TLG 3135 003 :: Joannes ZONARAS :: Epitome historiarum (lib. 12, clausula varia) [Dub.]

Joannes ZONARAS Gramm. Hist., Monachus
(Constantinopolitanus: A.D. 11–12)

Cf. et Pseudo–ZONARAS Lexicogr. (3136)

Epitome historiarum (lib. 12, clausula varia) [Dub.]

Source: Dindorf, L. (ed.), Ioannis Zonarae epitome historiarum, vol. 3. Leipzig: Teubner, 1870: 169–171.

Cf. et 3135 001, 002

Citation: Page — (line)

169

(25)

ἐν δὲ τῇ Ῥώμῃ τῆς τῶν πι‐ στῶν ἐκκλησίας προέστη μετὰ Μαρκελλῖνον ἐν ἔτεσι δυσὶ τὴν λειτουργίαν ἐκπλήσαντα Εὐσέβιος, ὃν μετὰ ἐνιαυτὸν θανόντα
διεδέξατο Μιλτιάδης. καὶ ἐπὶ τέσσαρσι προστάντος ἐνιαυτοῖς169

170

τῶν ἐν Ῥώμῃ πιστῶν τοῦ Μιλτιάδου Σίλβεστρος διάδοχος γέγονεν. ἐν Ἀντιοχείᾳ δὲ μετὰ Τύραννον ἔτος ἐπισκοπήσαντα τρισκαιδέκατον προεχειρίσθη Βιτάλιος, καὶ τοῦτον ἕκτον ἔτος ἀνύσαντα διεδέξατο Φιλογένης, κἀκείνῳ πέντε ἀνυσθέντων
5ἐνιαυτῶν γέγονε Παυλῖνος διάδοχος. τῶν δ’ Ἱεροσολύμων μετὰ Ζάβδαν ἐπὶ δέκατον λελειτουργηκότα ἐνιαυτὸν Ἕρμων ἐκληρώσατο τὸν θρόνον τὸν ἀρχιερατικόν. τῆς δ’ Ἀλεξαν‐ δρείας μετὰ τὸν ἱερομάρτυρα Πέτρον δέκα ἔτεσιν ἐφ’ ἑνὶ τὸν τῆς ἀρχιερωσύνης θρόνον κοσμήσαντα Ἀλέξανδρος τὴν ἀρχι‐
10ερωσύνην ἔσχηκεν. ἐν δὲ Ῥώμῃ μετὰ Σίλβεστρον ἐπ’ ἔτεσι λελειτουργηκότα εἴκοσι καὶ ὀκτὼ Ἰούλιος προέστη τῆς ἐκκλη‐ σίας ἔτη πεντεκαίδεκα. μεθ’ ὃν Λιβέριος ἕκτον ἤνυσεν ἐνιαυ‐ τόν, κἀκεῖνον διεδέξατο Δάμασος, ὀκτὼ καὶ εἴκοσιν ἐνιαυ‐ τοὺς ποιμάνας τοὺς πιστούς, καὶ τοῦτον Σιρίκιος, ἔτη λειτουρ‐
15γήσας ἑξκαίδεκα. εἶτα προκεχείριστο Ἰννοκέντιος, ἐν πεντε‐ καίδεκα ἐνιαυτοῖς διδάξας τὸν τοῦ κυρίου λαόν. καὶ Ζώσιμος τῷ θρόνῳ τῆς Ῥωμαίων ἐκκλησίας ἐνίδρυτο, θανόντος Ἰννο‐ κεντίου. ὃν δωδέκατον ἠνυκότα ἐνιαυτὸν Κελεστῖνος διεδέ‐ ξατο, ἐπ’ ἔτη τῇ ἀρχιερωσύνῃ δέκα ἐνδιαπρέψας. τούτου
20Ξύστος διάδοχος γέγονεν, ὄγδοον διαρκέσας ἐνιαυτόν. εἶτα Λέων ἀντεισήχθη, τῶν ὀρθῶν δογμάτων ἀντιποιησάμενος ἐπ’ ἔτεσιν εἴκοσι πρὸς τοῖς τέσσαρσι. καὶ ἐκλιπόντος τοῦ Λέοντος Ἱλαρίων εἰς τὸν θρόνον ἀνθίδρυτο, ἕκτον ἐκπλήσας ἐνιαυτόν. ἀνθ’ οὗπερ Σιμπλίκιος κεχειροτόνητο, καὶ ἐπὶ
25ἐννεακαιδέκατον ἔτος τὸ τῆς ποιμαντικῆς καὶ οὗτος διανύσας λειτούργημα ἐξέλιπε, καὶ ἀντεισῆκτο Φῆλιξ. ἐνάτῳ δ’ ἐν‐ ιαυτῷ καὶ οὗτος ἐκλελοιπὼς Γελασίῳ τὴν τιμὴν καταλέλοιπε, πέντε ταύτης ἀπολαύσαντι ἔτη. μεθ’ ὃν Ἀναστάσιος ἐπελέγη. μετὰ τέταρτον δὲ καὶ οὗτος ἐνιαυτὸν ὑπὸ Συμμάχου διεδέχθη.
30οὗ δυοκαίδεκα ἐπὶ τῇ ἀρχιερωσύνῃ διαγαγόντος ἐνιαυτοὺς Ὁρ‐ μίσδας ἐξείλεκτο. δεκάτῳ δὲ καὶ οὗτος ἐνιαυτῷ τὸ λειτούργημα διανύσας κατέλυσε τὴν ζωήν, καὶ Ἰωάννην ὁ θρόνος τῆς Ῥω‐ μαίων ἐκκλησίας ἐδέξατο ἐπὶ τριετίαν. μεθ’ ὃν Φῆλιξ τῶν ἐν Ῥώμῃ πιστῶν προέστη τετραετίαν τῆς τιμῆς ἀπολαύσας. εἶτα
35Βονιφάτιος ἐπὶ διετίαν τῆς προστασίας ἠξίωτο, καὶ ἐπὶ τούτῳ Ἀγαπητὸς προκεχείριστο. δύο δὲ καὶ οὗτος ἐνιαυτοῖς ποιμάνας τὸ ἐν Ῥώμῃ τοῦ ἀρχιποιμένος Χριστοῦ ποίμνιον, ἀπέτισε τὸ χρεών, καὶ ἐχειροτονήθη Ῥώμης ἀρχιερεὺς Σιλβήριος. ἕνα δὲ καὶ οὗτος ἀρχιερατεύσας ἐνιαυτὸν τὴν ζωὴν ἐξεμέτρησε.
40καὶ τούτῳ διάδοχος Βιγίλιος γέγονεν. ὀκτωκαιδέκατον δὲ τούτου ἔτος διηνυκότος ἐν τῇ ἀρχῇ, ἀνθῃρέθη Πελάγιος. ὃς πέμπτον ἐνιαυτὸν τῇ λειτουργίᾳ ἐσχολακὼς ἀπῆλθε, καὶ Ἰωάννην ἡ ἀρχιερατικὴ καθέδρα τῶν Ῥωμαίων ἐδέξατο ἐπὶ χρόνους ὀκτώ, καὶ μετὰ τοῦτον Γρηγόριον ἐπὶ πεντεκαίδεκα.
45μεθ’ ὃν οὐκέτι κατὰ συνέχειαν οἱ τῆς Ῥωμαίων ἐκκλησίας προστάντες εὕρηνται. ἐν Ἀντιοχείᾳ δὲ τῇ κατὰ Κοίλην Συ‐ ρίαν τὸν Παυλῖνον ἔτη πέντε τῇ λειτουργίᾳ σχολάσαντα Εὐ‐
στάθιος διεδέξατο, καὶ τοῦ Εὐσταθίου ἐπ’ ἔτη ποιμάναντος170

171

τοὺς πιστοὺς ὀκτωκαίδεκα, Εὐφρόνιος ἐλειτούργησεν ἔτος ὄγδοον. μεθ’ ὃν Φλάκιτος δωδέκατον ἤνυσεν ἔτος· εἶτα Στέφανος αἱρεσιώτης Ἀρείου παρεισεφθάρη τῇ ἐκκλησίᾳ ἐπὶ τρίτον ἐνιαυτόν, καὶ μετὰ τοῦτον εἰσῆκτο Λεόντιος. ὄγδοον
5δὲ καὶ οὗτος ἔτος ἐπισκοπήσας κατέλυσε τὴν ζωήν, καὶ ἐπὶ τούτῳ προέστη τῆς Ἀντιοχέων ἐκκλησίας Εὐδόξιος ἔτος δεύ‐ τερον, καὶ ἐπὶ τῷ Εὐδοξίῳ Ἀρριανὸς ἐπεσκόπησεν ἔτος τέταρ‐ τον, καὶ μετὰ τοῦτον Μελέτιος ἐνιαυτοὺς εἴκοσιν ἐπὶ πέντε. μεθ’ ὃν Φλαβιανὸς προέστη τῶν χριστωνύμων ἐπ’ ἔτεσιν
10εἴκοσι πρὸς τοῖς ἕξ. εἶτα τὴν λειτουργίαν Θεόδοτος διεδέξατο, καὶ τετραετίαν ἤνυσεν ἐπ’ αὐτῇ. καὶ ἀντὶ τούτου Ἰωάννης εἰσήχθη, καὶ διήρκεσεν ἐπ’ ἔτος ὀκτωκαιδέκατον. ἀντὶ δὲ Ἰωάννου Δόμνος κεχειροτόνητο, ἐπιζήσας τῇ χειροτονίᾳ ὄγ‐ δοον ἔτος· καὶ ἀνθιδρύθη τῷ θρόνῳ τῆς Ἀντιοχέων ἐκκλησίας
15Μάξιμος, ἐπ’ ἐνιαυτοὺς ἐπιμείνας τῇ προστασίᾳ τέσσαρας. ὃς ὑπὸ Μαρτυρίου διεδέχθη, ἔνατον καὶ τούτου τῇ ἀρχῇ δια‐ νύσαντος ἔτος. Ἰουλιανὸς δ’ ἔπειτα εἰς τὴν ἀρχιερατικὴν ταύτην καθέδραν ἐκάθισεν ἐπὶ ἕκτον ἐνιαυτόν, καὶ οὗτος ἔσχε Πέτρον διάδοχον. ὃν μετὰ τριετῆ χρόνον Στέφανος
20διεδέξατο, ἰσαρίθμους ἀρχιερατεύσας ἐνιαυτούς. τῷ δὲ Στε‐ φάνῳ Καλανδίων ἐγένετο ἔφεδρος. καὶ τούτῳ μετὰ τετραε‐ τίαν Πέτρος ἄλλος ἐφήδρευσε, τριετῆ χρόνον τὴν ἐκκλησίαν κατεσχηκώς. οὗ διάδοχος Παλλάδιος γέγονε, δεκαετίαν ἀνύ‐ σας ἐν τῇ ἀρχῇ. εἶτα Φλαβιανὸς ᾑρέθη, ἐπὶ δέκα καὶ τρεῖς
25ἀρχιερατεύσας ἐνιαυτούς. μεθ’ ὃν Σευῆρος ἕβδομον λειτουργή‐ σας ἐνιαυτὸν ἀφῆκεν Εὐφρασίῳ τὴν καθέδραν τὴν ἱεράν. ὃν μετὰ πέμπτον ἔτος Ἐφραΐμιος διεδέξατο· ὀκτὼ δ’ ἐπὶ δέκα
οὗτος ἐπεβίω χρόνους τῷ λειτουργήματι.171