ‐ θαγόρας ὁ Σάμιος γνωρίμους ἔσχε πλείους ἢ ἑξακοσίους. γνώριμος δὲ, παρὰ τὸν γνώσω μέλ‐ λοντα γίνεται γνώσιμος, ὡς ὀνήσω ὀνήσιμος, καὶ | |
25 | τροπῇ τοῦ ς εἰς ρ γνώριμος.] Γνωστικός. ὁ τῇ ἀληθείᾳ ποιωθεὶς τελείως. Γνωστός. ὁ γνώριμος. Γνωτός. ὁ ἀδελφός. παρὰ τὸν γνώσω μέλλον‐ τα γίνεται γνωτός· ὅτι μᾶλλον τῶν ἄλλων | |
30 | γινώσκεται. [ἢ ὁ ἅμα τινὶ γεννητικὸς καὶ γνη‐ | |
gamma444 | τὸς καὶ γνωτός. ἔστιν ὅτε σημαίνει καὶ τὸ φα‐ νερόν· γνωτὸς δὲ καὶ ὃς μάλα νήπιός ἐστι.] | |
4t | (Θηλυκόν.) | |
5 | Γνάθος. ἡ παρειά. παρὰ τὴν γνάμψιν καὶ κάμ‐ ψιν ἢ κλάσιν. ἡ καμπτομένη σιαγών. οἷον· Φυσίγναθος ἀντίον ηὔδα. Γνώμη. ἡ συνείδησις, ἡ σκέψις, ποιὰ τὶς διά‐ θεσις. ἡ βουλὴ, ἡ προαίρεσις, ἡ οἴησις. γνώ‐ | |
10 | μη καὶ ἡ δημηγορία. γνώμας οὐδεὶς νικήσει πλείονας ἢ σύ. γνώμη, καθ’ ἣν λέγομεν τινὰ ἔχειν γνώμην. ἢ τοῦ ἐπιεικοῦς κρίσις ὀρθή. [ἢ ἀπόφασις καθολικὴ περὶ τῶν πρακτέων, καὶ ὡς αἱρετὰ ἢ φευκτέα ἐστὶ πρὸς τὸ πράττειν. ἢ | |
15 | συμπέρασμα.] ἢ πρότασις ἐνθυμημάτων. ἢ ὄρε‐ ξις ἐνδιάθετος τῶν ἐφ’ ἡμῖν. ἢ διάθεσις ἐπὶ τοῖς ἐφ’ ἡμῖν ὀρεκτῶς βουλευθεῖσιν. ἢ τρόπος ζωῆς. Γνώμην ἐμήν. ὡς ἐμοὶ δοκεῖ. γνώμη δὲ εἴρηται | |
20 | παρὰ τὸ νοῶ, νοήσω, νοήμη, καὶ κατὰ κρᾶσιν νώμη, καὶ πλεονασμῷ τοῦ γ γνώμη. Γνῶσις. ἡ διὰ τοῦ πνεύματος χάριτος ἐν ταῖς καρδίαις τῶν ἀνθρώπων γενομένη ἔλλαμψις. γνῶσις καὶ ἡ τῶν θείων γραφῶν διὰ λόγων ψι‐ | |
25 | λὴ κατανόησις. γνῶσις καὶ ἡ διὰ τῶν ἐντολῶν πράξεως ἐγγινομένη τῷ πράττοντι πεῖρα. γνῶ‐ σις καὶ ἡ τοῦ πρώην μὴ ὄντος ἐν τῷ νοῒ νεο‐ φανὴς ἔμφασις. γνῶσις καὶ ἡ τῶν κατειλημ‐ μένων περίεργος συγκατάθεσις, ὡς ὁρωμένων | |
30 | ἔλεγχος. γνῶσις καὶ ἡ θεωρία τῆς ἁγίας τριάδος. | |
Γνωτή. ἡ ἀδελφή. | ||
gamma445(1t) | (Οὐδέτερον.) | |
2 | Γναμπτόν. ἐπικαμπές. Γνωμίδιον. τὸ μικρὸν ἐνθύμημα. Γνωμάτευμα. διάκρισις, διάγνωσις ἀκριβής. ἢ | |
5 | τὸ βούλευμα. [ἕτερα διαλεγόμενοι, ἕτερα γνω‐ ματεύματα γνωματεύουσι.] Γνωριμώτερον. τοῦτο διχῶς λέγεται· ἢ ἁπλῶς, οἷον τὸ πρότερον τοῦ ὑστέρου, ἢ ἡμῖν ὅ ἐστι τῇ φύσει ἔσχατον, ὅ ἐστι τὸ σύνθετον· ἤτοι | |
10 | τὸ μερικόν. | |
11t | (Ῥῆμα.) | |
12 | Γναθμῶ. τὸ κάμπτω. συνήθως τοῖς παλαιοῖς λέγειν γνάμπτω. [ἀνεγνάμφθη δέ οἱ αἰχμή. | |
15 | ἄνευ τοῦ μ. καὶ ἐπέγναψε γὰρ ἅπαντας.] Γνοῖεν. μάθοιεν. Γνοίης. ἐκ τοῦ γνῶμι ἡ μετοχὴ γνοὺς, γνόντος· καὶ τὸ εὐκτικὸν γνοίης. | |
20 | Γνῶθι. ἐκ τοῦ γνῶμι ἡ μετοχὴ γνοὺς, καὶ τὸ προστακτικὸν γνῶθι, γνῶτε. Γνωματεύειν. διακρίνειν, διαγινώσκειν ἀκριβῶς. Γνωμοδοτῶ. γνώμην δίδωμι. Γνωρίζω. γινώσκω, ἱστορῶ. [εἰ γὰρ ἐγώ σοι νῦν | |
25 | αὐτὸν γνωρίζω, πέπονθα τὸ τῆς παροιμίας, τὸ σὸν ὄναρ σοὶ διηγούμενος.] Γνωσιμαχῆσαι. μετανοῆσαι, μεταγνῶναι τὸ δί‐ καιον καὶ πρέπον, ἢ τὸ γνῶναι τὴν ἑαυτοῦ | |
ἀσθένειαν, καὶ τῶν ἐναντίων τὴν ἰσχύν. | ||
gamma446 | Γνώωσι. γνῶμι, ὁ δεύτερος ἀόριστος ἔγνων, ἡ μετοχὴ γνοὺς, γνόντος, τὸ ὑποτακτικὸν ἐὰν γνῶ, τὸ τρίτον τῶν πληθυντικῶν ἐὰν γνῶσι, καὶ ἐὰν γνώωσι προσθήκῃ τοῦ ω. [τὰ δὲ διὰ | |
5 | τοῦ ωω καθαρὰ δισύλλαβα διὰ τοῦ ω γράφον‐ ται, οἷον ζώω, γνώω, σώω, πλώω.] Γνωρίζω. ἀντὶ τοῦ ὑπομιμνήσκω. παρὰ τῷ Ἀπο‐ στόλῳ· γνωρίζω δὲ ὑμῖν, ἀδελφοὶ, τὸ εὐαγ‐ γέλιον. | |
10 | Γνωσιμαχεῖν. ἐπίστασθαι τὴν πρὸς κρείττο‐ νας μάχην. | |
12t | (Ἐπίῤῥημα.) | |
13 | Γνύξ. ἐπὶ γόνατα. παρὰ τὸ γόνυ, γόνυξ καὶ γνύξ. Γνωμοτυπικῶς. ἤτοι γνωμολογικῶς. | |
15t | Τὸ Γ μετὰ τοῦ Ο. | |
16t | (Ἀρσενικόν.) | |
17 | Γόγγρος. εἶδος ἰχθύος. παρὰ τὸ γρῶ τὸ ἐσθίω. [Καλλίμαχος· ὃς ἔγραε κηδεμόνα. | |
20 | ἀντὶ τοῦ ἤσθιεν. ἀφ’ οὗ ῥῆμα ὄνομα γρὸς καὶ ἐν διπλασιασμῷ γόγγρος. ἐσθίει γὰρ τῶν πο‐ λυπόδων τοὺς πλοκάμους.] Γοδολίας. κύριον. Γόης. ὁ πλάνης, ὁ ἀπατεὼν, ὁ φαρμακὸς, ὁ | |
25 | μάγος. †Γοῖπας. ὁ ῥύπος.† | |
†Γολγοί. οἱ Κύπριοι.† | ||
gamma447 | †Γόμφης. ὁ χοῖρος.† Γόμφοι. καρφία, σφῆνες, δεσμά. [αἱ μύλαι. πα‐ ρὰ τὸ κάμπτω γίνεται γάμπτω, καὶ ἐξ αὐτοῦ γόμφος, δι’ οὗ γνάμπτεται καὶ κάμπτεται ἡ | |
5 | τροφή.] Γομφιασμός. συγκλασμός. Γομφίους. ὀδόντας, κλειδώσεις· οἱ ἔμπροσθεν δὲ ὀδόντος εἰσί. Γομόρ. εἶδος μέτρου Ἑβραϊκοῦ. | |
10 | Γονοῤῥοίης. οὗ ἡ γονὴ ἐκφέρεται ἀκουσίως καὶ ἐκρέει. Γονυκλινής. ἐπὶ γόνυ πεσών. Γόος. ὁ θρῆνος. παρὰ τὴν βοὴ, βοὸς, καὶ τροπῇ τοῦ β εἰς γ γόος. | |
15 | Γορπιαῖος. ὁ Σεπτέμβριος μήν. Γοργός. ταχύς. [εἴρηται δὲ ἀπὸ τῆς ὀργῆς. ὀρ‐ γὸς καὶ γοργός. οἱ Ἀττικοὶ δὲ γοργὸν οὐ τὸν πρακτικὸν καὶ κεκινημένον λέγουσιν, ἀλλὰ τὸ φοβερόν. Ξενοφῶν· γοργότεροί θ’ ὁρᾶσθαι | |
20 | καὶ φοβερώτεροι φθέγγεσθαι.] Γοῤῥός. ὁ κυρτός. Γοργόλοπος. ἐπιθετικός. Γοργωπός. ὁ γοργόφθαλμος. καὶ γοργωπὸς ἕδρα, η φοβερὰ καθέδρα. | |
25 | Γουνῷ ἀλωῆος. ἐν τῷ γονιμωτάτῳ καὶ καρπί‐ μῳ χωρίῳ τῆς γῆς. γέγονε γουνὸς, ὁ ὑψηλὸς τόπος, ἀπὸ μεταφορᾶς τῶν ἐν σώματι γονάτων, | |
ἃ ἐξέχει. ὡς δὲ τινὲς, ὁ τραχύτατος τόπος. | ||
gamma448 | [ἀπὸ τῶν γονάτων ὀστωδῶν ὄντων καὶ τραχέων. πλέον γὰρ ἐν τοῖς ὀρεινοῖς καὶ πετρώδεσι τό‐ ποις αὔξεται τὰ φυτά. ἢ ὁ γόνιμος καρπὸς ἀπὸ τοῦ γεννῶ.] | |
5 | Γολόν. ὄνομα τόπου. | |
6t | (Θηλυκόν.) | |
7 | Γοητεία. φαρμακεία, καὶ μαγεία ἡ δι’ ἐπικλή‐ σεως ἀνάγουσα τὸν νεκρόν. εἴρηται δὲ ἀπὸ τῶν γόων καὶ θρήνων, τῶν περὶ τοὺς τάφους γε‐ | |
10 | νομένων. †Γοργάνας. αἰγίδας.† †Γοργάδες. αἱ δέσποιναι.† †Γοργῶπις. λίμνη ἐν Κορίνθῳ.† †Γόμφεσυς. ὑις δορκάδος.† | |
15 | †Γοργωπὸς ἕδρα. ἡ φοβερὰ καθέδρα.† †Γόρυνος. ὁ μικρὸς βάτραχος.† Γόργυρα. τὸ κατὰ γῆς ὄρυγμα. οἶμαι δὲ γέρ‐ γυρα λέγεται ἢ γεργύρα. Γοργόνες. τρεῖς γυναῖκες, αἳ τοσοῦτον εἶχον τὰ | |
20 | πρόσωπα φρικτὰ καὶ φοβερὰ, ὡς τοὺς ὁρῶντας θνήσκειν. ἡ Γοργὼ καὶ ἡ Γοργών. διὰ γὰρ τῆς γοργότητος ἀπελίθουν παρωνύμως τοὺς ὁρῶντας. Γόρτυς. νῆσος. καὶ Γορτύνη †πόλις Κρήτης.† | |
24t | (Οὐδέτερον.) | |
25 | Γογγύλιον. στρογγύλον. Γοερόν. θρηνῶδες, λυπηρὸν, κατανυκτικόν. Γομφοφαγῆ ῥήματα. ἀκριβέστατα, πολυσύν‐ | |
θετα. | ||
gamma449 | Γόνυ. παρὰ τὸ κονῶ τὸ ἐνεργῶ, κόνυ ὄν· ἢ παρὰ τὸ εἰς γῆν νεύειν. Γονύων. γονάτων. εἴησαν δὲ καὶ κάλαμοι γόνυα οὐκ ἔχοντες. | |
5 | Γοῦνα. γόνατα, γόνυα καὶ γοῦνα. καὶ γούνων ἀπὸ τῶν γονάτων ἢ ἀπὸ τῶν γονύων. [ἰστέον, ὅτι τὰ γόνυα καὶ δόρυα γίνεται καθ’ ὑπερβιβα‐ σμὸν τοῦ υ γοῦνα καὶ δοῦρα. ἢ ἀπὸ τοῦ γό‐ νατα κατὰ ἀποκοπὴν τοῦ τα.] | |
10 | Γόργια. τὰ τῶν ὑποκριτῶν προσωπεῖα. Γογγυλίζει. ἀντὶ τοῦ μεταστρέφει. Γογγύζω. ἀπὸ τοῦ γρύζω, τὸ τῇ φωνῇ ὑπο‐ κλέπτω καὶ λαλῶ καὶ κατὰ ἀναδιπλασιασμὸν γογγρύζω καὶ γογγύζω. | |
15 | Γονυπετῆσαι. προσκυνῆσαι. †παρακαλέσαι. δεη‐ θῆναι. ἱκετεῦσαι τοῖς γόνασιν ἐπισυρόμενος.† Γόον. ἐθρήνουν. [ἀόριστος δεύτερος. ὥσπερ κτυ‐ πῶ, ἔκτυπον, οὕτως γοῶ, ἔγοον. ἀλλ’ ἔστι γοάω, γοῶ, ἐγόαον, ἐγόων, καὶ κατὰ συστολὴν γόον. | |
20 | —ζωὸν γόον Ἕκτορα—.] Γουνάσομαι. λιτανεύσω. παρακαλέσω. Οὐκέτι γουνάσομαι τὸν βάρβαρον οὐδ’ ἐπ’ ἐμαυτῷ | |
Κλαύσομαι—. | ||
gamma450(1t) | Τὸ Γ μετὰ τοῦ Ρ. | |
2t | (Ἀρσενικόν.) | |
3 | Γραμματεῖς. οἱ τὰ κράσπεδα τινὰ ἔχοντες ση‐ μαντικὰ τῆς αὐτῶν πολιτείας. ῥοΐσκους γάρ τι‐ | |
5 | νας ἐπὶ τὰ τέσσαρα πτερύγια τοῦ τρίβωνος ἕκαστος εἶχεν, ἐξ αὐτοῦ τοῦ στήμονος καταδε‐ δεμένους, ἐν ᾧ χρόνῳ ἐνεκρατεύετο ἢ παρθε‐ νείαν ἤσκει. ἐπετήδευον δὲ ταῦτα ὥστε ἐμφαί‐ νειν τοῖς ἀνθρώποις τὰ παρ’ αὐτῶν ἐπαγγελ‐ | |
10 | λόμενα· ἵνα μηδεὶς ἅψεται δῇθεν τῶν ἡγιασμέ‐ νων. φυλάσσουσι δὲ καὶ ξεστῶν βαπτισμοὺς καὶ ποτηρίων καὶ τῶν ἄλλων σκευῶν τῆς ὑπηρεσίας· καὶ τοὔνομα εἰσὶ δευτερωταὶ, ὡς γραμματικήν τινα ἐπιστήμην ὑφηγούμενοι καὶ περιττὴν δῆθεν | |
15 | σοφιστικὴν εἰσηγούμενοι. γραμματεὺς καὶ ὁ διὰ τῆς ἐπιμόνου ἀναγνώσεως τῶν γραφῶν θησαυ‐ ρὸν γνώσεως ἑαυτῷ ἀποθέμενος. γραμματεὺς καὶ ὁ νοτάριος. τὸν τῶν ἀποῤῥήτων γραμματέα. οὐδενὸς δὲ ἦσαν οἱ γραμματεῖς κύριοι οὗτοι, ἀλλ’ | |
20 | ἢ τοῦ γράφειν καὶ ἀναγνῶναι. Γραμματιστής. ὁ τὰ πρῶτα στοιχεῖα διδά‐ σκων. | |
Γραμματοεισαγωγεῖς. ἐκβιαστὰς, παιδευτάς. | ||
gamma451 | Γραμματοκύφων. ἀντὶ τοῦ, ὦ ταπεινὲ γραμ‐ ματεῦ. διότι οἱ γραμματεῖς προσκεκυφότες γράφουσι. [ἢ ὁ ἐν ἀγρῷ γραμματεύς· οἱ γὰρ ἀγοραῖοι τῷ κύφωνι μαστιγοῦνται. κυρίως δὲ κύ‐ | |
5 | φων τὸ ξύλον καλεῖται.] Γραμματοφόρος. ὁ βιβλιαφόρος. καὶ οὐχὶ βι‐ βλιοφόρος. Γράσος. μωρός. κυρίως δὲ ὁ ἐν τοῖς τῶν προβά‐ των ἐρίοις συναγόμενος ῥύπος. | |
10 | Γραικοί. οἱ Ἕλληνες. ἀπὸ κώμης τινός. παρὰ τὸ ῥαῖσαι ῥαικὸς καὶ γραικός. καὶ γὰρ διὰ τὴν πολλὴν ἀνδρείαν οἱ Ἕλληνες οὕτως ἐκαλοῦντο. Γραιοσόβαι. οἱ ἀπὸ τῶν ἰχθύων ἀποσοβοῦντες τὰς γραΐδας, [ὡς] μὴ ἀγοράζειν. ἢ οἱ γραΐσι | |
15 | συγκοιμώμενοι πόρναις. σοβὰς γὰρ ἡ πόρνη. Γρήνικος. ποταμός. ἐν ἐκείνῳ γὰρ τῷ ποταμῷ οἱ Γραικοὶ τοὺς βαρβάρους ἐνίκησαν. Γρήτης. ὁ βυρσεύς. Γριπεύς. ὁ ἁλιεύς. παρὰ τὸν γρίπον τὸ δίκτυον | |
20 | παρωνύμως. Γρίπος. [τὸ δίκτυον.] παρὰ τὸ ἀγρεύειν, ἐνδείᾳ τοῦ α. τὸ αὐτὸ δὲ γρίφος καλεῖται, παρὰ τὸ γράφειν, ὅ ἐστι ξύειν. [ὁ τὴν γῆν ξύων, γρά‐ φος καὶ γρίφος.] | |
25 | Γρίντης. ὁ ὑβριστής. Γρῖφος. ὁ δύσκολος. καὶ τὸ δίκτυον ἢ ζήτημα καὶ αἴνιγμα δύσκολον. [τὰ εἰς φος δισύλλαβα | |
μονογενῆ ἀρσενικὰ ἑνὶ φωνήεντι παραλήγεται. | ||
gamma452 | οἷον λόφος, ζόφος, κέμφος. οὕτω καὶ γρῖφος. τὸ δὲ ῥοῦφος οὐκ ἔστιν Ἑλληνικὸν, ἀλλ’ Ἰτα‐ λικόν. μονογενῆ, διὰ τὸ κοῦφος. δισύλλαβα, διὰ τὸ φίλοιφος· σημαίνει δὲ τὸν φιλοσυνουσιαστήν. | |
5 | ἄλλως· πᾶσα λέξις ἀπὸ τῆς γρι συλλαβῆς ἀρ‐ χομένη διὰ τοῦ ι γράφεται, οἷον· γριντὶς, ὁ οὐρανός· γρῖνος, τὸ δέρμα· γρίσων, ὁ χοῖρος, καὶ ὄνομα δρομέως παρὰ Ἀριστοφάνει. τὸ δὲ Γρηνικὸς ἀπὸ τοῦ κρήνη γέγονε κρηνικὸς, καὶ | |
10 | γενόμενον κύριον ἐβαρύνθη τροπῇ τοῦ κ εἰς γ· ἢ ἀπὸ τοῦ γραικῶ καὶ τοῦ νικῶ Γραίνικος, καὶ μεταθέσει τοῦ αι εἰς η Γρήνικος.] Γριντής. ὁ οὐρανός. Γρῖνος. τὸ δέρμα. | |
15 | Γρίσσων. ὁ χοῖρος. καὶ ὄνομα δρομέως παρ’ Ἀριστοφάνει. Γρυνοί. κορμοὶ δρύϊνες. κατ’ ἐναλλαγὴν τοῦ δ εἰς γ. ἢ τὰ τῶν γερανδρύων ξύλα. Γρύλλος. ὁ χοῖρος. | |
20t | (Θηλυκόν.) | |
21 | Γραμμή. μῆκος ἀπλατὲς, καὶ ἡ λεγομένη βαλ‐ βίς. Ἀριστοφάνης· πρόβαινε δὴ νῦν, ὦ θυμὲ, γραμμὴ δ’ αὑτηΐ. ἀντὶ τοῦ ἀρχή. | |
25 | Γραμματείας. ἐξαριθμήσεις. γραμματῆας δὲ τοὺς γραμματέας η. Γραπίς. ἡ ἐῤῥυτιδωμένη. ἀπὸ τοῦ καταγεγρά‐ | |
φθαι ταῖς ῥυτίσι. | ||
gamma453 | Γρᾶς. ἡ τῶν μασχαλῶν δυσωδία. λέγεται καὶ ἡ γράσος. Γραστίς. ἡ χλωρὰ κριθή. παρὰ τὸ γράω τὸ ἐσθίω. τούτου ὁ μέλλων γράσω. | |
5 | Γραυδής. λαμπὰς κατεσχισμένη καὶ κατεξυ‐ σμένη. παρὰ τὸ γράφω, ὃ σημαίνει τὸ ξύω. Γραῦς. καὶ κλίνεται γραός. ἔστι καὶ ἡ γραία, τῆς γραίας. [Εὐριπίδης· γραία, μὴ τρέσῃς— | |
10 | τὸ δὲ εἴρηται παρὰ τὸ ῥαίω, ῥαῦς καὶ γραῦς, ἡ κατεξυσμένη τὸ σῶμα. ἀπὸ δὲ τοῦ γραία γέγονε γραῒς, γραΐδος, γραιΐδιον, καὶ κατὰ συγ‐ κοπὴν τῶν δύο ιι γραίδιον, ἀπὸ τοῦ γραίω.] Γραφή. ζωγραφία, καὶ ἡ κατηγορία καὶ τὸ ἔγκλη‐ | |
15 | μα. ἐξ οὗ καὶ γράφεται ἀντὶ τοῦ κατηγορεῖται. Γραμματική. λέξις διδάσκουσα ἡμᾶς τὰ νοού‐ μενα γράφειν, καὶ τὰ ὡς πρός τινα ἐμμέτρως καὶ εὐρύθμως πραγματευθέντα μετὰ κρίσεως διηγουμένη. ἢ τέχνη θεωρητικὴ καὶ λογικὴ, τὸ | |
20 | εὖ λέγειν καὶ τὸ εὖ πράττειν ἤγουν γράφειν δι‐ δάσκουσα ἡμᾶς· οὐ γὰρ πᾶς ὁ γράφων ἢ ὁ ἀνα‐ γινώσκων λέγεται γραμματικὸς, ἀλλ’ ὁ τὸν κανόνα καὶ τὸν ὅρον ἀποδιδούς. ἢ τέχνη λο‐ γικὴ περὶ τὰ ὀκτὼ μέρη τοῦ λόγου καταγινο‐ | |
25 | μένη. ὀκτὼ δὲ μέρη τοῦ λόγου εἰσὶ ταῦτα· ὄνο‐ | |
gamma454 | μα· ῥῆμα· μετοχή· ἄρθρον· ἀντωνυμία· πρό‐ θεσις· ἐπίῤῥημα· σύνδεσμος. ἢ τέχνη τεχνῶν καὶ ἐπιστήμη ἐπιστημῶν. ἢ ἐμπειρία τῶν παρὰ ποιηταῖς τε καὶ συγγραφεῦσιν ὡς ἐπιπολὺ λε‐ | |
5 | γομένων. τέλος δὲ γραμματικῆς τὸ μηδέποτε ἁμαρτάνειν μήτε περὶ μίαν λέξιν μήτε περὶ πλείονας· τὸ γὰρ ἁμαρτάνειν περὶ μίαν λέξιν βαρβαρισμός ἐστι· τὸ δὲ περὶ πλείονας σολοι‐ κισμός. | |
10 | Γρησίνη. πόλις Χεῤῥονήσου. Γρυμαία. ἡ σκευοθήκη. Γρυταί. ἐπισκευαί. Γρώνεια. πόλις Φωκίδος. Γρωνεὺς τὸ ἐθνικόν. Γρώνη. πέτρα τετρυπημένη καὶ κοίλη ἡ δεχο‐ | |
15 | μένη τὰ σχοινία. Γρόμφις ἢ γρομφίς. ἡ παλαιὰ σκρόφα. | |
17t | (Οὐδέτερον.) | |
18 | Γράμμα. ὁ τόνος, ὁ χαρακτήρ· ἡ ἐπιστολή· αὐ‐ τὸ τὸ γράμμα· τὸ σύγγραμμα· τὸ ζωγράφημα· | |
20 | καὶ ἡ τῶν παίδων ἀγωγὴ, ἥτις περὶ ψήφους καὶ χαρακτῆρας τῶν στοιχείων γίνεται. Γράμματα. οἱ χαρακτῆρες τῶν στοιχείων παρὰ τὸ γράφεσθαι, ὅ ἐστι ξέεσθαι. Γράμμα πεζόν. τὸ Ἰουδαϊκὸν καὶ σκιῶδες, ὡς | |
25 | μὴ ἐπαγγελλόμενον βασιλείαν οὐρανῶν. | |
gamma455 | Γράμματα, ὅτε γράφονται· διὰ τὸ τυποῦσθαι γραμμαῖς καὶ ξυσμοῖς. στοιχεῖα δὲ, ὅτε ἀναγι‐ νώσκονται. Γραμματείδιον καὶ γραμματεῖον. τὸ συμβό‐ | |
5 | λαιον. Γραμμάτιον δὲ, τὸ μικρὸν γράμμα, ι. Γραμματείου. διδασκαλίου. [ἅτε προηγούμενος ἀνελπίστως, ἐκ τοῦ γραμματείου καὶ τῆς τοιαύ‐ της διαθέσεως πολὺς ἐπέπνει.] | |
10 | Γρῖφον. δύσκολον ἢ ζήτημα αἰνιγματῶδες. [ἔν‐ θεν καὶ τὸ κέρδος γρίπισμα φασὶ, παρὰ τὸ ἀγρεύειν, ὅ ἐστι ζητεῖν· ὅπερ παρακολουθεῖ τῇ ἄγρᾳ. λέγεται οὖν καὶ γρῖφος ἀρσενικῶς, τὸ δύσκολον αἴνιγμα. ἵστων γὰρ φιάλην, γέμου‐ | |
15 | σαν οἴνων, καὶ ἔλεγον αἰνίγματα ἐν τοῖς συμ‐ ποσίοις ἀλλήλοις· καὶ εἰ ἐπελύσατο ὁ ἀπορη‐ θεὶς, ἔπινε τὸν οἶνον.] Γρίπισμα. ποτικὸν ζήτημα ἢ ἐπιτραπέζιον ᾆσμα. Γρῦ. τὸ βραχὺ, τὸ τυχόν. ἔνιοι δὲ τὸν ἀπὸ τῶν | |
20 | ὀνύχων ῥύπον ἢ εἶδος μικροῦ νομίσματος. Γρυπόν. καμπυλόῤῥινον. [ὀξύῤῥινον. γρυπὸν καὶ γρυπός. ῥὺβ ἐστὶ τὸ ἐπικαμπὲς παρὰ Αἰολεῦ‐ σιν, ἤτοι ῥαιβός· καὶ τροπῇ τοῦ β εἰς π, πλεο‐ νασμῷ τοῦ γ, γρυπός. ἢ παρὰ τὸ ῥέπω ῥεπὸς | |
25 | καὶ γρυπός· ἡ ἐφ’ ἑνὶ τῷ μέρει ῥέπουσα ῥίν.] Γράμμα πεζόν. ἡ βασιλικὴ κέλευσις. οὕτως ὁ θεόλογος· εἰς ὃν [οὐ] τὸ γράμμα εἰσάγει τὸ πεζόν. | |
*Γρηΐδιον. τὸ γραΐδιον.* | ||
gamma456(1t) | (Ῥῆμα.) | |
2 | Γράφεται. [ἀντὶ τοῦ] γράφει καὶ ἀντὶ τοῦ κα‐ τηγορεῖ. [γράφεσθαι καὶ τὸ ξύεσθαι, παρὰ τὸ γράπτω τὸ κοιλαίνω.] | |
5 | Γράψαι. κοιλάναι. διασκάψαι. Γράψομαι. κατηγορήσω. Ἀριστοφάνης· —γράψομαι Μήδοισιν αὐτὸν προδιδόναι τὴν Ἑλλάδα. Γριπίζω. τὸ κερδαίνω. | |
10 | Γριπεῦσαι. ἰχθῦς θηρεῦσαι. καὶ γριπεὺς ὁ ἁλιεὺς, καὶ γρῖφος τὸ δίκτυον. Γρύξαι. κράξαι. Γρύζω. θρηνῶ. καὶ τὸ τῇ φωνῇ ὑποκλέπτειν καὶ λαλεῖν. | |
15 | Γρυλλίζειν καὶ γρύζειν. ἐπὶ χοίρων. Γρυπανίζειν. σείεσθαι τὴν γῆν βαλλομένην ὑπὸ σεισμοῦ. Ἀντιφῶν· καίων γὰρ τὴν γῆν καὶ συντήκων γρυπάνων ποιεῖ. καὶ σεισμὸς γάρ φη‐ σι γέγονε καὶ ἔγρυπεν ἡ γῆ. | |
20 | Γρυπαίνειν. τὸ γρυποῦσθαι. οἷον ἐπὶ τῶν ἁπα‐ λῶν ξυλιφίων, ὅταν κάμψαντες ἀφῶμεν αὐτά. Γρυῶ. τὸ προσφωνῶ. Γρῶ. τὸ ἐσθίω. Γράφω. τὸ ἐπιστέλλω, μετὰ δοτικῆς. εἰ δὲ ση‐ | |
25 | μαίνει τὸ κατηγορῶ, μετὰ αἰτιατικῆς. | |
26t | Τὸ Γ μετὰ τοῦ Υ. | |
27t | (Ἀρσενικόν.) | |
28 | Γύγης. κύριον. Γύγου δακτύλιος. ἐπὶ τῶν πολυμηχάνων καὶ | |
30 | πανούργων. | |
gamma457 | Γύης. μέτρον γῆς, καὶ μέρος ἀρότρου. [Ὅμη‐ ρος ἐν συνθέσει πεντηκοντόγυον. καὶ Ἡσίο‐ δος, οἷον· πρίνου δὲ γύην, βόε— | |
5 | παρὰ τὸ γαῖα γίνεται γύη, ἵν’ ᾖ ἡ γύη, τῆς γύης· καὶ μεταχθείσης τῆς γενικῆς εἰς εὐθεῖαν γίνεται ὁ γύης, ὥσπερ ἡ ἀράχνη, τῆς ἀράχνης, καὶ ὁ ἀράχνης, τοῦ ἀράχνου.] Γυλιαύχενας. μακροτραχήλους. | |
10 | Γυμνῆται, [καὶ] γυμνῆτες. τάξεις πεζῶν. Γυμνός. ὁ ἄνευ ἱματίων. ὥσπερ παρὰ τὸ σκύ‐ ζω, τὸ ὀργίζομαι, γίνεται σκύμνος, [καὶ σέβω σεμνὸς, οὕτω καὶ κύπτω κυπτὸς καὶ γυμνός. ὁ γὰρ τοιοῦτος κύπτει, κρύπτων τὰ αἰδοῖα ὑπ’ | |
15 | αἰδοῦς. ἢ παρὰ τὸ τὰ γυῖα μόνα ἔχειν, τουτ‐ έστι τὰ μέλη.] Γυμνοσοφισταί. οἱ φιλόσοφοι παρὰ Βαβυλωνίοις. Γύνις. μαλακός. γυναικώδης. ἀνδρόγυνος. παρὰ τὸ γυνὴ παρωνύμως. [ὡς δάφνη, Δαφνὶς, νύμ‐ | |
20 | φη, νυμφίς· οὕτως γυνὴ, γύνις.] Γυναικώδεις. οἱ εὐνοῦχοι. Γυναικοϊέρακες. οἱ περὶ ἔρωτας ἐπτοημένοι. Γυναικίας. ὁ θηλυμανὴς ἀνήρ. Γυναιμανής. ὁ ἐπὶ γυναιξὶ μαινόμενος, ὁ ἀκό‐ | |
25 | λαστος. Γυναιμανές. οὐκ ἀπὸ τῆς γύναι κλητικῆς ἔχει τὴν σύνθεσιν, ἀλλ’ ἀπὸ τῆς γενικῆς· τὰ γὰρ ἐκ δύο τελείων συντιθέμενα ὀνόματα, ἢ ἀπὸ εὐθείας συντίθεται, ὡς τὸ ζωὴ, ζωηφόρος, καὶ | |
30 | ἕως, ἑωσφόρος· ἢ ἀπὸ γενικῆς, οὐδεὶς οὐδενὸς, οὐδενόσωρα· ἢ ἀπὸ δοτικῆς, ὡς τὸ ἄρῃ, ἀρηΐφι‐ | |
λος· ἢ ἀπὸ αἰτιατικῆς, ὡς τὸ πόδα, Ποδαλείριος. | ||
gamma458 | μόνον δὲ ἀπὸ κλητικῆς οὐ γίνεται σύνθετον· ἐπειδὴ πᾶσα πτῶσις τριπρόσωπος ἐστὶν ἄνευ τῆς κλητικῆς. ἡ δὲ κλητικὴ αὐτοτελής ἐστι καὶ πολλάκις τέλειον λόγον ἀποπληροῖ, ὡς τό· | |
5 | ὦ μάκαρ Ἀτρείδη μοιριγενὲς ὀλβιόδαιμον. τὸ δὲ τέλειον μετὰ ἀτελοῦς οὐ συντίθεται. τὸ οὖν γυναιμανὲς ἀπὸ τῆς γυναικὸς λέγομεν γε‐ γενῆσθαι, γυναικομανὲς, καὶ ἐν συγκοπῇ γυ‐ ναιμανές. ἢ λέγομεν, ὥσπερ παρὰ τὸ τιμὴ γί‐ | |
10 | νεται Τιμόθεος, οὕτως καὶ ἀπὸ τοῦ γυνὴ γυ‐ νομανὲς καὶ γυναιμανὲς, κατὰ μετάθεσιν τοῦ ο εἰς τὴν αι δίφθογγον, ὡς μεσοπόλιος, μεσαι‐ πόλιος, καὶ Κλυτομνήστρα, Κλυταιμνήστρα. Γύργαθος. τὸ δίκτυον. | |
15 | Γυρῖνοι. οἱ μικροὶ βάτραχοι. *παρὰ τὸ γυρὸν, τὸ περιφερές. τοιοῦτοι γὰρ καὶ οἱ μικροὶ βάτρα‐ χοι.* Ἀριστοφάνης· οἷον πατέρες βοῶσι γυρίνων. Γῦρος. κύκλος, στρογγύλος καὶ περιφερής. | |
20 | Γυμνός. τριχῶς ἐξηγεῖται τὸ γυμνὸς ἐπὶ τῆς τοῦ Ἀδὰμ γυμνότητος. γυμνὸς κατὰ τὴν ἁπλό‐ τητα τοῦ τρόπου· οὔπω γὰρ ἡ διπλόη ἐπετη‐ δεύθη καὶ ἡ πονηρία. γυμνὸς κατὰ τὴν ἄτεχνον ζωήν· ὕστερον γὰρ αἱ τέχναι εὑρέθησαν. γυμνὸς | |
25 | καὶ κατὰ τὰ ἄμφια· ὕστερον δὲ καὶ ταῦτα ἐπενοήθησαν. | |
27t | (Θηλυκόν.) | |
28 | Γύαρος. νῆσος μία τῶν Σποράδων. λέγεται δὲ, ὅτι ἐν ταύτῃ οἱ μῦες ἤγουν οἱ ποντικοὶ διατρώγου‐ | |
30 | σι τὸν σίδηρον. | |
Γυμνοπαιδία. ἡ παλαίστρα. | ||
gamma459 | Γυμνῆτις. γυνὴ γυμνητεία. Γυμνασία. ἡ τριβή. Γυναίκισις. ἡ γυναικεία μίμησις. πρὶν τῆς ἑτέ‐ ρας γυναικίσεως δίκην δοῦναι. γυναικεία φύσις | |
5 | διφθόγγως. Γυνή. παρὰ τὸ γῶ, τὸ λαμβάνω καὶ δέχομαι, γίνεται γυνή· ἡ δεκτικὴ τοῦ σπέρματος. ἢ πα‐ ρὰ τὸ γόνω, τὸ τίκτω, γίνεται γονὴ καὶ τροπῇ τοῦ ο εἰς υ Αἰολικῶς γυνή. [ὡς ὅμοιον, ὕμοιον. | |
10 | τὸ δὲ γυνὴ ἄκλιτόν ἐστι· συστέλλει δὲ τὸ υ. εἰκότως οὖν ὡς μονῆρες ἄκλιτον ἔμεινεν. εὕρη‐ ται δὲ καὶ τὴν γυνήν. οἷον· ὡς ἄτοπόν ἐστι καὶ μητέρα εἶναι καὶ γυνήν.] Γυρίης. περιφεροῦς. | |
15 | Γυρινώ. ὄνομα κύριον. [παρὰ τὸ γύρινος Γυρι‐ νὼ, ὡς κάλλιστος Καλλιστὼ, καὶ κλέος Κλεὼ καὶ Κλειώ.] Γύψος. οἱονεὶ γύεψος τὶς οὖσα, ὅ ἐστιν ἡ ἑψε‐ θεῖσα γῆ. | |
20 | Γυιοκόρους. τὰς κατεσθιούσας τὰ μέλη μέχρι κό‐ ρου. Ἡσίοδος· καὶ γυιοκόρους μελεδῶνας. | |
23t | (Οὐδέτερον.) | |
24 | Γύαλον. τὸ κοῖλον. οἷον· | |
25 | θώρηκος γύαλον. [παρὰ τὸ γῶ, τὸ χωρῶ καὶ λαμβάνω, γίνεται παράγωγον γύω, ἀφ’ οὗ γυὸν καὶ πλεονασμῷ τῆς αλ συλλαβῆς γύαλον. ὡς πτύω, πτύαλον.] Γυῖα. τὰ γόνατα καὶ τὰ λοιπὰ μέλη. κυρίως | |
30 | δὲ ἐπὶ τῶν ποδῶν λέγεται, παρὰ τὸ ἐπὶ τῆς | |
gamma460 | γύης, ὅ ἐστι γῆς, ἰέναι· ἐπὶ ταύτης γὰρ βέβη‐ κε. καὶ ἡ πρώτη κίνησις τῶν ἀνθρώπων διὰ χειρῶν καὶ ποδῶν γίνεται. ἢ παρὰ τὸ τὴν γῆν γίνεται γήϊα καὶ τροπῇ τοῦ η εἰς υ γυῖα, ὡς | |
5 | ἁλμηρὸς, ἁλμυρός. [τάττεται δὲ καὶ ἐπὶ τῶν χειρῶν. οἷον· γυῖα δ’ ἔθηκεν ἐλαφρά—. γίνεται παρὰ τὸ γῶ, τὸ χωρῶ καὶ λαμβάνω, γύω καὶ γῦον. ὡς πτῶ πτύον, καὶ θῶ θύον. οἷον· | |
10 | κέδρου τ’ εὐκεάτου θύου τ’ ἀνὰ νῆσον ὀδώ‐ δει. καὶ πλεονασμῷ τοῦ ι γυῖον, ἵν’ ᾖ τὸ λαμβά‐ νον καὶ δεχόμενον. δύναται καὶ ἐπὶ τῶν μι‐ κρῶν παιδίων τάττεσθαι ἡ λέξις· ταῦτα γὰρ | |
15 | χερσὶ καὶ ποσὶ βαίνουσιν ἐπὶ τῆς γύης, ὅ ἐστι τῆς γῆς.] Γυμνάσια. κυνήγια· ἀλειπτήρια· λοῦτρα· ἢ ἱππι‐ κόν. τρία γυμνάσια τῆς Ἀττικῆς· Ἀκαδημία, Λύκειον, Κυνόσαργες. | |
20 | Γύλιον. ἀγγεῖον πλεκτὸν ἀπὸ φοινίκων. Γυπαρίοις. στενοῖς χωρίοις. φωλεαῖς· καλιαῖς. Γύῤῥον. κυρτὸν, στρογγύλον. | |
23t | (Ῥῆμα.) | |
24 | Γυιώσω. βλάψω. γυιῶ· ἐξ οὗ καὶ τό· | |
25 | γυιώσω μὲν σφῶϊ. Γυμνητεύω. Γυμνάσαι. τὸ εἰς φῶς ἀγαγεῖν. Γυναικιζόμενος. θηλυνόμενος. | |
Γυνομανῶ. ἀκολασταίνω. | ||
gamma461 | Γυρῶσαι. φιαλῶσαι, περιφράξαι. παρὰ τὸ γύρον ποιεῖν ἐν τῷ περιφράσσειν. Γύμναζε. ἀντὶ τοῦ ἔθιζε. ὁ Ἀπόστολος· γύ‐ μναζε δὲ ἑαυτὸν πρὸς εὐσέβειαν. | |
5t | Τὸ Γ μετὰ τοῦ Ω. | |
6t | (Ἀρσενικόν.) | |
7 | [Γωβρύας. κύριον.] [Γωβάρης ἢ Γώβαρις. κύριον.] [Γώγης καὶ Γωγιδίσκος. κύρια.] | |
10 | [Γώδας. κύριον.] Γωλειός. φωλεὸς, σπήλαιον. Γώνυμος. ὁ φερώνυμος. Γωνιασμούς. ἀποφυγάς· ἀπαγωγάς. ἔδειξα του‐ τουσὶ ἐπὶ λεπτῶν κανόνων εἰσβολὰς, ἐπῶν δὲ | |
15 | γωνιασμούς. Γωρυτός. ἡ ξιφοθήκη. χωρυτός τις ὤν· τροπῇ τοῦ χ εἰς γ. εἰς ὃν χωροῦσι τὰ ῥυτά· τουτ‐ έστι τὰ τόξα. γράφεται καὶ ἡ γωρυτός. Γώγ. κύριον. | |
20 | [Γώυνος. κύριον.] Γωσίθρας· Γωβίας. κύρια. | |
22t | (Θηλυκόν.) | |
23 | Γωβαρηνὴ καὶ Γωγώνη. κύρια. Γωνία. ἡ τοῦ οἴκου. καὶ γωνιασμός. γωνίᾳ πορθ‐ | |
25 | μῶσαι, τὸ ἐν γωνίᾳ ὑπὸ τινὸς περανθῆναι. [γωνία παρὰ τὸ γόνυ. τὸ κτητικὸν γωνία, κατὰ ἔκτασιν τοῦ ο εἰς ω, ὅπερ ἐπικαμπεῖ τὲ καὶ κεκλασμένῳ σχήματι μεταπεποίηται. γω‐ νία τὸ νι ἰῶτα διατί; τὰ διὰ τοῦ εια θηλυκὰ | |
30 | μονογενῆ, πρὸ μιᾶς τὸν τόνον ἔχοντα, ὑπὲρ δύο συλλαβὰς, μὴ ὄντα ἀπὸ τῶν εἰς ευς ἢ ευω, | |
μήτε σύνθετα ἀφ’ ἁπλοῦ, ἔχει τὴν ει δίφθογ‐ | ||
gamma462 | γον, μήτε λεγόμενα καὶ εἰς ον οὐδέτερα, μήτε ἀπὸ παροξυτόνου κατὰ κρᾶσιν γινόμενα, μήτε κατὰ διάστασιν εὑρισκόμενα, μήτε ἀττικῶς ἐκ‐ τείνοντα τὸ α καὶ παροξυθέντα, διὰ τοῦ ι | |
5 | γράφονται. οἷον· ἀνία, ἀξία, μανία, ἠρεμία. πρόσκειται μονογενῆ, διὰ τὸ Πολυδευκεία χεὶρ καὶ Ἀγαμεμνονεία. ὁ Ἀγαμεμνόνειος γὰρ καὶ τὸ Ἀγαμεμνόνειον. πρόσκειται πρὸ μιᾶς τὸν τό‐ νον ἔχοντα, διὰ τὸ εὐσέβεια. πρόσκειται ὑπὲρ | |
10 | δύο συλλαβὰς, διὰ τὸ μνεία καὶ χρεία. πρόσκει‐ ται μὴ ἀπὸ τῶν εἰς ευς, μὴ ἀπὸ τῶν εἰς ευω, διὰ τὸ ταχὺς, ταχεῖα, δουλεύω, δουλεία. πρόσ‐ κειται μὴ σύνθετα, μὴ ἀπὸ ἁπλοῦ ἔχει τὴν ει δίφθογγον, ἐπειδὴ ἀπὸ τοῦ δεία, τοῦ σημαίνον‐ | |
15 | τος τὴν ἔνδειαν, γέγονε σιτοδεία. πρόσκειται μὴ λεγόμενα εἰς ον οὐδέτερα, διὰ τὸ ἐλεγεῖον, ἐλεγεία. πρόσκειται μὴ κατὰ διάστασιν, διὰ τὸ ἀνδρεία τὸ ἐπὶ ἀρετῆς. τοῦτο ὁ μὲν Ἀπολ‐ λώνιος διὰ τοῦ ι γράφει, ὁ δὲ Ὦρος διὰ δι‐ | |
20 | φθόγγου. εὕρηται γὰρ κατὰ διάστασιν, ἀν‐ δρεία. πρόσκειται μὴ ἀττικῶς ἐκτείνοντα τὸ α καὶ παροξυθέντα, ἐπειδὴ τὸ ἱέρεια καὶ εὔκλεια ἀττικῶς καταβιβάζει τὸν τόνον καὶ τὸ α ἐκτεί‐ νουσι. τοιοῦτον καὶ τὸ θυεία, ὃ σημαίνει τὴν | |
25 | ἴγδην. ἀττικῶς ἐκτείνοντες τὸ α, καὶ καταβι‐ βάσαντες τὸν τόνον, καὶ τὴν αὐτὴν γραφὴν ἐφύλαξαν. τὸ δὲ νωθεία, ἡ ἀργία, οὐκ ἔστιν ἀπὸ τοῦ νωθεύω· ἐκεῖνο γὰρ διὰ τοῦ ο μικροῦ· ἀλλ’ ἴσως ἀπὸ τοῦ νωθρὸς, νωθρεύω, νωθρεία, | |
30 | καὶ κατὰ ἀποβολὴν τοῦ ρ νωθεία.] *Γωλειά. ὁ φωλεός.* | |
32t | (Ῥῆμα.) | |
33 | Γῶ. τὸ χωρῶ· καὶ λαμβάνω καὶ δέχομαι. | |
delta463(1t) | Δ. | |
2t | Τὸ Δ μετὰ τοῦ Α. | |
3t | (Ἀρσενικόν.) | |
4 | Δαβειρή. κύριον. | |
5 | Δαβήρ. τὰ ἅγια τῶν ἁγίων ὀνομάζει. Δαβαινίτης. ἀπὸ Δαβαίνης τόπου. Δαγίσθαιος. κύριον. Δαήμων. ἐπιστήμων, ἔμπειρος. [παρὰ τὸ δαίω, δαῶ, δαήσω, δεδάηκα, δεδάημαι, δαήμων.] | |
10 | Δαήρ. ἀνδράδελφος. [παρὰ τὸ δαίω. δαὴρ αὖτ’ ἐμὸς ἔσκε κυνώπιδος.] Δαΐφρων. συνετὸς, πολεμικός. παρὰ τὸ δαίω, τὸ μανθάνω καὶ γινώσκω. [ἵν’ ᾖ ὁ δεδαηκὼς φρόνησιν. ἢ παρὰ τὸ δα ἐπιτατικόν. ὁ δὲ πολε‐ | |
15 | μικὸς παρὰ τὴν δαῒ δοτικὴν, ὃ σημαίνει τὴν μά‐ χην. ὁ τὰ περὶ τὸν πόλεμον φρονῶν.] Δαιτυμόνες. εὐωχηταὶ, ἀριστηταί. Δαιμόνιε. ἀντὶ τοῦ μακάριε. Δαιδαλόχειρ. ὁ ποικίλα καὶ ἐξαίσια ταῖς χερ‐ | |
20 | σὶν ἐργαζόμενος. Δαίδαλος. ὁ ποικίλος. καὶ ὄνομα κύριον. ὃς ἦν πάνυ ποικιλτὴς καὶ ἐπινοήμων. παρὰ τὸ δαίω, τὸ μανθάνω ἢ τὸ ἐπίσταμαι, δαίαλος, ὁ ἐπι‐ στήμων, καὶ πλεονασμῷ τοῦ δ δαίδαλος. [ἐκ | |
25 | τούτου δαιδάλλω. τὸ δαιδάλειος ἀπὸ τοῦ δαιδά‐ λω. ἀπὸ τοῦ δαιδάλειος δὲ τὸ δαιδάλεον κατὰ | |
ἀποβολὴν τοῦ ἰῶτα.] | ||
delta464 | Δαιτρός. μεριστὴς, μάγειρος. παρὰ τὸ δαίω, τὸ μερίζω, δαιτρός. ἐξ οὗ καὶ τὸ δαιτρεύω. Δαίτωρ. ὄνομα κύριον. καὶ ὁ εὐωχητής. [παρὰ τὸ δαίω, τὸ μερίζω, δαίτωρ, ὡς πράξω πράκτωρ.] | |
5 | Δαιταλεῖς. οἱ δαιτυμόνες καὶ θιασῶται. Ἀριστο‐ φάνης. —ἐπιδείπνιον θέαν τοῖς δαιταλεῦσιν ὁ βασιλεὺς χαριζόμενος. Δάκες. οἱ Πατζινάκαι. Δακρυόεις καὶ δακρυόεσσα. ἀπὸ τοῦ δάκρυον. | |
10 | Δάκτυλοι. οἱ βάλανοι τοῦ φοίνικος. Δάκτυλος. παρὰ τὸ δράσσω, δράκτυλος τὶς ὤν. ἢ παρὰ τὸ δέχω, [δέξω,] δέδεχα, δέδεγμαι, δέ‐ δεκται, [δάκτυλος,] οἱ δεκτικοὶ ὄντες τῶν δι‐ δομένων. ἢ παρὰ τὸ δείκω, τὸ δεικνύω, δείκτυ‐ | |
15 | λοι καὶ δάκτυλοι· δι’ αὐτῶν γὰρ ἡ δεῖξις γί‐ νεται. Δακτύλιος. ἡ σφραγίς. καὶ τὸν δακτύλιον αὐτοῦ περιελὼν ἐτύπωσεν ἐπιστολήν. ἀπὸ τοῦ παρὰ τὸν δάκτυλον ἰέναι. δακτύλιοι καὶ οἱ τετρυπη‐ | |
20 | μένοι λίθοι, ἀφ’ οὗ τὰ ἀπόγεια σχοινία ἀνά‐ πτουσι. Δαλός. λαμπὰς ἢ ξύλον καιόμενον. παρὰ τὸ δαίω δαλὸς καὶ δαυλός. [ἢ παρὰ τὸ δαίω, δαί‐ σω, δαυλὸς, ὡς αὔω, αὔσω, αὐλός.] | |
25 | Δαμασίφρων. ὁ ἀπατῆσαι δυνάμενος. Πίνδαρος· δαμασίφρονα χρυσόν. | |
Δαμάσκιος. στωϊκὸς φιλόσοφος, Σύρος. | ||
delta465 | Δαμᾶς. κύριον. παρὰ τὸ δαμάσω μέλλοντα. [ὡς θαυμάσω, Θαυμᾶς.] Δάμασος. [κύριον.] παρὰ τὸ δαμάζω, δαμάσω, Δάμασος. | |
5 | Δαμάστωρ. ἐκ τοῦ δεδάμασται· ὡς τετέλεσται τελέστωρ. Δάμις. κύριον. παρὰ τὸ δῆμος γίνεται δῆμις καὶ δάμις. [ὡς ἀπὸ τῆς δουρὸς γενικῆς Δοῦρις.] Δανιήλ. κύριον. διάκρισις ἑρμηνεύεται. | |
10 | Δαναοί. οἱ Ἕλληνες. ἀπὸ τοῦ Δαναοῦ ἢ ἀπὸ Δάνου τοῦ βασιλέως. Δασμολόγοι. φορολόγοι, ἀπαιτηταί. Δασμός. ὁ μερισμός. παρὰ τὸ δάζω· ὡς σκεδά‐ ζω σπεδασμός. | |
15 | Δάσκιος. πολύσκιος. παρὰ τὸ δα ἐπιτατικὸν μόριον. Δασύλλιος. ὁ Διόνυσος. παρὰ τὸ δασύνειν τὰς ἀμπέλους. Δατηταί. οἱ διανεμηταί. ἐκ τοῦ δασῶ καὶ δα‐ | |
20 | τούμεθα, ὃ σημαίνει τὸ μεριζόμεθα. [οἷον· —χθόνα ποσὶ δατεῦντο. καί· δατευόμεθα ληΐδ’ Ἀχαιοί. ἀπὸ τοῦ δαίω, τὸ μερίζω, ἀφ’ οὗ τὸ δάζω καὶ | |
25 | δάσω, γίνεται δαστὸς, δαστῶ, καὶ ἐνδείᾳ τοῦ ς δατῶ· ἐκ τοῦ δατῶ δατήσω, δεδάτηκα, δε‐ δάτημαι, δατητὴς, καὶ κλίνεται δατητοῦ.] Δάτις. κύριον. ὃς Πέρσης ὢν ἐπετήδευσεν ἑλ‐ ληνίζειν· ὃν λέγουσι φάναι χαίρομαι ἀντὶ τοῦ | |
30 | χαίρω. | |
Δατοῖς. δόλοις. πανουργεύμασι. | ||
delta466 | Δαυίδ. κύριον. ἑρμηνεύεται πεποθημένος, ἢ ἐξου‐ θενημένος, ἢ ἱκανὸς χειρί. ἐφιλεῖτο γὰρ τῷ θεῷ ὁ προφήτης, λέγοντι· εὗρον Δαυὶδ [τὸν τοῦ Ἰσσαὶ, ἄνδρα κατὰ τὴν καρδίαν μου. ἐξου‐ | |
5 | θενεῖτο δὲ τοῖς περὶ τὸν Σαοὺλ καὶ τοῖς] ἀδελφοῖς. ἱκανὸς δὲ ἦν τῇ χειρὶ, ὡς ἐν πολέ‐ μοις ἔχων τὸ πρακτικὸν καὶ δραστήριον. Δαυλός. παρὰ τὸν δαίσω μέλλοντα, δαιλὸς καὶ τροπῇ τοῦ ι εἰς υ δαυλός. | |
10 | Δαῦλος. ὁ δασύς. παρὰ τὸ δάσος γίνεται δασῶ ῥῆμα, ὡς τεῖχος, τειχῶ· ἀφ’ οὗ Πίνδαρος τετείχηται. καὶ κατὰ παραγωγὴν δασαύνω· ὡς χρῶ χραύω, καὶ ψῶ ψαύω· εἶτα κατὰ συγκο‐ πὴν δαύω, ὁ μέλλων δαύσω. καὶ ὡς παύσω γί‐ | |
15 | νεται Παῦλος, οὕτως καὶ δαύσω δαῦλος, ὁ δασύς.] Δαφοινός. ὁ ἄγαν φόνιος ἢ πυρὸς κατὰ νῶτα. δαφοινὴν ἀσπίδα. παρὰ τὸ δαίω τὸ καίω. [ἢ παρὰ τὸ δα καὶ τὸ φόνος.] | |
20 | Δαψιλέστατος. πολυτελέστατος, πλουσιώτα‐ τος. [λέγεται καὶ ἐπὶ ῥευμάτων καὶ ἐπὶ μεγα‐ λοψυχούντων.] Δαγών. εἴδωλον ὑπὸ τῶν ἀλλοφύλων θεραπευό‐ μενον, ᾧ τὴν κιβωτὸν λαβόντες ἀνέθεσαν. | |
25 | Δαξισμός. .... Δαμασκός. πόλις Συρίας, παρὰ τὸν Ἀντιλίβα‐ νον. [εἴρηται, ὅτι Δαμᾶς, στρατεύων μετὰ Διο‐ νύσου, ἐκεῖσε σκηνὴν πηξάμενος, ἱδρύσατο Συ‐ ρίας θεοῦ ξόανον. ἡ Δαμᾶ σκηνὴ, Δαμασκός. | |
30 | ἢ ὅτι εἷς τῶν γιγάντων, Ἀσκὸς ὄνομα, ἅμα | |
Λυκούργῳ δήσας τὸν Διόνυσον, ἔῤῥιψε τῷ πο‐ | ||
delta467 | ταμῷ. ἐφονεύθη δὲ ὑπὸ Ἑρμοῦ οὗτος, καὶ Ἀσκὸς ἐδάρη, καὶ ἐκεῖ ἐτάφη. καὶ ἐκ τούτου ἡ πόλις Δαμασκὸς ἐκλήθη. καὶ τὰ οἰνοδόχα δὲ δέρματα ἀσκοὺς καλοῦσι. λέγεται καὶ ἡ Δα‐ | |
5 | μασκός.] *Δαμασκὸς Ἐλιέζερ. ἀντὶ τοῦ Δαμασκηνός.* Δάρης. κύριον. παρὰ τὸ δέρω τὸ ἐκδέρω. ἱερεὺς γὰρ ἦν. Δαφνών. παρὰ τὸ δάφνη. τὸ δὲ δάφνη παρὰ τὸ | |
10 | δαίω τὸ καίω. [ἡ φωνοῦσα ἐν τῷ καίεσθαι.] | |
11t | (Θηλυκόν.) | |
12 | Δαΐς. ἡ μάχη. [παρὰ τὸ δαίω, ὁ μέλλων δαίσω, ἀποβολῇ τοῦ ω δαὶς, καὶ κατὰ διάλυσιν δαΐς. ἐν δαῒ λυγρῇ. ἢ παρὰ τὸ δαίω τὸ κόπτω, κατὰ | |
15 | διάλυσιν δαΐω, πλεονασμῷ τοῦ ζ δαΐζω, ὁ μέλλων δαΐσω, ἀποβολῇ τοῦ ω δαΐς.] [Δαΐαν ὁδόν. ἀγωνιστικήν· ἔμπειρον. ἀπὸ τοῦ δαῆναι, ὅ ἐστι μαθεῖν.] Δᾷδα. λαμπάδα. | |
20 | Δακρυόεσσα. ἀπὸ τοῦ δάκρυον. Δάβα. πόλις. Δαίς. ἡ εὐωχία. Δαιτίς. τόπος ἐν Ἐφέσῳ. [εἴρηται ἀπὸ τοῦ Λυ‐ δὸν τὸν κάπηλον αὐτόθι κατοικήσαντα παρέχειν | |
25 | τὰ πρὸς δαῖτα τοῖς ἐπιξενουμένοις. ἦν δὲ τὸ κύριον αὐτοῦ ὄνομα Ἔφεσος, ἀφ’ οὗ καὶ ἡ | |
πόλις.] | ||
delta468 | Δαισάνη. ἡ πτισσάνη. ἀπὸ τοῦ σίτου ἑψημένου ἑψηθεῖσα. [εἴρηται δὲ παρὰ τὸ δαίσασθαι· τὴν γὰρ πρώτην τροφὴν, πρὸ τῆς εὑρήσεως τῶν ἄρ‐ των, οὕτως ἐποιοῦντο.] | |
5 | Δάμαρ. γυνή. δαμετή. παρὰ τὸν γάμον, γάμαρ καὶ δάμαρ. [λέγεται καὶ δάμαρις, ἔνθεν ἡ δάμαρτος γενική· εἰ μὴ ἄρα πλεονασμῷ τοῦ τ ἀπὸ τῆς εἰς ρ εὐθείας.] Δανάκη. ὄνομα νομίσματος, [ὃ ἔδωκαν τοῖς | |
10 | νεκροῖς πάλαι λόγῳ περάματος ἐν Ἀχερουσίᾳ, ἥτις ἐστὶ λίμνη ᾅδου.] Δανάη. κύριον. κρίθητι καὶ σύ. [οὐκ εἶ Δανάη ἡ Ἀκρισίου.] Δάπιδας. τὰ ἐπεύχια. λέγει δὲ ψιλὰς καὶ μὴ | |
15 | μαλλωτάς. Ἀριστοφάνης· οὐδ’ ἐν δάπισιν ἔσται καταδαρθεῖν. τάπησι δὲ, ἦτα. Δαπάνη. παρὰ τὸ δάπτω, ὃ σημαίνει τὸ μετὰ σπαραγμοῦ ἐσθίω. | |
20 | Δασεῖα. ποιότης συλλαβῆς, ἐκ τοῦ θώρακος πεμ‐ πομένη. [ἢ παρὰ τὸ δα ἐπιτατικὸν μόριον καὶ τὸ εὔω ῥῆμα, ὃ σημαίνει τὸ ὁρμῶ. ἢ παρὰ τὸ μεγί‐ στην καὶ σφοδρὰν εἶναι πρὸς σύγκρισιν τῆς ψιλῆς.] *Δαμασκός. ἑρμηνεύεται αἷμα σάκκου.* | |
25 | Δασπλῆτις. ἡ ἀπροσπέλαστος. ἢ ἐπὶ κακῷ προσ‐ πελάζουσα. ἢ ᾗτινι οὐκ ἄν τις προσπελάσῃ διὰ | |
τὸν φόβον. [παρὰ τὸ δα ἐπιτατικόν. ἢ δυσπλῆ‐ | ||
delta469 | τις παρὰ τὸ πλήσσειν τοὺς ἁμαρτωλούς. Θεό‐ κριτος δὲ Ἑκάτην αὐτὴν λέγει.] Δάσκιος. πολύσκιος. παρὰ τὸ δα ἐπιτατικόν. δάσκιον εἰσελάσαντες ἕλος. | |
5 | Δαυλίς. πόλις ἐν τῷ Παρνασσῷ κειμένη. Δαυλία. δασεῖα. δαυλία κορώνη, ἀηδών. Δαυΐδειος σορὸς καὶ Δαυΐδειον μέλος. [τὸ τοῦ Δαυΐδ.] Δάφνη. δαοφώνη τὶς οὖσα, ἡ ἐν τῷ δαίεσθαι | |
10 | φωνοῦσα. Δαφνοῦς. πόλις Φοινίκης. ἀρσενικῶς. ὁ πολίτης Δαφνούτιος, ἢ Δαφνούσιος, καὶ θηλυκῶς Δαφνου‐ σίς. τὸ ἐθνικὸν Δαφνουσαῖος. ἔστι καὶ Δαφνουσὶς λίμνη, πλησίον τοῦ Ὀλύμπου τοῦ Βιθυνοῦ. | |
15 | Δαψίλεια. πλουσιότης. Δασυλίδες. αἱ δασεῖαι. *Δάφνη. παρὰ τὸ δαίω τὸ καίω, ἡ φωνοῦσα ἐν τῷ δαίεσθαι, ὅ ἐστι καίεσθαι.* | |
19t | (Οὐδέτερον.) | |
20 | Δαίδαλα. τὰ ποικίλα κατασκευάσματα. Δαῖας. τέρας πολεμικόν. Δάκος καὶ δάκετα. θηρία. ἰοβόλα ἑρπετά. [ἡ εὐθεῖα τὸ δάκος. ἐμὲ δεῖ φεύγειν δάκος ἀδι‐ νὸν καὶ κατηγορίαν. τὸ δὲ δάκετον παρὰ τὸ | |
25 | δάκνω, δάκνετον καὶ δάκετον. σημαίνει δὲ τὸ δάκος καὶ δῆγμα, οἷον· σῆμα δέ τι δάκεος αἱ‐ | |
μοῤῥόου.] | ||
delta470 | Δαιτήριον. μεριστήριον. ἀπὸ τοῦ δαῖσαι τὸ με‐ ρίσαι. Δάκρυον. φθαρτῆς φύσεως ἰδίωμα, ὅπερ Ἀδὰμ πρὸ τῆς παραβάσεως οὐκ ἐκέκτητο. παρὰ τὸ | |
5 | δάκνω δάκνυον καὶ δάκρυον· δακνομένης γὰρ τῆς ψυχῆς ἐξέρχεται τὸ δάκρυον. [ἢ ἀπὸ τοῦ δήκω, ἔνθεν ἔδακον. θυμοδακὴς γὰρ μῦθος τὸ δάκρυον. τὸ πληθυντικὸν τὰ δάκρυα, ἡ δοτικὴ δακρύοις. πόθεν οὖν τὸ δάκρυσιν; ἡ ἐπὶ τέλει | |
10 | συλλαβὴ ἡ τοῖς εἰς ἰῶτα τρέπεται· προβάτοις, πρόβασιν, ἐγκάτοις, ἔγκασι, πετάλοις, πέ‐ ταλσι. πᾶν γὰρ εἰς ἰῶτα, ἔχον ἀμετάβολον πρὸ τέλους, τοῦτο ἔχει ἐν τῇ εὐθείᾳ, ῥήτορσι, ῥήτωρ. τὸ δὲ δάκρυ γέγονεν ἀπὸ τοῦ δακρύμην, | |
15 | οὐ κατὰ ἀποκοπὴν, ἀλλὰ κατὰ σχηματισμόν. τὸ δάκρυ τοίνυν, ἡ γενικὴ δάκρεος, ἡ δοτικὴ δάκρος· καὶ τὸ πληθυντικὸν δάκρεα, ὡς πώ‐ εα, ἄστεα. ἢ ἀπὸ τοῦ δάκρυα κατὰ συγκοπήν.] Δαμώματα. τὰ δημόσια ᾀδόμενα. | |
20 | Δανά. τὰ ξηρὰ ξύλα. Καλλίμαχος· δανὰ ξύλα κεάσαι. ἤτοι σχίσαι. καὶ δανότατον τὸ ξηρότατον. [παρὰ τὸ δαίω, τὸ καίω. τὸ δα μακρόν.] Δάνειον. παρὰ τὸ δάνος, ὃ σημαίνει τὸ δῶρον, ὡς | |
25 | τέλος τέλειον. Δίδυμος τὸ χρονίζον λέγει χρέος. [παρὰ τὸ δὴν, δάνος καὶ δάνειον.] | |
Δαόνιον. πόλις Θρᾴκης. | ||
delta471 | Δάος. λαμπάς. [παρὰ τὸ δαίω, δάος.] Δάπεδον. τὸ ἔδαφος, ἡ γῆ. παρὰ τὸ δα ἐπιτα‐ τικὸν καὶ τὸ πέδον, ἡ γῆ. τουτέστι τὸ μέγα καὶ πλατύπεδον. [τὸ δὲ δα γίνεται καὶ ζα, κατὰ | |
5 | μετάθεσιν τοῦ δ εἰς ζ.] Δασκύλιον. τόπος ἐν τῷ κόλπῳ Νικομηδείας. Δατόν. παρὰ Ῥωμαίοις σημασία τῆς ἡμέρας καὶ τοῦ καιροῦ, ὅτε τὶς ἐκ πόλεως ἢ ἐκ τινὸς τόπου ἀποστελεῖ. | |
10 | Δαυλόν. δασύ. *Δαυίδειον. μέλος τὸ τοῦ Δαυίδ.* Δαφοινόν. τὸ πάνυ φοινίσσον, ἢ τὸ φοινικὸν, ἢ τὸ πυῤῥόν. Δαίσιμον. τὸ ἐδώδιμον. | |
15t | (Ῥῆμα.) | |
16 | Δᾳδουχεῖ. φαίνει· λαμπαδουχεῖ. Δαδύσσω. τὸ ταράσσω. Δαείς. καεὶς, καὶ ἀντὶ τοῦ μαθών. Δαϊκταμένοις. ἀναιρουμένοις. | |
20 | Δαΐζων. διακόπτων. ἀπὸ τοῦ δαίω τὸ κόπτω, ἢ παρὰ τὴν δαΐδα, ὃ σημαίνει τὴν μάχην. Δαιμονᾷν. ὑπὸ δαίμονος κατέχεσθαι. Δαίνυ. εὐώχει. Ὅμηρος· δαίνυ δαῖτα γέρουσι— | |
25 | Δαίω. τὸ μανθάνω. | |
Δαίω. τὸ καίω. | ||
delta472 | Δαίρω. τὸ τύπτω. δέρω δὲ, τὸ ἐκδέρω, ψιλόν. Δαίνυσθαι. τὸ εὐωχεῖσθαι. Δαινύω καὶ δαίνυμι. παρὰ τὸ δαίω τὸ εὐωχοῦμαι, καὶ πλεονασμῷ τοῦ ν, δαίνω. [δαινύω καὶ δαί‐ | |
5 | νυμι, δαίνυμαι, ὁ παρατατικὸς ἐδαινύμην, ἐδαίνυσο, ἐδαίνυτο, τὸ τρίτον τῶν πληθυντι‐ κῶν ἐδαίνυντο, καὶ κατὰ ἀποβολὴν τοῦ ε δαί‐ νυντο.] Δαΐξας. διακόψας. | |
10 | Δακρυῤῥοεῖν. δάκρυα ῥέειν. Δάκνω. παρὰ τὸ δα ἐπιτατικὸν καὶ τὸ καίνω γίνεται δακαίνω· ἐξ οὗ τὸ δάκνω κατὰ ἀπο‐ βολὴν τοῦ ι, καὶ πλεονασμῷ τοῦ γ. Δαμέντες. φονευθέντες. δαμασθέντες. | |
15 | Δάμνει. ἀντὶ τοῦ δαμάζει. Δάμνημι. ἀντὶ τοῦ δαμάζω. Δαμεῖεν. δαμασθεῖεν. δαμῶ τὸ ὑποτάσσω. [ὁ μέλλων δαμήσω, ὁ δεύτερος ἀόριστος ἔδαμον, ὁ παθητικὸς ἐδάμην, ἐδάμομεν, ἡ μετοχὴ δαμεὶς, | |
20 | δαμέντος, τὸ εὐκτικὸν δαμείην, δαμείημεν, δα‐ μείητε, καὶ δαμεῖεν. δαμείησαν δὲ ὤφειλε.] Δανεῖσαι. τούτου τὸ χρῆσαι αἱρετώτερον. τὸ μὲν χρῆσαι ἐπὶ φίλων, τὸ δὲ δανεῖσαι πρὸς τοὺς τυχόντας. | |
25 | Δαπανᾷν. οὐ τὸ ἀναλίσκειν ἁπλῶς, ἀλλὰ τὸ λαμπρῶς ζῇν καὶ εἰς ἀναλώματα μεγάλα ἐμ‐ | |
βάλλειν. | ||
delta473 | Δάπτω. τὸ μετὰ σπαραγμοῦ ἐσθίω καὶ διὰ στό‐ ματος σπαράττω. [ἐξ οὗ καὶ τὸ δάψαι. μή με ἔα παρὰ νηυσὶ κύνας καταδάψαι Ἀχαιῶν. | |
5 | παρὰ τὸ δα καὶ τὸ ἅπτω. κυρίως δὲ τὸ λά‐ βρως ἐσθίειν.] Δαρδάπτω. ὁμοίως. ἀπὸ τοῦ δάπτω. διὰ δὲ χρόα καλὸν ἔδαψε. Δαρθεῖν. κυρίως τὸ ἐπὶ δερμάτων καθευδῆσαι. | |
10 | [δραθεῖν καθ’ ὑπέρθεσιν. ὡς καρδία, κρα‐ δία. εἴρηται παρὰ τὸ δέρμα. ἢ παρὰ τὸ δρῶ, τὸ ἐνεργῶ, γίνεται δρήθω τὸ κοιμῶμαι κατὰ ἀντίφρασιν· οἱ γὰρ κοιμώμενοι οὐκ ἐνεργοῦσι.] Δασμοφορεῖν. συμμερίζειν. | |
15 | Δασμολογῶ. συνάγω. σὺ δὲ δασμολογεῖς, καὶ παρ’ ἑκόντων καὶ ἀκόντων λαμβάνεις. Δάσασθαι. συμμερίσασθαι. Δάσαντο. ἐμερίσαντο. [ἀπὸ τοῦ δαίω, δαίσω, δάσω, δάξ.] | |
20 | Δαύω. κυρίως τὸ δεσμῶ. παρὰ τὸ δέω τὸ δε‐ σμεύω. [Ὅμηρος· πῶς ἂν ἐγώ σε δέοιμι μετ’ ἀθανάτοισι θεοῖσι. ὃ κατὰ συναλοιφὴν γίνεται δῶ. ἐκ τούτου δαύω, ὡς χρῶ χραύω. εἴρηται καὶ ἐπὶ τοῦ καθεύδειν· | |
25 | οἱ γὰρ καθεύδοντες δεσμουμένοις ἐοίκασι. τὸ δαύω παρὰ τὸ δαίω, τροπῇ τοῦ ι εἰς υ.] Δάσασθαι. τὸ σπεῖραι. παρ’ Ἡσιόδῳ· σπέρματα δάσασθαι, φυτὰ δ’ ἐνθρέψασθαι | |
ἄριστα. | ||
delta474(1t) | (Ἐπίῤῥημα.) | |
2 | Δαί. σύνδεσμος, προηγούμενος τῶν πευστικῶν μο‐ ρίων, ὃς καὶ διὰ διφθόγγου γράφεται. Δαιμονίως. παραδόξως. ὑπερφυῶς· μακαρίως. | |
5 | Δαιτρευτῶς. μεριστῶς. | |
6t | Τὸ Δ μετὰ τοῦ Ε. | |
7t | (Ἀρσενικόν.) | |
8 | Δεκατευτὴς καὶ δεκατολόγος. ὁ τελώνης. Δεκτῆρες. ὑποδοχεῖς. | |
10 | Δεκελεικός. Πελοποννησιακός. Δεκελεικὸς πό‐ λεμος, καθὰ Δεκέλεια Ἀθηναίοις ἐπετειχίσθη. διφθόγγως δὲ γράφεται. [ἀπὸ γὰρ Δεκέλεια γίνεται Δεκελειακὸς καὶ Δεκελεικός.] Δειμαλέος. κατάφοβος. [ὥσπερ ἀπὸ τοῦ τάρ‐ | |
15 | βος γίνεται ταρβαλέος, οὕτως καὶ ἀπὸ τοῦ δεῖ‐ μος δειμαλέος. δεῖ δὲ γινώσκειν, ὅτι τὰ διὰ τοῦ αλεος ὑπὲρ δύο συλλαβὰς, πρὸ μιᾶς τὸν τόνον ἔχουσιν, οἷον ἀργαλέος, νηφαλέος. σεση‐ μείωται δαιδάλεος ἀπὸ τοῦ δαιδάλειος κατὰ | |
20 | ἀποβολὴν τοῦ ι· κονισάλεος ἀπὸ τοῦ κονισά‐ λειος κατὰ ἀποβολὴν τοῦ ἰῶτα· αἰθάλεος· τοῦ‐ το διφορεῖται, πρὸ μιᾶς γὰρ ἔχει τὸν τόνον καὶ πρὸ δύο· πρὸ μιᾶς γὰρ ὑπάρχει ἀπὸ τοῦ αἴθω, ὡς νήφω, νηφαλέος· ἡνίκα δὲ πρὸ δύο | |
25 | ἔχει τὸν τόνον, ἀπὸ τοῦ αἰθάλειος γέγονε κα‐ τὰ ἀποβολὴν τοῦ ἰῶτα, ὥσπερ Ἀπολλώνιος· αἰθάλεοι πρηστῆρες. ἀτασθάλεος ἀπὸ τοῦ ἀτα‐ σθάλιος, κατὰ τροπὴν τοῦ ι εἰς ε, ἢ ἀπὸ τοῦ | |
ἀτασθάλειος κατὰ ἀποβολὴν τοῦ ι.] | ||
delta475 | [Δεῖμος. ὁ φόβος. ὡς ἀπὸ τοῦ ἄνθω γίνεται ἄνθιμος, καὶ κῦδος κύδιμος, οὕτως καὶ ἀπὸ τοῦ δέος δέϊμος καὶ δεῖμος.] Δειδήμων. ἀπὸ τοῦ δειδῶ, δειδήσω, τὸ φοβοῦ‐ | |
5 | μαι. [ὡς τὸ φιλῶ, φιλήσω, φιλήμων.] Δειλός. παρὰ τὸ δέος, δέϊλος, καὶ συναιρέσει δειλός. Δεινίας. παρὰ τὸ δεινὸς, δεινίας. πάντα δὲ τὰ παρὰ τὸ δεινὸς διὰ διφθόγγου, οἷον· δεινολό‐ | |
10 | γος, δείνων, δεινίας. Δεινός. φοβερὸς, φόβου ποιητικός. λέγεται δὲ καὶ ὁ πανοῦργος καὶ ὁ ἱκανὸς καὶ ὁ ἀκολάκευ‐ τος καὶ ὁ σοφὸς καὶ ὁ ἔμπειρος. Δεῖνος. τὸ παρ’ ἡμῖν ψηκτήριον. | |
15 | Δεινωποί. δειματώδεις, φοβεροί. Δεισιδαίμων. ὁ εὐσεβής. Παῦλος· ὡς δεισιδαι‐ μονεστέρους ὑμᾶς ὁρῶ. λέγεται καὶ ὁ ἀμφίβο‐ λος περὶ τὴν πίστιν, ἢ καὶ ὁ δεδιὼς τοὺς δαί‐ μονας. | |
20 | Δειλακρίων. ὁ ἄκρως δειλὸς, ὁ ἄθλιος, ὁ ἐλεει‐ νὸς, ὁ ταλαίπωρος, ὁ ἐπίπονος. Δειπνητός. ὁ καθ’ ἡμᾶς ἀρίστου καιρός. Δεῖπνος. ὁ καιρὸς τῆς τροφῆς. [καὶ ἡ ἐν τοιῷδε καιρῷ διδομένη τροφή. οἷον· | |
25 | δεῖπνον ἐρίθοισι λεύκ’ ἄλφιτα πολλὰ πάλυ‐ νον. οἱ δὲ κωμικοὶ καὶ νεώτεροι συγχέουσι τὸν και‐ | |
ρὸν, τὴν ἐπ’ ἔριν τροφὴν δεῖπνον ὀνομάζον‐ | ||
delta476 | τες, ὡς καὶ νῦν, μεθ’ ὃ δεῖ πονεῖν. Ἐπαφρό‐ διτος δὲ, παρὰ τὸ δάπτω, δάπτον καὶ δεῖπνον. ἢ δεῖπνον τὸ πρώϊνον ἄριστον, ὅπερ ἀκρατι‐ σμὸς λέγεται. εἶτα περὶ ὥραν τρίτην ἄριστος, | |
5 | παρὰ τὸ εἰς ἀριστείαν προέρχεσθαι. εἶτα τὸ ἑσπερινὸν, δόρπος, παρὰ τὸ δόρυ παύειν.] Δελφίς. πολεμιστήριον ὄργανον πρὸς ναυμα‐ χίαν. ὅθεν καὶ δελφινοφόρον ναῦν. Δελφοί. τὸ ἱερὸν τοῦ Ἀπόλλωνος. οὕτω δὲ ἐκλή‐ | |
10 | θη διὰ τὸν Δελφύνην δράκοντα ἐκεῖ εὑρεθῆ‐ ναι, ὃν ἀπέκτεινεν ὁ Ἀπόλλων. Πυθὼ δὲ, διὰ τὸ ἐκεῖσε σαπῆναι. Δεξιός. εὔνους, ἀγαθὸς, ἐπιτήδειος, εὐπαίδευτος. Δεξίδωροι. δωροδόκοι. | |
15 | Δεξιόλαβος. παραφύλαξ. Δεξιτερός. πᾶν ὄνομα συγκριτικὸν, εἰς νος λῆ‐ γον, βαρύνεται. ζητητέον δὲ περὶ τῆς δεξιτερὸν κατὰ μαζόν. εἰ γάρ ἐστι δεξιὸς, ὤφειλεν εἶ‐ ναι δεξιώτερος, [ὡς λογιώτερος. ἔστιν οὖν πα‐ | |
20 | ρώνυμος ὁ χαρακτήρ. παρὰ τὸ δεξιὸς γίνεται δεξιερὸς, ὡς ἄριστος, ἀριστερὸς, φθόνος, φθο‐ νερὸς, μόγος, μογερός· καὶ πλεονασμῷ τοῦ τ δεξιτερός.] Δεξιμήλων θεῶν. ἀπὸ τοῦ δέχεσθαι τὰ θυό‐ | |
25 | μενα μῆλα, [τουτέστι τὰ πρόβατα.] Δεπίφρονα. κοῦφον ταῖς φρεσί. | |
Δερηστήρ. ὁ συνέχων, περιτραχήλιος. | ||
delta477 | Δερβιστήρ. τὸ δέρμα. παρὰ τὸ δέρω δεριστὴρ καὶ πλεονασμῷ τοῦ β δερβιστήρ. [πλεονάζουσι δὲ τὸ β οἱ Συρακούσιοι, ὡς καὶ ἐπὶ τοῦ ὀλ‐ βάχνιον, ὀλάχνιον, τὸ τὰς οὔλας ἔχον. ση‐ | |
5 | μαίνει δὲ τὸ κανοῦν, ἐν ᾧ ἀπετίθουν τὰς οὔ‐ λας.] Δερμηστής. Λυσίας ὁ ῥήτωρ τὸν σκώληκα φη‐ σίν· Ἀρίσταρχος δὲ τὸν ὄφιν. δερμηστὴς δὲ εἴρηται ὁ ἐσθίων τὰ ὠμὰ δέρματα. [παρὰ τὸ | |
10 | ἔδω, ἔσω, ὁ παρακείμενος ἦσμαι, τὸ τρίτον ἦσται, καὶ ὄνομα ἤστης, ὁ ἐσθίων, ἀφ’ οὗ νῆ‐ στις, ὁ ἐστερημένος τῶν σιτίων καὶ τοῦ ἐσθίειν. καὶ ὠμηστὴς καὶ δερμηστής.] Δερκευνέος. τοῦ λαγωοῦ· ἐπειδὴ δοκεῖ κοιμώμε‐ | |
15 | νος βλέπειν. [Νίκανδρος εἰς τὸ ἀντιφάρμα‐ κον· εὖτ’ ἂν ὑπὲρ φάρυγγος χεύῃ πάντα δ’ ἀερ‐ γὰ ἄπεπτα δόρπα, πολλάκι δ’ ἢ σκύλακος δερ‐ κευνέος.] Δέσιος. ὁ Ἰούνιος μήν. | |
20 | Δεσπόσυνος. παῖς τοῦ δεσπότου. Δεσπότης. οἷον δεσποίτης, ὁ δέος ἐμποιῶν ἢ ὁ δέους ἔχων ὄπα. *κατὰ ἀποβολὴν τοῦ ὄπα.* Δεσμώτης. πᾶν ῥῆμα τῆς τρίτης συζυγίας τῶν περισπωμένων ἐν τοῖς ὀνόμασιν, ἢ διὰ τοῦ ω | |
25 | ὀξέως ἐκφέρεται. οἷον· χρυσῶ, χρυσωτής· μι‐ σθῶ, μισθωτής. ἢ διὰ τοῦ ο βαρέως. οἷον· ὀμόσω, ὀμότης· ἀρόσω, ἀρότης. οὐκ ἄρα οὖν τὸ δεσμώτης ἀπὸ τοῦ δεσμώσω μέλλοντος· ἐπεὶ ὤφειλεν εἶναι δεσμωτὴς, διὰ τοῦ ω μεγάλου· | |
30 | ἀλλ’ ἀπὸ τοῦ δεσμὸς, ὅθεν καὶ διὰ τοῦ ο μι‐ | |
κροῦ γράφεται. ἀλλ’ ἡ συνήθεια διὰ τοῦ ω | ||
delta478 | μεγάλου γράφει τὸ δεσμώτης. *καὶ σὺ τί λέ‐ γεις, οὐκ οἶδα συγχώρησον.* Δεύτατος. ὁ ἔσχατος. οἷον· —δεύτατος ἦλθεν Ἀχαιῶν χαλκοχιτώνων. | |
5 | παρὰ τὸ δεύω καὶ δεύομαι. σημαίνει δὲ τὸ λεί‐ πομαι καὶ στερίσκομαι. [οἷον· —αὐτὰρ ἔμ’ αὕτως ἧσθαι δευόμενον. ἀντὶ τοῦ ἐνδεόμενον. γίνεται δεύτερος καὶ δεύ‐ | |
10 | τατος, ὥσπερ ἀπὸ τοῦ φέρω φέρτερος καὶ φέρ‐ τατος· ἵν’ ᾖ ὁ λειπόμενος τῇ τάξει, εἰ καὶ μὴ πρῶτος. οἷον· δεύτερον αὖτ’ Ὀδυσσῆα ἰδὼν ἐρέειν’ ὁ γέ‐ ρων.] | |
15 | Δεύνυσος. ὁ Διόνυσος. ἀπὸ τοῦ Διόνυσος, τοῦ ι τραπέντος εἰς ε, Δεόνυσος. [οὕτως γὰρ Σάμιοι προφέρονται. συναιρέσει δὲ Ἰωνικῇ Δεύνυσος, ὡς Θεόδοτος, Θεύδοτος. ἐνίοτε δὲ αὐτὸν Δεύνυσον ὀνομάζεσθαι φασὶν, ἐπειδὴ ἐβασίλευε Νύσσης. | |
20 | κατὰ γὰρ τὴν τῶν Ἰνδῶν φωνὴν δεῦνος ὁ βα‐ σιλεύς.] Δέλιθες. τὰ σφηκία καὶ αἱ δέλιθες. Δεψοποιός. βαφεὺς, ἁπαλυντής. Δεῖμος. ὁ φόβος. παρὰ τὸ δέω, τὸ φοβοῦμαι. | |
25 | Δελφινίς. παρὰ τὸ δελφὺς, ὃ σημαίνει τὴν μήτραν· ἐξ οὗ καὶ ἀδελφὸς, ὁ ἐκ τῆς αὐτῆς δελφύος ἤγουν μήτρας. | |
28t | (Θηλυκόν.) | |
29 | Δεβώῤῥα. κύριον. | |
30 | Δειρή. ὁ τράχηλος. παρὰ τὸ ἐκδέρεσθαι. κα‐ | |
ταχρηστικῶς δὲ ἐπὶ τῶν ἀνθρώπων. | ||
delta479 | Δεῖσα. ὁ ὑγρὸς καὶ βοτανώδης τόπος. παρὰ τὸν δεύσω μέλλοντα, ὃ σημαίνει τὸ βρέχω. δεῦσα καὶ δεῖσα. Δεισαλέα. δίϋγρος, βοτανώδης, ἢ κοπρώδης. | |
5 | Δειράδες. αἱ ἐξοχαὶ τῶν ὀρῶν ἢ τῶν ναπῶν ἢ τῶν φαράγγων. Δείλη. καὶ κλίνεται τῆς δείλης. παρὰ τὸ ἐνδεῖν καὶ ἐλλείπειν τῇ ἕλῃ ἤτοι τῇ θερμασίᾳ, δεέλη καὶ δείλη κατὰ κρᾶσιν τῶν δύο εε εἰς τὴν ει | |
10 | δίφθογγον. μετάγεται καὶ ἐπιῤῥηματικῶς, οἷον· δείλης ἦλθον. Δειλία. συστολὴ τόλμης, καὶ προσδοκία τινὸς πράγματος οὐκ ἀγαπωμένου. | |
15 | Δειδία. ἡ σκοτεινὴ νύξ. παρὰ τὸ δέος. ἡ φόβου ποιητική. Δειπνολόχου. κλεπτοτρόφου, τῆς λαθραίως ἐσθι‐ ούσης καὶ μὴ φανερῶς. [Ἡσίοδος· Οὐ μὲν γάρ τι γυναικὸς ἀνὴρ λογίζετ’ ἄμεινον | |
20 | Τῆς ἀγαθῆς· τῆς δ’ αὖτε κακῆς οὐ ῥίγιον ἄλλο Δειπνολόχου—.] Δειλία. νηπιῶδες ἦθος. ἐκτροπὴ πίστεως. Δεβελτός. πόλις Θρᾳκική. Δέησις. αἴτησις ἐνδεῶν. ἢ ἐπίπονος αἴτησις ἔκ τι‐ | |
25 | νος γινομένη. ἢ ὁμιλία νοῦ πρὸς θεὸν μεθ’ ἱκεσίας [βοήθειαν ἢ αἴτησιν ἀγαθῶν περιέχου‐ σα. ἢ δέησις ἐστὶν ἐλλειπόντων τινὶ μεθ’ ἱκε‐ σίας] περὶ ἐκείνου τυχεῖν ἀναπεμπομένη εὐχή. | |
Δεκέλεια. τόπος. | ||
delta480 | Δεκάτη. οἷον· τῇ δεκάτῃ δ’ ἀγορήνδε καλέσσατο λαὸν Ἀχιλλεύς. ἀπὸ τοῦ δέκατος, δεκάτη· τοῦτο παρὰ τὸ δεκάς· | |
5 | [τοῦτο παρὰ τὸ δέχομαι, δεχὰς, καὶ δεκὰς,] ἡ ἔχουσα ἐν ἑαυτῇ πάντα ἀριθμόν. Δέλφαξ. ὁ γαλαθηνὸς χοῖρος. [Ἐπίχαρμος· δέλφακά τε τῶν γειτόνων τοῖς Ἐλευσινίοις φυ‐ λάσσω. παρὰ τὸ τὴν δελφήν· κυρίως γὰρ ἐπὶ | |
10 | τῆς θηλείας λέγεται δέλφαξ. τινὲς δὲ τοὺς με‐ γάλους χοίρους δέλφακας λέγουσι.] Δελφύς. ἡ μήτρα, ἡ γαστήρ. ἔνθα ἀδελφὸς, ὁ ἐκ τῆς αὐτῆς μήτρας. [ἢ ὅτι ἀδελφός ἐστι καὶ ἀδελφὰ ποιεῖ τὰ τικτόμενα, ὅθεν εἴρηται ὁμό‐ | |
15 | δελφος ὁ ἀδελφός.] Δεξίωσις. ὑποδοχή. Δεξιὰ κυρίου. ἡ ἄνωθεν ῥοπὴ καὶ ἀγαθὴ ἐνέρ‐ γεια. Δεξιάς. συνθήκας. [ὁ δὲ πέμπει χιλίαρχον, δε‐ | |
20 | ξιὰς τῷ Ἰωσήπῳ δοῦναι κελεύσας.] Δεξιά. ἡ χείρ. καὶ ποιητικῶς δεξιτερή. ἀπὸ τοῦ δέχεσθαι αὐτῆς τὰ διδόμενα. [ἢ δεξιὰ τὶς οὖσα, ἀπὸ τοῦ τὰς πλείονας δι’ αὐτῆς ἐξιέναι πρά‐ ξεις. καὶ ἀπὸ τοῦ δεκτὸς δεξιὰ, ὡς ἀνόρεκτος, | |
25 | ἀνορεξία.] Δέλτος. πινακίδιον, σχεδάριον. Δέρις. δέρμα ἢ τρίχινον παραπέτασμα. Δεραιοπέδη. τὸ ἰξευτικὸν λῖνον. Δεραγχέας. τὰς τὴν δέριν ἀγχούσας καὶ πνιγού‐ | |
30 | σας. [δεραγχέας πάγας.] | |
delta481 | Δέσποινα. ὥσπερ ἀπὸ τοῦ ἀρύτω γίνεται ἀρύ‐ ταινα, καὶ τὸ βαίνω ἀμφίβαινα, οὕτως καὶ πα‐ ρὰ τὸ δεσπόζω δεσπόζαινα, καὶ κατὰ συγκοπὴν τοῦ ζα καὶ συναίρεσιν τοῦ ο καὶ ι εἰς τὴν οι | |
5 | δίφθογγον, δέσποινα. [οὐ γὰρ παρεσχημάτισται ἀπὸ τοῦ δεσπότης ἀρσενικῶς, ἐπεὶ δεσπότης ἔμελλεν εἶναι καὶ οὐ δέσποινα. δέσποινα δὲ σύν‐ θετον δεοποία, ἡ δέος ἐμποιοῦσα, ἀπὸ τοῦ δεο‐ ποιὸς ἀρσενικῶς· καὶ κατὰ συγκοπὴν δέσποινα.] | |
10 | ὡς θεόσφατος θέσφατος. καὶ πλεονασμῷ τοῦ ν δέσποινα. [ὅτι γὰρ πέπονθε, δηλοῖ ἡ παραλή‐ γουσα. καὶ γὰρ τὸ ἀγκοίνη οὐ φύσει τὸ οι ἔχει, ἀλλ’ ἐκτροπῇ τοῦ ω ἀγκώνη καὶ ἀγκοίνη.] Δετή. ἡ ἐκ δεδεμένων δᾳδῶν λαμπάς. οἷον· | |
15 | καιόμεναί τε δεταί—. [Ἡρόδοτος· ἀπὸ τοῦ δίδημι ῥήματος δετὸς καὶ δετή· ὡς ἀπὸ τοῦ τίθημι θετὸς καὶ εὔθετος σύνθετον, καὶ ἐτὸς καὶ ἄφετος· ὡς τό· ἐτὸς εἰμί· καὶ δίδωμι δοτός. ὡς καὶ Ὅμηρος ἀπὸ τοῦ | |
20 | δίδημι ῥήματος εἶπε τὸν παρατατικόν· δίδη μόσχοισι λύγοισι.] Δέψα. ἡ βύρσα. Δειλία. συστολὴ ψυχῆς [πρὸς ἑαυτὴν ἐπὶ προσ‐ δοκίᾳ τινὸς τῶν μὴ ποθουμένων συνισταμένη.] | |
25 | Δεινότης. τὸ παρ’ ὃ δεῖ νοεῖν ὡς φρονήσεως ἕνεκα τῶν πραγμάτων φύσεις τὲ καὶ νοήσεις. | |
27t | (Οὐδέτερον.) | |
28 | Δειελινόν. τὸ δειλινόν. συνήθεια Ἰώνων τὸ ε | |
πλεον[άζειν· ἥλιος, ἠέλιος. οἷον· | ||
delta482 | δειελινὸν κλίνοντος ὑπὸ ζόφον ἠελίοιο.] Δεῖμα. ὁ φόβος. [ὥσπερ ἀπὸ τοῦ ποιήσω ποίη‐ μα, οὕτω καὶ ἀπὸ τοῦ δείσω δεῖμα.] Δειραχθές. τὸ τὴν δειρὰν ἀλγύνον καὶ λυποῦν. | |
5 | δειραχθὲς εὔβροχον ἅμμα πετεινῶν. ἅμμα δὲ τὸ σχοινίον λέγεται. Δεῖπνον. τὸ πρωϊνὸν ἄριστον, ὅπερ ἀκρατισμὸς λέγεται. Δείκηλον. [καὶ δείκελον.] εἴδωλον, ὁμοίωμα. [ὥσ‐ | |
10 | περ ἀπὸ τοῦ πέμπω πέμπελος, ὁ πολλῶν ἐνιαυ‐ τῶν ὢν, οὕτως καὶ δείκω δείκελον καὶ ἐκτάσει τοῦ ε εἰς η δείκηλον. ἢ Διῒ ἴκελον.] Δεικτήριον. τὸ τῆς Σάμου. ὅτι ἐν αὐτῇ ἡ Ἀθη‐ νᾶ διέγραψε τὴν κεφαλὴν τῆς Γοργόνης, δει‐ | |
15 | κνύουσα τῷ Πέρσῃ, ὅτε παρ’ αὐτὴν ἀπέστειλεν ἐπὶ τὴν Γοργονίαν. Δεκτόν. εὐαπόδεκτον, εὐπρόσιτον. Δεκάχοια. δεκαπλάσια. Δέλεαρ. ἀπάτη. καὶ κλίνεται δελέατος. [ἀφ’ | |
20 | οὗ καὶ δείλατος, οἷον· ἐνδιετέθη παγίδεσιν ὀλέ‐ θρια δείλατα δοιαῖς. παρὰ τὸν δόλον δόλεαρ καὶ κατὰ τροπὴν δέλεαρ. ἢ παρὰ τὸ ἕλω, ἔλεαρ καὶ δέλεαρ, δι’ οὗ ἔστιν ἑλεῖν. ἢ παρὰ τὸ δη‐ λεῖσθαι τὸ βλάπτειν. ἢ παρὰ τὸ δέω, τὸ δε‐ | |
25 | σμεύω, δέλεαρ, τὸ περιδεσμούμενον τῷ ἀγκί‐ στρῳ. λέγεται καὶ δελήτιον· τὸ ε καὶ α συν‐ αλοιφὴν πέπονθεν εἰς η. ἔχε τὸ δελήτιον.] Δελέαστρα. παγίδες. | |
Δελφάκια. οἱ μικροὶ χοῖροι, οἱ γαλαθηνοί. | ||
delta483 | Δέμας. τὸ σῶμα. οἱονεὶ δεσμὸς τῆς ψυχῆς. [εἴ‐ ρηται παρὰ τὸ δέμω, τὸ οἰκοδομῶ, οἱονεὶ περι‐ δόμημα τῆς ψυχῆς] καὶ οἰκητήριον. [ἢ παρὰ τὸ δέω, τὸ δεσμεύω, δεσμὸς γὰρ τῆς ψυχῆς | |
5 | τὸ δέμας.] Δέμνια. τὰ ἐγκοίτια στρώματα, ἀπὸ τοῦ σῶμα ἐν αὐτοῖς μένειν. [ἢ παρὰ τὸ δέμω ῥῆμα. ὡς παίζω παίγνιον, οὕτως δέμω δέμνιον, τὸ εἰς σώ‐ ματος ἀνάπαυσιν οἰκοδομηθὲν ἢ συνδεθέν.] | |
10 | Δεξιά. συνετὰ ἔλεγον οἱ παλαιοὶ, ἀριστερὰ δὲ τὰ μωρά. Δέος. φόβος. [παρὰ τὸ δείω, τὸ φοβοῦμαι, δέος, ὡς νείφω νέφος. λέγεται καὶ δείδω, τὸ φοβοῦ‐ μαι, οἷον· | |
15 | δείδω, μήτι πάθῃσιν μετὰ Τρώεσσιν— ἐξ οὗ καὶ δίω· —περὶ γὰρ δίε νηυσὶν Ἀχαιῶν. ἢ παρὰ τὸ δέω, τὸ δεσμεύω, ὁ γὰρ φόβος δε‐ σμεῖ τοὺς πόδας καὶ τὰ μέλη τοῦ σώματος. καὶ | |
20 | δείους. ἀπὸ τοῦ δέους καὶ σπέους γίνεται κατὰ πλεονασμὸν τοῦ ι δείους καὶ σπείους.] Δέον. καλὸν, συμφέρον, ἀναγκαῖον, πρέπον. Δέπας. τὸ ποτήριον. παρὰ τὸ δέχω, δέχας καὶ δέπας, δι’ οὗ δεχόμεθα τὸν οἶνον. | |
25 | Δέργματα καὶ δέρξεις. αἱ βλέψεις. ὡς ἀπὸ τῶν βλεπομένων καὶ τῆς ἐνεργείας ὠνόμασται. Δέρμα. τὸ περὶ τοῖς ὤμοις ὅλον τεινόμενον. ὃ ποιητικωτέρως λέγεται ῥινὸς καὶ ἄφρα καὶ στέρ‐ φος καὶ ἀνθρωπῆ· ἐπὶ δὲ ἀλόγων πέσκος καὶ | |
30 | μάκος. δέρμα δὲ τὸ οἱονεὶ τέρμα, [τέλος γὰρ | |
τοῦ σώματος ἐστὶ καὶ ἔξωθεν περιβέβληται. ἢ | ||
delta484 | δέμας ὂν τῷ δεσμῷ ἐοικὸς, πλεονασμῷ τοῦ ρ· ἢ δέρμα πᾶς χρὼς, ὁ πρὸ τοῦ ἥπατος. ἢ ἄμει‐ νον, τὸ ῥάμφος ἀπὸ τοῦ δέῤῥειν, ὅ ἐστι κρού‐ ειν.] | |
5 | [Δέρος. τὸ κώδιον. οἷον· —δέρος δέ οἱ ἶσον ὀνείρῳ. αἱ τοιαῦται εὐθεῖαι ἢ ἰωνικαὶ εἰσὶν ἢ δωρικαὶ, οἷον δέρος, κῶος· ἀπὸ γὰρ τοῦ δέρας καὶ τοῦ κῶας πεποίηται. ἢ παρὰ τὸ δείρω δέρος, ὡς | |
10 | μείρω μέρος, φθείρω φθόρος.] [Δέρτρον. τὸ δέρμα. οἷον· δέρτρον ἔσω δύνοντες— παρὰ τὸ δέρω δέρτρον, ὡς φέρω φέρτρον, μείρω μέτρον. ἀλλαχοῦ σημαίνει ἡ λέξις τὸν | |
15 | ἐπίπλουν. ὁ δὲ Ἀρίσταρχος τὸ δέρμα καὶ πάντα τὸν χρῶτα τὸν πρὸ τοῦ ἥπατος. ἄμεινον δὲ τὸ ῥάμφος ἀπὸ τοῦ δέρειν, ὅ ἐστι κρούειν. τούτῳ δὲ διαῤῥήσσουσιν ἃ ἂν ἐσθίωσιν οἱ γῦ‐ πες τῇ κρούσει τοῦ ῥάμφους. καὶ ἔστιν ὄνομα | |
20 | ῥηματικὸν, ὡς παρὰ τὸ πλήσσω πλῆκτρον, οὕτως καὶ παρὰ τὸ δέρω δέρτρον.] Δέρας χρυσόμαλλον. οὐχ ὡς ποιητικῶς φέ‐ ρεται· ἀλλὰ βιβλίον ἦν ἐν δέρμασι γεγραμμέ‐ νον, περιέχον ὅπως δεῖ γίνεσθαι δισχημίας | |
25 | χρυσόν. εἰκότως οὖν οἱ τότε χρυσοῦν ὠνόμαζον αὐτὸ δέρας διὰ τὴν ἐνέργειαν τὴν ἐξ αὐτοῦ. Δέραια. ἐπιτραχήλιος κόσμος. Δεῤῥίδιον. σκιάδιον δερμάτινον. Δερμόπτερα. οἷον νυκτερὶς, ἥτις μόνη τῶν | |
30 | πτητικῶν ζώων ζωοτοκεῖ καὶ ἐν μαστοῖς γάλα | |
ἔχει, καὶ θηλάζει τὸ γεννώμενον. | ||
delta485 | Δεσμὰ τῆς ψυχῆς. κατὰ μὲν τὸ πρόχειρον αἱ φλέβες, αἱ ἀρτηρίαι, τὰ νεῦρα· κατὰ δὲ τὸ νοούμενον τὰ ἔργα πρὸ τοῦ λόγου. Δευτερόπρωτον σάββατον. ὅταν διπλῆ ἡ ἀρ‐ | |
5 | γία ἦν, καὶ τοῦ σαββάτου τοῦ κυρίου, καὶ ἑτέ‐ ρας ἑορτῆς διαδεχομένης. σάββατον γὰρ ἑκά‐ στην ἀργίαν καλοῦσι. Δέλτα. τὸ στοιχεῖον. [ἔρτά τι ὂν, τὸ μὴ ὂν ἐλλιπὲς τῇ ἐπάρσει, ἰσόπλευρον γὰρ ὂν οὐκ | |
10 | ἀφαιρούμεθά τι τῶν ἴσων, ἵνα ἶσα γένηται, ἐπεὶ οὖν οὕτως ἔτυχεν ἐκ τῆς κατ’ ἀρχὴν ἐντυπώ‐ σεως· ἄλλοι δὲ ἀπὸ τοῦ δέλτα τοῦ ἐξ ἀστέρων συγκειμένου.] Δέρτρον. τοῦ ἐντέρου τὸ λεπτόν. [λέγει ὁ Ἱπ‐ | |
15 | ποκράτης. φησὶ καὶ ὁ Ψελλός· τοῦ δὲ ἐντέ‐ ρου τὸ λεπτὸν κατονομάζει δέρτρον· τὸ δὲ ἀν‐ δρείω μόριον πιρινάτου καλοῦσι.] | |
18t | (Ῥῆμα.) | |
19 | Δέγμενος. ἀπὸ τοῦ δεδεγμένος κατὰ συγκοπήν. | |
20 | Δεδηχότας. δακόντας. δεδειχότας δὲ ἀντὶ τοῦ δείξαντας, δίφθογγον. Δέδειχας. ἔδειξας. | |
Δεδοκημένος. ἐνεδρεύων, ἐκδεχόμενος, ἐπιτη‐ | ||
delta486 | ρῶν. [ἀπὸ τοῦ δοκῶ. ἔστι δὲ παρακείμενος πα‐ θητικός.] Δεδραγμένος. πεπραγμένος. Δεδημευμέναι. ἀπηγορευμέναι. ἡμέραι δ’ ἦσαν | |
5 | δεδημευμέναι. Δεδοκιμασμένα. κεκριμένα. Δεδοξοποιημένον. δόξῃ κοσμούμενον. Δεδίττω. φοβοῦμαι. Δεδιώς. φοβούμενος. | |
10 | Δέδοικα. φοβοῦμαι. δείδω, τὸ φοβοῦμαι. [τούτου ὁ μέλλων δέδοιδα, καὶ διὰ τὴν ἐπαλληλίαν τοῦ δ ἐτράπη τὸ ἔσχατον δ εἰς κ, γέγονε δέδοι‐ κα.] δέδυκα δὲ, ἀντὶ τοῦ εἰσῆλθον, ψιλόν. [Δεδοίκω. λέγει ὁ Ἡρωδιανός· ὅ ἐστι ῥήματα ἀπὸ | |
15 | παρακειμένου εἰς ἐνεστῶτα παραγόμενα, οἷον δέδοικα, δεδοίκω, βέβρωθα, βεβρώθω.] [Δέδοκται. συνήρεσεν, ἔδοξε.] [Δεδέαται. δέω, δέσω, δέδεκα, δέδεμαι, ἐδεδέ‐ μην, ἐδέδεντο τὸ πληθυντικὸν, καὶ ἰακῶς δε‐ | |
20 | δέατο. ἀπὸ τοῦ παρακειμένου δεδέαται γίνεται.] Δεδοίην. ..... Δεδαίαται. δαίω, τὸ μερίζω. [ὁ παθητικὸς πα‐ | |
ρακείμενος δέδαιμαι, τὸ πληθυντικὸν δέδαιντο, | ||
delta487 | καὶ Ἰακῶς δεδαίαται, οἷον· διχθὰ δεδαίαται ἔσχατοι ἀνδρῶν.] Δεδῄει. ἐξῆπτο, διεγήγερτο. [ἀπὸ μεταφορᾶς τοῦ πυρός. ἔστι δὲ ὑπερσυντέλικος ἀπὸ τοῦ | |
5 | δαίω, δαίσω, δέδαικα, ὁ μέσος δέδαια, τροπῇ τοῦ αι εἰς η δέδῃα, ὁ ὑπερσυντέλικος ἐδεδῄειν, καὶ συναρχομένως δεδῄει.] Δέδῃεν. ἀντὶ τοῦ περιεκύκλωσεν, ἢ ἐδέσμευσεν. πάντη γάρ σε πέρι στέφανος πολέμοιο δέδῃε. | |
10 | Δέδια. δέω τὸ φοβοῦμαι. [ὁ μέλλων δέσω, δέ‐ δεκα, ὁ μέσος δέδεα, καὶ μεταθέσει τοῦ ε εἰς ι δέδια, ἡ μετοχὴ δεδιώς.] Δεδμήατο. δαμῶ, δμῶ, δέδμηκα, [ἐδεδμήμην, ἐδέδμηντο, καὶ Ἰακῶς δεδμέατο, καὶ ἐκτάσει | |
15 | τοῦ ε εἰς η δεδμήατο. οὕτω καὶ τὸ πεφοβήατο.] Δεδμήμεθα. ὑποτετάγμεθα. Δεδμημένοι. δεδαμασμένοι. καὶ δέδμηνται. Δεδαϊγμένος. ἀνῃρημένος. Δέδασται. μεμέρισται. | |
20 | Δέδηγμαι. ἠνίαμαι, λελύπημαι. [καὶ Ὅμηρος· δάκε δὲ φρένας Ἕκτορι μῦθος. μῦθον δὲ τὸν λόγον λέγει.] Δεδιττόμενος. ἐκφοβῶν. Δεδουπώς. πεπτωκώς· τεθνηκώς. | |
25 | Δέδοιμι. οἰκοδομοίην. Δέδευκε. πεφύρακε. Δεδῄει. διεγείρετο. καὶ Ὅμηρος· —ὄσσα δεδῄει. | |
ὄσσα δὲ ἡ φήμη καὶ ἡ μαντεία. | ||
delta488 | Δεδικαίωται. ἀντὶ τοῦ δίκαιον ἐκρίθη καὶ ἔδο‐ ξεν. Δεδέχαται. ἐκ τοῦ δέχω, δέξω, δέδεχα, δέ‐ δεγμαι, δέδεκται. [καὶ Ἰακῶς δεδέχατο, καὶ | |
5 | πλεονασμῷ τοῦ ι δειδέχαται· δειδέχαται μύ‐ θοισι.] Δεῆσαν. χρείας γινομένης. Δείδιθι. φοβήθητι. ἔστι δείδω τὸ φοβοῦμαι. [καὶ μεταθέσει τοῦ τόνου, δειδῶ, ὁ μέλλων | |
10 | δειδήσω, ἐξ οὗ καὶ τὸ δειδήμων· ἀλλὰ μάλα Τρῶες δειδήμονες— ὁ παρατατικὸς ἐδείδην, τὸ παθητικὸν ἐδείδι‐ μεν, καὶ τὸ προστακτικὸν δείδιθι.] Δείσας. φοβηθείς. δήσας δὲ ἀντὶ τοῦ δεσμεύ‐ | |
15 | σας, η. Δειδίξασθαι. ἐκφοβῆσαι, διῶξαι. δείδω, δει‐ δίσσω καὶ δειδίξω. Δείδια. ἐκ τοῦ δέδια, πλεονασμῷ τοῦ ι. *Δειδιότα. ἀπὸ τοῦ δεδιὼς, δεδιότος, πλεονα‐ | |
20 | σμῷ τοῦ ι.* Δείδω. τὸ φοβοῦμαι. [ἀπὸ τοῦ δέος, δέω καὶ δείω.] Δείδεκτο. ἐδεξιοῦτο. δέδεκτο, καὶ πλεονασμῷ τοῦ ι δείδεκτο. | |
25 | —δείδεκτ’ Ἀχιλῆα. Δεικνύμενος. δεξιούμενος. [παρὰ τὸ δεῖξαι· οἱ γὰρ δεξιούμενοι τινὰς δοκοῦσι.] Δείδιμεν. ἐκ τοῦ δειδῶ, δείδημι, ἐδείδην, ἐδεί‐ | |
διμεν. | ||
delta489 | Δειμάμενοι. οἰκοδομήσαντες. Δειμαίνω. τὸ φοβοῦμαι. Δειδιώς. φοβούμενος. Δειδίσσω. ἐκφοβῶ. | |
5 | Δειδίσκω. δεικνύω. Δειλοκομπήσας. ἐξαπατήσας. Δεινάζειν. λοιδορεῖν. Δεινουμένην. πατουμένην. [δεινουμένην ὑπὸ βουσὶν ἐμὴν φύλασσε ἅλω‐ | |
10 | να.] Δεινοπαθεῖ. δεινῶς ἔχει. Δειματῶ. ἐκφοβῶ. [ἀπὸ τοῦ δεῖμα, δείματος.] Δεῖν. ὥσπερ ἀπὸ τοῦ πλέον γίνεται πλεῖν, οὕτως καὶ ἀπὸ τοῦ δέον γίνεται δεῖν, κατὰ κρᾶσιν | |
15 | τοῦ ε καὶ ο εἰς τὴν ει δίφθογγον, οἷον· δεῖν τόδε γενέσθαι. *Δεισιδαιμονεστέρους. εὐλαβεστέρους.* Δεδορκότα. θεασάμενον. δέρκω, δέρξω, δέδερ‐ κα, δέδορκα, δεδορκὼς, δεδορκότα. | |
20 | Δειλινήσας. .... Δεκτέον. δεῖ δέχεσθαι. Δεκάζειν. τὸ διαφθείρειν ἐν χρήμασι. Δεκατεύειν. δοῦναι δεκάτας, τὸ τὴν δεκάτην εἰσφέρειν ὧν ἔχει τὶς χρημάτων. ἢ ἀντὶ τοῦ | |
25 | [δεκάτας εἰσπράττεσθαι καὶ λαφυραγωγεῖν. τὰ | |
δὲ ἐκ τῶν πολέμων ληφθέντα ἐδεκάτευον θεοῖς, | ||
delta490 | διὸ κυρίως δεκατεῦσαι τὸ καθιερῶσαι. Θουκυ‐ δίδης δὲ καὶ ἐπὶ τοῦ τελωνεῖν.] Δελεάζοντες. ἐπικρύπτοντες. οἱ δὲ Σκυθοπο‐ λῖται ἠρέμησαν δελεάζοντες τὴν πίστιν αὐτῶν. | |
5 | Δενδίλλειν. τὸ διανεύειν τοῖς ὀφθαλμοῖς. παρὰ κινεῖν καὶ δινεῖν καὶ μεταφέρειν τοὺς ἴλλους. ἴλλοι γὰρ οἱ ὀφθολμοὶ, ῥαδίως εἰλούμενοι καὶ εὐμετάφοροι πρὸς ἑκάτερα. Δεννάζων. βλασφημῶν. | |
10 | κακὰ δεννάζων ῥήματα. Δενδρυάζειν. τὸ καταδύνειν καὶ κρύπτεσθαι. [κυρίως δὲ εἰς δρῦς καταδύεσθαι, καταχρηστι‐ κῶς δὲ καὶ ἐπὶ τοῦ ἁπλῶς καταδύνειν καὶ κρύ‐ πτεσθαι, ἀπὸ τῶν παλαιῶν ταῖς δρυσὶ σκέπῃ | |
15 | χρωμένων. πρινὴ γὰρ τὰς οἰκήσεις εὑρεθῆναι, ἐν τοῖς κοιλώμασι τῶν δένδρων καταδύοντες ᾤκουν. εἴρηται δὲ παρὰ τὸ τὰς δρῦς, δρυάζειν καὶ δενδρυάζειν. σημαίνει δὲ καὶ τὸ καθ’ ὕδα‐ τος δύεσθαι καὶ ἀποκρύπτειν ἑαυτόν.] | |
20 | Δεξιοῦται. ξενοδοχεῖται, φιλοφρονεῖται. καὶ δε‐ ξιούμεθα. Δέρκω. τὸ βλέπω. παρὰ τὸ δρῶ τὸ πράττω. κατὰ ἀντίφρασιν λέγεται καὶ ἐπὶ τοῦ ὕπνου. [οἱ γὰρ καθεύδοντες οὐδὲν δρῶσι. δρῶ οὖν καὶ | |
25 | παράγωγον δρέκω, καὶ ἐν ὑπερθέσει δέρκω. ἢ παρὰ τὸ δρέκεσθαι δέρκεσθαι.] | |
Δερμύλλειν. αἱμοποτεῖν. ἢ ἐκδείρειν. | ||
delta491 | Δεύειν. φυρᾷν. †ἢ χρῄζειν.† Δευόμενον. ἐνδεούμενον, χρῄζοντα. κατὰ πλεο‐ νασμὸν τοῦ υ παρὰ τὸ δέω τὸ χρῄζω. Δεύω. τὸ βρέχω. παρ’ Ἡσιόδῳ· | |
5 | [πίλον ἀσκητὸν, ἵν’ οὔατα μὴ καταδεύῃ. εἴρηται παρὰ τὸν Δία· ὑέτιος γάρ ἐστιν ὁ θεός· κυρίως γὰρ τὸ ὑπὸ Διὸς ὕεσθαι καὶ βρέχεσθαι. διαεύω καὶ δεύω. ἢ παρὰ τὸ δέω τὸ χρῄζω, τὸ δεόμενον βρέχειν, πλεονασμῷ τοῦ υ. ἔστι καὶ | |
10 | δεύω τὸ ἐνδεοῦμαι, ἀπὸ τοῦ δέω, πλεονασμῷ τοῦ υ.] Δεῦρο καὶ δεῦτε. ἀπὸ τοῦ θέω γίνεται θεῦτε, καὶ τροπῇ τοῦ θ εἰς δ καὶ τοῦ τ εἰς ρ δεῦρο καὶ δεῦτε. οἱ γὰρ προσκαλούμενοι θέουσι πρὸς | |
15 | τοὺς καλοῦντας. ἰστέον, ὅτι τὸ δεῦρο δύο σημαί‐ νει, τὸ ἐνταῦθα, ὡς ἐν τῷ· δεῦρο μαχησόμενος— καὶ τὸ ἔξελθε, ὡς ἐν τῷ· Λάζαρε, δεῦρο ἔξω. οὕτω Χρύσιππος. | |
20 | Δευτεριάζειν. τὸ ὕστερον διαπράττεσθαι. ἐγὼ ἤδη διαπραξάμενος παραδῶ σοι δευτεριάζειν. Δέφειν. τοῦ αἰδοίου τινὸς ἅπτεσθαι. Δεφόμενος. ἀποδέρων τὸ αἰδοῖον. Δέχθαι. οἷον· | |
25 | καὶ ἀγλαὰ δέχθαι ἄποινα. [παρὰ τὸ δέχω δέδεχα, δέδεγμαι, δέδεξαι, δέ‐ δεκται, καὶ τὸ ἀπαρέμφατον δεδέχθαι καὶ κατὰ ἀφαίρεσιν τοῦ ἀναδιπλασιασμοῦ δέχθαι.] Δέχομαι καὶ δέξασθαι. παρὰ τὴν δεξιάν. κυ‐ | |
30 | ρίως γὰρ δέχεσθαι τὸ ἐν τῇ δεξιᾷ λαμβάνειν. | |
Δέχνυμαι. ἔστι ῥῆμα δέχω, οὗ ὁ παθητικὸς | ||
delta492 | δέχομαι. ἐκ τοῦ δέχω δεχύω καὶ κατὰ πλεο‐ νασμὸν τοῦ ν δεχνύω. [ὡς πληθύω πληθύνω, καὶ δύω δύνω, καὶ ἐν ὑπερθέσει τοῦ ν δεχύνω, ἀφ’ οὗ καὶ δέχνυμι, τετάρτης συζυγίας τῶν | |
5 | εἰς μι] Δεψῆσαι. ἁπαλύναι. Δεδικαίωται. ἀπήλλακται, ἠλευθέρωται. οὕτως ὁ Ἀπόστολος· ὁ γὰρ ἀποθανὼν δεδικαίωται ἀπὸ τῆς ἁμαρτίας. τινὲς [τοῦτο] περὶ τοῦ βα‐ | |
10 | πτίσματος ἐδέξαντο, ἐν ᾧ συνετάφημεν τῷ Χριστῷ. Δεδαηκότες. μαθόντες. Ὅμηρος· Λευγαλέοι τ’ ἐσόμεσθα καὶ οὐ δεδαηκότες ἀλκήν. | |
15 | τὸ λευγαλέοι ἐνταῦθα ἀντὶ τοῦ ἀσθενεῖς. Δεξιῶς. εὐπαιδεύτως. Δεξιάδην. ἀντὶ τοῦ ἐκ δεξιῶν ὢν, οἷον· Ἰφίνοον βάλε δουρὶ κατὰ κρατικὴν ὑσμίνην δεξιάδην—. | |
20 | Δεόντως. πρεπόντως. Δεῦρο. ἐνταῦθα. καταχρηστικῶς καὶ ἀντὶ τοῦ ἐλθέ. Δεῦρ’ ἀεί. ἀντὶ τοῦ ἕως τούτου. | |
24t | Τὸ Δ μετὰ τοῦ Η. | |
25t | (Ἀρσενικόν.) | |
26 | Δήγηρες. οἱ στρουθοί. Δηθαιῶνες. οἱ μακρόβιοι. Δήϊος. πολέμιος. καὶ ἐπίθετον τοῦ πολέμου. | |
παρὰ τὸ δέος, δέϊος καὶ δήϊος, ὁ δέος ἐμποιῶν. | ||
delta493 | [ἢ παρὰ τὸ δαίω τὸ καίω, ὅθεν καὶ δαιτρὸς, ὁ διακόπτων τὰ κρέατα καὶ διαμερίζων, καὶ δήϊος ὁ διακοπτικὸς ἀνθρώπων καὶ οἴκων καὶ πόλεων καὶ δένδρων.] | |
5 | Δηΐων. ὥσπερ ἀπὸ τοῦ διπλάσιος διπλασίων, οὕ‐ τως καὶ ἀπὸ τοῦ δήϊος δηΐων. σημαίνει δὲ τὸν πόλεμον. Δῆλοι. ὁράσεις, ἐνύπνια. ἢ τὰ διὰ τοῦ ἐφοὺδ σημαινόμενα. | |
10 | Δηλήμων. βλαπτικός. Δηλάτωρ. ὁ κατήγορος. Δηλιγατίων. κατὰ Ῥωμαίους ἡ ἐκταγὴ τοῦ σι‐ τοπομπίου καὶ ἡ ἀννόνας μετακομιδή. Δηλιασταί. οἱ εἰς Δῆλον ἐξελθόντες θεωροί. | |
15 | Δήλιος. ὁ ἀπὸ τῆς Δήλου. Δῆλος γὰρ ἡ νῆσος τοῦ Ἀπόλλωνος. Δημός. τὸ λίπος. οἷον· πίονι δημῷ. παρὰ τὸ δαίω δαμὸς καὶ δημός. τὸ καιόμενον | |
20 | ἐν ταῖς θυσίαις, ἢ δι’ οὗ καίονται αἱ θυσίαι. [ὡς παρὰ τὸ θύω θυμὸς, χύω χυμὸς, καὶ παρὰ τὸ δήω δημός.] | |
Δημελέητος. ἐλεεινός. | ||
delta494 | Δήμιος. ὁ κολάζων τοὺς παρανόμους. Δημογέροντες. οἱ τοῦ δήμου ἐντιμώτατοι. Δήμαρχος. ὁ ἐνεχυριαστής. Δημαγωγός. ὁ ἄρχων τοῦ δήμου. | |
5 | Δήμαρχος. ὁ τοῦ δήμου ἄρχων. [ὃς κατὰ χώ‐ ραν δήμου τινὸς προϊστάμενος ἐπέγραφε τὰς οὐ‐ σίας ἑκάστῳ πρὸς τὰ δημόσια ὀφλήματα. οὕτω Χρύσιππος.] Δημοβόρος. ὁ τὰ δημόσια ἐσθίων. | |
10 | Δημόσιος. ὁ τῆς πόλεως δοῦλος, ὃς ὑπηρετεῖ τοῖς δικαστηρίοις καὶ τοῖς κοινοῖς ἔργοις. παρὰ τὸ δῆμος, δημότης καὶ δημόσιος. Δημότην. οἱ Ἴωνες τὸν τῶν πολλῶν ἕνα. οὕ‐ τως καὶ Ἡρόδοτος. [τῶν δ’ Ἀττικῶν μόνος Ξε‐ | |
15 | νοφῶν· οἱ δ’ ἄλλοι τοῦτον μὲν δημοτικὸν,] δη‐ μότην δὲ τὸν τοῦ αὐτοῦ δήμου. [ὡς φυλέτην τὸν τῆς αὐτῆς φυλῆς, καὶ λοχίτην τὸν ἐν τῷ αὐ‐ τῷ λόχῳ κατατεταγμένον.] Δημοκόωντα. ὄνομα κύριον. | |
20 | [ἀλλ’ υἱὸν Πριάμοιο νόθον βάλε Δημοκόωντα.] Δημόκομπος. στωμύλος. Δημοποίητος. ὁ ὑπὸ τοῦ δήμου εἰσποιηθεὶς καὶ γεγονὼς πολίτης. | |
Δημωφελής. ὁ τὸν δῆμον ὠφελῶν. | ||
delta495 | Δημωδέστερος. ἀσχημονέστερος. Δημιουργοί. οἱ κεραμεῖς, οἱ σκευοποιοὶ, οἱ τέ‐ κτονες. Δημιουργός. πολλὰ σημαίνει ἡ λέξις. σημαίνει | |
5 | γὰρ καὶ τοὺς δημόσια ἐργαζομένους, καὶ διὰ φροντίδος ἔχοντας τεχνίτας. ἀφ’ ὧν καὶ ὁ τῶν ἁπάντων ποιητὴς θεὸς ὁ τὰ μὴ ὄντα ποιῶν δημιουργὸς εἴρηται. [δημιουργοὶ δὲ ἐκαλοῦντο παρά γε Ἀργείοις καὶ Ἕλλησι καὶ Θεσσαλοῖς | |
10 | οἱ περὶ τὰ τέλη, ἵνα σημάνῃ τοὺς τὰ δημό‐ σια ἐργαζομένους. σημαίνει δὲ καὶ παρὰ Ἀτ‐ τικοῖς τὰς τοὺς πλακοῦντας ἐργαζομένας γυ‐ ναῖκας.] Δημάδης. οὐκ ἔχει τὸ ι· ἀπὸ γὰρ τοῦ Δημέας | |
15 | γίνεται Δημεάδης καὶ κατὰ συναίρεσιν Δημάδης. [καὶ ὤφειλεν εἰς τὸ η γενέσθαι ἡ κρᾶσις. ἐπει‐ δὴ, ἡνίκα προηγεῖται τοῦ ε σύμφωνον, τότε τὸ ε καὶ α εἰς η μακρὸν κιρνᾶται, οἷον τείχεα τείχη, βέλεα βέλη· ἀλλὰ διὰ τὸν χαρακτῆρα | |
20 | εἰς α ἐγένετο. τὰ γὰρ εἰς δης πατρωνυμικὰ ἢ τύπου πατρωνυμικοῦ ὄντα, ἢ τῷ ι θέλει παρα‐ λήγεσθαι, ἢ τῷ α· οἷον Πηλείδης, Αἰακίδης, Εὐρυβάδης, Πυλάδης οὕτως οὖν καὶ Δημάδης.] Δημόκοινος. δημόσιος, βασανιστὴς, ἢ δήμιος, ἢ | |
25 | ὁ ὑπὸ τοῦ δήμου τὸ φονεύειν κληρωθείς. [εἴρη‐ | |
ται παρὰ τὸ καίνω τὸ κόπτω καὶ φονεύω. ὁ ἐκ | ||
delta496 | τοῦ δήμου ἐπιτετραμμένος καίνειν. καὶ ἀμοιβῇ τοῦ α εἰς η δημόκοινος.] Δῆμος. ὁ ὄχλος. παρὰ τὸ δέω τὸ δεσμεύω τὸ συνδεδεμένον πλῆθος, δεσμὸς καὶ δῆμος. [ὡς | |
5 | μένω, μένις καὶ μῆνις. ἢ παρὰ τὸ δέμας, οἷον ἓν σῶμα ὑπάρχον. ἢ παρὰ τὸν δασμὸν τὸν με‐ ρισμόν. ἔνθεν καὶ Δημήτηρ, ἡ τῶν δασμῶν μή‐ τηρ, καὶ δαὶς, ἡ τροφή. ἢ παρὰ τὸ δέω τὸ δε‐ σμεύω, δέμος καὶ δῆμος. κατὰ ἀντίφρασιν τὸ | |
10 | εὐδιάλυτον.] Δημοσθένης. ἰστέον, ὅτι ἐπὶ τοῦ Δημοσθένεος Δημοσθένους οὐκ ἔστι συναίρεσις, [ἀλλὰ κρᾶσις.] ἄλλο γὰρ κρᾶσις καὶ ἄλλο συναίρεσις. ἡ μὲν γὰρ συναίρεσις πάντα τὰ αὐτὰ φωνήεντα φυλάσσει | |
15 | καὶ οὐ ποιεῖ ἀλλαγὴν τῶν φωνηέντων, οἷον· πάϊς, παῖς· Πηλέϊ, Πηλεῖ. ἡ δὲ κρᾶσις πάντως ἀλλοίω‐ σιν ἐργάζεται τῶν φωνηέντων, οἷον· τὸ ἐμὸν, τοὐμόν· νόος, νοῦς. καὶ εἰ ἄρα ἐν τῇ Δημοσθένεος γενικῇ κρᾶσις ἐστὶ καὶ οὐ συναίρεσις, διὰ τί εἶπεν | |
20 | ὁ τεχνικός· πᾶσα γενικὴ εἰς ους λήγουσα συνῃ‐ ρημένη ἐστί· καὶ οὐκ εἶπε κεκραμένη; καὶ ἔστιν εἰπεῖν, ὅτι ἡ συναίρεσις γενική ἐστι, καὶ συναι‐ ρεῖται εἰς εἴδη δύο· εἰς κρᾶσιν καὶ εἰς ὁμώνυμον λεγομένην συναίρεσιν. τῷ οὖν γενικῇ ὀνόματι | |
25 | ὅτε συναιρεῖται τὴν κρᾶσιν ἐκάλεσε. πολλάκις | |
γὰρ τῷ ὀνόματι τοῦ γένους τὰ εἴδη προσαγορεύο‐ | ||
delta497 | μεν. ἰδοὺ γὰρ τὸ ἄνθρωπος εἶδος ὢν τοῦ ζώου ὁμωνύμως τοῦ γενικοῦ ζώου ὀνομάζομεν. ἰστέον, ὅτι τὸ εο τριχῶς κιρνᾶται· εἰς τὴν ου δί‐ φθογγον παρ’ ἡμῖν καὶ παρ’ Ἀθηναίοις, οἷον· | |
5 | Δημοσθένεος, [Δημοσθένους.] παρὰ τοῖς Δω‐ ριεῦσι καὶ τοῖς Ἴωσιν, οἷον· ὁ Ὀδυσσεὺς, τοῦ Ὀδυσσεῦς, οἷον· Ὀδυσσεῦς δὲ λαβὼν κῦσε χεῖρ’ ἐπὶ καρπῷ. ἀντὶ τοῦ Ὀδυσσέως τὴν χεῖρα λαβὼν ἐφίλησε. | |
10 | σπανίως δὲ εἰς τὴν [ει] δίφθογγον παρ’ Ἀθηναίοις, οἷον· πλέον πλεῖν, δέον δεῖν. ὡς παρὰ Ἀριστοφάνῃ ἐν Βατράχοις· Εὐριπίδης πλεῖν σταδία λαλίστερα. ἀντὶ τοῦ Εὐριπίδου πλέον σταδία φλυαρώτερα. | |
15 | [Δημοσθένην. Ἰστέον, ὅτι ἡνίκα μὲν τὸ ε καὶ προηγεῖται φωνῆεν, τότε τὸ ε καὶ α εἰς ἦτα κιρνᾶται, καὶ εἰς α δηλονότι μακρόν. οἷον τὸν εὐφυέα καὶ εὐφυῆ καὶ εὐφυᾶ. ἡνίκα δὲ τοῦ ε προηγεῖται σύμφωνον, τότε τὸ ε καὶ α εἰς ἦτα | |
20 | κιρνᾶται μακρόν. οἷον Δημοσθένεα, Δημοσθέ‐ νη, τεύχεα, τεύχη. εἰ δέ τις εἴπῃ καὶ πῶς ἐπὶ τοῦ χάλκεα χαλκᾶ καὶ κάνεα κανᾶ, καὶ τῶν ὁμοίων εἰς α ἐγένετο ἡ κρᾶσις τοῦ ε καὶ α συμφώνου ἐπιφερομένου, λέγομεν, ὅτι αἱ εὐ‐ | |
25 | θεῖαι αὐτῶν δίχα εἴρηνται ἐντελῶς καὶ κατὰ κρᾶσιν· καὶ ἐντελῶς μὲν, οἷον χάλκεον καὶ κά‐ νεον· κατὰ κρᾶσιν δὲ, οἷον χαλκοῦν καὶ κα‐ νοῦν. αἱ οὖν ἐντελεῖς εὐθεῖαι ἀπὸ τῶν ἐντελῶν εὐθειῶν ἐγένοντο, αἱ δὲ συνῃρημέναι ἀπὸ τῶν | |
30 | συνῃρημένων. Ἰστέον, ὅτι οἱ Ἀθηναῖοι ἐπὶ μὲν τῶν εἰς ος κυρίων τῶν εἰς ους ἐχόντων τὴν γε‐ νικὴν ποιοῦσι τὴν αἰτιατικὴν εἰς ν, καὶ τὴν κλητικὴν εἰς η. οἷον, Ἀριστοφάνην, ὦ Ἀριστο‐ φάνη. ἐπὶ δὲ τῶν ἐπιθέτων οὔτε εἰς ν ποιοῦσι | |
35 | τὴν αἰτιατικὴν, οὔτε εἰς η τὴν κλητικήν. καὶ ἄξιον ἐστὶ ζητῆσαι, διατί καὶ ἐπὶ τῶν ἐπιθέ‐ των οὐ ποιοῦσιν ὁμοίως τοῖς κυρίοις. καὶ ἔστιν εἰπεῖν, ὅτι εἰ ἐποίησαν οἱ Ἀθηναῖοι καὶ ἐπὶ | |
τῶν ἐπιθέτων εἰς ν τὴν αἰτιατικὴν, ἠναγκάζον‐ | ||
delta498 | το καὶ τὴν κλητικὴν εἰς η ποιῆσαι· τῆς δὲ κλη‐ τικῆς εἰς ἦτα ληγούσης, ἠναγκάζοντο καὶ τὰ οὐδέτερα εἰς ἦτα καταλῆξαι· ἐπειδὴ πᾶν οὐδέ‐ τερον ἀπὸ ἀρσενικοῦ παρεσχηματισμένον καὶ | |
5 | περιττοσυλλάβως κλινόμενον, τῇ κλητικῇ τοῦ ἀρσενικοῦ ὁμοφωνεῖ. οὐ δύναται δὲ τὰ οὐδέτερα εἰς ἦτα καταλήγειν, ἐπειδὴ τὸ ο οὐκ ἔστι τε‐ λικὸν τῶν ἑνικῶν οὐδέτερον. Δημοσθένεις. τὸν εις δίφθογγον διατί; Ἰστέον, ὅτι τὰ δύο εε | |
10 | ἐπὶ τῆς εὐθείας τῶν πληθυντικῶν εἰς τὴν ει δίφθογγον κιρνᾶται. οἷον Δημοσθένεες Δημο‐ σθένεις. ἐπὶ δὲ τῆς εὐθείας τῶν δυϊκῶν εἰς ἦτα, ἐπειδὴ τὸ ἰῶτα οὐκ ἔστι χαρακτηριστικόν. τούτου χάριν οὐ κιρνᾶται τὰ δύο εε εἰς τὴν ει | |
15 | δίφθογγον, ἀλλ’ εἰς ἦτα. Ἔτι ἡ εὐθεῖα τῶν πληθυντικῶν πλείοσι φωναῖς κέχρηται ὡς πρὸς τὴν εὐθεῖαν τῶν δυϊκῶν· οἷον τῷ Ὁμήρῳ, οἱ Ὅμηροι. καὶ τούτου χάριν τὰ δύο εε, ἐπὶ μὲν τῆς εὐθείας τῶν πληθυντικῶν εἰς τὴν ει δί‐ | |
20 | φθογγον κιρνᾶται, ἐπὶ δὲ τῆς εὐθείας τῶν δυϊκῶν εἰς ἦτα, ἵνα εὑρεθῇ ἡ εὐθεῖα τῶν πλη‐ θυντικῶν πλείοσι φωναῖς κεχρημένη πρὸς τὴν εὐθεῖαν τῶν δυϊκῶν. Δημοσθενέων καὶ Δημο‐ σθενῶν. διατί οὐ προπαροξύνεται τῶν Δημοσθέ‐ | |
25 | νεων, ὡς τῶν ὄφεων; καὶ ἔστιν εἰπεῖν· τούτου ἡ γενικὴ τῶν πληθυντικῶν προπαροξύνεται. ἡνί‐ κα δὲ μὴ εὑρεθῇ, ὡς προείρηται ....... Δημοσθένεσι. μόνως ἐνταῦθα οὐ δύναται συναί‐ ρεσις γενέσθαι, ἐπειδὴ μέλλει τῇ δοτικῇ τῶν | |
30 | ἑνικῶν συνεμπίπτειν, ὅπερ ἔστιν ἄτοπον, καὶ ὅτι τὸ ς μέσον ἐστὶ καὶ κωλύει τὴν συναίρε‐ σιν. εἰ δέ τις εἴποι, ἀποβαλέσθω τὸ ς καὶ γενέσθω συναίρεσις, τοῦτο οὐ δύναται γενέσθαι. καὶ ἔστιν ἄξιον ζητῆσαι, διατί ἐπὶ μὲν τῆς | |
35 | δοτικῆς τῶν πληθυντικῶν γίνεται ἐφελκυστικὸν τοῦ ν τὸ ἰῶτα, ἐπὶ δὲ τῆς δοτικῆς τῶν ἑνικῶν οὐ γίνεται· οὐδὲ γὰρ λέγομεν, Δημοσθένειν. καὶ ἔστιν εἰπεῖν, τότε γίνεται ἐφελκυστικὸν τοῦ | |
ν τὸ ἰῶτα, ἡνίκα ἔχει προηγούμενον τὸ ς ἐν | ||
delta499 | δυνάμει ἢ ἐνεργείᾳ· ἐπὶ δυνάμει μὲν, οἷον φοί‐ νιξιν, οἷον Πέλοψιν· ἐνεργείᾳ δὲ, οἷον λέβησιν, Αἴασιν. καὶ τοῦ φι προηγουμένου, οἷον· ναῦφιν ἀμυνόμενοι— | |
5 | ἐπειδὴ οὖν ἐπὶ τοῦ Δημοσθένεϊ δοτικῇ οὐ προηγεῖται τὸ ς ἢ δυνάμει ἢ ἐνεργείᾳ, τούτου χάριν οὐ γίνεται ἐφελκυστικὸν τοῦ ν.] [Δηϊονεύς. κύριον.] Δηναιός. ὁ πολυχρόνιος. | |
10 | Δησέρτωρ. λειποτάκτης κατὰ Λατίνους. Δηφενσίων. ὁ ἔκδικος χάρτης. καὶ δεβένσωρ ὁ ἔκδικος. Δημήτρειος. καρπός. | |
14t | (Θηλυκόν.) | |
15 | Δηβελτός. πόλις Θρᾳκική. γράφεται δὲ καὶ Δε‐ βελτός. Δηΐς. ἡ μάχη. Δηϊοτῆτος. μάχης. παρὰ τὸ δῃοῦσθαι ἐν αὐτῇ τοὺς τιτρωσκομένους. [οἷον· | |
20 | ἀντίβιον μαχέσασθαι ἐν αἰνῇ δηϊοτῆτι. ὡς Ἀρίσταρχος.] Δήϊα πεπονθυῖα. καταπεπολεμημένη, κατακε‐ καυμένη, πολεμία, δύστηνε. Δημαρχία. ὅτε δῆμος ἄρχει. καὶ ὄνομα ἀξιώ‐ | |
25 | ματος. Δήμευσις. ἡ ἁρπαγή. | |
[Δημήτηρ. ἡ γῆ.] οἱονεὶ γημήτηρ τὶς οὖσα. | ||
delta500 | Δήμητρα. ὄνομα θεᾶς. Δημοτελής. ἡ δημοσία τελετὴ, καὶ ἡ δημοσία φορολογία. Δημοθοινία. ἡ τοῦ δήμου εὐωχία ἢ ἡ θυσία. | |
5 | Δημωδεστέρα. ἀσχημονεστέρα. †τὰ ἐν ὄψει πάντα γινόμενα διὰ τὸν δῆμον.† Δηλαϊστή. ἀθλία, ἐλεεινή. Δηλατωρίαι. αἱ τῆς καταστάσεως τοῦ δημο‐ σίου φόρου *τάξεις, ἢ αἱ ἀποδείξεις παρὰ Ῥω‐ | |
10 | μαίοις,* αἱ εἰσαγγελίαι. Δηναδίπτρα. παρὰ Ῥωμαίοις δωρεὰ βασιλικὴ στρατιώταις †διδομένη.† Δῆρις. ἡ φιλονεικία. [οἷον· —δῆριν ἀπειρεσίην— | |
15 | παρὰ τὸ δαίω, τὸ κόπτω καὶ σφάττω, ὅθεν καὶ δαιτρὸς ὁ μάγειρος· ἐξ οὗ γίνεται ὄνομα δάϊς, ἡ μάχη, βαρυτόνως. Καλλίμαχος· ἐς δάϊν ἐρχομένην— καὶ ἐκτάσει τοῦ α εἰς η δῆϊς, καὶ πλεονασμῷ τοῦ | |
20 | ρ δῆρις. ἐκ δὲ τοῦ δῆρις γίνεται ῥῆμα δηριῶ περισπωμένως καὶ βαρυτόνως, ὡς κόνις κονίω, καὶ δῆρις δηρίω. οἷον· —οὐδέ τις ἔτλη πρόσω ἀΐξασθαι περὶ νεκροῦ δηρίσασθαι. | |
25 | καὶ δηριῶ, οἷον· —τότ’ ἐδηριόωντο Ποσειδάων καὶ Ἀπόλ‐ | |
λων.] | ||
delta501 | Δήφηλα. πόλις περὶ Ἰωσήπῳ. Δηώ. ἡ γῆ, ἢ ἡ Δημήτηρ. [καὶ διαφέρει, ὥς φησιν ὁ τεχνικός. οἶδε γὰρ ἡ παράδοσις τὸ ἦτα μετὰ τοῦ ἰῶτα. καὶ χωρὶς τοῦ ἰῶτα λέγο‐ | |
5 | μεν ὅτι ἔστιν ἀπὸ τοῦ δήω, ὃ σημαίνει τὸ εὑ‐ ρίσκω· καὶ γὰρ ἡνίκα περιήρχετο ἡ Δημήτηρ εἰς ζήτησιν τῆς θυγατρὸς αὐτῆς, κατ’ εὐφημι‐ σμὸν ἔλεγον πάντες δήεις ἀντὶ τοῦ εὑρήσεις. ἢ ὅτι ἐπειδὴ αὐτὴ ἐφεῦρε τὸν σῖτον κατὰ τὴν | |
10 | φλυαροκοπίαν τῶν Ἑλλήνων. εἰ δὲ ἔχει τὸ ἰῶτα, λέγομεν ὅτι γέγονε παρὰ τὸ δαίω τὸ κόπτω, κατὰ τροπὴν Ἰωνικὴν τοῦ α εἰς η.] καὶ γὰρ ἡ Δημήτηρ γῆ ἐστιν. [ἡ δὲ γῆ δια‐ κόπτεται ἐν τῷ ἀροτριοῦσθαι. ἢ ὅτι πολλὴν | |
15 | ἐδήωσε γῆν, τουτέστι διέκοψεν, ζητοῦσα τὴν θυ‐ γατέρα αὐτῆς. ἢ παρὰ τὸ δαίω τὸ καίω· καὶ γὰρ ἡ Δημήτηρ μετὰ λαμπάδων περιήρχετο. λέγει δὲ ὁ τεχνικὸς, ὅτι ὑποκοριστικόν ἐστιν ἀπὸ τοῦ Δημήτηρ, Δηὼ, οὐ νοοῦντες τὸν σχη‐ | |
20 | ματισμὸν τῶν τοιούτων ὑποκοριστικῶν· τὰ γὰρ τοιαῦτα ὑποκοριστικὰ θέλουσι φυλάττειν τὸ σύμφωνον τῆς συλλαβῆς τῶν πρωτοτύπων, οἷον Ὑψιπύλη, Ὑψὼ, Εἰδοθέα, Εἰδώ· ἡ οὖν Δημήτηρ Δημὼ ὤφειλεν εἶναι. ἀλλ’ οὐκ ἔστιν ὑποκοριστι‐ | |
25 | κὸν ἡ Δηὼ, παρὰ γὰρ τοῦ δηάς. οὕτως ὑπὸ Κρητῶν αἱ κριθαὶ καλοῦνται.] | |
27t | (Οὐδέτερον.) | |
28 | Δηλητήριον. φάρμακον ὀλέθριον. | |
delta502 | Δῆλον. φανερόν. Δημιόπρατα. ἃ ὁ δῆμος πιπράσκει. Δημόκοινον. τὸ δημόσιον. [Δημόθοινα. ἡ τοῦ δήμου εὐωχία, ἢ ἡ θυσία.] | |
5 | Δημώματα. τὰ παίγνια. καὶ δημοῦσθαι τὸ παίζειν. οὕτως Πλάτων. Δηναιά. μακροχρόνια, πολυχρόνια. παρὰ τὸ αἰὼν, ὃ σημαίνει τὸν τῆς ζωῆς χρόνον, καὶ τὸ δὴν, τὸ ἐπὶ πολὺν χρόνον. | |
10 | Δήνεα. τὰ βουλεύματα. Δηρόν. ἐπιπολύ. [οἷον· —δηρὸν δὲ μάχης ἐπέπαυτ’ ἀλεγεινῆς. ὥσπερ δὲ παρὰ τὸ ἡ πέρα, τῆς πέρας, τῇ πέ‐ ρᾳ, τὴν πέραν· πέραν τοῦ χειμάῤῥου τῶν | |
15 | κέδρων· οὕτως καὶ ἀπὸ τοῦ δηναιὸς τὸ οὐδέτερον δηναιὸν, καὶ κατὰ συγκοπὴν δηνὸν καὶ δηρόν.] Δημοτικά. τὰ τοῖς πολλοῖς ἐμπρέποντα. | |
18t | (Ῥῆμα.) | |
19 | Δήετε. εὑρήσετε. | |
20 | [Δήεις. εὑρήσεις.] Δηθύνω. τὸ βραδύνω. [παρὰ τὸ δηθὰ δαθύνω καὶ δηθύνω. καὶ ἀπὸ ἐπιῤῥήματος γίνεται ῥῆμα, ὡς ὀψὲ, ὀψίω καὶ ὀψίζω, θαμὰ, θαμίζω.] Δηϊώσας. διακόψας. ἔστι δαίω τὸ διακόπτω. | |
25 | [καὶ ἐκ τούτου γίνεται δάϊος καὶ δήϊος, καὶ ῥῆμα δηΐω. ἐξ οὗ καὶ τό· | |
δηΐουν ἀλλήλους ἀμφὶ στήθεσι βοείας. | ||
delta503 | εἶτα κατὰ συναίρεσιν δηῶ, καὶ ἡ μετοχὴ δηώ‐ σας, καὶ σημαίνει τὸ ἀναιρῶ.] Δηΐων. διακόπτων. Δηλήσεται. βλάψει. | |
5 | Δηλῶ. τὸ βλάπτω. τὸ μὲν δηλητήριον ἀπὸ τοῦ δηλῶ, [τὸ δὲ δηλῶ] ἀπὸ τοῦ δῆρις, ὃ σημαίνει τὴν μάχην, δηρῶ καὶ δηλῶ. τοῦτο ἀπὸ τοῦ δαίω τὸ κόπτω. Δημηγορῆσαι. ἐν δήμῳ λαλῆσαι. | |
10 | Δημοσιεύων. δωρεὰν ἐργάζομαι. [Ἀριστοφά‐ νης· ἀλλ’, ὦ πόνηρ’, οὐ δημοσιεύων τυγχάνω. αἰτιατικῇ συντάσσεται.] Δημοτεύεσθαι. τὸ τοῦδε τινὸς δήμου κοινωνεῖν | |
15 | καὶ χρηματίζειν ἀπ’ αὐτοῦ. Δημοκοπεῖν. ἀντὶ τοῦ παίζειν. Δημοῦσθαι. παίζειν. [οὕτω Πλάτων.] Δημεύσας. δημοσιεύσας. Δήξω. λυπήσω. δίξω δὲ ἀντὶ τοῦ τρώσω, ι. | |
20 | δείξω δὲ ἀντὶ τοῦ φανερώσω, δίφθογγον. Δηοῦν. ἀφανίζειν, πορθεῖν, διακόπτειν. Δηριγευόμενος. ὀψικευόμενος. ἔστι δὲ ἡ λέξις | |
Ῥωμαϊκή. | ||
delta504 | Δήσαντες. δεσμεύσαντες. Δηώσαντες. ἀφανίσαντες, πορθήσαντες, δια‐ κόψαντες. Δῆθεν. ὡς δή φησι. ποτὲ μέν ἐστι παραπλη‐ | |
5 | ρωτικὸν δὴ, ποτὲ δὲ ὡς δή. Δηθά. ἐπὶ πολὺν χρόνον. Δηθάκις. πλειστάκις. Δηλαδή. φημί· ἐξάπαντος, φανερῶς. Δημοτελῶς. παντὶ τῷ δήμῳ. | |
10 | Δημοτικῶς. πολιτικῶς. καὶ δημοτικὰ τὰ τοῖς πολλοῖς ἐμπρέποντα. Δήπουθεν. δηλονότι, ἢ ἐκ τινὸς τόπου. Δήπου. ὡς δή. Δῆτα. λοιπὸν ἢ οὕτως. | |
15 | Δή. ἀντὶ τοῦ νῦν. Δήν. ἐπὶ πολὺν χρόνον. παρὰ τὸ αἰὼν, ὃ ση‐ μαίνει τὸν τῆς ζωῆς χρόνον, πλεονασμῷ τοῦ δ γίνεται δαιὼν καὶ κατὰ συγκοπὴν δὼν καὶ τρο‐ πῇ τοῦ ω εἰς η δήν. τὰ γὰρ εἰς ην ἐπιῤῥήμα‐ | |
20 | τα διὰ τοῦ η γράφεται, οἷον· χύδην, φύρδην, δήν· πλὴν τοῦ πρὶν, πάλιν, ἀνόπιν καὶ κα‐ | |
τόπιν. | ||
delta505(1t) | Τὸ Δ μετὰ τοῦ Ι. | |
2t | (Ἀρσενικόν.) | |
3 | Διαπρύσιος. ὁ μέγας, διαβόητος. Διαπρεπής. ἐπίσημος, ἔκδηλος. | |
5 | Διάβροχος. οἰνωμένος. ὡς δὲ ἐμέθυεν ὁ πορ‐ νοβοσκὸς καὶ διάβροχος ἦν πάνυ, τί μέλλομεν, ἔφη. Διαβήτης. ἐργαλεῖον εὔχρηστον τέχναις πολ‐ λαῖς, τῷ λάμβδα στοιχείῳ παρεοικός. | |
10 | Διαγνώμων. ὁ διαγινώσκων, ὁ διακρίνων. Διαγραφεύς. ὁ καθιστάμενος ἐν ταῖς συμμο‐ ρίαις ἐπὶ τῷ διακρίνειν, πόσον ἕκαστος εἰσενεγ‐ κεῖν ὀφείλει. Διάπυρος. θερμός. διάπυρος ἐραστής. | |
15 | Διαλλάκτης. συμβιβαστής. Διαλογισμός. ὁ μετὰ τοὺς δύο ὑπεισελθὼν καὶ τοὺς τὴν κρίσιν εἴτουν τὴν ἔκβασιν τοῦ πράγ‐ ματος ψηφισάμενος. Διάκονος. παρὰ τὸ ἐνέγκω τὸ προσενέγκω, [καὶ | |
20 | ἐν συνθέσει διενέκω, διαένοκος καὶ καθ’ ὑπερβι‐ βασμὸν διαέκονος καὶ κατὰ κρᾶσιν τοῦ αε εἰς α μακρὸν διάκονος.] ὁ διαφέρων τὰ κελευόμε‐ να. τινὲς δὲ παρὰ τὸ κονεῖν τὸ ὑπηρετεῖν. Διάκτορος. ὁ τοὺς λόγους διάγων. [οἷον· | |
25 | —διάκτορος Ἀργειφόντης. | |
delta506 | ἐπὶ δὲ τοῦ Ἑρμοῦ ὁ τὰ κτέρεα καὶ τὰ θύμα‐ τα τοῖς τετελευτηκόσι κομίζων, ἢ ὁ διακονῶν τὰς ψυχάς.] Διάτορος. ὁ διασαφηνίζων. [παρὰ τὸ τορῶ τὸ | |
5 | σαφηνίζω. Ἀριστοφάνης· εἰ μήτε τορήσω ταῦτα καὶ λαλήσομαι.] Διαδρασιπολίτης. δειλὸς, ἀποδιδράσκων τὴν πόλιν. Διαγόρας. κύριον. Διαγόρας ὁ Μήλιος. | |
10 | Διατρύγιος. ὁ διὰ μέσου τρύγῃ κατασπειρόμε‐ νος. ἢ ἐκ διαφόρων ἀμπέλων καταφυτευόμενος, πρωΐμων καὶ ὀψίμων, ὡς ἐν διαφόρῳ καιρῷ τρυγᾶσθαι. Διατιμητικός. δοκιμαστικός. | |
15 | Δίαυλος. ὁ ἀγών· ἢ μέτρον πηχῶν διακοσίων, ἢ ἡ μακρὰ περίοδος, ἢ τόπος διστάδιος. Διαιτηταί. οἱ ὑπεράνω τῶν πεντήκοντα νομι‐ σμάτων δίκας κρίνοντες, ὡς εἶναι τοὺς διαι‐ τητὰς μεγίστους κριτάς. | |
20 | Δίγνωμος. ὁ ἐπαμφοτερίζων τῇ γνώμῃ. Διδάσκαλον. λέγει ὁ Σόλων οὐ καθηγητὴν, οὐδ’ ὑφηγητήν. Διδίας. κύριον. Διδύραμβος. ὁ Διόνυσος. παρὰ τὸ δύο θύρας | |
25 | βῆναι, τήν τε κοιλίαν τῆς μητρὸς Σεμέλης καὶ | |
τὸν μηρὸν τοῦ Διός. | ||
delta507 | Δίκαιος. ὁ πᾶσαν ἰσότητα τοῖς ὁμοειδέσι παρέχων καὶ ὁ πᾶσαν ἀρετὴν ἔχων δίκαιος. φησὶ γὰρ ὁ Ἀπόστολος· δικαίῳ νόμος οὐ κεῖται. Δικασπόλος. ὁ περὶ τὰς δίκας καὶ τὰ δικα‐ | |
5 | στήρια ἀναστρεφόμενος. Δικτάτωρ. ὁ διπλασίαν τὴν ἀρχὴν ἔχων, ὁ παρὰ Ῥωμαίοις δισύπατος καλούμενος, ἢ ὁ μο‐ νάρχης ὁ πάντων κρατῶν, ἢ ὁ βασιλεύς. Δικτυεύς. ὁ ἁλιεύς. | |
10 | Δικτυωτός. πολύπλοκος. Δίκτυς. ὄνομα κύριον. σημαντέον, ὅτι ἐπὶ Κλαυ‐ δίου τῆς Κρήτης ὑπὸ σεισμοῦ κατενεχθείσης, καὶ πολλῶν τάφων ἀνεωχθέντων, εὑρέθη ἐν ἑνὶ τούτων τὸ σύνταγμα τῆς ἱστορίας Δίκτυος, τὸν | |
15 | Τρωϊκὸν περιέχον πόλεμον, ὅπερ λαβὼν ὁ Κλαύ‐ διος, ἐξέδωκε γράφεσθαι. Διμίτριος. ὁ δύο μίτρας ἔχων, ὅ ἐστι πολεμικὰς ζώνας ὑφαινομένας διὰ μίτου. ἐφοροῦντο δὲ αὗ‐ ται ἐσώτερον τῆς λαγόνος χάριν ἀσφαλείας. ἢ | |
20 | χαλκαῖ λεπίδες. Διμήτωρ. ὁ Διόνυσος. Δίοκλος. τόπος. Δῖος. ὁ ἔνδοξος. [ἀπὸ τῆς γενικῆς Διὸς γέγονε δίϊος, καὶ κατὰ κρᾶσιν δῖος, ὁ ἔνδοξος. καὶ | |
25 | Δῖος ὁ ἥρως ὁ εἷς τῶν Τιτάνων καὶ Πελοπίδων. παρὰ τὸ δέος δέεας καὶ ἐν συναλοιφῇ δείας διὰ διφθόγγου, ὁ δέος ἐμποιῶν. ἢ παρὰ τῆς | |
Διὸς γενικῆς.] | ||
delta508 | Διοπτῆρα. κατάσκοπον. ἐκ τοῦ ὄπτω. οἷον· τόν ῥα διοπτῆρα στρατὸς ἔμμεναι ἡμετέροιο. καὶ διοπτεύω τὸ κατασκοπεύω. καὶ διοπτῆρες, οἱ οἰκονόμοι, οἱ ἐπιτηρηταὶ, οἱ προφύλακες. | |
5 | [οὐχ οἷοί τε ἐγένοντο οἱ διοπτῆρες διαγνῶναι ἐπιόντας τοὺς δυσμενεῖς. καὶ διοπτὴρ μηχανι‐ κόν τι ὄργανον, δι’ ὧν ἐστοχάζοντο τῶν ἐπάλ‐ ξεων τὸ ὕψος. ἢ διόπτρα.] Διόπτης. παντεπόπτης. | |
10 | Δίοπος. ὁ διέπων καὶ ἐποπτεύων· ὁ τῆς νεὼς ἐπιμελητής. Διοποί. οἱ βασιλεῖς. παρὰ τὸ διοπεῖν ἢ διοπεύειν. Διόβλητοι. οἱ κεραυνόβλητοι. καὶ ἐγένοντο διό‐ βλητοι ἅπαντες. | |
15 | Διόγνητος. κύριον. Δίομος. κύριον. [ἀφ’ οὗ Διομίας. εἴρηται παρὰ τὴν Διὸς γενικὴν, ὡς ἀνδρὸς, ἄνδρομος καὶ ἐν παραγωγῇ ἀνδρόμεος, ὅθεν τό· ψωμοί τ’ ἀνδρόμεοι. | |
20 | καί· ἀνδρόμεα κρέ’ ἔδων.] Διόνυσος. οἱ μὲν Διόνυξον αὐτὸν ὀνομάζουσι διὰ τοῦ ξ, ὅτι κέρασι γεννώμενος ἔνυξε τὸν Διὸς μηρόν. ἢ Διόνυσος ὁ ἐκ τοῦ Διὸς γεννηθεὶς καὶ | |
25 | ἐν Νύσσῃ τραφείς. Δίδυμος. ὁ μεθ’ ἑτέρου τεχθεὶς ἐκ μιᾶς συλ‐ λήψεως. [παρὰ τὸ δύω, ὃ γίνεται δύνω. οἷον· | |
δύνε δ’ Ἐρεχθῆος πυκινὸν δόμον— | ||
delta509 | εἴρηται παρὰ τὸ δυόδυμος καὶ δίδυμος. καί· —λιμένες ἀμφιδίθυμοι— οἱ δύο εἰσόδους ἔχοντες. δίδυμος καὶ ὁ ὄρχις, παρὰ τὸ δύο τὸ τοῦ ἀριθμοῦ σημαντικὸν, δύ‐ | |
5 | μος καὶ ἐν διπλασιασμῷ δίδυμος. ἢ παρὰ τὸ δὶς ἐπίῤῥημα γίνεται δισσὸς καὶ δίσυμος καὶ κατὰ ἀντίθεσιν δίδυμος.] Διήρης. ὁ ὑπερῶος οἶκος, ὁ δίστεγος. Εὐριπίδης· μελάθρων ἐς διῆρες ἔσχατον— | |
10 | παρὰ τὸ διὴς διήρης, ἵν’ ᾖ ὁ δίστεγος. Ἀπολ‐ λόδωρος δὲ καὶ τὰς ναῦς τὰς ἐχούσας δύο καὶ τρεῖς στέγας διήρεις λέγει. Δίπαλτος. ἀμφοτέραις ταῖς χερσὶ περιδέξιος, οἷον παντὶ σθένει. Σοφοκλῆς· | |
15 | πᾶς δὲ στρατὸς δίπαλτος ἄν με χειρὶ φονεύει. καὶ διπάλτια δοράτια. Δίπυρος ἄρτος. ὁ παρὰ Ῥωμαίοις λεγόμενος παξαμᾶς. σισύρας ἐπὶ τῶν ὤμων φέροντες, ἐν | |
20 | αἷς δὴ ἄλλο οὐδὲν, ὅτι μὴ διπύρους ἄρτους, οἴκοθεν ἐμβεβλημένοι ἀφίκοντο. Δίφιλος. ὥσπερ παρὰ τῷ Ἄρῃ δοτικῇ γίνεται Ἀρηΐφιλος, οὕτως παρὰ Διῒ δοτικῇ γίνεται διΐφι‐ λος, καὶ κατὰ κρᾶσιν τῶν δύο ιι εἰς ἓν, δηλονό‐ | |
25 | τι μακρὸν, γίνεται Δίφιλος, ὥσπερ Θέτιϊ, Θέτι· | |
πάντα Θέτι καλλιπλοκάμῳ ζωάγρια τείνειν. | ||
delta510 | †Διφένσος. ὁ ἔκδικος.† †Διφενσίων. ὁ ἔνδικος χάρτης.† Δίφρος. τὸ ἅρμα. παρὰ τὸ δύο φέρειν τὸν ὁπλί‐ την καὶ τὸν ἡνίχον. | |
5 | Διφυής. ὁ δύο φύσεις ἔχων. Διώρυξ. ἡ διάνοιξις τῶν τοίχων. ἀπὸ τοῦ ὀρύσ‐ σω, ὀρύξω, ὄρυξ. καὶ ἐν συνθέσει διώρυξ. Διωστῆρσιν. ἀναφορεῦσι, τοῖς ἀναβαστάζουσι. Δῖνος. ἡ συστροφὴ, ἡ περιφέρεια, ὁ τόρνος. | |
10 | Διαχώρους. τὰ διαστήματα τῶν λόχων. οὕτω τὲ ἀνεπλήρωσε τῇ πυκνότητι τοῦ στρατοῦ τοὺς διαχώρους. Διαλογισμούς. ἀμφιβολίας. ὁ Ἀπόστολος· χωρὶς γογγυσμῶν καὶ διαλογισμῶν. | |
15 | Διλόγους. οἷον ὑπούλους καὶ δολερούς. μὴ διλό‐ γους γυναῖκας ὡσαύτως σεμνὰς, μὴ διαβό‐ λους· ὡς καὶ τὸ διλόγους. Διαφορώτερος. βελτίων. καὶ ὁ Ἀπόστολος· νυνὶ δὲ διαφορωτέρας τετύχηκε λειτουργίας, | |
20 | *ὅσῳ κρείττονός ἐστι διαθήκης μεσίτης.* | |
21t | (Θηλυκόν.) | |
22 | Διαδικασία. οὐχ ἁπλῶς πᾶσα δίκη, ἀλλ’ ἐν αἷς περὶ τινὸς ἀμφισβήτησίς ἐστι. Διασία. ἑορτὴ ἐπιτελουμένη ἐν Ἀθήναις τῷ | |
25 | Διΐ. [παρὰ τὸ τὰς ἄσας, τὰς ἀνίας, οἷον· | |
μή μιν ἔδουσιν ἄσαι. | ||
delta511 | καὶ ἀσόμενος μετοχή. διασία οὖν ἡ ἐπιτρέπου‐ σα τὰς ἄσας.] Διαλεκτική. ἡ ἀποδεικτικὴ, ἡ ἐπιστήμη ἀλη‐ θῶν καὶ ψευδῶν καὶ οὐδετέρων. ἡ μέθοδος δι’ | |
5 | ἐνδόξων. ἢ τέχνη λόγων, δι’ ἧς ἀνασκευάζο‐ μέν τι, ἢ κατασκευάζομεν ἐξ ἐρωτήσεως καὶ ἀποκρίσεως τῶν προδιαλεγομένων. διαλεκτικὴ δὲ ἀπὸ τοῦ διαλέγεσθαι, ὅτι διάλογος ἐξ ἐρω‐ τήσεως καὶ ἀποκρίσεως σύγκειται. | |
10 | Διάλεξιν. ἐμπειρία λόγων, ἤτοι τὰ νοηθέντα φράζειν. Διάλεξις διαλέκτου διαφέρει. διάλεκτός ἐστι φωνῆς χαρακτὴρ ἐθνικὸς, διάλεξις δὲ τῆς συν‐ ήθους φωνῆς ἐκτροπὴ ἐπὶ τὸ σεμνότερον καὶ | |
15 | ἀγροικότερον. ἢ διάλεκτός ἐστι, καθ’ ἣν ἕκα‐ στος ἄνθρωπος διαλέγουσι πρὸς ἀλλήλους κατὰ τὴν ἰδίαν συνήθειαν, ἢ ἀπὸ τοῦ διαλεχθῆναι καὶ διακεκρίσθαι ἀπὸ τῶν ἄλλων· ἑκάστη γὰρ αὐτῶν διακέκριται ἑτέρας ἀπὸ τοῦ διαλέχθαι | |
20 | καὶ ἐξειλέχθαι ὡς κρατιστεύουσα. Διαλογή. διάλεξις, ὁμιλία. Δαβίδ· ἡδυνθείη αὐτῷ ἡ διαλογή μου. Διάληψις. ἐνθύμησις. Διαυλία. ὅταν δύο ᾄδουσι. | |
25 | Διαύλεια δὲ, χώρα, δίφθογγος, ἥτις ἐστὶ καὶ ἐπισκοπή. Διακόρησις. ἡ φθορὰ τῶν παρθένων. Διαθήκη. διττῶς ἐκφωνεῖται· ἡ μὲν ἐπὶ θνησκόν‐ | |
των, διατάξεως καὶ ἐνταλμάτων χαρακτῆρα | ||
delta512 | φέρουσα· ἡ δὲ συνθηκῶν ἐπὶ διαλογῇ πολεμίων, συνωμοσίαν ἔχουσα. Διάθεσις. ἡ ποιὰ τῶν πρός τι τῆς ψυχῆς σχέ‐ σις, ἢ πάλιν ἡ πρός τι πῶς τῆς ψυχῆς ἔμμο‐ | |
5 | νος κίνησις. διάθεσίς ἐστι καὶ ἡ κατὰ συμβε‐ βηκὸς τοιάδε ἑκάστου ποιότης. διαθέσεις οὐ μόνον ἐπιστῆμαι καὶ τέχναι, ἀλλὰ καὶ ἀρεταί. ὑπάρχει δὲ τῇ τέχνῃ τὸ φαῦλον καὶ σπουδαῖον· τῶν γὰρ τεχνῶν αἱ μὲν εἰσὶ φαῦλαι, αἱ δὲ | |
10 | σπουδαῖαι. τῷ δὲ ἐπιστήμης ὀνόματι Ἀριστο‐ τέλης ἀντὶ τῆς τέχνης χρῆται κοινότερον. ὑπάρ‐ χοι δ’ ἂν καὶ τῇ διαθέσει γένος οὔσῃ τέχνης τὸ φαῦλον καὶ σπουδαῖον. διαθέσεις λέγονται, ἅ ἐστιν εὐκίνητα καὶ ταχὺ μεταβάλλονται· | |
15 | οἷον θερμότης καὶ ψύξις καὶ νόσος καὶ ὑγεία. διάκειται μὲν γάρ πως κατ’ αὐτὴν ὁ ἄνθρωπος· ταχὺ δὲ μεταβάλλει ἐκ θερμοῦ εἰς ψυχρὸν, καὶ ἐκ τοῦ ὑγιαίνειν εἰς τὸ νοσεῖν· εἰ μή τις διὰ χρόνου πλῆθος ἤδη πεφυσιωμένη ἀνίατός ἐστι | |
20 | καὶ δυσκίνητος· ἣν ἄν τις ἴσως ἕξιν ἤδη προσ‐ αγορεύοι. καὶ διαφέρει ἕξις διαθέσεως· καὶ γὰρ ἡ μὲν ἕξις δυσκίνητος, ἡ δὲ διάθεσις εὐκίνητος. Διαδόσεις. τὰς ἐκ διαιρέσεως ἴσης ἐπιβαλλούσας δόσεις. οὕτως Λυσίας. | |
25 | Διαπαρατριβαῖς. ἐνδελεχείαις. Διάγνωσις. ἡ ἑτέρου καὶ ἑτέρου ἀπροσπαθὴς καὶ ἀπαθὴς ὑπόληψις. Διαγνώμη. ἡ διάγνωσις καὶ ἡ διάκρισις. ἡ λέ‐ | |
ξις Θουκυδίδου. | ||
delta513 | Διαγραφή. ἡ διατύπωσις τῶν μετάλλων δη‐ λοῦσα μετὰ γραμμάτων, ἀπὸ ποίας ἀρχῆς μέ‐ χρι πόσου πέρατος πιπράσκεται. διαγραφή· καὶ καθυποβάλλεσθαι ζημίαις πολλαῖς τὴν πόλιν, | |
5 | ὡς καὶ ἐπὶ Ἰουστινιανοῦ. καὶ ὅταν ἀπαλλαγῇ τοῦ ἐγκλήματος ὁ φεύγων ἢ κατὰ συγχώρησιν τοῦ διώκοντος ἢ κατὰ διάγνωσιν τυχόντος, καὶ μηκέτι περὶ μηδενὸς ἐγκαλεῖται, λέγεται δια‐ γραφὴ δίκης. | |
10 | Διαδρομαί. ἐπὶ τῶν ἐπὶ παρατάξει κινημάτων. Διαμαρτυρία καὶ διαμαρτυρεῖν. τρόπος ἦν ἡ μαρτυρία παραγραφῆς. πρὸ γὰρ τοῦ εἰσαχθῆ‐ ναι τὴν δίκην εἰς τὸ δικαστήριον, ἐξῆν τῷ βου‐ λομένῳ διαμαρτυρῆσαι. διαμαρτυρεῖν δ’ ἐστὶ τὸ | |
15 | προλέγειν τῆς ἀπειθείας τὴν τιμωρίαν, καὶ τῆς εὐπειθείας τὴν ὠφέλειαν. Διάνοια. νοημάτων διακριτικὴ δύναμις καὶ ἐνθύ‐ μησις. ἢ νοῦ οἰκεία κίνησις, δι’ αὐτοῦ ἐνεργοῦ‐ σα καὶ διακρίνουσα. | |
20 | Διάκρισις. ἡ τοῦ θείου θελήματος ἐν παντὶ | |
καιρῷ καὶ τόπῳ ἀπλανὴς κατάληψις. | ||
delta514 | Διάῤῥοια. πάθος παρὰ τὰς ὗς γινόμενον. τρία δέ εἰσι πάθη· κραῦρα, βράγχη, διάῤῥοια. ἡ μὲν οὖν βράγχη μέρος τινὸς σώματος, ἡ δὲ κραῦρα πυρετὸς, πόνῳ· σημειοῦται δὲ τοῦτο τῷ | |
5 | καταβεβλῆσθαι τὰ ὦτα καὶ κατηφῆ. εἶναι τὰ ὄμματα. ἡ μὲν οὖν διάῤῥοια ἀθεράπευτός ἐστι· τὴν δὲ κραῦραν οἱ νομεῖς εὐχυματίζουσι· τῆς δὲ βράγχης περιτέμνουσι τὰ σεσηπότα τῶν σαρ‐ κιδίων. | |
10 | Διασκευή. συνθήκη. μόλις ἀνεχόμενος εἰς δια‐ σκευὴν τῶν γραμμάτων. Διάστασις. ὁ διαχωρισμός. Ἀντιφῶν δὲ λέ‐ γει καὶ τὴν διακόσμησιν. Διαστολή. διαχώρισις, ἐξοχή. καὶ πᾶν τὸ ῥη‐ | |
15 | θὲν ὑπ’ αὐτοῦ μετὰ διαστολῆς ἐξαγγέλλομεν. διαστολὴ καὶ ἡ διανοίας ὁλοκλήρου περιτομή. εἴρηται δὲ διαστολὴ ἀπὸ τοῦ διαστέλλειν τὸν ἐγκείμενον νοῦν. Διασφάγες. διεστῶσαι πέτραι, ἢ διατομαὶ ὄρους, | |
20 | ἢ ὁ διεστὼς ὄρους τόπος, ὥς φησιν Ἡρόδοτος· | |
καὶ διὰ τῆς διασφάγος ῥεῖ. [ὡς ἀπὸ τοῦ θε‐ | ||
delta515 | ρίζω θερίξω, καὶ βαστάζω βαστάξω, βαστὰξ, καὶ νεκροβαστὰξ, οὕτως ἀπὸ τοῦ σπῶ σπάζω, σπὰξ καὶ τροπῇ σφὰξ καὶ διασφάξ.] Διαίρεσις. ἡ τὸ μονοειδὲς ὡς πολυειδὲς ἀπε‐ | |
5 | σχοινισμένως ποιήσασα. καὶ πάλιν τὸ ἰδίᾳ ἀνὰ μέρος πρὸς ἕτερον μηδαμῶς γεγονός. ἢ διαίρεσίς ἐστιν ἡ πρώτη τομὴ, ἡ τὸ ἀμπὰξ [ἀναμέρος τιθεῖσα τὲ καὶ χωρίζουσα καὶ καθ’ ἑαυτὴν θεωρεῖσθαι παρασκευάζουσα,] κατά τε | |
10 | οὐσίαν καὶ ὑπόστασιν τοῦ ἑκάστου πράγματος ὕπαρξιν· οἷον ὡς εἶδος ἐν τοῖς ὑπ’ αὐτῷ ἀτό‐ μοις. τούτων γὰρ φυσικῶς κατηγορεῖται, καὶ ἐν αὐταῖς διὰ τῶν ἐνθεωρουμένων αὐτοῖς οὐσιωδῶν ἰδιωμάτων προφαίνεται. κοινὸν γάρ τι καὶ γε‐ | |
15 | νικὸν ἡ οὐσία. μᾶλλον δὲ ἁπάντων καὶ γενικῶν κοινότερόν τε καὶ γενικώτερον, καὶ γενικῶν κοινότερόν τε καὶ γενικώτερον, καὶ πάντων κατηγορεῖται, ὧν ὁ τοῦ εἶναι λόγος πρὸς ἕν ἐστι, τῇ προσλήψει τῆς διαφορᾶς ἐν ὅλοις προ‐ | |
20 | φαίνεται, καθ’ ἑαυτὴν ἄγνωστος οὖσα πρὸς αἴσθησιν διόλου καὶ ἀθεώρητος. Δίαιτα. ἡ καθημερινὴ τροφὴ, καὶ ἡ κρίσις. τὴν τῶν ἐγκλημάτων δίαιταν ἐπίτρεψον ἄλλοις. Διατριβή. ἡ σχολὴ, ἢ καιρὸς, καθ’ ὃν ἀνα‐ | |
25 | στρέφομεν περί τι. ἢ διάλεξις φιλόσοφος. ση‐ μαίνει καὶ τὸ ἐπιτήδευμα καὶ τὸ ἀσχόλημα καὶ τὴν δίαιταν καὶ τὴν διαγωγὴν καὶ τὴν πρόφασιν, ἀφ’ ἧς μέλλομεν περὶ τὰ πράγμα‐ τα διατρίβειν. διατριβὴ δὲ καὶ ἡ ἀργία. ἐγέ‐ | |
30 | νετο δὲ αὐτῷ ἑκούσιος ἡ διατριβή. Διατροπή. ἡ συμπάθεια, οἶκτος. τῶν δὲ Καρ‐ χηδονίων πολὺν κλαυθμὸν μετὰ δακρύων προϊε‐ | |
μένων, διατροπῇ μεγάλῃ τὸ συνέδριον ἐπέσχεν. | ||
delta516 | Διαύγεια. ἡ ἔλλαμψις. ὁ ἐν θεολόγοις Γρηγό‐ ριος τοῦτο διὰ τοῦ ι γράφει· μὴ λίθων διαυ‐ γίαις. προπαροξύνεται δὲ ἐν τῷ ἀττικίζειν. Διαφορότης. ἡ διαφορά. | |
5 | Διαφορά. ἔχθρα. †ἡ φιλονεικία.† διαφορὰ τὸ ἐν τῇ συνηθείᾳ ἡ παραλλαγὴ καὶ ἀνομοιότης. διαφορὰ καὶ ἡ παρὰ τοῖς φιλοσόφοις καλουμένη ἰδιαίτατα, ἥτις καὶ οὐσιώδης ὑπάρχει. διαφο‐ ρὰ, ᾗτινι περισσεύει τὸ εἶδος τοῦ γένους. καὶ | |
10 | πάλιν διαφορά ἐστιν ἡ κατὰ πλειόνων καὶ δια‐ φερόντων τῷ εἴδει, ἐν τῷ ὁποῖον τί ἐστι κατη‐ γορούμενον, καὶ τὸ χωρίζειν πεφυκὸς τὸ ὑπὸ τὸ αὐτὸ γένος οὐσιωδῶς. καὶ ἡ ἕτερον εἶδος ποιοῦ‐ σα καὶ ἡ ἐν τῷ ὅρῳ παραλαμβανομένη. αὗται | |
15 | γὰρ αἱ ὑπογραφαὶ τῆς ἰδιαίτατα εἰσὶ διαφορᾶς καὶ οὕτω διαφέρει ἕκαστος οὐσιωδῶς. καὶ ἡ λε‐ γομένη κοινῶς διαφορὰ τὸ χωριστὸν συμβεβη‐ κὸς, διότι παντὶ τῷ εἴδει κοινῶς ἐνθεωρεῖται. οἷον ὡς ὅταν ὁ δεῖνα τοῦδε διαφέρει κατὰ τὸ | |
20 | ὑγιαίνειν καὶ νοσεῖν, κατὰ τὸ κινεῖσθαι καὶ ἠρεμεῖν, καὶ κατὰ τὸ καθῆσθαι καὶ ἵστασθαι. καὶ ἡ λεγομένη ἰδίως διαφορὰ τὸ ἀχώριστον συμβεβηκός· διότι οὐ παντὶ τῷ εἴδει πρόσεστιν, ἀλλὰ τισὶν, οἷον ὅταν ὁ δεῖνα τοῦδε διαφέρει | |
25 | κατὰ τὸ σιμὸν ἢ γλαυκὸν ἢ φαλακρόν. ἢ λό‐ γος, καθ’ ὃν ἡ πρὸς ἄλληλα τῶν σημαινομένων ἑτερότης σώζεσθαι πέφυκε, καὶ τοῦ πῶς ἐστὶ δηλωτικός. ἢ ἀλλοίωσις φυσικῶν ποιοτήτων ἢ γνωμῶν ἢ πράξεων. | |
30 | Διαχειροτονία. διάκρισίς τις χειροτονίας ἐν | |
πλήθει γενομένης. οὕτως Δημοσθένης. | ||
delta517 | Διαψήφισις. ἰδίως ἐπὶ τῶν ἐν τοῖς δήμοις ἐξε‐ τάσεων, αἳ γίνονται περὶ ἑκάστου τῶν δημοτευο‐ μένων· εἰ τῷ ὄντι πολίτης ἐστὶ καὶ δημότης, ἢ ξένος ὢν παραγέγραπται. | |
5 | Διάχυσις. τέρψις, χαρά. Διδαχή. ἡ διδασκαλία. οὕτως Ἡρόδοτος. Διεγγύησιν. κατάστασιν ἐγγυητῶν. οὕτως Δη‐ μοσθένης. Διέκδυσιν. διεξέλευσιν. ἢ ἀπόδρασιν. | |
10 | Δίεσις. χώρισμα. Διεκβολάς. τὰς διόδους, τὰς ἐξόδους. Διέκπλοι. τὸ ἐμβάλλειν καὶ διασχίζειν τὴν τῶν ἐναντίων τάξιν, καὶ πάλιν ὑποστρέφειν καὶ αὖ‐ θις ἐμβάλλειν. ἀναστροφαὶ δέ εἰσιν αἱ εἰς τοὐ‐ | |
15 | πίσω ὑποχωρήσεις. Δίεξιν. διεξέλευσιν. Διέξοδος. ὅθεν τὶς ἐκπορεύεται. καὶ αἱ πνοαὶ καὶ αἱ ἐκκρίσεις διέξοδοι λέγονται. λήθουσι γάρ τοι καὶ ἀνέμων διέξοδοι. καὶ διεξόδους ὑδάτων | |
20 | κατέδυσαν οἱ ὀφθαλμοί μου, φησὶν ὁ Δαβὶδ, ἀντὶ τοῦ κρουνηδὸν ἐφέροντο. Διερήν. διΰγρον. Ὀππιανός· | |
—διερούς τε γάμους διεράς τε γενέθλας. | ||
delta518 | Διϊπόλεια. ἑορτὴ ἐπιτελουμένη τῷ Διῒ Πολιαίῳ ἤγουν ἐν τῇ ἀκροπόλει τιμωμένῳ· πόλιν γὰρ τὴν ἀκρόπολιν ἔλεγον. Διϊππασία καὶ ἀνιππασία. τῶν ἵππων ἅμιλλα. | |
5 | Δικαιοσύνη. ἕξις ἀπονεμητικὴ ἴσου καὶ τοῦ κατ’ ἀξίαν. καὶ καθολικὴ ἰσονομία πασῶν τῶν ἀρετῶν. δικαιοσύνη καὶ ἡ τῶν ἐντολῶν πλή‐ ρωσις, ὡς τό· οὕτως γὰρ πρέπον ἐστὶ πληρῶ‐ σαι πᾶσαν δικαιοσύνην. δικαιοσύνη καὶ ἡ ἀπο‐ | |
10 | χὴ τῶν κερδῶν καὶ ἡ τελεία ἀρετὴ καὶ ἡ δι‐ καία αἴτησις. ὡς καὶ ὁ Δαβὶδ φησίν· εἰσάκου‐ σον, κύριε, δικαιοσύνης μου. ἢ δικαιοσύνη ἐστὶν ἐπιστήμη τῶν αἱρετέων καὶ εὐλαβητέων καὶ οὐ‐ δετέρων. δικαιοσύνη καὶ ἡ κοινὴ ἀρετή· καὶ | |
15 | ἀντιδιαιρουμένη ταῖς ἄλλαις ἀρεταῖς ὁμωνύμως. διαφέρει δὲ ἀνδρία καὶ δικαιοσύνη· ἡ μὲν γὰρ δύο κακιῶν, θρασύτητος καὶ δειλίας, ἡ δὲ πλεον‐ εξίας καὶ μειονεξίας, ἐξ ὧν ἡ ἀδικία· ἐν γὰρ τούτοις τῇ αἰδικίᾳ τοῦ εἶναι. καὶ περὶ ἄλλα | |
20 | μὲν ἡ ἀνδρία· περὶ γὰρ τὰς τῶν κινδύνων ὑπο‐ μονάς· περὶ ἄλλα δὲ ἡ δικαιοσύνη· περὶ γὰρ τὸ ἶσον τότε ἐν διανομῇ καὶ τὸ ἐν τοῖς συναλ‐ | |
λάγμασι. | ||
delta519 | Δικαίωσις. κατάκρισις. δικαίωσιν τὴν πρεπωδε‐ στάτην. Λυσίας δὲ ὁ ῥήτωρ δικαιώσεις τὰς δικαιολογίας λέγει. Θουκυδίδης [δὲ,] τὰς κο‐ λάσεις. | |
5 | Δίκη. ἡ ὑπὲρ ἰδιωτικῶν ἀδικημάτων συνισταμέ‐ νη κατηγορία, καὶ ἧς τὸ τίμημα ὥρισται τοῖς νόμοις. δίκη καὶ ἡ κρίσις καὶ ἡ δικαιοσύνη καὶ ἡ τιμωρία. λέγεται δὲ ἰδίως καὶ ἐπὶ ἰδιωτικῶν ἐγκλημάτων. | |
10 | Δίκης ἀνάκρισις. οὐ πάσας δίκας κελεύουσιν οἱ νόμοι εἰσάγεσθαι· ἀλλ’ ὅταν ὁ φεύγων ἀντι‐ λέγῃ καὶ παραγράφεται λέγων, εἰσαγώγιμον μὴ εἶναι αὐτὴν, πρότερον ἐπὶ τούτῳ γίνεται κρί‐ σις, ἥτις δίκης ἀνάκρισις λέγεται. καὶ δίκην | |
15 | ἀντὶ τοῦ τρόπον. καὶ ὁ μὲν ἐξετρίβη πίτυος δίκην ῥιφεὶς εἰς θάλασσαν. Δικαιάρχεια. ὄνομα πόλεως. δικαιαρχία δὲ ἡ δικαίως ἄρχουσα, ι. Δικαιοδοσία. ἡ εὔλογος ἀφορμὴ, ἡ κατὰ τὸν | |
20 | νόμον. Δίκη. ἡ δικαιοσύνη. δύχη τὶς οὖσα, παρὰ τὸ εἰς δύο χέειν τὰ πράγματα. ἢ παρὰ τὸ δίζω τὸ ζητῶ καὶ ψηλαφῶ, ἡ ζητοῦσα τὸ ἀληθές. ἢ πα‐ ρὰ τὸ διστάζω· δεῖται γὰρ δισταγμοῦ ἡ ἀπό‐ | |
25 | φασις τοῦ δικαίου. | |
delta520 | Δίκτη καὶ Δίκτον καὶ Δικταῖον. ὄρος Κρήτης καὶ ἄκρα κειμένη κατὰ τὸ Λιβυκὸν πέλαγος. εἴρηται παρὰ τὸ τίκτω, τίκτα τὶς οὖσα, ἀπὸ τοῦ ἐκεῖ τεχθῆναι τὸν Δία. οἱ δὲ νῆσον φασὶν | |
5 | εἶναι Δίκτην, καὶ ὠνόμασται ἀπὸ τοῦ ἁλιευτι‐ κοῦ δικτύου, ἔνθεν καὶ Διὸς ἄγαλμα ἵστατο ἀγένειον. Δικλίς. δίθυρον. δικλίδας ἀμφετίναξεν ἐμοῖς Γαλάτεια προσ‐ | |
10 | ώποις. Δικτατωρεία. ἀρχὴ ἀνυπεύθυνος. Δικτυωτή. καγκελλωτὴ, πολύπλοκος. Διλοχία. δύο λόχοι. καὶ ὁ ἡγούμενος αὐτῶν δι‐ λοχίης. | |
15 | Δινωτή. περιφερὴς, ἡ ἐοικυῖα δίνῳ, ὅ ἐστι τόρνος. παρὰ τὸ δινοῦσθαι καὶ κυκλοῦσθαι. [οἷον· Ἰδομενεὺς, κρύφθη γὰρ ὑπ’ ἀσπίδος πάντος ἐΐσης, | |
20 | Τὴν ἄρ’ ὅγ’ ἐν ῥινοῖσι βοῶν καὶ νώροπι χαλκῷ Δινωτὴν φορέεσκε— καὶ δῖνος εἶδος ὀρχήσεως, καὶ εἶδος ποτηρίου, παρὰ τὸ δινοῦσθαι. λέγεται δὲ καὶ ἀρσενικῶς ὁ | |
δῖνος. καὶ δίνη τὰ ῥεύματα καὶ ἡ συστροφή.] | ||
delta521 | Διορία. προθεσμία. διωρία δὲ σημαίνουσα και‐ ρὸν, μέγα. Διοκαισάρεια. ἡ νῦν λεγομένη Ἀναζαρβὰ ἢ Ἀνάζαρβα. πόλις δὲ αὕτη ἐν Κιλικίᾳ. πρό‐ | |
5 | τερον δὲ Κύϊνδος ἐλέγετο. Διοκωχή. ἀνακωχὴ χρόνου. καὶ διοκωχὴν αἰτή‐ σασιν ἔδωκε. Διομήδεια. ὄνομα νήσου. Διόπτρα. κάτοπτρον ἢ μηχανικὸν τεχνούργη‐ | |
10 | μα, *δι’ οὗ οἱ γεωμέτραι ἀπεκρίβουν τὴν τῶν ἐπάλξεων ἐκ διαστήματος ἀναμέτρησιν.* Πι‐ σίδης· ταῦτα πρὸ πολλοῦ τῇ διόπτρᾳ σου βλέ‐ πεις. Διπλοΐς. ἡ χλαμύς. | |
15 | Διπλόη. ἡ ἀπάτη. καὶ ἡ ἔξωθεν ἀρετὴ φαινομέ‐ νη, ἔσωθεν δὲ γέμουσα κακίας. καὶ οἱ φιλίας μὲν ὑπισχνούμενοι, προϊέμενοι δὲ τὸν φίλον τοῖς πολεμίοις. Πισίδης· ἡ τοῦ χιτῶνος ἐμπεσοῦ‐ σα διπλόη. τάττεται δὲ ἡ λέξις ἐπὶ τῶν σκο‐ | |
20 | λιῶν τοὺς τρόπους. Διποδία. εἶδος ὀρχήσεως. Ἀριστοφάνης· ἵν’ ἐγὼ διποδιάξω. Δίρκη. ὄνομα πηγῆς. Διφασία. ἡ διλογία. | |
25 | Διφθέρα. ποιμενικὸν περιβόλαιον ἐκ δερμάτων, | |
οἷον γοῦνα ἢ ἄλλό τι. | ||
delta522 | Διφαλαγγία. αἱ δύο φαλαγγαρχίαι, ὅ ἐστιν ἄνδρες ἑκατὸν ἐννενήκοντα δύο καὶ χιλιάδες ὀκτώ. τοῦτο δὲ καὶ μέρος ὑπ’ ἐνίων καλεῖται, ἀλλὰ καὶ κέρας. καὶ ὁ ἡγούμενος κεράρχης. | |
5 | Διφαλαγγία ἀντίστομος. ἥτις ἡγεμόνας μὲν ἔχει τεταγμένους, οὓς μὲν ἐν δεξιᾷ, οὓς δὲ ἐν εὐωνύμοις, τοὺς δὲ οὐραγοὺς ἐν μέσῳ τεταγμέ‐ νους. Διφρεία. ἡ τοῦ ἅρματος περιφέρεια. | |
10 | Διχόνοια. ἡ διχοστασία. Διχομηνία. ἡ πεντεκαιδεκάτη τῆς σελήνης. μή‐ νη γὰρ ἡ σελήνη. [λέγεται καὶ διχόμηνος.] Διψάς. εἶδος ὄφεως. ἔστιν ἔχεως ὀλιγοτέρα, ἀποκτεῖναι δὲ ὀξυτέρα· οἱ δὲ δηχθέντες ἐξ αὐ‐ | |
15 | τῆς ἐξάπτονται εἰς δίψος, ὥστε ῥήγνυσθαι. λευ‐ κὴ δ’ ἔστι καὶ ἔχει ἐν τῇ οὐρᾷ γραμμὰς δύο. πρηστῆρα δὲ αὐτὴν τινὲς καλοῦσι, καύσωνα δὲ ἄλλοι. γίνονται δὲ ἐν Λιβύῃ καὶ Ἀραβίᾳ μᾶλ‐ λον. καλοῦσι δὲ αὐτὴν καὶ μελάνουρον καὶ ἀμ‐ | |
20 | μοάτιν καὶ κεντρίδα. Διωμοσία καὶ ἀντωμοσία τὸ αὐτὸ δηλοῖ. ἔστι δὲ ὅρκος ἐπὶ τῶν δικαζομένων γινόμενος, τοῦ μὲν ὀμνύοντος, ὅτι παθὼν ἐγκαλεῖ, τοῦ δὲ ἄρα, ὅτι οὐκ ἐποίησε. | |
25 | Διώνη. ἡ Ἀφροδίτη. [ἀπὸ τοῦ Διὸς Διώνη, κατ’ | |
ἔκτασιν τοῦ ο εἰς ω. ὅτι αὐτὴ γέγονε πρώτη | ||
delta523 | γαμετὴ τοῦ Διός. ἢ ἀπὸ τοῦ διδῶ Διδώνη, καὶ Διώνη, ἡ διδοῦσα τὰς τῆς γεννήσεως ἡδονάς.] Διωρυγὴ καὶ διωρυχή. ἡ διάνοιξις τῶν τοιχῶν *ἢ τῶν χωμάτων.* | |
5 | Δικαιοσύνη. παρὰ τὸ διχάζειν τὸ ἄδικον ἐκ τοῦ δικαίου, διχαιοσύνη τὶς οὖσα, καὶ κατὰ τροπὴν δικαιοσύνη. Δίψα. ἡ ἐπιθυμία. Διακονίαν. τὴν ἀποστολὴν λέγει ὁ Ἀπόστολος. | |
10 | ἢ κοινοτέρως πᾶσαν πνευματικὴν ἐργασίαν· εἴτε διακονίαν ἐν τῇ διακονίᾳ. | |
12t | (Οὐδέτερον.) | |
13 | Διαβούλια. οἱ διαλογισμοὶ, ἢ τὰ ἐκ λογισμῶν ἀτόπων πταίσματα. | |
15 | Διάγραμμα. τὸ διδόμενον ἐν ταῖς συμμορίαις, ὁπόσον ἕκαστος εἰσφέρειν δεῖ. ἐτάττετο δὲ οὐ τὸ αὐτὸ πᾶσιν, ἀλλὰ πρὸς τὴν τιμὴν τῆς οὐ‐ σίας. διάγραμμα καὶ τὸ μίσθωμα. διέγραφον γὰρ οἱ ἀγορανόμοι, ὅσον ἔδει λαμβάνειν τὴν | |
20 | ἑταίραν, δηλονότι τὴν πόρνην. Διάζωμα. τὸ περὶ τὰ αἰδοῖα σκέπασμα. Διάλειμμα. τὸ διάστημα καὶ διαχώρημα. οἷον· θεὸς ἐν σαρκὶ, οὐκ ἐκ διαλειμμάτων ἐνεργῶν. Διαλείποντα. τὰ διαχωρήματα. †φυλακαὶ δὲ | |
25 | ἐπὶ τὰ διαλείποντα τῆς τάφρου ἐτετάχατο.† Διάμετρον. τὸ ἀπὸ πέρατος εἰς πέρας κατὰ πλά‐ τος διάστημα. Διαπρύσιον. ἐξάκουστον, μέγα, περιβόητον. | |
[παρὰ τὸ πεύθομαι ἐπευθόμην, πύσιον, καὶ | ||
delta524 | πλεονασμῷ τοῦ ρ πρύσιον καὶ διαπρύσιον. ἢ ἀπὸ τοῦ περῶ περάσω, περάσιον καὶ κατὰ συγκοπὴν πράσιον, καὶ τροπῇ πρύσιον. ὡς μά‐ θος, μῦθος.] | |
5 | [Δίαρμα. κούφισμα.] Διαπρεπές. ἐπίσημον. Δίασμα. ἡ πρώτη τοῦ ἱματίου ἐργασία. [Καλ‐ λίμαχος· εἰ δέ ποτε προφέροιντο διάσματα φάρεος ἀρ‐ | |
10 | χήν. ἀπὸ τῆς δέσεως τοῦ μερισμοῦ, ἐπεὶ τοὺς στή‐ μονας διαμέσου. δέδασμαι καὶ δάσμα καὶ πλεο‐ νασμῷ τοῦ ι δίασμα. ἢ παρὰ τὸ ἄσσω ἆσμα καὶ δίασμα. τοῦτο τὸ ἄσσω γίνεται Αἰολικῶς | |
15 | ἄζω καὶ διάζομαι. οἱ γὰρ Αἰολεῖς τὰ δύο σς εἰς ζ τρέπουσιν. οὕτω καὶ τὸ μείζων ἀπὸ τοῦ μέγα μέσσων φασὶ καὶ μείζων, καὶ τὸ ὀλίσ‐ σων ἀπὸ τοῦ ὀλίγος, ὀλίζων.] Διάτορον. ὀξὺ, μεγαλόφωνον. | |
20 | Διάφορα. τὰ ἀναλώματα. οὕτως Θουκυδίδης. Διβίκια. Δίδραγμον. εἰσφορὰ, συντέλεσις. ἔχει ἓξ γράμ‐ ματα τὸ δίδραγμον. ἢ νόμισμα ἓν ἥμισυ. τοῦτο καὶ σίκλος λέγεται. ἢ πεντάσικλοι. ἤγουν | |
25 | εἴκοσι ὀβολοί. *ἢ διακόσιοι ὀβολοί.* Διειδές. καθαρὸν, λαμπρόν. Διέδριον. τὸ καθέδριον. ἄραντες αὐτὸν διέδριον | |
κατὰ τοὺς οἴκους εἰσεκόμιζον. | ||
delta525 | Διεντέρευμα. τὸ ἐρώτημα. Διϊπολεία. παρὰ τῷ Διῒ δοτικὸν γίνεται διϊπο‐ λεῖον καὶ διϊπολεία. γράφεται δὲ διὰ τῆς ει διφθόγγου, τῷ λόγῳ τῶν διὰ τοῦ ειον οὐ‐ | |
5 | δετέρων μονογενῶν. *ἤγουν ἐν τῇ ἀκροπόλει τιμωμένῳ. πόλιν γὰρ τὴν ἀκρόπολιν ἔλεγον.* Δίκαιον. τὸ πρὸς ἀξίαν ἑκάστῳ τιμητικόν. Δίκορσον. τὸ δικόρυφον. Δικρανές. τὸ δικέφαλον. | |
10 | Δίκρον καὶ δίκροον. τὸ δίκρανον ξύλον. παρὰ τὸ κόρον, ὃ σημαίνει τὸν κλάδον, ἔνθεν κορυδαλὶς ἡ δάφνη, καὶ κορεῖν τὸ τοῖς κλάδοις σαροῦν. [ἐγὼ δὲ νομίζω μᾶλλον παρὰ τὸ κέρας, ὃ δὴ καὶ κέρως, ἵν’ ᾖ δίκερως καὶ κατὰ μετάθεσιν | |
15 | δίκρεος, καὶ τροπῇ τοῦ ε εἰς ο δίκροος. λέγου‐ σι καὶ δικροῖς, ὅ ἐστι ξύλοις διφυέσι, δικρα‐ νίοις. Ἀριστοφάνης· δικροῖς ἐώθουν τὸν θεὸν κεκράγμασι.] Δικαιώματα. εὐλόγους ἀφορμάς. ἐάν τε γὰρ | |
20 | νικῶμεν ἡμεῖς, ἕξεις πρὸς ἐμὲ δικαιώματα με‐ γάλα. δικαιώματα καὶ ὁ νόμος, καὶ αἱ ἐντο‐ λαὶ, καὶ τὰ προστάγματα, καὶ τὰ κρίματα. νόμον καλεῖ τὸν ὑπὸ τοῦ θεοῦ διὰ τοῦ Μωσέως διδόμενον. ἐντολὰς καὶ τὰ προστάγματα τῶν | |
25 | αὐτῶν. κρίματα δὲ, ὡς τὰς θείας ψήφους ὑπο‐ δεικνύντα καὶ τὰς ἀξίας ἀντιδόσεις τῶν τε ἐν‐ | |
νόμως καὶ ἀνόμως βιούντων. μαρτυρία δὲ, ὡς | ||
delta526 | διαμαρτυρούμενον καὶ δεικνύντα, οἵαις τιμωρίαις ὑποβληθήσονται οἱ ταῦτα παραβαίνοντες. ἢ δι‐ καιώματα ὡς δυνάμενα τὸν κατορθοῦντα δικαι‐ οῦν. δικαιώματα καὶ αἱ κατακρίσεις. | |
5 | Δικαιωτήρια. τὰ δικαστήρια καὶ αἱ ἐκεῖθεν κο‐ λάσεις. Δικαιώματα. κρίσεις ἀληθιναί. Δικύμα. τὰ διδυματόκα πρόβατα. Δίλημμα. τὸ δισσῶς λαμβανόμενον φρόνημα. καὶ | |
10 | διλήμματον, τὸ διχῶς νοούμενον. Διομήδειον. ἔπος. Δικιδίοις. ταῖς δίκαις, ὑποκοριστικῶς. Δίκτυον. παρὰ τὸ δίκω, τὸ βάλλω, δίκυον καὶ δίκτυον, πλεονασμῷ τοῦ τ. | |
15 | Δίνδυμον. ὄρος Φρυγίας. ἐκλήθη δὲ Δίνδυμον ὡς δύο ἄκρας ἔχον. Διοπετές. ἐξ οὐρανοῦ κατερχόμενον. Δισσὸν καὶ διττόν. τὸ διπλοῦν. Διχοτομήματα. σχίσματα, τμήματα. | |
20 | Διχηλά. οἷον βοῦς, ἔλαφος, δορκάς. οἷς συμ‐ βέβηκεν ἐν τοῖς ὀπισθίοις ποσὶν ἀστραγάλους ἔχειν. Δίπαλτον. τὸ δικίνητον. πάλλω γὰρ τὸ κινῶ. Δίψος καὶ δίψα. ἑκατέρως λέγεται, μᾶλλον | |
25 | δὲ τὸ οὐδέτερον. Διωλύγιον. μέγα θρηνητικῶς ἠχοῦν, ἢ τὸ μέγα | |
καὶ ἐπιπολὺ διῆκον. ταῦτα οὐ διωλύγιος φλυαρία. | ||
delta527 | Διώροφον. τὸ δίστεγον. Διάψαλμα. ἢ προσώπου ἐναλλαγὴ ἢ διανοίας μεταβολὴ, ἢ μέλους ὑπαλλαγή. ἔγραψαν δὲ καὶ τὸ διάψαλμα οἱ ἑρμηνεύσαντες τέσσαρες | |
5 | ἄρχοντες, οἱ ἐκλεχθέντες παρὰ τοῦ Δαβὶδ ἐκ τῆς φυλῆς Λευῒ, Ἀσὰφ ὁ υἱὸς Κορὲ, Αἰμὰν, Αἰ‐ θὰμ καὶ Διθούμ. τούτοις ἀριθμὸς ᾠδῶν παρακο‐ λουθεῖ. ἕκαστος οὖν τούτων, καθὼς εἴρηται, ἵστατο ἐνώπιον τοῦ ἁγιάσματος τοῦ κυρίου, αἰνοῦντες | |
10 | τὸν πάντων δεσπότην, ὃς μὲν κυμβάλοις, ὃς δὲ ψαλτηρίῳ, ὃς δὲ κιννύρᾳ, ὃς δὲ κερατίνῃ, ὃς δὲ κιθάρᾳ, ὧν μέσος ἵστατο ὁ Δαβίδ. ἢ διά‐ ψαλμά ἐστι μουσικοῦ μέλους ἢ ῥυθμοῦ τροπῆς γενομένης ἢ διανοίας ἐναλλαγή. κρατῶν ἐπὶ | |
15 | χεῖρας τὸ ψαλτήριον, καὶ ἕκαστος πνεύματι ἁγίῳ κινούμενος ὕμνει τὸν θεὸν, καὶ πάντες συνεπεφώνουν τῷ ψάλλοντι τὸ ἀλληλούϊα. ἢ διάψαλμά ἐστι διδασκαλία τοῦ πνεύματος τῇ ψυχῇ κατὰ τὸ ἀπόῤῥητον γενομένη, τῆς περὶ | |
20 | τὸ νόημα τοῦτο προσοχῆς τὸ συνεχὲς τῆς με‐ λῳδίας περικοπτούσης. ἢ ὅτι προϊούσης κατὰ τὸ ἀκόλουθον τῆς ψαλμῳδίας ἐάν τις ἐγένετο με‐ ταξὺ προφητεύοντος τοῦ Δαβὶδ ἑτέρα τοῦ ἁγίου πνεύματος ἔλλαμψις θεία, καὶ προσθήκη τοῦ | |
25 | κατὰ γνῶσιν χαρίσματος ἐπ’ ὠφελείᾳ τῶν δεχο‐ μένων τὴν προφητείαν ἐπέχων τὴν φωνὴν και‐ ρὸν ἐδίδου τῇ διανοίᾳ δέξασθαι τῶν νοημάτων τὴν γνῶσιν, τῶν γινομένων ἐν αὐτῷ παρὰ τῆς | |
θείας ἐλλάμψεως. ἢ διάψαλμά ἐστι μεταξὺ | ||
delta528 | τῆς ψαλμῳδίας δεχομένη κατὰ τὸ ἀθρόον ὑπηρέ‐ μησις πρὸς ὑποδοχὴν τοῦ θεόθεν ἐπισκιρνωμέ‐ νου νοήματος. Διαύλειον. ὅταν ἡσυχίας γενομένης ὁ αὐλητὴς | |
5 | ἄσῃ. Διαφανῆ χιτώνια. οὐ τὰ λαμπρὰ, ἀλλὰ τὰ ἰσχνὰ, δι’ ὧν διαφαίνεται τὰ σώματα τῶν γυ‐ ναικῶν. καὶ Ἡσαΐας ὁ προφήτης τὰ διαφανῆ Λακωνικά. | |
10 | Διαφόρημα. τὸ παίγνιον. Διηνεκές. τὸ ἡνωμένον καὶ ἀδιάσειστον. παρὰ τὸ ἓν τὸ ἀριθμητικόν. καὶ μετὰ ἐκτάσεως καὶ ἐν συνθέσει διηνεκές. ἢ παρὰ τὸ ἐνέκω, ἐνεκέσω, ἐνεκὲς καὶ διηνεκές. τὸ ἐπίμηκες καὶ ἀδιά‐ | |
15 | λειπτον. Διδασκαλεῖον. ἡ παίδευσις καὶ τὸ σχολεῖον. δι‐ δασκάλιον δὲ τὸ μάθημα, ι. Δίπτυχα. τὰ διπλᾶ. Διπτύχια. δύο περιβόλαια ἔχοντα, ὡς τὸ μὲν | |
20 | ὑπεστρῶσθαι, τὸ δὲ ἕτερον ὑποβεβλῆσθαι. Διαφέροντα. τὰ συμφέροντα. παρὰ τῷ Ἀποστό‐ λω· εἰς τὸ δοκιμάζειν ὑμᾶς τὰ διαφέροντα. Δικαιώματα. σύμβολα, θεσμούς. εἶχεν οὖν καὶ ἡ πρώτη σκηνὴ δικαιώματα λατρείας, ἤτοι | |
25 | θεσμοὺς λατρείας καὶ εὐχῶν. | |
26t | (Ῥῆμα.) | |
27 | Διαβάλλεται. χρῶνται ἐπὶ τοῦ ἐξαπατᾷν. | |
τὸν γὰρ γέροντα διαβαλοῦμαι τήμερον. | ||
delta529 | Διαβάλλειν. παραλογίζεσθαι. Θουκυδίδης. δια‐ βάλλειν τὸ ἐν μέσῳ πέλαγος, καὶ λῃστεύειν τὰς νήσους. καὶ ἀντὶ τοῦ περᾷν. διαβάλλειν τὸν Ὦξον ποταμόν. | |
5 | Διαβούλομαι. ἀναπείσω. οὕτω Θουκυδίδης. Διαβάσης. ἐπελθούσης. Ῥωμαϊκῆς δυνάμεως ἐπ’ αὐτοὺς διαβάσης. Διαξιφίσασθαι. ξίφεσι διαγωνίσασθαι. Διαπιθηκίσαι. τὸ διαπαῖξαι. ἀπὸ τῶν πιθήκων· | |
10 | φιλοπαιγμονέστατον γὰρ τὸ ζῶον. Διασαλακώνισον. διαγαυρίασον. Ἀριστοφάνης· τρυφερόν τι διασαλακώνισον. σαλάκωνας γὰρ ἐκάλουν τοὺς διαθρυπτομένους, ἀπὸ τοῦ σαλοῦσθαι, ὅ ἐστιν ἁβρῶς βαίνειν καὶ | |
15 | οἱονεὶ σείεσθαι, παρὰ τὸν σάλον. Διαῤῥικνοῦσθαι. τὸ τὴν ὀσφὺν φορτικῶς περιά‐ γειν. Κράτης· ξίφιζε καὶ σπάδιζε καὶ διαῤ‐ ῥίκνου. *Διαφυλάξας. διαλαβών.* | |
20 | Διασκανδικίσας. σκάνδικας πιπράσκων· σκάν‐ | |
διξ γὰρ λάχανον. | ||
delta530 | Διαψαίρουσι. διαπνέουσι. ψαίρειν γὰρ τὸ πνεῖν οἱ ναυτικοὶ λέγουσι. Διαλαβών. προκατασχών. ὁ δὲ διαλαβὼν τὰς ὁδοὺς φυλακαῖς. | |
5 | Διαλαγχάνειν. διαμερίζεσθαι, διακληροῦσθαι. Διαλαμβάνει. ὑπονοεῖται. ἡ δὲ εὐμηχάνως δια‐ λαμβάνει. Διαλαμβάνων. ὑπομνηματίζων, συγγράφων. Διαλέγεσθαι. τὸ συνουσιάζειν. | |
10 | Διαλέγουσαν. τὴν οἰκοδομοῦσαν. λέγειν γὰρ τὸ οἰκοδομεῖν. Διαλέγου. διορύττου. οὕτως Θουκυδίδης. Διαλέγοιντο. ὁμιλοῖεν. διαλέγοιντο γυναιξί. καὶ τὸ συνουσιάζειν. | |
15 | Διαλεπτολογοῦμαι. διαλέγομαι. Διαμαρτυρεῖν. τὸ προλέγειν τῆς ἀπειθείας τὴν τιμωρίαν, καὶ τῆς εὐπειθείας τὴν ὠφέλειαν. Διαμάρτυραι. βεβαίωσαι. Διαμαρτύρομαί σοι. ἀντὶ τοῦ βεβαιώσω. ἐπὶ | |
20 | μέλλοντος μέγα, ἐπὶ δὲ τοῦ ἐνεστῶτος μικρὸν, | |
delta531 | ὡς τό· ἄκουσον λαός μου καὶ λαλήσω σοι [Ἰσραὴλ καὶ διαμαρτύρομαί σοι.] Διαμαρτυρομένους. προλέγοντας, ἀποτρέποντας. ἀπέστειλαν πρεσβευτὰς διαμαρτυρομένους μήτε | |
5 | τὴν πόλιν αἰκίζειν. Διαμαρτύρασθαι. βεβαιῶσαι. ἐβουλήθησαν δὲ καὶ διαμαρτύρασθαι τοιοῦτον τρόπον τινά. Διαμέλλει. ἀναβολῇ χρῆται. καὶ μὴ πάνυ πι‐ στεύσας διημέλλησεν. | |
10 | Διαμησάμενος. διορύξας. διαμησάμενος πᾶσαν τὴν τοῦ Ὀλύμπου ἄμμον. Διαμῆσαι. διακόψαι. Διαμοιρωμένη. διαιροῦσα καὶ μερίζουσα. ἢ τὰς μοίρας μεμφομένη. | |
15 | Διαμυδαίνεται. ἀντὶ τοῦ πηδᾷ. [καὶ] διαῤῥεῖ καὶ διηθεῖ. Διανενεύκαμεν. ἀντὶ τοῦ ἐπεραιώθημεν. Διανεῦσαι. διακολυμβῆσαι. διανεῦσαι ἐθελή‐ σαντες ἐβαπτίζοντο ὑπὸ τῆς πανοπλίας. | |
20 | Διαξαίνειν. *διαμαστίζειν,* ἀναιρεῖν, διακό‐ | |
πτειν. καὶ ἔμελλεν ὁ δῆμος διαξαίνειν αὐτόν. | ||
delta532 | Διαξείνω. διαλύω. ἐπὶ ταῖς ἀρχαῖς διαξείνω. τῶν γὰρ ἐρίων οἱ μαλλοὶ ἔχουσι τὰς κορυφὰς καὶ τὰς ἀρχὰς πεπιλημένας. | |
5 | Διαπαρθενεῦσαι. μιγῆναι παρθένῳ. Διαπατταλευθήσῃ χαμαί. τὸ διερευνᾷν καὶ ζητεῖν ἐπιμελῶς. ἀπὸ τῶν τὰς βύρσας διατει‐ νόντων. ἢ ἀντὶ τοῦ ἐκταθήσῃ. Διαπεπατταλευμένα. διεσφηκωμένα· ὥστε μή‐ | |
10 | τε πάτταλον διεῖραί που διὰ πυκνότητα. δύ‐ ναται δὲ εἶναι ἀπὸ τῶν τοίχων τῶν μηκέτι πασ‐ σάλῳ τόπον ἐχόντων. Διαπεπονημένης. κατορθωθείσης. Διαπεράναντες. διακεντήσαντες. | |
15 | Διαπεσούσης. ἀποτυχούσης. καὶ διαπεσούσης καὶ συντελεσθείσης τῆς ἐπιβουλῆς. Διαπέσοιμι. ἀντὶ τοῦ διαμαρτήσαιμι τῆς ἐλ‐ πίδος. Διαπηνηκίσαι. ἐξαπατῆσαι. πηνήκην γὰρ οἱ | |
20 | ἀρχαῖοι Ἀττικοὶ τὴν τῶν τριχῶν περιθέτην | |
delta533 | ἔλεγον. καὶ τὸ φενακίσαι τινὲς λέγουσι ἀπὸ τούτου εἰρῆσθαι. Διαπλέκειν. διαποικίλλειν. διάγειν. διαπονεῖν, ἀσκεῖσθαι. | |
5 | Διαπραξάμενον ἐλευθερίαν. κατασκευασάμενον. Διαπρέπειν. διαφαίνεσθαι, διαφέρειν. Διαρτῆσαι. τὸ ἐξαπατῆσαι. οὕτως Μένανδρος. Διαρτίσαι δὲ, τὸ ἀναπλάσαι, ι. Διαρτῶ. κρεμῶ. | |
10 | Διαρτίζεται. ὁρμᾷ. Διασαφηνίζειν. τὸ τῇ γλώσσῃ ἀκριβοῦν. Διασήθειν. διαξύειν, ἀπαλείφειν, παράπτε‐ σθαι, ἢ τὸ κοσκινίζειν. Διασμώμενος. ἐρευνῶν. | |
15 | Διασπαθᾷν. ἀφειδῶς δαπανᾷν. Διαστελλόμενος. διαχωριζόμενος. Διαστῆσαι. ἀντὶ τοῦ διαταράξαι καὶ οἷον ἀδύ‐ νατον ποιῆσαι. Διαστήτην. διεχωρίσθησαν. δεύτερος ἀόριστος | |
20 | τῶν εἰς μι ἐστὶ καὶ τὸ τρίτον τῶν δυϊκῶν, ἔστην [καὶ διαστήτην.] Ὅμηρος· ἐξ οὗ δὴ τὰ πρῶτα διαστήτην—. Διαταφρεύει. διασκάπτει. Διατρέχοντες. οἱ διάττοντες ἀστέρες. οἱ ἀπο‐ | |
25 | σπινθηρίζοντες. | |
delta534 | Διατοιχεῖ. ἀντὶ τοῦ ποτὲ μὲν ἐπὶ τοῦ δεξιοῦ τοῦ τοίχου τοῦ πλοίου, ποτὲ δὲ ἐπὶ τοῦ ἀρι‐ στεροῦ γίνεται. Διατυπῶν. ἐπὶ τὸ βέλτιον διατιθέμενος. διατυ‐ | |
5 | πῶν τὸ ἀτύπωτον καὶ μεταπλάττων πρὸς εὐ‐ σχημοσύνην τὸ ἄτακτον. Διαυλίζων. βαθύνων, ἢ μηκύνων. Διαυλωνίζειν. τὸ διὰ στενοῦ ῥεῖν. Διαυχενίζεσθαι. ὑψοῦ αὐχένα ἔχειν. καὶ διαυ‐ | |
10 | χενίζεσθαι πρὸς τὸ ἀγέρωχον ταῖς μελέταις ἐξεκάλει. *Δινεύεσθαι. κύκλῳ πέτεσθαι.* Διαφέρεσθαι. ἐρίζειν, φιλονεικεῖν. οἰηθεῖσα οἱ διαφέρεσθαι προσπαίζεσθαι ἄλλως. | |
15 | Διαφέρων. παρασκευάζων. παρέργως τὰ πρότε‐ ρα τὸν πόλεμον διαφέρων Ἰουστινιανός. Διαφερόντων. ἀντὶ τοῦ ἐπιλέκτων. καὶ πλῆθος ἀνθρώπων διαφερόντων εἰς αὐτὸν ἠθροῖσθαι. Διαφερούσῃ. πληθυούσῃ. ὁ δὲ ἐστρατοπέδευσε | |
20 | ἐν χώρᾳ πάντα τὰ γενήματα διαφερούσῃ. Διαφεῖναι. διαλῦσαι. Διαφείς. ἀντὶ τοῦ ἀπολύσας, ὁρίσας ὁ δὲ δια‐ φεὶς τοὺς ἡγεμόνας ἐκίνει τὴν πρωτοπορείαν. *Διακρίνων. ἐξετάζων, ἐννοῶν. καὶ ὁ Ἀπόστο‐ | |
25 | λος· μὴ διακρίνων τὸ σῶμα τοῦ κυρίου.* | |
delta535 | Διεκρίνομεν. κατεγινώσκομεν. εἰ γὰρ ἑαυτοὺς διε‐ κρίνομεν, οὐκ ἂν ἐκρινόμεθα. Διαταγείς. διακομισθεὶς καὶ ἐπιταγείς. ὁ Ἀπό‐ στολος· διαταγεὶς δι’ ἀγγέλων ἐν χειρὶ με‐ | |
5 | σίτου. τουτέστι διὰ μέσων ἀγγέλων. Διαῤῥήδην. φανερῶς. Διαρκεῖ. δαψιλῶς, ἀρκούντως. Διαβραχέος. ἐνσυντόμως. βραχέως δὲ, μέγα. Διακενῆς. ματαίας· ἄνευ τινὸς προφάσεως. | |
10 | Διακριδόν. διακεχωρισμένως. Διαμπερές. διαμπὰξ, διόλου. παρὰ τὸ πέρας, καὶ διαπέρας, καὶ πλεονασμῷ τοῦ μ καὶ μετα‐ θέσει τοῦ α εἰς ε διαμπερές. τουτέστι τὸ ἀπαρ‐ χῆς μέχρι τέλους. καὶ ἐπὶ οὐδετέρου γράφεται. | |
15 | Διαμπάξ. διόλου. Διακεκρυμένως. διακεχωρισμένως. Διαφερόντως. ἐξαιρετέως. Διαφανῶς. σαφῶς ἢ συμφώνως. *Διεσμιλευμένος. ἠκριβωμένος.* | |
20 | Διαφορηθῶ. διασπασθῶ. καὶ διαφορηθῆναι. Διαφορήσει. διάφορος γένηται. | |
Διαφορουμένης. διασπωμένης. διαφορουμένης | ||
delta536 | τῆς κρόκης ὑπὸ τῶν ἀλεκτρυόνων. Ἀῤῥιανός· τοὺς ἵππους ἀνασοβηθέντας διαφορῆσαι αὐτόν. Διαφρήσετε. διαφορήσετε, διαπέμψετε. Διαφρυκτοῦν. διαψηφίζειν, ἢ διακληροῦν. τὸν | |
5 | γὰρ κύαμον ἐκάλουν φρυκτόν. εἴρηται ἀπὸ τῶν κυάμων, δι’ ὧν τὸ παλαιὸν ἐψηφίζοντο. ὕστερον γὰρ ψήφοις ἐχρήσαντο. Διαφημίζω. ἀεὶ ..... Διαφθονούμενος. ὁ δὲ διαφθονούμενος Ζήνωνι, | |
10 | ἐν ἡσυχίᾳ ἔμενε. Διαψαλάττεσθαι. τὸ διαστέλλεσθαι εἰς ἔρευ‐ ναν. τὸ γὰρ ἀψάλακτον, ἄθικτον. οὕτως Κράτης. Διαψᾷν. διορύττειν, διασκαλεύειν. κελεῦσαι πάν‐ τας διαψᾷν τὴν ἄμμον, καὶ ποιεῖν βοθύνους | |
15 | εὐμεγέθεις. καὶ διαψᾷν ἀντὶ τοῦ ὁμαλίζειν. Διαψεύδονται. ἐκπίπτουσιν, ἀποτυγχάνουσι. διὸ τοῦ μὲν καλοῦ διαψεύδονται. Διαψαίρουσα. Τιμόθεος τὴν ἐκλυομένην καὶ καταῤῥέουσαν. σημαίνει δὲ τὴν ἠρεμαίαν κίνη‐ | |
20 | σιν. Εὐριπίδης ἐπὶ τοῦ καθαίρειν κέχρηται τῇ λέξει, οἷον· | |
γλώσσῃ διαψαίρουσα μυκτήρων τόπους. | ||
delta537 | Διαρθρουμένων. ὅ ἐστι διατρανουμένων. Διακωδωνισθέντες. ἤτοι διαφημισθέντες. ὡς ἐπὶ τὸ πλεῖστον δὲ λέγεται ἐπὶ τῶν διαπαιζο‐ μένων. [τέτακται καὶ ἐπὶ τοῦ διαπειρασθέντες.] | |
5 | οὕτως Λυσίας ὁ ῥήτωρ. ἀπὸ δὲ τῶν ἵππων με‐ τενήνεκται. εἰώθεισαν γὰρ οὕτω δοκιμάζειν τοὺς γενναίους ἵππους, εἰ μὴ καταπλήσσονται τὸν ἐν πολέμῳ θόρυβον, τοὺς κώδωνας ψοφοῦντες. Διαπορθμεύειν. διακομίζειν. | |
10 | Διαβιβάζειν. διαπερᾷν. Διαφέρει. ὑπερέχει. Διαφερόμενος. ἀμφιβάλλων. Διαθήσει. τιμωρήσεται, κολάσει. Διακρούεσθαι. ἐξωθεῖν ἢ ὑπερτίθεσθαι. | |
15 | Διατείνεσθαι. φιλονεικεῖν. ἢ διαβεβαιοῦσθαι. Διάττουσι. διατρέχουσιν. ἄττω γὰρ τὸ ὁρμῶ. Διαττᾷν. σημαίνει ἡ λέξις διασήθειν. γέγονεν ἀπὸ τοῦ σῶ ῥήματος, ἔνθεν καὶ τὸ σήθω, ὡς ἀπὸ τοῦ κνῶ, κνήθω, καὶ νῶ, νήθω. διασσᾷν | |
20 | οὖν ἦν. καὶ διαττᾷν ἀττικῶς. | |
Διακυκῶσι. διαταράττουσι. | ||
delta538 | Διανηξάμενοι. κολυμβήσαντες. Διαμαρτεῖν. ἀποτυχεῖν. Διαπληκτίζονται. διαμάχονται. Διαστείχοντας. διαπορευομένους. | |
5 | Διαφωνοῦντας. μὴ συμφωνοῦντας. Διαῤῥεῖν. χαυνοῦσθαι, διαχεῖσθαι. Διαθέειν. διατρέχειν. Διανεῖμαι. διαμερίσαι, διαδοῦναι. Διαπεράνας. τελειώσας. | |
10 | Διαπυνθάνεται. ἐρωτᾷ. Διαπείρεται. κεντᾶται, σουβλίζεται. Διακομισθῆναι. διαβασταχθῆναι. Διαδράναι. διαφυγεῖν. Διασκίδναται. σκορπίζεται, διασκεδάζεται. | |
15 | Διακορίζεσθαι. τὸ ἀγεννῶς βλέπειν. παρὰ τὸ διάγειν τὰς κόρας τῶν ὀφθαλμῶν, καὶ μὴ ἐπ’ εὐθείας βλέπειν. [ἢ τὸ ἀτενῶς βλέπειν, διὰ τὸ τοὺς ὀφθαλμοὺς κόρας λέγεσθαι.] Διακρινθεῖτε. ἀπὸ τοῦ διακρινθείημεν, δια‐ | |
20 | κρινθεῖμεν, διακρινθείητε, διακρινθεῖτε. | |
Διαβιασάμενος. παραναγκασθείς. | ||
delta539 | Διαγεγονότος. παρελθόντος. Διαγράψαντος. τινὲς μὲν ἀντὶ τοῦ καταβα‐ λόντος καὶ καταθέντος· ἔνιοι δὲ ἀντὶ τοῦ διὰ τραπέζης ἀριθμήσαντος, ὡς λέγομεν ἐν τῇ | |
5 | συνηθείᾳ. Διαγράψασθαι. ἀντὶ τοῦ ἀνελέσθαι τὸ ἔγκλημα. καὶ διαγράφω σε, αἰτιατικῇ. Διάκρινε. ἀντὶ τοῦ διαχώρισον. ἀπόκριναι δὲ δι‐ φθόγγως. | |
10 | Διαμάρτωμεν. διαμαρτύρομαι, μικρόν. Διάνειμαι. δίφθογγον. Διάνεμε. ψιλόν. Διαπρήσει. περᾷ, ἢ καύσει. Διατερσαίνω. ξηραίνω. | |
15 | Διαρύττειν. διαρύειν, ἀντλεῖν. καὶ ἀρύτειν δι’ ἑνὸς τ. Διασαυλούμενος. ἁβρυνόμενος καὶ διαθρυπτό‐ μενος. ὁρῶ γὰρ ὡς ὄμφακα σαυλούμενον. | |
20 | παρὰ τὸ σαῦλον τὸν τρυφερὸν καὶ γαῦρον. Σι‐ μωνίδης ἐν ἰάμβοις· καὶ σαῦλα βαίνων ἵππος καὶ κορωνίτης. | |
Διαγέγραπται. κατέξυσται, ἀνῄρηται. ἀπὸ τῆς | ||
delta540 | γραμματαίας δέλτου, ὅπου αἱ δίκαι ἀνεγράφον‐ το καὶ εἰσαγωγαὶ τῶν δικῶν. Ἀριστοφάνης· ἥδομαι, ὅτι πεντετάλαντός μοι διαγέγραπται δίκη. | |
5 | Διαγγελλομένους. παρακελευομένους, φανερου‐ μένους. Ξενοφῶν· ἐγίνωσκον αὐτοὺς ἀπιέναι βουλομένους καὶ διαγγελλομένους. Διαγκωνισάμενος. ἐπ’ ἀγκῶνος καθίσας. Διαγορεύων. ἀντὶ τοῦ διάφορα καὶ οὐ τὰ αὐτὰ | |
10 | συλλέγων. οὕτως Ἰσαῖος. Διαγωνίσαντες. εὐλαβηθέντες· [διενθυμηθέν‐ τες.] Διαδιδράσκει. διαφεύγει. Διαζηλοτυπούμενοι. φθονερῶς διακείμενοι. | |
15 | Διαείδεται. γνωρίζεται, φαίνεται ἢ λέγεται. ἀείδω γὰρ τὸ λέγω. Διαδικασάμενος. ὀνειδίσας, διελέγξας. ὃς διαδι‐ κασάμενος αὐτῷ περὶ ἀποστασίας ἀπέκτεινεν αὐτοῦ τοὺς παῖδας. | |
20 | Διαμάρτῃ. ἀποτύχῃ. Διασείει. ταράσσει, διαπαίζει. Διαβαίνει. διαπερᾷ. κυρίως δὲ ἐπὶ περαιώ‐ σεως ποταμῶν λέγεται. Διαστέλλειν. ἀντὶ τοῦ ἀποστέλλειν. οἷον· ἐν | |
25 | τῷ διαστέλλειν τὸν ἐπουράνιον βασιλέα. | |
delta541 | Διαχειρίζεται. φονεύει. Διαγορεύει. ἀναγγέλλει, θεσπίζει. Διαῤῥυῆναι. διαφθαρῆναι. Διακρίνεται. ἀμφιβάλλει, ἀπιστεῖ. | |
5 | Διατμῆξαι. διατεμεῖν, διακόψαι. *Διαπρυσίας. λαμπρῶς καὶ περιφανῶς.* Διαπραθέειν, διαπραθεῖν. ἀντὶ τοῦ πορθεῖν, ὡς φαγέειν, φαγεῖν. τοῦτο δὲ ἀπὸ τοῦ πέρ‐ θω τὸ πορθῶ. οἷον· | |
10 | ἐκπέρσαι Πριάμοιο πόλιν— ὁ δεύτερος ἀόριστος ἔπραθον, οἷον· διαπραθέειν τόδε ἄστυ. Διαφρῶ. διακομίζω. καὶ εἰσιέναι καὶ ἀφιέναι ποιῶ. εἴρηται παρὰ τὸ ὧ τὸ ἀφίημι, ὅπερ καὶ | |
15 | ἀφῶ λέγομεν, καὶ προῶ, καὶ κατὰ συγκοπὴν πρῶ, κατὰ δευτέραν σύνθεσιν διαφρῶ καὶ εἰσ‐ φρῶ. Ἀριστοφάνης· τῶν μηρίων τὴν κνίσσην οὐ διαφρήσεται— γέγονε δὲ ἡ τροπὴ τῆς προ, ὡς ἐν τῷ προοίμιον, | |
20 | [φροίμιον,] καὶ προυρὸς, φρουρός. | |
Διαπτάντος. πετασθέντος. | ||
delta542 | Διαρθροῦν. χωρίζειν. ἀπὸ τῶν ἐν ἡμῖν ἄρθρων ἡ μεταφορὰ τῶν τὰς ἁρμονίας χωριζόντων. Διαβασιλίζεται. τῆς βασιλείας ἀντιποιεῖται. Διαβάσκει. περιέρχεται, περιέπει. | |
5 | Διαβησείοντας. ἐρωτικῶς ἔχοντας διαβῆναι. ὁ δὲ πύργους ἐποίησεν ἀπερύκειν τοὺς Ῥωμαίους διαβησείοντας. Διαήσει. διαπέμψει. Διάησι. διέρχεται. οὕτως Ἡσίοδος. | |
10 | Διαθέσθαι. ἀποδόσθαι. ὁ δὲ Ἀντιφῶν ἀντὶ τοῦ διοικῆσαι. ὁ δὲ Ὑπερίδης καὶ Δημοσθένης ἀντὶ τοῦ συνθέσθαι. Διακέρσαι. διακόψαι. Διακλιμακίσας. διαπαλαίσας. καὶ κλιμα‐ | |
15 | κισμὸς πάλαισμα ποιόν. Διακαυνιάσαι. κληρῶσαι. καῦνος γὰρ ὁ κλῆ‐ ρος. Διαμυλλαίνειν. Ἀριστοφάνης τὸ διαμωκᾶσθαι τοῖς χείλεσιν, ἢ τὸ ἐσθίειν καὶ διαστρέφειν τὰ | |
20 | χείλη. ἀπὸ τῶν μύλων. μύλα γὰρ τὰ χείλη. καὶ μύσταξ. | |
Διαιρεῖται. διαμερίζεται. | ||
delta543 | Διαίνεσθαι. βρέχεσθαι. διαίνω γὰρ τὸ βρέχω καὶ ὑγραίνω, οἷον· —δίαινε δέ μιν μέλαν ὕδωρ. παρὰ τὸν Δία. κυρίως γὰρ τὸ ἐκ Διὸς βρέχε‐ | |
5 | σθαι. Διὸς, δίω καὶ διαίνω, ὡς μείω, μειαίνω, δρῶ, δραίνω. Διαμυδῶντες. διαβρέχοντες. Διδάξομαι. ἀντὶ τοῦ διδαχθήσομαι. Διδαξάμενος. τελέσας τὶ ὑπὲρ ἑτέρου διδα‐ | |
10 | σκάλῳ. Δίδημι. δεσμεύω. Διδάσκω. δαίω τὸ ἐπίσταμαι, ἐξ οὗ ῥηματικὸν ὄνομα δαίμων, ὁ ἐν γνώσει πάντων τυγχάνων. κατὰ ἀφαίρεσιν τοῦ δ αἴμων, οἷον· | |
15 | —αἴμονα θήρης. ὡς ἀπὸ τοῦ διωγμὸς ἰωγμός. ὁ μέλλων αἴσω καὶ πλεονασμῷ τοῦ δ δαίσκω, ὡς μεθύω, με‐ θύσκω, καὶ κατὰ ἀναδιπλασιασμὸν διδάσκω, ὡς τρώσω, τρώσκω, τιτρώσκω. ὁ δὲ Ἡρωδιανὸς | |
20 | καὶ Χρύσιππος παρὰ τὸ ἀσκεῖν τὸ σημαῖνον τὸ διδάσκω, καὶ πλεονασμῷ τοῦ δ διδάσκω. Δίδη. ἀπὸ τοῦ δέω, διδῶ, δίδημι. ὁ παρατατικὸς ἐδίδην. δίδη μόσχοισι. | |
25 | Διδοῦσιν. ὅτι οἱ μάλα πολλὰ διδοῦσιν. | |
προπερισπωμένως ἐκ τοῦ διδῶ. | ||
delta544 | Διδώσομεν. οἷον· αὐτὰρ καὶ δῶρα διδώσομεν— οὕτω Ζηνόβιος. Δίε. ὁ δεύτερος ἀόριστος ἐκ τοῦ δίω τὸ φοβοῦ‐ | |
5 | μαι. οἷον· βῆ γὰρ διὰ προμάχων· παρὰ γὰρ δίε ποι‐ μένα λαῶν, μήτι πάθῃ—. Διέγνωκα. κέκρικα. | |
10 | Διεδοιδύκισε. τῇ χειρὶ στρογγύλην διέγραψεν αὐτὴν, ποιήσας ὡς δοίδυκα. Διεσκαριφησάμεθα. διελύσαμεν. σκάριφον γάρ ἐστι τὸ κάρφος καὶ τὸ φρύγανον. εὐδιά‐ λυτα γὰρ τὰ τοιαῦτα. ἢ σκαριφήσασθαι ἐστὶ | |
15 | τὸ ἐπισεσυρμένως τὶ ποιεῖν, καὶ μὴ κατὰ τὴν προσήκουσαν ἀκρίβειαν. Διεθρόησαν. διελάλησαν, διεθορύβησαν. Θουκυ‐ δίδης· οἱ δὲ πρέσβεις τῶν Ἀθηναίων διεθρό‐ ησαν. | |
20 | Διεκδύς. ὑπεξελθὼν, ἐκφυγών. Διεκορκορύγησε. κορκορυγεῖν λέγουσι τὸ λαλεῖν τὴν γαστέρα. ἐμιμήσατο δὲ τῇ φωνῇ τῶν ἐν‐ τέρων τὸν ἦχον. Ἀριστοφάνης· —καὶ κλόνος αὐτὴν ἐξαίφνης διεκορκορύ‐ | |
25 | γησεν. Διεκοσμήθησαν. διεταράχθησαν. | |
Διεκπέσαντες. διεκδραμόντες. | ||
delta545 | Διέκυψαν. χόρτῳ παραπλησίως ἀπὸ τῆς γῆς διακύψαντες ἤνθησαν. Διεμπολᾷν. τὰ πρὸς πραγματείαν ἐπιτήδεια ἀγοράζειν. | |
5 | Διενέγκαντες. ὑπερενέγκαντες. Διενεγκεῖν. ἀγαγεῖν. Διεξάγοντας. διοικοῦντας. μεθυσκομένους καὶ ῥα‐ δίως διεξάγοντας τὰ κατὰ τὴν φυλακήν. Διεξέπεσε. διήλασε, διῆλθε, διέκφυγε. τὰ γὰρ | |
10 | ὅπλα ἀνελόμενος, διεξέπεσε διὰ τῶν πολεμίων. Διέξειν. ὑπάρξειν. οὕτω γὰρ διέξειν τὰς χεῖρας καὶ φροντιεῖν τοῦ μηδὲν ἀδίκημα ποιήσειν τὸν Προυσίαν εἰς ἑαυτούς. Διεξιφίσω. ξίφεσι διεμαχέσω καὶ διηγωνίσω. | |
15 | Διέπτυξε. διεσαφήνισε. Διεργάζεται. ἀναιρεῖ, κτείνει. Ἰώσηπος· πλή‐ ξας δὲ αὐτὸν κάτωθεν ἐπὶ τὸν βουβῶνα δόρα‐ τι παραχρῆμα διεργάζεται. Διέῤῥει. δύο σημαίνει, τὸ διεφθείρετο καὶ ἀντὶ | |
20 | τοῦ ἐπεφήμιστο. διέῤῥει δὲ φήμη λέγουσα εὐ‐ | |
πατρίδην αὐτὸν εἶναι. | ||
delta546 | Διεῤῥικνοῦντο. διεκαμπυλοῦντο. Διεῤῥυηκόσιν. ὅ ἐστι κεχηνόσι καὶ οὐ συν‐ εστραμμένοις. ἠλίθιον ἐφθέγξω καὶ τοῖς χεί‐ λεσι διεῤῥυηκόσι. | |
5 | Διεσαρδώνισαν. διεγέλασαν. οὐκ ἐπὶ διαχύσει, ἀλλ’ οἱονεὶ σαρδώνιον γέλωτα. Διεσκευασμένην. μετὰ δόλου γεγραμμένην. δόν‐ τες ἐπιστολὴν διεσκευασμένην. Διεσκίασται. ἀποκέκρυπται. | |
10 | Διεσπευσάμην. ἀντὶ τοῦ διὰ σπουδῆς ἐποιησά‐ μην, ἢ [ἀντὶ τοῦ] διεπραξάμην. Διέστειλεν. ἀντὶ τοῦ οὐκ ἀναμφιβόλως ἐχρή‐ σατο τοῖς λόγοις. περὶ Μωσέως δέ ἐστι. Δα‐ βίδ· καὶ διέστειλεν ἐν τοῖς χείλεσιν. | |
15 | Διεσφαιρίσθη. ὥσπερ σφαίρη κατηνέχθη. Διέσχε. διῆλθεν. Ἀῤῥιανός· οἱ μὲν γὰρ διέ‐ σχον τὴν φάλαγγα. ἀντὶ τοῦ διεχώρισαν. Διέτεινε. διαῤῥήδην εἶπε. Διετείνοντο. Ἀντιφῶν· διὰ συντόνου σπου‐ | |
20 | δῆς ἀπηρνήσαντο. | |
delta547 | Διετίτρη. ἐξέκοπτε. διετίτρη τὰς πρύμνας καὶ τὰ πηδάλια τῶν Λιβύων. Διευθετῶ. τὸ καλῶς τίθεμαι καὶ διοικῶ. ἐπὶ τῶν πραγμάτων δὲ λέγεται. †ἐπὶ δὲ τριχῶν εὐθε‐ | |
5 | τίζω.† Διευθετίζειν. καλλωπίζεσθαι. ἢ διαχωρίζειν. τοῦτο ἐπὶ τριχός. Διευφημῶ. διαφημίζω δέ. Διέφερον. ἀντὶ τοῦ διήνυον ἢ ὑπέμενον ἢ ἐπιμε‐ | |
10 | λῶς ἐξήνυον. οἱ δὲ Ἀθηναῖοι τὸν πόλεμον διέφε‐ ρον. οὕτως Θουκυδίδης. καὶ διέφερον ἀντὶ τοῦ εἶχον ἢ ἐνεκότουν. οἱ δὲ Κελτοὶ εἰς Ῥωμαίους τὶ μήνυμα ἐκ πολλοῦ διέφερον. Διευκρινούμενοι. διακρίνοντες. | |
15 | Διευκρινήσας. καλῶς διαχωρίσας. τοὺς ἀλικμω‐ τάτους τοῦ πλήθους διευκρινήσας. Διευκρινηθέν. σαφηνισθέν. ἢ τὴν δέουσαν δο‐ κιμασίαν δοκιμασθέν. Διευκρινηθείη εὖ. εὐδιορίστως καὶ σαφῶς δια‐ | |
20 | τρανωθείη. Διεφθαρμένος. τοῦ δέοντος παρατραπεὶς τὸν | |
νοῦν. ἤδη γὰρ Ἀντώνιος τῷ Κλεοπάτρας ἔρω‐ | ||
delta548 | τι διεφθαρμένος ἥττων ἦν ἐν πᾶσι τῆς ἐπι‐ θυμίας. Διέφθορεν. οὐ τὸ διέφθαρται δηλοῖ παρὰ Ἀτ‐ τικοῖς, ἀλλὰ τὸ διέφθαρκεν. Εὔπολις· | |
5 | ὃς τὸν νεανίσκων συνὼν διέφθορε— καὶ ἐν Αὐτολύκῳ· ὅτι τὰ πατρῷα πρὸς σὲ καταδιέφθορα. ὅμοιον γάρ ἐστι τὸ διέφθορε τῷ κατέσπορε καὶ ἀπέκτονεν. | |
10 | Διεφορήθη. ἀντὶ τοῦ ἐξηνέχθη, ἐξεκομίσθη. χρημάτων δὲ ἄπιστον πλῆθος διεφορήθη. Διεφόρησαν. μετεκόμισαν. τὰς δὲ καταλειφθεί‐ σας ἐν τῷ χάρακι κατασκευὰς, πολλαὶ δ’ ἦσαν ὡς ἐς χρόνιον πολιορκίαν, διεφόρησαν. | |
15 | Διέπερσας. διεπόρθησας. Διέχουσαν. ἀπῳκισμένην οὖσαν. εἰς Σελεύκειαν πόλιν ἐπὶ θαλασσίας ἀφίκετο Ἀντιοχείας, ἑκα‐ τὸν καὶ τριάκοντα σταδίους διέχουσαν. Δίεπε. διέτασσε, διέδωκεν, ἢ διεκόσμει. | |
20 | Δίεσθαι. οἷον· —δηΐους ποτὶ ἄστυ [δίεσθαι.] ἡ παράδοσις προπαροξύνει, ὡς ἀπὸ τοῦ δίω τοῦ | |
σημαίνοντος τὸ διώκω γίνεται παράγωγον δίημι, | ||
delta549 | ὁ ἐνεστὼς παθητικὸς δίεμαι, τὸ τρίτον δίεται, καὶ τὸ ἀπαρέμφατον δίεσθαι. οἷον· αἶψα δ’ ἐρυσάμενος μέγα φάσγανον ὦρτο δίεσθαι. | |
5 | Διέτμαγε. διεχώρισεν. οἷον· τώγ’ ὡς βουλεύσαντε διέτμαγεν— ἡ μεταφορὰ ἀπὸ τῶν τεμνομένων σωμάτων. ἔστι δὲ τὸ θέμα τμήγω τὸ κόπτω, ὁ μέλλων τμήξω, ὁ μέσος παρακείμενος τέτμηγα, ὁ δεύ‐ | |
10 | τερος ἀόριστος παθητικὸς ἐτμάγην, καὶ τὸ τρί‐ τον τῶν πληθυντικῶν δωρικῶς ἔτμαγε καὶ ἐν συνθέσει διέτμαγε. Διεσκευασμένοι. ἔνοπλοι, ξιφήρεις. Διέλειπε. δίφθογγον. διελίμπανε δὲ ἐπὶ παρα‐ | |
15 | τατικοῦ, ι. διέλιπε δὲ ἀντὶ τοῦ ἀφῆκε, δεύτε‐ ρος ἀόριστος, ι. Διεξίμεναι. διελθεῖν, καὶ διεξιέναι, πλεονα‐ σμῷ τοῦ μ. Διενήνοχε. παραλλάττει, διαφέρει. εἴρηται ὡς τὸ | |
20 | ἀγήοχε. Διελών. διαμερίσας. καὶ διελέσθαι. Διέπει. διοικεῖ. Διεχεῖτο. ἔχαιρε· διεχέετο. Διεπεραίνετο. διηνύετο. | |
25 | Διέθει. διέτρεχεν, ἢ διήρχετο. | |
delta550 | Διεξιών. λέγων, διηγούμενος. Διεψεύσθη. ἐσφάλη. Διελευσόμεθα. παρελευσόμεθα. Διεβοήθη. διεδόθη, διελαλήθη. | |
5 | Διέστη. διεχωρίσθη. Διεσάφησαν. ἡρμήνευσαν. Διεπρίοντο. πικρῶς ἐθυμοῦντο καὶ ὠργίζοντο. Διεκωδώνισεν. ἀπὸ τῶν δοκιμαζόντων τοὺς μα‐ χίμους ὄρτυγας τῷ ἤχῳ τοῦ κώδωνος. | |
10 | Διεπράθημεν. ἀπὸ τοῦ πέρθω τὸ πορθῶ. Διεθρύβη. διετρίβη. διεθρύβη τὰ ὄρη βίᾳ. Διεσκέδασαν. ἀπέῤῥιψαν, ἐσκόρπισαν. Διεσμιλευμένων. ἠκριβωμένων, ἐξεσμένων, πε‐ ρικεκαθαρμένων. | |
15 | Διεστραμμένων. διεχωρισμένων. Διεῖσα. λάμπουσα. οὕτως ὁ μέγας Διονύσιος. Δίεισι. διέρχεται. Δίειμι. διέρχομαι. Δίζω. τὸ ψηλαφῶ καὶ ζητῶ. καὶ δίζομαι. | |
20 | —διζόμενος, εἴπου ἐφεύροι. παρὰ τὸ δὶς ἐπίῤῥημα, ἀφ’ οὗ διστάζω, ὡς καὶ ἀπὸ τοῦ δοιὸς δοιάζω καὶ δοιὴ, ὁ διστα‐ γμὸς, οἷον· | |
ἐν δοιῇ μάλα θυμός— | ||
delta551 | καὶ ὀρθῶς τὸ δίζω παρὰ τὸ δίς· ὁ γὰρ ζητῶν ἐν διχονοίᾳ ἐστὶ ὧν ζητεῖ· ὁ γὰρ εἰδὼς οὐ δι‐ χονοεῖ, ἀλλ’ ἁπλῇ χρῆται γνώμῃ. Διηγκυλωμένον. τὸ ἀκόντιον τὶ μεταχειριζόμε‐ | |
5 | νον. ἀντὶ τοῦ ἐν μασχάλῃ κρατῶν τὸ δόρυ. Ξε‐ νοφῶν· ὁ δὲ πᾶσι παρήγγειλε διηγκυλωμέ‐ νους ἰέναι. Διήλλαξεν. ἀντὶ τοῦ μετήλλαξεν, ἐτελεύτη‐ σεν, ἢ ἀντὶ τοῦ ἤμειψε. | |
10 | Διήνεγκαν. ὑπέμειναν. Προκόπιος· οἳ τὰ πρό‐ τερα τὴν ἐς Δάρας μάχην διήνεγκαν. καὶ αὖ‐ θις· ἐπ’ ἐννέα διήνεγκε τὴν πολιορκίαν ἔτη. Διηνέχθη. οὐ συνεφώνησεν, ἐμαχέσατο. Διήρεσσα. ἀπὸ τοῦ ἐρέσσω, τὸ κωπηλατῶ. | |
15 | Διήφυσε. διέκοψεν. ἀπὸ τοῦ διαφύσσειν, ἢ ἀπὸ τοῦ ἀφύσσεσθαι, ὅ ἐστιν ἀπαντλεῖν· ὁ γὰρ ἀντλῶν διακόπτει τὸ ἀντλούμενον. Διήλασε. διῆλθε, διεπέρασεν. Διημέρευσε. πᾶσαν ἐποίησε τὴν ἡμέραν. | |
20 | Διηθεῖται. διϋλίζεται, σακελλίζεται. παρὰ τὴν διὰ πρόθεσιν καὶ τὸ θέω τὸ τρέχω, διαθέω. τὸ τρίτον τῶν πληθυντικῶν διαθέεται, διαθεῖ‐ ται, καὶ τροπῇ τοῦ α εἰς η διηθεῖται. Διηρτίσθαι. πεπλάσθαι. | |
25 | Διήρκεσε. διέμεινε, παρέμεινε. | |
Διήρηκεν. ἔκοψε. | ||
delta552 | Διήκειν. διέρχεσθαι. Διῆκον. φθάνον, ἐπεκτεινόμενον. Διΐχθαι. διέρχεσθαι. Διϊσθμήσαντα. τὸν Ἰσθμὸν διαβιβάσαντα. | |
5 | παρεκάλει αὐτὸν βοηθεῖν τοὺς λέμβους διϊσθμή‐ σαντα. Διϊσθμονίσαι. τὸ διὰ τοῦ Ἰσθμοῦ ἕλκειν τὴν ναῦν, ὅπερ ἐποίουν ἐν τῷ Ἰσθμῷ οἱ Κορίνθιοι. Διΐσχω σου. τὸ κρατῶ καὶ ἄρχω σου. | |
10 | Διΐεται. διέρχεται. Διΐσταται. διαχωρίζεται. Διιθύνων. κυβερνῶν. Δικαιοῦν. δύο δηλοῖ· τὸ κολάζειν καὶ τὸ δίκαιον νομίζειν. οὕτως Ἡρόδοτος· τοῖς αὐτοῖς ἀμύνε‐ | |
15 | σθαι τοὺς Σκύθας δικαιῶν. Δικαιοῦσαν. καταδικάζουσαν. Δικαιοῦσθαι. ἐπὶ τοῦ κολάσαι. ὅθεν λέγομεν τὰ ἐκεῖθεν δικαιωτήρια. Δίκερε. λύε. | |
20 | Δικοῤῥαφεῖν. δίκας συῤῥάπτειν· ἐν τοῖς δικα‐ στηρίοις ἀναστρέφεσθαι. Διολισθαίνω καὶ διολισθεῖν. ἐκφυγεῖν. ὥστε τοὺς χρήστας διολισθεῖν. Διοπομπεῖσθαι. ἀποτροπιάζεσθαι καὶ ἀποκα‐ | |
25 | θαίρεσθαι. | |
delta553 | *Διόρυξας. διὰ τὸ μέτρον μικρὸν τίθεται, ὅταν ἡ χρεία καλεῖ, ἄλλως δὲ μέγα.* Διοιγνύντες. ἀνοίγοντες. Διοικιεῖν. ἀντὶ τοῦ διαιρήσειν. ὥστε μὴ ἐν ταυ‐ | |
5 | τῷ πάντας οἰκεῖν, ἀλλὰ χωρὶς καὶ κατὰ μόνας. Διοικίζω. τὸ διαχωρίζω. καὶ διοικίζεσθαι τὸ δια‐ χωρίζεσθαι. Διοικῶ. τὸ τελειῶ. Διοίσασα. διαπεράσασα. | |
10 | Διοίσει. παραλλάξει ἢ διακομίσει. Διορίζεται. διαβεβαιοῦται. Διοριστέον. διαχωριστέον. Διολλύει. διαφθείρει. Διοιδαίνει. φλεγμαίνει. | |
15 | Διοίσομαι. διαφέρομαι. †παραλλάξομαι.† Διορίζοντος. ὅρους τιθέντος. Δισκεύων. ἐκδεχόμενος, ἢ κυλίων. Διστάζει. ἀμφιβάλλει, [ἢ] φοβεῖται. Διϋλισθέν. σακελλισθέν. | |
20 | Διχηλοῦντα. τὰ ἔχοντα δύο ὄνυχας, οἷον· βοῦς, | |
ἔλαφος, καὶ εἴτι ὅμοιον. | ||
delta554 | Διχαζούσης. κλινούσης. ἤδη δὲ τοῦ καύματος ἀκμάζοντος καὶ διχαζούσης τῆς ἡμέρας. Διφῶ. τὸ ψηλαφῶ. παρὰ τὸ ἅπτω, ἁφὴ, ἁφῶ καὶ διαφῶ, καὶ κατὰ συγκοπὴν διφῶ. τὸ τῇ | |
5 | ἁφῇ ὑποβάλλω. τὸ δὲ ἁφῶ Ὅμηρος· —καὶ ἀγκύλα τόξ’ ἁφόωντα. ἐκ δὲ τοῦ ἁφῶ γίνεται ἁφάσσω, ὡς αἱμῶ αἱμάσσω, καὶ πατῶ πατάσσω. Διψῶ. τὸ ἐπιθυμῶ. [καὶ] τῷ οἴακι τῷ ἐκείνου | |
10 | διψῶν. καὶ διψᾶτε ἀντὶ τοῦ ἐπιθυμεῖτε. καὶ διψῴης εὐκτικόν. Διῳδηκότα. ἐξωγκωμένον. Δίωκε. [ζήλου.] ἐπιτήδευε. δίωκε ἀρετήν. Διώκειν. εἰς ἀγορὰν ἄγειν. τοῦτο λέγει, ὅταν | |
15 | προϋποφύγῃ τίς. τάττεται δὲ καὶ ἐπὶ τοῦ συν‐ τόνως ἐλαύνειν. Διωκόμεθα. ἀντὶ τοῦ κατηγορούμεθα. Διώκειν. ἐπὶ τοῦ ἐπιθυμεῖν καὶ ὀρέγεσθαι. διώ‐ κειν γὰρ φαμὲν ἀρετήν. καὶ ἐπὶ τοῦ διελθεῖν. | |
20 | αἱ δὲ νῆες ἐς φυγὴν καταστᾶσαι πολλοὺς με‐ τεδίωξαν τόπους. | |
Διῳκισμένος. κεχωρισμένος. | ||
delta555 | Διωσάμενοι. ἐκβαλόντες, ἀποδιώξαντες. Διωρίζετο. διεβεβαιοῦτο. Διῶνται. διώκονται. ἔστι ῥῆμα διῶ, παράγωγον δίημι, ἐξ οὗ δίενται, οἷον· | |
5 | δίενται ἵπποι ἀερσίποδες. καὶ τὸ ὑποτακτικὸν ἐὰν διῶνται, καὶ τὸ τρί‐ τον διῶνται. Διακρίνων. ἐξετάζων, ἐννοῶν. καὶ ὁ Ἀπόστο‐ λος· μὴ διακρίνων τὸ σῶμα τοῦ κυρίου. | |
10 | Διεκρίνομεν. κατεγινώσκομεν. εἰ γὰρ ἑαυτοὺς διε‐ κρίνομεν, οὐκ ἂν ἐκρινόμεθα. Διαταγείς. διακομισθεὶς καὶ ἐπιταγείς. ὁ Ἀπό‐ στολος· διαταγεὶς δι’ ἀγγέλων ἐν χειρὶ μεσίτου. τουτέστι διὰ μέσων ἀγγέλων. | |
15t | (Ἐπίῤῥημα.) | |
16 | Διαῤῥήδην. φανερῶς. Διαρκῶς. δαψιλῶς, ἀρκούντως. Διαβραχέος. ἐνσυντόμως. βραχέως δὲ, μέγα. Διακενῆς. ματαίως, ἄνευ τινὸς προφάσεως. | |
20 | Διακεκριμένως. διακεχωρισμένως. Διακριδόν. διακεχωρισμένως. Διαμπερές. διαμπὰξ, διόλου. παρὰ τὸ πέρας διαμπέρας, κατὰ πλεονασμὸν τοῦ μ καὶ με‐ ταθέσει Ἰωνικῇ τοῦ α εἰς ε διαμπερές· του‐ | |
25 | τέστι τὸ ἀπ’ ἀρχῆς μέχρι τέλους. καὶ ἐπὶ οὐ‐ δετέρου γράφεται. Διαμπάξ. διόλου. | |
Διαφερόντως. ἐξαιρέτως. | ||
delta556 | Διαφανῶς. σαφῶς ἢ συμφώνως. Διεσμιλευμένως. ἠκριβωμένως, ἐξεσμένως. Διεξοδικῶς. πλατέως, λεπτομερῶς καὶ διεξοδικώ‐ τερον. | |
5 | Δικαίως ἀδίκως. παντὶ τρόπῳ, πάσῃ τέχνῃ. Δικανικῶς. δικαιολογικῶς, ῥητορικῶς. Δὶς καὶ τρίς. ἀπὸ τοῦ δυάκις καὶ τριάκις. καὶ λέγουσι τινές· δύο συλλαβῶν ἐγένετο συγκοπή. καὶ πῶς δύναται τρισύλλαβος δύο συλλαβὰς ἐκ‐ | |
10 | κεκόφθαι πρὸ τούτου; λέγομεν, ὅτι ἀπὸ τοῦ δυάκις καὶ τριάκις ἆρον τὸ α καὶ κ, καὶ κατὰ συνίζησιν δὶς καὶ τρίς. οὕτως Ἡρωδιανός. Δίχα. ἀντὶ τοῦ διχῶς. τὸ αὐτὸ γὰρ καὶ δίχα. παρὰ τὸ δὶς ἐπίῤῥημα διχῆ καὶ διχά. ὡς τρι‐ | |
15 | χῶς τριχῆ. καὶ ἀπὸ τοῦ διχὰ γίνεται διχθά. Διαῤῥήδην. φανερῶς. παρὰ τὸ ῥῶ τὸ λέγω, ῥά‐ δην καὶ διαῤῥήδην. | |
18t | Τὸ Δ μετὰ τοῦ Μ. | |
19t | (Ἀρσενικόν.) | |
20 | Δμῶες. οἱ δοῦλοι. [παρὰ τὸν δημήσω μέλλον‐ τα κατὰ ἀποβολὴν τοῦ ω γίνεται δμὴς καὶ τρο‐ πῇ τοῦ η εἰς ω δμώς· ὡς ἀρήγω, ἀρηγὸς, ῥήξω, ῥηγμὸς καὶ ῥαγμός.] | |
24t | (Θηλυκόν.) | |
25 | Δμῆσις. ἡ δάμασις. | |
Δμωΐς. ἡ δούλη. | ||
delta557(1t) | (Ῥῆμα.) | |
2 | Δμηθέντα. δαμασθέντα. Δημκότες. δαμάσαντες. Δμηθήτω. πρᾶος καὶ ἐπιεικὴς γενέσθω. ἀπὸ | |
5 | τοῦ δαμάζω κατὰ συγκοπὴν δμῶ. ἀδάμαστος γὰρ ὁ ὑποταγῆναι μὴ δυνάμενος. | |
7t | Τὸ Δ μετὰ τοῦ Ν. | |
8t | (Ἀρσενικόν.) | |
9 | Δνοφερός. σκοτεινός. μέλας. παρὰ τὸ γνόφος | |
10 | γνοφερὸς καὶ δνοφερός. †ἢ παρὰ τὸ κνόφος κνοφερὸς καὶ δνοφερός.† | |
12t | (Θηλυκόν.) | |
13 | Δνοπάλιξις. ἡ διὰ τῶν χειρῶν κίνησις, καὶ ἐκτί‐ ναξις. | |
15 | ἀνὴρ δ’ ἄνδρ’ ἐδνοπάλιξε. τουτέστι διὰ χειρὸς εἶχεν ἢ ἀνῄρει. Δνοπαλίζειν. ἐχρήσατο ἐν τῇ Ὀδυσσείᾳ τῇ λέ‐ ξει ὁ Ὅμηρος, οἷον· τὰ σὰ ῥάκεα δνοπαλίξεις. | |
20 | ἀντὶ τοῦ διὰ χειρὸς ἕξεις. εἴρηται παρὰ τὸ δονεῖν καὶ τὰς παλάμας. δονοπαλίξαι καὶ ἐν συγκοπῇ δνοπαλίξαι. [ἢ παρὰ τὸ ἀλαπάζω ἀλα‐ παδνὸς γίνεται λαπαδνὸς, καὶ καθ’ ὑπέρθεσιν | |
τῶν στοιχείων τῆς τε ἀρχούσης καὶ τῆς λη‐ | ||
delta558 | γούσης γίνεται δνοπαλὸς καὶ δνοπαλίζω.] ἢ δνοπαλίζω τὸ ἀναιρῶ. ἢ διωλύγιος φλυαρία. | |
3t | Τὸ Δ μετὰ τοῦ Ο. | |
4t | (Ἀρσενικόν.) | |
5 | Δοθιῆνι. σκορόδῳ ἠμφιεσμένῳ ἔοικεν. Δοθίων. φῦμα φλυκταίνῃ ἐοικός. ἔχουσα δοθίω‐ να ὑποφυόμενον ἄρτι. Δοκησίσοφος. ὁ οἰηματίας. Δοκησίφρων. μωρόσοφος. | |
10 | Δοκιμαστῆρες. οἱ ἐτασταί. Δόλωνες. τὰ μεγάλα ἄρμενα. Δόλοψ. κατάσκοπος. Δόλοπες. ἔθνος Θετταλικόν. Δόλος. κακοποιΐα λαθραία ἐν προσωποποιήσει | |
15 | τῶν βελτιόνων τῷ πλησίον προσφερομένη. εἴρη‐ ται δὲ δόλος παρὰ τὸ δέω τὸ δεσμεύω, ὁ συν‐ δῶν τοὺς ἁλισκομένους. [καὶ Ὅμηρος· ἀλλὰ σφῶε δόλος καὶ δεσμὸς ἐρύξει. καὶ ὡς χέω χόλος, θέω θόλος, οὕτως δέω δό‐ | |
20 | λος. ἢ παρὰ τὸ δηλῶ τὸ βλάπτω, δῆλος, ὁ δηλούμενος καὶ βλάπτων, καὶ τροπῇ τοῦ η εἰς ο δόλος.] Δόλιχος. τὸ ἱπποδρόμιον. στάδιον δὲ ὁ ὀρθὸς | |
δρόμος. | ||
delta559 | Δολιχαδρόμον. οὐ δολιχοδρόμον. χαίρουσι γὰρ τῷ α οἱ Ἀττικοί. Δολομῆτα. δόλια βουλευόμενε. [τὰ εἰς ης βαρύτονα παραλήγοντα καὶ εἰς α τὴν κλητι‐ | |
5 | κὴν ἔχοντα, περισπᾶται, οἷον· ἀγκυλομῆτα, πεδῆτα, δολομῆτα, πλὴν τοῦ ἀκάκτα.] [Δομεστίκοι. οἱ τῶν Ῥωμαίων ἱππεῖς. ἢ κατὰ Ῥωμαίους οἰκειακοὶ στρατιῶται.] [Δόμος. παρὰ τὸ δέμω δόμος, ὡς νέμω νόμος.] | |
10 | Δόνος. ἡ ταραχή. Δόνακες. οἱ κάλαμοι. Δορπηστός. δείπνου ὥρα. καὶ δόρπιστος διὰ τοῦ ι. Δόρπος. ὁ δεῖπνος. κυρίως ἡ περὶ τὴν ἑσπέ‐ | |
15 | ραν ἑστίασις. παρὰ τὸ ἕρπειν ἡμᾶς εἰς τὸ ἰαύειν, ὅ ἐστι κοιμᾶσθαι ἢ κοιμηθῆναι. οὕτως Ὦρος ὁ Μιλήσιος. ἢ δόρπος, ὅτι ἐπὶ δερμάτων καθεζόμενοι ἐσιτοῦντο. [ἢ παρὰ τὸ δρέπεσθαι τοῖς ὀδοῦσιν.] ἐγὼ δὲ εὗρον σχόλιον παρα‐ | |
20 | κείμενον ἐν βῆτα Ἰλιάδος· δόρπον εἰρῆσθαι παρὰ τὸ οἱονεὶ παύεσθαι τηνικαῦτα τοὺς πολε‐ μοῦντας τοῦ δόρατος, ὅ ἐστι τοῦ πολέμου, καὶ ἡσυχάζειν. ἢ παρὰ τὸ δρέπεσθαι τοὺς πόνους. Δορυμήστωρ. ἔμπειρος τὰ πολεμικά. | |
25 | Δορυάλωτος. αἰχμάλωτος. ὁ διὰ τοῦ δόρατος ἁλωτός. | |
Δορυφόρος. ὁπλοφόρος, †ὑπασπιστής.† | ||
delta560 | Δορύκτητος. ὁ αἰχμάλωτος, ὁ κτητὸς γεγονὼς διὰ τοῦ δόρατος. Δορύκλειτον. ἔνδοξον. Δόριλλος. τὸ γυναικεῖον αἰδοῖον. | |
5 | Δουλιχόδειρος ἢ δολιχόδειρος. ὁ μακροτράχη‐ λος. δειρὴ γὰρ ὁ τράχηλος, καὶ δολιχὸν τὸ μακρόν. Δοῦπος. ψόφος, κτύπος. καὶ δοῦπος θάνατος μετὰ ψόφου. οἱονεὶ δέους ὄπα ἔχων. ἢ ὁ δέος ἐμποιῶν. | |
10 | ὠνοματοπεποίηται δὲ ἡ λέξις. [ἐξ οὗ καὶ τό· δούπησεν δὲ πεσών——.] Δοῦλος. ὄργανον ἔμψυχον παρὰ τὴν δύην, τὴν κακοπάθειαν. ἢ παρὰ τὸ δέω τὸ δεσμεύω δέε‐ λος καὶ δοῦλος. ἢ παρὰ τὸ δέω τὸ ἐλλείπω, δέος | |
15 | καὶ δοῦλος, ὁ ἐλλείπων τῇ ἀρετῇ, ὡς φησὶν ὁ ποιητής· Ἥμισυ γὰρ τῆς ἀρετῆς ἀποαίνυται εὐρύοπα Ζεὺς Ἀνέρος, εὖτ’ ἄν μιν κατὰ δούλιον ἦμαρ ἄλοισιν. | |
20 | Δούρειος ἵππος. ξύλινος. Δουρίληπτος. ὁ αἰχμάλωτος, ὁ ληπτὸς καὶ κρα‐ τητὸς διὰ τοῦ δόρατος. Δοῖδυξ. κοχλιάριον. παρὰ τὸ δαδύσσω τὸ τα‐ ράσσω. καὶ δοιδυκοποιός. | |
25 | Δοιοί. ἀντὶ τοῦ δύο. ὡς τό· Δοιοὶ γάρ τε πίθοι κατακείαται ἐν Διὸς οὔ‐ | |
δει—. | ||
delta561 | †Δοκίας. ἔστιν ἀστροειδὴς κοντὸς ἤγουν δοκὸς, τὴν πυρώδη ἐπὶ τὰ ἄνω ἐκπέμπων ἀκτῖνα.† Δόκιμον. οἷον ἀνεπίληπτον. καὶ ὁ Ἀπόστολος· τὸν δόκιμον ἐν Χριστῷ. | |
5t | (Θηλυκόν.) | |
6 | Δόβηρα. ὄνομα πόλεως. Δοιαί. αἱ δύο. Δόκησις. τὸ μὴ ὂν νομιζόμενον. Δόκησις ἀληθείας. περιφραστικῶς ἡ ἀλήθεια. | |
10 | Δοκίδες. ἄστρων ὀνόματα. Δοκός. τὸ τὴν στέγην ἀνέχον ξύλον ἢ πατερόν. παρὰ τὸ δέχω, δέχομαι, δοκός· ἡ δεχομένη τὰ ἐπιτιθέμενα βάρη. Δολιχαύλους. τὰς μακροὺς αὐλοὺς ἐχούσας. | |
15 | αὐλὸς δὲ τὸ κοῖλον τῆς ἐπιδορατίδος, εἰς ὃ ἐν‐ τίθεται τὸ ἄκρον ξύλον· αὐτὸ δὲ τὸ ξύλον καυ‐ λὸς λέγεται. Δόλιχος. τὸ ἱπποδρόμιον. ἔστι δὲ ὁ δόλιχος εἴ‐ κοσι στάδια. γράφεται καὶ ὁ δόλιχος ἐπὶ ἀρσε‐ | |
20 | νικοῦ. Δολώνεια. ὄνομα πόλεως. Δόμησις. ἡ οἰκοδομή. Δόξα. ὁ περὶ πολλῶν ἔπαινος. δόξα καὶ ἡ ὑπό‐ νοια. διττή ἐστιν ἡ δόξα· ἢ γὰρ μετὰ λόγου | |
25 | ἐστὶ ἢ ἄνευ λόγου. καὶ ἄνευ λόγου ἐστὶν, ὡς ὅταν τὶς τὴν λογικὴν ψυχὴν δοξάζῃ ἀθάνατον εἶναι, μὴ λέγων αἰτίαν. [μετὰ λόγου δὲ, ὡς ὅταν τὶς τὴν λογικὴν ψυχὴν δοξάζῃ ἀθάνατον εἶναι, λέγων αἰτίαν.] καὶ ἰστέον, ὅτι δόξα μετὰ | |
30 | λόγου ἐστὶ τὸ συμπέρασμα τῆς προτάσεως. λέ‐ γω δὴ τό· ψυχὴ ἀθάνατός ἐστι· τοῦτο γὰρ ὅλαι | |
αἱ προτάσεις συνεπέραιναν. διὸ καὶ δόξα μετὰ | ||
delta562 | λόγου λέγεται. ἢ δόξα ἐστὶ γνῶσις κατὰ πε‐ ράτωσιν διανοίας ἐπιγινομένη, ἢ ἀποπεράτωσις τῆς διανοίας ἢ ἄλλου ἢ αὐτοῦ δοξάζοντος. οἷον ἐδόξασεν ὁ δεῖνα, ὅτι ὁ οὐρανὸς τῆς γῆς ἐστὶ | |
5 | μείζων· ἄλλος, ὅτι ἡ ψυχὴ ἀθάνατός ἐστι· δοξάζω κᾀγὼ τοῦτο [διὰ] τὸ τῶν προσώπων ἀξιόπιστον. πάλιν δοξάζω κᾀγὼ, ὅτι ἡ ψυχὴ ἀεικίνητός ἐστι· τὸ δὲ ἀεικίνητον ἀθάνατον· ἡ ψυχὴ ἄρα ἀθάνατος. ἐνταῦθα γὰρ ἀποπερά‐ | |
10 | τωσις γέγονε τῆς ἐμῆς διανοίας. τινὲς δὲ δό‐ ξαν τὸν ἐνδιάθετον λόγον ἐκάλεσαν. Δόξα ἐστὶ τὸ τοιῶσδε ἢ τοιῶσδε δοκεῖν. δόξη καὶ ἡ κοσμικὴ φαντασία. Δόξα δὲ ἡ ὄντως ἐστὶν ἔπαινός τις ἀληθὴς καὶ | |
15 | ἄπλαστος τοῖς ἀξίοις πρέπων. Δόξα δικαίου. τὸ ἐν αὐτῷ πνεῦμα. ἢ δύναμις ψυχῆς ἢ ἄνευ αἰτίας τὰ πράγματα. Δοξασίας. ὑπολήψεως. Δόξα. τὸ λογικὸν καὶ γνωστικὸν μέρος τῆς ψυχῆς. | |
20 | Δορά. δέρμα. κυρίως τὸ ἀποσεσυρμένον δέρμα τῶν ἀλόγων. παρὰ τὸ δέρω τὸ ἐκδείρω. ἐπὶ δὲ τῶν λοιπῶν ζώων παρὰ τὸ τέρμα εἶναι τοῦ σώ‐ ματος. Δορκαλίδες. ὄργανον κολαστικόν τι. ἢ μάστι‐ | |
25 | γες ἀπὸ ἱμάντων δορκάδων. Δοροδόκος. τὸ ξύλον τὸ ὑποδεχόμενον τὸν ὄρο‐ φον. Δοροδόκης. ξιφοθήκης τῆς τὰ δόρατα ὑποδε‐ χομένης. | |
30 | Δορκάς. ὡς παρὰ τὸ λάμπω λαμπὰς, οὕτω καὶ παρὰ τὸ δέρκω δορκάς· ὀξυδερκὲς γὰρ τὸ ζῶον. | |
Δορπωρή. ἡ ἑσπερινὴ τροφὴ καὶ ὁ δεῖπνος. | ||
delta563 | Δοχή. τὸ ἄριστον. Δοχμή. ἡ παλαιστή· ὅ ἐστι τετραδάκτυλον τῆς χειρός. [Ἀριστοφάνης· καὶ πρὶν ἡμέραν φορέσαι μεῖζον ἦν δυοῖν | |
5 | δοχμαῖν. παρὰ τὸ δέχω γίνεται δοχμὴ, τὸ δεκτὸν μέ‐ ρος τῆς χειρὸς, δι’ ἧς δεχόμεθα τὰ διδόμενα. ἢ παρὰ τὸ δοχμός· ἐπειδὴ πλαγίᾳ τῇ χειρὶ μετροῦμεν.] | |
10 | Δόλον. τὰς ἐπὶ λύμῃ τῶν ἀδελφῶν ἐπιβουλάς τε καὶ μηχανὰς, φησὶν ὁ Ἀπόστολος. Δουλεία. δουλείας τρόποι· ὁ τῆς δημιουργίας· ὁ τῆς πίστεως· ὁ ἀποστολῆς. καὶ ὁ Ἀπόστολος· Παῦλος δοῦλος Ἰησοῦ Χριστοῦ κλητὸς ἀπό‐ | |
15 | στολος. | |
16t | (Οὐδέτερον.) | |
17 | Δόγμα. θεολογία. παρὰ τὸ δοκῶ, δόκημα, καὶ κατὰ συγκοπὴν δόγμα. [ἢ παρὰ τὸ δόκω βαρύτονον. ὁ μέλλων δόξω, δέδογμαι, δόγμα.] | |
20 | Δολιχόσκιον. μακρὸν ἢ μέγα ἢ τὸ μακρὰν σκιὰν ἀποτελοῦν ἢ μακρὰν πορευόμενον. Δόκανα. τάφοι τινὲς ἐν Λακεδαιμονίᾳ. παρὰ τὸ δέξασθαι τοὺς Τυνδαρίδας. Δόματα. τὰ δωρήματα. δώματα δὲ, τὰ οἰκή‐ | |
25 | ματα, μέγα. [Δόμημα. τὸ οἰκοδόμημα. ἐκ τοῦ δέμω, δεμῶ, | |
τὸ κτίζω.] | ||
delta564 | Δοξάριον. ἡ δόξα, ὑποκοριστικῶς. Δόρατα. κοντάρια, λογχάρια. Δορύκτητον. τὸ διὰ πολέμου κτηθέν. Δορυλάειον, Δορύλειον, καὶ Δορύλαιον. τό‐ | |
5 | πος. [Δόρει. κονταρίῳ. ἰστέον, ὅτι ὥσπερ ἀπὸ τοῦ γῆρας γίνεται γήρως, καὶ ἀπὸ τοῦ δέρας δέ‐ ρος, οὕτως καὶ ἀπὸ τοῦ δόρυ δόρατος γίνεται δόρος· κᾀκεῖθεν ἡ δοτικὴ δόρει· ὥσπερ τεῖχος, | |
10 | τείχει· τὸ δέ, —δουρὶ δὲ ξυστῷ μέμῃνεν Αἴας. ἀπὸ τῆς δορὸς γενικῆς.] Δόρυ. καὶ τὸ ξύλον καὶ τὸ ἀκόντιον. [τὸ ξύλον μὲν, ὡς παρ’ Ἡσιόδῳ· | |
15 | —ἕκαστον δὲ, δούρα θ’ ἁμάξης. τὸ ἀκόντιον δέ· εὖ μέν τις δόρυ θηξάσθω— εἴρηται ἀπὸ τῆς δρυὸς, δρυόν τι ὂν, ἐπὶ παν‐ τὸς ξύλου λεγόμενον παρὰ τοῖς παλαιοῖς. ἢ | |
20 | δαίρω, ὃ σημαίνει τὸ λεπίζω. τοῦ γὰρ φλοιοῦ λεπίζεται τὰ ξύλα. ἢ θόρυ τὶ ὂν τὸ ἐκ τῆς γῆς ἀνατρέχον. ὡς καὶ ὁ ποιητὴς λέγει· ἐπεὶ οὔπω τοῖον ἐλήλυθεν ἐκ δόρυ γῆς.] [Δορύκνιον. γράφεται καὶ δορίχνιον. ἔστι δὲ | |
25 | πόα τίς. πινόμενον γὰρ ὑπάρχει τῶν θανασί‐ μων. ἔστι δὲ κατὰ τὴν ὀσμὴν καὶ τὴν γεῦσιν | |
γάλακτι παραπλήσιον. ὅθεν δυσδιάκριτον τῷ πί‐ | ||
delta565 | νοντι διὰ τὸ εἶναι γάλακτι παραπλήσιον. Δη‐ μοφῶν δὲ ἐτυμολογεῖ αὐτὸ οὕτως κεκλῆσθαι, διὰ τὸ δόρατι ἶσον εἶναι κατὰ τὴν ἀναίρεσιν.] Δοῦρα. πλοῖα ἢ ξύλα τὰ εἰς τὸν πύργον. | |
5 | Δουρηνεκές. ὅσον δόρατος βολή. ὅσον δόρυ δια‐ τεῖναι, ἢ μῆκος δόρατος. [Δουροδόκον. τὸν δεχόμενον τὰ δόρατα.] Δούλιον ἦμαρ. ἡ τῆς αἰχμαλωσίας ἡμέρα. δού‐ λειος δὲ ζυγὸς, δίφθογγον. | |
10 | Δόχμιον. πλάγιον. Δόγμα. ἔννοια παρὰ θεοῦ ἀψευδής. ἢ δόξης πρό‐ τασις καὶ ἀνατροπὴ ἑτέρου, καὶ δι’ ἀμφοτέρων ἀληθείας διάγνωσις. [ἢ ζήτησις περὶ πίστεως καὶ ἀκριβοῦς ζητήσεως ἀψευδὴς διάγνωσις.] | |
15 | Δοιά. ἀντὶ τοῦ δύο. Ἡσίοδος· δοιὰ θέσθαι ἄροτρα πονησάμενος— Δοιάντιον. πεδίον. ἀπὸ τοῦ Δοίαντος ἥρωος. Δόμω. τὸ δῶρον. παρὰ τὸ δίδωμι, δώσω, δέδω‐ κα, δέδομαι, καὶ ἐξ αὐτοῦ δόμα. | |
20t | (Ῥῆμα.) | |
21 | Δογματίζει. θεολογεῖ. Δοιάσατο. ἐνεδοίασε. λαμβάνεται καὶ ἐπὶ τοῦ ἔδοξε καὶ ἐνόμισε. κυρίως δὲ τὸ μιᾷ γνώμῃ μὴ ἑστάναι. [οὐκ ἀπὸ τοῦ δοσσῶ δὲ εἴρηται, ὡς | |
25 | φασὶ τινὲς, ἐπειδὴ ἔδοξα ὤφειλεν εἶναι ὁ ἀό‐ | |
ριστος· ἀλλὰ παρὰ τὸ δοιὰς δοιάζω, ὡς ἵππος | ||
delta566 | ἱππάζω, ὁ μέλλων δοιάσω, καὶ ἐδοιασάμην, ἐδοιάσατο, καὶ πλεονασμῷ τοῦ ς Αἰολικῶς ἐδοι‐ άσσατο, ὡς τὸ ἔσεται ἔσσεται, καὶ ἀποβολῇ τοῦ ι δοάσσατο. ἄλλοι δὲ ἀπὸ τοῦ δοκῶ, δοκά‐ | |
5 | ζω, δοκάσσατο καὶ ἀποβολῇ τοῦ κ δοάσσατο. οὕτως οἱ μὲν, ἔλλειψιν τοῦ ις, οἱ δὲ, τοῦ ι. ἵνα μὴ παρ’ ἄλλου ὡς καινὸν ἀκούσῃς. οὕτως Ἡρωδιανός.] †Δουλαγωγῶ. ἀντὶ τοῦ ὡς δοῦλον ἀφηνιάζον‐ | |
10 | τα ἀποστέλλω. ὑπωπιάζω μου τὸ σῶμα καὶ δουλαγωγῶ.† Δοίη. παράσχοι. οὐχὶ ἐν τῷ ω δώη. Δοιάζω. τὸ διστάζω. παρὰ τὸ δοιὸς δοιάζω. [ὡς ἵππος ἱππάζω, λίθος λιθάζω.] | |
15 | Δοῖεν. παράσχοιεν. [εὐκτικὸν, δεύτερος ἀόριστος τῶν εἰς μ τρίτου προσώπου τῶν πληθυντικῶν.] Δοκεῖ. νομίζει, οἴεται. Δοκεύει. ἐπιτηρεῖ. [ἀπὸ τοῦ δόκω βαρύτονον, δοκεύω παράγωγον.] | |
20 | Δοκιμάζεις. κρίνεις. καὶ δοκιμάσας. Δοκοῦντες. ἀρέσκοντες. Δοκιμασθείς. εἰς ἄνδρας ἐγγραφείς. οὕτως Δη‐ μοσθένης. Δοκιμασθείσαις. κριθείσαις. βεβαιωθείσαις. | |
25 | Δοιδυκίζω. τὸ ταράσσω. ἢ στρογγύλην ἐποίη‐ | |
σεν ὡς δοίδυκα. | ||
delta567 | Δολοφρονέων. δόλια φρονῶν. Δολιχεύουσι. περιοδεύουσι. δολιχεύσας πολλά‐ κις πολλοὺς πλοῦς περιβάλλεται πλοῦτον εὖ μάλα ἁδρόν. | |
5 | Δόμεναι. δοῦναι. πρίν γ’ ἀπὸ πατρὶ φίλῳ δόμεναι— ἔστι δίδωμι, ὁ δεύτερος ἀόριστος ἐδίδων, ἡ μετοχὴ ὁ δοὺς, τοῦ δόντος, καὶ τὸ ἀπαρέμφα‐ τον τοῦ δευτέρου ἀορίστου δοῦναι. εἰώθασι δὲ οἱ | |
10 | Δωριεῖς ἐπὶ τῶν εἰς ναι ἀπαρεμφάτων τοῦ ἀο‐ ρίστου προστιθέναι τὴν μεν συλλαβήν. καὶ εἰ μὲν ὦσι δύο φωνήεντα, τὸ ἓν ἀποβάλλουσιν, οἷον· δοῦναι, δόμεναι, θεῖναι, θέμεναι, εἶναι, ἔμμεναι, πλεονασμῷ τοῦ ἑτέρου μ. εἰ δὲ ἓν | |
15 | φωνῆεν, φυλάσσουσιν αὐτὸ, οἷον· στῆναι, στή‐ μεναι, βῆναι, βήμεναι. Δονεῖ. ταράσσει. Δοξάσαι. ὑπονοῆσαι, εἰκάσαι. Ἀριστοφάνης· δοξάσαι ἐστὶ κόραι· τὸ δ’ ἐτήτυμον οὐκ ἔχω | |
20 | εἰπεῖν. Δοξούμενοι. ἤτοι δοξάζοντες. Δορπῆσαι. ἑσπερινὸν δεῖπνον δειπνῆσαι. Δορυφορεῖ. τιμὴν περιποιεῖται. Δόσκον. ἐδίδουν. [παρ’ Αἰολεῦσι. | |
25 | —καὶ πάντα φέρων Ἀγαμέμνονι δόσκον.] Δουλεύσατε. πᾶσαν ἐντολὴν ἀποπληρώσατε. Δούπησεν. ἔπεσεν, ὥστε ψόφον ἀποτελέσαι. Δοάζω. τὸ ἀμφιβάλλω καὶ δοκῶ. | |
[ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι. | ||
delta568 | ἐκ τοῦ δοάσσω Δωρικῇ τροπῇ τῶν δύο ς εἰς ζω δοάζω, ὡς νίσσω, νίζω, δοάζω καὶ δοιάζω πλεο‐ νασμῷ τοῦ ι.] | |
4t | Τὸ Δ μετὰ τοῦ Ρ. | |
5t | (Ἀρσενικόν.) | |
6 | Δρασμός. ἡ φυγή. Δραστήριος. ἐνεργὸς, ἐργατικὸς, πρακτικὸς, σπουδαῖος ἢ περίεργος. Δραπέτης. φυγάς. παρὰ τὸ δρῶ τὸ ὑπηρετῶ, | |
10 | ἐξ οὗ γέγονε δραπέτης, ἀπὸ τοῦ δρῶ τὸ φεύ‐ γω, ὅθεν καὶ ἀπέδρα. [ὁ μέλλων δράσω. καὶ μετὰ τοῦ πετῶ, τὸ ἀφίπταμαι, γέγονε δραπέ‐ της, ὁ ἀποπτὰς τῆς ὑπηρεσίας.] Δράος καὶ Σάος. ποταμοὶ παραλαμβάνοντες | |
15 | τὴν δευτέραν Παιονίαν, οἳ εἰς τὸν ποταμὸν Ἴστρον καταφέρονται. Δρατοί. οἱ ὀφθαλμοί. παρὰ τὸ δρῶ τὸ βλέπω. Δρῆσται. οἱ οἰκέται. †Δρύμνιος. ὁ Ζεύς.† | |
20 | Δρῆσος. κύριον. Δριμύς. ὁ ὀξύς. Δρομοκήρυκες. οἱ ἀγγελιοφόροι. οὕτως Δίων. οἱ ἐπισπούδως πεμπόμενοι, ἢ οἱ ἡμεροδρόμοι. Δρόμος. τὸ γυμνάσιον κατὰ Κρῆτας. [δρόμῳ δ’ | |
25 | ἰσῶσαι τῇ φύσει τὰ πράγματα νίκης ἔχων, ἐξῆλθε πάντιμον γέρας.] | |
Δρύϊνος. ξύλινος, καὶ ὡς ἄν τις εἴποι λίθινος. | ||
delta569 | Δρυφάκτους. ξυλίνους θώρακας ἢ τοὺς νῦν καγκέλλους καλουμένους. ἢ τὰ διαφράγματα ἢ τὰ περιτειχίσματα. εἰρῆσθαι δὲ κυρίως πάντα τὰ ἀπὸ ξύλου γινόμενα. δρυόφακτος τὶς ὢν ὁ | |
5 | ἐκ δρυῶν φραγμός. [πάλαι γὰρ πάντα τὰ ξύλα δρῦας ἐκάλουν, καὶ δρυμόν. ἢ παρὰ τὴν δρῦν καὶ τὸ πακτῶσαι, ὅ ἐστι πῆξαι, δρύπακτος καὶ δρύφακτος. οἷον· καθύπερθεν ἐπήδων τοὺς δρυ‐ φάκτους.] | |
10 | Δρυμός. τόπος σύμφυτος καὶ σύνδενδρος. Δρυπέτης. ὁ πέπειρος καρπὸς τῶν δένδρων. γρά‐ φεται καὶ δρυπέπης. Δρυΐδαι. οἱ φιλόσοφοι παρὰ Γαλάταις. Δρύοπες. ἔθνος. | |
15 | Δρύοχοι. πάτταλοι οἱ ἐντιθέμενοι ναυπηγουμένης νηός. καταχρηστικῶς δὲ τὰ προοίμια. [Ἀριστο‐ φάνης· Ἀγάθων ἄρχεται δρυόχους τιθέναι δράματος ἀρχάς. | |
20 | ἢ δρυόχους τὰς πελέκεις. οἱ μὲν κρίκους ἀκού‐ ουσι τινὰς μεγάλους ἐπ’ ὀβελίσκων κειμένους, οὓς καταπήγνυσθαι εἰς τὴν γῆν, ὥστε δι’ αὐτῶν τοξεύειν. ἄμεινον δὲ, ἐφ’ ὧν ἡ τρόπις ἐρεί‐ δεται.] | |
25 | Δρῦς. τὸ δρύϊνον δένδρον. τὸ δρῦς δὲ βραχύ. Δρυαχαρνεῖς. οἱ ἀναίσθητοι. ἐκωμῳδοῦντο γὰρ | |
οἱ Ἀχαρνεῖς ἄγριοι καὶ σκληροί. | ||
delta570 | Δρώπαξ. ὁ κεκαλλωπισμένος ἀνήρ. Δρώπτης. πλανήτης, πτωχός. Δρογγίλων. χωρίον Θρᾳκικόν. Δρύας. παρὰ τὸ δρῦς, δρυός. οἱ γὰρ ἀρχαῖοι πᾶν | |
5 | δένδρον δρῦν ἐκάλουν. τὸ δρῦς ψιλὸν διατί; ἐκ τοῦ δρῦς· τὰ εἰς υν καὶ εἰς υς ἅπαντα ἐπ’ εὐ‐ θείας καὶ ἑνικῆς πτώσεως διὰ τοῦ υ ψιλοῦ γρά‐ φεται. *Δρόμων. εἶδος πλοίου.* | |
10 | Δραγμή. σταθμὸς ὡρισμένος. ἢ τὸ συνάθροι‐ σμα τὸ ἓξ ὀβολῶν. παρὰ τὸ δέδραγμαι δραγμή. τὸ παλαιὸν γὰρ τῶν ἀνθρώπων ὀβολοῖς κεχρη‐ μένων ἀντὶ νομισμάτων, οὓς τῇ χειρὶ δραξαμέ‐ νους, δυνατὸν ἦν, ἐκάλουν δραγμήν. δραγμαὶ | |
15 | ἑκατὸν ποιοῦσι μνᾶν. δραγμὴ δὲ ὁλκὴ νομί‐ σματος εἰς ἀργύριον. δραγμαὶ δέκα, δραγμαὶ ἓξ ὀβολῶν. †Δρῆρος. πόλις Κρητική.† †Δράπων. ὁ δραπέτης.† | |
20 | †Δρόγγος. ἑορτή.† Δραματουργία. πλάσις ψευδής. δραματουργία τοῦ Ἡσαΐου ἡ προσωπικὴ τοῦ συγγραφικοῦ λόγου διάθεσις. οἱ μὲν γὰρ τῶν ἀγγέλων ὡς ἐρωτῶν‐ τες καὶ πυνθανόμενοι, οἱ δὲ ἐρωτώμενοι κατὰ | |
25 | τὴν διατύπωσιν τῶν τοῦ προφήτου λόγων εἰσ‐ | |
άγονται. | ||
delta571 | Δρᾶσις. σημαίνει καὶ τὴν πρᾶξιν καὶ τὴν ὅρα‐ σιν. παρὰ τὸ δρῶ τὸ πράττω· σημαίνει καὶ τὸ βλέπω. [καὶ τὸ δρὰξ καὶ τὸ ὑποδράξ. καὶ δρα‐ τοὶ οἱ ὀφθαλμοί. παρὰ οὖν τὸ δρῶ δρᾶσις, ὡς | |
5 | πράξω, πρᾶξις.] Δρηστοσύνη. ἡ δουλεία. Δροίτη. ἡ πύελος, ἐν ᾗ τιθηνεῖται τὰ βρέφη. Παρ‐ θένιος καὶ Αἰσχύλος τὸν σορὸν λέγουσι. [εἴρη‐ ται οὖν ἡ λέξις παρὰ τὸ δόρυ καὶ τὸν οἶτον | |
10 | τὸν θάνατον. τὸ δόρυ τὸ εἰς θάνατον ἐπιτή‐ δειον. ἢ ἐκ δρυὸς εἰς οἶτον πεποιημένη. Ἕρμιπ‐ πος δὲ ὁ Βηρύτιος δρύτην τὴν πύελον καλεῖ, παρὰ τὴν δρῦν τὴν ξυλίνην. κατὰ τὸν Ἕρμιπ‐ πον οὖν διὰ τοῦ υ ψιλοῦ γραφήσεται.] | |
15 | Δρόσος. κατ’ ἔλλειψεν τοῦ ι. οἷον ὑπὸ τοῦ Διὸς σουμένη. διοσσὸς τὶς οὖσα, καὶ πλεονασμῷ τοῦ ρ δρόσος. Δρυοῦντος καὶ Δρυσοῦς. πόλεις. Δρύπτα. ἅ τ’ ἐφιουλκὲς δρύπτα καὶ τυροῦ δρύ‐ | |
20 | ψια κυκλιάδων· τουτέστιν ἐλαίας καὶ τυροῦ ξέ‐ σματα περιφερῆ. Δριμεῖα. ἡ δριμυτάτη. | |
23t | (Οὐδέτερον.) | |
24 | Δράγματα. αἱ ἀπαρχαί. | |
25 | Δράγμα. ὅσον περιλαμβάνει τῇ ἀριστερᾷ χειρὶ ὁ θερίζων. παρὰ τὸ δράξασθαι, τὸ συλλαμ‐ βάνειν. οὕτως δραγμὴ καλεῖται τὸ πλῆθος τῶν κερμάτων ἤτοι τῶν ὀβολῶν. Δρᾶμα. ὑπόκρισις, συσκευή. λέγεται δὲ καὶ τὸ | |
30 | ποίημα καὶ τὸ πρᾶγμα· ἢ λόγος περιέχων ὑπό‐ θεσιν. παρὰ τὸ δρῶ, τὸ ἐνεργῶ, ἀφ’ οὗ καὶ | |
δρᾶσαι τὸ πρᾶξαι. [ὁ παθητικὸς παρακείμενος | ||
delta572 | δέδραμαι καὶ ἐξ αὐτοῦ δρᾶμα. λέγεται καὶ δρά‐ ματα τὰ ὑπὸ τῶν θεατρικῶν μιμηλῶς γινόμε‐ να, ὡς ἐν ὑποκρίσει· ὥς φησιν Ἀριστοφάνης· ἐπειδὴ ἐν ἱερῷ Ἡράκλεις δειπνοῦντες, ἔπειτα | |
5 | ἀναστάντες ἐγίνοντο χορός. καὶ τὰ ἐκ κατα‐ σκευῆς καὶ κακουργίας δρώμενα κατά τινος ὑπό τινων δράματα λέγονται.] Δραστήριον. τὸ κόσμιον καὶ τὸ ἥσυχον. μετὰ τοῦ δραστηρίου αὐτοῦ ἐτέτακτο καὶ τοῦ ἀνδρώδους. | |
10 | Δρατά. —παρὰ δὲ δρατὰ σώματα νήει. κατὰ μετάθεσιν τοῦ ρ. ὡς φθείρω, φθαρτὸς, [φθαρτὴ, φθαρτὰ, οὕτως δείρω, δαρτὸς, δαρτὸν καὶ δαρτὰ καὶ καθ’ ὑπερβιβασμὸν δρατὰ, ὡς | |
15 | ὀφιόσπαρτον, ὀφιόσπρατον.] Δρέπανον. χωρίον Σικελίας. εἴρηται ἀπὸ τοῦ ἐκεῖσε κεῖσθαι τὸ δρέπανον, ᾧ ἀπέτεμε καὶ ἀπέ‐ κοψε τὰ αἰδοῖα τοῦ Οὐρανοῦ ὁ Κρόνος. ἢ ἀπὸ τοῦ σχήματος· δρεπανοειδὴς γὰρ ὁ τόπος. | |
20 | [Δρία βησσήεντα. ὄρη σύνδενδρα. οὐκ ἀπὸ τοῦ δρίεα κατὰ συγκοπὴν, ἀλλ’ ὥσπερ ἀπὸ τοῦ μέγαρος μέγαρον γίνεται, οὕτως δρίος δρίον, καὶ ὥσπερ τὸ μῦρον μῦρα, οὕτως δρίον δρία.] Δρύϊνα. ξύλινα καὶ ὡς ἂν τὶς εἴποι λίθινα· πᾶν | |
25 | γὰρ ξύλον δρῦς καλεῖται. Δρύφακτα. περιτειχίσματα, διαφράγματα. Δρίφη. ξέσματα. Δρώπα. τὰ δρεπτὰ, ἤτοι τὰ τετρυγημένα, ἢ τὰ δρέπανα. | |
30t | (Ῥῆμα.) | |
31 | Δρώμενα. πραττόμενα, ἐνεργούμενα. | |
delta573 | Δραξάμενος. κρατήσας, ἐπιλαβόμενος. Δρᾷν. πράττειν. [Δρᾶ. ἀντὶ τοῦ πράττε.] Δρακάζεις. κρύπτῃ. | |
5 | Δραπετεύσας. φυγών. τὸ δρα μακρόν. Δράσας. ποιήσας· πράξας. Δρασείοντες. ἐπιθυμοῦντες. [οὕτως Ἀριστοφά‐ νης.] Δραθεῖν καὶ δραθέειν. παρὰ τὸ τοῖς δέρμασι | |
10 | δαρθεῖν, ὅ ἐστιν ἐπὶ δερμάτων καθευδῆσαι. ση‐ μαίνει δὲ καὶ κατὰ ἀντίφρασιν τὸ κοιμᾶσθαι. [γέγονε οὖν παρὰ τὸ δρῶ, τὸ ἐνεργῶ, ἐξ οὗ πα‐ ράγωγον δρήθω, ὁ μέλλων δρήσω, ὁ δεύτερος ἀόριστος ἔδραθον, καὶ ὁ δεύτερος μέλλων δρα‐ | |
15 | θῶ, καὶ τὸ ἀπαρέμφατον δραθεῖν καὶ κατὰ διάλυσιν τῆς ει διφθόγγου δραθέειν. οἱ γὰρ κοι‐ μώμενοι οὐδὲν ἐνεργοῦσι.] Δραματουργήσας. ἀντὶ τοῦ συνείς. Δρᾶναι. οἶμαι ἀπὸ τοῦ δρῆμι, ἔδρην, τὸ | |
20 | ἀπαρέμφατον δρᾶναι. κάλλιον οὖν ἀπὸ τοῦ δραίνω, δρανῶ, ἔδρανα, δρᾶναι. Δρυπόμενοι. τρυγῶντες. Δρεφθῆναι. τρυγηθῆναι, ἀποδρεπανισθῆναι. | |
Δρέπεται. θερίζεται, τρυγᾶται, ἀπανθίζεται. | ||
delta574 | Δρυπολεῖν. τὸ ξύλοις πολιορκεῖν. [οἱ γὰρ ἀρ‐ χαῖοι πᾶν ξύλον δρῦν ἔλεγον.] Δρύψαι. ἀποξέσαι. Δρύπτεται. ἐὰν τὶς ἑαυτὸν κατατίλλῃ ἐπὶ θρή‐ | |
5 | νοις. καὶ δρύπτω τὸ σπαράττω. δρυψάμενοι δ’ ὀνύχεσι παρειάς. [παρὰ τὰς δρῦς. τὸ γὰρ παλαιὸν ἁρπάζοντες τὰς βαλάνους καὶ περιπαίοντες ἀλλήλους ἐσπά‐ ραττον. ἀπὸ δὲ τοῦ δρυμάσσω ῥήματος, ὅπερ | |
10 | καὶ αὐτὸ σημαίνει τὸ σπαράττω, ἢ ἀπὸ τῶν λεπιζομένων δρυῶν.] Δρῶσιν. ἐνεργοῦσι, πράττουσι. Δρώντων. ἀντὶ τοῦ δράτωσαν. Ἀττικὴ δὲ ἡ σύν‐ ταξις. | |
15 | Δρωπακίζω. συνάγω, τρυγῶ. καὶ δρωπακίζειν παρ’ ἡμῖν τὸ μετ’ ἀλοιφῆς τινὸς χρίεσθαι τὸ σῶμα πρὸς ψίλωσιν [τῶν τῆς σαρκὸς] τριχῶν. | |
18t | Τὸ Δ μετὰ τοῦ Υ. | |
19t | (Ἀρσενικόν.) | |
20 | Δυσβηρής. ὁ δύσβατος τόπος. [παρὰ τὸ δύσβα‐ τος, δυσβατὴρ, καὶ ἐν συγκοπῇ δυσβηρής.] Δυσβράκανος. ὁ δύσληπτος. ὁ δυσκατανόητος. | |
[βράκανα γὰρ ἄγρια λάχανα δύσπλυτα.] | ||
delta575 | Δύσερις. φιλόνεικος. παρὰ τὸ δυς, ὃ σημαίνει τὸ κακὸν, καὶ τὴν ἔριν. Δυσέντευκτος. ὁ δυσομίλητος. Δυσέξιστος. τόπος ἀδιόδευτος. | |
5 | Δυσεκλογίστων. δυσαρέστων. δυσδιαγνώστων. Δυσέμβολος. ὁ δυσεπιχείρητος. Δυσέκτων. ὁ δυσγνώμων. Δύσερμος. ὁ δύσελπις. Δύσερως. ὁ σφόδρα κακῶς ἐρῶν, ἢ ὁ ἐπὶ κακῷ | |
10 | ἐρῶν. ἀποσφαγεῖσαν γὰρ αὐτὴν ὑπὸ ἐραστοῦ δυσέρωτος. Δυσγαργαλίς. δυσυπότακτος. γαργαλίζειν γὰρ τὸ εἰς γέλωτα ἄγειν καὶ πείθειν. Δυσάρεστος. ὁ μὴ ἀρεσκόμενος. | |
15 | Δυσάλωτος. ὁ δυσκράτητος. Δυσανάφοροι. βαρεῖς, δυσκόλως ἀναφερόμενοι. Δυσάλγητος. ὁ δυσανάλγητος, ὁ ἀσυμπαθής. Δυσάμορος. παρὰ τὸ μόρος δύσμορος. καὶ πάλιν μόρος, ἄμορος καὶ κατὰ ἀλλεπάλληλον σύν‐ | |
20 | θεσιν δυσάμορος. ὡς ἥλικες, ὁμήλικες καὶ συνο‐ | |
μήλικες. | ||
delta576 | Δυσανάγωγος. ἀπειθὴς, δυσχερής. Δυσάνισος. ὁ ἐπὶ παντὶ ἀνιώμενος, κᾂν μικρὸν καὶ εὐκαταφρόνητον ᾖ. οὕτως Ἀντιφῶν. Δυσαῶν ἀνέμων. τῶν σφοδρῶς πνεόντων. | |
5 | Δυσειδής. ὁ δύσμορφος. Δυσήνιος. ὁ ἀπειθὴς, ἐκ μεταφορᾶς τῶν ἵπ‐ πων τῶν τὰς ἡνίας καὶ τοὺς χαλινοὺς ἀπο‐ πτυόντων. Δυηπαθής. καρτερικὸς, κακοπαθῶν. δύη | |
10 | γὰρ ἡ κακοπάθεια. Δυσηλεγής. σκληρός. ἢ δυσηλεγὴς καὶ τανυ‐ λεγὴς ἐπὶ θανάτου λέγεται. καὶ τανυλεγὴς μὲν ὁ μακροκοίμητος λέγεται, ἀπὸ λέγω τὸ κοιμῶ‐ μαι. [οἷον· | |
15 | λέξον νῦν με τάχιστα, διοτρεφὲς— ἢ παρὰ τὸν ἔλεγον, τὸν θρῆνον, ἵν’ ᾖ ὁ χαλε‐ ποὺς θρήνους ποιῶν.] Δυσηχής. κακόηχος. [ῥυσαμένη Πύθωνα δυσηχέος ἐκ πολέμοιο | |
20 | ἀσπὶς Ἀθηναίους—] | |
delta577 | Δύσθυμος. κακόβουλος. Δυσθήρατος. ὁ δυσεύρετος. Δυσάγωγοι. δυσμεταχείριστοι. Δυϊκὸς ἀριθμός. οὐ μόνον ἐπὶ δύο ἰεῖν λέξεων, | |
5 | ἀλλὰ καὶ τὸ δι’ ἑκάστην πτῶσιν, δύο πτώσεις ἔχειν. Δυσκάθεκτος. ὁ δυσκράτητος. Δύσκωφος. ἐκ μέρους ἀκούων. Δύσκολος. ὁ δυσάρεστος. παρὰ τὸ κολλῶ δύσ‐ | |
10 | κολος, ὁ δυσχερῶς τινὶ ἑνούμενος. [ἀπὸ τῆς συν‐ δεούσης καὶ ἑνούσης κόλλης.] Δύσμορος. ὁ δυστυχὴς, ὁ κακοθάνατος. Δυσμενής. ἐχθρός. Δύσμηνις. ὀργίλος· βαρύθυμος. | |
15 | Δύσνους. ἐχθρός. ὁ δὲ ἦν δύσνους βασιλεῖ καὶ Ῥωμαίοις. Δύσοργος. [Σοφοκλῆς· τοιαῦτ’ ἀνὴρ δύσοργος ἐν γήρᾳ βαρὺς ἐρεῖ.] | |
20 | *γράφεται καὶ δυσεργός.* ὀξύχολος. Δυσοίκτου. δυσθρηνήτου. Δύστηνος. ἄθλιος, *φρικωδέστατος·* ταλαί‐ | |
πωρος. παρὰ τὸ στῆναι· οἱονεὶ ὁ μὴ δυνάμενος | ||
delta578 | στῆναι. ἢ ἀπὸ τοῦ στένω, οἱονεὶ ὁ πάνυ στέ‐ νων. Δύσριγος, δυσριγότερος, δυσριγότατος. †φρι‐ κωδέστατος.† διὰ τοῦ ς γράφεται· εἴπομεν γὰρ, | |
5 | ὡς τό· δυς· πρός· εἰς· ἐξ· ἀεὶ φυλάσσει τὰ ἑαυτῶν σύμφωνα. Δυστόπαστος. κακοϋπονόητος. παρὰ τὸ τοπά‐ ζω τὸ ὑπονοῶ. Δύστροπος. δυσκάθικτος, σκολιός. [δυσάρεστος. | |
10 | οἰκέτην δύστροπον περιβαλὼν, ἄγριος ὢν καὶ ἀπαραίτητος τὴν ὀργήν. καὶ δυστροπία ἡ κακό‐ τροπος γνώμη.] Δυστράπελος. δυσκίνητος, ἀμετάτρεπτος, δυσμε‐ τάθετος· ἢ ὁ ἀμετακίνητος ὀργῇ, [ἢ διαθέσει, | |
15 | ἢ φιλαργυρίᾳ. ἢ ὁ δύσκολος. Σοφοκλῆς· κεῖται ὁ δυστράπελος Αἴας. καὶ δυστράπελον ὄρυγμα, τὸ οὐκ εὐδιάλυτον.] Δύσπαρι. ἐπὶ κακῷ ὠνομασμένε. οἷον· ζήσας ὡς Πάρις δυσώνυμε. | |
20 | καὶ χωρίον δύσβατον. οὕτω Ξενοφῶν. Δύστρος. ὁ μάρτιος μήν. Δυσχερής. κακοτέλεστος. Δύσχρηστος. κάκιστος, ὁ εἰς οὐδὲν ἀγαθὸν | |
χρησιμεύων. | ||
delta579 | Δυσφώρατος. ὁ δυσκόλως ἐλεγχόμενος. ἢ ὁ μόλις φωραθῆναι δυνάμενος. Δυσώνυμος. κακώνυμος. Δυνάστης. ὁ διάβολος. παρὰ τῇ θείᾳ γραφῇ. | |
5 | [Δαβίδ· ῥύσεται] πτωχὸν ἐκ δυνάστου. Δύπτης. κολυμβητής. [παρὰ τὸ δύνειν ἑαυτὸν εἰς τὴν θάλασσαν. πρὸς κῦμα δύπτην ἐμπεπλεγμένον κάλοις. παρὰ τὸ δύω δύπτης, ὡς ὄπτω, ὄπτης καὶ | |
10 | ἐπόπτης.] Δυσπέφελος. ὁ δυσάρεστος, ὁ δυσπειθὴς, ὁ δυσκίνητος, ὁ χαλεπὸς, ὁ μεμψίμοιρος. [εἴρη‐ ται δὲ ἀπὸ μεταφορᾶς τῶν δυσπετούντων σιτίων. καὶ ὁ Ἡσίοδος· | |
15 | εἰ δέ σε ναυτιλίης δυσπεφέλου ἵμερος αἱρεῖ.] | |
16t | (Θηλυκόν.) | |
17 | Δύη. ἡ κακοπάθεια. ἡ δυστυχία. [ἀπὸ τοῦ δῶ τὸ δεσμῶ, οὗ παράγωγον δέω, ἀφ’ οὗ δέοιμι. ἀπὸ τοῦ δέω οὖν δύω, ὡς ῥέω, ῥύω καὶ ῥύσις. ἡ | |
20 | συνδεδεμένη τῷ πάσχοντι, ἢ ᾗτινι συνδέδεται τὶς κακοπάθεια.] Δυαί. ἐκ τοῦ δέω γίνεται δυὴ καὶ δυαί. Δυαὶ μὲν Μενελάῳ ἀρηγόνες— Δυάς. παρὰ τὸ συνδεδέσθαι ἄλλῳ ἀριθμῷ τῷ ἑνί. | |
25 | τὸ γὰρ ἓν ἀπολελυμένον ἐστὶ παρὰ τὴν ἔσιν καὶ ἄφεσιν. Δυνατήν. ἐνδεχομένην. ἡγήσασθαι δυνατὴν ὑπὸ ζυγίοις πορεύεσθαι ὁδόν. | |
Δυναστεία. ἡ ἰσχύς. | ||
delta580 | Δύναμις. ἡ ἰσχύς. καὶ ὁ στρατός. συναχθείσης δυνάμεως θαυμαστῆς. δύναμίς ἐστι φυσικὴ [ἄϋλος] ἐνέργεια. δύναμις πάλιν ἐστὶν ἔνυλος ἐνέργεια. δύναμις πάλιν λέγεται καθ’ ἕξιν, ὡς | |
5 | ὅταν εἴπωμεν· τὸ παιδίον σπερματικόν ἐστι δυνάμει, εἰ καὶ μήπω τῇ ἐνεργείᾳ διὰ τὸν χρό‐ νον. ὡσαύτως καὶ ὁ κόκκος τοῦ σίτου δυνάμει τῇ καθ’ ἕξιν στάχυς ἐστίν· ἔχει γὰρ δύναμιν φυσικὴν γενέσθαι στάχυς. δύναμις λέγεται ἡ | |
10 | μὲν κατ’ ἐπιτηδειότητα, ἡ δὲ καθ’ ἕξιν· κατ’ ἐπιτηδειότητα, ὡς ὅταν εἴπωμεν, τὸ παιδίον δυ‐ νάμει γραμματικὸν εἶναι, καθὸ εἰ καὶ μὴ κέχρη‐ ται τῇ τέχνῃ, οὐ γινώσκει αὐτήν. εἴρηται δὲ παρὰ τὸ διανύω ἢ παρὰ τὸ δύνω· ἡδύνουσα | |
15 | καὶ πράττουσα καὶ διαιροῦσα τὸ ἀνθιστάμενον. Δύμη. πόλις. καὶ Δυμαῖος ὁ πολίτης. Δυοκαιδεκάτη καὶ δυοκαιδέκατος. δυωδεκάτη δὲ καὶ δυώδεκα μεγάλα. Δύσκλεια. ἡ ἀδοξία, ἢ κακοδοξία, ἢ ὁ ψόγος. | |
20 | Δυσκολία. ἀπόκρισις περὶ τὰς διαλεκτικὰς ἀπο‐ κρίσεις· συλλογισμοῦ φθαρτική. Δυσμή. παρὰ τὸ δέω, δεσμὸς, καὶ δύω, δυσμή· ὅτε συνδεῖται [τῷ φωτὶ] τὸ σκότος καὶ συνάπτεται. Δυστροπία. ἡ κακότροπος γνώμη· ἡ κακοτροπία, | |
25 | ἡ κακουργία. Δυσερμίας. κακῆς ἀποτυχίας. Δυσειρεσία. ἡ κακὴ κωπηλασία. ἀπὸ τοῦ ἐρέσ‐ σω τὸ κωπηλατῶ. | |
Δυσκολοκάμπτους ᾠδάς. τὰς κεκλασμένας. | ||
delta581 | Δυσμένεια. ἔχθρα, κακόνοια. καὶ δυσμενὴς, ὁ πολέμιος. Δυσφημία. ἡ κακὴ ἀγγελία. Δύστοκος. ἡ δυσκόλως τίκτουσα. | |
5 | Δυσστίβητος. ὁδὸς ἡ δυσπεριπάτητος. Δυσβουλία. ἡ κακοβουλία. Δυσκελάδου. κακοήχου. Δυσπαλέας ῥίζας. τὰς κακῶς ἀναδιδομένας. ἀπὸ τοῦ πάλλω. ἢ δυσχερῶς γινομένας. [Ἀπολλώ‐ | |
10 | νιος· οἷον ἀμφί τε δυσπαλέας ῥίζας χθονὸς οἷα γυναῖ‐ κες.] Δυσπαίπαλος. τραχεῖα. Δυσποτμία. ἡ δυστυχία. καὶ δυσποτμότερον, | |
15 | ἀθλιώτερον. Δύσοιμος. ἡ ὁδὸς ἡ ἐπὶ κακῷ ἄγουσα. Δυάς. παρὰ τὸ δύω δυάς· ὥσπερ παρὰ τὸ μυ μυριὰς, καὶ τὸ χ χιλιάς. *Δυεῖν. δύναμις, γεωμετρικὸν ἐργαλεῖον. ὅθεν | |
20 | φασὶ καὶ τὰς κατὰ κιβωτὸν πήχεις τὰς τρια‐ κοσίας καὶ τὰς ἄλλας τοιαύτας. ἤτοι δυνάμεις εἶναι τῶν τριακοσίων δυνάμεων, ἐχουσῶν ἐνα‐ κοσίας δυναμάδας πήχεις συνήθεις.* | |
24t | (Οὐδέτερον.) | |
25 | Δυερόν. βλαβερόν. | |
Δυοῖν θάτερον. τὸ ἕτερον τῶν δύο. | ||
delta582 | Δυῤῥάχιον. πόλις Ἠπείρου, ἥτις ὕστερον ἐκλή‐ θη Ἐπίδαμνος, πάλιν νῦν καλουμένη Δυῤῥάχιον. ὠνομάσθη δὲ οὕτως, ὅτι κατὰ τὸν τόπον προε‐ χούσης ἄκρας γεωλόφου καὶ τὸ κῦμα προσπίπτον | |
5 | καὶ σχιζόμενον ῥαχίαν ποιεῖ μεγάλην· ὅθεν διὰ τὴν ῥαχίαν καὶ τὸ δύσορμον οὕτως ὠνο‐ μάσθη. Δύσεργον. δυσχερὲς, δύσκολον. ἢ δύσεργον ἦν τοῖς ἀῤῥωστοτέραν ἔχουσι τὴν ἑτέραν. | |
10 | Δυσπάριτον. τὸ δυσπόρευτον. [Ξενοφῶν· ἐρω‐ τώμενος δ’, εἰ εἴη δυσπάριτόν τι χωρίον ἢ ἄβα‐ τον.] Δυσπινῆ. τὰ ἐῤῥυπωμένα. [Ἀριστοφάνης· ἀλλ’ ἤδη τὰ δυσπινῆ θέλεις πεπλώματα. | |
15 | καὶ δυσπινεῖς στολάς.] Δυσπόριστον. δυσεύρετον. Δυστέκμαρτον. δυσκατέργαστον. δυσζήτητον. δυσ‐ εύρετον. δύσληπτον. [ποῦ δ’ εὑρεθήσετ’ ἴχνος παλαῖας δυστέκ‐ | |
20 | μαρτον αἰτίας.] [Δυστράπελον ὄρυγμα. τὸ οὐκ εὐδιάλυτον.] Δυσχερασμάτων. ἀτυχημάτων. ὁ δὲ ἐπὶ τὸν ἀπράγμονα βίον ἐτράπετο, μίσει τῶν ἐν πολι‐ τείᾳ δυσχερασμάτων. | |
25 | Δύσφορα. χαλεπὰ, δυσύποιστα. [λέγω γὰρ καὶ τὰ δύσφορ’, εἰ τύχοι, | |
κατ’ ὀρθὸν ἐξιόντα.] | ||
delta583 | Δυσήνεμον. τὸ κακοὺς ἀνέμους ἔχον. Δύσοιστον. δυσφόρητον, δυσυπομόνητον. Δυσήνυστον. τὸ δυσκατόρθωτον. Δυσάντητον. ἐναντίον, δυσχερὲς, δυσαπάντητον. | |
5 | Δυσέφικτον. τὸ δυσκατάληπτον. Δυσδιάφυκτον. τὸ δυσχερῶς διαφεῦγον. Δυσέξοιστον. τὸ δυσεκκόμιστον. Δυσαλθές. δυσίατον, δυσθεράπευτον. Δυσαχθές. βαρύ. | |
10 | Δυσῆρες. τὸ δυσχερές. Δυσξύμβολα. τὰ δυσνόητα. [Δυσκέλαδον. κακόηχον.] Δυσπρόσιτα. τὰ δυσχερῆ. Δυσκλεές. ἄδοξον. | |
15 | Δύσορφνον καὶ δυσόρφνεον. μέλαν, σκοτεινόν. Δυσάητον. τὸ δύσπνευστον. Δυσαίσθητα. ὅσα τῶν ζώων δυσκινήτως πρὸς φυγὴν θανάτου ἔχουσιν, ὡς ὁ κεράστης καὶ ὀκτάπους. | |
20 | Δυσόριστον. τὸ κτιστὸν καὶ ἀόριστον. ἄγγελος, | |
ψυχὴ καὶ δαίμων. ἢ τὸ καθόλου μὴ γινωσκό‐ | ||
delta584 | μενον, ἀλλ’ ἐκ μέρους. οἷον τὸ ξύλον τῆς ζωῆς. ἢ δυσόριστόν ἐστι τὸ ἐν μετασχηματισμῷ καὶ οὐ κατ’ οὐσίαν ἐπιφαινόμενον, ὡς ἐπὶ τῶν ἀγ‐ γέλων καὶ δαιμόνων καὶ ψυχῆς. ἄγγελον μὲν | |
5 | γὰρ ὁρίζονται τινὲς οὐσίαν νοερὰν ἡγιασμένην, ἧς οὐσίας τὸν ὅρον μόνος ὁ κτιστὴς ἐπίσταται. ψυχὴν δὲ οὐσίαν ἀσώματον νοερὰν ἐν σώματι πολιτευομένην, ζωῆς παραιτίαν. ἧς οὐσίας τὸ εἶδος καὶ τὸν ὅρον ὁ καὶ τὴν τῶν ἀγγέλων μό‐ | |
10 | νος ἐπίσταται ὁ ποιητής. δαίμων δὲ ζῶον λο‐ γικὸν, ἀθάνατον κατὰ γνώμην πάσης ἀγαθοερ‐ γίας ἐκπεσόν. | |
13t | (Ῥῆμα.) | |
14 | Δύεται. κρύπτεται. | |
15 | Δῦθι. ἔνδυσαι. καί· δῦ δὲ χιτῶνα. μακρόν. [δεύτερος ἀόριστος ἐστὶ τῶν εἰς μι, ἔδυν, ἔδυς, ἔδυ, δῦ.] Δυάζει. φλυαρεῖ, ἀλογεῖ, καὶ τὸ διστάζει. | |
20 | παρὰ τὸ ἐν δύο στάσεσιν εἶναι. | |
delta585 | Δῦναι. κατελθεῖν, ἢ εἰς δύσιν ἀπελθεῖν. [ἀπὸ τοῦ δῦμι. ἡ μετοχὴ ὁ δὺς, καὶ τὸ ἀπαρέμφα‐ τον δῦναι.] [Δύνασαι. Ἰστέον, ὅτι τὰ ἔχοντα τὴν ἐνεργη‐ | |
5 | τικὴν μετοχὴν ταῦτα τροπῇ τοῦ τὸ τρίτον πρόσ‐ ωπον, εἰς ς ποιεῖ τὸ δεύτερον. οἷον πεποίηται, πεποίησαι, ὅτι πεποιηκώς· τίθεται, τίθεσαι, ὅτι τιθείς. οὕτως οὖν δύναται, δύνασαι, ὅτι δυνάς· καὶ ἐπίσταται, ἐπίστασαι, ὅτι ἐπιστάς· | |
10 | ἀπὸ τοῦ δύνημι καὶ ἐπίστημι, δύναμαι καὶ ἐπί‐ σταμαι. τὸ δὲ δύνῃ καὶ ἐπίστῃ κατὰ πάθος ἐστὶν ἀπὸ τοῦ δύνασαι καὶ ἐπίστασαι, καὶ Ἰω‐ νικῶς δύνεαι καὶ ἐπίστεαι, κατὰ κρᾶσιν τοῦ ε καὶ α δύνῃ καὶ ἐπίστῃ.] | |
15 | Δύρεσθαι. ἀντὶ τοῦ ὀδύρεσθαι. οὕτως Ἡρωδια‐ νός. Δυσωποῦμαι. ἀντὶ τοῦ φοβοῦμαι. οὕτως Δημο‐ σθένης ἐν Φιλιππικοῖς καὶ Ξενοφῶν ἐν Ἀπο‐ μνημονεύμασι. καὶ δυσωπεῖσθαι ἀντὶ τοῦ | |
20 | ὑφορᾶσθαι καὶ φοβεῖσθαι, καὶ μεθ’ ὑπονοίας σκυθρωπάζειν. οἱ γὰρ παλαιοὶ ἐπὶ τοῦ κρίνειν καὶ ἐλέγχειν τὴν λέξιν λαμβάνουσι. δυσωπεῖν | |
γὰρ εἴρηται παρ’ ὅσον οἱ κατακεκριμένοι κακῶς | ||
delta586 | ἔχουσι τοὺς ὦπας. οὕτως εὗρον τὴν λέξιν κατὰ ῥητορικὸν λεξικὸν, καὶ εἰς τὰ ἀνεκφώνητα Ἡρω‐ διανοῦ. ἔνιοι δὲ ἀντὶ τοῦ αἰδεῖσθαι· εἰ καὶ μὴ τὴν ἀττικὴν, ἡ δὲ συνήθεια καὶ ἐπὶ τοῦ | |
5 | ἱκετεύειν. Δυσκολαίνειν. λέγει ὁ Ἀριστοτέλης· δυσκο‐ λαίνει γὰρ ὁ μὴ διὰ προσηκουσῶν ἀποκρίσεων φθείρων καὶ κωλύων συλλογισμόν. Δυσπετοῦντες. κακῶς ἔχοντες, δυσχεραίνοντες. | |
10 | Δυσανασχετεῖ. βαρέως φέρει καὶ δυσκόλως. Δυσφορεῖ. βαρύνεται. Δυσθετήσας. μὴ στέρξας ταῖς συνθήκαις. Δυσθανατῶντα. βιαίως τὸν βίον καταστρέφον‐ τα. [ἐν δέ τινι μοίρᾳ τῆς ἀτραποῦ δυσθανατῶν‐ | |
15 | τα Ῥωμαῖον περιεβλέψαντο, τέτρασι βολαῖς τὸ σῶμα κοσμούμενον.] Δυσχρηστούμενος. κακῶς διατιθέμενος. [ὁ δὲ Ἀννίβας δυσχρηστούμενος ἤδη τοῖς πράγμασιν ἐς Καρχηδόνα διεπέμπετο, ταύτην τὴν περίστα‐ | |
20 | σιν διασαφῶν.] Δυσπροσίτως. δυσχερῶς ἐγγισθῆναι. Δυστοπωτάτως. δυσχερεστάτως. καὶ δυστοπώ‐ | |
τατα. | ||
delta587(1t) | Τὸ Δ μετὰ τοῦ Ω. | |
2t | (Ἀρσενικόν.) | |
3 | Δωήκ· Δωΐας· Δώριος· Δωρήκ. ὀνόματα κύρια. Δωρητός. ὁ δῶρα λαμβάνων. | |
5 | Δῶρος. κύριον. Δωροδόκος. ὁ δεχόμενος δῶρα. Δωροφάγους. ἐκφαντικῶς ἀσώτους. ἐκ τῶν δώ‐ ρων τρεφομένους. Ἡσίοδος· Ἁρπάζων ἐφόρεις μέγα κυδαίνων βασιλῆας | |
10 | Δωροφάγους, οἳ τήνδε δίκην ἐθέλουσι δικά‐ σαι. Δωσιδίκους. ἐκδότους τῇ δίκῃ. Δωσιάδης καὶ Δωσίδας. ὀνόματα κύρια. Δώσων. κύριον. οὕτως ἐκαλεῖτο ὁ εἷς τῶν Ἀν‐ | |
15 | τιγόνων, ὁ υἱὸς Δημητρίου, ὃς ἔγημε Χρυσίνδα τὴν μητέρα Φιλίππου τοῦ ὑπὸ Ῥωμαίους γινο‐ μένου. εἴρηται διὰ τὸ φιλότιμον καὶ διὰ τὸ πολ‐ λὰ διδόναι καὶ χαρίζεσθαι. Δώτῃ. μεταδοτικῷ· εὐσεβεῖ. Ἡσίοδος· | |
20 | Δώτῃ μέν τις ἔδωκεν, ἀδώτῃ δ’ οὔτις ἔδωκε. †Δωδάς. τελεία θυσία.† †Δωδεσκήϊδες. δώδεκα θυσίαι.† †Δωμητύς. κατασκευή.† Δώτωρ. [κύριον.] *ὁ δωρούμενος.* | |
25t | (Θηλυκόν.) | |
26 | Δωρεά. τὸ δῶρον καὶ δόσις ἀναπόδοτος. | |
Δωροδοκία. ἡ δωροληψία. | ||
delta588 | Δωρογραφή. ὅτάν τις αἰτίαν ἔχῃ τῶν πολι‐ τευομένων δῶρα λαβεῖν. Δωροξενία. ὅτάν τις γραφῇ ξενίας καὶ δῶρον δοὺς ἐκφύγῃ τὴν συκοφαντίαν, δωροξενία λέ‐ | |
5 | γεται. Δωρίππη. κύριον. Δωρίς, Δωρίδος. ἡ κλητικὴ ὦ Δωρί. Δωδεκάκρουνος. κρήνη ἐν Ἀθήναις. Θουκυδί‐ δης ἐννεάκρουνον λέγει. | |
10 | Δωνατική. διάδοσις διδομένη παρὰ τοῦ βασι‐ λέως τοῖς στρατεύμασι. Δωδώνη. ὄρος. Δωμητύς. τὸ κτίσμα. Δώς. ἡ δωρεά. δὼς ἀγαθή. ἰστέον, ὅτι τὸ δὼς | |
15 | ὀξυτόνως λέγεται παρὰ τὸν δώσω μέλλοντα, καὶ ἔστιν ἄκλιτον· ἐπειδὴ τὰ εἰς ως μονοσύλ‐ λαβα θηλυκὰ περισπῶνται, καὶ κύρια ἐστὶν, οἷον· ἡ Κρῶς, ἡ Κλῶς, ἡ Κῶς· εἰσὶ δὲ ὀνόματα πόλεων. ἐπειδὴ οὖν τὸ δὼς, θηλυκὸν ὂν, οὐκ | |
20 | ἔστι κύριον, ἀλλ’ οὔτε δὲ περισπᾶται, τούτου χάριν ἔστιν ἄκλιτον. Δωτύς, δωτύος. [τῆς τροφῆς.] [Δωτίνη. ἡ δωρεά. γέγονε παρὰ τὸν δώσω μέλ‐ λοντα δωσίνη, καὶ τροπῇ τοῦ ς εἰς τ δωτίνη. | |
25 | ἢ ἀπὸ τοῦ δέδοται γίνεται δοτὸς καὶ ἐκεῖθεν δοτίνη διὰ τοῦ ο μικροῦ, καὶ κατ’ ἔκτασιν δω‐ | |
τίνη, διὰ τοῦ ω μεγάλου. ὥσπερ σιτοδοτῆρες. | ||
delta589 | καὶ ταμίαι παρὰ νηυσὶν ἔσαν σίτοιο δοτῆ‐ ρες— οἱονεὶ κατ’ ἔκτασιν. —θεοὶ δωτῆρες ἐάων. | |
5 | καὶ Διόνυσος, Διώνυσος.] Δῶ. τὸ οἴκημα κατὰ ἀποκοπήν. Δωδεκάβοιον. δώδεκα βοῶν ἄξιον. Δωδεκατημόριον. μοίρας δωδεκάτης. Δωδεκάδωρον. τὸ παλαιστῶν ὂν δώδεκα. δῶρον | |
10 | γὰρ ἡ παλαιστή. Δῶμα. τὸ οἴκημα, μέγα. δόμα δὲ, τὸ δῶρον, μικρόν. [δῶμα. τὰ εἰς ω λήγοντα βαρύτονα πολ‐ λάκις μεταβάλλουσι τὸ παρατέλευτον ε εἰς ω· δέμω, δωμῶ, νέμω, νωμῶ. ἐκ δὲ τοῦ δωμῶ δω‐ | |
15 | μήσω γίνεται δώμημα καὶ κατὰ συγκοπὴν δῶ‐ μα. οὕτω Φιλόξενος. ἄλλοι δὲ ἀπὸ δέμω δόμα καὶ δῶμα κατ’ ἔκτασιν.] Δωμάτιον. οἴκημα μικρόν. Δωρητόν. τὸ εἰς δῶρον διδόμενον. | |
20 | Δώρημα, η· δώριμον δὲ, ι. δώριμον εἶδός σου προσάγει τις. Δώριον. ἤτοι μέλος Δωρικόν. Δῶρον. ἡ παλαιστή. ἀπὸ τοῦ τὰ πλεῖστα διὰ τῆς χειρὸς ἡμᾶς *ἄγειν καὶ* δωρεῖσθαι, ἀφ’ | |
25 | ἧς μετρεῖται ἡ παλαιστή. Δῶρον. τὸ ξένιον. δῶρον τὸ διδόμενον. παρὰ τὸν δώσω μέλλοντα γίνεται δῶρον, δῶόν τι ὄν· | |
καὶ πλεονασμῷ τοῦ ρ, δῶρον. [ἢ δοκεῖ σημειῶ‐ | ||
delta590 | δες εἶναι τὸ ὄνομα, καὶ διὰ τοῦ ω μεγάλου γράφεται. ὥσπερ καὶ τὸ ἁλωτός. οὐδὲν γὰρ ὄνομα ἀπὸ τῆς τρίτης συζυγίας τῶν εἰς μι διὰ τοῦ ω μεγάλου γράφεται. διὸ καὶ τὰ παρ’ αὐτῷ | |
5 | συγκείμενα διὰ τοῦ ω μεγάλου γράφονται· οἷον· Ἀθηνόδωρος, μεγαλόδωρος, αἰχμάλωτος, ἀνά‐ λωτος. οὕτω Θεόγνωστος.] Δώτιον. τόπος. Δῶμα. παρὰ τὸ δομῶ, δομήσω, δεδόμηκα, δεδό‐ | |
10 | μημαι, δόμημα, καὶ ἀποβολῇ τοῦ μ καὶ κρά‐ σει τοῦ ο καὶ η εἰς ω μέγα, δῶμα. | |
12t | (Ῥῆμα.) | |
13 | Δῴη. ἀπὸ τοῦ δίδωμι, δώσω. [—αἴκέ ποθι Ζεὺς | |
15 | δῴη— ὁ δεύτερος ἀόριστος ἔδων, καὶ τὸ ὑποτακτικὸν, ἐὰν δῶ, ἡ μετοχὴ ὁ δοὺς, τοῦ δόντος, καὶ τὸ εὐκτικὸν δοίην. ὥσπερ θεὶς, θέντος, θείην. καὶ κατ’ ἔκτασιν τοῦ ο εἰς ω δῴην καὶ δῴη.] | |
20 | Δώομεν. δώσομεν. Δωρίζει. ὡς οἱ Δωριεῖς ᾄδει. Δωριάζειν. παραγυμνοῦσθαι. παραφαίνουσι γὰρ οἱ Δωριεῖς τὸ σῶμα παρὰ τὸ μηδὲ ζώνας ἔχειν. Δωρησάμενος. ἀντὶ τοῦ δωροδοκήσας. δωρησάμε‐ | |
25 | νος χρήμασι μεγάλοις. Δωροδοκήσαντα. οὐ μόνον δῶρα διδόναι καὶ ἀναπείθειν, ἀλλὰ καὶ τὸ λαμβάνειν. | |
Δωσείων. ἐπιθυμῶν δοῦναι. | ||
delta591 | Δώωσι καὶ δώῃσιν. [εἰ δέ κε μὴ δώωσιν.] ἔστι δίδωμι, δώσω, [ὁ δεύτερος ἀόριστος ἔδων, καὶ τὸ ὑποτακτικὸν ἐὰν δῶ· τὸ πρῶτον τῶν | |
5 | πληθυντικῶν, ἐὰν δῶμεν, δῶτε, καὶ τὸ τρίτον | |
δῶσι καὶ πλεονασμῷ τοῦ ω δώωσι.] | ||
delta592(1t) | (Ἐπίῤῥημα.) | |
2 | Δωριστί. ὡς οἱ Δωριεῖς ᾄδουσιν. [Ἀριστοφά‐ νης· τὴν δωριστὶ μόνην ἁρμονίαν ἁρμόττεσθαι | |
5 | θαυμαστὴν λύραν· ἄλλην δ’ οὐκ ἐθέλειν λα‐ | |
βεῖν.] | ||
epsilon591(7t) | Ε. | |
8t | Τὸ Ε μετὰ τοῦ Α. | |
9t | (Ἀρσενικόν.) | |
10 | Ἐανός. πέπλος ποικίλος, λαμπρός. Ἑαυτούς. ἀντὶ τοῦ ἀλλήλους κατὰ Ἀττικούς. | |
12t | (Θηλυκόν.) | |
13 | Ἑαῖς. ἰδίαις. Ἑαυτάς. ἀντὶ τοῦ ἀλλήλας. οὕτως οἱ Ἀττικοὶ | |
15 | λέγουσι. *καὶ ἑαυτοὺς ἀντὶ ἀλλήλους.* | |
16t | (Οὐδέτερον.) | |
17 | Ἐανόν. ποικίλον, λεπτόν. ἁ μεγάλα δ’ Αἴγυπτος ἑανῷ δάψατο χαί‐ την. | |
20 | Ἔαρ. χρόνος, ἐν ᾧ τὸ ὑγρὸν μετὰ τοῦ θερμοῦ | |
ἐπικρατεῖ. ἔαρ δὲ παρὰ τὸ ἔω τὸ πέμπω· τότε | ||
epsilon592(7) | γὰρ ἐκπέμπονται οἱ καρποί. ἔαρ καὶ τὸ αἷμα, διὰ τὸ ἐν τῷ ἔαρι πλεονάζειν. Ἐαρινόν. τὸ κατὰ τὸν καιρὸν τοῦ ἔαρος. | |
10 | Ἐάρταρα. λεπτὰ, ἁπαλά. [Ἐ τὸ στοιχεῖον.] †τὸ δὲ ε θαυμάσαιμι τῆς ὀνομασίας. τήν τε γὰρ ἐπέκτασιν καὶ τὸ κυ‐ κλοτερὲς τοῦ αἰῶνος ἐν τῷ ἰδίῳ τύπῳ δηλοῖ, ἐπέκτασιν μὲν τὴν εἰς μέσον ἔχον μακρὰν, κυ‐ | |
15 | κλοτερὲς δὲ τὸ περὶ τὴν μακρὰν πέριξ· ὅτι τοῦ ὄντος αἰῶνος μιμεῖται τὰ πέριξ.† | |
17t | (Ῥῆμα.) | |
18 | Ἐαγῆναι. συντριβῆναι. Ἐάγη. συνετρίβη. [ἄσσω τὸ κλῶ, ὁ μέλλων | |
20 | ἄξω, ὁ δεύτερος ἀόριστος ἄγον, ὁ παθητικὸς ἤγην, ἤγης, ἤγη, καὶ κατὰ διάλυσιν τοῦ η ἐάγη.] | |
Ἐαδότα. ἀρέσκοντα. | ||
epsilon593 | Ἔα δή. ἀντὶ τοῦ ἄγε δή. καὶ ἔα ἀντὶ τοῦ συγ‐ χώρει. Ἐακότες. παρῃτημένοι, ἀποπεπαυκότες. Ἑαλωκυῖα. ἐξερημωθεῖσα. | |
5 | Ἑάλωσαν. ἐκρατήθησαν. Ἑάλω. ἐκρατήθη. Ἑάλωκεν. ἐλήφθη. καὶ ἑαλωκώς. Ἐάλη. συνεστράφη. Αἰνείας δ’ ἐάλη. | |
10 | [παρὰ τὸ ἀλῶ τὸ ἐκκλίνω καὶ πλανῶ. οἱ γὰρ ἐκκλίνοντες τινὰς καὶ πλανῶντες οὐκ ἐπαίρον‐ ται, ἀλλὰ συστρέφονται· ὅθεν καὶ τοὺς ἵππους ἄλεται, ἀντὶ τοῦ ἀλεῖται. ὅ ἐστι συστραφεῖται. τὸ δὲ | |
15 | ἀλῶ γέγονε παρὰ τὸ λῶ τὸ θέλω καὶ μετὰ τοῦ στερητικοῦ α ἀλῶ. οἱ γὰρ πλανώμενοι οὐ τυγ‐ χάνουσιν οὗ θέλουσιν. ἔστι δὲ τρίτης συζυγίας τῶν περισπωμένων· οἷον ἀλόω, ὁ μέλλων ἀλώ‐ σω, ὁ δεύτερος ἀόριστος ἦλον, ὁ παθητικὸς ἤλην, | |
20 | ἐξ οὗ ἡ μετοχὴ ἀλεὶς, τὸ δεύτερον ἤλης, ἤλη, καὶ κατὰ διάλυσιν ἐάλη.] Ἔασας. ἐχαροποίησας. [—ἐπεί με πρῶτον ἔασας. παρὰ τὸ ἥδω, τὸ εὐφραίνομαι, ἥσω, ἥσας καὶ | |
25 | ἐν διαιρέσει ἔασας.] Ἕαται. κάθηται. [Ἰωνικῶς. ἑῶ, ἕημι, ἕεμαι, ἧμαι, ἧται καὶ Ἰωνικῶς ἕαται, καὶ πλεονασμῷ εἵαται. ὡς μέμνηται, μεμνήαται.] Ἐάφθη. ἐπηκολούθησεν. [ἕπω, ἕψω, εἷφα, | |
30 | εἷμμαι, εἵφθην, καὶ ἐν διαλύσει ἐάφθην, τὸ | |
τρίτον ἐάφθη. ἢ παρὰ τὸ ἐῶ ἐάθη καὶ πλεο‐ | ||
epsilon594 | νασμῷ τοῦ φ ἐάφθη. ἢ παρὰ τὸ ἕπω τὸ ἀκο‐ λουθῶ εἵφθη, ἵν’ ᾖ ἐπηκολούθησε, καὶ ἐν διαι‐ ρέσει τῆς ει διφθόγγου εἰς εα ἐάφθη. ἔστι δὲ καὶ τὸ παθητικὸν μονῆρες, καὶ οὐδὲν αὐτῷ | |
5 | ὅμοιον. οὐ γὰρ εἰς ε καὶ ι διελύθη οὐδὲ εἰς δύο εε, ἀλλ’ εἰς ε καὶ α.] | |
7t | Τὸ Ε μετὰ τοῦ Β. | |
8t | (Ἀρσενικόν.) | |
9 | Ἔβενος. ὄνομα ξύλου. καὶ ἔβελος. | |
10 | Ἐβιωκαῖοι. ἔθνος. Ἐβουσαῖος καὶ Ἐβούτιος. ὀνόματα κύρια. Ἑβραῖοι. ἀπὸ τοῦ Ἕβερ υἱοῦ Σάλα, ὃς ἐμέρισε τοῖς ἔθνεσι τὴν γῆν. Ἕβρος. ποταμὸς Θρᾴκης. | |
15t | (Θηλυκόν.) | |
16 | Ἑβδομάτη. ἡ ἑβδόμη. [καὶ ἑβδομευόμενα. τοῖς ἀποτεχθεῖσι παιδίοις τὰς ἑβδόμας καὶ τὰς δε‐ κάτας ἦγον καὶ τάγε ὀνόματα ἐτίθεντο αὐτοῖς· οἱ μὲν τῇ ἑβδόμῃ, οἱ δὲ, τῇ δεκάτῃ.] | |
20 | Ἔβουρις· Ἐβουδίκη. ὀνόματα πόλεων. | |
21t | (Ῥῆμα.) | |
22 | Ἔβαν. ἐπορεύθησαν. Ἐβαρυθύμησαν. ἐλυπήθησαν. Ἐβαρυώπησαν. ἀσθενεῖς ἐγένοντο τοὺς ὀφθαλ‐ | |
25 | μούς. Ἔβα με. κατέλαβέ με. Ἀριστοφάνης· τί χρέος ἔβα με μετὰ τὸν Πασίαν. Ἐβαρύνετο. κυριώτερον. οὐ δεῖ γὰρ λέγειν ἐβα‐ | |
ροῦντο ἢ βαροῦμαι ἢ βαρούμενος. | ||
epsilon595 | Ἐβάστασεν. ἀντὶ τοῦ ἐδοκίμασε. [πάσας δ’ ἰδέας ἐξήτασε, πάντα δ’ ἐβάστασε φρενί.] Ἔβασεν. ἀντὶ τοῦ ἔκραξεν. Ἔβασον. ἔασον, συγχώρησον. οὕτως Συρακού‐ | |
5 | σιοι καὶ Λάκωνες. γέγονε δὲ κατὰ πλεονασμὸν τοῦ β. τὸ γὰρ ἔασον, ἔβασον, καὶ τὸ ἔαται, ἔβαται, καὶ τὸ ἔα, ἔβα. Ἐβεβαίωσας. ἐφανέρωσας. Ἐβίωσας. ἔζησας. | |
10 | Ἔβλω. ἔδωκε, διέσπασεν. Ἐβόμβησεν. ἤχησεν. Ἐβουλιμίασαν. λίαν ἐπείνασαν. Ἐβόησεν. ἐφώνησεν. Ἐβόων. ἔκραζον. | |
15 | Ἐβληχῶντο. ἐπὶ τῶν προβάτων λέγουσιν. Ἔβριξαν. μετὰ τροφὴν ἐκοιμήθησαν. Ἐβριάζοντο. ηὐφραίνοντο. | |
Ἐβραγχίασεν. [ἐκοπίασεν.] | ||
epsilon596 | [Ἔβρασεν. ἐκ τῆς θαλάσσης εἰς τὴν γῆν ἔῤ‐ ῥιψεν.] [Ἐβρόμησεν. ἤχησεν.] ἐβρόντησεν. Ἐβύνουν. ἐπλήρουν, ἔφραττον. [Ἀριστοφάνης· | |
5 | χρυσίῳ τούτων ἐβύνουν τὸ στόμα.] Ἑβδομηκοντάκις ἑπτά. [τοῦτο οὐκ ἀριθμὸν τί‐ θησι.] | |
8t | Τὸ Ε μετὰ τοῦ Γ. | |
9t | (Ἀρσενικόν.) | |
10 | Ἔγγυος. ὁ ἐγγυητής. Ἐγγύθετος. ὁ προσεδρεύων τόπος. Ἐγγλωττογάστωρ. ὁ ἐκ τοῦ λέγειν ζῶν. πε‐ ποίηται ἡ λέξις παρὰ τὸ διὰ γλώσσης καὶ διὰ λόγων τρέφεσθαι. | |
15 | Ἔγγονος. ὁ υἱός. ἔκγονος δὲ ὁ τοῦ υἱοῦ υἱός. [καὶ Ὅμηρος· υἱός θ’ υἱωνός τε Διὸς νεφεληγερέταο.] | |
Ἐγήγαρτος καὶ ἐγήχαρτος. ὁ ἐπίχαρις. | ||
epsilon597 | Ἐγκέφαλος. [παρὰ τὸ ἐγκεῖσθαι τῇ κεφαλῇ καὶ τὸ κέρας· ἢ] παρὰ τὸ ἐγκεῖσθαι τὰ φάη. ἢ ἐγκράνιος διὰ τὸ ἐγκεῖσθαι ἰδιώτερον τῷ κρανίῳ. Ἐγκρυφίας. ὁ ἐν σποδιᾷ γενόμενος ἄρτος. | |
5 | *Ἐγκτός. ὁ ζωγράφος.* Ἐγκρατής. ὁ ταῖς φαύλαις ἐπιθυμίαις λόγῳ μὴ ἀκολουθῶν. ἐγκρατὴς λέγεται οὐ κατ’ ἀπά‐ θειαν, ἀλλὰ διὰ τὸ πάσχειν μὲν, μὴ ἄγεσθαι δὲ ὑπὸ τῶν παθῶν. καὶ ἐγκρατὴς καὶ ἐπικρα‐ | |
10 | τέστερος. Ἐγκαρσίχολοι. ὀξύχολοι. κεκραμένην χολὴν ἐν τῇ κεφαλῇ ἔχοντες. οἱ γὰρ ἰχθύες ἐπὶ τὴν κεφαλὴν τὴν χολὴν ἔχουσιν. ἐκ τοῦ ῥητορικοῦ ἡ λέξις. | |
15 | Ἐγκυσίχωλος. εἴρηται παρὰ τὸν κύσον. ὁ ἀπὸ τοῦ κύσου χωλὸς, καὶ τῆς κοτύλης. κύσον | |
γὰρ εἰώθασιν οἱ κωμικοὶ καὶ τὸν πρωκτὸν κα‐ | ||
epsilon598 | λεῖν, περὶ ὃν ἡ κοτύλη ἔστι. ἐκ τοῦ ῥητορικοῦ ἡ λέξις. Ἐγκάθετος. κατάσκοπος, ὁ ἐνεδρευτής. Ἔγκριτος. ἐκλελεγμένος. | |
5 | Ἐγκοπεύς. τὸ ἐργαλεῖον. Ἐγκέλευστοι. μετὰ προστάξεως. οἱ δὲ ὑπὸ Κύ‐ ρου ἐγκέλευστοι. Ἐγκταί. οἱ διαγράφοντες τοὺς τοίχους ζωγρά‐ φοι. | |
10 | Ἐγχέσπαλοι. πολεμικοί. ἔσειον γὰρ τοὺς κον‐ τοὺς πρὸ τῆς ἀφέσεως, μήποτε ἄρα εἶεν κλα‐ σθέντες. Ἐγχεσίμωρος. πολεμιστής. [ὁ κακοπαθῶν τῷ ἔγχει καὶ τῷ δόρατι.] | |
15 | [Ἐγχειγάστωρ. ὁ διὰ τοῦ δόρατος ζῶν.] Ἐγχείμαργος. πολεμικὸς, ὁ μαινόμενος τῷ δό‐ ρατι. | |
Ἐγχειρογάστορες. οἱ ἀπὸ χειρῶν ζῶντες. | ||
epsilon599 | Ἔγγυος. μεσίτης. Ἀπόστολος· κατὰ τοσοῦτον κρείττονος διαθήκης γέγονεν ἔγγυος Ἰησοῦς. | |
3t | (Θηλυκόν.) | |
4 | Ἐγγαστρίμυθοι. αὗται γυναῖκες ἦσαν, αἵτινες | |
5 | τὰς τῶν θνησκόντων ψυχὰς ἐξεκαλοῦντο. μιᾷ δὲ αὐτῶν ἐχρήσατο Σαοὺλ, ἥτις ἐξεκαλέσατο τὴν ψυχὴν Σαμουὴλ τοῦ προφήτου. Ἔγγειον. χέρσον, ξηράν. Ἐγγρεκύδοιμος. ἡ ἐγείρουσα κύδοιμον καὶ θό‐ | |
10 | ρυβον τοῖς ἐναντίοις. Ἐγγύη. ἡ ἀσφαλὴς ἀντιποίησις καὶ σταθηρά· ἢ ἡ περὶ τινὸς ἀναδοχή. [ἀπὸ τοῦ γῆ, γύη καὶ ἐγγύη· καὶ γὰρ ἡ γῆ τῶν ἄλλων στοιχείων παγιωτέρα.] | |
15 | Ἐγγυητή. γυνὴ ἡ μεμνηστευμένη. [Προκόπιος· ἡ δὲ ἐγγυητὴ ὕστερον Βελισαρίῳ γυνὴ γέγονεν ἤδη παίδων μήτηρ πολλῶν.] Ἐγγυθήκη. σκεῦός τι, πρὸς τὸ κρατῆρας ἢ λέβητας ἢ τὶ τοιοῦτον οὐκ ἀλλότριον ἐπικεῖσθαι | |
20 | ἐπιτήδειον εἶναι. Ἐγγώνιος. ἡ μὴ στρογγύλη καὶ μὴ ἄγαν περι‐ φερής. [ἐν τῷ συνδείπνῳ τῷ τοῦ Μαικήνα τράπεζα ἐγγώνιος ἦν ὑπὸ τῇ κλισίᾳ.] Ἐγκληματικαὶ δίκαι. αἱ εἰς τὴν οἰκείαν κατά‐ | |
25 | στασιν τὸν κατηγορούμενον ζημιῶσαι, οἷον ἔκ‐ | |
πτωσιν ἱερωσύνης. | ||
epsilon600 | Ἔγκλητος. ἡ ἐπὶ σύνοδον παραίτησις. Ἔγκλισιν. Ἀναξαγόρας φησίν· ὥστε κατὰ κο‐ ρυφὸν τῆς γῆς τὸν ἀεὶ φαινόμενον εἶναι πόλον, ὕστερον δὲ τὴν ἔγκλισιν λαβεῖν· τουτέστι τὴν | |
5 | τροπήν. Ἔγκλισις. βούλημα ψυχῆς διὰ φωνῆς σημαι‐ νόμενον. οἷον· ὁριστικόν· προστακτικόν· ὑποτα‐ κτικόν· εὐκτικόν. ἡ γὰρ ἀπαρέμφατος οὐκ ἔστι κυρίως ἔγκλισις, ἀλλὰ καταχρηστικῶς διὰ τὸ | |
10 | μὴ ἔχειν πρόσωπα. Ἐγκύκλιος. ἡ γραμματική· ἡ ποιητική· ἡ ῥητο‐ ρική· ἡ φιλοσοφία· ἡ μαθηματική· καὶ ἁπλῶς πᾶσα τέχνη καὶ ἐπιστήμη, διὰ τὸ περιϊέναι ταῦτα τοὺς σοφοὺς ὡς διά τινος κύκλου. [λέ‐ | |
15 | γεται δὲ καὶ ἡ ἐτήσιος χρημάτων δόσις. καὶ ἐγκυκλίας λειτουργίας, τὰ καθ’ ἕκαστον ἐνι‐ αυτόν.] κύκλος γὰρ ὁ ἐνιαυτός· ἀπὸ τοῦ εἰσ‐ κυκλεῖσθαι τῇ τῶν ἡμερῶν περιόδῳ. Ἐγκράτεια. ἡ τῶν κακῶν ἀποχή. ἢ διάθεσις | |
20 | ἀνυπέρβατος τῶν κατ’ ὀρθὸν λόγων. ἢ ἕξις ἀήττητος ἡδονῶν. ἐγκράτεια δὲ σωφροσύνης δια‐ φέρει. ἡ μὲν γὰρ σωφροσύνη ἠρεμαίας ἔχει τὰς ἐπιθυμίας· ἡ δὲ ἐγκράτεια σφοδράς. Ἐγκρίς. γλύκασμα ἐξ ἐλαίου ὑδαρές. | |
25 | Ἔγκρισις. ἱερὸς ἀγών. | |
epsilon601 | Ἐγκοπή. ἔνεδρον. ἐμπόδιον. Ἐγκονίδες. αἱ ὑπηρέτιδες. [ἀπὸ τοῦ κονῶ τὸ ἐνεργῶ. τινὲς καὶ τὸ ἐγκόμαι λέγουσι τὸ αὐτὸ σημαίνειν.] | |
5 | Ἐγκαινίδες. μέρος τὶ τοῦ πλοίου. ξύλα ἰθυτενῆ, καθάπου ζυγά. καὶ ἐγκαινίδας ὕπερθεν κατὰ τὸ ἐγκάρσιον ἐνθέντες. Ἐγκύμονος. ἐγκύου οὔσης. καὶ ἔγκυος γυνή. Ἔγχελυς. τὸ ἑνικόν. τὸ δὲ πληθυντικὸν ἐγχέ‐ | |
10 | λυες, παρὰ τοῖς Ἀττικοῖς ἐγχέλεις. [Ἀριστο‐ φάνης· ὥσπερ οἱ τὰς ἐγχέλεις θηρώμενοι πέπονθας. καὶ πάλιν· οὐδὲ χαίρω βατίσιν οὐδ’ ἐγχέλεσιν. | |
15 | εὗρον δὲ καὶ τὸ ἔγχελυς ἀττικῶς· εὗρον δὲ καὶ τὸ ἔγχελις διὰ τοῦ ἰῶτα παρὰ Βοιωτοῖς.] καὶ αἱ πτώσεις ἐγχέλεων, ἐγχέλεσιν. Εὔπολις· | |
τὸ σῶμ’ ἔχουσι λεῖον ὥσπερ ἔγχελυς. | ||
epsilon602 | Ἐγχυτρίστριαι. αἱ τὰς χοὰς τοῖς τετελευτη‐ κόσιν ἐπιφέρουσαι. ἔλεγον δὲ καὶ τὸ βάψαι καταχυτρίσαι· ὡς Ἀριστοφάνης. ἐγχυτρίστριαι καὶ ὅσαι τοὺς ἐναγεῖς καθαίρουσιν αἷμα ἐπι‐ | |
5 | χέουσαι ἱερείου. καὶ τὰς θρηνητρίας. ἔτι γε μὴν καὶ τὰς μαίας τὰς ἐκτιθείσας ἐν χύτραις τὰ βρέφη. [καὶ ἐγχυτρίζειν τὸ ἀποκτείνειν ἐπὶ τῶν ἐν χύτραις ἐκτιθεμένων τὰ βρέφη.] Ἔγεστα. πολεμικὸν μηχάνημα, ἐκ λίθων καὶ | |
10 | ξύλων καὶ χοὸς ἐγειρόμενον. Ἐγκίσσωσις. ἡ ὄχευσις. τοῦ Ψελλοῦ· ἐγκίσ‐ σωσις ἡ ὄχευσις· ἡ σύλληψις δὲ πλέον. | |
13t | (Οὐδέτερον.) | |
14 | Ἔγγυον. τὸ ἀσφαλές. ἔγγιον δὲ, τὸ ἐγγύτε‐ | |
15 | ρον, ι. ἔγγυον δὲ καὶ ἔγγιστα οὐ λέγουσιν, ἀλλ’ ἐγγυτέρω καὶ ἐγγύτατα. | |
Ἐγκύκλιον. καθολικὸν ἢ ἁπανταχοῦ. | ||
epsilon603 | Ἔγκυκλον. ἱμάτιον. [Ἀριστοφάνης· τὸ ἔγκυκλον τουτὶ κατατιθεῖσαν.] Ἐγκύρτια. τὰ ἐν τοῖς κύρτοις ἐνυφάσματα. Ἔγκαφος. τὸ ἐλάχιστον. [Εὔπολις· | |
5 | οὔτ’ ἂρ λέλειπται τῶν ἐμῶν οὐδ’ ἔγκαφος. παρὰ τὸ ἐγκάπτω, ἔγκαφος, τὸ μὴ δὲ ἐγκάψαι ἀρκοῦν.] Ἔγκαρπον. τὸ ἔγκυον. Ἐγκάρδιον. τὸ μεγάλως δεινὸν καὶ ἁπτόμενον | |
10 | τῆς καρδίας. ἢ τὸ κρύφιον, ἢ τὸ ἐξ ἰσχυρᾶς διαθέσεως. Ἔγκασιν. ἐγκάτοις. ἀπὸ τοῦ καταχέειν τὴν τρο‐ φήν. λέγει δὲ καὶ τὸ ἧπαρ καὶ τὸν σπλῆνα παρὰ τὸν πνεύμονα. [ἔντερον δὲ, οὐκ ἔγκατον. | |
15 | τὸ δὲ ἔντερον, οἷον ἕτερον καὶ οὐχ ὅμοιον. ἢ παρὰ τὸ ἐντὸς κεῖσθαι τῶν μελῶν. ἐγκάτοισι, καὶ ἀποβολῇ τῆς τοι συλλαβῆς ἔγκασιν. οὐκ ἔστι δὲ συγκοπὴ, μάχεται γὰρ ἐπεκτάσει συγ‐ κοπή· ἐναντίον γάρ. ἄμεινον οὖν μεταπλασμὸν | |
20 | λέγειν· ἔστι γὰρ ἐγκάτοισι καὶ κατὰ μεταπλα‐ σμὸν ἔγκασιν, ὡς ἄστροις ἄστρασιν. οὕτως Ἡρωδιανὸς ἐν τοῖς περὶ παθητικοῦ.] | |
Ἐγκάρσιον. πλάγιον. | ||
epsilon604 | Ἔγκομμα. τὸ πρόσκομμα. Ἐγκώπαια. τὰ περιδέῤῥαια. Ἐγκαίνια. ἑορτὴ, καθ’ ἣν ἐκαινουργήθη τι. Ἐγκαταλείμματα. τὰ εὐαπομένοντα. καὶ ἐγ‐ | |
5 | κατάλειμμα ἤτοι τὸ μνημόσυνον. τοῦτο δὲ διτ‐ τόν ἐστιν, ἢ ἐν παιδοποιΐᾳ ἢ ἐν ἀγαθοεργίᾳ. Ἐγκώμιον. παρὰ τὸ ἐν τῇ κώμῃ ᾄδεσθαι. κώ‐ μας γὰρ ἔλεγον οἱ παλαιοὶ τοὺς στενωποὺς καὶ τὰ ἄμφοδα· ἤρχοντο γὰρ τῇ νυκτὶ, οἵτινες παρά | |
10 | τινων μεγιστάνων ἐβλάβησαν, καὶ εἰς τὰς ἀμ‐ φόδους ἱστάμενοι ἐκακολόγουν καὶ ὕβριζον τὸν ἀδικοῦντα. * Ἐγχειρίδιον. τμητικὸν ὄργανον. | |
15 | Ἔγχος. τὸ δόρυ. καὶ ἔγχεα. καὶ Ὅμηρος· ἔγχος ἔχ’ ἑνδεκάπηχυ—. Ἐγχώριον. οἰκεῖον. ἀλλὰ κατὰ τὰ τῶν ἐγχω‐ ρίων ἀνθρώπων ἤθη κάλλιστα γινώσκουσιν. †Ἔγχωρα. ἐντόπια.† | |
20 | Ἐγώγιον καὶ ὠγύγιον. τὸ ἀρχαῖον. Ἐγκύκλιον. καθολικόν. ἀλλ’ ἦν ἐγκύκλιον αὐ‐ | |
τῷ καὶ πρόχειρον τὸ τὰ τοιαῦτα ἁμαρτάνειν. | ||
epsilon605(1t) | (Ῥῆμα.) | |
2 | [Ἐγρήγορα χρὴ λέγειν, οὐ γρήγορα.] Ἐγαργάλιζον. ὑπέσαινον, ἐκίνουν. Ἐγανώθη. εὐφράνθη, ἐχάρη. Ὅμηρος· | |
5 | —γάννυται δὲ φρένα ποιμήν. Ἐγγλωττοτυπεῖν. τὴν γλῶτταν ψοφεῖν, καὶ τὰ κατορθώματα σεμνολογεῖν, καὶ ἀεὶ ἐπὶ τῆς γλώττης ἔχειν. Ἐγγυήσασθαι. μνηστεύσασθαι. | |
10 | Ἐγγυωμένη. ἀσφαλιζομένη. [Πισίδης· νῦν παν‐ σέληνος ἡ σελήνη λαμπέτω· τοῦ Χοσρόου λύον‐ τος ἐγγυωμένη, πέρσας τὸ λοιπὸν μὴ θεουρ‐ γεῖν τὴν κτίσιν.] Ἐγγυῶ. ἐκδίδωμι. | |
15 | [Ἐγγυώμεθα. ἀντιφωνούμεθα.] [Ἐγγεγυμνασμένον.] οἱονεὶ φανερὸν καὶ δεδοκι‐ μασμένον. [Ἐγγελῴη. γελάσοι.] Ἐγεγήθει. ἔχαιρεν. | |
20 | Ἐγείρου χρὴ λέγειν, οὐχὶ ἔγειραι, εἰ μή τις προτίθησι τὸ σαυτόν· ἔγειρε δὲ τὸν λίθον, ψι‐ λόν. Ἐγερθῆναι ἐξ ὕπνου. ἀναστῆναι τῷ σώματι. [Εὔπολις· τίς οὐκ ἐξεγείρας μ’ ἐστὴν οἰμώξει | |
25 | μακρά· ὅτι ἢ μ’ ἀνέστης’ ὠμόϋπνον.] λέγουσι | |
epsilon606 | δὲ καὶ ἐπεγεῖραι καὶ ἐπεγερθῆναι. ἡ θερά‐ παινα ἐπεγείρασά με. Ἐγηγερμένος. διανιστάμενος. Ἐγγυαλίξαι. τὸ εἰς χεῖρας παρασχεῖν. παρὰ | |
5 | τὸ γῶ τὸ χωρῶ καὶ λαμβάνω, ὅθεν καὶ γωρυ‐ τὸς, ὁ δεχόμενος τὰ ῥυτὰ, ἤτοι τὰ τόξα. γύω ῥῆμα, ἀφ’ οὗ καὶ γύαι αἱ χεῖρες, ἃς πρὸς τὸ λαβεῖν καὶ συνέχειν ἡ φύσις ἐδημιούργησεν. [ἕτερον παράγωγον γυΐζω, καὶ ἐν συνθέσει καὶ | |
10 | κατὰ πλεονασμὸν τῆς αλ συλλαβῆς γέγονεν ἐγ‐ γυαλίζω.] Ἐγγείνονται. γεννῶνται. οἷον· —κατὰ χαλκοτύπους ὠτειλὰς Εὐλὰς ἐγγείνονται— | |
15 | γείνω τὸ γεννῶ, γείνονται καὶ ἐγγείνονται. Ἐγκατέσκηψαν. ἐφώρμησαν, ἐπέδραμον. ἐπε‐ δράξαντο. τὰ Αἰγυπτίων κακὰ ἐν τῇ Ἀλεξαν‐ δρείᾳ πόλει ἐγκατέσκηψε καὶ τῇ Ῥώμῃ. οὕτως φησὶν Οὐάρων. | |
20 | Ἐγκατειλημμένην. ληφθεῖσαν. Ἐγκατειλεγμένος. τεταγμένος. [Ἐγκατελέγησαν. ᾠκοδομήθησαν. ἐγκατελέγη‐ σαν λίθοι. αἱμασιάς τε λέγων.] [Ἐγκανάξαι. ἐνσεῖσαι. ἐγχέαι. πεποίηται δὲ ἡ | |
25 | λέξις. Ἀριστοφάνης· | |
epsilon607 | ἴθι νῦν ἄκρατον ἐγκάναξόν μοι πολύν· ἕλκυσον· ἐκρόφησον· ἔκπιε. παρὰ τὸ κανοῦν. ἤτοι ἐγχέαι. οἱ δὲ στρα‐ τιῶται ἐπὶ τοῦ θορύβου τάττουσι τὴν λέξιν. | |
5 | παρὰ τὴν καναχὴν, ὃ σημαίνει τὸν κτύπον. ἐγ‐ κανάξαι οὖν τὸ ἐγχέαι μετὰ ψόφου, ὅ ἐστι πολὺ, ὥστε καὶ ἠχεῖν καὶ θορυβεῖν.] *Ἐγκύρσαι. ἐντυχεῖν.* Ἐγκαθίζουσα. ἐνεδρεύουσα. καὶ ἐγκάθηται ἀν‐ | |
10 | τὶ τοῦ ἐνεδρεύει. Ἐγκαθιέμενοι. ἀφιέντες. Ἐγκαλλωπισαμένου. ἐναβρυνομένου. Ἐγκαθειργνύντες. ἐναποκλείοντες. ἢ καὶ κω‐ λύοντες. | |
15 | Ἐγκαυχᾷ. μεγαλαφρονῇ. Ἐγκαλύπτεται. ὑποστέλλεται, αἰσχύνεται. Ἐγκεκαυμένη. ἐζωγραφημένη. ἐπεὶ καὶ ἐγκταὶ λέγονται οἱ ζωγράφοι, οἱ διαγράφοντες τοὺς τοίχους. ἴσως παρὰ τὸ κῶ τὸ κοιλαίνω. | |
20 | Ἐγκεκοισυρωμένος. ὁ ὑπερηφανευόμενος. Ἐγκεκορδυλημένος. ἐγκεκαλυμμένος, ἐντετυ‐ λιγμένος καὶ συνεστραμμένος, ὥστε μηδ’ ἀν‐ θρώπου σχῆμα δηλοῦν. οὕτως Ἀριστοφάνης | |
κέχρηται τῇ λέξει. παρὰ τὴν κορδύλην, ἥτις | ||
epsilon608 | ἐστὶν οἴδημα τῆς κεφαλῆς ὑπὸ πληγῆς γενό‐ μενον. εἴρηται γὰρ παρὰ τὸ κάρα. καὶ γὰρ κορδύλην λέγουσιν οἱ Κύπριοι τὸ ἐνείλημμα τῆς κεφαλῆς, ὅπερ Ἀθηναῖοι κρωβύλην καλοῦσι, | |
5 | Πέρσαι δὲ κίδαριν. ῥητορικὴ ἡ λέξις. [Ἐγκεκύκλησαι. ἀνέστρεψαι. Ἀριστοφάνης· οὐκ οἶδ’ ὅπη ἐγκεκύκλησαι.] Ἐγκεντρωθείς. ἀσφαλισθείς. Ἐγκέχοδα. διὰ φόβον τινὰ ἔχεσα. [ἀπεπά‐ | |
10 | τησα.] Ἐγκονεῖν. τὸ σπεύδειν, τὸ ἐνεργεῖν. ἀπὸ τοῦ κό‐ νις κονῶ καὶ ἐγκονῶ· οἱ γὰρ ἐπειγόμενοι τὶ πράττειν κατὰ [τὸν] δρόμον ἐγείρουσι κόνιν. Ἔγκειται. ἐπίκειται. | |
15 | Ἐγκισσῶσιν. ἐπιθυμοῦσι συλλαμβάνειν. Ἐγκομβώσασθαι. στολίσασθαι. [Ἐγκουλεήσατο. καθῆκεν εἰς τὸν κουλεὸν τὸ ξίφος.] Ἐγκιλικίζεται. [κακοηθεύεται.] κακοποιεῖ. τοι‐ | |
20 | οῦτοι γὰρ οἱ Κίλικες. Ἐγκωμιάζει. ἐπαινεῖ, δοξάζει. Ἐγκραγών. λόγοις ἐξαναστὰς, λοιδορησάμενος. συντάσσεται δὲ μετὰ δοτικῆς. | |
[Ἐγκραγγάνειν. ἐμβοᾷν.] | ||
epsilon609 | Ἐγκρίνει. συντάττει. οὔτι που τοὺς μὲν ἐγκρί‐ νει, τοὺς δὲ ἀποκρίνει. Ἐγκυρῆσαι. ἐντυχεῖν. οὕτως Κρατῖνος. Ἐγλιξάμην. ἐπεθύμησα. οὕτω Πλάτων. | |
5 | Ἔγνω. ἀντὶ τοῦ ἔκρινεν. ἔγνω οὖν ὁ βασιλεὺς αὐτοὺς ἀδικεῖν. καὶ ἔγνωσαν ἀντὶ τοῦ ἔκριναν. καὶ τὸν Μάγκινον τοῖς Νομαντίνοις ἐκδοθῆναι ἔγνωσαν. Ἐγνωμάτευεν. ἀντὶ τοῦ βουλὰς ἐδίδου καὶ γνώ‐ | |
10 | μας. ὁ δὲ ἐγνωμάτευε, πάντη ἀξύμφορον εἶναι Πέρσαις φιλίαν θέσθαι, ὡς πρὸς Τούρκους. Ἐγνωσμένον. βεβουλευμένον. ὁ δὲ φράζει, καὶ ἐγνωσμένον αὐτῷ εἴη. ἢ κεκριμένον. ἐγνωσμέ‐ νον δὲ εἶναι σφίσιν, ἐπειδὰν ἐλάσωσιν αὐτοὺς οἱ | |
15 | Μαυρούσιοι. Ἐγρηγορώς. ἄγρυπνος διατελῶν. Ἐγρήγορα χρὴ λέγειν, οὐ γρήγορα. καὶ τὰ παρελυληθότα ἐγρηγόρει καὶ ἐγρηγόρεσαν. φη‐ σὶν ὁ κωμικός· | |
20 | ἕως διέλαμψεν ἡμέρα ἐγρηγόρησεν. | |
epsilon610 | καὶ τὸ προστακτικὸν ἐγρήγορθι. [καὶ τὸ ὑπο‐ τακτικὸν, ἐὰν ἐγρηγόρῃ. παροξυτονοῦντες λέ‐ γουσιν.] Ἐγχανών. καταγελάσας. Ἀριστοφάνης· | |
5 | οὐδ’ ἐγχανὼν τεθνήξει. Ἔγχει. ἔμβαλε. Ἐγχεῖν. ἐγκεράσαι ἢ [ἀντὶ τοῦ] σπεῖσαι. Ξενο‐ φῶν· ὁ δὲ τοῖς νεανίσκοις ἐγχεῖν ἐκέλευσεν. Ἐγχρίπτω. πλησιάζω, προσεγγίζω. καὶ ἐγχρι‐ | |
10 | φθεῖσα. [Ἐγχρίψαι. ἐμπεσεῖν· παραπολαῦσαι. παρ’ Ἡρο‐ δότῳ.] Ἐγχυτρίζειν. ἀποκτείνειν. ἐπὶ τῶν ἐν χύτραις ἐκτιθεμένων βρεφῶν. ῥητορικὴ ἡ λέξις. | |
15 | [Ἔγρετο. ἀπὸ τοῦ ἐγείρετο, κατὰ συγκοπήν.] [Ἐγρήγορθα. ἰστέον, ὅτι τὸ ἐγρήγορθα ἀπὸ τοῦ ἐγείρω. ὁ παρακείμενος ἤγερκα, ἤγορα, καὶ ὁ ἀττικὸς ἐγρήγορα καὶ πλεονασμῷ τοῦ ρ καὶ | |
ἐπενθέσει τοῦ θ ἐγρήγορθα.] | ||
epsilon611 | [Ἐγρηγορῶ. ἀπὸ τοῦ ἐγείρω, ἤγερκα, καὶ ὁ μέ‐ σος ἤγερα, καὶ τροπῇ τοῦ ε εἰς ο καὶ πλεονα‐ σμῷ τοῦ ε ἐγρήγορα. ἀπὸ δὲ τοῦ ἐγρήγορα καὶ ἀπὸ τοῦ ἐγείρω κατὰ συγκοπὴν ἔγρω. Ἡρω‐ | |
5 | διανὸς περὶ παθῶν.] [Ἐγῷδα. ἐγὼ γινώσκω. ἐγῷδα τοῦτον καὶ διέσκεμμαι πάλαι ἄνθρωπον ἀγριοποιόν.] [Ἐγῷμαι. ἐγὼ οἶμαι, καὶ κατὰ κρᾶσιν ἐγῷμαι. | |
10 | καὶ ἔγωγε οἶμαι ἀντὶ τοῦ ἐγὼ οἶμαι. κατὰ πέν‐ τε τρόπους διαιρεῖται σύνθεσις ἀπὸ συνθέσεως· κατὰ τόνον· κατὰ γραφήν· κατὰ πνεῦμα· κατὰ εἰσβολὴν μορίου· κατὰ διάλεκτον. κατὰ τόνον, ὥσπερ τὸ πάροδος· κατὰ γραφὴν, ὥσπερ τρισ‐ | |
15 | χίλιοι· κατὰ πνεῦμα, ὡς ἔνεστι καὶ ἔξεστι· κατὰ εἰσβολὴν μορίου, ὡς τὸ, ὡσεὶ χνοῦς· κατὰ διάλεκτον, ὥσπερ ἔγωγε. Ἰστέον, ὅτι οἱ Ἀθη‐ ναῖοι τὸ ἐγὼ ἔγωγε λέγουσι· καὶ ἔστιν ἓν μέ‐ ρος λόγου. εἰ γὰρ ἦσαν δύο μέρη λόγου, ἐγώ | |
20 | γε ἤμελλεν εἶναι. πᾶσα γὰρ λέξις ὀξυτόνως ἐπιφερομένη ἐγκλιτικῶς φυλάσσει τὴν ὀξεῖαν τάσιν· οἷον σοφὸς, σοφός γε, καλὸς, καλός γε, ψευδὴς, ψευδής γε· οὕτως οὖν ἐγὼ, ἐγώ γε· ἀλλὰ μὴν ἔγωγε ἐστὶ προπαροξυτόνως καὶ δη‐ | |
25 | λοῖ, ὡς ἓν μέρος λόγου ἐστὶ τῆς γε ἐπεκτάσεως οὔσης.] Ἐγκρῖναι. ἀντὶ τοῦ συναριθμῆσαι. καὶ ὁ Ἀπό‐ στολος· οὐ γὰρ τολμῶμεν ἐγκρῖναι, ἢ συγκρῖ‐ ναι ἑαυτοὺς τισί. τὸ δὲ συγκρίναι ἀντὶ τοῦ | |
30 | παραθεῖναι. ὡς ἀλαζόνας κωμῳδεῖ αὐτούς· κατ’ | |
εἰρωνείαν γὰρ ὁ λόγος. | ||
epsilon612(1t) | (Ἐπίῤῥημα.) | |
2 | Ἐγγύς. πλησίον. παρὰ τὴν γύην τὴν γῆν καὶ τὴν ἐν πρόθεσιν γίνεται ἐγγὺς ἐπίῤῥημα. ὡς ἄν τις εἴποι ἐν γῇ, ἧς οὐδὲν τῶν ἄλλων στοι‐ | |
5 | χείων πλησιέστερον ἀνθρώπῳ χερσαίῳ ὄντι. Ἐγγυτί. ἀντὶ τοῦ ἐγγύς. οὕτως Καλλίμαχος. | |
7t | Τὸ Ε μετὰ τοῦ Δ. | |
8t | (Ἀρσενικόν.) | |
9 | Ἐδέατρος. ὁ ἐπιστάτης τῆς ὅλης διακονίας καὶ | |
10 | παρασκευῆς. Ἐδεσηνός. τοπικός. Ἐδνωτής. κηδεστὴς, πενθερός. ἀπὸ τοῦ διδόναι ἔδνα, ἤτοι ἐξώπροικα. ἐκ τοῦ ἥδω τὸ εὐφραί‐ νομαι ἔδνα. ἔδνα δὲ λέγει τὰ πρὸ τοῦ γάμου | |
15 | διδόμενα τῇ νύμφῃ. παρὰ τὸ ἥδω, τὸ εὐφραίνο‐ μαι, ἡδανὸν καὶ ἐν συγκοπῇ καὶ συστολῇ τοῦ η εἰς ε ἔδνον, ἥδονται γὰρ τούτοις αἱ νύμφαι. ἢ παρὰ τὸ ἕζω ἕδανον καὶ κατὰ συγκοπὴν ἔδνον, τὸ αἴτιον τοῦ παρέζεσθαι καὶ παραμένειν τὴν | |
20 | νύμφην τῷ νυμφίῳ. οὕτως Ὦρος ὁ Μιλήσιος. Ἐδός. ὁ φάγος, ὁ λαίμαργος. ἐκ τοῦ ἔδω τὸ ἐσθίω. †Ἐδοῦοι. ὄνομα ἔθνους.† †Ἐδρηστὴς ἢ ἐδρίτης. ὁ ἱκέτης. ἀπὸ τοῦ κα‐ | |
25 | ταφεύγειν ἐπὶ τὴν ἑστίαν.† Ἑδραῖος. σταθηρὸς, ἀσάλευτος, ἀκλόνητος. Ἐδώμ. τόπος. ἑρμηνεύεται δὲ θερμασία. | |
28t | (Θηλυκόν.) | |
29 | Ἔδεσσα. πόλις. αἰδέσιος δὲ ὁ αἰδοῦς ἄξιος, δί‐ | |
30 | φθογγον. | |
epsilon613 | Ἐδέμ. τρυφὴ ἑρμηνεύεται. Ἐδητύς. ἡ βρῶσις. ἐδῶ, ἐδήσω, ἐδητύς. εἰ γὰρ ἦν ἐκ τοῦ ἔδω, ὥσπερ γράφω, γραπτὺς, πράσ‐ σω, πρακτύς. [καὶ ἔδω, ἐστὸν ὤφειλεν εἶναι, | |
5 | οὐχὶ ἐδεστόν. οὕτως Φίλων.] [Ἐδναία. ἡ καθέδρα.] Ἕδρα. ἡ στάσις, ἡ καθέδρα. ἔδρα καὶ ὁ σφιγ‐ κτὴρ τῶν ἀνθρώπων. καὶ τοῦτο φησὶν ὁ προφή‐ της· καὶ ἐπάταξεν τοὺς ἐχθροὺς αὐτοῦ εἰς τὰ | |
10 | ὀπίσω· ὅπέρ ἐστι τὸ τῆς ἕδρας πάθος. ὥσπερ αἴθρω, αἴθρα, οὕτως ἕζω, ἕδρα, ἐν ᾗ καθή‐ μεθα καὶ δι’ ἧς καθήμεθα. παρ’ αὐτὸ καὶ ἔνε‐ δρα, ἐγκαθίζοντες γὰρ λοχῶσιν. Ἐδωδή. ἡ τροφή. παρὰ τὸ ἔδω, ἔδη, καὶ κατὰ | |
15 | ἀναδιπλασιασμὸν ἐδωδή. | |
16t | (Οὐδέτερον.) | |
17 | Ἔδαφος. ἡ γῆ. ἕδος δὲ τὸ ἔδαφος καὶ ὁ ἱερὸς ναὸς δασύνεται. τό τε τῆς τύχης ἔδος τὸ πά‐ τριον προσκυνήσας τὴν ἐπάνοδον αἰτεῖ. | |
20 | Ἐδανόν. ἡδὺ, εὐῶδες. ἀμβροσίῳ ἐδανῷ. παρὰ τὸ ἥδω, τὸ εὐφραίνομαι, ἡδανὸν καὶ ἐν συστολῇ ἐδανόν. Ἐδέσματα. βρώματα. | |
25 | Ἐδεστά. τὰ τρωγόμενα. [Ἔδεθλον. τὸ ἕδρασμα.] | |
Ἔδικτα. τὰ διατάγματα. | ||
epsilon614 | [Ἐδίππιον. τόπος.] [Ἔδνα. τὰ πρὸ γάμου διδόμενα ταῖς νύμφαις δῶρα, ἅτινα καὶ ἐξώπροικα λέγομεν.] Ἐδωδίμων. βρωσίμων. | |
5 | Ἐδώλια. αἱ καθέδραι. κυρίως δὲ τὰ τῆς νεὼς ζυγὰ, ἐν οἷς κάθηνται οἱ κωπηλάται. παρὰ τὸ ἕζω δωρικῶς ἑδώλιον. ἐξ αὐτοῦ καὶ ἑδοῦμαι καὶ καθεδοῦμαι. Ε τὸ στοιχεῖον. παρὰ τὴν ἐπέκτασιν τὴν εἰς | |
10 | μέσον καὶ κυκλοτερῆ. τὸ μὲν γὰρ κυκλοτερὲς καὶ πέριξ τοῦ ὄντος αἰῶνος μιμεῖται τὰ πέριξ· τὸ δὲ εἰς μέσον μακρὰν ἔχον τὴν ἔκτασιν τοῦ αἰῶνος. | |
14t | (Ῥῆμα.) | |
15 | Ἐδαφιεῖ. προσράξει, προσκρούσει. [Ἐδάϊσεν. ἐμέρισεν.] Ἔδαισεν. εὐώχησεν. Ἐδαίννυτο. εὐωχεῖτο. Ἐδέδμητο. ἐδαμάζετο. ἀπὸ τοῦ δέμω, ἐδεδέμητο | |
20 | καὶ ἐδέδμητο. Ἐδεύετο. ἐνδεὴς ἐγένετο. γράφεται καὶ ἀντὶ τοῦ ἐκορέννυτο καὶ εὐφραίνετο ἢ καὶ ἐβρέχετο. δεύω γὰρ τὸ βρέχω, ἢ καὶ τὸ στερίσκω. τοῦτο τὸ δεύω παρὰ τὸ δέω. | |
25 | —οὐδέ τι θυμὸς ἐδεύετο— [Ἐδεύησεν. ἀπὸ τοῦ δέω, δεήσω, ἐδέησε, καὶ πλεονασμῷ τοῦ υ ἐδεύησεν. οὕτως Ἡρωδιανὸς | |
περὶ πάθους.] | ||
epsilon615 | Ἐδέκαζεν. ἐδωροδόκει. Ἐδεδίεσαν. ἐφοβήθησαν. καὶ ἐδεδίζειν. Ἐδεδίσκετο. ἐξεφόβει. Ἐδεῖτο. ἔχρῃζεν. | |
5 | Ἐδείναζον. δεινῶς ἔφερον, ἢ ἐκακολόγουν. Ἐδείματο. ᾠκοδόμησεν. Ἐδεινολόγουν. ἐσχετλίαζον. ἀντὶ τοῦ δεινὰ πε‐ πονθέναι ἔλεγον. Ἐδεῖτο. ἐδεσμεῖτο. | |
10 | Ἔδειραν. ἀντὶ τοῦ ἔτυψαν, δίφθογγον. ἔδηραν δὲ ἀντὶ τοῦ ἐξέδηραν, η. Ἐδειμάτουν. ἐξεφόβουν. Ἔδεισα. ἀντὶ τοῦ ἐφοβήθην. Ἔδδεισεν. ἐφοβήθη. ἀπὸ τοῦ δέω, δείσω, ἔδεισα | |
15 | καὶ πλεονασμῷ τοῦ δ ἔδδεισα. ἢ ἀπὸ τοῦ δείδω. —ἔδδεισε δ’ ὁ γέρων καὶ ἐπείθετο μύθῳ. [Ἐδείδισαν. δειδίω, ὁ μέσος παρακείμενος δεί‐ δια, ἐδειδίειν, ἐδειδίεισαν, καὶ κατὰ συγκοπὴν ἐδείδισαν.] | |
20 | Ἐδηλήσαντο. ἔβλαψαν. ἀπὸ τοῦ δηλῶ, δηλήσω, ἐδήλησα καὶ ἐδηλήσαντο. καρπὸν ἐδηλήσαντο. [Ἐδήδαται. ἀντὶ τοῦ ἤσθιον. εἰ μὲν διὰ τοῦ α, ὡς Ἀρίσταρχος καὶ ἄλλοι, ἐστὶ πληθυντικόν. | |
25 | οἷον· | |
ὅσσά τοι ἐκπέποται καὶ ἐδήδαται— | ||
epsilon616 | ἐὰν δὲ διὰ τοῦ ε, ἐστὶν ἑνικόν. ἀπὸ γὰρ τοῦ ἐδῶ ὁ παρακείμενος ἤδεκα, διπλασιασμῷ ἐδή‐ δεκα, ὁ παθητικὸς ἐδήδεσμαι, τὸ τρίτον ἐδή‐ δεσται, καὶ ἀποβολῇ τοῦ ς ἐδήδεται, καὶ Ἰα‐ | |
5 | κῶς ἐδήδαται. οὕτως Ἡρωδιανός.] Ἐδηδοκώς. καὶ ἐδηδοκέναι, ἀντὶ τοῦ φαγεῖν. Ἐδήμευσαν. δημόσιον ἐποίησαν. [καὶ ἐκράτησεν ὁ φθόνος, καὶ τὴν οὐσίαν αὐτῶν ἐδήμευσαν.] Ἐδημοσίωσεν. δημόσιον ἐποίησεν. ὁ δὲ Δευδέρι‐ | |
10 | χος ἐπὶ Ζήνωνος ἐδημοσιώθη, χιλίας καμήλους προπέμψας χρυσίου καὶ ἀργυρίου. Ἐδημώθη. ἐν τῷ δήμῳ διεδόθη. δῆλος πᾶσιν ἐγέ‐ νετο. Δίων· καί τις [λόγος] περὶ αὐτῶν τοιόσδε ἐδημώθη. | |
15 | Ἐδῄουν. ἠφάνιζον, διέφθειρον, διέκοπτον. [Ἐδίωσεν. ἐξέωσεν. ἐδίωξεν.] Ἐδίψησεν. ἐπεθύμησεν. ὁ δὲ ἐλευθερῶσαι τὴν πατρίδα ἐδίψησεν. [Ἐδίδη. ἐδέσμει.] | |
20 | Ἐδίδων. ἰστέον, ὅτι ἡ παράδοσις τὸ ἐδίδων διὰ τῆς ου διφθόγγου οἶδεν, οἷον ἐδίδουν, ὡς ἀπὸ τοῦ διδῶ, διδοῖς, ἐδίδουν· ὡς χρυσῶ, χρυσοῖς, ἐχρύσουν. Ἐδιδαξάμην. ἐπαιδευσάμην, ἀττικῶς· ἀντὶ τοῦ | |
25 | ἐπαίδευσα. παθητικὸς ἀντὶ ἐνεργητικοῦ. Ἐδίδαξεν. ἔπεισεν, ἠρέθισεν. ἐδίδαξεν αὐτοὺς | |
ἀνάγκη κατασκηνῶσαι οὗ πρότερον εἶδον κώμας. | ||
epsilon617 | Ἐδικανόωντο. ἐδεξιοῦντο. Ἐδικαίου. δίκαιον εἶναι ἔλεγεν. ἀλλὰ τοῦ γε ἀπο‐ λαύεσθαι κύριος ἐδικαίου εἶναι αὐτός. Ἐδικαιώθησαν. δίκαιοι ἐκρίθησαν. | |
5 | Ἐδικαίωσαν. ἀντὶ τοῦ κατέκριναν. οἱ δὲ Ῥωμαῖοι κατάγοντες αὐτὸν ἐδικαίωσαν θανάτῳ. Ἐδίνευον. κύκλῳ περιῄεσαν. ἢ ἀντὶ τοῦ ὠρ‐ χοῦντο. Ἔδμεναι. ἐσθίειν. ὡς ἄγειν, ἀγέμεν, καὶ εἰπεῖν, | |
10 | εἰπέμεν, οὕτως ἔδειν ἐδέμεν καὶ πλεονασμῷ τῆς αι ἐδέμεναι, καὶ κατὰ συγκοπὴν ἔδμεναι. ἔδμεναι εἰωθότες. Ἔδονται. φάγονται. Ἐδούπησεν. ἐκτύπησεν. | |
15 | Ἐδοκίμασαν. προέκριναν, ἐκύρωσαν. πολλῶν δὲ ῥηθέντων εἰς ἑκάτερα λόγων οἱ πλείους γνῶ‐ ναι τὴν προτέραν ἐδοκίμασαν. Ἐδοκίμαζεν. ἔκρινε. σιωπηλὸς ἦν ἐπὶ τούτοις καὶ ἀποκρύπτειν ἐδοκίμαζεν. | |
20 | Ἐδολιοῦσαν. τὸν δόλον συνεσκίαζον. ἐκ τοῦ δο‐ λιῶ, ἐδολίουν, βοιωτικῶς ἐδολιοῦσαν. Ἔδοξεν. εἰς ὑπόληψιν ἦλθεν. Ἔδρασεν. ἔπραξεν, ἐποίησεν, ἐκάθισεν. Ἐδραματουργήθη. ἐπράχθη. | |
25 | [Ἔδρακεν. ἐκ τοῦ δέρκω τὸ θεωρῶ. | |
ὁ διαμπνύνθη καὶ ἀνέδρακεν.] | ||
epsilon618 | Ἔδραμον. ἰστέον, ὅτι τὸ ἔδραμον ἀπὸ τοῦ δρέ‐ μω ἐστὶν, ἐπεὶ τὸ ῥῆμα ὄνομα αὐτοῦ πιστοῦ‐ ται ὁ δρόμος, ὡς βρέμω, βρόμος. οὕτως οὖν δρέμω, δρόμος. ὁ δὲ Ἡρωδιανὸς φησὶν, ὅτι δύ‐ | |
5 | ναται εἶναι ἀπὸ τοῦ δραμῶ περισπωμένως. ἐξ οὗ καὶ τὸ παρὰ Μενάνδρῳ, οἷον· δεδράμηκά σοι δρόμον τοιοῦτον, οἷον οὐδεὶς πώποτε. καὶ ῥηματικὸν ὄνομα [δράμημα]. οὕτω Ζηνόδοτος. Ἑδριόωντο καὶ ἑδρίοντο. ἀντὶ τοῦ ἐκαθέζοντο. | |
10 | παρὰ τὸ ἕδρα ἑδριῶ. Ἐδύνατο γράφεται. ἄχρηστον γὰρ τὸ ἠδύνατο. Ἐδωλιάσαι. συγκαθίσαι. Ἐδωρεῖτο. δώροις ἐτίμα. Ἐδωρήσατο. ἐφιλοφρονήσατο. | |
15t | Τὸ Ε μετὰ τοῦ Ε. | |
16t | (Ἀρσενικόν.) | |
17 | Ἐεδνωτής. ὁ προικιστὴς, ὁ πενθερός. Ἐέσχατος. ὁ ἔσχατος. Ἕεις. ὁ εἷς ἐπὶ τοῦ ἀριθμοῦ. οἷον· | |
20 | κυκλοτερὴς ὀφθαλμὸς [ἕεις] ἐνέκειτο με‐ τώπῳ. παρὰ τὸ ἴος ἰόεις, καὶ τροπῇ τοῦ ι εἰς ε ἔεις, ὡς ἀγχίμαλος, ἀγχέμαλος. ἢ ἀπὸ τοῦ εἷς ἕεις, | |
πλεονασμῷ τοῦ ε. | ||
epsilon619(1t) | (Θηλυκόν.) | |
2 | Ἐεικόσορος ναῦς. εἰκοσάκωπος. Ἐέρσαι. δρόσοι. [ψεκάδες. παρὰ τὸ ἔρσαι, ὅ ἐστι ποτίσαι. ποτίζει γὰρ ἡ δρόσος τὰ φυτά.] | |
5 | Ἐέλδωρ. ἐπιθύμημα, βούλημα, παρὰ τὸ ἑλεῖν πρὸς ἑαυτὸν καὶ ἕλκειν. ἢ παρὰ τὸ ἕλω τὸ λαμβάνω, κατὰ πλεονασμὸν τοῦ δ. | |
8t | (Οὐδέτερον.) | |
9 | Ἐείκοσιν. ἀντὶ τοῦ εἴκοσιν. | |
10 | Ἐεικοσάβοια. εἰκοσαπλᾶ. ἢ βοῶν εἴκοσιν. | |
11t | (Ῥῆμα.) | |
12 | Ἐέλδομαι. ἐπιθυμῶ. παρὰ τὸ θέλω, τοῦ θ τραπέντος εἰς δ κατὰ Μακεδόνας, καὶ ὑπερθέ‐ σεως γενομένης. οἷον θέλω, δέλω, ἔλδω καὶ | |
15 | ἔλδομαι καὶ ἐέλδομαι ὑπερθετικῶς. Ἐέργει. συνέχει. Ἔετο. ἐνεδύετο. Ἐεισάμενος. ὁμοιωθείς. εἴδω τὸ ὁμοιῶ. εἴσω, εἴσα, πλεονασμῷ τοῦ ε ἔεισα, ἡ μετοχὴ ἐεισά‐ | |
20 | μενος. | |
21t | (Ἐπίῤῥημα.) | |
22 | Ἒ ἔ. ἐπίῤῥημα σχετλιαστικόν. | |
Ἐετῶς. εὐχερῶς. | ||
epsilon620(1t) | Τὸ Ε μετὰ τοῦ Ζ. | |
2t | (Ῥῆμα.) | |
3 | Ἕζεται. καθέζεται. Ἐζημίωσε. κατέκρινε, κατεδίκασεν. ὁ δὲ βασι‐ | |
5 | λεὺς Αὐρηλιανὸς πολλοὺς τῶν πολιτῶν θανάτῳ ἐζημίωσεν. Ἐζήλωσεν. ἐπεθύμησεν. Ἐζυγοστατεῖτο. ἐφ’ ἑκάτερα ῥοπὰς ἐλάμβανεν. ἐζυγοστατεῖτο τοῖς Ῥωμαίοις ὁ πόλεμος. | |
10 | Ἐζυμώθη. ἐφυράθη, ἐνεμίχθη. Ἐζώγρουν. ζῶντας ἐλάμβανον. Ἐζωσμένοι. καὶ ἀντὶ τοῦ ἐκδεδυμένοι. | |
13t | Τὸ Ε μετὰ τοῦ Η. | |
14t | (Ἀρσενικόν.) | |
15 | Ἐῆος. τοῦ ἰδίου ἢ τοῦ ἀγαθοῦ. Ὅμηρος· —ἀνδρὸς ἐῆος. | |
17t | (Θηλυκόν.) | |
18 | Ἑῆς. ἰδίας. | |
19t | (Ῥῆμα.) | |
20 | Ἕηκα. συνεχώρησα, ἀφῆκα. ἔστι ῥῆμα ἱῶ, ὃ σημαίνει τὸ πορεύομαι καὶ τὸ πέμπω, καὶ ἐξ αὐτοῦ παράγωγον ἵημι, ὁ μέλλων ἥσω, ὁ πα‐ ρακείμενος ἧκα, πλεονασμῷ τοῦ ε ἔηκα. [καὶ | |
ἔηκα] ἐπίῤῥημα ἀντὶ τοῦ συνεχῶς. | ||
epsilon621 | Ἐήλακεν. ἀντὶ τοῦ ἐκρατήθη. ἐλήφθη. Ἔησιν. ὑπάρχει. Ὅμηρος· οὐ μὲν γάρ τι μεῖζον κλέος ἀνέρος ὄφρά κ’ ἔησιν—. | |
4t | Τὸ Ε μετὰ τοῦ Θ. | |
5t | (Ἀρσενικόν.) | |
6 | Ἐθαγενής. ἐγχώριος. Ἐθάδας. συνήθεις. φίλους. Ἐθελουργός. πρόθυμος. Ἐθελοντής. ὁ αὐτοβούλητος, αὐτοπροαίρετος. | |
10 | Ἐθελονταί. οἱ στρατευθέντες ἑκουσίως ὑπὲρ τῶν δεσποτῶν τῶν ἐν Κάνναις τελευτησάντων. Ἐθελημός. ὁ ἥσυχος. [Ἕθεν. ἀπ’ αὐτοῦ, ἢ ἀπ’ αὐτῆς· ἢ καὶ ἀπὸ ἑαυτοῦ. ἐμὲ, σὲ, ἕ. ἀπὸ οὖν τοῦ ἓ τρίτου προσ‐ | |
15 | ώπου, πλεονασμῷ τῆς θεν συλλαβῆς, ἕθεν.] [Ἔθιμος. συνήθεια, ἐθισμός.] | |
18t | (Θηλυκόν.) | |
19 | Ἔθειραι. αἱ ἐξ ἔθους ἐπιμελούμεναι τρίχες, | |
20 | οἱονεὶ αἱ ἐξ ἔθους φοιτῶσαι τινί. ἢ παρὰ τὸ ἐξ ἔθους ῥεῖν. ἡ ἐνθεία ἡ ἔθειρα. Ἐθελοπρόξενος. ἡ ἐφ’ ἑαυτῆς γενομένη καὶ μὴ κελευθεῖσα ἐκ τῆς πόλεως. | |
Ἐθιμοσύνη. συνήθεια. | ||
epsilon622(1t) | (Οὐδέτερον.) | |
2 | Ἔθνος. τὸ πλῆθος. ἤγοντο μοιχοὶ, πόρνοι καὶ τὰ τοιαῦτα ἔθνη. Ἔθνος. οὐ μόνον τὸ μέγα καὶ πολυάριθμον γέ‐ | |
5 | νος, ἀλλὰ καὶ ἰδίως μέρος τι τῆς πόλεως. οὕτως Δημοσθένης. [Ἔθνεα. τὰ γένη. Ὀππιανός· ἔθνεά τοι πόντοιο πολυσπερέας τε φάλαγγας.] Ἔθος. τὸ ἐν ἑκάστῃ χώρᾳ ἄγραφον δίκαιον. | |
10 | νόμος δὲ ἔγγραφον [ἔθος], ὅτι τὸ ἔθος οὐκ ἐστὶν εὕρημα τῶν ἀνθρώπων, ἀλλὰ βίου καὶ χρόνου. καὶ ὁ μὲν νόμος εἴκασται τυραννίδι· φόβῳ γὰρ ἕκαστα καὶ μετὰ προστάγματος πράττεται· τὸ δὲ ἔθος μᾶλλον τῇ φιλανθρω‐ | |
15 | πίᾳ τῆς βασιλείας· βουλόμενοι γὰρ αὐτῷ πάν‐ τες δίχα ἀνάγκης ἕπονται. ἔθος δὲ εἴρηται παρὰ τὸ ἐτεὸν, τὸ ἀληθὲς, ὅπερ καὶ ἔτος λέ‐ γεται, καὶ παρὰ τοῦτο ἔθος τὸ ἀεὶ ὡσαύτως ἔχον. ἢ παρὰ τὸ ἔθω, τὸ ἐξ ἔθους ἔχω, γί‐ | |
20 | νεται ἔθος, ὡς μένω, μένος, σθένω, σθένος. ἔθος λέγεται καὶ τὸ σημεῖον. | |
22t | (Ῥῆμα.) | |
23 | Ἔθανον. οὐκ ἀπὸ τοῦ θνήσκω, ἀλλ’ ἀπὸ τοῦ θήνω, ἔθανον, ὡς ἀπὸ τοῦ λήβω ἔλαβον, μή‐ | |
25 | θω ἔμαθον. οὕτω Ζηνόδοτος. | |
epsilon623 | Ἐθελοκωφεῖ. οὐ βούλεται ἀκούειν. Ἐθελοθρησκεῖ. ἰδίῳ θελήματι σέβει τὸ δοκοῦν. Ἐθέομεν. ἐτρέχομεν. Ἐθέλγετο. ἀντὶ τοῦ ἐθηλύνετο. οὐ μὴν ἐθέλγε‐ | |
5 | το ὁ ὕπατος τοῖς ὑπηρέταις σὺν ὀργῇ βριμού‐ μενος. Ἐθέμην. ἔκρινα, ἐνόμισα. Ἔθεσαν. ἐποίησαν. Ἐθεωρήθησαν. ἐφάνησαν. | |
10 | Ἐθελοκακῆσαι. ἑκουσίως ἑλέσθαι τὸ κακόν. Ἐθελήσει. ἀντὶ τοῦ οὐ δυνηθῇ. Ἀριστοφάνης· οὐδὲ ἐθελήσει μαθεῖν. †Ἐθελήσει. βουληθείη.† *Ἔθελξας. ἐθεράπευσας.* | |
15 | Ἐθέλω. ἰστέον, ὅτι τὸ θέλω καὶ ἐθέλω δύο θέ‐ ματα εἰσί. καὶ τὸ μὲν τεθέληκα ἀπὸ τοῦ θέλω ἐστὶν, ἐπειδὴ πᾶς παρακείμενος ἀπὸ συμφώνου ἀρχόμενος πάντως καὶ τὸν ἐνεστῶτα ἔχει ἀπὸ συμφώνου ἀρχόμενον, οἷον τέτυφα, ὅτι τύπτω, | |
20 | πεποίηκα, ὅτι ποιῶ. τὸ θέλημα ἀπὸ τοῦ ἐθέ‐ λω ἐστὶ, καὶ [δεῖ γινώσκειν, ὅτι] εὑρίσκεται ἀεὶ τρισύλλαβον παρὰ τοῦ ποιητοῦ τὸ ἐθέλω. ἀμέ‐ λει ἐν τῷ· μὴ δὲ σὲ Πηλείδῃ θέλ’ ἐριζέμεναι— | |
25 | δηλοῖ γὰρ, ὅτι κρᾶσις ἐγένετο τοῦ η καὶ ε εἰς η. μηδεὶς δὲ οἰέσθω, ὅτι τὸ ἐθέλω ἐκ τοῦ θέλω ἐστὶ κατὰ πλεονασμὸν τοῦ ε. τὸ γὰρ ε φωνῆεν πέφυκε πλεονάζον, οἷον· εἶπεν, ἔειπεν· εἴκοσι, | |
ἐείκοσι· τὸ σύμφωνον δὲ οὐ πλεονάζει. τὸ δὲ | ||
epsilon624 | θέλω δοκεῖ ἐκ τοῦ ἐθέλω εἶναι· τὸ γὰρ ε μετὰ συμφώνου ὑπάρχον, πέφυκε πολλάκις ἀποβάλ‐ λεσθαι αὐτό· ἔφη, φῆ· ἔβη, βῆ. δοκεῖ δὲ τὸ θέλω ἀναλογώτερον εἶναι τοῦ ἐθέλω. τὸ γὰρ | |
5 | ἐθέλω παράγωγον κατὰ τὶ ἔστι. τὰ γὰρ διὰ τοῦ λω ὑπὲρ δύο συλλαβὰς τῷ ε παραληγόμενα, μὴ ἔχοντα ἕτερον λ προηγούμενον, περισπῶνται, οἷον· ὠφελῶ, ἀμελῶ· τὸ δὲ ἐθέλω βαρύνεται. τούτου χάριν τὸ θέλω ἀναλογώτερόν ἐστι τοῦ | |
10 | ἐθέλω. ἔχομεν δὲ τινὰ ῥήματα βαρυτονούμενα, οἷον· μέλω, ἕλω, κέλω. πρόσκειται μὴ ἔχοντα ἕτερον λ προηγούμενον, διὰ τὸ ἀνατέλλω. ἢ ἐθέλεις, ὄφρ’ αὐτὸς ἔχῃς γέρας—. *Ἔθρισεν. ἀπέκοψεν. ἐκ τοῦ θερίζειν.* | |
15 | Ἐθρυλλίχθη. ἐταράχθη. Ἔθου. ἀπὸ τοῦ ἐθέμην. [ἔθεσο, κατὰ ἀποβολὴν τοῦ ς καὶ κράσει ἔθου. καὶ τὸ προστακτικὸν θοῦ καὶ ἔθου.] Ἐθανατώθη. ὡς ἔνοχος θανάτου ἐκρίθη. | |
20 | Ἔθει. ἔτρεχεν. Ἐθηήσαντο. ἐθαύμασαν. καὶ ἐθήησαν. Ἐθίζω. παρὰ τὸ ἔθω ἐθίζω, ὡς ἔλπω ἐλπίζω. Ἐθόωσεν. ἀπώξυνεν. Ἐθρίγγωσεν. ἐχαράκωσεν. | |
25 | Ἐθαυμάστωσε. περίβλεπτον καὶ θαυμαστὸν ἐποίησε διὰ τῆς νίκης. Ἐθείρω. τὸ ἐξ ἔθους ἐπιμελοῦμαι τῶν τριχῶν. παρὰ τὸ ἔθω, ἐθείρω. ἐκ δὲ τοῦ ἔθω ἐθαῖ‐ ρος καὶ ἑταῖρος, οἱονεὶ ὁ ἐξ ἔθους τινὶ ἐπι‐ | |
30 | φοιτῶν. | |
epsilon625 | Ἔθυσας. ἀντὶ τοῦ θύσῃ. [τοῦτο παρὰ Φιλο‐ ξένῳ.] Ἔθηκεν. ἐποίησεν. ὁ δὲ Ἰουλιανὸς καὶ ἱππικὸν ἀγῶνα ἔθηκε. | |
5 | Ἐθοινήσαντο. εὐωχήθησαν. Ἐθώπευον. ἐκολάκευον. Ἐθελουσίως. ἑκουσίως. [Ἐθελοκάκως. ἑκουσίως ἐκλεγόμενος τὸ κακόν.] Ἐθελοντί. ἐθελουσίως. | |
10 | Ἐθελοντηδόν. διὰ τοῦ η. Θουκυδίδης. καὶ ἐθε‐ λοντὴν ἐπίῤῥημα. τοὺς παραβόλους κινδύνους ἐθελοντὴν ἀναδεδεγμένος. | |
13t | Τὸ Ε μετὰ τοῦ Ι. | |
14t | (Ἀρσενικόν.) | |
15 | Εἰανός. ποικίλος, πέπλος, λεπτός. Εἵλως. ὁ δοῦλος. καὶ κλίνεται εἵλωτος. καὶ τὸ ἔθνος. εἵλωτες [παρὰ Λακεδαιμονίοις οἱ νόθοι καὶ οἱ ἐξ αἰχμαλώτων δοῦλοι γενόμενοι.] ἀπὸ τοῦ Ἕλους· Ἕλος δὲ πόλις ἐν Πελοποννήσῳ. οἱ | |
20 | οὖν Λακεδαιμόνιοι διὰ τὸ ἀεὶ διαφόρους εἶναι | |
epsilon626 | ἀλλήλοις, τοὺς δούλους αὐτῶν ἐκάλουν εἵλωτας κατὰ ἀτιμίαν καὶ ὕβριν. Εἰνάλιος. θαλάσσιος δαίμων. Εἴρ. λαίλαψ ἢ λαμπηδὼν, ἢ ὄνομα ποταμοῦ. | |
5 | Εἰσαγγελεύς. ὁ τῶν δημοσίων καὶ μεγάλων μηνυτής. καὶ εἰσαγγελία ἡ δηλατωρία ἢ δημο‐ σίου δίκης ὄνομα. Εἰσιτήριος. ὁ εἰσόδιος λόγος. Εἰσιτητός. πορευτός. | |
10 | Εἰσωποί. ἀντὶ πρόσωποι. Εἰδήμων. ἐπιστήμων, συνετὸς, λόγιος. ἀπὸ τοῦ εἴδω τὸ γινώσκω. Εἰκασμός. ὁ μετὰ δισταγμοῦ εἰκονίζων πρᾶγμα λόγος, ἐν ᾧ κεχρήμεθα ἢ τῷ ἴσως, ἢ τῷ τάχα, | |
15 | ἢ τῷ τυχόν. Εἰκαῖος. μάταιος. Εἰκαιομύθων. ματαιολόγων. Εἴκελος. ὁ ὅμοιος. παρὰ τὸ εἴκω, τὸ ὁμοιῶ. Εἰλεδανός. ὁ δεσμός. | |
20 | Εἰλυθμός. ἡ κατάδυσις. ἀπὸ τοῦ εἰλύω τὸ ἐπι‐ κρύπτω. Εἰλίπους βοῦς. ὁ τοὺς πόδας εἰλίσσων ἐν τῇ | |
πορείᾳ. | ||
epsilon627 | [Εἶο. σημαίνει τὸ ἑαυτοῦ. ἔστι γὰρ ἐμοῦ, σοῦ, οὗ. καὶ αὗται αἱ γενικαὶ οὐδέποτε δύο σύμφωνα ἔχουσι μακρὰ ἢ βραχέα, ἀλλὰ τὸ μὲν ἓν μα‐ κρὸν, τὸ δὲ ἕτερον βραχύ· οἷον Πριαμίδεω, Πη‐ | |
5 | λιάδεω, Ὠκεανοῖο. τούτου χάριν ἐπέλαβον τὸ ἰῶτα ποιητικῶς, καὶ ἐγένετο σεῖο, μεῖο, εἶο.] Εἰραφιώτης. ὁ Διόνυσος. παρὰ τὸ ἐῤῥάφθαι τῷ τοῦ Διὸς μηρῷ. ἢ παρὰ τὸ ἐρέφεσθαι, ὃ σημαίνει τὸ στεφανοῦσθαι, γέγονεν ἐραφιώτης | |
10 | καὶ εἰραφιώτης. ἢ παρὰ τὸ ἔριφος εἰραφιώτης· ὑπὸ γὰρ ἐρίφων φασὶν αὐτὸν ἀνατραφῆναι. Εἴρ. ὄνομα ποταμοῦ. Εἴρερος. ἡ δουλεία. [ἢ ὁ κοῦσπος. παρὰ τὸ τὴν ἔραν, τὴν γῆν, ἡ περὶ τὴν γῆν δουλεία. ἢ παρὰ | |
15 | τὸ ἔριον ἔρος, καὶ] κατὰ ἀναδιπλασιασμὸν ἔρε‐ ρος καὶ πλεονασμῷ τοῦ ι εἴρερος. ἢ παρὰ τὸ τείρω τὸ καταπονῶ, τείρερος, καὶ ἀποβολῇ τοῦ τ εἴρερος. Εἰρηναῖος. διαλλακτήριος. | |
20 | Εἰρηνοποιός. ὁ τὴν εἰρήνην ἐν ἄλλοις κατεργα‐ ζόμενος. οὐκ ἂν δέ τις ἕτερα παράσχοι, ὃ μὴ αὐτὸς ἔχῃ. κυρίως δὲ εἰρηνοποιὸς ὁ τὴν ἑαυτοῦ | |
στάσιν τῆς σαρκὸς καὶ τοῦ πνεύματος καὶ τὸν | ||
epsilon628 | ἐμφύλιον τῆς φύσεως πόλεμον εἰς εἰρηνικὴν ἄγων συμφωνίαν. ὅταν γὰρ ἡ σὰρξ μηκέτι ἐπι‐ θυμεῖ κατὰ τοῦ πνεύματος, ἀλλ’ ἡ τοῦ πνεύ‐ ματος χάρις ἐπικρατήσῃ τῶν σωματικῶν παθῶν. | |
5 | *Εἰλυός. ὁ φωλεός. καὶ εἰλύω τὸ κρύπτω.* Εἰροπόκος. μαλλοὺς πλέκων ἢ κτενίζων. παρὰ τὸ [ἔριον καὶ τὸ] πέκω, τὸ κτενίζω, γίνεται ἐροπόκος καὶ εἰροπόκος. Εἴρων. ὁ ἀπατεὼν, ὁ κόλαξ. παρὰ τὸ εἴρω τὸ | |
10 | λέγω γίνεται εἴρων, ὁ διὰ λόγων παραλογιζό‐ μενος, ὁ ἄλλα μὲν φρονῶν, ἄλλα δὲ λέγων. ἐξ οὗ καὶ εἰρωνεία, παρὰ τὸ εἴρειν. Εἰς ἀΐδαο. εἰς τὸν τόπον τοῦ ᾅδου. Εἰσηγητής. διδάσκαλος. | |
15 | Εἰσπνήλης. ὁ ἐρώμενος. [Καλλίμαχος· μέμβλετο δ’ εἰσπνήλαις, ὁππότε κοῦρος ἴοι. φωλεὸν ἢ λοετρόν.] ὁ ὑπὸ τοῦ ἔρωτος εἰσπνεό‐ μενος. [Λακεδαιμόνιοι γὰρ εἰσπνεῖν φασὶ τὸ ἐρᾷν. ἢ παρὰ τὸ ἕπεσθαι τοῖς ἐρωμένοις, εἰσ‐ | |
20 | πνόλης τὶς ὢν καὶ εἰσπνήλης.] Εἴδαυλος. συνετὸς, λόγιος. | |
Εἰδάλιμος. εὐειδής. | ||
epsilon629 | Εἰδωλολάτρης. ὁ τῶν εἰδώλων θεραπευτής. καὶ εἰδωλεῖον, ὁ ναὸς τῶν εἰδώλων. εἰδώλιον δὲ, ὁμοίωμα, ι. | |
4t | (Θηλυκόν.) | |
5 | Ἐΐση. ἡ ἴση. Ἐΐσας. ἰσοτοίχους, ἰσοπλεύρους. ἐΐσας ναῦς. ἴσας καὶ πλεονασμῷ τοῦ ε ἐΐσας. [ἐγὼ δὲ εὗρον παρὰ τὸ ἴω, τὸ πορεύομαι, ἴσω, ἴσας, καὶ νῆας ἐΐσας] τὰς πορευτικάς. | |
10 | Εἰκώ. τὴν εἰκόνα. κατὰ ἀποκοπήν. Εἰκόνα. τὸ ὁμοίωμα. ὁ Δαβίδ· τὴν εἰκόνα αὐ‐ τῶν ἐξουθενώσεις. Εἴλησις. ἡ ἔκκαυσις. ἢ συστροφή. Εἰμαρμένη. γένεσις, αἰτία τῶν ὅλων. ἢ λόγος, | |
15 | καθ’ ὃν τὸ πᾶν διεξάγεται. ἢ εἱρμός τις καὶ ἐπισύνδεσμος ἀπαράβατος δι’ αἰτίαν ἀναπόδρα‐ στον. ἢ δύναμις κινητικὴ τῆς ὕλης. ἡμεῖς δὲ Χριστὸν θεὸν ὁμολογοῦμεν διοικεῖν τὰ πάντα. Εἰρωνεία. κολακία, χλεύη ἢ ὑπόκρισις. διαιρεῖται | |
20 | εἰς δ· εἰς χλεύην· εἰς μυκτηρισμόν· σαρκασμὸν, καὶ ἀστεϊσμόν. Εἰδύλισα. ἡ ἐπιστήμων. | |
Εἰλενία. πόλις. | ||
epsilon630 | Εἰσβολάς. τὰς ἐπὶ τὴν τῶν πολεμίων χώραν ἐφόδους ἐκάλουν εἰσβολάς. Εἰσβολή. ἐπὶ τοῦ νοὸς τρία θεωρεῖται· εἰσβολή· παραδοχή· συγκατάθεσις. τοῦτο καὶ παρὰ τῷ | |
5 | Δαβὶδ εἴρηται ἐνώτισις, σύνεσις· τὰ ῥήματά μου ἐνώτισαι, κύριε, κ. τ. ἑ. καὶ ἐνώτισις μὲν ἡ σύνοψις τῶν ῥημάτων· σύνεσις δὲ ἡ ἐπίληψις τῶν πραγμάτων. προσοχὴ δὲ ἡ τελείωσις τῆς ἐφέσεως. | |
10 | Εἰς ἐμφανῶν κατάστασιν. δίκης ἐστὶν ὄνομα ὑπὲρ τοῦ τὰ ἀμφισβητούμενα ἐν φανερῷ ποι‐ ῆσαι. Εἰς ἕω. εἰς ἀρχομένας ἡμέρας. Εἰσηγορία. ἐπηγορία, καὶ κατηγορία. ἀντὶ τοῦ | |
15 | μέμψις καὶ λοιδορία. Εἰς λῆξιν. εἰς κατάπαυσιν, εἰς τελειότητα. Εἴσοδος. ἡ εἰσφορά. Εἴσω ἁλός. ἰσοδύναμον τῷ εἰς τὸ εἴσω. οἷον· εἰς ἁλός——. | |
20 | καὶ παρὰ τοῖς ῥήτορσιν εἴρηται, εἴσω τὴν χεῖ‐ ρα ἔχειν· ὅπερ ἔνιοι ἁμάρτημα ἔδοξαν εἶναι. ἀλλ’ ἐπλανήθησαν. | |
Εἰς παραβολήν. εἰς γέλωτα· εἰς διήγημα. | ||
epsilon631 | Εἰσπομπή. εἰσβολή. καὶ δόρατος εἰσπομπὴν ἐπὶ τοῦ εὐωνύμου βραχίονος. Εἰσφορά. τέλεσμα. Εἰαμενή. κάθυγρος τόπος καὶ σύμφυτος. [παρὰ | |
5 | τὸ ῥέω ῥεαμένη καὶ ἀποβολῇ τοῦ ρ ἐαμενὴ, καὶ πλεονασμῷ τοῦ ι εἰαμενή. ἢ παρὰ τὴν ἔσιν, ὃ σημαίνει τὴν ἀνάδοσιν, γέγονε ἐσαμενὴ καὶ πλεο‐ νασμῷ τοῦ ι, καὶ ἀποβολῇ τοῦ ς, εἰαμενή.] Εἰνάτηρ. ἡ νύμφη. παρὰ τὸ εὐνὴ εὐνάτηρ καὶ | |
10 | τροπῇ τοῦ υ εἰς ι εἰνάτηρ. Εἰρκτή. ἡ φυλακή. παρὰ τὸ ἕρκος. Εἰδοθέα. κύριον. Εἴδησις. γνῶσις. [Εἰδαλίμας. συνετὰς ἢ εὐειδεῖς καὶ εὐμόρφους. | |
15 | παρὰ τὸ εἶδος εἴδιμος καὶ πλεονασμῷ τῆς αλ συλλαβῆς εἰδάλιμος· ὡς κύδιμος, κυδάλιμος, πεύκη, πευκάλιμος. καὶ τὸ θηλυκὸν εἰδαλίμη.] Εἰδοῖ. τοῦ μηνὸς ἢ τῇ ἡμέρᾳ. Εἰκαιοβουλία. ματαιοβουλία. | |
20 | Εἰδώς. ἡ ἡμέρα. Εἰκαιοῤῥημοσύνη. ματαιολογία. Εἰκασία. ὁ εἰκασμός. Εἰκόσι. χαρακτῆρσιν, ὄψεσιν. Εἰκών. ὁμοία ἀρχετύπῳ. τῇ οὐσίᾳ μὲν καὶ τῷ | |
25 | ὑποκειμένῳ διαφέρον ὅλον, ἐν ἑαυτῷ δὲ τὸ τοῦ | |
epsilon632 | εἰκονιζομένου εἶδος διὰ τῆς ἐμφερείας ἀποματ‐ τόμενον. παρὰ τὸ εἴκω τὸ ὁμοιῶ. Εἰδωλολατρεία. ἡ ἐκ διαθέσεως τιμὴ τοῖς εἰδώ‐ λοις. | |
5 | Εἰλαπίνη. ἑορτὴ, εὐωχία, συμπόσιον καὶ σύν‐ δειπνον. ἀπὸ τοῦ εἰλεῖσθαι εἰς τὸ αὐτό. ἢ παρὰ τὸ εἴλας καὶ τὸ θοίνη γέγονεν εἰλαθοίνη καὶ εἰλαπίνη κατ’ ἐναλλαγὴν τῶν στοιχείων. οἱονεὶ ἡ κατὰ εἴλας καὶ συστροφὰς οὖσα εὐωχία. ἢ | |
10 | παρὰ τὸ λαφύσσειν ἢ λαπίζειν, ὃ σημαίνει τὸ ἐκκενοῦν καὶ ἀναλίσκειν. *Εἰδέχθεια. ἡ ἀμορφία.* Εἰλεός. ἡ μαγειρικὴ τράπεζα. παρὰ τὸ ἔλος γέγονεν ἐλεὸς καὶ πλεονασμῷ τοῦ ι εἰλεός. ση‐ | |
15 | μαίνει δὲ [καὶ] τὴν νόσον. οἶμαι, ὅτι ἀρσενικόν ἐστιν ὁ εἰλεός. Εἰλείθυιαι. αἱ ἐπὶ τῶν τικτουσῶν θεαί· ἢ αἱ μαῖαι. παρὰ τὸ ἐλεύθω ἐλεύθυιαι καὶ ἐλείθυιαι. Εἴλη. ἡ θερμασία. ἐκ τοῦ ἔλη κατὰ πλεονασμὸν | |
20 | τοῦ ι. Εἰλικρινής. καθαρά. καὶ ἐπὶ ἀρσενικοῦ γράφε‐ ται. παρὰ τὴν ἕλην, ὃ σημαίνει τὴν θερμασίαν, καὶ τὸ κρίνω γέγονεν ἐλικρινὴς καὶ πλεονασμῷ τοῦ ι εἰλικρινής. ὅτι ἐν τῇ ἕλῃ κεκριμένος. | |
25 | ἡ δὲ χρῆσις εἴρηται παρὰ Σοφοκλεῖ· | |
epsilon633 | καὶ τῶν προσείλων ἰχθύων ὠπτημένων. δοκεῖ δὲ τὸ εἰλικρινὴς παραλόγως εἰς τὴν σύν‐ θεσιν. εἰ γὰρ παρὰ τὸ ἕλη γέγονεν, ὤφειλεν ἢ τρέψαι τὸ η εἰς ο καὶ γενέσθαι εἰλοκρινής· | |
5 | ἢ φυλάσσειν τὸ η καὶ γενέσθαι εἰληκρινὴς, διὰ τοῦ η. τὰ γὰρ θηλυκὰ εἰς η ἐν τῇ συνθέσει ἢ τρέπουσι τὸ ε εἰς ο, οἷον· νύμφη, νυμφο‐ στόλος· τιμὴ, Τιμόθεος· ἢ φυλάσσει τὸ η, οἷον· γῆ, γηπόνος· βουλὴ, βουληφόρος. ἔστιν οὖν | |
10 | εἰπεῖν, ὅτι εἰλοκρινὴς ἦν, καὶ τροπῇ τοῦ ο εἰς ι εἰλικρινής. Εἰρεσία. κωπηλασία. παρὰ τὸ ἐρέτης ἐρεσία καὶ εἰρεσία. Εἰρήνη. ἡ ἀγάπη, ἡ εὐλογία. ἡ πρὸς τὸ ὁμόφυ‐ | |
15 | λον γνησία διάθεσις. καὶ ἡ πρὸς τοὺς πολεμοῦν‐ τας ἐχθροὺς ἡσυχία. παρὰ τὸ εἴρω, τὸ λέγω. ἢ παρὰ τὸ εἴρειν ἡμᾶς ἐπ’ αὐτὴν, ὅ ἐστι συμ‐ πλέκειν. Εἰρεσιώνη. θαλλὸς ἐλαίας ἐστεμμένος ἐρίοις καὶ | |
20 | παντοδαποῖς καρποῖς. Εἰρηνικαὶ ἐπιστολαί. αἱ λεγόμεναι ἀπολυτικαί. οἷαι εἰσὶν αἱ διδόμεναι τοῖς μητροπολίταις ὑπὸ τῶν πατριαρχῶν ἢ τοῖς ἐπισκόποις παρὰ τῶν μητροπολιτῶν, οἷς ὑπόκεινται. | |
25 | Εἰρωνεία. κολακεία, ὑπόκρισις, ἢ ἕξις ψευδὴς ἀρνουμένη τὰ προσόντα καλὰ οὐκ ἀρετῆς χάριν. Εἰκάς. ἀπὸ τοῦ εἴκοσι γέγονεν εἰκάς. Εἰσαγγελία καὶ γραφὴ διαφέρει. εἰσαγγελία | |
μὲν γάρ ἐστιν ἐπὶ τῶν μεγάλων καὶ δημοσίων | ||
epsilon634 | ἀδικημάτων· γίνεται γὰρ ὑπὲρ πρυτανέων εἰσ‐ αγομένη δίκη, περὶ ὧν διαῤῥήδην μὲν λέγουσιν οἱ νόμοι οὐδὲν, συγχωροῦσι δὲ κρίσεις γίνεσθαι. καὶ τοῦτό ἐστι τὸ ἐν ταῖς τῶν σοφιστῶν δια‐ | |
5 | τριβαῖς μελετώμενον τὸ τῶν ἀγράφων ἀδικημά‐ των. γραφὴ δὲ ἡ ἐπὶ μικρῶν· καὶ κυρίως γρα‐ φὴ ἐπὶ τῶν παράνομα γραφόντων. Εἰσίθμη. ἡ εἴσοδος. [παρὰ τὸ ἴω τὸ πορεύομαι, ὁ μέλλων ἴσω καὶ ἴσομαι. οἷον· | |
10 | ἴσομαι ἐξ ἁλόθεν χαλεπὴν ὄρσουσα θύ‐ ελλαν. ἀπὸ τοῦ ἴσω ἰσμὴ καὶ μετὰ τῆς εἰς προθέσεως εἰσισμὴ, καὶ τροπῇ τοῦ ς εἰς θ εἰσίθμη.] Εἴσπραξις. ἀπαίτησις. | |
15 | Εἰσφορά. τέλεσμα. Εἱμαρμένη. ἣν λέγουσιν Ἕλληνες τύχην. ὥσ‐ περ ἀπὸ τοῦ λήβω τὸ λαμβάνω γίνεται λέλη‐ φα καὶ εἴληφα, οὕτως καὶ ἀπὸ τοῦ μείρω τὸ μερίζω μέμαρκα, μέμαρμαι, εἱμαρμένη κατὰ | |
20 | ἀποβολὴν τοῦ μ, καὶ πλεονασμῷ τοῦ ἰῶτα. *Εἱλωτεία. ἡ δουλεία.* †καὶ εἱλωτεύειν τὸ δουλεύειν. εἵλωτες γὰρ οἱ μὴ γνήσιοι δοῦλοι Λα‐ κεδαιμονίοις, ἀλλὰ πρῶτοι χειρωθέντες, Ἕλος τὴν πόλιν οἰκοῦντες.† | |
25 | *Εἰνάτειρ. ἡ νύμφη, ἢ ἡ σύννυμφος.* *Εἰνοδίους. τὰς ἐν τῇ ὁδῷ κώμας.* Ἐϊκτόν. ὅμοιον, παρὰ τὸ εἴκω, τὸ ὁμοιῶ, ἐξ | |
οὗ καὶ εἰκὼν, εἰκτὸν καὶ ἐν διαλύσει ἐϊκτόν. | ||
epsilon635 | Εἶαρ. τὸ ἔαρ. παρὰ τὸ ἔω, τὸ πέμπω, γέγονεν ἔαρ καὶ εἶαρ. τότε γὰρ ἐκπέμπονται οἱ καρποί. εἶαρ τὸ αἷμα. Καλλίμαχος· —τὸ δ’ ἐκ μέλαν εἶαρ ἔδαπται. | |
5 | καὶ εἰεροπότης ὁ αἱματοπότης. Εἰαρινόν. ἐαρινόν. Εἶδαρ. ἔδεσμα. καὶ κλίνεται τοῦ εἴδατος, τὰ εἴδα‐ τα, ὅ ἐστι τὰ βρώματα. παρὰ τὸ ἔδω, τὸ ἐσθίω, ἔδαρ, καὶ πλεονασμῷ τοῦ ι εἶδαρ. | |
10 | Εἰδεχθές. ἄμορφον, ἀπρεπές. παρὰ τὸ εἶδος καὶ τὸ ἔχθος τὸ μῖσος. Εἶδος. κατὰ δύο σημαινομένων φέρεται. λέγεται γὰρ εἶδος καὶ ἡ μορφὴ, οἷον· πρῶτον μὲν εἶδος ἄξιον τυραννίδος. εἶδος λέγεται καὶ τὸ ἀπὸ τοῦ | |
15 | γένους διαιρούμενον, ὡς ὅταν τὸν ἄνθρωπον εἶ‐ δος λέγομεν τοῦ ζώου. εἶδος ἐστὶ καὶ τὸ ὑπὸ τὸ γένος ταττόμενον. *καὶ πάλιν εἶδος ἐστὶν οὗ τὸ γένος ἐν τῷ τί ἐστι κατηγορεῖται.* καὶ πάλιν εἶδος ἐστὶ τὸ κατὰ πλειόνων καὶ διαφε‐ | |
20 | ρόντων τῷ ἀριθμῷ ἐν τῷ τί ἐστι κατηγορού‐ μενον. εἶδος ἐστὶ καὶ ὁ ἐγχρώματος χαρακτὴρ καὶ ἡ ὄψις καὶ τὸ πρόσωπον καὶ ἡ μορφή. παρὰ τὸ εἴδω τὸ ὁρῶ. Εἴδωλον. σκιοειδὲς ὁμοίωμα ἢ ἀνάπλασμα ἀνύ‐ | |
25 | παρκτον καὶ εἶδος ἀνυπόστατον, ὥσπερ τὰ ἐν τοῖς ὕδασι καὶ ἐν κατόπτροις συνεστῶτα πρόσ‐ ωπα. παρὰ τὸ εἴδω τὸ φαίνω. ἢ παρὰ τὸ εἴδω τὸ ὁμοιῶ. ὁμοίωμα γὰρ τινὸς σώματός ἐστι τὸ | |
εἴδωλον. | ||
epsilon636 | Εἰκός. πρέπον, ἀκόλουθον, εὔλογον. Εἰκοσινήριτα. εἰκοσάριθμα. εἰκοσαπλασίονα. Ὅμηρος· οὐδ’ εἴ κεν δεκάκις τε καὶ εἰκοσινήριτ’ ἄποι‐ | |
5 | να— ἐρίζοντα· τὸ γὰρ ἐρίζειν ἐπὶ τοῦ ἰσοῦσθαι. Εἴκοσιν. ἀπὸ τοῦ δὶς τὰ δέκα εἴκειν. Εἶλαρ. ἀσφάλεια. —εἶλαρ νηῶν τε καὶ αὐτῶν. | |
10 | παρὰ τὸ εἰλῶ τὸ συγκλείω. [τὸ δὲ εἰλῶ παρὰ τὸ ἔλος, ἐλῶ καὶ εἰλῶ. οἱονεὶ ὁ τόπος ὁ συγ‐ κλειόμενος ὑπὸ δένδρων.] Εἰλικρινές. τὸ καθαρόν. Εἰλέσιον. τόπος. | |
15 | Εἰλικοειδές, ἢ εἰλικνοειδές. τὸ λεῖον καὶ ὁμα‐ λόν. Εἴλυμα. παρὰ τὸ εἰλῶ, εἰλύσω, εἴλυμα, τὸ σκέπασμα ἢ τὸ ἱμάτιον. Εἷμα. ἔνδυμα, ἱμάτιον. | |
20 | Εἰνοσίφυλλον. ἔνθα κινοῦνται τὰ φύλλα, παρὰ τὴν ἔνοσιν, ὃ σημαίνει τὴν κίνησιν. ἕνωσις δὲ ἡ μίξις, μέγα. εἰνοσίφυλλον ὄρος—. Εἴρια. μαλλία. | |
25 | εἴριά τε ῥοδόεντα δέχευ— καὶ εἰροκόμος ὁ τῶν μαλλίων ἐπιμελητὴς, καὶ εἰροπόνος ὁ τὰ ἔρια πονῶν καὶ ἐργαζόμενος. Εἰρέσιον. πόλις Βοιωτίας. | |
Εἰς δέον. ἀντὶ τοῦ εὐκαίρως σε εὗρον. | ||
epsilon637 | Εἰκότα. ἐστοχασμένα. συλλογιζόμενος ἐκ τῶν εἰκότων τὰ συμβησόμενα. καὶ εἰκότων ἀντὶ τοῦ ὁμοίων. συμπλάττων ἀπὸ τῶν εἰκότων. Εἰλατινόν. ὁ ὄζος. καὶ εἰλατινὸν ἦν τὸ φυτόν. | |
5 | Εἰς ἓν ἰόντα. ὁμοῦ πορευόμενον. Εἰς ἓν ἦλθον. ἀντὶ τοῦ ὡμονόησαν. Εἰσιτήρια. ἡμέρα ἑορτῆς, ἐν ᾗ [οἱ] ἐν τῇ ἀρχῇ πάντες προϊᾶσιν, οὕτως ἐκαλεῖτο. ταύτην δὲ τὴν ἡμέραν πρώτην τοῦ ἔτους οἱ Ἀθηναῖοι νε‐ | |
10 | νομίκασιν. Εἰς καλόν. εὐκαίρως. καὶ εἰς καιρὸν ἀντὶ τοῦ εὐκαίρως. Εἰς νέωτα. εἰς τὸ ἐπιόν. ὡς πολεμήσων εἰς νέω‐ τα. [καὶ ἐς νέωτα.] | |
15t | (Ῥῆμα.) | |
16 | Ἐΐσκω. τὸ ὁμοιῶ. εἴκω, εἴσκω πλεονασμῷ τοῦ ς, καὶ διαιρέσει τῆς ει διφθόγγου ἐΐσκω. [Εἴασκεν. ἀπὸ τοῦ ἐῶ, ἐᾷς, ἐᾷ. καὶ ὁ παρα‐ τατικὸς εἴων, εἴας. ἐκ τούτου εἴασκεν ἀποβλη‐ | |
20 | θέντος τοῦ ι. ἀπεβλήθη δὲ τὸ ἰῶτα, ἐπειδὴ τὰ τοιαῦτα ἀποβάλλει τὴν ἐν ἀρχαῖς κλιτι‐ κὴν ἔκτασιν. οἷον ἔτυπτον, ἔτυπτες, τύπτεσκεν. ἦγον, ἦγες, ἤγεσκεν. οὕτως οὖν ἀπὸ τοῦ εἴας εἴασκε, πλεονασμῷ τοῦ ἰῶτα.] | |
25 | Εἶα δή. ἄγε δή. Εἴα. συνεχώρει. | |
Εἴασεν. ἀφῆκεν. | ||
epsilon638 | [Εἴαται. κάθηται. οἷον· εἴαται ἄγχι νεῶν. ἀπὸ τοῦ ἔαται, πλεονασμῷ τοῦ ἰῶτα. ὥσπερ κέαται. | |
5 | δοιοὶ γάρ τε πίθοι κατακείαται— πλεονασμῷ τοῦ ι. οὕτως Ἡρωδιανός.] [Εἴατο. ἐκάθητο. οἷον· εἴατο ἐνὶ μεγάροισιν— ἤμην, ὁ παρατατικὸς, ἦτο, Ἰωνικῶς ἔατο, ποιη‐ | |
10 | τικῶς εἴατο. ἢ ἔστιν ἐῶ, ἔημι, τὸ πρῶτον τῶν πληθυντικῶν ἔεμεν. τὸ παθητικὸν ἔεμαι καὶ κράσει ἦμαι. ὁ παθητικὸς ἐέμην καὶ ἤμην, τὸ δεύτερον ἦσο, τὸ τρίτον ἦτο, καὶ Ἰακῶς ἔατο καὶ εἴατο.] | |
15 | Εἴβεσθαι. δακρύειν. στάζειν. ὕδωρ [εἴβουσαι.] τὸ δὲ εἴβω ἀπὸ τοῦ λείβω τὸ στάζω, ἀποβολῇ τοῦ λ. καὶ ὁ Ἡσίοδος· τῶν καὶ ἀπὸ βλεφάρων ἔρως εἴβεται. Εἲ γάρ. εἴθε γάρ. τὸ δὲ εἴθε ἀντὶ τοῦ ἄμποτε. | |
20 | *Εἴδεσαν. ἔμαθον.* [Εἰδείην. ἀντὶ τοῦ γνοίην.] Εἰδήσουσι. γνωρίσουσι. Εἰδήσεις. μάθῃς. Εἰδήσειν. ἔστιν εἴδω, καὶ εἰδῶ περισπώμενον. | |
25 | ὁ μέλλων εἰδήσω καὶ εἰδήσειν. Εἰδῇς. ἀντὶ τοῦ γνῷς. καὶ εἰδῇ. [Ἰστέον, ὅτι | |
τὸ εἴδω διὰ τῆς ει διφθόγγου γράφεται, ὡς | ||
epsilon639 | δηλοῖ τὸ οἶδα. τούτου ἡ μετοχὴ εἰδώς. καὶ ἐπει‐ δὴ τὰ ἔχοντα τὴν μετοχὴν εἰς ς μετ’ ὀξείας τάσεως διὰ τοῦ ντ κλινόμενα εἰς ην καθαρὸν ἔχει τὸ εὐκτικὸν, οἷον, εἰδείην, ὀφθείην, τυ‐ | |
5 | φθείην, δαρείην· αὕτη δὲ ἡ μετοχὴ εἰς ς μὲν λήγουσα μετ’ ὀξείας τάσεως, ἀλλ’ οὐ κλίνεται μετὰ τοῦ ντ, οὐκ ὤφειλεν εἶναι τὸ εὐκτικὸν εἰδείην· ἀλλ’ ὥσπερ ἀπὸ τοῦ περιπατοῖμι γίνε‐ ται περιπατοίην, κατὰ τὴν τροπὴν τῆς μι εἰς | |
10 | ην, καὶ εἰδείην κατὰ τροπὴν τοῦ ο εἰς ε. καὶ ἐπειδὴ εἰς ην καθαρὸν τὸ εὐκτικὸν, τὰ δὲ εἰς ην καθαρὸν ἔχοντα τὸ εὐκτικὸν εἰς ω, μετὰ πε‐ ρισπωμένου τόνου ἔχουσι τὸ ὑποτακτικόν. οἷον, τυφθείην, ἐὰν τυφθῶ, λεχθείην, ἐὰν λεχθῶ. | |
15 | τούτου χάριν τὸ ὑποτακτικὸν ἐὰν εἰδῶ μετὰ πε‐ ρισπωμένου τόνου. οἷον· —ὄφρ’ εὖ εἰδῶ. τοῦ κανόνος ἀναγκάζοντος αὐτὸ βαρύνεσθαι. οὐ γὰρ ἔχει τὴν μετοχὴν εἰς ς μετ’ ὀξείας τάσεως, | |
20 | καὶ διὰ τοῦ ντ κλίνεται, οἷον τυφθεὶς τυφθέν‐ τος, ἐὰν τυφθῶ. εἰδὼς γὰρ εἰδότος ἐστὶν, οὐκ ὤφειλεν ἄρα περισπᾶσθαι. ἀλλὰ διὰ τὴν ῥη‐ θεῖσαν αἰτίαν περιεσπάσθη.] Εἴδω. τὸ γινώσκω. συντάσσεται δὲ μετὰ αἰτια‐ | |
25 | τικῆς. Εἴδω. τὸ κτίζω. ὁ μέλλων εἴσω. Εἰδώς. ὁ γινώσκων. ἀπὸ τοῦ εἴδω τὸ γινώσκω. | |
Εἰδομένη. ὁμοιωθεῖσα. | ||
epsilon640 | Εἶεν. ταῦτα μὲν οὕτως ἔχουσιν. ἢ αὐτάρκως περὶ τούτων εἴρηται. ἢ ἀντὶ τοῦ, ταῦτα μὲν οὕτως. καλεῖται δὲ τοῦτο ἀπόθεσις τοῦ πρώτου λόγου. Εἴην. γενοίμην, ὑπαρξαίμην. | |
5 | Εἴη. ἀντὶ τοῦ ὑπάρχει. Εἴθε. ἀντὶ τοῦ ἄμποτε. τὸ εἴθε ὁριστικῷ μᾶλ‐ λον ἢ ἀπαρεμφάτῳ συντάσσεται. Ἀριστοφά‐ νης· εἴθ’ ἐξεκόπην πρότως τὸν ὀφθαλμὸν λίθῳ. | |
10 | καὶ Πλάτων· εἴθ’ ἔγραψεν, ὡς χρὴ πένητι μᾶλ‐ λον ἢ πλουσίῳ. [καὶ ὁ ποιητής· εἴθ’ ὣς ἡβώοιμι—.] εἴθε. ἀπὸ τοῦ εἲ γέγονεν εἴθε. Εἴκειν. ὑποχωρεῖν. | |
15 | Εἴκω. τὸ ὑποτάσσω· τὸ ὁμοιῶ καὶ ὑποχωρῶ. Εἰκαιομυθῆσαι. ματαιολογῆσαι, φλυαρῆσαι. †Εἴκαθεν. ὑπεχώρει. οἷς εἴκαθε πῦρ ἄσπετον.† †Εἰκάθειν. εἴκειν. κατὰ παραγωγήν.† Εἰκοτολογῆσαι. ἐστοχασμένως εἰπεῖν. | |
20 | Εἰκονίζειν. χαρακτηρίζειν. Εἰκάζω. ἀπὸ τοῦ εἴκω τὸ ὁμοιῶ *καὶ ὑποχωρῶ.* Εἰλαπινάζων. εὐωχούμενος. Εἷλεν. ἐχειρώσατο, ἐπόρθησεν. Εἴλλειν. εἴργειν, κωλύειν. Ἀριστοφάνης· | |
25 | μὴ νῦν εἶλλε τὴν γνώμην ἀεί. ἀντὶ τοῦ ἀπόκλειε, ἔφελκε. καὶ αὖθις· ἐν ταρσοῖς καλάμου πηλὸν ἐνείλλοντες—. ταρ‐ | |
σὸς δὲ ὁ καλαθίσκος ἢ κοφίνιον. | ||
epsilon641 | [Εἰλήλουθας. ἐκ τοῦ ἐλεύθω, ἐλήλυθα, καὶ πλεονασμῷ τοῦ ἰῶτα καὶ ο εἰλήλουθα· ἐξ οὗ τὸ πρῶτον τῶν πληθυντικῶν εἰληλούθαμεν καὶ ἐν συγκοπῇ εἰλήλουθμεν.] | |
5 | Εἰληθερούμενος. θερμαινόμενος. τὸ ῥῆμα εἰλη‐ θερῶ. ἀπὸ τοῦ εἴλη ἡ θερμασία καὶ τὸ θέρω τὸ θερμαίνω. Εἰληφώς. λαβών. Εἴληφα. ἔλαβον. ἀπὸ τοῦ λήβω τὸ λαμβάνω | |
10 | λέληφα καὶ ἀποβολῇ τοῦ λ ἔληφα καὶ πλεο‐ νασμῷ τοῦ ι εἴληφα. ὡσαύτως καὶ τὸ εἴληχα ἀπὸ τοῦ λήχω, λέληχα καὶ εἴληχα. [Ἡρωδια‐ νὸς περὶ πάθους.] Εἵλομεν. ἐπορθήσαμεν. | |
15 | [Εἰλυφάζων. τὴν φλόγα συστρέφων. ἢ τὸ εἰλεῖ‐ το καὶ ἀνεστρέφετο. Ἡσίοδος· ἄνεμος φέρων εἰλυφάζων. παρὰ τὸ εἰλῶ εἰλύφω καὶ εἰλυφάζω. σημαίνει καὶ τὸ φῶς παρέχω παρὰ τῷ αὐτῷ ποιητῆ· | |
20 | τῆλε δ’ ἀπ’ αἰθομένων δαΐδων σέλας εἰλύ‐ φαζε. παρὰ τὸ εἰλῶ καὶ τὸ φῶς εἰλύφω καὶ εἰλυφάζω.] [Εἰλυφόωσιν. εἰλοῦσι, συνάγουσιν.] Εἱλωτεύειν. δουλεύειν. *εἵλωτες γὰρ οἱ μὴ γνή‐ | |
25 | σιοι δοῦλοι Λακεδαιμονίων.* | |
epsilon642 | Εἰμένος. ἐνδεδυμένος. Εἰμέν. ὑπάρχομεν. ἀπὸ τοῦ εἰμὶ γίνεται τὸ πρῶ‐ τον τὸ πληθυντικὸν εἰμέν· φυλάσσει δὲ τὴν ει δίφθογγον. | |
5 | ἡμεῖς δ’ εἰμὲν τοῖοι—. [Εἰμί. τὸ ὑπάρχω. γράφεται διὰ διφθόγγου. τὰ εἰς μι φύσει μακρᾷ παραλήγεται, ἵνα δὲ μὴ συνεμπέσῃ τὸ ἠμὶ τὸ σημαῖνον τὸ λέγω ἀπὸ τοῦ φημὶ κατὰ ἀποβολὴν τοῦ φ.] | |
10 | Εἶμι. τὸ πορεύομαι. Εἶναι. ὑπάρχειν. ἀπὸ τοῦ εἰμί. τὸ δὲ εἶναι τὸ [ἐπὶ τοῦ] πορευθῆναι, [ἐξ οὗ καὶ τὸ ἀπεῖναι καὶ ἀφεῖναι,] ἔστι δεύτερος ἀόριστος ἀπὸ τοῦ ἵημι τὸ πέμπω, τὸ ἀπαρέμφατον εἶναι. | |
15 | Εἴνυον. ἔφερον. Εἴξαντες. ὑπακούσαντες, ὑποχωρήσαντες. [Εἴξασιν. Ἀριστοφάνης· εἴξασιν οὖν ἐρίοισι πεπταμένοις. ἔστι δὲ εἴκω τὸ ὁμοιῶ, ὁ μέσος παρακείμενος εἶ‐ | |
20 | κα καὶ κατὰ τροπὴν βοιωτικὴν τοῦ κ εἰς ξ εἶξα καὶ τὸ τρίτον τῶν πληθυντικῶν εἴξασιν. ὅτι δὲ παρακείμενος ἐστὶ, δῆλον ἐκ τοῦ εἰς σι λήγειν.] *Εἱπόμην. ἠκολούθουν.* Εἵποντο. ἠκολούθουν. | |
25 | Εἴρει. λέγει, πλέκει. | |
epsilon643 | Εἴργω. τὸ κωλύω. ἀπὸ τοῦ ἐέργω κατὰ κρᾶσιν τῶν δύο εε εἰς τὴν ει δίφθογγον εἴργω. Εἴργεσθαι. κωλύεσθαι. Εἰρήσθω. λελέχθω. | |
5 | Εἰρύαται. φυλάττουσι. πρὸς Διὸς εἰρύαται—. εἰρύω, εἴρυμι καὶ ὁ παθητικὸς εἴρυμαι, τὸ τρί‐ τον εἴρυνται καὶ Ἰωνικῶς εἰρύαται. Εἰρύσθαι. φυλάξαι. ἰστέον, ὅτι τὸ εἴρυσθαι καὶ | |
10 | εἰρύσθαι διαφέρει. ἔστι γὰρ ἐρύω, ἐρύσω, εἴ‐ ρυκα, εἴρυμαι, εἴρυται, καὶ τὸ ἀπαρέμφατον εἰρύσθαι, ὡς λελύσθαι. ὡς ζεύγνυμι, ζευγνύ‐ σθαι. τὸ αὐτὸ καὶ ἐπὶ τοῦ ἑλκύσθαι καὶ εἵλ‐ κυσθαι παρακείμενος. εἰ μὲν ἀπὸ τοῦ ἑλκύω, | |
15 | εἱλκύσθαι· εἰ δὲ ἀπὸ τοῦ ἕλκυμι, εἵλκυσθαι. Εἴρυτο. κατάσχοι. Ἀρίσταρχος προπαροξύνει πάνυ ὑγιῶς, ὡς τὸ ἐζεύγνυτο, οὐ μέν τοι, ὡς Τυραννίων, προπερισπᾷ, εἰρῦτο. Εἰσαγηοχώς. εἰσενεγκών. | |
20 | Εἰσκεκριμένον. ἐπείσακτον. Εἰσποιημένον καὶ εἰσποιητόν. τὸ θετὸν καὶ οὐ κατὰ φύσιν. Εἰσήλασαν. εἰσῆλθον. Εἰσῄεσαν. εἰσῆλθον. | |
25 | Εἰσίασιν. *ἐπορεύοντο.* [εἰσέρχονται.] Εἴσιμεν. εἰσερχόμεθα. | |
Εἰσίν. ὑπάρχουσιν. | ||
epsilon644 | Εἴσομαι. γνώσομαι. Εἰσέθει. εἰσέτρεχεν. [Εἰσήλλατο.] εἰσεπήδησεν. Εἰσοίσει. εἰσενέγκοι. | |
5 | Εἰσέφρησεν. ἐπεισῆλθεν. Εἴσιθι. εἴσελθε. Εἰσβάλλει. εἰσέρχεται, εἰσβαίνει. Εἰσεκώμασεν. εἰσῆλθεν. Εἰσκρίνειν. μερίζειν. εἰσχωρίζειν. | |
10 | *Εἰσώθη. εἰσάγη.* Εἰσαγωγῶ. τὸ ὁδηγῶ. καὶ εἰσαγωγὴ ἡ ἐπὶ τὰ τέ‐ λη ὁδήγησις τῶν λόγων. Εἱστήκειν. ἐκ τοῦ ἑστήκω. ἔστι δὲ μέσος ὑπερ‐ συντελικὸς εἱστήκειν. διὰ τὸ μὴ συμπεσεῖν κα‐ | |
15 | τὰ τὸ δεύτερον αὐτοῦ καὶ τρίτον πρόσωπον τῷ ἰδίῳ ἐνεστῶτι ἐπλεόνασε τὸ ι καὶ ἐγένετο εἱ‐ στήκειν. Εἰώθει. [ὡς] ἔθος εἶχε. καὶ εἴωθα. ἔστιν ἔθω τὸ ἐξ ἔθους τι διαπράττομαι. ὁ μέσος παρακείμε‐ | |
20 | νος εἶθα καὶ πλεονασμῷ τοῦ ω εἴωθα καὶ ἔωθεν. ἀεὶ γάρ μοι ἔωθεν ἐνικλᾷν—. Εἴνω. τὸ καλύπτω. Εἰρηκώς. εἰπών. Εἰρημένον. λελεγμένον. | |
25 | Εἴρω. τὸ πλέκω καὶ συνάπτω. ὅθεν καὶ εἱρμός. Εἷρπον. μετὰ σχολῆς ἐβάδιζον. | |
Εἴρυντο. ἐφύλασσον. καὶ εἰρύσασθαι. | ||
epsilon645 | [Εἰρύοντο. εἵλκυον. καὶ εἰρύσατο.] Εἰκάθειν. ὑποχωρεῖν. καὶ ἀντὶ τοῦ ὑπείκειν. μη‐ δὲν τοῖς κρατοῦσιν εἰκάθειν. Εἰκάζων. οἰόμενος ἢ ὁμοιῶν. οἷα δὴ ἱκανότατος | |
5 | τὸ ἀφανὲς εἰκάσαι. Εἴκασιν. ὁμοίωσεν. Εἰκοβολεῖν. εἰκάζειν. ἢ εἰκῆ καὶ μάτην βάλλειν. εἰς τὸ μήτε σφάλλεσθαι μήτ’ εἰκοβολεῖν. Εἵλετο. ἠθέλησεν. | |
10 | Εἱλήσας. συστρέψας. Εἴληχεν. ἔλαχεν. Εἰληφώς. λαβών. Εἰλιγγιῶ. σκοτοδινιῶ. ὑπὸ τοῦ δέους γὰρ ἰλιγ‐ γιῶ. τὸ μὲν ῥῆμα διὰ διφθόγγου. [τοῦτο δὲ | |
15 | οἱ Συρακούσιοι σίελ λέγουσι.] τὸ δὲ ὄνομα ἴλιγ‐ γος διὰ τοῦ ι. ἐγὼ δὲ καὶ τὰ δύο διὰ τοῦ ι γράφω. Εἰλόμενον. συνελαυνόμενον. Εἰλούμενος. συστρεφόμενος. | |
20 | Εἱλόμην. προέκρινα, ἠθέλησα. | |
epsilon646 | Εἶπον. ἀντὶ τοῦ εἰπὲ, προστακτικόν. [Εἰρηνήσειν. πρώτης συζυγίας τῶν περισπωμέ‐ νων. ἐλπίδα δὲ μεγάλην εἶχον εἰρηνήσειν. ὁ δὲ Καῖσαρ, ἐξὸν αὐτὸ εἰρηνήσειν, πόλεμον εἵλετο.] | |
5 | Εἴρξας. ἀποκλείσας. δασύνουσιν Ἀττικοί. τὸ μέντοι παρ’ Ὁμήρῳ· ἐρχθέντες ἐν μεγάλῳ ποταμῷ— ψιλοῦσιν. καὶ τὸ ἕρξας ἀντὶ τοῦ πράξας δασύ‐ νουσιν. | |
10 | ἡ μὲν ἄρ’ ὣς ἕρξας’ ἀπεβήσατο δῖα θεάων. τὸ δὲ ἐπὶ τῆς εἱρκτῆς ψιλοῦσιν οἱ Ἀττικοί. [Εἰρωνεύσεται. καθυποκρινεῖται. λέγεται γὰρ ἐπὶ τοῦ διάπειραν λαμβάνοντος ὑπούλως καὶ καθυποκρινομένου τὸν μὴ γινώσκοντα περὶ ὅτου | |
15 | ποτὲ τὸν λόγον ποιῆσαι.] Εἰρυσμένους. ἑλκυσμένους. ἡ δὲ θεράπαινα ἑώρα τὰ ξίφη εἰρυσμένους, ὡς αὐτοὺς διαχρή‐ σαιντο. Εἰρχθέντες. πνιγέντες. | |
20 | Εἰσάμενος. ὁμοιωθείς. | |
[Εἶσαν. ὑπετάγησαν.] | ||
epsilon647 | Εἰσάττειν. εἰσελθεῖν. Ἀριστοφάνης· Μηδ’ ἐς ὀρχηστρίδος ἐσάττειν, ἵνα μὴ πρὸς ταῦτα κεχηνὼς Μήλῳ βληθείς—. | |
5 | Εἴσατο. ἀνέθηκεν. Ἀρτέμιδι εἴσατο ἄγαλμα. καὶ ἀντὶ τοῦ κατέθετο. [ὃς τάδε καλὰ εἴσα‐ το. καὶ ἀντὶ τοῦ περιέθηκε, καὶ ἀντὶ τοῦ πε‐ ριέβαλεν. ἢ ἀντὶ τοῦ ἐφάνη, καὶ ὡμοιώθη.] Εἰσβαλεῖτε. [εἰσβαλεῖν ἐστὶ, τὸ τινὰς ἐν ἀγρῷ | |
10 | εἰσελθόντας, ἐκκόψαι πάντα τὰ ἐν αὐτῷ.] κυ‐ ρίως [δὲ] εἰσβαλεῖν ἐστὶ τὸ εἰς τὴν πόλιν πο‐ λεμίους τινὰς εἰσελθεῖν. [Εἶσεν. ἔκτισεν.] Εἰσεπόδιζον. ἀντὶ τοῦ εἰσέβαινον τοὺς πόδας τοῦ | |
15 | χωρίου. Εἰσεποιήθη. εἰσεκρίθη. ὑπὸ τοῦ πατρὸς Νερουᾶ εἰσεποιήθη. καὶ εἰσεποιεῖτο ἀντὶ τοῦ ὑπετίθει. ὁ δὲ πόρος ἐφράττετο καὶ μεγάλας ἐλπίδας εἰσ‐ εποιεῖτο τῶν ἐπιφερομένων. | |
20 | [Εἰσέφρησα. εἰσέδυσα ἑαυτόν.] Εἰσέφρησας. εἰσήγαγες. Εἰσέφρουν. εἰσεδέχοντο. οἱ δὲ τὰς πύλας ἀνοί‐ | |
ξαντες, εἰσέφρουν τὸ στράτευμα. | ||
epsilon648 | Εἰσεχέοντο. εἰσήρχοντο. Εἴσιμι. εἰσέρχομαι. Εἴσῃ. ἐπιγνοίης, λογίσῃ, ἢ ἀντὶ τοῦ μαθήσῃ. Εἰσήγγειλεν. ἐσυκοφάντησεν. ὁ Δωὴν τὸν Ἀβη‐ | |
5 | μέλεχ εἰσήγγειλε παρὰ τῷ Σαοὺλ καὶ εἰς μιαι‐ φονίαν τῶν ἱερέων ἐξέμῃνεν. Εἰσηγούμενος. διδάσκων. Εἰσῄεις. εἰσήρχου. Εἰσήρετο. εἰσεφέρετο. | |
10 | †Εἰσήῤῥησεν.† ἀφ’ οὗ γὰρ εἰσήῤῥησεν εἰς τὴν οἰκίαν. ἀντὶ τοῦ εἰσῆλθε καὶ εἰσεπήδησεν. Εἰσθορόντα. εἰσπηδήσαντα. ὅταν ἴδωσιν αὐτὸν εἰσθορόντα τοῖς πολεμίοις. Εἶσι. πορεύεται. | |
15 | [Εἴσκω. εἰκάζω.] Εἰσκριθείς. ἀντὶ τοῦ εἰσελθών. ὁ δὲ εἰς τὸ ἄν‐ τρον εἰσκριθείς. Εἰσκυκλεῖ. εἰσφέρει. ἐπισυνάπτει καὶ ἐπικυκλοῖ. καὶ εἰσκυκλεῖσθαι ἀντὶ τοῦ κυκλοειδῶς τρίβε‐ | |
20 | σθαι. καὶ εἰσεκύκληκεν ἀντὶ τοῦ εἰσήνεγκεν, εἰσήγαγεν. εἰσεκύκληκε δαίμων εἰς τὴν οἰκίαν. Εἰσόμενον. μαθόντα. τί πράττουσιν οἱ πολέμιοι | |
καὶ τί διανοοῦνται, εἰσόμενον. | ||
epsilon649 | Εἰσορόων. βλέπων. Εἰσπεπαίκασιν. εἰσπεπηδήκασιν. Εἰστρυπᾷν. τὸ παρεισέρχεσθαι. Εἱστήκειμεν. ἀντὶ τοῦ ἑστηκότες ἦμεν. καὶ εἱστή‐ | |
5 | κεισαν. Εἱστία. ἐκάλει, εὐώχει. ὁ δὲ εἱστία τὸν στρα‐ τὸν ἡμερῶν ἓξ εἰς πανθοινίαν. Εἰσφρήσασθαι. εἰσδέξασθαι. καὶ εἰσφρήσειν. [καὶ εἰσφρήσωσι.] | |
10 | [Εἰσφρήσας. εἰσελθών.] *Εἰσέφρησεν. εἰσῆλθεν.* Εἰσφρησθέντα. ἐκδιωχθέντα. οἱ δὲ χαρᾶς ὑπε‐ πλήσθησαν τῷ μὴ ἐκσφρηθῆναι ὑπὸ θεοῦ αὐτόν. Εἰσωχέτευσαν. ἔνδον μετέφερον. | |
15 | Εἴτω. πορευέτω, συγχωρείτω. καὶ εἴτῳ ἀντὶ τοῦ ἐάν τινι. Εἵατο. ἐκάθητο. *Εἴκαθεν. ὑπετάττετο.* | |
19t | (Ἐπίῤῥημα.) | |
20 | Εἰρηναίως. φιλικῶς. ἦσαν γὰρ εἰρηναίως ἐσταλ‐ μένοι, ἄνευ δορυφόρων ἄγοντες τὴν ἱερουργίαν. Εἰς ὅτε δή. ἕως ἄν. Εἰ. σύνδεσμος. ὡς τὸ, εἴ σφιν εἰς ἑαυτούς. Εἰδημονικῶς. ἐμπείρως. | |
25 | Εἴδ’ ἄγε νῦν. διὸ δή. Εἴθαρ. ἀντὶ τοῦ εὐθέως. ἀπὸ τοῦ εὐθὺς εὔ‐ θαρ καὶ εἴθαρ. Εἰκαίως. ἀντὶ τοῦ μάτην. καὶ εἰκῆ. παρὰ τὸ εἴκω | |
γέγονεν. | ||
epsilon650 | Εἰκότως. πρεπόντως. καὶ εἰκὸς τὸ πρέπον, τὸ ἀκόλουθον, τὸ εὔλογον. λαμβάνεται δὲ [καὶ] ἀντὶ τοῦ τάχα. ἔστι δὲ μετοχὴ οὐδετέρου. ἀπὸ τοῦ εἴκω εἰκὼς καὶ τὸ οὐδέτερον εἰκός. καὶ ἐχώ‐ | |
5 | ρησεν εἰς ἐπίῤῥημα. [σύντονον.] Εἰλαδόν. κατὰ συστροφήν. καὶ εἰληδόν. Εἰνάνυχες. ἐπὶ ἐννέα νύκτας. Εἵνεκα. ἀντὶ τοῦ χάριν. πόθεν τὴν ἐπέκτασιν ἔχει; ἰστέον, ὅτι ἔκτασις μὲν ἡ ἐν φωνήεσι γι‐ | |
10 | νομένη· ἐπέκτασις δὲ ἡ ἐν στοιχείοις. τὴν δὲ ἐπέκτασιν εἰώθασι λέγειν τὴν κατὰ τὸ τέλος· τοιόσδε· τοσόσδε. ἔκτασις· ἕνεκα, εἵνεκα. Εἰ μή τι. ἀντὶ τοῦ πλήν. οὕτως Πλάτων ἐν τῷ Ἀλκιβιάδῃ ἐχρήσατο· εἰ μή τις σου ἐραστὴς | |
15 | ἐντυγχάνει. Εἴσω καὶ ἔσωθεν. ἀπὸ τῆς ἐξ προθέσεως γίνεται ἔξω, καὶ ἀπὸ τῆς πρὸ πρόσω· οὕτω καὶ ἀπὸ τῆς εἰς εἴσω. Εἶτα. μετὰ ταῦτα. ὥσπερ ἀπὸ τοῦ δὴ δῆτα, οὕτω | |
20 | καὶ ἀπὸ τοῦ ει εἶτα. Εἰρηκώς. εἰπών. | |
22t | Τὸ Ε μετὰ τοῦ Κ. | |
23t | (Ἀρσενικόν.) | |
24 | Ἑκατοστιαῖος τόκος. ὁ τοκιζόμενος εἰς δώδεκα | |
25 | νομίσματα τὰ ἑκατὸν [νομίσματα.] Ἑκάεργος. τοξότης, ἢ ὁ ἕκαθεν ἔργων, ὅ ἐστι μαχόμενος, ἢ ὁ ἑκατέρωθεν εἴργων καὶ κωλύων | |
τοὺς πολεμίους. οἷον· | ||
epsilon651 | —ἑκάεργος Ἀπόλλων. ἔργον γὰρ τὴν μάχην οἶδεν Ὅμηρος καλεῖν. ἢ ὁ πόῤῥωθεν ἐργαζόμενος. Ἕκαστος. παρὰ τὸ ἕκατος. ὁ μὴ πέλων ἐγγὺς, | |
5 | οἷον κεχωρισμένος καὶ μὴ συλλήβδην ὢν πρὸς ἕτερον. ἐπιμερίζοντες τὸ πλῆθος φασὶν ἑκάτε‐ ρος ἕκαστος. Ἕκατος. ὁ ἥλιος. ἐκ τοῦ ἑκὰς, ἕκατος. εὖ εἰδὼς ἀγόρευε θεοπροπίας Ἑκάτοιο. | |
10 | Ἑκατηβόλος καὶ ἑκατηβελέτης. ὁ τοξότης. [Ἀπόλλωνος,] ἑκατηβελέταο ἄνακτος. [τοῦ μακρόθεν βάλλοντος καὶ ἐπιτυγχάνοντος. παρὰ τὸ ἑκὰς καὶ τὸ βέλος γίνεται ἑκαβελέτης, καὶ πλεονασμῷ τῆς τη ἑκατηβελέτης, ὡς ἔτυ‐ | |
15 | μος ἐτήτυμος. ὁ ἕκαθεν βάλλων τοξότης.] Ἐκ καταλόγου. τῶν εἰς στρατιώτας τελούντων. Ἐκβιβαστής. δοκιμαστής. Ἐκ γειτόνων. ἀντὶ τοῦ γειτνιῶσαν. ἐκ γειτόνων τῆς μεγαλοφροσύνης παροικοῦσαν τὴν ἀλαζο‐ | |
20 | νείαν ἐκφεύγει. Ἔκδημος. ὁ ἀπόδημος. Ἔκδηλος. ὁ φανερός. [Ἔκδικος. ὁ τὴν ἀλήθειαν ἐκδικῶν. ἔκδικος καὶ ὁ ἔξω τοῦ δικαίου.] | |
25 | Ἐκ δυοῖν. ἐκ δύο. Ἐκ γενετῆς. ἐκ τῆς γεννήσεως. [Ἐκεῖνος. παρὰ τὸ ἑκὰς ἐπίῤῥημα, ὃ σημαίνει τὸ πόῤῥωθεν. τὴν γὰρ πόῤῥω δεῖξιν σημαίνει. καὶ οἱ Δωριεῖς κῆνος αὐτὴν φασὶ καὶ τῆνος, ἀν‐ | |
30 | τιδιαστέλλοντες αὐτὴν ἐπὶ τῆς πλησίον δείξεως. | |
epsilon652 | εὑρίσκεται μέντοι, φησὶν Ἀπολλώνιος, καὶ τὴν τῆνος ἐπὶ τῆς πόῤῥω δείξεως.] Ἑκηβόλος. ὁ Ἀπόλλων. ἀπὸ τοῦ βάλλειν ἑκὰς καὶ μακρόθεν. | |
5 | Ἐκκήρυκτος. ὁ ἀπόβλητος. Ἕκηλος. ὁ ἥσυχος. παρὰ τὸ ἑκὰς ἕκαλος καὶ ἕκηλος. παρὰ οὖν τὸ ἕκηλος γίνεται εὔκηλος. ἢ παρὰ τὸ εἴκω τὸ ὑποχωρῶ, [ἡσυχάζει γὰρ ὁ ὑποχωρῶν.] ἢ παρὰ τὸ ἀκὴν ἄκηλος καὶ ἕκη‐ | |
10 | λος, ἵν’ ᾖ ὁ ἥσυχος. ἢ παρὰ τὸ ἑκὼν ἕκηλος. Ἐκλογεῖς. οἱ ἐκλέγοντες. Ἐκνεφίας. ἄνεμος οὕτω καλούμενος, ὃς λίαν σφοδρῶς πνέει. παρὰ τὸν γνόφον. οἱονεὶ ὁ νέφη συνάγων καὶ ἐξ αὐτῶν κινούμενος. †ὁ ἄνωθεν | |
15 | κατιὼν καὶ ἕτερος ὢν παρὰ τοὺς ιβ, ὥσπερ καὶ ὁ τυφών. οὗτοι δέ εἰσι βλαπτικώτατοι λίαν, οἷον κεραύνιοι ὄντες.† Ἔκπαγλος καὶ ἔκπλαγος. ὁ καταπληκτικός. παρὰ τὸ πέλαγος· φοβερὸν γὰρ τοῖς πλέουσιν· | |
20 | ἐκπέλαγος, καὶ κατὰ συγκοπὴν ἔκπλαγος καὶ ἔκπαγλος. Ἐκποίητος. ἀποκηρύκτου διαφέρει, ὅτι ὁ ἀπο‐ κήρυκτος ἐπὶ κολάσει ἐκβάλλεται, ὁ δὲ ἐκποίη‐ τος ὑπὸ τοῦ φύσει πατρὸς δίδοται εἰς ἕτερον οἶ‐ | |
25 | κον πρὸς θέσιν. Ἔκπτωτος. ὥσπερ λέγεται ἔκβιος ὁ ἐστερημένος τοῦ βίου, καὶ ἐξούσιος ὁ ἐστερημένος τῆς οὐσίας, οὕτως καὶ ἔκπτωτος ὁ ἐστερημένος τῆς πτώσεως. Ἐκπλαγεῖς. ἐκπλήξεως ἔμπλεοι. ἐκπλαγεῖς δὲ | |
30 | γενόμενοι οἱ Λίβυες διὰ τὸ παράδοξον. | |
Ἐκ ποδὸς εἵπετο κατόπιν. ἀντὶ τοῦ σύνεγγυς. | ||
epsilon653 | Ἐκ πολλοῦ. ἐκ παλαιῶν τῶν χρόνων. Ἔκσπονδος. ὁ τὰς σπονδὰς καὶ τοὺς ὅρκους πα‐ ραβαίνων καὶ μὴ φυλάττων. ὁ τοίνυν τοὺς ὅρ‐ κους ἐκσπόνδους ποιήσας. | |
5 | Ἐκ συγκειμένου. προϋπηργμένου, προγεγυμνα‐ σμένου. τότε δὲ εἰς τάξιν τινὰ [ὥσπερ] ἐκ συγκειμένου κατέστησαν. Ἑκταῖος. ὁ ἕκτος. [Ἐκτεύς. μέτρον ἐστὶν, ὁ ταυτόν ἐστι τῷ χοίνικι. | |
10 | οἶσθ’ οὖν ἀπολωλεκυῖα πυρῶν ἐκτέα—. τουτέστι τριώβολον.] Ἐκτῆνες. οὕτως ὠνομάζοντο οἱ Βοιωτοί. Ἔκτιμος καὶ ἐκτίμους. ἔξω καὶ ἐκτὸς τιμῆς. ἐκτίμους ἔχουσα πτέρυγας | |
15 | ὀξυτόνων γόων. Ἐκτομίας. ὁ εὐνοῦχος. [Ἐκ τοῖο. ἐκ τούτου.] [Ἐκτόπιος. ἀπὸ ξένου τόπου. ἐκτόπιος συθείς | |
20 | ὅ ἐστιν ὁρμήσας.] Ἐκτοπισμός. ἡ πόῤῥω διαγωγή. οἱ δὲ φοβούμε‐ νοι τὸν εἰς Ἰταλίαν ἐκτοπισμὸν ἐν ταῖς ὁδοι‐ πορίαις διεδίδρασκον. Ἐκτιναγμός. ὅταν ἀναῤῥιπτῆται μετὰ κινήμα‐ | |
25 | τος ἡ γῆ. Ἐκ τῶν παρόντων. ἐκ τῶν φθασάντων. νικώ‐ μενοι οὖν ἐκ τῶν παρόντων ἄκος αἰτοῦσι παρὰ | |
τοῦ θεοῦ. | ||
epsilon654 | Ἐκτραορδιναρίους. Ῥωμαϊκὴ ἡ λέξις. δηλοῖ δὲ τοὺς ἐπιλέκτους. Ἑκυρός. ὁ πενθερός. [παρὰ τὸ εἰς αὐτὸν τὴν νύμφην ἄγειν ἢ τὴν κόρην. ἢ παρὰ τὸ δέχω, | |
5 | δεχυρὸς, καὶ ἀποβολῇ τοῦ δ καὶ τροπῇ τοῦ χ εἰς κ ἑκυρός. ἢ παρὰ τὸ κύρω, τὸ ἐπιτυγχά‐ νω, κυρὸς καὶ πλεονασμῷ τοῦ ε ἑκυρός.] Ἔκφορος. παράφορος, μαινόμενος. αἰσθάνομαι γινόμενος ὑπὸ τοῦ πάθους ἔκφορος. | |
10 | Ἔκφρων. ἐξεστηκὼς, παραπαίων, ἔξω φρενῶν. ὁ δὲ ὑπὸ μέθης ἔκφρων γενόμενος. Ἔκφυλος. ξένος, παρηλλαγμένος, ἀήθης, ἀλλό‐ φυλος. ὀθνεῖος καὶ πάντη ἔκφυλος. Ἔκκοπος. κατάκοπος. ὁ δὲ διανύσας σταδίους τε‐ | |
15 | τρακοσίους καὶ γενόμενος ἔκκοπος ἐπέμεινεν. Ἐκπαθεῖς. ὑγιεῖς, ἐκτὸς πάθους. ἵνα μὴ ὦσιν ἔκδιψοι, ἀλλ’ ἐκπαθεῖς καὶ κεκαινοποιημένοι. Ἐκ παραλλήλου. ἐξ ὁμοίου. Ἐκνόμοις. παρανόμοις. | |
20 | Ἑκτέον. κρατητέον. [Ἐκ τιτύμνων. ἐκ μικρᾶς ἡλικίας.] Ἐκφάντορες. κυρίως οἱ τῶν μυστηρίων τὰ ἄῤ‐ ῥητα συμβολικῶς ἀναφαίνοντες. | |
24t | (Θηλυκόν.) | |
25 | Ἑκάβη. κύριον ὄνομα. ἡ ἕκαθεν βεβηκυῖα. ὁ γὰρ πατὴρ Δύμας Φρὺξ Πριάμῳ εἰς Ἴλιον ἐξέ‐ δοτο. ὅθεν Πρίαμος Φρυξὶ σύμμαχος· | |
ἤδη καὶ Φρυγίην εἰσήλυθα. | ||
epsilon655 | Ἑκατόμβη. θυσία γινομένη ἐξ ἑκατὸν βοῶν. Ἐκ καταλήψεων. ἐξ ἐφευρέσεων. *Ἐκ γειτόνων. ἀντὶ τοῦ γειτνιῶσαν. ἐκ γειτό‐ νων τῆς μεγαλοφροσύνης παροικοῦσαν τὴν ἀλα‐ | |
5 | ζονείαν ἐκφεύγει.* Ἔκδοσις. τὸ ναυτικὸν δάνεισμα, οἱονεὶ ἔξω δόσις. οὕτω καὶ Δημοσθένης. Ἐκδιαίτησις. τρυφή. ὁ δὲ τρυφαῖς μαλακαῖς καὶ ἐκδιαιτήσεσι διαλυθεὶς ἐπανῄει. | |
10 | Ἔκδεια. ἡ κεχρεωστημένη λοιπὰς καὶ ἡ ἑκού‐ σιος στέρησις τῶν χρημάτων. ἔνδεια δὲ ἡ ἀκού‐ σιος. Ἐκδοχή. ἀναμονή. Ἐκεχειρία. ἄνεσις, ἀνοχὴ πολέμου. παρὰ τὸ | |
15 | ἔχω καὶ ἀπέχω γίνεται ἐχεχειρία, καὶ τροπῇ τοῦ χ εἰς κ ἐκεχειρία. Ἔκζεσις. ἡ ἔκβρασις. Ἐκκήρυκτον. ἀπόβλητον. ἐκκήρυκτον ταύτην ἐποίησαν. καὶ ἐξεκήρυξαν ἀντὶ τοῦ ἀπεσκορά‐ | |
20 | κισαν. Ἐκθυμία. προθυμία. Ἔκθεσμον. παράνομον. ἔκθεσμον ἁμαρτίαν πε‐ | |
ποιήκεσαν. | ||
epsilon656 | Ἐκλειπία. ἡ συγχώρησις. ἄδικον ἡγεῖτο τὴν ἐκλειπίαν. Ἐκλιμίαν. τὴν ἀχορτασίαν. Ἐκλογιστίαν. ἀρίθμησιν. καὶ ἐκλογιζόμενος | |
5 | τὸν στρατόν—. Ἔκκλητος. ἣν ἂν ἐκκαλῇ τὶς εἰς τὸ κριθῆναι, δηλονότι τὴν πρώτην οὐ στέργων κρίσιν, ὡς πρὸς ἔχθραν κρινάσης ἢ πρὸς χάριν. ἐξῆν δὲ τοῖς μὲν ξένοις ἐκκαλεῖσθαι, τοῖς δὲ πολίταις | |
10 | οὐκέτι. Ἐκκλησίαν. συναγωγὴν ὄχλου. ἐκκλησία δ’ οὐχὶ διὰ πλοῦτον γίνεται, ἐκκλησιάζομεν γὰρ ἢ τὶ τῶν ἰδίων σῶσαι βουλόμενοι. καλεῖ δὲ καὶ ὁ Χριστὸς σῶμα ἑαυτοῦ τὴν ἐκκλησίαν, καὶ διὰ | |
15 | ταύτης ἱερατεύει ὡς ἄνθρωπος· δέχεται δὲ τὰ προσφερόμενα ὡς θεός. Ἐκκλήσεις. αἱ ἐκκαλήσεις. πρόδηλος γὰρ ἐγένε‐ το φυγὴ καὶ τῶν ὑπεναντίων ἐκκλήσεις πρὸς ἐπίθεσιν. | |
20 | Ἐκμαρτυρία. διαφέρει τῆς μαρτυρίας. ὅτι ἡ μὲν τῶν παρόντων ἐστὶν, ἡ δὲ [ἐκμαρτυρία] τῶν ἀπόντων. Ἐκ μεταβολῆς. ἤτοι ἐκ μεταμελείας. οἱ δὲ | |
μετὰ ταῦτα ἐκ μεταβολῆς ὡς ἐπ’ Ὀλυμπίας. | ||
epsilon657 | Ἐκκομιδή. ἡ ἐκφορά. Ἑκουσιότης. νοὸς *αὐτεξουσιότης καὶ* αὐτοκι‐ νησία πρὸς τὸ αἱρετόν. Ἐκ περινοίας. ἐξ ἐπινοίας. | |
5 | Ἔκπληξις. *ἀσυνεσία καὶ* φόβος ἐξ ἀσυνή‐ θους φαντασίας. Ἐκπνοή. ἔξοδος πνεύματος ὑπὸ συστολῆς πνεύμο‐ νος διὰ ψύξιν τοῦ ἐν ἡμῖν θερμοῦ. Ἐκπλαγοῦς καὶ ἐκπαγλοῦς. ἐκπληκτικῆς, | |
10 | θαυμαστικῆς. Ἐκ περιουσίας. ἐκ περιττοῦ. ἐκ περιουσίας λέγει. Ἐκ περιτροπῆς. ἐξ ἀποστροφῆς· ἐκ νίκης. Ἐκ προσαγωγῆς. ἀντὶ τοῦ πρὸς ἀνάγκην καὶ | |
15 | οὐκ ἐκ φύσεως οὐδὲ ἁπλοϊκῶς. Ἔκρηξις. ἡ κραυγή. Ἔκστασις. φρενῶν ἀποβολὴ, καὶ ὁ θαυμασμὸς καὶ ἡ ἀλλοίωσις. ἔστι δὲ καὶ ἁμαρτία. Δα‐ βίδ· ἐγὼ δὲ εἶπα ἐν τῇ ἐκστάσει μου. | |
20 | Ἔκτοπος. παρηλλαγμένη, ἀφόρητος. τοῖς δὲ Κέλτοις παρέστη ἔκτοπος ἡλίκη πρὸς τὸ πα‐ | |
ράδοξον ὀργή. | ||
epsilon658 | Ἐκ τῆς ὀσφύος. ἐκ τοῦ σπέρματος. Ἑκυρά. ἡ πενθερά. Ἐκφανεστάτας. πάνυ λαμπράς. [ἐκφανεστά‐ τας ἔχει τὰς ἀρχὰς ἢ τὰς χαράς.] | |
5 | Ἐκφαντορία. δήλωσις, θεολογία. Ἔκφανσις. φανέρωσις. Ἐκφορά. ἡ ταφή. ἀπὸ τοῦ φέρεσθαι ἐπὶ τὸ μνημεῖον. Ἐκ φύσεως. ἀπὸ [γεννήσεως καὶ] οἰκείας γνώ‐ | |
10 | μης. Ἔκφυσιν. βλάστησιν, γονήν. Ἐκ φθορᾶς. ἐκ θανάτου. Ἔκφρασις. ἐπιθυμία, δήλωσις. Ἐκ χειρὸς βοηθεῖν τοῖς πράγμασιν. ἀντὶ | |
15 | τοῦ μετὰ πάσης ἐπιμελείας. Ἑκάτη. ὄνομα θεᾶς. οἱονεὶ ἑκάστη τὶς οὖσα καὶ εἰς ἕκαστα παραλαμβανομένη καὶ πανταχοῦ βοηθοῦσα. [Ἑκατόμβη. ἡ γινομένη θυσία διὰ βοῶν ἑκα‐ | |
20 | τόν. τὸ δὲ ἑκατὸν παρὰ τὸ ἔχω, ἐχατὸν καὶ ἑκατὸν, ἢ παρὰ τὸ ἥκειν καὶ φέρειν δέκατον | |
ἀριθμόν.] | ||
epsilon659 | Ἐκκοπήν. τὴν τυχοῦσαν ἀναβολήν. καὶ ὁ Ἀπό‐ στολος· ἵνα μὴ ἐκκοπήν τινα δῶμεν τῷ εὐαγ‐ γελίῳ τοῦ Χριστοῦ. εὐαγγέλιον δὲ τὸ κήρυγμα λέγει. | |
5 | Ἔκβασιν. τὴν πλήρωσιν. τὴν παῦσιν. ἀλλὰ ποιή‐ σει σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν. | |
7t | (Οὐδέτερον.) | |
8 | Ἐκδεές. ἀτελὲς, ἐλλιπές. Ἐκ διαμέτρου. τὰ πλεῖστον ἀλλήλων διεστηκότα | |
10 | ἢ τὰ ἄκρα καὶ μείζονα διαστήματα, οἷον ὅταν ὁ ἥλιος ἐν τῷ ἀνατολικῷ ὁρίζοντι ὑπάρχῃ καὶ ἡ σελήνη ἐν τῷ δυτικῷ. Ἔκδικον. ἐπὶ δικαίου καὶ ἀδίκου λέγεται. Ἔκδοτον. προδεδομένον. | |
15 | Ἐκδοχεῖον. τὸ ταμιεῖον. γράφεται καὶ ταμεῖον. Ἔκθετα. ἐκριπτούμενα. ἔκθετα βρέφη. Ἐκμαγεῖον. σφραγὶς, ἐκτύπωμα. ἐκ τοῦ μάσσω γίνεται μάγος ὁ ἀπομασσόμενος πάντα τὰ τοῦ μάγους δεκτικά. μαγεῖον καὶ ἐκμαγεῖον, ὡς | |
20 | διδάσκαλος διδασκαλεῖον, καὶ πάσσαλος πασ‐ σαλεῖον, καὶ ἰατρὸς ἰατρεῖον. Ἐκμαρτυρίῳ. διαμαρτυρίῳ. οὐκ ὤκνησαν καὶ δευ‐ τέρῳ διαμαρτυρίῳ χρήσασθαι. Ἐκμελές. ἠμελημένον. ὁ δὴ βῶνος οὐκ ἐς τὸ | |
25 | ἐκμελὲς οὐδὲ ἐς τὸ ῥαθυμώτερον ἐτράπη ὁ | |
νοῦς αὐτοῦ. | ||
epsilon660 | Ἐκπρεπές. λίαν ὡραῖον. [Ἐκ παραλλήλου. ἐξ ἰσότητος, ἐξ ὁμοίου.] Ἔκπυστον. φανερόν. καὶ εἰς πολλοὺς ἐξάκουστον. Ἔκπωμα. ποτήριον, φιάλη. | |
5 | Ἔκπλεα. πλήρη. ἐσθῆτας δὲ καὶ τὰ ἐπιτήδεια ἔκπλεα παρεῖχεν. Ἔκπλυτον. ἐξίτηλον, ἀσθενές. Ἐκ λεχέων. ἐκ τῶν κοιτῶν. Ἐκλογεῖον. ἡ ἐκλογάς. | |
10 | Ἔκνοον. ἀνόητον. μωρόν. Ἑκούσια. τὰ ἀφ’ ἡμῶν γινόμενα, μηδενὸς ἔξω‐ θεν ἀναγκάζοντος. Ἔκκριτον. τὸ ἐκλελεγμένον. Ἐκρήγματα. τὰ ἐκ τῶν χειμάῤῥων γινόμενα | |
15 | ἐν τοῖς πεδίοις κοιλώματα. [Ἐκ συγκειμένου. προϋπηργμένου. προγεγυμνα‐ σμένου. τότε δὲ καὶ εἰς τάξιν τινὰ ὥσπερ ἐκ συγκειμένου κατέστησαν, καὶ ἐν κόσμῳ τὸν ἀγῶνα ἐποίησαν.] | |
20 | [Ἐκσφράγισμα. τὸ ἐκτύπωμα.] Ἐκτύπωμα. ὁμοίωμα. Ἐκτενές. ἐπιμελές. ἔργον δ’ ἦν αὐτῷ ἐκτενές. Ἔκτρωμα. ἀποβολὴ γυναικός. Ἐκ τοὔμπαλιν. ἐκ τοῦ ἐναντίου. | |
25 | Ἐκ τιμημάτων. τέσσαρα Ἀθήνῃσι τιμήματα ὑπὸ Σόλωνος γέγονε· πεντακοσιομεδίμνων, ἱπ‐ | |
πέων, ζευγιτῶν καὶ θητῶν. | ||
epsilon661 | Ἐκ τιτυμνῶν. ἐκ μικρᾶς ἡλικίας. Ἔκτοπα. ξένα. Ἐκτόπια. τὰ κεχωρισμένα. ἐκτόπια πολισμά‐ τια τῶν γραφομένων καὶ παραγγελλομένων. | |
5 | Ἐκ τοῦ παραχρῆμα. ἐκ τοῦ αὐτομάτου. Ἐκτυπώτερον. φανερώτερον. Ἔκφυλα. ξένα, ἀλλότρια. [ἀλλόφυλα.] Ἑκκαιδεκάδωρα. παλαιστῶν ἑκκαίδεκα. δῶρον γὰρ ἡ παλαιστή. | |
10 | Ἔκτρωμα. ἢ ὡς ἐξάμβλωμα. καὶ ἀμβλωθρίδιον. ὁ ἐν πᾶσι τέλειος Παῦλος ὡς ἀτελῆ ἐν ἀπο‐ στόλοις καὶ μὴ μορφούμενον τῇ κατὰ Χριστὸν πίστει ἀπ’ ἀρχῆς, ἔκτρωμα φησὶν ἑαυτόν· ὡς περιττῷ ἐκτρώματι ὤφθη κᾀμοί. | |
15 | Ἔκφυμα. ἐξάνθημα. | |
16t | (Ῥῆμα.) | |
17 | Ἐκκακῶ. ἀπειροκακῶ. πλειστάκις τοῦτο ποιῶ. Ἐκκαλεῖται. προσκαλεῖται. βουλόμενοι ἐκκα‐ | |
λεῖσθαι τὴν ὁρμὴν αὐτοῦ. | ||
epsilon662 | Ἐκκαλούμενοι. προσκαλούμενοι, ἢ προθυμοποιού‐ μενοι. εἴτε τὴν καθ’ αὑτῶν ἐκκαλούμενοι δια‐ βολήν. *Ἐκάθιζε καὶ καθίει. ἐπεχείρει, ἐνέβαλεν, | |
5 | ἔπεμπεν.* [Ἐκάπυσεν. ἐκ τοῦ κάπω, τὸ πνέω, ἀφ’ οὗ καπύω, καπύσω. ὡς ἀφύω, ἀφύσω. οἶνον δὲ φθινύουσιν ἐξαφύοντες.] Ἐκκαρπωσάμενοι. προσόδους μεγάλας λαβόν‐ | |
10 | τες. Ἐκκαλέσασθαι. παραθῆξαι. παρορμῆσαι. Ἐκαπήλευσεν. ἐδόλωσεν. Ἐκαρπώσαντο. μετειλήφασιν. οἱ ἡττηθέντες φυγῇ ἐκαρπώσαντο [τὸ εἶναι.] | |
15 | Ἐκκαυλίζων. ἀποκλῶν, ἀποσπῶν. ἐκ μεταφο‐ ρᾶς τῶν τοὺς καυλοὺς τῶν λαχάνων ἀνασπών‐ των. Ἐκαλαμήσαντο. ἀπεθέρισαν. | |
Ἐκάκωσαν. ἠρέμωσαν. | ||
epsilon663 | Ἐκαραδόκει. προσεδόκει. ἐκαρτέρει. ἀπε‐ σκόπει. Ἐκβρασθέν. ἐκριφέν. λέγεται δὲ ἐπὶ τῶν ἐκ τῆς θαλάσσης ἐκριπτουμένων. | |
5 | Ἐκβεβόλισται. ἐξορώρυκται. Ἐκβιβάσας. ἐξαγαγών. Ἐκβακχευθείς. ἐκμανείς. Ἐκβληθήτωσαν. διωχθήτωσαν. Ἐκγαμηθῆναι. ὅταν εἰς ἕτερον γένος ἐκδοθῇ | |
10 | παρθένος οἱονεὶ τοῖς μὴ προσήκουσι, τοῦτο ἐκ‐ γαμεῖσθαι λέγεται. [Ἐκγεγάμεν. Ὅμηρος· εὔχεται ἐκγεγάμεν— ἀπὸ τοῦ γεγενῆσθαι. ἀπὸ τοῦ γῶ, γήσω, γέ‐ | |
15 | γημι ἀπαρέμφατον γεγάναι, καὶ δωρικῶς γεγά‐ μεν, ὡς τιθέναι, τιθέμεν.] Ἐκδικάσασθαι. ἀνάδικον ἐκπρᾶξαι διὰ τὸ δι‐ κάσασθαι. Ἔκδεξαι. ἀντὶ τοῦ ἀληθεύων οὐ ψεύδομαι. πί‐ | |
20 | στευσον ὑποσχομένῳ τῷ δούλῳ σου. αὐτὸς ἐγ‐ | |
epsilon664 | γυητὴς γένου τῆς ἐμῆς ὑποσχέσεως. ἔκδεξαι τὸν δοῦλόν σου εἰς ἀγαθόν. Ἐκδέξασθαι. οὐκ ἐπὶ τοῦ ἀναμεῖναι, ἀλλ’ ἐπὶ τοῦ ἀναδέξασθαι καὶ ἀναλαβεῖν. | |
5 | Ἐκδέχεσθαι. ἀπείργειν, κωλύειν. γέῤῥα τὲ παρατεταγμένα ἦν εἰς τὸ ἐκδέχεσθαι τὰ τῶν βαρβάρων τοξεύματα. Ἐκδέχῃ. νοεῖς, ὑπολαμβάνεις. οὐκ ὀρθῶς, ὦ στρατηγὲ, τοὺς ἡμετέρους ἐκδέχῃ λόγους. | |
10 | Ἐκδιαιτηθῆναι. διαπραθῆναι. Ἐκδιῄτησε. κακῶς διῴκησε. κακῶς οἰκονόμησεν. Ἐκδειματοῦνται. ἐκφοβοῦνται. Ἐκδημεῖν. ἀποδημεῖν. εἰς ὅνπερ τόπον οὐκ ἦν πρότερον. | |
15 | Ἐκεύθαινον. ἔκρυπτον. Ἐκερουτίας. τὴν κεφαλὴν ἀνέτεινες δίκην τῶν κερατοφορούντων ζώων. δηλοῖ δὲ καὶ τὸ γαυ‐ ριᾷν. ὡς ἔλαφος, φησὶν, ἠνάλλου τοῖς κέρα‐ | |
σιν· ἀνωρτάλιζες κᾀκερουτίας. | ||
epsilon665 | Ἐκκεκυμασμένους. ὑπὸ τῶν κυμάτων ἐκβρα‐ σθέντας. Ἐκεράϊζον. κατέτρεχον. ἐληΐζοντο. ἐπόρθουν. Ἐκκεχιλωμένην. ἐψευσμένην, ἢ κεχερσωμέ‐ | |
5 | νην· ὅτι ὁ χιλὸς ἐν χέρσῳ φύεται· τοῦτο δέ ἐστι χόρτος. δρῶ δὲ ταύτην ἐκκεχιλωμένην, οἷον ἐξημελημένην. [Ἐκκεκωφέαται. ἀπὸ τοῦ κωφῶ, κωφήσω, κε‐ κώφηκα, κεκώφημαι, κεκώφηται, καὶ Ἰακῶς | |
10 | κεκωφέαται καὶ ἐν συνθέσει ἐκκεκωφέαται. καὶ παραβλάπτεται.] [Ἐκέκλετο. ἀπὸ τοῦ κέλλω, ἐκέλλετο καὶ ἐκέ‐ κλετο. σημαίνει δὲ τὸ προσέταξεν.] Ἐκκεκόλαπται. ἐγγέγλυπται. | |
15 | Ἔκαινον. ἔκοπτον. Ἐκκαίομαί σου. ἐρῶ σου. Ἐκζωπυρῆσαι. ἀνάψαι. κυρίως δὲ τὸ ἐκ μικροῦ φυσῶντα μεγάλην φλόγα κινῆσαι. ἡ μεταφορὰ | |
ἀπὸ τῶν ἀνθράκων. | ||
epsilon666 | Ἔκῃαν. ἔκαυσαν. καὶ ἔκῃα ἀντὶ τοῦ ἔκαυ‐ σα καὶ ἔθυσα. ἐκ τοῦ καίω, καύσω, ἔκαυ‐ σα· ἀποβολῇ τοῦ ς καὶ ἐκτάσει τοῦ αυ εἰς η ἔκηα. | |
5 | Ἐκήκιεν. ἀνεφέρετο. Ἐκήλει. ἔθελγε. σὺν ἡδονῇ ἔτερπε. κηλῶ γὰρ τὸ ὑπ’ αὐλὸν ἥδομαι. οὕτω μὲν ὁ κατάρατος συνήθως τὸν ἄνθρωπον ἐκήλει. Ἐκηριώθην. ἐσκοτώθην. καὶ διὰ τὸ δέος κήρι‐ | |
10 | νος ἐγενόμην. Ἐκήδευσαν. κατ’ ἐπιγαμίαν συνήφθησαν. ση‐ μαίνει δὲ καὶ τὸ ἐνταφιάζειν. Ἐκθειάσαι. θαυμάσαι. Ἐκθηλύνειν. χαυνοῦν. | |
15 | Ἐκθορεῖν. ἐκδραμεῖν. Ἔκθορεν. ἐξεπήδησεν. Ἐκθρώσκειν. ἐκπηδᾷν. | |
[Ἐκθύσασθαι. ἐξιλεώσασθαι. ἐκμειλίξασθαι.] | ||
epsilon667 | Ἐκθεατρίζουσιν. ἐκπομπεύουσιν. ἐκφαυλίζουσιν. ἐξελέγχουσιν. ἐκθεατρίζουσι τὴν ἑαυτῶν ἀκρι‐ σίαν. Ἐκίσσησεν. ἐν γαστρὶ συνέλαβεν. | |
5 | Ἔκλαγξαν. ποιὸν ἦχον τὰ τόξα ἀπετέλεσαν. ἔστι ῥῆμα πεποιημένον κλάζω, ὁ μέλλων κλάγ‐ ξω, ὁ πρῶτος ἀόριστος ἔκλαγξα. Ὅμηρος· ἔκλαγξαν δ’ ἄρ’ ὀϊστοὶ— ὅ ἐστιν ἤχησαν. | |
10 | Ἐκλεγόμενος. προκρίνων. Ἐκλέγοντες. ἀπαιτοῦντες. Ἐκληδονίζετο. ἐμαντεύετο. Ἐκληπτέον. δεῖ λαμβάνειν. Ἐκλελάκτικεν. ἀποβέβληκεν, ἀπέφυγεν. | |
15 | Ἐκκλείουσι. κωλύουσι. [ἐπεὶ τὸν Φίλιππον] ἐκ‐ κλείουσιν οἱ καιροί. Ἐκκλησιάζων. εἰς ἐκκλησίαν συγκαλῶν. ἡνί‐ κα ἐκκλησιάζων ἐδίδου τὸ παράγγελμα. Ἐκκλητεύειν. τὸ εἰς κρίσιν ἄγειν. | |
20 | Ἐκκλητευθῆναι. τῶν ἐγκαταλιπόντων μαρτυρίαν τὰ ὀνόματα ἐν τῷ δικαστηρίῳ κηρύσσεται· ὅπερ | |
ἔλεγον ἐκκλητευθῆναι. | ||
epsilon668 | Ἐκκλήτευσεν. ἐγκάλεσεν. [Ἐκκλητικῶς. ἐκκαλούμενος.] Ἐκλογιζόμενος. ἀριθμῶν. καὶ ἀντὶ τοῦ διανοού‐ μενος. τὸ πλῆθος τοῦ στρατοῦ ἐκπείρως καὶ | |
5 | φρονίμως ἐκλογιζόμενος. Ἐκλώζετο. κλωσμὸν ἔλεγον τὸν γενόμενον ἐν τῷ στόματι ψόφον, ᾧ πρὸς τὰς ἐκβολὰς ἐχρῶν‐ το τῶν ἀκροαμάτων ὧν οὐχ’ ἡδέως ἤκουον. Ἐκμαγῆσαι. ἐκτυπῶσαι. | |
10 | Ἐκμαρτυρεῖν φασὶ τὸ λέγειν οὐχ’ ἅπερ αὐτὸς εἶδεν, ἀλλ’ ἅπερ ἑτέρων ἤκουσε λεγόντων. ἐκ‐ μαρτυρία δὲ γεγραμμένη ἀναγινώσκεται, ὅτάν τις ἢ τελευτήσας ἢ ᾖ ὑπερόριος. [Ἐκμηρυομένους. ἀναλεγομένους. δυσχερῶς ἐκ‐ | |
15 | μηρυομένους καὶ μακρῶς τὰς δυσχωρίας.] Ἐκμηρυσάμενος. ἐξελκύσας, ἐπεκτείνας. ἀπὸ μεταφορᾶς τῶν μηρυμάτων. ὁ δὲ ἐκμηρυσάμε‐ νος τὴν δύναμιν ἐκ τῶν δυσχωριῶν κατεστρατο‐ πέδευσεν. | |
20 | Ἐκμηχανώμενος. κατασκευάζων. Ἐκμυζήσας. ἐκπιέσας. ἐκθλίψας. | |
Ἐκμειλίσσω. καταπραΰνω. | ||
epsilon669 | Ἔκμολες. ἐξῆλθες. Ἐκληροδότησεν. ἐχαρίσατο κληροδοσίαν. Ἐκνάπτετο. ἐξύετο, ἐδαπανᾶτο. Ἐκνενέμηται. διαμεμέρισται. | |
5 | Ἐκνευρίσας. ἀδυνάτους καταστήσας. ἵνα πολλὴν δύναμιν τῆς Ῥώμης ἐκνευρίσῃ. †Ἔκνιξεν. ἔδακνεν. ἀπὸ τῆς πόας. Ἡρόδο‐ τος.† Ἔκνισεν. ἐκίνησεν, καθήψατο. ἔρως ἔκνιζε τῆς | |
10 | παιδός. Ἔκνυεν. ἔξυεν ἠρέμα. παρὰ τὸ κνᾷν. Ἀριστο‐ φάνης· οὗτος πόθῳ μ’ ἔκνυεν ἐλθὼν τὴν θύραν. [Ἐκκορηθῆναι. ἐκκαλλυνθῆναι. τὸ γὰρ κορεῖν | |
15 | καλλύνειν καὶ σαίρειν λέγεται παρὰ τοῖς Ἀτ‐ τικοῖς.] Ἐκκορυφώσω. δύναται μὲν ἀκούεσθαι ἀνακεφα‐ | |
λαιώσομαι, οἷον κορυφὴν ἐπιθήσω· δύναται δὲ | ||
epsilon670 | καὶ οὕτως. ἕτερόν σοι λόγον ἐκκορυφώσω, ἤτοι ἀπάρξομαι. ἐπεὶ ἡ κορυφὴ ἀρχὴ τίς ἐστι τοῦ σώματος. Ἐκορύνετο. ὑψοῦτο, ἐκορυφοῦτο. | |
5 | Ἐκολάφισαν. ἐβασάνισαν. ἢ τοῖς ὀφθαλμοῖς πανίον ἐπέθηκαν. οὕτως εὗρον ἐγὼ τοῦτο. Ἐκονδύλιζον. τοῖς δακτύλοις ἔκοπτον. Ἐκόπασεν. ἔπαυσεν. Ἐκολλόπωσεν. κόλλῃ συνήρμοσεν. ἀπὸ γὰρ τοῦ | |
10 | νωτιαίου κόλλοπος καὶ δέρματος ἑψομένου ἐγέ‐ νετο ἡ κόλλα τῶν βοῶν, ὅθεν καὶ ᾧ ἐπιτείνουσι τὰς χορδὰς, κόλλοψ λέγεται. [Ἐκόησεν. ἐνόησεν. Ἰακῶς, παρὰ Καλλιμάχῳ.] Ἐκκοκκίσας. ἐρημώσας. ἀπὸ μεταφορᾶς τῶν | |
15 | ῥοιῶν τῶν τοὺς κόκκους ἐκβαλλουσῶν. Ἀριστο‐ φάνης· Ὦ Ζεῦ— | |
Λήσεις σεαυτοῦ τὰς πόλεις ἐκκοκκίσας. | ||
epsilon671 | †Ἐκολάβησας. προσέκρουσας. παρὰ τὸ ἐπὶ κόλαις βαίνειν. κόλα δὲ ἡ γαστήρ. ἢ ἔθραυσας. ἀπὸ τοῦ κολλάβου, ὅ ἐστι ψωμός.† Ἐκολώα. ἐθορύβει. | |
5 | Ἐκκορακίζειν. ἀποδιώκειν. [Ἐκκορηθείης. παντελῶς ἀφανισθείης. Μέναν‐ δρος· ἐκκορηθείης σύ γε.] Ἐκορίζετο. ὑπεκορίζετο. εὐμορφωτέροις ἐχρῆτο | |
10 | λόγοις. ἢ ἐκολάκευεν. Ἀριστοφάνης· τοῦτον τὸν υἱὸν λαμβάνους’ ἐκορίζετο. Ἐκορωνία. ἐγαυρία. ἐκορωνία καὶ παρετρίβετο πρὸς τοὺς ἐπιφανεῖς ἄνδρας. Ἐκουρία. ἐδέετο κουρᾶς. | |
15 | Ἑκουσιάζομαι. προσφέρω. Ἐκκόψαντες. πηρώσαντες, τυφλώσαντες. ἐκκό‐ ψαντες αὐτοὺς τοὺς ὀφθαλμούς. Ἐκκόψαι. νικῆσαι. οὕτως Ἄλεξις. καὶ ἐπὶ τοῦ πηρῶσαι τὸν ὀφθαλμόν. καὶ ἐξεκόπη ἐπὶ τοῦ | |
20 | ἐπηρώθη. Ἐκπαγλούμενοι. ἐκπληττόμενοι, θαυμάζοντες. ἐν εἰρήνῃ ἔμενον ἐκπαγλούμενοι τὸν Ἡρακλέα. Ῥωμαίοις μὲν ἐκπαγλούμενος ὁ Πύῤῥος ταῦτα | |
φησίν. | ||
epsilon672 | [Ἐκπελευθῆναι. ἐκβληθῆναι.] Ἐκπερδικίσαι. διαδράναι πανούργως. ἀπὸ με‐ ταφορᾶς τῶν περδίκων· πανοῦργον γὰρ τὸ ζῶον καὶ διαδιδράσκει τοὺς θηρευτάς. | |
5 | Ἐκπέρσαι. πορθῆσαι. Ἐκπεσών. ῥηθεὶς, δοθείς. χρησμὸς δ’ ἐκπεσὼν παρὰ Εὐδοκίου τοῦ Θρᾳκός. Ἐκπεφυσημένον. φιλοτίμως διατεθειμένον. ὁρῶν δὲ τὸν Μάρκον ἐκπεφυσημένον. | |
10 | [Ἐκπήγνυσθαι. ἐκπλήττεσθαι.] [Ἐκπηνιεῖται. ἐξελκύσει. ἀπὸ τῶν τὴν κρόκα μηρυομένων πηνία. Ὅμηρος· πηνίον ἐξέλκουσα.] Ἐκπλεύσαντες. ἔξω γενόμενοι. οἱ δὲ ἐκπλεύ‐ | |
15 | σαντες τῶν φρενῶν. καὶ ἐκπλεύσειν ὁμοίως. Ἐκπλήσει. πληρώσει. Ἐκπλινθεύσας. ἀντὶ τοῦ ἀναλύσας, καὶ ἐξε‐ λὼν τὰς πλίνθους. οὕτως Ἰσαῖος. [Ἐκποκιῶ. τὰς τρίχας ἐκσπάσω. Ἀριστοφάνης· | |
20 | ἐκποκιῶ σου τὰς ποκάδας— ἐπὶ γυναικείων τριχῶν ὡς τὸ πολύ.] Ἐκπολεμῶσαι. ἀντὶ τοῦ εἰς πόλεμον καταστῆ‐ σαι. γράφεται καὶ ἐκπολεμῆσαι παρὰ Ξενο‐ | |
φῶντι. | ||
epsilon673 | Ἐκπεπολέμωται. ἐχθρωδῶς διάκειται. Ἐκπορίζομεν. ἐξευρίσκομεν. Ἐκπορίσας. συλλέξας. †Ἐκπορποῦσθαι. ἐκφιβλοῦσθαι.† | |
5 | Ἐκπρίου. ἐξαγόρασον, ἐλευθέρωσον. καὶ ἐκ‐ πρίασθαι. Ἐκπτήσονται. πετασθήσονται. Ἐκπολεμῆσαι. πορθῆσαι. [Ἐκκραγγανομένων. μετὰ κραυγῆς λεγομέ‐ | |
10 | νων.] Ἔκρεκεν. ἀντὶ τοῦ ἤχει. Ἐκρεμαννύμενοι. ἀντὶ τοῦ ἀπηρτημένοι. Θουκυ‐ δίδης· τῶν δὲ ξυσκήνων ἤδη ἐκρεμαννύμενοι. Ἐκκρίνειν. δοκιμάζειν. | |
15 | Ἐκρινόμεθα. πολὺν χρόνον διεφερόμεθα καὶ ἠμφισβητοῦμεν. Ἐκκρουόμενος. παρεκτείνων, παρατρέπων. ἀλ‐ λὰ καὶ τὸν καιρὸν τοῦτον τοῖς ἐναντίοις ἐκ‐ κρουόμενος. | |
20 | Ἐκρουσάμην. ἀπέῤῥιψα. | |
epsilon674 | Ἐκκρίνεται. ἐκρέει. λαμβάνεται δὲ καὶ ἐπὶ τῆς ἀνθρωπίνης ῥοώδους γονῆς, καὶ τῆς τῶν κτηνῶν. Ἐκριπισθέντες. ἐξαφθέντες. ῥιπίζειν γὰρ τὸ ὀπτᾷν. ἀπὸ τῶν ῥιπίδων. | |
5 | [Ἐκρέμω. παράγωγον ῥῆμα. ἐκ τοῦ κρεμῶ γί‐ νεται κρέμημι, ὡς ἱστῶ ἵστημι· εἶτα κρέμαμαι, ὡς ἵσταμαι· ἐκρεμάμην, ἐκρέμασο, ἐκρέματο. κρεμὰς γὰρ ἡ ἐνεστῶτος μετοχὴ, ὥσπερ ἱστάς. καὶ κατὰ ἀποβολὴν τοῦ ς Ἰωνικῶς ἐκρέμαο, | |
10 | καὶ κατὰ κρᾶσιν τῶν φωνηέντων ἐκρέμω. καὶ οὐκ ἔστιν ἐκ τοῦ κρεμῶ· ἦ γὰρ ἂν περισπᾶτο, ὡς ἐβοῶ, ἐγελῶ.] Ἐκσιφωνισθείη. ἐκκενωθείη, ἐκρυῇ, διασκορ‐ πισθείη. | |
15 | Ἔκστρεψον. μετάβαλε. ἀπὸ μεταφορᾶς τῶν ῥυ‐ πουμένων καὶ ἐκστρεφομένων ἱματίων. ἔκστρεψον ὡς τάχιστα τὸν σαυτοῦ τρόπον. Ἐκτεθνεῶτα. οἷον τὸν ἔσχατον ὄντα. Ἐκτετηκότες. δεδαμασμένοι, τεταριχευμένοι. | |
20 | Ἐκτετηκυῖα. ἀπεῤῥυηκυῖα. ἐκτετηκυῖα τὰς ὁρά‐ | |
σεις ὑπὸ τῶν δακρύων. | ||
epsilon675 | Ἐκτετοξεῦσθαι. ἐκκενῶσθαι. ἀνηλῶσθαι. ἀπὸ μεταφορᾶς τῶν ἐν τῇ τοξείᾳ ἀναλισκόντων τὰ βέλη. [Ἀριστοφάνης·] τὸν ἐμὸν ἤδη νομίζων ἐκτετοξεῦσθαι βίον. | |
5 | Ἐκτειχίσαι. τειχοποιῆσαι. ἐν ἐκικαίρῳ τῷ χω‐ ρίῳ ἐδόκει ἐκτειχίσαι τὴν πόλιν. Ἐκτετικότες. ἀποπληρώσαντες, ἀποδεδωκότες. ἐκ τοῦ τίω τὸ ἀνταποδίδωμι. Ἐκτιθέναι. ἀντὶ τοῦ εἰς βορὰν θηρίοις δοθῆναι | |
10 | ἢ καὶ ἄλλως εἰς διαφθορὰν παρατιθέναι ἐπ’ ἐρημίαν. ἐκτιθέναι τὰ βρέφη βορὰν τοῖς θηρσίν. Ἐκτιμᾶται. ἀντὶ τοῦ ἐπιτέταται, ηὔξηται κατὰ τιμήν. | |
15 | Ἐκτιννύων καὶ ἐκτίνων. ἀποδιδούς. τῇ μητρὶ †γῇ† τὸ χρέος ἐκτίνων. καὶ ἐκτίσαι καὶ ἐκ‐ τίσει. ὁ δὲ καθ’ ἡμᾶς βασιλεὺς ἐκτίσει μοι δίκας ἐνδέοντι. Ἔκτισε. κατέστησε, κατέταξεν. | |
20 | Ἐκτιλωμένοις. συνήθεσιν. ἐπεὶ ὁ κτίλος ὁ προηγούμενος τῆς ποίμνης κριὸς προβάτων συν‐ | |
ήθης ἐστὶ τῷ ποιμένι. ἡ λέξις ῥητορική. | ||
epsilon676 | Ἐκτίλλω. ἀνασπάσω, μετοικίσω. Ἐκτεθηλυμένοι. μαλακισθέντες. Ἐκτελείσθω. λειτουργείσθω. Ἐκτενῶ. κρεμάσω. | |
5 | Ἐκτολυπεύσας. ἐργασάμενος. ἡ μεταφορὰ ἀπὸ τῆς τολύπης τοῦ κατεργασαμένου ἐρίου. Ἐκτολυπεῦσαι. τὸ πληρῶσαι. Ἐκτοπίζω. πόῤῥω διάγω. τὸν πολιτισμὸν ἐκτο‐ πίζων ἐν ἀκαδημίᾳ διέτριβεν. | |
10 | Ἐκτοπίσαι. μακρὰν καταστῆσαι. [Ἐκτορμεῖν. τὸ ἐκ τοῦ καθήκοντος δρόμου πόῤῥω ἐκβαίνειν.] Ἐκτραχηλίζω καὶ ἐκτραχηλισθῶσιν. ἀντὶ τοῦ τοὺς τραχήλους συγκλασθῶσιν. ἱππασίας | |
15 | μετὰ θορύβου γινομένης πολλοὶ μὲν τῶν ἱπ‐ πέων ἐκτραχηλισθῶσιν. Ἐκτραχηλισθῆναι. ἐκπεσεῖν τῶν ἵππων, οἷον τὸν αὐχένα ἐπικάμψαντες ἀποσείονται τὸν ἐπι‐ βάτην. ἐκτραχηλισθῆναι λέγουσιν, οὐχὶ ἐκσφον‐ | |
20 | δυλισθῆναι. | |
Ἐκτρυπῆσαι. μετὰ βίας ἐξελθεῖν. | ||
epsilon677 | Ἐκτοιχωθείς. ἐκφθαρεὶς, ἐκπιεσθείς. Ἐκτριβήσῃ. ἐξαναλωθήσῃ. Ἐκτριβῆναι. ἀφανισθῆναι. Ἐκτρεπόμενος. ἀποστρεφόμενος. | |
5 | [Ἔκταν. οἷον· ἔκταν σὺν οὐλομένῃ ἀλόχῳ. ἀντὶ τοῦ ἔκτανεν. ἐὰν ἀναγνῷς ἔκταν, ἀττικὴ κλίσις ἐστὶν ἀπὸ τοῦ κτῆμι. ὁ δεύτερος ἀόρι‐ στος ἔκτην καὶ συστολῇ ἔκταν. ἐὰν δὲ κατέ‐ | |
10 | κταν, ἀπὸ τοῦ κατέκτανεν. οὕτως Ἡρωδιανός.] [Ἐκτῆσθαι. ἀπὸ τοῦ κεκτῆσθαι, ἀποβολῇ τοῦ κ.] Ἐκτυποῖ. ἐξομοιοῖ. Ἐκτυφῆναι. τὸ τύφειν ἐπὶ τοῦ κάπνου. τὸ οὖν | |
15 | ἐκτυφῆναι παρὰ μικρὸν ἐκτυφλωθῆναι. Ἐκκυβεύειν. ῥίπτειν εἰς κίνδυνον. ὀϊσάμενος κατὰ τὸν ποιητὴν δόλον εἶναι, οὐδαμῶς [ἔκρινεν] ἐκκυβεύειν. Ἐκύει. ἐνεγκυμόνει. ἐν γαστρὶ εἶχεν. ὁ δὲ ἔκρυ‐ | |
20 | πτεν· καὶ ἐξειπεῖν τὴν ὠδῖνα ἣν οὐκ ἐτόλμα | |
ἐκύει. | ||
epsilon678 | Ἐκκυκλεῖ. ἐκκαλύπτει. καὶ ἐκκυκλούμενος, ἐκκύκλημα ἔχων. Ἐκκυμανθῆναι. ἐκ τοῦ κύματος τῷ λιμένι προσ‐ ορμισθῆναι. | |
5 | Ἐκύρουν. ἐτύγχανον. βωμῷ θύων ἐκύρουν. Ἐκύκα. ἐτάρασσεν. Ἐκφαυλίζων. εὐτελίζων, φανερὸν ποιῶν. Ἐκφέρεται. [λέγεται.] ἐκκομίζεται. Ἐκφανθέντος. δηλωθέντος. | |
10 | Ἐκφθαρείς. ἐξελθών. οὕτως λέγεται τὸ ἐπὶ κακῷ ἐξελθεῖν. εἰσφθαρεὶς δὲ τὸ ἐπὶ κακῷ εἰσελθεῖν που. Ἐκφρησθέντων. ἐκβληθέντων. ἐκφρησθέντων δὲ τῶν ἐπικούρων ἐκ τῆς πόλεως τοὺς ἱερεῖς | |
15 | ἐκκαθάραι τὰ ἱερά. Ἐκφορῶ. τὸ ἐκβάλλω. Ἐκφοιτᾷ. ἐξέρχεται. Ἐκφυλλοφορεῖν. οἱ ἀρχὴν τινὰ ἄρξαντες ἂν εὐθυνομένως ὑπὸ τῆς βουλῆς ἁλῶσιν, ἐν φύλ‐ | |
20 | λοις ἐλαίας τὰ ὀνόματα αὐτῶν ἐνέγραφον οἱ | |
βουλευταὶ καὶ καθιᾶσιν εἰς τοὺς ἐχίνους· ἅμα | ||
epsilon679 | τὲ ἡ περὶ αὐτῶν πίστις προσενεγράφετο τοῖς φύλλοις. καὶ ἐκφυλλοφορῆσαι, καὶ ἐκφυλλο‐ φορία. Ἐκφῦναι. γεννηθῆναι καὶ τὸ ἀναβλαστῆσαι. | |
5 | Ἐκχαραδρωθέντας. ἐκκυλισθέντας. Ἔκχεον. ἔκχυσον. Ἐκχοΐζω. τὸ σκάπτω. Ἐκυδάσσατο. σημαίνει τὸ ἐλοιδόρησεν. ὦ πέπον, ἦ μάλα δή μ’ ἐκυδάσσαο— | |
10 | κυδάζομαι. κυδάζεται τοῖς πᾶσιν Ἀργείοις. ἀντὶ τοῦ λοιδορεῖται. Ἐκωδωνίζοντο. περιβόητοι ἐγένοντο. τέτακται καὶ ἐπὶ τοῦ ἐπειράθησαν. οὕτω Λυσίας. Ἐκωθώνιζον. ἔπινον, ἐμέθυον. | |
15 | Ἐκωμῴδησεν. ἐφαύλισεν, ἔπαιξεν· ἐλοιδόρησεν. Ἐκώμασε. μεθ’ ἡδονῆς ἦλθε. θρῆνος δ’ εἰς ὑμέναιον ἐκώμασεν—. Ἐκπίπτει. διαλύεται, διακόπτεται, ἀποτυγχά‐ νει. καὶ ὁ Ἀπόστολος· ἡ ἀγάπη οὐδέποτε | |
20 | ἐκπίπτει, ὅ ἐστιν οὐδὲ ἀποτυγχάνει τῆς εὐδο‐ κιμήσεως. Ἐκκακοῦμεν. [ἀπαγορεύομεν.] καὶ ὁ Ἀπόστολος· οὐκ ἐκκακοῦμεν, ἀλλ’ ἀπειπάμεθα. *τὸ γὰρ | |
ἐκκακῶ ἀντὶ τοῦ ἀπαγορεύω.* | ||
epsilon680(1t) | (Ἐπίῤῥημα.) | |
2 | Ἕκαθεν. πόῤῥωθεν. Ἑκάς. πόῤῥω, μακράν. [Ἑκαστάτω. ποῤῥωτάτω. ἑκαστάτω τῆς τοῦ | |
5 | βαρβάρου ἐπιβουλῆς ὄντες.] Ἑκασταχῆ. ἀντὶ τοῦ πανταχοῦ. Ἑκάστοτε. ἀντὶ τοῦ ἀεί. τοὺς δ’ οὐκ ἐθέλοντας ἀντιβολεῖσθ’ ἑκά‐ στοτε. | |
10 | [παρὰ τὸ ἕκαστος γίνεται παραγώγως ἑκάστο‐ τε, ὡς ἄλλος, ἄλλοτε.] Ἐκείνῃ. ἀντὶ τοῦ αὐτόθι. Ἐκείνως. κατὰ τοῦτον τὸν τρόπον. Ἐκεῖθεν. οὐδὲν γὰρ τῶν εἰς θεν τῇ ει διφθόγ‐ | |
15 | γῳ παραλήγεται, πλὴν τοῦ ἐκεῖθεν, ὅπερ ἀπὸ τοῦ ἐκείνοθι κατὰ συγκοπὴν, καὶ τὸ ἐκεῖ ἀπὸ τοῦ ἐκεῖθι· τοῦτο δὲ ἀπὸ τοῦ ἐκείνοθι, καὶ τὸ ἐκεῖνος ἀπὸ τοῦ ἐκείνοσε. Ἕκητι. χάριν, ἕνεκα. [σημαίνει δὲ καὶ τὸ χω‐ | |
20 | ρίς. ἀπὸ τοῦ ἑκὼν γίνεται ἑκάζω καὶ ἑκαστὶ, ὡς δωρίζω, δωριστὶ, καὶ ἐκτάσει τοῦ α εἰς η καὶ ἀποβολῇ τοῦ ς, ἅμα καὶ ἀναβιβασμῷ τοῦ τόνου, ἕκητι.] | |
Ἐκθύμως. προθύμως. | ||
epsilon681 | Ἐκνομίως. μεγάλως, ὑπερβαλλόντως. παρὰ τὰ νενομισμένα· ἐξάλλως. ἢ καθ’ ὑπερβολὴν κα‐ κίας ἢ ἀρετῆς. οἷον ἔξω νόμου. Ἑκοντί. ἐθελουσίως. | |
5 | Ἐκποδών. ἐκ μέσου. Ἐκτενῶς. συντόνως, ἐπιμόνως, ἢ ὁλοψύχως καὶ προθύμως. ὁ δὲ Ἀχαιὸς προσδεξάμενος ἐκτενῶς καὶ φιλανθρώπως τὸν Βῶλιν. Ἐκταδὸν καὶ ἐκτάδην. ἀντὶ τοῦ ἐπιτεταμένως | |
10 | καὶ ἐκτεταμένως. Ἐκτόπως.* ὑπερλόγως, ἀνεκδιηγήτως, ἀνεκ‐ φράστως. Ἐκφάνδην. φανερῶς. Ἐκφρόνως. ἀνοήτως. | |
15 | Ἐκτυπωτέρως* καὶ ἐκτυπώτερον. ἀντὶ τοῦ φανερωτέρως. δίδου ἡμῖν ἐκτυπώτερον, ὅ ἐστι καθαρώτερον. | |
18t | Τὸ Ε μετὰ τοῦ Λ. | |
19t | (Ἀρσενικόν.) | |
20 | Ἐλαφηβόλος. κυνηγὸς, ὁ τὰς ἐλάφους βάλ‐ λων. καὶ ἐπὶ θηλυκοῦ ἐλαφηβόλος ἡ Ἄρτεμις. Ἐλασίβροντε. μεγαλήγορε. [Ἐλατήρ. ὁ ἡνίοχος. καὶ πλακουντῶδες πέμμα πλατύ. πέμμα δὲ λέγεται τὸ καρύκευμα.] | |
25 | †Ἐλέας. ὄνομα τόπου. καὶ εἶδος ὀρνέου.† | |
†Ἐλάτηρ. ὄνομα ποταμοῦ.† | ||
epsilon682 | †Ἐλίσυχος. ὄνομα ἔθνους.† Ἑλλανοδίκαι. οἱ κριταὶ οἱ καθήμενοι εἰς τοὺς ἀγῶνας. οὕτω καὶ τότε ὁ μέγιστος ἑλλανοδίκης Γαϊνᾶς τὸν ῥωμαϊκὸν στρατὸν ἠθλοθέτει. | |
5 | Ἐλαφροτάτους. ἐν ἐπαίνῳ τὸ ὄνομα λέγου‐ σιν οἱ παλαιοὶ ἀντὶ τοῦ πραοτάτους κατὰ τὸ ἐναντίον τοῦ βαρυτάτου καὶ φορτικωτάτου. Ἐλάχιστος. παρὰ τῷ εὐαγγελίῳ ὁ ἔσχατος καὶ ἀπεῤῥιμένος εἰς τὴν γεένναν, ὡς τό· ἐλά‐ | |
10 | χιστος κληθήσεται. ἐλάχιστος καὶ ὁ ἐπίγειος πλοῦτος. ὁ πιστὸς ἐν ἐλαχίστῳ. Ἐλαιολόγοι. οἱ συλλέγοντες τῶν ἐλαίων τοὺς καρπούς. [Ἐλάσσων. ἀπὸ τοῦ ἐλαχὺς, ἐλαχύτερος, ἐλα‐ | |
15 | χύων, ἐλάσσων.] †Ἐλέφας. παρὰ τὸ φύεσθαι ἐν ἁλί.† Ἐλέφας. τὸ ζῶον. ἀμετροβίων ἐλεφάντων. ἐλέβης τὶς ὤν· διὰ γὰρ τὸ βάρος ἐν ὕδασιν | |
20 | ἐλώδεσι τὰς ἐπιβάσεις, τουτέστι τὰς ἐπιμύξεις ποιεῖται. ἢ παρὰ τὸ ἐλεφαίρω, ὅ ἐστι βλάπτω. βλαπτικὸν γὰρ τὸ ζῶον. Ἐλεύθερος. ἀπὸ τοῦ ἐλεύθειν ὅπου ἐρᾷ. Ἔλεγος. θρῆνος. ἀπὸ τοῦ ε ε λέγειν. | |
25 | Ἐλέγχιστος. ὁ ἐπονείδιστος. Ἕλενος. ὃς συνέγραψε τὸ χειροσκοπικὸν οἰώνι‐ σμα. ὡς ὅταν τῆς ἐκτάσεως τῶν χειρῶν τῆς παλάμης ἀπὸ τῶν ῥυτίδων εἴπωμεν παιδοποιεῖ | |
ἢ τὶ τοιοῦτον. | ||
epsilon683 | Ἐλεοκόπους. τοὺς τὰ ἕλη κόπτοντας. οὕτως Λυσίας. τοῦ ε παρεμβεβλημένου, ὡς τὸ ἐλεό‐ θρεπτον σέλινον παρ’ Ὁμήρῳ. Ἐλέου βωμός. Ἐλεών. ὀνόματα πόλεως. | |
5 | Ἐλεάτης. ἀπὸ Ἐλέας τῆς Ἀσίας. Ἔλεγχος. αἰσχύνη καὶ ὁ τὸ πρᾶγμα σαφηνίζων. καὶ ῥῆμα ἐλέγχω πλεονασμῷ τοῦ γ, ἔλεχος τὶς ὢν, ὁ ἕλην ἔχων, ὅ ἐστι φῶς, καὶ φωτίζων τὰ πράγματα. | |
10 | Ἐλλεδανός. τῶν δραγμάτων ὁ δεσμός. παρὰ τὸ συνελεῖν τὰ δεσμευόμενα. Ἐλεός. ἡ μαγειρικὴ τράπεζα. Ἀριστοφάνης· ἴθι, κάθελ’ αὐτοῦ τοὐλεόν— καὶ Ὅμηρος· | |
15 | βάλλον δ’ εἰν ἐλεοῖσιν— ἔστι δὲ καὶ εἶδος ὀρνέου. Ἐλεύθερος. ὁ σπουδαῖος μόνος, οἱ δὲ φαῦλοι δοῦλοι. Ἔλεος. συμπάθεια συμφορᾶς ἢ ἑκούσιος λύπη | |
20 | ἐπ’ ἀλλοτρίοις κακοῖς συνισταμένη· ἢ ἡ ἐπὶ τῶν δυσφορούντων ἐπί τισιν ἀνιαροῖς ἀγαπητι‐ κὴ [συμπάθεια ἢ συν]διάθεσις. Ἕλλην. παρὰ τὸ Ἑλλὰς, ὃ σημαίνει τὴν πόλιν, ἢ παρὰ τὸ ἄλλος Ἕλλην· πλέον γὰρ τῶν ἄλ‐ | |
25 | λων ἐθνῶν ἀλλήλους φιλοῦσιν. ἔστι δὲ καὶ | |
Ἕλλην ὁ φρόνιμος. | ||
epsilon684 | Ἑλληνικόν γ’ ἐπένευσαν ἄνδρες οὑτοιΐ. ἀντὶ τοῦ οὗτοι. Ἑλληνισμός. τὸ καθ’ Ἕλληνας διαλέγεσθαι, ὅ ἐστι ἀσολοικίστως καὶ ἀβαρβαρίστως. | |
5 | Ἑλληνοταμίαι. οἱ τὰ ἐκ τῶν φόρων χρήματα φυλάσσοντες, ἃ πρώτως κοινῇ οἱ Ἕλληνες ἐν ἀδήλῳ ἀπετίθεντο, οὕτως ἐκαλοῦντο. Ἑλλήσποντος. κόλπος ὁ διείργων τὴν Θρᾴκην καὶ τὴν Τρωάδα, ἀπό τινος Ἕλλης ἐκεῖθεν πνι‐ | |
10 | γείσης. Ἔλειος. ὁ κάθυγρος καὶ σύνδενδρος τόπος. καὶ ὄρνις. καὶ ὄνομα ὄρους. Ἑλιγμός. ἡ συστροφή. Ἑλικών. ὄρος. | |
15 | Ἑλικώνιος. σοφιστὴς Βυζάντιος, ὃς χρονικὴν ἐπιτομὴν ἔγραψεν ἀπὸ Ἀδὰμ ἕως μέχρι τῶν χρόνων Θεοδοσίου τοῦ μεγάλου ἐν βιβλίοις δέκα. Ἑλίχρυσος. τὸ τοῦ κισσοῦ ἄνθος. ἄνθει ἑλιχρύσου ἐναλίγκιος. | |
20 | †Ἐλαολόγοι. οἱ συλλέγοντες τῶν ἐλαιῶν τοὺς καρπούς. ἐλάα γὰρ ὁ καρπὸς τῆς ἐλαίας· ἐλαία δὲ τὸ δένδρον.† Ἑλίκωπες. μελανόφθαλμοι. τινὲς τὸ μέλαν ἢ τὸ εὐόφθαλμοι κατὰ γλῶσσαν. ἑλικὸν γὰρ κα‐ | |
25 | τὰ διάλεκτον τὸ μέλαν καλεῖται. ἑλίκωπες καὶ | |
ναυτικοὶ οἱ ἑλίσσοντες τὰς κώπας. [ἢ ἑλικο‐ | ||
epsilon685 | βλέφαροι. ὦπας γὰρ τὰ βλέφαρα λέγουσιν ἀπὸ παντὸς μέρους. ἢ οὐλότριχες. ἢ οἱ ἑλίκην ὦπα ἔχοντες, ἤγουν μεγάλην.] Ἑλκηθμός. ἑλκυσμὸς, σπαραγμός. | |
5 | Ἐλλόγιμος. λόγιος, ἀξιόλογος. Ἔλλοπες. ἰχθύες. Ἔλλουροι. ἔθνος. Ἐλπιδηφόρος. κύριον. Ἔλυμος. σπέρμα, ὃ ἕψοντες οἱ Λάκωνες ἐσθί‐ | |
10 | ουσιν. Ἐλυμαῖοι. ἔθνος, ἀπὸ Ἐλύμου υἱοῦ Ἀγχίσου, νόθου ὄντος καὶ ἐλθόντος εἰς Σικελίαν. Ἕλωρ. τὸ ἕλκυσμα, τὸ σπάραγμα. παρὰ τὸ ἕλω τὸ ἑλκύω ἢ τὸ λαμβάνω γίνεται ἕλωρ. | |
15 | Ἑλκεσαῖος. ἀπὸ Ἑλκεσοῦ κώμης τῆς Ἰουδαίας, ἐξ ἧς ἦν καὶ ὁ Ναούμ. *Ἐλείμ. τόπος.* *Ἐλεαλή. θεοῦ ἀνάβασις.* | |
19t | (Θηλυκόν.) | |
20 | Ἐλαφρία. ἡ ὀλιγότης ἢ ἡ ἁπλότης ἢ ἡ κου‐ φότης. Ἔλαφος. ἡ διὰ τῆς κουφότητος καὶ τοῦ τά‐ χους ἐλαφρά τις οὖσα. ἢ διὰ τὸ ἑλεῖν τὰς | |
ὄφεις καὶ ἀναιρεῖν διὰ τῶν μυκτήρων. ἢ ἀπὸ | ||
epsilon686 | τοῦ ἕλους ἔλαφος, ἢ ἀπὸ τοῦ ἐλαύνειν τὰς ὄφεις. Ἔλλαμψις. φωτισμός. Ἐλαϊτή. πόλις. | |
5 | Ἐλάα. καρπὸς τῆς ἐλαίας. Ἐλάτεια ἢ Ἐλάτρεια. πόλις μεγίστη τῶν ἐν Φωκεῦσιν. [Ἐλάτειραν. ἀπελαστικήν.] Ἐλαία. τὸ δένδρον. †καὶ πόλις.† παρὰ τὸ | |
10 | λεῖον ἢ λειῶ λέαια καὶ ἐν ὑπερθέσει ἐλαία ἡ τὸ λεαῖνον ἔλαιον τίκτουσα. ἢ παρὰ τὸ ἕλος, ἐν ἕλει γὰρ καὶ ὑγροῖς τόποις φύεται. ἢ παρὰ τὸ ἁλέαν, τὴν θερμασίαν· ἐν θερμοῖς γὰρ τό‐ ποις χαίρει. | |
15 | Ἐλαταῖς. ὑπὸ τοῦ ἁγίου πνεύματος κεχαλ‐ κευμέναις. Ἔλγη. πόλις. Ἐλευθεριότης. ἡ μετὰ κιβδηλείας χάρις. ὁ δ’ ἐς τοσοῦτον ἐλευθεριότητος ἐληλάκει, ὥστε—. | |
20 | Ἐλεπόλεις. μηχανήματα, τὰ λιθοβόλα ὄργα‐ να, δι’ ὧν αἱ πόλεις ἁλίσκονται. Ἔλεγξις. φανέρωσις τῶν κεκρυμμένων. Ἐλεημοσύνη. ἑκούσιος λύπη ἐπ’ ἀλλοτρίοις κα‐ | |
κοῖς παρισταμένη. | ||
epsilon687 | Ἑλεδώνη. εἶδος πολύποδος, ἔχουσα μίαν κοτυ‐ ληδόνα ἤτοι πλόκαμον, καὶ ἔστιν ἑπτάπους, ὡς φησὶν Αἰλίας. ἔστι δὲ τὸ λ περισσόν. καλεῖται δὲ ἑλεδώνη ἀπὸ τοῦ ἑαυτὴν ἔδειν καὶ ἐσθίειν. | |
5 | Ἐλεεινή. ἀπὸ τοῦ ἔλεος, ἐλεγεινή. καὶ ἀπὸ τοῦ ἐλεῶ. ἐπεὶ ἔστιν ἂν διὰ τοῦ ε, νῦν δὲ διὰ τῆς ει διφθόγγου, τῷ λόγῳ τῶν εἰς νος ὀξυ‐ τόνων τῶν παρωνύμων. Ἑλένη. παρὰ τὸ πολλοὺς ἑλεῖν τῷ κάλλει. | |
10 | Ἐλεοῦντα. πόλις ἐν Χερσονήσῳ. ἡ εὐθεῖα ἡ Ἐλεοῦς. καὶ Ἐλεὼν, ὄνομα πόλεως. τὴν ἄρα τ’ ἐξ Ἐλεῶνος—. παρὰ τὸ ἕλος· ἑλώδης γὰρ ὁ τόπος. Ἐλευσίς. πόλις πλησίον Ἀθηνῶν. ὠνόμασται | |
15 | δὲ ἡ πόλις ἀπὸ Ἐλευσίνου τοῦ Ἑρμοῦ. καὶ Ἐλευσίνια ἐπὶ οὐδετέρου. τοῖς γὰρ νικῶσι τὰ Ἐλευσίνια ἐδίδοτο ἆθλον. ἄλλοι δὲ φασὶν ἑορ‐ τὴν εἶναι τὰ Ἐλευσίνια. Ἑλετή. αἱρεθῆναι δυναμένη, ὅ ἐστι προκρι‐ | |
20 | θῆναι. Ἑλληνόπολις. Ἀπολλόδωρος· Ἄτταλος ἐκ τῶν Ἑλληνίδων πόλεων οἰκήτορας συναγαγὼν ἔκτισε πόλιν καὶ ὠνόμασεν αὐτὴν Ἑλληνόπολιν. ἔστι δὲ καὶ Ἑλενούπολις. | |
25 | Ἕλη. ἡ θερμασία. Ἑλίκη. πόλις. Ἕλικι. κλήματι λεπτῷ καὶ νευρώδει. | |
Ἑλικώπιδα. εὐόφθαλμον. | ||
epsilon688 | Ἑλκεσίπεπλοι. ἐφελκόμεναι τοὺς πέπλους ἐν τῷ φορεῖν. ὅτι τὸ ο ἐν ταῖς συνθέσεσι πολλά‐ κις εἰς τὸ ε μεταβαλλόμενον καὶ τὴν σι συλλα‐ βὴν προσλαμβάνει. ἕλκω, ἑλκόπεπλος, ἑλκέ‐ | |
5 | πεπλος, ἑλκεσίπεπλος. πρῶτος, πρωτόλαος, [πρωτέλαος.] πήξω, πηξίμαλος. Ἑλλοφόνος. ἡ Ἄρτεμις, ἡ τοὺς ἑλλοὺς φονεύου‐ σα, ὅ ἐστι τοὺς ἐλάφους· κυνηγετικὴ γάρ. Ἐλπίς. ἀγαθοῦ πνὸς ἢ κακοῦ προσδοκία. ἢ τὸ | |
10 | δοκεῖν τῷ ἀπόντι ὡς παρόντι συνεῖναι. Ἐλπωρή. ἡ ἐλπίς. παρὰ τὸ ἔλπω ἐλπωρὴ, ὡς θάλπω θαλπωρή. Ἑλλάς. χώρα. παρὰ τὸ ἕλκω ἑλκὰς καὶ τρο‐ πῇ τοῦ κ εἰς λ Ἑλλάς. ἡ ἕλκουσα πρὸς τὸν | |
15 | ἑαυτῆς πόθον τοὺς βροτούς· εἴπερ τὶς ἄλλη τῶν χωρῶν πόλις. λλ γράφεται δύο, διατί; ἑλ‐ κὰς καὶ τροπῇ τοῦ κ εἰς λ Ἑλλάς. | |
18t | (Οὐδέτερον.) | |
19 | Ἐλασίβροντα. μεγαληγόρα, ὡς ὑπὸ βροντῆς | |
20 | ἐλαυνόμενα. Ἀριστοφάνης· ἐλασίβροντ’ ἀναῤῥηγνὺς ἔπη—. Ἔλασσον. μικρόν. Ἔλαιον. παρὰ τὸ λεῖον λεαῖνον, τὸ λειαῖνον τὸ σῶμα. [καὶ ἐν ὑπερθέσει ἔλαιον. ἢ ἀπὸ τοῦ | |
25 | ἐλαίου, τοῦ φυτοῦ παρωνύμως.] Ἐλαιόδευτον. τὸ ἐλαιόβρεκτον. [Ἐλευσίνια. τοῖς νικῶσι τὰ Ἐλευσίνια ἐδίδοτο | |
ἆθλον. ἢ ἑορτὴν μόνον εἶναι τὰ Ἐλευσίνια.] | ||
epsilon689 | Ἑλλέβορον. τὸ λεγόμενον καρπίν. Ἔλλερα. φόνια, χαλεπὰ, κακά. ἔλλερα ἔργα. Ἐλεγεινά. ἐπίπονα, θρηνώδη. | |
5 | Ἐλεύθερα. ἀδούλωτα. Ἕλη. σύνδενδροι τόποι. Ἔλη· τυφλά. τὰ ἀπρόοπτα. Ἐληθερές. τὸ ὑπὸ τοῦ ἡλίου θερμαινόμενον. παρὰ τὴν ἕλην, τὴν θερμασίαν, καὶ τὸ θέρω, | |
10 | τὸ θερμαίνω. ἐληθερὲς ὕδωρ. Ἑλικώτατον ὕδωρ. ἑλικοειδῆ ἔχον τὴν ῥεῦσιν, ἢ διαυγές. Ἕλκος. τὸ χρονίσαν τραῦμα. ἀπὸ τοῦ μετὰ τὴν τρῶσιν ἕλκεσθαι τὸ σῶμα. καὶ τὸ σῶμα αὐτοῦ | |
15 | πᾶν ἑλκῶν ἐξέζεσεν. Ἔλλερα. χαλεπὰ, κακά. [σημαίνει καὶ τὰ βλέ‐ φαρα. Καλλίμαχος· —ἵν’ ἔλλερα πολλὰ τέλεσκεν. ὄλλυρα τινὰ ὄντα, ὀλλύντα καὶ ἔῤῥειν ποιοῦν‐ | |
20 | τα.] | |
Ἐλλόγιμον. τίμιον. καὶ χωρίον ἐλλόγιμον. | ||
epsilon690 | Ἐλλόβια. τὰ ἐνώτια, διὰ τὸ ἐν τοῖς λοβοῖς τῶν ὤτων εἶναι. Ἔλυτρα. σκεπάσματα. κυρίως δὲ τὰ ὄστρακα τῶν ὀστρακοδέρμων· οἷον τοῦ ἀστακοῦ, τοῦ καρ‐ | |
5 | κίνου καὶ τῶν ὁμοίων. ἔλυτρον καὶ ἡ θήκη τοῦ τόξου. παρὰ τὸ εἱλῶ, εἱλύω καὶ εἱλύσω, εἵλυτρον καὶ ἔλυτρον. Ἑλώρια. ἑλκύσματα, σπαράγματα. παρὰ τὸ ἕλω τὸ ἑλκύω. [γράφεται καὶ ἕλωρ.] | |
10t | (Ῥῆμα.) | |
11 | Ἐλαφρίζω. ἀνασηκῶ. Ἐλασαίατο. ἐλάσαιτο, πλεονασμῷ τοῦ α. Ἐλαστρηθείς. βιασθεὶς, κινηθείς. ἔζανος ἐλα‐ στρηθεὶς γυιοπαγεῖ νιφᾶσι. [καὶ ἐλαστρῶ καὶ | |
15 | ἐλάστρεον. ζεύγεα διανεύοντες ἐλάστρεον— ἀπὸ τοῦ ἐλῶ, ἀφ’ οὗ τὸ ἐλαύνω. ὁ παρακεί‐ μενος ἐλήλακα, ὁ παθητικὸς ἐλήλασμαι. ὄνο‐ μα ῥῆμα ἐλάστρεον, ὡς κεντῶ, κέντον καὶ | |
20 | κέντρον. ἐκ τοῦ ἔλαστρον γίνεται ἐλαστρῶ. ἢ | |
ὡς ἀπὸ τοῦ βοῦς, βοάζω, βοαστὴς, βοαστρῶ | ||
epsilon691 | καὶ συναιρέσει βοστρῶ, οὕτως ἐλάζω, ἐλαστὴς, ἐλαστρῶ.] Ἐλάω. ἐλᾷν καὶ ἐλάειν, ἀντὶ τοῦ ἐλαύνειν. Ἔλακεν. ἐφθέγξατο. | |
5 | Ἐλάκισε μέσος. ἀντὶ τοῦ ἐσχίσθη. ἐλάκησε δὲ ἀντὶ τοῦ ἐβόησε καὶ ἐφώνησεν, η. Ἔλαμψαν. φανερὰ ἐγένοντο. ἔλαμψαν τὰ καλὰ ἔργα σου. Ἐλαιᾷ. διεγείρει. | |
10 | Ἐλαιώμενος. διεγειρόμενος. Ἐλαίνειν. τὸ ἐλαύνειν. παρὰ τὸ ἐλῶ ἐλαίνω, ὡς βῶ, βαίνω. Ἐλαιοκομεῖν. τὸ ἐπιμελεῖσθαι τῶν ἐλαιῶν. [κο‐ μῶ γὰρ τὸ ἐπιμελῶ. ἀφ’ οὗ καὶ φυτοκόμος. | |
15 | καὶ ἐλαιοκόμος.] Ἐλέγχομεν. κακολογοῦμεν. νυκτὶ δ’ ὅλῃ βα‐ σιλῆας ἐλέγχομεν. καὶ, ἔργα δὲ χεῖρας ἐλέγ‐ χει. καὶ ἔλεγχος ἡ αἰσχύνη. Ἐλεηλάτουν. ἠφάνιζον. | |
20 | Ἐλελιξάμενος. ἐπιστραφείς. καὶ ἐλελίχθησαν | |
ἀντὶ τοῦ συνεστράφησαν. ἀπὸ τοῦ ἐλίσσω. | ||
epsilon692 | Ἐλεφαίρετο. ἐπλανᾶτο, ἐβλάπτετο. [ἠπατᾶ‐ το. καὶ ἐλεφῆρα.] Ἔλεψεν. ἀντὶ τοῦ ἐλέπησεν. ἀπὸ τοῦ λέπω. [ἢ ἀπὸ τοῦ λεπῶ, λεπήσω, ἐλέπησα, συγκοπῇ | |
5 | καὶ τροπῇ.] Ἑλέσθαι. ἐκλέξασθαι. Ἐλλεβοριᾷν. τὸ ἐλλεβόρου δεῖσθαι ὡς φαρμά‐ κου. [οὕτως Καλλίας. καὶ ἐλλεβορίζω, αἰτια‐ τικῇ.] | |
10 | Ἐλεγαίνειν. τὸ παραφρονεῖν. [τινὲς τῶν πα‐ λαιῶν καὶ τὸ ἐλεγεῖον μέτρον ἀπὸ τούτου κλη‐ θῆναι νομίζουσιν, ὅτι Θεοκλῆς Νάξιος ἢ Ἐρε‐ τριεὺς πρῶτος αὐτὸ ἐφθέγξατο. ἐλεγαίνειν καὶ τὸ ἀλεγαίνειν.] | |
15 | Ἐλέγχειν. ἀντὶ τοῦ ὀνειδίζειν. Ἐλευθεροστομῶ. παῤῥησιάζομαι. Ἐλεύθω. παραγίνομαι. Ἐλέγμην. ἐτάγην. Ἑλεῖν. λαβεῖν. | |
20 | Ἐλείψασκον. ἀπὸ τοῦ ἔλειψαν, πλεονασμῷ τοῦ ς Ἰωνικῶς. | |
Ἔλδεται. ἐπιθυμεῖ. | ||
epsilon693 | Ἐληγάτευσε. κατὰ Ῥωμαίους ἀπένειμεν. Ἐλήκτευσε. κατὰ Ῥωμαίους ἀναγνοὺς διώρ‐ θωσεν. [Ἐληΐζοντο. ἐλῃστεύοντο, ἠφανίζοντο.] | |
5 | [Ἐλήλαται. συνέχεται. καὶ ἐλήλατο ἀντὶ τοῦ ἐνεπάγη.] Ἐληλέδατο. ἦλθεν. ἀπὸ τοῦ ἐλεύθω. Ἐλήθετο. ἐπελάθετο. Ἐληλεγμένον. κατησχυμμένον. ἀπὸ τοῦ ἐλέγχω. | |
10 | Ἐλθεῖν. τὸ γυμνῇ τῇ παρουσίᾳ χρήσασθαι. παρεισελθεῖν δὲ τὸ μετ’ ἄλλου πλαγιάσαντος συνεισελθεῖν. καὶ ὁ Ἀπόστολος· παρεισῆλθεν ὁ νόμος. Ἐλιάσθη. ἐξέκλινεν. | |
15 | Ἐλιννύω. βραδύνω. ἡσυχάζω. Ἐλινιῶ. ὑμνῶ. Ἐλίσσετο. παρεκάλει. Ἐλιπάρησε. παρεκάλεσεν. Ἐλίπανας. ἐφαίδρυνας. ἢ λιπαρὰν ἐποίησας. | |
20 | Ἕλκει. λαμβάνει, σύρει, κρατεῖ. | |
epsilon694 | Ἕλκεο. —μὴ δὲ ξίφος ἕλκεο χειρί— [ἀπὸ τοῦ ἕλκω, ἕλκου, καὶ κατὰ διάλυσιν ἕλκεο.] | |
5 | Ἐλίσσω. συστρέφω. ἀπὸ τοῦ εἱλῶ εἱλίσσω. γράφεται διὰ τοῦ ι, ἐπειδὴ μηδέποτε πρὸ τῶν δύο σς ἡ ει δίφθογγος εὑρίσκεται, ἀλλ’ οὐδὲ τὸ η, οἷον μέλισσα, κίσσα, φρίσσα· πλὴν τοῦ κρείσσων καὶ τοῦ ῥήματος τοῦ ἐξ αὐτοῦ, κρείσ‐ | |
10 | σω, καὶ ἥσσων, διὰ τοῦ η. Ἕλοιτο. προκρίνει. Ἑλόμενοι. βουλόμενοι. [Ξενοφῶν· ὁ μὲν ἦρχεν, οἱ δὲ ἐπείθοντο οὐχ ἑλόμενοι, ἀλλ’ ὁρῶντες, ὅτι μόνος ἐφρόνει, οἷα ἔδει τὸν ἄρχοντα.] | |
15 | Ἐλογίσατο. ὑπέλαβεν. Ἑλόντος. λαβόντος. Ἔλουσεν. ἀντὶ τοῦ ἐβάπτισεν. τὸν γὰρ Εὐνομια‐ νὸν ἔλουσε Βελισσάριος τὸ θεῖον λοῦτρον, [χερσὶ δὲ οἰκείαις ἀνελόμενος εἰσποιητὸν ἐποιή‐ | |
20 | σατο παῖδα, ᾗπερ εἰσποιεῖσθαι Χριστιανοῖς νό‐ | |
μος.] | ||
epsilon695 | Ἐλόχησε. παρὰ τῷ Ἡροδότῳ εἰς λόχους κα‐ τέταξεν. Ἐλόχων. ἐνήδρευον. ὁ δὲ ἔχων κοινωνοὺς τῶν ἀσεβημάτων ἐλόχων τὰ κατὰ τὰς ὁδούς. | |
5 | Ἐλοιδόρησε. διέβαλλεν, ἐσυκοφάντησεν. [ὁ δὲ Κλέανδρος ἐλοιδόρησε τὸν ὕπατον τῆς ἐν Αἰ‐ γύπτῳ ἀρχῆς Κομώδῳ· καὶ παραλύει αὐτὸν τῆς ἀρχῆς.] [Ἐλοιδορούμεθα. ἐστασιάζομεν. περὶ δὲ τοῦ | |
10 | ὀνόματος ἐλοιδορούμεθα.] Ἐλλοπεύειν. τὸ ἁλιεύειν. εἴρηται δὲ ἀπὸ τι‐ νὸς ἰχθύος καλουμένου ἔλλοπος, ἢ ἀπὸ τοῦ ἐλλείπειν τὸν ὦπα· ἄφωνοι γὰρ οἱ ἰχθύες. Κρῆ‐ τες δὲ καὶ τοὺς ἀφώνους ἔλλοπας λέγουσιν. | |
15 | Ἔλπομαι. ἐλπίζω. Ἔλπεο. ἔλπιζε. [ἀπὸ τοῦ ἐλπόμην ἔλπου καὶ ἐν διαλύσει ἔλπεο.] Ἐλπίζει. προσδοκᾷ. Ἔλσαι. τὸ συνελάσαι. | |
20 | πρὶν ἔλσαι παρὰ ναῦφι— παρὰ τὸ ἐλάσαι κατὰ συγκοπήν. Ἐλύγωσεν. ἔκαμψεν. καὶ Δανάης ἐλύγωσεν ὁ δὲ φρένα. | |
τουτέστιν ὁ χρυσός. | ||
epsilon696 | Ἐλυμῄνατο. ἔβλαψεν. οἱ δὲ σύστημα γενόμε‐ νοι ἐλυμαίνοντο πολλοῖς ὁδίταις ἐμπίπτοντες εἰς τὰ καταλύματα. Ἐλυσάμην. ἀπέδωκα. | |
5 | Ἐλύσασο. ἐλυτρώσατο. Ἐλύσθη. συνανεστράφη. οἷον· ῥυμὸς δ’ ἐπὶ γαῖαν ἐλύσθη. παρὰ τὸ ἐλεύθω ἐλεύσθη καὶ ἐλύσθη. [ἢ παρὰ τὸ εἰλῶ, εἰλύω, εἰλύσθη καὶ ἐλύσθη. ὅ ἐστι | |
10 | συνανεστράφη μετὰ τῶν ἡνίων.] Ἐλῶ. τὸ ἐλαύνω. Ἐλωβήσατο. ὕβρισεν. Ἕλωμαι. ἀφέλωμαι. λήψωμαι. Ἐλώφησεν. ἐγαλήνησεν, ἔπαυσεν. | |
15 | Ἐλυσθείς. συστραφείς· κατενεχθείς. λασίην ὑπὸ γαστέρ’ ἐλυσθείς— λασίην τὴν δασεῖαν λέγει. [ἀπὸ τοῦ ἔλω, ἐλύω, ὡς ἕλκω, ἑλκύω.] Ἐλλόγει. ἀντὶ τοῦ λόγισαι. καὶ ὁ Ἀπόστολος· | |
20 | τοῦτό μοι ἐλλόγει. ἀντὶ τοῦ ἐμοὶ εἰς χρέος τοῦ‐ το λόγισαι. | |
22t | (Ἐπίῤῥημα.) | |
23 | Ἑλικοειδῶς. κυκλοειδῶς, συνεστραμμένως. | |
epsilon697 | *Ἐλωΐ. ὁ θεός.* Ἐλλιπῶς. ἐνδεῶς. Ἐλελεύ. πολεμικὸν ἐπίφθεγμα, μετὰ τινὸς ἐμμελοῦς κινήσεως. καὶ ἀντὶ τοῦ φεῦ. | |
5 | Ἐλεεινῶς. οἰκτρῶς, ἀθλίως. Ἐλλογίμως. τιμίως, σεβασμίως. | |
6t | Τὸ Ε μετὰ τοῦ Μ. | |
7t | (Ἀρσενικόν.) | |
8 | Ἐμμανουήλ. μεθ’ ἡμῶν ὁ θεός. ἢ ὅτι ὄψονται τὸν θεὸν μετὰ ἀνθρώπων. | |
10 | Ἐμαυτῷ βαλανεύσω. οἱονεὶ ἐμαυτῷ διακονήσω. Ἐμβρόντητος. ἔκφρων, μαινόμενος. Ἐμβριθής. στερεὸς, ἔμφρων. Ἐμβόλιμος. ἀτελής. Ἱπποκράτης· παῖδες ἐμ‐ βόλιμοί τινες. | |
15 | Ἔμβαρος. νουνεχής. φρόνιμος. ἔμβαρός εἰμι. Ἔμετος. ἡ τῶν περιττωμάτων κένωσις. Ἐμεῦ. ἀντὶ τοῦ ἐμοῦ. [οὔτις ἐμεῦ ζῶντος— ἔστιν ἐμοῦ, καὶ κατὰ διάλυσιν ἐμέο, καὶ δωρι‐ | |
20 | κῶς ἐμεῦ, καὶ ἐμεῖο.] [Ἐμέων. ἀντὶ τοῦ ἐμῶν.] [Ἐμεῖο. ἀντὶ τοῦ ἐμοῦ.] | |
Ἐμισαῖος. ἀπὸ Ἐμίσης πόλεως. | ||
epsilon698 | Ἔμμισθοι. οἱ ὀφείλοντες λαβεῖν μισθόν. οἱ δὲ Οὖννοι οὐδέν τι ἧσσον ἔμμισθοι ἐγίνοντο ληϊ‐ ζόμενοι τὰ Ῥωμαίων. Ἔμμονον. παραμένοντα. ἐμμέριμνον. διηνεκῆ. | |
5 | †ἔμμονον λογισμόν· ἐπιμελῶς καὶ φροντιστικῶς διαλογιζόμενον.† Ἔμπληκτος. μαινόμενος. ὡς δεινός τε ἦν καὶ αὐ‐ θάδης [καὶ οἷος τὸ μανιῶδες καὶ ἔμπληκτον ἀνδρείαν ἡγεῖσθαι. ἔμπληκτος καὶ ὁ εὐμετά‐ | |
10 | βολος καὶ φορᾶς μεστός· ἤτοι ὁ φερόμενος. Αἰ‐ σχίνης· ὠνείδισας δέ μοι καὶ πολιτείας ἐμπλη‐ ξίας. ἔμπληκτοι καὶ οἱ κοῦφοι καὶ οἱ εὐμετά‐ βλητοι. Ὅμηρος· ἐμπλήγδην ἕτερον μὲν τίει βροτὸν— | |
15 | καὶ Σοφοκλῆς· τοῖοι δὲ μέντοι φῶτες ἔμπληκτοι βροτῶν— τουτέστιν οἱ μὴ ἐμμένοντες τῇ ἀρχαίᾳ φιλίᾳ.] [* Ἐμπολαῖος. πραγματευτής. | |
20 | Ἔμπολιν. ἐν τῇ αὐτῇ πόλει ὄντα. ἄνδρα, σοὶ μὲν ἔμπολιν οὐκ ὄντα, συγγενῆ δέ—. Ἔμπορος. ὁ ἐπ’ ἀλλοτρίας νεὼς πλέων μετὰ τοῦ οἰκείου ναύλου ἢ πραγματείας. ἤγουν διὰ | |
25 | παντὸς τοῦ βίου τὴν πορείαν ποιούμενος. καὶ ὁ | |
πραγματευτής. κυρίως δὲ ὁ θάλασσαν πλέων. | ||
epsilon699 | Ἔμπαιος. ὁ ἔμπειρος. οἷον· —κακῶν δ’ ἔμπαιος ἀλήτης. οἱ μὲν, παρὰ τὸ εἶναι ἔμπειρος, ἄρσει τοῦ ρ καὶ τροπῇ τοῦ ε εἰς α, ὡς τὸ δεινὸς, αἰνός· οἱ | |
5 | δὲ, παρὰ τὸ αἴω, αἴος, καὶ ἐν συνθέσει ἐπαίος, εἶτα κατὰ πλεονασμὸν τοῦ μ καὶ συναιρέσει ἔμπαιος, ὁ αἰσθανόμενος. ἢ παρὰ τὸ ἐμπάζε‐ σθαι, τὸ φροντίζειν. ἢ παρὰ τὸ ἔμπεδον, ὁ βέβαιος. | |
10 | Ἐμποίνιμος. ἐπιζήμιος, θέσιμος. ἢ ἔνοχος ποι‐ νῆς. οἷον, ἐφ’ οἷς ἥμαρτε, δοὺς τιμωρίαν. καὶ ποινὴ λέγεται ἡ ἐπὶ φόνῳ δραθεῖσα κόλασις. ὅρκους οὐκ ἐμποινίμους ἡγησάμενοι εἶναι. Ἐμπέραμος. παρὰ τὸ πεῖρα, ἐμπείραμος καὶ | |
15 | ἐμπέραμος. σημαίνει δὲ τὸν ἔμπειρον. Ἐμπρησμός. καῦσις. ἢ διάπυρος ἀφανισμός. Ἐμέθεν. ἀντὶ τοῦ ἐμοῦ. Ἐμφρέατοι. δικαστήριον τῶν ἀκουσίων φόνων ἐν Ἀθήναις. | |
20 | Ἔμφυλος πόλεμος. ὁ ἐκ τοῦ αὐτοῦ ἔθνους καὶ | |
γένους. | ||
epsilon700 | Ἐμεχωνίται. ἔθνος παρὰ Ἰωσήπῳ. Ἔμποροι. οἱ ὠνούμενοι. κάπηλοι οἱ πωλοῦντες. | |
3t | (Θηλυκόν.) | |
4 | Ἐμβολάς. ὁρμάς. ἐπιδρομάς. | |
5 | Ἐμβολή. κλεισούρα. εἴσοδος. στενοτάτη ἐμβο‐ λή. καὶ τὸ ἄκρον τοῦ κριοῦ τοῦ μηχανικοῦ ὀρ‐ γάνου. τῷ ἐπιφερομένῳ ἄχθει ἀποκαυλίζειν τὸ προέχον τῆς ἐμβολῆς. Ἐμβολάδας. ἤτοι ἐγκεντρισμένας. Ἀριστοφά‐ | |
10 | νης· ἐμβολάδας ἀπίους. Ἐμβάδας. τὰ ἀνδρῶα ὑποδήματα. —ἐκτυπεῖτο δὲ ἐμβὰς γερόντων εὐρύθμοις προβήμασιν. ἀντὶ τοῦ ὑποδήμασιν. οὕτως Ἀριστοφάνης. | |
15 | Ἐμβρίθεια. ἀνδρεία καὶ φρόνησις στερεά. Ἐμβρίμησις. ψυχῆς λογικῆς τοῦ θυμικοῦ μέ‐ ρους ἐνέργεια. Ἔμβιαι. αἱ εἰς βάθος διϊκνούμεναι ῥίζαι καὶ ἐμβεβηκυῖαι. | |
20 | Ἔμεια. τόπος πλησίον Μυκήνης. Ἔμμηνοι δίκαι. αἱ ἐμπορικαὶ καὶ ἐρανικαί. | |
Ἔμισα. πόλις. καὶ Ἐμισαῖος ὁ πολίτης. | ||
epsilon701 | Ἐμπολή. φορτίον ἢ τὸ τῆς πραγματείας κέρ‐ δος· ἢ ἡ συναγωγὴ τοῦ κέρδους. τὸ δὲ ῥῆμα, ἐμπολᾷν, καὶ ἐμπόλημα. Ἐμπίς. ζωΰφιον παραπλήσιον κώνωπι, γινό‐ | |
5 | μενον ἐν τοῖς ὕδασι, μεῖζον δὲ τῇ περιοχῇ καὶ κατὰ τὸ μέσον λευκῷ περιεζωσμένον. Ἔμπνευσιν. εἰκόνα θεοῦ καὶ ψυχὴν οἶδεν ἡ θεία γραφή. Ἔμπουσα. φάντασμα δαιμονιῶδες, ὑπὸ Ἑκάτης | |
10 | πεμπόμενον, ἀλλάσσον μορφὰς πολλάς. παρὰ τὸ ἐμποδίζειν, ἢ ἀπὸ τοῦ τὸν ἕτερον πόδα χαλ‐ κοῦν ἔχειν. ἢ ὅτι ἀπὸ σκοτεινῶν τόπων ἐφαί‐ νετο τοῖς μυουμένοις. ἐκαλεῖτο δὲ αὕτη καὶ ὀνο‐ πόλη. ἄλλοι δὲ λέγουσιν, ὅτι φάντασμα ἦν τῆς | |
15 | Ἑκάτης τοῖς δυστυχοῦσι φαινόμενον. Ἔμφασις. τὸ αἴνιγμα, ἢ μέγεθος, ἢ ἐννόησις. †ἢ τὸ ἐμφαινόμενον εἶδος ἐν τῇ κόρῃ τοῦ ὀφθαλμοῦ, κατὰ Δημόκριτον, ὃς τὸ ὁρᾷν ἔλε‐ γεν εἶναι, τί; τὴν ἔμφασιν τὴν ἀπὸ τῶν ὁρω‐ | |
20 | μένων δέχεσθαι. οὐ καλῶς δέ. τοῦτο γὰρ συμ‐ βέβηκε διὰ τὸ τὸ ὄμμα λεῖον εἶναι. τὰ γὰρ λεῖα πάντα πέφυκε τὴν τοιούτην ἀπὸ τῶν ὀφθαλ‐ μῶν ἔμφασιν δέχεσθαι, οὐχ ὁ ὀφθαλμὸς μό‐ νον. πολλὰ γὰρ ἄψυχα δέχεται τὴν τοιαύτην | |
25 | ἔμφασιν, ἀλλ’ οὐχ ὁρᾷ. ἡ γὰρ ἔμφασις πάθος τί ἐστι κατὰ ἀνάκλασιν γινόμενον ἐν τοῖς λείοις τε καὶ σύστασίν τινα ἔχουσιν, ὡς δύνασθαι σώ‐ ζειν τὸ ἐμφαινόμενον. ἀλλ’ ὅτι τὸ χρῶμα, ὅπερ ἐστὶν ὁρατὸν καθ’ αὑτὸ, κινητικὸν εἶναι πέφυ‐ | |
30 | κε τοῦ κατ’ ἐνέργειαν διαφανοῦς, κατ’ ἐνέρ‐ | |
γειαν δὲ διαφανὲς τὸ πεφωτισμένον· ἐπειδὴ καὶ | ||
epsilon702 | τὸ φῶς ἐτέθη ἐνέργειαν εἶναι τοῦ διαφανοο͂ς, ᾗ διαφανές. ἡ διὰ μέσου τοῦ ὁρωμένου καὶ τῆς ὁρώσης ὄψεως γινομένη κίνησις ὑπὸ τοῦ ὁρατοῦ ἐν τῷ διαφανεῖ, ἐστὶν ἡ τοῦ ὁρᾷν αἰτία. κινη‐ | |
5 | τικὸν γὰρ τὸ ὁρατὸν τῆς τοιαύτης φύσεως. οὕ‐ τως Ἀριστοτέλης τὸ ὁρᾷν εἶπε γίνεσθαι. ἔμ‐ φασις †καὶ ἡ προσποίησις. ὁ δὲ Φίλιππος ποιῶν ἔμφασιν, ὡς ἐπί τινα τῶν ἐν Πελοποννή‐ σῳ πράξεων ἐπεστροφώς. ἔμφασις καὶ ἡ ἔνδει‐ | |
10 | ξις. ταύτην δὲ τὴν λοιδορίαν καὶ τὰς ἐμφά‐ σεις οὐχ οἷον ἄν τις διετίθετο πεπαιδευμένος ἀνήρ. Ἐμφέρεια. ὁμοίωσις. | |
14t | (Οὐδέτερον.) | |
15 | Ἔμβρυον. τὸ κυοφορούμενον, καὶ ἔτι διαπλαττό‐ μενον βρέφος. παρὰ τὸ ἔσω βρύειν, ὅ ἐστιν αὔξεσθαι. Ἔμβολα. μοχλοὶ, ἀσφάλειαι. καὶ ἔμβολος, χάλκωμα πεπυρωμένον, περιτιθέμενον κατὰ | |
20 | πρώραν ταῖς ναυσίν. ἔμβολον δέ φασιν χρη‐ μάτων ἔχειν αὐτόν. ἔμβολον καὶ παρατάξεως ὄνομα· ἔστι δὲ τὸ ἥμισυ τοῦ ῥόμβου. ὀνομάζεται δὲ καὶ σφενδονοειδές. Ἀγαθίας· ἦν δὲ αὐτοῖς ἡ ἰδέα τῆς παρατάξεως, οἷον ἐς ἔμβολον. δελ‐ | |
25 | τωτῷ γὰρ ἐῴκει. καὶ τὸ μὲν ἐμπρόσθιον, ὅσον ἐς ὀξὺ ἔληγε, στεγανόν τε ἦν καὶ πεπυκνω‐ μένον, τῷ πάντοθεν ταῖς ἀσπίσι περιπεφρά‐ χθαι. Ἐμβριθές. στεῤῥόν. στιβαρόν. | |
30 | Ἐμβρίμημα. μετ’ ὀργῆς λάλημα. | |
epsilon703 | Ἔμβιον. τὸ ζῶν καὶ μὴ ξηρανθὲν, μὴ δὲ ἐν‐ αποθανόν. ἔμβιόν τι ψυχῆς πάθος ἐνέσταξέ μοι κομίσασα. Ἐμμελέστερον. συνετὸν, εὔρυθμον. | |
5 | Ἔμμηνον. ὃ καὶ ἐπιμήνιον. τὸ κατὰ μῆνα πλεο‐ νάζον αἷμα ταῖς γυναιξί. τροφὴ δὲ τὸ αἷμα γίνεται τοῖς βρέφεσιν. Ἔμμηνα. κατὰ μῆνα. μηλοσφαγεῖ | |
10 | θεοῖσιν ἔμμην’ ἱερὰ τοῖς σωτηρίοις. Ἔμπαλιν. ἐναντίον. Ἔμπηρα. πεπηρωμένα. αἱ δὲ γυναῖκες ἔτικτον ἔμπηρα καὶ τέρατα. Ἔμπλεα. μεστὰ, πλήρη. | |
15 | Ἐμπύρευμα. κυρίως βραχύ τι λείψανον ἐστὶ πυρὸς ἐναπτόμενον τῇ σποδιᾷ. εἴρηται καὶ κα‐ ταχρηστικῶς καὶ ἐπιλείψανα· ὡς, φέρε εἰπεῖν, γνώσεως, ἀρετῆς, κακίας, μνήμης. | |
Ἔμπεδα. βέβαια. | ||
epsilon704 | Ἐμποίνιμον. ἐπιζήμιον, θέσιμον, ἢ ἔνοχον ποιναῖς. Ἐμπολέμια. τὰ εἰς πόλεμον ἐπιτήδεια καὶ εὔ‐ χρηστα. | |
5 | Ἐμπόλημα. τὸ τῆς πραγματείας κέρδος. ἐμ‐ πόριον. Ἐμφαντικώτερον. δηλωτικώτερον. Ἐμφανές. φανερόν. Ἐμφερές. ὅμοιον. παραπλήσιον. | |
10 | Ἐμφύλιον. συγγενικόν. Ἔμφυτον. ἐγκάρδιον. διὰ τὸ προϋπάρχον αὐτῷ μῖσος ἔμφυτον. καὶ τὸ πεφυκὸς τῇ φύσει οὐσιωδῶς. Ἔμψοφον. τὸ μετὰ ψόφου γινόμενον. ἔμψοφον | |
15 | φίλημα. Ἐμπαιγμάτων. ἐπιθυμίας ἐμπαθοῦς. Ἔμπεδα καὶ τὰ κτήματα. Ὅμηρος· πείθεσθαί τε γέροντι καὶ ἔμπεδα πάντα φυ‐ | |
λάσσειν. | ||
epsilon705(1t) | (Ῥῆμα.) | |
2 | Ἐμασχαλίσθη. ἔθος ἦν τοῖς ἀρχαίοις, ὁπόταν φονεύσειαν ἐξ ἐπιβουλῆς τινὰ, τὸ ἔργον ἀφο‐ σιουμένους ἀκρωτηριάζειν τὸν νεκρὸν, καὶ τῶν | |
5 | μορίων ὁρμαθὸν ποιήσαντας κρημνάναι κατὰ τοῦ τραχήλου, κατὰ τῶν μασχαλῶν διείροντας. ἀφ’ οὗ δὴ καὶ μασχαλίσματα προσηγόρευσαν αὐτά. Ἐμάλθαξαν. κατεπράϋναν. καθωμάλισαν. ἐμα‐ λάκισαν. ἐμάλθαξαν τὸ πάνυ πρανές τε καὶ | |
10 | ὀλισθηρόν. Ἐμματάζων. ματαιολογῶν. Ἐμακάρισαν. ἐμνημόνευσαν. Ἐμάτησεν. ἠμέλησεν. ἐματαιοπόνησεν, ἐμα‐ ταιοπράγησεν. | |
15 | Ἐμβεβροντημένα. μάταια γενόμενα. Ἐμβριμώμενος. μετὰ αὐστηρότητος ἐπιτάττων καὶ ἐπιτιμῶν. ἢ μετ’ ὀργῆς λαλῶν. καὶ ἐμβρι‐ μᾶται. Ἐμβαλόντα. ὁ δὲ παῖς ὢν ἔτι τὸν διδάσκαλον | |
20 | Λῖνον, πληγὰς αὐτῷ ἐμβαλόντα, ἐν τῇ διδα‐ σκαλίᾳ δυσανασχετήσας καὶ οὐκ ἐθέλων ἄρχε‐ | |
σθαι, λίθῳ βαλὼν, ἀπέκτεινεν. | ||
epsilon706 | Ἐμβάλλουσι. καταντῶσιν. ἀπέρχονται. ἐμβάλ‐ λουσι δὲ, ὁ μὲν βασιλεὺς εἰς Λυδίαν, ὁ δὲ Προκόπιος εἰς Φρυγίαν τὴν ἄνω. Ἐμβατεῦσαι. ἐπιβῆναι. τὰ ἔνδον ἐξερευνῆσαι | |
5 | ἢ σκοπῆσαι. Ἐμβατεύων. ἐπιβαίνων. καὶ ἐμβατεύσαντες ἀντὶ τοῦ εἰσελθόντες. οἱ δὲ Οὖννοι εἰς τὴν προκει‐ μένην νησίδα τῆς πόλεως ἐμβατεύσαντες. Ἐμβαίη. κατέλθῃ. | |
10 | Ἐμβαίνοντες. ἐπιβαίνοντες. οἱ δὲ Ἀῤῥάβιοι ἀρετῇ πολὺ τῶν ἀῤῥένων διαφέρουσιν, οἳ βέλε‐ σιν ἀνδρομήκεσι χρώμενοι ἀντὶ τῶν χειρῶν τῷ ποδὶ ἐμβαίνοντες ἐς τὴν νευρὰν κυκλοῦσι τὸ τόξον.] | |
15 | Ἐμβεβλημένα. ἐγκεντρισμένα. Ἐμαίμασσε. προεθυμήθη. Ἐμβιβάξαντες. παρ’ Ἱππώνακτι· ἀλλ’ αὐτίκ’ ἀλλήλοισιν ἐμβιβάξαντες. †ἀπὸ τοῦ ἐμβιβάζω ἐμβιβάξω.† σημαίνει δὲ | |
20 | τὸ ἐμβοήσαντες. Ἐμβαλεῖς. εἰσελεύσῃ. ἰδίως ἐμβαλεῖν τὸ ταῖς | |
ναυσὶ κροῦσαι ἢ ταῖς κώπαις. | ||
epsilon707 | Ἔμμεναι. ὑπάρχειν. ἰστέον, ὅτι ἐπὶ τῶν εἰς ναι ἀπαρεμφάτων τοῦ ἀορίστου εἰώθασιν αἱ διάλεκτοι ἐπεντιθέναι τὴν μεν συλλαβήν· καὶ εἰ μὲν ὦσι δύο σύμφωνα, ἀποβάλλουσι τὸ ἕν· | |
5 | δοῦναι δόμεναι, θεῖναι θέμεναι· εἰ δὲ εὑρεθῇ ἓν ἔχον, φυλάσσει αὐτό· οἷον, στῆναι στήμε‐ ναι, βῆναι βήμεναι, εἶναι ἔμμεναι. Ἐμέλλησεν. ὑπερέθετο, ἐβράδυνεν. Ἐμεγαλύνθη. ὑψώθη. | |
10 | Ἐμετεωρίσθησαν. ἐχάρησαν. Ἔμελλεν. ἐφαίνετο, ἀπέκειτο, ἐῴκει. παρ’ Ὁμήρῳ. Ἐμείωσας. ἠλάττωσας. Ἐμηδίασαν. τὰ τῶν Μήδων εἵλοντο. [ὅτι μετὰ | |
15 | τὴν ἐν Μαραθῶνι μάχην οἱ Θετταλοὶ ἐμηδίασαν.] Ἐμημεκώς. ἐμέσας. Ἐμηχανᾶτο. ἐτεχνάζετο. ἀνέμβατα ὄρη ἐμηχα‐ νᾶτο φαίνεσθαι. Ἐμηνίων. ὠργίζοντο. | |
20 | Ἐμήνυον. ἀνεμάνθανον. Ἐμήσατο. ἐβουλεύσατο. Ἐμιτρώσατο. ἐζώσατο. Ἐμιτροφόρουν. ἀντὶ τοῦ μίτρας ἤτοι ζώνας διαζωσάμενοι. | |
25 | Ἐμνώοντο. μνήμην ἐποιοῦντο. | |
Ἐμόγησα. ἐμόχθησα· ἐκακοπάθησα. | ||
epsilon708 | Ἔμμορεν. ἔλαχεν, ἔτυχεν. [ἔστι δὲ δεύτερος ἀόριστος ἀπὸ τοῦ μορῶ, ὃ σημαίνει τὸ τυγχά‐ νω. ὅτι δὲ δεύτερος ἀόριστος, δῆλον. καὶ τὸ τρίτον πρόσωπον τῶν πληθυντικῶν ἔμμορον εὑ‐ | |
5 | ρίσκομεν.] Ἐμπαροινοῦντες. ἐνυβρίζοντες. Ἐμπάζεται. ἐπιστρέφεται, ἢ φροντίζει. Ἐμπάζομαι. ἐντίθεμαι, λόγον ποιοῦμαι. †οἷον· οὔτι θεοπροπίης ἐμπάζομαι— | |
10 | παρὰ τὸ ἔμπης· ἢ παρὰ τὸ ἔμπαιος.† Ἐμπεδοῖ. βεβαιοῖ, στερεοῖ. Ἐμπεδορκεῖν. ἐμπέδως τηρεῖν τὰ ὅρκια. ὡς ἂν ἐμπεδορκοίη, ἤλαυνεν εἰς τὴν πόλιν. Ἐμπεσών. ἄρξας τῶν πραγμάτων. ὃς ἐμπεσὼν | |
15 | τοῖς πράγμασιν. Ἐμπερονῆσαι. διατρῆσαι, διατρυπῆσαι. Ἐμπεφυυῖα. ἰσχυρῶς κρατοῦσα, καὶ ἐμπεφύα‐ σιν. οἷον· ὣς ἔχετ’ ἐμπεφυυῖα. | |
20 | [ἔστι φῦμι, τὸ προσπελάζω, ὁ μέλλων φύσω, ὁ παρακείμενος πέφυκα, ἡ μετοχὴ ὁ πεφυκὼς, ἀποβολῇ συμφώνου πεφυὼς, καὶ τὸ θηλυκὸν πεφυυῖα καὶ ἐμπεφυυῖα.] Ἐμπειρεῖν. πεπειραμένως ἔχειν. φήσας γεγονέ‐ | |
25 | ναι πλείω χρόνον ἐν ταῖς Σάρδεσι καὶ τὸν τό‐ | |
πον ἐμπειρεῖν. | ||
epsilon709 | Ἐμπιπρᾶται. καίεται, ἐμπυρίζεται. Ἐμπιπλᾶται. πληροῦται· χορτάζεται. Ἐμπίπλη. Ἀττικόν. Ἀττικοὶ γὰρ λίαν ἀποβο‐ λὴν τοῦ μ ποιοῦσι. ἡ κοινὴ γὰρ ἵστημι, αὐ‐ | |
5 | τοὶ δὲ ἵστη. Ἐμπλασσόμενοι. προσκρούοντες, προσπελάζον‐ τες. οἱ δὲ Καρχηδόνιοι ἀλλήλοις ἐμπλασσό‐ μενοι καὶ περιπίπτοντες τοῖς θηρίοις ἀπέθνη‐ σκον. [καὶ ἀντὶ τοῦ ἐπεμβαίνοντες καὶ συῤῥη‐ | |
10 | γνύμενοι. τοῖς φίλοις καὶ οἰκείοις ἐμπλασσόμε‐ νοι, ἀπέσφαττον αὐτοὺς ὡς πολεμίους.] Ἐμπλασσόμενοι. ἐμπίπτοντες τῷ ποταμῷ. οἱ δὲ ἐμπλασσόμενοι κατέῤῥεον εἰς τὰ ἐπὶ θάτερα τοῦ ποταμοῦ. Θουκυδίδης τοῦτο φησί. καὶ ἀντὶ | |
15 | τοῦ μολυνόμενοι. παλάσσω γὰρ τὸ μολύνω. Ἐμπλείμην. κορεσθείην. [εὐκτικῆς ἐγκλίσεως τε‐ τύχηκεν. ἔστι γὰρ τὸ ἐμπιπλῶ, ὃ παρὰ ἀνα‐ διπλασιασμὸν κλίνεται. Ἀριστοφάνης· | |
βάλλων ἐκεῖνον οὐκ ἂν ἐμπλείμην λίθοις.] | ||
epsilon710 | [Ἔμπλην.] ἐπλησίαζον. ἔστι ῥῆμα πλῶ τὸ πλησιάζω, παράγωγον πλῆμι. ὁ δεύτερος ἀόρι‐ στος ἔπλην. [γίνεται δὲ καὶ ἀπὸ τοῦ πλῶ κατὰ ἀναδιπλασιασμὸν πιπλῶ, πίπλημι, ὡς στῶ, | |
5 | ἱστῶ, ἵστημι. καὶ πλῶ, πλήσω, πλήτης, καὶ ἐν συνθέσει τειχεσιπλήτης. ἢ ἔμπλην, πλησίον καὶ ἐγγύς. παρὰ τὸ πέλω ῥῆμα, ὃ δηλοῖ τὸ πλησίον. καὶ ἐν συγκοπῇ πλῶ, καὶ συνθέσει ἐμπλῶ, καὶ ἔμπλην. | |
10 | Βοιωτῶν δ’ ἔμπλην ἐπ’ ἀρίστεων—.] Ἐμπλατειάσασα. τρυφερευσαμένη. Ἐμπωλεῖ. πραγματεύεται. καὶ ἐμπωλήσαντες. Ἐμπολήσωμεν. ἀντὶ τοῦ ἐμπορευσώμεθα. ἢ κερδήσωμεν καὶ συνάξωμεν πωλήσαντες τὸν καρ‐ | |
15 | πόν. Ἐμπολεμῶσαι. τὸ πολεμίους ποιῆσαι, καὶ ἐπὶ πόλεμον τινὰς παροξύναι. [ἐκπολεμῆσαι δὲ, τὸ | |
ἐκπορθῆσαι.] | ||
epsilon711 | Ἐμπομπεύων. ἐπιφαίνων. θριαμβεύων. Ἐμπορπῶ. τὸ συμβάλλω. καὶ ἐμπορποῦσθαι. Ἐμπρήσαντες. καύσαντες. ἐμπρίσαντες δὲ ἀν‐ τὶ τοῦ συσφίγξαντες καὶ προσαρμόσαντες, ι. οἱ | |
5 | δὲ ἐμπρίσαντες τοὺς ὀδόντας τοῦ εἶξαι τῷ τυράννῳ, γεγόνασι κρείττους. Ἐμυκᾶτο. ἐβρυχᾶτο. Ἀριστοφάνης· ἔβλεψεν εἰς ἐμὲ δριμὺ καὶ ἐμυκᾶτό γε. Ἐμύξατο. ἔξεσεν. | |
10 | Ἐμυωπίασεν. ἄκροις τοῖς ὀφθαλμοῖς προσέσχε. μυωπάζω γὰρ τὸ καμμύω. Ἐμφαλκωμένοις. περιπεπλεγμένοις. ἔπειτα κά‐ λοις ἐμφαλκωμένοις. Ἐμφανίζω σοι. φανερῶ σοι. | |
15 | Ἐμφαίνων. δεικνύς. Ἐμφοροῦμαι. κορέννυμαι. Ἐμφιλοχωρεῖ. ἐνδιατρίβει. Ἐμφύς. ἐμπλακεὶς, ἐμπεσών. ὁ δὲ Κέλτος προ‐ θυμίαν εἶχεν ἐμφὺς τῷ πολέμῳ καὶ χερσὶ καὶ | |
20 | στόματι δίκην θηρίου διασπάσαι αὐτόν. Ἐμπρέποντα. διαπρέποντα. Ἐμῶ. τὸ τὴν τροφὴν ἐμβάλλω. Ἀριστοφάνης· | |
δότε μοι λεκάνην, ἵν’ ἐξεμέσω. | ||
epsilon712 | ἀπὸ τοῦ ἕω τὸ ἀφίημι, καὶ πλεονασμῷ τοῦ μ ἐμῶ, ὡς ὅρω ὁρμῶ, τίω τιμῶ. Ἐματαιώθησαν. ἐπλανήθησαν. τοῦ παντὸς ἐξ‐ έπεσον. καὶ ὁ Ἀπόστολος· ἀλλ’ ἐματαιώθη‐ | |
5 | σαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν. Ἐμφανίζουσιν. ἀντὶ τοῦ δεικνύουσιν. ὁ Ἀπόστο‐ λος· οἱ γὰρ τοιαῦτα λέγοντες ἐμφανίζουσιν, ὅτι πατρίδα ἐπιζητοῦσιν. | |
9t | (Ἐπίῤῥημα.) | |
10 | Ἐμμαπέως. ἐσπασμένως, ταχέως, σπουδαίως, προθύμως. παρὰ τὸ ἅμα, ὃ σημαίνει τὸ ὁμοῦ καὶ ἐξαίφνης, [καὶ τὸ ἔπος, ὃ σημαίνει τὸν λόγον, γέγονεν ἁμεπέως, καὶ κατὰ μετάθεσιν τῶν φωνηέντων καὶ πλεονασμῷ τοῦ μ ἐμμε‐ | |
15 | πέως. οἱονεὶ ἅμα τῷ λόγῳ καὶ τὸ ἔργον ταχέως. ὁ δ’ ἄρ’ ἐμμαπέως—.] Ἐμβαδόν. πεζῇ, διὰ θαλάσσης ἢ διὰ τοῦ εἰς ναῦν ἐμβῆναι. Ἔμβραχυ. ἁπλῶς, ὅλως, συντόμως. | |
20 | Ἐμμελῶς. συνετῶς, ἡδέως. Ἔμπαλιν. εἰς τοὐπίσω. Ἔμπας καὶ ἔμπα. Ἀττικῶς. ἔμπης δὲ Ἰωνι‐ κῶς. δηλοῖ δὲ τὸ ὅμως. | |
Ἐμπελαδόν. πλησίον, ἐγγύς. | ||
epsilon713 | [Ἔμπλην. πλησίον, ἐγγύς.] Ἐμποδών. Θουκυδίδης ἀντὶ τοῦ προχείρως· τὰς ἐμποδὼν αἰτίας μόνον ἐπισκοπεῖν. Λυκοῦρ‐ γος ἀντὶ τοῦ φανερόν. Πλάτων ἀντὶ τοῦ ἐν | |
5 | μέσῳ. Ἰσαῖος ἀντὶ τοῦ ὑπόγυιον καὶ ἐν χερ‐ σίν· ἀλλὰ τουτὶ, ὦ ἄνδρες Ἀθηναῖοι, παντε‐ λῶς ἐμποδὼν εἶναι. Ἱεροκλῆς δὲ καὶ ἄλλοι ἀντὶ τοῦ ἐμποδίου. Ἐμφαντικῶς. ἐννοητικῶς. ὁ δὲ παρεκάλει βρα‐ | |
10 | χέως μὲν, ἐμφαντικῶς δὲ τοῦ παρόντος κινδύ‐ νου. ἀντὶ τοῦ πρεπόντως. | |
12t | Τὸ Ε μετὰ τοῦ Ν. | |
13t | (Ἀρσενικόν.) | |
14 | Ἐναγής. σεβάσμιος, ἢ καὶ ὁ βέβηλος καὶ ὁ | |
15 | ἀποτρόπαιος. Δαμάσκιος· τοὺς δὲ παντάπασιν | |
ἀπεωθεῖτο ὡς ἐναγεῖς ὄντας καὶ ἀνιάτους. | ||
epsilon714 | Ἐναγῆ φίλων. τὸν μηδέποτε ὑπὸ φίλων ἐν ἀφανεῖ αἰτίᾳ γενόμενον, [ἀλλὰ] καθαρὸν ὄντα. Ἐναγέστατος. ἀκάθαρτος, μυσαρώτατος. Ἐναγισμοί. ὁλοκαυτώματα, ἢ μιασμοί. | |
5 | Ἐν ᾅδου. Ἀττικοὶ χρῶνται τῇ ἐν ἀντὶ τῆς εἰς· ἐν διδασκάλου, ἐν κιθαριστοῦ. Ἐνάκ. ὄνομα κύριον. καὶ ἡ νόσος. Ἐναύλους. τοὺς χειμερινοὺς ποταμοὺς, παρὰ τὸ αὐλεῖν. | |
10 | Ἐναλίγκιος. ὅμοιος, παραπλήσιος. ὡς παρὰ τὸ πήσσω γίνεται πάγιος, [καὶ παρὰ τὸ ἁρμόζω ἁρμόδιος, οὕτως καὶ παρὰ τὸ εἴκω, τὸ ὁμοιῶ, γίνεται εἴκιος. καὶ ἐπειδὴ πολλάκις τὰ τοιαῦ‐ τα διὰ χρείαν μέτρου ἀποβάλλουσι τῆς ει δι‐ | |
15 | φθόγγου τὸ ε, οἷον· εἴκελος ἀστεροπῇ— | |
καί· | ||
epsilon715 | τῷ ἴκελος κατέδυ Τρώων πόλιν— τούτου χάριν ἀποβάλλουσι καὶ τοῦτο τὸ ε τῆς διφθόγγου, καὶ γίνεται ἴκιος, ἐνίκιος, καὶ προσ‐ ελθούσης τῆς αλ συλλαβῆς μετὰ πλεονασμοῦ | |
5 | τοῦ γ, διὰ τὰ ἐπάλληλα βραχέα, ἐναλίγκιος.] Ἐνναώρου. ἐννεαετοῦς. Ἐνναέται. οἰκήτορες. καὶ ἐνναιέται. Ἐναργής. φανερός. Ἐγκάθετος. ἐνεδρευτής. | |
10 | Ἐνδελεχησμός. ἐπιμονή. *ἐνδελεχισμὸς δὲ καλεῖται ἡ καθημερινὴ θυσία. τὸ γὰρ ἐνδελε‐ χὲς τὸ πυκνὸν ἐστὶ καὶ συνεχές. Ἐνδρανής. πρακτικός. Ἐνδεεῖ. χρείαν ἔχοντι, ἐλλειπομένῳ. | |
15 | Ἐνδεῖκται. οἱ κατήγοροι καὶ συκοφάνται. | |
Ἐνδιάθετος. ἐκ ψυχῆς προκείμενος. | ||
epsilon716 | Ἔνδικον. δίκης ἄξιον. [καὶ γὰρ ὁ Μιθριδάτης τά τε ἄλλα ἔνδικος ἦν.] Ἔνδιος. ὁ μεσημβρινὸς καιρὸς παρ’ Ὁμήρῳ. παρὰ τὸ ἐνδεῖν καὶ ἐλαττοῦσθαι τὴν ἡμέραν. | |
5 | [ἢ παρὰ τὸ ἰδίω, τὸ ἱδρῶ, γέγονεν ἐνίδιος καὶ ἔνδιος.] Ἐνδυμίων. κύριον. ὃς ἦν ὑπνηλὸς σφόδρα. Ἐνδόμυχος. σκοτεινὸς, ἀπόκρυφος. [Δαμάσκιος· οὕτω δὲ ἐνδόμυχος ἐγεγόνει καὶ σιωπηλὸς ἐπὶ | |
10 | τούτοις, ἃ κρύπτειν ἐδοκίμαζεν, ὥστε μηδὲ ἐρωτώσῃ τῇ μητρὶ λέγειν, ὅπη ἀπίοι.] Ἐνδόσιμον. κινήσεως καὶ ἀρχῆς αἴτιον. ὁ δὲ ψαλμός· οἷος ἐνδόσιμος εἶναι τῇ ὠδῇ. Ἐνεός. ἄφωνος, οὐχὶ ὁ ἠλίθιος. ἀπὸ τοῦ τὴν | |
15 | ἰωὴν παρ’ ἑαυτῷ ἔχειν. Ἐνερευθής. ἐρυθρός. | |
Ἐνεργμὸς καὶ ἔνερξις. κροῦμα κιθαριστικόν. | ||
epsilon717 | Ἐννέωροι. ἐνναετεῖς. ὦρος γὰρ ὁ χρόνος. Ἐνέρτερος. κατώτερος. ἀπὸ τοῦ ἔνερθεν ἐνέρ‐ θερος καὶ ἐνέρτερος. Ἐνέροις. νεκροῖς. ἀπὸ τοῦ ἐν τῇ ἔρᾳ κεῖσθαι. | |
5 | Ἐν ἐπηκόῳ. εἰς ἐπήκοον πάντων. Ἔναιμος. πλήρης αἵματος. Ἐνηής. ὁ πρᾶος. Ἔνθεος. θείῳ κινούμενος νεύματι. Ἔνθους. θεωρητικὸς, θεόληπτος, θεοφορού‐ | |
10 | μενος, ἐνθουσιῶν, ἐνθουσιαζόμενος. κατὰ συν‐ αλοιφήν· ἔνθεος, ἔνθους. Ἐνθουσιασμός. ὅταν ἡ ψυχὴ [ὅλη] ἐλαύνηται ὑπὸ τοῦ θεοῦ. Ἐνιπεύς. ὄνομα ποταμοῦ. παρὰ τὴν ἐνιπήν· | |
15 | καὶ γὰρ ἄγριός ἐστι καὶ ἀπειλοῦντι ἔοικεν. Ἐνιαυτός. οἱ Ἑβραῖοι τὸν ἐνιαυτὸν κατὰ τὸν σεληνιακὸν δρόμον ἀριθμοῦσιν, ὥστε τὸν μῆνα ἡμερῶν εἶναι παρ’ αὐτοῖς εἰκοσιεννέα ἥμισυ· ὡς τοῦ μὲν ἡλιακοῦ κύκλου ὑπάρχοντος τριακοσίων | |
20 | ἑξήκοντα πέντε, τοῦ δὲ σεληνιακοῦ τνδ· ὡς τὸν ἡλιακὸν παραλλάσσειν ἐνιαυτὸν ἡμέρας ια τοῦ σεληνιακοῦ ἐνιαυτοῦ. ὥστε Ἕλληνες καὶ | |
Ἰουδαῖοι μῆνας τρεῖς ἐμβολίμους ὀκτὼ παρεμ‐ | ||
epsilon718 | βάλλουσιν. ἐνιαυτὸς μετωνομάσθη ἐννέα καὶ δεκαετήρης. Μέτων γὰρ ὁ μαθηματικὸς περίο‐ δον ἐκτιθεὶς χρόνου ἐνέταξε δεκαεννέα κύκλους. Ἐνήλιος. ὁ ἓν μέλος ἔχων, ὁ κυλλός. | |
5 | Ἔννιος. Ῥωμαῖος ποιητής. Ἔνιοι. φανεροὶ, ἢ οἱ μὲν, ἢ τινές. Ἔνος. ὁ χρόνος. καὶ ἐνιαύσιος. Ἔνοχος. ὑπεύθυνος ἢ χρεώστης. Ἔνορχα. ἄρσενα. | |
10 | Ἐνοσίγαιος. ὁ κινῶν τὴν γῆν, ὁ σεισμοὺς ποιῶν. καὶ ἐνοσίχθων ὁμοίως. ἔνοσις γὰρ ἡ κίνησις. Ἔννους. ὁ συνετὸς, ὁ φρόνιμος. [Σοφοκλῆς·] ἔννους τὰ καινὰ τοῖς πάλαι τεκμαίρεται. Ἐνοφθαλμισμῶν. θεαμάτων. | |
15 | Ἐν παραβύστω. ἐν γωνίᾳ. Ἔνσπονδος. ὁ ἀπὸ πόλεως, ἢ ὁ ἀπὸ πολέμου γενόμενος φίλος. Ἐνστάτης. ὁ κατὰ πάντα ἐνιστάμενος, ἰδικῶς δὲ καὶ ἐπὶ τῆς κρίσεως, οἷον ἀντίδικος. κυρίως | |
20 | δὲ ἐνστάτης ὁ ἐν τῇ ὁδῷ ἀντιστήκων τινί. Ἐνστατικός. ἀντὶ τοῦ ἔνστασιν πρός τινα ποι‐ ούμενος. | |
Ἐν ταλάροις. ἐν κοφίνοις. | ||
epsilon719 | Ἐντελεῖς. οἱ ἄρχοντες καὶ οἱ ἄρξαντες. καὶ ἐν‐ τελεῖς πανοπλίας ἀντὶ τοῦ ἀρχοντικάς. Ἐντελής. ἀντὶ τοῦ τέλειος. Ἐντελόμισθος. μεμισθωμένος ἐντελῶς. ὁ δὲ | |
5 | ἔπλεε νηῒ οἰκείᾳ ναύτας ἔχων ἐντελομίσθους οἴκοθεν Κρῆτας. Ἐντομίας. εὐνοῦχος. Ἐντομίδαι. οἱ τοῖς σώμασιν ἐντεμνόμενοι. τοιαῦ‐ τα εἰώθασι ποιεῖν ἐπὶ τοῖς νεκροῖς. ὅτι τοῖς | |
10 | νεκροῖς τὰ ἔντομα ἔθυον τῶν τετραπόδων ὡς ἄγονα· τὰ δὲ ἔνορχα τοῖς θεοῖς. ἔντομα δὲ, οἷον σφῆκες, μύρμηκες, μέλιτται, ἃ οὔτε ἀνα‐ πνεῖ, οὔτε πνεύμονα ἔχει. Ἐντριβής. ἔμπειρος, τετριμμένος, συνήθης. ἄν‐ | |
15 | θρωπος ἐντριβὴς τῆς χώρας. Ἐντροπίας. εὐμετάβολος. καὶ ἐντροπίας οἶνος, | |
ὁ ὀξίνης. | ||
epsilon720 | Ἐντρεχής. γοργὸς, ὀξὺς, σπουδαῖος. Ἐνυάλιος. πολεμικὸς, μαχητής. Ἐνυὼ γὰρ δαί‐ μων τὶς προστάτης τοῦ πολέμου. Ἐνυδροβίων. βιούντων ἐν ὕδασι. | |
5 | καὶ πολιὸν χηνῶν ζεῦγος ἐνυδροβίων. Ἐν χρῷ κεκαρμένος. σύνεγγυς καὶ πλησίον τοῦ δέρματος τὰς τρίχας ἐξυρημένος. καὶ ἐν χρῷ παραπλέων ἀντὶ τοῦ πλησίον. οὕτως Θουκυδί‐ δης. | |
10 | Ἐγχρόνῳ. οὗ τὸ εἶναι μετρητὸν ὑπὸ χρόνου. Ἐνώμοτος. τοῖς ὅρκοις ἔνοχος. Ἐνωμοτάρχης. τάξεως τινὸς στρατιωτικῆς ἄρ‐ χων παρὰ Λακεδαιμονίοις. εἴρηται δὲ παρὰ τὸ ὀμνύναι αὐτοὺς μὴ λείψειν τὴν τάξιν. | |
15 | Ἐνώπιον. ἔμπροσθεν. Ἐναῖος. ὁ λαγωός. τοῦ Ψελλοῦ· ἐναῖος δὲ ὁ λα‐ | |
γωὸς, ἔνναιον ὕδωρ βλύζον. | ||
epsilon721 | Ἐναίσιμοι. μαντικοί. Ὅμηρος· —ὄρνιθες δέ τε πολλαὶ ὑπ’ αὐγὰς ἠελίοιο φοιτῶσιν οὐδέποτε πάντες ἐναίσιμοι—. | |
4t | (Θηλυκόν.) | |
5 | Ἐναγωγή. ἡ ἔγκλησις. καὶ πάντα ἄνθρωπον ἀδικηθέντα ὑπ’ αὐτοῦ ἀδεῶς καὶ ἀζημίως ἐν‐ αγωγαῖς κεχρῆσθαι. Ἐναγωγὴ οἰκέτου. τοῦ πραθέντος οἰκέτου. εἴ τι ἔχων νόσημα, εἰ μὴ προείπῃ ὁ πωλῶν, ἐφίησιν | |
10 | ὁ νόμος τῷ ὠνησαμένῳ διακρίνεσθαι πρὸς τὸν πεπρακότα, πρότερον ἀπογραψάμενον πρὸς τὰς ἀρχὰς τὴν αἰτίαν. Ἐνέργεια. ἡ τῶν λόγων λευκότης. Ἐναρμόνιος φωνή. ἡ ἐγγράμματος, καὶ ὁ τῶν | |
15 | ἀνθρώπων στεναγμός. ἐναρμόνιος ἀγράμματος ἡ τοῦ ψιττακοῦ. ἀναρμόνιος ἀγράμματος ἡ τῶν προβάτων βληχή. Ἐναισίμῃ. δικαίᾳ, καθηκούσῃ. ἐναισίμῃ δὲ συντύχοιμι. μὴ δέ τινι πονηρᾷ συντυχών. | |
20 | Ἔνδειξις. φανέρωσις καὶ ἀπολογία. Ἔνδειξις. δίκη κατὰ τῶν ὀφειλόντων καὶ δημη‐ γορούντων· οὐ γὰρ ἐξῆν λέγειν οὐδόλως ἐπίτι‐ μον εἶναι ὀφείλοντα, ὥστε εἰ καὶ ἦρχέ τις ὀφεί‐ λων ἐνεδείκνυτο. ἤδη δὲ καὶ ἐπὶ τῶν φυγάδων | |
25 | ὅπου μὴ ἔξεστι κατιόντων ἡ ἔνδειξις. | |
epsilon722 | Ἔνδειξις. ἐάν τις ἄτιμος ὢν ἢ ὀφληκὼς τῷ δημο‐ σίῳ καὶ μὴ ἐκτετικὼς ἄρχειν ἢ δικάζειν ἐπι‐ χειροίη, τοῦτον ἐνδείκνυσιν ὁ βουλόμενος τῶν πολιτῶν. ὁμοίως καὶ τὸν ἀντιποιούμενον πρά‐ | |
5 | ξεων ἢ τόπων. Ἔνδειξις. εἶδος δίκης δημοσίας, ὑφ’ ἣν τοὺς ἐκ τῶν νόμων εἰργομένους τινῶν ἢ τόπων ἢ πρά‐ ξεων, εἰ μὴ ἀπέχοιντο αὐτῶν, ὑπῆγον. οὕτως Δημοσθένης. | |
10 | Ἕναι. ἀρχαὶ αἱ παρῳχημέναι. οὕτως Δημοσθέ‐ νης. Ἐν αἰθρίᾳ. ἐν εὐδίᾳ. ἢ ἐν φανερῷ. [Ἔναιμος. πλήρης αἵματος.] Ἐνεγκαμένη. ἡ πατρίς. | |
15 | Ἐνεγκοῦσα. ἢ τὴν μητέρα ἢ τὴν πατρίδα λέγει. Ἐν εὐσήμῳ. ἐν ἀγαθῇ, ἐν καλῇ, ἐν φανερᾷ, ἐν μεγάλῃ. Ἐνέδρα. ἔγκρυμμα, ἐν ᾧ κάθηνται τινὲς, μέχρις ἂν ἕλωσιν οὓς ἂν ἐπιβουλεύσωσιν. | |
20 | Ἐν δίκῃ. ἀντὶ τοῦ δικαίως, καὶ μάλα εἰκότως. Ἐνδυομενία. τὴν μὲν ἐνδυομενίαν ἅπασαν ἐκ τῶν οἰκιῶν ἐξήρπασαν. καὶ τὰ ἔπιπλα. Ἐνάτη καὶ ἔνατος. δι’ ἑνὸς ν. καὶ γὰρ ἐκ τοῦ | |
εἷς ἑνός. ἐννέα δὲ διὰ δύο νν. | ||
epsilon723 | [Ἐννεάκρουνος. κρήνη τὶς Ἀθήνῃσι Καλιῤῥόη καλουμένη πρώτως.] Ἐννεσία. ἡ συμβουλή. Ἔνερσις. συμπλοκή. παρὰ τὸ εἴρω τὸ συμπλέκω. | |
5 | ἐνέρσει κρώβυλον ἀναδούμενοι. Ἐνεργόν. ἐπιτεταμμένον, σύντομον. οἱ δὲ ἐξανα‐ στάντες ἐνεργὸν ἐποιήσαντο τὴν πορείαν καὶ τὴν ἔφοδον. Ἐνέργεια. ἡ ἐν λόγοις ἢ ἀθρόα προσβολή. ἐνέρ‐ | |
10 | γεια ποιά τις κίνησις τῆς οὐσίας. ὧν δὲ ἡ ἐνέρ‐ γεια μία, τούτων καὶ ἡ δύναμις πάντως ἡ αὐτή. πᾶσα δὲ ἐνέργεια δυνάμεως ἐστὶν ἀποτέλεσμα. ἡ μὲν ἰδιότης, οἷον ἐπιτηδειότης τίς ἐστιν ἐπι‐ θεομένη πάντως τῇ ὑποκειμένῃ φύσει, κᾂν [εἰ] | |
15 | μὴ εἰς ἐνέργειαν προαχθεῖσα τύχοι. ἡ ἐνέρ‐ γεια δὲ καὶ αὐτὴ πράξεως οἷόν τινος, καὶ τῆς εἰς ἔργον ἐπιτηδειότητος πρόδηλον ὡς λόγον ἐπέχει. ἐνέργεια ἐστὶ φυσικῆς ἐπιτηδειότητος εἰς τὸ φανερὸν πρόοδος. | |
20 | Ἐνέργεια. ἔστι κίνησις δραστική. κίνησις δέ ἐστιν ἐνάλλαξις τοῦ προτέρου. ἀρχὴ γὰρ κινήσεως ἠρεμία. καὶ πάλιν κίνησις ἐστὶν ἐντελέχεια τοῦ δυνάμει κινουμένου. ἐνέργεια φυσικὴ ἐστὶν ἡ ποιὰ τοῦ ὑποκειμένου κίνησις. ἐνέργεια ἡ | |
25 | κατὰ τὸ πρόχειρον, ἐστὶ φυσικῆς δυνάμεως ἀποτέλεσμα. ἐνέργεια ὁμοίως ἄϋλος δύναμις. ἐνέργεια ὁμοίως ἡ ἔνυλος δύναμις. ἐνεργητικόν ἐστι τὸ δύναμιν ἔχον ἐκπληρῶσαι τὸ πρᾶγμα. ἐνέργειαι πάλιν ἐπείσακτοι αἱ μόνιμοι οὖσαι, εἴτε | |
30 | φυσικαὶ εἴτε ψυχικαὶ ὦσι. φυσικὴ μὲν, ὡς ἡ θερμότης ἐν τοῖς θερμαινομένοις σώμασι· ψυ‐ χικὴ δὲ, ὡς ἡ ἐπιστήμη. κατὰ τὸν τρίτον τρό‐ πον, ὅνπερ οὔπω μὲν ἐπιτηδειότητι πρὸς τὸ δέξασθαι, ὅπερ ἦν τὸ πρῶτον τοῦ σημαινομέ‐ | |
35 | νου τῇ δυνάμει. κατὰ τὸν τέταρτον δὲ τρόπον | |
epsilon724 | ἡ φυσικὴ ποιότης ἤγουν φυσικὴ ἕξις, τῶν ἀν‐ τικειμένων ἀντίθεσις ἤγουν τῆς δυνάμεως, εἴτε τῆς ποιητικῆς ἢ τῆς παθητικῆς. διάθεσις δέ ἐστιν ἡ κατὰ συμβεβηκὸς τοιάδε ἑκάστου ποιό‐ | |
5 | της. ἐνέργεια ἰδιώματος ἐστὶν ὁ τοῦ γράμμα‐ τος σχηματισμός. ὃ οὐκ ἐνέργεια καθαρῶς, ἀλλ’ ἐνέργημα καὶ ἐστὶ καὶ γνωρίζεται. Ἐνεργείας θεοῦ ἴδιον τὸ μὴ μόνον ἐπέκεινα παν‐ τὸς εἶναι νοῦ τε καὶ λόγου καὶ χρόνου καὶ τό‐ | |
10 | που καὶ παντὸς αἰῶνος, ἀλλὰ καὶ πάσης οὐσίας καὶ κτήσεως. Ἐνέργεια φυσική ἐστιν οὐσιώδης καὶ συστατικὴ ποιότης. ἧς τὸ ἐστερημένον καὶ πάσης οὐσίας ἐστέρηται. | |
15 | Ἐνέργεια ψυχῆς λογικῆς ἐστιν οἰκεία τοῦ νοῦ διάνοιά τε καὶ κίνησις. ἐνέργεια λογική ἐστιν ἡ δηλωτικὴ ἑκάστης οὐσίας δύναμις. ἐνέρ‐ γεια φυσική ἐστιν ἡ πάσης οὐσίας ἔμφυτος κί‐ νησις. ἐνέργεια φυσικὴ τῆς ἀνθρωπίνης φύσεως | |
20 | ἐστὶν ἡ κατ’ οὐσίαν αὐτῆς μετὰ αἰσθήσεως καὶ νοῦ ζωτικὴ καὶ αὐθαίρετος κίνησις. ἐνέργειά ἐστιν ἡ φυσικὴ ἑκάστης οὐσίας δύναμίς τε καὶ κίνησις, ἧς χωρὶς οὔτε ἐστὶν οὔτε γινώσκεται φύσις αἰσθητικῶν· αἴσθησις, καθ’ ἣν αὗται τὲ | |
25 | τῶν ἐκτὸς ἐφάπτονται φυσικῶς καὶ τοῖς ἐκτὸς ὑποπίπτουσι· πτηνῶν πτῆσις· νηκτῶν νῆξις· ἑρ‐ πιστικῶν ἕρψις· βαδιστικῶν βάδισις. καὶ περι‐ ληπτικῶς εἰπεῖν, τὸ σημαντικὸν ἑκάστης ἰδίω‐ μα φύσεως. ἐνέργεια τῆς νοερᾶς ψυχῆς ἐστι | |
30 | κατὰ φύσιν αὕτη ἡ αὐτοκίνητος καὶ πρώτη δύ‐ ναμις· ἤγουν αὐτοκίνητος λόγος φυσικῶς αὐτῇ πηγαζόμενος. ἐνέργειαν λέγομεν φυσικὴν, ἧς μόνον ἐστέρηται τὸ μὴ ὄν. τὸ γὰρ οὐσίας τι‐ νὸς μετέχον καὶ τῆς δηλούσης αὐτὴν μεθέξει | |
35 | πάντως δυνάμεως. ὅρους γὰρ τῶν οὐσιῶν καὶ | |
epsilon725 | τὰς φυσικὰς αὐτῶν ἐνεργείας ὁ ἀληθὴς ἐπί‐ σταται λόγος. οὐδὲν τῶν ὄντων, εἴτε νοερόν ἐστιν, ἀφαιρεῖται θελητικῆς δυνάμεως καὶ ἐνερ‐ γείας· εἴτε αἰσθητικὸν, τῆς αἰσθητικῆς ἐνερ‐ | |
5 | γείας· εἴτε φυσικὸν, αὐξητικῆς καὶ θρεπτικῆς ἐνεργείας· εἴτε παντελῶς ἄψυχον καὶ πάσης ἄμοιρον ζωῆς, τῆς καθ’ ἕξιν λεγομένης ἐνερ‐ γείας καὶ ἐπιτηδειότητος· ὡς δηλοῦσι πάντα τὰ οὕτως ὄντα, ἀντιληπτικὰ τυγχάνοντα ταῖς τῶν | |
10 | αἰσθητῶν αἰσθήσεσιν· ἐνέργεια γὰρ τῶν τοιού‐ των τὸ ἐπιπεσεῖν πάντως ὁράσει διὰ [τῆς] ἰδίας ἐπιφανείας· ἀκοῇ διὰ κτύπου· ὀσφρήσει δι’ ἀτμοῦ τινὸς προσφυοῦς· γεύσει τισὶ χυμοῖς, καὶ ἁφῇ διὰ τῆς ἀντιτυπίας. ὥσπερ γὰρ ἐνέργειαν λέ‐ | |
15 | γομεν τῆς ὁράσεως τὸ ὁρᾷν, οὕτω καὶ τῶν ὁρω‐ μένων τὸ ὁρᾶσθαι· καὶ τὰ λοιπὰ πάντα κατὰ τὸν αὐτὸν θεωροῦμεν γινόμενα τρόπον. τριχῶς δὲ λέγεται ἡ ἐνέργεια· ἥ τε δύναμις, καθ’ ἣν ἐνεργεῖν πεφύκαμεν, καὶ σχέσις ἡ ἀπὸ τοῦ | |
20 | ἐνεργοῦντος πρὸς τὸ ἐνεργούμενον, καὶ αὐτὸ τὸ ἀποτελούμενον ἤτοι τὸ ἐνέργημα. Ἐνέργεια ἐστὶν, ὡς φησὶ Γρηγόριος ὁ Νύσσης, ἡ φυσικὴ ἑκάστης οὐσίας δύναμίς τε καὶ κίνη‐ σις, ἧς μόνον ἐστέρηται τὸ μὴ ὄν· τὸ γάρ τινος | |
25 | οὐσίας μετασχὸν συμμεθέξει πάντως καὶ τῆς δηλούσης αὐτὸ ἐνεργείας. ὅρους γὰρ τῶν οὐσιῶν τὰς ἀψευδεῖς αὐτῶν [ἐνεργείας ὁ ἀληθὴς] ἐπί‐ σταται λόγος· νοερῶν ἐνέργειαν τὴν νόησιν· αἰ‐ σθητῶν τὴν αἴσθησιν· κινητῶν τὴν κίνησιν· | |
30 | πτηνῶν τὴν πτῆσιν· νηκτῶν τὴν νῆξιν· βλα‐ στικῶν τὴν βλάστησιν· ἑρπιστικῶν τὴν ἕρψιν· καυστικῶν τὴν καῦσιν· ῥευστῶν τὴν ῥεῦσιν· θεω‐ ρητικῶν τὴν ὅρασιν· γεννητικῶν τὴν γέννησιν· καὶ καθολικῶς εἰπεῖν τὸ πάσης φύσεως σημαν‐ | |
35 | τικὸν καὶ ἀφοριστικὸν ἡ ἐνέργεια αὐτῆς ἡ φυ‐ σικὴ κατέστηκεν, ἧς ἀναιρουμένης συναναιρεῖται πάντως καὶ ἀπόλλυται καὶ ἡ φύσις· ἀναιρου‐ | |
μένης γὰρ τῆς καύσεως σβέννυται τὸ πῦρ· ἀναι‐ | ||
epsilon726 | ρουμένης τῆς κινήσεως τοῦ ζώου ἀπόλλυται τὸ ζῶον· ἀναιρουμένης τῆς νοήσεως ἀπόλλυται τὸ νοερὸν τῆς ψυχῆς καὶ τὸ λογικὸν αὐτῆς. καὶ διὰ τοῦτο λέγομεν ἐν Χριστῷ δύο θελήσεις καὶ | |
5 | ἐνεργείας, ἵνα μὴ ἄψυχον σῶμα καὶ ἄλογον ψυ‐ χὴν ἐπ’ αὐτῷ εἴπωμεν. ἐνέργεια γὰρ ἐμψύχου σώματος τὸ περιπατεῖν καὶ ἐργάζεσθαι· ἐνέρ‐ γεια δὲ λογικῆς ψυχῆς ἡ θελητικὴ καὶ λογι‐ στικὴ καὶ βουλευτικὴ διάνοια αὐτῆς ἐστίν. οὐ | |
10 | μόνον δὲ ἐπὶ ἐμψύχων καὶ κινητικῶν, ἀλλὰ καὶ ἐπὶ ἀψύχων καὶ ἀκινήτων ἔστιν εὑρεῖν φυ‐ σικὰς ἐνεργείας, ὡς μαρτυρεῖ ἡ σκαμμωνία καὶ τὰ καθάρσια τῆς κενωτικῆς ἐνεργείας ὑπάρχον‐ τα, καὶ ἡ ὑδράργυρος θανατικὴν ποιοῦσα ἐνέρ‐ | |
15 | γειαν, καὶ τὸ κώνιον ὁμοίως ἀναιρετικὸν ὑπάρ‐ χον. τὸ δὲ παράδοξον, ὅτι καὶ τινὲς διάφοροι φύσεις στερούμεναι πολλάκις τῶν φυσικῶν ἐνερ‐ γειῶν αὐτῆς, ἑτέρας ἐνεργείας τίκτουσιν, οἷον ἡ λίθος καιομένη ἀπόλλυσι τὴν ψυχρὰν ἐνέρ‐ | |
20 | γειαν, καὶ καυστικὴν σωμάτων ἐνέργειαν, ἄσβε‐ στος γενομένη, κέκτηται. ὁμοίως καὶ ἡ κέδρος καιομένη στερεῖται μὲν τῆς φυσικῆς καὶ αὐξη‐ τικῆς καὶ βλαστώδους ἐνεργείας· ἰαματικὴν δέ τινα καὶ ἀφαιρετικὴν σκωλήκων ἐνέργειαν κέ‐ | |
25 | κτηται· ἐς ὕστερον καὶ τὴν κεδραίαν δίδωσι ταύ‐ τῃ. ἀμέλει γοῦν τοῖς ἐχεφρόνως τὰς τῶν ὄν‐ των προσηγορίας διασκοπεῖν καὶ ἀνακρίνειν ἐπι‐ σταμένοις ἔστιν εὑρεῖν, ὅτι αἱ πλείους πάσης ὑπάρξεως προσηγορίαι ἐνεργητικὰς, ἀλλ’ οὐ | |
30 | φυσικὰς τὰς ὀνομασίας ἔχουσιν, ἐκ τῶν ἰδίων ἐνεργειῶν ταύτας λαβοῦσαι καὶ ἔχουσαι καὶ λε‐ γόμεναι. θεὸς γὰρ οὐκ αὐτὴν τὴν οὐσίαν τὴν ἀκατάληπτον καὶ ἀνώνυμον τοῦ δημιουργοῦ ἡμῖν παρίστησιν· ἀλλ’ ἐκ τῆς θεωρητικῆς αὐτοῦ ἐνερ‐ | |
35 | γείας εἴρηται θεός. ὁμοίως καὶ τὸ ἄγγελος οὐ τὴν οὐσίαν αὐτοῦ καὶ τὴν ὕπαρξιν τῆς αὐτῶν φύσεως δηλοῖ, ἀλλ’ ἐκ τῆς ἀγγελικῆς αὐτῶν | |
ἐνεργείας καὶ διακονίας τὴν ἀγγέλου ὀνομασίαν | ||
epsilon727 | ἔχουσιν. ὥσπερ δὴ καὶ ὁ ἄνθρωπος οὐκ ἐξ αὐ‐ τῆς τῆς οὐσιώδους αὐτοῦ ποιότητος λέγεται ἄν‐ θρωπος, ἀλλὰ διὰ τὸ ἄνω θρεῖν τὴν ὦπα, ἤγουν ἄνω ὁρᾷν τοὺς ὀφθαλμούς. ὅθεν καὶ αὐ‐ | |
5 | τὸς ἐκ τῆς ἄνω θεωρητικῆς ἐνεργείας λέγεται ἄνθρωπος. ἄλλοι δὲ λέγουσιν, ὅτι ἐκ τῆς ἀνορ‐ θοπεριπατητικῆς ἐνεργείας ἄνθρωπος ἐκλήθη, πάντων τῶν ζώων κατωκλινῶς κεκυφότων καὶ περιπατούντων. εἰ οὖν καὶ αἱ δύο προσηγορίαι | |
10 | τῶν οὐσιῶν τοῦ Χριστοῦ, λέγω δὴ τὸ θεὸς καὶ τὸ ἄνθρωπος, ἐκ τῶν φυσικῶν αὐτῶν ἐνεργειῶν τὰ ὀνόματα ἔχουσι, πῶς οὐκ αἰσχύνονται τι‐ νὲς ἀπαρνούμενοι τὰς δύο λέγειν ἐπ’ αὐτοῦ ἐνεργείας; οἵτινες πάσης ἑτέρας γραφικῆς ἢ | |
15 | πατρικῆς παραστάσεως ἐξ αὐτῶν τῶν ὀνομά‐ των τοῦ Χριστοῦ αἰσχύνονται ἐκ τοῦ θεὸς καὶ ἄνθρωπος. καθὰ γὰρ ἔφην, σχεδὸν πᾶσα φύ‐ σις ἐκ τῆς οὐσιώδους αὐτῆς ἐνεργείας ἔχει τὴν προσηγορίαν· οἷον τὶ λέγω παρθένον, ἤγουν | |
20 | πῦρ θανὸν, κατὰ τὸ τὴν πύρωσιν θανατοῦν τῆς σαρκός. καὶ πάλιν ὁπηνίκα λέγομεν περι‐ στερὰν, οὐκ αὐτὴν τὴν φύσιν τοῦ ζώου ἤγουν τῆς σαρκὸς αὐτῆς τὴν ποιότητα ἐσημάναμεν, ἀλλὰ τὴν ἐνέργειαν, ἣν διαπράττεται· ἀπὸ γὰρ | |
25 | τοῦ πέτεσθαι στεῤῥὰ εἴρηται περιστερά. κα‐ θὰ καὶ τὰ ἑξῆς οὐ φυσικὰς, ἀλλ’ ἐνεργητικὰς ἔχουσι τὰς οἰκείας προσηγορίας· οἷον ἔλαφος ἀπὸ τοῦ ἐλεῖν τὰς ὄφεις· καὶ ἕτερα δὲ μυρία ἔστιν εὑρεῖν, ἵνα μὴ λέγω πάντα τὰ ἐκ τῆς | |
30 | οἰκείας ἐνεργείας ἔχοντα τὰς οἰκείας προσηγο‐ ρίας. ἐνέργεια γάρ ἐστιν ἡ τῆς φύσεως δύνα‐ μις. οὐ ταυτὸν δὲ ἐνέργεια καὶ ἐνεργητικὸν καὶ | |
ἐνέργημα. ἐνεργητικὸν γὰρ λέγεται αὐτὸ τὸ ὂν, | ||
epsilon728 | τὸ τῆς οὐσίας πρᾶγμα. ἐνέργημα δὲ τὸ ἀπο‐ τέλεσμα, ὅπερ ἀποτελεῖ ἡ ἐνέργεια τοῦ ἐνερ‐ γοῦντος· ἐνέργημα θεοῦ ὁ οὐρανὸς, ὁ ἄγγε‐ λος, ὁ ἄνθρωπος καὶ πᾶσα ἡ κτίσις. ἐνέργεια | |
5 | δὲ εἴρηται διὰ τὸ ἐν ἔργοις εἶναι ἤγουν φαί‐ νεσθαι. διττῶς δὲ νοεῖται ἡ ἐνέργεια· νοητῶς καὶ αἰσθητῶς. αἰσθητὸν ἐστὶ τὸ ὁρώμενον καὶ ψηλαφώμενον καὶ ἀκουόμενον καὶ φθειρόμενον· νοητὸν δὲ τὸ ἄφθαρτον καὶ αἰώνιον, τὸ αἰσθή‐ | |
10 | σει μὴ ὑποπίπτον· οἷον νοητὸς κόσμος. νοητὰ εἰσὶ καὶ τὰ αἰσθητήρια τὰ ἐν τῷ καθ’ ἡμᾶς κρυπτῷ ἀνθρώπῳ, τουτέστι τὰ μὴ σωματικῶς, ἀλλὰ κατὰ νοῦν γνωριζόμενα, χωρὶς σωματι‐ κῶν ὀφθαλμῶν. νοερὸν δὲ τὸ ἐν τῇ ψυχῇ παρὰ | |
15 | τοῦ δημιουργοῦ δεδημιουργημένον, καθ’ ὃ πᾶ‐ σαν νόησιν εἴτε τοῦ ἀγεννήτου εἴτε τοῦ γεννη‐ τοῦ προσλαμβάνεσθαι πεφύκαμεν. καὶ τοῦτο ἀναμέρος, ὅσον ἡ τῶν παθῶν ἀχλὺς ὑποχω‐ ρήσειεν. ἐνέργεια κατὰ τὸ ἐνεργεῖν ἤτοι πράτ‐ | |
20 | τειν εἴρηται. Ἐνή. ὀξυτόνως, ἡ νέα. Ἔνῃφι. μετὰ τρίτην ἡμέραν. ἢ ἔνη ἡ ἀρχὴ τοῦ μηνός. Ἐνήρεις νῆας. μίαν εἰρεσίαν ἐχούσας. ὁ δὲ Σύλ‐ | |
25 | λας συνῆλθε τῷ Μιθριδάτῃ ἐν Δαρδάνῳ τῆς Τρωάδος, ἔχων ναῦς διακοσίας ἐνήρεις. Ἐνθουσία. θεοφορία. Ἐνὶ σκοπιῇ. ἐν βουνῷ. Ἐνιπή. ἡ διὰ λόγων ἐπίπληξις καὶ ἀπειλή. ἀπὸ | |
30 | τοῦ ἐνέπω. Ἐν κυνέῃ. ἐν περικεφαλαίᾳ. Ἐν καρὸς αἴσῃ. ἐν μοίρᾳ θανάτου. περιφρα‐ | |
στικῶς *ὁ θάνατος.* ἄλλοι δὲ ἐν κηρὸς, ἵν’ ᾖ | ||
epsilon729 | κατὰ κηρὸς ἤγουν κατὰ θανάτου. ἢ, ὡς ἔνιοι, ἐν τάξει μισθοφόρου. πρῶτον γὰρ Κᾶρες ἐπο‐ λέμησαν ἐπὶ μισθῷ καὶ ἔδοξαν ἄτιμοι εἶναι. Ἐν μετουσίᾳ. ἐν μεθέξει, ἐν χωρηγήσει, ἐν | |
5 | διαθέσει. Ἔννοια. ἡ περὶ τινὸς τοῦ νοῦ κίνησις. Ἐν ὁδῷ ἦσαν. ἐν ἔργῳ. ἐν βίῳ. ἐν πίστει. Ἐνοπή. πόλεμος, μάχη. Ὅμηρος· Τρῶες μὲν κλαγγῇ ἐνοπῇ τ’ ἴσαν ὄρνιθες ὥς. | |
10 | καὶ ἐνοπάς. Ἔνοσις. ἡ κίνησις. Ἐν παρενθήκης μέρει. ἐν περισσείας μέρει. Ἐν περιλήψει. ἐν περισσοτέρᾳ νοήσει. Ἐν ῥάβδῳ. ἐν ἐπιτιμητικῷ λόγῳ. | |
15 | Ἔντευξις. παράκλησις ὑπό τινος προσαγομένη θεῷ περὶ σωτηρίας ἑτέρων. Ἔντασις. ἡ ἐπίτασις. καθ’ ὅσον ἡ τοῦ βίου ἔν‐ τασις ἐπεδέχετο κυνικωτέρα προελθοῦσα. Ἔνταξις. ἐπειδὰν τὶς προαιρεῖται τοὺς ψιλοὺς | |
20 | εἰς τὰ διαστήματα τῆς φάλαγγος ἐντάσσειν | |
epsilon730 | ἄνδρα παρ’ ἄνδρα. ἔνιοι δὲ τοῦτο καὶ παρέν‐ ταξιν ὀνομάζουσιν. Ἐντολή. παραγγελία τὶς δεσποτική. Ἐντομίδες. αἱ τὰ σώματα τέμνουσαι. τοιαῦτα δὲ | |
5 | εἰώθασι ποιεῖν ἐπὶ τοῖς νεκροῖς αὐτῶν οἱ ἄπι‐ στοι. Ἐντεριώνη. τὸ ἐντὸς, ἢ τὸ εὐθὲς, ἢ ὁ φλοιὸς, ἢ εἶδος βοτάνης. Ἐντρέχεια. τὸ μετὰ δρόμου καὶ θερμῶς ἐπι‐ | |
10 | πηδᾷν τῷ πράγματι. Ἐντομίς. ἡ ἐγχάραξις. Ἔντονος. ἰσχυρά. Ἐντελέχεια. ἡ τελειότης, καὶ τὸ εἶδος τοῦ ὑπο‐ κειμένου, τουτέστι τὸ εἶδος τὸ ἐπιγινόμενον | |
15 | ἐκ τῆς τοιᾶσδε συνθέσεως τῶν στοιχείων τῇ ὕλῃ. λέγεται δὲ καὶ ἐντελέχεια τὸ κεχωρισμέ‐ νον τοῦ σώματος, ὡς ὁ πλωτὴρ τοῦ πλοίου. ἐν‐ τελέχειαν λέγει ὁ Πορφύριος τὴν ψυχήν. Ἐντραπεζίτιδος. παρασίτου. | |
20 | Ἔννοια κοινή. ἡ παρὰ πάντων ἐξ ἑνὸς ἢ πλειό‐ | |
νων ἐσχηκυῖα τὴν ἀρχὴν ὁμολογουμένην. | ||
epsilon731 | Ἐνυώ. μάχη. ἢ θεὸς πολεμική. Ἐνώτισις. σύνεσις, ἢ σύνοψις τῶν ῥημάτων. ὡς τό· τὰ ῥήματά μου ἐνώτισαι, κύριε. Ἕνωσις. διεστώτων πραγμάτων κοινὴ συνδρομή. | |
5 | ἕνωσις δὲ εἴρηται διὰ τὸ εἰς τὸ ἓν ὦσαι, του‐ τέστι συνωθῆσαι τὰ πράγματα. πενταχῶς δὲ εἴρηται ἡ ἕνωσις· συγχυτικῶς, ὡς τοῦ οἴνου καὶ τοῦ ὕδατος· διαιρετικῶς, ὡς ἡ ἀνθρώπου πρὸς ἄνθρωπον· σχετικῶς, ὡς τὰ ἔθνη ἐν πί‐ | |
10 | στει· θετικῶς, ὡς χρυσὸς πρὸς χρυσόν. ἡ δὲ τοῦ Χριστοῦ ἕνωσις ὑπὲρ πάσας ταύτας καθ’ ὑπόστασιν εἴρηται. καθ’ ὑπόστασιν δὲ ἕνωσις ἐστὶν ἡ αὐθύπαρκτος ἐν τῇ μήτρᾳ τῆς ἁγίας θεοτόκου τῶν δύο φύσεων συνδρομή. οὔτε γὰρ | |
15 | τὸ σῶμα πρὸ τοῦ θεοῦ λόγου ὑπέστη ἐκεῖ, οὔτε ἡ ψυχὴ, ἀλλ’ ἅμα σὰρξ ἅμα θεὸς λόγος ἅμα σὰρξ ἔμψυχος λογική· ἐν ταυτῷ γὰρ ὑπέ‐ στη· ὡς καὶ ἡ ἡμετέρα σύλληψις ἅμα μορφω‐ θῇ, αὐθυπάρκτως συντρέχει ἡ ψυχὴ καὶ τὸ | |
20 | σῶμα. οὔτε γὰρ σῶμα καθ’ ἑαυτὸ συνίσταται, οὔτε ψυχὴ προϋπάρχει τοῦ σώματος, προτύ‐ πωσις οὖσα τῆς ἑνώσεως τοῦ Χριστοῦ. Ἕνωσις προσωπική. ὅτάν τις τὸ ἑτέρου ὑποδυό‐ μενος πρόσωπον ἀντ’ αὐτοῦ τοὺς ὑπὲρ αὐτοῦ | |
25 | ποιῆται λόγους. ἕνωσις σχετικὴ ἡ ὡς φίλου πρὸς φίλον. ὁ δὲ Νεστόριος καὶ ἄλλας ἑνώσεις ἐπε‐ νόησε· τὴν κατὰ τὴν ἀξίαν φημὶ καὶ ὁμοτιμίαν καὶ κατ’ εὐδοκίαν καὶ ταυτοβουλίαν. ἰστέον, ὥς τινες τῶν πατέρων τὸ τῆς κράσεως ὄνομα ἐπὶ | |
30 | τοῦ κατὰ Χριστὸν μυστηρίου οὐκ ἐδέξαντο. Ὅροι | |
ἑνώσεως Ἀριστοτέλους. ἡ κατ’ οὐσίαν ἕνωσις | ||
epsilon732 | ἐπὶ τῶν ὑποστάσεων, τουτέστι τῶν ἀτόμων. ἡ καθ’ ὑπόστασιν ἕνωσις ἐπὶ τῶν οὐσιῶν, ὡς ἐπὶ ψυχῆς καὶ σώματος. ἡ κατὰ σχέσιν ἕνωσις, ὡς ἐπὶ τῶν γνωμῶν, ὡς εἰς ἓν θέλημα. ἡ κατὰ | |
5 | παράθεσιν ἕνωσις, ὡς ἐπὶ τῶν σανίδων. ἡ κατὰ ἁρμονίαν ἕνωσις, ὡς ἐπὶ τῶν λίθων. ἡ κατὰ κρᾶσιν ἕνωσις, ὡς ἐπὶ τῶν ὑγρῶν καὶ ξηρῶν, τουτέστιν ὕδατος καὶ ἀλεύρου. ἡ κατὰ σύγχυ‐ σιν ἕνωσις, ὡς ἐπὶ τῶν τηκτῶν, κηροῦ, πίσσης | |
10 | καὶ τῶν τοιούτων. ἡ κατὰ συναλοιφὴν ἕνωσις, ἐπὶ τῶν ἀποσπωμένων καὶ αὖθις ἀποκαθιστα‐ μένων, οἷον λαμπάδος ἐκ πυρὸς προερχομένης καὶ πάλιν ἀποκαθισταμένης. ἡ κατὰ σωρείαν, ὡς ἐπὶ ξηρῶν, σίτου καὶ κριθῆς. | |
15 | Ἐνωμοτία. τὸ ἥμισυ τοῦ λόχου. τὸ αὐτὸ δὲ καὶ δεκανία. οἱ δὲ τὸ τέταρτον τοῦ λόχου. καὶ ἐνωμοτάρχης ὁ αὐτῆς ἄρχων. ἔστι δὲ καὶ ἐνω‐ μοτία ἡ ἀνταρσία. Ἐνωπίδες. αἱ θεράπαιναι. παρὰ τὸ ἕπεσθαι. | |
20 | Ἐνωπή. ἡ πρόσοψις. *Ἔνστασις.* ...... Ἐνιαία. ἡ μοναδική. Ἐντερόνεια. τὰ ἐγκοίλια. ἀπὸ τῆς τρόπιδος ἀνερχόμενα ξύλα. ἢ τὸ τῶν νεῶν ἔδαφος. εἰς | |
25 | τὰς τριήρεις ἡ θεὸς ἐντερόνειαν ἔπεμψεν. | |
26t | (Οὐδέτερον.) | |
27 | Ἐν ἀτόμῳ. ἐν ῥιπῇ, ἐν βραχεῖ, ἐν στιγμῇ. Ἔναυλον. ἔτι ἐνηχούμενον. παρὰ τὸ αὐλεῖν. αὐλὸς γὰρ πᾶν τὸ στενὸν καὶ ἐπίμηκες. τοιοῦ‐ | |
30 | τος γὰρ ὁ τῶν ὤτων τόπος. | |
epsilon733 | Ἐναύλισμα. οἴκημα. Ἐνάλια. θαλάσσια. Ἔναρα. τὰ σκύλα, τὰ λάφυρα. κυρίως δὲ τὰ ἔναρα, ὅσα ἄραρε καὶ συνήρμοσται τῷ σώματι, | |
5 | οἷον θώραξ, κυνέα. περιληπτικῶς δὲ εἴρηται καὶ τὰ τόξα ἔναρα. Ἐναρμόνιον. ἐμμελές. Ἐναγές. τὸ σεβάσμιον καὶ ἁγνόν. ἄγος γὰρ τὸ ἱερὸν σέβας. ἔνθεν καὶ τό· ἄγη μ’ ἔχει. | |
10 | κατ’ εὐφημισμὸν καὶ τὰ μιάσματα ἄγη λέγον‐ ται. καὶ οἱ μιαροὶ ἐναγεῖς καλοῦνται. Ἐναύσματα. ἀρχάς· ἐμπυρεύματα· ὑπεκκαύ‐ ματα. Ἐναυλήματα. ἄλφιτα οἴνῳ καὶ ἐλαίῳ δεδευ‐ | |
15 | μένα. ἔνιοι δὲ καὶ αὐτὰ τὰ ἄλφιτα ἐναυλή‐ ματα καλοῦσιν. Ἐνδοίαστον. ἀμφίβολον. Ἔνδοξα. δι’ ὧν ὁ διαλεκτικὸς γίνεται συλλογι‐ σμός· τουτέστι τὰ δοκοῦντα. | |
20 | Ἐνδόσιμον. κινήσεως καὶ ἀρχῆς αἴτιον. Ἔνδικον. δίκαιον. | |
Ἐνδέξια. αἴσια, καλά. | ||
epsilon734 | Ἐν δέοντι. ἐν τῷ χρησίμῳ, ἐν τῷ πρέποντι. Ἔνδινα. τὰ ἔντερα, τὰ ἔνδον τῶν ἰνῶν ὄντα, οἱονεὶ ἔνινα τινὰ ὄντα, τὰ ἐντὸς τῶν ἰνῶν ἢ ἁπλῶς τῶν μελῶν· ἢ διὰ τὸ ἐντὸς εἶναι. γρά‐ | |
5 | φεται δὲ διὰ τοῦ ι, ὡς ἀνθρώπινος. Ἐνδυτά. περιβλήματα. ἐνδυτὰ καὶ ξανθοὺς ἐκρέμασε πλοκάμους. Ἔνναιον. τόπος. καὶ ἔναιον ἀντὶ τοῦ ᾤκουν. Ἐν γήρει πίονι. ἐν πλήθει ἐτῶν. | |
10 | Ἔνευ. ἐπιφώνημα. Ἐνεπίσκημμα καὶ ἐνεπισκήψασθαι. ὁπότε δημευθείη τινὸς οὐσία, ἐξῆν προελθεῖν τῷ φά‐ σκοντι γεγενῆσθαι δανειστῇ τοῦ ἀνδρὸς λέγειν, ὡς ὀφείλεται αὐτῷ ἐν τῇ οὐσίᾳ χρέος. | |
15 | Ἐν ἐπηκόῳ. εἰς ἐπήκοον πάντων. Ἐναντιωματικὰ καὶ ἐναντιωματικοὶ σύνδεσμοι, οἱ τὸ ἐναντίον τῇ δυνάμει τοῦ πράγματος δη‐ λοῦντες, οἷον· ἀσθενὴς μὲν ἐγὼ, σὺ δὲ ἰσχυ‐ ρός. καί· ὅμως ἀσθενὴς ὢν, σὲ τὸν ἰσχυρὸν | |
20 | ἔτυψα. Ἐνηβητήρια. εὐωχητήρια. παρ’ Ἡροδότῳ. Ἐνήλατα. μέρος τὶ τῆς κλίνης. | |
Ἐνηλύσια. εὐκίνητα. καὶ ἤλυσις ἡ ἐπέλευσις. | ||
epsilon735 | Ἐννῆμαρ. ἐπὶ ἐννέα ἡμέρας. καὶ δεῖ γινώσκειν, ὅτι ὁ ποιητὴς εὐεπίφορον λέγει τὸν ἀριθμόν. —οἱ δ’ ἐννέα πάντες ἀνέσταν. καί· | |
5 | —ἐννέα δέ σφεας κήρυκες— ἢ ὅτι παρὰ φθορᾶς ἀνθρώπων διαλέγεται. ὁ δὲ τῶν ἐννέα ἀριθμὸς τοῖς καταχθονίοις ἀνεῖ‐ ται. ἐννέα δὲ εἴρηται ἀπὸ τοῦ ἐνδεῖν εἰς τὸν | |
10 | [τῶν δέκα] ἀριθμόν. [ἐννῆμαρ διὰ τοῦ η γρά‐ φεται· οὐδὲν γὰρ τῶν εἰς αρ σὺν τῷ ι γράφε‐ ται, οἷον ἑξῆμαρ, αὐτῆμαρ· τὸ δὲ ἦμαρ ἀεὶ μετὰ τῶν ἀκλίτων τέτακται. ἔδει δὲ αὐτὸ προ‐ παροξύνεσθαι, ὡς παρ’ οὐδετέρῳ συγκείμε‐ | |
15 | νον· ἀλλ’ ἐπεὶ ὁ τόνος παρηλλάγη, ἐπεὶ καὶ ξένη ἡ σύνθεσις· οὐδὲν τῶν οὐδετέρων· διὰ | |
τοῦτο περισπᾶται.] | ||
epsilon736 | Ἔνθεσμον. νόμιμον. Ἔνθρυπτον. τὸ ἐκ πέμματος, ὅ ἐστι πλακοῦς, ἢ τὸ ἐνθρυβόμενον βρῶμα. Ἐνθυμήσιον. ἄπειρον, ἔννομον. | |
5 | Ἐνθύμιον. ἄπορον, σεμνόν· κατὰ νοῦν. καὶ δὴ τὰ πραχθέντα ἔθετο ἐνθύμιον. ἐνθύμιον, καὶ βραχύ τι μόριον. Δαβίδ· καὶ ἐγκατάλειμμα ἐνθυμίου ἑορτάσει σοι. ἐνθύμιον, καὶ ἡ κατὰ διάνοιαν θυσία καὶ προσφορὰ, ἤγουν ἡ εὐχή. | |
10 | Ἐνθύμιστον. ὕποπτον. Ἐνθύμημα. ἀτελὲς καὶ ἀσθενὲς συλλόγισμα, καὶ ἡ πρώτη ὁρμὴ τῆς ψυχῆς. οὕτω δὲ λέγον‐ ται οἱ ῥητορικοὶ συλλογισμοί. ἐν ἐκείνοις διὰ μιᾶς προτάσεως δοκεῖ γίνεσθαι ὁ συλλογισμός· | |
15 | τῷ τὴν ἑτέραν γνώριμον οὖσαν ὑπὸ τῶν δικα‐ στῶν ἢ τῶν ἀκροατῶν προστίθεσθαι. [οἷον, οὗ‐ | |
τος ἄξιος ἐστὶ κολάσεως, προδότης γάρ ἐστι. | ||
epsilon737 | προστίθησι γὰρ ὁ δικαστὴς ὡς ἐναργὲς τὸ πάν‐ τα τὸν προδότην κολάσεως ἄξιον εἶναι. ἐφ’ ὧν οὖν μὴ γνώριμόν ἐστι τὸ παραλειπόμενον, οὐκέτι ἐπὶ τούτων οἷόν τε τὸ δι’ ἐνθυμήματος | |
5 | γίνεσθαι συλλογισμόν· ὁ γὰρ συλλογισμὸς σύν‐ θεσίν τινα λόγων ἔοικε σημαίνειν.] Ἔνια. τινά. Ἐν κεφαλαίῳ. ἐν συντόμῳ. Ἐν μετεώρῳ ἦν ἡ ναῦς. ἀντὶ τοῦ πελάγιος, | |
10 | καὶ μὴ ἐπ’ ἀγκυρῶν ἱσταμένη, ἀλλὰ ἀπέχουσα τῆς γῆς. Ἐν μεταιχμίω. ἐν μέσῳ. μεταίχμιον δὲ λέγε‐ ται ὁ μεταξὺ δύο φαλάγγων τόπος. παρωνό‐ μασται δὲ ἀπὸ τῆς αἰχμῆς. | |
15 | Ἐνόδιον. τὸ ἀπὸ τῆς ὁδοῦ. ἐνώδιον δὲ τὸ ἐνώτιον, μέγα, παρὰ τὸ οἰδεῖν τὰ ὦτα. Ἔνοπτρον. τὸ κάτοπτρον. Ἐνόν. δυνατὸν, ἐνδεχόμενον, ἐνυπάρχον. Ἐνούσιον. τὸ μὴ μόνον ἐνθεωρούμενον. ἐφ’ ἑαυ‐ | |
20 | τοῦ τὸ τῶν ἰδιωμάτων ἄθροισμα, καθ’ ὃ ἄλ‐ λος ὑπὸ ἄλλου γνωρίζεται, ἀλλὰ καὶ τὸ κοινὸν τῆς οὐσίας πραγματικῶς κεκτημένον. ἐνούσιον ἴδιόν ἐστι τὸ πραγματικῶς ὑφίστασθαι καὶ φέ‐ ρειν ἁπάντων ἐφ’ ἑαυτοῦ τῶν προσωπικῶν ἰδιω‐ | |
25 | μάτων τοὺς ἀληθεῖς χαρακτῆρας. | |
epsilon738 | Ἐν προσχήματι. ἐν ὑποκρίσει. Ἐν πωλικῷ. ἐν παιδικῷ. Ἐν στέρνοισιν. ἐν στήθεσιν. Ἐν σκοτεινοῖς. ἐν ἀποκρύφοις. | |
5 | Ἔντεα. οὐ πάντα τὰ ὅπλα, ἀλλ’ ἀσπὶς καὶ περικεφαλαία, τὰ δὲ δόρατα κατ’ ἐπικράτειαν. Ἐν τεγέεσιν. ἐν οἰκήμασιν. Ἐντελές. τέλειον. καὶ ἐντελέστερον. Ἔντερον. ἕτερον καὶ οὐχ ὅμοιον. ἢ παρὰ τὸ | |
10 | ῥεῖν ἐντός. Ἐν τῷ μέρει τὶς καὶ τὸ πῦρ σκαλευέτω. ἐπὶ τῶν εἰς κοινὸν μὴ τὰ ἶσα παρεχομένων. πλείονα δῶρα δοὺς καὶ ἀντιλαβὼν ἐν τῷ μέρει. Ἐν τοῖς ἱματίοις. ἄνευ ὅπλων. οἱ δὲ πολιτικοὶ | |
15 | ἔθεον ἐν τοῖς ἱματίοις. Ἔντομα. οἷον σφῆκες, μύρμηκες, μέλιτται, ἃ οὔτε ἀναπνεῖ οὔτε πνεύμονα ἔχει. Ἐν Σιναΐν. ἐν τῷ Σινᾷ. Ἑβραϊκὸν δέ ἐστι. Δα‐ βίδ· κύριος ἐν Σιναῒν ἐν τῷ ἁγίῳ. | |
20 | Ἐνστομισμάτων. ...... ἔπρασσε δὲ ταῦτα ὁ βασιλεὺς χρῄζων ἐνστομισμάτων. Ἔνορχα. τὰ ἄρσενα. Ἐνυπόστατον. τὸ ἐν ἀληθείᾳ ὂν καὶ ἐν ὑπάρ‐ ξει ὁρώμενον. ἐνυπόστατον καὶ τὸ κατ’ οὐσίαν | |
25 | κοινόν. οἷον τὸ εἶδος τὸ ἐν τοῖς ὑπ’ αὐτὸ ἀτό‐ | |
epsilon739 | μοις πραγματικῶς ὑφιστάμενον, καὶ οὐκ ἐπινοίᾳ ψιλῇ θεωρούμενον. ἐνυπόστατον καὶ τὸ σὺν ἄλλῳ διαφόρῳ κατὰ τὴν οὐσίαν εἰς ἑνὸς σύ‐ στασιν προσώπου καὶ μιᾶς γένεσιν ὑποστάσεως | |
5 | συγκείμενόν τε καὶ συνυφιστάμενον, καὶ οὐδα‐ μῶς καθ’ αὐτὸ γνωριζόμενον. †τὸ γὰρ σῶμα τὸ ἔμψυχον καὶ ἔννουν, ὃ προσελάβετο ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, οὐ λέγεται ὑπόστασις, ἀλλ’ ἐνυπόστατον· καὶ ἐν τῇ τοῦ υἱοῦ τοῦ θεοῦ | |
10 | ὑποστάσει προσληφθέν τε καὶ ὑποστάν.† ἐν‐ υποστάτου ἴδιόν ἐστιν ἢ τὸ μετ’ ἄλλου διαφό‐ ρου κατὰ τὴν οὐσίαν ἐν ὑποστάσει γνωρίζεσθαι καθ’ ἕνωσιν ἄλυτον *καὶ ἐπὶ ψυχῆς καὶ σώ‐ ματος εἰς μίαν ὑπόστασιν ἡνωμένων,* ἢ τὸ ἐν | |
15 | ἀτόμοις φυσικῶς τυγχάνον καθ’ ὕπαρξιν. *οἷον τὸ θεωρεῖσθαι τὸ εἶδος διὰ τῶν ὑπ’ αὐτῶν ἀτό‐ μων. ἐνυπόστατον ἐστὶ τὸ ὁπωσοῦν ὑπάρχον.* ἐνυπόστατον οὐχὶ τὸ μὴ ὂν, ἀλλὰ τὸ μὴ γε‐ νόμενον, ἤτοι τὸ μὴ ὂν οὐσία, ἀλλὰ περιουσία, | |
20 | τὸ συμβεβηκὸς καὶ οὐ κατ’ οὐσίαν θεωρούμενον, ὡς τὸ σκότος. Ἐνύπνιον. ἐφ’ ὅσον τὶς ὑπνοῖ. ὄνειρον δὲ παυο‐ μένων τῶν ὕπνων. παρὰ τὸ ἐγείρειν καὶ ὀρείνειν τὴν ψυχήν. ἢ παρὰ τὸ εἴρειν, ὅ ἐστι λέγειν. | |
25 | Ἔνυστρον. τὸ κατὰ τὴν κοιλίαν ἔντερον. τὸ τῶν | |
βρωμάτων δοχεῖον. | ||
epsilon740 | Ἐν φερέτρῳ. ἐν φορείῳ, ἐν κλίνῃ νεκρῶν. Ἐνώπια. εὐθέα, τὰ ἔμπροσθεν. Ἐνώτιον. σχολαρίκιον. ἐνώτιον †χρυσοῦν† ἐν ῥινὶ ὑός. | |
5 | Ἐν τέλει. ἐν ἀρχῇ. τοὺς ἐν τέλει τιμῶν. Ἐνεργημάτων. ἀντὶ τοῦ χαρισμάτων. καὶ ὁ Ἀπό‐ στολος· καὶ διαιρέσεις ἐνεργημάτων εἰσί. τὸ διαιρέσεις οἷον μερίδες. Ἐν καταστήματι. ἐν περιβολαίῳ. ἐν καταστή‐ | |
10 | ματι ἱεροπρεπεῖς, *μὴ διαβόλως μὴ ὤν.* | |
11t | (Ῥῆμα.) | |
12 | Ἐνακμάζων. ἐνισχύων. Ἐναπερείσασθαι. ἐμπῆξαι. Ἐναπήρεισται. ἐντετίναχεν. εἴρηται δὲ ἀπὸ | |
15 | τοῦ διατεινομένους ἐμπίπτειν. Ἐνάπτοντες. ἐκδεσμοῦντες. ἠσφαλίζοντο δὲ τὰς σχεδίας τοῖς ἀπὸ τῆς γῆς ἐπιγείοις εἰς τὰ περὶ τὸ χεῖλος πεφυκότα τῶν δένδρων ἐνά‐ πτοντες πρὸς τὸ συμμένειν. | |
20 | Ἐναυλισθῆναι. οἰκισθῆναι. Ἐναβρύνεται. ἐντρυφᾷ, ἐγκαυχᾶται. Ἐνάγει. ἐφέλκεται, ἐμβιβάζει, προτρέπεται. Ἐναύοντες. ἐνάπτοντες ἢ ἱκετεύοντες. ἐναύ‐ οντες πρὸς τοῖς ναοῖς. | |
25 | Ἐναύσασθαι. ἐξάψασθαι. | |
epsilon741 | Ἐναγίζειν. τὸ χοὰς φέρειν, ἢ θύειν τοῖς κατοι‐ χομένοις. οὕτως Ἡρόδοτος. καὶ ἐναγίζω τὸ κατακαίω καὶ τὸ φονεύω. ἐναγίζουσιν οὖν τῷ ξάνθῳ Μακεδόνα καὶ καθαρμὸν ποιοῦσιν. | |
5 | Ἐναλόντες. ἐμπεσόντες. Ἐναποματτόμενοι. ἐντυποῦντες. Ἐναπομόρξεται. ἐναποψήσεται, ἀπομάξει. [οὕ‐ τως Ἀριστοφάνης.] Ἐναπομόργνυνται. ἐναποτίθενται. | |
10 | Ἐναφῆκαν. ἀντὶ τοῦ ἐνέβαλον. ἐναφῆκαν τῇ δρυῒ σφῆνας, ὡς διασταίη. Ἐνάπτοντες. εἰσφερόμενοι. Ἐναποψύχειν. παρ’ Ἡσιόδῳ τὸ ἀποφυσᾷν, τὸ ἀφοδεύειν. παρ’ Ὁμήρῳ τὸ λειποθυμεῖν. οἷον· | |
15 | εἷλεν ἀποψύχοντα πολύτλας δῖος Ὀδυσ‐ σεύς. τὸ μὲν πρῶτον παρὰ τὸ ψύχω, τὸ δὲ δεύτερον | |
παρὰ τὸ ψυχή. | ||
epsilon742 | Ἐναίρειν. τὸ τὰ ὅπλα σκυλεύειν. ἢ τὸ φο‐ νεύειν. παρὰ τὸν ἄρην, τὸν πόλεμον, γίνεται ἐναίρω· παρέπεται γὰρ αὐτῷ τὸ ἐνυάλιον. Ἐνδεκάζοντας. ἀντὶ τοῦ ἐνεορτάζοντας· ἐν τῷ | |
5 | αὐτῷ τὴν δεκάτην ἄγοντας. οὕτως Δημοσθέ‐ νης. Ἐνδεῖν. χρῄζειν ἢ καὶ τὸ δεσμεῖν. Ἐνδιάει. ἔνεστι, διατρίβει. Ἐνδιαιτώμενοι. ἐνδιατρίβοντες. | |
10 | Ἐνδειξαμένῳ. ἀπολογησαμένῳ. καὶ ἔνδειξις ἡ ἀπολογία. Ἐνδοῦναι. προδοῦναι, [παραδοῦναι,] ἢ καὶ εἶξαι. Ἐνδούς. ἀραιώσας. Ἐνδώσειν. ὁρίσαι, προστάξαι. καιρὸν δὲ τῆς δια‐ | |
15 | βάσεως καὶ τόπον αὐτὸς ἐνδώσειν ἔφη. Ἐνδοιάζοντες. διστάζοντες. ἀμφιβάλλοντες. Ἐνδέξασθαι. παραλαβεῖν. ἀκροάσασθαι. οὐδὲ φίλιον λόγον ἐνδέξασθαι παρὰ τῶν τὰ πολέ‐ | |
μια ἔργα δρώντων. | ||
epsilon743 | Ἐνδέχεσθαι. παραδέχεσθαι. πείθεσθαι. οὐκ ἐῶν τοὺς Βελισσαρίου λόγους ἐνδέχεσθαι. Ἐνδείκνυμι. ἐνδεικνύναι ἔλεγον τὸ καταγγέλ‐ λειν τινὰ κακουργοῦντα περὶ τὰ κοινά. | |
5 | Ἐνδείξασθαι. ἐπὶ τοῦ κατηγορῆσαι. Ἰώσηπος· πολλοὺς γὰρ διὰ τὰ οἰκεῖα μίση καὶ διαφορὰς ἰδίας ἐνδείξασθαι τοὺς ἀναιτίους. καὶ ἐνδεῖκται οἱ κατήγοροι, καὶ οἱ συκοφάνται. Ἐνέβη. ἀντὶ τοῦ εἰσῆλθε. τῶν δὲ συνήθων τὶς | |
10 | αὐτῷ ἐνέβη, τῷ ποδὶ λακτίσας τὸν ταῦρον. Ἐνέκρινον. τοῖς καλοῖς συνηρίθμησαν. ὡς ἀπέ‐ κρινον τὸ ἀπεδοκίμαζον. Ἐνέκαψα. ἀντὶ τοῦ ἐξέπτυσα. κᾆτα βδελυχθεὶς ὀσφρόμενος ἐνέκαψα. | |
15 | Ἐνένιπτεν. ἐκακολόγησεν. Ἐνεώλκησαν. τὰς ναῦς εἵλκυσαν. Ἐνεώχμασε. νεωστὶ κατεσκεύασεν· ἐκαίνισεν· ἠλλοίωσεν· ἐκαινοποίησεν. Ἐνέκειντο. ἐπιμόνως ἠσχολοῦντο. | |
20 | Ἐνέβαλεν. ἔτυψεν. ὁ δὲ κρίνας τοῦτον ἀδικεῖν | |
πληγὰς ἐνέβαλεν. | ||
epsilon744 | Ἐνεθουσία. ἐπεμαίνετο. Ἐνέπασσεν. ἐνέβαλλεν. ἐνεποίκιλλεν. Ἐνέπεσεν. συνέβη. ἐγένετο. Ἔνεστιν. ἐνυπάρχει. | |
5 | Ἐνέλιπεν. ὑστέρησεν. Ἐνέφῃνεν. ἐνεδείξατο. Ἐνεκότουν. ἐμνησικάκουν. Ἐνεργεῖν. ἑτοίμως πράττειν. Ἐνέχεεν. ἐνέβαλεν. | |
10 | Ἐνέχεις. ἀντὶ τοῦ ἐκίρνας. Ἀριστοφάνης· εἰ Θάσιον ἐνέχεις, εἰκότως γε, νὴ Δία. ὡς τοῦ Θασίου οἴνου εὐόσμου ὄντος. Ἐνεπάγησαν. ἐνεπήχθησαν. ἐνηλώθησαν. Ἐνεχείρισαν. ἐνεπίστευσαν. | |
15 | Ἐνεαρίζειν. κυρίως τὸ ἐν ἔαρι διάγειν. Ἐνεπάγησαν. ἐνέπεσον. Ἐνέγκατε. φέρετε. Ἔνεπε. λέγε. Ἐνεπισκήψασθαι. ὁπότε δημευθείη τινὸς οὐ‐ | |
20 | σία, ἐξῆν προελθεῖν τῷ φάσκοντι γεγενῆσθαι δανειστῇ τοῦ ἀνδρὸς καὶ λέγειν, ὡς ὀφείλεται | |
αὐτῷ ἐν τῇ οὐσίᾳ χρέος. | ||
epsilon745 | Ἐνεπορπήθησαν. συνεβλήθησαν. Ἐνεσκευασμένην. διεσκευασμένην καὶ πεπλα‐ σμένην. οὕτως Ἰσαῖος καὶ Δημοσθένης. Ἐνέσκηψαν. ἐνώρμησαν· ἐνέπηξαν. | |
5 | Ἐνεσκίμφθη. ἐνεπάγη. Ἐνεστήσαντο. ἀντὶ τοῦ ἔκριναν ποιῆσαι. ὅσαι τὸ πρᾶγμα τοῦτο ἐνεστήσαντο καὶ μετῆλθον. Ἐνετιμᾶτο καὶ ἀπετιμᾶτο διαφέρει. ὅταν μὲν γάρ τις ὥς τι ποσὸν ἀργύριον ἀποτίμημα | |
10 | λαμβάνῃ, ἀποτιμᾶσθαι λέγεται. ὅταν δὲ ἐν εἴδεσί τισι λογίσηταί τις μέρος τι τοῦ ἀργυ‐ ρίου, τοῦτο λέγεται ὡς ἐνετιμήσατο. Ἐνετολμήσατο. ἀπεθάῤῥησεν. εἶτα μέντοι ἐνε‐ τολμήσατο τηλικοῦτον τόλμημα. | |
15 | Ἐνετρύλλησε. κατεῖπεν. Ἀριστοφάνης· προαγωγὸς οὔ ς’ ἐνετρύλλησεν τῷ δεσπότῃ. Ἐνεχώρουν. συνεχώρουν. οἱ δὲ ἱερεῖς καταπε‐ πληγμένοι τῷ δέει ἐξίσταντο, καὶ ἐνεχώρουν αὐτῇ ἅπαντες. | |
20 | Ἐνέχραυε. τὸ σῶμα ἐπέπληττεν. Ἡρόδοτος· | |
ἐνέχραυε τὸ πρόσωπον τῷ σκήπτρῳ. | ||
epsilon746 | Ἐνεῖχεν. ὠργίζετο. ἐχόλα. Ἐνείργω. τὸ κωλύω. Ἐνείη. ἀντὶ τοῦ ἔνεστιν. οὕτως Ἀριστοφάνης. καὶ ἀντὶ τοῦ ὑπάρχει. | |
5 | Ἐνείκασθαι. ἐνεγκεῖν. καὶ ἐνεῖκαι. Ἐνείκησεν. ἐκακολόγησεν. ὕβρισεν. ἐνίκησε δὲ, ἀντὶ τοῦ ἐμάστιξεν, ι καὶ η. Ἐνείλλοντες. ἐμβάλλοντες. Θουκυδίδης· ἐν ταρσοῖς καλάμου πηλὸν ἐνείλλοντες, ἐσέβαλλον | |
10 | εἰς τὸ διῃρημένον τοῦ τείχους. Ἐνείραντες. ἐμπερονήσαντες. Ἐνειρμένος. συμπεπλεγμένος. ἐνειρμένος πέδαις. Ἐνεῖσα. ἐμβαλοῦσα. σαρκὶ τὸν ἐκ γενείων πι‐ κρὸν ἐνεῖσα χόλον. καὶ ἔνεισιν, ἀντὶ τοῦ ἐμ‐ | |
15 | βάλλει. Ἐνῆγεν. ἐκίνει. παρέπειθεν. ἐνῆγε δὲ αὐτὸν εἰς τοῦτο Χριστιανῶν λόγος. οὕτως Προκόπιος. Ἐνηγκυλωμένα. ἐντεταμένα. ηὐτρεπισμένα. πε‐ φωραμένα. ἐπὶ κατασκοπῇ παρεγένοντο, τῷ | |
20 | καὶ τὰ τόξα ἐνηγκυλωμένα φέροντας ἁλῶναι. | |
epsilon747 | Ἐνήθλει. ἐνεκαρτέρει. καὶ ὁ μὲν ἐπὶ τούτοις τῇ πενίᾳ ἐνήθλει. Ἐνῆκαν. ἐνέβαλον. Ἐνήλατο. Ἀριστοφάνης· ἐνήλατ’, ἐσκίρτ’, ἀπε‐ | |
5 | πόρδει, ὡς καχρύων ὀνίδιον εὐωχημένον. Ἐνηλινδεῖσθαι. κεκυλίσθαι. καὶ ἐνηλινδοῦντο. Ἐνημμένος. περιβεβλημένος. διφθέραν ἐνημμένος. Ἐνῆν. ἀντὶ τοῦ ἐνυπῆρχεν. ἢ δυνατὸν καὶ ἐνδε‐ χόμενον. ὁ δὲ μάστιξιν, ὡς ἐνῆν, ἀνετάσας, | |
10 | διέγνω, ὡς ἔχει τὸ πολέμιον. αἰνεῖν δὲ ἀντὶ τοῦ ἐπαινεῖν, τὰ δύο δίφθογγα. Ἐνήρατο. ἀπέκτεινεν. Ἐνήρεισεν. ἐπεστήριξεν ἢ προσεπέλασεν. Ἐνῆρσεν. ἐφήρμοσεν. | |
15 | Ἐνῆρκται. ἀρχὴν ἐποίησεν. Ἐνήσομεν. ἐμβαλοῦμεν. Ἐνθουσιᾷ. θεοφορεῖται. ἢ ὑπὸ τοῦ θείου πνεύ‐ ματος καταλάμπεται. λέγεται δὲ καὶ ἀντὶ τοῦ | |
μαίνεται. | ||
epsilon748 | Ἐνθυμιζόμενοι. ἐνθυμούμενοι. Ἔνι. ἔστιν. ὑπάρχει. Ἀριστοφάνης ἀντὶ τοῦ ἔνεστιν· ἔνι φύσις, ἔνι θράσος. Ἐνισχημένος. κατεχόμενος. | |
5 | Ἐνιαυτίζω. ἐνιαυτόν που διατρίβω. Ἐνίετε. ἐμβάλετε. προπέμπετε. καὶ νηυσὶν ἐνίετε θεσπιδαὲς πῦρ. καὶ ἐνίησι. καὶ ἐνίεται. καὶ ἐνίεσαν. καὶ τοῖς πύργοις πῦρ ἐνίεσαν. καὶ ἐνίει. | |
10 | Ἐνιζῆσαι. ἐγκαθίσαι. Ἐνιζάνει. κάθηται. ὁ δὲ κατ’ ἴχνος ἑπόμενος τῷ τυράννῳ καὶ ἐς τὸν Ὀργῶνα ποταμὸν ἐνι‐ ζάνει. Ἐνίδρυται. ἐγκαθέζεται. | |
15 | Ἐνίκησεν. ὑπερέβαλλεν. Ἐνικλᾷν. ἐμποδίζειν. Ἐνιλλωπῶ ἢ ἐνιλλιπῶ. τὸ τοὺς ὀφθαλμοὺς | |
συστρέφω. | ||
epsilon749 | Ἐνισκήφθη. κατηνέχθη. Ἐνίσπω. ἐπιπλήξω. καὶ ἔνισπε, ἀντὶ τοῦ εἰπέ. Ἐνίπτω. κακολογῶ. ἐπιπλήσσω. λοιδορῶ. παρὰ | |
5 | τὸ ἐνέπω, τὸ λέγω, κατ’ ἐπένθεσιν τοῦ τ, καὶ τροπῇ τοῦ ε εἰς ι, ἐνίπτω. τὸ γὰρ ε, ἡνίκα πλεονάσοι σύμφωνον, τρέπεται εἰς ι. οἷον ἔπω, ἐνίπτω. μή με, γύναι, χαλεποῖσιν ὀνείδεσιν θυμὸν | |
10 | ἔνιπτε. Ἐνίστασθαι. εὐτρεπίζεσθαι. παρασκευάζεσθαι. μὴ διαμέλλειν, ἀλλ’ ἐνίστασθαι τῷ πολέμῳ. Ἐνίσσω. τὸ ἐπιπλήττω καὶ κακολογῶ. αἰνίσσω δὲ, τὸ αἰνιγματωδῶς δηλῶ, δίφθογγον. | |
15 | Ἐνθουσιᾷ. ὑπὸ ἐνθέου κατέχεται πνεύματος. Ἐνθουσιώσας. ἀντὶ τοῦ ἐξανεγειρούσας. ἢ μαι‐ | |
νομένας. Πισίδης· καὶ τὰς ἀθέσμους ἡδονὰς | ||
epsilon750 | τοῦ βαρβάρου ἐνθουσιώσας τῇ πυρώσει τῆς μέθης. Ἐνθυμιζόμενοι. λογιζόμενοι. οὕτως Δίων. Ἐνοπτρίσαι. ἑαυτὸν κατανοῆσαι. | |
5 | Ἐνόρσας. ἐμβαλών. Ἐνοχλῶ σοι.— Ἐνράσσει. ὁρμητικῶς ἐφορμᾷ. Ἰώσηπος· ὁ δὲ Σαμψὼν ἐνράσσει ταῖς πύλαις αὐτῶν καὶ φλοι‐ αῖς καὶ μοχλοῖς, ὅση τὲ ἄλλη περὶ αὐταῖς ἦν | |
10 | ξύλωσις. Ἐνσκήψαντα. ἐφορμήσαντα. Ἐνστερνισάμενοι. περιπτυξάμενοι. Ἐνσείει τὴν ἵππον αὐτοῖς. ἀντὶ τοῦ ἐπιτίθη‐ σιν. ἐπᾴρας ἐνσείει τὴν ἵππον αὐτοῖς ἀθρόαν. | |
15 | Ἐνσεισθείς. τιναχθείς. ὁ δὲ Σαμψὼν ἐνσεισθεὶς τοῖς κίοσιν ἐπεὶ καταβάλλει τὸν οἶκον. Ἐνσημαινόμενος. ἐνδεικνύμενος, ἐμφαίνων. | |
Ἐνστροβιλήσας. συντρίψας. | ||
epsilon751 | Ἐνταλθέντα. ἐπιτραπέντα. Ἐντακείς. ἐμφυείς. Ἐντενεῖ. ἐκτενεῖ. Ἐντέτατο. περιεσφίχθη. | |
5 | Ἐντεθρίωται. ἐνεσκεύασται. ἀπὸ τῶν θρίων ἐντεθριῶσθαι, τὸ ἐντετυλίχθαι. ἀπὸ τοῦ σκευά‐ σματος, ὃ ἐν τοῖς φύλλοις τῆς συκῆς εἱλεῖται, ἃ λέγεται θρία. Ἐντετευτλανωμένης. μετὰ τῶν τεύτλων ἑψη‐ | |
10 | θείσης. μετὰ γὰρ τεύτλων ἤσθιον τὰς ἐγχέ‐ λυς· λέγονται γὰρ τεύτλοις συνεψόμεναι ἥδι‐ σται εἶναι. [μὴ δὲ γὰρ θανὼν ποτέ σου χωρι‐ σθείην ἐντετευτλανωμένης.] Ἐντέτηκεν. ἐγκεκόλληται. πέπηγε. τούτοις | |
15 | ἀντ’ ἀληθοῦς ψευδὴς ἐντέτηκε δόξα. Ἐντετριμμένη. ἀντὶ τοῦ σμυχθεῖσα. [ἢ εἰδυῖα. ὅπως ἐντετριμμένη κανηφορῇς. τὰ κανίσκια ἔχουσα.] Ἐντευξόμενος. διαλεχθησόμενος. | |
20 | Ἐντεῖλαι. προστάξαι. | |
Ἐντείλῃς. ἀνθυπότακτον. καὶ ἐντείλωμαι. | ||
epsilon752 | Ἐντήκων. ἐμβάλλων, ἐνιείς. καὶ αὐτῷ τῷ στό‐ ματι ἐντήκων χρυσόν. Ἐντήξας. ἐμβαλὼν, [ἐμφυτεύσας.] διδάξας. καὶ ἐντήξας [ταῖς] αὐτῶν ψυχαῖς ἰσχὺν λόγων ἄμα‐ | |
5 | χον καὶ σειρῆνα εὐγλωττίας ἐφολκοτάτην. *Ἐντοπίζει.* Ἐντρέπει. ἐπιστρέφει. Ἐντρεπομένους. ἐγκλίνοντας. οἱ δὲ Λίβυες θεωροῦντες τοὺς Ἴβηρας ἐντρεπομένους καὶ δε‐ | |
10 | διότες. Ἐντυγχάνειν καὶ συντυγχάνειν ταὐτόν ἐστιν. ἐντυγχάνειν ἥρωσιν. [Ἐν τῷ ἐπικαλεῖσθαι. ἐν τῷ δέεσθαι.] Ἐν τῷ ἐκλείπειν. ἐν τῷ ἀποθνήσκειν. | |
15 | Ἐν τῷ ὑπερηφανεύεσθαι. ἐν τῷ ἐπαίρεσθαι. Ἐντροπαλιζομένη. ὑποστρεφομένη. Ἐνών. ἐνυπάρχων. Ἐνωρμίσθη. προσωρμίσθη. Ἐννώσας. διανοηθείς. [παρὰ Ἡροδότῳ.] | |
20 | Ἐνώτισαι. ἀντὶ τοῦ ἄκουσον. ἐνώτισε δὲ ἀντὶ | |
τοῦ νῶτα περιεσκέπασε, τὸ σε ψιλόν. | ||
epsilon753 | Ἐνῶρτο. ἔστιν ὄρω· ὁ μέλλων ὄρσω· ὁ παθη‐ τικὸς ὄρομαι, ὁ παρατατικὸς ὠρόμην, ὤρου, ὤρε‐ το καὶ συγκοπῇ ὦρτο, καὶ ἐνῶρτο ἀντὶ τοῦ διε‐ γείρετο. | |
5 | ὦρτο μὲν μέγα κῦμα. Ἐνέκοψεν. ἐνεπόδισεν. ὁ Ἀπόστολος· ἐνέκο‐ ψεν ἡμᾶς ὁ σατανᾶς. [τοῦ σατανᾶ λέγει αὐτὸ ἔργον, κατὰ συγχώρησιν θεοῦ γεγονός.] Ἐνδιάζεσθαι. σκιάζεσθαι. τοῦ Ψελλοῦ· κο‐ | |
10 | ρύμβοις ἐνδιάζεσθαι· τὸ σκιάζεσθαι φύλλοις. | |
11t | (Ἐπίῤῥημα.) | |
12 | Ἔναγχος. πρὸ μικροῦ. ἐν τῷ ἔγχιστα χρόνῳ, τῷ παρελθόντι. παρὰ τὸ ἀγχοῦ γέγονεν ἄγχος καὶ ἐν συνθέσει ἔναγχος. ἢ χθές. | |
15 | Ἐναργῶς. φανερῶς. Ἐναλλάξ. ὡς παρὰ τὸ μίξω γίνεται μὶξ, οὕ‐ τως καὶ παρὰ τὸν ἀλλάξω μέλλοντα γίνεται ἀλλὰξ καὶ ἐναλλάξ. ἤγουν ἐνηλλαγμένως. Ἐναλλάγδην. συμπεπλεγμένως. παρήγαγε δὲ | |
20 | τοὺς πρέσβεις εἰς μέσον ἐναλλάγδην τὼ χεῖρε ὑπὸ τὴν ἰξὺν περιεσφιγμένους. Ἐνάρθρως. ἠκριβωμένως. Ἐνδελεχῶς. ἐπιμόνως. συνεχῶς. Ἐνδυκέως. ἐπιμελῶς. | |
25 | Ἔνερθεν. ὑποκάτωθεν. | |
epsilon754 | Ἔνθεν καὶ ἔνθεν. τῇδε κᾀκεῖσε. ἔνθεν καὶ ἀντὶ τοῦ διὰ τοῦτο. Ἔνθα. τότε. Ἐνθαδί. ἀντὶ τοῦ ἐνθάδε. διὰ τοῦ ι. [ὡς δεῦ‐ | |
5 | ρο, δευρί. ἢ ὅτι αἱ ἐκτάσεις οὐ γίνονται διὰ τῆς ει διφθόγγου, ἀλλὰ διὰ τοῦ ι· ἐκεινοσὶ, δευ‐ ρὶ, νυνὶ, ἐνθαδί· τὸ δὲ οἱονεὶ καὶ ὡσπερεὶ διὰ διφθόγγου. καὶ οὐκ ἀντίκειται. διάφορα γὰρ μέρη λόγου ἐστίν. ἔστι γὰρ οἷον ὄνομα, καὶ | |
10 | ὁ εἰ συναπτικὸς σύνδεσμος. τὸ δὲ ὡσπερεὶ τρία μέρη λόγου ἐστίν· ἔστι γὰρ ὡς ἐπίῤῥημα, καί περ σύνδεσμος παραπληρωματικὸς, καὶ εἰ συν‐ απτικός. φησὶ δὲ ὁ τεχνικός· ἔχουσιν ἔθος αἱ λέξεις αἱ εἰς σύμφωνα λήγουσαι, δέχεσθαι | |
15 | ἐπέκτασιν τὴν διὰ τοῦ ἰῶτα, οἷον νῦν, νυνί· ἢ τὸ φωνῆεν τρέπουσιν εἰς τὸ ἰῶτα, οἷον ἐνθάδε, ἐνθαδὶ, ὅδε, ὁδὶ, δεῦρο, δευρί· ἢ τὸ ἰῶτα προσ‐ λαμβάνουσι κατὰ διάστασιν, οἷον τούτου, του‐ τουῒ, τούτῳ, τουτωΐ.] | |
20 | Ἐνιαχοῦ. πολλαχοῦ. καὶ ἐνιαχῆ. Ἐντεῦθεν. παραυτίκα. ἢ ἀντὶ τοῦ ἐκ τούτου. Ἐνωμότως. μετὰ ὅρκου. καὶ ἐνώμοτος ἀντὶ τοῦ ἔνοχος τοῖς ὅρκοις. Ἐνωπίως. ἔμπροσθεν. | |
25 | Ἔνδυο. ὡς ἡμεῖς τὸ ταχέως. Μένανδρος Ἐφεσίῳ· | |
παρέσομαι γὰρ ἔνδυο. | ||
epsilon755 | Ἐνδίκως. δικαίως. καὶ ὁ Ἀπόστολος· ἔνδικον μισθαποδοσίαν. | |
3t | Τὸ Ε μετὰ τοῦ Ξ. | |
4t | (Ἀρσενικόν.) | |
5 | Ἐξ ἀπόπτου. ἐξ ὑψηλοῦ τόπου. Ἔξαρθρος. ἀρθρητικός. Ἔξαρνος. ἀρνούμενος. Ἐξάγιστος. μυσαρός. *ἔξω τῶν ἁγίων.* Ἐξάντεις. ὑγιεῖς, ἐλευθέρους, ἔξω βλάβης. καὶ | |
10 | οἱ μὲν ἔδρασαν ταῦτα, εἶτα μέντοι ἐξάντεις γίνονται τοῦ κακοῦ. Ἐξαμβιτίωνος. παρὰ Ῥωμαίοις ἐκ περιδρομῆς τὶ πράττων. Ἔξαιμοι. οἱ λείφαιμοι. | |
15 | Ἐξαίτης. ἀφαιρέτης. Ἐξελιγμός. ὁ κατὰ λόχους. ὁ μεταλαμβάνων | |
τῆς φάλαγγος τὸν ἔμπροσθεν τόπον. ἀντὶ δὲ | ||
epsilon756 | τῆς κατὰ πρόσωπον ἐπιφανείας, τὸν ὄπισθεν, ὃς καὶ ἐξελιγμὸς Μακεδὼν λέγεται. Ἐξ ἔρον. ὁ ἔρος, τοῦ ἔρου, [τὸν ἔρον, αἰολικῶς· καὶ ἐν συνθέσει ἐξ ἔρον. | |
5 | —ἐξ ἔρον ἕντο.] Ἐξ ἀκαλαῤῥείταο. ἐκ τοῦ ἡσύχως ῥέοντος διὰ τὸ βαθύ. ἐξ ἀκαλαῤῥείταο βαθυῤῥόου Ὠκεανοῖο. Ἐξελευθέρους. τοὺς ἰδίᾳ ὑπό τινων ἀφεθέντας. | |
10 | [ἐλευθέρους δὲ, τοὺς ὑπὸ κοινοῦ τῆς πόλεως.] Ἐξήνιοι. οἱ ἀνυπότακτοι. οἱ ἔξω τῶν ἡνίων καὶ τῶν χαλινῶν. Ἐξηγηταί. οἱ τοὺς νόμους τοῖς ἀγνοοῦσιν ὑπο‐ δεικνύοντες καὶ οἱ διδάσκοντες περὶ τοῦ ἀδική‐ | |
15 | ματος, οὗ ἕκαστος γράφεται. Ἐξιτήριοι λόγοι. εὐχαὶ ἐφόδιοι, ἢ τελευταῖαι. ἢ ἀποδημητικοὶ λόγοι. ἢ ἀποχαιρετισματικοί. παρὰ τὸ ἵημι. | |
Ἐξισωτής. ἐπόπτης, ἀναγραφεύς. | ||
epsilon757 | Ἐξ ὀνύχων. ἤτοι ἐξ ἁπαλῶν, ἐκ βρέφους. Ἐξ οὐρανοῦ δείματα. κεραυνοὶ, σημεῖα, ἀστρα‐ παί. Ἐξ ὀφθαλμῶν οὐ λέγουσιν, οὐδ’ ἐκ προσώπου. | |
5 | Φρύνιχος· ἐγὼ δέ· μισεῖ γάρ μ’ ἄμειμι ἐξ ὀμμάτων. Ἔξοινος. ὁ μεθύων. ὁ δὲ ἔξοινος ὢν καὶ ἡμι‐ κραίπαλος. Ἐξ οὗ. οὐ σημαίνει τὴν ὕλην, ὡς τοῖς ἔξωθεν | |
10 | δοκεῖ· ἀλλὰ συνηθεστέρα γραφὴ ἐπὶ τῆς ἀνω‐ τάτω αἰτίας τὴν φωνὴν ταύτην παραλαμβάνει. ὡς τὸ ἐπὶ τοῦ· εἷς θεὸς, ἐξ οὗ τὰ πάντα. [κέχρηται δὲ πολλάκις καὶ ἐπὶ τῆς ὕλης τῇ λέξει ὁ τῆς ἀληθείας λόγος, ὡς ὅταν λέγῃ· ἐκ | |
15 | ξύλων ἀσήπτων· καὶ ὁ πρῶτος ἄνθρωπος ἐκ γῆς χοϊκός.] Ἐξοστρακισμός. ἐξορισμός. [φυγὴ δεκαέτης. πῆγμα δὲ γίνεται ἐν τῇ ἀγορᾷ εἰσόδους ἔχον, δι’ ὧν εἰσιὼν πολίτης ἕκαστος ψηφίζεται ὄστρα‐ | |
20 | κον τιθεὶς ὑπογεγραμμένον. τοῦτο δὲ ὑπὸ ἑξα‐ κισχιλίων γενόμενον φυγὴ δεκαέτης ψηφίζεται τοῦ κρινομένου.] Ἑξέτει. ἑξαέτει. [ἀττικῶς. οἶδ’ ἑξέτει σοι τραυ‐ λίσαντι πειθόμενος.] | |
25 | Ἐξετασμός. ἡ κρίσις. | |
epsilon758 | Ἐξωκέλης. τὸ λῃστρικὸν πλοῖον. ἢ ἄστρωτος ἵππος. Ἐξώλης. ὁ ἀσελγὴς, ὁ ἀπολλύμενος. [ὁ κίναι‐ δος. τὸ αὐτὸ καὶ προώλης καὶ πανώλης.] | |
5 | Ἐξώστης. ὁ ἀποδιώκτης ἢ ὁ τραχὺς ἄνεμος. Ἕξ. ὁ ἀριθμός. διὰ τὸ ἔξωθεν εἶναι τῶν πέντε. Ἐξ ὕπνου. ἐκ ῥαθυμίας. [καὶ ὁ Ἀπόστολος· ὅτι ὥρα ἡμᾶς ἤδη ἐξ ὕπνου ἐγερθῆναι. ἐγγὺς, φησὶ, τὸ τέλος· καὶ δεῖ ἐπεγείρεσθαι ἡμᾶς εἰς | |
10 | τὸν καιρόν.] | |
11t | (Θηλυκόν.) | |
12 | Ἐξ ἀπήνης. ἐκ τῆς ἁμάξης. ἐξαπίνης δὲ ἀντὶ τοῦ ἐξαίφνης, ι. Ἐξαπάτη. ὄνειρος. | |
15 | *Ἐξακεύμενον. τὸ θεραπεῦον καὶ ἰώμενον.* Ἐξ ἀγορᾶς εἶ. Ἀριστοφάνης ἀντὶ τοῦ ἀγο‐ ραῖος καὶ θρασύς. Ἐξάρσεις. ἐπάρσεις. ὁ δὲ θρασύτερον προεκθέων, ἐξάρσεις τε τῶν ποδῶν ποιούμενος, βέλει τρω‐ | |
20 | θεὶς, ἀπέλιπε τὸν βίον. Ἐξατωρεία. ἐλευθερία ἀπὸ στρατείας. Ἐξαγόρευσις. ἡ ἐξομολόγησις. Ἐξ ἀνίκμου. ἀπὸ στείρας. Ἐξάρτυσις. ἡ παρασκευή. πυθόμενος γὰρ τὴν | |
25 | ἐξάρτυσιν τοῦ στόλου τῶν Ἰώνων. | |
epsilon759 | Ἐξ αὐτῆς. παραυτίκα· εὐθέως. ἐξ αὐτῆς οἱ προ‐ ειρημένοι βιβλιαφόρον ἔπεμπον πρὸς τὸν Περ‐ σέα διασαφοῦντα τὸ γεγονός. Ἐξαιρέσεως δίκη. ὁπόταν τις ἄγοι μέν τινα | |
5 | ὡς δοῦλον, ἄλλος δέ τις αὐτὸν ὡς ἐλεύθερον ἐξαιροῖτο. Ἐξαιρετέα. ἀξία τοῦ καταστραφῆναι. [ἡ Καρ‐ χηδὼν πολλοῖς Ῥωμαίοις ἐξαιρετέα ἐδόκει εἶναι.] | |
10 | Ἐξ ἐφόδου. ἐξ ἐπιδρομῆς. Ἐξ εὐνῆφι. ἐκ τῆς κοίτης. Ἐξέτασις καὶ ἐξετασμός. ἡ κρίσις. Ἐξεγγύησις. τὸ ἐκτελέσαι τινὰ διὰ τῆς τῶν ἐγγυητῶν καταστάσεως. [οὕτως Δημοσθένης.] | |
15 | Ἔξεδρον. παρηλλαγμένην. ἔξεδρον χρόαν ἔχων. [καὶ Σοφοκλῆς· οὐκ ἔντοπος, ἀλλ’ ἔξεδρος ἀνήρ.] Ἐξ ἐπιπολῆς. οὐκ εἰς βάθος, ἀλλ’ εἰς ὄψιν. Ἐξεσία. ἡ πρεσβεία. ἐξαισία δὲ, ἡ δικαία, δί‐ | |
20 | φθογγον. Ἐξ ἐφημερίας. ἐκ συνεχοῦς λειτουργίας. ἐφη‐ μερία δὲ κυρίως τὸ παρεβδομαρεύειν. Ἐξ εὐθείας. ἐκ τοῦ παραυτίκα. ἐπιστολὴ δὲ ἐξ εὐθείας πρὸς αὐτὸν ἐπιθεῖναι ἐνάρκησα. | |
25 | *Ἐξῃρημένος. ὑπερκείμενος.* | |
Ἐξηγορία. ἐπαγγελία. | ||
epsilon760 | Ἐξηλιθιότης. ἐπίτασις μωρίας. Ἕξις. δυσμετακίνητος τρόπος ἤτοι διάθεσις βε‐ βαία καὶ ἔμμονος, καθ’ ἣν εὐλόγως ἢ κακῶς διακείμεθα. [ἢ ποιότης ἔμμονος. ἕξις ἐστὶ | |
5 | ποιότης ἐπίκτητος ἐκ μαθήσεως καὶ μελέτης καὶ ἔθους προσγινομένη.] [Ἕξις ἐστὶ ποιότης τὶς δυσκίνητος καὶ δυσμετά‐ βλητος· ἡ δὲ διάθεσις, ἡ ἀντιδιαστελλομένη τῇ ἕξει, εὐμετάβλητος καὶ εὐμετακίνητος.] | |
10 | [Ἕξις ἐστὶν ἡ κατὰ φύσιν ἑκάστου ἐνέργεια καὶ ὁλοκληρία, οἷον· ἐπὶ μὲν ψυχῆς σωφροσύνη, ἐπὶ δὲ σώματος τὸ ἐντελὲς τῶν μελῶν, καὶ ἀνά‐ λογον, καὶ ἡ ὑγεία. ἡ δὲ τούτων αὐτῶν ἀταξία καὶ διαμάρτησις. ἕξις τοίνυν λέγεται ἡ καθ’ | |
15 | ἕνα μὲν τρόπον ἐνέργεια τοῦ ἐχομένου καὶ τοῦ ἔχοντος, ὡς τοῦ ἀόπλου καὶ τοῦ ὡπλισμένου, καὶ τοῦ ἐνδύματος καὶ τοῦ ἐνδυομένου.] [Ἕξις ἐστὶν ἡ ποιὰ πάσης φύσεως δύναμις, ἡ τῶν λοιπῶν αὐτὴν οὐσιῶν διακρίνουσα καὶ ἀφο‐ | |
20 | ρίζουσα. καθὰ φησὶν ὁ θεῖος Διονύσιος, ὅτι φθορὰ ἐστὶν φύσεως ἀσθένεια καὶ ἔλλειψις τῶν φυσικῶν ἕξεών τε καὶ ἐνεργειῶν καὶ δυνά‐ μεων.] διαιρεῖται δὲ ἡ ἕξις εἰς ἀρετὴν καὶ κα‐ κίαν. ἕξεως δὲ εἴδη ἀρετὴ καὶ κακία. | |
25 | Ἐξιτηρίους εὐχάς. ἐφοδίους ἢ τελευταίας. πα‐ ρὰ τὸ ἵημι. ἐξιτηρία καὶ ἐξαγγελία κατὰ | |
Ῥωμαίους τὰ ὑπὲρ τῆς ἐξόδου παρεχόμενα. | ||
epsilon761 | Ἐξοδία. ἡ ἔξοδος. τὸ μὲν πρῶτον ὡς ἐπ’ ἐξο‐ δίαν ὁρμήσαντες ἐκ τῆς πόλεως παρὰ τὴν ὁδὸν ἔμειναν. πάνδημον ἐξοδίαν ποιησάμενοι καθῆ‐ καν ἐνέδρας. | |
5 | Ἐξόδων. ἀνατολῶν. Δαβίδ· οὔτε ἐξ ἐξόδων, οὔτε ἀπὸ δυσμῶν. Ἔξοδοι. αἱ γεννήσεις. ὡς τό· αἱ ἔξοδοι αὐτοῦ ἀπ’ ἀρχῆς ἐξ ἡμερῶν αἰῶνος. ἤγουν τοῦ Χρι‐ στοῦ. ἡ μὲν γὰρ ἄνω ἀπ’ ἀρχῆς καὶ ἀεὶ ἦν· | |
10 | ἡ δὲ κάτω ἐξ ἡμερῶν ἤρξατο καὶ ὑπὸ χρόνον ἐστίν. Ἐξορευγμία. ἡ ὀρυγή. ὀξυρευγμία δὲ, ὅταν ἡ τροφὴ ἐποξίσῃ. Ἐξομολόγησις. ἡ τῶν εὖ πεπονθότων μετ’ εὐ‐ | |
15 | χαριστίας τῶν θείων εὐεργεσιῶν ἀπαρίθμησις, καὶ ἡ τῶν κακῶς πεπραγμένων παρὰ τῶν ὑπαι‐ τίων ἐξαγόρευσις. ἀμφότερα γὰρ ταπεινώσεως ὑπάρχει ποιητικά. Ἐξουρίας. τὸ πλέειν ἐπιτηδείως. | |
20 | Ἐξουδένωσις. ἡ ἐν τῷ ἀγαθῷ ἀνυπαρξία καὶ | |
ἡ ὕβρις. | ||
epsilon762 | Ἐξουσίαι. δυνάμεις ἐξουσιαστικαὶ κατὰ χάριν θεοῦ. Ἐξούλης. ὄνομα δίκης. καὶ ἐξούλης δίκη. οἱ δί‐ κην νικήσαντες, ὥστε ἀπολαβεῖν χωρίον ἢ οἰκίαν, | |
5 | ἔπειτα ἐμβατεύειν κωλυόμενοι, [μὴ ἐμβατεύ‐ σαντες, ἐξελαυνόμενοι] δίκην ἐξάγουσι πρὸς τοὺς ἐξελαύνοντας, ἢ οὐκ ἐῶντας ἐμβατεύειν. καὶ αὐτὴ ἡ δίκη ἐξούλης καλεῖται. εἴρηται δὲ ἀπὸ τοῦ ἐξέλειν. οἱ παλαιοὶ γὰρ τὸ κωλύειν | |
10 | καὶ ἀπελαύνειν ἐξέλειν ἔλεγον. Ἐξυπαρχῆς. ἀπ’ ἀρχῆς. Ἐξ ὑπερδεξίων. ἐξ ὑψηλῶν. ἕτεροι τὰς ὑπερ‐ δεξίους τῶν πεδίων σκοπιάς—. Ἐξωμίς. χιτὼν εὐτελὴς καὶ οὐκ ἐλεύθερος, οὐκ | |
15 | ἐπισκεπάζων τοὺς βραχίονας. Ἐξωμοσία. τὸ εἰς τὴν κεφαλὴν καὶ σωτηρίαν τοῦ βασιλέως καὶ τὴν οἰκείαν σωτηρίαν ὀμόσαι. ἢ ἐξωμοσία ἐστὶν ἔνορκος παραίτησις δι’ εὔλο‐ γον αἰτίαν. [ὅτάν τις φάσκῃ ὑπὲρ ἑαυτοῦ ἢ | |
20 | ὑπὲρ ἑτέρου ἐγκαλούμενος μὴ δεῖν εἰσάγεσθαι | |
δίκην, εἶτα καὶ τὴν αἰτίαν, δι’ ἣν οὐκ εἰσαγώγι‐ | ||
epsilon763 | μος ἡ δίκη, εἰ δοκεῖ κατὰ λόγον ἀξιοῦν, ἐδί‐ δοτο αὐτῷ ἐξωμοσία χρῆσθαι, καὶ οὕτως διε‐ γράφετο ἡ δίκη.] Ἐξώλεια. πανωλεθρία, παντελὴς ἀπώλεια. καὶ | |
5 | ἐξώλειαν [αὐτῷ] προσεπαρασάμενος. Ἐξίτηλος. ἀμαυρῶν, ἐγγὺς ἀφανισμοῦ. [ἀπὸ μεταφορᾶς τῆς πορφύρας, ἥτις μὴ ἔχουσα τὸ δευσοποιὸν βάμμα τῷ χρόνῳ ἐξίησι τὸ τεθη‐ λός.] | |
10t | (Οὐδέτερον.) | |
11 | Ἐξακεραίου. ἀντὶ τοῦ εὐχερῶς καὶ εὐμαρῶς. οὐ δυνάμενος ἐξακεραίου διὰ τὴν εὐλάβειαν καὶ ἀπραγίαν τοῦ βασιλέως—. Ἔξαλμα. ὅρμημα, πήδημα. | |
15 | *Ἔξαλλον. ἐνηλλαγμένον. τὸ τοῦ προσώπου ἔξαλλον.* Ἐξάλειπτρον. ἡ τοῦ μύρου λήκυθος, τὸ ἀλά‐ βαστρον, ἐξ ἧς ἀλείφονται οἱ δειπνοῦντες. Ἐξαιρετέα. ἄξια τοῦ καταστραφῆναι. | |
20 | Ἐξαίρετον. τὸ ἐπίλεκτον. | |
epsilon764 | Ἐξαιρετόν. τὸ ἐκβαλλόμενον. Ἔξαιτον. τὸ ἐξαίρετον. Ἐξαίσια. τὰ παντὸς ἐπέκεινα θαύματος. Ἐξαίσιον. ὅτε δηλοῖ τὸ ἄδικον, γέγονε παρὰ | |
5 | τὴν αἴσην, ἥτις δηλοῖ τὸ πρέπον, οἱονεὶ ἔξω τοῦ πρέποντος· ὅτε δὲ τὸ μέγα, ἀντὶ τοῦ ὑπὲρ τὸ καθῆκον. [ὥσπερ τὸ, ἐκνομίους μὲν ᾐσχύνε‐ το. Ἀριστοφάνης ἐν Πλούτῳ· καὶ γὰρ ἐκνομίως με ᾔσχυνας. | |
10 | ἀντὶ τοῦ μεγάλως.] Ἐξ ἐπιμέτρου. ἐκ διαμέτρου. ἡ τῶν Ἐσσαίων αἵρεσις, οἳ εἰσὶν Ἰουδαῖοι, τῶν Φαρισαίων καὶ γραμματέων τὴν δικαιοσύνην ἐξ ἐπιμέτρου δια‐ νέστηκεν. | |
15 | Ἐξέρκετον. κατὰ Ῥωμαίους τὸ στρατόπεδον. Ἐξ ἠθέων. ἐκ τῶν συνήθων τόπων. Ἐξήλασμα. δίωξις. ἐξίλασμα δὲ ἀντὶ τοῦ λύ‐ τρον ἢ τὸ προσφερόμενον τῷ θεῷ δῶρον ὑπὲρ | |
σωτηρίας ψυχῆς, ι. | ||
epsilon765 | Ἐξίτηλον. ἀσθενὲς, ἐγγὺς ἀφανισμοῦ. Ἐξομολόγου. προφανοῦς. διὰ τὰς ἐξομολόγου καὶ συστάδην μάχας πολλοὶ ἔπιπτον ἐξ ἀμφο‐ τέρων. | |
5 | Ἑξείδιον. εἰ μὲν ἀπὸ τῆς ἕξεως, δίφθογγον· εἰ δὲ ἀπὸ τοῦ ἕξιος, ι. Ἐξ ὑπογυίου. παρ’ αὐτά· ἀπερισκέπτως· ἐκ τοῦ σύνεγγυς. τὸ δὲ ἐξ ὑπογυίου, πατρόθεν ἀπὸ τοῦ Ἐκδικίου ῥήτορος. | |
10 | Ἐξωλέστερον. ἐξολεθρευτικώτερον. | |
11t | (Ῥῆμα.) | |
12 | Ἐξάπτεσθαι. ἀντιλαμβάνεσθαι, ἐξαρτᾶσθαι. Ἐξάραντες. ἔξω ποιήσαντες. Ἐξαῤῥάξειν. συντρίψειν, καταλαβεῖν. καὶ ἀπει‐ | |
15 | λοῦντας θύρας ἐξαῤῥάξειν. | |
Ἐξαρτύσας. ἐκπληρώσας ἢ ἑτοιμάσας. | ||
epsilon766 | Ἐξαρτήσας. ἐφευρίσας ἢ κρεμάσας. Ἐξατμίσθη. ἐλεπτύνθη. Ἐξαύδα. ἔξειπε, λέγε, φώνει. Ὅμηρος· ἐξαύδα, μηκέτι κεῦθε—. | |
5 | Ἐξαυδᾷ. ὁμολογεῖ. ἐκφωνεῖ. Ἐξαψάμενος. κατασχὼν, περιπλακείς. Ἐξανθίζω. τὸ βάπτω. ποικίλας ἐξηνθίκατε τὰς βαφάς. Ἐξανθῶ. ἀναβλαστάνω. ἐξήνθησεν ἡ ἔρημος. | |
10 | Ἐξαργυρῶσαι. οὐκ ἐξαργυρίσαι. Ἐξαρτίζει. πληροῖ, τελειοῖ, παρασκευάζει. Ἐξάρξαντες. προκατάρξαντες. Ἐξαπορηθῆναι. ἐν ἀπορίᾳ γενέσθαι. Ἐξαράσασθαι. τὸ ἐκτελέσαι τὰς ἀρὰς καὶ τὰς | |
15 | εὐχὰς, ἃς ἐπὶ ταῖς ἱδρύσεσι τῶν ναῶν εἴωθε ποιεῖσθαι. | |
Ἐξανδρούμενος. τὴν ἡλικίαν ἔχων εἰς ἄνδρα. | ||
epsilon767 | Ἐξανεμοῦσθαι. ἐπαίρεσθαι. Ἐξανύω. κατεργάζομαι, ἀποπληρῶ. Ἐξαλλομένους. ἀνασκιρτῶντας. Ἐξαμβλίσκειν. ἐκτιτρώσκειν. καὶ τὴν τῶν τε‐ | |
5 | τραπόδων ἀγέλην ἐξαμβλίσκειν ἔφασαν. Ἐξαμυστίσαι. τουτέστιν ἀμυστὶ καὶ ἀπνευστὶ καὶ ἄνευ τοῦ ἀναπαύεσθαι πίνειν. Ἐξαμήσω. τουτέστι τὰ ἔντερα καὶ τὸν πνεύ‐ μονα ἐξανύσω καὶ ἐξοίσω. | |
10 | Ἐξαναστάς. μετοικήσας. ὁ δὲ Θεσπιάδης ἐξα‐ ναστὰς ἐξ Ἀθηνῶν Θεσπίαν ἐν Βοιωτίᾳ ἔκτι‐ σεν. Ἐξαγκωνιῶ. τοὺς ἀγκῶνας ὑπὸ ταῖς πλευραῖς ποιήσω. | |
15 | Ἐξακριβωθέντες. ἐρευνηθέντες. Ἐξαλλάξαι. ἀντὶ τοῦ τέρψαι. Μένανδρος· —ἄνθρωπον ἐξαλλάξομεν | |
κακόν τι σοι δώσοντα. | ||
epsilon768 | Ἐξαληλιμμένος. [ἠλειμμένος.] Ἐξαλίσας. ἐκκυλισθῆναι ποιήσας εἰς τὴν κό‐ νιν. ἀλινδήθρα δὲ ὁ τόπος, ἐν ᾧ τιθέντες ἑαυ‐ τοὺς οἱ ἵπποι τοῦτο ποιοῦσιν. Ἀριστοφάνης· | |
5 | πολλὰς ἀλινδήθρας τὲ καὶ ἐκκυλίσματα. Ἐξακευμένων. θεραπευόντων, ἐξιωμένων. Ἐξαπενίζοντο. ἀπεκαθαίροντο. Ἐξαιθριασθέντες. λαμπρυνθέντες. Ἐξαίρει. ὑψοῖ. | |
10 | Ἐξαιρεῖται. ἀφαιρεῖται. λαμβάνεται. καὶ ἀντὶ τοῦ ῥύσεται καὶ ἐλευθερώσει. ἐξαιρήσωμεν ὁμοίως. Ἐξαίροντες. ἀνατρέποντες. πρὸς ταῦτα τί λέ‐ γουσιν οἱ τὴν πρόνοιαν ἐξαίροντες. ἔνιοι δὲ καὶ | |
15 | ἀντὶ τοῦ ὑμνοῦντες. Ἐξαιρούμενος. ἀποκομιζόμενος ἢ ῥυόμενος. Ἐξαιροῦσιν. ἐκβαλοῦσιν. | |
Ἐξαρήσαντα. πορθήσαντα, ἐξερημώσαντα. | ||
epsilon769 | Ἐξεβοήθη. ἐλαλήθη. ἐξεβοήθει δὲ τὸ ἐβοή‐ θησε, δίφθογγον. Ἐξεγρόμενος. ἐξεγερθείς. Ἐξεθεάτρισαν. ἐστηλίτευσαν, ἐξεπόμπευσαν. | |
5 | οὐ μόνον ἑαυτοὺς ἐξεθεάτρισαν, ἀλλὰ καὶ τὴν Ἑλλάδα πᾶσαν κατέστρεψαν. [Ἐξέθει. ἐξέτρεχεν. Ἐξεκάκησα. ἀπηγόρευσα. Ἐξεκαρυκεύθη. ὠψοποιήθη. συνεκόπη. | |
10 | Ἐξεκεκλήκει. ἐκ τοῦ δείπνου ἀνίστη. νυκτὸς δὲ γενομένης τοὺς οἰκέτας ἐξεκεκλήκει τοὺς Ναν‐ νάρου. Ἐξεκεκλήκετο. ταχὺ προεκαλεῖτο. ταχὺ δὲ ἐξεκεκλήκετο αὐτοὺς πρὸς τὴν πρᾶξιν. | |
15 | Ἐξεκίνησεν. ἐξεδίωξε. Σοφοκλῆς· | |
epsilon770 | παίζων κατ’ ἄλσος, ἐξεκίνησε ποδοῖν στικτὸν κεράστην ἔλαφον—. Ἐξεκκλησίασε. συνήθροισεν. Ἐξέκνισεν. Ἡρόδοτος· δελτίον δίπτυχον λαβὼν, | |
5 | τὸν κηρὸν αὐτοῦ ἐξέκνισεν. Ἐξεκόκκισεν. ἀντὶ τοῦ ἐξέκλασεν· ἐξέβαλεν. ἡ μεταφορὰ ἀπὸ τῶν κόκκων. Ἐξεκόπη τὸν ὀφθαλμόν. ἐπηρώθη. Ἐξεκύκλησαν. ἐξήνεγκαν. ἐπεὶ δὲ εἰς τὸ θέα‐ | |
10 | τρον ἐξεκύκλησαν αὐτόν. Ἐξεκώμασεν. ἐπόρνευσεν. Ἐξέθορεν. ἐξεπήδησεν. Ἐξεθύσαντο. ἐμαντεύσαντο. Ἐξελέγχειν. φανεροποιεῖν. ὁ δὲ ἠξίου ᾗ τάχος | |
15 | τὰ πραχθέντα βασάνοις ἐξελέγχειν. | |
epsilon771 | Ἐξέλεξε. συνήθροισε. χρήματα δὲ παρὰ τῶν Λιβύων πολλὰ μὲν ἐς τὸ κοινὸν ἐξέλεξεν. Ἐξέλιπε φυσητήρ. ἐξέλιπε μόλιβδος. φυσητὴρ, καὶ τὸ ὄργανον, ᾧ ἐμφυσᾷ ὁ χρώμενος· καὶ | |
5 | ὁ ἄνθρωπος ὁ τὸ ὄργανον μεταχειριζόμενος. συγκαίουσι δὲ τῷ ἀργύρῳ μόλιβδον, ἵνα συγ‐ καιόμενος ἀνιμᾶται καὶ ἀναλαμβάνῃ εἰς αὐτὸν τὸ νόθον. Ἐξελίσσουσι. κινοῦσιν. | |
10 | Ἐξελοφίζετο. ἡ δὲ γῆ ἐκ τῶν δικαιαρχαστέλων λόφων ἐξελοφίζετο. Ἐξελληνίζει. εὔρυθμον ἀπεργάζεται. Ἐξεμηρύσατο. διεξῆλθεν. ὁ δὲ Ἀννίβας ἐν ὅλῃ τῇ νυκτὶ μόλις ἐξεμηρύσατο τὰς χαράδρας. | |
15 | Ἐξένευσαν. παρῃτήσαντο. ἀπηρνήσαντο, ὡς πρὸς ἄλλους πόλεμον ἔχοντες ἐξένευσαν τὴν βοή‐ | |
θειαν. καὶ ἀντὶ τοῦ ἐκολύμβησαν. Θουκυδί‐ | ||
epsilon772 | δης· καὶ πολλοὺς ἀπέκτειναν, ὅσοι μὴ ἐξέ‐ νευσαν αὐτῶν. Ἐξέπεσον. πόῤῥω ἀπέφυγον. καὶ τελευτῶντες τῆς νόσου ἐξέπεσον. | |
5 | Ἐξέπλει. ἐξέπλεεν. Ἐξεπράθομεν. ἔστι πέρθω, ὁ δεύτερος ἀόρι‐ στος ἔπραθον καὶ ἐξέπραθον. Ἐξέπλευσεν. ἐξώκειλε. παρετράπη. ὁ δὲ ἐξέ‐ πλωσε τῶν φρενῶν πολλά. καὶ ἐξέπλωσας | |
10 | ὁμοίως. οὕτως Ἡρόδοτος. Ἐξεπολέμωτο. ἐνικήθη. Ἐξεπολέμωσεν. ἀδιαλλάκτους εἰργάσατο. Ἐξέπραξεν. ἀντὶ τοῦ ἀνεῖλεν. οὕτως Πορφύ‐ ριος· οὔτε πυρφόρος θεοῦ κεραυνὸς ἐξέπραξεν. | |
15 | Ἐξεπρέμνιζον. μέχρι ῥιζῶν τὰ στελέχη τὰ | |
πρέμνα κατέβαλλον. | ||
epsilon773 | Ἐξεράσατε τοὺς λίθους. ἐκκενώσατε. ἐκ‐ βάλλετε. ἀποῤῥίψατε. πεποίηται δὲ ἡ λέξις ἀπὸ τῆς ἔρας, ὅ ἐστι τῆς γῆς. Ἐξερέων. ἐξερευνῶν. | |
5 | Ἐξεριθεύονται. πρὸς κακίαν ἐκκαλοῦσιν. οἱ τῆς στρατηγίας ὀρεγόμενοι ἐξεριθεύονται τοὺς νέους καὶ παρασκευάζουσιν εὔνους συναγωνιστὰς εἰς τὸ μέλλον. Ἐξερῶ. εἴπω, ἢ ἐξοίσω. | |
10 | Ἐξεῤῥωγυῖα. διεφθαρμένη. Προκόπιος· γυνὴ τὸν τρόπον ἐξεῤῥωγυῖα. Ἐξεῤῥύησαν. ἐξηφανίσθησαν. λαμβάνεται δὲ καὶ ἐπὶ τῶν ἐν τῷ πολέμῳ φευγόντων. Ἐξεσάλαξας. μετεκίνησας. | |
15 | —τὴν δ’ ἐνὶ θυμῷ | |
ἐξεσάλαξας ὅλην θάμβεϊ φαντασίην. | ||
epsilon774 | Ἐξεσόβησα. ἐξεδίωξα. ἔκχυτον ἐκ στέρνων ἐξεσόβησα νόον. καὶ πτῶκας πολλάκις ἐξεσόβει. Ἐξεστεμμένος. κεκοσμημένος. εἰώθασι γὰρ τῷ | |
5 | στέφειν χρῆσθαι ἀντὶ τοῦ κοσμεῖν. στέμμα δέ ἐστι τὸ προσειλημμένον ἔριον τῷ θαλλῷ. Ἐξέστησαν. ὑπεχώρησαν. οἱ δὲ βάρβαροι ἐξέ‐ στησαν αὐτοῖς ὡς κρείττοσιν. Ἐξέστω. ἐξουσίαν ἐχέτω. | |
10 | Ἐξέσχεν. ἀντὶ τοῦ διήλασε, διῆλθε. τούτου τὴν πλευρὰν λόγχη διήλασε καὶ ὑπὸ ῥώμης τῆς αἰχμῆς ἐξέσχεν ἐπὶ θάτερα. καὶ αὖθις· ἠκον‐ τίσθη τὸν δεξιὸν ὦμον διαμπερὲς καὶ ἐξέσχε τὸ βέλος. | |
15 | Ἐξέστησεν. εἰς ἔκστασιν ἤγαγεν. | |
Ἐξετάσωμεν. ἀκριβώσωμεν. | ||
epsilon775 | Ἐξεταζόμενος. ἐρευνώμενος. δοκιμαζόμενος. ἐῤ‐ ῥύετο τὴν πόλιν ἔνδον ἐξεταζόμενος φουρτω‐ νίων ὑποστράτηγος τῶν ἐπὶ τῆς Μυσίας, οὓς δοῦκας καλοῦσιν. | |
5 | Ἐξεταζόμενοι. ἀριθμούμενοι. ἐξεταζόμενοι πρὸς τοῖς βασιλείοις. Ἐξέτηξεν. ἐδάμασεν ἢ ἠφάνισεν. Ἐξεταννύσθη. ἐξετάθη. ἐξηπλώθη. Ἐξέτηξεν. ἐδαπάνησεν. ἀνάλωσεν. | |
10 | Ἐξέτρω. ἐξεκόπη ἡ κύησις· ἐξεβλάβη. παρὰ τὸ τρῶ, τὸ κόπτω, γίνεται παράγωγον τρῶμι, ὁ παρατατικὸς ἔτρων, ἔτρως, ἔτρω, καὶ ἐν συν‐ θέσει ἐξέτρω. Ἐξετάζων. ὥσπερ παρὰ τὸ μάταιον γίνεται | |
15 | ματαιάζω, οὕτω καὶ παρὰ τὸ ἐτεὸν, τὸ ἀληθὲς, ἐτεάζω, τὸ τὴν ἀλήθειαν ἐρευνῶ καὶ ἐμφαίνω. καὶ ἀποβολῇ τοῦ ε καὶ μετὰ τῆς ἐξ προθέσεως ἐξετάζω. Ἐξεβιάζοντο. ἠνάγκαζον. | |
20 | Ἐξεγραψάμην. ἀντὶ τοῦ ἐμνημόνευσα. Ἀριστο‐ φάνης· ὃν ἐγὼ παρά τ’ Ἀπόλλωνος ἐξεγραψάμην. Ἐξεδιήτησε. κακῶς διῴκησεν. Ἐξέζεσεν. ἐπληρώθη. καὶ τὸ σύμπαν αὐτοῦ σῶ‐ | |
25 | μα ἕλκους ἐξέζεσεν. | |
epsilon776 | Ἐξευμενίζεσθαι. πείθεσθαι, ἢ ἱλάσκεσθαι. Ἐξεφαύλισαν. παρ’ οὐδὲν ἐλογίσαντο. οἱ δὲ οὐκ ἐξεφαύλισαν τὴν τῶν Κρητῶν αὐτοσχέδιον ἐκείνην μοῦσαν. | |
5 | Ἐξέφυ. ἐβλάστησεν. ἐγεννήθη. Ἐξεφύσησα. διεσκόρπισα· ἐβδελυξάμην. Ἐξεφύσησεν. ἐκίνησεν. ἐτάραξεν. Ἐξεφοίτα. ἐθριάμβευεν. ὁ δὲ παρὰ τοὺς ἀτελέστους καὶ βεβήλους ἐξεφοίτα τὰ τῶν Σα‐ | |
10 | μοθρᾳκῶν ὄργια. Ἐξεφόρουν. ἐξέφερον. Ἐξεφύρθη. ἐξεμιάνθη. Ἐξέχεα. διεχύθην. καὶ ἐκινήθην εἰς ὀδυρμοὺς ἄπαυστον ἔχων τὸν θρῆνον. Δαβίδ· ἐξέχεα | |
15 | ἐπ’ ἐμὲ τὴν ψυχήν μου. Ἐξέχειν. ἐπιτεταλκέναι. ἐξέχειν τὸν ἥλιον. ἔξεχ’ ὦ φίλ’ ἥλιε. Ἐξέωσαν. ἐξέβαλον. Ἔξει. ἀντὶ τοῦ ἔξελθε. οὕτως Ἀριστοφάνης. | |
20 | Ἐξείη. συνεκεχώρητο. εἴθιστο. Ξενοφῶν· ᾔδε‐ σαν γὰρ πάντες, ὅτι ἐξείη αὐτῷ καὶ ἀριστῶντι καὶ δειπνοῦντι. Ἐξείλετο. ἔλαβεν. | |
Ἐξειμένοι. ἀφειμένοι. | ||
epsilon777 | Ἔξειμι, οὐκ ἐξελεύσομαι λέγουσιν Ἀττικοί. Ἐξείνισεν. ἐξένισεν, ἐξενοδόχησεν. Ἐξείρπυσεν. ἐξεσύρθη. ἐξῆλθεν. ἡ δὲ ἔχιδνα ἐξείρπυσεν, ὑπὸ τοῦ πυρὸς ἀναγκασθεῖσα. | |
5 | Ἐξειστήκει. ἐξηλλάττετο. καὶ τρόμῳ εἴχετο, καὶ ἡ χρόα αὐτοῦ ἐξειστήκει. Ἐξεικονισμένον. μεμορφωμένον ἢ τέλειον. Ἐξειλῆσαι. τοῦτο λέγουσιν οἱ Ἀλεξανδρεῖς ἐπὶ τοῦ ἐκφυγεῖν. ἐοίκασι μεταφορικῶς λέγειν ἀπὸ | |
10 | τῶν ἐν τῷ παλαίειν ἑαυτοὺς ἀπολυόντων. λέ‐ γει γὰρ Πλάτων ἐν τῷ ἑβδόμῳ νόμῳ περὶ πάλης οὕτως· τὰ δὲ ἀπὸ ὀρθῆς πάλης ἀπ’ αὐ‐ χένων καὶ χειρῶν καὶ πλευρῶν ἐξειλήσας μετὰ φιλονεικίας τὲ καὶ καταστάσεως διαπονούμενα. | |
15 | Ἐξεστακέναι. καταπλῆξαι. Ἐξεφάνθη. ἐδείχθη, ἐγυμνώθη. | |
Ἐξῇ. ἀντὶ τοῦ δυνατὸν ὑπάρχει. καὶ ἐξῆν. | ||
epsilon778 | Ἐξήρετο. ἠρώτα. Ἐξηρεύξατο. ἐξήνεγκεν. Ἐξῃρημένην. ὑπερβάλλουσαν. Ἐξήνυσα. ἐτελείωσα, ἐπλήρωσα. | |
5 | Ἐξηκόντισεν. ὑπερέβαλλεν. Ἐξηγόρασας. ἠλευθέρωσας. Ἐξηγήσασθαι τοῦ διηγήσασθαι διαφέρει. διη‐ γήσασθαι μὲν γάρ ἐστιν εἰπεῖν ἁπλῶς, ἃ τὶς αὐτὸς ἐπίσταται· ἤτοι πρὸς ἀγνοοῦντα τοὺς | |
10 | ἀκροωμένους λέγων, ἢ καὶ πρὸς εἰδότα. τὸ δὲ ἐξηγήσασθαι, ἅμα λέγειν περὶ ὧν ἀγνοοῦσιν οἱ ἀκούοντες, καὶ διδάσκοντες αὐτοὺς περὶ ὧν πυνθάνονται. Ἐξηγρόμην. ἐξηγειρόμην. | |
15 | κᾆτ’ ἔγωγ’ ἐξηγρόμην. | |
Ἐξήκει. παρῴχηκε. Ξενοφῶν· ὁ δὲ χρόνος | ||
epsilon779 | ἐξήκει. καὶ αὖθις· ὁ δὲ συνεῖδεν ἐξήκειν τοῦ χρησμοῦ τὴν φήμην. Ἐξῆκον. ἀντὶ τοῦ ὑπερέχον. καὶ ἑώρων φάσμα τὸ μέγεθος ἐξῆκον, πέρα καὶ ἀνωτέρω τοῦ | |
5 | ἱστοῦ. Ἐξήκοντος. παρερχομένου. ἐξήκοντος τοῦ χρό‐ νου, οὗπερ ἐντὸς ἔδει ἐπανιέναι πρὸς τὸν σφῶν ἄρχοντα. Ἐξηλιασμένων. κεκαυμένων. | |
10 | Ἐξήλικας. ἐξέβαλες. ἐξέωσας. Ἀριστοφάνης· ἀλλ’, ὦ μέλ’, ἐξήλικας ἐμέ γ’ ἐκ τῶν ἐμῶν. Ἐξῆλθεν. ἐξέβη. ἐτελέσθη. ὅτι Ζήνωνι, παρ’ ἣν εἶχε δόξαν, ἐξῆλθε τὸ μάντευμα. Ἐξημεροῖ. πραΰνει. | |
15 | Ἐξήμβλωσεν. ἐξέτρωσεν. καὶ ἐξήμβλωκας ἀν‐ τὶ τοῦ ἀτελῆ ἐποίησας. Ἐξηνθισμέναι. ἄνθεσι κεκοσμημέναι. αἳ καθήμεθ’ ἐξηνθισμέναι. | |
Ἐξήπαφεν. ἐξηπάτησεν. | ||
epsilon780 | Ἐξῄρηνται. ἐκβέβληνται. Ἐξητάσθης. ἀντὶ τοῦ ὤφθης, ἢ ὡράσθης. οὕ‐ τως Δημοσθένης. Ἐξηονήθην σὺν τῷ ἰῶτα κατὰ τὴν ἀλήθειαν. | |
5 | ὅθεν καὶ ἀϊόνες οἱ αἰγιαλοὶ διὰ τὸ καταιονοῦ‐ σθαι ὑπὸ τῶν κυμάτων ἤγουν καταβρέχεσθαι. αἰονήματα γὰρ τὰ καταντλήματα φασίν. Ἐξηυλημένα καὶ παρηυλημένα. αἱ παλαιαὶ γλωσσίδες τῶν αὐλῶν καλοῦνται. καὶ κατὰ με‐ | |
10 | ταφορὰν πάντα τὰ παλαιὰ καὶ τὰ τετριμμένα. Ἐξιάλλειν. ἐκβάλλειν. Ἐξίδισεν. ἀπεπάτησεν. Ἀριστοφάνης· οὐκ ἂν ἐξίδισεν εἰς θοιμάτιον. ὅ ἐστιν ἱμάτιον. | |
15 | Ἐξίησιν. ἐξέρχεται. καὶ ἐξίη ἐπὶ μέλλοντος. Ἐξικμασμένη. ἐξηραμμένη. ἰκμάδα καὶ ὑγρό‐ τητα μὴ ἔχουσα. ἄλλως τε ἐν ξηρᾷ χώρᾳ ὑπὸ τοῦ θέρους ἐξικμασμένῃ δεινῶς ἐσπάνισεν | |
ὕδατος. | ||
epsilon781 | Ἐξίλλειν. ἐκφεύγειν. Ἐξιλεώσονται. ἐξευμενίσονται. Ἐξιλάσωμαι. δυσωπήσω. Ἔξιθι. ἔξελθε. | |
5 | Ἐξικέσθαι. παραγενέσθαι. ἢ ἐν καταλήξει γε‐ νέσθαι. Ἐξικνούμενον. προερχόμενον. Ἐξιστάμενος. παραχωρῶν. ὀνόματος μόνου καὶ σχήματος τῷ Ἰουλιανῷ ἐξιστάμενος. | |
10 | Ἐξίστασθαι. διαχωρίζεσθαι. ὁ δὲ, ὅσοι τῆς στάσεως ἐναγεῖς, ἐκέλευσεν ἐξίστασθαι. Ἐξίστησιν. ἐκπλήττει. οὔτε δέος ἐξίστησιν αὐ‐ τοὺς οὔτε δαπάναι οὔτε πόνοι. Ἐξιστορήσαντες. ἀναζητήσαντες, διηγησάμενοι. | |
15 | τούτους οἱ Ἕλληνες ἐξιστορήσαντες, ἃ ἐβούλον‐ το πυθέσθαι ἀπὸ τῆς Ξέρξου στρατιᾶς, ἀπο‐ πέμπουσι δεδεμένους. | |
Ἐξιχνεύει. ἐξερευνᾷ. | ||
epsilon782 | Ἐξιχωρίζεσθαι. ἐκπιέζεσθαι. τὸν ἰχῶρα ἐκβάλ‐ λειν. καὶ εἰς γάρον οἷον ἐξιχωρίζεσθαι. Ἐξομολογοῦμαι. εὐχαριστῶ. καὶ κατὰ συνή‐ θειαν ἀνθρωπίνην, ἀντὶ τοῦ χάριν ὁμολογῶ | |
5 | ἤγουν δοξάζω σε. ὡς τὸ, ἐξομολογοῦμαί σοι, πάτερ. ἔθος γὰρ τοιοῦτον τῇ θεοπνεύστῳ γραφῇ τὸ τῆς ὁμολογήσεως ὄνομα κατὰ τοιόνδέ τινα δέχεσθαι τρόπον. Ἐξομηρευσάμενος. καλῶς διοικήσας. τὴν δὲ | |
10 | πόλιν ἐξομηρευσάμενος ἠσφαλίσατο φρουρᾷ. καὶ ἀντὶ τοῦ συμφωνήσας. καὶ ἐξομηρευσάμενοι ἀν‐ τὶ τοῦ ὁμογνώμονας ποιήσαντες. ἐξομηρευσάμε‐ νοι δὲ τῷ τοιούτῳ τρόπῳ τοὺς πλείους τῶν δυ‐ ναστῶν, ἐνέβαινον εὐθαρσῶς εἰς τὸν πόλεμον. | |
15 | Ἐξομόσασθαι. οἱ μαρτυρήσειν τισὶν ἐν δικαστη‐ ρίῳ ὑπισχνούμενοι, εἰ μετὰ ταῦτα μὴ βούλοιντο καταμαρτυρεῖν, ὤμνυον μηδὲν ἐπίστασθαι. καὶ | |
τοῦτο ἐστὶν ἐξομόσασθαι. | ||
epsilon783 | Ἐξομόσαιτο. παντελῶς ἀρνήσαιτο. δημοσίᾳ δὲ κᾂν ἐξομόσαιτο τοῦ εἶναι τῆς Κότυος. Ἐξονομήνῃς. ἐξ ὀνόματος εἴπῃς. Ἐξοργιεῖν. εἰς ὀργὴν ἐμβαλεῖν. ταῦτα δὲ ἔπρα‐ | |
5 | ξεν ὁ Καῖσαρ, οὐχ ὅτι καταπλήξειν αὐτὸν, ἀλλ’ ὅτι ἐξοργιεῖν,] κᾀκ τούτου πρόφασιν τοῦ πολέμου λήψεσθαι. Ἐξορχησάμενος. ἀντὶ τοῦ φυγὼν καὶ ἀποδράς. οὕτως Δημοσθένης. | |
10 | Ἐξουθενῶ σε. ἀντὶ τοῦ οὐδενός σε λογίζομαι. Ἐξοχετευόμενα. ἐκρέοντα. Ἐξομόσασθαι. τὸ μεθ’ ὅρκου ἀπαρνήσασθαι πρᾶξιν τινὰ διὰ νόσον ἢ πρόφασιν ἑτέραν τινά. οὕτως Δημοσθένης. | |
15 | Ἐξοιστρουμένην. μανεῖσαν. καὶ ἐξοιστρηθεὶς ἀντὶ τοῦ μανεὶς καὶ παρορμήσας. Ἐξοίσουσιν. ἐκβάλλουσιν. Ἐξοιχνεῦσιν. ἀντὶ τοῦ ἐξοιχνεύουσιν. Ἐξυβρίζοντα. παρασπονδοῦντα. παραβαίνοντα | |
20 | τὰς συνθήκας, ἀδικοῦντα. ὥστε ἀναγκαῖον εἶναι | |
πολέμῳ καταπαῦσαι ἐξυβρίζοντα. | ||
epsilon784 | Ἐξυπτιάζειν. τὸ ἐπὶ νώτου φέρεσθαι. οἱ μεθυ‐ σθέντες οἴνῳ, ἐπὶ πρόσωπον πίπτουσιν, οἱ δὲ κρίθινον πεπωκότες ἐξυπτιάζονται τὴν κεφα‐ λήν. | |
5 | Ἐξυφήνας. κατασκευάσας. Ἐξώκειλεν. ἐξέκλινεν. Ἐξωλέκει. ἀπώλεσεν. Ἐξωλόθρευσας. ἠφάνισας. Ἐξωμμάτωται. ἐπιτεταμένως ὁρᾷ. ἡ γὰρ ἐξ | |
10 | πρόθεσις ἐπίτασιν δηλοῖ. Ἀριστοφάνης· ἐξωμμάτωται καὶ λελάμπρυται κόρας. Ἐξωμισάσαις. ἄχρι τῶν ὤμων γυμνωσάσαις. Ἐξωπτῆσθαι. ὠπτημένον ὑπάρχειν. Ἐξώργισεν. ἐξεθύμωσεν. | |
15 | Ἐξωρχησάμην. ἐξεφαύλισα. κατέπαιξα. πρὸς ὃν ἐξωρχησάμην. [καὶ αὖθις· ὁ δὲ μεθυ‐ σθεὶς τὰ μυστήρια ἐξωρχήσατο. ἀντὶ τοῦ ἐμυ‐ κτήρισε, καὶ ἔκπτυστα ἐποίησεν.] Ἐξωστρακίσθη. ἐξωρίσθη. ἐπειδὴ εἰς ὄστρακον | |
20 | ἔγραφον τὴν ἐξορίαν. | |
epsilon785 | Ἔξωσον. ἀποδίωξον. Ἐξωστεισμένος. ἐξηρθρωμένος. Ἐξωφρυωμένοι. ἐπῃρμένοι. Ἐξώχοντο. ἐξεπορεύοντο. | |
5 | Ἐξῆχεν. ἀντὶ τοῦ δώσειν. [οὕτως Δημοσθένης.] Ἐξῄρηται. ὑπερβάλλει. Ἐξεκλείσθη. ἀντὶ τοῦ ἀπέκλεισε. αὐτὴν ἡ πί‐ στις. οὕτως παρὰ τῷ Ἀποστόλῳ. ποῦ οὖν ἡ καύχησις; ἐξεκλείσθη. | |
10t | (Ἐπίῤῥημα.) | |
11 | Ἐξάλλως. κατ’ ἄλλον τρόπον, παραδόξως. καθ’ ὑπεροχήν. Ἐξαπίνης ἐξαίφνης. Ἐξεπίτηδες. ἐπιτηδευμένως. | |
15 | Ἐξείης. καθεξῆς· ὀρδιναίως. ἐπίῤῥημα τάξεως. ἐξῆς, καὶ πλεονασμῷ τῆς ει διφθόγγου ἐξείης. Ἐξόχως. ἀντὶ τοῦ πάνυ. | |
18t | Τὸ Ε μετὰ τοῦ Ο. | |
19t | (Ἀρσενικόν.) | |
20 | Ἐοχμός. καθὰ συνδέδεται ὁ τράχηλος. ἀπὸ τοῦ | |
ἔχω ἐχμὸς καὶ ἐοχμός. | ||
epsilon786(1t) | (Θηλυκόν.) | |
2 | Ἐορδία. χώρα. Ἑορτή. χρόνος ἱερὸς κατὰ νόμους. ἑορτὴ πολλὰ ἔχουσα· ἀπὸ τῶν πολλῶν ἀποτιθεμένων φορ‐ | |
5 | τία. εἴρηται δὲ [ἀπὸ] τῶν πρὸς τὰς ἑορτὰς ἐπειγομένων. | |
7t | (Οὐδέτερον.) | |
8 | Ἐοικός. πρέπον, ὅμοιον. Ἑόν. τὸ ἴδιον. | |
10 | Ἐοικότα. πρόσφορα. Ἐοικός. ἢ τὸ ὁμοιοῦσθαι ἢ τὸ πρέπον ἢ τὸ δοκοῦν. Ἐοίκασι τοῖς ἐκ Πύλου ληφθεῖσι. τοῖς Λακω‐ νικοῖς. [παροιμία ἐπὶ τῶν ὠχριώντων καὶ ἰσχνῶν. Πύλος δὲ χώρα τῆς Λακωνικῆς.] ἔνθα | |
15 | Κλέων στρατηγήσας τοὺς αἰχμαλώτους ἀπὸ Σφακτηρίας ἔλαβεν. | |
17t | (Ῥῆμα.) | |
18 | Ἔοιγμεν. ἀντὶ τοῦ ἐοίκαμεν, κατὰ συγκοπὴν καὶ τροπήν. ὡς δεδοίκαμεν, δέδοιγμεν. | |
20 | Ἐόλητο. ἐκινεῖτο καὶ ἐτετάρακτο. Ἔολπα. ἤλπιζον. Ἔοργα. εἰργασάμην. Ἐοργώς. ἐργασάμενος. κατθ’ ὁμῶς ὅ, τ’ ἀεργὸς ἀνὴρ ὅ, τε πολλὰ | |
25 | ἐοργώς. | |
epsilon787(1t) | Τὸ Ε μετὰ τοῦ Π. | |
2t | (Ἀρσενικόν.) | |
3 | Ἐπακτὸς ὅρκος. ὁ μὴ αὐθαίρετος, ἀλλ’ ἐφ’ ὃν ἕτερος ἄγει, ἢ ὃν ἄν τις αὐτὸς ἑκὼν ἑαυτοῦ | |
5 | ἐπάγηται. τουτέστιν ὃν ἀναιρεῖται. Ἐπακτήρ. ὁ κυνηγός. Ἐπακτροκέλης. πλοῖον λῃστρικὸν, μεταξὺ ἐπακτρίδος καὶ κέλητος, ἅπερ καὶ αὐτὰ πλοιά‐ ρια ἐστίν. | |
10 | Ἐπακτὸς ὄμβρος. σφοδρός. Ἐπάντους. ὑψηλοῦ. Θουκυδίδης· ὑπὸ πολλῶν ἀπὸ τοῦ λόφου ἐπάντους ὄντος. Ἔπαρχος πραιτωρίων. ὁ τῶν ἑῴων τῆς φορο‐ λογίας τὴν ἐπίστασιν ἔχων παρὰ Ῥωμαίοις. | |
15 | Ἐπάρατος. ἐπαγωγός· καὶ ἄξιος κατάρας. καὶ | |
ὁ ἐπικατάρατος. | ||
epsilon788 | Ἐπαυλόσυνος. ὁ εἰς τὴν ἔπαυλιν ἰών. Ἐπαφρόδιτος. ἡδὺς, ἐπίχαρις. Ἐπενδύτης. τὸ ἐσώτατον ἱμάτιον, ὃ καὶ ὑπο‐ κάμισον λέγεται. | |
5 | Ἐπέραστος. ὁ ἐπιθυμητὸς, ἐράσμιος, πολυπό‐ θητος. Ἑπέται. οἱ θεράποντες, παρὰ τὸ ἕπεσθαι. Ἐπέτειος καρπός. ὁ παρ’ ἔτος. Ἐπειός. ὄνομα ἐθνικόν. καὶ Ἐπειῶν, τῶν Ἠλείων. | |
10 | ἀπὸ Ἐπειοῦ τοῦ Ἡλίου βασιλέως αὐτῶν. Ἐπείκτης. σπουδαῖος. Ἐπαίτης. ὁ πτωχός. ἀπὸ τοῦ αἰτῶ, αἰτήσω, ἐπαιτήτης καὶ ἐπαίτης. Ἐπηετανός. αὐτάρκης. | |
15 | Ἔπηλυς. ὁ ξένος ὁ νεωστὶ ἐλθὼν ἀπὸ ξένης. | |
[ἀπὸ τοῦ ἤλυσις, ὃ σημαίνει τὴν ἔλευσιν.] | ||
epsilon789 | Ἐπημοιβοί. ἐπηλλαγμένοι, ὥστε τὸν μὲν ἔνθεν, τὸν δὲ ἔνθεν ἐφέλκεσθαι. Ἐπηνέμιος πλοῦτος. ὁ ψευδόμενος καὶ ὁ ἀθρόον φανείς. καὶ νῦν ἐπηνέμιον βλέπω σε. | |
5 | Ἐπηρεφέες. ἐπιρεφεῖς. ἐπὶ τὰ κάτω ἐστραμ‐ μένοι, κατωφερεῖς. ἢ ἐστεγασμένοι. ἀπὸ τοῦ ἐρέπω, τὸ στέγω. Ἐπήτης. ὁ λόγιος καὶ συνετός. καὶ ἐπητεία ἡ | |
φρόνησις. | ||
epsilon790 | Ἐπήτριμοι. πυκνοὶ, ἐπάλληλοι. Ἐπήβολος. ἐπιτευκτικὸς, ἐπιτυχής. ἢ ὁ μέτο‐ χος. *ἢ ὁ γνωστικός.* τινὲς ἐπιβόλος γρά‐ φουσιν. | |
5 | Ἐπιβλής. ὁ τῇ θύρᾳ ἐπιβαλλόμενος μοχλός. Ἐπιάλτην. Ὅμηρος καὶ Ἡσίοδος καὶ οἱ Ἀττικοὶ τὸν δαίμονα, διὰ δὲ τοῦ φ τὸν ἄνδρα Ἐφιάλ‐ την. καὶ τὸν ῥιγοπύρετον λεγόμενον. | |
Ἐπιβλήτης. ὁ δόκιμος. | ||
epsilon791 | Ἐπιβρόντητος. ὁ ἐμβρόντητος. Ἐπιγνώμονας. ἐπισκόπους. ἐπιγραφέας· τοὺς καθεστηκότας ἐπὶ τῷ γράφειν ἑκάστῳ, ὅσον εἰσφέρειν ὀφείλουσιν εἰς τὸ δημόσιον. | |
5 | Ἐπιγραφεῖς. οἱ τὰ δημόσια ἐπιγράφοντες. [ὁπό‐ τε δεήσει ἀργύριον εἰσφέρειν εἰς τὸ δημόσιον τοὺς ἀστοὺς ἢ τοὺς μετοίκους, οἱ ταῦτα διαγρά‐ φοντες ἐπιγραφεῖς ἐκαλοῦντο.] Ἐπίδαυρος. ὄνομα τοπικόν. ἐν ᾧ ὁ Ἀσκληπιὸς | |
10 | ἐτιμᾶτο. Ἐπιδαίσιος οἶκος. ὁ ἐπίκοινος καὶ οὐ μεριστὸς, ὁ ἐπίσης καταλειφθεὶς δύο τισίν. Ἐπίδεσμος. ὁ ἐπὶ τῇ πληγῇ δεσμός. Ἐπιδήμιος. ἐμφύλιος ἢ κοινὸς δημὸς, ὃ σημαίνει | |
15 | λῖπος. Ἐπίδοξος. ἐπιφανὴς καὶ ὁ προσδόκιμος, ὡς τό· ἐπίδοξος ἦν αὐταρχῆσαι. Ἐπιθανής. ἐγγίζων τῷ θανάτῳ. ἀνὴρ πρεσβύ‐ της νοσῶν καὶ ἐπιθανὴς ὤν. | |
20 | Ἐπιθυμηταί. πρόθυμοι. [οἱ δὲ ἐμεγαλοφρόνουν | |
τότε καὶ ἐπιθυμηταὶ ἐξίσταντο.] | ||
epsilon792 | Ἐπικαιρότατος. ἐπιτήδειος. ἐν τοῖς ἐπικαίροις τῶν χωρίων τόποις. καὶ ἐπὶ καιροῦ, εὐκαίρως, ἁρμοδίως. Ἐπίκλητος. ἔξωθεν ἐρχόμενος. [διὰ τῆς ἐπι‐ | |
5 | κλήτου καὶ ἀλόγου λοιδορίας ὑπέλαβε πιστό‐ τερος φανήσεσθαι. καὶ ὁ ἐπί τινι καλούμενος ὑποθέσει. Ἰουδαῖοι ἐπίκλητον ἑαυτοῖς τύραννον παρεισήγαγον.] Ἐπικλίντης. σεισμός. | |
10 | Ἐπικλοπώτερος. παραλογιστικώτερος. Ἐπίκλοπος. κλέπτης, παραλογιστικὸς, ἢ ἀπα‐ τεὼν καὶ ἐπιθυμητὴς τῶν ἀλλοτρίων. [κλέπτειν γὰρ τὸ ἐπιθυμεῖν. ὅθεν καὶ κλέπτης ὁ ἀλλο‐ τρίων ἐπιθυμητής.] | |
15 | Ἐπικούρειοι. οἱ φιλόσοφοι. Ἐπίκουρος. βοηθός. κυρίως δὲ ἐπίκουροι οἱ ἀπὸ ξένης χώρας σύμμαχοι τῶν πολεμουμένων. Ἐπίκωμος. ὑβριστὴς, συγχαίρων, μέθυσος. Ἐπικωπητήρ. ὁ τροπωτὴρ ἱμᾶς. | |
20 | Ἐπίκωπος. ξιφήρης. κώπη γὰρ ἡ λαβὴ τοῦ ξίφους. ἐπίκωπος καὶ ὁ ἐπὶ τὴν κώπην καθή‐ | |
μενος. | ||
epsilon793 | Ἐπικριτής. σύμβουλος· δοκιμαστής. Ἐπικράτης. ὁ δημαγωγὸς, ὁ καὶ ἔφορος ἐπι‐ καλούμενος. Ἐπικυδέστερος. νικητικὸς ἢ ἐνδοξότερος. †κῦ‐ | |
5 | δος γὰρ ἡ δόξα.† Ἐπιεικής. πραΰς. παρὰ τὸ εἴκειν καὶ ὑποχωρεῖν· καὶ γὰρ οἱ πραεῖς παραχωροῦσι καὶ οὐκ ἀντι‐ τείνουσι. καὶ ἐπιείκεια ἐκ τούτου. Ἐπίλαμπος. καταφανής. [οὕτως Ἡρόδοτος.] | |
10 | Ἐπιλογισμός. ὁ κατὰ τὸν πρῶτον λόγον ἀνελ‐ θὼν καὶ τοῖς ἔμπροσθεν ὑπερμαχῶν ἢ ἀνθι‐ στάμενος. Ἐπίμαργος. μεμῃνώς. Ἐπιμασθίδιος. ὁ θηλάζων. ὁ δὲ νεώτατος παῖς | |
15 | ἐπιμασθίδιος ἦν, οὗ ἡ μήτηρ ἀντείχετο. Ἐπιμελής. ὁ καθαρὸς ἄρτος, καὶ ὁ ἀγωνιστὴς, καὶ ὁ σπουδαῖος, ὁ ἐπιμέλειαν ἔχων. Ἐπινάστιος. ξένος, φυγὰς, μέτοικος. Ἐπίνειοι. οἱ παραθαλάσσιοι λιμένες, οἱ ἔχοντες | |
20 | οἰκήματα. [καὶ ἐπίνειον, παραθαλάσσιον χωρίον, ὁ λεγόμενος κατάβολος, παρὰ τὸ ἐν αὐτῷ νή‐ χεσθαι τὰς ὁλκάδας καὶ ὀκέλλειν. ἢ πόλισμα παραθαλάσσιον, ἔνθα τὰ νεώρια τῆς πόλεως | |
εἰσίν.] | ||
epsilon794 | Ἐπίξηνος. ὁ μαγειρικὸς κορμὸς, ἐφ’ ᾧ τὰ κρέα συγκόπτουσιν. Ἀριστοφάνης· ὑπὲρ ἐπιξήνου θελήσω τὴν κεφαλὴν ἔχων λέγειν. | |
5 | [καὶ ἐπὶ οὐδετέρου, ἐπίξηνον, τὸ νῦν ἐπίκοπον.] Ἐπὶ ξυροῦ. ἐπὶ κινδύνου. ἐν αὐτῇ τῇ τοῦ πρά‐ γματος ἐπιτάσει. Ἐπ’ οὐδόν. ἐπὶ τὴν φλιὰν, ἐπὶ τὸ πρόθυρον. Ἐπιπόλαιος. ἀντὶ τοῦ οὐ βαθὺς τὸν τρόπον. ὁ | |
10 | δὲ Σιλουανὸς ἦν μὲν ἐπιεικὴς [τὸν τρόπον], ἁπλούστερος δὲ τὰ ἤθη καὶ ἐπιπόλαιος. Ἐπίπλους. τὸ λῖπος. ἀπὸ τοῦ ἐκπλεῖν καὶ ἐξεπιπολῆς, εἶναι. Ἐπιούσιος ἄρτος. ὁ τῇ ἑκάστῃ οὐσίᾳ ἡμῶν ἁρ‐ | |
15 | μόζων, ἢ ὁ καθημερινός. Ἐπίῤῥητοι. αἰσχροὶ, καταγνώσεως ἄξιοι. ἐπί‐ ψογοι. Ἐπίῤῥοθος. βοηθὸς, ἢ καὶ ὁ ῥευματικός. ῥό‐ διον γὰρ τὸ ῥεῦμα. ὁ ποταμὸς ἐπίῤῥοθος ἦν. | |
20 | Ἐπίσαλος. ἀβέβαιος, εὐμετάπτωτος. [ἐπισάλων τὲ τῶν τῆς σωτηρίας ἐλπίδων γενομένων αὐτοῖς, ἐξεχώρουν τοῦ ἄστεως.] Ἐπίσιτος. ὁ τροφῆς χάριν ἐργαζόμενος. Ἐπισιτισμός. διάθρεψις. [τροφή.] | |
25 | Ἐπίσημος. ἔνδοξος, ἐπιφανής. | |
epsilon795 | Ἐπισπαστῆρες τῶν θυρῶν. τὰ προσηλωμένα σιδήρια, δι’ ὧν ἀνακλίνεται καὶ ἐπιτίθεται ἡ πύλη. Ἐπιστάτης. ὁ τοῦ λόχου ὀπίσω τεταγμένος. | |
5 | ὁ δὲ μετ’ αὐτὸν πρωτοστάτης. καὶ ὁ εἰδήμων. Ἐπιστεφέας. ὑπερχειλεῖς. ἐπιστεφέας τιθέμε‐ νοι τοὺς κρατῆρας. Ἐπιστημονικώτατος. σοφὸς, ἀκριβής. Ἐπιστήμων. εἰδήμων, γνωστικός. | |
10 | Ἐπίστιος. ὁ ἔποικος. παρ’ Ἡροδότῳ. Ἐπιτακτοὶ στρατιῶται. οἱ προτεταγμένοι τὴν μάχην ἐφορᾷν καὶ τῷ πονοῦντι μέρει βοηθεῖν. [Θουκυδίδης· καὶ τοὺς σκευοφόρους ἐντὸς τού‐ των τῶν ἐπιτακτῶν ἐποιήσαντο.] | |
15 | Ἐπιτάῤῥοθος. βοηθός. [ἐκ τοῦ ἐπίῤῥοθος γί‐ νεται ἐπιτάῤῥοθος, πλεονασμῷ τῆς ταρ συλλα‐ βῆς. ὡς τὸ ἀτηρὴς, ἀταρτηρός.] Ἐπιτήδειος. παρὰ τὸ δέος, ὃ σημαίνει τὸν φό‐ βον, ἄδεος, πλεονασμῷ τοῦ ι, ἄδειος, ὁ ἐστε‐ | |
20 | ρημένος τὸ φοβεῖσθαι, καὶ ἐκτάσει τοῦ α εἰς η καὶ πλεονασμῷ τοῦ τ, μετὰ τῆς ἐπὶ προθέ‐ σεως, ἐπιτήδειος. Ἐπιτιμητάς. τιμηταὶ μὲν οἱ πρῶτόν τι ἐκα‐ λοῦντο τιμώμενοι, ἐπιτιμηταὶ δὲ οἱ χρόνῳ ὕστε‐ | |
25 | ρον τὰ αὐτὰ τιμώμενοι. | |
epsilon796 | Ἐπίτιμον. πλούσιον. ἢ τὸν μὴ ἄτιμον. Ἐπίτονος. ὁ δεσμεύων ἱμᾶς πρὸς τὸν ἱστὸν τὸ κέρας. Ἐπίτριπτος. πονηρὸς, ἄξιος ἐπιτριβῆναι καὶ | |
5 | πληγωθῆναι. Ἐπίφορος. ὁρμητικός. [οὐδὲ πρὸς ἀδικίαν ἢ πλεονεξίαν ἐπίφορος ἦν.] Ἐπολιός. εἶδος ὀρνέου νυκτερινοῦ. Ἔποικος. μέτοικος ὁ ἐν πόλει, [παρὰ Θουκυδί‐ | |
10 | δῃ· ἄποικος δὲ ὁ ἐν ἐρήμῳ τόπῳ πεμπόμε‐ νος οἰκῆσαι.] Ἐποίνιος. μέθυσος. Ἐπώμοτον. ἐγγυητὴν τοῦ ὅρκου. Ἐπώνυμοι. οἱ κατ’ ἀρετὴν διαπρέποντες. [ἐπώ‐ | |
15 | νυμοι, οὐχὶ οἱ καλούμενοι ὑπό τινων, ὅτι μὴ σπανίως παρὰ τοῖς Ἀττικοῖς, ἀλλ’ ἀφ’ ὧν ὀνο‐ μάζονταί τινες. οὕτω τῶν φυλῶν ἐπωνύμους κα‐ λοῦσιν. οἱ δὲ Ἴωνες καὶ ἔμπαλιν χρῶνται. Ἡρόδοτος· αὐτοί τε οἱ ἄνθρωποι καὶ ἡ γῆ | |
20 | αὐτέων ἐπώνυμοι τοῦ καταστρεψαμένου καλέον‐ ται.] ἐπώνυμον δ’ ἄρχοντα οὐχ εὑρίσκω λεγό‐ μενον. | |
Ἐπ’ ωὐτόν. ἐπ’ αὐτόν. | ||
epsilon797 | Ἐπ’ ἐμὲ τὴν χεῖρά σου. ἀπὸ μεταφορᾶς τῶν αἰκιζομένων. ὁρῶν τὴν χεῖρα σου κειμένην καὶ λίαν μαστιγοῦσαν. Ἐπηοί. οἱ κατ’ ἐπιγαμείαν συγγενεῖς. | |
5 | Ἐπώμαιος. τοῦ Ψελλοῦ· ἐπώμαιος ὁ τράχη‐ λος· ἔρσαιον τὸ δροσῶδες. | |
7t | (Θηλυκόν.) | |
8 | Ἐπαύλειος. ἡ τῆς αὐλῆς ὁδός. Ἔπαυλις. ἡ κατοικία. ἢ μάνδρα βοῶν καὶ προ‐ | |
10 | βάτων. Ἐπαγωγή. συμφορά. πειρασμός. ζημία, ἢ αἰχμαλωσία, ἤτοι τὸ ὁπωσοῦν ἐπαγόμενον κα‐ κόν. [ἢ ἀπὸ τῶν μερικῶν ἐπὶ τὰ καθόλου ἔφο‐ δος, ἢ λόγος διά τινων ἀληθῶν τὸ ὅμοιον αὐτῷ | |
15 | ἀληθὲς οἰκείως ἐπιφέρων.] Ἐπαγγελίαι. καθ’ ὧν μὴ εἰσὶ κολάσεις ὁρμώ‐ μεναι κατὰ τοὺς κειμένους ἤδη νόμους. Ἐπαναφορά. τὸ ἀναφέρειν τῷ ἀνακοινοῦσθαι τῷ πλήθει. | |
20 | Ἐπακτρίς. εἶδος πλοίου. ἐμβάντες δὲ εἰς τὰς | |
epsilon798 | ἐπακτρίδας καὶ δρομάδας ὁλκάδας τὸν ὅρμον περιενόστησαν. Ἐπαλλάξεις. ἀντὶ τοῦ συναλλαγὰς ἢ μίξεις. [οὕτως Ἀντιφῶν.] | |
5 | Ἐπαφή. ἡ περίεργος ψηλάφησις, καὶ ἡ πρόσ‐ ψαυσις. Ἐπακτή. ἐκ τῆς λεπτῆς ψήφου τῆς σελήνης ἀριθμουμένη ἡμέρα. Ἐπάλξεις. οἱ τῶν πύργων καὶ τῶν τειχέων | |
10 | προμαχῶνες. Ἐπαρυστρίδες. αἱ ἀντλήτριαι. ἀπὸ τοῦ ἀρύω, τὸ ἀντλῶ. εἰσὶ δὲ καὶ μικρὰ τρουλία, ἐν ταῖς λυχναψίαις. Ἐπαπόρησις. πρότασις ἀπορίαν ἔχουσα. | |
15 | Ἐπαπορία. ἡ ἐκ διαφόρων λόγων νουνεχὴς σύνθεσις, τὸ νῖκος εἰς ἑαυτὴν ἀποδεῖξαι σπου‐ δάζουσα. *Ἐπίδαμνος. τὸ Διράχιον.* Ἐπέλευσις. [ὁρμή.] ἐπιδρομή· ἔφοδος. | |
20 | Ἐπεσβολίαις. λοιδορίαις. παρὰ τὸ ἔπεσι βάλ‐ | |
λειν. | ||
epsilon799 | Ἐπεξαγωγῇ. ἐμαστιγοῦτο ῥάβδοις, [εἶτα ἐπεξ‐ αγωγῇ ἐπιπράσκετο. δειλίας καὶ ἀποδράσεως τίμημα φερόμενος δοῦλος εἶναι.] Ἐπευκτή. ἐπιθυμητὴ, εὐχῆς ἀξία. | |
5 | Ἐπειγωλή. ἡ σπουδή. ἀπὸ τοῦ ἐπείγω, ἐπει‐ γωλή. Ἐπεισκύκλησις. ἡ ἀνακύκλησις, ἢ ἐπισύναξις. Ἐπεισφοραῖς. καταδίκαις. Ἐπηγκενίς. τὸ ἐπιμῆκες παρατεταμμένον ξύ‐ | |
10 | λον, ἤγουν ἡ μακρὰ σανίς. [παρὰ τὸ ἐνέγκω ἢ ἐνέκω, πλεονασμῷ τοῦ γ, ἐνεγκὶς, καὶ τροπῇ τοῦ ε εἰς η ἐνηγκὶς, καὶ ἐν συνθέσει ἐπενηγ‐ κὶς, καὶ καθ’ ὑπερβιβασμὸν καὶ μετάθεσιν τοῦ ν εἰς γ ἐπηγκενίς. ἐκ δὲ τοῦ ἐνέγκω γέγονεν | |
15 | ἐνείκω κατὰ πλεονασμὸν τοῦ ἰῶτα. ἀλλά μ’ ὑπήνεικαν ταχέες πόδες.] Ἐπήλυσιν. ἄφιξιν, ἐπέλευσιν. [ἔκπεμψιν. μὴ πτερύγων τρομέοι τὶς ἐπήλυσιν— καὶ ἡ ἐπιδρομή. | |
20 | —ἐπήλυσιν ὄφρ’ ἀλέοιτο φώριον— ἤγουν λῃστρικήν.] Ἐπήρεια. βλάβη. [Θουκυδίδης· τοὺς δὲ φεύ‐ γοντας ἐκέλευον κατ’ ἐπήρειαν δέχεσθαι αὐ‐ | |
25 | τούς.] Ἐπητεία. ἡ ἐπέλευσις, καὶ ἡ φρόνησις, ὡς | |
οἶμαι. [καὶ ἐπητύϊ καὶ συνέσει.] | ||
epsilon800 | Ἐπιβάθρα. ἐπίβασις. οἱονεὶ ἐπιβάθραν αὐτῷ κατασκευάζουσα καὶ κατακόλπισιν. Ἐπιβολή. ἔννοια καὶ ἐπιχείρησις. [ἐπὶ θεωρη‐ μάτων γεωμετρικῶν. καὶ ἡ ἐγχείρησις.] καὶ ἡ | |
5 | προκάταρξις. καὶ παρὰ τοῖς ῥήτορσιν ἡ ζημία. [Ἀριστοφάνης· ταύτης ἐπιβολὴν ψηφιεῖ μίαν μόνην. καὶ ἡ εἰσφορά.] Ἐπὶ βύρσης ἐκαθέζοντο. τοῦτο παρὰ Σκύθαις | |
10 | ἐτελεῖτο. ἐπειδάν τις ἠδικεῖτο πρὸς ἑτέρου, ἀμύ‐ νασθαι δὲ βουλόμενος ἑαυτὸν οὐκ ἀξιόμαχον μόνον ᾤετο, βοῦν ἱερεύσας, τὰ μὲν κρέα κατα‐ κόψας ἥψει, αὐτὸς δὲ ἐκπετάσας χαμαὶ τὴν βύρσαν, ἐκάθητο ἐπ’ αὐτῆς εἰς τοὐπίσω, παρα‐ | |
15 | γαγὼν τὼ χεῖρε. καὶ τοῦτο ἐστὶ Σκύθαις ἡ μεγίστη ἱκετηρία. τῶν δὲ κρεῶν τοῦ βοὸς ὁ βουλόμενος μοῖραν λαμβάνων καὶ ἐπιβαίνων †τῇ βύρσῃ† τὸν δεξιὸν πόδα, ὑπισχνεῖται κα‐ τὰ δύναμιν ἕκαστος συμμαχεῖν. καὶ ἔστιν αὐ‐ | |
20 | τοῖς τοῦτο ὅρκων ὁ βεβαιότατος. Ἐπίβδαι. αἱ μεθέορτοι ἡμέραι. διὰ τὸ πρὸς ἐπί‐ δειξιν ταῖς πρότερον ἡμέραις [γενέσθαι,] ἄλλης ἐπιβαινούσης. Ἐπιγουνίδα. τὸ πρὸ τοῦ γόνατος ἄνω σαρκῶδες | |
25 | τοῦ μηροῦ. ἔνιοι δὲ τὴν ἐπωμίδα. Ἐπίγνωσις. ἡ μετὰ τὴν πρώτην γνῶσιν τοῦ πρά‐ | |
γματος κατὰ δύναμιν παντελὴς κατανόησις. | ||
epsilon801 | Ἐπίδοσις. ἡ πρὸς τὸ καλὸν αὔξησις. καὶ ἡ προ‐ κοπὴ καὶ προσθήκη. λέγεται καὶ ἡ χάρις καὶ ἡ δωρεά. Ἐπιδορατίς. ὁ σίδηρος τοῦ ἀκοντίου. | |
5 | Ἐπιδημία. ἡ συγκατάβασις. Ἐπὶ Δηλίῳ μάχη. τὸ Δήλιον χωρίον ἐστὶ τῆς Βοιωτίας, ἐν ᾧ μαχόμενοι οἱ Ἀθηναῖοι ὑπὸ τῶν Βοιωτῶν ἐνικήθησαν. Ἐπιθυμία. δύναμις ψυχῆς, ὀργῆς ἀφανιστική· ἢ | |
10 | ἐμψύχου πρώτη ὁρμὴ πρός τι τῷ φιλουμένῳ. ἢ πόθον τῆς καθ’ ἡδονὴν ἀπολαύσεως· ἢ λύπην ἐπὶ τῷ μὴ κατ’ ἐξουσίαν ὄντι καταθυμίῳ· ἢ τινὰ σχέσιν οὗ μὴ πάρεστιν ἡ ἀπόλαυσις· ἢ νοερά τις τῶν θείων φύσεων ὀρεκτικὴ κίνησις. | |
15 | Ἐπίκληρος. ἡ ἐπὶ παντὶ τῷ κλήρῳ ὀρφανὴ κα‐ ταλελειμμένη, μὴ ὄντος αὐτῇ ἀδελφοῦ· ἡ δὲ αὐτὴ καὶ ἐπικληρίτης. Ἐπίπροικος. ἡ ἐπὶ μέρει τινὶ τοῦ κλήρου· ἥ τε προῖκα ἔχειν ἀδελφοὺς ἔχουσα. | |
20 | Ἐπίδικος. ἡ ἀμφισβητουμένη· ἐπίκληρος τίνι αὐτὴν χρὴ γαμηθῆναι. Ἐπίδοσιν. αὔξησιν, ἐπὶ ἀρετῆς, ἢ προσθήκην. [Προκόπιος· ὁ δὲ φιλοσοφῶν ἀνεμπόδιστος, εἰς ἐπίδοσιν διετέλει.] | |
25 | Ἐπιθέτους. μὴ πατρίους ἑορτάς. καὶ Λυσίας | |
epsilon802 | ἐπιθέτους ἐπιστολὰς τὰς δοθείσας τισὶν, ὥστε διακομίσαι. Ἐπὶ καλάμῃ ἀροῦν. ἔθος ἐστὶ τοῖς γεωργοῖς παρ’ ἐνιαυτὸν ἀργὴν καταλείπειν τὴν γῆν, ὅπως | |
5 | ἀκεραίους ἐκτρέφῃ τοὺς καρπούς. Ἐπικαρπίας. τὰ κέρδη. Ἐπικαμπὴς τάξις. ἐπὰν τὰ μέσα τοῖς πολε‐ μίοις προσπίπτει, τὰ δὲ κέρατα ἐκ τῶν ὀπίσω μερῶν ὄρθια ἐφ’ ἑαυτὴν ἔχει τεταγμένα. | |
10 | Ἐπικηρυκεία. ἡ ἐκ τῶν πολεμίων φιλία, ἢ τὸ περὶ φιλίας καὶ διὰ λόγων κήρυκας πέμπειν. †καὶ ἐπικηρυκεύεται† διὰ κήρυκος τινὸς συνθή‐ κας τινὰς ἢ πρεσβείας ποιεῖται. Ἐπισύστασις. ἡ ἐπὶ δευτέρου ἐπανόρθωσις. | |
15 | Παῦλος ὁ Ἀπόστολος· ἡ ἐπισύστασίς μου ἡ καθημερινή. Ἐπίκλησιν. ἐπωνυμίαν. Ἐπικαγχάστρια. ἀντὶ τοῦ εἰωθυῖα γελᾷν. ἢ ἡ γελάστρια. | |
20 | Ἐπὶ κόῤῥης. ἐπὶ κεφαλῆς· ἐπὶ αὐχένος. βέλ‐ τιον δὲ ἐπὶ τῆς γνάθου ἐκλαμβάνειν, ὃ κατ’ ἔθος λέγομεν ῥάπισμα. [καὶ οἱ ῥήτορες, οὕτως γὰρ χρῶνται. εἴρηται δὲ ἀπὸ τῆς τριχώσεως τῆς ἀπὸ μήνιγγος κατιούσης. τινὲς δὲ τὴν ὅλην | |
25 | κεφαλὴν φασίν.] | |
Ἐπίμαχος. δυναμένη πολεμεῖσθαι. οἱ δὲ ἐπο‐ | ||
epsilon803 | ρεύοντο ἐπὶ χωρίον, ὃ ἐδόκει ἐπιμαχώτατον εἶναι. καὶ ἐπίμαχον. Ἐπιμέλεια. ἡ σπουδὴ, ἡ φροντίς. Ἐπινέμησις. ὁ τοῦ χρόνου μερισμός. | |
5 | Ἐπίνοια. ὅταν τις τὰ ὄντα ἐν τῇ διανοίᾳ θεωρῇ. Ἐπιωγαί. σκέπαι, καταδύσεις, σύγκλεισμοι, παραθαλάσσιοι τόποι, οἷς τὰ κύματα προά‐ γνυνται. ἀπὸ τοῦ ἐποῖσαι, ὅ ἐστι συγκλεῖσαι. Ἐπιπνοίας. ἐκπνεύσεως, ἐπιχορηγίας ἢ ἐνθου‐ | |
10 | σιασμοῦ. οἱ δὲ Ῥωμαῖοι θείας ἐπιπνοίας τι‐ νὸς ἐπεπλήρωντο. Ἐπιποθία. ἡ ἀγάπη. Ἐπιπολάς. τὰ ὤνια. τοὺς Ῥωμαίους θαῤῥεῖν συνέβαινε κρατοῦντας τοῦ περὶ τὰς ἐπιπολὰς | |
15 | τόπου. Ἐπιπρεπείαις. στολαῖς εὐπρεπέσιν. [ὁ δὲ Ἀν‐ νίβας κατεσκευάσατο περιθετὰς τρίχας ἁρ‐ μοζούσας ταῖς τῶν ἡλικιῶν ἐπιπρεπείαις.] Ἐπίπληξις. ἡ ἐπιτίμησις. | |
20 | Ἐπίῤῥησις. ὁ ψόγος καὶ ἡ κατηγορία. | |
Ἐπιῤῥοή. ὑδάτων ἐπίῤῥοια. | ||
epsilon804 | Ἐπίσαλος. ἀβέβαιος, εὐμετάπτωτος. ἐπισάλων δὲ [τῶν] τῆς σωτηρίας ἐλπίδων γενομένων αὐ‐ τοῖς ἐξεχώρουν τοῦ ἄστεος. Ἐπισίτισις. τὸ εἰς τὴν τροφὴν καὶ εἰς τὸ σι‐ | |
5 | τεῖσθαι διδόμενον. Ἐπίσκηψις. δίκη καὶ ψευδομαρτυρούντων. καὶ ἡ πρόφασις. Ἐπισκότησις. τὸ ἐπικεῖσθαι τινί· καὶ ἀποτει‐ χίζειν τὸ φῶς. | |
10 | Ἐπίστασις. γνῶσις· καὶ ἡ προσοχὴ καὶ ἡ μίμη‐ σις. ὁ δὲ Ἀσδρούβας πέφυκεν ἡμῖν ἄξιος ἐπι‐ στάσεως εἶναι καὶ ζήλου. Ἐπιστασία. γνῶσις. καὶ ἡ προστασία. Ἐπισφαλής. βλαβερὰ, ἐπικίνδυνος. | |
15 | Ἐπιστήμη. ἡ γνῶσις τοῦ πράγματος. [Ἐπιστολή. ἐπίσκεψις, ἐντολή. ὁ δὲ τῷ ἱερεῖ ἐπιστολὰς λέγει καθεύδοντι. καὶ Κρατῖνος· ἄκουε νῦν καὶ τήνδε τὴν ἐπιστολήν. καὶ ὁ Πλάτων· μεμνημένοι τῆς τοῦ πατρὸς ἐπι‐ | |
20 | στολῆς οἱ ξυστήσαντες ἡμᾶς.] Ἐπιστρέφεια. ἡ ἀγχίνοια. ἐπιστρεφὴς ὢν καὶ | |
ἀγχίνους ὅμως μέν τι εὐπαράγωγον ἐπεδείκνυτο. | ||
epsilon805 | Ἐπιστροφῆς. ἀμύνης. καὶ κοινῆς αὐτοὺς ἐπι‐ στροφῆς ἔφη τεύξεσθαι. καὶ ἡ συνέλευσις ἢ τὸ πλῆθος καὶ ἡ συνάθροισις. Ἀριστοφάνης· μυρίαι κακῶν ἀναστροφαί. | |
5 | Ἐπὶ σχολῆς. ἀπραγμόνως φιλοσοφεῖν. ἀντὶ τοῦ ἀπὸ εὐκαιρίας ἢ ἀργίας. Ἐπὶ τῇ καταπαύσει. ἤγουν τῇ ἀποθέσει. ἐπὶ τῇ καταπαύσει τῆς κιβωτοῦ. Ἐπιτολή. ἡ ἀνατολὴ ἢ φαῦσις τῶν ἀστέρων. | |
10 | Ἐπιτήδευσις. σπουδὴ, ἐργασία. ὁ δὲ ἦν εὐτελὴς τὴν ἐπιτήδευσιν. Ἐπιτηδειότης. ἰδιότης φυσικὴ διὰ μαθήσεως κι‐ νουμένη, ἐφ’ ἅ ἐστι δεκτική. Ἐπιτιμία. ἡ εὐπραγία, ἢ ἡ μὴ ἀτιμία. ὁσάκις | |
15 | αὐτὸν κινδυνεύοντα περὶ τῆς ἐπιτιμίας ἢ τῆς πατρίδος ἢ τοῦ βίου παντὸς διεσώσατε. Ἐπιτομή. συντομία, ἢ σύντομος τῶν κεφαλαίων παράδοσις. Ἐπὶ τῇ ὠδῖνι. ἐπὶ τῷ πόνῳ· ἐπὶ τῇ θλίψει. | |
20 | Ἐπιτροπή. παρατροπή. ὁ δὲ Λεύκιος προχει‐ ριζόμενος διαπέμπεσθαι πρὸς τοὺς Λαπατηνοὺς καὶ λαλεῖν ὑπὲρ ἐπιτροπῆς, ἀπαράσκευος ἦν εἰς τὸ μέλλον. | |
Ἐπιφάνεια. πέρας σώματος ἢ τὸ μῆκος καὶ | ||
epsilon806 | πλάτος μόνον ἔχον, βάθος δὲ οὔ. αὕτη δὲ κατ’ ἐπίνοιαν [καὶ οὐ] καθ’ ὑπόστασιν λέγεται. ἐπιφάνεια καὶ ἡ τοῦ κυρίου καὶ θεοῦ καὶ σω‐ τῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἔνσαρκος οἰκονομία. | |
5 | ἐπιφάνια δὲ ἐπὶ οὐδετέρου, ι. Ἐπίφασις. δήλωσις, ἔνδειξις. [οἱ δὲ ἧκον μετὰ παιανισμοῦ καὶ στεφάνων καὶ τῆς τῶν νικών‐ των ἐπιφάσεως.] Ἐπιφοραῖς. καταδίκαις, ἐπελεύσεσιν. [οἱ δὲ | |
10 | πεισθέντες καὶ παραδόντες ἑαυτοὺς εἰς τὴν ἐπι‐ φορὰν τῶν πολεμίων, ἀπέθανον γενναίως.] Ἐπιφροσύνη. σύνεσις· φρόνησις. Ἐπιφοίτησις. ἐπέλευσις, παρουσία. Ἐπιφρίξ. ἡ ἐπανάστασις τῶν κυμάτων. ἢ φρίσ‐ | |
15 | σει τὶς φόβῳ ἢ ψύχει ἢ ὀργῇ, περὶ ἐμψύχων. οὐ τὰς φαλάγγας φρίσσειν. [ἢ ἐπιφρὶξ ἐστὶν ἡ ἐξ ἐπιπολῆς τοῦ κύματος κίνησις.] Ἐπιφυλλίς. ἡ ἐν τῷ τρυγήτῳ λανθάνουσα στα‐ φυλὴ μικρὰ ἐν τοῖς φύλλοις. | |
20 | Ἐπιχειροτονία. ἡ τῶν χειροτονητῶν ἀπόστασις. Ἐπὶ χειρῶν ἀροῦσί σε. ἀντὶ τοῦ χειραγωγή‐ σουσιν. ποδηγήσουσιν. ὑπερείσουσιν ἀσθενοῦν‐ | |
τα. παντοδαπὴν ἐπικουρίαν προσοίσουσιν. | ||
epsilon807 | Ἐπιχώρησις. συμπάθεια, παραχώρησις. Ἐπὶ χώρας. ἐπὶ τόπου. Ἐποπτεία. ἡ ἐπίσκεψις. Ἐποποιΐα. ἡ διὰ ἡρωϊκοῦ μέτρου ἱστορία. καὶ γὰρ | |
5 | στερουμένη μύθου ποίησις ἐποποιΐα ἐστίν. Ἐποχή. κατοχὴ, ἢ δίκτυα ἀγρεύοντα τοὺς ἰχθύας. ἐποχὴ ἐστὶ καὶ ἡ μοῖρα, ἐν ᾗ κατα‐ λαμβάνεται ὅ, τε ἥλιος καὶ ἡ σελήνη καὶ ἕκα‐ στος τῶν πλανητῶν. | |
10 | Ἐπωβελίαν. ζημίαν. ὅ ἐστι τὸ ἕκτον μέρος τοῦ τιμήματος. [ἢ τὸ ἕκτον τίμημα τῆς δίκης. ἢ ἐπωβελία ἐστὶ τὸ κατὰ τῶν ἐγκαλούντων ἐκτείνειν ὀβολόν. ταύτην δὲ ζημίαν ἔταξαν Ἀθηναῖοι.] | |
15 | Ἐπωμίς. εἶδος περιβολαίου. Ἐπηγορία καὶ κατηγορία. ἀντὶ τοῦ μέμψις καὶ λοιδορία. Ἐπωτίδες. τὰ ἑκατέρωθεν πρώρας ἐξέχοντα ξύλα. | |
20 | Ἐπιλαρχίαι. δύο ἴλαι ἱππέων, ἀνδρῶν ρκη. Ἐπισυναγωγὴν τὴν συμφωνίαν ἐκάλεσεν ὁ Ἀπόστολος. μὴ ἐγκαταλιπόντες τὴν ἐπισυνα‐ γωγὴν ἑαυτῶν. Ἐπ’ εὐλογίαις. μετὰ δαψιλείας καὶ ἁδρότητος. | |
25 | ὁ σπείρων ἐπ’ εὐλογίαις. | |
epsilon808(1t) | (Οὐδέτερον.) | |
2 | Ἐπαύλια. τὰ μετὰ τὴν ἐχομένην ἡμέραν τῶν γάμων παρὰ τοῦ τῆς νύμφης πατρὸς δῶρα φε‐ ρόμενα τῷ νυμφίῳ. | |
5 | Ἐπαγωγά. ἀπατηλά. Ἔπαθλον. νικητικὸν βραβεῖον, τὸ ἐπὶ τῇ νίκῃ διδόμενον. [Ἐπ’ αὐτόπτῳ.] Ἐπ’ αὐτοφώρῳ. *ἐπ’ ὀφθαλμοῖς, ἐπ’ αὐτῷ τῷ κλέμματι.* | |
10 | Ἐπακτόν. ξένον, ἐπαγόμενον, σφοδρόν. Ἐπᾴσματα. τὰ ὑπὸ τῶν γραῶν τοῖς νηπίοις ἐπᾳδόμενα· αἵτινες καὶ τὰ μέτωπα τῶν παί‐ δων ἀποπτύουσι καὶ ἀναλείχουσι, καὶ πρὸς ἀστέρας καὶ σελήνην βλέπουσιν. | |
15 | Ἐπασσύτερον. πυκνότερον. Ἐπάλληλον. συνεχὲς, ἢ ὅμοιον. *Ἐπ’ αὐτόπτῳ. ἐπ’ αὐτοφώρῳ.* Ἐπαισχές. αἰσχύνης παραίτιον. Ἔπεα. λόγοι. Ὅμηρος· | |
20 | ἔπεα πτερόεντα προσηύδα. ὅ ἐστι λόγους ἐπτερωμένους καὶ ταχεῖς. Ἐπείσακτον. ξένον. [ἐπίσακτον δὲ, τὸ ἐπὶ τοῦ σάγματος κείμενον, ἰῶτα.] | |
Ἐπεισόδιον. τὸ εἰσφερόμενον τῷ δράματι γέλω‐ | ||
epsilon809 | τος χάριν, ἔξω τῆς ὑποθέσεως ὄν. καταχρη‐ στικῶς δὲ τὸ ἐξαγώνιον ἅπαν πρᾶγμα. Ἐπέτειον. τὸ ἐπὶ τοῦ νῦν ἔτους. ἔπετος γὰρ δεῖ λέγειν τὸν ἐνεστῶτα καιρὸν, οὐ διὰ τοῦ φ, | |
5 | ἐφέτος. Ἐπ’ ἤματι. ἐν μιᾷ ἡμέρᾳ. ἐπ’ ἤματι σχεδόν τι ἐδάκρυσεν. Ἐπῆρες. παρεσκευασμένον, ἕτοιμον. [τὸ δὲ πλοῖον ἐπῆρες ἦν, εἰς ὃ τὸν ἄνθρωπον ἐμβάλλουσι, | |
10 | καὶ ἀποπλεῖ.] Ἐπίβοον. ἡ ἐκ βοὸς θυσία. Ἐπιγενήματα. τὰ ἐξύστερα τοῖς τραύμασιν ἀνα‐ φυόμενα. [μηδὲν ἧττον τῶν ἐπιγενημάτων ποι‐ εῖσθαι λόγον.] | |
15 | Ἐπιγράμματα. πάντα τὰ ἐπιγραφόμενά τισιν, κᾂν μὴ ἐν μέτροις εἰρημένα, ἐπιγράμματα λέ‐ γονται. Ἐπίγυια. τὰ πρυμνήσια. [τὴν δ’ ἀπὸ τοῦ ῥεύ‐ ματος πλευρὰν ἠσφαλίζοντο τοῖς ἀπὸ γῆς ἐπι‐ | |
20 | γυίοις.] Ἐπίγεια. τὰ πρόσκαιρα. Ἐπὶ Δελφινίῳ. δικαστήριον Ἀθήνῃσιν. Ἐπιδεές. ἐνδεὲς, ἐλλεῖπον. Ἐπιδιετὲς ἡβῆσαι. ἀντὶ τοῦ ἕνδεκα ἐτῶν γε‐ | |
25 | γονέναι· τὸ γὰρ ἡβῆσαι μέχρι ιδ ἐστίν. ἀλλ’ | |
epsilon810 | οἱ ἔφηβοι παρ’ Ἀθηναίοις ὀκτωκαιδεκαετεῖς γε‐ νόμενοι ἐλέγοντο. Ἐπίδικα. οἷς ἄν τις ἐπεδικάζετο ὡς προσήκου‐ σιν αὐτῷ κατὰ νόμους ἀγχιστείαν, εἰ μὴ εἶεν | |
5 | υἱεῖς ἢ υἱωνοὶ τῷ τετελευτηκότι, μήτε μὴν δια‐ θῆκαι, ταῦτα ἐπίδικα καλεῖται. Ἐπίζηλον. τὸ ἐπίφθονον. Ἐπίηρα. ἐπιθυμητὰ, ἢ ἐπίηρα ἡ μετ’ ἐπικου‐ ρίας χάρις. ἐκ τοῦ ἐρῶ, ἔρανον, [καὶ κατὰ συγ‐ | |
10 | κοπὴν καὶ ἔκτασιν ἤρα. εἰς δὲ τὴν καθολικὴν εὗρον οὕτως· ἔστιν ἢρ, ἡ ἐπικουρία, καὶ ὀξύ‐ νεται· ἡ γενικὴ ἦρος, ἦρα, καὶ ἐν συνθέσει ἐπίηρα.] Ἐπίθετον. ὄνομα τὸ ἐπὶ κυρίων ἢ προσηγορικὸν | |
15 | ὁμωνύμως τιθέμενον, καὶ δηλοῦν ἔπαινον ἢ ψό‐ γον. λαμβάνεται δὲ τριχῶς· ἀπὸ ψυχῆς, [ἀπὸ σώματος,] ἀπὸ τῶν ἐκτός. [ἀπὸ μὲν ψυχῆς, ὡς σώφρων, ἀκόλαστος· ἀπὸ δὲ σώματος, ὡς ταχὺς, βραδύς· ἀπὸ δὲ τῶν ἐκτὸς,] ὡς πλού‐ | |
20 | σιος, πένης. Ἐπιθυμητικόν. τὸ θελητικόν. Ἐπίκηρα. φθαρτὰ, θνητὰ, ἐπιθανάτια. κῆρ γὰρ ὁ θάνατος. Ἐπίκλοπον. δόλιον, παραλογιστικόν. | |
25 | Ἐπίκλην. ὀνομασίαν. | |
epsilon811 | Ἐπικαιρότατον. ἐπικινδυνότατον. Ἐπικείμενα. ἀντὶ τοῦ ἐπιφέροντα. [καὶ κειμή‐ λια κάλλιστα στέλλουσιν ἐπικείμενα χρυσίου λίτρας δισχιλίας.] | |
5 | Ἐπίκλαυτον. γοερὸν, θρηνητικόν. [Ἀριστοφά‐ νης· κελαρίζει ἐπίκλαυτον ἀηδόνιον νόμον.] Ἐπίκλημα. ἔγκλημα. [Ἀγαθίας· εὐπρεπέ‐ στατα ᾤοντο ἀποσείσασθαι τὸ ἐπίκλημα.] | |
10 | Ἐπίκλιντρον. εἶδος κόσμου γυναικείου. [τοῦτ’ ἐπίκλιντρον ἀποβάλλον.] Ἐπιθήματα. σκεπάσματα. Ἐπίκοινον. ὃ τῷ μὲν εἴδει διαφέρεται, οὐ διαλ‐ λάττεται δέ. ἐπίκοινον γένος τὸ ἐν μιᾷ φωνῆ | |
15 | μετὰ ἑνὸς ἄρθρου, [ἢ μόνου ἀρσενικοῦ] ἢ μό‐ νου θηλυκοῦ, σημαῖνον τὸ γένος, οἷον· ὁ κόραξ, ὁ ἀετὸς, ὁ ἰχθὺς, ἡ κορώνη, ἡ χελιδών. Ἐπικόλλωμα. τὸ μετὰ τὴν τῶν ἄρτων διάτρη‐ σιν περισσευόμενον. κόλλιξ γὰρ ὁ ἄρτος, ὅθεν | |
20 | καὶ κολλούριον ἀπὸ τοῦ κολλοβόν. | |
epsilon812 | Ἐπιμείλιον. τὸ ἐξώπροικον. καὶ ἐπιμειλίδες νύμφαι. Ἐπίνειον. ἀκρωτήριον, ἢ παραθαλάσσιον χω‐ ρίον, ὁ λεγόμενος κατάβολος. [παρὰ τὸ ἐν αὐτῷ | |
5 | νήχεσθαι τὰς ὁλκάδας, καὶ ὀκέλλειν. ἢ πό‐ λισμα παραθαλάσσιον, ἔνθα τὰ νεώρια τῆς πό‐ λεως εἰσίν.] Ἐπίνητρον. τὸ ἐπὶ τῶν γονάτων, ἐφ’ οὗ τὴν κρόκην ἔνηθον. | |
10 | Ἐπίξηνον. ξύλον, ἐφ’ οὗ κρέα ἔκοπτον, ἢ μᾶλ‐ λον κόπτουσι. [τὸ νῦν ἐπίκοπον. λέγει δὲ τὸν μακελλικὸν κορμόν.] Ἐπιπόρπημα. πόρπη μέν ἐστιν ἡ ἄνωθεν τῆς χλαμύδος σύνθεσις, ἐπιπόρπημα δὲ τὸ ἐπὶ τῇ | |
15 | πόρπῃ κόσμημα, λίθινον ἢ χρυσοῦν ἢ ἀργυροῦν. Ἐπὶ Παλλαδίῳ. δικαστήριον Ἀθήνῃσιν, ἐν ᾧ οἱ ἐφέται ἀκουσίου φόνου ἐδίκαζον. Ἐπιτίμιον. ἡ τιμή. καὶ ὁ θεόλογος· ἵν’ ἔχω τὸ | |
ἐπιτίμιον. καὶ γράφεται ἐπίτιμον. | ||
epsilon813 | Ἐπίπαστα. τὰ ἐπιπλασσόμενα τῷ σώματι ἄλ‐ φιτα. ἔθος γὰρ εἶχον ποιεῖν πλακοῦντας ἢ ἄρ‐ τους, καὶ ἐπιπάσσειν τινὰ καρυκεύματα ἢ ἁλ‐ μυρά. καὶ ἐκ τούτου ἠναγκάζοντο πίνειν πολλά. | |
5 | Ἐπίπεμπτον. Λυσίας ἀντὶ τοῦ ἁπλοῦ τὸ πέμ‐ πτον εἶπεν. Ἔπιπλα. ἡ μὴ ἔγγειος κτῆσις, ἀλλ’ ἐπιπόλαιος. οἱ δὲ ἐπίπλεα αὐτὰ φασίν. Ἡρόδοτος· καὶ τράπεζαν ἐπιπλέην ἀγαθῶν παντοίων παρα‐ | |
10 | θέντες. Ἐπίπονον. καματηρόν. Ἐπιπόλαιον. τὸ πλέον ἐπάνω. Ἐπίπεδον. τὸ ἰσόπεδον, ἢ ἐπιφάνεια ἐξ ἴσου ταῖς ἐφ’ ἑαυτῆς εὐθείαις κειμένη. | |
15 | Ἐπὶ Πρυτανείῳ. δικαστηρίῳ. [ὅταν τὸ ἀποκτεῖ‐ ναν βέλος ᾖ φανερὸν, ἢ λίθος ἢ τὶ τοιοῦτον, ὁ δὲ δράσας μὴ ᾖ. ἀρχαῖον γὰρ ἔθος τὸ καὶ ἄψυχα κρίνειν.] Ἐπὶ ῥητοῖς γέρασιν. ἐπὶ φανεραῖς τιμαῖς, ἐπὶ | |
20 | ὁμολογουμέναις. Ἐπίῤῥημα. λέξις ἄκλιτος, κατηγοροῦσα τῶν ῥη‐ ματικῶν ἐγκλίσεων. | |
Ἐπὶ σημείου. ἐπὶ ὕψους. | ||
epsilon814 | Ἐπισίτια. τὰ εἰς τροφὴν καὶ εἰς τὸ σιτεῖσθαι διδόμενα. ταῦτα δὲ ἐνίοτε καὶ σιτίον ἐκάλουν. Ἐπίσκοπα. εὔστοχα. [τὴν ἄφεσιν τῶν βελῶν κατ’ ἶσον βιαίαν καὶ ἐπίσκοπα ἰέναι.] ἐπίῤ‐ | |
5 | ῥημα δέ ἐστι τοῦτο. *Ἐπικάλυμμα προβλήματος διαφέρει. τὸ γὰρ ἐπικάλυμμα χάριν στέγης ἐπινενόηται, ὡς τὸ ἱμάτιον· τὸ δὲ πρόβλημα χάριν φυλακῆς, ὡς τὰ ὅπλα καὶ τὰ ἀμυντήρια ὄργανα.* | |
10 | Ἐπισκύνιον. τὸ ἐπικείμενον τῷ μετώπῳ, ἢ ἡ αἰδὼς, ἢ τὸ τοῖς ὀφθαλμοῖς δέρμα, τὸ ἐπάνω τῶν ὀφρύων. ἐπισκύνιον δὲ κατὰ μετάθεσιν τοῦ λ εἰς ν. σκύτος γὰρ λέγεται τὸ δέρμα, ὅθεν καὶ σκυτοδέψης. | |
15 | Ἐπίσημα. τὰ ὑπερέχοντα. *Ἐπιλήψιμον. ψεκτὸν καὶ διαβαλλόμενον.* Ἐπιτελεοῦν καὶ ἐπιτελέωμα. τὸ ἐπὶ πᾶσι θυόμενον. ὑπὲρ τοῦ τελείας γίνεσθαι τὰς πρό‐ τερον θυσίας. | |
20 | Ἐπιστήματα. στῆλαι ἐπιτάφιοι. σεμνῶς τὲ καὶ σοβαρῶς ἐπιστήματα ἐπέστησαν. Ἐπίστιον. στρατιωτικὸν κατάλυμα. [Ἡρόδοτος· | |
ὁ δὲ ἀγηλατέει τὰ ἐπίστια τῶν Ἀθηναίων.] | ||
epsilon815 | Ἐπίσταλμα. ἔνταλμα, ἐντολὴν ἢ ἐπιστολήν. [ἐπίσταλμα βάρβαρον ἐπιχωριάζον Ἀλεξαν‐ δρεῦσι. καίτοι οὐ μόνον τὸ ἐπιστεῖλαι καὶ ἐπε‐ σταλκέναι, ἀλλὰ καὶ τὸ ἐπεστάλθαι, ἔστι πα‐ | |
5 | ρὰ τοῖς παλαιοῖς. Θουκυδίδης· καὶ οἱ μὲν Βοιωτοὶ καὶ οἱ Κορίνθιοι ταῦτ’ ἐπεσταλμένοι ὑπὸ τοῦ Ξελάρους καὶ Κλεοβούλου.] Ἐπίβοιον θῦμα. ὄϊς μετὰ βοός. Ἐπισφυρίοις. τοῖς ἐπὶ τῶν κνημίδων περιδε‐ | |
10 | δεμένοις. Ἐπιτελῆ. τὰ εἰς πέρας ἀγόμενα. ὁ δὲ ὑπέσχε‐ το πάντα ἐπιτελῆ ποιήσειν. Ἐπίτευγμα. ἐπιτυχία. οἱ δὲ θαυμάσαντες τὰ πλήθη τῶν κατοικούντων τὴν Αἴγυπτον καὶ τὰ | |
15 | τούτων ἐπιτεύγματα. | |
epsilon816 | Ἐπιτείχισμα. ἐποικοδόμημα. Ἐπίτηδες. ἐπιτήδειον, ἢ ἐκ σπουδῆς. οὔκουν ἐπί‐ τηδες ξυνελέγομεν. Ἐπιτήδευμα. ἄσκησις, μάθησις, καὶ ἡ τοῦ βίου | |
5 | διαγωγή. Ἐπιτίμιον. ἡ ἐντολή. ἢ ὁ μισθὸς, καὶ τὸ ἐπ’ ἀμοιβῇ ἀγαθοῦ ἕνεκα τιμῆς διδόμενον. Ἐπίτιτθον. ὑπομάζιον, ὑπὸ τὴν τροφήν. ἦν δὲ τὸ νήπιον ὑπότιτθον. | |
10 | Ἐπιτραπεζώματα. τὰ ἐπιτιθέμενα τῇ τρα‐ πέζῃ βρώματα. Ἐπίσσωστρα. οἱ ἐκτὸς τῶν τροχῶν σιδήρειοι κύκλοι, οἱ ἐπὶ τὴν γῆν κυλιόμενοι. σῶστρον δὲ καὶ ἐπίσσωστρον πλεονασμῷ τοῦ ς. εἴρηται δὲ | |
15 | ἀπὸ τοῦ σῶ τὸ ὁρμῶ. | |
epsilon817 | Ἐπιφάνια. ἡ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἔνσαρκος οἰκονομία. Ἐπίφθονον, τὸ ἐπίζηλον. Ἐπιφορήματα. τὰ τραγήματα παρὰ Ἡροδότῳ. | |
5 | Ἐπιχειλές. τὸ μὴ πλῆρες μέτρον, ἀλλ’ ἀπολει‐ πόμενον. Ἀριστοφάνης· τὴν πόλιν ἡμῶν μεστὴν ἐποίησεν εὑρὼν ἐπι‐ χειλῆ. Ἐπίχειρα. τὰ διὰ τῶν χειρῶν κέρδη. κυρίως | |
10 | δὲ οἱ μισθοί. Ἐπουσιώδη. τὰ ἀχώριστα συμβεβηκότα οἱ φιλό‐ σοφοι καλοῦσιν. ἐπουσιῶδες ἐξ αὐτῆς τῆς τοῦ ὑποκειμένου οὐσίας ὑπάρχον, ἰδίοις δὲ διαλλάτ‐ τον συμβεβηκόσιν. | |
15 | Ἐπουσιῶδες. ὃ οὔτε παρὸν σώζει, οὔτε ἀπὸν φθείρει, ὡς ἐπὶ τοῦ λευκοῦ. Ἐπόγδοον. τὸ δεδανεισμένον, ὥστε τοῦ κεφα‐ λαίου τὸ ὄγδοον μέρος λαβεῖν τὸν δανειστὴν, οἷον τριώβολον τοῦ τετάρτου δραγμοῦ. | |
20 | Ἔπος. τὸ λόγιον. Ἔπος πρὸς ἔπος ἠρειδόμεθα. τουτέστιν ἀν‐ τεβάλλομεν, καὶ ἐφιλονεικοῦμεν. Ἑπταβόειον. ἑπτάβυρσον, ἑπτάπτυχον καὶ | |
ἑπτάβοιον. | ||
epsilon818 | Ἑπταπλασίονα. πολυπλασίονα. ὁ γὰρ ἑπτὰ ἀριθμὸς ἐπὶ πλήθει τάττεται. Ἐπύλλια. τὰ ἔπη, τὰ λόγια. ὑποκοριστικῶς. ἐπύλλια ξυλλέγω. | |
5 | Ἐπώνια. τέλος ἐστὶ τὸ ἐπὶ τῇ ὠνῇ διδόμενον. εἴη δ’ ἂν ἴσως ἡ πέμπτη. Ἐπώνυμον. τὸ μεθ’ ἑτέρου κυρίου καθ’ ἓν λε‐ γόμενον. ἐπωνυμίαν θέμενοι Μαρκίῳ Κόρβινον. Ἐπιβόημα. ἐπιφώνημα. Θουκυδίδης· ὁ δὲ, εἴτε | |
10 | τὸ ἐπιβόημα—. Ἐπίηρα. ἐπιθυμητά. ἢ ἡ μετ’ ἐπικουρίας χά‐ ρις. οἱ δὲ νεώτεροι ἀντὶ τοῦ ἕνεκα φασίν. Ἐπικάρσιον. πλάγιον, οὐκ εὐθύ. οὕτως Ἡρό‐ δοτος. | |
15 | Ἐπὶ κεφαλαίου. συντόμως, ταχέως. μνησθεὶς δὲ ἐπὶ κεφαλαίου τῶν γεγονότων αὐτοῖς ἐλατ‐ τωμάτων. Ἐπὶ τῶν ὑποκειμένων. ἐπὶ τῶν φθασάντων γενέσθαι. | |
20 | Ἐπιχειρημάτων. ἐννοιῶν. Ἐπιμέλεον. φροντίδος ἄξιον. [Ἡρόδοτος·] ὡς παρεξῄει ἡ γυνὴ, ἐπιμέλεον τῷ Δαρείῳ ἐγένετο. Ἐπίταγμα. δύο τέλη ἱππέων, ἀνδρῶν ἐννακισ‐ | |
χιλίων ἐννενηκονταέξ. | ||
epsilon819 | Ἐπαύκλια. τραγήματα. τοῦ Ψελλοῦ· ἐπαύ‐ κλια τραγήματα. ἐλεὸν τράπεζά τις. | |
3t | (Ῥῆμα.) | |
4 | Ἐπαΐοι. ἀκούοιτο, αἰσθάνοιτο, ἀντιλαμβάνοι‐ | |
5 | το, συγκατατίθοιτο. ἄρχειν δὲ αὐτῶν ἔταξε λοχαγοὺς, ἀμφοτέρων τῶν διαλέκτων ἐπαΐον‐ τας. Ἐπαναβάλεσθε. περιστολίσασθε. ἱμάτια τ’ ἀνδρεῖα ἐπαναβάλεσθε. | |
10 | Ἐπαναβαίνω. δοτικῇ συντάσσεται. οἱ δὲ ἐπα‐ νέβαινον τῷ ὄρει. Ἐπαρτωμένων. ἐπικρεμαμένων. ὥστε μεγίστων φόβων ἐπαρτωμένων. Ἐπαυλίζονται. ἐπισκιάζονται. | |
15 | Ἐπαυχῶ. βεβαίως οἶδα. Σοφοκλῆς· ὡς κᾄμ’ ἐπαυχῶ τῆσδε φήμης. καὶ ἐπαυχήσατο. καὶ ἐπαυχοῦσιν ἀντὶ τοῦ με‐ | |
γαλοφρονοῦσιν. | ||
epsilon820 | Ἐπαναλήψομαι. ἐπαναλάβω. ἄνωθεν καὶ ἐξ ἀρχῆς ἄρξομαι. Ἐπαρώμενοι. καταρώμενοι. Ἐπαμῦναι. βοηθῆσαι. | |
5 | Ἐπαρήγω. βοηθῶ. Ἐπαγωνιεῖται. προσκαρτερήσει, φιλονεικήσει. Ἐπαφαυάνθην. ἐξηράνθην. Ἀριστοφάνης· ὥστ’ ἐπαφαυάνθην Παναθηναίοισι γελῶν. Ἐπαναχθέντες. ἐπανακομισθέντες. | |
10 | Ἐπανιτέον. ἐπιστρεπτέον, ἐπανοδευτέον. Ἐπαλείφει. διεγείρει, γυμνάζει, [καὶ] ἀντὶ τοῦ χρίει. Ἐπαλήλιπτο. ἐχρίετο. κασσίτερον δὲ ἐπαλή‐ λιπτο τὰ κράνη αὐτῶν. | |
15 | Ἐπάσω. λέξω. Ἐπάνηκε. ὑπόστρεψον, ἐπάνελθε. | |
Ἐπανῆκεν. ὑπέστρεψεν. | ||
epsilon821 | Ἐπαφώμενα. περιέργως ψηλαφώμενα. Ἐπανίστανται. κυρίως λέγεται ἐπανίστασθαι, [ὅταν] οἱ πρότερον ἐν ὑπηκόων τάξει τελοῦν‐ τες μετὰ ταῦτα πόλεμον τοῖς κυρίοις αὐτῶν αἴ‐ | |
5 | ρωσιν. Ἐπάδοντος. φαρμακοῦ, γόητος. Δαβίδ· φω‐ νῆς ἐπᾳδόντων. Ἐπαυρίζω. τὸ φυσῶ. καὶ ἐπαυρίσκω ὁμοίως. Ἐπαύρασθαι. ἐπαπολαῦσαι. | |
10 | Ἐπαλαμᾶτο. ἐμηχανᾶτο. ἐτεχνάζετο. παλά‐ μαι γὰρ αἱ τέχναι. καὶ Ἀριστοφάνης· τί οὖν πρὸς τ’ ἄλφιτα ἐπαλαμήσατο. τουτέστιν ἐπενόησεν. Ἐπαλλάξαντες. ἀντὶ τοῦ ἐπιλέξαντες. | |
15 | Ἐπαλαιώθησαν. ἐγήρασαν. Ἐπάλξαντες. ἄλλο ἐπ’ ἄλλῳ ποιήσαντες. δῆ‐ λον δὲ τὴν συμπλοκὴν τῶν μαχομένων. | |
Ἐπάχνωσεν. ἐλύπησεν, ἔφθειρεν. ἡ μεταφορὰ | ||
epsilon822 | ἀπὸ τῆς πάχνης τῆς φθειρούσης καὶ λύπην ἐμ‐ ποιούσης τοῖς φυτοῖς. Ἡσίοδος· —τότ’ ἐπάχνωσεν φίλον ἦτορ. Ἐπαμφοτερίσαι. εἰς ἀμφιβολίαν ἀγαγεῖν τὸν | |
5 | λόγον, ὡς καθ’ ἑκάτερον ἐλέγχεσθαι. Ἐπάταξας. ἀντὶ τοῦ πατάξεις. Ἐπανάκρουσαι. ἀντὶ τοῦ ἐπανάκαμπτε. Ἀρι‐ στοφάνης· δεῦρ’ ἐπανάκρουσαι πάλιν. | |
10 | ἡ μεταφορὰ ἀπὸ τῶν τὰς ἡνίας ἢ τὰς ναῦς ἀνα‐ κρουομένων, ἢ ἀπὸ τῶν κωπηλατούντων, ὅταν ἀναστρέψαντες πρύμναν ἀνακρούωνται, ἵνα εἰς τοὐπίσω ἀναχωρήσῃ τὸ πλοῖον. Ἐπαγαγέσθαι. παραπεῖσαι, ἐφελκύσασθαι. | |
15 | Ἐπαγγέλλεται. παρακαλεῖ, ἀξιοῖ. οὕτως Ἡρό‐ δοτος. Ἐπαγγέλλει. ἀντὶ τοῦ ἐπιτάσσει, ἐντέλλεται, | |
διακελεύει, καὶ ἀντὶ τοῦ αἰτεῖται. | ||
epsilon823 | Ἐπαγγείλαντας. ἐπικαλεσαμένους. Ἐπάειραν. ἐπῇραν. καὶ ἐπαείρας. Ἐπαμησάμενος. ἀνακινήσας, καὶ ἀντὶ τοῦ θε‐ ρίσας. | |
5 | Ἐπανεθήσεται. ἀντὶ τοῦ ἐπαφεθήσεται. Ἐπανέσχετο. ἐπανελάβετο. [ὁ δὲ τὸν πρὸς τοὺς Γέτας πόλεμον, ὡς μάλιστα ἐπείγοντα, ἐπα‐ νέσχετο.] Ἐπανετείνοντο. ἐν προσδοκίᾳ ἦσαν, ἢ ἐμεγαλύ‐ | |
10 | νοντο καὶ ηὔξαντο. Ἐπανέχειν. οἰκείᾳ συνέσει χρῆσθαι, καὶ μὴ ταῖς βίβλοις ἐπανέχειν. ἔστι δὲ καὶ τὸ | |
ὑψοῦν. | ||
epsilon824 | Ἐπανεῖπον. ἐκήρυξαν. ἐπανεῖπον ἀργύριον τῷ ἀποκτείναντι. [Θουκυδίδης.] Ἐπανήρατο. ἐπειρᾶτο, εἵλετο. Ἐπαποδυώμεθα. ἀντὶ τοῦ ἐπιχειρήσωμεν. | |
5 | Ἐπάρας. ἀντὶ τοῦ πείσας. [θρασυτάτους ἄν‐ δρας ἐλπίσιν εὐεργεσιῶν ἐπάρας.] Ἐπάσαντο. ἐγεύσαντο. Ἐπαγομένοις. αἰχμαλωτιζομένοις ἢ ἐπιφερο‐ μένοις. | |
10 | Ἐπανέντες. ἀφέντες. Ἐπαινέσας. εὐχαρίστως ἀποδεξάμενος. Ἐπαινεῖσθε. ἀντὶ τοῦ καυχᾶσθε. Δαβίδ· ἐπαι‐ νεῖσθε ἐν τῷ ὀνόματι τῷ ἁγίῳ αὐτοῦ. | |
Ἐπαιώνιστο. εὐφήμιστο. | ||
epsilon825 | Ἐπεγράφου. ἀντὶ τοῦ ἐζωγράφεις. [Ἀριστο‐ φάνης· καὶ γὰρ σὺ μεγάλην ἐπεγράφου τὴν Γοργόνα.] Ἐπεγράψατο. ἀντὶ τοῦ ἀπεγράψατο, ἐχειρο‐ | |
5 | τόνησεν, κατέστησεν. [ἡ μεταφορὰ ἀπὸ τῶν με‐ τοίκων τῶν προστάτας προγραφόντων ἑαυτοῖς.] Ἐπεγραψάμεθα. ἐσημειωσάμεθα. ὑπόσπονδοι ἐγενόμεθα. Ἐπεγχανών. καταγελάσας. [οὐ μὴν ἡ τιμωρὸς | |
10 | δίκη τὸν ὑβριστὴν καὶ ὑπερόπτην εἴασε τῷ τοῦ Μέλητος θανάτῳ ἐπεγχανεῖν.] Ἐπεδαψιλεύσατο. κατὰ κόρον ἐχρήσατο. [ἐπε‐ δαψιλεύσατο ταῖς ὑποθέσεσι τῆς ἀποκηρύξεως.] Ἐπεδίκασε, καὶ ἐπεδικάσαντο. Δημοσθένης· | |
15 | τὸ μὲν ἐπεδίκασεν, οἷον προέκρινε, τὸ δὲ ἐπε‐ δικάσατο, οἷον ἔπεισαν τοὺς δικαστὰς ἑαυτοῖς προσνεῖμαι τὸν κλῆρον. Ἐπέθεντο. ἐπανέστησαν. Δαβίδ· ἐπέθεντο ἐπ’ | |
ἐμοὶ κραταιοί. | ||
epsilon826 | Ἐπέθετο. ἐλιχνεύσατο. οἷον ἐτέρφθη. οὔτε χρημάτων ἀφαιρέσει ἐπέθετο. Ἐπεθείαζε. μανικῶς διετέθη, ἢ διετίθετο. θεό‐ ληπτος ἐγένετο. [Μένανδρος· ὁ ἡγεμὼν ἐν | |
5 | ἑνὶ τῶν ἑπτὰ λόφων ἀνελθὼν, ἐπεθείαζε ῥή‐ μασι βαρβάροις. καὶ ἀντὶ τοῦ ἐθαύμαζεν,] ἢ ἀντὶ τοῦ ἐχόρευεν. Ἐπιθειάσας. θαυμάσας. Ἐπεκάλει. ἐμέμφετο, ὠνείδιζεν. [ὁ δὲ πολλοῖς | |
10 | ἐπεκάλει τῶν φίλων τὰ τοιαῦτα ἐγκλήματα.] Ἐπεγράψαντο. ἀντὶ τοῦ διϊσχυρίζοντο, ἐβε‐ βαίουν. [οἱ δὲ εἰς Θρᾴκην εὐδοκιμοῦντα αὐτὸν οἰκιστὴν ἀντὶ Ἄγνωνος ἐπεγράψαντο.] Ἐπεκήρυξαν. διασήμως καὶ διαπρυσίως ἐλάλη‐ | |
15 | σαν. [ἐπεκήρυξαν δὲ τάλαντον δώσειν τῷ μηνύ‐ σαντι.] Ἐπελέξαντο. ἀντὶ τοῦ ἀνέγνωσαν. [Ἡρόδο‐ τος· ὁ δὲ γραμματεὺς ἐπελέγετο τὰ γράμ‐ | |
ματα.] | ||
epsilon827 | Ἐπελήσθην. ἐν λήθῃ γέγονα. Ἐπελήφθη. ἐπήρξατο. ἤδη δὲ ἐπελήφθη νὺξ τῆς τρίτης φυλακῆς, [καὶ] ὁ ἡγεμὼν τοὺς λό‐ χους καθίστατο. | |
5 | Ἐπελπίζων. εἰς ἐλπίδας ἄγων. τὰ μὲν αὐτοὺς ἐπελπίζων ὑποσχέσεσιν. Ἐπελήκεον. ἐπεβόων, ἐψόφουν. ἐπεκρότουν. ἴσως ἀπὸ τοῦ ληκῶ, ληκεῖς. Ἐπεμαρτύραντο. μάρτυσιν ἐχρήσαντο. [οἱ δὲ | |
10 | πιστὰ δόντες καὶ λαβόντες, ἐπεμαρτύραντο τοὺς θεούς. οὕτω Ξενοφῶν.] Ἐπεμβαίνων. ἐπιχλευάζων, καὶ ἐπικερτομῶν. [ὁ δὲ ἐπεμβαίνων τῇ τύχῃ αὐτῶν σφόδρα ἀμα‐ θῶς, καὶ ἀνθρωπίνως ἥκιστα.] | |
15 | Ἐπέμυξεν. ἐξεμυκτήρισεν. ἦχον διὰ τῶν ῥινῶν ἐποίησεν. Ἐπενεγκών. καταδικάσας. [Προκόπιος· ἐπε‐ νεγκὼν δὲ αὐτῷ, ὅτι δὴ ὡς ἥκιστα ἀληθίζεται, ἄμφω τὼ χεῖρε ἀπέκοψεν.] | |
20 | Ἐπενήνεον. συγκατετίθεντο, καὶ ἀντὶ τοῦ ἐπε‐ σώρευον. [ἀπὸ τοῦ εἷς, ἑνὸς, ἤγουν τὸ τὰ διῃ‐ ρημένα εἰς ἓν συνάγειν. ἤνεον, ἐνήνεον καὶ | |
ἐπενήνεον.] | ||
epsilon828 | Ἐπενήνοθεν. ἐπήνθει, ἐπέκειτο, καὶ ἀντὶ τοῦ ὑπῆρχεν. [ἐκ τοῦ ἔω, τὸ ὑπάρχω. ἐκ τούτου ἐέθω, ὡς φλεγέθω. εἶτα κατὰ συναίρεσιν τῶν δύο εε εἰς ἦτα καὶ ἐν συνθέσει ἐνήθω. τούτου | |
5 | ὁ μέσος παρακείμενος ἔνηθα, καὶ ὁ Ἀττικὸς ἐνένηθα. εἶτα ἐπειδὴ ὁ Ἀττικὸς παρακείμενος τρίτου ἀπὸ τέλους βραχεῖαν ἔχει ὑπέρθεσιν, γίνεται τὸ η εἰς ε καὶ τὸ ε εἰς η, καὶ γίνε‐ ται ἐνένηθα, καὶ τροπῇ τοῦ ε εἰς ο, ἐνήνοθα | |
10 | καὶ ἐπενήνοθα. εἰ γὰρ τὴν ἐψιλωμένην καὶ μαδῶσαν καὶ ὀλιγότριχον σημαίνει μᾶλλον τὸ δασύ· κάλλιον δέ ἐστι τὸ ἐπενήνοθεν ἀντὶ τοῦ ὑπῆρχεν, ἐκ τοῦ ἔω τὸ ὑπάρχω.] Ἐπεντρυφήσαντος. καταπολαύσαντος. [καταυ‐ | |
15 | θαδιασμένου τὲ καὶ ἐπεντρυφήσαντος αὐτοῖς.] Ἐπεπάμεθα. κεκτήμεθα. πάνθ’ ὅσα καὶ ἐν ζώοις ἐπεπάμεθα. Ἐπεπαίχειν. ἀντὶ τοῦ ἐνεπαίχθην. [ἔστι δὲ ὑπερσυντέλικος. ἐπεπέχειν δὲ, ἀντὶ τοῦ ἐπε‐ | |
20 | πέχεισαν, ἐκ τοῦ πέκω, τὸ κτενίζω, ψιλόν.] Ἐπέῤῥαξεν. ἐπέπεσε, συνεπλάκη. [ὁ δὲ πολ‐ | |
λὴν διανύσας ὁδὸν, ἄφνω τούτοις ἐπέῤῥαξεν.] | ||
epsilon829 | Ἐπερειδόμενος. ἐπιστηριζόμενος. Ἐπερατώθη. ἐτελειώθη. Ἐπεπολεῖτο. ἐπεπορεύετο. Ἐπεῤῥώσατο. ἐσείσθη. ἔστι ῥῆμα ῥώω, ὃ ση‐ | |
5 | μαίνει τὸ κινῶ καὶ σείω. [ὁ μέλλων ῥώσω, ἔῤῥω‐ σα, ἐῤῥωσάμην, ἐῤῥώσαντο καὶ ἐπεῤῥώσαντο.] Ἐπέσβη. ἐπεισῆλθεν. Ἐπέσειεν. ἐπανετείνετο. αὐτοῖς δ’ ἐπέσειε φό‐ βον ὡς αὐτίκα τεθνήξοντος. | |
10 | Ἐπεσημῄναμεν. ἐξεπλάγημεν, ἐθαυμάσαμεν. [τίς οὐκ ἂν ἐπισημῄναιτο καὶ θαυμάσειε τὸν προειρημένον ἐπὶ τούτοις ἡγεμόνα.] Ἐπέσκηψεν. ἐπέπληξεν. Ἐπέσπερχεν. ἀντὶ τοῦ διήγειρε καὶ παρέθηγεν. | |
15 | ὃς δὴ μάλιστα ἐπέσπερχεν αὐτόν. | |
Ἐπεστάτει. ἦρχεν, ἡγεμόνευε. [Ξενοφῶν· ἐν‐ | ||
epsilon830 | ταῦθα ἦν Κλέαρχον καταμαθεῖν, ὡς ἐπεστά‐ τει.] Ἔπεστί μοι. βούλομαι, θέλω, δύναμαι. ἢ ἐπί‐ κειταί μοι. | |
5 | [Ἐπεσφάλακεν. οἱ μὲν ἐπεσπάσθη, οἱ δὲ ἐσάπη, ἢ παρὰ καιρὸν ἀτροφήσαν ἐμαράνθη.] Ἐπεστράτευσαν. ἐπέδραμον. Ἐπέσαξεν. ἔστρωσεν. Ἐπεστάτει. ἐπέβλεπεν. | |
10 | Ἐπεσβολῶν. λοιδορῶν. Ἐπέσευον. μεθ’ ὁρμῆς ὑπέστρεφον. Ἐπέτηξεν. ἐλέανεν. λεῖον ἐποίησεν. [δελτίον δί‐ πτυχον λαβὼν, τὸν κηρὸν αὐτοῦ ἐπέτηξεν.] Ἐπετίλησεν. ἐξεκένωσεν. [Ἀριστοφάνης· | |
15 | ἐπετίλησε συχνήν. | |
τὴν κόπρον.] | ||
epsilon831 | Ἐπετίμα. ἐπηύξει τὴν τιμήν. οἱ δὲ κερδαίνειν οἰόμενοι ἐπετίμων ὡς λιμώττοντι τὸν σῖτον. Ἐπετοξάζοντο. ἐτόξευον. Ἕπεται. ἀκολουθεῖ. | |
5 | Ἐπέπλως. τινὲς λέγουσιν ἀπὸ τοῦ πλῶμι. [ὅπερ ἐν χρήσει οὐχ εὕρηται. οὐκ ἔστι δὲ ἀλη‐ θές· ἀλλ’ ἔστιν ἀπὸ τοῦ θέματος τοῦ πλώω, πλώσω, ὁ δεύτερος ἀόριστος ἔπλων, ἔπλως. εἶτα τοῦ πρώτου ἀορίστου τὸ δεύτερον πρόσ‐ | |
10 | ωπον ἔπλωσας, καὶ ἐν συνθέσει ἐπέπλωσας, καὶ κατὰ συγκοπὴν ἐπέπλως.] Ἐπέπιθον. ἐκ τοῦ πείθω. ὁ δεύτερος ἀόριστος ἔπιθον, καὶ κατὰ ἀναδιπλασιασμὸν ἐπέπιθον. [τὸ πρῶτον τῶν πληθυντικῶν ἐπεπίθομεν, καὶ | |
15 | κατὰ συγκοπὴν ἐπέπιθμεν. καὶ δεξιαὶ, αἷς ἐπέπιθμεν.] Ἐπεμαίετο. ἐπεζήτει, ἐπεθύμει. [μαίω γὰρ καὶ μῶ τὸ ζητῶ.] Ἐπευωνίζων. κερδαίνων. | |
20 | Ἐπεφάνη. διὰ τοῦτο εἶπεν ἐπεφάνη, ἵνα τὴν ἄνωθεν ὕπαρξιν μηνύσῃ. εἰ γὰρ εἶπεν ἐφάνη, ἀρχὴν ἐσηγεῖτο τοῦ ἀεὶ ὄντος. Παῦλος ὁ Ἀπό‐ στολος· ἐπεφάνη ἡ χάρις τοῦ θεοῦ ἡ σωτή‐ ριος. ἐπειδὴ ὁ ὢν ἐφάνη. | |
25 | Ἐπεφόρησεν. ἐπεσώρευσεν. | |
ὅσους ἄνωθεν ἐπεφόρησε τῶν λίθων. | ||
epsilon832 | Ἐπεφωρᾶτο. ἀντὶ τοῦ ἐφανεροῦτο, εὑρίσκετο, ἠλέγχετο. Ἐπεφράσατο. ἐθεώρησεν. Ἐπέφο. ἐκράτησεν. ἀλλὰ τὸ δὴ λεγόμενον ἀμ‐ | |
5 | φοῖν ταῖν χεροῖν ἐπέφυ. Ἐπεφύκει. περιεπλάκει. Ἐπεφύοντο. ἐπήρχοντο. καὶ ἐπέφυσαν οἱ συ‐ κοφάνται. Ἔπεφνεν. ἀνεῖλεν, ἐφόνευσεν. ἔστι φῶ, οὗ | |
10 | παράγωγον ῥῆμα φένω τὸ φονεύω. καὶ ἐν συγ‐ κοπῇ φνῶ καὶ κατὰ ἀναδιπλασιασμὸν πρώτης συζυγίας τῶν περισπωμένων [πεφνῶ. τινὲς δὲ παρατατικὸν αὐτὸν νομίζουσιν, ἀγνοοῦντες τὴν φυσικὴν κλίσιν αὐτοῦ· οὐ γὰρ τὸ πέφνω, ὡς | |
15 | ἔμαθον, ἐὰν μάθω, διὰ μετοχῆς αὐτοῦ· ἐπει‐ δὴ αἱ εἰς ων μετοχαὶ μετ’ ἐπιπλοκῆς συμφώ‐ νου ἢ βαρύνονται ἢ περισπῶνται· οἷον τέμνω, τέμνων, κάμνων. οὕτως Ἡρωδιανός.] Ἐπέφραδε. διεσῄμανεν, εἶπεν. | |
20 | Ἔπεχε. ἐπίκεισο, ἐπίμενε, φύλασσε. οὕτως Πλά‐ των· περὶ τῶν ἀδήλων ἐπέχει. Ἐπεχώρησεν. ἀντὶ τοῦ συνεχώρησεν. Ἀῤῥια‐ νός· ἐπεχωρήθη. καὶ τὰ ὅμοια. Ἐπείγω. τὸ σπεύδω, διὰ τῆς ει διφθόγγου. | |
25 | [παράκειται γὰρ αὐτῷ οἴγω, ὁ γὰρ κατεπείγων | |
ὡς πάνυ βουλόμενος κατεπείγει.] | ||
epsilon833 | Ἐπεικάζω. στοχάζομαι. [ἢ καὶ δάμαρτα τήνδ’ ἐπεικάζων κυρῶ.] Ἐπειλέγη. κατειλέγη, [συνειλέγη,] καὶ ἐπειλε‐ γμένος. ἐπιλελεγμένος δὲ, ι. | |
5 | Ἐπειλημμένη. δραξαμένη, ἀντιλαμβάνουσα. Ἐπεισκυκλείσθω. ἐπιφερέσθω, συναπτέσθω. [καὶ ἐπεισκυκλοῖ, ἀντὶ τοῦ εἰσφέρει καὶ ἐπι‐ συνάπτει.] Ἐπεισοίσας. κομίσας. | |
10 | Ἔπεισιν. ἐπέρχεται. Ἐπεισπέπαικεν. εἰσεπήδησεν, εἰσῆλθεν. κυ‐ ρίως δὲ ἐπὶ στρατιᾶς πολεμίων. Ἐπεισοίσας. ἐπεισβαλών. [Ἐπεισφρήσας. ἐπεισελθών.] | |
15 | Ἐπήγετο. ἐπεφέρετο. Ἐπηγάγετο. προσῳκειώσατο, ἰδιοποιήσατο. [τοὺς δὲ οἰκήτορας τῆς πόλεως, μηδὲν βίαιον δράσας, ἐπηγάγετο.] Ἐπήγγελλεν. ἀντὶ τοῦ προσέτασσεν. [ὁ δὲ Μί‐ | |
20 | νως πανταχόσε ἐπέπλει καὶ πολλοῖς ξενίοις | |
ἐπήγγελλεν.] | ||
epsilon834 | Ἐπήγγειλα. παρήγγειλα. [καὶ εἰς τετάρτην ἥκειν ἐπήγγειλα.] Ἐπηγκυλημένα. τὰ κεκαμμένα ξύλα εἰς χρῆ‐ σιν ὅπλων. | |
5 | Ἐπῄει μοι. ἐπήρχετό μοι. Ἐπηθρηκυῖα. ἰδοῦσα. ἀπὸ τοῦ ἀθρῶ, τὸ βλέπω. Ἐπήμῃναν. ἔβλαψαν. ἀπὸ τοῦ πημαίνω τὸ βλάπτω. Ἐπῄνεον. συγκατετίθεντο. [εὐμενῶς ἐδέχοντο. | |
10 | τὸ δὲ θεῖον οὐκ ἐπῄνει τὰ ὑπὸ τοῦ βασιλέως πραττόμενα.] [Ἐπῃνηκέναι. ἀντὶ τοῦ ἐπαινέσαι. ὁ παρακείμε‐ νος ἐπῄνεκα.] [Ἐπηνήκιζεν. ἐξηπάτα. οὕτως Κρατῖνος.] | |
15 | [Ἐπῄνουν. συγκατετίθεντο.] Ἐπηπείλησα καὶ κατώμοσα. ἀντὶ τοῦ ἐπαγ‐ γειλάμενος ὤμοσα. Ἐπήπυον. ἐβόων. ἀπὸ τοῦ ἀπύω τὸ φωνῶ. Ἐπηλυγάζονται. σκεπάζονται, ἢ ἐπισκευά‐ | |
20 | ζονται, ἢ ἐπικρύπτονται. ἠλύγην γὰρ καλοῦσιν | |
οἱ Ἀττικοὶ τὴν σκιὰν ἢ τὴν σκοτίαν ἢ τὴν νύ‐ | ||
epsilon835 | κτα. τινὲς δὲ ἀπὸ τῶν λύγων· διὰ γὰρ τῶν λύγων τοὺς σχοίνους πλέκουσιν. Ἐπῃρμένοι. ὑπερηφανευόμενοι. [καὶ ἀντὶ τοῦ πρόχειροι καὶ εὐτρεπεῖς. Θουκυδίδης· οἱ οὖν | |
5 | Ἕλληνες ἐπῃρμένοι ἦσαν διὰ τὴν τῶν Ἀθη‐ ναίων κακοπραγίαν.] Ἐπηρτημένην. ἐπικειμένην, καὶ ἀντὶ τοῦ κρεμα‐ μένην. Ἐπήρτησεν. ἐπέθηκεν, ἐπέφερεν. οὐ μικρὸν φό‐ | |
10 | βον ἐπήρτησε τοῖς ἐν [τῇ] πόλει. Ἐπίασιν. ἐπέρχονται. Ἐπιβατεῦσαι. ἐπιβῆναι, κατασχεῖν. [ὧνπερ Θευδίβερτος οὐ δέον ἐπιβατεῦσαι, διὰ σπουδῆς εἶχεν.] | |
15 | Ἐπιβαλεῖ. ἐπιθήσει. Ἐπιβοώμενοι. ἐπικαλούμενοι. καὶ τοὺς θεοὺς ἐπιβοώμενοι. Ἐπιβωσάμενος. ἐπικαλεσάμενος. [ἐπιβοησά‐ μενος. καὶ ἐπιβωσόμεθα.] | |
20 | Ἐπιβρίθω. τὸ ἐπιβαρῶ. | |
epsilon836 | [Ἐπιβρίσουσιν ὀδόντας. παρόσον οἱ θυμούμενοι τρίζουσιν τοὺς ὀδόντας.] Ἐπιβύσαντες. ἐπικαλύψαντες, σκεπάσαντες. [Προκόπιος· ἐπιβύσαντες τοὺς ῥωχμοὺς ὕδα‐ | |
5 | τι, τὸ ὕδωρ μετοχετεύουσιν.] Ἐπιγαυρωθείς. ἀνδρωθεὶς, θρασυνθείς. [Ξενο‐ φῶν· καὶ ἐπιγαυρωθεὶς τῇ ἐντολῇ τοῦ Κύ‐ ρου, ἐπορεύετο.] Ἐπιγλωττήσομαι. φλυαρήσω, βλασφημήσω. πε‐ | |
10 | ρὶ τῶν Ἀθηναίων οὐκ ἐπιγλωττήσομαι. Ἐπιγραφομένῳ. ἰδιοποιουμένῳ, οἰκειουμένῳ. [εἰ καὶ δόξαν ἔμελλε φέρειν, τὰ ὑπ’ ἀλλήλων εὑρημένα ἐπιγραφομένῳ.] Ἐπιγράφων. βεβαιῶν, διϊσχυριζόμενος. [ὁ δὲ | |
15 | Ψευδοφίλιππος ἐπέγραφεν ἑαυτὸν Φίλιππον τὸν Μακεδόνα.] Ἐπιδαψιλευσάμενος. πολυτελῶς διαπραξάμε‐ νος. [Ἡρόδοτος· τάς τε μητέρας καὶ ἀδελ‐ φὰς ἐπιδαψιλευσάμεθα ὑμῖν.] | |
20 | Ἐπὶ δ ἐγδούπησεν. ἐπεκτύπησεν. [παρέλκον τὸ γ, καὶ ἐν τῷ ἐρίγδουπος ὁμοίως.] δοῦπος γὰρ | |
κτύπος. | ||
epsilon837 | Ἐπίδειξον. ἀντὶ τοῦ εἰπέ. [Ἀριστοφάνης· ἔχεις τινὰ γνώμην, ἐπίδειξον αὐτήν.] καὶ ἀντὶ τοῦ φανέρωσον. Ἐπιδεικτιῶν. κενοδοξῶν. | |
5 | Ἐπιδειπνεῖν. τὸ ἐκ δευτέρου δειπνεῖν. [ἵν’ ἐπι‐ δειπνῇς, κόνισαι ἰσχυρῶς.] Ἐπιδιατίθεσθαι. τὸ συνθήκας τινὰς ποιεῖσθαι, [κατατιθεμένους ῥητόν τι ἀργύριον παρά τινι τῶν μεταξὺ γινομένων, ὅπερ ἐγγυᾶται, ὥστε | |
10 | εἰ πρᾶξις γίνοιτο θατέρῳ πάντως τὸ ὡμολογη‐ μένον ἀργύριον ἀποδοῦναι.] Ἐπιδικάζεται. ἀντιποιεῖται. Ἐπίδοσαν. ἀντὶ τοῦ εἶδον. Ἐπιθαυμάζειν. ἀντὶ τοῦ δώροις τιμᾷν. | |
15 | [δεῖ γὰρ ἐπιθαυμάζειν τὶ τὸν διδάσκαλον.] Ἐπιθέντες. ἀποστείλαντες. [οἱ δὲ ἀποπέμπου‐ σι τὸν ἰατρὸν ἐπιθέντες γράμματα πρὸς τὸν τελώνην.] [Ἐπιθεραπεύων. διορθούμενος, προμηθούμε‐ | |
20 | νος. ὁ δὲ Ἀλκιβιάδης ἐπιθεραπεύων τὴν ἑαυ‐ τοῦ κάθοδον εἰς τὴν πατρίδα, εἰδὼς, εἰ μὴ | |
διαφθερεῖ αὐτὴν, ὅτι ἔσται ποτὲ αὐτῷ.] | ||
epsilon838 | Ἐπιθυμῶν. προαιρετικῶς ἔχων. [τοὺς δὲ ἦγεν ζῶντας, ἐπιθυμῶν Λακεδαιμονίοις ἀγαγεῖν.] Ἐπιθύνων. ἐπανορθούμενος. ἀπὸ τοῦ ἰθύνω. Ἐπιθρέξαντος. ἐπιδραμόντος. | |
5 | Ἐπιθολοῖ. ἐκταράττει, ἐπισκοτεῖ. Ἐπικάθηται. ἐπικρέμαται. [ἵνα μηδεὶς φόβος ἐπικάθηται τοῖς Ταραντίνοις.] Ἐπικαθέζεσθαι. τὸ βαροῦν λέγομεν. καὶ ἐπι‐ καθέζηται. ἀπὸ μεταφορᾶς τῶν ζυγῶν. | |
10 | Ἐπικαλέσας. μεμψάμενος. Ἐπικαλουμένων. κατηγορουμένων. Ἐπικαλῶν. ἀντὶ τοῦ κατηγορῶν· ἐγκαλῶν. [ἀνεῖ‐ λε δὲ τοὺς ἄνδρας, ἄλλο μὲν οὐδὲν ἐπικαλῶν, πλὴν ὅτι σοφώ τε καὶ ἀρίστω τὼ ἄνδρε γε‐ | |
15 | νέσθην.] Ἐπικέκληται. ἐπικαλεῖται. †Ἐπικηρυκεύεται. διὰ κήρυκος συνθήκας τι‐ νὰς ἢ πρεσβείας ποιεῖται.† Ἐπικαγχάζειν. ἀκόσμως γελᾷν. | |
20 | Ἐπικερτομῶ. ὑβρίζω, ἐπισκώπτω. ἡ γὰρ ὕβρις τὸ κέαρ καὶ τὴν ψυχὴν τέμνει καὶ κόπτει. κέαρ | |
γὰρ καὶ κὴρ ἡ ψυχή. | ||
epsilon839 | Ἐπικειμένου. φαινομένου. ὁ δὲ ᾔτει τιμὴν τοὺς κεκτημένους τοῦ ἐπικειμένου καρποῦ. Ἐπικλαύσωσιν. ἐπ’ οἶκτον ἀγάγωσιν. Ἐπικλύσασα. ἐπιδαψιλεύσασα. καταβαλοῦσα. | |
5 | [ἡ οὖν Κλεοπάτρα πολλῷ χρυσῷ ἐπικλύσασα τὸ ἄγαλμα τοῦ Διὸς πρίασθαι.] Ἐπικνῶ. ἀντὶ τοῦ ἐπίβαλε. [Ἀριστοφάνης· ἀλλ’ ἐπικνῶ τὸ σίλφιον.] Ἐπικωμᾶσαι. ὀρχεῖσθαι, ἢ λαλῆσαι αἰσχρῶς. | |
10 | πολλαὶ ταῖς ἐκκλησίαις ἐπεκώμασαν ταραχαί. Ἐπικράναι. τῇ κεφαλῇ κατανεῦσαι. καὶ ἀντὶ τοῦ τελειῶσαι. Ἐπικρεμάσας. [ἐπενεγκών. οἷς δ’ ἅμα ἀνατα‐ θεὶς καὶ τὸν ἐξ αὐτοῦ φόβον ἐπικρεμάσας.] | |
15 | Ἐπικυκλῆσαι. ἐπεισαγαγεῖν. Ἐπιλαμβάνεσθαι. μέμφεσθαι. μὴ ὀνειδιστι‐ κῶς ἐπιλαμβάνεσθαι [τῶν βάρβαρον ἢ σόλοι‐ κον ἢ ἀπηχές τι προσενεγκαμένων.] Ἐπιλέγει. πρὸς τοῖς προειρημένοις φησίν. | |
20 | Ἐπιλεξάμενος. ἀντὶ τοῦ ἀναμετρήσας, ἀναλο‐ γισάμενος. [ὁ δὲ Ἡρακλῆς τὸν ἀριθμὸν τῶν | |
βοῶν ἐπιλεξάμενος.] | ||
epsilon840 | Ἐπιλλίζω. τὸ διανεύω. [οὐκ ἀΐεις, ὥς μοι ἐπιλλίζουσιν Ἀχαιοί. ἀπὸ τοῦ τοὺς ὀφθαλμοὺς ἐπιλλεῖν διανεύοντας. ἐξ οὗ καὶ ἰλλάδες οἱ συνεστραμμένοι ἱμάντες. | |
5 | καὶ ἐπιλλίζουσα ἀντὶ τοῦ ἐπεγγελῶσα ἢ ἐπι‐ μύουσα τοὺς ὀφθαλμούς· ὅπερ ἴδιον ἐστὶ τῶν γλαυκῶν διὰ τὸ μὴ ἐπιβλέπειν δι’ ἡμέρας.] Ἐπιλυομένου. συγχωροῦντος. Ἐπιμαχεῖν. δυνάμενος πολεμεῖν, ἢ βοηθεῖν. | |
10 | Ἐπιμελόμενος καὶ ἐπιμελούμενος. φροντίδος καὶ σπουδῆς ἀξιῶν. Ἐπιμετρούσης. ἐπιχορηγούσης. [ὡς ἐπιμετρού‐ σης καὶ συναγωνιζομένης τοῖς γεγονόσι τῆς τύχης.] | |
15 | Ἐπινενασμέναι. πεπληρωμέναι. [Ἀριστοφάνης· ὡς αἱ τράπεζαί γ’ εἰσὶν ἐπινενασμέναι ἀγαθῶν πάντων καὶ παρασκευασμέναι.] Ἐπινενησμένον. κεκλωσμένον. [καὶ ἐπινησθεῖ‐ σαν διαλύσω.] | |
20 | Ἐπινήσαντες. σωρεύσαντες. [φρύγανα πρὸ τοῦ τείχους συγκομισάμενοι καὶ παντοδαπὸν φορυ‐ | |
τὸν καὶ ἐπινήσαντες κόπρον πῦρ ἐπέβαλον.] | ||
epsilon841 | Ἐπιώρκει. ὑπερσυντέλικος. Ἐπιώψατο. κατέλεξεν, ἐξελέξατο. [ἔστι δὲ ἀτ‐ τικόν. ὁ δὲ βασιλεὺς ἐπιώψατο ἀῤῥηφόρους.] Ἐπιπαρένησαν. ἀντὶ τοῦ ἐσώρευσαν. [Θουκυδί‐ | |
5 | δης· ταχὺ δὲ πλήρους γενομένου διὰ πολυχει‐ ρίαν ἐπιπαρένησαν.] Ἐπιπλώσας. ἀντὶ τοῦ ἐπιπλεύσας. [καὶ ἐπι‐ πλὼς παρ’ Ὁμήρῳ. παρὰ τὸ πλέω, πλώω, πλώσω, πλώσας, καὶ ἐν συγκοπῇ πλὼς, καὶ ἐπι‐ | |
10 | πλώς. ἔστι δὲ ἄκλιτον, διότι ἡ φωνὴ αὐτοῦ ἀόρι‐ στός ἐστι· τὸ δὲ σημαινόμενον παρακείμενος.] Ἐπιπολάζει. ἐπιπόλαιον πλέει. Ἐπιπροσθεῖ. ἐμποδίζει, ἐπίκειται. Ἐπιπραξάμενοι. ἐπὶ τοῖς προτέροις ἐπιπρα‐ | |
15 | ξάμενοι σπονδὰς ἀνενεώσαντο. Ἐπιῤῥαπίζων. κωλύων. [καὶ τὸ ὑφ’ ἑαυτοῦ βού‐ λεσθαι τὴν πρᾶξιν, ἐπιῤῥαπίζων ἄρα ἐκεῖνος.] Ἐπιῤῥέξει. θύσει. [Καί σοι ἐπιῤῥέξει Γόργος χιμάροιο νομαίης | |
20 | αἷμα.] | |
Ἐπιῤῥωννύς. ἐνισχύων. | ||
epsilon842 | Ἐπισεῖσαι. ἐπενεγκεῖν. [παρεκάλουν μὴ χαλε‐ πώτερον αὐτοῖς ἐπισεῖσαι τὸν κίνδυνον.] Ἐπισημαίνεσθαι. ἀντὶ τοῦ ἐπαινεῖν μὲν καὶ ἐπιφωνεῖν Ἰσοκράτης· Ἰσαῖος δὲ ἀντὶ τοῦ ἐπι‐ | |
5 | σφραγίσαι. Ἐπισημῄνασθαι. βεβαιῶσαι, κυρῶσαι. [ἐπιση‐ μῃναμένων δὲ τῶν ἐκ τῆς Ἑλλάδος πρεσβευ‐ τῶν.] Ἐπισιτίζω ἀεὶ, καὶ ἐπισίτισις, καὶ ἐπίσιτος, | |
10 | ὁ τροφῆς χάριν ἐργαζόμενος. Ἐπισκευάσασθαι. ἐπιφορτίσασθαι. Ἐπισκοπήσας. ἐποπτεύσας. Ἐπισκήψω. παραγγείλω, καὶ ἀντὶ τοῦ σημειώ‐ σομαι, καὶ ἐπιστήσω τὸν νοῦν. | |
15 | [ὑμῖν δὲ κοινὴν τήνδ’ ἐπισκήπτω χάριν.] Ἐπισκοτῶ καὶ ἐπισκοτεῖν. τὸ ἐπικεῖσθαι τινὶ καὶ ἀποτειχίζειν τὸ φῶς. Ἐπισπασάμενος. ἐφελκύσας. ὁ δὲ ἐπισπασάμε‐ νος τῆς κόμης τοῦτον κτείνειν ἔμελλεν. | |
20 | Ἐπισταθμευόμενοι. εἰς τοὺς ἑαυτῶν οἴκους δε‐ | |
χόμενοι. ἐπισταθμευομένους τὲ ὑπ’ αὐτῶν | ||
epsilon843 | καὶ διαρπαζομένους. καὶ ἀντὶ τοῦ κρίνοντες καὶ ὑπονοοῦντες. Ἐπίστασαι. γινώσκεις. Ἐπισίξει. ποιόν τινα ἦχον ἀναβοήσει. [ἐκ τοῦ | |
5 | σίζω, σίσω, σίξω.] Ἐπίσπῃ. ἕψεται. Ἐπισπόμενος. ἐπακολουθῶν. ἐπισπώμενος δὲ ὁ προσλαμβάνων καὶ ἐπισύρων, μέγα. *καὶ ἐπισπασάμενοι δὲ οἱ συνείροντες· τῷ προτέρῳ | |
10 | πταίσματι δεύτερα καὶ τρία.* Ἐπισπέρχει. ἐπισπουδάζει. Ἐπιστέλλει. ἐντέλλεται, ὑποτίθεται. [νῦν ἐπι‐ στέλλει σαφῶς τοὺς αὐτοέντας χειρὶ τιμωρεῖν.] Ἐπίστη. ἀντὶ τοῦ ἐπίστασαι. δεύτερος ἀόρι‐ | |
15 | στος. ἢ ἀντὶ τοῦ ἐπιτίθει. Ἐπίστηθι. [ἐπενέχθητι.] ἐπιτέχθητι. Ἀπόστο‐ | |
λος· ἐπίστηθι [ἀκαίρως] εὐκαίρως. | ||
epsilon844 | Ἐπιστομιεῖν. ἐμποδίσαι, κατασχεῖν. Ἐπίστω. γίνωσκε. [εὖ νῦν ἐπίστω ταῦθ’ ὅταν ζητῇς ἐμοὶ ζητῶν ὄλεθρον.] Ἐπιστεῖλαι. τὸ ἐντείλασθαι. [Θουκυδίδης· ἐπι‐ | |
5 | στείλαντες τὰ πρέποντα εἰπεῖν.] Ἐπιστροφόωσιν. [ἐπιστροφόωσι πόληας.] ἐπι‐ στρωφῶσι δὲ τὰ δύο μεγάλα. Ἐπισυνῄεσαν. συνηθροίζοντο. [οἱ ἐξόπισθεν ἐπι‐ λελυμένοι ἐπισυνῄεσαν.] | |
10 | Ἐπισύρεται. ἐφέλκεται. Ἐπιτέλλεται. ἐντέλλεται, παραγγέλλει. Ἐπισχών. κρατήσας. Ἐπισύρων. χλευάζων, γελῶν. Ἐπισκήπτει. μέμφεται, ἐπιτιμᾷ. | |
15 | Ἐπισκύζονται. ὀργίζονται. Ἐπισπάσθω. τὸ δέρμα ἑλκυέτω. ἀποστολικὴ ἡ | |
λέξις. | ||
epsilon845 | Ἐπίσχες. πρόσεχε ἢ κράτησον. Ἐπισχὼν τῷ στόματι. προσενεγκὼν ἢ κωλύων. Ἐπισφραγίζων. βεβαιῶν. Ἐπιορκῶν. ἡ ἐπὶ πρόθεσις κεῖται [καὶ ἀντὶ | |
5 | τῆς] ὑπέρ. καὶ ὑπεράνω τῶν ὅρκων γίνεσθαι. καὶ ὑπερβαίνειν αὐτούς. ἐπιορκεῖ δὲ ὁ ἀνὴρ τὰ πολλά. Ἐπιέναι. ἐπελθεῖν. Ἐπιθειάσας. θαυμάσας. | |
10 | Ἐπιειμένοι. περιβεβλημένοι, ἐνδεδυμένοι. Ἐπιόντι. ἐρχομένῳ. Ἐπιτέλλῃ. ἀντὶ τοῦ παραγγέλλῃ. παραγγέλλω. Ἐπιτεμόμενος. παρακόψας. κέλευσόν μοι ἀπο‐ θνήσκειν ἐπιτεμόμενος τοῦ σταυροῦ τὴν πε‐ | |
15 | ρίοδον. Ἐπιτεύξη. ἐπιτύχης. Ἐπιτεχνάζειν. πανουργεύειν. Ἐπιτίθεσθε. ἐνεδρεύετε. Ἐπιτέτραπται. ἀπονενέμεται. | |
20 | Ἐπιτέτριψαι. ποτὲ μὲν ἐπὶ ὑπερηφανίας τάτ‐ τεται, ποτὲ δὲ ἐπὶ ἑκατέρας. καὶ μὴν ἐπιτέ‐ | |
τριψαί γε. | ||
epsilon846 | Ἐπιτετράφαται. ἐπιτετραμμένοι εἰσὶν ἢ ὑπο‐ τεταγμένοι. [ᾧ λαοὶ ἐπιτετράφαται. ἰστέον, ὅτι τὰ δισύλλαβα τῆς πρώτης συζυ‐ | |
5 | γίας τῶν βαρυτόνων τὰ τρέποντα τὸ ε εἰς ο κατὰ τὸν ἐνεργητικὸν παρακείμενον, ἐν τοῖς παθητικοῖς παρακειμένοις ἀναδέχεται τὴν τοῦ ἐνεστῶτος παραλήγουσαν. οἷον λέγω, λέλοχα καὶ λέλεχμαι, κέκλοφα, κέκλεμμαι. εὑρέθη δὲ | |
10 | καὶ τὸ κέκλαμμαι. χωρὶς τῶν ἐχόντων τὸ ρ μετ’ ἐπιπλοκῆς συμφώνου. ἐκεῖνα γὰρ τρέπει τὸ ε εἰς α κατὰ τὸν παρακείμενον. οἷον στρέ‐ φω, ἔστροφα, ἔστραμμαι. οὕτως οὖν καὶ τρέ‐ πω, τέτροφα, τέτραμμαι, τετράφαται καὶ ἐπι‐ | |
15 | τετράφαται.] Ἐπιτέλλων. ἀνατέλλων. Ἐπιτείλας. ἀνατείλας. νενικηκότας αὐτοὺς ὁ ἥλιος ἐπιτείλας ἴδῃ. Ἐπίτειλον. πρόσταξον. | |
20 | Ἐπιτειχίζει. ἐποικοδομεῖ. Ἐπιτειχισάντων. ἐπελθόντων. Ἐπιτίθης. περαίνεις. ἐπεὶ καὶ σὺ τῶν σῶν | |
ὑπηκόων ἐπιτίθης. | ||
epsilon847 | Ἐπιτίθησιν. ἀποπέμπει. καὶ δὴ γραψάμενος τὴν δίκην ἐπιστολὴν πρὸς τοὺς ἐν Καρίᾳ δύο φιλο‐ σόφους ἐπιτίθησιν. Ἐπίττουν. ἠσέλγουν, κατεφίλουν. πιττοῦν δέ | |
5 | ἐστι κυρίως τὸ τὰς πλατείας ναῦς πίττῃ χρίειν. [Ἀριστοφάνης· ἱκανὸν γὰρ αὐτὴν πρότερον ἐπίττουν χρό‐ νον.] Ἐπιτολμῆσαι. ἐπιβουλεύσασθαι. καὶ ἀναπείθει | |
10 | ἐπιτολμῆσαι τῷ Λυκίδῃ καὶ τῷ σώσιν. Ἐπιτωθάζων. ἐπιλοιδορούμενος, ἢ ἐπεμβαίνων, ἢ καυχώμενος. [ἢ χλευάζων.] Ἐπιτρέπει. χαρίζεται, παραδίδωσιν. [ὁ δὲ τῆς ἐμῆς σατραπείας φυγάδα ἐλαύνει καὶ τοῦτο | |
15 | ἐπιτρέπει.] Ἐπιτρέπει Δημοσθένης, ἀντὶ τοῦ δικαστὰς αὐτοὺς αἱρεῖσθαι. Λυσίας δὲ ἐπέτρεψαν ἀν‐ | |
δράσιν εἶπεν, ἀντὶ τοῦ ἐπιτρόπους κατέστησαν. | ||
epsilon848 | Ἐπιτρέχειν τοῦ ἐπιδιώκειν διαφέρει. ἐπιτρέ‐ χει μὲν γάρ τις τῷ μὴ φεύγοντι· διώκει δὲ τὸν φεύγοντα. ἔστι δὲ τὸ διώκειν οἷον ἐλαύνειν ἔν‐ θεν καὶ ἔνθεν. καὶ ὑποδιώκειν λέγεται. | |
5 | Ἐπιτριβείη. ἐντριβὴς γένοιτο, ἔμπειρος ὑπάρξοι. [ἢ παρορμηθείη. σημαίνει δὲ καὶ τὸ ἀπολε‐ σθείη.] Ἐπιτριβόμενοι. ἐπερχόμενοι. Ἐπιτυφῇ. ἐκπυρωθῇ. [ἐπικαῇ. Ἀριστοφάνης· | |
10 | ὅπως ἀνὴρ ἐπιτυφῇ μάλιστά μου.] Ἐπιφέρειν. κατηγορεῖν. διασύρειν. [ἄλλο μὲν οὐδὲν ἐπιφέρειν ἔχων, ὅτι δὲ εὔνους εἴη Ῥω‐ μαίοις.] Ἐπιφοιτᾷ. παραγίνεται. | |
15 | Ἐπιφρασθείς. ἐνθυμηθεὶς, διαλογισάμενος. [ὁ δὲ Νέαρχος ἐπιφρασθεὶς, ὅτι σπείρεσθαι τὴν χώ‐ | |
ραν εἰκὸς, λέγει πρὸς Ἀρχίαν.] | ||
epsilon849 | Ἐπεγχάνῃ. ἐπιγελάσοι. [εἶτα μέντοι ζῶν ἀπέλ‐ θοι καὶ ἐπεγχάνῃ.] Ἐπιχειρεῖν. τὸ ἐρωτᾷν καὶ συλλογίζεσθαι. τὸ γὰρ ἐπιχείρημα διαλεκτικός ἐστι συλλογισμός. | |
5 | ἐπιχειρῶ σοι ἀεί. Ἐπιχειρήσειν. ἐπιβαλέσθαι. [ἔγραφεν ἐπιχειρή‐ σειν μέλλει τοῖς Σιγγάροις.] Ἐπιχειρητέα. ἀντὶ τοῦ ἐπιχειρητέον, ὡς τὸ τολμητέα. [φιλεῖ γὰρ ὁ Θουκυδίδης τὰ τοι‐ | |
10 | αῦτα.] Ἐπιχωρήσας. συμπαθήσας, παραχωρήσας. [ἐθέ‐ λω σοι τὰ δυνατὰ ἐπιχωρήσας.] Ἐπιχρῆσθαι. παρὰ Θουκυδίδῃ τὸ πολλάκις κε‐ χρῆσθαι. | |
15 | Ἐπιψηφιζόμενος. ἐπικρίνων. καὶ ἐπιψηφίζων ἀντὶ τοῦ ἐπικυρῶν. Ἐπλαστολόγει. ἐψεύδετο, ἐπλάττετο, ὑπε‐ κρίνετο. Ἐπλημμέλησαν. ἠτάκτησαν, ἐραθύμησαν. | |
20 | πλημμελὲς γὰρ τὸ ῥάθυμον καὶ ἀπαίδευτον. Ἔπλην. ἐπλησίαζον. πλῶ τὸ πλησιάζω. [πα‐ ράγωγον πλῆμι. ὁ δεύτερος ἀόριστος ἔπλην.] | |
Ἐπλήσθησαν. ἐπληρώθησαν. | ||
epsilon850 | Ἔπλετο. ἐγένετο. Ἔπλεο. ἐγένου. ἐκ τοῦ πέλω, καὶ ὑπερβιβασμῷ πλέω. [καὶ πλέομαι. ἐπλεόμην, ἐπλέου. καὶ κατὰ διάλυσιν Ἰωνικὴν ἔπλεο. καὶ ἔπλετο.] | |
5 | Ἔπλει. τὸ παρεληλυθὸς οὐχὶ ἔπλεε. καὶ ἔῤῥει καὶ ἔπνει. τὰ δὲ διῃρημένα ἰακά. Ἔπληντο. ἐπλησίαζον. ἔπληντ’ ἀλλήλοισιν. [ἐκ τοῦ πλῶ, τοῦ σημαίνοντος τὸ πλησιάζω, | |
10 | ὁ παρακείμενος πέπληκα. λέγεται δὲ καὶ πέ‐ πλακα. ὁ παθητικὸς παρακείμενος πέπλημαι, πέπληται. ὁ μέσος ἀόριστος δεύτερος ἐπλήμην. καὶ τὸ τρίτον τῶν πληθυντικῶν ἔπληντο.] Ἐπλινθεύθησαν. τὸ κατακλεισθῆναι περὶ οἰ‐ | |
15 | κοδόμημα μόνον, ὥστε ἔξοδον μὴ εἶναι καὶ οὕτω παντελῶς ἀπορίᾳ ποτοῦ καὶ τροφῆς τεθνάναι, πλινθευθῆναι λέγεται. ἢ τὸ ἐπλινθεύθησαν [τέσσαρα σημαίνει, ἢ ὅτι εἰς πλίνθους μετε‐ πλάσθησαν, ἢ ὅτι πλίνθοις ἀπετειχίσθησαν, | |
20 | ἢ ὅτι ὑβρίσθησαν·] ἔστι γὰρ καὶ ὄργανον βα‐ σανιστικόν· ἢ ὅτι ἠχμαλωτίσθησαν· ἐπειδὴ οἱ αἰχμάλωτοι πιπρασκόμενοι εἰς πλίνθους ἐβάλ‐ | |
λοντο. | ||
epsilon851 | Ἐπόθησεν. ἠθέλησεν, [ἠβουλήθη. ἐπόθησε τοὺς ἱππέας ἀποφῇναι.] [Ἐποίησεν. ἀντὶ τοῦ ἔπλασεν. ἀμφοτέρους δὲ ὁ κύριος ἐποίησεν.] | |
5 | Ἐποκέλλουσιν. ἐγγίζουσιν, ἐπικαθίζουσιν. Ἐπολιάρχει. τῆς πόλεως ἦρχεν. Ἐπόλισεν. ἔκτισεν. Ἐπομοσάμενος. εὐξάμενος. Ἐποτρύνει. παροξύνει. | |
10 | Ἐποργῶσα. μηνιῶσα, καὶ ἀντὶ τοῦ ὁρμῶσα. Ἔπορεν. ἔδωκε, παρέσχεν. Ἐποφθαλμίσας. φθονήσας ἢ ἐπιθυμητικῶς ἐπι‐ βαλών. [Ἰώσηπος· ἀπέκτεινε δὲ αὐτὸν ὁ παν‐ δοκεὺς ἐποφθαλμίσας.] | |
15 | Ἐποχούμενος. βασταζόμενος. Ἐποχετεῦσαι. ἐπιῤῥεῦσαι. Ἐποιχομένην ἱστόν. ἐπὶ τὸν ἱστὸν πορευομέ‐ νην, ἢ πορευομένην, ἤγουν ἱστουργοῦσαν καὶ | |
ὑφαίνουσαν. | ||
epsilon852 | Ἐπορθρεῦσαι. τοῦ ὄρθρου ἐπεγερθῆναι ἢ ἀφε‐ σπερεῦσαι. Ἐπράξατο. ἀπῄτησε. τοὺς Βυζαντίους καὶ τινὰς ἄλλους ἐπράξαντο. | |
5 | Ἔπρασσον. ἐβουλεύοντο. [ἀλλήλοις συγγινόμενοι ἔπρασσον.] Ἐπραττόμην. ἀπῄτουν. Ἔπραττον. ἐπεβούλευον. [προεδίδοσαν. ἐπεσπῶν‐ το τοὺς Αἰτωλοὺς καὶ τούτοις ἔπραττον τὴν | |
10 | πόλιν.] Ἐπρέσβευεν. ἐτίμα. [ὁ δὲ Σωκράτης τὴν ἠθικὴν φιλοσοφίαν ἐπρέσβευεν.] Ἔπρηξας. ἀντὶ τοῦ ἔπραξας. Ἐπρυτάνευσε. παρέσχε, διῳκήσατο. ἣν Τρυγαῖος | |
15 | ἐπρυτάνευσεν. Ἔπταρον. ᾐσθόμην. [πταρμὸς γὰρ κεφαλῆς αἴσθησις, ἐπεὶ οἱ θίγοντες τοῦ μυκτῆρος λεπτῷ | |
κάρφει πτάρνυνται.] | ||
epsilon853 | Ἐπτοημένος. θαυμάζων, ἢ πεφοβημένος. Ἔπτη. ἐπετάσθη. Ἐπτέρνισεν. ἠπάτησεν. ἢ ἐνίκησεν. Ἐποισθήσεται. ἐπενεχθήσεται. | |
5 | Ἐποιχόμεθα. ἐπερχόμεθα. Ἐποστρακίζειν. παιδιὰ τὶς, ἣν παίζουσιν οἱ παῖδες ὄστρακα ἀφιέντες εἰς θάλασσαν. Ἐπυρώθη. ὡς ἐν χωνείᾳ ἐδοκιμάσθη. Ἐπυράκτεον. πῦρ, πυρὸς, πυράζω, πυρακτῶ, | |
10 | ἐπυράκτεον. [Ἐπύρσευσε. πυρκαϊὰν ἐποίησεν.] [Ἐπέθηκε. παρέδωκεν.] Ἐπηρώτησαν. ἐκέλευσαν ᾆσαι. Δαβίδ· ἐκεῖ ἐπηρώτησαν ἡμᾶς οἱ αἰχμαλωτεύσαντες ἡμᾶς | |
15 | λόγους ᾠδῶν. Ἐπιλησθείη. πάρετος γενοίμην. ὡς τό· ἐπι‐ λησθείη ἡ δεξιά μου. Ἐπώκειλαν. εἰς λιμένα ἤγαγον. ἐπώκειλαν τὴν ναῦν. | |
20 | Ἔπω. τὸ λέγω, ὡς τό· ἄνδρα μοι ἔννεπε, Μοῦσα— | |
[τὸ ἀκολουθῶ, ὡς τό· | ||
epsilon854 | ἦ οὐχ ἑπέσθην Λακεδαίμονα. τὸ εὐτρεπίζω· περικαλλέα τεύχε’ ἕποντα. καὶ τὸ διοικῶ, ὡς τό· | |
5 | αἱ χεῖρες ἐμαὶ διέπουσι. καί· δίεπε στρατόν—.] | |
8t | (Ἐπίῤῥημα.) | |
9 | Ἐπέκεινα. ὑπεράνω. | |
10 | Ἐπειδή. σύνδεσμος παρασυναπτικός. λαμβάνε‐ ται δὲ καὶ ἀντὶ τοῦ ἀφ’ οὗ· ὡς καὶ Θουκυδί‐ δης πολλάκις ἐχρήσατο. καὶ Ὅμηρος· —ἐπειδὴ πρῶτα τομὴν ἐν ὄρεσσι λέλοιπεν. Ἔπειτα. μετὰ ταῦτα. Ὅμηρος δὲ κέχρηται καὶ | |
15 | ἀντὶ τοῦ [δή· αὐτὰρ ἔπειτ’ Αἴας τε μέγας καὶ δῖος Ὀδυσ‐ σεύς.] Ἐπειή. ἀντὶ τοῦ ἐπειδή. Ἐπεί. ἀντὶ τοῦ ἐπειδή. [ἀπὸ τοῦ εἰ γέγονε καὶ | |
20 | τῆς ἐπὶ προθέσεως. ἰστέον, ὅτι τὸ ἐπεὶ, ἡνίκα ἐστὶ χρονικὸν ἐπίῤῥημα, οἷον· | |
Πλάγχθη, ἐπεὶ Τροίης— | ||
epsilon855 | ἀντὶ τοῦ ἀφ’ οὗ ἐστί. καὶ πάλιν· αὐτὰρ ἐπεὶ κόσμηθι. Νίκανδρος δὲ αἰτιολογικὸν παραλαμβάνει σύν‐ δεσμον. ἐπεὶ ἡμέρα φῶς ἐστιν.] | |
5 | Ἐπιγράβδην. ἄχρι τοῦ ἐπιξύσαι μόνον τὸ δέρμα. Ἐπιεικῶς. πάνυ, πρεπόντως, προσηκόντως, κα‐ θηκόντως· παραδόξως· παρ’ ἐλπίδα, μετὰ ἐπιεικείας καὶ χρηστότητος, μετρίως, συμμέ‐ | |
10 | τρως ἢ ἱκανῶς. Ἐπικάρ. ἐπὶ τὰ κάτω, ἐπὶ κεφαλὴν καὶ οἷον ἐπὶ τὰ κατωφερῆ. ἐξ ὀρέων ἐπικάρ—. [ἀπὸ τοῦ κάρη, ἀποκοπῇ τοῦ η· καὶ οὐκ ἀπὸ | |
15 | τοῦ κάρα. τοῦ δὲ κάρη τὸ κάρηνόν ἐστιν ἀπο‐ κοπή.] Ἐπικῶς. λογίως, ἀπὸ τοῦ ἔπω, τὸ λέγω. Ἐπιμᾶλλον. περισσοτέρως. καὶ ἐπιμᾶλλον ἐξῆ‐ πτον εἰς ὀργήν. καὶ ἀντὶ τοῦ προθυμοτέρως. | |
20 | [τῶν δέ τινων τοῖς Ὑπερίδου λόγοις ἐπὶ μᾶλλον | |
ἀχθέντων.] | ||
epsilon856 | Ἐπὶ μέγα. ἀντὶ τοῦ μεγάλως. [ἐπὶ μέγα τρυ‐ φῆς ἀρθέντες οἱ Συβαρίται.] Ἐπιμίξ. ἀναμεμιγμένως. Ἐπινῶς. λίαν. αἰπεινῶς δὲ ἀντὶ τοῦ ὑψηλοῦ, | |
5 | τὰ δύο δίφθογγα. Ἐπὶ πολλῶ. ἀντὶ τοῦ πολυπλασίως. καὶ ἐπι‐ πολῆς λέγουσιν. οὐκ ἐξ ἐπιπολῆς δέ. τοὺς ἐπιπολῆς οὖν ἀφελεῖν ἔργον ἦν μέγα. Ἐπιπόνως. κοπηρῶς ἢ χαλεπῶς. | |
10 | Ἐπιπολαίως. ἐπάνω. ἀῤῥίζως. Ἐπιῤῥεπῶς. ἐπικλινῶς. Ἐπίσκοπα. εὔστοχα. τὴν ἄφεσιν τῶν βελῶν κατ’ ἶσον βιαίαν καὶ ἐπίσκοπα ἰέναι. Ἐπιστρεφέως. ἐπιμελῶς, παρὰ Ἡροδότῳ. καὶ | |
15 | ἀπατητικῶς. Ἐπιστροφάδην. μετ’ ἐπιστροφῆς. ἐφ’ ἑκάτερα τὰ μέρη στρεφόμενος. Ἐπισφαλῶς. ἐπικινδύνως. Ἐπιτροχάδην. συντόμως, ταχέως. | |
20 | Ἐπὶ τὸ αὐτό. ἀντὶ τοῦ ὁμοῦ. | |
epsilon857 | Ἐποποῖ. ἀντὶ τοῦ ἐποπιστί. προφαίνει δὲ ἦχον ὀρνέου κατὰ μίμησιν. Ἐπωμαδόν. ἐπὶ τῶν ὤμων. καὶ ἐπωμάδιος. Ἐπίπροσθεν. ἔμπροσθεν. ἐπίπροσθεν τοῦ θυ‐ | |
5 | σιαστηρίου. Ἐπεγνωσμένως. ᾠκειωμένως. καὶ ὁ Ἀπόστο‐ λος· καθὼς καὶ ἐπεγνώσθην. | |
8t | Τὸ Ε μετὰ τοῦ Ῥ. | |
9t | (Ἀρσενικόν.) | |
10 | Ἐρανεμπόλοις. τοῖς ἐκ τῶν ἐράνων ἐμπολῶσιν ἀπὸ τῶν ἀρχῶν. Ἔρανος. ἡ εἰσφορὰ, ἡ συλλογὴ, τὸ ἐκ διαφό‐ ρων συναγόμενον. Ἐραστής. ἐπιθυμητής. | |
15 | Ἐρατεινός. ἐπέραστος. Ἐργαστῆρας. ἐργάτας. [ὁ δὲ ἐνελόχα τινὰς ἐργαστῆρας ἐκ τῶν ἀγρῶν ἐπανιόντας.] Ἐργολάβους. τοὺς ὑπέρ τινων ἔργων μισθὸν λαμβάνοντας. | |
20 | Ἐρεβησαῖοι. ἔθνος. τὴν τῶν Ἐρεβησαίων πόλιν | |
πορθήσαντες. | ||
epsilon858 | Ἐρέβινθος. τὸ τοῦ ἀνδρὸς αἰδοῖον. καὶ ὃν ἐσθί‐ ομεν ἐρέβινθον. Ἔρεβος. τὸ ὑπὸ τὴν γῆν σκότος, ὁ πρὸ τοῦ ταρτάρου τόπος. παρὰ τὸ ἐρέφω. τὸ καταστε‐ | |
5 | γασμένον ὑπὸ τῆς γῆς. ἢ παρὰ τὴν ἔραν βαῖ‐ νον. Ἐρέτης. ὁ κωπηλάτης καὶ ἐρετικός. Ἐρετμός. ἡ κωπηλασία. Ἐρετριεύς. κύριον. καὶ Ἐρέτρια, πόλις. | |
10 | Ἐρεγμός. ὁ διασχιζόμενος κύαμος. ἐκ τούτου δὲ καὶ τὸ ἐρείκω, τὸ σχίζω. Ἐρεχθεύς. ὁ Ἐριχθόνιος λεγόμενος. ἀπὸ τοῦ ἐσπάρθαι εἰς τὴν ἔραν· ἢ ἀπὸ τῆς ὀρέξεως τοῦ Ἡφαίστου. | |
15 | Ἐρημαῖος. ὁ ἔρημος λόφος. Ἐρημοσκόποι. οἱ ῥαθυμοφύλακες. ἔρημον γὰρ καὶ τὸ ἀκίνητον καὶ νωθρόν. Ἐριβρεμέτας. μεγαλοκτύπους. ἀπὸ τοῦ ἔρι ἐπι‐ τατικοῦ μορίου, καὶ τοῦ βρέμω, τὸ ἠχῶ. | |
20 | Ἐριαύχενας. μεγαλοτραχήλους. Ἐρίγδουπος. ὁ μεγάλους κτύπους ποιῶν διὰ τῶν | |
βροντῶν. [τὸ γ παρέλκον ἐστίν.] | ||
epsilon859 | Ἐρίηρες. εὐάρμοστοι ἢ ἐπιθυμητοί. Ἐρίθακος. ὄρνεον μονῆρες καὶ μονότροπον. Ἐριθηλές. ὁ μεγάλως θάλλων. Ἔριθος. ὁ ἐργάτης. σημαίνει καὶ τὴν γυναῖκα | |
5 | τὴν ἐργαζομένην τὰ ἔρια. καὶ ἐπὶ μὲν τοῦ ἐρ‐ γάτου ἀπὸ τοῦ ἔρα, ὅ ἐστιν ἡ γῆ, κατὰ μετά‐ θεσιν τοῦ α εἰς ι· ἐπὶ δὲ τῆς γυναικὸς ἀπὸ τοῦ ἔριον γέγονεν ἔριθος. Ἐρινεός. ἡ ἀγρία συκῆ, καὶ ὁ ἐκ ταύτης καρ‐ | |
10 | πὸς, ὃν ἀπαρτῶσι ταῖς ἡμέραις συκαῖς. Ἐριούνιος. εἰρηνικὸς, ὠφέλιμος. Ἐρικνώδης. διεῤῥηγμένος. Ἐρισμάραγος. βαρύηχος. Ἐρίσχηλος. λοίδορος. ἀπὸ τοῦ ἐρίζειν διὰ τῶν | |
15 | χειλέων. ἐρίλεσχος τὶς ὢν, ὁ ἐξ ἔριδος λεσχαί‐ νων. Ἐρίτιμος. ὁ μεγαλότιμος, καὶ μεγάλως ἔντι‐ μος. καὶ ἐριτιμώτατος. | |
Ἐριχθόνιος. ὁ Ἑρμῆς. μετασυντέθειται ἡ λέ‐ | ||
epsilon860 | ξις. ὥσπερ γὰρ λέγομεν φθινόπωρον καὶ μετό‐ πωρον καὶ πάλιν φθινομετόπωρον, οὕτω ἐριού‐ νιος Ἑρμῆς καὶ χθόνιος καὶ ἐριχθόνιος Ἑρμῆς. Ἑρικούδιον. τὸν φύλακα τοῦ οἴκου Ἀθηναῖοι | |
5 | καλοῦσιν. ἕρκιον γὰρ τὸν οἶκον ἐκάλουν. Ἑρκίτης. ὁ φύλαξ. Ἑρμᾶν. ὕφαλος πέτρα. οὕτως Ἀντιφῶν καὶ Ἀνακρέων [καὶ Ἀριστοφάνης.] Ἑρμαφρόδιτον. τὸν αἰσχρῶς ποιοῦντα καὶ πά‐ | |
10 | σχοντα. Ἑρμαῖος. ὁ τετράγωνος λίθος. Ἑρμῆς. οὗτος ἦν Αἰγύπτιος σοφὸς, ἤκμαζε δὲ πρὸ τοῦ Φαραώ. Ἑρμῆς ὁ τρισμέγιστος. Ἑρμιονεῖς. ὄνομα ἔθνους. | |
15 | Ἑρμείας. κύριον. Ἑρμοκοπίδαι. οὗτοι ἠκρωτηρίασαν τοὺς Ἑρμᾶς, ὅτε ἔμελλον πλεῖν ἐν Σικελίᾳ. Ἑρμῖνες. οἱ τῆς κλίνης πόδες. | |
Ἕρμων. ποταμός. | ||
epsilon861 | Ἑρμονιείμ. τὸ ὄρος τοῦ Ἀερμών. Ἔρον. τὸν ἔρωτα. ἔρον σμίκρυνε· τὸν γέλων μέγα γράφε. Ἔρουλοι. ὄνομα ἔθνους. | |
5 | Ἑρπηστικός. ὁ ἕρπων. καὶ ἑρπησμὸς καὶ ἑρπη‐ στής. Ἔρπυλος. εἶδος φυτοῦ εὐώδους, σαμψύχῳ ὅμοιον, [ὃ μάλιστα ἐν τοῖς ὕδασι θάλλει. παρὰ τὸ ἕρ‐ πειν ἐν τῷ αὔξεσθαι.] | |
10 | Ἑρσαῖος. δροσώδης. Ἐρύγμηλος. μεγαλόφωνος. ταῦρον ἐρύγμηλον. ἐρύγμηλος [ὡς βέβηλος. τὰ γὰρ διὰ τοῦ ηλος ὑπὲρ δύο συλλαβὰς προσηγορικὰ ἢ κύρια προ‐ παροξύνονται. οἷον· κάμηλος, φάσηλος. τὰ μέν‐ | |
15 | τοι ἐπιθετὰ ὀξύνονται, ὅτε ἔχει παρασχήματα θηλυκά. οἷον· σιγηλὸς, ὑψηλὸς, μιμηλός. τὰ δὲ μὴ οὕτως ἔχοντα προπαροξύνονται. οἷον· κά‐ πηλος, βέβηλος. οὕτως οὖν ἐρύγμηλος.] Ἐρυθραῖοι. οἱ ἀπὸ πόλεως τῆς ἐν Ἰωνίᾳ Ἐρυ‐ | |
20 | θρᾶς καλουμένης. Ἐρύπειος. τόπος οὕτω καλούμενος. | |
Ἐρανιστής. κυρίως ὁ τοῦ ἐράνου μετέχων, καὶ | ||
epsilon862 | τὴν εἰσφορὰν, ἣν ἑκάστου μηνὸς ἔδει καταβάλ‐ λειν, εἰσφέρων. [Ἀριστοφάνης·] ὁλκὰς πρώην ἐρανιστὰς ἐσθίων ἕψημα ἔτνος. Ἔρως. ὁ στέφανος παρὰ Νικαεῦσιν, ὁ ἐκ [τῆς] | |
5 | γῆς ἠρανισμένος. Ἐρωτομανής. ὁ μανικῶς καὶ ἐπιθυμητικῶς ἔχων τοῦ πορνεύειν. Ἐρώεις. ὁ ὑποχωρῶν. ἢ καὶ ὁ ἐπιθυμητικός. Ἐρωδιός. ὄρνεον ὅμοιον πελαργῷ. Δαβίδ· τοῦ | |
10 | ἐρωδιοῦ ἡ κατοικία ἡγεῖται αὐτῶν. αὐτῶν μέν‐ τοι τῶν στρουθίων ἡγεῖσθαι φασὶν τὴν οἰκίαν ἤτοι τὴν καλιὰν τοῦ ἐρωδιοῦ. διὰ τί τοῦτο; τὰ ὑψηλότατα τῶν δένδρων καταλαμβάνοντες οἱ ἐρωδιοὶ νεοττεύουσιν, ὡς ἐπίπαν ἐν ἐλάταις ταῖς | |
15 | πασῶν ὑψηλοτάταις τῶν δένδρων. καὶ Ἀκύ‐ λας. φησίν· ἐρωδιῷ ἐλάται οἶκος αὐτῷ· τῷ δὲ ἰκτίνῳ βόρατον οἴκησις. οὐδὲ τοῦτο μάτην προσ‐ έθηκεν ὁ Δαβὶδ, ἀλλ’ ἵνα δηλώσῃ, πόσην καὶ τοῖς ἔξω ζώοις ὁ δημιουργὸς ἐνέθηκε σύνεσιν. | |
20 | ὥστε εἰδέναι τοῖς συνετωτέροις [τὴν] ἡγεμονίαν πτήσεώς τε καὶ κατοικίας χρήσασθαι· ἐπειδὴ συνετὸς εἶναι ὁ ἐρωδιὸς λέγεται, ὥστε καὶ σφό‐ | |
δρα ζηλοῦν τὰ ἤθη τὰ ἀνθρώπεια καὶ λίαν | ||
epsilon863 | πρὸς τὸν κεκτημένον ἡδέως ἔχειν, ὅπέρ ἐστι συν‐ έσεως ἴδιον. ὅπως δέ ἐστι συνετὸν, καὶ Ἱερε‐ μίας ἐδήλωσε. φασὶ γάρ· ἡ ἀσίδα ἐν τῷ οὐρανῷ ἔγνω τὸν καιρὸν αὐτῆς· τὸν ἐρωδιὸν | |
5 | λέγων. Γρηγόριος δὲ ὁ Νυσσῆς λέγει ἀπεχθῶς περὶ τὰς μίξεις τῶν ἐρωδιῶν, καί τινι φύσεως [ἀνάγκῃ] πρὸς ἄλληλα συνδυάζεσθαι, ὀκλά‐ ζοντά τε καὶ δυσανασχετοῦντα καὶ τὴν ἀηδίαν ἐπισημαίνοντα. ὅθεν μοι δοκεῖ τὴν καθαρότητα | |
10 | ἐναινίγματον διὰ τοῦ ὀνόματος τούτου σημαί‐ νειν ὁ λόγος. Ἀναστάσιος δὲ ὁ μητροπολίτης Νικαίας φησὶν, ἐπειδὴ ἁπλῶς εἶπεν· ἐκεῖ στρου‐ θία ἐννοσσεύουσι, τῷ ὕψει τῶν κέδρων ἐπή‐ γαγε καὶ αὐτὸ τὸ γένος. λέγει δὲ, ὅτι ἡγεῖται | |
15 | τῶν τοιούτων στρουθίων ὁ ἐρωδιός. αἰνίττεται δὲ ὀρνίθων φιλέρημον γένος, εἴτε ὁμωνύμως τοῦ συνοικοῦντος ἀνθρώποις ἐρωδιοῦ κᾀκεῖνα καλεῖ· εἴτε καὶ [ἴδιον ἄλλο] γένος ἀγριωτέρων πετει‐ νῶν αἰνίττεται, καθόλου ἐκεῖνο σημαίνει, ὅτι | |
20 | τὰ ὕψη τῶν δένδρων πετεινοῖς τισὶν ἔκκειται πρὸς νεοττείαν τὲ καὶ οἴκησιν. Ἐρυσιπέλας. πάθος πλανώμενον καὶ σῆπον καὶ τὰ πλησίον ἐπινεμόμενον. Ἔρως. ἡ ἐπιθυμία. παρὰ τὸ ὁρῶ τὸ βλέπω. | |
25 | ὁ διὰ τῆς αἰσθητῆς ὁράσεως γινόμενος πόθος. ἢ παρὰ τὸ ἐρῶ τὸ ἐπιθυμῶ. Ἑρμείας. κύριον. παρὰ τὸ ἐρῶ, τὸ λέγω, ἢ παρὰ τὸ ἑρμηνεύω. Ἑρμείας γὰρ καὶ Ἑρμῆς λέγεται | |
ὁ τοῦ λόγου ἡγούμενος. | ||
epsilon864(1t) | (Θηλυκόν.) | |
2 | Ἔρα. ἡ γῆ, ὅτι ἐνεῤῥίζωται. καὶ οὕτως καλοῦ‐ σιν ἐρίσαι τὸ παρὰ ἴσης γῆς φιλονεικῆσαι. Ὅμη‐ ρος· | |
5 | ὥτ’ ὀλίγῳ ἐνὶ χώρῳ ἐρίζητον περὶ ἴσης— ἔνθεν καὶ τὸ ἔραζε τὸ σημαῖνον τὴν γῆν. αἶρα δὲ ἡ τοῦ σίτου, δίφθογγον. Ἐργάνη. ἡ Ἀθηνᾶ, παρόσον ἔφορός ἐστι τῆς τῶν γυναικῶν ἐργασίας. σημαίνει δὲ καὶ τὴν | |
10 | ἐργασίαν. Ἐργάτιδες. αἱ ἐργαζομέναι γυναῖκες τὰ τῶν ἀνδρῶν ἔργα. Ἐργίσκη. πόλις ἐν Θράκῃ, ἀπὸ Ἐργίσκου τοῦ Ποσειδῶνος. | |
15 | Ἐρετρία. ὄνομα πόλεως. Ἐρεσχελία. ἡ φλυαρία, φιλονεικία. ἐξ οὗ καὶ ἐρεσχελεῖται, ὅ ἐστι διαπαίζεται καὶ χλευά‐ ζεται. Ἐρεβενὴ νύξ. [ἡ] σκοτεινή. | |
20 | Ἐρεμνή. σκοτεινή. παρὰ τὸ ἔρεβος. ἐρεβένη καὶ ἐρέμνη κατὰ συγκοπήν. καὶ ἐρεμνός. Ἐρείκη. εἶδος φυτοῦ σχιστοῦ. ἢ εὐσχιδὲς ξύλον. ἀπὸ τοῦ ἐρείκω, τὸ σχίζω. [Ἡσίοδος ἐν Ἀσπίδι· | |
25 | διήρεικον χθόνα δῖαν. καὶ ἔρειξις ἡ διεσχισμένη γῆ.] Ἐρείπιος. ἡ χέρσος γῆ. | |
Ἐρειπίωσις. ἡ πτῶσις. | ||
epsilon865 | Ἐραία. ὁ κλάδος. σημαίνει δὲ καὶ τῆς ἐλαίας τὸ σκυβαλῶδες ἢ καὶ μαλλίον. Ἐρήμη δίκη. ὅταν μὴ παρόντων τῶν μερῶν ὁ δικαστὴς τὴν ψῆφον ἐξενέγκῃ. | |
5 | Ἐρήμη νίκη. ἡ μονομερῶς ζητηθεῖσα, καὶ μὴ δεξαμένη ἐκ τινῶν ἐμποδίων τὸ πέρας. Ἐρημία. ἀπορία, σπάνις. Ἔρημος. κυρίως ἡ μονωθεῖσα τῶν ἐνοικούντων τῇ γῇ. ἀπὸ τοῦ ἤρεμος κατὰ ἐναλλαγὴν τῶν | |
10 | στοιχείων. ἢ ἀπὸ τοῦ ἔραν μόνον ἔχειν, ὅ ἐστι τὴν γῆν. Ἐρίθεια. ὁ ζῆλος, ἢ καταλαλιὰ, ἢ κακολογία, ἢ διὰ τῶν λόγων φιλονεικία. λέγεται καὶ ἡ δου‐ λεία, καὶ ἡ μισθαρνία. ἢ ἐρίθειά ἐστιν ἐξ | |
15 | ὧν ποιεῖ τὶς ἐπιδεικτικῶς ἢ κενοδόξως. προσ‐ καλεῖσθαι καὶ ἐρεθίζειν ἄλλους πρὸς τὰ ὅμοια. Ἔρις. ὅταν τις ὑπὲρ τοῦ μὴ ἐλάττων φανῆναί τινος σπουδάζῃ τι ποιεῖν. ἔρις παρὰ τῷ Ἀπο‐ στόλῳ ἡ διὰ λόγων ἐπίψογος φιλονεικία. ἐκ | |
20 | τοῦ ἔρω τὸ λέγω. Ἐρίπναι. οἱ σηραγγώδεις τόποι, καὶ παρα‐ | |
τεταμένοι καὶ ἀπεῤῥωγυῖαι πέτραι, δι’ ὧν με‐ | ||
epsilon866 | γάλαι πνοαὶ εἰσδύνουσιν. ἐριπνοαὶ, ἐρίπναι, ἀντὶ τοῦ μεγάλαι καὶ ὑψηλαί. Ἐριννύς. δαίμων ὑποχθόνιος ἢ τιμωρητική. Ἐριώλη. πνοὴ σφοδρὰ, ἢ ἀνέμου συστροφὴ, ἢ | |
5 | πυρὸς, καὶ ἡ τῆς ἀναθυμιάσεως συστροφὴ, πρὶν ἐκπυρωθῆναι τὸν ἀέρα. Ἐριβώλαξ. ἡ εὔγειος γῆ καὶ λιπαρά. Ἔρση καὶ ἔρσος. ἡ δρόσος. θηλείας ἔρσης ἰκμάδα γευόμενος. | |
10 | οἱ γὰρ τέττιγες δρόσον σιτίζονται. παρὰ τὸ ἄρδω ἄρση καὶ ἔρση. ποτίζεται γὰρ ὑπ’ αὐτῆς πάντα τὰ φυτὰ καὶ κατάρδεται. Ἔρσις. τὸ πλεξείδιον. παρὰ τὸ εἴρω τὸ συμ‐ πλέκω. | |
15 | Ἐρσεφορία. δροσοφορία. Ἐρσηλία. κύριον. Ἐρυγή. πνεύματος ἀναπομπὴ ἐκ τοῦ στομάχου. ἔνθεν καὶ τὸ ἐξερεύξατο. ἢ πνεῦμα κρύφιον κατὰ τὴν ζέσιν τῆς τροφῆς ἀποῤῥηγνυμένων | |
20 | τῶν πομφολύγων ἐπὶ τὸ ἄνω διαπνεόμενον. ἐρυ‐ γὴ καὶ ἡ κραυγή. | |
Ἐρύθεια. πόλεως ὄνομα. | ||
epsilon867 | Ἐρυθρὰ θάλασσα. ἀπὸ τοῦ Ἐρυθροῦ βασι‐ λέως πεσόντος ἐκεῖ καὶ πνιγέντος, οὗ ἐν τῷ τάφῳ ἐπιγέγραπται· ἐνθάδε τάφος ἁλὸς παμμεδέοντος Ἐρυθροῦ. | |
5 | ἢ παρὰ τὸ τὰ παρακείμενα ὄρη εἶναι ἐρυθρά. Ἐρυσίβη. ἡ κονιορτώδης φθορὰ τοῦ σίτου, ἢ τὸ ἐκ τοῦ ἀέρος καὶ τῆς πάχνης γινόμενον φθαρτικόν. ἀπὸ τοῦ ἐρύω, τὸ κωλύω, καὶ τοῦ βῶ, τὸ τρέφω. | |
10 | Ἐρχία. δῆμος τῆς Ἀττικῆς. Ἐρωή. ὑποχώρησις ἢ ὁρμή. Ἐρώτησις. ἔνδοξος πρότασις διαλεκτική. [ἐρώ‐ τησις διαλεκτική.] ἀποκρίσεως αἴτησις, ἢ τῆς προτάσεως, ἢ θατέρου μορίου τῆς ἀντι‐ | |
15 | φάσεως. Ἐρίῳ στέψαντες. ἀντὶ τοῦ στέμμα παραθέν‐ τες. Ἑρκτή. παρὰ τὸ ἕρκος. Ἔριδι. μάχῃ. οὕτως ὁ Ἀπόστολος· μὴ ἔριδι καὶ | |
20 | ζήλῳ. [τὸ ζήλοις] περὶ βασκανίας λέγει. [πα‐ ρὰ τὸ ἐρῶ τὸ λέγω. ἢ παρὰ τὸ ἐρίζω τὸ φι‐ | |
λονεικῶ.] | ||
epsilon868(1t) | (Οὐδέτερον.) | |
2 | Ἐράνιον. ἐκ συνεισφορᾶς δῶρον. Ἔργον. ἡ παρασκευὴ τοῦ πολέμου. [ἔνθα κεν οὐκέτι ἔργον ἀνὴρ ὀνόσαιτο— | |
5 | τὰ γεώργια. πολλὰ δ’ ὑπ’ αὐτοῦ ἔργα κατήριπε κάλ’ αἰ‐ ζηῶν.] καὶ τὸ κυρίως ἔργον. ἀλλ’ ἐς οἶκον ἰοῦσα τὰ σαυτῆς ἔργα κόμι‐ | |
10 | σον. Ἔργον εἰπεῖν. χαλεπὸν εἰπεῖν. Ἐργωδέστερον. δυσκολώτερον, ἢ δυσκαταλη‐ πτότερον. Ἐργῶδες. μετὰ πόνου γινόμενον, δυσχερές. | |
15 | Ἔρεβος. τὸ σκότος. Ἐρέθισμα. διέγερσις καὶ ἡ ὕβρις. μετὰ δὲ οὐ φέρων ἔτι τὸ ἐρέθισμα, ἀντήλασε τὸν ἵππον. Ἐρέσσιον. πόλις Βοιωτίας. Ἐρέψιμον. εἶδος πόας. σημαίνει δὲ καὶ τὸ ἄκαρ‐ | |
20 | πον φυτόν. Ἐρεοῦν κλῶσμα. τὸ μαλλίον. ἐρεοῦν καὶ λι‐ νοῦν περισπᾶται. τὰ πληθυντικὰ τούτων συ‐ | |
στέλλουσι, λινὰ καὶ ἐρέα. οἱ δὲ Ἀττικοὶ τὰ | ||
epsilon869 | οὐδέτερα πληθυντικὰ ὁμοίως τοῖς ἑνικοῖς περι‐ σπῶσι. τὰ ἀργυρᾶ· τὰ πορφυρᾶ· τὰ χαλκᾶ· τὰ χρυσᾶ. Ἐρειπίοις. ἐν τοῖς πτώμασι τῶν νεκρῶν. | |
5 | ἐν δ’ ἐρειπίοις νεκρῶν ἐῤῥιφθείς. Ἐρεικτά. σχιστὰ, ἄλευρα ἢ κεκομμένα ὄσπρια. ἢ τὰ σχιζόμενα ξύλα. Ἀριστοφάνης· ἧψε κατ’ ἐρεικτῶν χύτρας. Ἔρεισμα. στήριγμα. ἔρισμα δὲ ἡ ἔρις, ι. | |
10 | Ἐρείπιον. τὸ ἡμίπτωτον οἴκημα. καὶ ἐρείπιος γῆ, ἡ χέρσος. Ἔρημον. τὸ ἀκίνητον καὶ νωθρόν. Ἐρήματα. τὰ θρέμματα. καὶ ἔρημα ποιητικῶς. Ἔριον. τὸ μαλλίον. καὶ εἶρος ὁ πόκος. [οἷον· | |
15 | ἰοδνεφὲς εἶρος ἔχουσα. παρὰ τὸ ἔῤῥω, τὸ φθείρω, περὶ ὃ ταλαιπω‐ ροῦσιν αἱ ἐργαζόμεναι.] ἢ ὅτι ἔαρι κείρεται τὰ | |
πρόβατα. | ||
epsilon870 | Ἐριβρύχων. πολυήχων. ἐριβρύχων ὑδάτων. Ἕρκος. περίφραγμα, τείχισμα. ἕρκος περιθέντες. Ἕρμα. λίθος μέγιστος. ἕρμα τὲ εἰς τὴν πρύ‐ μναν ἐνθέντες τοῦ ἐξᾶραι εἰς ὕψος τὴν πρώ‐ | |
5 | ραν πιεζομένης κατὰ πρύμναν τῆς νηός. Ἑρμάδιον. τὸ τοῦ Ἑρμοῦ. Ἑρμωνιείμ. ὄρος μικρὸν ἐγγὺς τοῦ Ἰορδάνου, ἐν ᾧ Ἠλίας ἀνελήφθη. ἑρμηνεύεται καὶ ὁδὸς λύ‐ χνου, ὡς τοῦ ἁγίου βαπτίσματος ὁδὸν ἀνοίγον‐ | |
10 | τος φωτισμοῦ. Ἕρμαιον. εὕρημα ἐπικερδές. Ἔρνος. ὁ κλάδος, τὸ ἐκ τῆς ἔρας νεόμενον καὶ αὐξούμενον. Ἐρσήεντα. δροσώδη, νεαρά. [καὶ ὁ ἐρσήεις ἐπὶ | |
15 | ἀρσενικοῦ.] Ἐρυθρόν. μέλαν, κόκκινον, πυῤῥόν. παρὰ τὸ ἐρύω, ἐρύσω, ἐρυτρὸν καὶ ἐρυθρόν. [ἐρυθρὸν δὲ λέγεται τὸ ἐρύον καὶ κωλύον. ἢ παρὰ τὸ | |
ἐρεύθω τὸ βάπτω, ἐρευθὸν καὶ ἐρυθρόν.] | ||
epsilon871 | Ἐρύθημα. βάμμα κόκκινον ἢ πυῤῥὸν ἢ μέλαν, ἢ ἡ ῥίζα ἡ λεγομένη ἐρυθροδάνη. λέγεται καὶ ἐρυθρόδανον. Ἔρυμα. φύλαγμα, ἀσφάλεια. | |
5 | Ἐρυμνόν. ἰσχυρὸν, στερεόν. Ἐρυμβόνα τὰ τιμιώτατα εἰς ἀσωτίαν ἀφειδε‐ στάτην. ἀπὸ τοῦ ῥυμβονῶ ῥήματος. Ἐῤῥωμενέστερον. ὑγιεινότερον, γενναιότερον. | |
9t | (Ῥῆμα.) | |
10 | Ἐρανίζειν. [παρὰ] τὸ συλλέγειν ἔρανον παρὰ τῶν φυλῶν. οὐχὶ ἐρανίζεσθαι. Αἰσχίνης· ἐρα‐ νίζειν στεφάνους κηρύγματα ψευδῆ φιλοτιμίαν κτᾶται. Ἐρᾷ. ἐπιθυμεῖ. | |
15 | Ἐράσθην. οὐκ ἀπὸ τοῦ ἐρῶ· ἦν γὰρ ἠράσθην, ὡς μακρᾶς οὔσης τῆς παραληγούσης· ἀλλ’ ἀπὸ τοῦ ἐρῶ γίνεται ἐράζω, τετάρτης συζυγίας τῶν βαρυτόνων. Ἔρδει. πράττει. | |
20 | Ἐρεσχελεῖται. διαπαίζεται, χλευάζεται. ἐρι‐ στικῶς ἐρωτᾶται. Ἐρεπτόμενοι. κυρίως τὸ ἐπὶ ἀλόγων ἐσθίειν. [οἷον· | |
—κρῖ λευκὸν ἐρεπτόμενοι καὶ ὀλύρας. | ||
epsilon872 | παρὰ τὸ ἀπὸ τῆς ἔρας, ὅ ἐστι τῆς γῆς, ἔχειν τὴν τροφήν.] Ἐρέσσειν. κωπηλατεῖν. [ἔστιν ἐλῶ, τὸ ἐλαύ‐ νω. γίνεται ἐλέσσω καὶ ἐρέσσω, καὶ τὸ ἀπα‐ | |
5 | ρέμφατον ἐρέσσειν.] Ἐρεύω. οἱ μὲν ἀπὸ τοῦ ἐρέσσω, ἐρεύω, ὃ ση‐ μαίνει τὸ ἐλαύνω. [ἐρευνωμένης ἁλὸς ἔξω.] Ἐρέφω καὶ ἔρεψα. ἀντὶ τοῦ ἐκόσμησα καὶ | |
10 | ἐστεφάνωσα. τὸ θέμα ἐρέφω. [οἱ μὲν, ὅτι πρω‐ τότυπον· οἱ δὲ ἀπὸ τῆς ἔρας, ὅ ἐστι τῆς γῆς.] Ἐρέπω. σκέπω. Ἔρεσθαι. ἐρωτᾷν. Ἐρεθίζει. παρορμᾷ, παροξύνει, παραθήγει, | |
15 | ἀνάπτει. τῇ ῥιπίδι τὸ πῦρ ἐρεθίζει. Ἐῤῥέτω. φευγέτω, οἰμωζέτω. Ἐρεβοδιφῶντες καὶ ἐρεβοδιφῶσι. τὰ ὑπὸ τὸ σκότος ψηλαφῶσι καὶ τὰ ὑπὸ τὸν Τάρταρον. Ἐρεείνω. ἐρωτῶ. | |
20 | Ἐρέμβοντο. ἀπεπλανῶντο. Ἐρέσσουσι. κινοῦσι. τοίας ἐρέσσουσιν ἀπειλάς. | |
Ἐρετμῶσαι. κωπηλατῆσαι. | ||
epsilon873 | Ἐρέψεις. καλύψεις. σκεπάσεις. *κοσμήσεις.* Ἐῤῥέθη. ἐλέχθη. ἀπὸ τοῦ ῥῶ, ῥήσω, ἔρηκα, ἔρημαι, ἐῤῥέθη. Ἐρείδειν. ἀκκουμβίζειν καὶ τὸ συνουσιάζειν. | |
5 | Ἐρείομαι. ἐρωτήσω. Ἐρεῖτε. λέγετε. Ἐρείπω. τὸ καταβάλλω. Ἔῤῥει. ἀντὶ τοῦ ἔῤῥεε, καὶ ἀφθόνως ἐχορηγεῖτο. ἔῤῥει γάρ οἱ κατὰ πρύμναν τὰ ἐκ τῆς τύχης. | |
10 | Ἐρήρειστο. ἥδραστο, ἥρμοστο, ἐπέπηκτο. [φυ‐ λάσσει τὴν ει δίφθογγον πρὸς ἀντιδιαστολὴν τοῦ ἐρήρισται, ὅπερ σημαίνει τὸ φιλονεικῶ. ἔστι δ’ ὅτε οἱ Δωριεῖς φυλάττουσι φύσει μα‐ κρὰ, οἷον ὀρῶ, ὀρήσω, ὤρηκα, καὶ ἀττικῶς ὀρώ‐ | |
15 | ρηκα. καὶ φυλάττεται παρὰ Δωριεῦσιν ἡ φύσει μακρά. ἡνίκα δὲ ἔχει τὴν ει δίφθογγον ἢ τὴν ευ ἐν τῷ Ἀττικῷ παρακειμένῳ, τότε καὶ τὸ ε ἀποβάλλει.] Ἐρηρεισμένος. ὁ ἡδρασμένος. ἐρηρισμένος δὲ ὁ | |
20 | πεφιλονεικημένος, ι. Ἐρηρωτηκώς. ἤδη ἐρωτήσας. Ἐῤῥήσετε. ἀντὶ τοῦ μετὰ φθορᾶς βαδίζετε. [ἐπὶ κατάρας· οὐκ ἐς κόρακας ἐῤῥήσετε.] | |
Ἐρηρέδαται. ἀπὸ τοῦ ἐρείδω, ἤρεικα, ἤρεισμαι, | ||
epsilon874 | ἤρεισται, καὶ ἰακῶς ἐρηρέδαται, τῆς τρίτης συλλαβῆς συσταλείσης. Ἐρήριπτο. ἐπεπτώκει. Ἐρήτυθεν. ἀντὶ τοῦ κατέσχεν. | |
5 | Ἐρητύω. τὸ κωλύω. Ἐριδαίνεται. φιλονεικεῖ. Ἐῤῥίφθων. ἀποῤῥιφθήτωσαν. Ἐριθευόμενος. διὰ λόγων φιλονεικῶν. καὶ ὅσα νοῶ ἐριθευόμενος. | |
10 | Ἐριποῦσα. πεσοῦσα. [ἐριπῶ γὰρ τὸ καταπίπτω, περισπωμένως.] Ἐῤῥιπτασμένον. γεγυμνασμένον. εὑρημένον. [πολλαῖσί τ’ ἀγρυπνίαις ἐῤῥιπτασμένον.] Ἐῤῥικνωμένον. ἔχον ῥυτίδας, ἢ πεπαλαιωμένον | |
15 | καὶ διεῤῥηγμένον. Ἐρισχελεῖν. τὸ λοιδορεῖν καὶ εἰς ἔριν προσκα‐ λεῖσθαι. καὶ ἐρίσχηλος ὁ λοίδορος. Ἐρομένῳ. ἐρωτῶντι. ἐρωμένῳ δὲ τὸ ἐπιθυμοῦν‐ τι, μέγα. [ἀπὸ τοῦ ἐράω, ἐρῶ, τὸ ἐπιθυμῶ.] | |
20 | Ἔρομαι. ἐρωτῶ. Ἐρόγευον. δι’ ἑνὸς ρ ὡς σεσημειωμένον. Ἐῤῥόντων. φθειρέσθωσαν. Ἔρσαι. δροσίσαι. [γίνεται παρὰ τὸ εἴρω. ὁ μέλ‐ | |
λων ἔρσω, αἰολικῶς ἔρσαι. ἀπὸ τοῦ εἴρειν καὶ | ||
epsilon875 | κατέχειν τὴν ἀναπνοὴν, ὅθεν καὶ εἱρκτὴ παρὰ τὸ ἕρκος.] Ἑρπύζω. βαδίζω. καὶ ἑρπυσμός. Ἐρυγγάνειν. ἐρεύγεσθαι. καὶ εἰ περίβλεπτον | |
5 | καὶ δόκιμον ἠρύγγανε γένος, δοῦλος ἐπιπράσκετο. Ἐρυθαίνει. πυῤῥὸν ποιεῖ ἢ κόκκινον ἢ μέλαν. [ὅθεν καὶ ἐρύθημα ἡ ῥίζα ἡ λεγομένη ἐρυθρό‐ δανον ἢ ἐρυθροδάνη. καὶ ἐρυθαίνεται.] [Ἐῤῥύθμισεν. ἐκανόνισε. διετύπωσεν.] | |
10 | [Ἐρυθροδανωμένον. κόκκινον, πυρὸν ἢ μέλαν.] τοιοῦτον γὰρ ἡ ῥίζα τῆς ἐρυθροδάνης. Ἐρυκέμεναι καὶ ἐρυκέμεν. ἀντὶ τοῦ κατέχειν ἢ κωλύειν. Ἐρύω. τὸ ἑλκύω. | |
15 | Ἐρυσάμενος. ἑλκύσας. Ἐρύσαντας. ἑλκύσαντας. ἐκδείραντας. ἐρύσαν‐ τας τὸ δέρμα σὺν τῷ χάσματι φυλάττειν. Ἐρχθέντα. ἐν ὕδασιν ἀποπνιγέντα. Ἔῤῥω. τὸ φθείρω, ὡς τό· | |
20 | ἔῤῥε, κακὴ γλήνη— παρὰ τὸ ῥῶ, φθείρω, ἐν συνθέσει τοῦ ἔρι κατὰ | |
συγκοπὴν ἔῤῥω. | ||
epsilon876 | Ἔῤῥων. μετὰ φθορᾶς παραγενόμενος, ἢ πορευ‐ όμενος. Ἐῤῥῶσθαι φράσας. οἰμώζειν εἰπών· κατε‐ γνωκώς. | |
5 | Ἐρωήσας. ἀντὶ τοῦ μειώσας, κατεάξας· ἢ ὁρ‐ μήσας ἢ ὑποχωρήσας. Ἐῤῥώγασιν. ἐσχίσθησαν. Ἔῤῥωσο. ὑγιαίνοις. ἔῤῥωσο ἐν θεῷ. Ἐρωτῶ σε. παρακαλῶ σε, ἱκετεύω σε. ἐλθεῖν | |
10 | πρὸς αὐτὸν ἐπὶ τὸ δεῖπνον ἠρώτα· ἀντὶ τοῦ παρεκάλει. παρὰ τοῦ ἔρωτος γενικὴν γέγονεν ἐρωτῶ. οἱ γὰρ ἐρωτῶντες ὃ εὔχονται μαθεῖν τοῖς ἐρῶσιν ἐοίκασιν. Ἐῤῥήθησαν. ἀντὶ τοῦ παρηγγέλθησαν. ὁ Ἀπό‐ | |
15 | στολος· τῷ δὲ Ἀβραὰμ ἐῤῥήθησαν αἱ ἐπαγ‐ γελίαι. Ἐργαζομένῳ. κατορθοῦντι. οὕτως ὁ Ἀπόστολος· τῷ δὲ ἐργαζομένῳ ὁ μισθὸς οὐ λογίζεται κα‐ τὰ χάριν, ἀλλὰ κατὰ ὀφείλημα. | |
20t | (Ἐπίῤῥημα.) | |
21 | Ἔραζε. χαμαὶ, εἰς τὴν γῆν. | |
Ἐρεβόθεν. ἐκ τοῦ σκότους. | ||
epsilon877 | Ἐῤῥωμένως. ὑγιῶς. Ἐρωτικῶς. ἐπιθυμητικῶς. Ἐρωμανῶς καὶ ἐρωτομανῶς. ὁ ἐν τῷ ἔρωτι μαινόμενος. | |
5t | Τὸ Ε μετὰ τοῦ Σ. | |
6t | (Ἀρσενικόν.) | |
7 | Ἐσσαῖοι. οὗτοι ὑπέρτεροι σφόδρα καὶ λίαν ὑπερ‐ κείμενοι τῶν Φαρισαίων κατὰ τὴν πολιτείαν. στιβαρὸν γὰρ γένος ἑρμηνεύονται, διὰ τῆς τοῦ | |
10 | ὀνόματος ἐκδόσεως. ὑπαγορεύουσι δὲ τὰς βί‐ βλους ὁμοίως τοῖς Νασσαραίοις· τὴν οἰκείαν δὲ πίστιν ἀρνοῦνται στόματι. καὶ τοῦτο ποιοῦντες φασὶ μὴ ἔχειν ἁμαρτίαν. μισοῦσι δὲ τὴν ἐγκρά‐ τειαν καὶ κατὰ ἀνατολὰς οὐκ εὔχονται. τινὲς | |
15 | Ὀσσαῖοι γράφουσιν. †Ἐσσηρός. ὁ μάντις.† Ἐσσεβών. ὁ ἀῤῥαβὼν, ἑβραϊστί. καὶ ἀντὶ τοῦ ἔσωθεν. Ἐσσήν. ὁ βασιλεὺς τῶν μελισσῶν. ἡ γενικὴ | |
20 | τοῦ ἐσσῆνος. | |
epsilon878 | Ἐς κόρακας. εἰς σκότος. εἰς ὄλεθρον. Ἐσμός. κυρίως τὸ πλῆθος, καὶ ὁ ὄχλος τῶν μελισσῶν. παρὰ τὸ ἅμα πετομένας ἴεσθαι. Ἑσπέριοι. οἱ ἐπὶ τὴν δύσιν οἰκοῦντες. | |
5 | Ἕσπερος. [ἀστὴρ,] ὃς [κάλλιστος] ἐν οὐρανῷ ἵστα‐ ται. εἴτε καὶ ὁ καιρὸς, εἴτε καὶ ὁ ἀστήρ. ἀπὸ τοῦ ἔσω ποιεῖν τὰ ζῶα περᾷν ἀναπαυσόμενα. ἢ ὁ πέρας τῆς ἑῴας φέρων. Ἑστιαιεύς. κύριον. καὶ Ἑστιαῖος. | |
10 | Ἑστιάτωρ. ὁ δειπνοκλήτωρ. Ἐσχαρίτης. ἄρτος ὁ ἀπὸ κλιβάνου. Ἔσχατος. ὁ τελευταῖος. ἀπὸ τοῦ ἔχω. [ἔχα‐ τος καὶ ἔσχατος.] περὶ τὰ τέλη γινόμενοι, [ἐν‐ εχόμεθα ἢ βαδίζειν ἢ ἀριθμεῖν, ἢ ὅ, τι ποιεῖν | |
15 | οὐκ ἔτι προβῆναι δύναται. ἀλλὰ ὕστερος κεῖται τοῦ πρώτου.] | |
17t | (Θηλυκόν.) | |
18 | Ἐς ἀώ. εἰς μίαν ἡμέραν. Ἐσαώρας. εἰς καιρούς. | |
20 | Ἔσσα. ὄνομα πόλεως. | |
epsilon879 | Ἐσθήσεσιν. ἱματίοις. ἐσθήσεσιν ἀστραπτούσαις. Ἐσθής. τὸ ἱμάτιον. παρὰ τὸ ἕω, τὸ ἐνδύομαι, ἑστής. [ὥσπερ παρὰ τὸ ἀργὸς ἀργὴς, ἀφ’ οὗ τό· —ἀργῆτα κεραυνόν. | |
5 | καὶ γυμνὸς γυμνής· οὕτως καὶ ἐστὸς ἐστὴς καὶ ἐσθής.] Ἑσία. ἡ πρεσβεία. αἰσία δὲ ἡ δικαία καὶ ἡ πρέπουσα, δίφθογγον. Ἐσκουπονδία. στρατιωτικὰ ἐφόδια κατὰ Ῥω‐ | |
10 | μαίους. Ἑσπέρα. ἡλίου στέρησις ἢ πέρας τῆς ἡμέρας· ἕως γὰρ ἡ ἡμέρα. Ἐς ἠῶ. εἰς ἡμέραν. Ἑστιάδες. αἱ ἱέρειαι. | |
15 | Ἑστία. ἡ οἰκία, δίαιτα, οἴκησις, [βωμὸς,] χυτρό‐ πους, ἐσχάρα. Ἑστιατορία. ἡ ἑστίασις. Ἐσχατιά. τὸ ἔσχατον μέρος τῆς ἐρημίας, ἢ ὁ ἔσχατος τόπος τῆς γῆς, ἢ τὰ νομὰς ἔχοντα χω‐ | |
20 | ρία. καὶ τὰ πρὸς τοῖς τέρμασι τῶν χωρίων ἐσχατιὰς ἔλεγον, οἷς γειτνιᾷ ὄρος εἴτε θά‐ | |
λασσα. | ||
epsilon880 | Ἐσχάτη ἀδικία. ἄκρα καὶ τελεία. Ἐσχατόωσαν. ἐσχάτην κειμένην. Ἐσχάρα. Λυκοῦργος καὶ Ἀμμώνιος τὴν ἑστίαν λέγουσι τὴν μὴ ἔχουσαν ὕψος, ἀλλ’ ἐπὶ γῆς | |
5 | ἱδρυμένην ἢ κοίλην. παρὸ καὶ τοὺς ἰατροὺς τὰ ἐν σώματι κοῖλα ἕλκη λέγουσι καλεῖν ἐσχάρας. Ἐσχάραι καὶ αἱ ἐπ’ ἐδάφους ἀνθρακίαι. ὅσσαι γὰρ Τρώων πυρὸς ἐσχάραι. Ἐσχάτη γαστήρ. τὸ κοιλοέντερον λέγει ὁ | |
10 | Ἱπποκράτης. [καὶ ὁ Ψελλός·] τὸν θώρακα δὲ κίθαρον, κρατῆρας τοὺς ὀδόντας. τὸ κῶλον καὶ τὸ ἔντερον ἐσχάτην τῆς γαστέρος. ἔστι δ’ ὅπου τὸν τράχηλον στόμαχον τῆς γαστέρος. | |
17t | (Οὐδέτερον.) | |
18 | Ἐσθημάτων. ἱματίων. Ἔσθος. τὸ ἱμάτιον. | |
20 | Ἐσθλά. ἀγαθά. ἐσθλὸς ἐὼν ἄλλου κρείττονος ἀντέτυχεν. Ἑσπέρια. τὰ δυτικά. Ἔσοπτρον. κάτοπτρον. ἐσόπτρῳ ἐνορῶντες. | |
Ἑστιατορεῖον. δειπνοκλητόριον. | ||
epsilon881 | Ἐς τάχος γράφει. ἀττικῶς οὕτω λέγει. καὶ ἐς κάλλος γράφει, ἀλλ’ οὐ καλλιγραφεῖ. Ἐσχαρίου πυρός. τοῦ ἐπὶ τῆς ἐσχάρας. Ἤριπεν ἐσχαρίου λάβρον ἐπ’ ἆσθμα πυ‐ | |
5 | ρός. Ἔσχατα κακά. τὰ μεγάλα παθεῖν. μὴ τὰ ἔσχα‐ τα αὐτὸν περιϊδεῖν παθόντα. ἀντὶ τοῦ λίαν, μέγα. Ἐσχάριον. τὸ θυμιατήριον. τοῦ Ψελλοῦ· τὸ | |
10 | δὲ θυμιατήριον ἐσχάριόν μοι κάλει. Ἐσάλευε καὶ ἀπεσάλευε. τοῦτο ἐπὶ νεῶν λέ‐ γεται καὶ ἐπὶ ἀνθρώπων. σημαίνει δὲ ἡ λέξις τὰς ἐλπίδας ἐπὶ τούτοις εἶχεν. Ἔσσατο. περιεβάλλετο. | |
15 | ἕσσατο Δαμαρέτου θυγάτηρ. Ἔσαν. ὑπῆρχον. [ἔστι παρατατικὸς τρίτου προσ‐ ώπου τῶν πληθυντικῶν τῶν εἰς μι. τοίοι ἔσαν κήρυκες καὶ ὀτρυρώ—.] Ἐσέφθη. ἐσεβάσθη, ἐτίμησε, καὶ ἀντὶ τοῦ | |
20 | ἐθαύμασε καὶ ἐξεπλάγη, καὶ ἀντὶ τοῦ ἐμαν‐ τεύθη. Ἐσεσήρεσαν. ἀντὶ τοῦ ἐκεχήνεσαν. ἡ μεταφο‐ | |
ρὰ ἀπὸ τῶν ὀργιζομένων κυνῶν. ἐς ἀλλήλας | ||
epsilon882 | ἐσεσήρεσαν ἡμιμανές τε καὶ ἄγριον [οἱ Σκύ‐ θαι.] Ἐσεσήρει. ὠργίζετο. λίαν γὰρ εἰς αὐτὴν ἡ Θεο‐ δώρα [ἠγριαίνετο καὶ ἐσεσήρει. ἢ ἐσεσήρει] ἀν‐ | |
5 | τὶ τοῦ ἐδυσχέραινεν. Ἔσεισεν. ἀντὶ τοῦ ἐλύπησεν. ἔσεισέ μου τὴν καρ‐ δίαν. καὶ ἀντὶ τοῦ ἐτάραξεν. ἐσείσθησαν λαοί. Ἐσήλατο. εἰσῆλθεν, εἰσέφρησεν, ἐπεισῆλθεν, | |
10 | εἰσεπήδησεν. Ἐσήμαινε. προσέτασσεν. ὁρῶν τὸ πρόθυμον τῶν Ῥωμαίων, ἐσήμαινε τοῖς ἑαυτῷ ἑπομένοις ἐπι‐ κουρεῖν. Ἔσθενε. σθένους καὶ δυνάμεως μετεῖχεν. ἔστε‐ | |
15 | νε δὲ, ἀντὶ τοῦ ἐστέναζεν. Ἐσθίειν λέγεται. ἔσθειν δὲ σπανίως καὶ εἴπερ ἄρα οἱ ποιηταί. Ἔσθε. τρῶγε. Ἔσθω. τρώγω. ἀφ’ οὗ παράγωγον ἐσθίω. καὶ | |
20 | ἡ μετοχὴ ὁ ἔσθων. ἔσθων καὶ πίνων. παρὰ τὸ ἔδος ἐστός. [ὡς βάζω, βιβαστὸς, ἐγείρω, ἐγερτός· καὶ ἀπὸ τοῦ βιβαστὸς βιβάσθω καὶ | |
ἐστὸς ἔσθω.] | ||
epsilon883 | Ἐσθεῖν καὶ ἐστρέχειν. Ἐσσί. καὶ ὑπάρχεις. ἔστιν ἔω, ἔσω. [οἱ δὲ Σι‐ κελοὶ τὰ ἐπὶ μελλόντων βραχέα φωνήεντα, δι‐ πλάζοντες τὸ ς διπλάσσω λέγουσιν. ὁμοίως τὸ | |
5 | ἔσσω, ἔσσομαι, ἔσσεται. οἱ δὲ Δωριεῖς καὶ ἐν τῷ μέσῳ παθητικῷ περισπῶσι προστιθέντες τὸ ἰῶτα, πλεύσεται, πλευσεῖται, ἔσσεται, ἐσσεῖ‐ ται.] Ἐσκληκότα. προσλιπαροῦντα. μετῆκται δὲ ἀπὸ | |
10 | τῶν προσξηραινομένων. Ἐσκοπίαζε. περιέβλεπεν. Ἔσκαζεν. ἐνεδοίαζεν, ἀμφέβαλεν. ὁ δὲ ἔσκα‐ ζεν, ὅπως ἔχει γνώμης τὰ Ῥωμαίων συντά‐ γματα. | |
15 | Ἔσκαλεν. ἐσκάλευεν, ἠρεύνα, ἀνεζήτει. καὶ ἔσκα‐ λε τὸ πνεῦμά μου. Ἐσκευώρησεν. ἐπεβούλευσεν. ἐξ οὗ καὶ σκευω‐ ρία ἡ ἐπιβουλή. Ἐσκιμάλισεν. ἐνύβρισε, κατεδακτύλισε. σκυ‐ | |
20 | μαλίσαι γάρ ἐστι κυρίως τὸ μέσον τὸν δάκτυ‐ λον εἰς τὸν τρωκτὸν τοῦ ὀρνέου ἐμβαλεῖν. Ἔσκεν. ὑπῆρχεν. *Ἔστρεψεν. ἀντὶ τοῦ στρέψας ἐξ ἄλλου εἰς | |
ἄλλο.* | ||
epsilon884 | Ἐσκορόδισας. κλαῦσαι ἐποίησας, ἐδρίμυξας. ἀπὸ τῶν τὰ σκόροδα τριβόντων. καὶ τοῖς ἀλεκτρυό‐ σι γὰρ διδόασι σκόροδα ἐσθίειν, ἵνα ὦσι δριμύ‐ τεροι ἐν τῇ μάχῃ. | |
5 | Ἐσθόμενος. ἐσθίων. ἔσθω γὰρ τὸ ῥῆμα. Ἐσμέν. ὑπάρχομεν. ἀπὸ τοῦ εἰμὶ τοῦ σημαίνον‐ τος τὸ ὑπάρχω. [τὸ πληθυντικὸν ἐμὲν, καὶ πλεονασμῷ τοῦ ς ἐσμέν.] [Ἐσμύρνισεν. ἤλειψεν.] | |
10 | [Ἐσομένους. γενησομένους.] [Ἔσο. ἔνδυσο. σημαίνει καὶ τὸ ὕπαρχε.] Ἐσπαρμένη παράταξις. ὅταν εἰς ὄγκους πλείονας διαλύηται τῶν πραγμάτων. Ἐσπόδει. κονιορτοῦ ἐπλήρου. | |
15 | Ἐσπάθα. κατανήλισκε, κατήσθιε. σπαθᾷν γὰρ καὶ τὸ ἀφειδῶς ἀναλίσκειν, καὶ παρὰ τοῖς ῥήτορσιν εἴρηται. Ἐσπαθημένος. πεπυκνωμένος. ἀπὸ τῶν κατα‐ κρουσάντων σπαθῶν τὴν κρόκην. | |
20 | Ἔσπω. τὸ λέγω. Ἔσπετε. εἰπεῖν ποιήσατε. ἐξ οὗ καὶ ἔπος ὁ λόγος. [καὶ τὸ τοιόνδε μέτρον καὶ πᾶν μέτρον. τοῦ ἔπω τὸ παθητικὸν ἔπετε καὶ πλεονασμῷ τοῦ ς ἔσπετε.] | |
25 | Ἐσπάρασσεν. ἠρέθιζεν. | |
epsilon885 | Ἔσπασας. ἔπιες. εἵλκυσας. [Ἀρκεσίλαε, τί μοι τόσον ἄκρατον ἀφειδῶς Ἔσπασας, ὥστε φρενῶν ἐκτὸς ὤλισθες ἑῶν.] | |
5 | Ἐσπείσατο. διηλλάγη. Ἔσπεισεν. ἀντὶ τοῦ ἔθυσεν. [ἐσπείσαντο, θυ‐ σίαν ἐποιήσαντο.] Ἐσταλμένοι. ἐσκευασμένοι. νεανίαι χωρητικῶς ἐσταλμένοι. | |
10 | Ἐσταθευμέναις. ἐξεπιπολῆς ὀπτηθείσαις, ἢ χλιανθείσαις πυρί. σταθεύειν γὰρ τὸ μὴ λίαν ὀπτῆσαι. Ἔσται. τοῦτο τετραχῶς εἴρηται παρ’ Ὁμήρῳ. [ἔσσεται, ἐσσεῖται, ἔσται.] | |
15 | †Ἑστηκώς. ἵστημι, ἕστακα, ἑστηκὼς καὶ ἑστηώς.† Ἑστήκει. ἀντὶ τοῦ ἵσταται. ἔστησα ψιλοῦται, διότι πέφυκεν ἀόριστος αʹ ἀποβάλλειν τὸ ε, οἷον ἔστησα, στῆσα. καὶ διὰ τὴν τοῦ παρακειμένου | |
20 | δασεῖαν ὁ δεύτερος ἀόριστος οὐ δασύνεται. Ἐστηλιτευμένον. ἀναγεγραμμένον. Ἔστιν. ὑπάρχει. ἔσθειν δὲ ἀντὶ τοῦ τρώγειν δί‐ | |
φθογγον. | ||
epsilon886 | Ἑστιᾶται. εὐωχεῖται. Ἔστενεν. ἐστέναζε. καὶ ἔστονεν. Ἐστορέσθη. κατεκοιμίσθη, ἐπραΰνθη, ὡμα‐ λίσθη. | |
5 | Ἐστομώθη. ἠνοίχθη. οἱ δὲ ὤρυττον καὶ ταχέως τὸ χωρίον ἐστομώθη. Ἐστόβεον. ἐλοιδόρουν, ὕβριζον, διὰ τοῦ στό‐ ματος ἔλεγον. στομῶ γὰρ τὸ στοβῶ, κατὰ ἐναλλαγήν. | |
10 | Ἑστιᾷν. ἀριστοποιεῖν. τρέφειν. Ἐστρέβλου. ἐκάκου. Ἐστωμυλάμην. ἐφλυάρησα. Ἔστω. ὑπαρχέτω. εἷς δέ τις ἀνὴρ βουληφόρος ἔστω. | |
15 | [ἐκ τοῦ ἔω εἰμὶ γίνεται παράγωγον ῥῆμα. τὸ παθητικὸν ἐμὲν, ὅπερ μετὰ τοῦ ς ἐσμὲν γέ‐ γονε. τὰ προστακτικὸν ἔθι καὶ ἐπενθέσει τοῦ ς καὶ τροπῇ τοῦ ε εἰς τὸ ι ἴσθι. τὸ γὰρ ε, ἡνίκα πλεονάζει σύμφωνον, τρέπεται εἰς ἰῶτα. | |
20 | ἔπω, ἔσπω καὶ ἐνίσπω. καὶ τὸ τρίτον ἔστω.] Ἔστυγεν. ἐστύγνασεν. ἀπὸ τῆς τοῦ προσώπου στυγνότητος. Ὅμηρος· | |
—κατὰ δ’ ἔστυγε μῦθον ἀκούσας. | ||
epsilon887 | Ἐσφαδάζετο. διηγείρετο. διεπρίετο, ἐνεπίμ‐ πρατο ἢ ἐλυπεῖτο. Ἐσφηκόωντο καὶ ἐσφήκωτο καὶ ἐσφηκῶσθαι, ἀντὶ τοῦ δεδέσθαι. | |
5 | Ἔσφηλε. κατέβαλεν ἢ σφαλῆναι ἐποίησεν. Ἐσχεδίασε. χωρὶς διασκέψεως ἐξεδόθη. Ἐσχεδίαζον. ἡτοίμαζον. ἢ ἐκ τοῦ παρατυχόντος ἔλεγον. Ἰώσηπος· τοῖς δὲ τὸν πόλεμον ἐξάψα‐ σιν ἐσχεδίαζον τὰ πρὸς ἡδονήν. | |
10 | Ἔσχετο. ἐπεσχέθη. Ἔσχεν. ἀντὶ τοῦ ἔλαβεν. καὶ ἀντὶ τοῦ κατέ‐ παυσεν. αἱ δὲ τριήρεις ἔσχον κατὰ τὸ Μενδή‐ σιον κέρας. Ἐσχηματισμένος. ὁ προσποίητον κόσμον ἔχων | |
15 | καὶ δοκῶν εἶναι κόσμιος. ὡς παρὰ Λυσίᾳ. Ἐσχολάρχησεν. ἦρχε σχολῆς καὶ ἐδίδαξεν. Ἐσωκράτουν. ἀντὶ τοῦ ἐκόμων, ἐῤῥύπουν, ἐπεί‐ νων. Ἐσωματοποίει. ἔπλαττε. καὶ τύχη τις ἐσωμα‐ | |
20 | τοποίει τοῦ Σκιπίωνος πράξεις. | |
epsilon888 | Ἐσωμάσκει. συνεκρότει, ηὐτρέπιζεν, ὤδινεν, ἡτοίμαζεν. ὁ δὲ πολλοὺς δεκάζων τῶν Ἰσαύρων τὰ κατὰ τὸν πόλεμον ἐσωμάσκει. | |
4t | (Ἐπίῤῥημα.) | |
5 | Ἐσαεί. διὰ παντός. Ἐς νέωτα. ἐς τ’ αὔριον, εἰς τὸ μέλλον. Ἐς ὅ. ἀντὶ τοῦ μέχρι τούτου. εἰς ὃ ἐξεῖλεν αὐ‐ τήν. Ἐς ὅτι μάλιστα. ἀντὶ τοῦ λίαν. καλάμους ἐς | |
10 | ὅτι μάλιστα στεῤῥοὺς καὶ παχίστους. Ἐς τ’ ἄν. ἕως οὗ. Ἐσχάτως. ἄκρως. Μένανδρος· φοβοῦμαί σε ἐσχάτως. *Ἐς σύμνως. ἐσπουδασμένως. πορευτικῶς, διερ‐ | |
15 | χομένως.* | |
16t | Τὸ Ε μετὰ τοῦ Τ. | |
17t | (Ἀρσενικόν.) | |
18 | Ἔται. οἱ πολῖται. πηοὶ δὲ οἱ κατ’ ἐπιγαμίαν | |
συγγενεῖς. | ||
epsilon889 | Ἑταῖρος. ὁ φίλος. Πλάτων καὶ οἱ ἄλλοι φι‐ λόσοφοι τοὺς γνησίους ἐραστὰς τῶν λόγων ἑταί‐ ρους ἐκάλουν. Ἑταιρειάρχης. ἀξίωμα. | |
5 | Ἑταιρεῖος. ὁ Ζεὺς παρὰ Κρησί. σημαίνει δὲ καὶ τὸν φίλον. Ἑτερόχροιος. ἀλλοῖος κατὰ χροιάν. Ἑτερόφθαλμος. στραβὸς, ἀλλοθεώρης. Ἑτερόγναθος. ἀπειθής. ἢ ἄπληστος. ἀμφο‐ | |
10 | τέραις ταῖς γνάθοις ἐσθίων. Ἐτερομάσχαλος. χιτὼν, ἣν ἐξωμίδα λέγουσιν. Ἐτεοβουτάδαι. γένος Ἀθηναίοις πολὺ καὶ λαμ‐ πρόν. ἀπὸ Βούτου, ἀφ’ οὗ οἱ ἱερεῖς καθίστανται Ἀθήνῃσιν. | |
15 | Ἐτεόκρητες. οἱ ἀληθινοὶ Κρῆτες, οἱ αὐτόχθο‐ νος. ἐτεὸν γὰρ τὸ ἀληθές. Ἐτεὸς καὶ ἐτὸς ὁ ἀληθής. [ἐκ τοῦ εἰμὶ ἔσω, ἐτὸς ὑπάρχων. ὡς θήσω, θετὸς, καὶ δώσω, δοτὸς, δοτέος, καὶ θετὸς θετέος.] | |
20 | [Ἔτης. κασίγνητοί τε ἔται τε. παρὰ τὸ ἔτος, ὁ τῶν αὐτῶν ἐνιαυτῶν ὤν. οἷον ὁμοέτης. εἰρόμεναι παῖδάς τε κασιγνήτους τε ἔτας τε. | |
25 | ἢ παρὰ τὸ ἔθος ἑταῖρος, ἔθης τὶς ὤν. παρὰ | |
epsilon890 | τὸ ἔθος ὁ συνήθης λέγεται. καὶ ἔτης ὁ συνη‐ λικιώτης. ἢ καὶ ὁ πολίτης.] Ἐτήσιος. ὁ κατ’ ἔτος. Ἐτησίαι. ἄνεμοι οἱ κατ’ ἔτος πνέοντες. πνέου‐ | |
5 | σι δὲ ἐν ἀκμῇ τοῦ θέρους. διότι ὁ ἥλιος μετεω‐ ρότερος καὶ ἀπὸ τῶν μεσημβρινῶν τόπων ἀρ‐ κτικώτερος γενόμενος λύει τὰ ὑγρὰ τὰ ἐν τοῖς ἄρκτοις· λυόμενα δὲ ταῦτα, ἐξαεροῦται καὶ πνευματοῦται. καὶ ἐκ τούτων γίνονται καὶ | |
10 | ἀπὸ τῶν ἀρκτώων τόπων φέρονται ἐπὶ τοὺς μεσημβρινοὺς, ἃ προσπίπτει τοῖς ὑψηλοτέροις ὄρεσι τῆς Αἰθιοπίας καὶ πολλὰ καὶ ἀθρόα γι‐ νόμενα ἀπεργάζονται ὑετοὺς καὶ ἐκ τῶν ὑετῶν τούτων πληθωρεῖται ὁ Νεῖλος. | |
15 | Ἔτυμος. ὁ ἀληθής. παρὰ τὸ ἐτὸς, ὃ σημαίνει τὸν ἀληθῆ, γίνεται ἔτυμος. [ὡς ἔλος, ἐλυμὸς, τὸ σπέρμα τὸ ἐν ἔλεσι χαῖρον.] †καὶ πλεο‐ νασμῷ ἐτεήτυμος καὶ ἐτήτυμος.† Ἑτεροῖος. ἀλλοῖος. | |
20 | Ἔτῃσιν. συγγενέσιν. [Ὅμηρος· τὸν δ’ εὗρον δαινύντα γάμον πολλοῖσιν ἔτῃσιν.] | |
22t | (Θηλυκόν.) | |
23 | Ἑταίρα. ἡ πόρνη. καὶ ἑταιρίς. Ἑταιρεία. τὸ ἀξίωμα καὶ ἡ συνήθης ὁμόνοια. | |
25 | ἑταιρία δὲ ἡ φιλία, ι. | |
epsilon891 | Ἑτεροδοξία. τὸ ἄλλως δοξάζειν. Ἑτεραλκέα. ἑτεροδύναμον. Ἐτερομόλιος δίκη. εἰς ἣν ἀντίδικοι οὐκ ἦλθον. Ἑτερόστομος φάλαγξ. ἡ ἔχουσα τὸν ἡγού‐ | |
5 | μενον ἐν εὐωνύμῳ παραγωγῇ, τοὺς δὲ ἡγεμόνας ἐν δεξιᾷ παραγωγῇ. Ἐτνήρυσις. τὸ κοχλιάριον. καὶ ἀθάρα μετὰ γάλακτος. Ἐτυμολογία. ἀνάπτυξις λέξεων ἁρμόζουσα τὴν | |
10 | φωνὴν πρὸς τὸ τοῦ ὑποκειμένου πιθανώτατον· ἢ ἡ τῆς δυνάμεως τοῦ ὀνόματος ὀρθότης, ἐξ αὐτοῦ τοῦ ὀνόματος ἑρμηνευομένη. οἷον· τί εἰ‐ ρήνη; κατὰ τὸ ἠρεμεῖν τὸν νοῦν. γίνεται δὲ ἐτυμολογία ἐκ τοῦ εἰμὶ τὸ ὑπάρχω, †ἐτὸς† | |
15 | ὁ ὑπάρχων. καὶ ὥσπερ ἀπὸ τοῦ ἔλος ἔλυμος, καὶ ἐτὸς ἔτυμος. οἱονεὶ ὑπάρχων καὶ ἀληθής· τὸ γὰρ ἀληθὲς καὶ ὑπάρχει. ἐκ τοῦ οὖν ἔτυ‐ μος καὶ τοῦ λόγου γίνεται ἐτυμολογία, οἱονεὶ ἀληθολογία τὶς οὖσα. δεῖ δὲ γινώσκειν, ὅτι | |
20 | αἱ ἐτυμολογίαι ἐοίκασιν ἰατρικαῖς καλουμέναις ἀνατομαῖς. ὥσπερ γὰρ ἡ ἀνατομὴ διαίρεσίν τινα τῶν μορίων ποιεῖται, οὕτως καὶ ἡ ἐτυμολογία τρόπον τινὰ διαίρεσιν τῶν λέξεων ἀπεργάζεται. Ἑτεραλκὴς νίκη. ἐπὶ τοῦ ἵππου, ὅταν οἱ ἡτ‐ | |
25 | τηθέντες νικήσωσιν. | |
26t | (Οὐδέτερον.) | |
27 | Ἑτεροῖον. ἀλλοῖον. | |
Ἑτεροούσιον. τὸ κατὰ πάντα τρόπον τοῦ ἑτέρου | ||
epsilon892 | ἀνόμοιον, ὡς πῦρ καὶ ὕδωρ, καὶ ἄγγελος καὶ ἄνθρωπος, καὶ πηλὸς καὶ ἥλιος πρὸς χλόην. †Ἐτεόν. ἀληθές.† Ἔτα. τὰ ἔτη. παρ’ Ὁμήρῳ. | |
5 | Ἔτειον. χρόνιον ἢ ἐνιαύσιον. Ἐτήτυμον. ἀληθές. Ἔτνος. εἶδος ὀσπρίου κυάμου ἢ ἕψημα ἀθυρῶ‐ δες. παρὰ τὸ ἔω τὸ ἀπολύω, ἀφ’ οὗ ἕως, ἡ ἡμέρα, ἐν ᾗ πάντα ἐφίενται. [ἔτος] πλεονα‐ | |
10 | σμῷ τοῦ ν ἔτνος τὸ διαλελυμένον ἀπὸ τῆς ἑψή‐ σεως καὶ τῆς τορύνης, ὅ ἐστι χυτρόπους. Ἕτοιμον. πρόχειρον. †ὃ σημαίνει τὸν ἄνεμον.† Ἐτώσιον. τὸ μάταιον. ἀπὸ τοῦ ἀήτης, ἡ γενικὴ ἀητῶν, καὶ ἐτῶν, ἀποβολῇ τοῦ α καὶ συστολῇ | |
15 | τοῦ η. ἐξ οὗ κατὰ παραγωγὴν ἐτώσιον. αἱ γὰρ παραγωγαὶ γίνονται καὶ ἀπὸ τῆς γενικῆς τῶν πληθυντικῶν. ὡς τὸ ἀνέμων ἀνεμώλιος. οὕ‐ τως οὖν ἐκ τοῦ ἐτὸς ὀνόματος, ὃ σημαίνει τὸ ἀληθὲς, γέγονεν ἐτώσιον τὸ μάταιον, κατὰ ἀν‐ | |
20 | τίφρασιν. Ἑτερόστοιχον. τὸ ἀσύμφωνον. τοῦ Ψελλοῦ· καὶ πάλιν τὸ ἀσύμφωνον ἑτερόστοιχον λέγε. Ἔτνος. τοῦ Ψελλοῦ· ἔτνος δὲ ῥόφημα ἐστὶν ἐξ ἀλεύρων παντοίων. | |
25t | (Ῥῆμα.) | |
26 | Ἑταιριζομένη. ἐρεθιζομένη. προσηνωμένη. πορ‐ νικῶς βλέπουσα. | |
Ἑταιρίζειν. πορνεύειν. | ||
epsilon893 | Ἑταιρισάμενος. συνεργήσας ἢ φιλιωθείς. Ἐταινίωσε. περιείλησε, συνέσφιγξεν. ὁ δὲ κατε‐ ταινίωσε τὸ τραῦμα τῇ ζώνῃ. καὶ ἐταινίωσεν ἀντὶ τοῦ ἐστεφάνωσεν. ταινία γὰρ ὁ στέ‐ | |
5 | φανος. Ἐτέθησαν. ὑπέκυψαν, ἐπείσθησαν. οἱ δὲ τῇ τοῦ βασιλέως ἐτέθησαν βουλῇ. Ἐτελέσθησαν. ἐμιάνθησαν, μετέσχον τῆς μια‐ ρᾶς θυσίας, ἐκοινώνησαν. Δαβίδ· ἐτελέσθη‐ | |
10 | σαν τῷ [Βεελφεγώρ.] Ἑτεροιῶ. τὸ μεταβάλλω. Ἔτελλεν. ἔλεγεν. Ἐτεχνίτευε. μετὰ τέχνης καὶ δόλου ἠρεύνα. Ἰώ‐ σηπος· ἐτεχνίτευε μαθεῖν, τίνι τρόπῳ τοσοῦ‐ | |
15 | τον προέχει κατ’ ἀρετήν. Ἐτετρήχει. ἐτετράχυτο. Ἔτειρε. κατεπόνησεν, ἐδάμασεν. Ἐτειχηροῦντο. τοῖς τείχεσι περιετειχίζοντο. περιεκλείοντο. ἐντὸς δὲ τοῦ τάφρου καὶ τοῦ ἐρύ‐ | |
20 | ματος ἐτειχηροῦντο. | |
epsilon894 | Ἔτασον. ἐρεύνησον. Ἐταλάνισα. ἄθλιον ἀπεκάλεσα. ἐθρήνησα. Ἐτίθετο. προσέκειτο, προσεῖχεν. [οὐδὲ τῇ ὄψει τῶν ὀνείρων προσέκειτο ἢ ἐτίθετο.] | |
5 | Ἐτιμήσατο. ἐξηριθμήσατο. ἐτιμήσατο δὲ τὴν ζωὴν αὐτοῦ ὁ βάρβαρος λιτρῶν τριακοσίων. Ἐτιμήσαντο. ἀντὶ τοῦ ἐζημίωσαν ἢ κατεδίκα‐ σαν. τίμημα γὰρ ἡ ζημία καὶ ἡ καταδίκη. Ἐτιμήσασθε. ἠγοράσασθε. Θουκυδίδης· ἣν | |
10 | ὑμεῖς πολλῶν χρημάτων ἐτιμήσασθε. Ἐτιθηνήσατο. ἐγαλούχησεν, ἔθρεψεν. Ἐτισάμην. ἐτιμωρησάμην. Ἔτισαν. ἔδωκαν. ἀνθ’ ὧν οἱ Φωκεῖς ἔτισαν δί‐ κας βαρυτάτας. | |
15 | Ἔτλης. ὑπέμεινας. Ἑτοιμάσατε. εὐτρεπίσατε. γέγονε παρὰ τὸ ἕτοιμος. Ἔτορεν. ἐτρύπησεν. | |
Ἐτόπασεν. ὑπενόησεν. ἐνόμισεν. | ||
epsilon895 | Ἐτραχηλίασεν. ἀντὶ τοῦ κατισχυρεύσατο. ἢ ἐγαυρίασεν. ἀπὸ τῶν βοῶν τῶν ἀποβαλλόντων ἀπὸ τοῦ τραχήλου τὸν ζυγόν. Ἰώβ· ἔναντι κυρίου παντοκράτορος ἐτραχηλίασεν. | |
5 | Ἐτρίβετο. ὑπερετίθετο, ἀνεβάλλετο. μέχρι πολ‐ λοῦ διαφερομένων ἐτρίβετο ἡ προσβολή. Ἔτρυχεν. ἐδάμαζεν. Ἐτρύχωσεν. ἐξέτριψεν. ἡ δὲ γῆ ἀγονίαις κα‐ τειλημμένη ἐτρύχωσεν αὐτοὺς ἀλγεινότατα. ἢ | |
10 | ἔτρυχεν. Ἐτύγχανε. χωρὶς τῆς μετοχῆς σπανίως εὑρε‐ θείη. Ἐτυρώθη. ἐσκληρύνθη. Δαβίδ· ἐτυρώθη ὡς γάλα ἡ καρδία [αὐτῶν]. | |
15 | Ἐτύθη. ἐσφαγιάσθη. Ἐτύχθη. κατεσκευάσθη. ὑπέρμορα νόστος ἐτύχθη. [ἀπὸ τοῦ τεύχω, κατ’ ἔλλειψιν τοῦ ε. ὡς καὶ τό· | |
20 | τυκτὸν κακὸν ἀλλοπροσάλληλον. καὶ τό· γυναικὸς ἄρ’ ἂν τέτυξο. τὸ δὲ ῥῆμα τὸ τεύχω ἀποβολῇ πολλάκις τοῦ υ, τοῦ ε μό‐ | |
νου μένοντος.] | ||
epsilon896 | Ἐτώθαζον. ἔσκωπτον, ἐχλεύαζον. καὶ ἐτώθα‐ σαν ἀντὶ τοῦ ἐκαυχήσαντο. Ἔταξαν. ἀντὶ τοῦ οἷον ἀφώρισαν. τοῦτον τὸν βίον εἵλοντο. οὕτως ὁ Ἀπόστολος· καὶ εἰς | |
5 | διακονίαν τοῖς ἁγίοις ἔταξαν ἑαυτούς. Ἐτυμπανίσθησαν. [ἀπετμήθησαν.] ἢ εἰς ῥόπα‐ λον ἀπέθανον. ὁ Ἀπόστολος· ἄλλοι δὲ ἐτυμπανίσθησαν. | |
9t | (Ἐπίῤῥημα.) | |
10 | Ἑτέρωθεν. ἀλλαχόθεν, ἐν ἑτέρῳ τόπῳ. τὸ προτέρωθεν καὶ ἑτέρωθεν διὰ τοῦ ω μεγάλου. δεῖ γινώσκειν, τὸ ἔκτοσθε καὶ προτέρωθε [καὶ τὰ ὅμοια] χωρὶς τοῦ ν γράφεται, εἰ μὴ φωνῆεν ἐπιφέρει. | |
15 | Ἑτέρωσε. ἀλλαχόθεν ἢ εἰς ἕτερον μέρος. Ἑτεροίως. ἀλλοίως. Ἑτεραλκέως. ἑτεροκλινῶς. Ἔτι. σὺν τούτοις, ἢ ἀκμήν. παρέλκει ἀεὶ παρὰ τοῖς Ἀττικοῖς. Ἀριστοφάνης· | |
20 | ἢν οὖν ἐμοὶ πείθεσθε, σωθήσεσθ’ ἔτι. [Ἑτοίμως. προχείρως. ἐτύμως δὲ, ἀντὶ τοῦ ἀληθῶς, ψιλόν.] | |
[Ἐτός. μάτην. παρέργως.] | ||
epsilon897(1t) | Τὸ Ε μετὰ τοῦ Υ. | |
2t | (Ἀρσενικόν.) | |
3 | Εὐάγριας. κύριον. οὗτος ἔγραψε διάφορα καὶ ὑπομνήματα εἰς τὰς παροιμίας Σολομῶντος. | |
5 | Εὐαγής. καλῶς περιηγμένος, ἢ μεταφορικὸς, κύκλος. Εὐαγῶν. μεγάλων. Εὐαρίθμητοι. ὀλίγοι. Εὔγνωστος. καλῶς γινωσκόμενος. | |
10 | Εὐγηρότατος. ἔντιμος, καλὸς, γέρων. ἀξιό‐ τιμος. Εὔγνωστος. φανερός. Εὐδαίμων. ὁ κατ’ ἀρετὴν ἐνεργῶν, εὐτυχὴς, ὁ μακαριστός. | |
15 | Εὐδιαῖος. χειμάῤῥους, καὶ τρῆμα τῆς νεὼς, δι’ οὗ ἡ ἀντλία ἐκρεῖ. Εὐδοκιμώτατος. γενναῖος. Εὐδιάλογος. ὁ εὐόμιλος. Εὐδινὸς καιρός. ὁ εὐδίαν ἔχων. εὐδιεινὸς δὲ | |
20 | δίφθογγον. Εὔδηλος. φανερός. Εὐάγκαλον. ἐλαφρόν. ὁ δὲ Αἰνείας τὸν πα‐ τέρα τοῖς ὤμοις ἐπιθέμενος, ἐξῆγε φόρτον ὡς | |
υἱεῖ φιλοπάτορι καὶ τοῦτον εὐάγκαλον. | ||
epsilon898 | Εὐερνής. εὐθαλὴς, βλαστός. ἔρνος γὰρ ὁ κλάδος. Εὐεργητικός. φιλότιμος, ἀγαθοποιός. Εὐεργέος. καλῶς καὶ ἐπιμελῶς κατεσκευασμένου. —εὐεργέος ἔκπεσε δίφρου. | |
5 | Εὐέκτης. ὁ ἐν ὑγείᾳ διαζῶν. ἐπεμελεῖτο καὶ σωμασκίας καὶ ἦν εὐέκτης. [Εὐεπήβολος. ὁ καλῶς ἐπιβάλλων. καὶ εὐεπη‐ βόλως ἀντὶ τοῦ σαφῶς καὶ ὀρθῶς.] Εὐεπίβολος. κακός. | |
10 | Εὐερκεῖ. καλῶς ἠσφαλισμένῳ καὶ πεφραγμένῳ. [ὄφρά μοι εὐερκεῖ καναχὰν δόμῳ ἔνδοθι θείη.] Εὔειλος. ὁ θερμὸς τόπος. Εὐήλιος. καθαρός. | |
15 | Εὐηνέμους. ἀχειμάστους. εὐδιεινούς. Εὐήνορα. ἀνδρεῖον. Εὐηγενέων. εὐγενῶν, πλεονασμῷ τοῦ ι, ἢ [τῶν εὐαρχουμένων.] παρὰ τὸν ἀγὸν, ὃ σημαίνει τὸν ἡγεμόνα. | |
20 | Εὐήθης. ἀνόητος, μωρός. Εὐηκής. καλῶς ἠκονημένος. καὶ κλίνεται εὐηκέος. Εὔζωνοι. ἔνοπλοι, ἢ εὔζωνοι καὶ μονόζωνοι. οἱ εὐσταλεῖς καὶ κοῦφοι στρατιῶται καὶ μὴ κατά‐ φρακτοι. οὕτω Ξενοφῶν φησίν· οἱ ἑνί τινι | |
25 | χρώμενοι καὶ διαζωνευμένοι ὅπλῳ. | |
epsilon899 | Εὔζωτος. καλοζώης. Εὐθυγενής. ἶσα καὶ πρὸς τὸ εὐθὲς τεταγμένος. Εὐθύγλωττος. ἦν δὲ καὶ εὐθύγλωττος πέρα τοῦ δέοντος. | |
5 | Εὐθυλήπτων. εὐχερῶς κρατουμένων. οὐκ εὐ‐ θυλήπτων ὄντων τῶν ἐπιθυμουμένων. Εὐθυῤῥήμων. ἐτυμολόγος. καὶ εὐθυῤῥημονῶ. Εὔθυμος. εὔψυχος, περιχαρής. Εὐθυβόλῳ. ἐπ’ εὐθείας βάλλοντι ἢ πλέοντι. ἢ | |
10 | εὐθυβόλῳ, ἀντὶ τοῦ συνετῷ. Εὔθυνοι. δικασταί. εὐθυνταί. παρὰ τὸ εὐθύναι τὸ ἐξετάσαι, οὓς ἡμεῖς λογιστὰς λέγομεν νόμων δώδεκα. δι’ ὧν δεῖ πάντας τοὺς εὐθύνους θαυ‐ μαστῶς πᾶσαν ἀρετὴν μετιέναι. ἐκ τοῦ ῥητορι‐ | |
15 | κοῦ ἡ λέξις. Εὔκηλος. ἥσυχος. παρὰ τὸ εἴκω, τὸ ὑποχωρῶ, γίνεται ἔκηλος, καὶ πλεονασμῷ τοῦ υ εὔκηλος· ἢ εἴκηλος καὶ τροπῇ τοῦ ι εἰς υ εὔκηλος. Εὔκολος. ἁπλοϊκὸς τὸν τρόπον καὶ ἐλευθέριος, | |
20 | καὶ ὁ ἐναντιούμενος τῷ δυσκόλῳ. ὁ δὲ ἁπλοῦς ἦν καὶ μάλα εὔκολος. Εὔκρας. εὔκρατος. Εὐκρινής. συνήθως ὁ ἐξ ἀῤῥωστίας ὑγιάνας· λέγεται δὲ διὰ τὸ εὖ κεκρίσθαι. οὗτοι δὲ ἐπὶ | |
25 | τοῦ νεκροῦ τίθενται κατὰ ἀντίφρασιν. σημαί‐ | |
νει δὲ τὸ εὐχερὲς καὶ καθαρὸν καὶ σαφές. | ||
epsilon900 | Εὔκηλος. ὁ καλῶς θελγόμενος. Εὐθεῖος. ὁ εὐόμιλος, καὶ ὁ καλοσύντυχος ἤτοι ὁ ὀρθολεκτῶν τοὺς λόγχους αὐτοῦ. Εὐλαβής. ὁ εὖ τῶν πραγμάτων ἐπιλαβόμενος. ὁ | |
5 | μὴ προχείρως τὶ ποιῶν. [ἢ καὶ ὁ εἰς λαβὴν ἐπι‐ τήδειος. οἷον εὐλαβὴς μάχαιρα. ἢ ὁ εὖ προσ‐ λαμβάνων τὸ μέλλον. δύσληπτος δὲ, ὁ δυσχε‐ ρὴς, ἀπὸ τῶν χειρῶν.] Εὐμαρής. εὔληπτος, δῆλος, εὐχερής. παρὰ τὸ | |
10 | μαίρω τὸ λάμπω, ἐξ οὗ καὶ τὸ μαρμαίρω καὶ μάρμαρον, γίνεται μαρὴς καὶ εὐμαρὴς, ὁ μὴ ὑπὸ σκότει κείμενος. Εὔμαιος. ὁ Ὀδυσσέως δοῦλος, ἀπὸ τῆς πρὸς αὐτὸν εὐμενείας, ὡς καὶ Φιλοίτιος ἀπὸ τῆς πρὸς | |
15 | αὐτὸν φιλίας. Εὐμενής. ὁ εὖ τισὶ διὰ ψυχῆς διακείμενος. ὅπέρ ἐστι μένος. ἀντίκειται δὲ αὐτῷ δυσμενής. Εὐμελίῳ. τῷ καλῶς τῇ μελίᾳ χρωμένῳ. μελία δέ ἐστι εἶδος δένδρου, ἐξ οὗ τὰ δόρατα ποιοῦσι | |
20 | τὰ πολεμικά. [ὁ εὐμελίας, τοῦ εὐμελίαο, τοῦ εὐμελίεω. οὕτω γὰρ τὸ ὁλόκληρον. ἔστι δὲ πά‐ θος Ἰωνικόν.] Εὐνοῦχος. ἀπὸ τοῦ τὴν εὐνὴν ἔχειν ἤγουν φυλάσ‐ σειν. ἔχειν γὰρ τὸ ἐπιμελεῖσθαι φασὶ καὶ φυ‐ | |
25 | λάσσειν. | |
—ἔχει δέ τε κίονας αὐτός. | ||
epsilon901 | τινὲς δὲ φασὶ παρὰ τὸ εὖ νοῦν ἔχειν, καὶ ἀπηλ‐ λάχθαι τῶν ἀφροδισίων. οἱ δὲ ἀρχαῖοι τὰ ἀφρο‐ δίσια ἀνόητα ἐκάλουν, ὡς παρ’ Ἀριστοφάνει· ὕπνου τὲ ἀνέχεσθαι καὶ τῶν ἀνοήτων πάν‐ | |
5 | των. Εὔξεινος. πέλαγος. ἐνδότως τοῦ πόντου, ἢ αὐ‐ τὸς ὁ πόντος. οὗτος τὸ πρῶτον ἄξεινος ἐκα‐ λεῖτο διὰ τὸ ὑπὸ λῃστῶν οἰκεῖσθαι, καὶ μηδέ‐ να ἐκεῖ παραβαλεῖν τῶν ξένων. κατὰ ἀντίφρα‐ | |
10 | σιν δὲ εὔξεινος ἐκλήθη, ὅτι Ἡρακλῆς ἐκβαλὼν τοὺς λῃστὰς φιλοξένους κατῴκισεν. Εὔοδμος. εὐώδης. Εὐόρκου. εὐσεβοῦς. Ἡσίοδος· ἀνδρὸς εὐόρκου γενεὴ μετόπισθεν—. | |
15 | Εὐόφθαλμον. εὔοπτον. καὶ εὐοφθάλμως ἀντὶ τοῦ εὐπρεπῶς. Εὐπαλάμων ὕμνων. ἀντὶ τοῦ εὖ διακεχωρι‐ σμένων, ἢ συντεταγμένων. τέκτονες εὐπαλάμων ὕμνων. | |
20 | Εὐπαράγωγος. εὐπειθής. Ἀριστοφάνης· ἀλλ’ εὐπαράγωγος εἶ θωπευόμενός τε χαί‐ ρεις. Εὐπάροιστοι. οἱ εὐπαράγωγοι. Εὐπατρίδαι. εὐγενεῖς, ἢ ἀπὸ χώρας καλῆς. | |
25 | Εὔπακτος. καλῶς πεπηγμένος. Εὑρεσιεπής. καινολόγος. Εὑρεσιλόγος. φλύαρος. | |
Εὔρινος. ὁ εὐόσφρητος. καὶ εὐρινώτατος. | ||
epsilon902 | Εὔριπος. πέλαγος στενόν. ἢ τὸ ὑδατῶδες καὶ με‐ ταξὺ δύο γαιῶν. Εὔριπος. ὁ μεταξὺ Βοιωτίας καὶ Ἀττικῆς. ἑπτά‐ κις δὲ τῆς ἡμέρας τὸ ὕδωρ ἐκεῖσε τρέπεται. | |
5 | Εὐρυκρείων. μεγάλως βασιλεύων. [Εὐρύοπα. μεγαλόφωνον.] Εὐρύωπα δὲ, μεγαλόφθαλμον, μέγα. Εὐρυσθενοῦς. μεγαλοδυνάμου. Εὐρώς. ὑγρότης σεσηπυῖα. σηπεδών. παρὰ τὸ | |
10 | αὖρα, αὐρὼς, καὶ τροπῇ [εὐρὼς, τοῦ] εὐρῶτος, τῷ εὐρῶτι. καὶ εὐρωτιῶ. Εὐρώεις. πλατύς. Εὐριπίδης. κύριον. καὶ γὰρ ἐν τῷ Εὐρίπῳ φασὶ γεννηθῆναι αὐτόν. [τὰ διὰ τοῦ ιδης ἀπὸ τῶν | |
15 | εἰς ος διὰ τοῦ ἰῶτα γράφεται. οἷον Κρόνος, Κρονίδης, Πρίαμος, Πριαμίδης, Εὔριπος, Εὐ‐ ριπίδης. χωρὶς τοῦ Κύθνος, Κυθνείδης, ὄνομα κύριον.] [Εὐρύς. ὁ πλατύς. παρωνύμως. παρὰ τὸ εὖρος | |
20 | εὐρὺς, ὡς θράσος θρασὺς, κότος κοτὺς καὶ ἵππος ἱππύς.] Εὐρύπυλος. ἀπὸ τοῦ εὐρὺς καὶ τοῦ πύλη. [τὰ δὲ εἰς υς ὀξύτονα σύνθετα ἀποβάλλει τὸ ς, οἷον· ὠκὺς, ὠκύμορος, ταχὺς, ταχυθάνατος. | |
25 | σεσημείωται τὸ Πολύμνια ἀπὸ τοῦ Πολυύμνια ἀποβολῇ τοῦ υ. καὶ δεῖ γινώσκειν, ὅτι τὰ εἰς ἦτα λήγοντα θηλυκὰ ἐν τῇ συνθέσει ἢ φυλάσ‐ σει τὸ τέλος, ὡς μάχη, Ἀνδρομάχη, ἢ τρέπει | |
αὐτὸ εἰς ος, ὡς φωνὴ, εὔφωνος, ἢ εἰς ον, ὡς | ||
epsilon903 | τρίπυλον, ἢ τὸ ς προσλαμβάνει, ὡς γυνὴ μι‐ σογύνης. οὕτως οὖν καὶ πύλη Εὐρύπυλος.] Εὐρυτίων. κύριον. παρὰ τὸ Εὔρυτος Εὐρυτίων, ὡς Ἥφαιστος, Ἡφαιστίων. | |
5 | Εὔσημος. περιφανής· λαμπρός· καλός· ἀγαθός. Εὔσκαρφος. εὐκίνητος. ταχύς. Εὐσταλής. καλῶς ἐστολισμένος, ἢ κοῦφος. Εὔστομον. εὐπρόσωπον, ἀπὸ μέρους. Εὐσύνοπτον. εὐεπίγνωστον. | |
10 | Εὐτειχεῖ. καλῶς τετειχισμένῳ. εὐτειχεῖ πάγῳ, καὶ εὐτειχεῖ θαλάμῳ. Εὐτρεπισμός. ἡ ἑτοιμασία. Εὔτμητος. εὐκόλως ἢ μετὰ τέχνης τεμνόμενος. Εὔτονος. γενναῖος. | |
15 | Εὐτράπελος. ὁ ἐπιμελῶς παίζων, ἢ ὁ κοῦφος καὶ μωρὸς καὶ ἀπαίδευτος. κυρίως δὲ ὁ μιμο‐ λόγος, ὁ γελωτοποιός. ἢ ὁ εὐχερῶς καὶ εὐκόλως τρεπόμενος κατὰ τὸν βίον, καὶ πάσας συμφο‐ ρὰς ὑπομένων. ὥσπερ παρὰ τὸ εἴκω, τὸ ὁμοιῶ, | |
20 | γίνεται εἴκελος, οὕτως καὶ παρὰ τὸ τρέπω, ἔτρα‐ πον, τράπελος καὶ εὐτράπελος. Εὐτελεῖς. τὸ τέλος πολλὰ σημαίνει. σημαίνει γὰρ καὶ δαπάνην. ἀφ’ οὗ τὴν πολυτέλειαν φασίν. καὶ εὐτελεῖς τινὲς τοὺς μὴ ἐπιπολὺ χωροῦν‐ | |
25 | τας. Ἐΰς. ἀγαθός. ὡς παρὰ τὸ ἥδω ἡδὺς καὶ βρί‐ | |
θω βριθὺς, οὕτως καὶ παρὰ τὸ ἔω, τὸ ὑπάρχω, | ||
epsilon904 | ἐΰς. τὸ γὰρ ἀγαθὸν καὶ βέβαιον καὶ ἑδραῖον ὑπάρχει. [ἢ παρὰ τὸ ἐῶ, τὸ εὐφραίνομαι καὶ ἥδομαι. οἷον· —ἐπεί με πρῶτον ἔασας. | |
5 | ἀντὶ τοῦ ἥδυνας. ὁ δὲ Ἡρωδιανὸς λέγει, παρὰ τὸ ἐῶ γίνεται ἐὸς καὶ ἐξ αὐτοῦ ἐῢς, ὡς ἵππος, ἱππύς.] †Εὔφωρος. ὁ καλῶς κλέπτων.† Εὔφορος. κοῦφος, ἐλαφρός. ὁ δὲ θυρεὸς τῶν | |
10 | Ἰβήρων εὔφορος. Εὔφρος. ὁ εὔθυμος. Εὐχερής. κυρίως ὁ εὐκαταπάλαιστος ἢ ὁ εὐκα‐ ταγώνιστος. καὶ εὐκατάγνωστος. ἀπὸ μεταφο‐ ρᾶς τῶν παλαιστῶν, ἢ τῶν πολεμιστῶν, παρὰ | |
15 | τὸ χεῖρα. καταχρηστικῶς δὲ ὁ ἐπιεικὴς καὶ μὴ ἀντιπαλαίων. Εὐχαίτης. ὁ καλόθριξ. εὐχετὴς δὲ ὁ εὐχὴν ποιῶν, ψιλόν. Εὐχίδης καὶ Ἄσσαπος καὶ Χρυσόμαζος καὶ | |
20 | Ἐχίων. ὀνόματα κύρια. ὑπῆρχον οὗτοι ὠκύ‐ τατοι τοῖς ποσίν. Εὐχυλότερος. ὁ ταχέως πεττόμενος. Εὔωπος. ὁ εὐόφθαλμος. Εὐώνυμος. ὁ ἀριστερός. | |
25 | Εὐώδης. ἔστιν ἄω τὸ πνέω· μετὰ τοῦ δυς μορίου καὶ τοῦ εὖ γέγονε δυσαὴς καὶ εὐαής· ἡ γενικὴ | |
τῶν πληθυντικῶν δυσαέων καὶ εὐαέων, καὶ ἐξ | ||
epsilon905 | αὐτοῦ δυσαώδης καὶ εὐαώδης, καὶ κατὰ συγκο‐ πὴν δυσώδης καὶ εὐώδης. Εὔωροι. ἀπαραφύλακτοι. [Εὐφορίων· οὐ δέ τι εὔωροι θυέων. παρὰ τὸ εὖ ὠρεῖν καὶ φυλάσσειν. | |
5 | κατὰ ἀντίφρασιν.] Εὔψυχος. εὔθυμος. καρτερικός. [ἱλαρός.] Εὔρηνος. ὁ καλλιπρόβατος. πάμπαν εὔρηνός τε καὶ εὔβοτος. Εὐσπειρῆ. καλῶς συνεσπειραμένον. [τὸν εὐσπει‐ | |
10 | ρῆ δὲ δράκοντα.] Εὐθὺς καὶ εὐθύ. καὶ ὡς ὄνομα καὶ ἐπίῤῥημα. παρὰ τὸ εὖ μόριον, καὶ τοῦ θύω τὸ ὁρμῶ. ὁ μέλλων θύσω, ὡς δώσω, δώς. τὸ εὐθὺ σημαίνει τὸ καλῶς ὁρμῶ· καὶ τὸ παραχρῆμα καὶ ταχύ. | |
15t | (Θηλυκόν.) | |
16 | Εὖα. μήτηρ πάντων καὶ ζωή. Εὐάγητον. καθαράν. λαμπράν. Ἀριστοφάνης· δροσερὰν εὐάγητον φύσιν. Εὐανθὴς γλῶσσα. ἡ ἄκρως ἠττικισμένη ὁμι‐ | |
20 | λίαν. εὐανθὴς γλῶσσα καὶ πολλῶν γέμουσα χαρίτων καὶ μουσικῶν ἀπηχημάτων ἀπόζουσα. Εὐανδρία. γενναιότης. Εὐαριθμήτοις. ὀλίγαις. εὐαριθμήτοις ἡμέραις | |
τῷ Καίσαρι συνόντες. | ||
epsilon906 | Εὐβουλία. ἐπιστήμη τοῦ σκοπεῖσθαι, ποῖα καὶ πῶς πράξαντες πράξομεν συμφερόντως. Εὔβοτος γῆ. εὔτροφος, καλὰ βοσκήματα ἔχουσα. | |
5 | Εὔβοια. ὁ Εὔριπος καὶ νῆσος. Εὐβουλίας. φρονήσεως. Εὐγνωμοσύνη. ἡ εὐχαριστία. Εὐγένεια. δόξα ἐκ γένους. Εὐδαιμονία. εὔῤῥοια βίου. | |
10 | Εὐδικία. δικαιοσύνη. εὐδικία ἦν πεπορισμένος. Εὐδοκία. ἡ θέλησις καὶ ἡ ἀρέσκεια. εὐδοκία τὸ ἀγαθὸν θέλημα τοῦ θεοῦ, παρὰ τὸ καλῶς δεδόχθαι. Εὐδία καὶ εὔδιος. ἡ τοῦ ἀέρος ἠρεμία. κυρίως δὲ | |
15 | ἡ ἀβροχία. [παρὰ τὸ δεύω, τὸ βρέχω, δευΐα καὶ κατὰ μετάθεσιν εὐδία. —ὄφρ’ εὕδῃσι μένος Βορέαο καὶ ἄλλων ζαχρείων ἀνέμων.] Εὐδίοδον. βάσιμον, εὐπορέστατον. ἐσώρευον δὲ τὰ | |
20 | τεμνόμενα ξύλα ἐπὶ τῆς μεταξὺ χώρας, ὡς εὐ‐ δίοδος ἦν. Εὐεστοῖ. εὐθηνίᾳ, καταστάσει. Εὐετηρία. ἡ ὑγεία. Εὐέπεια. ἡ καλὴ φράσις. | |
25 | Εὐεργὴς γῆ. εὔφορος, καλοέργαστος. | |
epsilon907 | Εὐερμία. ἐπιτυχία, εὐτυχία. Εὐεξία. ἀκρότης ὑγείας. ἐπὶ καχεξίᾳ γὰρ γίνε‐ ται νόσος· ὡς καὶ ἡ εὐεξία ἐπὶ τῇ ὑγείᾳ. Εὔερον. εὐάερον. ὥσπερ σισύραν εὔερον. | |
5 | Εὔεδρον. ἀσφαλῆ. βεβαίαν. ὁ δὲ ἐπὶ νώτοις ἐκάθισε καθέδραν εὔεδρον καὶ ὀχυρὰν, ὅ ἐστιν ἀσφαλῆ καὶ στερεάν. τοῦτο γὰρ σημαίνει τὸ ὀχυράν. Εὐηγορία. ἡ καλλιέπεια. | |
10 | Εὐηθείας. μωρίας, ἀνοίας. ἔτι δὲ ἀπολαύων τοῦ καιροῦ καὶ τῆς εὐηθείας τῶν ἐπιχωρίων. Εὐθιξία. ἀκρίβεια, εὐφυΐα. ἔχων τὸν νοῦν εὐθι‐ ξίᾳ πρὸς τὴν θεραπείαν εὐθυβολοῦντα. Εὐθυδικία. ὅταν εἰσάγηταί τις κριθησόμενος | |
15 | περὶ ὧν μηδέπω γνῶσις ἐγένετο δικαστηρίου, εὐθυδικία καλεῖται. Εὐθυεπείαις. ὀρθολογίαις. Εὐθύναι. τιμωρίαι καὶ δίκαι. Εὐθηνίαι. αἱ εὐφορίαι. | |
20 | Εὐθημοσύνη. τάξις. παρὰ τὸ θημὸς θημοσύνη καὶ εὐθημοσύνη, ὡς ἱπποσύνη καὶ δικαιοσύνη. Εὐκατεργάστου. εὐχειρώτου, εὐδιαλύτου. τῆς | |
οἰκοδομῆς οὔσης εὐκατεργάστου. | ||
epsilon908 | Εὐκατάπρηστος ὕλη. ἡ εὐχερῶς καιομένη. Εὐκαιρία. χρόνου ἐπίτευξις, ἐν ᾧ χρὴ παθεῖν τὶ ἢ ποιῆσαι. εὐκαιρία καὶ ὁ πλοῦτος. [ὁ δὲ θαυ‐ μάσας τὴν τῆς ἀκροπόλεως εὐκαιρίαν.] | |
5 | [Εὐκλείας. δόξης. ἐνδοξότητος.] τὰς εὐκλεῖας δὲ περισπῶμεν. Δὸς δὲ πάλιν ἐπὶ νῆας ἐϋκλείας— προπερισπωμένως. ἐκ γὰρ τοῦ εὐκλέας κατ’ ἐπένθεσιν τοῦ ι. ἢ εὐκλεέας καὶ κατὰ συναίρε‐ | |
10 | σιν εὐκλείας. Εὐκληρίας. εὐτυχίας. Εὐκρίνεια. ἡ καθαρότης. Εὔλαχα. τὸ ἄροτρον παρὰ Θουκυδίδῃ. Δώρειος δὲ ἡ λέξις. | |
15 | Εὐλαί. σκώληκες οἱ ἐν τοῖς τραύμασι γινόμενοι. καὶ εὐλαίων, σκωλήκων. ζῶσα γὰρ ἐξέζεσεν εὐλαίων. Εὐλογία. πληθυσμὸς ἀγαθῶν ἐξ ἑκουσιότητος δι‐ δόμενος. εὐλογία δὲ καὶ ἡ εἰρήνη. | |
20 | Εὐλάβεια. φυλακὴ ἡ ἀπὸ κακοῦ, ἢ ἐπιμέλεια φυλακῆς. Εὐμαρέη. ἀπόπατα. παρὰ Ἡροδότῳ. | |
Εὐμάρεια. ἡ εὐκολία. λέγεται καὶ ἡ εὐκοσμία. | ||
epsilon909 | οὐ βαθύπεπλος εὔμαρις. καὶ ἡ ἡσυχία. Ἡρό‐ δοτος. τοῦτο φυγῆς τῷ Ἀννίβᾳ πλείονα εὐ‐ μάρειαν παρέσχεν. Εὐμολπία. ἡ εὐφωνία, καὶ ὁ καλὸς ὕμνος. | |
5 | Εὐμοιρία. ἡ εὐτυχία, ἡ εὐκληρία. Εὐνοίας. φιλίας. ἐλθεῖν αὐτὸν παρακαλοῦσι δι’ εὐνοίας εἶναι τῷ θεῷ. Εὐνὴ καὶ εὐνάς. ἡ ἄγκυρα. οἷον· —εὐνάς τ’ ἐβάλλοντο. | |
10 | καί· ἔκ τ’ εὐνὰς ἔβαλον—. παρὰ τὸ εὐνάζειν καὶ ἐν ἡσυχίᾳ ποιεῖν τὴν ναῦν, ὅπερ ἡμῖν ἐν τῇ εὐνῇ ἤγουν τῇ κοίτῃ συμ‐ βαίνει. εὐνὴ γὰρ ἡ κοίτη. παρὰ τὸ εὕδω εὐθί‐ | |
15 | νη καὶ ἐν συγκοπῇ εὐνὴ, ἐφ’ ᾗ καθεύδουσιν. [ἢ παρὰ τὸ νῶ, τὸ σωρεύω, καὶ τὸ εὖ γίνεται εὐνὴ, οἱονεὶ τὰ καλῶς νενησμένα καὶ σεσωρευ‐ μένα στρώματα ἐν τῇ κοίτῃ. εὐνῇ ἐνὶ μαλακῇ— | |
20 | σημαίνει καὶ τὴν διατριβήν. ὅθι φασὶ Τυφωέως ἔμμεναι εὐνάς.] | |
Εὐνομία. νόμου πειθάρχησις. | ||
epsilon910 | Εὐορκία. τὸ καλῶς ὀμνύειν. Εὔοπτον. εὐόφθαλμον. ἦν δὲ καὶ ἡ κόρη εὔο‐ πτος. Εὐπάθεια. διάχυσις καὶ ἄνεσις τῆς ψυχῆς καὶ | |
5 | τρυφή. διαιρεῖται δὲ εἰς χαρὰν, εὐλάβειαν καὶ βούλησιν. καὶ φαμὲν τὴν χαρὰν ἐναντίαν εἶναι τῇ λύπῃ· τὴν δὲ εὐλάβειαν τῷ θυμῷ· τὴν δὲ ἐπιθυμίαν τῇ βουλήσει. Εὐπερίοπτον. εὐκαταφρόνητον. ᾐσθάνετο γὰρ τὴν | |
10 | τῶν Μακεδόνων ἀρχὴν εὐπερίοπτον ἐσομένην. Εὐπήληκος. καλὴν περικεφαλαίαν ἐχούσης. Εὐποτμία. εὐτυχία. ζηλῶ τοῦτον τῆς εὐπο‐ τμίας. ὅ ἐστι τοῦ καλοῦ θανάτου. πότμος γὰρ ὁ θάνατος. | |
15 | †Εὐπάτειραν. πατέρα καλὸν ἔχουσαν.† Εὐπλόκαμος. καλλίπλοκος. Εὐπερίστατον. τὴν εὐκόλως περιτρεπομένην. Εὐπραγία. ἡ εὐτυχία. Εὐπραξία. εὐημερία, εὐτυχία. ὁ δὲ Ὀζίας | |
20 | ὤλισθεν ἐπ’ εὐπραξίας καὶ κατηνέχθη πρὸς τὰ | |
τοῦ πατρὸς ἁμαρτήματα. | ||
epsilon911 | Εὐρυπρωκτίαν. μαλακίαν. Ἀριστοφάνης· τὴν εὐρυπρωκτίαν σοι ἐναποψήσεται. ὅ ἐστιν ἀπομάξει. Εὐρυοδείας. μέγα τὸ εἶδος ἐχούσης, ὅ ἐστιν | |
5 | ἕδρασμα. ἔστι δὲ, ὡς λέγει ὁ Ὦρος ὁ Μιλήσιος, ἐπίθετον τῆς γῆς. [ἡ εὐθεῖα εὐρυοδεία, παρο‐ ξυτόνως, ἡ μεγάλη καὶ πλατεῖα ἄμφοδος. ὣς τῶν ὤρνυτο δοῦπος ἀπὸ χθονὸς εὐρυο‐ δείης. | |
10 | τινὲς εὐρυόδεια λέγουσι προπαροξυτόνως.] Εὑρεσιεπίαις. λογοποιΐαις. Εὐρώπη. χώρα, ἐξ ἧς καὶ ὁ Ὀδυσσεύς. Εὐστάθεια. παγιότης. Εὐσθενείας. δυνάμεως. | |
15 | Εὐσέβεια. δικαιοσύνη περὶ τὸ θεῖον. ἀσέβεια δὲ τὸ ἐναντίον. Εὔσκαρθμοι νῆες. εὐκίνητοι, ταχεῖαι. ἢ ταχύ‐ ποδες. σκαρθμὸς γὰρ ὁ ποῦς. | |
Εὐσέλμου. καλὰς καθέδρας ἐχούσης. | ||
epsilon912 | Εὐστιβῆ. τετριμμένην. εὐστιβῆ ὁδὸν πορευόμε‐ νοι. στίβος γὰρ ἡ ὁδός. Εὐσήμῳ. ἀγαθῇ, καλῇ. [ἐν] εὐσήμῳ ἡμέρᾳ. Εὔστολον. εὔκοσμον. ὁ δὲ προῆγε ποιήσας εὔ‐ | |
5 | στολον τὴν ἀκολουθίαν. Εὔσοια. εὐσθένεια. ζῶντά τ’ εὐσοίας χάριν. Εὔστρα. τὸ βαδιστήριον, ἢ φλογίστρα. Ἀριστο‐ φάνης· ἐν ταῖσιν εὔστραις κονδύλοις ἡρμοττόμην. | |
10 | ἀντὶ τοῦ ἐπαιδευόμην ἀπὸ τῆς μουσικῆς. Εὐτραπελία. κουφότης, μωρολογία. Εὐτρόχαλον. περιφερῆ. εἶναι δὲ τὴν ἀσπίδα μικρὰν καὶ εὐτρόχαλον. Εὐοιώνιστον. εὔφημον, καλὰ προσημαίνουσαν. | |
15 | Εὐφορία. ἡ εὐκαρπία. ἐφορεία δὲ ἡ ἐπιτήρησις, δίφθογγον. Εὐφυΐα. ἀγαθὴ ἀρετή. ἐν φύσει πρὸς τάχος μα‐ θήσεως. Εὐφροσύνη. ἀφορισμὸς λύπης ἐν ἐπιδημίᾳ κα‐ | |
20 | λῶν. | |
epsilon913 | Εὐφρόνη. ἡ νύξ. παρὰ τὸ εὐφρονεῖν ἡμᾶς ἐν αὐτῇ· καὶ γὰρ ὁ λογισμὸς, ὅτε ἀσχολεῖται, κριτὴς γίνεται τῶν πραγμάτων· ἢ παρὰ τὸ εὐ‐ φραίνειν τὸ σῶμα διὰ τῆς ἀναπαύσεως. [παρ‐ | |
5 | ώνυμόν ἐστιν. ὥσπερ γὰρ παρὰ τὸ ἀνακὸς γί‐ νεται ἀνάγκη πλεονασμῷ τοῦ γ, καὶ ἀμύμονος, ἀμυμόνη καὶ ἀμυμώνη διὰ τοῦ ω, οὕτως καὶ παρὰ τὸ εὔφρων, εὔφρονος, εὐφρόνη.] Εὐχαί. αἱ ὑποσχέσεις. τὰς εὐχάς μου τῷ κυρίῳ | |
10 | ἀποδώσω. Εὐχή. ἐπαγγελία καὶ ὑπόσχεσις, ὡς ἐξ ἀνθρώ‐ που θεοῦ ἀφιερουμένη· ἢ σύστασις δώρου πρὸς θεὸν, ἡ παρὰ τῶν δούλων αὐτοῦ γινομένη ἑκού‐ σιος. εὐχὴ ἡ τοῦ εὖ ἔχειν αἴτησις. | |
15 | Εὐχαριστία, δέησις καὶ προσευχὴ διαφέρει. οἷς γὰρ ἔτι ἐνδεῖ τινὰ, τοῦτό ἐστιν ἡ δέησις. ὅταν δὲ τὸ ἀξίωμα τοῦ θεοῦ νοήσας αἰτῶ τι αὐτοῦ, τότε προσεύχομαι. ὅτε δὲ φίλος ἐπὶ πλέον γέ‐ νωμαι, τότε εὐχαριστῶ. φησὶ καὶ ὁ μακάριος | |
20 | Παῦλος· πρῶτον πάντων ποιεῖσθαι δεήσεις, προσευχὰς, ἐντεύξεις, εὐχαριστίας· ἀπὸ τῶν ἡττόνων ἐπὶ τὰ μείζω προβαίνων. Εὐχέρεια. εὐκολία, συντομία, ἐπιδεξιότης. Εὐχειρία. ἡ διὰ χειρῶν εὐκινησία. οἱ δὲ Μακε‐ | |
25 | δόνες ταῖς εὐχειρίαις πολλοὶ περιῆσαν. Εὐχρηστία. ἡ καλὴ χρῆσις. Εὐχωλή. εὐχὴ ἢ καύχημα. παρὰ τὸ εὔχω εὐ‐ χωλή. [κατ’ ἔκτασιν τῆς συλλαβῆς. καὶ ἔμεινε τὸ χω, μέγα, ὡς παύσω, παυσωλή. | |
30 | κὰδ δέ κεν εὐχωλὴν Πριάμου— | |
σημαίνει δὲ τὴν καύχησιν.] | ||
epsilon914 | Εὐωδία. ἡ μυρωδία. εὐοδία δὲ ἡ καλὴ ὁδὸς, μι‐ κρόν. Εὐώνυμος. κατ’ εὐφημισμὸν τὴν ἀριστερὰν κα‐ λουμένην, τὴν οὐκ οὖσαν ἀρίστην, ἀλλὰ τῇ ἑτέ‐ | |
5 | ρᾳ ὑπηρετοῦσαν. παρὰ τὸ ἄριστος ἀριστερὸς, ὡς φόβος, φοβερός. Εὐωχία. παρὰ τὸ εὖ ἔχειν, ὅτι ἐπὶ τὰς τῶν θεῶν παραγίνεται τιμάς. βέλτιον δὲ ἀπὸ τοῦ τῶν τροφῶν ἡμῖν [εὖ] ἔχειν. καὶ γὰρ ἡ παροχὴ, | |
10 | ὅτι πολλὴ ὀχὴ πρόκειται. Εὐκηλήτειρα. ἡσυχάστρια. Εὐδοκίαν τὴν ἐπ’ εὐεργεσίαν βούλησιν ἔθος τῇ θείᾳ καλεῖν γραφῇ. ὁ Ἀπόστολος· κατὰ τὴν εὐδοκίαν τοῦ θελήματος αὐτοῦ. εὐδοκία γὰρ ἡ | |
15 | σφοδρὰ ἐπιθυμία. ἡ μὲν εὐδοκία τῆς ἐμῆς καρδίας. Εὐθυμία. ἡ εὐψυχία. ὁ Ἀπόστολος· ἵνα κᾀγὼ εὐψυχῶ, γνούς. | |
19t | (Οὐδέτερον.) | |
20 | Εὐάγωγον. εὐχερές. καλῶς ἀναγόμενον. ἢ εὐθή‐ ρατον ἢ εὔληπτον. Εὐαγές. ἁγνόν. εὐσεβές· ὅσιον· θειότατον. γέ‐ νους δὲ ἦν εὐαγοῦς. Εὐαγγέλιον. τὸ τὰ κάλλιστα ἀπαγγέλλον. τὸ | |
25 | ἀγαθὰς ἀγγελίας [φέρον.] παρὰ τὸ εὖ μόριον καὶ τὸ ἀγγελία. Εὐαφές. εὐμάλακτον. εὐψηλάφητον. Εὐάφορα. εὐθεώρητα. εὔσκοπα. [κολωνὸν ἐπιλε‐ ξάμενος, ὑφ’ οὗ τά τε ἔμπροσθεν καὶ τὰ κα‐ | |
30 | τόπιν εὐάφορα ἦν, λόχον ἐπ’ αὐτοῦ ἔστησεν.] Εὐάλωτον. εὐκόλως χειρούμενον. | |
Εὐάντυγα. εὐάξονα. | ||
epsilon915 | Εὔβοτα. εὐτραφῆ. καλὰ βοσκήματα ἔχοντα. βο‐ τὰ γὰρ τὰ πρόβατα. Εὐδείελον. τὸ εὐπεριόριστον, τὸ κυκλοτερές. Εὐδίνητα. εὔστροφα, εὐκίνητα. | |
5 | τρύπανά τ’ εὐδίνητα καὶ ὠκήεντα τέρετρα. ὅ ἐστι τρύπανα ἢ ἀρίδες. Εὔδμητον. καλῶς ᾠκοδομημένον. Εὐεπές. εὔλαλον, καλὴν ἔχον φράσιν. Εὐήνυστα. εὐκατόρθωτα. | |
10 | Εὐήνιον. εὐπειθές. καλῶς ἡνιοχούμενον. Εὔηθες. ἐπὶ τοῦ βελτίονος. Εὐῆρες. εὐάγωγον. ἀπὸ τῆς εἰρεσίας. Εὐήτριον. ἱμάτιον καλοΰφαντον. | |
Εὐήλατον. τὸ καλῶς ἐληλασμένον. τὸ δὲ πεδίον | ||
epsilon916 | ἦν ὕπτιον καὶ εὐήλατον καὶ ἐπιτήδειον ἵππῳ ἐμμάχεσθαι. Εὔθικτον. εὐαφὲς, εὐψηλάφητον. καὶ εὐθίκτως. εὔθηκτον δὲ τὸ καλῶς ἠκονημένον, ἦτα. | |
5 | Εὐθύωρον. Ἀντιφῶν ἀντὶ τοῦ κατ’ εὐθεῖαν. καὶ Ξενοφῶν αὐτῇ τῇ ὥρᾳ. καὶ δὴ εὐθύωρον ἀπεβίω. Εὔθρυπτα. σαθρά. Εὔθραυστα. ἀσθενῆ. εὔθλαστα. | |
10 | Εὔζωρον. καλοκέραστον. ζωρὸν γὰρ τὸ ἄμι‐ κτον ποτὸν καὶ ἄδολον. Εὐκέατον. τὸ εὔσχιστον. Εὐκρινές. εὐχερές· καθαρόν· σαφές· εὐδιάλυτον. | |
Εὔκυκλον. στρογγύλον. | ||
epsilon917 | Εὐκτόν. ἐπιθυμητόν. πέρας εὐκτὸν ἐπιθήσαντες ἅπαντι τῷ πολέμῳ. εὐκτὸν λέγεται, οὐχὶ εὐ‐ κταῖον. οὕτως Δημοσθένης καὶ Ξενοφῶν. [καὶ Εὔπολις· εὐκτότατον γάμον. τὸ δὲ εὐ‐ | |
5 | κταῖον ἐν Νόμοις Πλάτωνος ἐπὶ τοῦ κατευγμέ‐ νου καὶ οἷον κατ’ εὐχὴν ἀποδιδομένου, καὶ ἀξίου εὐχῆς.] Εὐκοπώτερον. ῥᾴδιον. Εὔληπτον. τὸ εὔκολον. | |
10 | Εὔληρα. τὰ ἡνία. —ἐν δ’ αὐτὸς ἔχων εὔληρα βεβήκει. παρὰ τὸ εἰλῶ εἴληρα [καὶ εὔληρα,] τὰ εἰλοῦντα καὶ συνέχοντα τὰ ὑποζύγια. παρ’ Ἐπιχάρμῳ καὶ αὔληρα εἴρηται. [παρὰ τὸν αὐλὸν καὶ τὸ | |
15 | ἐπίμηκες, ἵν’ ᾖ τὰ ἐπιμήκη.] Εὔλογον. τὸ πλείονας ἀφορμὰς ἔχον. εὔλογον ἀξίωμα. Εὐνούστατα. φίλια. καὶ ἀντὶ τοῦ φιλίως. Εὔξοον. καλῶς ἐξεσμένον, καὶ κατεσκευασμένον. | |
20 | Εὐόριστον. τὸ ψηλαφώμενον καὶ φθειρόμενον. οἷον ὁ ἄρτος καὶ τὰ ὅμοια. | |
Εὐπρόσιτον. τὸ εὐπρόσδεκτον. | ||
epsilon918 | Εὐπόριστον. εὐχερῶς ποριζόμενον. λέγεται γὰρ, ὡς παρὰ Τούρκοις οὐκ εὐπόριστον χρῆμα ὁ σί‐ δηρος. Εὔπρεμνα. τὰ καλοὺς κλάδους ἔχοντα. πρέμνος | |
5 | γὰρ ὁ κλάδος. Εὐπάρυφα. τὰ εὐκατέργαστα. ἢ πλούσια. †Εὐπάρεδρα. τὰ καλῶς παραμένοντα.† Εὐρίζῳ. ἐπιμόνῳ, καλῶς ἐῤῥιζωμένῳ καὶ βεβαίως πεπηγμένῳ. | |
10 | Εὑρήματα. βουλεύματα. Εὐρύτερον. πλατύτερον. Εὖρος. τὸ πλάτος, δι’ οὗ ἐστὶν εὑρεῖν καὶ φέ‐ ρεσθαι. σημαίνει καὶ τὸν ἄνεμον [τὸν ἀφη‐ λιώτην.] παρὰ τὴν αὔραν, τὴν πνοήν. | |
15 | Εὐσύνοπτον. εὐθεώρητον, σαφὲς, εὐεπίγνωστον. Εὐσταθές. εὐτάραχον, βεβηκὸς, μὴ σεσοβη‐ μένον. Εὖχος. καύχημα. Εὔωνον. καλοαγόραστον, εὐτελές. | |
20 | Εὐτρόχαλον. ὁμαλόν. | |
21t | (Ῥῆμα.) | |
22 | Εὐδαιμονεῖ. εὐτυχεῖ, καλῶς πράττει. | |
epsilon919 | Εὕδοντι. καθεύδοντι, κοιμωμένῳ. Εὐδοκουμένην. καλῶς προσδοκουμένην· ἀρέσκου‐ σαν. πίστιν ἔφην ποιήσειν εὐδοκουμένην. Εὐδοκεῖν. συγκατατίθεσθαι. [ὁ δὲ ἔφη εὐδοκεῖν | |
5 | τοῖς λεγομένοις.] Εὐδόκησας. σῆς ἠξίωσας οἰκειότητος. εὐδόκησα καὶ τὸ ἠθέλησα. εὐδόκησα καὶ τὸ ἀναπαύομαι καὶ τὸ ἀρέσκομαι, ὡς τό· ἐν ᾧ εὐδόκησα ἐν τῷ εὐαγγελίῳ. | |
10 | Εὐεκτεῖ. ὑγιαίνει. Εὐηθίζω. τὸ μωραίνω. Εὐθύναι. ἐξετάσαι, ὀρθῶσαι. Εὐθύνοντας. ὁρμῶντας. Εὐθύνουσιν. ἐρωτῶσιν. καὶ ἀντὶ τοῦ εἰσπράττου‐ | |
15 | σιν. εὐθύνουσι δίκας. Εὐθετίζω. ἀλήθειαν λέγω. Εὐθηνούμενοι. ἐπὶ τὸ βέλτιον προκόπτοντες. [καὶ κατ’ ὀλίγον εὐθηνούμενοι δυνατώτεροι γίνον‐ ται.] καὶ εὐθηνεῖν τὸ πλουτεῖν. | |
20 | [Εὐθενεῖν οἱ Ἀττικοί· οἱ δὲ Ἴωνες εὐθηνεῖν. Κρατῖνος· ἀλλὰ τάδ’ ἔστ’ ἀνακτέον. | |
καὶ γὰρ ἡνίκα εὐθενεῖ. | ||
epsilon920 | Ἡρόδοτος· εὐθενέειν πᾶσαν Αἴγυπτον. ἡ δὲ εὐθενία παρ’ οὐδενὶ τῶν Ἀττικῶν.] Εὐϊλατεύοντα. εὐμενῆ ὄντα, εὐσυμπάθητον, ἐλεοῦντα. καὶ εὐϊλατεύειν ἀντὶ τοῦ εὐμενίζειν. | |
5 | Εὐκαιρεῖν. πλουτεῖν. ὁ δὲ ἐκάλει τῶν πολιτῶν τοὺς δοκοῦντας εὐκαιρεῖν τοῖς βίοις. Εὔκλεισον. ἀντὶ τοῦ δόξης καὶ ἀξίας ἀξίωσον. πρόφρων ἁμετέραν εὔκλεισον γενεάν. Εὐλαβεῖσθαι. φοβεῖσθαι. φυλάττεσθαι. | |
10 | Εὐλογήσατε. ὑμνήσατε. Εὐλογῆσαι. ὑμνῆσαι. ἐπαινέσαι. Δαβίδ· ἡ ψυ‐ χὴ αὐτοῦ ἐν τῇ ζωῇ αὐτοῦ εὐλογηθήσεται. Εὐλόγηκεν. ἐβλασφήμησεν. [ἐπὶ τοῦ] Ἰώβ· εὐλογῶν εὐλογήσει σε. | |
15 | Εὐμοίρησε. καλῶς ἐκληρώσατο. Εὐνηθέντες. κοιμηθέντες. Εὐνοουμένη. εἰρηνεύουσα. καλῶς διακειμένη. [καὶ ἐν εὐαγγελίῳ· ἴσθι εὐνοῶν τῷ ἀντιδίκῳ σου. ἢ ὅτι καταδέχου μᾶλλον ἀδικεῖσθαι. ἢ οὕτως· | |
20 | δίκασον τῇ δίκῃ ὡσανεὶ τὴν ἐκείνου τάξιν ἔχων.] Εὐοδώσω. ὁδηγήσω. | |
Εὐοδεῖν. εὑρίσκω παρὰ τοῖς Ἀττικοῖς. Θεόπομ‐ | ||
epsilon921 | πος· ἀλλ’ εἰ δοκεῖ, χρὴ ταῦτα δρᾷν, εὐοδεῖν πορεύομαι. [τὸ δ’ ὁδεύειν οὐδὲ παρ’ ἑνὶ τῶν ἐλ‐ λογίμων.] Εὐόμενος. φλογιζόμενος. εὑόμενος δὲ ὁ φωτι‐ | |
5 | ζόμενος, δασεῖαν. Εὐπλοῦν. τὸ εὐημερεῖν. Εὐπλοῆσαι. τὸ καλῶς πλεῦσαι. Εὐριζῶν. πλατύνων, ἢ καλὰς ῥίζας ἔχων. Εὐρωτιῶντες. ἠφανισμένοι. | |
10 | Εὐρύνω. πλατύνω. *εὑρίσκω. ἐπαινῶ.* Εὐρυβατεύεσθαι. πονηρεύεσθαι. φασὶ γὰρ τὸν Εὐρύβατον τὸν ἑνὰ τῶν Κερκώπων τοιχωρύχον εἶναι· οἱ δὲ προδότην παρὰ τοὺς χρόνους τοὺς πρὸ Κροίσου. Εὐρύβατον ἄνδρα φασὶ τοῦτον | |
15 | Ἐφέσιον εἶναι καὶ λαβόντα χρήματα παρὰ τοῦ | |
Κροίσου, ὥστε στρατιὰν συναγαγεῖν εἰς τὸν | ||
epsilon922 | πόλεμον τὸν εἰς τοὺς Πέρσας, προδότην γενό‐ μενον, ἐγχειρίσαι τῷ Κύρῳ τὰ χρήματα τοῦ Κροίσου. καὶ ἐντεῦθεν τοὺς πονηροὺς Εὐρυβά‐ τας καλεῖσθαι. | |
5 | Εὐσκευοῦμεν. καλῶς παρεσκευασάμεθα· πρὸς θά‐ νατον. οὕτω μὲν εὐσκευοῦμεν. Εὐστομεῖν. τὸ εὐφημεῖν. καὶ οἱ Ἴωνες εὔστομα κείσθω φασίν. Εὐσυνθετεῖν. εὐνοϊκῶς ἔχειν. [Μασσαγέται ἐβου‐ | |
10 | λεύσαντο εὐσυνθετεῖν πρός τε Γελίμερα καὶ Βελισάριον.] Εὐφημεῖ. καλῶς λαλεῖ. ἐπαινεῖ. Εὔχεται. παρακαλεῖ. Εὔχομαι. ἐπὶ τοῦ λέγειν τάττει Ὅμηρος. | |
15 | [Μέντης Αἰγιάλοιο δαΐφρονος εὔχομαι εἶναι.] | |
Εὔχεται. καυχᾶται. | ||
epsilon923 | Εὔχομαι. ἀντὶ τοῦ καταρῶμαι παρὰ Ἀριστοφά‐ νει. Εὐχροεῖς. εὐσωματεῖς. Εὐωρεῖ. παίζει. | |
5 | Εὐδοκῶ. ἐπιθυμῶ, εὐφραίνομαι. καὶ ὁ Ἀπόστο‐ λος· διὸ εὐδοκῶ ἐν ἀσθενείαις, ἐν ὕβρεσιν. ὅ ἐστιν ἐπιθυμῶ εἶναι ἐν τούτοις. Εὐπροσωπῆσαι. εὐδοκιμεῖν. ὅσοι θέλουσιν εὐπροσ‐ ωπῆσαι ἐν σαρκὶ, ἤτοι παρ’ ἀνθρώποις. | |
10t | (Ἐπίῤῥημα.) | |
11 | Εὖγε. καλῶς, ὁσίως. λέγεται καὶ ἐπὶ εἰρωνείας πολλάκις. Εὖ σημαίνει τὸ καλόν. παρὰ τὸ ἐῢς, ὃ σημαί‐ νει τὸν θεράποντα ἢ τὸν ἀγαθόν. [ὡς γὰρ ἀπὸ | |
15 | τοῦ τάχα γέγονεν ἐπίῤῥημα ταχὺ, καὶ ὄνομα ταχὺ παιδίον, εὐρὺς εὐρὺ, οὕτως καὶ παρὰ τὸ ἐῢς ἐῢ καὶ ἐν συναιρέσει εὖ. ὤφειλε δὲ ὀξύνε‐ σθαι, ἀλλὰ πᾶσα δίφθογγος τελικὴ εἰς υ λή‐ γουσα, ἐφ’ ἑαυτῆς ἔχουσα τὸν τόνον, περι‐ | |
20 | σπᾶται.] Εὐεκτῶς. ὑγιῶς. Εὐεκτικῶς. σχετικῶς. | |
Εὐεπιβόλως. σαφῶς καὶ ὀρθῶς. | ||
epsilon924 | Εὐείκτως. εὐπειθῶς. Εὐθίκτως. εὐαφῶς, εὐψηλαφήτως. Εὐθύ. κατεναντίον. σημαίνει καὶ τὸ ἕως. καὶ εἰς οἷον καὶ εὐθὺ ὁρμῶ ἀντὶ τοῦ καλῶς. καὶ | |
5 | παρὰ Θουκυδίδῃ τὸ παραχρῆμα καὶ ταχέως καὶ τὸ ἐξ εὐθείας καὶ ἀσκόπως. Εὐθύς. ἀντὶ τοῦ ἐν ἀρχῇ. καὶ εὐθέως, παραυτί‐ κα. ἀμφότερα Ἑλληνικά. Ἀριστοφάνης· εὐθὺς γάρ ς’ ἔχω μέσον. | |
10 | Εὐθύωρον. ἀντὶ τοῦ κατ’ εὐθείας Ἀντιφῶν. καὶ Ξενοφῶν αὐτῇ τῇ ὥρᾳ. [καὶ δὴ εὐθυωρὸν ἀπε‐ βίω.] Εὐκτῶς. μετὰ εὐχῆς, ἢ εὐχερῶς. Εὐκρινῶς. σαφῶς, καθαρῶς. | |
15 | Εὐκαρδίως. προαιρετικῶς. ἡ δὲ κόρη ὑπακούει τὲ εὐπροθύμως καὶ εὐκαρδίως. Εὐλόφως. γενναίως. ὁ δὲ πρὸς τοὺς ἐπαναστάν‐ τας εὐλόφως ἀγωνισάμενος. [καὶ αὖθις· ὁ δὲ εὐλόφῳ αὐχένι τὴν ἄσκησιν ὑπομένων ἐφαί‐ | |
20 | νετο.] Εὐμαρῶς. ὑγιῶς. εὐχερῶς· εὐκόλως· εὐμαρῶς· πρᾴως· ἱλαρῶς. Εὐνούστατα. φιλίως. | |
[Εὐνοϊκῶς. φιλικῶς. εὐνοϊκῶς διακείμενος.] | ||
epsilon925 | Εὐοργήτως. ἀντὶ τοῦ εὐτρόπως. ὀργὴ γὰρ ὁ τρόπος παρὰ Θουκυδίδῃ. Εὐοφθάλμως. ἀντὶ τοῦ εὐπρεπῶς, καὶ ἀντὶ τοῦ εὐόπτως. | |
5 | Εὐπετῶς. εὐχερῶς. εὐκόλως. Εὐπρεπῶς. κοσμίως. ὡραίως. Εὐπότμως. εὐτυχῶς. Εὖ πράττειν. οὕτως ἡ ἐπιγραφὴ τῶν ἐπιστολῶν. εἰσὶ τοῦ ἠθικοῦ εἴδους. εὖ διάγειν. οὕτως Ἐπί‐ | |
10 | κουρος ἔγραφε. χαίρειν δὲ ὁ Κλέων. Εὐράξ. ἐκ πλαγίου. Εὐσυναλλάκτως. εὐμεταδότως. Εὐσχημόνως. εὐλαβῶς. σεμνῶς. Εὐσταθῶς. βεβαίως, ἀσφαλῶς. [ὁ δὲ ἐστρατο‐ | |
15 | πέδευσεν εὐσταθῶς, ᾗπερ ἐβούλετο.] Εὐσταλῶς. κούφως. Εὐφραδέως. πεφρασμένως καὶ συνετῶς. παρὰ τὸ φράδην. ἢ εὐπρεπῶς καὶ κοσμίως. ἀπὸ τοῦ | |
φράζειν συνετῶς. | ||
epsilon926 | Εὐοὶ σαβοί. βακχικὸν ἐπίφθεγμα. τῇ δὲ φωνῇ τῶν Φρυγῶν τοὺς μύστας δηλοῖ. ἀφ’ οὗ καὶ ὁ Σαβάζιος Διόνυσος. Εὐανακλήτως. συμπαθῶς. εὐαναδιδάκτως. | |
5 | Εὐέδρως. βεβαίως. | |
6t | Τὸ Ε μετὰ τοῦ Φ. | |
7t | (Ἀρσενικόν.) | |
8 | Ἔφεδρος. ἐγκάτοικος ἢ ἐνεδρεύων. Ἐφέστιοι. σύνοικοι. | |
10 | Ἐφελκυστής. βοηθός. Ἐφεκτικοί. φιλόσοφοί τινες. παρὰ τὸ ἐπέχειν περὶ τῶν πραγμάτων, καὶ δογματίζειν αὐτὰ ἀκατάληπτα. Ἐφέται. ἄνδρες, οἵτινες ὀγδοήκοντα ὄντες ἐδί‐ | |
15 | καζον. ἐφέται δὲ ἐκλήθησαν, ὅτι ἐπὶ αἵματι δικάζουσι. [ἢ ὅτι ἔφεσις παρ’ αὐτῶν οὐ δύναται εἰς ἄλλο δικαστήριον γενέσθαι.] Ἔφεκτος τόκος. ὁ ἐπὶ τὸ ἕκτον τοῦ κεφαλαίου. | |
Ἐφεκτικός. ἐπιθυμητικός. | ||
epsilon927 | Ἐφευρετὰς κακῶν. τοὺς ἐπὶ τοῖς παλαιοῖς κα‐ κοῖς ἕτερα καινοτομοῦντας κακά. Ἐφάμιλλος. ἶσος, ὅμοιος. Ἔφηβος. παῖς νέος ἤτοι ἐτῶν ιδ ἢ ιη. | |
5 | Ἔφηλος. ὁ ἐφηλίδας ἔχων εἰς τὴν ὄψιν. [Ἐφιάλτης. κύριον. καὶ ὁ παρὰ πολλοῖς λε‐ γόμενος Βαβουτζικάρης. παρὰ τὸ ἰάλλω, τὸ ἐμβάλλω.] Ἐφιζόμενος. ὁ ἐπάνω ἵππου καθεζόμενος. | |
10 | Ἐφίππων ὀνόματα. ἴλη ἱππέων ἀνδρῶν ξδ. ἐπι‐ λαρχία δύο ἴλαι ἱππέων ἀνδρῶν ρκη. ταραν‐ τιναρχία δύο ἴλαι [ἱππέων ἀνδρῶν διακοσίων πεντήκοντα ἕξ. ἱππαρχία δύο ταραντιναὶ] ἱπ‐ πέων ἀνδρῶν δώδεκα. ἐφιππαρχία δύο ἱππαρ‐ | |
15 | χίαι ἱππέων ἀνδρῶν ͵ακδ. τέλος δύο ἐφιππαρ‐ | |
epsilon928 | χίαι ἱππέων ͵βμη. ἐπίταγμα δύο τέλη ἱππέων ἀνδρῶν ͵θεϛ. Ἑφθαλέου. ἑφθοῦ. καὶ ἑφθοῦν τὸ ὀπτᾷν, ἤτοι τὸ δι’ ὕδατος ἕψειν. | |
5 | Ἑφθοὶ πυροί. διεγερτικοί εἰσὶ πρὸς συνουσίαν. Ἔφορος. ὁ πάντων ἐπόπτης καὶ θεωρὸς θεός. καλοῦνται δὲ ἔφοροι καὶ οἱ τὰ πόλεων ὤνια ἐπι‐ σκεπτόμενοι. Ἐφραΐμ. κύριον. κυρίως δὲ ἑρμηνεύεται πλατυ‐ | |
10 | σμὸς ἢ καρποφορία. Ἐφραθά. ὅ ἐστι Βηθλεέμ. παρ’ Ἑβραίοις δὲ σημαίνει μαρία τὸ ἐφραθά. Ἔφυδρος. ὕδωρ ἐπάγων. ἐφύδρους δὲ ἁλύσεις | |
διατείνας διὰ στόματος τοῦ λιμένος. | ||
epsilon929 | Ἐφ’ ᾧ πάρει. ἐπὶ τίνι παραγέγονας. ἐφ’ ᾧ καὶ ἐφ’ ᾧτε ἑκάτερον αὐτῶν. καὶ ὁριστικῷ συντάσσεται ῥήματι καὶ ἀπαρεμφάτῳ. Θουκυ‐ δίδης· ἐν δ’ ἐφ’ ᾧ φυλακῇ τῇ μετρίᾳ τηρή‐ | |
5 | σονται. καὶ Κρατῖνος· [ἐφ’ ᾧτ’ ἐμαυτὴν συγ‐ καθεύδειν τῷ πατρί.] | |
7t | (Θηλυκόν.) | |
8 | †Ἐφέστριδες. αἱ ἄγαμοι παρθένοι.† Ἐφαπτίδας. ..... οἱ δὲ ψιλοὶ τῶν Ῥω‐ | |
10 | μαίων ἕκαστος αὐτῶν εἶχον ἐφαπτίδας, καὶ κνη‐ δυΐδας, καὶ λοχάστην καὶ ἀκόντιον δι’ ὅλου [σιδήρου] πεποιημένον. Ἔφεσος. πόλις τῆς Ἀσίας. ἐκλήθη δὲ οὕτως ἀπὸ Ἐφέσου τινὸς ἐκεῖσε καπηλεύοντος καὶ | |
15 | πάντας λέγοντος πρὸς Ἔφεσον στέλλεσθαι, ἢ ἀπὸ τῆς Ἐφέσου, Λύδης Ἀμαζόνος, ἣ πρώτη Ἄρτεμιν ἐτίμησε καὶ ὠνόμασεν Ἐφεσίαν. ἀπὸ δὲ τῆς Ἀρτέμιδος καὶ οἱ οἰκοῦντες ἐκλήθησαν. | |
ἢ ὅτι Θησεὺς στρατεύσας Ἡρακλεῖ ἐπὶ τὸν Ἱπ‐ | ||
epsilon930 | πολύτης ζωστῆρα ἐδίωξε τὰς Ἀμαζόνας μέχρι Λυδίας, κᾀκεῖ καταφυγούσας ἐπί τινα ναὸν Ἀρ‐ τέμιδος δεῖσθαι σωτηρίας τυχεῖν· τὴν δὲ ἐφεῖ‐ ναι αὐταῖς τὴν σωτηρίαν, ὅθεν Ἔφεσος κλη‐ | |
5 | θεῖσα καὶ τὴν Ἄρτεμιν Ἐφεσίαν ἐκάλεσαν. Ἔφεσις. ἐπιθυμία, ἢ ἐπίτασις θελήσεως ἤγουν ἐπιτεταμένη θέλησις. ἔφεσις καὶ ἡ ὁρμή. ἀπὸ δὲ τῆς [τῶν] στρατηγῶν γνώμης λαβὼν ἔφε‐ σιν παρὰ τοῦ στρατηγοῦ ξένην καὶ παράδοξον | |
10 | βοήθειαν ἐπορίσατο πρὸς τὴν ἐπικειμένην πε‐ ρίστασιν. ἔφεσις καὶ ἡ ἐξ ἑκατέρου δικαστη‐ ρίου εἰς ἕτερον μεταγωγή. τὸ δ’ αὐτὸ καὶ ἔκκλητος καλεῖται. Ἐφεσπερεία. ἡ τῆς ἑσπέρας. | |
15 | Ἐφετμή. ἡ ἐντολή. Ἐφεστρίδες. Ῥωμαϊκὰ ἱμάτια λέγονται καὶ ὁ μανδύας καὶ βίῤῥον. Ἐφεδρία. ἡ ἐπίκληρος παραμονή. | |
Ἐφηβεία. ἡ νεότης καὶ ἀκμὴ τῆς ἡλικίας. | ||
epsilon931 | Ἐφήγησις. δίκη εἰσαγομένη ἀπὸ τῶν ὑποδεξα‐ μένων τὸν εἰργόμενον ὑπὸ τῶν νόμων ἐπιβαί‐ νειν τῆς χώρας, οἷον φυγάδα ἢ ἀνδροφόνον· ἢ ὅταν τῶν δημοσίων τὶ κατέχει τὶς κρύφα. | |
5 | Ἐφημερία. ἡ πατριά. λέγεται καὶ ἡ τῆς ἡμέρας λειτουργία καὶ ἑβδομάδος. Ἐφημερίς. ἡ τῶν ἐφ’ ἑκάστης ἡμέρας συμπι‐ πτόντων ὑπογραφή. Ἐφημοσύνη. ἡ ἐντολή. παρὰ τὸ εἰς αὐτὰ συμ‐ | |
10 | βάλλειν τὸν ἀμφότερον λόγον. Ἐφηλίς. ἡ ἐκ τοῦ ἡλίου περὶ τὸ πρόσωπον γι‐ νομένη ἔκκαυσις καὶ μελανία. καὶ πάθος περὶ τὸ πρόσωπον γινόμενον. εἴρηται ἀπὸ τοῦ ἡλίου. γράφεται καὶ ἔφηλος. | |
15 | Ἔφοδος. ὁρμή. ἐπέλευσις. Ἐφετμῆς. ἐντολῆς. Ἡσίοδος· —μεμνημένος αἰὲν ἐφετμῆς ἐργάζευ, Πέρση—. | |
19t | (Οὐδέτερον.) | |
20 | Ἐφάλια. παραθαλάσσια. Ἔφαμμα. τὸ περίβλημα. οἱ δὲ διὰ τὸ βατώδη εἶναι τὸν τόπον καὶ μὴ ἐμπλέκεσθαι τοῖς ἐφάμμασι, ταῦτα ἀπέῤῥιπτον, γυμνοὶ μετὰ τῶν ὅπλων στάντες. | |
25 | Ἐφικτόν. δυνατόν. κατάληπτον. Ἐφίερον. Δημοσθένης ἐν τῷ περὶ τοῦ τριηραρχή‐ | |
ματος. ἱερόν ἐστι τῶν δώδεκα θεῶν ἐν Βοσπόρῳ. | ||
epsilon932 | Ἐφίππιον. ἀγώνισμα ἐφ’ ἵππων τρεχόντων. Ἐφόλκια. τὰ μικρὰ πλοῖα. Ἐφόδια. τὰ ἁρμόζοντα τῇ ὁδῷ ἀναλώματα. Ἐφούδ. τὸ μὲν [ὄνομα αὐτοῦ] ἑρμηνευόμενον | |
5 | δήλωσιν ἢ λύτρωσιν σημαίνει, τὸ δὲ εἶδος αὐ‐ τοῦ σπιθαμιαῖον ἦν ὕφασμα, δίκην περιστη‐ θίου ἐκ χρυσονήμου τέχνης ποικίλης πεποιη‐ μένον· καὶ ἐν μὲν τῷ μέσῳ εἶχεν ὥσπερ ἀστέρα ὁλόχρυσον, ἑκατέρωθεν δὲ αὐτοῦ δύο σμαράγ‐ | |
10 | δους ἔχοντας ἀνὰ ἓξ τοὺς δώδεκα φυλὰς τοῦ Ἰσραὴλ, ἐν δὲ τῷ μεταξὺ τῶν σμαράγδων λί‐ θον ἀδάμαντα. ἡνίκα γοῦν ἔμελλεν ὁ ἱερεὺς ἐρωτᾷν τὸν θεὸν περὶ τινὸς κεφαλαίου, ἐδέσμει αὐτὸ ἐν τῇ ἐπωμίδι κατὰ τὸ μέσον τοῦ στέρ‐ | |
15 | νου καὶ ὑπετίθει τὰς χεῖρας αὐτοῦ ὑποκάτω‐ θεν, καὶ εὑρίσκετο ἐν ταῖς παλάμαις αὐτοῦ ἐξηπλωμένον ὥσπερ πυξίον, καὶ ἀποβλέπων εἰς τὸν ἐφοὺδ ἠρώτα τὸν θεὸν τὸ ἐρώτημα. καὶ εἰ μὲν ἀρεστὸν ἦν τῷ θεῷ τὸ ἐρώτημα, εὐθέως | |
20 | ἔστραπτεν ὁ ἀδάμας λίθος καὶ ἐφεγγοβόλει ἀκτῖνας ἐκπέμπων· εἰ δὲ οὐκ ἦν εὐάρεστον, ἔμε‐ νεν ἐν τῇ ἰδίᾳ τάξει ὁ λίθος. εἰ δὲ ἔμελλεν ὁ θεὸς εἰς μάχαιραν παραδιδόναι τὸν λαὸν, ἐγέ‐ νετο αἱματώδης. εἰ δὲ θανατικὸν ἔμελλε, ἐγέ‐ | |
25 | νετο μέλας. | |
Ἐφύμνιον. τὸ ἐπὶ τῷ ὕμνῳ ᾆσμα. | ||
epsilon933(1t) | (Ῥῆμα.) | |
2 | Ἐφαύλιζον. ηὐτέλιζον. οἱ δὲ ἐφαύλιζον αὐτὸν οὐδαμῆ σπουδαῖον ὄντα· μικρὸς γὰρ ἦν τὸ σῶμα. Ἔφασκεν. ἔλεγεν. | |
5 | Ἐφάψασθαι. ἄρξασθαι, ἢ ψηλαφῆσαι. Ἐφάμην. εἶπα. Ἔφατο. εἶπε. φημὶ, φήσω, ὁ μέσος ἀόριστος δεύ‐ τερος ἐφάμην, ἔφασο, ἔφατο. Ἐφεθέν. ὁρισθὲν, παρασχεθέν. ὁ δὲ βασιλεὺς | |
10 | Ἀντίγονος, ἐφεθέν οἱ δικάσαι, προσέταξε κλή‐ ρῳ διακριθῆναι. Ἐφεδρεύοντες. ἐπιτηροῦντες, ἐπικαθήμενοι. συν‐ τάσσεται δὲ μετὰ δοτικῆς. Ἐφέντες. ἐνδόντες, ὑποχαλάσαντες. | |
15 | Ἐφέξει. σταθῇ. ἐφελκύσει. καὶ ἐφέξειν ἀντὶ τοῦ κωλύσειν. Ἔφες. ἐπίπεμψον. Ἐφεσπόμενος. ἐπακολουθῶν. καὶ ἐφεσπόμε‐ να. | |
20 | Ἐφεστιασάμενος. εὐωχηθείς. Ἐφειμένον. συγκεχωρημένον. Ἐφείω. τὸ ἐπιβάλλω, τὸ ἐπενέγκω. [ἔστιν εἴω | |
καὶ ἐν συνθέσει ἐφείω.] | ||
epsilon934 | [Ἐφείσθω τούτοις ἐξονυχίζειν. ἀντὶ τοῦ συγκεχωρήσθω ἀκριβολογεῖσθαι.] Ἐφεῖτο. τὸ συνεχωρεῖτο. γράφεται καὶ ἀντὶ τοῦ ἐνετέλλετο. | |
5 | Ἐφείλιξαν. ἀντὶ τοῦ ἔφυραν. σχοινίον τὲ ἐφεί‐ λιξαν. Ἐφενάκιζον. ἠπάτων. Ἐφήδεσθαι. χαίρειν. ἐπιτέρπεσθαι. Ἐφῆκα. ἔπεμψα. | |
10 | Ἐφήλαντο. ἐπεπήδησαν. Ἔφῃνεν. ἔδειξεν. Ἐφῆπτο. ἐπεκρέματο, ἐπέκειτο. Ἐφίκοντο. ἐφήψοντο. Ἔφθη. προέλαβεν. ἔφθασεν ἢ ἔβλαψεν. οἷον· | |
15 | ἔφθη ὀρεξάμενος πρυμνὸν σκέλος—. Ἐφθίατο. φθίω [ὅπερ] ἀπὸ τοῦ φθίνω γίνε‐ ται κατὰ ἀποβολὴν τοῦ ν. ἔνθεν καὶ φθίσις, καὶ φθινόπωρον. ὁ παθητικὸς παρακείμενος ἔφθιμαι, ὁ ὑπερσυντελικὸς ἐφθίμην, τὸ τρίτον | |
20 | πρόσωπον ἔφθιτο, καὶ καθ’ ὑποστολὴν τοῦ ι καὶ πλεονασμῷ τοῦ α ἐφθίατο. Ἐφιᾶσι. συγχωροῦσιν. ἐφιᾶσιν, ὅπη τὶς ἐθέλει, | |
ἀπιέναι. καὶ ἐφιεὶς ἀντὶ τοῦ συγχωρῶν. | ||
epsilon935 | Ἐφιείς. ἀντὶ τοῦ ἐκπέμπων. ἐκ τοῦ ἵημι, ἥσω· ἡ μετοχὴ ἱεὶς καὶ ἐφιείς. Ἐφιέτω. ἀνείτω. Ἐφίει. ἐπέτρεπεν. ὁ δὲ Καῖσαρ δῃοῦν τὰ πρὸ | |
5 | τῆς πόλεως ἐφίει. καὶ ἐφίει ἀντὶ τοῦ πέμπει. Ἐφίῃ. ἐπιθυμεῖς. τί μοι τῶν δυσφόρων ἐφίῃ. Ἐφίησιν. ἐπιπέμπει, ἀνατρέπει. Ἐφικνούμενοι. ἐγγίζοντες. | |
10 | Ἐφικνεῖσθαι. εἰς κατάληψιν ἐλθεῖν. Ἐφίκοιτο. νοήσαι. καταλάβοι. Ἐφίεμαι. ἐπιθυμῶ. Ἐφιζάνει. ἐπικαθέζεται. Ἐφιστάμενος. ἀναμένων. σχολαίως βαδίζων. ὁ | |
15 | δὲ ἐπορεύετο ἄλλοτε καὶ ἄλλοτε ἐφιστάμενος. Ἐφίστη. ἔταττεν, ὥριζεν. ὁ δὲ ἄρχοντας ἐφίστη τούτοις. Ἐφίλατο. ἠγάπησεν. εἰς λυκάβαντας διπλοῦς | |
ἐφίλατο τὴν καλαμίτην. | ||
epsilon936 | Ἐφλεγμάνθη οὐ δεῖ λέγειν, ἀλλ’ ἐφλέγμῃνεν. Ἀριστοφάνης· εἶτ’ ἐφλέγμῃνεν αὐτοῦ τὸ σφυρὸν γέροντος ὄντος. | |
5 | Ἔφλαδον. τὸ ἐσχίσθη ἢ ἐθλάσθη. ἀπὸ τοῦ θλῶ, φλῶ, κατὰ τροπήν· παραγώγως φλάζω, καὶ ἔφλαδον. Ἔφλα με. ἔτυπτέ με. Ἑφθοῦν. τὸ ὀπτᾷν. ἢ τὸ δι’ ὕδατος ἕψειν. | |
10 | Ἐφλέγετο. ἐν ἐπιθυμίᾳ ἦν. ὁ δὲ Ἰάσων Θετ‐ ταλὸς ἐπὶ τοῖς ἀναθήμασιν ἐν Δελφοῖς ἐφλέ‐ γετο. Ἐφονοκτονήθη. ἐμιάνθη. Ἐφορεύειν. ἐποπτεύειν. | |
15 | Ἐφορμεῖν. ἐφεδρεύειν. οὕτως Δημοσθένης. ἐνεδρεύειν ἐν πλοίοις. Ἐφοινίσσετο. ἐρυθραίνετο. τὸ πρόσωπον ἐφοινίτ‐ τετο. | |
Ἐφραγγέλωσαν. τουτέστιν ἐμάστιξαν. | ||
epsilon937 | Ἐφοδευσάτωσαν. κατασκοπευσάτωσαν. Ἐφοδεύεται. διοδεύεται. Ἐφόρουν. ἐκόμιζον. Θουκυδίδης· ἐφόρουν τὴν ὕλην εἰς αὐτόν. | |
5 | Ἐφρύαξαν. ἐταράχθησαν. ἵνα τί ἐφρύαξαν ἔθνη. ὁ δὲ Ἀκύλας ἐθορυβήθησαν, ὁ δὲ Σύμ‐ μαχος ἠναισχύντησαν ἡρμηνεύκασιν. Ἔφριξα. τὰς τρίχας ὠρθώθην. [ἐπυκνώθη.] καὶ Ὅμηρος· | |
10 | ἔφριξε δὲ μάχη—. Ἔφυρον. ἔβρεχον ἢ ἔπλυνον. Ἔφυ. ἐγένετο ἢ ἐγεννήθη. Ἐφυλάξατο. ἐξέκλινεν, εἴασεν. ἐφυλάξατο δὲ τὰ μαλακὰ καὶ ψαμμώδη. | |
15 | Ἔφυντο. ἐνέφυσαν, σφόδρα ἐπεβάλλοντο, ὥστε δοκεῖν συμπεφυκέναι. Ἐφώδευσαν. ἐπέτρεχον. Ἐφιλοτιμεῖτο. ἐνηβρύνετο, ἐλαμπρύνετο. τοῦ Θεολόγου· καὶ γὰρ ἐφιλοτιμεῖτο τοῖς ἐμοῖς λόγοις. | |
20 | Ἔφεπε. ἐδίωκε. τοῦ Θεολόγου· ἔφεπε κλονέων. Ἐφόρεις. ἔφερες. Ἡσίοδος· —ἄλλα τε πολλὰ ἁρπάζων ἐφόρεις—. | |
24t | (Ἐπίῤῥημα.) | |
25 | *Ἐφφαθᾶ. διανοίχθητι.* | |
epsilon938 | Ἐφεξῆς. ἐπίσης, κατὰ τάξιν. Ἐφύπερθεν. ὑπεράνωθεν. | |
3t | Τὸ Ε μετὰ τοῦ Χ. | |
4t | (Ἀρσενικόν.) | |
5 | Ἐχέφρων. φρόνιμος. Ἐχέμυθος καὶ ἐχεμυθότατος. ὁ φρόνιμος. Ἐχέγγυος. ὁ ἀσφαλὴς ἐγγυητής. ὁ διὰ πίστεως ἄξιος. παρὰ Θουκυδίδῃ. ἰσχυρὸν, ἐγγυῆσαι δυνάμενον. | |
10 | *Ἔχθιστος. μισητός.* Ἔχης. ὁ πλούσιος. καὶ κλίνεται ἔχητος. Ἐχθρός. ἀντικειμένη ἐπὶ τὸ βλάπτειν πρό‐ θεσις. Ἐχθοδοπός. ὁ ἐχθροποιός. | |
15 | Ἔχις. ὁ ὄφις. †Ἐχέτης. ὄνομα κύριον.† Ἐχῖνος. ὁ ἀκανθόχοιρος, παρὰ τὸ συνέχειν ἑαυ‐ τὸν στρογγυλούμενον. ἐν γὰρ τῷ ἀλέξασθαι τὸν ἐπερχόμενον, συνειλούμενος, τὸν τῶν ἀκανθῶν | |
20 | περίβολον προβάλλεται εἰς ἔρυμα. ἐχῖνος καὶ τοῦ βοὸς ὁ γαστὴρ, παρὰ τὸ ἐπέχειν ἐν ἑαυτῇ τὴν τροφήν. ἐχῖνος καὶ ὁ λέβης, ὁμοίως. | |
ἐχῖνος καὶ ἄγγος τὶ, εἰς ὃ τὰ γραμματεῖα πρὸς | ||
epsilon939 | τὰς δίκας ἐτίθεντο. καὶ πόλις Θετταλίας οὕ‐ τω καλουμένη, ἀπὸ Ἐχίνου ἑνὸς τοῦ τὴν Σπάρ‐ την ἐνοικήσαντος. σημαίνει καὶ μέρος ἀστέρος. εἴρηται δὲ ἐχῖνος ὁ θαλάσσιος καὶ ἄλλος ἀπὸ | |
5 | τοῦ ἔχειν ἑαυτὸν τῶν σαρκῶν ἀφανῶν οὐσῶν. ἢ ἐχῖνος κατὰ ἀντίφρασιν ἀπὸ τοῦ μὴ δύνα‐ σθαι ἔχεσθαι διὰ τὰς ἀκάνθας ὡς ἀγρόπτος. γράφεται δὲ διὰ τοῦ ἰῶτα, ὡς Ἀκραγαντῖνος. Ἐχινόπους. ἀκάνθης εἶδος. παρὰ τὸ ἐπέχειν | |
10 | τοὺς πόδας τῶν βαδιζόντων ἐπ’ αὐτῆς. ἢ ὅτι ἐχίνου θαλασσίου ποσὶν ἔοικεν. Ἐχυρόφρονες. οἱ τῇ φρονήσει ἀσφαλεῖς. Ἐχυρός. ὁ ἀσφαλής. παρὰ τὸ ἔχειν ἐχυρὸς, ὅθεν καὶ ἐνέχυρον, ἀείχυρόν τι ὄν· καὶ κατὰ | |
15 | στέρησιν τοῦ α ἐχυρόν. | |
16t | (Θηλυκόν.) | |
17 | Ἐχενηΐς. εἶδος ἰχθύος. εἴρηται δὲ ἀπὸ τοῦ α ἔχειν καὶ κρατεῖν τὴν ναῦν. ἐχενηῒς καὶ ἡ κρατοῦσα τὴν ναῦν ἄγκυρα. | |
20 | ἄγκυράν τ’ ἐπὶ τοῖς ἐχενηΐδα δεσμὸν ἀέλλης. Ἐχινάς. ὄνομα νήσου. Ἐχεμυθία. σιωπή. μυστήριον. Ἐχέτλη. τοῦ ἀρότρου τὸ κράτημα, οὗ ἔχεται τῇ χειρὶ ὁ ἀροτριῶν. ὡς παρὰ τὸ ἔξυσται ξύ‐ | |
25 | στρα, οὕτως ἔχεται ἐχέτλη κατὰ συγκοπήν. | |
epsilon940 | Ἐχθραντέα. μισητή. Ἔχιδνα. ὄφις. Ἐχυρά. ἀσφαλής. | |
4t | (Οὐδέτερα.) | |
5 | Ἐχέγγυον. ἀσφαλές. Ἐχέμυθον. μυστήριον, κρυπτὸν ἢ φρόνιμον. ἦν δὲ ἐχέμυθος ἐς τὰ μάλιστα καὶ κρυψίνους. καὶ ἐχεμυθότατον, τὸ φρονιμώτατον. Ἔχθιον. ἐχθρότατον. μισητότατον. Σοφοκλῆς· | |
10 | βουλῆς γὰρ οὐδέν ἐστιν ἔχθιον κακῆς. Ἔχθος. τὸ μῖσος. καὶ ἔχθημα, τὸ μίσημα. Ἐχθοδοπόν. τὸ ἐχθροποιόν. Ἐχείδιον. ὀφείδιον. Ἔχμα. τὸ στήριγμα. | |
15 | Ἐχύρωμα. ἡ ἀσφάλεια. ὁ δὲ σκόλοπας ὀξεῖς ἐπιφερόμενος ἐνάλλεται τῷ ἐχυρώματι καὶ με‐ τεωροπορεῖ. | |
18t | (Ῥήματα.) | |
19 | Ἐχάτιζεν. ἔχρῃζεν. | |
20 | Ἔχε δή. ἀντὶ τοῦ ἄγε δή. ἢ ἄρα δὴ πρόσεχε. ἢ τὶ τοιοῦτον. Ἔχεεν. ἔχωσεν. Ἐχεμυθεῖ. ἔχει καὶ κρύπτει ἐν ἑαυτῷ τὸν | |
λόγον. | ||
epsilon941 | Ἔχετον. ἀντὶ τοῦ ἐχέτωσαν. καὶ ἐχέτην ἀντὶ τοῦ εἶχον. δυϊκά. Ἐχέτω. κρατείτω. Ἀριστοφάνης· Ἐχέτω δὲ πνοὰς νήνεμος αἰθήρ· | |
5 | Κῦμα δὲ πόντου μὴ κελαδείτω Γλαυκόν. Ἐχειρώθη. ἐκρατήθη. Ἔχει. ἀντὶ τοῦ τέθνηκεν. ἔχει αὐτὸν ὁ τοῦ θανάτου ζόφος χαλινώσας. | |
10 | Ἐχεῖτο. ἐξεκέχυτο. Ἐχηρώθησαν. ἀνδρῶν ἐστερήθησαν. ἐχήρευσαν. Ἔχῃρα. ἐχάρην. Ἰωνικῶς. Ἐχθόμενος. μισούμενος. Ἐχθρεῦσαι. ἐχθροὺς γενέσθαι. ἐχθρεῦσαι φα‐ | |
15 | σὶν αἰετὸν καὶ κάνθαρον ἐκ τοῦ ἑκάτερον αὐ‐ τῶν τὰ ὠὰ θατέρου διασπᾷν. Ἐχθραίνει. μισεῖ. Ἐχιλιώθη. χίλια ἐζημιώθη. Ἐχόμενα. ἐγγύθεν, πλησίον. | |
20 | Ἔχοντες. οἰκοῦντες. Ἐχόντων ἀντὶ τοῦ ἐχέτωσαν. Ἔχουν. ἀντὶ τοῦ ἐχώννυον. κᾀκ τούτου οἱ μὲν ἔχουν, οἱ δὲ τοῖς συμβάλλουσιν ἀντεμάχοντο. Ἐχολώθησαν. ὠργίσθησαν. | |
25 | Ἐχθοδοπῆσαι. ἐχθροποιῆσαι. καὶ κατὰ πλεο‐ | |
epsilon942 | νασμὸν τοῦ δ, καὶ κατὰ ἀποβολὴν τοῦ ρ, ἐχθο‐ δοπῆσαι. Ἐχρυσοῦ. ἀπὸ τρίτου προσώπου τῶν ἑνικῶν, οἷον ἐχρυσοῦτο, γίνεται ὑποστολῇ τοῦ τ ἐχρυσοῦο | |
5 | καὶ κατὰ κρᾶσιν ἐχρυσοῦ. Ἔχραον. μετὰ βλάβης ἐπῆλθον. Ἐχρηματίσθη. χρηματισμὸν ἐδέξατο. καὶ ἐχρήσθη ὁμοίως. Ἐχρῆν. ἥρμοζεν, ἔπρεπεν. | |
10 | [Ἔχριμπτ’ ἀεί. ἐπλησίαζεν.] [Ἔχριμψαν. ὁμοίως.] Ἐχρίπτοντο. ἐπλησίαζον, προσετρίβοντο. Ἔχρησε. χρησμὸν ἔδωκε. καὶ ἀντὶ τοῦ ἐδάνεισεν. Ἔχρειεν. ἐμαντεύετο. | |
15 | Ἐχύμισαν. ἀντὶ τοῦ ἔγχυμον ἐποίησαν. οἵπερ ἁρμονίαν ἐχύμισαν. Ἐχύρωσεν. ἰσχυρὰν ἐποίησεν. Ἐχώσατο. ὠργίσθη. Ἔχει. ἐπιμελεῖται. [καί μοι κῆπον ἔχει πολυ‐ | |
20 | δένδρεον.] | |
21t | (Ἐπίῤῥημα.) | |
22 | Ἐχθρωδῶς. ἀπεχθῶς. μισητῶς. κακῶς. Ἐχυρῶς. ἀσφαλῶς. ἰσχυρῶς. Ἐχθὲς καὶ χθές. οἱ Ἀττικοὶ χθὲς, οἱ δὲ κοι‐ | |
25 | νοὶ ἐχθές. πρῶτον δὲ τὸ ἐχθὲς τοῦ χθές· καὶ | |
δῆλον, πρῶτον μὲν ἀπὸ τῆς ἐτυμολογίας, ὅτι | ||
epsilon943 | ἐχθὲς εἴρηται παρὰ τὸ ἐκτὸς γεγενῆσθαι τῆς σήμερον· δεύτερον δὲ, ὅτι πᾶν μονοσύλλαβον ἐπίῤῥημα ἢ φύσει ἢ θέσει γίνεται κατ’ ἰδίαν μα‐ κρόν. οἷον· ναί· νή· πλήν· γνύξ· μάψ. οὐ μά‐ | |
5 | χεται δὲ τὸ δὶς καὶ τρίς· ἀπὸ γὰρ διάκις καὶ τριάκις συγκέκοπται. χωρὶς τοῦ πρίν. πῶς οὖν τὸ χθὲς βραχύ; ἐὰν εἴπωμεν χθὲς, ἠλόγηται· ἐὰν δὲ ἐχθὲς, μιμεῖται τὸ αἰές. τρίτον δὲ, ὅτι τὸ ε φωνῆεν πέφυκε πλεονάζειν, οἷον· εἶπον, | |
10 | ἔειπον· εἴκοσιν, ἐείκοσιν. ἀφεῖσθαι δὲ, ὅτι μετὰ συμφώνου ὑπάρχει. ἔβη, βῆ· ἔστη, στῆ· ἐμοῦ, μοῦ. οὕτως οὖν καὶ ἐχθὲς, χθές· ἀφαίρεσις καὶ οὐ πλεονασμός· ἐπειδὴ σύμφωνον ἔχει ἐπι‐ φερόμενον. τὸ αὐτὸ καὶ ἐπὶ τοῦ ἐθέλω, θέλω. | |
15 | πρῶτον τὸ ἐθέλω καὶ δεύτερον τὸ θέλω. | |
16t | Τὸ Ε μετὰ τοῦ Ψ. | |
17t | (Ἀρσενικόν.) | |
18 | Ἑψητός. ὁ ἑψημένος. †Ἑψητοί. τὰ λιτὰ ἰχθύδια.† | |
20t | (Θηλυκόν.) | |
21 | Ἑψία. ἡ ὁμιλία. †ἡ παιδιά.† | |
epsilon944(1t) | (Οὐδέτερον.) | |
2 | Ἕψανον. ἁπαλόν· καὶ ἀτέραμνον. τὸ δυσέψα‐ νον. οὕτως Πλάτων. Ἑψητήριον. ἡ λοπὰς, ὅ ἐστι χύτρα. | |
5 | Ἕψια. τὰ ἀπὸ λόγων παίγνια. καὶ φιλέψιος ὁ φιλοπαίγμων. φιλολόγος ἐστὶν ὁ φιλέψιος. Ἐψιάτιμον. γνωστικὸν παίγνιον. Ἔψιμον. τὸ παίγνιον. | |
9t | (Ῥῆμα.) | |
10 | Ἔψηχον. κατέμασον, ἔτριβον, ἔξεον, ὡμάλι‐ ζον. οἱ μὲν τοὺς ἵππους ἔψηχον. Ἐψίω. τὸ λέγω. ἀπὸ τοῦ ἔπω, ἔψω καὶ ἐψίω, ἀφ’ οὗ· πανημέριον ἑψιόωντο. Ἐψιᾶται. ἀντὶ τοῦ παίζει. | |
15 | Ἐψιάσθων. παιζέτωσαν. Ἐψιατέον. ἀντὶ τοῦ παικτέον. Ἐψιλωμένοι. γεγυμνωμένοι. Ἔψισαν. ἐψώμισαν. Ἕψων καὶ ἀπέψων. τὸ ἔψιον διὰ τοῦ ο μικροῦ, | |
20 | τὸ δὲ ἀπεσπόγγιζον διὰ τοῦ ω μεγάλου. Ἐψύχθη. ἀπεπαύθη· ἠρέμησεν. —ἄγρια δ’ αὐτοῦ | |
ἐψύχθη χαλεπῆς πνεύματα θευφορίης. | ||
epsilon945 | Ἐψυχαγώγησε. παρεμυθήσατο. ἢ ψυχὰς διὰ μαγγανείας ἀνήγαγεν. Ἔψυρεν. ἀπεδίωξεν. Ἐψῶν. κνηθόμενος. | |
5 | Ἐψώμισεν. ἔθρεψεν. | |
6t | Τὸ Ε μετὰ τοῦ Ω μεγάλου. | |
7t | (Ἀρσενικόν.) | |
8 | Ἑωθινός. ὀρθρινός. Ἑῷος. ἀνατολικὸς ἢ ὀρθρινός. | |
10 | Ἑωσφόρος. ὁ ἥλιος, ἀνατολικὸς ἀστὴρ πρωϊνὸς, ὁ αὐτὸς καὶ φωσφόρος καλούμενος. ὁ Ὅμη‐ ρος τοῦτον λέγει φέρειν τὴν ἡμέραν, οὐχὶ τὸν ἥλιον. Ἑωϋτός. ἑαυτός. | |
15t | (Θηλυκόν.) | |
16 | Ἐώας. ἀνατολῆς. Ἑωλοκρασία. τὸ χθιζὸν βρῶμα, ἢ ἡ ματαία πόσις. Δημοσθένης· αἴτιος δ’ οὗτος ἑωλοκρα‐ σίαν τινά μου τῆς πονηρίας αὐτοῦ κατασκεδά‐ | |
20 | σας. ἔθος ἦν τοῖς νέοις δειπνοῦσι καὶ νυκτε‐ ρεύουσι καταχεῖν τῶν κοιμωμένων τοὺς ζω‐ μοὺς τῶν ἑώλων δείπνων, πρὸς τοιαύτην παι‐ δίαν τετραμμένοις· ἡνίκα γὰρ συνέπινον ἀλ‐ | |
λήλοις οἱ νέοι, ἐπὶ ἑκάστου κρατὴρ οἴνου ἐτίθε‐ | ||
epsilon946 | το, καὶ εἴτις ἐκαθεύδησε μὴ πιὼν τὸν κρατῆρα, πρωῒ κατὰ τῆς ἑαυτοῦ κεφαλῆς ἐξεχέετο. Ἐωρκοπίαις. ὑψηλοφροσύναις. Ἕως. ἡ πρώτη τοῦ ἡλίου ἀνατολή. ἢ ἡ πρὸ τῆς | |
5 | ἡλίου ἀνατολῆς ὥρα. | |
6t | (Οὐδέτερον.) | |
7 | Ἕωλον. μάταιον· ἢ χθεσινόν· ἢ τὸ ψυχρὸν καὶ ἀνωφελές· ἢ τὸ ἀνίσχυρον. τὸ εἰς τὴν ἕω λει‐ πόμενον. | |
10 | Ἑῷον. ἀνατολικὸν, ὀρθρινόν. σὺν τῷ ι. κτητι‐ κὸν ἀπὸ τῆς ἕως. τὸ δὲ ἑωσφόρος οὐκ ἔχει. | |
12t | (Ῥῆμα.) | |
13 | Ἔῳγεν. ἐκ τοῦ οἴγω. ὁ παρατατικὸς ἔοιγον, ᾦγε καὶ πλεονασμῷ τοῦ ε ἔῳγε. | |
15 | χηλοῦ ἀπὸ τοῦ πῶμ’ ἀνέῳγε. Ἐῴη. συγχωροίη. Ἐῴκει. ὡμοίαζεν. ἐῴκειν ἔχει τὸ ι. εἴκω τὸ ὁμοιῶ, ὁ μέσος παρακείμενος εἶκα καὶ κατὰ διά‐ λυσιν ἔϊκα καὶ ἐπενθέσει τοῦ ο ἔοικα. καὶ | |
20 | ἐπαυξήσει τοῦ ο μικροῦ εἰς ω μέγα ἔῳκα. καὶ μένει τὸ ι προσγεγραμμένον. ὁ ὑπερσυντελικὸς ἐῴκειν, ἐῴκεις. Ἐώλπειν ὑπερσυντελικὸς ἀπὸ τοῦ ἐόλπω, τὸ ἐλπίζω. | |
25 | Ἐῶμεν. συγχωροῦμεν. | |
epsilon947 | Ἐωνημένων. ἀγορασθέντων. Ἐωνῆσθαι. ὠνεῖσθαι δὲ δίφθογγον. Ἐῳνοχόει. ἐκίρνα. Ἐών. ὁ ὑπάρχων. | |
5 | μηδ’ οὕτως, ἀγαθός περ ἐών,— ἐνεστὼς παρατατικὸς παρὰ τὸ ἔω, τὸ ὑπάρχω, ὢν καὶ ἐών· τὸ δὲ ἐὼν τοῦ ὢν ἐντελέστερόν ἐστι. καὶ ἐὼν ὁ πρὸ πολλοῦ τεθνηκώς. Ἔῳξεν. ἀνέῳξεν. | |
10 | Ἔωργε. διεπράξατω. καὶ ἐώργειν, ὑπερσυντε‐ λικός. Ἐωρίζω. τὸ μετεωρίζω. Ἑώρων. ἀπὸ τοῦ ὁρῶ. ὁ παρατατικὸς ὥρων καὶ πλεονασμῷ τοῦ ε ἑώρων, τῆς δασείας φυ‐ | |
15 | λαχθείσης. ὡσαύτως καὶ ἀπὸ τοῦ οἰνοχοῶ ὁ παρατατικὸς ᾠνοχόουν καὶ πλεονασμῷ τοῦ ε ἐῳνοχόουν, καὶ ἀπὸ τοῦ ὠνῶ, ὠνοῦμαι, καὶ | |
ὤνημαι καὶ ἐώνημαι. | ||
epsilon948 | Ἐώσαντο. βιαίως εἰσῆλθον. εἰσεπήδησαν. Ἔωσεν. ἀπώσατο, ἐνέβαλεν. ἀπὸ τοῦ ὤθω ὁ μέλλων ὤσω, ὁ ἀόριστος ὦσα, τὸ τρίτον ὦσε, καὶ πλεονασμῷ τοῦ ε ἔωσεν. ὡς ᾠνοχόει, | |
5 | ἐῳνοχόει. Ἑώρταζον. ἀπὸ τοῦ ἑορτὴ γίνεται ἑορτάζω, καὶ ὁ παρατατικὸς ἑώρταζον. καὶ ἐπειδὴ οὐδέ‐ ποτε λέξις εὑρίσκεται ἀρχομένη ἀπὸ τοῦ η ἐπι‐ φερομένη τὸ η, χωρὶς εἰ μὴ εὑρεθῇ δίφθογγον, | |
10 | ὡς τὸ ἠοῦς, ἠοῖ, καὶ κατὰ διάλυσιν, ὡς ἠόα, τούτου χάριν ἐγένετο ὑπερβιβασμός· καὶ ἡ μὲν παραλλαγὴ ἐξετάθη, ἡ δὲ ἀρχὴ συνεστάλη εἰς ε, καὶ ἐγένετο ἑώρταζον. Ἔω. τὸ ὑπάρχω. ἐῶ δὲ τὸ καταλιμπάνω. | |
15 | Ἐώμενος. καταλιμπανόμενος. | |
16t | (Ἐπίῤῥημα.) | |
17 | Ἕως τῶν οὐρανῶν. ἕως τοῦ τέλους. καὶ ἕως | |
ἀντὶ τοῦ διηνεκῶς καὶ πάντα τὸν χρόνον. | ||
zeta947(19t) | Ζ. | |
20t | Τὸ Ζ μετὰ τοῦ Α. | |
21t | (Ἀρσενικόν.) | |
22 | Ζαβρός. πολυφάγος. | |
Ζαβρῆς. κύριον. καὶ κλίνεται τοῦ Ζαβρῆ. | ||
zeta948(19) | Ζαγρός. ἀνυπόδετος. | |
20 | Ζαὴν ἄνεμον. τὸν σφοδρῶς πνέοντα. [καὶ Ὅμηρος· ὦρσε δ’ ἐπὶ ζαὴν ἄνεμον— | |
ὡς παρὰ τὸ πέτω γίνεται πετήν. Ἡσίοδος· | ||
zeta949 | —αἰετὸν μὴ πετῆνα γενέσθαι. οὕτως καὶ παρὰ τὸ ἄω, τὸ πνέω, γίνεται ἀὴν, καὶ μετὰ τοῦ ζα μορίου ζαήν. τὸ γὰρ τέλειον ζαῆνα, ὡς πετῆνα. εἰ μὴ κατ’ ἔκθλιψιν γέγο‐ | |
5 | νεν. οὕτως Ὦρος ὁ Μιλήσιος.] Ζαθέου. ἄγαν θαυμαστοῦ. Ζάκοτος. ἄγαν ὀργίλος. Ζάκορος. ὁ τοῦ νεὼ ἐπιμελούμενος. [κορεῖν γὰρ τὸ σαίρειν. τὸ δὲ ζα οὐκ ἔστιν ἐνταῦθα ἐπί‐ | |
10 | τασις, ἀλλ’ ἀντὶ τῆς διὰ προθέσεως, ἵν’ ᾖ ὁ διάκορος. οἱ Αἰολεῖς καὶ οἱ Ἀττικοὶ τὸν δία ζα φασίν.] Ζακχαῖος. κύριον. Ζαλμώδης. ὁ σθλάβος. | |
15 | Ζάλευκος. Πυθαγόρειος φιλόσοφος καὶ νομοθέτης. Ζαμενής. ὁ ἄγαν ἰσχυρός. | |
Ζάλμοξις. κύριον. | ||
zeta950 | Ζαφλεγεῖς. λαμπροί. ἐπιφανεῖς. Ζάψ. τὸ πῦρ. | |
3t | (Θηλυκόν.) | |
4 | Ζάβα. τὸ λωρίκιον. | |
5 | Ζαβουλών. χώρα. ἑρμηνεύεται δὲ εὐωδία καὶ εὐλογία. [ὃ Ζαβουλών ἐστι.] Ζάλη. ἡ σύνομβρος πνοὴ, ἢ ἡ μεγάλη ἄελλα καὶ ταραχὴ τῆς θαλάσσης ἢ τοῦ ἀέρος. [παρὰ τὸ ζέειν τὴν ἅλα ἤγουν κορυφοῦσθαι.] | |
10 | Ζακυνθίδες. κολοκύνθαι. Ζαμβύκη. μουσικὸν ὄργανον. Ζαθέην. ἄγαν θαυμαστήν. [παρὰ τὸ θέαν καὶ τὸ ζα ἐπιτατικὸν μόριον, ὡς τὸ ἠγαθέην, τὴν θαυμαστὴν καὶ πολλῆς θέας ἀξίαν.] | |
15 | †Ζαία. ἡ πόλις.† Ζάλη. ἡ ἐξ ἑκουσίων πραγμάτων ἐν τῇ ψυχῇ γενομένη περίστασις καὶ ταραχὴ βίου, ἢ ἡ | |
πρὸς κίνδυνον τὴν ψυχὴν συνωθοῦσα σύμβασις. | ||
zeta951(1t) | (Οὐδέτερον.) | |
2 | Ζαβεῖον. ἐν ᾧ αἱ ζάβαι. Ζάγκλον. τὸ δρέπανον. [κέκρυπται γυνὴ ζάγκλον ὑποχθονίη. | |
5 | παρὰ τὸ ζα ἐπιτατικὸν μόριον καὶ τὸ ἀγκύλον, ζάγκυλον καὶ κατὰ συγκοπὴν ζάγκλον, τὸ λίαν ἀγκύλον.] Ζαθρές. μεσημβρινὸν καῦμα τὸ δειλινόν. Ζαθέρει. ἄγαν θερμῷ. | |
10 | [—οἶδα καθίζων ἀείδειν ζαθερεῖ καύματι θαλπόμενος.] Ζαμάτιον. τρυβλίον. Ζαές. μέγα, πολὺ, λαμπρὸν, ἰσχυρόν. Ζαπληθές. ἄπειρον, ἀμέριστον. | |
15 | Ζατρεφές. τὸ εὐτραφελές. Ζαφελές. τὸ ἀφελές. καὶ ζαφελῶς ἀντὶ τοῦ πάνυ ἀφελῶς. Ζαχρειές. ἀντὶ τοῦ ἄγαν χρειῶδες. κυρίως τὸ βιαίως ταῖς χερσὶ πραττόμενον. [παρὰ γὰρ τὰς | |
20 | χεῖρας πεποίηται ἡ λέξις, ζαχερὲς, καὶ ἐν ὑπερθέσει ζαχρεὲς, καὶ ζαχρειὲς, καὶ ζαχρειὴς ἐπὶ ἀρσενικοῦ, καὶ ζαχρήεις, ζαχρήεντος.] | |
23t | (Ῥῆμα.) | |
24 | Ζατρεύω. τὸ ἐν μύλωνι βασανίζω. | |
zeta952 | Ζαβάλλειν. ἐξαπατᾷν. Ζαπλουτεῖν. ἄγαν πλουτεῖν. Ζατῶ. τὸ φράζω. καὶ ζατῶσαι τὸ φράσαι. Ζαχρειῶ. ἄγαν χρῄζω. | |
5t | (Ἐπίῤῥημα.) | |
6 | Ζαφελῶς. τὸ μεγάλως ὠφελημένον. ἢ ἐπιμό‐ νως ηὐξημένον. [παρὰ τὸ ζα ἐπιτατικὸν μόριον καὶ τὸ ὠφέλλω, τὸ αὔξω ἢ ὠφελῶ καὶ τὸ μὲν ζάφελος βαρύνεται λόγῳ τοιούτῳ. τὰ εἰς ς | |
10 | λήγοντα συγκείμενα παρὰ τὸ ζα προπαροξύνον‐ ται, οἷον· ζάθεος, ζάκοτος, ζάφελος· τὸ δὲ ζαφελῶς περισπᾶται, ἐπειδὴ τὰ παρὰ τοῦ ελως ἐπιῤῥήματα παραλήγοντα τῷ ε ἐπὶ τὸ πλεῖστον φιλεῖ περισπᾶσθαι, οἷον· εὐτελῶς, | |
15 | ἐπιμελῶς, οἷς καὶ τὸ ζαφελῶς συνέδραμε. πρόσκειται ὡς ἐπὶ τὸ πλεῖστον, διὰ τὸ εὐτρα‐ πέλως, εἰκέλως. —ἀλλ’ αἰὲν ἐπιζαφελῶς—] | |
19t | Τὸ Ζ μετὰ τοῦ Ε. | |
20t | (Ἀρσενικόν.) | |
21 | Ζεβεδαῖος καὶ Ζεβεέ. ὀνόματα κύρια. | |
Ζελείτης. τοπικόν. | ||
zeta953 | *Ζειπήτης. ὁ περιχύτης.* Ζεῦξις. κύριον. Ζευξίλεως. ᾧ ὑποζευγνύμενοι εἰσὶν οἱ λαοί. Ζεύς. τούτου τὸ ἄγαλμα ἱστοροῦσι καθήμενον | |
5 | γυμνὰ ἔχειν τὰ ἄνω, τὰ δὲ κάτω ἐσκεπασμένα, κρατοῦν τῇ μὲν εὐωνύμῳ σκῆπτρον, τῇ δεξιᾷ δὲ ἀετὸν προτεῖνον. καὶ τὸ μὲν καθῆσθαι τὸ ἑδραῖον τῆς δυνάμεως αἰνίττεται, τὸ δὲ τὰ ἄνω γυμνὰ ἔχειν, ὅτι φανερῶς τοῖς νοεροῖς καὶ τοῖς | |
10 | οὐρανίοις τοῦ κόσμου μέρεσι· τὰ δὲ λοιπὰ σκέ‐ πεται, διότι τοῖς χαμαιζήλοις ὁ θεὸς ἄγνωστος. τὸ δὲ τῇ λαιᾷ σκῆπτρον κατέχειν σημαίνει τὸ ἐξουσιαστικὸν, τὸ δὲ τῇ ἑτέρᾳ προτείνειν ἀετὸν δηλοῖ, ὡς τῶν ἀεροφόρων πνευμάτων κρατεῖ, ὡς | |
15 | ὁ ἀετὸς τῶν μεταρσίων ὀρνέων κρατεῖ. Ζέφυρος. ὁ εὐκραὴς καὶ γαληνὸς ἄνεμος. καὶ οἱονεὶ ζωηφόρος τὶς ὢν ὁ ἀπὸ δυσμῶν πνέων. ὁ τὰ πρὸς ζωὴν φέρων, ἐπειδὴ τὰ φυτὰ κυΐσκειν ποιεῖ. | |
20 | [αὔρη ζεφυρίη πνείουσα τὰ μὲν φύει, ἄλλα δὲ πέσσει. ἢ παρὰ τὸν ζόφον, ζόφυρος καὶ ζέφυρος· ἐκ γὰρ τοῦ ζόφου ῥέει. ζόφος δὲ καλεῖται ἡ δύσις. οὗτος δὲ καὶ λὶψ καλεῖται.] | |
25 | Ζεβεδαῖος. ὁ τοῦ Ἰωάννου καὶ Ἰακώβου τῶν ἀπο‐ | |
στόλων πατὴρ, ὃς ἐν ἀπιστίᾳ ἔμεινεν. | ||
zeta954(1t) | (Θηλυκόν.) | |
2 | Ζειά. εἶδος σπέρματος, ἢ ὀλύρα ἢ αἱ κριθαί. [ἀπὸ τοῦ ζέω ζεαὶ καὶ ζειαί· αἱ τοῦ ζῇν αἰτίαι.] | |
5 | Ζείδωρος. ἡ ἀρόσιμος γῆ. ἡ δωρουμένη τὰ πρὸς τὸ ζῇν. [κατὰ τροπὴν τοῦ η εἰς τὴν ει δί‐ φθογγον. ὡς οὐτήσω, ὠτειλή. καὶ ὡς παρὰ τὸ κέκαυται καυτηρὸς καὶ καυστειρός. ἢ παρὰ τὰς ζειὰς ζειόδωρος. ἢ παρὰ τὸ ζέω, ζέει, ζεόδωρος | |
10 | καὶ ἐν συναιρέσει ζείδωρος.] Ζειρά. ἡ ζώνη, ἢ χιτὼν μέχρι τῶν ποδῶν διήκων. [ἢ ζειρὰς τὰς χλαμύδας λέγουσι τινὲς, ἢ χιτῶ‐ νας ἀνακεκωλαμένους, ἢ ἀνακώλους, ἢ μί‐ τρας. οὕτως Ἡρόδοτος.] | |
15 | Ζέλεια. πόλις ἀπὸ Ζέλου τινὸς ὠνομασμένου, ἢ διὰ τὸ τὸν ἥλιον ἐν αὐτῇ λίαν εὐσεβεῖσθαι. Ζεύγλη. τὸ ἄκρον τοῦ ζυγοῦ. παρὰ τὸ ζεύγω, ζεύγλη. [ὡς αἴξω, αἴγλη μετὰ συναιρέσεως.] Ζευξιδία. ἡ Ἥρα. | |
20 | Ζεφυρία. πνοὴ ἡ τοῦ ζεφύρου. [καὶ ζεφύριον πνεῦμα.] | |
22t | (Οὐδέτερον.) | |
23 | [Ζευγήσιον. τὸ τοῦ ζευγίτου τέλος. ζευγίσιον δὲ, τόπος, ἰῶτα.] | |
25 | Ζεῦγμα. οὐ τὸ σχοινίον, ἀλλ’ ἡ ἐζευγμένη σχε‐ | |
δία ἐν ποταμῷ ἢ ἐν θαλάσσῃ, ἢ ἡ τοῦ ποτα‐ | ||
zeta955 | μοῦ διάβασις ἢ γέφυρα. [ζεύγνυται δὲ Ῥωμαίοις ἀπονώτατα τῶν ποταμῶν τὰ ῥεύματα· ἐπί τε Ἴστρῳ καὶ Ῥήνῳ καὶ Εὐφράτῃ.] Ζεῦγμα καὶ ὄνομα τόπου. | |
5 | Ζεῦγος. παρὰ τὸ ζεύγω. ὡς τεύχω τεῦχος. Ζεῖ. ἀντὶ τοῦ βράζει· δίφθογγον. [ὥσπερ καὶ ῥεῖ ἀντὶ τοῦ ῥέει, καὶ πλεῖ ἀντὶ τοῦ πλέει, καὶ πνεῖ ἀντὶ τοῦ πνέει, κατὰ συναίρεσιν.] Ζέσας θυμῷ. ἐξαφθεὶς τὴν ψυχήν. | |
10 | Ζεύσασθαι. ἀντὶ τοῦ γεύσασθαι. Δωρικῶς. Ζεύξατο. βόας ἢ ἡμιόνους ἑνῶσαι ὑπὸ τὸν αὐ‐ τὸν ζυγόν. καὶ ζεύξειν τὸ πρᾶγμα. [παρὰ τὸ Ζεύς· αὐτὸς γὰρ πρῶτος ἔζευξεν ἡμιόνους ἐπὶ σπορᾷ καρπῶν.] | |
15 | Ζέω καὶ ζῇν. εἴρηται κατὰ μίμησιν τοῦ κατὰ τὰ θερμὰ τῶν ὑδάτων ἤχου. ἢ ἀπὸ τοῦ ζα καὶ τοῦ ἄω τὸ πνέω, ζάω καὶ ζέω. | |
18t | Τὸ Ζ μετὰ τοῦ Η. | |
19t | (Ἀρσενικόν.) | |
20 | Ζήβ. ὄνομα κύριον ἑβραϊκόν. Ζήβηρες. ἔθνος. | |
Ζηλωτός. μακαριστός. | ||
zeta956 | Ζηλωτότατον. μακάριον. ζηλωτότατον βίον ἀν‐ θρώπων διδάξεις. Ζηλήμονες. φθονεροί. Ζηλωταί. παρὰ Ἰουδαίοις οἱ τοῦ νόμου φύλακες. | |
5 | Ζῆλος. ἡ μίμησις τοῦ κρείττονος. ἔστι δὲ καὶ ἡ λύπη ἐπὶ τῷ ἕτερον ἐπιτυγχάνειν ὧν αὐτὸς ἐπιθυμεῖ, καὶ οὐ τυγχάνει. ἢ μνήμη δευτέ‐ ρου πρὸς τὸ πρότερον. ἢ ὁ πόθῳ θείῳ κατ’ ἐναντίων ὁπλιζόμενος. ἢ δικαία ἀγανάκτησις, | |
10 | ὡς τό· ὁ ζῆλος τοῦ οἴκου σου κατέφαγέ με. [παρὰ τὸ ζέω καὶ τὸ λίαν γέγονε ζέλος καὶ ζῆλος· ὁ γὰρ ζῆλος θερμός ἐστιν. ἢ παρὰ τὸ ζέειν, ὁ φλεγμαίνειν καὶ ἐκκαίεσθαι τὴν ψυ‐ χὴν ἐμποιῶν. ἢ ὁ ζητῶν πρός τινα ἄλλον ζῆν. | |
15 | Ἡσίοδος· ζηλοῖ δέ τε γείτονι γείτων.] Ζηνόδοτος. Ἐφέσιος, ἐποποιὸς καὶ γραμματικὸς, μαθητὴς Φιλητοῦ, ἐπὶ Πτολεμαίου γεγονὼς τοῦ πρώτου, ὃς καὶ πρῶτος τῶν Ὁμήρου διορθωτὴς | |
20 | ἐγένετο. καὶ τῶν ἐν Ἀλεξανδρείᾳ βιβλιοθηκῶν προὔστη καὶ τοὺς παῖδας Πτολεμαίου ἐπαίδευσε. Ζήτης. ὁ τοῦ Βορέου παῖς. | |
Ζῆκχοι. ἔθνος. | ||
zeta957 | Ζῆλος. ἡ κίνησις. καὶ εἰ μὴ κατ’ ἐπίγνωσιν ὁ ζῆλος. | |
3t | (Θηλυκόν.) | |
4 | Ζηλοτυπία. ἡ τοῦ ἀνδρὸς κατὰ τῆς γυναικὸς εἰς | |
5 | ἕτερον ἀσελγὴς ὑπόνοια. Ζημία. ἡ τὴν ζωὴν μειοῦσα, τουτέστι τὴν περι‐ ουσίαν. ζωὴ γὰρ ἡ περιουσία. ἢ ἡ τῶν ὄντων πρὸς τὸ ζῇν μείωσις. ἢ παρὰ τὴν ζέσιν τὴν γινομένην ὑπὸ τοῦ θυμοῦ ἐν τῷ ἐκκτείνειν τὰ | |
10 | ἐπαγόμενα. ἢ ζημία στέρησις τῶν ὄντων. Ζηρυνθᾶ. ἡ Ἀφροδίτη. καὶ Ζηρύνθιον, καὶ Ζή‐ ρυνθον ἄντρον, ἐν ᾧ τοὺς κύνας ἔθυον. | |
13t | (Οὐδέτερον.) | |
14 | Ζητρεῖον. ὁ κοῦσπος. τὸ τῶν δούλων κολα‐ | |
15 | στήριον. ἐκεῖ γὰρ ἐδεσμεύοντο οἱ δοῦλοι. [γίνε‐ ται δὲ ἐκ τοῦ ζα καὶ τοῦ τρέω, τὸ φοβοῦμαι. ζάτρεον καὶ ζητρεῖον, ἐν ᾧ δεῖσθαι τρέουσι. κατὰ τροπὴν τῆς ει διφθόγγου εἰς τὸ ἦτα δωρι‐ κῶς· ὡς τό· πλείων, πλήων· μείων, μήων. εὕ‐ | |
20 | ρηται καὶ διὰ τοῦ ἰῶτα συνεσταλμένως, ὡς παρὰ Ἡροδότῳ· ἄγε αὐτὸν εἰς τὸ ζήτριον. ἔστι δὲ χωλίαμβον τὸ μέτρον. τοῦτο δὲ ὁ μὲν Ὦρος ὁ Μιλήσιος προπαροξύνει, ὥσπερ γήτειον, ὁ δὲ Ὠριγένης περισπᾷ, ζητρεῖον.] | |
25 | Ζήτημα. λόγος ἀνθρώπων καὶ διάλεξις ἐπὶ πρά‐ | |
γματι. | ||
zeta958 | Ζηλώματα. ζηλοτυπίας. κώμους καὶ τὰ νέα ζηλώματα καὶ τὰ πο‐ θούντων κνίσματα. | |
5 | Ζῆτα. τὸ στοιχεῖον, ἀπὸ Ζήτου τοῦ Βορέου, οὗ μέμνηται Ἥλιος. [Ζῆ. ἔστι ῥῆμα ἄω τὸ πνέω. τοῦτο γίνεται κατὰ ἐπίτασιν τῆς ζα συλλαβῆς ζάω, ὡς πλοῦτος, πλουτάω, ζάπλουτος· εἶτα κατὰ συναίρεσιν | |
10 | γίνεται ζῶ. καὶ πάλιν ζάεις, ζάει, καὶ κατὰ κρᾶσιν δωρικὴν τοῦ α εις η ζῇς, ζῇ.] Ζηλώσαντες. μιμησάμενοι. Ζηλοτυπεῖν. τὸ εἰς ἀπέχθειαν ἐληλυθέναι. Ζηλοτυποῦν. Αἰσχίνης ἀντὶ τοῦ μισεῖν. | |
15 | Ζήλου. ἀντὶ τοῦ μιμοῦ. [Σοφοκλῆς· καὶ νῦν τοῦτό γε ζηλοῦν ἔχω.] Ζηλοῦν. τὸ μακαρίζειν. Ζηλοῦν καὶ παραζηλοῦν διαφέρει. παραζη‐ λοῦν γὰρ λέγεται τὸ ἐρεθίζειν καὶ κινεῖν εἰς | |
20 | ζηλοτυπίαν, ὁποῖον τό· αὐτοὶ παρεζήλωσάν με ἐπ’ οὐ θεῷ. τουτέστιν ἐκίνησαν ἐν ἐμοὶ ζῆ‐ λον καὶ οἷον εἰς ὀργήν με ἠρέθισαν εἰδωλολα‐ τροῦντες. ζηλοῦν δέ ἐστι τὸ βουλεύεσθαι καὶ ἑαυτῷ ὑπάρχειν, ὃ παρεῖναι τὸ πέλας νενόμικεν | |
25 | ἀγαθόν. Ζητήσεται. ἀντὶ τοῦ ζητηθήσεται. | |
Ζητεῖν. ἐπὶ τοῦ βούλεσθαι τιθέασιν Ἀττικοί. | ||
zeta959 | μὴ δὲ σὺ ζήτει τι πυθέσθαι. Ζητεύω. πτωχεύω. | |
3t | Τὸ Ζ μετὰ τοῦ Ι. | |
4t | (Ἀρσενικόν.) | |
5 | Ζιποίτης· Ζιήλας· Ζιβύτης. ὀνόματα κύρια. Ζίρης. καὶ κλίνεται ζίρη. Σκυθικὴ φωνή. Ζιφαῖοι. ἔθνος. ἤτοι σκοτεινοί. | |
8t | (Θηλυκόν.) | |
9 | Ζιβύνη. ὁλοσίδηρον ἀκόντιον ἢ σπάθη. τοῦ | |
10 | Ψελλοῦ· ἡ λόγχη δὲ ζιβύνη. | |
11t | (Οὐδέτερον.) | |
12 | Ζιγγίβερ. εἶδος ἀρώματος. Ζιζάνιον. εἶδος βοτάνης τὸ ἄνευ σπορᾶς παρα‐ φυόμενον τῷ σίτῳ. παρὰ τὸ σῖτος καὶ τὸ ἱζάνω, | |
15 | τὸ ἐπικαθήμενον τῷ σίτῳ, σιτοϊζάνιον, τὸ τῷ σίτῳ παρεδρεῦον καὶ συναῦξον. | |
Ζιννίχιον. τὸ λῶρον τοῦ ὑποδήματος. | ||
zeta960(1t) | (Ῥῆμα.) | |
2 | Ζιγνῶ καὶ ζιγνῶσαι. τὸ σκυθρωπῆσαι. Ζέω. τὸ ζητῶ. | |
4t | Τὸ Ζ μετὰ τοῦ Ο. | |
5t | (Ἀρσενικόν.) | |
6 | Ζολιμίηλος. κύριον. Ζοροβάβελ. κύριον. Ζοφοδορπίας. ὁ σκοτεινὸς δεῖπνος. Ζοφώδης. ὁ σκοτεινὸς καὶ ζοφοειδής. | |
10 | Ζόφος. σκότος ἢ ἡ δύσις. παρὰ τὸ νέφος, νό‐ φος, καὶ ἀποβολῇ τοῦ ν ζόφος. | |
12t | (Θηλυκόν.) | |
13 | Ζοφομηνία. ὁ σκοτισμὸς τῆς σελήνης ἢ ἔκλειψις. [Ζοφερά. ἡ σκοτεινή.] | |
15 | Ζόαρα. τόπος. Ζόντειον. τόπος. | |
Ζοφερόν. σκοτεινόν. | ||
zeta961(1t) | Τὸ Ζ μετὰ τοῦ Υ. | |
2t | (Ἀρσενικόν.) | |
3 | Ζυγός. ὁ νόμος παρὰ τῇ θείᾳ γραφῇ. Ζυγός. τὸ ἅρμα τῶν ἵππων. | |
5 | ἱππείου δὲ ζυγοῦ θεὰ ἥψατο. Ζυγός. ἡ τῆς κιθάρας πῆχυς. [ὡς τό· ἐπὶ δ’ ἀργύρεον ζυγὸν ἦεν. τὸ ζήγιον καὶ ἡ καθέδρα τῶν κωπηλάτων. εἴρηται δὲ ζυγὸς παρὰ τὸ δύο ἄγεσθαι καὶ | |
10 | ἐφέλκεσθαι ὑπ’ αὐτοῦ, δυγὸς, καὶ Δωρικῶς ζυγός· ὡς τό· θερίσδω, θερίζω, ζευκτῆρες, δευκτῆρες.] Ζυγόδεσμος. ὁ ἱμὰς τοῦ ζυγοῦ. Ζύγιος. ὁ ἐνεργῶν ὁμόνοιαν ἀνδρὸς καὶ γυναι‐ | |
15 | κὸς, ἤγουν συζυγίαν. Ζύθος. ὁ ἀπὸ κριθῆς οἶνος. Ζυγίτης. ὁ καθήμενος ἐν τῇ νηῒ μέσος. | |
Ζυμήτης. ἄρτος. | ||
zeta962 | Ζύγιοι ἵπποι. οἱ ὑποβαλλόμενοι τῷ τοῦ ἅρμα‐ τος ζυγῷ, τουτέστι ὁ μέσος ἀριστερὸς, ὁ μέσος δεξιός. | |
4t | (Θηλυκόν.) | |
5 | Ζύμη. τὸ συμπεφὲν σταῖς εἰς ὄπτησιν. παρὰ τὸ ζέω ζύμη, ὡς οὖσα οἶμος καὶ ὁδὸς τῆς ζωῆς. Ζύγαινα. εἶδος ἰχθύος. Ζυγία. ἡ Ἥρα. | |
9t | (Οὐδέτερον.) | |
10 | Ζύγωθρον. ὁ συνέχων τὰς δύο θύρας μοχλός. Ζύγαστρον. κιβωτός· κυρίως δὲ ἡ ξυλίνη σορός. [Σοφοκλῆς· ξύλῳ ζυγάστρῳ. παρὰ τὸ ἐζυγῶσθαι τὰς σανίδας. καὶ Ξενο‐ | |
15 | φῶν· τὰ δὲ ἄλλα χρήματα παραδεχομένους ἐν ζυγάστροις κομίζειν, ἵνα, ὅπῃ καιρὸς εἴη, δια‐ λαμβάνοιεν ἕκαστος τὰ ἄξια.] παρὰ Δελφοῖς δὲ ζύγαστρον καλεῖται τὸ γραμματοφυλακεῖον. ἐκ | |
τοῦ ῥητορικοῦ ἡ λέξις. | ||
zeta963(1t) | (Ῥῆμα.) | |
2 | Ζυγοφορούμενα. ἐν ζυγῷ σταθμιζόμενα. Ζυγομαχεῖν. τὸ τοῖς οἰκείοις διαφέρεσθαι ἢ στασιάζειν ἢ μάχεσθαι. μετῆκται ἡ λέξις ἀπὸ | |
5 | τῆς τῶν βοῶν πρὸς ἀλλήλους μάχης. Ζυγεῖν. τὸ ἐπ’ εὐθείας κεῖσθαι τῷ κατὰ βάθος στίχῳ. τοῦτο γὰρ καὶ κυρίως λέγεται στίχος. Ζυγώθρησον. συνάρμοσον. σύμπηξον. ἴσωσον. ζυγοστάτησον. ἀναζυγοῦν δὲ τὸ ἔξωθεν ἀνοί‐ | |
10 | γειν τὴν θύραν. Ζυγῶσαι. τὸ ζεῦξαι. [ζυγώσας εὐσθενεστάτῳ θράσει ταύρους.] Ζυγάδην. συνεζευγμένως. | |
14t | Τὸ Ζ μετὰ τοῦ Ω. | |
15t | (Ἀρσενικόν.) | |
16 | Ζωηρός. ὁ ζῶν, ἢ ὁ παρέχων ζωήν. Ζωΐλος. οὗτος Ἀμφιπολίτης ἐστί· πόλις δὲ Μα‐ κεδονίας Ἀμφίπολις. οὗτος ὁ Ζωΐλος ἐπεκλήθη | |
ὁμηρομάστιξ, ὅτι ἐπέσκωπτε τὸν Ὅμηρον. | ||
zeta964 | Ζωμὸς μέλας. ἡ λεγομένη αἱματίς. κυρίως δὲ ζωμὸς τὸ ἐπὶ τοῖς κρέασι τῶν ζώων ἄρτυμα. Ζωροπόται. ἀκρατοπόται. Ζωροάστρης. ἀστρονόμος. [οὗτος ἐπὶ Νίνου βα‐ | |
5 | σιλέως Ἀσσυρίων ἦν· ὅστις ηὔξατο ὑπὸ πυρὸς οὐρανίου τελευτῆσαι, παρεγγυήσας Ἀσσυρίοις τὴν τέφραν αὐτοῦ φυλάττειν· οὕτω γὰρ αὐτοῖς ἡ βασιλεία οὐκ ἐκλείψει διαπαντός. ὅπερ μέ‐ χρι νῦν πεφύλακται παρ’ αὐτοῖς.] | |
10 | Ζωρομάσδρης. Χαλδαῖος σοφὸς, ὃς ἔγραψε μα‐ θηματικὰ καὶ φυσικά. Ζωσιμᾶς· Ζώσιμος. ὀνόματα κύρια. Ζωστήρ. ᾧ ἐπάνω τοῦ θώρακος χρῶνται. | |
14t | (Θηλυκόν.) | |
15 | Ζωβία. κύριον. Ζωή. συμπλοκὴ ψυχῆς μετὰ σώματος ἢ παρατή‐ ρησις καὶ μονὴ τῶν ὄντων. *καὶ ἡ κτῆσις μόνη τῶν ὄντων*, καὶ ἡ κτῆσις καὶ ἡ οὐσία. ἢ ζωή ἐστιν ἡ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι δημιουρ‐ | |
20 | γία τοῦ κτίσαντος· ἢ ἀληθῶς ἀρετὴ ἑκούσιος | |
γενομένη· ἢ σύστασις τοῦ ζώου [θανάτου] ἀπεί‐ | ||
zeta965 | ραστος· ἢ τὸ ἐκ τοῦ μὴ ὄντος εἰς τὴν παροῦσαν ζωὴν ἐληλυθός. διαφέρει δὲ ζωὴ ψυχῆς· ζῇ γὰρ καὶ τὰ φυτά. Ζωμήρυσις. μαγειρικὸν ἐργαλεῖόν τι. [ἢ τὸ | |
5 | κοχλιάριον. ζωμήρυσίν τε τὴν λίπους ἀφρολόγον.] Ζωμαλμή. κύριον. Ζώνη. τὸ τοῦ σώματος μέρος. [εἴρηται παρὰ τὸ ζῶ. ἐν ᾧ μάλιστα τὸ τοῦ ζώου ἐστὶ δεκτικὸν καὶ | |
10 | τὸ ζωτικόν. ζώνη ὁμωνύμως καὶ τὸ περὶ αὐτὴν ὕφασμα, ὡς καὶ θώραξ τὸ μέρος καὶ τὸ περιτι‐ θέμενον ὅπλον. ἢ παρὰ τὸ δεῖν δώνη καὶ ζώνη ἡ περιδεομένη. τὰ δὲ παρ’ αὐτῆς συγκείμενα διὰ τοῦ ω μεγάλου γράφονται. οἷον· ἄζωνος, | |
15 | βαθύζωνος, χρυσόζωνος. ζώνη καὶ ἡ δύναμις τροπικῶς, ἐπειδὴ ὁ ἐσταλμένος εὐσταλέστερός ἐστι πρὸς τὴν πρᾶξιν.] ζώνη καὶ τὸ ἀξίωμα. ἀναζητουμένης τῆς βασιλίδος ὠθεῖσθαι οὐ μό‐ νον ἰδιώτας, ἀλλὰ καὶ τοὺς ὑπὸ ζώνην. ζώνη παρ’ | |
20 | Ἡροδότῳ τὸ πορφυροῦν ἱμάτιον. ζῶναι ἐπὶ γῆς πάντες βόρειος ὑπὲρ τὸν ἀρκτικὸν κύκλον, ἀοίκητος διὰ ψύχος, εὔκρατος καύματος ἡ λεγο‐ μένη διακεκαυμένη· ἀντεύκρατος νότιος, ἀοίκη‐ | |
τος διὰ καῦμα. | ||
zeta966 | Ζωοδότειρα. ἡ παρέχουσα τὸ ζῇν. Ζώσας. ἐναργεστέρας, οὐκ ἀπολλυμένας. Ζώνη. τὸ μέρος τοῦ σώματος, ἐν ᾧ μάλιστα τὸ τοῦ ζώου ζωτικόν. τοῦτο δέ ἐστιν ἐν τῷ στή‐ | |
5 | θει. καὶ ἡ συνήθης ζώνη, καὶ ὁ συνουσιασμός. ὡς τό· λύσατο δὲ παρθενίην ζώνην. | |
8t | (Οὐδέτερον.) | |
9 | Ζωαρκές. τὸ πρὸς ζωὴν ἀρκοῦν. | |
10 | Ζωάγρια. τὰ τῆς ζωῆς χαριστήρια. καὶ ζώγρια, δι’ ὧν λύτρων τὸ ζῇν περιγίνεται. Προκό‐ πιος· τῷ Χοσρόῃ ζώγρια δόντες τὴν πόλιν καὶ σφᾶς αὐτοὺς διεσώσαντο. Ζωγρεῖον. εἶδος σπυρίδος. | |
15 | Ζώδιον. τὸ μικρὸν ζῶον. Ζῶμα. τὸν χιτῶνα, ἀπὸ τοῦ ζώννυσθαι. ἄλλοι τὸν θώρακα. οἱ δὲ κυρίως ζῶμα τὴν εἰρήνην. Ζώντειον. τὸ τῶν οἰκετῶν κολαστήριον. Ζώπυρα. φυσητῆρες. ὅθεν οἱ χαλκεῖς τὸ πῦρ | |
20 | φυσῶσι. Ζώπυρον. πεπυρακτωμένον, ἔνθερμον. Ζῷον. οὐσία ἔμψυχος αἰθητική. ἢ ζῶον ἐστὶ τὸ κατὰ παντὸς γένους νοεροῦ ἐμψύχου αἰσθητικοῦ κα‐ | |
τηγορούμενον. ἢ ὁλικὸν γνώρισμα πάντων τῶν | ||
zeta967 | ἐν αἰσθήσεσι πρὸς φύσιν λαχόντων τὴν ὕπαρξιν. ἢ τὸ ἔχον κατάλληλον τῇ φύσει καὶ τὴν ὄρεξιν, δι’ ἧς τὸ ἐμμόνιμον καὶ χρήσιμον συνεπάγεται. ἢ τὸ ἔχον ἐν ἑαυτῷ φυσικῶς τὴν πρὸς τὸ ὠφε‐ | |
5 | λοῦν στοργὴν καὶ ἐπιῤῥέπειαν. ζῷον παρὰ τὸ ζῶ, ἢ ἀπὸ τῆς ζωῆς. γράφεται δὲ διὰ τοῦ ι, ἐπειδὴ εὕρηται κατὰ διάστασιν, ὡς παρὰ Σιμω‐ νίδῃ. φησὶ γάρ· τὸ δ’ ἡμῖν ἑρπετὸν παρέπτατο ζώϊον κά‐ | |
10 | κιστον. καὶ διὰ τὸν χαρακτῆρα τὸν διὰ τοῦ ωον· τὰ γὰρ διὰ τοῦ ωον οὐδέτερα μονογενῆ θέλουσιν ἔχειν πάντοτε τὸ ι. οἷον· Πτῷον, ὄνομα ὄρους, περι‐ στῷον, προστῷον, ὑπερῷον. οὕτως οὖν τὸ ζῶον | |
15 | σὺν τῷ ἰῶτα. Ζώγρια λαβεῖν. ἀντὶ τοῦ ζῶντα λαβεῖν, κρα‐ τῆσαι. οἱ δὲ γενόμενοι ζώγρια κύριοι τοῦ στρατοῦ τοῦτον ἐσταύρωσαν. Ζωρόν. τὸ ζωτικόν. καὶ ζωρότερον, ἀκρατότερον. | |
20 | [ζωρὸν κεράσας ἰσοχειλέα— καὶ Ὅμηρος εἰπών· ζωρότερον] κέραιε. διαφορᾶς κράσεων λέγει, ὡς μίγματος τινὸς στρεμνίους ποιοῦντος τοὺς πίνοντας. [ἀπὸ τοῦ | |
25 | ζῇν ζωότερον, καὶ πλεονασμῷ τοῦ ρ ζωρότερον, | |
ἐν ᾧ οἶνος οὐκ ἠφάνισται, ἀλλ’ ἔτι ζῇ] καὶ θερ‐ | ||
zeta968 | μότατός ἐστιν. ἀπὸ δὲ τούτου τὸ ἀκρατότερον ἐμφαίνει καὶ ἰσχυρόν. ἢ παρὰ τὸ ζα καὶ τὸν ὦρον, ὃ σημαίνει τὸν ἐνιαυτόν· ζαωρὸς ὁ πολυε‐ τὴς καὶ παλαιὸς οἶνος καὶ εὔποτος παρὰ τὸν | |
5 | νέον. Ζώστειον. τόπος. Ζώστρειον. τόπος. [Ζώτειον. ὁ μύλος, ὅπου αἱ ζειαὶ κόπτονται.] Ζώστρα. ἐνδύματα τινὰ ἀνδρῶν. οἷον χιτῶνας βαθεῖς, οἷς ζώννυται ἡ ζώνη. | |
10 | Ζωΰφια. τὰ μικρὰ ζῶα, ἤτοι κνώδαλα ἢ πτηνά. | |
11t | (Ῥῆμα.) | |
12 | Ζώγρει. ζῶντα φύλασσε. [οἷον· ζώγρει, Ἀτρέως υἱέ— παρὰ τὸ ζῶ καὶ τὸ ἀγρεύειν. ὁ τὰ ζῶντα | |
15 | ἀγρεύων. καὶ ζωγρεῖ ἀντὶ τοῦ ζῶντας λαμ‐ βάνει.] Ζώεσκον. ἀντὶ τοῦ ἐπλούτουν. ἐγὼν ἔτι ζώεσκον. Ζώῃ. εὐκτικῶς. Ζώννυσθαι. καθοπλίζεσθαι. | |
20 | Ζωπυρεῖ. ἀναζῇν ποιεῖ. καὶ ἀντὶ τοῦ ἐκκαίει. καὶ ζωπυρῆσαι λέγουσιν οἱ Ἀττικοὶ τὸ ἀνα‐ θάλψαι. κυρίως δὲ ζωπυρῆσαι ἐστὶ τὸ ἐκ μι‐ κροῦ σπινθῆρος φυσῶντα μεγάλην φλόγα ἀνά‐ ψαι. λέγεται δὲ καὶ ἐπὶ πολέμου. καὶ ζωπυρή‐ | |
25 | σεις ἀντὶ τοῦ ἀνεγερεῖς. [εἰ μὴ τῷ θεῷ ζωπυ‐ | |
zeta969 | ρήσεις,] λύσω τὸν ἐμαυτῆς υἱὸν καὶ ποιήσω τή‐ μερον τοὺς δημότας βωστρεῖν. ὅ ἐστι βοᾷν, καλεῖν, κράζειν. | |
Ζῶς. ἀντὶ τοῦ ζῶν. | ||
zeta970 | Ζωτεῖσθαι. τὸ ζωογονεῖσθαι. Ζωώσας. ζωοποιήσας. Ζώων. ἀντὶ τοῦ ζῶν. | |
ζώων μὲν σέο μητρί— | ||
eta969(5t) | Η. | |
6t | Τὸ Η μετὰ τοῦ Α. | |
7t | (Ῥῆμα.) | |
8 | Ἠᾶτο. ἐκαθέζετο. Ἦια. ἦλθον. ἐπορευόμην. †ᾖα, τὸ ἐπορευό‐ | |
10 | μην, σὺν τῷ ι γράφεται, καὶ Ἰωνικῶς ἤϊα, ἤϊ‐ σαν τὸ ᾔεσαν.† [καὶ παρὰ Θουκυδίδῃ· ἀκμά‐ ζοντες ἤϊσαν εἰς αὐτόν. οἱ δὲ Ἴωνες ἤεσαν καὶ ἦσαν.] [Ἠιακότες. θρηνήσαντες.] | |
15 | Ἠάριζον. τὰ τοῦ ἔαρος ἔλεγον. Ἤατο. ἐκάθητο. Ἢ ἤ. ἀντὶ τοῦ σιώπα, παρὰ Ἀριστοφάνει. Ἦ. ἀντὶ τοῦ ἔφη. Ἦ. ἀντὶ τοῦ εἶπον. ἔστι φῶ, τὸ λέγω, τὸ πα‐ | |
20 | ράγωγον φημὶ, ἀφαιρέσει τοῦ φ, ἠμί. τὸ αὐτὸ σημαίνει. ὁ δεύτερος ἀόριστος ἦν, ἦς, ἦ. Ἦι. ἀντὶ τοῦ ὑπάρχει. | |
Ἦ. ἀντὶ τοῦ ἤμην. καὶ ἀντὶ τοῦ ἦν. | ||
eta970(5) | Ἧι. ἀντὶ τοῦ καθά. Ἧι. ἀντὶ τοῦ ὅπου. καὶ ᾗ, ἀντὶ τοῦ ᾗτινι. | |
7t | Τὸ Η μετὰ τοῦ Β. | |
8t | (Ἀρσενικόν.) | |
9 | Ἠβαιός. ὁ μικρός. | |
10 | Ἡβητὴρ καὶ ἥβη. ἡ πρώτη ἔκφυσις τῶν τριχῶν. [Οὐ καλὸν ἡβητῆρες· ἀπεχθαίρω γὰρ τὴν τρίχα τὴν ταχὺ φυομένην.] | |
12t | (Θηλυκόν.) | |
13 | [Ἥβη. ἡ πρώτη ἔκφυσις τῶν τριχῶν.] ἢ ἡ νεότης καὶ ἡλικία, ἡ τεσσαρεσκαίδεκα ἐτῶν. καὶ | |
15 | διέχει ἥβης ἄνθος. ἥδη τις οὖσα· ἥδει γὰρ ἡμᾶς ὡς ἄνθος οὖσα τῆς ἡλικίας. κατὰ τροπὴν τοῦ δ εἰς β, βοιωτικῶς. ἢ παρὰ τὸ ἅπτω ἁφὴ καὶ ἥβη. κατὰ τροπὴν τοῦ α καὶ τοῦ φ εἰς β. πυρώδεις γὰρ οἱ ἡβῶντες. ἢ ἁφὴ τὶς οὖσα. | |
20 | τότε γὰρ ἁπτόμεθα καὶ ἔργων καὶ γυναικός. ἢ | |
eta971 | παρὰ τὸ ἠβαιὸν, ἡ ἐπ’ ὀλίγον χρόνον οὖσα. ἢ ἀπὸ τοῦ βεβηκέναι ἅβη καὶ ἥβη. ἢ ἥβη τὸ ἀκρότατον τῆς ἀκμῆς. καὶ ὄνομα θεᾶς. | |
4t | (Οὐδέτερον.) | |
5 | Ἠβαιόν. ὀλίγον, μικρόν. παρὰ τὸ βῶ, τὸ βαίνω, τὸ κατ’ ὀλίγον οὕτως βαῖνον. [ὃ οὐκ ἔστι διὰ σμικρότητα ἐπιβῆναι, πλεονασμῷ τοῦ ἦτα. οἱ δ’ ἐλθόντες οὐδ’ ἠβαιόν. καί· | |
10 | βαιῷ δ’ ἐν αἰῶνι βροτῶν— καί· βαιὸν ἐπὶ ποταμοῦ— ἢ ἠβαιὸν παρὰ τὴν ἥβην· ἐπεὶ αὕτη ὀλίγη καὶ ταχέως αὔξεται καὶ ἐλαττοῦται. ἀφ’ οὗ παρώ‐ | |
15 | νυμον ἠβαιός. ὀξύνεται δὲ, ὡς δηναιὸς, γηραιός· ἵνα μὴ βαρυνόμενον σχῇ κτητικὸν τύπον, ὡς Ῥώμη, Ῥωμαῖος.] Ἡβητήριον. τὸ παιδευτήριον. Ἡβήτριον. ἡ κατάλυσις. | |
20 | Ἥβητρον. τὸ ξόανον. καὶ ἠβητρόν. | |
21t | (Ῥῆμα.) | |
22 | Ἡβᾷ. ἀκμάζει. σφριγᾷ. | |
eta972 | Ἡβάσκοντες. ἐκ δευτέρου ἀκμάζοντες. Ἡβήσαντες. ἀκμάσαντες. οἱ δὲ παῖδες ἡβήσαν‐ τες καὶ γενόμενοι θυμοῦ καὶ χειρῶν κύριοι. Ἡβήσας. ἡλικιωθείς. καὶ ἡβῆσαι, ὅταν παρα‐ | |
5 | λαμβάνωσιν υἱοὶ τὸν πατρῷον κλῆρον. Ἠβολεῖν. τὸ ἀργεῖν. Ἠβουλόμην. οἱ πολλοί. [ἐβουλόμην δὲ ὡς Ἀττι‐ κώτερον.] Ἡβυλλιῶσαι. ἀκμάζουσαι τὴν ἡλικίαν. [Ἀριστο‐ | |
10 | φάνης· —ὀρχηστρίδες Ἡβυλλιῶσαι κᾄρτι παρατετιλμέναι— τὰς τρίχας. αἱ γὰρ μελλόνυμφοι ἔτιλλον τὰς τρίχας.] | |
15 | Ἡβῷμαι· ἡβῷμι· ἡβώοιμι. ἀντὶ τοῦ αὐξά‐ νοιμι. εὐκτικά. Ἡβώωσα. ἀκμάζουσα. | |
18t | (Ἐπίῤῥημα.) | |
19 | Ἡβηδόν. κατὰ τάξιν. καθ’ ἡλικίαν. ἡβηδὸν | |
20 | ἅπαντας κατέσφαξαν. καὶ ἀντὶ τοῦ ἀθρόον. | |
eta973(1t) | Τὸ Η μετὰ τοῦ Γ. | |
2t | (Ἀρσενικόν.) | |
3 | Ἡγέτης. ὁ ἡγεμών. Ἡγεμών. ὁ τῆς ὁδοῦ ἡγούμενος. Ξενοφῶν· καὶ | |
5 | τὸν ἡγεμόνα δήσαντες παραδιδόασιν αὐτοῖς. Ἡγεμὼν συμμορίας. Δημοσθένης. ὁ προέχων πλούτου καὶ διὰ τοῦτο τῶν ἄλλων ἡγεμονεύειν ἐπειλημμένος. Ἡγήτορες. οἱ ἡγεμόνες. | |
10t | (Θηλυκόν.) | |
11 | Ἠγαθέη. ἡ ἄγαν θεία καὶ θαυμαστή. Ἠγαλλέη. θεραπευτική. ἀπὸ τοῦ ἀγάλλω. Ἡγεσίαις. ὁδηγίαις. οἱ μάγοι ἡγεμονίαις. Ἡγητορία. ἡ ἡγεμονία. ἡγουμενεία δὲ δί‐ | |
15 | φθογγον. λέγει δὲ καὶ ὁ Ψελλός· ἡγητορία πέφυκε τῶν σύκων ἡ παλάθη. παλάθη δὲ λέ‐ γεται ἡ μάζα τῶν σύκων. | |
18t | (Οὐδέτερον.) | |
19 | Ἡγεμονικόν. ὁ νοῦς. ἢ τὸ κυριώτατον τῆς ψυχῆς, | |
20 | ἐν ᾧ αἱ φαντασίαι καὶ αἱ ὁρμαὶ γίνονται, καὶ ὅθεν ὁ λόγος ἀναπέμπεται. καί· πνεύματι ἡγε‐ μονικῷ στήριξόν με. τὸν αὐτοκράτορα λογισμὸν φησὶν ὁ Δαβίδ. Ἥγημα. βουλή· γνώμη παρὰ τῷ προφήτῃ | |
25 | εἴρηται. | |
eta974 | Ἤγαλλεν. ἐθεράπευεν. ὅτι τὸ θεῖον ἀκριβῶς ἤγαλλεν. [κέχρηται δὲ τῇ λέξει ταύτῃ ἄλλοι τὲ καὶ Εὐνόμιος ὁ δυσσεβὴς, ὁ δὲ Δίων πολ‐ λάκις.] | |
5 | Ἠγάσαντο. ἐθαύμασαν. καί· ἠγάσθη τοῦ ἀν‐ δρὸς ὁ Καῖσαρ καὶ ἔσχε σύμμαχον. Ἦγεν. ἐτέλει. ὁ δὲ Ἰουλιανὸς ἐν Πέρσαις ὢν γυμνικοὺς ἀγῶνας ἦγε. καὶ ἀντὶ τοῦ ἔφερεν. ἢ ᾐχμαλώτιζε καὶ κατέτρεχεν. [ὁ δὲ ἐκεῖθεν | |
10 | ὁρμώμενος ἦγε καὶ ἔφερε τοῖς ὑπ’ ἐκείνῳ οὐκ ὀλίγην, καὶ αὐτὸς οὐδαμῆ ἦν αὐτῷ ἁλώσιμος.] Ἡγεμονεύω. διοικῶ. Ἠγερέθοντο. συνηθροίζοντο. [ἀγείρω, ἀγερῶ, ἀγερέθω, ἠγερέθοντο. καὶ ἀγερέω, ἀγερῶ.] | |
15 | Ἠγερέεσθαι. ἀθροίζεσθαι. Ἤγερθεν. ἐγείρω, ὁ παρακείμενος ἤγερκα, ὁ παθητικὸς ἤγερμαι, ὁ ἀόριστος δεύτερος ἠγέρ‐ θην, καὶ τὸ τρίτον τῶν πληθυντικῶν ἤγερθεν. Ἤγειρα. παρώξυνα. | |
20 | Ἡγείσθην. ἀντὶ τοῦ ἡγοῦντο. Ἠγμένους. ἀγομένους. καὶ ἀντὶ τοῦ πεπαιδευμέ‐ νους· ἀγωγὴ γὰρ ἡ παίδευσις. Ἠγγέλη. ἀπηγγέλη. Ἠγηλάζω. ἄγω, ὁδηγῶ. ἐπιμελοῦμαι. Ὅμη‐ | |
25 | ρος· | |
καὶ σὺ κακὸν μόρον ἠγηλάζεις. | ||
eta975 | Ἠγόμην. ἐφερόμην, ἢ ἐτρεφόμην, ἢ ἐτύγχανον. Ἠγορόωντο. ἐδημηγόρουν. Ἡγοῦμαι. νομίζω. Ἤγρετο. ἠγέρθη. | |
5 | Ἠγροικισάμην. κακῶς ἐφθεγξάμην. Ἠγρίωσαι. ἀντὶ τοῦ σκληρύνῃ. Ἤγαγον. ὁ δεύτερος ἀόριστος ἄγον καὶ κατὰ ἀναδιπλασιασμὸν ἄγαγον καὶ ἤγαγον. | |
9t | Τὸ Η μετὰ τοῦ Δ. | |
10t | (Ἀρσενικόν.) | |
11 | Ἡδέσιν. εὐφραντοῖς. Ἡδίων. εὐφραντός. Ἡδυεπής. γλυκὺς ἐν τῷ λέγειν. Ἡδυπαθής. φιλήδονος. | |
15 | Ἡδύς. εὐφραντὸς, καὶ ὁ εὐήθης· ἐκάλουν δὲ οὕτω καὶ τοὺς ὑπομώρους. Ἡδύοσμος. εἶδος βοτάνης. Ἥδυμος. γλυκύς. ἀπὸ τοῦ νήδυμον, ἢ ἀπὸ τοῦ ἡδὺς ἥδυμος, ὡς παρ’ Ἐπιχάρμῳ· | |
20 | ἅμα τὲ λόγων ἀκούσας ἡδύμων. [τὸ συγκριτικὸν ἡδυμότερος, καὶ ἰωνικῶς ἡδυ‐ μέστερος, ὡς ἀνιηρέστερος.] Ἠδωνοί. ἔθνος, ἢ Μακεδόνες. Ἡδύς. ὁ εὐφραντός. παρὰ τὸ ἥδω τὸ εὐφραίνο‐ | |
25 | μαι. [τὰ διὰ τοῦ ειδω ῥήματα διὰ τῆς ει δι‐ φθόγγου γράφεται, οἷον εἴδω τὸ ὁμοιῶ, καὶ εἴ | |
τι ὅμοιον· πλὴν τοῦ ἥδω, μήδω, κήδω.] | ||
eta976(1t) | (Θηλυκόν.) | |
2 | Ἧι δ’ ἂν ἡμέρα. ἀντὶ τοῦ, ᾗτινι ἄν. Ἥδε. ἀντὶ τοῦ αὕτη. καὶ ἠδὲ ἀντὶ τοῦ καί. Ἡδεῖα. εὐφραντὴ, ἐρασμία. | |
5 | Ἡδονή. εὐφροσύνη. Ἡδονῆς ἀκρότης. τὸ πρὸς λύπην ἄμικτον. ἡδονὴ δέ ἐστι [λεία κίνησις· πόνος δὲ τραχεῖα κίνη‐ σις. ἢ ἡδονή ἐστι] κίνησις ψυχῆς ὀξεῖα ἐκ μνήμης γινομένη. ἡδονὴ θεῖα ἐστὶν ἡ ἐπὶ τοῖς | |
10 | θείοις χαρίσμασι τοῦ νοῦ θελητικὴ ἐνέργεια καὶ εὐφροσύνη ἐπίμονος. εἴρηται δὲ παρὰ τὸ δονῶ, δονὴ, ἡ δονοῦσα καὶ συγχέουσα τὴν ψυχὴν, καὶ πλεονασμῷ τοῦ η ἡδονή. ἢ παρὰ τὸ ἥδω ἡδονή· ὡς φλέγω φλεγμονή· πλήθω πληγμονή. | |
15 | Ἡδυπάθεια. φιληδονία, πορνεία. Ἠδωνίς. χώρα οὕτως καλουμένη, ἥτις ἐστὶ κατὰ τὴν Θρᾴκην. | |
18t | (Οὐδέτερον.) | |
19 | Ἡδέσιν. γλυκέσιν. | |
20 | Ἥδιστα. εὐφραντά. Ἥδιον. εὐφραντόν. καὶ ἡδίω τὰ εὐφραντά. Ἦδος. τὸ ὄφελος. [τὰ εἰς ος λήγοντα οὐδέτερα δισύλλαβα, ἀρχόμενα ἀπὸ φύσεως μακρᾶς, ψιλοῦσθαι θέλουσιν· οἷον αἶσχος, εὖχος, εἶδος. | |
25 | οὕτως οὖν καὶ ἦδος ψιλωτέον. ἔστιν ἄδος ὁ κό‐ ρος καὶ κατ’ ἐπέκτασιν τοῦ α εἰς ἦτα ἦδος. ἢ παρὰ τὸ ἐῶ τὸ κορεννύω.] Ἡδύλειον. ὄρος ἐν Βοιωτίᾳ. Ἡδύγαιον. τὸ καλὴν ἔχον γῆν. | |
30 | Ἡδύσματα. βρώματα. ἢ εὐοσμία. | |
eta977 | Ἠδωνά. ἱμάτια θρᾳκικά· ἡ γὰρ Ἠδωνὶς χώρα κατὰ τὴν Θρᾴκην. Ἤιδεε καὶ ᾔδει. ἀντὶ τοῦ ἠπίστατο. καὶ ᾔδειν ἔχει τὸ ι προσγεγραμμένον. [ὡς καὶ τὸ ᾔκα‐ | |
5 | ζον. ἔστι γὰρ εἰκάζω καὶ εἴκω διὰ τῆς ει διφθόγγου, ὁ παρατατικὸς εἴκαζον καὶ κατὰ ἔκτασιν ἀττικὴν ᾔκαζον. τοῦ δὲ εἴδω ὁ ὑπερ‐ συντέλικος ᾔδειν κατ’ ἔκτασιν ἀττικήν. καὶ μένει τὸ ἰῶτα· οἱ γὰρ παρῳχημένοι ἢ ἶσα φω‐ | |
10 | νήεντα θέλουσιν ἔχειν πρὸς τὴν ἀρχὴν τοῦ ἐνεστῶτος, ἢ πλείονα, οὐδέποτε δὲ ἐλάττονα. ἶσα μέν· αὐλῶ, ηὔλουν, οἰκῶ, ᾤκουν· πλείονα δέ· ἔχω, εἶχον, ἐῶ, εἴων.] Ἤιδεσαν. ἔγνωσαν. | |
15 | Ἤιδεισθα. ᾔδεις. Ἤιδεισαν. ἀντὶ τοῦ ἠπίσταντο. Ἥδει. εὐφραίνει. Ἥδῃ. ἀντὶ τοῦ εὐφραίνομαι, εὐφραίνῃ. Ἠδολέσχησα. διελάλουν, ἐμαυτῷ προσδιαλε‐ | |
20 | γόμενος. Ἥδομαι. εὐφραίνομαι. ἥδομαί σοι λίαν. Ἡδρυμένος. ηὐξημένος. ἱδρυμένος δὲ ὁ θεμε‐ λιωμένος, ἰῶτα. | |
Ἡδρύνθη. ηὐξύνθη. | ||
eta978 | Ἥδρασεν. ἐστήριξεν. καὶ ἡδρασμένος ὁ βέβαιος καὶ πάγιος. Ἡδόμενος. ἀρεσκόμενος. εὐφραινόμενος. Ἡδυνθείη. γλυκυνθείη. | |
5 | Ἦ δή. ὄντως δεῖ. Ἤδη. ἀντὶ τοῦ λοιπὸν, καὶ ἀντὶ τοῦ ταχέως. Ἀριστοφάνης· φεύγεις ἂν ἤδη τοὺς πονηρούς. καὶ ἀντὶ τοῦ ἀπάρτι, καὶ ἀντὶ τοῦ πρὸ τού‐ | |
10 | του. ἀόριστος ἐστὶ καὶ τρεῖς χρόνους δηλοῖ· παρῳχημένον, ἐνεστῶτα καὶ μέλλοντα. καὶ ἤδη ἀντὶ τοῦ ὀψὲ καὶ ποτέ. καὶ ὁ Ἀπόστολος· εἴπως ἤδη ποτὲ καὶ εὐοδοθήσομαι ἐν τῷ θελή‐ ματι τοῦ θεοῦ ἐλθεῖν. | |
15t | Τὸ Η μετὰ τοῦ Ε. | |
16t | (Ἀρσενικόν.) | |
17 | Ἠέρι. ἀέρι. Ἠέλιος. ὁ ἥλιος. Ἠερινός. ὀρθρινός. | |
20 | Ἠερόεις. σκοτεινός. ἠερόεις ᾅδης. Ἠέρα. ἀορασίαν. Ἠετίων. κύριον. Ἠεροειδέα. μέλαινα. Ὅμηρος· | |
ἐπ’ ἠεροειδέα πόντον. | ||
eta979(1t) | (Θηλυκόν.) | |
2 | Ἠερία καὶ ἠερίη. ἡ ἑωθινή. Ἠεροφοῖτις. δαίμων ἡ ἀοράτως ἐρχομένη κατὰ τὰ ἔργα. | |
5 | Ἠέρος. ὁδοῦ· τόπου. καὶ διὰ μέσης ἠέρος· εὔαγρον τοῖσδε δίδου κάματον. Ἠετιωνεία. οὕτως ἐκαλεῖτο ἡ ἑτέρα τοῦ Πειραι‐ έως ἄκρα ἀπὸ τοῦ καταστησαμένου τὴν γῆν | |
10 | Ἠετίωνος. | |
11t | (Οὐδέτερον.) | |
12 | Ἠερόεντα. σκοτεινά. Ἠεροειδῆ. ὁμοίως. | |
14t | (Ῥῆμα.) | |
15 | Ἤιεμεν. ἀντὶ τοῦ ᾔδειμεν. Ἦεν. ἀντὶ τοῦ ὑπῆρχε. καὶ ἦε ἀντὶ τοῦ ἐπορεύετο. Ἠερέθονται. ἀπαιωροῦνται. παρὰ τὸ ἀείρω, τὸ κουφίζω. [ὁ μέλλων ἀερῶ, ἐξ οὗ καὶ ἀρέθω. ὡς ἀγείρω, ἀγερέθω, ἠγερέθοντο. ἢ ἀπὸ τοῦ | |
20 | αἴρω, ἀρῶ, ἀρέθω, ὡς φλέγω, φλεγέθω. εἶτα μετάγεται εἰς ἐνεστῶτα. καὶ ὁ παρατατικὸς ἠρε‐ θόμην, καὶ τὸ τρίτον τῶν πληθυντικῶν ἠρέ‐ θοντο.] Ἤιεσαν. ἐπορεύοντο. ἢ ἤλθοσαν. ἵεσαν δὲ ἀντὶ | |
25 | τοῦ ἔπεμψαν, ἰῶτα. Ἤιει. ἀντὶ τοῦ ἐπορεύετο. Ἤειρεν. ἥρμοζεν. ἀπὸ τοῦ εἴρω εἶρε. σημαίνει τὸ δεσμεύω. εἴρω οὖν καὶ πλεονασμῷ τοῦ η ἠείρω. ὡς μύω, ἠμύω. | |
30 | Ἤειμεν. ἀντὶ τοῦ ὁδεύομεν. καὶ προεκόπτομεν. καὶ ὁ θεόλογος Γρηγόριος· οὕτως ἤειμεν εἰς τὸ | |
πρόσω. | ||
eta980 | Ἠέ. διαζεύξεως σύνδεσμος. ἠὲ διατμῆξαι κοῖλον δόρυ. | |
3t | Τὸ Η μετὰ τοῦ Θ. | |
4t | (Ἀρσενικόν.) | |
5 | Ἠθάς. ἡ συνήθης ὄρνις. Ἠθάδων. συνήθων. χειμέριον νύκτα ἐτήρη‐ σαν, ἐν ᾗ οὐδ’ ἄν τις αὐτῶν τῶν βαρβάρων ἠθάδων ἄνευ τινὸς ἐξαισίου ἀνάγκης ἔξω τῶν σκηνωμάτων ἐγένετο. | |
10 | Ἠθάμ. ὄνομα τόπου ἑβραϊστί, λέγεται αἷμα ἢ νότος ἑρμηνεύεται. εἰς νότον γὰρ τῆς Ἰουδαίας ὁ Ἰορδάνης κεῖται. Ἰώσηπος δὲ ἐν ἀρχαιολογίᾳ λέγει χωρίον εἶναί τι ἀπὸ δύο σχοινίων Ἱεροσο‐ λύμων, ὃ καλεῖται μὲν Ἠθὰμ, παραδείσοις καὶ | |
15 | ναμάτων ἐπεῤῥοίαις ἐστὶν ἐπιτερπέστατον, ὃ κατὰ θεοῦ μοίρην ἐπὶ τοῦ ῥωμαϊκοῦ ἐξηράνθη πολέμου. Ἠθεῖε. προφώνημα νέου πρὸς πρεσβύτερον. ἢ ἠθεῖος ὁ πάππος. παρὰ τὸ θεὸς θέϊος, κατὰ | |
20 | συναίρεσιν θεῖος, κατ’ ἐπέκτασιν ἠθεῖος, ὡς βαιὸν ἠβαιὸν, μύει ἠμύει. ἢ παρὰ τὸ ἔθος ἐθεῖος, καὶ ἠθεῖος κατ’ ἔκτασιν. ἢ ἠθεῖος ὁ ἄγαν θεῖος καὶ θαυμαστός. Ἠθμός. ὁ διϋλιστήρ. παρὰ τὸ ἤθω. ἀφ’ οὗ | |
25 | Νίκανδρος· Οὖρον ἀπήθησεν. ἀπὸ οὖν τοῦ ἤθω, ἤσω, ἦμος καὶ ἠθμός. δι’ οὗ διηθεῖται καὶ διαβιβάζεται. Ἠθολόγος. θεατριστής. Ἠθική. ἡ τῶν εἰωθότων [τοῖς ἀνθρώποις] ἐξήγησις. | |
30 | Ἠθοποιΐα. μίμησις ἤθους ὑποκειμένου προσώπῳ. | |
eta981 | Ἤθεα. παρὰ τῷ Ἡροδότῳ οἱ τόποι καὶ αἱ δια‐ τριβαὶ, ἔνθα ἀναστρέφονται. Ἠθικά. τὰ εἰς ἤθη ἀνθρώπου λεγόμενα νουθε‐ τικὰ ῥήματα. | |
5 | Ἦθος. τὸ ἐν ψυχῇ χρονίσαν ἔθος, ἢ τὸ παρ’ ἄλλων ἰδικῶς ἀνθρώπῳ σχηματιζόμενον. παρὰ τὸ ἔθος ἦθος κατ’ ἔκτασιν. ἢ παρὰ τὸ ἵημι, ἥσω, ἀφ’ οὗ αἱ κατὰ μέρος ἐκπέμπονται πράξεις. Ἠιθαλωμένος. κεκαυμένος. | |
10 | Ἠθλοθέτει. τοὺς ἀγῶνας διετίθει. ἕως ὁ μέγι‐ στος ἑλλανοδίκης Γαϊνᾶς τὸν ῥωμαϊκὸν ὄλε‐ θρον ἠθλοθέτει. | |
13t | Τὸ Η μετὰ τοῦ Ι. | |
14t | (Ἀρσενικόν.) | |
15 | Ἠΐθεος. νεώτερος. ἢ ἠΐθεος ὁ ἄφθαρτος πρὸς γυναῖκας. ἠϊθέοις οὐκ ἔστι τόσος πόνος, ὅσος ἡμῖν τοῖς ἁπαλοψύχοις. παρὰ τὸ αἴθω, τὸ καίω, γίνεται αἴθεος καὶ ἐν | |
20 | διαιρέσει ἀΐθεος καὶ ἠΐθεος. διάπυρος γὰρ ἡ νεότης. ὁ καιρὸν ἄγων τοῦ θερμαίνεσθαι. ἠΐ‐ θεος δὲ λέγεται ἀπὸ ιδ ἐτῶν ἕως ιη. ἠΐθεος καὶ ὁ ἶσος τοῖς θεοῖς. Ἤϊος. ὁ τοξότης. | |
25 | ἤϊε Φοῖβε. Ἀρίσταρχος δασύνει, παρὰ τὸ ἵημι· ἄμεινον δὲ ψιλοῦσθαι, ἀπὸ τῆς ἰάσεως τῶν βελῶν. καὶ ἄλλως· τὸ γὰρ η πρὸ φωνήεντος ψιλοῦται· | |
Ἠετίων, ἠέλιος, ἤϋσε. | ||
eta982 | Ἠϊόεις. αἰγιαλώδης. καὶ ἠϊόεντι, καλοὺς αἰγια‐ λοὺς ἔχοντι. | |
3t | (Θηλυκόν.) | |
4 | Ἠϊόνα. αἰγιαλόν. ἡ ὀρθὴ ὁ ἠϊὼν, παρὰ τὸ ἀΐειν, | |
5 | τὸ ἀκούειν. ὅ ἐστιν ὁ ἐξακουόμενος τοῖς κύμα‐ σιν. ἢ παρὰ τὸ καταιονᾶσθαι καὶ βρέχεσθαι ὑπὸ τῶν κυμάτων. καὶ ἠϊὼν τὸ βάσιμον μέρος τῆς θαλάσσης. λέγει δὲ τὸν αἰγιαλὸν καὶ τὴν ὄχθην. | |
10t | (Οὐδέτερον.) | |
11 | Ἤϊα. τὰ εἰς ὁδὸν βρώματα. ἤϊα καὶ τὰ ἄχυρα. [ὡς δ’ ἄνεμος ζαὴς, ὅ ἐστι σφοδρὸς, ἠΐων θιμῶνα τινάξει. οὕτως Ὅμηρος. καὶ Βάμβριος· οὔπω καιρός ἐστιν ἤϊα λύειν. παρὰ τὸ εἴω, τὸ | |
15 | πορεύομαι, γίνεται ἤϊα, τὰ πρὸς ὁδὸν καὶ πλοῦν ἐπιτήδεια. τὰ δὲ ἄχυρα παρ’ αὐτὸ τὸ εἴω. καὶ ἤϊα τὰ εὐκίνητα καὶ εὐχερῶς μεταριπιζόμενα ὑπὸ τῶν ἀνέμων.] Ἤϊα. ὑπῆρχον. καὶ ἤϊα, ἐπορευόμην. | |
20 | Ἤϊκτο. ὡμοίωτο. ἔστι ῥῆμα εἴκω, ὁ παρακείμε‐ νος εἶχα, εἶγμαι, ὁ ὑπερσυντέλικος εἴγμην, εἶξο, εἶκτο, κατὰ ἔκτασιν ἤϊκτο. Ἠΐσκομεν. ἀπεικάζομεν. ἴσκεν ψεύδεα πολλὰ λέγων— | |
25 | τὸ παθητικὸν ἴσκομαι, καὶ πλεονασμῷ τοῦ ἦτα ἠΐσκομαι. οἱ δὲ ἐΐσκω ῥῆμα, ἐΐσκομεν καὶ ἐκτά‐ σει ἠΐσκομεν. Ἠΐστωσας. ἠφάνισας. σὺ γάρ μοι πατρίδ’ ἠΐστωσας δορί. | |
30 | Ἠΐχθη. ὥρμησεν. | |
eta983(1t) | Τὸ Η μετὰ τοῦ Κ. | |
2t | (Ἀρσενικόν.) | |
3 | Ἤκαλος. ὁ ἥσυχος. παρὰ τὸ ἀκαλὸν, ἐξ οὗ καὶ ἀκαλαῤῥείτης, ὁ ἡσύχως ῥέων ποταμός. παρὰ | |
5 | τὸ ἕκηλος, ὁ ἥσυχος. Ἠκέστης. ὁ ἀδάμας. καὶ ὄνομα κύριον. Ἤκιστος. ἐλάχιστος. ἀπὸ τοῦ ἧκα ἐπίῤῥημα καὶ τοῦ ἥσσων γίνεται ἥκιστος. ἐξ οὗ καὶ τὸ ἥκιστα. | |
10t | (Θηλυκόν.) | |
11 | Ἤκη. ἡ ὀξύτης. ἵστη κατ’ ἤκην κύματός τε κᾀνέμου. παρὰ τὸ ἥκω τὸ ἔρχομαι. Ἡ κύων ἐν τῇ φάτνῃ. παροιμία ἐπὶ τῶν μήτε | |
15 | ἑαυτοῖς χρωμένων μήτε ἄλλους ἐώντων, παρ’ ὅσον αὕτη ἡ κυνόμυια κριθὴν οὐκ ἐσθίει καὶ τὸν ἵππον κωλύει. | |
18t | (Ῥῆμα.) | |
19 | Ἤικαλλον. ἐθώπευον, ἠπάτων. | |
20 | Ἤκαχον. ἐλύπησαν. καὶ ἤκαχες. Ἠκαιρεῖσθε. ἐκωλύεσθε, καιρὸν οὐκ εἴχετε. Ἠκέσατο. ἐθεράπευσεν. | |
Ἤικει. ἀντὶ τοῦ ἐῴκει καὶ ὡμοίωτο. | ||
eta984 | ὄρτυξ καλεῖται, καὶ γὰρ ᾔκει ὄρτυγι. ἀπὸ τοῦ εἴκω τὸ ὁμοιῶ. Ἠικίσατο. ἐμάστιξεν. Ἠικισμένους. ἠφανισμένους, μαστιζομένους. | |
5 | Ἤκμαζεν. ἔῤῥωτο. ὁ δὲ Τραϊανὸς τῇ ψυχῇ ἤκμα‐ ζεν, ὥστε μήτε ὑπὸ νεότητος θρασύνεσθαι, μήτε ὑπὸ γήρως ἀμβλύνεσθαι. Ἧκον. ἦλθον. Ἡκούσης. ἀντὶ τοῦ ἐχούσης. οὕτως Ἡρόδοτος. | |
10 | Ἡκουσιάσθησαν. ἑκουσίως ἠθέλησαν ποιῆ‐ σαί τι. Ἠκρωτηριασμένοι. τὰ ἄκρα λελυμασμένοι. Ἠκροβόλιζον. ἔβαλλον. | |
14t | (Ἐπίῤῥημα.) | |
15 | Ἧκα. ἡσύχως. Ἦκεν. σύνδεσμος διαβεβαιωτικός. καὶ δεῖ περι‐ σπᾶσθαι. Ἥκιστα. οὐδαμῶς. ὡς μάλα, μάλιστα. καὶ ἀντὶ τοῦ πάνυ. Δημοσθένης· οὐδεὶς ἀγνοεῖ, καὶ | |
20 | πάντων ἥκιστα σύ. | |
21t | Τὸ Η μετὰ τοῦ Λ. | |
22t | (Ἀρσενικόν.) | |
23 | Ἠλεός. μάταιος, μωρός. | |
Ἠλέματος. μάταιος. | ||
eta985 | Ἠλεκτρυὼν καὶ Ἠλεκτρυώνη. ὀνόματα κύρια. Ἠλέκτωρ. ὁ ἥλιος. λέγεται δὲ ἠλέκτωρ, διότι ἄληκτός ἐστι καὶ ἀκάματος. ἔνιοι δὲ ἀπὸ τῆς λαμπρότητος τοῦ ἠλέκτρου, ἢ ὅτι ἐγείρει ἡμᾶς | |
5 | ἀπὸ τοῦ ὕπνου. ἀπὸ τοῦ ἀλέκτορος, πολυόχευ‐ τον γὰρ τὸ ζῶον· ὅτι ἐκ τῶν λέκτρων ἤτοι ἐκ τῆς κοίτης ἡμᾶς ἐγείρει. Ἠλεί. ἱερεὺς Ἰσραήλ. υἱοὶ αὐτοῦ Ὀφνὶ καὶ Φινεές. Ἠλεῖος. ὁ πολίτης, καὶ τὸ ἐθνικόν. | |
10 | Ἠλίθιος. ἀνόητος· μωρός. Ἥλιος. πῦρ οὐράνιον, ὃ μέχρι δείλης τῆς αὐ‐ τῆς ἐστὶν ὁραθῆναι. ἢ ἡμέρας ἀρχή· τὸ πρῶ‐ τον φῶς. ἢ ἄστρον ἡμεροφαὲς λαμπρότατον, τῇ τετάρτῃ σφαίρᾳ συμπεριφερόμενον. | |
15 | Ἧλος. παρὰ τὸ ἵημι, τὸ πέμπω, ὁ μέλλων ἥσω, καὶ ἐξ αὐτοῦ ἧλος. Ἠλίας. κύριον. | |
18t | (Θηλυκόν.) | |
19 | Ἠλακάτη. ἐργαλεῖον γυναικῶν. ἡ λεγομένη | |
20 | ἀνέμη. καὶ τὸ βέλος· ὡς τό· Ἥρη δ’ ἀνέστη χρυσηλάκατος. | |
Ἠλέκτρα. ὄνομα κύριον. καὶ πόλις Θηβῶν. | ||
eta986 | Ἠλίβατοι πέτραι. ὑψηλαί. ἀπὸ τοῦ βαίνειν ἐκεῖσε τὸν ἥλιον. Ἠλιτενὴς πέτρα. ὑψηλή. Ἡλιούπολις· Ἦλις, Ἤλιδος. ὀνόματα πόλεων. | |
5 | Ἡλίασις. ἡ τοῦ ἡλίου θέρμη. Ἠλία. χώρα. Ἡλιαία. ἡ ἐκ τῶν πολλῶν συναγωγή. ἡ μετα‐ φορὰ ἀπὸ τῆς θαλάσσης, ὅτι ἐκ πολλῶν συνά‐ γεται. παρὰ τὸ ἁλὸς, γενικὴ, γίνεται ἅλις | |
10 | ἐπίῤῥημα, ἐξ οὗ γίνεται κτητικὸν ἁλιαία καὶ ἡλιαία. ἀφ’ ἧς καὶ ἡλιαστικὸς ὅρκος, ὁ ἐκ συνα‐ γωγῆς γενόμενος. ἢ παρὰ τὸ ἁλίζεσθαι, τὸ συναθροίζεσθαι, ἁλιαία καὶ ἡλιαία. ἔστι δὲ τὸ μέγιστον δικαστήριον Ἀθήνῃσιν, ἐν ᾧ τὰ δη‐ | |
15 | μόσια τῶν πραγμάτων ἐκρίνετο. ἢ βουλὴ συν‐ εστῶσα ἐξ ἀνδρῶν χιλίων. ἢ ἕλη ἡ τάξις. [Ἠλύγη. τὸ σκότος. καὶ ἠλυγισμένον, τὸ ἐσκια‐ σμένον.] | |
19t | (Οὐδέτερον.) | |
20 | Ἤλεκτρον. χάλκωμα καθαρὸν, ἢ ἀλλότυπον χρυ‐ σίον μεμιγμένον ὑέλῳ καὶ λιθείᾳ, οἵας ἦν | |
κατασκευῆς ἡ τῆς ἁγίας Σοφίας τράπεζα, ὁ παν‐ | ||
eta987 | εξαίρετος τοῦ θεοῦ ναός. παρὰ τὸν ἥλιον, ὃς ἠλέκτωρ ὀνομάζεται. ἢ παρὰ τὸ ἑλεῖν τὰ ἐκτὸς ἤλεκτον καὶ ἤλεκτρον· τριβόμενον γὰρ ἁρπάζει τὰ [πελάζοντα] φρύγανα. | |
5 | Ἡλίκον. μέγα. Ἠλιτόμηνον. τὸ γεννηθὲν παρὰ μῆνα, ἢ τὸ ἁμαρτάνον τῆς γεννήσεως τοῦ ἐνδεχομένου καιροῦ. ἀλιταίνειν γὰρ τὸ ἁμαρτάνειν. Ἡλιοτρόπιον. *ὡρογεῖον*, ὡρολόγιον. | |
10 | Ἠλύσιον πεδίον. τερπνὸν, θαυμαστὸν, ἄφθαρ‐ τον, ἀκήρατον, θεῖον, ὃ καὶ παράδεισον λέ‐ γουσιν οἱ Ἕλληνες. ἠλύσιον δὲ ἀπὸ τοῦ λύσιν μὴ ἔχειν. Ἠλίβατον. τὸ ὑψηλόν. | |
15t | (Ῥῆμα.) | |
16 | Ἠλασκάζων. πλανώμενος· περιερχόμενος. καὶ ἠλασκάζω καὶ ἠλάσκω τὸ περὶ αὐτὸ πλα‐ νᾶσθαι καὶ διατρίβειν. [ἔστιν ἀλῶ τὸ πλανῶ. παρὰ τούτου ἀλάσκω, ὡς γηρῶ γηράσκω, καὶ | |
20 | ἠλάσκω, ὡς ἀλέκτωρ ἠλέκτωρ, ἀπεδανὸς ἠ‐ δανός. ἐκ δὲ τοῦ ἠλάσκω ἠλασκάζω, ὡς ῥίπτω ῥιπτάζω. αἵ τε κατὰ σταθμὸν ποιμνήϊον ἠλάσκουσι. καί· | |
25 | —ἐμὸν μένος ἠλάσκουσι.] Ἠλαζονεύετο. ἀντὶ τοῦ ἐψεύδετο. Ἀριστοφά‐ | |
νης· | ||
eta988 | ἠλαζονεύεθ’, ἵνα φοβηθείην ἐγώ— Ἥλατο. ἐπήδησεν. ἠλᾶτο δὲ ἀντὶ τοῦ ἐπλα‐ νᾶτο. καὶ ὁ μὲν τῶν νόμων ἡττώμενος ἠλᾶτο. Ἠλάσκοντο. ἐπλανῶντο. | |
5 | Ἤλασεν. ἀντὶ τοῦ ἀπήλασεν. ἢ ἔσκαψεν. ἢ ἔπληξεν. Ἠλάστρεον. ἐδεινοπάθουν. Ἤλαλκον. ἀπεσόβουν. [ἔστι ῥῆμα ἄλκω, ὁ μέλλων ἄλξω, ἐξ οὗ ῥῆμα ὄνομα ἂλξ, οὗ ἡ | |
10 | γενικὴ ἀλκὸς, ἡ δοτικὴ ἀλκί. ἐκ τοῦ ἄλκω ῥήματος ὁ δεύτερος ἀόριστος ἄλκον καὶ ἡ μετο‐ χὴ ἀλκὼν, καὶ κατὰ ἀναδιπλασιασμὸν ἄλαλκον καὶ ἀλαλκὼν, καὶ ἤλαλκον. καλλίον δέ ἐστιν ἀπὸ τοῦ περισπωμένου θέματος λέγειν αὐτὸ, | |
15 | ἀπὸ τοῦ ἀλκῶ, καὶ κατὰ ἀναδιπλασιασμὸν ἀλαλκῶ, ἀλαλκήσω, καὶ τὸ ἀπαρέμφατον ἀλαλκεῖν, καὶ ὁ δεύτερος ἀόριστος ἤλαλκον.] Ἤλεγχον. ἐφανεροποίουν. ἢ ἀνέκρινον. [ὡς Ξε‐ νοφῶν· οἱ δὲ τοὺς αἰχμαλώτους συναγαγόντες | |
20 | ἤλεγχον τὴν πᾶσαν κύκλῳ χώραν, τίς ἑκάστῳ εἴη.] Ἠλεύατο. ἐξέκλινεν. Ἠλήλατο. ἐνεπάγη. Ἠληλίμμην. ἐχριόμην. | |
25 | Ἠλιθιάζω. ἀναισθητῶ, μωραίνω. ἑκουσίως μω‐ | |
ρὸν ὑποκρίνομαι. νοῦς οὐκ ἔνι ταῖς κόμαις, | ||
eta989 | ὅτε μ’ οὐ φρονεῖν νομίζετ’, ἐγὼ δ’ ἑκὼν ταῦτ’ ἠλιθιάζω. Ἠλισγημένος. μεμιασμένος, μεμολυσμένος. Ἠλυγισμένον. τὸ ἐσκιασμένον, ἢ τὸ ἐσκοτισμέ‐ | |
5 | νον. ἀπὸ τοῦ ἠλύγη, ἡ νύξ. Ἠλισκάζειν. ἐκκλίνειν. Ἠλαίνω. τὸ μωραίνω. [τοῦ Ψελλοῦ· κορωνὶς τὸ κεφάλαιον, ἠλαίνω τὸ μωραίνω.] | |
9t | Τὸ Η μετὰ τοῦ Μ. | |
10t | (Ἀρσενικόν.) | |
11 | Ἠμαθίωνος. κύριον. Ἠμαθόεις, ἠμαθόεντος. ἤτοι ἀμμώδους. Ἡμεροδρόμος. ὁ ἥλιος. καὶ ὁ πεζοδρόμος. Ἡμεδαπῶν. ἐγχωρίων. | |
15 | Ἡμερόκοιτος. ὁ κλέπτης. Ἡμεροσκόποι. οἱ ἐν ἡμέρᾳ φρουροῦντες. Ἡμεροβαπτισταί. οἳ τὰ αὐτὰ φρονοῦσι τοῖς γραμματεῦσι καὶ φαρισαίοις. τοῦτο δὲ περιτ‐ τὸν κέκτηνται, τὸ καθ’ ἡμέραν βαπτίζεσθαι. | |
20 | λέγουσι γὰρ μὴ εἶναι ζωὴν ἀνθρώπῳ, εἰ μήτι | |
ἄρα καθ’ ἑκάστην βαπτίζοιτό τις ἐν ὕδατι, | ||
eta990 | ἀπολουόμενος καὶ ἁγνιζόμενος ἀπὸ πάσης αἰ‐ τίας. Ἡμετέρειος. ἔστι κτητικὸν, σημαίνει δὲ τὸν τοῦ ἡμετέρου. διὰ τῆς ει διφθόγγου γράφεται· ὡς | |
5 | γὰρ ἀπὸ τοῦ Ἀρίσταρχος Ἀριστάρχειος, οὕτως ἀπὸ τοῦ ἡμέτερος ἡμετέρειος. [ἐχρήσατο δὲ τῇ λέξει Ἀνακρέων· οὔτε γὰρ ἡμετέρειον, οὔτε καλόν. ὑπάγεται δὲ κανόνι τοιούτῳ. τὰ διὰ τοῦ ρειος ἀπὸ τῶν εἰς ρος ἐχόντων τὸ τ, τῆς | |
10 | προηγουμένης συλλαβῆς ἐχούσης τὸ ε, διὰ τῆς ει διφθόγγου γράφεται, οἷον ἀβέλτερος ἀβελ‐ τέρειος, ἕτερος ἑτέρειος. οὕτως οὖν ἡμέτερος ἡμετέρειος. ἔχει γὰρ τὸ τ, τῆς προηγουμένης συλλαβῆς ἐχούσης τὸ ε. τὸ νέρτερος νερτέριος | |
15 | οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ οὐκ ἔχει φύσιν ἐν τῇ προηγουμένῃ τοῦ τ συλλαβῇ. ἐνέρτερον γὰρ ἦν, παρὰ τὴν ἔραν, ὃ σημαίνει τὴν γῆν· κατὰ συγκοπὴν τοῦ ο καὶ ἀφαιρέσει τοῦ ἐν τῇ ἀρ‐ χούσῃ ε γέγονε νέρτερος. καὶ λοιπὸν ὡς μὴ | |
20 | ἔχον ἐν τῇ προηγουμένῃ τοῦ τ συλλαβῇ τὸ ε οὐκ ἠκολούθησε τῷ τ, καὶ οὐκ ἐγράφη διὰ τῆς ει διφθόγγου, ἀλλὰ διὰ τοῦ ἰῶτα. οὕτως ὁ Χοι‐ | |
ροβοσκός.] | ||
eta991 | Ἡμιμόχθηροι. οἱ κακίζοντες δῆθεν τὴν ἁμαρ‐ τίαν, πράττοντες δὲ αὐτήν. Ἡμιδαής. ἡμίκαυστος. Ἡμιδαπής. ὁ ἡμιτελής. | |
5 | Ἡμιφλεγής. ὁ ἡμίκαυστος. Ἥμισυς. παρὰ τὸ ἅμα καὶ τὸ ἶσον γέγονεν ἁμάϊ‐ σος, ὁ ἅμα ἶσος τινί. Ἡμίοτος. τοῦ Ψελλοῦ· ἡμίοτος μικρὸς αὐλός· ἦτρον ὀμφαλοῦ μέρος. | |
10t | (Θηλυκόν.) | |
11 | Ἠμαθία. ἡ τὸ πρὶν Παιονία προσαγορευομένη. Ἡμέρα. πορεία ἡλίου ἀπὸ ἀνατολῶν ἐπὶ δυσμάς. τοὐναντίον τῇ νυκτί. καὶ ἡμέρα ἐν τῷ τὸν ἥλιον ὑπὲρ γῆν εἶναι. καὶ ἡμέρα διάστημά ἐστιν, ὁ | |
15 | ἀπὸ ἀνατολῆς μέχρι δύσεως ὑπὲρ γῆν τοῦ ἡλίου δρόμος. παρὰ τὸ ἥμερος ἡμέρα, πρὸς ἀντιδια‐ στολὴν τῆς νυκτὸς φοβερᾶς οὔσης. Ἡμέρα δυνάμεως. ἡ δευτέρα τοῦ Χριστοῦ ἐπιφά‐ νεια. Δαβίδ· μετὰ σοῦ ἡ ἀρχὴ ἐν ἡμέρᾳ τῆς | |
20 | δυνάμεώς σου. Ἡμέραι πλήρεις. τὸ γῆρας. | |
Ἡμέρα ἐπαγωγῆς. τὰ ἄξια τῶν βεβιωμένων. | ||
eta992 | Ἡμέρα πονηρά. ἡ τῆς κρίσεως, ἡ αἰωνία κό‐ λασις. Ἡμερίς. ἡ ἄμπελος. ἀπὸ τοῦ ἡμεροῦν ἡμᾶς. [ἢ ἡ κνίδη. τινὲς δὲ ἀναδενδράδα καὶ ἐλαίαν. | |
5 | ἢ ἡ ἥμερος ὕλη. ἢ ἡ λεπτόφυλλος δρῦς. ἢ οἰ‐ νάνθη.] | |
7t | (Οὐδέτερον.) | |
8 | Ἤματα. ἡμέραι. Ἦμαρ. ἡ ἡμέρα. | |
10 | Ἧμα. τὸ ἀκόντιον. Ἠμαντήριον. τινὲς τὸ ἀγυροκοπεῖον καλοῦσιν, ἐν ᾧ κόπτεται τὸ νόμισμα. Ἡμερήσιον. τὸ καθ’ ἡμέραν διδόμενον. ἡμερή‐ σιος ἄρτος. | |
15 | Ἡμικύκλιον. τὸ ἡμισφαίριον. Ἡμιόλιον. τὸ ἥμισυ τοῦ ὅλου. Ἡμιούσιον. τινὲς εἰρήκασι τὴν σάρκα νεκρὴν ζωῆς κεχωρισμένην. Ἡμίεκτον. τὸ ἥμισυ τοῦ ἕκτου. | |
20 | Ἡμιτύμβιον. ὁ μικρὸς τάφος. Ἡμιτύμβιον δίκορσον. Ἀριστοφάνης· | |
ἔπειτα καθαρὸν ἡμιτύμβιον λαβών. | ||
eta993 | Ἡμιφάριον. τὸ ἥμισυ τοῦ ἱματίου. φάρος γὰρ τὸ ἱμάτιον. Ἡμεροκαλλές. εἶδος ἄνθους. Ἡμιδιπλοΐδιον. ἔσθημα γυναικεῖον. [τοῦ Ψελ‐ | |
5 | λοῦ· τὸ δίκροσσον ἐξύφασμα ἡμιτύμβιον λέγε· τὸ δ’ ἡμιδιπλοΐδιον ἔσθημα γυναικεῖον.] | |
7t | (Ῥῆμα.) | |
8 | Ἠμακτέων. δυσφορῶν. καὶ ἠμάκτεον. Ἠμάλαψεν. ἔβλαψε. παρὰ τὸ ἅμα βλάπτειν. | |
10 | Ἧμαι. κάθημαι. Ἡμερωρεῖν. τὸ ἡμεροφυλακεῖν. ὠρῶ γὰρ τὸ φυ‐ λάσσω. Ἦιμεν. ἐπορευόμεθα. ἀπὸ τοῦ ἴω. διὸ καὶ τὸ ι προσεγράφη. | |
15 | Ἥμενος. καθήμενος, καθεζόμενος. ἀπὸ τοῦ ἐῶ, τὸ καθέζομαι. [ἕημι, ὁ παθητικὸς ἕημαι, ἧμαι. ἡ μετοχὴ ἥμμενος. ἡμμένος δὲ ὁ ἐξημμένος καὶ | |
ἀνηρτημένος. καὶ συνημμένος.] | ||
eta994 | Ἥμην. ὅτε δασύνεται, σημαίνει τὸ ἐκαθεζόμην, ἀπὸ τοῦ ἕω, ἕημι, ἕεμαι, καὶ κατὰ κρᾶσιν ἧμαι, καὶ ὁ ὑπερσυντέλικος ἥμην· ὅθεν καὶ τὸ ἐκαθήμην. ὅτε δὲ τὸ ὑπῆρχον, ψιλοῦται, ἀπὸ | |
5 | τοῦ εἰμὶ, ὁ παρατατικὸς ἦν, ὁ παθητικὸς ἐν‐ εστὼς ἔμαι, ὁ ὑπερσυντέλικος ἤμην. Ἠμί. ἀντὶ τοῦ φημί. Ἤμβλω. παραλόγως εἰς πέρας ἤχθη. οἱ δὲ σπασάμενοι τὰ ἐγχειρίδια τοῦτον ἀπέσφαξαν· | |
10 | καὶ ἐξήμβλω μὲν ἡ ἔννοια τῆς θεοσυλίας τῶν ἀνοσίων, ἐπαύσαντο δὲ τοῦ δέους οἱ Δελφοί. Ἤμβροτεν. ἀπέτυχεν. κυρίως τοῦ βροτοῦ ἀπο‐ τυχεῖν, ὡς ἐν πολέμῳ. Ἠμπίσχετο. ἐνεδύετο. καὶ ἠμπέσχετο. ἠμ‐ | |
15 | πείχετο δὲ δίφθογγον. Ἠμπόληκας. ἐπώλησας, ἐκέρδανας. Ἤμπλακες. ἀπέτυχες, ἥμαρτες. | |
Ἠμύω. τὸ ἐκκλίνω. μύω καὶ πλεονασμῷ τοῦ | ||
eta995 | η, ἠμύω. [ὡς τὸ σταφὶς ἀσταφίς. λέγεται καὶ ὁ ἀσταφίς.] Ἠμύσσετο. ἐταράσσετο. ἢ καὶ ἐσπαράσσετο. ἠμύσσετο τὴν καρδίαν. | |
5 | Ἡμερολεκτεῖν. ἀριθμεῖν καθ’ ἑκάστην. τοῦ Ψελλοῦ· τὸ καθ’ ἑκάστην ἀριθμεῖν ἡμερολε‐ κτεῖν κάλει. *Ἡμωνιᾷν. ἀκοντίζειν. καὶ ἥμων ὁ ἀκοντιστής.* | |
9t | Τὸ Η μετὰ τοῦ Ν. | |
10t | (Ἀρσενικόν.) | |
11 | Ἡνίοχος. κύριον. ὃς ἦν Ἀθηναῖος, κωμικὸς τῆς μέσης κωμῳδίας. Ἡνίοχος. ὁ ἁρματηλάτης. κυρίως ἡνίοχος ὁ τὰς ἡνίας ἔχων. εἴρηται δὲ καὶ ἐπὶ τοῦ ἐπιβάτου, | |
15 | οἷον· θρασὺν ἡνίοχον φέροντες ἔκτονεν. Ἠνοπίδης. κύριον. Ἤνοψ. ὁ λαμπρός. οὐρανὸς ἤνοψ. | |
20 | καί· ἤνοπα πυρὸν ἔδουσιν. ὅ ἐστι σῖτον. Ἤνις. ὁ ἐνιαύσιος. [τοῦ Ψελλοῦ· ἦνις ὁ ἐνιαύ‐ | |
σιος, ἀνδρεῖον ἠνορέα.] | ||
eta996(1t) | (Θηλυκόν.) | |
2 | Ἠνεμόεσσαν. ὑψηλὴν, ἀνέμοις καταπνεομένην. ἀνεμόεις, ἀνεμόεσσα καὶ ἠνεμόεσσα. Ἡνιοχεία. ἡ ἁρματηλασία. | |
5 | Ἦνις. ἐνιαυσιαίας. καὶ ἔνος ὁ ἐνιαυτὸς, ἀφ’ οὗ παρώνυμον ἔνις καὶ κατ’ ἔκτασιν ἦνις. καὶ κλί‐ νεται ἤνιος, ὡς ὄφις ὄφιος. τὸ πληθυντικὸν ἠνίας καὶ κατὰ συναλοιφὴν ἦνις, τὰς οὔσας ἑνὸς ἐνιαυτοῦ. | |
10 | Ἡνίας. χαλινοὺς, λώρους. Ἠνορέη. ἀνδρεία. | |
11t | (Οὐδέτερον.) | |
12 | Ἡνία. τὰ λῶρα. παρὰ τὴν ἕνωσιν τῶν ὑποζυ‐ γίων, ἢ ἀπὸ τοῦ ἐνίεσθαι, ἢ παρὰ τὸ ἀνύω ἀνύα, δι’ ὧν ἀνύομεν τοὺς ἵππους πρὸς τὴν εὐθεῖαν | |
15 | ὁδόν· ἢ παρὰ τὸ εἷς ἑνὸς, ἑνία καὶ ἡνία, διὸ καὶ δασύνεται. Ἤνυστρον. τὸ παχύτερον μέρος τῆς κοιλίας τοῦ βοός. [εἰς τρία γὰρ τέτμηται ἡ γαστὴρ, ἤνυ‐ στρον, ἐχῖνον, κεκρύφαλον. | |
20 | ἐγὼ δ’ ἤνυστρον βοὸς καὶ κοιλίαν ὑείαν καταβροχθίσας. ἤνυστρον, ὅθεν διανύεται ἡ τροφὴ, ἤγουν διέρ‐ χεται, ἢ ἔνθα διανύεται καὶ πέττεται. λέγει | |
δὲ καὶ ὁ Ψελλός· ἠρδαλωμένος ὁ λεπρὸς, ἤνυ‐ | ||
eta997 | στρον δὲ τὸ κῶλον. καὶ πάλιν· ἐχῖνος δὲ καὶ ἤνυστρον καὶ κεκρύφαλος μέρη Ὁμοῦ γαστρὸς πεφύκασι ταῦτα δὴ τρία μόνα.] Ἠνάρισεν. ἐφόνευσεν. [ἐσκύλευσεν. | |
5 | οὔτινα γὰρ τοιόνδε νέων ὁ φιλαίματος Ἄρης ἠνάρισε στυγερῆς μάχης—.] Ἠναίνετο. ἀπηρνεῖτο, ἀπεστρέφετο. καὶ ὑπὲρ ὧν ἐδίψα ἀκοῦσαι ἠναίνετο. Ἥνδανεν. ἤρεσκεν. | |
10 | Ἠνδρίσατο. ἀνδρικῶς ἐπάλαισεν. Ἠνδρώθησαν. ἀνδράσιν ὡμίλησαν. [οὕτως Δίων πολλάκις ἐχρήσατο.] Ἠνδρωμένος. ηὐξημένος. [Ἦν δ’ ἐγώ. ἔφην δ’ ἐγώ. παρὰ Πλάτωνι καὶ | |
15 | Ἀριστοφάνει. καὶ ἦν ἀντὶ τοῦ ἤμην, καὶ ἦν ἀντὶ τοῦ ὑπῆρχεν. ἦν ἐκεῖνος. ἔστι τρίτον πρόσ‐ ωπον ἀπὸ τοῦ ἔω, τὸ ὑπάρχω. ὁ δεύτερος ἀόρι‐ στος ἦον, ἦες, ἦε. καὶ κατὰ κρᾶσιν τοῦ η καὶ ε εἰς ἦτα γίνεται ἦν. ὁ δὲ Πέτρος ἔξω ἦν | |
20 | ἑστὼς καὶ θερμαινόμενος.] | |
eta998 | Ἤνεγκεν. ἀντὶ τοῦ ἐχώρησεν. ἤνεγκε γαστὴρ ἡγιασμένον λόγον. Ἤνεγκον καὶ ἤνεγκα. ἀπὸ τοῦ ἐνέγκω. Ἠνεμῶσθαι. τὸ περὶ ἔρωτα ἐπτοῆσθαι. καὶ | |
5 | ἐῴκει περὶ τὸν ἄνθρωπον ἀκρατῶς ἠνεμῶσθαι. Ἠινέσαμεν. ἐπῃνέσαμεν. καὶ ἀντὶ τοῦ ἠσπασά‐ μεθα καὶ ἠγαπήσαμεν. ἐκ πατέρων ταύτην ᾐνέσαμεν βιοτήν. Ἢν ἐμπνέω. ἕως οὗ ζῶ. | |
10 | Ἠνεσχέθη. ὑπέμεινε. [σχῶ, σχήσω, ἔσχηκα, ἔσχημαι, ἐσχήθην, καὶ συστολῇ τοῦ ἦτα εἰς ε ἐσχέθην. καὶ μετὰ τῆς ἀνὰ προθέσεως ἀνε‐ σχέθην καὶ ἠνεσχέθην.] Ἠνείχοντο. ἐβούλοντο. ἤθελον. οὔτε ἐπεγγελᾷν | |
15 | ἠνείχοντο τοῖς εἰρημένοις. Ἠινιγμένα. μετὰ αἰνίγματος λεγόμενα. Ἠνιμᾶσθαι. ἀντλεῖσθαι. Ἠινιξάμην. ἀπὸ τοῦ αἰνίσσω, αἰνίξω, ᾔνιξα, ὁ μέσος ᾐνιξάμην. | |
20 | Ἠνίπαπεν. ὕβρισεν, ἐκακολόγησεν. ἐπέπληξεν. | |
ἀπὸ τοῦ ἔπω, τὸ λέγω, [ἐνέπω. καὶ τὸ ε, | ||
eta999 | ἡνίκα πλεονάσει καὶ ἕτερον σύμφωνον εἰς ἰῶτα, γίνεται ἴπτω. Ὅμηρος. ἴψω, ἴφα καὶ μετὰ τῆς εν ἔνιφα. καὶ οἱ Ἀττικοὶ τὰ ἀπὸ προθέ‐ σεως ἀρχόμενα ῥήματα τρέπουσι τὸ ε εἰς ἦτα, | |
5 | καὶ γίνεται ἤνιφα, καὶ ὁ μέσος παρακείμενος ἤνιπα καὶ ἐπεκτάσει τῆς πα συλλαβῆς ἠνίπα‐ πα, καὶ τὸ τρίτον ἠνίπαπεν.] Ἤντετο. συνήντησε. καὶ ἀντὶ τοῦ ἐπέκειτο. ἀπὸ τοῦ ἕω, τὸ ἐνδύομαι, [ἢ τὸ ὑπάρχω, πα‐ | |
10 | ράγωγον ἔημι, ὁ δεύτερος ἀόριστος ἦν, ὁ μέσος δεύτερος παθητικὸς ἔμην, τὸ δεύτερον ἔσο, τὸ τρίτον ἔτο, καὶ μετὰ τῆς εν προθέσεως ἐν συν‐ θέσει καὶ ἐκτάσει καὶ πλεονασμῷ τοῦ τ, ἤν‐ τετο.] | |
15 | —καὶ διπλόος ἤντετο θώρηξ— ἰστέον, ὅτι οἱ παλαιοὶ δύο θώρακας ἐφόρουν. Ἠνύσατε. ἐτελειώσατε, ἢ ἐφθείρατε. καὶ Ὅμη‐ ρος· Ἦ θὴν ς’ ἐξανύω γε καὶ ὕστερον ἀντιβο‐ | |
20 | λήσας. Ἠνώχλησα. ἐβιασάμην. Ἠνέσχεσθε. ἀντὶ τοῦ ἐκαρτερήσατε. καὶ ὁ θεόλογος· καὶ ὑμεῖς ἠνέσχεσθε. Ἦνον. ἤνυον. Ὅμηρος· | |
25 | —ἔνθα δ’ ἔπειτα | |
ἦνον ὁδόν—. | ||
eta1000(1t) | Τὸ Η μετὰ τοῦ Ο. | |
2t | (Ἀρσενικόν.) | |
3 | Ἠιόνα. αἰγιαλόν. ᾐὼν, ᾐόνος, ᾐόνα. ἀπὸ τοῦ αἰωνῶ τὸ βρέχω. | |
5t | (Θηλυκόν.) | |
6 | Ἠοῦς. ἡμέρας ὄρθρου ἢ ἀνατολῆς. Ἠοίην. ἀπὸ ὄρθρου ἕως μεσημβρίας. Ὅμηρος· [πᾶσαν δ’ ἠοίην μένομεν τετληότι θυμῶ.] | |
9t | (Ῥῆμα.) | |
10 | [Ἤομεν. ἐπορεύθημεν. Ὅμηρος·] ἤομεν ὡς ἐκέλευσας— ἀπὸ τοῦ εἴω, τὸ πορεύομαι, δωρικῶς τροπῇ τοῦ ει εἰς η. | |
14t | Τὸ Η μετὰ τοῦ Π. | |
15t | (Ἀρσενικόν.) | |
16 | Ἠπεδανός. ἀσθενής. παρὰ τὸ πέδον γίνεται πεδανὸς καὶ ἠπεδανὸς, ὅ ἐστιν ἐκ τοῦ πέδου μὴ ἀναστῆναι ἢ μὴ στῆναι δυνάμενος. Ἠπεροπευτής. ἀπατεὼν, παραλογιστής. παρὰ | |
20 | τὸ ἥμερον καὶ τὴν ὄπα. ἡμεροπευτὴς καὶ ἡπε‐ ροπευτής. Ἡπατικός. ὁ τὸ ἧπαρ πάσχων. Ἠπειρῶται. οἱ ἐν τῇ γῇ οἰκοῦντες. | |
Ἠπίαλος. κυρίως ὁ μετὰ ῥίγους πυρετός. | ||
eta1001 | Ἤπιος. πρᾶος. παρὰ τὸ ἔπιος. ἔπιος καὶ ἤπιος ὁ ἐν λόγῳ πάντα ποιῶν καὶ μὴ πάθει. ἐκ με‐ ταλήψεως καὶ ὁ πρᾶος, ὁ διὰ λόγου προσηνὴς καὶ πρᾶος. | |
5 | Ἠπύτης. φωνητικός. ἠπύτα κήρυξ. ἐκ τοῦ ἀπύω, τὸ φωνῶ. | |
8t | (Θηλυκόν.) | |
9 | Ἡπατοσκοπία. ἡ τῶν ἐγκάτων ἀνατομὴ, δι’ ὧν | |
10 | προεμήνυον τὰ συμβησόμενα. Ἤπειρος. ἡ γῆ. οἱονεὶ ἡ μὴ ἔχουσα πέρας, ὡς πρὸς σύγκρισιν τῶν νήσων. σύνηθες δὲ τῷ Ἰσο‐ κράτῃ καλεῖν ἤπειρον τὴν ὑπὸ βασιλείας τῶν Περσῶν γῆν. ἤπειρος δὲ κυρίως ἡ εἰς ἤπειρον | |
15 | ἐκβάλλουσα, ὡς Εὐριπίδῃ· ἤπειρον ὡς ἤπειρον ἐκβάλλω πόδα. καὶ ἠπείρῳ τῇ θαλάσσῃ. Ἠπήτρια. ἡ ῥάπτρια. | |
19t | (Οὐδέτερον.) | |
20 | Ἧπαρ. ὄργανον ἐξαιματώσεως τροφῶν. παρὰ τὸ ἐπῆρθαι καὶ κυρτῶσθαι. τινὲς δὲ ἀπὸ τοῦ ἐπαρδεύειν ὅλῳ τῷ σώματι τὸ αἷμα. ὁ δὲ Ἡρω‐ διανὸς παρὰ τὸ ἐπαίρεσθαι φησὶν, οἷον ἔπαρ τὶ | |
ὂν καὶ ἦπαρ. ἢ παρὰ τὸ ἥδω, τὸ εὐφραίνομαι, | ||
eta1002 | ἧδαρ καὶ ἧπαρ· ἐν γὰρ τούτῳ τῷ μέρει τὰ τῆς ἡδονῆς καὶ τῆς ἐπιθυμίας ἔγκειται. οὕτως Ὦρος ὁ Μιλήσιος. Ἠπήτριον. σουβλίον, σακκοράφιον, μεθ’ οὗ ῥά‐ | |
5 | πτουσι τὰ βυρσάρια. οἱ δὲ Ἀττικοὶ ἀκέστριαν λέγουσι τὴν ῥάπτριαν. Ἤπυτον. ὄρος Θρᾴκης. ἀπὸ τοῦ ἀπύω. | |
8t | (Ῥῆμα.) | |
9 | Ἤπαφεν. ἠπάτησεν. | |
10 | Ἠπεροπεύειν. ἐξαπατᾷν, παραλογίζεσθαι. Ἠπῃνημένων. ἐπαίνου τυχόντων. [ὁ δὲ ἐκέλευε παρὰ τῶν ἠπῃνημένων πλείονα μισθὸν κομί‐ ζεσθαι.] Ἠπῆσθαι. ἐῤῥάφθαι. | |
15 | Ἠπύει. φωνεῖ. [καὶ ἤπυον. ἠπύει εἰσελάων. παρὰ τὸ ἔπω, τὸ λέγω, ἀφ’ οὗ παράγωγον ἐπύω, ὡς πλήθω πληθύω, καὶ ἠπύω, τροπῇ τοῦ ε εἰς η. οὕτως Ὠρίων.] | |
20 | Ἧιπερ. ἀντὶ τοῦ ὥσπερ. Ἀριστοφάνης· ἀλλ’ ᾗπερ αὐτὸς τὴν δίκην διωρίσω. καὶ ἀντὶ τοῦ καθότι. ᾗπέρ ἐστιν ἄριστον πο‐ λέμῳ. | |
Ἠπίως. πράως, ἐπιεικῶς. | ||
eta1003(1t) | Τὸ Η μετὰ τοῦ Ρ. | |
2t | (Ἀρσενικόν.) | |
3 | Ἡράκλειτος· Ἡρόδικος· Ἡρόστρατος· Ἡρό‐ δοτος. ὀνόματα κύρια. | |
5 | Ἤρ. ὄνομα Ἑβραϊκόν. Ἥρωες. ἡμίθεοι, δυνατοί. Ἡρώδης. κύριον. ἑρμηνεύεται πάθος ἢ δερματίνη φύσις. Ἡρωδιανός. Ἀλεξανδρεὺς, γραμματικὸς, υἱὸς | |
10 | Ἀπολλωνίου τοῦ γραμματικοῦ. Ἦρος. τοῦ ἔαρος. Ἡρωδιανοί. οὗτοι τὸν Ἡρώδην Χριστὸν ἐνόμι‐ ζον καὶ ἐπ’ αὐτῷ ἐσεμνύνοντο, ἐκ τοῦ ῥητοῦ συναρπασθέντες τοῦ λέγοντος· οὐκ ἐκλείψει ἄρ‐ | |
15 | χων ἐξ Ἰούδα, ἕως ἂν ἔλθοι ὃ ἀπόκειται. ἐπει‐ δὴ γὰρ ἐξέλιπον οἱ ἐκ τοῦ Ἰούδα ἄρχοντες, μετ’ ἐκείνους δὲ ὁ Ἡρώδης ἐβασίλευσεν οὐκ ὢν ἀπὸ γένους τοῦ Ἰούδα, ἀλλ’ ἀλλόφυλος, τούτῳ ἀπέκειτο τὸ εἶναι Χριστόν. ἐλέγχει δὲ αὐτοὺς | |
20 | τό· αὐτὸς, φησὶ, προσδοκία ἐθνῶν. καί· ἐπ’ αὐτὸν ἔθνη ἐλπιοῦσιν. ἐφ’ Ἡρώδην γὰρ ποῖον τῶν ἐθνῶν ἤλπισε, ποία δὲ προσδοκία ἐθνῶν; Ἥρως. παρὰ τὴν ἔραν, ὃ σημαίνει τὴν γῆν. ἐκ τῆς γῆς γὰρ οἱ ἥρωες. ἢ ἀπὸ τῆς ἐράσεως τῶν | |
25 | θεῶν· οἱ γὰρ θεοὶ θνηταῖς γυναιξὶ μιγνύμενοι | |
ἐποίουν τοὺς ἥρωας. | ||
eta1004(1t) | (Θηλυκόν.) | |
2 | Ἥρα. ὄνομα θεᾶς, ὅτι ἡ αὐτὴ τῷ ἀέρι ἐστίν. ὡς γὰρ πατὴρ πάτρα, καὶ μήτηρ μήτρα, οὕτως ἀὴρ ἥρα, καθ’ ὑπερβιβασμόν. ἢ ὅτι ἡ Ῥέα αὐ‐ | |
5 | τὴν ἔτεκεν. Ἡρακλεία λίθος. ἡ μαγνῆτις. ἡ ἑλκυστικὴ τοῦ σιδήρου. ἡ δὲ μαγνῆτις ὁμοία ἀργύρῳ ἐστίν. Ἡραία. πόλις. Ἠρεμία. ἡσυχία. ἢ στέρησις κινήσεως. ἐκ τοῦ | |
10 | ἔρημος ἐρημία, καὶ κατὰ συγκοπὴν καὶ τροπὴν ἠρεμία. Ἠριγένειαν. τὴν τὸν ὄρθρον γεννῶσαν. [οὐδ’ ὑπὸ μαρμαρυγῇ θαλερώπιδος ἠριγε‐ νείης.] | |
15 | Ἠριπόλη. ἡ ἡμέρα. φέγγος ἠριπόλης χρύσεον. Ἡρωδιάς. κύριον. Ἡρωδιανή. κύριον. | |
18t | (Οὐδέτερον.) | |
19 | Ἥρδιον. περιφανὲς, ἅρμα σκεπαστόν. | |
20 | Ἠρινόν. τὸ ἐαρινόν. Ἤριον. ὄνομα τόπου. Ἠρία. τὰ μνημεῖα. οἱ τάφοι. φασὶ δέ τινες, κοινοτέρως μὲν πάντας τοὺς τάφους οὕτως ὀνο‐ μάζεσθαι, κατ’ ἐξαίρετον δὲ τοὺς μὴ ἐν ὕψει | |
25 | ᾠκοδομημένους, ὠνομάσθαι δὲ παρὰ τὴν ἔραν, | |
ὅ ἐστι τὴν γῆν. | ||
eta1005 | Ἡραῖον τεῖχος. χωρίον ἐστὶν ἐν Θρᾴκη, ἀπὸ Σαμίων δὲ ᾠκίσθη. καὶ Ἥραιον. Ἡρώδειον. τόπος. Ἡρῷον. τὸ καλούμενον ἔπος· ὅτι δι’ αὐτοῦ τὰς | |
5 | ἡρωϊκὰς πράξεις ὕμνησεν ὁ Ὅμηρος. | |
6t | (Ῥῆμα.) | |
7 | Ἤρα. ἐπεθύμει. Ἤραρεν. ἥρμοσεν. Ἠρασάμην. κατηρασάμην ἢ ἠράσθην. | |
10 | Ἤρασσον. ἔκρουον, ἔπληττον. ἐβλασφήμουν. —εἶτ’ ὀνείδεσιν ἤρασσον ἔνθεν κᾄνθεν. Ἠρᾶτο. ηὔχετο. ἀπὸ τοῦ ἀρὰ, ἡ εὐχή. καὶ ἀντὶ τοῦ κατηρᾶτο. ἀπὸ τοῦ ἀρὰ, ἡ κατάρα. | |
15 | Ἦιρεν. ἀπῇρεν. Ἠρδαλωμένος. μεμιασμένος, λελεπρωμένος. καὶ ἠρδάλωσεν ἀντὶ τοῦ ἠσβόλωσεν. Ἤρειδεν. ἤφιεν. ἔπεμπεν. [ἔπη ἤρειδε κατὰ τῶν ἱππέων. καὶ ἀντὶ τοῦ ἠκούμβιζεν.] | |
20 | Ἠρεῖτο. ἐπορθεῖτο. | |
eta1006 | Ἤρεικον. ἔσχιζον. —οἱ δ’ ἀροτῆρες ἤρεικον χθόνα δῖαν. Ἠρήρειστο. ἥρμοστο. [τὸ δὲ στίφος εὖ μά‐ | |
5 | λιστα ἠρήρειστο τῷ συνασπισμῷ καὶ ἀκριβῶς ὑπῆρχε στεῤῥόν τε καὶ ἀπερίσπαστον.] Ἡιρηκέναι. ἑλεῖν, νικῆσαι. Ἡιρήκασιν. ἐπόρθησαν, ἐκράτησαν. Ἤῤῥησεν. ἐφθάρη, ἦλθεν. ὅθεν καὶ τὸ εἰσήῤ‐ | |
10 | ῥησεν. Ἡιρετισάμην. ἐξελεξάμην. εἱλόμην. Ἥιρει. ἐλάμβανεν. Ἠρικνωμένον. ἐῤῥυτιδωμένον, παλαιόν. *Ἠρηκώς. κρατήσας καὶ σχίσας, καὶ διαχωρί‐ | |
15 | σας, τὰ δύο η. ἠρεικὼς δὲ ὁ ἀκουμβίσας, η καὶ δίφθογγον. καὶ ἠρικὼς ὁ φιλονεικήσας, η καὶ ι.* Ἤρισεν. ἐφιλονείκησε. Ἠρίθμησεν. ἀπεδειλίασε. τοὺς ἐναντίους ἰδὼν οὐκ ἠρίθμησε, ἀλλ’ εὐθὺς ἦν ἀμυνίας. ἕτοιμος | |
20 | εἰς ἄμυναν. | |
eta1007 | Ἠριπώθη καὶ ἤριπεν. ἀντὶ τοῦ εἰς γῆν κατ‐ έπεσεν. Ἡρματισμένον. ἠσφαλισμένον. Ἠρόμην. εἰ μὲν σημαίνει τὸ ἐκουφιζόμην, ἔχει | |
5 | τὸ ι. ἀπὸ τοῦ αἴρομαι γέγονεν ᾐρόμην, ὡς αἰ‐ σχύνομαι, ᾐσχυνόμην. ἐὰν δὲ τὸ ἠρώτων, οὐκ ἔχει τὸ ι. ἀπὸ γὰρ τοῦ ἔρομαι γέγονεν ἠρόμην, ὡς ἐλαύνομαι, ἠλαυνόμην. Ἠρτύνετο. κατεσκευάζετο. | |
10 | Ἡρμοσάμην. ἐμνηστευσάμην. καὶ ὁ Ἀπόστολος· ἡρμοσάμην γὰρ ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ θεῷ. ἤτοι τῷ Χριστῷ ἐμνη‐ στευσάμην ὑμᾶς. Ἠρέμα. ἡσύχως, κατὰ μικρὸν, σχολαίως. καὶ | |
15 | ἠρεμαίως, καὶ ἠρεμεῖ. | |
16t | Τὸ Η μετὰ τοῦ Σ. | |
17t | (Ἀρσενικόν.) | |
18 | Ἡσαΐας. κύριον. Ἠσαῦ. κύριον. ἑρμηνεύεται δὲ δρῦς, ἢ ἀπηνής | |
20 | τε καὶ ἀκαμπής. | |
eta1008 | Ἡσίοδος. κύριον. Ἥσσων. ὁ ἐλάττων. | |
3t | (Θηλυκόν.) | |
4 | Ἧσσα. ἡ τροπὴ, ἡ νίκη. | |
5 | Ἧσις. ἡ τέρψις. Ἡσιόνη. κύριον. Ἡσυχία. κατάστασις μισόκοσμος πρὸς ἑαυτὴν καὶ θεὸν ἀνανεύουσα. | |
9t | (Οὐδέτερον.) | |
10 | Ἡσάϊνον. ὄνομα ὄρους. Ἧσσον. τὸ μικρὸν, τὸ ἔλαττον. Ἡστόν. ἡδὺ, εὐφραντόν. | |
13t | (Ῥῆμα.) | |
14 | Ἦς. ὅτε μὲν ὁριστικὸν, οὐκ ἔχει τὸ ι. ὅτε δὲ | |
15 | ὑποτακτικὸν, ἔχει αὐτό· ἐὰν ὦ, ᾖς, ᾖ, καὶ ᾖσι κατ’ ἐπένθεσιν τῆς σι συλλαβῆς. καὶ ἦς ἀντὶ τοῦ ὑπῆρχες. Ἥσατο. εὐφράνθη. Ἧσας. χάριν ἐποίησας, ἐδόξασας. | |
20 | Ἦσαν. ὑπῆρχον. καὶ ἀντὶ τοῦ ὕμνησαν καὶ ἐδό‐ | |
ξασαν. | ||
eta1009 | Ἦσαν. ᾔδεισαν. ἐγίνωσκον. οὐδ’ ἀφιγμένον τὸ πάμπαν ἦσαν. Ἥσειν. πέμψειν. | |
5 | Ἡσσήθην. [ἐνικήθην.] [Ἥσθην. εὐφράνθην. καὶ ἡσθείην. ἀπὸ τοῦ ἥδω, τὸ] εὐφραίνομαι. Ἧσθαι. καθῆσθαι. Ἠσθῆσθαι. περιβεβλῆσθαι. θριαμβίδα [τὲ] | |
10 | ἠσθῆσθαι στολὴν αὐτόν. Ἦσθα. ὅτε μέν ἐστι ὑποτακτικὸν καὶ σημαίνει τὸ ὑπάρχει, διὰ τοῦ ι γράφεται· ὅτε δὲ ὁρι‐ στικὸν, οὐ προσγράφεται τὸ ἰῶτα. Ἠσίν. ἀντὶ τοῦ φησίν. | |
15 | Ἤσκει. ἠγωνίζετο, ἐπαιδεύετο, ἢ κατεσκεύαζε. [καὶ ἤσκειν. ἀπὸ τοῦ ἀσκῶ ἤσκεον, τὸ τρίτον ἤσκεε, καὶ τὸ ν ἐφελκυστικὸν γίνεται ἐν τοῖς τρίτοις προσώποις τῶν ῥημάτων, καὶ γίνεται ἤσκεε καὶ κατὰ συναίρεσιν ἤσκειν. καὶ ἠσκη‐ | |
20 | μένον τὸ κατεσκευασμένον. ἀσκήματα γὰρ τὰ | |
κατασκευάσματα.] | ||
eta1010 | Ἠσμένισας. ἐχάρης. Ἦισμεν. ἀντὶ τοῦ ᾔδειμεν. ᾔστην, ᾖστε, ᾖσαν, διὰ τοῦ ι γράφεται. καὶ λέγει Ὦρος ὁ Μιλή‐ σιος ἐν τῇ οἰκείᾳ αὐτοῦ ὀρθογραφίᾳ· ἔστι γὰρ | |
5 | εἴδω, ὁ ὑπερσυντέλικος εἴδην, καὶ κατ’ ἔκτασιν Ἀττικὴν ᾔδειν, ᾔδεις, ᾔδει, τὸ δεύτερον τῶν δυϊ‐ κῶν ᾔδειτον, ᾐδείτην, καὶ κατὰ συγκοπὴν τῆς ει διφθόγγου καὶ τροπῇ τοῦ δ εἰς ς ᾔστην, ἀντὶ τοῦ ᾔδεσαν. τὸ πληθυντικὸν ᾖσμεν ἀντὶ τοῦ | |
10 | ᾔδειμεν, ᾖστε ἀντὶ τοῦ ᾔδειτε, καὶ ᾖσαν ἀντὶ τοῦ ᾔδεσαν. Ἥστην. ἐκαθέζοντο. καὶ ἤστην ἀντὶ τοῦ ὑπῆρ‐ χον. Ἧστο. ἐκαθέζετο. [ἀπὸ τοῦ ἑῶ, ἕημι, ὁ πα‐ | |
15 | θητικὸς ἕημαι, ἧμαι, ὁ παρατατικὸς ἥμην, ἧσο, ἧστο. καὶ ἧσται ἀντὶ τοῦ καθέζεται. καὶ ἦσται ἀντὶ τοῦ λέλεκται.] Ἠστεΐσκει. ἀστεῖα ἔλεγεν. ἐκ τοῦ ἀστεΐζω. Ἠσυνθέτηκας. ἃ συνέθου καὶ ὡμολόγησας, | |
20 | παρέβης. | |
eta1011 | [Ἦσθα. ὑπῆρχες.] [Ἧσσον. οὐδαμῶς.] | |
3t | Τὸ Η μετὰ τοῦ Τ. | |
4t | (Ἀρσενικόν.) | |
5 | Ἥττων. ἐλάττων. ὑσχίριστος. οὕτω δὲ ἦν Ἐπί‐ κουρος ἡδονῆς ἥττων. [ἤτοι ὑποχείριος.] Ἧττα. ἡ τροπὴ, ἡ νίκη. Ἦτορ. ἡ ψυχή. παρὰ τὸ ἄω, τὸ πνέω. οἷον· —δίχα δέ σφισιν ἐνὶ φρεσὶ θυμὸς ἄητο. | |
10 | ἀπὸ τοῦ ἄητο γίνεται ἀῆτο καὶ κατὰ ἀφαί‐ | |
ρεσιν ἦτορ. | ||
eta1012 | Ἦτρον. τὸ ὑπὸ τὸν ὀμφαλὸν μέρος, ὅθεν Νί‐ κανδρος ἐπὶ τῆς ἐντεριώνης τίθησι. παρὰ τὸ ἄτριον, ὅ ἐστιν ὕφασμα, ἆτρον καὶ ἦτρον. καὶ ἦτρον τὸ καλούμενον κάλυμμα μήτρας, ὃ κα‐ | |
5 | λοῦσιν ἔλυτρον. Ἀριστοφάνης· τὸ γὰρ ἦτρον τῆς χύτρας ἐλάκτισε. τὰ παιδία γὰρ ἐν χύτραις ἐξετίθεσαν. [Ἤτρια. οἱ στήμονες.] ἢ ἤτριον ἔνδυμα ὑμε‐ νῶδες. | |
10 | Ἠτρίον. τὸ ἧπαρ. ἢ τὸ ἄτρωτον. Ἦτα. ἐκ τοῦ ι καὶ τ ἔχειν τὸν χαρακτῆρα τοῦ στοιχείου. ἡνίκα γὰρ πλάγιον τεθῇ, εὑρήσεις | |
ταῦτα. | ||
eta1013(1t) | (Ῥῆμα.) | |
2 | Ἡταίρηκεν. ἠτάκτισεν. [ἡταιρηκέναι δὲ τοῖς ἄνω μέρεσι τοῦ σώματος, οὐκ εἶναι δ’ ἄξιον τὸ ἱερὸν πῦρ φυσᾷν.] | |
5 | Ἡταιρηκώς. ἐπὶ τῆς πορνείας. ἡταιρικὼς δὲ ἐπὶ τοῦ ἑταίρου, ἰῶτα. Ἡττηθείς. νικηθείς. ἀντὶ τοῦ ἧττον ἔχον ἀπέλ‐ θοι. Ἠιτημένην. κεχρησμένην. καὶ γὰρ αἰτεῖσθαι | |
10 | ἔλεγον τὸ κιχρᾶσθαι, ὅ ἐστι δανείζεσθαι. Ἤιτησεν. ἐζήτησεν. Ἤιτουν. ἐζήτουν. ἀπὸ τοῦ αἰτῶ ᾔτουν, ὡς αἰνῶ ᾔνουν. [οἱ δὲ παρῳχημένοι τὰ ἶσα φωνήεντα θέλουσιν ἔχειν κατὰ τὴν ἀρχὴν τοῦ ἐνεστῶτος, | |
15 | ἢ μείζονα, οὐδέποτε δὲ ἐλάττονα.] Ἠτίμησεν. ὕβρισεν. Ἠτρέμιζεν. ἐκαρτέρει, ἡσύχαζεν. | |
Ἡττώμενος. νικώμενος. | ||
eta1014 | Ἤτω. ὑπαρχέτω. Ἧττον. ἀντὶ τοῦ οὐδαμῶς. | |
3t | Τὸ Η μετὰ τοῦ Υ. | |
4t | (Ἀρσενικόν.) | |
5 | Ἠϋγένειος. ὁ καλὸν γένειον ἔχων. Ἠΰς. ἀγαθὸς, μέγας, πλατὺς, ἀχώρητος, πρᾶος. [παρὰ τὴν ἠῶ, ἵν’ ᾖ ἵμερος, ἢ παρὰ τὸ εὖς ἀπὸ τοῦ εὖ, καὶ τοῦ ἐῢς, ὁ διαβόητος. παρὰ τοῦτο καὶ τὸ ἤϋσεν. ἢ ἀπὸ τοῦ αὔω, αὔσω, ηὖσε καὶ ἤϋσεν.] | |
10t | (Ῥῆμα.) | |
11 | Ηὔδα. ἔλεγεν, εἶπεν, ἐφώνει. Ηὔδησα. ἐφώνησα. Ηὐδάξαντο. ἐφήμισαν. Ηὐδόκησα. ἠθέλησα. καὶ εὐδόκησα. | |
15 | Ηὔλησα. ὠργάνησα. Ηὐλήσαντο. ἐταράχθησαν. ἐστράφησαν. πε‐ φύσηνται. ηὐλίσαντο. καὶ ἀντὶ τοῦ κατέλυσαν | |
ἢ κατεσκήνωσαν. ἢ ἠπλήκευσαν. | ||
eta1015 | Ηὐλόγησα. ηὐξάμην. καὶ εὐλόγησα. Ηὐμοίρησα. ἐπέτυχον. Ηὐτομόλησεν. ἀφ’ ἑαυτοῦ παρεγένετο. Ηὐτρέπισεν. ἡτοίμασεν. ὁμοίως καὶ ηὐτρέπισα | |
5 | καὶ ηὐτρέπιστο. Ηὐπόρησα. ἐν εὐπορίᾳ εἰμί. Ηὐχένιζε. τὸν τράχηλον ἀπέκοπτεν. ἐλαιμοτό‐ μει. ὅπερ Ὅμηρος αὐερύειν φησίν. Ηὔχει. ἐκαυχᾶτο. ἐκόμπαζεν. | |
10 | Ἤϋσεν. ἐφώνησεν. ἀπὸ τοῦ αὔω, τὸ φωνῶ. | |
11t | Τὸ Η μετὰ τοῦ Φ. | |
12t | (Ἀρσενικόν.) | |
13 | †Ἥφαιστος. τὸ πῦρ.† Ἡφαιστίων. Ἀλεξανδρεὺς γραμματικός. ἔγρα‐ | |
15 | ψεν ἐγχειρίδιον περὶ μέτρων καὶ μετρικὰ διά‐ φορα. καὶ Ἡφαιστίων ἑταῖρος Μακεδόνος τοῦ | |
Ἀλεξάνδρου. | ||
eta1016 | Ἠφλοισμός. ὁ ἀφρός. | |
2t | (Θηλυκόν.) | |
3 | †Ἡφαίστια. πόλις. καὶ κλίνη. καὶ ὄνομα ἑορτῆς. Ἡφαιστία δὲ ἡ ἑταιρίς.† | |
5 | Ἡφαιστία. δύο πόλεις ἦσαν τῆς Λήμνου, Μυ‐ ρίνα τὲ καὶ Ἡφαιστία. Ἡ φῦσα. ἡ γεννήσασα. καὶ ὁ φὺς, ὁ γεννήσας. | |
8t | (Ῥῆμα.) | |
9 | Ἠφείθη. συνεχωρήθη. | |
10 | Ἠφειδήκεισαν καὶ ἠφειδηκότες. καταπαύσαν‐ τες, μὴ φεισάμενοι. Ἠφηνιακὼς καὶ ἀφηνιάσας. ἤτοι ἀποπτύσας τὸν χαλινόν. Ἠφίει. ἔπεμπεν. καὶ ἠφίεσαν. | |
15 | Ἠφρόνησεν. ἀντὶ τοῦ κακῶς ἐφρόνησεν. Ἠφώρισεν. ἐχώρισε. καὶ ἠφωρίσθαι τὸ διακε‐ χωρίσθαι. | |
Ἤφυσεν. ἤντλησεν. | ||
eta1017(1t) | Τὸ Η μετὰ τοῦ Χ. | |
2t | (Ἀρσενικόν.) | |
3 | Ἠχέτης. ὁ ἄῤῥην τέττιξ. ἀλλά σε γηρύοντα κατήναρεν ἠχέτα τέττιξ. | |
5 | Ἦχος. κτύπος, ἢ φωνὴ, ἢ λαλιὰ, ἢ φήμη. Ἠχήεις. ὁ ἦχον ἀποτελῶν. | |
7t | (Θηλυκόν.) | |
8 | Ἠχὴ καὶ ἠχώ. φωνὴ ἢ λαλιά. | |
9t | (Οὐδέτερον.) | |
10 | Ἠχεῖα. τὰ βύκηνα. Ἠχητικόν. θορυβῶδες. Ἠχάνω. πτωχεύω. Ἦχεν. ἐγεγαμήκει. καὶ ἀντὶ τοῦ ἐκόμισεν. ἦχεν ἐπὶ τὸν οἶκον. | |
15 | Ἤχθαιρεν. ἐμίσει. Ἤχθοντο. ἠγανάκτουν. ἤχθοντο τὸ στρατιω‐ | |
τικὸν, ἐκακηγόρουν δὲ αὐτόν. | ||
eta1018 | Ἠχθηκότες. λυπήσαντες. ἠχθικότες δὲ ἀντὶ τοῦ βαρήσαντες, ι. Ἤχλυσε. συνεσκότασεν. ἀπὸ τοῦ ἀχλύς. Ἠχήσας. βοήσας. | |
5t | (Ἐπίῤῥημα.) | |
6 | Ἧιχι. ἀντὶ τοῦ ὅπου. ἔστιν ᾗ καὶ κατ’ ἐπέκτα‐ σιν τῆς χι συλλαβῆς ᾗχι, ὡς ναὶ ναῖχι. οἱ δὲ Δωριεῖς ἄχι. | |
9t | Τὸ Η μετὰ τοῦ Ψ. | |
10t | (Ῥῆμα.) | |
11 | Ἥψατο. ἐκράτησε. καὶ ἥψατο ἀντὶ τοῦ βρό‐ χον ἀνήρτησεν. Ἧψεν. ἀνῆψεν. ἴψε δὲ ἀντὶ τοῦ ἔβλαψεν, ι. | |
14t | Τὸ Η μετὰ τοῦ Ω. | |
15t | (Ἀρσενικόν.) | |
16 | Ἠώκοιτος. ὁ πρωϊνός. ἠώκοιτος ὕπνος. | |
Ἠωρείμ. κύριον. | ||
eta1019 | Ἠὼ καὶ ἠώς. ἡ ἡμέρα, ἰωνικῶς. καὶ ἕως, ἡ ἡμέ‐ ρα, ἀττικῶς. ἀπὸ τοῦ ἕω, τὸ πέμπω, ὅτι ἀφίεν‐ ται τότε τὰ ζῶα. ἢ ἡ ἐξιέναι ἡμᾶς ποιοῦσα. καὶ αὔως, ἡ ἡμέρα, αἰολικῶς. ἀπὸ τοῦ αὔω, | |
5 | τὸ φωνῶ. αὔει γὰρ τὰ ζῶα, ὅ ἐστι καλεῖ. καὶ αὔουσι πάντα δι’ αὐτῆς. ἰστέον, ὅτι ἠὼς ἠοῦς ἔχει τὴν γενικὴν, τὸ δὲ ἕως ἀποβολῇ τοῦ ς. *Ἠῆς. ἐπίῤῥημα, ἀντὶ τοῦ ἐκ πρωΐας.* | |
9t | (Θηλυκόν.) | |
10 | Ἠώη. ὄνομα πόλεως. [Ἠών. ὄνομα πόλεως,] ἥ ἐστι Μενδαίων ἀποικία. | |
†Ἠώρεια. χώρα.† | ||
eta1020 | Ἠώς. ἡ ἡμέρα. παρὰ τὸ αὔω, τὸ λάμπω, γίνε‐ ται αὔος, καὶ ἐκβολῇ τοῦ υ ἄος, καὶ συναιρέ‐ σει τοῦ α ο εἰς ω μέγα ἠώς. Ἠιωνίκει. ἐβράδυνεν, ἐχρόνισεν. ἀπὸ τοῦ αἰω‐ | |
5 | νίζω. Ἠιωρημένω. κρεμαμένῳ. Ἠιώρουν. ἐβάσταζον. [ἀνεῖχον.] τὴν δὲ κλίνην ταῶνες τέσσαρες χρυσοῖ ᾐώρουν. Ἠιώρησεν. ἐκρέμασε. | |
10 | ταῦτά σοι πρὸ παστάδος ᾐώρησεν, ὦ Διόνυσε. Ἠιωρῆσθαι. ἠρτῆσθαι, κρέμασθαι. ἀπὸ τοῦ | |
αἰωρῶ. | ||
theta1019(13t) | Θ. | |
14t | Τὸ Θ μετὰ τοῦ Α. | |
15t | (Ἀρσενικόν.) | |
16 | Θάκος. καθέδρα, θρόνος. ὁ καὶ θῶκος. παρὰ | |
τὸ θῶ, τὸ τιθῶ, θῶκος καὶ θάκος. | ||
theta1020(13) | Θαλαμηπόλος. ὁ περὶ τὸν θάλαμον ἀναστρε‐ φόμενος. | |
15 | Θάλαμος. θάλπαμος τὶς ὢν, παρὰ τὸ θάλ‐ πειν. ἔστι δὲ οἶκος ἢ κοιτών. καὶ θαλάμη. | |
Θαλάμιος. ὁ πρὸς τῇ πρώρᾳ καθήμενος. | ||
theta1021 | Θαῤῥαλέος. ἀνδρεῖος. Θαλερός. ἀκμαῖος, ἰσχυρὸς, νέος, ἢ ὁ ἁπαλός. καὶ θαλερὸν δάκρυ. τὰ γὰρ θάλλοντα φύλ‐ λα ἁπαλά. | |
5 | Θάνατος. χωρισμὸς ψυχῆς ἀπὸ τοῦ σώματος, ἢ στοιχείων διάζευξις, ἢ βίου λύσις, ἢ φροντί‐ δων ἀπαλλαγὴ, ἢ ἄδηλος πορεία, ἢ τέλος παν‐ τὸς ζώου. Θάνατος Χριστοῦ ἐστι τῶν σαρκικῶν παθῶν | |
10 | νέκρωσις καὶ πάσης δαιμονικῆς ἐνεργείας ἀφά‐ νισις ἀρίστη. θάνατος δὲ παρὰ τὸ τείνω, τάνα‐ τος καὶ θάνατος, ὁ τείνων τὸ σῶμα, ἢ ὅτι τάνα‐ τός ἐστιν ὁ ἐπὶ πάντας ἑαυτὸν διατείνων. ἢ πα‐ ρὰ τὴν ἄτην, ὃ σημαίνει τὴν βλάβην, γίνεται | |
15 | ἄνατος καὶ θάνατος. Θαρσεῖς. τοὺς Καρχηδονίους λέγει τοὺς πρὸς τὸ βόρειον μέρος κειμένους. θαρσεῖς καὶ οἱ ἀν‐ δρεῖοι. | |
Θαλλοί. τὰ εἰς τὰς σπυρίδας ἐπιτήδεια. | ||
theta1022 | Θαμάλωπες. οἱ ἡμίφλεκτοι ἄνθρακες. θάμ‐ ψαι γὰρ τὸ καῦσαι. Θαιροί. οἱ στροφεῖς τῆς θύρας. Θάμνος. φυτὸν πολύκλαδον ἀπὸ ῥίζης. | |
5t | (Θηλυκόν.) | |
6 | Θαλυσίαι. αἱ τῶν καρπῶν ἀπαρχαί. Θάλεια. εὐωχία. πανήγυρις. καὶ ὄνομα Μού‐ σης. παρὰ τὸ θάλλειν τοὺς εὐωχουμένους. Θαλαμίδιοι κῶπαι. αἱ ἠρέμα ἐλαύνουσαι. | |
10 | Θαλπωρή. τέρψις· χαρά· διάχυσις. Θαλάμη. οἶκος ἢ κοιτών. †Θαιμάν.† ἡ ἀνατολή. τινὲς δὲ τὸ νότιον μέ‐ ρος φασί. Θαλάμβας. τὰς ἀεὶ ἐν σάλῳ οὔσας θυρίδας. | |
15 | ἢ παρὰ τὸ δι’ αὐτῶν βαίνειν τὸ σέλας. οἶμαι δὲ, ὅτι σαλάμβας γράφεται. | |
17t | (Οὐδέτερον.) | |
18 | Θαλυκρόν. διάπυρον. —καὶ τὸ θαλυκρὸν | |
20 | κεῖνο κατημβλύνθη κέντρον—. | |
theta1023 | Θάλλος. βλάστημα. ἦν δὲ ἡ παῖς ἐρώτων καὶ χαρίτων ἀμβρόσιόν τι θάλλος. θάλλος καὶ ὁ τῆς ἐλαίας κλάδος, ἢ πᾶν τὸ θάλλον. Θαλπότερον. λαμπρότερον. θερμότερον. | |
5 | Θάμβος. ἔκπληξις, θόρυβος. Θαμινά. πυκνά. συνεχῆ. Θάῤῥος. ἀνδρεία. Θάρσος. ἡ εὐτολμία. θράσος δὲ ἡ ἀλόγιστος αὐθάδεια. | |
10 | †Θαλύσιον. τὸ ὑπὲρ εὐθαλίας διδόμενον.† Θάτερον, θατέρου. ἕτερον, ἑτέρου. Θάτερον. τῶν δύο τὸ ἕτερον. ἰστέον, ὅτι λέγου‐ σι τινὲς, ὅτι τὸ ε καὶ α ἐπιφερόμενον σύμ‐ φωνον οἱ Δωριεῖς εἰς α συναλείφουσι. τὰ ἕτερα | |
15 | θάτερα φασί. καὶ πάλιν οἱ αὐτοὶ τρέπουσι τὸ ε εἰς α, ὡς ἐν τῷ· τρέχω, τράχω, Ἄρτε‐ | |
μις, Ἄρταμις. | ||
theta1024 | Θαῦμα. τὸ ὑπὲρ φύσιν διὰ θεοῦ τελούμενον. παρὰ τὸ θαυμάζω θαύμασμα καὶ κατὰ συγκο‐ πὴν καὶ ἀποβολὴν τοῦ ς θαῦμα. οἱ δὲ παρὰ τὸ θεῶ, θεῶμαι, θαῦμα. | |
5t | (Ῥῆμα.) | |
6 | Θαάσσων. ἐγκαθεζόμενος. Θακεύουσι. κάθηνται. καὶ θακῶ. Θάλψαι. θερμάναι, συντηρῆσαι. Θαλαττοπορῆσαι. διὰ θαλάττης πλεῦσαι. | |
10 | Θαλαττοκοπεῖς. ματαιολογεῖς· ταράττῃ· θο‐ ρυβῇ. Θαλφθῇ. ἐξαπατηθῇ. ἢ θερμανθῇ. Θαλπόμενοι. ἐξαπατώμενοι. Ἰώσηπος· τοὺς δὲ ὑποθαλπομένους ἐλπίδι. | |
15 | Θαλέθοντες. θάλλοντες. Θάλλω. τὸ αὔξω. [παρὰ τὸ θῶ, τὸ τρέφω.] | |
Θαμίζει. συχνάζει· συνεχῶς ἔρχεται. | ||
theta1025 | Θανατῶν. ὁ ἐπιθυμῶν θανάτου. λέγεται δὲ καὶ ὁ ἀποκτείνων. καὶ θανατᾷν καὶ θανατιᾷν. Θαυμάζω. ἐπαινῶ. λέγεται καὶ τὸ κατηγορῶ. ὃ καὶ μετὰ γενικῆς συντάσσεται. | |
5 | Θαυμάζετε. ταράττεσθε. θορυβεῖσθε. ὡς καὶ ἐν τῷ εὐαγγελίῳ· ἓν ἔργον ἐποίησα καὶ πάν‐ τες θαυμάζετε. | |
8t | (Ἐπίῤῥημα.) | |
9 | Θαμά. συνεχῶς. πυκνῶς. παρὰ τὸ ἅμα θαμά· | |
10 | πλεονασμῷ τοῦ θ. Θαῤῥαλέως. ἀνδρείως, εὐθαρσῶς. Θᾶττον. συντόμως· ταχέως. | |
13t | Τὸ Θ μετὰ τοῦ Ε. | |
14t | (Ἀρσενικόν.) | |
15 | Θεοείκελος. ὁ ὅμοιος θεῷ. ἴκελος δὲ ι. Θελητής. προαιρετικός. Θέμεθλος. τὸ θεμέλιον. Θεόληπτος. ὑπὸ θεοῦ συσχεθείς. Θεοσέπτωρ. ὁ θεοσεβής. | |
20 | Θεός. οὐσία ἀναίτιος, αἰτία [ἤγουν παντοδύνα‐ μος παναλκὴς] πάσης οὐσίας καὶ φύσεως, ὑπερ‐ ούσιος. εἰ θέλεις δὲ γνῶναι, τί ἐστι θεὸς καὶ πῶς προσκυνεῖται, ἄκουσον νουνεχῶς καὶ γνῶθι τὸ ἀληθές. πατρὸς, υἱοῦ καὶ ἁγίου πνεύματος | |
25 | μία βουλὴ, μία σοφία, μία δύναμις. οὐχ’ ὁ μὲν πρὸ αἰώνων, ὁ δὲ μετὰ αἰῶνας, ἀλλ’ ἅμα πατὴρ, υἱὸς καὶ πνεῦμα ἅγιον· υἱὸς ἐν πατρὶ καὶ πνεῦμα ἐν υἱῷ· συνημμένη γὰρ ἡ φύσις, [ὅθεν μία ἡ φύσις] καὶ μία ἡ θεότης· διαιρου‐ | |
30 | μένη μὲν εἰς τρία διὰ τὰς ὑποστάσεις, εἰς μο‐ | |
theta1026 | νάδα δὲ καταντῶσα διὰ τὸν τῆς οὐσίας λόγον. διὰ τοῦτο καὶ πατέρα λέγοντες καὶ υἱὸν δοξά‐ ζοντες καὶ πνεῦμα ἅγιον ὑμνολογοῦντες ἕνα θεὸν λέγομεν. θεοῦ ὄνομα κοινόν ἐστι τοῦ πα‐ | |
5 | τρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος. τὸ δὲ, πατὴρ, υἱὸς καὶ ἅγιον πνεῦμα οὐ κοινὰ ὀνό‐ ματα, ἀλλ’ ἰδίας ἑκάστου ὑποστάσεως. ὁ γὰρ πατὴρ οὐ λέγεται υἱὸς, καὶ ὁ υἱὸς οὐ καλεῖται πατὴρ, καὶ τὸ πνεῦμα τὸ ἅγιον οὔτε πατὴρ | |
10 | οὔτε υἱὸς προσαγορεύεται. θεὸς ἀεὶ ἡ τριὰς ὀνομάζεται. λέγοντες οὖν τρεῖς ὑποστάσεις ἤτοι πρόσωπα τρία οὐ λέγομεν τρεῖς οὐσίας ἢ τρεῖς φύσεις ἢ θεοὺς τρεῖς, ἀλλ’ ἕνα θεὸν, μίαν οὐ‐ σίαν ἤτοι φύσιν ὁμολογοῦμεν, ἵνα μὴ ἀρειανί‐ | |
15 | σωμεν. λέγοντες πάλιν οὐσίαν ἤτοι μίαν φύσιν, οὐ λέγομεν ὑπόστασιν, ἵνα μὴ σαβελλίσωμεν. [ἀλλὰ τρεῖς ὑποστάσεις, τρία πρόσωπα ἐν μίᾳ θεότητι, οὐσίαν μίαν καὶ φύσιν πρεσβεύομεν.] Θεός ἐστιν ἀθεώρητος οὐσία, ἀκατάληπτος νοῦς, | |
20 | ἀμήχανον κάλλος, ἀόρατον μέγεθος, ἀκατά‐ ληπτος φύσις, ἀπερινόητος δόξα. Θεός ἐστιν ἀΐδιος οὐσία, μία καὶ ἀπαράλληκτος, δημιουργικὴ τῶν ὄντων, εὐσεβεῖ συνειδήσει προσ‐ κυνουμένη καὶ ἐν τρισὶν ὑποστάσεσι δοξαζομένη. | |
25 | θεὸς καὶ πατὴρ, ὁ ὢν ἀεὶ, γένεσιν μὴ ἔχων· θεὸς καὶ υἱὸς, ὁ ὢν ἀεὶ, γεννηθεὶς δὲ ἀῤῥήτως παρὰ τοῦ πατρός· θεὸς καὶ τὸ ἅγιον πνεῦμα, δύναμις ἁγιαστικὴ, ὁμοούσιος πατρὶ καὶ υἱῷ. Θεός ἐστιν οὐσία ἀναίτιος, αἰτία παναλκὴς, [πά‐ | |
30 | σης οὐσίας ὑπερούσιος αἰτία, ἢ ἀνώνυμος καὶ ἀσήμαντος παρ’ ἀνθρώποις ὕπαρξις,] πάσης | |
ὑπάρξεως ποιητική. ἀκοινώνητον γὰρ ὄνομα εἶ‐ | ||
theta1027 | πεν ὁ Σολομῶν τὸν θεόν. ἀκοινώνητον δὲ ὄνο‐ μα ἐστὶ τὸ μήτε ἀγγέλοις μήτε ἀνθρώποις ἀκουσθὲν ἢ ἐννοηθέν. Θεολόγος. μυστηρίων θησαυρός. | |
5 | Θεοδμήτων. ἐκ θεοῦ οἰκοδομηθέντων. Θεοστυγής. ὁ παρὰ τῷ θεῷ μισητός. Θεόσεπτος. ὁ θεοσεβής. Θεοειδέστατος. εἶδος ἔχων θεοῦ. Θεοκάπηλοι. οἱ αἱρετικοὶ, ὡς παραμιγνύντες τὰς | |
10 | ἑαυτῶν διδασκαλίας τοῖς ὀρθόφροσι δόγμασιν, ὡς καὶ οἱ κάπηλοι τὸν οἶνον τῷ ὕδατι. Θεόφιν ὅμοιος. ὅμοιος θεοῖς. Θελητός. ὁ τὴν τοῦ θεοῦ ὀργὴν ἐκ κακίας πρὸς ἑαυτὸν ἐπισπώμενος. θελητὸν καὶ τὸ ἀγαπώ‐ | |
15 | μενον. Θέραψ. δοῦλος, ὑπηρέτης. θέραψ δὲ ἦν τὸν τρόπον καὶ κολακικός. Θερμουργός. προπετής. [οἱ δὲ Πέρσαι κατωῤῥώ‐ δησαν πυθόμενοι, νέον αὐτὸν εἶναι καὶ θερ‐ | |
20 | μουργόν.] | |
Θερείβοτος. τόπος ὁ ἔχων καὶ ἐν θέρει βο‐ | ||
theta1028 | σκάς. παρὰ τὸ θέρος, ἡ δοτικὴ τῷ θέρει, καὶ τὸ βοτὸν, ὃ σημαίνει τὴν βόσκην. Θερμός. ὥσπερ παρὰ τὸ εἵρω εἱρμὸς, οὕτως καὶ παρὰ τὸ θέρω θερμός. | |
5 | Θεσμοφόρος. ὁ τοὺς νόμους ἐπιφερόμενος. Θεσμοθέτης. νομοθέτης. Θεσμὸς ὁ νόμος ἀπὸ τῆς θέσεως ὀνομάζεται. ἕκαστος γὰρ νομοθέτης, ὡς ἐβούλετο, ἐτίθει τοὺς νόμους. | |
10 | Θεσπέσιος. θεῖος, θαυμαστός. Θέσφατος. πολὺς, καὶ κατὰ ἀφαίρεσιν τοῦ ς καὶ πλεονασμὸν τοῦ ο, θεόφατός τις ὤν. οἷον· περὶ γὰρ Χριστοῦ τὸ θέσφατον ἀνήρ. καὶ θέ‐ σφατα αἱ ἐκ θεοῦ προφητεῖαι καὶ μαντεῖαι. | |
15 | Θετός. ὁ προσποιητὸς υἱός. παρὰ τὸ τίθημι. Θεωροί. οὐ μόνον οἱ θεαταὶ, ἀλλὰ καὶ οἱ εἰς θεὸν πεμπόμενοι φύλακες τῶν χρημάτων καὶ τῶν θυσιῶν, ἢ καὶ οἱ φροντισταὶ τῶν θείων· ὥρα γὰρ ἡ φροντίς. | |
20 | Θεοστυγεῖς. οὐ τοὺς ὑπὸ θεοῦ στυγουμένους λέ‐ | |
γει ὁ Ἀπόστολος, οὐ γὰρ αὐτῷ τοῦτο δεῖξαι | ||
theta1029 | πρόκειται νῦν, ἀλλὰ τοὺς μισοῦντας τὸν θεόν. [ἀρσενικὸν δέ ἐστι καὶ οὐ θηλυκόν.] | |
3t | (Θηλυκόν.) | |
4 | Θεαρχίαν. τὴν αἰτίαν. ἥτις ἐστὶν ὁ πατὴρ, ἡ | |
5 | πηγαία καὶ ἀνέκλειπτος αἰτία, ἤγουν ὁ θεός. †Θεοφίλεια. τὸ τὸν θεὸν φιλεῖν. Θεοφιλία δὲ κύριον.† †Θέμις. μαντικῆς δυνάμεως σύμβολον· τὸ τὰ τεθειμένα καὶ ἑκάστῳ κείμενα λέγειν.† | |
10 | †Θεσκέρα. ἡ τιθηνὸς Διονύσου.† Θεήλατος. ἡ ἀπὸ θεοῦ πεμφθεῖσα. κατέλαβε δὲ αὐτὸν ὀργὴ θεήλατός τις. Θέλησις. ἀποβολὴ ὑπάρξεως. Θεία λατρεία. ἡ διὰ τῶν ἔργων θεραπεία. | |
15 | Θέμις. ἡ δικαιοσύνη. παρὰ τὸν θεσμὸν θέσμις καὶ θέμις. καὶ ἡ σωματοειδὴς θεά. Θεοῤῥημοσύνη. ἡ θεία διδασκαλία. ἡ κατήχησις. Θεοπτίας. θείας θεωρίας. | |
Θεοσημεία. ἡ τοῦ θεοῦ προφητεία. | ||
theta1030 | Θεότης. ἡ πάντα θεωμένη καὶ πάντα περιθέου‐ σα πρόνοια. Θεοπλαστία. ἡ θεία ἐνανθρώπησις. Θεογενεσία. τὸ βάπτισμα. | |
5 | Θεοπτία. ἡ τοῦ θεοῦ ὀπτασία. Θεοσέπτου. ὑπὸ θεοῦ καταπεμφθείσης. Θέαινα. ὡς παρὰ τὸ Λάκων Λάκαινα, οὕτως καὶ παρὰ τὸ θέων θέαινα ποιητικῶς. τὸ δὲ θέων παρὰ τὸ θεὸς, ἐξ οὗ καὶ τὸ παθητικὸν | |
10 | θεά. ὀξύνεται πρὸς ἀντιδιαστολὴν τῆς ὄψεως. ὥσπερ θόλος τὸ οἰκοδόμημα, καὶ θολὸς τὸ μέ‐ λαν τῆς σηπίας. γέγονε παρὰ τὸ θέω, τὸ ὁρῶ. Θεράπαινα. ἡ δούλη. καὶ θεραπαινίς. Θέρμη καὶ θέρμα. Φερεκράτης· | |
15 | —σκέψαι δέ μου τὸ μέτωπον, εἰ θέρμην ἔχουσα τυγχάνω. [καὶ Μένανδρος· †βουβὼν† ἐπήρθη τῷ γέροντι· θέρμα τε | |
ἐπέλαβεν αὐτὸν— | ||
theta1031 | οὐκ εὖ τοίνυν οἱ λέγοντες, ὅτι θέρμα μὲν ἡ πυρεκτικὴ, Θέρμη δ’ ἡ πόλις.] Θέρεια. ὁ τοῦ θέρους καιρός. [ὡς παρὰ τὸ θάλ‐ λω θάλεια, οὕτως καὶ παρὰ τὸ θέρω, τὸ θε‐ | |
5 | ρίζω, θέρεια. οὕτως Γεώργιος ὁ Χοιροβοσκός.] Θερειτάτη. Νίκανδρος· —θερειτάτη ἵσταται ἀκτίς. παρὰ τὸ θέρος θέρειος κτητικὸν, ὡς τέλος τέ‐ λειος. παρὰ τὸ θέρειος θερειτάτη. [Ἄρατος· | |
10 | Ἦμος ὅτ’ ἠελίοιο θερείταταί εἰσι κέλευθοι.] Θέσις παράδοξος. ὑπόληψις τινὸς τῶν ἐν φι‐ λοσοφίᾳ γνωρίμων. οἷον ὁ Παρμενίδου λόγος, ὅτι ἓν ἔλεγε τὸ ὄν. καὶ ὡς ὁ Ἡρακλείτου, ὅτι τὰ πάντα κινεῖται. | |
15 | Θεωρία. σκέψις κατὰ διάνοιαν γινομένη. Θεωρία. ἡ τῶν αἰσθητῶν ἐπὶ τὰ θειότερα ὅρα‐ σις. θεωρία δὲ κυρίως θεοῦ ὅρασις, καθόσον | |
ἐστὶν ἀνθρώπῳ δυνατόν. | ||
theta1032 | Θεωρία. γνῶσις. θεολόγος· θεωρία ἦν τὸ φυ‐ τὸν, ὡς ἡ ἐμὴ θεωρία. τοῦτό φησιν ἐν ἑαυτῷ ἐγινώσκετο τὸ σώζεσθαι καὶ τὸ ἀπόλλυσθαι. τὸ δὲ, ὡς ἡ ἐμὴ θεωρία· ὡς ἡ ἐμὴ γνῶσις ἔχει. | |
5 | Θέωσις. ἡ ἐπὶ τὸ κρεῖττον ὕψωσις, οὐ μὴν φύ‐ σεως μείωσις ἢ μετάστασις. *Θέσπη. κατεβρότησεν ἡ θεία.* | |
8t | (Οὐδέτερον.) | |
9 | Θέλγητρα. τὰ εἰς ἡδονὴν *ἔχοντα ἢ* ἕλ‐ | |
10 | κοντα. Θελητήριον. θεραπευτικόν. Θέλημα φυσικόν. ἡ ἁπλῶς καὶ ὡσαύτως ἔχου‐ σα τῶν κατὰ φύσιν συστατικὴ ὁρμή τε καὶ ἔφεσις. | |
15 | Θέλημα φυσικόν. λόγου τοῦ ἐν ἡμῖν κίνησις. Θέλημα φυσικόν. δύναμις τοῦ κατὰ φύσιν ὄν‐ τος ὀρεκτική. καὶ τῶν οὐσιωδῶς τῇ φύσει προσ‐ | |
όντων συνεκτικὴ πάντων ἰδιωμάτων, καθ’ ἣν | ||
theta1033 | ἀεὶ τῷ φύσει θελητικῷ τὸ πεφυκέναι θέλειν ἐμπέφυκεν· οὐ ταυτὸν δὲ τὸ πεφυκέναι, θέλειν ἐστὶν, ὡς οὐδὲ τὸ πεφυκέναι λαλεῖν καὶ τὸ λα‐ λεῖν. | |
5 | Θέλημα φυσικόν ἐστι τὸ φιλόζωον, τουτέστι τὸ φιλεῖν τὴν ζωήν. φιλεῖ δὲ τὴν ζωὴν ἄνθρω‐ πος οὐκ ἀσκόπως. ἀλλὰ σημαίνουσα ἡ φύσις ἤγουν ὅπερ ἀπ’ ἀρχῆς εἶχεν, ὅτε γέγονεν, ἤγουν τὴν ἀθανασίαν αὐτὴν ἀγαπᾷ καὶ ζητεῖ. | |
10 | Θέλημα φυσικὸν ἀνθρώπου ἐστὶν, ὡς φησὶν ὁ μέγας Βασιλεῖος καὶ ὁ ἐν ἁγίοις Κύριλλος, τὸ φιλόζωον. φιλεῖ γὰρ πᾶς ἄνθρωπος φύσει τὴν ζωὴν καὶ τὸ ὁρᾷν τὸ φῶς. ἰδοῦ τὸ κοινὸν θέ‐ λημα. | |
15 | Θέλημα φυσικὸν ἀνθρώπου ἐστὶ κίνησις νοερὰ τοῦ ἐπιθυμητικοῦ μέρους τῆς ψυχῆς, κατὰ φύ‐ σιν πρὸς τὸ ποθούμενον συνωθοῦσα τὸν ἄν‐ θρωπον. Θέλημα θεϊκὸν παρὰ ἀνθρώποις ἡ τῆς ἐμφύτου | |
20 | νοερᾶς ὀρέξεως πρὸς τὸ ὑπὲρ φύσιν ἐκ τοῦ κα‐ τὰ φύσιν ἔπειξις. Θέλημα θεῖον. τὰ προστάγματα τοῦ θεοῦ. Θέλημα φυσικὸν φύσεως λογικῆς. ἡ ἐργασία τοῦ θείου θελήματος. | |
25 | Θέλημα σαρκικόν. ἡ παρακοὴ τοῦ θείου νόμου. Θέλημα σαρκικὸν ἐμπαθές. ἡ τοῦ κατὰ φύ‐ σιν πρὸς τὸ παρὰ φύσιν τῆς ψυχῆς παρατροπή. Θέλημα οὐσιῶδες λέγεται, τὸ κατὰ κοινοῦ ἐν τῇ φύσει ὁμοίως ὁρώμενον. εἰ οὖν εἶχεν ἑκου‐ | |
30 | σίως ἡ σὰρξ τοῦ Χριστοῦ τὸ μὴ θέλειν ἀπο‐ θανεῖν, ὡς οἱ ἅγιοι πατέρες φασὶν, ἐὰν εὑρε‐ θῇ τοιοῦτον θέλημα ἐν τῷ πατρὶ καὶ ἐν τῷ ἁγίῳ πνεύματι πάντως, ὅτι μία ἐστὶν ἡ θέλη‐ σις τῆς σαρκὸς καὶ τῆς θεότητος. | |
35 | Θέλημα γνωμικόν. θελήματα γνωμικὰ ἐν τῇ | |
φύσει ἡμῶν πολλά. ἄλλος γὰρ ἄνθρωπος θέ‐ | ||
theta1034 | λει ἰδιάζειν, ἄλλος οἰκοδομεῖν, ἄλλος γεωργεῖν, καὶ ἄλλοι ὁμοίως πολλὰ γνωμικὰ θελήματα ἔχομεν. Θέλημα γνωμικόν ἐστι καθ’ ἡδονὴν συνεγερτι‐ | |
5 | κόν· ποιὰ καὶ διάφορος κίνησίς τε καὶ ὄρε‐ ξις. τὸ μὲν γὰρ ἀτεχνῶς ἁπλότης χαρακτηρί‐ ζει ἐν πᾶσι τῶν ὁμογενῶν ἰσότητα δημιουργοῦ‐ σα ἁπλῶς καὶ φυλάττουσα· τὸ δὲ ποικίλα δια‐ πλάττει καὶ σχηματίζει διάφορα, τὴν ἀσύμβα‐ | |
10 | τον τοῖς κατ’ οὐσίαν συμβαίνουσι κατὰ λόγον ἢ παρὰ λόγον ποιοῦσά τε καὶ συγκροτοῦσα διά‐ θεσιν, ἥπερ ἐν ἐπιτάσει καὶ ἀνέσει καλοῦ τε καὶ μὴ τοιούτου γινώσκεται. Θέλημα τῆς νοερᾶς ψυχῆς ἐστὶν, ὁ ἐφ’ ἡμῖν | |
15 | λόγος· ὡς αὐτεξούσιος αὑτῆς ὑπάρχουσα δύνα‐ μις. Θέλημα, θελητικὸν καὶ θελητόν. θέλημά ἐστιν οὐσίας νοερᾶς νοερὰ ὄρεξις. θελητικὸν δὲ αὐτὸ τὸ τὴν θέλησιν ἔχον. θελητὸν δὲ τὸ ἀγαπώ‐ | |
20 | μενον. Θέλημά ἐστιν ὁρμὴ καὶ κίνησις πρὸς τὸ ποθού‐ μενον· ἢ ὁ ἐν ἡμῖν ἀεικίνητος λόγος· ἢ λόγος ἐν καρδίᾳ ἀναστρεφόμενος δι’ ἐνεργείας καὶ μόνον φανερωθῆναι δυνάμενος. | |
25 | Θέλημά ἐστιν οὐσίας νοερᾶς καὶ λογικῆς ἔφε‐ σις πρὸς καταθύμιον· πᾶν γὰρ νοερὸν πρό‐ δηλον ὅτι καὶ θελητικόν. ὥσπερ γάρ τις πνοὴ καὶ ζωή ἐστιν ἡ θέλησις πάσῃ λογικῇ φύσει οὐσιωδῶς ὑπάρχουσα. θέλημα δὲ λέγεται πα‐ | |
30 | ρὰ τὸ θέειν λίαν ἅμα τῇ φύσει πρὸς τὸ αὐτῇ θελητόν· ἢ τοῦ θελητοῦ λῆμμα ἤγουν κράτη‐ μα. τριχῶς δὲ θεωρεῖται τὸ θέλημα· θεϊκὸν, ἀγγελικὸν καὶ ψυχικόν. ἐντεῦθεν ἐλέγχονται ματαιάζοντες οἱ ἄνουν καὶ ἄψυχον τὴν σάρκα | |
35 | τοῦ κυρίου λέγοντες αἱρετικοί. ἡ γὰρ κατὰ ἄν‐ | |
θρωπον αὐτοῦ θέλησις τῆς ψυχῆς ἐστιν· αἱ | ||
theta1035 | τρεῖς γὰρ αὗται μόναι φύσεις εἰσὶ θελητικαί. τριχῶς πάλιν καὶ ἐν τῇ γραφῇ τὸ θέλημα εὑ‐ ρίσκομεν λεγόμενον· θεϊκὸν, φυσικὸν ἤγουν μέ‐ σον, καὶ τρίτον τὸ σαρκικόν· ὅπερ σημαίνει τὸ | |
5 | διαβολικόν. Θεμιτόν. δίκαιον. πρέπον. Θέμεθλον. τὸ θεμέλιον. Θέναρ. τὸ κοῖλον τῆς χειρός. παρὰ τὸ σθένος, ἢ ἐνθέσεως χώρα, εἰς ὃ ἐντίθεται τὰ διδόμενα. | |
10 | ἢ παρὰ τὸ θένειν, τὸ τύπτειν, θέναρ. σημαί‐ νει καὶ τὸ τοῦ ποδὸς ἐλλύχνιον. Θεμείλια. τὰ θεμέλια. παρὰ τὸ δέμω, τὸ οἰκο‐ δομῶ, γίνεται δεμέλια καὶ θεμέλια καὶ θεμεί‐ λια πλεονασμῷ τοῦ ι. | |
15 | Θεόῤῥυτον. τὸ ἐκ θεοῦ χεόμενον. Θεότευκτον. τὸ θεοκατασκεύαστον. Θεοπρεπές. τὸ θεῷ πρέπον. Θέλυμνα. τὰ θεμέλια. Θεοπρόπιον. τὸ ἐκ θεοῦ προφήτευμα ἢ μάντευ‐ | |
20 | μα. οἱονεὶ τὸ τοῖς θεοῖς πρέπον. οἷον θεοπρέ‐ | |
theta1036 | πιόν τι ὂν τὸ ἐκ θεοῦ προλεγόμενον. καὶ θη‐ λυκὸν θεοπροπίας. καὶ θεοπροπίων, μετοχή. Θερήγανον. ἡ ἅμαξα. ἀπὸ τοῦ τὰ θέρει ἄγειν. Θεράπη. αἱ θεραπεῖαι. τοῦ Χρυσοστόμου· ὅτι | |
5 | μετὰ τοσαῦτα θεράπη ἔμεινεν ἐπὶ τῆς ἀῤῥω‐ στίας. Θερμόν. παράδοξον. Ἀριστοφάνης· ὦ θερμὸν ἔργον κᾀνόσιον καὶ παράνομον. Θέρος. παρὰ τὸ θέρω, τὸ θερμαίνω. τὸ ἐν και‐ | |
10 | ρῷ τοιούτῳ ὄν. Θέριστρον. τὸ δρέπανον. καὶ τὸ φακιόλιον *καὶ ἐπίβλημα θερινόν.* Θέσφατον. τὸ ἐκ θεοῦ προφήτευμα καὶ μάν‐ τευμα. | |
15 | Θέσπισμα. τὸ θεῖον δόγμα. Θεσπιδαὲς πῦρ. τὸ μηδικόν. Θεσπέσια. θεῖα. θαυμαστά. οἱονεὶ θεοπέσια τινὰ ὄντα, παρὰ τὸ πεσεῖν, ἢ παρὰ τὸ ἕπεσθαι τῷ θεῷ | |
20 | Θετόν. εἰσποιητὸν καὶ οὐ γνήσιον. | |
Θέσκελα. θαυμαστὰ, θεῖα. οἱονεὶ θεοείκελα. | ||
theta1037 | Θεῖα. θαυμαστά. Θειλόπεδον. ὁ τόπος, ἐν ᾧ αἱ σταφυλαὶ ἐξηραί‐ νοντο. —ἐχῖνον | |
5 | ῥαγολόγον γλυκερῶν σίντορα θειλοπέδων. Θεῖον. τὸ θεάφιον. Θεοειδές. τὸ κατ’ εἰκόνα λέγεται. Θέλημα. βούλησις ψυχῆς οἴκοθεν ἀνακοπῆναι μὴ δυναμένη. ἢ θέλημά ἐστιν ἐν καρδίᾳ στρεφό‐ | |
10 | μενον, καὶ δι’ ἐνεργείας καὶ μόνον φανερωθῆ‐ ναι δυνάμενον. | |
12t | (Ῥῆμα.) | |
13 | Θεατρίζειν. ἐν πομπῇ καὶ θεάτρῳ προπέμπειν. τοὺς γὰρ νικήσαντας καὶ ἡττήσαντας τοὺς | |
15 | πολεμίους ἐστεφανωμένους μετὰ τῶν αἰχμαλω‐ τῶν καὶ τῶν λαφύρων διὰ μέσης ἦγον τῆς πό‐ λεως δορυφοροῦντες καὶ εὐφημοῦντες. | |
Θέλειν. ἀντὶ τοῦ δύνασθαι. | ||
theta1038 | Θελγομένων. ἀπατωμένων. κυρίως δὲ λέγει ἐπὶ τῶν ἡδυνομένων τοῖς ᾄσμασι. Θέλγεν. ἐσκότιζεν. ἠπάτα. —ἀτὰρ Ἀχαιῶν | |
5 | Θέλγε νόον—. Θέμωσεν. τὸ ἤγγιζε. καὶ θαμίζειν τὸ ἐγγίζειν. ἔνιοι δὲ ἐποίησαν παρὰ τὸ θεῖναι. Θεμιστεύειν. χρησμῳδεῖν. ἀπὸ τοῦ Θέμιν ἐσχη‐ κέναι ποτὲ τὸ μαντεῖον πρὸ τοῦ Ἀπόλλωνος. | |
10 | ἢ θεμιστεύειν τὸ δικαίως δικάζειν, ἢ δικαιο‐ πραγεῖν. Θεοπραγεῖ. κατὰ θεὸν πορεύεται. Θεοκλυτῆσαι. θεὸν ἐπικαλέσαι. Θέρω. θερμαίνω. παρὰ τὸ θέω, τὸ τρέχω. τὸ | |
15 | γὰρ τραχὺ καὶ θερμὸν λέγει εἶναι. Θεσπιῳδεῖ. χρησμολογεῖ. Θεσπίζει. ὁρίζει. νομοθετεῖ. | |
Θέσθω. εὐτρεπισάτω. | ||
theta1039 | Θέσθαι. θησαυρίσασθαι. οἷον· νῦν δ’ οὐ τάρπη θέσθαι ἐπίσταμαι. θεσμὸν ὁ Ἀνακρέων τὸν θησαυρὸν καλεῖ. εἰς δὲ τὸ ῥητορικὸν λεξικὸν ἀντὶ τοῦ ὑποθήκην | |
5 | λαβεῖν. Ὑπερίδης ἀντὶ τοῦ κυρῶσαι καὶ προέ‐ σθαι. Θευσούμενος. δραμούμενος. οἱ δὲ ἀφίκοντο, ὁ μὲν ἀγωνιούμενος πυγμὴν, ὁ δὲ θευσούμενος στά‐ διον. | |
10 | [Θέω. τὸ τρέχω. καὶ θέω τὸ βλέπω. καὶ θέα ἀντὶ τοῦ σκόπει καὶ βλέπε.] Θέλγεν. ἐσκότιζεν. ἠπάτα. —ἀτὰρ Ἀχαιῶν Θέλγε νόον—. | |
15 | Θεωθέν. τὸ πρὸς μείζονα δόξαν ὑψωθέν· οὐ μὴν τῆς οἰκείας φύσεως ἀλλοιωθέν. Θειάζω. τὸ θαυμάζω, ἐπαινῶ, δοξάζω. | |
Θεῖεν. ποιήσαιεν. | ||
theta1040 | Θείνω. τὸ τύπτω. τὸ θει δίφθογγον· ἀνεφάνη γὰρ τὸ ε ἐν τῷ θέναρ καὶ θένω, τὸ τύπτω. Θείομεν. ἐμβαλοῦμεν. Θεῖον δύσονται ἀγῶνα. εἰς τὰ ἅγια εἰσέλ‐ | |
5 | θοιεν. Θεῖ. ἀντὶ τοῦ τρέχει. καὶ θέει. Θεηλαθέν. παρ’ αὐτά. | |
8t | (Ἐπίῤῥημα.) | |
9 | Θεμιτῶς. νομίμως. | |
10 | Θεόθεν. ὑπὸ θεοῦ. Θεοειδῶς. θείως. | |
12t | Τὸ Θ μετὰ τοῦ Η. | |
13t | (Ἀρσενικόν.) | |
14 | Θηλυδρίας. γυναικοειδὴς, ἢ ἄνανδρος. παρὰ τὸ | |
15 | θῆλυς. τοῦτο παρὰ τὸ θῶ, τὸ τρέφω. Θηλυμανής. πόρνος. | |
Θηλύμητρις. πόρνος. | ||
theta1041 | Θήλυνοι. ἥσυχοι. Θημών. ὁ σωρὸς τῶν δραγμάτων. καὶ κλίνεται θημῶνος. παρὰ τὸν θήσω μέλλοντα. Θήρ. τὸ λυμαντικὸν θηρίον. καὶ κλίνεται θηρός. | |
5 | Θηρευτής. κυνηγός. κυρίως ὁ σῦς καὶ λέοντας θηρεύων. παρὰ τὴν θήραν. Θηρολέξης. ὁ τὰς λέξεις θηρώμενος. Θηρατής. λόγων ἐπιθυμητής. θηρευτὴς δὲ ζώων χερσαίων καὶ ἐναλίων. | |
10 | Θηρήτορας. κυνηγούς. Θής. ὁ μισθωτός. καὶ κλίνεται θητός. θὶς δὲ ὁ σωρὸς, ι, καὶ κλίνεται θινός. Θησαυρός. συναγωγὴ χρημάτων κεκρυμμένη. Θησαυρὸς ἀνέμων. οὐκ ἀποθῆκαι τινὲς, ἀλλ’ | |
15 | ἡ ῥᾳδία κίνησις ἀπηνέμου τοῦ ἀέρος ὄντος. Θήψ. ὁ σκώληξ. καὶ κλίνεται θηπός. | |
17t | (Θηλυκόν.) | |
18 | Θηγάνη. ἡ ἀκόνη. | |
σιδηροβρῶτι θηγάνῃ νεηκονής. | ||
theta1042 | Θῆκαι. αἱ σοροί. διὰ δὲ ξύλων ἀπορίαν τὰς θή‐ κας τῶν πέριξ τεθαμμένων ἀνορύσσοντες, ἐκεί‐ ναις εἰς τὰ ἀναγκαῖα ἐχρῶντο. Θηλαμόνος. τῆς οἰκίας. | |
5 | Θηλή. ὁ μαστὸς, ἢ γαλοῦχος. Θήλεια. παρὰ τὸ θάλλειν καὶ γεννᾷν. ὅθεν καὶ ὕπομβρος νὺξ θήλεια καλεῖται. Θῆλυς. παρ’ Ὁμήρῳ ἐσχημάτισται ὡς πῆχυς. Ἥρη θῆλυς ἐοῦσα. | |
10 | Θήρα καὶ θηρεία. ἡ θήρευσις. Θῆσσα. ἡ τροφός. Θητεία. ἡ μισθαρνεία. | |
13t | (Οὐδέτερον.) | |
14 | Θηκτόν. ἠκονημένον. | |
15 | Θῆλυ. τὸ θηλυκόν. καὶ θηλέας ἵππους οἱονεὶ θηλείας. καὶ θηλυτεράων τῶν θηλειῶν. Θήρευμα. ἄγρευμα. | |
Θήρατρα. δίκτυα. παγίδες. | ||
theta1043 | Θηρίκλειον. ποτήριον ὑέλλινον. Θητώνιον. πλῆθος τῶν μισθωτῶν. ἢ τὸ τοῖς μισθωταῖς διδόμενον. Θητικὸν πλῆθος. τὸ ἐπὶ μισθῷ δουλεῦον. | |
5 | Θῆτα. τὸ στοιχεῖον. παρὰ τὸ τὴν θέσιν τοῦ παντὸς μιμεῖσθαι, ἤτοι τοῦ οὐρανοῦ τὸ κυκλο‐ τερὲς, καὶ τὸν διὰ μέσου ἄξονα τῇ κατὰ τὸ μέσον μακρᾷ ἔχει. | |
9t | (Ῥῆμα.) | |
10 | Θήγω. τὸ ἀκονῶ. παρὰ τὸ θοῶ θηήγω καὶ θή‐ γω, τουτέστι θοὸν καὶ ὀξὺν ποιῶ. Ὅμηρος· —ἐγὼ δ’ ἐθόωσα παραστάς. θίγω δὲ τὸ ψαύω καὶ προσεγγίζω, ἰῶτα. Θηεῦντο. ἐθαύμαζον. ὑπερθέσει θέοντο, καὶ | |
15 | κατὰ συναίρεσιν τοῦ εο εἰς τὴν ευ δίφθογγον καὶ ἐκτάσει θηεῦντο. Θηεῖσθαι. θαυμάζεσθαι. θηῆσθαι δὲ ἀντὶ τοῦ θεᾶσθαι, η. | |
Θηήσαντο. ἐθαύμασαν. ἀπὸ τοῦ θεῶ, θεήσω. | ||
theta1044 | Θηλάζειν. ἐνεργητικῶς ἡμεῖς ἀντιλαμβανόμεθα τοῦ ῥήματος ἐπὶ τῶν παιδίων τῶν θηλαζόντων. Λυσίας δὲ παθητικῶς κέχρηται ἐπὶ γυναικὸς παρεχούσης γάλα. | |
5 | Θηρατεύεσθαι. ἀναβάλλεσθαι. Θηρώμενοι. ἀντὶ τοῦ ζητοῦντες. καὶ τιμὴν ἐκ τούτου παρὰ τῶν ἄλλων θηρώμενοι. καὶ θη‐ ρώμενον ἀντὶ τοῦ ἀνιχνεύοντα. Θηρῶντες. ἐπιτηροῦντες. | |
10 | Θῆσθαι. ἀμέλγειν. Θήσομαι. ὁρίσω, ποιήσω, ἀναδείξω. Θήσειν. ποιήσειν. Θητεύειν. ἐπὶ μισθῷ δουλεύειν. | |
14t | Τὸ Θ μετὰ τοῦ Ι. | |
15t | (Ἀρσενικόν.) | |
16 | Θίασος. ὁ χορός. σύλλογος μαθητῶν. | |
Θιασώτης. χορευτής. | ||
theta1045 | Θίασος. τὸ ἀθροιζόμενον πλῆθος ἐπὶ τιμῇ θεοῦ. οὕτως Δημοσθένης καὶ Ξενοφῶν. Ἴων δὲ ἐπὶ παντὸς ἀθροίσματος τάττει τὸ ὄνομα. θια‐ σῶται δὲ οἱ κοινωνοῦντες τοῦ θιάσου. οὕτως | |
5 | Ἰσαῖος. | |
6t | (Θηλυκόν.) | |
7 | Θὶν καὶ θίς. ὁ σωρός. καὶ κλίνεται θινός. [Θὶν καὶ θίς. ὁ αἰγιαλός. καὶ κλίνεται θινός.] Θίβη. κιβώτιον ἐκ φυλλῶν πεπλεγμένον καὶ κο‐ | |
10 | φινῶδες. Θίσβη. κύριον. καὶ ὁ σωρός. Θίς. ὁ αἰγιαλός. θηλυκόν. παρὰ τὸ θέω, τὸ τρέχω. ἐν γὰρ τῷ αἰγιαλῷ θέουσι καὶ τρέχουσι [τὰ κύματα.] ἢ παρὰ τὸ θένω, τὸ τύπτω, γί‐ | |
15 | νεται θίς. σημαίνει καὶ τὸν σωρὸν ἀρσενικῶς. παρὰ τὸ θῶ, τὸ τιθῶ, θίς. Θιγγάνειν. ἐγγίζειν, ἅπτεσθαι. Θίγειν. ψαῦσαι. ἐγγίσαι. [πολλὰ σιδηρείης χερσὶ θίγοντα μάχης. | |
20 | Ἴτ’, ἀξιώσατ’ ἀνδρὸς ἀθλίου θίγειν. | |
πείθεσθε, μὴ δείσητε.] | ||
theta1046(1t) | Τὸ Θ μετὰ τοῦ Λ. | |
2t | (Ἀρσενικόν.) | |
3 | Θλαδίας. ὁ εὐνοῦχος. ὑποβάλλει τοίνυν ὁ θλα‐ δίας τὴν γυναικωνῖτιν φάλαγγα κατηγορῆσαι | |
5 | τοῦ Ἀετίου κατὰ βασιλέως ἐμμελετᾷν. | |
6t | (Θηλυκόν.) | |
7 | Θλίψεις. φυλακαὶ, ἁλύσεις, ἐξορίαι, καὶ ὅσα τοιαῦτα. | |
9t | (Ῥῆμα.) | |
10 | Θλᾷ. ἀντὶ τοῦ θλάττει. Θλίβεται. πιέζεται, ὡς ἀπὸ σταφυλῆς. λαμ‐ βάνεται δὲ καὶ ἐπὶ ἀθυμούντων. | |
13t | Τὸ Θ μετὰ τοῦ Μ. | |
14 | Θμοῦϊς. ὄνομα θηλυκόν. | |
15t | Τὸ Θ μετὰ τοῦ Ν. | |
16 | Θνητός. ὁ φθαρτός. Θνῆσις. ἡ φθορά. παρὰ τὸν θάνατον γέγονε. θανῶ, θανήσω, θανητὸς καὶ θνητὸς [καὶ θνῆ‐ σις.] | |
20 | Θνησείδιον. τὸ θνησιμαῖον. | |
theta1047 | Θνησιμαῖον. τὸ νενεκρωμένον. Θνητόν. οὐ πᾶν τὸ σῶμα, ἀλλὰ τὸ ζῶον πνοὴν ἔχον χωρισθῆναι δυναμένην. Θνήσκω. ..... | |
5t | Τὸ Θ μετὰ τοῦ Ο. | |
6t | (Ἀρσενικόν.) | |
7 | Θόλος. οἴκημα στρογγυλοειδές. ἀπὸ τοῦ θεῖν. οὕτως Ἀλέξανδρος. θολὸς δὲ τὸ τῆς σηπίας μέλαν. | |
10 | Θολερός. παρὰ τὸ θολὸς θολερός. Θόλος. τόπος, ἔνθα ἐδείπνουν οἱ πρυτάνεις. διὰ τὸ οἰκοδομεῖσθαι αὐτὸν στρογγύλον. Θορίκιος. κύριον. Θόρηξ. ὁ ἄκρατος οἶνος. | |
15 | Θόρυβος. φόβος μετὰ φωνῆς κατεπείγων, ἢ τα‐ ραχή. Θορὸς ἢ θόρος. ἡ ἔκκρισις τοῦ σπέρματος. ἀπὸ τοῦ θορῶ, τὸ ὁρμῶ. ὁ μετὰ ὁρμῆς πεμπόμενος. Θοός. ὁ ταχύς. παρὰ τὸ θέω, τὸ τρέχω. [ἐξ οὗ | |
20 | καὶ τὸ θηλυκὸν θοή.] | |
theta1048 | [Θοκρός. τεταραγμένος.] [Θοῦρος. ὁρμητικός. πολεμικώτατος. οἱονεὶ ὁ θοῶς ὀρούων. ἢ παρὰ τὸ θέρω, τὸ θερμαίνω, γίνεται θόρος καὶ θοῦρος. ἀπὸ μεταφορᾶς τῆς | |
5 | τοῦ πυρὸς ὁρμῆς. καὶ θορεῖν τὸ πηδᾷν.] Θοῦλις. κύριον. οὗτος ἐβασίλευσε πάσης Αἰγύ‐ πτου καὶ ἕως τοῦ ὠκεανοῦ, καὶ ἀπὸ τοῦ ἰδίου ὀνόματος μίαν τῶν ἐν αὐτῇ νήσων ἐκάλεσε Θοῦ‐ λιν. ἐπαρθεὶς δὲ τοῖς κατορθώμασι παραγέ‐ | |
10 | γονε εἰς τὸ μαντεῖον τοῦ Σαράπιδος καὶ θυσιά‐ σας ἐρωτᾷ ταῦτα· Φράσον ἡμῖν, πυρισθένη, τίς πρὸ τῆς ἐμῆς βασιλείας ἐδυνήθη τοιαῦτα, ἢ τίς ἔσται μετ’ ἐμέ. καὶ ἐδόθη αὐτῷ χρησμὸς ἔχων οὕτως· | |
15 | Πρῶτα θεὸς, μετέπειτα λόγος καὶ πνεῦμα σὺν αὐτοῖς. σύμφυτα δὲ ταῦτα καὶ εἰς ἓν ἰόντα. οὗ κράτος αἰώνιον. ὠκέσι ποσὶ βάδιζε, θνη‐ τὲ, ἄδηλον διανύων βίον. | |
20 | καὶ ἐξελθὼν ἐκ τοῦ μαντείου ὑπὸ τῶν ἰδίων | |
ἐσφάγη ἐν τῇ τῶν Ἄφρων χώρᾳ. | ||
theta1049 | Θόωκοι. οἱ θρόνοι. Θόας. κύριον. παρὰ τὸ θέω, τὸ τρέχω· ταχὺς γὰρ ἦν ὁ Θόας. ἐξ οὗ καὶ τὸ θεός. καὶ τρέ‐ χει ὁ θεός; οὐχὶ, ἀλλὰ πάντη καὶ πανταχοῦ | |
5 | πάρεστι. τὸ θο μικρόν. διὰ τί; ἐκ τοῦ θέω, τὸ τρέχω. | |
7t | (Θηλυκόν.) | |
8 | Θοάς. ταχυτάτας. [καὶ Ὅμηρος· —θοὰς ἐπὶ νῆας Ἀχαιῶν.] | |
10 | Θοίνη. ἡ εὐωχία. [παρὰ τὸ θῶ ῥῆμα, ὅ ἐστι τρίτης συζυγίας τῶν περισπωμένων. ὁ μέλλων θώσω. ῥῆμα ὄνομα θώνη καὶ τροπῇ τοῦ ω εἰς οι θοίνη. ὡς ἀγκὼν, ἀγκώνη καὶ ἀγκοίνη.] Θόκη. κύριον. παρὰ τῷ Ἰωσήπῳ. | |
15 | Θοκόα. ὄνομα πόλεως. παρὰ Ἰωσήπῳ. Θορή. ἡ γονὴ, τὸ σπέρμα. Θοῦρις. ἡ ἀσπίς. παρὰ τὸ θύειν, θύρις καὶ πλεο‐ νασμῷ τοῦ ο, θοῦρις. Θούριδος. ἐνθουσιαστικοῦ, ἐνθέρμου. | |
20 | θούριδος μέμνησθε ἀλκῆς. | |
theta1050 | Θοΐα. ζεῦγος ἡμιόνων. | |
2t | (Οὐδέτερον.) | |
3 | Θοιμάτιον. τὸ ἱμάτιον. Θολῶδες. τεταραγμένον. | |
5 | Θούριον. ὁρμητικόν. καὶ ὄνομα ἔθνους. καὶ θοῦ‐ ρον καὶ θούριος ἐπὶ ἀρσενικοῦ. θοῦρος ἀνὴρ ἔθετο. ἤτοι πηδητικὸς, ταχὺς, πολεμικώτατος. —θούριος Ἄρης | |
10 | ἔσπασεν Ἀργείην καὶ Λακεδαιμονίην. Θοάζετε. κατὰ διάλυσιν ἀντὶ τοῦ θάσσετε. ἢ θοῶς προκάθησθε. [Σοφοκλῆς· τίνας πόθ’ ἕδρας τὰς δέ μοι θοάζετε.] Θορυβούντων. ταραττομένων. [θορυβούντων δὲ | |
15 | τῶν Γετῶν.] [Θορεῖν. πηδᾷν. ὁρμᾷν. καὶ θορόντες.] Θοριχθῆναι. μεθυσθῆναι. θωρηχθῆναι δὲ | |
ἀντὶ τοῦ ὁπλισθῆναι, μέγα καὶ η. | ||
theta1051(1t) | Τὸ Θ μετὰ τοῦ Ρ. | |
2t | (Ἀρσενικόν.) | |
3 | Θρασυκάρδιος. αὐθάδης, τολμηρός. Θρασύς. παρὰ τὸ θέρω, τὸ θερμαίνω, ὁ μέλ‐ | |
5 | λων αἰολικῶς θέρσω. καὶ ἐξ αὐτοῦ θερσὺς καὶ κατὰ τροπὴν τοῦ ε εἰς α καὶ κατὰ ὑπερβιβα‐ σμὸν θρασύς. οἱ γὰρ θρασεῖς καὶ θερμοί. Θρᾲξ, Θρᾳκός. ἐξ οὗ καὶ τό· Θρήϊκες [ἀκρόκομοι— | |
10 | καὶ κατὰ συναίρεσιν Θρᾲξ καὶ Θρᾷκες. καὶ πάν‐ τα τὰ ἀπ’ αὐτῶν συγκείμενα θηλυκὰ διὰ τοῦ ἰῶτα γράφονται, οἷον Θρήϊσσα γυνή. καὶ τὸ Θρᾴκη δὲ ἔχει τὸ ι.] Θρακίας. κατὰ πλεονασμὸν τοῦ ς, θρασκίας καὶ | |
15 | θρασκέας. Θρασύχειρ. τολμηρός. Θρανίτης. ὁ πρὸς τὴν πρύμναν καθήμενος. ζυ‐ γίτης δὲ ὁ μέσος, καὶ ὁ πρὸς τῇ πρώρᾳ θα‐ | |
λάμιος. | ||
theta1052 | Θραΐξ. ὁ Θρᾴξ. Θρῆσκος. ὁ ἑτερόδοξος. Θρίπες. οἱ σκώληκες. Θρῆνυς. τὸ ὑποπόδιον. | |
5 | Θρήϊκες. οἱ Θρᾷκες. Θρήξονος. κύριον. Θρῆνος. παρὰ τὸ θραύειν τὸν νοῦν. θρᾶνος καὶ θρῆνος. ἢ παρὰ τὸ θέρειν, ὅ ἐστι καίειν τὸν νοῦν. | |
10 | Θρίναξ. τὸ τοῦ σίτου πτύον. Θρίαμβος. ἡ ἐπίδειξις, ἡ πομπὴ, καὶ τὸ σεμνύ‐ νεσθαι ἔν τισι πόλεσιν *ἐπὶ νίκῃ πολέμου.* Θριοβόλοι. οἱ ἀπὸ ψήφου μάντεις. Θροῦς. θόρυβος. ἄσημος λαλιὰ, ταραχή. | |
15 | Θρόμβος. πεπηγὸς αἷμα. Θρόνοι. δυνάμεις ἅγιαι, ἀχώριστοι θεοῦ. Θρύλλος. ψιθυρισμός. ὁμιλία μὴ φανερῶς γενο‐ μένη. ἡ γὰρ τῶν βαρβάρων ἐγχείρησις θρύλ‐ | |
λον οὐκ ἐνεποίησεν ἡμῖν. | ||
theta1053 | Θρωσμός. ὁ ὑψηλὸς τόπος. | |
2t | (Θηλυκόν.) | |
3 | Θρυαλλίς. τὸ περικαιόμενον τοῦ ἐλλυχνίου. ἔστι δὲ καὶ βοτάνη πρὸς λύχνον ἁρμόζουσα. | |
5 | ἀπὸ τοῦ θέρω καὶ τοῦ ἅλλω θεραλλὶς, καὶ ὑπερβιβασμῷ καὶ τροπῇ τοῦ ε εἰς υ θρυαλλίς. Θραῦσις. φθορά. θάνατος. ἢ πτῶσις. Δαβίδ· καὶ ἐκόπασεν ἡ θραῦσις. Θρᾷττα. δούλη Θρᾳκική. | |
10 | Θρῆσσα. γυνὴ ἐκ Θρᾴκης. θρῖσσα δὲ εἶδος ἰχθύος, ι. Θρησκεία. ἡ λατρεία, ἢ ζῆλος περὶ τὴν πίστιν. παρὰ τὴν Θρᾳκῶν ἐπιμέλειαν τὴν πρὸς τὸ θεῖον. οὗτοι γὰρ πρῶτον ἐξεῦρον τὴν περὶ τὸ | |
15 | θεῖον ἔννοιαν. [ἢ παρὰ τὸ τοὺς θεοὺς ἀρέσκε‐ σθαι, ὅ ἐστιν ἐξευμενίζεσθαι. ἢ θρησκεία τὸ ὁποιονοῦν σέβας, εἴτε εἰς θεὸν εἴτε εἰς δαίμο‐ νας· μᾶλλον δὲ εὐσέβεια λέγεται εἰς θεόν.] Θριδακίνη. τὸ μαιούλιον. | |
20 | Θρίαι. αἱ μαντικαὶ ψῆφοι. | |
theta1054 | [πολλοὶ θριοβόλοι, παῦροι δέ τε μάντιες ἄνδρες. οἱονεὶ τρίαι οὖσαι. τρεῖς γάρ εἰσι τὸν ἀριθμόν.] [Θρινακία. ἡ Σικελία. παρὰ τὸ ἐκ τριῶν συγκεῖ‐ | |
5 | σθαι ἄκρων, οἱονεὶ τρινακία τὶς οὖσα. τρία γὰρ ἀκρωτήρια ἔχει ἡ Σικελία· Λίβαιον, Πάχυνον, Πέλωρον.] Θρύψις. ἡ βλακεία. ἡ τρυφή. | |
9t | (Οὐδέτερον.) | |
10 | [Θρανίδιον. εἶδος δίφρου.] [Θράνιον, θράνος καὶ θράνια. τὰ ταπεινὰ τι‐ νὰ δίφρια καὶ ὑποπόδια λέγονται. καὶ παρὰ τῷ ποιητῇ θρῆνυς, ἐφ’ ᾧ ἱστάμενοι οἱ ἀπαγ‐ χόμενοι ἀρτῶσιν ἑαυτοὺς λακτίζοντες αὐτά. | |
15 | Ἀριστοφάνης· ἀπὸ κάλω καὶ θρανίου.] Θράνον. τὸ ὑποπόδιον, ὅπου ἐκτείνεται τὰ δέρ‐ ματα. †Θρυματίς. κρηπίς.† | |
20 | †Θρύος. πόλις Ἀρκαδίας.† | |
†Θροννύεται. τὸ ὀχεύεται.† | ||
theta1055 | †Θρυγονᾷν. ξύειν.† †Θρυλλεῖν. συνεχῶς λέγειν.† Θρέπτα. τροφεῖα. Θρία. τὰ φύλλα τῆς συκῆς. | |
5 | Θριγκίον. περίφραγμα. Θριπηδέστατον. βεβρωμένον ὑπὸ θριπῶν καὶ σκωλήκων, ἐπειδὴ εἰς τρία διέσχισται. Θράττειν. ἐνοχλεῖν, νύσσειν, κινεῖν, δυσωπεῖ‐ σθαι, ὑφορᾶσθαι. | |
10 | Θρανεύεται. ἐκταθήσεται. Ἀριστοφάνης· ἡ βύρσά σου θρανεύσεται. Θρέξας. πηδήσας, δραμών. καὶ θρέξασκον ἀντὶ τοῦ ἔτρεχον καὶ ἐχόρευον. Θρέψας. σημαίνει δύο· τὸ πήξας, ὡς τό· | |
15 | ἥμισυ μὲν θρέψας γλευκοῖο γάλακτος. καὶ τὸ σύνηθες. | |
Θρησκεύει. θεοσεβεῖ. ὑπηρετεῖ τοὺς θεούς. | ||
theta1056 | Θριαμβεύσας. δημοσιεύσας. Θριάζειν. τὸ φυλλολογεῖν. θρία γὰρ τὰ φύλλα τῆς συκῆς. Θροηθέντες. θορυβηθέντες. | |
5 | Θροεῖσθαι. ταραχίζεσθαι. Θρύπτεται. χαυνοῦται, μαλακίζεται. Θρυλλίζω. ψιθυρίζω. †τὸ συστρέφω.† [πα‐ ρὰ τὸ θραύω, θραυλίζω. κάλλιον δὲ ἀπὸ τοῦ θρύλλω.] | |
10 | Θρῴσκω. τὸ πηδῶ. [ὁ μὲν Δίδυμος χωρὶς τοῦ ι, λέγων αὐτὸ, ὡς ἀπὸ τοῦ μεθύω, μεθύσω, μεθύσκω, οὕτως καὶ ἀπὸ τοῦ θωρῶ, θωρίζω, θωρισμὸς, καὶ καθ’ ὑπερβιβασμὸν τοῦ ο εἰς τὸ ω θρωϊσμὸς, καὶ κατὰ συναίρεσιν τοῦ ο καὶ ι | |
15 | θρῳσμός. σημαίνει δὲ τὸν ὑψηλὸν τόπον. καὶ | |
ἐξ αὐτοῦ θρῴσκω.] | ||
theta1057 | Θριαμβεύοντι. φανεροῦντι. κατάδηλον ποιοῦντι. καὶ ὁ Ἀπόστολος· τῷ δὲ θεῷ χάρις τῷ πάν‐ τοτε θριαμβεύοντι ἡμᾶς ἐν τῷ Χριστῷ. Θρασέως. τολμηρῶς. | |
5 | Θρεττανελώ. ἦχος κιθάρας. Θρέττε. ἀντὶ τοῦ θαῤῥαλέον καὶ ἀνδρεῖον καὶ θρασύ. Θρῄκηθεν. ἀπὸ Θρᾴκης. Θρῄκηθεν ἄκτον. | |
10 | Θρυπτικῶς. βλακικῶς. χαύνως. μαλακῶς. | |
11t | Τὸ Θ μετὰ τοῦ Υ. | |
12t | (Ἀρσενικόν.) | |
13 | Θυάδες. ὁρμητικοί. Θυγατριδοῦς. ὁ υἱὸς τῆς θυγατρός. | |
15 | Θυηπόλος. ὁ ἱερεύς. ὁ περὶ τὰς θυσίας πολῶν καὶ ἀναστρεφόμενος. Θύλακος. ἡ ἀρτοθήκη. Ἀριστοφάνης· | |
ὡς ἄλφιτ’ οὐκ ἔνεστιν ἐν τῷ θυλάκῳ. | ||
theta1058 | Θυέεσσι. θυμιάμασι θυσιῶν. ἔστι θύω, θυόεις θυόεντος θυόεσι, καὶ τροπῇ θυέεσσιν. [ἔρχεο σὺν θυέεσσιν.] Θυμολέων. ὁ τὴν ψυχὴν θυμώδης. | |
5 | Θυμήρης. ἡδὺς, ἀρέσκων. Θυμόσοφος. εὐμαθὴς, εὐφυής. Θυμελικοί. οἱ ἐν ὑποκρίσει τὴν τέχνην ἐπιδει‐ κνύμενοι. Θυμβροφάγος. ὁ δριμέα ἐσθίων καὶ πικρά. | |
10 | τοιοῦτον γὰρ τὸ θύμβρον λάχανον. Θυμός. ζέσις τοῦ καρδίου αἵματος. καὶ ὄρεξις ἀντιλυπήσεως. γίνεται δὲ ἐξ ἀναθυμιάσεως τῆς χολῆς ἢ ἀναθολώσεως· διὸ καὶ χολὴ καὶ χολὸς λέγεται. ἔστι δὲ καὶ ὁ θυμὸς ὄρεξις ἀντιτιμω‐ | |
15 | ρήσεως. ἀδικούμενοι γὰρ νομίζοντες ἀδικεῖσθαι θυμούμεθα, καὶ γίνεται τότε μικτὸν τὸ πά‐ θος ἐξ ἐπιθυμίας καὶ θυμοῦ. τοῦ δὲ θυμοῦ εἴδη τρία· ὀργὴ, μῆνις, κότος. θυμὸς μὲν γὰρ ἀρχὴν καὶ κίνησιν ἔχων ὀργὴ καὶ χολὴ καὶ | |
20 | χολὸς λέγεται· μῆνις δὲ χολὴ ἐπιμένουσα ἤγουν | |
theta1059 | μνησικακία· εἴρηται δὲ παρὰ τὸ μένειν καὶ τῇ μνήμῃ παραδίδοσθαι· κότος δὲ ὀργὴ ἐπιτηροῦσα καιρὸν εἰς τιμωρίαν· εἴρηται δὲ παρὰ τὸ κεῖ‐ σθαι. | |
5 | Θυμός. ὀργὴ τοῦ κακῶσαι τὸν παροξύναντα. ἢ ἔξαψις καὶ ἀναθυμίασις ὀξεῖα τοῦ πάθους. ἢ ὁρμὴ ἐπιθυμίας ἡμέρου ψυχῆς, κατ’ ἐξοχὴν ἀμύνης. Θυμοῦ φύσις ἐστὶ, τὸ τοῖς δαίμοσι μάχεσθαι, | |
10 | καὶ ὑπὲρ ἡστινοσοῦν ἡδονῆς ἀγωνίζεσθαι. Θυμὸς εἴρηται οἱονεὶ θύεμος τὶς ὢν, ἀπὸ τοῦ θύειν, ὅ ἐστιν ὁρμᾷν. σημαίνει δὲ πέντε· τὴν ὀρ‐ γὴν, οἷον· θυμὸς δὲ μέγας ἐστὶ διοτρεφέων— | |
15 | τὴν ψυχὴν, ὡς τό· μελιηδέα θυμόν. τὴν ἐπιθυμίαν, ὡς τό· εἴξας ᾧ θυμῷ— τὸν λογισμόν· | |
20 | —ἕτερος δέ με θυμὸς ἀνῆκε. τὴν ὁμόνοιαν, ὡς τό· | |
—ἕνα θυμὸν ἔχοντες. | ||
theta1060 | Θύμος. βοτάνη εὐτελής. Θυοσκόος. ὁ μάντις, ὁ ἱερεὺς, ὁ μεριστὴς, ὁ ἀπὸ τῶν θυομένων κοῶν, ὅ ἐστι νοῶν, τὸ μέλλον. Θυοσκόπος. ὁ διὰ τῶν θυμάτων μαντευόμενος. | |
5 | Θυόεις. ὁ τεθυμιασμένος οἶκος. Θυρεός. ἀσπὶς, σκουτάριον. Θυραῖος. ὁ ἔξωθεν τῆς θύρας. Θύρσος. κύριον. καὶ ἡ Βάκχη. καὶ ἡ ῥάβδος ἢ κλάδος ἐλαίας. τοῦ Χρυσοστόμου· οὐ θύρσον | |
10 | φέρων, οὐ δᾷδα κατέχων. Θύσανοι. οἱ κροσσοί. [παρὰ τὸ θύω, τὸ ὁρμῶ, ὁ μέλλων θύσω, καὶ ἐξ αὐτοῦ θύσανος καὶ θυ‐ σανόεις.] Θυσανωτός. χιτὼν ὁ κροσσωτός. | |
15 | Θυώδης. ἀπὸ τοῦ θύω, τὸ θυμῶ. σημαίνει δὲ ὁ τεθυμιασμένος οἶκος. Θυωρίτης. ὁ τραπεζοφύλαξ. | |
18t | (Θηλυκόν.) | |
19 | Θυωρός. κυρίως ἡ τράπεζα. παρὰ τὸ τὰ θύη | |
20 | θεῶν δέχεσθαι. †Θυέστης. οὗ τὰς νʹ θυγατέρας καὶ τὰς αἰχμα‐ | |
λώτιδας ἐμίγη ὁ Ἡρακλῆς.† | ||
theta1061 | †Θυννεία. ἡ τῶν θύννων ἄγρα.† †Θυάς. ἡ Βάκχη.† †Θυηλή. ἡ διὰ θυμάτων μαντεία.† Θυγάτηρ. παρὰ τὸ θύειν καὶ ὁρμᾷν κατὰ γα‐ | |
5 | στρός. λέγουσι γὰρ κινεῖσθαι ταχέως τὰ θή‐ λεα ἐν τῇ γαστρὶ ὄντα. †Θύμεται. ἥδεται.† Θυγατριδή. ἡ ἐγγόνη, ὅ ἐστι τῆς θυγατρὸς θυ‐ γάτηρ. | |
10 | Θυάτειρα. ὄνομα τόπου. καὶ Θυατειρηνός. Θύελλα. ἀνέμου συστροφή. [παρὰ τὸ θύω, τὸ ὁρμῶ, ἀφ’ οὗ καὶ θύνω, παράγωγον γίνεται θύελλα, ὡς ἀπὸ τοῦ ἄω, τὸ πνέω, ἄελλα.] Θυείαν. ἴγδην. | |
15 | σὺν δὲ θυείαν εὔπετρον, καὶ τὰν κρειοδόχον σκαφίδα. Ἀριστοφάνης· —θυΐειαν ἑσπέρας ὑπερφυᾶ τὸ μέγεθος εἰσηνέγκατο· | |
20 | καὶ τρίβειν ἐν αὐτῇ τὰς πόλεις βούλεται. | |
theta1062 | ἔστι δὲ ἀγγεῖον, εἰς ὃ ἐμβάλλοντες ἀρτύματα τρίβομεν καὶ λειοῦμεν. Θυηλαί. αἱ ἀπαρχαί. αἱ θυσίαι. κυρίως δὲ οἱ θύλακοι, εἰς οὓς τὰ θυμιάματα ἐμβάλλεται. | |
5 | Θυμηδία. τέρψις, χαρά. Θυμαρέα. τὴν ψυχὴν ἀρέσκουσαν. καὶ θυμά‐ ρεια, ἡ ἀρέσκουσα. Θυμοβαρής. τὴν ψυχὴν ἀλγυνομένη. Θύμβρα. τόπος τῆς Ἰλίου ἀπὸ Θύμβρης τινός. | |
10 | ἢ Θύμβρις ὄνομα τόπου καὶ πεδίον τί. Θυμέλη. ἡ τοῦ θεάτρου. μέχρι νῦν ἀπὸ τῆς τραπέζης ὠνόμασται, διὰ τὸ ἐπ’ αὐτῆς τὰ θύη μερίζεσθαι, τουτέστι τὰ θυόμενα ἱερεῖα. τρά‐ πεζα ἦν, [ἐφ’ ἧς] ἑστῶτες ἐν τοῖς ἀγροῖς ᾖδον, | |
15 | μήπω τάξιν λαβούσης τραγῳδίας. Θύραι οὐρανοῦ. ἡ ἄνωθεν χορηγία. Δαβίδ· καὶ θύρας οὐρανοῦ ἀνέῳξε. μεταφορικῶς ἀπὸ τῶν ταμιείων. Θυσανόεσσα. ἡ κροσσωτοὺς ἔχουσα, θυσανόεσ‐ | |
20 | σα ἐσθής. | |
theta1063(1t) | (Οὐδέτερον.) | |
2 | Θυΐδιον. ἡ ἴγδη. Θύϊνα. ἐπὶ Ζήνωνος βασιλέως εὑρήθη ἐν Κύπρῳ τὸ λείψανον Βαρνάβα τοῦ Ἀποστόλου· ἔκειτο | |
5 | δὲ ἐπὶ τὸ στῆθος αὐτοῦ τὸ κατὰ Ματθαῖον ἅγιον εὐαγγέλιον ἔχον πτυχία θύϊνα. Θυλήματα. πέμματα, ἀπαρχὰς, ἄλφιτα, ἃ ἔμιγον οἴνῳ καὶ ἐλαίῳ εἰς θυσίαν ἀναφέροντες. Θυμοφθόρα. τὰ τὴν ψυχὴν φθείροντα. | |
10 | Θυμαλγέα. τὰ τὴν ψυχὴν λυποῦντα. Θύμβρον. λάχανον, ὅπερ ἐστὶ δριμὺ καὶ πι‐ κρόν. Θυμῆρες. καταθύμιον. καὶ θυμηρέστερον τὸ ἡδύτερον. | |
15 | Θυμάτιον. τὸ μικρὸν θῦμα καὶ εὐτελές. Θυμικόν. ὀργίλον. Θυρηβόλιον. ἡ ἔπαυλις. θυρημόλιον τὶ ὄν. | |
*γράφεται καὶ θυριοβόλιον.* | ||
theta1064 | Θύσθλα. τὰ κλαδία. Θυστήριον. τὸ ὁρμητήριον. Θύστιον. πόλις τῆς Αἰτωλίας. τινὲς Θύτιον ἄνευ τοῦ ς. | |
5 | Θυοδόκα. τὰ δεχόμενα τὰ θυμιάματα. καὶ θυοδόκα σκεύη ἐπέφερον. Θυηπολοῦσι. περιπολοῦσι, διὰ θυσιῶν ὑπισχνού‐ μενοι τὸν θεὸν ἐξιλάσκεσθαι. [Θυμιώμενος.] | |
10 | Θυόμενος. θύω τὸ ὁρμῶ. Θυροκρουστεῖν. τὸ θυροκτυπεῖν. Θύω. τὸ σφάζω καὶ ἱερουογῶ. Θυμμένον. τὸ ὑπὸ πυρὸς βεβλημένον καὶ κε‐ καυμένον. καὶ παρὰ γεωργοῖς αἱ ὑποκεκαυμέ‐ | |
15 | ναι ἄμπελοι ὑπὸ πάχνης ἐντεθυμμέναι κα‐ λοῦνται. Θῦσαι. τὸ κακῶσαι τῷ καπνῷ τοῦ πυρὸς τὰς | |
μελίσσας. | ||
theta1065 | Θύραθεν. τοὺς ἔξω. Θύραζε. ἔξω τῆς θύρας. Θύρῃφιν. ἔξωθεν, ἔξω. | |
4t | Τὸ Θ μετὰ τοῦ Ω. | |
5t | (Ἀρσενικόν.) | |
6 | Θῶκος. ὁ θρόνος. παρὰ τὸ θῶ ῥῆμα, ὃ σημαί‐ νει κατὰ ἀντίφρασιν τὸ ἑδραῖον, ὁ μέλλων θώσω, γίνεται θῶκος, ἡ τοῦ θύειν ἡμᾶς ἐπέ‐ χουσα καθέδρα. τὸ δὲ θῶ γέγονε παρὰ τὸ θοῶ, | |
10 | ἀφ’ οὗ τὸ θοάζω. ὡς βοῶ βοάζω. καὶ νύκτα θοὴν τὴν ἑδραίους ἡμᾶς ποιοῦσαν, καὶ δαῖτα θοήν· τὸ γὰρ θοὸν δηλοῖ τὸ ἑδραῖον καὶ ἀσφαλὲς καὶ ἰσχυρόν. Θωμᾶς. κύριον. ἑρμηνεύεται δὲ δίδυμος, ἢ δι‐ | |
15 | σταγμὸς, ἢ διστάζων τοῖς λογισμοῖς. | |
theta1066 | Θωμοί. οἱ τῶν πυρῶν ἢ τῶν σπερμάτων σωροὶ, ἢ σωροὶ ξύλων. Θὼν, Θῶνος. κύριον. Θώραξ. [χιτὼν σιδηροῦς περὶ τὸ στῆθος κεί‐ | |
5 | μενος, ἢ πύργος, ἢ] τὸ στῆθος. παρὰ τοῦ τὸ θεῖον ὠρεῖν, τουτέστι φυλάττειν τὸ διανοητι‐ κὸν, ὅ ἐστιν ἐν ἡμῖν θεῖον. ἢ παρὰ τὸ θορῶ, τὸ πηδῶ· πηδώσης γὰρ τῆς καρδίας, ἀπὸ ταύ‐ της κινοῦνται καὶ τὰ λοιπὰ μέλη. Ὅμηρος καὶ | |
10 | θώρηξ. Θώς. ὁ λυκοπάνθηρος. καὶ κλίνεται θωός. τα‐ χεῖς γὰρ εἰσὶ καίπερ βραχυσκελεῖς ὄντες. Θωϋκτήρ. ὑλακτικός. ὡς· ἄλλός τις κύων θωϋ‐ κτήρ. | |
15 | Θώψ. ὁ κόλαξ. καὶ κλίνεται θωπός. Θώμιγξ. τοῦ Ψελλοῦ· θώμιγξ σπάρτος καν‐ | |
νάβινος· θηβάνης ἄνεμός τις. | ||
theta1067 | †Θῶνος. θημών. σωρεία.† Θώραξ. παρὰ τὸ θῶ, τὸ ἀπολαύω. τὸ ἀπο‐ λαυστικὸν μέρος τοῦ σώματος. τὸ δὲ θῶ πο‐ λυσήμαντόν ἐστι. | |
5t | (Θηλυκόν.) | |
6 | Θωή. ἡ ζημία. Θώμιγξ. τὸ λεπτὸν σχοινίον. Θωπεία. ἡ κολακεία. | |
9t | (Οὐδέτερον.) | |
10 | Θώκνειον. ὄνομα τόπου. Θωρακεῖον. τὸ τεῖχος. Θωρακίοις. προμαχῶσι. δρυφάκτοις ἢ λωρι‐ κίοις. μέχρι μέν τινος ὑποπτηχότες τοῖς θω‐ ρακίοις ἠρέμουν. | |
15 | Θῶ. τὸ ἀπολαύω. ἐξ οὗ καὶ θώραξ, τὸ ἀπολαυ‐ | |
theta1068 | στικὸν μέρος τοῦ σώματος, τὸ ἀπὸ τραχήλου μέχρι τῶν αἰδοίων καθῆκον [κῦτος,] ὃ καὶ ὅλ‐ μος καλεῖται. Θῶ. τὸ κατασκευάζω. ἐξ οὗ καὶ θεός. | |
5 | Θῶ. τὸ τρέφω. ἐξ οὗ καὶ θοίνη, ἡ εὐωχία. Θῶ. τὸ θηλάζω. ἐξ οὗ καὶ θηλή. Θῶ. τὸ ἑδραιῶ. ἐξ οὗ καὶ θῶκος, ὁ θρόνος. Θῶ. τὸ τίθημι. ἐξ οὗ καὶ θὶς, ὁ σωρός. Θῶ. τὸ ζημιῶ. ἐξ οὗ καὶ θωὴ, ἡ ζημία. | |
10 | †Θωθείς. μεθυσθείς.† †Θωκεῖ. κάθηται.† Θωμίζω. κεντρίζω, σχοινίοις δεσμῶ. Θωρήσσεσθαι. θωρήσσετο· θωρήξασθαι· θω‐ ρηχθεὶς καὶ θωρηχθῆναι τὸ καθοπλισθῆναι. | |
15 | θωριχθῆναι δὲ τὸ μεθυσθῆναι, καὶ θωρίσ‐ | |
theta1069 | σειν, ι. καὶ ἀκροθώρικας τοὺς ἀκρομεθύσους ἐκάλουν. κέχρηται δὲ τῇ λέξει καὶ ὁ Ἀνα‐ κρέων· ὥστε θωρακισθῆναι. οἷον τὸ θώρακα πληρῶσαι. θώραξ γὰρ τὸ στῆθος. διὰ τὸ θερ‐ | |
5 | μαίνειν οὖν τὸ στῆθος θωρίσσειν λέγεται τὸ | |
μεθύειν. | ||
theta1070 | Θωπεύει. καλακεύει, ἀπατᾷ. θωπεύεις δεσποτικὴν ὀδύνην. †Θωτάζει. σκώπτει.† †Θωΰσει. βοᾷ.† | |
5 | Θωΰσσοντες. ὑλακτοῦντες. καὶ θώϋξεν ἀντὶ | |
τοῦ ἐβόησεν. καὶ θωϋκτὴρ κύων, ὁ ὑλακτικός. | ||
iota1077 | Ι. | |
1t | Τὸ Ι μετὰ τοῦ Α. | |
2t | (Ἀρσενικόν.) | |
3 | Ἰακώβ. κύριον. Ἰαβείμ. κύριον. Ἰαβὶν δὲ, ι. | |
5 | Ἰάειρος. κύριον. Ἰαζάρτης. ὁ Τάναϊς ποταμός. Ἰακώβ. κύριον. πτερνιστὴς ἑρμηνεύεται. Ἴακχος. ὁ Διόνυσος, ἢ ἑορτή. παρὰ τὴν ἰαχὴν τὴν ἐν ταῖς χορείαις, τουτέστι τὴν βοὴν, γέ‐ | |
10 | γονεν ἴακχος πλεονασμῷ τοῦ κ. Ἰάλεμος. ἦχος. βοή. θρῆνος. ἀπὸ τοῦ ἰάχω. τοῦτο παρὰ τὸ ἴα, ὃ σημαίνει τὴν φωνήν. [ἔστιν | |
ἴημι, ἐκ τούτου γίνεται ἴηος, ἐκ τοῦ ἴηος γίνεται | ||
iota1078 | ἰήεμος διὰ τοῦ ε κατὰ τὴν περίληψιν, εἶτα κατὰ τροπὴν τοῦ η εἰς α ἰάεμος, καὶ πλεονα‐ σμῷ τοῦ λ, ἰάλεμος, καὶ ἰηλεμῆσαι. ἐν ἄλλοις δὲ εὗρον ἐγὼ τὸ ἰάλεμος παρὰ τὸ ἐπὶ τοῖς | |
5 | ὀλωλόσιν ἴαν φέρειν, ὅ ἐστι φωνὴν ἢ βοήν.] Ἴαμβος. στίχος ποδῶν ἓξ δισύλλαβος. Ἰαμβοφάγος. ὁ λοίδορος. ἐπειδὴ ἴαμβος ἔμ‐ μετρός ἐστι λοιδορία. Ἰανοκρήδεμνος. ὁ στέμμα ἐξ ἴων φορῶν. | |
10 | Ἰός. τὸ φάρμακον. ἐκ τοῦ ἰάω ἰῶ, τὸ θεραπεύω. ἱὸς δὲ τὸ βέλος δασύνεται, ἐκ τοῦ ἵημι, τὸ πέμ‐ πω. οὕτως εὗρον παρὰ τῷ Τζέτζῃ. | |
Ἰάπυξ. ἄνεμος ἐλαφρὸς, ἢ ὄνομα τόπου. | ||
iota1079 | *Ἰασούβ. κύριον. ἑρμηνεύεται δὲ ἐπιστρέφων.* Ἰαπετός. παρὰ τὸ ἴπτω, τὸ βλάπτω, ἰπετὸς καὶ πλεονασμῷ τοῦ α, ἰαπετός. Ἴασπις. λίθος πολυτελής. | |
5 | Ἴασος. παρὰ τὸν ἰάσω μέλλοντα, ἐξ οὗ καὶ τὸ ἰάσομαι γίνεται. ἢ ὅτι τὰ διὰ τοῦ ασος τρι‐ σύλλαβα ἓν φωνῆεν θέλει ἔχειν κατὰ τὴν ἀρ‐ χὴν, οἷον· Κριασὸς, Πιασὸς, ὀνόματα κύρια. Ἰδιώτην. τὸν ἐν τῷ λαϊκῷ τάγματι τεταγμένον | |
10 | λέγει ὁ Ἀπόστολος. καὶ τοὺς ἔξω τῆς στρα‐ τείας οὕτως καλεῖν εἰώθασιν. ὁ ἀναπληρῶν τὸν τόπον τοῦ ἰδιώτου· πῶς ἐρεῖ τὸ ἀμήν. | |
13t | (Θηλυκόν.) | |
14 | Ἴα. ἡ μία, καὶ ἡ φωνή. | |
15 | Ἴαιρα. κύριον. | |
Ἰαληψίς. χώρα. | ||
iota1080 | Ἰαμβύκαι. ὄργανα μουσικὰ τρίγωνα, ἐν οἷς τοὺς ἰάμβους ᾖδον. οἱ δὲ σαμβύκαι—. Ἰαμνία. ὄνομα πόλεως. εὗρον καὶ διφθόγγως τὸ μνει. | |
5 | †Ἰανοκρήδεμνος. ἡ ἐξ ἴων φοροῦσα στέμμα.† Ἰαπυγία. ὄνομα τόπου. Ἴασις καὶ ἄρηξις διαφέρει. τῶν γὰρ νοσημάτων τὰ μὲν θεραπεύεται προσκαίροις θεραπείαις, ὅπέρ ἐστιν ἄρηξις, τὰ δὲ θεραπεύεται παντε‐ | |
10 | λῶς, ὅπέρ ἐστιν ἴασις. Ἰατρεία. πόνου καὶ κακῶν ἀπαλλαγή. Ἰατρική. ἰατική τις οὖσα, παρὰ τὸ ἰᾶσθαι, πλεονασμῷ τοῦ ρ. Ἰαχή. ἡ κραυγή. | |
15t | (Οὐδέτερον.) | |
16 | Ἰαώ. ἡ σωτηρία. παρ’ Ἑβραίοις. | |
iota1081 | Ἴα. τὰ μυρίπνοα ἄνθη. ἰὰ δὲ τὰ βέλη. Ἰαλεμώδη. θρηνώδη, ψυχρὰ, οὐδενὸς ἄξια. Ἴαμα. ἡ θεραπεία. Ἰαμβεῖον. ἀπὸ τῆς εὑρούσης γυναικὸς βάκχης | |
5 | τινὸς Ἰάμβης καλουμένης, ἢ ἀπὸ τοῦ ἴαν βά‐ ζειν. ἡ γὰρ κοινὴ φωνὴ τῶν ἀνθρώπων ἴα καλεῖται. Ἰανόκροκον. τὸ λεπτόν. Ἰαχήματα. κραυγαὶ ἢ ᾠδαὶ διονυσιακαί. | |
10 | καὶ κορυβαντείων ἰαχήματα χάλκεα ῥό‐ πτρων. | |
12t | (Ῥῆμα.) | |
13 | Ἰάειρε. πρόσφερε. Ἰακχάζουσιν. τὸν Διόνυσον ἑορτάζουσιν ἢ ἐπι‐ | |
15 | βοῶσιν. Ἡρόδοτος δὲ ἀντὶ τοῦ λέγουσι καὶ φυ‐ | |
λάττουσιν. | ||
iota1082 | Ἰάλλω. πέμπω, προπέμπω, ἐμβάλλω. παρὰ τὸ ἰῶ τὸ παράγωγον ἰάλλω. Ἰάνθη. ηὐφράνθη. Ἰαίνειν. εὐφραίνειν. καὶ ἰαίνεσθαι. | |
5 | Ἰαμβίζειν. τὸ ὡς βέλη βάλλειν τὰ λεγόμενα, ἢ τὸ ὑβρίζειν. Ἰάπτω. τὸ βλάπτω. Ἰᾶσι. πέμπουσι. ἴασι δὲ ἀντὶ τοῦ πορεύονται. Ἰαύει. κοιμᾶται. [καὶ ἰαύων. παρὰ τὸ αὔω, | |
10 | καὶ πλεονασμῷ τοῦ ι, ἰαύω. ἢ παρὰ τὸ ἴον, ὃ σημαίνει τὸν μόνον, ἰάω, τὸ μονάζω, καὶ πλεο‐ νασμῷ τοῦ υ, ἰαύω· καὶ γὰρ ἡσυχάζει ὁ καθεύ‐ δων. εὗρον δὲ καὶ τὸ ἐνδιατρίβειν καὶ ἀγρυπνεῖν σημαίνειν τὸ ἰαύειν. ὅλας νύκτας ἰαύειν.] | |
15 | Ἴαχεν. ἐβόησεν. | |
Ἰάψαι. βλάψαι. ἐπιβαλεῖν. ἀπὸ τοῦ ἰάπτω. | ||
iota1083 | Ἰαστί. ἑλληνιστί. Ἰατταταιὰξ καὶ ἰαττατάι. θρηνητικὸν ἐπίῤ‐ ῥημα. ἰατταταιὰξ τῶν κακῶν ἰατταταιάξ. | |
5 | Ἰαῦ. θρηνητικὸν ἐπίῤῥημα. | |
6t | Τὸ Ι μετὰ τοῦ Β. | |
7t | (Ἀρσενικόν.) | |
8 | Ἴβηρες. ἔθνος. καὶ Ἰβηρία χώρα. Ἴβις. ὄρνεον ὀφιοφάγον. καὶ κλίνεται ἴβιδος, ἡ | |
10 | αἰτιατικὴ τοὺς ἴβιδας, ἢ καὶ τοὺς ἴβεις, ὡς τοὺς ὄφεις. Ἰβρύκαλος. ὁ χοῖρος. Ἰβυκανητῶν. σαλπικτῶν. ἀπὸ τοῦ Ἰβύκου εὑρε‐ τοῦ. ἐξ οὗ καὶ ἰβύκηνον, μουσικὸν ὄργανον. | |
15 | Ἴβηρ. ἐθνικόν ἐστι καὶ παραγωγὴν οὐκ ἔχει. τινὲς δὲ παράγουσιν αὐτὸ ἀπὸ τοῦ ἵμερος, ὃ | |
σημαίνει τὴν ἐπιθυμίαν. | ||
iota1084 | Ἰβύκηνον. μουσικὸν ὄργανον. ἀπὸ τοῦ Ἰβύκου. [ὅτι κατὰ συμπλοκὴν Κελτῶν πρὸς Ῥωμαίους ἀναρίθμητον ἦν τὸ τῶν ἰβυκανητῶν καὶ σαλ‐ πιγκτῶν πλῆθος.] | |
5t | Τὸ Ι μετὰ τοῦ Γ. | |
6t | (Ἀρσενικόν.) | |
7 | Ἴγγρος. ὁ ἐγκέφαλος. Ἰγνάτιος. κύριον. Ἴγγωρ καὶ Ἴγγηρ. ἐθνικά. | |
10t | (Θηλυκόν.) | |
11 | Ἴγδη καὶ ἴγδις. ἡ τριβαία, καὶ ἔνθα μίσγομεν τὰ ἀρτύματα. Ἰγνύς. ὁ ὑπὸ τὸ γόνυ τόπος, ὁ ὀπίσω τοῦ γόνα‐ τος. ἔστι δὲ καὶ ἡ ἰγνύη. ἀπὸ τοῦ τὴν καμ‐ | |
15 | πὴν ἱκνεῖσθαι τῶν γονάτων. ὅτι αἱ ἰγνύες αἴ‐ | |
τιάι εἰσι τοῦ ἱκνεῖσθαι καὶ βαδίζειν. | ||
iota1085 | Ἴγδισμα. λύγισμα ὀρχηστικὸν, ἐν ᾧ ἐλύγιζον τὴν ὀσφὺν ἐμφερῶς τῷ δοίδυκι. | |
3t | (Ῥῆμα.) | |
4 | Ἰγμένος. ὁ ἐλθών. | |
5t | Τὸ Ι μετὰ τοῦ Δ. | |
6t | (Ἀρσενικόν.) | |
7 | Ἰδάλιμος. ὁ δίυγρος, ὁ ἱδρώς. ἀπὸ τοῦ ἰδίω, τὸ κοπιῶ, καὶ ἱδρῶ. ἐκ τούτου γίνεται ἴδιμος καὶ πλεονασμῷ τῆς αλ συλλαβῆς ἰδάλιμος. | |
10 | †Ἴδας. ὁ μέγας.† †Ἴδος. ὁ ἱδρώς.† Ἰδαίους. ψυχρούς. ἐγὼ δὲ πρὸς τὰ θερμὰ ταῦθ’ ὑπερβολῇ | |
τοὺς δακτύλους δήπουθεν ἰδαίους ἔχω. | ||
iota1086 | Ἰδιῶται. ἀντὶ τοῦ πολῖται. οὕτως Θουκυδίδης. Ἴδμονα. ἔμπειρον. Ἰδουμαῖος. οὕτως ἐκλήθη ὁ ἀπόγονος τοῦ Ἡσαῦ. ἴδουμα γὰρ λέγεται εἶδος φακῆς ξανθῆς, ἧς | |
5 | ἐπιθυμήσας Ἡσαῦ ἀπέδοτο τὰ πρωτοτόκια. Ἴδρις. ὁ ἔμπειρος. [ἔστι ῥῆμα εἴδω, τὸ ἐπίστα‐ μαι, ὁ μέλλων εἴσω, ῥῆμα ὄνομα εἴδις, ἀπο‐ βολῇ τοῦ ε καὶ πλεονασμῷ τοῦ ρ, ἴδρις.] Ἱδρώς. οἱ μὲν, παρὰ τὸ ἰδιῶ γέγονε πλεονασμῷ | |
10 | τοῦ ρ· οἱ δὲ, ἀπὸ τοῦ ἱδρῶ, ἱδρώς. Ἴδρις. ὁ μύρμηξ. παρὰ Ἡσιόδῳ· —ὅτε τ’ ἴδρις σωρὸν ἀμᾶται. σωρὸν τὸν καρπὸν λέγει. Ἱδρώς. παρὰ τὸ ὕδωρ ὑδαρός. καὶ συγκοπῇ τοῦ | |
15 | α καὶ τροπῇ τοῦ υ εἰς ι γίνεται ἱδρώς. | |
iota1087 | Ἰδέα. ἡ θεωρία, καὶ ὁ χαρακτὴρ τοῦ λόγου, ι. Ἰδέαι καὶ αἱ ὑποθέσεις. τότε δὲ πολλαὶ ἰδέαι κακῶν συνέσχον τὴν πόλιν. Ἴδη. ὄνομα ὄρους ὑψηλοῦ. οἱονεὶ ὅθεν ἐστὶν ἰδεῖν | |
5 | καὶ θεωρεῖν ἅπαντα τὰ μακρόθεν. [γράφεται δὲ διὰ τοῦ ἰῶτα, ἐπειδὴ τὰ εἰς δη βαρύτονα οὐ θέλει διφθόγγῳ παραλήγειν. οἷον κνίδη· βο‐ τάνη ἐστὶ στυπτική. οὕτως οὖν καὶ Ἴδη. πρόσ‐ κειται βαρύτονα, διὰ τὸ σπουδὴ καὶ αὐδή.] | |
10 | Ἰδιότης. ἡ συγγένεια. ἢ ἰδιότης ἐστὶν οὐσίας πάσης φυσιώδης ποιότης. ἢ ἰδιότης ἐστὶν, ὃ μό‐ νον πρόσεστιν ἀεὶ καὶ παντὶ τῷ ὑπὸ τὸ αὐτὸ εἶδος τελοῦντι. Ἰδιωτικαὶ δίκαι. αἱ εἰς χρήματα τὴν ζημίαν | |
15 | ἐπάγουσαι. οἷον ἀφαίρεσις πράγματος κινητοῦ ἢ ἀκινήτου. Ἰδουμαία. ἑρμηνεύεται αἱματώδης ἢ πηλώδης. δύναται δὲ ληφθῆναι καὶ εἰς τὴν σάρκα τοῦ | |
κυρίου. | ||
iota1088 | Ἵδρυσις. ἑδραία ἀσφάλεια ἢ θεμελίωσις. Ἴδη. ὄνομα ὄρους, καὶ πᾶν σύμφυτον ὄρος. | |
3t | (Οὐδέτερον.) | |
4 | Ἰδάλιμον. δίυγρον. ἢ εὐειδὲς, ἢ καυστικόν. | |
5 | Ἰδαῖον. ἄντρον ἐν Κρήτῃ. Ἴδιον. τὸ ἰδιωτικὸν, ὡς Δημοσθένης φησίν. Ἴδιον. τὸ μιᾷ φύσει ἁρμόζον, καὶ ἀντιστρέφον πρὸς τὸ ὁριστὸν, ὥσπερ τὸ, νοῦ καὶ ἐπιστήμης δεκτικὸν ἐπὶ τοῦ ἀνθρώπου, καὶ ἐπὶ τοῦ ἵππου | |
10 | τὸ χρεμετιστικόν. περὶ τούτου ὁ λόγος τοῖς φιλοσόφοις, τοῦ παντὶ καὶ μόνῳ καὶ ἀεὶ ὑπάρ‐ χοντος, ὅπερ ἴδιον ἐπουσιῶδες καλοῦσιν. Ἴδιόν ἐστι τὸ παντὶ καὶ μόνῳ τῷ εἴδει καὶ ἀεὶ ὑπάρχον. | |
15 | Ἴδιόν ἐστι τὸ ἰδίως ἐφεστὼς ἐν τῷ προσώπῳ. Ἴδιόν ἐστι σαρκὸς ἐμψύχου τὸ κοπιοῦσθαι, τὸ ὀδυ‐ νᾶσθαι, πεινῇν, δειψῇν, ὑποκρατεῖσθαι. Ἴδιόν ἐστι ψυχῆς σώματι κεχρημένης λύπαι, ἀδη‐ | |
μονία, φροντίδες, καὶ ὅσα τοιαῦτα. | ||
iota1089 | Ἴδιόν ἐστιν ἀνθρώπου τὸ γελαστικόν. Ἴδιόν ἐστιν ἀνθρώπου κυρίως τὸ σύνθετον ἐκ θνη‐ τῆς καὶ ἀθανάτου φύσεως ἐν ἄλλῃ οἱᾳδήποτε οὐσίᾳ μὴ γνωριζόμενον. | |
5 | Ἰδικόν. ἰδικόν ἐστι τοῦ ἀνθρώπου ἡ οὐσία ἤγουν ἡ φύσις. Ἰδίωμα. τὸ ἔν τινι φύσει γνωριζόμενον κυρίως, καὶ ἐν ἑτέρᾳ οὐσίᾳ μὴ ὑπάρχον. ὥσπερ ἐν τῷ ἀνθρώπῳ τὸ γελαστικόν. | |
10 | Ἰδίωμα λέγεται κατὰ τὸ ἴδια εἶναι ἅμα τῆς ἰδίας φύσεως ἀμιγὲς τῶν λοιπῶν οὐσιῶν ὑπάρχον. ἢ διὰ τὸ ἐν τῷ εἴδει ἅμα εἶναι. ἀχώριστοι γὰρ εἰσὶ τῶν φύσεων καὶ τῶν ὑποστάσεων αἱ αὐ‐ τῶν ἰδιότητες. | |
15 | Ἰδίωμα ἤγουν ἰδιότης ἐστὶ τὸ κυρίως ἐν τινὶ φύ‐ σει ἰδίως γνωριζόμενον, ἐν ἑτέρᾳ δὲ μὴ εὑρι‐ σκόμενον. οἷον ἐν τῇ θείᾳ φύσει τὸ προαιώνιον, τὸ ἄκτιστον, τὸ ἀπερίγραπτον. ἅτινα οὐχ ὑπάρχουσιν ἐν ἄλλῃ οἱᾳδήποτε οὐσίᾳ οὔτε ἐν | |
20 | αὐτῷ τῷ παναγίῳ σώματι τοῦ Χριστοῦ κατ’ οὐσίαν. οὔτε γὰρ προαιώνιόν ἐστιν οὔτε ἄκτι‐ στον οὔτε ἀπερίγραπτον ἔσεταί ποτε. Ἰδίωμά ἐστι τὸ ἰδικῶς ἐν ᾧ ἐστὶ καὶ μόνον γνω‐ ριζόμενον, ἐν ἑτέρῳ δὲ οὔ. | |
25 | Ἰδίωμά ἐστι τὸ σημαντικὸν πάσης οὐσίας σχῆμα τὲ καὶ πρᾶγμα. Ἰδίωμά ἐστι τὸ σημαῖνον, οὗ ἐστὶ τὴν ὕπαρξιν. Ἰδίωμα ὑποστατικόν ἐστι τὸ ἀφορίζον τοῦ κοι‐ νοῦ τῆς φύσεως γνώρισμα. ἢ τὸ χαρακτηρίζον | |
30 | τινὸς ἀνθρώπου πρόσωπον. ἢ τὸ πρὸς ἕτερον ὁμοειδὲς κατ’ αὐτὸ ἐπιδεικνύον τὸ σημαινόμε‐ νον πρᾶγμα. Ἰδίωμά ἐστι τὸ σημαντικὸν πάσης οὐσίας σχή‐ ματι καὶ πράγματι. | |
35 | [Ἰδίωμα τῆς θείας φύσεως τῆς ἁγίας τριάδος τὸ ἄκτιστον, τὸ ἄναρχον, τὸ ἀπέρατον, τὸ ἀσώ‐ ματον, τὸ ἀόριστον, τὸ ἀόρατον.] Ἰδίωμα τῆς θείας φύσεως παρὰ τὴν φύσιν τῶν | |
ἀγγέλων τὸ δημιουργικόν· τὸ φωτιστικὸν φύ‐ | ||
iota1090 | σει· τὸ ἄτρεπτον· τὸ ἀπερίγραπτον· τὸ ἀχώ‐ ριστον· τὸ ἀόριστον· τὸ ἀπερινόητον· τὸ ἀνεν‐ δεὲς καὶ αὐτοκρατές· τὸ ζωοδοτικόν· τὸ παντο‐ δύναμον· ἅτινα οὐδ’ ἐν τῇ ἀγγελικῇ τάξει φαί‐ | |
5 | νεσθαι τῶν ἐνδεχομένων ἐστίν. Ἰδίωμα τῆς ἀγγελικῆς φύσεως ἐστὶ τὸ ἀπαθὲς τῆς οὐσίας. καὶ ὑμνολογικὸν ἀσίγητον. ἀπα‐ θὲς δὲ τὸ ἀθάνατον αὐτῶν εἶπον. Ἰδίωμα τῆς ἀγγελικῆς φύσεως παρὰ τὴν ἀνθρω‐ | |
10 | πίνην τὸ ἀθάνατον, τὸ ἀόρατον, τὸ ἀνενδεὲς ὕλῃ, τὸ ἀσώματον ὡς πρὸς τὸ σῶμα· ἅτινα εἰλήφασι παρὰ τοῦ δωρησαμένου θεοῦ. Ἰδιώματα τῆς ἀνθρωπίνης φύσεως τὰ χωρίζον‐ τα αὐτὴν τῶν λοιπῶν οὐσιῶν, λέγω δὲ τῶν ἀλό‐ | |
15 | γων, τὸ λογικὸν, τὸ διανοητικὸν, τὸ τῆς ψυχῆς ἀΐδιον, τὸ αὐτεξούσιον, τὸ ὀρθοπεριπατητικόν. πρὸς θεὸν καὶ ἀγγέλους τὸ τῆς τροφῆς ἐνδεὲς, τὸ περίγραπτον, τὸ βαρὺ τοῦ σώματος. εἰσὶ δὲ ἰδιώματα φυσικὰ, ἃ προεῖπον. καὶ εἰσὶν ὑπο‐ | |
20 | στατικὰ, οἷον ἀσπρότης, σιμότης, γοργότης, νω‐ θρότης καὶ τὰ ὅμοια. ἅπερ οὐκ ἐν πᾶσιν ἀν‐ θρώποις εὑρίσκεται. [οὐ γὰρ πάντες σιμοὶ, οὐ πάντες γλαυκοὶ, διόπερ καί τινες ὑπόστασιν εἶναι λέγουσι τὴν συνδρομὴν τὴν ἰδιάζουσαν | |
25 | τῶν χαρακτηριστικῶν ἰδιωμάτων, ὧν προεῖπον. τὰ δὲ φυσικὰ ἰδιώματα ἐξίσου ἐν παντὶ τῷ γέ‐ νει ὁμοίως εὑρίσκονται.] οἷον· πάντες ἄνθρωποι βροτοί. ὁμοίως εἰσὶ θνητοί· λογικοί· ἀναπνευ‐ στικοί· περιπατητικοί· ὑπνωτικοί· πλατυόνυχες· | |
30 | γεωργητικοί· τεχνῶν τεχνῖται. Ἰδίωμα ἐνεργείας ἐστὶν ὁ διὰ τοῦ πλάσματος σχηματισμός. ὃ οὐκ ἐνεργεῖ καθαρῶς, ἀλλὰ καὶ ἐνέργημά ἐστι καὶ γνωρίζεται. ζήτει περὶ τούτου εἰς τὸ, τί ἐστιν ἐνέργεια. | |
35 | Ἰδίωμα ψυχῆς ἐστὶ τὸ ἀθάνατον· τὸ λογικόν· τὸ θελητικόν. Ἰδίωμα τῆς ἀνθρωπίνης φύσεως τὸ σύνθετον ἐκ ψυχῆς ἀσωμάτου καὶ σώματος ὁρωμένου· τὸ | |
γελαστικόν. | ||
iota1091(1t) | (Ῥῆμα.) | |
2 | Ἰδίειν. ἱδροῦν, κοπιᾷν. Ἰδίῃς. ἱδρώσῃς. Ἀριστοφάνης· μή μοι σοβαρῶς χώρει, πρὶν ἂν ἰδίῃς. | |
5 | Ἰδίω. τὸ κοπιῶ καὶ ἱδρῶ. ἀπὸ τοῦ ὕδωρ γέγο‐ νεν ὑδρῶ καὶ ἱδρῶ κατὰ τροπὴν τοῦ υ εἰς ι. ἐκ τούτου γίνεται ἱδρίω κατὰ πλεονασμὸν τοῦ ι. τὸ γὰρ ι πέφυκε πλεονάζειν ἐν τοῖς ῥήμασιν. εἶτα κατὰ ἀποβολὴν τοῦ ρ ἰδίω. | |
10 | Ἰδιοπραγεῖ. τὰ ἴδια πράττει, ἡσυχάζει. Ἴδμεν. ἀντὶ τοῦ οἴδαμεν. ἀπὸ τοῦ οἴδαμεν κα‐ τὰ συγκοπὴν καὶ ἀφαίρεσιν τοῦ ο ἴδμεν. ὁ δεύτερος ἀόριστος τοῦ εἴδω ῥήματος ἐστὶν ἴδον, καὶ τὸ πρῶτον τῶν πληθυντικῶν ἴδομεν, καὶ | |
15 | κατὰ συγκοπὴν ἴδμεν. Ἰδνωθείς. καμφθεὶς εἰς τοὐπίσω. παρὰ τὸ ἵζω ἰδνῶ, καὶ ἐξ αὐτοῦ ἰδνωθείς. Ἴδῃς. ἀντὶ τοῦ εὕρῃς. ὡς· ὅταν ἴδῃς τὰ ἀγαθὰ, Ἱερουσαλήμ. | |
20 | Ἱδρυμένος. τεθεμελιωμένος. Ἱδρύσαντο. ἐκάθισαν. Ἵδρυται. πεπαγίωται. Ἱδρύω. ἀπὸ τοῦ ἵζω ἱδρῶ, ἱδρύω. | |
Ἱδρίω. ἱδρῶ. καὶ ἱδροῦντας καὶ ἱδρώοντας. | ||
iota1092 | Ἴδοσαν. ὡς τό· ἴδοσάν σε ὕδατα, †ὁ θεός.† ἀόριστος ἐστὶ δεύτερος καὶ γράφεται διὰ τοῦ ι. Ἰδέ. ἀντὶ τοῦ βλέψον. εἶδε δὲ ἀντὶ τοῦ ἐθεάσα‐ το, δίφθογγον. | |
5 | Ἴδε. ἀντὶ τοῦ ἰδοῦ. Ἰδέ. σύνδεσμος. ὅ ἐστι ἀντὶ τοῦ καί. γράφεται καὶ ἦτα. Ἰδέρως. ὁ ἅμα τῷ ἰδεῖν ἐρῶν. | |
9t | Τὸ Ι μετὰ τοῦ Ε. | |
10t | (Ἀρσενικόν.) | |
11 | Ἰεμενεί. κύριον. Ἱερομύστης. ὁ διδαχθεὶς τὰ ἱερὰ μυστήρια. Ἱεροφάντης. μυσταγωγὸς θείων λογίων. Ἱερόσυλος. κλοπεὺς τῶν ἱερῶν. | |
15 | Ἱερῆας. τοὺς ἱερεῖς. Ἱερεύς. ὁ τὰς θυσίας προπέμπων τῷ θεῷ. πα‐ ρὰ τὸ ἵημι. ἢ ὁ λογικὰς θυσίας ἐν καρδίᾳ ἀναφέρειν ἐπιστάμενος. Ἱεροβάαλ. οὕτως ἐκαλεῖτο ὁ Γεδεὼν διὰ τὸ | |
20 | καταβαλεῖν τὸ ἱερὸν τοῦ Βάαλ. Ἱερομνήμονες. οἱ πεμπόμενος εἰς τὸ τῶν Ἀμ‐ | |
φυκτυόνων συνέδριον ἐξ ἑκάστης πόλεως τῶν | ||
iota1093 | τοῦ συνεδρίου μετεχουσῶν οὕτω καλοῦνται. ἢ οἱ εἰς Πυλαίαν ἐκπεμπόμενοι γραμματεῖς. παρὰ τὸ μνημονεύειν τῶν ἱερῶν. Ἱερολόγος. ὁ ψάλτης. | |
5 | Ἱερείτης. ὁ ἱερεύς. Ἱεροφώνων. μεγαλοφώνων. τὸ γὰρ μέγα ἱερὸν ἔλεγον οἱ παλαιοί. Ἰεχονίας. κύριον. Ἰεβοῦς. πεπλανημένος, κατησχυμμένος. καὶ ὁ | |
10 | Θεολόγος· ὃν Ἰεβοῦς πρότερον ὄντα Ἱερουσα‐ λὴμ πεποιήκαμεν. | |
12t | (Θηλυκόν.) | |
13 | Ἱερομηνία. ἱερὰ ἑορτὴ κατὰ μῆνα. Ἱερολογία. ἡ θεία ψαλμῳδία, ἢ ἡ θεία λει‐ | |
15 | τουργία. Ἱερήν. μεγάλην. Ἱεράν. ἁγίαν. Ἱερὰ τριήρης. ἡ πάραλος. Ἱερουσαλήμ. Σαλὴμ ἐλέγετο πρότερον, ἐλθόν‐ | |
20 | τος δὲ Χριστοῦ ἐν αὐτῇ, ἐκλήθη Ἱερουσαλήμ. ἑρμηνεύεται δὲ ὅρασις εἰρήνης. | |
22t | (Οὐδέτερον.) | |
23 | [Ἱερόν. ναὸς ἅγιος.] | |
iota1094 | Ἱερὸν ὀστοῦν. τὸ ἄκρον τῆς ὀσφύος. ὅτι μέγα ἐστί. τὸ μέγα ἱερὸν ἔλεγον οἱ παλαιοί. Ἱερεῖον. σφάγιον, θῦμα. Ἱεριχούντια τείχη, ι. Σεμιράμεια δὲ, δίφθογγον. | |
5 | Ἱερόντιον. ὄνομα πόλεως. Ἱερὸν ἡ συμβουλή. παροιμία ἐπὶ τῶν δεινῶν συμβουλεύειν. Ἱερῷ. θείῳ, ἢ μεγάλῳ. | |
9t | (Ῥῆμα.) | |
10 | Ἱέμενοι. ἐπιθυμοῦντες. προθυμούμενοι. Ἰέμην. ἐπορευόμην. εὐθὺς γὰρ αὐτοῦ [κατόπιν] ἐνθένδ’ ἰέμην. Ἰέναι. ἐλθεῖν. καὶ ἀντὶ τοῦ ἀνθεῖν. ἴονθος γὰρ ἡ πρώτη ἔκφυσις τῶν τριχῶν. | |
15 | Ἵενται. ὁρμῶσιν. οἱ δὲ γευσάμενοι τῆς νίκης τέ‐ λειον ἵενται κρατῆσαι. Ἵει. ἀντὶ τοῦ πέμπει, καὶ ἀφίησιν. ὁ δὲ ἵει ἑαυ‐ τὸν εἰς τὸ ὕδωρ ψυχρὸν, φάσκων γῆρας ἀν‐ θρώπων εἶναι τὰ βαλανεῖα. | |
20 | Ἱέντες. ἀφιέντες. οὗτοι εἰσὶν οἱ τὴν βοὴν τὴν βαρεῖαν ἱέντες ἡμῖν ἐν ταῖς μάχαις. Ἵενται. ἀφίενται. | |
Ἰέναι. πορευθῆναι. | ||
iota1095 | Ἱερουργεῖ. θύει. Ἱερᾶσθαι. ἱερουργεῖν, ἁγιάζειν. Ἱερῶσθαι. τὸ ἱερεὺς νενομίσθαι. καὶ οἷον κα‐ θιερῶσθαι. | |
5 | Ἱεράτω. κατὰ νόμον ὀργιαζέτω, θυέτω. ὀρ‐ γεῶνες γὰρ οἱ θῦται. Ἱέσθην. προεθυμοῦντο, ἢ ἐπορεύοντο. Ἴετο. ἐπορεύετο. Ἵεται. προθυμεῖται. πορεύεται. | |
10 | Ἱέντες. ἀκοντίζοντες. Ὅμηρος· δίσκοισι τέρποντο καὶ αἰγανέῃσιν ἱέντες. | |
12t | Τὸ Ι μετὰ τοῦ Ζ. | |
13t | (Ἀρσενικόν.) | |
14 | Ἱζηματίας. ἄνεμος, καὶ ὁ κεραυνὸς, ἢ εἶδος | |
15 | σεισμοῦ. | |
16t | (Ῥῆμα.) | |
17 | Ἱζάνω. κάθημαι. Ἵζει. καθίζει. | |
[Ἱζήσας. καθίσας.] | ||
iota1096(1t) | Τὸ Ι μετὰ τοῦ Η. | |
2t | (Ἀρσενικόν.) | |
3 | Ἰήϊος. τοξότης. λέγει τὸν Ἀπόλλωνα. Ὅμηρος· ἰήϊε Φοῖβε. | |
5 | Ἰηϊοῦ. βασιλεὺς Σαμαρείας, ὃς ἀνεῖλεν Ἰεσά‐ βελ καὶ τοὺς υἱοὺς Ἀχαὰβ κατὰ τὸ ῥῆμα Ἠλίου τοῦ προφήτου. Ἰησοῦς. ὄνομα τῆς ἐνανθρωπήσεως. δηλοῖ δὲ τὸν σωτῆρα μεθερμηνευόμενον τῇ Ἑβραΐδι δια‐ | |
10 | λέκτῳ. Ἰητήρ. ὁ ἰατρός. | |
12t | (Θηλυκόν.) | |
13 | Ἰῇ. μιᾷ. Ἰῇ. φωνῇ. | |
15t | (Οὐδέτερον.) | |
16 | [Ἵημα. τὸ ἀκόντιον.] | |
17t | (Ῥῆμα.) | |
18 | Ἴῃ. ἀντὶ τοῦ ἔλθῃ. ἐπὶ μέλλοντος. Ἴηλα. ἐδέσμευσα. καὶ ἰῆλαι ἀντὶ τοῦ ἐπικάμψαι | |
20 | ἢ κατακλεῖσαι. ἀπὸ τοῦ εἰλῶ καὶ ἐν ὑπερθέ‐ σει ἰέλω καὶ ἰῆλαι. Ἰηλεμῆσαι. θρηνῆσαι. καὶ ἰηλεμῆσθαι ἀντὶ | |
τοῦ θρηνῆσθαι. | ||
iota1097 | Ἵησιν. ἀφίησιν. σχίζων τὶς ξύλα ὡς εἶδε τὸν Κλέαρχον προσιόντα, ἵησι τὴν ἀξίνην. οὕτως Ξενοφῶν. καὶ ἴησιν ἀντὶ τοῦ ἀπέλθοι. κεῖνον μὲν ἐάσωμεν, ἦ κεν ἴησιν. | |
5 | Ἵημι. τὸ πέμπω καὶ τὸ πορεύομαι. οἷον· ἄστυδ’ ἰέμενος. | |
7t | Τὸ Ι μετὰ τοῦ Θ. | |
8t | (Ἀρσενικόν.) | |
9 | Ἰθαγενής. γνήσιος. αὐτόχθων, ἐνταῦθα γεν‐ | |
10 | νηθείς. ὁ ἰθὺ καὶ ἀδιάστροφον ἔχων τὸ γένος. καὶ ἰθαιγενής. Ἰθακήσιος. ἀπὸ Ἰθάκης χώρας. Ἴθακος. κύριον. Ἰθαιμένεος· Ἰθάμαρ. κύρια. | |
15 | Ἴθρις. ὁ ἐκτομίας. ἀπὸ τοῦ θερίζω, θερίσω, θερὶς καὶ θρὶς, καὶ κατὰ πλεονασμὸν τοῦ ι | |
ἴθρις. | ||
iota1098 | Ἰθυντῆρες. ὁδηγοὶ, κυβερνῆται, χαλινοὶ, πη‐ δάλια. Ἰθωμίτης. ἀπὸ Ἰθώμης πόλεως. Ἰθύφαλλοι. οἱ ἔφοροι Διονύσου. οἱ τοὺς ἰθυ‐ | |
5 | φάλλους ἐν τῇ ὀρχήστρᾳ ὀρχούμενοι. κυρίως δὲ ἰθύφαλλον τὸ ἐντεταμμένον αἰδοῖον. | |
7t | (Θηλυκόν.) | |
8 | Ἰθάκη. χώρα. Ἰθάμαρ. κύριον. | |
10 | Ἰθεῖα. εὐθεῖα, ὀρθή. οὐ γὰρ ἀφαυρῶς ἐκ Διὸς ἰθείης οἶδε τάλαντα δίκης. †Ἴθμη. ἡ τρίβος.† Ἰθύτης. εὐθύτης. | |
15 | Ἰθώμη. πόλις. | |
16t | (Οὐδέτερον.) | |
17 | Ἴθματα. ἴχνη· βήματα· βαδίσματα· δικαιώμα‐ | |
τα· ὁρμάς. παρὰ τὸ εἶμι, τὸ πορεύομαι, γίνε‐ | ||
iota1099 | ται ῥῆμα ὄνομα ἴμα, ὡς τίθημι, θέμα, καὶ πλεονασμῷ τοῦ θ, ἴθμα. —ἴθμαθ’ ὁμοῖαι. †Ἴθμενον. περιστόμιον. στεφάνη.† | |
5 | †Ἰθμηρόν. καθαρόν.† Ἰθυντήριον. τὸ κανονίζον καὶ ἰσότητα παρέχον. Ἰθυτενές. τὸ εἰς εὐθὺ τεταμένον. Ἴθι. ἐλθὲ, ἔρχου, πορεύου. ἴθ’, ἀντιβολῶ σε. | |
10 | εἶμι τὸ πορεύομαι. τὸ πρῶτον τῶν πληθυντι‐ κῶν, ἴμεν. τὸ προστακτικὸν, ἴθι. δηλοῖ δὲ καὶ τὸ ἐλθὲ, καὶ παραγενοῦ. ὡς ἐν τῷ· δεῦρ’ ἴθι, ἵνα θέσκελα ἔργα—. Ἰθύνειν. κυβερνᾷν. παρὰ τὸ ἰθὺς, ἰθύνω. | |
15 | Ἴθυσεν. ἐπ’ εὐθείας ὥρμησε. καὶ ἴθυσαν. ἀπὸ τοῦ ἰθὺς, ἰθύνω. Ἰθέως. ἀντὶ τοῦ ὀρθῶς. | |
18t | Τὸ Ι μετὰ τοῦ Κ. | |
19t | (Ἀρσενικόν.) | |
20 | Ἴκαρος καὶ Ἰκάριος. κύρια. παρὰ τὸ ἰκέσθαι | |
πρὸς τὸν ἀέρα. | ||
iota1100 | Ἰκαριεύς. δῆμος φυλῆς τῆς Αἰγηΐδος. Ἴκελος. ὁ ὅμοιος. παρὰ τὸ εἴκω, τὸ ὁμοιῶ. τὸ εἴκελος διφορεῖται. Ἱκέσιος. ἀντὶ τοῦ ἱκετήσιος. | |
5 | Ἱκέται. παρακλήτορες. Ἰκμαλέος. δίυγρος. Ἴκμενον. πορευτικόν. ἴκμενον ἄνεμον. Ἰκονιαῖος. ἀπὸ τόπου. Ἱκέτης. πρόσφυξ. | |
10 | Ἴκτερος. νόσημα ὠχροποιόν. Ἴκτινα. εἶδος ὀρνέου ἁρπακτικοῦ, ἐν ἔαρι φαι‐ νομένου. [μεταπλασμός ἐστιν. ἴκτινον γὰρ λέ‐ γεται ἡ αἰτιατικὴ, καὶ ὀρθὴ ὁ ἴκτινος. Σοφο‐ κλῆς· | |
15 | ἴκτινος ἔκραξε παρασύρας κρέας. εἰρήκαμεν δὲ, ὅτι μεταπλασμός ἐστιν ὥσπερ ἁλίτροχον ἁλίτροχα. γέγονε δὲ παρὰ τὸ ἑαυ‐ τὸν ἐκτείνειν πανταχοῦ. ἔστι καὶ ἰκτὶν καὶ ἴκτις ἴκτιδος, εἶδος ζώου, ὡς οἱ κάστορες, ἢ | |
20 | ἔνυδρόν ἐστιν ἰχθυοφάγον. καὶ ἰκτιδέα τὸ | |
τοῦ αἰλούρου δέρμα.] | ||
iota1101 | Ἴκτερος. ἀπὸ χολῆς ξανθῆς γίνεται, ἥτις πλεο‐ νάσασα καὶ πυρωθεῖσα εἰς τὴν ἐπιφάνειαν ἐξω‐ θεῖται καὶ ἀναχέεται, κᾀντεῦθεν τῷ ἰκτεριῶν‐ τι ὠχρίασις. | |
5t | (Θηλυκόν.) | |
6 | Ἱκανότης. ἰσχὺς, δύναμις. Ἱκετηρία. παράκλησις, ἣν οἱ δεόμενοι κατατί‐ θενταί που ἢ μετὰ χεῖρας ἔχουσιν. Ἱκετεία. ἣν ποιεῖται τὶς διὰ λόγων. | |
10 | Ἱκεσία. ἡ ἱκέτευσις. Ἰκμάς. ἡ ὑγρασία. [παρὰ τὸ ἵκω ἱκμὰς, ὅθεν καὶ ἴκμενον οὖρον. παρὰ τὸ ἱκνεῖσθαι. ἢ πα‐ ρὰ τὴν ἱκμάδα.] Ἰκόνιον. ὄνομα πόλεως. | |
15 | Ἰκρίον. τὸ ὀρθὸν ξύλον, ἢ ὁ σταυρὸς, ἢ ἡ φούλ‐ κα, ἢ σανιδώματα τῆς νηὸς, καὶ τὰ τῶν θεά‐ τρων, ἃ ἦσαν ἐν ταῖς ἐκκλησίαις. ἐπὶ ξύλων γὰρ ἐκάθηντο, πρὶν γένηται τὸ θεάτρον· ξύ‐ λα γὰρ ἐδέσμευον καὶ οὕτως ἐθεώρουν. τινὲς | |
20 | ἴκρια γράφουσιν. εἴρηται δὲ παρὰ τὸ εἰς ὕψος ἵκειν, οἷον ἱκάρια τινὰ ὄντα, ἢ διὰ τὸ αὐτῶν | |
ἱκνεῖσθαι καὶ ἀναβαίνειν. | ||
iota1102 | Ἴκταρ. τοῦ Ψελλοῦ· ἴκταρ ἐστὶ τὸ σύντομον, ἵππερως, ἵππων ἔρως. γράφεται καὶ δρόμος. | |
3t | (Ῥῆμα.) | |
4 | Ἱκάνω. τὸ ἱκετεύω. | |
5 | ἡμεῖς δ’ αὖθ’ ἱκάνομεν τὰ σὰ γούνατα— καὶ τὸ παραγίνομαι, καὶ τὸ καταλαμβάνω. —ἦ μέγα πένθος Ἀχαΐδα γαῖαν ἱκάνει. Ἵκετο. παρεγένετο. Ἱκέσθην. παρεγένοντο. | |
10 | Ἱκνοῦμαι. ἔρχομαι, ἱκετεύω. καὶ ἱκνούμενος ἀντὶ τοῦ καμπτόμενος. Ἵκτο. ἦλθεν. | |
13t | (Ἐπίῤῥημα.) | |
14 | Ἱκανῶς. ἀρκούντως. | |
15 | Ἴκαρ. πάνυ. Ἴκταρ. πλησίον, ἐγγύς. εἴρηται δὲ παρὰ τὸ ἐφικνεῖσθαι. καὶ παροιμία· οὐδ’ ἴκταρ βάλλει. | |
18t | Τὸ Ι μετὰ τοῦ Λ. | |
19t | (Ἀρσενικόν.) | |
20 | Ἵλαος. εὐμενὴς, πρᾷος. ἵλεως δὲ μέγα. | |
Ἱλαρός. εὐχαρὴς, ἀστεῖος. | ||
iota1103 | Ἰλάρχας. ταξιάρχας. Ἱλασμός. εὐμένεια, πρᾳότης, συγχώρησις, ἢ διαλλαγή. Ἰλεύς. ὄνομα κύριον. | |
5 | Ἰλεός. ὁ φωλεός· ἡ κατάδυσις τοῦ ὄφεως. ση‐ μαίνει καὶ ὄνομα νόσου περὶ τοὺς ἵππους γι‐ νομένης. Ἰλλεδανοί. οἱ δεσμοί. Ἰλιβηνοί. ἔθνος. | |
10 | Ἰλισσός. ὄνομα τόπου, καὶ ποταμός. Ἴλλος. κύριον. ἴλλος καὶ ὁ ὀφθαλμός. ἴλλον, στρεβλὸν, στραβὸν, ἢ τυφλόν. Ἀριστοφάνης· ἴλλος γεγένημαι, ὅδ’ οὐδέπω. Ἰλλυριοί. βάρβαροι. Θρᾳκικοί. οἶμαι δὲ, τοὺς | |
15 | Βουλγάρους λέγει. Ἀριστοφάνης· Ἰλλυριοὶ κεκριγότες. | |
ἀντὶ τοῦ ποιὰν φωνὴν ἀποτελοῦντες. | ||
iota1104(1t) | (Θηλυκόν.) | |
2 | Ἰλλάδες. δεσμοὶ, σχοινία. ἀπὸ τοῦ εἱλεῖσθαι ἐξ ἱμάντος. ἰλλάσειν οὐκ ἐθέλοντα. | |
5 | Ἴλη. σύστημα, συστροφή. τάξις ὄχλου ἱππικοῦ. κυρίως δὲ, φατρία. τότε δὲ ἴλη τῶν κατα‐ φράκτων ἱππέων ὑπὲρ τοὺς τριακοσίους ἐς τοὺς ὀπισθοφύλακας κατεῤῥάγη. ἢ ἴλη ἱππέων ἑξηκοντατεσσάρων. ἢ ἴλη ἡ ἄθροισις καὶ τὸ | |
10 | πλῆθος. παρὰ τὸ ὁμοῦ εἱλεῖσθαι γέγονεν ἴλη διὰ τοῦ ι. πολλὰ γὰρ εἰσὶν ὀνόματα ἀπὸ ῥη‐ μάτων. οὕτως οὖν ἴλη ἀπὸ τοῦ εἱλῶ. Ἰλιάς. ποίημα Ὁμήρου. καὶ Ἰλιὰς κακῶν ἐπὶ τῶν μεγάλων κακῶν. καὶ Ἰλιὰς τὸ πλῆθος. | |
15 | Ἴλιος. ἡ Τροία. Δωρικῶς. —Ἴλιον ἱρήν. | |
Ἰλίη. ἡ Ἀθηνᾶ. | ||
iota1105 | Ἰλύς. ὁ βόρβορος, ἢ ὁ πηλώδης καὶ κάθυγρος τόπος, ἤγουν ὑπόστασις τῶν ὑδάτων. ἀπὸ τοῦ ἔλος, ἐλύω καὶ εἰλύω. ὡς ἀπὸ τοῦ πείθω πιθα‐ νὸς, οὕτως ἀπὸ τοῦ εἱλύω ἰλύς. | |
5t | (Οὐδέτερον.) | |
6 | Ἱλαστήριον. θυσιαστήριον. Ἱλαρώτερον. εὐπροσιτώτερον. Ἱλεωτήριον. θυσιαστήριον. Ἴλιον. ἡ τῆς Φρυγίας πόλις ἢ ἡ Τροία. εἰ δέ που | |
10 | εὑρεθείη θηλυκὸν, Δωρικῶς εὑρίσκεται, καὶ οὐκ ἐν ἰάμβῳ, ἀλλ’ ἐν στίχῳ. οἷον· Ἴλιον ἱρήν. οὕ‐ τω Χοιροβοσκός. Ἱλαστήριον. ὡσανεὶ τράπεζά τις τετράγωνος χρυ‐ σῆ. Ἀπόστολος· κατασκιάζοντα τὸ ἱλαστή‐ | |
15 | ριον. | |
16t | (Ῥῆμα.) | |
17 | Ἱλάσκω. τὸ εὐμενίζω. καὶ ἱλάσκεσθαι ἀπὸ τοῦ ἱλῶ δευτέρες συζυγίας τῶν περισπωμένων. ὁ μέλλων ἱλάσω, πλεονασμῷ τοῦ κ ἱλάσκω, καὶ | |
20 | μετάγεται εἰς ἐνεστῶτα. καὶ γίνεται ἱλάσκω, τὸ παθητικὸν ἱλάσκομαι, τὸ τρίτον ἱλάσκεται, καὶ τὸ ἀπαρέμφατον ἱλάσκεσθαι. Ἵλαος. ἵλεος ἔσο. | |
Ἱλάσθητι. ἵλεώς μοι γενοῦ. | ||
iota1106 | Ἱλήκοις. ἵλεως καὶ εὐμενὴς γενοῦ. Ἴλλει. συνέχει. Ἰλλίζειν. τὸ διανεύειν. οὐκ ἀΐεις, ὅτι δή μοι ἐπιλλίζουσιν Ἀχαιοί. | |
5 | ἴλλοι γὰρ οἱ ὀφθαλμοί. ἀπὸ τῆς εἰλήσεως καὶ τῆς ἐπὶ τὰ κάτω φορᾶς. Ἰλιγγιᾷ. ὅταν περὶ τὴν καρδίαν στρόφος γένη‐ ται, ἐπακολουθεῖ σκότος· καὶ τοῦτο καλοῦσι τὸ πάθος ἴλιγγον. ἰστέον, ὅτι εἰλιγγιῶ διὰ διφθόγ‐ | |
10 | γου, ἴλιγγος δὲ διὰ τοῦ ι. Ἰλλόμενος. δεσμευόμενος. ἢ ἰλλόμενος ἀντὶ τοῦ παρατηρῶν. —ὁ δ’ ἰλλόμενος περὶ ὁμίλῳ. περὶ λέοντος φησὶν, ὅτι τρωθεὶς ὁ λέων μόνον | |
15 | τὸν τρώσαντα παρατηρεῖ. Ἰλυσπώμενος. ἐν βορβόρῳ κυλιόμενος. καὶ ἰλυ‐ σπᾶσθαι, ἐν τῇ ἰλύϊ σπᾶσθαι, ἤγουν ἐν τῇ ἰλύϊ κυλίεσθαι. Ἰλλούμενος. δεσμούμενος. [τοῦ Ψελλοῦ· ἰλ‐ | |
20 | λούμενος δεσμούμενος, ἰλλίζειν διανεύειν.] Ἰλαδόν. ἐν ἀθροίσει. κατὰ τάξιν σημαίνει. καὶ τὸ δασύ. παρὰ τὸ ἴλη, ὃ σημαίνει τὴν ἄθροι‐ | |
σιν, γέγονεν ἰλαδὸν, ἤτοι ὁμοῦ. | ||
iota1107(1t) | Τὸ Ι μετὰ τοῦ Μ. | |
2t | (Ἀρσενικόν.) | |
3 | Ἱματισμός. ἡ ἐσθής. καὶ ἱματισμένος ὁ ἐνδε‐ δυμένος. ἱματισμένον καὶ σωφρονοῦντα. | |
5 | Ἱμαῖος. ὁ ἀντλητής. Ἴμβρος. ποταμός. Ἴμβρως δὲ κύριον, μέγα, καὶ κλίνεται Ἴμβρωτος. [Ἴμβρος καὶ Τένεδος, νῆ‐ σοι πλησίον Τροίας κείμεναι.] Ἱμερόεις. ὁ ἐπιθυμητικός. | |
10 | Ἵμερος. ἡ ἐπιθυμία. παρὰ τὸ ἵημι, τὸ προθυ‐ μοῦμαι, γέγονεν ἵμερος. ἐξ οὗ καὶ τό· ἵετο βαλέειν. Ἱμερόεντα. ἐράσμιον, λάμποντα. Ἱμάς. ὁ λῶρος. πείσει σε ὁ ἱμάς. | |
15t | (Θηλυκόν.) | |
16 | Ἱμάντωσις. σύνδεσμος ξύλων ἐμβαλλομένων ἐν | |
ταῖς οἰκοδομαῖς ἢ καὶ ἐν τοῖς πλοίοις. | ||
iota1108 | Ἱμάσθλην. μάστιγα. —κώπην θ’ ἅμα, νηὸς ἱμάσθλην. Ἱμέρα. πόλις. καὶ Ἱμεραῖος καὶ Ἱμερία, κύρια. Ἱμεραία. γραῦς τις. καὶ πόλις. | |
5 | Ἱμονιά. τὸ ἀντλητήριον ἢ δέρμα, εἰς ὃ ἀντλοῦ‐ σι τὸ ὕδωρ. παρὰ τὸ ἱμὰς, ἱμάντος, ἱμονιὰ, καὶ ἱμαῖος ὁ ἀντλητής. Ἱματίδιον. ὥσπερ ἀπὸ τοῦ ὀψάριον ὀψαρίδιον, οὕτω καὶ ἀπὸ τοῦ ἱμάτιον ἱματίδιον. | |
10 | Ἱμερτόν. ἐπιθυμητόν. Ἱμητόν. ἀντλητόν. καὶ ἱμαῖον, ᾆσμα. Ἱμόνιον. τὸ γεράνιον. Ἵμασεν. ἐμάστιξεν. Ἱματισμένος. ἐνδεδυμένος ἱμάτιον. | |
15 | Ἱμάσσω. πλήξω. πατάξω. μὴ τρέψῃς τὸ ς | |
εἰς ξ. σεσημείωται γάρ. | ||
iota1109 | Ἱμᾷν. ἀντλεῖν. ἀνέλκειν, ἀνασπᾷν. καὶ ἱμεῖν. Ἱμείρω. τὸ ἐπιθυμῶ. Ἱμῶσα. ἀντλῶσα. ἀπὸ τοῦ ἱμάντος, ᾧ τοὺς κάδους ἐγέμιζον. | |
5t | Τὸ Ι μετὰ τοῦ Ν. | |
6t | (Ἀρσενικόν.) | |
7 | Ἰνάρωνος. κύριον. [Ἴνδακος. κύριον.] Ἰνδοί. ἔθνος βάρβαρον. | |
10 | Ἴνις. παῖς νέος, βρέφος. παρὰ τὸ ἲς ἰνὸς, ἴνις· δύναμις γὰρ τῶν πατέρων υἱοί. ἢ παρὰ τὸ ἰαί‐ νειν καὶ εὐφραίνειν τοὺς πατέρας. Ἰννοί. οἱ κολοβοὶ τῶν ἵππων. νάννοι δὲ καὶ ναν‐ νοφυεῖς οἱ κολοβοὶ τῶν ἀνθρώπων. | |
15 | Ἴναχος. ὄνομα ποταμοῦ. Ἰνωπός. ὄνομα ποταμοῦ. †παρὰ τὸ ἲς ἰνὸς, ὃ σημαίνει τὴν δύναμιν, καὶ τοῦ ὀπὸς, ὃ σημαίνει τὴν φωνὴν, γέγονεν Ἰνωπὸς κατ’ ἔκτασιν τοῦ ο εἰς ω μέγα.† | |
20 | Ἴνωψ. κύριον. ἤνοψ δὲ ὁ μέγας, η καὶ μικρόν. | |
iota1110(1t) | (Θηλυκόν.) | |
2 | Ἰνγρουσία. παρὰ Ῥωμαίοις τοῖς ἀσθενέσι διδό‐ μενον σιτίον, ὃ οὔτε ζῇν οὔτε ἀποθνήσκειν ποιεῖ. Ἰνδικτίων. λέγεται καὶ ἴνδικτος. | |
5 | Ἶνες. δυνάμεις ἢ νεῦρα. καὶ κλίνεται ἡ ἲν, τῆς ἰνὸς, αἱ ἶνες. τὰ γὰρ νεῦρα αἴτια τοῦ ἰέναι. ἢ παρὰ τὸ ἲς, ὃ σημαίνει τὴν δύναμιν, γίνεται ἶνες τὸ πληθυντικόν. Ἴνις. χώρα. | |
10 | Ἶνα. τὴν δύναμιν. καὶ Ἴνα ὄνομα πόλεως. Ἰνώ. ὄνομα θεᾶς. Ἴνδαλμα. φαντασία, ὄναρ, ὁμοίωμα. [παρὰ τὸ εἴδω, τὸ ὁμοιῶ, εἰδάλλω καὶ ἀποβολῇ τοῦ ε καὶ πλεονασμῷ τοῦ ν, ἴνδαλμα.] | |
15 | Ἰνίον. νεῦρον, ἀπὸ τῆς τοῦ ἐγκεφάλου βάσεως ἐπὶ τὰ πλατέα νεῦρα, ἃ τὴν ἰσχὺν ἡμῶν ἔχειν δοκεῖ. [ὡς παρὰ τὸ σφὴξ, σφηκὸς, σφηκίον, οὕ‐ τως καὶ παρὰ τὸ ἲς, ἰνὸς, ἰνίον.] Ἰνάχειον ἄστυ. τὸ τοῦ Ἰνάχου. | |
20 | Ἰνάσσω. ἰσχὺν παρέχω. Ἰνδάλλεται. καταφαίνεται. ὁμοιοῦται. | |
Ἱνατί. διατί, ἢ ἕνεκα τίνος. | ||
iota1111 | Ἵνα. ὅπου. ἢ ὅπως. καὶ ἀντὶ τοῦ ἄν. Ὅμηρος· —ἵνα μὴ ῥέξωμεν ὧδε. | |
3t | Τὸ Ι μετὰ τοῦ Ξ. | |
4t | (Ἀρσενικόν.) | |
5 | Ἰξάλου. τελείου, ὁρμητικοῦ ἢ πηδητικοῦ. παρὰ τὸν ἵξω μέλλοντα γέγονεν ἴξαλος. δεῖ δὲ γινώ‐ σκειν, ὅτι πολλάκις τὰ παράγωγα ἀλλάσσουσι τὰ πνεύματα, καὶ ἀπὸ δασέων γίνεται ψιλά. οἷον ἅμα ἄμυδις, ἥλιος ἀπηλιώτης ἄνεμος. οὕ‐ | |
10 | τως ἵξω ἴξαλος. Ἰξευτὴς, ἰξευτικὸς καὶ ἰξός. παρὰ τὸ ἴκω, ἴξω, ἰξίος. ἢ παρὰ τὸ ἄγειν τὰ ὄρνεα. Ἰξίων. καὶ κλίνεται Ἰξίωνος. οὗτος ἠράσθη τῆς Ἥρας, ὠργίσθη δὲ παρὰ τοῦ Διός. | |
15 | Ἰξιονίδης. Ἰξυρός. ποταμός. Ἰξάλου. πηδητικῆς. —ἰξάλου αἰγός. Ἰξύς. ἡ ὀσφὺς, ὂ τὸ ἰσχίον. [ἀξὺς τὶς οὖσα, ἣν | |
20 | οὐχ οἷόν τε ξύσαι καὶ κνήσασθαι. ἔκρεκες εὐτάρσοιο δι’ ἰξύος ἀχέτα μολπὰν | |
τέττιξ οἰονόμοις τερπνότερον χέλυος.] | ||
iota1112 | Ἰξιόεν. θανάσιμον φάρμακον. ὠνόμασται δὲ οὕ‐ τως, ἐπειδὴ τὰς ἐντὸς τροφὰς κατέχει, ὡς ἰξὸς, ὀδμὴν ἔχων παραπλησίαν ὠκίμῳ. ἰξιόεν δέ σε μή τι δόλῳ παρὰ χείλεσι πόμα | |
5 | οὐλοφόνον λήσειεν ὅτ’ ὠκιμοειδὴς ὄδωδε. τὸ ἐπίγραμμα Νικάνδρου. Ἷξε καὶ ἷξον. ἀντὶ τοῦ παρεγένοντο. [οἱ δ’ ἷξον κοίλην Λακεδαίμονα κητώεσσαν. ἀπὸ τοῦ ἵκω ὁ δεύτερος ἀόριστος ἵκον, καὶ | |
10 | τροπῇ Βοιωτικῇ τοῦ κ εἰς ξ ἵξον. οὕτως Ἀπολ‐ λώνιος.] | |
12t | Τὸ Ι μετὰ τοῦ Ο. | |
13t | (Ἀρσενικόν.) | |
14 | Ἰοβόλος. ὁ τῷ ἰῷ καὶ φαρμάκῳ βάλλων. ἰοβό‐ | |
15 | λος ὄφις ἀθρόον ἀνέθορεν. Ἰόβας· Ἰόβακχος· Ἰοβάτης· Ἰοβιανός. ὀνό‐ ματα κύρια. Ἰόδδας. κύριον. Ἰόεντα. τὰ μέλανα. | |
20 | ἰόεντα σίδηρον. ὡς καί· | |
ἰοειδέα πόντον. | ||
iota1113 | Ἰοθόρ. κύριον. οὗτος ἦν πενθερὸς τοῦ Μωυσέως. Ἴονθος. ἡ πρώτη ἔκφυσις τῶν τριχῶν. ἀπὸ τοῦ ἰέναι καὶ ἀνθεῖν. Ἰορδάνης. ποταμός. ἐκλήθη δὲ Ἰορδάνης διὰ τὸ | |
5 | συμμίγνυσθαι δύο ἅμα ποταμοὺς, Ἴορ καὶ Δά‐ νην. Ἰόρτιος. κύριον. Ἰόλαος. κύριον. καὶ Ἰόλεως. Ἴουλος. ἡ πρώτη τοῦ γενείου βλάστησις. καὶ ὁ | |
10 | ἐν ταῖς ἀμπέλοις σκώληξ. Ἰούδας. κύριον. ἐγένοντο τούτῳ τρεῖς παῖδες, ὁ Εἲρ, ὁ Ἀννὰν, καὶ ὁ Σηλώμ. ἑρμηνεύεται δὲ Ἰούδας ὁμολόγησις. Ἰός. τὸ βέλος. παρὰ γὰρ τὸν ἰὸν τοῦ ὄφεως γί‐ | |
15 | νεται ἰὸς, τὸ βέλος. καὶ γὰρ ἔχριον τὰ βέλη ἀπὸ τοῦ ἰοῦ τοῦ ὄφεως, ἵνα τιτρωσκόμενος τὶς εὐθέως ἀναιρεθῇ. παρὰ τὸ ἰέναι ποιεῖν τοὺς τιτρωσκομένους εἰς ᾅδην. Ἰοδόκος καὶ ἰοδόκη. ἡ βελοθήκη. | |
20 | Ἰοκάστη· Ἰόλη. κύρια. Ἰόπη. δι’ ἑνὸς π καὶ ι. ἔστι δὲ πόλις Παλαι‐ | |
στίνης. συστέλλει δὲ τὸ ι. εἴρηται δὲ Αἰθιο‐ | ||
iota1114 | πία τις οὖσα· κατεῖχον γὰρ αὐτὴν Αἰθίοπες. οὕτως γὰρ εὗρον ἐγώ. Ἰότης. βουλή. γνώμη, φροντίς. [ἀπὸ τοῦ ἰοῦ, τοῦ βέλους, ἤγουν ἀπὸ τοῦ ἴεσθαι καὶ εἰς πάν‐ | |
5 | τα ἰέναι. ἀλλήλων ἰότητι— καί· μὴ δι’ ἐμὴν ἰότητα—.] Ἰουλόπεζοι. μεταφορικῶς. αἱ πολύκωποι νῆες. | |
10 | ἀπὸ τοῦ ἰούλου, τοῦ πολύποδος ζώου, τοῦ πολ‐ λοὺς καὶ πυκνοὺς ἔχοντος πόδας. ὁμοίως καὶ ἡ πρώτη ἐξάνθησις κατὰ τὰς παρειὰς ἴουλος λέ‐ γεται ἀπὸ ἰούλου ζώου. Ἰουδήθ. κύριον. | |
15 | Ἰοχέαιρα. Ἄρτεμις. ἡ τοῖς ἰοῖς χαίρουσα. ἢ παρὰ τὸ χέειν τοὺς ἰούς· ὅ ἐστι τὰ βέλει· το‐ ξότης γάρ ἐστι. ἰοχέαιρα καὶ ἡ φαρέτρα ἡ ὑποδεχομένη τὰ βέλη. Ἰοστέφανοι. λιπαραί. Πίνδαρος· | |
20 | ἰοστέφανοι Ἀθῆναι. Ἰόνιον πέλαγος. ὁ νῦν Ἀδρίας. καὶ Ἰόνιος κόλ‐ | |
πος. | ||
iota1115 | Ἴον. παρὰ τὸ ἀνιέναι ταχύ. Ἰορδάνεια ῥεῖθρα. δίφθογγον. ποτάμια δὲ νά‐ ματα, ι. Ἰοῦσαν. πορευομένην. | |
5 | Ἰού. ἀντὶ τοῦ οἴμοι καὶ φεῦ μοι. Ἰοῦ ἰοῦ. ἐπὶ χαρᾶς. περισπᾶται. | |
7t | Τὸ Ι μετὰ τοῦ Π. | |
8t | (Ἀρσενικόν.) | |
9 | Ἱππαλεκτρυόνος. εἶδος ζώου. | |
10 | Ἶπες. σκώληκες λυμαντικοὶ ξύλων καὶ καρπῶν. ὁ ἲψ, τοῦ ἰπός. Ἵππειος ζυγός. Ἱππημολγός. ὁ τοὺς ἵππους ἀμέλγων. Ἱππίας καὶ Ἱππιόθων. ὀνόματα κύρια. | |
15 | Ἱππιοχάρμην. τὸν χαίροντα τὴν ἱππικὴν, ἢ | |
ἱππόμαχον. χάρμη γὰρ ἡ μάχη. | ||
iota1116 | Ἵπνος καὶ ἰπνός. ὁ φοῦρνος. κυρίως ἡ κάμι‐ νος. καταχρηστικῶς δὲ ἡ ἐσχάρα. ἢ τὸ μαγει‐ ρεῖον. ἢ καπνοδόκη. Ἱππόβοτος τόπος. ὁ μεγάλην γῆν ἔχων, δυ‐ | |
5 | νάμενος ἵππους τρέφειν. Ἱππόδαμοι. εἰς ἵππους ἀναστρεφόμενοι. Ἵππος. παρὰ τοῖς ποσὶν ἴεσθαι. [ἵπτασθαι, ὅ ἐστι πέτεσθαι.] Ἱππότης. ὁ ἱππεὺς, ὁ ὀχούμενος τῷ ἵππῳ. | |
10 | Ἱπποφορβός. ὁ ἱπποτρόφος. φορβὴ γὰρ ἡ τροφή. Ἵππερως. ἵππων ἔρως. | |
13t | (Θηλυκόν.) | |
14 | Ἴπος. ἡ τῶν μυῶν παγίς. | |
15 | Ἱππαγωγούς. τὰς ἵππους καὶ ἄνδρας ἀγού‐ σας ναῦς. Ἱππαφέσεων. τῆς ἀφετηρίας, ὅ ἐστι τοῦ καγ‐ | |
κέλλου. | ||
iota1117 | Ἱππεία. ἡ ἵππευσις. καὶ ἱππεία φάτνη καὶ οὐρά. καὶ ἱππεία Ἀθηνᾶ. Ἱππείων ὁπλέων. τῶν ὀνύχων τῶν ἵππων. Ἱπποσύνη. ἡ περὶ τοὺς ἵππους ἐμπειρία. ἢ ἐπι‐ | |
5 | στήμη ἱππική. ἔγχεΐ θ’ ἱπποσύνῃ τε—. Ἵππουριν. ἐξ ἱππείων τριχῶν λόφον ἔχουσα. λόφος δὲ τὸ προνεῦον τῆς περικεφαλαίας ἀνά‐ στημα καταπλήξεως χάριν καὶ κόσμου ὄν. | |
10 | Ἱππαρχία. δύο ταραντιναὶ ἱππέων ἀνδρῶν ιη. Ἱππάκη. τυρὸς ἵππειος. Ἵππευμα. πορείαν. Ἀριστοφάνης· ὡς μακρὸν ἵππευμα διώκεις ἀστεροειδέα νῶτα διφρεύου‐ | |
15 | ς’ αἰθέρος—. | |
iota1118 | Ἵππειον κράτος. ἡ τοῦ ἵππου ἰσχύς. καὶ ἵππειον θράσος. Ἱππήλατον. εὐρύχωρον, πλατύ. ἱππήλατον πε‐ δίον διώδευον. | |
5 | Ἴπνια. τὰ ἀποκαθάρματα τοῦ φούρνου. ἢ τὰ πρὸς καῦσιν ἐπιτήδεια. [λέγει δὲ Καλλίμαχος καὶ κόπρον τῶν ζώων· σὺν δ’ ἄμυδις φορυτόν τε καὶ ἴπνια λύματ’ ἄειρεν.] | |
10 | Ἱποκάμισον. ..... Ἱππάζεται. οὐχ ἁπλῶς τὸ περὶ ἱππικὴν ἔχειν, ἀλλ’ ἐφ’ ἑνὸς ἵππου ὀχεῖσθαι, ὃν νῦν κέλητα καλοῦσιν. Ἵππευε. ἵππων φρόντιζε. | |
15 | Ἰπούμενος. ἀναγκαζόμενος, πιεζόμενος. [Ἀρι‐ στοφάνης· | |
ἰπούμενος ταῖς συμφοραῖς. | ||
iota1119 | παρὰ γὰρ τὸ ἵπος, ὃ σημαίνει τὴν παγίδα, γέ‐ γονεν ἰπῶ καὶ ἰπούμενος. ἵπος δὲ σημαίνει τὴν παγίδα τῶν μυῶν. καὶ τοῦτο γὰρ τὸ εἶδος φθαρ‐ τικόν ἐστιν αὐτῶν.] | |
5 | Ἴπτω. τὸ βλάπτω. μέγα δ’ ἴψαο λαὸν Ἀχαιῶν. Ἰπῶ. τὸ θλίβω. | |
8t | Τὸ Ι μετὰ τοῦ Ρ. | |
9t | (Ἀρσενικόν.) | |
10 | Ἴρηξ. ὁ ἱέραξ. Ἱρῆας. τοὺς ἱερέας. Ἱρός. ὁ ἱερὸς κατὰ κρᾶσιν. χῶρος ὅδ’ ἱρὸς, ὡς ἀπεικάσαι, βρύων δάφνης, ἐλαίας, ἀμπέλου· πυκνότεροι δ’ | |
15 | εἴσω—. Ἶρος. πτωχός. πένης. [μακρὸν τὸ ἰῶτα. παρὰ τὸ εἴρω, τὸ λέγω, ὡς δηλοῖ καὶ ὁ ποιητὴς λέγων· Ἶρον δὲ νέοι κίκλησκον ἅπαντες, Οὕνεκ’ ἀπαγγέλλεσκε κιὼν, ὅτε πού τις ἀνώγοι. | |
20 | ἀλλ’ ἔστιν εἰπεῖν, ὥσπερ ἀπὸ τοῦ ἱερεὺς, ἱρεὺς, κράσει τοῦ ι καὶ ε εἰς ι μακρὸν, οὕτω καὶ ἀπὸ τοῦ ἱερὸς γίνεται Ἶρος. πολλὰ γὰρ εὑρίσκομεν ὀξύτονα, ἅτινα γινόμενα κύρια καὶ βαρύνονται. | |
οἷον πυρὸς Πύῤῥος· ξανθὸς Ξάνθος· γλαυκὸς | ||
iota1120 | Γλαῦκος. οὕτως οὖν καὶ ἱρὸς Ἶρος. καὶ ἄλλως· τὰ διὰ τοῦ ιρος δισύλλαβα διὰ τοῦ ι γράφον‐ ται. οἷον Πῖρος, ὄνομα ποταμοῦ· Κῖρος, κύριον· Μῖρος, ποταμὸς Φρυγίας· Τῖρος, ὄνομα ποτα‐ | |
5 | μοῦ. οὕτως οὖν καὶ Ἶρος.] Ἴρτιος. κύριον. | |
7t | (Θηλυκόν.) | |
8 | Ἱρά. ἐκκλησία. καὶ ἱραί. Ὅμηρος· —ἱράων προπάροιθε— | |
10 | καὶ ἱρῶν μηνίσας παρ’ Ὁμήρῳ. Ἱρή. πόλις. Ἶρις. νέφος ὑγρὸν κατὰ ἔμπτωσιν ἡλίου πεποικιλ‐ μένον, ὃ καλεῖται τόξον. ἢ αὐγαὶ ὑφ’ ὑγρῶν νε‐ φῶν ἀνακεκλασμένα. ἢ ἔμφασις ἡλίου τμήματος | |
15 | ἢ σελήνης ἐν νέφει δεδροσισμένῳ, κοίλῳ καὶ συνεχεῖ πρὸς φαντασίαν, ὡς ἐν κατόπτρῳ φαν‐ ταζομένην, κατὰ κύκλου περιφέρειαν. ἰστέον δὲ, ὅτι τῆς ἴριδος τὸ χλωρὸν ἀέρος σημαντικὸν, τὸ πυῤῥὸν πνευμάτων, τὸ δὲ μελανίζον ὑδάτων. | |
20 | Ἶρις. παρὰ τὸ ῥεῖν καὶ κινεῖν τὸν ὄμβρον. ση‐ μαίνει δὲ καὶ τὸν ἄγγελον τῶν θεῶν. παρὰ τὸ εἴρειν καὶ προλέγειν τὰ μέλλοντα. σημαίνει καὶ ποταμὸν παρὰ Ἀπολλωνίῳ· ποταμὸν ταχύῤῥουν Ἶριν. | |
25 | καὶ Ἴρις ὄνομα τόπου. | |
iota1121 | Ἴρος. πόλις Θεσσαλίας. ἀπὸ τοῦ Ἴρου τοῦ κτί‐ σαντος αὐτήν. Ἴριγγας. τὰς ἀρτηρίας φησὶν Ἱπποκράτης. λέ‐ γει δὲ καὶ ὁ Ψελλός· τὰς ἀρτηρίας ἴριγγας, | |
5 | τὰ δὲ ὀστᾶ ῥοώδη· ὑπόξηρον τὸ ἄποξυ, σφά‐ κελος τὸ φλεγμαίνειν. | |
7t | (Οὐδέτερον.) | |
8 | Ἱρά. τὰ ἱερά. Ἱρεῖον. τὸ θῦμα. | |
10t | Τὸ Ι μετὰ τοῦ Σ. | |
11t | (Ἀρσενικόν.) | |
12 | Ἰσαάκ. κύριον. ἀγαλλίασις ἑρμηνεύεται. Ἴσακος. ὁ Ἰσαὰκ ἑλληνιστί. Ἰσακίῳ. ἀνδρείῳ. | |
15 | Ἰσάγγελος. ἶσος ἀγγέλῳ. | |
iota1122 | Ἰσθμός. θάλασσα, μέσον ἔχουσα γῆν. πορθμὸς δὲ γῆ ἔνθεν κᾀκεῖθεν, καὶ μέσον θάλασσα. παρὰ τὸ ἴσω, ἰσμὸς καὶ πλεονασμῷ τοῦ θ ἰσθμός. ἢ παρὰ τὸ ἵημι. οὕτως Ἡρωδιανός. | |
5 | Ἰσθμός. καὶ ὁ λαιμός. παρὰ τὸ εἰσιέναι παρ’ αὐτοῦ τὰ ποτὰ καὶ τὰ βρώματα. Ἰσσικὸς κόλπος. Ἰσκαριώτης. μνήμη θανάτου ἑρμηνεύεται. Ἴσκος. ὁ κλέπτης. ἐξ οὗ καὶ ἴσκω. | |
10 | Ἰσμαήλ. κύριον. ἑβραϊστὶ ἑρμηνεύεται ὁ μεθ’ ἡδονῆς γέλως. Ἰσοτελεῖς. ἶσα τελοῦντες Ἰσοχειλεῖς. μέχρι χείλους πεπληρωμένοι. ἦσαν δὲ κρατῆρες οἴνου ἰσοχειλεῖς. | |
15 | Ἶσος. ὁ ὅμοιος. [ἰστέον, ὅτι τὸ ἶσος εὕρηται συν‐ εσταλμένον· ἤλασε Κιμμερίω ψαμάθῳ ἴσον— | |
οὕτω Καλλίμαχος. παρὰ τὸ εἴδω, τὸ ὁμοιῶ, | ||
iota1123 | ὁ μέλλων εἴσω, ῥῆμα ὄνομα εἶσος, καὶ ἀποβολῇ τοῦ ε ἶσος. οὐ μὲν σοί ποτ’ ἶσον ἔχω γέρας—.] Ἰσουργός. ὁ τὰ ἶσα ἐργαζόμενος. | |
5 | Ἱστοριαγράφον, οὐχ ἱστοριογράφον λέγου‐ σιν οἱ Ἀττικοί. Ἴστρος. ὁ ποταμὸς ὁ παρ’ Ἑβραίοις Φεισσὼν, παρὰ δὲ Ἰνδοῖς Γάγγης, παρὰ δὲ Αἰθίοψιν Ἰν‐ δὸς, παρ’ Ἕλλησι δὲ Δανούβιος. | |
10 | Ἱστός. τὸ κατάρτιον. καὶ ἱστὸς τὸ ἱστάριον. παρὰ τὸ ἵστημι. ὅθεν καὶ στύλος. ἱστὸν ἐποιχομένην— τὸ γὰρ παλαιὸν αἱ γυναῖκες ἑστῶσαι ὕφαινον. τὸ δὲ ἐποιχομένην, ἐπὶ τὸν ἱστὸν πορευομένην. | |
15 | Ἴστωρ. ὁ ἐπ’ ἄκρῳ τῷ ῥυμῷ ἐμπεπηγμένος πάτ‐ | |
iota1124 | ταλος. καὶ κλίνεται ἴστορος. ἴστωρ καὶ ὁ ἐπι‐ στήμων. ἀπὸ τοῦ εἴδω, εἴσω, ῥήματος. ῥημα‐ τικὸν ὄνομα ἴστωρ, καὶ κλίνεται ἴστορος. [καὶ ἐξ αὐτοῦ ἱστορία.] | |
5 | Ἵστορι. καὶ ἀντὶ τοῦ μάρτυρι ἢ κριτῇ. Ἰσραήλ. ἑρμηνεύεται νοῦς ὁρῶν τὸν θεὸν, ἢ ὅστις διὰ πίστεως ὁρᾷ τὸν θεὸν τῷ νοΐ. Ἰσχυρός. ὁ ἰσχύος καὶ δυνάμεως ἔχων. Ἰσχυρογνώμων. σκληρὸς, ἔξαρνος. | |
10 | Ἰσχνόφωνος. λεπτόφωνος. Ἰσχνός. παρὰ τὸ ἴσχω ἰσχνὸς, πλεονασμῷ τοῦ ν. οὕτως Φιλόξενος. Ἱστορικός. ὁ τὰ πρὸ αὐτοῦ γεγενημένα συγγρά‐ φων, [ὡς Ἡρόδοτος. συγγραφεὺς δὲ ὁ κατὰ | |
15 | τὸν χρόνον αὐτοῦ συγγράφων,] ὡς Θουκυδίδης. | |
iota1125 | Ἴσσος. ὄνομα ποταμοῦ. | |
2t | (Θηλυκόν.) | |
3 | Ἴς. ἡ δύναμις, τὰ νεῦρα. Ἴσσα. †ἡ Μιτυλήνη.† ὄνομα πόλεως. | |
5 | Ἴσας δ’ ὑσμίνη κεφαλὰς ἔχον. ἀντὶ τοῦ· ἥ τε τῶν Ἑλλήνων καὶ τῶν βαρβάρων μάχη ἰσο‐ κέφαλος ἦν. Ἰσθμικὴ πίτυς. ἆθλον ἐπινίκιον. Ἴσμαρος. ἡ νῦν καλουμένη Μαρώνεια. ἀπὸ τοῦ | |
10 | Ἰσμάρου, τοῦ Ἄρεως καὶ Θρᾴκης παιδός. Ἱστορία. θέα. διήγησις. Ἱστία. ἡ καθέδρα. Ἱστοπέδη. ξύλον ὀρθὸν ἀπὸ τῆς τροπώσεως, | |
ᾧ προσδέδεται ὁ ἱστός. | ||
iota1126 | Ἱστοδόκη. ξύλον ὑποδεχόμενον τὸν ἱστόν. Ἰσχνομυθίας. λεπτολογίας. | |
3t | (Οὐδέτερον.) | |
4 | Ἴσθμια. περιστόμια· περιδέραια. καὶ ἑορτὴ | |
5 | τῶν Ἑλλήνων. καὶ ἰσθμιάζειν ἐπὶ τῶν κακῶς βιούντων. ἐπίνοσος γὰρ ὁ τῶν ἰσθμῶν καιρός. Ἴσμα. παρὰ τὸ ἵζω. Ἰσόῤῥοπον. τὸ ἰσοστάσιον. Ἰσοστάσιον. τὸ ἶσον τῷ σταθμῷ. | |
10 | Ἰσοσθενές. τὸ ἰσοδύναμον. Ἰσοκλεές. τὸ ἶσον ἔχον δόξαν. Ἰσόπεδον. ἔχον ἴσην τὴν γῆν. Ἰσόκωλον. τὸ ἶσα μέρη ἔχον. | |
Ἰσοπαλῆ. ἐν κλήρῳ ἶσα. πάλος γὰρ ὁ κλῆρος. | ||
iota1127 | Ἱστίον. τὸ ἄρμενον. παρὰ τὸ ἵζειν ἐφ’ ἑνὸς τό‐ που καὶ ἱδρύσθαι. ἵζω, ἱστὸς καὶ ἱστίον. Ἰσχίον. τὸ κοῖλον γλουτοῦ, ὅπου ἡ κοτύλη στρέφεται. | |
5 | Ἰσχνόν. λεπτόν. Ἰσχυρόν. μέγα. βαθύ. ἔτι ἰσχυρὸν τραῦμα λαβοῦς’ ὑπ’ ἐμοῦ. | |
8t | (Ῥῆμα.) | |
9 | Ἴσαν. ἐπορεύθησαν. παρ’ Ὁμήρῳ καὶ μόνον. | |
10 | εἶμι, ὁ παρατατικὸς ἦν, τὸ πληθυντικὸν τὸ α ἴμεν, ἴτε ἴσαν. καὶ ἴσαν ἀντὶ τοῦ ἔγνωσαν. Ἵσατο. καθίδρυσεν. Ἴσασι. γινώσκουσιν. ἀπὸ τοῦ ἰσῶ παράγωγον ἴσημι. τοῦτο δὲ πάλιν ἀπὸ τοῦ εἴδω τοῦ σημαί‐ | |
15 | νοντος τὸ ἐπίσταμαι. τὸ πληθυντικὸν ἴσαμεν, ἴσατε, ἴσασιν. ὥσπερ δίδοσιν οὐ περισπᾶται. Ἴσθι. γίνωσκε. [ἔστιν εἰδῶ τὸ γινώσκω, ὁ μέλλων εἴσω. ἐξ οὗ καὶ τὸ εἴσομαι. οὗ ὁ μέλ‐ λων σπασθεὶς ἐνεστὼς γίνεται ἰσῶ, διὰ τοῦ ι. | |
20 | τὰ γὰρ εἰς ω λήγοντα ῥήματα κατ’ ἔνδειαν | |
iota1128 | διχρόνῳ βραχεῖ παραλήγει. οἷον· πείθω, πιθῶ· στείχω, στιχῶ· φείδω, φιδῶ· τεύχω, τυχῶ· οὕ‐ τως οὖν καὶ εἴδω, εἴσω, ἰσῶ, διὰ τοῦ ι βρα‐ χέος. ἐκ τούτου γίνεται παράγωγον τῶν εἰς μι | |
5 | ἴσημι, ὁ παρατατικὸς, ὅπερ Δωρικῶς γίνεται ἴσαμι. τούτου τὸ πληθυντικὸν ἴσαμεν, καὶ κα‐ τὰ συγκοπὴν ἴσμεν. τὸ β ἴσατε, καὶ κατὰ συγ‐ κοπὴν ἴστε. τούτου τὸ προστακτικὸν ἴσαθι, καὶ ἐν συγκοπῇ ἴσθι. τὸ τρίτον ἴστω. τὸ β τῶν | |
10 | δυϊκῶν ἴστον· πλεονασμῷ τοῦ ε, ἰστέον.] [Ἴσθι. ὕπαρχε. ἀπὸ τοῦ εἰμί. τὸ α τῶν πλη‐ θυντικῶν ἔμεν, ὅπερ κατὰ πλεονασμὸν τοῦ ς γίνεται ἐσμέν. ἀπὸ τοῦ ἔμεν γέγονε τὸ προσ‐ τακτικὸν ἔθι, καὶ πλεονασμῷ τοῦ ς ἴσθι· τὸ | |
15 | γὰρ ε πλεονάσαντος συμφώνου τρέπεται εἰς ι. οἷον· ἔχω, ἴσχω. οὕτως οὖν καὶ ἔθι, ἴσθι. τοῦ‐ το δὲ τὸ ἴσθι κατὰ τὸ τρίτον πρόσωπον τὸ ὀφει‐ λόμενον ε ἀναδέχεται καὶ γίνεται ἔστω.] Ἰσηγορεῖ. ἐπ’ ἴσης λέγει. | |
20 | Ἴσημι. γινώσκω. καὶ ἴσαμεν. | |
Ἴσκω. τὸ κλέπτω. | ||
iota1129 | Ἴσκειν. τὸ εἰκάζειν. Ἰσοφαρίζειν. ἐξισοῦσθαι. ἶσος φαίνεται. ἐξι‐ σάζειν. Ἰστέον. γνωστέον. | |
5 | Ἱστορῆσαι. θεάσασθαι. Ἴστε. γινώσκετε. Ἵστη. ἀντὶ τοῦ στῆσον. προστακτικῶς. *καὶ ἵστης, εἰργάσω.* Ἱστορημένα. πρὸς θέαν ἱστάμενα. οὕτω γὰρ | |
10 | ἦσαν ἱστορημένα μόνον. Ἴσχανα. ἔξυσα. ἐλέπτυνα. Ἀριστοφάνης· ἴσχανα τὴν τέχνην ἐπυλλίοις καὶ περιπάτοις. Ἰσχάνει. κωλύει. καὶ ἰσχανόωσα. καὶ ἰσχα‐ νόωσιν. | |
15 | Ἰσχανόω δὲ, τὸ ἐπιθυμῶ, γενικῇ. | |
Ἴσχεο. πέπαυσο. καὶ ἴσχεσθε. | ||
iota1130 | Ἴσχει. κρατεῖ. Ἰσχυρίζεται. ἐνίσταται. διαβεβαιοῦται. φιλο‐ νεικεῖ. Ἰσχνομυθοῦντες. ἀκριβολογοῦντες. [λεπτολο‐ | |
5 | γοῦντες.] | |
6t | (Ἐπίῤῥημα.) | |
7 | Ἴσσα. ἐπίφθεγμα ἐπὶ τῶν ὅλως δυσπραγούντων. Ἴσως. τάχα ἢ ὁμοίως. | |
9t | Τὸ Ι μετὰ τοῦ Τ. | |
10t | (Ἀρσενικόν.) | |
11 | Ἰταμός. ἀναίσχυντος, ἀναιδής. παρὰ τὸ ἴεσθαι, ὅ ἐστιν ὁρμᾷν. Ἴτης. ὁ πτωχός. ὁ ὁρμητικός. ὁ ἐπὶ πάντας ὁρμῶν. ἀπὸ τοῦ ἰέναι. ἀπὸ τούτου καὶ εἰσητή‐ | |
15 | ρια. οὕτως Ὦρος ὁ Μιλήσιος. | |
iota1131 | Ἴτυλος. ὁ ὀρφανός. | |
1t | (Θηλυκόν.) | |
2 | Ἰτέα. τόπος. ἀφ’ ἧς ὁ δημότης ὁ Ἰτεαῖος. Ἰτέα. *τὸ δένδρον. παρὰ τὸ ἰέναι· ταχέως γὰρ αὔξεται. | |
5 | Ἴτυς. περιφέρεια ὅπλου. ὁ δὲ Καλλίμαχος, ὡς ὁρᾷ αὐτὸν παριόντα, ἐπιλαμβάνεται αὐτῆς τῆς ἴτυος. λέγει δὲ τὴν ἀσπίδα. Ἰτώνη. καὶ Ἰτωνία. ἡ Ἄρτεμις. Ἰτωνίς. χώρα. καὶ κλίνεται Ἰτωνίδος. | |
10t | (Οὐδέτερον.) | |
11 | Ἰταβύριον. ὄρος οὕτω καλούμενον. ἔστι δὲ λίαν ὑψηλόν. Ἰτρία. καπυρώδη πλάσματα. καὶ ἴτριον. ἀπὸ τοῦ ἰέναι· ἐπὶ λεπτὸν γὰρ ἕλκεται. | |
15 | [Ἴτρον. τὸ ὑποκάτω τοῦ ὀμφαλοῦ μέρος.] ἐξ οὗ καὶ ἴτρα, καὶ μίτρα, ἡ περὶ αὐτὴν ζώνη. Ἰτρόγαλα. ..... Ἰτέον. πορευτέον. | |
Ἰτητέον. πορευτέον. | ||
iota1132(1t) | (Ῥῆμα.) | |
2 | Ἴτην. ἐπορεύθησαν. ἴημι. καὶ σημαίνει τὸ πέμ‐ πω. τοῦτο γίνεται κατὰ συγκοπὴν τοῦ η ἴμι, ὁ παρατατικὸς ἴν, ἴσι, τὸ δυϊκὸν ἴτον, ἴτην. | |
5 | τὼ δ’ αὖτ’ ἴτην παρὰ νῆας Ἀχαιῶν. Ἴτω. ἰέτω. ἐρχέσθω. ἀλλ’ ἴτω· χαιρέτω γῆν πρὸ γῆς, ὅποι βούλοιτο. ἀπὸ τοῦ εἶμι. τὸ α τῶν πληθυντικῶν ἴμεν. τὸ προστακτικὸν ἴθι. τὸ τρίτον ἴτω. | |
10t | Τὸ Ι μετὰ τοῦ Υ. | |
11t | (Ἀρσενικόν.) | |
12 | Ἰϋγμός. βοὴ, φωνή. Ἴϋξ. κύριον. | |
14t | (Θηλυκόν.) | |
15 | Ἴϋγξ. ἔρως, ἢ ὁ τοῦ λόγου ῥυθμός. καὶ τὸ ὄρ‐ νεον τὸ λεγόμενον σεισοπύγης. τοιαύτη τις προσῆν ἴϋγξ Διογένους τοῖς λόγοις τοῦ κυνός. Ἴϋγγες. λεπτοὶ πόροι. καὶ αἱ τέρψεις. καὶ τὰ ἐφέλκοντα τὴν διάνοιαν εἰς ἐπιθυμίαν καὶ | |
20 | ἔρωτα. | |
iota1133(1t) | (Ῥῆμα.) | |
2 | Ἰΰζει. βοᾷ. κράζει. ἀγροικικῇ τῇ φωνῇ φωνεῖ. πεποίηται δὲ τὸ ὄνομα ἀπὸ τοῦ ἰοῦ ἐπιῤῥή‐ ματος. | |
5t | Τὸ Ι μετὰ τοῦ Φ. | |
6t | (Ἀρσενικόν.) | |
7 | Ἴφις, Ἴφιδος. ὄνομα κύριον. καὶ ὁ ταχύς. Ἰφίνοος· Ἰφικλῆς· Ἴφικλος· Ἰφικράτης· Ἴφι‐ τος· Ἰφίστιος. ὀνόματα κύρια. | |
10 | Ἴφθιμος. ὁ ἰσχυρὸς καὶ γενναῖος. [ὡς παρὰ τὸ ἄνθος γίνεται ἄνθιμος, καὶ κῦδος κύδιμος, οὕ‐ τως καὶ παρὰ τὸ ἴφι ἴφιμος καὶ πλεονασμῷ τοῦ θ ἴφθιμος. ἢ παρὰ τὸ ἴφι καὶ θυμὸς ἰφίθυμος καὶ συγκοπῇ ἴφθιμος.] | |
15t | (Θηλυκόν.) | |
16 | Ἰφιγένεια. κύριον. | |
iota1134 | Ἰφικράτιδες. εἶδος ὑποδήματος. εἴποτε δὲ τὰς ἀττικὰς ἰφικράτιδας. ὁ γὰρ Ἰφικράτης σκυτέως πατρὸς υἱός. Ἰφίη. εἶδος ἀγρίου λαχάνου. | |
5 | Ἰφύς. ἡ ὀφρύς. | |
6t | (Οὐδέτερον.) | |
7 | Ἴφιον. τὸ λιπαρόν. Ἴφια μῆλα. ἰσχυρῶς βαδίζοντα. εὐτραφῆ. ἢ κατ’ εὐφημισμόν. ἢ ἰσχυροποιὰ τῶν ἀσθενούν‐ | |
10 | των. μῆλα δὲ τὰ πρόβατα λέγει. | |
11t | (Ῥῆμα.) | |
12 | Ἰφύει. βοᾷ. | |
13t | (Ἐπίῤῥημα.) | |
14 | Ἶφι. ἰσχυρῶς. ὥσπερ ἀπὸ τοῦ νόστου γίνεται | |
15 | νοστόφι καὶ ἐν συγκοπῇ νόσφι, οὕτω καὶ ἀπὸ τοῦ ἲς, ἰνὸς, ἰνόσφι καὶ κατὰ συγκοπὴν ἶφι. | |
ἐπὶ δὲ τοῦ ἴφι κατὰ ἀντίφρασιν ἐστί· σημαί‐ | ||
iota1135 | νει δὲ τὰ ἀσθενῆ καὶ οὐ τὰ ἰσχυρά. ἡ εἰς φι συλλαβὴ κατὰ πᾶσαν πτῶσιν φυλάσσεται, οἷον· χαλκόφι· οὐρανιάφι. | |
4t | Τὸ Ι μετὰ τοῦ Χ. | |
5t | (Ἀρσενικόν.) | |
6 | Ἰχθυοβολεὺς καὶ ἰχθυουλκός. ὁ ἁλιεύς. Ἰχθῦς. περισπᾶται. παρὰ τὸ θύω, τὸ ὁρμῶ, ἰθῦς καὶ πλεονασμῷ τοῦ χ ἰχθῦς. Ἰχνεύμονος. εἶδος ζώου καὶ ἰχθύος. | |
10 | Ἰχώρ. τὸ σεσηπὸς αἷμα. παρὰ τὸ ἔχω, ἴσχω, ἰσχὼρ, κατὰ ἀποβολὴν τοῦ ς ἰχώρ. ὅθεν καὶ τὸ ι φυλάσσει μακρόν. τὸ γὰρ ἰχὼρ θέσει μα‐ κρόν ἐστι· ὡς ἐν τῷ γίγνεται, γίνεται. Ἰχῶ. τὸν ἰχῶρα, κατὰ ἀποκοπήν. ἡ εὐθεῖα ὁ | |
15 | ἰχὼρ, τοῦ ἰχῶρος, τὸν ἰχῶρα, τὸν ἰχῶ. ἀπ’ ἰχῶ χειρὸς ὀμόργνυ. | |
17t | (Θηλυκόν.) | |
18 | Ἴχλα. ἡ κίχλα. | |
Ἰχναίη. ἡ Μακεδονία. | ||
iota1136(1t) | (Οὐδέτερον.) | |
2 | Ἴχνος. βῆμα ποδός. παρὰ τὸ ἴσχειν, ὅ ἐστι συν‐ έχειν ὅλον τὸ πόδα. ἢ ἀπὸ τοῦ ἀνέχεσθαι τῆς γῆς. οὕτως Ὦρος ὁ Μιλήσιος. | |
5 | Ἰχθυόκεντρον. ἡ τρίαινα. ἤτοι καμάκιον. | |
6t | (Ῥῆμα.) | |
7 | Ἰχθυάα. ἰχθύας ἀγρεύει. Ἰχνηλατῆσαι. διὰ τῶν ἰχνῶν ἀναζητῆσαι. Ἰχνεύει. ἐρευνᾷ. ζητεῖ. | |
10 | Ἰχνᾶται. ἰχνοσκοπεῖ. | |
11t | Τὸ Ι μετὰ τοῦ Ψ. | |
12t | (Ἀρσενικόν.) | |
13 | Ἴψ. ὁ σκώληξ. καὶ κλίνεται ἰπὸς, ἡ δοτικὴ τῶν πληθυντικῶν τοῖς ἰψίν. | |
15t | (Ῥῆμα.) | |
16 | Ἴψας. ἔβλαψας. εἵψας δὲ ἀντὶ τοῦ ἠκολούθησας, δίφθογγον. Ἴψω. ἔβλαψας. | |
μέγα δ’ ἴψαο λαὸν Ἀχαιῶν. | ||
iota1137(1t) | Τὸ Ι μετὰ τοῦ Ω. | |
2t | (Ἀρσενικόν.) | |
3 | Ἰωάς. κύριον. Ἰωβάδας. κύριον. | |
5 | Ἰωβηλαῖος. μὴν οὕτω καλούμενος παρὰ Ἰου‐ δαίοις καὶ τιμώμενος. ἰστέον, ὅτι τὸ ἀργὸν ἔτος κατὰ τὴν ἑπταετίαν ἠργεῖτο παρὰ Ἰουδαίοις ὁμοίως ταῖς ἑβδομάσιν ἡμέραις. Ἰώβ. κύριον. ἑρμηνεύεται δὲ πρόσωπον πόνου. | |
10 | Ἰωδαέ. κύριον. Ἰώεσδρος. κύριον. †Ἰωήλ. κύριον.† Ἰωθάμ· Ἰωθήρ. ὀνόματα κύρια. Ἰώλκιος. κύριον. | |
15 | Ἰωνάθας. κύριον. Ἴωνες. οἱ περὶ τὴν Ἀσίαν. Ἰωάννης. κύριον. ἑρμηνεύεται χάρις, ἢ θεωρη‐ τικὸς, ἢ θεολογικὸς, ἢ ἀγαπώμενος, διὰ παρ‐ θενίας καὶ καθαρότητος. | |
20 | Ἰωάχαζ. κύριον. Ἰωάβ. κύριον. Ἰωσῆς. κύριον. | |
Ἰώσηπος· Ἰωσεδέκ. κύρια. | ||
iota1138 | Ἰωσίας. κύριον. οὗτος ὑπὲρ τῆς εὐσεβείας κατὰ τοῦ θεοῦ ἐζήλωσεν, ὡς καὶ τὰ ὀστᾶ τῶν πάλαι ἀποθανόντων [ἱερέων] τῶν εἰδώλων ἀνασκάψαι καὶ διαλικμῆσαι. | |
5 | *Ἰωάθαμ. κύριον. ἑρμηνεύεται δὲ καὶ συντέ‐ λεια.* Ἰωρός. κύριον. σημαίνει καὶ τὸν θυρωρὸν, καὶ τὸν φύλακα. Ἰωχμός. θόρυβος. παρὰ τὸ διώξω, διωγμὸς, | |
10 | καὶ τροπῇ τοῦ γ εἰς χ καὶ ἀποβολῇ τοῦ δ, ἰωχμός. Ἰωφονίας. κύριον. Ἰωάννης. ὁ τῷ λόγῳ διὰ πραότητα καὶ πολ‐ λὴν καθαρότητα τῆς καρδίας ἀγαπώμενος. | |
15t | (Θηλυκόν.) | |
16 | Ἰωάννα. κύριον. ἑρμηνεύεται περιστερά. Ἰωγή. ἡ σκέπη. Βορέω ὑπ’ ἰωγῇ. ἀπὸ τοῦ ἰέναι. τὸ γὰρ σκέπον ἐπὶ πᾶν, ὃ σκέ‐ | |
20 | πει, ἴεται. Ἴων. ὄνομα πόλεως. Ἰωή. ἡ πνοή. παρὰ τὸ ἵημι, ἰὴ, καὶ πλεονα‐ | |
σμῷ τοῦ ω, ἰωή, καὶ ἡ φωνή. παρὰ τὸ ἴω γί‐ | ||
iota1139 | νεται ἰωὴ ἡ διϊκνουμένη εἰς ἀκοήν. οὕτως Ὦρος ὁ Μιλήσιος. Ἰωκή. ἡ βοή. δίωξις. παρὰ τὸ διώκω διωκὴ, καὶ ἀποβολῇ τοῦ δ, ἰωκή. | |
5 | Ἰῶκα. τὴν ἰωκὴν λέγει, ὅ ἐστι τὴν ὁρμὴν, τὴν δίωξιν. οὕτως Ὦρος. ὡς Ἡσίοδος τὴν κρό‐ κην, κρόκα. ὥστε μεταπλασμός ἐστιν. Ὅμη‐ ρος· ἰῶκά τε δακρυόεσσαν. | |
10 | Ἰωκάς. ὁρμὰς, διώξεις. Ἰῶλκα. αὔλακα. Ἴωξις. ἡ δίωξις. ὡς ἀπὸ τοῦ λέγω, λέξω, λέ‐ ξις, ἕξω, ἕξις, οὕτως καὶ ἀπὸ τοῦ διώκω, διώξω, δίωξις, καὶ ἀποβολῇ τοῦ δ, ἴωξις, ἡ δίωξις. | |
15 | Ἰωνία. χώρα. Ἰώνυμφα. κύριον. Ἰωνιά. ἡ τῶν ἴων πρασιά. ὡς καὶ κρινωνιὰ | |
καὶ ῥοδωνιά. | ||
iota1140(1t) | (Οὐδέτερον.) | |
2 | Ἰωτάπατα. τόπος. Ἰά. τὰ βέλη καὶ τὰ φάρμακα. Ἰῶτα. τὸ στοιχεῖον. παρὰ τὸν ἰὸν τῶν ἰοβόλων | |
5 | ζώων. εἰς ὀρθὸν γὰρ βαδίζειν ὁ ἰὸς, ὡς καὶ ἡ τούτου γραφή. ἢ ἀπὸ τοῦ ἰοῦ, τοῦ βέλους. | |
7t | (Ῥῆμα.) | |
8 | Ἰώθη. ἐχολώθη. †ἢ ἰοῦ ἐπληρώθη.† Ἴωμεν. ἔλθωμεν. *βαδίσωμεν.* | |
10 | Ἰών. ἀντὶ τοῦ πορευθεὶς, ὀξυτόνως, καὶ ἀντὶ τοῦ ἐλθών. Ἰώ. ἀντὶ τοῦ φεῦ. ἰὼ τραυμάτων ἐποδύνων. ἰὼ, βαρύβρομοί τε βρονταί. | |
15 | ἐκ τοῦ ἰωὴ κατὰ συγκοπὴν ἰώ. Τρύφων δὲ λέ‐ γει, τὸ ω κλητικὸν προσέλαβε τὸ ι καὶ ἐγένε‐ | |
το ἰώ. | ||
kappa1141(1t) | Κ. | |
2t | Τὸ Κ μετὰ τοῦ Α. | |
3t | (Ἀρσενικόν.) | |
4 | Κάβαξ. ὁ πανοῦργος. | |
5 | Κάβαισος. ἄπληστος. κάβον γὰρ μέτρον σι‐ τικόν. Καδδίσκος. ἀγγεῖόν τι, εἰς ὃ ἐψηφηφόρουν οἱ δικασταί. Καθηγητής. διδάσκαλος. | |
10 | Κάθιδρος. κεκμηκώς. Καθαπτός. ἐνδεδυμένος. Ἀριστοφάνης· νεβρῶν δοραῖς καθαπτός. Καθαροί. οἱ τὴν καθολικὴν ἀρετὴν κεκτημένοι, καὶ μηδὲν ἑαυτοῖς συνειδότες πονηρόν. ἢ οἱ ἐν | |
15 | σωφροσύνῃ διάγοντες. ὡς τό· μακάριοι οἱ κα‐ θαροὶ τῇ καρδίᾳ. Καθαρός. ὁ πάντα καλῶς θεωρῶν. ἢ ὁ μὴ λαμ‐ | |
βανόμενος ἑαυτοῦ ἐπὶ ἀθετήσει ἐντολῆς θεοῦ | ||
kappa1142 | ἢ ἐλλείψει ἢ ἀμελείᾳ. εἰ δὲ βούλει, ὁ μὴ μό‐ νον τῆς κατ’ ἐνέργειαν καὶ διὰ σώματος τε‐ λουμένης ἁμαρτίας ἀπεχόμενος, ἀλλ’ ὁ καὶ τοῖς λογισμοῖς καθαρεύων καὶ οὐδὲ ἐν τῇ ψυχῇ | |
5 | πλημμελῶν. ἱκανὴ γάρ ἐστιν ἡ τῆς ψυχῆς κα‐ θαρότης τὸν θεὸν κατ’ αὐτῆς κατοπτρίζεσθαι. τῶν γὰρ τῆς ἰδίας φύσεως ἀγαθῶν ὁ θεὸς ἐν‐ ετύπωσε τῇ ἡμετέρᾳ κατασκευῇ τὰ τιμήματα, οἷόν τινα κηρὸν σχήματι γλυφῆς προτυπώσας. | |
10 | *Κάϊν. ζῆλος ἑρμηνεύεται. ὁ δὲ Ἄβελ, πέν‐ θος.* Κακοδαίμων. δυστυχής. Κακήγορος. ὁ λέγων κακά. Κακός. ὁ μὴ θέλων τὸ καλὸν, καὶ ὁ δειλός. Ὅμη‐ | |
15 | ρος· κακοὺς δ’ ἐς μέσον ἤλασεν. Κακόχαρτος. ὁ τοῖς κακοῖς χαίρων. Κακόσχολος. πονηρός. ἀπὸ τοῦ σχολάζειν τοῖς | |
κακοῖς. | ||
kappa1143 | Καλάσιρις. χιτὼν πλατύς. οὕτως Αἰγύπτιοι. Κάμμορος. ταλαίπωρος. οἱονεὶ κακόμορος. κα‐ τὰ συγκοπὴν κάμμορος. Κάμαξ. χάραξ ἢ ξύλον ὀρθόν. | |
5 | Κάνωτος. τόπος ἐν Ἀλεξανδρείᾳ. Κανών. λόγος ἔντεχνος δηλωτικὸς, ἀπευθύνων ὁμοιότητι πρὸς τὸ καθόλου τὸ διεστραμμένον τῶν λέξεων. ἢ κανών ἐστι νόμος ἀπαράβατος, καὶ μέτρον ἀδιάψευστον, πᾶσαν πρόθεσιν καὶ | |
10 | ἀφαίρεσιν μηδαμῶς ἐπιδεχόμενον. †ἐκ τοῦ κα‐ νόνος, ὅς ἐστι ξύλον, ᾧ κέχρηνται οἱ τεχνῖται εἰς ξύλων ἢ λίθων ἀπόρθωσιν. παρατιθέντες γὰρ τὸν κανόνα τοῖς παρ’ αὐτῶν ἐργαζομένοις, δι’ αὐτοῦ, εἴ τινα εὑρίσκουσιν ἐν αὐτοῖς λοξό‐ | |
15 | τητα, εἰσοχάς τε καὶ ἐξοχὰς, εἰς εὐθύτητα ἀποξέουσι καὶ ὀρθοῦσι τὸ ἐργαζόμενον.† Κάπετος. σορὸς, θήκη. Καπνός. ἀναθυμίασις ξυλώδης ξηρὰ καὶ θερμή. ἢ ἀτμὸς δριμὺς ὑπὸ τῆς τοῦ πυρὸς ἀναφορᾶς, | |
20 | ἐκ τῶν ὑποτυφομένων ἀναπεμπόμενος. ἄνθραξ δὲ πῦρ γεῶδες μετὰ τὴν τῆς φλογὸς πάροδον τῇ παχυτέρᾳ καὶ γεωδεστέρᾳ ὕλῃ ἐναπομεῖναν. | |
μετὰ γὰρ τὸ παρελθεῖν τὸ ἀνθηρὸν τῆς φλο‐ | ||
kappa1144 | γὸς, ἡ περὶ τὴν παχεῖαν ὕλην τοῦ πυρὸς ὁμι‐ λία ἄνθρακες ὀνομάζονται. Καρδιανός. ἀπὸ πόλεως Καρδίας. Καρθμός. ὁ ποῦς. | |
5 | Καρπός. ὁ πρὸς ἄμητον ἡτοιμασμένος στάχυς. σημαίνει καὶ τὸ κοῖλον τῆς χειρός. ὡς τό· κύσε χεῖρ’ ἐπὶ καρπῷ. ἔνθεν καὶ ὁ τῆς χειρὸς [ξηρὸς] τόπος καὶ ἄσαρκος καρπὸς λέγεται. | |
10 | Καρχαροδόντων. τραχεῖς ὀδόντας ἐχόντων ἢ ὀξεῖς. παρὰ τὸ χαράσσω κάρχαρος κατὰ ἀνα‐ διπλασιασμόν· τὸ γὰρ τραχὺ καὶ σκληρὸν χα‐ ράσσεται. *Κατοβλέψ. εἶδος θηρίου.* | |
15 | *Καταπέλτης. τιμωρητικὸν ὄργανον, ἐν ᾧ προσ‐ δεσμούμενός τις οὕτως κολάζεται.* Κατηφής. στυγνός. Κατάλληλος. ἁρμόζων. Καταπρανοῦς. ἤτοι κατωφεροῦς. | |
20 | Κατάγελως. ὀνειδισμός. ἐξουδένωσις. Κατάδουπος. ὁ κατάκτυπος. δοῦπος γὰρ ὁ κτύ‐ πος. ἢ ὁ καταῤῥάκτης. | |
Κατάῤῥυτος. ἀρδεύσιμος. | ||
kappa1145 | Καυλῷ. τῷ ἄκρῳ τοῦ δόρατος. Καχρυδίας. ὁ ἐκ κριθῆς ἄρτος, ὃν παξαμᾶν λέγομεν. Καχύποπτοι. κακὰ ὑποπτεύοντες. | |
5 | Καιρός. χρόνος ἐπιτήδειος εἰς ἐργασίαν. Καινός. ὁ νέος. οἶμαι, ὅτι κραινός τις ὤν. κατ’ ἔλλειψιν τοῦ ρ. οἱονεὶ ὁ ἤδη ἐπιτελεσθείς. Κακός. ὁ δειλός. παρὰ τὸ χάζω, χακὸς καὶ κακὸς, ὁ ὑποχωρῶν καὶ φεύγων. | |
10 | Κάβειροι. δαίμονες ἢ ὀνόματα θεῶν. Ἀξιόκερ‐ σα ἡ Περσεφόνη· Ἀξίερος ἡ Δημήτηρ· Ἀξιο‐ κέρσης δὲ ὁ Ἅιδης. προσηγορεύθησαν δὲ ἀπὸ Καβείρων, ὀρέων Φρυγίας, ἐπεὶ ἐντεῦθεν με‐ τηνέχθησαν. | |
15 | †Κάϊκος. ὄνομα ποταμοῦ.† Κάδος. παρὰ τὸ χαδῶ, τὸ χωρῶ, περισπωμένως. ὁ μέλλων χαδήσω. ἀφ’ οὗ τὸ κεχάδηκα κατὰ ἀναδιπλασιασμὸν, ῥῆμα ὄνομα χάδος, καὶ κά‐ δος, τὸ χωρητικὸν ἀγγεῖον. | |
20 | Κάκιθος. ὁ κακιζόμενος. παρὰ τὸ κακίζω κά‐ | |
κιστος καὶ κάκιθος. | ||
kappa1146 | Κακόσχολος. ὁ χρόνον διατιθέμενος ἐπὶ τὸ χεῖρον. Κάλαθος. εἰς ὃν τὰ κάλλη ἀποτίθενται. κυ‐ ρίως δὲ κάλλη τὰ βεβαμμένα ἔρια. καταχρη‐ | |
5 | στικῶς δὲ καὶ ὁ ἐπιδεκτικὸς τῶν πυρῶν καὶ σταφυλῶν. ἢ γάλαθος, εἰς ὃν τὸ γάλα ἀπετί‐ θεσαν τυρεύοντες. Κάλλιμος. ἡ διὰ τοῦ ι παραγωγὴ ἐκ τριῶν γί‐ νεται. οἷον· σπόρος, σπόριμος· ἀγωγὴ, ἀγώγι‐ | |
10 | μος· κῦδος, κύδιμος. οὕτως κάλλος, κάλλιμος. γίνεται καὶ ἀπὸ ῥήματος· προσδοκῶ, προσδόκιμος. Καλόπους. κυρίως ὁ ξύλινος ποῦς. κᾶλον γὰρ τὸ ξύλον. Καλός. ἔστι ῥῆμα κάζω, τὸ κοσμῶ. ὁ μέλλων | |
15 | κάσω. ῥῆμα ὄνομα καλός. ἢ παρὰ τὸ καλῶ ῥῆμα γίνεται καλός· διὰ τὸ καλεῖν πρὸς ἑαυτὸν ἕκαστον, ὡς ἀγαθὸν, ἐφ’ ᾧ ἄγαν θέομεν. Κάμαξ. ἀρσενικῶς μὲν σημαίνει τὸ ὄρυγμα, ἢ τοὺς πασσάλους τοὺς ἐν τῷ τάφρῳ πεπηγμέ‐ | |
20 | νους πρὸς τὴν τῶν πολεμίων ἐρωήν. θηλυκῶς δὲ τὰς ῥάβδους, ἢ δόνακας πεπηγμένους ταῖς | |
ἀμπέλοις. Ἡσίοδος· | ||
kappa1147 | σειόμενος σταφυλῇσι καὶ ἀργυρέῃσι κάμαξι. παρὰ τὸ κάμνειν ἐν τῷ βαστάζειν τὴν ἄμπελον. οἱονεὶ κάμναξ τὶς οὖσα, κατὰ ἀποβολὴν τοῦ ν κάμαξ. | |
5 | Καμπανοί. ὅτι Καμπτὸν ἔκτισαν πρὸς τὴν Κύ‐ μην τόπον οὕτω λεγόμενον. ὅθεν καὶ Καμπανοὶ ἐκλήθησαν. οὕτως Ὦρος ὁ Μιλήσιος. Κανθός. ὁ ἐπὶ τοῦ ὀφθαλμοῦ. οἱονεὶ κνηθός τις ὢν, ἀπὸ τοῦ κνήθεσθαι, συνεχῶς δακνομένους. | |
10 | Κάπηλος. ὁ μεταβολεὺς καὶ οἰνοπώλης. παρὰ τὸ χέειν τὸν πηλὸν, ἤγουν τὸν οἶνον. [ἢ παρὰ τὸ κακύνειν τὸν πηλόν.] Κάπετος. ἡ τάφρος. παρὰ τὸ σκάπτω, σκά‐ πετος, καὶ κάπετος. παρὰ τὸ ἐσκάφθαι. | |
15 | Κάραβος. παρὰ τὸ τὴν κάραν βαίνειν, τῆς κε‐ φαλῆς προεχούσης. ἢ καὶ τὴν ναῦν ὡσαύτως, κάρα γὰρ ἡ τρόπις. Καρκῖνος. ὁ πάγουρος, καρακῖνος τὶς ὢν, ὁ κι‐ νῶν ἐπὶ συχνῷ τὴν κάραν. | |
20 | Κάρος. ἡ σκότωσις. [ἡ μέθη.] παρὰ τὸ τὴν κά‐ ραν βλάπτειν. [Καρπός. ὁ πρὸς ἄμητον ἡτοιμασμένος στάχυς. παρὰ τὸ κάρφος, ὃ σημαίνει τὸ ξηρὸν, γίνεται | |
καρφὸς καὶ καρπός. ἔνθεν καὶ ὁ τῆς χειρὸς ξη‐ | ||
kappa1148 | ρὸς τόπος καρπὸς λέγεται παρὰ τὸ κάρφος. οὕ‐ τως Ὦρος ὁ Μιλήσιος.] Καρχαρόδους. τὰ ζῶα τὰ κεχαραγμένους ἔχον‐ τα τοὺς ὀδόντας, τουτέστι στρογγύλους καὶ ὀξεῖς, | |
5 | ἐναλλάσσοντας ἑαυτῶν. ὡς λύκος, λέων, πάρδα‐ λις. εἴρηται δὲ παρὰ τὸ χαράσσω ῥῆμα. ὅπερ ἐν συνθέσει μετὰ τοῦ ὀδοὺς γίνεται χαρόδους, [καὶ κατὰ ἀναδιπλασιασμὸν χαρχαρόδους καὶ καρχα‐ ρόδους.] ἀμφόδοντα δὲ λέγει ζῶα, ὅσα οὐκ ἐνηλ‐ | |
10 | λαγμένους ἔχει τοὺς ὀδόντας στρογγύλους καὶ ὀξεῖς, ἀλλὰ παχεῖς καὶ πλατεῖς. ὡς ἄνθρωπος, ἵππος καὶ τὰ ὅμοια. χαυριόδοντα δὲ, ὅσα ἔχει τοὺς ὀδόντας ὑπερφερεῖς. ὡς ἐλέφας, σῦς, ἀσπάλαξ. Κασίγνητος. ὁ γνήσιος ἀδελφός. παρὰ τὸ κά‐ | |
15 | σις, ὁ ἀδελφὸς, καὶ τὸ γνὴς γνητὸς, ὃ σημαί‐ νει τὸν ἴδιον ἀδελφόν. Ἡσίοδος· μὴ δὲ κασιγνήτῳ ἶσον ποιεῖσθαι ἑταῖρον. Κατηφής. ὁ ὑπὸ αἰσχύνης κάτω νεύων τοὺς ὀφθαλμοὺς, ἤγουν ὁ αἰσχυνόμενος. παρὰ τὸ φῶ, | |
20 | τὸ φαίνω, γέγονε παράγωγον φαίω, φάος, καὶ ἐν συνθέσει μετὰ τῆς κατὰ προθέσεως γέγονε καταφαὴς, καὶ ἐν συγκοπῇ κατηφὴς, ὁ ἔχων κάτω τὰ φάη, ἤγουν τοὺς ὀφθαλμούς. Καύηξ. ὁ λάρος. διὰ τὸ ἀδδηφάγον. καύη γὰρ | |
25 | ἡ τροφή. Εὐφορίων· | |
kappa1149 | τῆς οὐδ’ αἴθυιαι οὐδὲ κρυεροὶ καύηκες. ἢ ἀπὸ τοῦ καῦ καῦ λέγειν. καύηξ ἐρινοῦ προσκαθήμενος κλάδου. Καυλός. τὸ ἄκρον τοῦ δόρατος, εἰς ὃ τὸ ξύλον | |
5 | ἐντίθεται. γέγονε κατὰ πλεονασμὸν τοῦ κ. αὐ‐ λῷ γὰρ ἔοικε. πᾶν γὰρ ἐπίμηκες αὐλὸς λέ‐ γεται. Καῦρος. ὁ κοῦφος ταῖς φρεσὶν, οἱονεὶ αὖρος τὶς ὤν. καὶ πλεονασμῷ τοῦ κ, καῦρος. τὸν γὰρ | |
10 | κατὰ νοῦν ἐλαφρὸν καῦρον ἐπονομάζουσι. βέλ‐ τιον δὲ διὰ τοῦ γ γαῦρον λέγειν. ἵν’ ᾖ ὁ σφο‐ δρὸς καὶ ὑπερήφανος. παρὰ τὸ ἀπὸ γῆς αἴρε‐ σθαι. Καυστειρός. ἀπὸ τοῦ καίω, καύσω, κέκαυμαι, | |
15 | κέκαυσαι, καυστειρὸς, κατὰ τροπὴν δωρικὴν τοῦ η εἰς τὴν ει δίφθογγον. Κατὰ καιρόν. κατὰ τὸν εὔκαιρον καὶ προσήκον‐ τα καιρὸν καὶ χρόνον. οὕτως ὁ Ἀπόστολος· | |
κατὰ καιρὸν ὑπὲρ ἀσεβῶν ἀπέθανε. | ||
kappa1150 | Κάμασος καὶ κάμασον. τὸ πικούτζουλον. Κάδης. ἁγιασμὸς ἑρμηνεύεται. | |
3t | (Θηλυκόν.) | |
4 | Καθαίρεσις. ἡ καταστροφή. | |
5 | Κάθοδος. ἀγωγὴ, περίοδος. Καθ’ ὁμοίωσιν. τὴν τῆς ἀρετῆς κατὰ τὸ δυ‐ νατὸν ὁμοίωσιν. Καθ’ ὥραν. κατὰ καιρόν. Καθοσίωσις. δικαίωσις. | |
10 | Κακοῤῥαφία. ἡ κακοφροσύνη, κακοσυνθεσία. Κακοέπεια. ἡ βλασφημία. Κακανδρία. ἡ δειλία. Κακεντρέχεια. ἡ πονηρία. Καλάβροψ. ἡ ποιμενικὴ ῥάβδος. | |
15 | †Καλλιτόκεια.† Κάλυξ. ἄνθος ῥόδου μήπω ἀνοιγέν. Καλλιῤῥόη. πηγὴ καλῶς ῥέουσα. | |
Καλοκᾀγαθία. ἡ ἀγαθότης. | ||
kappa1151 | Καλιά. ἡ νοσσιά. Καλύπτρα. κόσμος καὶ σκέπασμα τῆς κεφαλῆς. Καλλιέπεια. ἡ εὐφράδεια. Κακία. διώνυμός ἐστιν ἡ λέξις. ἡ ὄντως κα‐ | |
5 | κία, οἷον μοιχεία, πορνεία, πλεονεξία. λιμὸς δὲ καὶ λοιμὸς, θάνατος καὶ νόσοι καὶ τἄλλα οὐκ ἔστι κακία, διότι πολλάκις ἡμῖν ἀγαθῶν αἴτια γίνονται. καὶ περὶ ταύτης φησὶν ὁ προφήτης· οὐκ ἔστι κακία ἐν πόλει, ἣν κύριος οὐκ ἐποίη‐ | |
10 | σεν. κακία καὶ ἡ παρεκτροπὴ τοῦ ἀγαθοῦ ἢ κρίσις διεφθαρμένη τοῦ νοῦ. ἢ τὸ δι’ ἑαυτοῦ φευκτὸν ὂν καὶ βλάπτον. †Καβήνη. ἡ κρήνη Λυκίας.† †Κακιθή. κύριον.† | |
15 | †Καμμονίη. ἡ μονομερὴς νίκη.† Κακοεργέτισι. κακοεργοῖς. Καθ’ ὑπόστασιν. τὸ ἐκ διαφόρων φύσεων ὑπε‐ στὼς πρᾶγμα. | |
Καμπύλαι. σκολιαί. | ||
kappa1152 | Κάμηλος. τὸ ἀχθοφόρον ζῶον. κάμηλος καὶ τὸ παχὺ σχοινίον, ἐν ᾧ δεσμεύουσι τὰς ἀγκύ‐ ρας οἱ ναῦται. ὡς τὸ ἐν εὐαγγελίοις· κάμηλον διὰ τρυπήματος ῥαφίδος διελθεῖν. Κάμιλος δὲ | |
5 | ὁ στρατηγὸς, ι. Καρδοπός. ἔνθα τὰ ἄλευρα μαλάσσονται. Καρυκεία. ἡ ἡδύτης τῶν ζωμῶν. Καρχηδών. πόλις γειτονοῦσα Ἰταλοῖς καὶ Ἄφροις. Καρήνας. κορυφὰς, κεφαλὰς, ἀκρωτήρια. | |
10 | Κάσση καὶ κασσωρίς. ἡ πόρνη. Κασσία. φλοιός τις λεπτότατος καὶ εὐώδης, ξυ‐ λώδει κάρφει περιτεινομένη. Κάλχη. βοτάνη τις, δι’ ἧς ἡ πορφύρα βάπτεται. Κατὰ πρόσκλησιν. κατὰ χάριν, κατὰ προσ‐ | |
15 | ωποληψίαν. Κατὰ συναίρεσιν. κατὰ συνάφειαν. Καταιγίς. ἐπιφορὰ ἀνέμου σφοδρά. λέγεται δὲ καὶ ἡ τῶν ὑδάτων ζάλη. | |
Κατ’ εἰκόνα. τὸ νοερὸν καὶ αὐτεξούσιον. | ||
kappa1153 | Κατηγορία. λόγος λέγων τὶ κατά τινος ἢ ἀπό τινος. Κατὰ φύσιν. τὸ κοινῶς ὁρώμενον ἐν τῷ γένει συστατικὸν τῆς οὐσίας. | |
5 | Κατάφασις. δόξα ἤγουν κατηγορία περί τινος λεγομένη. οἷον· ὁ ποταμὸς ἀνέρχεται. ἢ ὁ ἄρ‐ χων εἰσέρχεται. ἢ κατάφασίς ἐστι λόγος τινὸς ἀποφαντικὸς κατά τινος. οἷον· Σωκράτης φι‐ λόσοφός ἐστι. καὶ ἰδοὺ ἐπάνω Σωκράτους τὴν | |
10 | φιλοσοφίαν κατηγόρησεν. ἢ κατάφασίς ἐστι λό‐ γος ἀποφαντικός τινος κατά τινος. πᾶσα δὲ κα‐ τάφασις ἢ ἀλήθειαν σημαίνει ἢ ψεῦδος. οἷον· Σωκράτης φιλόσοφός ἐστι. καὶ ἰδοὺ ἀλήθεια. εἰ δέ· Σωκράτης ἰδιώτης ἐστὶ, ψεῦδος. οὐδὲν | |
15 | δὲ ἕτερον ἐστὶν ἡ ἀπόφασις εἰ μὴ κατάφασις μετὰ τῆς οὐ ἀρνήσεως. οἷον· Σωκράτης φιλόσο‐ φός ἐστι. Σωκράτης φιλόσοφος οὐκ ἔστι. καὶ ἰδοὺ χωρὶς τοῦ οὐ καὶ αὐτὸ καὶ αὐτό ἐστιν. ἐξ ἀνάγκης οὖν πᾶσα ἀπόφασις ἢ ἀλήθειαν ἢ | |
20 | ψεῦδος δηλοῖ. οἷον· Σωκράτης φιλόσοφος οὐκ ἔστι· ψεῦδος. Σωκράτης ἰδιώτης οὐκ ἔστιν· ἀλήθεια. ἡνίκα δὲ ἡ οὐ ἄρνησις τῷ τρόπῳ συν‐ άπτεται, κατάφασιν ποιεῖ. οἷον· Σωκράτης κα‐ λῶς διδάσκει. ἰδοὺ κατάφασις αὐτότροπος. πά‐ | |
25 | λιν· Σωκράτης οὐ καλῶς διδάσκει. καὶ ἰδοὺ τοῦ‐ το οὐ συνῆψε τῷ τρόπῳ, καὶ ἐγένετο ἀπόφασις. ῥητέον οὖν τὴν κατάφασιν λόγον ἀποφαντικὸν τινὸς κατά τινος· τὴν δὲ ἀπόφασιν ἐκ τοῦ ἐναν‐ τίου· ἀποφαντικὸς τινὸς ἀπό τινος. οἷον· Σω‐ | |
30 | κράτης οὐ καλῶς διδάσκει. διὰ τὸ εἰπεῖν οὐ, ἀπὸ Σωκράτους ἀπῇρεν. Κατηγορία. ἡ κατηγορία οὐ πάντως ἐπὶ κακῷ λέγεται, ἀλλὰ καὶ ἐπὶ ἀγαθῷ. κατηγορία ἐστὶ | |
πᾶσα περὶ οἱουδήποτε πράγματος ὁριστικὴ ἔμ‐ | ||
kappa1154 | φασις. οἷον· ὁ θεὸς ἀγαθὸς φύσει· ὁ διάβολος πανοῦργος· δολερὸν ἡ ἀλώπηξ· κλεπτικὸν ἡ γαλῆ. Καταφθορά. ἡ παντελὴς ἀπώλεια. διαφθορὰ | |
5 | δὲ, ὅταν ἄλλη οὐσία δι’ ἑτέρας ἀφανίζηται, ὥσπερ τὸ σῶμα ὑπὸ σκωλήκων. Κατάγνωσις. ἡ κατὰ γνῶσιν λαβὴ τοῦ ταύτην διαμαρτόντος. Κάχρυς. τὰς ἀληλεσμένας κριθάς. | |
10 | Καιρία. ἡ ἀπειλοῦσα θάνατον πληγή. Καινοτομία. τὸ κατὰ πάντα τρόπον παρηλ‐ λαγμένον τῆς κοινῆς φύσεως, καὶ ἐν μηδενὶ τῇ τῶν ἀνθρώπων συνηθείᾳ ἐξομοιούμενον. τοῦτον δὲ τὸν ὅρον ἀναγκαῖον ἐπίστασθαι διὰ τοὺς | |
15 | κακῶς νοοῦντας τὴν καινοτομίαν ἐν Χριστῷ. εἰ γὰρ ἐκαινοτόμησε τὴν φύσιν ἀσπόρως γεν‐ νηθεὶς, ἀλλ’ ὅμως μετὰ τὸν τόκον τὴν αὔξη‐ σιν τῆς ἡλικίας, καὶ τὰ πολλὰ τὰ ἐν τῷ σώ‐ ματι, καὶ τὰς εἰσκρίσεις καὶ τὰς ἐκκρίσεις, καὶ | |
20 | περιτομὴν καὶ μετάστασιν, καὶ τὸ εἶδος καὶ τὰ μέλη, καὶ τὰς ἐκφύσεις τῶν τριχῶν καὶ ὀδόν‐ των καὶ ὀνύχων, καὶ ψελλισμάτων καὶ νηπίων περιπάτου, πάντα ταῦτα οὐ κατὰ καινοτομίαν ἔσχεν, ἀλλὰ καθ’ ὁμοιότητα ἡμῶν χωρὶς ἁμαρ‐ | |
25 | τίας, ὡς Παῦλος βοᾷ ὁ Χριστοκήρυξ Ἀπόστο‐ λος. Κάπη. ἡ φάτνη. παρὰ τὸ κάπτειν, τὸ ἐσθίειν, γέγονε κάπτη καὶ κάπη. [ἢ παρὰ τὸ κάπος, κάπη.] κάπος δέ ἐστι τὸ πνεῦμα. ἡ ὑπὸ τῶν | |
30 | ἀσθμάτων τῶν ἵππων καταπνεομένη. ἢ παρὰ τὸ ἐσκάφθαι καὶ κοιλάνθαι. Καβησός. πόλις Θρᾴκης. ἀπὸ Καβησοῦ τινός. Κακκάβη. σκεῦος πρὸς ἕψησιν ἐπιτήδειον. πα‐ | |
ρὰ τὸ κάπτω, τὸ κοιλαίνω. ἀφ’ οὗ ῥηματικὸν | ||
kappa1155 | ὄνομα κάβη, καὶ κατὰ ἀναδιπλασιασμὸν καὶ πλεονασμὸν τοῦ κ, κάκκαβος. ἀναλογώτερον δὲ θέλουσι λέγειν ἡ κάκκαβος, θηλυκόν· τὸ γὰρ ἀρσενικὸν παντελῶς ἀδόκιμον. οὕτως Ὦρος ὁ | |
5 | Μιλήσιος. Κακόχαρτος. ἡ ἐπὶ κακῷ χαίρουσα. ἢ ἐφ’ ᾗ οἱ κακοὶ χαίρουσιν. Ἡσίοδος· μὴ δέ ς’ ἔρις [κακόχαρτος] ἀπ’ ἔργου θυμὸν ἐρύκοι. | |
10 | Καλάβροπα. τὴν ποιμενικὴν ῥάβδον. παρὰ τὸ ῥέπειν τὸ κάλον εἰς ἓν μέρος, ἐν ᾧ ἐστι τὸ παχύ. καὶ ἡ καλουμένη κορδύλη. Καλιά. ἡ φωλεὰ, ἢ ἡ ἐκ κάλων, ὅ ἐστι ξύλων, κατασκευαζομένη οἰκία, μήπω εὑρεθέντων λί‐ | |
15 | θων εἰς ἐργασίαν. καταχρηστικῶς δὲ ἡ ἐπὶ τῶν λίθων τῶν οἰκιῶν. Ἡσίοδος· μηδ’ ἀναβάλλεσθαι εἰς αὔριον ἔστ’ ἔννηφι. οὐ γὰρ ἐτωσιεργὸς ἀνὴρ πίμπλησι καλιήν. Καλλιπάρηον. παρὰ τὸ κάλλος καὶ τὸ παρειά. | |
20 | καλλιπάρηον κατὰ τροπὴν βοιωτικὴν τῆς ει διφθόγγου εἰς η. τὸ δὲ παρειὰ διὰ τῆς ει δι‐ φθόγγου. τὰ γὰρ διὰ τοῦ εια τρισύλλαβα διὰ τῆς ει διφθόγγου γράφονται, ὄντα ὀξύτονα, οἷον· φορβειὰ, παρειὰ, πλὴν τοῦ καλιά. πρόσ‐ | |
25 | κειται τρισύλλαβα διὰ τὸ ἱμονιά. | |
kappa1156 | Κάλπη. ἡ ὑδρία. Κάλπις δὲ ποταμὸς Βιθυνίας, ι. Καλύβη. οἱονεὶ καλύφη τις οὖσα. παρὰ τὸ κα‐ λύπτω, κατὰ τροπὴν τοῦ π εἰς φ. Κάμηλος. ἀπὸ τοῦ κάμπτειν τοὺς μηροὺς ἐν τῷ | |
5 | καθέζεσθαι, κάμηρός τις οὖσα καὶ κάμηλος. Κάμινος. παρὰ τὸ ὑπομένειν καιομένην. Κάμπη. ὅτι τὰ μὲν τελευταῖα μέσον ἀποτείνει, τὰ δὲ πρὸς τῷ τραχήλῳ κάμπτει, καὶ εἶθ’ οὕ‐ τως ἐπισύρει τὰ ὄπισθεν, κάμπτουσα ἑαυτήν. | |
10 | Καναχή. κτύπος. καὶ καναχίζειν. ἀπὸ τοῦ κενὸν ἀχεῖν. Κάππαρις. ὅτι ἡ καλὴ καὶ πολλὴ ἐν κάμποις φύεται, οὐχ οὕτως ἐν κρημνοῖς. εἴη ἂν οὖν κάμπαρις καὶ μεταβολῇ τοῦ μ εἰς π κάππα‐ | |
15 | ρις. οὕτως Ὦρος ὁ Μιλήσιος. Καπύη. πόλις Ἰταλίας, ἣν Ῥῶμος καὶ Ῥωμύ‐ λος υἱοὶ Αἰνείου ἔκτισαν· ὡς φησὶ Κεφάλων ὁ Γεργήθιος. οὕτως Ὦρος ὁ Μιλήσιος. Κάρα. ἡ κεφαλή. ἀπὸ τοῦ κέρας, κέρα καὶ κά‐ | |
20 | ρα. ἀπὸ τοῦ τετριχῶσθαι κάρα εἴρηται. κέρας γὰρ ἡ θρίξ. Καρίς. παρὰ τὸ σκαίρω σκαρίς. ἢ παρὰ τὸ κάρα καρίς. καὶ γὰρ ὅλη ἡ καρὶς σχεδὸν κεφαλή ἐστι. Καρός. σημαίνει τὴν θανατηφόρον μοῖραν. ἀπὸ | |
25 | τοῦ κὴρ κηρός· συστολῇ τοῦ η καρός. διὰ τοῦ | |
kappa1157 | κῆρ τὸ η εἰς α ἐτράπη καὶ οὐκ εἰς ε, ὥσπερ φρὴν, φρενὸς, ὅτι οὐκ ἔστι τὸ καρὸς κατὰ ἀνά‐ λογον κλίσιν, ἀλλὰ συστολῇ ποιητικῇ. καὶ τού‐ του χάριν οὐκ ἐφύλαξε τὴν ἀκολουθίαν τοῦ | |
5 | φρὴν, φρενός. Καστανία.* πόλις Μαγνησίας. Κασσαβάς. ἡ πόρνη. παρὰ τὸ καλεῖν καὶ σο‐ βεῖν. Κατ’ ἐνῶπα. κατὰ πρόσοψιν. ἐνωπὴ γὰρ ἡ πρόσ‐ | |
10 | οψις. ὃν οὖν τρόπον τὴν ἰωκὴν ἰῶκα εἶπε με‐ ταπλάσας, οὕτως καὶ τὴν ἐνωπὴν ἐνῶπα. Κατηλυσίη. ἡ κάθοδος, καὶ ἡ ἐπέλευσις. οἷον· —κατηλυσίῃ ζεφύροιο. ἐλευσίη τὶς οὖσα καὶ ἠλυσία, καὶ μετὰ τῆς κατὰ | |
15 | προθέσεως κατηλυσία. Κατουλάς. ἡ σκοτεινὴ νύξ. διὰ τὸ ὀλοὴν αὐτὴν εἶναι. οἷον· νὺξ ἐφόβει, τήνπερ κατουλάδα κικλήσκουσι. Καυμασία. καυμελαύκιον ἢ καυμελαύχιον. διὰ | |
20 | τὸ πρὸς τὸ καῦμα ἐπιτήδειον. Ἀντίπατρος ἐν ἐπιγράμματι· Καυσίη ἡ τοπάροιθε Μακηδόσιν εὔκολον | |
ὅπλον, | ||
kappa1158 | καὶ σκέπας ἐν νιφετῷ καὶ κόρυς ἐν πολέμῳ. κυρίως καλυμαύκιον λέγεται ἀπὸ τοῦ καλύπτειν τὸν αὐχένα. | |
5 | Καταχήνη. ἡ χάσμησις. παρὰ τὸ χαίνω ῥῆμα χήνη καὶ καταχήνη. Κακίαν. τὴν τοῦ κακῶσαι τὸν πέλας σπουδήν. οὕτως Παῦλος ὁ Ἀπόστολος κακοήθειαν τὴν κακοτροπίαν λέγει. | |
10 | †Καρχηδών. ἐπὶ τῆς Λιβύης.† †Καλχηδών. ἡ ἐν Βυζαντίῳ, ἣ καὶ Χαλκηδὼν λέγεται.† | |
13t | (Οὐδέτερον.) | |
14 | Κάγκανον. ξηρόν. | |
15 | Καθῆκον. πρέπον. Καθ’ αὑτό. τὸ πρώτως καὶ κατ’ οὐσίαν προσὸν τινὶ καὶ μὴ κατὰ συμβεβηκός. ὥσπερ τὸ λογι‐ κὸν, τοῦτο γὰρ οὐσιωδῶς πρόσεστι τῷ ἀνθρώπῳ. Κακόν. τὸ δι’ ἑαυτοῦ φευκτὸν, καὶ πρὸς ἕτερον | |
20 | βλαβερόν. Καλλιέρημα. θυσία εὐπρόσδεκτος. Καλώδια. σχοινία. Καλλίπνοα. εὐώδη. | |
†Κάλαιον. τὸ γένειον.† | ||
kappa1159 | Καλοπόδιον. σκυτοτομικὸν ἐργαλεῖον. Καλτίκια. τὰ καλλίγια. Καλόν. ὅπερ ἀγαθόν ἐστι καὶ ἡδύ. καλὸν φύσει ἐστὶν, ὃ ἀεὶ καὶ πᾶσι τοιοῦτόν ἐστιν, ὃ μὴ ἄλ‐ | |
5 | λου τινὸς ἕνεκεν αἱρετὸν, ἀλλ’ αὐτὸ δι’ αὐτὸ ἐπιθυμητὸν ἀεὶ καὶ ὡσαύτως ἔχον καὶ οὐδέποτε ἀμβλυνόμενον κόρῳ. Καμελαύκιον. Ῥωμαία ἡ λέξις· ῥηθείη δ’ ἂν καὶ ἑλληνιστὶ παρὰ τὸ καῦμα ἐλαύνειν καυμε‐ | |
10 | λαύκιον. Κανοῦν. τὸ κανίσκιον. Καπιτώλιον. ἱερὸν ἢ παλάτιον ἢ ἀγορά. καπι‐ τωλεῖον δὲ ὁ ἀγὼν, δίφθογγον. Κάπος. τὸ πνεῦμα. | |
15 | Καππαδόκιον τέρας. Κάππα. τὸ στοιχεῖον. ὅτι Κάπιος ἐστὶν εὕρε‐ μα. ἢ κάππα τὶ ὂν τὸ ἔχον ὄπα, ὅ ἐστι φωνήν· τὰ γὰρ ψιλὰ ἀπὸ κάτω τῆς γλώσσης ἔχει τὴν προφορὰν τῆς φωνῆς. | |
20 | Κάλανδα. ἡμέραι, ἢ μηνῶν ἀρχαὶ κατὰ Ῥωμαίους. | |
Καρφαλέον. τὸ ξηρόν. | ||
kappa1160 | Κάρφος. ξύλον ξηρόν. Καρχαλέον. κατάξηρον. [τραχύ.] Κάρχαρον. τραχὺ ἢ ὀξύ. Κάρσιον. πλάγιον. | |
5 | Καρυκεύματα. τραγήματα. ἢ πολυτελῆ ἀρτύ‐ ματα. Καρχήσιον. τὸ ἄκρον τοῦ ἱστοῦ. Καρμεντάλια. ἑορτή. Καταδεέστερον. ταπεινότερον. | |
10 | Καταθύμιον. κατὰ νοῦν. Καταγώγιον. τὸ κατάλυμα. τὸ οἴκημα. Κάταντες. τὸ κατωφερές. Κατάῤῥυτον. ἀρδεύσιμον. Κατωμοτικόν. τὸ μεθ’ ὅρκου βεβαιωτικόν. οἷον· | |
15 | νὴ τὸ σκῆπτρον τοῦτο. Κατὰ κάθετον. τὸ ἀπὸ ὕψους εἰς βάθος διά‐ στημα. Καταχρηστικόν. πᾶν τὸ μὴ ὁριστικῶς, ἀλλ’ ἐν ἀφελότητι καὶ ἀκακίᾳ εἰρημένον ὑπό τινος. | |
20 | ἅτινα οὐδὲ εἰς νόμον ἢ ὅρον ἀναφέρεσθαι δύ‐ νανται, οἷόν ἐστι τὸ εἰρημένον· ὅτι τότε ἐνέ‐ | |
πτυσαν εἰς τὸ πρόσωπον αὐτοῦ. οὐ γὰρ τοῦ‐ | ||
kappa1161 | το δυνάμεθα πρόσωπον ἰδικὸν εἰπεῖν τὸ ἅγιον σῶμα αὐτοῦ, ἀλλὰ φύσιν. Καυνάκιον. στρῶμα. Καινοτάφια. μεθ’ ὧν ἐλίσσεται ὁ νεκρός. | |
5 | Καίριον. ἀπὸ τοῦ κὴρ, ὃ σημαίνει τὴν θανα‐ τηφόρον μοῖραν, γίνεται καρὸς καὶ καίριον, ἤγουν τὸ θανάσιμον καὶ ἐπικίνδυνον. Κάλλυντρον. κόσμιον. παρὰ τὸ κορῶ, ὃ σημαί‐ νει τὸ σαίρω, τὸ καλλύνω. | |
10 | Κάγκανα. τὰ ξηρὰ ξύλα καὶ εἰς καῦσιν ἐπι‐ τήδεια, οἱονεὶ κατάκανα τινὰ ὄντα. παρὰ τὸ καίνειν, τὸ κόπτειν. καὶ συγκοπῇ καὶ πλεονα‐ σμῷ τοῦ γ κάγκανα. ἢ ὥσπερ ἀπὸ τοῦ τέκω γίνεται τέκανον, καὶ κατὰ συγκοπὴν τέκνον, | |
15 | οὕτω καὶ παρὰ τὸ καίω ῥῆμα γίνεται κάνον καὶ κατὰ ἀναδιπλασιασμὸν καὶ πλεονασμὸν τοῦ γ κάγκανον. ἔνθ’ ἔπειθ’ οἱ μὲν ξύλα κάγκανα—. Κάλλη. κυρίως τὰ βεβαμμένα ἔρια. | |
20 | Καλῴδιον. σὺν τῷ ι γράφεται· συνεξηκολού‐ θησε γὰρ τὸ λαγῴδιον, στῴδιον, κῴδιον. ση‐ | |
μαίνει τὸ στῴδιον τὴν στοάν. | ||
kappa1162 | Κανὸν καὶ κανοῦν. τὸ κανίσκιον. παρὰ τὸ χαί‐ νειν χανοῦν καὶ κανοῦν, ἀπὸ τοῦ κεχηνέναι. Κάρηνα. ἀκρόπολις. ἐξοχαί. ἀπὸ τοῦ κάρα κά‐ ρηνα. σημαίνει δὲ καὶ τὴν κεφαλήν. | |
5 | —τῇ ῥα μάλιστα ἀνδρῶν πίπτε κάρηνα—. Κάρητος. τῶν εἰς αρ οὐδετέρων τὰ μὲν ὑπὲρ δύο συλλαβὰς ἅπαντα διὰ τοῦ τος κλίνονται. ὄνειαρ, ὀνείατος. οὕτως οὖν κάρηαρ, καρήατος, | |
10 | καὶ κατὰ συγκοπὴν κάρητος. [τῶν δὲ δισυλλά‐ βων τὰ μὲν φύσει μακρὰ διὰ τοῦ τος κλίνον‐ ται, οἷον ἧπαρ, ἥπατος.] τὰ δὲ βραχέα ἢ θέσει μακρὰ παραλήγοντα διὰ τοῦ ρος κλίνον‐ ται. οἷον θέναρ, θέναρος, ὕπαρ, ὕπαρος· σημαί‐ | |
15 | νει δὲ τὸ ἀληθὲς ἐνύπνιον, τὴν λεγομένην ὀπτα‐ σίαν· ἔαρ, ἔαρος καὶ κατὰ κρᾶσιν ἦρος, κέαρ, κεάρος καὶ κῆρος, ἄλκαρ, ἄλκαρος, ὃ σημαίνει τὴν βοήθειαν. σεσημείωται τὸ φρέαρ, φρέατος, καὶ στέαρ, στέατος, ὅτι βραχέα παραλήγεται, | |
20 | καὶ διὰ τοῦ τος ἐκλίθη. λέγει δὲ ὁ Ἡρωδιανός· τὰ εἰς αρ οὐδέτερα παραληγόμενα τὸ ω ἄκλι‐ | |
τά εἰσιν. οἷον· μῶμαρ· σημαίνει δὲ τὸν μῶμον· | ||
kappa1163 | βῶβαρ· σημαίνει δὲ τὸν μέγαν· νῶκαρ· ση‐ μαίνει δὲ *τὸν ἀσθενῆ, καὶ* τὴν στέρησιν τῆς ψυχῆς. Καῦμα. τὸ κεκαυμένον ἄημα. | |
5 | Κατώτερα μέρη τῆς γῆς. τὸν θάνατον λέγει ὁ Ἀπόστολος. | |
7t | (Ῥῆμα.) | |
8 | Κατηρτισμένα. τέλεια. καὶ ὁ Ἀπόστολος· σκεύη ὀργῆς κατηρτισμένα. | |
10 | Καγχάζων. ἀσέμνως γελῶν. Καγχαλόων. χαίρων. Καββαλεῖν. ἀντὶ τοῦ καταβαλεῖν. | |
Καθωσιωμένος. ἀνατεθειμένος τῷ θεῷ. | ||
kappa1164 | Καθικνεῖσθαι. καθάπτεσθαι. Καθέξει. κρατήσει. Καθεῖναι. χαλάσαι. καὶ καθείς. Καθεῖρκτο. ἐγκέκλειστο. | |
5 | Καθῆστο. ἐκαθέζετο. Καθυφῆκεν. ἐνέδωκεν. Καθεδοῦμαι. καθεσθήσομαι. Καθαπτόμενος. ἐπιπλήττων. Καθιεροῖ. θεῷ ἀνατίθησι. | |
10 | Καθίδρυσεν. ἐστήριξε. Καθίστησι. προχειρίζεται. Καθαιρήσετε. [ἀντὶ τοῦ] καθελεῖτε. οὕτως | |
Θουκυδίδης καὶ τῶν ἄλλων οἱ πλεῖστοι. | ||
kappa1165 | Καθαιρήσονται. καταλήψονται. Καθελών. ἀντὶ τοῦ καταβιβάσας. Δημοσθένης δὲ καὶ Στησίχορος καὶ Σοφοκλῆς ἀντὶ τοῦ ἀνελὼν, ἤτοι ἀποκτείνας. | |
5 | Καθεσταμένος. ἀντὶ τοῦ ἐπιτεταγμένος. Καθεστῶτα. ἠρεμοῦντα. Καθεστώτων. ὡρισμένων. καθεστώτων τῶν νό‐ μων. | |
Καθεῖντο. ἐκρέμαντο. | ||
kappa1166 | Καθῆκαν. προεβάλλοντο. οἱ δὲ ἐπ’ ἐξαπάτῃ Ῥω‐ μαίων καθῆκαν τὸν λόγον. Καθηκούσαις. πρεπούσαις, καὶ ἀντὶ τοῦ διεκτρε‐ χούσαις. Ξενοφῶν· ἐν πέτραις καθηκούσαις | |
5 | ἐπ’ αὐτὸν τὸν τόπον. Καθίδρυσαν. ἀσφαλῶς κατῴκισαν. Καθιδρύσασθαι. βεβαιῶσαι. Καθίεσαν. κατῆλθον. | |
Καθίζεσθε. καταπήξατε. | ||
kappa1167 | Καθίει. ἐπεχείρει. ἐνέβαλεν. ὁ δὲ καθίει πεῖ‐ ραν ἐς τὸν ἄνδρα, οἰόμενος αὐτὸν ἕξειν κοινω‐ νὸν ὧν ὥρμηται. Καθιείς. ἐπιπέμπων. | |
5 | Καθικόμενοι. καθαψάμενοι. Καθιππάζεσθαι. συνελαύνειν, *συντρέχειν,* ἐρίζειν. Καθίστα. ἑτοίμαζε. Καθιστάμενος. πρὸς τὸ βέλτιον μετάγων. | |
10 | Καθυφίεντο. ἀντηλλάττοντο. Καθαγιάζεται. ἀφιεροῦται. Καθαγιάσω. [καύσω.] καθιερώσω. Καθαλλόμενος. καταπηδήσας. ὁ δὲ καθαλλό‐ μενος τοῦ ἵππου καὶ τὸ ξίφος ἑλκύσας, παίει | |
15 | αὐτόν. | |
kappa1168 | Καθελεῖν. καταβαλεῖν. Καθηγεῖσθαι. ἀντὶ τοῦ ἡγεῖσθαι [παρὰ Ἡροδό‐ τῳ· φησὶ γοῦν, ὅτι καθηγέοντο οἱ Σκύθαι ἐς τῶν ἀνδροφάγων τοὺς χώρους. χρῶνται δὲ καὶ | |
5 | οἱ Ἀττικοὶ τῷ καθηγεῖσθαι] καὶ ἀφηγεῖσθαι. ἔστι δὲ καὶ τὸ προηγεῖσθαι παρ’ αὐτοῖς. Κάθου καὶ κάθησο. ἄμφω Ἑλληνικά. Ἀριστο‐ φάνης·* οὐχ ὅτι ς’ ἐκεῖνο λάχεν οἰμώζων κάθου. | |
10 | Κρατῖνος· τὴν χεῖρα μὴ ἐπίβαλλε, μὴ κλάων κάθῃ. λέγει γὰρ τὸ ὑποτακτικὸν ἀπὸ τοῦ κάθημι καὶ κάθῃ καὶ κάθηται ὁριστικῶς. Ἀριστοφάνης· ἰδοὺ κάθημαι. | |
15 | καὶ Ὑπερίδης· ἀπόκριναί μοι, Ἑρμεία, ὥσπερ | |
kappa1169 | κάθῃ. τὸ δὲ κάθισον οὐκ ἔτι, ἀλλ’ ἀντὶ τοῦ καθίζου. σὺ δ’ ὦ τέκνον τέως καθίζου μοὐνθαδί. λέγουσι δὲ καὶ καθίζανε. Φερεκράτης· | |
5 | δεῖπνον παρασκεύαζε, σὺ δὲ καθίζανε. Ἄρχιππος· φέρε καθίζωμεν ἐνθαδί. Κρατῖνος· εἰ πρῶτος ἔλθοις, κἂν καθίζεσθαι λάβοις. | |
10 | καὶ καθίζοντας, καθίζηται, καθιζόμενον· καθή‐ μαθα, καὶ σὺν τῷ ε, ἐκαθήμεθα. Αἰσχίνης· ἀλλ’ εἰ μέν που χρήματ’ ἀναλώσει, προκαθιζήσει. καὶ Πλάτων· ἀλλὰ ποῦ δὴ δοκεῖ καθιζόμενοι ἀναγνῶμεν. καὶ προελθών· ἐς ὅπη ἂν δόξῃ, ἐν | |
15 | ἡσυχίᾳ καθιζησόμεθα. καὶ πολὺ καθέζεσθαι.] | |
kappa1170 | Καθεδοῦμαι. τὸ καθεδοῦμαι καὶ καθεδῇ καὶ κα‐ θεδεῖται, Ἑλληνικά. τὸ δὲ καθεσθήσομαι καὶ ἐκαθέσθην καὶ καθεσθῆναι, ἔκφυλα. Ἀρι‐ στοφάνης· | |
5 | κᾆτα καθεδεῖ [δῆτα μοι]— καὶ ἐν Ἀχαρνεῦσι καθεδεῖται. [καὶ πάλιν· καθεδῶ] δικαστάς. φησί. [καὶ Τηλεκλείδης· καθεδοῦμαι. καὶ Φε‐ ρεκράτης· καθεστέον. καὶ Μένανδρος·] | |
10 | καθεδοῦμαι ἐνθαδὶ τὸν Λοξίαν αὐτὸν κατα‐ λαβών. καὶ Πλάτων· πρόαγε δὴ καὶ σκόπει ἅμα, ὅπου καθεδούμεθα. καὶ χωρίσαι χωρὶς μὲν τοὺς ὁπλίτας, χωρὶς δὲ τοὺς ἱππέας. καὶ καθέσαι, | |
15 | καὶ καθῆσθαι, καὶ καθιεῖ, καὶ καθίζειν, οὐ | |
kappa1171 | καθιζάνειν. καὶ καθῆστο, καθοίμην, καθή‐ μην, κάθηντο. Καθηλωκυῖα. κατηλοκυῖα δέ. Κακύνειν. ὑβρίζειν. κακύνειν τὸν πηλὸν, ὅ ἐστι | |
5 | τὸν ἄξιον ὕβρεως ὑβρίζειν. καὶ κακύνειν ἀντὶ τοῦ μωραίνειν. Κακχεῦσαι. τὸ καταβαλεῖν. Κακίζει. ἐπισκώπτει. Κακερουτίας. ἀντὶ τοῦ μετεωρίζου, μέγα ἐφρό‐ | |
10 | νεις. ἀπὸ δὲ τῶν κερατοφορούντων ἡ λέξις. Καλχαίνειν. κατὰ βάθος μεριμνᾷν. [καὶ κάλ‐ χη ἡ πορφύρα, ὅθεν καὶ πορφύρειν τὸ με‐ ριμνᾷν.] Καλαμῶνται. πλεονεκτοῦσι. καὶ καλαμᾶται, | |
15 | ἐπανατρυγᾷ, ἢ τὰ ἀποθερίσματα συλλέγει. | |
Καλπάζειν. τὸ ἄκρως βαδίζειν. | ||
kappa1172 | Καλινδούμενος. κυλιόμενος. Καλλύνει. κοσμεῖ. Καπηλεύουσιν. ἀγοράζουσιν, ἢ πιπράσκουσιν. Καρποφορήσει. προσφέρει. | |
5 | Καρηβαρῶν. τὴν κεφαλὴν βαρούμενος. Καρωθείς. τὴν κεφαλὴν σεισθεὶς, ἢ βαρυν‐ θεὶς, ἢ σκοτοδινήσας. Κατανύγητε. κολάσατε, τιμωρήσατε, νύξατε, κεντήσατε. | |
10 | Κατημαξευμένος. τετριμμένος. Κατηγλαϊσμένος. λελαμπρυσμένος. Κατεστυγημένον. μεμισημένον. Κάτιδε. θεώρησον. Καταπτήσσει. δειλιᾷ. φοβεῖται, συστέλλεται. | |
15 | Κατεδηδοκέναι. καταφαγεῖν. Καταλεάνας. κατατρίψας. ὁμαλίσας. | |
Κατάρδεται. ποτίζεται. | ||
kappa1173 | Κατεπιάνθη. ἐλιπάνθη. Καττύω. ῥάπτω, κατασκευάζω. Κατέλευσαν. ἐλιθοβόλησαν. Κατεξανίσταται. κατεπαίρεται. | |
5 | Κατεπτηχέναι. πεφοβῆσθαι. Κατοιόμενος. ὁ νομίζων ἑαυτὸν μέγαν, καὶ φυ‐ σῶν καὶ ὑπερηφανευόμενος. Κατακήλει. καταθέλγει. Κατοῤῥωδεῖ. φοβεῖται. | |
10 | Κατεγνυπῶσθαι. ἀντὶ τοῦ παρειμένος εἶναι καὶ μελανός. ἀπὸ τοῦ εἰς γόνυ πίπτειν. Κατακερματίζει. κατακόπτει. Κατηχήθησαν. ἐδιδάχθησαν. Κατέληξε. κατέπαυσε. | |
15 | Κατευνάσαι. κοιμίσαι, καταπραΰναι. Κατευμεγεθήσας. ὑπερβαλὼν, νικήσας. Κατῃκίσατο. ἐβασάνισεν. ἐμάστιξε. | |
Κατοιμώζοντες. στενάζοντες. | ||
kappa1174 | Κατολιγώρησαν. ἐμικροψύχησαν. καὶ ἀντὶ τοῦ κατεφρόνησαν. Καταδύντος. βυθισθέντος. Κατῄδεσα. αἰσχυνθῆναι ἐποίησα. | |
5 | Κάτεισι. κατέρχεται. Καταληΐζεται. διαρπάζει. Καταῤῥαψῳδεῖ. φλυαρεῖ. Κατασείει. καταβάλλει. Κατεστόρεσεν. ἐπράϋνεν. κατέστρωσεν. | |
10 | Κατέστικται. πεποίκιλται. Καταψηφίζεται. κατακρίνεται. Κατεσκίῤῥωται. ἐσκλήρωται. σκίῤῥος γὰρ ὁ γύψος. Καταθρήσωμεν. θεωρήσωμεν. | |
15 | Κατασκίδναται. διασκορπίζεται. Κατειρωνεύεται. ὑποκρίνεται. Κατώλισθον. ἔπεσον. | |
Καταφοιτῆσαι. κατελθεῖν, παραγενέσθαι. | ||
kappa1175 | Κατανδρίζεται. καταπαλαίει. Κατεκαλλύνετο. ἐκοσμεῖτο, ἐλαμπρύνετο. Κατακερτομοῦντες. σκώπτοντες. Κατασπέρχειν. κατασπουδάζειν. | |
5 | Κατεαγώς. καταθλάσας. Καταδύεται. κατακρύπτεται. Κατωρχήσαντο. ἐνέπαιξαν. Κατορυγῶσι. ταφῶσι. Κατεῤῥύη. ἠφανίσθη. | |
10 | Κατενεμήσατο. ἐβοσκήθη. Καταλάμπεσθαι. τὴν ὁλοτελῆ ὄψιν δηλοῖ. Καταιδέσῃ. ἀξίους αἰδοῦς παρασκευάσῃ. Καταβραβευέτω. παραλογιζέσθω· ἢ κατακρι‐ νέτω. | |
15 | Καταθοινήσασθαι. καταφαγεῖν. θοίνη γὰρ ἡ εὐωχία. | |
Κατευθυνθείησαν. εὐοδωθείησαν. | ||
kappa1176 | Κατεστρατοπέδευσε. κατέδραμε πολεμικῶς. Κατισχυμένος. κεκρατημένος. Κατῃσχυμμένος δὲ, ὁ ἄξιος αἰσχύνης, η. Κατοιχομένων. ἀπελθόντων, τεθνεώτων. | |
5 | Καταδαρθεῖν. ἀναπεσεῖν ἐπὶ κλίνης, ἢ ὑπνῶ‐ σαι. καταδαρθεῖν τάπησι. Καρδαμύττειν. τὸ συνεχῶς τὰ βλέφαρα κινεῖν, καὶ εἰς ἐπίμυσιν ἄγειν. εἴρηται ἐκ τοῦ καρδάμου. Καταργῶ. τὸ ἀποπαύω καὶ πληρῶ. κατηργήθη | |
10 | γὰρ ὁ νόμος ἀντὶ τοῦ ἀπεπαύθη. γίνεται δὲ ἐκ τῆς κατὰ προθέσεως καὶ τοῦ ἀργῶ. τοῦτο ἐκ τοῦ ἀργὸς, ὃ σημαίνει τὸ ἄπρακτον. τοῦτο παρὰ τὸ ἀεργὸς κατὰ συγκοπήν. Καχλάζει. ἀντὶ τοῦ βράζει. | |
15 | Καινοτομοῦνται. νεουργοῦνται. | |
Καιροφυλακῆσαι. καιρὸν ἐπιτηρῆσαι. | ||
kappa1177 | Καραδοκεῖν. τὸ τῇ κεφαλῇ προσβλέπειν ἐκδεχό‐ μενον, μήποτε κέαρ ἔγκειται. Καρηβαρεῖν. τὴν κεφαλὴν καταβαρεῖσθαι. ἢ πα‐ ρὰ τὸ βάλλειν αὐτὴν ἀπὸ μέθης. | |
5 | Καταδημοβορῆσαι. ἀντὶ τοῦ καταναλῶσαι. Καγχαλᾷν. χαίρειν. ὡς παρὰ τὸ χῶ γίνεται κατὰ παραγωγὴν χαίρω, οὕτως καὶ παρὰ τὸ χῶ, χλῶ, καὶ κατὰ παραγωγὴν χαλῶ, καὶ κα‐ τὰ ἀναδιπλασιασμὸν καὶ πλεονασμὸν τοῦ γ γί‐ | |
10 | νεται [χαγχαλῶ καὶ] καγχαλῶ. Κάθημαι. ἐκ τοῦ καθίζω. τοῦτο ἐκ τοῦ ἕζω, ἵζω. καὶ ἐν συνθέσει καθίζω. ἄλλους μὲν κάθισον Τρῶας— καὶ τὸ διὰ τοῦ η. | |
15 | —ἀλλ’ αὐτός τε κάθησο—. Καθ’ ἡμῶν. δεῖ γινώσκειν, ὅτι φωνήεντος δασέος ἐπιφερομένου τρέπεται τὸ ψιλὸν σύμφωνον εἰς ἀντίστοιχον τοῦ δασέος. οἷον· κατὰ ἡμῶν, καθ’ ἡμῶν. ἐπὶ ἡμᾶς, ἐφ’ ἡμᾶς. ψιλουμένου δὲ φω‐ | |
20 | νήεντος ἐπιφερομένου, οὐ τρέπεται τὸ δασὺ σύμ‐ φωνον εἰς ψιλόν. οἷον· ἀμφὶ ἀγαθὸν, ἀμφ’ ἀγαθόν. τοῦτο δὲ γίνεται, ἐπειδὴ τὰ δασέα ἐπικρατέστερά εἰσι καὶ ἰσχυρότερα τῶν ψιλῶν. Καθῆστο. ἕω, ὁ μέλλων ἕσω, ὁ παρακείμενος | |
25 | ἧκα, ὁ παθητικὸς ἧσμαι, ὁ ὑπερσυντέλικος | |
kappa1178 | ἥσμην, ἧσο τὸ δεύτερον, τὸ τρίτον ἧστο, καὶ ἐν συνθέσει καθῆστο. Κατάκτανε. φόνευσον. ἡ κατὰ συγκοπτομένη, ἐὰν ἐπάγηται δύο σύμφωνα παντελῶς ἀποβάλ‐ | |
5 | λει τὸ τ. κατάκτανε, κάκτανε. κατάσχεθε, κάσχεθε. Καταρτίζω. ἁρμόζω. ἐκ τοῦ ἀρτῶ, ἀρτίζω. Καταποντωθῆναι. ἀντὶ τοῦ καταποντισθῆναι. τῶν Ἀττικῶν δέ ἐστι. | |
10 | Καταπροΐξασθαι. ἀπὸ τῆς προικὸς, ἣν διαι‐ ροῦντες οἱ Ἴωνες πρόϊκα λέγουσι. Κατέκτανθεν. ἀπὸ τοῦ κτείνω, κτανῶ· ὁ ἀό‐ ριστος παθητικὸς ἐκτάνθην, ὡς φαίνω ἐφάν‐ θημεν· τὸ πρῶτον τῶν πληθυντικῶν ἐκτάνθη‐ | |
15 | μεν, ἐκτάνθητε, ἐκτάνθησαν, ἔκτανθεν· ὡς ἐφάνθημεν, ἐφάνθησαν, ἔφανθεν. Κατέκτανεν. ἀπὸ τοῦ κτείνω, κτενῶ, ἔκτεινα· ὁ δεύτερος ἀόριστος ἔκτανον, ἔκτανες, ἔκτανε, καὶ κατέκτανε. | |
20 | Κατισχνωθέντα. λεπτυνθέντα. ἀπὸ τοῦ ἴσχω ἰσχνῶ τρίτης συζυγίας τῶν περισπωμένων. Κατεπόθη. ἐποντίσθη. ἔστι ῥῆμα παράγωγον πῶμι, ὁ μέλλων πώσω, ὁ παρακείμενος πέπωκα, ὁ παθητικὸς πέπομαι, διὰ τοῦ ο μικροῦ· ὡς δέ‐ | |
25 | δωκα, δέδομαι· ὁ δεύτερος ἀόριστος ἐπόθην καὶ | |
κατεπόθην. οὕτω Γεώργιος ὁ Χοιροβοσκός. | ||
kappa1179 | Κατῃόνων. κατήντλουν. ἔχει τὸ ι. ἀπὸ γὰρ τοῦ καταιονῶ, καταιονᾷς, καταιονᾷ. Κατῄρεε. κατέλαβε. παρὰ τὸ αἱρῶ περισπώμε‐ νον, ὃ σημαίνει τὸ καταλαμβάνω. καὶ Ὅμη‐ | |
5 | ρος· —μὴ δέ σε λήθη αἱρείτω—. Καχλάζω. τὸ ταράσσω. πεποίηται ἡ λέξις. ὁ γὰρ ἦχος τοῦ κύματος ἐν τῷ κοιλώματι τῶν | |
10 | πετρῶν γινόμενος δοκεῖ μιμεῖσθαι τὸ κάχλα κάχλα. Καταλαλεῖν. τὸ εἰς ἀπόντα ὑπὸ τινῶν βλασ‐ φημεῖν. Καταργήσῃ. παύσῃ· νικήσῃ. ὅταν καταργήσῃ | |
15 | πᾶσαν ἀρχὴν καὶ πᾶσαν ἐξουσίαν. νῦν μὲν γὰρ ἐνεργοῦσιν αἱ πονηραὶ δυνάμεις, τότε δὲ οὐκ ἂν ἐνεργήσωσιν εἰς κόλασιν παραδιδόμενα. | |
18t | (Ἐπίῤῥημα.) | |
19 | Καθάπαξ. παντελῶς, συντόμως, συλλήβδην. | |
20 | Καθαρῶς. ἀκριβῶς· σαφῶς. Κᾀνθάδε. ἀντὶ τοῦ ἐνθάδε. Καναχηδόν. μετὰ κτύπου. καναχὴ γὰρ ἡ βοὴ καὶ ἡ κραυγή. Κάρτα. ἀντὶ τοῦ λίαν. | |
25 | Καταφορικῶς. σφοδρῶς. | |
kappa1180 | Κατὰ κράτος. ἰσχυρῶς. Κατὰ πόδας. παραυτά. Καταλλήλως. ἁρμοδίως, ἀκολούθως. Καταμόνας. ἀντὶ τοῦ κεχωρισμένως. ὡς τό· ὁ | |
5 | πλάσας κατὰ μόνας τὰς καρδίας αὐτῶν, ὡς λο‐ γικός φησι παρὰ τὰς τῶν λοιπῶν ζώων. Κατ’ εὐθύ. κατ’ εὐθεῖαν. Κατωμαδόν. κατὰ τοὺς ὤμους τῶν ἵππων. κατωμαδὸν ἤλασεν ἵππους. | |
10 | †Κατ’ ἶσον. ὁμοίως.† Καρπαλίμως. ταχέως. ὡς παρὰ τὸ γόνος γί‐ νεται γόνιμος, καὶ πομπὸς, πόμπιμος, οὕτως καὶ παρὰ τὸ κάπω, τὸ πνέω, ἐξ οὗ καὶ καπύω, οἷον· ἀπὸ δὲ ψυχὴν ἐκάπυσε— | |
15 | γίνεται κάπος καὶ πλεονασμῷ τοῦ ν, κάπνος, εἶτα μετὰ πλεονασμοῦ τοῦ ρ πάλιν κάρπνος καὶ κάρπνιμος. ἀποβολῇ οὖν τοῦ ν καὶ πλεονασμῷ τῆς αλ συλλαβῆς, καρπάλιμος, καὶ καρπαλί‐ μως ἐπίῤῥημα. | |
20 | Κάρτα. λίαν. παρὰ τὸ κρατὸς κρατέα, ὡς ταχὺς, ταχέα, καὶ κατὰ συγκοπὴν καὶ μετάθεσιν κάρτα. Καλῶς. παρὰ τὸ κάλλος. τὸ δὲ κάλλος παρὰ τὸ κάζω, τὸ κοσμῶ. Κακῶς. παρὰ τὸ χάζω, τὸ ὑποχωρῶ. τῷ γὰρ | |
25 | κακῷ πάντες ὑποχωροῦμεν. | |
kappa1181(1t) | Τὸ Κ μετὰ τοῦ Ε. | |
2t | (Ἀρσενικόν.) | |
3 | Κεγχρίνης. εἶδος ὄρνιθος, ὃ λέγεται μηδ’ ὅλως διψᾷν. ἢ εἶδος ὄφεως· διὰ τὸ φαίνεσθαι αὐτὸν | |
5 | κατὰ καιρὸν τοῦ κέγχρου, ἢ διὰ τὸ ποικίλον εἶναι καὶ κατεστίχθαι· ὥσπερ γὰρ κέγχρους τινὰς ἐπὶ τὰ νῶτα ἔχει. Νίκανδρος· Θήεις κεγχρίνοις δολιχὸν τέρας. Κεδνός. συνετὸς, σώφρων, φρόνιμος, κηδεμονικώ‐ | |
10 | τατος. κεδνὰ βουλεύματα. ἔστι ῥῆμα κοῶ, τὸ νοῶ, ὁ μέλλων κοήσω, καὶ ῥηματικὸν ὄνομα κόεδνος, ὥσπερ τέρπω, τερπνός· καὶ κατὰ συγ‐ κοπὴν κεδνός. ἢ κηδανός τις ὢν, οὗ ἄν τις κή‐ δοιτο. | |
15 | Κεηρός. κοῦφος. Κέθηγος. κύριον. Κέκροψ. ἀπατεὼν, ἢ γένος πιθήκων. κέρκωψ | |
δὲ μέγα. | ||
kappa1182 | Κέλωρ. κύριον, ἢ ὁ παῖς. Κέλης. ὁ μόνος ἵππος καὶ γεγυμνωμένος, ἢ καὶ σελλάριος ὁ μονοκάβαλλος. Κέλκοις. συάγροις. | |
5 | Κέλυφος. τὸ λέπυρον τοῦ ὠοῦ. Κελαδεινός. ἠχητικὸς, ἢ ὁ θορυβώδης. παρὰ τὸ κέλαδος, ὃ σημαίνει τὴν ταραχήν. πλῆτο ῥόος κελάδων. βαρυτονητέον τὴν μετοχὴν, κελάδοντος γὰρ ἡ | |
10 | μετοχὴ γενική· καὶ ἡ αἰτιατικὴ κελάδοντα, οὐ κελαδοῦντα. Κελαινεφής. μελανός. ἔστι φῶ, τὸ φαίνω, καὶ τὸ κελαίνειν, γίνεται κελαινοφὴς, καὶ τροπῇ κε‐ λαινεφής. *ἀπὸ γὰρ τοῦ Διὸς γέγονε καὶ τοῦ | |
15 | νέφους κελαινενοφής.* Κεκραγμός. ἡ βοή. κεκραγμὸν γάρ τινα [σκαιὸν] | |
ὁ χοῖρος ἠρτημένος ἠφίει. | ||
kappa1183 | Κέπφος. εἶδος ὀρνέου κούφου. καὶ κεπφωθεὶς ἀντὶ τοῦ ἐπαρθείς. †Κέπφος. ὁ λάρος.† Κενεῶνα. τὸν περὶ τὸν λαγόνα τόπον. | |
5 | Κεντυρίων. ἑκατόνταρχος. ἤτοι ταγματάρχης ἑκα‐ τοντάδος. κέντυ γὰρ παρὰ Ῥωμαίοις τὰ ἑκα‐ τόν. Κενός. ὁ μάταιος. [ὁ κοῦφος.] καὶ κενήριον τὸ κενοτάφιον. | |
10 | Κεῖνος. ἀντὶ τοῦ ἐκεῖνος. οὐκ ἔστιν ἐνταῦθα σχηματισμός· ἔστι γὰρ εἰπεῖν, τὸ ε φωνῆεν πέ‐ φυκε πλεονάζειν, οἷον ἥνδανεν, ἑήνδανεν, ὥρων, ἑώρων. Κέρα ἀγλαέ. λαμπρὲ τὴν τρίχα. κεραγλαέ. | |
15 | Κεραυνός. ἀστραπὴ σφοδρὰ, κατιοῦσα ἐπὶ γῆν καὶ τὰ περιτυχόντα φλογίζουσα. | |
Κερασβόλος. ὁ τοῖς κέρασι βάλλων. | ||
kappa1184 | Κερδαλέος. ποικίλος, πανοῦργος. κερδὼ γὰρ ἡ ἀλώπηξ, ὅ ἐστι ζῶον πανοῦργον. [κερδαλεόφρων, ὁ ἀπατεὼν, πανοῦργος. ὁ διόλου πείθων.] Κέρβερος. ὄνομα κυνὸς, ὃς μυθεύεται εἶναι ἐν τῷ | |
5 | ᾅδῃ, ὑπάρχειν δὲ καὶ τρικάρηνος ἤγουν τρικέ‐ φαλος. Κερουλκοί. οἱ τοὺς βόας ἕλκοντες τοῖς κέρασι. καὶ κερουλκούς τινας εἶδον ἄνδρας ἐγώ. Κεστός. ὁ κεντητὸς λῶρος, ἢ τὸ τῆς Ἀφροδίτης | |
10 | ἔνδυμα. καταχρηστικῶς δὲ καὶ πάντα τὰ τῶν γυναικῶν φαντασιώδη ἐνδύματα. Κεχὼς καὶ Κεχρέας. ὀνόματα κύρια. Κελεός. ὄρνεον ταχύτατον. ἀφ’ οὗ καὶ τὸ κέλ‐ λειν, ὅ ἐστι ταχέως βαδίζειν. καὶ τὸν ἱστόποδα | |
15 | κελεὸν λέγει ἀστεϊζόμενος. Κενεών. ἡ λαπάρα. παρὰ τὸ κενεὸν εἶναι | |
ὀστέων. | ||
kappa1185 | Κέλης. ὁ μονάμπυξ ἵππος καὶ δρομικός· ἐφ’ οὗ κάθηταί τις διεσκελισμένος. οὕτως Ἐπαφρόδι‐ τος. ὁ δὲ Ὠρίων λέγει, ὅτι παρὰ τὸ κέλλειν, τὸ τρέχειν. ὅθεν κέλευθος, ἡ ὁδός. παρ’ αὐτὸ | |
5 | γὰρ τὸ ἐξώκειλε φαμὲν, ὅ ἐστιν ἐξέβαλεν, ἐξέῤῥιψε. Κελτοί. ἔθνος. ἀπὸ Κελτοῦ, υἱοῦ Ἡρακλέος. Κενός. ὁ μάταιος, ὁ κοῦφος. οἶμαι, ὅτι παρὰ τὸ καίω κανὸς, καὶ κενὸς, ὁ κεκαυμένος καὶ σπο‐ | |
10 | δὸς ὤν. ἢ ὅτι τὰ κεκαυμένα κοῦφα καὶ ἐλαφρὰ γίνεται. Κεραβάτης. ὁ τὰ ἀκρωτήρια τῶν ὀρέων, του‐ τέστι τὰς κορυφὰς βαίνων, οἱονεὶ ὀρειβάτης. κέρατα γὰρ καλοῦσι πάντα τὰ ἄκρα, ὡς φησὶ | |
15 | Πίνδαρος· ὑψικέραντα πέτραν. ὅ ἐστι τὸ ὑψηλὸν ἀκρωτήριον. Κεραμικός. ἀπὸ τοῦ κεραμεὺς, κεραμέως, κε‐ ραμεικὸς καὶ κεραμικός. καὶ κέραμος. παρὰ | |
20 | τὴν ἔραν ἔραμος, καὶ πλεονασμῷ τοῦ κ, κέρα‐ μος. οἱ δὲ παρὰ τὸ κεκαῦθαι τῇ ἔρᾳ. | |
Κεραοξόος. ὁ κερατουργὸς, ὁ κερατογλύφης. | ||
kappa1186 | †Κέρβερος. κύων τρικέφαλος, ὁ ἐν τοῖς τρισὶ στοιχείοις, ὕδατι, γῇ, ἀέρι, πονηρὸς δαίμων.† Κερδαλέος. κερδαλέος κ’ εἴη καὶ ἐπίκλοπος, ὅς σε πα‐ | |
5 | ρέλθοι— ἀντὶ τοῦ συνετὸς καὶ παραλογιστικὸς, ὃς ἄν σε νικήσῃ. τὰς γὰρ ἐντρεχείας κέρδη ἐκάλουν. πα‐ ρὰ τὸ ἡδύνειν τὸ κέαρ, ὅ ἐστι τὴν ψυχὴν διὰ λόγων κλέπτειν. καὶ κερδαλεόφρων ὁ κερδαίνειν | |
10 | φρονῶν. παρὰ τὴν φρένα καὶ τὸ κερδαλέον. Κέρδιστον τὸν συνετόν φησιν. Κέρκουρος. τὸ μακρὰν πρύμναν ἔχον σκάφος. Κέρκωπες. διὰ τὸ κερδαλέον αὐτῶν καὶ πανοῦρ‐ γον. ἢ ἀπὸ τῆς μητρὸς Κερκώπης. ἢ κέρκωπες | |
15 | οἱ ἀπατεῶνες. ἀπὸ τῶν κυνῶν ἡ μεταφορὰ, οἳ ταῖς ὄψεσι καὶ τῇ κέρκῳ δάκνουσι σαίνοντες. οὕτως Ὦρος ὁ Μιλήσιος. Κερόεις. παρὰ τὸ κέρα γέγονε κερατόεις καὶ συγκοπῇ τοῦ ατ κερόεις. ἐξ οὗ τὸ θηλυκὸν κε‐ | |
20 | ρατόεσσα. καὶ συγκριτικὸν κερόεσσα. καὶ γρά‐ | |
φεται κεροῦσα. οἷον· νόμος δέ τι κεροῦσα. | ||
kappa1187 | Κεστός. ὁ κεντητὸς λῶρος. παρὰ τὸ κάζω, τὸ κοσμῶ, γίνεται ῥηματικὸν ὄνομα καστός. καὶ κεστὸς ὁ κεκοσμημένος. ἢ παρὰ τὸ κέντω ὄνομα Βαρύτονον. ἔνθεν καὶ | |
5 | κέντορες ἵππων. ὁ μέλλων κένσω. κένσαι ὁμοκλήσας. γίνεται ὄνομα ῥηματικὸν κενστὸς καὶ κεστός· ὡς κλαύσω, κλαυσμὸς καὶ κλαυθμός. ἐξ οὗ καὶ | |
10 | πολύκεστος ἱμὰς ὁ πολυκέντητος. Κευθμός. σκότος, κρύψις. ἐκ τοῦ κεύθω, τὸ κρύπτω, κευσμὸς καὶ αἰολικῶς κευθμὸς, ὡς κλαύ‐ σω, κλαυσμὸς καὶ κλαυθμὸς, καὶ μηνισμὸς, μη‐ νιθμός. ἐκ δὲ τοῦ κευθμὸς γίνεται κευθμών. | |
15 | Γαίης ἐν κευθμῶνι, κακῷ δ’ ἐτέρπετο ἔργῳ. Κεραυνός. ἡ μεταφορὰ ἀπὸ τῶν ζώων, τῶν τοῖς κέρασι χρωμένων καὶ διαφθειρόντων. παρὰ τὸ κεραΐζειν καὶ τὸ αὔειν, ὅ ἐστι καίειν. Κεκρύφαλος. μέρος τῆς γαστρός. | |
20 | Κενοῦχος. τὸ βαλάντιον. Κέλωρ. ὁ κελλάριος. παρὰ τὸ κέλλω, τὸ προσ‐ | |
τάσσω. | ||
kappa1188(1t) | (Θηλυκόν.) | |
2 | Κέδροι. δένδρα ὑψήκομα. ταύταις δὲ ἀπεικάζει Δαβὶδ τὴν εἰδωλολατρείαν. Κεμάς. ἡ κοιμωμένη ἐν σπηλαίῳ ἔλαφος, κοι‐ | |
5 | μάς τις οὖσα ἢ νεογενής. Κέλευθος. ἡ διὰ θαλάσσης ὁδός. Κενοφωνία. ἡ ματαιοφωνία. Κενή. ἡ ματαία. Κενὴν μακαρίαν. εἰς κενὸν καὶ μάταιον *λογι‐ | |
10 | ζομένην καὶ* μακαριζομένην. Κέρκος. ἡ οὐρά. Κεραία. τὸ κερατάριον, τὸ διὰ πλαγίου ξύλον τῷ ἱστῷ ἐπικείμενον. οὗ καὶ τὴν ὀθόνην ἐξά‐ πτουσι. | |
15 | Κειρίαι. οἱ ἐπιτάφιοι δεσμοί. Κεχρέα. πόλις. καὶ Κεχρέαι, τόπος. Κεγχραμίδες. τῶν συκῶν καὶ τῶν ἐλαιῶν οἱ πυ‐ ρῆνες. Κενοδοξία. κενῶν ὄρεξις. ἢ κενοδοξία ἐστὶν ὁ | |
20 | πρὸ τῆς ἀπαθείας θέλων ὑπὸ τῶν ἀνθρώπων δοξάζεσθαι, ἐπὶ τοῖς πεφυκόσι γενέσθαι δι’ | |
ἀπάθειαν καὶ γνῶσιν θεοῦ. | ||
kappa1189 | Κέβλη. ἡ κεφαλή. κατὰ συγκοπὴν καὶ τροπὴν τοῦ φ εἰς β γέγονε κέβλη. Κέδρος. παρὰ τὸ κέντρος· κεντρώδης γάρ ἐστιν. ἢ παρὰ τὸ καίεσθαι ῥαδίως. | |
5 | Κειρία. οἱ δεσμοί· τὰ σχοινία. θηλυκῶς. παρὰ τὸ κείρω, τὸ κόπτω, τουτέστι παρὰ τὸ εἰς λεπτὰ κόπτεσθαι αὐτά. ἢ παρὰ τὸ κέρας, τὸ σημαῖνον τὰς τρίχας, κερία, καὶ πλεονασμῷ τοῦ ι κειρία. καὶ γὰρ ἐκ τριχῶν ἦσαν κατὰ τὸ παλαιόν. | |
10 | Κέλευθος. ἡ ὁδός. παρὰ τὸ κέλλειν, ὃ σημαί‐ νει τὸ τρέχειν· ἐν ταύτῃ γὰρ τρέχομεν. ἢ παρὰ τὸ ἐλεύθω, ἔλευθος καὶ κέλευθος, πλεονασμῷ τοῦ κ. καὶ ἐπὶ οὐδετέρου· —ὑγρὰ κέλευθα. | |
15 | κατὰ μετάπλασιν γένους, ὡς ἀπὸ τοῦ ὁ τρά‐ χηλος τὸ τράχηλον. Καλλίμαχος· τὰ τράχηλα γυμνάζει. καὶ τάρταρος καὶ ἡ τάρταρος καὶ οὐδέτερον τὰ τάρταρα. Πίνδαρος· | |
20 | τάρταρά τ’ ἠερόεντα— καὶ λύχνους λύχνα, δίφρους δίφρα, δακτύλους | |
δάκτυλα. | ||
kappa1190 | Κεντρηνεκέας. παρὰ τὸ διηνεκῶς καὶ συνεχῶς κεντρίζεσθαι. Κερκίς. παρὰ τὸ κρέκω, τὸ ἠχῶ, κρεκὶς καὶ κατὰ ὑπερβιβασμὸν κερκὶς, ἡ ἠχοῦσα. | |
5 | γλυκεῖα μᾶτερ, οὔτι δύναμαι κρέκειν τὸν ἱστόν. Κερκόλυρα. οὕτως ὁ Ἀλκμὰν ἐχρήσατο ἀντὶ τοῦ κρεκόλυρα. ἔστι δὲ τοῦτο πάθος. τὸ δὲ κερκόλυρα ἠχητικὴ λύρα· τὸ γὰρ κρέκε, κρέκε | |
10 | ἦχος ἐστὶ τῆς κιθάρας. Κεφαλή. παρὰ τὸ κάρφος καρφαλὴ, καὶ κε‐ φαλή· ὁ κατάξηρος καὶ ὀστώδης τόπος. ἢ κα‐ τὰ Ἀπολλόδωρον κελύφη τις οὖσα, παρὰ τὸ καλύφειν καὶ σκέπειν τὸν ἐγκέφαλον. τινὲς δὲ | |
15 | παρὰ τὸ ἐκεῖ κεῖσθαι τὰ φάη, κεφάη τις οὖσα καὶ κεφαλή. οἱ δὲ παρὰ τὸ κάπω, τὸ πνέω, κα‐ παλὴ καὶ κεφαλή· οἱονεὶ ἡ διαπνέουσα. ὅθεν καὶ κῆπος, ὁ διαπνεόμενος τόπος. διὸ καὶ ἐν ταῖς οἰκίαις τὸν ἀποπνεόμενον τόπον πρὸς ἀνάπαυ‐ | |
20 | σιν κῆπον λέγομεν. παρὰ τὸ κάπω, τὸ πνέω. ἀπὸ δὲ ψυχῆς ἐκάπυσεν. | |
ὅ ἐστιν ἀνέπνευσεν. | ||
kappa1191 | †Κερωσσός. πόλις Ἀπολλωνιάδος.† Κεφαλληνία. ἀπὸ Κεφάλου τινὸς, ὃς ἑκουσίως ἀνελὼν τὴν Ἐρεχθέως θυγατέρα ἔξεισι τῆς Ἀττικῆς καὶ σὺν Ἀμφιτρύωνι στρατεύεται κα‐ | |
5 | τὰ τῶν Τηλεβόων. Κέως. ἡ νῆσος. ἀπὸ Κέω τοῦ Ἀπόλλωνος καὶ Ῥοδοέσσης νύμφης. Κενοφωνίας. τὸ νέα τινὰ ἐφευρίσκειν, ὡς Ἀρει‐ ανοὶ καὶ Νεστοριανοί. καὶ ὁ Ἀπόστολος· ἐκ‐ | |
10 | τρεπόμενος τὰς βεβήλους κενοφωνίας καὶ ἀντι‐ θέσεις. | |
12t | (Οὐδέτερον.) | |
13 | Κέαρ. ἡ ψυχή. παρὰ τὸ κεκρᾶσθαι ἐκ ψυχροῦ καὶ θερμοῦ ἐπίσης ἔχον. κέαρ τὴν καρδίαν φη‐ | |
15 | σὶν Ἀριστοφάνης· ἐφ’ ᾧ γε τὸ κέαρ εὐφράνθη. †Κέρμα. σωρεία λεπτῶν τε καὶ ὀβολῶν.† Κεκρύφαλον. σουδάριον, κεφαλοδέσμιον. Κεκράγμασιν. Ἀριστοφάνης· | |
20 | δικροῖς ἐώθουν τὸν θεὸν κεκράγμασιν. ἔδει δὲ εἰπεῖν ξύλοις, καὶ εἶπε κεκράγμασι. τὸ δὲ δικροῖς ἀντὶ τοῦ διφυέσι ξύλοις. Κελήτιον. μικρὸν πλοιάριον. ἀπὸ μεταφορᾶς | |
τοῦ κέλητος ἵππου, ᾧ εἷς ἀνὴρ ἐπικάθηται. | ||
kappa1192 | Κελαινόν. μέλαν. κελὸν γὰρ τὸ μέλαν κατὰ διάλεκτον. αἶψά τοι αἷμα κελαινὸν ἐρωήσει περὶ δουρί. Κέμεννα. ὄνομα ὄρους. καὶ Κέμμενα εἶδον ἐγώ. | |
5 | Κερασβόλα. ἄκαρπα, ἢ τὰ τοῖς κέρασι βάλ‐ λοντα. Κενήριον. τὸ κενὸν μνημεῖον. Κεφάλαιον. ἡ ἀρχὴ, ἢ τὸ ζήτημα. Κέρδιον. βέλτιον, κρεῖσσον. ἀπὸ τοῦ κέρδους. | |
10 | Κερτόμιον. παραλογιστικόν. παρὰ τὸ κέαρ τέ‐ μνειν, ὅ ἐστι τὴν ψυχὴν χλευάζειν διὰ λόγων. Κειμήλια. τὰ ἀπόθετα χρήματα. ὡς παρὰ τὸν θείσω μέλλοντα γίνεται θειμέλια, οὕτως καὶ παρὰ τὸν κείσω μέλλοντα γίνεται κειμήλιον. ἢ | |
15 | παρὰ τὸ ἐκεῖ κεῖσθαι τὰ μῆλα, δι’ ὧν τινὰ ἐκμειλισσόμεθα. Κελύφη. τὰ καλύμματα. ἀπὸ τοῦ καλύπτω. καὶ ἡ κάλυξ ἡ καλύπτουσα τὸ ῥόδον. Κέρας. ἡ θρίξ. διὰ τὸ τοῖς κέρασιν ὁμοίως ἐκ‐ | |
20 | φύεσθαι. οἱ δὲ φασὶ, ὅτι ἡ ἐκ βάθους ἰκμὰς ἀπὸ τῆς θερμασίας ἀναφερομένη, κᾄπειτα τῇ τοῦ δέρματος τάσει σφιχθεῖσα, κερατοῦται. ἢ | |
ἡ συνεχῶς κειρομένη. | ||
kappa1193 | Κέρας. καὶ ὄνομα ποταμοῦ. καὶ τὸ κέρατον καὶ τὸ κερατάριον καὶ ἄλλα πολλὰ σημαίνει. Κέδματα. τὰ χρόνια ἀλγήματα λέγει ὁ Ἱππο‐ κράτης. γράφει δὲ καὶ ὁ Ψελλός· χρόνια | |
5 | δὲ ἀλγήματα τὰ κέδματα τυγχάνει. *Κέντο. τὰ ἑκατὸν παρὰ Ῥωμαίοις.* | |
7t | (Ῥῆμα.) | |
8 | Κέαται. κεῖνται. ὅτι οὐ μόνον ἐπὶ παρακειμέ‐ νου καὶ ἐπὶ πάθους ποιοῦσιν οἱ Ἴωνες τρίτον | |
10 | παθητικὸν, ἀλλὰ καὶ ἐπὶ ἐνεστῶτος. οἷον· κεῖ‐ μαι, κεῖσαι, κεῖται, κέαται. Κεδάζω. σκορπίζω. Κεκομψευμένος. κεκαλλωπισμένος, σεμνός· ἀστεῖος, ἢ κομπηρὸς, ἢ τεχνικὸς, ἢ φαντα‐ | |
15 | σιώδης. Κέκραθι. κράξον. Κέκτημαι καὶ ἔκτημαι. ἀμφότερα Ἑλληνικά. | |
Θουκυδίδης ἑκατέρως· καὶ οὐδὲν τὸ πρότερον | ||
kappa1194 | κεκτημένων· καὶ τὰ προεκτημένα φιλεῖ ἐλασ‐ σοῦσθαι. Δημοσθένης δ’ ἀεὶ σὺν τῷ κ. Κεκωδωνισμένος. ἐξητασμένος. ἀπὸ τῶν τοὺς φύλακας διὰ τοῦ κώδωνος ἐξεταζόντων. καὶ δια‐ | |
5 | κωδωνίσαι τὸ ἐξετάσαι. [Ἀριστοφάνης· ὡς αἰσχρὸν ἀκωδώνιστον ἐᾷν.] Κεκαυτηριασμένος τὴν συνείδησιν. [τουτέστι μὴ] ἔχων ὑγιᾶ. Κεκοσυρῶσθαι. πεποικίλθαι. | |
10 | Κέκλυτέ μου. ἐπακούσατέ μου. Κεκόπακεν. ἐπαύσατο. Κεκόλαπται. γέγλυπται. Κεκραιπαληκώς. μεθύσας· εὐφρανθείς. Κέκμηκα. κεκοπίακα. | |
15 | Κεκλοφέναι. κλέψαι. Κεκολουμένος. ἐκτετηγμένος· ἀδυνάτως ἔχων· ἀμηχανῶν. Κεκονιαμένος. σπουδάζων πάνυ. ἔτι τὴν κόνιν | |
τοῖ ποσὶ περιφέρων. | ||
kappa1195 | Κεκονιαμένοις. ἀσβέστῳ κεχρισμένοις. Κεκριγότες. μηδὲν διασαφοῦντες. κριγμὸς γὰρ ὁ τῶν ἀποθνησκόντων τρισμὸς τοῖς ὀδοῦσι γινό‐ μενος. | |
5 | Κεκασμένον. κεκοσμημένον. κάζω γὰρ τὸ καλ‐ λωπίζω. Κεκαφηότα. ἐκπνεύσαντα. κάπος γὰρ τὸ πνεῦμα. Κεκληγότες. κράζοντες. | |
10 | Κεκλόμενος. παρακελευόμενος. Κεκινέαται. κεκίνηνται. Κεκαδησόμεθα. φροντίσομεν. Κεκάδοντο. ἀντὶ τοῦ ἐκεχάδοντο, ὡς τό· —ὑπὸ δὲ Τρῶες κεκάδοντο. | |
15 | Κεκαδήσει. ἀπὸ τοῦ χάζω, τὸ ὑποχωρῶ, ὁ δεύτερος ἀόριστος ἔχαδον, ὁ μέσος ἐχαδόμην, ἐχάδοντο, καὶ κατὰ τροπὴν ἐκάδοντο. ἀπὸ δὲ τοῦ χάζω γίνεται χαδῶ, χαδήσω, τὸ τρίτον χα‐ | |
δήσει, καὶ τροπῇ καδήσει, καὶ κατὰ ἀναδιπλα‐ | ||
kappa1196 | σιασμὸν κεκαδήσει. καὶ ποιητικῷ ἀναδιπλασια‐ σμῷ κεκάδοντο. Κελαρύζει. μετὰ ἤχου ῥέει. Κελαδοῦσιν. ἠχοῦσιν ἢ θόρυβον ἐμποιοῦσι. | |
5 | Κέλλεται. προστάττει. [Κελευτιόων. παρακελευόμενος.] Κεπφωθείς. ἐπαρθείς. κέπφος γὰρ εἶδος ὀρ‐ νέου κούφου. Κενῶσαι. ἀντλῆσαι. ἔστι δὲ καὶ ἀντὶ τοῦ τῆξαι. | |
10 | Κεραννύς. κιρνῶν. Κεραΐζων. διακόπτων, ἀναιρῶν, διαρπάζων. Κερατιοῦμεν. καταγωνισώμεθα. ἐκ μεταφορᾶς τῶν ζώων, ἃ τοῖς κέρασι καταπαλαίει τὸν ἀν‐ τίπαλον. | |
15 | Κενεμβατεῖ. εἰς κενὰ ἐμβαίνει. Κεύθω. τὸ κρύπτω. Κεχαριτωμένη. πεφιλημένη, εὐλογημένη. Κείρειν. κόπτειν. ἀπὸ τοῦ αἴρειν καὶ ἀποκόπτειν | |
τὰς τρίχας. | ||
kappa1197 | Κείω. τὸ κέω. ἀνεφάνη γὰρ τὸ ε, ὡς ἐν τῷ· κέδρου τ’ εὐκεάτοιο. Κείων. κοιμησόμενος. ἀπὸ τοῦ κέων. ὦρσο κέων. | |
5 | [πλεονασμῷ τοῦ ι, κείων. κίω δὲ τὸ πορεύομαι διὰ τοῦ ι, ἀπὸ τοῦ ἴω.] Κέραιρε. κίρνα. ἀπὸ τοῦ καιρῶ κεραίρω, ὡς μενῶ μεναίνω. Κερδαίνειν. παρὰ τὸ κέρδος. ἢ παρὰ τὸ κέαρ ἰαί‐ | |
10 | νειν, ὅ ἐστιν εὐφραίνειν. †Κεκρηγέναι. ἀντὶ τοῦ κεκραγέναι.† Κεκαδησόμεθα. λυπηθησόμεθα, φροντιοῦ‐ μεν. οἶμαι ἀπὸ τοῦ ἄχος, ἀχῶ, ἀχάζω, ἀχα‐ δῶ, καὶ κατὰ ἀποβολὴν χαδῶ, χαδήσω, χαδή‐ | |
15 | σομαι, καὶ καδήσομαι, καὶ κατὰ ἀναδιπλασια‐ σμὸν κεκαδήσομαι, [κεκαδησόμεθα.] Κεκαδών. στερήσας, χωρίσας. παρὰ τὸ χάζω ἔχαδον, ἡ μετοχὴ χαδὼν καὶ καδών. θυμοῦ καὶ ψυχῆς κεκαδών—. | |
20 | †Κεκασμένος. κεκαλλωπισμένος· κεκοσμημέ‐ νος. ἀπὸ τοῦ κάζω, τὸ κοσμῶ.† Κεκινέαται. ἀπὸ τοῦ κινῶ, κινήσω, κεκίνηκα, κεκίνημαι, κεκίνηται καὶ Ἰακῶς κεκινέαται. οἱ δέ μευ ὀδόντες ἐν τοῖσι γνάθοισι πάντες κεκι‐ | |
25 | νέαται. | |
kappa1198 | Κεκαφηότα. ἐκπεπνευκότα. [κάπφος γὰρ τὸ πνεῦμα,] ἀπὸ τοῦ κάφω, καφῶ, καφήσω. Κεκλαυμένην. ἀντὶ τοῦ κεκλαυκυῖαν. ἔστι δὲ ποιητικόν. | |
5 | Κέκληκα. ἐκ τοῦ καλῶ, καλέσω, κεκάληκα, καὶ κατὰ συγκοπὴν κέκληκα. ἐξ οὗ καὶ τὸ κεκλη‐ γὼς τροπῇ τοῦ κ εἰς γ. Κεκλίαται. Ἰστέον, ὅτι οἱ καθαριεύοντες παρα‐ κείμενοι τὸ α μόνον προσλαμβάνουσι κατὰ τὸ | |
10 | τρίτον πρόσωπον τῶν ἑνικῶν. καὶ εἰ μὲν μακρᾷ παραλήγει, ταύτην συστέλλει. καὶ οὕτως τὸ Ἰω‐ νικὸν ποιοῦσιν. οἷον ἐρύω, ἔρυται, ἐρύαται. οὕ‐ τως καὶ ἀπὸ τοῦ κλείω κέκλειται, κεκλίαται, κατὰ συστολὴν τῆς ει διφθόγγου. οἷον· | |
15 | αἳ ἁλὶ κεκλίαται. Κεκλόμενοι. παρακελευόμενοι. ἀπὸ τοῦ κέλλω κελλόμενοι, καὶ πλεονασμῷ τοῦ κ κεκλόμενοι. ἀλλήλοισί τε κεκλόμενοι—. Κέκλυθι καὶ κέκραθι. οἱ πλεῖστοι, ὡς καὶ ἡ | |
20 | χρῆσις μαρτυρεῖ, παρακείμενοι εἰσί. τοῦ δὲ πα‐ ρακειμένου τὰ προστακτικὰ ποτὲ μὲν εἰς ε λή‐ γουσιν, οἷον τέτυφε, ποτὲ δὲ εἰς θι, οἷον τέτυ‐ φθι. οὕτως οὖν καὶ κέκλυθι. τὸ δὲ κλυ μακρόν ἐστι. | |
25 | Κεκορυθμένα. καθωπλισμένα, ἠκονημένα. [ἀπὸ | |
τοῦ κόρυθος, κορυθῶ, κεκορυθημένα καὶ κεκο‐ | ||
kappa1199 | ρυθμένα.] ἢ ἀπὸ τοῦ κορύσσω, τὸ καθοπλίζω. οἷον τῷ σιδήρῳ ἠμφιεσμένα. ἀπὸ τοῦ τὴν κορυ‐ φὴν θήγειν καὶ ἀκονᾷν εἰς ὀξύτητα. Κέκλω. εἰ παρὰ τὸ κέλλω λάβοιμεν, πλεονα‐ | |
5 | σμός ἐστι τοῦ κ· εἰ δὲ παρὰ τὸ καλῶ, κλῶ, οὐ πλεονασμὸς, ἀλλὰ διπλασιασμός. Κέκμηκα. ἐκοπίασα. ἀπὸ τοῦ καμῶ, καμήσω, κεκάμηκα, κέκμηκα ἐν συγκοπῇ. Κελαρύζειν. κυρίως ἐπὶ τῶν ὑδάτων. τὸ μετὰ | |
10 | ποιοῦ ἤχου ῥεῖν καὶ ψόφου. σημαίνει δὲ τὸ ἁπλῶς ἠχεῖν. γίνεται παρὰ τὸ κρῶ, τὸ φωνῶ, οὗ παράγωγον κρύζω, καὶ μετὰ τοῦ λα ἐπιτα‐ τικοῦ μορίου, καὶ πλεονασμῷ τοῦ ε, κελαρύζω. ἐκ τούτου γίνεται καθ’ ὑπέρβασιν. ἀφ’ οὗ ῥη‐ | |
15 | ματικὸν ὄνομα λακέρυζα κορώνη. Κέλεαι. [κέλλω,] ὁ παθητικὸς ἐνεστὼς κέλομαι, καὶ τὸ δεύτερον Ἰωνικὸν κέλεαι. Κελητίζειν. τουτέστι διεσκελισμένως καθῆσθαι. τούτου ἡ γενικὴ κέλητος καὶ ἐξ αὐτοῦ ῥῆμα κε‐ | |
20 | λητῶ, κελητίζω, κατὰ παραγωγὴν, ἀντὶ τοῦ ἱππεύω. Κελευτίω. κελεύω. ὡς κυνηγέτης κυνηγῶ, οὕτω κελευτὴς κελευτῶ. παράγωγον κελευτιόω, ὡς φυσῶ, φυσιόω. ἔνιοι δὲ διὰ τοῦ ς, κελευσιόων. | |
25 | κελευσιόων τοὺς Ἕλληνας, ἀντὶ τοῦ ὁδηγῶν. | |
kappa1200 | Κένσαι. ἀπὸ τοῦ κέντω, [κένσω. δύναται δὲ καὶ ἀπὸ τοῦ] κεντῶ, κεντήσω, καὶ ἐν συγκοπῇ κέν‐ σω. ἐκέντησα, κεντῆσαι, καὶ ἐν συγκοπῇ κέν‐ σαι. ἔστιν ἀόριστος αʹ καὶ μέλλων. | |
5 | Κεραννύς. ἀπὸ τοῦ [κερῶ] κεραννύω, κεράννυ‐ μι, καὶ ἡ μετοχὴ κεραννὺς, διὰ δύο νν. τὰ ἀπὸ τῶν εἰς υω περισπωμένων διὰ νύω γινόμενα, διὰ δύο νν γράφεται, οἷον χῶ χωννύω, ῥῶ ῥωννύω. Κέρσαι. κόψαι. κείρω τὸ κόπτω, καὶ αἰολικῶς | |
10 | κέρσω. Κερτομέων. ἀντὶ τοῦ ἐρεθίζων. καί· —κερτομίοις ἐπέεσσιν. ἐρεθιστικοῖς, παροξυντικοῖς, χλευαστικοῖς· ἀπα‐ τηλοῖς. | |
15 | Κεύθομαι. ἐνταῦθα εἰς ᾅδου τὴν κέλευθον, ὅ ἐστι τὴν ὁδὸν, ποιήσομαι. συγκέκοπται δὲ ἀπὸ τοῦ κελεύθομαι, καὶ σημαίνει τὸ πορεύομαι. οἷον· —ἄϊδι κεύθομαι. | |
20 | καὶ ἀντὶ τοῦ κρύπτομαι. κεύθω γὰρ τὸ κρύπτω. Κεχανδότα. χωροῦντα. χάζω, χάσω, κέχαδα, κεχαδὼς, κεχαδότος, κεχαδότα, καὶ πλεονα‐ σμῷ τοῦ ν κεχανδότα, ὁ δεύτερος ἀόριστος ἔχα‐ | |
δον, ἔχαδες, ἔχαδε. | ||
kappa1201 | Κεχαρηότα. ἀπὸ τοῦ χαίρω γέγονεν, οὗ ὁ πα‐ ρακείμενος κεχάρηκα, ἡ μετοχὴ κεχαρηκὼς, κεχαρηκότος, καὶ κατὰ ἀφαίρεσιν [Ἰωνικὴν] κεχαρηότος, κεχαρηότα. | |
5 | —ἐμῷ κεχαρηότα θυμῷ. Κεχαροίατο. χαίρω, χαρῶ, ὁ δεύτερος ἀόριστος ἔχαρον, ἐχαροίμην, ἐχάροιο, ἐχάροιτο, καὶ πλεονασμῷ τοῦ κ, κεχάροιτο, καὶ ἰωνικῶς κε‐ χαροίατο. | |
10 | Κεχολώσεται. ἀπὸ τοῦ χολῶ, χολώσω, κεχό‐ λωκα, κεχόλωμαι, κεχόλωσαι, ὁ μετ’ ὀλίγον μέλλων κεχολώσεται. διαφέρει δὲ ὁ μέλλων τοῦ μετ’ ὀλίγον μέλλοντος, ὅτι ὁ μὲν μέλλων ἀορι‐ στός ἐστιν, ὁ δὲ μετ’ ὀλίγον μέλλων ὡρισμένος. | |
15 | Κεχρημάτισται. ἀκήκοεν· εἶδε. καὶ ὁ Ἀπόστο‐ λος· καθὼς κεχρημάτισται Μωυσῆς. Κενωθῇ. οἷον βλάβην καὶ ἐλάττωσιν ὑπομένει. ἀποστολικὴ ἡ λέξις. ἵνα μὴ κενωθῇ ὁ σταυ‐ ρὸς τοῦ Χριστοῦ. | |
20 | Κεάσαι. σχίσαι. Κεῖθεν. ἀντὶ τοῦ ἐκεῖθεν. ἐκ τοῦ ἐκεῖνος ἐκεί‐ νοθεν, [καὶ κατὰ συγκοπὴν ἐκεῖθεν καὶ κεῖθεν. | |
ἢ ἐκ τοῦ κεῖνος κεινόθεν, ὡς Λέσβος Λεσβό‐ | ||
kappa1202 | θεν.] οὐδὲν εἰς θεν λῆγον ἐπίῤῥημα τῇ ει δι‐ φθόγγῳ λήγεται χωρὶς τούτου. Κεῖθι. ἐκ τοῦ ἐκείνοθι, ἢ κεινόθι. καὶ ἐκ τοῦ ἐκεῖσε, κεῖσε. | |
5t | Τὸ Κ μετὰ τοῦ Η. | |
6t | (Ἀρσενικόν.) | |
7 | Κηδάρ. χώρα παρακειμένη Βαβυλωνίοις, οἰκήτο‐ ρας ἔχουσα βδελυρούς. σκότος ἑρμηνεύεται. Κηδεστής. ὁ πενθερός. καὶ ὁ φροντιστής. κήδω | |
10 | γὰρ τὸ φροντίζω. Κηδεμών. φροντιστής. Κηκασμός. λοιδορησμός. καὶ κηκὰς ὁ λοίδορος. καὶ κηκὰς ἡ ἀλώπηξ ἡ κακωτικὴ καὶ πανοῦρ‐ γος καὶ πονηρά. | |
15 | Κηλέστης. ὁ ἀπατεών. ἀπὸ τοῦ κηλῶ, τὸ θέλγω. Κηληθμός. ἡ μετ’ ᾠδῆς τέρψις. Κηλεός. καυστικός. Κήλων. θερμὸς εἰς συνουσίαν. παρὰ τὸν κή‐ σω μέλλοντα, ὃ δηλοῖ τὸ καύσω. | |
20 | Κημός. εἶδος χαλινοῦ. | |
Κῆνσος. τὸ νόμισμα. | ||
kappa1203 | Κῆπος. ὁ καταπνεόμενος τόπος πρὸς ἀνάπαυσιν. παρὰ τὸ κάπω, τὸ πνέω, κάπος καὶ κῆπος. †Κήρυλος. ὁ τῶν ἀλκυόνων ἄῤῥην.† †Κῆσος. ὄνομα ποταμοῦ.† | |
5 | Κηφήν. εἶδος μελίσσης. ἔστι δὲ ἀργόν. τινὲς δὲ τοὺς ὑδροφόρους τῶν μελισσῶν κηφῆνας λέγουσι. Κηώεις καὶ κηώδης. ὁ εὐώδης καὶ τεθυμιασμέ‐ νος οἶκος. Κής. ὁ σκώληξ. | |
10 | Κηδεός. ὁ νέκυς, ὁ φροντίδος καὶ κηδεμονίας ἄξιος τῆς κηδεύσεως. παρὰ τὸ κήδω, τὸ φροντί‐ ζω, γέγονε κηδεύω, κηδεὸς, ὡς φωλεύω, φωλεός. Κηδεστής. ὁ κατ’ ἐπιγαμβρίαν συγγενής. του‐ τέστιν ὁ πατὴρ τῆς γαμουμένης, καὶ αὐτὸς ὁ | |
15 | γαμῶν. παρὰ τὸ κήδω ῥῆμα ὄνομα κῆδος, ὅ ἐστιν ἡ κατ’ ἐπιγαμίαν συγγένεια. ἐπεὶ ἐκ προνοίας καὶ κηδεμονίας συνίσταται. παρὰ τὸ κῆδος οὖν κηδεστής. [ἢ παρὰ τὸ κήδω. τὸ δὲ κηδεστὴς] ὀξύτονον ὡς προσηγορικὸν, τὸ δὲ κύριον ὄνομα | |
20 | βαρύτονον. ὡς θύω, Θυέστης. Κήδιστος. φροντιστικώτατος. ὅς μοι κήδιστος ἑτάρων ἦν κεδνότατός τε. καὶ ὥσπερ παρὰ τὸ κάλλος γίνεται καλλίων, καὶ τὸ ὑπερθετικὸν κάλλιστος, οὕτως οὖν παρὰ | |
25 | τὸ κῆδος κήδιστος. | |
kappa1204 | Κηλεύς. παρὰ τὸ κηλεῖν καὶ τέρπειν. οἷον· κηλιθμῷ δ’ ἔσχοντο κατὰ μέγαρα. τὸ δὲ κηλιθμὸς οἱονεὶ κηλιδιθμός· καὶ κατὰ συγκοπὴν κηλιθμός. οὕτως εὗρον ἐν ὑπομνήμα‐ | |
5 | τι Ὀδυσσείας. Κῆρυξ. ὡς παρὰ τὸ πτερὸν γίνεται πτερῶ καὶ πτερύσσω, οὕτως καὶ παρὰ τὸ ἐρῶ, τὸ λέγω, ἐρύσσω καὶ ἠρύσσω καὶ πλεονασμῷ τοῦ κ κη‐ ρύσσω, ὁ μέλλων κηρύξω. οὕτως καὶ ἀποβολῇ | |
10 | τοῦ ω κῆρυξ. Κηώεις. ἐπὶ τοῦ θαλάμου. παρὰ τὸ κέω, τὸ κοι‐ μῶμαι. ὦρσο κέων ὦ ξεῖνε. γέγονε κεώεις καὶ κηώεις, ὁ εἰς τὸ κοιμᾶσθαι | |
15 | εἰργασμένος. σημαίνει δὲ τὸν τεθυμιαμένον θά‐ λαμον καὶ οἶκον. ἀπὸ τοῦ τὰ θυμιάματα εἰς αὐτὸν καίεσθαι. Κηφισσός. ὄνομα ποταμοῦ. | |
19t | (Θηλυκόν.) | |
20 | Κηδεμονία. φροντίς. Κηδεία. ἡ ταφή. καὶ ἡ συγγαμβρία. Κηδαλία. χώρα. Κηκίς. ἡ ὀξύτης. Κήλη. τὸ πάθος. καὶ κηλήτης. | |
25 | Κηλίς. ὁ ῥύπος. καὶ κλίνεται κηλίδος. | |
kappa1205 | Κήλησις. ἡδονὴ καὶ θέλξις μετὰ μέλους. Κηπαία. ἡ ἐν τῷ κήπῳ κηπαία παγὶς ἱσταμένη. Κηπεία. ἡ κήπευσις. Κηρουλκός. ἡ εἰς θάνατον ἕλπουσα. παρὰ τὴν | |
5 | κῆρα, τὴν θανατηφόρον μοῖραν. Κήρινθος. πόλις. Κηρυκίνη. ῥάβδος. Κηφηΐς. ἡ Αἰθιοπία γῆ. ἀπὸ Κηφέως. Νίκαν‐ δρος· | |
10 | Περσεὺς ἥν ποτε λιπὼν Κηφηΐδα γαῖαν. Κηλάς. ἡ ἀλώπηξ. Κῆδος. ἡ συναλλαγὴ τοῦ γάμου. Κήδεα. φροντίδες, λύπαι, ἢ τὰ κακά. Κηκίδιον. τὸ τοῦ μέλανος. | |
15 | Κηλώνιον. ἵππος ἐπιβατήριος. παρὰ τὸ κήλων, ὃ σημαίνει τὸν θερμόν. κήλων γὰρ ὁ θερμὸς εἰς συνουσίαν. ἢ παρὰ τὸν κήσω μέλλοντα, ὃ δηλοῖ τὸ καύσω. Κηλόνειον δὲ τὸ γεράνιον. μικρὸν καὶ δίφθογ‐ | |
20 | γον. παρὰ τὸ κάλον, τὸ ξύλον, καὶ μετὰ τοῦ νεύειν γέγονε καλόνειον καὶ κηλόνειον, τὸ ἀνα‐ νεῦον καὶ κατανεῦον ξύλον. Κῆλον. τὸ βέλος τὸ ξύλινον. παρὰ τὸ κάλον, ὃ δηλοῖ τὸ ξύλον. ἢ βέλος θεῖον, τουτέστιν | |
25 | ἀστραπὰς καὶ βροντάς. | |
kappa1206 | —ᾤχετο κῆλα θεοῖο. παρὰ τὸν κήσω μέλλοντα τὸν δηλοῦντα τὸ καύ‐ σω. ὅθεν καὶ τό· πυρὶ κηλέῳ, τουτέστι καυ‐ στικῷ. | |
5 | Κήναιον. ὄρος. Κήπιον. κῆπος. Κῆρ. ἡ ψυχὴ, ἀπὸ τοῦ δίκην κηροῦ ἀπομάττε‐ σθαι τὰ μαθήματα. Κῆρ. περισπωμένως μὲν τὴν ψυχήν· παρὰ τὸ | |
10 | κέαρ. ὀξυτόνως δὲ τὴν θανατηφόρον μοῖραν, ἡ τὸ κακύναι ἐπιφέρουσα. Κηρύκειον. ὄρος Ἐφέσου. καὶ ὁ τῶν κηρύκων μισθός. κηρύκιον δὲ πᾶσα ῥάβδος, ι. | |
14t | (Ῥῆμα.) | |
15 | Κήδεται. φροντίζει. Κῇεν. ἔκαυσεν. καὶ κήσω. Κήκιεν. ἐφέρετο. κατέβαινεν. ἔῤῥει. παρὰ τὸ κίω, τὸ περιπατῶ καὶ πορεύομαι, ἔκιε, καὶ πλεονασμῷ τοῦ κ καὶ ἐκτάσει κήκιεν. | |
20 | αἷμα δ’ ἀνεκήκιε. †Κηλοβλάπτω. ἀπατῶ.† Κηλάζω. τὸ λοιδορῶ. Κήδω. τὸ λυποῦμαι. καί· | |
—ἀνάσχεο, κηδομένη περ. | ||
kappa1207 | οἶμαι παρὰ τὸ καίεσθαι εἴρηται· τοῖς γὰρ λυπουμένοις ἕπεται ἡ ἔκκαυσις. Κηλῆσαι. θέλξαι. Κημῶ. χαλιναγωγῶ. | |
5 | Κηρύσσω. παρὰ τὸ γῆρυς, ὃ σημαίνει τὴν φωνὴν, κατὰ τροπὴν τοῦ γ εἰς κ. ἢ παρὰ τὸ ἐρύσσω, ἠρύσσω, καὶ πλεονασμῷ τοῦ κ, κηρύσσω. Κηρόθι. ἐκ ψυχῆς. εἰ δέ τοι Ἀτρείδης μὲν ἀπήχθετο κηρόθι | |
10 | μᾶλλον. Κῆχος. πρὸ ὀλίγου, ἢ ὅπου. | |
12t | Τὸ Κ μετὰ τοῦ Ι. | |
13t | (Ἀρσενικόν.) | |
14 | Κιανός. κόλπος. καὶ Κιανὶς ποταμός. | |
15 | Κιβυῤῥαιώτης. τοπικόν. Κίβδηλος. ἀδόκιμος, ἀπεῤῥιμμένος. | |
Κιθαιρών. ὄρος ἐν τῇ Βοιωτίᾳ. | ||
kappa1208 | Κίκυς. ὁ ὀξὺς, ὁ ἰσχυρός. σημαίνει τὴν ἰσχύν. παρὰ τὸ κίω, τὸ πορεύομαι. ὁ γὰρ ἰσχυρὸς ἐκ τῆς κινήσεως φαίνεται. Κιλίκιοι. δασεῖς. κιλίκιοι τράγοι. τοιοῦτοι γὰρ οἱ | |
5 | ἐν Κιλικίᾳ γίνονται τράγοι. ὅθεν τὰ ἐκ τριχῶν ἐκτιθέμενα κιλίκια λέγονται. Κίμβρος. ὁ λῃστής. Κίμβις. ποταμός. Κιμμερίους. φησὶν Ἡρακλείδης ὁ Ποντικὸς, ὑπο‐ | |
10 | κάτω τοῦ Πόντου εἶναι τοὺς Κιμμερίους. †ἀεὶ γὰρ οἱ τοιοῦτοι ἐν χειμῶνι εἰσίν.† κέμμερον γὰρ λέγουσι τὴν ὁμίχλην. καὶ Σκυθικὸν ἔθνος οἱ Κιμμέριοι. †Κίνιψ. ὁ λιμήν.† | |
15 | Κίναιδος. ὁ πόρνος, ὁ ἀσελγής. ὁ κενὸς αἰδοῦς. οὕτως Διονύσιος. ἢ παρὰ τὸ κινεῖν τὰ αἰδοῖα. οὕτως Ὦρος ὁ Μιλήσιος. Κίναδος. ἐπὶ τῶν θηρίων. παρὰ τὸ ἄδδην κι‐ νεῖσθαι. πολυκίνητα γὰρ τὰ θηρία. οἱ δὲ κατα‐ | |
20 | ποθῆναι ὑπὸ τοῦ κινάδεος. καὶ τῷ κινάδει. | |
kappa1209 | Κινδαψός. εἶδος ὀρνέου. λέγει δὲ καὶ Διονύσιος, ὅτι ἔθνος ἐστὶν Ἰνδικόν. Κίνδυνος. φοβεροῦ πλησιασμός. Κίρκος. ὁ κωπηλάτης. ἢ ὁ ἱέραξ. | |
5 | Κιῤῥός. ὁ κίτρινος. Κιῤῥαῖος. ἐθνικός. καὶ ὁ Κιῤῥαίων λιμήν. Κίς. ὁ σκώληξ. καὶ κλίνεται κιός. Κιχηλάς. ὁ κίχλας, πλεονασμῷ τοῦ η. κρεά‐ των ὀρνίθασι κιχηλῶν. | |
10 | Κίων. ἀπὸ τοῦ κίειν καὶ ἀνιέναι εἰς ὕψος. παρὰ τὸ τὴν ἰὼν μετοχὴν γέγονεν ἴων καὶ κίων. τοῦ‐ το οἱ Ἀττικοὶ ἀρσενικῶς λέγουσιν, οἱ δὲ Ἴω‐ νες θηλυκῶς. Κίῤῥις. ζῶον. | |
15 | Κιγκλισμός. ἀντὶ τοῦ τάραχος. οὕτως Μέναν‐ δρος. ἀπὸ μεταφορᾶς τῆς κιγκλίδος. †Κιλλαγητήρ. ὀνειλάτης.† | |
†Κίλλοι. ὄνοι.† | ||
kappa1210 | †Κίνιφος. ὁ ποικίλος.† †Κίγκλος. εἶδος ὀρνέου.† Κίμβιξ. ὁ φιλοχρήματος. Κιχλισμός. μικρὸς γέλως. | |
5t | (Θηλυκόν.) | |
6 | Κίαρος. ὄνομα πόλεως. Κία. ἡ μέθη. Κιβωτός. ὤφειλε διὰ τῆς ει διφθόγγου, ἐπειδὴ διὰ τὸ κεῖσθαι ἐκεῖ τὴν βόσιν εἴρηται. ἀλλ’ ἡ | |
10 | παράδοσις τὸ ι ἔχει. καὶ λέγει Ὦρος ὁ Μιλή‐ σιος· ἴσως παρὰ τὸ κίβος γέγονεν, ὃ σημαίνει τὴν τροφήν. καὶ κίβισος ἡ πήρα ἢ ἡ κιβωτός. παρὰ τὸ κεῖσθαι ἐκεῖ τὴν βόσιν, ὃ σημαίνει τὴν τροφὴν, ἡ εἰς τὸ κίειν καὶ ἰέναι βόσιν | |
15 | ἔχουσα. Κιγκλίς. τὸ τοῦ δικαστηρίου κάγκελον, ἢ ἡ σω‐ | |
λεία. | ||
kappa1211 | Κιβωτός. διὰ τοῦ ι γράφεται, τῷ λόγῳ τοῦ θλί‐ βω. Κίδαρις. περίθεμα κεφαλῆς εὔκοσμον, δι’ οὗ οἱ ἱερεῖς τὸ παλαιὸν ἐκοσμοῦντο. ἢ ἐκ τριχῶν κα‐ | |
5 | μελαύκιον. ἀνὴρ παρὰ Πέρσαις τὴν κίδαριν ἀνε‐ δήσατο. Κίθαρις. παρὰ τὸ κεύθειν τὸν ἔρωτα. †Κικονία. γῆ.† Κιμωλός. νῆσος. | |
10 | Κιμωλία. νῆσος. καὶ ὁ γύψος. Κίμαρα. τόπος. Κιναύρα. ἡ τῶν τράγων δυσοδμία. Κιννύρα. ὄργανον μουσικόν. Κίνησις. ἀγὼν, πόλεμος, σεισμός. ἢ κίνησις | |
15 | ἐστὶν ἡ ἐντεύχεια καὶ ἐντελέχεια τοῦ δυνά‐ μει, καθὸ τοιοῦτόν ἐστιν ὃ ἦν. κίνησις θεωρεῖ‐ ται ἐν τῇ οὐσίᾳ, καὶ ἐν τῷ ποσῷ καὶ τῷ ποιῷ, | |
καὶ ἐν τῇ ποῦ κατηγορίᾳ. ἐν μὲν τῇ οὐσίᾳ γέ‐ | ||
kappa1212 | νεσις καὶ φθορά· ἐν τῷ ποσῷ αὔξησις καὶ μείωσις· ἐν δὲ τῷ ποιῷ ἀλλοίωσις· ἐν δὲ τῷ ποῦ τὸ κυκλοφορούμενον καὶ τὸ ἐπ’ εὐθείας κινούμενον. καὶ καλεῖται τὸ μὲν πρότερον περι‐ | |
5 | φορά· τὸ δὲ δεύτερον ἁπλῶς ἐπ’ εὐθείας κίνη‐ σις. ἑπτὰ δὲ εἰσὶν ἐν τῇ ποῦ κατηγορίᾳ κινή‐ σεις· τουτέστιν αἱ τοπικαὶ καὶ μεταβατικαί· ἡ ἄνωθεν· ἡ κάτωθεν· ἡ ἐντός· ἡ ἐκτός· ἡ δε‐ ξιά· ἡ ἀριστερὰ καὶ ἡ κυκλοφορουμένη. | |
10 | Κῖος. πόλις Μυσίας. ἀπὸ Κίου τοῦ ἡγησαμένου τῆς τῶν Μιλησίων ἀποικίας. τὸ ἐθνικὸν Κιανός. †Κίσηρις. τὸ κισήριον. παρὰ τὸ ἐν τῷ κινεῖσθαι σαίρειν.† Κίσσηρις. βούνευρον. ἢ εἶδος ὁμαλιστηρίου. | |
15 | Κισσία. χώρα. Κίσσινα. πόλις. Κίσσα. τὸ ζῶον. | |
Κίστη. ἡ θήκη. | ||
kappa1213 | Κίτωρα. πόλις. τινὲς δύο ττ γράφουσι. †Κιφήν. ἡ ἀλώπηξ.† Κιχῶναι. τὰ μεσόσκελα. Κίνησιν. κίνησιν ὁ θεόλογος Γρηγόριος τὴν τοῦ | |
5 | θεοῦ πρὸς ἑαυτὸν ἐπιστροφήν τε καὶ σύννευσιν. ἐκινεῖτο μὲν γὰρ ὁ θεὸς τοῦ οἰκείου κάλλους τὴν αἴγλην θεωρῶν. ἐκινεῖτο δὲ βλέπων καὶ τοὺς τύπους τοῦ κόσμου, οὓς ἔστησεν ἐν τοῖς ἰδίοις μεγάλοις νοήμασιν ὁ κοσμογόνος νοῦς. | |
10t | (Οὐδέτερον.) | |
11 | Κιβύσιον. φλασκίον. Κίβδηλον. ἀδόκιμον. ἀπεῤῥιμμένον. ἀπὸ ἱστορίας τινός. οἱ Ἀθηναῖοι τῷ πρὸς τοὺς Χίους μίσει φερόμενοι, ἐν τοῖς ἀδοκίμοις ἑαυτῶν νομίσμασι | |
15 | τὸν τοῦ χ τύπον ἐγχαράττοντες ἀπέῤῥιπτον βδελυττόμενοι. κυρίως δὲ λέγεται κίβδηλον τὸ ὑπόχαλκον χρυσίον. †ἐπειδὴ τὰ κακυνόμενα πάντα ἢ τῇ ὕλῃ τὸ κακύνεσθαι ἔχουσιν, ὡς τοῦτο, ἢ τῷ εἴδει.† | |
20 | Κίκι. εἶδος ἐλαίου. | |
kappa1214 | †Κίλον. βιανόν.† †Κίμωρα. τόπος.† Κινάμωμον. ἄρωμά τι μυρεψικόν. Κιννάβαρ. χρῶμα κόκκινον. καὶ κλίνεται κιν‐ | |
5 | ναβάρεως. Κινώπεον. ὄρνεον. καὶ κινώπετα, ἑρπετά. τὰ ἀεὶ κινούμενα ἐν τῷ πέδῳ. [κινώπεδα καὶ κινόπετα. οὕτως Ὦρος ὁ Μιλήσιος.] †Κιόκρανον. τὸ ἄκρον τοῦ κίονος.† | |
10 | Κιῤῥόν. τὸ κίτρινον. Κισσύβιον. ποιμενικὸν ποτήριον. ἴσως ἀπὸ τοῦ κισσοῦ, ἐξ οὗ κατεσκευάζοντο τὰ ποτήρια. κοι‐ νοτέρως δὲ καὶ ἐπὶ πάντων τῶν ξυλίνων ποτη‐ ρίων ἡ λέξις τίθεται. παρὰ τὸ κεχύσθαι εἰς | |
15 | αὐτὸ τὸν οἶνον. οἷον χύω, χύσω, χυσσύβιον καὶ κισσύβιον. Ἡσίοδος· ὀλίγῳ δ’ εἴσεται κισσυβίῳ. Κίτιον. τόπος. Κιτρίον. ἡ κέδρος. | |
20 | Κίτρον. ὁ καρπός. | |
kappa1215 | Κιχώριον. βοτάνιον. λέγει δὲ τὸ ἄγριον ἰντύ‐ βιον. | |
3t | (Ῥῆμα.) | |
4 | Κίδναται. σκεδάννυται, σκορπίζεται. | |
5 | Κιγκλίω καὶ κιγκλίσαι. τὸ ἀσφαλίσαι. παρὰ τὴν Ἀττικὴν κιγκλίδα, ἥτις ἐστὶ καγκελοθυ‐ ρίς. τοιαῦται γὰρ ἦσαν αἱ τοῦ δικαστηρίου κιγ‐ κλίδες, ἵνα ταχέως ἀνοίγωνται καὶ κλείωνται· συνεχῶς γὰρ εἰσῄεσαν καὶ ἐξῄεσαν. γέγονεν οὖν | |
10 | παρὰ τὸ κλείω. τινὲς δὲ ἀπὸ κίγκλου τοῦ ὀρ‐ νέου. οὕτως λέγεται ἡ σεισοπυγίς. καὶ Μέναν‐ δρος κιγκλισμὸς φησὶν ἀντὶ τοῦ τάραχος. Κίε. πορεύου. Κίω. τὸ πορεύομαι. πλεονασμῷ τοῦ κ. [ἀπὸ τοῦ ἴω.] | |
15 | Κικλήσκω. τὸ καλῶ. ἀπὸ τοῦ κλῶ, τὸ καλῶ, γίνεται κλήσκω, καὶ κατὰ ἀναδιπλασιασμὸν κι‐ κλήσκω, ὡς τρώσω, τιτρώσκω. Κικυμώειν. τυφλώττειν. Κικύω. τὸ ταχύνω, τὸ ἰσχύω. καὶ γέγονε παρὰ | |
20 | τὸ κίκυς. ἔχει δὲ καὶ τοῦτο τὸ υ κατὰ τὴν δευ‐ τέραν συλλαβήν. Κινόμενος, κινούμενος καὶ κιννύμενος. ἀντὶ τοῦ ἐπὶ πρᾶξιν ὁρμῶν. ἀπὸ τοῦ κινῶ, κιννύω, | |
κίννυμι. | ||
kappa1216 | Κινῶ. παρὰ τὸ ἲς, ἰνὸς, ὃ σημαίνει τὴν δύναμιν, γίνεται ἰνῶ καὶ κινῶ. Κισσῶ. μεθ’ ἡδονῆς συλλαμβάνω. παρὰ τὸ τὴν κίσσαν κισσῶ. λαγνότατον γὰρ ἡ κίσσα, τὸ ὄρ‐ | |
5 | νεον, καὶ πρὸς τὰς ἡδονὰς καὶ συνουσίας κατα‐ φερέστατον. ἐτυμολογεῖται δὲ παρὰ τὸ κίειν καὶ μετὰ σφοδρότητος σεύεσθαι πρὸς τὸ συνουσιά‐ ζειν. Κιχήσατο. κατέλαβε. καὶ κιχείω τὸ καταλαμ‐ | |
10 | βάνω. κιχῶ κιχείω, ὡς τελῶ τελείω, ὄψω ὀψείω. ἀπὸ δὲ τοῦ κιχῶ γίνεται καὶ κιχάνω. κιχῶ ἀπὸ τοῦ κιῶ. κιχῶ τὸ καταλαμβάνω. Κιχρῶ. τὸ δανείζω. | |
14t | Τὸ Κ μετὰ τοῦ Λ. | |
15t | (Ἀρσενικόν.) | |
16 | Κλεόπας. κύριον. Κλέπτης. ὁ κρυφῆ τὰ ἀλλότρια λαμβάνων ἐπὶ βλάβῃ τοῦ πλησίον. ἀπὸ τοῦ καλύπτειν καλύ‐ πτης καὶ κλέπτης, λάθρα γὰρ ἀφαιρεῖται. | |
20 | Κλεβηνοί. ἔθνος. Κλειτός. ὁ ἔνδοξος. κλητὸς δὲ ὁ καλούμενος, η. κλιτὸς δὲ ὁ κλινόμενος, ι. Κλεινός. ὁ ἔνδοξος. | |
Κλειτοπῶλος. ὁ περὶ τοὺς ἵππους ἔνδοξος. | ||
kappa1217 | †Κλέψ. ὁ κλέπτης.† Κλῆθρος. δένδρον. καὶ κλήθρη. Κληρονόμος. παρὰ τὸ κλῆρος καὶ τοῦ νόμος· τὸ δὲ κλῆρος παρὰ τὸ κλῶ. ἢ διὰ τὸ κάλον καὶ | |
5 | τὸ ξύλον κλῆρος γέγονεν, ἐπειδὴ ἐν ξύλῳ οἱ κλῆροι ἐχαράσσοντο. Κληδόνιος. κύριον. Κλαζομένιος. τοπικόν. Κλίβανος. φοῦρνος ἢ κάμινος. | |
10 | Κλισμός. ἡ καθέδρα καὶ ὁ θρόνος ὁ ἔχων ἀνά‐ κλισιν. παρὰ τὸ κλίνω. Κλόνος. ἡ ταραχή. Κλοιὸς καὶ κλοιά. τὰ σίδηρα, ἃ φοροῦσιν οἱ κατάδικοι. παρὰ τὸ κλείω, κλοιός. κλείει γὰρ | |
15 | τὰ περιτιθέμενα. Κλωβός. κύριον. Κλωπᾶς. κύριον. Κλὼν, κλωνός. τὸ κλωνάριον τοῦ δένδρου. Κλώψ. ὁ κλέπτης καὶ ὁ λῃστής. παρὰ τὸν | |
20 | κλέψω μέλλοντα γίνεται κατὰ ἀποβολὴν τοῦ ω κλὲψ, καὶ κλὸψ, καὶ κατὰ ἔκτασιν κλώψ. ὡς βλέπω, βλὲψ, καὶ βλὼψ, ὁ στράβος. Κλιμακισμός. πάλαισμα ποιόν. καὶ διακλιμα‐ κίσας. τὸ διαπαλαίσας. | |
25t | (Θηλυκόν.) | |
26 | Κλαζομενὴ καὶ Κλαζομεναί. πόλις. | |
kappa1218 | Κλεωναί. τόπος. Κλεψύδρα. ὄργανον ἀστρολογικὸν, ἐν ᾧ αἱ ὧραι μετροῦνται. Κλεῖν. τὴν κλεῖδα. ἀπὸ τοῦ κλεὶς, κλειδὸς, κλεῖ‐ | |
5 | δα, καὶ συγκοπῇ τῆς δα συλλαβῆς κλεῖ. ἀλλ’ ἐπειδὴ πᾶσα αἰτιατικὴ μονοσύλλαβος ἑνικὴ ἀρ‐ σενικὴ ἢ θηλυκὴ, αὐτὴ καθ’ ἑαυτὴν οὖσα, εἰς ν θέλει λήγειν, οἷον μῦν, σῦν, δρῦν, τούτου χά‐ ριν προσέλαβε τὸ ν καὶ γέγονε κλεῖν. | |
10 | Κλητή. ἡ καλεστὴ καὶ ἡ ἐξοχωτάτη. ὡς τό· αὕτη ἡ κλητὴ καὶ ἁγία ἡμέρα. [κλειτὴ δὲ, κύριον, καὶ ἡ ἔνδοξος, δίφθογγον. κλιτὴ δὲ ἡ κλινο‐ μένη, ἰῶτα.] Κληδόνος. μαντείας ἢ φήμης. παρὰ τὸ κλέος, ὃ | |
15 | σημαίνει τὴν φήμην. Ὅμηρος· ἡμεῖς δὲ κλέος οἶον ἀκούομεν.— ἀπὸ τοῦ καλῶ, κλῶ, κληδὼν, ἐξ οὗ καὶ κλῆσις ἡ κάλεσις. Κληΐδες. αἱ τῶν ἐρεσσόντων καθέδραι. | |
20 | καὶ φεύγειν σὺν νηυσὶ πολυκληΐσι κελεύσω. παρὰ τὴν κλάσιν τῶν γονάτων. ὅθεν καὶ τὸ μετοκλάζειν, παρὰ τὸ ἐγκλᾷν καὶ κάμπτειν τὰ γόνατα. Κλαγγή. ποιὰ φωνή. | |
25 | —κλαγγὴ γεράνων ἠεροφώνων. | |
kappa1219 | Κλίμαξ. ἡ σκάλα. παρὰ τὸ κλίνω, κλίνη, [κλί‐ ναξ καὶ κλίμαξ, ὡς χλαῖνα, χλαμύς. κλῆμαξ δὲ, ἡ ἄμπελος. ἢ κλίνη] παρὰ τὸ κλῶ. κλά‐ σιν γὰρ λαμβάνουσι τὰ κλινόμενα, στερισκόμενα | |
5 | τῆς ὀρθότητος. Κλισιάδες. αἱ δίπτυχοι θύραι. Κλισία. ἡ σκηνή. οἶμαι, ὅτι καὶ τοῦτο ἀπὸ τοῦ κλίνω τοῦ σημαίνοντος τὸ περιέχω γίνεται. κλί‐ νω, κλίσις καὶ κλισία. | |
10 | Κλιτύς. ἡ ἐξοχὴ τοῦ ὄρους. Κλυταιμνήστρα. κύριον. Κλοποφορία. κλωπεία δὲ μέγα καὶ δίφθογγον. Κληϊσταί. ἠσφαλισμέναι. Ὅμηρος· κληϊσταὶ δ’ ἔπεσαν σανίδες πυκινῶς ἀραρυῖαι. | |
15t | (Οὐδέτερον.) | |
16 | Κλέος. ἡ δόξα, ὁ ἔπαινος. κλαῖος δὲ, ὁ θρῆ‐ | |
νος, δίφθογγον. | ||
kappa1220 | Κλέα. τὸ κλέα καὶ χρέα οὐδέτερα ἀπὸ τοῦ κλέεα καὶ χρέεα γίνεται κατὰ συγκοπήν. Κλείσιον. ἐν ᾧ ἵστανται οἱ βόες. κλίσιον δὲ, ἔν‐ θα οἱ θρόνοι ἵστανται, ι. | |
5 | Κλῆτος. τὸ πλῆθος. Κλίτος δὲ, τὸ μέρος. καὶ κλῖμα καὶ κλίματα, τὰ μέρη, ι. Κλῇθρα. τὰ κλειδία. ἀπὸ τοῦ κλεῖς γέγονε κλῇθρα. ἢ ἀπὸ τοῦ κλείσω. τὸ δὲ κλῄω οἱ | |
10 | Ἴωνες διὰ τοῦ η καὶ ι γράφουσιν, ἐξ οὗ καὶ τὸ κλῇθρα διὰ τοῦ η καὶ ι γράφεται παρ’ ἐκεί‐ νοις. ἡμεῖς δὲ τὸ κλῆθρα διφθογγογραφοῦμεν. Κλητώριον. Κλοπιμαῖον. τὸ ἀπὸ κλοπῆς πρᾶγμα. | |
15 | Κλυστήριον. ἰατρικὸν ἐργαλεῖον. καὶ κλυσταί. Κλάρια. τὰ ψέλλια. Κλέος. ἡ δόξα. παρὰ τὸ καλῶ. τὴν γὰρ δόξαν | |
πάντες καλοῦμεν πρὸς ἑαυτούς. | ||
kappa1221(1t) | (Ῥῆμα.) | |
2 | Κλάειν. ἀντὶ τοῦ κλαίειν. Κλαίω. τὸ θρηνῶ. κλῶ, τὸ κλαύω. καὶ γίνεται κατὰ παραγωγὴν κλαίω. κλᾶται γὰρ τῶν ἀν‐ | |
5 | θρώπων ἡ φωνὴ, καὶ ἡ ψυχὴ τοῦτο πάσχουσα. ἢ παρὰ τὸ καλῶ, κλῶ, κλαίω. ἐπικαλοῦνται γὰρ τοὺς ἀποθανόντας οἱ κλαίοντες. Κλεΐζω. τὸ δοξάζω. Κλείω. τὸ δοξάζω. παρὰ τὸ κλέος, κλέω καὶ | |
10 | κλείω. Κλείωμεν. ὀνομάσωμεν. [παρὰ τὸ κλείω, ἢ] παρὰ τὸ κλύειν, ὅ ἐστιν ἀκούειν. Κληδονίζεται. μαντεύεται ἢ φημίζεται. Κλυδωνίζεται. ἀντὶ τοῦ ταραχίζεται. ψιλὸν | |
15 | καὶ μέγα. Κληΐζω. τὸ δοξάζω, τὸ καλῶ. | |
Κλιμακίζω. τὸ ἀνατρέχω. | ||
kappa1222 | Κλίνθη. ἀπὸ τοῦ κλίνω. αἰολικόν ἐστι τὸ τοι‐ οῦτον. Κλῦθι. ἄκουσον. ἀπὸ τοῦ κλύω, κλῦμι. καὶ τὸ προστακτικὸν κλῦθι. | |
5 | Κλύω. ἀκούω. παρὰ τὸ καλῶ, κλῶ, ὃ σημαίνει τὸ φωνῶ, γίνεται κατὰ παραγωγὴν κλύω. [Κλώζω. καλῶ.] Κλωπεύω, κλωπιτεύω. ἀντὶ τοῦ κλέπτω. κλο‐ τοπεύω δὲ μικρόν. | |
10t | (Ἐπίῤῥημα.) | |
11 | Κλαγγηδόν. μετὰ ἤχου. Κλήδην. κλητικῶς· καλεστικῶς. | |
13t | Τὸ Κ μετὰ τοῦ Ν. | |
14t | (Ἀρσενικόν.) | |
15 | Κναφεύς. ὁ τὰ δέρματα ξύων. παρὰ τὸ κνά‐ πτω, ὅπέρ ἐστιν ἀπὸ τοῦ κνῶ, τὸ ξύω. | |
Κνεφαῖος. σκοτεινός. | ||
kappa1223 | Κνίδιος. τοπικός. κνίδειος δὲ καρπὸς, δίφθογ‐ γον τὸ δει. Κνόσαρ. ὁ ξηρός. Κνυζηθμός. ἡ ἀσαφὴς τῶν κυνῶν βοή. καὶ ὁ | |
5 | κλαυθμός. Κνώψ. ὁ τυφλός. Κνησμός. ὁ τραχὺς τόπος. τοῦ Ψελλοῦ· κίμ‐ βιξ ὁ φιλοχρήματος, [κνησμὸς ὁ τραχὺς τό‐ πος.] | |
10t | (Θηλυκόν.) | |
11 | Κνήμη. ἡ τοῦ σκέλους τραχύτης. ἀπὸ τοῦ κινῶ, κινήμη, καὶ κατὰ συγκοπὴν κνήμη, οἱονεὶ τὰ τῆς κινήσεως αἴτια. ἰστέον, ὅτι τὰ ἔμπροσθεν λέγεται ἀντικνήμια, τὸ δὲ ὄπισθεν γαστροκνή‐ | |
15 | μιον. κυρίως δὲ κνῆμαι λέγονται τὰ διαιροῦν‐ τα ξύλα τὴν χοινικίδα τοῦ τροχοῦ. σημαίνει δὲ καὶ τὰς ἐξοχὰς καὶ προβάσεις, καὶ καθύ‐ | |
δρους τόπους τῶν ὀρῶν. | ||
kappa1224 | †Κνίδη. βοτάνη στυπτική.† Κνημίς. τὸ ὑπόδημα, ἢ ἡ κάλτζα. Κνῆστις. ἡ μάχαιρα. τὸ πληθυντικὸν τὰς κνή‐ στεις. | |
5 | —κνῆ τυρὸν κνήστι χαλκείῃ—. Κνίδος. νῆσος. καὶ Κνιδίη. Κνιδεία. ἡ φειδωλία. Κνίσσα. τὸ λίπος, ἢ ἡ τῶν κρεάτων ἀναθυμία‐ | |
10 | σις. παρὰ τὸ κνῶ, κνίζω, ὁ μέλλων κνίσω, καὶ κνίσα. τὸ δὲ κνῶ σημαίνει τὸ ξύω. κνησμὸς γίνεται κατὰ τῆς ὀσφρήσεως. Κνωσσός. πόλις. καὶ Κνωσσία. | |
14t | (Οὐδέτερον.) | |
15 | Κνάφος. ἀκανθῶδές τι, ᾧ ξύουσι τὰ ἱμάτια. Κναφεῖον. ἐν ᾧ τὰς ἐσθῆτας κνάπτουσιν, ὅ ἐστι | |
βάπτουσι. | ||
kappa1225 | Κνέφας. τὸ σκότος. διὰ τὸ κενὸν εἶναι φάους, κενέφας καὶ ἐν συγκοπῇ κνέφας. καὶ κνέφος. ὡς οὖδας, οὖδος. Κνισσάριον. τὸ μικρὸν λίπος. | |
5 | Κνώδαλα. κυρίως μὲν τὰ θαλάσσια θηρία, διὰ τὸ ἐν ἁλὶ κινεῖσθαι, κινόδαλα τινὰ ὄντα. ποτὲ δὲ καὶ τὰ χερσαῖα, διὰ τὸ ὑπὸ κυνῶν ἁλίσκε‐ σθαι. Ἡσίοδος· κνώδαλα, ὅς’ ἤπειρος πολλὰ τρέφει ἠδὲ | |
10 | θάλασσα. | |
11t | (Ῥῆμα.) | |
12 | Κνάθω. τὸ πορεύομαι. Κνάπτω. τὸ βάπτω. Κνάω. τὸ κνήθω. | |
15 | Κναίω. τὸ λυπῶ. Κνησθεῖεν. ἐκ τοῦ κνήθω, καὶ κνήσας. Κνίζω. τὸ λυπῶ. ἀπὸ τοῦ κνισμός. καὶ κνίσας ἀντὶ τοῦ κόψας καὶ λυπήσας. Κνίζειν. κατατέμνειν, ἐκθλίβειν. συκάμινα κνί‐ | |
20 | ζειν. φασὶ γὰρ τὴν συκάμινον κάθυγρον οὖσαν κατατέμνεσθαι ξίφεσι τῶν γεωργῶν τὸν φλοῦν αὐτῆς, ἵν’ ὅπως τὸ ὑγρὸν καὶ πλεονάζον ἐκκε‐ | |
νούμενον, καταναγκάζῃ αὐτὴν κατέχειν καὶ πε‐ | ||
kappa1226 | παίνειν τοὺς καρποὺς αὐτῆς. καὶ γὰρ εἰ μὴ τοῦτο ἦν, ἀπώλοντο ἂν οἱ καρποὶ αὐτῆς ἐκ τῆς οὕτω πολλῆς ὑγρότητος, ὡς γεννώσας σῆψιν αὐταῖς. | |
5 | †Κνήσας. ξύσας. τὸ δὲ λυπήσας, ι, ὡς ἀπὸ τοῦ κνίζω.† Κνύειν. κρούειν. Κνυζόμενος. ἐπὶ κυνός. καὶ κνυζῶσαι ἀντὶ τοῦ λυπῆσαι. | |
10 | Κνώζει. βοᾷ. Κνώμενοι. γαργαλιζόμενοι, ἢ κνηθόμενοι, ἢ θελγόμενοι. Κνώσσω. τὸ κοιμῶμαι. παρὰ τὸ ὄσσω, τὸ βλέ‐ πω. ἢ παρὰ τὸ κενὸν, τουτέστι κενοῦσθαι τοῦ | |
15 | βλέπειν. ἢ παρὰ τὸ κενὰ καὶ ἀργὰ εἶναι τὰ ὄσσα, ἤτοι τοὺς ὀφθαλμοὺς, εἰς τὸ κοιμᾶσθαι. κενώσσειν, καὶ κατὰ συγκοπὴν κνώσσειν. Κνηθόμενοι. τερπόμενοι. Ἀπόστολος· κνηθό‐ μενοι τὴν ἀκοήν. | |
20 | Κνίζειν. τὸ φυλλοκοπεῖν τὰ συκάμινα πρὸς τρο‐ φὴν τῶν αἰγῶν. κατὰ δὲ τὸν ἅγιον Κύριλλον τὸ ἀποκόπτειν τὰ συκάμινα, ἤγουν τοὺς καρ‐ | |
ποὺς τῆς συκαμίνου, καὶ ἐσθίειν. | ||
kappa1227(1t) | Τὸ Κ μετὰ τοῦ Ο. | |
2t | (Ἀρσενικόν.) | |
3 | Κοάλεμος. ὁ μωρὸς, ὁ μάταιος. παρὰ τὸ κοεῖν καὶ τὸ ἐλύματα. οἷον ὁ μάταια νοῶν. ἢ κοιά‐ | |
5 | λεμος. Κόβαλος. ὁ πανοῦργος, ὁ λῃστὴς, καὶ ὁ λάλος. ἀπὸ τοῦ κόψαι πεποιημένης τῆς λέξεως. ὅθεν καὶ κόπιν λέγουσι τὸν λάλον. ὁμοίως καὶ κόψ. | |
10 | Κοδράντης. τὸ πᾶν. ἢ λεπτὰ δύο, ἢ τὸ ἔσχα‐ τον τοῦ λεπτοῦ. λέγεται καὶ ἡ πρᾶξις, καὶ αὐτὸ τὸ ἐνθύμημα. [Κόθορνος. τὸ ἀμφοτεροδέξιον ὑπόδημα.] Κόθουρος. ὁ κούντουρος. | |
15 | κηφήνεσι κοθούροις ἴκελος ὀργήν. παρὰ τὸ κεύθειν τὴν οὐράν. ἢ ὁ κολοβὴν τὴν | |
οὐρὰν ἔχων. | ||
kappa1228 | Κόθουρος. καὶ ὁ κλέπτης. †Κοῖτος. ὁ ὕπνος.† Κοινός. οἶμαι, ὅτι παρὰ τὸ κείω, τὸ κεῖμαι. κεῖος καὶ κοινὸς, ὁ πᾶσι προκείμενος ἢ γενόμενος. | |
5 | ἢ παρὰ τὸ γῶ, τὸ χωρῶ καὶ δέχομαι, γίνεται γοινὸς καὶ κοινὸς, ὁ δεκτικὸς καὶ εὐπρόσδεκτος. Κοίρανος. ὁ βασιλεὺς, ὁ ἄρχων. παρὰ τὸ καιρὸς γέγονε καίρανος, [καὶ μεταθέσει τοῦ αι εἰς οι κοίρανος,] οἱονεὶ ὁ ἐν καιρῷ ἄρχων. | |
10 | Κοκύας. ὁ πρόγονος. †πάππος.† Κόκκυξ. ὁ κοῦκος. Κόλαξ. ὁ ἐπαινῶν ὑπὲρ τὸ πρέπον· ὁ ὡς φί‐ λος ὑπερχόμενός τινα· ὁ ταπεινῶς θεραπεύων τινά. παρὰ τὸ κόλον παράγωγον κόλαξ. †κό‐ | |
15 | λον δὲ, τὸ ταπεινὸν καὶ μὴ ὁλόκληρον.† τινὲς δέ φασι παρὰ τὸ κολλᾶσθαι, ἐξ οὗ καὶ δύσκο‐ λος ὁ δυσχερῶς τινὶ κολλώμενος. κόλαξ καὶ ὁ | |
παράσιτος. | ||
kappa1229 | Κολοσυρτός. ὁ ἐκ φρυγάνων συρφετός. ἀπὸ τοῦ τὰ κόλα σύρειν, τουτέστι τὰ φρύγανα. —κόνιός τε καὶ ἀργαλέου κολοσυρτοῦ. σημαίνει δὲ καὶ ταραχὴν καὶ θόρυβον ἀνδρῶν. | |
5 | ἀνδρῶν ἠδὲ κυνῶν δέχατο κολοσυρτὸν ἐόντα. Κόλλαβοι. οἱ μικροὶ ἄρτοι. παρὰ τὸ ἐκ τῶν μεγάλων κολοβοῦσθαι. Κόλλαβοι καὶ οἱ πασσαλίσκοι τοῦ ψαλτηρίου ἢ τῆς κιθάρας. | |
10 | †Κορβωνάς. τὸ θησαυροφυλάκιον, τὸ δωροδο‐ χεῖον, τὸ γαζοφυλάκιον. γάζα γὰρ παρὰ Ῥω‐ μαίοις ὁ πλοῦτος καλεῖται.† †Κόλυβος. ὁ ὀβολός.† Κόλιξ. τὸ γαρδούμιον. | |
15 | Κολοβός. ὁ παλαιὸς, καὶ ὁ μικρὸς καὶ ὀλίγος. Κολοιός. †ὃ καὶ κλωὸς γράφουσι.† παρὰ τὸ | |
κλῶ ῥῆμα, τὸ φωνῶ, γίνεται κλὸς καὶ πλεονα‐ | ||
kappa1230 | σμῷ τοῦ ο καὶ ι κολοιός. κρακτικὸν γὰρ τὸ ζῶον. Κόλλοψ. ἡ χορδὴ, καὶ τὸ νωτιαῖον, καὶ τὸ τρα‐ χηλιαῖον δέρμα τοῦ βοός. διὰ τὸ εἰς κόλλαν | |
5 | ἐπιτήδειον εἶναι. Κολοβρός. ὁ μικρὸς χοῖρος. Κολοφών. τὸ μέγα καὶ ὑψηλὸν ἀκρωτήριον. λαμ‐ βάνεται δὲ καὶ ἐπὶ μεγάλων κακῶν. Κολεὸς καὶ κουλεός. ἡ ξιφοθήκη. παρὰ τὸ κε‐ | |
10 | κοιλάνθαι. ἢ παρὰ τὰ κῆλα, ὅ ἐστι τὰ τόξα καὶ τὰ βέλη. κωλεὸς δὲ ὄνομα τὸ ἔντερον, μέγα. Κολλυβιστής. ὁ τραπεζίτης. Κολωνός. τόπος ὑψηλός. | |
15 | Κολωός. ὁ θόρυβος. παρὰ τὸ κλῶ, τὸ καλῶ, γίνεται ῥηματικὸν ὄνομα κλὼς, ὡς σῶ, σὼς, καὶ πλεονασμῷ τοῦ ω κολωός. ἢ παρὰ τὸ κο‐ | |
λοιὸς, ὃ δηλοῖ τὸ ὄρνεον. | ||
kappa1231 | Κομμός. παρὰ τὸ κόπτω κομμός. κόψω γὰρ ὁ μέλλων, ὡς καὶ παρὰ τὸ γράψω γραμμὸς καὶ ὑπογραμμός. Κομψός. εἴρηται μὲν ἡ λέξις ἐπὶ τοῦ πανούρ‐ | |
5 | γου, καὶ ἐπὶ τοῦ μετρίου, καὶ ἐπὶ τοῦ ἐπιει‐ κοῦς. ἀμφότερα οὖν παρὰ τὸ κάμπτω ῥῆμα. ἀλλ’ ἐπὶ μὲν τοῦ πανούργου παρὰ τὸ εὐκάμ‐ πηλον καὶ διεστραμμένον τῇ διανοίᾳ· ἐπὶ δὲ τοῦ ἐπιεικοῦς παρὰ τὸ εὐκαμπῆ αὐτὸν εἶναι, | |
10 | οἷον εὐπειθῆ καὶ προσηνῆ. οὕτως Εἰρηναῖος ὁ Ἀττικός. ἢ κομψὸς ὁ πιθανολόγος, ὁ μετὰ ὑπερηφανίας καὶ κόμπου ῥητορεύων. Κομπαστής. ψεύστης. Κόμπος. ἡ κενοδοξία. παρὰ τὸ κενὴν ὄπα ἔχειν, | |
15 | ὅ ἐστι φωνήν. [Κομποῤῥήμων. ὁ κενόδοξα λέγων. Κόμαρος. εἶδος φυτοῦ. Κομενταρήσιος. χαρτουλάριος. Κόναβος. ψόφος· ἦχος. παρὰ τὸ τὴν βοὴν | |
20 | κινεῖν. | |
Κόνδυλος. παρὰ τὴν κάμψιν τῶν δακτύλων. | ||
kappa1232 | οἱονεὶ κάνδυλοι ὄντες. περὶ αὐτοὺς γὰρ ἡ κάμ‐ ψις τῶν δακτύλων ἐγγίνεται. ἢ κένδυλος τὶς ὢν, ὁ εἰς τὰ κενὰ δυόμενος τῶν ῥαπιζομένων. κενὰ δὲ σαρκῶν τὰ μέρη ταῦτα. | |
5 | Κονιορτός. ὁ χοῦς. παρὰ τὸ ὄρω, τὸ διεγείρω, ὁ μέλλων ὄρσω, αἰολικῶς. ῥῆμα ὄνομα ὀρτὸς, ὡς κείρω κορμὸς, καὶ ἐν συνθέσει μετὰ τοῦ κόνις κονιορτὸς, ὁ τὴν κόνιν ὀρούων καὶ ὁρμῶν καὶ διεγείρων. | |
10 | Κοντός. παρὰ τὸ κέντω κοντὸς, ὡς τρέφω τροφός. Κονσουλάριος. ὑπατικός. Κόνων. ὄνομα κύριον. καὶ κλίνεται Κόνωνος. Κόπις. σύντομος, ὀξὺς τῷ λόγῳ, ἤγουν λάλος. | |
15 | Κοπετός. ὁ θρῆνος. ἀπὸ τοῦ κόπτεσθαι. Κορύβαντες. ἔθνος βακχικὸν καὶ μανικόν. πα‐ ρὰ τὸ κρύβειν τὸν Δία, κρύβαντες καὶ πλεο‐ νασμῷ τοῦ ο κορύβαντες. ἢ οἱ τὴν κόρην κα‐ ταβάντες ἀναγαγεῖν καὶ μὴ ὑποστρέφειν. Κο‐ | |
20 | ρύβαντες δέ εἰσι δαίμονες τινὲς φυλάσσειν τα‐ | |
χθέντες τὸν Δία. | ||
kappa1233 | Κόρταφος. παρὰ τὴν κόρσην εἶναι κόρσαφος καὶ κόρταφος, καὶ ἐν ὑπερβιβασμῷ κρόταφος. ἢ ὅτι τῆς κόρσης καὶ τῆς κεφαλῆς ἁφὴ ἐστί. Κορυθαίολος. ὁ τὴν κόρυθα εὐκίνητον ἔχων ἢ | |
5 | ποικίλην. ἔστι γὰρ αἰόλλω τὸ κινῶ καὶ συν‐ εχῶς στρέφω. ἢ ἀπὸ τοῦ αἰόλος, ὁ ποικίλος. Τυδεὺς κορυθαίολος. καί· κορυθαίολος Ἕκτωρ. | |
10 | Κορβανᾶς. ὁ θησαυρός. Κορβάν. οὐκ ἔστιν ἡ δωρεὰ καὶ ἡ προῖξ, ἀλλὰ κυρίως ἡ προσφορὰ λέγεται. οὕτως ὁ ἅγιος Κύ‐ ριλλος. Κόροιβος. ὁ μωρός. ἀπὸ τοῦ Κοροίβου, τινὸς | |
15 | μετροῦντος τὰ κύματα. Κορδυλησμός. ἡ περιβολή. Κορυφαῖος. ἔνδοξος, μέγας. καὶ κορυφαιότατος, ὁ ἐξοχώτατος. Κόρβους. τοὺς κόρακας λέγουσιν οἱ Ῥωμαῖοι. | |
20 | Κόσυμβος. κροσσὸς, ἢ ὁ ἀνάδεσμος. | |
kappa1234 | Κόσσος. ῥωμαϊστὶ μαξίλλα, γραικιστὶ δὲ, ῥά‐ πισμα. Κόσμος. καλλωπισμὸς ἢ σύστημα ἐξ οὐρανοῦ καὶ γῆς καὶ τῶν ἐν μέσῳ. κόσμος παρὰ τὸ ἔχειν | |
5 | ἐν ἑαυτῷ πάντα κεκοσμημένα καὶ διατεταγμέ‐ να. ἢ παρὰ τὸ κάζω, κάσω, κέκασμαι, κασμὸς, ῥηματικὸν ὄνομα, καὶ μεταθέσει τοῦ α εἰς ο καὶ ἐναλλαγῇ τοῦ τόνου κόσμος. οὕτως Φίλων. Κότος. ὀργὴ ἐπιτηροῦσα καιρὸν εἰς τιμωρίαν, | |
10 | ἢ ἐναπομένουσα ὀργή. παρὰ τὸ κέω, ὃ σημαί‐ νει τὸ κεῖμαι, κέημι, ὁ παθητικὸς κέαμαι, κεῖμαι, τὸ τρίτον κεῖται, ῥηματικὸν ὄνομα κό‐ τος. ἢ παρὰ τὸ κέεσθαι, κεῖσθαι, κότος. Κοτόεις. ὀργίλος. | |
15 | Κότινος. ὁ ἐξ ἀγριελαίας στέφανος. Κότταβος. ὁ ἦχος. Κουροτρόφος. παιδοτρόφος. Κούρους. νεωτέρους. Κοινωνικούς. τουτέστι πρᾴους, προσηνεῖς, ἀτύ‐ | |
20 | φους, συγκαταβατικούς. ὁ Ἀπόστολος· εὐμε‐ | |
ταδότους εἶναι, κοινωνικούς. | ||
kappa1235 | Κόσμον. τοὺς ἐν ἀπιστίᾳ καὶ ἐν ἁμαρτίαις ἀν‐ θρώπους λέγει ὁ Ἀπόστολος· ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν. | |
4t | (Θηλυκόν.) | |
5 | Κοίτη. ἡσυχία ἢ στρωμνή. παρὰ τὸ κέω, τὸ κεῖ‐ μαι· ὁ παθητικὸς ἐνεστὼς τῶν εἰς μι κεῖμαι, κεῖται, καὶ ἐξ αὐτοῦ ὄνομα ῥηματικὸν κοίτη. Κοίταις. γυναικείαις ἐπιθυμίαις. Κοιλία. ἀπὸ τοῦ κοίλην εἶναι, ἢ ἀπὸ τοῦ λεαί‐ | |
10 | νειν τὴν τροφὴν καὶ χυλοῦν, χολία καὶ κοιλία. Κοινωνία. ἡ τῶν θείων μυστηρίων μετάληψις, διὰ τὸ τὴν πρὸς Χριστὸν ἡμῖν χαρίζεσθαι ἕνω‐ σιν, καὶ κοινωνοὺς ἡμᾶς τῆς αὐτοῦ βασιλείας ποιεῖν. | |
15 | Κοιτίς. τὸ σπυρίδιον, καὶ ἀγγεῖόν τι. Κολακεία. ἔπαινος ὑπὲρ τὸ πρέπον. Κολοβότης. ὀλιγότης. μικρότης. Κολώνη. †ὄχθος.† τόπος. καὶ Κολώνεια, πόλις. Κολοφωνία. εἶδος τὶ παρόμοιον πίσσῃ. | |
20 | Κομιδή. ἡ ἐπιμέλεια. παρὰ τὸ κομίζω, τὸ ἐπι‐ μελοῦμαι καὶ περιποιοῦμαι. κομιδή. Κόμη. ἡ θρίξ. παρὰ τὸ κόσμον εἶναι τοῦ σώ‐ ματος. οἱ δὲ, παρὰ τὸ κομᾷν καὶ ἐπιμελείας | |
ἀξιοῦσθαι. | ||
kappa1236 | Κομψεία. σοφιστεία. Κονίστρα. ὁ ἀγών. ἡ παλαίστρα ἢ ἡ κυλίστρα. Κόνυζα. βοτάνη τίς. Κόνις. χοῦς. κονιορτός. | |
5 | Κονία. ἡ λευκασία. Κόνις. παρὰ τὸ καίνω, τὸ διακόπτω καὶ δια‐ φθείρω. ἡ εἰς μικρὰ κατακεκομμένη γῆ. Κονίσσαλος. κονιορτός. οἱονεὶ ἡ σεσαλευμένη γῆ. Κόπρος. οἱονεὶ κόπος τὶς οὖσα. βαρεῖ γὰρ τὸ | |
10 | περισσὸν καὶ κοποῖ ἐγκείμενον. ἢ χήπορος τὶς οὖσα, ἀπὸ τοῦ χεῖσθαι διὰ τοῦ πόρου, κατὰ συγκοπὴν καὶ τροπὴν τοῦ χ εἰς κ κόπρος. Κόρινθος. ἀπὸ Κορίνθου τοῦ Μαραθῶνος, ἢ ἀπὸ Κορίνθου τοῦ Πέλοπος. | |
15 | Κόρση. ἡ κεφαλή. ἀπὸ τοῦ κορυφοῦσθαι, ἢ ἀπὸ τοῦ κείρεσθαι, ὅθεν κορσωτὴρ λέγεται, ὁ τὰς τρίχας κουρεύων. καὶ κόρσαι αἱ τρίχες. Αἰ‐ σχύλος· λευκὰς δὲ κόρσας τῇδ’ ἐπαντέλλειν νόσῳ. | |
20 | καὶ κόρση, ὁ κρόταφος. Κόρυς. ἡ περικεφαλαία. καὶ κλίνεται κόρυθος. παρὰ τὸ κάρη, κάρυς καὶ κόρυς. ἢ παρὰ τὸ | |
κόρση γέγονε κόρυς. κόρση δὲ ἡ κεφαλή. καὶ | ||
kappa1237 | τὸ κορσοῦσθαι ἐπὶ τοῦ κείρειν ἔλεγον οἱ Ἴω‐ νες. καὶ κορσωτῆρα τὸν κουρέα. Κορυφή. τὸ μέσον τῆς κεφαλῆς. παρὰ τὸ τῆς κάρας κορυφὴν εἶναι. ἢ παρὰ τὸ κεκρύφθαι | |
5 | αὐτὴν ὑπὸ τῶν τριχῶν, κρυφὴ τὶς οὖσα, καὶ πλεονασμῷ τοῦ ο κορυφή. κορυφὴ καὶ τὸ ἄκρον τοῦ ὄρους. Κορώνη. τὸ ὄρνεον. παρὰ τὸ καῦρον, ὃ σημαί‐ νει τὸ κακόν. κορώνη καὶ ὁ τῆς θύρας κρίκος. | |
10 | τίθεται ἡ λέξις καὶ ἐπὶ τοῦ ἐπικαμποῦς τόξου. κορωνὶς δὲ, ἐπὶ τῶν νεῶν. σὺν νηυσὶ κορωνίσιν. ὅ ἐστι καμπυλοπρύμνοις. διὰ τὸ εἰς ὕψος ἀνέ‐ χειν. ἐκ τοῦ κάρα. | |
15 | Κορωνίς. τὸ ἄκρον ἢ τὸ τελευταῖον τῆς οἰκοδο‐ μῆς ἐπίθεμα. κυρίως δὲ ἡ ἀκρώρεια. Κόρη. ἐπὶ τοῦ ὀφθαλμοῦ. οἱονεὶ χόρη τὶς οὖσα, ἀπὸ τοῦ δι’ αὐτῆς χεῖσθαι τὸ διορατικὸν πνεῦ‐ μα. κόρη δὲ, ἡ παρθένος, ἀπὸ τοῦ κορεῖν, τὸ | |
20 | καλλωπίζειν, ὃ καὶ ἐπὶ τοῦ ὀφθαλμοῦ εἴρηται. ἢ ἡ καθαρὰν καὶ ἄφθορον ἔχουσα τὴν ἡλικίαν. | |
κορεῖν γὰρ τὸ καθαίρειν, ἔνθεν καὶ νεωκόρος.] | ||
kappa1238 | Κοριθαλίς. ἡ δάφνη. καὶ κόρος, ὁ κλάδος, καὶ κορεῖν, τὸ τοῖς κλάδοις σαροῦν. Κορύνη. ἡ ῥάβδος, ἢ ῥόπαλον. οἱ δὲ ξίφος. ἕτεροι ξύλον ἐπικαμπές. ἡ κατὰ τὸ κάρα νεύ‐ | |
5 | ουσα. Κόρυζα. κατάῤῥους. ἀρχὴ ἢ πλῆθος μυξῶν. Κοσμιωτάτη. εὐγενεστάτη, εὐκαλλώπιστος. Κοσμογένεια. ἡ κοσμοποιΐα. Κοτύλη. ὅπου ἐγκλίνεται ἡ κεφαλὴ τοῦ μηροῦ. | |
10 | παρὰ τὴν κοιλότητα τὴν ἐν αὐτῷ γινομένην. λέγεται κοτύλη τὸ κοῖλον τῆς χειρός. ὅθεν κο‐ τυλήρυτον, τουτέστι τοσοῦτον τῷ πλήθει, ὥστε καὶ κοτύλην ἀρύεσθαι. παρὰ τὸ ἀρύω, ἀρύσω, ἀρυτὸν, καὶ ἐν συνθέσει κοτυλήρυτον. λέγεται | |
15 | καὶ κοτύλη εἶδος ποτηρίου καὶ μέτρου. κυρίως δὲ τὸ ὁποσοῦν μέτρον κοτύλην ἔλεγον οἱ ἀρ‐ χαῖοι παρὰ τὴν κοιλότητα. Κομμώτρια. ἐμπλέκτρια. Κοῦραι. παρθένοι, νεάνιδες. | |
20 | Κουριδίης. παρθενικῆς. Κουστωδία. τὸ στράτευμα. ὅπερ οἱ Ῥωμαῖοι | |
βάνδον καλοῦσι. | ||
kappa1239 | Κοινωνία. ἡ ἐλεημοσύνη. παρὰ τῷ Ἀποστόλῳ· εὐδόκησαν γὰρ Μακεδονία καὶ Ἀχαΐα κοινω‐ νίαν τινὰ ποιήσασθαι εἰς τοὺς πτωχοὺς τῶν ἁγίων τῶν ἐν Ἱερουσαλήμ. | |
5t | (Οὐδέτερον.) | |
6 | Κόϊ. μίμημα φωνῆς χοίρου. Κοινὸν γένος. τὸ τὰς μὲν πτώσεις ἔχον τὰς αὐ‐ τὰς, ὑποτασσόμενον δὲ ἰδίοις ἄρθροις, οἷον ὁ ἄνθρωπος καὶ ἡ ἄνθρωπος, ὁ κύων καὶ ἡ κύων, | |
10 | ὁ ἵππος καὶ ἡ ἵππος. Κοινόν. ἢ τὸ ἐν πολλοῖς θεωρούμενον, ἢ τὸ πολλῶν κατηγορούμενον. κοινὸν πάλιν τετρα‐ χῶς· ἢ εἰς τὰ μέρη διαιρετὸν, ὡς ἡ κληρου‐ χουμένη γῆ· ἢ τὸ ἀδιαιρέτως ἐν χρήσει κοινῇ | |
15 | λαμβανόμενον, οὐχ ἅμα δὲ, ὡς εἷς δοῦλος, εἷς ἵππος δύο δεσποτῶν· ἢ τὸ ἐν προκαταλήψει ἰδιοποιούμενον, εἰς δὲ τὸ κοινὸν ἀναπεμπόμενον, ὡς ὁ ἐν θεάτρῳ τόπος ἢ ὁ ἐν βαλανείῳ· ἢ τὸ ἀδιαιρέτως εἰς κοινὴν καὶ τὴν αὐτὴν ἔννοιαν | |
20 | προβαλλόμενον, ὡς ἡ φωνὴ τοῦ κήρυκος. | |
kappa1240 | Κοινὸν καὶ καθόλου ἐστὶν ἡ οὐσία, ἤγουν ἡ φύσις. Κοινόν. τὸ ἀκάθαρτον. Κοινεῖον. πορνεῖον· καπηλεῖον. | |
5 | Κοινοδήμιον. τὸ δημόσιον. Κοκκύμηλα. εἶδος ὀπώρας. Κόκκυ. ἐπιφώνημά τι. Κοκκότιον. ὁ δῆμος ἑλληνιστὶ, ἁπάσης οἰκου‐ μένης. | |
10 | Κόλον. τὸ κεκλασμένον δόρυ. Κολοβόν. ἐλλιπές. Κόλυθρον. εἶδος συκῆς. Κόλυβα. σῖτος ἑψητός. Κόλον. τὸ μὴ τέλειον, ἀλλὰ κολοβόν. | |
15 | Κολλούριον. ἀπὸ τοῦ κολοβόν. κόλλιξ γὰρ ὁ ἄρτος. Κόμμι. τὸ ψιμμίθιον. Κομμωτικόν. ἐπίπλαστον. Κομίδιον. τὸ τοῦ δένδρου δάκρυον. | |
20 | Κομμονιτήριον. ἔγγραφον ἐνταλτήριον εἰς ὑπό‐ | |
μνησιν κατὰ Ῥωμαίους. | ||
kappa1241 | Κονσίστριον. κατὰ Λατίνους θεῖον συνέδριον. Κόνδυ. εἶδος ποτηρίου. *Κόνειον. βοτάνη ὀλεθρία.* Κόριον. τὸ μικρὸν κοράσιον. λέγεται δὲ καὶ τὸ | |
5 | μάννα, ὡς λευκοειδές. Κοράλλιον. λίθος θαλάσσιος. Κορδύλημα. τὸ περίβλημα. Κόρημα. τὸ σάρωμα. Κόσμιον. εὔτακτον. | |
10 | Κότυ. τὸ ταχύ. Κοτυάειον. τόπος. Κοτυλήρυτον. τουτέστι τοσοῦτον ἐν πλήθει, ὥστε καὶ κοτύλῃ ἀρύεσθαι. παρὰ τὸ ἀρύω, ἀρύσω, ἀρυτὸν, καὶ ἐν συνθέσει κοτυλήρυτον. | |
15 | ἢ ὅσον ἡ παλάμη κρατεῖ. | |
kappa1242 | Κουροτρόφον. τὸ τρέφον τοὺς νέους καὶ γενναίους ἵππους. Κουρόσυνα. ἡ ἐν χρῷ κουρεία τῆς γενειάδος. *Κουράτωρας. φροντιστάς. διοικητάς.* | |
5 | Κουρατωρεῖον. ἐν ᾧ ὁ κουράτωρ. Κοχλιάριον. παρὰ τὸ [κόχλος] κοχλάριον καὶ πλεονασμῷ τοῦ ι κοχλιάριον. Κοχλίδιον. ὥσπερ ἀπὸ τοῦ κοιλία κοιλίδιον, οὕ‐ τως καὶ ἀπὸ τοῦ κοχλίας κοχλίδιον. | |
10 | Κορκορύγημα καὶ κορκορυγή. ὁ θόρυβος τῆς γαστρός. τοῦ Ψελλοῦ· κορκορυγὴ ὁ θόρυβος· ὁ δόλιος δὲ κέρκωψ. κορδακισμὸς ἡ ὄρχη‐ σις· κωμάζει κῶμον ᾄδει. †Κοττάβια. τὰ ὑπολύχνια.† | |
15 | Κογχύλια. τὰ ὄστρεα. | |
kappa1243(1t) | (Ῥῆμα.) | |
2 | Κοινολογεῖται. διαλέγεται κοινῇ. Κοινῶ. τὸ μολύνω. καὶ κοινόω. Κοισυροῦται. καλλωπίζεται. | |
5 | Κοιρανέων. διατάσσων, ἐπερχόμενος, καὶ τὸ τοῦ κοιράνου ἔργον ἐπιτελῶν. Κοιμῶμαι. ἀπὸ τοῦ κῶ τοῦ σημαίνοντος τὸ ὑπνῶ γίνεται κείω, ὡς θῶ, θείω, σῶ, σείω. ὁ παθητικὸς ἐνεστὼς κεῖμαι κατὰ συγκοπὴν, ἀφ’ | |
10 | οὗ ὄνομα ῥηματικὸν κοίμη, ἐξ οὗ ῥῆμα δευτέ‐ ρας συζυγίας τῶν περισπωμένων κοιμῶ, κοι‐ μᾷς· τὰ γὰρ ἀπὸ τῶν εἰς η θηλυκῶν γινό‐ μενα ὀνόματα δευτέρας συζυγίας εἰσὶν ὡς ἐπὶ | |
τὸ πλεῖστον. ὁ δὲ Ὦρος ὁ Μιλήσιος παρὰ | ||
kappa1244 | τὸ κείω κοιμὸς, ὡς λείπω, λοιμὸς, καὶ ῥῆμα κοιμῶ. Κοκκύζω. ἐπὶ ὄρνιθος. κωκύω δὲ, τὸ θρηνῶ, ἐπὶ ἀνθρώπου, μέγα. | |
5 | Κολαβρισθείησαν. περιῤῥαγείησαν. χλευασθείη‐ σαν. ἐκτιναχθείησαν. εὐτελεῖς νομισθείησαν. ἐν τῷ Ἰὼβ ἡ λέξις αὕτη. Κολάπτει. γλύφει. Κολοβεῖ. ἐπικόπτει. ἀκρωτηριάζει. | |
10 | Κολαφίζειν. πυγμῇ παίειν. παρὰ τὸ κωλύειν τὸ φῶς ἢ τὸ τυφλοπανιάζειν. Κολούω. τὸ βλάπτω. Κολυμβᾶν. οἱ Δωριεῖς κολυφᾷν λέγουσιν. ἀπὸ τοῦ κόλους, ὅ ἐστι κολοβοὺς, φαίνεσθαι τοὺς | |
15 | ἐν ὕδατι καὶ μὴ ὁλοτελεῖς. | |
kappa1245 | Κομείτην. ἐπιμελείας ἠξίουν. ἀπὸ τοῦ κομέω κομῶ, κομέεις κομεῖς. Κομμεῖν. τὸ τὸ σῶμα ὡραΐσαι. Κομμωτίζω. ἐπιμελοῦμαι τὰς παρειὰς τῷ ψιμ‐ | |
5 | μιθίῳ. [κόμμι γὰρ τὸ ψιμμίθιον.] Κομῶ. τὸ θάλλω. καὶ κομόωντες. Κομᾶ. γαυριᾷ, μέγα φρονεῖ. Κομίζω. τὸ ἐπιμελοῦμαι καὶ περιποιοῦμαι. παρὰ τὸ κομῶ, ὅθεν καὶ ἱπποκόμος, ὁ ἐπιμελούμενος | |
10 | τῶν ἵππων. Κομψεύεται. σεμνύνεται, ἀλαζονεύεται. Κονάβησαν. ἤχησαν. Κονίζεσθαι. ἀγωνίζεσθαι. ἢ κονιορτοῦσθαι. Κονίζω. τὸ ἀγωνίζομαι, καὶ παρασκευάζω πρὸς | |
15 | τὸν πόλεμον. ἀπὸ τοῦ κόνις. οἱ γὰρ ἀρχαῖοι, | |
ὅτε ἔμελλον ἀγωνίζεσθαι, εἰς χεῖρας αὐτῶν | ||
kappa1246 | πτύοντες, κόνιν προσελάμβανον, διὰ τὸ ἰσχυ‐ ρῶς κρατεῖν. †Κοικύλλει. περιτρέπει.† †Κοισυροῦσθαι. ἐπὶ τῆς κοίτης σύρεσθαι.† | |
5 | †Κοννῶ. τὸ νοσῶ.† †Κομπτεῖ. τρυφᾷ, θεραπεύει.† Κονίσουσιν. ἀντὶ τοῦ φεύξονται. εὐρὺ κονίσουσι πεδίον— ἐκ τοῦ παρακολουθοῦντος νοεῖται τὸ φεύξονται· | |
10 | οἱ γὰρ φεύγοντες κατὰ δρόμον ἐγείρουσι κόνιν. οὕτως εὗρον ἐγώ. Κονίω. τὸ ἀγωνίζομαι. ὥσπερ ἀπὸ τοῦ μῆτις μη‐ τίω, καὶ δῆρις δηρίω, καὶ μῆνις μηνίω, οὕτως καὶ ἀπὸ τοῦ κόνις κονίω. | |
15 | Κονίησι. κονιορτὸν ποιήσει. [καὶ κονίσουσιν | |
ὁμοίως.] | ||
kappa1247 | Κονιάω. τὸ τοῖχον χρίω. Κορεῖν. τὸ σαίρειν, καὶ φιλοκαλεῖν παρὰ Ἀτ‐ τικοῖς, ἢ βίβλους κοσμεῖν. Κορδακίζει. αἰσχρῶς ὀρχεῖται. | |
5 | Κορθύεται. αὔξεται, κορυφοῦται. ἀπὸ τοῦ κο‐ ρύσσω, ἢ ἀπὸ τοῦ κόρυθος. ἔνιοι δὲ ἀπὸ τοῦ σωρεύεσθαι ἤκουσαν, κόρθυς γὰρ ἡ σωρός. Κοτταβίζειν. ἀποσπογγίζειν. ἢ τὸ ἠχεῖν. Κουρήσατε. ἐπιμελήθητε. | |
10 | Κουριῶ. ἐπιθυμῶ κουρευθῆναι. Κουρίζω. νέα φρονῶ. κοῦροι γὰρ οἱ νέοι. Κόχλω. τὸ γυρίζω. ἐξ οὗ καὶ κοχλίας. τὸ δὲ κοχλίας παρὰ τὸ ὀλῶ, τὸ συστρέφω. γίνεται ὀλίας, καὶ πλεονασμῷ τοῦ κχ κοχλίας. | |
15 | Κοβαλεύω. λῃστεύω. πανουργεύω. Κομιστέον. δεῖ κομίζειν. Κορυβαντιῶν. μέγα κτυπῶν. ἢ ὀρχούμενος. ἢ μαινόμενος. | |
Κοινωνείτω. μεταδιδότω. Ἀπόστολος· κοινω‐ | ||
kappa1248 | νείτω δὲ ὁ κατηχούμενος τὸν λόγον τῷ κατη‐ χοῦντι ἐν πᾶσιν. | |
3t | (Ἐπίῤῥημα.) | |
4 | Κομιδῆ. ἀντὶ τοῦ λίαν ἢ παντελῶς. | |
5 | Κοσμίως. σεμνῶς. Κολαφιστικῶς. κολάφισμά ἐστι κοίλης ἁφῆς πληγὴ κατὰ τοῦ τραχήλου γινομένη λεληθότως, καὶ ψόφον ἐμποιοῦσα. | |
9t | Τὸ Κ μετὰ τοῦ Ρ. | |
10t | (Ἀρσενικόν.) | |
11 | Κρατύς. ἀπὸ τοῦ κράτος, κρατὺς, ὡς πλάτος, πλατύς. Κραδοφάγος. συκοφάγος. κράδη γὰρ ἡ συκῆ. διὰ τὸ συνεχῶς κραδαίνεσθαι. | |
15 | Κράνειος. καρπός. Κραιπνός. ὁ ταχύς. ἀπὸ τοῦ κάπω, τὸ πνέω, ὅθεν καὶ κάπος, τὸ πνεῦμα, καὶ καπνὸς, τὸ ἐκ | |
ξύλων καυθέντων ἀναπνεόμενον πνεῦμα. τοῦτο | ||
kappa1249 | κατὰ πλεονασμὸν τοῦ ρ καρπνὸς καὶ καθ’ ὑπερ‐ βιβασμὸν καὶ πλεονασμὸν τοῦ ι κραιπνός. οὕτω Φίλων. Κρείων. ὁ βασιλεύς. | |
5 | Κρείσσων. ὁ βελτίων. ὡς ἀπὸ τοῦ τάχα γίνε‐ ται ταχίων, καὶ ὁ τρίτος τύπος θάσσων, οὕτως καὶ παρὰ τὸ κρατὺς γίνεται κρατίων, καὶ ὁ τρί‐ τος τύπος κράσσων, καὶ τροπῇ τοῦ α εἰς ε κρέσσων, καὶ πλεονασμῷ τοῦ ι κρείσσων. οὐ‐ | |
10 | δέποτε γὰρ πρὸ τῶν δύο σς εὑρίσκεται δί‐ φθογγον, οἷον φρίσσω, ἀΐσσω, πλὴν τοῦ κρείσ‐ σων, καὶ τοῦ ῥήματος τοῦ ἐξ αὐτοῦ γινομένου. χωρὶς καὶ τοῦ γλαύσσω, τὸ φωτίζω. Κρητήρ. ὁ κρατήρ. | |
15 | Κνημνός. παρὰ τὸ κρεμῶ κρεμὸς, καὶ τροπῇ τοῦ ε εἰς η καὶ πλεονασμῷ τοῦ ν κρημνός. ἢ παρὰ τὸ κάρα καὶ τὸ νεύω κάρανος καὶ κρημνὸς, ὁ ἐπὶ κάρα νεύων. κριμνὸς δὲ, ἡ κριθὴ, ι. Κρίβανος. ἡ κάμινος, ἔνθα ὤπτουν τοὺς ἄρτους. | |
20 | παρὰ τὸ κρῖ καὶ τὸ βαῦνος, ἡ κάμινος. Κρίκος. τὸ κρικέλλιον. παρὰ τὸ κλείω, ἀπο‐ βολῇ τοῦ ε κλίκος, ὁ πάντοθεν περικεκλεισμέ‐ νος, καὶ κρίκος, τοῦ λ τραπέντος εἰς ρ. ἔστι δὲ καὶ κίρκος ἐν ὑπερθέσει. ὡς κραδία καρδία. | |
25 | Κριός. ὥσπερ λέγεται κρείων, ὁ βασιλεὺς, οὕτως | |
καὶ κριὸς, ὁ ἐξέχων τῆς ποίμνης. ὁ δὲ Ἡρω‐ | ||
kappa1250 | διανὸς φησὶ παρὰ τὸ κεκρίσθαι τὰς τρίχας· διαφέρουσι γὰρ αἱ τρίχες τοῦ κριοῦ τῶν ἄλλων. Κριτής. ἀπὸ τοῦ κρίνω, τὸ χωρίζω καὶ διακρί‐ νω. ἔνθεν καὶ ἀκριτόμυθος, ὁ μὴ διακρίνων τὰ | |
5 | λεγόμενα. Κριμνός. ἡ κριθή. Κριτός. ὁ κατάκριτος, ὁ κρινόμενος καὶ πάσχων. Κριγμός. ὁ τῶν ἀποθνησκόντων τρισμὸς τοῖς ὀδοῦσι γινόμενος. | |
10 | Κροσσός. τὸ κράσπεδον. κρωσσὸς δὲ, ἡ ὑδρία ἤ τι ἄγγος ἄλλο εἰς τὸ ἐπιχέαι ὕδωρ, μέγα. παρὰ τὸ κρῶ, τὸ ἐπιχέω. τοῦτο γέγονε παρὰ τὸ κερῶ, κατὰ συγκοπὴν κρῶ. Κροκωτός. ἔνδυμα ποικίλον. τὸν κροκωτὸν ἡ | |
15 | γαλῆ. Κρόκος. παρὰ τὸ ἐν τῷ κρύει ἔχειν τὴν αὔξη‐ σιν. οἱονεὶ κρύσκιός τις ὤν. Κροκόδειλος. παρὰ τὸ δειλὸς καὶ τὸ κρόκος γί‐ νεται κροκόδειλος. καὶ γὰρ ὁ χερσαῖος κροκό‐ | |
20 | δειλος φοβεῖται τὸν κρόκον, ὅθεν καὶ οἱ μελι‐ τουργοὶ, ἐπειδὰν ἀνέρχεται καὶ ἐσθίει τὸ μέλι, ἐπιτιθέασιν ἔξω κρόκον, ὅνπερ ὁρῶν φεύγει. ὁ δὲ θαλάσσιος, παρὰ τὸ δειλαίνεσθαι τὰς κρό‐ κας, ὃ σημαίνει τοὺς αἰγιαλούς· οἱονεὶ ὁ περὶ | |
25 | τὴν γῆν δειλός. ὁ δὲ κροκόδειλος ζωΰφιόν | |
kappa1251 | ἐστι μικρόν. γράφεται καὶ κρεκόδειλος κατὰ ἐναλλαγὴν τῶν στοιχείων. Κρόταφον. τὸν μήνιγγα λέγει. ὁ ἅμα τῇ κρούσει τὸν τάφον φέρων. ἢ ὅτι τῆς κόρσης καὶ | |
5 | τῆς κεφαλῆς ἐστὶν ἁφή. κρόταφος δὲ κυρίως ἐπὶ τῶν ζώων τῶν κερατοφόρων, διὰ τὸ ἐξ αὐ‐ τῶν τῶν μερῶν φύεσθαι τὰ κέρατα· οἱονεὶ κε‐ ρατοφόροι τινὲς ὄντες. ἢ ὅτι κρούουσι τὴν ἁφὴν παλλόμενοι, οἷον κρούταφοι. ὁ δὲ Ἀπολλόδω‐ | |
10 | ρος, ὅτι συγκεκρότηνται ἀμφοτέρωθεν. ὁ δὲ Ἀπίων, ὅτι τοῦ κροσσοῦ ἅπτονται, τουτέστι τῆς κεφαλῆς. Κρῆτες. παρὰ τὸ ἐπὶ κρέασι βιοτεύειν· κυνη‐ γετικοὶ γάρ. ὁ δὲ Ἀπολλόδωρος παρὰ τὸ εὖ κε‐ | |
15 | κρᾶσθαι τὸν περὶ τὴν νῆσον ἀέρα. Κρυεροῦ. φοβεροῦ. καὶ κρυόεντος, φοβεροῦ, ψυ‐ χροῦ. συμβαίνει γὰρ τοὺς φοβουμένους συγ‐ κρούειν τοὺς ὀδόντας. Κρυμός. αὐτὸ τὸ πάγος. παρὰ τὸ κρύπτω, κρυμ‐ | |
20 | μὸς, καὶ ἀποβολῇ τοῦ μ κρυμός. ἐν χειμερίῳ γὰρ καιρῷ ἐπικρυπτόμεθα. Κρυψίνους. πανοῦργος, δόλιος. Κρύσταλλος. τὸ πεπηγὸς ὕδωρ. | |
Κρουνός. ἔστι ῥῆμα κρῶ μονοσύλλαβον, πλεο‐ | ||
kappa1252 | νασμῷ τοῦ υ κρούω, ὅπερ γίνεται ἀπὸ τοῦ κε‐ ρῶ, κρῶ. ἐκ τούτου γίνεται κρονὸς καὶ κρουνός. Κρῶπος. ἡ ὑδρία. Κρόκας. τοὺς αἰγιαλούς. | |
5 | Κρωβύλος. εἶδος πλέγματος τῶν τριχῶν ἀπὸ ἑκατέρων εἰς ὀξὺ καταλῆγον. ἐνέρσει κρωβύ‐ λων ἀναδούμενοι. Κραντῆρας. τοὺς ὀδόντας φησὶν ὁ Ἱπποκράτης. | |
9t | (Θηλυκόν.) | |
10 | Κράμβη. τὸ λάχανον. τινὲς κοράμβη, ἡ ἀμβλύ‐ νουσα τὰς κόρας. βέλτιον δὲ ἡ τῷ κόρῳ ἀνα‐ βαίνουσα. Κραναῆς. τραχείας, σκληρᾶς, κάρηνα ἐχού‐ σης. παρὰ τὸ κραναὸν, τοῦτο παρὰ τὸ κρά‐ | |
15 | νιον, ὅπέρ ἐστι καὶ τραχὺ καὶ ὀστῶδες. Κρᾶσις. σωμάτων παράθεσις, ποιοτήτων ἀντέμ‐ βασις. ἢ σύντευξις σωμάτων, τὰς ἐν αὐτοῖς ἀλλήλας ἀντικιρνῶντος ποιότητας. ἢ κρᾶσις ἐστὶν οὐσιῶν ἀλλήλαις ἑτεροία συνδρομὴ, καὶ | |
20 | τῶν περὶ αὐτὰς ποιοτήτων ἀντεμβολή. Κράδη. ἡ συκῆ. παρὰ τὸ συνεχῶς κραδαίνεσθαι. Κραιπάλη. τρυφὴ, μέθη. ἢ ὁ ἐκ πολλῆς οἰνώ‐ σεως ἐπακολουθῶν παλμὸς καὶ κλόνος τῇ κε‐ φαλῇ. παρὰ τὸ κάρα καὶ τὸ πάλλω, τὸ κινῶ, | |
25 | καραπάλη, καὶ πλεονασμῷ τοῦ ι κραιπάλη. | |
kappa1253 | Κρεοδοσία. κρεωδαισία δὲ ἡ κρεωφαγία, μέγα καὶ δίφθογγον. Κρείουσα. ἡ βασίλισσα. παρὰ τὸ κρατείνω. ὡς κιχῶ, κιχείω, καὶ ὀλῶ, ὀλείω. καὶ τὸ θηλυκὸν | |
5 | κρατείουσα, καὶ συγκοπῇ κρείουσα. [καὶ κρείων ὁ βασιλεύς.] †Κράτεια. τόπος. τὸ δὲ κύριον ι.† †Κρανεία. δένδρον. κρανία δὲ, αἱ κεφαλάι.† †Κρατῆρα. σκύφον· σίτλον.† | |
10 | †Κροιός. κολοβός.† †Κροκώδης. δεσμός.† †Κρόταλος. λάλος.† †Κρυβηλός. πύργος.† †Κρωσσός. κεράμιον. κρατήρ.† | |
15 | Κρηπίς. θεμέλιον· ὑποβάθρα. καὶ εἶδος ὑπο‐ δήματος. παρὰ τὸ ἕρπειν ἑρπὶς, καὶ πλεονασμῷ τοῦ κ καὶ ὑπερβιβασμῷ καὶ τροπῇ τοῦ ε εἰς η κρηπὶς, δι’ ἧς ἕρπειν δυνάμεθα. Κρήνη. πηγή· ἐκροὴ ὕδατος. | |
20 | Κρίσεως. δοκιμασίας. | |
Κρίσις. τῶν ἐφ’ ἡμῖν ὄρεξις διαγνωστική. | ||
kappa1254 | Κρίσις. ἡ κόλασις ἐν τῷ εὐαγγελίῳ. καὶ εἰς κρί‐ σιν οὐκ ἔρχεται, τουτέστιν εἰς κόλασιν. †Κριγή. ὁ γινόμενος τοῖς ὀδοῦσι τῶν ἀποθνη‐ σκόντων τρισμός.† | |
5 | Κριθή. παρὰ τὸ προκριθῆναι τῶν ἀκροδρύων· ἀκρόδρυα γὰρ ἤσθιον πρὸ τῶν καρπῶν. ἢ παρὰ τὸ διακρίνεσθαι τῆς ἄχνης, ἤγουν διαχωρίζεσθαι. κρίνει ἐπειγομένων ἀνέμων—. Κρόκη. παρὰ τὸν κρούσω μέλλοντα, ἀποβολῇ | |
10 | τοῦ υ κρόκη· ᾗ τὸ κρούεσθαι διόλου παρακο‐ λουθεῖ. Κρόσσας. οἱ μὲν τὰς κεφαλίδας τοῦ τείχους, ἄλλοι τοὺς προμαχῶνας. Ἀρίσταρχος κλίμακας τινὰς ἢ ὄργανα τινὰ πρὸς τειχομαχίαν ἐπιτή‐ | |
15 | δεια. οἷον καὶ τὰς μὲν προκρόσσας κλιμακηδόν. ἄλλοι δὲ τὰ ἀποκρηδώματα. καὶ γὰρ κροσσοὺς τὰ ἄκρα τῶν ἱματίων λέγουσι. ὃ καὶ βέλτιον. οἱονεὶ κορσοὺς τινὰς ὄντας, παρὰ τὴν κόρσην, τὴν κεφαλήν. ἡ μεταφορὰ ἀπὸ τῶν πλοκάμων, | |
20 | μεταθέσει τοῦ ρ, κρόσσας. οὕτω Φίλων ἐν | |
τῇ περὶ Ἰάδος διαλέκτῳ. | ||
kappa1255 | Κρυόεσσα. ψυχρὰ, φοβερά. ἀπὸ τοῦ κρύος, κρυόεις καὶ κρυόεσσα. Κρῶμνα. πόλις †Παφλαγονίας.† Κρωπία. πόλις. | |
5t | (Οὐδέτερον.) | |
6 | Κράσπεδον. τὸ τοῦ ἱματίου ἄκρον. ἔνιοι δὲ τὸ θυσανωτὸν τοῦ χιτῶνος, ὅ ἐστι τὸ κροσσωτόν. παρὰ τὰ ἄκρα καὶ τὸ πέδον, κατὰ ἀφαίρεσιν τοῦ α, καὶ πλεονασμὸν τοῦ ς, κράσπεδον. | |
10 | Κράμα. μίγμα. [κέρασμα.] †Κρεῖον. τὸ δεκτικὸν τῶν κρεῶν ἀγγεῖον.† Κράνος. περικεφαλαία. Κραταιγυίαλον. τὸ κρατοῦν τὰ μέλη. Κρανίον. ἀπὸ τοῦ κάρα καρανεῖον καὶ κρανεῖον, | |
15 | καὶ κατ’ ἐκβολὴν τοῦ ε κρανίον. Κρατερόν. ἰσχυρόν. Κραταίωμα. ἰσχὺς, ἀσφάλεια. Κράτιστον. ἰσχυρότατον. Κρέας. παρὰ τὸ κρατύνειν καὶ ἰσχυροποιεῖν τὸ | |
20 | σῶμα. Κρεοδόχον. τὸ δεχόμενον τὰ κρέα ἀγγεῖον. Κρειῶν. τῶν κρεάτων. παρὰ τὸ κρεάτων γέγο‐ νε ἀποβολῇ τοῦ τ κρεάων, καὶ κατὰ κρᾶσιν κρεῶν, καὶ πλεονασμῷ τοῦ ι κρειῶν. οὐκ ἔστι | |
25 | δὲ [μετοχὴ, ἀλλ’] ὄνομα. [οὕτως Ὦρος ὁ Μι‐ | |
λήσιος.] | ||
kappa1256 | Κρήγυον. ἀληθὲς, ἀγαθόν· ὑγιές. —οὐδέποτέ μοι τὸ κρήγυον εἶπας. παρὰ τὸ κῆρ καὶ τὸ ἡδὺ γέγονεν κηρήδυον καὶ κατὰ συγκοπὴν κρήδυον καὶ τροπῇ τοῦ τ εἰς γ | |
5 | κρήγυον, τὸ τὴν ψυχὴν ἡδύνον. †Κρησέριον. τὸ κόσκινον.† Κρήδεμνον. τὸ κεφαλοδέσμιον. παρὰ τὸ κάρη, ὃ σημαίνει τὴν κεφαλὴν, καὶ τὸ δέω, τὸ δε‐ σμεύω, καρήδεμνον καὶ ἐν συγκοπῇ κρήδεμνον. | |
10 | †Κρίμνα. βρώματα.† Κρησφύγετον. τὸ καταφύγητον. Κρῖ. ἡ κριθή. —κρῖ λευκὸν ἐρεπτόμενοι— ὅ ἐστιν ἐσθίοντες. ἢ ἀπὸ τοῦ κριθὴ γέγονε | |
15 | κατὰ ἀποκοπήν. [ἢ ἀπὸ τοῦ κρίμνον, τοῦ ση‐ μαίνοντος τὸ παχὺ τοῦ ἀλεύρου, κατὰ συγκο‐ πὴν κρῖ.] Κρισσαῖον. πέλαγος. Κρίμα. τὸ κατάκριμα καὶ ἡ καταδίκη. ὡς τό· | |
20 | κρίμα ἑαυτῷ ἐσθίει καὶ πίνει. κρίμα τὸ δί‐ καιον, ὡς τό· κρίμα δίκαιον κρίνατε. καὶ οἱ ἐξητασμένοι τοῦ θεοῦ λόγοι. Κρησφύγετα. φρούρια τινὰ οὕτω λεγόμενα, ἐν οἷς ἐκρύπτοντο οἱ νησιῶται τὸν Μίνωα φεύγον‐ | |
25 | τες. παρὰ τὸ Κρῆτα αὐτὸν εἶναι. τὸ οὖν κρησ‐ φύγετον ἔλεγον χρήσιμον τοῖς φεύγουσιν εἰς τὸ | |
κρύπτεσθαι. | ||
kappa1257 | †Κροκύλιον. πόλις.† Κρόμυον. παρὰ τὸ τὰς κόρας μύειν ἐσθιόντων αὐτό. δριμὺ γάρ ἐστι. †Κροκύλειον. κροκίδιον.† | |
5 | †Κρύος. ψύχος· παγετός.† †Κρώσσιον. ἡ στάμνος.† Κρῶφι καὶ Μῶφι. ὀνόματα ὀρῶν. Κρύος. παρὰ τὴν γενομένην κροῦσιν τῶν ὀδόν‐ των ἐν τῷ ψύχει, κροῦος καὶ κρύος. | |
10 | Κρυπτάδια. οἱονεὶ κρυφαῖα, λαθρίδια. ἐκ τοῦ κρύπτω κρυπτάδιον. Κρέας. παρὰ τὸ κείρω, τὸ κόπτω. | |
13t | (Ῥῆμα.) | |
14 | Κρατῶ. παρὰ τὸ κράτος· τοῦτο παρὰ τὸ κάρα· | |
15 | ὁ γὰρ κρατῶν καὶ ἄρχων ἐκεῖνος ἐστὶ κεφαλή. Κραδαίνει. τὸ σείει. Κρατυνθέν. βεβαιωθέν. Κραίνω. τελειῶ, ἀποπληρῶ. παρὰ τὸ κάρα κα‐ | |
ραίνω, ὡς χεῖμα χειμαίνω, καὶ συγκοπῇ κραί‐ | ||
kappa1258 | νω. κυρίως δὲ ἡ λέξις ἐπὶ τοῦ τελειοῦσθαι καὶ τῇ κεφαλῇ κάτω νεύειν τὸν ὑποσχόμενον. Κρεοδοτῶ. κρεωδαιτῶ δὲ μέγα καὶ δίφθογγον. Κρεωνομῶ. | |
5 | Κρητίζει. ψεύδεται. ψεῦσται γὰρ οἱ Κρῆτες. Κρηφαγεῖν. τὸ κρέας ἐσθίειν. Κρήμνη. ἐκρήμνα. ἐκ τοῦ κρήμνημι, κρημνίζω. Κρηῆναι καὶ κρήηνον. ἀντὶ τοῦ τελείωσον καὶ πλήρωσον. ἔστι κραίνω, κρανῶ, ἔκρανα, τὸ | |
10 | ἀπαρέμφατον κρᾶναι, καὶ κρῆναι, ἰωνικῶς, καὶ πλεονασμῷ τοῦ η κρηῆναι· τὸ προστακτικὸν κρῆνον, κρήηνον. Κρίνοντες. ἀντὶ τοῦ κατακρίνοντες. †ὡς ἐν τῷ εὐαγγελίῳ· κρίνοντες† τὰς δώδεκα φυλὰς | |
15 | τοῦ Ἰσραήλ. Κρίνε. ἀντὶ τοῦ χώριζε. Κρίκε. συνεσχέθη. ἢ ἀντὶ τοῦ ἐψόφησεν, ἤχησεν, ποιὸν ἦχον ἀπετέλεσεν. ἀπὸ τοῦ θέ‐ ματος τοῦ κρίζω. καὶ κριγὴ ῥηματικὸν ὄνομα, | |
20 | οἷον· | |
κριγὴ δὲ νεκρῶν ἄγγελός τε καὶ κήρυξ. | ||
kappa1259 | Κροτήσατε. ἀλαλάξατε, βοήσατε. Κροαίνειν. τοῖς ποσὶ κρούειν, πηδᾷν. κροαίνειν κατὰ πεδίου. †Κρυαίνει. ἱμείρει.† | |
5 | †Κρυμῶσα. ῥιγῶσα.† Κρούειν. ἔστι ῥῆμα κρῶ, οὗ τὸ παράγωγον κρόω καὶ πλεονασμῷ τοῦ υ κρούω, ὡς ὀρῶ, ὀρόω, ὀρούω. κυρίως δὲ τὸ κρούειν ἐπὶ τῶν κερατο‐ φόρων ζώων εἴρηται. κορούειν γὰρ τὸ τοῖς κέ‐ | |
10 | ρασι κρούειν καὶ παίειν, καὶ κατὰ συγκοπὴν κρούειν. οὕτω Φίλων. Κρώζει. κράζει, ὡς κορώνη ἢ κόραξ. †Κρῶσι. βοῶσι.† Κριθήσονται. ἀντὶ τοῦ κατακριθήσονται. καὶ ὁ | |
15 | Ἀπόστολος· διὰ νόμου κριθήσονται. καὶ κρι‐ νεῖ ἀντὶ τοῦ κατακρινεῖ. καὶ κρινεῖ ἡ ἐκ φύ‐ σεως ἀκροβυστία τὸν νόμον, τελοῦσα δὲ τὸν διὰ γράμματος. Κρήτηθεν. ἀπὸ Κρήτης. | |
20 | Κρουνηδόν. δίκην κρουνοῦ. | |
Κρύβδην. λαθραίως. | ||
kappa1260(1t) | Τὸ Κ μετὰ τοῦ Τ. | |
2t | (Ἀρσενικόν.) | |
3 | Κτεὶς, κτενός. τὸ κτένιον. παρὰ τὸ ἐκτείνειν τὰς χεῖρας ἢ τὰς τρίχας. κτεὶς δὲ ἐπὶ τοῦ θα‐ | |
5 | λασσίου, παρὰ τὸ ἐκτείνεσθαι καὶ ἁπλοῦσθαι. Κτηνώδης. ἀλογώτερος. Κτησίας· Κτήσων, Κτήσωνος· Κτησίοχος· Κτησίδαμος· Κτησιφῶν, Κτησιφῶντος, καὶ Κτῖμος. ταῦτα ὀνόματα κύρια. τὸ Κτῖμος | |
10 | δὲ διὰ τοῦ ι. Κτήσιος. Ζεύς. Κτίλος. ὁ προηγούμενος τῶν προβάτων κριός. οἱονεὶ κίλος τὶς ὢν, πλεονασμῷ τοῦ τ κτίλος. παρὰ τὸ κίειν, ὅ ἐστι πορεύεσθαι. οἱ δὲ νεώ‐ | |
15 | τεροι τάσσουσι τὴν λέξιν ἐπὶ τοῦ εἰθισμένου γεγονότος ἡμέρου ζώου. ἢ ἀπὸ τοῦ ἵκω, ἱκτός. ὡς τάσσω τακτὸς, καὶ πλέκω πλεκτός. ὥσπερ ἀπὸ τοῦ πένθους γίνεται πενθίλος, καὶ ἀπὸ τοῦ ναῦς ναυτίλος, οὕτως οὖν καὶ ἱκτὸς ἱκτίλος, καὶ | |
20 | μετὰ τῆς ἐπάρσεως τοῦ ι κτίλος. τὸ μὲν πρῶ‐ τον Ὦρος ὁ Μιλήσιος, τοῦτο δὲ Ἡρωδιανός. Κτείς. παρὰ τὸ κτείνειν τοὺς φθεῖρας. | |
Κτόνος. ὁ φόνος. ἐξ οὗ καὶ κτιννύω, τὸ φονεύω. | ||
kappa1261 | Κτύπος. παρὰ τὸ τύπτω, τύπος, καὶ πλεονα‐ σμῷ τοῦ κ κτύπος. τὰ γὰρ τυπτόμενα ψοφεῖ. †Κτηνεία.† Κτῆσις. ἡ περιουσία, ὁ πλοῦτος. | |
5 | Κτιδέα. εἶδος περικεφαλαίας ἐξ ἴκτιδος δέρ‐ ματος. ἴκτις δὲ ζῶον γαλῇ παραπλήσιον. καὶ κτιδιώτις τέχνη τῆς περικεφαλαίας. Κτίσις. ὁ κόσμος. πᾶσα ἡ τοῦ θεοῦ κτίσις διαι‐ ρεῖται εἰς ἕξ· εἰς ἀόρατα λογικά· εἰς σύνθετα | |
10 | λογικά· εἰς σύνθετα ἄλογα· εἰς αὐξητικὰ καὶ γεννητικά· εἰς ἐκπορευτὰ καὶ κινητά· εἰς ἀναι‐ σθητὰ καὶ ἀκίνητα. Κτητήν. ἀγοραστήν. Ἡσίοδος· κτητὴν, οὐ γαμετήν—. | |
15 | Κτέαρ. τὸ κτῆμα. καὶ κλίνεται κτέατος. Κτένιον. ἐν ᾧ κτείνομεν τοὺς φθεῖρας. καὶ τὸ τοῦ ποδός. Κτητικόν. τὸ ὑπὸ τὴν κτῆσιν ἐμπεπτωκός. ἐμ‐ περιειλημμένου τοῦ κτήτορος. | |
20 | Κτῆνος. τὸ ζῶον. Κτησείδιον. ὀλίγη περιουσία. Κτίσμα. κτιστόν. Κτήνη. κυρίως τὰ ἥμερα. θηρία δὲ τὰ ἄγρια. πολλάκις δὲ ἡ γραφὴ καὶ τὰ ἄγρια κτήνη ὀνο‐ | |
25 | μάζει. ὡς ὅταν λέγει· ἔτι δὲ καὶ τὰ κτήνη τοῦ πεδίου. | |
Κτέρεα. τὰ ἐντάφια. | ||
kappa1262 | Κτᾶσθαι. καρποῦσθαι, ἢ ἀγοράζειν, ἢ φυ‐ τεύειν. Κτεάτισα. ἐκτισάμην. Κτεριοῦσι. θάψουσι. | |
5 | Κτείνει. ἀναιρεῖ, φονεύει. κτιννύει δὲ, ὅ ἐστι φονεύει, ι. †Κτησάμενος. ἀεί.† †Κτίζω.† †Κτῶ. τὸ κτῶμαι.† | |
10 | Κτερεΐξαι. ἐνταφιάσαι. Ὅμηρος· σῆμα δέ οἱ χῶσαι καὶ ἐπὶ κτέρεα κτερεΐξαι. | |
12t | Τὸ Κ μετὰ τοῦ Υ. | |
13t | (Ἀρσενικόν.) | |
14 | Κυανοχαίτης. μελανόθριξ. κυανὸν γὰρ τὸ μέ‐ | |
15 | λαν, καὶ χαίτη ἡ θρίξ. Κυδάλιμος. ὁ δίυγρος. λέγεται δὲ καὶ ὁ ἔνδο‐ ξος καὶ ἔντιμος. ἀπὸ τοῦ κῦδος, ὃ σημαίνει τὴν δόξαν. Κυδοιμός. θόρυβος, ταραχὴ, ἢ πόλεμος. ἀπὸ | |
20 | τοῦ κύειν τὸ δέος ἢ τὸ δεῖμα. Κύδιμος. ὁ ἔνδοξος. ἀπὸ τοῦ κῦδος κύδιμος, καὶ πλεονασμῷ τῆς αλ συλλαβῆς κυδάλιμος. Κυδρός. ἀγαθὸς, τίμιος. ἀπὸ τοῦ κῦδος κυδρός. Κυδωνιάτης. τοπικός. | |
25 | Κύβηλις. ὁ πέλεκυς. | |
Κυβιστήρ. ὁ ὀρχηστής. | ||
kappa1263 | Κύβος. πᾶν τετράγωνον. ὁ κύκλωθεν βάσιν ἔχων. Κύβειρος. ἀναιδής. Κυκεών. εἶδος ποτοῦ. ἢ πόμα δηλητήριον. ἀπὸ τοῦ κεχύσθαι. χυχεὼν καὶ κυκεών. ἔστι δὲ | |
5 | πόμα κατασκευασθὲν, παυστικὸν δίψης. Κυκεῶ. ἀποκοπή ἐστι. κυκεῶνα γάρ ἐστιν ἡ αἰ‐ τιατική. κυκῶ δὲ τὸ ταράσσω. Κυκλάμινος. εἶδος βοτάνης. Κύκλος. σφαῖρα· ἐνιαυτός· κόσμος. | |
10 | Κύκλωπες. κυκλόωπες, καὶ κατὰ συγκοπὴν κύ‐ κλωπες, ὅτι κυκλοτερὴς ὀφθαλμὸς ἕεις ἐνέκειτο μετώπῳ. Κύκνος. ζῶον. ἀπὸ τοῦ κλῶ, τὸ φωνῶ, γίνεται κλύω, κλύκος, καὶ καθ’ ὑπερβιβασμὸν [καὶ με‐ | |
15 | τάθεσιν] τοῦ λ κύκνος. [ἢ] ὁ κυκλοτερῆ ἔχων τὸν τράχηλον. παρὰ τὸ κύκλος. Κυλλός. ὁ χωλός. Κυλλοποδίων. ὁ Ἥφαιστος. ὡς ἀπὸ τοῦ Οἰδί‐ πους, Οἰδίποδος, Οἰδιποδίων διὰ τοῦ ι, οὕτως | |
20 | καὶ ἀπὸ τοῦ κυλλόπους κυλλοποδίων. Κύμβαχος. ἐπὶ κεφαλῆς πεσών. ἢ κατὰ κεφα‐ λῆς. ἢ κύμβαχός ἐστι τὸ σκεπάζον τὴν κεφα‐ | |
λὴν βρέγμα. παρὰ τὸ κῦφον, τουτέστι τὸ πε‐ | ||
kappa1264 | ριαγὲς καὶ περιφερές. κύμβη γὰρ ἡ κεφαλή. ὅθεν τὸ κυμβητιᾷν. σημαίνει δὲ καὶ τὸ ἄκρον μέρος τῆς κεφαλῆς, ᾧ ἐμβάλλεται ὁ λόφος. οἷον· | |
5 | κύμβαχον ἀκρότατον νύξ’ ἔγχεϊ—. Κύμινδος. ὁ ἀετός. Κυνικοί. οἱ φιλόσοφοι, διὰ τὸ αὔθαδες καὶ θρασὺ καὶ ἀναιδές. τοιοῦτοι γὰρ οἱ κύνες. Κυνοραϊσταί. οἱ κρότωνες, οἱ τὸ αἷμα τῶν κυ‐ | |
10 | νῶν ἐκμυζῶντες. Κύρβαντες καὶ Κρύβαντες. οἱ τὸν κόρον φυλάξαντες. βαίνειν γὰρ τὸ φυλάττειν. —ὃς Χρύσην ἀμφιβέβηκας. ἀντὶ τοῦ φυλάττεις. ἢ, ὡς Ἡρωδιανὸς, παρὰ τὸ | |
15 | κρύβειν, Κρύβαντες καὶ Κύρβαντες. ὅθεν καὶ κυρβασία καὶ κρυβασία. ἔνιοι δὲ τὸ τὴν κε‐ φαλὴν καλύπτειν. ἄλλοι δὲ τὰς περικεφαλαίας φασὶ κυρβασίας. Κυρηναῖος. ἀπὸ τῆς Κυρήνης πόλεως. ἑρμηνεύε‐ | |
20 | ται δὲ ἑτοιμότης. Κύριος. ὄνομα δηλωτικὸν τῆς θεότητος. | |
Κύριος. ὁ ἐξουσιαστής· ἢ ὁ ἐν ἀξιώματι ὑπάρχων. | ||
kappa1265 | Κύρτος. τὸ δίκτυον· ἢ βρυλλίνη σπυρὶς, ἐν ᾗ οἱ καρκῖνοι ἀγρεύονται. Κύφων. ὁ δεσμὸς τοῦ ξυλοπανταρίου. Κύων. ὁ σκύλος. ἀπὸ τοῦ κινεῖν καὶ σαίνειν. ἢ | |
5 | παρὰ τὸ ὀξὺ εἶναι τὸ ζῶον· κατὰ μετάθεσιν τοῦ στοιχείου. ἢ παρὰ τὸ κύω, ὃ σημαίνει τὸ φιλῶ· κύνω καὶ ἐξ αὐτοῦ κύων· τὸ γὰρ ζῶον φιλοδέσποτον. Κύων. ὁ κυνικός. | |
10 | Κύτωρις. ὄνομα ποταμοῦ. Κυφών. ἡ κυνάγχη. τοῦ Ψελλοῦ· κηλὰς ἀλώ‐ πηξ πέφυκε καὶ κυφὼν ἡ κυνάγχη. Κύβιτον. τὸν ἀγκῶνα. Κύαθος. ἀντλητήριον· μέτρον ἢ παλάμη. | |
15t | (Θηλυκόν.) | |
16 | Κυβέρνησις. φρόνησις. ἢ κυβέρνησίς ἐστι ψυ‐ χῆς ἐπιστήμη περὶ τὴν ἄστατον φύσιν τῶν ἀνθρωπίνων πραγμάτων. παρὰ τὸ τὰ κύματα ἐρευνᾷν, καὶ πρὸς αὐτὰ ἰθύνειν τὴν ναῦν. τρο‐ | |
20 | πῇ τοῦ μ εἰς β. | |
kappa1266 | Κυβεία. πανουργία. ἢ παίγνιον. Κύβη καὶ κύμβη. ἡ κεφαλή. [Κυβαρσία. κεφαλὴ ἀλέκτορος. ἄλλοι κυβαρ‐ σίας φασὶ τὰς περικεφαλαίας.] | |
5 | Κυβίστησις. συστροφή. [ὄρχησις.] †Κυβιστία. ἡ ὄρχησις.† [Κυδιάνειρα. ἡ δοξάζουσα τοὺς ἄνδρας. κῦδος γὰρ ἡ δόξα.] [Κυκλάμινος. εἶδος βοτάνης.] | |
10 | [Κυκήθρα.] συμφορά· ταραχή· κυκῶ γὰρ τὸ ταράσσω. Κυθέρεια. ἡ Ἀφροδίτη. παρὰ τὸ κεύθειν τοὺς ἔρωτας. ἢ ἡ κευθόμενον ἔχουσα ἐν ἑαυτῇ τὸν ἔρωτα. | |
15 | Κύθηρα. πόλις τῆς Ἀφροδίτης. Κύθρα. γέλως σκωπτικός. ἀπὸ τοῦ κῦτος γέ‐ γονε κῦθος [καὶ κύθρα.] [Κυλλήνη. ὄρος Ἀρκαδίας. καί· Κυλλήνιος Ἑρ‐ μῆς.] | |
20 | [Κυλλάδες. τὰ ἀπὸ] τῶν ὀφθαλμῶν μέρη. | |
kappa1267 | ὅθεν καὶ τὸ ταῦτα οἰδεῖν κυλοιδιῶ καλοῦσι. συνέσταλται δὲ τὸ υ. Κύλιξ. τὸ ποτήριον. ἀπὸ τοῦ κύκλος κύκλιξ καὶ κύλιξ. | |
5 | Κυλίχναι. λεκανίδες· τρυβλία ἢ φιάλαι. καὶ κυλικνίδες παρὰ Ἀθηναίοις αἱ πυξίδες, ἢ οἱ λι‐ βανωτοὶ, ἢ ἀγγεῖα κεράμεια. Κύμβη. ἡ κεφαλή. Κυνόμυια. τὸ ὄνομα ἔσχηκεν ἀπὸ τοῦ κυνὸς καὶ | |
10 | τῆς μυίας· ὁ μὲν γὰρ ἀναιδὴς, ἡ δὲ θρασεῖα. Κυνέη. περικεφαλαία. †Κυπάς. ἱμάτιον.† Κύπρις. ἡ Ἀφροδίτη. ἡ τὸ κύειν παρέχουσα. ἢ ὅτι ἐν Κύπρῳ τιμᾶται. | |
15 | Κύπρος. παρὰ τὸ κυοφόρον καὶ λιπαρὰν γῆν ἔχειν. †Κύρα. ἡ κρήνη.† †Κυρεία. ἡ ἐξουσία. κυρία δὲ ἡμέρα καὶ ὥρα, ι.† | |
20 | †Κύρβεσις. ἑορτή τις, καὶ τὸ πινακίδιον.† | |
kappa1268 | Κύῤῥος. πόλις ἐν Συρίᾳ, ἣν ἔκτισε Σέλευκος καὶ ὠνόμασεν ὁμωνύμως τῇ ἐν Μακεδονίᾳ. Κύρβεις. τρίγωνοι πίνακες, ἐν οἷς οἱ περὶ τῶν ἱερῶν καὶ πολιτικῶν νόμων ἐγγεγραμμένοι ἦσαν. | |
5 | Κύστις. ἡ κοιλία ἢ τὰ ὑπογάστρια. Κυψέλλη. πλεκτὸν ἀγγεῖον. Κυψελλίς. ὁ ῥύπος τοῦ ὠτίου. [Κυτωρίς. ὄνομα ποταμοῦ.] Κύστις. ἀπὸ τοῦ κεύθειν ἢ κρύπτειν τὸ οὖ‐ | |
10 | ρον. σημαίνει καὶ τὸ οὐροδόχον ἀγγεῖον. Κύμβαι. περιφερῆ πλοῖα παρὰ Ῥωμαίοις. | |
12t | (Οὐδέτερον.) | |
13 | Κυανόν. τὸ μέλαν. Κῦδος. ἡ δόξα. | |
15 | Κύκλα. οἱ τροχοί. καὶ κυκλήσομεν ἀντὶ τοῦ ἐφ’ ἁμαξῶν ἄξομεν. Κυκλίον. Κυλώνειον ἄγος. | |
Κυλικεῖον. ἡ ποτηριοθήκη. [κυλίκιον δὲ, ι.] | ||
kappa1269 | Κύμβαλα. ὄργανα εὔηχα. παρὰ τὸ κύφον, κύ‐ φαλα τινὰ ὄντα. Κυμβία. τὰ κύφα ἐκπώματα. διὰ τὸ περιφερῆ εἶναι καὶ κύφα. | |
5 | Κῦμα. παρὰ τὸ κύω, τὸ γεννῶ. καὶ κύματα κωφὰ, τὰ ἄνευ ἀνέμου ἠρεμοῦντα. Κύντερον. ἀναιδέστερον· χαλεπώτερον. παρὰ τὴν κυνὸς γενικὴν κυνότερον καὶ ἐν συγκοπῇ κύν‐ τερον· ὡς μέλαν, μελανότερον καὶ μελάντερον. | |
10 | Κύπελλον. ἔκπωμα. παρὰ τὸ κύφον, κύφελ‐ λον καὶ κύπελλον. ἢ χύπελον, ἔνθα ὁ πηλὸς ἤτοι ὁ οἶνος χεῖται. Κύπειρον καὶ κύπερον. εἶδος βοτάνης. Κῦρος. ἡ ἐξουσία. | |
15 | Κυριακὸν δεῖπνον. τὸ τοῦ κυρίου. ἢ τὸ ἔγκληρον ἐν ἐκκλησίᾳ ἄριστον. Κύρμα. τὸ ἐπιτύχημα. παρὰ τὸ κύρω, τὸ ἐπι‐ τυγχάνω. Κυρτόν. τὸ παρ’ ἡμῖν ἀπὸ τοῦ κύπτω. κυρτὸν | |
20 | καὶ τὸ μετέωρον καὶ ὑψηλόν. ἀπὸ τοῦ κύειν | |
εἰς ὕψος ἤτοι ἐπαίρεσθαι. | ||
kappa1270 | Κυρναῖον. πέλαγος. Κῦφον. τὸ περιαγές· τὸ περιφερές· τὸ κυρτοει‐ δές. παρὰ τὸ κύπτω. Κύφελλα. τὰ νέφη. οἱονεὶ κρύφελλα, τὰ ἀπο‐ | |
5 | κρύπτοντα τὴν σελήνην. ἐτμήγη δὲ κύφελλα— Καλλίμαχος δὲ τὰ κούφως ἐλαυνόμενα. Κυψελλόβυστον. τὸ ὑπὸ ῥύπου κεκαλυμμένον. Κυρήβια. τὰ ἀπὸ τῶν κυάμων σχίσματα. | |
10 | Κυβήβειν. κυρίως τὸ ἐπὶ κεφαλῆς ῥιπτεῖν. Ὅμηρος· κύμβαχος ἐν κονίῃσιν. ἐπεὶ οἱ μανιώδεις, περὶ τὴν κεφαλὴν πάθους γινομένου, τοιοῦτοι γίνονται. | |
15t | (Ῥῆμα.) | |
16 | Κυβιστᾷν. τὸ ἐπὶ κεφαλῆς πηδᾷν. κύβη γὰρ ἡ κεφαλή. Κυβεύειν. δουλεύειν. Κυδιόων. γαυριῶν, χαίρων καὶ κυδιούμενος. | |
20 | Κυδαίνω. ἀπὸ τοῦ κῦδος κυδαίνω. λέγεται καὶ | |
κυδάνω. | ||
kappa1271 | Κυδάζεται. ἀντὶ τοῦ λοιδορεῖται. τοῖς πᾶσιν Ἀργείοις κυδάζεται. Κυδοίμεον. ἐθορύβουν. Κύειν. γεννᾷν. κυρίως τὸ ἐν γαστρὶ [φέρειν τὸ | |
5 | ἔμβρυον. ἀποκύειν δὲ τὸ τίκτειν καὶ προσφέρειν εἰς φῶς τὸ ἐν γαστρὶ] φερόμενον. Κυθρίσαι. ἐπὶ τοῦ σκῶψαι καὶ γελάσαι. καὶ πανήγυρις παρ’ Ἀθηναίοις οἱ κύθροι, ἐν ᾗ ἀλ‐ λήλους ἔσκωπτον. | |
10 | Κυΐσκω. τὸ γεννῶ. Κυκλοφορεῖται. κατὰ κύκλον φέρεται. Κυκῶ. τὸ ταράσσω. καὶ κυκῶσαι. Κυκηθήτην. ἐταράχθησαν. καὶ κυκηθρήτην. κυκήθρα γὰρ ἡ ταραχή. | |
15 | Κυλοιδιῶ. τοὺς ὦπας ὀγκῶ. Κυλινδούμενος. κυλιόμενος. Κυμαίνεται. ταράσσεται. Κυνῶ. τὸ προσκυνῶ. | |
Κυνοραϊστέων. κακῶς ἐκπνέων. | ||
kappa1272 | Κυοφοροῦσα. ἐγκυμονοῦσα. Κυπρίζουσαι. ἀνθοῦσαι, αὔξουσαι. Κύρσας. προσκρούσας· ἢ ἐντυχών. Κυρίττω. τὸ κερατίζω. | |
5 | Κύσας. φιλήσας. Κυκλήσομεν. ἐφ’ ἁμαξῶν ἄξομεν. [κύκλα γὰρ οἱ τροχοί.] Κυρηβάσει. μαχήσεται. τοῦ Ψελλοῦ· κυρηβά‐ σει. μαχήσεται· Κύρητα ἡ Δημήτηρ. | |
10 | Κυλινδοῦται. κυλίεται. καὶ καλινδοῦται ὁμοίως. Κυθήρηθεν. ἀπὸ Κυθήρων. Κυνηδόν. δίκην κυνός. Κυνόσαργες. μακράν. καὶ ἐπὶ οὐδετέρου. Κύκλω. εἴτε ὄνομα, εἴτε ἐπίῤῥημα, σὺν τῷ ι | |
15 | γράφεται. ἔστι γὰρ κύκλος, κύκλου, κύκλῳ. καὶ λοιπὸν αὗται αἱ δοτικαὶ μετερχόμεναι εἰς ἐπιῤῥήματα σύνταξιν τῆς δοτικῆς τῇ γραφῇ φυ‐ λάττει. οἷον· ἰδίᾳ, δημοσίᾳ. | |
†Κύκλῳ.† κύκλῳ στῶμεν. | ||
kappa1273(1t) | Τὸ Κ μετὰ τοῦ Ω. | |
2t | (Ἀρσενικόν.) | |
3 | †Κωδαλοῦ. μέτρον γῆς.† †Κωδαλοῦχος. σχοῖνιξ. μέτρον.† | |
5 | †Κώδιξ. ὁ χάρτης.† †Κῶθος. τὸ κοίμημα.† †Κώθων. κωρᾶς εἶδος.† Κωκυτός. ὁ θρῆνος· ἢ μίμημα φωνῆς θρηνώ‐ δους. ἀπὸ τοῦ τὰ ἄχη εἰς αὐτὸν ῥεῖν. χοάκυ‐ | |
10 | τος καὶ κωκυτός. †Κωλαγρέτης. ὁ ταμίας.† Κωλήν. τὸ †ἔντερον.† τὸ ἀντζίον. Κώληψ. τὸ ὀστοῦν. καὶ κλίνεται κώληπος. | |
†Κωλωνός. τὸ μέτρον.† | ||
kappa1274 | †Κωλώτης. ὁ ἀσκαλαβώτης.† †Κωλύβδαινος. ὁ κίνδυνος.† Κωμαστής. μέθυσος, ἢ ἀσελγὴς ἐκ μέθης. ἢ ὁ ἐν παραφορᾷ οἴνου ᾄδων. | |
5 | Κῶμος. ἡ μετ’ ὀρχήσεως ᾠδή. καὶ ἡ ἐκ μέθης ἀσέλγεια. καὶ κῶμος ὁ ὕπνος. Κώμυθος. ἡ δέσμη τοῦ χόρτου. Κῶνος. ὁ στρόβυλος. καὶ κύριον ὄνομα. ἢ κῶ‐ νος ἐστὶ σχῆμα ἀπὸ πλατείας βάσεως εἰς ὀξὺ | |
10 | λῆγον. †Κῶπος. ὁ μεθ’ ἡδονῆς ποτός. καὶ ὁ στενω‐ πός.† †Κωπτίλος. ὁ βάτραχος.† | |
†Κώρυκος. θάλαμος.† | ||
kappa1275 | Κώρυκος. ὁ θύλαξ καὶ ἀκρωτήριον. †Κωρυκῶος. ἐπακροώμενος.† Κωτίλλος. ὄρνεον οὕτω καλούμενον. ἀφ’ οὗ καὶ οἱ πολλὰ λαλοῦντες κωτίλλοι καλοῦνται. | |
5 | Κωφήν. ποταμός. καὶ κλίνεται Κωφῆνος. Κωφός. παρὰ τὸ κεκόφθαι τὴν ὄπα. ἢ κένοπος τὶς ὢν, ὁ μήτε φθεγγόμενος, μήτε ἀκούων. Κῷος. σὺν τῷ ι γράφεται· ἐπειδὴ εὕρηται κατὰ διάστασιν. Καλλίμαχος· | |
10 | τὸ ἴκελον τὸ γραμματεῖον τὸ Κώϊον. ἢ ὅτι τὰ εἰς ος κτητικὰ τῷ ι θέλει παραλή‐ γεσθαι. ἔστωσαν δὲ παραδείγματα ταῦτα· Ξε‐ νοφώντειος· Ἡροδότειος· Ἀριστάρχειος· πα‐ τρῷος· μηνῷος· ἡρῷος. οὕτως οὖν καὶ Κῷος. | |
15 | οὐκ ἔστι δὲ θηλυκὸν, ἀλλὰ ἀρσενικόν. | |
16t | (Θηλυκόν.) | |
17 | †Κωβύλη. ἡ συνουσία.† Κώδεια. ἡ κεφαλὴ τῆς μήκωνος. ὑπνωτικὸν γὰρ τὸ τοιοῦτον φυτόν. καὶ κῶμος ὁ ὕπνος. | |
20 | Κωλύμη. ἡ κώλυσις. τὴν κωλύμην ἔχειν δοκῶ. | |
kappa1276 | Κώμη. ἡ πόλις. παρὰ τὸ κῶ, τὸ κοιμῶμαι, κώ‐ μη. ὡς ἂν εἴποι τις κωμητήρια καὶ ἀναπαύ‐ σεις ζώων τὲ καὶ ἀνθρώπων ἀπὸ τῶν ἔργων. †Κωμῳδία. γέλως, ὕβρις, διασυρμός.† | |
5 | †Κῷος. σὺν τῷ ι γράφεται, ἐπειδὴ εὕρηται κατὰ διάστασιν. Καλλίμαχος· τὸ ἴκελον τὸ γράμμα τὸ Κώϊον.† †Κωπαΐς. ἔγχελυς.† Κώπη. ἡ λαβὴ τοῦ ξίφους, ᾗ κόπτειν δυνάμε‐ | |
10 | θα. παρὰ τὸ κόπτω κοπὴ, καὶ ἀναβιβασμῷ καὶ τροπῇ τοῦ ο εἰς ω μέγα κώπη. κώπη καὶ ἡ τῶν κωπηλατῶν, παρὰ τὸ κόπτειν τὸ ὕδωρ. Κῶς. ἡ νῆσος. ἀπὸ Κῶς, θυγατρὸς Μέροπος καὶ Ἐχεμείας. ἢ παρὰ τὸ κῶ, τὸ κοιμῶμαι. ἐξ | |
15 | οὗ καὶ κῴδιον, τὸ τοῦ προβάτου δέρμα. | |
16t | (Οὐδέτερον.) | |
17 | Κῴδιον. τὸ δέρμα. κωίδιον γέγονε καὶ συναιρέ‐ σει κῴδιον. καὶ τὸ λαγῴδιον ἔχει τὸ ι, ὅτι ἀπὸ τοῦ λαγωὸς, λαγωοῦ, γέγονε. κατὰ συνδρομὴν | |
20 | τοῦ κῴδιον καὶ στῴδιον· σημαίνει δὲ τὴν μικρὰν | |
kappa1277 | στοάν. συνεξέδραμε τούτοις καὶ τὸ καλῴδιον, καὶ ἔχει τὸ ι προσγεγραμμένον· σημαίνει δὲ τὸ σχοινίον. †Κώδιστρον. ὁ ποὺς τοῦ μήκωνος.† | |
5 | Κώεα. τὰ δέρματα. μεταπέπλασται τὸ κῶας εἰς τὸ κῶος, τοῦ κώους, ὡς τεῖχος, τείχους. ἡ εὐθεῖα τῶν πληθυντικῶν τὰ κώεα. καὶ Ἡσίο‐ δος μετέπλασε τὸ ὕδας εἰς τὸ ὕδος, εἰπών· γαῖαν ὕδει φύρειν. | |
10 | †Κωκόν. τὸ ἀναίσθητον.† Κῶλα. κυρίως ἐπὶ τῶν μελοποιῶν· μεταφορι‐ κῶς δὲ ἐπὶ τῶν πεζῶν τῷ λόγῳ, κώλοις μὴ χρω‐ μένων. καὶ κῶλον τὸ ὀστοῦν. Κῶμα. ὁ ὕπνος. παρὰ τὸ κῶ, τὸ κοιμῶμαι, γί‐ | |
15 | νεται κῶμα, ἐξ οὗ καὶ κείω, τὸ κοιμῶμαι. Κωμύδριον. ἡ μικρὰ καὶ εὐτελὴς πόλις. Κώνειον. τὸ φάρμακον. τὸ κώνειον παραπλήσιόν ἐστι τῷ καρπῷ τῆς λαπάθου, τὰ δὲ φύλλα σελίνῳ ἀγρίῳ. λέγεται δὲ καὶ ὑπόπικρον. κα‐ | |
20 | λεῖται δὲ καὶ ἐφήμερον, διὰ τὴν ὀξύτητα τῆς ἀναιρέσεως. κώνειον δὲ αὐτὸ καλοῦσι διὰ τὸν | |
γινόμενον εἰλιγμὸν καὶ σκότον τοῖς πίνουσι. τὸ | ||
kappa1278 | γὰρ στρέψαι κωνῆσαι λέγουσιν οἱ παλαιοί. ἢ παρὰ τὸ καίνειν καὶ κόπτειν. ἢ παρὰ τὸ κοί‐ μημα. Κωνοειδές. τὸ ἀπὸ πλατέος εἰς ὀξὺ λῆγον. | |
5 | †Κωνσίλιον. παρὰ Ῥωμαίοις τὸ συμβούλιον.† Κωπήεντα. μελάνδετα. ἢ μελαίνας λαβὰς ἔχον‐ τα. ἔστι γὰρ ἡ λαβὴ δεσμὸς τοῦ ξίφους. Κωρύκιον. ὄρος καὶ ἄντρον ἐν τῷ Παρνασῷ. ἀπὸ νύμφης Κωρυκίας. Παρνασὸς δὲ ὄρος Δελφῶν. | |
10 | †Κῶρον. πόλις Καππαδοκίας.† Κωσιτώριον. τὸ θεῖον συνέδριον κατὰ Ῥωμαίους. Κωπεῖον. τὸ τῆς νεώς. Κῶμα. ὁ ὕπνος· ἡ καταφορά. τοῦ Ψελλοῦ· φωΐ‐ δας τὰ φλογίσματα· καταφορὰν δὲ κῶμα. | |
15t | (Ῥῆμα.) | |
16 | †Κώζοντες. κράζοντες.† Κωμάζειν. τὸ ποιῶς ὀρχεῖσθαι. ἐξ οὗ καὶ κῶ‐ μος, εἶδος ὀρχήσεως· οἱ δὲ μέλους. παρὰ τὸ κῶ, τὸ κοιμῶμαι. ἐμφαίνει γὰρ τὸν ἀπὸ δείπνου | |
20 | καὶ μέθης ἐπὶ τοῦ κοιμηθῆναι βαδίζειν καιρόν. †Κωμᾶται. λοιδορεῖται.† †Κωμήνασθαι. τὸ κείρασθαι.† | |
Κωνίσαι. πίθον πισσῶσαι. κωνᾷν γὰρ τὸ στρέ‐ | ||
kappa1279 | φειν. καὶ τοὺς βέμβικας ἤτοι τοὺς στρόμ‐ βους κώνους λέγουσι. κωνῆσαι, τὸ ἀγαγεῖν τὸν ἵππον κύκλῳ, η. κονίσαι δὲ ἀντὶ τοῦ ἀγωνίσαι μικρὸν καὶ ι. | |
5 | Κωνειῶ. φαρμακεύω. ἀπὸ τοῦ κωνείου. Κωτίλλων. πανούργως κολακεύων καὶ πολλὰ | |
λαλῶν. ἀπό τινος ὀρνέου κωτίλλου καλουμένου. | ||
kappa1280 | †Κώφειν. τὸ κωλύειν.† Κωχεύειν. †συνουσιάζειν.† μετεωρίζειν· ἀν‐ έχειν. Κωμαίνειν. νυστάζειν. τοῦ Ψελλοῦ· καλχαίνειν | |
5 | τὸ ταράσσεσθαι· κωμαίνειν τὸ νυστάζειν. | |
6t | (Ἐπίῤῥημα.) | |
7 | †Κωμηδόν. σὺν πάσῃ τῇ πόλει.† | |
lambda1279(8t) | Λ. | |
9t | Τὸ Λ μετὰ τοῦ Α. | |
10t | (Ἀρσενικόν.) | |
11 | Λάας. ὁ λίθος. καὶ κλίνεται λάα. ἔστι δὲ καὶ ὁ λᾶς, ἡ εὐθεῖα. τῶν πληθυντικῶν οἱ λαῖ, τῶν λῶν, καὶ λάων. Λαβραγόρας. ὁ φλύαρος, ὁ σφοδρῶς δημηγο‐ | |
15 | ρῶν· ὁ προπετὴς ἐν τῷ λέγειν, καὶ οἷον λά‐ βρος καὶ θρασύς. | |
†Λαγίδα. ὁ τοῦ Λάγου παῖς.† | ||
lambda1280(8) | Λαγώς. παρὰ τὸ λα ἐπιτατικὸν μορίον, καὶ τοῦ ὦς, ὠτὸς, ὁ μεγάλα ὦτα ἔχων. γράφεται | |
10 | καὶ λαγωός. Λαγγόβαρδος. κύριον. γράφεται καὶ Λαγγίβαρ‐ βος. Λαβύρινθος. κοχλιοειδὴς καὶ δυσδιεξίτητος τό‐ πος. | |
15 | Λάγνος. πόρνος· αἰσχρός· κατωφερὴς πρὸς τὰ | |
ἀφροδίσια, ὅ ἐστι τὰς συνουσίας. | ||
lambda1281 | Λαθικήδης. ὁ λήθην τῶν κακῶν ποιούμενος. [καὶ λαθικηδέα τὸν ἐμποιοῦντα λήθην πάν‐ των τῶν κακῶν.] κήδεα γὰρ τὰ κακὰ καὶ αἱ θλίψεις καὶ αἱ λύπαι. | |
5 | Λάϊγξ. ὁ μικρὸς λίθος. παρὰ τὴν λαὸς γενι‐ κὴν λάϊξ, καὶ πλεονασμῷ τοῦ γ λάϊγξ, ἔν‐ θεν καὶ τὸ λάϊγγες. ὡς ψῆφος, ψῆφιξ, καὶ πλεονασμῷ τοῦ γ ψήφιγξ. †Λαιδρός. ὁ θρασύς.† | |
10 | †Λαίλας. ὁ μὴ ἐκ γένους τύραννος, ἀλλ’ ἐπι‐ θέμενος.† †Λαϊσκέδης. ὁ βούπαις.† Λάκωνες. οἱ Σπαρτιᾶται. εἰσὶν δὲ οὗτοι ἀνδρεῖοι. Σπαρτιάτας ἡ λόγχη γνωρίζει. | |
15 | Λάκων. ὁ μεταλαμβάνων τῆς φάλαγγος τὸν ὀπίσω τόπον· ὁμοίως δὲ ἀντὶ τῆς ἔμπροσθεν | |
ἐπιφανείας τὸν ὄπισθεν. | ||
lambda1282 | Λάμυρος. ὁ φλύαρος. Λαμπρός. λαμπρὸς ἐπανέζευξε καὶ ὅσα μετὰ κινήσεως μικρά· λαμπρῶς δὲ ἀνηγορεύθη καὶ ὅσα μετὰ στάσεως μεγάλα. | |
5 | †Λάμπων. ὄνομα κύριον.† Λαοσσόος. ὁ λαοὺς σώζων. Λαπιστής. ψεύστης, προπετής. Λάσιοι. πολύτριχες. δασεῖς. ἡ γὰρ θέρμη αἰ‐ τία ἐστὶ τῆς ἐκφύσεως τῶν τριχῶν. λάσιος δὲ | |
10 | παρὰ τὸ λα καὶ τὸ σεύω, τὸ ὁρμῶ. Λάτρις. ὁ μισθῷ δουλεύων. λάτρον γὰρ ὁ μι‐ σθός. ἢ παρὰ τὸ λα ἐπιτατικὸν καὶ τρεῖν, ὅ ἐστι φοβεῖσθαι. Λαῦσος. ὁ συνετός. καὶ ὄνομα κύριον. | |
15 | Λαφύστιος. ὁ λαίμαργος. ἀπὸ τοῦ λαφύσσω, λαφύξω. | |
Λαχνήεις. δασύθριξ. | ||
lambda1283 | Λαχμῷ. τῷ δασεῖ τῶν ἐρίων. παρὰ τὸ λίαν ἔχεσθαι. Ἀντίμαχος δὲ τὸν λακτισμὸν τῶν ἵππων λέγει λαχμόν. οἷον· λαχμὸν δ’ οὐ δείδιεν ἵππων. Σέλευκος δὲ διὰ τοῦ ν γράφει | |
5 | λαχνῷ, ἵνα σημάνῃ ἡ λάχνη. Λαιδρός. ὁ θρασύς. παρὰ τὸ λα ἐπιτατικόν. Λαίθαργος. ὁ κρυφοδάκτης καὶ ἀργός· ὁ λα‐ θραίως δάκνων. καὶ οἷόν τις κύων λαίθαργος. Λαιμός. παρὰ τὸ λίαν μᾷν, ὅ ἐστι ζητεῖν. | |
10 | Λαιστρυγόνες. ἔθνος. Λαίσκαπρος. ὁ λάγνος καὶ λαμός. παρὰ τὴν λα ἐπίτασιν, πλεονασμῷ τοῦ ι, ὡς ἐν τῷ μα‐ στροπὸς, μαιστροπός. Λαιψηρός. ὁ ταχύς. | |
15 | Λάχης. κύριον. παρὰ τὸ λήχω, τὸ λαγχάνω. ὁ | |
δεύτερος ἀόριστος ἔλαχον, καὶ ἐξ αὐτοῦ λάχης. | ||
lambda1284(1t) | (Θηλυκόν.) | |
2 | Λαβή. ἡ ἀφορμή. †Λαβρεία. ἡ φλυαρία.† Λάβωρα. εἶδος ὀπώρας. | |
5 | Λάγυνος. ἡ πάνυ καὶ λίαν δεκτική. παρὰ τὸ λα καὶ τὸ χῶ, τὸ χωρῶ. Λάδη. πόλις. †Λαιδάς. ἡ ἀσπίς· ἀπὸ βύρσης.† †Λαίσθη. ἡ ἀκολασία.† | |
10 | †Λαισίνη. ὄνομα πόλεως.† Λακέρυζα κορώνη. μεγάλως [κράζουσα]. [Λακέρεια. ὄνομα πόλεως. παρὰ τὸ λα καὶ τὸ ῥέω. οἱονεὶ ἡ μεγάλως ἐπιῤῥεομένη.] †Λάκμων. ἡ κορυφὴ τοῦ ὄρους.† | |
15 | Λάμια. θηρίον. ἢ πολυχώρητόν τι ἀντρῶδες. ἢ γυνή τις ἀρχαία Λίβυσσα οὕτω καλουμένη. | |
Λαμπήνη. ἅμαξα βασιλικὴ, ἢ ἅρμα σκεπαστόν. | ||
lambda1285 | †Λαμπάς. ἔστιν ἄναψις καὶ ἄθροισμα πυρός.† †Λαμπουρίς. εἶδος ἀλώπεκος ἐχούσης λευκὴν τὴν οὐράν.† Λάμψακος. ὄνομα πόλεως. τοῖς Λαμψακηνοῖς | |
5 | ἐδόθη χρησμὸς, ὅπου ἂν αὐτοῖς λάμψῃ, ἐκεῖ πόλιν κτίσαι· ἀστραπῆς δὲ γενομένης εἶδον τὸν τόπον, καὶ ἐκεῖ ἔκτισαν πόλιν ὀνομαζομέ‐ νην Λάμψακον. †Λάξ. ἡ λῖξις.† | |
10 | †Λαοδίκεια ...† Λάπαθος. εἶδος βοτάνης. ἀπὸ τοῦ λαπάσσειν. ἔστι δὲ τὸ λάχανον εὔθετον εἰς γαστέρα· ἁπα‐ λύνει γάρ. Λαπάραν. τὴν λαγόνα. παρὰ τὸ λελάφθαι, | |
15 | ὅ ἐστιν ἐκκενῶσθαι τὸν τόπον. πρὸς σύγκρισιν τῶν πλευρῶν. λαπάξαι γὰρ τὸ κενῶσαι. ὅθεν | |
καὶ λάφυρα ἀπὸ τῆς κενωτικῆς πόας. | ||
lambda1286 | Λάταξ. ἡ μεγάλη σταγών. †Λαταγή. ὁ θόρυβος.† †Λαΐνθη. λάρναξ λιθίνη.† †Λατρεία. θυσία.† | |
5 | Λάτρις. ἡ θεράπαινα, ἡ δούλη. Λατρεία. δουλεία θεῷ μόνῳ πρέπουσα. Λαμυρία. ἡ στωμυλία. ἢ ἡ ἄκαιρος ἀνδρεία. Λαῦρα. πλατεῖα ῥύμη, δι’ ἧς ὁ λαὸς παρέρ‐ χεται. παρὰ τὸ λίαν αὔραν ἔχειν. ἦν οὐδὸς | |
10 | ἐς λαύρην. Λαυκανίη. ὁ λαιμός. ἀπὸ τῆς ἀπολαύσεως. ἄλλοι δέ φασι λευκανίη. Λαφυραγωγία. ἡ αἰχμαλωσία. Λάχνη. ἡ τρίχωσις. λέγεται δὲ καὶ ὁ τῆς θα‐ | |
15 | λάσσης ἀφρός. | |
lambda1287 | Λάχεια. σημαίνει τὴν καλῶς ἐσκαμμένην γῆν. παρὰ τὸ λα ἐπιτατικόν. ὡς ἀπὸ τοῦ χαίρω χάρεια, καὶ ἀνθῶ ἄνθεια, καὶ κρατῶ κράτεια, οὕτως ἀπὸ τοῦ λαχῶ λάχεια. τὰ γὰρ ἀπὸ | |
5 | ἐνεστῶτος διὰ τοῦ εια γινόμενα θηλυκὰ προ‐ παροξύνονται καὶ διὰ τῆς ει διφθόγγου γρά‐ φονται, οἷον· μήδω μήδεια· θέρω θέρεια. Λαικάστρια. ἡ πόρνη. Λαίλαψ. σκότος μετὰ συστροφῆς ἀνέμων. | |
10 | Λαιμαργία. λαιμοῦ ἔφεσις. οὐκ ἐν πλήθει, ἀλλ’ ἐφ’ ἡδύτητι βρωμάτων μαινομένη. Λαίστη. ἡ αἰσχύνη. Λαίνιλα. ὄνομα νήσου. Λαῖρος. ὄνομα πόλεως. | |
15 | Λαίτρινα. πόλις. Λαμπάς. παρὰ τὸ λάμπω, τὸ φαίνω, γίνεται | |
λαμπάς. | ||
lambda1288(1t) | (Οὐδέτερον.) | |
2 | Λάγειον. αἷμα καὶ κρέας. †Λαῖγμα. τὸ ἱερὸν θῦμα.† †Λαίετον. τὸ ἀρχεῖον.† | |
5 | †Λαιτρόν. τὸ ἀχρεῖον. καὶ λαιτρὸν τὸ πρυ‐ τανεῖον.† †Λαῖφος. ἡ χλαῖνα.† Λάϊνον. λίθινον. Λακίσματα. τὰ σχίσματα τὰ ἀποπίπτοντα | |
10 | τῶν σαρκῶν. Λακίνιον. ὄνομα ὄρους. Λάκκαιον. ὕδωρ καὶ ὄρος. Λακέντιον ... [Λαλίστατον. εὔγλωττον· εὔφωνον.] | |
15 | Λαμυρόν. κομψὸν, λαμπρόν. | |
lambda1289 | Λαξευτήριον. ἐργαλεῖον οἰκοδομικὸν ἢ λιθο‐ ξοϊκόν. Λαρόν. προσηνὲς, ἡδύ. παρὰ τὸ ἱλαρὸν, λαρόν. ἢ παρὰ τὸ λῶ, τὸ θέλω καὶ ἀπολαύω. | |
5 | Λάσιον. τὸ δασύ. καὶ τὸ ἰσχυρόν. ὡς τό· λάσιον κέαρ. ὅ ἐστιν ἰσχυρὰ ψυχή. παρὰ τὸ λα ἐπιτατι‐ κὸν καὶ τὸ σεύω, τὸ ὁρμῶ. στήθεσι λασίοισιν—. | |
10 | ὑπὸ γὰρ τὴν γαστέρα κεῖται ἡ καρδία, ἐν ᾗ τὸ ξηρῶδες καὶ θερμὸν καὶ μανικὸν τῆς ψυχῆς. Λασάνια. γραικιστὶ αἱ πρασιαί. Λάχιον. τὸ λάχος· ὁ κλῆρος. Λαχανηρόν. τὸ τῶν λαχάνων. | |
15 | Λαχνῆεν. τὸ δασύ. Λάφυρα. τὰ ἐκ τῶν πολεμίων ἔτι ζώντων λαμ‐ βανόμενα· τὰ γὰρ ἐκ τῶν τεθνεώτων σκύλα λέγονται. Λαμώνιον. ὄνομα ὄρους. | |
20 | Λαιόν. τὸ ἀριστερόν. Λαισήϊα. μικρὰ ἀσπιδίσκια. ὠμοβύρσια. βαρ‐ | |
βαρικὰ δέ εἰσιν ὅπλα. | ||
lambda1290 | Λαῖτμα. τὸ χάσμα καὶ μέγα πέλαγος, ἢ τὸ κῦμα. Λαῖφος. τὸ ἄρμενον. παρὰ τὸ λίαν φαίνεσθαι. Λαίφυρον. τὸ ἀσθενές. | |
5 | Λάμβδα. τὸ στοιχεῖον. οἱονεὶ λάβα τὶ ὄν· παρὰ τὸ λείως βαίνειν ἐν τοῖς μέτροις καὶ ἀσθε‐ νὲς εἶναι πρὸς [τὸ μηκύνειν] τὰς συλλαβάς. | |
8t | (Ῥῆμα.) | |
9 | Λαβόμενος. δραξάμενος. | |
10 | Λάζετο. ἐκράτησεν. λήβω, τὸ λαμβάνω, ὁ δεύ‐ τερος ἀόριστος ἔλαβον, καὶ ἐξ αὐτοῦ λαβάζω καὶ κατὰ συγκοπὴν λάζω, λάζομαι, ἐλαζόμην, καὶ λάζου, ἐλάζετο. †Λαβράζων. ἠχῶν τοῖς πτεροῖς.† | |
15 | †Λαίεται. καταλύεται.† †Λαιθυράζειν. τὸ διὰ στόματος ψόφον ποιεῖν ἐπὶ τῷ μαζῷ.† †Λαιλάχω. τὸ ψοφῶ.† †Λαιμάσσω. τὸ ἀμέτρως ἐσθίω.† | |
20 | †Λαιμφεύειν. τὸ δραπετεύειν.† †Λαίω. τὸ βλέπω. καὶ τὸ φονεύω.† | |
Λακκίζω. λάκκον ποιῶ. | ||
lambda1291 | Λακίσαι. σχίσαι. καὶ λακῶ ὁμοίως. Λακωνίζειν. τὸ γράφειν περὶ πλείστων ὀλίγας συλλαβάς. Λαμπετόωντι. λάμποντι. | |
5 | —πυρὶ λαμπετόωντι— παρὰ τὸ λάμπω γίνεται λαμπετῶ. ἡ μετοχὴ λαμπετῶν, λαμπετῶντος, λαμπετῶντι καὶ πλεο‐ νασμῷ τοῦ ο λαμπετόωντι. εἰώθασιν οἱ ποιηταὶ ἐπὶ τῆς δευτέρας συζυγίας πλεονάζειν τὸ ο. | |
10 | Λαπάξαι. τὸ κενῶσαι. καὶ λάπτειν τὸ ἐκκε‐ νοῦν. κενωτικὸν γὰρ γαστρὸς ἡ λάπαθος βο‐ τάνη. Λαπίζειν. ἀλαζονεύεσθαι, προπετεύεσθαι, ψεύ‐ δεσθαι. | |
15 | Λαρυγγίζειν. τὸ πλατύνειν τὴν φωνὴν καὶ μὴ κατὰ φύσιν φθέγγεσθαι, ἀλλὰ περιεργότερον τῷ λάρυγγι χρῆσθαι καὶ ἐπιτηδεύειν. Λατρεύειν. κυρίως τὸ δουλεύειν καὶ πάντα ποιεῖν ἀπὸ διαθέσεως. καθὼς καὶ Παῦλος ὁ Ἀπό‐ | |
20 | στολος φησίν· ᾧ λατρεύω ἐν τῷ πνεύματί μου. Λαφύξας. διασπαράξας· ἀφειδῶς θοινησάμε‐ | |
νος. | ||
lambda1292 | Λαχόντα. κληρωσάμενον. Λαχόην. ἔστι λάχοιμι, λάχοις, λάχοι. ἐκ τούτου γίνεται λαχοίη κατὰ πλεονασμὸν τοῦ η ἀττικῶς. εἶτα προσθήκῃ τοῦ ς λαχοίης καὶ | |
5 | τροπῇ τοῦ ς εἰς τὸ ν τὸ πρῶτον λαχοίην. ὥσπερ ἐτύφθην, ἐτύφθης, ἐτύφθη. καὶ λοιπὸν οἱ Αἰο‐ λεῖς ἀποβάλλουσι τὸ ι, καὶ γίνεται λαχόην. Λαχῆναι. σκάψαι. Λάψαι. τῇ γλώσσῃ πιεῖν, ἢ ῥοφῆσαι. | |
10 | Λαιθυράζω. χλευάζω. Λαικάζω. τὸ ἀπατῶ. ἀπατητικαὶ γὰρ αἱ λαι‐ κάστριαι, ὅ ἐστιν αἱ πόρναι. Λαμβανόμενος. προβαλλόμενος. Ἀποστολικὴ ἡ λέξις. πᾶς γὰρ ἀρχιερεὺς ἐξ ἀνθρώπων λαμ‐ | |
15 | βανόμενος ὑπὲρ ἀνθρώπων καθίσταται. | |
16t | (Ἐπίῤῥημα.) | |
17 | Λὰξ ἐντείνων. ἀντὶ τοῦ λακτίσματι τύπτων. | |
18t | Τὸ Λ μετὰ τοῦ Ε. | |
19t | (Ἀρσενικόν.) | |
20 | Λέβης. τὸ χερνίβιον. ἀπὸ τοῦ τὰς λιβάδας | |
τῶν χειρῶν ὑποδέχεσθαι. λέβης καὶ τὸ κακ‐ | ||
lambda1293 | κάβιον· εἰς ὃν λείβεται καὶ ἐμβάλλεται τὸ ὕδωρ. Λέβης. καὶ ὄνομα ἰχθύος. τὰ ὕεια κρέα καὶ τοὺς λέβητας. | |
5 | Λεβηδών. τόπος, ἐν ᾧ ἐθυσίαζον οἱ κατὰ τὴν λιβανησίαν Ἀῤῥαβίαν Μωαβῖται. Λεγεών. αἱ δώδεκα μυριάδες. Λέκιθος. ὁ κρόκος τοῦ ὠοῦ. Λέμβος. τὸ μικρὸν πλοιάριον. | |
10 | Λευστῆρα. λιθοβόλον. Λυκόφρων· λευστῆρα οὕνεκ’ ἔριψε πρῶτος πέτρον. Λευΐτης. ὁ διάκονας, καὶ ὁ ἀπὸ φυλῆς τοῦ Λευΐ. ἢ λευΐτης ἐστὶν ὁ διακονῆσαι τὸν τοῦ θεοῦ λό‐ γον πρὸς ὠφέλειαν ἄλλοις δυνάμενος. | |
15 | Λευγαλέος. ὀλέθριος· χαλεπός. Λευρός. ὁμαλὸς, λεῖος· πλατύς. ἀπὸ τοῦ λίαν εὐρύς. Λευϊθὰν, ἢ λευϊαθάν. βασιλεὺς ὑδάτων ἑρ‐ μηνεύεται. | |
20 | Λευχείμων. λευκὰ ἱμάτια ἐνδεδυμένος. Λεώς. ὁ λαός. Ἀττικὸν δέ ἐστι. | |
Λέων. παρὰ τὸ λάω, τὸ βλέπω. ἐξ οὗ καὶ ἀλαὸς, | ||
lambda1294 | ὁ ἐστερημένος τοῦ βλέπειν. ὀξυδερκέστατον γὰρ τὸ ζῶον, ὡς φησὶν ὁ Μανέθων ἐν τῷ πρὸς Ἡρόδοτον, ὅτι οὐδέποτε καθεύδει ὁ λέων. τοῦ‐ το δὲ ἀπίθανον· οὐκ ἐνδέχεται γὰρ ἐγρηγορέ‐ | |
5 | ναι ἀεί. ἀλλ’ ἴσως, ὡς ἡ δορκὰς ἐν τῷ καθεύ‐ δειν, οὕτως καὶ ὁ λέων ἀνεωγμένους ἔχει τοὺς ὀφθαλμούς· ἐπειδὴ τῶν ὀφθαλμῶν αὐτοῦ με‐ γάλων ὄντων τὸ δέρμα τὸ ἐπικείμενον τοῖς ὀφθαλμοῖς μικρότερόν ἐστι καὶ οὐ δύναται σκε‐ | |
10 | πάσαι αὐτούς. Λειμών. κῆπος· ἢ τόπος ἀνθηρὸς, ἢ παράδει‐ σος. παρὰ τὸ λείβω, λειβὼν, καὶ λειμών. πε‐ ριεκτικὸν δέ ἐστιν, ὡς καὶ τὸ χειμών. καὶ λεί‐ μαξ, ὁ κῆπος. | |
15 | Λείξουρος. ὁ πλεονέκτης. Λειβήθριοι. ἔθνος μωρόν. ἀπὸ τόπου Λειβήθρα καλουμένου, ἐν ᾧ κατοικοῦσιν ἀνόητοι ἄνθρω‐ ποι. Θουκυδίδης· Λειβηθρίων ἀνοητότεροι. Λείους. ὁμαλούς. | |
20 | Λειόβατος. ὁμαλός. Λειρόφθαλμος. εἰ μὲν σημαίνει τὸν προσηνῆ, | |
διὰ τῆς ει διφθόγγου γράφεται, παρὰ τὸ λεί‐ | ||
lambda1295 | ριον, ὃ σημαίνει τὸ ἄνθος. εἰ δὲ διὰ τοῦ ι, ση‐ μαίνει τὸν ἀναιδῆ. τοῦτο δὲ παρὰ τὸ λίαν ὁρᾷν. λέγει δὲ Ὦρος ὁ Μιλήσιος, ὅτι οὐ τῶν ἀνθῶν δεῖ λέγειν, ἀλλὰ τῶν ἀνθέων διὰ τὴν | |
5 | συνέμπτωσιν τοῦ ἀνθ’ ὧν ἐπίστατο, ὅπερ ἐκ τῆς ἀντὶ προθέσεως καὶ τοῦ ὧν ὑποτακτικοῦ ἄρθρου γέγονε. Λειποτάκτης. ὁ φεύγων καὶ καταλιμπάνων τὴν τάξιν. κυρίως δὲ ἐπὶ στρατιωτῶν φευγόντων | |
10 | τὸν πόλεμον. Λειπόνεως. ὁ λιπὼν τὴν ναῦν. Λειχήν. εἶδος πάθους. παρὰ τὸ λείχω· καὶ γὰρ φασὶν, ὡς ἐκ τοῦ λείχειν τὸ πάθος ἐπαίρεται. ἢ παρὰ τὸ λεῖον κατὰ ἀντίφρασιν γέγονε, τὸ | |
15 | μὴ ὂν λεῖον. | |
16t | (Θηλυκόν.) | |
17 | Λεηλασία. αἰχμαλωσία. Λεκάνη. ἧς τὸ χάσμα λεῖόν ἐστι· πεπλάτυνται γάρ. λειοχάνη οὖν ἡ ἐτυμολογία. | |
20 | Λεκιθοπῶλις. ἡ τὰ ὠὰ πωλοῦσα. Λέξις. μέρος ἐλάχιστον τοῦ κατὰ σύνταξιν λό‐ γου. κυρίως δὲ λέξις ἡ ἔχουσα τὶ λεκτὸν ἐν αὐτῇ, τουτέστι σημαντικόν. Λεβηρίς. τὸ δέρμα τοῦ ὄφεως. | |
25 | †Λέπαργος. ἡ χιών.† | |
†Λεπρά. τραχεῖα.† | ||
lambda1296 | Λέσχαι. τὰ δειπνητήρια, καὶ αἱ φλυαρίαι, καὶ αἱ πολυλογίαι, καὶ αἱ ὕβρεις. οἱ γὰρ καθεζόμε‐ νοι χάριν θέρμης ἐν ταῖς οἰκίαις λόγους συν‐ αίρουσιν. | |
5 | Λεσχέραι. αἱ σχολαί. ἀπὸ τοῦ λέξαι· ἐκεῖ γὰρ ὡμίλουν. Λέπρα. σπῖλος ἐγγινόμενος τῷ σώματι κατά τι πάθος, σβεννυμένου τοῦ αἵματος καὶ λευκαινο‐ μένου. οὐδὲν γὰρ ἕτερον ἐστὶ σὰρξ ἢ πεπηγὸς | |
10 | αἷμα. †Λέρνη. ἡ κρήνη.† Λευκή. νήσου ὄνομα ἐν Πόντῳ. Λευκὴ δὲ λέγε‐ ται διὰ τὸ ἐνδιαιτᾶσθαι ἐν αὐτῇ πλῆθος λευ‐ κῶν ὀρνέων. | |
15 | Λευκή. ἡ διαφανὴς καὶ λαμπρά. παρὰ τὸ λεύ‐ σω, τὸ βλέπω. Λευκανία. ὁ λαιμὸς, ὁ στόμαχος, ὁ βρόγχος, ἢ τὸ ἀπηρτημένον τοῦ γαργαρεῶνος. παρὰ τὸ λευκὸν εἶναι τῇ φύσει. ἢ παρὰ τὸ χεύω, χευ‐ | |
20 | κανία καὶ λευκανία. †Λεωρία. ἡ χαλεπή.† Λεωφόρος. ἡ τὸν λαὸν φέρουσα ὁδός. Λεία. ἡ λαφυραγωγία. καὶ ὁμαλὴ ὁδός. Λειξουρία. ἡ λαιμαργία, ἡ πλεονεξία. | |
25 | Λεική. τὸ πτύον. | |
Λειοπετρία. ἔνθα εἰσὶν ὁμαλοὶ λίθοι. | ||
lambda1297 | Λειριόεσσαν. ἡδυτάτην, γλυκεῖαν. Ὅμηρος· λειριόεσσαν ὄπα ἴησιν. ἀπὸ τοῦ λείρια, ὃ σημαίνει τὰ ἄνθη, λειριόεις καὶ λειριόεσσαν. | |
5 | Λειτουργική. κυρίως μὲν ἡ ἱερατικὴ, καταχρη‐ στικῶς δὲ καὶ ἡ δουλικὴ ὑπηρεσία. Λειψυδρία. ἡ λεῖψις τοῦ ὕδατος. | |
8t | (Οὐδέτερον.) | |
9 | Λέμβος. τὸ μικρὸν πλοιάριον. | |
10 | †Λέγνον. τὸ εἰλητὸν καὶ ποικίλον.† †Λέκος. τὸ τρυβλίον.† Λέκτρον. κλίνη· κραββάτιον. Λέντιον. παρὰ τὸ λιαίνω, τὸ καθαίρω, λιέντιον καὶ λέντιον. | |
15 | †Λέπας. τὸ πρόσαντες.† Λέπος καὶ λέπισμα καὶ λέπυρον. ὁ φλοιός. Λεπτόμιτον φάρος. τὸ λεπτὸν ἱμάτιον. Λέπαδνα. οἱ χαλινοὶ καὶ οἱ κατὰ τῶν ἱππείων στηθῶν ἱμάντες ἤτοι οἱ μασχαλιστῆρες. | |
20 | Λευγαλέον. ὀλέθριον καὶ χαλεπόν. παρὰ τὸν | |
lambda1298 | λοιγὸν, ὃ σημαίνει τὸν ὄλεθρον, λοιγαλέον καὶ μεταθέσει τῶν στοιχείων λευγαλέον. Λευρόν. τὸ λεῖον καὶ πλατύ. ἀπὸ τοῦ λίαν εὐρύ. | |
5 | Λευκόνιον. τόπος. Λέχος. μίξις, συνουσία, κοίτη. παρὰ τὸ λε‐ χρίους ἡμᾶς ποιεῖν, ὅ ἐστι πλαγίους, ἢ παρὸ τὸ λέγω, τὸ κοιμῶμαι, λέχος. Λεχέων στυγερῶν. μισητῶν γάμων. | |
10 | Λέχαιον. ὄνομα ὄρους. Λέχριον. πλάγιον. Λεωκόριον. τόπος *ἐν Ἀθήναις.* †Λεῶρες. τὸ ἄωρον.† Λεῖον. τὸ ὁμαλόν. ἔστι λαύω τὸ ἀπολαύω. ὄνο‐ | |
15 | μα ῥηματικὸν λαύος. καὶ τροπῇ τοῦ μὲν α εἰς ε τοῦ δὲ υ εἰς ι, γίνεται λεὼς καὶ λεῖον, οὗ πᾶς ἐφίεται. Λείρια. τὰ ἄνθη. Λείψανον. παρὰ τὸ λείπω λείψανον. λείψανα | |
20 | γὰρ τὰ ἐγκαταλείμματα. ἢ παρὰ τὸ λείβω, | |
lambda1299 | λείψω, λείψανον. καὶ γὰρ ἔσπενδον ὑπὲρ τῶν τεθνεώτων. λείβω γὰρ τὸ σπένδω. Λεξείδιον. εἰ μὲν ἀπὸ τῆς λέξεως γέγονε με‐ τοχῆς, διὰ τῆς ει διφθόγγου γράφεται· εἰ δὲ | |
5 | ἀπὸ τῆς λέξιος ἰωνικῶς, διὰ τοῦ ι. †Λέγανον. τὸ καπύριον.† | |
7t | (Ῥῆμα.) | |
8 | Λεανῶ. ἐκτρίψω· λεπτυνῶ, ἢ ὁμαλίσω. Λέγω. τὸ κοιμῶμαι. | |
10 | Λεγόμεθεν. *ἐκοιμώμεθα.* [οἱ Αἰολεῖς τὸ λε‐ γόμεθα καὶ φερόμεθα εἰς ε ποιοῦσι, λεγόμε‐ θεν καὶ φερόμεθεν, μετὰ τοῦ ν. ἀλλὰ καὶ τὰ εἰς θεν λήγοντα ἐπιῤῥήματα εἰς α ποιοῦσι, οἷον ὄπισθεν, ὄπισθα, ἄτερθεν, ἄτερθα, χωρὶς τοῦ | |
15 | ν. ὅτε γὰρ ᾖ εἰς ε τὰ ἐπιῤῥήματα, τότε καὶ τὸ ν, οἷον ὄπισθεν· ὅτε δὲ εἰς α, ἀφίσταται τὸ ν, ὥσπερ καὶ τὸ λεγόμεθα. εἶτα τὸ λεγό‐ μεθεν ἐπλεόνασε τὸ ν. οὕτως Ἡρωδιανὸς περὶ | |
παθῶν.] | ||
lambda1300 | †Λέγω. τὸ λαλῶ· καὶ μετρῶ· κοιμῶμαι· συλλέγω· καὶ τὸ λαγχάνω.† Λεηλατῶ. πορθῶ, αἰχμαλωτίζω. †Λελεγίζω. τὸ κιθαρίζω.† | |
5 | Λελιημένος. προθυμούμενος· ἢ ἐπιθυμῶν. πα‐ ρὰ τὸ μένος. ἢ παρὰ τὸ λίαν τεθραμμένος. ἢ ἔστι ῥῆμα λῶ, τὸ θέλω καὶ προθυμοῦμαι· ἐκ τούτου λιλῶ καὶ κατὰ παραγωγὴν λιλαίω. ἐξ οὗ καὶ τὸ λιλαίεται. τοῦ λιλῶ ὁ παρακείμενος | |
10 | λελίληκα, ὁ παθητικὸς λελίλημαι, ἡ μετοχὴ ὁ λελιλημένος, [καὶ ἀποβολῇ τοῦ λ λελιημέ‐ νος.] Λελιμμένος. ὁ ἐπιθυμῶν. ἀπὸ τοῦ λίπτω, τὸ ἐπιθυμῶ. λελημμένος δὲ ὁ κρατηθεὶς, η. | |
15 | Λελάχωσι. θάψωσιν. ἢ ἀντὶ τοῦ σκάψωσιν. Λελαχώς. τυχών. λαχών. Λελέξεται. ἀντὶ τοῦ λεχθήσεται. Λελυμασμένος. βεβλαμμένος. ἀπὸ τοῦ λύμη, | |
ἡ βλάβη, λυμαίνω, καὶ λελύμαγκα, λελύμαμ‐ | ||
lambda1301 | μαι, καὶ λελυμαμμένος, καὶ τροπῇ τοῦ μ εἰς ς λελυμασμένος. †Λενῶ. τὸ λυποῦμαι.† Λέξας. εἰπών. | |
5 | Λεπρωθέντες. μιανθέντες. Λεύσω. τὸ βλέπω. Λεύω. λιθάζω. Λεσχηνεύω. φλυαρῶ. Λεαίνω. τὸ ὁμαλίζω. καὶ λειαίνω. | |
10 | Λείβω. τὸ στάζω καὶ τὸ σπένδω. Λειανέων. ὁμαλὸν ποιήσων. Λειήνας. ὁμαλίσας. Λειποδρανέω. ἀσθενῶ, λειποθυμῶ. [Λειποτακτεῖ. τὴν τάξιν καταλιμπάνει. κυ‐ | |
15 | ρίως δὲ ἐπὶ στρατιωτῶν φευγοπολέμων.] Λειτουργεῖν. τὸ ὑπηρετεῖν. παρὰ τὸ λήϊτον, ὅ ἐστι τὸ δημόσιον. ἀπὸ οὖν τοῦ ἔργον καὶ λήϊ‐ τον ληϊτουργεῖν, καὶ κατὰ συστολὴν τοῦ η εἰς ε λεϊτουργεῖν, [καὶ κατὰ συναίρεσιν τοῦ ε καὶ | |
20 | ι λειτουργεῖν.] Λειφαιμεῖ. αἱμοῤῥεῖ. Λέκτο. ἠρίθμησεν. Ὅμηρος· —λέκτο δ’ ἀριθμόν. καὶ λέγω τὸ ἀριθμῶ. | |
25 | ἐν δ’ ἡμέας πρώτους λέγε—. | |
lambda1302(1t) | (Ἐπίῤῥημα.) | |
2 | Λεληθότως. λανθανόντως. Λελιημένως. ἐπιθυμητῶς. Λεοντηδόν. φοβερῶς· δίκην λέοντος. | |
5 | Λευρῶς. ὁμαλῶς. [Λεχρίως. πλαγίως.] | |
7t | Τὸ Λ μετὰ τοῦ Η. | |
8t | (Ἀρσενικόν.) | |
9 | Λήθαργος. ὁ ἐπιλήσμων. | |
10 | †Λῆθος. ὄνομα κύριον.† Ληϊβοτήρ. ὁ ἄγριος χοῖρος. Ληϊστός. ὁ ἐκ λείας, ὅ ἐστι λαφύρων, κτητός. [Λήϊνος. ὕμνος. καὶ λήναιος Διόνυσος.] [Λήπτης. ὁ λαμβάνων.] | |
15 | [Ληπτός. κρατητός.] Λητόϊος. κύριον. Λητοΐδης. ὁ Ἀπόλλων. ὡς ἀπὸ τῆς Λητοῦς. Λῆρος. ἡ φλυαρία. Λῃστής. ἀπὸ τοῦ ληΐζω, τὸ πραιδεύω, γέγονε | |
20 | ληϊστὴς, καὶ κατὰ συναίρεσιν λῃστής. | |
†Λῃστειρῶν. λῃστρικῶν.† | ||
lambda1303 | Ληναιών. Ἰαννουάριος μήν. Ἡσίοδος ὄψιμον ἤγουν ψεκτόν· μῆνα δὲ ληναιῶνα κάκ’ ἤματα βούδορα πάντα. Ληγουρία .... | |
5 | Ληθαίη. ὄρος. | |
6t | (Θηλυκόν.) | |
7 | Λήθη. ἡ λάθησις. καὶ ληθεδὼν, ληθεδῶνος. †Ληθότης. ἡ λησμοσύνη.† Ληΐς. ἡ λαφυραγωγία. | |
10 | ἐκ νηῶν αὐταῖσιν ἀπείρονα ληΐδα κούραις. λεία ἡ λαφυραγωγία καὶ ἐν διαιρέσει ληΐς. τὸ δὲ λεία, οἶμαι, παρὰ τὸ λάβω, τὸ ἀπολαύω. λέγονται δὲ καὶ ληϊάδες καὶ ληΐτιδες. αὐτὰρ ληϊάδεσσι δορυκτήταις περιαύων— | |
15 | εἰλαπίνῃσι μέλποντο ληΐτιδες. Ληϊβοτείρης. ὄνομα ἐπίθετον. γέγονε παρὰ τὸ βοτὴρ βότειρα· ὡς πατὴρ πάτειρα, καὶ μήτηρ | |
μήτειρα. | ||
lambda1304 | †Ληκύθη. πόλις.† Λήκυθος. ἐλαιοδόχον ἀγγεῖον ἢ λαγύνιον. λά‐ χυτός τις οὖσα. ἢ παρὰ τὸ κύτος τις οὖσα, ἡ μέγα κύτος ἔχουσα. λήκυθος καὶ ἐπὶ ἀρσενικοῦ. | |
5 | Λήμη. λευκὸν ὑγρὸν ἐν τῷ ὀφθαλμῷ συναγόμε‐ νον. ὅπέρ ἐστιν ἡ τζίμβλα. †Λημνία γῆ καὶ γυνή. λιμνεία δὲ, ἡ λίμνευ‐ σις, ι.† Λῆμνος. ὄνομα νήσου. | |
10 | Ληνίς. ἡ μέθη. Ληνός. παρὰ τὸ λεαίνω, τὸ λεπτύνω, λεανῶ, λεανὸς καὶ ληνός. Λήξεως. καταπαύσεως, κληρονομίας. Λητή. ὄνομα πόλεως. | |
15 | †Λητώ. ἡ νύξ.† Λήθη. μνήμης ἔξοδος καὶ ἐκβολή. Λητώ. παρὰ τὸ λήθω, τὸ λανθάνω· ἐπιληστι‐ κὴ γὰρ τῶν κακῶν ἡ θεὸς, ὡς Ἕλληνες μυθο‐ | |
λογοῦσιν. | ||
lambda1305 | *Λήδα. κύριον.* †Λήδανον. εὐῶδες φυτόν.† | |
3t | (Οὐδέτερον.) | |
4 | Ληδάριον. εἶδος ἱματίου. | |
5 | Ληθεδανὸν φάρμακον. τὸ λήθην ἐμποιοῦν. Λήθαιον ὕδωρ. ἐπιληστικὸν καὶ λήθιον πόμα. Ληΐδιον. τριβώνιον εὐτελὲς ἢ χλανίδιον παλαιόν. Λήϊον. χωράφιον· ἢ σιτοφόρον πεδίον. Ληϊστόν. τὸ ἐκ λείας κτητόν. | |
10 | [Ληκύθιον. †ῥογίον.† ἐλαιοδόχον ἄγγος ἢ ἄλ‐ λό τι.] Λῆμμα. τὸ δῶρον· τὸ φρόνημα· τὸ κέρδος· τὸ κράτημα. Λήμματα. προβλήματα ἢ πορίσματα· καὶ τό‐ | |
15 | πους καὶ ἀφορμὰς τῶν ἐπιχειρημάτων τῶν εἰς | |
ἑτέραν κατασκευήν. | ||
lambda1306 | Λημμάτιον. ὅπερ εἴληπται πρὸς κατασκευὴν τινὸς ὡς ὁμολογούμενον. Λήμνια κακά. ἀπὸ γυναικὸς τινὸς κακῆς οὔ‐ σης ἀπὸ τῆς Λήμνου νήσου. | |
5 | Λήναιον. ἑορτὴ Διονυσιακή. Λήδιον. ἔσθημα. τοῦ Ψελλοῦ· λευρὸν τὸ λεῖον καὶ πλατύ· λήδιον ἔσθημά τι. Λῆμμα. ἡ προφητεία. τοῦ Θεολόγου· τὸ κατὰ Νενευῒ λῆμμα δημοσιεύει. | |
10t | (Ῥῆμα.) | |
11 | Λήγω. τὸ παύω. λίγω δὲ, τὸ ὑμνῶ, ι. Λήβω. τὸ λαμβάνω. λείβω δὲ, τὸ στάζω καὶ σπένδω, δίφθογγον. Λήθω. τὸ λανθάνω καὶ ληθαργῶ. | |
15 | Ληΐζει. αἰχμαλωτίζει. ἁρπάζει, λαφυραγωγεῖ. | |
†Λημῶ. τὸ τζιμβλῶ.† | ||
lambda1307 | Λήσεται. ἐπιλάθοι. Ληΐσατο. ἐκ λείας κατέλιπεν. Ὅμηρος· —οὕς μοι ληΐσατο δῖος Ὀδυσσεύς. | |
4t | Τὸ Λ μετὰ τοῦ Ι. | |
5t | (Ἀρσενικόν.) | |
6 | Λιάμαθοι. οἱ αἰπόλοι. ἀπὸ τοῦ εἶναι λίαν ἀμα‐ θεῖς. Λίβανον. δένδρον ἢ καὶ ὄρος οὕτως καλούμενον. λίβανος δὲ εἴρηται, οἱονεὶ ὁ λειβόμενος καὶ | |
10 | σπενδόμενος. δοκοῦσι γὰρ αὐτὸν οἱ Ἰουδαῖοι ὅλον εἶναι πνεῦμα καὶ θεόν. ἀνωφανὲς γάρ ἐστιν· ὅθεν καὶ αὐτὸν σέβονται. λίβανον δὲ καὶ θηλυκῶς εὕρηται παρ’ Εὐριπίδῃ· —Συρίας δ’ ὡς λιβάνου καρπός. | |
15 | καὶ Πίνδαρος· αἵ τε τὰν χλωρὰν λίβανον ξανθὰ δάκρυα θυμιᾶται. | |
Λίβυες. οἱ τὴν δύσιν οἰκοῦντες Φράγγοι. | ||
lambda1308 | Λίβελλος. ἔκδοτος, ἡ αἰτία τῆς ὑποθέσεως. Λίγειρ. ὄνομα ποταμοῦ. Λιγύς. ἡδύς· ὀξύς· γλυκύς. Λιθόλευστος. ὁ λιθόβλητος. | |
5 | Λιθουργός. ὁ λιθοκόπος ἢ ὁ λιθογλύπτης. Λικνοειδής. ῥυπαρός. Λιμητανέων. ἐθνικόν. Λιμός. παρὰ τὸ λείπω. ὁ γὰρ λιμὸς λεῖψις ἐστὶ τῶν ἐπιτηδείων. ἡ παράδοσις ἔχει τὸ ι. | |
10 | ὤφειλε δὲ διὰ τῆς ει διφθόγγου γράφεσθαι. καὶ φησὶν ὁ Τρύφων, ὅτι συνέπαθε ἡ φωνὴ τῷ σημαινομένῳ· ἐπειδὴ γὰρ ἔνδειαν τινὰ ση‐ μαίνει, φημὶ δὴ τῶν ἐπιτηδείων, τούτου χάριν καὶ ἔνδειαν φωνήεντος ἀνεδέξατο. ὁ δὲ Ἀπολ‐ | |
15 | λώνιος διὰ τοῦ ι, ἐξ ἀφορμῆς τοῦ λιμπάνω. ἰστέον δὲ, ὅτι παρ’ Ἀθηναίοις ἀρσενικῶς λέγε‐ ται ὁ λιμός· παρὰ τοῖς Δωριεῦσι δὲ θηλυκῶς | |
ἡ λιμός. πειράσασθε δὲ τᾶς λιμοῦ κακῶς. | ||
lambda1309 | Λῖνον. τὸ δίκτυον. Λιπερνήτης. ἐνδεὴς, πτωχός· ἢ ὁ ἁλιεύς. Ἡρωδιανὸς λέγει τὸν πρότερον πλούσιον, ὕστε‐ ρον δὲ πένητα, παρὰ τὸ λείπεσθαι ἐρνέων ἤγουν | |
5 | φυτῶν. Λίρος. ὁ ἀναιδής. παρὰ τὸ λίαν ὁρᾷν. ἢ λιρός. Λίς. ὁ λέων. παρὰ τὸ λιαρόν. ἔνθερμον γὰρ τὸ ζῶον. Λίταργος. ὁ ἀργός. λίταργον κύνα. παρὰ τὸ | |
10 | λίαν ἀργὸν ἢ ταχὺν εἶναι. Λιτόεις. κύριον. Λιτός. ὁ εὐτελής· ὁ πένης, ὁ δημότης, ὁ ἐκ λιτανείας ζῶν, ἢ ὁ ἐπὶ γῆς κοιμώμενος. Λίχνος. ὁ λαίμαργος. ἀπὸ τοῦ λίαν χαίνειν, | |
15 | ὅ ἐστιν ἐπιθυμεῖν. Λιχανός. ὁ δεύτερος δάκτυλος. παρὰ τὸ λίαν χαίνειν ἀπὸ τοῦ πρώτου. Λίψ. ὁ ἄνεμος. ἢ ἧττα. καὶ ἡ λιβάς. ἀμ‐ | |
φότερα δὲ παρὰ τὸ λείβω γέγονε. τὰ εἰς ψ | ||
lambda1310 | λήγοντα ἀποστρέφονται τὴν ὀξεῖαν τάσιν τῆς διφθόγγου, ἤγουν τὸ γράφεσθαι δίφθογγα. οἷον αἰθίοψ, αἰγίλιψ, σκνὶψ σκνιφὸς καὶ σκνι‐ πὸς, νὶψ νιβὸς, ὄνομα κρήνης. οὕτως οὖν καὶ | |
5 | λὶψ διὰ τοῦ ι. λέγεται δὲ ὁ ἄνεμος, καθὰ λεί‐ πει ὁ ἥλιος. | |
7t | (Θηλυκόν.) | |
8 | Λιαρή. ἡ ὁμαλή. διὰ τοῦ ι. λιαρὴ γὰρ ὑπὸ κνέ‐ φας ἠμάτιοι. | |
10 | Λιβάς. ὁ σταλαγμός. Λιβρή. ἡ σκοτεινὴ νύξ. ἀπὸ τοῦ λίαν ἐρεβενή. ἢ παρὰ τὸ λίαν βαίνειν. Λιβύη. χώρα ἐν βορείοις μέρεσι κειμένη. ἀπὸ τῆς λιβάδος· ἔστι γὰρ ἐλλιπὴς ὑετῶν. | |
15 | Λιγνύς. ἡ κνίσσα· ἢ ἡ ἀνάδοσις τοῦ πυρός. λέ‐ γει δὲ τὸν ἀπὸ τῶν ἐλαιωδῶν καιομένων κα‐ πνόν. ἀπὸ τοῦ λίαν ἱκνεῖσθαι. αἰθάλη δὲ ὁ | |
τοῦ ἀσβέστου καπνός. | ||
lambda1311 | Λίνδος. χώρα ἐν τῇ Ῥόδῳ, ἢ καὶ νῆσος. Λιπάρεως. τῆς ἐν Σικελίᾳ νήσου. Λισσή. ὁμαλή. παρὰ τὸ λίαν ἴση εἶναι. [καὶ λισσὸν τὸ ὁμαλόν.] | |
5 | Λιτή. εὐτελής. καὶ ἡ παράκλησις. | |
6t | (Οὐδέτερον.) | |
7 | Λιαρόν. θερμὸν, χλιαρὸν, προσηνές. παρὰ τὸ λῶ, τὸ θέλω, λαρόν. ὡς νῶ ναρὸν, λῶ λαρὸν, καὶ πλεονασμῷ τοῦ ι λιαρόν. ἢ ἱλαρὸν, καὶ | |
10 | καθ’ ὑπερβιβασμὸν λιαρόν. Λιβάνιον ὄρος. τοῦ Λιβάνου. Λίβος. τὸ δάκρυον. Λίβυρνον. πλοῖον πολεμικόν. Λιγυρόν. ὀξὺ, ἡδύτατον. | |
15 | Λιγύριον. ὄνομα λίθου. Λιγυστικόν. πέλαγος. Λίκνον. τὸ πτύον. Λίλαιον· Λίλαντον· [Λιλύβαιον.] ὀνόματα | |
τόπων. | ||
lambda1312 | Λινόν. τὸ ἔριον. ἀπὸ τῆς λειότητος. ἢ λεπτὸν ὕφασμα. λινὸν ἔλεγον ἀπὸ τοῦ λίαν νενῆσθαι. καὶ λίνειον ἔσθημα. Λίσφη. τὰ ἰσχία παρ’ Ἀττικοῖς. παρὰ τὸ λεί‐ | |
5 | πειν αὐτὰ σαρκῶν. δύναται δὲ καὶ λέσφη εἶναι κατὰ τὴν ὀσφύν. Λίστρον. τὸ ξύστρον. —λίστροισιν ἐοικότα— ἀπὸ τοῦ λίαν στορεννύειν δι’ αὐτῶν τὴν ὑποκει‐ | |
10 | μένην ὕλην. Λίτα. καταπετάσματα, ἢ λεπτὰ περιβόλαια. —λίτα πετάσαντες—. Λίτυον. ἡ βακτηρία. | |
14t | (Ῥῆμα.) | |
15 | Λιάζω. τὸ ἐκκλίνω. καὶ λιασθείς. τὸ θέμα λιάζω, παρὰ τὸ ἀλῶ, τὸ πλανῶ καὶ ἐκκλίνω. ἀλῶ οὖν ἀλίζω καὶ μεταθέσει τοῦ λ λιάζω. | |
Λιθοδικτῶ. λίθοις βάλλω. | ||
lambda1313 | Λικμῶ. τὸ διασκορπίζω. καὶ λικμᾶν, καὶ λικμών‐ των, ὅ ἐστι διαπτυϊζόντων. διὰ τὸ λίαν κα‐ μεῖν. Λιλαίω. τὸ ἐπιθυμῶ. [προθυμοῦμαι.] | |
5 | Λιμπάνω. ἀπὸ γὰρ τοῦ λείπω λιμπάνω. τὰ γὰρ διὰ τοῦ ανω, εἰ μὲν πλεονάζει τὸ ν, συ‐ στέλλει τὴν ἀρχὴν, οἷον λήθω λανθάνω, πείθω πανθάνω· οὕτως οὖν καὶ λείπω λιμπάνω· εἰ δὲ μὴ πλεονάζει τὸ ν, φυλάσσει τὴν ἀρχὴν, | |
10 | οἷον λήθω ληθάνω, ὡς παρὰ τῷ ποιητῇ· ληθάνει, ὅσς’ ἔπαθεν— αὔξω αὐξάνω. Λιπαρεῖν. παρακαλεῖν. παρὰ τὸ λίαν παρεῖναι. Λίπτω. τὸ ἐπιθυμῶ. | |
15 | Λιπόμενος. ὁ ἀπολειφθείς. λειπόμενος δὲ ὁ ἀπολιμπανόμενος, δίφθογγον. Λιπώμενος δὲ, ὁ λιπαρῶν, ι καὶ μέγα. Λίποιτο. καταλειφθείη. | |
Λιστρεύω. τὸ ξύω. | ||
lambda1314 | Λίσσομαι. ἱκετεύω, παρακαλῶ, δυσωπῶ. Λιτάζομαι. δέομαι· παρακαλῶ. Λιχμώμενος. ἀντὶ τοῦ λείχων. καὶ λιχμάζω. Λικριφίς. εἰς πλάγιον. παρὰ τὸ λέχριον, τὸ | |
5 | πλάγιον. οἱονεὶ λεκριφὶς καὶ τροπῇ λικριφίς. | |
6t | Τὸ Λ μετὰ τοῦ Ο. | |
7t | (Ἀρσενικόν.) | |
8 | Λοβός. ὁ μετὰ τῆς πιμελῆς νεφρός· ἢ τὰ ἄκρα τῶν ὤτων. †ἐφ’ ὧν τὰ ἐνώτια.† | |
10 | Λογοποιῶν. πλαττόντων ψευδεῖς λόγους. Λογικός. ὅστις μετὰ λόγου πράττει. οἷον γραμ‐ ματικὸς, ῥήτωρ. Λογγῶνες. οἱ ἐπὶ τῶν λιμένων τρητοὶ λίθοι, ἐν οἷς ἐξαρτῶσι τὰ σχοινία τῶν νεῶν. τοὺς δὲ | |
15 | τοιούτους λίθους καὶ λογγάσια ἔλεγον. Λόγος τριχῶς εἴρηται. λόγος ἐνούσιος, ὁ θεὸς | |
λόγος· λόγος ἐνδιάθετος, ὁ τῶν ἀγγέλων· καὶ | ||
lambda1315 | ὁ ἐν τῇ ἡμετέρᾳ διανοίᾳ λαλῶν. λόγος καὶ ὁ προφορικὸς τῆς γλώττης. λόγος δὲ εἴρηται ἐκ τοῦ λέγειν. λόγος ἐστὶν ἄγγελος νοήματος ἐς φῶς ἐκφέρων τὸ νοηθέν. ἔστι δὲ καὶ πεζῆς | |
5 | λέξεως σύνθεσις, διανοίας ἀπηρτισμένης. λόγος ὁ οὐσιωδῶς ἀεὶ τῷ πατρὶ συμπαρών. καὶ ὁ μὲν ἀκούει οὐσιώδης, ὁ δὲ ἐνδιάθετος. λόγος ὁ μὲν ἐν τῇ διανοίᾳ, ἐνδιάθετος λεγόμενος, λέγεται συμπλοκὴ νοημάτων ἐν ψυχῇ· ὁ δὲ ἐν τῇ προ‐ | |
10 | φορᾷ καὶ χρήσει ῥεῦμα ἀπὸ διανοίας ἐκπεμπό‐ μενον μετὰ φωνῆς· ἢ ἔμφασις διανοίας μετὰ ῥημάτων καὶ ὀνομάτων. Λόγος, καὶ ἡ φροντίς. †λέγεται καὶ ὁ τραπε‐ ζητικὸς, καὶ ὁ γεωμετρικὸς, καὶ ὁ ἐκ λημμά‐ | |
15 | των καὶ ἐπιφορᾶς, οἷον· ἡμέρα ἐστὶ φῶς, ἔστι τοῦτο λῆμμα.† Λογισμός. κίνησις ψυχῆς περί τι. λογισμός ἐστι τὸ πρῶτον ἐν τῇ διανοίᾳ ἀνελθὸν νόημα. λογισμός ἐστιν ἀόρατος κίνησις καὶ ταραχὴ | |
20 | πράγματος. λογισμός ἐστιν ἡ ποιὰ τοῦ διαλο‐ γισμοῦ κίνησις. λογισμὸς δαιμονιώδης ἐστὶν εἰ‐ κὼν αἰσθητῶν πραγμάτων συνισταμένη κατὰ διάνοιαν, μεθ’ ἧς ὁ νοῦς κινούμενος ἐμπαθῶς λέγει ἢ πράττει τι ἀνόμως ἐν τῷ κρυπτῷ πρὸς | |
25 | τὸ μορφούμενον εἴδωλον ἐκ διαδοχῆς ὑπ’ αὐ‐ τοῦ. ἐπιλογισμὸς δὲ ἐστὶν ἐναντίον λογισμοῦ. Λοιγός. ὁ ὄλεθρος. Λοιμός. νόσος μεταδοτικὴ ἢ φθορά. κυρίως δὲ λοιμὸς ὁ ἐπὶ κακίᾳ πολύς. †ἢ ὁ κακὸς δικα‐ | |
30 | στής.† | |
lambda1316 | Λοίσθιος. ὁ ἔσχατος. καὶ λοῖσθος καὶ λοί‐ σθιον. οἱ μὲν παρὰ τὸ ὄλισθος καθ’ ὑπερβι‐ βασμὸν τοῦ λ, λοῖσθος, λοίσθιος, οἷον ἐξολι‐ σθήσας καὶ ἐμποδισθείς. ἢ παρὰ τὴν λαίστην, | |
5 | ὃ σημαίνει τὴν λοιδορίαν καὶ αἰσχύνην, λαῖσθος καὶ λοῖσθος. οἷον· λοῖσθος ἀνὴρ ὤριστος ἔχει μώνυχας ἵππους. Λολλιανός. κύριον. [Λουκιλλιανός. κύριον.] | |
10 | Λουδεμπιστής. ὁ ἄρχων τῶν παιγνιδίων. λοῦ‐ δα γὰρ τὰ παίγνια παρὰ Ῥωμαίοις. Λόφος. ὕψος γῆς καὶ ἐπανάστημα. Λοχαγοῖς. στρατηγοῖς, ταξιάρχαις. Λοχίτης. ὁ ἐνεδρεύων. τὰ ἀπὸ τῆς εἰς ος διὰ | |
15 | τοῦ ιτης γινόμενα διὰ τοῦ ι γράφεται, οἷον· τόπος τοπίτης, λόχος λοχίτης. Λόχος. ἡ ἐνέδρα. ἀπὸ τοῦ τοὺς ἐπιλέκτους εἰς τοῦτο εὐθετεῖν. ἢ ἀπὸ τοῦ λέξασθαι· καὶ γὰρ οἱ τοιοῦτοι ἐπίλεκτοι διεκρίνοντο εἰς τὰς ἐνέ‐ | |
20 | δρας. Λόχος. τὸ ἔγκρυμα. Λουτήρ. παρὰ τὸ λούω, λούσω, λέλουκα, λέ‐ λουσμαι, λέλουσαι, λέλουσται, λουστὴρ καὶ λουτήρ. | |
25t | (Θηλυκόν.) | |
26 | Λογάς. ἐκλεκτὴ, φρόνιμος. Λογίαι. καρποφορίαι. ἐκλογαί. Λογικὴν τερθρείαν. ῥητορικὴν φλυαρίαν. | |
Λοιβή. ἡ σπονδή. ἡ θυσία. | ||
lambda1317 | Λοιδορία. ἡ ἐν φανερῷ κακηγορία ἢ λαθραία μέμψις. παρὰ τὸ λοιμὸς λοιμορία καὶ λοιδορία. ἢ παρὰ τὸ βάλλειν τοὺς λόγους ὡς δόρατα. Λοίμη. ἡ φθορά. λύμη δὲ ἡ βλάβη, ψιλόν. | |
5 | †Λοισθία. ἡ ἐσχάτη.† Λοισθώνη. θρασεῖα. Λοπάς. ἡ χύτρα. Λόρδωσις. ἐμπρόσθιον κύρτωμα. ὕβωσις δὲ, τὸ μετὰ τὴν κεφαλὴν πρὸ τῆς ῥάχεως πάθος. κύρ‐ | |
10 | τωσις δὲ τὸ μέσον τῆς ῥάχεως. [Λουκόλεια. τόπος.] Λουκερία. τόπος. Λουκρητία. χώρα. Λοφία. ὑψηλὸς τόπος. | |
15 | Λόχμη. σύμφυτος τόπος. Λοχεία. ἡ ἐπὶ τῷ τόκῳ ὠδίς. Λόχησις. ἡ ἐνέδρα. Λογία. ἡ συλλογὴ παρὰ τῷ Ἀποστόλῳ· καὶ τὸ ἐκ πολλῶν συνεισφερόμενον. λέγει δὲ τὴν | |
20 | ἐλεημοσύνην. περὶ δὲ τῆς λογίας τῆς εἰς τοὺς | |
ἁγίους, ὡς διέταξα ταῖς ἐκκλησίαις. | ||
lambda1318(1t) | (Οὐδέτερον.) | |
2 | Λογεῖον. τὸ μαντεῖον καὶ τὸ σχολεῖον. λόγιον δὲ, ὁ λόγος, ι. †Λογίστρια. ὀλοθρεύτρια.† | |
5 | Λογύδριον. ὁ μικρὸς λόγος. Λοίγιον. ὀλέθριον. Λοίσθιον. ἔσχατον. Λοιβεῖον. ἐν ᾧ αἱ θυσίαι γίνονται. Λοιπόν. τὸ ἐπίλοιπον. παρὰ τὸ λείπω λοιπὸς, | |
10 | ὡς λείβω λοιβὸς, καὶ ἀμείβω ἀμοιβή. καὶ ἐξ αὐτοῦ τὸ οὐδέτερον λοιπόν. λοιπὸν καὶ ἀντὶ τοῦ διὰ τοῦτο. †Λοῦδα. τὰ παίγνια παρὰ Ῥωμαίοις.† †Λοπαίδια. ὄργανον.† | |
15 | Λουτρά. τὰ εἰς λύσιν ἄγοντα τῆς ἀκαθαρσίας· καὶ γὰρ λῦμα καλεῖται ὁ ῥύπος. Λοφεῖον. ἡ θήκη τῆς περικεφαλαίας. καὶ λο‐ φήϊον. Λορδόν. συγκεκαμμένον. τοῦ Ψελλοῦ· λέγανον | |
20 | τὸ καπύριον, λορδὸν συγκεκαμμένον. | |
21t | (Ῥῆμα.) | |
22 | Λογίζειν. λογαριάζειν. | |
lambda1319 | Λόγισαι. σκέψαι. Λογιεῖται. διαλογισθήσεται. Λοφίζω. λόφον καὶ ὕψος ποιῶ. λωφῶ δὲ, τὸ παύω, μέγα. | |
5 | †Λοιεῦσαι. θάψαι.† †Λοπεύειν. θάπτειν.† †Λοπίξαι. λαμπρύναι.† †Λοπῶντα. λεπιζόμενα.† Λοχεύουσι. γεννῶσι. | |
10 | Λοχῶντες. ἐνεδρεύοντες. Λοχίζω. τάσσω εἰς λόχον ἄνδρας. λόχος γὰρ καὶ λόχησις ἡ ἐνέδρα. λοχῶ δὲ αὐτὸς ἐγώ. Λοεσσάμεναι. ἀντὶ τοῦ λουσάμεναι. [κατὰ διά‐ | |
λυσιν τῆς ου. λοεσσαμένη, λοεσσάμεναι.] | ||
lambda1320(1t) | Τὸ Λ μετὰ τοῦ Υ. | |
2t | (Ἀρσενικόν.) | |
3 | Λύβας· Λύβαστος· Λυβήρ. ὀνόματα κύρια. Λυγδηνός. ἀπὸ Λύγδης. | |
5 | Λυγρός. ὁ χαλεπὸς ἢ ἀσθενής. Λυγαῖος. σκοτεινός. λυγαῖος δὲ ἦν ὁ τόπος αὐ‐ τοῖς. Λυβρός. Λυκάβας. ὁ ἐνιαυτός. ἐκ μεταφορᾶς τῶν λύ‐ | |
10 | κων τῶν βαινόντων κατὰ οὐράν. Λυκόζειοι. ἔθνος. | |
Λυμεών. ὁ βλαπτικός. | ||
lambda1321 | Λυρῳδός. ὁ μετὰ λύρας ᾄδων καὶ ψάλλων. λη‐ ρῳδὸς δὲ, ὁ φλύαρος, η. Λύχνους λέγουσιν οἱ Ἀθηναῖοι· λύχνα δὲ Ἰα‐ κῶς λέγεται. παρὰ τὸ λύειν τὸ νύχος ἤτοι τὸ | |
5 | σκότος, λύνυχος καὶ λύχνος. Λυγδάμης. κύριον. καὶ κλίνεται Λυγδάμους. | |
7t | (Θηλυκόν.) | |
8 | †Λύαι. στάσεις· διαφοραί.† Λύγξ. ὅτε μὲν τὸ πάθος, διὰ τοῦ γ κλίνεται, | |
10 | ἐξ οὗ καὶ τὸ ἀνελυγγίασεν· ὅτε δὲ τὸ ζῶον, διὰ τοῦ κ, λυκός. Καλλίμαχος· κρέα λυκὸς ἔταμνε. καὶ λὺξ, λυγὸς, ἡ ῥάβδος. Λύγδη. ὄνομα τόπου. | |
15 | Λυδία καὶ Λυκαονία καὶ Λυκαρνία. ὀνόματα χωρῶν. Λυκέα. ἀγὼν ἐν Ῥώμῃ. σύνηθες δὲ αὐτοῖς ἔπα‐ θλον δορὰν διδόναι. †Λυκέθη. ὄνομα κύριον.† | |
20 | Λυκώρεια. πόλις. Λύμη. ἡ βλάβη. ἀπὸ τοῦ λύω. λοίμη δὲ, ἡ φθο‐ ρὰ, δίφθογγον. Λυρνησσός. πόλις. †Λύρα ἐστὶν ἱστὸς διὰ νεύρων ἐσκευασμένος.† | |
25 | Λυρῳδία. ἡ τῆς λύρας ᾠδή. ληρῳδία δὲ, ἡ φλυα‐ | |
ρία, η. | ||
lambda1322 | Λυπρά. λυπηρὰ, μοχθηρά. Λυπρόγεως. ἡ μοχθηρὰ καὶ λυπηρὰ γῆ. Λύπη. διάθεσις ἡδονῶν ἐστερημένη. ἢ λύπη ἐστὶν ἔνδεια ὀρέξεως· ὄρεξις δέ ἐστι τοῦ ἐπιθυμητι‐ | |
5 | κοῦ μέρους τῆς ψυχῆς κίνησις· ἐπιθυμητικὸν δέ ἐστι τὸ θελητικόν· ὥστε τὴν λύπην τὴν ἐπαινετὴν ὁ Χριστὸς ἐν τῷ θελητικῷ μέρει τῆς ψυχῆς ἑκουσίως ἐδέξατο. λύπη γὰρ κατὰ τὸ λυποῦν εἴρηται. τοίνυν ἐν ἀληθείᾳ ἐλυπεῖτο ὁ | |
10 | Χριστὸς τὴν ἀπώλειαν τῶν Ἰουδαίων καὶ τοῦ Ἰούδα καὶ τῆς Ἱερουσαλὴμ, ἣν ἐδάκρυσεν ἐν ἀληθινῇ αἰσθήσει ψυχῆς λυπούμενος καὶ δει‐ κνὺς τὸ φύσει φιλάνθρωπον. Λύσσα καὶ λύττα. ἡ μανία. | |
15 | Λύπη. στέρησις ἐπιθυμίας. | |
16t | (Οὐδέτερον.) | |
17 | †Λυαῖα. παύσιμα.† Λυγίσμασιν. ἐπικάμψεσι. συγκλάσμασι. Λυγρόν. χαλεπὸν, ἀσθενές. | |
20 | Λύγος. τὸ σκότος. οὐδέτερον. εὗρον τοῦτο καὶ λυγός. ἀπὸ τοῦ λύειν τὴν αὐγήν. καὶ τὸ κα‐ τακρύπτεσθαι ὑπολυγίζεσθαι ἔλεον. σημαίνει δὲ καὶ φυτόν. Λύδιον. μέλος. | |
25 | Λύθρον. τὸ μετὰ κόνεως αἷμα. | |
lambda1323 | Λύκιον τέρας. τὸ τοῦ λύκου. λύκειον δὲ δῶμα, δίφθογγον. Λύκειον. πόλις Θετταλίας, [ἔνθα λύκος] ἐπιὼν τοῖς τῆς πόλεως βουσὶν ἀπελιθώθη. γράφε‐ | |
5 | ται δὲ διὰ διφθόγγου τῷ λόγῳ τοῦ λάγειον. Λυκόφως. τινὲς τὸ σκοτεινὸν λέγουσιν, οἷον λυ‐ γαῖον, διαλελυμένον φῶς. ἢ αὐγὴ διαλυθεῖσα. ἢ τὸ μετέχον τοῦ σκότους καὶ φωτός. ἀπὸ με‐ ταφορᾶς τῶν λύκων, οἵτινες τὸ μὲν κάτω μέ‐ | |
10 | ρος τὸ πρὸς τῷ δέρματι λευκὸν ἔχουσι, τὸ δὲ ἄνω, μέλαν. Λύματα. καθάρματα. ἢ καὶ αἱ τῆς γαστρὸς εἰς ἀφεδρῶνα ἐκκρίσεις. Λυπρόν. λυπηρὸν, μοχθηρόν. | |
15 | Λυπινάριον. εἶδος ὀσπρίου, ἃ καὶ θέρμια λέ‐ γομεν. Λυσιτελές. συμφέρον. ὠφέλιμον. Λυσσῶδες. μανικόν. Λύτρα. δῶρα ἐπὶ ἐλευθερίᾳ αἰχμαλώτων διδό‐ | |
20 | μενα. Λυχνίον. ὁ λύχνος. λυχνεῖον δὲ ὁ τόπος τοῦ λύχνου, διὰ διφθόγγου. Λυγίζω. διασείω. †Λυγίσασθαι. κρυβῆναι.† | |
25 | Λυδίζω. τὰ τῶν Λυδῶν φρονῶ. | |
Λυμαίνεται. βλάπτει. | ||
lambda1324 | Λῦντο. ἐλύθησαν. Λυπῶ. τὸ θλίβω. Λυσσῶντες καὶ λυττῶντες. οἱ μαινόμενοι. | |
4t | Τὸ Λ μετὰ τοῦ Ω. | |
5t | (Ἀρσενικόν.) | |
6 | Λωγήρυχος. κύριον. Λωποδύτης. ὁ τῶν ἱματίων κλέπτης. λώπη γὰρ τὸ ἱμάτιον. Λῷστος. ὁ φίλος. | |
10 | [Λῶτος. ἱμάτιον.] Λωτοφάγοι. ἔθνος. Λωτός. τὸ γλυκοκάλαμον. ἢ βοτάνη εὐωδεστά‐ τη, ἣν ἔνιοι μυρόλωτον κικλήσκουσι. Λώταξ. ὁ λῃστής. ἢ ὁ πόρνος. ἢ ὁ μύρα ἀλειφό‐ | |
15 | μενος. ἢ ὁ καταδαπανῶν ἐν τοῖς αἰσχροῖς τὸν βίον αὐτοῦ, ὡς ὁ πόρνος καὶ ὁ ἀνδρόγυνος. ἢ ὁ αὐλητής. Λῶος. κύριον. καὶ ὄνομα μηνός. | |
19t | (Θηλυκόν.) | |
20 | Λώβη. ἡ βλάβη καὶ ἡ ὕβρις. ἡ ἐπὶ τῷ κακῷ περιβόητος. ἢ ἀπὸ τοῦ λοβὸς, ὃ σημαίνει τὰ ἄκρα τῶν ὠτῶν. —εὐτρήτοισι λοβοῖσιν— οἱ γὰρ παλαιοὶ τοὺς ἔν τισιν ἀτοπήμασιν ἁλόν‐ | |
25 | τας ἐνυβρίζοντες, τὰ ἄκρα τῶν ὠτῶν ἀπέτε‐ | |
lambda1325 | μνον. ἢ ἀπὸ τοῦ λαβὴ, ὃ σημαίνει τὸ ξίφος ἢ τὴν βλάβην, λώβη. Λωβεία. ἡ νόσος. †Λωγή. ἡ τῆς καλάμης ἀναλογή.† | |
5 | Λώλια. κύριον. Λώπη. τὸ ἱμάτιον. †Λωτοβοσκός. ἡ Θρᾴκη. ἡ Αἴγυπτος.† Λωτοδάμη. κύριον. | |
9t | (Οὐδέτερον.) | |
10 | Λωγάνιον. μέρος τοῦ σώματος. Λώϊον. κρεῖσσον, βέλτιον. τὰ εἰς ων καθαρὰ δισύλλαβα συγκριτικὰ διφθόγγῳ παραλήγεται, οἷον πλείων, μείων, ῥᾴων, λῴων. [καὶ τὰ μὲν δύο ἐκφωνοῦσι τὸ ι, οἷον πλείων, μείων· τὰ δὲ | |
15 | δύο, οἷον ῥᾴων, λῴων, οὔ.] γίνεται δὲ παρὰ τὸ λῶ, τὸ θέλω. ὃ γὰρ νοεῖ τις ἑαυτῷ συμφέρον, τοῦτο καὶ θέλει. Λῶον. τὸ κρεῖττον· τὸ συμφέρον· [τὸ βέλτιον.] Λῶμα. τὸ εἰς τὸ κατώτατον μέρος τοῦ ἱματίου | |
20 | ἐπίβλημα. ἐκ βύσσου καὶ πορφύρας καὶ κοκ‐ | |
κίνου. | ||
lambda1326 | †Λώπισμα. τὸ ἀπάνθημα.† | |
2t | (Ῥῆμα.) | |
3 | Λωβάω, λωβῶ. τὸ βλάπτω. †Λωγεῖ. μαίνεται.† | |
5 | †Λωλῶ. σῦκον μετὰ γιγάρτων κόπτω.† †Λωπεύειν. θάπτειν.† †Λωπίζειν. ἀποδύειν· ἢ τὸ κείρειν.† Λώπτω. τὸ πηδῶ. Λωτεῦντα. ἀνθοῦντα. τὰ λωτὸν ἔχοντα. ἀπὸ | |
10 | τοῦ λωτόεντα γίνεται ὑπερβιβασμῷ λωτέοντα καὶ κράσει δωρικῇ τοῦ εο εἰς τὴν ευ δίφθογ‐ γον λωτεῦντα. εἰ γὰρ ἀπὸ τοῦ λωτόεντα ἦν, ὤφειλεν εἶναι λωτοῦντα. †Λωτῶ. τὸ αὐλῶ.† | |
15 | Λωφήσαντος. †ἀναπαυσαμένου· ἡσυχάσαντος.† λωφήσει. καὶ λωφῶ, τὸ παύω. τειρόμενοι καμάτῳ μετελώφεον. σημαίνει τὸ παύω. μετενήνεκται ἡ λέξις ἀπὸ | |
τῶν τὰ φορτικὰ τιθεμένων. | ||
mu1327(1t) | Μ. | |
2t | Τὸ Μ μετὰ τοῦ Α. | |
3t | (Ἀρσενικόν.) | |
4 | Μαγίστερ. κατὰ Ῥωμαίους διδάσκαλε. | |
5 | Μαθητής. ὁ τοῦ διδασκάλου τὰ μαθήματα ἐπι‐ ποθῶν. παρὰ τὸ μήθω, τὸ μανθάνω. μαθητὴν καὶ φοιτητὴν λέγει Σόλων, οὐ γνώριμον. †Μαιμάχης. ὁ ὑβριστής.† †Μαιτάλιμνος. ὁ ἐν Ἄργει ποταμός.† | |
10 | Μακάριος. ὁ πάντοτε ἐν ἀγαθοῖς ὢν, τοῦτο δὲ ὁ θεός. Μακάρων. ἁγίων, τῶν μὴ πεπτωκότων ὑπὸ κῆρα. Μακαρίται. οἱ ἀποθανόντες. οἱ ἤδη τὸ μῆκος ἐπιλαμβανόμενοι, οἱ μήκιστοι. ὅθεν καὶ μα‐ | |
15 | κραίων ὁ τύμβος, ὁ εἰς μακρόν. Μαλθακός. ὁ τρυφερός. Μαλακός. ὁ ἀναπεπτωκὼς, ὁ νοσερὸς, ὁ | |
ἀσελγής. | ||
mu1328 | Μαμωνᾶς. τὰ χρήματα ἑρμηνεύεται. ἢ ὁ ἄδι‐ κος ὑπὲρ τὴν χρείαν συναγόμενος πλοῦτος. Μανδύας. εἶδος ἱματίου, καὶ τὸ τῶν μοναχῶν παλλίον. | |
5 | Μανασσῆς. κύριον. οὗτος ἅπαντα τὸν λαὸν εἰ‐ δωλολατρεῖν ἠνάγκασεν, καὶ τὸν μέγαν Ἡσαΐαν ξυλίνῳ διεῖλε πρίονι. ἑρμηνεύεται δὲ λήθη ἢ ἀπομάθησις. Μάντις. παρὰ τὸ μῶ, τὸ ζητῶ· ζητητικὸς γὰρ | |
10 | ὁ μάντις. οὐ γὰρ παρὰ τὴν μανίαν, ὥς τινες ὑπέλαβον. διὸ καὶ ὁ Ὅμηρος τὸν μάντιν εὔ‐ φρονα λέγει· ὅς φιν εὐφρονέων ἀγορήσατο—. Μανικός. παρὰ τὸ μαίνω μανὸς, καὶ τὸ κτητι‐ | |
15 | κὸν μανικός. †Μαγέβ. νότου ἢ μεσημβρίας.† | |
Μαζουρώθ. ἀστὴρ οὕτω καλούμενος. | ||
mu1329 | Μάρσιππος. ὁ ἐν αὐτῷ πάντα μάρπτων καὶ συνέχων. Μαραναθά. ὁ κύριος ἥκει ἢ ἦλθεν, ἢ ἥξει ἢ ἔρχεται. | |
5 | Μάργος. ὁ ἄφρων καὶ ἀνόητος καὶ μαινόμενος. παρὰ τὸ μὴ καὶ τὸ ἀργός. ἢ ὁ λίαν ἀνόητος καὶ ἀμύητος καὶ μὴ ἐνεργός. Μαργίτης. ὁ ἀνόητος. ἀπὸ τοῦ μάργος μαρ‐ γίτης, ὡς μέσος μεσίτης. | |
10 | †Μάσσων. ὁ μείζων. καὶ ὄνομα ποταμοῦ.† Μαστιγίας. ὁ μαστιζόμενος δοῦλος. ὡς ἀπὸ τοῦ δράκοντος δρακοντίας, οὕτως μάστιγος μαστι‐ γίας. Μαστροπός. πορνοβοσκὸς ἢ μαυλιστής. [μα‐ | |
15 | στροπὸς καὶ ἐπὶ θηλυκοῦ. ἔστι δὲ παρὰ τὸ μα καὶ τοὺς τρόπους, οἱονεὶ ἡ δοκοῦσα μητρὸς τρό‐ πους ἔχειν.] Μασώβ. τὸ θυσιαστήριον. [Μαραναθά. τοῦτο οὐ τῶν Ἑβραίων τινὲς ὑπέ‐ | |
20 | λαβον, ἀλλὰ τῆς Σύρων εἶναι φωνῆς. ἑρμηνεύε‐ ται δὲ, ὁ Κύριος ἦλθε. τέθεικε δὲ τὴν λέξιν ὁ Ἀπόστολος καταστέλλων τὴν ὀφρὺν τῶν Κο‐ ρινθίων καὶ διδάσκων, ὡς οὐ παιδεύσεως, ἀλλὰ | |
πίστεως αὐτοῖς χρεία.] | ||
mu1330(1t) | (Θηλυκόν.) | |
2 | Μαγάς. σανὶς τετράγωνος, ὑπόκυφος, δεχο‐ μένη ἐφ’ ἑαυτῆς τὰς τῆς κιθάρας νευρὰς καὶ ἀποτελοῦσα τὸν φθόγγον. | |
5 | Μαγγανεία. ἡ μηχανή· ἡ γοητεία· ἢ ποικιλία ἐκ διαφόρων ὀψαρτυτικῶν κεκαρυκευμένη. Μαγεία. ἐπίκλησις δαιμόνων. Μαγνῆτις. ἡ τὸν σίδηρον ἕλκουσα λίθος· ἣ καὶ σιδηρῖτις καλεῖται, καὶ Ἡράκλεια καὶ Λυ‐ | |
10 | δία. ἐμφερὴς γάρ ἐστι τὴν χροίαν ἀργῷ καὶ ἀκαθάρτῳ σιδήρῳ. Ἡράκλεια διὰ τὸ καρτερὸν καὶ ἀνάλωτον καὶ ἰσχυρὸν τῆς ὁλκῆς· ἢ μᾶλ‐ λον διότι περὶ Ἡράκλειαν τὴν ἐν Πόντῳ πρῶ‐ τον ἐφάνη· οἱ δὲ περὶ τὴν ἐν Θρᾴκῃ. Μαγνῆ‐ | |
15 | τις δὲ, ὅτι, ὥς φασιν, Μάγνητες ἄνδρες λιθο‐ φόροι εὗρον αὐτὴν καὶ τὴν ἐνέργειαν, ἣν ἔχει, ἐπέδειξαν. Μάζα. πᾶσα ἀρτώδης [βρῶσις] ὑγρῷ τινὶ με‐ μιγμένη μάζα εἴρηται. [παρὰ τὸ μάσσω, μάζα, | |
20 | τροπῇ τῶν δύο σς εἰς ζ, Δωρικῶς. ἢ παρὰ τὸ μῶ, τὸ ζητῶ, γίνεται παράγωγον μάζα, ἐξ οὗ καὶ μαστὸς, ὃν ζητοῦσιν οἱ παῖδες.] [Μαγίς. ἡ τράπεζα, ἔνθα τὰ μεμαγμένα.] Μάκτρα. ἐν ᾗ ἔμασσον. κάρδοπον δὲ Ἀττικῶς. | |
25 | Μακροθυμία. πέψις λύπης. | |
mu1331 | Μακαριότης. περίληψις πάντων τῶν κατὰ τὸ ἀγαθὸν νοουμένων. Μακρηγορία. ἡ μακρὰ διάλεξις. Μαλακία. νόσος ὀλιγοστὴ καὶ ἀρχὴν ἔχουσα, | |
5 | καὶ οἷον καταχαυνώσασα τὸ σῶμα. ἢ ἀνωμα‐ λία τοῦ σώματος πρόσκαιρος. Μάλη. ἡ μασχάλη. [Μαλάκα. πόλις Ἰταλίας.] †Μαλία. ὄνομα ὄρους.† | |
10 | Μάκρις. πόλις ἐγγὺς Κυζίκου. Μακρὰ συλλαβή. ἡ ἔχουσα μακρὸν φωνῆεν μη‐ κυνόμενον, [ἢ μίαν τῶν διφθόγγων. κατὰ ὀκτὼ δὲ τρόπους γίνεται ἡ μακρὰ συλλαβή.] φύσει μὲν τρεῖς· θέσει δὲ πέντε. οἷον ἥρως μα‐ | |
15 | κρόν. διατί; κατὰ τὸν πρῶτον κανόνα, τὸν φύσει, ἢ τὸν θέσει. [τὸν φύσει.] τὸν τί λέ‐ γοντα. ἢ ὅταν ἔχῃ ἕν τι τῶν διχρόνων κατ’ ἔκτασιν παραλαμβανόμενον. οἷον· Ἄρης, Αἴας. τὸ αι μακρὸν διατί; κατὰ τὸν κανόνα τὸν τρί‐ | |
20 | τον. [τὸν φύσει ἢ τὸν θέσει. τὸν φύσει.] τὸν τί λέγοντα. ἢ ὅταν ἔχῃ μίαν τῶν διφθόγγων. | |
οἷον Αἴας. | ||
mu1332 | Μανία. χολή. μανία καὶ ἡ ἀραίωσις καὶ ἡ χαυνότης τῶν φρενῶν. μανὸν γὰρ ἔλεγον τὸ ἀραιόν. Αἰσχύλος· ἐν μανοστήμοις πέπλοις. | |
5 | τουτέστιν ἀραιοῖς. ἀραιὸν δὲ τὸ ἀσθενές. κατὰ τοὐναντίον δὲ καλεῖται ἀγχίνους παρὰ τὸ πε‐ πυκνωμένας ἔχειν τὰς φρένας καὶ συνεχεῖς. Μαλάχη. εἶδος βοτάνης. †Μαρίλη. ἡ θερμὴ σποδός.† | |
10 | Μαρμαρυγή. ἡ λαμπηδών. παρὰ τὸ μαρμαίρω, τὸ λάμπω. [Μαρτυρίας. νόμος μήτε ἐθελοντὰς πρὸς τοὺς ἀγῶνας χωρεῖν φειδοῖ τῶν διωκόντων, καὶ τῶν ἀσθενεστέρων μήτε παρόντας ἀναδύεσθαι. τὸ | |
15 | μὲν γὰρ θράσους ἐστὶ, τὸ δὲ ἀνδρίας.] †Μάρεια. χώρα, καὶ ποταμὸς, καὶ λίμνη.† †Μαρώνεια. πόλις.† Μανδραγόρα. βοτάνη ὑπνωτικὴ εἶδος ἔχουσα ἀνθρώπου. | |
20 | Μάσθλη. ὁ μεμαλαγμένος λῶρος. παρὰ τὸ μάσ‐ σω, τὸ μαλάσσω. ἢ, ὡς Ἡρωδιανὸς, ἀπὸ τοῦ | |
ἱμάσσω. | ||
mu1333 | Μάστι. τῇ μάστιγι. κατὰ ἀποκοπήν. ἔστι δὲ δοτική· μάστιν δὲ αἰτιατική. Μάστι δ’ αἰὲν ἔλαυνεν. Ἦ, καὶ ἐφ’ ἱππείην μάστιν βάλεν. | |
5 | Ματαιότης. πρᾶγμα ἀνόητον, ἢ ἀδιανόητον, ἢ βουλὴ ἀνυπόστατος, πέρας οὐκ ἔχουσα. ἢ κα‐ θόλου τὸ ἐπὶ παντὶ λυσιτελοῦντι ἀνύπαρκτον. †Ματαίας. λοιδορίας.† Μαχλάς. ἡ πόρνη. | |
10 | Μαῖα. ἡ βοηθοῦσα ταῖς γυναιξὶ ταῖς τικτούσαις. †Μαψαύρας. στόμους.† Μαινάς. ἡ πόρνη. Ματαιότης. ἡ φθορά. καὶ ὁ Ἀπόστολος· τῇ γὰρ ματαιότητι ἡ κτίσις ὑπετάγη οὐχ ἑκοῦσα. | |
15 | Μακεδονία. ἧς μητρόπολις ἡ Θεσσαλονίκη. τοὺς ἐν ὅλῃ τῇ Μακεδονίᾳ. | |
17t | (Οὐδέτερον.) | |
18 | Μαανά. τοῦτο τί ἐστι; Σύρων δὲ ἡ γλῶσσα. Μακάριον. αὐτὸ τὸ ἀγαθὸν, πρὸς ὃ πᾶν ἀφορᾷ | |
20 | καὶ οὗ πάντα ἐφίεται. Μακαριστόν. κυρίως ἡ θεότης. | |
[Μαζονομεῖον. ἐν ᾧ ἡ μάζα φυρᾶται. ἢ ξύλι‐ | ||
mu1334 | νον πινάκιον καὶ κανοῦν. οὕτως Ὦρος ὁ Μι‐ λήσιος.] Μάγγανον. παρὰ τὸ μαγγανεύω. τοῦτο παρὰ τὸ ἄγω, ἄγανον, καὶ μάγγανον. | |
5 | Μάλευρον. τὸ ἄλευρον καὶ πλεονασμῷ τοῦ μ μάλευρον. μίγδα μάλευρον. Μάλειον. ὄρος. καὶ Μαλειάων ὀρῶν διὰ τῆς ει διφθόγγου, τῷ λόγῳ τῶν διὰ τοῦ εια προπαρ‐ οξυτόνων. | |
10 | [Μανόν. ἀραιόν. βραχέως λέγουσι. Τηλεκλεί‐ δης ἀντὶ τοῦ ἀκριβὲς, ἢ ὀρθὸν, ἢ ἀσφαλὲς, ἢ πυκνόν. Πλάτων· καὶ ταῦτα μανάκις τῆς ἡμέρας. ἀντὶ τοῦ μυριάκις.] Μανιάκιον. τὸ τοῦ ἱματίου περιστόμιον. | |
15 | Μανίφυλλον. ἀραιόφυλλον. [μανὸν γὰρ τὸ ἀραιόν. οὕτως Ὦρος ὁ Θηβαῖος.] [Μακεδανόν. ὑψηλόν.] Μαρτύριον. ὁ ἔλεγχος, ἡ κατηγορία, ἡ κατάκρι‐ σις. ὡς ἐν τῷ εὐαγγελίῳ· εἰς μαρτύριον πᾶσι | |
20 | τοῖς ἔθνεσιν· οἱ γὰρ πιστεύσαντες καταμαρ‐ τυροῦσι τῶν μὴ πιστευσάντων. σημαίνει καὶ ἕτερον. | |
Μαρσίππιον. τὸ †θυλάκιον ἢ τὸ† σακούλλιον. | ||
mu1335 | [Μασώβ. τὸ θυσιαστήριον.] Ματρύλειον. τόπος, ἐν ᾧ μαστροποὶ διατρί‐ βουσι. ματέρας δὲ ἐκάλουν οἱ Δωριεῖς τοὺς μα‐ στροποὺς ἐπευφημιζόμενοι. ἔνιοι ματρυλεῖον | |
5 | γράφουσι καὶ μαστρυλλεῖον. Μαφόριον. τὸ τῆς κεφαλῆς περίβλημα. †Μαχαιροδιαίνιον.† †Μάψαρ. ὀχύρωμα.† Μαιάνδριον. πεδίον καὶ ὕδωρ. | |
10 | Μαίωτρον. τὸ εὕρεμα. †Μαΐτιν.† Μαρτύριον. τὸ κήρυγμα. παρὰ τῷ Ἀποστόλῳ· καθὼς τὸ μαρτύριον Χριστοῦ ἐβεβαιώθη ὑμῖν. ἢ καὶ τὸν θάνατον ἢ τὸν σταυρόν. καταγγέλ‐ | |
15 | λω ὑμῖν τὸ μαρτύριον τοῦ θεοῦ. θάνατον γὰρ περιῄει κηρύσσων Χριστοῦ· διὸ μαρτύριον αὐτὸ | |
καλεῖ. | ||
mu1336 | †Μαίμω. τὸ ἐνεργῶς κινῶ.† †Μαιμῶ. ἐπιθυμῶ.† †Μαίω. τὸ ἐλίσσω.† Μαγνεύειν. τὸ μίσγειν. | |
5 | Μακκοῶ. μωραίνω, ἀνοηταίνω. παρὰ τὸ κοῶ, τὸ νοῶ. ἢ παρὰ τὸ ἀκκῶ. Ἀκκὼ γὰρ γυνὴ γέ‐ γονεν ἐπὶ μωρίᾳ διαβαλλομένη. †Μαλακισθείς. ἐνδούς· χαυνωθείς.† Μαλάσσω. ἀλλάσσω καὶ πλεονασμῷ τοῦ μ μα‐ | |
10 | λάσσω· πᾶν γὰρ τὸ μαλασσόμενον ἀλλάσσεται. Μαλακιεῖν. τοὺς ὑπὸ κρύους κεκμηκότας λέ‐ γουσι καὶ συνεσπασμένους. Μανείην. χολωθείην. [Μαπέειν. καταλαβεῖν. ἀπὸ τοῦ μάρπτω.] | |
15 | Μάρψαι. καταλαβεῖν. κυρίως τὸ ταῖς χερσὶ συλλαβεῖν· μάρη γὰρ ἔλεγον τὰς χεῖρας. ἔν‐ | |
θεν τὸ εὐχερὲς εὐμαρές. | ||
mu1337 | Μαργῶσα. μαινομένη. Μαργαίνῃ. ἀντὶ τοῦ μαίνῃ. Μαρνάμενοι. ἀντὶ τοῦ μαχόμενοι. ἀπὸ τοῦ μαρ‐ νῶ, δευτέρας συζυγίας τῶν περισπωμένων. | |
5 | μάρνημι, ὁ παθητικὸς ἐνεστὼς μάρναμαι. τὸ δὲ μαρνῶ, ὡς οἶμαι, μαργῶ καὶ μαρνῶ. ἐοίκασι γὰρ τοῖς μαινομένοις οἱ μαχόμενοι. Μαρμαίρω. καταυγάζω, λάμπω. Μαραίνω. παρὰ τὸ ἄρης, ὃ σημαίνει τὸν σί‐ | |
10 | δηρον, ἀραίνω καὶ μαραίνω. Μάσσει. φυρᾷ, ζυμοῖ, μαλάσσει. καὶ μάσσω τὸ σπογγίζω. ἀπὸ τοῦ μα καὶ τοῦ ἆσσον, τὸ ἐγ‐ γύς· οἱ γὰρ ἐφαπτόμενοι σπογγίζειν ἆσσον καὶ ἐγγὺς γίνονται. ἐκ τούτου τοῦ μάσσω πλεο‐ | |
15 | νασμῷ τῆς αλ συλλαβῆς μαλάσσω, ὡς κύδιμος, κυδάλιμος. Μαστεύειν. ζητεῖν. Ματῆσαι. τὸ ματαιοπραγῆσαι. παρὰ τὸ μάτην, ματῶ, ματήσω. | |
20 | Μαυροῦσιν. ἀφανίζουσι. παρὰ τὸ μαίρω, τὸ λάμπω, μαυρῶ, τουτέστι κατὰ ἀντίφρασιν. ἢ παρὰ τὸ ἀμαυρῶ κατὰ ἀφαίρεσιν τοῦ α. Μαιεύειν. τὸ βοηθεῖν ταῖς τικτούσαις, ἢ τὸ μαμ‐ μεύειν. | |
25 | Μαιμάσσει. σφύζει. προθυμεῖται. καὶ μαιμῶ, | |
mu1338 | τὸ προθυμοῦμαι. ἔστι μῶ τὸ προθυμοῦμαι καὶ διπλασιασμῷ μαμῶ καὶ μαιμῶ. ἐκ δὲ τοῦ †μῶ γίνεται† μαίω, τὸ ζητῶ. οἷον· μαιομένη κευθμῶνα—. | |
5 | Μαχλῶσαν. πορνεύουσαν. Μακαρίζειν. μακαρισμός ἐστιν ἡ κορυφὴ τῶν ἀγαθῶν. Ματαιάζειν. μάταιον λέγεται, ὅταν ὄνομα μὲν ᾖ, πρᾶγμα δὲ μὴ ᾖ. οἷον· ὄνομα μὲν πλούτου, | |
10 | πρᾶγμα δὲ οὐδαμῶς. καὶ μένει τὸ †ὄνομα† ψιλόν. | |
12t | (Ἐπίῤῥημα.) | |
13 | Μάλα. ἀντὶ τοῦ πάνυ καὶ λίαν. καὶ μάλιστα. Μᾶλλον. περισσότερον, πλέον. | |
15 | Μάτην. ἀντὶ τοῦ ματαίως. ἀπὸ τοῦ θηλυκοῦ εἰς ἐπίῤῥημα. Στησίχορος· μάτας εἰπών. Μαψιδίως. ματαίως. καὶ μὰψ ἀντὶ τοῦ ματαίως. | |
19t | Τὸ Μ μετὰ τοῦ Ε. | |
20t | (Ἀρσενικόν.) | |
21 | Μέγας. παρὰ τὸ μήγας· ὁ μὴ ὦν ἐν τῇ γῇ, ἀλλ’ ὑπερέχων αὐτῆς. | |
Μέγας κόσμος. ὁ ἄνθρωπος. | ||
mu1339 | Μεγαλόφρων. ὁ μεγαλόψυχος. Μεγάλαυχος. ὁ ὑψηλόφρων. Μεγαλήτορα. μεγαλόψυχον. Μεγαλοφυοῦς. μεγαλόφρονος. | |
5 | Μέδοντες. οἱ βασιλεῖς. ὅθεν καὶ μέδω τὸ βα‐ σιλεύω. παρὰ τὸ μήδω, τὸ βουλεύω, μέδω. οἷς εὐβουλίας δεῖ, ὅθεν καὶ βουληφόροι λέγονται. †Μεδεός. ὄνομα κύριον.† Μελαμπύγου. μελανοκώλου. *οὔπω μελαμ‐ | |
10 | πύγῳ τετύχηκας.* Μελεδωνός. ὁ φροντιστής. ἀπὸ τοῦ μέλω, τὸ φροντίζω. Μελχισεδέκ. ἑρμηνεύεται ἱερεὺς τοῦ θεοῦ τοῦ ὑψίστου. | |
15 | Μέλεος. ἄθλιος· μάταιος. —μελέη δέ τοι ἔπλετ’ ἀϋτή. παρὰ τὸ λῶ, τὸ θέλω, καὶ ἰωνικῶς λεὸς, καὶ μήλεος, ὃν μὴ θέλομεν· οὐδεὶς γὰρ θέλει τὸν μάταιον· εἶτα συστολῇ τοῦ η εἰς ε μέλεος. | |
20 | Ὦ μέλεοι, μὴ τλῆτε πάρεξ ἐμὰ θέσφατα βῆναι Ῥήβαν ὠκυρόην ποταμὸν ἀκτήν τε μέλαιναν. ποταμός ἐστιν ὁ Ῥήβας πλησίον τῆς Βιθυνίας, | |
παρ’ ᾧ ἀκτή ἐστι μέλαινα. | ||
mu1340 | Μεμψίμοιρος. ὁ μεμφόμενος τὸ ἀγαθὸν, ὁ φι‐ λεγκλήμων. Μεθωναῖος καὶ Μεθυμναῖος. τοπικά. Μεγαρεῖς. ἐθνικόν. | |
5 | Μελιτηνός. τοπικόν. Μενεπόλεμος. ἀπὸ τοῦ μένειν καὶ καρτερεῖν ἐν τῷ πολέμῳ. Μενέχαρμος καὶ μενεχάρμης. καρτερικός· ὑπομονητικός· πολεμικὸς ἐν τῇ μάχῃ. χάρμη | |
10 | γὰρ ἡ μάχη. [Μενέλεως. τὰ εἰς ως σύνθετα εἰ μὲν κοινὰ εἰσὶ τῷ γένει, τὴν τῶν ἁπλῶν φυλάσσει κλίσιν, οἷον ἱδρὼς, ἱδρῶτος· εἰ δὲ ἀττικὰ εἰσὶν, ἀποβο‐ λῇ τοῦ ς ποιοῦσι τὴν γενικήν· Μενέλεως, Με‐ | |
15 | νέλεω, ἀνάπλεως, ἀνάπλεω, καὶ τὰ ὅμοια.] Μεσέγγυος. ἐγγυητής. †μεσίτης.† †Μέσαβος. ὁ μέσον δύο βοῶν.† Μεσίτης. ὁ μεσάζων. [τὰ ἀπὸ τῶν εἰς ος διὰ τοῦ ιτης γινόμενα διὰ τοῦ ι γράφονται· οἷον | |
20 | τόπος τοπίτης, μέσος μεσίτης.] Μέσος. παρὰ τὸ μετέχειν ἰσότητος, ἢ τοῦ ἔσω. | |
[Μεσσήνιοι. τοπικόν.] | ||
mu1341 | Μεσσίας. ὁ κεχρισμένος καὶ ἠλειμμένος. λέγει δὲ τὸν Χριστόν. μεσὰ γὰρ τὸ ἔλαιον ἤτοι τὸ χρίσμα ἑρμηνεύεται. Μεστός. ὁ πλήρης. ἔστιν ἐῶ, τὸ πληρῶ, ἐστὸς | |
5 | καὶ πλεονασμῷ τοῦ μ μεστός. Μέροπες. οἱ ἄνθρωποι. διὰ τὸ ἔχειν τὴν ὄπα καὶ τὴν φωνὴν μεμερισμένην. Μετεωρολέσχης. ὁ τὰ μετέωρα καὶ ὑπὲρ ἑαυ‐ τὸν φλυαρῶν. | |
10 | Μετέωρος. ὁ κοῦφος, καὶ εἰς ὕψος αἰρόμενος. καὶ μετεωρίζω [ἐκ τοῦ ἀείρω, τροπῇ τοῦ α εἰς ο ὀείρω καὶ ἐν ὑπερθέσει τοῦ ἰῶτα ἐόρω, καὶ ἐκτάσει τοῦ ο εἰς ω ἐωρῶ καὶ μετεωρῶ καὶ μετεωρίζω.] καὶ μετέωρον. | |
15 | Μετάρσιος. ὑψηλὸς, μετέωρος. Μετάβολοι. οἱ μεταπράται. Μέτοχος. κοινωνός. Μέτριος. ταπεινός· ἐπιεικής. Μετανάστην. φυγάδα, μέτοικον. ἀπὸ τοῦ νάσ‐ | |
20 | σω ὁ μέλλων νάσω, νένασμαι, νάστης, καὶ μετανάστης. οἷον· καί κεν ἐν Ἄργεϊ νάσσα μίαν πόλιν. Μετασχηματισμός. τῆς τοῦ θεωροῦντος θεω‐ ρίας μεταποίησις πρόσκαιρος, ἢ ἐξ ἄλλου εἰς | |
25 | ἄλλο [ἐν ἀληθείᾳ] μεταποίησις. Μεσαιπόλιος. Μείζων. ὥσπερ ἀπὸ τοῦ ταχὺς τάχιστος, οὕ‐ τως καὶ παρὰ τὸ μέγας μέγιστος, καὶ ἐκεῖθεν μέσσων, ὡς ἀπὸ τοῦ τάχιστος θάσσων, καὶ | |
30 | τροπῇ αἰολικῇ τῶν δύο σς μέζων καὶ πλεονα‐ | |
σμῷ τοῦ ι μείζων. [μείζονα πάντων. μείζονα | ||
mu1342 | πάντων οἱ λέγοντες ἁμαρτάνουσι.] μέγιστος γὰρ χρὴ λέγειν πάντων. μείζονα δὲ τούτου τινός. [Μείλιχος] καὶ μειλίχιος. ὁ πρᾷος. [καὶ πραϋντικός.] παρὰ τὸ μέλι, ὥς τινες φασὶν, ἢ | |
5 | ἀπὸ τοῦ μέλος, μέλικος, καὶ τροπῇ τοῦ κ εἰς χ καὶ ἀναβιβασμῷ τοῦ τόνου μέλιχος, καὶ πλεονασμῷ τοῦ ι μείλιχος. Μείς. ὁ μήν. Αἰολικῶς. μὴν γὰρ ἦν, καὶ ἐτράπη τὸ η Δωρικῶς εἰς τὴν ει δίφθογγον. [καὶ ἐπει‐ | |
10 | δὴ τὰ εἰς ν λήγοντα ἀρσενικὰ ἢ θηλυκὰ οὐ θέλει ἔχειν πρὸ τοῦ ν δίφθογγον,] οἷον σωλὴν, Πλάτων, ἔτρεψε τὸ ν εἰς ς, καὶ γέγονε μείς. πρόσκειται ἀρσενικὸν καὶ θηλυκὸν διὰ τὰ οὐδέ‐ τερα· οἷον τὸ διπλοῦν, τὸ χρυσοῦν. ἔστι δὲ καὶ | |
15 | ἄκλιτον. εἰ γὰρ ἐκλίνετο, μενὸς εἶχεν εἶναι ἡ γενική. ὡς δὲ παρὰ τὸ ῥήσσω ῥηγμὶς, οὕτω καὶ παρὰ τὸ μειῶ μεΐς· μακρῶς δὲ ἅμα καὶ ὀξυτόνως. παρὰ τὸ μειῶ δὲ εἴρηται, ὅτι μειου‐ μένης εἰς ἄκρον σελήνης πληροῦται καὶ ὁ μήν. | |
20 | †Μεῖστος. ὁ ἐλάττων. ἀπὸ τοῦ μείων, μεῖστος, ὡς πλείων, πλεῖστος· τῷ λόγῳ τῶν συγκριτι‐ κῶν.† Μείων. ὁ ἐλάττων. ἀπὸ τοῦ μικρὸς, ἢ ἀπὸ τῆς μιᾶς. τῆς γὰρ μιᾶς οὐδέν ἐστιν ἐλαττότερον. | |
25 | ἢ ἀπὸ τοῦ μέρους μερίων, καὶ ἀποβολῇ τοῦ ρ καὶ συναιρέσει τοῦ ε καὶ ι εἰς τὴν ει δίφθογ‐ γον, μείων. Μελχισεδέκ. κύριον. ἑρμηνεύεται δὲ βασιλεὺς δικαιοσύνης. τὸ γὰρ μελχὰ βασιλεὺς, καὶ τὸ | |
30 | σεδὲκ δικαιοσύνη. | |
Μειδίας. κύριον. καὶ πονηρὸς Μειδίας. | ||
mu1343 | †Μέροψ. ὁ ἄνθρωπος, ὁ μεμερισμένην τὴν φω‐ νὴν ἔχων τῶν λοιπῶν ζώων.† | |
3t | (Θηλυκόν.) | |
4 | Μεγαλόνοια. ἡ μεγαλοφυΐα. | |
5 | Μεγαλοπρέπεια. φιλανθρωπία ψυχῆς μετὰ λό‐ γου. Μεγαλοψυχία. ἕξις ψυχῆς τοῖς συμβαίνουσι λυ‐ πηροῖς μὴ κατολιγωροῦσα. Μεγαλοπρέπεια. ἀρετή ἐστι μεταδιδοῦσα ἐνερ‐ | |
10 | γείας μεγάλων πράξεων. Μεγαλαυχία. τὸ ἄξιον ἔχειν ἑαυτὸν εἶναι τιμῆς. Μεγαλουργία. ἡ μεγάλη ἐργασία. Μέθεξις. κοινωνία. Μεθημοσύνη. ἡ ἀμέλεια. | |
15 | Μέθη. ἡ ἐκ πολλῆς οἰνώσεως. οἷον μετένεξις τοῦ ἡγεμονικοῦ. Μεθοδεία. τέχνη. Μέθοδος. ἕξις ὁδοποιητικὴ μετὰ λόγου. Μεθ’ ἡμέραν. ἐν νυκτί. | |
20 | Μεδάνη. ὄνομα πόλεως. Μελίαι. δόρατα. ἀπὸ μελίας δένδρου κατεσκευα‐ | |
σμέναι. | ||
mu1344 | Μελίτη. νῆσος πλησίον Ἰταλίας. Μελεδῶναι. αἱ φροντίδες. αἱ τὰ μέλη ἔδουσαι. [καὶ μελεδωνός.] Μέλλησις. ἡ βραδύτης. μέλισις δὲ ἡ κατακοπὴ | |
5 | τῶν κρεῶν, ι. Μελῳδία. ἡ ἡδυφωνία. Μέλαινα. τρία σημαίνει. τὰς συνετάς· —μένεος καὶ φρένες ἀμφιμέλαιναι. καὶ τὸ βαθύ· | |
10 | —ὥστε κρήνη μελάνυδρος. καὶ τὴν σκοτεινήν· ἕλκον νύκτα μέλαιναν—. Μέλισσαι. παρὰ τὸ μέλειν, τὸ φροντίζειν. οἰ‐ κονομικὸν γὰρ τὸ ζῶον καὶ ἐπιμελητικόν. ἢ | |
15 | μήλιζα τὶς οὖσα, ἡ πᾶσιν ἐφιζάνουσα τοῖς καρ‐ ποῖς ἤγουν μήλοις. μῆλον γὰρ κατὰ πάντων εἴ‐ ρηται τῶν καρπῶν, ὅθεν καὶ πολύμηλος γῆ ἡ πολύκαρπος. Μέριμνα. παρὰ τὸ μερίζω μέριδα καὶ μέριμνα. | |
20 | οὕτω Ἡρωδιανὸς ἐν ἐπιμερισμῷ. | |
Μεριδαρχία. ἡ δεκαρχία. | ||
mu1345 | Μερικὴ οὐσία. λόγος μὴ γνωρίζων ἐν ἑαυτῷ τὴν διὰ τοῦ ὄντος ὕπαρξιν. ἢ πρᾶγμα ἀνύπαρκτον. ἢ λόγος ἄναρθρος καὶ ἀσήμαντος. Μέρμιθος. ἡ σχοῖνος. | |
5 | Μεσαύλιος. ἡ κατὰ τὸν ἀγρὸν ἔπαυλις. Ἀττι‐ κῶς δὲ τὴν μέσην τοῦ πυλῶνος καὶ τῆς αὐλῆς· ἢ τῆς ἀνδρωνίτιδος καὶ γυναικωνίτιδος. Μεσημβρία. μεσημερία. συγκοπῇ καὶ πλεονα‐ σμῷ τοῦ β μεσημβρία. ἤγουν τὸ μέσον τῆς | |
10 | ἡμέρας. Μεσέμβρεια δὲ χώρα, δίφθογγον. Μεσόδμη. ἡ μεσοδόμη κατὰ συγκοπήν. Μεσότητος ἐπίῤῥημα. οἷον ἀπὸ τοῦ φιλοσοφεῖν καὶ φιλοσόφου τὸ φιλοσόφως. Μετάνοια. γνησίως ἀπὸ πταίσματος ἐπὶ τὸ ἐναν‐ | |
15 | τίον ἀγαθὸν ἐπιστροφή. Μετακλίσεις. αἱ ῥοπαὶ, αἱ μεταθέσεις. Μετάγνωσις. ἡ μεταμέλεια. Μετάφρασις. ἑρμηνείας ἀλλοίωσις, τὴν αὐτὴν δὲ φυλάττουσα διάνοιαν. | |
20 | Μετ’ ἐμφάσεως. μετὰ φανερώσεως. Μετοικεσίαν. αἰχμαλωσίαν. μετοικεσίαν Βαβυ‐ λῶνος ὁ Ἀπόστολος Ματθαῖος τὴν παντελῆ αἰχμαλωσίαν τῶν Ἰουδαίων φησὶν, ἥτις ἐν Βα‐ βυλῶνι ἄχρι καὶ ἑβδομηκοστὸν ἔτος παρετάθη· | |
25 | ἐπὶ Κύρου δὲ καὶ Ἀρταξέρξου ἐλύθη. Μετοχή. ἡ συνάφεια. Δαβίδ· ἧς μετοχὴ αὐ‐ τῆς ἐπὶ τὸ αὐτό. ἔστι δὲ καὶ ἕτερον μετοχὴ, | |
λέξις μετέχουσα τῆς τῶν ῥημάτων καὶ τῆς τῶν | ||
mu1346 | ὀνομάτων ἰδιότητος. καὶ μετέχει τοῦ μὲν ῥή‐ ματος [διαθέσεις] χρόνους καὶ συζυγίας· τοῦ δὲ ὀνόματος γένη, εἴδη, σχήματα, ἀριθμοὺς, πτώσεις. διατί ἡ μετοχὴ οὔτε πρόσωπα οὔτε | |
5 | ἐγκλίσεις ἔχει; ἐπειδὴ προσώπων ἐξέπεσε, προσ‐ ώπων δὲ μὴ ὄντων οὔτε ἔγκλισις δύναται εἶναι. εἰ γὰρ θέλημα ψυχῆς ἐστὶν ἡ ἔγκλισις, πῶς δύναται θέλημα ψυχῆς χωρὶς προσώπου εἶναι. Μειονεξία. ἡ μικρὰ δόσις. | |
10 | Μείραξ καὶ μειρακίσκη ἐπὶ θηλείας· μειρά‐ κιον δὲ καὶ μειρακίσκος ἐπὶ ἄῤῥενος. λέγει δὲ τὴν ἀπὸ ἐτῶν πεντεκαίδεκα ἕως τῶν εἰκοσιδύο. παρὰ τὸ εἴρω, ὃ σημαίνει τὸ λέγω· εἴραξ καὶ πλεονασμῷ τοῦ μ μείραξ, ἡ δυναμένη ἤδη λέ‐ | |
15 | γειν. κρεῖττον δὲ λέγειν αὐτὸ παρὰ τὸ ἱμείρω, ἱμείραξ καὶ μείραξ, ἡ τοιούτου χρόνου οὖσα, ὥστε καὶ ἐπιθυμεῖσθαι. Μεθοδείας. ἐπιβουλὰς, ἐνέδρας, δόλους. ὁ Ἀπό‐ στολος· πρὸς τὰς μεθοδείας τοῦ διαβόλου. | |
20 | Μεγαλοψυχία. ἐλευθεριότης, μεγαλοδωρία. ὢ τῆς μεγαλοψυχίας. | |
22t | (Οὐδέτερον.) | |
23 | Μεγαλώνυμον. τὸ μεγαλόδοξον. Μέγαρον. τὸ ὑπερῷον οἴκημα. παρὰ τὸ μέγα, | |
25 | μεγαίρω, μέγαρον· ἐγκώμιον γὰρ οἴκου τὸ μέ‐ γα καὶ ἄξιον φθόνου. Μεγήρατα. μεγάλως ἐπέραστα. ἢ ὑπερήφανα | |
διὰ τὸ κάλλος. ἢ μεγάλως ἐρίζοντα περὶ κάλ‐ | ||
mu1347 | λους. ἢ πρὸς οὓς οὐ δύναταί τις ἐρίσαι. [ἀλλὰ μετ’ ἀλλήλων ἐρίζειν. Ἡσίοδος· —μεγήρατα τέκνα θεάων πόντῳ ἐν ἀτρυγέτῳ—.] | |
5 | †Μέγηρον. τὸ ἐπέραστον.† Μέδιμνον. τὸ μόδιον. ἢ μέτρον ἀττικὸν γινόμε‐ νον μόδιοι ἑπτὰ ἤτοι τεσσαρακονταοκτὼ χοί‐ νικες. Μέγιστον. οὗ μεῖζον οὐδέν. | |
10 | Μέθυ. ὁ οἶνος. ἀπὸ τοῦ μεθείειν καὶ ἀμελεῖν ποιεῖν τὸν ἄνθρωπον τὸν αὐτὸν πίνοντα. Μέλαθρον. οἴκημα. κυρίως δὲ τὸ μέσον τῆς στέγης ξύλον, ὃ καλοῦμεν ὑπότονον. ἀπὸ τοῦ μελαίνεσθαι ὑπὸ τοῦ καπνοῦ. | |
15 | Μέλαν. χρῶμα συγκριτικὸν ὄψεως, ἤγουν χρώ‐ ματος, συνάγον τὴν ὄψιν. Μέλεον. μάταιον, ἄθλιον. Μέλη. ἢ συνωνύμως ἀπὸ τοῦ μεμερίσθαι, μέρη καὶ μέλη, ἢ ἀπὸ μεταφορᾶς τῶν μουσικῶν με‐ | |
20 | λῶν, ἐπειδὴ παρ’ ἐνίοις ἐδόκουν οἱ ἄνθρωποι μετὰ ἁρμονίας συνεστάναι. οὕτω καὶ τὰ σώμα‐ τα. οὕτω Σωρανός. †Μεγαλλεῖον. ὄνομα μύρου. ἀπὸ Μεγάλλου | |
Σικελιώτου τοῦ εὑρόντος αὐτό.† | ||
mu1348 | Μέλος. ἡ σύγκρισις τοῦ ἔπους, τὸ μεμερισμέ‐ νον. ἢ ἀπὸ τῆς τοῦ μέλιτος γλυκύτητος. Μελίγυον. πόμα τὶ Σκυθικὸν γινόμενον ἐκ μό‐ νου μέλιτος μεθ’ ὕδατος, βοτάνης ἐμβαλλομένης. | |
5 | Μελίσσειον κηρίον. καὶ ἀπὸ μελισσείου κηρίου. Μέλπηθρον. τὸ παίγνιον. παρὰ τὸ μέλπω, τὸ παίζω. σημαίνει καὶ τὸ ὑμνῶ. Μενοεικές. ἀρεστὸν τῇ ψυχῇ. [καὶ θυμῆρες καὶ προσηνές. παραμένει γὰρ, ὅ ἐστιν] εἰκὸς | |
10 | καὶ ἀρεστὸν [τῇ ψυχῇ.] †Μένος. δύναμις· ὀργή.† [Μέρμερα. τὰ μερίμνης ἄξια. παρὰ τὸ μείρω, τὸ μερίζω.] Μέρη. ἀπὸ τοῦ μερίζεσθαι, καὶ ἄλλο ἄλλου δια‐ | |
15 | φέρειν συστατικὸν τοῦ ὅλου σώματος. Μετόπωρον. ὁ μετὰ τὴν ὀπώραν καιρός. Μεταίχμιον. τόπος μεταξὺ δύο πολεμίων. αἰ‐ χμὴ γὰρ ἡ λόγχη. Μεταλητικόν. τὸ μεταδοτικόν. | |
20 | †Μετάλλειον. τὸ μύρον ἔλεγον, ἀπό τινος Με‐ τάλλου Σικελιώτου εὑρόντος αὐτοῦ τὴν κατα‐ σκευήν.† Μέταλλον καὶ μεταλλῶ. ἀπὸ τοῦ μεταλλᾷν ἐν αὐτῷ τὶ τὸ οὕτω ζητεῖν ἔλεγον. | |
25 | Μεταμάζιον. τὸ μεταξὺ τῶν μαζῶν. | |
mu1349 | [Μεταμώνια. μάταια. ἀνεμώνιος, ἀνεμώνια, τὰ ὑπὸ τῶν ἀνέμων ὀλούμενα. γίνεται καὶ κατὰ τροπὴν τοῦ ν εἰς λ ἀνεμώλια. σημαίνει δὲ τὰ μάταια.] | |
5 | Μετάφρενον. τὸ μεταξὺ τῶν δύο ὤμων. ὅτι ἐξόπισθεν τῶν φρενῶν ἔγκειται. οἱονεὶ μετὰ τὰς φρένας. ὅθεν καὶ Ὅμηρος· ἦμαρ ὑπὸ πραπίδων—. ὅ ἐστι τῶν φρενῶν. | |
10 | Μετουσιαστικόν. ὅ ἐστι τὸ μετέχον οὐσίας τι‐ νός. οἷον φῶς φωτεινὸς, σκότος σκοτεινός. Μέτριον. ταπεινόν. παρὰ τὸ μέσον ὑπάρχον ὑπερβολῆς καὶ ἐλλείψεως. Μέτρον. τινὲς τὸ κοῖλον, παρὰ τὸ μέσον εἶναι, | |
15 | τὰ δ’ ἄλλα ἀπ’ αὐτοῦ. ὁ δὲ Ἡρωδιανὸς λέγει· παρὰ τὸ ἀρῶ γίνεται μέτρον. Μεῖον. ἔλαττον. [μικρόν.] Μειδίαμα. γέλως μικρός. [παρὰ τὸ μείων γέ‐ γονεν· ὁ γὰρ μειδιῶν μείονι κέχρηται γέλωτι.] | |
20 | Μειλίγματα. πραϋντικά. παρὰ τὸ μειλίσσω. [ὁμοίως καὶ τὰ μείλια, ὅ ἐστι τὰ ἐξώπροικα.] | |
[Μείλινον. τὸ ἀπὸ μελίας. γέγονε μελέϊνος καὶ | ||
mu1350 | κατὰ συγκοπὴν μέλινος καὶ πλεονασμῷ τοῦ ι μείλινος καὶ μείλινον.] Μεσότοιχον. τὸ διάφραγμα. καὶ ὁ Ἀπόστολος· τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας. τὴν ἔχθραν | |
5 | τὴν πρὸς θεόν τε καὶ ἡμῶν καὶ Ἰουδαίων λέ‐ γει. ποῖον δὲ μεσότοιχον ἔλυσε τὴν ἔχθραν; ἡ σὰρξ τοῦ Χριστοῦ. [Μέλι. παρὰ τὸ μέλω, τὸ φροντίζω.] | |
9t | (Ῥῆμα.) | |
10 | Μεγαίρει. φθονεῖ. παρὰ τὸ μέγας. οἱ γὰρ με‐ γάλοι φθονοῦνται, ἢ διὰ πλοῦτον καὶ δόξαν, ἢ δι’ ἀρετήν. [Μεγαλίζεο. ἐπαίρου. μὴ μεγαλίζεο τῇ δια‐ νοίᾳ δι’ ὑπερηφανίας.] | |
15 | [Μεδοίατο. φροντίσαιεν.] Μέδω. τὸ βασιλεύω. Μεθείς. καταλείψας, ἐάσας. καὶ μέθες. †Μεθέμεν. συγχωρῆσαι.† Μεθήσειν. ἐάσαι. | |
20 | [Μελδόμενος. τηκόμενος, καιόμενος. κυρίως δὲ μέλδειν τὸ ἔδειν τὸ μέλι, οἷον μελέδειν καὶ | |
μέλδειν κατὰ συγκοπήν.] | ||
mu1351 | Μέλπω. ᾄδω, ὑμνῶ. παρὰ τὸ τὰ μέλη ἤτοι τοὺς ῥυθμοὺς ἔπειν, ἤγουν λέγειν. σημαίνει δὲ τὸ μέλπειν καὶ τὸ παίζειν καὶ τέρπεσθαι. καὶ μέλπηθρα, τὰ παίγνια, παρὰ τὸ μέλπω, τὸ | |
5 | παίζω. Μελετᾷ. γυμνάζεται, ἀσκεῖ. καὶ μελετῶ παρὰ τὸ μελέτη, τοῦτο παρὰ τὸ μέλι καὶ τὸ ἐτεὸν, τὸ ἀληθές· ὅ ἐστιν ἡ ἀληθινὴ γλυκύτης. ἢ παρὰ τὸ μέλω, τὸ φροντίζω. τὰ γὰρ μαθήμα‐ | |
10 | τα φροντίδος ἄξια πολλῆς. Μελήσω. σπουδάσω. Μέλλει. ἀναβάλλεται, ὑπερτίθεται. [Μεμαὼς καὶ μεμαυῖα. ἀπὸ τοῦ μῶ, μάσω, ἀφ’ οὗ μεμάκασι καὶ ἀποβολῇ μεμάασιν. ἢ ἀπὸ | |
15 | τοῦ μῶ, μήσω, μέμηκα, καὶ κατὰ συστολὴν τοῦ η μέμακα, μεμαὼς, καὶ τὸ θηλυκὸν με‐ μαυῖα. οὕτως πάντες λέγουσι.] [Μέμβλωκε. παραμένει. παρὰ τὸ μολῶ, μο‐ λήσω, μεμόληκα, ὡς νοῶ, νοήσω, νενόηκα, καὶ | |
20 | κατὰ συστολὴν μέμληκα, καὶ πλεονασμῷ τοῦ β μέμβληκα, καὶ τροπῇ τοῦ η εἰς ω μέμβλω‐ κα, ὡς παρώχηκα, παρώχωκα.] [Μεμετρέαται. ἀπὸ τοῦ μετρῶ, μετρήσω, με‐ | |
μέτρηκα, μεμέτρημαι, μεμέτρηται, καὶ ἰακῶς | ||
mu1352 | μεμετρέαται. ὡς παρ’ Ἱππώνακτι· ὁ μὲν οὖν βόσπορος καὶ ὁ πόντος, οὕτως καὶ ὁ Ἑλλήσπον‐ τος κατὰ πάντά μοι μεμετρέαται.] [Μεμακυῖαι. μηκώμεναι. μήκη γὰρ ἡ τῶν αἰ‐ | |
5 | γῶν φωνή· βληχὴ δὲ ἡ τῶν προβάτων. ὅθεν καὶ μηκάδες αἰγῶν.] Μέμνω. [ἀπὸ τοῦ μένω, κατὰ συγκοπὴν μνῶ καὶ μέμνηκα, ὁ μέλλων μνήσω, ὁ παρακείμε‐ νος μέμνηκα. μέμνω δὲ] τὸ καρτερῶ. *καὶ | |
10 | μεμένηκα.* [Μέμηλα. μέσος παρακείμενος ἀπὸ τοῦ ἐνερ‐ γητικοῦ τοῦ μεμέληκα γέγονεν, ἀπὸ τοῦ μέλω ἐνεστῶτος, ὃ σημαίνει τὸ φροντίζω.] [Μεμνέῳτο. ἀντὶ τοῦ ἐπισκοποίη καὶ ἐπιμελοῖ‐ | |
15 | το. προπαροξύνεται καὶ γράφεται σὺν τῷ ι.] Μεμορμένον. πεπρωμένον. Μέμυκεν. οἷον· μέμυκε δὲ γαῖα καὶ ὕλη. εἰ μὲν οὖν σημαίνει τὸ ἦχον ἀποτελεῖν, [ἀπὸ | |
20 | τοῦ μυκῶ περισπωμένως ἐστὶν,] εἰ δὲ τὸ πε‐ πιλῆσθαι καὶ συνεσφίχθαι, τὸ κρύος δηλοῖ. ὅτι ἀπὸ τοῦ μύω ἐστίν. | |
Μεμυκώς. κρύψας, καμμύσας. | ||
mu1353 | Μεμύημαι. δεδίδαγμαι. καὶ μεμυημένος ὁ δε‐ διδαγμένος καὶ πεπειραμένος. Μέμονας. προθυμῇ. ἀπὸ τοῦ μένω. ἀλλά γε πῶς μέμονας—. | |
5 | Μενεαίνων. προθυμῶν. ἀπὸ τοῦ μενῶ μεναίνω, [καὶ πλεονασμῷ τοῦ ε μενεαίνω.] Μενοινῶ. τὸ προθυμῶ. καὶ μενοινὴ, ἡ προθυμία. παρὰ τὸ μένω, τὸ προθυμοῦμαι, μενωνὴ καὶ [τροπῇ τοῦ ω εἰς τὴν οι δίφθογγον] μενοινή. | |
10 | [ὡς παρὰ τὴν ἀγκῶνος γενικὴν ἀγκώνη καὶ ἀγ‐ κοίνη, οὕτω μενωνὴ καὶ μενοινή.] καὶ μενοινῶ ῥῆμα. Μερμαίρω. τὸ φροντίζω καὶ μεριμνῶ. καὶ μερ‐ μερίζειν. παρὰ τὸ μείρω, τὸ φροντίζω, [γίνεται | |
15 | μέρος, μερίζω,] καὶ διπλασιασμῷ μερμερίζω, [καὶ τροπῇ τοῦ ε εἰς η μερμηρίζω.] ὁ γὰρ φρον‐ τίζων μερίζεται τὴν γνώμην. Μεταλλῆσαι. πολυπραγμονῆσαι. καὶ μεταλ‐ λεύει ἀντὶ τοῦ μεταφέρει. | |
20 | Μεταμαθεῖν. ὅ ἐστι μεταγνῶναι. [Μεταμφίσκεσθαι. τὴν ἐσθῆτα μετενδύεσθαι.] Μεταχρωννύντες. ἀντὶ τοῦ μετασχηματίζοντες. Μεταλλάξαντες. ἀντὶ τοῦ μεταχωρήσαντες. Μεταποιοῦμαι. φροντίζω. | |
25 | Μεταπεσεῖν. τὸ ἀπὸ δόξης εἰς ἀτιμίαν πεσεῖν. | |
ἢ τὸ ἐναντίον. | ||
mu1354 | Μεταβαλών. μεταστρέψας· μεταποιήσας. Μεταναστεύου. ἀναχώρει. Μετασχηματίζει. ἀντὶ τοῦ μεταλλάττει. Μετατρέπεσθαι. ἀλλοιοῦσθαι. | |
5 | Μετενίσσετο. ἀντὶ τοῦ μετῆλθε. [Μετεκίαθε. μετ’ αὐτοὺς ἦλθεν. αἶψα δ’ ὁ κρήνην μετεκίαθε— κίω, κιάθω, ὡς διώκω, διωκάθω.] Μετεστείλατο. μετεπέμψατο. μετεκαλέσατο. | |
10 | Μετεωροπολεῖ. οὐράνια περισκοπεῖ. Μετέσχεν. ἐκοινώνησε. Μετοχετεύσας. μεταγαγών. Μετοκλάζει. γονατίζει ἢ μεταχωρεῖ. παρὰ τὸ ἐγκλᾷν καὶ κάμπτειν τὰ γόνατα. | |
15 | Μετεδίωξαν. διῆλθον. αἱ δὲ νῆες πολλοὺς με‐ τεδίωξαν τόπους. Μετριοπαθεῖν. συγγινώσκειν. ἢ ἐκ μέρους τὰ πάθη καταδέχεσθαι. Μεθορμίζεται. μετάγεται. | |
20 | Μειδιῶ. τὸ γελῶ μικρόν τι. [παρὰ τὸ μείων γέ‐ γονεν. ὁ γὰρ μειδιῶν μείονι κέχρηται γέλωτι.] Μειλίσσεται. τὸ καταπραΰνεται. Μειονεκτεῖ. τὸ ἧττον φέρει. ἢ τὸ ὀλίγον λαμβά‐ νει. ἢ τὸ μεῖον ἔχει. παρὰ γὰρ τὸ μεῖον γέ‐ | |
25 | γονε. | |
mu1355 | Μείρεται. μερίζεται. ἀπὸ τοῦ μέρος γίνεται μέρομαι, καὶ πλεονασμῷ τοῦ ι μείρομαι, καὶ μείρεται. τὸ δὲ μείρεται ἀντὶ τοῦ ἐπιθυμεῖται. ἀπὸ τοῦ ἵμερος γίνεται ἱμέρω καὶ ἐκεῖθεν ἱμεί‐ | |
5 | ρομαι, ἱμείρεται, καὶ κατὰ ἀφαίρεσιν μείρεται. Μεταδῷ. ὅπέρ τις ἔλαβεν ἀπ’ ἄλλου. ὡς καὶ ὁ Ἀπόστολος· ἱνατὶ μεταδῷ χάρισμα ὑμῖν πνευματικόν. τοῦτο δὲ λέγει, οὐκ ἐμὸν τὶ δώ‐ σω, ἀλλ’ ὅπερ καὶ ἐγὼ ἔλαβον. | |
10 | Μετασχηματίσει. μεταβαλεῖ. Ἀπόστολος· ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν. | |
13t | (Ἐπίῤῥημα.) | |
14 | Μεγαροῖ. εἰς τὰ Μέγαρα. | |
15 | Μεγαλωστί. ἀντὶ τοῦ μεγάλως. Μεμελημένως. πεπονημένως. Μενοῦνγε. ἀντὶ τοῦ ἀληθῶς. [ἢ τὸ ἀληθὲς] λέγω ὑμῖν. Μέντοιγε. πλὴν διὰ τοῦτο, ἢ ὁμοίως, ἢ ἕνεκεν | |
20 | τούτου. Μεσηγύς. ἀντὶ τοῦ μεταξύ. ἢ ἀντὶ τοῦ μέσον. Μεταξύ. ἐν τῷ μέσῳ. | |
23t | Τὸ Μ μετὰ τοῦ Η. | |
24t | (Ἀρσενικόν.) | |
25 | Μηδαμινός. ἀπὸ τοῦ μηδαμῶς ἐπιῤῥήματος, τοῦ ὄντος ἀπὸ τοῦ μηδαμὸς ὀνόματος, συγκείμενον ἀπὸ τῆς μὴ ἀπαγορεύσεως καὶ τοῦ δαμὸς τοῦ | |
ἰσοδυναμοῦντος τῷ τις. | ||
mu1356 | Μῆδος καὶ Μῆδοι. ἐθνικά. Μηδισμός. ὁ τὰ τῶν Μήδων φρονῶν. [Μηθυμναῖος καὶ Μηθωναῖος. τοπικά.] †Μηκιστεύς. ὁ Ἡρακλῆς.† | |
5 | †Μηλασπαῖοι. ἐθνικόν.† Μηλοβοτήρ. ὁ τῶν προβάτων ποιμὴν, μῆλα γὰρ τὰ πρόβατα. Μηλιαυθμός. ἡ μάνδρα τῶν προβάτων. παρὰ τὸ μῆλα καὶ τὸ ἰαύω, ὃ σημαίνει τὸ κοιμῶμαι, | |
10 | γίνεται ἰαυθμὸς, ἡ κοίμησις, καὶ ἐν συνθέσει μηλιαυθμός. ὡς κλαίω, κλαυθμός. †Μήλων. ὁ Ἡρακλῆς.† Μήν. χρόνος ἀπὸ συνόδου ἡλίου καὶ σελήνης ἐπὶ τὴν ἑξῆς σύνοδον. ὡς παρὰ τὸ κέφαλος κεφα‐ | |
15 | λὴν, οὕτω καὶ παρὰ τὸ μείω μειὴν καὶ κατὰ συγκοπὴν μήν. ἀφ’ οὗ καὶ μήνη, [ἡ σελήνη.] Μῆνιγξ. ὁ τοῦ ἐγκεφάλου ὑμήν. διὰ τὸ μένειν ἐν αὐτῷ ἢ ἐν αὐτῇ τὸν ἐγκέφαλον. λέγεται γὰρ καὶ θηλυκῶς. | |
20 | Μηναγύρτης. ὁ καθ’ ἡμέραν ὀχλαγωγίας ἀγεί‐ ρων καὶ συναθροίζων, καὶ ψεύδη συῤῥάπτων. †Μηνίσκος. κόσμος χρυσοῦς περιτραχήλιος· τὸ καλούμενον μανιάκιον.† Μηρός. παρὰ τὸ μείρω, τὸ μερίζω, μερὸς καὶ | |
25 | μηρός. Μήστωρ. ὁ ἐπιστήμων. παρὰ τὸ μήδω, μήσω. ὁ δυνάμενος μήσασθαι. μήδω δὲ λέγει τὸ βου‐ λεύομαι. | |
Μητροπάτωρ. ὁ πάππος. | ||
mu1357 | Μήτρως. ὁ τῆς μητρὸς ἀδελφός. ὃς μήτρως ἦν Ἱπποδάμοιο. Μηχανοῤῥάφος. ὁ κακὰ συῤῥάπτων καὶ τε‐ χναζόμενος. | |
5 | Μηλάτης. ὁ ποιμήν. [Μητιέτα. βουλευτικώτατος. Ἡσίοδος· —ἐξείλετο μητιέτα Ζεύς.] | |
9t | (Θηλυκόν.) | |
10 | Μηλωτή. τὸ τῶν προβάτων δέρμα. Μηλοσφαγίαι. θυσίαι προβάτων. Μηλάνθη καὶ μηλολόνθη. εἴδη βοτανῶν. Μήλη. ἰατρικὸν ἐργαλεῖον. δι’ ἧς ψηλαφᾶται τὰ πονούμενα. μηλοῦν γὰρ τὸ ψηλαφᾷν λέγουσι. | |
15 | καὶ μήλωθρα τὰ πορφυρᾶ βάμματα. οὕτω Σέ‐ λευκος. ὁ δὲ Ὦρος ὁ Μιλήσιος παρὰ τὸ μήδω, ἡ πολλῶν κατὰ ἰατρικὴν ἐργάτις. [Μηλυρίς. ἡ ἄκρα.] Μηχανοῤῥαφία. ἐπίνοια, ἢ κατασκευὴ κακῶν. | |
20 | Μήκων. εἶδος βοτάνης. παρὰ τὸ μῆκος μήκων. λέγει δὲ τὴν κωδέαν. †Μηλία. κόπρος.† †Μῃονία. ἡ Λυδία.† †Μηλίς. χρῶμα.† | |
25 | Μήδεια. γυνή. Μηδία δὲ χώρα, ι. Μῆλος. νῆσος. Μῆνις. ἡ ὀργὴ ἢ χολὴ ἐπιμένουσα, ὅ ἐστι μνη‐ σικακία. εἴρηται δὲ παρὰ τὸ μένειν καὶ τῇ μνή‐ μῃ παραδίδοσθαι. | |
30 | Μήνη. ἡ σελήνη. ἀπὸ τοῦ μὴ μένειν ἐν ταὐτῷ, | |
ἀλλὰ ποτὲ μὲν μειοῦσθαι, ποτὲ δὲ αὔξεσθαι. | ||
mu1358 | †Μηνοδώρα. Μητροδώρα.† Μήρινθος. σπαρτίον, σχοινίον. Μῆτις. ἡ βουλή. Μήτηρ. ἡ μαστεύουσα τὰ πρὸς τροφὴν τοῖς κυη‐ | |
5 | θεῖσιν. ἢ ὅτι μαστεύει καὶ ζητεῖ τὰ γεννη‐ θέντα. Μήτρα. ἐπειδὴ μήτηρ ἐστὶ τοῦ γεννωμένου. ὡς παρὰ τὸ πατὴρ πάτρα, οὕτω καὶ παρὰ τὸ μή‐ τηρ μήτρα. | |
10 | Μηχανή. κατασκευή. οἶμαι παρὰ τὸ μήδω, μή‐ σω, μηχανή. ἐξ οὗ καὶ τὸ μηχανόωντο, ἀντὶ τοῦ ἐμηχανήσαντο καὶ κατεσκεύασαν. Μήτηρ. παρὰ τὸ μῶ, τὸ ζητῶ. ἡ ὑπὸ τῶν τέκνων ζητουμένη. τὸ μη η, διατί; ἐκ τοῦ μῶ, μήσω | |
15 | μέλλοντος. τὰ μονοσύλλαβα διὰ τοῦ η ἔχουσι τὸν μέλλοντα. | |
17t | (Οὐδέτερον.) | |
18 | Μήδεα. τὰ βουλεύματα. παρὰ τὸ μήδω, τὸ βου‐ λεύομαι. μήδεα δὲ, τὰ αἰδοῖα, παρὰ τὸ μέδειν | |
20 | καὶ ἄρχειν τῆς γεννήσεως. Μῆκος καὶ μήκιστον. καὶ εὐμηκότατον. *παρὰ τὸ εἰς μῆκος ἐκτετάχθαι. λέγει δὲ τὸ* μακρό‐ τατον. Μῆλα. τὰ πρόβατα. οἱ μὲν φασὶν ἀπὸ τοῦ μη‐ | |
25 | κᾶσθαι, ὅπερ ἀνάρμοστον. ἄλλοι δὲ ἀπὸ τοῦ μηλώδη καρπὸν ἔδεσθαι. Ἄτταλος δὲ παρὰ τὸν μαλλόν. ἐγὼ δέ φημι, μᾶλλον ἀπὸ τοῦ μῆλα ὁ μαλλὸς εἴρηται. ἀλλὰ ἀπὸ τοῦ μέλω, μέλο‐ μαι, γίνεται μῆλον καὶ μῆλα. ἐπιμελείας γὰρ | |
30 | ἠξίωνται. | |
mu1359 | Μήλωθρα. τὰ πορφυρᾶ βάμματα. [Μηλόν. ἀργόν· νωθρόν.] Μηλόβοτον. τὸ καλῶς τρέφον τὰ πρόβατα. μηλόβοτον πεδίον διήλθομεν. | |
5 | Μήρυμα. τὸ ἕλκυσμα. κυρίως δὲ τὸ ξαινόμε‐ νον. ἀπὸ δὲ τούτου σημαίνει καὶ τὸ κλώθω. ἀπὸ τοῦ τῆς ὑποστατικῆς ὑπάρξεως εἰς μεῖον καὶ ἔλαττον ἕλκεσθαι. οἱ δὲ μόρημα. ἐπειδὴ διὰ πόνου ἐργάζεται. μορεῖν γὰρ τὸ πονεῖν. καὶ | |
10 | μηρύσασθαι ἀντὶ τοῦ ὑφάναι καὶ κλῶσαι. Ἡσίο‐ δος· στήμονι δ’ ἐν παύρῳ πολλὴν κρόκα μηρύ‐ σασθαι. καὶ μήρυμα τὸ νῆμα. τοῦ Ψελλοῦ· μήρυμα, | |
15 | νῆμα, κάταγμα· φωλεὸς, μυωξία. [Μηχάνημα. κατασκευὴ, τὸ τέχνασμα, καὶ τὸ στρατήγημα.] | |
18t | (Ῥῆμα.) | |
19 | Μήδω. τὸ βουλεύομαι. παρὰ τὸ μήθω τὸ δη‐ | |
20 | λοῦν τὸ μανθάνω. οὕτως Ἀπολλώνιος. Μήθω. τὸ μανθάνω. Μηκύνω. εἰς μῆκος ἄγω. Μηνιεῖ. ὀργίζεται. ἐπιμένει τῇ χολῇ καὶ τῇ ὀργῇ, μνησικακεῖ. | |
25 | Μηνύω. παρὰ τὸ ἀνύω. τροπῇ τοῦ α εἰς η, καὶ πλεονασμῷ τοῦ μ, μηνύω. οὕτω Θεόγνωστος. [Μηνίσω. τὸ ὀργίζομαι. παρὰ τὸ μῆνις μηνίω, | |
μηνίσω, ὡς κόνις, κονίω, κονίσω.] | ||
mu1360 | Μηρύω. ὅ ἐστι τὰ ἄρμενα συνάγω. ἀπὸ τοῦ μέ‐ ρος μερύω καὶ μηρύω, ὡς πλῆθος πληθύω. [καὶ μήρυμα τὸ νῆμα. καὶ μηρύσασθαι ἀντὶ τοῦ ὑφάναι καὶ κλῶσαι. Ἡσίοδος· | |
5 | στήμονι δ’ ἐν παύρῳ πολλὴν κρόκα μηρύ‐ σασθαι.] Μήρεσθαι. συνάγεσθαι, κλώθεσθαι. Μηρυκίζω. εἰς μικρὰ κόπτω. ἀπὸ τοῦ μηρύω. Μητίω καὶ μητιόω. †ὡς ἀπὸ τοῦ κόνις κονίω, | |
10 | καὶ δῆρις δηρίω, οὕτω καὶ μῆτις μητίω.† ἐξ οὗ καὶ μητιόωντο. σημαίνει δὲ τὸ βουλεύω καὶ μηχανεύω. Μηχανᾶται. τεχνάζεται. †καὶ† ἀντὶ τοῦ στρα‐ τηγεῖται. | |
15t | (Ἐπίῤῥημα.) | |
16 | Μηδαμῆ. ἀντὶ τοῦ μηδαμῶς. Μηνοειδῶς. δίκην σελήνης. Μή νύ τοι. οὐδαμῶς σοι. | |
19t | Τὸ Μ μετὰ τοῦ Ι. | |
20t | (Ἀρσενικόν.) | |
21 | Μιαρός. παρὰ τὸ μιαίνω, ἢ παρὰ τὸ μία γέ‐ γονε παρώνυμον μιαρόν. ὡς σκιὰ σκιαρόν. οἱον‐ εὶ ὁ μεμονωμένος, ᾧ οὐκ ἄν τις ἐπὶ τὸ αὐτὸ συνέλθῃ διὰ τὸ μῖσος. | |
25 | Μιαιφόνος. ὁ φονεύς. ἀπὸ τοῦ μιαίνεσθαι τῷ φόνῳ. | |
Μιγάδες. οἱ ἐν τοῖς κοινοβίοις καὶ ταῖς πόλεσι. | ||
mu1361 | Μίδας. κύριον. ὁ χρυσομανής. Μίθρος. ὁ ἥλιος. Μιθριδάτης. κύριον. Μικρολόγος. ὁ φειδωλός. | |
5 | †Μίκκος. ὁ μικρός· —τοῖς μίκκοις μίκκα διδοῦσι θεοί. οὕτω Καλλίμαχος.† †Μίλος. ὄνομα νήσου.† Μικρός. παρὰ τὸ μεῖον, μέϊον καὶ μήϊον, μηϊρὸς | |
10 | καὶ συγκοπῇ μικρός. Μιλτοπάρειος. ἐρυθρὸς τὰς παρειάς. μίλτος γὰρ εἶδος ἐρυθρόν. Μίν. ἀντὶ τοῦ αὐτόν. Μίνως. κύριον. Μίνως καὶ Ῥαδάμανθυς κριταὶ | |
15 | τῶν ἐν ᾅδου κατὰ τὴν μυθοπλαστίαν τῶν Ἑλ‐ λήνων. [ἔστι Μίνως καὶ Ἀττικῶς κλίνεται τοῦ Μίνω, ὥσπερ ὁ λεὼς, τοῦ λεώ. παρὰ τὸ μίμνω γέγονε Μίμνως καὶ Μίνως· ἢ παρὰ τὸ ἲς, ἰνὸς, ἴνως, καὶ πλεονασμῷ τοῦ μ Μίνως. τὸ δὲ μί‐ | |
20 | μνω, ὃ σημαίνει τὸ καρτερῶ, παρὰ τὸ μένω.] [Μινωΐδης. ὡς ἥρως, ἥρωος, ἡρωΐδης.] Μιξίας. κύριον. παρὰ τὸ μίσγω Μιξίας, ὡς σώζω Σωσίας, λέξω Λεξίας. | |
Μισθός. κυρίως ὁ εἰς μῆνα κατατιθέμενος· κα‐ | ||
mu1362 | ταχρηστικῶς δὲ ὁ ἐφ’ ἡμέρας. ἢ παρὰ τὸ πεί‐ σω πιστὸς καὶ μισθός· ἐν ᾧ τις πείθεται. †Μίτος. τὸ ὑφαινόμενον ἐν τῷ στήμονι πλαγίως νῆμα.† | |
5 | Μινυνθάδιος. ὁ ὀλιγοχρόνιος. | |
6t | (Θηλυκόν.) | |
7 | Μίδεια. πόλις. Μίλητος. πόλις. Μίλεια. πόλις οὕτω καλουμένη. | |
10 | Μίνθη. ἡδύοσμος καὶ καλάμινθος. [ἀγριοηδύο‐ σμος.] Μισγάγγεια. τόπος κοῖλος, εἰς ὃν καταφερό‐ μενα τὰ ὕδατα ἐκ τῶν ὀρῶν συνίστανται. Μιτυλήνη. νῆσος. | |
15 | Μίτρα. ἡ πολεμικὴ ζώνη ἡ διὰ μίτου ὑφαινο‐ μένη. ἐφορεῖτο δὲ ἐσώτερον τῆς λαγόνος χάριν ἀσφαλείας. ἢ χαλκῆ λεπίς. Μίαν σαββάτων. τὴν κυριακὴν καλεῖ ὁ Ἀπό‐ στολος. μίαν σαββάτων ἕκαστος ὑμῶν τιθέ‐ | |
20 | τω θησαυρίζων παρ’ ἑαυτῷ. προτρέπει, ἐλεη‐ μοσύνην τοὺς Κορινθίους ἀπὸ τῆς ἡμέρας. | |
22t | (Οὐδέτερον.) | |
23 | Μίλιον. μέτρον γῆς. | |
Μίλινον. χρῶμα. | ||
mu1363 | Μιλίγματα. δαιτὸς λείψανα, ἢ τὸ σταῖς, ᾧ κατέμασσον τὰς χεῖρας καὶ τὸ λεῖπος ἀπέψων. *Μιλιαρήσιον.* Μιμηλόν. τὸ μιμητικόν. | |
5 | Μιμαίκυλλον. τὸ σούρβον. Μῖσος. ἡ πρὸς τὸ ἀηδὲς ἀλλοτρίωσις. καὶ ἡ τοῦ λυποῦντος ἀποστροφή. παρὰ τὸ μὴ ἶσος εἶναι. [Μιτατώριον.] | |
9t | (Ῥῆμα.) | |
10 | Μιλίζω. μετρῶ. Μίμνουσιν. ἐκδέχονται. Μένουσι. καρτεροῦσι. καὶ μίμνω παρὰ τὸ μένω. Μινύθω. ἐλαττῶ. *φθείρεται γὰρ τὸ τοιοῦ‐ τον.* | |
15 | Μινύρεται. ἡσυχῇ κλαίει, θρηνεῖ. [καὶ μινυ‐ ρίζω τὸ ἡσυχῇ κλαίω καὶ θρηνῶ.] ἢ ἀπὸ τοῦ μύρω, ὃ σημαίνει τὸ κλαίω, ἐξ οὗ τὸ μύρεσθαι κατὰ ἀναδιπλασιασμὸν μορμυρίζω. ἢ παρὰ τὸ μύω μυίζω, καὶ μυρίζω, καὶ κατὰ ἀναδιπλα‐ | |
20 | σιασμὸν μυμυρίζω, καὶ τροπῇ τοῦ μ εἰς ν καὶ τοῦ υ εἰς ι μινυρίζω. Μίστυλλον. εἰς μικρὰ κατέκοπτον. παρὰ τὸ μεῖον καὶ τὸ τίλλω, τὸ κόπτω, γέγονε μίστος | |
καὶ μίστυλλον. | ||
mu1364(1t) | (Ἐπίῤῥημα.) | |
2 | Μίγδην. ἀναμεμιγμένως. Μὶξ καὶ ἀναμίξ. Μίνυνθα. ἐπ’ ὀλίγον. | |
5t | Τὸ Μ μετὰ τοῦ Ν. | |
6t | (Ἀρσενικόν.) | |
7 | Μνήστωρ. ὁ γυναῖκα πρὸς γάμον μνηστευόμενος. [Μνησιστράτειος. ὁ τοῦ Μνησιστράτου οἶκος.] Μνῆσος· Μνησθείδης. ὀνόματα κύρια. | |
10 | Μνήμων. ὁ προεστὼς καὶ ἐπιμέλειαν ποιούμε‐ νος φόρτου, ὃν ἡμεῖς ἐπίπλουν καλοῦμεν. | |
12t | (Θηλυκόν.) | |
13 | Μνημοσύνη. ὑπόμνησις, μνήμη. παρὰ τὸ μνή‐ μη μνημοσύνη. τὸ δὲ μνήμη παρὰ τὸ μένω, με‐ | |
15 | νήνη καὶ συγκοπῇ μνήμη. Μνηστή. ἡ μνηστευθεῖσα γαμετή. —μνηστῆς ἀλόχοιο. Μνησικακία. μνήμη παρακολουθησάσης ὀξυχο‐ λίας ἐπὶ τῷ ἀνταποδοῦναι τῷ διαμαχεσαμένῳ. | |
20t | (Οὐδέτερον.) | |
21 | Μνία. τὰ βρύα. | |
mu1365 | Μνεία δὲ, ἡ μνήμη, δίφθογγον. ἀπὸ τοῦ μένω μενία, *καὶ καθ’ ὑπερβιβασμὸν μνεΐα,* καὶ συναιρέσει μνεία. | |
4t | (Ῥῆμα.) | |
5 | Μνᾶται. μνηστεύεται. Μνησάσκετο. †ἐμέμνητο.† ἐμνηστεύετο. †Μνίω. τὸ ἐσθίω.† Μνώοντο. ἐμνηστεύοντο. | |
9t | Τὸ Μ μετὰ τοῦ Ο. | |
10t | (Ἀρσενικόν.) | |
11 | †Μογιλάλος.† Μόγος. ταλαιπωρία. κάματος. παρὰ τὸ οἰμωγὴ μόγος. ἢ παρὰ τὸ μὴ ἐᾷν τὴν ψυχὴν γάννυ‐ σθαι. καὶ μογοστόκοι αἱ μόγον ταῖς τικτού‐ | |
15 | σαις ποιοῦσαι. Μοδηνός. τοπικόν. †Μόθαξ. ὁ πλούσιος.† Μοθωναῖος. ἀπὸ Μοθώνης. Μόθος. μάχη, πόλεμος. παρὰ τὸν μολυσμὸν | |
20 | τῶν φόνων. ἢ παρὰ τὸ ὁμοῦ θεῖν τοὺς μαχο‐ | |
μένους, καὶ εἰς ταὐτὸ ἐντρέχειν. | ||
mu1366 | Μοίριχος· Μοῖρις· Μοιραγένης· Μοιροκλεύς. ὀνόματα κύρια. Μοιχός. ἐπὶ μὲν τοῦ ἀσελγοῦς δίφθογγον. παρὰ τὸ εἴκω, τὸ πρέπω, ῥηματικὸν ὄνομα οἰκὸς καὶ | |
5 | μετὰ τοῦ στερητικοῦ ν νοικὸς, καὶ τροπῇ τοῦ ν εἰς μ καὶ τοῦ κ εἰς χ μοιχὸς, οἱονεὶ ὁ ἐστε‐ ρημένος καὶ ἐκτὸς ὢν τοῦ εἰκότος. μυχὸς δὲ, ὁ ἐνδότατος τόπος, ψιλόν. παρὰ τὸ νὺξ, νυχὸς, καὶ μυχός. | |
10 | Μολόχ. ὄνομα εἰδώλου. †Μόλιβδος. παρὰ τὸ μολεῖν εἰς βάθος.† †Μολίων. ὁ μαχητής.† Μολοβρός. ὁ πτωχός. παρὰ τὸ μολεῖν εἰς βο‐ ρὰν καὶ τροφήν. | |
15 | Μόλιβον. μόλιβον μὲν Ὅμηρος λέγει, καὶ ἴσως Ἰακόν ἐστιν, οἱ δὲ Ἀττικοὶ μόλυβδον καὶ μο‐ λύβδινον. τὸ δὲ μολυβοῦν ἐσχάτως βάρβαρον. [Φορμίων· τρεῖς ἔφη στήσειν τρίποδας, ἔπειτ’ ἔθηκεν ἕνα μολύβδινον. Κρατῖνος· | |
20 | —φαίνεσθαι χρυσῆν κατ’ ἀγροὺς δ’ αὖθις αὖ μολυβδίνην.] | |
[Μόμμιος. κύριον.] | ||
mu1367 | Μολυσμός. ἀπὸ τοῦ μολύνω. οἱ δὲ ἀπὸ τοῦ μέ‐ λος. Μόνιτος· Μοναίσης. κύρια. Μοναχός. ὁ μόνῳ τῷ θεῷ ζῶν. | |
5 | Μονιμώτερος. βεβαιώτερος. Μονότροπος. ὁ μονολόγιστος. Μονήρης. ὁ μοναδικὸς βίος. Μοναδικούς. ἀναχωρητάς. ἢ ἁπλῶς μονάζοντας. Μονόζωνοι. μάχιμοι, ἢ εὐσταλεῖς καὶ κοῦφοι | |
10 | στρατιῶται. Μονόκερως. ζῶον, τὴν δύναμιν ἄμαχον καὶ ἀνυ‐ πότακτον τοῖς ἀνθρώποις. οὐ γὰρ δήσεις αὐτὸν, φησὶν, ἱμάντι, οὐδὲ κοιμηθήσεται ἐπὶ φάτνης. Μονητάριος. ὁ τὸ κέρμα ἐργαζόμενος. | |
15 | Μονόλωπα. μονοχίτωνα. λώπη γὰρ τὸ ἱμάτιον. Μόρος. ὁ θάνατος. παρὰ τὸ μείρω, τὸ μερίζω, γίνεται μόρος. ὡς σπείρω, σπόρος. ὁ μεμερι‐ σμένος τοῖς πᾶσι. καὶ μόρος ἡ κακοπάθεια, καὶ μορῆσαι τὸ κακοπαθῆσαι. | |
20 | Μορώεις. ὁ μετὰ κόπου ἐργασθεὶς τόπος. | |
mu1368 | Μόσυν. ξυλίνην οἰκίαν. ἢ τὸ ξυλόκαστρον. ὁ μόσυν, καὶ κλίνεται τοῦ μόσυνος. ὡς Φόρκυν, Φόρκυνος. [παρὰ τὸ μῶ, τὸ συντιθῶ.] Μόρφνος. εἶδος ἀετοῦ. παρὰ τὴν ὄρφνην. οἷον· | |
5 | νύκτα δι’ ὀρφναίην. πλεονασμῷ τοῦ μ μόρφνος, ἵνα σημαίνει ὁ μέ‐ λας. ἢ παρὰ τὸν μόρον καὶ τὸ φόνος, κατὰ συγκοπὴν τῶν δύο οο μόρφνος, οἱονεὶ ὁ ἐπιφέ‐ ρων τοῖς ὄρνισι φόνον. | |
10 | Μοχλός. παρὰ τὸ ὁμοῦ ἔχειν τὴν κλεῖν. Μοχθηρός. πονηρὸς, ἐπίπονος. Μονογενής. οὗ ἄλλος οὐ προετάχθη, καὶ μεθ’ ὃν ἕτερος οὐ γέγονεν. Μοῦνος καὶ μόνον. τὸ μονοειδές. Ἡσίοδος· | |
15 | οὐκ ἄρα μοῦνον ἔην ἐρίδων γένος—. | |
16t | (Θηλυκόν.) | |
17 | Μογοστόκος. ἡ ἐν τῷ τίκτειν κακοπαθοῦσα, ἢ ἡ μόγον ταῖς τικτούσαις ποιοῦσα. μογοστόκος Εἰλείθυια. | |
20 | Μογηράν. ἐπίπονον. | |
Μοθώνη καὶ Μοθωνία. ὀνόματα χωρῶν. | ||
mu1369 | Μοῖρα. ὡς ἀπὸ τοῦ σπείρω γίνεται σπορὰ, καὶ ἀπὸ τοῦ κείρω κουρὰ, οὕτω καὶ ἀπὸ τοῦ μεί‐ ρω, τὸ μερίζω, ὤφειλεν λελέχθαι μορά· ἀλλ’ ἐπειδὴ ἡ μορὰ τάγμα ἐστὶ παρὰ Λακεδαιμο‐ | |
5 | νίοις, τούτου χάριν πρὸ ἀντιδιαστολὴν τούτου ἐβαρύνθη, καὶ ἐγένετο μόρα καὶ πλεονασμῷ τοῦ ι μοῖρα. ἡ δὲ μοῖρα σημαίνει τρία· τὸ καθῆκον, οἷον· —κατὰ μοῖραν ἔειπες. | |
10 | τὴν εἱμαρμένην, οἷον· μοῖραν δ’ οὔτινά φημι— καὶ τὴν μερίδα· μοίρας δασάμενοι—. †Μόρμον. τὸ μέλαν.† | |
15 | †Μόρμος. εἶδος ἀετοῦ.† †Μουσική. γνῶσις ποσοῦ θιωρισμένου σχέσιν ἔχοντα ἑτέρου πρὸς ἕτερον.† Μολυβδαίνη. τὸ ἄγκιστρον παρ’ Ὁμήρῳ. καὶ μολυβδίνη. | |
20 | Μολπή. ὕμνος, ᾠδή. καὶ τὸ παίγνιον. Μομφή. ἡ μέμψις. Μονάς. ἀρχὴ ἀριθμοῦ, κατὰ πόσον ἀδιαίρετον. Μονοειδής. οἷον μονοειδὴς οὐσία· ἡ ἐν μόνῳ τῷ εἴδει καὶ οὐκ ἐν μετασχηματισμῷ ὁρωμένη οὐ‐ | |
25 | σία· ἢ ἡ μονοτρόπως ὁραθῆναι δυναμένη· ἢ ἡ πάσης τροπῆς καὶ μετασχηματισμοῦ οὐσία χω‐ | |
ρίς. | ||
mu1370 | Μορία. ἡ ἀγριελαία. οἱ μὲν πᾶσαν ἐλαίαν οὕτω καλοῦσιν, οἱ δὲ τὰς ἱερὰς τῷ θεῷ. ἐκλήθη δὲ μορία, οἱ μὲν, ὅτι δημοσίαν μοῖραν ἐκ τῶν καρ‐ πῶν ἐλάμβανον. Ζήνων δὲ ὁ Μύνδιος, ὅτι τὸ | |
5 | βρύον τῶν ἐλαιῶν ἐκαλεῖτο μόρον, ἔνθεν αἱ ἀνθοῦσαι ἐλαῖαι μόραι ἐλέγοντο. Μορφή. τὸ καθ’ ἑαυτὸ ὂν κοινωνίας ἑτέρου εἰς τὸ εἶναι μὴ δεόμενον. παρὰ τὸ μείρω, μερίζω, μορὴ καὶ μορφὴ, πλεονασμῷ τοῦ φ. [μορφὴ, | |
10 | ἡ κατὰ διάνοιαν θεωρία θεωρουμένη καὶ ἑτέρου πρὸς τὴν αὐτῆς ἀνενδεῶς ἔχουσα. μορφὴ ἔν τισι λαμβάνεται τὸ ὁρώμενον τοῦτο τοῦ σώμα‐ τος εἶδος. κυρίως δὲ μορφὴ ἡ οὐσία ἐλήφθη ἐπὶ τῶν πατέρων· καὶ μὴν καὶ ὑπὸ τοῦ Ἀπο‐ | |
15 | στόλου· ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων, ὅ ἐστιν ἐν τῇ οὐσίᾳ γιγνωσκόμενος. ἀθέμιτον γὰρ καὶ ἀσεβὲς ἐπὶ τοῦ θεοῦ τοῦ ἀοράτου τὴν μορφὴν εἶδος εἰπεῖν. μορφὴ δὲ δούλου ἐστὶν κτιστοῦ ἀν‐ θρώπου οὐσία. τὸ χαρακτηρίζον τὴν εἰκόνα τοῦ | |
20 | Ἀδάμ. μορφὴ εἴρηται ὡς τῶν μορίων ὑφὴ ἤτοι οὐσία· μόρια δὲ μορφῆς αἱ ὑποστάσεις αὐτῆς λέγονται ἤτοι τὰ μέρη.] Μόρφωσις. σχηματισμός. †Μόσυς. πύργος.† | |
25 | Μότωσις. τὸ μοτάριον. Μοχθηράν. ἐπίπονον· κακοπαθητικήν. ἀπὸ τοῦ | |
μογῶ, τὸ κακοπαθῶ. | ||
mu1371(1t) | (Οὐδέτερον.) | |
2 | Μοιχάγρια. τὰ ἀντὶ μοιχείας ἀγρεύματα, ἐπὶ τῷ ληφθῆναι μοιχὸν ἀποτιννύμενα. οἱονεὶ ἡ τοῦ μοιχοῦ μοῖρα ἀγρευομένη. | |
5 | †Μολερόν. βραδύ.† Μολούχιον. κόσμος γυναικεῖος. Μονογενές. τὸ μὴ πρὸ αὐτοῦ μήτε μετ’ αὐτοῦ ἔχον τι γεγεννημένον. Μόρια. τὰ σώματος μέλη. καὶ μόριον ἐπὶ τοῦ | |
10 | αἰδοίου κατ’ ἐξοχὴν τῶν ἄλλων μορίων τοῦ σώ‐ ματος. παρὰ τὸ μείρω, τὸ μερίζω, ὅτι καὶ μέ‐ ρος. ἐγὼ δέ φημι παρὰ τὸ μὴ ὁρᾶσθαι διὰ τὴν αἰδῶ, ἀλλὰ κρυφῆ κατέχειν. Μορμολύκειον. φόβητρον. ἢ τὸ τῶν τραγῳδῶν | |
15 | προσωπεῖον ἢ προσποιούμενον ἐπίφοβον ἐπὶ τέρ‐ ψει τῶν θεατῶν, *Μονοτονίας. ἀναισχυντίας. ἢ αὐτογνωμοσύ‐ νης.* Μόρσιμον. εἱμαρμένον, πεπρωμένον, μεμοιρα‐ | |
20 | μένον. παρὰ τὴν μοῖραν μοίραμον, [συγκοπῇ] καὶ πλεονασμῷ τοῦ ς μόρσιμον. Μόρα. τὰ συκάμινα. | |
Μορφνόν. σκοτεινὸν, μέλαν. | ||
mu1372 | Μόσχειον. κρέας. †Μοτόν. τὸ αἰδοῖον.† Μουσεῖον. σχολεῖον. ἀπὸ τοῦ μοῦσα, ὅ ἐστιν ὁ λόγος. | |
5 | †Μουσίον. τὸ τῶν ψηφίδων ποίημα.† Μούσειον. στόλισμα. Μοχλία. οἱ μοχλοί. μοχλεία δὲ ἡ μόχλευσις, δίφθογγον. Μονοούσιον. τὸ μὴ ἔχον ἕτερόν τι τῆς αὐτοῦ οὐ‐ | |
10 | σίας ὅμοιον. οἷον ἥλιος, οὐρανὸς, σελήνη καὶ τὰ ὅμοια. Μόρφωμα. τὸ ἐπίπλαστον, εἰκόνα καὶ σχῆμα ἔχον ἀληθείας, οὐκ ὂν δέ. καὶ ὁ Ἀπόστο‐ λος· ἔχοντα τὴν μόρφωσιν τῆς γνώσεως καὶ | |
15 | τῆς ἀληθείας ἐν τῷ νόμῳ. | |
16t | (Ῥῆμα.) | |
17 | Μογῆσαι. κακοπαθῆσαι. παρὰ τὸ μὴ ἐᾷν γάν‐ νυσθαι. Μολῶ. πορεύομαι, παραγίνομαι. | |
20 | Μολύνω. παρὰ τὸ μῶλος, ὃ σημαίνει τὴν συμ‐ βολὴν τοῦ πολέμου, κατὰ τροπὴν τοῦ ω εἰς ο. οἱ δὲ ἀπὸ τοῦ ὀλλύω, ὀλλύνω, καὶ πλεονασμῷ | |
τοῦ μ καὶ ἀποβολῇ τοῦ ἑνὸς λ μολύνω. | ||
mu1373 | Μονηφορῶ. ἓν φορῶ. μονειμοφορῶ δὲ δίφθογ‐ γον. ἀπὸ τοῦ μόνον καὶ τοῦ εἷμα, τὸ ἱμάτιον. Μονωδῶ. θρηνῶ. Μορμύρων. τρέχων, ταράσσων. κυρίως δὲ ἐπὶ | |
5 | ποταμοῦ λέγεται ῥεῦμα ἔχοντος. ὠνοματοπε‐ ποίηται ἡ λέξις ἀπὸ τοῦ ψόφου τοῦ ἐν τοῖς ὕδασι γινομένου. Μορμολύττει. ἐκφοβεῖ. τοὺς παῖδας πάνυ τι μορμολύττοντες. | |
10 | Μουσηγετῶν. κιθαρίζων. Μοχθεῖ. ταλαιπωρεῖ, κακοπαθεῖ. | |
12t | (Ἐπίῤῥημα.) | |
13 | Μόγις. ἀντὶ τοῦ μόλις. παρὰ τὸν μόγον. Μόλις. βραδέως. | |
15 | †Μολεύειν. τὸ ἀφανίζειν.† Μονονουχί. σχεδόν· εὐθέως· ἐγγὺς ἢ τῷ ὄντι. Μονωτί. κρύφα. | |
18t | Τὸ Μ μετὰ τοῦ Υ. | |
19t | (Ἀρσενικόν.) | |
20 | Μυδαλέος. σεσημμένος, δίυγρος. ὀζώδης. ἀπὸ τοῦ μύω, ἢ ἀπὸ τοῦ μύζειν καὶ ἐκθλίβειν τὸ | |
ὑγρόν. κυρίως δὲ ὁ ὀζώδης καὶ σεσηπώς. παρὰ | ||
mu1374 | τὸ μυδῶ καὶ μυδόω. καὶ μυδόωσα ἡ διυγραινο‐ μένη. —μυδόωσα δ’ ὑπὸ χροὸς ἔῤῥεε λάχνη. ἀπὸ τοῦ ὕδωρ, ὑδῶ, ὑδώσω, πλεονασμῷ τοῦ μ | |
5 | μυδόω, μυδῶ, μυδόωσα, καὶ μυδᾷν. ἔστι δευτέ‐ ρας συζυγίας τῶν περισπωμένων. σημαίνει δὲ τὸ οἰδαίνειν, καὶ ὀγκοῦσθαι, καὶ φυσᾶσθαι· οἰ‐ δαίνουσι γὰρ οἱ τάφοι κατὰ τὰ ἔνδον. Μῦθος. ψευδὴς λόγος. | |
10 | Μύκλος. ὁ τράχηλος, ἢ ἡ ἐν τῷ τραχήλῳ τῶν ὄνων ὑποδίπλωσις. μύκλοι λέγονται καὶ οἱ κα‐ τωφερεῖς εἰς γυναῖκας. εἴρηται δὲ ἀπὸ ἑνὸς Μύ‐ κλου αὐλητοῦ, ὃς ἐκωμῳδήθη ἐπὶ μαχλότητι. Μυκτηρισμός. παρασχηματισμὸς τῆς ῥινὸς εἰς | |
15 | ὕβριν τινὸς γινόμενος. †Μύλαξ. ὁ λίθος.† †Μυλασέων. ἐθνικόν.† Μυλωθροί. ἐθνικόν. Μυλάκεσι. μυλοειδέσι λίθοις. | |
20 | Μυρμιδόνες. ἐθνικόν. Μυρονήτης. ἀπὸ πόλεως Μυρονήτου. [καὶ μύρ‐ τος ὁ καρπὸς τῆς μυρσίνης.] | |
†Μυρονίτης οἶνος. ὁ τῷ μύρῳ κεκραμένος.† | ||
mu1375 | Μύρσος. πλεκτὸν ἀγγεῖον ἐξ ἄγνου, ὅ ἐστι λύ‐ γου, πλακείς. Μύρσον ἐς ὠτώεντα—. Μυρινίτης. ὁ ἐκ τῆς μυρίνης. τινὲς τὸ μυῤῥίνη | |
5 | διὰ δύο ρρ γράφουσι. Μύστης. ὁ τῶν μυστηρίων ἐξηγητής. Μυσταγωγός. διδάσκαλος. Μύσκελος. ὁ στραβόπους. Μῦς. ὁ ποντικός. καὶ κλίνεται μυός. | |
10 | Μυχός. ὁ ἐνδότερος τόπος. | |
†Μύωψ. εἶδος κώνωπος.† | ||
mu1376 | Μυττωτός. ὑπότριμμα. τοῦ Ψελλοῦ· ὁ μυτ‐ τωτὸς ὑπότριμμα ἐκ τυροῦ καὶ σκορόδων. Μύρμηξ. παρὰ τὸ μερμερίζω, τὸ φροντίζω, ὁ μέλλων μερμερίξω, ἀποβολῇ τοῦ ω μερμέρηξ, | |
5 | καὶ ἐν συγκοπῇ μέρμηξ, [καὶ τροπῇ τοῦ ε εἰς υ μύρμηξ.] | |
7t | (Θηλυκόν.) | |
8 | Μύησις. ἡ μάθησις, καθήγησις, ἐπιστήμη, γνῶσις, μυσταγωγία ἢ τὸ μυστήριον. παρὰ τὸ μεμυκέναι. | |
10 | Μυκαλησσός· Μυκήνη. ὀνόματα πόλεων. Μύκη. ἡ θήκη τοῦ ξίφους. παρὰ τὸ μύω, τὸ | |
κατακλείω. | ||
mu1377 | Μύλαι. αἱ σιαγόνες. Μυλία. λίθος. Μύνη. ἡ πρόφασις. ἐπιμονῆς γὰρ χρεία τῷ προ‐ φασιζομένῳ εἰς τὸ ψεύδεσθαι καὶ μὴ εἰπεῖν | |
5 | τὸ ἀληθές· ὥστε ἀπὸ τοῦ μονὴ, ὡς γονὴ, γυνή. καὶ μυνάμενος ἀντὶ τοῦ προφασιζόμε‐ νος. παρὰ τὸ μεμυκέναι τῷ στόματι. Μυρίκη. βοτάνη ἄχρηστος, κυπαρισσοειδὴς, πα‐ ραπεφυκυῖα ἐν ποταμοῖς. | |
10 | Μύραινα. ὄνομα ἰχθύος. Μυῤῥίνη. χώρα. Μυόνησος· Μυοῦς, Μυοῦντος. ὀνόματα πόλεων. Μύτις. μέρος τοῦ σώματος. καὶ κλίνεται μύτεως. Μυγή. γέροντος ἀδυναμία. | |
15 | Μυωξία. ὁ τῶν ποντικῶν φωλεός. Μυσταγωγία. μυστηρίων ἀγωγὴ, διδασκαλία καὶ μετουσία, ἢ μυήσεως ἀγωγὴ καὶ μετάληψις, δη‐ λαδὴ θείας. Μυσία. περὶ τὴν Ἄβυδόν ἐστιν ἡ Μυσία. | |
20t | (Οὐδέτερον.) | |
21 | Μῦ. τὸ στοιχεῖον, ὅτι μυγμόν τινα ἔχει ἡ τού‐ του ἐκφώνησις. μυγμὸς δέ ἐστιν ὁ τοῦ μῦ | |
ἦχος, διὰ τοῦ μυκτῆρος ἐξερχόμενος. | ||
mu1378 | Μύγματα. ξύσματα, τζουκνίσματα. [Μυδαλέον. δίυγρον.] Μύκινον. εἶδος ἀγγείου. Μυκόνιον. τόπος. | |
5 | Μυλαῖον πεδίον. ἀπὸ τοῦ Μυλαίου τόπου. Μυρέλεον. τόπος. Μυρία. πολλά. ἀπὸ τοῦ μεμυκέναι τοὺς δακτύ‐ λους ἐν τῇ ψήφῳ. Μύρον. ἀπὸ τοῦ ἐκπιέζεσθαι καὶ ἀποστάζειν. μύ‐ | |
10 | ρω γὰρ τὸ ῥέω. —ὅσον τ’ ἐπιμύρεται ἰσθμός. Μῦσος. βδέλυγμα. Μυστήρια. θεωρία πνευματικὴ τὴν τῶν πολλῶν κατάληψιν διαφεύγουσα. [παρὰ τὸ] ἅ τινα μύ‐ | |
15 | σαντα δεῖ τηρεῖν ἔνδον. Μύστρον. ἀπὸ τοῦ μυστίλλεσθαι καὶ μικρὰ ἐπαίρειν. Μύστλον. τὸ κοῖλον. παρὰ τὸ ἐοικέναι τῷ θα‐ λασσίῳ μυΐ. καλεῖται δὲ μῦς ἐκεῖνο, ὅτι μύεται | |
20 | καὶ συγκλείεται, ὅτε θέλει. Μυστήριον. τὸ κατὰ Χριστὸν κήρυγμα παρὰ τῷ Ἀποστόλῳ· ἀλλὰ λαλοῦμεν σοφίαν θεοῦ ἐν | |
μυστηρίῳ, τὴν ἀποκεκρυμμένην. | ||
mu1379 | Μυστήριον. καὶ τὸ ἀπόῤῥητον. ὡς τό· ἰδοὺ μυ‐ στήριον ὑμῖν λέγω· πάντες μὲν οὐ κοιμηθη‐ σόμεθα. τὸ τὰ ἀπόῤῥητα λέγειν αὐτοῖς, δεί‐ κνυσι τὴν πρὸς αὐτοὺς ἀγάπην. | |
5t | (Ῥῆμα.) | |
6 | Μυζῶ. τὸ ῥοφῶ. καὶ μυζεῖς ἀντὶ τοῦ θρηνεῖς. Μυκώμενος. ὡς βοῦς βοῶν. Μύκησαν. ἤχησαν. Μύκω. τὸ ἀνοίγω. | |
10 | Μυκτηρίζω. ἐξουθενῶ. Μυλιόων. θρηνῶν. καὶ μυλιόωντες, τὰ χείλη κινοῦντες, ἀπὸ τοῦ ψύχους, ἢ συγκρούοντες τὰς μύλας, ἢ συνάγοντες. [Μυνάμενος. προφασιζόμενος. μύνη γὰρ ἡ πρό‐ | |
15 | φασις.] [Μύξεις. θρηνήσεις.] Μυντιζόμενος. παρακαμμύων. Μυούμενος. μυσταγωγούμενος. Μυρόμενοι. θρηνοῦντες. | |
20 | [Μύρω. τὸ ῥέω. —ὅσον τ’ ἐπιμύρεται ἰσθμός.] Μυσαττόμενος. βδελυττόμενος. | |
Μύσαντος. καμμύσαντος. | ||
mu1380 | Μύω. τὸ καμμύω. Μυωπάζω. ὀφθαλμιῶ. Μυωπίζω. πτερνίζω. ἀπὸ μύωπος, ἥτις ἐστὶ μυῖα ἐρεθίζουσα τοὺς βοῦς. | |
5 | ὡς δ’ ὅτε μύωπι τετυμμένος—. †Μυδόωσαν. ὄζουσαν.† †Μύθεαι. λέγεις.† Μυλίζειν. τὸ κατευτελίζειν. τοῦ Ψελλοῦ· τὸ δέ γε ἀπεμύλιζε τὸ κατηυτέλιζέ πως. | |
10t | Τὸ Μ μετὰ τοῦ Ω. | |
11t | (Ἀρσενικόν.) | |
12 | Μωάβ. ἑρμηνεύεται λέβης τῆς ἐλπίδος μου, ἢ λέβης ἀμεριμνίας· τουτέστιν ὁ ἀπόβλητος ἄν‐ θρωπος, ὁ ἀπειλὴν ἔχων μὴ εἰσελεύσεσθαι | |
15 | εἰς ἐκκλησίαν κυρίου. οὐκ εἰσελεύσεται γὰρ Μωαβίτης ἕως τρίτης γενεᾶς καὶ ἕως δεκάτης εἰς τὸν αἰῶνα. ἢ Μωὰβ ἔντερον πατρὸς ἑρμη‐ νεύεται. νοεῖται δὲ καὶ τὸ ἡμέτερον σῶμα. Μωδάδ· Μωδεείμ· Μωδεΐν· Μωδεάν. ὀνόμα‐ | |
20 | τα κύρια. | |
mu1381 | Μώλωψ. τραῦμα συνουλωθέν. κυρίως δὲ ἡ ἐκ βοείων λώρων γινομένη πληγή. ἀπὸ τοῦ βοὸς καὶ τοῦ λέπους, ὅ ἐστι δέρματος, ᾧ οἱ ἱμάντες κατασκευάζονται. βοόλωψ καὶ μώλωψ. | |
5 | Μῶλος. †ὁ πόλεμος.† ἡ μάχη· ἢ συμβολὴ τοῦ πολέμου. εὐχόμενος θάνατόν τε φυγεῖν καὶ μῶλον Ἄρηα. παρὰ τὸν μώλωπα καὶ τὸν μολυσμὸν τὸν ἐν | |
10 | τῷ πολέμῳ καὶ τῇ μάχῃ. Μῶμος. ὁ ψόγος. Μωμοσκόπος. ὁ φιλόψογος. Μώνυχες. τὰ μὴ διχηλοῦντα, οἷον ἵππος, ὄνος καὶ τὰ τοιαῦτα. ὡς ἀπὸ τοῦ ὀνόματος ὄνομα | |
15 | καὶ συνώνυμον, οὕτως καὶ ἀπὸ τοῦ μόνος καὶ τοῦ ὄνυχος ἀποβολῇ τοῦ ν μοώνυχες καὶ κρά‐ σει τοῦ ο καὶ ω μώνυχες. καὶ μονώνυχες. †Μωνύχιος. ὁ μάταιος.† Μωρός. ὁ ἄφρων. εἴρηται καὶ ἐπὶ τοῦ ἀθέου καὶ | |
20 | ἀπίστου, ὡς τό· οὗτος λαὸς μωρὸς καὶ οὐχὶ σοφός. Μωραθί· Μωραῆ. ὀνόματα κύρια. Μῶροι. ἐθνικόν. Μῶφις, Μώφιδος. ὄνομα κύριον. | |
25 | Μώλωψ. ἴχνος πληγῆς ὕφαιμον, θλασθέν‐ | |
mu1382 | τος τοῦ σώματος ἐκ τῆς ἀντιτύπου τοῦ πλή‐ ξαντος. κυρίως δὲ ἡ ἐκ βοείων λώρων γινομένη πληγή. | |
4t | (Θηλυκόν.) | |
5 | Μώκησος. πόλις. Μωκία. κύριον. μωκία καὶ ἡ λοιδορία καὶ ὁ ἐμ‐ παιγμός. μετὰ τῆς συνήθους μωκίας. Μῶλος καὶ Μῶλα. ὀνόματα πόλεων. †Μώλυζα. σκόροδον μονοφυές.† | |
10 | Μώλυζαι. αἱ τῶν σκορόδων κεφαλαί. τοῦ Ψελ‐ λοῦ· αἱ τῶν σκορόδων κεφαλαὶ μώλυζα γέλγι‐ θές τε. γράφεται καὶ γέγλιθες. | |
13t | (Οὐδέτερον.) | |
14 | Μῶλυ. εἶδος βοτάνης, ὅπερ δέδωκεν ὁ Ὀδυσ‐ | |
15 | σεὺς τοῖς ἑταίροις αὐτοῦ καὶ ἀποκατέστησεν αὐ‐ τοὺς ἀνθρώπους ἀπὸ τῆς ἀλλοιώσεως τῆς Κίρ‐ κης. παρὰ τὸ μωλύειν, τουτέστι καταπραΰνειν καὶ καταστέλλειν τὰς φθοροποιοὺς νόσους. †Μωλυρόν. βραδύ.† | |
20 | Μῶμαρ. ὁ ψόγος. Μωμητά. ἐπίψογα. Μωλάχιον. εἶδος βοτάνης. Μωλύτερον. τὸ ἀμβλύτερον. παρὰ τὸ μωλύειν. Μῶρυ. τὸ ὄξος. | |
25 | Μῶς. τὸ ὕδωρ παρ’ Αἰγυπτίοις. καὶ μῶϋ. | |
mu1383(1t) | (Ῥῆμα.) | |
2 | Μωκεύειν. μέμφεσθαι. Μωκῶ. τὸ λοιδορῶ. [μωκώμενος.] Μωκίζω. †τὸ μυκτηρίζω.† τὸ ἐμπαίζω. | |
5 | [Μωλωπίζω.] τραυματίζω. Μωλύειν. πραΰνειν, καταστέλλειν, ἢ τὸ ἀμβλύ‐ | |
νειν καὶ κωλύειν. ἀπὸ τοῦ μὴ ὀλλύειν, ἢ ἀπὸ | ||
mu1384 | τοῦ κωλύειν. ἔχων μὲν ἐν τῇ χειρὶ μῶλυ, ὅ ἐστι φάρμακον. ἔστι δὲ εἶδος βοτάνης. Μωμήσεται. μέμψεται. Μωμεύειν. μέμφεσθαι. | |
5 | Μῶ. τὸ ζητῶ. | |
†Μῶν. ἀντὶ τοῦ ἆρα. μῶν ἦλθεν.† | ||
nu1383(8t) | Ν. | |
9t | Τὸ Ν μετὰ τοῦ Α. | |
10t | (Ἀρσενικόν.) | |
11 | Ναασσών. οὗτος ἕκτος ἀπὸ Ἰούδα ὢν θυγα‐ τέρα τοῦ Ἀαρὼν ἠγάγετο. χρὴ οὖν ἐπισημήνα‐ σθαι, ὅτι ἐνταῦθα συνήφθη ἡ βασιλικὴ φυλὴ τῇ ἱερατικῇ καὶ λευϊτικῇ· ἐκ γὰρ τοῦ Λευῒ | |
15 | Ἀαρών. Ναβουθαί. κύριον. Νάβης. κύριον. Ναβουζαρδᾶς. ἑρμηνεύεται γαστρίμαργος. Ναζιραῖος. μόναχος, ἡγιασμένος καὶ ἀφιερω‐ | |
20 | μένος τῷ θεῷ. Ναζωραῖος. ἅγιος ἑρμηνεύεται. ἢ κατά τινας ἄν‐ | |
θος. εὑρίσκεται τοῦτο παρὰ πολλοῖς τὸ ὄνομα. | ||
nu1384(7) | Ναίεθος καὶ Ναῖσος. ποταμοί. Νέσος δὲ, κύριον, ψιλόν. Νακοτίλται. οἱ τῶν προβάτων κουρεῖς· νάκη | |
10 | γὰρ τὰ δέρματα. Νάνοι καὶ νανοφυεῖς. οἱ κολοβοὶ τῶν ἀνθρώ‐ πων καὶ μὴ αὐξανόμενοι. παρὰ τὸ ἄνω ἄνος, καὶ μετὰ τοῦ νὴ στερητικοῦ νήανος, καὶ κατὰ συγκοπὴν νάνος καὶ νάνοι. | |
15 | Ναός. ἑτέρα οὐσία τοῦ κατοικοῦντος παρὰ τὸ κατοικοῦν. Νασμός. ὄμβρος. ἀπὸ τοῦ νάω, τὸ ῥέω. ὅθεν καὶ νᾶμα καὶ ναύτης. | |
Ναστῆρας. οἰκήτορας. καὶ ναατῆρας. | ||
nu1385 | Νασσαραῖοι. οὗτοι θυσίας μὲν οὐ θύουσιν, οὐ‐ δὲ ἐμψύχων μετέχουσιν· ἀρνοῦνται δὲ τὴν πεν‐ τάτευχον, τὸν Μωσῆν δεχόμενοι, καὶ λέγον‐ τες, ὡς οὐ ταύτην τὴν εὑρισκομένην νομοθεσίαν, | |
5 | ἀλλ’ ἑτέραν ὁ Μωσῆς ἐδέξατο. Ναύαιθος. κύριον. Ναυῆ. κύριον. Ναβὶ δὲ καὶ Νεμὶν, ι. Ναύαιθος. ποταμὸς Ἰταλίας. τῶν ἐξ Ἰλίου πλεόντων Ἑλλήνων κατήχθησαν εἰς τὸν ποτα‐ | |
10 | μὸν τοῦτον. αἱ δὲ αἰχμάλωτοι, εὐλαβούμεναι τὴν ἐν τῇ Ἑλλάδι δουλείαν καὶ τὴν ἐσομένην ζηλοτυπίαν τῶν γυναικῶν αὐτῶν, ἐνέπρησαν τὰς ναῦς. καὶ ὁ μὲν ποταμὸς ὠνόμασται Ναύαιθος ἀπὸ τοῦ αἴθω, τὸ καίω, αἱ δὲ γυναῖκες ναυπρη‐ | |
15 | στίδες, αἱ δὲ νῆες πρηστίδες. Ναύαρχος. ὁ τῶν νηῶν ἄρχων. Ναυσιπόρος. ὁ διὰ τῆς νηὸς περῶν. Ναύσταθμος. ὁ λιμήν. Ναύλοχος. ὁ λιμὴν, ἐν ᾧ αἱ νῆες κοιμῶνται. | |
20 | [ὅθεν καὶ εὐναὶ αἱ ἀγκύραι· εὐνάζουσι γὰρ τὴν ναῦν.] | |
†Ναυτίλος. ὁ ναύτης.† | ||
nu1386 | Νάρθηξ. παρὰ τὸ νέρθεν, οἷον κάτωθεν τοῦ ἄμ‐ βωνος κεῖσθαι. σημαίνει δὲ καὶ τὸ κοινῶς λε‐ γόμενον ναρθήκιον, καὶ γίνεται παρὰ τὸ νεαρὸν, ὃ σημαίνει τὸ ὑγρόν. | |
5t | (Θηλυκόν.) | |
6 | Ναῦλα. εἶδος ὀργάνου. Νακώλεια. τόπος. Ναΐδες. αἱ Νύμφαι. Νάξος καὶ Ναξία. νῆσος. | |
10 | Νάπη. τὸ ἔδαφος. ἢ ὕλη, ἢ ὀρεινὸς τόπος. Νάρκη. ἔκλυσις μελῶν, καὶ ὄνομα ἰχθύος. Ναύπακτος. παρὰ τὸ ναυπήγιον γενέσθαι τῶν Ἡρακλειδῶν ἐκεῖ. Ναυσικάα. ταῖς ναυσὶ κεκασμένη. | |
15 | Ναυαγία. κλυδωνισμὸς, ὡς εὐπραγία. Ναῦς. τὰς νῆας. τὸ δὲ νῆας ἀπὸ τοῦ νῆσαι, τὸ σωρεῦσαι. Ναυμαχία. ἡ διὰ πλοίων μάχη. Ναῦφιν. ἤτοι ταῖς ναυσί. κρᾶσις ἐστὶ τοῦ α καὶ | |
20 | ο εἰς τὴν αυ δίφθοργον. ἀπὸ τοῦ ναῦς γὰρ, ναὸς, γίνεται ναόφιν καὶ ναῦφιν. οἷον· ναῦφιν ἀμυνόμενοι— | |
ἀντὶ τοῦ ἐκ τῶν νεῶν ἀποσοβοῦντες. | ||
nu1387 | Ναύπλιος. ἡ ἐν θαλάσσῃ πρόοδος. καὶ ναυ‐ πλίειον. Ναυτιλία. ἡ ναυτική. Ναυτία. *Ναυτιῶ. τὸ κλυδωνίζομαι, ἢ με‐ | |
5 | ταφέρομαι ἀπὸ ἑνὸς τόπου εἰς ἄλλον. ἢ κατα‐ ποντίσαι.* Νάφθα. τὸ θεῖον. ἢ πίσσα ὑδατώδης. Ναχιάστεως. τόπος. | |
9t | (Οὐδέτερον.) | |
10 | Ναζώρειον. ὄρος. Νάκεσι. δέρμασιν αἰγείοις. καὶ νάκη ἐπὶ θηλυ‐ κοῦ. κωδία καὶ κώδιον, τὸ τοῦ προβάτου. Ναστόν. μεστόν· πλῆρες· σκληρόν. Νᾶμα. ποτόν· ὕδωρ. ἀπὸ τοῦ νάω, τὸ ῥέω. | |
15 | Νάπυ. τὸ σίνηπι. κατὰ στέρησιν τοῦ ἠπίου διὰ τὴν δριμύτητα. | |
17t | (Ῥῆμα.) | |
18 | Νάει. ῥεῖ. Ναίω. τὸ οἰκῶ. ναίων Ἰωνᾶς ἐν μυχοῖς θαλαττίοις. | |
20 | Ναιετάωσιν. οἰκοῦσι. [ἀπὸ τοῦ ναίω, ναιέτης, ναιετῶ, ὡς κυνηγέτης, κυνηγετῶ. καὶ ἔδει μὲν ναιετάουσιν, ὡς βοάουσιν· ἀλλ’ ἔστιν ὅμοιον τῷ ἱδρῶσα.] Ναυλοχῶ. τὸ ἐλλιμενίζω. | |
25 | Ναυτιλλόμενοι. οἱ πλέοντες ναῦται. Νάσσα. ἔκτισα. Ὅμηρος· καί κέ οἱ Ἄργεϊ νάσσα πόλιν καὶ δώματ’ | |
ἔτευξα. | ||
nu1388(1t) | (Ἐπίῤῥημα.) | |
2 | Ναὶ μήν. ὄντως· δή. Ναίχι. ἀντὶ τοῦ ναὶ, Ἀττικῶς. | |
4t | Τὸ Ν μετὰ τοῦ Ε. | |
5t | (Ἀρσενικόν.) | |
6 | Νεανίσκος. ἀπὸ ἐτῶν εἴκοσι τριῶν ἕως ἐτῶν τρια‐ κοντατεσσάρων ἢ τεσσαρακονταενός. Νεανίας. παρὰ τὸ νέος γέγονε νεὰν, ὡς μέ‐ γιστος μεγιστὰν, καὶ παράγωγον ἐξ αὐτοῦ νεα‐ | |
10 | νίας καὶ νεανίσκος. Νεβρός. τὸ τῆς ἐλάφου γέννημα, ὁ νεωστὶ ἐπὶ βορὰν ἐληλυθώς. [ἢ νεβρὸν τὸν μείζονα καὶ οὐ νεογενῆ λέγει, ὡς νεμόμενον ἐπὶ βοράν.] Νεβρώθ. κύριον. | |
15 | Νέαιθος. κύριον. Νέηλυς. ὁ νεωστὶ ἐληλυθώς. [τὰ εἰς υς σύν‐ θετα, εἰ μὲν ὦσιν ἀπὸ τῶν εἰς υς ἁπλῶν συν‐ τεθειμένα, τὴν τῶν ἁπλῶν φυλάττουσι κλίσιν, οἷον· βραχὺς, βραχέος, τρίβραχυς, τριβρά‐ | |
20 | χεος, ὀφρὺς, ὀφρύος, λευκόφρυς, λευκόφρυος· εἰ δὲ ἀπ’ ἄλλων τινῶν εἰσὶ συντεθειμένα, διὰ τοῦ δος κλίνονται, οἷον· ἔπηλυς, ἐπήλυδος, νέηλυς, νεήλυδος· ταῦτα γὰρ οὐκ ἀπὸ τῶν εἰς υς εἰσὶν συντεθειμένα, ἀλλ’ ἀπὸ τοῦ ἐλεύθω | |
25 | γίνεται ἠλὺς καὶ νέηλυς.] | |
Νείατος. ὁ ἔσχατος. | ||
nu1389 | Νειρεύς. ὁ κόχλος. Νηρεὺς δὲ ὁ θαλάσσιος, η. Νιρεὺς δὲ ὁ εὔμορφος, ι. Νεκρός. παρὰ τὸ νε στερητικὸν μόριον καὶ τὸ κῆρ γίνεται νεκηρὸς, ὁ ἐστερημένος τῆς ψυχῆς, | |
5 | καὶ κατὰ συγκοπὴν νεκρός. Νέκυς. ὁ νεκρός. ἔστι κίκυς, ἡ δύναμις, καὶ με‐ τὰ τοῦ νε στερητικοῦ νεκίκυς, ὁ ἐστερημένος κί‐ κυος, καὶ κατὰ συγκοπὴν νέκυς. ἢ ὥσπερ παρὰ τὸ ἵππος γίνεται ἱππὺς, καὶ κότος κοτὺς, οὕτω | |
10 | καὶ ἀπὸ τοῦ νεκρὸς νεκρὺς, καὶ ἀποβολῇ τοῦ ρ καὶ μεταθέσει τοῦ τόνου νέκυς. Νεογιλός. ὁ νέος καὶ μικρός. Νέος ἄνθρωπος. ἡ ἁγνεία καὶ ἀρετή. Νεόλεκτος. ὁ νεοστράτευτος. | |
15 | Νεοθαλής. ὁ νεόβλαστος. Νεογνός. ὁ νεωστὶ γεγεννημένος. ἢ νεόγονος τὶς ὤν. Νέος. ἀπὸ τοῦ νέεσθαι, ὅ ἐστι πορεύεσθαι εἰς αὔξησιν. [ἢ παρὰ τὸ ὁρμᾶσθαι. ὁρμῆς γὰρ καὶ ἡλικίας ἀνάπλεως.] | |
20 | Νεοσσός. ὁ νεωστὶ σευόμενος, ὅ ἐστιν ὁρμῶν. ἢ παρὰ τὸ νεάζω. Νέποδες. οἱ ἰχθύες, οἱ ἐστερημένοι ποδῶν. Νέπως. παρὰ τὸ πῶμι, τὸ πίνω, ὁ μέλλων πώ‐ σω, ἀποβολῇ τοῦ ω μετὰ τοῦ νε στερητικοῦ | |
25 | Νέπως. ἄνυδρον γὰρ τὸ ὄρος ἐκεῖνο. κλίνεται δὲ Νέπωτος. Νεπωτιανός. κύριον. | |
Νέρτερος. ὑποκάτω νεκροῦ, ἢ ὁ ὑπὸ γῆν νεκρός. | ||
nu1390 | Νεστοριανοί. ὧν ἡ αἵρεσις αὕτη· ἄλλον μὲν τὸν Χριστὸν, ἄλλον δὲ τὸν υἱὸν ἔλεγον. Νεφθαλείμ. ἑρμηνεύεται στέλεχος ἀνειμένον, ἤγουν φυτὸν πλατυνόμενον. | |
5 | Νεφρός. παρὰ τὸ νείφεσθαι, τὸ οὐρῶ. τὸ δὲ νείφειν κυρίως ἐπὶ τῆς ἐκ νέφους καταφορᾶς τῶν ὑδάτων. Νεωτεροποιός. ἀντάρτης· τύραννος. Νεώνητος. ὁ νεωστὶ ἀγορασθείς. | |
10 | Νεωκόρος. ὁ τοῦ ναοῦ ἐπιμελούμενος. κορεῖν γὰρ παρὰ τοῖς Ἀττικοῖς τὸ σαίρειν, καὶ τὸ κο‐ σμεῖν καὶ ἐπιμελεῖσθαι. Νεώς. ὁ ναός. [Ἀττικῶς. τὸν νεὼν ἡ αἰτιατικὴ, σὺν τῷ ν. καὶ λαγὼν καὶ Κῶν. ἡ δὲ γενικὴ καὶ | |
15 | δοτικὴ ἄνευ τοῦ ν, τοῦ νεὼ καὶ τῷ νεῷ.] Νεόφυτος. ὁ νεοκατήχητος. παρὰ τῷ Ἀποστό‐ λῳ· μὴ νεόφυτον, ἵνα μὴ τυφωθεὶς εἰς κρί‐ μα ἐμπέσῃ τοῦ διαβόλου. Νέος ἄνθρωπος καὶ νέος Ἀδάμ. ὁ Χριστὸς, | |
20 | ὃν ἐνδυόμεθα δι’ εὐαγοῦς πολιτείας. | |
21t | (Θηλυκόν.) | |
22 | Νεάνις. ἡ παρθένος. καὶ τὸ τῆς νεανιότητος ὄνομα. ἐπὶ τῆς παρθενίας εἴωθεν ἡ γραφὴ τι‐ θέναι. | |
25 | Νεάτη. ἡ ἐσχάτη. παρὰ τὸ νέος. οἱ γὰρ νεώ‐ τεροι ἀτελεῖς εἰσὶ καὶ ἔσχατοι. [δὴ τότε λυσάμενοι νεάτας ἐκπείσματα δά‐ φνης.] | |
Νεανεία. ἡ ἔπαρσις. | ||
nu1391 | Νεάπολις. ἡ Σαμάρεια. Νέαιρα. τὸ ἔσχατον μέρος τῆς κοιλίας. παρὰ τὸ νέω γέγονε νέαιρα. καὶ νέατον τὸ ἔσχατον. ὅθεν καὶ λαγὼν τὸ αὐτὸ εἴρηται. [παρὰ τὸ λή‐ | |
5 | γω. τὸ δὲ νέω σημαίνει τὸ πορεύομαι· εἰς αὐ‐ τὴν γὰρ πορεύονται τὰ ἐσθιομένα.] Νείαιρα. ἡ ἐσχάτη. Νειός. ἡ ἠροτριασμένη γῆ. Νείκη. ἡ φιλονεικία. | |
10 | Νεκάδες. Ὅμηρος εἴωθε λέγειν τὰς τῶν νεκρῶν τάξεις, παρὰ τὸ νέκυας, νεκυάδας τινὰς οὔσας καὶ νεκάδας. Νεκυομαντία. ἡ νεκρομαντία. Νέμεσις. ὕβρις· μέμψις. | |
15 | Νέμεα. πόλις. Νέμεια. ἑορτὴ καὶ πόλις. Νεοσσεία καὶ νεοττεία. ἡ ἐκλέπισις. Νεότης. ἀκμὴ σώματος, ἢ ἄστατος πρακτέων γνώμη. ἢ πρόφασις ἀκολασίας τοῖς ἀκρατεστέ‐ | |
20 | ροις. Νεολαία. ὁ νέος λαός. Νεομήνια. ... Νεοκαισάρεια. πόλις. Νευρὰ καὶ χορδὴ διαφέρει. νευρὰ μὲν ἡ ἐκ τῶν | |
25 | νευρῶν, ᾗτινι χρῶνται εἰς τὰ τάξα· χορδὴ δὲ ἡ ἐκ τῶν ἐντέρων εἰς τὰ ὄργανα. Νεφρίτης. νόσος παρὰ τοὺς νεφρούς. Νεφέλη. ἀὴρ παχὺς ἐκ τῆς ὑγρᾶς κατὰ γῆν ἀνα‐ | |
θυμιάσεως συνιστάμενος, εἶτα μετεωρισθεὶς | ||
nu1392 | τοῖς ἀνέμοις, ὅταν λάβῃ παρ’ αὐτῶν ἀξιόλογον ἄθροισμα, καὶ τὸ ἐκ τῆς ἐνεσπαρμένης αὐτῷ νοτίδος βάρος ἱκανὸν γένηται, τότε σταγόνας εἰς τὴν γῆν ἀφίησι, καὶ αὕτη τῶν ὄμβρων ἡ | |
5 | φύσις ἀπὸ γῆς τὴν ἀρχὴν ἐχόντων, καὶ δι’ ἀέρος πάλιν ἐπὶ τὴν γῆν φερομένων. Νεοαρδέα. νεωστὶ πεποτισμένην καὶ ἀρδευθεῖ‐ σαν. | |
9t | (Οὐδέτερον.) | |
10 | Νεανιεύματα. ἀλαζονεύματα· κομπάσματα. Νεηκονῆ. νεωστὶ ἠκονημένα. Νεηγενές. νεωστὶ γεννηθέν. Νέβελ. κεράμιον. Νείατον. τὸ ἔσχατον. [ὡς παρὰ τὸ μέσος γίνε‐ | |
15 | ται μέσατον, οὕτω καὶ παρὰ τὸ νέω νέατον καὶ νείατον.] Νεῖκος. ἡ φιλονεικία. παρὰ τὸ νέοις ἐοικέναι. ἡ γὰρ φιλονεικία τοῖς νέοις ἁρμόζει. Νειλόεν νᾶμα. τὸ τοῦ Νείλου. Νεῖλος δὲ | |
20 | ποταμός ἐστιν ἐν Αἰγύπτῳ. παρὰ τὸ νέαν ἰλὺν ἔχειν ἐν τῇ ἀναβάσει, Νέϊλος καὶ Νεῖλος. [ἢ παρὰ τὸ νέω, τὸ ῥέω, Νέϊλος, ὁ ῥέων ἰλύν· ὁ γὰρ Νεῖλος ἰλυώδης ἐστίν. ἢ ὥσπερ παρὰ τὸ πένθω πενθίλος, οὕτως καὶ παρὰ τὸ νέω Νεΐ‐ | |
25 | λος καὶ κατὰ συναίρεσιν Νεῖλος. καὶ γὰρ νέος κατ’ ἔτος γίνεται· πλημμυρεῖ γὰρ κατ’ ἔτος καὶ ποτίζει τὴν Αἴγυπτον.] | |
Νεανικώτερον. τολμηρότερον. | ||
nu1393 | †Νεῖον. τὸ τῆς νηὸς πυθμενοειδὲς ξύλον.† Νέκταρ. θεῖον πόμα. καὶ νεκτάρειον πόμα, τὸ θαυμαστὸν καὶ ἀκήρατον. ἢ νέκταρ τὸ τῶν θεῶν πόμα, οἱονεὶ ὁ συνέχων τοὺς πίνοντας ἐν νεότη‐ | |
5 | τι. παρὰ τὸ ἔχω καὶ τὸ νέον γίνεται νέκταρον, καὶ κατὰ συγκοπὴν νέκταρ. διὸ καὶ ἡ Ἥβη αὐτὸ κιρνᾷ. τινὲς ἐπὶ τοῦ θείου νάματος. παρὰ τὸ νε στερητικὸν καὶ τὸ κτῶ γέγονε νέκταρ· οἱονεὶ τὸ στέρησιν ποιοῦν τὸ κτᾶσθαι καὶ φονεύεσθαι | |
10 | τοὺς πίνοντας αὐτό· ἀφ’ οὗ δηλοῦσθαι τὸ ἀθά‐ νατον· οἷον τὸ μὴ κτεινομένοις διδόμενον. Νεόδμητον. τὸ νεοκατασκεύαστον. Νεόφθιτον. τὸ νεόφθαρτον. †Νεαλές. τὸ νεωστὶ ἑαλωκός· οἷον ἰχθῦς. δύ‐ | |
15 | ναται δὲ καὶ τὸ νεωστὶ ἁλὶ πεπασμένον.† †Νεόκτητον. τὸ νεωστὶ κατεσκευασμένον.† Νεόκμητον. τὸ νεωστὶ κατεσκευασμένον. Νεοσύλλεκτον. τὸ νεοστράτευτον. Νεόβδαλτον. τὸ νεοάμελκτον. γάλα νεόβδαλ‐ | |
20 | τον. Νεώττιον. πωλίον. Νεμειαῖον. ὄρος Πελοπονήσου. Νέφος. τὸ πλῆθος. νέφος μαρτύρων. ἢ καὶ τὸ | |
τῶν ὑετῶν ἀπὸ τῆς ἀνηνεχθείσης ἀναθυμιάσεως | ||
nu1394 | εἰς ὕδωρ. οἱονεὶ τὸ ἐστερημένον φάους, νέφαος, νέφος. ἢ παρὰ τὸ νείφω, τὸ βρέχω. οὕτω Φί‐ λων. Νεῦρον. παρὰ τὸ νεῖσθαι δι’ ὅλου τοῦ σώματος. | |
5 | Νεώνητα. νεωστὶ ἀγορασθέντα. | |
6t | (Ῥῆμα.) | |
7 | Νέηαι. πορευθῇς. [νέω, τὸ πορεύομαι, νέομαι, νέεται, τὸ ὑποτακτικὸν νέησαι, καὶ τὸ Ἰωνικὸν νέηαι.] | |
10 | Νεανιεύεται. [ἀλαζονεύεται.] Νεῖαι. πορευθήσῃ. Νεῖν. ἀντὶ τοῦ κολυμβᾷν. Νείκησεν. ὕβρισεν· ἐφιλονείκησεν. [καὶ νεικείῃ‐ σιν. ἀπὸ τοῦ νεικῶ, νεικείω, νεικείῃ, καὶ | |
15 | ἐκτάσει τῆς σι συλλαβῆς νεικείῃσι.] Νείφει. χιονίζει, βρέχει. [ἀπὸ τοῦ νέφος, ἐξ οὗ νόφος καὶ γνόφος, γίνεται νέφω καὶ νείφω.] Νέμεται. βόσκεται. Νέμω. τὸ παρέχω. καὶ νεῖμαι. | |
20 | Νεμεσήσεται. μέμψεται. [καὶ νεμεσᾷ. καὶ νε‐ μεσήσεαι. ἀπὸ τοῦ νεμεσῶ, δευτέρας συζυγίας περὶ πάθους ἐνεστῶτος ἰωνικοῦ.] Νενέαται. σεσώρευται. ἔστι ῥῆμα νῶ, τὸ σω‐ | |
ρεύω. [ὁ παρακείμενος νένηκα, ὁ παθητικὸς | ||
nu1395 | νένημαι, νενήμεθα, νένησθαι, νένηνται, καὶ τὸ ἰωνικὸν νενέαται.] Νενευκότι. συγκύψαντι. Νέονται. πορεύονται. καὶ νέω. | |
5 | Νευστάζων. κινῶν· ἐννεύων. νευστάζων κάραν Ἰούδας. Νέω. τὸ κολυμβῶ. Νεωτερίζει. καινὰ πράττει. ἀνταίρει. Νεώσαντες. ἀρόσαντες. | |
10 | Νεωλκῆσαι. ἔξω τὴν ναῦν ἑλκῦσαι. Νέαται. κατῳκισμέναι εἰσί. [ἀπὸ τοῦ νῶ, οὗ παράγωγον νέω. ὡς τὸ κέαται.] | |
13t | (Ἐπίῤῥημα.) | |
14 | Νειόθεν. ἐσχάτως. | |
15 | Νέρθεν. ὑποκάτωθεν. [παρὰ τὸ ἔνερθεν, νέρθεν, κατὰ ἀφαίρεσιν τοῦ ε. τοῦτο παρὰ τὴν ἔραν, τὴν γῆν. γέγονεν ἔρος καὶ ἔνερος, ἐνέρωθεν καὶ συγκοπῇ ἔνερθεν.] Νεωστί. ἀρτίως, προσφάτως. [οἱ νέοι, τῶν νέων, | |
20 | ἐπίῤῥημα νέως, νεωστί.] Νέωτα. εἰς τὸ αὔριον, εἰς τὸ μέλλον. ἀεὶ γεωργὸς εἰς νέωτα πλούσιος. [Ἀττικῶς. παρὰ τὸ νέος νέωτα, κατ’ ἔκτασιν τοῦ ο εἰς ω. ἢ ἔστι νέοτε, ὡς ἄλλος ἄλλοτε, | |
25 | καὶ τροπῇ αἰολικῇ τοῦ ε εἰς τὸ α ἐπ’ αὐξήσει | |
τοῦ ο.] | ||
nu1396(1t) | Τὸ Ν μετὰ τοῦ Η. | |
2t | (Ἀρσενικόν.) | |
3 | Νήδυμος. ὁ γλυκὺς, ὁ ἡδύς. νήδυμος ὕπνος. | |
5 | [οἱ δὲ ἥδυμος, χωρὶς τοῦ ν. καὶ ἴσως ἐνόμι‐ σαν ἀπὸ τοῦ ἡδὺς εἶναι παράγωγον. λέξεως δὲ δασυνομένης οὐ συντίθεται τὸ ν κατ’ ἀρχάς. ἔστι δὲ ἀπὸ τοῦ δύω, δύσω, ἐξ οὗ ῥῆμα ὄνομα δύμος καὶ μετὰ τοῦ νη ἐπιτατικοῦ νήδυμος.] | |
10 | Νῆϊς. ὁ ἐστερημένος. Νηΐτης στόλος. ὁ διὰ τῶν νηῶν. Νήκερως. ὁ μὴ ἔχων κέρας. Νήλωπος. ὁ μὴ ἔχων ἱμάτιον. Νηλῆϊ. τὸ Νηλεῖ, ποιητικῶς. | |
15 | Νηλής. ὁ ἀνηλεής. Νηλήτεις. τοὺς ἁμαρτωλούς. [ὡς ἀπὸ τοῦ εὐσε‐ βὴς γίνεται εὐσεβέες, εὐσεβεῖς, οὕτως καὶ ἀπὸ τοῦ νηλήτης γίνεται νηλήτεες, νηλήτεις. παρὰ τὸ νη ἐπιτατικὸν καὶ τὸ ἀλιτεῖν, τὸ ἁμαρτάνειν. | |
20 | τὸ ἀλιτεῖν διὰ τοῦ ἰῶτα γράφεται, τὸ δὲ νηλή‐ της διὰ τοῦ ἦτα, ὅτι αἰολικῶς ἐτράπη τὸ ι εἰς τὸ η. ἕτεροι δὲ τοὺς ἀναμαρτήτους λέγουσιν, ἀπὸ τοῦ νη στερητικοῦ καὶ τοῦ ἀλιτεῖν.] Νηλεής. ὁ σκληρὸς, ὁ ἀπηνὴς, [ὁ ἀνηλεής. | |
25 | ἀπὸ τοῦ ἔλεος γέγονε καὶ τοῦ νη στερητικοῦ ἐπιῤῥήματος, οἱονεὶ ὁ ἐστερημένος τοῦ ἐλεεῖν. τὸ | |
δὲ νηλὴς ἀπὸ τοῦ νηλεὴς γέγονε κατὰ κρᾶσιν. | ||
nu1397 | ἀπὸ τοῦ λῶ, τὸ θέλω, καὶ τοῦ νη στερητικοῦ, οἱονεὶ ὁ μὴ θέλων εἶναι ἐλεήμων, ἀλλὰ ἀκαμ‐ πὴς καὶ σκληρός.] Νήλιπος. ἀνυπόδετος ἢ μονοχίτων. [κατὰ στέ‐ | |
5 | ρησιν τοῦ νη, ὥσπερ νηνεμία. τὸ δὲ νήλιποι, οἱ ἀνυπόδετοι, συνῄρηται ἀπὸ τοῦ νηλίποδος.] [Νημερτής. ὁ ἀληθής. παρὰ τὸ ἁμαρτῶ ἁμαρ‐ τὴς, καὶ μετὰ τοῦ νη στερητικοῦ νηαμαρτὴς, καὶ συγκοπῇ καὶ τροπῇ τοῦ α εἰς ε νημερτὴς, | |
10 | ὁ ἐστερημένος τοῦ ἁμαρτάνειν.] Νήπιος. ἄφρων, ἀνόητος. [παρὰ τὸ ἤπιος πλεονασμῷ τοῦ ν νήπιος, ὁ πρᾷος καὶ προσηνὴς καὶ νήπια ποιῶν. ἢ παρὰ τὸ νη στερητικὸν καὶ τὸ εἰπεῖν, νηέπιος καὶ κατὰ συναίρεσιν νήπιος, | |
15 | ὁ μὴ δυνάμενος λέγειν. ἢ νήβιος, ὁ ἐστερημέ‐ νος τοῦ βίου.] Νηπύτιος. ἄφρων, ἀνόητος. [παρὰ τὸ νη στε‐ ρητικὸν καὶ τὸ πινυτὸν γέγονε νηπινύτιος, καὶ συγκοπῇ τοῦ ι καὶ τοῦ ν νηπύτιος.] | |
20 | Νηρεύς. ὁ θαλάσσιος δαίμων. ἢ κοχλίας. ἀπὸ τῆς νήξεως καὶ τοῦ ῥαδίως νεῖν. Νηρίτης. ὁ θαλάσσιος κοχλίας. [οὐκ ἔστι δὲ παρὰ τὸ Νηρεύς· ὤφειλε γὰρ γράφεσθαι διὰ διφθόγγου, ὡς Ἀταρνεὺς, Ἀταρνείτης. ὁ δὲ | |
25 | τεχνικὸς λέγει, ἀπὸ τοῦ Νηρηῒς ἐστί.] Νηρίθμους. ἀναριθμήτους. Νῆστις. ἄγευστος. ἢ ἔντερόν ἐστιν οὕτω λεγό‐ | |
μενον. [οἷον νησίτης, παρὰ τὸ κενὸν εἶναι σι‐ | ||
nu1398 | τίων. τὸ γὰρ νη στερητικόν ἐστι. νῆστις, καὶ κλίνεται νήστιος, ὡς ὄφιος, ἔχιος. τὸ πληθυν‐ τικὸν τοὺς νήστις διὰ τοῦ ἰῶτα.] Νὴ τὸν θεόν. μὰ τὸν θεόν. | |
5 | Νήφων. κύριον. Νηφάλιος. ὁ γρήγορος. Νηφάλεος. ὁ σώφρων. Νηφαλισμός. ἡ προσοχή. Νηφάλεος. ἄγρυπνος, διορατικός. ζέων τῷ πνεύ‐ | |
10 | ματι. ὁ Ἀπόστολος· νηφάλεον, σώφρονα, κόσμιον. | |
12t | (Θηλυκόν.) | |
13 | Νηδύς. ἡ γαστήρ. ἀπὸ τοῦ διανενῆσθαι, ὅ ἐστι σεσωρεῦσθαι καὶ πεπληρῶσθαι. | |
15 | Νῆες. πλοῖα. [ἀπὸ τοῦ νῆσαι, τὸ σωρεῦσαι.] Νηΐδες. αἱ Νύμφαι. [αἱ ἐν νάμασιν οὖσαι. παρὰ τὸ νάω, τὸ ῥέω.] Νηνεμία. ἡσυχία, γαλήνη. Νηπεία καὶ νηπιέη. ἡ ἀφροσύνη. | |
20 | Νηρῇδες. θαλάσσιοι δαίμονες. [ἔχει τὸ ἰῶτα, ἀπὸ γὰρ τοῦ Νηρηΐδες, ὡς Βρισηΐδες καὶ Χρυ‐ σηΐδες, Νηρῇδες, Καδμῇδες.] Νηστεία. τῆξις σώματος, καὶ ὑπωπιασμός. Νῆσσα. τὸ νησσάριον. [ὡς παρὰ τὸ δόξω δόξα, | |
25 | καὶ ἄγω ἄξω καὶ ἅμαξα, οὕτως καὶ παρὰ τὸ νῶ, τὸ κολυμβῶ, νῆσα καὶ ἀναδιπλασιασμῷ τοῦ αὐτοῦ συμφώνου νῆσσα.] Νίσσα δὲ τόπος καὶ | |
πόλις, ι. | ||
nu1399 | Νῆσις. ἡ κλῶσις καὶ ἡ σώρευσις. Νῆσος. παρὰ τὸ νῶ, τὸ κολυμβῶ. ὁ μέλλων νή‐ σω. ἐξ αὐτοῦ γέγονε νῆσος. Νήτη. ἡ τῆς λύρας χορδή. | |
5 | Νητρία. χώρα. γράφεται καὶ διὰ τοῦ ι. Νῆϋς. ἡ ναῦς. [διὰ τοῦ ἦτα. παρὰ τὸ νέω, τὸ νήχω, νηῦς, διὰ τοῦ α ναῦς, παρὰ Δωριεῦσι. χρῆται οὖν ὁ ποιητὴς ταύταις ταῖς φωναῖς· νηυ‐ σί· ναυσί· νέεσσι· νήεσσιν. οἱ Αἰολεῖς | |
10 | νάεσσι. τί οὖν; Ὅμηρος οὐκ οἶδε τὴν ναυσὶ φωνήν; ναί· ἀλλ’ ἐν συνθέσει, ναυσίθοος, ναυ‐ σίκλυτος.] | |
13t | (Οὐδέτερον.) | |
14 | Νήκεστον. ἀθεράπευτον. [Ἡσίοδος· | |
15 | —ἐν δὲ δίκην βλάψας νήκεστον ἀάσθη. ὅ ἐστιν ἐβλάβη.] Νήϊον. ξύλον ναυπηγήσιμον. καὶ ὄρος πλησίον Ἰθάκης. Νηγάτεον. νεωστὶ κατεσκευασμένον. | |
20 | Νηκτά. κολυμβητὰ, ἔνυδρα. Νηκερδέα. ἀνωφελῆ. [ἀπὸ τοῦ νη στερητικοῦ μορίου.] Νηλεὲς ἦμαρ. σκληρὰ ἡμέρα. Νημερτές. ἀληθές. | |
25 | Νῆμα. οὐκ ἔστιν ἀπὸ τοῦ νήθω, νῆσμα καὶ νῆ‐ | |
μα, ἀλλ’ ἔστι νῶ ῥῆμα, ὅπερ σημαίνει τὸ νήθω. | ||
nu1400 | [τῇ γάρ τοι νεῖ νήματ’ ἀερσιπότητος ἀρά‐ χνης.] Νήριτον. τὸ πολύ. πρὸς ὃ οὐδεὶς φιλονεικήσειε διὰ τὸ πλῆθος. Νήριτον καὶ ὄνομα ὄρους. | |
5 | Νήποινον. χωρὶς ποινῆς. Νήϋτμον. τὸ ἄφωνον, τὸ ἐστερημένον ἀϋτμῆς, ὅ ἐστι φωνῆς. [Νηφάλιον. τὸ γρήγορον.] | |
9t | (Ῥῆμα.) | |
10 | Νηήσας καὶ νήσας. ἀντὶ τοῦ σωρεύσας. καὶ νῆσαι. καὶ νήει ἀντὶ τοῦ ἐσώρευσε. Νήθω. τὸ κλώθω. Νηκούστησε. παρήκουσε. Νηπιάζεται. μωραίνεται. | |
15 | Νήφει. γρηγορεῖ. νείφει δὲ ἀντὶ τοῦ βρέχει, δί‐ φθογγον. νίφει δὲ ἀντὶ τοῦ χιονίζει, ι, ἐξ οὗ καὶ νιφὰς καὶ νιφετὸς, ἡ χιών. Νήχεται. κολυμβᾷ. Νηπιάζειν. τὸ μὴ εἰδέναι κακοποιεῖν ἢ ἁμαρτά‐ | |
20 | νειν. καὶ ὁ Ἀπόστολος· ἀλλὰ τῇ κακίᾳ νη‐ πιάζετε. | |
22t | (Ἐπίῤῥημα.) | |
23 | Νηλεῶς. ἀντὶ τοῦ ἀνηλεῶς. καὶ νηλειῶς. Νηποινί. ἄνευ τιμωρίας. | |
25 | Νητρεκῶς. ἀληθῶς. | |
nu1401(1t) | Τὸ Ν μετὰ τοῦ Ι. | |
2t | (Ἀρσενικόν.) | |
3 | Νίγερ. κύριον. καὶ ὁ περάτης. Νικήρωτος· Νικίας· Νικήτης· Νικήτας. ὀνό‐ | |
5 | ματα κύρια. Νιμμός. ἡ κάθαρσις. Νῖνος· Νιννύας. κύρια. Νισαῖος ἵππος. ὅ ἐστι ξανθός· ἡ γὰρ Νίσα πάντας τοὺς ἵππους ξανθοὺς ἔχει. | |
10 | Νιτιάτης. κύριον. ἡ τοῦ Νιτιάτου μονή. Νιφετός. χιὼν [κατὰ λεπτὸν φερομένη.] Νίν. ἀντὶ τοῦ αὐτόν. Νικόδημος. κύριον. ἑρμηνεύεται ὁ κατὰ διάνοιαν ἐῤῥωμένος εἰς τὴν ἐπίγνωσιν τοῦ Χριστοῦ, τὴν | |
15 | δὲ τῆς πράξεως τῶν ἐντολῶν φιλοτιμίαν φειδοῖ τῆς σαρκὸς ὡς δειλὸς παραιτούμενος. καὶ ὁ Θεόλογος· κᾂν Νικόδημος ᾖς ὁ νυκτερινὸς θεο‐ σεβὴς, μύροις αὐτόν. | |
19t | (Θηλυκόν.) | |
20 | Νίκωχις. πόλις. Νίκη. παρὰ τὸ ἑνὶ δοτικῇ καὶ τὸ εἴκω, τὸ ὑπο‐ χωρῶ, γέγονεν ἑνιείκη, καὶ ἀποβολῇ τῶν δύο εε, τοῦ τε ἐν ἀρχῇ καὶ τοῦ μέσου, καὶ κατὰ κρᾶσιν τῶν δύο ιι εἰς ἓν, δηλονότι μακρὸν, νίκη, | |
25 | οἷον ἡ ἑνὶ ὑποχωροῦσα. ὡς καὶ ὁ ποιητὴς λέγει· ἑτεραλκέα νίκην. [ἄλλοι δὲ, παρὰ τὸ νη στερητικὸν καὶ τοῦ εἴκω γέγονε νίκη, κατ’ ἔκθλιψιν τοῦ ε, ἡ μηδενὶ ὑπο‐ χωροῦσα. ἀλλ’ ἀντίκειται αὐτοῖς καὶ ἡ ἀποβολὴ | |
30 | καὶ ἡ γραφή· ἡ γραφὴ μὲν, ὅτι νίκη διὰ τοῦ | |
nu1402 | ι γράφεται, καὶ ὤφειλε γράφεσθαι διὰ τῆς ει διφθόγγου, ἡ ἀποβολὴ δὲ, ὅτι οὐδέποτε τὸ νη ἐπίῤῥημα ἀποβάλλει τὸ η, οἷον νήδυμος.] Νινευΐ. πόλις. | |
5 | Νίσα. τόπος, καὶ πόλις ἐν Ἐρυθρᾷ κειμένη. Νίσιβις. χώρα. καὶ κλίνεται Νισίβεως. [Νιφάδες. σταγόνες χιόνος.] Νίφα. νιφὰς, νιφάδος, νιφάδα, καὶ κατὰ συγ‐ κοπὴν νίφα. | |
10 | Νικόλαος. κύριον. παρὰ τὸ νῖκος καὶ τὸ λαὸς γίνεται Νικόσλαος. [ἀλλὰ τὰ εἰς ος ὀνόματα ἐν τῇ συνθέσει τῆς ἐπαγομένης λέξεως, τῆς ἀπὸ συμφώνου ἀρχομένης, ἀποβάλλουσι τὸ ς καὶ φυλάττουσι τὸ ο. θεὸς, Θεόδωρος.] | |
15 | Νίμμα. κάθαρμα. Νίτρον. σαπώνιον, ἢ εἶδος ἰατρικόν. [παρὰ τὸ νίζω νίτρον, ὡς μάσσω μάκτρον, πλήσσω πλῆ‐ κτρον, φέρω φέρτερον.] Νιτέρειον. ἀκρωτήριον. | |
20 | Νίζω. σημαίνει τὸ νίπτω, καὶ τὸ καθαίρω. [νί‐ πτω, νίζω. οἱ Αἰολεῖς τὰ εἰς πτω ῥήματα εἰς δύο σς μεταβάλλουσιν. οἷον νίπτω νίσσω. Τα‐ ραντίνων δὲ φωνῇ γίνεται νίζω.] Νικῷεν. εὐκτικόν. ὡς ἀπὸ τοῦ σιγὴ σιγῶ, οὕτως | |
25 | καὶ ἀπὸ τοῦ νίκη νικῶ. καὶ τὸ εὐκτικὸν νικῷεν καὶ νικῴη. νικῶ, νικᾷς, ἡ μετοχὴ ὁ νικῶν, τοῦ νικῶντος, τὸ εὐκτικὸν νικῷμι, τὸ τρίτον νικῷ καὶ πλεονασμῷ τοῦ η ἀττικῶς νικῴη, καὶ ἐξ αὐτοῦ νικῷ, καὶ νικῴης. | |
30 | Νισσόμενος. στρεφόμενος. | |
nu1403(1t) | Τὸ Ν μετὰ τοῦ Ο. | |
2t | (Ἀρσενικόν.) | |
3 | Νόες. οἱ ἄγγελοι, καὶ οἱ λογισμοί. ὅτι κακῶς λέγουσι καὶ παρ’ ἀναλογίαν οἱ φιλόσοφοι τὸν | |
5 | νόα αἰτιατικὴν τῶν ἑνικῶν, καὶ οἱ νόες εὐθεῖαν τῶν πληθυντικῶν, καὶ αἰτιατικὴν τοὺς νόας· δέον γὰρ τὸν νοῦν λέγειν, καὶ οἱ νοῖ. ἀπὸ συναιρέ‐ σεως ἐστὶ καὶ δεῖ πρὸς τὸ ἐντελὲς κλίνεσθαι καὶ τὸ συνῃρημένον. ἔστι γὰρ νόος, νοῦς, νόον, | |
10 | νοῦν. Νόθος. ὁ μὴ γνήσιος υἱός. παρὰ τὸ ὀνῶ, τὸ μέμφομαι καὶ βλάπτω, γίνεται ὀνότος, καὶ κατὰ ἀποβολὴν τοῦ ο καὶ τροπῇ τοῦ τ εἰς θ νόθος, ὁ μὴ ὢν γνήσιος υἱὸς, ἀλλ’ ἐκ παλλα‐ | |
15 | κίδος. αἱ γὰρ παιδοποιΐαι παρὰ τῷ ποιητῇ τε‐ τραχῶς λέγονται· γνήσιος, νόθος, σκότιος καὶ παρθένιος· γνήσιος ὁ ἐκ νομίμων γάμων· νό‐ θος ὁ ἐκ παλλακίδος· σκότιος ἐκ λαθραίας μίξεως· παρθένιος ὁ ἐκ τῆς παρθένου ἔτι νο‐ | |
20 | μιζομένης γενόμενος. | |
Νομῆες. οἱ ποιμένες. [καὶ νομέας καὶ νομεῖς.] | ||
nu1404 | Νομοΐστωρ. ὁ νομομαθής. Νομικός. ὁ τῷ νόμῳ ἀκολουθῶν. ἢ ὁ τοῦ νόμου ἐξηγητής. Νομοδιδάσκαλοι. οἱ γραμματεῖς ἑρμηνεύονται. | |
5 | [συνῆσαν γὰρ αὐτοῖς καὶ οἱ λεγόμενοι νομικοί.] Νόμος. ὃν ἔχομεν γραπτὸν νόμον· τὸ νόμισμα· ὁ τὴν γῆν μερίζων· παρ’ Αἰγυπτίοις ἡ χώρα· ἡ συνήθεια· μέτρον γῆς· τὸ εὐαγγέλιον. Νόμος. λόγος προστακτικὸς τῶν πρακτέων καὶ | |
10 | ποιητέων καὶ μή. παρὰ τὸ νέμω, τὸ μερίζω. Νόμος. χαλινὸς αὐτεξουσιότητος. Νόμος καὶ ἐντολὴ διαφέρει. νόμος μὲν γάρ ἐστιν ὅρος ἀποφαντικὸς τοῦ μὴ χρῆναί τι δρᾷν τῶν ἐκτόπων, ὁποῖόν ἐστι τό· οὐ φονεύσεις· ἐντολὴ | |
15 | δέ ἐστιν ὅρος ἀποφαντικὸς αἰσχροῦ πράγματος, συνεζευγμένης ἐντολῆς, οἷον ἐστὶ τό· ἐὰν μὴ πε‐ ρισσεύσῃ ἡ δικαιοσύνη ὑμῶν πλέον τῶν γραμ‐ ματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν [τῶν οὐρανῶν.] | |
20 | Νόστος. ἡ πρὸς τὸν οἶκον ἐπάνοδος. παρὰ τὸ νέω, τὸ πορεύομαι. νόστος καὶ ἡ τῆς γεύσεως ἀνά‐ | |
δοσις. | ||
nu1405 | Νοσφισμός. χωρισμός. Νότος. ὁ κατὰ μεσημβρίαν τόπος. καὶ ὁ ἄνεμος. [ἀπὸ τοῦ νεῖσθαι, ὅ ἐστι διέρχεσθαι καὶ πο‐ ρεύεσθαι.] | |
5 | Νοτίου. θαλασσίου. νοτίου θηρός. λέγει δὲ τὸ κῆτος. Νοῦμμος. τὸ νουμμίον. Νουνεχής. συνετὸς, φρόνιμος. καὶ νουνέχεια. Νοῦς. τριχῶς λέγεται. νοῦς θεοῦ· νοῦς καὶ ὁ | |
10 | ἄγγελος· νοῦς καὶ ὁ ἡμέτερος. Νοῦς. ὅρασις ψυχῆς ἀσώματος πρὸς πάντα ἐκ‐ τείνουσα. Νοῦς. πρᾶγμα ἄδηλον, ἀδήλως ἄδηλα περιαθροῦν. τοῦτο γάρ ἐστι νοῦς ἐν ψυχῇ, ὅπέρ ἐστιν | |
15 | ὀφθαλμὸς ἐν σώματι. Νοῦς ἐστὶ ψυχῆς τὸ καθαρώτατον καὶ λογικὸν εἰς θεωρίαν τῶν ὄντων. Νοῦς θύραθεν ἐστὶν ἡ ἔξωθεν ἐπιγινομένη γνῶ‐ σις. | |
20 | Νοῦς. φύσις ἐπινοητικὴ παντὸς πράγματος. Νοῦς ἐστὶν ὑφεστὼς, οὐσία νοερὰ αὐτοκίνητος, θεῖος ὑμνῳδὸς δόξης. ἡ πρώτη τοῦ νοῦ κίνησις. Νοῦς. παρὰ τὸ νέμεσθαι, τὸ πορεύεσθαι. ὁ πάν‐ τοτε ἐν ἡμῖν κινούμενος, καὶ ἐπὶ πάντων ἰών. | |
25 | τί γὰρ ὁρμητικώτερον τοῦ νοῦ; καὶ Ὅμηρος· ὡς δ’ ὅταν ἀΐξῃ νόος ἀνέρος. καὶ πάλιν· ὡσεὶ πτερὸν ἠὲ νόημα. Νοῦς λογικός ἐστιν αἴσθησις θεωρητικὴ ψυχῆς | |
30 | ἀθανάτου καὶ νοερᾶς. Νοῦς ἐστὶν ὅρασις σώματος ἀσώματος, [ἀσωμάτως] εἰς πᾶν διατρέχουσα. Νόμος. τὸ ἄγραφον ἔθος. τοῦ Θεολόγου· ἐγ‐ | |
καίνια τιμᾶσθαι παλαιὸς νόμος. | ||
nu1406 | †Νόμοι φύσεως. οὓς ἡ ἁμαρτία ἐπεισήγαγε τὸν πνευματικὸν καταλύουσα νόμον· ὃν αὖθις ὁ Κύ‐ ριος διὰ τῆς ἑαυτοῦ γεννήσεως ἀνωρθώσατο. φύ‐ σεως δὲ νόμος ὁ λόγος, καθ’ ὃν ἑκάστη γεγέ‐ | |
5 | νηται.† | |
6t | (Θηλυκόν.) | |
7 | Νομάδες. αἱ βοσκόμεναι ἀγέλαι. καὶ νομάδας, τοὺς ἀγρίους βαρβάρους. Νομή. ἡ βοσκή. νομεῖ δὲ τῷ βοσκῷ, ἐπὶ ἀρσενι‐ | |
10 | κοῦ, δίφθογγον. Νόησις. ἡ πρώτη τοῦ νοῦ κίνησις. Νόννα. κύριον. Νόνναι. αἱ ἡμέραι, ἢ ἀρχαὶ τῶν μηνῶν. Νοσηλεία. ἡ ἀῤῥωστία. | |
15 | Νόσος. ἀσυμμετρία τῶν ἐν σώματι στοιχείων ἡ κατακυριεύσασα ἤδη τοῦ ζώου καὶ ἐπικρατὴς γινομένη. Νόσος. παρὰ τὸ ἐστερῆσθαι ὑγιείας, κατὰ με‐ τάθεσιν τοῦ ω εἰς ο. | |
20 | Νοτίς. ἡ ὑγρασία. Νοτία. ἡ ὑγρασία καὶ ἡ σκοτία. παρὰ γὰρ τὸ νότος νότιος καὶ νοτία. Νοῦσος. ἡ νόσος, κατὰ προσθήκην τοῦ υ. Νουθέτησις. λόγος ἐπιτιμητικὸς ἕνεκα ἀποτροπῆς | |
25 | ἁμαρτίας. †Νοτίη. πάχνη.† Νόησις. παρὰ τὸ νέω, τὸ πορεύομαι. οὐδὲν γὰρ ταχύτερον τοῦ νοός. | |
29t | (Οὐδέτερον.) | |
30 | Νοερόν. πνευματικὸν, ἄϋλον. ἢ τὸ τὰ νοητὰ ὁρῶν. ἢ πᾶν τὸ ἐν τῇ καρδίᾳ κατὰ νοῦν ὑπάρ‐ χον. τινὲς τὸ κατ’ εἰκόνα φασί. Νοητόν. τὸ διὰ τοῦ νοῦ νοούμενον. ἢ τὸ δια‐ φεῦγον τὰς πέντε ἡμῶν αἰσθήσεις. ἢ τὸ μὴ | |
35 | ὁρώμενον. | |
nu1407 | Νοητόν. τὸ ἐν τῷ νοερῷ ὑπεισελθὸν καὶ νοού‐ μενον. Νοητά. τὰ μὴ σωματικῶς, ἀλλὰ κατὰ νοῦν γνω‐ ριζόμενα. ἢ νοητὰ τὰ αἰσθητήρια τὰ ἐν τῷ | |
5 | καθ’ ἡμᾶς κρυπτῷ ἀνθρώπῳ. Νοσοκομεῖον. ὁ ξενών. καὶ νοσοκόμος ὁ ἐπιμε‐ λούμενος τῶν νοσούντων. Νότα. τὰ γράμματα. ἐξ οὗ καὶ νοτάριος. Νότιον. δίϋγρον. | |
10 | Νουθέτημα. συμβουλή. ἢ ἐπιτιμητικὸς λόγος εἰς ἀποτροπὴν ἁμαρτίας. Νόμισμα. τὸ νομιζόμενον μηδὲν εἶναι. | |
13t | (Ῥῆμα.) | |
14 | Νοθεύει. ἀπαλλοτριοῖ. | |
15 | Νοσηλεύεται. ἀῤῥωστεῖ. Νοσφίζεται. ἰδιοποιεῖται· ἀφαιρεῖται. Νοστήσας. ἐπανελθών. Νοεῦντες. νοοῦντες. αἰολικῶς. Νόσφι. ἀντὶ τοῦ χωρίς. καὶ ἀντὶ τοῦ πόῤῥω. | |
20 | παρὰ τὸ νω στερητικὸν καὶ τὸ ἕπω, τὸ ἀκο‐ λουθῶ, γίνεται νοέπι ἐπίῤῥημα καὶ κατὰ συγκο‐ πὴν καὶ τροπὴν τοῦ π εἰς φ, καὶ πλεονασμῷ τοῦ ς, νόσφι, τὸ μὴ ἀκολουθοῦν, ἀλλὰ πόῤῥω ὄν. [ἢ παρὰ τὸ νόστος, ὃ σημαίνει τὴν ἐπάν‐ | |
25 | οδον, καὶ ἐπεκτάσει γίνεται νοστόφι. τὸ δὲ νό‐ | |
στος παρὰ τὸ νέω, τὸ πορεύομαι.] | ||
nu1408(1t) | Τὸ Ν μετὰ τοῦ Υ. | |
2t | (Ἀρσενικόν.) | |
3 | Νυκτίβιος. ὁ ἐν νυκτὶ διάγων. Νυκτιλόχος. ὁ κλέπτης, ὁ λῃστὴς, ὁ λοχῶν | |
5 | καὶ ἐνεδρεύων ἐν τῇ νυκτί. Νυκτιπόλος. ὁ λῃστής. Νυκτέλιος. ὁ Διόνυσος. Νύμφιος. ὁ νυμφικὸς οἶκος. νυμφίος δὲ ὁ γα‐ μέτης καὶ ὁ γαμβρός. ὡς τύχιος ὁ τυχηρὸς, | |
10 | Τυχίος δὲ κύριον. νυμφεῖος δὲ ὁ παστὸς, δί‐ φθογγον. Νυμφοστόλος. ὁ νυμφαγωγός. Νυσήϊος. ὁ Διόνυσος. ἀπὸ τοῦ Νύσης. ὄρος δὲ τοῦτο Θρᾴκης. | |
15 | —Διὸς Νυσήϊον υἷα. Νύχιος. ὁ νυκτερινός. Νυκτομαχία. ἡ ἐν νυκτὶ τοῦ πολέμου μάχη. Νύμφη. ὡς παρὰ τὸ νέος γίνεται νυὸς, οὕτως καὶ παρὰ τὸ νέα καὶ φῶ γίνεται νεόφη καὶ νύμ‐ | |
20 | φη, ἡ νέα φαινομένη καὶ συγκοπῇ καὶ τροπῇ τοῦ μ εἰς ν νύμφη. Νύξ. ἐν τῷ τὸν ἥλιον ὑπὸ γῆν εἶναι. νυκτὸς δὲ διάστημα ὁ ἀπὸ δύσεως μέχρις ἀνατολῆς ὑπὸ γῆν τοῦ ἡλίου δρόμος. [παρὰ τὸ νύσσω, νύξω, | |
25 | νύξ· δι’ ἧς καμπτόμεθα. ὁ δὲ Βησαντῖνος παρὰ τὸν νύξω μέλλοντα, τὸν δηλοῦντα τὸ | |
πλήξω, διὰ τὸ νύσσεσθαι καὶ προσπταίειν τοῖς | ||
nu1409 | ἐνεργουμένοις τὶ ἐν σκότει ἢ προσκόπτειν καὶ πλήττεσθαι τοὺς βαδίζοντας ἐν αὐτῇ τῇ ὥρᾳ.] Νυός. ἡ νύμφη. Νύσσα. ὁ καμπτός. παρὰ τὸ νεύω, νεύσω, νεύ‐ | |
5 | σα καὶ ἀποβολῇ τοῦ ε νύσσα. [ἢ παρὰ τὸ νύσ‐ σω, τὸ κάμπτω, διὰ τὸ τοὺς ἵππους ἐκεῖ νύσ‐ σεσθαι.] Νύσσα. καὶ ὄνομα πόλεως. Νυσήϊον. οἱ μὲν τὸ Σίναιον ὄρος φασὶν, οἱ δὲ | |
10 | ἕτερον ὄρος τοῦ Διονύσου, ἐνδότερον καὶ ἐπέ‐ κεινα τῆς Ἰνδικῆς. Νύχος. ἡ νύξ. Νῦ. τὸ στοιχεῖον. ὅτι νυγμόν τινα ἔχει ἡ τούτου ἐκφώνησις. καὶ νὺ ἀντὶ τοῦ δή. | |
15t | (Ῥῆμα.) | |
16 | Νύξας. διεγείρας. Νυμφοστολῆσαι. τὸ νυμφαγωγῆσαι. Νύσσω. τὸ τιτρώσκω. καὶ τὸ λάμπω. Νυστάζω. ἀπὸ τοῦ νεύω, τὸ στάζω. οἷον· | |
20 | νευστάζων κόρυθα βριαρήν—. ἐπειδὴ ἐπινεύουσιν οἱ κοιμώμενοι. ἔνθεν καὶ τὸ | |
ῥηματικὸν ὄνομα νύσταλος, νυσταλογερόντιον. | ||
nu1410 | ἢ παρὰ τὸ νευστάζειν ἀποβολῇ τοῦ ε. τὸ δὲ νευστάζειν παρὰ τὸ νεύειν τὴν κάραν. | |
3t | (Ἐπίῤῥημα.) | |
4 | †Νύκτωρ. διὰ νυκτός.† | |
5 | Νῦν. ἀντὶ τοῦ ἀρτίως. καὶ νυνί. καὶ νὺ ἀντὶ τοῦ δή. | |
7t | Τὸ Ν μετὰ τοῦ Ω. | |
8t | (Ἀρσενικόν.) | |
9 | Νωθεῖς. ῥάθυμοι, βραδεῖς. οἱ ἐστερημένοι τοῦ | |
10 | τρέχειν. Νωθροκάρδιος. ὁ κατὰ λογισμὸν βαρὺς καὶ ῥά‐ θυμος. Νῶε. ὄνομα κύριον. ἑρμηνεύεται δὲ πρόσωπον ἀκτη‐ μοσύνης. | |
15 | Νωδός. ὁ ἐστερημένος τῶν ὀδόντων. Νωΐτερος. ἡμέτερος. Νῶκαρ. ὁ δυσκίνητος, ὁ οὐδ’ ὁπωσοῦν ἐῤῥω‐ μένος. [παρὰ τὸ νω στερητικὸν καὶ τὸ σκαίρω, τὸ σκιρτῶ, κατὰ ἀποβολὴν τοῦ ς.] | |
20 | Νωλανοί. ἔθνος. | |
Νωμεντίνος. κύριον. | ||
nu1411 | Νῷν καὶ σφῷν. σὺν τῷ ι. ἀπὸ γὰρ τοῦ νῶϊν καὶ σφῶϊν γέγονε κατὰ συναίρεσιν τοῦ ω καὶ ι εἰς τὴν ω δίφθογγον. [ἄλλως δὲ πᾶσα δο‐ τικὴ ἐπὶ παντὸς ἀριθμοῦ τὸ ἰῶτα ἔχει. Ὅμη‐ | |
5 | ρος δὲ χωρὶς τοῦ ι ἀξιοῖ γράφεσθαι. λέ‐ γων ὅτι τρία πρόσωπα εἰσὶ τῶν παθητικῶν· ἡμῶν, ὑμῶν, σφῶν, ἀντὶ τοῦ δύο, δυϊκὸν κεῖ‐ ται ἀντὶ τοῦ σφῶιν. ἀλλ’ ἔστιν εἰπεῖν, χωρὶς τοῦ ι γράφεται, ἐπειδὴ οὐδέποτε τῇ γενικῇ καὶ | |
10 | τῇ δοτικῇ κέχρηται ὁ ποιητὴς, εἰ μὴ κατὰ διά‐ λυσιν· οἷον τοῖν, τοῖϊν, ὤμοιν, ὤμοιϊν, ἀλλή‐ λοιν, ἀλλήλοιϊν. εἰ οὖν ἐνταῦθα τὸ ἰῶτα ἔχει, ἤμελλε κατὰ διάλυσιν εἶναι.] †Νώρυμνον. οὐχ ὑψηλόν· οὐκ ἐρυμνόν.† | |
15 | Νωνύμους. ἀνωνύμους. Νωνύμνους. ἄνευ ὕμνων καὶ εὐφημίας τῆς διὰ τῶν θρήνων γενομένης· ἀνωνύμους. †Νῶος. μωρός.† Νωρικός. τοπικόν. | |
20 | Νώροπα. λαμπρόν. παρὰ τὸ νω στερητικὸν καὶ τοῦ ὂψ γέγονε νώροψ, ὁ μὴ ἐῶν τὴν ὄψιν εἰς ἑαυτὸν ἀφορᾷν, λαμπρόν· ἀμαυροῖ γὰρ τὴν ὄψιν τὰ πάνυ λαμπρά. | |
Νῶτος. †ἡ ψύα.† ἡ ῥάχις. ἐπειδὴ τῶν ἄλλων | ||
nu1412 | μερῶν νοτίζεται μᾶλλον, καὶ εἰς τοῦτο ὁ ἱδρὼς καταῤῥεῖ. καὶ ὁ ποιητής· —κατὰ δὲ νότιος ῥέεν ἱδρὼς— ὥστε τροπὴν εἶναι τοῦ ο εἰς ω μέγα. ἢ παρὰ | |
5 | τὸ ὦ, τὸ ὑποτακτικὸν, ὦτος καὶ νῶτος. Νωτοφόρος. ὁ ἐπὶ νώτου τὰ ἄχθη καὶ τὰ βάρη ἢ τὰ φορτία βαστάζων καὶ φέρων. †Νωχέας. βραδὺς, μαλακός.† Νῶχος. κύριον. | |
10 | Νωχελής. βραδὺς, ῥάθυμος. ἢ ὁ νωθρὸς καὶ ἀσθενής. οἱονεὶ ὁ ἐστερημένος τοῦ κέλλειν, νω‐ κελλὴς τὶς ὢν, καὶ τροπῇ τοῦ κ εἰς χ νωχε‐ λής· κέλλειν γάρ ἐστι τὸ ταχέως τρέχειν, ἀφ’ οὗ καὶ κέλης, ὁ δρομικὸς ἵππος. | |
15 | †Νώψ. ἀσθενὴς τὴν ὄψιν.† | |
16t | (Θηλυκόν.) | |
17 | †Νωθή. μακρὰ ὁδός.† Νωθρεία καὶ νωθεία. ἡ ῥαθυμία. νοθία δὲ, ἡ κλεψιγαμία, μικρὸν καὶ ι. | |
20 | Νῶλα. πόλις. Νωμεντία. χώρα. Νομαντία δὲ μικρόν. Νωμηστεία. ἡ μέρισις. Νώρμα καὶ Νώρα. ὀνόματα πόλεων. | |
24t | (Οὐδέτερον.) | |
25 | Νωγαλέον. †πυῤῥόν.† λαμπρόν. | |
nu1413 | Νώδυνον. τὸ ἀνώδυνον. †Νώκαρ. χάσμα. ὕπνος.† †Νῶμα. κίνημα.† †Νῶτα. ἡ ψύα.† | |
5 | Νῶτα θαλάσσης. ὅ ἐστιν ἡ ἐπιφάνεια τῆς θαλάσσης. | |
7t | (Ῥῆμα.) | |
8 | †Νωμεύειν. κακολογεῖν.† Νωμῆσαι. διενεγκεῖν. βαστάξαι ἢ κινῆσαι. ἀπὸ | |
10 | τοῦ ὤμου ἡ μεταφορὰ, ὡς οἶμαι· ὠμῶ καὶ νωμῶ. Νώμησαν. διεμέρισαν. διέδωκαν. ἔστι νωμῶ, νωμήσω, ὁ ἀόριστος ἐνώμησα, καὶ τὸ τρίτον τῶν πληθυντικῶν ἐνώμησαν. γράφεται τὸ νω μέγα· τὰ γὰρ εἰς ω λήγοντα ῥήματα δισύλ‐ | |
15 | λαβα κατὰ τροπὴν τοῦ ε εἰς ω ἐκ βαρυτόνου εἰς περισπώμενα μετηγμένα διὰ τοῦ ω μεγά‐ λου γράφεται κατὰ τὴν παραλήγουσαν. καὶ εἰ μὲν διὰ καθαροῦ τοῦ ω ἐκφέρονται, βαρύνον‐ ται, οἷον χέω χώω, ζέω ζώω, τρέω τρώω, | |
20 | ῥέω ῥώω, πλέω πλώω· εἰ δὲ μετὰ συμφώνου, | |
nu1414 | περισπῶνται, οἷον στρέφω στρωφῶ, οἷον· κατ’ οἶκον ἐστρωφᾶτο μισητὸς βάβαξ· νέμω νωμῶ, τρέχω τρωχῶ, λέγω λωγῶ, πέτω πωτῶ· γί‐ νεται γὰρ ἐν τούτοις τροπὴ τοῦ ε εἰς ο, καὶ | |
5 | αὖθις ἔκτασις εἰς τὸ ω. τὸ σώχω, τρώγω, κλώθω, σκώπτω, οὐ ταυτὸν τυχόντα τῆς πα‐ ραγωγῆς, διὰ τοῦ ω μεγάλου γράφονται καὶ βαρύνονται. Νῶσιν. ἀντὶ τοῦ νήθουσιν. νήθω δὲ τὸ κλώθω. | |
10 | καὶ ταῖς χερσὶ νῶσι λῖνον. †Νωσάμενος. ἐνθυμηθείς.† †Νωτίσαι. ἀμείψασθαι.† *Νῶ. τὸ σωρεύω.* | |
14t | (Ἐπίῤῥημα.) | |
15 | Νωγαλέως. λαμπρῶς. Νωλεμέως. ἀδιαλείπτως, συνεχῶς. παρὰ τὸ νω στερητικὸν καὶ τὸ λείπω, τὸ λιμπάνω, γέ‐ γονε νωλεπέως, καὶ τροπῇ τοῦ π εἰς μ νω‐ λεμέως. οἱονεὶ τὸ μὴ λειπόμενον, ἀλλ’ ἀδια‐ | |
20 | λείπτως ὄν. | |
xi1413(21t) | Ξ. | |
22t | Τὸ Ξ μετὰ τοῦ Α. | |
23t | (Ἀρσενικόν.) | |
24 | Ξανθός. ὁ πυῤῥοειδής. | |
25 | Ξάνθος. ποταμὸς, καὶ ὄνομα ἵππου. | |
Ξανθίκομος. ὁ ξανθόθριξ. | ||
xi1414(21t) | (Θηλυκόν.) | |
22 | †Ξανθὴ χολή. ἀναλογεῖ τῷ πυρὶ ξηροτάτη οὖσα καὶ θερμή.† | |
24t | (Ῥῆμα.) | |
25 | Ξανθίζεσθαι. τὰς τρίχας κοσμεῖσθαι. | |
Ξαίνω. τὸ τύπτω. | ||
xi1415(1t) | Τὸ Ξ μετὰ τοῦ Ε. | |
2t | (Ἀρσενικόν.) | |
3 | Ξεῖνος. ὁ ἀπὸ ξένης φίλος. ὥσπερ ἀπὸ τοῦ κενὸς γίνεται κεινὸς, οὕτω καὶ ἀπὸ τοῦ ξένος ξεῖνος. | |
5 | ξεῖνος ἅμ’ ἀντιθέῳ Πολυνείκει—. Ξεινοδόκον. Ὅμηρος τὸν τοὺς ξένους δεχόμε‐ νον· Σιμωνίδης δὲ καὶ Πίνδαρος καὶ ἄλλοι τι‐ νὲς τὸν μάρτυρα ἐδέξαντο. Σιμωνίδης· ξεινοδόκησέ τε λαβών. | |
10 | ἀντὶ τοῦ ἐμαρτύρησε. καὶ Πίνδαρος· ξενοδοκῶν δ’ ἄριστος χρυσὸς ἐν αἰθέρι λάμπων. Ξένος. ὁ πάσης ἰδίων καὶ ἀλλοτρίων σχέσεως φυγάς. καὶ ὁ ἀπὸ ἀλλοδαπῆς χώρας ἥκων. καὶ | |
15 | πεποίηται τοὔνομα παρὰ τὴν σκηνὴν, τὸν παρ‐ έχοντα τὴν σκέπην καὶ σκέπασμα, ἵνα ᾖ σκε‐ νὸς καὶ ξένος. ἢ παρὰ τὸ ἄγω, ἄξω, ἄξενος καὶ ξένος, ὃν ἄγει τὶς εἰς ἑαυτὸν καὶ ἀποδέ‐ χεται. [ἢ παρὰ τὸ ἵξω, ἵξενος, καὶ ξένος. οὕ‐ | |
20 | τως Ὦρος ὁ Μιλήσιος.] Ξένειος Ζεύς. ὁ φιλόξενος. Ξένων· Ξένωνος καὶ Ξένετος. ὀνόματα κύρια. Ξενών. τὸ νοσοκομεῖον. Ξέστης. ῥωμαϊκόν ἐστι τὸ ὄνομα. τὸν γὰρ παρ’ | |
25 | ἡμῖν ἓξ ἀριθμὸν λέγουσι σέξ· καὶ μέτρου τι‐ | |
xi1416 | νὸς παρ’ αὐτοῖς τὸ ἕκτον λέγουσι σέξστον. διὰ δὲ εὐφωνίας τὸ σέξστης ξέστης λέγεται κατὰ μετάθεσιν τοῦ στοιχείου. οὕτω Φίλων. Ξένος. παρὰ τὸ ἔξω εἶναι τῆς πατρίδος. | |
5 | Ξενοφῶν. κύριον. παρὰ τὸ ξένος καὶ τὸ φόνος. ὁ ἐν τοῖς ξένοις τόποις φονευόμενος. | |
7t | (Θηλυκόν.) | |
8 | Ξενία. καταγώγιον· κατάλυμα· ἢ ξεναγωγία. Ξεστή. ἡ ἐξεσμένη καὶ ὡμαλισμένη. | |
10t | (Οὐδέτερον.) | |
11 | Ξεινήϊον. ξένιον. Ξενοδοχεῖον. οἴκημα ὑποδεχόμενον τοὺς ξένους. | |
13t | (Ῥῆμα.) | |
14 | †Ξέειν. τὸ ἐξ ἐπιπολῆς καὶ κατὰ τὴν ἐπιφάνειαν | |
15 | κεχρῆσθαι τοῖς ὄνυξί τε καὶ μάστιξι. ξύειν δὲ, τὸ κατὰ βάθος.† Ξεναγεῖται. καὶ ξεναγῶ, τὸ ξένον ὑποδέχομαι. Ξεναγίζω. τοὺς ξένους συνάγω. καὶ ξεναγῆσαι. Ξενιτεύω· Ξενόω· Ξενῶ· Ξενίζω. | |
20t | Τὸ Ξ μετὰ τοῦ Η. | |
21t | (Ἀρσενικόν.) | |
22 | Ξήϊος. κύριον. Ξηνός. ὁ κορμός. Ξηρὸς ἱδρώς. ὁ μὴ ὑπὸ λουτρῶν, ἀλλ’ ὑπὸ γυ‐ | |
25 | μνασίων καὶ πόνων γινόμενος. | |
xi1417(1t) | (Οὐδέτερον.) | |
2 | Ξηρίον. φυτὸν καὶ εἶδος βοτάνης ἰατρικόν. Ξηρόν. παρὰ τὸ ξῶ ῥῆμα, ἀπὸ μεταφορᾶς τῆς ὕλης τῶν ξύλων· εἴ τι γὰρ ἔξυσται, ξηρὸν γί‐ | |
5 | νεται· καὶ κατὰ τροπὴν τοῦ η εἰς ε ξερόν. οὕτω Φίλων. | |
7t | (Ῥῆμα.) | |
8 | Ξηραλοιφεῖν καὶ ξηραλοιφῆσαι. τὸ ἄνευ τοῦ λούεσθαι ἀλείφεσθαι. μήποτε δὲ καὶ τὸ ὑπὸ | |
10 | τῶν ἀλειπτῶν λεγόμενον ξηροτρίβεσθαι οὕτως ἐλέγετο. Ξηραίνω. τὸ ψυχραίνω. αἰτιατικῇ. | |
13t | Τὸ Ξ μετὰ τοῦ Ι. | |
14t | (Ἀρσενικόν.) | |
15 | Ξίρις. φυτόν. Ξιφήν. ὁ φέρων ξίφος. τὸ δὲ ξίφος παρὰ τὸ ξαίνω. οὕτως εὗρον ἐν ὑπομνήμασιν Ἰλιάδος. Ξιφήρης καὶ ξιφηφόρος. ὁ κατέχων ξίφος. Ξιφίας. ἰχθύος ὄνομα. | |
20 | Ξιφιλῖνος· Ξιφῖνος. Ξι. τὸ στοιχεῖον. παρὰ τὸ ξέεσθαι ἐν τῷ γρά‐ φεσθαι τῶν ἄλλων πλέον, ἢ ὅτι ὡσεὶ ξύσματα | |
εἰσὶν ἀπὸ σιδήρου ὁ τούτου ἦχος. | ||
xi1418(1t) | Τὸ Ξ μετὰ τοῦ Ο. | |
2 | †Ξουφορία. ἡ μυωξία.† †Ξόανον. τὸ εἴδωλον.† †Ξοῦθα. πυῤῥά.† | |
5t | Τὸ Ξ μετὰ τοῦ Υ. | |
6t | (Ἀρσενικόν.) | |
7 | Ξύλοχος. ὁ σύνδενδρος τόπος. Ξύμμαχοι. οἱ σύμμαχοι. Ξυνωμότης. ὁ συνωμότης. | |
10 | Ξύνευνος καὶ ξυνευνέτης. τὸ ξὺν ἀντὶ τοῦ σύν. *Ξύνθακος. συγκάθεδρος.* Ξυνός. ὁ κοινός. οἶμαι, ὅτι συνὸς, ὁ συνὼν τινί. ἢ ξύνιος παρὰ τὸ συνιέναι τινί. ἢ παρὰ τὴν ξὺν πρόθεσιν. | |
15 | Ξυρός. τὸ ξυράφιον. ἢ τὸ ἠκονημένον ξίφος. Ξυσμός. ἡ κνησμονή. Ξυστός. τόπος ἀνειμένος ἀθλητῇ. ξυστὸς καὶ ὁ κοντὸς, ὅ ἐστι τὸ κοντάριον. | |
19t | (Θηλυκόν.) | |
20 | Ξυλεία. ἡ τῶν ξύλων σωρεία. ἀξυλία δὲ ἰῶτα. Ξυνουσία. ἡ συνουσία. Ξυνόαρος. ἡ γαμετή. | |
Ξυνωμοσία. ξυνόμοσις δὲ μικρόν. | ||
xi1419 | Ξυνωρίς. ἡ δυάς. ἀρῶ τὸ ἁρμόζω· ξυνάορός τις ὢν, ὁ μετά τινος συναρμοζόμενος. καὶ τὸ θη‐ λυκὸν ξυνωρίς. κατὰ κρᾶσιν τοῦ αο εἰς ω μέγα. Ξυστίδα. λεπτὸν ὕφασμα. | |
5t | (Οὐδέτερον.) | |
6 | Ξύλον. παρὰ τὸ ξύω· οὐδεμία γὰρ ὕλη πρὸς ξύσιν ἐπιτηδειοτέρα ξύλου. Ξυλήφιον. τὸ μικρὸν ξύλον. Ξύνθημα. τὸ σύνθημα. | |
10 | Ξυνῳδά. ὅμοια. Ξυνόν. τὸ κοινόν. Ξυνήϊα. κοινὰ πράγματα. [παρὰ τὸ ξυνόν. τὸ κτητικὸν γὰρ ξύνειον, ὡς παρὰ τὸ κυνὸς κύ‐ νειον, καὶ διαιρέσει ἰωνικῇ ξυνέϊον καὶ τροπῇ | |
15 | τοῦ ε εἰς η ξυνήϊα, ἡ εὐθεῖα τῶν πληθυντι‐ κῶν.] Ξύσματα. τὰ γράμματα. | |
18t | (Ῥῆμα.) | |
19 | Ξύει. γράφει. ὡς καὶ παρ’ Ὁμήρῳ. καὶ ξύσμα‐ | |
20 | τα τὰ γράμματα. | |
xi1420 | Ξυμβαίη. ἀντὶ τοῦ συμβαίη. Ξύμβλητον. συνέτυχον. Ξύμβληντο. συνεβάλλοντο. Νέστορι ξύμβληντο—. | |
5 | Ξυνιέναι. ἀντὶ τοῦ συνιέναι. Ξυνών. συνυπάρχων. Ξύνες. ἀντὶ τοῦ σύνες. Ξύνιον. ἤκουον. Ξυνίεις. νοεῖς. ἢ ἐνενόεις. | |
10 | Ξυνίασι. συνέρχονται. ἴημι, ὃ σημαίνει τὸ ἀπο‐ λύω, τὸ τρίτον τῶν πληθυντικῶν ἰεῖσι, καὶ ἰω‐ νικῶς ἰέασι, καὶ κατὰ κρᾶσιν ἴασι, καὶ ἐν συν‐ θέσει ξυνίασι. Ξυνέηκεν. ἀντὶ τοῦ ξυνῆκεν ἢ συνέβαλεν. [ἴημι, | |
15 | ἤσω, ὁ παρακείμενος ἦκα, τὸ τρίτον ἦκε, καὶ πλεονασμῷ τοῦ ε ἔηκε, καὶ ἐν συνθέσει ξυν‐ έηκε.] Ξυμπονῆσαι. συνάρασθαι, συμβοηθῆσαι. Ξυνεχῶς. ἀντὶ τοῦ συνεχῶς. | |
20 | Ξῶθεν. ἀντὶ τοῦ ἔξωθεν. | |
omicron1421(1t) | Ο. | |
2t | Τὸ Ο μετὰ τοῦ Α. | |
3t | (Ἀρσενικόν.) | |
4 | Ὀάρσης. κύριον. | |
5 | Ὀαρισμοί. διάλογοι. | |
6t | (Θηλυκόν.) | |
7 | Ὀαριστύς. ἡ ὁμιλία. Ὄαροι. αἱ γυναῖκες. καὶ ὀάρων. Ὄασις, Ὀάσεως. ἡ Αἰγυπτία. | |
10t | (Οὐδέτερον.) | |
11 | Ὄα. τὰ ἀκρόδρυα. Ο. τὸ στοιχεῖον. παρὰ τὸ ἐμφερῆ εἶναι τὴν ἐκ‐ φώνησιν· κατὰ γὰρ περίκλασιν φωνῆς ἐκφωνεῖ‐ ται τὸ ὄνομα τοῦ στοιχείου. | |
15t | (Ῥῆμα.) | |
16 | Ὀαρίζω. τὸ γυναικὶ διαλέγομαι καὶ ὁμιλῶ. οἱονεὶ ὁμοαρίζω. παρὰ τὸ ὁμοῦ ἀρηρέναι τῷ γάμῳ καὶ συνηρμόσθαι. | |
19t | Τὸ Ο μετὰ τοῦ Β. | |
20t | (Ἀρσενικόν.) | |
21 | Ὀβριμοεργός. μεγαλουργὸς, ἰσχυρός. | |
omicron1422 | Ὀβελίας. ἄρτος ὁ †εἰς ὀβελοὺς† ὠπτημένος. Ὀβελὸς καὶ ὀβελίσκος. αἱ σοῦβλαι. οἱονεὶ ὀφελίσκος τὶς ὢν, ὁ εἰς μῆκος ὀφελλόμενος, τουτέστιν αὐξανόμενος καὶ ἐλαυνόμενος. ἢ πα‐ | |
5 | ρὰ τὸ βάλλω, βέλος. ἢ παρὰ τὸ βάλλω τὸ μὲν οὐδέτερον βέλος, τὸ δὲ ἀρσενικὸν βελὸς καὶ πλεο‐ νασμῷ τοῦ ο ὀβελὸς, ὁ ἐοικὼς βέλει. οὕτω Ἡρω‐ διανός. Ὀβελισμός. ἡ μέτρησις. | |
10 | Ὀβελός. ἀθετήσεως συμβόλιον. Ὀβολός. ἡ φόλις. | |
12t | (Θηλυκόν.) | |
13 | Ὀβριμοπάτρα. ἰσχυρὸν καὶ γενναῖον πατέρα ἔχουσα. | |
15t | (Οὐδέτερον.) | |
16 | Ὄβριμον. ἰσχυρὸν, γενναῖον. [παρὰ τὸ βρι ἐπι‐ τατικὸν μόριον γέγονε παράγωγον βριμὸν, καὶ πλεονασμῷ τοῦ ο ὄβριμον. ὡς ἐν τῷ τρύγη, ὀτρύγη.] | |
20 | Ὄβρυζον. χρυσίον, τὸ πολλάκις ἑψηθὲν, τὸ καθαρώτατον. | |
Ὀβελίζω. μετρῶ, ὀβολοστατῶ. | ||
omicron1423(1t) | Τὸ Ο μετὰ τοῦ Γ. | |
2t | (Ἀρσενικόν.) | |
3 | Ὄγκος. ἡ ἔπαρσις. †ἢ τὸ πάχος.† Ὀγδοηκοντούτης. .... | |
5 | Ὄγμιος. ὁ Ἡρακλῆς. Ὄγμος. ἡ τάξις. ἢ ἐπίστιχος φυτουργία τῶν δέν‐ δρων καὶ κατὰ τάξιν ἀγωγή. ὥσπερ γὰρ πα‐ ρὰ τὸ δαΐζω γίνεται δαϊγμὸς, καὶ παρὰ τὸ φρά‐ ζω φραγμὸς, οὕτω καὶ παρὰ τὸ ἀγμὸς ὄγμος | |
10 | μεταθέσει τοῦ α εἰς ο αἰολικῶς καὶ παροξυτό‐ νως. ἢ παρὰ τὸ ἔχω ἐχμὸς καὶ ὀχμός· παρὰ τὸ ἔχεσθαι ἄλλο ἐπ’ ἄλλου καὶ πρὸς ἄλληλα ἔχειν τὴν σχέσιν. κυρίως δὲ ὄγμος ἡ τομὴ τοῦ ἀρότρου· παρὰ τὸ οἴγεσθαι τὴν γῆν ὑπὸ τοῦ | |
15 | ἀροῦντος. Ὅμηρος δὲ ἐπὶ τῆς εὐθείας τάξεως τοῦ θερισμοῦ φησὶν, οἷον· ὄγμον ἐλαύνωσιν—. Ὄγναρις. κύριον. †Ὀγχηστής. ὁ Ποσειδῶν.† | |
20 | Ὀγχηστός. ὄνομα λιμένος. | |
Ὄγκος. ἡ ἀγκίς. | ||
omicron1424(1t) | (Θηλυκόν.) | |
2 | Ὀγδοηκόντορος ναῦς. Ὄγκαι. πόλις ἐν Ἀρκαδίᾳ. Ὀγκίς. ἡ γωνία, ἡ ἀγκίς. | |
5 | †Ὄγχη. σκίπτον. βακτηρία.† Ὄγαλα. τόπος. Ὄγκειον ἢ ὀγκίον. ἀγγεῖον, ἐν ᾧ τὰ σιδηρᾶ βέλη ἀποτιθέασιν. [ὄγκους γὰρ τὰς ἀγκίδας λέγουσιν. | |
10 | ὡς εἶδε νεῦρόν τε καὶ ὄγκους—.] Ὀγυρόν. ἱμάτιον. | |
12t | Τὸ Ο μετὰ τοῦ Δ. | |
13t | (Ἀρσενικόν.) | |
14 | Ὀδαξισμός. τρισμὸς ὀδόντων ἢ δῆξις. | |
15 | Ὅδε. ἀντὶ τοῦ οὗτος. Ὁ δεῖνα. ὥσπερ τὸ Νεάπολις δύο ὀνόματα εἰ‐ σὶν καθ’ ἑνὸς ὑποκειμένου, οὕτως καὶ τὸ ὁ δεῖ‐ να δύο ἀντωνυμίαι εἰσὶ καθ’ ἑνὸς ὑποκειμένου. τινὲς δὲ λέγουσιν, ὅτι μία λέξις ἐστὶ καὶ οὐ | |
20 | δύο. οἵτινες κακῶς λέγουσιν· εἰ γὰρ ἦν μία | |
λέξις, οὐκ ὤφειλε κατὰ πτῶσιν ἐναλλάττεσθαι | ||
omicron1425 | ἢ ἄρχειν, οἷον ὁ δεῖνα, τοῦ δείνατος, τῷ δεί‐ νατι. τῆς γὰρ μίας λέξεως φυλάσσεται ἐν τῇ κλίσει ἡ ἀρχὴ, οἷον· φιλάνθρωπος, φιλαν‐ θρώπου, φιλανθρώπῳ. τοῦτο διὰ τῆς ει δι‐ | |
5 | φθόγγου γράφεται, οὕτως ἐχούσης τῆς παρα‐ δόσεως, καὶ ἴσως πλανηθείσης ἐκ τοῦ τινὰς λέγειν, ὅτι μία λέξις ἐστίν· οἱ γὰρ λέγοντες, ὅτι μία λέξις ἐστὶ, λέγουσι, παρὰ τὸ ὅδε ἀν‐ τωνυμίας ἐστὶν, οἷον· | |
10 | Ἀλλ’ ὅδ’ ἀνὴρ ἐθέλει— γέγονεν ὁ δέϊνα καὶ ὁ δεῖνα. †Ὁδελός. ὁ ὀβελίσκος.† †Ὀδοντομάχης. ὁ σῦς.† †Ὅδουρος. ὁ κακοῦργος· ὁ τὴν ὁδὸν φυλάσ‐ | |
15 | σων.† †Ὁδοῖος. ἐνεδρεύων.† Ὅδησθος. κύριον. Ὁδηγός. ὁ προπομπός. Ὁδίτης. ὁ ὁδοιπόρος. | |
20 | Ὀδίος. κύριον. Ὁδοιδόκος. ὁ λῃστής. ἀπὸ τοῦ δοκεῖν καὶ ἐπι‐ τηρεῖν τὴν ὁδόν. Ὀδόακρος. κύριον. | |
Ὀδολάμ. ὄνομα ἐστὶ σπηλαίου. | ||
omicron1426 | Ὀδούς. ὡς παρὰ τὸ λέγω γίνεται λόγος, οὕτως καὶ παρὰ τὸ ἔδω ὀδούς. ὀξύνεται ὡς μετοχή· αἱ γὰρ εἰς ους μετοχαὶ ὀξύνονται. | |
4t | (Θηλυκόν.) | |
5 | Ὁδεία. ἡ ὅδευσις. Ὁδηγία. ἡ προπομπή. Ὀδμή. ἡ εὐωδία. παρὰ τὸ ὄζω ὀδὴ καὶ ὀδμή. Ὁδός. ἡ στράτα. παρὰ τὸ ἕω, τὸ πέμπω, ὁδός. ὡς σβέω σβεδὸς καὶ σβοδὸς καὶ σποδός. | |
10 | Ὁδῷ γήρως· ἐπὶ γήραος οὐδῷ. ἐπ’ ἐξόδου τοῦ γήρως, ὅτε ἤδη πεπέραται ὁ βίος καὶ διεξε‐ λήλυθε δι’ αὐτοῦ. †Ὅδρα. ὁ ὀφθαλμός.† †Ὄδρυσσα. πόλις.† | |
15 | Ὀδύνας. λύπας. παρὰ τὸ ἔδειν τὴν ψυχήν. Ὁδὸς καὶ ἡ διδασκαλία. ὁδὸς καὶ ἡ οἰκονομία. καὶ ὁ Ἀπόστολος· καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ. | |
19t | (Οὐδέτερον.) | |
20 | Ὄδεα. τὰ ἐφόδια. Ὀδυνήφατον. τὸ φθεῖρον καὶ παῦον τὰς ὀδύ‐ νας. φάρμακον ὀδυνήφατον. †Ὀδόντιον. ἡ βοτάνη. καὶ τὸ τοῦ στόματος.† | |
24t | (Ῥῆμα.) | |
25 | Ὀδαξήσας καὶ ὀδακτήσας. | |
omicron1427 | †Ὁδίων. βαδίζων.† ὁδοστατήσας. Ὀδυνώμενος. ὠδυνημένος δὲ μέγα. Ὁδεύειν. οὐδὲ παρ’ ἑνὶ τῶν ἐλλογίμων εὑρί‐ σκεται. | |
5 | Ὁδοιδοκῶ. τὰς ὁδοὺς ἐπιτηρῶ. ἢ λῃστεύω. Ὀδυρομένους. κλαίοντας. †Ὀδακτάζειν. τὸ δάκνειν.† †Ὀδεῖν. ἀγοράζειν.† Ὀδύρομαι. ἐπὶ ἐνεστῶτος. παρὰ τὸ ὀδύνω, ὃ ση‐ | |
10 | μαίνει τὸ τήκομαι καὶ καταπονοῦμαι. τοῦτο παρὰ τὸ ἔδω, τὸ ἐσθίω. ἐξ οὗ γίνεται ὀδοὺς, ὀδύνω καὶ ὀδύρομαι. ὀδύρωμαι δὲ ἐπὶ μέλ‐ λοντος, μέγα. Ὄδωδα. ἐκ τοῦ ὄζω. ὁ μέσος παρακείμενος ὦδα, | |
15 | καὶ ἀττικῶς ὄδωδα. | |
16t | (Ἐπίῤῥημα.) | |
17 | Ὀδάξ. τοῖς ὀδοῦσι δακτικῶς. [παρὰ τὸ δάζω, δάξω, κατὰ ἀποβολὴν τοῦ ω δὰξ, καὶ πλεο‐ νασμῷ τοῦ ο δάξ.] | |
20 | Ὁδοιπορικῶς. ἐπίῤῥημα. ὡδοιπωρηκὼς δὲ ἐπὶ πα‐ ρακειμένου, μέγα καὶ η. | |
22t | [Τὸ Ο μετὰ τοῦ Ε. | |
23 | Ὀεργίλος. κύριον.] | |
omicron1428(1t) | Τὸ Ο μετὰ τοῦ Ζ. | |
2t | (Ἀρσενικόν.) | |
3 | Ὀζάν. κύριον. Ὀζίας. κύριον. ἑρμηνεύεται δὲ καὶ ἰσχύς. | |
5 | †Ὄζηλις. ὄνομα τόπου.† †Ὀζηλίς. ἡ βοτάνη.† Ὀζόλαι. ἔθνος. ἡ εὐθεῖα ὁ Ὀζόλης. Ὄζος. ὁ κλάδος ἢ τὸ ἐγκαθήμενον [καὶ πε‐ παρμένον] ξύλον. παρὰ τὸ ἕζω, τὸ κάθημαι. | |
10 | ὦσχος δὲ ὁ κλάδος, μέγα. | |
11t | Τὸ Ο μετὰ τοῦ Θ. | |
12t | (Ἀρσενικόν.) | |
13 | †Ὄθης. εὐνοῦχος.† Ὀθνεῖος. ξένος. | |
15 | Ὀθρυονεύς. κύριον. Ὀθριάδης. κύριον. καὶ κλίνεται Ὀθριάδου. Ὀθρύς. †λόφος ἢ† ὄρος Θεσσαλίας. Ὀθρὺν καὶ ποταμὸν ἱερὸν ῥόον—. Ὄθων, Ὄθωνος. κύριον. | |
20t | (Θηλυκόν.) | |
21 | †Ὀθία. ἅμαξα ἡμιονική.† | |
Ὀθνείαν. ξένην. | ||
omicron1429 | Ὀθόνη. λεπτότατον ὕφασμα. [παρὰ τὸ ὄθω, τὸ συστρέφω καὶ κινῶ, ὅθεν τό· οὐδ’ ὄθομαι κοτέοντος— ἀντὶ τοῦ οὐ κινοῦμαι, οὐκ ἐπιστρέφομαι. δύνα‐ | |
5 | ται δὲ λέγεσθαι καὶ παρὰ τὸ ὄθμα, τὸ ὄμμα, ὀθμόνη καὶ ὀθόνη, ἀποβολῇ τοῦ μ.] | |
7t | (Οὐδέτερον.) | |
8 | †Ὀθνεῖον. ξένον. ὡς παρὰ τὸ ἄριστος ἀρι‐ στεῖον, οὕτως καὶ παρὰ τὸ νόθος νοθεῖον, καὶ | |
10 | ὀθνεῖον, μεταθέσει τοῦ ν.† Ὀθόνια. ὑφάσματα. Ὀθώνεια δὲ τὰ τοῦ Ὄθω‐ νος, μέγα καὶ δίφθογγον. Ὄθομαι. ἀποστρέφομαι. καὶ ὄθεο ἀντὶ τοῦ ἐπι‐ στροφὴν ποιοῦ. | |
15 | Ὅθι. ὅπου. ἔστιν ὁ ἄρθρον, καὶ κατ’ ἔκτασιν τοῦ θι ὅθι. †Ὄθως. ταχέως.† | |
18t | Τὸ Ο μετὰ τοῦ Ι. | |
19t | (Ἀρσενικόν.) | |
20 | Οἴακες. τὰ ἐν χερσὶ τῶν ἰθυντηρίων ἠρτημένα ξυλάρια τοῖς πηδαλίοις, δι’ ὧν περιάγεται τὰ πηδάλια. παρὰ τὸ οἴω, τὸ κομίζω. Οἰδίπους. οἰδῶ, οἰδήσω, οἰδησίπους καὶ οἰδί‐ πους διὰ τοῦ ι. τὰ γὰρ ἀπὸ βαρυτόνων μελ‐ | |
25 | λόντων γινόμενα διὰ τοῦ ι γράφεται, ἢ διὰ τοῦ ο μικροῦ, ἐνίοτε δὲ καὶ διὰ τοῦ ε ψιλοῦ. οἷον· στήσω, Στησίχορος· πράξω, Πραξιφά‐ νης· μίξω, μιξόθριξ· πέρσω, Περσεφόνεια. οὕτως οὖν καὶ οἰδήσω οἰδησίπους καὶ ἐν συγκοπῇ | |
30 | οἰδίπους. οὕτω Θεόγνωστος. | |
Οἴαγρος. κύριον. | ||
omicron1430 | Οἰβάδης· Οἴβαλος· Οἰβάλης· Οἰβάρης· Οἰ‐ βῆλος· Οἰβώτας. ὀνόματα κύρια. Οἰετέας. κύριον. Οἵ ἑ. οἵτινες αὐτόν· τοῦτο γὰρ σημαίνει τὸ ἕ. | |
5 | Ὀϊζυρός. ἐπίπονος, ἄθλιος, ταλαίπωρος, χαλε‐ πὸς, ἄψυχος. καὶ ὀϊζὺς ἡ ταλαιπωρία. παρὰ τὸ ἵζω, τὸ κάθημαι, γίνεται ἰζὺς, ὡς ἥδω ἡδύς· καὶ μετὰ τοῦ α τοῦ δηλοῦντος τὸ κακὸν γί‐ νεται ἀϊζὺς, ἡ κακῶς καὶ δυστυχῶς ἱζάνουσα | |
10 | τοῖς ἀνθρώποις· καὶ τροπῇ τοῦ α εἰς ο ὀϊζύς· ὡς ἄρχω, ὄρχαμος. ἐκ δὲ τοῦ ὀϊζὺς γίνεται ὀϊζύω καὶ ἐξ αὐτοῦ ὀϊζυρός. ὁ δὲ Ἀπολλώνιος λέγει, ὅτι ἔστιν οἲ ἐπίῤῥημα σχετλιαστικὸν ἢ θρηνητικόν. ἐκ τούτου γίνεται οἴζω, ὡς λίαν | |
15 | λιάζω καὶ αἲ αἰάζω. ἐκ δὲ τοῦ οἴζω γίνεται ὀϊζύω κατὰ διάλυσιν, καὶ ὀϊζυρός. Οἶκτος. ὁ ἔλεος, ἢ τὸ εὖ τι δρᾶσαι τὸν πεπον‐ θότα. Οἴκτιστος. ἐλεεινός. | |
20 | Οἰκτρός. ἐλεεινός. Οἰκτίρμων. ἐλεήμων. Οἰκουρός. ὁ φροντίζων τοῦ οἴκου. Οἰκότριψ. ὁ οἰκογενὴς δοῦλος. Οἰκῆας. οἰκέτας, δούλους. οἶμαι ἀπὸ τοῦ οἰ‐ | |
25 | κεὺς, ὡς Ἀχιλῆας ἀπὸ τοῦ Ἀχιλλεύς. Οἰκέτης. ὁ δοῦλος. Οἶκος. παρὰ τὸ εἴκω, τὸ ὑποχωρῶ· εἰς ὃν χω‐ ρούμεθα. Οἰκειακός. ὁ οἰκεῖος. οἰκιακὸς δὲ, ὁ ἐν τῷ | |
30 | οἴκῳ, ι. Οἶμος. ἡ ὁδός. παρὰ τὸ οἰμῶ, τὸ ὁρμῶ. Οἰνόφλυξ. μέθυσος, ὁ εἰς τὸν οἶνον ὁρμῶν. | |
φλύειν γὰρ τὸ ὁρμὴν ἔχειν πρός τι. | ||
omicron1431 | Οἶνος. ἔστιν ὕδωρ ἀπ’ ἀμπέλου πεποιημένον. οἴνους τις ὢν, ὁ οἰήσεως καὶ πλάνης αἴτιος τοῦ νοῦ γινόμενος. Οἰνοχόος. ὁ πιγκέρνης. | |
5 | Οἶος. ὁ μόνος. παρὰ τὸ ἴος, ὃ σημαίνει τὸ αὐτό· πλεονασμῷ τοῦ ο οἶος. Οἰσοφάγος. ὁ λαιμὸς ἢ ἕτερόν τι ἐντὸς τοῦ λαι‐ μοῦ οὕτω καλούμενον. ἀπὸ τοῦ οἴω, τὸ κομίζω. Οἰστός. φορητὸς, εὐκόμιστος. ἀπὸ τοῦ οἴω, τὸ | |
10 | κομίζω. οἰστὸν ἄχθος ἐπωμάδιον φέροντες. Οἶστρος. ἐρεθισμὸς, πύρωσις. ἢ ζωΰφιόν τι τοὺς βόας ἐρεθίζον ἐν τῷ καύσωνι. οἶστρος καὶ ἡ μανία. Οἰστροπλῆγα. τῇ μανίᾳ πεπληγμένον. | |
15 | Ὀϊστός. τὸ βέλος. [παρὰ τὸ ἵημι, τὸ πέμπω, γέγονεν ὀϊστὸς, πλεονασμῷ τοῦ ο. ἢ παρὰ τὸ οἴσω, τὸ φέρω, γέγονεν ὀϊστὸς καὶ οἰστὸς, ἐξ οὗ καὶ τὸ ὀϊστεύων.] Οἶτος. θρῆνος· μόρος· θάνατος. παρὰ τὸ οἲ | |
20 | καὶ μοὶ στεναγμοῦ ἐπιῤῥήματος. ἢ παρὰ τὸ οἴσω οἰστὸς καὶ οἶτος. Ὀΐων. τῶν προβάτων. [Ἀρίσταρχος καὶ Πτο‐ λεμαῖος ὁ Ἀσκαλωνίτης δισυλλαβεῖ, ὡς αἰγῶν, Ἀριστόνικος δὲ τρισυλλαβεῖ. ὁ μέντοι Πτολε‐ | |
25 | μαῖος οὐχ ὑγιῆ τὴν αἰτίαν ἐπιφέρει τῆς δισυλ‐ λάβου ἀναγνώσεως· λέγει γὰρ, ὅτι ἡ εὐθεῖα μόνη ἐστὶν οἶς. ἀλλ’ οὐδέποτε ὁ ποιητὴς μονο‐ σύλλαβον εἶπε τὴν εὐθεῖαν, ἀλλὰ δισύλλαβον. οἷον· | |
30 | τοῖσι δ’ ὄϊς— | |
omicron1432 | καὶ τὰς πλαγίους, εἰ μὴ κωλύει κατὰ μέτρον, κατὰ διάστασιν, ὄϊος καὶ ὄϊν καὶ ὄϊες. ἕνεκα δὲ μέτρου —οἰὸς ἀώτῳ. | |
5 | τουτέστι προβάτου ἄνθει ἤτοι ἐρίῳ. καὶ ἄλ‐ λως τὸ ὄϊς δισύλλαβον ἀναλογώτερόν ἐστι τοῦ μονοσυλλάβου. πολλὰ γάρ εἰσι λήγοντα ἐπ’ εὐ‐ θείας εὑρεῖν εἰς τὸ ις, οὐδὲν δὲ εἰς τὸ οις, εἰ μὴ μόνον τὸ οἶς παρὰ Ἀττικοῖς, καὶ τὸ φθοῖς.] | |
10 | Οἰωνοσκόπος. ὁ δι’ ὀρνέων μαντευόμενος· οἰωνοὶ γὰρ τὰ ὄρνεα. Οἰωνόβρωτος. ὑπὸ ὀρνέων βρωθείς. Οἰωνός. ὁ γύψ. παρὰ τὸ οἴω, τὸ μονῶ, γέγο‐ νεν οἰωνός· φασὶ γάρ τινες, ὅτι χωρὶς μίξεως | |
15 | πεφύκασι πολλάκις τίκτειν ἐξ ἀνέμου θερμα‐ σίας καὶ τῶν τοῦ ἡλίου ἀκτίνων. Οἰηματίας. ὁ κενόδοξος. ἀπὸ τοῦ οἴεσθαι εἶ‐ ναί τις. Οἰκουρός. οἰκονομικός. οἰκουροὺς ἀγαθὰς ὑπο‐ | |
20 | τασσομένας ἰδίοις ἀνδράσιν, ἵνα μὴ ὁ λόγος τοῦ θεοῦ βλασφημῆται. | |
22t | (Θηλυκόν.) | |
23 | Οἰάγρα. πόλις. Οἰαξίς. χώρα. | |
25 | Οἷα. ἡ ὁποῖα. Οἰβωνία. τόπος. Οἰδήσεις. αἱ φλεγμοναί. Οἴησις. ἔπαρσις. κενοδοξία. Ὀϊζύς. ἡ κακοπάθεια. [καὶ ὀϊζύω, τὸ ταλαι‐ | |
30 | πωρῶ.] | |
omicron1433 | Οἰκονομία. κυρίως μεγέθους συγκατάβασις. τὸ τῆς οἰκονομίας μυστήριον. Οἰμωγή. ὁ θρῆνος. παρὰ τὸ οἴμοι. Οἶμος. ἡ ὁδός. παρὰ τὸ οἰμῶ, τὸ ὁρμῶ. | |
5 | Οἴμη. ἡ ᾠδή. παρὰ τὸ ἐν ταῖς οἴμαις, τουτέστι ταῖς ᾠδαῖς, ψάλλεσθαι. οἴμη καὶ ἡ ῥάβδος ἡ ὁρμῶσα εἰς εὐθὺ ἐν τῷ φύεσθαι. Οἰνοφλυγία. ἡ μέθη. Οἴσχη. ἡ ἄμπελος. | |
10 | Οἰσύα. εἶδος δένδρου. καὶ οἰσυΐναις ῥάβδοις, ὅ ἐστι συκομοραίαις. Οἰκτέα. ἐξοχή. | |
Οἴτη. ὄρος. | ||
omicron1434 | Οἰκονομίαν. χρηστὴν καὶ ἐπωφελῆ διοίκησιν. οὕ‐ τως ὁ Ἀπόστολος· εἰς οἰκονομίαν τοῦ πληρώ‐ ματος τῶν καιρῶν. οἰκονομία καὶ ἡ πρόῤῥησις καὶ ἡ ἀποκάλυψις. οἰκονομία τῆς χάριτος. | |
5t | (Οὐδέτερον.) | |
6 | Οἴδημα. ὄγκωμα. Οἶδμα. τὸ κῦμα. ἀπὸ τοῦ οἰδαίνω. καὶ οἴδμα‐ τα τὰ ἐπάρματα, τὰ φυσήματα. ἀπὸ τοῦ οἰδή‐ ματος κατὰ συγκοπήν. | |
10 | Ὀϊζυρότερον. τὸ ταλαιπωρότερον. παρ’ Ὁμήρῳ δὲ μέγα τὸ ρω. Οἴημα. ἡ ἔπαρσις. Οἰήϊον. τὸ πηδάλιον τῆς νηὸς, ἀφ’ οὗ φέρεται | |
ἡ ναῦς. παρὰ τὸ οἴω, τὸ κομίζω καὶ φέρω· ὁ | ||
omicron1435 | μέλλων οἴσω, καὶ ἐξ αὐτοῦ οἴϊον καὶ πλεονα‐ σμῷ τοῦ η οἰήϊον. [ἢ παρὰ τὸ οἴαξ, οἴακος, γέγονεν οἰήκιον καὶ κατ’ ἔλλειψιν τοῦ κ οἰήϊον. οἴαξ δέ ἐστιν ὁ κανὼν, δι’ οὗ τὸ πηδάλιον φέ‐ | |
5 | ρεται. παρὰ τὸ οἴω, τὸ κομίζω.] Οἰκονομικὸν πρᾶγμα. οὐ πάντως ὀφεῖλον γίνε‐ σθαι, γινόμενον δὲ διὰ σωτηρίαν. ὡς Παῦλος περιέτεμε τὸν Τιμόθεον. Οἰκόπεδον. ἔρημον κατάπτωμα οἴκου. | |
10 | Οἶμα. τὸ ὅρμημα. [παρὰ τὸ οἰμῶ, οἴμημα καὶ οἶμα.] Οἰνοπωλεῖον. ἔνθα ὁ οἶνος πιπράσκεται. Οἷον. μέγα, θαυμαστόν· ὁποῖον. ἢ οἷον ἀντὶ τοῦ ὡσανεὶ καὶ ὥσπερ. †οἷοι, μόνοι. ἢ δυνα‐ | |
15 | τοί. οἷός τέ εἰμι ἀντὶ τοῦ δυνατός εἰμι.† Οἰσυπηρόν. ῥυπαρόν. Οἰταῖον. ὄρος. καὶ Οἰταῖος ὁ ἀπὸ τῆς Οἴτης. πα‐ ρὰ Παρθενίῳ. Οἴφιον. μέτρον τι. | |
20 | Οἰνοκάχλαινον. γύναιον τὸ φίλοινον. καὶ ὁ Ψελλός· γυναῖκα δὲ τὴν φίλοινον οἰνοκάχλαι‐ νον λέγε. Οἰκεῖον. τὸ ἴδιον καὶ προσφυὲς, καὶ κατάλληλον καὶ ἁρμόζον. | |
25t | (Ῥῆμα.) | |
26 | Οἰακοστροφεῖ. κυβερνᾷ, πηδαλιουχεῖ. Οἴγει. ἀνοίγει. Οἰδάνει καὶ οἰδαίνει. εἰς ὕψος αἴρεσθαι ποιεῖ. ὀγκοῦται. πληροῦται ὑπὸ τῆς ὀργῆς. ἀπὸ με‐ | |
30 | ταφορᾶς τῶν οἰδημάτων ἤγουν τῆς φλεγμονῆς. | |
παρὰ τὸ οἰδῶ, ὅπερ ἀπὸ τοῦ οἴω. | ||
omicron1436 | Οἴεσθαι. ὑπονοεῖν· ὑπολαμβάνειν. καὶ οἴει. Οἶδα. γινώσκω. Οἶμαι. νομίζω. ὑπολαμβάνω. Οἰμώζειν. θρηνεῖν. παρὰ τὸ οἴμοι θρηνητικόν. | |
5 | Οἰόμεθα. νομίζομεν· ὑπολαμβάνομεν. Οἴσει. κομίσει. Οἰστεύσας. τοξεύσας. Οἰστρηλατούμενοι. πυρούμενοι. Ὀϊσάμενος. ὑπολαβών. | |
10 | —ὀϊσάμενος δόλον εἶναι πόῤῥω που διέτριβεν. Οἴσετε. φέρετε. παρὰ τὸ οἴσω, τὸ ὁρμῶ. [τὸ δὲ οἴσω οὐκ ἔστι μέλλων. ἰστέον δὲ, ὅτι τοῦ φέρειν μέλλων οὐκ ἔστι, τοῦ δὲ οἴσω ἐνεστὼς | |
15 | οὐκ ἔστι, πλὴν ἔθος τῷ ποιητῇ μετάγειν ἀπὸ μέλλοντος εἰς ἐνεστῶτα. οὕτως ἔχει καὶ τὸ ἄξετε. διαφέρει δὲ τὸ οἴσω καὶ οἰσόμενος. οἴ‐ σομεν γὰρ καὶ ἑτέρῳ. οἴσατε δ’ ἄρν’ ἕτερον—. | |
20 | οἰσόμενος δὲ, ἑαυτῷ.] Οἶσθα. γίνωσκε. [οὐκ ἔστιν οἰδῶ ῥῆμα περι‐ σπώμενον, καὶ ἄλλο εἴδω, βαρύτονον. τούτου βαρύνεται ὁ μέσος παρακείμενος, οἶδα, κατ’ Αἰολεῖς, ὡς λέγει Ἡρωδιανός. τοῦ δὲ παρα‐ | |
25 | κειμένου ὁ μέλλων εἰδήσω. παράγωγον εἴδημι, τὸ δεύτερον εἴδης, καὶ κατ’ ἐπέκτασιν τῆς θα συλλαβῆς εἴδησθα καὶ κατὰ συγκοπὴν τοῦ δη καὶ τροπῇ τοῦ ε εἰς ο οἶσθα. ἢ ἔστι εἴδω, βαρύτονον, ὁ μέσος παρακείμενος οἶδα, καὶ αἰο‐ | |
30 | λικῶς τὸ οἶδα οἴδημι λέγουσι, τὸ δεύτερον οἴδης | |
omicron1437 | καὶ κατ’ ἔκτασιν τῆς θα συλλαβῆς οἴδησθα καὶ οἶσθα.] Οἴχεται. πορεύεται. φθείρεται. Οἰχνεῖν. πορεύεσθαι. ἀμφίβολον, ἢ παρὰ τὸ | |
5 | ἴχνος, ἰχνῶ καὶ πλεονασμῷ τοῦ ο οἰχνῶ, ἢ παρὰ τὸ οἴχω, οἰχνῶ, ὡς ὀρέγω, ὀριγνῶ, σκέ‐ δω, σκεδνῶ. Οἰνοκαγχλᾷν καὶ οἰνοκαγχλαίνειν καὶ οἰνο‐ κάγχλαινα, γυνὴ ἡ φίλοινος. | |
10 | Ὀϊζύω. κακοπαθῶ. [ἔστιν οἲ ἐπίῤῥημα σχετλι‐ αστικὸν, καὶ ἐξ αὐτοῦ ῥῆμα οἴζω, καὶ κατὰ διάλυσιν ὀΐζω, καὶ ἐξ αὐτοῦ ὀϊζύω, καὶ ὀϊζύς.] Οἰῶ. τὸ μονῶ. Οἰωνίζεσθαι. ἀπὸ ὀρνέων τὸ μέλλον στοχάζεσθαι. | |
15t | (Ἐπίῤῥημα.) | |
16 | Οἷα. καθά. ὥσπερ. Οἷ. ἀντὶ τοῦ ὅπου. οἷ τὰ κέρατα εἴη. Οἰκτρῶς. ἐλεεινῶς. Οἴκαδε. εἰς τὸν οἶκον. | |
20 | Οἴκοι. ἐν οἴκῳ. Οἰκειακῶς. ἀντὶ τοῦ οἰκείως. Οἰκονομικῶς. ἐπὶ τοῦ Χριστοῦ κατὰ τρεῖς δύ‐ ναται νοεῖσθαι τρόπους. τουτέστιν ἢ ὡς χάριν τῆς οἰκονομίας, ὡς ὅταν λέγωμεν οἰκονομικῶς· | |
25 | ἐθήλασε καὶ ἐνηπίασε, καὶ ηὔξησε, καὶ ἐκοι‐ μήθη, καὶ ἐπείνησε καὶ ἐδίψησε. τουτέστι κατὰ φύσιν τῆς σαρκὸς τῆς οἰκονομίας αὐτοῦ λέγο‐ μεν. πάλιν οἰκονομικῶς καὶ ὅτε γίνεται πρᾶγμα | |
οὐ πάντως ὀφεῖλον γίνεσθαι, γίνεται δὲ διὰ | ||
omicron1438 | συγκατάβασιν καὶ σκοπὸν σωτηρίας τινῶν, ὡς ὅταν Παῦλος ὁ Ἀπόστολος περιέτεμε τοῦ Τιμό‐ θεον, βουλόμενος ἐπισπάσασθαι Ἰουδαίους· διὸ καὶ συνήγνισεν αὐτόν. καὶ ἡ περιτομὴ δὲ τοῦ | |
5 | Χριστοῦ κατὰ τοῦτον τὸν τρόπον γέγονεν οἰκονο‐ μικῶς, ἵνα μὴ φανῇ καταλύειν τὸν νόμον. ἔστι δὲ πάλιν οἰκονομικῶς, ὅταν ἦλθεν εἰς τὴν συ‐ κῆν ἀπὸ πρωΐας πεινῶν καὶ ἐξήρανεν αὐτήν· καὶ ὅτε ἦλθε πρὸς τοὺς μαθητὰς νυκτὸς περι‐ | |
10 | πατῶν ἐπὶ τῶν ὑδάτων διά τινας οἰκονομίας ἀποκρύφους. οἱ οὖν αἱρετικοὶ ἀφέντες τὸ κατὰ τούτους τοὺς τρόπους νοεῖν, τὸ οἰκονομικῶς τὸ ὡς ἐν φαντασίᾳ καὶ δοκήσει γινόμενον λέγουσιν. Οἰμωκτί. μετὰ θρήνου. | |
15t | Τὸ Ο μετὰ τοῦ Κ. | |
16t | (Ἀρσενικόν.) | |
17 | Ὀκλαδίας. τὸ σελλίον. Ὄκνος. ῥαθυμία. οἱονεὶ ἄκινός τις ὢν, καὶ συγ‐ κοπῇ ἄκνος, καὶ τροπῇ τοῦ α εἰς ο ὄκνος. | |
20 | Ὀκουλούμ. τὸν ὀφθαλμὸν λέγουσιν οἱ Ῥωμαῖοι. Ὀκρίβας. ὁ ἄμβων. καὶ κλίνεται ὀκρίβαντος. [ἡ εὐθεῖα τῶν πληθυντικῶν ὀκρίβαντες, ἐφ’ ὧν ἄκρων ἑστᾶσιν οἱ ὑποκριταὶ, οἱονεὶ ἀκρίβαν‐ τες τινὲς ὄντες. διὰ τὸ ἄκρον γράφεται διὰ τοῦ | |
25 | ἰῶτα, ὡς ἀργὸν ἀργικέραυνος.] Ὀκριόεις. ὁ τραχὺς λίθος. ὀκρίας δὲ τὰς πέ‐ | |
τρας φησὶν Ὅμηρος· | ||
omicron1439 | —ὀκρίας ἠνεμοέσσας. παρὰ τὸ ἄκρος καὶ τὴν ἐξοχήν. ἔστιν ἄκρος, κατὰ πλεονασμὸν τοῦ ι ἢ κατὰ παραγωγὴν γί‐ νεται ἄκριος, ὡς Αἰτωλὸς Αἰτώλιος καὶ Βοιωτὸς | |
5 | Βοιώτιος. [ἐκ δὲ τοῦ ἄκριος γίνεται ἀκριόεις, ὡς βροτὸς βροτόεις, καὶ τροπῇ τοῦ α εἰς ο τὸ θη‐ λυκὸν ὀκριόεσσα.] Ὀκριόεις. χαλεπός. μισητός. ἢ κρύους καὶ φόβου ποιητικός. παρὰ τὸ ἄκρον ἀκριόεις καὶ ὀκριό‐ | |
10 | εις. ὁ ἀκρότατος φόβος. [ἢ παρὰ τὸ κρύος, κρυόεις, καὶ πλεονασμῷ τοῦ ο ὀκρυόεις.] Ὀκρίδας. κύριον. Ὀκτάβλωμος. εἰς ὀκτὼ δήγματα τρωγόμενος. ὀκτάβλωμος ἄρτος. | |
15 | Ὀκτωκαιδεκαέτης. | |
16t | (Θηλυκόν.) | |
17 | [Ὀκλαδία. τὸ σελλίον. καὶ ὀκλαδίας ἀρσενι‐ κόν.] Ὄκλασις. ἡ λύπη. ἀπὸ τοῦ ὀκλάζω. | |
20 | Ὀκλίς. κύριον. Ὀκρισία. κύριον. | |
†Ὄκρα. τόπος.† | ||
omicron1440 | Ὀκρυόεσσα. φρικτὴ, μισητὴ, χαλεπὴ, ἢ ποιη‐ τικὴ φόβου. Ὁκοῖον. ἀντὶ τοῦ ὁποῖον. Ὀκτάκνημα. τὰ ὀκτάραβδα. κνῆμαι γὰρ αἱ | |
5 | ἐντὸς τῶν τροχῶν ῥάβδοι, αἱ πρὸς τῇ χοινικίδι. Ὀκείλει. προσπελάζει. Ὀκλαδιᾷ καὶ ὀκλάζει. χωλεύει. εἰς γόνυ κάμπτεται. παρὰ τὸ ἐγκλᾷν καὶ ἐγκάμπτειν τὰ γόνατα ἐν τῷ καθέζεσθαι. ἐκ δὲ τοῦ κλῶ | |
10 | κλάσω γίνεται ῥῆμα ὄνομα κλὰς καὶ δωρικῶς κλὰξ, [ὡς δὰξ] καὶ ὀδάξ. Ὀκνῶ. δειλιῶ, δέδοικα. Ὀκνείω. οὐκ ἔστι πλεονασμός· λέγουσι γάρ· ἔστιν ὀκνῶ, κατὰ Ἴωνας ὀκνέω καὶ πλεονασμῷ | |
15 | τοῦ ι ὀκνείω. [οὐκ ἔστι δὲ οὕτως, ἀλλὰ κατὰ παραγωγὴν, ὡς παρὰ τὸ θάλπω γίνεται θαλ‐ πωρὴ καὶ θαλπείω, ῥῆμα, οὕτως οὖν καὶ ὀκνῶ ὀκνείω, ὡς καὶ ῥιγείω, καὶ βρώσω, βρωσείω.] †Ὀκρυόω. τὸ λοιδορῶ.† | |
20t | (Ἐπίῤῥημα.) | |
21 | Ὅκως. ἀντὶ τοῦ ὅπως. | |
omicron1441(1t) | Τὸ Ο μετὰ τοῦ Λ. | |
2t | (Ἀρσενικόν.) | |
3 | Ὄλβιος. πλούσιος, εὐδαίμων, μακαριστὸς, ὁ ἐν μηδενὶ ἐνδεὴς ὤν. οἱονεὶ οὔλιός τις ὤν· οὖ‐ | |
5 | λον γὰρ ἐνταῦθα τὸ ὑγιές. ἢ παρὰ τὸ ὄλβος, ὅ ἐστιν ὁλόκληρος καὶ τέλειος. τοῦτο παρὰ τὸ ὅλος, πλεονασμῷ τοῦ β ὄλβος. Ὀλβιόδαιμον. ἐπὶ κλητικῆς. ἀντὶ τοῦ ὦ εὐτυ‐ χέστατε τῷ πλούτῳ. | |
10 | Ὀλετῆρες. φονεῖς, ἀφανισταί. παρὰ τὸ ὄλλω, τὸ φθείρω. Ὀλεσίοικος. ἀπώλεια καὶ ἀφανισμὸς τοῦ οἴκου. ὁ ταύτης δὲ ἀνὴρ ὀλεσίοικος ἦν. ἀπὸ τοῦ ὄλλω, τὸ φθείρω. | |
15 | Ὀλέσιος. κύριον. Ὀλίγωρος. ἀμελὴς, μικρόψυχος. [παρὰ τὴν ὤραν, ὃ σημαίνει τὴν φροντίδα. τὸ δὲ ὀλίγον ἐπὶ τοῦ οὐδαμῶς. ἢ ὀλίγον οἱ παῖδα ἐοικότα γείνατο Τυδεύς.] | |
20 | Ὀλιγοδεής. ὁ ὀλίγου χρῄζων. Ὀλιγογνώμων. ὁ ὀλίγωρος. Ὀλίζονες. οἱ λόγοι. καὶ ὀλίζονος ἀντὶ τοῦ μι‐ κρᾶς καὶ εὐτελοῦς καὶ ὀλίγης. παρὰ τὸ ὀλίγον, | |
ὀλίζον. | ||
omicron1442 | Ὁλκός. ἰσχυρὰ φορά. παρὰ τὸ ἕλκω ὁλκός. ὡς φέρβω, φορβός. ὅθεν καὶ ὁλκάδες αἱ νῆες, καὶ ὁλκοὶ οἱ τόποι, δι’ ὧν ἐλαύνονται αἱ νῆες. Ὁλκός. καὶ ἡ τοῦ ὄφεως οὐρά. | |
5 | Ὁλκός. καὶ τὸ βάρος. φέρων ὁλκὸν χρυσοῦ βαρυτάλαντον. Ὅλμος. ἐπὶ τοῦ κορμοῦ τῶν ἡμετέρων σωμάτων. διὰ τὴν εὐρυχωρίαν ἀποκεκλιμένων τῶν χειρῶν ὅλμῳ ἐοικώς. | |
10 | ὅλμος δ’ ὡς ἔσσευε βαλὼν κυλινδόμενος. ὅλμος δέ ἐστι κοῖλος λίθος, εἰς ὃν κόπτουσιν ὄσπρια καὶ ἄλλα τινὰ, ἢ ἐν ᾧ πτίσσουσι τὰς κριθὰς καὶ τὰ παχύτερα τῶν μυρεψικῶν κα‐ ταλεαίνουσι. τὸ δὲ τύπτον τὰς κριθὰς ὕπερον | |
15 | λέγεται, ὅ ἐστιν ἰγδοκόπανον. †Ὄλολυς. ὁ τὸ ὀλολύζειν ἀποδεχόμενος.† †Ὀλότροχος καὶ ὀλοιότροχος. ὁ στρογγύλος λίθος.† Ὀλοφυρμός. κοπετὸς, θρῆνος, μετὰ τιλμοῦ τῶν | |
20 | τριχῶν. Ὀλολυγμός. θρῆνος μετὰ κραυγῆς καὶ ἤχου. Ὅλος. ἅπας. εἰ μὲν εἴη ἐπὶ ψυχῆς καὶ διανοίας, μεγάλα, ἐπὶ δὲ σώματος, μικρά. ὅλος ἀνά‐ | |
πηρος. | ||
omicron1443 | *Ὀλμειός. ποταμός.* †Ὅλοψος. οἰκτρός.† Ὀλυμπιονίκης. ἐν παλαίστρᾳ γενναιότατος, [ἢ ὁ νενικηκὼς κατὰ τοὺς ὀλυμπιακοὺς ἀγῶνας ἐκα‐ | |
5 | λεῖτο.] Ὀλύμπιος. οὐράνιος· θαυμαστός. Ὄλυμπος. ὁ οὐρανός. ὡς τό· —ὀλύμπια δώματ’ ἔχοντες. ἔστι καὶ ὄρος οὕτω καλούμενον. ὄλυμπος δὲ ὁ | |
10 | οὐρανὸς, ἀπὸ τοῦ εἶναι ὁλολαμπής. †Ὄλυρος. τραχύς.† Ὀλοθρευτοῦ. δύναμιν τινὰ λέγει ὁ Ἀπόστολος τιμωρόν. καὶ ἀπώλοντο ὑπὸ τοῦ ὀλοθρευτοῦ. †Ὀλιγόψυχος. ῥάθυμος· ἀναπεπτωκώς.† | |
15t | (Θηλυκόν.) | |
16 | Ὀλιζῶνα. τραχεῖαν. Ὀλέτειρα. ἀπὸ τοῦ ὄλλω, τὸ φθείρω. †Ὀλιγαρκία.† Ὀλιγοδεΐα. ἀπὸ τῆς ἐνδείας. ὀλιγοδέεια δὲ ἐπὶ | |
20 | τοῦ φόβου, δίφθογγον. †Ὀλιοσσόνην. λευκήν.† Ὀλοή. ἡ ὀλεθρία. [καὶ ὀλοιή. ἡ ὀλεθρία. παρὰ τὸ ὄλλω, τὸ φθείρω, ἢ τὸ ὀλῶ, ἐξ οὗ καὶ τὸ ὀλλύω, γίνεται ὀλοὸς, ὀλοὴ, ὡς θοὸς, θοὴ, καὶ | |
25 | πλεονασμῷ τοῦ ι ὀλοιή.] Ὀλιγαρτία. ἡ τοῦ σίτου ἔνδεια. | |
Ὁλκάδες. αἱ νῆες. | ||
omicron1444 | *Ὄλισθος. ὀλισθρά.* Ὀλολυγή. φωνὴ γυναικῶν, ἣν ποιοῦνται ἐν τοῖς ἱεροῖς εὐχόμεναι. ἢ ἁπλῶς ὁ μετὰ ἤχου κλαυ‐ θμὸς καὶ θρῆνος. παρὰ τὸ ὀλολύζω. [τοῦτο | |
5 | παρὰ τὸ ὀλῶ, ὀλύω, ὀλύζω, καὶ κατὰ ἀναδι‐ πλασιασμὸν ὀλολύζω.] Ὁλότης. ἡ ὁλοκληρία, ἢ περὶ οὗ ὁ λόγος ἐστὶ, δι’ ἑαυτῆς γνωρίζουσα. Ὄλπις. ἡ λήκυθος. Καλλίμαχος· | |
10 | —περὶ σκαιοῖο βραχίονος ἔμπλεον ὄλπιν. εἴρηται παρὰ τὸ οἱονεὶ ἐλαιόπιν τινὰ, ἢ παρὰ τὸ δι’ ἑαυτῆς ὀπιπεύεσθαι, ὅ ἐστιν ἐπιτηρεῖ‐ σθαι καὶ διαφυλάττεσθαι τὸ ἔλαιον. †Ὀλυμπιάς. ἡ τετραετία.† | |
15 | Ὄλυνθος. ἡ ὠμὴ συκῆ. κυρίως δὲ ἐπὶ τῆς ἀγρίας συκῆς. ἀπὸ τοῦ ὀλλύω, τὸ φθείρω. Ὀλυμπία. ὁ ἐν Ἤλιδι τόπος. φασὶ γὰρ τὸν Δία ἡσθέντα τὸν τόπον ἑαυτῷ ὡς κλῆρον κα‐ τασχεῖν ὁμωνύμως τοῦ ὀνόματος τοῦ οὐρανοῦ. | |
20 | ὄλυμπος γὰρ ὁ οὐρανὸς προσαγορεύεται. | |
21t | (Οὐδέτερον.) | |
22 | Ὀλλάρια. τὰ χυτροπώλια. ἔνθα πιπράσκονται αἱ χύτραι. Ὀλίγου δεῖν. μικροῦ δεῖν, σχεδόν· συντόμως. | |
25 | Ὀλοόν. τὸ ὀλέθριον. Ὀλοφώϊον. τὸ ὀλέθριον, τὸ δόλιον, τὸ χαλε‐ πόν. παρὰ τὸ τοὺς φῶτας ὀλλύειν, [ἤγουν τοὺς | |
ἄνδρας φθείρειν.] | ||
omicron1445 | Ὀλολύγιον. ἀπὸ τῆς ὀλολυγῆς. Ὀλεσίκρανον. φθορὰ κρανίου. Ὀλύμπια. ἑορτὴ παρ’ Ἕλλησι μείζων τῶν ἄλ‐ λων παρ’ αὐτοῖς ἑορτῶν. καὶ ὁ νικήσας ἐν αὐ‐ | |
5 | τοῖς τοὺς ὀλυμπιακοὺς ἀγῶνας ἐπίσημος ἦν ἐν‐ τεῦθεν, καὶ παντελῶς ἐφημίζετο. | |
7t | (Ῥῆμα.) | |
8 | Ὀλέκει. φονεύει. καὶ ὀλέκεσθαι τὸ ἐπιστρόφως καὶ ἐῤῥωμένως ἐπ’ αὐτοὺς ἐπιστρέφεσθαι. | |
10 | Ὄλλει. φθείρει. Ὄληαι. ὀλεσθῇς. Ὀλιγαρχούμενοι. ὑπ’ ὀλίγων ἀρχόμενοι. τρεῖς δέ εἰσι πολιτεῖαι· βασιλεία, ὀλιγαρχία καὶ δημοκρατία. | |
15 | Ὀλιγοδρανέων. ὀλίγον ἰσχύων. [Ὀλιγηπελέων. ὀλίγον ἰσχύων.] Ὀλισθαίνει. ἐκπίπτει. †Ὀλινύειν. ἀργεῖν· λήγειν.† Ὁλοκαρπούμενον. ὅλον προσφερόμενον. | |
20 | Ὀλολύζω. θρηνῶ μετὰ κλαυθμοῦ καὶ κραυγῆς. Ὀλοφυρόμενος. ἀποδυρόμενος· κλαίων· θρη‐ νῶν. κυρίως δὲ τὸ μετὰ τιλμοῦ τῶν τριχῶν κλαίειν. Ὀλλόμενος. ἀπολλύμενος. | |
25 | Ὀλλύω. τὸ φθείρω. [οἱ μὲν παρὰ τὸ ὄλω, ὀλύω, πλεονασμῷ τοῦ λ, οἱ δὲ παρὰ τὸ ὄλλω.] Ὄλωλα καὶ ἀπόλωλα καὶ ὀλώλαμεν. ἀντὶ τοῦ ἀπεθάνομεν. καὶ ἀπολώλαμεν. | |
29t | (Ἐπίῤῥημα.) | |
30 | Ὁλικῶς. ἐξ ὅλου. Ὁλοτελῶς. τελείως. ἐξ ὁλοκλήρου. Ὅλως. παντελῶς. ὅλως ὀψιμαθὴς, ὅλως σο‐ | |
φιστὴς, μεγάλως. ὅλος ἀνάπηρος, μικρόν. | ||
omicron1446(1t) | Τὸ Ο μετὰ τοῦ Μ. | |
2t | (Ἀρσενικόν.) | |
3 | Ὅμαδος. ὁ θόρυβος. ἡ κραυγή. οἱονεὶ ἅμαυ‐ δός τις ὤν· παρὰ τὸ ὁμοῦ πολλὰ αὐδεῖν. | |
5 | Ὁμαίμων. ὁ γνήσιος ἀδελφός. Ὁμαίχμιος. ὁ μέσος. †Ὄμβρος ἐστὶν ἀθρόον ὕδωρ ἐκ νεφῶν ἐκκρινό‐ μενον.† Ὁμέστιος. σύνοικος· ἐγκάτοικος· ὁμόοικος. | |
10 | Ὁμῆλιξ. ὁ συνηλικιώτης. Ὅμηρος. κύριον. ὅμηρος καὶ ὁ πλησιόχωρος. παρὰ τὸ συνεῖναι τοῖς λαμβάνουσιν. οἷον ὁμοῦ συνόντων. Ὁμηρῖται. ἐθνικόν. | |
15 | Ὅμιλος. ἐπὶ μὲν τοῦ πολέμου, παρὰ τὸ ὁμοῦ τὰς ἴλας ἐμβάλλειν, ὅ ἐστι τὰς συστροφάς· ἐπὶ δὲ τῆς ἀναστροφῆς τοῦ πλήθους ἤγουν τοῦ ὄχλου, παρὰ τὸ ὁμοῦ εἰλεῖσθαι. Ὄμφαξ. ἡ ὠμὴ σταφυλή. οἱονεὶ ὠμόφαξ τις | |
20 | ὢν, καὶ συγκοπῇ ὄμφαξ. Ὁμογενῶν. συγγενῶν. Ὁμόγνιος. ἀδελφός. ἢ ὁ γνήσιος συγγενής. ὁμο‐ γνίου αἵματος. Ὁμοδίαιτος. ὁμοτράπεζος. | |
25 | Ὁμόδουλος. ὁ σύνδουλος. τὸ ὁμόδουλον [πῦρ.] Ὁμόθυμος. ὁ ὁμόφρων, ὁ τῆς ὁμοίας ψυχῆς καὶ καρτερίας. Ὁμοούσιος. ὁ ἐξ αὐτῆς τῆς τοῦ ὑποκειμένου οὐ‐ σίας ὑπάρχων. | |
30 | Ὁμόσιτος. ὁμοδίαιτος. Ὁμοσπόνδους. τοὺς ὁμοφύλους. ἀπὸ τοῦ σπέν‐ | |
δω, τὸ φιλιοῦμαι. | ||
omicron1447 | Ὁμόσφυρος. ὁ ἀδελφός. διὰ τὸ περὶ τὰ αὐτὰ, τὰ σφυρὰ τῆς μητρὸς πεσεῖν γεννηθέντα. Ὁμοφυής. ὁ ὁμογενής. †Ὄμπνιος. τρόφιμος.† | |
5 | Ὀμφαλός. κυρίως ἐπὶ τοῦ ἡμετέρου σώματος κατὰ τὸ μέσον εἴρηται. παρὰ τὸ ὀμπνεῖν, ὅ ἐστιν ἀναπνεῖν, γίνεται ὀμπναλὸς καὶ ὀμφαλὸς κατὰ τροπὴν τοῦ π εἰς φ, καὶ ἀποβολῇ τοῦ ν. ὀμφαλός ἐστι, δι’ οὗ τὸ ἔμβρυον ἀναπνεῖ· τὸ | |
10 | γὰρ βρέφος κατὰ γαστρὸς ὂν παρὰ αὐτὸν εἰλεῖ‐ ται καὶ ἀναπνεῖ καὶ τρέφεται. ἢ παρὰ τὸ φαλῷ ἐοικέναι· ἐκκρεμὴς γάρ ἐστιν ἐν ἀρχῇ πρὸ τῆς ἀποτομῆς. εἴρηται δὲ μεταφορικῶς καὶ ἐπὶ ζυ‐ γοῦ καὶ ἀσπίδος καὶ ἄλλων τινῶν. | |
15 | Ὁμοίϊος. ὅμοιος. πλεονασμῷ τοῦ ι, ὡς γελοῖος γελοίϊος. Ὁμώλακες. ὁμοαύλακες, ὅμοροι. ὤλακα γὰρ τὴν αὔλακα λέγουσιν οἱ Δωριεῖς. Ὁμωρόφιος. ὁ ὁμόστεγος. | |
20 | Ὅμορος. γείτων. πλησιόχωρος. | |
21t | (Θηλυκόν.) | |
22 | Ὁμήγυρις. συνάθροισμα. παρὰ τὸ ὁμοῦ ἀγείρε‐ σθαι καὶ συναθροίζεσθαι. Ὁμηλικιῶτις. ἡ συνῆλιξ καὶ ὁμῆλιξ. | |
25 | Ὁμηρεία. ἡ τοῦ ὁμήρου, καὶ ἡ συναλλαγὴ καὶ ἀντιπρόσοψις. Ὁμίχλη. σκότος· ἀορασία. ἢ παχὺς καὶ ὑγρὸς ἀήρ. οἱονεὶ ὁμοΐλη τις οὖσα. παρὰ τὸ ὁμοῦ καὶ τὴν εἵλησιν τῶν νεφῶν, ὁμίλη, καὶ πλεονα‐ | |
30 | σμῷ τοῦ χ ὁμίχλη. | |
omicron1448 | Ὀμίχησις. ἡ οὔρησις. Ὁμοκλή. ἡ ἀπειλή. ἔστι ῥῆμα κλῶ, τὸ φωνῶ [καὶ λέγω. τὸ δὲ κλῶ ἀπὸ τοῦ καλῶ γίνεται κατὰ συγκοπήν. ἐκ τοῦ οὖν κλῶ καὶ τοῦ ὁμοῦ | |
5 | γέγονεν ὁμοκλῶ καὶ ὁμοκλή. οἱονεὶ ἡ ὁμοῦ πᾶσι λεγομένη. οἷον· —μετὰ δὲ Τρώεσσιν ὁμόκλα. ἀντὶ τοῦ πᾶσιν ἐφώνει καὶ ἔλεγεν. ὅθεν καὶ τὸ ἐνικλᾷν ἀντὶ τοῦ ἀντιλέγειν. τὴν γὰρ ἐν | |
10 | πρόθεσιν ἀντὶ τῆς ἀντὶ εὑρίσκομεν. ὡς παρὰ τῷ Σοφοκλεῖ· ἐγὼ δ’ Ὀδυσσέα τὸν σὸν ἐν‐ στάτην λέγω. ἀντὶ τοῦ ἀντιστάτην.] Ὀμόλη. ὄνομα ὄρους. Ὁμοφροσύνη. ἡ ὁμόνοια. | |
15 | Ὄμπνοια. ἡ ὁμόπνοια. ἢ ἀναπνοή. Ὀμφή. θεία φήμη, θεία φωνή. ἢ [θεῖος ὄνει‐ ρος.] παρὰ τὸ φῶ, τὸ φαίνω, καὶ τὸ ὂν γέγο‐ νεν ὀμφὴ, τροπῇ τοῦ ν εἰς μ. ἡ τὸ ὂν φαί‐ νουσα. | |
20 | Ὀμβριμαῖον. ὕδωρ. Ὁμήρειον ἔπος. τὸ τοῦ Ὁμήρου. Ὅμηρα. τὰ ἕνεκεν εἰρήνης διδόμενα ἐνέχυρα. Ὁμοιομερές. οὗ τὸ μέρος τῷ ὅλῳ ὁμοιοῦται. ἢ καὶ τὸ ἄλλοις καὶ τῷ ὅλῳ ὁμωνύμως λεγόμενον. | |
25 | Ὁμοιώματα. ὑφεστώτων μιμήματα. οἷον ἡλίου, σελήνης, ἀνθρώπων, θηρίων. Ὄμοργμα. ἀποπίασμα. | |
Ὁμόστολον. τὸ σύμμορφον τῇ ψυχῇ. | ||
omicron1449 | Ὁμόνομον. τὸ ἔχον τὴν αὐτὴν νομήν. Ὁμοούσιον. τὸ αὐτὸν κατὰ τὸ ὑποκείμενον. ἢ τὸ μηδαμῶς καὶ ἀπαραλείπτως ἐνδεὲς τοῦ ἑτέ‐ ρου. ἢ τὸ ἀπαράλλακτον κατὰ τὴν οὐσίαν. | |
5 | Ὁμοούσιον. τὸ τῆς αὐτῆς οὐσίας καὶ ἐνεργείας ἶσον ἀπαραλλάκτου ὑπάρχον, ὥσπερ ἄνθρωπος ἀνθρώπου, ἄγγελος ἀγγέλου, καὶ ζῶον ζώου, καὶ φλὸξ φλογός· ἐν διαφόροις μὲν ὑποστάσε‐ σιν, ἐν μιᾷ δὲ οὐσίᾳ ὄντα. ὁμοούσιον δὲ λέγεται, | |
10 | ὅτι μίαν οὐσίαν καὶ δύναμιν κέκτηται. πενταχῶς δὲ εἴρηται τὸ ὁμοούσιον· ὁμοούσιον συγγενές· ὁμογενές· ὁμοφυὲς καὶ ὁμόφυλον. ἢ ὁμοούσιον ἐστὶ τὸ τῇ δυνάμει ἐν τῇ αὐτῇ οὐσίᾳ ἔλαττον. οἷον λίθος σαθρὸς καὶ λίθος ἀκρότομος· ξύ‐ | |
15 | λον φοίνικος καὶ ξύλον ἐβένινον· σὰρξ ἰχθύος καὶ σὰρξ καμήλου. ἑτεροούσιον δέ ἐστι τὸ κατὰ πάντα τρόπον τοῦ ἑτέρου ἀνόμοιον, ὡς πῦρ καὶ ὕδωρ, καὶ ἄνθρωπος καὶ ἄγγελος, καὶ πη‐ λὸς καὶ ἥλιος, πρὸς χλόην. | |
20 | Ὁμοϋπόστατον. τὸ εἰς μίαν καὶ τὴν αὐτὴν ὑπόστασιν ἄλλως συντεθειμένον, διάφορον δὲ τὸ αὐτὸ κατὰ τὴν οὐσίαν τυγχάνον, ὡς ἐπὶ ψυ‐ χῆς ἔχει καὶ σώματος καὶ τῶν ἄλλων, ὅσα φύσεως ἑτερότητι διαφέροντα καθ’ ὑπόστασιν | |
25 | ἥνωται. Ὁμώνυμα. ὁμώνυμα λέγεται, ὧν ὄνομα μὲν κοι‐ νὸν, ὁ δὲ κατὰ τοὔνομα λόγος τῆς οὐσίας ἕτε‐ ρος. οἷον οἱ Σίμωνες· καθὸ μὲν Σίμωνες ὁμώ‐ νυμοι. ἀναγκαίως οὖν εἴρηται κατὰ τοὔνομα. | |
30 | ὁ γὰρ λόγος ὁ σημαινόμενος ὑπὸ τοῦ ὀνόματος | |
omicron1450 | ἕτερος. ἄλλος γὰρ ὁ Κανανίτης Σίμων μετὰ τῆς διαφορᾶς, καὶ ἄλλος ὁ ζηλωτής. [οὐδὲν δὲ ἀδύ‐ νατον τὰ αὐτὰ †πράγματα ὁμώνυμά τε εἶναι καὶ συνώνυμα† κατ’ ἄλλο †μέν τι† καὶ ἄλλο | |
5 | καὶ †οὐ† κατὰ τὸ αὐτό.] Ὁμώνυμον ὄνομά ἐστι τὸ κατὰ πολλῶν ὁμωνύ‐ μως τιθέμενον, οἷον ἐπὶ μὲν κυρίων, ὡς Θωμᾶς ὁ Λεββαῖος καὶ Θωμᾶς ὁ δίδυμος· ἐπὶ δὲ προσ‐ ηγορικῶν, ὡς κύων θαλάσσιος καὶ κύων χερ‐ | |
10 | σαῖος. Ὁμοούσιον. τὸ τῆς αὐτῆς οὐσίας ἄλλο τυγχάνον, διάφορον δὲ τὸ αὐτὸ κατὰ τὴν ὑπόστασιν ὄν· ὡς ἐπί τε ἀνθρώπου καὶ τῶν ἄλλων ἔχει εἰ‐ δῶν. | |
14t | (Ῥῆμα.) | |
15 | Ὁμαρτεῖν καὶ ἁμαρτεῖν. ἀμφότερα ἐπὶ τοῦ ἐπιτυχεῖν καὶ ἀκολουθεῖν· τὸ δὲ δεύτερον καὶ ἐπὶ τοῦ συμπράξαι. [οἷον· τὼ δ’ ἐξ οἴκου βῆσαν ἁμαρτήσαντες ἅμ’ ἄμφω. | |
20 | εἴρηται παρὰ τὸ ἄρω βαρύτονον, ὁ μέλλων αἰο‐ λικῶς ἄρσω, ὄνομα ῥῆμα ἀρτὸς, καὶ ἐξ αὐτοῦ ῥῆμα ἀρτῶ, καὶ ἐν συνθέσει μετὰ τοῦ ἅμα ἐπιῤῥήματος τοῦ δηλοῦντος τὸ ὁμοῦ γίνεται ἁμααρτῶ καὶ ἐν συγκοπῇ ἁμαρτῶ. καὶ ὁμαρ‐ | |
25 | τήσαντες ἀντὶ τοῦ ἁρμόσαντες.] Ὀμβροβλυτῶ. ὑετὸν καταχέω. Ὀμβρήσας. ὑετήσας· καταχέας. ὀμβρίζω δὲ | |
ἐπὶ ἐνεστῶτος, ι. | ||
omicron1451 | Ὀμῇ. ἀντὶ τοῦ ὀμνύεις. Ὁμηρῆσαι. ἀγγελίας ποιῆσαι. ὁμηρίσαι δὲ τὰ τοῦ Ὁμήρου εἰπεῖν, ι. Ὁμηρῶ. περὶ διαλλαγῆς λαλῶ. | |
5 | †Ὁμηρῶ. συντυγχάνω.† Ὁμιλεῖ. συναναστρέφεται. Ὀμιχεῖν. οὐρεῖν καὶ χεῖν τὴν ἀμίδα. οἷον ἀμι‐ δαχεῖν. ἔστι δὲ καὶ βαρύτονον, ὀμίχω, ὁ μέλ‐ λων ὀμίξω, καὶ παρ’ Ἱππώνακτι· | |
10 | ὤμιξεν αἷμα καὶ χολὴν ἐτίλλησεν. Ὀμνύω. παρὰ τὸ ὁμῶ, ὁμονύω, καὶ ἐν συγκοπῇ ὀμνύω. Ὀμόρξασθαι. ἐκμάξασθαι. καὶ ὀμόργνυσιν ἀντὶ τοῦ ἀπομάττει καὶ ἀποπιάζει. [ἀπὸ τοῦ | |
15 | ἀμέλγω τρπῇ τοῦ α καὶ τοῦ ε εἰς τὸ ο καὶ τοῦ λ εἰς τὸ ρ, πλεονασμῷ δὲ τοῦ ν γίνεται ὀμόργνω καὶ ὀμοργνύω.] Ὀμόσαι. ἀντὶ τοῦ ὀμνύναι. ὁμόσε ἀντὶ τοῦ ὁμοῦ, ψιλόν. | |
20 | Ὁμορῶ. γειτονῶ· πλησιάζω. Ὁμοκλήσας. ἀπειλήσας. Ὁμοστιχάει. ὁμοῦ πορεύεται. | |
Ὀμφακίζω καὶ ὀμφακισμός. | ||
omicron1452 | Ὁμωθῆναι. ἀντὶ τοῦ ὁμοιωθῆναι καὶ οἰκειω‐ θῆναι καὶ εἰς ὁμόνοιαν ἐλθεῖν. Ὀμωμοσμένος καὶ ὀμωμοκὼς, ὀμωμοκέναι. ὀμό‐ σας δὲ τὰ δύο μικρά. | |
5 | Ὁμηρείως. ἀντὶ τοῦ ὁμηρικῶς. Ὁμιλαδόν. ἀντὶ τοῦ ὁμοῦ καὶ κατὰ τάξιν. Ὁμόσε. ἀντὶ τοῦ ὁμοῦ. Ὁμῶς. ἀντὶ τοῦ ὁμοίως. | |
9t | Τὸ Ο μετὰ τοῦ Ν. | |
10t | (Ἀρσενικόν.) | |
11 | Ὀνησιφόρος. κύριον. καὶ ὁ ὠφέλειαν φέρων. Ὄναγροι. ζῶα κατάξηρα καὶ διψώδη. Ὀνήσιμος. κύριον. καὶ ὠφέλιμος. Ὀνηγήσιος. ὀνηλάτης. | |
15 | Ὀνείδιος λόγος. ὁ ὀνειδιστικός. Ὄνειρος. παρὰ τὸ ὀνῶ, τὸ ὠφελῶ, ὄνειρος. ὡς πέπω πέπειρος, ἀΐσσω αἴγειρος, μάσσω μάγει‐ ρος. ὄνοιρος δὲ δωρικῶς, ο καὶ ι. Ὀνομαστός. περιβόητος, ἔνδοξος. | |
20 | Ὄνος βρωμώμενος. βρῶμον ἐσθίων. ἔστι δὲ | |
εἶδος σπέρματος. | ||
omicron1453 | Ὀνώρατος· Ὀνώριος· Ὀνώριχος. ὀνόματα κύ‐ ρια. | |
3t | (Θηλυκόν.) | |
4 | Ὀνεία. ἡ ἰδέα τοῦ ὄνου. | |
5 | †Ὀνειρωξία. ὀνειροσχελία. οἰνοφλυγία.† Ὄνησις. ἡ ὠφέλεια. ὤνησις δὲ ἡ ἀγορασία, μέγα. Ὀνησιδώρα. κύριον. καὶ ἡ γῆ ἡ παρέχουσα καὶ δωρουμένη ὠφέλειαν. Ὄνθος. ἡ κόπρος τῶν βοῶν. | |
10 | Ὄνος. παρὰ τὴν ὄνησιν τὴν ἐξ αὐτῆς γινομέ‐ νην ἐν τοῖς ἔργοις. Ὄντωσις. ἡ αὔξησις. Ὄνυξ. παρὰ νύσσω, νύξω, νύξ· καὶ πλεονασμῷ τοῦ ο ὄνυξ. ἢ παρὰ τὸ ἀνοίγω, ἀνοίξω, ἄνυξ | |
15 | καὶ ὄνυξ, δι’ οὗ ἀνοίγεται ἡ σὰρξ καὶ ἀραιοῦται. | |
16t | (Οὐδέτερον.) | |
17 | Ὄν. πρᾶγμα αὐθυπόστατον ἢ ἐνυπόστατον· ἐν‐ υπόστατον δὲ ἐνταῦθα νοεῖται τὸ ἐν ἑτέρῳ ἔχον τὸ εἶναι. | |
20 | Ὀνείατα. τὰ βρώματα καὶ πάντα τὰ ὠφελοῦν‐ τα. [ὡς παρὰ τὸ οὐτήσω γίνεται ὠτειλὴ τροπῇ βοιωτικῇ τοῦ η εἰς τὴν ει δίφθογγον, οὕτως παρὰ τὸ ὀνήσω γίνεται ὄνειαρ, ὀνείατος, κατὰ | |
τροπὴν βοιωτικὴν τοῦ η εἰς τὴν ει δίφθογγον.] | ||
omicron1454 | Ὄνειαρ. τὸ ὄφελος. Ὄνεια κρέα. ὄνων κρέα. Ὀνεῖον. τόπος, ἐν ᾧ οἱ ὄνοι. Ὀνείδη. χλευάσματα. †μέμψεις.† | |
5 | Ὀνίδιον. τὸ ἀειδούριον. Ὄνομα. τὸ ἑκάστου τῶν ὑποκειμένων ἢ πρα‐ γμάτων κοινὴν οὐσίαν σημαῖνον. ἢ ὄνομά ἐστι μέρος λόγου πτωτικὸν προτασσόμενον τῆς κλί‐ σεως τῶν ὀνομάτων καὶ ὑποτασσόμενον. ἢ ὄνο‐ | |
10 | μά ἐστι μέρος λόγου πτωτικὸν σῶμα ἢ πρᾶγμα σημαῖνον· σῶμα μὲν, οἷον λίθος· πρᾶγμα δὲ, οἷον παιδεία. παρέπεται δὲ τῷ ὀνόματι πέντε· γένη, εἴδη, σχήματα, ἀριθμοὶ, πτῶσις. διό‐ τι καὶ τελικὰ ἀρσενικῶν ὀνομάτων στοιχεῖα εἰσὶ | |
15 | πέντε· ν ξ ρ ς ψ. ἢ ὄνομά ἐστι φωνὴ σημαν‐ τικὴ θέσει. | |
17t | (Ῥῆμα.) | |
18 | Ὄναιντο. ὠφεληθεῖεν. καὶ ὄναιο. †Ὀνοτάζων. ἐκφαυλίζων.† | |
20 | Ὀνειροπολεῖ. φαντάζεται. ὡς ἐν ὀνείρῳ βλέ‐ πει. Ὀνειρώττει. ὀνείρους βλέπει. Ὀνειδιῶ. ἀττικὸς μέλλων. | |
Ὀνίναι. ὠφελῆσαι. καὶ ὀνίναιτο καὶ ὀνίνημι. | ||
omicron1455 | Ὀνομῄνω. ἀντὶ τοῦ ὀνομάσω. [ἀπὸ τοῦ ὀνό‐ ματος ὀνομῄνω. τὸ ῥῆμα ὀνομαίνω, ὀνομανῶ, ὡς πῆμα, πημαίνω, πημανῶ.] Ὀναίμην. ἀντὶ τοῦ ἀπολαύσαιμί σου. φησὶν ὁ | |
5 | Ἀπόστολος· τῶν κατορθωμάτων ἴδοιμί σε πλου‐ τοῦντα ἐν ἅπασι πνευματικοῖς ἀγαθοῖς. ὁ Ἀπό‐ στολος· ἐγώ σου ὀναίμην ἐν κυρίῳ. Ὀνῶ. τὸ μέμφομαι. καὶ ὀνοτάζω, τὸ ὑβρίζω. Ὀνομαστί. ἐξ ὀνόματος. | |
10 | Ὄντως. ἀληθῶς. ὄντος δὲ, τοῦ ὑπάρχοντος. καὶ ὄντος τοῦ θεοῦ, μικρόν. καὶ ὀντότης, ἀπὸ τοῦ ὄντος. | |
13t | Τὸ Ο μετὰ τοῦ Ξ. | |
14t | (Ἀρσενικόν.) | |
15 | Ὀξυήκοος. ὁ ὀξέως ἀκούων. Ὀξυδερκής. ὁ ὀξέως καὶ ταχέως βλέπων, [δέρκω γὰρ τὸ βλέπω.] †Ὀξυωπέστερος. ὁ ὀξέως καὶ ταχέως βλέ‐ πων.† | |
20 | Ὀξύῤῥοπος. ὀξέως μετατρεπόμενος. Ὀξύς. γοργός. | |
Ὀξύριγχος. ὄρνις. | ||
omicron1456 | Ὀξυβελής. ὁ ὀξέως βάλλων. ἢ ὁ ταχέως βαλ‐ λόμενος. Ὀξυηκοώτατος. ὁ ὀξέως ἀκούων. Ὀξύβαφος. οὐχὶ ὀξυβάφος. | |
5 | Ὀξόγαρος. βάρβαρον. [ὀξύγαρος γάρ. ὀξύγαρον οἰνηρὸν ἔτι κεκτήσεται.] Ὀξοάθρης καὶ Ὀξαώθρης. κύρια. Ὀξεῖα. ποιότης συλλαβῆς ἀνειμένον ἔχουσα [φθόγγον. ὠνόμασται δὲ ὀξεῖα ἐκ μεταφορᾶς | |
10 | τῶν ὀξέων δοράτων,] ἢ διὰ τὸ τοὺς ὀξεῖς ἥλους μιμεῖσθαι. Ὀξυχολία. ἔξαψις καρδίας παραυτίκα ὀρεγομένη κακῶσαι τὸν κακώσαντα. Ὀξυδέρκεια. τὸ ὀξέως βλέπειν. ὀξυδορκία δὲ, ι. | |
15 | Ὀξυρευγμία. ὅταν ἡ τροφὴ ἐποξίσῃ. οἶμαι, ὅτι ὀξερευγμία γράφεται. | |
17t | (Οὐδέτερον.) | |
18 | Ὄξος. τὸ παρ’ ἡμῖν. Ὦξος δὲ, ὄνομα [τόπου ἢ] ποταμοῦ, μέγα. | |
20 | Ὀξύῤῥοπον. τὸ ὀξέως ῥέπον καὶ μετατρεπό‐ μενον. Ὀξύπρωρον. ὀξεῖαν ἔχων τὴν πρώραν. Ὄξος. ὡς παχὺς γίνεται πάχος, καὶ ταχὺς τά‐ | |
χος, οὕτως καὶ παρὰ τὸ ὀξὺς ὄξος, τουτέστιν | ||
omicron1457 | ὁ εἰς ὀξὺ καταβεβληκὼς οἶνος, ἐπειδὴ τέμνει καὶ κεντρίζει τὴν γεῦσιν. οἱ δὲ Κυρηναῖοι τὸ ὄξος εἶδος φασὶ, καὶ ἄλλοι γλυκάδιον. | |
4t | Τὸ Ο μετὰ τοῦ Π. | |
5t | (Ἀρσενικόν.) | |
6 | Ὀπαδός. ὁ ἀκόλουθος. [ὡς παρὰ τὸ πέμπω γί‐ νεται πομπὸς, καὶ παρὰ τὸ φέρβω φορβὸς, οὕ‐ τως καὶ παρὰ τὸ ἕπω ὀπὸς, ἐξ οὗ παράγωγον ὀπάζω. ἐκ τοῦ οὖν ὀπάζω, ὀπάσω, γίνεται | |
10 | ὀπαδὸς, ὡς φράζω, φράσω, φραδή. ἐκ δὲ τοῦ ὀπαδὸς κατὰ μετάθεσιν ὀπηδός.] †Ὁπαῖρος. ὁμοπάτριος.† Ὀπάονας. δούλους, ἀκολούθους. | |
Ὄπιος. κύριον. | ||
omicron1458 | Ὀπικοί. ἔθνος. Ὁπλότεροι. οἱ νεώτεροι. ἐπεὶ πρὸς ὅπλων ἀναί‐ ρεσιν εἰσίν. ἀπὸ τῶν ὅπλων οὖν ὁπλότεροι. Ὀπός. τὸ γαλακτῶδες τῆς συκῆς, καὶ ἡ πυτία, | |
5 | ἢ ᾧ χρῶνται τινὲς ἀντὶ πυτίας. †Ὀπουχέα. ὀμφάκιον.† †Ὀπτήρ. ὁ σκοπός.† | |
8t | (Θηλυκόν.) | |
9 | †Ὀπαῖα. κεραμὶς τὴν ὀπὴν ἐπικλείουσα.† | |
10 | Ὄπασις. δόσις· παροχή. Ὀπή. ἡ νυκτερὶς, καὶ ἡ τρύπα. Ὀπίς. τὸ αἰδοῖον. Ὄπις. ἡ ἐξόπισθεν ἑπομένη τίσις ἢ ἡ ἐπιστρο‐ φή. | |
15 | Ὀπισθότονος. ἐναντίον κύρτωμα. | |
Ὀπικία. χώρα. | ||
omicron1459 | Ὁπλή. ἡ τῶν κτηνῶν ὄνυξ. [οἱονεὶ ἁπλὴ τὶς οὖσα, τροπῇ τοῦ α εἰς ο, ὡς ἄρχαμος, ὄρ‐ χαμος. καὶ ὁπλέων τῶν ὅπλων.] †Ὁπλοσμένα. ἡ Ἥρα.† | |
5 | †Ὁποῖα ἦν. οἷα ὑπῆρχεν.† †Ὀπτανία. ἡ ἀπόβλεψις.† Ὀπωπή. ἡ ὅρασις· ἡ πρόσοψις. παρὰ τὸ ὄπτω γίνεται ὀπὴ, [ὡς κόπτω, κοπὴ, καὶ κατὰ ἀνα‐ διπλασιασμὸν καὶ ἔκτασιν ὀπωπή. | |
10 | Δρύψε δέ οἱ βλέφαρον, γυμνὴ δ’ ἀπελείπετ’ ὀπωπή.] Ὀπτιλέτιν. ἱερὸν Ἀθηνᾶς. | |
13t | (Οὐδέτερον.) | |
14 | Ὀπίμια. τὰ λάφυρα. | |
15 | †Ὀπίσιον. αἰδοῖον γυναικός. καὶ ἀνδρεῖον ἰσχίον.† Ὅπλα. παρὰ τὸ ὀφέλλω, τὸ αὔξω. ὄφλα καὶ ὅπλα. τὰ κατὰ μῆκος ἐξελαυνόμενα ἐπὶ τοῦ ἄκμονος. | |
20 | Ὀπτανεῖον. μαγειρεῖον, ἢ ὁ φοῦρνος. Ὀπωροφυλάκιον. ἐν ᾧ ἡ ὀπώρα φυλάσσεται. Ὀπτόν. παρὰ τὸ ὄπτω, τὸ βλέπω. οἱονεὶ τὸ συνεχῶς ἐποπτευόμενον. | |
24t | (Ῥῆμα.) | |
25 | Ὀπάζει. παρέχει. Ὀπηδεύω. ἀκολουθῶ. [—ἠΰτε μῆλα | |
ἐκ σταθμῶν ἅλις εἶσιν ὀπηδεύοντα νομῆϊ.] | ||
omicron1460 | Ὀπάων. ἀκολουθῶν. παρὰ τὸ ὀπάζω. Ὀπτανόμενος. βλέπων. Ὀπτόμενος. ὠπτημένος δὲ, μέγα. Ὀπύει. γαμεῖ. | |
5 | Ὄπωπα. εἶδον. ἀπὸ τοῦ ὄπτω ὦπα καὶ ὄπω‐ πα. τούτου δὲ οἱ κοινοὶ μέσοι παρακείμενοι, φημὶ δὴ τοῦ ὦπα καὶ τῶν λοιπῶν, οὐχ εὑρί‐ σκονται ἐν χρήσει, ὡς λέγει ὁ Χοιροβοσκός. ὠπώπειν δὲ ἐπὶ ὑπερσυντελίκου μέγα καὶ δί‐ | |
10 | φθογγον. Ὀπιπτεύοντα. ἐποτρύνοντα. ἐπιτηροῦντα. Ἡσίο‐ δος· νείκε’ ὀπιπτεύοντ’ ἀγορῆς ἐπακούειν ἐόντα. Ὀπίζεο. ἐπιστροφὴν ποιοῦ. | |
15t | (Ἐπίῤῥημα.) | |
16 | Ὅπη. ἀντὶ τοῦ ὁπηνίκα. Ὄπιθεν καὶ ὄπισθεν. διχῶς. εἰ μὲν ὄπιθεν, ἀπὸ τοῦ ὀπίσω· ὀπίσωθεν καὶ συγκοπῇ τῆς ςω συλλαβῆς ὄπιθεν· εἰ δὲ ὄπισθεν, ἀποκοπῇ | |
20 | τοῦ ω. Ὀπίσω. παρὰ τὸ ἐπὶ ὀπίσω, ὡς παρὰ τὸ ἐξ ἔξω καὶ εἰς εἴσω. τροπῇ τοῦ ε εἰς ο ὀπίσω. †Ὁπότε. χρονικὸν ἐπίῤῥημα.† | |
24t | Τὸ Ο μετὰ τοῦ Ρ. | |
25t | (Ἀρσενικόν.) | |
26 | Ὀρεύς. ὁ ἀείδαρος ἢ ὁ ἡμίονος. παρὰ τὸ ἐν ὄρε‐ | |
σι μᾶλλον δύνασθαι ἐργάζεσθαι. | ||
omicron1461 | Ὀρεωκόμος. ὁ ἐπιμελητὴς τῶν ἡμιόνων ἢ τῶν ἀειδάρων. Ὀρεσκῷος. ὁ ἐν ὄρεσι διαιτώμενος. κείω, ὃ ση‐ μαίνει τὸ κοιμῶμαι. ἀπὸ τοῦ κείω ὀρεσίκοιος | |
5 | καὶ συγκοπῇ καὶ τροπῇ τοῦ ο εἰς ω ὀρεσκῷος. καὶ μένει τὸ ι προσγεγραμμένον. [τὰ διὰ τοῦ ωος ὑπὲρ δύο συλλαβὰς ἔχει τὸ ι κατὰ τὴν παραλήγουσαν καὶ προπερισπᾶται. οἷον Ἀχε‐ λῷος, Μινῷος, πατρῷος, ἡρῷος, ὀρεσκῷος. οἷς | |
10 | συνεξηκολούθησε ἀθῶος, χωρὶς τοῦ κολωὸς, ὃ σημαίνει τὸν θόρυβον.] Ὀρθόδοξος καὶ ὀρθοδοξία. [ἀψευδὴς περὶ θεοῦ καὶ κτίσεως ὑπόληψις ἢ ἔννοια περὶ πάντων] ἀληθής. ἢ δόξα τῶν ὄντων, καθάπερ εἰσίν. | |
15 | Ὄρθρος. παρὰ τὸ αἴρειν, καὶ ὀρθίους ἡμᾶς ποιεῖν λεχήρεις ὄντας. Ὀρθός. ἐκ τοῦ ὄρω, ὄρσω, ῥηματικὸν ὄνομα ὀρ‐ τὸς καὶ ὀρθός. Ὀρειβάσιος. ὁ ἐν τῷ ὄρει βαίνων. | |
20 | Ὀρείχαλκος. εἶδος ὕλης οὕτω καλούμενον, ἥτις νῦν οὐχ εὑρίσκεται. ἄλλοι δὲ λέγουσιν, ὅτι χείμευσις ἐστὶ χαλκοῦ, τοῦ νυνὶ εὑρισκομένου λευκοῦ χαλκοῦ. Ἡσίοδος· ὃς εἰπὼν κνημῖδας ὀρειχάλκοιο φαεινοῦ. | |
25 | Ὅρκος. παράληψις τοῦ θείου, ἐπὶ πίστιν τοῦ λεγομένου ἢ πραττομένου. παρὰ τὸ εἴργειν τοὺς παραβαίνοντας. ὄργος καὶ τροπῇ τοῦ γ εἰς κ | |
ὅρκος. | ||
omicron1462 | Ὅρμος. ὁ λιμήν. —τὴν δ’ εἰς ὅρμον προσέρυσαν—. παρὰ τὸ ἕρμα, τὸ ἀσφάλισμα, γίνεται ὅρμος. ὅθεν καὶ ὁρμίσαι, τὸ ἐν ἀσφαλείᾳ εἶναι τὴν | |
5 | ναῦν. [ἐπὶ δὲ τοῦ κοσμίου, παρὰ τὸ εἴρω, τὸ συμπλέκω, ἐξ οὗ καὶ ὁρμιὰ καλεῖται ἡ σει‐ ρὰ, πρὸς ἣν τὸ ἄγκιστρον ἐπησφάλισται δεδε‐ μένον.] Ὁρμίσκος. ὁ περιτραχήλιος κόσμος. | |
10 | Ὁρμαθός. τὸ πλῆθος, ἡ τάξις. Ὄροβος. εἶδος κριθῆς. οἱονεὶ ὁ ἐρεπτόμενος ὑπὸ τῶν βοῶν. Ὅρος. λόγος σύντομος, δηλωτικὸς τῆς ὑποκειμέ‐ νης οὐσίας τῷ πράγματι. ἢ δηλωτικὸς τῆς φύ‐ | |
15 | σεως τοῦ ὑποκειμένου πράγματος. ὅροι δὲ λέ‐ γονται ὡς ὁράσεις καὶ ὀφθαλμοὶ τῶν πραγμά‐ των τυγχάνοντες, καὶ ὡς ὁρίζοντες ἤτοι περι‐ κλείοντες συντόμως τὴν τοῦ ὀνόματος δύναμιν. οἷον ἀνθ’ οὗ λέγομεν, ὅτι ἄνθρωπος ἐστὶν οὐσία | |
20 | ἐκ σαρκὸς καὶ ψυχῆς καὶ λόγου καὶ αἵματος καὶ στοιχείων ἑτέρων πλειόνων· περιορίζομεν οὖν ταῦτα διὰ τοῦ ὅρου, λέγοντες, ὅτι ἄνθρω‐ πος ἐστὶ ζῶον λογικὸν καὶ θνητὸν, νοῦ καὶ ἐπι‐ στήμης δεκτικόν. | |
25 | Ὅρος τῶν ὅρων ἐστὶν ὁ πάντα μὲν ὁρίζων, αὐτὸς δὲ ὑπ’ οὐδενὸς ὁριζόμενος, ὅς ἐστι μόνος ὅρος τῶν ὅρων θεός. ἀόριστόν ἐστι τὸ κατ’ οὐσίαν θεός· δυσόριστον ἐστὶ τὸ μὴ καθόλου, ἀλλ’ ἐκ | |
μέρους γινωσκόμενον, οἷον τὸ ξύλον τῆς ζωῆς. | ||
omicron1463 | τρία εἰσὶν ἐν ἀνθρώποις ἀγνώριστα καὶ ἀόρι‐ στα· θεός· ἄγγελος καὶ ψυχὴ, μόνῳ τῷ θεῷ γινωσκόμενα κατ’ οὐσίαν· λοιπὸν ὁ καλῶς δια‐ πορῶν πρὸς τὸν ἐναντίας· οὕτως λέγει. τί | |
5 | ὅρος καὶ τί τὸ ἀόριστον καὶ τί τὸ δυσόριστον καὶ τί τὸ εὐόριστον, εὐόριστον δέ ἐστι τὸ ψη‐ λαφώμενον καὶ φθειρόμενον, οἷον ὁ ἄρτος καὶ τὰ ὅμοια. ὅριον ἐστὶν ἀνυπόστατος ἢ ἀνυπέρ‐ βατος στάσις· ἀόριστόν ἐστι τὸ μόνον ἄκτιστον, | |
10 | θεός· δυσόριστον δὲ τὸ κτιστὸν καὶ ἀόρατον, ἄγγελος, ψυχὴ, δαίμων. Ὅρος. ἔστι λόγος ἐπέκεινα ἑαυτοῦ προελθεῖν τὸ πρᾶγμα, οὗ ἐστι, μὴ συγχωρῶν, διὰ τὸ ἐν αὐτῷ καὶ μόνον γνωρίζεσθαι. | |
15 | Ὅρος κακίας. ἡ πρὸς τὸ τέλος τῶν γινομένων ἐν τῇ φύσει δυνάμεων ἐνεργείας ἔλλειψις. ἢ ὅρος κακίας ἡ τῶν φυσικῶν δυνάμεων κατ’ ἐσφαλ‐ μένην κρίσιν ἐπ’ ἄλλων περὶ τὸ τέλος ἀλόγι‐ στος κίνησις. ὅρον πάλιν καλεῖ ὁ Ἀριστοτέλης, | |
20 | εἰς ὃν ἀναλύεται ἡ πρότασις. οἷον ἐστὶ πρότα‐ σις· Σωκράτης βαδίζει. αὕτη ἡ πρότασις ἀνα‐ λύεται εἰς Σωκράτην ὅρον ὄντα καὶ εἰς τὸ βα‐ δίζειν πάλιν ὅρον. Ὁριστὸν δέ ἐστι τὸ ἐπιδεχόμενον ὅρον, ὡς ἔχον | |
25 | ὕπαρξιν καὶ ἰδιοπεποιημένον. οἷον· ἄνθρωπος· ἵππος. ὡσαύτως δὲ καὶ τὸ ἀγαθόν. ἀόριστον δὲ τὸ ἀνείδεον καὶ ἀνύπαρκτον. ὡς τό· οὐκ ἄνθρωπος· οὐχ ἵππος· οὐκ ἀγαθόν. ὁμοίως ἀόριστόν ἐστι τὸ ἁπλῶς λεγόμενον καὶ μὴ ση‐ | |
30 | μαῖνον τὸ τί ἢ τὸ ποσόν. ὡς ἵνα εἴπωμεν χρῶ‐ μα καὶ μὴ εἴπωμεν λευκὸν ἢ μέλαν, ἢ ἄνθρω‐ | |
ποι καὶ μὴ εἴπωμεν πόσοι. | ||
omicron1464 | Ὅρος. ὁ τὸ ὂν τὶ εἶναι δηλῶν, ἢ λόγος ἐκ τῶν καθόλου καὶ κοινῶν ἴδιόν τι ἀποτελῶν. οἷον ἄνθρωπος, ζῶον, λογικὸν, θνητὸν, νοῦ καὶ ἐπιστήμης δεκτικόν. καὶ ἰδοὺ ἐκ τῶν καθόλου | |
5 | καὶ κοινῶν ἴδιόν τι ἀπετέλεσε. τουτέστι τὸν ἄνθρωπον. καὶ ἐκ μὲν τῶν καθόλου ἐστὶ ζῶον, ἐκ δὲ τῶν κοινῶν τὸ λογικόν. οὐ μόνον γὰρ ὁ ἄνθρωπος ἐστὶ λογικὸν, ἀλλὰ καὶ ἄγγελοι καὶ δαίμονες. εἴληπται δὲ ὅρος ἀπὸ τῶν τῆς γῆς | |
10 | ὁροθεσίων. ὥσπερ γὰρ τὰ ὁροθέσια χωρίζει τήν τε γῆν ἀπὸ τῆσδε, καὶ ἑκάστης τὸ ἴδιον φυλάσσει, τὸν αὐτὸν τρόπον καὶ ὁ ὅρος τοῦ ἀνθρώπου χωρίζει τὸν ἄνθρωπον ἀπὸ τοῦ ἵπ‐ που καὶ τῶν ὁμοίων. γίνεται δὲ ἀπὸ τοῦ εἴρω, | |
15 | τὸ συνάπτω καὶ συμπλέκω. ὡς σπείρω σπό‐ ρος, οὕτως καὶ εἴρω ὅρος. ἐπὶ δὲ τοῦ οὐδετέρου τὸ ὄρος τὸ ἀπὸ γῆς εἰς ὕψος αἰρόμενον. ἢ παρὰ τὸ ὄρω, τὸ ὁρμῶ, παράγωγον ὀρούω, γί‐ νεται ὄρος. καὶ περισπώμενον λέγεται ὀρῶ. ἔν‐ | |
20 | θεν τὸ εἰκὸς, ὀρεῖται. ἢ παρὰ τὸ ὁρᾷν εἰς ὕψος δι’ αὐτοῦ. Ὁρισμός. δήλωσις πράγματος διὰ λόγου, οὗ χω‐ ρὶς οὐδὲ τί ἐστιν, οὐδ’ ὅτι ἐστὶ, γνωρίζεται. Ὀρόδαμνος καὶ ὄρπηξ. ἐπὶ τοῦ κλάδου. παρὰ | |
25 | τὸ ὀρούειν κατὰ τὴν αὔξησιν. Ὅρπηξ. ὁ κλάδος. παρὰ τὸ ἕρπειν καὶ ὀρούειν εἰς ὕψος πεποίηται. κλίνεται ὅρπηξ ὅρπηκος. Ὀρτάλιχος. ὁ νεοσσός. παρὰ τὸ γλίχεσθαι ὀρούειν καὶ πέτεσθαι. | |
30 | Ὀρυγμαδός. θόρυβος, τάραχος, κραυγή. ὁ ἐν ὄρει γινόμενος. [παρὰ τὸ ὄρος καὶ τὸ ὁμαδὸς, | |
ὅ ἐστιν ὁ θόρυβος. οἱ δὲ φασὶ παρὰ τὸν θόρυ‐ | ||
omicron1465 | βον, θορυβάξω, θορύβαγδος, καὶ μεταθέσει τοῦ β εἰς τὸ μ καὶ ἀποβολῇ τοῦ θ ὀρυμαγδός. καὶ ἐπὶ τοῦ ἁπλῶς θορύβου.] Ὀρφανός. ὁ μή τινα ἔχων βοηθόν. παρὰ τὸ | |
5 | ὄροφος ὀροφανὸς καὶ ὀρφανός. Ὄρχαμος. ὁ ἡγεμών. παρὰ τὸ ἄρχω ἄρχαμος καὶ ὄρχαμος. ὡς πάρδαλις ἡ δορά. καὶ πόρ‐ δαλις τὸ ζῶον. Ὄρχατος. ἡ ἐπίστιχος φυτεία. δι’ ἧς διερχό‐ | |
10 | μεθα. διαφέρει ὀρχὸς ὀρχάτου. ὀρχὸς γάρ ἐστιν ὁ βόθρος, πρὸς ὃν ἐντίθεται τὸ φυτὸν πρὸς μοσχείαν. παρὰ τὸ ὀρύσσω. ὄρυχον τινὰ ὄντα. καὶ Ἀριστοφάνης τὸ μεταξὺ τῶν φυτῶν μετόρχμιον ἐκάλεσεν ἐν τοῖς Γεωργοῖς. ὁ δὲ | |
15 | Ἡσίοδος ὄρχον λέγει τὴν ἐπίστιχον τῶν ἀμ‐ πέλων φυτείαν. —παρὰ δέ σφισιν ὄρχος χρύσεος ἦν—. Ἀπίων δὲ ἐτυμολογεῖ παρὰ τὸ ὄρυσθαι τὴν γῆν | |
20 | πρὸς φυτείαν. | |
omicron1466 | Ὀργιῶνες. οἱ θύται. παρὰ τὰ ὄργια, ὅ ἐστι τὰ θεῖα μυστήρια. Ὀῤῥός. τὸ γάλα. Ὅροι. οἱ ἀριθμοί. | |
5 | Ὀριτρόφος. ὁ ἐν ὄρει τρεφόμενος, ἰῶτα. γρά‐ φεται διὰ τὸ τ καὶ τὸ ρ. | |
7t | (Θηλυκόν.) | |
8 | Ὅρασις. διὰ τὸ τοὺς ὅρους, τουτέστι τὰ πέρατα τῶν σωμάτων, καταλαμβάνειν. | |
10 | Ὀργή. θυμὸς ἐμμένων ἢ πάθος δαιμονιῶδες. Ὀργή. τρόπος. οὕτως Θουκυδίδης. Ὀργυιά. τὸ ἐξηπλωμένον μέτρον τῶν χειρῶν ἢ τὴν ἔκτασιν τῶν χειρῶν σὺν τῷ πλάτει τοῦ στήθους. παρὰ τὸ ὀρέγειν καὶ ἐκτείνειν τὰ γυῖα, | |
15 | ὅ ἐστι τὰς χεῖρας. †Ὀρειβασία.† Ὄρεξις. ἐπιθυμία. ἢ τοῦ ἐπιθυμητικοῦ τῆς ψυ‐ χῆς μέρους κίνησις. | |
†Ὀρθωσία.† | ||
omicron1467 | Ὁρμή. ὄρεξις ἐνεργητικὴ τῶν ἐφ’ ἡμῖν πρακτέων. [ἢ ὁρμή ἐστιν ἔμμονος λύπη καὶ διαρκὴς πρὸς τὴν τῶν ἠδικηκότων ἀντίδοσιν.] Ὁρμὴ καὶ ἡ κίνησις. | |
5 | Ὀροφή. ἡ στέγη. Ὀρομηλίς. τὸ ἀγριόμηλον. †Ὀῤῥωδία. ὁ φόβος.† Ὀρτή. ἀπὸ τοῦ ἑορτὴ κατὰ συγκοπήν. Ὀρφνή. σκοτεινὴ νὺξ ἢ μέλαινα. | |
10 | [νύκτα δι’ ὀρφναίην—. παρὰ τὸ ἐρέφω, τὸ σκέπω, γίνεται ὀροφὴ καὶ ὀρφνὴ κατὰ πλεονασμὸν τοῦ ν καὶ συγκοπήν.] Ὁρκωμοσίαν. τὸ ἀμετάθετον λέγει ὁ Ἀπόστο‐ λος· ὁ δὲ μετὰ ὁρκωμοσίας διὰ τοῦ λέγοντος | |
15 | πρὸς αὐτόν· ὤμοσε κύριος τῷ Δαβὶδ καὶ οὐ με‐ ταμεληθήσεται, σὺ ἱερεύς. | |
17t | (Οὐδέτερον.) | |
18 | Ὄργανον. παρὰ τὸ ὀρέγω ὀρέγανον καὶ ὄργανον. Ὄργια. τὰ ἱερὰ μυστήρια. κυρίως δὲ τὰ Διονυ‐ | |
20 | σιακὰ διὰ τὸ ἐν ταῖς ὀργάσιν αὐτὰ ἐπιτελεῖ‐ | |
omicron1468 | σθαι. ἢ διὰ τὸ ὀργᾷν καὶ ἐπιθυσιάζειν. ὀργὰς δέ ἐστι γῆ ἐν Μεγάροις οὕτω καλουμένη. Ὄργανον. δοῦλος ἄψυχος. Ὀρεικὸν ζεῦγος. ἀειδουρικὸν ἢ ἡμιονικόν. | |
5 | Ὄρθιον. ὄρος. Ὄρθριον. τὸ ὀρθρινόν. Ὁρακήσιον. τόπος. Ὅριον. ἀνυπέρβατος στάσις. ὄρειον δὲ πρέ‐ μνον, δίφθογγον. | |
10 | Ὀρίγανον. βοτάνη. ὤφειλε διὰ διφθόγγου γρά‐ φεσθαι. καὶ γὰρ παρὰ τὸ ὄρει δοτικὴ καὶ τὸ γάνος, ὃ σημαίνει τὴν χαρὰν, γέγονεν ὀρίγανον. τὸ γὰρ ὀρίγανον ἐν τῷ ὄρει χαίρει. ἢ ἐκ τοῦ ὁρᾷν καὶ τοῦ γανῶ, τὸ λαμπρύνω· ὁρᾷν γὰρ κα‐ | |
15 | λῶς ποιεῖ τὸ ὀρίγανον. ὁ δὲ γραμματικὸς Θεο‐ δόσιος λέγει, διὰ τοῦ ι γράφεται, ἐπειδὴ παρὰ τὸ ῥιγῶ γίνεται ῥίγανον καὶ πλεονασμῷ τοῦ ο ὀρίγανον, οἱονεὶ τὸ ψύχον τινὰ κατὰ ἀντίφρα‐ σιν· θερμαίνει γάρ. | |
20 | Ὅρκιον σκῆπτρον. καθ’ οὗ ὤμνυον. | |
†Ὁρμητήριον. ὁρμιστήριον δὲ, ι.† | ||
omicron1469 | Ὄρνεον. παρὰ τὸ ὀρούειν. ἢ παρὰ τὸ αἴρεσθαι. Ὀροπύγιον καὶ οὐροπύγιον. Ὁριστόν. τὸ ἐπιδεχόμενον ὅρον, ὡς ἔχον ὕπαρ‐ ξιν καὶ ἰδιοπεποιημένον, οἷον· ἄνθρωπος, ἵπ‐ | |
5 | πος. ὡσαύτως δὲ καὶ τὸ ἀγαθόν. †Ὀρεικόμενος. ἡμιοναγός.† †Ὁρατή. ῥύμη.† †Ὀρειγάνη. σαργάνη.† †Ὀρσηλία. ὀρχήστρια.† | |
10 | †Ὀραδά. λίαν γαλακτώδη.† †Ὄραες. γυναῖες.† †Ὀρειγανοειδές. τὸ ὕσσωπον.† | |
13t | (Ῥῆμα.) | |
14 | Ὀρέγω. παρέχω. | |
15 | †Ὀρέγεται. ἐπιθυμεῖ.† †Ὄρεσθαι. ἔρχεσθαι.† †Ὀρεχθεῖ. στενάζει.† Ὀρειοκομῶ. ὀρέων καὶ ἀειδάρων καὶ ἡμιόνων ἐπι‐ | |
μελοῦμαι. | ||
omicron1470 | Ὀρέχθεον. διετείνοντο. παρ’ Ὁμήρῳ. Ὁρῇ. ἀντὶ τοῦ ὁρᾷ. οὕτως Πλούταρχος. Ὄρθαι. ἀντὶ τοῦ διεγερθῆναι. [ἀπὸ τοῦ ὄρω, ὄρσω, ὦρκα, ὦρμαι, ὦρται. | |
5 | ὦρται μὲν μέγα κῦμα— τὸ ἀπαρέμφατον ὦρθαι, καὶ κατὰ συστολὴν ὄρθαι. πρὶν ὄρθαι παρὰ ναῦφι—.] †Ὀρνυμένους. ἐπεγειρομένους· εὐτρεπιζομένους.† | |
10 | Ὀριγνᾶται. ἐπιθυμεῖ. καὶ ὀριγνώμενος. Ὀρίνεται. διεγείρεται. Ὀρίνω. τὸ διεγείρω καὶ ταράσσω. παρὰ τὸ ὄρω ὀρίνω. Ὁρκωμοτῶ. ὁρκομοσάμενος δὲ ὅλα μικρά. | |
15 | Ὀρμώμενος. προθυμούμενος. ὡρμημένος δὲ μέγα. Ὀρούω. τὸ ὁρμῶ. [ὄρω, ὀρύω. ὡς πλήθω, πλη‐ θύω, πηδῶ, πηδύω, οὕτως ὄρω, ὀρύω, καὶ πλεο‐ νασμῷ τοῦ ο ὀρούω.] | |
Ὀρόμενος. διεγειρόμενος. | ||
omicron1471 | Ὁρώμενος δὲ, ὁ βλεπόμενος, μέγα. Ὁρόωντες. ἀντὶ τοῦ ὁρῶντες. [Ὁρόῳτε. ἀπὸ τοῦ ὁράοιτε, ὁρῷτε, πλεονασμῷ ὁρόῳτε. | |
5 | νῦν δὲ φίλως οὐχ ὁρόῳτε—.] Ὀροθύνω. τὸ παρορμῶ καὶ διεγείρω καὶ ἐρεθί‐ ζω. [παρὰ τὸ ὀρόθω ὀροθύνω. ἢ παρὰ τὸ ὄρω, ὀρῶ, καὶ τὸ θύνω γίνεται ὀροθύνω, ὡς πλήθω πληθύνω.] | |
10 | Ὄρσο. ἐγέρθητι. καὶ ὄρσεο. [ὄρω τὸ διεγείρω, ὁ μέλλων ὄρσω, καὶ μετῆλθεν εἰς ἐνεστῶτα καὶ ἐγένετο ὄρσω, ὄρσομαι, ὠρσόμην, ὤρσεο, καὶ τὸ προστακτικὸν ὄρσεο, συστολῇ.] Ὀρταλίζειν. παρὰ τὸ ὄρω, τὸ διεγείρω. [ὁ πα‐ | |
15 | θητικὸς παρατατικὸς ὦρμαι, τὸ τρίτον ὦρται, ῥῆμα ὄνομα ὀρτὸς, ἀφ’ οὗ καὶ περισπώμενον ὀρτῶ, καὶ παράγωγον ὀρτίζω καὶ πλεονασμῷ τῆς αλ συλλαβῆς ὀρταλίζω. δηλοῖ δὲ κυρίως ἡ λέξις τὸ ἀναῤῥίπτειν τὰ νήπια τῶν παιδίων. | |
20 | οἱονεὶ ὀρούειν εἰς ὕψος. κατεχρῶντο δὲ τῇ λέ‐ ξει καὶ ἐπὶ τοῦ ἄλλην ἡντιναοῦν ποιεῖσθαι κί‐ νησιν. ὡς Ἀριστοφάνης, οἷον· ἀνορτάλιζες κακερουτίαν— ἀντὶ τοῦ ἀναῤῥίπτειν ἐποίεις.] | |
25 | Ὁρίζει. νομοθετεῖ. ἵστησιν. ὅρον δίδωσιν. Ὀρχήσασθαι. τὴν τάξιν τῆς φυτείας ὄρχους εἰώθασι λέγειν οἱ ποιηταὶ, καὶ οἱ ὀρχησταὶ ἐν‐ τεῦθεν, ὅτι κατὰ τὴν τῶν βοτρύων συγκομιδὴν | |
ἐν τοῖς τόποις ἐπειδὰν ἔτυχον τρυγῶντες, ἀπήρ‐ | ||
omicron1472 | χοντο τῷ θεῷ χορεύοντες, καθάπερ κωμῳδοί. ἐξ οὗ καὶ τὸ ὀρχῶ, ὀρχήσω, ὀρχήσασθαι. οἱ δὲ παρὰ τὸ ὀρέγειν, ὅ ἐστιν ἐκτείνειν τὰς χεῖρας, κατὰ τροπὴν τοῦ γ εἰς χ. τρία δέ εἰσιν εἴδη | |
5 | τῆς ὀρχήσεως· πυῤῥίχη, ἣν ἠσκοῦντο οἱ Κρῆτες πρὸς ἄσκησιν τῶν πολεμικῶν μετὰ τῶν ὅπλων ὀρχούμενοι· σίκιννις, ἥτις ἐστὶν ἱερατική· καὶ ὁ κορδακισμὸς, αἰσχρός τις ὢν καὶ μᾶλλον κω‐ μικοῖς ἁρμόδιος. | |
10 | Ὀρῶ. τὸ διεγείρω καὶ ὁρμῶ. περισπωμένως. καὶ ὄρω, τὸ διεγείρω. καὶ ὁρῶ, τὸ βλέπω. Ὀρωρέχαται. ἐκτέτανται. καὶ ὀρορεχότες. Ὄρωρε. διηγέρθη· τεθύμωται. [καὶ ὄρωρα. ὀρῶ. ὁ μέσος παρακείμενος ὦρα καὶ ἀττικῶς ὄρωρα | |
15 | καὶ καθ’ ὑπερβιβασμὸν ὤρορα.] Ὁρώη. εὐκτικόν. Ὀρώρει. ποιητικῶς. Ὀῤῥωδῶ. τὸ φοβοῦμαι. παρὰ τὸ ῥῶ, τὸ ὑγιάζω, ἐξ οὗ καὶ ἔῤῥωμαι, [παράγωγον ῥώζω καὶ με‐ | |
20 | ταθέσει τοῦ ζ εἰς δ ῥωδῶ, ὡς μύζω, μυδῶ, χάζω, χαδῶ, ἔνθεν τὰ κεχανδότα πλεονασμῷ τοῦ ν, καὶ ἐρίζω, ἐριδῶ, ἔνθεν τό· —ἐριδήσασθαι Ἀχαιούς. ῥωδῶ οὖν καὶ πλεονασμῷ τοῦ α ἀῤῥωδῶ. καὶ | |
25 | παρ’ Ἡροδότῳ· τὴν ψυχὴν ἀπεμάχετο ἀῤῥω‐ δέων. καὶ τροπῇ τοῦ α εἰς ο ὀῤῥωδῶ, τὸ μὴ ἐῤῥῶσθαι τὴν ψυχὴν ἀπὸ φόβου. οὕτως Φίλων | |
ἐν τῇ περὶ Ἰάδος διαλέκτῳ.] | ||
omicron1473 | Ὁρισθέντος. ἀποδειχθέντος, ἀποφανθέντος. καὶ ὁ Ἀπόστολος· τοῦ ὁρισθέντος υἱοῦ θεοῦ ἐν δυνάμει. | |
4t | Τὸ Ο μετὰ τοῦ Σ. | |
5t | (Ἀρσενικόν.) | |
6 | Ὅς. ἀντὶ τοῦ ὅστις. καὶ ὃς ἀντὶ τοῦ ὡς οὐδεὶς ἄλλος. τοῦτο δὲ λέγεται κατ’ ὑπερβατόν. Ὅς. ἄρθρον ὑποτακτικόν. σημαίνει δὲ ἀντωνυ‐ μίαν κτητικὴν τρίτου προσώπου. ἐμὸς, σὸς, ὅς. | |
10 | σημαίνει δὲ καὶ ἀντωνυμίαν ἰσοδυναμοῦσαν τῷ οὗτος. δύναται δὲ σημαίνειν καὶ τὴν αὐτός. ἀλλὰ καὶ ὃς δείδοικε Διὸς μεγάλου—. ἔστι δὲ ἀορίστου μορίον ὑποτακτικὸν δηλοῦν τὸ ὅστις, οἷον· ὃς ἂν ἔλθῃ, μεινάτω με. | |
15 | Ὄσσε. οἱ ὀφθαλμοί. παρὰ τὸ ὄπτω, ὄσσω, ὄσσος, ὁ ὀφθαλμός. καὶ τὸ δυϊκὸν ὄσσε. τὸ πληθυν‐ τικὸν ὄσσων. Ὁσεϊάς. ὄνομα Ἑβραϊκόν. †καὶ Ὁσαΐας.† Ὀσήϊος. κύριον. | |
20 | Ὄσιρις. καὶ ὁ Ὀσίρειος νεώς. Ὅσιος. παρὰ τὰ θεῖα δίκαιος. [παρὰ τὸ ἅζω, τὸ σέβομαι, γίνεται ἅσιος καὶ ὅσιος. διὸ καὶ διὰ τοῦ ι γράφεται. οἷον ἀσπάζω, ἀσπάσιος, ἀλέ‐ ξω, ἀλέξιος. κτήσω. κτήσιος, μνήσω. μνήσιος. | |
25 | τὸ δεξιὸς καὶ ἀνεψιὸς κατὰ τὸν τόνον μόνον διήλλαξεν. τὰ ἀπὸ μελλόντων διὰ τοῦ ιος γι‐ νόμενα διὰ τοῦ ἰῶτα γράφεται, οἷον ἅζω, ἅσω, | |
ὅσιος.] | ||
omicron1474 | Ὄσκιος. κύριον. Ὀσροηνός. ἀπὸ τόπου. †Ὀστιάριος.† Ὀστεολόγος. ὁ συλλέγων τὰ ὀστᾶ. | |
5t | (Θηλυκόν.) | |
6 | Ὄσσα. θεία φήμη· καὶ κληδὼν, ἢ μαντεία. οἶ‐ μαι, ὅτι παρὰ τὸ ὄπτω. Ὀσροηνή. τόπος. Ὀσταφὶς καὶ ἀσταφίς. πλεονασμῷ τοῦ ο καὶ | |
10 | τοῦ α. σπάνιον δὲ τὸ σταφὶς, σχεδὸν γὰρ ἡ χρῆσις ἀσταφὶς ἔχει. τὸ δὲ ὄπις σημαίνει τὴν μῆνιν. παρὰ τὸ ἕπεσθαι καὶ ἀκολουθεῖν τοῖς ἁμαρτάνουσιν. ἐξ οὗ καὶ —φύλοπις αἰνή. | |
15 | καί· —θεῶν ὄπιν οὐκ ἀλέγοντες. Ὄστλιγγες. αἱ λαμπηδόνες. [οἷον· ὄστλιγγες μαλεροῖο πυρός—. παρὰ τὸ ὄσσε καὶ τὸ ἴλιγγα, ὀσσίλιγγες τινὲς | |
20 | οὖσαι, καὶ ὄστλιγγες κατὰ συγκοπήν. ἢ παρὰ τὸ περὶ τὰ ὀστώδη μέρη τῆς κεφαλῆς εἰλεῖ‐ σθαι καὶ συνηθροῖσθαι.] Ὀστία. ἡ θύρα. Ὄσφρησις. ἀέρος μετάληψις ἢ διάκρισις ἀτμῶν. | |
25 | καὶ ὀσφράδιον ἐπὶ οὐδετέρου. Ὀσφύς. τὰ πλησίον τοῦ γλουτοῦ, ἢ ἡ ῥάχις, ἢ ἡ ψύα. ὡς μὲν Ἀριστοτέλης, ἡ ἴση πρὸς τὰ ἄνω ἐμπεφυκυῖα· ἰσόφυς τὶς οὖσα. ὡς δὲ Ἀπολλόδωρος, οἱονεὶ ὀστοφυής τις οὖσα· ὀστώ‐ | |
30 | δης γάρ ἐστιν. | |
omicron1475 | Ὀσσεία. ἡ μαντεία. ὁσία δὲ ἡ κηδεία καὶ ἡ ταφὴ, ι. Ὁσιότης. παρὰ τὸ ὅσιος. τὸ δὲ ὅσιος παρὰ τὸ ἅζω, τὸ σέβομαι. τὸν γὰρ ὅσιον πάντες | |
5 | σεβόμεθα. | |
6t | (Οὐδέτερον.) | |
7 | Ὅσον. πολὺ, πάνυ, ἢ ἀντὶ τοῦ ὁπόσον. *Ὅσον ὅσον. ταχὺ, μετ’ ὀλίγον.* *Ὁσημέραι. πάντοτε, καθ’ ἡμέρας.* | |
10 | †Ὄστρεον. μυάκιον θαλάσσιον.† Ὄσπριον. παρὰ τὸ σπείρω, σπόριον, καὶ καθ’ ὑπερβιβασμὸν ὄσπριον. Ὀσπήτιον. Ὀστέον. παρὰ τὸ στῶ, στέον καὶ ὀστέον. τὸ | |
15 | αἴτιον τῆς στάσεως. παρὰ τὸ ἵστημι. καὶ ὀστέϊ‐ νον καὶ ὀστοῦν. Ὄστρεον καὶ ὄστρειον. | |
18t | (Ῥῆμα.) | |
19 | Ὀσσεύεσθαι. κληδονίζεσθαι. | |
20 | Ὀσσόμενος. προορῶν. Ὄσσετο. προεώρα. —ὄσσετο θυμός. τουτέστι κατὰ ψυχὴν προσεδέχετο. οἷον ἡ κατ’ ἐπίνοιαν γνῶσις. [μετείληπται ἀπὸ τῶν ὄσσων.] | |
25 | Ὀστοφαγεῖν. ὀστέα ἐσθίειν. καὶ ὀστηφαγεῖν. | |
Ὀστεολογεῖν. ὀστᾶ συλλέγειν. | ||
omicron1476(1t) | Τὸ Ο μετὰ τοῦ Τ. | |
2t | (Ἀρσενικόν.) | |
3 | Ὁτέοισιν. ἀντὶ τοῦ οἷστισιν. Ὅτῳ. ἀντὶ τοῦ ᾧτινι. καὶ ὅτεῳ. | |
5 | Ὄτλιοι. οἱ πλόκαμοι. Ὄτλος. †ὁ πόνος· ὁ μοχλός.† ὁ καρτερικός. ἢ καὶ ὁ μόσχος. Ὄτριχας. ὁμοιότριχας. Ὀτρηρός. ταχὺς, δραστικὸς, σπουδαῖος. [παρὰ | |
10 | τὸ ὀτρύνω ὀτρυρὸς καὶ τροπῇ τοῦ υ εἰς η ὀτρη‐ ρὸς, ὁ δι’ ἑαυτοῦ παρωξυμμένος πρὸς τὸ ἐνερ‐ γεῖν ἢ δι’ ἑτέρων. ὁ δὲ Φίλων λέγει, ὅτι παρὰ τὸ τρῶ, τὸ φοβοῦμαι, τρέω, ῥηματικὸν ὄνομα τρεερὸς, ὡς φαίνω, φανερὸς, σφάλλω, σφαλε‐ | |
15 | ρὸς, καὶ τήκω, τηκερός. καὶ κράσει τῶν δύο εε εἰς η γέγονε τρηρὸς, ὁ δειλὸς, ἀφ’ οὗ καὶ παρώνυμον τρήρων, καὶ μετὰ τοῦ στερητικοῦ α ἀτρηρὸς, ὁ μὴ δειλὸς, ἀλλὰ δραστικὸς καὶ ἐῤ‐ ῥωμένος τὴν γνώμην, καὶ κατὰ μετάθεσιν τοῦ | |
20 | α εἰς ο ὀτρηρός. παρὰ δὲ τὸ τρῶ γίνεται τρεὺς καὶ μετὰ τοῦ στερητικοῦ α Ἀτρεύς.] Ὄττοβος. ψόφος, ἦχος. διὰ τὸ ἀσαφὲς τῆς λέξεως ἤγουν τοῦ λέγειν. ἢ ἡ διὰ τῶν ὤτων βοή. | |
ὄτοβος ἄπληστα ὀρώρει. | ||
omicron1477(1t) | (Θηλυκόν.) | |
2 | Ὀττεία. ἡ μαντεία. Ὀτρειΐα. πόλις. | |
4t | (Ῥῆμα.) | |
5 | Ὀττοτύζειν. βοᾷν, ἠχεῖν. Ὀτρύναι. παροξύναι. | |
7t | (Ἐπίῤῥημα.) | |
8 | Ὅτι ῥά. ὅτι δή. Ὅτι οἱ. ὅτι αὐτῷ. | |
10 | Ὁτιοῦν. τὸ τυχόν. Ὀττοτοῖ. ἀντὶ τοῦ φεῦ. Ὀτραλέως. σπουδαίως. παρὰ τὸ τρέω, τὸ φο‐ βοῦμαι, [ἀφ’ οὗ καὶ ὀτρηρὸς, ὄνομα ῥηματικὸν γίνεται τρεὴς, καὶ κατὰ συναλοιφὴν τοῦ ε καὶ | |
15 | η καὶ πλεονασμῷ τοῦ ο ὀτρής. ἀφ’ οὗ ἐπίῤῥη‐ μα εἰς ως, ὡς εὐτυχὴς, εὐτυχῶς, εὐγενὴς, εὐ‐ γενῶς, οὕτως ὀτρὴς, ὀτρῶς καὶ ὀτρέως, καὶ πλεο‐ νασμῷ τῆς αλ συλλαβῆς ὀτραλέως.] Ὅτ’ ἄν. ἐπίῤῥημα οὐ δύναται εἶναι. τὰ γὰρ εἰς | |
20 | αν ἐπιῤῥήματα ἐκτείνεται, οἷον ἄγαν, λίαν, πάμπαν. τὸ δὲ ὅτ’ ἂν δύο μέρη λόγου εἰσὶν, ὅτε ἄν. ὁμοίως καὶ τὸ ὁπότ’ ἄν. *Ὁτέ. ἀντὶ τοῦ τοῦτο.* Ὅ. ἀντὶ τοῦ ὅτι. Ὅμηρος· | |
25 | ὃ θαρσαλέως ἀγόρευεν. Ὅ. ἀντὶ τοῦ οὗτος. Ὅ. ἀντὶ τοῦ ὅπερ. | |
28t | Τὸ Ο μετὰ τοῦ Υ. | |
29t | (Ἀρσενικόν.) | |
30 | Οὐδείς. ἰσοδυναμεῖ τῷ οὔτις. δύο μέρη λόγου | |
εἰσὶ, τό τε οὒ καὶ τὸ δείς. οὐ γάρ ἐστι σύνθε‐ | ||
omicron1478 | τον. εἰ γὰρ ἦν σύνθετον, ἔμελλε πρὸ μιᾶς ἔχειν τὸν τόνον. [πᾶν γὰρ ὄνομα μονοσύλλαβον ἀνα‐ βιβάζει τὸν τόνον,] χωρὶς τοῦ πτὼξ, πολυπτώξ. λέγει δὲ ὁ Φίλων, ὅτι πᾶσα εὐθεῖα πληθυν‐ | |
5 | τικὴ εἰς ες λήγουσα δισσύλλαβος περισπᾶται κατὰ τὴν γενικὴν, οἷον ἄνδρες, ἀνδρῶν. ἡ δὲ παράδοσις ἀντίκειται· πάντες γὰρ οἱ ῥήτορες οὐδένων βαρυτόνως ἀναγινώσκουσιν. Οὐετορῆγοι. ἔθνος. | |
10 | [Οὐήτιοι καὶ Οὐήϊοι. ἐθνικά.] Οὐλαμός. τάξις στρατιωτικὴ, συνεστηκυῖα ἐκ τεσσαράκοντα ἀνδρῶν. [παρὰ τὸ ὁμοῦ εἰλεῖσθαι. ὅθεν καὶ τὰς τρίχας οὔλας φαμέν.] Οὐλαπισμός. ὁ οὐρανίσκος. | |
15 | †Οὖλιξ. οὐρανίσκος.† Οὖλον. ὁ ὀλιγόθριξ. ἢ οὐλός. Οὖλος. ὁ ὀλέθριος. παρὰ τὸ ὄλλω, ὀλλύω, καὶ οὖλος. σημαίνει δὲ καὶ τὸν προσηνῆ καὶ ὁλό‐ κληρον. ὡς τό· | |
20 | οὖλον ἄρτον ἑλών—. δηλοῖ καὶ τὴν τῶν τριχῶν διαστροφήν. Οὐλκαῖοι. ἔθνος. Οὐμός. ὁ ἐμός. Οὐνιγάρδαι. ἐθνικόν. | |
25 | [Οὖννοι. οἱ Οὖγγροι.] Οὐρανός. σῶμα φυσικὸν, ἐν τῇ ἐσχάτῃ τοῦ παντὸς περιφορᾷ τὴν κύκλῳ κίνησιν ἔχον. ἢ περιοχὴ ὁρατῶν τε καὶ ἀοράτων κτισμάτων. ἐν‐ τὸς γὰρ αὐτοῦ αἵ τε νοεραὶ τῶν ἀγγέλων δυ‐ | |
30 | νάμεις καὶ πάντα τὰ αἰσθητὰ περικλείονται | |
καὶ περιορίζονται· μόνον δὲ τὸ θεῖον ἀπερί‐ | ||
omicron1479 | γραπτόν ἐστι, πάντα πληροῦν καὶ πάντα πε‐ ριέχον καὶ πάντα περιορίζον, ὡς ὑπὲρ πάντα ὂν καὶ πάντα δημιουργῆσαν. εἴρηται δὲ οὐρα‐ νὸς παρὰ τὸ ὁρεῖν καὶ φυλάσσειν τὰ πάντα. | |
5 | Οὐρανίσκος. ὑποκοριστικὸν ὑπὸ τοῦ σωματικοῦ μέρους, οἱονεὶ ὁ μικρὸς οὐρανὸς, ὅτι μετεωρότε‐ ρος ἐστὶ τῆς εὐρυχωρίας τοῦ τόπου, ἀπὸ μετα‐ φορᾶς τοῦ ἐν ὅλῳ τῷ κόσμῳ οὐρανοῦ. Οὖρος. ὁ ἐπιτήδειος ἄνεμος. παρὰ τὸ ὀρούειν | |
10 | καὶ ὁρμᾷν. Οὐρός. κυρίως ὁ φύλαξ ὁ ἐπὶ τῶν ὁρίων τε‐ ταγμένος καὶ προορῶν, ὃς καὶ φρουρὸς καλεῖ‐ ται. [οἱονεὶ πρόορος τὶς ὢν, καὶ κατὰ κρᾶσιν τῶν δύο οο εἰς τὴν ου δίφθογγον προυρὸς, ὡς | |
15 | νόος νοῦς, καὶ τροπῇ τοῦ π εἰς φ φρουρός.] Οὐρούς. ὀξυτόνως πρὸς ἀντιδιαστολὴν τοῦ ἀνέ‐ μου. σημαίνει δὲ τὰ νεώρια, ἤγουν τὰ ταφροει‐ δῆ ὀρύγματα, καὶ περιορίσματα τῆς νηὸς, δι’ ὧν αἱ νῆες καθέλκονται εἰς τὴν θάλασσαν. οἷον· | |
20 | οὐρούς τ’ ἐξεκάθαραν. ἀπὸ τοῦ δι’ αὐτῶν ὀρούειν καὶ ὀρμᾷν τὰ σκάφη καθελκόμενα εἰς τὴν θάλασσαν. Οὐρῆας. ἀειδάρους, ἡμιόνους. παρὰ τὸ ἐν ὄρεσι μᾶλλον δύνασθαι ἐργάζεσθαι. [οἷον ὀρεὺς, ἐξ | |
25 | οὗ ἡ γενικὴ οὐρῆος.] Οὐρίαχον. τὸ ἄκρον τοῦ δόρατος ἢ τὸ ὄπισθεν μέρος, ὃ καὶ σαυρωτὴρ καλεῖται. ἀπὸ τοῦ ὀρούειν καὶ τοῦ ἰάχω. ὁρμῶν γὰρ τὸ ξίφος καὶ πλῆτ‐ τον κτύπον ποιεῖ. οὕτως εὗρον ἐγώ. | |
30 | Οὐτιδανός. ὁ ἀσθενὴς ἢ ὁ οὐδενὸς λόγου ἄξιος. | |
omicron1480 | [ἀπὸ τοῦ οὔτις οὔτιδος, τοῦ συγκειμένου ἀπὸ τῆς οὐ ἀποφάσεως καὶ τοῦ τις.] Οὑτοσί. ἀντὶ τοῦ οὗτος. [τοῦτο παραγωγὴ καὶ ἀντωνυμία, καὶ οὐ πλεονασμός. αἱ τοιαῦται γὰρ | |
5 | ἀντωνυμίαι ἐπεκτάσεις εἰσὶ καὶ οὐ πλεονα‐ σμός.] Οὑτινοσοῦν. οἵου δήποτε. Οὐεσπασιανός. κύριον. | |
9t | (Θηλυκόν.) | |
10 | Οὐβέδαινα. ὄνομα θεᾶς. Οὐδένεια. ἀπάτη, ὕβρις, ἐξουδένωσις. Οὐδὸν εἰς λαύρην. τὴν δημοσίαν ὁδόν. λαύρην δὲ ὁ Φίλων τὴν ῥύμην φησὶ, δι’ ἧς ὁ λαὸς ῥεῖ, καὶ οὐδὸς τὸ κατώφλοιον. ἢ οὐδὸν εἰς λαύ‐ | |
15 | ρην, τὴν στενὴν ὁδόν. Οὐλή. ἡ τοῦ τραύματος συνούλωσις. Οὔλη. ἡ ὀλεθρία. Οὐλή. τὸ ὑγιασθὲν τραῦμα. παρὰ τὸ οὔλω, τὸ ὑγιαίνω. | |
20 | οὖλέ τε, καὶ μάλα χαῖρε—. οἱονεὶ τὴν ὅλην ἀναλαβοῦσα σάρκα. [ὁ δὲ Ἡρω‐ διανὸς, παρὰ τὸ εἰλῶ, τὸ συστρέφω, γίνεται οὐλὴ, ἡ συνεστραμμένη σάρξ. τὸ γὰρ ἐναντίον ἀπὸ τοῦ διελκῦσαι ἕλκος λέγεται. ἢ οὐλὴ ἡ | |
25 | συναχθεῖσα σάρξ. παρὰ τὸ ἔλω, ὀλὴ καὶ οὐλή.] Οὖλαι καὶ οὔλη. —οὔλη δ’ ἐπενήνοθε λάχνη. εἰσὶ δὲ καὶ αἱ ἑλικοειδεῖς τρίχες. οὔλην δὲ λέ‐ γει τὴν ἁπαλὴν καὶ τρυφεράν. [παρὰ τὸ εἰλεῖ‐ | |
30 | σθαι. ὡς ἐξ ἐναντίας αἱ ἄλλαι τέτανες λέγον‐ | |
omicron1481 | ται, παρὰ τὸ τετάνθαι. βαρύνεται δὲ καὶ οὖ‐ λος ἀρσενικῶς. —οὔλων τε ταπήτων. τὰ γὰρ εἰς ος λήγοντα δισύλλαβα, μὴ ἔχοντα | |
5 | πρὸ τοῦ λ ἄλλο σύμφωνον, πόλος, στόλος, δοῦ‐ λος, κοῖλος. οὕτως οὖν καὶ οὖλος. πρόσκειται μὴ ἔχοντα ἄλλο σύμφωνον, διὰ τὸ μοχλός. τὸ μέντοι θολὸς ὀξύνεται.] Οὐλοχύτας. κριθάς. οἱονεὶ ὀλάς. εἰσὶ δὲ καὶ | |
10 | κριθαὶ μετὰ ἁλῶν μεμιγμέναι, ἃς ἐπέχεον τοῖς ἱερουργουμένοις ζώοις πρὸς τὸ θύεσθαι. ἤτοι πολυπληθεῖς, ἢ μνήμην ποιούμενοι τῆς ἀρχαίας βρώσεως· πρινὴ γὰρ μάθωσιν οἱ ἄνθρωποι ἀλεῖν τὸν δημητριακὸν καρπὸν, οὕτω σώας αὐτὰς | |
15 | ἤσθιον, ὅθεν ὁλὰς αὐτὰς φησὶν ὁ ποιητής. Οὐρά. κυρίως ἐπὶ λέοντος. παρὰ τὸ ὄρω, τὸ διε‐ γείρω καὶ ὁρμῶ, παρορμητική τις οὖσα, ὀρὰ καὶ οὐρά. Οὔρησις. ἀπὸ τοῦ οὐρεῖν. οὔρισις δὲ ἡ τοῦ ἀνέ‐ | |
20 | μου πνοή, ι. Οὐσία. πρᾶγμα αὐθύπαρκτον, μὴ δεόμενον ἑτέ‐ ρου πρὸς ὕπαρξιν. Οὐσία. γένους σημασία, πλειόνων εἰδῶν περιλη‐ πτικὴ, ἢ τὸ κατ’ ἰδίαν ὕπαρξιν ὑφεστὸς καὶ | |
25 | μὴ ἐν ἄλλῳ τὸ εἶναι ἔχον. Οὐσία. ἡ κοινὴ τῶν ὄντων φύσις, καθ’ ἣν καὶ τὰ ἄτομα καὶ τὰ εἴδη ἀλλήλοις κοινωνοῦσι, καὶ ὑπὸ τὸν αὐτὸν ὅρον τῆς οὐσίας ἀναφέρονται. Οὐσία. ἡ ἑκάστου ὕπαρξις καὶ τὸ θελητικόν. | |
30 | Οὐσία μερική. λόγος μὴ γνωρίζων ἐν ἑαυτῷ τὴν διὰ τοῦ ὄντος ὕπαρξιν. ἢ πρᾶγμα ἀνύπαρ‐ | |
κτον. ἢ λόγος ἄναρθρος καὶ ἀσήμαντος. | ||
omicron1482 | Οὐσία. τὸ ἐξ ἴσου πᾶσι τοῖς ὑπὸ τὸ αὐτὸ εἶδος ἀγομένοις θεωρουμένη. Οὐσίας ἴδιον τὸ ἐν πᾶσι καὶ πάντων φυσικῶς κατηγορεῖσθαι τὲ καὶ προφαίνεσθαι. | |
5 | Οὐσία καὶ φύσις ταὐτά ἐστιν. ἄμφω γὰρ κοι‐ νὰ καὶ καθόλου. ὡς κατὰ πολλῶν καὶ διαφε‐ ρόντων τῷ ἀριθμῷ κατηγορούμενα καὶ μήποτε καθ’ ὁτιοῦν ἑνὶ προσώπῳ περιοριζόμενα. Οὐσία ἐστὶ τὸ αὐτὸ καὶ ἓν ἀριθμῷ, τῶν ἐναν‐ | |
10 | τίων ἀνὰ μέρος δεκτικόν. τοῦτον τὸν ὅρον οἱ ἔξω ἐπὶ τῆς μερικῆς οὐσίας ὡς ἐπίπαν ἔθηκαν. Οὐσία ἐστὶν ἡ καθ’ ὑποκειμένων τῶν ὑποστά‐ σεων λεγομένη, καὶ ἐν πάσαις αὐταῖς ἐπίσης καὶ ὁμοτίμως θεωρουμένη. | |
15 | Οὐσία ἐστὶν ὄνομα κοινὸν καὶ ἀόριστον κατὰ πα‐ σῶν τῶν ὑπ’ αὐτῇ ὑποστάσεων ὁμοτίμως φερό‐ μενον, καὶ συνωνύμως κατηγορούμενον. Οὐσία ἐστὶ τὸ οὐχ ἑνὶ μόνῳ, ἀλλὰ καὶ πολλοῖς καὶ διαφόροις τῷ ἀριθμῷ ἐνυπάρχον καὶ οὐ τινὶ | |
20 | μὲν πλέον, τινὶ δὲ ἔλαττον ἐνθεωρούμενον. Οὐσία ὄνομα σημαντικὸν τυγχάνει τῆς ἁπλῶς τῶν ὄντων ὑπάρξεως, τουτέστι τοῦ ἁπλῶς εἶναι τῶν ὄντων. εἶναι γὰρ λέγεται καὶ ἄγγελος καὶ λίθος καὶ τὰ λοιπὰ πάντα. τοῦ ὄντος οὖν | |
25 | ἁπλῶς εἶναι καὶ κοινῶς πάντων μετέχουσι ση‐ μαντικόν ἐστι τὸ τῆς οὐσίας ὄνομα. Οὐσία ἐστὶ τὸ διόλου ὑφεστὼς καὶ ἑτέρου μὴ δεόμενον εἰς τὸ εἶναι. Οὐσίαν οὖν καλοῦσι τὴν ἁπλῶς τῶν ὄντων ὕπαρ‐ | |
30 | ξιν. Οὐσίαν ὁρίζονται πᾶν τὸ αὐθυπόστατον καὶ μη‐ | |
δενὸς ἑτέρου πρὸς τὸ εἶναι δεόμενον. | ||
omicron1483 | Οὐσία ἐστὶ κυρίως καὶ πρώτως πᾶν, ὅπερ αὐ‐ θυπόστατόν ἐστι καὶ μὴ ἐν ἑτέρῳ ἔχει τὸ εἶναι. Οὐσία ἐστὶ πᾶν, ὅτιπερ ὑπάρξει καὶ πράγματι | |
5 | ὑφεστὸς, καὶ ἀληθῶς ἔχει τὸ εἶναι. Οὐσιώδης διαφορά ἐστι λόγος, καθ’ ὃν ἡ οὐ‐ σία ἤγουν φύσις ἀμείωτός τε καὶ ἄφυρτος, ἄτρεπτος ὁμοῦ καὶ ἀσύγχυτος διαμένει, καὶ τὴν πρὸς ἄλλο κατ’ εἶδος ἕτερον εἰς μίαν ὑπό‐ | |
10 | στασιν ποιουμένη σύνοδον καὶ οὐδόλως τῆς κατὰ φύσιν ἐξισταμένη θέσεως. Οὐσιώδης ἕνωσις ἐστὶν ἡ τοὺς διαφόρους κατὰ ἀριθμὸν καὶ πολλὰς ὑποστάσεις εἰς μίαν καὶ τὴν αὐτὴν οὐσίαν συνάγουσα. | |
15 | Οὐσία. ὕπαρξιν σημαίνει. ἡ οὖσα καὶ ὑπάρχουσα ἀεί. παρὰ τὴν ὢν μετοχήν. ὡς παρὰ τὸ γέρων γερουσία, καὶ ἑκὼν ἑκούσιος, οὕτως καὶ ὢν οὔ‐ σιος, καὶ τὸ θηλυκὸν οὐσία. εἴ τι οὖν ἄλλο ταυτὸν ὑπάρχει κατὰ τὴν οὐσίαν, οὐ ταυτὸν | |
20 | ὑπάρχει καὶ κατὰ τὴν ὑπόστασιν. καὶ εἴ τι διαφορὰν ἔχει πρὸς ἄλλο κατὰ τὴν ὑπόστασιν, τοῦτο ἕνωσιν ἔχει πρὸς τὸ αὐτὸ κατὰ τὴν οὐ‐ σίαν. καὶ εἴ τι ἓν καὶ ἡνωμένον ἄλλῳ τυγχά‐ νει κατὰ τὴν οὐσίαν, οὐχ ἑνοῦται, ἀλλ’ ἡνωμέ‐ | |
25 | νον τὸ αὐτὸ τυγχάνει κατὰ τὴν ὑπόστασιν. εἴ τι οὖν [ἄλλῳ] καθ’ ἕνωσιν συντεθὲν ταυτόν ἐστι κατὰ τὴν ὑπόστασιν, τουτέστιν ὑπόστασις μετ’ αὐτοῦ γέγονε μία, ἕτερον τὸ αὐτὸ κατὰ τὴν οὐσίαν ὑπάρχει. καὶ εἴ τι ἓν καὶ ἡνωμένον ἄλλῳ | |
30 | τυγχάνει κατὰ τὴν ὑπόστασιν, τοῦτο οὐχ ἓν | |
οὔτε ὁμοιογενές ἐστι τὸ αὐτὸ κατὰ τὴν οὐσίαν. | ||
omicron1484 | καὶ εἴ τι συντεθειμένον ἄλλῳ διαφορὰν ἔχει κατὰ τὴν οὐσίαν, τοῦτο ἕνωσιν ἔχει πρὸς τὸ αὐτὸ κατὰ τὴν ὑπόστασιν. ἰστέον, ὡς ἡ ἐκκλη‐ σιαστικὴ συνήθεια, ἅπερ οἱ ἔξωθεν εἴδη καὶ γένη | |
5 | καλοῦσιν. οὐσίας καὶ φύσεις προσηγόρευσε, καὶ ταυτὸν ὡρίσατο εἶναι φύσιν καὶ οὐσίαν. Οὔτησις. ἡ τρῶσις. | |
8t | (Οὐδέτερον.) | |
9 | Οὖας. σημαίνει τὸ οὖς παρὰ τὸ αὔω, τὸ φωνῶ, | |
10 | αὖος, καὶ τροπῇ τοῦ α εἰς ο οὖας, τὸ τῆς φω‐ νῆς ἀντιληπτικὸν αἰσθητήριον. καὶ κλίνεται οὔατος, ὡς δέρας δέρατος, καὶ γῆρας γήρατος. καὶ κατὰ ἀποβολὴν τοῦ υ ὄας καὶ κράσει οὖς. καὶ κατὰ Δωριεῖς ὦς. τὸ δὲ οὖς ἄκλιτόν ἐστι. | |
15 | Οὐδενόσωρα. τὰ οὐδεμιᾶς φροντίδος ἄξια. Οὐδέτερον. τὸ μὴ ὂν ἐκ τῶν αὐτῶν προϋποκει‐ μένων γενῶν, λέγω δὴ τοῦ ἀρσενικοῦ καὶ θη‐ λυκοῦ. Οὐδέτερον γένος, ᾧ προτάσσεται κατ’ εὐθεῖαν | |
20 | καὶ ἑνικὴν πτῶσιν ἄρθρον τὸ τό· οἷον τὸ ξύλον, τὸ βῆμα, τὸ δένδρον, τὸ ἄλογον. Οὔθατα. οἱ μαστοί. τὸ οὖθαρ, τοῦ οὔθατος. —οὖθαρ ἀρούρης. τὸ λιπαρώτατον καὶ κάρπιμον καὶ κάλλιστον | |
25 | τῆς γῆς. ἀπὸ τοῦ θῶ, τὸ τρέφω, ἢ ἀπὸ τοῦ θάλλω κατὰ πλεονασμὸν τῆς ου συλλαβῆς γί‐ νεται οὖθαρ. †Οὖλον. σημαίνει τρία· τὸ ὁλόκληρον, τὸ ὀλέ‐ θριον, καὶ τὸ καμπύλον. ἐξ οὗ γίνεται καὶ οὐ‐ | |
30 | λόθριξ, ὁ τὰς τρίχας τῆς κεφαλῆς ἔχων σγού‐ | |
ρας.† | ||
omicron1485 | Οὖλον. ἡ συνέχουσα τοὺς ὀδόντας σάρξ. ὠνό‐ μασται δὲ διὰ τὸ τρυφερόν· οὖλον γὰρ τὸ ἁπα‐ λόν. ἢ παρὰ τὸ εἰλεῖσθαι περὶ τοὺς ὀδόντας· τρόπῳ γάρ τινι τειχῶν τάξιν ἐπέχει, εἰς δια‐ | |
5 | κράτησιν τῶν ὀδόντων. [ἢ παρὰ τὸ οὐλὴν ἔχειν ἐκ τῆς γενομένης διακρατήσεως ἢ καὶ ἀποκοπῆς τῶν φυομένων ὀδόντων.] Οὔρεα. τὰ ὄρη. Ὅμηρος· οὔρεά τε σκιόεντα θάλασσά τε ἠχήεσσα. | |
10 | Οὖσα. τὰ ἀπόγεια σχοινία, ἐν οἷς προσδεσμεῖ‐ ται ἡ ναῦς πρὸς τῇ γῇ. [οἱονεὶ οἶσα τινὰ ὄντα, παρὰ τὸν οἴσω μέλλοντα, ὃ δηλοῖ τὸ κομίζω, οἶσα καὶ οὖσα.] Οὐσιῶδες. ὃ παρὸν μὲν σώζει, ἀπὸν δὲ φθείρει, | |
15 | ὡς ἐπὶ τοῦ λογικοῦ. | |
16t | (Ῥῆμα.) | |
17 | Οὐ διακρίνεται. οὐκ ἀμφιβάλλει. Οὐκ ἐδειμάτωσεν. οὐκ ἐφόβησεν. Οὐκ ἀπινύσσειν. οὐκ ἀσυνετεῖν. ἀπὸ τοῦ πνέω | |
20 | γίνεται πνύω, ἐξ οὗ παράγωγον πινύω, ἀφ’ οὗ τὸ πινυτός. ὁ μέλλων πινύσσω καὶ μετὰ τοῦ στερητικοῦ α ἀπινύσσειν. Οὐκ ἀρετᾷ. ἀντὶ τοῦ οὐκ ἀρετοῦνται, οὐκ ἀρε‐ τῆς μεταλαμβάνουσιν. | |
25 | [οὐκ ἀρετᾷ κακὰ ἔργα—. ἀπὸ τοῦ ἀρετῶ, ἀρετᾷς, ἀρετᾷ. | |
—ἀρετᾶσι δὲ λαοὶ ὑπ’ αὐτοῦ.] | ||
omicron1486 | Οὐκ ἔγριξεν. οὐκ ἐφθέγξατο. Οὐκ ἐρίσει. οὐ φωνήσει. Οὐκ ἐτυλώθη. οὐκ ἐτραυματίσθη. Οὐκ ἐφάτην. ἀντὶ τοῦ οὐκ εἶπον. δυϊκῶς. | |
5 | Οὐλομένη. ὀλεθρία. Οὐ μὴ πρόωμαι. οὐ παραχωρήσω. οὐ προδώσω. Οὐ μή σε ἀνῶ. ἀντὶ τοῦ οὐ μή σε ἐάσω. Οὐ προκρίνει. οὐκ ἐμποδίζει. οὐ βλάπτει. Οὐραγῶ. τὸ ἔσχατον τῆς στρατιᾶς ἄγω. | |
10 | Οὐριοδρομεῖ. ἐπιτηδείως πλέει. Οὐκ ἐξορχήσῃ. ἀντὶ τοῦ οὐκ ἐπιδεικτικῶς οὐδὲ θεατρικῶς δημοσιεύσεις. Οὐ συνῆκεν. οὐκ ἔμαθεν. Οὐτῶ. τὸ τιτρώσκω. [καὶ οὐτάζω. ἄδηλον τὸ οὐ‐ | |
15 | τάζω, ἀλλ’ ἔστιν εἰπεῖν, ὅτι, ὥσπερ παρὰ τὸ σκεδῶ σκεδάζω, ἀνιῶ ἀνιάζω, οὕτως καὶ παρὰ τὸ οὐτῶ οὐτάζω. ἐξ οὗ καὶ οὔτημι, ἀνουτητί. οὐκ ἄρα πλεονασμὸς, ἀλλὰ παραγωγή. οὕτως Ἡρωδιανὸς περὶ πάθους.] | |
20 | Οὐτήσας. τρώσας. Οὐτάμενος. ὡς ἱστάμενος. παρὰ τὸ οὐτῶ πα‐ ράγωγον εἰς μι οὔτημι, καὶ ἡ μετοχὴ οὐτάμενος, ὡς κιχράμενος. ἢ ἀπὸ τοῦ οὐτάζω, ἐξ οὗ καὶ τὸ οὔτασε καὶ τὸ ἀπαρέμφατον οὐτάσαι. | |
25 | οὐτάσαι οὐδὲ λαβεῖν—. ἐξ οὗ ὁ παθητικὸς παρακείμενος οὔτασμαι, οὔ‐ | |
τασαι, οὔτασται. | ||
omicron1487 | οὔτασται δ’ Ὀδυσεύς—. καὶ ἡ μετοχὴ οὐτασμένος. [καὶ κατ’ ἀποβολὴν τοῦ ς οὐτάμενος. διὰ τὴν ἀποβολὴν τοῦ ς παρ‐ οξύνεται. λέγεται δὲ οὐτασμένος.] | |
5 | οὔτ’ αὐτοσχεδίην οὐτασμένος—. Οὖτα. ἀπὸ τοῦ οὐτάζω. ὁ ἀόριστος οὔτασε καὶ κατὰ συγκοπὴν οὖτα. οὖτά με Τυδέος υἱός. Οὐκ ἀσχημονεῖ. οὐδὲν τῶν εὐτελῶν τὲ καὶ τα‐ | |
10 | πεινῶν τῆς τῶν ἀδελφῶν ὠφελείας ἕνεκα πα‐ ραιτεῖται δρᾶσαι, ἄσχημον τὴν πρᾶξιν ὑπολαμ‐ βάνουσα. Οὐ διαφέρομαι. οὐ ζυγομαχῶ. οὐκ ἐνίσταμαι. τοῦ Θεολόγου· οὐ διαφέρομαι. ἀλλὰ σέ γε κεν‐ | |
15 | τριζέτω καὶ τοῦτο πρὸς τὸ φιλάνθρωπον. | |
16t | (Ἐπίῤῥημα.) | |
17 | Οὐά. χλεύης ἐπίῤῥημα προσεναντιωματικόν. ἀντὶ τοῦ ὦ καὶ εὖ. Οὐδαμῶς. ἐπίῤῥημα μεσότητος. ἔστιν ὄνομα | |
20 | ἀμὸς ἰσοδυναμοῦν τῷ τὶς δωρικῶς. καὶ Ὅμη‐ ρος· τῶν ἀμόθεν. καὶ οὐδαμῇ θηλυκὸν, ὅπερ γέγονεν ἐκ τοῦ οὐ‐ δαμῶς ἐπιῤῥήματος. ὡς ἄλλα, ἄλλῃ, καὶ ἐκεί‐ | |
25 | νως, ἐκείνῃ. καὶ ἔχει τὸ ι, ὡς ἀπὸ δοτικῆς. καὶ δηλοῖ, ὅτι ἀπὸ τοῦ ταύτῃ ἐπιέναι καὶ οὐχὶ αὕτη λέγεται. Οὐδαμῇ. ἀντὶ τοῦ οὐδαμῶς. ἔχει τὸ ι, ὡς ἀπὸ δοτικῆς. | |
30 | †Οὗ ἕθεν. οὗ τινος ἕνεκα.† | |
omicron1488 | Οὐκ ἐπιδεικτικῶς. οὐ θεατρικῶς· οὐ κενοδόξως. Οὐκοῦν. ὄντως· πάντως· διὰ τοῦτο. Οὔκουν. ἀντὶ τοῦ οὐδαμῶς. Οὔτι. ἀντὶ τοῦ οὐδαμῶς. | |
5 | [Οὐκί. ἀντὶ τοῦ οὐδαμῶς.] τὸ μὲν οὐχὶ κατ’ ἐπέκτασιν, ἢ κατὰ πλεονασμόν· τὸ δὲ οὐκὶ κατὰ πλεονασμὸν μόνον. αἱ γὰρ ἐκτάσεις διὰ δασέων γίνονται καὶ οὐ διὰ ψιλῶν· οὐῒ, οὐχὶ καὶ οὐκί. | |
10 | Οὐχ ἥκιστα. μάλιστα. οὐκ ἔλαττον. Οὔ. ἀντὶ τοῦ οὐδαμῶς. Οὗ. ἀντὶ τοῦ ὅπου. Οὗ. ἀντὶ τοῦ αὐτοῦ. τὸν βίον οὗ κατέστρεψεν. | |
14t | Τὸ Ο μετὰ τοῦ Φ. | |
15t | (Ἀρσενικόν.) | |
16 | Ὀφάρυνχος. κύριον. Ὀφαταί. ἱερὰ στολή. Ὀφέλτης· Ὀφέλτας· Ὀφέλλιος καὶ Ὀφελ‐ λίας. κύρια ὀνόματα. | |
20 | Ὀφθαλμοί. ἀπὸ τοῦ παρέχειν ἅπαντα ὀφθῇ‐ ναι. κατὰ δὲ ἐνίους, οἷον ὀφαλλοί τινες ὄντες, κατὰ τροπὴν τοῦ ἑνὸς λ εἰς τὸ μ. ἐξ ὧν ἐνάλ‐ λεται ἡ ὄψις. ἢ ὀπῶν θάλαμοι ὄντες. κατὰ συγκοπὴν καὶ τροπὴν τοῦ φ εἰς μ ὀφθαλμοί. | |
25 | Ὀφίων. πάθος τι. Ὀφιόδηκτος καὶ ὀφεώδηκτος. Ὀφνεί. κύριον. | |
Ὀφφικιάλιος. | ||
omicron1489 | Ὄφις. παρὰ τὸ ὄπτω, τὸ βλέπω· ὁ γὰρ ὄφις κοιμώμενος ἀνεῳγμένους ἔχει τοὺς ὦπας. | |
3t | (Θηλυκόν.) | |
4 | Ὀφειλή. τὸ χρέος. παρὰ τὸ ὀφείλω. σπανίως δὲ | |
5 | εὑρίσκεται ἐν χρήσει. Ὀφιώδης. ὡς ὀφιώδη πέτραν τινά. Ὀφρύες. ἤτοι ὀποφρύες, οἱ τὴν ὦπα φρουροῦντες, ἀπὸ δὲ τῶν ὄμβρων καὶ τῶν καταφερομένων ἱδρώτων, ὡς μὴ ἐπ’ αὐτοὺς φέρεσθαι. ἢ ὀπο‐ | |
10 | φύες τινὲς ὄντες, κατὰ συγκοπὴν καὶ πλεονα‐ σμὸν τοῦ ρ. | |
12t | (Οὐδέτερον.) | |
13 | Ὀφείλημα. τὸ δάνειον. παρὰ τὸ ὀφέλλω, τὸ αὔξω. ὅθεν καὶ ὀφείλημα, τὸ αὐξανόμενον ἐν | |
15 | τῷ τόκῳ. Ὀφείδιον. .... Ὄφελος. ἄκλιτον ἐστὶν, ἐπειδὴ τὰ διὰ τοῦ ελος ὑπὲρ δύο συλλαβὰς οὐκ ἔστιν οὐδέτερα. οἷον ζάφελος, ἄγγελος, πέμπιλος. τὰ γὰρ διὰ τοῦ | |
20 | ελος οὐδέτερα δισύλλαβα εἰσὶν, οἷον τέλος, σκέ‐ λος, βέλος. ἐπεὶ οὖν τὸ ὄφελος ὑπὲρ δύο συλ‐ λαβὰς εἰς λος ἐστὶν οὐδέτερον, τούτου χάριν μὴ ἔχον τι μιμήσασθαι, ἄκλιτόν ἐστι. Ὀφφίκιον. | |
25t | (Ῥῆμα.) | |
26 | Ὄφελες. ἔστι ῥῆμα κατὰ παντὸς ἀριθμοῦ φε‐ ρόμενον. ὡς δὴ μὴ ὄφελον νικᾷν— | |
καί· | ||
omicron1490 | ὥς μ’ ὄφελ’ Ἕκτωρ κτεῖναι— μὴ ὄφελες λίσσεσθαι—. Καλλίμαχος ἐπίῤῥημα εὐκτικὸν ὄφελε· ὤφελε μηδ’ ἐγένοντο θοαὶ νῆες—. | |
5 | τὸ ὄφελον ὅταν παρῳχημένον ἢ εὐκτικὸν ἔχῃ ἔμπροσθεν, διὰ τοῦ ο μικροῦ γράφεται, ὡς τό· ὄφελον ἐγένετο ταῦτα· καί· ὄφελον κατευ‐ θυνθείησαν αἱ ὁδοί μου· ὅταν δὲ ἔχῃ ἔμπρο‐ σθεν ἀπαρέμφατον, διὰ τοῦ ω μεγάλου γράφε‐ | |
10 | ται, ὡς τό· ὤφελον ποιῆσαι τόδε. ἀπαρέμφα‐ τον δέ ἐστι τὸ μὴ παρεμφαῖνον ἤγουν δηλοῦν μήτε πρόσωπα μήτε ἀριθμοὺς μήτε θέλημα ψυχῆς. ὄφελον, μικρὸν, ὡς μὴ ὤφελον, μέγα, ὡς ὄφελον, μικρόν. ἢ τὸ ὤφελον, εἴτε ῥήμα‐ | |
15 | τα εἴτε ἐπιῤῥήματα ἐστὶν, ἀπαρεμφάτῳ συν‐ τάσσεται ῥήματι καὶ τοῖς προσώποις τὰ ἑνικὰ καὶ τὰ πληθυντικά. ὁμοίως καὶ διὰ τοῦ ο μι‐ κροῦ. Ὀφελτρεύουσι. κοσμοῦσι· καλλύνουσιν. ὀφελ‐ | |
20 | τρεύουσι πέδον. Ὀφθαλμιῶντας καὶ ὀφθαλμιάσαι. πάσχειν τοὺς ὀφθαλμούς. Ὄφλω. χρεωστῶ. ἀπὸ τοῦ ὀφείλω κατὰ συγ‐ κοπήν. ὅθεν καὶ βαρύνεται. | |
25 | Ὀφλισκάνω. χρεωστῶ. Ὀφρυώττω. ὑπερηφανεύομαι. Ὀφρυάζειν. τὸ ταῖς ὀφρύσι νεύειν. Ὀφειλόμενον. μικρόν. ὠφειλημένον, μέγα. | |
Ὄφελον. σημαίνει τὸ εἴθε. | ||
omicron1491 | Ὀφέλλει. αὔξει. Ἡσίοδος· ἡ μὲν γὰρ πόλεμόν τε κακὸν καὶ δῆριν ὀφέλλει. Ὄφρα. ἀντὶ τοῦ ὅπως. τὰ ἐπιῤῥήματα συμπε‐ | |
5 | σόντα συνδέσμοις οὕτω διακρίνονται ἐν τῇ συν‐ τάξει. εἰ μὲν ὑποτακτικὸν ἐπιφέρει, σύνδε‐ σμός ἐστι· εἰ δὲ ὁριστικὸν, ἐπίῤῥημα. ὄφρα, σύνδεσμος καὶ ἐπίῤῥημα. ὄφρα μὲν ἠὼς ἦν— | |
10 | ἰδοὺ ἐπίῤῥημα. —ὄφρα πεποίθῃς. ἰδοὺ σύνδεσμος. | |
13t | Τὸ Ο μετὰ τοῦ Χ. | |
14t | (Ἀρσενικόν.) | |
15 | Ὄχανος. ὁ λῶρος τῆς ἀσπίδος. παρὰ τὸ ἔχε‐ σθαι. Ὀχεύς. ὁ λῶρος τῆς ἀσπίδος. παρὰ τὸ ἔχω ὀχεύς. ἢ ὀχεύς ἐστιν ὁ συνέχων καὶ σφίγγων τὴν κεφαλὴν δεσμὸς ἢ ἱμάς. | |
20 | Ὀχετηγός. ὁ ὑδροφόρος. ἢ ὁ ὑδραγωγός. Ὀχετός. ῥύαξ· σωληνάριον. Ὄχεσφι. οὐδέτερον ἐστίν. ὁ μὲν Δίδυμος λέ‐ γει· γέγονεν ἀπὸ τῆς ὄχεσι καὶ ὄρεσι δοτικῆς τῶν πληθυντικῶν κατ’ ἐπένθεσιν τοῦ φ. ὁ δὲ | |
25 | Τρύφων λέγει, ὅτι οὐ δύναται ἀπὸ τῆς δοτικῆς γενέσθαι, ἐπειδὴ γενικῆς σημασίαν ἐπέχουσι· τὸ γὰρ κατ’ ὄρεσφι ἀντὶ τοῦ ἐκ τῶν ὀρῶν, καὶ | |
ὄχεσφι ἀντὶ τοῦ ἐκ τοῦ ἅρματος. γίνεται δὲ | ||
omicron1492 | οὕτως. ὥσπερ ἀπὸ τοῦ θεόφατον γίνεται θέσ‐ φατον, ὃ σημαίνει τὸ ἐκ θεοῦ λεγόμενον, κατὰ συγκοπὴν καὶ πλεονασμὸν τοῦ ς, οὕτως ἀπὸ τοῦ ὄρεος καὶ ὄχεος ἑνικῆς γενικῆς γίνεται ὄρεσφι | |
5 | καὶ ὄχεσφι κατὰ συγκοπὴν καὶ πλεονασμόν. Ὄχθοι. οἱ τραχεῖαι καὶ δύσβατοι πέτραι. Ὄχλος. ὁ συνεστραμμένος λαός. παρὰ τὸ χλῶ, τὸ πληθύω, καὶ ῥηματικὸν ὄνομα κατ’ ἐπέν‐ θεσιν τοῦ ο ὄχλος. ἐκ δὲ τοῦ χλῶ καὶ τὸ κα‐ | |
10 | χλάζω κατὰ ἀναδιπλασιασμόν. ὁ δὲ Ἡρωδια‐ νὸς παρὰ τὸ ἔλω, τὸ στρέφω, κατὰ πλεονα‐ σμὸν τοῦ χ, ἔχλω, ἀφ’ οὗ ῥηματικὸν ὄνομα ὄχλος. Ὄχος. τὸ ἅρμα. παρὰ τὸ ἔχω. ἢ παρὰ τὸ ἔχε‐ | |
15 | σθαι. | |
16t | (Θηλυκόν.) | |
17 | Ὀχή. ἡ τροφή. Ὀχετηγία καὶ ὀχετεία. ἡ ἄρδευσις. Ὀχεία. ἡ μίξις. | |
20 | Ὄχθη. κρημνὸς, [ἢ τὰ χείλη τοῦ ποταμοῦ τὰ ἐξέχοντα. παρ’ ὄχθας Σαγγάροιο.] παρὰ τὸ ἔχω ὄχος, καὶ τὸ θηλυκὸν ὄχη, καὶ πλεονασμῷ τοῦ θ ὄχθη. οὕτως Ἡρωδιανός. | |
25 | Ὄχνη. εἶδος φυτοῦ. οἷον ἀχόη καὶ ὄχνη κατὰ πλεονασμόν. ἔστι δὲ ἄλλη ἑτέρα, ἥτις ἄπιος καλεῖται, οἱονεὶ ἡ ἥκιστα πίνουσα. Ὀχυρίς. ἰσχυρὰ καὶ ὀχυρά. | |
29t | (Οὐδέτερον.) | |
30 | Ὄχημα. ἀνάβασις· ἅρμα. | |
omicron1493 | Ὄχεα. τὰ ἅρματα. Ὀχύρωμα. τὸ φρούριον. | |
3t | (Ῥῆμα.) | |
4 | Ὀχθήσας. στενάξας. κακοπαθήσας. παρὰ τὸ | |
5 | ἄχθω βαρύτονον, ἀφ’ οὗ περισπωμένως ἀχθῶ, ἐξ οὗ καὶ τὸ ἠχθέθην καὶ ἤχθημεν καὶ ἀπή‐ χθημεν. ἀχθήσας οὖν καὶ ὀχθήσας κατὰ τρο‐ πήν. Ὀχλεῦντο. ἐκινοῦντο. | |
10 | Ὀχλίζω. τὸ κινῶ, ἢ τὸ μετακινῶ. ὅθεν καὶ μοχλὸς ὁ μὴ ἐῶν κινεῖσθαι τὰς θύρας. οἷον· ὀχλίζων λάϊγγας ἐρυκέμεν ὅρμον ἱκέσθαι, ὅρμον πετραίῳ στόνυχι τρίψε σφυρόν. στόνυξ δὲ λέγεται τὸ εἰς ὀξὺ λῆγον. | |
15 | Ὀχμάζει. βαστάζει· μάχεται. ἐκ τοῦ ἔχω ὀχμὸς καὶ ὀχμάζω, προσθέσει τοῦ μ. Ὀχούμενος καὶ ἐποχούμενος. ὁ ἐπιβαίνων, ὁ καβαλλικεύων. | |
19t | (Ἐπίῤῥημα.) | |
20 | Ὄχα. ἀντὶ τοῦ πάνυ καὶ ἐξόχως. | |
21t | Τὸ Ο μετὰ τοῦ Ψ. | |
22t | (Ἀρσενικόν.) | |
23 | Ὀψαρτυτής. ὁ μάγειρος. | |
Ὀψιμαθής. ὁ βραδυμαθής. | ||
omicron1494 | Ὀψοποιός. ὁ μάγειρος. Ὄψ. ἡ φωνή. καὶ κλίνεται ὀπός. ὢψ δὲ ὁ ὀφθαλμὸς, μέγα. | |
4t | (Θηλυκόν.) | |
5 | Ὀψιμάθεια. βραδυμάθεια. Ὄψις. διάκρισις χρωμάτων [καὶ σχημάτων] καὶ ὄγκων. παρὰ τὸ ἅπτω, τὸ συνάπτω, ἅψις καὶ ὄψις. ἡ διὰ τῶν ὁρατῶν ψαῦσιν ποιουμένη πρὸς κατανόησιν. ἢ παρὰ τὸν ὄψω μέλλοντα. | |
10 | †Ὄψις. ἡ θεωρία.† †Ὄψις. ἡ αἴσθησις τοῦ ὀφθαλμοῦ, δι’ ἧς ἀντι‐ λαμβανόμεθα τῶν ὁρατῶν. ὅθεν φαμέν· ἀνε‐ κόπη ἡ ὄψις τῶν ὀφθαλμῶν, ἤγουν ἡ ὅρασις.† †Ὄψις. καὶ ὁ ὄνειρος. ὡς ἔστιν εὑρεῖν, ὡς | |
15 | ἐπιστᾶσα θεία ὄψις τῷ ἁγίῳ παρεγγυᾶται.† Ὀψίας. οἷον ἑψία τις οὖσα. παρὰ τὸ ἕπω, τὸ ἀκολουθῶ, ἕψω, ἑψία, ἡ ὄπισθεν οὖσα καὶ ἐπακολουθοῦσα ἀπὸ τῶν ἔργων. ὀψίας δὲ γε‐ νομένης. ὅθεν καὶ πρωΐα τὸ ἐναντίον λέγεται | |
20 | κατάστημα, παρὰ τὸ προϊέναι ἐπὶ τὰ ἔργα. Ὀψοδεΐα. ἡ ἔλλειψις τῶν ὄψων. ὀψοδεία δὲ, δίφθογγον. | |
23t | (Οὐδέτερον.) | |
24 | Ὀψαρίδιον. τὸ μικρὸν ὀψάριον. | |
omicron1495 | Ὄψεον. μέρος τοῦ σώματος. Ὀψιγέννητα. βραδυγέννητα. καὶ ὀψιαίτατον καὶ ὀψιτελέστατον. Ὄψιμον. βραδυχρόνιον. | |
5 | Ὀψίκιον. ..... Ὄψον. προσφάγιον. κυρίως δὲ λέγεται πᾶν τὸ πυρὶ κατασκευαζόμενον. παρὰ τὸ ἕψον τι ὂν, ἢ παρὰ τὸ ὀπτῆσαι ὠνόμασται. Ὀψώνια. κέρδη, χαρίσματα, σιτηρέσια. καὶ | |
10 | ὀψώνια ὁ καρπός. ἀποστολικὴ ἡ λέξις· τὰ γὰρ ὀψώνια τῆς ἁμαρτίας θάνατος. | |
12t | (Ῥῆμα.) | |
13 | Ὄψεαι. ἀντὶ τοῦ θεάσῃ καὶ ὄψει. | |
omicron1496 | Ὀψείω. ἐπιθυμῶ ἰδεῖν. Ὀψείοντες. ἰδεῖν θέλοντες· ὀπτικῶς ἔχοντες. ἐκ τοῦ ὄψω παράγωγον ὀψείω. τὰ γὰρ τοιαῦ‐ τα γίνεται καὶ ἀπὸ ἐνεστώτων καὶ μελλόντων. | |
5 | οἷον ὀκνῶ ὀκνείω, ὄψω ὀψείω. ἕως δὲ τοῦ πα‐ ρακειμένου τὰ τοιαῦτα κλίνονται. Ὄψονται. ἀντὶ τοῦ σχῶσιν ἢ καὶ ἀπολαύσωσιν. ὡς τό· μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν θεὸν ὄψονται. | |
10 | Ὀψέ. μόλις· βραδέως. Ὀψὲ σαββάτων. ἐσχάτων τῶν ἡμερῶν. ἔθος γὰρ Ἑβραίοις τὴν ὅλην ἑβδομάδα μίαν ἡμέραν | |
καλεῖν. | ||
pi1495(14t) | Π. | |
15t | Τὸ Π μετὰ τοῦ Α. | |
16t | (Ἀρσενικόν.) | |
17 | Παγκρατιασταί. ἀθληταὶ, ἀγωνισταί. Παγετός. τὸ ψύχος. ἐκ τοῦ πήσσω, τὸ πηγνύω. Πάγουροι. παρὰ τὸ οὐρεῖν, ὅ ἐστι φυλάσσειν | |
20 | ἐν τοῖς πάγοις· πάγοι δὲ οἱ κρημνώδεις τόποι. Παιάν. ὕμνος ᾀδόμενος εἰς Ἀπόλλωνα ἐπὶ ἀφέσει λοιμοῦ, κατὰ τὴν φλυαροκοπίαν τῶν Ἑλλήνων. Παῖς. ἀπὸ ἐτῶν εʹ ἕως ἐτῶν ιδʹ. παρὰ τὸ παίζω. | |
Παίονες. γένος Λατῖνον ἢ ἔθνος Θρᾳκικόν. οἱ | ||
pi1496(14) | δὲ Μακεδόνας. τινὲς δὲ τοὺς νῦν καλουμένους | |
15 | Πανονίους. Πανόνιοι δὲ οἱ Βούλγαροι. Παιδοτρίβης. γυμναστής· παιδαγωγός· ἀλεί‐ πτης. Παῖς. παρὰ τὸ παίζω, παίσω, ἀποβολῇ τοῦ ω παῖς. φίλον γὰρ τοῖς παισὶ τὸ παίζειν. ἢ παρὰ | |
20 | τὸ πάλλεσθαι. εὐκίνητος γὰρ ἡ ἡλικία. ὁ δὲ Ἡρωδιανός· παρὰ τὸ βαίειν γίνεται βαῖς καὶ παῖς κατὰ τροπὴν τοῦ β εἰς π. Παιδολετῆρα. παιδοφθόρον. | |
Παιγνημονέστατος. ὁ τῶν παιγνίων ἐπιστήμων. | ||
pi1497 | Πάϊς. ὁ παῖς. Παιδνός. ὁ εὐγενὴς ἢ νεώτατος παῖς. παρὰ τὸ παίζω παιδνὸς, ὡς ἀλαπάζω ἀλαπαδνός. οὕτω Φίλων. | |
5 | Παιήων. ὁ τῶν θεῶν ἰατρός. ἀπὸ τοῦ παύω Παιὼν, καὶ πλεονασμῷ τοῦ η Παιήων. Παιπαλόεις. ὁ τραχύς. κατὰ πλεονασμὸν τοῦ π. παρὰ τὸ αἰπὸς, ὃ σημαίνει τὸ μέγα καὶ τραχὺ, οἷον· | |
10 | —αἰπὰ ῥέεθρα. γέγονε παιπαλόεις κατὰ πλεονασμὸν τοῦ π. Παλαιός. ἀρχαῖος. καὶ παλαιὸς ἄνθρωπος ἡ ἁμαρτία, ὥσπερ καὶ νέος ἄνθρωπος ἡ ἁγνεία καὶ ἀρετή. | |
15 | Παλιγκάπηλος. ὁ τὸ αὐτὸ ἀγοράζων καὶ πω‐ λῶν· ὁ μεταβολεύς. Παλίμβολος. ἀσύστατος, ἀκατάλληλος, εὐ‐ περίτρεπτος. Παλίνορσος. παρὰ τὸ ὄρω, τὸ ὁρμῶ, ὅθεν | |
20 | καὶ τό· —ἐξώρετο θεῖος ἀοιδός. γίνεται ὄνομα ὀρτὸς καὶ παλίνορτος. καὶ ἔδει διὰ τοῦ τ, ἵν’ ᾖ ὁ πάλιν ὡρμημένος. ἐγὼ δέ φημι παλίνορσος ἀπὸ τοῦ ὄρσω. | |
25 | Πάλος. ὁ κλῆρος. παρὰ τὸ πάλλω, ἐπειδὴ ἡνίκα ἀνακληθῶσιν οἱ κλῆροι πάλλονται. Παλαμναῖος. φονεὺς ἢ ἰσχυρός. ἀπὸ τοῦ πάλῃ | |
καὶ τῇ παλαίστρᾳ ἐπιμένειν καὶ καρτερεῖν. | ||
pi1498 | Παλαιφάτους. ἀρχαίους, παλαιούς. μυθο‐ λογεῖται, ὅτι οἱ παλαιοὶ ἄνθρωποι ἐκ δρυῶν καὶ λίθων ἐγένοντο. παλαιφάτους δὲ λέγει τοὺς ἐκ παλαιῶν χρόνων πεφημισμένους. | |
5 | Παλινορμένω. ἀντὶ τοῦ ὄπισθεν ὁρμῶντας. Πανομφαίῳ. παμφήμῳ. ἀπὸ τῆς ὀμφῆς. Παντοδαπῶν. παντοίων. Πανοῦργος. ὁ φρόνιμος. ἢ καὶ ὁ πονηρός. Πανώλης. ὁ ὀλέθριος. καὶ κλίνεται πανώλου. καὶ | |
10 | πανώλεθρος. Πανημέριος. δι’ ὅλης τῆς ἡμέρας. Πανόνιοι. οἱ Βούλγαροι. Πανάποτμος. ἄθλιος, δυστυχής. Πανδερκής. ὁ τὰ πάντα ὁρῶν. | |
15 | Πανόπτης. πολυόφθαλμος. Πανέφθου. ἑψητοῦ καὶ διαλελυμένου καὶ ὑγροῦ τὴν φύσιν. Ἡρόδοτος δὲ ἀπέφθου. Ἡσίοδος δὲ πανέφθου. γέγονε δὲ παρὰ τὸ ἕψω, ἑψήσω, ἑψητός· ὡς ἀγάπω, ἀγαπήσω, ἀγαπητός· καὶ | |
20 | τροπῇ τοῦ ψ εἰς φ καὶ πλεονασμῷ τοῦ θ ἑφθη‐ τὸς, καὶ ἐν συγκοπῇ ἕφθος, καὶ ἐν συνθέσει πάνεφθος, πανέφθου. Πάππα. προσφώνησις τιμητικὴ τῶν υἱῶν πρὸς πατέρα. οὕτω δὲ λέγεται παρὰ Συρακουσίοις | |
25 | ὁ πατὴρ, πᾶς, καὶ κατὰ ἀναδιπλασιασμὸν | |
τοῦ π πάππας. | ||
pi1499 | Παράσιτοι. οἱ κόλακες. †φλύαροι ἢ κλοτζοκό‐ ποι.† Παράφορος. μωρός. ἢ ὁ μανικός. κατάφωρος δὲ μέγα. | |
5 | Παρακείμενος. συμπληρούμενος ἤδη, διὰ τὸ πα‐ ρακεῖσθαι αὐτῷ τὴν συμπλήρωσιν. Παρατατικός. ὁ παρατεταμένος, ὁ ἀπλήρωτος, ἢ ὁ παρὰ μικρόν. Παράφρων. ἀνόητος ἢ μαινόμενος. | |
10 | Παραχαράκτης. ὁ διαστροφεύς. Παραλογιστής. ὁ ἀπατεών. Παραγράπτους. νόθους, ξένους, καὶ παρεγ‐ | |
γράπτους. | ||
pi1500 | Παραβύστῳ. ἀποκεκρυμμένῳ. ἐν παραβύστῳ τόπῳ. Παράουροι. χαῦνοι ἢ παραφύλακες. Παρασάγγας. εἶδος μέτρου περσικοῦ· ὅ ἐστι | |
5 | στάδια τριάκοντα. ὁ δὲ σταθμὸς ἔχει μίλια εἰκοσιοκτὼ ἥμισυ κατὰ Ἡρόδοτον καὶ Ξενοφῶν‐ τα. Παραλογισμός. ἀπάτη λογισμοῦ. Παραπλήξ. ὁ παράφρων. καὶ παραπλῆγες οἱ | |
10 | πεπληγμένοι τόποι καὶ μὴ προσάντεις. Παραβλῶπες. στραβοί. παρὰ τὸν βλέπω μέλ‐ λοντα, καὶ τροπῇ τοῦ ε εἰς ο καὶ ἐκτάσει | |
βλώψ· ἐπειδὴ οἱ ἱκετεύοντες ὑπὲρ τοῦ ἐλεει‐ | ||
pi1501 | νοὶ φαίνεσθαι προσίασιν οἰκτρὰ τὰ σχήματα καὶ τὰς θέας αὐτῶν ἔχοντες. Παράῤῥητοι. παραμυθητικοί· παραινετικοί. Παραλλήλους. ἀκολούθους· ἐξίσου· ὁμοίως. πα‐ | |
5 | ραλλήλους μὲν βίους λεκτέον καὶ ἄνδρας παραλ‐ λήλους, οὐκέτι δὲ κατὰ τὰς ἄλλας πτώσεις, οἷον· βίων παραλλήλων, ἢ ἐν τοῖς παραλλή‐ λοις βίοις. ἔτι δ’ ἧττον ἑνικῶς λεκτέον, παράλ‐ ληλον βίον· οὐδὲν γάρ ἐστιν ἄλληλον. μᾶλλον | |
10 | οὖν λεκτέον, ἐν τοῖς βίοις τοῖς παρ’ ἀλλήλους θεωρημένοις, καὶ, τῶν ἀνδρῶν τῶν παρ’ ἀλλή‐ λους ἐξητασμένων. καὶ Ἑλλάνικος τοῦτο ἱστο‐ ρεῖ, ἐν τοῖς κατάλληλα, οὐκ ἐν τοῖς καταλλή‐ λοις. ἐν μέντοι γεωμετρίαις συνήθως ἤδη λέ‐ | |
15 | γεται παράλληλος εὐθεῖα, καὶ κύκλοις παραλ‐ λήλοις. ἐπισκέψασθαι δὲ χρὴ, εἰ τὸ ἐκ παραλ‐ λήλου εἴρηται ὑπό τινος τῶν δοκίμων. ἐγὼ μὲν οὐκ οἶμαι. Παράδεισος. ἐπειδὴ ἔμελλεν ὁ θεὸς ἐξ ὁρα‐ | |
20 | τῆς καὶ ἀοράτου κτίσεως πλαστουργεῖν τὸν ἄν‐ θρωπον κατ’ οἰκείαν εἰκόνα τὲ καὶ καθ’ ὁμοίω‐ σιν, ὥσπέρ τινα βασιλέα καὶ ἄρχοντα πάσης τῆς γῆς καὶ τῶν ἐν αὐτῇ, προκαθίστησιν αὐτῷ οἷον τι βασιλεῖον, ἐν ᾧ διαιτώμενος μακαρίαν | |
25 | καὶ πανολβίαν ἔζη ζωήν. καὶ οὗτος ἐστὶν ὁ θεῖος παράδεισος, θεοῦ χερσὶν ἐν ἐδὲμ πεφυτευμέ‐ νος· ἐδὲμ δὲ τρυφὴ ἑρμηνεύεται· ἐν τῇ ἀνατολῇ μὲν πάσης τῆς γῆς ὑψηλότερος κείμενος, εὐ‐ κραὴς δὲ καὶ ἀέρι λεπτοτάτῳ καὶ καθαρωτάτῳ | |
30 | περιλαμπόμενος, φυτοῖς ἀειθαλέσι κομῶν, εὐω‐ δίας πλήρης, φωτὸς ἔμπλεως, ὥρας πάσης αἰ‐ σθητῆς καὶ κάλλους ὑπερβαίνων ἔννοιαν. τινὲς μὲν οὖν τὸν παράδεισον αἰσθητὸν ἐφαντάσθη‐ | |
σαν, ἕτεροι δὲ νοητόν· πλὴν ἐμοίγε δοκεῖ, ὥσ‐ | ||
pi1502 | περ ὁ ἄνθρωπος αἰσθητὸς καὶ νοητὸς ἅμα δε‐ δημιούργητο, οὕτω καὶ τὸ τούτου ἱερώτατον τέ‐ μενος αἰσθητὸν ἅμα καὶ νοητὸν καὶ διπλῆν ἔχον τὴν ἔμφασιν. τῷ μὲν σώματι ἐν τῷ θειοτάτῳ | |
5 | χώρῳ καὶ ὑπερκαλλεῖ, καθὼς εἴρηται, αὐλι‐ ζόμενος· τῇ δὲ ψυχῇ ἐν ὑπερτέρῳ καὶ ἀσυγ‐ κρίτῳ καὶ περικαλλεστέρῳ τρόπῳ διατρίβων, θεὸν ἔχων οἶκον τὸν ἔνοικον, καὶ αὐτὸν ἔχων εὐκλεὲς περιβόλαιον, καὶ τὴν αὐτοῦ περιβεβλη‐ | |
10 | μένος χάριν, καὶ τοῦ μόνου γλυκυτάτου καρ‐ ποῦ τῆς αὐτοῦ θεωρίας κατατρυφῶν, οἷά τις ἄγγελος ἄλλος ταύτῃ τρεφόμενος· ὅπερ δὴ καὶ ξύλον ὠνόμασται ζωῆς. ζωῆς γὰρ θανάτῳ μὴ διακοπτομένης ἡ γλυκύτης τῆς θείας μεθέξεως | |
15 | τοῖς μεταλαμβάνουσι μεταδίδωσιν, ὃ δὴ πᾶν ξύ‐ λον ὁ θεὸς ἐκάλεσεν, ἀπὸ παντὸς ξύλου, φή‐ σας, τοῦ ἐν τῷ παραδείσῳ βρώσει φάγεσθαι. αὐτὸς γάρ ἐστι τὸ πᾶν, ἐν ᾧ καὶ δι’ οὗ τὸ πᾶν συνέστηκε. τὸ δὲ τῆς τοῦ καλοῦ τε καὶ κακοῦ | |
20 | γνώσεως ξύλον ἡ τῆς πολυσχεδοῦς θεωρίας διάγνωσις. αὕτη δέ ἐστιν ἡ τῆς οἰκείας φύσεως ἐπιδιάγνωσις, ἥτις καλὴ μὲν ἐν τοῖς τελείοις καὶ ἐν τῇ θείᾳ θεωρίᾳ βεβιωκόσιν ἐξ αὐτῆς τὴν τοῦ δημιουργοῦ μεγαλουργίαν δημοσιεύουσαν | |
25 | τοῖς μὴ δεδιόσι μετάπτωσιν διὰ τὸ ἐκ τοῦ χρό‐ νου εἰς ἕξιν τινὰ τῆς τοιαύτης ἐληλακέναι θεω‐ ρίας· οὐ καλὴ δὲ τοῖς νέοις ἔτι καὶ τὴν ἔφεσιν λιχνοτέροις, οὓς διὰ τὸ ἀβέβαιον τῆς ἐν τῷ κρείττονι διαμονῆς καὶ τῷ μήπω παγίως ἐνεδρα‐ | |
30 | σθῆναι τῇ τοῦ μόνου καλοῦ προσεδρίᾳ ἡ τοῦ οἰκείου κηδεμονία σώματος πρὸς ἑαυτὴν ἀνθέλ‐ κειν καὶ περισπᾷν πέφυκεν. οὕτω διπλοῦν οἶμαι τὴν παράδεισον. καὶ ἀληθῶς οἱ θεῖοι πατέρες | |
παρέδωκαν, εἴτε οὕτως εἴτε οὕτως διδάξαντες. | ||
pi1503 | παράδεισος δὲ εἴρηται παρὰ τὸ δεύσω, τὸ βρέ‐ χω, ῥῆμα ὄνομα δεῦσος, καὶ παράδεισος τροπῇ τοῦ υ εἰς ι. οἱ δέ φασιν παρὰ τὸ δεῖσαν ποιεῖ‐ σθαι, ὅ ἐστι τῶν βοτανῶν συλλογήν. | |
5 | Παρήορος. παρῃωρημένος τῷ σώματι, τουτέστιν ἐκλελυμένος. λέγεται δὲ καὶ ὁ εἰς μῆκος ἐκτε‐ ταμένος. ἀμφότερα ἀπὸ τοῦ ἀείρω, κατὰ ἀπο‐ βολὴν τοῦ ι ἄορος, καὶ ἐκτάσει τοῦ α εἰς η ἤορος καὶ παρήορος. | |
10 | Παρθένιος. ὁ διδάσκων καὶ ἀποδεχόμενος τὴν παρθενίαν ὑπὲρ τὸν γάμον. Παρθενοπίπης. ὁ περιβλεπόμενος τὰς γυναῖ‐ | |
κας. παρὰ τὸ ὄπτω, ὀπτεύω, γίνεται ὀπίπης | ||
pi1504 | καὶ ἐν συνθέσει παρθενοπίπης. τὰ δὲ διὰ τοῦ ὀπιπεύω διὰ τοῦ ι γράφεται, οἷον παιδοπίπης, γυναικοπίπης. Παρθενῶνες. τὰ μοναστήρια, τὰ ἀσκητήρια. | |
5 | Παρείας. ὄφις οὕτω καλούμενος. παρίας δὲ λί‐ θος, ι. Πάρνοπας. ἀγρίας μελίσσας. Πάροινος. ὑβριστὴς, πλήκτης, μέθυσος· ἔκλυ‐ τος. | |
10 | Πάροικος. ὁ παρεπίδημος. Παρεπίδημος. διαβάτης· παροδίτης. Πάρεδρος. παρακαθήμενος. | |
Παρεισάκτους. ἀλλοτρίους. | ||
pi1505 | Παστός. παρὰ τὸ πάσσειν, τὸ ποικίλλειν. ἢ διὰ τὸ ἐν αὐτῷ ἡμᾶς σιτεῖσθαι. παρὰ τὸ πά‐ σασθαι, ὅ ἐστι φαγεῖν ἢ γεύσασθαι. Πάσσων. ὄνομα συγκριτικόν. ὡς παρὰ τὸ βραδὺς | |
5 | γίνεται βράων, οὕτω καὶ παρὰ τὸ παχὺς πάσ‐ σων. Πάππος. ἀπὸ τῆς μικρῶν παίδων προσφωνήσεως. Ὅμηρος· οὐδέ τι μιν παῖδες ποτὶ γούνασι παππάζουσι. | |
10 | Πατραλοίας. ὁ τὸν πατέρα τύπτων. ἀλοίω γὰρ τὸ τύπτω, ἀλύω δὲ τὸ ἀδημονῶ, ψιλόν. Πατήρ. ὄνομα πρός τι τῆς οὐσίας αὐτὸ λεγό‐ μενον. πατὴρ μὲν οὖν κυρίως εἴρηται ἀναίτιος ὑπόστασις γεννητικὴ ἀγέννητος. εἴρηται δὲ πα‐ | |
15 | τὴρ ἢ ὡς πάντα τηρῶν, ἢ ὡς τοὺς οἰκείους παί‐ δας τηρῶν. διττῶς δὲ λέγεται πατὴρ ὁ θεός· φύσει καὶ χάριτι. φύσει μὲν τοῦ ἰδίου καὶ μο‐ νογενοῦς υἱοῦ, χάριτι δὲ καὶ ἡμῶν. ὡς τό· ἐγὼ εἶπα, θεὸς ἐστὶ καὶ υἱοὶ ὑψίστου πάντες. | |
20 | Πατήρ. [ὁ ἡμέτερος] εἴρηται παρὰ τὸ πατεῖν ἐν τῇ συνουσίᾳ, ἀπὸ μεταφορᾶς τῶν ἀλόγων ζώων. ἢ παρὰ τὸ σπείρω, σπατὴρ καὶ πατήρ. Πάτος. ἡ ὁδός. Πατρόκλεις. κύριον. κλίνεται Πατροκλῆς Πα‐ | |
25 | τροκλέους, ἡ κλητικὴ Πατρόκλεες καὶ ποιητι‐ κῶς Πατρόκλεις. Παχύνους. τὴν γνῶσιν παχὺς καὶ ἀνόητος. Παγχερνίτης. τόπος καὶ χώρα. Παράνομος. ὁ πεπιστευκὼς μὲν εἰς θεὸν καὶ τὸν | |
30 | νόμον αὐτοῦ δεξάμενος, μετὰ φαύλης δὲ δια‐ | |
pi1506 | νοίας καὶ διεστραμμένης τοῦτον κατέχων καὶ θεῷ μὲν πιστεύειν νομίζων, μετὰ κρίσεως δὲ καὶ βουλήσεως τῇ πρὸς θεὸν αὐτοῦ πίστει ἐναντίας. | |
4t | (Θηλυκόν.) | |
5 | Παγίς. ἐνέδρα. παρὰ τὸ πήσσω, πηγὶς καὶ πα‐ γίς. οὕτω Φίλων. Παγασαί. πόλις. Παιπάλη. ἄλευρον λεῖον· ἣν πασπάλην λέ‐ γομεν. | |
10 | Παιδεία. ἡ παίδευσις. Παιδιὰ δὲ, παίγνιον, ι. Παιονία. χώρα. †Παιωνία. ἡ πό—.† Πακόρεια. πόλις. | |
15 | Παλίωξις. ἡ ἐξ ὑποστροφῆς τῶν φευγόντων δίω‐ ξις, ὅταν οἱ πρότερον φεύγοντες ὕστερον πάλιν αὐτοὶ διώκουσι θαῤῥήσαντες. γίνεται δὲ ἐκ τοῦ πάλιν καὶ τοῦ δίωξις [παλινδίωξις] καὶ ἀποβολῇ τοῦ ν καὶ τοῦ δ καὶ κράσει τῶν δύο ιι εἰς ἓν | |
20 | ι μακρὸν παλίωξις, ὥσπερ Θέτιϊ Θέτι. σημαί‐ νει δὲ τὴν ἐκ βʹ δίωξιν καὶ φυγὴν τοῖς ἐναν‐ τίοις. Παλλάς. ἡ Ἀθηνᾶ. παρὰ τὸ ἀναπεπλάσθαι ἐκ τῆς κεφαλῆς τοῦ Διός. ἢ ὅτι Πάλλαντα ἕνα | |
25 | τῶν Γιγάντων ἀπέκτεινεν. ἢ παρὰ τὸ ἀεὶ κινη‐ τὸν εἶναι τὴν θεόν· ἡ γὰρ αὐτὴ νοεῖται φρό‐ νησις. ἢ παρὰ τὸ πάλλειν καὶ κραδαίνειν τὸ δόρυ· πολεμικὴ γὰρ ἡ θεός. ἢ διὰ τὸ παλλο‐ μένην τὴν καρδίαν τοῦ Διονύσου προσκομίσαι | |
30 | τῷ Διΐ. | |
pi1507 | Παλιγγενεσία. τὸ ἐκ δευτέρου γεννηθῆναι ἢ ἀναπλασθῆναι. ἢ τὸ ἅγιον βάπτισμα λέγεται. Παλιλλογία. ἡ ταυτολογία. Πάλη. ἡ παλαίστρα. ἀπὸ τοῦ πάλλεσθαι τὸ σῶ‐ | |
5 | μα. πάλλει δὲ ἀντὶ τοῦ κινεῖ, δίφθογγον. Παλινῳδία. ἡ προτέρα ᾠδὴ ἢ ἡ ἐναντία. ἢ δόγμα τοῖς προτέροις ἐναντίον. Παλάθαι. μάζα σύκων. Παλαιβίσκα. πόλις. | |
10 | Παλμισός. πόλις. Παλάμη. ἀπὸ τοῦ πάλλειν καὶ κινεῖν καὶ σείειν. ἢ ὅτι δι’ αὐτῶν πεπαλήμεθα καὶ τεχνώμεθα. παλάμαι γὰρ αἱ τέχναι. παρόσον δι’ αὐτῶν πολ‐ λὰ μαιόμεθα καὶ διδασκόμεθα. | |
15 | Παλίῤῥοια. ἡ ἄμπωτις. Πανήγυρις. θέατρον, ἑορτὴ, συνάθροισις. ἀγεί‐ ρω, ἄγορις καὶ ἄγυρις, καὶ πανήγυρις, εἰς ἣν πάντες ἀγείρονται. Πανόπαια. ὄρνις οὕτω καλουμένη. | |
20 | Πανονία. ἡ Βουλγαρία. Πανσελήνου. πεντεκαιδεκατέας πεπληρωμένης. Πανδήμου. δημοσίας. Πανδαισία. τράπεζα πολυτελὴς, ἢ εὐωχία. Παναλκοῦς. ἰσχυρᾶς, γενναίας, παντοδυνά‐ | |
25 | μου. ἐκ τῆς παναλκοῦς χειρός. Παντευχία. ἡ πανοπλία. Παμμήτωρ. ἡ γῆ. ἀπὸ τοῦ τρέφειν πάντας. καὶ πολιὰν τιθεῖ τὴν παμμήτορα ἡ χιών. | |
Παμφαοῦς. λαμπρᾶς. | ||
pi1508 | Παρὰ φύσιν. ὃ ὁ θεὸς οὐκ ἐποίησεν, οἷον ἐστὶν ἡ ἁμαρτία καὶ ὁ θάνατος. Παροιμία. λόγος ἀπόκρυφος δι’ ἑτέρου προδή‐ λως σημαινόμενος ἢ λόγος ὠφέλιμος· καταχρη‐ | |
5 | στικῶς δὲ πᾶν διήγημα. Πάρεσις. ἔκλυσις. Παροινία. ἡ ἐκ τοῦ οἴνου ὕβρις. ἢ ἡ παντοία ἁμαρτία. Παρῃορίῃσι. ταῖς ἔξω τοῦ ζυγοῦ ἡνίαις. καὶ | |
10 | παρῃορίας τὰς ἡνίας, ὑφ’ ἃς ὁ τρίτος ἵππος τῇ ξυυοδίᾳ δέδεται. καὶ ὁ μὴ κατὰ χώραν ἀραρυίας ἔχων τὰς φρένας, ἀλλ’ αἰωρουμένας. Παρθένος. παρὰ τὸ θέειν τὴν παιδικὴν ἡλικίαν, ἢ παρὰ τὸ θέειν τῇ μητρὶ, ἢ παρὰ τὸν θήσω | |
15 | μέλλοντα. —γυναῖκά τε θήσατο μαζόν. γίνεται ῥηματικὸν ὄνομα θήνη, καὶ μετὰ τῆς παρὰ προθέσεως παραθήνη καὶ παρθένος. ἡ περὶ ταύτην τὴν ἡλικίαν οὖσα, καθ’ ἣν ὥραν | |
20 | ἔχει ἐκθρέψαι καὶ ἐκτῆσθαι μαζούς· τὰς γὰρ μικρὰς παιδίσκας οὐ προσαγορεύομεν παρθένους, ἀλλὰ τὰς ἤδη ἐπὶ τὸ γυναῖκας μέλλειν ἰούσας. ὁ δὲ Ἡρακλείδης παρ’ οὐδενὸς οὐδὲν λαβοῦσα εἰς ἕδνα. ἢ παρὰ τὸ πῦρ θανατοῦν. | |
25 | Παῤῥησία. ἐξουσία· θάῤῥος. παρὰ τὸ πᾶν παῤ‐ ῥησία. ἔστι δὲ οὐ συγκοπὴ, ἀλλὰ τροπή. Παρευδοκίμησις. νίκη ἢ δόξα ὑπερβαίνουσα. Παραβολή. ὁμοίωσις πραγμάτων. †ἢ τὸ διήγη‐ | |
μα. ὡς τό· ἔθου ἡμᾶς εἰς παραβολήν. καὶ ὁ | ||
pi1509 | αἰνιγματώδης λόγος. καὶ ἡ τροπολογία. ὡς τό· υἱὲ ἀνθρώπου, εἰπὲ αὐτοῖς τὴν παραβολὴν ταύ‐ την· ὁ ἀετὸς ὁ μέγας ὁ μεγαλοπτέρυγος. ἀετὸν ὀνομάσας τὸν βασιλέα τῶν Ἀσσυρίων. καὶ τὸν | |
5 | τύπον, ὡς παρὰ τῷ Παύλῳ περὶ τοῦ Ἀβραὰμ λέγεται· ἐν παραβολῇ αὐτὸν ἐκομίσατο. ἤγουν τὸν Ἰσαάκ.† Παρεμβολή. στρατόπεδον. Παράκοιτις. ἡ παλλακή. | |
10 | Παρατροπή. τὸ ἔξω τοῦ δέοντος, ἢ μεταβολή. Πάρδαλις καὶ πόρδαλις. ὡς λέγει Ὦρος ὁ Μι‐ λήσιος, παρὰ τὸν πόρον αὐτῆς ποιεῖν μεθ’ ἅλ‐ ματος· πορευτικὴ γάρ. παρδαλέη δὲ καὶ παρδα‐ λῆ ἡ δορὰ, ἢ καὶ πάρδαλις. | |
15 | Παρολκή. ὑπέρθεσις. Παραψυχή. ἡ παραμυθία. Παρειαί. αἱ γνάθοι. τὰ μάγουλα. Παρακαταθήκη. τὸ ἐνέχυρον. παρακαταθή‐ κη πνευματικὴ, ἡ διδασκαλία, ἡ νουθεσία. | |
20 | Παρενθήκη. περίσσεια. Παρολκήν. διατριβὴν, βραδυτῆτα, ὑπέρθεσιν. Παραγραφή. παραγραφή ἐστιν ἀπὸ τοῦ γρά‐ φειν καὶ ἐκβάλλειν τοὺς φεύγοντας τὸν περὶ | |
τῶν πραγμάτων ἀγῶνα. | ||
pi1510 | Παραδοξοποιΐα. θαυματοποιΐα. Παραίφασις. ὁ παραλογισμός. Παρεισάκτους. ἀλλοτρίας, ξένας. Πανσαγία. ἡ πανοπλία. ἴσως ἀπὸ τοῦ σάκους | |
5 | εἴρηται. οὕτως εὗρον εἰς τὸν Σέλευκον. †Παροψίς. ἐστι δεκτικὸς πίναξ ὄψου. καὶ τρυ‐ βλίον δὲ τὸν πίνακά μοι νόει.† Παστείλη. ἡ τελευταία ἡμέρα τοῦ ἐνιαυτοῦ. πα‐ στίλη δὲ τὸ ἀπόξυσμα τῆς δορᾶς, †καὶ τῆς | |
10 | γαστρὸς ἡ ὑδατώδης φορὰ,† ἰῶτα. Παστάς. ὁ νυμφών. Πατριαί. αἱ φυλαί. Παύλας. ἀναπαύσεις. †Πάχνη. ἔστιν ὁλοπαγὲς ὕδωρ, δι’ ἄλλης ὑγρᾶς | |
15 | ὕλης ἐπὶ γῆς πεπηγυῖα.† Παμφίδων. κεράτων. Παρακαταθήκην. τὴν χάριν τοῦ παναγίου πνεύματος λέγει ὁ Ἀπόστολος, ἣν διὰ τῆς χει‐ ροτονίας ἐδέξατο ὁ Τιμόθεος. τὴν παρακατα‐ | |
20 | θήκην φύλαξον. ἢ τὴν ἐντολὴν, ἥν σοι δι’ ἐμοῦ ὁ θεὸς παρέθετο. ἢ παραθήκην. | |
22t | (Οὐδέτερον.) | |
23 | Παγκράτιον. ὁ ἀγών. | |
pi1511 | Πάθος. μεταποίησις τοῦδέ τινος, οὗ ἦν εἴτε ἐπ’ ἀγαθῷ εἴτε καὶ ἄλλως. ἢ τὸ μεταποιηθῆναι δυ‐ νάμενον εἰς τοῦτο, ὃ οὐκ ἦν πρότερον. πάθος ἐστὶ δύναμις, καθ’ ἣν παθητικοὶ γενόμεθα. | |
5 | Πάθος. ἔστι ψυχῆς κίνησις ἄλογος δι’ ὑπόληψιν κακοῦ ἢ ἀγαθοῦ. Παιώνειον. φάρμακον τοῦ Παίωνος. Παιπαλόεν. τραχύ. Πάθος. κίνησις ἐξ ἐνεργείας ἑτέρου εἰς ἕτερον, | |
10 | τὴν μὲν ἀρχὴν ἔχον ἐν τῷ ποιοῦντι, τὸ δὲ τέλος ἐν τῷ πάσχοντι. Παλίμφημον. βλάσφημον. τὸ παλίμφημον δόγμα. Παλαιόν. ἀρχαῖον. | |
15 | Παλαιγενές. πρεσβύτερον. Πάλαιρον. τόπος. Παλαμήδειον ἔπος. τὸ τοῦ Παλαμήδους. Παλιμπετές. τὸ ὀπισθόρμητον. παρὰ τὸ ἔμ‐ παλιν πεσεῖν. | |
20 | †Παλίνδορον. τὸ εἰργασμένον δέρμα.† Παλισύλλεκτον. ἐξ οὗ ψευδὲς ἢ μεταμελητόν. | |
Παλινάγρετον. εἰς τοὐπίσω ληπτόν. | ||
pi1512 | Παλίντορα. εἰς τοὐπίσω τεινόμενα. Πάγιον. τὸ ἑδραῖον καὶ ἀσφαλές. Παλίλλογα. παλισύλλεκτα, ἐκ δευτέρου πάλιν συλλεγόμενα. παρὰ τὸ πάλιν καὶ τὸ λέγω, τὸ | |
5 | συλλέγω. Πάμφορον. πολύκαρπον. Πάμφιλον. τόπος. Παναρμόνιον. ἐμμελέστατον. Παννύχιον. δι’ ὅλης τῆς νυκτός. | |
10 | †Πανδούριον. μάχαιρα σφακτική. ἢ εἶδος μου‐ σικόν· εἶδος κιθάρας.† Πανδοκεῖον. οὐκ ἐν τῷ χ πανδοχεῖον. καὶ με‐ λανοδόκον, καὶ τὰ ὅμοια οὕτως. τὸν δὲ μοχλὸν ἐν τῷ χ καὶ Ἀττικοὶ καὶ Δωριεῖς καὶ Ἴωνες | |
15 | πλὴν Ἀνακρέοντος· οὗτος δὲ μόνος σχεδὸν τὸ κ. [Ζηνόδοτος δέ· καὶ οὐ μοκλὸν ἐν οὔρῃσι δί‐ ζῃσι βαλὼν ἥσυχος καθεύδει. καὶ ὁ σχινδαλ‐ μὸς ἐν τῷ χ.] Παρώνυμον. τὸ ἀπό τινος ἔχον τὴν προσηγορίαν. | |
20 | ὡς ἐκ τῆς δικαιοσύνης δίκαιος. Πανύστατον. πάντων ἔσχατον. Πάναγρα. τὰ δίκτυα. ἀπὸ τοῦ τὰ πάντα | |
ἀγρεύειν. | ||
pi1513 | Πάνιον. τόπος. [Πάνειον δὲ, τὸ ἱερὸν,] καὶ δεῖμα τὸ τοῦ Πανὸς, δίφθογγον. †Παρανάλωμα. ἀφανισμός.† Πανόψιον. τὸ οἱονεὶ λαμπρὸν καὶ πανόρατον | |
5 | καὶ ἐπιφανές. οὕτως Ἀρίσταρχος. Παράδειγμα. λόγος ἀπὸ τοῦ καθ’ ἕκαστα ἄγων ἐπὶ τὸ καθόλου. †Παράδειγμα. ὅταν ὑπάρχει κατηγορία εἴς τινα, καὶ δι’ ἐκείνου οὐδ’ ἄλλος πιστοῦται. ὡς τό· οὐ | |
10 | δεῖ δοθῆναι Αἰσχίνῃ χρήματα. καὶ γὰρ Πεισί‐ στρατος λαβὼν ἐτυράννησεν.† †Παράδειγμα. εἰκών· χαρακτὴρ ἔννοιαν ἔχων αἰσθητοῦ πράγματος. ἰστέον δὲ, ὅτι ἄλλο πα‐ ράδειγμα καὶ ἄλλο παραβολή. καὶ παράδειγμα | |
15 | μέν ἐστιν, ὅταν ἀντιπαραθῇ τις ὅμοιον ὁμοίῳ, οἷον ἀλόγῳ λογικόν. ἢ παράδειγμά ἐστι λόγος ἀπὸ τῶν καθ’ ἕκαστα ἐπὶ τὰ καθόλου. ἢ δεῖ‐ ξις πιστουμένη τὸ μερικὸν διὰ μερικοῦ ὁμοίου.† Παραίρημα. ἀφαίρημα. | |
20 | Παρεκτικόν. χορηγητικόν. †Παρθένιον. ὄνομα ὄρους.† Παρνήθιον. ὄρος. Παραιτόνιον. [τόπος.] Παρατήρημα. ἐπιτήρησις. | |
25 | Παράδοξον. θαυμαστόν. Παράλληλον. ἀκόλουθον, ἐξ ἴσου, ὅμοιον. Παραπέτασμα. τὸ διακονικὸν, τὸ παρακά‐ | |
λυμμα. | ||
pi1514 | Παρώνυμον. τὸ παρ’ ὄνομα ποιηθέν. οἷον θέων, τρύφων. καὶ τὸ ἐκ συμβεβηκότος καλούμενον. Παρήϊον. τὸ περὶ τὰς παρειὰς ὂν χαλινάριον. Παρθενεῖα. τὰ μοναστήρια. καὶ παρθενῶνες. | |
5 | καὶ παρθενοκομεῖα, τὰ ἐπιμελούμενα τῶν παρ‐ θένων. Παρίσθμια. τὰ περὶ τὸν φάρυγγα. διὰ τὸ πε‐ ρικεῖσθαι τῷ ἰσθμῷ. ἰσθμὸς δέ ἐστι τόπος στε‐ νὸς, δι’ οὗ ἵενται τὰ ἐσθιόμενα καὶ πινόμενα. | |
10 | [ἢ παρὰ τὸ ἰέναι τὴν πνοήν. λέγονται δὲ καὶ ἀντιάδες ἀπὸ τοῦ ἀντικεῖσθαι ἀλλήλων.] Πάσχα. διάβασις ἑρμηνεύεται. πάσχα καὶ ἡ πρὸς τὸν ἀνθρώπινον τοῦ νοῦ λόγον διάβασις. Πατρῷον ἔδαφος. ἡ πατρῴα γῆ. | |
15 | Πατρότατον. προϋπάρχον. καὶ πατρότης ἐπὶ θηλυκοῦ. πατρότης κατὰ Πλάτωνα προΰπαρ‐ ξις υἱότητος. ἡ δὲ ἐκκλησία συνύπαρκτον καὶ συνάναρχον λέγει τὸν υἱὸν τῷ πατρὶ πρὸ τῶν αἰώνων. ταῦτα καὶ τὰ τοιαῦτα καλῶς ὁ θεοφό‐ | |
20 | ρος Βασίλειος ἐπιστάμενος φησὶ πρὸς Ἀμφι‐ λόχιον. φύσις δὲ καὶ οὐσία ἐν τοῖς ἐκκλησια‐ στικοῖς δόγμασιν ἕν τι ἔστιν. εἰπὼν δὲ ὁ πατὴρ ἐν τοῖς ἐκκλησιαστικοῖς, ἐσήμανεν, ὅτι ἐν τοῖς Ἑλληνικοῖς οὐχ ἕν τι οὐσία καὶ φύσις. διὰ τοῦ‐ | |
25 | το καὶ Κλήμης, ὁ πολὺς ἐν φιλοσοφίᾳ καὶ γνώ‐ σει, πεποίηκεν ἰδιάζοντας ὅρους ἐκκλησιαστι‐ | |
κῶν δογμάτων· καὶ φοιτητὴς καὶ θρέμμα γνή‐ | ||
pi1515 | σιον ὑπάρχων τῶν ἁγίων Ἀποστόλων Πέτρου καὶ Παύλου μάλιστα τοῦ πανσόφου καὶ ἀκού‐ σας αὐτοῦ ἀποβαλλομένου καὶ μυσαττομένου καὶ καθυβρίζοντος τὴν Ἑλληνικὴν φιλοσοφίαν. | |
5 | Παῦρα. ὀλίγα. παρὰ τὸ παύω ῥῆμα, παῦρος, ὁ ταχὺς καὶ δι’ ὀλίγων ῥημάτων τοῦ παύεσθαι ἀφιστάμενος. [ἢ ὁ μὴ ἔχων μέχρι πολλοῦ δια‐ τελεῖν, ἀλλὰ ταχέως παυόμενος.] Πάχετον. παχύτερον. κατὰ συγκοπὴν τοῦ υ | |
10 | καὶ τοῦ ρ. Παρ’ ὅ. τὸ ὅσον δήποτε μικρόν. καὶ ὁ Ἀπό‐ στολος· παρ’ ὃ εὐηγγελισάμην ὑμῖν, ἀνάθε‐ μα ἔστω. Παντελές. τὸ τέλειον. †Ἀπόστολος·† ὅθεν καὶ | |
15 | σώζειν εἰς τὸ παντελὲς δύναται τοὺς προσερ‐ χομένους. | |
17t | (Ῥῆμα.) | |
18 | Παίει. τύπτει. †Παίειν. τὸ τύπτειν καὶ τὸ ἵστασθαι τῆς ὁρμῆς. | |
20 | παρ’ ὃ καὶ παῦλα.† Παιανιζόντων. ὑμνούντων, ψαλλόντων. †Παιστέον. τὸ πρακτέον.† Παιφάσσειν. ἐνθουσιωδῶς ὁρμᾷν. ἔστι ῥῆμα | |
φῶ καὶ δηλοῖ τὸ φαίνω. [παράγωγον φάσω, καὶ | ||
pi1516 | κατὰ ἀναδιπλασιασμὸν παιφάσσειν, προσθέσει ὁμοίως τοῦ ι.] Πάλλειν. ἀντὶ τοῦ κινεῖν. Παλάττω. μολύνω. | |
5 | Παλάσσετο. ἐμολύνετο. ἐβρέχετο. παλάσσω. τὸ δὲ πάλλω, ὃ σημαίνει τὸ βρέχω, γίνεται παρὰ τὸ ἅλλω. ἐν γὰρ τῇ βροχῇ ἅλλονται τὰ ἐκ τῆς γῆς ὕδατα. ὡσαύτως δὲ καὶ τὸ κινῶ. ἐκ δὲ τοῦ παλάσσω, τὸ μολύνω καὶ βρέχω, γίνεται πη‐ | |
10 | λὸς, ἡ βεβρεγμένη γῆ. †Παλεύσει. ἀπατήσει.† Παλινδρομεῖν. εἰς τοὐπίσω ὑποστρέφειν. Παλισσυτῶ. εἰς τοὐπίσω ὁρμῶ. Παλιμπλαγχθέντας. σημαίνει τὸ ἁπλῶς | |
15 | πλανηθέντας, γίνεται παρὰ τὸ πελάζω, τὸ πλα‐ νῶ καὶ ἀπατῶ, κατὰ συγκοπὴν πλάζω. ἔστι δὲ μετοχή. σημαίνει καὶ τὸ ἀποκρουσθέντας. Παλύνω. ὡς μὲν Ἀπίων, τὸ μολύνειν καὶ βρέ‐ χειν. ἄμεινον δὲ τὸ λευκαίνειν. παρὰ τὴν πά‐ | |
20 | λην, ἣν οἱ Ἀττικοὶ πασπάλην λέγουσι. ση‐ μαίνει δὲ τὸ λεπτομερέστατον τοῦ ἀλεύρου. Παλαίω. παρὰ τὸ πάλλω, τὸ σείω. Παμφαίνῃσιν. ἔχει τὸ ι προσγεγραμμένον | |
κατὰ τὴν παραλήγουσαν. ἔστι δὲ ἐὰν παμφαί‐ | ||
pi1517 | νω καὶ τὸ τρίτον ἐὰν παμφαίνῃ, κατ’ ἔκτασιν τῆς σι συλλαβῆς παμφαίνῃσι μετὰ τοῦ ι. Παμφαλῶν. σημαίνει τὸ ἐπιφέρεσθαι καὶ πε‐ ριβλέπεσθαι παντί. οἷον· | |
5 | πόλλ’ ἐπιπαμφαλόωντες. εἴρηται παρὰ τὸ τὰ φάη ὧδε κᾀκεῖσε ἅλλε‐ σθαι. φαῶ καὶ παμφῶ καὶ πλεονασμῷ τοῦ λ παμφαλῶ. Παρέδωκεν. ἀντὶ τοῦ συγκεχώρηκε καὶ εἴασεν. | |
10 | Ἀπόστολος· παρέδωκεν αὐτοὺς εἰς ἀδόκιμον νοῦν. Παραζηλοῦν. τὸ ἐρεθίζειν καὶ παραθήγειν [καὶ κινεῖν] εἰς ζηλοτυπίαν. ὁποῖον τό· αὐτοὶ παρεζήλωσάν με ἐπ’ οὐ θεῷ. τουτέστιν ἐκίνη‐ | |
15 | σαν ἐν ἐμοὶ ζῆλον καὶ οἷον [εἰς] ὀργήν με ἠρέ‐ θισαν εἰδωλολατροῦντες. Παραπαίοντες. ληροῦντες, παραφρονοῦντες. Παρωθοῦντες. ἐκβάλλοντες. Παρωσάμενος. ἀπειθήσας. ἢ ἀποδιώξας. | |
20 | Παροισθέντι. ἀντὶ τοῦ παρενεχθέντι. Παρεζόμενος. παρακαθήμενος. | |
Παρῆσθαι. καθέζεσθαι. | ||
pi1518 | Παραβληθησόμενος. συγκριθησόμενος. Παρασυνεβλήθην. ὡμοιώθην. Παρῳχηκότων. ἀντὶ τοῦ παρελθόντων, παρελη‐ λυθότων. | |
5 | Παρακεκλημένοι. ἀντὶ τοῦ παρακληθέντες. Παραῤῥυείς. ἀντὶ τοῦ παρασυρείς. Παραῤῥυῶμεν. ἐκπέσωμεν. Παρακεκομμένος. ἐξεστηκὼς, μαινόμενος. Παρειμένας. παραλελυμένας. | |
10 | Παροιστρήσαντες. ἁμαρτήσαντες. Παροιστρῶσα. οἴστρῳ μαινομένη. Παρεωραμένη. καταφρονηθεῖσα. Παραθήγειν. ἀκονᾷν, διεγείρειν. Παρῆκεν. εἴασε, κατέλειψε. | |
15 | Παρίημι. καταλιμπάνω. Παρεγγυᾷ. παραγγέλλει. Παροξύνει. προτρέπεται. Παρείθη. εἰάθη. Παριππεύσας. παραδραμών. παρίππευσε χρό‐ | |
20 | νος πολύς. Παραπικραίνειν. παροξύνειν, παροργίζειν. | |
Παρῃωρεῖτο. ἐκρεμᾶτο. παρῃώρητο δὲ η. | ||
pi1519 | Παρῳδήκει. ἔξω τῶν γεγραμμένων εἶπε. Παρήκασι. παρῆλθον. παρείκασι δὲ ἀντὶ τοῦ παρέπεμψαν, δίφθογγον. Παρείκοι. ἁρμόζοι. ἐκ τοῦ παρείκοντος. | |
5 | Παρενείρειν. συνεισπλέκειν. συνεισβάλλειν. Παραθέει. παρατρέχει. Παραμείψας. παραλλάξας. Παρατροχᾶσαι. ἀντὶ τοῦ παραδραμεῖν. Παρασπονδήσας. τὰς συνθήκας παραβάς. | |
10 | Παρατάσσεται. πολεμεῖ, ὁπλίζεται. Παρεγγυᾶται. διδάσκει. ἐντέλλεται. Παραβαλεῖς. πλησιάσεις, ἢ παραθήσεις. | |
Παρευημερηθείς. παροραθείς. | ||
pi1520 | Παράτεινον. ἐξάπλωσον. πλάτυνον. Παροχετεύει. ὅταν ἀπὸ ἑτέρου ὑδρηγοῦ εἰς ἕτε‐ ρον ἐμβάλῃ. Παραγράφεται. ἐπιζημιοῖ. ἐξουθενεῖ. | |
5 | Παραγράψεται. οὐ παραδέξεται. Παραιτεῖται. ἀποβάλλεται. Παραιτοῦμαί σε, καὶ παρῃτήσατο αὐτὸν, καὶ παρῃτήσατο τὸ πρᾶγμα δὲ, οὐ δεῖ λέγειν. ἀλλ’ οἷον· ὅτι παραιτοῦμαί σε συγγνώμην ἔχειν, | |
10 | καὶ παραιτοῦμαί σε μὴ χαλεπαίνειν. Ξενοφῶν· τοὺς μὲν θεοὺς παραιτήσῃ συγγνώμονάς σοι εἶ‐ | |
ναι. λέγουσι δὲ ἐπὶ τοῦ αὐτοῦ τὸ παρίεμαι. | ||
pi1521 | Παραιτεῖσθαι. οὐχ εὕρηται ῥῆμα ἐν χρήσει ἐπὶ τοῦ ἀρνεῖσθαι, καὶ ἀποβάλλεσθαι καὶ μὴ δέ‐ χεσθαι, ἀλλ’ ἐπὶ τοῦ αἰτεῖν. ὡς παρὰ Μενάν‐ δρῳ· | |
5 | παραιτοῦμαί σε συγγνώμην ἔχειν. ὡς περιττὴν εἶναι τὴν πρόθεσιν, ὡς ἐπὶ τοῦ καθεύδω· τὸ γὰρ εὕδω δηλοῖ· σπανίως δὲ εὑρί‐ σκεται καὶ ἐπὶ τοῦ σημαίνοντος τοῦ ἐν τῇ συν‐ ηθείᾳ. | |
10 | Παρατρύζει. παραφωνεῖ. εἴληπται δὲ ἡ λέξις ἐπὶ ὀρνέων, ὅταν τοῖς οἰκείοις νεοττοῖς γοερῶς προσφωνοῦσι. Παραγκωνίσασθαι. ἀπώσασθαι. | |
Παραπεπήγασιν. ἐγγίζουσιν, παρομοιοῦνται. | ||
pi1522 | Παραθεωρήσω. παρεξέλθω εἰς ἑτέραν θεω‐ ρίαν. Παρακατέλεκτο. παρεκοιμήθη. Παρευδοκιμῶ. εἰς δόξαν ὑπερβαίνω. | |
5 | Παρελάσας. παραδραμών. Παρελέξατο. ἐκοιμήθη. Παρεληλυθώς. παρελθὼν, παροδεύσας. Παρέλκοντες. παρατείνοντες καὶ σύροντες. καὶ παρέλκον ἀντὶ τοῦ περιττὸν ἢ παρατεῖνον καὶ | |
10 | σῦρον. Παρελογίσατο. ἠπάτησεν ἢ ἐκράτησεν. Παρενοχλεῖν. παροξύνειν. Παρεῖναι. παρυπάρχειν. παρῆναι δὲ ἀντὶ τοῦ | |
σουβλισθῆναι, η. | ||
pi1523 | Παῤῥησιάσομαι. ἄδειαν καὶ ἐξουσίαν λάβω. Παριαύων. παρακοιμώμενος. [Παρίημι. καταλιμπάνω.] Παριόντων. παρερχομένων. | |
5 | Παρομαρτήσας. ἐξακολουθήσας. Παραδειγματίζω. παρομοιῶ. Παρεισελθεῖν. τὸ μετ’ ἄλλου πλαγιάσαντα συνεισελθεῖν. ὁ Ἀπόστολος· παρεισῆλθεν ὁ νόμος. ἐλθεῖν τῇ γυμνῇ τῇ παρουσίᾳ χρήσα‐ | |
10 | σθαι. Παραιτείσθω. παρῃτήσθω δὲ η. Παραμυθοῦμαι. ἀντὶ τοῦ παραινῶ καὶ συμβου‐ λεύω. καὶ δ’ ἂν τοῖς ἄλλοις ἂν ἐγὼ παραμυ‐ θησαίμην. | |
15 | Παρατρωπῶσι. παρατρέπουσι. πείθουσι. τρέ‐ πω, τρωπῶ. Παραμέμβλωκεν. παραμεμένηκε. πάρεστι. προθυμεῖται. [ἐκ τοῦ μέλω, μεμέληκα καὶ με‐ μέλωκα, καὶ συγκοπῇ καὶ πλεονασμῷ τοῦ β | |
20 | μέμβλωκα.] Παπῶ. ψηλαφῶ. παπῶ, παπᾷς, δευτέρα συζυ‐ γία †τῶν περισπωμένων.† τὸν ἁπαλῇ τε χειρὶ παπήσαντα. ἀπὸ τοῦ ἁφῶ, τὸ ψηλαφῶ. ἁφῶ οὖν, φαφῶ | |
25 | καὶ τροπῇ τῶν στοιχείων παπῶ. Πασχητιᾷ. θέλει πάσχειν. | |
Πάσχειν, πράττειν, θεωρεῖν, διαφέρει. πά‐ | ||
pi1524 | σχειν τὸ ἐν ἑαυτῷ ἔχειν τὴν αἰτίαν τοῦ πά‐ σχειν· πράττειν δὲ, ἐφ’ ὧν οὐ διαμένει τὸ τέ‐ λος ἤγουν τὸ ἀποτέλεσμα, ὡς ἀπὸ τῆς αὐλητι‐ κῆς καὶ ὀρχηστικῆς· τὸ δὲ θεωρεῖν ἐπὶ τοῦ | |
5 | ἀστρονομεῖν, γεωμετρεῖν, νοεῖν καὶ τῶν τοιού‐ των λέγεται. Πάσασθαι. γεύσασθαι. —καὶ σπλάγχν’ ἐπάσαντο. παρὰ τὸ μασᾶσθαι κατὰ τροπὴν τοῦ μ εἰς π, | |
10 | καὶ τοῦ τόνον ἐναλλαγήν. Πάσσω. τὸ ἐπιβάλλω. καὶ ἐπιπάττω. Παφλάζω. ἀναζέω. ἢ τὸ ἐκ βρασμοῦ ἀναδό‐ σεις γίνεσθαι. πεποίηται δὲ αὕτη ἡ λέξις παρ’ Ὁμήρῳ, ὡς [ἠχητικὴ ἤγουν] ἤχου μιμητικὴ, | |
15 | ὅνπερ ὁ τῶν κυμάτων εἴωθεν ἀναπέμπειν βρα‐ σμός. γίνεται παρὰ τὸ φλέω, ὃ καὶ φλύω λέ‐ γεται. —ἀνὰ δ’ ἔφλυσε καλὰ ῥέεθρα. δηλοῖ δὲ τὸ ἀναπέμπω καὶ ἀναδίδωμι. κατὰ | |
20 | συγκοπὴν φλῶ, παράγωγον φλάζω, ὡς ῥίπτω, ῥιπτάζω, καὶ ἐνθουσιῶ, ἐνθουσιάζω. Παπταίνων. περιβλεπόμενος, ἐπιτηρῶν. παρὰ τὸ φάη πεταννύειν γέγονε φαπταίνω καὶ συγ‐ κοπῇ καὶ τροπῇ παπταίνω. [ἢ ἔστι ῥῆμα πέτω | |
25 | καὶ τὸ παθητικὸν πέτομαι, καὶ κατὰ συγκοπὴν πτῶ, ἀφ’ οὗ παράγωγον καὶ κατὰ ἀναδιπλα‐ | |
σιασμὸν παπταίνω.] | ||
pi1525 | Παριστάνετε. ποιεῖτε, ἀποδεικνύετε, παρασκευά‐ ζετε. καὶ ὁ Ἀπόστολος· ᾧ παριστάνετε ἑαυ‐ τοὺς δούλους εἰς ὑπακοήν. Παράκειται. ἐπιμελῶς ἔγκειται. καὶ ὁ Ἀπόστο‐ | |
5 | λος· ὅτι ἐμοὶ τὸ κακὸν παράκειται. Παράγει. ἀντὶ τοῦ παρέρχεται. | |
7t | (Ἐπίῤῥημα.) | |
8 | Παγίως. βεβαίως, ἀσφαλῶς. *Παροδευτικῶς. ἀπροσέκτως.* | |
10 | Πάγχυ. παντελῶς. παρὰ τὸ πάνυ γίνεται πάν‐ χυ πλεονασμῷ τοῦ χ, καὶ τροπῇ τοῦ ν εἰς γ πάγχυ. Παγκλήρως. *πάντα τὸν ἐπώνυμον κλῆρον.* Πάλαι. ἀρχῆθεν. | |
15 | Πάλιν. ἐκ δευτέρου. Παλληνόθεν. ἐκ Παλλήνης χώρας. Πάμπαν. παντελῶς. [Πάντη. παντελῶς.] πάντη καὶ ταύτη, η. παντὶ δὲ καὶ ταυτὶ, ι. | |
20 | Πανδημεί. παντὶ τῷ δήμῳ. | |
Παννυχί. δι’ ὅλης τῆς νυκτός. | ||
pi1526 | Πανσυδεί. παντὶ τῷ πλήθει. παρὰ τὸ ὁμοῦ σείεσθαι ἤγουν ὁρμᾷν καὶ ἀκολουθεῖν. Πανστρατί. πᾶσαν τὴν στρατιάν. Πανθοινεί. τὸ κατευωχήσασθαι. | |
5 | Πάντοσε. ἀντὶ τοῦ πανταχοῦ καὶ πανταχῆ. [Πάντοθεν.] Πάντοτε. τὸ πάντοτε παρ’ οὐδενὶ τῶν δοκίμων εὑρίσκεται. Παμπήδην. παντελῶς. | |
10 | Παραπόδας. ἐγγὺς ἢ εὐθύς. Παρακλιδόν. ἀντὶ τοῦ παρακλίνας. Πάρεξ. ἐκτὸς, χωρίς. Πάρος. ἀντὶ τοῦ πρίν. [πάρος δόρποιο μέδεσθαι.] | |
15 | Πάροιθεν. πρότερον ἢ ἔμπροσθεν. [ἀπὸ τοῦ πά‐ ρος πάροθεν καὶ πάροιθεν. καὶ παροίτερος ἀπὸ τοῦ πάρος.] σημαίνει δὲ καὶ τὸ πρῶτος. [Ἄνδρα τὸν, ὅς μιν ἔτυψε παροίτατος—.] Πατροπροβλήτως. ἐκ τοῦ πατρὸς προβαλλό‐ | |
20 | μενον. Παραφραστικῶς. παραφράζειν ἐστὶ τὸ ἔχεσθαι | |
τινῶν μὲν λέξεων, τινῶν δὲ ἀπέχεσθαι. | ||
pi1527(1t) | Τὸ Π μετὰ τοῦ Ε. | |
2t | (Ἀρσενικόν.) | |
3 | Πεδήτης. ὁ δεσμός. ἀπὸ τοῦ πέδω πεδήτης. †Πέδουρος. ὁ μετέωρος.† | |
5 | Πειθήνιος. ὑπείκων, πειθόμενος. Πειραταί. καταποντισταὶ, κουρσάριοι. παρὰ τὸ πείρειν, ὅ ἐστι περᾷν. —ἀλεγεινά τε κύματα πείρων. ἢ παρὰ τὴν πεῖραν, ὃ δηλοῖ τὴν ἔφοδον. | |
10 | Πειραστής. ὁ πειράζων δαίμων. Πειραιεύς. λιμὴν οὕτω καλούμενος. ἔστι δὲ καὶ τὸν Πειραιᾶ. Πείρως. κύριον. Πίῤῥος δὲ ὄνομα ποταμοῦ, ι. Πειώλης. ὁ πόρνος ὁ διὰ τὸ πέος καὶ τὸ αἰ‐ | |
15 | δοῖον ἀπολλύμενος. σπέος δέ ἐστι καὶ κατ’ ἔλ‐ λειψιν τοῦ ς πέος. Πείσαυρος. κύριον. Πέλται. οἱ τοξόται, οἱ τοὺς ξυστοὺς κατέχον‐ τες· ξυστοὶ δὲ τὰ κοντάρια. | |
20 | Πελώριος. ὁ μέγας. παρὰ τὸ πέλω, τὸ ὑπάρ‐ χω, καὶ τὸ ὤρα, ἡ φροντίς. ᾧ πέλει φροντὶς | |
διὰ τὸ μέγεθος. | ||
pi1528 | Πελιδνός. δίϋγρος ἢ μέλανος. τίνος πελιδνοὶ οἱ ὀφθαλμοί. Πέλεκυς. καὶ κλίνεται πελέκεως. Πελαργός. διὰ τὸ ἔχειν πτερὰ μελάντερα καὶ | |
5 | λευκά. πελὸν γὰρ τὸ μέλαν, καὶ ἀργὸν τὸ λευκόν. Πέμμις. κύριον. Πένης. ὁ ἐξ ἀρχῆς ἐν ἐνδείᾳ ὤν. Πενιχρός. παρὰ τὸ πένης πενιχρὸς, ὡς μέλι | |
10 | μελιχρός. Πεντώβολος. ὁ πέντε ὀβολοὺς ἔχων. Πέπειρος. ὁ ὥριμος καρπός. Πέπλος. τὸ γυναικεῖον ἱμάτιον. οἱονεὶ περίπε‐ πλος τὶς ὤν· ὁ περὶ τὸν φοροῦντα περιπελόμε‐ | |
15 | νος καὶ εἰλούμενος, καὶ κατὰ συγκοπὴν τῆς ρι συλλαβῆς καὶ τοῦ ε πέπλος. [ἢ παρὰ τὸ πρέ‐ πω, ῥηματικὸν ὄνομα πρέπαλος καὶ ἀποβολῇ τοῦ ρ πέπαλος καὶ συγκοπῇ πέπλος.] Πέπων. ἡ ὀπώρα. καὶ ὁ προσηνὴς φίλος. ἀπὸ | |
20 | τοῦ πεπείρου καὶ ἀσφαλοῦς. ἢ ἀπὸ τοῦ πε‐ | |
παίνω. | ||
pi1529 | †Περιναῖοι. φλεβάδες. πόροι. οἵτινες ἐπὶ μὲν τῶν ἐχόντων αἰδοῖον εἰς αὐτὸ τὸ αἰδοῖον ἐξά‐ γουσι τὸ σπέρμα, ἐκ δὲ τούτων διαδεξάμενον τὸ αἰδοῖον ἀφίησιν εἰς τὸ θῆλυ.† | |
5 | †Περκνός. κυνηγετικός. ἀπὸ τοῦ περισσῶς καί‐ νειν.† Πέρπερος. ὃ μὴ διὰ χρείαν, ἀλλὰ διὰ καλλωπι‐ σμὸν παραλαμβάνει τὶς, ἢ καὶ ὁ βλακικὸς καὶ ὁ προπετής. | |
10 | Περίπατος. διακινητήριον. ἢ αὐτὸ τὸ βάδισμα. Περίκλυτον. περιδοξότατον. Περιδεής. ὁ περίφοβος. Περίβλεπτος. ὁ ἔνδοξος. Περιούσιος. ἐξαίρετος. | |
15 | Περιουσιασμός. περιουσία, πλοῦτος. Περιτομεύς. ἡ σμίλη. Περιττοεπής. ὁ περισσολόγος. Περπέννας. κύριον. Πετηλιανός· Πετίλιος καὶ Πετεός. ὀνόμα‐ | |
20 | τα κύρια. | |
pi1530 | Πέτρος. κύριον. πρᾶξις ἑρμηνεύεται ἤτοι πρα‐ κτικὸς τῇ θερμότητι τῆς πίστεως. Πεττοὶ καὶ πεσσοί. τὰ βόλια, ἐν οἷς ταβλί‐ ζουσι. | |
5 | Πευθήν. ὁ μανδάτωρ. καὶ κλίνεται πευθῆνος. ἀπὸ τοῦ πεῦσις, ἡ ἐρώτησις ἢ ἡ ἀπόκρισις. οἱ γὰρ μανδάτωρες ποιοῦσι τὰ μηνύματα ἔν τε τοῖς δικαστηρίοις καὶ τοῖς ἐν αὐτοῖς δικαζομένοις. Πέριλος. τὸ αἰδοῖον. | |
10 | Περίτανος. ὁ περιττῶς αἰνούμενος εἰς κάλλος. Περιούσιος. ἐξηλλαγμένος. Περισκέπτῳ. περιβλέπτῳ. Ὅμηρος· ὑψηλὸς δέδμητο, περισκέπτῳ ἔνι χώρῳ. Πέλεκυς. παρὰ τὸ πέλειν ὠκέως. | |
15t | (Θηλυκόν.) | |
16 | Πέδη. ὁ δεσμός. παρὰ τὸ δέω, ἔδη, καὶ πλεο‐ νασμῷ τοῦ π πέδη. Πέζα. ὁ ποῦς. | |
Πειθοῖ. τῇ πεισμονῇ. | ||
pi1531 | Πείσαιρα. πόλις. Πεῖσα. ἡ πεῖσις καὶ ἡ πεισμονή. [ὡς βήσω, βῆ‐ σα. Ὅμηρος· τῷ δὲ μάλ’ ἐν πείσῃ κραδίη—. | |
5 | ἀντὶ τοῦ ἐν ἡσυχίᾳ καὶ ὑπομονῇ. ὡσεὶ ἔλεγεν ἀντὶ τοῦ ἐπείσθην.] Πείρινθος. ὃ καὶ πείρινθα λέγεται. σημαίνει δὲ τὸ τετράγωνον τὸ ἐπάνω τῆς ἁμάξης ξύλον, εἰς ὃ ἐντίθεται τὰ κομιζόμενα. οὕτως Ἀπίων. | |
10 | ὁ δὲ Δίδυμος τὸ ἐκ ῥιπῶν πεπλεγμένον πλιν‐ θίον. ῥίπενθα καὶ καθ’ ὑπέρθεσιν καὶ πλεο‐ νασμὸν τοῦ ι πείρινθα. ἢ παρὰ τὸ θέειν πέ‐ ρινθος καὶ πείρινθος. ἢ πείρινθος τὸ σχοινίον. λέγεται δὲ Πείρινθος καὶ ἡ ἐν τῇ δύσει Ἡρά‐ | |
15 | κλεια. | |
Πειρατεία. ἡ λῃστεία. | ||
pi1532 | Πελαία. τοπικόν. Πελλήνη. πόλις. Πέλεια. ἡ περιστερά. παρὰ τὸ πελὸν, ὃ ση‐ μαίνει τὸ μέλαν. καὶ πελειάς. | |
5 | πελειάδα χειρὶ μεμαρπώς. ὥσπερ παρὰ τὸ μαίω γίνεται μαιὰς, οὕτω καὶ παρὰ τὸ πέλεια πελειάς. οὕτω Χοιροβοσκός. Πελοπόννησος. δύναται πλεονάζειν τὸ ν. παρὰ τὴν Πέλοπος γενικὴν γέγονε τὸ ἀκόλουθον Πε‐ | |
10 | λοπόννησος. ὡσαύτως καὶ Προικόννησος. Πενεστρίνη. πύλης ὄνομα. Πένησσα. ἡ ἐξ ἀρχῆς ἐν ἐνδείᾳ οὖσα. Πενία. στέρησις χρημάτων καὶ κτημάτων. Πενταετηρίς. ἡ πέντε ἐτῶν οὖσα. | |
15 | Πεπάλη. τὸ τοῦ ἀλεύρου λεπτόν. ὅπερ οἱ Ἀτ‐ | |
τικοὶ πασπάλην λέγουσι πλεονασμῷ τοῦ ς. [ὅπερ | ||
pi1533 | ἐπιπάσσεσθαι δύναται διὰ τὴν λεπτότητα. πα‐ ρὰ τὸν πάσσω μέλλοντα πάλη, ὡς δαμάσσω δα‐ μάλη. τινὲς δίφθογγον γράφουσι τὸ παι, ἐγὼ δὲ λέγω, ὅτι πάλη ἐστίν.] | |
5 | †Περιβαρίδες. ὑποδήματα γυναικῶν.† Περίνοια. μερικὴ γνῶσις. τοῦ Θεολόγου· ἐν πε‐ ρινοίᾳ θεοῦ. Περιουσία. περισσεία, πλεονασμὸς, ὑπεροχή. ἀσύγκριτος οὐσία. | |
10 | Περιπεζίας. πορευτῆς, ἐπιβατῆς, καταληπτῆς. †Πεπραμένη. διοίκησις. πεπερασμένη καὶ συν‐ τετελεσμένη διοίκησις.† Περισπωμένη. ποιότης συλλαβῆς. ἐκ τοῦ περι‐ κεκλᾶσθαι, καὶ οἱονεί τις συνειρημένη εἶναι. | |
15 | ποιότης δέ ἐστι φωνὴ δηλοῦσα τὴν ποσότητα τῆς σημασίας. Περίληψις. ἡ περισσοτέρα νόησις. ἐκ τοῦ λήβω, τὸ λαμβάνω. Περιφορά. ἡ κατὰ κύκλον κίνησις. | |
20 | Περίοδος. κύκλος. | |
Περιωπή. τὸ ὕψος, ἡ ἀκρώρεια. | ||
pi1534 | Περικεφαλαία. τὸ κράνος. Περιοχή. κλῆρος· συνοχή· ὑπόθεσις, ἢ περιπέτεια. Περιπέτεια. ὑποθέσεως σύμπτωμα. | |
5 | Περίνοια. μηχανὴ, τέχνη. Περιφέρεια. κύκλος ἢ διαστροφή. Περιγραφή. ἡ περιέχουσα αὐτὸ τὸ ὅλον σῶμα. Περίγρα. ὁ διαβήτης. Περίφρασις. συγκάθεσις τοῦ προσταθέντος. ἢ | |
10 | δι’ ἑτέρου τρόπου. ὡς τινὸς λέγοντος, τρία καὶ δύο πέντε, ἄλλος τῷ αὐτῷ συνομολογεῖ δι’ ἑτέ‐ ρου τρόπου λέγων, δύο καὶ τρία πέντε. περί‐ φρασις δὲ λέγεται καὶ ἡ τοῦ ἁγίου Διονυσίου φωνὴ ἡ θεανδρική· εἰ γὰρ καὶ δι’ ἑτέρου τρό‐ | |
15 | που, ἀλλὰ θεὸν καὶ ἄνθρωπον ὡμολόγησε καὶ αὐτὸς κατὰ τοὺς ἁγίους πατέρας. Περπερεία. ὃ μὴ διὰ χρείαν, ἀλλὰ διὰ καλλω‐ πισμὸν παραλαμβάνεται, ὃ καὶ ἡ βλακεία καὶ ἡ προπέτεια. | |
20 | Πευκαλίμη. συνετή. Πεῦσις. ἡ ἐρώτησις, ἢ ἡ ἀπόκρισις. ἀπὸ τοῦ πεύ‐ | |
θω, τὸ μανθάνω. | ||
pi1535 | Περισσεία. ἡ δαψίλεια. καὶ ὁ Ἀπόστολος· πολλῷ μᾶλλον οἱ τὴν περισσείαν τῆς χάριτος—. Πεισμονή. τὸ πεισθῆναι τοῖς λέγουσιν ὑμῖν πε‐ ριτέμνεσθαι. | |
5t | (Οὐδέτερον.) | |
6 | Πέδιλα. ὑποδήματα. ἀπὸ τοῦ εἰλίσσεσθαι τοῖς ποσίν. ἢ ἀπὸ τοῦ πέδη, ὁ δεσμός. Πέδον. γῆ. ἔδαφος, ἐφ’ οὗ βεβήκαμεν τοῖς ποσὶ τοῦ πεζεύειν. καὶ πεζούς φασι τοὺς διὰ τῶν | |
10 | ἰδίων ποδῶν ποιουμένους τὴν πορείαν. Πεῖσμα. τὸ ἐν τῇ συνηθείᾳ. καὶ τὸ σχοινίον. παρὰ τὸ πείθω, πείσω, πεῖσμα· καὶ γὰρ τὰ ἀπόγεια σχοινία πείθεσθαι καὶ εἴκειν ποιοῦσι τὴν ναῦν. | |
15 | Πεινάκιον. τὸ τῆς πείνης ἄκος. πινάκιον δὲ, ἐν ᾧ ἐσθίομεν, ι. Πελόν. τὸ μέλαν. καὶ πελίωμα, τὸ μέλαν χρῶμα. Πελιδνόν. μέλαν, δίϋγρον. Πέλαγος. τὸ μὴ πέλας γῆς. ἢ παρὰ τὸ τῆλε, | |
20 | ὃ σημαίνει τὸ πόῤῥω, καὶ τὸ γῆ· τήλεγός τι ὂν, τὸ πόῤῥωθεν τῆς γῆς. Πελλαῖον. ὄρος. Πέλμα. παρὰ τὸ πεπιλῆσθαι πλέον τοῦ λοιποῦ σώματος. ἢ παρὰ τὸ πέλας ἀεὶ καθεστάναι | |
25 | τοῦ ποδός. Πεμπταῖον. τὸ μετὰ τὴν πέμπτην. | |
Πέμμα. καρύκευμα. ἢ εἶδος πλακοῦντος. | ||
pi1536 | Πένθος. διάθεσις ψυχῆς σκυθρωπὴ, ἐπὶ στερή‐ σει τινὸς τῶν καταθυμίων συνισταμένη, ὅπερ ἐπὶ τῶν ἐν εὐθυμίᾳ βιούντων χώραν οὐκ ἔχει. ἢ αἴσθησις ἀλγεινὴ τῆς τῶν εὐφραινόντων στε‐ | |
5 | ρήσεως. εἴρηται πένθος παρὰ τὸ βάθος, καὶ πλεονασμῷ καὶ τροπῇ τῶν στοιχείων γίνεται πένθος. κυρίως δὲ ἐπὶ τῶν κατοιχομένων. παρὰ τὸ ἐν βαθυτάτῳ εἶναι τὴν ἑαυτῶν λύπην. ὁ δὲ Ἡρωδιανὸς, παρὰ τὸ πάθος πλεονασμῷ τοῦ | |
10 | ν καὶ τροπῇ πένθος. Πέπλα. ἱμάτια γυναικεῖα. †Πεπιλημένον. συνεσφιγμένον.† Περιεκτικόν. τὸ καθόλου. ἢ τὸ ἐν ἑαυτῷ τὰ με‐ ρικὰ συνάγον καὶ ἀναπληροῦν. | |
15 | Περιάμματα. τὰ κατὰ τοὺς τραχήλους καὶ τὰς χεῖρας καὶ τοὺς πόδας βεβαμμένα κλώσμα‐ τα, ἅτινα αἱ γυναῖκες περιάπτουσι. Περικαλλές. λίαν λαμπρόν. Περίοπτον. μέγα, ὑψηλόν. | |
20 | Περιδέραια. τὰ περιτραχήλια. δέρη γὰρ ὁ τρά‐ χηλος. Περίψημα. βδέλυγμα. Πέρας. τὸ τέλος. Περίπυστον. ἐξάκουστον. | |
25 | Περίπτερα. ὁ ἀποσπινθηρισμός. Περίγειον. .... | |
Πέπερι. παρὰ τὸ πέττω, τὸ εἰς πέψιν ἄγω. | ||
pi1537 | Περίγραπτον. ὅπερ διανοίᾳ καὶ γνώσει κατα‐ λαμβάνεσθαι δυνατόν. καθὰ καὶ ἄγγελοι ἀλ‐ λήλων τὴν φύσιν. Πέτηλα. φύλλα δένδρων. ἀπὸ τοῦ πέτεσθαι. | |
5 | Πετώνιον. τὸ τοῦ ὕδατος. Πέταυρον. παγίς. βάθος. εἰς ᾅδου πέταυρον. πέταυρα καὶ τὰ σανίδια, ἐν οἷς στεγάζομεν τὰ ὀσπήτια. [ἀπὸ τοῦ ταῖς αὔραις, ὅ ἐστι ταῖς πνοαῖς, πέτεσθαι. κοῦφα γάρ ἐστι καὶ ὑπηνέ‐ | |
10 | μια.] †Πετίτον. πειρατικὴ σκάφη.† Πετρόβολον. ἡ λίθου βολή. διώβολον δὲ, μέγα. Πετροπομπόν. μηχάνημα, δι’ οὗ πέμπεται ἡ πέτρα. | |
15 | Πευκεδανόν. πικρόν. Περικαθάρματα. ἀντὶ τοῦ ἀποψήγματα, καὶ | |
ὥσπερ ἀποσαρώματα. | ||
pi1538 | Περίψημα. τὸ σάβανον· ὃ τοὺς ἱδρῶτας τοῦ κάμνοντος ἀποψύχει. ἢ τὸ ἀποῤῥιπτούμενον σκύβαλον, ὡς περιττόν. [ἀπὸ μεταφορᾶς τῶν τὰς τραπέζας ἀποψώντων μετὰ τὸ φαγεῖν.] | |
5t | (Ῥῆμα.) | |
6 | Πεδεῖται. δεσμεῖται. Πείσεσθαι. παθεῖν. Πειρῶμαι. ἀπόπειραν καὶ δοκιμὴν ποιοῦμαι. Πεινῶ. παρὰ τὸ πένω καὶ πένομαι, ᾧ παρέπε‐ | |
10 | ται πολλάκις τοῦτο. Πέλω. τὸ ἀναστρέφομαι. καὶ πέλει ἀντὶ τοῦ ὑπάρχει. Πένω. τὸ ἐνεργῶ καὶ πονῶ. Πένοντο. παρὰ τὸ πένω, τὸ ἐνεργῶ καὶ κάμνω, | |
15 | ἀφ’ οὗ πόνος καὶ πόντος. Πεπαρῳνήκεσαν. ἀτάκτως ὕβρισαν. Πεπαρμένος. διαπεπερονημένος. ἔστι πείρω, τὸ | |
κεντῶ, περῶ, πέπαρκα, πέπαρμαι. | ||
pi1539 | Πεπανθέν. ὥριμον γεγονός. καὶ πεπαίνω. Πεπορπημένον. συνεχόμενον περόνῃ ἢ πόρπῃ, ὅ ἐστι κομβίῳ. Πεπαλάσθαι. κληρώσασθαι, λαχεῖν. κλῆρος | |
5 | γὰρ ὁ πάλος. παρὰ τὸ παλῶ παλάσσω. Πεπιασμένοις. μεμιασμένοις. Αἰλιανός· φάγη δ’ ἂν τρίγλη καὶ ἀνθρώπου νεκροῦ καὶ ἰχθύος· φιληδοῦσι δὲ μᾶλλον τοῖς πεπιασμένοις καὶ κα‐ κόσμοις. | |
10 | Πεποιωμένον. ἔχον ποιότητα. ποιότης δέ ἐστιν ἐνούσιος δύναμις, ὡς τοῦ ὕδατος ἡ ψυχρότης, καὶ τοῦ πυρὸς ἡ θερμότης, καὶ τοῦ λίθου ἡ σκληρότης, καὶ τῆς γῆς ἡ ξηρότης. ποιότης δὲ καὶ ἰδιότης, καὶ διαφορὰ καὶ ἰδίωμα ἓν καὶ τὸ | |
15 | αὐτὸ σημαίνει. Πεπιθεῖν. πείθω, ὁ δεύτερος ἀόριστος ἔπιθον, τὸ ἀπαρέμφατον πιθεῖν, καὶ ποιητικῷ ἀναδι‐ πλασιασμῷ πεπιθήσω, πεπιθεῖν. Πεπνυμένος. συνετὸς, φρόνιμος. παρὰ τὸ πνέω, | |
20 | πνύω, πνύσω, πεπνυμένος. Πεποτήαται. ἀπὸ τοῦ πέτω ῥήματος γίνεται ποτῶ, ποτήσω, πεπότηκα, πεπότημαι, καὶ κατ’ | |
ἔκτασιν τοῦ ε εἰς η πεποτήαται, ὡς νενόαται. | ||
pi1540 | Πέπρακα. περῶ, περάσω, πεπέρακα καὶ ἐν συγκοπῇ πέπρακα. Πεπερασμένον. πεπληρωμένον. Πεπαισμένος. ἀπὸ τοῦ πεπαίνω. πεπαισμένος | |
5 | τὰς φρένας. Πεπλαδηκώς. ξηρανθεὶς, ἢ σαπείς. Πέποιθεν. ἐλπίζει. θαῤῥεῖ. Πέπομφα. ἔπεμψα. Πέπταμαι. ἐκ τοῦ ἵπτημι, ἔπτακα, ἔπταμαι, | |
10 | [ἔπτασαι,] ἔπταται, καὶ πλεονασμῷ τοῦ π πέ‐ πταμαι, αἰολικῶς· οἱ γὰρ Αἰολεῖς εἰώθασι προστιθέναι σύμφωνον. ὥσπερ τὸ ἐπτέρυγμαι, οἷον· —ὡς δὲ πάϊς παῖδα μητέρα πεπτερύγωμαι. | |
15 | Ἡρωδιανὸς ἐν τοῖς περὶ πάθους. Πέπτωκα. πτῶ, ὁ παρακείμενος ἔπτωκα καὶ κατὰ ἀναδιπλασιασμὸν πέπτωκα. Πέπρωται. εἱμαρμένον ἐστί· καὶ πεπεράτω‐ ται. | |
20 | Πελάζειν. πλησιάζειν. Περιστοιχήσαντες. περικυκλώσαντες. περι‐ | |
στάντες. | ||
pi1541 | Περιπτύσσεσθαι. προσφύεσθαι, περιπλέκεσθαι. Περισκυθίσαντες. σπαράξαντες. κυρίως δὲ τὸ ἀποτεμεῖν τὸ ἐπὶ κεφαλὴν δέρμα σὺν ταῖς θρι‐ ξί· καταχρηστικῶς δὲ καὶ τὸ ἀποκεῖραι. | |
5 | Περιφύς. ἀντὶ τοῦ περιπλακείς. Περιῤῥέουσα. ἡ λεπτὴ καὶ ἀραχνώδης καὶ μα‐ λακή. Περιέτριζεν. ἔκλαιεν· ἠντιβόλει. πεποίηται ἡ φωνὴ ἀπὸ τῶν πτηνῶν τῶν περιπτομένων καὶ | |
10 | θρηνούντων τοὺς κινδυνεύοντας ἑαυτῶν νεοττούς. Περιτετμῆσθαι. ἤγουν Ἰουδαῖον χρηματίζειν. Ἰουδαίων γὰρ ἡ περιτομή. Περιοριζόμενον. περιγραφόμενον, ὅ ἐστι πε‐ | |
ριεχόμενον. | ||
pi1542 | Πέρθω. τὸ πορθῶ. Περιπολεύειν. κυκλεύειν, ἀναστρέφεσθαι. Περιαυτίζεται. περὶ αὐτοὺς μέγα φρονεῖ. ἢ περὶ τῶν αὐτῶν πάλιν λέγει. | |
5 | Περινοστεῖ. περιέρχεται. ἀναστρέφεται. Περιστέλλων. σκέπων, ἐνδύων. Περιαθρεῖ. περιβλέπει. Περιλάμπεσθαι. τὴν μερικὴν λάμψιν δηλοῖ. καταλάμπεσθαι δὲ τὴν τελείαν. | |
10 | Περιστένειν. στενοχωρεῖν. ἢ καὶ τὸ στενάζειν. Περιέπειραν. ἔπηξαν. πείρω γὰρ τὸ σουβλίζω Περιεργαζόμενος. πονηρευόμενος. | |
Περιέσται. νικήσει, ἢ περιγενήσεται. | ||
pi1543 | Περιπτυξώμεθα. ἀσπασώμεθα. Περιστέλλει. κοσμεῖ. ἢ φροντίδος ἀξιοῖ. Περιέπει. φυλάττει. Περιορισθῆναι. περιληφθῆναι. | |
5 | Περιόψεται. παρίδοι, καταφρονήσει. Περκάζει. ὡριμάζει. Περαίνει. καὶ περαιῶσαι, τὸ τελειῶσαι. Πέττω. τὸ χωνεύω. ἐξ οὗ καὶ πέψις. τριττὴ δέ ἐστιν ἡ πέψις ἐν τοῖς ἐναίμοις ζώοις. καὶ | |
10 | πρώτη μὲν ἡ ἀπὸ τῆς οἱασοῦν τροφῆς εἰς χυ‐ λοποίησιν ἐν τῇ κοιλίᾳ μεταβαλλομένη. δευ‐ τέρα ἡ διὰ τῆς κοίλης φλεβὸς τῆς κυρτῆς ὀνο‐ μαζομένης ἐκ τῆς κοιλίας εἰς τὸ ἧπαρ ἑλκο‐ μένη, κᾀκεῖσε εἰς αἷμα μετασκευαζομένη. τρί‐ | |
15 | τη ἡ ἀπὸ τοῦ αὐτοῦ ἥπατος εἰς ἓν ἕκαστον μόριον τοῦ ὅλου σώματος ἀναδιδομένη καὶ τρο‐ φὴν τὴν αὐτοῖς ἁρμόζουσαν παρεχομένη· ἐν ᾗ δηλαδὴ τρίτῃ πέψει ἔστιν ἡ αἱματοποίησις, ἡ αὐτὴν τὴν σάρκα γεννῶσα. διὸ καὶ ὁρίζεται, τί | |
20 | ἐστι σὰρξ, αἷμα πεπηγὸς ὑπὸ φύσεως. Πεφήσεται. ἀναιρεθήσεται. Πεφαυλισμένον. ἀποδεδοκιμασμένον. | |
Πεφοινιγμένη. ᾑμαγμένη. | ||
pi1544 | Πεφωριῶσθαι. τὸν ὀφθαλμὸν πεπαχύνθαι. Περπερεύεται. προπετὲς ποιεῖ· ἀτακτεῖ· κατε‐ παίρεται. ἡ ἀγάπη οὐ περπερεύεται. Πέποιθας. ἀντὶ τοῦ λογίζῃ. τοῦ Ἀποστόλου Πέ‐ | |
5 | τρου· πέποιθας σεαυτὸν ὁδηγὸν εἶναι τυφλῶν. Περισσεύομεν. τουτέστιν εὐδοκοῦμεν παρὰ θεῷ. ἀποστολικὴ ἡ λέξις. | |
8t | Τὸ Π μετὰ τοῦ Η. | |
9t | (Ἀρσενικόν.) | |
10 | Πηγός. ὁ εὐτραφής. Πηγεσίμαλλος. ὁ βαθύθριξ. Πήγασος. ὄνομα ἵππου. Πήδαιος. κύριον. Πήδασος. πόλις ἢ τόπος καὶ ὄρος. | |
15 | Πηκαλισμός. ὁ ἐμπαιγμός. Πηνεός. ποταμός. Πηός. ὁ κατ’ ἐπιγαμίαν συγγενής. Πηρός. ὁ τυφλὸς, ὁ βεβλαμμένος. Πηρῖνος. τὸ αἰδοῖον. | |
20 | Πηλεύς. κύριον. παρὰ τὸ βάλλω, τὸ κινῶ, γί‐ | |
νεται Παλεὺς, καὶ τροπῇ τοῦ α εἰς η Πηλεύς. | ||
pi1545(1t) | (Θηλυκόν.) | |
2 | Πηγή. ἀνάβλυσις τῆς ὑπὸ γῆν ἀτμίδος, ἥτις ὑπὸ τῆς ἐντὸς ψυχρότητος κατὰ μικρὸν βληθεῖσα ὁμοῦ τὲ συνήφθη καὶ ἐξεδόθη. | |
5 | Πηγυλίς. τὸ κρύος. Πηδώνη. ἡ κώπη. ἢ πηδόν. Πήρα. τὸ σακκούλιον. πείρα δὲ ἡ δοκίμη, δί‐ φθογγον. Πηκτίς. τὸ τῆς κιθάρας ξύλον. | |
10 | Πήληξ. ἡ περικεφαλαία. Πηλιάς. τὸ δόρυ. Πηλιάδα μελίην. ἀπὸ μελίας δένδρου. Πημονή. ἡ βλάβη. | |
15 | Πημαντική. διδασκαλική. Πημαντή. βλαβερά. Πηνίτις. χώρα. Πηνελόπη, Πηνεὼ καὶ Πηνελόπεια. ὀνόματα κύρια. | |
20 | Πηνήκη. τὸ κεφαλοδέσμιον. πηνύκη δὲ, ἡ οὐρὰ, | |
τὸ νυ ψιλόν. | ||
pi1546 | Πῆχυς. μέτρον δισπιθαμιαῖον. καὶ κλίνεται πή‐ χεως, ὡς πέλεκυς πελέκεως. ἃ καὶ σεσημείων‐ ται ὡς διὰ τοῦ ω μεγάλου γραφόμενα. [καὶ διὰ τί σεσημείωνται;] Ἡρωδιανὸς λέγει, ὅτι | |
5 | πήχυος ἦν καὶ πελέκυος κατὰ ἀκολουθίαν, ὡς βότρυς βότρυος· ἀλλ’ ἐπειδὴ οἱ Ἀττικοὶ τὸ ο μικρὸν εἰς ω μέγα μεταβάλλουσι καὶ τὰ παρα‐ λήγοντα τῶν φωνηέντων εἰς ε, τούτου χάριν καὶ τὸ πελέκεως καὶ πήχεως μετέστρεψαν εἰς | |
10 | ἐκτεινόμενα. παραλῆγον δέ ἐστιν, οἷον Μενέλαος, τὸ α· τὸ γὰρ Μενέλαος Μενέλεως γράφουσιν οἱ Ἀττικοί. Πῆξις. ἡ ἑδραίωσις. Πηγάδας. κρυώδεις ἡμέρας. Ἡσίοδος· | |
15 | τοῦτον ἀλεύασθαι, καὶ πηγάδας, αἵ τ’ ἐπὶ γαῖαν. Πήρα. παρὰ τὸ τηρῶ. ἡ τὰ βαλλόμενα τη‐ ροῦσα. | |
19t | (Οὐδέτερον.) | |
20 | Πήγανον. βοτάνη. ὅπερ φυτευόμενον ὑπὸ τῇ | |
συκῇ δριμύτερον ἑαυτῆς γίνεται. μετατίθεται | ||
pi1547 | γὰρ εἰς τὸ φυτὸν τὸ ἐν τῇ συκῇ βαρύοσμον. καὶ ταῖς συκαῖς τῶν ἀγριοσυκῶν παραφυτευο‐ μένων βελτίω τὰ σῦκα γίνονται. Πηδάλια. αὐχένια. | |
5 | Πηκτόν. τὸ ἄροτρον. Πῆμα. ἡ βλάβη. πῆμα κακὸς γείτων—. Πηνίον. τὸ μέτρον. Πηλίκον. τὸ μεγέθους δηλωτικὸν, καὶ τὸ ἐν ἀμορ‐ | |
10 | φίᾳ ὄν. ὡς παρὰ τὸ Ἀποστόλῳ· ἴδετε, πηλί‐ κοις ὑμῖν γράμμασιν ἔγραψα τῇ ἐμῇ χειρί. ὡσεὶ ἔλεγε· καὶ ταῦτα μὴ εἰδὼς γράφειν καλῶς. | |
13t | (Ῥῆμα.) | |
14 | Πηδαλιουχῶν. κυβερνῶν. | |
15 | †Πήθω. τὸ πάσχω.† Πηκαλίζειν. ἐμπαίζειν. Πημαίνω. τὸ βλάπτω. Πῆξον. ἑδραίωσον. | |
19t | (Ἐπίῤῥημα.) | |
20 | Πῆ. ἀντὶ τοῦ ποῦ. [Πῆθι. ἀντὶ τοῦ ποῦ.] | |
Πηνίκα. ἀντὶ τοῦ ὁπότε. | ||
pi1548(1t) | Τὸ Π μετὰ τοῦ Ι. | |
2t | (Ἀρσενικόν.) | |
3 | Πίδνος. ποταμός. Πιμεντάριοι. οἱ βοτανολόγοι. | |
5 | Πίνακες. τὰ πινακίδια, αἱ γραφαί. καὶ τὸ πινα‐ κίδιον. †Πίνδος. ὄρος Θεσσαλίας.† Πινσός. ὁ τοῦ τοίχου. Πινυτός. συνετὸς, φρόνιμος, σώφρων. καὶ πινυ‐ | |
10 | τώτατος. Πῖλος. τὸ κέντουκλον. Πίρος. ποταμός. Πίσυνος. ὁ θαῤῥῶν, ὁ παῤῥησιαστικός. Πίτυλος. κύριον. καὶ ὁ κτυπῶν. | |
15 | Πιτηρούμ. κύριον. Πιόνιος. κύριον. Πιστός. ἀντὶ τοῦ ἀληθής. παρὰ τῷ Ἀποστό‐ λῳ· πιστὸς ὁ θεὸς, δι’ οὗ ἐκλήθητε εἰς κοι‐ νωνίαν τοῦ υἱοῦ αὐτοῦ. | |
20t | (Θηλυκόν.) | |
21 | Πιγκιανή. τόπος. | |
Πίδαξ. ἡ πηγή. | ||
pi1549 | Πιδήεσσα. ὑγρά. Πιερίδες. αἱ ἐν Μακεδονίᾳ Μοῦσαι. Πιθάκνη. ὁ μικρὸς πίθος. Πιθοιγία. ἡ τοῦ πίθου ἄνοιξις. | |
5 | Πικηνίς. χώρα. Πιμελή. τὸ διακεχυμένον λῖπος ἐν τῇ σαρκί. †Πίνδακας. θραύματα σανίδων.† †Πινδήρα. ἄροτρον.† Πίννα. ὄνομα ἰχθύος. ἐξ ἧς καὶ πιννέριον. | |
10 | Πινυτή. σώφρων. συνετή. †Πιπώ. ὄρνεον.† Πίσα. πόλις. πεῖσα δὲ ἡ τοῦ ξύλου, δίφθογ‐ γον. †Πίστρα. ἡ ποτίστρα.† | |
15 | Πιτυάνη. ἀσκὸς μικρός. Πίτυρις. ἡ θλαστὴ ἐλαία. Πίειρα. ἡ λιπαρά. Πίστις. ἁπλῆ λογισμῶν καὶ ἀπερίεργος συγ‐ κατάθεσις ἢ ἐνδιάθετος ὕπαρξις. | |
20 | Πίστις δὲ εἴρηται κατὰ τὸ πείθεσθαι εἴς τι. διτ‐ τῶς δὲ νοεῖται ἡ ὀρθὴ πίστις· ἔστι γὰρ πίστις ἐξ ἀκοῆς τοῦ κηρύγματος, καὶ ἔστι βεβαιοτέ‐ ρα πίστις ἡ τῶν ἐλπιζομένων ἀγαθῶν. καὶ τὴν μὲν ἐξ ἀκοῆς πάντες ἄνθρωποι ἔχειν δύνανται· | |
25 | τὴν δὲ δευτέραν μόνοι οἱ δίκαιοι κέκτηνται. | |
pi1550 | Πίστις ἐστὶν ἀδήλων ἀβασάνιστος συγκατάθεσις, ὡς ἔλεγχος πραγμάτων οὐ βλεπομένων. γνῶ‐ σις δὲ κατειλημμένων περίεργος συγκατάθεσις, ὡς ὁρωμένων ἔλεγχος. | |
5 | Πίστις ἐστὶν ἀπράγμων σύνθεσις, ὁμολογία ψυ‐ χῆς εὐσεβοῦς ἀπερίεργος, λόγος εὐσεβείας κα‐ τὰ τῆς ἀσεβείας φερόμενος, πειθὼ ἀπερίεργος τοῦ πιστεύοντος περὶ τὸ πιστευόμενον, ἀποδεί‐ ξεως κρείττων. ἢ ὁ τὴν πνευματικὴν ἀναγέν‐ | |
10 | νησιν εἰς ὄνομα πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύ‐ ματος εἰληφώς. Πιτύϊνα. ὁ καρπὸς τῆς πίτυος. Πίδαξ. παρὰ τὸ πιδύω πίδαξ. ἢ πηδῶ, πίδαξ, κατὰ μετάθεσιν ἰωνικὴν τοῦ η εἰς ι. | |
15t | (Οὐδέτερον.) | |
16 | Πιαλέον. πόσιμον ἢ λιπαρόν. καὶ πιαλέοις ὄφε‐ σιν, ὡς διψαλέοις, εἴρηται ἐπὶ τοιοῖς τισι ἰδίως ὄφεσι τοῖς κατὰ Ἱεριχὼ μάλιστα εὑρισκομένοις, ἐξ ὧν ἰατροὶ ὡς τὰ πολλὰ τὴν θηριακὴν σκευά‐ | |
20 | ζουσι. τούτοις ἀντιθέτως ἐνταῦθα ἁπλῶς τί‐ θεται τὸ πιαλέοις, τουτέστι πινομένοις, ποσί‐ μοις, λιπαροῖς, πλουσίοις ἅμα καὶ ὑπερεκχεο‐ μένοις καὶ κορεστικοῖς. | |
Πιεστήριον. τὸ ἐκθλίβον. | ||
pi1551 | Πιθήκειον βλέμμα. τὸ τοῦ πίθηκος. πιθή‐ κιον δὲ, τὸ μικρὸν, ἰῶτα. Πῖλον καὶ πιλίδιον. τὸ κέντουκλον. †Πίνιον. εἶδος βάμματος.† | |
5 | Πῖον καὶ πῖαρ. τὸ λιπαρόν. Πινῶδες. ῥυπαρόν. Πιναρά. εὐτελῆ· ῥυπαρά. Πινία. τὰ κέντουκλα. Πῖσον. εἶδος ὀσπρίου. | |
10 | Πῖ. τὸ στοιχεῖον. παρὰ τὸ παίω. ὁ γὰρ τούτου φθόγγος ὡσεὶ παίοντος καὶ κρούοντος ἦχος ἐστί. Πικαίριον. ῥίζαν. τοῦ Ψελλοῦ· σίραιον δὲ τὸ ἕψημα, πικαίριον τὴν ῥίζαν. | |
14t | (Ῥῆμα.) | |
15 | Πιαίνει. λιπαίνει. Πιεζόμενος. θλιβόμενος. δαμαζόμενος. Πῖθι. ἀντὶ τοῦ πίε. Πιθήσας. †ἀντὶ τοῦ πεισθείς.† Πιμπρᾷ. καίει. | |
20 | Πιμπλῶν καὶ πίμπλημι καὶ πιπλῶν. ἀντὶ τοῦ πληρῶν. Πινύσκω. σωφρονῶ. Πίομαι. μικρόν. πίωνται δὲ, μέγα. Πιτνῶ. προσπελάζω. | |
25 | Πιττοῦν. κυρίως τὸ τὰς πλατείας νῆας πίττῃ χρίειν. | |
Πιφάσκει. δηλοῖ. | ||
pi1552 | Πιλνᾷ. καταβάλλει ἢ προσεγγίζει. Ἡσίοδος· —ἐλάτας δὲ παχείας οὔρεος ἐν βήσσῃς πιλνᾷ χθονὶ πουλυβοτείρῃ. Πιφασκόμενος. μαντευόμενος. Ὅμηρος· | |
5 | μνηστῆρσι δὲ μάλιστα πιφασκόμενος τάδε εἴρω. | |
7t | Τὸ Π μετὰ τοῦ Λ. | |
8t | (Ἀρσενικόν.) | |
9 | Πλαστουργός. ποιητὴς, πλάστης. | |
10 | Πλαταμών. ὁ αἰγιαλὸς, καὶ τόπος. Πλάνητες. ὀνόματα ἀστέρων. παρὰ φιλοσόφοις πλανῆται γράφονται. ἡ εὐθεῖα ὁ πλανήτης. Πλησίστιος ἄνεμος. ὁ πληρῶν καὶ γεμίζων τὰ ἱστία καὶ τὰ ἄρμενα. | |
15 | Πλήρης. παρὰ τὸ πολὺ πολυήρης, καὶ κατὰ συγκοπὴν πλήρης. ἢ ἔστι πλεῖος, πλειήρης, καὶ κατὰ συγκοπὴν πλήρης. Πλεισθένης. κύριον. Πλεῖστος. πολύς. παρὰ τὸ πλείων γίνεται πλεῖ‐ | |
20 | στος, ὡς λῷον λῷστος, ῥᾷον ῥᾷστος, πλείων πλεῖστος. Πλειών. ὁ ἐνιαυτός. ἀπὸ τοῦ πλείονας χρό‐ νους περιέχειν ἐν ἑαυτῷ, ἢ παρὰ τὸ πολεῖν καὶ διέρχεσθαι κατὰ τοὺς τεταγμένους χρόνους. | |
25 | Πλόκαμοι. αἱ μακραὶ τρίχες, αἱ ἐπιτήδειαι | |
οὖσαι εἰς τὸ πλέκεσθαι. παρὰ τὸ πλέκω. | ||
pi1553 | Πλοχμός. παρὰ τὸ πλέκω, πλεχμὸς καὶ πλο‐ χμός. ὡς βρέχω, βρεχμὸς, καὶ συνέχω, συν‐ οχμός. Πλοῦτος. κτῆσις χρημάτων καὶ κτημάτων. | |
5 | παρὰ τὸ πολὺς καὶ τὸ λαμβάνω καὶ τὸ δέχο‐ μαι, πολύουτος, κατὰ συγκοπὴν πλοῦτος. ἢ ὅτι ἐκ τοῦ πηλοῦ καὶ τῆς γῆς ὁ πλοῦτος εὑρίσκε‐ ται τοῖς ἀνθρώποις. Πλόϊμος. ὁ ἄνεμος. ὅ ἐστι πλεόμενος. καὶ πλόϊ‐ | |
10 | μος καιρὸς, ἤτοι πλεόμενος. καὶ πλόϊμος θά‐ λασσα, τουτέστι πλεομένη. καὶ πλοϊμότερος οὖ‐ ρος, ἤτοι ἐπιτήδειος πλόος. μικρά. Πλώϊμος δὲ, τὸ ἀξίωμα, καὶ πλωτὴρ, ὁ ναύτης, καὶ πλωτὸς, ἤτοι πλεόμενος, καὶ πλωτὴ θά‐ | |
15 | λασσα, ὅ ἐστι πλεομένη, καὶ πλωΐζω, καὶ πλῴζω, καὶ πλώοντες, καὶ πλωϊσάμενος, ὁ πλεύσας, καὶ πλωὰς, εἶδος ὀρνέου, μεγάλα. Πλιέζερ. κύριον. Πλινσθενίτης. κόλπος. | |
20 | Πλόος. παρὰ τὸ πλέω, πλεύσω, πλόος καὶ πλοῦς. | |
22t | (Θηλυκόν.) | |
23 | Πλάστιγξ. τὸ μέρος τοῦ ζυγίου. Πλοκάς. ἀναβολὰς ἢ ὑπερβιβασμούς. | |
25 | Πλαδόωσα. σεσημμένη. †Πλάστις. ἡ γυνή.† | |
Πλάτη. ἡ κώπη. | ||
pi1554 | Πλαταγή. κρόταλον χαλκοῦν. Ἀλλ’ ὅτε πλατείην πλαταγὴν ἐνὶ χερσὶ τινάσσων. Πλάτις. ὄνομα. | |
5 | Πλαγχώνεια. ὄνομα. Πλαταίας. πόλεως. Πλαστίς. ὄνομα μελίσσης. Πλαισιαία. ἡ τετράγωνος. Πλημμύρα. ὑδάτων πλῆθος. καὶ πλημμυρίς. | |
10 | πλημμύρω. ὀξύνεται δὲ πλημμυρίς· τὰ γὰρ ἀπὸ βαρυτόνων ῥήματα ὀξύτονα, οἷον βασιλεύω, βα‐ σιλίς, πλημμύρω, πλημμυρίς. τὸ δὲ πλημμύ‐ ρω ἀπὸ τοῦ πλήθω, πλήσω, πλήμη, καὶ πλημ‐ μύρω. ἔνιοι δὲ ἐπίῤῥημα οἴονται, ὡς τὸ λικριφίς. | |
15 | Πληθώρα. τὸ πάθος, ἡ πλησμονή. καὶ πληθω‐ ρικαὶ, αἱ πλησμονικαί. Πλησιφαής. ἡ πληροσέληνος ἡμέρα. Πληγὴ φλεγμαίνουσα. ἡ μήπω συνουλωθεῖσα. Πλῆμναι. αἱ χοινικίδες, δι’ ὧν ὁ ἄξων στρέφε‐ | |
20 | ται. παρὰ τὸ πληροῦσθαι ὑπὸ τοῦ ἄξονος. Πληϊάς. τὸ ἑξάστερον. καὶ Πλειάς. κατὰ τὴν μυθολογίαν ἀπὸ Πληϊόνης, θυγατρὸς μὲν Ὠκεανοῦ, γυναικὸς δὲ Ἄτλαντος. δύνουσαι δὲ αἱ Πληϊάδες τὴν ἀρχὴν τοῦ ἐνιαυτοῦ δηλοῦσιν, | |
25 | ἀνατέλλουσαι δὲ τὸ τέλος. Πλευρῖτις. νόσος ἡ ἐν τῷ πλευρῷ. Πλευραί. αἱ πλήρεις οὖσαι καὶ ἀμύχωτοι· αἱ πλεωραὶ τινὲς οὖσαι· αἱ φυλάσσουσαι τὸν πνεύ‐ | |
μονα· ἢ πολυευραὶ, ὡς πλατεῖαι. | ||
pi1555 | Πλεῖαι. πεπληρωμέναι. πλεῖαί τοι οἴνου κλισίαι—. ἀπὸ τοῦ πλεῖος, ἀφ’ οὗ καὶ τό· —πλέος μέλανος θανάτοιο. | |
5 | Πλινθεία. ἡ πλίνθευσις. Πλωάς. εἶδος ὀρνέου. Πλωτή. νῆσος. Πλώθεια. δῆμος. Πλεονεξία. ἡ ὑπὲρ τῆς ἐπιθυμίας τοῦ πλείονος | |
10 | βλάβη. οὕτως ὁ Ἀπόστολος. | |
11t | (Οὐδέτερον.) | |
12 | Πλαστοῖς. ψευδέσι. Πλάσμα. τὸ ψεῦδος. σημαίνει καὶ ἔργον τύ‐ που καὶ εἴδους, καὶ διαμορφώσεως. οἷον ὁ βίος | |
15 | τοῦ μεγάλου Ἀντωνίου ὁ περὶ τοῦ μεγάλου Ἀθανασίου συγγραφεὶς, καὶ τὸ βιβλίον ὁ Βαρ‐ λαάμ. Πλάταιον. τὸ ἔκπωμα. Πλαδαρόν. χαῦνον, σεσημμένον, ἢ ὑγρόν. | |
20 | Πλατωνικὸν βιβλίον. τὸ τοῦ Πλάτωνος. Πλάτος. παρὰ τὸ πλῶ, τὸ πληρῶ. Πλαίσιον. εἶδος μέτρου. ἢ ἡ ἐν τετραγώνῳ τῶν στρατιωτῶν τάξις, ὡς Πλάτων ἐν Σοφιστῇ. καὶ τὰ διὰ ξύλων τετράγωνα σχήματα πλαίσια | |
25 | ἔλεγον. | |
pi1556 | Πλέθρον. μέτρον γῆς. Πλεῖον. παρὰ τὸ πολύς. πολεῖον καὶ συγκοπῇ πλεῖον. σημαίνει δὲ καὶ τὸ περισσόν. Πλῆγμα. ἡ πληγή. πλίγμα δὲ, τὸ βάδισμα, ι. | |
5 | Πλησιέστερον. ἐγγύτερον. καὶ πλησίον. παρὰ τὸ πέλω παράγωγον πελάζω, ῥῆμα ὄνομα πλατὸς καὶ πλητός. κατὰ τροπὴν τοῦ τ εἰς ς καὶ κατὰ παραγωγὴν πλησίος, ὡς ἄμβροτος, ἀμ‐ βρόσιος. | |
10 | Πλῆκτρον. τὸ τῆς κιθάρας. ἐν ᾧ τὰς χορδὰς ὁ κιθαρίζων κινεῖ. Πλημμελές. ἁμαρτητικόν. ἢ τὸ ῥάθυμον καὶ ἀπαίδευτον. Πλινθίον. τὸ τετράγωνον σχῆμα. | |
15 | Πλουμμάτον. τὸ μολύβδινον. | |
16t | (Ῥῆμα.) | |
17 | Πλημμελεῖν. τὸ ἁμαρτάνειν. Πληκτιζομένους. μαχομένους. Πλῆντο. ἐπληροῦντο. πέλω, πλῶ, πλῆντο. | |
20 | Πλείμην. ἀντὶ τοῦ πλευσαίμην. Πλεῖθι. πλεῦσον. ἰακόν ἐστι. Πλεῖν. ἀντὶ τοῦ πλέειν. Πλεῖ. τὸ προστακτικόν. οὐχὶ πλεῖθι, οὐδὲ πλέε. | |
τοῦτο γὰρ ἰακόν. καὶ πνεῖ, οὐχὶ πνέε, καὶ | ||
pi1557 | δεῖ καὶ θεῖ καὶ ῥεῖ τὰ προστακτικὰ λέγει. Εὐριπίδης· πλεῖ κατὰ πορθμόν. Ἕρμιππος· | |
5 | ἀλλ’ ἐκεῖσε θεῖ. δεῖ τοῦτον. Πλύνεται. καθαίρεται ἢ ὑβρίζεται. Πλῶ. τὸ πλησιάζω. Πλῴζω. τὸ πλωΐζω. ἔχει τὸ ι. ἀπὸ τοῦ πλώω | |
10 | πλωΐζω, καὶ κατὰ συναίρεσιν πλῴζω. ἢ ὥσπερ ἀπὸ τοῦ λέγω λόγος, οὕτω καὶ ἀπὸ τοῦ πλόος γίνεται πλοΐζω, καὶ κατ’ ἔκτασιν τοῦ ο εἰς τὸ ω μέγα πλωΐζω, καὶ κατὰ συναίρεσιν πλῴζω. *ὡς χροΐζω χρῴζω. ἢ ὡς ἀπὸ τοῦ πλέω πλόος, | |
15 | καὶ ὡς ἀπὸ τοῦ ἄνθρωπος γίνεται ἀνθρωπίζω, οὕτω καὶ ἀπὸ τοῦ πλόος γίνεται πλοΐζω, καὶ κατ’ ἔκτασιν τοῦ ο εἰς ω μέγα πλωΐζω, καὶ κατὰ συναίρεσιν πλῴζω.* Πληροφόρησον. πλήρωσον. Ἀποστόλου· τὴν | |
20 | διακονίαν σου πληροφόρησον. Πλαδόω. τὸ σήπομαι. τοῦ Ψελλοῦ· πλούμ‐ ματον τὸ μολύβδιον, τὸ σήπομαι πλαδοίω. | |
23t | (Ἐπίῤῥημα.) | |
24 | Πλαγίως. δολίως. | |
25 | Πλήν. ἐκτὸς, ἢ ὅμως. | |
26t | Τὸ Π μετὰ τοῦ Ν. | |
27t | (Ἀρσενικόν.) | |
28 | Πνευματικός. ὁ ὅλον διόλου ἑαυτὸν μεταθεὶς, καὶ τῇ διανοίᾳ ἀεὶ πρὸς τᾲ πνευματικὰ δια‐ | |
30 | τρίβων. | |
Πνεύμων. τὸ μέρος τοῦ σώματος. ἀναλογώτε‐ | ||
pi1558 | ρον διὰ τοῦ ν. ταμίας γάρ ἐστι τοῦ πνεύμα‐ τος πνεύμων. κλίνεται δὲ πνεύμονος. | |
3t | (Θηλυκόν.) | |
4 | Πνευμονίη. ἡ περὶ τὸν πνεύμονα πνιγμονή. | |
5 | Πνύξ. δικαστήριον ἐν Ἀθήναις. καὶ κλίνεται πνυκός. | |
7t | (Οὐδέτερον.) | |
8 | Πνεῦμα. τὸ θεῖον· ὁ ἄγγελος· ἡ ψυχή· ὁ ἄνεμος· ὁ νοῦς· ὁ δαίμων. ἢ πνεῦμα ἐστὶ νοε‐ | |
10 | ρὸν καὶ ἁπλοῦν καὶ λεπτόν· σαφὲς καὶ τρα‐ νόν· ἀπήμαντον καὶ ἀμόλυντον· μονογενὲς καὶ παντεπίσκοπον. ἢ πνεῦμα ἐστὶ λεπτὴ καὶ ἄϋ‐ λος καὶ ἀσχημάτιστος ἐκπορευτικὴ ὕπαρξις. Πνεῦμα δὲ εἴρηται ὡσανεὶ πᾶν νεῦμα, διὰ τὸ | |
15 | ὡς νεῦμα ὀξέως παντὶ νεῦον καὶ κινούμενον. εἴ‐ ρηται δὲ ἐν τῇ γραφῇ πνεῦμα τετραχῶς· πνεῦ‐ μα τὸ ἅγιον· πνεῦμα ὁ ἄγγελος· πνεῦμα ἡ ψυχή· πνεῦμα ὁ ἄνεμος. ἔστι δ’ ὅ τε καὶ ὁ νοῦς τοῦ ἀνθρώπου πνεῦμα λέγεται. | |
20 | Πνεῦμα ἅγιόν ἐστι δύναμις ἁγιαστικὴ, ἀσχημά‐ τιστος, τῷ πατρὶ καὶ τῷ υἱῷ ὁμοούσιος, ἐκπο‐ ρευτικῶς, οὐχ υἱκῶς ἐκ τοῦ πατρὸς προϊοῦσα. Πνεύματα. καὶ ἡ δασεῖα καὶ ἡ ψιλή. καὶ διὰ τοῦτο εἰσὶ δύο πνεύματα, διότι ἡ μὲν δασεῖα ἐκ | |
25 | τοῦ θώρακος ἐξέρχεται, ἡ δὲ ψιλὴ ἐξ ἄκρων τῶν χειλέων. καὶ διὰ τοῦτο οὐ προσέσχεν ὁ ποιητὴς τρίτου πνεύματος, τῆς φύσεως μὴ ἀπαιτούσης. διὰ τοῦτο δὲ λέγονται πνεύματα, διὰ τὸ ἐν τοῖς πνεύμασιν αὐτὰ παρεικασθῆναι. | |
30 | πνεῦμα δέ ἐστιν ἐκφορὰ λέξεως ἀθρόως ἢ με‐ τρίως παραλαμβανομένη. Πνῖγος. τὸ καῦμα. | |
33t | (Ῥῆμα.) | |
34 | Πνείω. ἀντὶ τοῦ πνέω. | |
pi1559(1t) | Τὸ Π μετὰ τοῦ Ο. | |
2t | (Ἀρσενικόν.) | |
3 | Ποδήρης. χιτὼν, ὁ ἄχρι τῶν ποδῶν διήκων καὶ φθάνων. ἢ ὁ συῤῥαπτόμενος εἰς τὸ κατώτερον | |
5 | τῆς στολῆς, ἐκ πορφύρας καὶ βύσσου. Ποδαλείριος. παρὰ τὸ ἔχειν τὸν πόδα περὶ τὰ λείρια, ἤγουν τὰ ἄνθη. ποδαλείριος χιτών. Ποδάρκης. ὁ ταχὺς περὶ τὸν δρόμον. ποδάρκης Ἀχιλλεύς. | |
10 | καὶ κύριον ὄνομα. Ποδοῖϊν. ποιητικῶς. —ἐκ δὲ ποδοῖϊν ἄκμονας ἧκα δύο— ἀμφοτέροιεν. παρὰ τὸ ποδὸς ποδοῖν, καὶ πλεο‐ | |
15 | νασμῷ τοῦ ι ποδοῖϊν. Πόθος. παρὰ τὸ πήθω, τὸ πάσχω, γίνεται πό‐ θος, τροπῇ τοῦ η εἰς ο. ἢ ἀπὸ τοῦ πείθειν, τὸ εἰς συγκατάθεσιν ἄγειν. ἐξ οὗ τὸ πέποιθα. ὁ γὰρ πόθος πείθει τὸν ποθοῦντα ποθεῖν, ὃ | |
20 | ποθεῖ. ἐκ τοῦ πόθος ποθεινὸς, ὡς σκότος σκο‐ τεινός. Ποικιλομήτης. ποικιλόβουλος. Ποικίλος. σημαίνει τὸν ἐπιμελῶς κατεσκευα‐ σμένον. παρὰ τὸ πύκα. ὁ πολλὰς ἔχων πυκνό‐ | |
25 | τητος ποικιλίας. Ποιήεις. βοτανώδης. ἀπὸ τοῦ πόα, ὃ σημαίνει τὴν βοτάνην. †Ποιήεντα. σιτοφόρον.† Ποιητής. ὁ τὰ ἔμμετρα γράφων, καὶ ὁ δημιουρ‐ | |
30 | γός. | |
pi1560 | †Ποιμάνωρ. βασιλεύς.† Πόκος. τὸ συνελιγμένον ἔριον. ὅθεν καὶ τό· —εἰροπόκοις ὀΐεσσι. παρὰ τὸ πείκω, τὸ κτενίζω, καὶ τὸ ξαίνω, | |
5 | τὸ διαλύω. ὡς σπείρω σπόρος, καὶ μείρω μόρος. Πολυθρύλλητος. διαβεβοημένος. Πολιοῦχος. ὁ τὴν πόλιν σώζων καὶ φυλάσσων, ἢ τοὺς ἄρχοντας. Πολύτλας. καρτερικὸς, ὑπομονητικός. τλῶ γὰρ | |
10 | τὸ καρτερῶ. Πολύαινος. ἄξιος πολλοῦ ἐπαίνου. Πολιτικός. ἀστεῖος μετά τινος τέχνης. Πόλητος. ὁ μάντις. Πόλτυν. ξυλόκαστρον. παρὰ τὸ πέλω, τὸ ἀνα‐ | |
15 | στρέφομαι, κατὰ ἀντίφρασιν. καὶ κλίνεται πόλ‐ τυνος. ὡς Φόρκυν, Φόρκυνος. Πολυτελής. πλούσιος· πολυδάπανος. τέλος γὰρ ἡ δαπάνη. Πόλος. ὁ οὐρανός. καὶ πόλοι, οἱ ἐν τῷ οὐρανῷ. | |
20 | ἔστι δὲ ἄστρων θέσις. παρὰ τὸ περὶ αὐτοὺς ἀναστρέφεσθαι τὸν κόσμον, ἤγουν τὸν οὐρανὸν, ἅτε πόλον καλούμενον. πῶλος δὲ, ὁ ἀείδαρος, μέγα. Πολυκαγκής. ξηραντικός. παρὰ τὸ κῶ, τὸ | |
25 | καίω, παράγωγον κείω, οἷον· —σχίζων δρυὸς, ἣν λίπε κείων. ἐκ τοῦ οὖν κῶ γίνεται πολυκὴς, καὶ κατὰ ἀνα‐ διπλασιασμὸν καὶ πλεονασμὸν πολυκαγκής. Πολεῖς. ἀντὶ τοῦ πολλούς. ἀπὸ τοῦ πολὺς, πο‐ | |
30 | λέος, ὡς ἡδὺς, ἡδέος, ἡδεῖς. | |
Πολέας. ἀντὶ τοῦ πολλούς. | ||
pi1561 | Πόλεμος. παρὰ τὸ τὰς πόλεις μειοῦν. ἢ παρὰ τὸ πολλοὺς ἀμᾷν. ἢ παρὰ τὸ τὰς πόλεις ὀλλύειν. ἢ παρὰ τὸ ὀλῶ, ὄλεμος καὶ πόλεμος. Πολιήτης. ὁ πολίτης, πλεονασμῷ τοῦ η. | |
5 | Πολιός. λαμπρός. πολιὸν σίδηρον ἀντὶ τοῦ λαμ‐ πρόν. ὀξυνθεὶς γὰρ ὁ σίδηρος λαμπρότατος γί‐ νεται. καὶ πολιὸς ὁ ἔντιμος. καὶ πολιοκρο‐ τάφους, τοὺς ἐντίμους καὶ λαμπροὺς ταῖς δια‐ νοίαις. καὶ πολιὴν ἅλα τὴν λευκήν. | |
10 | Πολυάϊξ, καὶ κλίνεται πολυάϊκος. ἀπὸ τοῦ ἀΐσσω, ἀΐξω. σημαίνει δὲ πολλὰς κινήσεις καὶ ὁρμὰς ἔχοντος, ἢ ἀστάτου. Πολυπάμων. πολυθρέμματος. πῶ, τὸ κτῶμαι, καὶ πᾶσθαι, τὸ κτήσασθαι, κυρίως θρέμματα, | |
15 | καταχρηστικῶς δὲ πᾶν ὁτιοῦν. καὶ πασάμενος πολλάκις. Πομπαῖος. ὁ ἀπὸ τῶν γηΐνων εἰς τὰ οὐράνια πέμπων. καὶ πομπαῖος Ἑρμῆς, ὁ τὰς ψυχὰς εἰς τὸν ᾅδην κατάγων τὲ καὶ παραπέμπων. | |
20 | Ποματίας. ὁ κοχλίας. Πόντος. ἡ θάλασσα. κυρίως δὲ ὁ ἔνδον τῆς Χεῤ‐ ῥονήσου, ὁ καὶ Εὔξεινος καλούμενος. Πόντος. παρὰ τὸ πένω, τὸ ἐνεργῶ, ἀφ’ οὗ πό‐ νος καὶ πόντος, καθ’ ὃν πεποίηται τὸ τῶν ἀν‐ | |
25 | θρώπων γένος. ἢ παρὰ τὸ πνέω πνότος καὶ με‐ ταθέσει πόντος, ἐξ οὗ αἱ πνοαὶ γεννῶνται. Πόντιος. θαλάσσιος. ἐκλήθη δὲ καὶ ὁ Πιλάτος Πόντιος, ὡς ἀπὸ πόλεως Ποντίου γεννηθεὶς | |
καὶ τοῦτο ἐπονομασθείς. | ||
pi1562 | Πόρος. ὁ περάσιμος τόπος, ἢ διέξοδος, ἢ τρίβος. πόρος ἀπὸ τοῦ πορεύεσθαι δι’ αὐτοῦ. Πορθμός. ἡ στενὴ θάλασσα, ἢ γῆ ἔνθεν κᾀ‐ κεῖθεν, καὶ μέσον θάλασσα. ἢ θάλασσα μετα‐ | |
5 | ξὺ δύο ἠπείρων. ἰσθμὸς δὲ τοὐναντίον, ἡ στενὴ ἤπειρος μεταξὺ δύο θαλασσῶν. πορθμὸς καὶ τὸ πέραμα. ὡς ἀπὸ τοῦ κείρω κορμὸς, οὕτω καὶ ἀπὸ τοῦ πείρω, τὸ περῶ, γίνεται πορμὸς καὶ πλεονασμῷ τοῦ θ πορθμός. | |
10 | Πόρδαλις. ὁ ἄρσην. πάρδαλις, τὸ θηλυκόν. ὁ μὲν ἀπὸ τοῦ προσάλλεσθαι, ἡ δὲ ἀπὸ τοῦ πα‐ ραβάλλεσθαι. †Πορκεύς. ὁ ἁλιεύς.† Πόρκος. οἱ μὲν τὸ δίκτυον ἀπέδοσαν, οἱ δὲ σχοι‐ | |
15 | νίου πλέγμα, οἱ δὲ κύρτον. οὐδὲ οὗτοι ὑγιῶς. ὁ γὰρ Πλάτων ἕτερον φησὶ τὸν πόρκον τοῦ κύρτου. λέγει γὰρ οὕτως· κύρτους, καὶ δίκτυα, καὶ βρόχους, καὶ πόρκους, καὶ τὰ τοιαῦτα, οὐκ ἄλλό τι πλὴν ἕρκη δεῖ προσαγορεύειν. μνημο‐ | |
20 | νεύει δὲ καὶ Δίφιλος τοῦ πόρκου· θᾶττον πλέ‐ κειν κέλευε τῶν πόρκων πυκνοτέρους. ἔλεγον δὲ πόρκον διὰ τὸ περιλαμβάνειν καὶ ἀμπέχειν τὸν εἰσδύνοντα ἰχθύν. ἢ ἀπὸ τοῦ οἱονεὶ περι‐ κεῖσθαι. καὶ ὁ ποιητὴς πόρκον τὸν περὶ τῷ | |
25 | δόρατι κρίκον φησίν· ὁ συνέχων τὸν σίδηρον πρὸς τὸ ξύλον τοῦ δόρατος, διὰ τὸ περιέχειν. —περὶ δὲ χρύσεος θέε πόρκης. | |
ὁ δὲ Ὠρίων παρὰ τὸ πείρω. | ||
pi1563 | Ποσειδῶν. ἡ θάλασσα. τὸ ὕδωρ. παρὰ τὸ σείειν τὸ πέδον γέγονε Ποδοσείων, καὶ ἐν ὑπερβιβα‐ σμῷ Ποσειδῶν. ἐνοσίχθων Ποσειδῶν. λέγει γὰρ διὰ τοῦ ὕδατος κινεῖσθαι τὴν γῆν. οἱ δὲ | |
5 | εὐσεβεῖς λέγομεν, ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν. Πόνος. ἐμποδισμὸς τῆς κατὰ φύσιν ἐνεργείας. Πόστος. ἀντὶ τοῦ πόσος. ὡς τρίτος τρίτατος, οὕ‐ τως πόσος πόσατος καὶ κατὰ συγκοπὴν πόστος. | |
10 | Πότμος. ὁ θάνατος. παρὰ τὸ πίπτω γίνεται κατὰ συγκοπὴν πτῶ· ῥῆμα ὄνομα πτὸς καὶ πλεονασμῷ τοῦ μ πτμὸς, καὶ διὰ τὴν ἀσυντα‐ ξίαν τοῦ π τ μ ἐπλεόνασε τὸ ο, καὶ ἐγένετο πότμος, ἡ ἐσχάτη σύμπτωσις τοῦ βίου. ἐπὶ δὲ | |
15 | τῆς τύχης παρὰ τὴν μετάπτωσιν καὶ μεταβο‐ λὴν τῶν πραγμάτων. Πορισμόν. κέρδος. Ἀπόστολος· νομιζόντων πο‐ ρισμὸν εἶναι τὴν εὐσέβειαν. τοῦτο λέγει· ὑπο‐ κρίνονται τὴν εὐσέβειαν, ἵνα δι’ αὐτῆς ἐρανίζον‐ | |
20 | ται πορισμὸν, οἷον χρημάτων καὶ κέρδους. | |
21t | (Θηλυκόν.) | |
22 | Πόα. ἡ βοτάνη. ἢ φυτὸν πολύφορον ἀπὸ ῥίζης. ἀπὸ τοῦ ποιὰ, ἀποβολῇ τοῦ ι, πόα. ποιὰ δέ ἐστι ὁ ἐνιαυτὸς, ἐξ οὗ πόα, ἐπειδὴ κατ’ ἐνιαυ‐ | |
25 | τὸν πολλάκις αὔξεται καὶ ξηραίνεται. εἴρηται δὲ παρὰ τὴν ποιότητα. καὶ ποία ἡ βοτάνη. Ποδηγία. ἡ ὁδηγία, ἡ παιδαγωγία. Ποδοκάκη. τὸ ἐν εἱρκτῇ ξύλον, ὅπερ κλάπα λέ‐ γεται καρτζικῶς. | |
30 | Ποδήνεμος. ταχεῖα. Ποηφαγία. βοτανοφαγία. Ποθή. ἡ ἐπιζήτησις. Ποινή. τιμωρία, ἢ ἡ ὑπὲρ φόνου ζημία, φοινὴ τὶς | |
οὖσα καὶ τροπῇ τοῦ φ εἰς π ποινή. | ||
pi1564 | Ποικιλτική. ὑφὴ ποικίλη. Ποιμαντική. διδασκαλική. Ποιότης. ἡ τὴν διαφορὰν ἐκ τῶν ἄλλων ἐν ἑαυ‐ τῇ δεικνύουσα. ἢ ποιότης ἐστὶν ἐκείνη, καθ’ ἣν | |
5 | παρωνύμως τὰ μετέχοντα αὐτῆς λέγει. ποιότης ἐστὶ καὶ ἡ ἐνούσιος δύναμις, ὡς τοῦ ὕδατος ἡ ψυχρότης, καὶ τοῦ πυρὸς ἡ θερμότης, καὶ τοῦ λίθου ἡ σκληρότης, καὶ τῆς γῆς ἡ ξηρότης. Ποιότης καὶ ἰδιώτης καὶ διαφορὰ καὶ ἰδίωμα ἓν | |
10 | καὶ τὸ αὐτὸ σημαίνει. ἔστι καὶ ἕτερόν τι ποιό‐ της, φωνὴ δηλοῦσα τὴν ποιότητα τῆς φωνῆς ἢ τῆς σημασίας. ἐὰν γὰρ εἴπω· πὺξ, λὰξ, τὴν ποιότητα τῆς φωνῆς ἐδήλωσα. Ποίησις. τὸ ὅλον βιβλίον. οἷον Ἰλιὰς καὶ ἡ | |
15 | Ὀδύσσεια. Ἰλιὰς δέ ἐστιν ἡ τῆς Τροίας ὑπό‐ θεσις· Ἴλιον γὰρ ἡ Τροία. Ὀδύσσεια δὲ ἡ πλάνη τοῦ Ὀδυσσέως. εἰσὶ δὲ καὶ δύο αὗται ποιήσεις τοῦ Ὁμήρου. διαιρεῖται δὲ τριχῶς ἡ ποίησις· εἰς διηγηματικόν· εἰς μιμητικὸν, καὶ | |
20 | μικτόν. καὶ διηγηματικόν ἐστιν, ἡνίκα ὅλος ὁ λόγος ἐκ ποιητικοῦ μόνου προσώπου λέγεται. μι‐ μητικὸν δὲ αἱ τραγῳδίαι καὶ κωμῳδίαι. ποίημα καὶ ποίησις διαφέρει. ποίησις μὲν γάρ ἐστιν, ὡς εἴρηται, τὸ ὅλον βιβλίον· ποίημα δὲ ἡ ῥαψῳ‐ | |
25 | δία. εἴρηται δὲ ῥαψῳδία ἀπὸ τοῦ δαφνίνῃ ῥάβδῳ περιερχομένους ᾄδειν τὰ Ὁμήρου ποιήματα. καὶ διατί δαφνίνην ῥάβδον κρατοῦντες ᾖδον τὰ Ὁμή‐ ρου ποιήματα; διὰ τὸ ἀειθαλὲς τοῦ φυτοῦ, ἢ ὅτι μαντικὴ ἡ δάφνη, μαντικὴ δὲ ἡ ποιητική· | |
30 | οὐδὲ γὰρ εἴη τὶς τέλειος ποιητὴς, εἰ μὴ ἱστο‐ ρήσει καὶ μαντεύσεται καὶ διηγήσεται. †Ποίμνη. γέγονε παρὰ τὸ ποιμὴν, ποιμένη καὶ κατὰ συγκοπὴν ποίμνη.† | |
†Ποινίδες. βάκχαι.† | ||
pi1565 | Πόλις. σύστημα ἱδρυμένον, κατὰ νόμον διοικού‐ μενον. Πολιτεία. πρᾶξις ἢ βίος κατὰ νόμον φύσεως διεξαγόμενος. | |
5 | Πόλιος. τῆς πόλεως. ἰωνικόν ἐστι. Πολιά. παρὰ τὸ λευκὸν εἶναι· τὰ γὰρ λευκὰ πολιὰ λέγεται. —πολιὴν ἅλα—. Πολυτέλεια. πλουσιότης. τέλος γὰρ ἡ δαπάνη. | |
10 | ὅθεν καὶ ἡ πολυτέλεια. καὶ εὐτελεῖς τοὺς μὴ ἐπὶ πολὺ χωροῦντας ταῖς δαπάναις. Πολυφασίας. πολυλογίας. φάσις γὰρ ἡ φήμη καὶ ὁ λόγος. Πολυπίδακος. πολλὰς πηγὰς ἐχούσης. πίδαξ | |
15 | γὰρ ἡ πηγή. Πολυκοιρανίη. ἡ πολυαρχία. οὐκ ἀγαθὸν πολυκοιρανίη— κοίρανος γὰρ ὁ βασιλεύς. Πολυσπερέας. ἐπὶ πολλὰ μέρη ἐσπαρμένας. | |
20 | —πολυσπερέας τὲ φάλαγγας. Πολιορκία. πόλεως πόρθησις. λέγεται καὶ ἡ χα‐ ράκωσις. Πολυϊδρία. ἡ πολυπειρία. Πολυκλήϊσι. πολυκαθέδραις. | |
25 | Πομπή. τὸ ὀψίκιον. λέγεται καὶ ἡ μετὰ τοῦ σταυροῦ λιτή. Πομφόλυγες. αἱ ἐκ τῶν ὄμβρων ἢ ἄλλως κα‐ ταφερομένων ὑδάτων ἐπὶ ὕδασιν εὐδιάλυτοι κυρ‐ | |
τώσεις, ἤγουν φυσήματα. ὅθεν καὶ ἐπὶ τῶν δια‐ | ||
pi1566 | κενῆς φυσιουμένων ἢ ὅλως ἐπαιρομένων λαμβά‐ νεται ἡ λέξις. παρὰ τὸ παφλάζω ῥῆμα, ἄλλο παράγωγον παμφαλίζω, ῥῆμα ὄνομα παμφάλυξ καὶ τροπῇ τῶν δύο αα εἰς ο πομφόλυξ. | |
5 | Πονηρία. ἑκούσιος κακοποιΐα, δι’ ἣν καὶ ὁ διάβο‐ λος πονηρὸς λέγεται. Πόρτις. ἡ μικρὰ βοῦς, ἡ δάμαλις ἡ ἀρξαμένη νῦν τῆς κατὰ νομὴ πορείας. πόρος, πόρις, καὶ πλεονασμῷ τοῦ τ πόρτις. λέγεται καὶ πόρ‐ | |
10 | κις. Πόρπη. τὸ κομβίον. παρὰ τὸ πείρω, τὸ διεκ‐ βάλλω, πόρη, καὶ πλεονασμῷ τοῦ π πόρπη. ἔνιοι δὲ λέγουσι καὶ πόρκη. Πόρνη. παρὰ τὸ περνῶ, τὸ πωλῶ. ἡ τὴν μίξιν | |
15 | πωλοῦσα. ἐπὶ δὲ τοῦ πόρνου, παρὰ τὸ πεπωρω‐ μένον ἔχειν τὸν νοῦν. Πορφύρα. ἀπὸ τοῦ πορφύρω, τὸ βουλεύομαι, γίνεται πορφύρα. τὸ δὲ πορφύρω παρὰ τὸ φέ‐ ρειν τὸν νοῦν ὧδε κἀκεῖσε. καὶ κῦμα πορφύρεον, | |
20 | τὸ μέλαν. ἔνθεν καὶ τὸ βάθος μεριμνᾷν, πορ‐ φύρειν λέγεται. Πόσιος. τοῦ ποτοῦ. ἰωνικῶς. Πόσαι. ἀντὶ τοῦ πολλαί. Ποσότης. ἀριθμοῦ πέρας, ἤγουν μονάδος σύνθε‐ | |
25 | σις. Ποτή. ἡ πτῆσις τῶν πτηνῶν. ἀπὸ τοῦ πέτω πο‐ τὴ, ὡς ἔχω ὀχή. | |
Πότνια. δυσωπητική· σεμνή· σεβασμία. | ||
pi1567 | Πονηρία. πονηρίαν λέγει ὁ Ἀπόστολος τὸν ἐκ κατασκευῆς εἴς τινα παρά του πόνον γενόμε‐ νον. Ποτιπτερνίδας. τὰς ἐν ταῖς πτέρναις φλέβας | |
5 | οὔσας φησὶν Ἱπποκράτης. | |
6t | (Οὐδέτερον.) | |
7 | Ποδηνεκές. μέχρι ποδῶν καθῆκον, ἢ μέγα. Ποικίλον. πολύτροπον. †Ποίφυγμα. σχῆμα ποικίλον.† | |
10 | Πολύχουν. πολύφορον. Πολύευκτον. τίμιον, εὐχῆς ἄξιον. Πολυάνδρια. τὰ ξενοτάφια. Πολίχνια. αἱ μικραὶ πόλεις. Πολλοστημόριον. βραχύτατον μέρος. ὀλίγον. | |
15 | Πολλοστόν. τὸ ἀκαριαῖον. Πολυοπὸν τριβώνιον, μικρόν· πολυωπὸν δὲ δίκτυον, μέγα. ἀπὸ τοῦ πολλὰς ὀπὰς ἔχειν. τοιοῦτον καὶ τὸ περιωπή· ἐκτείναντος τοῦ ο εἰς ω μέγα. | |
20 | Πολείδιον. ἡ μικρὰ πόλις. Πολαιτόριον καὶ Πολυκτόριον. ὀνόματα τόπων. Πόμα. τὸ πινόμενον. πῶμα δὲ, τὸ σκέπασμα, μέγα. | |
Πομήριον. τόπος. | ||
pi1568 | Ποιμνήϊον. ἡ ποίμνη. †Πορεῖον. ὄχημα.† Πορθμεῖον. τὸ πλοῖον. πορθμίον δὲ, τὸ ναῦ‐ λον, ι. | |
5 | Πότερον. ὁποῖον, ἢ ἓν ἐκ τούτων, ἢ τῶν δύο τὸ ἕτερον. Ποταίνιον. τὸ ξένον, τὸ πρόσφατον. καὶ οἶμαι παρὰ τὸ νέον, ἵν’ ᾖ ποτίνεον. Ποτήριον. οὐ παρὰ τοῦ ποτὸς ἢ πότον, ἀλλὰ | |
10 | παρὰ τὸ πότης, ποτήρ. ὡς ποιητὴς, ποιητήρ. ὅθεν καὶ συνθέσει οἰνοποτήρ. Ποτὶ χαλκοβατὲς δῶ. πρὸς δῶμα καὶ οἴκημα χαλκοβατές. τὸ ποτὶ ἀντὶ τῆς πρὸς, πρόθε‐ σις ἐστὶ Δωρική. ἡ πρὸς πρόθεσις ἀποβάλλει | |
15 | τὸ ρ Δωρικῷ ἔθει, καὶ τρέπει τὸ ς εἰς τ, καὶ πλεονασμῷ τοῦ ι ποτί. διότι οὐ δύναται λέξις Ἑλληνικὴ εἰς ἄφωνον καταλήγειν, προσ‐ λαμβάνει τὸ ι. Πολυειδές. τὸ ἐν μιᾷ θεωρίᾳ διάφορα εἴδη ὑπο‐ | |
20 | δεικνύον. συγγενές ἐστι τὸ ἀπαραλείπτως τῷ ἑτέρῳ ἐξομοιούμενον. ἢ τὸ εἰς διαφόρους μορ‐ φὰς ἐκ μεταβολῆς φαινόμενον. Πορφύρεον. μέλαν. | |
κῦμα πορφύρεον. | ||
pi1569(1t) | (Ῥῆμα.) | |
2 | Ποθήσεται. ἀντὶ τοῦ ποτὸς καὶ πινόμενος γενή‐ σεται. ποθήσεται οἶνος. ἐκ τοῦ πῶμι, πώσω, πέπωκα. πέπομαι δὲ μικρόν. | |
5 | Ποθέεσκε. ποθέω, ποθῶ, ἐπόθεον, ἐπόθουν, ἐπόθεες, καὶ πλεονασμῷ τῆς κε συλλαβῆς καὶ συστολῇ τῆς ἀρχούσης ποθέεσκε. Ποιπνύειν. ἐνεργεῖν, διακονεῖν. οἱονεὶ τὸ μετὰ σπουδῆς καὶ πνεύματι ποιεῖν τι· τοῖς γὰρ | |
10 | ἐσπουδακόσι καὶ ἐνεργοῦσιν ἕπεται τὸ πνευ‐ στιᾷν. πνέειν οὖν καὶ πνύειν, καὶ ἐν συνθέσει μετὰ τοῦ ποιεῖν ποιπνύειν. †Ποιφύξαι. φοβῆσαι.† Ποιφύξαι. φυγεῖν. | |
15 | Ποιναλίζω. βασανίζω. Ποιεῖν. τὸ ἐν ἑαυτῷ ἔχειν τὴν αἰτίαν τῆς ἐνερ‐ γείας. ποιεῖν λέγεται ἐπὶ τῶν ποιητικῶν τεχνῶν, τεκτονικῆς φημὶ καὶ τῶν τοιούτων. *Πούβλικον. παρὰ Λατίνιος τὸ δεδημοσιευμέ‐ | |
20 | νον.* Πολυωρήσεις. φυλάξεις, πολλὴν φροντίδα ποιή‐ σεις. *Πολιτικόν. χρηματικόν.* Πολιορκεῖ. ἀντὶ τοῦ πολεμεῖ. | |
25 | Πολεύω. ζητῶ. Πολῶ. τὸ ἀναστρέφομαι. Πολίζω. πόλεις κτίζω, ἢ οἰκίζω. καὶ πολίσας. πολίσας τὴν ἔρημον. Πολεμησείω. ἐπιθυμῶ πολέμου. | |
30 | Πομπεύει. προοδοποιεῖται. ὀψικεύει. καὶ πομ‐ πεύεται. | |
Πομποστολεῖ. τὸν νηΐτην ἐκπέμπει στόλον. | ||
pi1570 | Ποιμαίνει. βόσκει ἢ διδάσκει. Πονεύμενον. ἐπιπονοῦντα· μαχόμενον. πονεό‐ μενον, πονεύμενον. Πονηρεύω. παρὰ τὸ πονῶ, πονήσω, πονηρὸς, ὡς | |
5 | ὀδύνω, ὀδυνήσω, ὀδυνηρός. τὸ πονῶ παρὰ τὸ πόνος, τὸ δὲ πόνος παρὰ τὸ πένω, τὸ ἐνεργῶ καὶ κάμνω. Ποππύζεσθαι. κυλακεύεσθαι. εἴρηται δὲ ἐπὶ τῶν ἀνημέρων ἵππων καὶ ἀγυμνάστων. ἔστι δὲ | |
10 | ἡ λέξις πεποιημένη. Πορσύνω, καὶ πορσαίνω, καὶ πορσανέουσα. σημαίνει τὸ εὐτρεπίζω. ἀπὸ τοῦ πόρος, πο‐ ρῶ, πορύνω, καὶ πλεονασμῷ τοῦ ς πορσύνω καὶ πορσαίνω, ὁ μέλλων πορσανῶ, ἡ μετοχὴ πορ‐ | |
15 | σανῶν καὶ τὸ θηλυκὸν πορσανοῦσα, καὶ πλεο‐ νασμῷ τοῦ ε πορσανέουσα. πορσύνω καὶ ἀντὶ τοῦ ἐρεθίζω. Πορφύρω. τὸ βουλεύομαι. παρὰ τὸ φέρειν τὸν νοῦν ὧδε κἀκεῖσε. καὶ πορφύρειν τὸ κατὰ βά‐ | |
20 | θος μεριμνᾷν. Ποτινίσσεται. προσέρχεται· ὅ ἐστιν ἀνάκει‐ ται. ἀπὸ τοῦ ἴμι τοῦ διὰ τοῦ ι, τοῦ σημαίνον‐ τος τὸ πορεύομαι. Ποτνιώμενοι. παρακαλοῦντες. ἐξιλεούμενοι. | |
25 | ἐλεεινὰ ῥήματα λέγοντες. καὶ ποτνιᾶσθαι. κυ‐ ριώτερον ἄν τις φήσει ἐπὶ γυναικῶν, ὅταν κα‐ κόν τι πάσχωσιν, ἱκετευουσῶν. Ποτώμενος. μέγα. πετόμενος δὲ, μικρόν. | |
29t | (Ἐπίῤῥημα.) | |
30 | Ποῖ γῆς. εἰς ποῖον τόπον. Πολλαχῶς. ἀναριθμήτως. καὶ πολλαχῆ. | |
Πονήρως. ἐπωδύνως. | ||
pi1571 | Πόῤῥω. μακράν. παρὰ τὴν πρὸ πρόθεσιν πρόσω, καὶ μεταθέσει πόρσω καὶ τροπῇ τοῦ ς εἰς ρ πόῤῥω. Ποσῶς. μερικῶς. | |
5 | Πόσε. ἀντὶ τοῦ ποῦ. Ποσαχῶς. πλειστάκις. Ποσαπλῶς. ἀντὶ τοῦ πολλαπλῶς. Ποταμηδόν. δίκην ποταμοῦ. Ποταινί. προσφάτως. | |
10 | Πολυμερῶς. διαφόρως καὶ ποικίλως. ὁ Ἀπόστο‐ λος· πολυμερῶς καὶ πολυτρόπως. | |
12t | Τὸ Π μετὰ τοῦ Ρ. | |
13t | (Ἀρσενικόν.) | |
14 | Πράμνειος. οἶνος ἀπὸ Πραμνείας οὕτω καλου‐ | |
15 | μένης ἀμπέλου. ἢ παρὰ τὸ πραΰνειν τὸ μένος. Πρανοῦς. κατωφεροῦς. Πρακτικός. ὅστις μετὰ τῶν λοιπῶν μερῶν τοῦ σώματος καὶ τῆς χειρὸς πράττει. οἷον τέκτων, χαλκεὺς, καὶ τὰ ὅμοια. λογικὴ δὲ καὶ πρακτι‐ | |
20 | κὴ διαφέρει, ὅτι τὴν μὲν λογικὴν μόνος ὁ ἄν‐ θρωπος ἐπίσταται, τὴν δὲ πρακτικὴν καί τινα τῶν ἀλόγων ζώων. Πρᾷος. θυμοῦ καὶ ἐπιθυμίας παντελὴς πρὸς τὰ παρὰ φύσιν ἀκινησία. καὶ πραεῖς οἱ μὴ ὀξύῤ‐ | |
25 | ῥοποι πρὸς τὰς ἐμπαθεῖς τῆς ψυχῆς κινήσεις, ἀλλὰ κατεσταλμένοι τῷ λόγῳ. ὡς τό· μακά‐ ριοι οἱ πραεῖς. ἡ φύσις γὰρ πρὸς κακίαν εὔ‐ κολός ἐστι καὶ ὀξύῤῥοπος ἐπὶ τὸ χεῖρον. καὶ πραότης ἡ βραδεῖα τὲ καὶ δυσκίνητος ἕξις. οὐ | |
30 | γὰρ καθόλου τὴν ἀπάθειαν τῇ ἀνθρωπίνῃ φύ‐ | |
σει νομοθετεῖ ὁ κύριος, οὐ γὰρ δυνατὸν τῇ ἐνύ‐ | ||
pi1572 | λῳ ζωῇ τὸ ἄϋλον. εἴρηται δὲ παρὰ τὸ πάντα ῥᾳδίως ποιεῖν. Πραίκων. ὁ κήρυξ. Πραιπόσιτος. τὸ ἀξίωμα. καὶ πραιτέξτατος. | |
5 | Πραίσιοι. ζῶα. Πρέμνος. ὁ κλάδος. Πρευμενής. ὁ ἄγαν εὐμενής. ἀπὸ τοῦ πρᾷος καὶ εὐμενής. Πρέσβις. ὁ παρακλήτωρ, ἢ ὁ ἀποκρισιάριος. παρὰ | |
10 | τὸ πρέσβις, πρέσβιος, πρέσβεες, πρέσβεις, ἡ εὐθεῖα τῶν πληθυντικῶν. ὡς ὄφις, ὄφιος, ὄφεες, ὄφεις. παρὰ τὸ πρεσβεῦσαι. Πρέσβυς καὶ πρεσβύτης. ἀπὸ ἐτῶν ἑξηκονταεν‐ νέα μέχρι τέλους. παρὰ τὸ προβεβηκέναι τὴν | |
15 | ἥβην. Πρηγορεών. ὁ λαιμὸς ἢ τόπος, ὅπου ἀγείρεται ἡ τροφή. παρὰ τὸ ἀγεῖραι. οὕτως λέγει Ἀπολ‐ λώνιος. Πρηνής. ἐπὶ πρόσωπον πεσὼν ἢ τοὔμπροσθεν ἐπὶ | |
20 | στόμα. παρὰ τὸ πρόσω νενευκέναι πρενὴς καὶ πρηνής. †Πρηνὴς γενόμενος. ἤγουν πεπρησμένος, ἐξωγ‐ κωμένος.† Πρηστήρ. κεραυνός· ἢ ἀστραπὴ φλογίζουσα. ἐκ | |
25 | τοῦ πρήθω, τὸ καίω. τὸ δὲ πρήθω παρὰ τὸ αἴ‐ θω, τὸ καίω. Πρηῶνος. τῆς ἐξοχῆς τοῦ ὄρους. πρίονος δὲ τοῦ ἐργαλείου, ι, καὶ μικρόν. Πρηνᾶς. ἰχθύος ὄνομα. | |
30 | Πρῆστις. ζῶον. Πριόνωτος. ἰχθὺς καὶ ὄφις. Πρίων. τὸ ἐργαλεῖον. | |
†Προαλής. τόπος ὁμαλός.† | ||
pi1573 | †Πρόβλαστος. ὁ Διόνυσος.† †Προκόπης. ὁ ἔμπροσθεν κόπτων.† †Προνότης. ὁ πρόχειρος.† †Πρόσπαιος. πρόσφατος.† | |
5 | †Προτρυγαῖος. βότρυς.† †Προύνεικος. ὁ ὑβριστής.† †Προφερέστατος. κρείττων. ἔνδοξος. ἢ προ‐ τιμότερος.† Προσφορώτατος. ὁ τῷ καιρῷ, ἐπιτηδειότατος καὶ | |
10 | ἁρμοδιώτατος, ἢ ὁ ποριμώτατος. Προασπιστής. ὁ βοηθὸς, ὁ πρόμαχος. Πρόβολος. πρόμαχος, ἢ λίθος παραθαλάσσιος, ὃς προβέβληται πρὸ τῶν θαλασσίων τειχῶν. Προβλῆτι. προβεβλημένῳ καὶ προνενευκότι εἰς | |
15 | θάλασσαν. προβλὴς, προβλῆτος, προβλῆτι. Πρόχειρος. ἕτοιμος. Πρόπολος. ὁ δοῦλος, ὁ ὑπηρέτης. *Προσκευθμένος. προσκεκρουμένος.* Προσήλυτος. ὁ ἀπὸ ξένης ἐλθὼν καὶ πρόξενος. | |
20 | Προΐκτης. πένης, προσαίτης. ἡ πρὸ ἀντὶ τῆς παρά. παρὰ τὸ ἱκνεῖσθαι. τινὲς δὲ παρὰ τὸ ἵζεσθαι. ὅ ἐστι δωρεάν τι λαμβάνειν. ὡς Ἀρ‐ χίλοχος· ἐμεῦ δ’ ἐκεῖνος οὐ καταπροΐζεται. | |
25 | ὁ δὲ Ἡρωδιανὸς ἀπὸ τοῦ ἴσσω φησίν. ὡς Ἀρ‐ χίλοχος· προτείνω χεῖρα καὶ προΐσσομαι. Προμηθεύς. οἷον προμηδεύς· μεταβολῇ τοῦ δ | |
εἰς θ. | ||
pi1574 | Πρόμος. ὁ πρόμαχος, ὁ βοηθός. τινὲς παρὰ τὸ πρόμαχος κατὰ συγκοπήν. βέλτιον δὲ παρὰ τὸ βῶ, τὸ βαίνω, γίνεται πρόβος, ὁ προβαίνων ἐν ταῖς μάχαις, καὶ κατὰ μετάθεσιν τοῦ β εἰς μ, | |
5 | πρόμος. οἱ δὲ παρὰ τὸ νῶ, τὸ πορεύομαι, πρό‐ νος καὶ πρόμος. Πρόμωτος. κύριον. καὶ προμῶτος, ὁ προκόψας, κατὰ Ῥωμαίους· ὅθεν καὶ προμωτίονες, αἱ προ‐ κοπαί. δηλοῖ δὲ καὶ ὁ πόῤῥω ὠθισθείς. | |
10 | Προπετής. ὁ ἄγαν ἐκπίπτων τοῦ δέοντος. ἔμφα‐ σιν γὰρ δηλοῖ ἐπιτάσεως. [παρὰ τὸ πετῶ ῥῆμα, ὃ σημαίνει τὸ πίπτω, καὶ τὴν πρὸ πρόθεσιν, ὅ ἐστιν ἐπιτάσεως.] Πρόσφατος. κυρίως ἐπὶ τοῦ νεωστὶ πεφονευμέ‐ | |
15 | νου. ἐκ τοῦ φῶ, τὸ φονεύω, γίνεται παράγωγον φημὶ, ἐξ οὗ τό· —πέφαται δ’ ἄριστος Ἀχαιῶν. καὶ ἀρηΐφατος. Προσδιορισμός. πρόσρημα σημαῖνον, ἐπὶ πόσον | |
20 | ὑπάρχει τὸ κατηγορούμενον τῷ ὑποκειμένῳ. καὶ ὁ μὲν προσδιορισμὸς τὸ ποσὸν σημαίνει, ὁ δὲ τρόπος τὸ ποιόν. τὸ ποσὸν, οἷον, πᾶς ἄνθρω‐ πος, τὶς ἄνθρωπος· τὸ ποιὸν, βαδίζει ἢ οὐ βαδίζει. | |
25 | Πρόσφυξ. ὁ προφεύγων ἐν ἐκκλησίαις. Προπάτωρ. ὁ πρόγονος. Πρόσγειος. ὁ ταπεινὸς, ἢ ὁ περὶ τὰ γήϊνα ἀσχολούμενος. | |
Πρόεδρος. ὁ ἡγεμών. | ||
pi1575 | Πρόοδοι. οἱ ἔμπροσθεν ὀψικεύοντες. Πρότονες. τὰ σχοινία. Προώλης. ὁ πανώλης. Προφορικὸς λόγος ἐστὶ ῥημάτων σύνθεσις. κατὰ | |
5 | περίφρασιν δὲ λέγεται συμπεριεκτικὸς, ὡσανεὶ περίφρασίς ἐστι βεβαίωσις, ἢ ἀπόδειξις τῶν ἤδη σαφηνισθέντων. Προφήτης. ὁ προγνώστης τινῶν οὐ κατὰ φύσιν, ἀλλὰ κατ’ ἐνέργειαν πνεύματος ἁγίου. ἢ ὁ δι’ | |
10 | ἐνεργείας πνευματικῆς τὰ μέλλοντα δηλῶν. εἴ‐ ρηται δὲ ἐκ τοῦ προφῶ, τὸ προλέγω· φῶ γὰρ τὸ λέγω ἐστί. Πρύλις. ὁ πεζὸς ὁπλίτης. ὡς δαμῶ, δαμάζω, δάμαλις, οὕτως περῶ, περόω, περύλις, καὶ | |
15 | συγκοπῇ πρύλις. Πρύτανις. ὁ ταμίας, ὁ διοικητής· ὁ βοηθός. Πρωτότοκος. οὗ ἄλλος οὐ προετέχθη, καὶ μεθ’ ὃν οὐ γεγόνασι ἕτεροι. Πρωκτός. ὁ ἀφεδρών. πρόακτός τις ἐστι. πα‐ | |
20 | ρὰ τὸ δι’ αὐτοῦ προάγεσθαι τὰ περιττώματα. Πρώονες. οἱ ὑψηλοὶ τόποι. παρὰ τὴν πρὸ πρό‐ θεσιν καὶ [τὴν ἰὼν μετοχὴν γέγονε προΐων καὶ προὼν καὶ κατὰ συναίρεσιν πρὼν, πρωνὸς, πρῶ‐ νες καὶ πλεονασμῷ τοῦ ο πρώονες.] | |
25 | [Πρῶτος. παρὰ τὴν πρὸ πρόθεσιν καὶ] καθ’ ὑπέρ‐ θεσιν πρότατος, καὶ κατ’ ἀποβολὴν τοῦ τ πρόατος, καὶ κατὰ κρᾶσιν τοῦ αο εἰς ω μέγα πρῶτος. ὅθεν οἱ Δωριεῖς πρῶτο λέγουσι κατὰ συγκοπήν. παρὰ δὲ τὴν πρὸ καὶ τὸ πρότερος | |
30 | παρῆκται. | |
pi1576 | Προύνικος. εὐκίνητος. τοῦ Ψελλοῦ· προύνικος ὁ εὐκίνητος, πέριλος τὸ αἰδοῖον· ὁ κύριος τοῦ ἅρματος καλεῖται παραιβάτης. | |
4t | (Θηλυκόν.) | |
5 | Πραπίδες. φρένες, διάνοιαι, φρονήσεις. ἔστι ῥῆμα ἱῶ, τὸ πέμπω, ὅπερ ἐν συνθέσει γίνεται προϊῶ, κατὰ συγκοπὴν πρῶ καὶ φρῶ. ἐκ τούτου γίνεται φραπὶς καὶ πραπίς. ὡς λέπω, λεπίς. ἀφ’ ἧς προΐενται τὰ βουλεύματα. | |
10 | Πρᾶξις. ἀπαίτησις, ἐνέργεια. Πραϋπάθεια. ἡσυχία· πραΰτης. Πρᾳότης. ἀκίνητος ψυχῆς κατάστασις, ἐν ἀτι‐ μίαις καὶ εὐφημίαις ὡσαύτως ἔχουσα. ἢ πραΰ‐ της ἐστὶ κατάστασις καὶ ἠρέμησις ὀργῆς. ἢ θυ‐ | |
15 | μοῦ εὐταξία κατὰ στέρησιν ἡδονῶν προσγινομέ‐ νη φθαρτῶν. Πρᾶξις. πρᾶξις ἐστὶ ψυχῆς λογικῆς ἐνέργεια διὰ σώματος. †πρᾶξις κυρίως ἐστὶ λογικὴ ἐνέργεια, ἧς οὐδὲν τῶν ἀλόγων οἷόν τε κοινωνεῖν.† | |
20 | Πρασιαί. τετράγωνα σχήματα ἐν τῇ γῇ, ἃ ποιοῦσιν οἱ κηπουροί. οἱονεὶ περασίαι τινὲς οὖ‐ σαι, παρὰ τὸ περατοῦσθαι, καὶ κατὰ συγκο‐ πὴν πρασιαί. Πρᾶσις. ἡ ἐπὶ τῆς πραγματείας. οἱονεὶ πέρα‐ | |
25 | σίς τις οὖσα, ἡ ἐξ ἑτέρου εἰς ἕτερον μεταβαί‐ νειν ποιοῦσα τὰ πιπρασκόμενα. Πραίδα. ἡ λῃστεία. Πρεσβυγένεια. παλαιοτέρα γένεσις. Πρέσβα. ἐντιμοτάτη, πρεσβυτάτη. ἀπὸ τοῦ | |
30 | πρέσβεια κατὰ συγκοπὴν πρέσβα. οἱονεὶ ἡ πρεσ‐ | |
βευτική. | ||
pi1577 | Πρέσβειρα. ἐντιμοτάτη· παρακλήτρια· πρεσ‐ βεύτρια. Πρῆσις. ἡ πρᾶσις, ἢ ἡ πρᾶξις. πρίσις δὲ ἀπὸ τοῦ πρίζω, ἰῶτα. | |
5 | Πρίσκιλλα. κύριον. Προαίρεσις. ἀδούλωτόν τι χρῆμα καὶ αὐτεξού‐ σιον, ἐν τῇ ἐλευθερίᾳ τῆς διανοίας κείμενον, ἢ αἵρεσις βουλευτικὴ τῶν ἐφ’ ἡμῶν πρακτέων. ἢ προαίρεσις ἐστὶ, δύο τινῶν προκειμένων, τὸ αἱ‐ | |
10 | ρεῖσθαι καὶ ἐκλέγεσθαι τοῦτο πρὸ τοῦ ἑτέρου. καὶ τοῦτο φανερὸν, ὅτι βουλή ἐστι μετ’ ἐπικρί‐ σεως ἡ προαίρεσις, καὶ ἐξ αὐτῆς τῆς ἐτυμολο‐ γίας· προαιρετὸν γάρ ἐστι τὸ ἕτερον πρὸ τοῦ ἑτέρου αἱρετόν. οὐδεὶς δὲ προκρίνει τι μὴ βου‐ | |
15 | λευσάμενος, οὐδὲ προαιρεῖται μὴ προκρίνας. †Πρόκνη. ῥόπτρον· πάγη θηρίων· τὸ ἐπιπί‐ πτον τῆς πάγης.† †Πρόσκλησιν. προτροπήν.† Προσοχή. νῆψις προσεχὴς, ἀκλινῶς καὶ ἀνε‐ | |
20 | πιστρόφως ἑαυτῆς καὶ τῶν ἑαυτῆς θεωρός. Προσευχή. συνουσία καὶ ἕνωσις θεοῦ καὶ ἀνθρώ‐ πων. ἢ αἴτησις ἀγαθῶν μεθ’ ἱκετηρίας προσ‐ αγομένη τῷ θεῷ, ἢ τῆς πρὸς τὰ ῥηθέντα κα‐ λὰ τοῦ τετηρηκότος μεταποιήσεως αἴτησις. ἢ | |
25 | ἀρετῆς ἔπαθλον, ὃ μάλιστα χαίρων θεὸς ἀν‐ τιδίδωσιν. ἢ προσευχή ἐστιν ὁμιλία νοῦ πρὸς θεὸν, ἢ κατάστασις νοῦ φθαρτικὴ παντὸς ἐπι‐ γείου νοήματος. ἢ αἴτησις ἀγαθοῦ παρὰ τῶν εὐσεβῶν εἰς θεὸν γενομένη. ἢ αἴτησις ὧν πέ‐ | |
30 | φυκεν ὁ θεὸς ἀνθρώποις δωρεῖσθαι πρὸς σωτη‐ ρίαν. ἢ προσευχή ἐστιν ἡ μετὰ δοξολογίας περὶ μειζόνων μεγαλοφυέστερα ἀναπεμπομένη. Προσευχή ἐστιν, ἡ μετὰ τὴν ἀπόδοσιν τοῦ δώρου | |
αἰτουμένη ἀντίληψις. | ||
pi1578 | Προσευχή ἐστιν ἡ κατὰ τὸν καιρὸν ἐκεῖνον παν‐ τὸς νοήματος ἀπόθεσις, ἢ ἀνάβασις νοῦ πρὸς θεὸν ἀμετάτρεπτος. Προσευχή. ὅταν τὸ ἀξίωμα τοῦ θεοῦ νοήσας αὐ‐ | |
5 | τῷ τι παρὰ τοῦ θεοῦ τότε προσεύχομαι. Πρόδομος. ἡ πρὸ τῆς οἰκίας στοά· ἣν καὶ Ὅμη‐ ρος αἴθουσαν καλεῖ. Προσφώνησις. κήρυξις. Προσηγορία. φίλη προσλαλιά. καὶ προσαγορία. | |
10 | Προμήθεια. ἡ πρόνοια. Προνομή. ἡ ἁρπαγή. Προεδρία. ἡ προτίμησις, ἡ πρωτοκαθεδρία. Προσεδρεία δὲ, ἡ ἐπίμονος καὶ διηνεκὴς ἀσχολία, δίφθογγον. | |
15 | Προφυλακή. αἱ τρεῖς ὧραι τῆς νυκτός. εἰς τέσ‐ σαρας γὰρ φυλακὰς διαιρεῖται ἡ νύξ. Προσωποποιΐα. ὅτάν τις πρόσωπον ὑποθέμενος ἕτερον ἢ ὑποδὺς, ὡς ἐκ προσώπου τινὸς εἴπῃ. Προχοαί. αἱ τῶν ποταμῶν ἀφέσεις. | |
20 | Προσχοαί. αἱ θυσίαι. Πρόληψις. τῶν προτέρων κακῶν μνήμη ἀκούσιος. Πρόσληψις. ὅτάν τις προσλάβῃ τι. οἷον· μετὰ τῆς προσλήψεως, ὅ ἐστι τῆς σαρκός. †Προθεσμίου. ἡ τοῦ ὡρισμένου καιροῦ ἢ τόπου | |
25 | δήλωσις καὶ παράστασις.† Προίξ. παρὰ τὸ προΐκω, προΐξω. ἡ προδιδομένη εἰς τὸν τοῦ ἀνδρὸς οἶκον. ἐμεῦ δ’ ἐκεῖνος οὐ καταπροΐξεται. εἴτε κατὰ συγκοπὴν εἴτε κατὰ συναίρεσιν προὶξ, | |
30 | ἡ προϊκνουμένη εἰς τὸν τοῦ ἀνδρὸς οἶκον. Προσβολάς. ὁρμάς. Προσβολή ἐστιν ἀνείδωλον κίνημα καρδίας. ὅπου δὲ εἰκόνες λογισμῶν, ἐκεῖ συγκατάθεσις γέγονε. | |
κίνημα γάρ ἐστιν ἀνείδωλον ἀναίτιος προσβολή. | ||
pi1579 | προσβολὴ τοῦ σατανᾶ ἐστι μονολόγιστος ἐμφά‐ νεια πράγματος πονηροῦ. Πρὸς τῆς τριάδος. ὅρκος ἐστὶ τὸ ὁρκίζειν ἐν ταῖς διαλέξεσι καὶ τοῖς ἀγῶσι. δικανικοῦ λόγου | |
5 | ἐστὶ καὶ πολιτικοῦ· οὐκ ἐγκωμιαστικοῦ. Πρόκας. ἢ αἶγας κεραοὺς ἠὲ πρόκας. πρόξ ἐστι ζῶον μικρὸν ὅμοιον ἐλάφῳ, ὁ λεγό‐ μενος νεβρός. Διόνυσος δὲ ὁ Ἀθηναῖος τοὺς | |
10 | ἐλάφους λέγει πρόκας. ὅθεν καὶ ἡ Προικόνη‐ σος. γράφεται καὶ Προικόννησος. ἐν αὐτῇ γὰρ πλήθουσιν ἔλαφοι. Φιλητᾶς δέ φησι πρόκας τὰς ἐλάφους τὰς πρῶτον τικτομένας, οἷον πρωτο‐ τόκους. | |
15 | Πρόκροσσοι. παράλληλοι. ἢ ἄλλοις ἐπ’ ἄλλοις ἐξισούμεναι μίαν κατὰ μίαν. οἱονεὶ προκάροσσοι τινὲς οὖσαι. παρὰ τὸ κάρα, αἱ κατὰ κεφαλὴν συντιθέμεναι· κροσσοὶ γὰρ αἱ κεφαλαὶ καὶ αἱ ἀρχαὶ τῶν τειχῶν. | |
20 | Πρόνοια. ἡ πρὸ ἀντὶ τῆς ὑπὲρ κεῖται. οἱονεὶ τὸ ὑπέρ τινων νοῆσαι. Πρόσειλος. ἡ πρὸς τὴν ἕλην τετραμμένη. ἕλη δὲ ἡ τοῦ ἡλίου αὐγή. καὶ τῶν προσείλων ἰχθύων ὠπτημένων. | |
25 | Πρότμησις. ὁ κατὰ τὸν ὀμφαλὸν ὑπάρχει τό‐ πος καὶ κατὰ τὸν λαγόνα, ἐπεὶ κατὰ τοῦτον τὸν τόπον προτέμνεται τὰ ζῶα καὶ προέρχεται. κυρίως δὲ ἐπὶ τῶν ἀλόγων ζώων. Πρότασις. ἐν ᾧ τὸ ἀληθεύειν ἢ ψεύδεσθαι | |
30 | ὑπάρχει. [πρότασις ἁπλῆ.] Πρότασίς ἐστι λόγος ἀποφαντικὸς τινὸς κατά τι‐ νος. διαφέρει δὲ διαλεκτικὴ πρότασις ἀποδει‐ κτικῆς, καθὸ ἡ μὲν διαλεκτικὴ πρότασις πάν‐ τως ἐν ἑτέρῳ τινὶ, ἐρώτησις γάρ ἐστιν ἀντιφά‐ | |
35 | σεως· ἐρωτᾷ γὰρ, πότερον ἡ ψυχὴ ἀθάνατός | |
pi1580 | ἐστιν ἢ οὔ· ἡ δὲ ἀποδεικτικὴ πρότασις οὐκ ἐν ἐρωτήσει, ἀλλὰ λῆψις θατέρου μορίου τῆς ἀν‐ τιφάσεως· ὅπερ γὰρ βούλεται ὁ ἀποδεικνύων, τοῦτο λαμβάνει. | |
5 | Προφητεία. ἡ πνευματικὴ προαγόρευσις τῶν μελ‐ λόντων. Πρόφασις. ἀφορμή. φημὶ, φήσω, πέφηκα, πέ‐ φαμαι, πέφασαι, φάσις καὶ πρόφασις. Πρόθεσις. λέξις προτιθεμένη πάντων τῶν τοῦ | |
10 | λόγου μερῶν ἔν τε συνθέσει καὶ συντάξει. ἐν συνθέσει μὲν, οἷον· ἀναφορὰ, εἰσφορά. ἐν συν‐ τάξει δὲ, οἷον· ἐπὶ τῆς χώρας, κατὰ τῆς χώ‐ ρας. διατί προτίθεται πάντων τῶν τοῦ λόγου μερῶν; διὰ τὴν ἐνυπάρχουσαν αὐτῇ ἀσθένειαν. | |
15 | ὥσπερ γὰρ ὁ ἄῤῥωστος, ὁ μὴ δυνάμενος περι‐ πατῆσαι, ὑπὸ ἄλλων βασταζόμενος ἐκφέρεται, οὕτω καὶ ἡ πρόθεσις, ἀσθενεστέρα οὖσα πάν‐ των τῶν τοῦ λόγου μερῶν, ὑπὸ ἄλλων λέξεων βασταζομένη ἐκφέρεται. προθέσεις δέ εἰσι τῇ | |
20 | μὲν φωνῇ ὀκτωκαίδεκα, τῷ δὲ σημαινομένῳ ἑπτακαίδεκα· ἡ γὰρ ἀμφὶ καὶ ἡ περὶ τὸ αὐτὸ σημαίνουσι. μονοσύλλαβοι δὲ προθέσεις ἕξ· ἐν· εἰς· ἐξ· σύν· πρός· πρό. δισύλλαβοι ιβʹ· ἀνά· κατά· διά· μετά· παρά· ἀντί· ἐπί· | |
25 | περί· ἀμφί· ἀπό· ὑπό· ὑπέρ. διαφέρουσι αἱ μονοσύλλαβοι προθέσεις τῶν δισυλλάβων, ὅτι αἱ μὲν μονοσύλλαβοι πᾶσαι εἰς φωνήεντα κατ‐ έληξαν· μία δὲ ἐξ αὐτῶν εὑρέθη λήγουσα εἰς φωνῆεν, ἡ πρό· αἱ δὲ δισύλλαβοι πᾶσαι εἰς φω‐ | |
30 | νήεντα κατέληξαν· μία δὲ ἐξ αὐτῶν εἰς σύμφω‐ νον, ἡ ὑπέρ. Προσῳδία. ὁ τόνος, ἡ χειρονομία καὶ ἡ τοῦ ὀρ‐ γάνου φωνή. παρὰ τὸ εἴδω, τὸ γινώσκω. ἐξ αὐ‐ τοῦ ἀοιδὴ, καὶ κράσει τοῦ αο εἰς ω μέγα ᾠδὴ, | |
35 | καὶ ἐξ αὐτοῦ ᾠδία καὶ προσῳδία. ἢ παρὰ τὸ | |
προσᾴδειν καὶ ἁρμόζειν τῇ ὑποκειμένῃ λέξει. ἢ | ||
pi1581 | παρὰ τὸ πρὸς αὐτὴν ᾄδεσθαι τὰ ποιήματα. ᾠδὰς γὰρ οἱ παλαιοὶ τὰ ποιήματα ἐκάλουν. Πρύμνη καὶ πρύμνα. ἀμφότερα. πρυμνὸν τὸ ὕστατον. παρὰ τὸ πέρας πέρυμνον. καὶ πρύμνη. | |
5 | Πρυμνώρεια. τὸ ἔσχατον τοῦ ὄρους. Πρωΐα. παρὰ τὸ προϊέναι ἡμᾶς ἐπὶ τὰ ἔργα. κα‐ θὸ ταύτης ἐπιφανείσης προΐασιν οἱ ἄνθρωποι. ἢ ἀπὸ τοῦ προϊκνεῖσθαι τῆς ἡμέρας τὸν καιρὸν τοῦτον. | |
10 | †Πρῶνα. πόλις Κρητική.† Πρῷρα. σὺν τῷ ι. οἱ μὲν παρὰ τὸ προέχειν καὶ προορᾷν τοῦ σκάφους. ἢ παρὰ τὸ πρὸ ὥρας, ὃ δηλοῖ τὸν καιρὸν, γίνεται πρώρα, ἐξ οὗ καὶ πρωρεύς· ἔργον γὰρ τῷ πρωρεῖ πρὸ ὥρας ὁρᾷν. | |
15 | οὐκ ὤφειλε δὲ ἔχειν τὸ ι, ἀλλ’ ἡ παράδοσις ἔχει αὐτό. ἐπειδὴ παρὰ τὸ προϊέναι καὶ ἀπὸ διαστάσεως τοῦ ι, ὡς παρὰ τῷ ποιητῇ· ἀναπρω‐ ΐρους. καὶ παρὰ Σιμωνίδῃ· κυανοπρώϊραν. *Προτομή. εἰκὼν βασιλική.* | |
20 | Πρόθεσις. ὁ προορισμὸς κατὰ τὸν Ἀπόστολον· κατὰ πρόθεσιν οὖσαν ἀπ’ αἰώνων. ἢ κατὰ πρό‐ γνωσιν. ἵνα ἡ κατ’ ἐκλογὴν πρόθεσις τοῦ θεοῦ μένῃ. καὶ ἡ γνώμη· κατὰ πρόθεσιν τοῦ τὰ πάντα ἐνεργοῦντος. | |
25t | (Οὐδέτερον.) | |
26 | Πριμμιλογίων. τιμῶν βασιλικῶν· προνομίων. | |
Πρεσβήϊον. τὸ ὑπὲρ τιμῆς διδόμενον δῶρον. | ||
pi1582 | Πραιτώριον. παρὰ τὸ πράττω πρατώριον, ὅπου τὰ πραττόμενα ὠροῦνται καὶ φυλάττονται, πλεο‐ νασμῷ τοῦ ι, πραιτώριον. Προθέλυμνα. πρόῤῥιζα. καὶ τὰ ἐπάλληλα καὶ | |
5 | πυκνά. θέλυμνα δὲ λέγονται τὰ ἐπ’ ἀλλήλους ἔχοντα τοὺς κλάδους δένδρα, διὰ τὸ θηλυμα‐ νεῖν, μεταφορικῶς. Προβήμασι. πηδήμασιν. —ἐκτυπεῖτο δὲ | |
10 | ἐμβὰς γερόντων εὐρύθμοις προβήμασι. ἐμβάδες δέ εἰσιν ἀνδρῷα ὑποδήματα, παρὰ τὸ ἐμβαίνειν. Πρόβατον. παρὰ τὸ ἔχειν βάσιν ἑτέραν πρὸ τῆς ὀπισθίου βάσεως. πολλάκις καὶ κατὰ κοινοῦ | |
15 | ἐπὶ πάντων τῶν βοσκημάτων εἴρηται ἡ λέξις. Πρόῤῥιζον. ἐκ ῥιζῶν ἀνασπώμενον. Προσαγωγικόν. προσκομιστικόν. Πρόσαντες. ἐναντίον, ἐμποδιστικόν. Προσείλια. τὰ θαλπόμενα ὑπὸ τοῦ ἡλίου. | |
20 | Πρόσχημα. ὑπόκρισις. Πρόστιμον. ἡ ζημία. Πρόσφατον. τὸ ἀρτίως γινόμενον. Πρόσκομμα. ἁμάρτημα. πρόσκρουσμα. Προσῆκον. πρέπον, πρᾶγμα, ὅπερ μετὰ τὸ πρα‐ | |
25 | χθῆναι ἔχει εὔλογον ἀπολογίαν. ἢ προσῆκον τὸ | |
ἄξιον. | ||
pi1583 | Πρόθεμα. τὸ πρόγραμμα· τουτέστιν ἡ ἐκ βα‐ σιλέως πρόσταξις ἐγγράφως δημοσίᾳ ἀνατιθε‐ μένη. Πρόβλημα. λόγος συνεσκιασμένος καὶ αἰνιγμα‐ | |
5 | τώδης. ἢ ἐρώτημα. Προοίμιον. ὁ πρόλογος. οἴμη λέγεται ἡ ᾠδή· ἀφ’ ἧς καὶ προοίμιον. Προσῴδιον. λιτανεία μετὰ ὕμνων. παρὰ τὸ προσ‐ ιέναι. | |
10 | Πρόσωπον. ὃ διὰ τῶν οἰκείων ἐνεργημάτων τὲ καὶ ἰδιωμάτων ἀρίδηλον καὶ περιωρισμένον, τῶν ὁμο‐ φυῶν αὐτοῦ, παρέχεται ἡμῖν τὴν ἐμφάνειαν. ἢ ἐνουσίου ἰδιότητος φανέρωσις. ἢ μέρος σώμα‐ τος ἀγχιστεῦον ὄψεσιν. ἢ χαρακτὴρ ὑποστά‐ | |
15 | σεως. ἀπὸ τοῦ πρόσω, τουτέστιν ἔμπροσθεν, ἀλλ’ οὐκ ἐκ πλαγίου τοὺς ὦπας ἔχειν. Πρότονον. σχοινίον. παρὰ τὸ προτείνειν. Πρόγραμμα. γνώρισμα, κήρυγμα, ἀπόδειξις φα‐ νερά. οὕτως ὁ Θεόλογος· πρόγραμμα τοῦ καθ’ | |
20 | ἡμᾶς λόγου. Προύργου. τῶν ἀναγκαίων καὶ τῶν πρὸ τοῦ ἔρ‐ γου. οἷον τὸ μὲν ἔργον αὐτὸς ὁ γάμος, τὰ δὲ πρὸ τοῦ γάμου εἰς τὸν γάμον ἀναγκαῖα. καὶ προυργιαίτερον, †ἀναγκαιότερον· πρὸ παντὸς | |
25 | ἔργου.† Προὖπτον. προφανές. Πρότερον. πρότερον κυρίως τὸ τῷ χρόνῳ πρότε‐ ρον, ὡς λέγομεν παλαιότερον, πρεσβύτερον. πρότερον φύσει ἐστὶν, ὅπερ συναναιρεῖ καὶ οὐ | |
30 | συναναιρεῖται, καὶ συνεισφέρεται μὲν, οὐ συνεισ‐ φέρει δέ. διόπερ τὰ ἁπλᾶ προτερεύουσι τῶν | |
συνθέτων, καὶ τὰ καθόλου τῶν μερικῶν. ἔστι | ||
pi1584 | δὲ πρότερον καὶ κατ’ ἀξίαν καὶ τὸ κατὰ δύνα‐ μιν· ὁμοίως καὶ κατὰ τὸ αἴτιον καὶ αἰτιατόν. αἴτιον δὲ δεῖ νοεῖν τὸ ἀποτελοῦν, αἰτιατὸν δὲ τὸ ἀποτελούμενον. | |
5 | Πρός τι. ταυτόν ἐστιν, οἷς τὸ εἶναι ταυτόν ἐστιν ἐν τῷ πρὸς ἕτερον λέγεσθαι. Πρός τι εἰσὶν, οἷς τὸ εἶναι ταυτόν ἐστι τῷ πρός τι πῶς ἔχειν. τινὲς δὲ σαφέστερον ἡρμήνευσαν τὴν ὑπογραφὴν, ὅτι ταῦτά ἐστι πρός τι, οἷς τὸ εἶ‐ | |
10 | ναι ταυτόν ἐστιν ἐν τῷ πῶς ἔχειν πρὸς ἕτερον. πρός τι δὲ λέγεται, ὅσα αὐτὰ ἅπέρ ἐστιν ἑτέ‐ ρων εἶναι λέγεται. ἅμα δὲ καὶ ἀναστρέφει πρὸς ἄλληλα. Πρός τι. ἡ φύσις ἡ κυρία καὶ πηγαία καὶ μήτηρ | |
15 | πάντων, καὶ ὀντότης ἐστί. πάντα δὲ, ὅσα ἐκ τῆς φύσεως προέρχεται, τῶν πρός τι λέγονται. αἱ γὰρ ὑποστάσεις καὶ ἡ υἱότης καὶ ἡ ἰδιώτης καὶ ἡ ποιότης καὶ ἡ ἁπλότης καὶ πάντα τὰ λοιπὰ ἐκ τῆς φύσεως τὴν αἰτίαν καὶ τὴν πρόο‐ | |
20 | δον ἔχουσι καὶ κατὰ τοῦτο τῶν πρός τι λέγεται, τουτέστι τῶν πρὸς τὴν ῥίζαν τῆς φύσεως ἀπο‐ κρεμαμένων· ἐξ ὧν ἐστὶ καὶ ἡ θέλησις καὶ ἡ ἐνέργεια. Προαιρετόν. βουλευτόν· ὀρεκτὸν τῶν ἐφ’ ἡμῖν. | |
25 | καὶ ἡ προαίρεσις ὄρεξις βουλευτικὴ τῶν ἐφ’ ἡμῖν. τοῦ γὰρ προκριθέντος ἐκ τῆς βουλῆς ἐφιέμεθα προαιρούμενοι. Πρυμνήσια. τὰ ἀπόγεια σχοινία, οἷς ἐκ τῆς πρύ‐ μνης προσδεσμεῖται ἡ ναῦς πρὸς τῇ γῇ. παρὰ | |
30 | τὸ πρυμνὸν, τὸ ἔσχατον. Πρυτανεῖον. τὸ νόμισμα. ὁ τόπος δὲ πολλάκις. | |
τοῦ Ψελλοῦ ὁ στίχος. | ||
pi1585 | Πρυτανεῖον. τὸ ταμιεῖον. παρὰ τὸ ἐκεῖ φυλάσ‐ σειν τὸν πυρὸν ἤγουν τὸν σῖτον, οἷον πυροτα‐ μεῖον καὶ πρυτανεῖον. τὰ ἀπὸ τῶν διὰ τοῦ ευω εἰς ειον γενόμενα διὰ διφθόγγου γράφεται, οἷον | |
5 | πορνεύω πορνεῖον, πρυτανεύω πρυτανεῖον. Πρῷζον. τὸ προχθεσινόν. πρώϊζον καὶ κατὰ συν‐ αίρεσιν πρῷζον. Πρωϊζά. τὰ προχθεσινά. ἐκ τοῦ πρώϊον, πρώϊ‐ ζος πρωϊζά. | |
10 | Πρώϊον. ἕωθεν, ὄρθρου, ἢ πρόσφατον. Πρωτόλεια. αἱ ἀπαρχαί· τὰ πρὸ τῶν ληΐων ἐξαίρετα καὶ πρώτιστα, ἅπερ εἰώθασιν οἱ ἄρι‐ στοι λαμβάνειν. Πραιτωρίῳ. παλατίῳ. καὶ ὁ Ἀπόστολος· ἐν | |
15 | ὅλῳ τῷ πραιτωρίῳ. ἐκ τούτου δὲ θάρσος γέγο‐ νε τοῖς πιστοῖς. Πρακτέον. δεῖ πράττειν. | |
18t | (Ῥῆμα.) | |
19 | Πρηΰνω. τὸ πραΰνω, τροπῇ τοῦ α εἰς ἦτα. | |
20 | Πρημαίνω. τὸ μαίνομαι. Πρηνίσω. πίπτω. Πρήθω. τὸ καίω. ἀπὸ τοῦ πρίω γέγονε κατὰ πα‐ ραγωγὴν πρίθω, καὶ καθ’ ὑπαλλαγὴν πρέθω, ἐξ οὗ τὸ ἔπρεσεν. Ἡσίοδος· | |
25 | —ἀμφὶ δὲ πᾶσαν ἔπρεσε θεσπεσίας κεφαλάς—. ἐξ οὗ γίνεται πρήθω κατ’ ἔκτασιν. Πρηνιχθῆναι. τὸ ἐπὶ πρόσωπον πεσεῖν· μετα‐ φορικῶς δὲ καὶ εἰς γόνυ κλιθῆναι. ἐπρήνιξε | |
30 | τὴν Εὐρυμέδοντος πόλιν. | |
Πρῆσεν. ἔστι πρήθω τὸ φυσῶ, ἢ τὸ ἐμπυρίζω. | ||
pi1586 | ἢ παρὰ τὸ πιμπρῶ δευτέρας συζυγίας τῶν πε‐ ρισπωμένων παράγωγον πίμπρημι, ὁ μέλλων πρήσω, καὶ ὁ ἀόριστος ἔπρησα. Πρήσουσα. διαπερῶσα. παρὰ τὸ περῶ γίνεται | |
5 | πρῶ, ὡς τερῶ τρῶ, καὶ βιῶ βῶ. ὁ παρακείμενος πεπέρακα καὶ κατὰ συγκοπὴν πέπρακα. καὶ γὰρ τὸ πωλούμενον περᾷ ἀπὸ τοῦ πωλοῦντος εἰς τὸν ἀγοράζοντα. ἐκ δὲ τοῦ πρῶ ὁ μέλλων πρήσω, ἡ μετοχὴ πρήσων, καὶ τὸ θηλυκὸν πρήσουσα. | |
10 | Πρῆσεν. ἐφύσησε. Πρίημι. ἀγοράζω. καὶ πριώμενος. Πρίεται. σχίζεται. Πριόμενος. κοπτόμενος. πριώμενος δὲ, ὁ ἀγορά‐ ζων, μέγα. | |
15 | Πριάμενος. ἀγοράσας. *Προάγουσιν. προλαμβάνουσι.* †προάξειν ἀντὶ τοῦ προλάβω.† †Πρόεισι. προέρχεται.† Προέμενος. προδούς. | |
20 | Πρόες. πρόπεμψον. ἀπὸ τοῦ ἵημι ὁ δεύτερος ἀόριστος ἧν, καὶ τὸ προστακτικὸν ἓς, καὶ μετὰ τῆς πρὸ προθέσεως πρόες. Προΐηλε. προέπεμψε, προέθηκεν. ἀπὸ τοῦ εἰ‐ λῶ εἶλε, καὶ ἐν ὑπερθέσει ἴηλεν. | |
25 | †Προσείλου. προσελάβου. συνηρίθμησας. Αἰ‐ λιανός· εἶτα, ἀσελγέστατε, τοσοῦτοι ἐχθροὶ γεγενημένοι οὐκ ἤρκεσαν, ἀλλ’ ἄρα καὶ ἐμὲ εἰς τὴν τῶν ἐχθρῶν προσείλου τάξιν.† †Προσερήσομαι. προσερωτήσω.† | |
30 | Πρόσεχε. ἀντὶ τοῦ περιβλέπου τὰ κατὰ σαυτόν. | |
ὡς τό· πρόσεχε σεαυτῷ. | ||
pi1587 | Προνοητέον. ἀντὶ τοῦ φροντιστέον. †Προσηγάσθησαν. ὑπερεθαύμασαν.† †Προτονίζουσιν. ἐκ τοῦ πρῶτος καὶ τοῦ τονίζω, τὸ σωρεύω.† | |
5 | Προὔχοντος. ὑπερέχοντος. Προσκομιστέον. προσενεκτέον. Προσεκτέον. σπουδαστέον. Προσαρασσόμενον. προσρηγνύμενον. προσαρασ‐ σόμενα κύματα. | |
10 | Προώμεθα. προδώσωμεν. Προήκατο. προέδωκε, προέπεμψε. Προσιζήσας. προσκαθίσας. Προειλόμην. προέκρινα. Προσήκατο. προσεδέξατο. | |
15 | Προσώχθισα. ἐβδελυξάμην, ἐμίσησα. Προΐσχεται. δίδωσι. προβάλλεται ἢ κρατεῖται. ἀπὸ τοῦ ἴσχω, τὸ κρατῶ. Προσπελάζει. προσεγγίζει. Προσείρων. προσάπτων. | |
20 | Πρόσειπε. προσαγόρευσον. Προπηλακίζω. ὑβρίζω, ἐξουθενῶ. Προπίνει. διὰ τοῦ οἴνου τιμᾷ. Προχείρισαι. προβαλοῦ. Προσαγηόχασι. προσήγαγον. | |
25 | Προκυλινδοῦμαι. κυλίομαι. | |
pi1588 | Προσφωνεῖ. προσαγορεύει. Προπομπεύεσθαι. ὀψικεύεσθαι. Προσκίρτησον. χόρευσον. Πρόμολε. πρόελθε. | |
5 | Προείκασιν. ἔπεμψαν. Προβάλλεσθαι. τὸ προβάλλεσθαι ἐπὶ τοῦ δυσχεραίνειν καὶ φεύγειν οὐδεὶς εἴρηκε τῶν δο‐ κίμων· τὸ δὲ προβάλλεσθαι αὐτὸ τὸ προτείνε‐ σθαι δηλοῖ. καὶ προβεβλημένως γὰρ πρός τι‐ | |
10 | νας ἔχειν λέγεται τὸ παρατεταγμένως καὶ ἀπί‐ στως διακεῖσθαι. *Προμιλέγια. ἤγουν προνόμια.* Προτιόσσομαι. ὑπολαμβάνω. Προταμών. ἀποκόψας. ἢ τὸ σκληρὸν τῆς τρο‐ | |
15 | φῆς προκατεργασάμενος. Προχέοντο. προήρχοντο. μεταφορᾶς ὁ τρόπος. ἀπὸ τοῦ χέω. κυρίως γὰρ τὸ χέω ἐπὶ ὑδάτων λέγεται. Προτείνουσιν. ἀντὶ τοῦ προτιθέασι καὶ προβάλ‐ | |
20 | λονται. Προσέκοψαν. ἠπίστησαν. καὶ ὁ Ἀπόστολος· προσέκοψαν τῷ λίθῳ τοῦ προσκόμματος, κα‐ θὼς γέγραπται. Προσελάβετο. ἐφειλκύσατο. καὶ ὁ Ἀπόστολος· | |
25 | ὁ θεὸς γὰρ αὐτὸν προσελάβετο. | |
pi1589 | Προσλαβοῦ. μετὰ ἀγάπης δέξαι. Προσέξονται. ἀντὶ τοῦ προσκολλῶνται. προσέξον‐ ται ταῖς κοτύλαις αἱ πέτραι. *Πρεσβεύομεν. μεσιτεύομεν. καὶ ὁ Ἀπόστολος· | |
5 | ὑπὲρ Χριστοῦ πρεσβεύομεν.* | |
6t | (Ἐπίῤῥημα.) | |
7 | Πρᾴως. ἡσύχως. Πρηνή. ἐπὶ πρόσωπον. Πρίν. ἀντὶ τοῦ πρότερον. | |
10 | Προβεβλημένως. παρατεταγμένως καὶ ἀπί‐ στως διακεῖσθαι. Πρόπαρ. προπάροιθεν. ἆρον δύο συλλαβὰς, γί‐ νεται πρόπαρ. ἀντὶ τοῦ πρότερον ἢ ἔμπροσθεν. [Προπάροιθεν. ἀντὶ τοῦ πρότερον.] | |
15 | [Πρόσω. ἔμπροσθεν.] Προσενωπίως καὶ προσενώπιον. πρὸς τοὺς ἐξ ἐναντίας τῶν εἰσόδων τοίχους. διὰ τὸ φωτίζε‐ σθαι ὑπὸ τῶν θυρῶν. Προτροπάδην. προτρεπτικῶς φεύγων τοῦ πολέ‐ | |
20 | μου. Προσφόρως. ἁρμοδίως. Προσφάτῳ. πρωτολογίαις, ἢ προοιμίοις. Πρόχνυ. τὸ ἐπὶ γόνυ πεσεῖν· παντελῶς ὀκλά‐ σαι. οἱονεὶ προγόνυ, καὶ συγκοπῇ πρόγνυ καὶ | |
25 | πρόχνυ. ἡ γὰρ πρὸ ἀντὶ τοῦ ἐπὶ κεῖται. | |
Πρῴην. ἔχει τὸ ι κατὰ τὴν παραλήγουσαν. ἔστι | ||
pi1590 | γὰρ πρωῒ, ἐκ τούτου γίνεται παράγωγον πρώϊος καὶ τὸ οὐδέτερον πρώϊον. ὡς καὶ ὁ ποιητής· —ἣν ἔδησα πρώϊον—. | |
5 | τούτου τὸ θηλυκὸν ἡ πρωΐα, ἡ αἰτιατικὴ τὴν πρωΐαν, καὶ ἰωνικῶς τρέπεται τὸ α εἰς η, καὶ συναιρέσει τοῦ ω καὶ ι εἰς τὴν ω δίφθογγον πρώην. καὶ χωρεῖ εἰς ἐπιῤῥηματικὴν σύνταξιν. Προβάδην. περιπατῶν. Ἡσίοδος· | |
10 | μήτ’ ἐν ὁδῷ μήτ’ ἐκτὸς ὁδοῦ προβάδην οὐ‐ ρήσῃς. | |
12t | Τὸ Π μετὰ τοῦ Τ. | |
13t | (Ἀρσενικόν.) | |
14 | Πταρμός. κεφαλῆς αἴσθησις. ἐπεὶ οἱ θίγοντες | |
15 | τοῦ μυκτῆρος λεπτῷ κάρφει πτάρνυνται. Πτερωτής. ἀλείπτης, κουφιστής. καὶ πτερόεις, καὶ πτερωτός. Πτερνισμός. ἐπιβουλή· δόλος· ἀπάτη. Πτίλος. ὁ ἐκπεπτωκὼς τῶν ἴλλων. ἢ κατὰ πλεο‐ | |
20 | νασμὸν τοῦ π ἐπὶ τῶν ἀποτετιλμένων τὰ βλέ‐ φαρα. Πτολεμαῖος. κύριον. Πτόρθος. βλαστὸς, κλάδος. οὐχ εὗρον αὐτοῦ τὴν ἐτυμολογίαν. οἶμαι δὲ, παρὰ τὸ πτείρω γί‐ | |
25 | νεται πτόρος, ὡς φθείρω, φθόρος, καὶ πλεο‐ | |
νασμῷ τοῦ θ πτόρθος. | ||
pi1591 | †Πτύανοι. μίγμα παντοδαπῶν ὀστρέων.† Πτύελος. τὸ πτύσμα. Πτύξαγρις καὶ πύξαγρις. ὁ καρκῖνος. διὰ τὸ τὰς πτύχας ἢ τὰ πυξία τῶν ὀστρείων ἀγρεύειν. | |
5 | λέγεται γὰρ ἔνδον τῶν πτυχῶν τιθέναι λιθίδιον μικρὸν, ὅπως ῥᾷον διὰ τοῦ ποδὸς ἐφελκύσῃ τὴν ὀστρειακὴν σάρκα. Πτωχός. ὁ ἀπὸ πλούτου κατελθὼν εἰς ἔνδειαν. ἀπὸ τοῦ ποτὲ ἔχειν. ἢ ἀπὸ τοῦ πτώσσειν καὶ | |
10 | προσπίπτειν τοὺς δεομένους. ἢ παρὰ τὸ πτήσ‐ σειν περὶ τὴν ὀχὴν καὶ τὴν τροφήν. Πτώξ. ὁ λαγωός. παρὰ τὸ πτήσσω ἢ τὸ πτώσσω, τὸ φοβοῦμαι· δειλὸς γάρ ἐστιν. ἀπὸ τοῦ πτῶ δὲ παράγωγον πτώσσω, ὁ μέλλων πτώξω, ἀπο‐ | |
15 | βολῇ τοῦ ω πτώξ. πτὼξ διὰ τί ὀξύνεται; τὰ ἀπὸ μελλόντων ἀποβολῇ τοῦ ω γινόμενα ὀνό‐ ματα ὀξύνονται, οἷον πτώξω πτὼξ, ῥὼξ, πούς. Πτώϊος. ὁ Ἀπόλλων. καὶ Πτοῖος. ἔστι καὶ πτοῖος ὁ φόβος. | |
20t | (Θηλυκόν.) | |
21 | Πτέρνα καὶ πτέρνη. ἀμφότερα παρὰ τὸ πεπτω‐ κέναι ἐν αὐτῇ τὸ ὅλον σῶμα. ἢ παρὰ τὸ πατεῖν τὴν ἔραν ἤγουν τὴν γῆν. Πτῆσις. ἡ τῶν ὀρνίθων πέτασις. | |
25 | Πτισσάνη. ἡ λελεπτισμένη κριθή. παρὰ τὸ πτίσ‐ σω, τὸ καθαίρω ἢ τὸ τύπτω. καὶ ἐπτισμένον. ἢ πτισσάνη τὸ πίτυρον. Πτολεμαΐς. πόλις. Πτοία. ὁ φόβος. *ἐξ οὗ καὶ πτοιαλέος.* | |
30 | Πτύχες. αἱ ἐξοχαὶ ἢ τὰ σανίδια τῶν βιβλίων. | |
pi1592 | Πτώσεις. ἡ γενικὴ, ἡ δοτικὴ καὶ ἕτεραι. ἀπὸ τῆς ὀρθῆς καὶ εὐθείας μεταπίπτουσιν εἰς ἕτε‐ ρα γένη. | |
4t | (Οὐδέτερον.) | |
5 | Πτελέον. τόπος. Πτερόν. παρὰ τὸ πέτω πετερὸν, ὡς θάλλω θαλερὸν, καὶ τήκω τηκερὸν, καὶ κατὰ συγκο‐ πὴν πτερόν. [ἢ παρὰ τὸ πτῶ ῥῆμα, ὃ δηλοῖ τὸ πέτομαι, γίνεται πτερόν.] ἄλλοι δὲ παρὰ τὸ | |
10 | πτέρω πτερόν. ἐξ οὗ τὸ ἀνεπτερώθη, καὶ πτε‐ ρωτὰ καὶ πτερόεντα. καὶ Ὅμηρος· ἔπεα πτερόεντα. ἤγουν ταχεῖς λόγους. †Πτερόβολον. ἡ σφενδόνη.† | |
15 | Πτίλα. τὰ πτερά. παρὰ τὸ τίλλω, τίλλα καὶ πτίλα. Πτολίεθρον. ἡ μικρὰ πόλις. παρὰ τὸ πολίζω πόλιστρον, ὅπερ ἐπεκτανθὲν πτολίεστρον λέγε‐ ται, καὶ ἀφαιρέσει τοῦ ς καὶ τροπῇ τοῦ τ εἰς | |
20 | θ πτολίεθρον. Πτύελον. τὸ πτύσμα. Πτύον. τὸ πτυάριον. Πτῶμα. ἡ πτῶσις. | |
24t | (Ῥῆμα.) | |
25 | Πταίη. πετάσοι. Πταίει. σφάλλεται. καὶ πταίω ἀπὸ τοῦ πέτω, συγκοπῇ πτῶ, καὶ κατὰ ἀναδιπλασιασμὸν πί‐ πτω· τὰ γὰρ πετόμενα τοῖς πίπτουσιν ἔοικεν. ἔστιν οὖν πτῶ, καὶ κατὰ παραγωγὴν πταίω, | |
30 | ἀπὸ τοῦ πίπτειν πολλάκις τοὺς προσπταίοντας. | |
pi1593 | ἐκ δὲ τοῦ πέτω γίνεται πάλιν ῥῆμα ποτῶ, ἐν ὑπερθέσει τοῦ τ πτοῶ, ἔνθεν τὸ ἐπτοήθη. Πτήσσω. τὸ φοβοῦμαι. πτίσσω δὲ, τὸ τύπτω καὶ καθαίρω, ι. | |
5 | Πτήξω. τὸ φοβοῦμαι. ἀπὸ τοῦ πέτω, πίπτω, πτῶ, πτήξω. ὁ γὰρ φοβούμενος πίπτοντι ἔοικεν. Πτερύσσεται. ταῖς πτέρυξι τὸν ἀέρα πλήττει. Πτερούμεθα. κουφιζόμεθα, μεταρσιούμεθα. Πτοῶ. τὸ φοβοῦμαι. καὶ πτοῆσαι. | |
10 | Πτοίω. τὸ φοβοῦμαι. πτύω δὲ, τὸ ἀσφαλίζω, καὶ πτύσσω, καὶ πτύξαι, ψιλά. | |
12t | Τὸ Π μετὰ τοῦ Υ. | |
13t | (Ἀρσενικόν.) | |
14 | Πύανθος· Πύαρος. ὀνόματα κύρια. καὶ Πυάρ‐ | |
15 | τειος οἶκος. Πυγμαῖος. ὁ κοντός. οἱονεὶ πυγονιαῖος. πη‐ χυαῖος. πυγὼν γὰρ καλεῖται ἡ πῆχυς. | |
ἀνδράσι Πυγμαίοισι—. | ||
pi1594 | Πυγαῖος. ὁ ἀκόλαστος. παρὰ τὴν πυγήν. Πυγοστόλος. ἀκόλαστος· πόρνος. †Πυδαρισμός. δυσχέρεια.† Πύελος. ἡ λεκάνη, ὅπου λούονται. παρὰ τὸ πύα | |
5 | ἐλαύνειν. κυρίως δὲ, ὅπου τοὺς πυοὺς πλύνουσι, τουτέστι τοὺς πυρούς. Πυθμήν. γένεσις, ἀρχὴ, ῥίζα, ἢ τὸ ὑποκάτω τοῦ βάθους. φυτοθεμὴν τίς ἐστιν, οἷον τοῦ φυ‐ τοῦ θέσις, φυθμὴν καὶ πυθμήν. οὕτως Ὦρος | |
10 | ὁ Μιλήσιος. ὁ δὲ Θεόγνωστος παρὰ τὸ κεύ‐ θω, τὸ κρύπτω, κευθὴν καὶ κυθμὴν πλεονα‐ σμῷ τοῦ μ, καὶ τροπῇ τοῦ κ εἰς π πυθμήν. †Πυκνίας. τὸ ἐν Ἀθήναις δικαστήριον.† Πυκνός. παρὰ τὸ πτύσσω, πτύκα, καὶ ἀποβολῇ | |
15 | τοῦ τ πύκα καὶ πυκνός. †Πύκτης. παγκρατιαστής· ἀθλητής.† †Πυλοσάκης. κακῶν μεστός.† Πυλωρός. ὁ τῶν πυλῶν φύλαξ. παρὰ τὸ ὠρῶ, τὸ φυλάσσω. | |
20 | Πύματος. ὁ ἔσχατος. | |
pi1595 | Πυρός. ὁ σῖτος. Πυῤῥός. ὁ ξανθός. Πυρσός. ὁ λαμπτήρ· ἡ πυρκαϊά. Πυρὴν, πυρῆνος. τὸ ὀστοῦν τῆς ἐλαίας. | |
5 | Πύρνος. ἄρτου κόμμα. Πύῤῥων, Πύῤῥωνος. καὶ Πυῤῥώνειοι φιλόσοφοι καὶ λόγοι. Πυργηνός. τοπικόν. Πυριφλεγέθων. ποταμὸς ἐν τῷ ᾅδῃ, κατὰ τὴν | |
10 | τῶν Ἑλλήνων δόξαν. οἶμαι δὲ, τὸ ἄσβεστον πῦρ λέγει, ἢ τὸν ἐν τῇ θείᾳ γραφῇ πύρινον ποτα‐ μόν. | |
13t | (Θηλυκόν.) | |
14 | Πυγμή. σύμπηξις δακτύλων τῷ γρόνθῳ. †λέ‐ | |
15 | γεται δὲ πυγμὴ τὸ ἀπὸ τοῦ ἀγκῶνος ἄχρι τῶν δακτύλων τῆς χειρὸς μέρος.† Πυγόνος. ἀντὶ τοῦ πήχεος. Αἰλιανός· τετρά‐ γωνοι δὲ ἄμφω, πυγόνος δὲ τὸ μῆκος. Πυγοστόλος. οἱ μὲν τὴν μαυλίτριαν, οἱ δὲ αὐ‐ | |
20 | τὴν τὴν ἑταίραν τὴν πυγὴν στολιζομένην, του‐ τέστι κοσμοῦσαν ἐκεῖνα τὰ μέρη πανούργως τοῖς ἱματίοις. στέλλειν γὰρ τὸ κοσμεῖν. ἄλλοι δὲ τὴν κοσμοῦσαν τὰς χεῖρας. | |
Πυγή. ὁ πρωκτός. | ||
pi1596 | Πυθώ. ἐκ τοῦ πύθω, τὸ ἐρωτῶ. ἐν ᾗ πεύθονται τοὺς χρησμούς. ἔστι δὲ πόλις Φωκίδος, ἧς οἱ οἰκήτορες Δελφοί. παρὰ τὸ σεσῆφθαι αὐτόθι τὸν δελφῖνα δράκοντα, ὃν ἐκεῖσε εὑρὼν ἀνεῖλεν | |
5 | ὁ Ἀπόλλων. παρὰ τὸ πύεσθαι, τὸ σήπεσθαι. ἢ παρὰ τὸ πεύθεσθαι καὶ ἀκούειν τοὺς χρη‐ σμούς. καὶ Πυθία. *Πυετία. τὸ τὸ γάλα συνιστῶν καὶ πηγνύον.* Πυκινή. συνετή· πυκνή· φρόνιμος. παρὰ τὸ πύ‐ | |
10 | κω, τὸ ἐπιμελῶς ἔχω. Πυκιμήδη. ἡ συνετόβουλος, ἡ βαθυγνώμων. ἀπὸ τοῦ πύκα καὶ πυκνῶς, ἢ συνετῶς καὶ ἐπι‐ μελῶς, καὶ τὸ μήδω, τὸ βουλεύομαι. Πύλας ἱερῆς. ἀντὶ τοῦ ἐν τῇ Πύλῳ. ποιητικὸν | |
15 | τὸ σχῆμα. ὡς τό· —τί με χρὴ μητρὸς αἴνου; ἀντὶ τοῦ τί με χρὴ τὴν μητέρα ἐπαινεῖν. Πυξίς. τὸ πινακίδιον. *ἢ ἀγγεῖον ἔχον βαφὴν καὶ χρῶμα κατὰ τὸν θεόλογον Γρηγόριον.* | |
20 | Πυργοβάρεις. προμαχῶνες. ἢ τείχη ὀχυρά. Πυῤῥίχη. εἶδος ὀρχήσεως ἐναύλου. Πυράγρα. τὸ διλάβιον. Πυρήνη. ὄρος. | |
†Πυῤῥιχίνη. ὁ αὐλός.† | ||
pi1597 | Πύστις. ἡ μάθησις. παρὰ τὸ πέπυσμαι πύσις, καὶ πλεονασμῷ τοῦ τ πύστις. οὐ δύναται δὲ πλεονασμὸς εἶναι, ἀλλὰ παραγωγή. ἀπὸ τοῦ πύστη πύστις. | |
5 | Πύρωσις. τὸ φλέγμα. τοῦ Ψελλοῦ· τινὲς δὲ καὶ τὴν πύρωσιν ὀνομάζουσι φλέγμα. | |
7t | (Οὐδέτερον.) | |
8 | Πυγούσιον. ἡ πῆχυς κεκολλημένων τῶν δακτύ‐ λων. | |
10 | †Πυηρόν. ἀναπεπλασμένον.† Πυθεῖον. τὸ μαντεῖον Πύθια δὲ, τόπος καὶ ἑορτὴ, ι. καὶ Πυθιονίκητον. Πυκτίον. τὸ βιβλίον. ἀπὸ τοῦ πύσσεσθαι. ὅ ἐστιν ἀσφαλίζεσθαι καὶ συγκλείεσθαι. | |
15 | Πυκτεῖον δὲ, ἐν ᾧ εἰσὶ τὰ πυκτία, δίφθογγον. Πύματον. ἔσχατον. παρὰ τὸ πυθμὴν ὀνομά‐ ζεται ἐλλείψει τοῦ θ, ἀπὸ μεταφορᾶς τῶν ἀγ‐ γείων· ὁ γὰρ πυθμὴν ἔσχατος, εἰ καὶ τὴν ἀρ‐ χὴν ἔχει. πύθματος, καὶ ἀποβολῇ τοῦ θ πύ‐ | |
20 | ματος καὶ πύματον. [καὶ πυμάτιον.] Πυξίον. τὸ πινακίδιον. Πῦος. τὸ σεσηπὸς αἷμα. καὶ τὸ γάλα ὁμοίως. Ἀρι‐ στοφάνης· πῦος ἡμῖν ἔνδον—. | |
25 | τὸ πεπηγὸς γάλα, διὰ τὸ καὶ αὐτὸ μεταβεβλῆ‐ σθαι. καὶ ἔμπυον τὸ γαλακτῶδες τῇ ὁμοιότητι ὑγρόν. Πῦρ. ἓν τῶν τεσσάρων στοιχείων ἐστὶ, κοῦφον | |
τὲ καὶ ἀνωφερέστερον, καυστικόν τε καὶ φω‐ | ||
pi1598 | τιστικὸν, τῇ πρώτῃ ἡμέρᾳ ὑπὸ τοῦ δημιουργοῦ κτισθέν. φησὶ γὰρ ἡ γραφή· καὶ εἶπεν ὁ θεός· γεννηθήτω φῶς, καὶ ἐγένετο φῶς. οὐχ ἕτερον γάρ ἐστι τὸ πῦρ, εἰ μὴ τὸ φῶς. ἐποίησε δὲ αὐ‐ | |
5 | τὸ καλλωπισμὸν καὶ κόσμον πάσης τῆς ὁρατῆς κτίσεως. ἄφελε γὰρ τὸ φῶς, καὶ πάντα ἐν τῷ σκότει ἄγνωστα διαμένουσι, τὴν οἰκείαν μὴ δυ‐ νάμενα ἐπιδείξασθαι εὐπρέπειαν. ἐκάλεσε δὲ ὁ θεὸς τὸ μὲν φῶς ἡμέραν, τὸ δὲ σκότος, νύ‐ | |
10 | κτα. σκότος δέ ἐστιν οὐκ οὐσία τις, ἀλλὰ συμ‐ βεβηκός· φωτὸς γάρ ἐστι στέρησις· ὁ γὰρ ἀὴρ οὐκ ἐν τῇ οὐσίᾳ αὐτοῦ ἔχει τὸ φῶς. αὐτὸ οὖν τὸ ἐστερῆσθαι τὸν ἀέρα φωτὸς, σκότος ἐστὶ, καὶ οὐχ ἡ οὐσία τοῦ ἀέρος ἐστὶ σκότος, ἀλλ’ | |
15 | ἡ τοῦ φωτὸς στέρησις, ὅπερ συμβεβηκὸς μᾶλ‐ λον δηλοῖ ἤπερ οὐσίαν. Πῦρ ἐγειρόμενον. ζωπυρούμενον, ἀναφλεγόμενον διὰ τῆς ὑποκαιούσης τοῦτο καὶ τρεφούσης ὕλης. Πυρίκαυστον. ὑπὸ πυρὸς κεκαυμένον. καὶ πυρί‐ | |
20 | φλεκτον. Πυρεῖον καὶ πυρήϊα. τὰ ξύλα. ἃ τριβόμενα πῦρ ἐγγεννᾷ. τινὲς δὲ τοὺς πυρεκβόλους λίθους λέ‐ γουσι. —τὸ δ’ αὖτε πυρήϊα δινεύεσκον. | |
25 | Πῦρ. οὐσία ξηρὰ καὶ θερμὴ καὶ κούφη καὶ φω‐ τιστικὴ, καταυγαστική τε καὶ καυστική. Πύσμα. ἐρώτημα ἢ μάθημα. ἐκ τοῦ πύθω, τὸ μανθάνω. | |
Πυρηναῖον. ὄρος. | ||
pi1599(1t) | (Ῥῆμα.) | |
2 | Πύθω. τὸ σήπω. καὶ μανθάνω καὶ ἀκούω. ἐξ οὗ καὶ τὸ πυνθάνω. αἰσχρὸν γὰρ τόδε γ’ ἐστὶ καὶ ἐσσομένοισι | |
5 | πυθέσθαι. οἶμαι ἀπὸ τοῦ πεύθω πύθω. τὸ δὲ πεύθω ἀπὸ τοῦ κεύθω· ὁ γὰρ ἐρωτῶν ἢ μανθάνων τι, περί τινος ἀποκεκρυμμένου πράγματος ἐρωτῶν μαν‐ θάνει. | |
10 | Πυθοίατο. μάθοιεν. ἀπὸ τοῦ πεύθω, τὸ ἐρωτῶ. ὁ δεύτερος ἀόριστος ἔπυθον· τὸ παθητικὸν ἐπυ‐ θόμην· τὸ εὐκτικὸν πυθοίμην, πύθοιο, πύθοι‐ το, καὶ πλεονασμῷ τοῦ α πυθοίατο. Πυθέσθαι. μαθεῖν. | |
15 | Πύθωμαι. ἀκούσω. καὶ πύθωνται. πυθόμενος δὲ μικρόν. Πυκάζω. κοσμῶ· σκιάζω. κατὰ μέν τινας τὸ κα‐ λύπτω, κατὰ δέ τινας τὸ βλαστάνω. καὶ πύ‐ κασε καὶ πυκάζουσι. | |
20 | Πυθάνομαι. ἐρωτῶ. Πυρπολεῖται. καίεται. ἐμπυρίζεται. Πυρσομορφοῖ. πυριμόρφους ποιεῖ. Πυτίζειν. παρὰ τὸ πτύω πτυτίζω ἐστὶ παρά‐ γωγον, καὶ ἀποβολῇ τοῦ τ πυτίζω. ὡς παρὰ | |
25 | τὸ πτύσσω, πτύξω, πτὺξ καὶ ἀποβολῇ τοῦ τ πύξ. τινὲς δὲ παρὰ τὸ φυσῶ, φυσίζω, καὶ ἐναλ‐ λαγῇ τῶν στοιχείων πυτίζω. | |
28t | (Ἐπίῤῥημα.) | |
29 | Πύκα. συνετῶς, ἐπιμελῶς, πυκνῶς. παρὰ τὸ | |
pi1600 | πτύσω πτύκα· τὸ δὲ πτύσσω οὐδὲν ἄλλο ἐστὶν ἢ τὸ ἐπιπίπτειν ἕτερον ἑτέρῳ· καὶ ἀποβολῇ τοῦ τ πύκα. τὸ δὲ πτύσω, πτύξω, πτὺξ καὶ πὺξ ἐπὶ τῆς πυγμῆς, διὰ τὸ πτύσσειν τοὺς δακτύ‐ | |
5 | λους ἐν τῷ πυκτεύειν. Πυκινῶς. συνετῶς· φρονίμως· πυκνῶς. Πυργηδόν. δίκην πύργου. | |
8t | Τὸ Π μετὰ τοῦ Ω. | |
9t | (Ἀρσενικόν.) | |
10 | Πώγων. παρὰ τὸ πήσσω, πέπηγα, πήγων καὶ πώγων, ὁ πεπηγὼς καὶ ἑδραῖος τόπος, καὶ πω‐ γωνίας, καὶ πωγωνιήτης, καὶ πωγωνηήτης διὰ τοῦ η. *ἔστι καὶ πωγωνίας ἀστροειδὲς πυ‐ ρὸς ἄθροισμα, ἔμπροσθεν ἔχον τὰς ἀκτῖνας | |
15 | πώγωνος δίκην.* Πωλευτικός. παιδευτικός. Πωλικός. γενναῖος. Πωλοδάμνης. ὁ στράτωρ ὁ τοὺς πώλους δα‐ μάζων. | |
20 | Πῶλος. ὁ ἀείδαρος ἢ ὁ νέος ἵππος. πόαλος τὶς ὤν. παράγωγον, ὡς ἵππος ἵππαλος. ὁ περὶ πόαν ἁλλόμενος. Πωλικῷ. γενναίῳ, παιδικῷ. πωλικῷ σκιρτήματι. Πῶρος. ὁ λίθος. καὶ ὄνομα κύριον. | |
25 | Πώρινος. ὁ λίθινος. | |
Πωριαῖος. τραχύς. | ||
pi1601 | Πῶρος. ὁ λίθος. παρὰ τὸν πήσω μέλλοντα πη‐ ρὸς καὶ πῶρος τροπῇ τοῦ η εἰς ω. ὡς ἀρήγω ἀρωγὸς, καὶ ῥήσσω ῥηχμὸς καὶ ῥωχμός. σημαί‐ νει δὲ ῥῆξιν ἢ τόπον κεχαραγμένον ὑπὸ ὀμβρίων | |
5 | ὑδάτων. Πῶϋξ. κύριον. | |
7t | (Θηλυκόν.) | |
8 | Πωλεία. ἡ τοῦ ἵππου παίδευσις. Πώρωσις. ἡ ἀναισθησία. | |
10 | Πώϋγγες. αἱ αἴθυιαι αἱ κληθεῖσαι βοῦγγες. παρὰ τὴν βοὴν καὶ τὴν ἰϋγήν. | |
12t | (Οὐδέτερον.) | |
13 | Πωλητήριον. τὸ πρατήριον. Πωλιτώριον δὲ τό‐ πος, ι. | |
15 | Πωλίον. τὸ πτηνόν. Πωμήριον. τὸ τοῦ τείχους καλλώπισμα. Πῶμα. τὸ σκέπασμα. πόμα δὲ τὸ πινόμενον, μι‐ κρόν. Πώπανα. εἶδος πλακούντων. μικρογραφῶ ἐγὼ | |
20 | τὸ πόπανα. Πῶον. ὄρος. Πῶϋ. τὸ ποίμνιον. παρὰ τὴν πόαν, ἣν νέμεται. | |
ἢ παρὰ τὸ πῶ, τὸ πίνω, πῶϋ, ὅτι ποτῷ ἥδεται. | ||
pi1602 | ἢ παρὰ τὸ πῶ, τὸ κτῶμαι, ἐξ οὗ καὶ πάσασθαι, τὸ κτήσασθαι. τὸ πῶϋ, τοῦ πώεος. | |
3t | (Ῥῆμα.) | |
4 | Πωλεύω. ἵππων ἐπιμελοῦμαι. καὶ πωλεία, ἡ τῶν | |
5 | ἵππων παίδευσις. Πωλῶ. τὸ πιπράσκω. παρὰ τὸ πολῶ, τὸ συν‐ αναστρέφομαι· ἐπειδὴ ὁ πωλῶν περὶ τὸν αὐτὸν τόπον ἀναστρέφεται, ἵνα θεωρῆται ὑπὸ πάν‐ των. πολῶ τὸ ἀναστρέφομαι, μικρόν. ὁμοίως | |
10 | καὶ πολεῖται. πωλεῖται δὲ εἰς τὸν Ὅμηρον μέγα. πωλεῖταί τις δεῦρο γέρων ἅλιος νημερτής. Πωλέσκετο. συνανεστρέφετο· διῆγεν. ἔστι πο‐ λῶ τὸ ἀναστρέφομαι, ὁ μέλλων πολέσω, πλεο‐ νασμῷ τοῦ κ πολέσκω, ὡς ἀρῶ, ἀρέσκω· ὁ πα‐ | |
15 | θητικὸς πολέσκομαι, ἐπολεσκόμην, ἐπολέσκεο, ἐπολέσκετο καὶ πολέσκετο, καὶ ἐκτάσει ποιητι‐ κῇ τοῦ ο εἰς ω μέγα πωλέσκετο. ὡς τό· ἐπεπωλεῖτο στίχας ἀνδρῶν. Πωρωθείς. ἀπολιθωθείς. ἢ ἀναισθητήσας. | |
20t | (Ἐπίῤῥημα.) | |
21 | Πώμαλα; ἀντὶ τοῦ οὐδαμῶς. | |
Πώποτε. ἀντὶ τοῦ ποτέ. *ω ποῦ πόθεν.* | ||
rho1603(1t) | Ρ. | |
2t | Τὸ Ρ μετὰ τοῦ Α. | |
3t | (Ἀρσενικόν.) | |
4 | Ῥαγδαῖος. σφοδρός. καὶ ῥαγδαῖος ἦν ὑετός. | |
5 | Ῥᾳδιουργός. πλαστογράφος. ἢ ὁ μετὰ πανουρ‐ γίας τὶ διαπράττων. Ῥαβουνί. διδάσκαλος ἑρμηνεύεται. Ῥάθυμος. ἀναπεπτωκώς. παρὰ τὸ ῥέειν τὸν θυμόν. ἢ παρὰ τὸ ῥᾷον θυμοῦσθαι. | |
10 | Ῥαιβός. ὁ διεστραμμένος, ὁ πλάγιος. παρὰ τὸ ῥᾷον βαίνειν, κατὰ ἀντίφρασιν. ἢ παρὰ τὸ ῥαίω, τὸ φθείρω, καὶ τὸ βαίνω ῥαιβός· ὃν καλοῦσιν οἱ πολλοὶ σκελλὸν καὶ διεστραμμένον. Ῥαῖδος. ὄνομα θηρίου. | |
15 | Ῥαικός. ὁ Ῥωμαῖος. Ἐπίχαρμος· φιλεῖ εἶναι γραικὸς, ἀποβολῇ τοῦ γ ῥαικός. Ῥαιστήρ. σφαίρα σιδηρᾶ. Ῥαιφερενδάριος. ἀξίωμα ἐκκλησιαστικόν. Ῥακᾶ. ἀντὶ τοῦ σὺ ἑρμηνεύεται τῇ Σύρων γλώσ‐ | |
20 | σῃ, ὡς τό· ἄπελθε σύ· ἢ εἰπὲ τῷ δεῖνι σύ. τινὲς δὲ τῶν Ἑβραίων φωνῇ κατάπτυστον ἑρμη‐ νεύουσι. | |
Ῥᾷστος. ἔχει τὸ ι προσγεγραμμένον, ὅτι πρῶ‐ | ||
rho1604 | τον μὲν εὕρηται κατὰ διάστασιν ῥηΐστη, ἢ ὅτι ἀπὸ τοῦ ῥᾷον γέγονε ῥᾷστος. Ῥάχος. ὁ σκόλοψ ὁ ἀκανθώδης. καὶ ἐπὶ τῶν ἀμπέλων. ἐπεὶ ἀποξύνεται ἐν τῷ ἀποτέμνεσθαι | |
5 | καὶ ῥαγῶσαι. Ῥάδαμνος. κλάδος. τοῦ Ψελλοῦ· ῥάδαμνος κλά‐ δος καὶ βλαστὸς, ῥῶπος ποικίλος φόρτος. | |
8t | (Θηλυκόν.) | |
9 | Ῥάβδος κυρίου. παιδεία ἡ πρὸς διόρθωσιν τοῦ | |
10 | παιδευομένου. Ῥάβδῳ. ἐπιτιμίου λόγῳ. εἴρηται ῥάβδος παρὰ τὸ ῥάσσω, ἢ παρὰ τὸ ῥαπίζω, ἢ παρὰ τὸ ῥᾷον βαίνειν. Ῥάβδος σιδηρᾶ. ἡ τῶν Ῥωμαίων ἐξουσία. | |
15 | Ῥᾳδιουργία. δόλος, ἀπάτη. ἢ τὸ πράττειν τι μετὰ πανουργίας. Ῥᾳθυμία. ἡ ἀμέλεια, ἡ ῥαστώνη. Ῥαθάμιγγες. σταγόνες, ῥανίδες, καὶ ὁ ἀπὸ τῶν ἵππων κονιορτός. | |
20 | Ῥάβεννα. πόλις. Ῥάμνος. φυτὸν ἀκανθῶδες. παρὰ τὸ ῥᾷον τέ‐ μνεσθαι. ἢ παρὰ τὸ ῥᾷον δονεῖσθαι, τροπῇ τοῦ | |
δ εἰς μ. | ||
rho1605 | †Ῥαικάμη. ἡ ῥαστώνη.† †Ῥαιστήρα. σφαῖρα σιδηρᾶ.† †Ῥάμνος.† †Ῥαπίς. ῥάβδος.† | |
5 | Ῥᾳστώνη. εὐχέρεια, εὐκολία, ἢ ῥᾳθυμία. παρὰ τὸ ῥᾷστος. Ῥαχήλ. κύριον. ἑρμηνεύεται ἀμνὰς, ἢ ποιμαί‐ νουσα. Ῥαχίας. τὰς ἐκ θαλάσσης πέτρας. ἢ ῥαχία | |
10 | τόπος ὑψηλός. Ῥάχις. ὁ μὲν Ἀπολλόδωρος ἀπὸ τοῦ ῥῆξις εἶ‐ ναι, καὶ τὰ δεξιὰ μέρη διακρίνειν ἀπὸ τῶν εὐω‐ νύμων· ὡς δέ τινες, τράχις, διὰ τὴν τραχύτη‐ τα τῶν συνεστηκότων αὐτῇ κονδύλων. | |
15 | Ῥαφίς. ἡ βελόνη. καὶ ὄνομα ἰχθύος. Ῥαψῳδία. ἀπόκομμα ποιήματος, περιλαβὸν καὶ ἔχον ἐν ἑαυτῷ ὀλίγην τινὰ καὶ μικρὰν περι‐ πέτειαν. περιπέτεια δέ ἐστιν ὑποθέσεως σύμ‐ πτωμα. ὡς ἡ ἄλφα Ὁμήρου ἔχει ὀργὴν Ἀχιλ‐ | |
20 | λέως· καὶ ἡ β ἀπάτην ὀνείρου· καὶ ἡ γ Ἀλε‐ ξάνδρου καὶ Μενελάου μονομαχίαν. ἢ ῥαψῳδία | |
ἐστὶ μέρος ποιήματος, ἐμπεριειληφὸς τινὰ ὑπό‐ | ||
rho1606 | θεσιν. παρὰ τὸ ῥάπτω καὶ τὸ ᾠδὴ γίνεται ῥα‐ βδῳδία, καὶ τροπῇ τοῦ βδ εἰς ψ ῥαψῳδία. Ῥαάβ. κύριον. τὴν Χαναναίαν λέγει. | |
4t | (Οὐδέτερον.) | |
5 | Ῥᾴδιον. εὔκολον. ἔχει τὸ ι. ἐπειδὴ εὕρηται κα‐ τὰ διάστασιν ῥηΐδιον, καὶ ὅτι ἀπὸ τοῦ ῥεῖα γέ‐ γονε ῥεΐδιον, καὶ τροπῇ τοῦ ε εἰς η καὶ συν‐ αιρέσει ῥηΐδιον. οὐκ ἐγένετο ῥᾴδιον ἀπὸ τοῦ ῥᾶος, ῥάου. | |
10 | Ῥαδαλόν. εὐδιάσειστον, χαῦνον. Ῥαίδιον. τὸ φορεῖον. καὶ ῥαῖδον ἅρμα σκεπα‐ στόν. Ῥαίκυλον καὶ Ῥαῖκλον. τοπικά. Ῥάκος. περιαυχένιον. ὁ καλούμενος μανδύας | |
15 | Περσικῇ γλώττῃ. παρὰ τὸ ῥήσσω ῥήξω, ῥῆχος καὶ ῥάχος, καὶ τροπῇ τοῦ χ εἰς κ ῥάκος. Ῥαντόν. ποικίλον. Ῥαιστόν. φθαρτόν. Ῥᾷον. εὔκολον. | |
20 | *Ῥάμφος. κυρίως ἡ ῥὶς τῶν ὀρνέων.* Ῥάρος. τὸ βρέφος. οἱ δὲ ὄνομα τόπου. οἱ δὲ | |
τὴν γαστέρα. καὶ ῥάριον. | ||
rho1607(1t) | (Ῥῆμα.) | |
2 | Ῥαγήσεται. ἐκπηδήσει. Ῥαγῶσαι. τεμεῖν. Ῥᾳδιουργεῖν. ἀπατᾷν, ἢ τὸ μετὰ πανουργίας τι | |
5 | διαπράττεσθαι. τὰ παρὰ τὸ ῥᾴδιον ἔχει τὸ ι προσγεγραμμένον, οἷον ῥᾴθυμος, ῥᾳθυμία, ῥᾳ‐ στώνη. Ῥαιβώσας. κάμψας. Ῥαδανίζειν. τὸ τινάσσεσθαι. | |
10 | †Ῥαιδαστίζει. τὸ σκοπεῖ.† †Ῥαίθω. τὸ φθείρω.† Ῥαΐσαι. κουφίσαι. †ῥαΐσαι τὸ ἐξ ἀῤῥωστίας βελτίω γενέσθαι.† *Ῥαπίζειν. τὸ παίειν κατὰ τοῦ προσώπου. κο‐ | |
15 | λαφίζειν δὲ κατὰ τοῦ τραχήλου.* | |
16t | (Ἐπίῤῥημα.) | |
17 | Ῥᾳδίως. εὐκόλως. Ῥᾳόνως. εὐκόλως. καὶ ῥᾷον, καὶ ῥᾴως. | |
19t | Τὸ Ρ μετὰ τοῦ Ε. | |
20t | (Ἀρσενικόν.) | |
21 | Ῥεάτης. ποταμός. | |
Ῥεγεῶνες. οἱ βαφεῖς. | ||
rho1608 | Ῥείτης. ὁ ῥέων. καὶ ῥειτός. Ῥεμβασμός. ἀχαλίνωτος ἔννοια καὶ ζωῆς ἀφα‐ νισμός. Ῥεγεῖς. οἱ βαφεῖς. | |
5 | Ῥεφάν. εἴδωλον. | |
6t | (Θηλυκόν.) | |
7 | Ῥεβέκκα. κύριον. ἑρμηνεύεται ὑπομονή. Ῥειώνη. ἡ Ἥρα. Ῥεία. θεά. | |
10 | Ῥένδα. ζώνη· λωρίον, ὃ οἱ βασιλεῖς διαζών‐ νυνται. *Ῥέα. ἡ Δημήτηρ. λαμβάνεται δὲ καὶ ἐπὶ τοῦ ῥαδίου. ἢ ἡ τῆς πετρώδους καὶ ὀρείας γῆς δύ‐ ναμις. ἡ δὲ Δήμητρα τῆς πεδινῆς καὶ γονίμου. | |
15 | ἢ καὶ τίκτει τὴν κόρην ἤγουν τὸν κόρον ἐκ τῶν φρυγανωδῶν σπερμάτων. διὸ καὶ κατέστεπται τὸ βρέτας αὐτῆς στάχυσι. κόρη μὲν οὖν ἡ δύ‐ ναμις ἡ σπερματοῦχος· Πλούτων δὲ ὁ ὑπὸ γῆν ἰὼν ἥλιος, καὶ τὸν ἀφανῆ περινοστῶν κόσμον | |
20 | κατὰ τὰς χειμερίους τροπάς.* | |
21t | (Οὐδέτερον.) | |
22 | Ῥέγος. τὸ βάμμα. ἁλιπόρφυρον ῥέγος. καὶ ῥε‐ γεῖς οἱ βαφεῖς. | |
Ῥεέθρων. ῥευμάτων. καὶ ῥείθρων. | ||
rho1609 | Ῥέθη. τὰ μέλη. ψυχὴ δ’ ἐκ ῥεθέων πταμένη— διὰ τὸ φαίνεσθαι τὰ ἤθη δι’ αὐτῶν· οὕτω γὰρ ἐκ τῆς ποιᾶς αὐτῆς συστάσεως τὰ τῆς ψυχῆς | |
5 | πάθη θεωροῦμεν, χαιρούσης, λυπουμένης, ὀρ‐ γιζομένης. καὶ ῥέθος τὸ πρόσωπον, Αἰολικῶς. | |
7t | (Ῥῆμα.) | |
8 | Ῥέεις· ῥεῖς. ἐὰν ῥέῃς δὲ, η. ἐὰν ῥεῖς δὲ, δί‐ φθογγον. | |
10 | Ῥέζει. πράττει. Ῥέζεσκον. ἔπραττον. Ῥέξαι. τὸ βάψαι· καὶ οἷον μεταποιῆσαι. Ῥεόντων. παρερχομένων. ῥαιόντων δὲ, τῶν φθει‐ ρομένων, δίφθογγον. | |
15 | Ῥέπει. κλίνει. Ῥέχθεον. ἐστέναζον. | |
17t | (Ἐπίῤῥημα.) | |
18 | Ῥέα. εὐκόλως. καὶ ῥεῖ. | |
19t | Τὸ Ρ μετὰ τοῦ Η. | |
20t | (Ἀρσενικόν.) | |
21 | Ῥήβας. ποταμὸς πλησίον Βιθυνίας πλωτὸς, παρ’ ᾧ ἀκτή ἐστι μέλαινα καλουμένη. Ῥήβαν ὠκυῤῥόην ποταμὸν ἀκτήν τε μέ‐ | |
λαιναν. | ||
rho1610 | Ῥηγίας. ποταμός. Ῥηγῖνος. τοπικός. Ῥηγεύς. ὁ βαφεύς. Ῥηγῖλος, Ῥηγίλαος καὶ Ῥηγοῦλος. ὀνόματα | |
5 | κύρια. Ῥηγμήν. ὁ αἰγιαλός. Ῥηΐστερος. εὐχερέστερος. Ῥηλαιμός. τόπος. Ῥῆνος. ὄνομα ποταμοῦ. | |
10 | Ῥῆνες. πρόβατα. ἡ εὐθεῖα ῥὴν, ῥηνὸς, ῥῆνες. Ῥηξήνορες. ἀνδρεῖοι. Ῥήτωρ. δυνατὸς ἐν λόγοις, ἢ καλλιεπείας ῥημά‐ των δημιουργὸς καὶ συνθέτης. Ῥηχὰβ καὶ Ῥηχαβίν. ὀνόματα κύρια. | |
15 | Ῥήψ. ὄνομα ζώου. Ῥήτωρ. πολιτικῶν πραγμάτων ἐπιστήμων καὶ ἐφ’ ἑκάτερα ἐνδόξων κατασκευαστής. παρὰ τὸ ῥή‐ δην λέγειν, ἢ παρὰ τὸ συνηγορεῖν τῷ νόμῳ. ῥήτρα γὰρ ὁ νόμος, Δωρικῶς. | |
20t | (Θηλυκόν.) | |
21 | Ῥηβαντία. πόλις. Ῥηδουντία. πόλις. Ῥῆσις. ἡ φράσις καὶ ὁ λόγος. | |
Ῥητῶν. ἡμερῶν ὡρισμένων. | ||
rho1611 | Ῥητὴ κρίσις. ἡ κακίστη συμφωνία, ἣν καὶ ὁ ἐν θεολογίᾳ Γρηγόριος λέγει. Ῥητίνη. κύριον. καὶ τὸ τῆς πεύκης ὑγρόν. Ῥήτρα. ἡ συνθήκη ἡ ἐπὶ ῥητοῖς· ἡ ῥητορεία. | |
5 | καὶ ῥητροσύνη. Ῥητορικὴ τέχνη. ἡ πειθοῦς δημιουργὸς πιστευ‐ τικῆς περὶ δίκαια καὶ ἄδικα μετὰ λόγου καὶ ἐμ‐ πειρίας. ἢ δύναμις τεχνικὴ πιθανοῦ λόγου, ἐν πράγματι πολιτικῷ τέλος ἔχουσα τὸ εὖ λέγειν | |
10 | ἢ τοπικῶς εἰπεῖν κατὰ τὸ ἐνδεχόμενον. | |
11t | (Οὐδέτερον.) | |
12 | Ῥῆγος. τὸ βαπτὸν ἱμάτιον, ἢ τὸ πορφυροῦν περιβόλαιον. ῥέξαι δὲ τὸ βάψαι καὶ οἷον μετα‐ ποιῆσαι. | |
15 | Ῥήγιον. πόλις Σικελίας. εἴρηται δὲ, ἐπειδὴ σει‐ σμοῦ γενομένου ἀπετελέσθη τὰ ἐκεῖ ῥαγέντα τοῦ τόπου ἐκείνου. Ῥηΐτερον. εὐκολώτερον. ῥηΐδιον. ἀπὸ τοῦ ῥέω ῥεΐ‐ διον, καὶ κατ’ ἔκτασιν ῥηΐδιον. Ἡσίοδος· | |
20 | ῥηΐδιον γὰρ ἔπος εἰπεῖν. Ῥήϊστον. εὔκολον. Ῥήγιον. τόπος ἔξω τῆς Κωνσταντινουπόλεως. Ῥῆμα. ὁ λόγος καὶ τὸ πρόσταγμα. ὡς τό· ῥῆμα κυρίου ἐγένετο ἐπ’ αὐτόν. ἢ ῥῆμα ἐστὶ φωνὴ | |
25 | σημαντικὴ κατὰ συνθήκην μετὰ χρόνον. ὡς δὲ Πλάτων, φωνὴ πράξεως ἢ πάθους σημαν‐ τική. Ῥῆμα. λέξις ἄπτωτος, ἐπιδεικτικὴ χρόνων τὲ καὶ προσώπων καὶ ἀριθμῶν, ἐνέργειαν ἢ πά‐ | |
30 | θος παριστῶσα. διατί εἶπεν ἄπτωτος; ἐπει‐ δὴ πτώσεις οὐκ ἐπιδέχεται. διατί εἶπεν ἐπιδε‐ | |
κτικὴ χρόνων τὲ καὶ προσώπων καὶ ἀριθμῶν; | ||
rho1612 | ἐπειδὴ πρόσωπα καὶ χρόνους καὶ ἀριθμοὺς ἐπι‐ δέχεται. διατί εἶπε μετ’ ἐνεργείας ἢ πάθους; ἐπειδὴ παρεμφαίνει τὴν ἐνέργειαν καὶ τὸ πά‐ θος· ἐνέργειαν μὲν, οἷον τύπτω· πάθος δὲ, | |
5 | οἷον τύπτομαι. ἢ ῥῆμα ἐστὶ μέρος λόγου ἄπτω‐ τον, ἐν ἰδίοις μετασχηματισμοῖς διαφόρους χρό‐ νους δηλοῦν. μετ’ ἐνεργείας ἢ πάθους ἢ οὐδετέ‐ ρου προσώπου σημαντικόν· ὥστε καὶ τὰς τῆς ψυχῆς διαθέσεις δηλοῖ. διατί εἶπε μέρος λόγου; | |
10 | ἐπειδὴ ἐκ τῶν ὀκτὼ μερῶν τοῦ λόγου ἓν μέρος ἐστὶ τὸ ῥῆμα. μέρη δὲ τοῦ λόγου εἰσὶν ὀκτώ· ὄνομα· ῥῆμα· μετοχή· ἄρθρον· ἀντωνυμία· πρόθεσις· ἐπίῤῥημα· σύνδεσμος. διατί εἶπεν ἐν ἰδίοις μετασχηματισμοῖς διαφόρους χρόνους δη‐ | |
15 | λοῦν; διὰ τὰ χρονικὰ ἐπιῤῥήματα, οἷον χθές· σήμερον· αὔριον. ἰδοὺ γὰρ καὶ αὐτὰ χρόνου σημαντικά εἰσι καὶ διαφόρους χρόνους δηλοῦσιν, ἀλλ’ ἐν ἀλλοτρίαις φωναῖς, καὶ οὐκ ἐν ἰδίοις μετασχηματισμοῖς· οὐδὲ γὰρ μετέχει τὸ χθὲς | |
20 | τοῦ σήμερον, αὔριον, ἀλλὰ τελεία φωνὴ τῆς μεταλλαγῆς ἐγένετο. τὰ μέντοι ῥήματα ἐν ἰδί‐ οις μετασχηματισμοῖς διαφόρους δηλοῦσι χρό‐ νους, καὶ οὐκ ἐν ἀλλοτρίαις φωναῖς. διατί εἶ‐ πεν οὐδετέρου προσώπου σημαντικόν; διὰ τὴν | |
25 | ἀκρίβειαν, ἐπειδὴ εἰσὶ τινὰ ῥήματα, ἃ οὔτε ἐνέρ‐ γειαν οὔτε πάθος δηλοῦσιν, ἅτινα καὶ οὐδέτερα λέγονται, ὡς ἐπὶ τοῦ ζῶ, πλουτῶ, ὑπάρχω. διατί εἶπεν ὥστε καὶ τὰς τῆς ψυχῆς διαθέσεις δηλοῖ; ἐπειδὴ τῶν ῥημάτων τὰ μὲν ἔχουσι πρόσ‐ | |
30 | ωπα, ὡς τὰ ὁριστικὰ, προστακτικὰ, εὐκτικὰ, ὑποτακτικὰ, ἅτινα καὶ διαθέσεις ψυχῆς ἔχου‐ | |
σι· τὰ δέ εἰσιν οὕτως χωρὶς προσώπων, ὡς τὰ | ||
rho1613 | ἀπαρέμφατα. παρέπεται [δὲ] τῷ ῥήματι ὀκτώ· ἐγκλίσεις· διαθέσεις· εἴδη· σχήματα· ἀρι‐ θμοί· πρόσωπα· χρόνοι καὶ συζυγίαι. ἔγκλι‐ σίς ἐστι βούλημα ψυχῆς διὰ φωνῆς σημαινόμε‐ | |
5 | νον. ἐγκλίσεις δέ εἰσι τέσσαρες· ὁριστική· προστακτική· εὐκτική· ὑποτακτική. ἡ γὰρ ἀπαρέμφατος οὐκ ἔστι κυρίως ἔγκλισις, ἀλλὰ καταχρηστικῶς. καὶ διατί οὐκ ἔστι κυρίως ἔγκλι‐ σις; ἐπειδὴ ἔγκλισις λέγεται βούλημα ψυχῆς· | |
10 | ἡ δὲ ἀπαρέμφαιος, μὴ ἔχουσα βούλημα ψυχῆς, εἰκότως οὐδὲ ἔγκλισίς ἐστι. προτέτακται δὲ ἡ ὁριστικὴ τῶν ἄλλων ἐγκλίσεων, ἐπειδὴ, ὥσπερ ἐν τοῖς ὀνόμασιν ἡ ὀρθὴ πτῶσις πρώτη ἐστὶν, εὐθεῖα οὖσα τοῦ ὀνόματος, οὕτω καὶ ὁριστικὴ | |
15 | τῶν ἄλλων ἐγκλίσεων. διάθεσις δέ ἐστιν ἡ τοῦ σώματος μετάθεσις. ἢ διάθεσίς ἐστι δρᾶσις ἢ πεῖσις, ἐν αἷς διατίθεται ἡ ψυχὴ, ὡς ἐνεργοῦ‐ σα τὶ ἢ πάσχουσα. διαθέσεις δέ εἰσι τρεῖς· ἐνέρ‐ γεια· πάθος· μεσότης. μέση δὲ διάθεσίς ἐστιν | |
20 | ἡ ἑκατέρων τῶν μερῶν μετέχουσα, ἤγουν ἐνερ‐ γείας καὶ πάθους. εἶδος δέ ἐστι φωνῆς εἰκὼν τὴν ἐν αὐτῇ δηλοῦσαν πρώτην ἢ δευτέραν σχέ‐ σιν. εἴδη δὲ δύο εἰσὶ, πρωτότυπον καὶ παράγω‐ γον. σχῆμα δέ ἐστι λέξεων ποσότης ὑφ’ ἕνα | |
25 | τόνον καὶ ἓν πνεῦμα ἀδιαστάτως ἀγομένη, ἐν ἁπλότητι ἢ συνθέσει. σχήματα δέ εἰσι τρία· ἁπλοῦν, σύνθετον, παρασύνθετον. ἀριθμός ἐστι σωρεία μονάδων ἢ μονάδος σύνθεσις. ἀρι‐ θμοὶ δέ εἰσι τρεῖς· ἑνικὸς, δυϊκὸς καὶ πληθυν‐ | |
30 | τικός. πρόσωπα δέ εἰσι τρία· πρῶτον, δεύτε‐ ρον, τρίτον. πρῶτον δὲ πρόσωπον ἐστὶ τὸ ἀφ’ οὗ ὁ λόγος· δεύτερον, τὸ πρὸς ὃν ὁ λόγος· τρίτον, τὸ περὶ οὗ ὁ λόγος. *οἷον λέγει.* χρόνος δέ ἐστι πλατικὸς ἐνιαυτὸς, ἢ ἀκαριαῖος· ἅμα | |
35 | δὲ τὸ βούλεσθαι ἔχει καὶ τὸ εἶναι. τρεῖς δέ εἰσι χρόνοι· ἐνεστώς· παρεληλυθώς· μέλλων. καὶ ἐνεστώς ἐστιν ὁ ἐνισταμένην καὶ ἀπλήρωτον ἔχων τὴν σημασίαν· παρεληλυθὼς δὲ, ὁ ἤδη παρ‐ ελθών· μέλλων δὲ, ὁ μήπω γεγονώς. συζυγία | |
40 | δέ ἐστι συνέλευσις καὶ συμφωνία δύο συλλαβῶν εἰς μίαν συλλαβὴν, ἢ ἀκόλουθος ῥημάτων κλί‐ σις. συζυγία δὲ ποίου μέρους λόγου ἐστίν; ὀνό‐ | |
ματος. ποίου γένους; θηλυκοῦ. ποίου ἀριθμοῦ; | ||
rho1614 | ἑνικοῦ. ποίας πτώσεως; γενικῆς τῶν ἑνικῶν. πῶς ἐστὶν ἡ εὐθεῖα; ἡ συζυγία. πόθεν γίνεται; ἐκ τῆς σὺν προθέσεως καὶ τοῦ ζυγός· τὸ δὲ ζυγὸς παρὰ τὸ δύο ἄγειν, δυαγὸς καὶ ζυγός. καὶ ὤφει‐ | |
5 | λεν εἶναι συνζυγία, ἀλλ’ ἡ σὺν πρόθεσις συν‐ τιθεμένη μεθ’ ἑτέρας λέξεως, τῆς ἀπὸ τῆς ζ ἀρχομένης, τέλεον ἀποβάλλει τὸ ν, οἷον συζη‐ τῶ, συζυγία. πόθεν δὲ χρόνος; παρὰ τὸ ῥέω ῥόνος καὶ πλεονασμῷ τοῦ χ χρόνος. εἴδη δὲ | |
10 | τῶν παραγώγων εἰσὶν ἑπτά· πατρωνυμικόν· κτητικόν· συγκριτικόν· ὑπερθετικόν· παρώνυ‐ μον καὶ ῥηματικόν. πατρωνυμικόν ἐστι τὸ κυ‐ ρίως ἀπὸ πατρὸς ἐσχηματισμένον, καταχρη‐ στικῶς δὲ καὶ τὸ ἀπὸ προγόνων κυρίως γινό‐ | |
15 | μενον καὶ εἰς τὴν γενεὰν αὐτοῦ ἀναλυόμενον. πόσοι τύποι τῶν πατρωνυμικῶν ἀρσενικῶν; τρεῖς· ὁ εἰς δης· ὁ εἰς ων· ὁ εἰς αδιος. ὁ εἰς δης, οἷον Ἀτρείδης· ὁ εἰς ων, οἷον Ἀτρείων· ὁ εἰς αδιος, οἷον Ὑῤῥάδιος. Ἀτρείδης δὲ ποίου | |
20 | εἴδους τῶν παραγώγων; πατρωνυμικοῦ δευτέρου τοῦ εἰς ων, οἷον Ἀτρείων. Ὑῤῥάδιος ποίου εἴ‐ δους τῶν παραγώγων; πατρωνυμικοῦ. ποίου τύ‐ που τῶν πατρωνυμικῶν; τρίτου, τοῦ εἰς αδιος πόσοι τύποι τῶν θηλυκῶν; τρεῖς· ὁ εἰς ις· ὁ | |
25 | εἰς ας· ὁ εἰς νη. ὁ εἰς ις, οἷον Πριαμίς· ὁ εἰς ας, οἷον Πελιάς· ὁ εἰς νη, οἷον Ἀδρηστίνη. †τῶν οὐδετέρων μία μέν ἐστιν εἰς ον κατάλη‐ ξις, ἔχει δὲ παραλήξεις ἕξ. οἷον, πεδίον· ξυ‐ λάριον· λεξείδιον· μειρακύλλιον· χρυσάφιον· | |
30 | ζωΰφιον.† Νηλήϊοι ἵπποι, οἱ τοῦ Νηλέως, ποίου εἴδους τῶν παραγώγων; κτητικῶν. καὶ τί ἐστι κτητικόν; τὸ ὑπὸ τὴν κτῆσιν ἐμπεπτωκὸς, ἐμ‐ περιειλημμένου τοῦ κτήτορος. διαφέρει δὲ τὸ πατρωνυμικὸν τοῦ κτητικοῦ· καὶ γὰρ τὸ πα‐ | |
35 | τρωνυμικὸν ἐκ μόνου τοῦ κυρίου γίνεται, τὸ δὲ κτητικὸν ἐκ κυρίου καὶ προσηγορικοῦ. τί δέ ἐστι συνεκφαντικόν; τὸ συνεκφαῖνον τῇ τέχνῃ, εἴτε γραμματικὸν, εἴτε φιλόσοφον. πόσοι τύποι τῶν κτητικῶν; δύο· ὁ εἰς ος καθαρὸν, οἷον δόλιος· | |
40 | ὁ εἰς κος, οἷον Αἰολικός. πόσοι τύποι τῶν συγ‐ κριτικῶν; τρεῖς· ὁ εἰς τερος, οἷον ὀξύτερος, βαρύτερος, βραδύτερος· ὁ εἰς ων καθαρὸν, οἷον | |
καλλίων, βελτίων· ὁ εἰς σων, οἷον κρείσσων, | ||
rho1615 | ἥσσων. σύγκρισις δέ ἐστιν ἡ τῶν πρωτοτύπων ἐπαύξησις, οἷον ὀξὺς, ὀξύτερος. τύποι δὲ τῶν ὑποκοριστικῶν ἕξ· ὁ εἰς ων δισύλλαβος, οἷον Βάκχων, ὁ Βακχυλίδης· ὁ εἰς ων παραληγόμε‐ | |
5 | νος, οἷον μωρείων, ὁ μωρός· ὁ εἰς αξ, οἷον ῥό‐ δαξ, ὁ ῥόδιος· ὁ εἰς ας, οἷον Ζηνᾶς, ὁ Ζηνόδω‐ ρος, καὶ Μητραῖος, ὁ Μητρόδωρος· ὁ εἰς κος, οἷον γραμματικός· ὁ εἰς λος, οἷον ναυτίλος, ὁ ναύτης. πόσα ὑποπέπτωκε τῷ ὀνόματι; εἰκο‐ | |
10 | σιτέσσαρα. τί καὶ τί; κύριον· προσηγορικόν· ἐπίθετον· πρός τι ἔχον· ὡς πρός τι ἔχον· ὁμώ‐ νυμον· συνώνυμον· διώνυμον· ἐπώνυμον· φε‐ ρώνυμον· ἐθνικόν· ἐρωτηματικόν· ἀόριστον· ἀναφορικὸν, ἢ καὶ ὁμοιωματικὸν, καὶ δεικτι‐ | |
15 | κὸν, καὶ ἀνταποδοτικὸν καλεῖται· περιληπτικόν· ἐπιμεριζόμενον· περιεκτικόν· πεποιημένον· γε‐ νικόν· ἰδικόν· τακτικόν· ἀριθμητικόν· μετου‐ σιαστικόν· ἀπολελυμένον. ποίῳ ὀνόματι ὑπο‐ πέπτωκε; τῷ γενικῷ καὶ τῷ κοινῷ. καὶ ποῖον | |
20 | λέγεται γενικὸν ἐνταῦθα; τὸ ὄνομα. καὶ ποῖα εἰσὶ τὰ αὐτὰ εἴδη; τὸ κύριον καὶ τὸ προσηγο‐ ρικόν. ποσαχῶς τὸ εἶδος; διχῶς· κατὰ φωνὴν καὶ κατὰ σημασίαν. ποσαχῶς διαιρεῖται τὸ πα‐ ράγωγον; πενταχῶς· εἰς πατρωνυμικόν· κτη‐ | |
25 | τικόν· συγκριτικόν· ὑπερθετικόν· ὑποκοριστι‐ κὸν παρώνυμον καὶ ῥηματικόν. διαθέσεις δὲ τοῦ ὀνόματος εἰσὶ δύο· ἐνέργεια καὶ πάθος. κριτὴς ποίας διαθέσεως; ἐνεργητικῆς. κριτὴς δὲ ὁ κρίνων καὶ ἐνεργῶν. κριτὸς ποίας διαθέ‐ | |
30 | σεως; παθητικῆς. κριτὸς γὰρ λέγεται ὁ κρινό‐ | |
μενος καὶ πάσχων. | ||
rho1616 | Ῥηξίφλοιον. τὸ ῥῆσσον τὸν φλοιόν. Ῥήσιον. τόπος. Ῥησείδιον. ἡ μικρὰ ῥῆσις. ἀπὸ τοῦ ῥήσεως ῥησεί‐ διον, εἰ δὲ ἀπὸ τοῦ ῥήσιος γέγονε, διὰ τοῦ ι. ὡς | |
5 | λέξις λεξίδιον. | |
6t | (Ῥῆμα.) | |
7 | Ῥηγνύω. τὸ ἐκπέμπω. Ῥήγνυσκεν. ἐκ τοῦ ῥηγνύω, ῥήγνυσκεν. Ῥήσσω. τὸ ῥηγνύω. | |
10 | Ῥητρεύω. ῥητορεύω. | |
11t | (Ἐπίῤῥημα.) | |
12 | Ῥηϊδίως. εὐκόλως, ῥαδίως. Ῥητῶς. σαφῶς, φανερῶς. ὁ Ἀπόστολος· τὸ δὲ πνεῦμα ῥητῶς λέγει, ὅτι ἐν ὑστέροις καιροῖς. | |
15 | καὶ ῥητῶς ἀντὶ τοῦ λεκτῶς. | |
16t | Τὸ Ρ μετὰ τοῦ Ι. | |
17t | (Ἀρσενικόν.) | |
18 | Ῥιγεδανός. ὁ φρικώδης. Ῥικνός. ὁ διεσχισμένος καὶ διεφθαρμένος. | |
20 | ῥικνοῖς ἐπισκάζουσα πόδεσσι. Ῥινός. τὸ δέρμα. ἀπὸ τοῦ ῥίνη, ὅπερ εἶδος ἰχθύος ἐστίν. ἢ παρὰ τὸ ῥίον, τὸ ἀκρωτή‐ ριον. ὁ δὲ Ὦρος ὁ Μιλήσιος λέγει, ὅτι ῥίνος λέγεται, ὅτι δι’ αὐτοῦ ῥέουσιν οἱ ἱδρῶτες. | |
25 | Ῥινοτόμος. ὁ τὰ δέρματα τέμνων. Ῥινόσιμος. τὴν κόμην ἀνάδετος. ἢ τὴν ῥῖνα σι‐ μὸς καὶ πατζός. | |
Ῥὶψ, ῥιπός. τὸ ῥιπίδιον. | ||
rho1617 | Ῥίψασπις. ὁ δειλός. ἀπὸ τοῦ ῥίπτειν τὴν ἀσπίδα. Ῥιψοκίνδυνος. ὁ παράβολος· ὁ τολμηρός. | |
4t | (Θηλυκόν.) | |
5 | Ῥίζα. δι’ ἧς ῥεῖ τὸ ζῇν ἄνω τοῖς δένδροις. Ῥινηλατῶ. τὸ διὰ ῥινὸς ὀσμοῦμαι καὶ διώκω τι, ὥσπερ οἱ κύνες τῶν κυνηγῶν ποιοῦσιν. ἢ σκο‐ ποῦντες ὧδε κἀκεῖσε. Ῥὶν καὶ ῥίς. ἡ μύτις. καὶ κλίνεται ῥινός. [ὡς | |
10 | δικατάληκτον διὰ τοῦ ι γράφεται· ἔδει γὰρ διὰ τῆς ει διφθόγγου. ἀπὸ τοῦ ῥέω ῥίν· ἐκ γὰρ τῆς ῥινὸς ῥέουσι καὶ κατέρχονται τὰ περιττώ‐ ματα.] Ῥίπη. πόλις. καὶ Ῥίπαια ὄρη. | |
15 | Ῥιπή. ὁρμή· φορά· κίνησις. παρὰ τὸ ῥίπτω ῥιπτὴ καὶ ῥιπὴ, ἡ ῥιπτομένη. τίθεται δὲ ἡ λέ‐ ξις ἐπὶ τοῦ ῥίπτεσθαι τὰς βίας τῶν πνευμάτων. Ῥιπίς. τὸ ῥιπίδιον. τοῦ θεολόγου· ἄνεμον ταῖς ῥιπίσι σοφιζομένους. | |
20t | (Οὐδέτερον.) | |
21 | Ῥιγιστόν. φοβερόν. καὶ ῥίγιον, τὸ φρικῶδες ἢ χαλεπόν. ἐκ τοῦ ῥῖγος ῥίγιον. ὅθεν καὶ τὸ ρι μακρόν. Ῥινή. τὸ ἐργαλεῖον τοῦ χαλκέος. ὁ γὰρ ἰχθὺς | |
25 | βαρύνεται. Ῥῖγος. τὸ ψύχος. ἀπὸ τοῦ φρίσσω φρίγος καὶ | |
ἀποβολῇ τοῦ φ ῥῖγος. ἡ δὲ ἀποβολὴ τοῦ φ | ||
rho1618 | ἔκτασιν πεποίηκε τοῦ ι. ὅθεν καὶ διὰ τοῦ ι γράφεται· οὐδέποτε γὰρ πρὸ τῶν δύο σς εὑρί‐ σκεται δίφθογγον. καὶ ῥιγίον ἡ νόσος. Ῥίζαιον. τόπος. καὶ Ῥιζὴν, ὄρος. | |
5 | Ῥίον. τὸ ἀκρωτήριον, ἐπειδὴ περιῤῥεῖται ὕδατι. ἴσως δὲ ἐκ τοῦ ἀκρωτηρίου ἐγένετο μείωσις, ἵν’ αἱ πρῶται τρεῖς συλλαβαὶ ὦσιν ἀφῃρημέναι. ἢ ὅριόν ἐστι, ἀφ’ οὗ ἐστιν ὁρᾷν καὶ σκοπεύεσθαι. | |
9t | (Ῥῆμα.) | |
10 | Ῥίγησεν. ἐφοβήθη. Ῥιζωρυχῶ. ῥιζορυκτῶ δὲ μικρόν. Ῥινᾷ. ἐξαπατᾷ. τρόπον τινὰ τὴν ἕξιν ῥινᾷ. Ῥιπτάζω. διαῤῥίπτω. Ῥιπίζω. ῥίπτω. | |
15t | (Ἐπίῤῥημα.) | |
16 | Ῥιζιμαίως. παρὰ τὴν ῥίζαν. Ῥίμφα. εὐκόλως ἢ ταχέως. παρὰ τὸ ῥίπτειν ἑαυτὸν διὰ τάχους. ὡς παρὰ τὸ κρύπτω κρύφα, οὕτω ῥίπτω ῥίφα καὶ πλεονασμῷ τοῦ μ ῥίμφα. | |
20 | Ῥιψοκινδύνως. παραβόλως· τολμηρῶς. | |
21t | Τὸ Ρ μετὰ τοῦ Ο. | |
22t | (Ἀρσενικόν.) | |
23 | Ῥοΐ. ῥεύματι. ὁ ῥοῦς, τοῦ ῥοὸς, τῷ ῥοΐ. ῥοῒ ποτα‐ μοῦ καὶ ῥοῒ θαλάσσης, ι. ῥοῇ δὲ αἵματος καὶ | |
25 | ῥοῇ δακρύων, η. | |
rho1619 | Ῥομβώδης. ὄνομα παρατάξεως. καὶ τὸ πολε‐ μικὸν τῆς νηὸς σίδηρον. | |
3t | (Θηλυκόν.) | |
4 | Ῥόα καὶ ῥοιά. ἡ ῥοϊδέα. | |
5 | Ῥόγα. .... Ῥοδωνία. χώρα. Ῥοδωνιὰ δὲ, τόπος, †ἐν ᾧ εἰσιν ῥόδα.† ὡς καὶ κρινωνιά. Ῥοδοδάκτυλος ἠώς. ἡ ῥοδόχροος ἡμέρα, ἡ τὰ | |
10 | ἔργα λαμπρὰ δεικνύουσα. ῥοδοδάκτυλος ἠὼς ἐπ’ αἶαν ἐσκίδνατο. Ῥόδος. ἡ νῆσος. παρὰ τὸ πολὺν ῥοῦν αὐτόθι δο‐ νεῖσθαι, πρὶν φανῆναι τὴν νῆσον. Ῥοαί. τὰ ῥεύματα. †ἡ εὐθεῖα ἡ ῥοή· τῆς ῥοῆς· | |
15 | αἱ ῥοαί.† Ῥοπή. ἡ ἀπό τινος εἴς τι μετάκλισις, ἢ εἴς τι μεταβολή. ῥοπή ἐστι καὶ τὸ ἀκαριαῖον τῆς συντομίας καὶ ταχυτῆτος. *Ῥοπὴ καὶ ἡ δύναμις.* | |
20 | Ῥοπή ἐστιν ἀδιάστατος κίνησις. | |
21t | (Οὐδέτερον.) | |
22 | Ῥόδον. παρὰ τὸ ὄζω ὄδον καὶ ῥόδον κατὰ ἀν‐ τίφρασιν. Ῥοίζημα. ἤχημα. | |
25 | Ῥοίτιον. ἀκρωτήριον τῆς Τροίας. | |
—Ῥοιτιάδος ἔνδοθεν ἄκρης. | ||
rho1620 | ἀπὸ Ῥοιτίας τῆς Πρωτέως θυγατρός. ὁ δὲ Χοι‐ ροβοσκός· τὸ Ῥοίτιον διὰ τῆς ει διφθόγγου γράφεται. Ῥύτιον δὲ τόπος ἐπὶ Κρήτης· ψιλὸν καὶ ι. | |
5 | Ῥόθιον. τὸ ῥεῦμα. ἢ τὸ μετὰ ψόφου κῦμα. Ῥόπαλον. βάκλον ἢ ῥάβδος. παρὰ τὸ ῥέπειν εἰς ἓν μέρος. Ῥοώδη. τὰ ὀστᾶ παρὰ Γαληνῷ καὶ Ἱπποκράτῃ. | |
9t | (Ῥῆμα.) | |
10 | Ῥογχάζειν. παρὰ τὸ ῥοχθεῖν, τὸ ἠχεῖν, παρ‐ ῆκται, πλεονασμῷ τοῦ γ. Ῥοθῶ. τὸ ἠχῶ. Ῥοίζησεν. ἤχησεν, ἔσυρεν. Ῥοιβδῶ. τὸ ῥοφῶ. καὶ ῥοιβδήσω. ἐξ οὗ καὶ ἀναῤ‐ | |
15 | ῥοίβδησις. Ῥοχθεῖ. ἠχεῖ, κλύζει. ῥοχθεῖ δὲ μέγα κῦμα—. παρὰ τὸ ῥόθιον ῥοθεῖ, καὶ πλεονασμῷ τοῦ χ ῥοχθεῖ. ἐν ἄλλοις δὲ τὸ ῥοχθεῖ κῦμα, τὸ | |
20 | πρὸς ξηρὰν ἀντικρούει. ἴσως παρὰ τὸ ῥοῦν καὶ τὸν ἦχον, ῥοηχεῖ καὶ ῥοχθεῖ. ἢ ἀπὸ τοῦ ῥέω ῥοχῶ, ὡς λέχω λοχῶ, καὶ πλεονασμῷ τοῦ θ ῥοχθῶ. | |
24t | (Ἐπίῤῥημα.) | |
25 | Ῥοιζηδόν. σφοδρῶς μετὰ ἤχου. | |
rho1621(1t) | Τὸ Ρ μετὰ τοῦ Υ. | |
2t | (Ἀρσενικόν.) | |
3 | Ῥύακες. ὑδρηγοί· ῥεύματα. Ῥυηφενής. ὁ ἄγαν πλούσιος. παρὰ τὸ ῥήδην καὶ | |
5 | τὸ ἄφενος, ὃ σημαίνει τὸν πλοῦτον. Ῥυθμός. ἁρμονία, ἀκολουθία, παίδευσις. ἢ ἡ τῆς κινήσεως τάξις. ἀπὸ τοῦ ῥύω ῥύσω, ὄνομα ῥυσμὸς, καὶ τροπῇ τοῦ ς εἰς θ ῥυθμός. Ῥυμός. τὸ μεταξὺ κατὰ μῆκος ξύλον τοῦ ἅρμα‐ | |
10 | τος, ἤγουν τὸ προσηρτυμένον τῷ ζυγῷ ὀρθὸν ξύλον. [παρὰ τὸ ἐρύω, ἐρύσω, ἐρυσμὸς, καὶ ἀποβολῇ τοῦ ε καὶ ς ῥῆμα ὄνομα ῥυμός.] Ῥυσμός. εἰκών· ἰδέα· σχῆμα· θέσις. [σχῆμα δέ οἱ Ἀσίης ῥυσμὸς πέλει—. | |
15 | κῶνος δέ ἐστιν ἀπὸ πλατείας βάσεως εἰς ὀξὺ λήγων.] Ῥύνδαξ. τόπος. Ῥυσσός. ῥυτίδας ἔχων. παρὰ τὸν ἐρύσω μέλλον‐ τα. ὁ συνελκυσμὸς τῶν σαρκῶν καὶ τῶν ῥυ‐ | |
20 | τίδων. | |
rho1622 | Ῥυτήρ. χαλινὸς, λῶρος. καὶ ὁ ἐλευθερωτής. ἀπὸ τοῦ ῥύω. Ῥυτός. ὁ ῥέων καὶ ὁ ἑλκυστός. [ῥυτοῖσι λάεσσι—. | |
5 | ἀπὸ τοῦ ἐρύω, τὸ ἑλκύω.] | |
6t | (Θηλυκόν.) | |
7 | Ῥύμη. ὁρμή. ἔστιν οὖν ῥέω καὶ ῥύω, ῥύσω, ῥύμη. Ῥυμβόνες. αἱ εἱλύσεις καὶ κινήσεις εἰς πείρας, οἱονεὶ αἱ κοτυλώδεις καμπαί. καὶ ῥύμβων ἡ τῶν | |
10 | φύλλων ἕλιξις. †Ῥυσσή. ἡ γραῦς.† Ῥυτίδες. τὰ ἐπὶ τοῦ προσώπου τῶν γεγηρακότων ζαρώματα. | |
14t | (Οὐδέτερον.) | |
15 | †Ῥύγχος. τὸ πρόσωπον.† Ῥύμματα. καθάρματα. καὶ ῥύψις, ἡ κάθαρσις. Ῥύσια. λύτρα, ἐλευθερίας ἐνέχυρα. Ῥυπαπαί. ἐπιφώνημα ἢ μίμημα ψόφου ναυ‐ τικοῦ, ἀπὸ τῶν κόπων ἀποτελουμένου. | |
20 | *Ῥυπτικῶν. καθαρτικῶν.* Ῥύτιον. τόπος ἐπὶ Κρήτης. | |
Ῥυτά. τὰ τόξα. καὶ τὰ ῥέοντα. | ||
rho1623(1t) | (Ῥῆμα.) | |
2 | Ῥύεται. φυλάττεται, σκέπει, ἐλευθεροῖ. Ῥυήσονται. φθαρήσονται. ἡ δὲ χεὶρ ῥυήτω. Ῥυῇ. ἀντὶ τοῦ ῥεύσει. | |
5 | Ῥυθμίζει. κανονίζει, παιδεύει. Ῥυμοτομεῖται. εἰς ὀρθὸν κόπτεται. Ῥυστάζειν. τὸ μετὰ βίας ἕλκειν. [καὶ ῥυστά‐ ζω. παρὰ τὸ ἐρύω, ἐρυτὶς καὶ ῥυτὶς, ἡ συνελ‐ κυσμένη σάρξ. ῥυτός ἐστι τὸ θηλυκὸν καὶ τὸ | |
10 | οὐδέτερον ῥυτὸν καὶ τὸ παρώνυμον ῥυτίς.] Ῥύψωμεν. σμήξωμεν, καθάρωμεν. καὶ ῥύπτω τὸ καθαίρω. | |
13t | (Ἐπίῤῥημα.) | |
14 | Ῥυδὸν καὶ ῥύδην. ἀντὶ τοῦ χύδην. ῥυδὸν ἀφνειοῖο | |
15 | ἀντὶ τοῦ ἄγαν πλουσίου. ἀπὸ τοῦ περιῤῥεῖν τὸν πλοῦτον. Ῥυππαπαί. ἐπιφώνημα ναυτικόν. | |
18t | Τὸ Ρ μετὰ τοῦ Ω. | |
19t | (Ἀρσενικόν.) | |
20 | Ῥωγαλέος. διεσχισμένος. παρὰ τὸ ῥήσσω. ὡς καὶ τό· κατέῤῥωγε τὰ ἱμάτια. | |
Ῥωγοί. ἔθνος. | ||
rho1624 | Ῥῶμος, Ῥωμύλος. κύρια. καὶ Ῥῶμις, Ῥώμιδος, κύριον. Ῥωμαλέος. ἰσχυρὸς, ἀνδρεῖος. Ῥώξ. εἶδος σκορπίου. καὶ κλίνεται ῥωγός. ἢ ζῶον | |
5 | μικρὸν ῥαγὶ σταφυλῆς ὅμοιον· περιφερὲς γάρ ἐστιν, ὡς οἱ ἑωρακότες μοι εἶπον. Ῥώξ. τὸ σχίσμα. καὶ ἀποῤῥῶγες. Ῥωπόῤῥηξ. ὁ τὸν κοῦσπον ῥηγνύων. Ῥωποπώλης. ὁ μυρεψός. ῥῶπες γὰρ ὕλη καὶ | |
10 | ὑλώδη φυτά· ἢ θάμνος καὶ σύμφυτος τόπος· ἢ μίγματα καὶ χρώματα, ὅσα ζωγράφοις καὶ βαφεῦσι καὶ μυρεψοῖς χρησιμεύουσι. ἢ ῥώψ ἐστι βοτάνη ἁπαλή. [παρὰ τὸ ῥέψω, ῥὲψ, καὶ τρο‐ πῇ τοῦ ε εἰς ω ῥώψ. ὡς βλέπω, βλέψω, βλὲψ | |
15 | καὶ βλώψ· καὶ τὸ παραβλῶπες. —ῥῶπας δ’ ὑπέχευε δασείας. καὶ ῥωπογράφους, τοὺς τὰ τοιαῦτα διαγράφον‐ τας.] καὶ τὸν κοῦφον φόρτον ῥῶπον λέγουσιν. ὅθεν καὶ ῥώπια τὰ οὐ στερέμνια. | |
20 | Ῥωστήρ. ὁ ἐν δυνάμει ὑγιής. ἀπὸ τοῦ ῥῶσις. Ῥωχμός. τόπος κεχαραγμένος ὑπὸ ὀμβρίων ὑδάτων. σημαίνει δὲ ῥῆξιν. παρὰ τὸ ῥήσσω ῥη‐ χμὸς καὶ μεταθέσει τοῦ γ εἰς χ καὶ τοῦ η εἰς | |
ω μέγα ῥωχμός. | ||
rho1625 | †Ῥώξ. εἶδος σκορπίου. παρὰ τὸ ῥῶ, τὸ φθεί‐ ρω.† | |
3t | (Θηλυκόν.) | |
4 | Ῥωγὰς, ῥωγάδος. ἡ διεσχισμένη πέτρα. παρὰ | |
5 | τὸ ῥήσσω ῥηγὸς καὶ ῥωγάς. Ῥωμαλεότητι. ἰσχυρότητι, ἀνδρειότητι. ῥωμα‐ λεότητι τοῦ κρείττονος. Ῥώμη. ἡ ἰσχὺς, ἡ ὑγεία. καὶ πόλις. ἐπὶ μὲν τῆς ὑγείας, παρὰ τὸ ῥῶ, ου ὁ μέλλων ῥώσω, ὁ πα‐ | |
10 | θητικὸς ἔῤῥωμαι, ῥῆμα ὄνομα ῥώμη. ὡς γνώσω γνώμη. ἐπὶ δὲ τῆς πόλεως, ἀπὸ Ῥώμου καὶ Ῥω‐ μύλου τῶν Αἰνείου παίδων. Ῥωζάνη. κύριον. | |
Ῥῶσις. ἡ ὑγεία. | ||
rho1626 | Ῥωσός. πόλις. Ῥώς. ἡ ῥωσία. | |
3t | (Οὐδέτερον.) | |
4 | Ῥωπήϊα καὶ ῥωπάκια. οἱ θάμνοι. καὶ ῥώπια, | |
5 | τὰ οὐ στερέμνια. Ῥῶ. τὸ στοιχεῖον. παρὰ τὸ ῥέω· ὑγρὰ γάρ ἐστι καὶ εὐμάλακτα, καὶ ὡσεὶ ἔλαιον ῥεῖ, ἐν τοῖς μέτροις ἀμετάβολα. | |
9t | (Ῥῆμα.) | |
10 | Ῥῶ. τὸ λέγω. ἐξ οὗ καὶ ῥῆσις, ὁ λόγος. Ῥώννυσιν. ἐνδυναμοῖ. Ῥωποῤῥυκτεῖν. ῥηγνύειν τὸν ῥῶπον καὶ τὸν κοῦ‐ | |
σπον. | ||
sigma1625(15t) | Σ. | |
16t | Τὸ Σ μετὰ τοῦ Α. | |
17t | (Ἀρσενικόν.) | |
18 | Σαβάδιος. ἐπώνυμον τοῦ Διονύσου. καὶ σαβοὶ, ἐπίφθεγμα βακχικόν. | |
20 | Σάγαρις. ποταμὸς Φρυγίας. ἀπὸ Σαγάρου τοῦ υἱοῦ Μήδου. οὕτως Ὦρος ὁ Μιλήσιος. Σαγγάριος. ποταμὸς Φρυγίας, ὅτι Σάγγαν τινὰ ἀσεβηθέντα εἰς τὴν Ῥέαν μετέβαλεν εἰς τοῦτο τὸ ὕδωρ, καὶ ἀπὸ τούτου τὸν τόπον κληθῆναι. | |
25 | οὕτω φλυαροκοποῦσιν οἱ ἄφρονες Ἕλληνες. Σαβελλιανοί. ἀπὸ Σαβελλίου. οὗτοι τριώνυμον ἔλεγον μίαν ὑπόστασιν ἐν θεότητι, τὸν αὐτὸν εἶναι πατέρα καὶ υἱὸν καὶ πνεῦμα δογματίσαν‐ | |
τες οἱ παράφρονες, συναναιροῦντες τὰς τρεῖς | ||
sigma1626(14) | ὑποστάσεις, ὅ ἐστι συγχέοντες, ἓν πρόσωπον | |
15 | λέγοντες τὰ τρία. Σαβά. Αἰθιοπικὸν ἔθνος. Σαδδουκαῖοι. αἵρεσις Ἰουδαίων. λέγουσι μὴ εἶναι ἀνάστασιν, μήτε ἄγγελον, μήτε πνεῦμα. παχύ‐ τεροι γὰρ οὗτοι καὶ περὶ τὰ σωματικὰ ἐπτοημέ‐ | |
20 | νοι. Σαδδουκαῖοι δὲ ἑρμηνεύονται δίκαιοι. σέδεκ γὰρ ἡ δικαιοσύνη. Σακεσφόροι. ὁπλοφόροι, ἀσπιδοφόροι. ἀπὸ τοῦ σάκος, ὅ ἐστιν ἀσπίς. †τὸ δὲ σάκος, ἀπὸ Σά‐ | |
25 | κων, τῶν πρῶτον εὑρόντων. ἢ ἀπὸ τοῦ σάγων· σάγος καὶ σάκος.† Σακέσπαλος. πολεμικός. ἀπὸ τοῦ πάλλειν καὶ | |
κινεῖν τὴν ἀσπίδα. | ||
sigma1627 | †Σαλάγγων. ὄνομα ποταμοῦ.† Σάλος. ὁ κλύδων. ἡ τῶν κυμάτων κίνησις. Σάνδυξ. χρῶμα κόκκινον. Σακερδώς. κύριον. *καὶ κλίνεται σακερδῶτος.* | |
5 | σακέρδιος δὲ ὁ ἱερεὺς, ῥωμαϊστί. ὁ τὰ σάκρα ἕρδων. σάκρον δέ ἐστι τὸ δημοσίᾳ ἀφιερωθέν. Σαπρὸς καὶ σαπρία, ὁ ἀφανισμός. ἀπὸ τοῦ σή‐ πω, ὡς λέπω λεπρός. [Σάρβηλος. κύριον.] | |
10 | †Σαρδιαίων. ἐθνικόν.† Σαρδόνιος γέλως. ὁ καθ’ ὑπόκρισιν. καὶ σάρ‐ διον, βοτάνη δηλητήριος, ἥτις ἅπαν τὸ σῶμα τοῦ φαγόντος αὐτὴν σπασμῷ ὑποβάλλει, [ὡς καὶ τῶν χειλέων συσταλέντων τοὺς ὀδόντας γυ‐ | |
15 | μνοῦσθαι καὶ γέλωτος φαντασίαν παρέχειν τοῖς ὁρῶσιν. ἔνιοι δὲ ἐφύβριον ὀνομάζουσι τὸν σαρ‐ δόνιον γέλωτα.] ἔστι δὲ καὶ λίθος οὕτω κα‐ λούμενος. †Σάτυροι καὶ Βάκχαι. τὰ ἐν ἀνθρώποις αἰσχρὰ | |
20 | καὶ ἀκόλαστα πάθη.† Σάτυρος. χορευτὴς τοῦ Διονύσου. παρὰ τὸ σά‐ θη σάθυρος καὶ σάτυρος. ὡς ἅλμη ἁλμυρός. κατωφερὲς γάρ ἐστι τὸ γένος τῶν Σατύρων. καὶ | |
σάτυρος ζῶον. | ||
sigma1628 | Σατράπης. βασιλεὺς, ἢ ἄρχων, [ἢ στρατηγός.] Σαυρωτήρ. ὅπου ἐμπήγνυται τὸ σίδηρον τοῦ δόρατος. παρὰ τὸ σταυροῦσθαι καὶ ὀρθοῦσθαι ἐπ’ αὐτῷ τὸ δόρυ, σταυρωτὴρ τὶς ὢν, καὶ ἀπο‐ | |
5 | βολῇ τοῦ τ σαυρωτήρ. Σαρκικός. ὁ πνεύματος καὶ ψυχῆς πάντη [που] ἀμελῶν. Σακερδώς. κύριον. καὶ σακερδὼ, ὁ αἴλουρος. Σαβαώθ. κύριος δυνάμεων, στρατιῶν. Ἡσαΐας· | |
10 | εἰ μὴ κύριος σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα. Σατᾶν. ὁ ἀντικείμενος τῇ Ἑβραίων φωνῇ. | |
12t | (Θηλυκόν.) | |
13 | Σάγη. †τὸ σάγμα,† περιβόλαιον, σκέπη. Σαγήνη. τὸ δίκτυον. σαγίνη δὲ, τὸ ὅπλον, ι. | |
15 | Σάϊς. πόλις. καὶ κλίνεται Σάεως. Σαῖνα. †τὸ αἰδοῖον.† ἡ μοῖρα. Σαῖπος. ἡ ἁλιευτικὴ ἐλαία. Σάλπιγξ. παρὰ τὸ σαλπίζω. τοῦτο παρὰ τὸ ἔπω, τὸ λέγω, ἔψω, ἒψ, ὀπὴ, ὀπίζω, καὶ μετὰ | |
20 | τοῦ σέλας, ὃ σημαίνει τὴν λαμπηδόνα, σελα‐ πίζω, καὶ σάλπιγξ. Σαλαμβάδες. αἱ θυρίδες, αἱ ἀεὶ ἐν σάλῳ οὖ‐ σαι. ἢ παρὰ τὸ δι’ αὐτῶν εἰσβαίνειν τὸ φῶς. | |
Σαμβύκη. εἶδος ὀργάνου. | ||
sigma1629 | Σαλαμίς. ὄνομα πόλεως. ἀπὸ Σαλαμῖνος τι‐ νὸς Ἀσωποῦ θυγατρός. Σαμάρεια. ἀπὸ τοῦ σήματος τοῦ Ἄρεως, ὅτι ἐν αὐτῷ Ἄρης Ἀσκαλάφῳ τῷ υἱῷ τύμβον ἔχευε, | |
5 | ἐν ᾧ καὶ ἐπίγραψεν οὕτως· Σῆμ’ Ἄρεως ἕτοιμον βεβοημένον Ἑλλάδι φήμῃ ..οὕνεκ’ Ἄρης τέκνον ἔχωσε πόλιν. *Σαβέτ. ἐστὶν ἡ ἀνάπαυσις. ἐξ οὗ τὸ σάββα‐ | |
10 | τον.* Σανίς. τὸ ἐπίμηκες ξύλον. οἱονεὶ τετανὶς, παρὰ τὸ τετάσθαι. Σαπφώ. παρὰ τὸ σαφής. ἢ παρὰ τὸ σάφω Σαφὼ, ὡς καλύψω Καλυψὼ, κλώθω Κλωθὼ, | |
15 | καὶ πλεονασμῷ τοῦ π Σαπφώ. ἢ παρὰ τὸ σα‐ φῶ, τὸ σαφηνίζω. Σαργάνη. σχοινίον. ἔστι δὲ καὶ εἶδος σπυρίδος. παρὰ τὸ σάγος σαγάνη καὶ πλεονασμῷ τοῦ ρ σαργάνη. | |
20 | Σάρισσα. εἶδος ὅπλου. Σαρωνὶς καὶ Σαρωνικὸν πέλαγος, ἐπειδὴ Σά‐ ρων τὶς κυνηγὸς ἐπιδιώκων ἐκεῖσε κατεκρημνί‐ σθη εἰς θάλασσαν. Σάρξ. αἷμα πεπηγὸς ἀπὸ φύσεως. ἢ στοιχείων | |
25 | συνδρομή. σάρξ ἐστιν οὐσία ῥευστὴ ἐξ αἵματος | |
καὶ φλέγματος καὶ χυμοῦ καὶ χολῆς συνιστα‐ | ||
sigma1630 | μένη, ἤγουν ἐξ ἀέρος καὶ γῆς καὶ πυρὸς καὶ ὕδατος, τουτέστιν ἐκ θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ, ὑγροῦ. ὁ ἥλιος τὸ θερμὸν καὶ ζωτικόν· ὁ ἀὴρ τὸ ψυχρόν· ἡ γῆ τὸ ξηρόν· τὸ ὕδωρ τὸ | |
5 | ὑγρόν. σύρκα λέγουσιν οἱ Αἰολεῖς τὴν σάρκα, διὰ τὸ σύρεσθαι ἀπ’ αὐτῆς τὸ δέρμα. Σαρκὸς ἀπόθεσις. ἡ σαρκικὴ ἡδονή. Σάρδις. πόλις. ὡς παρὰ τὸ ὄφιες καὶ πόλιες κράσει τοῦ ε καὶ ι εἰς ι μακρὸν γίνεται αἱ πό‐ | |
10 | λις καὶ οἱ ὄφις, οὕτω καὶ παρὰ τὸ Σάρδιες γί‐ νεται Σάρδις, καὶ οἱ πολῖται καὶ ἡ πόλις. τί οὖν; οἱ πολῖται Σάρδις λέγονται καὶ οὐ Σαρδινοί; πῶς οὖν καὶ οἱ πολῖται καὶ ἡ πόλις Σάρδις λέγεται; οὐχ ἡ πόλις καὶ οἱ πολῖται Σάρδις λέγονται, | |
15 | ἀλλ’ ὅτι ἀμφότερα διὰ τοῦ ι γράφεται, καὶ Σάρδις καὶ Σαρδινοί. καὶ Σάρδεις, τὸ δεις δί‐ φθογγον, ὡς καὶ αἱ πόλεις. Σατραπεία. ἀξίωμά τι. Σαλώμη. κύριον. ἑρμηνεύεται δὲ εἰρήνη. τοῦτο | |
20 | δὲ εἴη ψυχὴ νικήσασα τὰ πάθη καὶ ἀποβαλοῦ‐ σα, καὶ εἰρήνην τελείαν ἀπ’ αὐτῶν ἄγουσα. καὶ ὁ θεολόγος· κᾂν ἡ ἄλλη Μαρία κᾂν Σα‐ λώμη. | |
24t | (Οὐδέτερον.) | |
25 | Σαβέκ. χρυσολάχανον. | |
Σαΐτιν. μέτρον τὶ οἴνου. | ||
sigma1631 | Σάκεα. αἱ ἀσπίδες. σάκαια δὲ ἑορτὴ, δίφθογ‐ γον. Σάκρον καὶ σάκρα παρὰ Ῥωμαίοις, τὰ ἱερὰ πρά‐ γματα. ἢ σάκρον ἐστὶ τὸ δημοσίᾳ ἀφιερωθέν. | |
5 | Σάμνιον. τόπος. Σαπώριον. τόπος. Σαραπεῖον. τὸ τοῦ Σαράπιδος ἱερόν. Σαράβαρον. ἐσθὴς Περσική. ἄλλος ἑρμηνεύει τὸ σάτον, τὸ λεγόμενον χοίνικα ἢ δεκάλιτρον. | |
10 | ἔνιοι δὲ τὸ βρακίον λέγουσι. Σαρδόνιον πέλαγος. Σάτον. μόδιος· κούμουλος. | |
13t | (Ῥῆμα.) | |
14 | Σαγηνεύει. περιλαμβάνει. ἀγρεύει. | |
15 | Σαίρει. φιλοκαλεῖ· κοσμεῖ. Σάξαι. ἐπιφορτίσαι· στρῶσαι. Σαρκάζειν. μετὰ πικρίας καὶ θυμοῦ γελᾷν. Σαρισσοφοροῦσιν. ἀπὸ τοῦ σαρίσσης ἀκοντίου. †Σαρούμενος. σπαραττόμενος. οὕτως Λυκό‐ | |
20 | φρων.† Σαλαΐζω. θρηνῶ. Σαλπίζειν. ἔθος ἦν τοῖς Ἰουδαίοις διὰ σαλπίγ‐ | |
γων ἐπὶ τὸ αὐτὸ τοὺς ἐνδεεῖς ἀθροίζειν, ἡνίκα | ||
sigma1632 | διανέμειν τὶ εἰς αὐτοὺς ἐβούλοντο. οὕτως ὁ ἅγιος Κύριλλος. Σαφηνίζω. ἑρμηνεύω. καὶ σαφήσας καὶ σαφη‐ νίσας. | |
5 | Σάττω. φορτίζω. Σαώζει. ἀντὶ τοῦ σώζει. Σαίνω. †τὸ κινῶ.† τὸ θέλγω. καὶ παρὰ τῷ Ἀποστόλῳ σαίνεσθαι, τὸ οἷον θορυβεῖσθαι καὶ ταράττεσθαι. εἰς τὸ μηδένα σαίνεσθαι ἐν | |
10 | ταῖς θλίψεσι ταύταις. | |
11t | (Ἐπίῤῥημα.) | |
12 | Σαφῶς. φανερῶς· εὐκόλως· ἀληθῶς. | |
13t | Τὸ Σ μετὰ τοῦ Ε. | |
14t | (Ἀρσενικόν.) | |
15 | Σέας. σκώληκας. οὐχ εὕρηται ἡ εὐθεῖα ἐν χρή‐ σει, ἀλλ’ αἱ πλάγιαι. παρὰ Ἀριστοφάνει· ὑπὸ τῶν σέων καμπτόμενος. ἡ εὐθεῖα τῶν πληθυντικῶν, σέας, σεῖς. †Σέβερος. ὁ εὐσεβής· ὁ δίκαιος.† | |
20 | Σεβοείμ. κύριον. Σεβαστεινός. τοπικόν. καὶ Σεβαστειηνὸς, κύ‐ | |
ριον, [διὰ διφθόγγου καὶ η.] | ||
sigma1633 | Σέθεν. ἀντὶ τοῦ σοῦ. καὶ σέο ἀντὶ τοῦ σοῦ. ποιη‐ τικῶς. Σείριος. ὄνομα ἀστέρος. ἢ ὁ ἥλιος. Σήριος δὲ κύ‐ ριον, η. σείριος δὲ παρὰ τὸ εἴρω, τὸ λέγω. γί‐ | |
5 | νεται εἴριος καὶ σείριος. λέγει γὰρ καὶ μηνύει ἡμῖν τὸν καιρὸν τοῦ θέρους. †Σειρομάστης. ἡ λόγχη.† Σειρομάστης. ὁ λῶρος, ἢ εἶδος ἀκοντίου. Σείραιος. οἶνος ὁ ἐκ γλεύκους ἑψημένος ἢ γλυ‐ | |
10 | κύς. Σεισμός. κίνησις γῆς ὑπὸ πνεύματος ἔνδον ἀπο‐ λειφθέντος καὶ βιαίως ῥυθέντος διὰ τὸ κωλυ‐ θῆναι περὶ τὰ κοῖλα. σισμὸς δὲ, ὁ βρασμὸς καὶ ἦχος, ι. ἀπὸ τοῦ σίζω, τὸ ἠχῶ. | |
15 | Σειληνός. ὁ Διόνυσος. παρὰ τὸ σείεσθαι ἐν τῷ | |
ληνῷ. [Σειλινὸς δὲ, ὁ γέρων, καὶ Σειλινοὶ, οἱ | ||
sigma1634 | τῶν Σατύρων γέροντες. παρὰ τὸ σεσηρέναι καὶ χαίρειν. γίνεται σέρινος καὶ μεταθέσει τοῦ ρ καὶ πλεονασμῷ τοῦ ι Σειλινός.] ἢ παρὰ τὸ σείεσθαι λίαν Σειλινὸς, ὁ γέρων. | |
5 | Σελαγισμός. ἡ φρυκτωρία, ἡ λαμπηδών. πα‐ ρὰ τὸ σέλας. †Σελασμός. ἡ ἀλαζονεία.† Σεμνός. ἔντιμος· ἐνάρετος· μέγας· ἔνδοξος. πα‐ ρὰ τὸ σέβω σεμνὸς, ὁ σεβασμοῦ ἄξιος. | |
10 | Σεννάτωρ. ὁ τῶν Ῥωμαίων ἡγεμών. καὶ κλίνεται σεννάτωρος. Σέῤῥιφος. ὁ ἐπτερωμένος μύρμηξ. καὶ ὁ ἥλιος. Σεραφείμ. δυνάμεις ἅγιαι δοξολογικαὶ κυρίου. ἐπὶ μὲν ἑνικοῦ δίφθογγον, ἐπὶ δὲ πληθυντι‐ | |
15 | κοῦ ι. | |
†Σεύετος. ὁ κοχλίας.† | ||
sigma1635 | Σείριος. ὁ *κυνόαστρος. γράφεται καὶ* κύνα‐ στρος. †Σέβαλα. ἡ ἔκπληξις.† | |
4t | (Θηλυκόν.) | |
5 | *Σελευκίς. ὄρνεον ἔνυδρον.* Σέϊς. πόλις. καὶ κλίνεται Σέως. Σειουντία. χώρα. Σειρικία. κύριον. Σειρά. ἅλυσις. παρὰ τὸ εἴρω, τὸ συμπλέκω. γί‐ | |
10 | νεται εἰρὰ, καὶ πλεονασμῷ τοῦ ς σειρά. Σεισάχθεια. τὸ βάρος. παρὰ τὸ ἀποσείεσθαι τὸ ἄχθος. σημαίνει δὲ καὶ τὸ χρέος. Σελάγησις. ἡ λαμπηδών. †Σελάπυρος. ἡ λαμπρότης.† | |
15 | †Σελασία. ἡ Ἄρτεμις. παρὰ Λάκωσι.† Σελήνη. τὸ φέγγος. ἥτις μετὰ τῶν ἀστέρων ἐτά‐ χθη φωτίζειν τὴν νύκτα, οὐχ ὡς τῇ ἡμέρᾳ πάν‐ τοτε ὑπὸ γῆν ὄντες· εἰσὶ γὰρ καὶ ἐν ἡμέρᾳ ἀστέρες ἐν τῷ οὐρανῷ ὑπὲρ γῆν· ἀλλ’ ὁ ἥλιος | |
20 | τούτους ἅμα καὶ τὴν σελήνην τῇ φαιδροτέρᾳ αἴγλῃ ἀποκρύπτων οὐκ ἐᾷ φαίνεσθαι. τοῖς φω‐ στῆρσιν οὖν τούτοις τὸ πρωτόκτιστον φῶς ὁ δη‐ | |
μιουργὸς ἐναπέθετο, οὐχ ὡς ἀπορῶν ἄλλου φω‐ | ||
sigma1636 | τὸς, ἀλλ’ ἵνα μὴ ἐκεῖνο ἀργὸν μείνῃ τὸ φῶς σελήνη παρὰ τὸ σέλας ἀεὶ νέον ἔχειν, ὅθεν καὶ ἔνος ὁ ἐνιαυτός· σέλας δὲ παρὰ τὸ σαλεύε‐ σθαι τῇ πνοῇ. | |
5 | Σελίς. πτυχίον. ἢ καταβατὸν βιβλίου. Σέλγη. πόλις. Σέληρα. νῆσος. Σεμεχωνίτης. λίμνη. Σεμίδαλις. παρὰ τὸ σμῶ, τὸ καθαίρω, καὶ τὸ | |
10 | ἅλις, ἡ ἅλις σμωμένη. τὸ πάνυ σμῆμα, οἱονεὶ τὸ λεπτομερέστατον. οὕτως Ὦρος ὁ Μιλήσιος. Σεννώ. πόλις. †Σέρις. τὸ σέλινον. καὶ κλίνεται σέρεως.† | |
14t | (Οὐδέτερον.) | |
15 | Σείριον. καυστικόν. ἀπὸ τοῦ σείριος. ἢ ἀπὸ τοῦ σειραίνω, τὸ ξηραίνω. Σειρήνια μέλη. γλυκύτατα. Σεῖστρον. παίγνιον. καὶ σεῖστρος, εἶδος βοτά‐ νης. | |
20 | *Σέλινα. βοτάνη εὔοσμος.* Σέκτον. τὸ ἄθροισμα τῶν πλουσίων. Σέλας. λαμπηδών. [παρὰ τὸ σαλεύεσθαι τῇ | |
πνοῇ.] | ||
sigma1637 | Σελμών. ὄρος. ἑρμηνεύεται ἀνταπόδοσις. ἔστι δὲ φωνὴ Ἑβραϊκή. Σεμνεῖον. τὸ μοναστήριον. Σεμιράμεια τείχη. διφθόγγιζε. | |
5 | Σεπτόν. ἅγιον, ἔντιμον. παρὰ τὸ σέβω. | |
6t | (Ῥῆμα.) | |
7 | Σεβασμιάζειν. εὐσεβεῖν. Σειραίνω. τὸ ξηραίνω. [παρὰ τὸν σείριον τὸν ἀστέρα.] | |
10 | Σειράζω. ἅλυσιν ἕλκω. Σείω. ἔστι σῶ ῥῆμα, καὶ ἐξ αὐτοῦ σέω καὶ σείω. καὶ ἐκ τοῦ σῶ †γίνεται καὶ τὸ† σήθω, τὸ κοσκινίζω. †Σελάσκω. λάμπω.† | |
15 | Σεμνυνόμενος. κομπάζων, μέγα φρονῶν. Σεσῃρότα. κεχῃνότα· χαίροντα· γελῶντα· παί‐ ζοντα. Σεύω. τὸ ὁρμῶ καὶ τὸ διώκω. παρὰ τὸ σῶ, σεύω. | |
19t | Τὸ Σ μετὰ τοῦ Η. | |
20t | (Ἀρσενικόν.) | |
21 | Σηγώρ. πόλις καὶ ὄρος. Σῆθος καὶ σηθιανός. κύρια. | |
†Σῆθος. ὄνομα ποταμοῦ Σκυθίας.† | ||
sigma1638 | Σηκός. ὁ ναὸς, καὶ ἡ τῶν προβάτων ἔπαυλις. στηκός τίς ἐστι, καὶ γὰρ σταθμός ἐστιν. ἀπὸ τοῦ ἵστασθαι ἐν αὐτῷ τὰ ἀγάλματα. Σηκοκόρος. ὁ τοῦ ναοῦ ἐπιμελούμενος. | |
5 | Σηκουάνοι καὶ Σηκολάκιοι. ἔθνη. Σηλώμ. κύριον καὶ ὄρος. †Σήμαιθος. ὄνομα ποταμοῦ.† Σημάντορος. ἡνιόχου. Σῆπες. οἱ σκώληκες. ἡ εὐθεῖα ὁ σὴψ, τοῦ σηπός. | |
10 | Σῆρες. οἱ σκώληκες. Σήρ. ὁ σκώληξ. καὶ κλίνεται σηρός. καὶ σηρικὰ ἱμάτια, τὰ μεταξωτά. Σήριος. κύριον. Σήραγγες. κοιλώδεις τόποι, ἢ λάκκοι, ἢ τὰ χά‐ | |
15 | σματα τῆς γῆς. [ὁ σήραγξ, τοῦ σήραγγος.] Σής. ὁ σκώληξ. καὶ κλίνεται σητός. Σητάνειος. ὁ καθαρὸς ἄρτος. Σηών. κύριον. ὃς ἦν βασιλεὺς τῶν Ἀμοῤῥαίων, πλούτῳ καὶ στρατοπέδῳ περιβόητος. μονόκλι‐ | |
20 | τόν ἐστι. | |
21t | (Θηλυκόν.) | |
22 | Σήκονις. χώρα. Σηκυία. τὸ σηκυιαστήριον. Σηλυβρία. πόλις. ἀπὸ Σήλυος τοῦ Θρᾳκός. | |
25 | Σημασία. δήλωσις καὶ φανέρωσις. | |
sigma1639 | Σημαία. τὸ φλάμουλον. Σηστός. πόλις. Σήσαμος. τόπος. Σητήνη. τόπος. | |
5 | Σῆται. ὄνομα χώρας. Σήτη καὶ Σηταία. κύριον. Σηπία. εἶδος ἰχθύος. Σιππία δὲ, τόπος, ι. Σήφη. πόλις. | |
9t | (Οὐδέτερον.) | |
10 | Σήγιστρον. τὸ τῶν ἀλόγων σκέπασμα. Σήμαντρα. αἱ σφραγίδες. Σημεῖον. συμβόλαιον τὴν ἀναφορὰν ἡμῖν ποιοῦν πρὸς ἐκεῖνο, οὗ ἐστι τὸ σημεῖον. ὡς τὸ, κονιορ‐ τὸς ἐφάνη, ἔρχονται οἱ πολέμιοι. ἢ σημεῖον τὸ | |
15 | οὐκ ἔξω τῆς φύσεως ὄν. οἷον τὸ ἰάσασθαι ἄῤ‐ ῥωστον καὶ τὰ τοιαῦτα. ἢ οὗ μέρος οὐδέν. καὶ σημεῖον τὸ κέντρον. Σῆμα. τὸ σημεῖον καὶ ὁ τάφος. Σηρηνίου. τοῦ κιβωτίου. | |
20 | Σησάμιον καὶ σησαμοῦντα. τὰ ψαιστά. Σησαμούντεια τείχη. Σήταιον. τόπος. | |
Σηταῖον. σεσημμένον. | ||
sigma1640(1t) | (Ῥῆμα.) | |
2 | Σήθω. τὸ κοσκινίζω. Σημαίνω. προστάσσω. δεικνύω. Σητώμενος. ..... | |
5 | Σήκαθεν. ὡς εἰς σηκὸν κατεκλείσθησαν. | |
6t | Τὸ Σ μετὰ τοῦ Θ. | |
7 | Σθεναρός. ἰσχυρός. παρὰ τὸ σθένος, ὃ σημαί‐ νει τὴν δύναμιν. τὸ δὲ σθένος παρὰ τὸ ἵστημι, στήσω. στένος καὶ σθένος. | |
10t | Τὸ Σ μετὰ τοῦ Ι. | |
11t | (Ἀρσενικόν.) | |
12 | Σιβύλλειος λόγος. ὁ τῆς Σιβύλλης. Σιγαλόεις. λαμπρὸς, πεποικιλμένος. καὶ σιγα‐ λόεντα. [παρὰ τὸ στίζω, στιγαλόεντα, καὶ σι‐ | |
15 | γαλόεντα ἀποβολῇ τοῦ ταῦ.] *Σίντος. ὁ κάκιστος διάβολος, ὁ ἐμφωλεύων ἐν τοῖς ὕδασι.* Σιγηλός. ὁ σιωπηλός. Σίαλος καὶ πτύαλος διαφέρει. ὁ μὲν γὰρ σία‐ | |
20 | λος αὐτομόλως ῥεῖ, ὁ δὲ πτύαλος τὸ ἀποπτυόμε‐ | |
sigma1641 | νον κατὰ προαίρεσιν διὰ τὴν τῶν χειλέων ἐπί‐ πτηξιν. ἔστι καὶ σίαλος ὁ εὐτραφὴς σῦς. παρὰ τὸ ἅλις σεσιτεῦσθαι, ἢ παρὰ τὸ ἀφρὸν προΐε‐ σθαι, ὃν λέγουσι σίαλον. καὶ σίαλος τὸ πτύσμα. | |
5 | †Σίζε. ἐπίφθεγμα ἐπὶ κυνηγετῶν.† †Σίκερα. πᾶν τὸ περὶ τὸν οἶνον μέθυσμα. κυ‐ ρίως τὸ ἐκ φοινίκων κατεσκευασμένον.† †Σιλός. ὁ μωρός.† †Σίμβλος. ἡ τροφὴ τῶν μελισσῶν.† | |
10 | †Σινάμορον. πορνικόν. καὶ σινάμορος, ὁ κακό‐ σχολος. καὶ σιναμορουμένη ἀντὶ τοῦ γαμου‐ μένη.† Σίδειος. ὁ τῆς σίδης καρπός. σίδη δὲ ὁ τῆς ῥοιᾶς | |
φλοιός. | ||
sigma1642 | Σιδήτης. ὁ ἀπὸ Σίδης πόλεως. *ἔστι δὲ αὕτη μία τῶν κατὰ τὴν Παμφυλίαν πόλεων μητρόπο‐ λις.* Σίκλος. οἱ τέσσαρες ὀβολοί. | |
5 | Σίκιννις. κύριον. καὶ εἶδος ὀρχήσεως. Σικανοί. οἱ Σικελοί. ἀπὸ ἡγεμόνος Σικανοῦ. Σιλωάμ. ἑρμηνεύεται ἀπεσταλμένος. Σίλουρος. ἰχθύς. Σιληνός. ὁ μωρός. καὶ σίλλος. | |
10 | Σίλαρος. ποταμός. Σιμός. παρὰ τὸ σίγμα σιγμός· καὶ γὰρ τοῦ σι‐ μοῦ ἡ ῥὶς δοκεῖ τοῦ ς τὸν τύπον μιμεῖσθαι. τὸ δὲ σίγμα διὰ τοῦ ι γράφεται, ἐπειδὴ τὰ εἰς | |
α λήγοντα ὀνόματα τῶν στοιχείων ἑνὶ φωνήεντι | ||
sigma1643 | θέλει παραλήγεσθαι. α. β. γ. δ. ε. καὶ σιμό‐ της ἡ ἐν ῥινὶ κοίλανσις. Σίμων. κύριον. ἑρμηνεύεται ὑπακοή. [ἂν Σί‐ μων ᾖς Κυρηναῖος.] | |
5 | Σιμόεις. ποταμός. Σίπαλος. ὁ εὔμορφος. Σιρός. ὁ λάκκος. ἢ βαθύτατον ὄρυγμα. Σισίννιος. κύριον. Ἀῤῥιανὸς δὲ καὶ Ἀππιανὸς, ὁ Σισίννης, τοῦ Σισίννου. | |
10 | Σιτησμός. ἡ διατροφή. ἐπισιτισμὸς δὲ, ι. Σιφλός. τυφλός· ἀσθενής· ἐπίψογος· μωμη‐ τός. [σιφλὸς δὲ κυρίως ὁ σεσινωμένος τοὺς ἴλ‐ λους, καταχρηστικῶς δὲ καὶ ἐπὶ ἄλλου μέρους τοῦ σώματος, πλεονασμῷ τοῦ φ.] | |
15 | †Σιφνεύς. ὁ ἀσπάλαξ.† [Σίφων. παρὰ τὸ σίζω, τὸ ἦχον ἀποτελῶ.] Σιχθοί. οἱ σαθροί. Σικυιός. ὁ πέπων. τοῦ Ψελλοῦ· ὁ πέπων δέ γε | |
σικυιὸς, ὁ δὲ βρυτὸς πόμα τι. | ||
sigma1644(1t) | (Θηλυκόν.) | |
2 | Σιαγόνες. ὅτι σείονται περιαγόμεναι. ἢ παρὰ τὸ σιγᾷν. ἐν αἷς ἐστι σιγᾷν καὶ λέγειν ἀνοιγομέ‐ ναις. ἢ παρὰ τὸ τὰ σῖτα ἄγνυσθαι δι’ αὐτῶν. | |
5 | Σιγύνη. ἡ μικρὰ ἀσπίς. Σιδηρᾶν ὡς ἀργυρᾶν περισπῶμεν. Σικύνη, Σίκινις καὶ Σική. ὀνόματα πόλεων. Σικουΐα. χώρα. Σικανία. ἡ Σικελία. | |
10 | Σιλουντία. χώρα. Σίλφη. ὁ σκώληξ. Σιμαί. αἱ μέλισσαι. Σιμότης. κοίλανσις ἐν ῥινί. †Σίννις. ὄρνεον ἁρπακτικόν.† | |
15 | Σινώπη. πόλις. ἀπὸ Σινώπης τῆς Ἀσώπου θυγα‐ τρός. [ὁ δὲ Ἄνδρων φησὶ, μίαν τῶν Ἀμαζό‐ νων φυγοῦσαν εἰς πόντον παρὰ τοῦ βασιλέως τοῦ τόπου, πίνουσάν τε πλεῖστον οἶνον προσα‐ γορευθῆναι Σινώπην. μεταφραζόμενον δὲ τοῦτο | |
20 | σημαίνει τὴν πολλὰ πίνουσαν.] | |
sigma1645 | *Σίντη. βλαπτική.* Σιπύη. τὸ κανίσκιον. ἢ ἡ ἀρτοθήκη. Καλλίμα‐ χος· ἐκ δ’ ἄρτους σιπύηθεν ἅλις κατέθηκεν | |
5 | ἑλοῦσα. εἴρηται οἱονεὶ σιτοΰνη τὶς οὖσα διὰ τὸ ἐν αὐ‐ τῇ τὰ σιτία ἐμβάλλεσθαι. Σιπία. τόπος, ι. σηπία δὲ, ὁ ἰχθὺς, η καὶ ι. †Σιπυληνή. ἡ Δημήτηρ.† | |
10 | Σισύρα. ἡ γοῦνα. †Σίσυς. τὸ εὐτελὲς ἱμάτιον.† †Σισύρνα δὲ, τὸ ἄτρυχον ἱμάτιον.† Σιταρίς. ὄρνεον. Σιτάρκησις. *τὸ ἀρκοῦν βρῶμα.* | |
15 | Σιωπή. παρὰ τὸ σιγὴ καὶ τὴν ὄπα, τὴν φωνὴν, | |
sigma1646 | γίνεται σιγηοπὴ, καὶ ἀποβολῇ τοῦ γ καὶ κρά‐ σει τοῦ η καὶ ο εἰς ω μέγα σιωπή. ὡς ὀγδοή‐ κοντα, ὀγδώκοντα. Σίκιννις. εἶδος ὀρχήσεως. ἀπὸ Σικανοῦ τοῦ Ἀθη‐ | |
5 | νῶν βασιλέως. οἱ δὲ ἀπὸ τοῦ παιδαγωγοῦ τῶν Θεμιστοκλέους παίδων. | |
7t | (Οὐδέτερον.) | |
8 | Σίγειον. ἀκρωτήριον. Σῖγμα. τὸ στοιχεῖον. παρὰ τὸ σίζω, τὸ ἠχῶ, ἀπὸ | |
10 | τῆς παρὰ τὸν φθόγγον δυνάμεως. Σιγίλλιον. ....... Σιδηροῦν καὶ πορφυροῦν. ὁμοίως καὶ χρυσοῦν καὶ ἀργυροῦν. Σίκημα. πόλις. ἡ τῷ Ἰωσὴφ ὑπὸ τοῦ Ἰακὼβ | |
15 | καταληφθεῖσα. | |
sigma1647 | Σίκυα. τὰ ἀγγούρια. καὶ σικυήλατον. *ὡς ὀπωροφυλάκιον ἐν σικυηλάτῳ.* Σίλφιον. βοτάνη χωνευτήριος. Σίμβλα. τὰ ἀγγεῖα τῶν μελισσῶν. [παρὰ τὸ | |
5 | συμβεβλῆσθαι ἄλλο ἐπ’ ἄλλο, οἷον συμβλήϊα τινὰ ὄντα. οἷον· λείβων ἐκ δάπεος σιμβλήϊα ἔργα μελισ‐ σῶν. ἢ ὅτι σιμὰς ἐκάλουν οἱ ἀρχαῖοι τὰς μελίσσας. | |
10 | αἱ γὰρ μέλισσαι πρὸς σύγκρισιν τῶν σφηκῶν ἀμβλύτερα ἔχουσι τὰ κέντρα.] †ἤγουν ἐν αἷς αἱ σιμαὶ μολῶσι.† Σιμικίνθιον. τὸ περὶ τοὺς πόδας σανδάλιον. τι‐ νὲς δὲ τὸ φακιόλιον. κυρίως δὲ τὸ ῥινόμακτρον, | |
15 | ὅ ἐστι τὸ μυξομάνδηλον. Σῖτα καὶ σιτία. τὰ βρώματα. | |
†Σίον. ἡ βοτάνη.† | ||
sigma1648 | Σιείρ. ὄρος. Σίελ. σκοτοδίνη. καὶ ἀντὶ τοῦ σκοτοδινιῶ. οὕτω λέγουσιν οἱ Συρακούσιοι. Σινᾶ. ὄρος, ὅπερ τῇ Ἀῤῥάβων γλώσσῃ Ἄγαρ | |
5 | καλεῖται. Σίραιον. τὸ ἕψημα. Σίνηπι. παρὰ τὸ σίνειν τοὺς ὦπας. | |
8t | (Ῥῆμα.) | |
9 | Σιβυλλαίνω. ἐκθειάζω. | |
10 | Σιγῶ. παρὰ τὸ σιγὴ σιγῶ, ὡς τιμὴ τιμῶ. Σίζω. τὸ ἠχῶ. ὠνοματοπεποίηται. ὀνοματοποιΐα δέ ἐστι φωνῆς μίμησις πρὸς τὴν ποιότητα τοῦ ὑποκειμένου. Σιλαίνω. μωραίνω. καὶ τὸ κολακεύω τοὺς ἵππους. | |
15 | Σιλλογραφῆσαι. μιμολογῆσαι. Σίνω. τὸ βλάπτω. | |
Σινιάσαι. πειράσαι. | ||
sigma1649 | Σίκρητα. παρὰ Ῥωμαίοις κριτήρια. Σιτῶ. τὸ διατρέφω. καὶ σιτῆσαι. ἐπισιτίζω δὲ, ι. [σιτῶ γὰρ, οὐκ ἐπισιτῶ.] Σιφλώσειεν. ἤτοι μωμητὸν ποιήσειεν. ἢ βλά‐ | |
5 | ψειεν. ἔστι γὰρ φλῶ, τὸ ὁρμὴν ἔχω. ὅθεν καὶ οἰνόφλυξ. ἢ ἀπὸ τοῦ σιφλὸς γίνεται σιφλῶ. Σιτωνῶ. σῖτον ἀγοράζω. καὶ σιτῶναι, οἱ τὸν σῖ‐ τον ὠνούμενοι καὶ καπηλεύοντες. Σινέσκοντο. ἔβλαπτον. Ὅμηρος· | |
10 | οἳ σφέας σινέσκοντο, βίῃφι δὲ φέρτεροι ἦσαν. | |
11t | Τὸ Σ μετὰ τοῦ Κ. | |
12t | (Ἀρσενικόν.) | |
13 | Σκαρθμός. κατὰ διάλεκτον ὁ πούς. τὸν δ’ ἐς Ἀχαιῶν νῆας ἐΰσκαρθμοι φέρον | |
15 | ἵπποι. ὅ ἐστιν εὐκίνητοι, ταχεῖς. εἴρηται δὲ σκαρθμὸς παρὰ τὸ σκαίρω, σκαρμὸς, καὶ πλεονασμῷ τοῦ θ σκαρθμός. ὥσπερ ἐπὶ τοῦ ἄρσω, ἁρμός. ἐπὶ δὲ τοῦ πλοίου, παρὰ τὸ μὴ ἐᾷν τὴν ναῦν σκαί‐ | |
20 | ρειν. | |
sigma1650 | Σκαλμός. περὶ ὃν δεσμοῦσι τὰς κώπας πάσ‐ σαλον. ὑποσκαλμὶς δὲ ἡ τοῦ σκαλμοῦ βάσις. Σκαπανήτης. ὁ σκαφεύς. καὶ σκαπανεύς. Σκαιός. πονηρός· κακός· φαῦλος· ἀριστερός. | |
5 | καὶ σκαιὸς ὁ ἀμαθής. [σκαιότατος ὅστις τὸ κιθάρισμ’ ἐμάνθανε παῖς ὢν δυοῖν μηνῶν— καὶ πάλιν· ὦ σκαιὲ καὶ ἀπαίδευτε—.] | |
10 | †Σκελετός. ὁ κατάξηρος. παρὰ τὸ σκεῖλαι, τὸ ξηράναι.† †Σκείρων. ὄνομα λῃστοῦ. Σκήρων δὲ, ἐθνι‐ κὸν, η.† †Σκέλυθρος. ὁ ταπεινός.† | |
15 | Σκηπτοῦχος. ὁ τοῦ βασιλέως σκηπτοφόρος. ἢ ὁ βασιλεύς. Σκηπτός. ὁ κεραυνός. †Σκιπιωρός. ὁ κατάσκοπος. καὶ σκίπων.† Σκίπων. ἡ βακτηρία. παρὰ τὸ σκιρίπτω, ἀπο‐ | |
20 | βολῇ τοῦ ρ καὶ τοῦ τ καὶ συγκοπῇ. Σκίμπους. τὸ μέσον τοῦ κραββάτου· μεταφο‐ | |
ρικῶς δὲ καὶ ὅλος ὁ κράββατος. ἀπὸ τοῦ σκη‐ | ||
sigma1651 | νὴ καὶ τὸ ποὺς γίνεται σκηνίπους καὶ συγκοπῇ σκίμπους. [λέγεται δὲ καὶ σκίμπος χωρὶς τοῦ υ, ὡς ἀρτίπος, ἀελλόπος. σκηνίπους τὶς ὢν, ὁ σκη‐ νῶν τῷ σώματι.] | |
5 | Σκίῤῥος. ὁ γύψος. καὶ σκιῤῥίται οἱ γυψεμπλά‐ σται. Σκνιπὸς καὶ σκνιφός. ὁ μικρολόγος καὶ φειδω‐ λός. παρὰ τοὺς σκνίπας καὶ τὴν τούτων σμικρό‐ τητα. | |
10 | Σκνίπες. ζῶα εἰσὶ βραχύτατα, ὅμως ἀργαλεώτα‐ τα, οὐ γὰρ μόνον κνησμοὺς ἐμποιοῦσιν ἀηδεῖς, ἀλλὰ καὶ εἰς τὸ ἐντὸς βιάζεται διὰ τῶν μυκτή‐ ρων καὶ ὤτων. σίνεται δὲ καὶ κόρας ὀφθαλμῶν, εἰ μὴ φυλάξαιτό τις. | |
15 | †Σκοῖος. ὁ σκολιός.† Σκοπός. ὁ προορῶν. ἢ προπορευόμενος τοῦ στρα‐ τοῦ. ᾧ στοιχοῦσι πάντες καὶ ἀκολουθοῦσι. σκο‐ πὸς καὶ τὸ σημάδιον. σκοπός ἐστι καὶ τὸ διὰ τέλος σπουδαζόμενον. ἢ σκοπός ἐστι τὸ προσ‐ | |
20 | επινοούμενον τέλος. σκοπός ἐστι τῆς πρακτικῆς, τὸ καθᾷραι τὸν νοῦν καὶ ποιῆσαι τοῦτον παν‐ τὸς πάθους ἀπαράδεκτον. Σκόλοψ. ὀξὺ ξύλον, ὅπερ ἐπήγνυον τῷ τείχει. παρὰ τὸ κολάπτω κόλοψ καὶ σκόλοψ. ἢ παρὰ | |
25 | τὸ σχίζω σχόλοψ καὶ σκόλοψ, τὸ διεσχισμέ‐ | |
sigma1652 | νον καὶ ἀπωξυμμένον ξύλον. σκόλοπες καὶ αἱ τῶν φοινίκων ἀκμαί. σκόλοψ καὶ ὁ πειρασμός. ὡς τό· ἐδόθη μοι σκόλοψ τῇ σαρκί. Σκόπελος. ὁ ὑψηλὸς τόπος, ἀφ’ οὗ ἐστι τὰ κύ‐ | |
5 | κλῳ σκοπεῖν. Σκρινιάριος. ὑπογραφεύς. Σκυθρωπός. στυγνός· λυπηρός. Σκύμνος. ὁ τοῦ λέοντος σκύλαξ. Σκύλλος. κυρίως ἐπὶ κυνὸς νεογνοῦ. εἴρηται δὲ | |
10 | ἀπὸ τοῦ ἐπισχεῖν τὴν ὑλακήν· σχύλαξ τις ὤν. Σκληρός. παρὰ τὸ σκλῶ μονοσύλλαβον, ὅπερ ἀπὸ τοῦ σκέλλω, τὸ ξηραίνω. Σκώληξ. ὁ μὴ ἔχων κῶλον, ἤγουν ὀστοῦν, κατὰ ἀντίφρασιν. | |
15 | †Σκῶπες. γένος ὀρνέου.† Σκώψ. ὄρνεον κόβαλον καὶ μιμηλὸν, ὅμοιον γλαυκί. φασὶ δὲ ἀπὸ τοῦ ζώου τούτου τὸ σκώ‐ πτειν εἰρῆσθαι. τινὲς δὲ κακόφωνον λέγουσι τὸ ὄρνεον. παρὰ τὸ σκαιὰν ἔχειν ὄπα. οὕτως Ὦρος | |
20 | ὁ Μιλήσιος. Σκύμνος. τὸ τοῦ λέοντος σκυλάκιον. παρὰ τὸ σκύζω, τὸ ὀργίζομαι. σκυμνὸς δὲ ἐπὶ τῶν ἄλ‐ λων ζώων. Σκωπτηλός. γελαστής. | |
25 | Σκυτοδέψης. δερματολέκτης· ὁ τὰς βύρσας | |
κατασκευάζων. | ||
sigma1653(1t) | (Θηλυκόν.) | |
2 | Σκαπάνη. ἡ δίκελλα. Σκλαβινία. ἡ Βουλγαρία. Σκαμμωνία. βοτάνη. | |
5 | †Στηπτουχία. βασιλείας κληρουχία.† †Σκίλλα. ἡ βοτάνη.† Σκάνδεια. πόλις. Σκαιά. ἡ ἀριστερά. Σκαιωρία. σκευωρία· κατασκευή· ἐπιβουλή. | |
10 | Σκειρωνία πέτρα. ἡ τοῦ Σκείρωνος λῃστοῦ. Σκηνή. ἡ κατοικία. παρὰ τὸ σχῶ, τὸ κρατῶ· σχηνὴ καὶ σκηνὴ, ἡ κρατοῦσα καὶ φυλάττουσα ἡμᾶς. σκηνὴ καὶ τὸ δρᾶμα καὶ ἡ ὑπόκρισις. Σκῆψις. ἡ πρόφασις. σκέψις ἐστὶ, καὶ τροπῇ | |
15 | τοῦ ε εἰς η σκῆψις· οἱ γὰρ προφασιζόμενοι σκέ‐ πτονται, τί εἴπωσι. σημαίνει δὲ καὶ τὴν ἐκ με‐ | |
λέτης ψευδομαρτυρίαν. | ||
sigma1654 | Σκληραγωγία. ἄσκησις. Σκοπιά. ὑψηλὸς τόπος. Σκοτομήνη. ἡ ἀσέληνος νύξ. Σκοτόμαινα. νύξ ἐστιν, ἐν ᾗ μαίνεται καὶ ἀκα‐ | |
5 | ταστεῖ τὰ οὐράνια. Σκύδνος. ἡ λοιδορία· ἡ ὀργή· ἡ σκυθρωπότης. Σκυτάλη. ἐργαλεῖον σκυτοτομικόν. καὶ ἡ ἀβίνα. Σκυταλίδες. οἱ κόνδυλοι τῶν δακτύλων. Σκιά. παρὰ τὸ κίω, τὸ ἀκολουθῶ· κιὰ καὶ σκιὰ | |
10 | ἐπενθέσει τοῦ ς. καὶ σκιὰ ὁ τύπος παρὰ τῷ Ἀποστόλῳ· σκιὰν γὰρ ἔχων ὁ νόμος τῶν μελλόντων ἀγαθῶν, ὅ ἐστι τύπον. | |
13t | (Οὐδέτερον.) | |
14 | Σκαμβόν. στρεβλόν. | |
15 | Σκαληνόν. γεωμετρικὸν σχῆμα. Σκανδάληθρα. τὰ ἐν ταῖς παγίσιν ἐπικαμπῆ | |
ξυλάρια. | ||
sigma1655 | Σκέμμα. ἡ σκέψις. Σκῆπτρον. ῥάβδος βασιλική. παρὰ τὸ σκήπτε‐ σθαι, ὅ ἐστιν ἐπερείδεσθαι ἐν αὐτῷ. Σκηνώματα. οἶκοι· τόποι. ἢ καὶ τὰ σώματα. | |
5 | Σκῆνος. σῶμα. οἰκητήριον. Σκηνοῤῥαφεῖον. τὸ δερματοῤῥαφεῖον. καὶ σκηνοῤ‐ ῥάφος. Σκηπάνιον. ἡ ῥάβδος. †Σκόλυμον. τὸ λάχανον.† | |
10 | Σκόλυμος. βοτάνη. Σκότος. οὐκ οὐσία τίς ἐστιν, ἀλλὰ συμβεβηκός· φωτὸς γάρ ἐστι στέρησις. Σκότος. ἀπὸ τοῦ σκιάζειν. Ἡρακλείδης δὲ ὁ Ποντικὸς ἀπὸ τοῦ προσκόπτειν τὸν πορευόμε‐ | |
15 | νον ἐν αὐτῷ. ὁ δὲ Ἡρωδιανὸς παρὰ τὸ σχέθειν ἡμᾶς. ὅ ἐστιν ἐπισχεῖν ἡμᾶς πολλάκις προϊέ‐ ναι. Σκύλα. τὰ τῶν νεκρῶν λάφυρα. λάφυρα δὲ τὰ ἐκ τῶν πολεμίων ἔτι ζώντων λαμβανόμενα. | |
20 | Σκύβαλον. οἷον κυσίβαλόν τι ὂν, τὸ τοῖς κυσὶ βαλλόμενον καὶ ῥιπτόμενον. [Σκύτος. τὸ δέρμα. καὶ σκυτοδέψης. παρὰ τὸ | |
ξύω ξυτὸς, εἶτα κατὰ διάλυσιν τῶν στοιχείων | ||
sigma1656 | καὶ καθ’ ὑπερβιβασμὸν τοῦ ς σκύτος, τὸ ξυό‐ μενον.] Σκῶλον. ἐμπόδιον· σκάνδαλον. καὶ σκῶλος, εἶ‐ δος ἀκάνθης, ἣ πυρωθεῖσα ἐντονωτέρα γίνε‐ | |
5 | ται. λέγεται δὲ παρὰ τὸ σκέλλω, τὸ ξηραίνω. ἡ ὑπὸ πυρὸς ἐξηραμμένη. Σκῶμμα. ἡ λοιδορία γέλωτος χάριν. πρόσκομμα δὲ μικρόν. Σκώρ. τὸ κόπρον. τῶν καθ’ ἡμᾶς σοφιστῶν ὁ | |
10 | ἐνδοξότατος ἔν τινι τῶν λόγων τῶν ἑαυτοῦ γέ‐ γραφε τὸ σκάτος, ἀγνοήσας, ὅτι ὀρθὴ πτῶσις ἐστὶ τὸ σκὼρ, αἱ δὲ πλάγιαι τοῦ σκατὸς καὶ τῷ σκατί. Ἀριστοφάνης· καὶ σκὼρ ἀεὶ νῶν. | |
15 | ὄντως οὖν σκατοφάγου τὸ ἁμάρτημα. Σκότος λεπτόν. τὴν ἀπὸ τῆς ἀθυμίας σκότωσιν ἄχρι τοῦ ἐγκεφάλου διαδυομένην λέγει ὁ θεο‐ λόγος. | |
19t | (Ῥῆμα.) | |
20 | Σκάζει. χωλεύει. Σκανδαλίσει. ὑβρίσει. ὡς ἐν τῷ εὐαγγελίῳ· ὡς δ’ ἂν σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων. Σκαρδαμύττειν καὶ σκαρδαμύσσειν. πυκνὰ τοὺς | |
ὀφθαλμοὺς ἀνοίγειν καὶ κλείειν, ἤτοι καμμύειν. | ||
sigma1657 | παρὰ τὸ μύω μύσσω γίνεται παράγωγον, ὡς ἀφύω ἀφύσσω, καὶ παρὰ τὸ σκαίρειν καὶ κινεῖν τὴν συνεχῆ κίνησιν τοῦ βλεφάρου, ἃ δὴ τὸ μύειν παρέχουσιν. [τὸ δὲ σκαίρω ἀποβολῇ τοῦ ς καί‐ | |
5 | ρω καὶ διπλασιασμῷ καρκαίρω. —κάρκαιρε δὲ γαῖα πόδεσσιν. οἷον ἐν κινήσει καὶ ταραχῇ ἐγένετο ἡ γῆ διὰ τὸ πλῆθος τῶν σειόντων αὐτὴν ποδί. σκαίρω οὖν καὶ καίρω ἀποβολῇ. ὅθεν σύνθετον τὸ σκαρ‐ | |
10 | δαμύσσειν. ἀποβολῇ τοῦ ς λέγεται καὶ καρδα‐ μύττειν.] ἀμφότερα παρὰ τὸ κινεῖν καὶ μύειν τὰ βλέφαρα. Σκαίροντα. σκιρτῶντα· πηδῶντα. [παρὰ τὸ σκῶ σκαίρω, ὥσπερ παρὰ τὸ σπῶ σπαίρω.] | |
15 | Σκεδάσας. σκορπίσας. καὶ σκεδάζω ἀπὸ τοῦ χέω, χέδω, [καὶ σκέδω.] Σκελετίζεται. κατάξηρος γίνεται. καὶ σκελη‐ τεύω. παρὰ τὸ σκεῖλαι, τὸ ξηράναι. Σκηριπτόμενος. στηριζόμενος. | |
20 | Σκήπτεται. προφασίζεται. Σκίδναται. διασκορπίζεται. [καὶ σκιδνῶ. ὡς κε‐ ρῶ, κιρνῶ, οὕτως σκεδῶ, σκιδνῶ, ἐξ οὗ παρά‐ γωγον τῶν εἰς μι σκίδνημι.] Σκιαγραφούμενον. τὸ ἀμυδρῶς καὶ ὀλιγοστῶς | |
25 | καταλαμβανόμενον. Σκιῤῥωθέν. σκληρυνθέν. Σκιμαλίσαι. κυρίως τὸ μέσον τὸν δάκτυλον εἰς | |
τὸν πρωκτὸν τοῦ ὀρνέου ἐμβαλεῖν. | ||
sigma1658 | Σκοτοδινιάσας. σκότους καὶ ἴλιγγος πληρωθείς. Σκορδίνασθαι. τὸ παρὰ φύσιν τὰ μέλη ἐκτεί‐ νειν, μετὰ τοῦ χασμᾶσθαι διακλώμενον. γίνεται δὲ περὶ τοὺς ἐγειρομένους ἐξ ὕπνου, ὅταν χα‐ | |
5 | σμώδεις ὄντες ἐκτείνωσι τὰς χεῖρας. οἷον κορο‐ δίνασθαι· δονεῖσθαι ἀπὸ κόρου ὕπνου ἢ τρο‐ φῆς. ἢ καροδίνασθαι, παρὰ τὸ δονεῖσθαι τὴν κεφαλήν. Σκυβαλίζεται. ἐξουθενεῖται· εὐτελίζεται. | |
10 | Σκυλεύσας. προνομεύσας. Σκυδμαίνειν. τὸ σκυθρωπάζειν καὶ ὀργίζεσθαι. κυρίως ἐπὶ τῶν λεόντων ὀργιζομένων [ἐπὶ τοῖς ἀφαιρουμένοις αὐτῶν σκύμνοις. ἢ ἀπὸ τῆς περὶ τὸ πρόσωπον συστολῆς τοῦ σκύλλου, ὅ ἐστι | |
15 | δέρμα, ὃ συμβαίνει ἐπὶ τῶν ὀργιζομένων.] Σκυζομένην. λυπουμένην, ὀργιζομένην. καὶ σκύ‐ ζεσθαι παρὰ τοὺς Σκύθας, οἵτινες ὀργιλώτατοι ὄντες τὸ ἐπισκύνιον καθέλκουσι. Σκυθρωπάσαι. στυγνάσαι. πλεονασμῷ τοῦ ρ· | |
20 | σκυθωπάσαι γάρ ἐστι, παρὰ τὸ Σκυθικοὺς ἔχειν ὦπας. †Σκύλλεις. παρασπᾷς. ἐνοχλεῖς. Σκληρύνει. σκληρὸν καὶ ἀπειθῆ εἶναι συγχωρεῖ. καὶ ὁ Ἀπόστολος· ἄρα οὖν ὃν ἂν θέλει, ἐλεεῖ, | |
25 | ὃν δὲ θέλει, σκληρύνει· ἐλεεῖ δὲ τὸν ἄξιον ἐλέους καὶ τοῦ ἐλεεῖσθαι. | |
Σκοπεύσω. θεωρήσω. | ||
sigma1659(1t) | Τὸ Σ μετὰ τοῦ Μ. | |
2t | (Ἀρσενικόν.) | |
3 | Σμερδαλέος. καταπληκτικός. Σμέρδις, Σμέρδιος, καὶ Σμερδίης. ὀνόματα κύρια. | |
5 | Σμίνδαρος. κύριον. καὶ Σμινδαρίδης. πατρω‐ νυμικόν. †Σμίνθουροι. τὰς οὐρὰς σείοντες.† Σμῶδιξ. ὕφαιμος πληγὴ, ἢ μώλωψ. παρὰ τὸ σμῶξαι, τὸ πατάξαι κατὰ Ἴωνας. [ἢ ἀπὸ τοῦ | |
10 | σμῶ, σμώσω, παράγωγον σμώζω, σμῶδιξ.] | |
11t | (Θηλυκόν.) | |
12 | Σμερδνή. καταπληκτική. Σμῆλος. νῆσος. Σμίλα. ἡ δίκελλα. καὶ τὸ σμιλάριον. | |
15 | Σμίλαξ. φυτὸν ἀκανθῶδες, ἢ ἡ λεγομένη περι‐ πλοκάς. Σμινύη. ἐργαλεῖον γεωργικόν. Σμύρνα. πόλις. καὶ Σμύρνηθεν, ἀπὸ Σμύρνης. Σμύρνα. φυτόν. | |
20 | Σμύραινα. ἰχθύς. Σμώνη. ἡ τοῦ ἀνέμου πληγή. ἀπὸ τοῦ σμῶ ῥή‐ ματος τοῦ σημαίνοντος τὸ πλήσσω. [τὸ σμῶ, μέγα. ὡς τὸ ζῶ, ζώνη.] | |
24t | (Οὐδέτερον.) | |
25 | Σμῆνος. τὸ τῶν μελισσῶν πλῆθος. ἢ τὸ με‐ λισσόβοτον. ἢ τὸ πλῆγμα. ἀπὸ τοῦ σμῶ τοῦ ση‐ | |
μαίνοντος τὸ πλήσσω. | ||
sigma1660 | Σμῆγμα. τὸ καθάρισμα. †σαπώνιον.† μίγμα δὲ, ι. | |
3t | (Ῥῆμα.) | |
4 | Σμαραγεῖν. ἠχεῖν. τινὲς ἐπὶ τοῦ λάμπειν τιθέα‐ | |
5 | σι. καὶ σμάραγδος ὁ λαμπρὸς λίθος. [παρὰ τὸ μαίρω, τὸ λάμπω, μάραγδος καὶ σμάραγδος. οἷον· —σμαραγεῖ δέ τε λειμών.] Σμήχω. τὸ καθαίρω. σμύχω δὲ, τὸ καίω, ψιλόν. Σμιλεύω. τέμνω. | |
10 | Σμῶ. τὸ καθαίρω. καὶ σμῶ, τὸ πλήσσω. Σμῶξαι. τὸ πατάξαι κατὰ Ἴωνας. | |
12t | (Ἐπίῤῥημα.) | |
13 | Σμερδαλέως. καταπληκτικῶς· φοβερῶς. Σμύρνηθεν. ἀπὸ Σμύρνης. | |
15t | Τὸ Σ μετὰ τοῦ Ο. | |
16t | (Ἀρσενικόν.) | |
17 | Σοαιμίς. κύριον. Σόεμος δὲ, ψιλόν. Σοβαρός. αὐθάδης. Σόθρυς. ὄρος. | |
20 | Σοιβίδας καὶ Σοιμίδας. κύρια. Σολήν. ποταμός. καὶ κλίνεται Σολῆνος. σωλὴν δὲ, τὸ σωληνάριον, μέγα. Σόλος. ὁ δίσκος. παρὰ τὸ σῶ, τὸ ὁρμῶ καὶ κι‐ νῶ. [ἀπὸ γὰρ τοῦ σῶ, τὸ σείω, ὁ μέλλων σώσω, | |
25 | καὶ ῥῆμα ὄνομα κατὰ συστολὴν τοῦ ω σὸς, καὶ | |
πλεονασμῷ τοῦ λ σόλος.] | ||
sigma1661 | Σολοικισμός. ὁ τοῦ σώου λόγου αἰκισμός. δια‐ φέρει δὲ ὁ βαρβαρισμὸς τοῦ σολοικισμοῦ, ὅτι ὁ βαρβαρισμὸς ἐν λέξει γίνεται, ὁ δὲ σολοικι‐ σμὸς ἐν λόγῳ· τὸ γὰρ περὶ μίαν λέξιν ἁμαρ‐ | |
5 | τάνειν βαρβαρισμός ἐστι, τὸ δὲ περὶ πλείονας σολοικισμός. Σουβί. τόπος. Σοφονίας. κύριον. Σοφιστής. κυρίως ὁ σοφιζόμενος καὶ προϊστάμε‐ | |
10 | νος τῆς διατριβῆς. [Ὅμηρος· ὄφρ’ εὖ γινώσκοις ἠμὲν θεὸν ἠὲ σοφιστήν.] Σουσίας. ὁ ἵππος κατὰ Σύρους. Σοφός. παρὰ τὸ σέβω. τὸν γὰρ σοφὸν πάντες σεβόμεθα. ἢ παρὰ τὸ σῶα φάσκειν, κατὰ τρο‐ | |
15 | πὴν τοῦ ω εἰς ο. | |
16t | (Θηλυκόν.) | |
17 | †Σοβαραί. λαμπραί.† Σοβάς. ἡ πόρνη. ἀπὸ τοῦ σοβῶ, τὸ κινῶ. Σόβηρα. πόλις. | |
20 | Σογδιανὴ καὶ Σουγδινή. χώρα. Σολία. πόλις κατὰ τὴν Κύπρον. σωλεία δὲ, ἡ τοῦ οἴκου, μέγα καὶ δίφθογγον. Σοποευτῖτις θεά. ἡ ἔφορος τῆς μανίας. Σοφηνή. πόλις. | |
25 | Σοφία. γνῶσις θείων τε καὶ ἀνθρωπίνων πραγμά‐ | |
των. τὸ θεωρεῖν λόγους σωμάτων καὶ ἀσωμά‐ | ||
sigma1662 | των. ἢ νοῦς καὶ ἐπιστήμη τῶν τιμιωτάτων τῇ φύσει. | |
3t | (Οὐδέτερον.) | |
4 | Σομφῶδες. βουνῶδες, ἢ χαῦνον. | |
5 | Σομόρ. μέτρον γῆς. Σόμορα. τόπος. Σολοίκια. τὰ ἐνδύματα. *Σολοίμνιζε. πόλις ἐν τῇ Ἀσίᾳ ὑπὸ τὴν μη‐ τρόπολιν Ἔφεσον διακειμένη.* | |
10 | Σουδάριον. λεπτόν τι σκέπασμα ἐκ λίνου συνυφα‐ σμένον. Σοῦσα. τὰ λείρια παρὰ Φοίνιξι. καὶ σοῦσον τὸ κρίνον κατὰ Φρύγας. σουσίαν δὲ τὸν ἵππον λέγουσιν οἱ Σύροι. | |
15 | Σούσινον μύρον. τὸ κρίνον. ἢ οὕτως· σούσινον μύρον, ὅ ἐστι κρίνον. | |
17t | (Ῥῆμα.) | |
18 | Σοβῶ. τὸ κινῶ καὶ μαίνομαι. Σολοικίζειν. οὐ μόνον τὸ κατὰ φωνὴν καὶ λόγον | |
20 | χωρικεύεσθαι, ἀλλὰ καὶ ἐπὶ ἐνδυμάτων, ὅταν τις χωρικῶς ἐνδιδύσκηται, ἢ ἀτάκτως ἐσθίῃ, ἢ ἀκόσμως περιπατῇ, ὥς φησι Ζήνων. Σοφίζεσθαι. καταψεύδεσθαι. Σοφιστομανοῦσιν. ἤγουν ἐκ περισσοῦ σπουδά‐ | |
25 | ζουσι καὶ ἐπιθυμοῦσιν ἔχειν οἱ σοφισταὶ καὶ δι‐ | |
δάσκαλοι εὐφυεῖς μαθητὰς καὶ πολλούς. | ||
sigma1663(1t) | Τὸ Σ μετὰ τοῦ Π. | |
2t | (Ἀρσενικόν.) | |
3 | Σπάδων. ὁ εὐνοῦχος. παρὰ τὸ σπᾶσθαί τι μέρος αὐτοῦ. καὶ σπαδωνισμὸς ὁ εὐνουχισμός. | |
5 | †Σπεκιῶσος. ὄνομα κύριον.† Σπερμολόγος. ὁ τὰ σπέρματα συλλέγων. Σπεκουλάτωρ. ὁ δήμιος. Σπερχειός. ὄνομα ποταμοῦ. Σπένδις. κύριον. καὶ κλίνεται Σπένδιος. | |
10 | Σπεράτος. κύριον. Σπευριεὺς καὶ Σπατῖνος. κύρια. Σπινθήρ. λαμπηδών. [οἷον σπορεὺς τὶς ὢν τοῦ θέροντος πυρός. πεποίηται τὸν τοῦ πατρὸς ἔχων λόγον, παρὰ τὸ σπεῖραι.] | |
15 | Σπῖλος. ῥύπος, μολυσμός. Σπλήν. ἀπὸ τοῦ εἰς αὐτὸν ἐπισπᾶσθαι τὰ φαυ‐ λισθέντα τῶν ὑγρῶν. *Σπαρτίον. τὸ σχοινίον. καὶ κλῆρος. καὶ στέρ‐ | |
γει σπάρτα, ἥνπερ ἔλαχε.* | ||
sigma1664 | Σπόγγος. διὰ τὸ ἀποσπᾷν τὰ ὑγρά. Σπυριδωνάκης. κύριον. Σπόκιλλος. κύριον. †Σπῶρος. ὄνομα κύριον.† | |
5 | Σπῆλυξ. τὸ σπήλαιον. καὶ κλίνεται σπήλυκος. Σπάδων. τὸ σπάσμα. τοῦ Ψελλοῦ· σπάδονα δὲ τὰ σπάσματα, πάθος δέ τι χιόνην. | |
8t | (Θηλυκόν.) | |
9 | Σπάθη. τὸ ὑφαντικὸν ἐργαλεῖον. παρὰ τὸ κα‐ | |
10 | τασπᾷν τὴν κρόκην. Σπεῖρα. ἡ σύναξις, πλῆθος στρατευμάτων. †ἔστι δὲ καὶ σύνταγμα διακοσίων ἀνδρῶν.† Σπεῖσις. ἡ σπονδή· ἢ ἡ θυσία. Σπήλυγγες. τὰ βεβρωμένα τῶν πετρῶν. παρὰ | |
15 | τὸ σπᾷν. Σπιλάδες. αἱ ὕφαλοι πέτραι. οἷον ἀποσπάδες. ἢ ὅτι τὸ κατ’ αὐτὰς μέρος μελαίνεται. Σποδιὰ καὶ σποδός. ἡ στακτή. παρὰ τὸ σβέω, σβέσω, σβεδὸς καὶ σποδός. ἡ ἀμαυροῦσα τὴν | |
20 | φλόγα. | |
sigma1665 | Σπονδάς. συνθήκας. ὅρκια. ἢ θυσίας καὶ ἐκχύ‐ σεις οἴνου. †Σπώδιγξ. ἡ πληγή.† | |
4t | (Οὐδέτερον.) | |
5 | †Σπέκιον. εἶδος ἱματίου.† Σπέος. τὸ σπήλαιον· ἀφώτιστόν τι οἴκημα. παρὰ τὴν σβέσιν τοῦ φωτός· οἷον σβέος τὶ ὂν καὶ σπέος· τὸ πολὺ γὰρ τοῦ φωτὸς ἐστέρηται· τροπῇ τοῦ β εἰς π. [ὡς παρὰ τὸ σβέω, σβέσω, | |
10 | σβεδὸς καὶ σποδός. καὶ σπὲς τὸ σπήλαιον, καὶ σπεῖον τὸ σπήλαιον, καὶ σπῆϊ τῷ σπηλαίῳ.] Σπέκλον. ἡ ὕαλος. Σπάργανον. παρὰ τὸ σπαράσσω, σπαράγανον καὶ σπάργανον. | |
15 | Σπείρημα. τὸ τοῦ ὄφεως εἵλιγμα. παρὰ τὸ σπειρῶ, τὸ εἱλίσσω. σπείρημα καὶ τὰ ἱμάτια, παρὰ τὸ ἐνσπείρεσθαι καὶ συστρέφεσθαι αὐ‐ τοῖς. καὶ σπεῖρον τὸ ἱμάτιον. Σπωλήτιον. τόπος. | |
20t | (Ῥῆμα.) | |
21 | Σπανίζεται. λείπεται, ὑστερεῖται. Σπασάμενος. ἑλκύσας. Σπαθᾷν. τὸ σπαταλᾷν. καὶ παρὰ τοῖς ῥήτορ‐ σι σπαθᾷν τὸ ἀφειδῶς ἀναλίσκειν. | |
25 | Σπαίρω. ψυχοῤῥαγῶ. | |
sigma1666 | Σπέρχει. σπουδάζει, κατεπείγεται, σπεύδει καὶ συστρέφει. ἴσως ἀπὸ τοῦ περιέχει· συμ‐ περιέχει καὶ κατὰ συγκοπὴν σπέρχει. Σπερμαίνω. γεννῶ. | |
5 | Σπένδω. ἀναιρῶ. ὡς τό· ἐγὼ δὲ ἤδη σπένδομαι. [παρὰ τὸ σπείω σπένδω. παράγωγον καὶ οὐ πλεονασμός. ὥσπερ κυλίω κυλίνδω, καὶ ἀμείρω ἀμέρδω.] Σπένδεται. θύεται. φύεται, φιλιοῦται. | |
10 | Σπένδομαι. φιλιοῦμαι. Σπένδοντος. προσφέροντος πίστιν ἢ σπονδήν. ἔστι δὲ καὶ τὸ φιλιοῦσθαι. σπονδὰς γὰρ ἐκάλουν τὰς ἐπὶ τῶν πολεμίων συμβιβάσεις. Σπειρόμενος σῖτος. μικρόν. σπειρώμενος δὲ ὄφις, | |
15 | ὅ ἐστιν ἐντυλισσόμενος, μέγα. Σπείρω. παρὰ τὸ σπῶ· ἅμα γὰρ καταβληθῆ‐ ναι τὴν σπορὰν, σπᾶται ὑπὸ τῆς γῆς τὸ χωρῆ‐ σαν εἰς αὐτήν. ὡσαύτως καὶ ἐπὶ τῶν θηλειῶν. Σπείσω. θύσω. | |
20 | Σπεῖσαι. παρὰ τὸ σπίσαι, ὅ ἐστι ποτίσαι τὴν γῆν τῷ οἴνῳ. Σπληνιῶντες. ..... Σπώμενος. συντριβόμενος. Σπένδομαι. ἀποθνήσκω. θυσίαν μέλλω καὶ σπον‐ | |
25 | δὴν ἐμαυτὸν προσφέρειν Χριστῷ. ὁ Ἀπόστο‐ | |
sigma1667 | λος· ἀλλ’ εἰ καὶ σπένδομαι ἐπὶ τῇ θυσίᾳ καὶ τῇ λειτουργίᾳ. Σπειρηδόν. περιπεπλεγμένως. Σποράδην. ἐσπαρμένως. | |
5t | Τὸ Σ μετὰ τοῦ Τ. | |
6t | (Ἀρσενικόν.) | |
7 | Σταθμός. τὸ σταθμίζον. τὸ σταθμιζόμενον. ἡ μάνδρα τῶν προβάτων. σταθμὸς κατὰ Ἡρόδο‐ τον καὶ Ξενοφῶντα μίλια εἰκοσιοκτὼ ἥμισυ. | |
10 | καὶ σταθμοὶ ἀντὶ τοῦ παραστάδες. Σταλαγμός. ἔστι στῶ, οὗ παράγωγον στάσω, ὁ μέλλων στάξω. ὡς φράζω φραγμὸς, οὕτω στά‐ ζω σταλαγμὸς κατὰ πλεονασμὸν τῆς συλλαβῆς. ἐκ δὲ τοῦ στάσσω γίνεται κατὰ πλεονασμὸν | |
15 | τῆς αλ συλλαβῆς σταλάσσω. Στάληξ. ὁ σταλαγμός. στάλιξ δὲ, ὁ σκόλοψ, ἰῶτα. Στατώριος. ὁ σκολιός. Σταμῖνες. τὰ καταστρώματα τῆς νηός. ἐφ’ ὧν | |
20 | ἱστάμεθα. Ἀρίσταρχος δὲ ὀρθὰ ξύλα λέγει | |
στήμοσιν ἐοικότα. | ||
sigma1668 | Στατήρ. τὸ νόμισμα. παρὰ τὸ ἵστημι, στήσω, στατήρ. οἱ δὲ ἀρχαῖοι ἐπὶ τοῦ δανείζειν. ὀβο‐ λοστάτας οὖν οἱ Ἀττικοὶ τοὺς ὀλίγα δανείζον‐ τας ἔλεγον ὑπερβολικῶς. ὁ γὰρ στατὴρ ἐπε‐ | |
5 | νοήθη τῷ βίῳ πρὸς δανεισμὸν καὶ ἀπόδοσιν. καὶ στατῆρες οἱ χρεῶσται. *Στατῆρα. τινὲς νομίζουσι λίθον πολύτιμον εὑρισκόμενον κατὰ Συρίαν, οἱ δὲ ἐξάγιον τέταρ‐ τον νομίσματος.* | |
10 | Σταυρὸς Χριστοῦ ἐστι πέρας ἐπιδόσεως καὶ κοπὴ ἁμαρτιῶν. σταυροὺς ἔλεγον οἱ παλαιοὶ ὀρθὰ ξύλα παρὰ τὴν στάσιν, ἅπερ ἔξωθεν πε‐ ριτίθεται ταῖς αὐλαῖς πρὸς τὸ μὴ στενοχωρεῖ‐ σθαι τὰ ζῶα ἐν τοῖς συφεοῖς. καὶ ὁ παρ’ ἡμῖν | |
15 | δὲ σταυρὸς παρὰ τὴν στάσιν καὶ τὸ εὖρος, οἷον ὁ μῆκος καὶ πλάτος ἔχων. Σταθηρός. ἰσχυρός. Σταίτιος. ἄρτος ἐξ ἀλεύρου. καὶ σταιήτιος, *καὶ σταιήτης,* καὶ σταιτίτης. | |
20 | Στεναγμός. παρὰ τὸ στενάζω· τοῦτο παρὰ τὸ στενάχω· [τοῦτο παρὰ τὸ στένω.] Στερεός. τὸ στεῤῥὸς τοῦ στερεὸς ἐστὶ συγκοπή. | |
στερὸς καὶ πλεονασμῷ τοῦ ρ στεῤῥός. ἐμοὶ δὲ | ||
sigma1669 | δοκεῖ μᾶλλον τὸ στερεὸς ἀπὸ τοῦ στεῤῥὸς εἶναι, κατὰ πλεονασμὸν τοῦ ε. τὰ γὰρ εἰς ναι ἀπα‐ ρέμφατα ποιεῖ εἰς ρος ὀνόματα ἰσοσύλλαβα. οἷον μυῆναι μυαρός· διῆναι διερός· ῥυπῆναι | |
5 | ῥυπαρός· στηθῆναι σταθερός· στῆναι στερὸς, καὶ πλεονασμῷ τοῦ ρ στεῤῥὸς, καὶ τοῦ ε πά‐ λιν στερεός. οὕτως Ὦρος ὁ Μιλήσιος περὶ πά‐ θους. Στελεὸς καὶ στειλειός. τὸ ἀξινοκράτημα. | |
10 | Στεντόρειος. λόγος φωνητικός. ἀπό τινος Στέν‐ τορος ὀνομαζομένου, ὃς μεγαλοφωνότατος ὑπῆρχε. Στήμων. τὸ στημόνιον. παρὰ τὸ στῶ, στήσω, στήμων. ὡς φιλῶ, φιλήσω, φιλήμων. | |
15 | Στίχος. ἡ ἐπίστιχος τάξις. Στικτέος. καρτερικός. ἀπὸ τοῦ στίζω, τὸ μα‐ στίζω. Στιγματίας. ὁ οἰκέτης. ὡς στιζόμενος καὶ μα‐ στιζόμενος, οἷα ἀχρήσιμος. | |
20 | Στόλος. κυρίως ἀποστέλλειν ἐστὶ τὸ διὰ νηὸς ἐκπέμπειν. ὅθεν καὶ στόλος ὁ πολλῶν νηῶν ἀπόπλους. Στῶλος δὲ ὄνομα πόλεως, μέγα. †Στολυξώδης. μικρολόγος.† Στόνυξ. τὸ εἰς ὀξὺ λῆγον. καὶ κλίνεται στό‐ | |
25 | νυχος. | |
sigma1670 | Στοχασμός. παρὰ τὸ στείχω στοχάζω. στοχα‐ σμὸς δὲ λέγεται καὶ στοχάζειν, τὸ πρὸς εὐ‐ θεῖαν ὁδὸν τὸν λογισμὸν ἀπευθύνειν. Στόμαχος. δι’ οὗ καταπίνομεν τὴν ὑγρὰν καὶ | |
5 | ξηρὰν τροφήν. ἤτοι στόμα ἐστὶ τῶν χεομένων, ἢ ὅτι τὰ ἀπὸ τοῦ στόματος εἰς τοῦτον χεῖται. ἢ σιτόμαχος, ὁ τοῖς σιτίοις μαχόμενος· θλί‐ βουσι γὰρ αὐτόν. ἢ ὁ θλίβων ἔμπαλιν ταῦτα. Στρατόνικος· Στράτων, Στράτωνος. ὀνόματα | |
10 | κύρια. Στρατός. τὸ συνεστραμμένον πλῆθος τῶν πολε‐ μούντων. παρὰ τὸ στρέφω, ἔνθεν ἔστραπται, στραπτὸς καὶ στρατός. †Στρόβιλος. εἶδος ὀρχήσεως.† | |
15 | †Στρόφος. στρέμμα, πλέγμα.† Στρυφνός. ὁ στύφων. καὶ τὸν οἶνον ἔπινε τὸν στρυφνόν. καὶ βοτάνη τις. Στριφνός. ἐσφιγμένος· στερεός. παρὰ τὸ στρύ‐ φω, στρυφνὸς καὶ στριφνός. | |
20 | Στρόβιλος. ὁ ἄνεμος. Στρόβηλος δὲ ἡ νῆσος, η. [παρὰ τὸ στρέφω, στρόφιλος καὶ στρόβιλος.] Στρουθός. παρὰ τὸ μετὰ οἴστρου θέειν. Στρυμών. ὄνομα κύριον. καὶ ποταμὸς Στρυμὼν, καὶ κλίνεται Στρυμόνος. | |
25 | Στρῶβες. ἔθνος. | |
sigma1671 | Στρωτήρ. τὸ πλέγμα, τὸ ἀπὸ τῶν παπύρων εἰς σκηνὰς καὶ καλύβας πεποιημένον. Στυγητός. μισητός. Στυγνός. κατηφὴς, λυπηρός. [ὡς παρὰ τὸ ἔπι‐ | |
5 | θον πιθανὸς, οὕτω στύγω, ἔστυγον, στυγανὸς, καὶ συγκοπῇ στυγνός. οἱ δὲ παρὰ τὴν Στύγα φασὶν εἰρῆσθαι. οἱ γὰρ ἀρχαῖοι τὰ ἀηδῆ καὶ λυπηρὰ ἀπὸ τῶν ψυχρῶν κατονομάζουσι· τὴν γὰρ Στύγα, λίμνη ἔστιν αὕτη ἐν τῷ ᾅδῃ, μυ‐ | |
10 | θεύονται Ἕλληνες ψυχρότατον ἔχειν ὕδωρ. ὁμοίως καὶ τὸ στυγεῖν.] Στύλος. ὡς παρὰ τὸ πλήθω πλῆθος, οὕτω στῶ, στύω, στύσω, στύλος. καὶ χῶ, χύσω, χυλὸς, ὀξυτόνως· τὰ γὰρ ῥηματικὰ ταῦτα ὀνόματα | |
15 | διαφόρως τονίζεται. Στύραξ. τὸ κάτω τοῦ δόρατος τραχήλιον, ὃ καταπηγνύειν εἰς τὴν γῆν εἰώθαμεν. καὶ Θουκυ‐ δίδης φησί· στυρακίῳ ἀκοντίῳ ἀντὶ τοῦ βα‐ λάνου χρησάμενος εἰς τὸν μοχλόν. ἢ ὁ καλού‐ | |
20 | μενος σαυρωτήρ. ἢ ἡ τοῦ δόρατος ἀρχὴ, ἐφ’ ᾗ στηρίζεται. καὶ στυρακίζειν, τὸ κεντρίζειν, ἀπὸ τοῦ στύρακος. Στρόφος. ὁ τῆς πήρας κρεμαστήρ. παρὰ τὸ | |
ἐστράφθαι. καὶ πᾶν τὸ στρεφόμενον. | ||
sigma1672 | Στωμύλος. κομψός· πιθανολόγος. ἢ ὁ μετὰ γέλωτος ἐμπαίζων τινὰ καὶ διασύρων. Στόρθηξ. ἡ ἐπιδορατίς. Στροφέα. σπόνδυλον. τὸν ὀδόντα λέγει ὁ Ἱππο‐ | |
5 | κράτης. [τοῦ Ψελλοῦ·] στροφέα δέ γε σπόν‐ δυλον φησί που τὸν ὀδόντα. | |
7t | (Θηλυκόν.) | |
8 | Σταγὼν, σταγόνος. παρὰ τὸ στῶ ῥῆμα, οὗ παράγωγον στάζω. | |
10 | *Στραγγαλιάς. ὁ μὲν Ἀκύλας διαπλοκάς· σκολιότητας δὲ ὁ Σύμμαχος· ὁ δὲ Θεοδοτίων διεστραμμένα ἡρμήνευσεν.* Σταφυλή. παρὰ τὸ στάζω καὶ τὸ φίλον. ἡ ἀποστάζουσα τὸ φίλον πᾶσιν ἀνθρώποις. | |
15 | Στακτή. τὸ λεπτότατον τῆς σμύρνης. Σταχάνη. ἡ τρυτάνη Δωρικῶς. παρὰ τὴν στά‐ σιν. Στεροπή. ἡ ἀστραπή. ἐγὼ ἀστεροπὴν οἶδα τὴν ἀστραπήν· εἰ μὴ ἐστὶν ἀποβολῇ τοῦ α ποιη‐ | |
20 | τικόν. Στερίφη. ἄγονος· στεῖρα. Στεριφόπεπλος. ἡ μικρὸν πέπλον καὶ ἱμάτιον | |
ἔχουσα. | ||
sigma1673 | Στεῖρα. ἡ στερουμένη τοῦ τίκτειν. ἢ ἡ τοῦ κυῆ‐ σαι στάσιν ἔχουσα. παρὰ τὸ στῶ στείω. ὡς σῶ σείω. καὶ ἐκεῖθεν στεῖα καὶ στεῖρα. Στίβος. ἡ ὁδός. ἀπὸ τοῦ στίβω, τὸ περιπατῶ. | |
5 | Στιβή. βοτάνη. Στιβάς. παρὰ τὸ στοιβάζω. †καὶ στιβάσι λαμπροτέραις ἀνακλιθῶμεν ὠστίναις τε.† *λέ‐ γεται καὶ ἡ κλίνη.* Στιλπνότης. ἡ λαμπρότης. ἡ λαμπηδών. καὶ | |
10 | στιλβηδὼν, στιλβηδόνος. Στίξ. ἡ τεσσαράκοντα ἀνδρῶν στάσις ἢ τάξις. Στιγμή. διανοίας ἀπηρτισμένης σημεῖον. γίνε‐ ται δὲ στιγμὴ ἀπὸ τοῦ στίζω, στίξω, στιγμή· ἵστησι γὰρ τὴν φωνήν. τὸ δὲ ἀπηρτισμένης ἀντὶ | |
15 | τοῦ πεπληρωμένης. στιγμαὶ δὲ εἰσὶ τρεῖς· τε‐ λεία, μέση καὶ ὑποστιγμή. καὶ τελεία ἔστι δια‐ νοίας ἀπηρτισμένης σημεῖον· μέση δὲ σημεῖον πνεύματος ἕνεκεν παραλαμβανόμενον, τουτέστι χάριν ἀναπνοίας· ὑποστιγμὴ δέ ἐστι σημεῖον | |
20 | διανοίας μηδέπω ἀπηρτισμένης, ἀλλ’ ἔτι ἐνδεού‐ σης σημεῖον. διαφέρει δὲ στιγμὴ ὑποστιγμῆς χρόνῳ· ἐν μὲν γὰρ τῇ στιγμῇ πολὺ τὸ διάστη‐ μα, ἐν δὲ τῇ ὑποστιγμῇ παντελῶς ὀλίγον. στι‐ γμαὶ δὲ κατὰ Νικάνορα ὀκτώ· τελεία· ὑπερ‐ | |
25 | τελεία· ἀτελής· ἄνω πρώτη· ἄνω δευτέρα· | |
sigma1674 | ἀνυπόκριτος· ἐνυπόκριτος· ὑποδιαστολή. δια‐ φέρει δὲ στιγμὴ τῆς ὑποδιαστολῆς, ὅτι ἡ μὲν στιγμὴ μόνην τὴν φωνὴν διΐστησιν, ἡ δὲ ὑπο‐ διαστολὴ ἅμα τὴν φωνὴν καὶ τὴν διάνοιαν. στι‐ | |
5 | γμὴ δὲ παρὰ τὸ στίζω, σιγὴ ἢ στιγὴ, καὶ πλεονασμῷ τοῦ μ στιγμή. τὸ δὲ στίζω παρὰ τὸ στῶ, στίζω. ὡς φοιτῶ φοιτίζω. ὁ δὲ Φιλόξενος τὸ ἐν τῇ ἀναγνώσει ἀναφορᾶς στάσιν ποιεῖν. Στοργή. φιλία ἔμμονος. παρὰ τὸ στέργειν, τὸ | |
10 | ἐμμένειν. Στοιβάς. ἡ στρωμνή· ἢ τρυφῆς θρύψις. παρὰ τὸ στοιβάζω. Στοιχείωσις. ἡ πρωτομάθησις καὶ ἡ διατύπωσις καὶ ἡ διάταξις καὶ ἡ ὁδηγία. ἢ στοιχείωσίς ἐστιν | |
15 | ἡ ἐκ διαφόρων συντεθεῖσα μονοειδὴς θεωρία. Στρατιά. τὸ πλῆθος. καὶ πόλις. καὶ ἐπίθετον Ἀθηνᾶς. στρατεία δὲ, ἡ στράτευσις, δί‐ φθογγον. Στραγγαλιάς. διαπλοκάς· διεστραμμένας δο‐ | |
20 | λιότητας. Στραγγαλίδες. τὰ δύσλυτα ἅμματα. ὑμεῖς γὰρ ἀεὶ στραγγαλίδας ἐσφίγγετε. Στράγξ. ἡ ἐπισχεθεῖσα ῥύσις. παρὰ τὸ στά‐ ζω, στάξω, στὰξ, καὶ πλεονασμῷ τοῦ γ καὶ ρ | |
25 | στράγξ. | |
sigma1675 | Στρέβλη. παρὰ τὸ στρέφω, στρέψω, στρέβλη. ὡς στήσω, στήλη. καὶ στρεβλὸν τὸ στραβόν. οὕτως Εὔπολις. Στροφάλιγξ. ἡ συστροφή. [ὡς παρὰ τὸ λάϊγξ | |
5 | λάϊγγα, οὕτω στρέφω, στρόφος, στρόφιγξ, καὶ πλεονασμῷ τοῦ γ καὶ τῆς αλ συλλαβῆς στρο‐ φάλιγξ, καὶ στροφαλίζω. στρόφος δὲ λέγε‐ ται ὁ τῆς πήρας κρεμαστὴρ, παρὰ τὸ ἐστρά‐ φθαι. καὶ πᾶν τὸ στρεφόμενον.] | |
10 | †Στροφή. ἡ ἀστραπή.† Στρόφιγξ. τὸ τῆς θύρας στροφίγγιον. ὃ καὶ θαι‐ ρὸς λέγεται. †Στροφίς. ἡ δυναμένη πάντη στρέφεσθαι.† †Στρυφνοτέρα νόησις. ἤγουν στερεωτέρα.† | |
15 | Στρωμνή. παρὰ τὸ στορέσω, ὃ σημαίνει τὸ στρώ‐ σω, γίνεται στερεμνὴ, καὶ συγκοπῇ στρωμνή. Στὺξ, Στυγός. λίμνη ἐν τῷ ἅδῃ κατὰ Ἕλληνας. †Στῶλος. πόλις Θρᾴκης.† Στίβη. ψύχος· πάχνη. [τοῦ Ψελλοῦ· σκυτάλη | |
20 | τὸ φραγέλλιον, στίβη, ψύχος καὶ πάχνη.] | |
21t | (Οὐδέτερον.) | |
22 | Στάδιον. ὁ ὀρθὸς δρόμος. παρὰ τὴν στάσιν· ἑστῶ‐ | |
τες γὰρ ἔθεον. οἱ δὲ περιττὸν τὸ ς· λέγουσι | ||
sigma1676 | γὰρ εἶναι τάδιον, παρὰ τὴν ἐν τῷ δρόμῳ τά‐ σιν. οὕτως Ὦρος ὁ Μιλήσιος. †Στάδιον. ὁ τόπος τοῦ ἀγῶνος. καὶ μέρος τι τοῦ λεγομένου μιλίου· ἑπτὰ γὰρ στάδια ποιοῦσι | |
5 | μίλιον ἕν. λέγεται στάδιον καὶ τὸ ἁπλῶς ἵστα‐ σθαι καὶ ἀκινητίζειν.† Σταθευτόν. τὸ μὴ λίαν ὀπτόν. Σταθερόν. τὸ μέσον τῆς ἡμέρας, τὸ μεσημ‐ βρινὸν, ὅτε ἵσταται ὁ ἥλιος· ἧττον γὰρ δοκεῖ | |
10 | τότε κινεῖσθαι. Στελέχη. οἱ κλάδοι. καὶ στέλεχος, ὁ κορμὸς τοῦ δένδρου. *ὁ στέλεγχις.* Στελγίσματα. ἀποξύσματα. στελγίδες γὰρ αἱ ξύστραι αἱ τοῦ σώματος τὰς πληγὰς ἀποξύου‐ | |
15 | σαι. [κᾂν πρὸς τὸ γυμνάζεσθαι καὶ παλαίειν δέῃ τὴν στελγίδα καὶ τὴν λήκυθον, οἴσει δὲ ἡδέως. ἔνιοι δὲ στελεγγίδας γράφουσι. καὶ στε‐ λεγγιποιὸς ὁ χαλκεὺς καὶ ποιῶν τὰς στελεγγί‐ δας. ἄλλοι στλεγγιδοποιός. ἢ στελεγγὶς τὸ κτέ‐ | |
20 | νιον.] Στέαρ πυροῦ. ἡ σεμίδαλις. καὶ στέαρ τὸ πε‐ πηγμένον λίπος. παρὰ τὴν στάσιν καὶ πῆξιν. | |
Στέμμα. τὸ προσειλημμένον ἔριον τῷ θαλλῷ. | ||
sigma1677 | Στέφος. ὁ στέφανος. Στεγανώτερον. στερεώτερον. τὸν στεγανὸν ἐμά‐ λαττεν οὐρανόν. Στέρνον. τὸ στῆθος. ἀπὸ τῆς στεῤῥότητος. [ἔν‐ | |
5 | θεν αἱ μὴ τίκτουσαι στεῖραι λέγονται. καὶ στεῖ‐ ρα ἡ τρόπις.] Στερέμνιον. ἰσχυρόν· δυνατόν. Στέρφος. τὸ δέρμα. παρὰ τὴν στρυφνότητα καὶ πυκνότητα. ἢ παρὰ τὸ ἐρέθειν καὶ ἐρέφειν, ὅ | |
10 | ἐστι σκεπάζειν τὸ σῶμα. [ἔρεφος καὶ στέρφος. οἱ δὲ παρὰ τὸ στέφειν, ὅ ἐστι σκεπάζειν τὸ σῶ‐ μα, στέφος, καὶ στέρφος πλεονασμῷ τοῦ ρ. στέρφεσιν αἰγείοισιν ἐζωσμένους ἐξ αὐ‐ χένος.] | |
15 | Στῆθος. παρὰ τὸ ἑστακέναι. διότι ἕστηκεν ἀσά‐ λευτον. ἢ ὅτι ἐν αὐτῷ τὸ ἡγεμονικὸν ἕστηκεν. ἢ ὅτι δι’ αὐτοῦ τὰ σιτία διωθεῖται. Στηθύνιον. μέρος τὶ τοῦ στήθους. καὶ τὸ ὑπο‐ κοριστικόν. | |
20 | Στειπτόν. τὸ βάσιμον. ἀπὸ τοῦ στείβω, τὸ πε‐ ριπατῶ. Στίγματα. αἱ πληγαί. Στίμμι. εἶδος βάμματος. Στίφος. τὸ πλῆθος. | |
25 | Στίπυον. τὸ τῆς ἐλαίας ὀστοῦν. | |
sigma1678 | Στόμα. ἀπὸ τοῦ τέμω, τεμῶ, τέτομα, τόμα, καὶ στόμα προσθέσει τοῦ ς. Στραγγαλῶδες. διεστραμμένον. Στρατόπεδον. δύο σημαίνει, τὸ στράτευμα καὶ | |
5 | τὸν τόπον τοῦ στρατεύματος. στρατόπεδον ἐποίη‐ σαν, ἀντὶ τοῦ σκηνάς. Στρόφιον. τὸ τῆς γυναικὸς ἐνώτιον. ἢ τὸ στρογ‐ γύλον ζωνάριον. Ἀριστοφάνης· τὸ στρόφιον ἤδη λύομαι. | |
10 | Στρώφιος. τόπος. †Στύπος. κορμός· στέαρ.† †Στυρόν. τὸ μύρον.† Στοιχεῖα. Ἀθηναῖοι μὲν τὰ γράμματα φασὶν, γραμματικοὶ δὲ πῦρ, ὕδωρ, ἀέρα, γαῖαν, ἐξ | |
15 | ὧν τὰ σώματα συνίστανται, καὶ εἰς ἃ ἀναλύε‐ ται. ἰστέον, ὅτι τὰ στοιχεῖα τριχῶς ἑρμηνεύ‐ ονται· πόῤῥω, προσεχῆ, καὶ προσεχέστατα. πόῤῥω μὲν, ὡς τὸ πῦρ, ἡ γῆ, τὸ ὕδωρ, καὶ ὁ ἀήρ· προσεχῆ δὲ, τὸ θερμὸν, τὸ ψυχρὸν, τὸ | |
20 | ξηρὸν, καὶ τὸ ὑγρόν· προσεχέστατα δὲ, τὸ αἷμα, τὸ φλέγμα, ἡ ξανθὴ χολὴ, καὶ ἡ μέλαινα, ἅτι‐ να διὰ τὴν ἄκραν αὐτῶν οἰκείωσιν προσεχέστα‐ τα ὀνομάζονται. στοιχεῖον ἐστὶ σύστασις οὐσίας κατ’ ἐναντιότητας ἑκατέρας. στοιχεῖον ἐστὶν | |
25 | οὐσία ἁπλῆ, κτίσεως τετάρτης μοῖρα. καὶ ὁ | |
Ἀπόστολος Παῦλος· οὐκέτι γινώσκομεν Χρι‐ | ||
sigma1679 | στὸν κατὰ σάρκα. τουτέστιν, οὐκέτι ἐστὶν ἐν οὐσίᾳ ῥευστῇ. ἡ ἁπλῆ δὲ καὶ ἄποιος οὐσία πάν‐ τη ἀπαθής ἐστι, ἐξάπτουσα τὸ ἑαυτῆς βούλη‐ μα εἰς ἀγγέλους, εἰς ψυχὰς, εἰς ἕτερα νοητὰ | |
5 | καὶ ἀθάνατα, εἰς αἰσθητὰ, εἰς γῆν, εἰς ὕδωρ, εἰς πῦρ, εἰς ἀέρα, εἰς ψυχρὸν, εἰς ξηρὸν, εἰς ὅ τι ἂν βούληται. στοιχεῖον ἐστὶ καὶ ἡ πρώτη καὶ ἀμερὴς τοῦ ἀνθρώπου φωνή· ἢ φωνῆς Ἑλ‐ ληνίδος φθόγγος ἐλάχιστος. διατί εἶπεν ἀμε‐ | |
10 | ρής; ὅτι οὐ μερίζεται, ὡς ἡ συλλαβή. παρέπε‐ ται δὲ τῷ στοιχείῳ τέσσαρα· ὄνομα, σχῆμα, χαρακτὴρ, δύναμις. στοιχεῖον δὲ εἴρηται παρὰ τὸ στοιχῶ, τὸ ἐν τάξει πορεύομαι. Στυπεῖον. παρὰ τὸ τύπτω τυπεῖον, καὶ πλεονα‐ | |
15 | σμῷ τοῦ ς στυπεῖον. | |
16t | (Ῥῆμα.) | |
17 | Σταθεύειν. τὸ μὴ λίαν ὀπτῆσαι, ἀλλὰ πυρὶ χλιᾶναι. Στέγει. ὑπομένει. | |
20 | Στέργει. φιλεῖ· ἀγαπᾷ. ἢ ἐμμένει. Στέρεσθαι καὶ στερίσκειν. τὸ ἀποστερεῖν. Στενολεσχεῖ. λεπτολογεῖ. | |
Στέλλω. τὸ εὐτρεπίζω καὶ κοσμῶ. ἀποστέλλω | ||
sigma1680 | δὲ, ἡ πρόθεσις περισσόν τι δηλοῖ. ἤγουν ἐκπέμ‐ πω τοῦ προετοιμάσαι καὶ κοσμῆσαι καὶ διευθε‐ τῆσαι πάντα. *Στερνιζόμεθα. ἀγαπητῶς δεχόμεθα. ἢ ἀντὶ | |
5 | τοῦ ἐγκαρδίως φιλοῦμεν. στέρνα γὰρ τὰ στή‐ θη.* Στεῦται. ὑπισχνεῖται· διαβεβαιοῦται. [παρὰ τὸ στῆθος. οἱονεὶ ἐν τοῖς στήθεσι διανοεῖται· ἐκεῖ γὰρ τὸ λογιστικὸν καθ’ Ὅμηρον· | |
10 | στῆθος δὲ πλήξας κραδίην ἐνίπαπε μύ‐ θῳ.] Στείχω. τὸ ἐν τάξει πορεύομαι. διὰ διφθόγγου· ἀνεφάνη γὰρ τὸ στοιχεῖον. ἐξ οὗ καὶ ἀντί‐ στοιχον. | |
15 | Στείβω. τὸ περιπατῶ. στιβεύω δὲ ι. ἀπὸ τοῦ στίβος, ἡ ὁδός. Στεῖλαι καὶ μεταστεῖλαι. ἀπὸ τοῦ στέλλω. στέλλε δὲ ψιλόν. Στηλιτεύσας. παραδειγματίσας. ἀπὸ τῆς στήλης. | |
20 | Στημονίζω. λεπτύνω. Στίζεται. μαστίζεται. Στιχίζω. στίχους γράφω. | |
Στοιχίζω δὲ, τὸ περικυκλῶ, δίφθογγον. | ||
sigma1681 | Στορέσας. ὑποστρώσας. κατακοιμίσας· κατα‐ πραΰνας. Στοιβάζω. συνάγω. Στοιχίζω. κυκλῶ. πολλὰ κακά μοι περιεστοί‐ | |
5 | χισας. Στρηνιᾷν. ἀτακτεῖν. καὶ στρηνιῶντες. παρὰ τὸ στερεῖν καὶ ἀποσπᾷν τὰς ἡνίας. ἀπὸ μεταφο‐ ρᾶς τῶν ἀλόγων ζώων. καὶ ὁ Ἀπόστολος· ὅταν καταστρηνιάσωσι τοῦ Χριστοῦ, γαμεῖν | |
10 | θέλουσι. Στροβούμενος. συστρεφόμενος. στρωφῶ δὲ καὶ στρωφώμενος, μεγάλα. Στροβοῦντα. συστρέφοντα. †μεταβάλλοντα.† Στραγεύει. διαβάλλει. οὐκ εὐθὺς πορεύεται. | |
15 | Στρατολογῶ. τὸ στρατεύω. Στρέψασα. καὶ ἀντὶ τοῦ κλέψασα. πολλοὺς δὴ θυλάκους καταστρέψασα ἐμούς. Στρεφεδίνηθεν. συνεστράφησαν. Στυφελίξαι. διασεῖσαι· ταράξαι· πατάξαι. | |
20 | Στελλόμενοι. ἀντὶ τοῦ περιστελλόμενοι καὶ | |
sigma1682 | ἀσφαλιζόμενοι. στελλόμενοι [τοῦτο,] ἵνα μή τις ὑμᾶς μωμήσηται ἐν τῇ ἁδρότητι ταύτῃ. | |
3t | (Ἐπίῤῥημα.) | |
4 | Στοιχηδόν. κατὰ τάξιν. | |
5t | Τὸ Σ μετὰ τοῦ Υ. | |
6t | (Ἀρσενικόν.) | |
7 | Συβότης. ὁ χοιροβοσκός. Συγγραφεύς. ὁ τὰ ἐφ’ ἑαυτοῦ γεγονότα συγ‐ γραψάμενος. | |
10 | Σύγκελλος. ἀξίωμα. Σύγκλυδες. γείτονες. Συηνίας. αἰσχρός· σκαιός· ἀμαθής. Συλλήπτωρ. βοηθός· ἀντιλαμβανόμενος. παρὰ τὸ λήβω, τὸ λαμβάνω. | |
15 | Συμμίας. κύριον. Συμφυλετῶν. συγγενῶν· ὁμοεθνῶν. Συμφοιτητήν. τὸν συμμαθητὴν λέγει ὁ Σό‐ λων. συμφιλολόγον δὲ δεινῶς βάρβαρον καὶ | |
Αἰγύπτιον. | ||
sigma1683 | Συνασπισμός. ἡ συνάφεια, ἡ βοήθεια. Σύναιχμος. ὁ σύμμαχος. Σύναιμος. ὁ ἀδελφὸς, ὁ τοῦ αὐτοῦ αἵματος. Συνίστωρ. ὁ συνεπιστήμων. | |
5 | Συνέριθος. ὁ βοηθός. Σύνδεσμος. λέξις συνδέουσα διάνοιαν μετὰ τά‐ ξεως, καὶ τὸ τῆς ἑρμηνείας κεχῃνὸς δηλοῦσα· κεχῃνὸς δέ ἐστι τὸ διακεχωρισμένον. εὑρέθη δὲ ὁ σύνδεσμος πάντων τῶν τοῦ λόγου μερῶν ἔσχα‐ | |
10 | τος, διὰ τὸ εἶναι αὐτὸν συνδετικὸν πάντων τῶν τοῦ λόγου μερῶν. παρέπεται δὲ τῷ συνδέσμῳ τρία· εἶδος, σχῆμα καὶ τόνος. δεσμὸς δὲ συν‐ δέσμου διαφέρει, ὅτι ὁ μὲν δεσμὸς εἰς ἓν χα‐ ρακτηρίζεται, ὁ δὲ σύνδεσμος εἰς πολλά. κατὰ | |
15 | πόσους δὲ τρόπους διαφέρει ὁ ἤτοι σύνδεσμος τοῦ μὲν συνδέσμου; κατὰ δύο· ὅτι ὁ μὲν ἤτοι ποιητικός ἐστιν, ὁ δὲ μὲν συνήθης· καὶ ὅτι ὁ μὲν ἤτοι μέσος παράκειται, ὁ δὲ μὲν κατ’ ἀρ‐ χὰς τίθεται. ὁ ἀλλὰ δὲ σύνδεσμος ἀντὶ τοῦ καὶ | |
20 | παραλαμβάνεται· οἷον, ἡμέρα μέν ἐστιν, ἀλλὰ τὰ νέφη οὐχ ὁρῶ. εἰσὶ δὲ καὶ σύνδεσμοι παρα‐ πληρωματικοὶ, ἐκ τοῦ πλεονάζειν ἔχοντες τι‐ νὰ ὀνομασίαν· πολλοὶ γὰρ αὐτῶν κατὰ πλεο‐ νασμὸν ἀναπληροῦσι τὴν φράσιν. οἱ δὲ ἐναν‐ | |
25 | τιωτικοὶ σύνδεσμοι δηλοῦσι τὸ ἐναντίον τῇ δυ‐ νάμει τοῦ πράγματος· οἷον, ἀσθενὴς μὲν ἐγὼ, σὺ δὲ ἰσχυρὸς, καὶ ὅμως ἀσθενὴς ὢν σὲ τὸν ἰσχυρὸν ἔτυψα. Συντακτήριοι. οἱ ἐν ἐξόδοις τῶν πόλεων ἐπὶ | |
30 | τῶν ἀρχόντων ἀποχαιρετισμοί. οἷος καὶ ὁ τοῦ μεγάλου πατρὸς Γρηγορίου τοῦ θεολόγου συν‐ | |
τακτήριος [λόγος.] | ||
sigma1684 | Συρφετός. ἄχυρα ἢ φρύγανα, ἢ ἄλλα τινά. [ὥσπερ παρὰ τὸ ὕω ὑετὸς, πνίγω πνιγετὸς, οὕτω σύρω συρετὸς, καὶ πλεονασμῷ τοῦ φ συρφετός.] | |
5 | Συσσιτισμός. ἡ συντροφία, ἤτοι τὸ συνέρχεσθαι εἰς τὸ ἄριστον. καὶ συσσίτια. Σῦς. ὁ χοῖρος. παρὰ τὸ σείω, τὸ ὁρμῶ· ὁρμη‐ τικὸν γὰρ τὸ ζῶον. σῦς, καὶ ἀποβολῇ τοῦ ς ὗς. ἢ παρὰ τὸ ὕεσθαι, τὸ βρέχεσθαι. ὕω, ὕσω, | |
10 | ὗς. καὶ γὰρ ἐπὶ τοῖς ὕδασι τέρπεται. καὶ πλεο‐ νασμῷ τοῦ ς σῦς. [βραχὺ τὸ υ τῆς γενικῆς, ἐπειδὴ τὰ εἰς υς περισπώμενα συστέλλουσι τὸ υ ἐπὶ τῆς γενικῆς· μῦς, μυὸς, δρῦς, δρυὸς, σῦς, συὸς, καὶ ὗς, ὑός.] | |
15 | Συφεός. ἡ τῶν χοίρων μάνδρα. Συρμαϊσμός. βρωμάτιόν τι ἐστὶ διὰ στέατος καὶ μέλιτος· καὶ ἔστι πρὸς κάθαρσιν ἐπιτή‐ δειον. ἔστι δὲ καὶ πόμα δι’ ὕδατος καὶ ἁλῶν. | |
19t | (Θηλυκόν.) | |
20 | *Σύναρσις. βοήθεια· συγκρότησις.* Συβήνη. ἡ δερματίνη αὐλοθήκη. ἢ ἡ φαρέτρα. Συβαριτική. τρυφηλή. καὶ ἡ τράπεζα ἦν συ‐ βαριτική. τρυφηταὶ γὰρ οἱ Συβαρῖται. Σύγκρασις. ποτὲ μὲν τὴν ἕνωσιν δηλοῖ· ποτὲ | |
25 | δὲ τὴν σύγχυσιν. Σύγκρισις. ἡ τῶν πρωτοτύπων ἐπαύξησις. τύποι δὲ τῶν συγκριτικῶν τρεῖς· ὁ εἰς τερος, οἷον ὀξύτερος, βραδύτερος· καὶ ὁ εἰς ων καθαρὸν, οἷον καλλίων, βελτίων· ὁ εἰς σων, οἷον κρείσ‐ | |
30 | σων, ἥσσων. Συγκοπή. ἡ ἐκ τῆς μέσης ἄρσις. οἷον κατάκτανε | |
κάκτανε. | ||
sigma1685 | Συζυγία. συνέλευσις καὶ συμφωνία δύο συλλαβῶν εἰς μίαν συλλαβήν. ἢ ἡ ἀκόλουθος ῥημάτων κλίσις. Συήνη. ὄνομα πόλεως. | |
5 | Συηνία. ἡ σκαιότης, ἡ αἰσχρότης, ἡ ἀμαθία. Συκῆ. τὸ δένδρον. παρὰ τὸ σύω, τὸ ὁρμῶ, [ἢ τὸ σεύω, τὸ ὁρμῶ.] Συκοφαντία. μέμψις οὐκ ἀληθής. Συκομοραία. δένδρον. | |
10 | Συλλαβή. συμπλοκὴ στοιχείων κατάλληλος, ὑφ’ ἕνα τόνον καὶ ἓν πνεῦμα ἀδιαστάτως ἀγομέ‐ νη. ἢ ἄσημος φωνὴ, συγκειμένη ἀπὸ φωνήεν‐ τος καὶ ἀφώνου, ἢ ἀφώνου καὶ φωνήεντος. Σύμφασις. δύο ἢ πλειόνων περὶ τοῦ αὐτοῦ πρά‐ | |
15 | γματος ὁμοία λύσις· ἤγουν συγκατάθεσις καὶ συνομολογία. Συμμαχίς. πόλις καὶ ναῦς. Συμμορία. ἡ πληθὺς, ἢ ἡ συνέλευσις, ἢ ἡ φα‐ τρία, ἢ τὸ σύνταγμα. ὁ δὲ Δημοσθένης ἑξή‐ | |
20 | κοντα ἄνδρας ἔχειν λέγει τὴν συμμορίαν· Ὑπε‐ ρίδης δὲ πεντεκαίδεκα. Συμφυΐα. ἕνωσις τῶν συμπεπλεγμένων εἰς ἓν σύνθημα ὁμοφυῶν. Συναλοιφή. συνέλευσις καὶ συμφωνία δύο συλ‐ | |
25 | λαβῶν, εἰς μίαν συλλαβὴν ἕνωσις καὶ μεταβο‐ λή. συναλοιφὴ ἐστὶ καὶ ἡ σύγχυσις ἢ συνίζη‐ σις· εἴτουν εἰπεῖν πραγμάτων διαφόρων σύμ‐ μιξις. Συνίζησις. ἡ συνέλευσις. | |
30 | Σύνθεσις. ἡ ἐξ ἄλλου καὶ ἄλλου εἰς ἓν ποίησις. | |
sigma1686 | καὶ ἡ διαιρετῶς ἢ ἀδιαιρέτως ἢ συγκεχυμένως ἢ οὕτως. Σύνθετος γνῶσις ἐστὶν ἡ κατ’ αἴσθησιν πεῖρα τῶν αἰσθητῶν, ὡς κατὰ φύσιν ἔχουσα ἡδονὴν | |
5 | διὰ τὴν γέννησιν καὶ πόνον διὰ τὴν φθοράν. Συνημοσύνας. συνθήκας. ἵν’ ᾖ συνέδρους παρὰ τὴν ἕσιν. Σύννοια. σύννευσις ἐννοιῶν, ἢ τοῦ νοῦ πρὸς τὰ νοηθέντα σύννευσις. ἢ νοημάτων σύνοδος. συν‐ | |
10 | νεύσεως δὲ ἔργον ἐστὶ πάντα τὰ συντελοῦντα ἡμῖν πρὸς τὸν σκοπὸν ἁρμοδίως. Σύνεσις. λογικὴ διάγνωσις, ἢ κρίσις ὀρθὴ περὶ τῶν ὑφ’ ἑτέρων λεγομένων, αἱρετῶν ἢ φευκτῶν. Σύνεσίς ἐστιν, ἀφ’ ἧς κρίνομεν καλῶς τὰ ὑπὸ ἄλ‐ | |
15 | λων λεγόμενα, περὶ ὧν ἐστὶν ἡ φρόνησις ἐπι‐ τακτική. Συναίνεσις. ἡ συμφωνία. Συναυλία. ἡ συμφωνία. Συνολκήν. ἤγουν ἀναληπτικὴν ἢ ἀναπνευστι‐ | |
20 | κήν. Συνάφεια. ἡ μίξις. παρὰ τὴν σὺν πρόθεσιν καὶ τὸ ἁφή. ἡ σὺν δὲ πρόθεσις τὸ ὁμοῦ δηλοῖ. Σύριγγες. οἱ ποιμενικοὶ αὐλοί. ἢ σύριγξ τὸ ἐπί‐ μηκες καὶ κοῖλον. ἢ σύριγγες ἀντίθετοι, ὅτι | |
25 | ἐξ ἐναντίας αὐταῖς ἡ τούτων παράθεσις. ἐπὶ μελισσῶν τοῦτο ὡρήσεις. Συρία. ἡ πλησίον τῆς Σινώπης γῆ ἕως Ἀπα‐ μείας καὶ ἔτι κάτω. ἡ κειμένη πρὸς τῇ θαλάσ‐ σῃ τῇ Ποντικῇ τῇ φερομένῃ ἐπὶ Περσίδα καὶ | |
30 | Ἰνδίαν καλεῖται Συρία. διὰ τὸ συρῆναι αὐτὴν | |
ὑπὸ κατακλυσμοῦ μερικοῦ γενομένου. [Ἀσσυρία | ||
sigma1687 | δὲ, ἡ ἐγγὺς τῆς Συρίσης γῆς οὖσα, ἥτις ἐστὶν ἡ Σινώπη. παρὰ τὸ μὴ σύρεσθαι. λέγουσι δὲ τὴν Σινώπην ἔχειν ἔξω ἐπὶ τῆς θαλάσσης καὶ εἶναι χερόνησον καὶ ἰσθμόν.] | |
5 | Συστατικαὶ ἐπιστολαί. αἱ ἐγχειριζόμεναι κλη‐ ρικοῖς ἢ λαϊκοῖς ἀφωρισμένοις, ἢ ἀναγνώσταις ἐν ἑτέρᾳ πόλει ἀπιοῦσι. Σύνταξις. δευτέρων πραγμάτων ἕνωσις. καὶ τὸ λαμβάνειν καὶ ποιεῖν τὰ δέοντα. | |
10 | Συνωμοσία. τὸ κατά τινων βουλεύσασθαι, καὶ ἀλλήλους ὅρκοις συνδῆσαι, μὴ ἀποστῆναι τοῦ ἀτόπου βουλεύματος, μέχρις ἂν τοῦτο ἐκτελε‐ σθείη. Σύνθεσις. ἀρχὴ διαστάσεως. ἰστέον δὲ, ὡς αἱ | |
15 | σύνθετοι φύσεις ὡς σύνθετοι πεφύκασιν εἶναι καὶ εὐδιάλυτοι, ὥς φησιν ὁ μέγας Γρηγόριος, ὅτι σύνθεσις ἀρχὴ διαστάσεως. διὰ τοῦτο γοῦν τὰ σώματα τῶν ἀνθρώπων καὶ ζώων εὔφθαρτα καὶ εὔθνητα τυγχάνει, ὡς ἐκ τῶν τεσσάρων | |
20 | στοιχείων συγκείμενα, καὶ οἱονεὶ τῶν στοιχείων ἐναντίως ἐχόντων πρὸς ἄλληλα καὶ στασιαζόν‐ των. τὰ δὲ ἁπλᾶ καὶ ἀσύνθετα τῶν πραγμά‐ των εὐδιάμονα, καὶ ἕως τῆς συντελείας ἀκατά‐ λυτα μένει· οἷον ψυχὴ ἀνθρώπου, ἥλιος, φῶς, | |
25 | φωστῆρες, ἀὴρ, ὕδατα, πῦρ, πνεῦμα, καὶ πάντα τὰ ἁπλᾶ καὶ ἑνιαῖα καὶ ἀμιγῆ καὶ ἀσύν‐ θετα. ὅθεν καὶ τὰ φυτὰ καὶ τὰ δένδρα, ὡς διὰ τῶν τεσσάρων στοιχείων συνιστάμενα, λέ‐ γω δὴ γῆς καὶ ὕδατος, ἡλίου καὶ ἀέρος, καὶ | |
30 | αὐτὰ οὐκ ἀγήρατα οὐδὲ ἄφθαρτα οὔτε ἀμάραν‐ | |
sigma1688 | τα, ἕως ἔξω διαμένει, ἀλλὰ θνήσκει, καθὰ καὶ τὰ σώματα, ὥσπερ καὶ ἡ γῆ συνίσταται. ποίη‐ σον δὲ πλίνθον ἐκ γῆς καὶ ὕδατος, καὶ εὐχερῶς διαφθείρεται. | |
5 | Σύνεσις. ἐπίληψις τῶν πραγμάτων. ὡς τό· σύν‐ ες τῆς κραυγῆς μου. Συστατικῶν. παραθετικῶν. ἢ μὴ χρῄζομεν, ὥς τινες, συστατικῶν ἐπιστολῶν πρὸς ὑμᾶς. | |
9t | (Οὐδέτερον.) | |
10 | Συβόσιον. τὸ χοιρομάνδριον. Συγχαρητικόν. τὸ μετὰ χαρᾶς. Σύγκριμα. τὸ μὴ παρεμποδίζεσθαι τοῦτο τὸ δη‐ μιούργημα ὑφ’ ἑτέρου, καὶ τὸ ἄλλο ὑπ’ ἄλλου, ἀλλ’ εἰς ἑνὸς κόσμου δημιουργίαν συνίστασθαι. | |
15 | ὁ γὰρ ἀὴρ διὰ τῆς ἐν αὐτῷ μανότητος καὶ ἀραιό‐ τητος τὰς ἡλιακὰς ἀκτῖνας οὐ παρεμποδίζει, οὐ‐ δὲ οἱ ἀτμοὶ τῆς γῆς, οἳ συνιστῶσι νεφέλας, καὶ ἕτερα τοιαῦτα. Συγγενές. τὸ οὐδαμῶς διαφέρων τοῦ ἑτέρου ἢ κα‐ | |
20 | τὰ βελτίωσιν ἢ κατὰ μείωσιν, ἀλλ’ ὁμοίως ἔχον. ἢ συγγενές ἐστι τὸ ἐκ τοῦ αὐτοῦ γένους ὁμο‐ τρόπως ὑπάρχον. Συμβεβηκός. ὃ γίνεται καὶ ἀπογίνεται, χωρὶς τῆς τοῦ ὑποκειμένου φθορᾶς. | |
25 | Συμβεβηκός. ὃ τὸ ἔν τινι μὴ ὡς μέρος ὑπάρ‐ χον, καὶ ἀδύνατον χωρὶς εἶναι τοῦ ἐν ᾧ ἐστιν. οἷον τὸ λευκὸν ἐν τῷ σώματι ἐστὶν καὶ οὐκ ἔστι μέρος τοῦ σώματος, καὶ ἀδύνατον τὸ λευκὸν | |
χωρὶς τοῦ σώματος εἶναι. | ||
sigma1689 | Συμβεβηκὸς ἐστὶν, ὃ οὔτε γένος, οὔτε εἶδος, οὔτε διαφορὰ, οὔτε ἴδιον, ἀεὶ δὲ ἐν ὑποκειμένῳ ἐστὶν ὑφιστάμενον. συμβεβηκός ἐστι τό τε χω‐ ριστὸν καὶ ἀχώριστον· οἷον θερμότης, ψυχρό‐ | |
5 | της, λευκότης, μελανότης, ἡ ἐν ῥινὶ γρυπότης καὶ ἡ ἐν ὀφθαλμῷ γλαυκότης. συμβεβηκός ἐστι τὸ γινόμενον καὶ ἀπογινόμενον· οἷον ἡ νηπιότης γίνεται καὶ ἀπογίνεται διὰ τελειότητα· ἡ ὑγεία ὁμοίως μεταβάλλεται καὶ ἡ νόσος, καὶ ἡ θερ‐ | |
10 | μότης καὶ ἡ ψυχρότης· καὶ ἁπλῶς τὸ παραλ‐ λαγῆναι δυνάμενον συμβεβηκὸς λέγεται. Συμβόλαιον. τὸ γραμματεῖον. ἀφ’ οὗ καὶ συμ‐ βολαιογράφος. Σύμβολον. συμβαλλόμενον πρᾶγμα πράγματι, | |
15 | καὶ ἐξομοιούμενον κατά τι, διαφέρον δὲ κατὰ πολλά. Σύμβολον. συγκατάθεσις λογισμοῦ πρὸς τὰ ὑφ’ ἑτέρου τεινόμενα, ἢ ἀφ’ ἑαυτοῦ ὁμολογούμενα. ὅθεν καὶ σύμβολον λέγομεν τὸ πιστεύω εἰς ἕνα | |
20 | θεόν. σύμβολα νίκης [λέγομεν] καὶ τοὺς κλά‐ δους τῶν ἐλαιῶν. Συμπέρασμα. δύο ἄκρων ἁρμοδίων πρὸς ἄλληλα συνέλευσις· οἷον ἵνα θελόντων ἡμῶν δεῖξαι, ὅτι ὁ ἄνθρωπος οὐσία ἐστὶ, ποιῶμεν συλλογισμὸν | |
25 | τοιοῦτον· ὁ ἄνθρωπος ζῶον ἐστί· τὸ ζῶον ἔμ‐ ψυχον· τὸ ἔμψυχον οὐσία· ὁ ἄνθρωπος ἄρα οὐσία ἐστίν. ἰδοὺ τὸ ἄνθρωπος οὐσία, δύο ἄκρα εἰσὶν, ἀλλὰ καὶ ἁρμοδίως συνελθόντα. ἐὰν δὲ εἴπωμεν, ὅτι ὁ ἄνθρωπος λευκός ἐστι, τὸ λευ‐ | |
30 | κὸν χρῶμα ἐστὶν, ἄνθρωπος χρῶμα ἐστὶ, τοῦ‐ το τὸ συμπέρασμα ἀνάρμοστόν ἐστιν, ἐπειδὴ ἀπὸ συμβεβηκότος καὶ οὐσίας συνεπέρανε. δῆ‐ | |
λον δὲ, ὅτι ἀπὸ τῶν κακιζομένων συμπερασμά‐ | ||
sigma1690 | των αἱ ἀρχαὶ πταίουσι. καὶ δῆλον ἡμῖν ἐστι τοῦτο καὶ ἀπὸ τῆς περὶ τοῦ ὀργάνου καὶ τοῦ κινοῦντος Ἀπολλιναρίου τοῦ δυσσεβοῦς χρήσεως· ἐπειδὴ γὰρ ἀπὸ ἐμψύχου καὶ ἀψύχου ἤρξατο, | |
5 | διὰ τοῦτο κακῶς συνεπέρανε. Συνωδά. ὅμοια, σύμφωνα. Σύνθημα. γνώρισμα, σημεῖον, φλάμουλον. [βάνδον.] Συνηρεφῆ. σύσκια, ἢ ἐστεγασμένα. ἀπὸ τοῦ | |
10 | ἐρέφω, τὸ σκέπω, τὸ στέγω καὶ κοσμῶ. Σύντριμμα. θραῦσις. Συνέδριον. τὸ δικαστήριον. Συνεκτικώτατον. κεφαλαιωδέστατον. ἢ προδη‐ λότατον καὶ ἀληθέστατον. | |
15 | Σύνθετον. τὸ ἐξ ἑτεροειδῶν πραγμάτων συγκεί‐ μενον. Σύντονον. δυνατόν. Συνεκφαντικόν. τὸ συνεκφαῖνον τῇ τέχνῃ εἴτε γραμματικὸν εἴτε φιλόσοφον. | |
20 | Συνώνυμον. τὸ ἐν διαφόροις ὀνόμασι τὸ αὐτὸ δη‐ λοῦν. οἷον ξίφος, μάχαιρα, φάσγανον, σπάθη. *ὅπερ καλεῖται καὶ πολυώνυμον.* Συνώνυμα. ὧν τό τε ὄνομα κοινὸν καὶ ὁ κατὰ τοὔνομα λόγος τῆς οὐσίας ὁ αὐτός. οἷον ζῶον ὅ | |
25 | τε ἄνθρωπος καὶ ὁ βοῦς. καὶ πάλιν συνώνυμος κατηγορία λέγεται, ὅταν καὶ τὸ ὄνομα δέχε‐ ται καὶ τὸν ὁρισμὸν ἀπαραλλάκτως. Σύρβον. ἡ ὀπώρα. Σύστημα. πλῆθος, συναγωγή. ἢ τὸ ἐκ πολλῶν | |
30 | καὶ διαφόρων γινόμενον ἕν. Σύρτις. πέλαγος. | |
Συσσήμιον. .... | ||
sigma1691 | Σύστρεμμα. στασιαστῶν πλῆθος. Σύφαρ. οὐχ ἁπλῶς τὸ γῆρας, ἀλλ’ ὡς ἐπιγέν‐ νημα γήρως καὶ τῆς ἐσχάτης ἡλικίας, τὸ κατ‐ ερυσσομένον. | |
5 | Σύμφυτον. τὸ συμμέτοχον. καὶ ὁ Ἀπόστολος· εἰ γὰρ σύμφυτοι γεγόναμεν [τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ.] Σύμμορφον. τὸ ἰσόμορφον. καὶ ὁ Ἀπόστολος· συμμόρφους τοῦ υἱοῦ αὐτοῦ. κατὰ χάριν δὲ | |
10 | λέγει συμμόρφους. | |
11t | (Ῥῆμα.) | |
12 | Συγγενειάζω. συγγενιῶ δὲ, τὸ γνησίως ἔχω, ι. Συγκαταθέσθαι, οὐχὶ συνθέσθαι χρὴ λέγειν. †Συγκρίναι. παραβαλεῖν. ἀντιθῆναι.† | |
15 | †Συγκρίνον. συγχέον.† Συηνεῖν. τὸ ἀμαθῶς καὶ σκαιῶς καὶ αἰσχρῶς ἀναστρέφεσθαι. | |
Συθείς. ὁρμήσας. καὶ σύω, τὸ ὁρμῶ. | ||
sigma1692 | Συμπαρομαρτήσας. συνακολουθήσας. Συμπτύσσει. συγκλείει. ἀπὸ τῆς πτυχός. Συμπεριφέρεσθαι. συγκινεῖσθαι, ἄγεσθαι. Συνιέντες. γνόντες. καὶ συνιείς. | |
5 | Συνιῶν. ὁ νοῶν. καὶ συνιὼν, ὁ συνελθών. Συνεῖμεν. ἀντὶ τοῦ συνέγνωμεν. Σύνες. νόησον· γνῶθι. Συνῆκαν. ἀντὶ τοῦ συνέγνωσαν. Συνῆκεν. ἐνόησε. | |
10 | Συνιζῆσαι. συγκαθεσθῆναι· συνελθεῖν. Συναποῤῥωγότα. συνδιασπασθέντα. Συνάψω. ἁρμόσω. Συναίρομαι. ἀντὶ τοῦ συλλαμβάνομαι καὶ συμ‐ βοηθῶ. | |
15 | Σύνθεο. ἐπάκουσον. Συνελόντα φάναι. συντόμως εἰπεῖν. Συνεπόδισας. ἐσκέλλισας. Συνεῤῥάγησαν. διεκόπησαν. | |
Συναιρόμενος. συνεργούμενος. | ||
sigma1693 | Συνέτισον. σόφισον. Συνεστηκός. τὸ συνηγμένον. Συνειλήχασι. συνηθροίσθησαν. Συνεισέφρησε. συνεισήνεγκε. | |
5 | Συνείπετο. συνηκολούθει. Συνειστιᾶτο. συνευωχεῖτο. †Συντελεσθείς. ἀφανισθείς. καταποντισθείς.† Συντελεσθήτω. συμπληρωθήτω. *Συνοίσει. κομίσει. τὸ δὲ κομίσει ἀντὶ τοῦ ἐπι‐ | |
10 | μελεθήσεται.* *Συνήδομαι. ὁμολογῶ, ὡς καλῶς ἔχον τι.* Συνδυάσω. συναυλισθῶ. Συνοχωκότες. συμπεπτωκότες. [συνοχηκὼς καὶ τροπῇ τοῦ ἦτα εἰς ω συνοχωκότες καὶ συνοχω‐ | |
15 | κότε.] Συρμαΐζειν. βρωμάτιόν τι ἐστὶ διὰ στέατος καὶ μέλιτος, ὅπερ λέγεται συρμαϊσμός. [καὶ ἔστι πρὸς κάθαρσιν ἐπιτήδειον. ἔστι δὲ καὶ πόμα δι’ ὕδατος καὶ ἁλῶν. Αἰγυπτιακὴ δὲ ἡ λέξις.] | |
20 | *Συμφειρόμενος. μιγνύμενος.* | |
sigma1694 | *Συνοχωκότα. εἰσδεδυκότα.* *Συμπιλοῦσι. συσφίγγουσιν. οἱ δὲ χεῖρας καὶ γόνατα συμπιλοῦσι πρὸς ἑαυτούς.* Συσσείσει. ἐπὶ τοῦ ἐξακούστου εἴρηται. | |
5 | Συνεργεῖν. τὸ συλλειτουργεῖν φησὶν ὁ Χρυσό‐ στομος. καὶ ὁ Ἀπόστολος· ἀσπάσατε Πρί‐ σκυλλαν καὶ Ἀκύλαν τοὺς συνεργούς μου ἐν Χρι‐ στῷ Ἰησοῦ. Συνίστησι. βεβαιοῖ· δικαιοῖ· δείκνυσι. καὶ ὁ | |
10 | Ἀπόστολος· συνίστησι δὲ τὴν ἑαυτοῦ ἀγάπην εἰς ἡμᾶς ὁ θεός. | |
12t | (Ἐπίῤῥημα.) | |
13 | Συλλήβδην. ὁμοῦ· συντόμως· ἢ συλλαβών· ἀθρόως. [ἐκ τοῦ λήβω, λήψω, παθητικὸν λή‐ | |
15 | ψομαι, λήβδην ἐπίῤῥημα καὶ συλλήβδην.] Συνεκδοχικῶς. συλληπτικῶς. Συναΐγδην. ὁρμητικῶς. Συνεκτικῶς. προδήλως, ἀληθῶς, ἢ κεφαλαιωδῶς. Συνεπτυγμένως. ἡνωμένως· συνηγμένως. | |
20 | Συστάδην. ὁμοῦ. | |
sigma1695(1t) | Τὸ Σ μετὰ τοῦ Φ. | |
2t | (Ἀρσενικόν.) | |
3 | Σφακελισμός. διασπασμὸς σώματος. ἢ σῆψις σώματος. ἢ ἡ παραπληξία. ἢ σῆψις τοῦ μυε‐ | |
5 | λοῦ. γίνεται δὲ ἐκ τοῦ σφακελισμοῦ καὶ σπα‐ σμός. λέγεται δὲ καὶ σφάκελος ὁ μικρὸς τῆς χειρὸς δάκτυλος. λέγεται καὶ ὁ σφιγμὸς καὶ ὁ παλμός. Σφᾶς. αὐτούς. | |
10 | Σφαιρωτήρ. ὁ ἱμὰς τοῦ ὑποδήματος· ὁ λῶρος. Σφέτερος. ὁ ἡμέτερος. Σφετερισμός. ἡ ἰδιοποίησις. Σφηκώδεις. οἱ εὔζωνοι. καὶ οἱ κάτισχνοι τοῖς σώμασι· καὶ γὰρ οἱ σφῆκες τὴν κοιλίαν ἐπισυν‐ | |
15 | ηγμένην ἔχουσι. καὶ σφῆκες καὶ σφηκίσκοι τὰ μικρὰ εἰς ὀξὺ συνημμένα ξύλα. καὶ σφὴξ, σφη‐ κός. Σφηνοπώγων. ὁ σπανός. Σφήττιος. κύριον. | |
20 | Σφίσιν. αὐτοῖς. Σφόνδυλος. παρὰ τὸ ἐσφίχθαι. Σφοδρίας. κύριον. Σφυγμός. ὁ παλμός. *ἢ ζέσις φλεβός.* πα‐ | |
ρὰ τὸ σφύζω, τὸ ὁρμῶ. | ||
sigma1696 | Σφῶν. τῶν δύο, ἢ ἀντὶ τοῦ αὐτῶν. Σφῶε. ὑμᾶς. Σφῶϊν. ὑμῖν. καὶ νῶϊν, ἡμῖν. Σφάκελος. φλεγμονή· φθορά· νέκρωσις· κά‐ | |
5 | κωσις παντοία. | |
6t | (Θηλυκόν.) | |
7 | Σφακτηρία. πόλις. Σφαλερά. ἐπικίνδυνος. Σφαίρισις. καὶ σφαιρίστρα, τὸ πῶμα. | |
10 | Σφηκία. εἶδος σφηκῶν. Σφῇσιν. αὐταῖς. Σφενδόνη. παρὰ τὸ σπένδω, τὸ ἀναιρῶ, σπεν‐ δόνη καὶ σφενδόνη. [ἢ παρὰ τὸ σφάζω. ἢ παρὰ τὸ σπεύδω. καὶ ἡ περιφέρεια τοῦ δακτύλου.] | |
15t | (Οὐδέτερον.) | |
16 | Σφαγεῖον. εἰς ὃ τὸ αἷμα τῶν σφαζομένων ἱερείων ἐδέχοντο. σφάγιον δὲ, τὸ θῦμα, ι. Σφεδανόν. σφοδρόν· εὐκίνητον· ἐπακτικόν· ἐπε‐ στραμμένον. οἷον σφενδονικὸν, ἀπὸ τῆς σφεν‐ | |
20 | δόνης. [ἢ σύντομον. ἀφ’ οὗ καὶ σφὴν καὶ σφίγ‐ γα. οἱ δὲ σπευστικῶς. παρὰ τὸ σπεύδειν, σπε‐ δανὸν καὶ σφεδανόν.] †Σφεοβδόν. δασύ· πολυανθές.† | |
Σφέτερον. τὸ ἴδιον. | ||
sigma1697 | Σφέλας. τὸ ὑποπόδιον. παρὰ τὸ φλᾶσθαι ἐν αὐτῷ τὰ γόνατα, ὅ ἐστι θλᾶσθαι καὶ κάμπτε‐ σθαι. Σφυρά. τὰ περὶ τοὺς ἀστραγάλους ἄνω. παρὰ | |
5 | τὸ συνεσφίχθαι. Σφυροκοπεῖον. .... Σφωΐτερον. ἡμέτερον. | |
8t | (Ῥῆμα.) | |
9 | Σφαλεῖεν. ἐκτραπεῖεν. | |
10 | Σφαδάζειν. διεγείρειν. βράζειν· διαπίμπρα‐ σθαι. ἢ τὸ δυσθανατεῖν. καὶ ματαίως σπᾶ‐ σθαι. τὸ σφαδάζειν, καὶ ματάζειν, καὶ βορά‐ ζειν ἔχουσι τὸ ι προσγεγραμμένον, ὅτι ἀπὸ τοῦ σφαδαΐζειν καὶ ματαΐζειν καὶ βοραΐζειν γίνεται. | |
15 | Σφάζω. ἀπὸ τοῦ φῶ, τὸ δηλοῦν τὸ ἀναιρῶ, οὗ παράγωγον φημί. ὅθεν φατὸς καὶ ἀρηΐφατος, καὶ πέφαται, πεφάσθαι. φῶ, φάζω, καὶ προσ‐ | |
θέσει τοῦ ς σφάζω. | ||
sigma1698 | Σφῶ. σφάζω. Σφακελίζοντες. διασπῶντες. πηδῶντες. ὑπο‐ τρέμοντες. †Σφεδανῶ. θανατῶ.† | |
5 | Σφενδονῆσαι. ἐκδιῶξαι. Σφῆλαι. πλανῆσαι. Σφηκόω, σφηκῶ καὶ σφηκῶσαι. τὸ δῆσαι. Σφηνούμενος. στρεβλούμενος· βασανιζόμενος. Σφριγᾷ. νεάζει· ἀκμάζει· αὔξει. | |
10 | Σφύζω. ὁρμῶ. κινοῦμαι. | |
11t | (Ἐπίῤῥημα.) | |
12 | Σφαιρηδόν. δίκην σφαίρας. Σφηττόθεν καὶ Σφηττοῖ. τοπικά. | |
14t | Τὸ Σ μετὰ τοῦ Χ. | |
15t | (Ἀρσενικόν.) | |
16 | Σχέτλιος. ἄδικος· ἄθλιος. ἢ καὶ ὁ δύσφημος. | |
sigma1699 | Σχῖνος. ὁ τρώκτης. καὶ τὸ φυτὸν, ὃ γίνεται ἐν τοῖς καθύδροις τόποις. ἔστι δὲ τὸ ἔνδον αὐτοῦ εὐστόμαχον. Σχολαίῳ. ἀργῷ. σχολαίῳ ποδί. | |
5 | Σχοῖνος. εἶδος χόρτου. καὶ σχοινοφόρον πεδίον. | |
6t | (Θηλυκόν.) | |
7 | Σχαδόνες. τὰ τῶν κηφήνων κηρία. καὶ ζῶον ἄπτερον καὶ ἄπουν. Σχέσις. κοινωνία δύο ἢ πλειόνων πραγμάτων | |
10 | κατά τι. οἷον ὁ ἄνθρωπος καὶ τόδε τὸ ζῶον σχέ‐ σιν ἔχει, καθὸ ζῶα ἀμφότερα. κατὰ τρόπους δὲ τέσσαρας γίνεται ἡ σχέσις. ἢ γὰρ κατὰ τύχην, ὡς δεσπότης πρὸς δοῦλον· ἢ κατὰ πρός τι, ὡς φίλος πρὸς φίλον· ἢ κατὰ φύσιν, ὡς [πατὴρ | |
15 | πρὸς υἱόν]· ἢ κατὰ τέχνην, ὡς μαθητὴς πρὸς διδάσκαλον. Σχετικὴ διαφορὰ ἐστὶν ἡ τὸ ἓν θέλημα γνώμης ἑτερότητι διατέμνουσα κίνησις. ἢ γνώμης ἑτερό‐ της, ἢ θελημάτων ὁμοιότης. καὶ διαίρεσις δια‐ | |
20 | θέσεως. Σχετικὴ ἕνωσις ἐστιν ἡ τὰς διαφόρους γνώμας εἰς ἓν συνάγουσα, ἢ φιλικὴ συνδιάθεσις, ἢ θε‐ λημάτων ὁμονοητικὴ σύμπνοιά τε καὶ ἐπίνευσις. σχετικὴ ἕνωσις ἐστὶν ἡ ἐξ ὑποστάσεως εἰς ὅλου | |
25 | τινὸς κατὰ δύναμιν γενομένη σύνθεσις· ἥτις τὴν τῶν μερῶν ἑαυτῆς μετὰ τὴν ἕνωσιν ἐν εἴ‐ δει καὶ σχήματι σωζομένην οὐκ ἔχει τὸ σύν‐ ολον ὕπαρξιν, ἀλλ’ ἠφανισμένην ὁμοῦ καὶ πε‐ | |
φυρμένην καὶ ἄγνωστον, καὶ τῶν κατ’ αὐτὴν | ||
sigma1700 | συνδεδραμηκότων οὐδεμίαν οὐδαμῶς κέκτηται διαφορὰν, τὴν οὐσιώδη τούτων ἰδιότητα διαση‐ μαίνουσαν· οἷον ὡς ἐπὶ τῶν κατὰ τάξιν ἤχων ἢ πραγμάτων ἐστὶν ἰδεῖν, καὶ πάντων ἁπλῶς | |
5 | ὧν κατὰ τέχνην εἴρηται λόγος. ἐκεῖνα γὰρ ὑποστατικῶς ὄντα καὶ καθ’ ἑαυτὰ γνωριζόμε‐ να· πᾶν γὰρ τὸ αἰσθήσει ὑποπίπτον οὐσία πάν‐ τως μετά τινος ἢ τινῶν ἰδιωμάτων ἐστὶν, ὅπερ ὑπάρχει σαφῶς ἡ ὑπόστασις· καὶ τὴν πρὸς | |
10 | ἄλληλα κατὰ σύνθεσιν ποιούμενα συνδρομὴν ἐξαφανίζει πάντῃ τὸ ἐν ᾧ καθ’ ἑαυτὰ ὄντα τὸ πρὶν ἐγνωρίζετο τὸ σχῆμα καὶ εἶδος τῶν ὑπο‐ στατικῶν ἰδιωμάτων τελείως ἀπογινόμενον· καὶ ἄλλο παρ’ ἐκεῖνο διὰ τῆς ἐν τῷ πυρὶ χώνης καὶ | |
15 | τήξεως ἀποτελεῖ, μηδεμίαν τοῦ προτέρου ση‐ μείωσιν ἢ δήλωσιν καθ’ ὁπωσοῦν παρεχόμενον. †ὁ γοῦν θεήλατος Νεστόριος τὴν μὲν καθ’ ὑπό‐ στασιν ἕνωσιν ἀπηρνεῖτο, ἐφλυάρει δὲ, ὅτι ἡ ἁγία Μαρία ἐγέννησε ψιλὸν ἄνθρωπον, πρὸς | |
20 | ὃν εἶχεν ὁ θεὸς ἐξ αὐτῆς γεννήσεως φιλικὴν διάθεσιν. καὶ ὡμολόγει μὲν ἕνωσιν, οὐχ ὑπο‐ στατικὴν δὲ, ἀλλὰ σχετικήν. ὅθεν οὐ μίαν ὑπό‐ στασιν ὁ δείλαιος ἐδογμάτιζεν, ἀλλὰ δύο διῃρη‐ μένας μετ’ ἀλλήλων καὶ κατὰ τὴν οὐσίαν καὶ | |
25 | κατὰ τὴν ὑπόστασιν, ἡνωμένας δὲ ἀλλήλαις κατὰ φιλίαν, ἢ ταυτοβουλίαν, ἢ γνωμικὴν διά‐ θεσιν, ἢ ὅσα τοιαῦτα ἐληρῴδει ἐκεῖνος.† Σχίδαξ. τὸ σχίσμα. Σχίσις. ἡ χώρισις. σχῆσις δὲ, ἡ κράτησις, η. | |
30 | ἐκ τοῦ σχῶ, τὸ κρατῶ. | |
sigma1701 | Σχοῖνος. τὸ σχοινίον. καὶ μέτρον γεωμετρικὸν ἑξήκοντα σταδίων, ὥς φησιν Ἡρόδοτος. Σχολή. ἡ φροντὶς, ἢ τὸ μηδὲν δρᾷν, ἢ καὶ τὸ περί τι σχολάζειν. καὶ ἀντὶ τοῦ βραδέως. σχολῇ | |
5 | γ’ ἂν ἄλλό τι φανείη μέγα καὶ σπουδῆς ἄξιον. Σχέσις. δύναμις συνδετικὴ τῶν ὁμογενῶν. Σχίδαξ. τὸ ἐσχισμένον ξύλον. παρὰ τὸ σχίζω. | |
8t | (Οὐδέτερον.) | |
9 | Σχέδος. παρὰ τὸ χέω, χέδος καὶ σχέδος, οἱονεὶ | |
10 | τὸ διαχέον καὶ διαμερίζον τὰς λέξεις. Σχέδιον. τὸ ἐξ ἑτοίμου πρόχειρον. ἢ τὸ ἐν ὀλί‐ γῳ καὶ σύντομον. †Σχέμα. τὸ ὄχημα.† Σχέτλιον. ὀδυνηρόν· λύπης ἄξιον. | |
15 | Σχετλιαστικὰ ἐπιῤῥήματα. τὰ ἐξ αὐτοπα‐ θείας γινόμενα ἐπιφθέγματα. οἷον, παπαὶ, ὅ ἐστι φεῦ. Σχῆμα. †τῶν μαθηματικῶν, σωμάτων ἀποπε‐ ράτωσις.† λέξεων ποσότης, ὑφ’ ἕνα τόνον καὶ | |
20 | ἓν πνεῦμα ἀδιαστάτως ἀγομένη ἐν ἁπλότητι ἢ συνθέσει. Σχιστά. ὅσα κατὰ μῆκος διαιρεῖσθαι δύνανται. Σχόλιον. ἡ ἑρμηνεία. διὰ τὸ κατὰ σχολὴν πε‐ ριτίθεσθαι πρὸς σαφεστέραν ἑρμηνείαν τῶν δυσ‐ | |
25 | νοήτων νοημάτων ἢ ῥημάτων. Σχοινίσματα. τὴν σκηνήν. τὴν ἐξ ἐθνῶν ἐκ‐ | |
κλησίαν. τὸν κλῆρον. | ||
sigma1702 | Σχῆμα. τὸ μὴ μόνιμον ἢ καὶ βέβαιον, ἀλλ’ ἄχρις ὄψεως. καὶ ὁ Ἀπόστολος· παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου. ὅ ἐστι παρ‐ έρχεται. | |
5t | (Ῥῆμα.) | |
6 | Σχεδιασθεῖσα. παραχρῆμα ῥηθεῖσα. Σχέθε. ἐκ τοῦ σχῶ γίνεται σχέθω. [ὡς φλέ‐ γω φλεγέθω, ἀμύνω ἀμυνάθω. ὁ παρατατικὸς ἔσχεθον, ἔσχεθες, ἔσχεθε, καὶ τὸ προστακτι‐ | |
10 | κὸν σχέθε. καὶ κλίνεται ἄχρι τοῦ παρατατι‐ κοῦ.] Σχετλιάζει. δυσφορεῖ. καὶ ἀντὶ τοῦ δυσφημεῖ. Σχήσειν. κωλύσειν. Σχίνεσθαι. λευκαίνεσθαι. ἀπὸ τοῦ σχίνου, ὃς | |
15 | διαμασσώμενος λευκαίνει τοὺς ὀδόντας. Σχοίης. λάβῃς. δύνασαι. καὶ σχεῖν. Σχῶ. τὸ κρατῶ. | |
18t | (Ἐπίῤῥημα.) | |
19 | Σχεδόν. πλησίον· πέλας· ἢ ἐκ χειρός. παρὰ τὸ | |
20 | σχέσιν ἔχειν ἄλλο πρὸς ἄλλο. Σχολῇ. βραδέως· μόλις. | |
22t | Τὸ Σ μετὰ τοῦ Ω. | |
23t | (Ἀρσενικόν.) | |
24 | †Σῶκος. Κουρήτων πατήρ.† | |
sigma1703 | Σῶκος. †τὸ σωκάριον.† ἐπίθετον τοῦ Ἑρμοῦ. ἤτοι ὁ ἰσχυρός. Σῶος. ὁ ὑγιής. Δίδυμος σὺν τῷ ι λέγει. ἀπὸ τοῦ ὁ σῶς τοῦ σῶς γίνεται σῷος. τὰ γὰρ ἀπὸ | |
5 | τῶν εἰς ως διὰ τοῦ ῶος παραγόμενα σὺν τῷ ι γράφεται. οἷον ἥρως ἡρῷος, Μίνως Μινῷος. οὕ‐ τως οὖν καὶ σὼς σῷος. Σωπάτηρ· Σώπατρος· Σώπιθος. κύρια. Σώπολις. κύριον. | |
10 | Σώρανος· Σωρᾶς· Σώρηξ. κύρια. Σωρός. τὸ πλῆθος. καὶ σωρεός. ἀπὸ τοῦ ἐν αὐ‐ τῷ σωρεύεσθαι τὰ σώματα. ἢ παρὰ τὸ ἔσω ὠρεῖν, ὅ ἐστι φυλάσσειν, σωρεύω. [σωρεύω, σω‐ ρεὸς, ὡς φωλεύω, φωλεὸς, καὶ λοχεύω, λοχεός. | |
15 | ὥστε τὸ σωρεὸς οὐκ ἀπὸ τοῦ σωρὸς ἐν πλεονα‐ σμῷ, ἀλλὰ τὸ σωρὸς ἀπὸ τοῦ σωρεὸς κατὰ ἔν‐ δειαν. σορὸς δὲ, ἡ τῶν λειψάνων, μικρόν. παρὰ τὸ σεσηρέναι τὰ σώματα ἐν αὐτῷ. ἢ παρὰ τὸ εἴρω, τὸ κωλύω, σορὸς, ὁ κωλυτικός.] | |
20 | Σωρός. τὰ εἰς ρος λήγοντα δισύλλαβα τῷ ω πα‐ | |
ραλήγοντα, μὴ ὄντα ἐπίθετα, βαρυτονεῖται. | ||
sigma1704 | Ὦρος· Δῶρος· Φλῶρος· Βῶρος. σεσημείωται τὸ Σωρὸς ὀξυνόμενον. τὰ δὲ ὀξυνόμενα ἐπιθε‐ τικά εἰσι. χλωρός· μωρός· ψωρός. Σωσίας· Σωφάρ· Σωφάς. ὀνόματα κύρια. | |
5 | Σωφρονιστής. νουθετητής. καὶ σωφρονιστῆρες οἱ ἔσωθεν τῶν ἄλλων ὀδόντων, διὰ τὸ φύεσθαι παρὰ τὴν τοῦ φρονεῖν ὥραν, παρὰ τὸ εἰκοστὸν ἔτος. καὶ Ἀριστοτέλης καλεῖ αὐτοὺς κρατῆ‐ ρας. | |
10 | Σώφρων. ὁ ὑγιὴς τὸν νοῦν. καὶ ὁ Ἀπόστολος· ἀλλὰ φρονεῖν εἰς τὸ σωφρονεῖν. | |
12t | (Θηλυκόν.) | |
13 | Σωλεά. ἡ τοῦ οἴκου. Σωρήχ. ἐκλεκτή. ὡς τὸ, ἄμπελος σωρήχ. *κα‐ | |
15 | τὰ Σύμμαχον ἐκλεκτήν.* Σώρα. πόλις. Σωρεῖτις. διάνοια ἀπὸ ὀνόματος. Σωρεία. τὸ πλῆθος. Σωσάννα. κύριον. | |
20 | †Σώσπα. σωτηρία.† Σώτειρα. ἡ σώζουσα. | |
Σωφανηνή. τόπος. | ||
sigma1705 | Σωφροσύνη. καθαρότης. ἐγκράτεια. σωφροσύνης ἔργον ἐστὶ τὸ βλέπειν ἀπαθῶς τὰ πράγματα, κινοῦντα ἐν ἡμῖν φαντασίας ἀλόγους. | |
4t | (Οὐδέτερον.) | |
5 | Σωκάριον. ἡ σχοῖνος. Σώμανα. τόπος. Σῶμα. κατὰ μὲν τοὺς ἔξω πᾶν τὸ τριχῆ διά‐ στατον, ἤγουν τὸ ἔχον μῆκος καὶ πλάτος καὶ βάθος ἤτοι πάχος. κατὰ δὲ τὴν ἐκκλησιαστι‐ | |
10 | κὴν παράδοσιν πᾶν τὸ ἐκ μὴ ὄντος εἰς τὸ εἶναι γινόμενον. καὶ σώματα ἐπουράνια, καὶ σώματα ἐπίγεια. τὰ οὖν ἐπουράνια οὐκ ἔχουσι πάχος. καὶ πᾶσα μὲν σὰρξ σῶμα λέγεται, οὐ πᾶν δὲ σῶμα σὰρξ ὀνομάζεται· οἱ γὰρ ἀστέρες σώμα‐ | |
15 | τα ἐπουράνια εἴρηνται, οὐ μὴν καὶ σάρκες ἐπου‐ ράνιαι. διττῶς δὲ εἴρηται τὸ σῶμα· ποτὲ μὲν ὑλικὸν, ποτὲ δὲ λεπτόν. σῶμα ὑλικόν ἐστι τὸ δι’ ἁφῆς καὶ κρατούμενον καὶ φθορᾷ ὑποκεί‐ μενον· σῶμα δὲ λεπτόν ἐστι τὸ ἀνέπαφον καὶ | |
20 | ἀψηλάφητον. δεῖ δὲ εἰδέναι, ὅτι πᾶν σῶμα ἀνθρώπινον ἐκ τῶν τεσσάρων στοιχείων συνί‐ σταται, τὰ δὲ τῶν ζώων σώματα ἐκ τῶν τεσσά‐ ρων χυμῶν. στοιχεῖα δέ εἰσι ταῦτα· γῆ, ἥτις ἐστὶ ξηρὰ καὶ ψυχρά· ὕδωρ, ὅπερ ἐστὶ ψυ‐ | |
25 | χρὸν καὶ ὑγρόν· ἀὴρ, ὅς ἐστι θερμὸς καὶ ὑγρός· πῦρ, ὅ ἐστι θερμὸν καὶ ξηρόν. χυμοὶ δὲ τέσ‐ σαρες οὗτοι εἰσίν· μέλαινα χολὴ, αἷμα, φλέ‐ γμα, καὶ ξανθὴ χολή. ἀναλογοῦσι δὲ τοῖς τέσ‐ σαρσι στοιχείοις· ἡ μὲν μέλαινα χολὴ τῇ γῇ· | |
30 | ξηρὰ γάρ ἐστι καὶ ψυχρά· τὸ φλέγμα τῷ ὕδα‐ τι· ψυχρὸν γάρ ἐστι καὶ ὑγρόν· τὸ αἷμα τῷ | |
ἀέρι· ὑγρὸν γάρ ἐστι καὶ θερμόν· ἡ δὲ ξαν‐ | ||
sigma1706 | θὴ χολὴ τῷ πυρί· θερμὴ γάρ ἐστι καὶ ξηρά. ἰστέον δὲ καὶ τοῦτο, ὅτι οἱ μὲν καρποὶ ἐκ τῶν στοιχείων συνίστανται, οἱ δὲ χυμοὶ ἐκ τῶν καρ‐ πῶν· τὰ δὲ τῶν ζώων σώματα ἐκ τῶν χυμῶν, | |
5 | καὶ εἰς αὐτὰ ἀναλύεται· πᾶν γὰρ συντιθέμε‐ νον εἰς τὰ αὐτὰ ἀναλύεται, ἐξ ὧν συνετέθη. Σῶμα. πᾶν τὸ θεωρούμενον ἢ καὶ κρατούμενον ὑπὸ τῆς ἁφῆς τοῦ ἀνθρώπου σῶμα λέγεται· οἷον λίθος. πᾶν δὲ θεωρούμενον, μὴ κρατούμενον δὲ, | |
10 | λέγεται πρᾶγμα· ὡς ὁ ἀὴρ, ὁ καπνὸς, ὁ αἰθήρ. καὶ πᾶν τὸ μήτε θεωρούμενον μήτε κρατούμε‐ νον ὑπὸ τῆς ἁφῆς τοῦ ἀνθρώπου, ἀλλὰ τὸ νῷ, λέγεται πνεῦμα, οἷον θεὸς, ἄγγελος, ψυχή. Σῶμα μαθηματικόν. τὸ μῆκος καὶ τὸ πλάτος | |
15 | καὶ βάθος ἔχον, μὴ μέντοι ἁφῇ καὶ θέᾳ ὑπο‐ πίπτον. Σῶμα. πᾶν τὸ τεθνηκός. τὸ δὲ ζῶν δέμας λέγε‐ ται, διὰ τὸ τὴν ψυχὴν ἐν αὐτῷ συνδεδέσθαι, ὥς φησιν Ὅμηρος. | |
20 | Σῶμα. συνδρομὴ στοιχείων. οἱονεὶ δῶμα ὂν τῆς ψυχῆς. ὅθεν καὶ σκήνωμα λέγεται. Πλάτων δὲ λέγει, ὅτι σῆμα ἐστὶ, τουτέστι τάφος· ὥσ‐ περ γὰρ ἐντέθαπται ἡ ψυχὴ τῷ σώματι. Σῶν. τὸ ὑγιές. δηλοῖ δὲ καὶ τὸ σωζόμενον. | |
25 | Σώζω. ὥσπερ ἀπὸ τοῦ ἕω, τὸ καθέζομαι, γίνεται ἕζω, οὕτω καὶ ἀπὸ τοῦ σώω, ὃ σημαίνει τὸ ὑγι‐ αίνω, γίνεται σώζω. οὐκ ἔδει ἔχειν τὸ ι· ἡ μέντοι παράδοσις ἔχει τὸ ι, ἐφ’ ὅσον ἔχει τὸ ζ. καὶ ἔστιν εἰπεῖν, ὥσπερ ἀπὸ τοῦ ἄνθρωπος | |
30 | ἀνθρωπίζω, οὕτω καὶ ἀπὸ τοῦ σῶος σωΐζω καὶ κατὰ συναίρεσιν σώζω. | |
Σωκῶ. τὸ βοηθῶ, καὶ ἰσχύω. καὶ σώζειν. | ||
sigma1707 | †Σῶμαι. ἕρπω.† †Σωράσαι. σβέσαι.† †Σῶτα. ἔρχεται.† | |
†Σωτάζω. τὸ σώζω.† | ||
sigma1708 | Σώχω. τὸ τρίβω. καὶ σώχω. †Σώω. τὸ ὁρμῶ.† Σωφρονίσαι ἕτερον, ι. σωφρονῆσαι δὲ, ἀντὶ τοῦ | |
σώφρων γενέσθαι, η. | ||
tau1707(5t) | Τ. | |
6t | Τὸ Τ μετὰ τοῦ Α. | |
7t | (Ἀρσενικόν.) | |
8 | Ταγός. ὁ ἡγεμών. Ταγὼς δὲ, κύριον, μέγα. Ταγὴν, ταγῆνος. τὸ τηγάνιον, ἰωνικῶς. | |
10 | †Ταγήν. τὸ κόσκινον.† Ταγηνίας. πέμματα ἐστὶν ἀπὸ τηγάνων, ἐκ στέατος ὑγροῦ καὶ τυροῦ, καὶ μέλιτος καὶ στα‐ φίδος. καὶ ἡ ταγηνία. Τάλαρος. ὁ καλαθίσκος, ὁ εἰς τυρὸν ἐπιτή‐ | |
15 | δειος. | |
Τάλως. κύριον. | ||
tau1708(5) | Ταλαίπωρος. ἐπίπονος, ἄθλιος. παρὰ τὸ τά‐ λος καὶ τὴν ὥραν. ταλάωρος καὶ ταλαίπωρος. Τάλας. ὁ ἄθλιος, ὁ καρτερικός. παρὰ τὸ τάλ‐ λω, τὸ κακοπαθῶ. καὶ Ἡσίοδος· ἐτρέφετ’ ἀτάλλων. | |
10 | ἀντὶ τοῦ μὴ κακοπαθῶν. *Ταδεήλ. ἀγαθὸς κύριος.* Τακερός. οἰκτρός. κατάξηρος. Τακτικοῖς. στρατιώταις. Ταμεσίχροα. τμητικὸν τοῦ χρωτός. παρὰ τὸ | |
15 | ταμῶ, ταμέσω. | |
tau1709 | Ταμίας. ὁ κελλάριος· ὁ δεσπότης. ἀπὸ τοῦ τε‐ τμῆσθαι αὐτῷ τὴν ἐξουσίαν. ἢ παρὰ τὸ τέ‐ μνειν αὐτὸν καὶ ἀπομερίζειν τοῖς ἄλλοις. καὶ ταμειοῦχος, ὁ διοικητής. τοῦτο δίφθογγον. | |
5 | Τάναϊς. ποταμός. καὶ Τάνις. ἢ Τάνις πόλις Αἰγυπτιακὴ, ἐν ᾗ τὰ βασίλεια τοῦ Φαραώ. *Ταλασιουργός. ὁ ἐξαμμιττοποιός· ὁ βλατ‐ τᾶς, ἢ ὁ ἱερουργός.* Ταντάλειοι. τρομικοί. | |
10 | †Ταώς· καὶ ταὼν, ταῶνος. ὄρνεον, ὅ φασιν εἶναι βασιλέα πάντων τῶν πτηνῶν.† Ταών. παρὰ τὸ τείνειν τὸ χρύσειον οὐραῖον. Τανηλεγής. ὁ μακρὸν κοίμημα ἔχων, τουτέστιν αἰώνιον. παρὰ τὸ λέγω, τὸ κοιμῶμαι, [καὶ τὸ | |
15 | ταναὸν, ταναλεγὴς καὶ τανηλεγής. ἢ παρὰ τὸ τῆλε, ταλαλεγὴς καὶ τανηλεγής.] Ταλαπείριος. ὁ ὑπομονητικός· ὁ ταλάπηρος. καὶ ταλασιουργός. Τάπητας. ἐπιβόλαια ἢ στρώματα. παρὰ τὸ | |
20 | θάλπω, θάλπις, καὶ μεταθέσει τοῦ θ εἰς τ, καὶ ἀποβολῇ τοῦ λ, τάπις. Ταπεινός. ὡς ἀπὸ τοῦ ὄνος γίνεται ὀνεινὸς, οὕτω | |
καὶ ἀπὸ τοῦ ἔδαφος ἐδαφεινὸς, καὶ ἀποβολῇ | ||
tau1710 | τοῦ ε, καὶ τροπῇ τοῦ δ εἰς τ, καὶ τοῦ φ εἰς π, ταπεινός. ἢ παρὰ τὸ πέδον πεδεινὸς, καὶ συγ‐ κοπῇ καὶ τροπῇ ταπεινός. ἢ παρὰ τὸ πάτος γί‐ νεται, οἱονεὶ ὁ πατούμενος, καὶ ἐκεῖθεν πα‐ | |
5 | τεινὸς καὶ ἐν ὑπερβιβασμῷ ταπεινός. ἢ παρὰ τὸ τάπης, τάπητος, ταπητεινὸς, καὶ συγκοπῇ ταπεινός. Ταξίαρχος. ἡγεμών. Ταρσός. ἢ τὸ πλάτος τοῦ ποδὸς, ἢ τὸ ἄκρον τῆς | |
10 | χειρός. παρὰ τὸ ταρσαίνεσθαι, ὅ ἐστι ξηραί‐ νεσθαι. ἄσαρκον γὰρ τὸ πρὸς τοὺς δακτύλους μέρος. Ταρσὸς καὶ ὄνομα πόλεως ἐν Κιλικίᾳ. Τάρταρος. ὁ κατώτατος τοῦ ᾅδου τόπος. οἱ δὲ τὸν περὶ τὰ νέφη τόπον. | |
15 | Τάῤῥοθος. βοηθός. Τάρις. ποταμός. Ταξίλοι. ἔθνος. Τάοχοι. ἔθνος. Ταῦροι. Σκυθικὸν ἔθνος. οἵτινες τιμῶσιν, ὡς οἱ | |
20 | Αἰγύπτιοι, τοὺς βοῦς καὶ Ἄπιν. [Ταῦρος. ὁ ὑπὸ τῶν Ἀχαιῶν τόπος ὠνόμασται παρὰ τὴν τάσιν.] | |
Ταυρομενίτης. τοπικόν. | ||
tau1711 | Τάφος. ὅπου τίθεται τὰ λείψανα. παρὰ τὸ θῶ καὶ τιθῶ παράγωγον θάπτω. καὶ πάλιν τροπῇ τοῦ θ εἰς τ καὶ τοῦ π εἰς φ τάφος. περιττὸν γὰρ τὸ τ ἐν τῷ ῥήματι. | |
5 | Ταχυπῶλος. ὁ ταχεῖς πώλους ἔχων. Τάμισος. ἡ πιτύα. τοῦ Ψελλοῦ· ὀῤῥὸς τὸ γά‐ λα πέφυκε, τάμισος ἡ πιτύα. Ταρσός. ὁ καλαθίσκος. καὶ τὸ πλατὺ τῆς κώ‐ πης. | |
10 | Ταλαιπείριος. τληπαθής. Ὅμηρος· —ἱκέτην ταλαιπείριον ἀντιάσαντα. | |
12t | (Θηλυκόν.) | |
13 | Ταβερνῶν. καπηλείων. Ταβιθά. κύριον. | |
15 | Ταϊφά. πόλις Αἰγύπτου. *ἐξ ἧς καὶ Ταϊφά‐ λη.* Ταννία. ὁ στέφανος. παρὰ τὸ ταννύω. οὕτως Ὦρος ὁ Μιλήσιος. †Ταλασία. νεουργία.† | |
20 | Τάλις. ἡ νύμφη. Τανυγλώχιν. ἡ μακρὰς γωνίας ἔχουσα. Τάξις. ἀκολουθία. †Τάξις ἐστὶν ἐργασία ὁμοιότητος πρὸς ἄλληλα πάντων τῶν ὄντων καὶ συμμετρία, γινομένη αἰ‐ | |
25 | τία κοινωνίας τῶν πρὸς ἄλληλα παντὸς τοῦ ὄν‐ τος.† Ταρφειαί. πυκναί. Ταραχή. παρὰ τὸ ῥᾷον χεῖσθαι. γίνεται παρὰ | |
τὸ ταράσσω. | ||
tau1712 | Ταραντιναρχίαι. δύο ἴλαι ἱππέων, ἀνδρῶν δια‐ κοσίων πεντηκονταέξ. Ταραντιναὶ βαφαί. οἶμαι τὰ ἁλιουργὰ λέ‐ γειν. ἢ ἀπὸ ὀστρέου. ἢ ταραντεινὸν τὸ λεπτὸν | |
5 | ὕφασμα. οὐ πάντως πορφυροῦν, ὥς τινες ὑπέ‐ λαβον. Ταυτότης. κατὰ τρεῖς τρόπους λαμβάνεται. ἔστι γὰρ ταυτὸν τῷ γένει, ὡς ὅταν εἴπωμεν ταυτὸν εἶναι τῷ γένει τὸν ἄνθρωπον καὶ τὸν ἵππον, | |
10 | καθὸ ἀμφότερα ζῶα εἰσίν. ἔστι ταυτὸν καὶ τῷ εἴδει, ὡς ὅταν τὸν Πέτρον καὶ τὸν Ἰωάννην ταυτὸν λέγωμεν εἶναι τῷ εἴδει, καθὸ ἀμφότε‐ ροι ἄνθρωποι εἰσί. πάλιν ταυτόν ἐστι καὶ τῷ ἀριθμῷ, ὡς ὅταν εἴπωμεν τὸν Πέτρον ἑαυτῷ | |
15 | ταυτὸν εἶναι. καὶ ἡ διαφορὰ γὰρ τριχῶς λαμ‐ βάνεται. ἔστι γὰρ διαφορὰ τῷ γένει, καὶ διαφο‐ ρὰ τῷ εἴδει, [καὶ διαφορὰ τῷ ἀριθμῷ.] ταυ‐ τότης πάλιν ἐστὶν ἀπαραλλαξία, καθ’ ἣν ὁ τοῦ σημαινομένου λόγος τὸ πάντη κέκτηται μοναδι‐ | |
20 | κὸν, μηδενὶ τρόπῳ διαφορᾶς γνωριζόμενον. Ταλαεργός. ὁ τὴν γῆν ἐργαζόμενος. βοῦς τα‐ λαεργούς. †Ταναόν. τὸ πῦρ. τὸ διὰ λεπτότητα τεινόμε‐ νόν τε καὶ διεκπίπτον διὰ τῶν σπέκλων.† | |
25 | Τάφρος. τὸ παρὰ τὸ τεῖχος ὄρυγμα. πλεονα‐ σμῷ τοῦ τ, παρὰ τὸ ἀποφέρεσθαί τι ἐν τῷ σκά‐ πτεσθαι. ἄφερος καὶ ἄφρος καὶ τάφρος. [ἢ παρὰ τὸ φέρω, ἄφρος καὶ τάφρος.] | |
Ταχυπλόων. γοργυπλόων. ταχυπλόων νηῶν. | ||
tau1713 | Τάγηνον. τοῦτο οἱ Ἰώνων τινὲς τήγανον λέ‐ γουσι. ἀπὸ τοῦ τήκω, τήκανον, καὶ τήγανον, καὶ καθ’ ὑπέρθεσιν τάγηνον. Ταίναρον· καὶ Ταιρώνιον. ἀκρωτήριον. | |
5 | Τάλαντον. λίτραι ρκεʹ. [παρὰ τὸ ταίνω ῥῆμα, ὃ κατὰ ἀναδιπλασιασμὸν τιταίνω. ὡς καὶ τὸ ταινία. καὶ ὡς φαίνω, φαντὸς καὶ ἄφαντος, καὶ χραίνω, χραντὸς καὶ ἄχραντος, οὕτω ταίνω, ταντὸς καὶ τὸ οὐδέτερον ταντὸν, καὶ πλεονα‐ | |
10 | σμῷ τοῦ αλ τάλαντον, καὶ ἐν συνθέσει ἀτά‐ λαντον ἀντὶ τοῦ ὁμοτάλαντον. ἢ παρὰ τὸ τα‐ λαὸν καὶ ὑπομονητικὸν τοῦ βάρους. σημαίνει δὲ ζυγὸν καὶ ἄλλα πολλά.] *Ταληθά. κοράσιον.* | |
15 | Τανυηκές. τὸ μακρόν. τὸ μέχρι πολλοῦ ἧκον. τὸ τεταμμένην ἔχον τὴν ἀκὴν, ἢ αἰχμὴν ἠκο‐ νημένην. Τανύφλοιον. μακρόφλοιον. Ταρπέϊνον. ὄρος. | |
20 | Ταριχευτόν. πᾶν τὸ παττόμενον ἅλατι. καὶ τάριχος παρὰ τὸ ἐν τῇ ταριχείᾳ ἴσχνεσθαι. ἢ παρὰ τὸ γάρη ἔχειν, τροπῇ τοῦ γ εἰς τὸ ταῦ. †Ταριχευτὸν ὄψον. ὁ καλούμενος λάρδος. ἢ | |
τὸ ἀπόκτιν.† | ||
tau1714 | Τάῤῥωμα. ἡ κωπηλασία. Ταυτόν. ὅμοιον. Ταῦ. τὸ στοιχεῖον. Τάγματι. ἀξιώματι. καὶ ὁ Ἀπόστολος· ἕκα‐ | |
5 | στος ἐν τῷ ἰδίῳ τάγματι. τοῦτο δὲ λέγει, ἐν οἷς ἐστιν, ἄξιος ἔσται. | |
7t | (Ῥῆμα.) | |
8 | Ταινιοῦται. στεφανοῦται. Ταλαντεύουσι. σταθμίζουσι. †ζυγοστατοῦσι.† | |
10 | Ταλαντουμένην. τὴν δὲ γῆν ταλαντουμένην ἀνωμάλως σείεσθαι μὲν ὑπ’ ἐκείνων· μεταφο‐ ρικῶς δὲ ἀπὸ τῶν ζυγῶν, ἐπεὶ ὁ ζυγὸς τάλαν‐ τον λέγεται. καὶ ὑπερταλαντᾷν τὸ ὑπερβαρεῖν. Τάλλω. κακοπαθῶ. | |
15 | Ταλανίζει. ἄθλιον ἀποκαλεῖ. Τάμῃς. κόψῃς. Τανύσας. ἁπλώσας. Τάρπημεν καὶ ταρπήομεν. ἀντὶ τοῦ ἐκορέ‐ σθημεν. | |
20 | Ταρχύσουσι. θάψουσιν. ἀπὸ τῆς ταραχῆς τῆς ἐν τοῖς νεκροῖς γενομένης ἐν τῷ θάπτειν | |
αὐτούς. | ||
tau1715 | Ταρβῶ. τὸ φοβοῦμαι. παρὰ τὸ ταράσσειν τὴν βοήν. Ταράσσειν. παρὰ τὸ ῥῶ, τὸ φθείρω, ῥάσσω καὶ ταράσσω. | |
5 | Ταριχεύειν καὶ ταριχεύσειν. τὸ τήκειν καὶ ξη‐ ραίνειν. Ταφρεῦσαι. σκάψαι· ὀρύξαι. Ταφών. θαμβηθείς. ἐκπλαγείς. ἢ θαυμάσας. [ἔστι δὲ δεύτερος ἀόριστος ἐκ τοῦ θήπω, τὸ | |
10 | θαυμάζω, ἔθαπον, καὶ ἔταφον, καὶ ἰωνικῶς ταφών. ἡ μεταφορὰ ἐκ τῶν τάφων. καὶ γὰρ ἡμεῖς ὁρῶντες τοὺς τάφους ἐκπληττόμεθα διὰ τὸ ἐπεισερχόμενον ἡμῖν δεινόν.] καὶ τάφος, ἡ ἔκπληξις, ἀπὸ τῆς ὁμοίας ἐτυμολογίας. | |
15t | (Ἐπίῤῥημα.) | |
16 | Ταυρηδόν. δίκην ταύρου. Ταύτητοι. οὕτως, ἢ διὰ τοῦτο. ταυτὶ δὲ ἀντὶ τοῦ διὰ ταῦτα, ι. | |
Τάχα. ἀντὶ τοῦ ταχέως. | ||
tau1716(1t) | Τὸ Τ μετὰ τοῦ Ε. | |
2t | (Ἀρσενικόν.) | |
3 | †Τεινῳδός. παρὰ τὸ ἐκτείνειν τὴν ᾠδήν.† Τέκτων. λεπτουργός. | |
5 | Τεκτόσαγες. ἐθνικόν. Τέκμωρ. τέλος· τεκμήριον. *καὶ ὁ υἱός.* παρὰ τὸ τέκω, τέκωρ, καὶ πλεονασμῷ τοῦ μ τέκμωρ. Τελλὴν, Τελλῆνος, καὶ Τέλις, Τέλιδος. ὀνό‐ | |
10 | ματα κύρια. Τελαμών. ὁ ἀναφορεὺς λῶρος τῆς ἀσπίδος. Τελχῖνες. φθονεροὶ δαίμονες. βάσκανοι. παρὰ τὸ θέλγειν καὶ ἐξαπατᾷν ἡμᾶς. Τελῶναι. οἱ ἀδικηταί. οἱ καταλλάκται. *οἱ τὰ | |
15 | τέλη ἀγοράζοντες. τελώνης ἐστὶ καὶ ὁ τὰς ὑπαντήσεις ὠνούμενος τῶν δημοσίων συντελειῶν.* Τελεσφόρος. τέλειος μάντις. ἐγγαστρίμυθος. †Τέμμικες. οἱ νεωτοί.† Τεναγώδης. τόπος ἐλαφρὸς, ὕδατι καλυπτό‐ | |
20 | μενος καὶ σκεπόμενος, οἷον εἰπεῖν βορβορώδης. | |
tau1717 | †Τενέαιθος. ὄνομα ποταμοῦ.† Τένθης. ὁ γαστρίμαργος. Τένοντας. τραχήλους· τὰ διατεταμένα νεῦρα. ἀπὸ τῆς τάσεως. | |
5 | Τέο. ἀντὶ τοῦ τίνος. †Τερέβινθος. εἶδος φυτοῦ.† Τερμιόεις. ὁ μέγας. καὶ τερμιόεσσα, ἡ ἀπο‐ τερματίζουσα καὶ οἷον μεγάλη. Τερατοσκόπος. μάντις. | |
10 | Τερπικέραυνος. ὁ τοῖς κακοῖς τερπόμενος. ἢ τὸν τερπόμενον τοῖς κεραυνοῖς. [ἢ τὸν τοὺς ἐναντίους τρέποντα τῷ κεραυνῷ.] Τεριναῖος κόλπος. πέραμα τῆς Τύρου. Τειρεσίας. κύριον. ὃς ἦν μάντις. | |
15 | Τετράρχης. ὁ υἱὸς τοῦ Ἡρώδου τοῦ ἀνελόντος τὰ βρέφη. ὡς τὸ τέταρτον μέρος τῆς βασιλείας τοῦ πατρὸς αὐτοῦ διέπων. Τέττα. προσφώνησις τιμητικὴ νεωτέρου πρὸς πα‐ λαιότερον. ἀπὸ τοῦ ἄττα κατὰ ἀναδιπλασιασμὸν | |
20 | τέττα. Τέττιξ. παρὰ τὸ τάττω, τάττιξ καὶ τέττιξ. ὁ τεταγμένον ἔχων τὸν καιρὸν τοῦ ᾄδειν. †Τελαμών. ὁ ἀναφορεὺς τῆς ἀσπίδος λῶρος. ἢ τὸ ξίφος. παρὰ τὸ ταλάσσω, ταλαμὼν, καὶ τρο‐ | |
25 | πῇ τοῦ α εἰς ε τελαμών. ἢ ὁ πλατὺς ἱμὰς τῆς | |
tau1718 | ἀσπίδος, ἀφ’ οὗ ἤρτηται ἡ ἀσπίς. ἀπὸ τοῦ τεί‐ νεσθαι τὸν ἱμάντα.† Τεύτονες. οἱ Ῥωμαῖοι. Τετράτρυφον. τέσσαρα ἔχοντα κλάσματα. Ἡσίο‐ | |
5 | δος· ἄρτον δειπνήσας τετράτρυφον ὀκτάβλωμον. Τελμισσός. ὄνομα ποταμοῦ. | |
8t | (Θηλυκόν.) | |
9 | Τεῆς. τῆς σῆς, τῆς ἰδίας. | |
10 | Τειρεσία. ἡ μαντεία. †καὶ Τειρεσίας, κύριον· ὃς ἦν μάντις.† Τελετή. μυστηρίων ἀποτέλεσις, τελείωσις ἢ θυ‐ σία μυστηριώδης. ὁ δὲ Μιλήσιος Ὦρος λέγει, ὅτι τελετὰς καλοῦμεν τὰς ἐπὶ μείζους καὶ μετά | |
15 | τινος παραδόσεως τελετὰς τῶν εἰς αὐτοὺς δα‐ πανημάτων ἕνεκεν. τελεῖν γὰρ τὸ δαπανᾷν. Τελεταρχία. ἡ τῶν τελετῶν ἢ τῶν τελουμέ‐ νων ἄρχουσα. Τελμισός. πόλις. Τερμησὸς δὲ, η. | |
20 | †Τέμικος. ὄνομα πόλεως Κρητικῆς.† †Τέρεντος. ὄνομα πόλεως.† Τέρμινθος καὶ τέρμινθα. ἐμφερὲς λίνῳ φυ‐ τὸν, ἐξ οὗ πλέκεσθαι φασὶν ὁρμιὰς χρειώδεις ἐς τὰ πάντα καὶ πρὸς ἀλεξιφάρμακα. λέγεται | |
25 | καὶ τέργυνθος. | |
tau1719 | *Τεσσαρακονταετηρὶς, καὶ τριακονταετη‐ ρίς. ἡ διὰ τεσσάρων δεκάδων συνισταμένη ἢ τριῶν ἀρίθμησις.* Τερατολογία. ψευδολογία· οἷον θαυμαστὰ καὶ | |
5 | παράδοξα μυθεύουσα. Τερθρεία. ἡ λεπτολογία. ἔστι γάρ τοι σχοι‐ νίον ἐν τοῖς πλοίοις λεπτὸν, ὃ καλεῖται τέρ‐ θρον. οἷον τέρετρον· διατετρύπηται γὰρ, καὶ τὰ ἄκρα τῶν σινδονίων. ἐκεῖνο δὲ λέγομεν, | |
10 | ἀφ’ οὗ ἤρτηται τοῦ ἱστοῦ ἡ κεραία. ἄλλοι δὲ τερθρείαν λέγουσι τὴν φλυαρίαν, τὴν ἐν δύο μέ‐ ρεσι καλουμένην μάχην. τερθρία δὲ, ἡ πνοὴ, ι. Τετάρτην φυλακήν. τὴν τριωρίαν λέγει ἤτοι τὴν τρίτην ὥραν τὴν μετὰ τὴν ἐννάτην ὥραν | |
15 | τῆς νυκτός. Τετρακτύς. ταύτην οἱ Πυθαγορικοὶ ἐτίμων διὰ τὰ τέσσαρα στοιχεῖα, τὸ πῦρ, τὸν ἀέρα, τὸ ὕδωρ, τὴν γῆν, ἐξ ὧν καὶ τὰ σώματα συνίσταται. †Τευθίς. φάγοις δὲ καὶ πόπανα καὶ τὰς τευ‐ | |
20 | θίδας ἀμυγδάλων γέμοντα καὶ κωναρίων.† Τεχνολογία. περιποίησις τῆς τῶν λόγων φύσεως ἐπὶ σκοπῷ τοῦ περιγενέσθαι. Τέχνη. ὁ δόλος. Τέχνη. μέθοδος ἐνεργοῦσα τῷ βίῳ τὸ συμφέ‐ | |
25 | ρον. ἢ νοημάτων σύστημα κατατετριμμένον. ἢ κτῆμα τιμιώτατον καὶ κατὰ πολὺ χρησιμώτα‐ | |
τον τοῖς πᾶσιν ἀνθρώποις τοῖς ἐν τῷ βίῳ. ἢ | ||
tau1720 | σύστημα ἐκ καταλήψεων ἐγγεγυμνασμένον. σύ‐ στημα δέ ἐστι τὸ πλῆθος, οἱονεὶ ἑκάστου τεχνί‐ του τὸ ἐργαλεῖον. ἐκ καταλήψεων δὲ, ἤτοι ἐξ ἐφευρέσεων. οὐ γὰρ ἀθρόως αἱ τέχναι εὕρηνται, | |
5 | ἀλλ’ ἄλλος ἄλλό τι εὗρεν· ὁ μὲν, τρύπανον· ὁ δὲ, τὸ εἰς κάλλος ἀποξέειν τὰ ξύλα. καὶ ταῦτα πάντα ὁμοῦ συνελθόντα ἀπετέλεσαν τὴν τέχνην. ἐγγεγυμνασμένον δέ ἐστι τὸ οἱονεὶ φα‐ νερὸν καὶ δεδοκιμασμένον. γυμνάσαι γὰρ λέγο‐ | |
10 | μεν τὸ εἰς φῶς ἀγαγεῖν. τέχνη δὲ, παρὰ τὸ τεύχω, τὸ κατασκευάζω. γίνεται τευχάνη, καὶ ἐν συγκοπῇ τέχνη. διχῶς δὲ ἡ τέχνη· λογικὴ καὶ πρακτική. καὶ λογικὸς καλεῖται, ὅστις με‐ τὰ λόγου πράττει, οἷον γραμματικὸς, ῥήτωρ· | |
15 | πρακτικὸς δὲ, ὅς τι μετὰ τῶν λοιπῶν μερῶν τοῦ σώματος καὶ τῶν χειρῶν, οἷον τέκτων, χαλκεὺς καὶ τὰ ὅμοια. διαφέρει δὲ ἡ λογικὴ τῆς πρα‐ κτικῆς, ὅτι τὴν μὲν λογικὴν μόνος ὁ ἄνθρωπος ἐπίσταται, τὴν δὲ πρακτικὴν καί τινα τῶν ἀλό‐ | |
20 | γων ζώων. Τευκτήν. κατασκευαστήν· χειροποίητον. | |
22t | (Οὐδέτερον.) | |
23 | Τέγος. δωμάτιον, στέγη. Τέγεον. τόπος. καὶ Νέμεον, τόπος. | |
25 | Τέθριππον. τὸ ἐκ τεσσάρων ἵππων ἅρμα. Τείρεα. τὰ ἄστρα. παρὰ τὸ εἴρω, τὸ λέγω, εἴ‐ | |
ρεα, καὶ πλεονασμῷ τοῦ τ τείρεα· καὶ γὰρ τὰ | ||
tau1721 | ἄστρα σημαίνουσι σημασίαν τινά. ἢ παρὰ τὸ τέρας, τὸ σημεῖον. ἢ παρὰ τὸ τείρω, τὸ κατα‐ πονῶ· πολλοὶ γὰρ κατεπόνθησαν ἀστρόβλη‐ τοι, ὥσπερ καὶ ἐμβρόντητοι. | |
5 | Τειχίδιον. τὸ μικρὸν τεῖχος. καὶ τειχίον. Τεκμήριον. σημεῖον ἀναμφίβολον, ἀληθινόν. ἢ σημεῖον δεικνύμενον διὰ συλλογισμοῦ. Τέκμαρ. τὸ ἐκ μαρτυρίας ἀναγκαίου συλλογι‐ σμοῦ τὸ μετέπειτα δῆλον δεικνύον. ὡς τὸ, πο‐ | |
10 | λέμιοι ἔρχονται, κονιορτὸς γὰρ ἐφάνη. Τέκεα. τὰ τέκνα. τὸ τέκος, τὰ τέκεα. Τέκνον. παρὰ τὸ τέκω τέκανον καὶ συγκοπῇ τέ‐ κνον. Τέλματα. τὰ πηλώδη καὶ παχέα. ἤτοι τὰ πη‐ | |
15 | λώδη καὶ τελευταῖα τοῦ ὕδατος. Ἰσαῖος δὲ εἶπε τὰ γεωργήσιμα χωρία. Τέλος. οὗ ἕνεκα τὰ ἄλλα, αὐτὸ δὲ οὐδενὸς ἕνεκα. Τελεταρχικόν. τὸ τελειοποιόν. Τέμενος καὶ τεμένη. ναός. ἢ τόπος ἀποτετμημέ‐ | |
20 | νος εἰς δόξαν θεοῦ. παρὰ τὸ τέμνω, τέμνη, καὶ τέμενος, πλεονασμῷ τοῦ ε. Τέμπος. τὸ ὕψος. ἢ τέμπεα τὰ οἰκήματα. ἢ τέμ‐ πη αἱ καταδύσεις. ἢ τὰ στενὰ τῶν ὀρέων. ἢ τὰ σύνδενδρα. οἱονεὶ τρέπη τινὰ ὄντα, τὰ με‐ | |
25 | τατροπὰς καὶ κάμψεις ἔχοντα. Τενάγη. πηλώδη πελάγη. ἢ διάβροχοι καὶ κά‐ θυγροι τόποι. ἢ ἰλὺς ἐπιπολάζοντος ὕδατος τοῦ | |
πηλοῦ καὶ βοτάνης ἐπιφαινομένης τῷ ὕδατι. | ||
tau1722 | [παρὰ τὸ τέγγω, τὸ βρέχω, τέγγανος καὶ ἐν ὑπερθέσει τέναγος, ὁ ὑπόβροχος τόπος.] Τεόν. τὸ σὸν, τὸ ἴδιον. Τέρας. πρᾶγμα ὑπὲρ τὸ θαῦμα καὶ ἔκπληξιν τοῖς | |
5 | ὁρῶσι παρέχον. ἢ τὸ παρὰ φύσιν γινόμενον. οἷον τὸ ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν καὶ ἐγεῖραι νε‐ κρούς. καὶ τεράστιον. Τέρμα. τὸ τέλος. Τερθρίον. τὸ σχοινίον. καὶ τέρθρον. | |
10 | Τέραμνον. ἁπαλόν. καὶ ἀτέραμνον, τὸ σκληρόν. Τέρεν. ἁπαλὸν, τρυφερόν. [παρὰ τὸ θέρω, θέ‐ ρεν καὶ τέρεν, τὸ ὥσπερ τεθερασμένον καὶ δια‐ κεχυμένον. τίθεται δὲ καὶ ἐπὶ τοῦ ἁπαλοῦ. πα‐ ρὰ τὸ διακεχύσθαι καὶ μὴ τραχὺ εἶναι.] | |
15 | Τερετίσματα. ᾠδαὶ ἀπατηλαὶ καὶ θελκτικαί. ἢ ᾄσματα ἔκλυτα. ἀπὸ μεταφορᾶς τοῦ τέττιγος ἢ τῆς χελιδόνος. Τέρετρον. τὸ τρύπανον. [ἔστι ῥῆμα τρῶ, τρᾷς, ὅπερ ἀπὸ τοῦ τείρω κατὰ συγκοπήν. παρὰ τὸ | |
20 | τείρω τέρτερον, ὡς φέρω φέρτερον, καὶ παρὰ τὸ λέγω, τὸ κοιμῶμαι, λέκτρον. δηλοῖ δὲ τὸ τρῶ τὸ κόπτω, ἔνθεν τὸ τρῶσαι, ὃ δηλοῖ τὸ διακόψαι τὸν τοκετόν.] Τετραθέλυμνον. τετράπτυχον, τέσσαρας θέ‐ | |
25 | σεις ἔχον. Τέτταρα. ἀντὶ τοῦ τέσσαρα. Τέτρασιν. ἐκ τοῦ τέσσαρσι, τέτταρσι καὶ καθ’ | |
ὑπερβιβασμὸν τέτρασι. | ||
tau1723 | Τέτρωρον. ἡ ἅμαξα, τὸ ἅρμα, ἡ καρούχα. Τετραμερές. τὸ σῶμα ἐκ τεσσάρων στοιχείων ὥσπέρ τις κόσμος συνιστάμενον. Τεῦχος. τὸ σκεῦος, ἡ κατασκευή. | |
5 | Τεχνητόν. τὸ τεχνασθὲν καὶ κατασκευασθέν. καὶ τεχνηέστατον. Τέλος. δύο ἐφιππαρχίαι ἱππέων ἀνδρῶν δισχι‐ λίων τεσσαρακονταοκτώ. Τέρεν, καὶ τέρην ἐπὶ ἀρσενικοῦ. παρὰ τὸ τείρω, | |
10 | τὸ καταπονῶ. | |
11t | (Ῥῆμα.) | |
12 | Τέγγει. βρέχει. Τεθηλότα. θάλλοντα. Τεθνειῶτος. θανόντος. καὶ τεθνειώς. | |
15 | *Τεμμαχίζειν, καὶ τεμμαχίζεται. τὸ τέ‐ μνειν καὶ μερίζειν.* Τεθηπότες. ἐκπεπληγμένοι. ἀπὸ τοῦ θήπω, τὸ θαυμάζω καὶ ἐκπλήττομαι. Τεθολωμένος. τίθεται καὶ ἐπὶ χαρᾶς καὶ λύ‐ | |
20 | πης. Τείρεται. καταπονεῖται, δαμάζεται. Τεκταίνω. τὸ κατασκευάζω. Τεκμαίρω. τὸ κατασκευάζω. ἀλλὰ καὶ τὸ σημει‐ | |
οῦμαι. ἀπὸ τοῦ τέκμωρ. | ||
tau1724 | Τελέθουσι. γίνονται. †Τελεῖ. ὑπάρχει.† Τελεσθῆναι. καὶ τὸ ἀναλωθῆναι. οὕτως Ἀντιφῶν. Τελεῖν. καὶ ἀντὶ τοῦ δαπανᾷν. | |
5 | Τελισκόμενος. τελειούμενος, πληρούμενος, ἐν‐ θουσιῶν. Τελεσιουργεῖ. τὸ ἔργον τελειοῖ. Τέρσεσθαι. ξηραίνεσθαι. [παρὰ τὸν τέρσω μέλ‐ λοντα αἰολικῶς κατὰ τροπὴν τοῦ ς εἰς τ.] | |
10 | Τέρπεσθαι. μετάθεσίς ἐστι τοῦ ρ, παρὰ τὸ τρέπεσθαι καὶ μετάγεσθαι τὴν ψυχὴν ἀπὸ τῶν βιωτικῶν φροντίδων καὶ θορύβων. Τετριγότας. τρίζοντας. *Τερετίζειν. μουσικῶς φωνεῖν.* †κιθαρίζειν.† | |
15 | *Τέτλαθι. ὑπόμεινον.* Τεταρπόμενος. ἀντὶ τοῦ τερφθείς. Τετελεσμένον. πεπληρωμένον. †Τετρακταϊσμένα. ἤγουν ἐπεσκοπημένα· δε‐ δοκιμασμένα· ἐξητασμένα.† | |
20 | Τετυφωμένοι. ἐπῃρμένοι. ὑπερηφανευόμενοι. †Τετρυχωμένος. καταπεπονημένος· δεδαμα‐ σμένος.† Τετραμμένοι. τραπέντες. ἢ προσέχοντες ἑαυ‐ | |
τοῖς. | ||
tau1725 | Τέτρηρεν. ἐτρύπησε. Τέτορεν. ἔκοψε. Τεταγών. τείνας. παρὰ τὸ τάζω, τὸ τείνω καὶ ἕλκω. [ὁ μέλλων τάξω, τέταγα, ὁ δεύτερος | |
5 | ἀόριστος ἔταγον, ἡ μετοχὴ ταγὼν, καὶ κατὰ ἀναδιπλασιασμὸν τεταγών.] Τεταργανωμένην. συμπεπλεγμένην καὶ συνει‐ λουμένην. ἡ γὰρ παρ’ ἡμῖν σαργάνη παρὰ τοῖς Ἀττικοῖς ταργάνη καλεῖται. [καὶ τὸ συνειλεῖ‐ | |
10 | σθαι τεταργανῶσθαι λέγουσι.] Τετάχαται καὶ τετύχαται. τεύχω, τεύξω, τέτευχα, [καὶ τὸ παθητικὸν τρίτον πρόσωπον τοῦ παρακειμένου τέτευκται, καὶ Ἰακῶς τετεύ‐ χαται. τὸ δὲ τετάχαται ἀπὸ τοῦ τάζω, τάξω, | |
15 | ὁμοίως Ἰακῶς.] Τετιημμέναι. τετιμωρημέναι. τεταλαιπωρημέ‐ ναι. [ἀπὸ τοῦ τίω, τὸ τιμωρῶ, τιῶ, περισπώ‐ μενον ῥῆμα.] Τετιήσθων. τετιμήσθωσαν. ἀπὸ τοῦ τίω, τὸ | |
20 | τιμῶ. Τέτλαθι. ὑπόμεινον. [ἀπὸ τοῦ τλῶ, τλῆμι, τὸ πληθυντικὸν τλάμεν, τὸ προστακτικὸν τλά‐ θι, καὶ διπλασιασμῷ τέτλαθι.] Τετραχίζειν. ἐπὶ τετάρτου μέρους τι ποιεῖν. οὕ‐ | |
25 | τως Ἀριστοφάνης. Τετρηχυῖα. τραχεῖα καὶ θορυβώδης. ἢ τετα‐ | |
ραγμένη. ἀπὸ τοῦ ταράσσω. | ||
tau1726 | Τέτυκται. κατεσκεύασται. Τετύκοντο. παρεσκευάζοντο. [τεύχω, ὁ δεύ‐ τερος ἀόριστος ἔτυχον, ὁ παθητικὸς ἐτυχόμην, ἐτυχόμεθα, τὸ τρίτον ἐτύχοντο καὶ κατὰ ἀνα‐ | |
5 | διπλασιασμὸν τετύχοντο, καὶ τροπῇ τοῦ χ εἰς κ τετύκοντο.] Τεύχω. τὸ κατασκευάζω. Τεύξεται. κατασκευασθήσεται. Τευτάζειν. πραγματεύεσθαι, ἢ σκαιωρεῖσθαι, | |
10 | ἢ στρατεύεσθαι, καὶ πολὺ διατρίβειν ἐν ταυ‐ τῷ. ἐνίοτε σημαίνει καὶ τὸ φροντίζειν. σημαί‐ νει δὲ καὶ τὸ σπουδάζειν, καὶ τὸ ἡσυχάζειν, καὶ τὸ φλυαρεῖν. παρὰ δὲ τῷ Ψελλῷ τευτά‐ ζειν τὸ πλανᾶσθαι· τηλαύγημα λέπρας ἀρχὴ, | |
15 | τευτάζειν τὸ πλανᾶσθαι. Τελέθωσι. τελευτήσωσι. Ἡσίοδος· εὖτ’ ἂν γεινόμενοι πολιοκρόταφοι τελέθωσι. Τεμπειόθεν. ἀπὸ Τεμπείας. Τετραποδητί. | |
20t | Τὸ Τ μετὰ τοῦ Η. | |
21t | (Ἀρσενικόν.) | |
22 | Τηθαλώδης. γυναικοκρατής. Τήϊοι. οἱ ἀπὸ τῆς Τήου νήσου. Τηλεβόας καὶ Τηλαμός. ποταμοί. | |
25 | Τηλίκος. μικρός. | |
tau1727 | Τηλέκλειτος. ὁ ἔνδοξος. Τηλεκλητὸς δὲ, ὁ πόῤῥωθεν καλούμενος, η τὸ κλη. τηλεκλητῶν ἐπικούρων. | |
5 | Τηλεδαπός. ὁ πόῤῥω ἔχων τὸ ἔδαφος καὶ τὴν πόλιν. παράγωγόν ἐστι διὰ τὸ δάπος, παρὰ τὸ τῆλε τηλεδαπός· ὡς ἡμέων ἡμεδαπός. Τηλίας καὶ τηλία. Ὦρος ὁ Μιλήσιος τὴν πε‐ ριφέρειαν τοῦ κοσκίνου λέγει. [παρὰ τὸ σῶ, τὸ | |
10 | σείω καὶ κινῶ. σῶ, σήθω, ἀφ’ οὗ ὄνομα σηλία καὶ τηλία, τροπῇ τοῦ ς εἰς ταῦ.] Τηλύγετος. καταχρηστικῶς ἀγαπητός· μονο‐ γενής. κυρίως δὲ τηλύγετοι καλοῦνται οἱ τηλοῦ τῆς γονῆς ὄντες παῖδες, ὅ ἐστιν ἐκ γεροντικῆς | |
15 | ἡλικίας σπαρέντες. τὰ γὰρ μετὰ τὴν ἀπόγνω‐ σιν τῆς παιδοποιΐας γεννώμενα μᾶλλον ἀγαπᾶ‐ ται. Τῆνος. κύριον. καὶ ὄνομα νήσου. Τήνιος. ἀπὸ τῆς Τήνου νήσου. | |
20 | Τήρων. ὁ νέος στρατιώτης. ἢ νεόλεκτος στρατός. Τητινός. ὁ χθεσινός. καὶ τῆτες ἀντὶ τοῦ χθές. Τηλαυγής. λαμπρός· μακρόθεν αὐγάζων. τη‐ λαυγὴς καὶ τὸ λεπτότατον ἴχνος τῆς λέπρας, δι’ οὗ καὶ πόῤῥωθεν ὁρᾶται καὶ δήλη ἐστί. | |
25t | (Θηλυκόν.) | |
26 | Τήβεννα. μανδύας. καὶ πόλις. | |
tau1728 | Τήθη. ἡ τροφός. Τηκεδόνος. τῆς τήξεως. Τῆλις. εἶδος σπέρματος. τίλλις δὲ, τὸ ἀγγεῖον, ἰῶτα. | |
5 | Τῆλος. ὄνομα κύριον λιμένος καὶ πόλεως. Τηλαύγεια. ἡ ἀπὸ μακρόθεν αὐγάζουσα λαμ‐ πρότης. Τῆνος. νῆσος. καὶ Τῆος. Τηραβένη. πόλις. καὶ Τηρητίνη. | |
10 | Τητθίς. ἡ τροφός. Τημῇ. ἀντὶ τοῦ ἐμῇ. καὶ ἔχει τὸ ι κατὰ τὴν λήγουσαν, κατὰ δὲ τὴν ἄρχουσαν οὔ. Ὅμηρος· ἀμφὶ δέ τοι τημῇ κλισίῃ. ἔστι δὲ τῇ ἐμῇ, καὶ ἐκθλίβεται τὸ ι τοῦ τῇ | |
15 | ἄρθρου, καὶ κιρνᾶται τὸ ἦτα καὶ ε εἰς τὸ η, καὶ ἔστι χωρὶς τοῦ ι. Τήλεφις. πόλις. καὶ Τηλέφειον τραῦμα. | |
18t | (Οὐδέτερον.) | |
19 | Τήθεα. τὰ ὄστρεα. | |
20 | †Τηθίον. ὁ μαστός.† Τήκεα καὶ τήκεννα. τὰ καλτίκια. Τημελές. ἐπιμελές. Τήνεα. τὰ σκόροδα. | |
24t | (Ῥῆμα.) | |
25 | Τῆ. τὸ λάβε καὶ δέξαι. σημαίνει δὲ καὶ τὸ ταύτῃ, | |
καὶ τὸ ἐνταῦθα. [ἔστι τάω, τῶ, τὸ δέχομαι, | ||
tau1729 | τὸ δεύτερον τάεις, τὸ τρίτον τάει καὶ κράσει τοῦ α καὶ ε εἰς η Δωρικῶς τῆς καὶ τῆ. τούτου ὁ παρατατικὸς ἔταον, ἔταες, ἔταε, καὶ τὸ προσ‐ τακτικὸν τάε, τᾶ, καὶ τροπῇ Δωρικῇ τοῦ α εἰς | |
5 | η τῇ] Τήκω. τὸ δαμάζω. Τηλεθόων. αὐξάνων. καὶ τηλεθόωσα, πάνυ θάλ‐ λουσα. [καὶ τηλεθάοντας. παρὰ τὸ θάλλω, θάλλοντας. δύναται καὶ παρὰ τὸ θαλέθω καὶ | |
10 | μεταθέσει τοῦ θ εἰς τ ταλεθάοντας καὶ τροπῇ τοῦ α εἰς η τηλεθάοντας. οὐ γὰρ ἔγκειται τὸ τήλεας.] Τημελῶ. τὸ φροντίζω. Τηρῶ. παρὰ τὸ θέω τηρῶ· ὅπου γὰρ τρέχει | |
15 | τὶς, ἐκεῖ θεωρεῖ. [ἢ παρὰ τὸ οὐρῶ, τὸ φυλάσ‐ σω, πλεονασμῷ τοῦ ταῦ τουρῶ καὶ τροπῇ τοῦ ου εἰς η τηρῶ. καὶ τὸ τυρὸς παρὰ τὸ τηρῶ· γάλα γὰρ τηρούμενον ὁ τυρός.] Τητῶ. τὸ στερίσκω. καὶ τητώμενος, καὶ τητᾷ. | |
20 | Ἡσίοδος· σὺ μὲν αἰτεῖς ἄλλον, ὁ δ’ ἀρνεῖται, σὺ δὲ τητᾷ. ἔστι τάω καὶ σημαίνει τὸ ζητῶ, καὶ κατὰ ἀνα‐ διπλασιασμὸν τατάω, τατῶ, καὶ τὸ τρίτον τη‐ | |
25 | τᾶται. ὡς πειρῶμαι, πειρᾷ, πειρᾶται. | |
26t | (Ἐπίῤῥημα.) | |
27 | Τηρητέον. δεῖ τηρεῖν. Τηλαυγῶς. λαμπρῶς. Τῆλε· τηλόσε· τηλόθι καὶ τηλοῦ. παρὰ τὸ | |
30 | τέλος, τηλοῦ· τὰ γὰρ ἐπὶ τέλους συντείνοντα | |
μεγεθύνονται. | ||
tau1730 | Τηλεδαπῶς. μακρὰν ἀφεστηκώς. Τῆμος· τημοῦτος. ἀντὶ τοῦ τηνικαῦτα. Τήμερον. ἀντὶ τοῦ σήμερον. Τηνεί. ἀντὶ τοῦ ἐκεῖσε. | |
5 | Τηνάλως. ἀντὶ τοῦ μάτην. Τηνικαῦτα. τότε. †Τῆτες. ἀντὶ τοῦ χθές.† | |
8t | Τὸ Τ μετὰ τοῦ Ι. | |
9t | (Ἀρσενικόν.) | |
10 | Τίγρης. ποταμός. καὶ κλίνεται Τίγρητος. τίγρις δὲ, τὸ ζῶον, ι, καὶ κλίνεται τίγριδος. *Τιτάν. καταχθόνιος δαίμων, τιμωρητικός. ἐτυμολογεῖται δὲ παρὰ τὸ τίω, τὸ τιμωρῶ.* Τιβὴν, τιβῆνος. τοῦ τρίποδος. | |
15 | Τιθώης. κύριον. Τιμηταί. οἱ πρῶτον τιμώμενοι. Τίννοι. ἐθνικόν. Τίς. ἀντὶ τοῦ οὐδείς. ὡς τό· τίς ἔγνω νοῦν κυ‐ ρίου; | |
20 | Τίτανος. ἄσβεστος. Τιτθοί. οἱ μασθοί. ὅτι ἐπιστηθίδιοί τινές εἰ‐ σιν. ἢ οἱ ἐντιθέμενοι ἐν τοῖς στόμασιν. Τίτλος. σανίδιον. Τιτυμνοῦ. μικρᾶς ἡλικίας. | |
25 | Τίρυνς, Τίρυνθος. ὄνομα πόλεως. Τῖφος. ὁ κάθυγρος τόπος. ἀπὸ τοῦ τύφεσθαι, ὅ ἐστι πύθεσθαι ἐν ὑλώδεσι τόποις. Τίφως δὲ, ὄνομα ποταμοῦ, μέγα. ἔνιοι δὲ Τίφυς γρά‐ | |
φουσι. | ||
tau1731 | Τίς. ἀντὶ τοῦ οἷος. ὁ Ἀπόστολος· τίς οὖν ἦν ὁ μακαρισμὸς ὑμῶν. ἀντὶ τοῦ, οἷος ἦν, ὅτι οὕτω ταχέως ἐῤῥύη. Τιναγμός. ὅταν σείηται ἡ γῆ. | |
5t | (Θηλυκόν.) | |
6 | Τιάρα. κορυβάντιόν τι, ὃ ἐφόρει ὁ ἀρχιερεὺς ἐπὶ τὴν κεφαλὴν, ἢ ἣν οἱ βασιλεῖς ὀρθὴν ἐφό‐ ρουν παρὰ Πέρσαις, οἱ δὲ στρατηγοὶ κεκλι‐ μένην. | |
10 | Τιβέρη. πόλις. καὶ Τιβεριάδος θάλασσα. Τιθήνας. τροφούς. [ἡ εὐθεῖα ἡ τιθήνη. παρὰ τὸν τιτθὸν, ὃ σημαίνει τὸν μαστὸν, γίνεται τιτ‐ θήνη, καὶ ἀποβολῇ τοῦ ἑνὸς τ τιθήνη. ἢ παρὰ τὸν θήσω μέλλοντα τὸν σημαίνοντα τὸ τρέφω, | |
15 | ὄνομα ῥῆμα θήνη καὶ διπλασιασμῷ τιθήνη.] †Τίθις. ἡ τοῦ πατρὸς ἀδελφή.† Τιθωνός. ἡ ἡμέρα. παρὰ τὸ τιθασσὸν, ὃ ση‐ | |
μαίνει τὸ ἥμερον. | ||
tau1732 | Τιμή. δόξα μετὰ δόσεως, ὡς πρὸς εὐεργετήσαν‐ τα γινομένη. Τιμήσεως. ζημίας. Τιμωρία. ζημία μετὰ πληγῶν. | |
5 | Τῖος. πόλις *κατὰ Παφλαγονίαν, ἀνὰ μέσον Ἀμάστριδος καὶ Ποντοηρακλείας. ὁ πολίτης Τίϊος, καὶ Τῖος κράσει τῶν δύο ιι εἰς ι μακρόν. ὡς Χίϊος, Χῖος.* †Τιτηνίς. ἀρχαία.† | |
10 | Τίτθη καὶ τιτθύς. ἡ τροφός. Τιτθεία. ἡ μαίευσις. Τιτώ. ἡ ἡμέρα. Τίτιδας. τὰς περὶ τὴν καρδίαν φλέβας λέγει ὁ Ἱπποκράτης. καὶ ὁ Ψελλός· τίτιδας φλέβας | |
15 | λέγουσι τὰς περὶ τὴν καρδίαν. | |
16t | (Οὐδέτερον.) | |
17 | Τιλφωσαῖον. ὄρος. καὶ Τιλφάσιον. | |
Τιμαλφέστατον. πολυτελέστατον. | ||
tau1733 | Τίμημα. ἡ ζημία καὶ ἡ καταδίκη. καὶ ἐτιμήσαν‐ το ἀντὶ τοῦ ἐζημίωσαν καὶ κατεδίκασαν. Τίμημα. καὶ τὸ ἐνέχυρον καὶ τὸ κεφάλαιον. εἴρηται καὶ ἐπὶ τῆς τιμωρίας. | |
5 | Τιταιρώνιον. ἀκρωτήριον. Τιταρήσιον. ὄρος. †Τίφη. ἄλση.† Τιφωσαῖον. ὄρος. | |
9t | (Ῥῆμα.) | |
10 | Τιθηνῆσαι. θρέψαι. Τιθαιβώσω. τὸ τρέφω. καὶ τιθαιβώσσοντο, ἐπι‐ μελείας ἠξιοῦντο. [κυρίως δὲ ἐπὶ τῶν μελισ‐ σῶν λέγεται. παρὰ τὸ τιθέναι τὴν βόσιν. καὶ Ὅμηρος· | |
15 | —ἔνθα δ’ ἔπειτα τιθαιβώσσουσι μέλισσαι.] Τιθήμενος. τρεφόμενος. Τιθασσεύω. ἡμερῶ. Τίθετι. ἰστέον, ὅτι τὸ προστακτικὸν τῶν εἰς μι διχῶς κανονίζεται, καὶ ἐκ τοῦ παρατατικοῦ, ὥσ‐ | |
20 | περ καὶ τὰ ἀπὸ τῶν εἰς ω κανονίζονται, καὶ ἀπὸ μετοχῶν, οἷον ἀπὸ τοῦ ἵστημι, ἵστης, ἵστη, [καὶ τὸ προστακτικὸν ἵστη. καὶ τὸ ἐμπίπλημι, πίπλη. ἀπὸ δὲ τοῦ ἵστημι, ἵστη.] οὕτως καὶ ἀπὸ τοῦ τιθεὶς, τιθέντος, τίθετι. | |
25 | Τιμιουλκῶν. τιμιουλκῶν τὸν σῖτον, ἀντὶ τοῦ βα‐ ρυτιμῶν. Τιμαλφούμενος. τιμὴν εὑρίσκων. ἄλφειν γὰρ | |
τὸ ζητεῖν. | ||
tau1734 | Τίνω καὶ τιννύω. τὸ ἀνταποδίδωμι. Τίννυσθαι. παρὰ τὸ τίνω, τὸ ἀποδίδωμι, γέ‐ γονε τιννύω, τίννυμι, καὶ ἐκεῖθεν τίννυσθαι. σημαίνει δὲ τὸ τιμωρεῖσθαι. | |
5 | Τίνω. τὸ ἀποδίδωμι. διὰ τοῦ ι. ἀπὸ τοῦ τίω πλεονασμῷ τοῦ ν. [τὸ γὰρ ν πέφυκε πλεονά‐ ζειν ἐν τοῖς ῥήμασιν, οἷον θύω θύνω, δύω δύ‐ νω, πίω πίνω. οὕτως οὖν καὶ τίω τίνω. καὶ τὸ μὲν πίω εὕρηται μακρὸν καὶ βραχὺ, τὸ δὲ | |
10 | πίνω μακρὸν ἀεί.] Τινάσσω. τὸ σείω. [ἐκ τοῦ τιταίνω, ὃ σημαίνει τὸ ἕλκω, τιτανῶ ὁ μέλλων, καὶ αἰολικῶς τιτάν‐ σω, καὶ ἀποβολῇ τοῦ τ καὶ ἐν ὑπερβιβασμῷ τινάσσω. ἢ παρὰ τὸ ἲς, ἰνὸς, ἰνάσσω καὶ τι‐ | |
15 | νάσσω.] Τίσομαι. τιμωρήσομαι, ἢ ἀνταποδώσω. Τίσειαν. τίω, τὸ τιμωρῶ καὶ ἐκτιννύω, ὁ μέλ‐ λων τίσω, τὸ εὐκτικὸν τίσειαν, ὡς τύψειαν. καὶ Ὅμηρος· | |
20 | τίσειαν Δαναοὶ ἐμὰ δάκρυα σοῖσι βέλεσσι. Τισικούντων. μαχομένων· διαλεγομένων. Τιταίνω. τὸ ἐκτίνω καὶ ἕλκω. παρὰ τὸ ταίνω καὶ κατὰ ἀναδιπλασιασμὸν τιταίνω. Τιτρῶ. τὸ τρυπῶ. | |
25 | Τιτυσκόμενος. ἐπιτηρῶν, καταστοχαζόμενος. [σημαίνει καὶ τὸ ἑτοιμάζειν.] Ὅμηρος· | |
ὣς εἰπὼν ὑπ’ ὄχεσφι τιτύσκετο—. | ||
tau1735 | ἔνιοι δὲ ἐπὶ τοῦ ψυχικῶς στοχάζεσθαι. οἷον· τιτύσκετο φρεσὶν ᾗσιν. οἶμαι δὲ, ἀμφότερα ἀπὸ τοῦ τεύχω γίνεται. [ὁ δεύτερος ἀόριστος ἔτυχον, καὶ ἐξ αὐτοῦ κατὰ | |
5 | διπλασιασμὸν τετύκω καὶ τιτύσκω. τὸ δὲ τιτύ‐ σκω, εἰ μὲν σημαίνει τὸ βλέπω, γίνεται ἀπὸ τοῦ θεῶ, θεάσω, καὶ συγκοπῇ θῶ καὶ τῶ, κατὰ παραγωγὴν τύω, ὁ μέλλων τύσω, καὶ πλεονα‐ σμῷ τοῦ κ τύσκω, καὶ μετάγεται εἰς ἐνεστῶτα | |
10 | διὰ τὸ μηδέποτε εὑρίσκεσθαι βαρύτονον μέλ‐ λοντα εἰς κ λήγειν, καὶ κατὰ ἀναδιπλασιασμὸν τιτύσκω. τὸ δὲ σημαίνω. παρὰ τὸ σκευάζω ἀπὸ τοῦ τεύχω.] Τίω. τιμῶ. ἐξ οὗ καὶ τιμή. τίω, τὸ τιμωρῶ. καὶ | |
15 | ἐξ οὗ καὶ τιμωρία. τίω, τὸ ἀνταποδίδωμι. ἐξ οὗ καὶ τό· δανείζεται ὁ ἁμαρτωλὸς καὶ οὐκ ἀποτίσει. Τί μήν. κατάφασιν δηλοῖ. ἀντὶ τοῦ, πῶς γὰρ οὔ; διατί γὰρ οὔ; | |
20t | Τὸ Τ μετὰ τοῦ Λ. | |
21t | (Ἀρσενικόν.) | |
22 | Τλήμων. καρτερικός. Τληπαθής. καρτερικὸς ἐν τοῖς πάθεσι. Τληπόλεμος. κύριον. | |
25t | (Θηλυκόν.) | |
26 | Τλητή. ὑπομονητική. καὶ τλῆσις. | |
27t | (Ῥῆμα.) | |
28 | Τληπαθεῖν. ταλαιπωρεῖν. Τλῆσαι. καρτερῆσαι. | |
30 | Τλῆθι. καρτέρησον. Τλημονεῖν. καρτερεῖν. | |
Τλῆ. ἀντὶ τοῦ ἔτλη. | ||
tau1736(1t) | Τὸ Τ μετὰ τοῦ Μ. | |
2t | (Ἀρσενικόν.) | |
3 | Τμήδας καὶ Τμῶλος. κύριον. | |
4t | (Θηλυκόν.) | |
5 | Τμῆσις. ἡ διαίρεσις. | |
6t | (Οὐδέτερον.) | |
7 | Τμητά. τὰ δυνάμενα διαιρεῖσθαι κατὰ πλάτος. | |
8t | (Ῥῆμα.) | |
9 | Τμάγειν. ἐκ τοῦ τμήγω, τὸ χωρίζω. | |
10 | Τμώμενος. τεμνόμενος. | |
11t | (Ἐπίῤῥημα.) | |
12 | Τμήδην. ἀντὶ τοῦ τμητικῶς. | |
13t | Τὸ Τ μετὰ τοῦ Ο. | |
14t | (Ἀρσενικόν.) | |
15 | Τοῖος. τοιοῦτος. Τοῖο. τοιούτου καὶ τούτου. Τοιχωρύχος. ὁ κλέπτης ὁ ὀρύσσων τὸν τοῖχον. τοιχορύκτης δὲ, μικρόν. Τοῖχος. ἀπὸ τοῦ στείχω. θέλει εἶναι στοῖχος, | |
20 | καὶ ἀποβολῇ τοῦ ς τοῖχος. Τοκήων. γονέων. καὶ τοκέων. ἡ εὐθεῖα ὁ το‐ κεύς. Τολερῖνοι καὶ Τολιστήβογοι. ἐθνικά. Τολμητίας. ὁ θρασὺς, ὁ τολμηρός. | |
25 | Τολμήεις. ὁ καρτερικός. Τοναῖος. ἰσχυρός. καὶ ὁ δρόμος τοναῖος ἦν. Τόνος. ἡ δύναμις. ἢ τόνος ἐστὶν ἀπήχησις φω‐ νῆς ἐναρμονίου. ἢ κατὰ ἀνάτασιν ἐν τῇ ὀξείᾳ, ἢ κατὰ ὁμαλισμὸν ἐν τῇ βαρείᾳ, ἢ κατὰ περί‐ | |
30 | στασιν ἐν τῇ περισπωμένῃ. τόνοι δὲ εἰσὶ τρεῖς, ὀξὺς, βαρὺς, περισπώμενος. κυρίως δὲ δύο, ἡ | |
ὀξεῖα καὶ ἡ περισπωμένη. ἡ γὰρ βαρεῖα συλ‐ | ||
tau1737 | λαβικῶς τόνος ἐστὶ καὶ οὐ κυρίως. ἁπλοῖ δὲ τό‐ νοι ἡ ὀξεῖα καὶ ἡ βαρεῖα· σύνθετος δὲ, ἡ πε‐ ρισπωμένη· συντίθεται δὲ ἐξ ὀξείας καὶ βα‐ ρείας. τόνοι δὲ λέγονται, διότι πρὸς αὐτοὺς τεί‐ | |
5 | νομεν τὰς φωνὰς, καὶ τὴν φωνὴν εὐρυτέραν ποι‐ οῦμεν. ἢ παρὰ τὸ τείνω, τὸ τανύω. ἢ τόνος ἐστὶν ἐπίτασις ἢ ἄνεσις· ἢ μεσότης συλλαβῶν εὐφωνίαν ἔχουσα. Τομίας. ὁ εὐνοῦχος. | |
10 | Τομεύς. ὁ κόπτων. Τοξότης. Τόρνος. ξύλον στρογγύλον. παρὰ τὸ τείρω, τορῶ, καὶ τόρνος. Τοῦ. σημαίνει ἡ λέξις, τίνος ἕνεκα. τάσσεται δὲ | |
15 | ἐπὶ ἀρσενικοῦ καὶ θηλυκοῦ καὶ οὐδετέρου. Τόπος γνώσεως ἐστὶ νοῦς· καὶ νοῦ τόπος γνῶσις θεοῦ. | |
18t | (Θηλυκόν.) | |
19 | Τοιᾶσδε. τοιαύτης. | |
20 | Τοκάς. ἡ γεννῶσα. Τολύπη. εἶδος βοτάνης. ἢ ἐργασία, μηχανή. ἢ ἄμπελος ἀγρία καὶ βοτάνη δηλητήριος. Τορώνη. πόλις. | |
24t | (Οὐδέτερον.) | |
25 | Τό. ποιητικὴν σχέσιν σημαίνει. | |
—τόδ’ ἱκάνω. | ||
tau1738 | καὶ ἔστι αἰτιατικὴ πτῶσις ἰσοδυναμοῦσα τῇ εἰς προθέσει. Τόδε μοι. ἀντὶ τοῦ τοῦτο δή. Τοδί. τοῦτο. | |
5 | Τολύπευμα. τὸ κατασκευαστὸν καὶ πεφιλοτιμη‐ μένον ἔριον. Τοπεῖον. σχοινίον τὸ δεσμεῦον τοὺς ἄνδρας. *Τὸ ἄντικρυς. οὐ μόνον ἐπὶ τοῦ ἐναντίου, ἀλ‐ λὰ καὶ ἐπὶ τοῦ σαφοῦς. καὶ ἡ ἀσπὶς οὐ μόνον | |
10 | ἐπὶ τοῦ ὄφεως, ἀλλὰ καὶ ἐπὶ τοῦ ὅπλου, ὅ ἐστι σκουτάριον.* Τοπάζιον. λίθος διαυγέστατος καὶ ὑποχλωρίζων, ἐν Τοπάζῳ, πόλει Ἰνδικῇ, εὑρισκόμενος· ὃς τριβόμενος ἐν ἰατρικῇ ἀκόνῃ οὐκ ἐρυθρὸν ἀπο‐ | |
15 | δίδωσι κατὰ τὸ χρῶμα χυμὸν, ἀλλὰ γαλακτώ‐ δη· ἐμπίπλησι δὲ κρατῆρας, ὅσους ἂν ἐθέλῃ ὁ ὑποτρίβων, καὶ οὔτε τῷ σταθμῷ, οὔτε τῇ πε‐ ριφερείᾳ ἐλαττοῦται, ὃ καὶ παράδοξον. Τοὔλαιον. τὸ ἔλαιον. | |
20 | †Τό. ποιητικὴν σχέσιν σημαίνει. τόδ’ ἱκάνω. καὶ ἔστιν αἰτιατικὴ πτῶσις ἰσοδυναμοῦσα τῇ εἰς προθέσει.† Τὸ λοιπόν. ἀντὶ τοῦ ἐπίλοιπον. καὶ παρὰ τῷ Ἀποστόλῳ τὸ λοιπὸν ἀντὶ τοῦ ἀποχρώντως· | |
25 | τὸ λοιπὸν οὖν, ἀδελφοὶ, ἐρωτῶμεν ὑμᾶς καὶ | |
tau1739 | παρακαλοῦμεν ἐν κυρίῳ Ἰησοῦ. τὸ ἐρωτῶμεν ἀντὶ τοῦ παρακαλοῦμεν. Τονόω, τονῶ. τὸ ἐνδυναμῶ. Τονθορύζω. ὑπόπτως λαλῶ. ὑποψιθυρίζω, ἠρέ‐ | |
5 | μα γογγύζω. παρὰ τὸ θροῦς, ὁ θόρυβος, γί‐ νεται θροΰζω, καὶ ἐν ὑπερθέσει θορύζω, καὶ κατὰ ἀναδιπλασιασμὸν θονθορύζω καὶ τονθο‐ ρύζω. Τολυπεύειν. κατεργάζεσθαι. | |
10 | Τοξοποιεῖν. ἀντὶ τοῦ τὰς ὀφρῦς σκυθρωπάζειν. Τοπῶ. τὸ ὑπονοῶ. καὶ τοπάζω. καὶ τοπαστέον, ὑπονοητέον. Τορεύει. γλύφει, τορνεύει. καὶ τορῶ, τὸ τρυπῶ. | |
14t | (Ἐπίῤῥημα.) | |
15 | Τοι. σύνδεσμος παραπληρωματικὸς, κόσμου ἕνεκεν παραλαμβανόμενος. Τοιγαροῦν. διὰ τοῦτο. Τοιγάρτι. τούτου γὰρ ἕνεκεν. ἢ τούτου χάριν. Τοίνυν. διὰ τοῦτο. | |
20 | Τοὔμπαλιν. εἰς τοὐπίσω. παρὰ τὸ ἔμπαλιν κα‐ τὰ κρᾶσιν. Τοὐπίκλην. .... Τόφρα. τηνικαῦτα. ἐπὶ τοσοῦτον. ἀνταποδοτικὸν ἐπίῤῥημα. | |
25 | Τοτέ. ἀντὶ τοῦ ποτέ. Τουτί. τοιοῦτο. *Τουτοΐ. τουτονί. τὸ λοῦτρον τουτοῒ λοῦτρον ἄντικρυς ᾅδου καὶ τῶν βασιλείων τούτου ἐπά‐ | |
ξιον.* | ||
tau1740(1t) | Τὸ Τ μετὰ τοῦ Ρ. | |
2t | (Ἀρσενικόν.) | |
3 | Τραπεζίτης. ὁ καταλλάκτης. τραπεζείτης δὲ κύων, ὁ τὰς ψιχίας ἐσθίων ὑποκάτω τῆς τρα‐ | |
5 | πέζης, δίφθογγον. Τράχηλος. παρὰ τὴν τραχύτητα· ὀστώδης γάρ ἐστιν. ἢ παρὰ τὸ δι’ αὐτοῦ χέειν τὸν χιλὸν, ὅ ἐστι τὴν τροφήν. Τραυλός. παρὰ τὸ θραύω. ἢ παρὰ τὸ ἀγείρω | |
10 | καὶ τὸ αὐλός. ὁ παρατεθραυσμένος καὶ κατα‐ πεπονημένος τὴν φωνήν. †Τρέχνος. στέλεχος· κλάδος· φυτόν· βλά‐ στημα.† †Τρήνικος. ὄνομα ποταμοῦ.† | |
15 | †Τριέσπερος Ἡρακλῆς. διὰ τὸ τριπλασιάσαι τὴν νύκτα μισγόμενον τῇ αὐτοῦ μητρὶ Ἀλκμή‐ νῃ τὸν Δία, οὐκ ἐπιθυμίας, ἀλλὰ παιδοποιΐας ἕνεκα.† Τρίποδα. λέβητα ἐν Δελφοῖς ἐπὶ τρίποδος κεί‐ | |
20 | μενον, ἐν ᾧ ἐμαντεύετο ὁ Ἀπόλλων. Τρίβωνες. τὰ περιβλήματα· τινὰ ἐρυθρὰ, φοι‐ νικὰ καὶ φαία. τὰ μὲν ἐρυθρὰ καὶ φοινικὰ ἦσαν τῶν ῥητόρων, τὰ δὲ φαιὰ τῶν φιλοσόφων. καὶ τριβώνιον ἔνδυμα φιλοσόφου ἔχον σημεῖα, | |
25 | ὡς γράμματα †ἐπίσημα· ὡς τοῖς πολιτευομέ‐ νοις τὸ νῦν σκαραμάγγιον.† *Τριήναρχος. ὁ τῶν πολεμικῶν πλοίων ἄρ‐ χων.* | |
Τρικάρηνος. τρικέφαλος. τρικάρηνος κύων. | ||
tau1741 | Τριγλώχινι. τρεῖς ἀκίδας ἔχοντι, τριγώνῳ. Τριβωλιμαῖος. ὁ πανοῦργος. ἢ ὁ κατατετριμ‐ μένος καὶ ἔμπειρος τῶν κακῶν. τριοβολιμαῖος δὲ, ὁ τριῶν ὀβολῶν ἄξιος. | |
5 | Τριακονταετὴς, καὶ τριακονταέτης. καὶ ἐπὶ μὲν τοῦ καιροῦ καὶ τοῦ χρόνου βαρύνεται, ὅ ἐστι τριακονταέτης· ἐπὶ δὲ τοῦ μετέχοντος τοῦ χρό‐ νου ὀξύνεται, τριακονταετής. καὶ πενταετὲς παιδίον λέγομεν, καὶ πενταετὴς ἄνθρωπος. ἐπὶ | |
10 | δὲ τοῦ χρόνου· οὐδ’ εἰ πεντάετές γε καὶ ἑξάετες—. Τρόπος. τὸ ἦθος. καὶ ὁ τροπωτήρ. παρὰ τὸ τρέ‐ πειν τὰς κώπας. Τροπωτῆρες. ἱμάντες ἐν τοῖς πλοίοις, ἐν οἷς αἱ | |
15 | κῶπαι περὶ τοὺς σκαλμοὺς περιδέονται. †Τρόφις. ὁ ἀδελφός.† Τροχός. παρὰ τὸ τρέχειν τροχός. ὡς παρὰ τὸ δραμεῖν δρόμος. λέγεται δὲ καὶ ὁ τροχὸς, δρόμος. | |
20 | Τροχαλόν. ἐπικαμπῆ. ἀπὸ μεταφορᾶς τοῦ τροχοῦ. ὡς ὀξὺν ἐν τῷ δρόμῳ. ἀναγκάζεται | |
γὰρ ὁ γέρων ὑπὸ ψύχους τρέχειν ἐπὶ τὸν θερ‐ | ||
tau1742 | μὸν οἶκον. ἢ τροχαλὸς ὁ κυρτὸς καὶ ἐπικαμπής. Ἡσίοδος· —τροχαλὸν δὲ γέροντα τίθησι. Τρύγοιπος. ὁ διυλιστήρ. | |
5 | Τρωγλοδύται. οἱ εἰς πέτρας εἰσδυόμενοι. Τρώκτης. ἀπατεών. παρὰ τὸ τρώγω, τρώξω, τρώκτης. Τρῳούς. τοὺς Τρωϊκούς. ἔχει τὸ ι προσγεγραμ‐ μένον. ἔστι Τρὼς, ὁ Τρωϊκὸς, καὶ ἀποβολῇ τοῦ | |
10 | κ Τρωϊοὺς, τὸ πληθυντικὸν, καὶ κατὰ συναί‐ ρεσιν Τρῳούς. Τρίπους. καὶ ὁ γέρων. Ἡσίοδος· τότε δὲ τρίποδι βροτῷ ἶσοι. | |
14t | (Θηλυκόν.) | |
15 | Τραγορίγανον. εἶδος βοτάνης, ἥνπερ οἱ ἐσθίον‐ τες πολλάκις γίνονται κατωφερεῖς. Νίκανδρος· Πολλάκις δ’ ἀγροτέρης τραγοριγάνου ἠδὲ γάλακτος. Τράμις. εἶδος ζώου. | |
20 | Τρασίαι. ὁ τόπος, ἔνθα τὰ σῦκα ξηραίνεται. παρὰ τὸ τερσαίνειν, τὸ ξηραίνειν. ὁ δὲ Σοφο‐ | |
κλῆς ἐν τῷ ἑτέρῳ Ἀμφιαράῳ ἐπὶ τῆς ἅλω τέ‐ | ||
tau1743 | θεικε τὴν λέξιν. Αἰλιανός· ἐν ταῖς τρασίαις κυλίειν φασὶ καὶ τῶν ἰσχάδων τὰς περιπαρεί‐ σας. Τράφηξ. ἡ ὑπόβλαστος βάσις. καὶ τὸ τῆς | |
5 | νεὼς χεῖλος, ἐφ’ ᾗ οἱ σκαλμοὶ τίθενται, καὶ τὸ ξύλον, ὅπου τιθέασι τὸν ἄρτον. ὡς παρὰ Λυκό‐ φρονι. Τράπεζα. κατὰ ἀποβολὴν τῆς τε συλλαβῆς· ἔστι γὰρ τετράπεζα, ἡ τέσσαρας πέζας ἔχουσα. | |
10 | πέζα γὰρ ὁ ποῦς. ὅτι καὶ αἱ τῶν παλαιῶν τρά‐ πεζαι τετράγωνοι ἦσαν. Τραγῳδία. ποίημα ἐπιτάφιον, ὅπερ ποιοῦντες οἱ παλαιοὶ τράγους ἀντὶ μισθοῦ ἐλάμβανον. δια‐ φέρει δὲ ἡ τραγῳδία τῆς κωμῳδίας, ὅτι ἡμῖν | |
15 | τραγῳδία λύει τὸν βίον, ἡ δὲ κωμῳδία συνίστησι. Τραφερά. ἡ ξηρὰ γῆ. ἡ πεπηγυῖα ὡς πρὸς τὴν θάλασσαν. τρέφω γὰρ τὸ πηγνύω. καὶ θρέξαι τὸ πῆξαι. Τριακάς. χωρίον ἔξω τῆς Κωνσταντινουπόλεως | |
20 | λεγόμενον αἱ τριακάδες. καὶ ἡ διὰ θανάτου | |
ἡμέρα τριακὰς ἐλέγετο. | ||
tau1744 | Τριάς. κατὰ μὲν τὴν φυσικὴν ἀκολουθίαν μονά‐ δων σύνθεσις· κατὰ δὲ τὴν θεϊκὴν οὐσίαν ὑπερ‐ άριθμος ὕπαρξις. Τριμερής. ἡ ψυχὴ ἡ ἐν αὐτῷ προτυποῦσα τὴν | |
5 | τρισάγιον τριάδα, ὥσπερ ἐν σώματι τινὶ μέλ‐ λουσαν ἐν τῷ νεκρωθέντι κόσμῳ φανερωθῆναι, καὶ τούτων τὴν θεογνωσίαν ζωοποιῆσαι. τριμε‐ ρῆ δὲ λέγει τὴν ψυχὴν, ὥσπερ τινὰ στοιχεῖα νοερὰ ἔχουσαν τὰ ἑαυτῆς μέρη, δι’ ὧν καὶ συν‐ | |
10 | ίσταται, τουτέστι τὸ λογικὸν, τὸ ἐπιθυμητι‐ κὸν καὶ θυμικόν· ὅπως διὰ μὲν τοῦ λογικοῦ λογίζεται τὴν ἀρετὴν, διὰ δὲ τοῦ ἐπιθυμητικοῦ ἀγαπᾷ τὸν θεὸν, διὰ δὲ τοῦ θυμικοῦ ὀργίζεται τοῖς δαίμοσιν †ἀνδριζομένη κατ’ αὐτῶν.† ὥσπερ | |
15 | οὖν ἀδύνατον σῶμα εἶναι μὴ ἔχον τέσσαρα στοι‐ χεῖα, οὕτως ἀμήχανον εἶναι ψυχὴν μὴ ἔχουσαν τρία μέρη, δι’ ὧν καὶ συνέστηκε. τριμερὴς δὲ εἴρηται, οὐχ ὡς μέρη ἔχουσα, ἀσώματος γάρ ἐστιν, ἀλλὰ διὰ τὰς ἐνεργείας, δηλονότι τὸ λο‐ | |
20 | γικὸν, τὸ ἐπιθυμητικὸν καὶ τὸ θυμικόν. Τρίτην. τρίτην ἡμέραν λέγουσιν, οὐχὶ τρίτης ἡμέ‐ | |
ρας, οὐδὲ τρίτη ἡμέρα. Ξενοφῶν· χθὲς [δὲ] | ||
tau1745 | καὶ τρίτην ἡμέραν ταυτὸ τοῦτ’ ἔπραττον. Μέ‐ νανδρος· ἡμέραν τρίτην ἐπενόμασεν ἡμῖν. Ἀντιφῶν· | |
5 | ἐχθὲς μετὰ πέντ’ ἔπινον ἡμέραν τρίτην μεθ’ ἑπτά. οὐκέτι δὲ ἀπὸ τρίτην ἡμέραν, ὥσπερ νῦν σολοι‐ κίζουσι τινὲς, ἀλλ’ ἀπὸ τρίτης ἡμέρας. καὶ τρί‐ τον ἔτος λέγουσιν, οὐχὶ τρίτῳ ἔτει. Φερεκράτης· | |
10 | πότε σὺ ἤκουσας αὐτοῦ πρὸ πέρυσι ἔτος τρίτον. ἐνίοτε δὲ προστιθέασι τοῦτο καὶ τουτὶ, οἷον, τρί‐ τον ἔτος τοῦτο. ἐπειδὰν ἀπὸ τοῦ παρόντος χρό‐ νου λογίζονται καὶ μὴ ἀπό τινος παρῳχηκότος. | |
15 | καὶ Δημοσθένης· τρίτον ἢ τέταρτον ἔτος του‐ τὶ ὡραῖον τεῖχος πολιορκῶν. ἄνευ δὲ τοῦ προκεῖ‐ σθαι τὸ τοῦτο καὶ τουτὶ, κοινὸν [καὶ] τοῦ παρεληλυθότος χρόνου ἐστί. Τριτογένεια. φοβερὰ, καταπληκτική. | |
20 | Τριμηθοῦς. πόλις κατὰ Κύπρον. Τριήρεις. πλοῖα πολεμικά. καλοῦνται καὶ λίβερνοι. Τριφυλία. ἡ ἐν Πελοποννήσῳ. ἀπὸ Τριφύλης τῆς Κλύτου μητρὸς, ἀλλ’ οὐκ ἀπὸ Τριφύλου τοῦ Λυκάονος. | |
25 | Τρίχες. παρὰ τὴν τραχύτητα, τραχέες τινὲς οὖσαι. οἱ δὲ ἀπὸ τοῦ τρίζειν ἐν τῇ κουρᾷ. οἱ δὲ ἀπὸ τοῦ πλήθους. οἱ δὲ ἀπὸ τοῦ τρύχεσθαι καὶ ἀφαιρεῖσθαι συνεχῶς. Τρήρων, τρήρωνος. λέγεται δὲ ἡ δειλὴ περι‐ | |
30 | στερά. παρὰ τὸ τρέω τρεερὸς καὶ κατὰ συνα‐ | |
tau1746 | λοιφὴν τρηρὸς καὶ παρώνυμον τρήρων. ὡς ἁβρὸς, ἅβρων. Τροχιάς. †πορείας.† τρίβους. †ἐργασίας.† Τροιζήν. χώρα. καὶ κλίνεται Τροιζῆνος. | |
5 | Τροπή. ἀποσκίασμα, ἀλλοίωσις. †Τροπή. δίωξις.† Τροπαὶ τοῦ ἡλίου. πρώτη μὲν ἡ ἐαρινή. ἐν αὐτῇ γὰρ ἐποίησεν ὁ θεὸς τὰ σύμπαντα. καὶ δηλοῖ τὸ μέχρι νῦν ἐν αὐτῇ τῶν ἀνθέων τὴν | |
10 | βλάστησιν γίνεσθαι. ἥτις καὶ ἰσημερινὴ τροπή ἐστι. δώδεκα γὰρ ὡρῶν τήν τε ἡμέραν καὶ τὴν νύκτα καθίστησιν. αὕτη ἐκ τῆς μέσης τῆς ἀνα‐ τολῆς τοῦ ἡλίου συνίσταται, εὐκραὴς οὖσα, αἵ‐ ματος αὐξητικὴ, θερμὴ καὶ ὑγρὰ ὑπάρχουσα, | |
15 | καὶ δι’ αὐτῆς μεσιτεύουσα τῷ χειμῶνί τε καὶ τῷ θέρει, τοῦ μὲν χειμῶνος θερμοτέρα καὶ ξη‐ ροτέρα, τοῦ δὲ θέρους ψυχροτέρα. διατείνει δὲ αὕτη ἡ ὥρα ἀπὸ μαρτίου εἰκάδος πρώτης μέχρι ἰουνίου εἰκοστῆς τετάρτης. εἶτα ὑψουμένης τῆς | |
20 | τοῦ ἡλίου ἀνατολῆς ἐπὶ τὰ βορειότερα μέρη, ἡ θερινὴ τροπὴ διαδέχεται, μεσιτεύουσα τῷ τε ἔαρι καὶ τῷ μετοπώρῳ, ἐκ μὲν τοῦ ἔαρος τὸ θερμὸν ἔχουσα, ἐκ δὲ τοῦ μετοπώρου τὸ ξη‐ ρόν· θερμὴ γάρ ἐστι καὶ ξηρὰ, καὶ τὴν θερ‐ | |
25 | μὴν αὔξει χολήν. αὕτη μὲν μεγίστην τὴν ἡμέ‐ ραν ἔχει ὡρῶν πεντεκαίδεκα, τὴν δὲ νύκτα πά‐ νυ σμικροτάτην, ὡρῶν ἐννέα διάστημα ἔχουσαν. καὶ αὕτη δὲ διατείνει ἀπὸ ἰουνίου εἰκοστῆς τε‐ τάρτης μέχρι σεπτεμβρίου εἰκοστῆς πέμπτης. | |
30 | εἶτα πάλιν εἰς τὴν μέσην ἀνατολὴν τοῦ ἡλίον | |
tau1747 | ἐπανιόντος, ἡ μετοπωρινὴ τροπὴ τὴν θερινὴν ἀμείβει, μέσως πως ἔχουσα ψύξεώς τε καὶ θέρμης, ξηρότητός τε καὶ ὑγρότητος, καὶ με‐ σιτεύουσα τῇ τε θερινῇ καὶ τῇ χειμερινῇ τρο‐ | |
5 | πῇ, ἐκ μὲν τῆς θερινῆς τὸ ξηρὸν, ἐκ δὲ τῆς χειμερινῆς τὸ ψυχρὸν ἔχουσα· ψυχρὰ γάρ ἐστι καὶ ξηρά· καὶ τὴν μέλαιναν αὔξει χολήν. αὕτη πάλιν ἰσημερινὴ ὑπάρχει, ἐκ δώδεκα ὡρῶν τήν τε νύκτα καὶ τὴν ἡμέραν ἔχουσα. διατείνει δὲ | |
10 | αὕτη ἀπὸ σεπτεμβρίου κεʹ μέχρι δεκεμβρίου κεʹ. τοῦ δὲ ἡλίου ἐπὶ τὴν μικροτέραν καὶ χθαμα‐ λωτέραν ἤτοι μεσημβρινὴν ἀνατολὴν κατιόντος, ἡ χειμερινὴ ἐπιλαμβάνεται τροπὴ, ψυχρά τε καὶ ὑγρὰ τυγχάνουσα, μεσιτεύουσα τῇ τε με‐ | |
15 | τοπωρινῇ καὶ τῇ ἐαρινῇ, ἐκ μὲν τῆς μετοπωρι‐ νῆς τὸ ψυχρὰν ἔχουσα, ἐκ δὲ τῆς ἐαρινῆς τὸ ὑγρὸν κεκτημένη. αὕτη δὲ σμικροτάτην ἡμέραν ἔχει, ὡρῶν ἐννέα, τὴν δὲ νύκτα μεγίστην, ὡρῶν πεντεκαίδεκα, φλέγματος αὐξητική. διατείνει | |
20 | δὲ μέχρι εἰκοστῆς πρώτης μαρτίου. σαφῶς δὲ ὁ δημιουργὸς προενοήσατο, ὡς ἂν μὴ ἐξ ἄκρας ψυχρότητος ἢ θερμότητος ἢ ὑγρότητος ἢ ξη‐ ρότητος ἐπὶ τὴν ἄκραν ἐναντίαν ποιότητα χα‐ λεποῖς περιπέσωμεν ἀῤῥωστήμασι· σφαλερὰς | |
25 | γὰρ τὰς αἰφνιδίους μεταβολὰς οἶδεν ὁ λόγος. Τροπολογία. ἀλλοίωσις ἑτέρου πρὸς ἕτερον κα‐ τατὶ, τουτέστι καθ’ ἓν τῶν ὑποκειμένων τριῶν, νοήματος, λέξεως καὶ μέλους. γίνεται δὲ ἡ τρο‐ πολογία ἢ κατὰ νόημα, ἢ κατὰ λέξιν, ἢ κατὰ | |
30 | μέλος. καθ’ οἷον οὖν τῶν προλεχθέντων τού‐ των γένηται, κατ’ ἀλλοίωσιν γίνεται. | |
Τροπηλίς. ἡ τῶν σκορόδων δέσμη. ἀπὸ τοῦ εἰ‐ | ||
tau1748 | λεῖσθαι. τροπαλὶς ἦν, καὶ ἐτράπη τὸ α εἰς η. Ἀριστοφάνης Ἀχαρνεῦσι· σκορόδων τροπαλίδος. Τροφαλίς. ἐπὶ τοῦ τυροῦ. παρὰ τὸ τρέφω, τὸ | |
5 | πήσσω. ὡς τὸ ἔλπω ἐλπὶς, κρέω κρεκὶς καὶ κερ‐ κὶς, οὕτω τρέφω τροφὶς καὶ πλεονασμῷ τοῦ α καὶ τοῦ λ τροφαλίς. Τροφή. παρὰ τὸ τρέφω, τὸ πήσσω. ἡ πηγνύουσα καὶ εὐσταθῆ ποιοῦσα τὰ σώματα. τροπὴ καὶ | |
10 | ἡ ἀγωγὴ καὶ ἡ παιδεία. Πλάτων· ὑπὸ τῷ σοφωτάτῳ Χείρωνι τεθραμμένος. ἀντὶ τοῦ πε‐ παιδευμένος. Ὅμηρος δὲ πεπαιδεῦσθαι λέ‐ γει τὸν Ἀχιλλέα ἀντὶ τοῦ τετράφθαι. Τρυμαλιά. ἡ τρύπα. | |
15 | Τρύξ. ἡ τρύγη. Τρυτάνη. ἡ στάθμη, τὸ ζύγιον. [παρὰ τὸ εἰς τρία ἑστάναι, τριτάνη καὶ τρυτάνη,] τροπῇ τοῦ ι εἰς υ. Τρυφή. ἡ διακλῶσα τὰ σώματα. τρύψαι γὰρ τὸ | |
20 | κλάσαι. Ὅμηρος· διατρυφὲν ἔκπεσε χειρός. Τρίφαλλος. τρεῖς φαλλοὺς ἔχουσα. φαλλὸς δὲ ὁ λόφος τῆς περικεφαλαίας. τρίφαλλος ἀσπίς. | |
25 | Τρῳάς. Τρωϊκὰς γυναῖκας. ἐπεὶ εὕρηται κατὰ διάστασιν Τρωϊάδας γυναῖκας. Τρυφαλίς. τυροῦ τμῆμα. τοῦ Ψελλοῦ· ἱππά‐ κη τυρὸς ἵππειος, τρυφαλὶς τυροῦ τμῆμα. Τριβή. σημαίνει τέσσαρα· ἡ ἀργία· ἡ πεῖρα· τὸ | |
30 | σχολεῖον· καὶ ἡ παλαίωσις τοῦ ἱματίου. Τρυγών. παρὰ τὸ τρύζω, τὸ γογγύζω. καὶ κλί‐ | |
νεται τρυγόνος. | ||
tau1749(1t) | (Οὐδέτερον.) | |
2 | †Τρέτραθρα. φυτά· νέα.† Τριηράρχημα. τὸ εἰς τριηραρχίαν ἀνάλωμα, μετὰ τὸν τῆς τριηραρχίας χρόνον. | |
5 | Τρίγληνα. λαμπρά. Τριβολεκτράπελα. σκληρὰ, *ἀπόκροτα,* ἀπόβλητα. Τριψείδιον. ....... Τρισόλβιον. τρισμακάριστον. | |
10 | Τριτημόριον. τοὺς ἓξ χαλκοῦς τοῦ ὀβολοῦ εἴ‐ ρηκε Φιλήμων. Τρίτον. ἡμίδραχμον. τὰς δύο ἥμισυ δραχμὰς οἱ παλαιοὶ τρίτον ὀνομάζουσι. Τριβώνιον. ἔνδυμα φιλοσόφου, [ἔχον σημεῖα, | |
15 | ὡς γράμματα.] | |
tau1750 | Τρίχινον. παρὰ τὸ τρύχω, τὸ καταπονῶ καὶ ἐλαττῶ τὸ σῶμα. Τρίχαπτον. τὸ βαμβύκινον ὕφασμα. Τραύξανα. τὰ ἀπὸ τῆς φάτνης ἀποπίπτοντα | |
5 | τῶν ἵππων, ἢ τῶν βοῶν, ἢ τῶν ἄλλων κτηνῶν λείψανα, ἤτοι τὰ ξηρὰ ξύλα. Τρόπαιον. νικητήριον. Τρόφι. τὸ εὐτραφές. τρόφι κῦμα. ἀπὸ τοῦ τρό‐ φιμον γίνεται κατὰ πάθος. ἔστι δὲ ἄκλιτον, ὡς | |
10 | τὸ ἄλφι καὶ τὸ ἔρι καὶ τὸ κρῖ. †Τροχανόν. τριετές.† †Τροχαντῆρες. μέρος τι τῆς νεώς.† Τρυβλίον. σκουτέλλιον. †Τρύμα. ἡ ταλαιπωρία.† | |
15 | †Τρύμα. πόνος.† | |
tau1751 | Τρωγάλια. οἱ ἐρέβινθοι. Τραῦμα. λύσις τῆς τοῦ σώματος συνεχείας κατὰ μικρόν τι μέρος τῆς συναφείας διακοπείσης. | |
4t | (Ῥῆμα.) | |
5 | Τραπέουσι. πατοῦσι. παρὰ τὸ τρέφω, τὸ πήσ‐ σω. καὶ τραφερὴ ἡ πεπηγμένη γῆ. Τρακταΐζω. τὸ λευκαίνω καὶ κατασκευάζω. ἀπὸ τοῦ τράκτου κηροῦ. Τρέφεσθαι. πήγνυσθαι, συνίστασθαι. περὶ ψυ‐ | |
10 | χῆς. Τρέψασκον. ἀντὶ τοῦ ἔτρεψαν, ἰωνικῶς. τρέψα‐ σκον ἀνόμους. Τρέσαι. ἐκφοβῆσαι. Τρήσας. τρυπήσας. | |
15 | Τριαχθῆναι. ἀντὶ τοῦ τρὶς πεσεῖν. Τριάσσω καὶ τριάττω. τὸ νικῶ. ἐκ μεταφο‐ ρᾶς τῶν παλαιστῶν, ἐν τρισὶ πάλαις τὴν νίκην | |
καρπουμένων. καὶ τρίακτος, ὁ ἀήττητος. | ||
tau1752 | Τριβωνευόμενοι. ἀντὶ τοῦ τεχνάζοντες. τρίβων γὰρ ὁ ἔμπειρος. καίτοι σοι τὰ τοιαῦτα τρι‐ βωνότερα καὶ ἀκριβέστερα. Τροπώσομαι. νικήσω, ὑποτάξω. | |
5 | Τροχηλατεῖ. ἐλαύνει. †Τροχιλεύειν. πλανᾶσθαι.† †Τρύγει. ξηραίνεται.† Τρυγῷ καὶ τρυπῷ. Ὅμηρος· ὡς δ’ ὅτε τις τρυπῷ δόρυ νήϊον ἀνήρ. | |
10 | τὸ εὐκτικὸν τρυγάοιμι, τρυγῷμι, τρυγῷοι, τρυ‐ γῷ. πῶς ἄν τις ὄμφακα τρυγῷ. οὕτως Ὦρος ὁ Μιλήσιος. Τρύχεται. δαμάζεται. ἔστι ῥῆμα τρῶ καὶ δηλοῖ τὸ βλάπτω καὶ κακῶ. οὗ παράγωγον τρόω. | |
15 | οἶνός σε τρώει μελιειδής. τοῦ τρῶ ἄλλο παράγωγον τρύω καὶ πλεονασμῷ τοῦ χ τρύχω. | |
†Τρυτᾷν. τρίβειν.† | ||
tau1753 | †Τρυχωθείς. πιεσθείς.† Τρώγω. παρὰ τὸ τρῶ, τὸ βλάπτω, παράγωγον τρώγω. σημαίνει δὲ τὸ κατεργάζεσθαι, καὶ μὴ ἐᾷν ἅτινα ἄν τις τρώγῃ ὑγιᾶ. | |
5 | †Τρωέζειν. συνουσιάζειν.† Τρωπᾶσθαι. ἀντὶ τοῦ τρέπεσθαι. Ἀλλὰ πάλιν τρωπᾶσθαι—. τρέπω, τρωπῶ, ὡς στρέφω, στρωφῶ. | |
9t | (Ἐπίῤῥημα.) | |
10 | Τρίχα. ἀντὶ τοῦ τριχῶς. βαρύνεται. τὰ γὰρ εἰς ως ἐπιῤῥήματα, εἰ ἔχει ἄλλο ἐπίῤῥημα εἰς α λῆγον μὴ συνεμπίπτον ὀνόματι, πάντοτε βαρύ‐ νεται. διχῶς, δίχα· σαφῶς, σάφα· τριχῶς, τρίχα. καὶ τριχῆ. | |
15 | Τριχθά. εἰς τρία μέρη. Τρίς. ἀντὶ τοῦ ἐκ τρίτου. τρεῖς δὲ ἐπὶ ἀριθμοῦ, [ὡς τό· τρεῖς ἄνθρωποι]. καὶ ἀντὶ τοῦ φο‐ βεῖς. δίφθογγον. Τριστοιχεί. | |
20 | Τροπικῶς. μεταφορικῶς. | |
21t | Τὸ Τ μετὰ τοῦ Υ. | |
22t | (Ἀρσενικόν.) | |
23 | Τυκανήτης. | |
Τύλος. ἡ νενεκρωμένη σάρξ. | ||
tau1754 | Τύμβος. ὁ τάφος. παρὰ τὸ τύφεσθαι ἐκεῖ τὸ νεκρὸν σῶμα, τουτέστι καίεσθαι. Τύντλος. ὁ πηλώδης τόπος. Τύπος. ὑπόδειξις ἀφανοῦς προσδοκωμένη, μιμη‐ | |
5 | τικῶς τὸ μέλλον προϋπεμφαίνουσα, ὡς ἡ πέτρα τὸν Χριστόν. Τύραννος. ἔστι ῥῆμα τρύω, τὸ καταπονῶ, κατὰ παραγωγὴν τρύανος καὶ ἐν ὑπερβιβασμῷ τύ‐ ραννος, κατὰ πλεονασμὸν ἑτέρου ν. τὰ γὰρ εἰς | |
10 | νος ὀνόματα δι’ ἑνὸς ν γράφεται, οἷον, γέρα‐ νος, στέφανος. πλὴν τοῦ τύραννος. †Τύπης. πλήκτης.† *Τυφώς. ἡ ἐκ δαιμόνων πύρωσις.* Τυτθός. ὁ μικρός. κυρίως δὲ τὸ τυτθὸν, τὸ | |
15 | ἐπιτίτθιον βρέφος. τιτθὸς γὰρ ὁ μαζὸς, ὅθεν καὶ τυτθὴν λέγουσιν ὀλίγην ἢ μικράν. Τῦφος. ἡ ἀλαζονεία. ἡ ἄναψις τῆς καρδίας, ἣν ἐγείρει κουφότης. παρὰ τὸ τύφω, τὸ καίω. ὅθεν καὶ τὸ υ μακρὸν, καὶ περισπᾶται. | |
20 | Τυφεδανός. τετυφωμένος καὶ ἀσθενής. οἷον, κα‐ πνὸς τυφεδανός. ἐκ τοῦ τύφω. Τυφών. σφοδρότατος καὶ λαβρότατος ἄνεμος ἐκ‐ νεφίας οὕτω καλούμενος. Τυφῶνα. τὸν κατὰ θάλασσαν, ὑφ’ οὗ τὰ πλοῖα | |
25 | φθείρονται. τυφῶνα οὐ τὴν ἐκ τοῦ ἀέρος φλό‐ | |
tau1755 | γα λέγει ὁ Πλάτων, ἀλλὰ τὴν ἐκ τῆς ἀναθυ‐ μιάσεως συστροφὴν πρὸ τοῦ ἐκπυρωθῆναι. †Τυφώς ἐστιν ἑλικοειδὴς κίνησις ἀέρος ζοφώδους ἄνωθεν ἐπὶ γῆς τεταμένη.† | |
5 | †Τύχος. ὄρυξ.† †Τύχων. ὁ Ἑρμῆς.† Τύπον. ὅρον, κανόνα. καὶ ὁ Ἀπόστολος· εἰς ὃν παρεδόθητε τύπον διδαχῆς. ἢ καὶ εἰκόνα. τύπον δῶμεν ὑμῖν εἰς τὸ μιμεῖσθαι ἡμᾶς. | |
10t | (Θηλυκόν.) | |
11 | †Τυκάνη. ᾧ ἀλφῶσι.† †Τύλη. τὸ τύλιον.† Τυμπανιστριῶν. μελῳδουσῶν. Τυπὴ καὶ τυπίς. ἡ πληγή. ἀπὸ τοῦ τύπτω. | |
15 | Τυρεία. ἡ πανουργία, ἡ κατασκευή. Τύχη. αἰτία κατὰ συμβεβηκὸς ἀόριστος ἐν τοῖς ἕνεκα τινὸς κατὰ προαίρεσιν γινομένοις συμ‐ βαίνουσα. τὸν γὰρ ὀρύσσοντα χρυσίον εὑρεῖν ἔτυχε. | |
20 | Τύνη. ἀντὶ τοῦ σὺ, Δωρικῶς. καὶ γάρ εἰσιν ἀν‐ | |
tau1756 | τωνυμίαι κατ’ ἐπέκτασιν γινόμεναι. παρὰ τὸ ἐγὼ ἐγώνη, οὕτως καὶ σὺ σύνη, καὶ τροπῇ τύνη. Τυπάς. ἡ σφύρα. Τυμβάς. ἡ φαρμακίς. τοῦ Ψελλοῦ· [τυπὰς ἡ] | |
5 | σφύρα πέφυκε, τυμβὰς ἡ φαρμακὶς δέ. | |
6t | (Οὐδέτερον.) | |
7 | †Τυλόν. τὸ αἰδοῖον.† Τύμμα. ἡ τύψις. Τύμπανον. ἐκ δερμάτων ἐστὶ γινόμενον. παρὰ | |
10 | τὸ τύπτω τύπανον καὶ πλεονασμῷ τοῦ μ τύμπα‐ νον. ἢ τύμπανον ἐστὶ τὸ τοῦ δημίου ξύλον, ᾧ τοὺς παραδιδομένους διεχειρίζετο. ὅθεν καὶ τυμ‐ πανίζεται, ὅ ἐστι ξύλῳ πλήσσεται, ἐκδείρεται, κρέμαται. | |
15 | Τύμπανον νοητόν. νέκρωσις ἑκούσιος σώματος, καὶ σωφροσύνης ποιητική. | |
17t | (Ῥῆμα.) | |
18 | Τυγχάνω. τεύχω, τυγχάνω, ὡς φεύγω, φυγ‐ γάνω, ἐρεύγω, ἐρυγγάνω. παραγωγή ἐστιν ἄρα, | |
20 | οὐ πλεονασμός. ὡς ἥδω, ἁνδάνω. | |
tau1757 | Τυμβοχοῆσαι. χωστοῦ τάφου ἀξιῶσαι. Ἀρί‐ σταρχος· τὸ γὰρ πλῆρες τυμβοχοῆσαι. Τυμπανίζεται. ξύλῳ πλήσσεται. ἢ ἀποδέρε‐ ται τὴν κεφαλήν. ἢ ἀποκεφαλίζεται. | |
5 | Τυντλάζειν. εἰς πηλὸν ἐμβαίνειν. ἢ αὐτὸ καὶ αὐτὸ λέγειν. ἢ ἐπιῤῥαίνειν. Τυπτήσεις καὶ τυπτῶ. παρὰ Ἀριστοφάνει. Τυρεύει. κατασκευάζει· πανουργεύει. Τυρβάζω. σπεύδω. μεριμνῶ, φροντίζω. | |
10 | Τύφεται. καίεται, καὶ καπνίζεται. Τύψειαν. οἱ Αἰολεῖς τὰ εὐκτικὰ τοῦ ἀορίστου πρώτου διὰ τοῦ εια προσφέρουσι· τὸ γὰρ τύ‐ ψαιμι τύψειαν λέγουσι καὶ τὸ ποιήσαιμι ποιή‐ σειαν. | |
15 | Τυποῦνται. πλάττονται. τοῦ Θεολόγου· ἢ πρὸς ἀρετὴν τυποῦσθαι τοὺς νέους, ἢ πρὸς κακίαν. | |
17t | Τὸ Τ μετὰ τοῦ Ω. | |
18t | (Ἀρσενικόν.) | |
19 | Τωβήτ· Τωβίας· Τωβίτης. ὀνόματα κύρια. | |
20 | Τωτίλλας· Τωτιλλίας. ὀνόματα κύρια. | |
tau1758 | Τωθασμός. χλεύη, ψόγος, ἐμπαιγμός. Τωφάνης. κύριον. | |
3t | (Θηλυκόν.) | |
4 | Τὼ χεῖρε. Ἀττικόν ἐστι. σύνηθες γὰρ τοῖς Ἀτ‐ | |
5 | τικοῖς, κεχρῆσθαι τοῖς ἀρσενικοῖς ἄρθροις ἐν τοῖς θηλυκοῖς ὀνόμασι. διὸ καὶ Ὅμηρος· τὼ βάτην τρήρωσι πελειάσιν—. ἀντὶ τοῦ αὗται. καὶ ὁ Σοφοκλῆς· ἴδεσθε τώδε τὼ κασιγνήτω, φίλοι. | |
10 | ἀντὶ τοῦ ταύτας τὰς κασιγνήτους. | |
11t | (Οὐδέτερον.) | |
12 | Τᾠκίδιον. τὸ οἰκίδιον. Τωϋτόν. τὸ αὐτό. | |
14t | (Ῥῆμα.) | |
15 | Τωθάζω. ἀπατῶ· ὑβρίζω· ἐμπαίζω· χλευά‐ ζω· ψέγω. ἀπὸ τοῦ θὼψ, ὃ σημαίνει τὸν κό‐ λακα. ἐκ τούτου γίνεται θωπάζω, καὶ τροπῇ τοῦ δασέος εἰς ψιλὸν καθ’ ὑπερβιβασμὸν τω‐ θάζω. | |
20 | Τῷ τοι. διὰ τοῦτο. καὶ τῷ. Ὅμηρος· | |
τῷ νῦν μνηστήρων ἔα βουλήν τε νόον τε. | ||
upsilon1759(1t) | Υ. | |
2t | Τὸ Υ μετὰ τοῦ Α. | |
3t | (Ἀρσενικόν.) | |
4 | †Υ. τὸ στοιχεῖον. ὅτι αἱ ὑάδες τὸ πρόσωπον | |
5 | τοῦ ταύρου ἔχουσιν, ὡς ἐπιπλατυνόμενον ἀπὸ τοῦ μετώπου, λεπτυνόμενον δὲ ἐξ ἀμφοτέρων ἐπὶ τὰ κάτω. ὥσπερ καὶ τὸ γράμμα.† †Ὑαλής. εἰκαῖος· βλοσυρός.† †Ὕαλος. ὁ βόρβορος. ἐνίοτε δὲ καὶ τὸ λαμ‐ | |
10 | πρόν.† †Ὕαντες. ἔθνος κατοικήσαντες τὴν Βοιωτίαν.† Ὕαντες. ἔθνος κατοικίσαντες τὴν Βοιωτίαν. Ὑαῖος. κύριον, δίφθογγον. υἱέως δὲ, τοῦ υἱοῦ, ψιλὸν καὶ μέγα. | |
14t | (Θηλυκόν.) | |
15 | Ὑάδες. ἀστέρες, οἵτινες ἐπὶ τῶν κεράτων τοῦ οὐ‐ ρανίου ταύρου εἰσί. παρὰ τὸ ὕω, τὸ βρέχω. ὑε‐ τοῦ γὰρ παρασκευαστικαὶ εἰσὶ δύνουσαι. Ὕαινα. ζῶον. Ὑάμπολις. πόλις. | |
20 | Ὕαξις. πόλις. | |
21t | (Οὐδέτερον.) | |
22 | Ὑακίνθινον. ὑπομελανίζον. Ὅμηρος· λωτόν θ’ ἑρσήεντα ἠδὲ κρόκον ἠδ’ ὑάκινθον. Ὑάλινον, οὐχὶ ὑάλουν. καὶ τὴν ὕαλον θηλυ‐ | |
25 | κῶς ἐν τῷ ἄλφα λεκτέον, οὐχὶ ἐν τῷ ε. παρὰ | |
upsilon1760 | τὸ ὕειν καὶ καθ’ ὁμοιότητα εἶναι τῆς γινομένης συστάσεως καὶ πήξεως τοῦ ὕδατος. †Ὑαλόεν. τὸ διαφανές.† Υ. τὸ στοιχεῖον. ὅτι παρεοικός ἐστι τῷ τῶν ὑδά‐ | |
5 | των προσώπῳ. | |
6t | Τὸ Υ μετὰ τοῦ Β. | |
7t | (Ἀρσενικόν.) | |
8 | Ὑβός. ὁ κυρτός. κυφός ἐστι, καὶ ἀποβολῇ τοῦ κ, καὶ τροπῇ τοῦ φ εἰς β, ὑβός. καὶ ὕβωσις, | |
10 | ἡ κύρτωσις, ἢ τὸ μετὰ τὴν κεφαλὴν πρὸ τῆς ῥάχεως πάθος. Ὑβριστάς. τοὺς θρασεῖς καὶ λοιδόρους λέγει ὁ Ἀπόστολος· ὑβριστὰς ὑπερηφάνους. | |
14t | (Θηλυκόν.) | |
15 | Ὑβάλη. δῆμος Ἀττικῆς. †Ὕβλη. πόλις Σικελική.† Ὕβρις. ἀδικία καταισχύνουσα. ὑπόβαρις τὶς οὖ‐ σα, ἡ βαροῦσα πάντας. Ὕβρισις. ἀτιμία. | |
20 | Ὑβριστεία. ἡ ὑβριοπάθεια. | |
21t | (Ῥῆμα.) | |
22 | Ὑβάλλειν. ἐμποδίζειν. Ὑβριοπαθῶ. | |
*Ὑβακίζειν. διαχωρίζειν ἀπ’ ἀλλήλων.* | ||
upsilon1761(1t) | Τὸ Υ μετὰ τοῦ Γ. | |
2t | (Ἀρσενικόν.) | |
3 | Ὑγιής. ὁλόκληρος. ὁ ἐν ὑγρῷ ὢν καὶ ζῶν, οἱονεὶ ὑγριὴς, καὶ ἀποβολῇ τοῦ ρ ὑγιής. ὅθεν διερὸς | |
5 | ὁ ζῶν, καὶ ἀλίβας ὁ νεκρός. οἶμαι δὲ παρὰ τὸ εὖ εἶναι σῶμα, ἢ παρὰ τὸ εὖ ἰαίνεσθαι. *Ὑγρός. εὐκατάφορος· ὁ εἰς τὰς ἡδονὰς ῥευ‐ ματιζόμενος.* | |
9t | (Θηλυκόν.) | |
10 | Ὑγίεια. συμμετρία τῶν ἐν σώματι στοιχείων, θερμοῦ καὶ ψυχροῦ, ὑγροῦ καὶ ξηροῦ. ἢ ἡ ἀρί‐ στη τοῦ σώματος διάθεσις. ὡς παρὰ τὸ εὐσε‐ βὴς εὐσέβεια, οὕτω καὶ παρὰ τὸ ὑγιὴς ὑγίεια. καὶ παροξυνόμενον γράφεται διὰ διφθόγγου τῷ | |
15 | λόγῳ τῶν διὰ τοῦ ει θηλυκῶν. οἱ δὲ Ἀθηναῖοι ἐκτείνουσι τὸ α, καὶ καταβιβάζουσι τὸν τόνον, καὶ φυλάττουσι τὴν αὐτὴν γραφήν. ὡς ἱέρεια, ἱερεία. τοῦτο δὲ κατὰ κρᾶσιν τοῦ ι καὶ τῆς ει διφθόγγου γίνεται ὑγεία. | |
20t | (Οὐδέτερον.) | |
21 | Ὑγρὰ κέλευθα. διὰ θαλάσσης ὁδός. Ὑγρόν. ὕδωρ τι ὢν, οἷον τὸ ἔνυδρον. ἢ παρὰ τὸ ὕω, τὸ βρέχω, ὕσω, ὑρὸς, καὶ πλεονα‐ | |
σμῷ τοῦ γ ὑγρὸς καὶ ὑγρόν. | ||
upsilon1762(1t) | Τὸ Υ μετὰ τοῦ Δ. | |
2t | (Ἀρσενικόν.) | |
3 | Ὑδάσπης, καὶ Ὕδασπις, καὶ Ὑδάρνις. ποταμοί. Ὑδαρεύς. τοπικόν. | |
5 | Ὕδερος. νόσος. †Ὕδης. συνετός.† Ὑδίμαχος. κύριον. Ὑδός. ὁ ἀνεψιός. Ὑδρηλός. τόπος. | |
10 | Ὑδροπότης. ὁ πίνων ὕδωρ. Ὕδρωψ. νόσος. ἀφ’ οὗ καὶ ὑδρωπικός. | |
12t | (Θηλυκόν.) | |
13 | †Ὕδη. φήμη. ᾠδή.† Ὕδρα. θηρίον, ἐννέα κεφαλὰς ἔχουσα, ἣν ἐφό‐ | |
15 | νευσεν Ἡρακλῆς. Ὕδρη. πόλις. Ὑδρεία. ἡ ὕδρευσις. ὑδρία δὲ, τὸ ἀγγεῖον, ι. κυρίως δὲ ὑδρία τὸ εἰς ὕδωρ εὔθετον ἀγγεῖον. Ὑδριάδες. νύμφαι. | |
20 | Ὑδρογοργόνη. Ὑδροῤῥόη. Ὑδατίδες. σταγόνες. τοῦ Ψελλοῦ· αἱ συνθῆ‐ και φύδερα, σταγόνες δ’ ὑδατίδες. | |
24t | (Οὐδέτερον.) | |
25 | Ὑδαρές. ἁπαλὸν, ὑδατῶδες. | |
upsilon1763 | Ὕδας. τὸ ὕδωρ. Ὕδει. τῷ ὕδατι. Ὕδνον. .... Ὑδρίον. τὸ ἀγγεῖον. ὑδρεῖον δὲ, ἐν ᾧ ὑδρεύονται, | |
5 | δίφθογγον. Ὕδωρ. ἓν τῶν τεσσάρων στοιχείων ἐστὶ, ποίημα θεοῦ κάλλιστον. ἔστι δὲ ὑγρόν τε καὶ ψυχρὸν, βαρύ τε καὶ κατωφερὲς καὶ εὐδιάχυτον. τοῦτο δὲ μνημονεύει ἡ θεία γραφὴ, λέγουσα· καὶ | |
10 | σκότος ἦν ἐπάνω τῆς ἀβύσσου, καὶ πνεῦμα θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος. ἄβυσσος γὰρ οὐ‐ δὲν ἕτερον ἢ ὕδωρ πολὺ, οὗ τὸ τέλος ἀκατάλη‐ πτον ἀνθρώποις. ἐτυμολογεῖται δὲ ἀπὸ τοῦ ὕω, τὸ βρέχω, ὕωρ καὶ πλεονασμῷ τοῦ δ ὕδωρ. | |
15t | (Ῥῆμα.) | |
16 | Ὕδειν. ὑμνεῖν. †τρέχειν. λέγειν.† | |
17t | Τὸ Υ μετὰ τοῦ Ε. | |
18t | (Ἀρσενικόν.) | |
19 | †Ὑετός ἐστι ψεκάδων ἄθροισμα.† | |
20 | Ὑετός. ὄμβρος. καὶ ὑέτιον ὕδωρ. καὶ ὑετίζω. | |
καὶ ὕεν ἀντὶ τοῦ ἔβρεχεν. | ||
upsilon1764(1t) | (Οὐδέτερον.) | |
2 | Ὕεια. χοίρων κρέα. τὰ ὕεια κρέα καὶ τοὺς λέ‐ βητας. | |
4t | Τὸ Υ μετὰ τοῦ Η. | |
5t | (Ἀρσενικόν.) | |
6 | Ὑηνεύς. ὁ σκαιὸς, ὁ φλύαρος, ὁ ἀμαθής. καὶ ὑηνία. οὕτω Καλλίας. †Ὑηνία. ἡ συγγένεια. καὶ ἡ σκαιότης.† | |
9t | Τὸ Υ μετὰ τοῦ Θ. | |
10t | (Ἀρσενικόν.) | |
11 | Ὕθλος. ἡ φλυαρία. †ἡ μωρία.† ὑθλῶ, φλυαρῶ. | |
12t | Τὸ Υ μετὰ τοῦ Ι. | |
13t | (Ἀρσενικόν.) | |
14 | Ὑϊδοῦς. ὁ ἀνεψιός. ἢ τοῦ υἱοῦ υἱός. | |
15 | Υἱός. υἱὸς κυρίως ἐστὶ δευτερότης ὑποστάσεως ἐν ταυτότητι φύσεως· ἢ αὔξησις προσώπων ὁμο‐ γενής· ἢ πρόοδος φύσεως εἰς συγγένειαν γνω‐ ριζομένη. υἱὸς δὲ κυρίως εἴρηται, ὡς ἂν εἴποις οἷος· οἷος γὰρ ὁ πατὴρ τὴν οὐσίαν, τοιοῦτος | |
20 | καὶ ὁ μονογενὴς υἱός· εἴτε ἐξ ἀκτίστου ἄκτι‐ | |
upsilon1765 | στος, εἴτε ἐκ θνητοῦ θνητός. κατὰ δύο δὲ τρό‐ πους εἴρηται πάλιν ἐπὶ θεοῦ ἡ υἱότης, φύσει καὶ χάριτι. φύσει υἱὸς ὁ θεὸς λόγος, κατὰ πάντα ὁμοούσιος ὢν τῷ πατρί· χάριτι δὲ καὶ | |
5 | οἱ δίκαιοι. Ὑός. ἄνευ τοῦ ι οἱ Ἀττικοί. λέγω δὲ, ὁπότε ἐν μιᾷ συλλαβῇ φωνήεντι ὑποτέτακται, ἐξαιρεῖ ὅλως, οἷον μύα, ὑὸς, εἰρηκῦα, πεποιηκῦα, κλαίειν καὶ τὰ ὅμοια. ὁπηνίκα δ’ ἐν συλλα‐ | |
10 | βῶν διαζεύξει φωνήεντι ἕπεται, γράφεται μὲν, οὐ συνεκφωνεῖται δέ. κάδμη δ’ ἀνὴρ ἧ δακῶ παῖδα. Υἱωνός. ὁ τοῦ υἱοῦ υἱὸς, ἢ ὁ ἀνεψιός. καὶ υἱωνή. | |
14t | (Ῥῆμα.) | |
15 | Υἱώσας. υἱοποιήσας. | |
16t | Τὸ Υ μετὰ τοῦ Λ. | |
17t | (Ἀρσενικόν.) | |
18 | Ὑλακομόρων. κακοπαθούντων τῇ ὑλακῇ. ἢ ὑλακτικῶν. μόρος γὰρ ἡ κακοπάθεια. | |
20 | Ὑλλάγρις· Ὕλλας· Ὕλλαγνις, Ὑλλά‐ γνιδος. ὀνόματα κύρια. Ὑλαῖος. κύριον. καὶ τόπος. †Ὕλλος. ποταμὸς Λυδίας.† Ὑλοτόμος. ὁ τὴν ὕλην καὶ ὄρος κόπτων. | |
25 | Ὑλωρός. ὁ τῆς ὕλης φύλαξ. | |
26t | (Θηλυκόν.) | |
27 | Ὑλακή. ἡ τῶν κυνῶν κραυγή. | |
Ὕλη. πρᾶγμα ὑποκείμενον, ἐξ οὗ τι ἀποτελεῖται, | ||
upsilon1766 | καὶ εἰς ὃ ἀναλύεται. ἢ ὕλη τὸ ὄρος καὶ τὸ δάσος. παρὰ τὸ ὕεσθαι. τουτέστιν ἡ δι’ ὑγροῦ αὐξανομένη. Ὑλικὴ δυάς. πᾶν τὸ ὁρώμενον, ἐξ ὕλης καὶ | |
5 | εἴδους ἔχον τὴν σύστασιν, ὡς ἐγὼ, ἐξ ὕλης μὲν τῆς σαρκὸς, εἴδους δὲ τῆς ἀνθρωπείας μορφῆς. καὶ τόδε τὸ πρᾶγμα ἐξ ὕλης τοῦ ξύλου, εἴδους δὲ θύρας ἢ σκαμνίου ἢ τινὸς ἄλλου. ὑλικὴν δὲ δυάδα ὁ θεολόγος ἐκάλεσε τὸν θυμὸν καὶ τὴν | |
10 | ἐπιθυμίαν, βουλόμενος τῷ λογικῷ ὑποτάτ‐ τειν αὐτά. Ὑλοκοῖτις. ἡ ἐν ὕλῃ κοιμωμένη. | |
13t | (Οὐδέτερον.) | |
14 | Ὑλῆεν ὄρος καὶ ὑλόεις τόπος, ὁ ἐν ὕλῃ. | |
15t | (Ῥῆμα.) | |
16 | †Ὑλάζεσθαι. αὐλίζεσθαι.† †Ὑλιᾶσθαι. κινεῖσθαι.† | |
18t | Τὸ Υ μετὰ τοῦ Μ. | |
19t | (Ἀρσενικόν.) | |
20 | Ὑμεδαπῶν. ἐγχωρίων. Ὑμήν. τὸ δέρμα. καὶ κλίνεται ὑμένος. ὑφὴν τὶς ἐστὶν ἀπὸ τοῦ ὑφασμοῦ. εἶναι ὑμένα λεπτότα‐ τον. Ὑμηττός. ὄρος τῆς Ἀττικῆς ὑψηλόν. ὄρος κεί‐ | |
25 | μενον ἐν μέσῳ δύο βουνῶν ὁμοίων. καὶ πρὸς αὐ‐ τὰ φάναι· ὑμᾶς ἡττῶ. ὅθεν καὶ τὸ ἐξ αὐτοῦ γινόμενον μέλι Ὑμήττιον λέγεται, εὔχρηστον | |
πάνυ πρὸς ἰατρείαν καθεστηκός. | ||
upsilon1767 | Ὕμνος. δοξολογία μετ’ ἐκπλήξεως ἐπὶ τῇ θεω‐ ρίᾳ τῶν γινομένων παρὰ θεοῦ. ἢ ὕμνος ἐστὶν αἶνος ἐμμελὴς, ὡς οἶμαι. Ὑμέναιος ᾠδή. ᾆσμα γαμητικόν. | |
5t | (Θηλυκόν.) | |
6 | Ὑμήν. ὑμετέραν. | |
7t | (Οὐδέτερον.) | |
8 | Ὑμενῶδες. λεπτότατον καὶ οἷον εἰπεῖν ἀερῶδες. Ὑμνητόν. δοξολογικόν. καὶ ὕμνος, οἷον εἰπεῖν ὑπό‐ | |
10 | μενός τις ὢν, καθὸ εἰς ὑπόμνησιν ἄγει τὰς τῶν ἐπαινουμένων πράξεις· οὐχ ὡς κᾀκείνων μὴ ὄντων ὕμνων, ἀλλ’ ὅτι τὰ ἄλλα προσῴδια προσ‐ ιόντες ναοῖς ἢ βωμοῖς πρὸς αὐλὸν ᾖδον, τὸν δὲ ὕμνον πρὸς κιθάραν. οὕτως Δίδυμος. | |
15t | Τὸ Υ μετὰ τοῦ Ν. | |
16t | (Ἀρσενικόν.) | |
17 | Ὕνις, ὕννεως, καὶ ὑννίον. τὸ γεωργικὸν ἐρ‐ γαλεῖον. ἀπὸ τοῦ δύνειν εἰς τὴν γῆν, ἀποβολῇ τοῦ δ. | |
20t | Τὸ Υ μετὰ τοῦ Π. | |
21t | (Ἀρσενικόν.) | |
22 | Ὑπασπιστής. δορυφόρος. Ὑπαγωγεύς. ἐργαλεῖον οἰκοδομικὸν, πτυάριον ἢ ἄλλό τι. | |
25 | Ὕπατος. ὑπερέχων, ὑψηλὸς ἢ βασιλεύς. παρὰ τὴν ὑπὸ πρόθεσιν τὴν δηλοῦσαν τὸ ὑπεράνω. ὑπότατος, ἐν συγκοπῇ ὕπατος. Ὕπαιθρος. ὑπὸ τὸν [αἰθέρα ἢ τὸν] ἀέρα διά‐ | |
γων, ἄστεγος, ἐναέριος. | ||
upsilon1768 | Ὑπερβερεταίου. τοῦ ὀκτωβρίου μηνός. Ὑπερφυής. ἔνδοξος, ἔντιμος. Ὑπέρακμος. ὁ ὑπερακμάσας. Ὑπερήμερος. ἐκπρόθεσμος. | |
5 | Ὑπερόριος. ὁ ἐκ τῶν ὁρίων ἐξόριστος. Ὑπερασπιστής. ὁ ὑπέρμαχος. Ὑπέρτατος. ὁ ὑπερέχων. Ὑπερίονος. τοῦ ἡλίου. ὑπερίων ὁ ὑπεράνω ἡμῶν ἰὼν καὶ τὸν κόσμον περιπολῶν. | |
10 | Ὑπέροπλος. ὑπερήφανος. ἀπὸ τῶν τὰ ὅπλα φορούντων. Ὑπερῆλιξ. ὑπερμεγέθης ἢ εὐμεγέθης. καὶ κατὰ τὸν χρόνον τῆς ἡλικίας τραχύτερος. Ὑπερφίαλος. ὁ ὑπερήφανος. παρὰ τὸ φῶ, οὗ | |
15 | παράγωγον φαίνω. ὁ ὑπερφαίνειν τῶν ἄλλων ἐπιχειρῶν, ἑαυτὸν δεῖξαι. ἐὰν δὲ παρὰ τὸ φῶ, τὸ λέγω, ὁ ὑπὲρ τὴν ἑαυτοῦ δύναμιν λέγων καὶ ἐπαγγελλόμενος. ἢ ὁ παραβαίνων τοὺς ὅρκους διὰ τῶν φιαλῶν γινομένους. | |
20 | Ὑπέροφρυς. ὁ ἀλαζών· ὁ ἐπῃρμένος. Ὕπερος. τὸ ἰγδοκόπανον. καὶ ὕπερον. Ὑπερδεής. ἐνδεὴς ὑπερβαλλόντως. Ὑπεύθυνος. ἔνοχος. Ὑπείροχον. ὑπερέχοντα. [προέχοντα.] | |
25 | Ὑπηνέμιον. ὑπὸ τὸν ἄνεμον. Ὑπηνήτῃ. ἀκμαίῳ. ἄρτι γενειῶντι. ἀπὸ τῆς ὑπή‐ νης. Ὕπνος. ἀργία αἰσθήσεων γενομένη ὑπὸ τῆς ἀν‐ ενεχθείσης ἀναθυμιάσεως ἐν τοῖς κοίλοις τοῦ | |
30 | ἐγκεφάλου ἐπὶ ἀναπαύσει τοῦ ζώου. Ὕπνος. θανάτου σκιά· καθημερινὴ μελέτη. | |
ἢ ὕπνος ἐστὶν ἀτονία τοῦ αἰσθητικοῦ πνεύματος. | ||
upsilon1769 | Ὕπνος ἐστὶ λογικῆς ψυχῆς χωρισμὸς ἑκούσιος ἀπὸ τῆς ὄντως ζωῆς. ὕπνος οὐδὲν ἕτερον ἢ θά‐ νατος πρόσκαιρος καὶ ἐφήμερος τελευτή. *Ὕπνος. παρὰ τὸ ὑπονοστεῖν· ἐν αὐτῷ γὰρ αἱ | |
5 | αἰσθήσεις τοῦ ἀνθρώπου ὑποχωροῦσιν.* Ὕποινος. μέθυσος. Ὑποβολιμαῖοι. οἱ ὑποβάλλοντες, οἱ ἐκποιη‐ ταί. ἢ οἱ ὑποβαλλόμενοι καὶ οἱ εἰσποιητοὶ, ἤτοι ὡς ἐπὶ τῶν χαμαιριφῶν παιδίων, ἅπερ ἑαυ‐ | |
10 | τῶν ἀποβάλλουσιν αἱ γυναῖκες. Ὑπόφορος. ὑποτελής. ὑπεύθυνος. Ὕπουλος. δόλιος. ὁ φαινόμενος εἰρηνικός. ἐκ μεταφορᾶς τοῦ ἕλκους τοῦ ἐπιπολαίως ὑγιαίνον‐ τος, ἔσωθεν δὲ ὄντος σεσημμένου. | |
15 | Ὑπόσπονδος. ὑπὸ φιλίαν ὑποτεταγμένος. Ὑπόνομος. ὀχετὸς, διώρυξ, κάναλος, ἀγωγός. Ὑπογραμμός. τύπος· μίμημα. Ὑποκριτής. δόλιος. Ὕποπτος. ὁ ἐν ὑπονοίᾳ ἐχθρός. | |
20 | Ὑπόδικος. ὁ ὑπεύθυνος. Ὑποδύτης. τὸ ἐσώτερον ἱμάτιον. Ὑπόπλεως. μεστὸς, πεπληρωμένος. | |
Ὑπόπτερον. ταχὺν, ὡς δι’ ἀέρος πετόμενον. | ||
upsilon1770 | Ὑποχυτῆρες. τρυβλία, δι’ ὧν τὸ ἔλαιον ἐπι‐ χέεται. Ὑπότροπος. ἐξ ὑποστροφῆς ἐπανεληλυθώς. Ὑποφῆται. διδάσκαλοι, ἱερεῖς, ὑπουργοὶ, διά‐ | |
5 | κονοι, ἢ οἱ τὸ μέλλον φανερῶς ἐπιδεικνύοντες. Ὕπτιος. ἀναπεπτωκώς· ἐξηπλωμένος· ἢ ἐπὶ νῶτα κείμενος. παρὰ τὸ ὄπτω, τὸ βλέπω, ὄπτιος καὶ ὕπτιος, μεταβολῇ τοῦ ο εἰς υ. τὰ γὰρ ὕπτια εὐθεώρητα. | |
10 | Ὑπερηφάνους. τοὺς κατὰ τῶν οὐκ ἐχόντων ἐφ’ οἷς ἔχουσι φυσωμένους λέγει ὁ Ἀπόστολος. | |
12t | (Θηλυκόν.) | |
13 | Ὑπάτη. ἡ χορδή. Ὑπαγωγή. ἡ ἀπάτη. ὑπαγωγὴ καὶ ἡ ὑποχώ‐ | |
15 | ρησις. καὶ ταῖς ναυσὶ σκέπη καὶ προσόρμισις. οἷον ὕφορμός τις. Ὑπεροψία. ἡ ὑπερηφανία. Ὑπερηφανία. οἴδημα ψυχῆς ἰσχυρῶς πεπλη‐ ρωμένον. ἢ καταφρόνησις κλήσεως ἀγαθῶν, ἢ | |
20 | προσποίησις, ἢ πάθος καρδίας. ἢ ψεκτὸν ὕψω‐ μα, ἢ ὀφθαλμῶν μετεωρισμός. Ὑπεροχή. ἐξοχή. Ὑπέρθεσις. ἀναβολή. | |
Ὑπερμέτρησιν. εἴτουν κατάληψιν. | ||
upsilon1771 | Ὑπεροπλίαις. ὑπερηφανίαις. Ὑπὲρ φύσιν. οἷον ὁ τοῦ Χριστοῦ τόκος. κατὰ φύσιν ὁ γάμος, παρὰ φύσιν ἡ πορνεία. Ὑπέρα. τὸ ἐξηρτημένον τοῦ ἱστοῦ σχοινίον, ὃ | |
5 | ἀνίεται καὶ ἐκτείνεται. παρὰ τὸ ὑπεράνω εἶναι. Ὑπερβασία. κυρίως ἐπὶ τῶν ὑπερβαινόντων τοὺς ἰδίους ὅρους. τοῦτο καὶ ἐπὶ τῆς ὑπερηφα‐ νίας· δοκοῦσι γὰρ οἱ ὑπερήφανοι ποιεῖν τὸ ὑπὲρ αὐτούς. | |
10 | —ὑπερβασίης ἀλεγεινῆς. Ὑπερῴα. ὁ οὐρανίσκος. παρὰ τὸ ὑπ’ αὐτὴν ὁρ‐ μᾶσθαι τὴν τροφήν· ἐρωὴ γὰρ ἡ ὁρμή. ἢ μετε‐ νήνεκται ἀπὸ τῶν ὑπερώων οἰκοδομημάτων, τῶν μετεωρισμένων ὑπὲρ τὴν ἔραν, ὅ ἐστι τὴν γῆν. | |
15 | Ὑπήνη. αἱ ὑποκάτω τοῦ γενείου τρίχες. ἀπὸ τοῦ ὑπεῖναι καὶ ὑποκεῖσθαι τῷ γενείῳ. οἱ δὲ παρὰ τὸ ἴημι, οὗ ὁ μέλλων ἤσω, ἤνη καὶ ὑπήνη. παρὰ τὴν ἔσιν τῶν τριχῶν. ἐν δὲ τῷ ῥηματικῷ εὗ‐ ρον, ὅτι σημαίνει μύστακα, γένειον, πώγωνα, | |
20 | καὶ τὴν ἄνω τοῦ χείλους τρίχωσιν. Ὑπηρεσία. κυρίως, ἔνθα καθέζονται οἱ ἐρέτ‐ | |
τοντες. | ||
upsilon1772 | Ὑπόνοια καὶ ὑπονοεῖν. ἡ ὑπὸ πρόθεσις ἐντελοῦς διαθέσεως ἔλλειψιν δηλοῖ. ὑπονοεῖν οὖν ἐστι τὸ μὴ τελείως νοεῖν τὸ προκείμενον. Ὑποτύπωσις. ὑπόδειγμα, ὑπογραμμὸς, χα‐ | |
5 | ρακτὴρ, λόγος. Ὑπὸ οὐλήν. ὑπὸ δόλον. ὥς φησι Δημοσθένης. Ὑπόκρισις. ἦθος πεπλασμένον. πικρία λανθά‐ νουσα. Ὑπόμνησις. ἀνάληψις ἐκ λήθης τινὸς συμβεβη‐ | |
10 | κότος. Ὑποταγή. ἀδιάκριτος πειθὼ τοῦ ὑποτασσομέ‐ νου. Ὑπόληψις. ἡ παχυμερὴς γνῶσις, καὶ ἡ εἰκα‐ σία, καὶ ἡ δόξα, καὶ ἡ ὑπόνοια. | |
15 | Ὑποθῆκαι. παραινέσεις. Ὑποβάθρα. θεμέλιον. Ὑπόθεσις. [αἰτία.] περιοχή. *ὑποθέσεις δὲ ἔθος τοῖς ἀνδράσι τὰς ἀρχὰς λέγειν τὰς ἀναπο‐ δείκτους, ἃς καὶ ἀξιώματα καλοῦσιν. ὑποθέ‐ | |
20 | σεις δὲ λέγουσι καὶ ἃ ἔχοντα ἀπόδειξιν χωρὶς τῆς οἰκείας ἀποδείξεως λαμβάνουσί τε καὶ ὑπο‐ | |
τίθενται, ὡς δείξοντες αὐτὰς ὕστερον.* | ||
upsilon1773 | Ὑποστιγμή. σημεῖον διανοίας μηδέπω ἀπηρ‐ τισμένης, ἀλλ’ ἔτι ἐνδεούσης. Ὑπόκρισις. ἡ τῶν ὑποκειμένων σωμάτων ἢ πρα‐ γμάτων μίμησις. | |
5 | Ὑποφητεία προφητείας διαφέρει, ὅτι ἡ μὲν προφητεία πρὸ τοῦ γενέσθαι λέγει τὰ ὕστερον γενησόμενα, ἡ δὲ ὑποφητεία ἐν τῷ γίνεσθαι λέ‐ γει, ἢ μετὰ τὸ γενέσθαι τὸ γενόμενον [ἢ γι‐ νόμενον.] λέγει περὶ τούτου αὐτοῦ τὰ παρεστῶ‐ | |
10 | τα ἢ καὶ τὰ ὅσον οὔπω ἐπελευσόμενα. Ὑπογραφή. λόγος σύντομος, δηλωτικὸς συμ‐ βεβηκότων. Ὑπόῤῥηνος. ἔγγυος. ὑπόῤῥηνος αἴξ. ῥὴν γὰρ τὸ πρόβατον. | |
15 | Ὑπόστασις. ὑπόστασις κατὰ τὴν ἐκκλησιαστι‐ κὴν καὶ ἀποστολικὴν παράδοσιν τὸ πρόσωπον, ἤγουν ὁ χαρακτὴρ, ὡς φησὶν ὁ Ἀπόστολος τὸν υἱὸν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτῆρα τῆς ὑποστάσεως αὐτοῦ· τουτέστι πρόσωπον ὁμοού‐ | |
20 | σιον τοῦ χαρακτῆρος καὶ τῆς ὑποστάσεως αὐτοῦ τοῦ πατρός. πρόσωπα δὲ καὶ χαρακτῆρας λέ‐ γομεν ἐπὶ θεοῦ, ἀσώματα καὶ ἀσχημάτιστα. πρόσωπον ἤγουν ὑπόστασίς ἐστι κατὰ τοὺς ἁγί‐ ους πατέρας τὸ ἰδικὸν παρὰ τὸ κοινόν. κοινό‐ | |
25 | της γάρ ἐστιν ἡ φύσις ἑκάστου πράγματος· ἴδιαι δέ εἰσιν αἱ ὑποστάσεις, οἷόν τι λέγω. φύσις ἤγουν οὐσία μία ἡ θεότης, ὑποστάσεις δὲ τρεῖς, πατὴρ, υἱὸς καὶ ἅγιον πνεῦμα. τρία πρόσωπα ἤγουν χαρακτῆρες, μία δὲ οὐσία καὶ γένος. ἐὰν | |
30 | οὖν εἴπῃς, φυλάξαι ἡμᾶς ἡ θεότης, ὅλην τὴν | |
upsilon1774 | ἁγίαν τριάδα ἐσήμανας· εἰ δὲ εἴπῃς, μεθ’ ἡμῶν ὁ υἱὸς τοῦ θεοῦ, μίαν τῶν τριῶν ὑποστάσεων εἶπας, καὶ οὐχ ὅλην τὴν θεότητα. τρεῖς ὑπο‐ στατικαὶ ἰδιότητες εἰσὶν ἐπὶ τῆς θεότητος· τὸ | |
5 | ἀγέννητον τοῦ πατρὸς, τὸ γεννητὸν τοῦ υἱοῦ, καὶ τὸ ἐκπορευτὸν τοῦ ἁγίου πνεύματος. οὐ γάρ ἐστι γεννητὸς ὁ πατὴρ, οὐδὲ ἐκπορευτὸς ὁ υἱὸς, οὐδὲ γεννητὸν τὸ πνεῦμα τὸ ἅγιον. πενταχῶς δὲ εἴρηται ἡ ὑπόστασις· ὑπόστασις· πρόσωπον· | |
10 | χαρακτήρ· ἄτομον, καὶ ἴδιον. φύσις δὲ λέγε‐ ται, οἷον ἀγγελιότης. ὑποστάσεις δὲ καὶ αἱ ἰδι‐ καὶ ἑκάστου προσηγορίαι, ἤγουν Μιχαὴλ, Γα‐ βριήλ. ὡσαύτως φύσις ἐστὶ μία καὶ κοινὴ, ἡ ἀνθρωπότης· ὑποστάσεις δὲ, Πέτρος καὶ Παῦ‐ | |
15 | λος καὶ τὰ λοιπὰ πρόσωπα τῆς ἀνθρωπότητος, καὶ οἱ χαρακτῆρες. ἡ οὖν φύσις κυρία ἐστὶ καὶ αἰτία καὶ γεννητικὴ τῶν ἐν αὐτῇ ὑποστάσεων. καὶ διὰ τοῦτο ὑποστάσεις λέγονται ὡς ὑπὸ τὴν φύσιν ἱστάμεναι, τὴν αὐτῶν πηγήν. ἐὰν εἴπῃς, | |
20 | καλὴ φύσις ὁ ἄγγελος, ὅλην τὴν οὐσίαν αὐτῶν ἐσήμανας· εἰ δὲ εἴπῃς, μέγας ἐστὶν ὁ Γαβριὴλ, ὑπόστασιν μίαν ἐκ πάντων ἐδήλωσας. ὁ ἄνθρω‐ πος ἐλεεινὸς, ἰδοὺ ἡ οὐσία ὅλη· Καῒν δὲ καὶ Ἰούδας ὑποστάσεις εἰσί. †πάλιν ἐὰν εἴπῃς, τὸ | |
25 | πετεινὸν ἐλαφρὸν, ἰδοὺ ἡ οὐσία· εἰ δὲ εἴπῃς, περιστερὰ ἢ τρυγὼν, ὑποστάσεις εἰσί.† τὸ κτῆ‐ νος, ἰδοὺ πᾶσα ἡ κτηνώδης οὐσία· ὁ δὲ λέων καὶ ὁ ἵππος, ὑποστάσεις καὶ χαρακτῆρες καὶ πρόσωπα λέγονται. οὐ μόνον δὲ ἐπὶ νοερῶν καὶ | |
30 | ἐμψύχων καὶ λογικῶν ὁ αὐτὸς κανὼν τῶν ὅρων | |
upsilon1775 | ἁρμόζει, ἀλλὰ καὶ ἐπὶ πάσης ἀψύχου καὶ ἀναι‐ σθήτου καὶ ἀκινήτου φύσεως, οἷόν τι λέγω. ἐὰν εἴπωμεν, ὅτι ὁ θεὸς ἐποίησε τὸ φῶς, ἰδοὺ τὴν οὐσίαν ἁπάντων τῶν φωστήρων ἐσημάναμεν. αὕ‐ | |
5 | τη λοιπὸν ἡ οὐσία τέμνεται εἰς τὰς ὑποστάσεις αὐτῆς, οἷον σελήνη, ἄστρα καὶ τὰ λοιπά. ὁμοίως καὶ ἐπὶ ἀνέμων· ἐὰν εἴπῃς πνεῦμα, πᾶ‐ σαν τὴν φύσιν ἐδήλωσας τῶν ἀνέμων· εἰ δὲ εἴ‐ πῃς νότος ἢ βοῤῥᾶς, ὑποστάσεις εἰσίν. ὡσαύτως | |
10 | τὸ πῦρ μία οὐσία ἐστὶ, τέμνεται δὲ εἰς ὑποστά‐ σεις, ἤγουν λύχνους, κηροὺς, λαμπάδας, κα‐ μίνους. τὴν ἁγίαν οὖν σάρκα τοῦ Χριστοῦ οὐ λέγομεν πρόσωπον, ἀλλ’ οὐσίαν, ἵνα σημάνω‐ μεν, ὅτι ὅλην τὴν φύσιν ἡμῶν ἀνέλαβε καὶ ἔσω‐ | |
15 | σεν ὁ Χριστός. εἰ γὰρ εἴπωμεν αὐτὴν ὑπό‐ στασιν, ἕνα τινὰ ἄνθρωπον εὑρισκόμεθα λέγον‐ τες, ὅτι ἀνέλαβε καὶ ἔσωσεν ὁ Χριστός. πλὴν οὐ λέγεται ὑπόστασις, ἐφόσον ἀχώριστός ἐστι τοῦ θεοῦ λόγου ἡ σάρξ· ὑπόστασις γὰρ τὸ κε‐ | |
20 | χωρισμένον πρόσωπον λέγεται. ἐνυπόστατον μέν‐ τοι αὐτὴν λέγομεν, οὐ μὴν ὑπόστασιν· τὸ γὰρ ἐνυπόστατον τὸ ἐνυπάρχον ἐστὶν, ὥσπερ ἀνυπό‐ στατον τὸ μὴ ἔχον ὕπαρξιν ἤτοι οὐσίαν· οἷον τὸ ἐνύπνιον ἀνούσιον καὶ ἀνύπαρκτον καὶ φαν‐ | |
25 | τασιῶδες. καὶ ὅπως ὁριστικῶς εἴπωμεν, ἀνυπό‐ στατον καὶ ἀνύπαρκτον καὶ ἀνούσιόν ἐστι τὸ ῥή‐ ματι μὲν πολλάκις λεγόμενον, ἐν οὐσίᾳ δὲ καὶ ὑποστάσει μὴ γνωριζόμενον, οἷον ὁ ᾅδης, ὁ θάνατος, ἡ νόσος. πάλιν ἐνούσιον λέγομεν ἢ | |
30 | αὐτὸ τὸ ὂν ἢ τὸ ἐν οὐσίᾳ γνωριζόμενον ἰδίωμα· οἷον ἐνούσιον ἐστὶν ἀνθρώπου τὸ λογικὸν καὶ φθαρτόν. ὁμοίως καὶ τὸ ἐνυπόστατον κατὰ δύο τρόπους λέγεται· ἢ τὸ κατ’ ἀλήθειαν ὑπάρ‐ χον, ἢ τὸ ἐν ὑποστάσει ἰδίωμα, ὡς ἐν τῷ θεῷ | |
35 | πατρὶ τὸ ἀγέννητον, ἐν δὲ τῷ υἱῷ τὸ γεννητὸν, ἐν δὲ τῷ ἁγίῳ πνεύματι τὸ ἐκπορευτόν. καὶ αὖθις· ὑπόστασίς ἐστιν οὐσία μετά τινων ἰδιω‐ μάτων τῷ ἀριθμῷ τῶν ὁμοειδῶν διαφέρουσα. τουτέστι πρόσωπον ὁμοούσιον τοῦ χαρακτῆρος | |
40 | καὶ τῆς ὑποστάσεως τοῦ πατρός. πρόσωπα δὲ | |
upsilon1776 | λέγομεν ἐπὶ θεοῦ ἀσώματα καὶ ἀσχημάτιστα. τοῦ πατρὸς δὲ ἴδιον τὸ ἀγέννητον, τοῦ υἱοῦ τὸ γεννητὸν, τοῦ ἁγίου πνεύματος τὸ ἐκπορευτόν· κοινὸν δὲ ἡ θεότης καὶ ἡ βασιλεία. τρεῖς δὲ | |
5 | ὑποστάσεις ἐπὶ τῆς θεότητος ὡμολόγει· πατέ‐ ρα, υἱὸν καὶ πνεῦμα ἅγιον. ὑπόστασίς ἐστι πᾶν τὸ ἰδίῳ προσώπῳ ἐμφαινόμενον. ὑπόστασίς ἐστιν οὐσία ἰδιάζουσα τοῖς χαρακτηριστικοῖς ἰδιώμασιν. ὑπόστασίς ἐστιν ἐνούσιος ἰδιότης. | |
10 | ὑπόστασίς ἐστι περιγραφὴ τὶς, ἑνὸς γνωριστι‐ κὴ πρὸς τὰ ὁμοειδῆ, κατὰ τὴν ἰδιότητα τὸ ἀκοι‐ νώνητον ἔχουσα. ὑπόστασίς ἐστιν οὐσία μετὰ οἰκείων ἰδιωμάτων ἀριθμῷ τῶν ὁμοειδῶν διαφέ‐ ρουσα. ὑπόστασις λέγεται παρὰ τὸ ὑφεστάναι. | |
15 | τὸ τῆς ὑποστάσεως ὄνομα παρὰ τῇ θείᾳ γρα‐ φῇ τριχῶς λέγεται· τὸ καθ’ ἑαυτοῦ ὑπάρχον, οἷον· μνήσθητι, τίς μου ἡ ὑπόστασις· τὸ πλῆ‐ θος τῶν ὁμονοούντων, οἷον τό· ἐξῆλθον ἄν‐ δρες ἀπὸ τῆς ὑποστάσεως τῶν ἀλλοφύλων· τὸ | |
20 | ἐνούσιον, οἷον τό· ἐν τῇ ὑποστάσει τῆς καυ‐ χήσεώς μου. ὑπόστασις καὶ πρόσωπον ταὐτό ἐστιν· ἄμφω γὰρ μερικόν τε καὶ ἴδιον, ὡς ἐφ’ ἑαυτῶν τὴν περιγραφὴν, ἀλλ’ οὐκ ἐν πλείοσι τὴν κατηγορίαν φυσικῶς κεκτημένων. ὑπόστασιν | |
25 | λέγομεν τὸ καθ’ ἑαυτοῦ ὑφεστὸς καὶ ἐν οὐδενὶ ἑτέρῳ συνθεωρούμενον, ὅπερ καὶ ἄτομον καλοῦ‐ σι τινές. ἄθροισμα δὲ συμβεβηκότων τοῦτο ἂν εἴη, ἅπερ ἅμα πάντες θεωροῦμεν, ὧν τὸ ἄθροι‐ σμα οὐδὲν πρόσεστιν ἑτέρῳ, πλὴν τοῦ ἑνὸς ᾧ | |
30 | πρόσεστι. ὑπόστασις ἐστὶ τὸ καθ’ ἑαυτὸ μόνον ὑφεστὸς, παντὸς δὲ ἑτέρου κεχωρισμένον, ἤτοι τὸ ἰδίοις τισὶ περιγεγραμμένον ὑποστατικοῖς γνω‐ ρίσμασιν. ὑπόστασις ἐστὶ τὸ καθ’ ἑαυτὸ διω‐ ρισμένον συνεστός. ὑπόστασις ἐστὶ πρᾶγμα ὑφ‐ | |
35 | εστός τε καὶ οὐσιῶδες, ἐν ᾧ τὸ ἄθροισμα τῶν συμβεβηκότων, ὡς ἐν ἑνὶ ὑποκειμένῳ πράγμα‐ τι καὶ ἐνεργείᾳ, ὑφέστηκεν. ὑπόστασις ἐστὶν οὐσία μετὰ ἰδιωμάτων ἀριθμῷ τῶν ὁμογενῶν διαφέρουσα. ἐν ὑποστάσει δὲ τὸ καθ’ ἑαυτὸ οὐ‐ | |
40 | δαμῶς ὑφιστάμενον, ἐν ἄλλοις δὲ θεωρούμενον, | |
upsilon1777 | ὡς εἶδος ἐν τοῖς ὑπ’ αὐτῷ ἀτόμοις. ἢ τὸ σὺν ἄλ‐ λῳ διαφόρῳ κατὰ τὴν οὐσίαν εἰς ὅλου τινὸς γέ‐ νεσιν συντιθέμενον. ὑποστάσεως ἴδιόν ἐστι τὸ καθ’ ἑαυτὴν ὁρᾶσθαι, καὶ τῶν ὁμοειδῶν κατ’ | |
5 | ἀριθμὸν διαστέλλεσθαι. Ὑπόστασίς ἐστι συν‐ δρομὴ τῶν χαρακτηριστικῶν ἰδιωμάτων, τὸ ἄτο‐ μον καὶ τὸ ἰδικόν· τουτέστι τὸν δεῖνα ἄνθρω‐ πον ἐκ τοῦ κοινοῦ διαστέλλουσα. ἢ συνδρομὴ τῶν περὶ ἕκαστον ἰδιωμάτων. ἢ διὰ τῶν χαρακτηρι‐ | |
10 | στικῶν ἰδιωμάτων ἐν τῷ τινὶ παριστῶσα καὶ δια‐ γράφουσα τὸ κοινὸν καὶ ἀπερίγραπτον τῆς φύ‐ σεως. Ὑποστατικὴ οὖν ἕνωσίς ἐστιν ἡ τὰς δια‐ φόρους οὐσίας ἤγουν φύσεις εἰς ἓν πρόσωπον καὶ μίαν τὴν αὐτὴν ὑπόστασιν συνάγουσά τε καὶ | |
15 | συνδέουσα. ὑποστατικὴ διαφορὰ τυγχάνει λό‐ γος, καθ’ ὃν ἡ κατὰ ἄθροισμα τῶν ἐνθεωρου‐ μένων ἰδιωμάτων κοινῶν τῆς οὐσίας ἑτερότης τέ‐ μνουσα κατὰ ἀριθμὸν ἄλλου ἀπ’ ἄλλου τὴν τῶν ἀτόμων ποιεῖται πληθύν. | |
20 | Ὑπιωγή. ἡ σκέπη. Ὑπυή. ἡ ἐξοχή. Ὑπώρεια. ἡ τοῦ ὄρους πλαγία σκοπιά. Ὑπωμοσία. τὸ ὑπερτίθεσθαι δίκην ἤγουν ἀνα‐ | |
βάλλεσθαι. | ||
upsilon1778 | Ὑπόνοιαι πονηραί. οἷον δόξαι, δόγματα νόθα. οὕτως ὁ Ἀπόστολος. Ὑποτύπωσιν. ὑπόδειγμα, ἀπόδειξιν. ὁ Ἀπό‐ στολος· πρὸς ὑποτύπωσιν τῶν μελλόντων πι‐ | |
5 | στεύειν ἐπ’ αὐτῷ. | |
6t | (Οὐδέτερον.) | |
7 | Ὕπαρ ἐγρηγορός. ὀπτασία ἀληθής· ἀλήθεια οὐκ ἐν ὀνείρῳ. ἔστιν ὦ ῥῆμα, ὃ δηλοῖ τὸ ὑπάρχω. ἀφ’ οὗ ῥήματος ὄνομα ἂρ, ὡς σθένω | |
10 | σθέναρ, ἔδω ἔδαρ καὶ εἶδαρ, καὶ μετὰ τῆς ὑπὸ προθέσεως ὕπαρ. Ὑπαὶ δείους. ὑπὸ φόβου. Ὑπέμβρυον. τὸ ἐπὶ τῇ θηλαζούσῃ νεογνόν. ἢ παρὰ τὸ ἔσω εἶναι βροτοῦ. | |
15 | Ὑπερτενές. ὑψηλόν. Ὑπέρτερον. ἀνώτερον, ὑπερέχον. Ὑπέρχολον. θυμῶδες. Ὑπερφυές. μεγαλεῖον. Ὑπέρβιον. ὑπερήφανον. | |
20 | Ὑπέρινον. λεπτόν. ἔστι ῥῆμα ἰνῶ, τὸ ἐκκενῶ. ὅθεν λεπτύνω καὶ ὀξύνω. ἐντεῦθεν ὑπέρινος, ὁ κατάξηρος, ἢ ὁ κενόσαρκος. Ὑπερῷον. οἴκημα ὑψηλόν· ἢ ἀνώγεον. ἐκ τοῦ | |
οἶος, ὃ σημαίνει τὸν μόνον, καὶ τῆς ὑπὲρ προθέ‐ | ||
upsilon1779 | σεως ὑπεροῖον, καὶ αὐξήσει τοῦ ο εἰς ω μέγα ὑπερῶον. καὶ μένει τὸ ι προσγεγραμμένον. Ὑπερθετικόν. τὸ σύγκρισιν τοῦ πρωτοτύπου ἀσυγκρίτως δηλοῦν. | |
5 | *Ὑπερεύχιον.* Ὑπερώσιον. ἄπειρον. Ὕπαντρον. ὑπὸ σπήλαιον. Ὕπαιπα. τόπος. †Ὑπεύχιον. ὑπερώσιον. ἄπειρον.† | |
10 | Ὑπήτρια. οἱ μαστοί. Ὑπόβολον. ὑποκείμενον πρὸς δάνειον. Ὑπόγραμμα. ᾧ τοὺς ὀφθαλμοὺς ὑπογράφου‐ σιν. Ὑπόγυον. ἐγγύτερον. τὸ νεωστὶ γινόμενον, τὸ | |
15 | πρόσφατον, τὸ πρὸ ὀλίγου. ἀπὸ τοῦ γυῖα, ὃ ση‐ μαίνει τὰς χεῖρας· διὰ γὰρ τῶν χειρῶν ἀποτε‐ λοῦνται τὰ ἔργα. ἢ παρὰ τὸ γύη, ὃ σημαίνει τὴν γῆν. ὁ μὲν οὖν ἀγὼν ὑπόγυος. Ὑπόδειγμα. σημεῖον. | |
20 | Ὑποζύγια. ὄνους ἢ ἡμιόνους. | |
upsilon1780 | Ὑπομάζιον. τὸ θηλάζον βρέφος. Ὑποτίτθια. τὰ θηλάζοντα βρέφη. Ὑπόπυον. ἕλκους γέμον. Ὑπότριμμα. ἄλειμμα κατεσκευασμένον ἔκ τε | |
5 | φοινίκων καὶ μέλιτος καὶ ἄλλων τινῶν ἀρτυ‐ μάτων. ἀπὸ τῆς τρίψεως τῆς ἐν αὐτοῖς [γινο‐ μένης.] Ὑποχόνδρια. τὰ ὑπὸ τὸν λαγόνα. Ὑποκείμενον. αὐτὴ ἡ οὐσία. καθ’ ὑποκείμενον | |
10 | δὲ λέγει, ὅταν τὰ καθόλου τῶν μερικῶν κατη‐ γορῆται. [ὡς τὸ χρῶμα τοῦ λευκοῦ· καθ’ ὑπο‐ κειμένου γὰρ καὶ συνωνύμως κατηγορεῖται.] ἐν ὑποκειμένῳ δὲ, ὡς ἐν ταῖς οὐσίαις τὰ συμβε‐ βηκότα, οἷον ὡς τὸ λευκὸν ἐν τῷ κύκνῳ. διτ‐ | |
15 | τὸν δὲ τὸ ὑποκείμενον· τὸ μὲν πρὸς ὕπαρξιν, τὸ δὲ πρὸς κατηγορίαν. καὶ πρὸς ὕπαρξιν μὲν ὑποκεῖσθαι λέγουσι τὴν οὐσίαν τοῖς συμβεβηκό‐ σι· πρὸς κατηγορίαν δὲ τὰ μερικὰ τοῖς καθόλου. Ὑπώπια. τὰ ὑπὸ τοὺς ὀφθαλμοὺς πελιδνώματα. | |
20 | †ἢ τραύματα, ἃ ἐν τῷ πυκτεύειν γίνεται.† | |
upsilon1781 | Ὕπαφρον. τὸ κρύφιον λέγει ὁ Ἱπποκράτης. καὶ ὁ Ψελλός· ὕπαφρον μὲν τὸ κρύφιον, πέ‐ ζας τὰ πρὸς τοὺς πόδας. | |
4t | (Ῥῆμα.) | |
5 | Ὑπάγει. ἐξαπατᾷ. Ὑπάγουσιν. ἀντὶ τοῦ προάγουσιν. [οὕτω Δημο‐ σθένης.] Ὑπακτέον. πορευτέον. ἐκ τοῦ ἄγω ἀκτέον. Ὑπαντιάζει. ὑπαντᾷ. | |
10 | Ὑπαΐξας. ὁρμήσας. Ὑπάρχει. οὐχ ἁπλῶς δηλοῖ τὸ εἶναι, ἀλλὰ τὸ πάλαι εἶναι, καὶ οἷον προϋπάρχειν. [δηλοῖ δὲ καὶ τὸ ἄρχειν, οἷον·] ὑπάρχειν μάχῃ. Ὑπαινίττεται. αἰνιγματωδῶς ἐμφαίνει. | |
15 | Ὑπειδόμενος. ὑφορώμενος. ἀπὸ τοῦ εἴδω. Ὑπειπεῖν. τὸ ὑπαγορεύειν. καὶ ὑπείπομεν ἀντὶ | |
τοῦ προείπομεν. | ||
upsilon1782 | Ὑπεζωσμένος. περιβεβλημένος, ἐπισυρόμενος. Ὑπενόστησεν. ὑπανεχώρησεν. Ὑπέθηκε τὴν οὐσίαν ὁ δανειζόμενος· ὑπέθετο δ’ ὁ δανείζων. [Δημοσθένης· ὑποθεὶς δὲ τὴν | |
5 | οὐσίαν τὴν ἐμαυτοῦ.] Ὑπέδυ. ὑπεισῆλθεν. †Ὑπενέγκοι. ὑπομείνῃ ἢ ἀνέξεται. ἢ ἀντὶ τοῦ καταδέξεται.† Ὑπέσχετο. ἐπηγγείλατο. | |
10 | Ὑπερορᾷ. παραβλέπει. Ὑπερηνορεόντων. τῶν ὑπερεχόντων τῇ ἠνορέῃ καὶ τῇ δυνάμει καὶ τῇ ἀνδρείᾳ, τουτέστιν ἀν‐ δρείων. ἢ τῶν ὑπὲρ δύναμιν φρονούντων. Ὑπερμαζᾷ. ὑπερτρυφᾷ· πλουτεῖ· στρηνιᾷ. | |
15 | μάζα γὰρ ἡ τροφή. †Ὑπερφέρων. ὑπεράνω γενόμενος.† | |
†Ὑπερφρονῶν. καταφρονῶν.† | ||
upsilon1783 | Ὑπερώησαν. ὑπεχώρησαν. Ὑπερωρίσθη. ἐκ τῶν ὁρίων ἐξωρίσθη. Ὑπερανεστηκώς. ὑπερβεβηκώς. Ὑπερασπιῶ. ὑπερμαχῶ. | |
5 | Ὑπερηγάσθη. ἐθαυμάσθη. Ὑπέρκεισαι. ὑπερβάλλεις. Ὑπισχνεῖται. ἐπαγγέλλεται. Ὑπογενειάζων. λιτανεύων, παρακαλῶν. ἐκ τοῦ γενείου ἁπτόμενος. | |
10 | †Ὑποθήσομαι. διδάξω.† Ὑποκαθεῖναι. οἷον παύσασθαι χαλεπαίνον‐ τα καὶ πραότερον γενέσθαι. ὑποκαθεῖναι τὰς ὀφρῦς· τὸ γὰρ ἄνω τείνειν τὰς ὀφρῦς ὀργῆς ἐστι σημεῖον. | |
15 | Ὑποκαθεῖσθαι. χαλᾶσθαι. ὑποκαθῆσθαι δὲ τὸ ὑποκαθέζεσθαι, ἦτα. | |
Ὑποκρίνεσθαι. τὸ ἀποκρίνεσθαι ἔλεγον οἱ πα‐ | ||
upsilon1784 | λαιοί. καὶ ὑποκριτὴς ἐντεῦθεν ὁ ἀποκρινόμενος τῷ χορῷ. Ὑπολαβών. νοήσας. ἢ ἀποκριθείς· ἀντειπών· ἀντικρούσας. ἀμφότερα δὲ ἀπὸ τοῦ λήβω, τὸ | |
5 | λαμβάνω. Ὑπολαιμίσας. σφάξας. Ὑπολογισάμενος. ἐνθυμηθείς. Ὑποκορίζεται. σμικρύνεται. εὐτελίζεται. †Ὑποκοριζόμενοι. κολακεύοντες· διασύροντες· | |
10 | ὑποκρινόμενοι. ὁ δὲ Δημοσθένης ἀντὶ τοῦ εὐ‐ φήμως λέγοντες ἐχρήσατο. καὶ τὸ ὑποκοριστι‐ κῶς λέγειν.† Ὑπονομεύοντες. ἀντὶ τοῦ ὑπονόμους ὀρύττον‐ τες. | |
15 | Ὑποσμύχει. ὑποκαίει. Ὑποσμήχει δὲ, ἀντὶ τοῦ καθαίρει, η. | |
Ὑποστειλάμενος. ὑποκρυψάμενος. | ||
upsilon1785 | Ὑποστέλλεται. ὑποπτήσσει· δειλιᾷ· εὐλαβεῖ‐ ται. ἢ ἀναδύεται, καὶ ὑποκρίνεται, καὶ φεύ‐ γει, καὶ δολιεύεται. Ὑποσκελίσει. ἀπατήσει. καὶ ὑποσκελισθήσε‐ | |
5 | ται ἀντὶ τοῦ ἀπατηθήσεται [καὶ ἐμποδισθή‐ σεται.] Ὑποσταίη. ὑπόσχοιτο. Ὑποπτήσσει. φοβεῖται, δειλιᾷ. Ὑποδραμών. ὑπελθών. | |
10 | Ὑπουργεῖ. ὑπηρετεῖ. Ὑπόρωρεν. ὀρῶ τὸ ὁρμῶ· ὁ μέσος παρακείμε‐ νος ὦρα, ὁ παρατατικὸς ὄρωρα, καὶ τὸ τρίτον ὄρωρεν καὶ ὑπόρωρεν. Ὑπνοῦν τὸν θεὸν γέγραπται, ὅταν μακροθυμεῖ. | |
15 | ὡς τὸ, ἵνα τί ὑπνοῖς, κύριε; Ὑπωπιάζω. ἀπὸ τοῦ ἰπῶ, τὸ βλάπτω. ἰπούμενος ταῖς συμφοραῖς. ἀπὸ τοῦ ἰπῶ ἰπάζω καὶ ἐν ὑπερθέσει πιάζω. τοῦ δὲ πιέζω ἀναλογώτερόν ἐστι τὸ πιάζω, τρο‐ | |
20 | πῇ δὲ τοῦ α εἰς ε πιέζω. Ἴωνες μὲν καὶ Ἀτ‐ τικοὶ πιέζω λέγουσιν· οἱ δὲ Δωριεῖς πιάζω. τὸ δὲ ἰπῶ γέγονε παρὰ τὸ ἶπος, ὃ σημαίνει τὴν παγίδα τῶν μυῶν. | |
Ὑπωπτευκώς. ὑπολαβών. | ||
upsilon1786 | Ὑποτύφοντας. ὑποφλέγοντας, ὑποκαίοντας. Ὑποτιθέμενος. συμβουλεύων. ὁ Ἀπόστολος· ταῦτα ὑποτιθέμενος τοῖς ἀδελφοῖς καλῶς, ἔσῃ διάκονος Ἰησοῦ Χριστοῦ. | |
5 | Ὑπωπιάζω. δαμάζω. | |
6t | (Ἐπίῤῥημα.) | |
7 | Ὑπένερθεν. κάτωθεν. †Ὑπόδοντα. κρυφίως.† Ὑπέρευγε. καλῶς ἀπεκρίθητε. | |
10 | Ὑπούλως. δολίως. Ὑποβλήδην. ὑποβαλών. λόγος ὑποκρουστικὸς ἔτι λέγοντος τινός. ἔστι ῥῆμα [βλῶ.] γίνε‐ ται δὲ ἀπὸ τοῦ βάλλω, κατὰ συγκοπήν. ὁ μέλ‐ λων βλήσω. ἀπὸ τούτου γίνεται ἐπίῤῥημα βλή‐ | |
15 | δην καὶ ἐν συνθέσει ὑποβλήδην. ἤγουν τὸ ὑπο‐ βαλεῖν λόγον, μηδέπω τὴν ὁμιλίαν τοῦ διαλε‐ γομένου τελέσαντος. Ὑπερκοσμίως. ἀγγελικῶς. τοῦ θεολόγου· μὴ κοσμικῶς, ἀλλ’ ὑπερκοσμίως. | |
20t | Τὸ Υ μετὰ τοῦ Ρ. | |
21t | (Ἀρσενικόν.) | |
22 | Ὑριδύς· Ὑριεύς· Ὕρτακος· Ὑῤῥοιάδης. | |
ὀνόματα κύρια. | ||
upsilon1787(1t) | (Θηλυκόν.) | |
2 | Ὕῤῥα. κύριον. Ὑῤῥίη καὶ Ὑῤῥίνη. πόλεις. Ὑρκανία. χώρα καὶ τόπος. καὶ Ὑρμίνη. | |
5 | *Ὑῤῥίδα. σπυρίδα. καὶ ὑρισσὸς, ἀγγεῖον πλε‐ κτὸν, εἰς ὃ σῦκα ἐμβάλλουσιν.* | |
7t | Τὸ Υ μετὰ τοῦ Σ. | |
8t | (Ἀρσενικόν.) | |
9 | Ὑσσάκους. τοὺς πασσάλους φησὶν Ἀριστοφά‐ | |
10 | νης. Ὑσήτηρος. ῥυπώδης. Ὕσκανις. ποταμός. Ὑσμινίας. κύριον. Ὑσσός. τὸ δόρυ. [τὸ κοντάριον.] | |
15 | Ὗς. ὁ χοῖρος ἢ συάγρος. εἰ μὲν παρὰ τὸ σύω, τὸ ὁρμῶ, σῦς καὶ ἀφαιρέσει τοῦ ς ὗς· [εἰ δὲ ἀπὸ τοῦ ὕεσθαι, οὐκέτι ἀποβολῇ τοῦ ς.] καί· ὗς διὰ ῥόδων. ἐπὶ σκαιῶν τάττεται ἡ παροιμία. | |
Ὕστατος. ὁ ἔσχατος, ὁ ὕστερος. παρὰ τὴν ὑπὸ | ||
upsilon1788 | πρόθεσιν ὑπότατος, καὶ συγκοπῇ καὶ πλεονα‐ σμῷ τοῦ ς ὕστατος. Ὕστερος. ὥσπερ παρὰ τὴν πρὸ πρότερος, οὕτως καὶ παρὰ τὴν ὑπὸ ὑπότερος καὶ ὕστερος. προόν‐ | |
5 | τος γὰρ ἑτέρου λέγεταί τις ὕστερος. ὥστε πλεο‐ νασμός ἐστι τοῦ ς. Ὕσπληξ. φραγγέλιον. ἀφετηρία. βούκεντρον. ἢ μύωψ ὁ πλήσσων τοὺς βοῦς. εἴρηται ἀπὸ τῶν τριχῶν τῶν ὑείων γίνεσθαι. οἶμαι δὲ ἀφετηρία | |
10 | ἐκ τοῦ ἐκεῖσε πλήσσεσθαι τῇ μάστιγι τοὺς ἵπ‐ πους. ἢ παρὰ τὴν ὑπὸ πρόθεσιν ὑπόπληξ, καὶ συγκοπῇ τῆς πο συλλαβῆς καὶ πλεονασμῷ τοῦ ς ὕσπληξ. ὕσπληξ καὶ ὁ σιδηροῦς ὀχεὺς, ὃν λά‐ μναν καλοῦσιν. | |
15t | (Θηλυκόν.) | |
16 | Ὕσκα. ὀψάριον καὶ ξύλον, ἐν ᾧ ἅπτεται τὸ πῦρ. Ὑσμίνη. ἡ μάχη. Ὑστεροβουλία. μεταμέλεια. Ὑστριχίς. ζῶον. ὑστρηχὶς δὲ μάστιξ ἡ ἐξ ὑείων | |
20 | τριχῶν. η τὸ στρη. καὶ ὕστρηξ ὁμοίως. | |
Ὕσχη. εἶδος βοτάνης. | ||
upsilon1789 | Ὑσοίπη. ὁ ῥύπος. τοῦ Ψελλοῦ· ὑσοίπηρος ὁ ῥυπαρὸς, ὑσοίπη γὰρ ὁ ῥύπος. | |
3t | (Οὐδέτερον.) | |
4 | Ὕστατον. τὸ ἔσχατον. | |
5 | Ὑστέλειον. ὄρος. καὶ Ὑστερεῖον. Ὕσσωπον καὶ ὁ ὕσσωπος. βοτάνη καθαρτικὴ τῶν κατὰ στόμαχον πεπλεγμένων φλεγμάτων, διὰ τὴν ἐν αὐτῷ θερμότητα. | |
9t | (Ῥῆμα.) | |
10 | Ὑσθῆναι καὶ ὑσθῆσαι καὶ ὕσθην. ἀντὶ τοῦ ἐβράχην. Ὑστερήσαντες. Ὑστερούμεθα. ἀντὶ τοῦ ἐλαττούμεθα παρὰ τῷ θεῷ. οὔτε, ἐὰν μὴ φάγωμεν, ὑστερούμεθα. | |
15t | Τὸ Υ μετὰ τοῦ Φ. | |
16t | (Ἀρσενικόν.) | |
17 | Ὕφασις. ποταμός. Ὑφηγητής. ἐξηγητής. | |
19t | (Θηλυκόν.) | |
20 | Ὕφαλος πέτρα. ἡ ὑπὸ τῆς θαλάσσης κεκρυμ‐ μένη, ἥτις ὕδωρ ὀλίγον ἐπικείμενον ἔχουσα γί‐ νεται τοῖς πλέουσι κινδύνου παραίτιος. καὶ ὕφα‐ λος φάτις, ἡ κρυφία φαντασία. Ὕφασις. ὑπόβασις· ταπείνωσις· ὑποκατάβα‐ | |
25 | σις· ἔνδοσις. Ὑφή. ἡ πλοκή. καὶ ὑφὲν, συνάφεια ἐκ δύο λέ‐ ξεων συγκειμένη. ὠνόμασται δὲ ὑφὲν παρὰ τὸ ἑνοῦν τὰς λέξεις, καὶ ἐν τῷ ἅμα ποιεῖν αὐτὰς | |
ἀναγινώσκεσθαι. καὶ ὑφὲν ἀντὶ τοῦ ὁμοῦ. | ||
upsilon1790 | Ὑφεδρίαν. τὴν κάτω καθέδραν λέγει ὁ Θεολό‐ γος, ἤγουν τὸν τοῦ πρεσβυτέρου βαθμόν. προε‐ δρίαν δὲ τὴν ἐπισκοπήν. | |
4t | (Ῥῆμα.) | |
5 | Ὑφέντες. ἵημι, ὁ δεύτερος ἧν, ἡ μετοχὴ εἵς, ἕντος, ἕντες, καὶ ὑφέντες. Ὑφειμένον. ταπεινόν. ὑποβεβηκός. δευτερεῦον. ὑποχείριον. Ὑφειμένος. ἐνδεδυμένος. | |
10 | Ὑφεξαίρειν. λαμβάνειν. ἐπαίρειν. Ὑφεῖται. συγχωρεῖται. Ὑφηγοῦμαι. διηγοῦμαι· ἐξηγοῦμαι. Ὑφήναι. ἀντὶ τοῦ ὑφάναι. Ὑφίει. συνεχώρει. | |
15 | †Ὑφιείς. ὑπενδούς.† Ὑφεῖναι. ἐνδοῦναι. Ὑφιέντες. ἐλαττοῦντες. ὑποσυγκαταβαίνοντες. *Ὑφείλετο. κατέσχεν.* Ὑφιζάνοντι. ὑποκαθημένῳ. | |
20 | Ὑφόωσιν. ἀντὶ τοῦ ὑφαίνουσιν. Ὑφαίνω. παρὰ τὸ εἷς, ὃ σημαίνει τὸν ἀριθμὸν, γέγονεν αἱνῶ, καὶ μετὰ τῆς ὑπὸ προθέσεως καὶ ἐν συνθέσει ὑφαίνω. οἱ γὰρ ὑφαίνοντες τὰ διῃ‐ ρημένα καὶ κεχωρισμένα εἰς ἓν μάλιστα σπεύ‐ | |
25 | δουσιν ἄγειν. οὕτω Θεόγνωστος. Ὑφωρώμην. ὑπενόουν. | |
27t | Τὸ Υ μετὰ τοῦ Ψ. | |
28t | (Ἀρσενικόν.) | |
29 | Ὑψαύχην. ὁ ἀλαζὼν, ὁ ὑψηλόφρων. | |
30 | Ὑψήγορος. μεγαλήγορος. | |
upsilon1791 | Ὑψηλόφρων. ἐπῃρμένος. Ὑψηχής. ὁ ὑψαύχην. Ὑψηχέες. παρὰ τὸ εἰς ὕψος ἐμφέρειν τῶν πο‐ δῶν τὸν ἦχον. | |
5 | —ὑψηχέες ἵπποι. Ὑψίζυγος. ὁ ἐν ὕψει ἔχων τὴν καθέδραν, καὶ πάντων ὢν κυβερνήτης. ζυγὸς δὲ ἡ καθέδρα τῶν κωπηλατῶν. ἢ καὶ ὁ ἐν ὕψει ζυγοστατῶν καὶ ταλαντεύων τὰς μοίρας. λέγουσι δὲ τὸν | |
10 | Δία οἱ Ἕλληνες. Ὑψιβρεμέτης. ὁ ἐν ὕψει βροντῶν. βρέμω γὰρ τὸ ἠχῶ. Ὑψίκομος. ὁ ἐν ὕψει θάλλων, ἢ ὁ ἐν ὕψει τὴν κόμην ἔχων. | |
15 | †Ὑίζων. ὄνομα ποταμοῦ.† Ὑψιπέτης. ὁ εἰς ὕψος πετόμενος. ὑψιπετὴς | |
δὲ, ὁ ἀπὸ ὕψους πεσών. | ||
upsilon1792 | Ὑψιστάριος. †ὁ τὸν ὕψιστον καλῶν.† | |
2t | (Θηλυκόν.) | |
3 | Ὕψωσις. ἔπαρσις. Ὑψηγορίαν. τὴν ὑψηλὴν θεολογίαν. ὁ θεολό‐ | |
5 | γος φησίν. | |
6t | (Οὐδέτερον.) | |
7 | Ὑψηρεφές. μεγάλην ἔχον σκιὰν καὶ σκέπην. Ὑψηλόν. τὸ πλεῖστον ἀπέχον τοῦ μέσου. Ὑψιπέτηλον. εἰς ὕψος ἔχον τὰ φύλλα. | |
10 | Ὕψος. παρὰ τὸ ὄπτω, τὸ βλέπω, ὄψος, καὶ τροπῇ †Αἰολικῇ† τοῦ ο εἰς υ ὕψος. †ὡς καὶ ὅμοιον ἕμιον.† ἀφ’ οὗ ἐστιν ὁρᾷν. Ὑψῶ. μεγαλύνω, δοξάζω. καὶ ὑψώσω. Ὕψι. ἐφ’ ὕψους. | |
15 | Ὑψόθι. ὑψόσε. | |
Ὑψοῦ. ἀντὶ τοῦ ἐφ’ ὕψους. | ||
phi1791(18t) | Φ. | |
19t | Τὸ Φ μετὰ τοῦ Α. | |
20t | (Ἀρσενικόν.) | |
21 | Φαγῶνα. φίλαυτον καὶ ἄπληστον. ἔστι δὲ Σύρων ἡ λέξις. Φαέθων. ὁ ἥλιος. καὶ κλίνεται φαέθοντος. ἀπὸ | |
τοῦ φάος. | ||
phi1792(17) | Φαίδιμος. λαμπρός. παρὰ τὸ φαίνω, φαίνιμος καὶ φαίδιμος. Φαινόλης. χιτὼν ἱερατικός. οἱ δὲ παλαιοὶ ἐφ‐ | |
20 | εστρίδα. ἢ φαινόλης, ὁ ἀπατεών. καὶ φαινό‐ λιον, ἱμάτιον. *καὶ ὁ ἀρχιερατικὸς χιτών.* | |
†Φαινόπους. ὁ λευκόπους.† | ||
phi1793 | Φακεέ. κύριον. Φάκελος. φορτίον ξύλων. Φακός. ὁ ὠμὸς, ὀξύνεται. φακῆ δὲ, ἡ ἑψηθεῖ‐ σα, περισπᾶται. ἀπὸ γὰρ τοῦ φακέα φακῆ, ἡ | |
5 | τὰ φάη κακοῦσα. ἐγὼ εὗρον τὸ φακκὸς διὰ δύο κάππα. Φαιστός. ἄκρα τὶς, ἢ ἀκρωτήριον ἐν Κρήτῃ. Φαλός. αἰδοῖον ἀνδρικὸν ἐκ ξύλου πεποιημέ‐ νον, ὅπερ ἐν τῇ τοῦ Διονύσου ἑορτῇ φοροῦντες | |
10 | οἱ Ἕλληνες ἐχόρευον. φαλοὶ καὶ τὰ ἀσπιδί‐ σκια καὶ ὁ λόφος τῆς περικεφαλαίας· ὅθεν καὶ τρίφαλος ἀσπίς. Φανότατα. λαμπρότατα. Φανοπεὺς καὶ Φανοτεύς. ὀνόματα κύρια. | |
15 | Φαρμουθί. ὁ ἀπρίλλιος μὴν παρὰ Ῥωμαίοις. Φαρισαῖοι. οὗτοι ἄκραν ἀρετὴν ἐπετήδευον. ἐνή‐ στευον γὰρ δὶς τοῦ σαββάτου, δευτέραν καὶ πέμπτην· ἀπεδεκάτουν τὴν δεκάτωσιν· ἀπαρ‐ χὰς ἐδίδων τριακοντάδας τὲ καὶ πεντηκοντά‐ | |
20 | δας· τὰς δὲ θυσίας καὶ τὰς εὐχὰς ἀσφαλεστά‐ τας ἀπετίννυον· ἐκάθευδον δὲ ἐπὶ στενῶν σανί‐ δων ἢ ἐπ’ ἀκανθῶν ἢ ἐπὶ καχλήκων, διὰ τὸ δῆθεν μὴ παθεῖν τι σωματικὸν, ἢ κλαπῆναι δι’ ὀνειράτων καὶ εἰς ῥύσιν πεσεῖν σώματος. ἀλλὰ | |
25 | γὰρ καὶ εἱμαρμένη καὶ ἀστρονομία παρ’ αὐτοῖς | |
phi1794 | σφόδρα ἐχρημάτιζεν. ἐλέγοντο δὲ φαρισαῖοι διὰ τὸ ἀφωρισμένοι εἶναι ἀπὸ τῶν ἄλλων διὰ τὴν νεμομισμένην παρ’ αὐτοῖς ἀκριβεστάτην πολι‐ τείαν. φαρὲς γὰρ κατὰ τὴν ἑβραΐδα γλῶτταν | |
5 | ἀφορισμὸς ἑρμηνεύεται, ἢ διακοπή· διέκοψε γὰρ τὴν φυσικὴν τάξιν ὁ φαρές. *Φασέκ. κατὰ Ἰουδαίους τὸ λεγόμενον φάσκα, ὅπερ δηλοῖ τὴν ἐξ Αἰγύπτου διάβασιν.* Φαρυγγίνδην. ὡς ἀριστίνδην. σκώπτοντες γὰρ | |
10 | τὴν γαστριμαργίαν τῶν χορευτῶν οἱ Ἀττικοὶ οὕ‐ τως λέγουσι. †Φάσις. φήμη· λόγος· φωνή. ἔστι δὲ καὶ πο‐ ταμὸς ἐνδοτέρας τῆς Σκυθίας οὕτω καλούμενος Φάσις, ὃς λέγεται Φεισών.† | |
15 | †Φατειός. ὁ λεχθῆναι δυνάμενος.† †Φαινόμενον κυρίως λέγεται τὸ τῇ ὄψει ἀντι‐ ληπτόν. ὅθεν διαφανῆ σώματα μόνα κυρίως τὰ δίοπτα λέγεται.† Φαῦλος. πονηρός. ἐλάχιστος κακός. παρὰ τὸ | |
20 | φῶ, τὸ φαίνω, φαύσω, φαῦλος, ὡς παύσω παῦ‐ λος, ὁ ἐπ’ αἰσχροῖς πράγμασι διάδηλος καὶ φα‐ νερός. Φαωφί. Ἑβραϊκὸν ὄνομα. καὶ μηνός. Φάλανθοι. οἱ φαλακροί. ἄνθος γὰρ ἡ λευκὴ | |
25 | θρίξ. | |
phi1795 | Φαλακρός. ὁ τὸ ἄκρον ἔχων φαλόν. ἢ παρὰ τὸ φάος φάλων. | |
3t | (Θηλυκόν.) | |
4 | Φαγέδαινα. νόσος λοιμική. | |
5 | Φάλαγγες. στίχες, τάξεις. οἱ δὲ τὸ ἐκ πλειό‐ νων τάξεων ὁπλιτικὸν πλῆθος. οἷον πέλανες τινὲς οὖσαι. παρὰ τὸ πέλας, ὅ ἐστιν ἐγγὺς ἀλ‐ λήλων. †Φαλέη. τὰ πετρώδη.† | |
10 | Φαληριόεσσα. εὐτραφής. καὶ Φάληρα, τόπος. Φαλκωνίλλα. κύριον. Φαντασία. δύναμις φαντασιῶν ἀνατυπωτική· ἢ πάθος τῆς ἀλόγου ψυχῆς ὑπὸ φανταστοῦ τι‐ νὸς γινόμενον. †ἢ ἡ περὶ τῶν ἐν τῷ ἡγεμονικῷ | |
15 | τύπῳ τῆς φανταστικῆς δυνάμεους ἐνέργεια.† Φάραγξ. ἀπὸ σπαράσσω, σπάραξ, καὶ τρο‐ πῇ φάραγξ. ἔστι δὲ τὸ ἀπόσπασμα τῆς γῆς· ἢ τὸ χάσμα καὶ ἡ κοιλάς. Φαρέτρα. βελοθήκη. ἀπὸ τοῦ φέρειν καὶ κο‐ | |
20 | μίζειν τὰ τιτρώσκοντα. | |
Φαρέα καὶ Φαρίν. πόλις. | ||
phi1796 | Φαεσίμβροτος. ἡ φῶς τοῖς ἀνθρώποις φέρουσα. Φάσις. φήμη, λόγος. ἔστι δὲ καὶ ποταμὸς ἐν‐ δότερον τῆς Σκυθίας, οὕτω καλούμενος. φά‐ σις λέγεται καὶ ἐπὶ δημοσίου ἐγκλήματος, ὅτε | |
5 | τις ἀποφαίνηται τῶν δημοσίων ἔχοντά τινα μὴ πριάμενον. λέγεται δὲ ἐπὶ τῶν ὀρφανῶν οἴκων τῶν ἐπιτροπευομένων· ἔφαινεν αὐτὸν ὁ βουλό‐ μενος πρὸς τὸν ἄρχοντα. Φαῦσις. αὐγή· φέγγος· λαμπρότης. | |
10 | Φαυλία. ὁ κότινος. καὶ ἁπλῶς εἶδος ἐλαίας. Φατρία. συγγένεια. σύνταγμα. ἢ κακοθελὲς διαβούλιον. καὶ συμφωνία τινῶν ἐπὶ πράξεσι φαύλαις. κυρίως δὲ φατρία ἐστὶ τὸ τρίτον μέ‐ ρος τῆς φυλῆς. | |
15 | Φαρέτρα. παρὰ τὸ φέρειν καὶ κομίζειν τὰ τι‐ τρώσκοντα. Φάτνη. παρὰ τὸ φαγεῖν φάγη καὶ φάτνη τρο‐ πῇ τοῦ γ εἰς τ. ἢ παρὰ τὸ πατῶ, τὸ ἐσθίω, πάτνη καὶ φάτνη. | |
20t | (Οὐδέτερον.) | |
21 | Φαγύλιον. μαρσίπιον. | |
phi1797 | Φαιδρόν. τερπνὸν, χαριοπρόσωπον. Φαικάσιον. τὸ ὑπόδημα. †Φαινόλιον. ἱμάτιον ἢ ἀρχιερατικὸς χιτών.† Φαιόν. τὸ μέσον λευκοῦ καὶ μέλανος. | |
5 | Φαινώματα. τὰ φαντασίαν ἀποτελοῦντα, οὐ μέντοι ὄντα γέ που τῇ ἀληθείᾳ. Φάη. οἱ ὀφθαλμοὶ, ὅτι ἐξ αὐτῶν φῶς προχεῖται. Φαεινόν. λαμπρόν. Φάλον. τὸ προμετωπίδιον ἀνάστημα τῆς περι‐ | |
10 | κεφαλαίας. εἰσὶ γάρ τινες ἧλοι λαμπροὶ ἕνεκα κόσμου τῆς περικεφαλαίας. φαλὸν γὰρ τὸ λαμπρόν. ὅθεν καὶ φαλακρὸς, ὁ ἔχων φάλιον τὸ κάρα. —κόρυθος φάλον—. | |
15 | Φαλαικὸν καὶ φαλαινόν. ποίημα †αὐτοσχέ‐ διον.† Φανταστόν. τὸ τῇ φαντασίᾳ ὑποπίπτον. ὡς αἴ‐ σθησις καὶ αἰσθητόν. Φανταστικόν. δύναμις τῆς ἀλόγου ψυχῆς διὰ | |
20 | τῶν αἰσθητηρίων ἐνεργοῦσα. | |
phi1798 | Φάρος. ἱμάτιον περιβόλαιον. ἀπὸ τοῦ φέρεσθαι, οἷον φέρος τὶ ὄν. καὶ Φάρος ἡ νῆσος ἡ πρὸ τῆς Αἰγύπτου. [ἔχει δὲ καὶ ἄλλον λόγον ἐπὶ τοῦ προφαινομένου τοῖς πλέουσι πύργου. εἴτε παρὰ | |
5 | τὸ φῶς ἀνάπτειν τοῖς πλέουσιν. ἢ παρὰ τὸ φάω, φάσω, Φάρος. ὁ δὲ Μιλήσιος Ὦρος λέγει, ὅτι τῇ Καρίᾳ προσπελάσαντος Ἀλεξάνδρου ἡ Ἑλέ‐ νη παρεκάλει τινὰ Φάρον κυβερνήτην, Κᾶρα τῷ γένει, διασῶσαι αὐτὴν εἰς Λακεδαίμονα. καὶ | |
10 | τοῦτον ἀπολαβόντα αὐτὴν ἀποῤῥιφῆναι εἰς Αἴ‐ γυπτον, ἔνθα ὑπὸ ὄφεως πληγέντα ἀποθανεῖν. θάψασα δὲ, ἀπ’ αὐτοῦ Φάρον ὠνόμασε.] Φάρμακον. παρὰ τὸ φέρειν ἄκος, φέρακον τὶ ὄν. ἐπὶ δὲ τοῦ κακοῦ, παρὰ τὸ φέρειν ἄχος. | |
15 | Φάσματα. εἴδωλα, φαντασίαι. Φασκώλιον. ἱμάτιον ἢ σακούλιον. Φάριον πέλαγος. τὸ ἐν Φάρῳ. Φατνώματα. σανιδώματα. Φάσγανον. ξίφος. παρὰ τὸ σφάζω, σφάσγανον | |
20 | καὶ ἐν ὑπερθέσει φάσγανον. [ἢ σπάγανον τὶ ὂν, | |
phi1799 | παρὰ τὴν σπάσιν. ἢ παρὰ τὸ φᾶσθαι, ὅ ἐστι φονεύεσθαι.] Φαάνθη. ἐφάνη. καὶ φάανθεν, [ἀόριστος πρῶ‐ τος. ἔστι φαίνω, ὁ ἀόριστος πρῶτος ἐφάν‐ | |
5 | θην, ἐφάνθη, καὶ τὸ τρίτον τῶν πληθυντικῶν ἐφάνθησαν, καὶ πλεονασμῷ τοῦ α καὶ ἀφαιρέ‐ σει τοῦ ε φάανθεν.] Φάγωμεν. ἀνθυπότακτόν ἐστι. φάγομαι δὲ, μι‐ κρόν. | |
10 | Φαῖμεν. εἴποιμεν. εὐκτικόν. ἔστι ῥῆμα φῶ, φὰς ἡ μετοχὴ, φάντος, φαῖμεν. Φαίνω. ἀπὸ τοῦ φαείνω, ἀποβολῇ τοῦ ε, καὶ συναιρέσει τοῦ ι, φαίνω. ὡς ἀείρω, αἴρω. Φάναι. εἰ μὲν παροξύνοιτο, βραχὺ τὸ α, καὶ | |
15 | ἔστιν ἐνεστῶτος καὶ παρατατικοῦ τῶν εἰς μι. εἰ δὲ περισπᾶται, μακρὸν τὸ α, καὶ ἔστιν ἀόρι‐ στος δεύτερος τῆς πέμπτης συζυγίας τῶν βαρυ‐ τόνων, ἀπὸ τοῦ φαίνω. σημαίνει δὲ τὸ εἰπεῖν. Φαρμάξας. ἰατρεύσας, ἀποστήσας. †ἀπατή‐ | |
20 | σας. γοητεύσας.† Φαρμακοῦται. ἐπαστοῦται, καταγοητεύεται. | |
φαρμακοῦται φαρμακευομένη. παρὰ [σοφοῦ.] | ||
phi1800 | Φάσθαι. φημὶ, ὁ μέλλων φήσω, ὁ μέσος δεύ‐ τερος ἀόριστος ἔφην, ἔφασο, ἔφατο, καὶ τὸ ἀπαρέμφατον φάσθαι. Φαυλίζει. εὐτελίζει. ἢ διάδηλον καὶ φανερὸν | |
5 | ποιεῖ τοῖς αἰσχροῖς πράγμασι. Φαρυγγίζειν. ἀπὸ τοῦ φάρυγξ. τὸ δὲ φάρυγξ ἀπὸ τοῦ φέρω, δι’ οὗ φέρεται τὸ πνεῦμα. καὶ ἔστι παρώνυμον. φέρω, φέρος καὶ φάρος, κἀκ τούτου φάρυγξ. Ὦρος δὲ λέγει, δι’ ἧς φέρε‐ | |
10 | ται ἡ ἰγγὴ, τουτέστιν ἡ φωνή. | |
11t | (Ἐπίῤῥημα.) | |
12 | Φαλαγγηδόν. κατὰ τάξιν. | |
13t | Τὸ Φ μετὰ τοῦ Ε. | |
14t | (Ἀρσενικόν.) | |
15 | Φειδωλός. ἀνελεήμων· σκιφός. ὡς ἁμαρτῶ ἁμαρτωλὸς, οὕτω φείδομαι φειδωλός. Φειδήλιος· Φειδύλος· Φειδίας· Φειδιππίδης. ὀνόματα κύρια. Φεισών. ποταμός. καὶ Φεινειός. | |
20 | Φέρτερος. βελτίων· ἰσχυρότερος. | |
phi1801 | Φέριστος. κράτιστος· ἔξοχος. Φερεσάκης. ὁ ἀσπίδα φέρων. [Φερέοικος. ὁ κοχλίας.] [Φερεφάτης. ὁ τὰς μαντείας φέρων.] | |
5 | Φερέγγυος. ἀξιόπιστος, ἐγγυητής. Φερεζαῖοι. ἔθνος. Φερέσβιος. ὁ ζωοποιός. φερέβιος καὶ πλεονα‐ σμῷ τοῦ ς φερέσβιος. Φεραυγής. λαμπρός. τὸν φεραυγῆ φωσφόρον. | |
10 | †Φέροξ. βαρβαρικὸν ὄνομα.† Φέναξ. ὁ ἀπατεών. Φέψαλος. ὁ σπινθὴρ ὁ ἀναφερόμενος ἐκ τῶν καιομένων ξύλων. Φελώνην. ἱμάτιον ἐνταῦθα λέγει ὁ Ἀπόστολος. | |
15 | τινὲς δὲ τὸ γλωσσοκόμον, ἔνθα τὰ βιβλία ἔκει‐ το. τί δὲ αὐτῷ τῶν βιβλίων ἔδει, μέλλοντι ἀπο‐ δημεῖν πρὸς θεόν; | |
18t | (Θηλυκόν.) | |
19 | Φειά. πόλις. | |
20 | [Φειδήνη. πόλις.] | |
phi1802 | Φειδώ. πρόνοια. φεισμονή. εὐσπλαγχνία. ἐλεη‐ μοσύνη. σημαίνει δὲ καὶ τὴν φροντίδα. [Ὅμη‐ ρος· οὐ γάρ τις φειδὼ νεκύων κατατεθνηώτων | |
5 | γίνεται—.] Φενάκη. ἡ ἀπάτη. Φεραί. πόλις. Φέρμη. πόλις. καὶ Φέργη. Φέρνη. ἡ προίξ. παρὰ τὸ φέρειν ὄνησιν, ἢ ἀπὸ | |
10 | τοῦ φέρεσθαι αὐτήν. τινὲς φερνὴ γράφουσιν. | |
11t | (Οὐδέτερον.) | |
12 | Φείδειον ἔργον. τὸ τοῦ Φειδίου. Φελλέα. τὰ πετρώδη καὶ αἰγίβοτα χωρία. ὅταν μὲν οὖν τὰς αἶγας ἐκ τοῦ φελλέου. | |
15 | Φελόνιον. .... Φέρετρον. ἡ τῶν νεκρῶν κλίνη. Φέριστον. τὸ ἐξοχώτατον, κάλλιστον καὶ θαυ‐ μαστόν. †Φέρνιον. ἡ σπυρίς.† | |
20 | Φευκτόν. μισητὸν, φυγῆς ἄξιον. | |
phi1803(1t) | (Ῥῆμα.) | |
2 | Φείδομαι. παρὰ τὸ φεύγειν τὸ δοῦναι. ἢ παρὰ τὸ φεύδω, καὶ μόνον φεύδομαι καὶ τροπῇ τοῦ υ εἰς ι φείδομαι. | |
5 | Φένω. τὸ φονεύω. φαίνω δὲ, τὸ λάμπω καὶ δει‐ κνύω, δίφθογγον. Φενακίζειν. τὸ ἀπατᾷν. ὅπερ οἱ ἀρχαῖοι φηνί‐ ζειν ἔλεγον. πεποίηται τὸ ὄνομα κατ’ ἐναλλα‐ γὴν γράμματος, παρὰ τὴν πηνίκην. ἡ δέ ἐστι | |
10 | περίθετος κόμη διαπατῶσα τοὺς πολλούς. ἢ παρὰ τὸ φηλοῦν πεποίηται [ὅπέρ ἐστι τὸ ἀπα‐ τᾷν]. καὶ φήληκας δὲ φαμὲν τὰ διαπατῶντα τὰς ὄψεις σῦκα, ὡς εἴη πέπειρα. Φειδαλφιτῶ. τὸ τῶν ἀλεύρων φείδομαι. | |
15 | Φέρβειν. τρέφειν. Φέροντας. ἀντὶ τοῦ λαμβάνοντας. οὕτως Ἀριστο‐ φάνης. | |
18t | (Ἐπίῤῥημα.) | |
19 | Φεῦ. σχετλιαστικὸν ἐπίῤῥημα. | |
20 | Φειδωμένως. φειδωλῶς· σκνιφῶς. | |
21t | Τὸ Φ μετὰ τοῦ Η. | |
22t | (Ἀρσενικόν.) | |
23 | Φηγεύς. κύριον. | |
Φήγινος. δρύϊνος. | ||
phi1804 | Φηγός. ἡ δρῦς. ἢ πεύκη. Φήληκας. τὰ διαπατῶντα τὰς ὄψεις σῦκα, ὡς εἴη πέπειρα. ἀπὸ τοῦ φηλῶ, τὸ ἀπατῶ. καὶ φήληξ, ὁ ἀπατεὼν, καὶ φηλήτης. | |
5 | Φηνέας. κύριον. †Φῆνος. ὄνομα ποταμοῦ. τὸ δὲ ἐπίθετον ὀ. .. δηλῶν δὲ τὸν λαμπρὸν, ἀπὸ τοῦ φανὶς γέγονε.† Φῆστος· Φήσινος. ὀνόματα κύρια. | |
9t | (Θηλυκόν.) | |
10 | Φηδήλα. πόλις. Φηνόη. κύριον. Φήνη. ζῶον πετόμενον. Φήμη. λόγος, ἀγγελία. Φηρά. πόλις. καὶ Φηρή. καὶ Φηρωνία. καὶ Φη‐ | |
15 | ρήτης, τοπικόν. †Φηρίς. ἡ τροφὴ θεῶν.† | |
17t | (Οὐδέτερον.) | |
18 | Φήγιον. τόπος. Φήνειον. ὄρος. | |
20t | (Ῥῆμα.) | |
21 | Φημί. τὸ λέγω. ἀπὸ τοῦ φῶ, τὸ λέγω. Φῇναι. δεῖξαι. φῆναι ἀντὶ τοῦ εἰπεῖν. [ἢ δεύ‐ τερος ἀόριστός ἐστιν, ὡς ἔστιν στῆναι, ἢ πρῶ‐ τος, ὡς ἔφαν, φάναι καὶ ἰωνικῶς φῆναι, ὡς τὸ | |
25 | μιάναι, μιῆναι.] | |
phi1805 | Φηλῆσαι. ἀπατῆσαι. καὶ φηλῶ. Φῆς. Ἀρίσταρχος περισπᾷ, ἵν’ ᾖ ἐκ τοῦ ἔφης. διὸ καὶ χωρὶς τοῦ ι γράφεται. σημαίνει δὲ τὸ λέγεις. φῇς σὺν τῷ ι. φημί. φῇς ἔχει τὸ ι | |
5 | καθ’ ἱστορίαν ἤγουν κατὰ παράδοσιν. τότε γὰρ τῇ ἱστορίᾳ χρώμεθα, ἡνίκα τὶ κατὰ παράδοσιν γράφεται. ὥσπερ τὸ, Σκείρων. Ἀρίσταρχος δὲ τὸ φῆς περισπᾷ καὶ τὸ ι οὐ γράφει· λέγει γὰρ, ἐὰν εἶχε τὸ ι, ἐνεστὼς ὤφειλεν εἶναι. | |
10 | Φῇσιν. ἡνίκα προπερισπᾶται, ἔχει τὸ ι. ἔστι δὲ, ἐὰν φῶ, ἐὰν φῇς, ἐὰν φῇ, καὶ ἐπ’ ἐκτάσει τῆς σι συλλαβῆς, ἐὰν φῇσι, καὶ φυλάττει τὸ ι. πρόσκειται ἡνίκα προπερισπᾶται. ἡνίκα δὲ ὀξύ‐ νεται, οὐκ ἔχει τὸ ι, οἷον φησίν. | |
15 | φῇσιν ἐλεύσεσθαι. Φήσειν. ἀντὶ τοῦ εἰπεῖν. καὶ φῆσαι. | |
17t | Τὸ Φ μετὰ τοῦ Θ. | |
18t | (Ἀρσενικόν.) | |
19 | Φθεῦϊς. κύριον. | |
20 | Φθεῖρα. ἀπὸ τοῦ φθείρω γέγονε φθεὶρ, ὁ ἀπὸ φθορᾶς σωματικῆς γινόμενος. Φθῖος. κύριον. Φθισήνωρ. [κύριον.] ἔστι δὲ καὶ ὁ τοὺς ἄνδρας ἀναιρῶν καὶ διαφθείρων. | |
25 | Φθισικός. φθόϊς. κύρια. | |
Φθόνος. πάθος λύπης ἐπὶ τῇ τοῦ πέλας εὐ‐ | ||
phi1806 | πραγίᾳ. παρὰ τὸ φθάνειν. οὕτως Ὦρος ὁ Μι‐ λήσιος. εἰ δὲ βάσκανος, παρὰ τὸ τοῖς φάεσι καί‐ νειν. ἐγὼ δὲ παρὰ τὸ φόνος, πλεονασμῷ τοῦ θ. Φθογγήεις. παρὰ τὸ φθογγὴ, τὸ δὲ φθογγὴ | |
5 | παρὰ τὸ φθέγγω. τὸ ο μικρὸν διατί; τὰ ἔχον‐ τα τὸ ε ἐγκείμενον, ἐν τοῖς ῥήμασιν, ἔχουσιν τὸ ο ἀντιπαρακείμενον. | |
8t | (Θηλυκόν.) | |
9 | Φθίσις. ἡ φθορὰ, ἢ νόσος τις. | |
10 | Φθία. πόλις. οἱ πολῖται Φθιῶται καὶ Φθῖοι. Φθινάς. νόσος. Φθινοπωρίς. ἡ κολυμβιὰς ἐλαία. Φθισίμβροτον. διαφθείρουσαν τὸν ἄνδρα. φθίω, φθίσω, φθισίμβροτον. | |
15 | Φθόη. ἡ νῦν φθίσις λεγομένη. ἢ ὄνομα πάθους ἐξ αἵματος ἀγωγῆς. Φθοῖς. εἶδος πλακοῦντος. τὸ πληθυντικὸν τὰς φθοῖς. †Φθορά. ἐστι κίνησις ἐκ τοῦ ὄντος εἰς τὸ μὴ | |
20 | εἶναι.† Φθορά. ἡ διάζευξις τῆς ψυχῆς ἀπὸ τοῦ σώμα‐ τος. διαφθορὰ, ὅταν ἄλλη οὐσία δι’ ἑτέρας ἀφανίζεται, ὥσπερ τὸ σῶμα ἀπὸ τῶν σκωλήκων. καταφθορὰ, ἡ παντελὴς ἀπώλεια. εἴρηται μὲν | |
25 | ἡ φθορὰ κατὰ δύο τρόπους ἐν τῇ γραφῇ· του‐ τέστι σωματικῶς καὶ ψυχικῶς. ὡς ὅταν λέγῃ· καὶ εἶδε κύριος ὁ θεὸς τὴν γῆν, καὶ ἦν κατ‐ | |
εφθαρμένη τῇ ἁμαρτίᾳ. καὶ πάλιν περὶ ἀν‐ | ||
phi1807 | θρώπων, ὅτι διεφθάρησαν καὶ ἐβδελύχθησαν ἐν ἀνομίαις καὶ ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν. λοι‐ πὸν ἡνίκα ἀκούσῃς διδασκάλου λέγοντος, ἄφθαρ‐ τον τὸ σῶμα τοῦ Χριστοῦ πρὸ τοῦ σταυροῦ | |
5 | ὑπάρχειν, νόμισον, ὅτι κατὰ φθορὰν τῆς ἁμαρ‐ τίας λέγει αὐτὸ ἄφθαρτον ἤτοι ἀμίαντον, καὶ οὐ κατὰ λεπτότητα τινὰ καὶ ἀλλοτριότητα τῶν ἡμετέρων σωμάτων. ἄφθαρτον γὰρ κυρίως ἐστὶ τὸ ἀπαθὲς [καὶ ἄϋλον] καὶ ἀψηλάφητον. | |
10 | ἄφθαρτον ἐστὶ τὸ ὑφ’ ἑτέρας οὐσίας βλαβῆναι μὴ δυνάμενον. ἄφθαρτον ἐστὶ τὸ κατὰ πάντα ἄῤῥευστον καὶ ἀνενδεὲς καὶ ἄτρωτον. τὸ δὲ πανάγιον σῶμα τοῦ Χριστοῦ καὶ πέπονθε καὶ ἐτρώθη τοῖς ἥλοις καὶ τῇ λόγχῃ, καὶ αἷμα | |
15 | καὶ ὕδωρ ἐξήγαγε, καὶ ἐκ ζωῆς νεκρὸν γέγονε. φθαρτὸν δέ ἐστι πᾶν τὸ τοῦ θανάτου δεκτικὸν, καὶ ζωῆς χωριστικόν. φθορὰ δὲ φύσεως ἐστὶν, ὥς φησιν ὁ τὰ θεῖα πολὺς Διονύσιος, ἀσθένειά τε καὶ ἔλλειψις τῶν φυσικῶν ἕξεών τε καὶ ἐνερ‐ | |
20 | γειῶν καὶ δυνάμεων. τινὲς δὲ εἶπον, ὅτι δυνά‐ μει μὲν φθαρτὸν ἦν τὸ πανάγιον σῶμα τοῦ Χριστοῦ, τουτέστι δεκτικὸν φθορᾶς· ἐνεργείᾳ δὲ διετηρήθη ἐν τῷ μνήματι ὑπὸ τῆς θεότητος τοῦ λόγου ἄφθαρτον. φθορὰ, λύσις τῆς συν‐ | |
25 | εχείας τοῦ φυσικοῦ εἴδους. οὐ ταυτὸν δὲ φθορὰ καὶ φθαρτὴ οὐσία. ἡ μὲν γὰρ φθορὰ καὶ διά‐ λυσιν σημαίνει τῶν συντεθέντων καὶ ἡρμοσμέ‐ νων· ἡ δὲ φθαρτὴ οὐσία τὸ ὑποκείμενον δηλοῖ πρᾶγμα, ᾧ καὶ ἡ φθορὰ ἐνδεχομένως ἐπισυμ‐ | |
30 | βαίνει. | |
31t | (Οὐδέτερον.) | |
32 | Φθέγμα. Ὦρος ὁ Μιλήσιος δι’ ἑνὸς γ· ὁ δὲ Ἡρωδιανὸς διὰ δύο. καὶ ἴσως παρὰ τὸ φθέγ‐ γομαι. | |
35 | Φθιτόν. τὸ φθαρτόν. φθινόπωρον. | |
phi1808 | †Φθινόπωρον. χρόνος, ἐν ᾧ τὸ ξηρὸν ἐπικρα‐ τεῖ.† | |
3t | (Ῥῆμα.) | |
4 | Φθάνει. προϊκνεῖται· προλαμβάνει. παρὰ τὸ | |
5 | φθίνω. Φθάμενος. φθάσας. ἀπὸ τοῦ φθῶ, φθῆμι, ὁ παθητικὸς ἐνεστὼς φθάμαι. τὸ δὲ φθῶ ἀπὸ τοῦ φθίω, τὸ φθείρω. οἱ γὰρ καταλαμβάνον‐ τες φθείρουσι τὸν δρόμον, καὶ ἐλαττοῦσι τὸ | |
10 | καταλαμβάνειν. Φθάσαντα. ἐγγίσαντα. Φθαίῃσι. φθάσει. Φθέγγεσθαι. πλεονασμῷ τοῦ θ. ἔστι παρὰ τὸ φέγγος, ὅ ἐστι φῶς. παρὰ τὸ εἰς φῶς τὰ τοῦ | |
15 | νοῦ ἄγειν. Φθίω. τὸ φθείρω. Φθίνει. καὶ φθινύθω, τὸ φθείρω. Φθίμενος. πεφθαρκώς. ἀπὸ τοῦ φθίμι, ἡ με‐ τοχὴ φθίμενος. | |
20 | Φθῶ. τὸ καταλαμβάνω. Ὅμηρος· φθῆ σε τέλος θανάτοιο— ἀντὶ τοῦ καταλάβοι σε. Φθαρῇ. μετενεχθῇ. καὶ ὁ Ἀπόστολος· μή‐ πως φθαρῇ τὰ νοήματα ἡμῶν ἀπὸ τῆς ἁπλό‐ | |
25 | τητος τῆς εἰς Χριστόν. | |
26t | Τὸ Φ μετὰ τοῦ Ι. | |
27t | (Ἀρσενικόν.) | |
28 | Φιαρός. ὁ λαμπρός. παρὰ τὸ φάος. καὶ φιαρή. φιαρὴ τῆμος ἄνεσχεν ἕως. | |
30 | Φιλομειδής. ὁ φιλόγελως. Φιλαπεχθήμων. ὁ ἔχων πρὸς τοὺς φίλους μι‐ σητῶς. | |
Φίλερις. μάχιμος. φιλόνεικος. ἀναιδής. | ||
phi1809 | Φιλέταιρος. ὁ τοὺς φίλους ἀγαπῶν. Φιλέψιος. κύριον, ἢ καὶ ὁ φιλοπαίγμων. ἔψια γὰρ τὰ ἀπὸ λόγων παίγνια. Φίλοιφος. ὁ πόρνος. | |
5 | Φιλοπότης. ὁ φιλῶν πότους καὶ συμπόσια. φι‐ λοπώτης δὲ, ὁ φιλῶν πολλὰ πίνειν, μέγα. Φίλαυτος. ὁ κενόδοξος· ὁ ἑαυτὸν δῆθεν φιλῶν καὶ πάντα πράττων ἑαυτοῦ χάριν. καὶ φιλαυ‐ τία, ἡ τοῦ σώματος ἄλογος φιλία. τὸ φίλαυ‐ | |
10 | τος καὶ φιλαυτία παρ’ οὐδενὶ τῶν ἐλλογίμων. οὐκ οἶδας, τί λέγεις, ἄνθρωπε. τίς γὰρ ἐλλο‐ γιμώτερος τοῦ μεγάλου Βασιλείου ἢ τοῦ ἁγίου Μαξίμου; Φιμός. ὁ χαλινός. παρὰ τὸ σφίγγω, σφιγγὸς, | |
15 | σφιγμὸς καὶ φιμός. Φινεές. κύριον. Φίσκος. δημόσιον ταμιεῖον. Φιτρός. ὁ κορμός. παρὰ τὸ φυτὸν φυτερὸς καὶ φιτρὸς τροπῇ τοῦ υ εἰς ι. | |
20 | Φιλήδονοι. οἱ ἀντικαταλλασσόμενοι τοῦ θείου πό‐ θου τὸ αἰσχρόν. ὁ Ἀπόστολος· φιλήδονοι μᾶλλον ἢ φιλόθεοι. Φίλος. παρὰ τὸ πίνω πίνος καὶ φίλος. | |
24t | (Θηλυκόν.) | |
25 | Φιάλη. τὸ ποτήριον. | |
Φίαλις. τόπος. | ||
phi1810 | Φιλαδέλφεια. πόλις. φιλαδελφία δὲ, ι. Φιλοτησία. δεξίωσις, φιλία. ἢ ἡνίκα τις ἐν ἀρίστῳ ἀπὸ τῆς δοθείσης αὐτῷ φιάλης πιὼν, τὸ λοιπὸν παράσχοι φίλῳ, καὶ τὴν φιάλην χαρι‐ | |
5 | σάμενος. Φιλοτιμία. δωρεά. λέγεται καὶ ἡ μεγαλοψυχία. ἢ ἡ κενοδοξία. ἀπὸ τοῦ φιλεῖν τὴν τιμήν. Φιλοπονία. ἡ σπουδαία ἐργασία. Φιλοφροσύνη. δεξίωσις. | |
10 | Φιλομήλα. ὄνομα ἰχθύος. Φίλυρα. τόπος. καὶ φυτὸν ἔχον φλοιὸν βίβλῳ παπύρου ὅμοιον. †Φιλόστοργοι. φιλίαν τηροῦντες.† Φιάλη. παρὰ τὸ πίνω, [κατὰ μετάθεσιν τοῦ π | |
15 | εἰς φ, πιάλη τὶς οὖσα.] | |
16t | (Οὐδέτερον.) | |
17 | Φιδίτειον. τόπος. [Φιδίτια δὲ, ἑορτὴ, ἰῶτα.] [Φιλομήλιον. τόπος.] | |
20 | Φιλητόν. ἀγαπητὸν, ἀγαθόν· ἡδύ· χρήσιμον. Φίκιον. ὄρος. Φιμινάλια. βρακία. περίσκελλα. Φίτυμα. γέννημα. καὶ φίτυσις. Φίλτρον. ἀπὸ τοῦ φίλω, βαρυτόνως, φίλτρον. | |
25 | ἢ ἀπὸ τοῦ φιλῶ, φίλητρον, καὶ ἐν συγκοπῇ | |
φίλτρον. | ||
phi1811 | Φίλτερον. ἀπὸ τοῦ φίλος, φιλώτερος, ἐξ οὗ καὶ τὸ θηλυκὸν φιλωτέρα, τὸ οὐδέτερον φιλώ‐ τερον, καὶ κατὰ συγκοπὴν φίλτερον. πᾶν δὲ συγ‐ κριτικὸν εἰς ρος λῆγον ὑπὲρ δύο συλλαβάς ἐστι. | |
5 | τὸ μέντοι φίλτερον, καίτοι ὑπὲρ δύο συλλαβὰς ὂν, διαφωνεῖ ὡς πρὸς τὰ συγκριτικά. Φιλόσοφον καὶ φιλοσοφία. ἠθῶν κατόρθω‐ σις μετὰ δόξης τῆς περὶ τῶν ὄντων εὐσεβοῦς. Φίλον, φίλος καὶ φιλία. φίλον ἐστὶ τὸ προσ‐ | |
10 | φιλές· φίλος δὲ ὁ βουλευόμενος καὶ πράττων τὰ ἀγαθὰ τῷ φίλῳ, ἢ τὰ φαινόμενα ἐκείνου ἕνεκα, ἢ ὁ συναλγῶν καὶ συγχαίρων τῷ φίλῳ, ἢ ὁ φιλῶν καὶ ἀντιφιλούμενος. φίλος δὲ εἴρηται ἀπὸ τοῦ γινομένου κατὰ τὸ φιλεῖν ἤχου. τὴν | |
15 | φιλίαν οἱ παλαιοὶ εἰς τρία τινὰ διείλοντο εἴδη. καὶ τὸ μὲν αὐτῆς διὰ τὸ ἡδύ· τὸ δὲ διὰ τὸ χρή‐ σιμον· τὸ δὲ δι’ αὐτὸ τὸ καλὸν εἶπον συνίστα‐ σθαι. καὶ τὰ μὲν δύο τῆς φιλίας εἴδη, τῆς τε διὰ τὸ ἡδὺ καὶ τὸ χρήσιμον, μὴ πάνυ συμπαρα‐ | |
20 | μένειν. καὶ εἰκότως· τῶν γὰρ φιλητῶν ἐκλελοι‐ πότων, τοιαῦτα γὰρ πάντα τῆς ῥοῆς ἔκγονα, ἀνάγκη τούτοις καὶ τὴν φιλίαν συνδιαλύεσθαι. τὴν δέ γε διὰ τὸ καλὸν φιλίαν, ἐπειδὴ μόνιμον τῷ φιλητῷ συμπαρεκτείνεσθαι πάντως ἀκόλου‐ | |
25 | θον. | |
Φῖ. τὸ στοιχεῖον. φαιὸν γὰρ τὸ μέλαν· μέλαν | ||
phi1812 | δέ ἐστι τὸ σκοτεινόν. οὕτω καὶ τοῦτο κατὰ τὴν ἐκφώνησιν κακόφωνόν ἐστι. | |
3t | (Ῥῆμα.) | |
4 | Φιλοφρονηθῆναι. δεξιωθῆναι. | |
5 | Φιλοκρινεῖ. δικάζει, καὶ ἐξετάζει περιέργως. Φιλοτιμεῖται. ἐπιδαψιλεύεται· μεγαλοφρονεῖ· σπουδάζει· ἀγαπᾷ. Φιλοσοφεῖν. σπουδάζειν. ἢ πονεῖν. ἢ ἡσυχάζειν. Φιλεῖ. ἀγαπᾷ. καὶ ἀντὶ τοῦ τέρπεται. | |
10 | φιλεῖ γάρ πως. Φίλαι. ἀντὶ τοῦ φιλοφρόνησον καὶ φίλησον. Ὅμη‐ ρος· —νῦν αὖτέ με φίλαι, Ἀθήνη. Φιτύω. τὸ γεννῶ καὶ τὸ φυτεύω. ἀπὸ τοῦ φυ‐ | |
15 | τεύω κατὰ ἀποβολὴν τοῦ ε τοῦ ἐν τῇ παραλη‐ γούσῃ, καὶ τροπῇ τοῦ υ εἰς ι τοῦ ἐν τῇ ἀρ‐ χούσῃ. Φιλοτιμούμεθα. ἢ σπουδάζομεν, ἢ καυχώμεθα. οὕτως ὁ Ἀπόστολος· διὸ καὶ φιλοτιμούμεθα, | |
20 | εἴτε ἐνδημοῦντες εἴτε ἐκδημοῦντες. | |
21t | Τὸ Φ μετὰ τοῦ Λ. | |
22t | (Ἀρσενικόν.) | |
23 | Φλαμίνιος. ὄνομα κύριον. Φλεγίας. ὄνομα ἀετοῦ. | |
25 | Φλεγύας. ἐθνικόν. καὶ Φλέγυες. | |
phi1813 | Φλήναφος. φλύαρος μωρολόγος. παρὰ τὸ φλύω, τὸ ἀναζέω. [—ἀνὰ δ’ ἔφλυε καλὰ ῥέεθρα. φλέω οὖν καὶ φλύω, ὡς ῥέω, ῥύω, ἐξ οὗ καὶ | |
5 | ῥύσις καὶ ῥύαξ. παρὰ δὲ τὸ φλέω γίνεται φλε‐ νὸς ὄνομα, ὡς τέρπνω, τερπνὸς, καὶ μεταθέσει τοῦ ε εἰς η φληνὸς, τοῦτο δὲ προσλαβὼν τὸ φῶ ῥῆμα, ὃ σημαίνει τὸ λέγω, ἀφ’ οὗ τὸ φημὶ, ἀποδείκνυσι ῥῆμα, τὸ φληναφῶ, ὄνομα δὲ, τὸ | |
10 | φλήναφος.] Φλογμός. καῦμα. Φλοῖσβος. ἡ ταραχή. καὶ ὁ ἦχος τῆς θαλάσ‐ σης. καὶ φλοισμὸς ὁμοίως. Φλοιός. τὸ φλούδιον. | |
15 | Φλόνος. φυτόν. καὶ φλῶμος, βοτάνη, ᾗ καὶ ἀντὶ τοῦ ἐλλυχνίου χρῶνται. ἡ αὐτὴ δὲ καὶ θρυαλλίς. Αἰλιανός· ἐμβαλὼν δὲ εἰς τὴν λί‐ μνην φλώμου φύλλα ἢ κάρυα, ἀπώλεσε τοὺς γυρίνους ὁ τῶν μελισσῶν δεσπότης ῥᾷστα. | |
20 | Φλῶρος, Φλωράτιος καὶ Φλωρέντιος. ὀνό‐ ματα κύρια. Φλογμός. ἡ φλεγμονὴ παρὰ τῷ Γαληνῷ. φησὶ δὲ καὶ ὁ Ψελλός· φλογμός ἐστιν ἡ φλεγμονὴ, | |
χελύσειν δὲ τὸ δήσειν. | ||
phi1814(1t) | (Θηλυκόν.) | |
2 | Φλέβες. ἀπὸ τοῦ τὸν χυμωδέστερον χυμὸν πε‐ ριέχειν, τουτέστι τοῦ αἵματος. φλέβες οὖν πα‐ ρὰ τὸ δι’ αὐτῶν βαίνειν τὸ φλογῶδες. | |
5 | Φλεδονεία. πόλις. φλεδονεία καὶ ἡ φλυαρία, ἀπὸ τοῦ φλεδονεύω. φλεδονεία καὶ φλεδονεύε‐ ται ἀπὸ τοῦ φλύω. καὶ φλεδὼν, ἡ φλυαρία, ἀπὸ τοῦ φλέω, ὃ καὶ φλύω λέγεται. Φλιοῦς. πόλις. | |
10 | Φλιά. παρὰ τὸ θλίβω, θλίψω, θλιὰ καὶ φλιά. ὡς θηρσὶ, [φηρσί.] φλιὰ δέ ἐστι τὸ πλάγιον τῆς θύρας. ἢ παραστὰς, ὅπου τὶς ἵσταται καὶ ἐπερείδεται. Φλόγειαι γλῶσσαι. φλόγιον δὲ, πῦρ, ι. | |
15 | Φλυκτίδες. τὸ ἀπὸ πυρὸς φύσημα. ὁ καλούμε‐ νος ἄνθραξ. ἢ ἡ ὄγκωσις. Φλύκταιναι. φυσαλίδες. ἢ τὰ ἐκ τοῦ ὑετοῦ γε‐ νόμενα οἰδήματα. Φλωρεντεία. πόλις. Φλωρεντία δὲ, κύριον, ἰῶτα. | |
20 | Φλεγμονή. ὄγκος πυρώδης, συῤῥυέντων ἐπὶ τὸ ἀσθενὲς μέρος τῶν ὑγρῶν καὶ τῇ παρὰ φύσιν θερμασίᾳ φλεγόντων τὸ πεπονθός. | |
23t | (Οὐδέτερον.) | |
24 | Φλαῦρον. κοῦφον, ἢ τὸ μικρὸν κακόν. [φαῦλον | |
25 | δὲ, τὸ μέγα κακόν.] | |
phi1815 | Φλέγμα. παρὰ τὸ φλέγω, φλέξω, φλέγμα κα‐ τὰ ἀντίφρασιν· ψυχρότατον γάρ ἐστι. †τὸ φλέγμα ἀναλογεῖ τῷ ὕδατι, ψυχρὸν ὂν καὶ ὑγρόν.† | |
5 | Φλέσιον. τόπος. Φλόγιον πῦρ. τὸ φλέγον. φλόγειον δὲ ἅρμα, καὶ φλόγειαι γλῶσσαι, δίφθογγον. Φλέγμα. ἡ πύρωσις. τοῦ Ψελλοῦ· τινὲς δὲ καὶ τὴν πύρωσιν ὀνομάζουσι φλέγμα. | |
10 | Φλᾷν. καταθλάττειν. Φλεβάζοντες. βρύοντες. ἀπὸ τοῦ φλέω. ἢ ἀπὸ τῶν φλεβῶν. Φλέγει. καίει καὶ φλέει. Φλεδονῶ. φλυαρῶ. καὶ φλεδονεύεται. | |
15 | Φλοιδούμενος. καιόμενος, βρασσόμενος. Φλύειν. καίειν, ἀναζεῖν. ὅθεν ἡ ἐκ θερμότητος ἀνάζεσις λέγεται φλυκτὸς, ὡς ἀπὸ τοῦ φλύω. | |
18t | Τὸ Φ μετὰ τοῦ Ν. | |
19t | (Ἀρσενικόν.) | |
20 | Φνί. κύριον. φνεὶ δὲ, μίμημα φωνῆς, δίφθογγον. | |
21t | Τὸ Φ μετὰ τοῦ Ο. | |
22t | (Ἀρσενικόν.) | |
23 | Φόβος. προσδοκία κακοῦ, ἢ συστολὴ δειλίας ἀπροσ‐ | |
δοκήτου. φόβος θεῖος ἐστὶ τῆς μελλούσης ἐπὶ | ||
phi1816 | πλημμελήμασι τιμωρίας προφυλακτικὴ ἐπὶ παρ‐ όντι κακῷ μεταμέλεια. ἰστέον, ὅτι διαιρεῖται ὁ φόβος εἰς ἕξ· εἰς ὄκνον· εἰς αἰδῶ· εἰς αἰσχύ‐ νην· εἰς κατάπληξιν· εἰς ἔκπληξιν, καὶ εἰς ἀγω‐ | |
5 | νίαν. ὄκνος μὲν οὖν ἐστι φόβος μελλούσης ἐνερ‐ γείας· αἰδὼς δὲ φόβος ἐπὶ προσδοκίᾳ ψόγου· κάλλιστον δὲ τοῦτο τὸ πάθος· αἰσχύνη δὲ φό‐ βος ἐπὶ αἰσχρῷ πεπραγμένῳ· οὐδὲ τοῦτο ἀνέλ‐ πιστον εἰς σωτηρίαν· κατάπληξις δὲ φόβος | |
10 | ἐξ ἀσυνήθους φαντασίας· ἀγωνία δὲ φόβος δια‐ πτώσεως ἤγουν ἀποτυχίας· φοβούμενοι γὰρ ἀπο‐ τυχεῖν τῆς πράξεως ἀγωνιοῦμεν. Φοῖβος. ὁ Ἀπόλλων. ἢ μάντις. ἢ καθαρός. πα‐ ρὰ τὸ φάος καὶ τὸ βιός· ὅ ἐστιν ὁ λαμπρὸν τό‐ | |
15 | ξον ἔχων. ἢ παρὰ τὸ φάος καὶ τὸν βίον. ἢ πα‐ ρὰ τὸ φοιβάζειν, ἤγουν μαντεύεσθαι. [οἱ δὲ παρὰ τὸ φοίβας, ὃ σημαίνει τὰς κόμας. καὶ Φοιβήϊος, καὶ Φοιβίδας, καὶ Φοιβιάδης.] Φοιδέρατος. ἀξίωμα. | |
20 | Φοιβόληπτος. ὁ μαινόμενος. Φοινικελίτης. ὁ ἀπατεών. Φοίνικες. πρότερον Φοίνικες ᾤκουν ἐν τῇ ἐρυθρᾷ θαλάσσῃ, κἀντεῦθεν αὐτοῖς τὸ Φοινίκων ὄνο‐ μα· φοινικῆ γὰρ τὴν χροιὰν ἀπὸ τῶν παρα‐ | |
25 | κειμένων αὐτῇ πετρῶν πορφυρῶν οὐσῶν. διὸ καὶ | |
ἐρυθρὰ λέγεται. ἐντεῦθεν μεταστάντες καὶ Συ‐ | ||
phi1817 | ρίας τὰ κατὰ θάλασσαν κατασχόντες ὁμοίως ἐκαλοῦντο Φοίνικες, οὐκέτι δὲ ἐπωνύμως. παρὰ γοῦν τὸ φοινικὸν, τὸ ἐρυθρὸν ἢ πυῤῥὸν, γίνεται παρωνύμως Φοίνιξ. | |
5 | Φοινός. ἐρυθρός· πυῤῥός· φόνιος. ἢ μέλας. παρὰ τὸ φόνος φονὸς ὀξυτόνως, καὶ πλεονασμῷ τοῦ ι φοινός. Φοιτηταί. μαθηταί. Φολιδωτός. λεπιδωτός. φολιδωτὸς χιτών. | |
10 | Φολκός. ὁ στραβός. παρὰ τὸ τὰ φάη παρέλ‐ κεσθαι. Φοντήϊος. κύριον. Φόνος. ἀπὸ τῆς φυσήσεως καὶ τοῦ ἤχου τοῦ γε‐ νομένου ἐν τῇ χύσει τοῦ αἵματος. ἢ παρὰ τὸ | |
15 | φένω, τὸ φονεύω. Φοξίδας. κύριον. Φοξός. ὁ ὀξυκέφαλος. ἢ ὁ διεστραμμένος τὰ φάη, ἢ τῷ φάει. ἢ παρὰ τὸ [τὰ] ἐν τῷ φάει καὶ τῷ πυρὶ ἐστραμμένα ἀγγεῖα ἐν τῷ ὀπτᾶ‐ | |
20 | σθαι εἴρηται. ἀπὸ τῶν κεραμεικῶν ἀγγείων τῶν ἐν τῇ καμίνῳ ἀπὸ τοῦ φωτὸς ὠξυμμένων, καθά φησι καὶ Σιμωνίδης· αὕτη δὲ φοξόχειλος Ἀργείη κύλιξ. Φορολόγος. ἀπαιτητής. | |
25 | Φόρτος. γόμος. | |
phi1818 | Φορμός. ὁ καλαθίσκος. ἢ ψίαθος. καὶ φορμί‐ σκος. ἢ φορμίσκος τὸ σχοινίον. οἶμαι δὲ, τὸ ἐκ παπύρων λέγουσιν ἢ βρύλλων ἢ φοινίκων. Φόρκυς. δαίμων θαλάσσιος. παρὰ τὸ φέρεσθαι | |
5 | ὠκέως. ὡς καὶ Νηρέα παρὰ τὸ ῥᾳδίως ῥεῖν. Φοινήεις. φονευτικός. καὶ φοῖτος, ἡ μανία, καὶ φοιτόληπτος, ὁ μαινόμενος. Φοινικιστής. ὁ βαφεύς. Φοῖνιξ. τὸ δένδρον. | |
10 | Φόνον. τὴν μέχρι ἀναιρήσεως κίνησιν λέγει ὁ Ἀπόστολος· μεστοὺς φθόνου, φόνου. | |
12t | (Θηλυκόν.) | |
13 | Φόβη. ἡ θρὶξ τῆς κεφαλῆς. παρὰ τὸ φοβεροὺς εἶναι τοὺς κομῶντας· οἱ γὰρ παλαιοὶ τῶν ἀν‐ | |
15 | θρώπων οὕτω φοβερὰν ἐνόμιζον τὴν κόμην, ὥστε καὶ φόβην αὐτὴν προσηγόρευσαν. Φοβέστρα. ἡ ἄθλησις. Φοῖβαι. αἱ καθαραὶ καὶ λαμπραὶ τρίχες. [πα‐ ρὰ τὸ φάος καὶ τὸν φόβον. καὶ φοιβάδες αἱ κό‐ | |
20 | μαι. ἔχει τὸ ι· ἀπὸ γὰρ τῆς φοιβαΐδος ἐστί.] Φοινίκη. ἡ Συρία ἀπὸ Φοίνικος τινὸς τὸ ὄνομα λαβοῦσα. Φοίνισσα. ἡ ἀπὸ Φοινίκης. | |
†Φοιτεία. ἡ μάθησις.† | ||
phi1819 | Φοιτία. ἡ πορεία. ἀπὸ τοῦ φοιτῶ, τὸ παραγί‐ νομαι. φυτεία δὲ, ἡ φύτευσις, ψιλὸν καὶ δί‐ φθογγον. Φολίδες. αἱ λεπίδες τοῦ ὄφεως. παρὰ τὸ λέ‐ | |
5 | πω, λεπὶς, ὑπερθέσει πολὶς, καὶ τροπῇ τοῦ π εἰς φ φολίς. καταχρηστικῶς δὲ καὶ τὰ μικρὰ πτερά. Φόναι. φόναι καλοῦνται οἱ τόποι, ἔνθα τινὲς ἀναιροῦνται. | |
10 | Φονεία. ἡ φόνευσις. φονῆα δὲ, τὸν φονέα, η. Φορά. κίνησις ἀπὸ τόπου εἰς τόπον. ἢ ἡ ὁρμή. †περιφορὰ δὲ, ἡ ἐν αὐτῷ τόπῳ ὁρμή.† Φορβάδων. νομάδων. Φορβειά. ὁ χαλινός. ἢ καπίστριον. | |
15 | Φορίνη. τὸ ἀνθρώπινον δέρμα. παρὰ Ἀντι‐ φῶντι. Φόρμιγξ. ἡ κιθάρα. παρὰ τὸ προηγεῖσθαι τῆς οἴμης, ὅ ἐστι τῆς ᾠδῆς, φόρμη καὶ φόρμιγξ. Φορτίς. ἡ φορταγωγὸς ναῦς. καὶ ὁ θεόλογος· | |
20 | πλήρης παιδεύσεως ἡ φορτίς. τοῦτο λέγει· πλή‐ ρης τῶν καλῶν ἀγωγίμων ἡ τοῦ ἁγίου Βασιλείου ψυχή. | |
23t | (Οὐδέτερον.) | |
24 | Φοβερά. ὅσα ἐφ’ ἑτέρων γινόμενα ἢ μέλλοντα | |
25 | ἐλεεινά ἐστι. | |
phi1820 | Φόβητρον. φόβημα. Φοινικοῦν. πυῤῥὸν ἢ μέλαν. Φοινικήϊα γράμματα. ἀπὸ Φοίνικος τοῦ Ἀγή‐ νορος τοῦ εὑρόντος αὐτά. | |
5 | Φορητόν. ὑπομονητικόν. φορυτὸς δὲ, τὸ πλῆθος, ψιλόν. Φορεῖον. τὸ †βάσταγμα τὸ† οὕτω λεγόμενον. φώ‐ ριον δὲ, κλέμμα, μέγα καὶ ι. Φοσσάτον. *ὁ στρατός.* | |
10t | (Ῥῆμα.) | |
11 | Φοιτῶ. ὁρμῶ, παραγίνομαι. [ὡς παρὰ τὸ πόρος πορῶ καὶ πορεύομαι παράγωγον, οὕτω καὶ παρὰ τὸ ὁδὸς γίνεται ὁδῶ, καὶ τροπῇ τοῦ δ εἰς τ ὁτῶ, καὶ πλεονασμῷ τοῦ φ καὶ ι φοιτῶ.] | |
15 | Φοινίξαι. αἱμάξαι. πυρῶσαι. βάψαι. ἀπὸ τοῦ φοίνικος, ὅτι πυῤῥός ἐστιν. ἢ ἀπὸ τοῦ φόνου. Φοδέραι. ὀρύξαι. †Φολύνει. πιμπλᾷ.† †Φολύσσω. ἐξαλείφω.† | |
20 | Φονῶντες. φοινικῶς πνέοντες ἢ φρονοῦντες. φω‐ νοῦντες δὲ, ἀντὶ τοῦ βοῶντες, μέγα. Φορύνετο. τῷ αἵματι ἐφυρᾶτο, ἐμολύνετο. [καὶ | |
φορύνω.] | ||
phi1821 | Φορμοκοιτεῖν. τὸ ἐπὶ ψιάθου κεῖσθαι. Φόσαι. ὀρύξαι. Φουλκίζω. ....... Φόωντα. ψηλαφῶντα. οἱ δὲ λαμπρύνοντα. Ὅμη‐ | |
5 | ρος· καὶ ἀγκύλα τόξα φόωντα. | |
7t | (Ἐπίῤῥημα.) | |
8 | Φοράδην. φερόμενος· ὁρμητικῶς· ἢ βαστακτι‐ κῶς. | |
10t | Τὸ Φ μετὰ τοῦ Ρ. | |
11t | (Ἀρσενικόν.) | |
12 | Φράδμονος. τοῦ ἐμπείρου. Φράτορος. συγγενοῦς. Φράρης. κύριον. | |
15 | Φράτορες. διδάσκαλοι, πατέρες ἢ συγγενεῖς. | |
phi1822 | κατὰ τὴν Ῥωμαίων διάλεκτον. οἶμαι δὲ παρὰ τὸ φατρία, ἢ παρὰ τὸ φράζειν. Φραγμός. καὶ ὁ νόμος. τὸν νόμον ἀεὶ εἴωθεν ἡ θεία γραφὴ καλεῖν φραγμόν. ὡς τό· τί διε‐ | |
5 | κόπη διὰ σὲ φραγμός. περὶ τοῦ νέου δὲ λαοῦ τοῦτο φασὶν εἰρῆσθαι· παραγενόμενος γὰρ οὗ‐ τος τὸν νόμον κατέλυσε. †Φρενόλειπτος. ὁ ἀναίσθητος. ὁ δὲ φρόνιμος, η.† | |
10 | Φρεώρυξ καὶ φρεωρύχος. ὁ τὰ φρέατα ὀρύσ‐ σων. [φρεορύκτης δὲ, μικρόν.] Φρενήρης. φρόνιμος. καὶ ὁ παράφρων. Φρενόληπτος. ἀναίσθητος. †Φρικαλέων. περιφόβων.† | |
15 | Φριτηγέρνης. κύριον. Φριμαγμός. ὁ χρεμετισμός. Φριξότριχα. τὰς τρίχας ὀρθοῦντα. | |
Φρίξος. κύριον. καὶ πόλις. | ||
phi1823 | Φρόνιμος. φρῶ ἐστι ῥῆμα, ὅπερ ἀπὸ τοῦ προΐω γέγονε, πρῶ καὶ φρῶ κατὰ συγκοπὴν καὶ τρο‐ πήν· ἀφ’ οὗ ὄνομα ῥηματικὸν φρὼν, καὶ ἐν συν‐ θέσει σώφρων καὶ εὔφρων· οὗ παράγωγον φραί‐ | |
5 | νω· ἐξ οὗ καὶ τὸ φρήν. τοῦ οὖν φρὼν ὀνόματος ἡ γενικὴ φρονὸς, οὗ παράγωγον φρόνιμος· καὶ ἡ φρόνις παρ’ Ὁμήρῳ· —κατὰ δὲ φρόνιν ἤγαγε πολλήν. ἐκ τοῦ φρόνησιν κατὰ συγκοπὴν φρόνιν. ὁ δὲ | |
10 | Μιλήσιος Ὦρος ἐκ τῆς φρὼν φρονὸς γενικῆς φρόνις, καὶ ἡ αἰτιατικὴ τὴν φρόνιν. Φρουρός. ὁ φύλαξ. παρὰ τὸ προορᾷν. Φρονιματίας. ὁ μωρός. Φρυαγμός. ἠχὴ τὶς ἀσημοτάτη, πνεύματι ῥα‐ | |
15 | γδαίῳ συμμιγὴς, διὰ τῆς τῶν ἵππων καὶ ἡμιόνων ῥινὸς ἐκπίπτουσα. δρῶσι δὲ τοῦτο μάλιστα, ὅταν παραιτούμενοι ὦσι τὰς τῶν τιθασσευόντων θε‐ ραπείας. †Φρυμός. τὸ ζῶον.† | |
20 | Φρύνοι. οἱ βάτραχοι. Φράτηρ. παρὰ τὸ φράτωρ, ὃ σημαίνει τὸν ἀδελ‐ φόν. ἢ [παρὰ τὸ] πατὴρ, πράτηρ καὶ τροπῇ τοῦ π εἰς φ φράτηρ. | |
24t | (Θηλυκόν.) | |
25 | Φράσις. ἑρμηνεία τὶς τῶν ἀσαφῶν. ὅθεν καὶ οἱ Σαδδουκαῖοι ἠρώτων τὸν κύριον φράσαι αὐτοῖς τὴν παραβολὴν ταύτην, ἤγουν ἑρμηνεῦσαι. εἴ‐ ρηται δὲ παρὰ τὸ φρῶ, ὅπερ ἐκ τοῦ προϊῶ. φρῶ οὖν τὸ φράζω, ὡς φοιτῶ φοιτάζω. | |
30 | Φραδμοσύνη. ἡ ἐμπειρία. Φρεατία. ἡ ὄρυξις. | |
Φρενῖτις. νόσος. | ||
phi1824 | Φρήν. φρόνησις. νοῦς. ἀπὸ τοῦ προϊῶ, πρῶ καὶ φρῶ, φρὴν, ἀφ’ ἧς προΐεται τὰ βουλεύματα. Φρήτρα. φατρία· συγγένεια. φήτρα, καὶ πλεο‐ νασμῷ τοῦ ρ φρήτρα. καὶ φρήτρη κατὰ με‐ | |
5 | τατροπήν. Φρίκη. τρόμος. Φρίξ. ἡ ἐξ ἐπιπολῆς κίνησις τοῦ τρόμου. ἢ φρί‐ κα τὴν ἐπιφάνειαν τοῦ ὕδατος. φρὶξ γὰρ ἡ εὐθεῖα. ἀπὸ τοῦ φρίξω μέλλοντος, ἀποβολῇ | |
10 | τοῦ ω, φρίξ. ὡς τὸ ἁρπάζω, ἁρπάξω, ἅρπαξ. Φρόνησις. ἀκρίβεια νοός. ἢ δεινότης τῶν συντει‐ νόντων πρὸς σωφρονισμὸν σκοποῦσα. ἢ ἀρετὴ τοῦ δοξαστικοῦ μέρους τῆς ψυχῆς. φρονήσεως μὲν ἔργον τὸ στρατηγεῖν πρὸς τὰς ἀντικειμένας | |
15 | δυνάμεις, καὶ τῶν μὲν ἀρετῶν ὑπερασπίζειν, πρὸς δὲ τὰς κακίας παρατάττεσθαι, τὰ δὲ μέ‐ σα πρὸς τοὺς καιροὺς διοικεῖν. φρόνησις δὲ εἴ‐ ρηται παρὰ τὸ φέρειν ὄνησιν. ἰστέον, ὅτι τέσσα‐ ρες ἀρεταί εἰσιν· φρόνησις, ἀνδρεία, σωφροσύνη | |
20 | καὶ δικαιοσύνη· ἃς καὶ μεμαθήκαμεν παρὰ τοῦ δικαίου Γρηγορίου. καὶ φρονήσεως μὲν ἔργον ἔλεγεν εἶναι τὸ θεωρεῖν τὰς νοερὰς καὶ ἁγίας δυνάμεις δίχα τῶν λόγων· τούτοις γὰρ ὑπὸ τῆς σοφίας μόνης δηλοῦσθαι παρέδωκεν. ἀνδρείας | |
25 | δὲ, τὸ ἐγκαρτερεῖν τοῖς ἀληθέσι, καὶ πολεμού‐ μενον μὴ ἐμβατεύειν εἰς τὰ μὴ ὄντα. τὸ δὲ παρὰ τοῦ πρώτου γεωργοῦ δέχεσθαι σπέρμα καὶ ἀπωθεῖσθαι τὸν ἐπισπορέα τῆς σωφροσύνης ἴδιον ἀπεκρίνατο. δικαιοσύνη δὲ, τὸ κατ’ ἀξίαν | |
30 | ἑκάστῳ λόγους ἀποδιδόναι, τὰ μὲν σκοτεινῶς ἀπαγγέλλουσα, τὰ δὲ δι’ αἰνιγμάτων σημαί‐ νουσαν, τὰ δὲ καὶ φανεροῦσαν πρὸς ἀσφάλειαν | |
τῶν ἁπλουστέρων. | ||
phi1825 | Φρυγανεία. ἡ ξυλεία, καὶ ἡ ξύλευσις. Φρυγία. χώρα. Φρυκτωρία. δᾳδουχία, λαμπαδουχία. εἴτουν φυ‐ λακὴ νυκτερινὴ, ἢ λαμπάς. | |
5t | (Οὐδέτερον.) | |
6 | Φραγέλιον. σειρὰ ἐκ σχοινίου πεπλεγμένη, ἣ καλεῖται μάστιξ. καὶ Φράγελοι, ἔθνος Ἰταλι‐ κόν. Φρέαρ. ἀπὸ τοῦ φρῶ, τὸ δὲ ἀπὸ τοῦ προϊῶ καὶ | |
10 | κατὰ συγκοπὴν καὶ τροπὴν τοῦ π εἰς φ πρῶ καὶ φρῶ. ὅθεν φρέαρ, ὡς σθένω, σθέναρ· πρόει‐ σι γὰρ τὴν τῶν ὑδάτων ῥύμην. καὶ φρείατα, τὰ φρέατα. Φροίμια. τὸ προοίμια. | |
15 | Φρόνημα. βούλημα. θέλημα. φρόνιμα δὲ ἐπὶ πληθυντικοῦ, ι. Φροντιστήριον. μοναστήριον, ἢ διατριβή. μο‐ ναστήριον οἱ Ἀττικοὶ σεμνεῖον καλοῦσι. Φροῦδα. ἀφανῆ· ἄφαντα. ἐκ τοῦ ὁδὸς καὶ τῆς | |
20 | πρὸ προθέσεως, πρόοδος, καὶ κατὰ συναλοιφὴν τῶν δύο οο προῦδος καὶ φροῦδος, ὁ προπορευό‐ μενος καὶ ἀφανὴς, ἤγουν ὁ μὴ φαινόμενος. Φρούριον. κάστρον, ὀχύρωμα. [οὐκ ἀπὸ τοῦ φρουρός·] φρουρεῖον γὰρ ἦν διὰ τῆς ει διφθόγ‐ | |
25 | γου. | |
Φρύαγμα. κίνημα ἄτακτον. | ||
phi1826(1t) | (Ῥῆμα.) | |
2 | Φράζω. ἐκ τοῦ φρῶ, ὅπερ ἐκ τοῦ προϊῶ. φρῶ οὖν τὸ φράζω. ὡς φοιτῶ φοιτάζω, καὶ βῶ βά‐ ζω, οὕτως οὖν καὶ φρῶ φράζω. τῶν γὰρ νοη‐ | |
5 | θέντων ἔκδοσιν καὶ δεῖξιν διὰ τοῦ φράζεσθαι ποιούμεθα. Φράζω. τὸ λέγω. καὶ φράσαι τὸ ἑρμηνεῦσαι. [καὶ φράσαντος.] Φρεναπατᾶ. χλευάζει, διαπαίζει. | |
10 | Φρενιτιᾷ. Φριμάσσω. ἀναπηδῶ. χρεμετίζω. Φριμαγμένος. κολοβὸς τοῖς ἱματίοις. Φρίσσω. τὸ φοβοῦμαι. Φρίσσειν. κυρίως τὸ ἐξορθοῦν τὰς τρίχας. οἷον | |
15 | θρίσσειν καὶ φρίσσειν. παρὰ τὸ θρὶξ, τριχός. Φρονεῖν. σημαίνει καὶ τὸ νοεῖν, καὶ τὸ φρόνημα ἔχειν. Φρουρεῖ. φυλάσσει. †Φρυγόων. φεύγων.† | |
20 | Φρυκτωρῶ. λάμπω. Φρυάττειν. καταπλήττειν. Φρυασσόμενοι. ἐπαιρόμενοι. ἀπὸ τοῦ φρυάσσω ῥήματος. Φραγγελλωθῇς. μαστιχθῇς. | |
25 | Φρασάμενος. σκεψάμενος. | |
phi1827(1t) | Τὸ Φ μετὰ τοῦ Υ. | |
2t | (Ἀρσενικόν.) | |
3 | Φυλάσιοι. οἱ ἐμφύλιοι. Φυλέτης. ὁ ὁμογενής. | |
5 | †Φυλεύς. ἀλώπηξ.† †Φύλιψ. ἡ θρίξ.† Φύξηλις. ὁ φευγοπόλεμος. Φυτοκόμος. γεωργός· κηπωρός. Φυτοσκάφος. ὁ τὰ φυτὰ παρασκάπτων. φυ‐ | |
10 | τόσκαφος δὲ, ἡ γῆ, ἡ τὰ φυτὰ ἐσκαμμένα ἔχουσα. Φυτάλμιος Ζεύς. φοιτάλμιος δὲ Ποσειδῶν, ὁ ἐν τῇ ἅλμῃ φοιτῶν, δίφθογγον. Φυλιστιείμ. τόπος. | |
15t | (Θηλυκόν.) | |
16 | Φυγαδέμνιος. ἡ παρθένος. ἀπὸ τοῦ φεύγειν τὰ δέμνια, ὅ ἐστι τὴν κοίτην καὶ τὴν στρω‐ μνήν. | |
Φυζακινή. δειλή. | ||
phi1828 | Φύζα. ἡ μετὰ δέους φυγή. ἀπὸ τοῦ φεύγειν. Φυή. ἡ βλάστησις. ἡ αὔξησις ἡλικίας. παρὰ τὸ φύω. Φύλοπις. ἡ μάχη. παρὰ τὸ ὁμοῦ τὰ φῦλα | |
5 | ἔχειν. οἷον φύλομις τὶς οὖσα, τροπῇ τοῦ μ εἰς π. Φύξις. ἡ φυγή. †Φύσα. ἀλώπηξ.† Φύσκη. τὸ παχὺ ἔντερον. ἡ γαστήρ. εἴρηται δὲ | |
10 | ἀπὸ τοῦ πεφυσῆσθαι πληρουμένου λίπους ἀλφί‐ των καὶ αἵματος. Φύσῃ. τῇ μητρί. καὶ φύσσῃ, τῇ κενοδοξίᾳ. Φυσίζωος. ἡ τὰ πρὸς τὸ ζῇν φέρουσα. παρ’ Ὁμήρῳ δὲ διὰ τοῦ ο μικροῦ γράφεται. σημαί‐ | |
15 | νει δὲ καὶ ὄνομα τόπου. Φύσις. φύσις καὶ οὐσία καὶ μορφὴ ὁμοῦ ἡ αὐ‐ τή ἐστιν, ὡς ὑπόστασις καὶ πρόσωπον ταυτό ἐστι. καὶ ἡ μὲν οὐσία ἤτοι φύσις τὸ κοινὸν χα‐ ρακτηρίζει, ἡ δὲ ὑπόστασις ἤτοι τὸ πρόσωπον | |
20 | τὸ ἴδιον ἑκάστου σημαίνει. ὡς φέρω εἰπεῖν ἐπὶ | |
phi1829 | ἀνθρώπων· Πέτρος καὶ Παῦλος μιᾶς καὶ τῆς αὐτῆς φύσεως, ὑποστάσεων δὲ διαφόρων· καὶ κοινωνοῦσι μὲν ἀλλήλοις κατὰ τὴν φύσιν, διαι‐ ροῦνται δὲ κατὰ τὰς ὑποστάσεις ἤτοι κατὰ τὰ | |
5 | πρόσωπα. ἡ φύσις ἐστὶ τὸ καθολικὸν πρᾶγμα καὶ περιεκτικὸν τῶν κατ’ αὐτὴν ὑποστάσεων. ἢ οὕτως· ἀληθὴς ὕπαρξις πραγμάτων, ὡς εἶναι οὐσίαν, φύσιν καὶ μορφὴν ἓν καὶ τὸ αὐτὸ πρᾶ‐ γμα. φύσεις δὲ ὁμολόγει ἐπὶ τῆς οἰκονομίας δύο, | |
10 | θεότητα καὶ ἀνθρωπότητα, ὡς εἶναι τὸν αὐτὸν θεὸν τέλειον καὶ ἄνθρωπον τέλειον. ὡσαύτως καὶ φυσικὰς θελήσεις καὶ ἐνεργείας ἐπὶ Χρι‐ στοῦ δύο ὁμολόγει, θεϊκὴν μίαν καὶ ἀνθρωπίνην μίαν. θέλημα δὲ θεϊκὸν, τὸ καθαίρειν τοὺς λε‐ | |
15 | προὺς, ὡς τό· θέλω καθαρίσθητι. καὶ θέλημα ἀνθρώπινον, τὸ αἰτῆσαι πνεῖν, ὃ ἐπὶ τοῦ σταυ‐ ροῦ γέγονεν. ἐνέργεια πάλιν θεϊκὴ, τὸ σωθῆ‐ ναι πάντας ἀνθρώπους καὶ εἰς ἐπίγνωσιν ἀλη‐ θείας ἐλθεῖν· ἐνέργεια δὲ ἀνθρωπίνη, τὸ ὁδοι‐ | |
20 | πορῆσαι, τὸ κοπιάσαι καὶ τὰ τοιαῦτα. φύσις τοίνυν κατὰ τὸ φρόνημα τῆς ἐκκλησίας ἀληθὴς πραγμάτων ὕπαρξις. κατὰ Ἀριστοτέλην καὶ τοὺς λοιποὺς Ἕλληνας πολυτρόπως ἡ φύσις ὁρί‐ ζεται· οὕστινας ὅρους οἱ ἀπὸ Σεβήρου κρα‐ | |
25 | τοῦντες, ἀπεπλανήθησαν. Φύσις ἐστὶ κατὰ τὸν Ἀπόστολον πᾶν τὸ ἐν ἀληθείᾳ ὂν καὶ οὐκ ἐν φαντασίᾳ λεγόμενον. φύ‐ σιν γὰρ λέγει ἡ ἐκκλησία τὴν τῶν ὑπαρχόν‐ των ἀλήθειαν, ἤγουν τὸ τούτων ἐνούσιον. φύ‐ | |
30 | σις δὲ εἴρηται διὰ τὸ πεφυκέναι καὶ εἶναι, ὥσ‐ περ καὶ οὐσία, ὡς οὖσα ἐν ἀληθείᾳ καὶ γνωρι‐ ζομένη. φύσις δὲ καὶ οὐσία καὶ γένος καὶ μορ‐ φὴ ἓν καὶ τὸ αὐτό ἐστιν ἐν τοῖς ἐκκλησιαστι‐ κοῖς δόγμασιν. ὥσπερ ὁ ἄρτος, τὸ ψωμίον καὶ | |
35 | τὸ βουκίν. διὸ καὶ τὸ ἔμφυτον καὶ τὸ ἐνούσιον ταυτό ἐστι. τετραχῶς δὲ εἴρηται ἡ φύσις, ὡς ἔφην· οὐσία καὶ φύσις καὶ γένος καὶ μορφή. φύσις ἁπλῆ πολυσήμαντόν ἐστι. δηλοῖ γὰρ καὶ | |
θεὸν καὶ ἄγγελον καὶ ψυχὴν καὶ νοῦν· ὁμοίως | ||
phi1830 | καὶ τὸ ἄληπτον. ἀλλὰ καὶ τὸ ληπτὸν, ὁμοίως καὶ κρατητὸν, σημαίνει πολλὰ, πάντα γὰρ τὰ ὁρώμενα. Φύσις θεοῦ ἄπειρος καὶ ἀόριστος. καὶ ἄπειρος μὲν, | |
5 | καθὸ πέρατι οὐχ ὑπόκειται· ἀόριστος δὲ, ἐπεί‐ περ ὁρογραφίᾳ οὐχ ὑπογράφεται. καὶ τοῦτο ἀποδεικτέον οὕτως. πάντα τὰ ὑπὸ χρόνον καὶ ἀρχῇ ὑπόκειται καὶ πέρατι· ἀρξάμενα γὰρ τοῦ εἶναι φθάνουσι καὶ εἰς τὴν τοῦ μὴ εἶναι κατά‐ | |
10 | παυσιν. ταῦτα δὲ δημιουργήματα ὄντα εἰκότως καὶ περιγράφονται· ὃ γὰρ τῷ χρόνῳ περινοεῖ‐ ται, τοῦτο δὴ καὶ πεπόσωται· ποσούμενον δὲ καὶ πεποίωται· ὑπὸ δὲ τὴν ποιότητα γινόμενον καὶ εἰς ὅρον χωρεῖ. ὅρον τὸν ἐπὶ τῶν σωμάτων, λέ‐ | |
15 | γω δὴ τῆς περιγραφῆς. καθὼς δηλοῦσι καὶ τὰ ὁροθέσια. ἀλλὰ μὴν καὶ αὐτὰ τὰ ἀσώματα, ἄγγελοι φημὶ καὶ ψυχαί. καὶ εἰς τόπον διαφεύ‐ γουσι καὶ ὕλην καὶ παχύτητα σώματος. ἀλλ’ οὖν ὅμως ὑπὸ περιγραφήν εἰσι καὶ ὅρῳ τινὶ πε‐ | |
20 | ριέχονται. καὶ ἀρχὴν οὖν ἔχουσι τῆς ὑπάρξεως, οὐ χωροῦσι δὲ εἰς [τὸ] τέλος. Φύσις καὶ οὐσία καὶ μορφὴ καὶ γένος ἓν κατὰ τοὺς ἁγίους πατέρας καὶ τὸν ἀληθῆ λόγον ταυ‐ τόν ἐστιν, ἡ τῶν ὄντων οὖσα ποιότης. τάττον‐ | |
25 | ται δὲ καὶ κατὰ τοῦ εἴδους. Φύσις ἐστὶν ἡ ἀρχὴ καὶ αἰτία τοῦ κινεῖσθαι καὶ ἠρεμεῖ, ἐν ᾧ ὑπάρχει πρώτως κατ’ αὐτὸ καὶ μὴ [κατὰ] συμβεβηκός. Φύσις ἐστὶν ὄνομα δηλωτικὸν τῆς ἁπλῆς τῶν ὄν‐ | |
30 | των κινήσεως. πάντα γὰρ ἐν κινήσει ὄντα ὁρᾶ‐ ται. φύσις ἡ πρώτη ἑκάστῳ ὑποκειμένη ὕλη. Φύσις ἐστὶν, ἐν ᾧ τὸ εἶναι τῆς οὐσίας λαμβάνε‐ ται. φύσις λόγου, καὶ φύσις χρόνου, καὶ φύσις ψεύδους κατὰ τὸν μέγαν Βασίλειον. | |
35 | Φύσις ἐστὶ ἡ μορφὴ καὶ τὸ εἶδος κατὰ τὸν θεο‐ λόγον Γρηγόριον. Φύσις θυμοῦ τὸ τοῖς δαίμοσι μάχεσθαι καὶ ὑπὲρ | |
ἡστινοσοῦν ἡδονῆς ἀγωνίζεσθαι. | ||
phi1831 | Φύσις ἐστὶν ἡγεμὼν καὶ αἰτία αὐξητικὴ διὰ τρο‐ φῆς, τηρητικὴ τοῦ καθ’ ἑαυτὴν συστήματος. Φύσις ἐστὶν ἡ φύουσα καὶ συνέχουσα ἐν τῷ γενι‐ κωτάτῳ τὸ ζῇν. | |
5 | Φύσις ἐστὶν αὐθυπόστατος ὕπαρξις ἀνελλιπῶς σώζουσα τὰ οἰκεῖα γνωρίσματα. φύσις ἐστὶν ὁλότης ἀνενδεὴς πάντων τῶν ἐν οἷς πέφυκεν ἐνθεωρεῖσθαι. Φύσις ἐστὶν ἡ ἀεὶ ὡσαύτως ἔχουσα καὶ μὴ ἐξιστα‐ | |
10 | μένη τῆς οἰκείας ἀμετρίας, κᾂν ἐν ἀτόμοις διακρίνηται. Φύσις ἐστὶν ἀναλλοίωτος, ἀντεχομένη τῶν οἰκείων ἰδιωμάτων, [καὶ] οἵα τίς ἐστι παραδεικνύουσα. Φύσις ἐστὶ κατὰ τοὺς ἔξω φιλοσόφους δύναμίς τις | |
15 | θεία ἐνδεδυκυῖα τῇ ὕλῃ, ἀρχὴ ἠρεμίας καὶ κι‐ νήσεως. ἡ γὰρ ἀληθῶς φύσις τοῦτό ἐστι. Φύσιν πολλάκις καλοῦμεν τὸ τοιῶσδε πεφυκέναι, καὶ οὐκ αὐτὴν πάντως τὴν οὐσίαν. φύσιν δὲ πά‐ λιν ὡς τὰ πολλὰ τὴν οὐσίαν καλεῖν σύνηθες, | |
20 | καὶ μάλιστα τοῖς ἡμετέροις διδασκάλοις. φέρε‐ ραι δὲ πολλάκις τὸ τῆς φύσεως ὄνομα [καὶ] κα‐ τὰ ἀνυπάρκτων. ταῦτα φύσεις ἔχοντα οὐσίαι εἰσί. Φύσιν καλοῦσιν αὐτὴν τὴν ἁπλῶς τῶν ὄντων κί‐ | |
25 | νησιν. αὕτη δὲ πεντάτροπος· ἢ γὰρ νοερὰ τυγ‐ χάνει, ἢ λογικὴ, ἢ αἰσθητικὴ, ἢ [φυτικὴ, ἢ] ἄψυχος. καὶ νοερὰ μὲν, ὡς ἐπὶ τῶν ἀγγέλων, | |
ἐξ αὐτῶν τῶν νοημάτων ἀλλήλοις συγγινομένων. | ||
phi1832 | λογικὴ δὲ ἐπὶ τῶν ἀνθρώπων, δι’ ὀνομάτων καὶ ῥημάτων τὰ ἀφανῆ τῆς ψυχῆς κινήματα. Φύσει. ἀντὶ τοῦ ἀληθῶς καὶ γνησίως. ὁ Ἀπό‐ στολος· τέκνα φύσει ὀργῆς, ὡς καὶ οἱ λοιποί. | |
5 | †Φυταή. γένεσις.† Φυταλιῆς. ἀμπελοφύτου γῆς. παρὰ τὸ φυ‐ τεύειν. Φύτλη. ἡ συγγένεια. *οὐσία.* Φυσιώσεις. ὀφρυώσεις. ὠφρυῶντο γὰρ κατὰ | |
10 | Παύλου τιμῶντες τοὺς ψευδαποστόλους οἱ Κο‐ ρίνθιοι. | |
12t | (Οὐδέτερον.) | |
13 | Φύγελλα. τόπος. Φύκος. τὸ φυκάριον, καὶ τὸ χορτῶδες τῆς θα‐ | |
15 | λάσσης. καὶ φύκια, τὰ βρύα, ἢ θαλάσσης ζῶα. ἢ ὁ ἀφρός. παρὰ τὸ φύω. Φυλακεῖον. τὰ δὲ σύνθετα διὰ τοῦ ι, οἷον ὀπω‐ ροφυλάκιον, πλὴν τοῦ σιτοφυλακεῖον. Φῦλα. τὰ ἔθνη· τὰ γένη. ἡ ἐκ πολλῶν ἄθροισις. | |
20 | ἀπὸ μεταφορᾶς τῶν φύλλων. †Φυλλεῖον. τῶν λαχάνων τὸ ἕωλον καὶ φαῦ‐ λον.† Φῦμα. ἡ βλάστησις. Φυσικόν. τὸ ἐν τῇ φύσει κείμενον. ἢ τὸ κατὰ | |
25 | κοινὴν καὶ καθολικὴν συνήθειαν λεγόμενον. ἢ τὸ ἀψευδῶς γνωριζόμενον. Φύστα. τὰ ἀναπεφυρμένα μέλιτι ἄλφιτα. Φυτάλμια. τὰ βάντα. | |
Φύτειον. τόπος. | ||
phi1833 | Φυτωρεῖον. ὁ κῆπος, ἢ φυτουργεῖον. †Φυλιστιείμ. τόπος.† Φύστα καὶ φύστη ἐπὶ θηλυκοῦ. ἡ ὑδατώδης μάζα. καὶ ὁ Ψελλός· φύστη εἶδος πέφυκε μά‐ | |
5 | ζης ὑδατουμένης. Φύλλον. παρὰ τὸ φύω. | |
7t | (Ῥῆμα.) | |
8 | Φῦ. ἀντὶ τοῦ προσεπέλασε τῇ χειρὶ καὶ προσήγ‐ γισεν. ἀπὸ τοῦ φύω, φῦ. | |
10 | Φύει. βλαστάνει. Φυῆναι. γεννηθῆναι. Φυλοκρινῶ. φυλὰς καὶ γενεὰς διαχωρίζω. Φύρει. μιγνύει. Φυσιολογεῖ. φύσεως λόγους ἐξαγγέλλει. | |
15 | Φυσιοῦται. ἐπαίρεται. Φυσόμενον. τὸ μέλλον φῦναι. φυσώμενον δὲ, τὸ ἐπαιρόμενον, μέγα. Φύσας. γεννήσας. Φυταλίζει. πλησιάζει. | |
20 | Φυτεύει. κηπεύει. Φυτεύω. παρὰ τὸ φύω. ἢ τὸ φυτὸν, φυτεύω. τὸ | |
δὲ φυτὸν παρὰ τὸ φύω. | ||
phi1834 | Φυλάσσου. ἀντὶ τοῦ παραιτοῦ. ὃν καὶ σὺ φυ‐ λάσσου, λίαν γὰρ ἀνθέστηκε τοῖς ἡμετέροις. | |
3t | (Ἐπίῤῥημα.) | |
4 | Φύρδην. συγκεχυμένως. ἀναμίξ. | |
5t | Τὸ Φ μετὰ τοῦ Ω. | |
6t | (Ἀρσενικόν.) | |
7 | Φωλεός. ὁ σκοτεινὸς τόπος. παρὰ τὸ ἀπολω‐ λέναι τὸ φῶς ἐκεῖσε. φωλεὸς καὶ τὸ παιδευτή‐ ριον, ὥς φασιν οἱ Ἴωνες. ὅθεν καὶ ἀποφώλιοι, | |
10 | οἱ ἀπαίδευτοι καὶ οἱ ξένοι. †Φῶνος. ὁ μεγαλόφωνος.† Φώρ. ὁ κλέπτης. καὶ κλίνεται φωρός. παρὰ τὸ φὲρ καὶ φὼρ μεταθέσει τοῦ ε εἰς ω. ὁ τὰ ἀλλότρια φέρων. | |
15 | Φώριοι. οἱ ἔλεγχοι. Φωριαμός. τὸ κιβώτιον. παρὰ τὸ φάρη. ἡ τῶν φαρῶν δεκτική. ὁ δὲ Ἡρωδιανὸς παρὰ τοὺς φῶρας· ἐπειδὴ πρὸς φυλακὴν τούτων παρ‐ εσκεύασται. φαραμὸς καὶ τροπῇ τοῦ α εἰς ω | |
20 | φωραμὸς, ὡς θάκος θῶκος καὶ κράζω κρώζω, | |
καὶ πλεονασμῷ τοῦ ι φωριαμός. | ||
phi1835 | [Φώς. ὁ ἀνήρ· ὁ ἄνθρωπος, ὁ μόνος τὰ τῆς διανοίας φωτίζων τῷ λόγῳ. ἢ παρὰ τῷ φῶ, τὸ λέγω. λογικὸν γὰρ ζῶον ὁ ἄνθρωπος. καὶ κλί‐ νεται φὼς φωτός.] | |
5 | Φώσσων, φώσσωνος. τοῦ ἀρμένου. καὶ φωσσώ‐ νιον, τὸ ἄρμενον. ἢ λινοῦν τὶ σινδόνιον. ἢ τὸ πεφυσημένον ἱστίον τῆς νηός. φώσσωνας ὀργυιωμένους. Φωκυλίδης. κύριον. | |
10 | Φωστήρ. ὁ ἥλιος. τῇ τετάρτῃ ἡμέρᾳ ἐποίησεν ὁ θεὸς τὸν φωστῆρα τὸν μέγαν, ἤτοι τὸν ἥλιον, εἰς ἀρχὴν καὶ ἐξουσίαν τῆς ἡμέρας· δι’ αὐτοῦ γὰρ ἡ ἡμέρα συνίσταται. ἡμέρα γάρ ἐστιν ἐν τῷ τὸν ἥλιον ὑπὲρ γῆν εἶναι· καὶ διάστημα ἡμέ‐ | |
15 | ρας ἐστὶν ὁ ἀπὸ ἀνατολῆς μέχρι δύσεως ὑπὲρ γῆν τοῦ ἡλίου δρόμος. καὶ τὸν φωστῆρα τὸν ἐλάσσω ἡ γραφὴ λέγει τὴν σελήνην καὶ τοὺς ἀστέρας, οἵτινες εἰς ἀρχὰς καὶ ἐξουσίας τῆς νυκτὸς ἐτάχθησαν τοῦ φωτίζειν αὐτήν· νὺξ δέ | |
20 | ἐστιν ἐν τῷ τὸν ἥλιον ὑπὸ γῆν εἶναι. διάστημα δὲ νυκτὸς ὁ ἀπὸ δύσεως μέχρι ἀνατολῆς ὑπὸ γῆν τοῦ ἡλίου δρόμος. εἰσὶ δὲ καὶ ἐν ἡμέρᾳ ἀστέρες ἐν τῷ οὐρανῷ ὑπὲρ γῆν· ἀλλ’ ὁ ἥλιος τούτους ἅμα καὶ τὴν σελήνην τῇ σφοδροτέρᾳ | |
25 | αἴγλῃ ἀποκρύπτων, οὐκ ἐᾷ φαίνεσθαι. τοῖς φωστῆρσι τούτοις τὸ πρωτόκτιστον φῶς ὁ δη‐ μιουργὸς ἐναπέθετο, οὐχ ὡς ἀπορῶν ἄλλου φω‐ τὸς, ἀλλ’ ἵνα μὴ ἀργὸν ἐκεῖνο μείνῃ τὸ φῶς· φωστὴρ γάρ ἐστιν οὐκ αὐτὸ [τὸ] φῶς, ἀλλὰ | |
30 | φωτὸς δοχεῖον. ἐκ τούτων τῶν φωστήρων ἑπτὰ πλανήτας φασὶν ἐναντίαν τοῦ οὐρανοῦ κινεῖ‐ σθαι αὐτοὺς κίνησιν. τὸν μὲν γὰρ οὐρανόν φα‐ σιν ἐξ ἀνατολῶν ἐπὶ δυσμὰς κινεῖσθαι, τοὺς δὲ | |
πλανήτας ἐκ δυσμῶν ἐπὶ ἀνατολάς. συμπερι‐ | ||
phi1836 | φέρειν δὲ τὸν οὐρανὸν τῇ ἑαυτοῦ κινήσει ὡς ὀξυτέρᾳ τοὺς ἑπτὰ πλανήτας, ὧν τὰ ὀνόματα ταῦτα· Ζεύς· Ἄρης· Ἥλιος· Ἑρμῆς· Σελήνη· Ἀφροδίτη καὶ ὁ Κρόνος. εἶναι δὲ καθ’ ἑκάστην | |
5 | ζώνην τοῦ οὐρανοῦ ἕνα τῶν ἑπτὰ πλανήτων. τρέχουσι δὲ δρόμον ἄληκτον, ὃν ὁ δημιουργήσας ἔταξεν αὐτοῖς· καὶ ἐθεμελίωσεν αὐτὰ, ὥς φη‐ σιν ὁ Δαβίδ· σελήνην καὶ ἀστέρας, ἃ σὺ ἐθε‐ μελίωσας. ἐν γὰρ τῷ εἰπεῖν ἐθεμελίωσας ἐδή‐ | |
10 | λωσε τὸ πάγιον καὶ ἀμετάβλητον τοῦ εἱρμοῦ καὶ τῆς τάξεως τῆς ὑπὸ θεοῦ δοθείσης αὐ‐ τοῖς. ἔταξε δὲ αὐτοὺς εἰς ἡμέρας καὶ εἰς και‐ ροὺς καὶ εἰς ἐνιαυτούς· καὶ γὰρ διὰ μὲν τοῦ ἡλίου αἱ τέσσαρες τροπαὶ συνίστανται. | |
15 | Φώταυγος. *ὁ ἥλιος. σημαίνει καὶ ἀπαύγασμα τοῦ φωτὸς εἶναι τὸν Χριστὸν τοῦ πατρός.* | |
17t | (Θηλυκόν.) | |
18 | Φῷδες. ἔχει τὸ ι προσγεγραμμένον. καὶ τῆς φῳ‐ δὸς ὀξυτόνως, ὡς δᾳδός. εἴρηται παρὰ τὸ φῶς, | |
20 | ὅπερ ταυτόν ἐστι τῷ πυρί. καὶ σημαίνει τὰ ἐν τοῖς σκεύεσι γινόμενα ἐκκαύματα ἀπὸ τοῦ πυ‐ ρός. ἔχει δὲ τὸ ι. εὕρηται δὲ κατὰ διάστασιν φωΐδες. δισύλλαβον δὲ λέγει Γεώργιος ὁ Χοιρο‐ βοσκός. καὶ Ἀριστοφάνης ἐν Πλούτῳ· | |
25 | —πλὴν φῴδων ἐκ βαλανείου. ἢ φῷδες αἱ τοῦ πυρὸς θάλψεις. καὶ φῶδον, τὸ καῦμα. Φώκεα. πόλις. καὶ Φώκεια. Φώκη. εἶδος ἰχθύος. | |
30 | Φωλάς. εἶδος νόσου. καὶ [φωλεία,] τὸ τῆς ἄρ‐ κτου πάθος. Φωνή. ἡ λαλιά. παρὰ τὸ φῶ καὶ τὸ νοῦς. ἡ τὰ ἐν τῷ νῷ φωτίζουσα. | |
Φωταυγία. ..... | ||
phi1837 | Φωψίς. πόλις. Φωνή. οὐ πᾶς λόγος, ἀλλὰ πᾶν ὃ ψόφον δι’ ἀκοῆς ἐμποιεῖ. Φωΐδες. τὰ φλογίσματα. [τοῦ Ψελλοῦ· φωΐ‐ | |
5 | δας τὰ φλογίσματα· καταφορὰν δὲ κῶμα.] | |
6t | (Οὐδέτερον.) | |
7 | Φώριον. τὸ κλέμμα. Φῶς. τὸ λάμπον. ἤτοι παρουσία πυρώδης ἐν τῷ διαφανεῖ. ἢ χρῶμα τοῦ διαφανοῦς κατὰ συμβε‐ | |
10 | βηκός. κατὰ συμβεβηκὸς δὲ εἶπεν, ὅτι μὴ πα‐ θητικῶς ἀναδέχεται τὸ διαφανὲς τὴν πρὸς αὐ‐ τὸν ποιὰν τοῦ φωτίζειν πεφυκότος ἐστὶν, ὡς ποτὲ μὲν πεφωτίσθαι, ποτὲ δὲ οὔ. διὸ οὐκ οἰ‐ κεῖον αὐτὸ χρῶμα, ἀλλὰ κατὰ σχέσιν, τὸ | |
15 | φῶς, ὥσπερ τῶν ἄλλων κεχρωσμένων. ἐν ἐκεί‐ νοις γὰρ μένει τὸ χρῶμα ὡς οἰκεῖον ὄν. ἐπὶ δὲ τοῦ φωτὸς οὐχ οὕτως. καὶ ἄλλως· ἐντελέχεια τοῦ διαφανοῦς ᾗ διαφανές. *εἴρηται δὲ φῶς παρὰ τὸ φῶ, τὸ λάμπω. ἐξ οὗ γίνεται φάος, | |
20 | καθ’ ὑπερβιβασμὸν τοῦ ο φόας, καὶ συναιρέσει φῶς, ὥσπερ κρείττοα κρείττω. φῶς καὶ ἡ γνῶ‐ | |
σις τῆς δικαιοσύνης.* | ||
phi1838 | Φωτίγγιον. ὄρνεον. Φῶς. παρὰ τὸ φῶ, τὸ φαίνω, φάος, καὶ κράσει τοῦ αο εἰς ω μέγα φῶς. | |
4t | (Ῥῆμα.) | |
5 | Φῶ. τὸ λέγω. καὶ τὸ λάμπω. Φωγύνω. τὸ φρύγω. Φῴζω. τὸ καίω, σὺν τῷ ι. Στράττις· ἀλλ’ εἰ μέλλεις ἀνδρείως φῴζειν. Φωλεύειν. τὸ ἐν τοῖς παιδευτηρίοις διατρίβειν. | |
10 | φωλεοὶ γὰρ τὰ παιδευτήρια. Φωνεῖν. βοᾷν. φονᾷν δὲ, τὸ φονικῶς πνέειν, μι‐ κρόν. Φωρῶ. τὸ ὑπονοῶ. Φωραθῶσιν. ἐλεγχθῶσιν. καὶ φωραθεὶς ἀν‐ | |
15 | τὶ τοῦ ἐλεγχθεὶς ἢ εὑρεθείς. ἀπὸ τῆς φὼρ εὐ‐ θείας, ὃ σημαίνει τὸν κλέπτην. ὅθεν καὶ φω‐ ρᾷν, τὸ ἐρευνᾷν καὶ ἐκζητεῖν, καὶ φωράσας ἀντὶ τοῦ διερευνήσας. Φωτίσαντος. φανερώσαντος. ὁ Ἀπόστολος· | |
20 | φωτίσαντος δὲ ζωὴν καὶ ἀφθαρσίαν διὰ τοῦ εὐ‐ | |
αγγελίου. | ||
chi1839(1t) | Χ. | |
2t | Τὸ Χ μετὰ τοῦ Α. | |
3t | (Ἀρσενικόν.) | |
4 | Χαλκός. κατὰ προσθήκην τοῦ χ, δωρικῶς, ἀλ‐ | |
5 | κὸς καὶ χαλκός· ἐπεὶ πρὸς ἀλκὴν εὔθετός ἐστιν. ἢ παρὰ τὸ ἔχειν ἀλκήν. Χαλίφρων. ἀνόητος. μωρός. παρὰ τὸ χαλᾷν τὴν φρένα. κυρίως δὲ ὁ ἐν μέθῃ εὐφραίνων. χά‐ λις γὰρ ὁ ἄκρατος οἶνος, παρὰ τὸ χαλᾷν καὶ | |
10 | ἀνιέναι ἀραρυίας τὰς φρένας. Χαλινός. παρὰ τὸ χαίνειν, ὅτι δι’ αὐτοῦ χαί‐ νειν γίνεται. ἢ παρὰ τὸ ἲς, ἰνὸς, καὶ τὸ χαλῶ γίνεται χαλινός. Χαλκώδοντος. | |
15 | Χαλκηδόνιος. τοπικόν. Χαιρέας. ποταμός. Χαῖρις. κύριον. Χαιρωνεύς. ὁ ἀπὸ Χαιρωνείας πόλεως. | |
Χαμαίζηλοι. ταπεινοί. | ||
chi1840 | Χαμέρ. ὄνομα κύριον. καὶ Χαμὼς, εἴδωλον, βδέ‐ λυγμα. Χαναναῖοι. οἱ μὴ ἕτοιμοι διὰ τὴν ἀπείθειαν πρὸς ταπείνωσιν ἑρμηνευόμενοι. | |
5 | Χάονες. ἐθνικόν. καὶ χάονας, ἄρτους κριθί‐ νους. Χαροπός. εὐόφθαλμος, περιχαρής. Χαρακηνός. τοπικόν. Χαμερπής. ταπεινός. μικρόφρων. τοῦ Θεολόγου· | |
10 | μηδὲ ἀλογίστως μηδὲ χαμερπῶς. Χάρης. κύριον. καὶ κλίνεται Χάρητος. Χαραδριός. ὄρνις. παρὰ τὸ τὰς χαράδρας δε‐ διέναι. ἢ τὸ ἐναντίον παρὰ τὸ ἐν αὐταῖς ἐνοι‐ κεῖν. ἐξ οὗ καὶ τὸ ὄνομα κέκτηται. | |
15 | Χάρακα. περίφραγμα τειχομαχίας, ἑλεπόλεις. καὶ χάραξ τὰ σιδήρια τὰ τεμνόμενα καὶ χα‐ ρασσόμενα, ὅθεν καὶ χάρακας καλοῦμεν τοὺς ὀξυνομένους καλάμους ἢ τὰ ξύλα. διαφέρει | |
δὲ ὁ χάραξ καὶ ἡ χάραξ. τὸ μὲν γὰρ ἀρσενικὸν | ||
chi1841 | δηλοῖ τὸ στρατόπεδον, ἢ τείχισμά τι καὶ περί‐ φραγμα. ὡς Δημοσθένης καὶ Μένανδρος· πολλοὶ γὰρ ἐκλελοιπότες τὸν χάρακα τὰς κώμας ἐπόρθουν—. | |
5 | θηλυκὸν δὲ τὸ τῆς ἀμπέλου. οἷον. ἐξηπάτησεν ἡ χάραξ τὴν ἄμπελον. Χαρίεις. τὰ εἰς εις ὀνόματα διὰ τοῦ εντος κλι‐ νόμενα οὐ θέλουσι τῷ ι παραλήγειν, ἀλλ’ ἢ τῷ η, ὡς ἐπὶ τοῦ τιμήεις, ἢ τῷ ο, ὡς ἐπὶ τοῦ | |
10 | ἀνεμόεις, ἢ τῷ α, ὡς ἐπὶ τοῦ σκιάεις, ἢ τῷ ω, ὡς ἐπὶ τοῦ κητώεις. ὅθεν τὸ χαρόεις ἀναλο‐ γώτερόν ἐστι τοῦ χαρίεις. Χάρτης. παρὰ τὸ γῶ, τὸ χωρῶ, γάρτης καὶ χάρτης, ὁ χωρητικὸς τῶν ἐγγεγραμμένων. | |
15 | Χαυλιόδους, καὶ χαυλιόδων. κεχαλασμένους ἔχων τοὺς ὀδόντας, ἐξέχοντας ἢ διέχοντας. ἢ κατὰ ἐναλλαγὴν τοῦ ρ εἰς λ· ὁ κεχαραγμένους ἔχων τοὺς ὀδόντας, ὁ τραχύνων καὶ χαράσ‐ σων. | |
20 | Χαῦνος. ἀπὸ τοῦ χαίνω χᾶνος καὶ πλεονασμῷ | |
τοῦ υ χαῦνος. | ||
chi1842 | Χαλεπός. δύσκολος. ἀπὸ τοῦ χαλέπτω. ὡς τό· Χρυσὲ κακῶν ἀρχηγὲ, βιοφθόρε, πάντα χαλέπτων. ἐκ τούτου χαλεπαίνω, κατὰ ἀποβολὴν τοῦ τ. | |
5t | (Θηλυκόν.) | |
6 | Χάλαζα. †ὁλοπαγὲς ὕδωρ ὑπὲρ γῆς πεπηγός. ἢ† ἀθρόα ἐκ νεφῶν εἰς ὕδωρ μεταβολὴ καὶ πῆξις ἀπὸ τῆς ἐναποκειμένης ἐντὸς ψυχρότητος, διὰ τὴν ἐκτὸς θερμότητα. | |
10 | Χαλκὶς, Χαλκίδος. ὄνομα πόλεως. Χαλκίς. καὶ ἡ γλαῦξ. Χαιρώνεια. πόλις. Χαιρώνη. τόπος. Χαιός. ἡ ῥάβδος. | |
15 | Χαίτη. ἡ θρίξ. παρὰ τὸ κρατῶ κράτη καὶ ἀπο‐ βολῇ τοῦ ρ, καὶ τροπῇ τοῦ κ εἰς χ, καὶ πλεο‐ νασμῷ τοῦ ι χαίτη. Χαμεύνα. ταπεινὴ καὶ εὐτελὴς κλίνη. καὶ χα‐ μευνία, ἡ ξηροκοιτία. | |
20 | Χαμαιτυπίς. ἡ πόρνη. | |
Χάρις. δωρεὰ, χάρισμα. †εὐμένεια· οἰκείωσις.† | ||
chi1843 | Χαράδραι. μικροὶ ῥύακες. ἢ τοῦ ὕδατος ὑποῤ‐ ῥοαί. ἢ κρημνοί. Χαρά. διάθεσις ἡδονῶν ἐπιτυχοῦσα. ἢ εὕρησις ἡδονῶν. | |
5 | Χάρμη. ἡ μάχῃ. κατ’ εὐφημισμόν. Χάρυβδις. ἡ ἀναπινομένη θάλασσα περὶ τὰ Γάδειρα καὶ πάλιν ἐπαναστρέφουσα. παρὰ τὸ εἰς χάος κατάγειν καὶ ὄλεθρον. οἱονεὶ εἰς χάος βαίνειν. | |
10 | Χαρίεσσα καὶ χαριτόεσσα. Χάρις. χαρά. παρὰ τῷ Ἀποστόλῳ· ἵνα δευ‐ τέραν χάριν ἔχητε. Χαναναίαν. τὴν Παλαιστίνην, ἤγουν τὴν Ἱερου‐ σαλὴμ λέγει ὁ θεόλογος· διὰ τὸ κατοικεῖσθαι | |
15 | αὐτὴν πρότερον ὑπὸ τῶν Χαναναίων. | |
16t | (Οὐδέτερον.) | |
17 | Χαλκοῦν πινάκιον. τοιοῦτον εἶχον οἱ δικασταὶ πρὸς τὰς κληρώσεις, ἔχον τὸ ὄνομα τοῦ δικα‐ στοῦ πατρόθεν καὶ τοῦ δήμου καὶ τῆς φυλῆς. | |
20 | Ἀρίσταρχος δὲ πύξινον εἶπεν αὐτό. Χαλκοπράτιον. ..... Χαλκοβατὲς δῶ. πρὸς δῶμα χαλκοβατές. Χαλαστραῖον. τόπος. | |
Χαμεύνιον. ἐπὶ τοῦ κραββάτου τάττεται. | ||
chi1844 | Χαμαιπετές. ταπεινόν. ἢ τὸ εἰς γῆν πετό‐ μενον. Χαμαιτυπεῖον. καπηλεῖον, ἢ οἴκημα ἐν ᾧ εἰσὶν αἱ πόρναι. | |
5 | Χαμαιμηλέλαιον. ..... Χαριστήρια. εὐχαὶ, ἢ ὕμνοι ἐπινίκιοι. Χαράκωμα. περίφραγμα. τειχίον. παρὰ τὸ χαρακῶ, χαρακώσω, χαράκωμα. τοῦτο παρὰ τὸ χάραξ. | |
10 | Χάσμα. τὸ χάος. Χαλεπόν. δύο σημαίνει. ἤγουν τὸ ἀδύνατον, ὡς τό· —χαλεπὸν δέ κεν ὀρύσσειν ἀνδράσι θνητοῖσι— καὶ τὸ δεινόν. | |
15 | χαλεπὸς δὲ Διὸς μεγάλοιο κεραυνός. | |
16t | (Ῥῆμα.) | |
17 | Χάζω. τὸ ὑποχωρῶ καὶ ἀναχωρῶ. καὶ χάζεο. ἀπὸ τοῦ χῶ, τὸ χωρῶ, παράγωγον χάζω. Χαίρειν φράσαντες. ἀποταξάμενοι, καταγνόν‐ | |
20 | τες. Χαίρειν ἐάσαντες. ἐπὶ τῶν καταφρονουμένων καὶ μισουμένων. τὸ γὰρ χαίρειν μόνον προσεπι‐ λέγοντες τούτοις παρέτρεχον. καὶ χαίρειν ἀντὶ τοῦ οἰμώζειν καὶ στενάζειν. ὡς τό· χαιρέτω | |
25 | ληρῶν, ἐρυθριάτω φλυαρῶν. | |
chi1845 | Χαίρω. παρὰ τὸ χῶ, τὸ διαχέω. Χαίρομαι. ὁ λέγων χαίρομαι βαρβαρίζει. καὶ λέ‐ γεται δατισμός· Δάτις γὰρ ὁ Πέρσης ἔφη χαίρομαι. ἐνεστῶτα γὰρ ἢ παρατατικὸν οὐκ | |
5 | ἔχει. Χαλιμάζειν. τὸ περὶ τὰς συνουσίας ὁρμᾷν. ἀπὸ τοῦ χαλᾷν τὰς φρένας πρὸς τὸ πάθος. Χαλεπαίνει. ὀργίζεται. Χαλεπῄνας. ἀγανακτήσας. καὶ χαλεπῄνῃ. | |
10 | Χαλέπτει. κακίζει. Χάνῃς, χάνωμεν. Χαρακτηρίζει. δεικνύει. Χαράσσω. παρὰ τὸ χαίρω, τὸ τραχύνω. ἐξ οὗ καὶ κάρχαρος κύων. ἢ ὥσπερ ἄλλος ἀλλάσσω, | |
15 | οὕτως ἄρης ἀράσσω καὶ πλεονασμῷ τοῦ χ χα‐ ράσσω. Χαρήσομαι. εὐφρανθήσομαι. καὶ ἐὰν χαρήσομαι, εὐφρανθήσομαι. χαρίσομαι δὲ ἀντὶ τοῦ δωρή‐ σομαι ι. [ἐὰν χαρίσωμαι δὲ, ἰῶτα καὶ μέγα.] | |
20 | Χαριεντιζόμενοι. εὐτραπελιζόμενοι. σκώπτον‐ τες. Ἀριστοφάνης· χαριεντίζεις καὶ κατασκώπτεις ἡμῶν καὶ βωμολοχεύεις. Χατίζεις. χρῄζεις. οἶμαι, παρὰ τὸ ἃ μὴ ἔχειν | |
25 | αἰτεῖν γίνεται χατῶ, χατίζω. ὁ γὰρ χρῄζων | |
chi1846 | ἃ μὴ ἔχει αἰτεῖ. καὶ χατέουσιν. ἢ ἀπὸ τοῦ αἰτῶ αἰτίζω. ἐξ οὗ καὶ τό· αἰτίζων ἀκόλους, παρ’ Ὁμήρῳ. Χαριζόμενοι. συγγνωμονικοὶ γίνεσθε. οὕτως ὁ | |
5 | Ἀπόστολος· χαριζόμενοι ἑαυτοῖς. | |
6t | (Ἐπίῤῥημα.) | |
7 | Χαμόθεν. ἐκ τῆς γῆς. Χαμάδις. χαμάζε καὶ χαμαί. Χανδόν. ἀπλήστως. | |
10t | Τὸ Χ μετὰ τοῦ Ε. | |
11t | (Ἀρσενικόν.) | |
12 | Χέδροπας. ὄσπρια. [καὶ ἑνικῶς χέδροψ. οἱον‐ εὶ χερίδροψ καὶ συγκοπῇ χέδροψ.] Χειμών. ἡ τοῦ κρύους ἀκμή. ἀπὸ τοῦ χέω, χεύ‐ | |
15 | σω, ῥῆμα ὄνομα χεῦμα, καὶ τροπῇ τοῦ υ εἰς ι χειμών. τὰ γὰρ ἀπὸ τῶν εἰς μα οὐδέτερα πα‐ ραγόμενα ὀνόματα κοινὰ εἰσὶ τῷ γένει, καὶ τρέ‐ πουσι τὸ ω εἰς ο ἐπὶ τῆς γενικῆς. οἷον μνήμη, ἀμνήμων, ἀμνήμονος, εἷμα, λευχείμων, λευ‐ | |
20 | χείμονος. τὸ γοῦν χειμὼν καὶ ὀξυνόμενον καὶ ἁπλοῦν καὶ περιεκτικὸν ὂν περὶ τὴν γραφὴν διήλλαξε, καὶ φυλάττει τὸ ω, χειμὼν, χειμῶ‐ νος, καὶ εἴ τι παρ’ αὐτὸ, βαρυχείμων, βαρυ‐ | |
χείμωνος. | ||
chi1847 | Χείμαῤῥοι ποταμοί. κατὰ τὸν χειμῶνα ῥέοντες. χίμαῤῥοι δὲ, οἱ τράγοι, ι. Χειροδίκαι. οἱ ἑαυτοῖς πεποιθότες τῇ τῶν χει‐ ρῶν δυνάμει καὶ δι’ ἑαυτῶν ποιοῦντες τὴν ἐκδί‐ | |
5 | κησιν καὶ τύπτοντες, τουτέστιν ἐν τῇ ἰσχύϊ τὸ δίκαιον ἔχοντες. Χείρων. κύριον. Χειρώνακτες. οἱ διὰ τῶν χειρῶν κοπιῶντες καὶ ἐργαζόμενοι, καὶ οἱ τεχνῖται. | |
10 | Χείρων. ὁ χειρότερος. χείρων κυρίως ὁ κατὰ χεῖ‐ ρα ἥττων, οἷς ὁ ἄνθρωπος τῶν ἄλλων ζώων διαφέρει, τεχνάσασθαι. Χειρωνάκτης καὶ χειρώναξ. τεχνίτης διὰ τῶν χειρῶν ἐργαζόμενος. | |
15 | Χέρης. κύριον. καὶ κλίνεται Χέρητος. Χέρηϊ. τῷ χείρονι. Χέρεως. ὄνομα φρουρίου. | |
Χετταῖοι. ἔθνος. | ||
chi1848(1t) | (Θηλυκόν.) | |
2 | Χειά. ἡ τῶν ὄφεων κατάδυσις. ἔνθεν καὶ τό· οὐδὸς δ’ ἀμφοτέρους ὅδε χείσεται—. ἀντὶ τοῦ χωρήσει. ἀπὸ τοῦ χεῖσθαι, ὅ ἐστι | |
5 | χωρεῖσθαι. αὐτὸ γὰρ μόνον μηχανᾶται ὁ ὄφις τὸ χωρῆσαι τὸ σῶμα ὥσπερ ἔλυτρον. λέγονται δὲ οἱ τοιοῦτοι τόποι καὶ εἰλυοὶ καὶ τρόχμαλα. καὶ αἱμασιαί. παρὰ τὸ γῶ, τὸ χωρῶ, τροπῇ τοῦ γ εἰς χ γίνεται χέα καὶ πλεονασμῷ τοῦ ι | |
10 | χειά. χειὰ καὶ ἡ φωλεά. Χελιδών. παρὰ τὸ τὰ χείλη δονεῖν. ἢ παρὰ τὸ τὰ χείλη οἰδαίνειν. ἢ παρὰ τὸ τοῖς χείλεσι ᾄδειν. Χέλυς. ἡ κιθάρα. παρὰ τὸ χέω, τὸ λέγω. ἢ | |
15 | ὅτι ἀπὸ δερμάτων χελώνης κατεσκευάζετο. Χελωνίδος. τῆς βαθμίδος. Χεράδες. τὰ παραθαλάσσια σκύβαλα. ἢ ἡ ἰλύς. παρὰ τὸ χεῖσθαι ῥᾳδίως. Χερμάς. λίθος πληρῶν τὴν χεῖρα. καὶ χερμά‐ | |
20 | διον. | |
chi1849 | Χέρσος. ἡ ξηρὰ γῆ. ἐξ οὗ ἐστι χειρὶ προσάψα‐ σθαι. Χεῤῥόνησος. χεῤῥονησεία γῆ ἡ εἰς θάλασσαν ἐκ‐ νεύουσα, ἡ μήτε χέρσος μήτε θάλασσα, ἀλλὰ | |
5 | περικλυζομένη, καὶ μίαν ἔχουσα εἰσοδοέξοδον. Χερνῆτις. ἡ ἐκ τῶν ἰδίων χειρῶν τρεφομένη καὶ ζῶσα γυνή. σημαίνει δὲ τὴν ταπεινὴν καὶ ἄπο‐ ρον γυναῖκα. Χέῤῥις. πόλις. | |
10 | Χεττοῦρα. κύριον. ταύτην μετὰ θάνατον τῆς Σάῤῥας ὁ Ἀβραὰμ ἠγάγετο. Χελώνη. τὸ ζῶον. καὶ τὸ ὄργανον. Χελιδωνίς. λέγει ὁ Ψελλός· χελιδωνὶς τὸ πά‐ τημα τὸ κάτω τῆς εἰσόδου. | |
15t | (Οὐδέτερον.) | |
16 | Χειρόηθες. πρᾷον· ἥμερον. Χειρόμακτρον. μανδύλιον. παρὰ τὸ ἐκμάσσειν | |
τὰς χεῖρας. | ||
chi1850 | Χειρόγραφον. συμβόλαιον, γραμματεῖον, χρέους ὁμολογία. Χειρόκμητα. ὑπὸ χειρῶν γεγραμμένα ἢ περιε‐ ξεσμένα. | |
5 | Χειρώνειον. φάρμακον τὸ τοῦ Χείρωνος. Χέλειον. τὸ τῆς νεώς. Χελιδόνιον μέλος. τὸ τῆς χελιδόνος. χελιδόνειον δὲ κρέας, δίφθογγον. Χελώνειον δέρμα. τὸ τῆς χελώνης. | |
10 | Χερμάδιον. ὁ χειροπλήθης λίθος. παρὰ τὸ τὴν χεῖρα πληροῦν. [χεράδιον, καὶ πλεονασμῷ τοῦ μ χερμάδιον.] Χερνίβειον. σκεῦος, ἐν ᾧ τὰς χεῖρας νίπτομεν. Χερουβείμ. καὶ δίφθογγον καὶ ι. καὶ ἐπὶ ἑνι‐ | |
15 | κοῦ δίφθογγον, ἐπὶ δὲ πληθυντικοῦ ι. ὁμοίως καὶ ἐπὶ σεραφείμ. Χεῦμα. ῥεῦμα, προχοή. Χειμάδιον. ...... | |
19t | (Ῥῆμα.) | |
20 | Χειραπτήσας. ἁψάμενος τῇ χειρί. | |
chi1851 | Χειρονομεῖν. κυρίως ἐστὶ νωμᾷν ἀντὶ τοῦ διαφέ‐ ρειν. ὅθεν καὶ ἐν τῇ συνηθείᾳ μέμνηται καὶ τοῦ χειρονομεῖν. ποιητικῶς δὲ διὰ τοῦ ω, τῷ λόγῳ τοῦ στρωφῶ. | |
5 | Χειρώσασθαι. ὑποτάξαι, κρατῆσαι. Χέεις. ἐπὶ ἐνεστῶτος δίφθογγον· ἐπὶ δὲ μέλ‐ λοντος η. Χελύσειν. δήσειν. τοῦ Ψελλοῦ· φλεγμός ἐστιν ἡ φλεγμονὴ, χελύσειν δὲ τὸ δήσειν. | |
10t | Τὸ Χ μετὰ τοῦ Η. | |
11t | (Ἀρσενικόν.) | |
12 | Χὴν καὶ ἡ χὴν, κοινόν ἐστι τῷ γένει. λαμβάνε‐ ται δὲ καὶ ἐπὶ θηλυκοῦ. παρὰ τὴν ἠχὴν, ὃ σημαίνει τὴν κραυγήν· κρακτικὸν γάρ ἐστι τὸ | |
15 | ζῶον. Χηνέας. κύριον. Χηραμοί. οἱ φωλεοί. ἢ καταδύσεις τῶν θηρίων καὶ τῶν ὄφεων, οἷον χωραμοὶ, εἰς οὓς χωρεῖ τι. †Χηρίων. ὁ χωρὶς γυναικός.† | |
20 | Χηρωστής. ὁ ἐπίτροπος. Χηλή. ἡ ὄνυξ. κυρίως χηλὴ λέγεται ἐπὶ τῶν δυο‐ νύχων ζώων, σχιλή τις οὖσα, παρὰ τὸ διεσχί‐ σθαι, ὥσπερ ἐπὶ τῶν μονωνύχων ὁπλή τις οὖσα. λέγεται χηλὴ, τροπῇ τοῦ ι εἰς η καὶ | |
25 | ἀποβολῇ τοῦ ς, †χηλή.† Χηλός. τὸ κιβώτιον. καὶ γίνεται ἐκ τοῦ χῶ, χήσω. | |
Χήμη. εἶδος ὀστρείου. | ||
chi1852 | Χηρεία. ἡ χήρευσις. καὶ χήρα γυνή. ἀπὸ τοῦ χη‐ ρῶ, τὸ χωρίζω καὶ πορθῶ. [καὶ χηρώσω,] τὸ ἀφανίσω [καὶ πορθήσω.] Χῆτις. ἡ στέρησις. | |
5 | Χηρωνίς. ὄνομα κύριον. | |
6t | (Οὐδέτερον.) | |
7 | Χήνιον. ὄρος. χήνειον δὲ ὠὸν, δίφθογγον. Χῆρον. ἐστερημένον. | |
9t | (Ῥῆμα.) | |
10 | Χηρῶ. τὸ χωρίζω καὶ πορθῶ. καὶ χηρώσω. | |
11t | Τὸ Χ μετὰ τοῦ Θ. | |
12t | (Ἀρσενικόν.) | |
13 | Χθαμαλός. κοῖλος, ταπεινὸς, χαμηλός. Χθιζός. ὁ χθεσινός. καὶ χθιζινός. | |
15t | (Θηλυκόν.) | |
16 | Χθών. ἡ γῆ. καὶ κλίνεται χθονός. παρὰ τὸ διαχεῖσθαι καὶ χωννύεσθαι. ἢ παρὰ τὸ γῶ, τὸ χωρῶ. Χθονία. ἡ ἐπίγειος. | |
20t | Τὸ Χ μετὰ τοῦ Ι. | |
21t | (Ἀρσενικόν.) | |
22 | Χιάρης. κύριον. καὶ Χίλων. καὶ Χιλδίβερτος. Χίμαρος. ὁ τράγος ὁ ἐν τῷ χειμῶνι τεχθείς. Χῖος. ὁ πολίτης Χίου. ὡς Σάμος Σάμιος, οὕτω | |
25 | καὶ ἀπὸ τοῦ Χίος γίνεται Χίϊος, καὶ κράσει τῶν δύο ιι εἰς ι μακρὸν Χῖος, ὡς Δίϊος Δῖος, | |
Θέτιϊ Θέτι. | ||
chi1853 | Χιτών. ἐσθὴς, ἱμάτιον. | |
2t | (Θηλυκόν.) | |
3 | Χίδρα. στάχυες, ἤτοι νέος καρπός. Χιλός. ὀξύτονον καὶ θηλυκῶς λέγεται, καὶ ση‐ | |
5 | μαίνει τὴν τροφὴν, καὶ γράφεται διὰ τοῦ ι. τι‐ νὲς δὲ διὰ τῆς ει διφθόγγου, ἐπειδὴ ἀπὸ τοῦ χεῖλος ἐστὶν, ἡ ἐν τοῖς χείλεσι διδομένη. ἀλ‐ λὰ τὰ διὰ τοῦ ιλος, μὴ ὄντα οὐδέτερα μήτε ἀρ‐ σενικὰ ὀξύτονα, μήτε σύνθετα ἀπὸ ὀνομάτων, | |
10 | ἔχοντα τὴν ει δίφθογγον, διὰ τοῦ ι γράφεται. οἷον Ζωΐλος, Τρωΐλος. οὕτως οὖν καὶ χιλός. [χωρὶς τοῦ Νεῖλος. πρόσκειται μὴ ὄντα οὐδέ‐ τερα διὰ τὸ χεῖλος. πρόσκειται μὴ ὄντα ἀρσε‐ νικὰ ὀξύτονα διὰ τὸ δειλός. πρόσκειται μὴ ὄντα | |
15 | σύνθετα ἀπὸ ὀνομάτων ἔχοντα τὴν ει δίφθογ‐ γον διὰ τὸ τρίχειλος, κροκόδειλος.] Χιλωνὶς γῆ. Χίμαιρα. τρίμορφον θηρίον, ὅπερ ἐν τῇ Λυκίᾳ ἦν, ἣν ἐφόνευσεν ὁ Βελεροφόντης. | |
20 | Χιράδες. αἱ τῶν χειρῶν ῥαγάδες. καὶ πῶς διὰ τοῦ ι γράφεται; ὤφειλε γὰρ διὰ τῆς ει διφθόγ‐ γου, ἐπειδὴ ἀπὸ τοῦ χεὶρ γέγονεν. ἀλλ’ ὡς ἀπὸ τοῦ νείφω γίνεται νιφεὺς διὰ τοῦ ι, οὕτω καὶ ἐνταῦθα. ἢ κρεῖττον ἔστιν εἰπεῖν, συν‐ | |
25 | έπεσεν ἡ φωνὴ τῷ σημαινομένῳ, ἐπειδὴ τὸ χι‐ ρὰς ἔνδειαν τινὰ σημαίνει· ἡ γὰρ ῥαγὰς ἔνδειαν τινὰ ἔχει τοῦ ὁλοκλήρου· τὸ γὰρ ἔχον ῥαγάδας οὐκ ἔστιν ὁλόκληρον. τούτου χάριν καὶ ἔνδειαν | |
φωνήεντος ἐδέξατο. | ||
chi1854 | Χιών. καὶ κλίνεται χιόνος. [ὡς ἀρήγω ἀρηγών. καὶ τροπῇ τοῦ ε εἰς ι χιών.] | |
3t | (Οὐδέτερον.) | |
4 | Χῖ. τὸ στοιχεῖον. ὅτι χεομένην ἔχει τὴν ἐκφώνη‐ | |
5 | σιν. ἄλλοι δὲ ἄχι αὐτὸ εἶπον, ὅτι ἔχει ὀξεῖαν καὶ βαρεῖαν ἀλλήλας κατὰ μέσον σχιζούσας. Χίμετλα. τὰ ἀποκαύματα τὰ γινόμενα ἐν τοῖς ποσὶν, ὅπερ συμβαίνει ἐν τῷ χειμῶνι γίνεσθαι. εἴρηται παρὰ τὸ ἐν τῷ χειμῶνι τλεῖν. ἢ χί‐ | |
10 | μετλον τὸ ἐν τῷ δακτύλῳ γενόμενον ἕλκος. | |
11t | (Ῥῆμα.) | |
12 | Χιονωθήσονται. λευκανθήσονται. λαμπρυνθή‐ σονται. | |
14t | Τὸ Χ μετὰ τοῦ Λ. | |
15t | (Ἀρσενικόν.) | |
16 | Χλούνης. ὁ ἀγριόχοιρος. ὁ ἐν τῇ χλόῃ εὐναζό‐ μενος καὶ διατρίβων. Χλωδομάριος· Χλώθαρις· Χλωθαῖος· Χλω‐ θόμηρος. ὀνόματα κύρια. | |
20 | Χλωρός. κακόχρους. καὶ χλωρότης. Ὅμηρος· ὑπὸ δέους χλωρὸς ἦεν. παρὰ τὸ χαλῶ καὶ τὴν ὥραν, ὃ σημαίνει τὴν μορφήν. χλαωρὸς καὶ χλωρὸς, ὁ κεχαλασμένην ἔχων τὴν ὥραν. | |
25t | (Θηλυκόν.) | |
26 | Χλαμύς. ἐσθὴς κοκκίνη. ἢ ὁ κυκλοειδὴς μαν‐ δύας, ὃν φοροῦσιν αἱ γυναῖκες. | |
Χλανίς. τὸ θερινὸν καὶ λεπτότατον ἱμάτιον. | ||
chi1855 | Χλαῖνα. τὸ χειμερινὸν ἱμάτιον. παρὰ τὸ χλιαί‐ νειν. Χλεύη. ἡ ὕβρις. χειλεύη τὶς οὖσα, παρὰ τὸ ἠρέ‐ μα ἀνάγειν τὰ χείλη. | |
5 | Χλιδή. ἡ τρυφή. Χλιδῶνα. κόσμον περὶ τὸν βραχίονα. Χλιδώ. κύριον. Χλόη. παρὰ τὸ φλέω, τὸ ἀναπέμπω, φλόη καὶ χλόη, ἡ ἐκ τῆς γῆς ἀναπεμπομένη. | |
10 | Χλώρη. κύριον. *Χλωμένη.* ..... | |
12t | (Οὐδέτερον.) | |
13 | Χλιαρόν. τὸ θερμόν. Χλούνιον. τόπος. χλούνειον δὲ, τὸ χοίρειον, δί‐ | |
15 | φθογγον. | |
16t | (Ῥῆμα.) | |
17 | Χλιαίνω. τὸ θερμαίνω. Χλιδῶντες. τρυφῶντες· σπαταλῶντες. Χλοάζει. βλαστάνει. | |
20t | Τὸ Χ μετὰ τοῦ Ν. | |
21t | (Ἀρσενικόν.) | |
22 | Χνοῦς. ὁ κονιορτός. παρὰ τὸ χοῦς, πλεονασμῷ τοῦ ν. τὸ δὲ χοῦς παρὰ τὸ χόος. τοῦτο δὲ πα‐ | |
ρὰ τὸ χέω. | ||
chi1856(1t) | Τὸ Χ μετὰ τοῦ Ο. | |
2t | (Ἀρσενικόν.) | |
3 | Χοβάρ. τόπος. Χοϊκός. γηγενής· γήϊνος· βαρύς. καὶ ὁ Ἀπό‐ | |
5 | στολος· πρῶτος ἄνθρωπος ἐκ γῆς χοϊκός. Χοῖνιξ. δεκάλιτρον. τέταρτον μοδίου σημαίνει. Χόλος. ἡ ὀργή. παρὰ τὸ χέω· συγκέχυται γὰρ ἡ ψυχὴ ἐν τῷ ὀργίζεσθαι. Χόνδρος. πᾶν ὀστοῦν τρωγόμενον καὶ θραυόμε‐ | |
10 | νον ὑπὸ τῶν ἀνθρωπίνων ὀδόντων. Χοραύλης. ὁ ἐν τῷ χορῷ αὐλῶν. *Χοροστάτης. ὁ ἄρχων τοῦ χοροῦ.* Χορίκιος. κύριον. Χοροί. πλῆθος ταγμάτων. | |
15 | Χοροιτύπος. ὁ τύπους ποιῶν ἐν τῷ χορεύειν. ἢ ὁ τύπτων τὸ ἔδαφος. καὶ Ὅμηρος· πέπληγον δὲ χορὸν θεῖον ποσί—. Χοσβαΐτης. ὁ βεστιαρίτης. | |
19t | (Θηλυκόν.) | |
20 | Χοαί. ἐναγίσματα, θυσίαι. Χοιρίνη. συρφετώδης. †ἡ δικαστικὴ ψῆφος.† Χοιράδες. πετρῶν ὄχθοι. Χολάδες. τὰ ἔντερα. παρὰ τὴν χύσιν, ἢ διὰ τὸ κατὰ φύσιν δέχεσθαι τὸ χολῶδες ἀπὸ τοῦ | |
25 | ἥπατος, ἐπειδὴ εἰς αὐτὰ συῤῥεῖ ἡ ξανθὴ χολὴ, | |
chi1857 | τοῦτο μηχανωμένης τῆς φύσεως πρὸς τὸ διαθερ‐ μαίνεσθαι, καὶ ἐρεθίζεσθαι αὐτὰ τῇ δριμύτητι αὐτῆς πρὸς τὴν ἀπόκρισιν τῶν περιττῶν. ἔμελ‐ λε γὰρ τῇ κράσει ψυχρὰ ὄντα ἀργὰ μένειν | |
5 | καὶ μηδέποτε ποιεῖν τὴν ἀπόκρισιν. τοιαῦτα γὰρ τὰ νευρώδη. Χολέρα. νόσος διὰ χολῆς. ἢ τὸ τῆς χολῆς πά‐ θος. Χορδή. ἡ νευρὰ ἢ τὸ ἔντερον. παρὰ τὸ δι’ αὐ‐ | |
10 | τοῦ χωρεῖν τὴν ἐδωδήν. Χορεία. ἡ χόρευσις. Χοριάνη. τόπος. Χορηνὴ δὲ, ι. | |
13t | (Οὐδέτερον.) | |
14 | Χοάσπειον ὕδωρ. τὸ τοῦ Χοάσπου ποταμοῦ. | |
15 | Χοινίκιον. μέτρον τι. καὶ τὸ παχὺ ἔντερον. Χοληδόχον. ἀγγεῖον τὸ δεχόμενον τὴν χολήν. καὶ χολαῖον, ἧπαρ. Χορεῖον. ὁ τόπος τοῦ χοροῦ. χορίον δὲ, τὸ παχὺ ἔντερον, ι. | |
20 | Χολωσέμεναι. ὀργισθῆναι. [καὶ χολωσέμεν μέλλων ἀπαρέμφατος δωρικῶς. ἐκεῖνοι γὰρ τὰ ἀπαρέμφατα εἰς εμεν μεταποιοῦσι. τὸ τύψειν τυψέμεν λέγουσιν. οἱ δὲ Αἰολεῖς εἰς εμεναι λέ‐ γουσιν, οἷον· | |
25 | εἰωθότες ἔδμεναι ἄδδην.] Χορτάσαι. παρὰ τὸν χόρτον τὸν περιβαλλόμενον τοῖς ὑποζυγίοις. | |
Χορεύω. χοροβατῶ. | ||
chi1858(1t) | Τὸ Χ μετὰ τοῦ Ρ. | |
2t | (Ἀρσενικόν.) | |
3 | Χρεμετισμός. ἡ τῶν ἵππων βοή. Χρησμός. προφητεία· μαντεία. | |
5 | Χρήστης. δανειστής. Χρηστήρ. ὁ παρέχων χρησμούς. παρὰ τὸ χρῶ, χρηστήρ. οὕτω Γεώργιος ὁ Χοιροβοσκός. οἶμαι δὲ, ὅτι παρὰ τὸ χρῄζω. τὸ δὲ χρῄζω, ἡνίκα σημαίνει τὸ ἐνδεοῦμαι, ἔχει τὸ ι προσγεγραμ‐ | |
10 | μένον. ἀπὸ τοῦ χρέος χρεΐζω, ἐκτάσει τοῦ ε εἰς η καὶ ἐν συναιρέσει χρῄζω, μένοντος καὶ τοῦ ι προσγεγραμμένου. ὅτε δὲ σημαίνει τὸ χρησμῳδῶ, ἄνευ τοῦ ι, καίπερ τῆς ἐτυμολο‐ γίας ἀπαιτούσης σὺν τῷ ι γράφεσθαι, παρὰ | |
15 | [γὰρ] τὴν χρείαν ἐστί· τοῖς γὰρ ἔχουσι χρείαν χρησμῳδεῖ ὁ θεός. ἀλλὰ πρὸς ἀντιδιαστολὴν τοῦ σημαίνοντος [τὸ ἐνδεοῦμαι οὐκ ἔχει τὸ ἰῶτα.] Χρῆστος. κύριον. χρηστὸς δὲ, ὁ ἀγαθὸς, ὀξύ‐ | |
20 | νεται. Χρέμης, χρέμητος. ὄνομα ἰχθύος. Χρεωφειλέτης. ὅσα παρὰ τὸ χρέος συντέθει‐ ται, μεγάλα, πλὴν τοῦ χρεοδότης, χρεοκόπος, καὶ χρεολύτης, καὶ τὰ θηλυκὰ αὐτῶν, οἷον χρεο‐ | |
25 | δοσία, καὶ τὰ ῥήματα, οἷον χρεοδοτῶ, χρεο‐ λυτῶ. Χριστός. μεσίτης θεοῦ καὶ ἀνθρώπων. ἰστέον, ὅτι τὸ Χριστὸς σημαίνει τὸ συναμφότερον, θεὸς | |
καὶ ἄνθρωπος. τὸ δὲ κύριος δηλωτικὸν τῆς θεό‐ | ||
chi1859 | τητος. χριστοὶ γὰρ καὶ οἱ βασιλεῖς, οἱ τῷ ἐλαίῳ τοῦ κέρατος χριόμενοι. τὸ Χριστὸς καὶ Κύριος διὰ τὸ τῇ θεότητι χρίσαι τὴν ἀνθρωπότητα· καὶ ὡς βασιλεύς. δώσει γὰρ αὐτῷ κύριος ὁ | |
5 | θεὸς τὸν θρόνον Δαβὶδ τοῦ πατρὸς αὐτοῦ. καὶ ἡ βασιλεία αὐτοῦ βασιλεία αἰώνιος. ἐλέγοντο χριστοὶ καὶ οἱ βασιλεῖς καὶ οἱ ἱερεῖς, ὡς ἐλαίῳ ἁγίῳ τῷ ὑπὸ τοῦ κέρατος βλυομένῳ χριό‐ μενοι. | |
10 | Χριστιανισμός. πίστις ἀπερίεργος, ἢ θεοῦ ὁμοίω‐ σις κατὰ τὸ ἐνδεχόμενον ἀνθρώπου φύσει. ἢ δόγμα τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἐκ πνευ‐ ματικῆς καὶ φυσικῆς καὶ θεολογικῆς συνεστός. Χριστιανός. ἀληθινὸς οἶκος Χριστοῦ θεοῦ δι’ | |
15 | ἔργων ἀγαθῶν καὶ δογμάτων εὐσεβῶν συνιστά‐ μενος. ἢ ὁ κατὰ θεὸν ζῶν, καὶ εὐσεβῶς καὶ χρηστῶς πολιτευόμενος. ἢ ὁ τὸ σῶμα διὰ τὸν Χριστὸν σταυρώσας σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις. | |
20 | Χρυσός. παρὰ τὸ ῥύω, ῥυσὸς, καὶ πλεονασμῷ τοῦ χ χρυσός· ὁ γὰρ χρυσὸς διδόμενος ῥύεται τὸν ἄνθρωπον ἐκ τοῦ θανάτου. Χρόμος· Χρόμιος. κύρια. Χρόμαδος. Ὅμηρος· | |
25 | δεινὸς δὲ χρόμαδος—. τὸν ἐν τοῖς γενύεσιν ὑπὸ τῶν πληγέντων γενό‐ | |
μενον ψόφον ὀνοματοποιήσας χρόμαδον εἶπεν. | ||
chi1860 | Χρόνος. ἡλίου κίνησις καὶ πορεία μετὰ ἐμμέτρου φορᾶς. ἢ τὸ παρεκτεινόμενον τῇ ὑποστάσει τοῦ κόσμου διάστημα, ἐν ᾧ πᾶσα μετρεῖται κίνησις εἴτε ἀστέρων, εἴτε ζώων, εἴτε οὑτινοσοῦν τῶν | |
5 | κινουμένων. †ἢ μέτρον κινήσεως καὶ ἀριθμοῦ τοῦ ἐν κινήσει πρότερον καὶ ὕστερον.† Χρόνος. ποιὰ σημείωσις, τουτέστι φανερὰ τοῦ ἐν ἐκτάσει καὶ συστολῇ ἄδηλόν τι διακρίνουσα. ἢ πλατικὸς ἐνιαυτὸς ἢ ἀκαριαῖος· ἅμα γὰρ τῷ | |
10 | βούλεσθαι ἔχει καὶ τὸ εἶναι. χρόνος δὲ παρὰ τὸ ῥέω, ῥόνος, καὶ πλεονασμῷ τοῦ χ χρόνος. Χρόνος βραχύς. φωνήεντος συστελλομένου. Χρόνος μακρός. σημείωσις ἐκτεινομένου φωνήεν‐ τος ἢ φωνηέντων. | |
15 | Χρόνοι δὲ εἰσὶ δύο, μακρὸς καὶ βραχύς· διότι καὶ τοῖς ἀνθρώποις δύο χρόνοι παρέπονται, ὁ μὲν εἷς πολυχρόνιος, ὁ δὲ ἕτερος ὀλιγοχρόνιος. χρό‐ νοι δὲ λέγονται παρὰ τὸ ἐν ἐκτάσει καὶ συστολῇ τοῖς χρόνοις παρεικασθῆναι. | |
20 | Χρυσάορα. χρυσῆν σπάθην ἔχοντα. ἄορ γὰρ τὸ ξίφος, ἢ σπάθη. Χρυσότευκτον. ἐκ χρυσοῦ κατεσκευασμένον. Χρυσάμπυκας. χρυσοχαλίνους. —χρυσάμπυκας ἵππους. | |
25 | Χρυσοῤῥήμων. ὁ χρηστολόγος. | |
Χρυσοῤῥόας. ποταμός. | ||
chi1861 | Χρυσίτης. σημαίνει τὸν λίθον, ἔνθα ἀκονῶσι τὸ χρυσίον. [τὰ ἀπὸ τῶν εἰς ος διὰ τοῦ ιτης διὰ τοῦ ἰῶτα γράφονται· χρυσὸς, χρυσίτης.] Χρύσεος. τὰ διῃρημένα ἐπὶ πάντων γενῶν ἰακά. | |
5 | οἷον, ὁ χρύσεος καὶ ὁ ἀργύρεος, καὶ ἡ χρυσέα, καὶ τὸ χρύσεον. Χρύσειος ἀνδρείας. Χρυσάνθειος. οἶκος. Χρυσοπήνιτος. χιτών. | |
10 | Χρώς. τὸ σῶμα. καὶ κλίνεται χρωτός. Χρῶμις, Χρώμιδος. κύριον. Χρηματισμός. ὁ λόγος τοῦ θεοῦ. καὶ ὁ Ἀπόστο‐ λος· ἀλλὰ τί λέγει αὐτῷ ὁ χρηματισμός. | |
14t | (Θηλυκόν.) | |
15 | Χρόα. ἀπὸ τοῦ χρῶ, ὃ σημαίνει τὸ βάπτω. ἐξ οὗ καὶ χρῶμα. [Χρῆσις.] ἡ τῶν ἐφ’ ἡμῶν ὀρέξεως συμπλήρωσις. παρὰ τὸν χρήσω μέλλοντα. χρῆσις δὲ καὶ πα‐ ράδοσις διαφέρει. χρῆσις γὰρ λέγεται ἡ τῶν ἀρ‐ | |
20 | χαίων καὶ ποιητῶν μαρτυρία· παράδοσις δὲ, ἡ τῶν γραμματικῶν. οἷον τὰ μὲν Ὁμήρου χρῆ‐ σις· τὰ δὲ Ἀριστάρχου τοῦ γραμματικοῦ πα‐ ράδοσις. χρίσις δὲ ἐκ τοῦ χρίω, τὸ ἀλείφω, ι. Χρειώ. τὴν χρείαν. ὡς ἀπὸ τοῦ σπέος γίνεται | |
25 | σπεὼ, καὶ ἀπὸ τοῦ κλέος κλεὼ καὶ Κλειὼ, οὕ‐ τω καὶ ἀπὸ τοῦ χρέος χρεώ. | |
27t | (Οὐδέτερον.) | |
28 | Χρῆμα. κυρίως τὸ διὰ χειρῶν ἔργον, οἷον χέ‐ | |
ρημα. | ||
chi1862 | Χρησμῴδημα. ἡ προφητεία. χρησμοδότημα δὲ, μικρόν. Χρίσμα καὶ χρίμα. παρὰ τὸ χρίω, χρίσω, χρί‐ σις καὶ χρίσμα, ὅπερ σημαίνει τὸ ἄλειμμα. ὥσ‐ | |
5 | περ δὲ λέγεται κροῦσμα καὶ κροῦμα, οὕτω χρί‐ σμα καὶ χρίμα. Χρονικὸν φῶς. ὁ ἥλιος. Χρυσόγλυφα. τὰ χρυσοτόρνευτα. Χρύσειον καὶ χρύσεον ἔργον. χρυσίδιον δὲ, ι τὰ | |
10 | δύο. Χρηστολόγημα. τὸ ἄχρι ῥημάτων θεραπεύειν. καὶ ὁ Ἀπόστολος· διὰ τῆς χρηστολογίας καὶ εὐλογίας ἐξαπατῶσι τὰς καρδίας τῶν ἀκάκων. | |
14t | (Ῥῆμα.) | |
15 | Χραύσει. ἀμύξει. ὀλίγον τὸν χρῶτα ἐπιξύσει. προσεγγίσει. ἀπὸ τοῦ χρωτὸς, χρῶ, χραύσω. Χραίσμετέ με. ἀντὶ τοῦ φυλάξασθέ με. καὶ ῥύσατε ἢ βοηθήσατε. [εἴρηται ἀπὸ βαρυτόνου, τὸ χραίσμω. εἰ γὰρ ἦν ἀπὸ τοῦ περισπωμένου | |
20 | χραισμῶ, εἶπεν ἂν χραισμεῖτε.] Χραισμῶ. τὸ βοηθῶ. [ἀπὸ τοῦ χρήσιμος χρη‐ σιμῶ, καὶ συστολῇ τοῦ η εἰς α καὶ μεταθέσει τοῦ ς χραισμῶ, τὸ βοηθῶ.] Χρείω. τὸ μαντεύομαι. ὅπερ ἐπὶ ἐνεστῶτος καὶ | |
25 | παρατατικοῦ. ἐπὶ δὲ τῶν ἄλλων διὰ τοῦ η. †Χρέμπτεται. ἦχον τῷ στόματι ἀποτελεῖ. πτε‐ | |
ρύσσεται.† | ||
chi1863 | Χρηματίζει. γίνεται. ἢ προλέγει. Χρήσω. μαντεύσω. Χρηστηριάζω. μαντεύομαι. Χρή. ἐνδέχεται. [ἐκ τοῦ χρῆμι, χρὴς, τὸ τρί‐ | |
5 | τον χρῆσι καὶ χρὴ ὀξυτόνως. ὀξυτονούμενον γὰρ ἐν τῇ συνθέσει, βαρυνόμενον σημαίνει ἐπίῤ‐ ῥημα· περισπώμενον δὲ ῥῆμα ἀττικόν. ἀπὸ γὰρ τοῦ χρῶμι τὸ δεύτερον τῆς κοινῆς διαλέκτου ἰω‐ νικῆς. ἀττικῶς δὲ χρῆν, ἐξ οὗ τὸ ἐχρῆν.] | |
10 | Χρίμπτεται. προσπελάζει. προσεγγίζει. Χρίω. τὸ ἀλείφω. Χριστιανίζειν. τὸ καταφρονεῖν τῶν ἀνθρωπίνων πραγμάτων ὑπὲρ τῆς εἰς τὸν Χριστὸν ὁμολο‐ γίας. καὶ χριστιανισμὸς ἡ τῆς εὐσεβείας γνῶσις | |
15 | ἡ εἰς ζωὴν αἰώνιον ἄγουσα, ἢ ἡ διὰ Χριστοῦ φανερωθεῖσα θεοσέβεια. Χρυσαυγίζων. ἀστράπτων. Χρῶ. τὸ παρέχω. καὶ τὸ βάπτω. Χρώζω. χροιὰν παρέχω. | |
20 | Χρώννυμι. χρωννύω. | |
chi1864 | Χρηστεύεται. ἡμερότητι χρῆται. ἡ ἀγάπη χρη‐ στεύεται. | |
3t | Τὸ Χ μετὰ τοῦ Υ. | |
4t | (Ἀρσενικόν.) | |
5 | Χύαθος. κύριον. Χυδαῖος. ὁ εὐτελὴς, ὁ συρφετώδης. Χυλός. ἐκπιεσμός. Χυμαῖος. κύριον. καὶ Χυρηβίτης. Χυριάδης. τοπικὸν καὶ κύριον. καὶ κλίνεται Χυ‐ | |
10 | ριάδου. Χυτρόπους. ὁ πλατύπους. | |
12t | (Θηλυκόν.) | |
13 | Χύτρα. τὸ τζυκάλιον. Χυτή. οὐ πᾶσα γῆ χυτὴ καλεῖται, ἀλλὰ κυρίως | |
15 | ἡ τοῖς νεκροῖς ἐπιχεομένη. | |
16t | (Οὐδέτερον.) | |
17 | Χυλάριον. τὸ ὑδαρῶδες, ὁ ἐκπεπιεσμένος σῖτος. Χυτρεῖον. ἐν ᾧ αἱ χύτραι. Χύτλα. κυρίως τὰ μεθ’ ὕδατος ἔλαια. κατα‐ | |
20 | χρηστικῶς δὲ τὰ ἐναγίσματα, τὰ ἔντομα, τὰ | |
chi1865 | εὐνοῦχα. ἐπειδὴ ταῦτα μάλιστα ἔθυον τοῖς νε‐ κροῖς, ὡς ἄγονα ὄντα, καὶ ἀγόνοις αὐτοῖς οὖσι. | |
3t | (Ῥῆμα.) | |
4 | Χυλοῖ. χυλὸν παρέχει. | |
5 | Χυτλῶσαι. †νίψαι.† οὐχ ἁπλῶς ἀλεῖψαι, ἀλλ’ ἐπὶ τῷ λούτρῳ ἀλείψασθαι, χυτλώσασθαι ἔλε‐ γον. Χύδην. κεχυμένως. | |
9t | Τὸ Χ μετὰ τοῦ Ω. | |
10t | (Ἀρσενικόν.) | |
11 | Χωβοῦς. ποταμός. καὶ Χωβάλ. Χωλίαμβος. ὁ ἄστατος στίχος. Χωλός. τροπῇ τοῦ κ εἰς χ, καὶ τοῦ ο εἰς ω. κόλος γάρ ἐστιν ὁ μὴ τέλειος. καὶ κόλους κρι‐ | |
15 | οὺς, τοὺς ἀποβεβληκότας τὰ κέρατα. χωλὸς οὖν ὁ μὴ τέλειος. Χῶρος. τόπος. παρὰ τὸ χῶ, τὸ χωρῶ. | |
Χώριος. ὁ τὸν αὐτὸν ἐπέχων τόπον τῆς φάλαγ‐ | ||
chi1866 | γος τῶν κατὰ μέρος ὁπλιτῶν, ἀνθ’ ὧν προ‐ κατεῖχον τόπων, ἑτέρους μεταλαμβανόντων. | |
3t | (Θηλυκόν.) | |
4 | Χωνεία. ἡ χώνευσις. | |
5 | Χῶνα. πόλις. Χωστρίς. χώρα, τόπος. | |
7t | (Οὐδέτερον.) | |
8 | Χωνεῖον. τὸ χωνευτήριον. χωνίον δὲ, τὸ ἐργα‐ λεῖον, ι. | |
10 | Χωρήβ. ὄρος. | |
11t | (Ῥῆμα.) | |
12 | Χωννύω. τὸ καλύπτω. Χωόμενος. ὀργιζόμενος. ἢ λυπούμενος. χωόμενος δ’ ὁ γέρων πάλιν ᾤχετο—. | |
15 | Χωρίζω. τὸ διαστέλλω καὶ διϊστῶ. Χωρήσας. ὁρμήσας. Χώσατο. ὠργίσθη. ἐλυπήθη. καὶ χώσασθαι. παρὰ τὸ κεχύσθαι τὴν ψυχήν. Χωρήσατε. ἀντὶ τοῦ εἰσδέξασθε ἡμᾶς εἰς τὰς | |
20 | ψυχὰς ὑμῶν. ὁ Ἀπόστολος· χωρήσατε ἡμᾶς, | |
οὐδένα ἠδικήσαμεν. | ||
psi1867(1t) | Ψ. | |
2t | Τὸ Ψ μετὰ τοῦ Α. | |
3t | (Ἀρσενικόν.) | |
4 | Ψακροπόδης. ἐπίθετον. καὶ κλίνεται ψακρο‐ | |
5 | πόδου. Ψαλμός. λόγος μουσικός. ὅταν εὐρύθμως κατὰ τοὺς ἁρμονικοὺς λόγους πρὸς τὸ ὄργανον κρούη‐ ται. ἢ ᾠδὴ θεῷ προσφιλής. Ψαλμοί. καὶ αἱ διὰ σώματος πράξεις αἱ εἰς δό‐ | |
10 | ξαν θεοῦ ἀποδιδόμεναι. ὅταν ὑπὸ τοῦ λόγου ἡρ‐ μοσμένοι μηδὲν ἐκμελὲς ἀποτελῶμεν ἐν τοῖς κι‐ νήμασιν. Ψαλμῳδός. ἀπὸ τοῦ ἀείδω ἀοιδὸς, καὶ ἐξ αὐ‐ τοῦ ψαλμαοιδὸς καὶ κατὰ κρᾶσιν ψαλμῳδός· τὰ | |
15 | γὰρ παρὰ τὸ ἀοιδὸς συγκείμενα διὰ τῆς οι δι‐ | |
φθόγγου γράφεται. | ||
psi1868 | Ψαμμήνιτος· Ψαμμήτιχος. κύρια. Ψάρος. ὄρνεον. καὶ ψὰρ, ψαρός. καὶ ψαρὸς ὁ ποικίλος. Ψαφαρός. αὐχμηρὸς, κακόχρους, λεπτός. καὶ | |
5 | ψαφαρώτατος. | |
6t | (Θηλυκόν.) | |
7 | Ψακάς. ἡ ῥανίς. Ψάμμαθος. ἡ παραθαλάττιος ἄμμος. παρὰ τὸ ψαύεσθαι ὑπὸ τῆς θαλάσσης. ψάμμος, καὶ ἄμ‐ | |
10 | μος ἀποβολῇ τοῦ ψ. ὁ δὲ Ἡρωδιανὸς παρὰ τὸ ἄμμος πλεονασμῷ τοῦ ψ. Ψαίκαλον. ἀρνίον. καὶ ψαίκαρον. Ψαιστόν. εἶδος μελιττούσης. ἢ πόπανον. ἢ πλάτυσμα στέατος στρογγύλον, εἰς θυσίαν δι‐ | |
15 | δόμενον. | |
psi1869 | Ψαλτήριον. ὀρθὸν ξύλον καὶ ἀπαρέγκλιτον. χορδαὶ δὲ ἐν τούτῳ δέκα ἐτείνοντο. ἑκάστη δὲ τῶν χορδῶν εἰς τὸ ἀκροτελεύτιον τοῦ ψαλτηρίου διῃρημένως ἐναπεσφίγγετο. αἱ δὲ ἀρχαὶ τῶν χορ‐ | |
5 | δῶν καθίεντο ἄνωθεν. δέκα γὰρ κόλαβοι εἴτουν πασσαλίσκοι πρὸς τὸν πῆχυν τοῦ ψαλτηρίου στρεφόμενοι ἔτεινόν τε τὴν χορδὴν καὶ ἐχάλων, πρός τε τὸν ῥυθμὸν τῆς ἁρμονίας καὶ πρὸς τὸ τοῦ ψαλτηρίου βούλημα. ἢ ψαλτήριον τροπικῶς | |
10 | καὶ ὄργανον ἡρμοσμένον μουσικῶς, εἰς ὕμνους τοῦ θεοῦ ἡμῶν, ἣ τοῦ σώματος ἐστὶ κατασκευή. ἢ ψαλτήριον νοητόν ἐστι νοῦς καθαρὸς ὑπὸ πνευ‐ ματικῆς κινούμενος γνώσεως. | |
14t | (Ῥῆμα.) | |
15 | Ψαίρειν. †τὸ τινάσσειν.† τὸ ταχύνειν. ἀπὸ τοῦ αἰψηρὸς, ὁ ταχύς. σημαίνει δὲ καὶ τὸ †ψαύειν καὶ τὸ† κινεῖν. Ψακάζει. ῥαίνει. | |
Ψαλάξεις. κρούσεις. ψηλαφήσεις. κιθαρίσεις. | ||
psi1870 | Ψάλλειν. ἐπὶ τῶν χορδῶν τῆς λύρας. παρὰ τὸ ψῶ, οὗ παράγωγον ψαύω καὶ ψάλλω. [Ψᾷν. ὁμαλίζειν.] [Ψαῦσαι. προσεγγίσαι.] | |
5t | Τὸ Ψ μετὰ τοῦ Ε. | |
6t | (Ἀρσενικόν.) | |
7 | Ψεδνός. μαδαρός. παρὰ τὸ ἑψῆσθαι. Ψένις· Ψενόσιρις· Ψένωφις. κύρια. [Ψευδάνωρ. κύριον.] καὶ κλίνεται Ψευδάνορος. | |
10 | Ψευδηγόρος. ὁ ψευδολόγος. Ψευδοπροφήτας. οὐ τοὺς αἱρετικὸς αἰνίττεσθαί μοι δοκεῖ, ἀλλὰ τοὺς βίου μὲν ὄντας διεφθαρ‐ μένου, προσωπεῖον δὲ ἀρετῆς περικειμένους, οὓς ἐπιθέτας καλοῦσιν οἱ πολλοί. | |
15 | Ψεφηνός. σκοτεινός. οὐκ ἐπιφανής. ψέφος γὰρ τὸ σκότος. ἦν δὲ καὶ ὁ ἀνὴρ ψεφηνός. | |
17t | (Θηλυκόν.) | |
18 | Ψευδηγορία. ἡ ψευδολογία. | |
psi1871(1t) | (Οὐδέτερον.) | |
2 | Ψέλλια. κόσμος τὶς καὶ καλλωπισμὸς περὶ τὰ ἄκρα τῶν χειρῶν. Ψεκάς. ὁ σταλαγμός. | |
5 | Ψεῦδος. ἀπόφασις λέγουσα τὸ ὑπάρχον ὡς μὴ ὑπάρχον, καὶ τὸ μὴ ὑπάρχον ὡς ὑπάρχον. ἢ φαντασία τις παρὰ τὸ μὴ ὂν ἐγγινομένη τῇ διανοίᾳ, ὑφεστῶτος τοῦ μὴ ὑπάρχοντος. Ψέφος. τὸ σκότος. καὶ ψεφαῖον τὸ σκοτῶδες. | |
10 | Ψεῦδος. παρὰ τὸ φεύγω, φεῦδος καὶ ψεῦδος. | |
11t | (Ῥῆμα.) | |
12 | Ψεκάζει. δροσίζει. Ψέγει. μέμφεται. Ψελλίζει. τραυλίζει. | |
15t | Τὸ Ψ μετὰ τοῦ Η. | |
16t | (Ἀρσενικόν.) | |
17 | Ψηνᾶς. ἐπίθετον. Ψηνός. ὁ φαλακρός. παρὰ τὸ ψῶ. ἢ παρὰ τὸ ψήσω ψηνός. | |
20 | Ψῆνες. οἱ τῶν φοινίκων καρποὶ καὶ οἱ κλάδοι. καὶ ὄνομα ἰχθύων. καὶ τὰ ἐν τοῖς ὀλύνθοις γινόμενα *κωνώπια.* | |
23t | (Θηλυκόν.) | |
24 | Ψηλαφία. ἡ ψηλάφησις. | |
25 | Ψῆττα. ὄνομα ἰχθύος. καὶ ψῆσσα. | |
psi1872 | Ψηφίδες. οἱ μικροὶ λίθοι. Ψῆφος. ἡ κρίσις. ἡ ἀπόφασις. καὶ ψηφηφορία. | |
3t | (Οὐδέτερον.) | |
4 | Ψήγματα. αἱ τοῦ χρυσίου ἶνες. | |
5 | Ψησσίον. ὄνομα ἰχθύος. | |
6t | (Ῥῆμα.) | |
7 | Ψηάλαι. ψῆλαι. ψᾶλαι. Ψηκτρίζω. Ψηλαφῶ. ἡ μεταφορὰ ἀπὸ τῶν μήλων. μῆλα | |
10 | δὲ τὰ πρόβατα. μηλαφῶ οὖν τὸ ἐφάπτομαι τῶν μήλων. τροπῇ τοῦ μ εἰς ψ ψηλαφῶ. ἢ παρὰ τὸ ψῶ, τὸ προσεγγίζω, καὶ τὸ ἁφῶ, τὸ ψη‐ λαφῶ, ἁφῶ καὶ ψηλαφῶ. Ψηνίζω. φαλακρίζω. | |
15 | Ψηνίξαι. *κινῆσαι,* ξύσαι ἢ σοβῆσαι. Ψῆσαι. ὁμαλίσαι. Ψήχω. τὸ ὁμαλίζω. | |
18t | Τὸ Ψ μετὰ τοῦ Ι. | |
19t | (Ἀρσενικόν.) | |
20 | Ψίδων. κύριον. καὶ κλίνεται Ψίδωνος. Ψιθυρισμός. ἀπαῤῥησίαστον φθέγμα καὶ λα‐ θραία κακολογία. παρὰ τὸ ψίω, τὸ λεπτύνω, καὶ τὸ θύρα. σημαίνει δὲ καὶ τὰ χείλη, περι‐ φραστικῶς. | |
25 | †Ψίθυρ. λέγεται καὶ ψίθυρος. οἷον ψίθυρ, ψί‐ | |
θυρος, ψιθύρου. ὡς μάρτυς, μάρτυρος, μαρ‐ | ||
psi1873 | τύρου. τὸ δὲ ψίθυρ παρὰ τὸ ψοῖθος, ὃ ση‐ μαίνει τὴν λοιδορίαν. ἢ παρὰ τὸ ψίω, τὸ λε‐ πτύνω, καὶ τοῦ θύρα. σημαίνει δὲ τὰ χείλη, περιφραστικῶς.† | |
5 | Ψιλίας. κύριον. Ψιλός. ὁ γυμνός. παρὰ τὸ ψῶ, τὸ λεπτύνω. ἢ παρὰ τὸ ψίω, ὃ σημαίνει τὸ ἅπτομαι. εὐχε‐ ρῶς γάρ τις ἅπτεται τοῦ ψιλοῦ καὶ ψιλότη‐ τος. | |
10 | Ψίττακος. κύριον. καὶ ὄνομα πτηνοῦ. | |
11t | (Θηλυκόν.) | |
12 | Ψιάς. ἡ δρόσος. Ψιλή. ποιότης συλλαβῆς, καθ’ ἣν ἄκροις χείλεσι τὸ φθέγμα προφέρεται. παρὰ τὸ ψῶ, τὸ λε‐ | |
15 | πτύνω. ἐξ οὗ καὶ ψιλὸν στρατιώτην λέγει τὸν ἄοπλον καὶ γυμνόν. εἴτουν τὸν ἀσθενῆ καὶ ἀδύ‐ νατον. ἢ παρὰ τὸ ψίω, τὸ ἅπτομαι, ψιλὸς καὶ ψιλή· εὐχερῶς γάρ τις ἅπτεται τοῦ ψιλοῦ. Ψινάδες. αἱ ἄμπελοι. | |
20 | Ψὶξ, ψιχός. ἡ ψιχία. Ψιττάκη καὶ ψιττάκια. ὑποδήματα γυναι‐ κείου εἴδους. | |
Ψιλὰ λέγονται τὸ γ, τὸ κ, τὸ π καὶ τὸ τ, ἐπει‐ | ||
psi1874 | δὴ ψιλουμένου φωνήεντος ἐπιφερομένου εἰς δασὺ τρέπεται. οἷον· αὐτίχ’ ὁ μὲν ἐπορεύετο. Ψῖ. τὸ στοιχεῖον. ὅτι συριγμόν τινα ἔχει ἡ τού‐ του ἐκφώνησις. καὶ ὅτι ὁ συριγμὸς οὐκ ἔστιν | |
5 | ἄλλό τι ἢ μόνον ψ. ἄλλοι δὲ, ὅτι ἑνὸς ψαύει χρόνου διπλοῦν ὄν. Ψινύθιον. φαῦλον, ἢ καὶ ψευδές. Ψιχίον. ..... *Ψιθυρίζειν. τινὲς ὀνοματοποιεῖσθαι φασὶν, | |
10 | ὡς τό· κρίκε δὲ ζυγόν. καί· σίζε ὁ ὀφθαλμός. κυρίως δὲ ἐπὶ τῶν ψευδομένων τὸ ψιθυρίζειν | |
15 | λαμβάνεται.* *Ψιμμυθίζω. καλλωπίζω.* Ψίσω. ποτίσω. ἐξ οὗ καὶ ψιὰς, ἡ κατ’ ὀλίγον κατερχομένη δρόσος. Ψίω. ἐμβρωματίζω. ἢ τὸ λεπτύνω. ἢ τὸ ἅπτο‐ | |
20 | μαι. | |
21t | Τὸ Ψ μετὰ τοῦ Ο. | |
22t | (Ἀρσενικόν.) | |
23 | Ψοίθης. ὁ ἀλαζών. | |
psi1875 | Ψοῖθος. σποδός. εὗρον καὶ διὰ τοῦ υ ψιλοῦ τὸ ψύθος. σημαίνει δὲ τὴν λοιδορίαν. Ψολόεις κεραυνός. ὁ ὀξέως φερόμενος καὶ ἅμα τῷ ψαύειν ὀλλύμενος. | |
5 | Ψόφος. κτύπος. Ψοφοδεής. δειλός. παρὰ τὸ δέος, ὃ σημαίνει τὸν φόβον, καὶ τὸ ψόφος. Ψόαι, ψοιαὶ καὶ ψύαι. αἱ λαγόνες ἢ τὰ νῶτα. παρὰ τὸ ψαύω. ἡ ἐπιψαύουσα σὰρξ καὶ ἐπι‐ | |
10 | πολῆς οὖσα τοῖς ὀστέοις. οὕτως Εἰρηναῖος. Ψολοκομπία. ἀλαζονεία. Ψοφοδεές. δειλόν. [Ψοφῶ. τὸ ἠχῶ.] | |
14t | Τὸ Ψ μετὰ τοῦ Υ. | |
15t | (Ἀρσενικόν.) | |
16 | Ψύδαξ ἢ ψύδραξ. τὸ ἐπὶ τοῦ σώματος ἐξάν‐ θημα. Ψυκτήρ. ὅπου τὰς ὀπώρας ψυχρίζουσιν ἢ καὶ τὰς κύλικας, ἤτοι τὰ ποτήρια νίζουσι. | |
20 | Ψυλλεῖς. ἐθνικόν. | |
psi1876 | Ψυχρὸς λόγος. ἀσθενὴς, μηδὲν χρήσιμον ἔχων. παρὰ τὸ ψύχος ψυχηρὸς καὶ ἐν συγκοπῇ ψυ‐ χρός. Ψυχικός. ὁ τὰ τῆς σαρκὸς φρονῶν. ψυχικὸς ἄν‐ | |
5 | θρωπος οὐκ οἶδε τὰ τοῦ πνεύματος. Ψυχόλεθρος. ὁ ἀπολλύων τὰς ψυχάς. τὰ διὰ τοῦ ὄλεθρος συγκείμενα διὰ τοῦ ω γράφεται, οἷον ἀνώλεθρος, βιώλεθρος, ἐπώλεθρος καὶ τὰ ὅμοια, πλὴν τοῦ ψωμόλεθρος καὶ ψυχόλεθρος. | |
10 | Ψύαι. αἱ λαγόνες, ἢ τὰ νῶτα, ἢ μέρος τι τοῦ σώματος. Ψυχή. εἴρηται μὲν ἐν τῇ γραφῇ τῇ παλαιᾷ διτ‐ τῶς ἡ ψυχή· τουτέστιν ἡ λογικὴ καὶ ἡ ἄλογος. ἡ λογικὴ τῶν λογικῶν, καὶ ἡ ἄλογος τῶν κτηνῶν | |
15 | καὶ τῶν λοιπῶν ἐμψύχων. ψυχὴ λογική ἐστιν οὐσία νοερὰ ἀνώνυμος καὶ ἀγνώριστος, λεπτὴ, ἄϋλος καὶ ἀσχημάτιστος, εἰκὼν θεοῦ καὶ τύπος σώματος, ζωτικὴ καὶ συστατική. εἴρηται δὲ ψυ‐ χὴ διὰ τὸ ψύχειν ἤτοι διὰ τῶν οἰκείων ἐνερ‐ | |
20 | γειῶν ζωοποιεῖν τὸ σῶμα. ψυχὴ ἄλογός ἐστιν ἡ τοῦ αἵματος ζωτικὴ καὶ θερμαντικὴ καὶ κινη‐ | |
τικὴ διὰ πνεύματος ὑλικὴ ἐνέργεια. ψυχὴ κτη‐ | ||
psi1877 | νώδης ὑλικὴ, ἐνεργητικὴ καὶ αἰσθητικὴ καὶ σώ‐ ματος συστατική. ψυχῆς ἐνέργειαι, ὄρεξις λο‐ γικὴ εἴτουν θέλησις, βούλησις, ζήτησις, σκέ‐ ψις, βούλευσις, κρίσις, ὁρμὴ, χρῆσις καὶ παῦ‐ | |
5 | σις. ἡ πρώτη τοῦ νοὸς κίνησις λέγεται ὄρεξις. ἡ ὄρεξις περί τι νοήσασα λέγεται νόησις. ἡ νόη‐ σις ἐπιμείνασα καὶ τυπώσασα τὴν ψυχὴν ἐπὶ τὸ νοούμενον λέγεται ἐνθύμημα καὶ λόγος. ἡ ἐνθύμησις βασανίζουσα ἑαυτὴν διὰ τοῦ ἐπιλο‐ | |
10 | γισμοῦ λέγεται φρόνησις. ἡ φρόνησις πλατύ‐ νουσα ἑαυτὴν ποιεῖ τὸν διαλογισμὸν, ἐνδιάθετον λόγον ὀνομαζόμενον. οὗτος γεννᾷ τὸν προφο‐ ρικὸν λόγον. τούτοις πᾶσιν ἕπεται τὸ αὐθεξού‐ σιον. καὶ συμμαρτυρεῖ ἡ συνείδησις. ψυχῆς δυ‐ | |
15 | νάμεις· νοῦς· διάνοια· δόξα· φαντασία· αἴ‐ σθησις· βούλησις· προαίρεσις· θυμὸς καὶ ἐπι‐ θυμία. ψυχή ἐστιν οὐσία γεννητὴ, οὐσία ζῶ‐ σα, καὶ τῶν αἰσθητῶν ἀντιληπτικὴν δι’ ἑαυτῆς ἐνιεῖσα, ἕως ἂν ἡ δεκτικὴ τούτου συνίσταται | |
20 | φύσις. εἴρηται δὲ παρὰ τὸ ψύχω, τὸ ζωοποιῶ. ἢ παρὰ τὸ ψύχος, ὅ ἐστι πνεῦμα. Ὅμηρος· ψύχεος ἱμείρων. ἀντὶ τοῦ πνεύματος. Ψυχή ἐστιν οὐσία ἀσώματος, αὐτοκίνητος, θείας | |
25 | ὑμνῳδὸς δόξης. ψυχή ἐστιν οὐσία ἄϋλος καὶ ἀθάνατος. ψυχή ἐστιν θυμὸς καὶ ἐπιθυμία. | |
ὅπερ λέγεται θυμικὸν καὶ ἐπιθυμητικόν. | ||
psi1878(1t) | (Οὐδέτερον.) | |
2 | Ψυλεῖον. βοτάνη. Ψυχρὰ ῥήματα. κακοὶ λόγοι. Ψύχος. τὸ πνεῦμα. Ὅμηρος· | |
5 | ψύχεος ἱμείρων. Ψυχαγωγεῖ. ἀναψύχει. Ψυχάζουσι. πρὸς τὸ ψυχρὸν διατρίβουσι πνεῦ‐ μα. Ψυχουλκούμενος. τὴν ψυχὴν ἑλκόμενος. | |
10 | Ψύχω. τὸ ζωογονῶ. *Ψυλαφᾷ. μικρῶς πως ἐπισπείρεσθαί σοι ἄρχεται.* | |
13t | Τὸ Ψ μετὰ τοῦ Ω. | |
14t | (Ἀρσενικόν.) | |
15 | Ψωμός. διὰ τὸ παρὰ τῶν ὀδόντων ψήχεσθαι καὶ τρίβεσθαι. ἢ παρὰ [τὸ ψῶ,] τὸ λεπτύνω. Ψωμόλεθρος. πολυφάγος. ἀπὸ τοῦ ὀλλύειν τὸν ψωμόν. | |
19t | (Θηλυκόν.) | |
20 | Ψῶα. ἡ δυσωδία. ἄτλητον ἐπὶ ψῶαν πνείεσκον. Ψῶρα. παρὰ τὸ ψῶ, οὗ παράγωγον ψαύω. ἐπει‐ δὴ οἱ τῷ πάθει ἐνεχόμενοι πολλὴν ἔχουσιν ὁρ‐ μὴν ἐπὶ τὸ ψᾷν καὶ κνήθειν τὰ ἑαυτῶν πεπον‐ | |
25 | θότα μέρη καὶ μέλη. | |
Ψώζα. ἡ δυσωδία. καὶ νόσος τις. | ||
psi1879 | Ψωραλέα. ἡ ψωριῶσα. Ψωθίαν. τὴν ὑποκάτω τοῦ ἄρτου. Ψωμολεθρία. ἡ πολυφαγία. | |
Ψωφίς. πόλις. | ||
psi1880 | Ψωφιλία. χώρα. καὶ Ψωφίλιοι, ἔθνος. Ψωμιεῖ. θρέψει. Ψώχοντες. τρίβοντες. | |
Ψῶ. τὸ λεπτύνω. | ||
omega1879(5t) | Ω. | |
6t | Τὸ Ω μετὰ τοῦ Α. | |
7t | (Θηλυκόν.) | |
8 | Ὦια. τὸ ἄκρον τοῦ ἱματίου, ἢ ὃ καλοῦμεν πε‐ ριτραχήλιον, ἤτοι περιστόμιον. τοῦτο δὲ ὁ Ἀκύ‐ | |
10 | λας στόμα ἐνδύματος εἴρηκεν. ἢ ἀνάκλασις τοῦ κρασπέδου. γράφεται γὰρ σὺν τῷ ι. ἔστι γὰρ ὄϊς, ὃ σημαίνει τὸ πρόβατον, ἡ γενικὴ ὄϊος. καὶ γίνεται οἶς, οἰὸς, τὸ θηλυκὸν οἶα, καὶ ἐκτάσει τοῦ ο εἰς ω ᾦα. καὶ γὰρ οἱ παλαιοὶ | |
15 | προβάτειον δέρμα ἐν τοῖς κρασπέδοις τῶν ἱμα‐ τίων ἔβαλον. | |
17t | (Οὐδέτερον.) | |
18 | Ὦ. τὸ στοιχεῖον. παρὰ τὸ ἔω, τὸ ὑπάρχω, ἐπει‐ δὴ τοῦτο ὑπάρχει μακρὸν καὶ πλατύ. ὁμοίως | |
20 | τῷ χαρακτῆρι τὴν ἐκφώνησιν ἀπηνέγκατο. Ὠὰ κτίλα. τὰ τῶν ἡμέρων ὀρνίθων ὠὰ κτίλα καλοῦνται. καὶ κτίλος ὁ ἥμερος κριός. Ὠιόν. ἔχει τὸ ι. εὕρηται γὰρ κατὰ διάστασιν. ὡς παρὰ Σαπφοῖ· | |
25 | φασὶ δὴ ποταμὸν ὑακίνθινον Λήδαν πε‐ πυκαδμένον εὑρεῖν ὤϊον. | |
ἀλλὰ καὶ τὰ διὰ τοῦ ῳον οὐδέτερα μονογενῆ | ||
omega1880(5) | θέλουσιν ἔχειν τὸ ι. οἷον ζῷον, ὑπερῷον, προ‐ στῷον, [περιστῷον,] Πτῷον, ὄνομα ὄρους. οὕτως οὖν καὶ ᾠόν. πρόσκειται μονογενῆ διὰ τὸ σῶος καὶ ὁ ζῶος, τὸ ζῶον. ταῦτα γὰρ οὐκ ἔχουσιν, ὅτι οὐκ εἰσὶ μονογενῆ βαρύτονα, οἷον ζῷον, πτῷον. | |
10 | τὸ δὲ ὠὸν διαλλάξαν κατὰ τὴν ἄρχουσαν διήλ‐ λαξε καὶ κατὰ τὴν τάσιν. ἐτυμολογεῖται δὲ πα‐ ρὰ τὸ οἶον, μόνον γὰρ τίκτεται. | |
13t | Τὸ Ω μετὰ τοῦ Β. | |
14t | (Ἀρσενικόν.) | |
15 | Ὠβάς· Ὠβάντες. Ὤβρων. ποταμός. καὶ κλίνεται Ὤβρωνος. | |
17t | (Ῥῆμα.) | |
18 | Ὠβάξαι. παρὰ τῷ Πλουτάρχῳ. Ὠβέλισται. σεσημείωται, ἢ ἠθέτηται. ὁ ὀβε‐ | |
20 | λὸς γὰρ ἀθετήσεως σύμβολον. | |
21t | Τὸ Ω μετὰ τοῦ Γ. | |
22t | (Ἀρσενικόν.) | |
23 | Ὤγ. κύριον. ὃς ἦν μέγας καὶ ῥώμῃ σώματος | |
πολυθρύλλητος. φασὶ γὰρ αὐτὸν καὶ κλίνῃ σι‐ | ||
omega1881 | δηρᾷ κεχρῆσθαι, ἐννέα πηχῶν τὸ μῆκος, πέν‐ τε δὲ εὖρος ἐχούσῃ. Ὦγες. ἔθνος. Ὤγυγος. κύριον. καὶ Ὠγύγιος. οὗτος ἀρχαῖος | |
5 | βασιλεὺς ἦν Θηβῶν. ἐκ τούτου γοῦν καὶ πᾶν τὸ ἀρχαῖον ὠγύγιον καλοῦσι. | |
7t | (Θηλυκόν.) | |
8 | Ὠγύγιαι. ἀρχαῖαι. ὠγύγιαι πύλαι. Ὠγυγία νῆσος. | |
10 | Ὤγυρις. λίμνη. Ὠγύγιον. ἀρχαῖον, παλαιόν. Ὠγύγιον βλέμμα. τὸ τοῦ Ὠγυγίου. | |
13t | (Ῥῆμα.) | |
14 | Ὦιγον. σὺν τῷ ι. ἀπὸ τοῦ οἴγω, τὸ ἀνοίγω, | |
15 | ἐγένετο. καὶ τροπῇ τοῦ ο εἰς ω. ὥσπερ οἴχομαι, ᾠχόμην, οἰκῶ, ᾤκουν. τούτου τὸ δεύτερον πρόσ‐ ωπον ᾦγες, καὶ ᾦγε τὸ τρίτον. | |
18t | Τὸ Ω μετὰ τοῦ Δ. | |
19t | (Ἀρσενικόν.) | |
20 | Ὠιδικός. μουσικὸς, εὔλαλος. καὶ ὁ ὄρνις ἦν ᾠδι‐ κός. Ὡδοιδόκος. ὁ λῃστής· ὁ τὰς ὁδοὺς δοκῶν καὶ ἐπιτηρῶν. | |
24t | (Θηλυκόν.) | |
25 | Ὠιδή. ὅσα θεωρίας ἔχεται ψιλῆς καὶ θεολογίας. ὥστε ὁ ψαλμὸς λόγος ἐστὶ μουσικὸς, ὅταν εὐ‐ | |
ρύθμως κατὰ τοὺς ἁρμονικοὺς λόγους πρὸς τὸ | ||
omega1882 | ὄργανον κρούηται. ἢ ᾠδή ἐστι φωνὴ ἐμμελὴς, ἀποδιδομένη ἐναρμονίως ἄνευ τῆς συνηχήσεως τοῦ ὀργάνου. Ὠδὶν καὶ ὠδίς. ὁ τόκος. ἢ ὁ καιρὸς τοῦ τοκετοῦ. | |
5t | (Οὐδέτερον.) | |
6 | Ὠιδεῖον. τὸ σχολεῖον. | |
7t | (Ῥῆμα.) | |
8 | Ὠιδηκυῖα. ἀπὸ τοῦ οἰδαίνω, τὸ ἐξογκῶ. Ὠδίνω. τὸ γεννῶ. | |
10 | Ὡδοιδόκουν. ἐλῄστευον. Ὡδοιπορηκώς. ὁδεύσας. ὁδοιπορικῶς δὲ, ἐπίῤ‐ ῥημα, μικρὸν καὶ ι. Ὠδύσσατο. ὠργίσθη. παρὰ τὴν ὀδύνην, ὅ ἐστι παρὰ τὸ ἔδω, τὸ ἐσθίω. | |
15 | Ὠδώδει. δυσωδίαν εἶχε. ὄδωδε δὲ μικρὸν καὶ μέγα. Ὦιδε. ἀντὶ τοῦ ἐνταῦθα. ὧδε δὲ, ἀντὶ τοῦ κα‐ τὰ τοῦτον τὸν τρόπον, δασύνεται. Ὠδί. ἀντὶ τοῦ ἐνταῦθα. καὶ ὡδὶ ἀντὶ τοῦ κατὰ | |
20 | τοῦτον τὸν τρόπον. | |
21t | Τὸ Ω μετὰ τοῦ Ε. | |
22t | (Ῥῆμα.) | |
23 | Ὤιετο. ὑπελάμβανεν. | |
24t | Τὸ Ω μετὰ τοῦ Η. | |
25t | (Ῥῆμα.) | |
26 | Ὠήθην. ὑπέλαβον. | |
omega1883(1t) | Τὸ Ω μετὰ τοῦ Θ. | |
2t | (Ἀρσενικόν.) | |
3 | Ὠθισμός. διωγμός. ἢ ἀγανάκτησις. ἀντωθη‐ σμὸς δὲ, ἦτα. | |
5t | (Ῥῆμα.) | |
6 | Ὠθίζω. ἀγανακτῶ. ἐπὶ ἐνεστῶτος. Ὤθισμαι. Ὠθήσω. Ὤθω. τὸ ἀποδιώκω. | |
10t | Τὸ Ω μετὰ τοῦ Ι. | |
11t | (Ῥῆμα.) | |
12 | Ὤϊξεν. ἤνοιξεν. ἀπὸ τοῦ οἴγω οἴξω, ᾤξω, καὶ ἐν διαλύσει ὤϊξα. Ὠΐγνυντο. ἀνεώγνυντο. ἀπὸ τοῦ οἴγω, οἰγνῶ, | |
15 | οἰγνύω. | |
16t | Τὸ Ω μετὰ τοῦ Κ. | |
17t | (Ἀρσενικόν.) | |
18 | Ὠκεανός. ποταμὸς ὁ τὴν οἰκουμένην περικυ‐ κλῶν. παρὰ τὸ ὠκέως νάειν. ἢ παρὰ τὸ ὠκέως | |
20 | ἀνύεσθαι. | |
omega1884 | Ὤκιστος. ταχύτατος. Ὠκίναρος. ποταμός. Ὠκύς. ταχύς. παρὰ τὴν ἀκὴν, ἥτις δηλοῖ τὴν ὀξύτητα, γίνεται ἀκὺς καὶ τροπῇ τοῦ α εἰς ω | |
5 | ὠκύς. ὡς τέκμαρ τέκμωρ, καὶ ὡς φαριαμὸς, πα‐ ρὰ τὸ φάρη, φαριαμὸς καὶ φωριαμός. τὸ δὲ ὠκὺς γίνεται παρὰ τὴν ἀκὴν, ὡς προείπομεν. ἢ παρὰ τὸ εἴκω, τὸ ὑποχωρῶ. Ὠκύαλος. ταχὺς διὰ θαλάσσης. | |
10 | Ὠκύμορος. ταχυθάνατος. Ὠκυπόρος. ὁ ταχέως πορῶν. | |
12t | (Θηλυκόν.) | |
13 | Ὠκάς. ἡ δίωξις. καὶ ἡ ἰωκή. Ὠκαλέη. πόλις. | |
15 | Ὠκεανῖτις ῥοή. ἡ τοῦ ὠκεανοῦ. Ὠκεῖα. ταχυτάτη. [Ὠκύαλος ναῦς. ἡ ταχυτάτη.] | |
18t | (Οὐδέτερον.) | |
19 | Ὤκιμον. τὸ βασιλικόν. | |
20 | Ὠκτόν. τὸ διωκτόν. Ὠκύ. τὸ ταχύ. | |
22t | (Ῥῆμα.) | |
23 | Ὤικεον, ᾤκουν. ἀντὶ τοῦ κατῴκουν. | |
omega1885 | Ὤκειλον, ὤκειλε. προσεπέλασεν, ἤγγισεν. Ὤικησεν. ἔμεινεν. ᾤκισεν δὲ ἕτερον, καὶ ᾤκισεν ἀντὶ τοῦ ἔκτισεν, ι. Ὤκλασεν. ἠτόνησεν. | |
5 | Ὠικονομήσαμεν. ὠφελήσαμεν. | |
6t | Τὸ Ω μετὰ τοῦ Λ. | |
7t | (Ἀρσενικόν.) | |
8 | Ὤλενος. ποταμὸς καὶ ζῶον. Ὤλλοι. ἔθνος. καὶ οἱ ἄλλοι. | |
10t | (Θηλυκόν.) | |
11 | Ὠλέναι. αἱ ἀγκάλαι, ἢ πήχεις τῶν χειρῶν. ἢ αἱ χεῖρες, ἢ αἱ παλάμαι. ἀπὸ τοῦ δι’ αὐτῶν ἐλοῦσθαι τὰς πράξεις, τουτέστι πληροῦσθαι. οὕτω Σωρανός. | |
15 | Ὠλεσίκαρπος. ἡ ἀπώλλουσα τοὺς καρπούς. ἰτέαι τ’ ὠλεσίκαρποι. ὀλεσίοικος δὲ γυνὴ, ἡ ἀπώλλουσα τὸν οἶκον, μι‐ κρόν. Ὠλενία. πέτρα. | |
20 | Ὦλκα. τὴν αὔλακα. παρὰ τὸ ἕλξω, τροπῇ τοῦ ε εἰς ο καὶ ἐκτάσει τοῦ ο εἰς ω, ὦλξ. Ὠλέκρανον. ὁ ἀγκών. | |
23t | (Ῥῆμα.) | |
24 | Ὤλα καὶ ὤλετο. ἀντὶ τοῦ ἀπώλετο. καὶ ὤλε‐ | |
25 | κα καὶ ὠλέκειν. | |
omega1886 | Ὤλισθεν καὶ ὠλίσθησεν. ἀντὶ τοῦ ἔπεσεν. Ὠλώλειν καὶ ὠλωλέκειν. ὄλωλα δὲ μικρὸν καὶ μέγα. | |
4t | Τὸ Ω μετὰ τοῦ Μ. | |
5t | (Ἀρσενικόν.) | |
6 | Ὠμηστής. ὁ ὠμὰ ἐσθίων. καὶ ὠμηστὶ, ἐπίῤ‐ ῥημα. Ὠμοβόρος. ὁ ὠμὰ ἐσθίων. Ὠμογέρων. ὁ παρ’ ἡλικίαν γηράσας. οὗ ἡ κε‐ | |
10 | φαλὴ οὐκ ἐκπολιώθη. Ὠμός. ἀπηνὴς, σκληρός. Ὦμος. †τὰ μετάφρενα.† παρὰ τὸ ὦ, τὸ ὑπάρ‐ χω. ὁ ὑπομένων τὰ βάρη καὶ τὰ φορτία. [ἢ παρὰ τὸν οἴσω μέλλοντα, ἐφ’ οὗ φέρομεν τὰ | |
15 | φορτία, γέγονεν οἶμος, καὶ τροπῇ τῆς οι δι‐ φθόγγου εἰς ω μέγα ὦμος. ὡς ἐκ τοῦ ἐναντίου ἀγκὼν ἀγκώνη ἔδει λέγεσθαι, τροπῇ τοῦ ω εἰς οι ἀγκοίνη. τοιοῦτον καὶ τὸ θοίνη, ἀπὸ τοῦ θῶ, τὸ τρέφω ἢ τὸ θηλάζω.] | |
19t | (Θηλυκόν.) | |
20 | Ὠμοτάτη. χαλεπωτάτη. Ὠμή. ἡ σκληρά. ὁμὴ δὲ, ἡ ὁμοία, μικρόν. | |
22t | (Οὐδέτερον.) | |
23 | Ὠμόν. ἀπηνὲς, σκληρὸν, χαλεπόν. ἢ ὠμὸν τὸ | |
μὴ εἰς πέψιν ἐλθὸν, ὡς καὶ τὴν ἔξω τροφὴν | ||
omega1887 | ὠμὴν λέγομεν, οὔτε ἑψημένην οὔτε ὀπτημένην. παρὰ τὸ ὦ, τὸ ὑπάρχω, οἱονεὶ ἐν ταυτότητι ὑπάρχον καὶ μὴ μεταβληθέν. Ὠμοβοΐνον. ἡ βύρσα. ὠμοβόειον δὲ, δίφθογ‐ | |
5 | γον. Ὠμόλινον. τὸ ἐπὶ τῶν ὤμων. Ὠμοφόριον. ...... | |
8t | (Ῥῆμα.) | |
9 | Ὡμάδευσεν. ἐσώρευσεν. | |
10 | Ὡμάρτησεν. ἠκολούθησεν. Ὡμήρησεν. συνέτυχε· συνήντησεν. ὅθεν καὶ ὅμηρον τὸ ἐνέχυρον, παρὰ τὸ συνεῖναι τοῖς λαμ‐ βάνουσιν. ὡμήρησε δέ μοι παρ’ ἑταίρων ἄγγελος ὠκύς. | |
15 | ἀπὸ μεταφορᾶς τῶν ὁμοῦ ἐρεσσόντων. ἢ ἀπὸ τοῦ ἅμα ἀρηρέναι. Ὤιμην. ὑπέλαβον. Ὤμνυ. ὤμνυεν. Ὠμοτόκησεν. ἐδυστόκησεν. ἢ παρὰ τὸν και‐ | |
20 | ρὸν τὸ βρέφος προήγαγεν. Ὡμορηκυῖα. γειτονοῦσα. Ὡμοφρονηκώς. ὁ τὰ ὅμοια φρονήσας. Ὠμωμώκει. ἀντὶ τοῦ ὤμοσεν. ὀμώμοκε δὲ, μι‐ κρὸν, [μέγα καὶ μικρόν.] ὠμόμοστο δὲ μέγα καὶ | |
25 | μικρά. Ὤιμοξεν. ἐστέναξεν. Ὠμισάμενος. ἐπὶ τῶν ὤμων λαβών. | |
28t | (Ἐπίῤῥημα.) | |
29 | Ὠμαδόν. ἐπὶ τῶν ὤμων. | |
omega1888 | Ὤμοι. φεῦ μοι. Ὠμῶς. σκληρῶς, ἀπηνῶς, χαλεπῶς. ὁμῶς δὲ, ἀντὶ τοῦ ὁμοίως, μικρόν. | |
4t | Τὸ Ω μετὰ τοῦ Ν. | |
5t | (Ἀρσενικόν.) | |
6 | Ὤναρος. κύριον. Ὠνητός. ἀγοραστός. Ὥνθρωπος. ὁ ἄνθρωπος. Ὠνθυλευμένος. ὁ κοπρίας γέμων. μικρὸν ἐγὼ | |
10 | γράφω τὸ ὀνθυλευόμενος. | |
11t | (Θηλυκόν.) | |
12 | Ὠνή. ἡ ἀγορασία. καὶ ὦνος ἡ ἀγορασία καὶ ἡ τιμή. | |
14t | (Οὐδέτερον.) | |
15 | Ὤνια. τὰ εἰς ἀγορὰν προτιθέμενα καὶ πιπρασκό‐ μενα. | |
17t | (Ῥῆμα.) | |
18 | Ὠνεῖτο. ὠφελεῖτο. καὶ ἀντὶ τοῦ ἠγόραζεν. Ὠνῆσαι. ἀγοράσαι. | |
20 | Ὠνοσάμην. ἐμεμψάμην. Ὠινοχόει. ἐκίρνα. Ὠνομασμένος. ὀνομαζόμενος δὲ, μικρόν. Ὤν. ἀντὶ τοῦ ὑπάρχων. | |
24t | Τὸ Ω μετὰ τοῦ Ξ. | |
25 | Ὦξος. ὄνομα ποταμοῦ. | |
Ὦιξεν. ἀνέῳξεν. | ||
omega1889(1t) | Τὸ Ω μετὰ τοῦ Ο. | |
2 | Ὠοκάταξις. κύριον. Ὤιοντο. ἐνόμιζον· ὑπελάμβανον. Ὠιόμην. ὑπώπτευον. [ὑπελάμβανον.] | |
5 | Ὠοτοκῶ. ...... | |
6t | Τὸ Ω μετὰ τοῦ Π. | |
7t | (Ἀρσενικόν.) | |
8 | Ὦπες. οἱ ὀφθαλμοί. οἷον ὀπαὶ τινὲς οὖσαι τῆς ψυχῆς. δι’ ὧν τὸ κατάστημα αὐτῆς θεωρεῖται. | |
10 | λέγεται δὲ καὶ ὑπώπια τὰ ὑπὸ τοὺς ὀφθαλμοὺς πελιδνώματα. ὡς δέ τινες, ὅτι ὀπῇ καὶ τρυπή‐ ματι ἐοίκασιν. ὅθεν καὶ ὀπήτιον, τὸ ποιοῦν ὀπήν. Ὠιπόλος. ὁ αἰπόλος. | |
15 | Ὦπις. πόλις καὶ γῆ. Ὤπασε. παρέσχεν, ἔδωκεν, ἐχαρίσατο. Ὤπαζε. κατόπιν ἐδίωκεν. Ὡπλίσατο. παρεσκευάσθη. Ὦπται. τεθέαται. | |
20 | Ὠπτῆσθαι. ὀπτηθῆναι δὲ, μικρόν. Ὤπυεν. ὡμίλει ἐν συνουσίᾳ. ἀπὸ τῆς ὀπός. ἢ παρὰ τὸ ἕπεσθαι ἀνδρί. καὶ γὰρ δάμαρ παρὰ τὸ δαμάζεσθαι καὶ ὑπεζεῦχθαι ἀνδρί. ἢ τροπῇ τοῦ π εἰς μ, ὤμυεν, ἀπὸ τοῦ ὁμοῦ ἰέναι. | |
25 | Ὠπώπει. εἶδεν. ὄπωπα δὲ, μικρὸν καὶ μέγα. | |
omega1890(1t) | Τὸ Ω μετὰ τοῦ Ρ. | |
2t | (Ἀρσενικόν.) | |
3 | Ὤρ· Ὠρασμάδης· Ὡράτιος· Ὠρήβ· Ὠρι‐ γένης· Ὠρικίων. ὀνόματα κύρια. | |
5 | Ὠρεός. τόπος καὶ πόλις. Ὠρεῖται. ἐθνικόν. Ὡρειάρειος. ....... Ὤριστος. ὁ ἄριστος. βοιωτικῶς ἐτράπη τὸ α εἰς ω. Ὅμηρος· | |
10 | οἴχετ’ ἀνὴρ ὤριστος—. Ὠρόψιος. κύριον. Ὡροσκόπος. ὁ σκοπεύων τὴν ὥραν. Ὧρος. ὁ καιρὸς, ἢ ὁ ἐνιαυτός. οἷον· ἐννέωρος βασίλευε. | |
15 | παρὰ τὰς ὥρας, ὅ ἐστι τὰς τροπὰς, ἃς περιέ‐ χει. τὸ δὲ ὥρα παρὰ τὸ ὡρεῖν, ἡ φυλάττουσα τεταγμένον τὸν ἴδιον καιρόν. ἢ παρὰ τὸ ὁρί‐ ζειν, ὅρα καὶ ὥρα ἐκτάσει τοῦ ο εἰς ω. καὶ Ὧραι αἱ πυλωροί. παρὰ τὸ ὡρεῖν καὶ φυλάσ‐ | |
20 | σειν. Ὡραῖος. ὁ εὔμορφος. καὶ ὡραῖος ὁ ἀκμαῖος. | |
22t | (Θηλυκόν.) | |
23 | Ὥρα. ἡ εὐμορφία, τὸ κάλλος. ἡ τροπή. ἡ | |
φροντίς. καὶ ὥρα ἡ τὸν τοῦ ἡλίου δρόμον ἐμ‐ | ||
omega1891 | φαίνουσα κατανόησις. ἢ καρπῶν διαφόρων συνδρομή. Ὤρεσι. γυναιξί. παρὰ τὸ ὁμοῦ ἀρηρέναι καὶ συνηρμόσθαι ἀνδρί. ὅθεν καὶ ξυνωρίς. παρὰ | |
5 | τὸ ξυνηρμόσθαι γίνεται ὄαρος, ἡ εὐθεῖα τῶν πληθυντικῶν ὄαροι, καὶ κατὰ μεταπλασμὸν ὄα‐ ρες, καὶ κατὰ συναίρεσιν ὦρες. [ὁ δὲ Μιλήσιος Ὦρος λέγει, ὅτι παρὰ τὸ ὁμοῦ ἀρηρέναι ὄαρ, καὶ καθ’ ὑπερβιβασμὸν ἄορ, καὶ κατὰ συναλοι‐ | |
10 | φὴν ὦρ.] Ὠρείθυια. θεά. †Ὡρικημείραξ. ἡ εὔμορφος.† Ὠρικία. χώρα. Ὡρογραφίαι. αἱ κατ’ ἐνιαυτὸν ἀναγραφαὶ γι‐ | |
15 | νόμεναι τῶν ἐν ταῖς πόλεσιν. ὧρος γὰρ ὁ ἐνι‐ αυτός. Ὠρωπία χώρα. καὶ Ὠροπὸς, πόλις. καὶ | |
Ὠρόπιος, τοπικόν. | ||
omega1892(1t) | (Οὐδέτερον.) | |
2 | Ὡραῖον. εὔμορφον. ἰστέον, ὅτι ὡραῖον καὶ κάλ‐ λος διαφέρει, ὅτι τὸ μὲν ὡραῖον λέγεται τὸ συμπεπληρωμένον εἰς τὸν ἐπιτήδειον καιρὸν | |
5 | πρὸς τὴν οἰκείαν ἀκμήν· καὶ ὡραῖος ὁ σῖτος ὁ ὥριμος ἤδη πρὸς θερισμόν· καὶ ὡραῖος ὁ καρ‐ πὸς τῆς ἀμπέλου, ὁ τὴν οἰκείαν πέψιν εἰς τε‐ λείωσιν ἑαυτοῦ διὰ τῆς τοῦ ἔτους ὥρας ἀπολαύων, καὶ ἐπιτήδειος εἰς ἀπόλαυσιν γεγονώς· κάλλος | |
10 | δὲ, τὸ ἐν τῇ θέσει τῶν μελῶν εὐάρμοστον, καὶ ἐπανθοῦσαν αὐτῷ τὴν χάριν ἔχον. Ὡρολογεῖον. λέγειν γὰρ τὸ μετρεῖν. | |
13t | (Ῥῆμα.) | |
14 | Ὡρακίσας. ἐκκαυθείς. δειλιάσας. καὶ ὡρακί‐ | |
15 | ζειν παρὰ τὸ αἰκίζεσθαι τὴν ὥραν, τουτέστι τὴν μορφὴν, ἀπὸ τοῦ ὠχριᾷν δηλονότι καὶ ἀπο‐ | |
ψυχεῖν. | ||
omega1893 | Ὠρεχθήτην. ἐξετείνοντο. Ὡρισμένον. τὸ οἱονεὶ περιωρισμένον, καὶ μὴ εἰς πολλὰ ἐκτεινόμενον. οἷον λευκὸν χρῶμα, τρεῖς ἄνδρες ἢ τέσσαρες. | |
5 | Ὤρινε. διήγειρε. Ὡρίσθω. καὶ ὑπερωρίσθω. Ὠρίνθη. διηγέρθη. Ὤργων. ἐμαινόμην. Ὡρκωμότει. ἐπὶ παρατατικοῦ. | |
10 | Ὤρθρου. τρίτον πρόσωπον παρατατικοῦ. ὄρθρου δὲ, προστακτικὸς, μικρόν. Ὠρεῖν. ἀντὶ τοῦ φυλάσσειν. ὁρῇν δὲ, ἀντὶ τοῦ ὁρᾷν, μικρὸν καὶ η. Ὥρμει. ἐπὶ ἀψύχων. οἷον ὥρμει ἡ ναῦς. ὥρμη | |
15 | δὲ, ἐπὶ ἀνθρώπου καὶ λέοντος καὶ τῶν ἐμ‐ ψύχων, η. Ὡρμῆσθαι. παρακείμενος. | |
Ὡρμημένος. | ||
omega1894 | Ὥρμενος. ὁρμώμενος. Ὤρνυτο. διηγείρετο. Ὠροφωμένος. ἐστεγασμένος. Ὤρορε. διετάραξεν. ἢ διήγειρεν. ἢ ἐκίνησεν. | |
5 | ἀπὸ τοῦ ὄρω, ὦρα, ὤρορεν. Ὦρσε. διήγειρεν. Ὠρύω. τὸ κλαίω. παρὰ τὸ αὔω, τὸ φωνῶ, γίνεται ἀωρύω, καὶ κατὰ κρᾶσιν τοῦ α καὶ ω ὠρύω. καὶ ὠρυομένων, ἀντὶ τοῦ βοώντων. κυ‐ | |
10 | ρίως δὲ λέγεται ἐπὶ τῶν λεόντων καὶ λύκων. Ὡρικώς. ὁρίσας, *συναθροίσας.* Ὠρῶ. τὸ φυλάσσω. | |
13t | Τὸ Ω μετὰ τοῦ Σ. | |
14t | (Ἀρσενικόν.) | |
15 | Ὡσαννά. σῶσον δὴ ὁ ἐν τοῖς ὑψίστοις, *ἢ ἁπλῶς ὕμνος.* | |
Ὠσηέ. κύριον. | ||
omega1895 | Ὠσμός. ὁ ὠθισμός. Ὠστεγανοί. ἐθνικόν. Ὠστέος. ἀποδιωκτέος. Ὦσχος. ὁ κλάδος. | |
5t | (Θηλυκόν.) | |
6 | Ὦσις. ἡ δίωξις. καὶ Ὦσις, ὄνομα κύριον. Ὠστεία. [ὄνομα] νήσου. ὀστία δὲ, οἱ λιμένες, μικρὸν καὶ ι. καὶ ὀστία, ἡ θύρα, ὁμοίως. | |
9t | (Οὐδέτερον.) | |
10 | Ὠσίν. ὠτίοις. ἡ εὐθεῖα τὸ οὖς, καὶ κλίνεται ὠτὸς, τὰ ὦτα, τοῖς ὠσίν. *Ὠσχοφορία. ἑορτή. παρὰ τὸ οἴχη, ὃ ση‐ μαίνει τὴν ἄμπελον.* | |
14t | (Ῥῆμα.) | |
15 | Ὠσθῆναι. διωχθῆναι. Ὠσμένος. δεδιωγμένος. | |
Ὠστίσαι. διῶξαι. | ||
omega1896 | Ὡσεί. ἐπίῤῥημα παρέλκον, ἤτοι ἐπακολουθοῦν. προσέλαβε γὰρ τὸ τῆς παραβολῆς ὡς, καὶ τὸν εἰ σύνδεσμον συναπτικόν. | |
4t | Τὸ Ω μετὰ τοῦ Τ. | |
5t | (Ἀρσενικόν.) | |
6 | †Ὤτακος. ὁ ἄπορος.† Ὦ τάν. ὦ φίλε. ὦ σὺ ἑταῖρε. λέγεται καὶ ἐπὶ εἰρωνείας. ὡς παρὰ τὸ μέγιστος μεγιστὰν, καὶ Ἑρμῆς Ἑρμὰν, οὕτω καὶ παρὰ τὸ ἔτης, ὁ | |
10 | συνήθης, γίνεται ὦ ἐτὰν, καὶ κατὰ συναλοιφὴν ὦ τάν. Ὤτιος καὶ Ὦτος. κύρια. †Ὦτος. κύριον. καὶ τὸ ὄρνεον.† Ὠτόεις. ὁ ὦτα μεγάλα ἔχων. | |
15 | Ὠτάγρα. εἶδος ὀργάνου. | |
Ὠτίς. ζῶον, ἣν ὠτίδα λέγουσιν. | ||
omega1897 | Ὠτειλή. τὸ τραῦμα. ἡ οὐλή. παρὰ τὸν οὐτή‐ σω μέλλοντα, οὐτηλὴ καὶ ὠτειλὴ, τροπῇ τοῦ ου εἰς ω καὶ τοῦ η εἰς τὸν ει δίφθογγον βοιω‐ τικῶς. | |
5 | Ὦτα. τὰ ὦτα. Ἀπολλόδωρος παρὰ τὸ δέχε‐ σθαι τὴν ὄσσαν. οἱ δὲ, δι’ ὧν ὠθεῖται ἡ φωνή. οἱ δὲ κατὰ μετάθεσιν τοῦ π εἰς τ, ὦπα τινὰ ὄντα, παρὰ τὸ ὀπὰς τινὰ ἔχειν. Ὠτίδειον ὠόν. τὸ τῆς ὠτίδος. ὠτίδιον δὲ, ἡ | |
10 | μικρὰ ὠτὶς, ι. †Ὠτοκοπεῖ. ἐνοχλεῖ τὰ ὦτα.† Ὠτακουστεῖ. περιέργως ἀκούει. Ὠτοκωφεῖ. βαρέως ἀκούει. | |
14t | Τὸ Ω μετὰ τοῦ Υ. | |
15 | Ὠϋτός. ὅ ἐστιν ὁ αὐτὸς, καὶ κράσει τοῦ ο καὶ α εἰς ω μέγα ὠϋτός. | |
17t | Τὸ Ω μετὰ τοῦ Φ. | |
18t | (Ἀρσενικόν.) | |
19 | Ὠφελιμώτατος. | |
20 | Ὠφέλεια. παρὰ δὲ τῷ Εὐριπίδῃ εὕρηται καὶ ὠφελία. Ὠφθίς. πόλις. ὀφθεὶς δὲ, ὁ φανεὶς, μικρὸν | |
καὶ δίφθογγον. | ||
omega1898 | Ὠφελεῖσθαι. ἐπὶ ἐνεστῶτος. ὠφελῆσθαι δὲ, ἐπὶ παρακειμένου, η. Ὠφελούμενος· ὠφελημένος· ὤφελες καὶ ὤφελε. μεγάλα. | |
5 | Ὤφελον. μετὰ ἀπαρεμφάτου κείμενον διὰ τοῦ ω γράφεται. ὡς τὸ, ὤφελον ποιῆσαι τόδε. ὅταν δὲ παρῳχημένον ἢ εὐκτικὸν ἔχῃ ἔμπροσθεν, διὰ τοῦ ο μικροῦ. ὡς τὸ, ὄφελον ἐγένετο ταῦ‐ τα, καὶ ὄφελον κατευθυνθείησαν αἱ ὁδοί μου. | |
10 | Ὠφρυωμένος. ἐπῃρμένος. | |
11t | Τὸ Ω μετὰ τοῦ Χ. | |
12 | (Ἀρσενικόν.) Ὦχρος καὶ ὠχρὸς διαφέρει. ὦχρος λέγεται αὐτὴ ἡ ὠχρίωσις. [ὠχρὸς δὲ] ὁ ἄνθρωπος ὁ | |
15 | μετεσχηκὼς τῆς ὠριάσεως. ἔστιν ἄχροος, παρὰ τὸ χροῦς, χροὸς, εἶτα καθ’ ὑπερβιβασμὸν ἄωχρος, κατὰ κρᾶσιν ὦχρος βαρυτόνως· τὰ γὰρ εἰς ος δισύλλαβα μονογενῆ ἀρχόμενα ἀπὸ τοῦ ω, μὴ ὑποκειμένου τοῦ ι, βαρύνονται. ὦμος, | |
20 | ὦρος. πρόσκειται μὴ ὑποκειμένου τοῦ ι, διὰ τοῦ ὠδός. —ὦχρος δέ μιν εἷλε παρειάς. καὶ ὦχροι ἐν τοῖς ὀσπρίοις χλωρὰ τινὰ εὑρί‐ σκεται, ἅπερ ἀπὸ τῆς χροιᾶς οὕτω λέγει. οὕ‐ | |
25 | τως Ἡρακλείδης. ὠχρὸς ἦν αὐτοῦ ὁ χρώς. | |
omega1899 | ἄωχρον ἦν αὐτοῦ τὸ σῶμα. ὁ χρὼς δέ σου ὠχρός ἐστι, μέγα καὶ μικρόν. Ὦχρος. εἶδος ὀσπρίου. τοῦ Ψελλοῦ· κογχύλια τὰ ὄστρεα, [ὦχρος εἶδος ὀσπρίου.] | |
5 | [Ὤχετο. ἐπορεύετο. καὶ ᾤχοντο.] Ὠχημένος. ἐκ τοῦ οἰχῶ. Ὠιχόμεθα. ἐπορεύθῃμεν. ᾠχόμεθ’ ἐς Θήβην ἰετίωνος. | |
Ὠχυρωμένος. ὀχυρούμενος δὲ, μικρόν. | ||
omega1900 | Ὤιχωκε καὶ ᾤχωκα. οἰχῶ, ᾤχηκα, τροπῇ τοῦ η εἰς ω ᾤχωκα καὶ τὸ τρίτον ᾤχωκε. | |
3t | Τὸ Ω μετὰ τοῦ Ψ. | |
4 | Ὤψ. ὁ ὀφθαλμός. καὶ κλίνεται ὠκός. ὂψ δὲ, ἡ | |
5 | φωνὴ, μικρόν. Ὦψαν. εἶδον, ἔβλεψαν. Ὠψισμένον. βραδέως γινόμενον. Ὠψίσθη. ἐβράδυνεν. | |
Ὠψωνηκότες. ὀψωνήσαντες δὲ, μικρόν. |