TLG 3135 002 :: Joannes ZONARAS :: Epitome historiarum (lib. 13–18)

Joannes ZONARAS Gramm. Hist., Monachus
(Constantinopolitanus: A.D. 11–12)

Cf. et Pseudo–ZONARAS Lexicogr. (3136)

Epitome historiarum (lib. 13–18)

Source: Büttner–Wobst, T. (ed.), Ioannis Zonarae epitomae historiarum libri xviii, vol. 3 [Corpus scriptorum historiae Byzantinae] Bonn: Weber, 1897: 1–768.

Cf. et 3135 001, 003

Citation: Page — (line)

1

Οὕτω μὲν οὖν, ὡς εἴρηται, τῆς τοῦ πατρὸς βασιλείας ὁ μέγας Κωνσταντῖνος διάδοχος γέγονεν, ὁ ἐν βασιλεῦσιν ἀοίδιμος καὶ ἐν ὀρθοδόξοις ἐπισημότατος. ὃς ἐκ τῆς μακαρίας Ἐλένης γεγέννητο τῷ πατρί, περὶ ἧς διαφωνοῦσιν οἱ συγγραφεῖς καὶ
5παρ’ αὐτοῖς τὰ περὶ ταύτης οὐχ ὡμολόγηται. οἱ μὲν γὰρ τῷ Κώνσταντι νόμῳ γάμου φασὶν αὐτὴν συνοικεῖν, ἀποπεμφθῆναι δέ, τοῦ Μαξιμιανοῦ Ἑρκουλίου, ὡς ἔμπροσθεν εἴρηται, τὴν οἰκείαν παῖδα τὴν Θεοδώραν τούτῳ κατεγγυήσαντος καὶ ἀνα‐ δείξαντος Καίσαρα· οἱ δὲ οὐ γαμετὴν αὐτὴν γενέσθαι νόμιμον
10τοῦ Κώνσταντος ἱστόρησαν, ἀλλὰ πάρεργον ἐρωτικῶν ἐπιθυ‐
μιῶν, καὶ ἐξ ἐκείνου τοῦτον δὴ συλλαβέσθαι τὸν Κωνσταντῖνον.1

2

Διαδεξάμενος δὲ τὴν βασιλείαν τὴν πατρικὴν ἦρχε τῆς Βρεττανίας τε καὶ τῶν Ἄλπεων καὶ ἐπὶ ταύταις τῶν Γαλλιῶν, ἔτι τῇ τῶν Ἑλλήνων θρησκείᾳ προσκείμενος καὶ τοῖς χριστια‐ νοῖς ἀντικείμενος, παρὰ Φαύστας τῆς γαμετῆς εἰς ζῆλον τῆς
5τῶν εἰδώλων τιμῆς ἐκκαλούμενος. θυγάτηρ δ’ ἦν ἡ Φαῦστα τοῦ Μαξιμιανοῦ· αὐτὸς γὰρ καὶ ὁ πατὴρ ἀδελφαῖς συνῴκουν δυσί. Τριῶν δ’ ὄντων τῶν βασιλέων, αὐτοῦ Κωνσταντίνου καὶ Λικιννίου καὶ Μαξεντίου, ὃς ἐν τῇ Ῥώμῃ καὶ ἐν τῇ Ἰταλίᾳ
10ἐκράτει, ὁ Μαξέντιος οὗτος οὐχ ὡς βασιλεύς, ἀλλ’ ὡς τύραν‐ νος ἄντικρυς διῆγε, πλεῖστα δεινὰ καὶ ἄτοπα τοῖς ὑπ’ αὐτοῦ τυραννουμένοις ἐπάγων, ὡς ἤδη μοι ἀναγέγραπται. ἃ μὴ φέ‐ ροντες οἱ ἐν τῇ Ῥώμῃ διαπέμπονται πρὸς τὸν Κωνσταντῖνον, ἀπαλλάξαι σφᾶς τῆς τυραννίδος τοῦ Μαξεντίου δεόμενοι. ἐν‐
15τεῦθεν πρὸς καθαίρεσιν αὐτοῦ διανίσταται καὶ στρατεύει καὶ πρὸς τὴν Ῥώμην χωρεῖ· ὁ δέ γε Μαξέντιος ἐπὶ πολὺ μὲν
ἐντὸς καθῆστο τειχῶν, μὴ ἀντεπεξιὼν τοῖς πολιορκοῦσιν αὐτόν,2

3

ὥστε καὶ σκώμματα κατ’ αὐτοῦ πεποιῆσθαι ὑπό τινων. ὀψὲ δέ ποτε ἀντιπαρετάξατο, γοητείαις κεχρημένος καὶ δι’ ἀνατομῆς βρεφῶν μαντευόμενος καὶ ἄλλα πράττων ἀθέμιτα, ἃ δέος ἐνε‐ ποίει τῷ Κωνσταντίνῳ. ἀγωνιῶντι γοῦν διὰ ταῦτα τύπος αὐτῷ
5σταυρικὸς μεσούσης ἡμέρας δι’ ἀστέρος ἐφάνη κατ’ οὐρανὸν καὶ γραφὴ περὶ τὸν σταυρὸν Ῥωμαϊκοῖς στοιχείοις, δι’ ἀστέρων καὶ αὐτοῖς τυπουμένοις καὶ φράζουσιν “ἐν τούτῳ νίκα.” ἐκ χρυσοῦ τοίνυν αὐτίκα σχεδιάσας σταυρὸν κατὰ τὸν φανέντα τύπον αὐτῷ καὶ τοῦτον κελεύσας τῆς στρατιᾶς αὐτοῦ προπο‐
10ρεύεσθαι, τοῖς τοῦ Μαξεντίου συρρήγνυται καὶ ὑπερτερεῖ, ὡς τοὺς πλείους τῶν ὑπ’ ἐκείνῳ στρατευομένων ἀναιρεθῆναι, τοὺς δὲ λοιποὺς εἰς φυγὴν ἀπιδεῖν. οἷς καὶ αὐτὸς ὁ Μαξέντιος συν‐ αποδιδράσκων καὶ ἐν τῇ γεφύρᾳ γενόμενος τοῦ Τιβέριδος τῇ καλουμένῃ Βουλβίᾳ, σὺν τῷ ἵππῳ κατὰ τοῦ ποταμοῦ ἐξω‐
15λίσθησε καὶ ἀπώλετο. καὶ ὁ μὲν οὕτω διέφθαρτο· οἱ δέ γε
Ῥωμαῖοι τῆς ἐκείνου τυραννίδος ἀπαλλαγέντες τὰς πύλας τῆς3

4

Ῥώμης ἀναπετάσαντες εἰσεδέξαντο τὸν Κωνσταντῖνον λαμπρῶς καὶ ὡς ἐλευθερωτὴν αὐτὸν τῆς πόλεως εὐφήμουν καὶ ἀπε‐ σέμνυνον, καὶ στήλην αὐτῷ ἐν τῇ τῆς Ῥώμης ἀγορᾷ στῆσαι κοινῶς ἐψηφίσαντο. ὁ δὲ τὸ τοῦ σταυροῦ σημεῖον ἐγκεχειρι‐
5σμένην τὴν στήλην αὐτοῦ πλασθήσεσθαι διετάξατο· καὶ δόγματα δὲ μὴ κολάζεσθαι διὰ τὴν θρησκείαν τοὺς τὸν Χριστὸν σεβο‐ μένους ὡς θεὸν ἐκπεφώνηκεν. Οὕτω δὲ καὶ τῆς Ἰταλίας καὶ τῆς Ῥώμης αὐτῆς προστε‐ θείσης τῇ βασιλείᾳ αὐτοῦ, αὐτός τε καὶ Λικίννιος ὁ ἐπ’ ἀδελφῇ
10γαμβρὸς αὐτοῦ κατελείφθησαν βασιλεῖς. ὁ γὰρ Λικίννιος τόν τε τοῦ Μαξιμίνου υἱὸν καὶ τὴν θυγατέρα ἀπέκτεινε καὶ λοιπὸν ἑκάτερος τούτων τὸν ἕτερον ὑπεβλέπετο· ᾤετο γὰρ ἕκαστος τοῦ ἑνὸς ἐπιλείποντος αὐτὸς μόνος ἔσεσθαι μόναρχος, μὴ ὄντος τοῦ ἀμφισβητήσοντος περὶ τῆς ἀρχῆς.
15 Οἱ μὲν οὖν οὕτω τὸν Λικίννιόν φασιν ἐγκρατῆ γενέσθαι τῆς Γαλλερίου μερίδος, κοινωνὸν παρ’ ἐκείνου προσληφθέντα, ὡς εἴρηται· οἱ δὲ τῆς τοῦ Κωνσταντίνου ἀδελφῆς παρ’ αὐτοῦ συζυγείσης αὐτῷ, λέγουσι τοὺς στρατιώτας τῷ Κωνσταντίνῳ χαριζομένους Καίσαρα αὐτὸν ἀνειπεῖν, καὶ παρ’ ἐκείνου στα‐
20λῆναι αὐτὸν τῷ Μαξιμίνῳ ἀντιπαραταξόμενον, νενικηκότι δ’
ἐκεῖνον καὶ κατατροπωσαμένῳ ἐκχωρῆσαι τῆς βασιλείας ἐκείνῳ,4

5

μὴ ἐνοχλεῖν χριστιανοῖς ἐπισκήψαντα, μὴ μέντοι τὰς ἐντολὰς τηρῆσαι αὐτόν, ἀλλὰ λυττῆσαι κατὰ χριστιανῶν, οὐδὲν ἧττον τῶν πρὸ αὐτοῦ, εἰ μὴ καὶ μᾶλλον. πᾶσαν γὰρ ὑπερβολὴν ὑπερελάσαι ὠμότητος· πρὸς ἄλλαις δ’ αἰτίαις τῶν πρὸς ἀλλή‐
5λους διαφορῶν καὶ ταύτην γενέσθαι. Κινήσας οὖν κατὰ Λικιννίου τὴν στρατιὰν ὁ Κωνσταντῖνος καὶ πολλάκις αὐτῷ συμβαλών, τέλος νικᾷ. εἶτα σπένδεται τούτῳ διὰ τὴν ἀδελφήν, καὶ τὴν ἀρχὴν αὐτὸν οὐκ ἀφείλετο, ἀλλ’ ἐπὶ συνθήκαις αὖθις αὐτῆς αὐτῷ παρεχώρησεν· ὁ δὲ ἄπιστος ὢν
10οὐκ ἐτήρησε τὰς συμβάσεις· ὅθεν καὶ πάλιν αὐτῷ ὁ Κωνσταν‐ τῖνος ἐπολέμησε καὶ νικήσας εἷλε τό τε Βυζάντιον καὶ τὴν Χρυσόπολιν. ὁ δέ γε Λικίννιος εἰς Νικομήδειαν ἔφυγε, καὶ ἡ ἀδελφὴ τοῦ Κωνσταντίνου προσελθοῦσα αὐτῷ ἐδέετο ὑπὲρ τοῦ ἀνδρὸς τηρηθῆναι αὐτῷ τὴν ἀρχήν. ὡς δὲ πρὸς τοῦτο οὐκ
15ἔσχηκε τὸν ἀδελφὸν κατανεύοντα, περὶ τῆς ἐκείνου σωτηρίας προσῆγε τὴν δέησιν· καὶ ἔπεισε τὸν ὁμαίμονα. πρόσεισιν αὐτῷ
ὁ Λικίννιος ἐν σχήματι ἰδιωτικῷ, καὶ εἰς Θεσσαλονίκην ἐνδια‐5

6

τρίβειν ἰδιωτεύων κελεύεται. καὶ ὁ μὲν ἐκεῖσε διῆγεν· οἱ δέ γε στρατιῶται ᾐτιῶντο τὸ σώζεσθαι τὸν Λικίννιον, ἄπιστον φα‐ νέντα πολλάκις καὶ παραβάτην τῶν συνθηκῶν· διὸ καὶ τῇ συγ‐ κλήτῳ διὰ γραμμάτων τοῦ βασιλέως ἡ περὶ τούτου ἀνετέθη
5βουλή. τινὲς μὲν οὖν τοῖς στρατιώταις ἐνδοθῆναι παρὰ τῆς γερουσίας ἱστόρησαν ὃ σφίσι δοκεῖ ἐπὶ τῷ Λικιννίῳ διαπράξα‐ σθαι, κἀκείνους ἐν Θεσσαλονίκῃ αὐτὸν ἀναιρῆσαι ἢ πλησίον Σερρῶν ἀπιόντα ποι. ἄλλοι δὲ οὐδὲ ἐν Θεσσαλονίκῃ αὐτόν φασι διατρίβοντα ἠρεμῆσαι, τυραννίδα δὲ μελετᾶν· καὶ τοῦτο
10γνόντα τὸν βασιλέα Κωνσταντῖνον στεῖλαι τοὺς αὐτὸν ἀναιρή‐ σοντας. Λέγεται δὲ ἐν ταῖς πρὸς αὐτὸν μάχαις ἢ ταῖς πρὸς Μα‐ ξέντιον θεάσασθαί τινα τὸν Κωνσταντῖνον ἱππότην καὶ ὡπλι‐ σμένον τὸν τοῦ σταυροῦ τύπον ἀντὶ σημαίας ἐπιφερόμενον καὶ
15τῆς αὐτοῦ προπορευόμενον παρατάξεως. καὶ αὖθις ἐν Ἀδρια‐ νουπόλει δύο ὤφθησαν αὐτῷ νεανίαι τὰς τῶν ἐναντίων συγ‐ κόπτοντες φάλαγγας. καὶ περὶ τὸ Βυζάντιον δὲ νυκτὸς καθευ‐
δόντων ἁπάντων φῶς ὤφθη αὐτῷ περιαστράψαν τὸν τοῦ οἰκείου6

7

στρατεύματος χάρακα. ἐκ τούτων οὖν εἰς ἔννοιαν ἐνήγετο τοῦ θεόθεν αὐτῷ τὰς εὐτυχίας καὶ τὰς νίκας προσγίνεσθαι. Οὕτω δὲ μοναρχήσας ὁ Κωνσταντῖνος καὶ Φλάβιος ὠνο‐ μάσθη καὶ οὕτω πως ἐχρημάτιζε Φλάβιος Κωνσταντῖνος καὶ
5ἐν Ῥώμῃ διῆγε, τῆς μὲν τῶν εἰδώλων θρησκείας οὐκ ἀποστάς, τὰ περὶ Χριστοῦ δὲ μυούμενος καὶ ἤδη παραδεχόμενος. σώ‐ ματος δὲ νοσεροῦ καὶ πλεῖστα φύοντος ἐκ κακοχυμίας καὶ ὕλης μοχθηρᾶς ἐξανθήματα τυχών, ὡς λώβην ταῦτα παρὰ τῶν ἰατρῶν ὀνομάζεσθαι καὶ λέπρᾳ παρεικάζεσθαι καὶ τὴν τούτων
10θεραπείαν ἀπαγορεύεσθαι, εὗρε τοὺς ἱερεῖς τοῦ ἐν τῷ Καπιτω‐ λίῳ Διὸς οὐκ ἄλλως λέγοντας τεύξεσθαι θεραπείας αὐτὸν εἰ μὴ ἐν παίδων νηπίων ἔτι ἀτμίζοντι λούσαιτο αἵματι. αὐτίκα τοίνυν ἐκ πάσης τῆς ὑπ’ ἐκεῖνον χώρας συνῆκτο τὰ νήπια, καὶ ἡμέρα ὥριστο τῆς τούτων σφαγῆς. καὶ ὁ βασιλεὺς ἀπῄει τότε τῷ
15αἵματι τῶν παίδων λουσόμενος εἰς τὸ Καπιτώλιον. αἱ δὲ τού‐7

8

των μητέρες προϊόντος αὐτοῦ γοερὰς ἠφίουν φωνὰς καὶ ὠλό‐ λυζον. ὧν ἀκούσας ἐκεῖνος ἤρετο “τί τοῦ θρήνου τὸ αἴτιον;” καὶ μαθὼν τὰς μητέρας θρηνεῖν τῶν βρεφῶν, ὥσπερ ἐκ μέθης ἀνενεγκών, “τὸ μὲν τῆς πράξεως” εἶπεν “ἀνόσιον πρόδηλον,
5ἄδηλον δέ γε τὸ ἀποτέλεσμα· εἰ δὲ καὶ τοῦτο ἦν ἀναμφίβολον, κρεῖσσον πάσχειν ἐμὲ ταῖς νόσοις ταλαιπωρούμενον ἢ τοσούτων βρεφῶν καταψηφιεῖσθαι ἀπώλειαν καὶ ῥομφαίᾳ λύπης τὰς τῶν μητέρων αὐτῶν διελάσαι ψυχάς.” καὶ ταῦτα εἰπὼν ἐπανῆλθεν, ἀποδοθῆναι ταῖς μητράσι προστάξας τὰ νήπια, καὶ χρήματα δὲ
10δοθῆναι αὐταῖς, ἵν’ ἀντίρροπον ἕξουσιν ἢ καὶ διπλασίονα τὴν χαράν, ὅτι τε ζῶντα τὰ ἔκγονα ἀπειλήφασι καὶ ὅτι ἐπὶ τούτοις καὶ χρήματα προσειλήφασι. Ταῦτα δὲ διαπραξαμένῳ νυκτὸς αὐτῷ ἐδοξάτην ἄνδρε παρεστάναι διττώ, Πέτρος εἶναι καὶ Παῦλος λέγοντες οἱ ἀπό‐
15στολοι τοῦ Χριστοῦ, καὶ “εἰ σωματικῆς” ἔλεγον “καὶ ψυχικῆς
ὑγείας βούλει τυχεῖν, τὸν ἐπίσκοπον μετακάλεσαι Σίλβεστρον,8

9

κἀκεῖνός σοι καὶ τὴν λύμην ἀκέσεται τῆς σαρκὸς καὶ ζωῆς ἀνωλέθρου καταξιώσει σε.” ἐπὶ τούτοις ὁ βασιλεὺς τοῦ ὕπνου ἀνενεγκὼν στέλλει τοὺς μεταπεμψομένους σὺν αἰδοῖ τὸν ἐπίσκο‐ πον. καὶ παραγενομένῳ τῷ ἱερῷ Σιλβέστρῳ “εἰπέ μοι” ἔφη,
5“ἐπίσκοπε· θρησκεύονται παρ’ ὑμῖν θεοὶ Πέτρος καὶ Παῦλος ὀνομαζόμενοι;” ὁ δὲ “εἷς ἡμῖν θεὸς γινώσκεται” ἀπεκρίνατο, “Πέτρος δὲ καὶ Παῦλος θεράποντες ἐκείνου καὶ ὑπηρέται εἰσίν.” ἑξῆς οὖν ὁ βασιλεὺς διηγεῖται αὐτῷ τὸ ἐνύπνιον, καὶ τὸ καθ’ ἡμᾶς παρ’ αὐτοῦ μυεῖται μυστήριον καὶ βαπτίζεται. καὶ ἄνεισιν
10ἐκ τῆς παναγοῦς κολυμβήθρας ὑγιὴς ὅλος, καὶ αὐτίκα ἄδειάν τε κηρύττει χριστιανοῖς καὶ τοὺς ναοὺς σφίσιν ἀναπετάννυσι καὶ νέους ἐφίησιν ἀνεγείρεσθαι. κλείει δὲ τοὔμπαλιν τὰ τεμένη τῶν ψευδωνύμων θεῶν, ἀδεῶς τε θεσπίζει προσιέναι τοὺς βουλο‐ μένους τῇ πίστει τοῦ Χριστοῦ. βιάζεσθαι μὲν γὰρ οὐδένα ἔλεγε
15βούλεσθαι, τοὺς δ’ ἑκόντας προστιθεμένους τῷ Χριστῷ ἀπο‐ δέχεσθαι. Ὁ μὲν οὖν οὕτω τῇ πίστει τοῦ Χριστοῦ προσελήλυθε· τὸ
κήρυγμα δ’ ἐπλατύνετο καὶ παρρησία τοῖς χριστωνύμοις ἐδίδοτο.9

10

προσίασιν οὖν τῇ τοῦ βασιλέως μητρὶ Ἰουδαῖοι, ἠπατῆσθαι λέ‐ γοντες τὸν βασιλέα καὶ ἔργῳ θεοφιλεῖ ἔργον ἀναμίξαι θεομισές, θεοφιλὲς μὲν τὴν τῶν εἰδώλων καθαίρεσιν ὀνομάζοντες, θεο‐ μισὲς δὲ τὴν πίστιν τὴν εἰς Χριστόν· μόνον γὰρ εἶναι θεὸν ἀληθῆ
5τὸν παρ’ αὐτῶν θρησκευόμενον· τὸν Ἰησοῦν δὲ ἄνθρωπον οἱ ἀλιτήριοι κακοῦργον ἀπεκάλουν καὶ γόητα. ἀναφέρει ταῦθ’ ἡ μήτηρ τῷ βασιλεῖ καὶ υἱῷ· ὁ δὲ διαλεχθῆναι δεῖν ἔκρινεν ἐπ’ ἀκροάσει αὐτοῦ καὶ τῶν τῆς γερουσίας λογάδων τοὺς ταῦτα λέγοντας Ἰουδαίους τῷ Ῥώμης ἐπισκόπῳ Σιλβέστρῳ καὶ τοῖς
10περὶ αὐτόν, ἵν’ οὕτω γνοίη τίνα τὰ παρὰ τῶν Ἰουδαίων εἰσὶν εἰσαγόμενα. γέγονεν ἡ διάλεξις· ἔδοξαν οἱ λόγοι τοῦ ἱεροῦ Σιλβέστρου ἐπικρατέστεροι. ἐκ διαλεκτικῆς δυνάμεως ὑπερτε‐ ρεῖν οἱ Ἰουδαῖοι τὸν Σίλβεστρον ἔλεγον, σημείων ἐζήτουν ἐπί‐ δειξιν. μᾶλλον δέ τις παρ’ αὐτοῖς γόης ἀνὴρ Ζαμβρῆς κα‐
15λούμενος βοῦν ἐνεχθῆναι ἠξίου, διὰ τούτου λέγων μέλλειν ἐνδείξασθαι τὴν δύναμιν τοῦ οἰκείου θεοῦ. προσήχθη ὁ βοῦς· πεπλησίακεν αὐτῷ ὁ Ζαμβρῆς, ὑπεψιθύρισέ τι αὐτῷ εἰς τὸ οὖς.
κἀκεῖνος μέγα τι καὶ γοερὸν μυκησάμενος καὶ τρόμῳ συνδι‐10

11

νηθεὶς καταπέπτωκε καὶ νενέκρωτο. ηὔχουν ἐπὶ τούτῳ οἱ Ἰου‐ δαῖοι, τὸ τοῦ σφετέρου θεοῦ ὄνομα μὴ στέγειν λέγοντες τὸν ἀκούοντα. “τί δέ;” φησὶν ὁ Σίλβεστρος, “ὁ λέγων τοῦτο τῷ ζῴῳ πρὸς οὖς οὐκ ἀκούει τοῦ λεγομένου; πῶς οὖν οὐ θνήσκει
5κἀκεῖνος; καὶ ὁ Ζαμβρῆς “οὐ λόγων” ἔφη “στροφῆς τε καὶ πιθανότητος ἄρτι χρεία, ἀλλ’ ἔργων, ἐπίσκοπε.” “εἰ οὖν τὸν παρὰ σοῦ νεκρωθέντα τοῦτον ταῦρον” ὁ Σίλβεστρος εἶπε “ζω‐ ώσω αὐτὸς τῇ τοῦ Χριστοῦ ἐπικλήσει, οὐκ ἄν τι μεῖζον δόξω ποιεῖν καὶ μεγάλην ἀποδείξω τὴν δύναμιν τοῦ Χριστοῦ;” κἀ‐
10κεῖνος κατέθετο καὶ κατὰ τῆς σωτηρίας τοῦ βασιλέως εὐθὺς ἐξωμόσατο, εἰ τὸν ταῦρον ἴδοι ἀναβιώσαντα, τὸν Χριστὸν ὁμο‐ λογῆσαι θεόν. καὶ ὁ Σίλβεστρος εἰς οὐρανὸν ἀτενίσας καὶ τὸν κύριον ἐπικαλεσάμενος ἔστη τοῦ ταύρου ἐγγὺς καὶ τὴν φωνὴν ἐπάρας ἐβόησεν “εἰ θεὸς ἀληθής ἐστιν ὃν ἐγὼ κηρύττω Χρι‐
15στόν, ἔγειραι, ταῦρε, καὶ στῆθι ἐπὶ τοὺς πόδας σου.” αὐτίκα γοῦν κινηθεὶς ὁ ταῦρος ἀνέθορε. καὶ οἱ παρόντες “μέγας ὁ τοῦ Σιλβέστρου θεός” ἐξεβόησαν. Ἰουδαῖοι δὲ καταπλαγέντες τῷ θαύματι τοῖς ποσὶ τοῦ ἁγίου προσέπιπτον καὶ ἱκέτευον ἱλεώσασθαι αὐτοῖς τὸν θεὸν καὶ τοῦ θείου σφᾶς ἀξιῶσαι βα‐
20πτίσματος. καὶ ἡ ἀοίδιμος δὲ τοῦ βασιλέως μήτηρ, ἀμύητος11

12

οὖσα, ἠξίου καὶ μυηθῆναι καὶ βαπτισθῆναι· τυχοῦσα τοίνυν τοῦ ἐφετοῦ καὶ τὸν ἀληθῆ ἐπιγνοῦσα θεόν, τοὺς τόπους οὓς οἱ ὡραῖοι πόδες Χριστοῦ, ὡς εἰρήνην εὐαγγελισαμένου, διώ‐ δευσαν, θεάσασθαι ἐπεθύμησε. καὶ συμπαραλαβοῦσα τὸν θε‐
5σπέσιον Σίλβεστρον εἰς Ἱεροσόλυμα παραγέγονε· καὶ τὸ τοῦ κυρίου προσκυνήσασα μνῆμα καὶ τὸν θεῖον εὑρηκυῖα σταυρόν, ἐν ᾧ προσεπάγη σωματικῶς ὁ θεὸς ἡμῶν, ναούς τε δομησα‐ μένη πολυτελεῖς πρὸς τὸν υἱὸν καὶ βασιλέα ἐπανελήλυθεν. Υἱοὺς δ’ ἐκ Φαύστας τῆς τοῦ Μαξιμιανοῦ θυγατρὸς ὁ
10βασιλεὺς ἐγείνατο τρεῖς, Κωνσταντῖνον, Κωνστάντιον καὶ Κών‐ σταντα, καὶ θυγατέρα Ἐλένην, ἣ τῷ Ἰουλιανῷ συνῴκησεν ὕστε‐ ρον. εἶχε δὲ καὶ ἐκ παλλακῆς υἱὸν ἕτερον, Κρίσπον καλού‐ μενον, τῶν ἄλλων αὐτοῦ υἱέων πρεσβύτερον, ὃς καὶ παρὰ τῷ
πρὸς Λικίννιον πολέμῳ πολλάκις ἠρίστευσε. τούτῳ ἡ μητρυιὰ12

13

Φαῦστα ἐπιμανεῖσα ἐρωτικῶς, ἐπεὶ μὴ εὐπειθοῦς ἐκείνου ἐτύγ‐ χανε, κατεῖπε πρὸς τὸν πατέρα ὡς ἐρῶντος αὐτῆς καὶ βιάσα‐ σθαι πολλάκις ἐπιχειρήσαντος. διὸ καὶ θάνατον ὁ Κρίσπος παρὰ τοῦ πατρὸς κατεδικάσθη, πεισθέντος τῇ γαμετῇ. ὡς δ’ ἔγνω
5μετέπειτα ὁ αὐτοκράτωρ τὸ ἀληθές, καὶ τὴν γυναῖκα ἐκόλασε διά τε τὸ ταύτης ἀκόλαστον καὶ τὸν φόνον τὸν τοῦ παιδός. εἰσαχθεῖσα γὰρ ἐν λουτρῷ ἡ Φαῦστα σφοδρῶς ἐκκαυθέντι ἐκεῖ τὴν ζωὴν βιαίως ἀπέρρηξε. Σαρματῶν δὲ καὶ Γότθων κατὰ τῆς Ῥωμαίων ὑπηκόου
10κεκινημένων καὶ τὴν Θρᾳκῴαν μοῖραν ληιζομένων, διανίσταται κατ’ αὐτῶν Κωνσταντῖνος ὁ μέγιστος· καὶ τὴν Θρᾴκην κατα‐ λαβὼν τοῖς βαρβάροις συρρήγνυται καὶ κατ’ αὐτῶν ἵστησι λαμπρότατον τρόπαιον. Κατὰ δὲ θεῖον χρησμὸν βουληθεὶς ἀνεγεῖραι πόλιν, ὡς ἂν
15αὐτὴν ἐπὶ τῷ οἰκείῳ καλέσῃ ὀνόματι, πρότερον μὲν ἐν Σαρδικῇ ταύτην κτίσαι προέθετο· εἶτα ἐν Σιγαίῳ (τὸ δὲ τῆς Τρῳάδος ἐστὶν ἀκρωτήριον), ἔνθα καὶ θεμελίους αὐτὸν καταβαλέσθαι φασί.
καὶ αὖθις ἐν Χαλκηδόνι τὴν πόλιν ἤρξατο ἀνιστᾶν. λέγεται δὲ13

14

καθίπτασθαι ἀετοὺς καὶ τὰ τῶν οἰκοδόμων ἁρπάζειν σπαρτία· τὸν μεταξὺ δὲ διιπταμένους πορθμὸν ῥίπτειν αὐτὰ κατὰ τὸ Βυζάντιον. τοῦτο γοῦν πολλάκις γενόμενον ἀπηγγέλη τῷ βα‐ σιλεῖ· καὶ οὐκ ἐδόκει τυχαίως γίνεσθαι τὸ γινόμενον, ἀλλά τι
5διὰ τούτου τὸ θεῖον παραδηλοῦν. ἐφίσταται γοῦν αὐτὸς τῷ Βυζαντίῳ ὁ αὐτοκράτωρ, τὸν τόπον κατασκοπῶν ἀρέσκεται, μετατίθησι τὸν σκοπόν, μετάγει τοὺς τεχνίτας ἐκ Χαλκηδόνος ἐκεῖ, τὴν πόλιν φιλοτίμως οἰκοδομεῖ, Κωνσταντινούπολιν αὐτὴν ἐπὶ τῷ ὀνόματι τῷ οἰκείῳ καλεῖ, καὶ ἀνατίθησιν αὐτὴν τῇ
10παρθένῳ καὶ θεομήτορι. Ἤδη δ’ ἀπαρτισθείσης τῆς πόλεως, κατὰ τὴν ἑνδεκάτην τοῦ Μαΐου μηνὸς τελεῖται τὰ ταύτης γενέθλια εἴτουν ἐγκαίνια, ἔτους ἐνισταμένου πεντακισχιλιοστοῦ ὀκτακοσιοστοῦ τριακοστοῦ ὀγδόου. ὅτε, ὥς τινες ἱστορήκασι, τὸν ἀστρονόμον καλέσας
15Οὐάλεντα, τῶν τότε περὶ τὴν τέχνην ταύτην ἐσχολακότων τὸν
ἀκριβέστερον, ἐκέλευσεν ἐπὶ τῷ γενεθλίῳ τῆς πόλεως συντάξαι14

15

θεμάτιον, ἵν’ ὁπόσους μέλλοι διαμεῖναι αὕτη γνοίη ἐνιαυτούς. ὁ δὲ εἰς ἑξακοσίους καὶ ἐνενήκοντα πρὸς τοῖς ἓξ ἐνιαυτοὺς διαρκέσαι αὐτὴν ἀπεφοίβασεν· οἵπερ ἤδη καὶ παρερρυήκεσαν πρὸ πολλοῦ. ἢ γοῦν ἐψευσμένην ὑποληπτέον τὴν τοῦ Οὐάλεν‐
5τος πρόρρησιν καὶ διημαρτημένην τὴν τέχνην ἢ ἐκεῖνα νομι‐ στέον ἐκεῖνον εἰπεῖν τὰ ἔτη, ἐν οἷς τὰ τῆς πολιτείας ἔθη ἐτη‐ ρεῖτο καὶ ἡ κατάστασις καὶ ἡ γερουσία τετίμητο καὶ οἱ ταύτης ἤνθουν πολῖται καὶ ἔννομος ἦν ἐπιστασία, τὸ κράτος δὴ τὸ βασίλειον, ἀλλ’ οὐκ ἄντικρυς τυραννίς, ἴδια τὰ κοινὰ τῶν κρα‐
10τούντων λογιζομένων καὶ εἰς οἰκείας ἀπολαύσεις χρωμένων αὐτοῖς, καὶ τούτων ἐνίας οὐκ εὐαγεῖς, καὶ δωρουμένων οἷς βούλονται τὰ δημόσια καὶ οὐ ποιμένων τρόπον τοῖς ὑπηκόοις προσφερομένων, κειρόντων τὸ περιττὸν τῆς τριχὸς καὶ πεφει‐ σμένως ἐμφορουμένων τοῦ γάλακτος, ἀλλὰ δίκην λῃστῶν αὐτὰ
15καταθυόντων τὰ πρόβατα καὶ τῶν σαρκῶν ἐμφορουμένων ἢ καὶ αὐτοὺς ἐκμυζώντων τοὺς μυελούς. Ἡ μὲν οὖν πόλις οὕτω παρὰ τοῦ εὐσεβοῦς ἐκείνου βασι‐ λέως ἀνῳκοδόμητο κατὰ τὸ πάλαι Βυζάντιον. τὸ δὲ Βυζάν‐ τιον πόλις καὶ πρῴην ἐτύγχανεν οὐ τῶν ἀνωνύμων ἢ τῶν
20ἀσήμων, ἀλλὰ καὶ πλήθεσι πολιτῶν εὐθηνουμένη καὶ πλούτῳ15

16

καὶ ἀνδρῶν γενναιότητι καὶ τειχῶν ἐρυμνότητι, καὶ τοσοῦτον ὡς ἐπὶ τρεῖς ἐνιαυτοὺς ἐπὶ Σευήρου τοῦ ἐν Ῥώμῃ τῇ παλαιᾷ βασιλεύσαντος παρὰ Ῥωμαίων πολιορκεῖσθαι καὶ πολλὰ παρὰ τῶν πολιορκουμένων ὑποστῆναι αὐτούς, ὡς ἐν τοῖς περὶ Σευ‐
5ήρου μοι προϊστόρηται. Περὶ δὲ τῆς τῶν Βυζαντίων δυνάμεως καὶ τῆς τῶν τειχῶν ὀχυρότητος ταῦτα ὁ Δίων ἐν τοῖς περὶ Σευήρου φησί· “Τείχη δὲ τὸ Βυζάντιον καρτερώτατα εἶχεν· ὅ τε γὰρ θώ‐ ραξ αὐτῶν λίθοις τετραπέδοις παχέσι συνῳκοδόμητο πλαξὶ
10χαλκαῖς συνδουμένοις, καὶ τὰ ἐντὸς αὐτῶν καὶ χώμασι καὶ οἰκοδομήμασιν ὠχύρωτο, ὥστε καὶ ἓν τεῖχος παχὺ τὸ πᾶν εἶναι δοκεῖν. πύργοι τε πολλοὶ καὶ μεγάλοι ἔξω τε ἐκκεί‐ μενοι καὶ θυρίδας πέριξ ἐπαλλήλους ἔχοντες ἦσαν. καὶ τὰ μὲν πρὸς τὴν ἤπειρον τείχη ἐς μέγα ὕψος ἦρτο, τὰ δὲ πρὸς
15θάλασσαν ἧττον ὑψοῦτο, οἵ τε λιμένες ἐντὸς τείχους ἀμφότεροι κλειστοὶ ἁλύσεσιν ἦσαν καὶ αἱ χηλαὶ αὐτῶν πύργους ἐφ’ ἑκά‐
τερα πολὺ προέχοντας ἔφερον. πλοῖα δ’ ἦσαν τοῖς Βυζαντίοις16

17

πεντακόσια, τὰ μὲν πλεῖστα μονήρη, ἔστι δ’ ἃ καὶ διήρη, καί τισιν αὐτῶν καὶ ἐκ τῆς πρῴρας καὶ ἐκ τῆς πρύμνης πηδάλια ἤσκητο, καὶ κυβερνήτας ναύτας τε διπλοῦς εἶχον, ὅπως καὶ ἐπιπλέωσι καὶ ἀναχωρῶσι μὴ ἀναστρεφόμενοι καὶ τοὺς ἐναν‐
5τίους ἔν τε τῷ πρόσπλῳ καὶ τῷ ἀπόπλῳ αὐτῶν σφάλλωσι.” πρὸς τούτοις ἐπάγει ὁ Δίων, ὡς ἑπτὰ ἀπὸ τῶν Θρᾳκίων πυ‐ λῶν πύργοι καθεστηκότες πρὸς τὴν θάλασσαν ἦσαν· τούτων δ’ εἰ μέν τις ἄλλῳ τῳ προσέμιξεν, ἥσυχος ἦν· εἰ δὲ δὴ τῷ πρώτῳ τι ἐνεβόησεν ἢ καὶ λίθον προσέρριψεν, αὐτός τε ἐλάλει
10ἔκ τινος μηχανῆς καὶ τῷ δευτέρῳ τὸ αὐτὸ παρεδίδου ποιεῖν, καὶ οὕτω διὰ πάντων ὁμοίως ἐχώρει, οὐδὲ ἐπετάραττον ἀλλή‐ λους, ἀλλ’ ἐν τῷ μέρει πάντες παρὰ τοῦ πρὸ αὐτοῦ ὁ ἕτερος τήν τε φωνὴν καὶ τὴν ἠχὴν διεδέχοντο. Τοιαύτη μὲν οὖν τοῦ Βυζαντίου πάλαι ἡ πόλις ἐτύγχανεν· ὁ
15δὲ ἀοίδιμος Κωνσταντῖνος πολλαπλασίαν αὐτὴν ἐξειργάσατο. καὶ17

18

ναοὶ δὲ ἐν αὐτῇ παρ’ αὐτοῦ καθιδρύθησαν καὶ πολλὰ πρὸς κόσμον ταύτης γεγόνασιν, ἐπὶ πᾶσι δὲ καὶ ὁ κυκλοτερὴς κίων ὁ πορφυροῦς, ὃν ἐκ Ῥώμης, ὡς λόγος, κομισθέντα κατὰ τὴν ἀγορὰν ἔστησεν, ἣ κατέστρωται λιθίναις πλαξίν, ἀφ’ ὧν Πλακωτὸν παρ‐
5ωνόμασται· καὶ ἐπ’ αὐτοῦ χάλκεον ἐνίδρυσεν ἄγαλμα, θαῦμα ἰδέσθαι διά τε τὴν τέχνην διά τε τὸ μέγεθος. τὸ μὲν γὰρ πε‐ λώριον ἦν, ἡ δὲ ἀκρίβειαν ἐδείκνυ χειρὸς ἀρχαίας μικροῦ πλαττούσης καὶ ἔμπνοα· λέγεται δὲ τοῦ Ἀπόλλωνος εἶναι στήλη τὸ ἄγαλμα καὶ μετενεχθῆναι ἀπὸ τῆς ἐν τῇ Φρυγίᾳ πόλεως
10τοῦ Ἰλίου. ὁ δὲ θειότατος αὐτοκράτωρ ἐκεῖνος εἰς οἰκεῖον ὄνομα τὸ ἄγαλμα ἔστησε, τῇ κεφαλῇ τούτου τινὰς τῶν ἥλων ἐναρμοσάμενος, οἳ τὸ σῶμα τοῦ κυρίου προσεπαττάλευσαν τῷ σωτηρίῳ σταυρῷ· ὃ καὶ μέχρις ἡμῶν διήρκεσεν ἐπὶ τοῦ κίονος ἑστηκός. πέπτωκε δὲ βασιλεύοντος Ἀλεξίου τοῦ Κομνηνοῦ,
15ἀνέμου πνεύσαντος βιαίου τε καὶ σφοδροῦ· κἀκεῖνό τε συντέ‐ τριπτο καὶ πολλοὺς τῶν ἐκεῖ παρατυχόντων συνέτριψε. καὶ τὸ Παλλάδιον δὲ ἀπὸ τῆς Τροίας μετήνεγκε καὶ ἐν τῇ Πλα‐
κωτῇ καὶ τοῦτο ἔστησεν ἀγορᾷ.18

19

Ἄλλοις τε οὖν, ὡς εἴρηται, πολλοῖς τὴν πόλιν ὁ μέγας Κων‐ σταντῖνος ἐκόσμησε καὶ πρότερον ἐπισκοπὴν ὂν τὸ Βυζάντιον τῆς Θρᾳκικῆϛ Ἡρακλείας, ὡς ὑπὸ Σευήρου τοῖς Πειρινθίοις ὑποτε‐ θὲν μετὰ τὴν ἅλωσιν, ὡς ἐν τοῖς περὶ Σευήρου ἱστόρηται, εἰς
5τιμὴν ἀνήγαγε πατριαρχικήν, τῇ πρεσβυτέρᾳ Ῥώμῃ τὰ πρεσβεῖα τηρήσας διὰ τὴν πρεσβυγένειαν καὶ τὸ τὴν βασιλείαν ἐκεῖθεν ἐν‐ ταῦθα μετενεχθῆναι. ἦν δὲ τότε τοῦ Βυζαντίου ἐπίσκοπος Μητρο‐ φάνης ὁ ἱερώτατος, υἱὸς Δομετίου ἀδελφοῦ Πρόβου τοῦ βασιλέως γενόμενος· ὅσπερ δὴ ὁ Δομέτιος ἐξ ἀπιστίας εἰς πίστιν μετε‐
10νεχθεὶς καὶ διὰ τοῦτο τὴν Ῥώμην λιπών, εἰς τὸ Βυζάντιον παραγέγονε καὶ εἰς τὴν τῆς ἐπισκοπῆς ἀνήχθη περιωπήν. μεθ’ ὃν Πρόβος υἱὸς αὐτοῦ ἕτερος εἰς τὸν ἀρχιερατικὸν τοῦτον ἱδρύεται θρόνον, ὃν Μητροφάνης ὁ ἀδελφὸς διεδέξατο. Ἐπὶ τούτου τοῦ αὐτοκράτορος καὶ ὁ Ἄρειος τῆς ἐν Ἀλε‐
15ξανδρείᾳ ἐκκλησίας ἱερεὺς ἐγνωρίζετο, κτίσμα τολμήσας εἰπεῖν τὸν υἱὸν τοῦ θεοῦ καὶ λόγον καὶ οὐσίας ἑτέρας καὶ οὐ συναΐδιον
τῷ πατρί, οὐκ αὐτὸς γεννήτωρ τῆς αἱρέσεως γεγονώς. πρῶτος19

20

γὰρ Ὠριγένης πρὸς ἄλλαις πλείσταις δόξαις διεφθαρμέναις καὶ τὸν μονογενῆ υἱὸν τοῦ θεοῦ κτιστὸν καὶ ἀλλότριον εἶναι τῆς οὐσίας τῆς πατρικῆς εἰσηγήσατο καὶ μὴ δυνάμενον ὁρᾶν τὸν πατέρα, καὶ αὐτὸν δὲ τὸν υἱὸν ἀόρατον εἰσῆγε τυγχάνειν τῷ
5πνεύματι, ἐκ τοῦ πονηροῦ θησαυροῦ τῆς καρδίας αὐτοῦ ἐξε‐ ρευγόμενος ταυτὶ τὰ ἀπόφημα, ἀλλ’ ἦσαν ἐν μόνοις γράμμασι κείμενα σεσίγηντό τε καὶ οὔπω δεδημοσίευντο· ὁ Ἄρειος δὲ εἰς προῦπτον ταῦτα προήνεγκε καὶ ἐπὶ τῶν δωμάτων ἐκήρυξε καὶ πολλοὺς εἰς ἀσέβειαν ὑπεσκέλισε θορύβων τε καὶ σχισμάτων
10τὰς ἐκκλησίας· ἐνέπλησεν. ὃ γνοὺς ὁ εὐσεβέστατος βασιλεὺς ἐκεῖνος ἐν Νικαίᾳ τῇ Βιθυνῶν συνελθεῖν τοὺς τῶν ἐπαρχιῶν ἐπισκόπους ἐκέλευσε καί, ἀθροισθέντων τιʹ καὶ ηʹ ἁγίων πατέ‐ ρων, ἐν οἷς ἦσαν καὶ ἱερεῖς τινες καὶ διάκονοι, ἀλλὰ μέντοι καὶ μοναχοί (ὅτε καὶ ὁ μέγας Ἀθανάσιος ἐκεῖ παρῆν τῷ τῶν
15διακόνων ἔτι κατειλεγμένος ὢν τάγματι) καὶ αὐτὸς ὁ χριστια‐ νικώτατος βασιλεὺς ἀφίκετο πρὸς τὴν Νίκαιαν καὶ συγκαθίσας τοῖς ἱεροῖς πατράσιν ἐκείνοις ἐπέτρεπε ζητῆσαι τὰ παρὰ τοῦ Ἀρείου λεγόμενα καὶ διαγνῶναι εἴ τι τῆς ὀρθῆς ἐκκλίνουσι
δόξης. οἱ δὲ ζητήσαντες καὶ ἀκριβῶς ἐξετάσαντες τὸν μὲν20

21

υἱὸν ὁμοούσιον καὶ ὁμότιμον καὶ συναΐδιον ἐδογμάτισαν τῷ πατρί, τὸν Ἄρειον δὲ καὶ τοὺς ἐκείνῳ ὁμόφρονας τῆς τῶν ὀρθοδόξων ὁμηγύρεως ἐξεκήρυξαν. Ἦν δὲ τῶν τὰ Ἀρείου πρεσβευόντων καὶ ὁ Παμφίλου
5Εὐσέβιος, τῆς ἐν Παλαιστίνῃ Καισαρείας τυγχάνων ἐπίσκοπος, ὃς μετέπειτα λέγεται ἀποστῆναι τῆς τοῦ Ἀρείου δόξης καὶ ὁμογνωμονῆσαι τοῖς συναΐδιον τὸν υἱὸν καὶ ὁμοούσιον τῷ πατρὶ δογματίζουσι καὶ δεχθῆναι παρὰ τῶν θείων πατέρων εἰς κοινωνίαν. οὕτω μὲν οὖν ταῦθ’ ἱστορούμενα παρά τινων
10εὕρηται· ἀμφίβολα δ’ ἐκεῖνος αὐτὰ δι’ ὧν ἐν τῇ ἐκκλησιαστικῇ ἱστορίᾳ εὕρηται συγγραψάμενος τίθησι. πολλαχοῦ γὰρ ἐν τῷ εἰρημένῳ συγγράμματι ἀρειανίζων καταλαμβάνεται, αὐτίκα περί που τὴν ἀρχὴν τοῦ βιβλίου τὸν Δαβὶδ εἰσάγων λέγοντα “αὐτὸς εἶπε, καὶ ἐγενήθησαν· αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν,” φησὶ
15τὸν μὲν πατέρα καὶ ποιητὴν ὡς ποιητὴν πανηγεμόνα νομίζε‐ σθαι βασιλικῷ προστάττοντα νεύματι, τὸν δὲ τούτου δευτε‐
ρεύοντα θεῖον λόγον ταῖς πατρικαῖς ὑπουργοῦντα ἐπιταγαῖς.21

22

καὶ μετά τινα λέγει τοῦτον ὡσανεὶ τοῦ πατρὸς ὑπάρχοντα δύ‐ ναμιν καὶ σοφίαν καὶ τὰ δευτερεῖα τῆς κατὰ πάντων βασιλείας καὶ ἀρχῆς ἐμπεπιστευμένον. καὶ αὖθις μετ’ ὀλίγα καὶ ὅτι ἔστιν οὐσία τις προκόσμιος ζῶσα καὶ ὑφεστῶσα ἡ τῷ πατρὶ
5καὶ θεῷ τῶν ὅλων εἰς τὴν τῶν γενητῶν δημιουργίαν ὑπηρετη‐ σαμένη, καὶ ὁ Σολομὼν λέγει προσώπῳ τῆς τοῦ θεοῦ σοφίας “κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ” καὶ ἑξῆς. καὶ μεθ’ ἕτερα πλείονα φάσκει “καὶ ἐπὶ πᾶσι τούτοις, οἷα θεοῦ λόγον προόντα καὶ πρὸ αἰώνων ἁπάντων οὐσιωμένον, τὴν σεβάσμιον
10τιμὴν παρὰ τοῦ πατρὸς εἰληφότα, προσκυνεῖσθαι ὡς ἂν θεόν.” ταῦτα καὶ ἕτερα τοῖς ἀρειανίζουσι δόγμασι δεικνύουσιν ὁμό‐ φρονα τὸν Εὐσέβιον, εἰ μή τις φαίη πρὸ τῆς ἐπιστροφῆς αὐτῷ πονηθῆναι τούτων τὴν συγγραφήν. εὕρηται γὰρ ἐν τῷ πρα‐ κτικῷ τῆς πρώτης συνόδου ὑπερμαχῶν τοῦ ὀρθοῦ δόγματος.
15Ἡ μὲν οὖν ἁγία σύνοδος τὸ ὁμοούσιον καὶ συναΐδιον ἐπὶ22

23

τοῦ υἱοῦ δογματίσασα καὶ τὸ θεῖον αὐτίκα τῆς πίστεως ἐξέθετο σύμβολον περὶ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ θεολογήσασα ἐν αὐτῷ καὶ μέχρι τοῦ “οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος,” τὸ τούτου τέλος ποιησαμένη. ἡ γὰρ περὶ τοῦ ἁγίου πνεύματος θεολογία
5μετέπειτα προσετέθη ἐν τῇ δευτέρᾳ συνόδῳ τῆς περὶ τούτου γενομένης ζητήσεως, ἣ κατὰ Μακεδονίου συνῆκτο. Ὁ δ’ ἰσαπόστολος αὐτοκράτωρ ἐπὶ τῇ τῶν πατέρων ὁμο‐ νοίᾳ ἡσθεὶς ἐδεξιοῦτο αὐτούς. καί τινων τῆς ὑπὲρ τοῦ σωτῆ‐ ρος ὁμολογίας φερόντων τὰ στίγματα ἐν τοῖς σώμασι, κατη‐
10σπάζετο τὰ πεπηρωμένα τούτων μέλη καὶ μόρια καὶ αὐτοὺς διὰ τὰς πηρώσεις αὐτῶν ἐμακάριζε. δοθέντων δὲ λιβέλλων αὐτῷ κατά τινων ἐπισκόπων, οὔτ’ ἀνέγνω τούτους οὔτ’ εἰς ζή‐ τησιν ἤνεγκεν, ἀλλ’ ἐνώπιον ἁπάντων πυρὶ αὐτοὺς ἀπετέφρωσεν, ἐπειπὼν ὅτι “κἂν αὐτόπτης ἐγενόμην ἀρχιερέως τινὸς ἁμαρ‐
15τάνοντος, τῇ πορφυρίδι μου ἂν αὐτὸν συνεκάλυψα.” ἐκεῖθεν εἰς τὸ παρ’ αὐτοῦ κτισθὲν βασίλειον ἄστυ τοὺς θείους ἐκείνους μεταγαγὼν πατέρας καὶ τῆς ἐξ αὐτῶν εὐλογίας ἀξιώσας αὐτὸ
καὶ χειροτονηθῆναι παρασκευάσας ἐν αὐτῷ δεύτερον πατριάρχην23

24

τὸν ἱερὸν Ἀλέξανδρον (ὁ γὰρ ἀοίδιμος Μητροφάνης μετήλλαξε τὴν ζωήν), ἀφῆκεν ἕκαστον εἰς τὴν οἰκείαν ἀπελθεῖν παροικίαν, τιμαῖς τε καὶ δωρεαῖς αὐτοὺς φιλοφρονησάμενος. Ἡ δὲ τοῦ βασιλέως μήτηρ ἡ μακαρία Ἐλένη εἰς γῆρας
5βαθὺ καταντήσασα (ὀγδοήκοντα γὰρ λέγεται ζῆσαι ἐνιαυτούς) πρὸς τὰς οὐρανίους ἀπῆρε μονάς, ἣν ὁ υἱὸς βασιλικῶς ἐθη‐ σαύρισεν. ἐκεῖνος δὲ κατὰ Περσῶν ἐκστρατεύων τριήρεσι κο‐ μίζεται εἰς τὴν Σωτηρόπολιν, ἣ νῦν ὀνομάζεται Πύθια· καὶ τοῖς ἐκεῖ χρησάμενος θερμοῖς ὕδασιν, ἔνθα καὶ φάρμακον
10πιεῖν δηλητήριον λέγεται παρὰ τῶν ἑτεροθαλῶν αὐτῷ κερασθὲν ἀδελφῶν, εἰς Νικομήδειαν παραγίνεται· ὅπου καὶ τετελεύτηκε, νοσήσας ἐφ’ ἱκανόν, ἐτῶν γεγονὼς πέντε πρὸς τοῖς ἑξήκοντα, βασιλεύσας δ’ ἐκ τούτων τριάκοντα πρὸς δυσίν, ἐνδεόντων δύο μηνῶν. ὃν ὁ υἱὸς Κωνστάντιος ἐξ Ἀντιοχείας παραγενόμενος
15(ἐκεῖ γὰρ ἦν τοῖς Πέρσαις ἀντιμαχόμενος) ἔτι ζῶντα εὑρὼν
ἐκήδευσε μεγαλοπρεπῶς καὶ ἐν τῷ τῶν ἁγίων ἀποστόλων κατέ‐24

25

θετο ἱερῷ, ἐν ἰδιαζούσῃ μέντοι στοᾷ, ἣν ἐπὶ ταφῇ τοῦ πατρὸς αὐτὸς ᾠκοδόμησεν. Ἱστόρηται δὲ ὁ ἀοίδιμος ἐκεῖνος αὐτοκράτωρ ἀφειδῶς τε τὰ χρήματα ἀναλίσκειν καὶ ταῦτα πορίζειν ἑαυτῷ ἀφειδέστερον,
5ὡς μὴ μεγαλοπρέπειαν κρίνεσθαι τὸ περὶ τὰς δαπάνας φιλότι‐ μον, ἄντικρυς δέ—ἀλλὰ μή τι φαῦλον ἐρῶ περὶ τοῦ θείου ἐκεί‐ νου ἀνδρός. ὅθεν καὶ ὁ βέβηλος Ἰουλιανὸς ἐν τῷ περὶ τῶν Καισάρων λόγῳ αὐτοῦ ἀποσκώπτων ὥσπερ εἰς τὸν εὐσεβέστα‐ τον τουτονὶ βασιλέα διὰ τὸ πολυδάπανον πλάττεται τὸν Ἑρμῆν
10διαλεγόμενόν οἱ καὶ τί ἂν εἴη γνώρισμα βασιλέως ἀγαθοῦ πυν‐ θανόμενον, κἀκεῖνον πρὸς τὸ ἐρώτημα λέγοντα πολλὰ κεκτῆσθαι τὸν αὐτοκράτορα χρῆναι καὶ ἀναλίσκειν πολλά. λέγεται δὲ μηδὲ λόγοις ἀνομίλητος εἶναι, ἀλλὰ καὶ περὶ τούτους ἐσπουδακέναι οὔτι μεῖον τῶν ὅπλων. κἀντεῦθεν αὐτῷ τὴν γλῶτταν γενέσθαι
15πρὸς διάλεξιν εὔθηκτον, καί τινας ἴυγγας προσεῖναι αὐτῇ κατα‐ κηλούσας τὰς τῶν ἀκροατῶν ἀκοάς. ἀναγέγραπται δὲ καὶ μι‐
σοπόνηρος εἶναι καὶ εἰωθὼς λέγειν μηδὲν τῶν ἁπάντων τῆς τῶν25

26

κοινῶν πραγμάτων καταστάσεως ἕνεκεν τὸν κρατοῦντα φείδε‐ σθαι δεῖν, μηδ’ αὐτῶν τῶν οἰκείων μελῶν. τοῖς δὲ μεταβαλ‐ λομένοις ἐκ πονηρίας φιλανθρώπως διατιθέμενος ἔλεγεν ὅτι τὸ νοσοῦν μέλος ἀποκοπτέον καὶ σεσηπός, ἵνα μὴ καὶ τοῖς
5ὑγιαίνουσι λυμανεῖται, οὐ μέντοι τὸ ὑγείας ἤδη τυχὸν ἢ καὶ ὑγιαζόμενον. Καὶ ὁ μὲν τρισόλβιος βασιλεὺς ἐκεῖνος πρὸς τὰς αἰωνίους μετετέθη σκηνάς· ἡ δὲ τῶν Ῥωμαίων ἡγεμονία εἰς τοὺς τρεῖς ἐκείνου παῖδας μεμέριστο ξύμπασα, ὡς μέν τινες συνεγράψαντο,
10παρὰ τοῦ πατρὸς αὐτοῖς διανεμηθεῖσα, ὡς δ’ ἕτεροι, καθ’ ἑαυ‐ τοὺς ταύτην αὐτῶν διελομένων μετὰ τὴν ἀποβίωσιν τοῦ πατρός. οὕτω δ’ ἱστόρηται προβῆναι παρὰ σφίσιν ἡ διανέμησις· τῷ μὲν Κώνσταντι προσκληρωθῆναι τὴν Ἰταλίαν καὶ τὴν Ῥώμην αὐτὴν τὴν Ἀφρικήν τε καὶ Σικελίαν καὶ τὰς λοιπὰς τῶν νήσων,
15ἀλλὰ μέντοι καὶ τὸ Ἰλλυρικὸν καὶ τὴν Μακεδονίαν καὶ σὺν τῇ
Ἑλλάδι τὴν Πελοπόννησον· τῷ δὲ Κωνσταντίνῳ τὰς Κοττίας26

27

Ἄλπεις σὺν ταῖς Γαλλίαις προσνεμηθῆναι (Κοττίαι δὲ ὠνομά‐ σθησαν ἀπὸ Κοττίου, βασιλέως τῶν τόπων τούτων γενομένου) καὶ τὸ Πυρηναῖον κλίμα μέχρι τῶν Μαύρων τῶν τῷ πορθμῷ διωρισμένων τῷ τοῦ Ὠκεανοῦ· τοῦ Κωνσταντίου δὲ λάχος
5γενέσθαι ὅσα κατὰ τὴν ἑῴαν μοῖραν ἦσαν Ῥωμαίοις ὑπήκοα, καὶ πρὸς τούτοις τὴν Θρᾴκην σὺν τῇ πόλει τῇ πατρικῇ. Οὕτω δὲ τοῦ μερισμοῦ τῆς ἀρχῆς προβάντος, ὁ μὲν Κων‐ στάντιος εἰς τὴν ἑῴαν ἐχώρησεν, ἐκστρατεύων κατὰ Περσῶν. ὁ γὰρ τούτων ἡγεμονεύων Σαπώρης, τὸν θάνατον τοῦ μεγάλου
10γνοὺς Κωνσταντίνου, κατὰ τῶν ὑπὸ Ῥωμαίοις τελούντων ἐπιὼν καὶ ληιζόμενος οὐκ ἐπαύετο. ὁ δὲ Κωνσταντῖνος τῷ Κών‐ σταντι ἐπεφύετο, τὴν διανέμησιν τῶν χωρῶν αἰτιώμενος καὶ ἢ παραχωρῆσαι μέρους αὐτῷ τῆς ἀρχῆς ἀπαιτῶν ἢ ἀναδάσα‐ σθαι τὰς βασιλείας ἄμφω ζητῶν. ὡς δ’ ἐκεῖνος τῆς ἤδη γε‐
15γονυίας διανεμήσεως εἴχετο καὶ τῶν αὐτῷ προσκληρωθέντων ἀντείχετο καὶ οὐδὲ τοῦ βραχίστου παρεχώρει τῷ ἀδελφῷ, ὅπλα κατ’ αὐτοῦ ἦρεν ὁ Κωνσταντῖνος καὶ ἐπῆλθε τῷ λάχει τοῦ
Κώνσταντος. ὁ δὲ ἐν Δακίᾳ ἀποδημῶν καὶ τὴν κίνησιν τοῦ27

28

Κωνσταντίνου μαθών, στράτευμα κατ’ αὐτοῦ πέμπει καὶ στρα‐ τηγούς, καὶ αὐτὸς ὅσον ἤδη μετὰ πλείονος στρατιᾶς ἐπιστῆναι ἐπαγγειλάμενος. οἱ γοῦν πεμφθέντες ἐγγὺς τοῦ Κωνσταντίνου γενόμενοι λόχους καθίζουσι καὶ συμβαλόντες αὐτῷ φεύγειν
5ὑπεκρίνοντο. τῶν δὲ τοῦ Κωνσταντίνου διωκόντων αὐτούς, ἐξόπισθεν αὐτῶν οἱ λοχῶντες γενόμενοι κατὰ νώτων αὐτοῖς ἐπιτίθενται, καὶ οἱ φεύγοντες ἐπιστραφέντες μέσον περιέσχον αὐτούς· καὶ πολὺ τῆς τοῦ Κωνσταντίνου διέφθαρτο στρατιᾶς κἀκεῖνος αὐτός. τοῦ γὰρ ἵππου τρωθέντος αὐτῷ καὶ διὰ τὸ
10τραῦμα σφαδάζοντος καὶ ἀνασκιρτῶντος, ἐκπέπτωκε τῆς ἕδρας ὁ Κωνσταντῖνος καὶ ἀνῃρέθη πολλὰ δεξάμενος τραύματα, οὔτε τυχὼν τῆς ἐφέσεως καὶ αὐτὴν προσζημιωθεὶς τὴν ζωήν, καὶ ὅτι ἀδίκων ἦρξε, καὶ τὴν οἰκείαν τῆς ἀρχῆς μοῖραν ἀποβαλών. καὶ γέγονε καὶ τῆς ἑσπερίου λήξεως ἐπικράτεια ὑφ’ ἑνὶ τῷ
15Κώνσταντι βασιλεῖ. εἶτα κἀκεῖνος εἰς ἀλλοκότους ἐκκυλισθεὶς ἔρωτας καὶ ἐκδεδιῃτημένην ζωήν, ὑπὸ Μαγνεντίου ἐπεβουλεύθη καὶ ἀθλίως ἀπώλετο, Μαγνεντίου, ὃν ἐκεῖνος ἐκ στάσεως στρα‐
τιωτικῆς περιέσωσε κινδυνεύοντα, ἤδη τῶν στρατιωτῶν κατ’28

29

ἐκείνου ἠρκότων τὰ ξίφη καὶ διαχειρίσασθαι αὐτὸν ὡρμη‐ κότων. Ὁ Κωνστάντιος δὲ περὶ τὴν ἑῴαν διατρίβων τοῖς Πέρσαις ἐμάχετο, Σαπώρου τοῦ ἔθνους, ὡς εἴρηται, βασιλεύοντος· ὃς
5Ναρσῆ μὲν ἦν υἱός, οὐ μέντοι ἐξ ἐπισήμου γυναικός. ἐκ γὰρ τῆς πρωτευούσης τῶν αὐτοῦ γαμετῶν τρεῖς ἐγένοντο τῷ Ναρσῇ παῖδες, Ἀδαρνάρσης καὶ Ὁρμίσδας καὶ τρίτος ἕτερος. τελευ‐ τήσαντος δὲ Ναρσοῦ ὁ πρεσβύτερος τῶν τριῶν τούτων Ἀδαρ‐ νάρσης τῆς ἀρχῆς διάδοχος γέγονεν. ὠμὸς δὲ λίαν τυγχάνων
10καὶ ἀπηνὴς κἀντεῦθεν μισούμενος ὑπὸ τῶν Περσῶν, τῆς βασι‐ λείας ἐκπέπτωκεν. Εἰρήσθω δέ τι καὶ τῆς ἐκείνου γνωμικῆς ὠμότητος γνώ‐ ρισμα. σκηνή ποτε τῷ πατρὶ αὐτοῦ διεκομίσθη ἐκ Βαβυλῶνος δέρμασιν ἐγχωρίοις ποικιλώτερον εἰργασμένη. ταύτην ἐκτα‐
15θεῖσαν ἄρτι θεώμενος ὁ Ναρσῆς ἠρώτησε τὸν Ἀδαρνάρσην, παιδίον ἔτι τυγχάνοντα, εἰ ἀρέσκει αὐτῷ ἡ σκηνή. ὁ δὲ ἀπε‐ κρίνατο, εἰ κρατήσει τῆς βασιλείας, κρείττω ταύτης ποιήσειν
ἐξ ἀνθρώπων δορᾶς. οὕτω νηπιόθεν ἐνέφαινε τὴν ὠμότητα.29

30

Τούτου τοίνυν οὕτω τῆς βασιλείας ἐκπεπτωκότος, Σαπώρης εἰς τὴν ἀρχὴν ἀντεισῆκτο. καὶ ὃς εὐθὺς τὸν μὲν ἕτερον τῶν ἀδελφῶν ἐξετύφλωσε, τὸν Ὁρμίσδαν δὲ δεσμήσας ἔμφρουρον εἶχεν. ἡ δέ γε μήτηρ ἐκείνου καὶ ἡ γυνὴ χρήμασι δεξιωσά‐
5μεναι τοὺς φρουρούς, εἰς ἐπίσκεψιν ἐκείνου παρεχωρήθησαν εἰσελθεῖν. καὶ εἰσελθοῦσαι ῥίνην αὐτῷ παρέσχον, ἵνα ταύτῃ τὰ σιδήρεα διακόψῃ δεσμά, ὑποθέμεναι καὶ ὅσα δέοι μετὰ ταῦτα ποιεῖν ἵππους τε αὐτῷ καὶ τοὺς συναποδράσοντας ἑτοι‐ μάσασαι. εἶτα τοῖς φρουροῖς ἡ ἐκείνου σύνευνος δεῖπνον παρ‐
10έθετο δαψιλές· οἱ δὲ καὶ βρωμάτων ἐμφορηθέντες καὶ τοῦ ἀκράτου σπάσαντες ἀκρατέστερον ἐλήφθησαν ὕπνῳ βαρεῖ. ὁ δ’ Ὁρμίσδας κοιμωμένων ἐκείνων καὶ τὰ δεσμὰ τῇ ῥίνῃ διέ‐ κοψε καὶ τῆς φρουρᾶς ἐξελθὼν ᾤχετο καὶ πρὸς Ῥωμαίους ἀπέδρα καὶ ὑπεδέχθη φιλοτιμότατα. ὁ δὲ Σαπώρης ἐῴκει τῇ
15φυγῇ ἐκείνου ἐφήδεσθαι, οἷα τὸν ἐξ ἐκείνου ἀποσκευασάμενος φόβον· οὐ μόνον γὰρ ἐκδοθῆναί οἱ τὸν φυγάδα οὐκ ἐξεζήτησεν, ἀλλὰ καὶ τὴν γυναῖκα αὐτῷ ἐντίμως ἐξέπεμψεν. ἦν δὲ ὁ Ὁρ‐
μίσδας καὶ πολὺς τὴν ἰσχὺν καὶ ἀκοντιστὴς περιδέξιος, ὡς ἐν30

31

τῷ πάλλειν κατά τινος τὸ ἀκόντιον προλέγειν, ὅπου βαλεῖ τὸν πολέμιον. οὗτος τοίνυν τῷ Κωνσταντίῳ κατὰ τῶν ὁμοφύλων συνεστρατεύετο, ἄρχειν ταχθεὶς ἱππέων ἴλης πολλῆς. ὁ βασιλεὺς δὲ Κωνστάντιος πολλάκις τοῖς Πέρσαις συμβαλὼν τὴν ἥττονα
5μοῖραν εἶχε καὶ πολλοὺς τῶν οἰκείων ἀπέβαλε. καὶ τῶν Περ‐ σῶν δὲ πλεῖστοι πεπτώκασι καὶ αὐτὸς ὁ Σαπώρης ἐτέτρωτο. Οὕτω μέντοι τῶν ἐπὶ Πέρσας πολέμων συνενεχθέντων τῷ βασιλεῖ Κωνσταντίῳ, μαθὼν ταῦτα Μαγνέντιος, ὃς ἐκ πα‐ τρὸς μὲν γεγέννητο Βρεττανοῦ, ἐν τοῖς προτίκτορσι δ’ ἐστρα‐
10τεύετο εἶτα καὶ κόμης ὠνομάσθη ταγμάτων δύο Ῥωμαϊκῶν, τυραννῆσαί τε καὶ πρῴην ἐπιθυμῶν τότε μᾶλλον ἔθετο τῷ σκοπῷ, ὅτι ἀτυχοῦντα περὶ τὸν Περσικὸν πόλεμον ἤκουε τὸν Κωνστάντιον, καὶ εὐκαιρίαν ἔκρινε τηνικαῦτα τοῦ ἐπικεχειρη‐ κέναι τῇ τυραννίδι. καὶ πλασάμενος τὰ ἑαυτοῦ ἑορτάζειν γενέ‐
15θλια ἐν Αὐγουστούλῳ τῇ πόλει συνεκάλεσε τοὺς ἐξόχους τῆς
πόλεως τοῦ συμποσίου αὐτοῦ συμμεθέξοντας, τοὺς μὲν καὶ31

32

συνίστορας αὐτῷ τοῦ σκοποῦ, τοὺς δὲ καὶ ἀμετόχους τοῦ σκέμ‐ ματος. καὶ παρέτεινε τὸν πότον ἕως ἑσπέρας. ἐξαναστὰς δὲ τοῦ συμποσίου αἴφνης εἰς τὸν κοιτῶνα εἰσέδραμε καὶ πρόεισιν ἐκεῖθεν μετὰ βραχὺ ἐν σχήματι βασιλείας σὺν δορυφόροις πολ‐
5λοῖς, ὃ τοὺς μὴ συνειδότας αὐτῷ τὴν πρᾶξιν ἐτάραξεν. ἐκεῖνος δὲ διαλεχθεὶς τοῖς παροῦσι τοὺς μὲν ἔπεισε συνθέσθαι αὐτῷ, ἐνίους δέ γε καὶ ἐβιάσατο. καὶ συμπαραλαβὼν αὐτοὺς εὐθὺς εἰς τὰ βασίλεια ἄπεισι καὶ διανομὰς χρημάτων πεποίητο ταῖς τε πύλαις τῆς πόλεως ἐπέστησε φύλακας, ἐνταλθέντας τοῖς μὲν
10εἰσιοῦσι τὴν εἴσοδον συγχωρεῖν, ἐξιέναι δὲ μηδένα παραχωρεῖν, ἵνα μὴ τέως τὸ τόλμημα κηρυχθῇ. καὶ αὐτίκα στέλλει τοὺς τὸν Κώνσταντα ἀναιρήσοντας, πρὶν ἢ γνοίη τὸ τόλμημα. ὁ δὲ περὶ θήραν ἠσχόλητο. καὶ γὰρ ἐμεμήνει περὶ τὰ κυνηγέσια καὶ ταῦτα ἀρθρίτιδι προσπαλαίων διηνεκεῖ, ἣν ἐξ ἡδονῶν ἀμε‐
15τρίας ἐνόσησεν ἀκολάστως βιούς· ἢ καὶ ἐν προσχήματι θήρας εἰς ὕλας ἐγκατεδύετο μετὰ τῶν περὶ αὐτὸν μειρακίσκων καὶ νεανίσκων, οἳ ἐκείνῳ διὰ κάλλος συνελέγοντο καὶ ᾠκείωντο ἐκαλλωπίζοντό τε περιεργότερον καὶ λίχνοις ἦσαν ὀφθαλμοῖς,
ἀκολασίας ἐμπύρευμα, κἀκείνῳ ἐτύγχανον, ὡς λέγεται, παιδικά.32

33

ἀλλὰ καὶ ἐπὶ πλέον ταῖς ὕλαις διέτριβεν, ἐκκλίνων τὴν μετὰ τῶν κοσμίων ἀνδρῶν συνδιαγωγήν. παρὰ τὸν Ῥοδανὸν τοίνυν ποταμὸν οἱ παρὰ Μαγνεντίου σταλέντες γενόμενοι μετὰ τὴν θήραν ὑπνώττοντα τὸν Κώνσταντα διεχρήσαντο καὶ τοὺς ἐκείνῳ
5δὲ συνόντας ὀλίγους ὄντας ἀπέκτειναν. οἱ δὲ μὴ οὕτω φασὶ γενέσθαι τὴν ἐκείνου ἀναίρεσιν, γνῶναι δ’ ἐκεῖνον τὴν κατ’ αὐτοῦ ἐπανάστασιν καὶ μονωθέντα, καταλιπόντων αὐτὸν τῶν περὶ αὐτόν, ναῷ προσφυγεῖν. κἀκεῖ τὰ τῆς βασιλείας παρά‐ σημα ἀπεκδύσασθαι κἀκεῖθεν ἐκβληθέντα ἀναιρεθῆναι, ἑπτα‐
10καιδέκατον ἔτος ἀνύσαντα παρὰ τῇ ἀρχῇ, τῆς δ’ ἡλικίας ἤδη παρεληλυθότα τριακοστόν. λέγεται δὲ ἄρτι γεννηθέντος αὐτοῦ ἐπιτρέψαι τοῖς ἀστρολόγοις τὸν πατέρα αὐτοῦ ἐπὶ τῷ τούτου γενεθλίῳ ποιῆσαι θεμάτιον, κἀκείνους πρὸς ἄλλοις οἷς περὶ αὐτοῦ προειρήκασι καὶ τοῦτο εἰπεῖν ὡς ἐν ταῖς ἀγκάλαις τῆς
15αὐτοῦ μάμμης ἀναιρεθήσεται. ὃ θανούσης ἐκείνης καὶ διέπαι‐ ζεν ὁ Κώνστας· τὸ δ’ εἰς ἔργον ἀποβεβήκει, καὶ ἡ τῶν ἀστρο‐
λόγων οὐ διήμαρτε πρόρρησις, κἂν ὑπῆρξε λοξή. ἐν γὰρ πο‐33

34

λίχνῃ Ἐλένῃ καλουμένῃ εἰς ὄνομα τῆς βασιλίσσης ἐκείνης ὁ Κώνστας ἀνῄρητο. Ὁ μὲν οὖν οὕτω βεβιωκὼς ἀσελγῶς οὕτως οἰκτρῶς ἐστέ‐ ρητο τῆς ζωῆς· ὁ δὲ Μαγνέντιος κατὰ ῥοῦν αὐτῷ τῶν τῆς
5τυραννίδος χωρησάντων πραγμάτων ἐσπούδασε τῶν τὰς ἀρχὰς ἐχόντων τοὺς λογιμωτάτους ἐκ μέσου ποιήσασθαι. καὶ γραφὰς πλασάμενος πρὸς αὐτοὺς ὡς ἐκ τοῦ Κώνσταντος σταλείσας αὐτοῖς μετακαλουμένου τούτους δῆθεν πρὸς ἑαυτόν, καθ’ ὁδὸν λοχήσας πλείστους ἀπέκτεινε, μηδὲ τῶν οἰκείων συνωμοτῶν
10φειδόμενος, ἀλλὰ καὶ τούτους διαφθείρων. Καὶ ὁ μὲν ἐν τοιούτοις ἦν, ἑαυτῷ κρατύνων τὴν τυραν‐ νίδα· τῷ δὲ Κωνσταντίῳ τὸν θάνατον πυθομένῳ τοῦ ἀδελφοῦ ἐμερίζετο ἡ διάνοια ἐννοουμένῳ πότερον ἂν προτιμήσαιτο τὸ Πέρσαις ἀντικαθίστασθαι κείρουσι τὰ Ῥωμαίοις ὑπήκοα ἢ τού‐
15των κατά γε τὸ παρὸν ἀμελῆσαι καὶ χωρῆσαι κατὰ τοῦ τυραν‐ νήσαντος, ἵνα καὶ τὸν τοῦ συγγόνου τίσαιτο φόνον καὶ ἑαυτῷ
προσποιήσαιτο τὰ ἑσπέρια.34

35

Ταῦτα τοῦ Κωνσταντίου σκοποῦντος καὶ διαμέλλοντος, ὁ Σαπώρης, ἐπεὶ κἀκείνῳ πρὸς γνῶσιν ἦλθον τὰ συμβεβηκότα περὶ τὸν Κώνσταντα, ἐπιτίθεται τῷ καιρῷ καὶ σὺν βαρεῖ στρα‐ τεύματι κατὰ τῶν ὑποκειμένων Ῥωμαίοις ἔπεισι χωρῶν τε καὶ
5πόλεων· καὶ πολλὴν μὲν ἐληίσατο χώραν, ἀλλὰ μέντοι καὶ φρούρια εἷλε καὶ τέλος ἐπολιόρκει τὴν Νίσιβιν, ἣ πάλαι μὲν τῇ τῶν Ἀρμενίων διέφερε βασιλείᾳ, ἐπὶ δὲ Μιθριδάτου, ὃς Τιγράνου τοῦ τῶν Ἀρμενίων τότε κρατοῦντος γαμβρὸς ἦν καὶ ἐξ ἐκείνου τὴν πόλιν εἰλήφει, ὑπὸ Ῥωμαίων ἑάλω πολιορκίᾳ.
10ἐν ταύτῃ γὰρ ὁ Σαπώρης ἐλθὼν πᾶσαν ἐκίνησε μηχανὴν ἵνα αὐτῷ ἡ πόλις ἁλῷ· κριούς τε γὰρ προσῆγε τοῖς τείχεσι καὶ διώρυχας ὑπογαίους πεποίητο, ἀλλὰ πρὸς πάντα γενναίως ἀντι‐ καθίσταντο οἱ πολιορκούμενοι. καὶ τὸν ποταμὸν δέ, ὃς διὰ μέσης ἔρρει τῆς πόλεως, μετωχέτευσεν, ἵνα δίψει πιεζόμενοι
15οἱ τῆς πόλεως προδοῖεν αὐτῷ τὴν πόλιν. τοῖς δὲ ἀφθονία ἦν ὑδάτων καὶ ἐκ φρεάτων καὶ ἐκ πηγῶν. ὡς δ’ εἰς οὐδὲν αὐτῷ
κατήντησαν ἀνύσιμον αἱ ἐπίνοιαι, ἕτερόν τι αὐτῷ μεμηχάνητο.35

36

ἀναδραμὼν τὸν ποταμόν, ὅς, ὡς εἴρηται, διὰ τῆς πόλεως ἔρρει, καὶ πρὸς φάραγγας γεγονώς, ἔνθα ὁ χῶρος, δι’ οὗ διέρρει, ἐστένωτο, ἀπέφραξε τὸν τόπον καὶ ἐπέσχε τὸ ῥεῦμα αὐτοῦ. τοῦ δ’ ὕδατος πλημμυρήσαντος, ἀθρόον τὰ φραγνύντα τὴν τοῦ
5ὕδατος διέξοδον ἐξελὼν ἀφῆκε τὸ ῥεῦμα κατὰ τῆς πόλεως· τὸ δὲ πολύ τε σεσωρευμένον καὶ σὺν βίᾳ σφοδρᾷ τῷ τείχει προσπεσὸν μέρος ἐκείνου κατήραξεν. οὐκ εὐθὺς δὲ ὁ βάρ‐ βαρος εἰσέδυ τὴν πόλιν, ἀλλ’ ὡς ἤδη ἁλωθείσης αὐτῆς, ἐπεὶ καὶ πρὸς ἑσπέραν ἦν ὁ καιρός, εἰς αὔριον παραλήψεσθαι τὴν
10πόλιν, μή τινος ἀντιβαίνοντος, ὑπερέθετο. οἱ δ’ ἐν τῇ πόλει πρὸς μὲν τὸ ῥῆγμα τοῦ τείχους ἐθορυβήθησαν, ὡς δ’ εἶδον τοὺς Πέρσας ὑπερθεμένους τὴν εἴσοδον, ἄϋπνοι τὴν νύκτα διατελέσαντες πολυχειρίᾳ τὸν τόπον ὠχύρωσαν, τεῖχος ἐντὸς ἀνεγείραντες ἕτερον. ὅπερ ἕωθεν ὁ Σαπώρης ἰδὼν ἀμελείᾳ
15οἰκείᾳ τὸ ἀτύχημα ἐπεγράφετο. ἀλλ’ οὐδ’ οὕτω τῆς πολιορ‐ κίας ἀφίστατο. πολλὰ δὲ καὶ ἕτερα κατὰ τῆς πόλεως ἐπινοη‐ σάμενος καὶ πλείστους τῶν οἰκείων ἀποβαλών (ὑπὲρ γὰρ τὰς εἴκοσι χιλιάδας κινδυνεῦσαι λέγεται τοῦ Περσικοῦ στρατεύματος
πολιορκουμένης Νισίβεως) μετ’ αἰσχύνης ἀνεχώρησεν. ἤδη36

37

γὰρ καὶ Μασσαγέται τῇ Περσίδι ἐπήλθοσαν καὶ αὐτῇ ἐλυμαί‐ νοντο. Κωνστάντιος δὲ ὁ βασιλεὺς τὴν μὲν Νίσιβιν κατωχύ‐ ρωσε καὶ τοὺς πολίτας αὐτῆς ἀνεκτήσατο, αὐτὸς δέ, ἀνακωχῆς ἤδη τῇ ἑῴᾳ γενομένης ἐκ τῶν Περσῶν, πρὸς τὰ ἑσπέρια ὥρ‐
5μησε. καί οἱ ἀγγέλλεται Βετρανίων κοινοπραγήσας τῷ Μα‐ γνεντίῳ. τῶν γὰρ παρ’ Ἰλλυριοῖς ἄρχων οὗτος στρατευμάτων τυγχάνων καὶ μαθὼν τοῦ Μαγνεντίου τὴν ἐπανάστασιν καὶ τὸν φόνον τοῦ Κώνσταντος οὐχ ὑπεῖξε τῷ τυραννήσαντι, ἀλλὰ καὶ αὐτὸς ἑτέρωθεν τυραννίδι ἐπικεχείρηκε. τῷ Κωνσταντίῳ δ’ ἐπι‐
10στέλλων ἔλεγε τῷ τυράννῳ ἀντικαθίστασθαι καὶ αὐτὸν ἀφικέσθαι εἰς ἐκείνου κατάλυσιν κατήπειγεν. ἐπὶ συνθήκαις οὖν ὁ Βετρανίων καὶ ὁ Μαγνέντιος ἀλλήλοις σπεισάμενοι πρέσβεις ἄμφω κοινῶς πρὸς τὸν Κωνστάντιον στέλλουσιν, ἀξιοῦντες αὐτὸν καταθέσθαι τὰ ὅπλα καὶ τὴν πρώτην ἔχειν τιμήν. περὶ γοῦν τὴν τῆς Θρᾴκης
15Ἡράκλειαν ἐντυχόντες οἱ πρέσβεις τῷ αὐτοκράτορι τὰ μεμηνυ‐ μένα οἱ ἀπήγγειλαν. ὁ δὲ ἐν φροντίδι διὰ ταῦτα γενόμενος,
νυκτὸς ἐπιγενομένης ὄναρ ὁρᾷ τοιοῦτον. ἐδόκει τὸν πατέρα37

38

αὐτῷ παρεστάναι, τὸν υἱὸν αὐτοῦ τὸν Κώνσταντα κατέχοντα τῇ χειρί, καὶ λέγειν αὐτῷ· “Κωνστάντιε, ἰδοὺ Κώνστας ὁ σὸς ἀδελφός, πολλῶν δὲ βασιλέων ἀπόγονος, ὃς ἐκ τυράννου διώ‐ λετο. χρή σε τοίνυν τούτῳ τε τιμωρῆσαι καὶ τὴν ἀρχὴν μὴ
5παρόψεσθαι διακοπτομένην μήτε τὴν πολιτείαν ἀνατρεπομένην, σπεῦσαι δὲ τὴν τυραννίδα καθελεῖν καὶ μὴ περιιδεῖν τὸν ἀδελ‐ φὸν ἀνεκδίκητον.” ἐπὶ τούτοις διυπνισθεὶς ὁ Κωνστάντιος τοὺς μὲν πρέσβεις κατέσχε καὶ φρουρᾷ παραδέδωκεν· αὐτὸς δ’ αὐτίκα μηδὲν μελλήσας εἰς Σαρδικὴν παραγίνεται. καὶ ὁ Βετρανίων
10τὴν ἀνέλπιστον ἐπιδημίαν πτήξας τοῦ Κωνσταντίου ὡς δεσπότῃ προσυπηντήκει αὐτῷ, τάς τε προτέρας καταλείψας βουλὰς καὶ τὰς συνθήκας ἀθετήσας τὰς πρὸς Μαγνέντιον. καὶ ὁ Κων‐ στάντιος δὲ αὐτὸν γνησίως προσήκατο καὶ ὁμοδίαιτον ἐποιήσατο. τὰ γὰρ τῆς βασιλείας ἀποδυσάμενος ὁ Βετρανίων γνωρίσματα
15ἐν ἰδιώτου στολῇ τῶν τοῦ βασιλέως ποδῶν ἐπελάβετο. ὁ δὲ περιεπτύξατό τε τὸν Βετρανίωνα καὶ πατέρα ὠνόμασε καὶ χεῖρα
ὀρέγων αὐτῷ καὶ ὑποστηρίζων πρεσβύτην ὄντα σύνδειπνον38

39

ἐποιήσατο· εἶτα ἡ Προῦσα αὐτῷ (πόλις δ’ αὕτη τῶν Βιθυνῶν) εἰς κατοικίαν ἀφώριστο καὶ χωρία πρὸς χορηγίαν τῶν ἐπιτη‐ δείων ἀπονενέμητο. ἔνθα τρυφῶν ἐπὶ ἓξ ἐνιαυτοὺς τὴν ζωὴν ἐξεμέτρησε.
5 Καὶ τὰ μὲν περὶ Βετρανίωνα εἰς τοιοῦτον κατηντήκασι τέλος· ὁ δὲ αὐτοκράτωρ Κωνστάντιος πρὸς Μαγνέντιον ὥρμητο. ὁ δὲ ἐν Μεδιολάνῳ διῆγε, τὸν ἀδελφὸν Δεκέντιον ἀνειπὼν Καί‐ σαρα καὶ στείλας αὐτὸν τὰς Γαλλίας φυλάξοντα. ἐν τούτοις δ’ αὖθις ὁ Σαπώρης ἀδείας δραξάμενος, τὰ πρὸς ἕω ἐπόρ‐
10θησε καὶ λείαν λαβὼν καὶ δορυαλώτους πολλοὺς ἐπανέζευξεν. οὕτω δ’ ἑκατέρωθεν ὁ βασιλεὺς περιστοιχιζόμενος ταῖς ἐκ τῶν πολέμων φροντίσι Γάλλον τὸν οἰκεῖον ἐξάδελφον τιμήσας τῇ ἀξίᾳ τοῦ Καίσαρος καὶ τὴν ἑαυτοῦ ἀδελφὴν Κωνσταντίαν κατεγ‐ γυήσας αὐτῷ εἰς τὴν ἑῴαν ἐξέπεμψε, τὰς ἐφόδους τὰς Περ‐
15σικὰς ἀνακόψοντα. Ὁ μὲν οὖν Γάλλος Καῖσαρ τὸν τρόπον τοῦτον ἀναρρηθεὶς
ἐπὶ τὴν ἑῴαν ἀπῄει, καὶ τὴν σύζυγον ἐπαγόμενος· ὁ δέ γε39

40

Κωνστάντιος εἰς τὸν κατὰ Μαγνεντίου ἀνεχώρησε πόλεμον. ἵνα δὲ μὴ μάχαις ἐμφυλίοις καὶ σφαγαῖς ἀλλήλων οἱ Ῥωμαῖοι μιαίνοιντο, δεῖν ἔκρινεν εἰς συμβάσεις τὸν τύραννον προκαλέσα‐ σθαι. στέλλει τοίνυν πρὸς αὐτὸν ἄνδρας τῶν ἐπιφανῶν καὶ γράμ‐
5ματα δ’ ἐγχαράττει αὐτῷ, συγγνώμην διδοὺς ἐπὶ τῷ τολμήματι, εἰ τῶν ὅπλων ἀπόσχοιτο, καὶ παραχωρῶν αὐτῷ τῶν Γαλλιῶν, ἵνα τούτων ἄρχῃ καὶ ταύταις περιορίζηται. ὁ δὲ οὐδέν τι φρονῶν μέτριον οὐ προσήκατο τὰ παρὰ τοῦ Κωνσταντίου ἀπραγμόνως αὐτῷ παρεχόμενα, ἀλλὰ τὸν πόλεμον εἵλετο· καὶ μᾶλλον σὺν
10τάχει πρὸς τοῦτον ἐχώρησεν, ὅτι Σιλβανός, εἷς τις τῶν αὐτοῦ ταξιάρχων, μετὰ πλήθους ὁπλιτῶν ἐκεῖνον λιπὼν Κωνσταντίῳ προσῆλθε τῷ αὐτοκράτορι. ἤδη δὲ πλησιασάντων ἀλλήλοις καὶ ἀντιστρατοπεδευσαμένων, ὅ τε Κωνστάντιος τοὺς οἰκείους στρα‐ τιώτας λόγοις διήγειρεν εἰς ἀλκὴν καὶ ὁ Μαγνέντιος τοὺς ἑαυτοῦ
15παρεκάλει ἄνδρας φανῆναι πιστούς τε καὶ ἀγαθούς, πολλὰ σφίσιν ἐπαγγελλόμενος. ἀντιπαραταξάμενοι δὲ τὸ μὲν πλεῖστον τῆς ἡμέρας ἀπρακτοῦντες διήγαγον, μηδενὸς τῷ ἀντιπαρατε‐ ταγμένῳ μέρει ἐπεξιόντος. ὁ δὲ Μαγνέντιος καὶ γοητείαις ἐχρή‐
σατο· γυνὴ γάρ τις μάγος παρθένον αὐτῷ σφαγιάσαι ὑπέθετο40

41

καὶ οἴνῳ τὸ ταύτης αἷμα προσμίξαι καὶ δοῦναι τοῖς στρατιώταις αὐτοῦ ἀπογεύσασθαι, ἐπὶ τούτοις ἐκείνης ἐπῳδὰς εἰπούσης τινὰς καὶ δαιμόνων ἐπικαλουμένης ἐπικουρίαν. ἄρτι δὲ τῆς ἡμέρας κλινάσης ἀλλήλοις συνερράγησαν τὰ στρατεύματα, καὶ πολλὰς
5τῆς μάχης σχούσης μεταβολὰς τέλος ἡ νίκη τῷ Κωνσταντίῳ ἐπεμειδίασε, καὶ μέχρι βαθείας νυκτὸς συνεκόπτοντο οἱ τοῦ Μαγνεντίου καὶ ἀπώλλυντο· οὕτω δὲ τῆς τοῦ πολέμου ῥοπῆς τῷ τυράννῳ συνενεχθείσης, εἰς φυγὴν ἐκεῖνος ἀπεῖδεν. ἵνα δὲ μὴ τοῖς βασιλικοῖς παρασήμοις φεύγων γνωρίζοιτο, ἀποτίθεται
10ταῦτα καὶ ἰδιωτικὴν ἀναλαμβάνει στολὴν καὶ τῷ βασιλείῳ ἵππῳ τὰ παράσημα ἐπιθέμενος ἄνετον ἀφῆκε τρέχειν αὐτόν, ἵνα νο‐ μίζοιτο πρὸς τῶν ὁρώντων τὸν ἵππον θέοντα τοῦ ἐπιβάτου χωρὶς ἀνῃρημένος αὐτὸς καὶ μὴ καταδιώκοιτο πρός τινων. ὁ μὲν οὖν οὕτω διέδρα· ἕωθεν δὲ ὁ Κωνστάντιος ἐπί τινος ἀνα‐
15βὰς λόφου καὶ τὴν παρακειμένην πεδιάδα, ἀλλὰ μὴν καὶ τὸν παραρρέοντα ποταμὸν νεκρῶν ἰδὼν γέμοντα, εἰς φανερὰ κατή‐ νεκτο δάκρυα, οὐ μᾶλλον διὰ τὴν νίκην ἡδόμενος ὅσον διὰ
τὸν τῶν πεσόντων δακνόμενος ὄλεθρον. λέγονται γὰρ ἐκ μὲν41

42

τῶν ἐκείνου περὶ τριάκοντα πεσεῖν χιλιάδας, ἁπασῶν ἀριθμου‐ μένων εἰς ὀγδοήκοντα, ἐκ δὲ τῶν Μαγνεντίου τριάκοντα καὶ ἓξ οὐσῶν χιλιάδων διαφθαρῆναι τὰς εἴκοσι πρὸς ταῖς τέσσαρσιν. αὐτίκα τοίνυν τοὺς μὲν ἀνῃρημένους τῶν πεσόντων ταφῆς ἀξιω‐
5θῆναι πάντας ἐκέλευσε, μὴ διακρινομένων τῶν οἰκείων ἢ τῶν πολεμίων, τοὺς δ’ ἔτι ἐμπνέοντας ἐπιμελείας τυχεῖν καὶ ἰατρι‐ κῆς θεραπείαϛ. Διαδρὰς δέ, ὡς εἴρηται, Μαγνέντιος τούς τε περισωθέν‐ τας ἐκ τῶν οἰκείων ἤθροιζε καὶ ἄλλους συνέλεγε καὶ αὖθις
10ἐπαναλαμβάνειν ἑαυτὸν ἐπειρᾶτο. ἔστειλε δὲ καὶ πρὸς τὸν Κων‐ στάντιον συγκλητικόν τινα πρεσβεύσοντα, ὃν ὁ Κωνστάντιος οἰηθεὶς τῷ τῆς πρεσβείας ὀνόματι κατασκοπήσοντα καὶ τὰ κατ’ αὐτὸν περιεργασόμενον, περιώρισεν. ὁ δὲ Μαγνέντιος ἐπισκό‐ ποις αὖθις εἰς πρεσβείαν ἐχρήσατο, συγγνωμονηθῆναι ζητῶν,
15ἵν’ ἐν στρατιώτου μοίρᾳ τῷ βασιλεῖ συστρατεύοιτο. ἀλλ’ οὐδὲν πρὸς τὴν πρεσβείαν ταύτην ἀνταπεκρίνατο ὁ Κωνστάντιος, ἀφῆκε
δὲ τοὺς πρέσβεις ἀπράκτους ἀπελθεῖν. κἀκεῖνος ἀπῄει κινήσας42

43

τὸ στράτευμα, καὶ πολλοὶ τῶν ὑπὸ Μαγνέντιον αὐτῷ προσῄεσαν ἑαυτούς τε καὶ τὰ φρούρια ἐγχειρίζοντες. Μαγνέντιος δὲ ἀπο‐ γνοὺς τοῦ συγγνώμης τυχεῖν πρὸς πόλεμον ἡτοιμάζετο καὶ ἐν Γαλλίαις διάγων πλήθη συνήθροιζεν. ἵνα δὲ φροντίσι περι‐
5βάλῃ τὸν αὐτοκράτορα καὶ ἐξ ἑαυτοῦ ἀντιπερισπάσῃ πρὸς ἕτερα, ἔπεμψέ τινα τῶν ἑαυτῷ οἰκείων εἰς Ἀντιόχειαν, ἀναιρήσοντα τὸν Γάλλον. καὶ ὁ πεμφθεὶς διὰ τὸ ἀνύποπτον εἰς καλύβην τινὸς κατέλυσε γραὸς παρὰ τῷ Ὀρόντῃ ποταμῷ πεπηγμένην (ὃς Ὀφίτης πρῴην καλούμενος, ὥς τινες ἱστοροῦσιν, Ὀρόντης
10ἐπεκλήθη μετέπειτα, τοῦ υἱοῦ Καμβύσου τοῦ Περσῶν βασιλέως εἰς αὐτὸν ἐμπεσόντος, καλουμένου Ὀρόντου)—ἤδη γοῦν παρὰ τοῦ Μαγνεντίου σταλεὶς τὴν κατὰ τοῦ Γάλλου ἐξαρτύσας ἐπι‐ βουλὴν καὶ πολλοὺς τῶν ἐκεῖ προσποιησάμενος ὁπλιτῶν, ἑσπέ‐ ρας παρὰ τῇ τῆς γραὸς καλύβῃ τῶν συνιστόρων τισὶ συνδειπνῶν
15ἀδεέστερον αὐτοῖς ὡμίλει περὶ ὧν ἐβουλεύοντο, καταφρονῶν τῆς γραὸς ὡς ἀπράγμονος καὶ μηδὲ συνιείσης διὰ τὸ γῆρας
τῶν λεγομένων. ἡ δὲ φύσεως, ὡς ἔοικεν, ἐντρεχεστέρας τυγ‐43

44

χάνουσα ἐῴκει μὲν μηδ’ ἀκούειν τῶν λεγομένων, πάντα δὲ συνετήρει καθ’ ἑαυτήν. καὶ ἐπεὶ ὁ ξένος αὐτῆς οἰνωθεὶς ὕπνω‐ σεν, ἐκείνη λάθρᾳ τῆς καλύβης ὑπεξελθοῦσα παρὰ τὴν πόλιν ἀφίκετο καὶ πάντα καταγγέλλει τῷ Καίσαρι. παρ’ οὗ σταλέν‐
5τες τινὲς συνέσχον αὐτοῦ τὸν ἐπίβουλον, ὃς ἐν ἀνάγκῃ κατα‐ στὰς τὸ ἅπαν δρᾶμα ἐξέφηνε. καὶ οὕτω τὴν ἐπιβουλὴν ὁ Γάλ‐ λος διέφυγεν, ἐκεῖνον κολάσας καὶ τοὺς ἐκείνῳ συνίστορας. Τούτων οὕτω συμβεβηκότων ὁ Μαγνέντιος αὖθις πρὸς μάχην ηὐτρέπιστο καὶ συμβαλὼν τοῖς τοῦ Κωνσταντίου ἡττᾶται
10καὶ φεύγει. οἱ γοῦν αὐτῷ συμφυγόντες στρατιῶται, ἐπεὶ μη‐ δαμόθεν ἑώρων αὐτοῖς σωτηρίας ἐλπίδα περιλιπῆ, καὶ μάταιον κρίναντες κινδυνεύειν ὑπὲρ ἀπεγνωσμένου ἀνδρός, ἐκδοῦναι αὐτὸν τῷ βασιλεῖ ἐβουλεύσαντο. καὶ περιστάντες τὴν οἰκίαν, ἔνθα κατέκειτο, ἐν σχήματι φρουρῶν ἐφρούρουν αὐτόν, ἵνα μὴ
15λάθῃ σφᾶς ἐκφυγών. ὡς δ’ ἔγνω τὴν αὐτῶν διάνοιαν ὁ Μα‐ γνέντιος καὶ ἐν ἀφύκτοις ἑαυτὸν περιειλημμένον, ἐξ ἀπονοίας μεμηνότος ἔργον, ὡς λόγος, εἰργάσατο, τοὺς μεθ’ ἑαυτοῦ πάν‐
τας συγγενεῖς τε καὶ φίλους ἀνῃρηκώς· εἶτα καὶ Δισιδερίῳ τῷ44

45

ἀδελφῷ πληγὰς πολλὰς διὰ ξίφους ἐπήνεγκεν, οὐ μέντοι τις αὐτῶν θανάσιμος ἦν. καὶ ταῦτα πράξας καὶ ἑαυτὸν ἀνεῖλεν, ἵνα μὴ παραδοθῇ πρὸς τῶν αὐτὸν φυλασσόντων Κωνσταντίῳ τῷ αὐτοκράτορι καὶ χρονιώτερον κολασθῇ. καὶ Δεκέντιος δὲ
5ὁ ἀδελφὸς αὐτοῦ, ὃν προεχειρίσατο Καίσαρα, ἐν Γαλλίαις ὢν καὶ πρὸς τὸν ἀδελφὸν ἑτοιμαζόμενος ἀφίξεσθαι σύμμαχος, ὡς τὸν ἐκείνου ἐπύθετο ὄλεθρον, ἀπογνοὺς ἀγχόνῃ ἐχρήσατο. ὁ δὲ παρὰ τοῦ Μαγνεντίου πληγὰς δεξάμενος ἐκείνου ὁμαίμων ὁ Δισιδέριος, τὸν θάνατον ἐκφυγὼν καὶ ἀναρρωσθεὶς ἀπὸ τῶν
10πληγῶν, τῷ Κωνσταντίῳ προσῆλθεν ἐθελοντής. οὕτω δὲ τῆς τοῦ Μαγνεντίου τυραννίδος διαλυθείσης, ὅσα ἐκεῖνος κατεῖχε, καὶ ταῦτα ὑπὸ τὸν Κωνστάντιον γέγονε, καὶ ὁλοκλήρου τῆς πατρικῆς ἀρχῆς μόνος γέγονεν ἐγκρατής. Τὰ μὲν οὖν ἑσπέρια εἰρήνην ἦγον ἐντεῦθεν· τὰ δὲ τῆς
15ἑῴας ἐταράττετο μοίρας. ὁ Γάλλος γὰρ τῷ εὐτυχήματι ἐπαρ‐ θείς, ἐπεὶ ἐν Ἀντιοχείᾳ ἐγένετο, βαρὺς τοῖς ὑπ’ αὐτὸν προσε‐ φέρετο, κακουμένοις πολυειδῶς πρὸς αὐτοῦ, ἔχοντος καὶ τὴν
ὁμόζυγα πρὸς τοῦτο αὐτὸν ἐρεθίζουσαν. δείσας οὖν ὁ Κων‐45

46

στάντιος μὴ κινηθεῖεν εἰς ἀποστασίαν οἱ ὑπ’ ἐκείνου κακού‐ μενοι καὶ ἐμφυλίου πολέμου δεήσῃ αὐτῷ, Δομιτιανόν, ἄνδρα ἐπιφανῆ τε καὶ γηραιόν, ἔπαρχον πραιτωρίων, προχειρισάμενος εἰς Ἀντιόχειαν ἔστειλεν, ἐντειλάμενος τῷ ἀνδρὶ ἐν ἀπορρήτοις
5εὐφυῶς πως τὸν Γάλλον ὑπελθεῖν καὶ πεῖσαι ἀφίξεσθαι πρὸς αὐτόν. ὁ δὲ εἰς Ἀντιόχειαν παραγεγονὼς καὶ πάνυ ἀδεξίως τὸ πρᾶγμα μετεχειρίσατο, ἀναφανδὸν ἐπιτάξας τῷ Καίσαρι πο‐ ρεύεσθαι πρὸς τὸν αὐτοκράτορα καὶ ἀπειλήσας, εἰ μὴ πείθοιτο, τὰς σιτήσεις τῶν ὑπ’ αὐτὸν ἐπισχεῖν. τούτοις εἰς θυμὸν ἐκεῖ‐
10νος παροξυνθείς, καὶ ἄλλως εὐκίνητος ὢν πρὸς ὀργήν, συνέσχε τὸν ἔπαρχον καὶ φρουροὺς αὐτῷ στρατιώτας ἐπέστησε. Μον‐ τίου δὲ τοῦ κοιαίστωρος αἰτιωμένου τὴν πρᾶξιν καὶ εἰς σαφῆ τυραννίδα ταύτην ἀνάγεσθαι λέγοντος, ἔτι χαλεπήνας ὁ Καῖσαρ, ἀλλὰ καὶ πρὸς τῆς γυναικὸς ἐξαφθεὶς εἰς ὀργὴν ὡς καταφρο‐
15νούμενος, καὶ αὐτὸν ὑπὸ δεσμοῖς ἐποιήσατο τὸν κοιαίστωρα καὶ τοῖς στρατιώταις καὶ ἄμφω παρέδωκεν. οἱ δὲ ἄμφω τὼ ἄνδρε συνδήσαντες ἔσυραν διὰ τῆς ἀγορᾶς καὶ ᾐκίσαντο καὶ τέλος ἐνέβαλον εἰς τὸν ποταμὸν καὶ διέφθειραν.
Ταῦτα μαθὼν ὁ Κωνστάντιος ἔπεμψε τοὺς ἄξοντας τὸν46

47

Γάλλον ὡς ἑαυτόν. ὁ δὲ τὴν γυναῖκα προέπεμψεν ἐξευμενι‐ σομένην τὸν ἀδελφόν· ἣν ὁδοιποροῦσαν ἔτι τὸ τέλος ἐκ νόσου κατέλαβε τῆς ζωῆς. γνοὺς οὖν τὸν τῆς ἀδελφῆς ὁ Κωνστάν‐ τιος θάνατον αὐτίκα στείλας γυμνοῖ τὸν Γάλλον τοῦ ἀξιώματος
5καὶ ὑπερόριον τίθησιν. εἶτα στέλλει καὶ τοὺς αὐτὸν ἀναιρήσον‐ τας, παρὰ τῶν περὶ αὐτὸν πρὸς τοῦτο ἐρεθισθείς. μεταμελη‐ θεὶς δ’ αὖθις ἑτέρους στέλλει τοὺς εἴρξοντας τὴν ἀναίρεσιν· οὓς ἀνέπεισαν οἱ τῷ Γάλλῳ ἐχθραίνοντες, καὶ μᾶλλον ὁ εὐ‐ νοῦχος Εὐσέβιος, τὴν τοῦ πραιποσίτου διέπων ἀρχὴν καὶ μέγα
10παρὰ τῷ Κωνσταντίῳ δυνάμενος, μὴ πρότερον ἀπαγγεῖλαι τοῖς τὸν Γάλλον ἐνταλθεῖσι κτανεῖν τὴν βασιλικὴν μεταμέλειαν πρὶν ἂν γνοῖεν ἀνῃρημένον τὸν ἄνθρωπον. Ὁ μὲν οὖν ἀνῄρητο· τῶν πέραν δὲ τοῦ Ῥήνου βαρβάρων ταῖς Γαλλίαις ἐπικειμένων, ἐκπέμπεται Σιλβανὸς ἀνακόψων αὐ‐
15τῶν τὰς ὁρμάς, ἀνὴρ στρατηγικώτατος καὶ ἄριστος τὰ πολέμια. διαβολαῖς δὲ κατ’ αὐτοῦ πιστεύσας ὁ βασιλεύς (εἶχε γὰρ ἐπι‐ κλινεῖς τὰς ἀκοὰς πρὸς διαβολάς) ἐβυσσοδόμευε δεινὰ κατὰ τοῦ
ἀνδρός. ὃ γνοὺς ἐκεῖνος πρὸς ἀποστασίαν ἀπέκλινε καὶ σχῆμα47

48

Καίσαρος ἑαυτῷ περιέθετο· οὐκ ἐπὶ μακρὸν δὲ τῇ ἀποστασίᾳ ἐχρήσατο. σταλεὶς γὰρ Οὐρσικῖνος ἐκεῖ καὶ χρήμασι τῶν ἐκεί‐ νου στρατιωτῶν τινας ὑποφθείρας, δι’ ἐκείνων ἀνεῖλε τὸν Σιλ‐ βανὸν καὶ τὴν ἀποστασίαν κατέπαυσε.
5 Τῷ μέντοι Κωνσταντίῳ ἀναζευγνύντι ἀπὸ τῶν ἑσπερίων καὶ ἐπανιόντι πρὸς τὸ Βυζάντιον ἐκ τῶν Περσῶν πρέσβεις περὶ τὸ Σίρμιον συνηντήκασιν, ἐσταλμένοι παρὰ Σαπώρου, ἀπαι‐ τοῦντος ἀποδοθῆναι Πέρσαις τὴν Μεσοποταμίαν καὶ Ἀρμενίαν, ἵν’ οὕτω παύσαιντο Ῥωμαίοις μαχόμενοι· ταύτας γὰρ τὰς χώρας
10ἀνέκαθεν ἐκ προγόνων αὐτοῖς διαφέρειν· εἰ δ’ οὐ πείθοιτο, δηλοῦντος τῷ αὐτοκράτορι ὑπὸ τῷ Ἄρει δικαστῇ ποιήσασθαι τὴν τῆς ὑποθέσεως ζήτησιν. πρὸς ταῦτα ἀνταπέστειλεν αὐτῷ ὁ Κωνστάντιος θαυμάζειν, εἰ ἐπελάθετο, ὅτι Πέρσαι Μακεδόσιν ἐδούλευσαν καὶ ὅτι Μακεδόνων Ῥωμαίοις ὑποταγέντων καὶ οἱ
15ἐκείνοις δουλεύοντες ὑπήκοοι Ῥωμαίοις ἐγένοντο. τούτοις ὁ Σαπώρης παροξυνθεὶς πρὸς πόλεμον ἀπεῖδε. καὶ αὖθις εἰς πολιορκίαν κατέστη Νισίβεως. ὡς δ’ οὐδὲν ἐπέραινε κατ’ αὐ‐ τῆς, ἀπέστη καὶ ἑτέρων ἀπεπειρᾶτο. ὡς δὲ κἀκείνων ἀπε‐
κρούσθη, εἰς Ἄμιδαν κατηντήκει καὶ ταύτης ἐκράτησε.48

49

Κωνστάντιος δὲ μὴ οἷός τε ὢν τὴν ὅλην διευθύνειν μόνος ἀρχήν, τοσαύτην οὖσαν ὡς ἐξ ἄκρων σχεδὸν περάτων γῆς εἰς ἄκρα πέρατα καταντᾶν, ἐξ Ἀθηνῶν τὸν τοῦ Γάλλου ὁμαίμονα τὸν Ἰουλιανὸν μετακαλεσάμενος Καίσαρά τε ἀνεῖπε καὶ Ἐλένην
5αὐτῷ τὴν οἰκείαν συνῴκισεν ἀδελφήν. λέγεται δὲ τῇ μητρὶ αὐτοῦ κυούσῃ αὐτὸν ἐνύπνιον γενέσθαι καὶ δόξαι τὸν Ἀχιλλέα τεκεῖν. ἡ δὲ διυπνισθεῖσα καὶ τὸ ὄναρ διηγουμένη τῷ ἀνδρὶ ἔτεκε τοῦτον μήτ’ ὠδίνων σχεδὸν ἐπ’ αὐτῷ πειραθεῖσα καὶ τεκοῦσα πρὶν ἢ γνοίη ὡς μέλλει τίκτειν. ἐντεῦθεν μεγάλας ἐπ’
10αὐτῷ ἐσχηκότες ἐλπίδας οἱ τούτου γονεῖς Εὐσεβίῳ τῷ Νικο‐ μηδείας αὐτὸν παραδεδώκασι παρ’ αὐτοῦ μυηθησόμενον τὴν θείαν γραφήν. Καίσαρα δὲ τοῦτον ἀναγορεύσας ὁ αὐτοκράτωρ Κωνστάντιος εἰς Γαλλίας ἐξέπεμψε μετ’ ὀλίγων πάνυ στρατιω‐ τῶν, ὡς ὑπόνοιαν ἐντεῦθεν ἐγγίνεσθαι ὅτι οὐ κοινωνὸν τῆς
15ἀρχῆς ὁ Κωνστάντιος εἵλετο τὸν Ἰουλιανόν, ἀλλ’ εἰς ἐπιβουλῆς49

50

αὐτῷ πρόφασιν τὸ σχῆμα περιέβαλε τὸ τοῦ Καίσαρος, ἵν’ ὑπὸ τῶν πολεμίων διαφθαρῇ, μὴ ἔχων δύναμιν πρὸς τὸν κατ’ ἐκεί‐ νων πόλεμον ἀξιόχρεων. ὁ δὲ ἀπελθὼν καὶ ἀγαθῇ τύχῃ χρη‐ σάμενος συμβάλλει τοῖς πολεμίοις καὶ ἀνελπίστως νικᾷ. καὶ
5αὖθις ἑαυτοὺς ἀνακτησαμένων τῶν πολεμίων, προσμίγνυται αὐτοῖς καὶ τρόπαιον ἵστησι, πολλῶν μὲν ἀναιρεθέντων, πολλῶν δ’ ἀπολομένων ἐν τῷ παραρρέοντι ποταμῷ, καὶ ζωγρηθέντων οὐκ ἐλαττόνων. ὅτε καὶ ἕνδεκα φασὶ χιλιάδας αἰχμαλώτων Ῥωμαίων τῶν τῆς αἰχμαλωσίας ἀπολυθῆναι δεσμῶν, ἡττηθέν‐
10των τῶν πολεμίων. εἶτα καὶ Ἀλαμαννοῖς πολεμήσας καὶ κατὰ τούτων ηὐτύχησε καὶ δεηθέντων αὐτοῦ τῷ ἔθνει ἐσπείσατο, λύσαντι τῆς δουλείας τοὺς παρ’ αὐτοῖς ὄντας δορυαλώτους Ῥω‐ μαίους. Τούτοις οὖν ὁ Καῖσαρ Ἰουλιανὸς ἐπαρθεὶς καὶ ὑπερφρο‐
15νήσας, ὡς δ’ ἔνιοι συνεγράψαντο, ὅτι καὶ δεδιὼς τὸν Κωνστάν‐ τιον βασκαίνοντά οἱ διὰ τὰ εὐτυχήματα, μὴ κατὰ τὸν ἀδελφὸν
Γάλλον καὶ αὐτὸν ὑπεξαγάγῃ τοῦ ζῆν, εἰς ἀποστασίαν ἀπεῖδε50

51

καί τινας τῶν ὑπ’ αὐτὸν ταξιαρχῶν ὑπελθὼν δι’ ἐκείνων τὸ στρατιωτικὸν παρεκίνησε, καὶ συστὰν ἀνεῖπεν αὐτὸν Αὔγουστον. εἶτα ξιφήρεις ἐπιστάντες αὐτῷ, ὡς δῆθεν μὴ προσιεμένῳ τὴν τῆς βασιλείας ἀνάρρησιν, ἠπείλουν διαχειρίσασθαι αὐτόν, εἰ μὴ
5πείθοιτο. οὕτω δὲ τάχα καὶ ἄκων τῇ τοῦ στρατιωτικοῦ πλή‐ θους ὑπείξας ὁρμῇ, προσήκατο τὴν ἀρχήν. ζητουμένου δὲ διαδήματος, ἵν’ αὐτίκα τούτῳ ταινιωθείη, ἐκεῖνος μὲν μὴ ἔχειν ἐξώμνυτο· τινῶν δὲ κόσμον αἰτούντων γυναικεῖόν τινα, ἵν’ ἐκ τούτου σχεδιασθείη διάδημα, παρῃτήσατο τοῦτο ὁ Ἰουλιανὸς ὡς
10ἀπαίσιον οἰωνόν. ἐπεὶ δέ τις τῶν ταξιάρχων χρύσεον ἐφόρει στρεπτόν, λίθους ἔχοντα χρυσοδέτους, τοῦτον λαβόντες τῇ ἐκεί‐ νου προσήρμοσαν κεφαλῇ. ὁ δὲ Πεντάδιον τὸν μάγιστρον τῶν βασιλικῶν τάξεων σὺν ἑτέροις ἀπέστειλε πρὸς Κωνστάντιον, ἐπιστείλας αὐτῷ καὶ ἀπολογούμενος, ὡς οὐχ ἑκὼν προήχθη
15πρὸς τὴν τῆς βασιλείας ἀνάρρησιν, βιασθεὶς δ’ ὑπὸ στρατιω‐
τῶν μὴ βουλομένων στρατεύεσθαι ὑπὸ Καίσαρι, ἀλλ’ ὑπὸ βα‐51

52

σιλεῖ καὶ ἵν’ ἔχοιεν ἐξ αὐτοῦ ἀξίας τῶν πόνων τὰς ἀμοιβὰς ἀπαιτεῖν, καὶ ἀξιῶν δέξασθαι τὴν τῆς ἀρχῆς κοινωνίαν εἰς ὠφέλειαν ἐσομένην τῇ πολιτείᾳ, ἐπαγγελλόμενός τε καὶ τοὺς ἁμιλλητηρίους ἵππους ἐξ Ἰσπανίας, ὡς ἔθος, καὶ τοὺς ἐπιλέ‐
5κτους ἄνδρας ἐκ τῶν Γαλλιῶν στέλλειν αὐτῷ. ταῦτ’ ἐπιστείλας οὐ βασιλέα ἑαυτὸν ἐν τῇ ἐπιγραφῇ προσεγράψατο, ἀλλὰ Καί‐ σαρα, ἵνα μὴ τῇ ἐπιγραφῇ προσοχθίσας ὁ Κωνστάντιος τὴν ἐπιστολὴν ἀποπέμψηται. ταύτης τῷ βασιλεῖ Κωνσταντίῳ κο‐ μισθείσης κατὰ τὴν ἐν Καππαδοκίᾳ Καισάρειαν διατρίβοντι,
10ἐκεῖνος οὐδὲν ὑπ’ ὀργῆς ἀπεκρίνατο. ἀλλὰ τὴν μὲν στρατείαν κατὰ Περσῶν τοῖς στρατιώταις ἐκήρυξε, πρὸς δὲ τὸν Ἰουλιανὸν Λεωνᾶν τὸν κοιαίστωρα ἔστειλεν, ἐπιστείλας αὐτῷ καὶ αἰτιώ‐ μενος ὅτι μὴ ἀνέμεινε τὴν γνώμην αὐτοῦ, καὶ εἰς ὕβριν ἐκεί‐ νου μᾶλλον ἀνάγων ἢ ἑαυτοῦ τὸ μὴ κρίσει τοῦ τὴν ἐξουσίαν
15ἔχοντος, ἀλλ’ ἀτάκτῳ θορύβῳ στρατιωτῶν δέξασθαι αὐτὸν τὴν
τοῦ Αὐγούστου κλῆσιν, καὶ συμβουλεύων ἀποσχέσθαι τοῦ μὴ52

53

προσηκόντως γενομένου καὶ εἰς τὸ πρότερον ἐπανελθεῖν σχῆμα, ὃ παρ’ αὐτοῦ εἴληφε. τῷ μέντοι κοιαίστωρι ἐπέτρεψε καὶ τοὺς τὰς ἀρχὰς ἐκεῖσε ἀνύοντας παραλῦσαι τῆς ἐξουσίας καὶ αὐτὸν τὸν πραιτωρίων ἔπαρχον ἑτέρους τε εἰς ταύτας ἐγκαταστῆσαι,
5οὓς ἐκεῖνος εἰς ἑκάστην ὠνόμασεν. ἀπελθὼν οὖν ὁ κοιαίστωρ πρὸς τὸν Ἰουλιανὸν τοὺς λόγους αὐτῷ τοῦ Κωνσταντίου ἀπήγ‐ γειλεν. οἱ δ’ ἦσαν ὅτι “ἔδει σε μεμνῆσθαι ὅσων ὀφειλέτης μοι εἶ, οὐ μόνον ὅτι σε Καίσαρα ἀνηγόρευσα, ἀλλ’ ὅτι καὶ ὀρφανὸν ἐν παιδικῇ γενόμενον ἡλικίᾳ ἀνεθρεψάμην, αὐτὸς προσλαβό‐
10μενος.” ὁ δ’ ὑπολαβὼν τῷ κοιαίστωρι ἔφη “τίς δέ μοι, ὦ βέλτιστε, ἐν τοιαύτῃ ἡλικίᾳ τὴν ὀρφανίαν ἐπήνεγκεν; ἢ οὐχὶ ὁ τῶν ἐμῶν γονέων φονεύς; εἶτα οὐκ οἶδε τούτων ἀναμιμνήσκων με ἀναξαίνων τὸ τραῦμα καὶ χαλεπώτερον ἐργαζόμενος;” ἐπελ‐ θὼν δὲ καὶ τὸ πρὸς αὐτὸν ἐπιστόλιον ὁ Ἰουλιανὸς πρὸς τὴν
15συμβουλὴν τοῦ ἀποθέσθαι τὸ βασίλειον σχῆμα καὶ αὖθις ἑλέ‐ σθαι τὸ Καίσαρος, ἔφη πρὸς τὸν κοιαίστωρα ὅτι “ποιήσω τοῦτο, ἀλλὰ γνώμῃ τῶν στρατευμάτων.” ὁ δέ γε κοιαίστωρ φοβηθείς,
ὡς, εἰ τοῖς στρατιώταις τοῦτο ἐκφήνειεν ὁ Ἰουλιανός, παρὼν53

54

αὐτὸς διασπασθήσεται παρ’ αὐτῶν, ἐδεῖτο μή τι τούτων τῷ στρατιωτικῷ κοινώσασθαι ὄχλῳ. ἀπογνοὺς μέντοι δυνήσεσθαί τι τῶν αὐτῷ προστεταγμένων ἀνύσαι, ὑπέστρεψε μετὰ γραμ‐ μάτων τοῦ τυραννήσαντος, ἀναιδῶς ὀνειδιζόντων τὸν αὐτοκρά‐
5τορα καὶ ἐπιπληττόντων ὡς πλεῖστα ἐξαμαρτόντα κατὰ τοῦ γένους αὐτοῦ καὶ ἀπειλούντων αὐτὸν γενήσεσθαι τιμωρὸν τῶν ἀδίκως παθόντων. Καὶ ὁ μὲν ἀπῄει πρὸς τὸν Κωνστάντιον· ὁ τύραννος δὲ πολλοὺς εἰδὼς ἐν τοῖς αὐτῷ συνοῦσι τὰ Κωνσταντίου φρονοῦν‐
10τας πάντας ἐκεῖθεν ἐξήλασεν, αὐτὸς δὲ πρὸς ἐμφύλιον ἡτοι‐ μάζετο πόλεμον. ἐν τούτοις καὶ ἡ αὐτοῦ γυνὴ τελευτᾷ, ὡς μέν τινές φασι, τίκτουσα παρ’ αὐτῷ, ὡς δ’ ἕτεροι, ἤδη ἐκ‐ βεβλημένη. ἐκεῖνος δὲ τοὺς στρατιώτας συναγαγὼν ἐπὶ τὸν ἐμφύλιον ἠρέθιζε πόλεμον καὶ συνεβούλευε δεῖν αὐτοὺς κατὰ
15τοῦ Κωνσταντίου χωρῆσαι καὶ μὴ μένειν ἐκεῖνον κατ’ αὐτῶν ἐπελθεῖν. ἤδη δὲ τὴν εἰς Χριστὸν ἐξομοσάμενος πίστιν ηὐλα‐ βεῖτο διὰ τοῦτο τοὺς στρατιώτας, εἰδὼς σχεδὸν ξύμπαντας χρι‐ στιανούς. διὸ συσκιάζων τὴν ἑαυτοῦ κακίαν ἕκαστον ἐκέλευε
θρησκεύειν ὡς βούλοιτο. αὐτὸς δὲ τῆς γενεθλίου τοῦ Σωτῆρος54

55

ἡμέρας ἐφεστηκυίας εἰσῆλθεν εἰς τὸν ναὸν καὶ προσκυνήσας, ἵν’ ὁμόδοξος τοῖς στρατιώταις δοκῇ, ἀπῆλθεν. ἐπέστησε δὲ καὶ ταῖς ἀρχαῖς οὓς ἐκεῖνος ἠβούλετο· καὶ οὕτως ᾔει πρὸς τὸν ἐμφύλιον πόλεμον. ἔλεγε δὲ μὴ κατὰ τοῦ Κωνσταντίου χωρεῖν,
5ἀλλ’ ἐθέλειν εἰς ἓν συνελθεῖν τὰ ἑῷα στρατεύματα καὶ τὰ ἑσπέρια, ἵν’ ὁμοῦ γενόμενα τὸν αὐτῶν ἐκλέξωνται βασιλεύσοντα. ηὔχει δὲ καὶ προεγνωκέναι τὴν ἡμέραν καθ’ ἣν τεθνήξεται ὁ Κωνστάντιος, ἐν ὀνείρῳ αὐτὴν μυηθεὶς δι’ ἐπῶν ταῦτα φρα‐ ζόντων·
10
Ζεὺς ὅταν εἰς πλατὺ τέρμα μόλῃ κλυτοῦ ὑδροχόοιο,
παρθενικῆς δὲ Κρόνος μοίρης βαίνῃ ἐπὶ πέμπτης
εἰκοστῆς, βασιλεὺς Κωνστάντιος Ἀσίδος αἴης
τέρμα φίλου βιότου στυγερὸν καὶ ἐπώδυνον ἕξει. τέθνηκε δὲ ὁ Κωνστάντιος τὰ μὲν τῶν Περσῶν λιπών (ἐπεὶ
15καὶ ὁ ἐκείνων βασιλεὺς ἐπ’ οἶκον ἀνεχώρησε), κατὰ δὲ τοῦ
τυραννήσαντος ἐπιών. φροντίσι γὰρ πολλαῖς συνεχόμενος κἀν‐55

56

τεῦθεν συνεχεῖ ληφθεὶς πυρετῷ χολήν τε ἀναγαγὼν μέλαιναν ἐτελεύτησεν ἐν Μόψου κρήνῃ (κεῖται δὲ αὕτη κατὰ τὴν τοῦ Ταύρου ὑπώρειαν), ἐπὶ τρισίν, ὡς λέγεται, μεμφόμενος ἑαυτῷ, τῷ φόνῳ τῶν συγγενῶν (οὐ γὰρ τὸν Γάλλον μόνον ἀπέκτεινεν,
5ὡς εἴρηται ἤδη, ἀλλὰ καὶ τοὺς ἀδελφοὺς τοῦ οἰκείου πατρός), τῇ ἀναρρήσει τοῦ Ἰουλιανοῦ καὶ τῇ καινοτομίᾳ τῆς πίστεως. Ἦν δὲ ὁ αὐτοκράτωρ οὗτος εὐμενὴς μὲν τοῖς ὑπηκόοις, δικαιοσύνῃ δὲ περὶ τὰς κρίσεις στοιχῶν, περὶ τὴν δίαιταν ἐγ‐ κρατής, ἐν ταῖς τῶν ἡγεμονιῶν καὶ ταῖς τῶν ἀξιωμάτων δια‐
10νομαῖς τοῦ προσήκοντος στοχαζόμενος, μηδένα τῇ γερουσίᾳ συντάσσων, ὃς οὐ παιδείας μετείληχεν οὐδὲ ἤσκητο πρὸς τὸ λέγειν καὶ ᾔδει γράφειν ἐμμέτρως τε καὶ πεζῶς. περὶ δὲ τὴν πίστιν ὑπῆρχεν οὐκ εὐαγής· οὐ γὰρ τῇ πατρικῇ εὐσεβείᾳ ἐστοί‐ χησεν, ἀλλὰ προσέθετο τοῖς ἀρειανίζουσι σπουδῇ τοῦ τῶν βα‐
15σιλικῶν εὐνούχων πρωτεύοντος Εὐσεβίου· ὅθεν καὶ τὸν θεῖον Ἀλέξανδρον, ὃς μετὰ τὸν ἱερὸν Μητροφάνην πατριάρχης τῆς νέας Ῥώμης κεχειροτόνητο, ἠνάγκαζεν εἰς κοινωνίαν τὸν Ἄρειον δέξασθαι, ὁ δὲ οὐ κατένευε· διὸ καὶ σύνοδον ὁ βασιλεὺς συγ‐
κροτηθῆναι προσέταξεν. ὥριστο οὖν τῇ συνόδῳ ἡμέρα· καὶ56

57

ὁ Ἀλέξανδρος κατὰ τὴν ἑσπέραν ἐκείνην εἰς τὸ θυσιαστήριον εἰσελθὼν καὶ πρηνῆ καταβαλὼν ἑαυτὸν ἐδέετο τοῦ θεοῦ μὴ παραχωρῆσαι τὸν λύκον, τὸν Ἄρειον δηλαδή, εἰς τὴν ποίμνην αὐτοῦ εἰσελθεῖν “ἢ ἐμὲ πρότερον τῆς ζωῆς ἀπόλυσον” ἔλεγε.
5ταῦτα περιπαθῶς ἠντιβόλει σὺν δάκρυσιν. ἕωθεν οὖν ἄρτι τῆς συνόδου συνισταμένης ὁ Ἄρειος ἀπῄει μέγα φρονῶν. καὶ ἀπιὼν νύττεται τὴν γαστέρα πρὸς ἔκκρισιν κοιλίας καὶ κύστεως. παρ‐ εκκλίνας τε τῆς ὁδοῦ κεκάθικεν ἀποσκυβαλίσασθαι τὸ περίτ‐ τωμα· συνεξερρύη δὲ τῇ κόπρῳ καὶ τὰ ἔγκατα τοῦ δειλαίου,
10βιαίως ἀπορρήξαντος τὴν ζωήν. Ὁ μέντοι πατριάρχης Ἀλέξανδρος εἴκοσι πρὸς τρισὶν ἀρ‐ χιερατεύσας ἐνιαυτοὺς μετήλλαξε τὴν ζωήν, καὶ ἀντεισήχθη παρὰ τῶν ὀρθοδόξων εἰς τὸν θρόνον τῆς Κωνσταντινουπόλεως Παῦλος ὁ ὁμολογητής. ἐπανελθὼν δ’ ὁ Κωνστάντιος ἐξ Ἀν‐
15τιοχείας μεθίστησι τοῦ θρόνου αὐτὸν καὶ ἀντικαθίστησι τὸν Νικομηδείας Εὐσέβιον, αἱρεσιώτην Ἀρείου τυγχάνοντα. ὁ δὲ ἅγιος Παῦλος τῷ πάπᾳ τῆς Ῥώμης προσελθὼν Ἰουλίῳ καὶ ὑπ’ αὐτοῦ εἰς τὸν θρόνον καταστὰς Κωνσταντινουπόλεως αὖθις
ὑπὸ Κωνσταντίου διώκεται καὶ σταλεὶς ὑπερόριος ὑπὸ Ἀρεια‐57

58

νῶν ἀναιρεῖται. τοῦ δ’ Εὐσεβίου θανόντος ὁ πνευματομάχος παρὰ τῶν Ἀρειανῶν εἰς τὸν τῆς νέας Ῥώμης θρόνον ἀνάγεται Μακεδόνιος, ὃς ὑπερφρονήσας μετήνεγκε τὸ ἱερώτατον σῶμα τοῦ ἐν ἁγίοις Κωνσταντίνου ἐκ τοῦ τῶν ἁγίων ἀποστόλων ναοῦ
5εἰς τὸ τοῦ ἁγίου μάρτυρος Ἀκακίου θεῖον τεμένισμα. διόπερ ἐξώργιστο ὁ Κωνστάντιος καὶ πρὸς τὴν πατρικὴν πόλιν ἐπανελ‐ θὼν τὸν Μακεδόνιον ἔτος ἓν ἠνυκότα τοῦ θρόνου κατέσπασέ τε καὶ ὑπερώρισε, καθίδρυσε δ’ ἐν αὐτῷ τὸν Εὐδόξιον, τὰ τοῦ Ἀρείου πρεσβεύοντα, ἐπὶ δέκα ἐνιαυτοὺς ἀρχιερατεύσαντα.
10μετεκόμισε δ’ αὖθις τὸ σῶμα τοῦ οἰκείου πατρὸς εἰς τὸν τῶν ἁγίων ἀποστόλων ναόν. Οὗτος δὴ οὖν ὁ Κωνστάντιος καὶ τὰ τῶν ἁγίων ἀποστό‐ λων ἱερώτατα σώματα Ἀνδρέου τε καὶ Λουκᾶ διὰ τοῦ δουκὸς Ἀλεξανδρείας, ὕστερον δὲ καὶ καλλινίκου μάρτυρος Ἀρτεμίου,
15εἰς τὸ πατρῷον ἀνεκόμισεν ἄστυ καὶ ἐν τῷ ναῷ τῶν ἁγίων ἀποστόλων ἀπεθησαύρισε τοῦ θυσιαστηρίου ἐντός. Γαμετὴ δὲ αὐτῷ ἦν Εὐσεβία, ἣ ἐπὶ κάλλει γέγονε περι‐
βόητος. περὶ δὲ τὸν γαμέτην ἠτύχησε μαλθακὸν ὄντα καὶ τὰ58

59

πρὸς ἀφροδίτην νωθέστερον ἐκ νόσων τε καὶ ἐκ φύσεως. ὅθεν κατὰ βραχὺ φθίνουσα τοῦ Κωνσταντίου προτέθνηκεν, ἄπαις διὰ βίου μείνασα· ὡς δέ τινες λέγουσι, καὶ μητρομανίας νοσή‐ ματι περιπεσοῦσα ἐξέλιπε. λέγεται δὲ καὶ πρὸς τὸ ἱππεύειν
5καὶ ἀκοντίζειν περιδέξιος ὁ Κωνστάντιος εἶναι καὶ λόγοις ὡμι‐ ληκέναι, ὡς ἔπος δύνασθαι συντιθέναι. Ἀγγελθείσης δὲ τῷ Ἰουλιανῷ τῆς τοῦ Κωνσταντίου τελευ‐ τῆς τὰ μὲν στρατεύματα Αὔγουστον αὐτὸν ἀνευφήμησαν, ἐκεῖ‐ νος δὲ τὸ βασιλικὸν ἀμείψας σχῆμα καὶ πενθῆρες ἐνδὺς σκυ‐
10θρωπάζων ὦπτο. καὶ δημόσιον ἐπὶ τῷ τελευτήσαντι βασιλεῖ κατ’ ἔθος πεποίηκε πένθος. εἶτα ἐπὶ τὸ Βυζάντιον ὥρμησε· καί οἱ προσυπήντησεν ἡ σύγκλητος καὶ ὁ δῆμος καὶ σὺν εὐ‐ φήμοις φωναῖς προῆλθεν εἰς τὰ βασίλεια, καὶ τῆς τῶν κοινῶν διοικήσεως ἥψατο. τὸ δὲ τοῦ Κωνσταντίου σῶμα τὸ σὺν ἐκείνῳ
15στρατιωτικὸν καὶ οἱ ἄρχοντες ἐπ’ ὀχήματος εἰς Κωνσταντινού‐ πολιν διεκόμισαν· ὃ καὶ ὁ Ἰουλιανὸς προσυπήντησε καὶ παρέ‐
πεμψε, περιελόμενος τῆς κεφαλῆς τὸ διάδημα. κατετέθη δὲ59

60

ὁ τοῦ τελευτήσαντος νεκρὸς αὐτοκράτορος ἐν τῷ τῶν ἁγίων ἀποστόλων ναῷ. Πολλοὺς δὲ τῶν περὶ τὰ βασίλεια ὁ Ἰουλιανὸς τοὺς μὲν ἀνεῖλε, τοὺς δὲ ὑπερώρισε καὶ τῶν οὐσιῶν ἀπεστέρησε. ταῖς
5δὲ λοιπαῖς τῆς βασιλείας διοικήσεσι καὶ τὸ δικάζειν συνέταττε. ποτὲ γοῦν δικάζων τινὶ κεκλοφέναι κατηγορουμένῳ δημόσια χρήματα καὶ τὴν κλοπὴν ἀρνουμένῳ, ἐπεὶ ὁ κατήγορος “τίς” ἔφη “βασιλεῦ, ἐπ’ ἐγκλήματι δίκην ὑπόσχῃ, εἰ ἐξ ἀρνήσεως ὠφελοῖντο οἱ αἰτιώμενοι;” ἐκεῖνος ἀνταπεκρίνατο “καὶ τίς ἔσται
10ἀναίτιος, εἰ ἐλέγχων ἄνευ πιστεύοιντο οἱ κατήγοροι;” ἐχρημά‐ τιζε δὲ καὶ πρέσβεσιν ἐκ διαφόρων ἐθνῶν σταλεῖσι πρὸς τὸν Κωνστάντιον. καὶ τὰ στρατεύματα δὲ ἐπεσκέπτετο καὶ ἐξήταζε, τὸ πολύ τε τῆς βασιλικῆς θεραπείας ἀπεπέμψατο. κουρέα τε ζητήσας, ὡς προσῆλθεν αὐτῷ τοῦ Κωνσταντίου κουρεὺς πολυ‐
15τελῶς ἐσταλμένος, κουρέα ζητεῖν εἶπεν, ἀλλ’ οὐ συγκλητικόν, καὶ αὐτὸν ἀπεπέμψατο. καὶ μάγειρον δὲ τῶν βασιλικῶν ἐν ἐσθῆτι λαμπροτέρᾳ τῆς ὑπουργίας αὐτοῦ θεασάμενος καὶ τὸν ἑαυτοῦ μετεπέμψατο μάγειρον κατὰ μάγειρον ἐσταλμένον· καὶ
ἤρετο τοὺς παρόντας, πότερον αὐτῶν κρίνοιεν μάγειρον. τῶν60

61

δὲ τὸν εὐτελῶς εἰπόντων ἐσκευασμένον, παρῃτήσατο τὸν λοιπόν. ταῦτα δ’ ἐποίει δόξαν θηρῶν ἐκ τοῦ δοκεῖν ἀπέριττος καὶ ὄντως φιλόσοφος. τοῖς στρατιώταις δὲ διανείμας χρήματα εἰς τὸν κατὰ Περσῶν ἡτοιμάζετο πόλεμον.
5 Αὐτοκράτωρ δὲ γεγονὼς καὶ ἑαυτῷ τὴν ἀρχὴν κρατυνά‐ μενος αὐτίκα εἰς προῦπτον ἐξερράγη ἑλληνισμόν. ἐξωμόσατο μὲν γὰρ πρότερον, ὡς εἴρηται, τὰ χριστιανῶν, οὐ μὴν εἰς τοὐμ‐ φανὲς ἐκρῆξαι τὴν ὠδῖνα τῆς ἀσεβείας ἐτόλμησε. λέγεται γὰρ ὅτι ἔρωτα τρέφων τῆς βασιλείας καὶ ὡς ὑπὸ σποδιᾷ τοῦτον
10κρύπτων ἐν τῇ ψυχῇ μάντεσι προσῄει καὶ γόησιν, εἰ τοῦ κρά‐ τους τεύξεται πυνθανόμενος, καὶ παρ’ ἐκείνων διέφθαρτο καὶ μετήνεκτο εἰς ἑλληνισμόν. τυχὼν δὲ τοῦ κράτους τοῖς ἀν‐ εφίκτοις κρίμασι τοῦ θεοῦ πολλοὺς εἰργάσατο μάρτυρας· οὕτω γὰρ ἐξεμάνη κατὰ χριστιανῶν ὡς καὶ κωλύειν αὐτοὺς μαθη‐
15μάτων μετέχειν Ἑλληνικῶν, μὴ δεῖν λέγων μύθους αὐτὰ ὀνο‐ μάζοντάς τε καὶ διαβάλλοντας τῆς ἐξ αὐτῶν ὠφελείας ἀπο‐ λαύειν καὶ δι’ αὐτῶν ὁπλίζεσθαι κατ’ αὐτῶν. ὅθεν τῶν παίδων
τῶν χριστωνύμων εἱργομένων μετιέναι τοὺς ποιητὰς ὁ Ἀπολι‐61

62

νάριος λέγεται εἰς τὴν τοῦ Ψαλτηρίου ὁρμηθῆναι παράφρασιν καὶ ὁ μέγας ἐν θεολογίᾳ Γρηγόριος εἰς τὴν ποίησιν τῶν ἐπῶν, ἵν’ ἀντὶ τῶν Ἑλληνικῶν μαθημάτων ταῦτα οἱ νέοι μανθάνον‐ τες τήν τε γλῶσσαν ἐξελληνίζωνται καὶ τὰ μέτρα διδάσκωνται.
5 Οὗτος καὶ τὸν ἐν Ἱεροσολύμοις ἀνεγεῖραι ναὸν τοῖς Ἰου‐ δαίοις ἐπέτρεψε. κἀκείνων σπουδῇ πολλῇ καὶ μεγάλαις δαπά‐ ναις τῆς οἰκοδομῆς ἀρξαμένων καὶ ὀρύττειν τὴν γῆν εἰς κατα‐ βολὴν θεμελίων ἐπιχειρούντων πῦρ λέγεται τῶν ὀρυγμάτων ἀθρόον ἀναδιδόμενον καταφλέγειν τοὺς σκάπτοντας, ὡς ἀναγ‐
10κασθῆναι αὐτοὺς τῆς οἰκοδομῆς ἀποσχέσθαι. Εὐσέβιον δὲ τὸν εὐνοῦχον ὡς τὸν φόνον τοῦ ἀδελφοῦ αὐτοῦ Γάλλου κατεργασά‐ μενον ἔκτεινε καὶ τοὺς ἄλλους πάντας εὐνούχους τοῦ παλατίου ἐξήλασε. διιόντα δέ ποτε τὸν παραβάτην περὶ Χαλκηδόνα ὁ ταύτης ἐπίσκοπος Μάρις ἀλάστορα καὶ ἀρνησίχριστον ἐκάλει.
15ὁ δὲ τὸ ἀνεξίκακον προσποιούμενος “ἄπιθι” εἶπε “ταλαίπωρε62

63

καὶ ἀποκλαίου σου τῶν ὀμμάτων τὴν πήρωσιν” (ἦν γὰρ πάσχων ταύτην ἐξ ἐπιχύσεως). ὁ δὲ “εὐχαριστῶ τῷ σωτῆρί μου Χρι‐ στῷ” ἀντεπήνεγκεν, “ὅτι μου προεμηθεύσατο μὴ ἰδεῖν τὸ ἀναι‐ δές σου καὶ ἀσεβέστατον πρόσωπον.”
5 Κατὰ Περσῶν δὲ τὴν στρατιὰν κινήσας κατήντησεν εἰς Ταρσὸν τῆς Κιλικίας πόλιν ἐπιφανῆ· ἔνθα γενομένῳ Ἀρτέμιος προσῆλθεν ὁ τοῦ Ἀσκληπιοῦ ἱερεύς—ἦν γὰρ ἐν Αἰγαῖς (πόλις δὲ καὶ αὗται τῆς Κιλικίας) περίφημον Ἀσκληπιοῦ ἱερόν— καὶ ᾔτησεν αὐτὸν τοὺς κίονας, οὓς ἔτυχεν ἀφελόμενος ἐκ τού‐
10του τοῦ ἱεροῦ ὁ ἀρχιερεὺς τοῦ λαοῦ τῶν χριστιανῶν καὶ ἐποι‐ κοδομήσας αὐτοῖς οἰκεῖον ναόν, ἀποκαταστῆναι αὖθις τῷ ἱερῷ τοῦ Ἀσκληπιοῦ. καὶ ὁ παραβάτης αὐτίκα τοῦτο γενέσθαι προσέταξε δαπάναις τοῦ ἐπισκόπου. μόλις οὖν οἱ Ἕλληνες καὶ πόνοις πολλοῖς καὶ ἀναλώμασι πλείστοις ἕνα τῶν κιόνων καθ‐
15ελόντες καὶ μέχρι τῆς φλιᾶς τῆς πύλης τῆς ἐκκλησίας σὺν μη‐ χανήμασιν ἀγαγόντες, καὶ χρόνῳ συχνῷ περαιτέρω προενεγκεῖν ἐκεῖνον οὐκ ἠδυνήθησαν· καὶ καταλιπόντες αὐτὸν ἀνεχώρησαν. τοῦ δὲ Ἰουλιανοῦ θανόντος αὖθις αὐτὸν ὁ ἐπίσκοπος ἀνορ‐
θώσας ῥᾷστα εἰς τὸν τόπον τὸν ἑαυτοῦ ἐπανήγαγε.63

64

Γενομένου δὲ τοῦ Ἰουλιανοῦ εἰς Ἀντιόχειαν καὶ συνεχῶς προϊόντος εἰς τὸ τῆς Δάφνης χωρίον, ἐν ᾧ τοῦ Ἀπόλλωνος ἄγαλμα, ἔργον τι πρὸς τέχνην θαυμάσιον, ἵδρυτο, καὶ θυσίας αὐτῷ ποιοῦντος, οἱ Ἀντιοχεῖς ἀποσκώπτοντες εἰς αὐτὸν θύτην
5ἔλεγον καὶ οὐ βασιλέα σφίσιν ἐπιδημῆσαι. καὶ διὰ τὸ καθει‐ μένον ἔχειν ἐκεῖνον τὸν πώγωνα τράγον αὐτὸν ὠνόμαζον οἱ αὐτοὶ καὶ πρὸς σχοίνων πλοκὴν ἔλεγον αὐτὸν ἐπιτήδειον. ὁ δὲ ἀντεπισκώπτων αὐτοῖς εἰς βλακείαν καὶ θρύψιν καὶ τρυφερό‐ τητα ἔλεγε μὴ παρέχειν τοῖς Ἀντιοχεῦσι τὸν πώγωνα εἰς σχοί‐
10νων πλοκήν, ἵνα μὴ τῇ τούτου τραχύτητι θλιβεῖεν αἱ χεῖρες αὐτῶν· πρὸς οὓς καὶ λόγον ἔγραψεν, ὃς ἐπιγέγραπται Ἀντιο‐ χικὸς ἢ Μισοπώγων. ἔθυε δὲ τῷ Δαφναίῳ Ἀπόλλωνι ἑκα‐ τόμβας ὅλας, χρησμὸν ζητῶν ἐξ αὐτοῦ. ὡς δ’ ἦν τὸ εἴδωλον ἐκεῖνο κωφόν, οἱ νεωκόροι τὴν αἰτίαν τῆς σιωπῆς ἀπαιτούμενοι
15διὰ τοὺς κειμένους ἐκεῖ νεκροὺς σιωπᾶν τὸ ἄγαλμα ἔλεγον. ἦσαν γὰρ ἐκεῖ ἑτέρων τε μαρτύρων κείμενα λείψανα καὶ τοῦ ἱερομάρτυρος δὲ Βαβύλα. πάντα τοίνυν μετατεθῆναι ἐκεῖθεν
προσέταξεν Ἰουλιανός. ὡς δὲ μετηνέχθησαν, σκηπτὸς ἐνσκήψας64

65

νυκτὸς τῇ Δάφνῃ καὶ τὸν ναὸν καὶ τὸ ἄγαλμα ἀπετέφρωσεν. οἰηθεὶς οὖν ἐξ ἐπιβουλῆς χριστιανῶν γενέσθαι τὸν ἐμπρησμὸν ὁ ἀλάστωρ ἐκεῖνος καὶ ἐκμανεὶς τὰς τῶν πιστῶν ἐκκλησίας ἀπέκλεισεν. ὑπ’ αὐτοῦ καὶ ὁ μέγας Ἀρτέμιος ἐκολάσθη μὲν
5ὡς χριστιανός, ἐπήνεκτο δὲ αὐτῷ ὁ τοῦ Γάλλου φόνος αἰτίαμα, καὶ οἱ πρεσβύτεροι Εὐγένιος καὶ Μακάριος ὑπὸ τούτου κολα‐ σθέντες τῶν μαρτυρικῶν στεφάνων κατηξιώθησαν, καὶ οἱ ἐκ Περσίδος πρὸς αὐτὸν σταλέντες πρεσβείας χάριν Μανουήλ, Σαβὲλ καὶ Ἰσμαὴλ καὶ πολλοὶ ἄλλοι.
10 Στρατεύσας δὲ κατὰ Περσῶν πρότερον μὲν εὐτύχησε καὶ πόλεις εἷλέ τινας καὶ πολλοὺς ἀνεῖλε καὶ λείας πολλῆς καὶ αἰχμαλώτων ἐκράτησε καὶ Κτησιφῶντα ἐπολιόρκει. εἶτ’ ἀθρόον τῶν πραγμάτων αὐτῷ εἰς τὸ χεῖρον περιτραπέντων αὐτός τε καὶ τοῦ στρατεύματος τὸ πλέον ἀπώλετο. οἱ γὰρ Πέρσαι ἀπο‐
15γνόντες καὶ εἰς ὄλεθρον ἑαυτοὺς εἰσωθεῖν προφανῆ ἐβουλεύ‐ οντο, ἵνα τι κατεργάσωνται τοὺς Ῥωμαίους δεινόν. δύο γοῦν ἐν σχήματι αὐτομόλων τῷ βασιλεῖ προσερρύησαν καὶ νίκην
αὐτῷ κατὰ Περσῶν, εἰ ἕποιτο αὐτοῖς, ἐπηγγέλλοντο. ἐᾶσαι γὰρ65

66

τὸν ποταμὸν αὐτῷ συνεβούλευον καὶ τὰς τριήρεις ἃς ἐπήγετο κατακαῦσαι καὶ τὰ ἄλλα πλοῖα τὰ φορτηγά, ἵνα μὴ τούτοις οἱ πολέμιοι χρήσαιντο, αὐτῶν δ’ ἡγουμένων δι’ ἑτέρων ὁδῶν ἀγα‐ γεῖν τὰ στρατεύματα ἀκινδύνως τε καὶ δι’ ὀλίγου τὰ τῆς Περ‐
5σίδος κατειληφέναι ἐνδότερα καὶ εὐμαρῶς κυριεῦσαι αὐτῆς. τούτοις φρενοβλαβῶς ὁ ἀλιτήριος ἐκεῖνος πεισθείς, καὶ ταῦτα πολλῶν λεγόντων αὐτῷ καὶ αὐτοῦ τοῦ Ὁρμίσδου δόλον εἶναι τὸ πρᾶγμα, πῦρ ἐνέβαλε ταῖς ναυσὶ καὶ πάσας κατέκαυσε πλὴν δυοκαίδεκα. ἦσαν δὲ τριήρεις μὲν ἑπτακόσιαι, φορτηγοὶ δὲ
10τετρακόσιαι. ἤδη δ’ ἐκείνων ἐκτεφρωθεισῶν, ἐπεὶ πολλοὶ τῶν ταξιαρχῶν ἐνέδραν καὶ δόλον ἐνίσταντο εἶναι τὰ παρὰ τῶν αὐτομόλων ἐκείνων λεγόμενα, μόλις που κατένευσεν ἐτασθῆναι τοὺς ψευδαυτομόλους· οἳ ἐτασθέντες βασάνοις ἐξέφηναν τὸ ἀπόρρητον.
15 Οἱ μὲν οὖν οὕτως ἀπατηθῆναί φασι τὸν Ἰουλιανόν, οἱ δὲ ἀπειπάμενον λέγουσι τὴν πρὸς Κτησιφῶντα πολιορκίαν δι’ ὀχυ‐ ρότητα καὶ ὅτι καὶ τῷ στρατεύματι τὰ ἀναγκαῖα ἐπέλιπον,
ἐπανόδου μνησθῆναι· ἀπιοῦσι δὲ ἐπιφανῆναι τοὺς Πέρσας ὄπι‐66

67

σθεν καὶ τοὺς οὐραγοῦντας ταράττειν· τοὺς Γάλλους δ’ ὀπι‐ σθοφυλακοῦντας ἀντιτάξασθαι τοῖς πολεμίοις γενναιότερον καὶ πολλοὺς αὐτῶν ἀνελεῖν, οὐ τῶν τυχόντων μόνον, ἀλλὰ καὶ τῶν παρ’ ἐκείνοις ἐπιφανῶν. ἐνδείᾳ δὲ τῶν ἐπιτηδείων οἱ Ῥωμαῖοι
5σφοδρῶς ἐπιέζοντο. Ἰουλιανὸς δ’ ἐν ἀπορίᾳ τοῦ τί δεῖ πράτ‐ τειν καὶ ὅθεν ἐπανιέναι χρεὼν καταστάς, εἵλετο διὰ τῆς ὀρει‐ νῆς τὴν πορείαν ποιήσασθαι. τοῦτο οἱ Πέρσαι κατανοήσαντες καὶ εἰς ταὐτὸν ἀθροισθέντες τοῖς Ῥωμαίοις ἐπέθεντο· καὶ κατὰ μὲν τὸ εὐώνυμον κέρας ἐκράτουν Ῥωμαῖοι, κατὰ δέ γε τὸ
10δεξιὸν ἠλαττοῦντο. ὃ γνοὺς Ἰουλιανὸς ἀμύνειν τοῖς ἡττωμένοις ἠπείγετο. ἔτυχε δὲ διὰ βάρος καὶ τὴν ἐκ τοῦ ἡλίου φλόγωσιν (θέρους γὰρ ἦν ὥρα) τὸν θώρακα ἐκδυσάμενος. ἐν μέσοις οὖν τοῖς πολεμίοις γενόμενος δόρατι βάλλεται κατὰ τῆς πλευρᾶς. λέγεται δὲ ὅτι σφοδροῦ τότε πνεύσαντος πνεύματος ἀχλὺς βα‐
15θεῖα τοῦ ἀέρος τοῦ ἐκεῖ κατεσκέδαστο· τὰ γὰρ πλήθη τῶν στρατευμάτων πολὺν ἐκίνουν κονιορτόν, ὡς μηδὲ γινώσκειν οὔθ’ ὅποι εἰσὶν οὔθ’ ὅ, τι πράττοιεν· ἄδηλον δ’ εἶναι ὅθεν ἡ αὐτὸν πλήξασα αἰχμὴ κατ’ ἐκείνου ἐβέβλητο, εἴθ’ ὑπὸ πολε‐
μίου εἴθ’ ὑπό τινος τῶν αὐτοῦ εἴτ’ ἐκ θειοτέρας δυνάμεως·67

68

ᾄδεται γὰρ καὶ ταῦτα. διό φασιν αὐτὸν ἐκ τοῦ καταρρέοντος τοῦ τραύματος αἵματος κοίλῃ δεξάμενον τῇ χειρὶ καὶ τοῦ ἀέρος τοῦτο κατασκεδάσαντα εἰπεῖν “κορέσθητι, Ναζωραῖε.” Καὶ ὁ μὲν οὕτως ἀσεβῶς ζήσας βιαίως τὴν ψυχὴν ἐξ‐
5ηρεύξατο, βασιλεύσας ἔτη δύο. τὸ δὲ σῶμα αὐτοῦ ἡ στρατιὰ εἰς Ταρσὸν τῆς Κιλικίας κομίσασα ἔθαψεν ἐν προαστείῳ τῆς πόλεως· οὗ τῷ τάφῳ καὶ τόδε τὸ ἐπίγραμμα ἐπεγράφη·
Κύδνῳ ἐπ’ ἀργυρόεντι ἀπ’ Εὐφρήταο ῥοάων
Περσίδος ἐκ γαίης ἀτελευτήτῳ ἐπὶ ἔργῳ
10
κινήσας στρατιὴν τόδ’ Ἰουλιανὸς λάχε σῆμα,
ἀμφότερον βασιλεύς τ’ ἀγαθὸς κρατερός τ’ αἰχμητής. ὕστερον δὲ ἀνεκομίσθη εἰς τὴν βασιλίδα τῶν πόλεων. Ἦν δ’ ἐκεῖνος περὶ δόξαν ἐπτοημένος καὶ ἐπὶ τοῖς τυχοῦ‐
σιν ἐπαινεῖσθαι βουλόμενος, ἐφ’ οἷς δ’ ἐσφάλλετο διορθούμενος68

69

παρὰ τῶν φίλων οὐκ ἤχθετο. ἦν δὲ καὶ παντοδαπῆς σοφίας μετειληχὼς καὶ μάλιστα τῆς περιττοτέρας, περὶ τὴν δίαιταν ἐγ‐ κρατής, ὥστε καὶ τὰ φυσικὰ ταῦτα διαφυγγάνειν, ἐρυγὰς καὶ τὰς ἐκκρίσεις τὰς διὰ στόματος. ἔλεγε δὲ χρῆναι τὸν φιλόσο‐
5φον, εἰ οἷόν τε, μηδὲ ἀναπνεῖν. φασὶ δὲ αὐτὸν ἐν Ἀντιοχείᾳ ὄντα ὄναρ ἰδεῖν νεανίαν ξανθὸν τὴν κόμην εἰρηκότα αὐτῷ ὡς “ἐν Φρυγίᾳ τελευτῆσαί σε δεῖ.” ὅτε οὖν ἐπλήγη, ἤρετο τοὺς παρόντας ὅπως ὁ τόπος καλοῖτο· ὡς δ’ ἤκουσε Φρυγίαν κα‐ λεῖσθαι αὐτόν, ἀνέκραξεν “ὦ ἥλιε, ἀπώλεσας Ἰουλιανόν.” λέ‐
10γεται δὲ κατ’ αὐτὴν τὴν ἡμέραν καθ’ ἣν ἐτελεύτησεν ἐν Ἀν‐ τιοχείᾳ γνωσθῆναι τὸν θάνατον αὐτοῦ. τινὰ γὰρ τῶν τῆς τάξεως τοῦ ἐκεῖσε δικαστηρίου, Ἕλληνα κἀκεῖνον καὶ τῆς αὐτῆς θρη‐ σκείας τῷ παραβάτῃ, διανυκτερεύοντα περὶ τὴν φυλακὴν τοῦ ἀρχείου συνθήκην ἀστέρων ἐν οὐρανῷ θεάσασθαι γράμματα
15ἐκτυποῦσαν λέγοντα “σήμερον ἐν Περσίδι Ἰουλιανὸς ἀναιρεῖται.” σημειωθείσης οὖν τῆς ἡμέρας, μετὰ ταῦτα ἐγνώσθη ὅτι κατ’
ἐκείνην τὴν ἡμέραν ἀνῄρητο. καὶ ὁ μὲν τριάκοντα πρὸς ἑνὶ69

70

βιώσας ἐνιαυτοὺς οὕτως ὡς εἴρηται ἀπεβίω. ὁ δὲ διὰ τῶν ἀστέρων τὴν ἐκείνου προμυηθεὶς τελευτὴν ἀφορμὴν ἔσχε πρὸς εὐπιστίαν τὸ ὅραμα. Τελευτήσαντος δὲ Ἰουλιανοῦ ψήφῳ κοινῇ Ἰοβιανὸς εἰς τὴν
5αὐταρχίαν προυκέκριτο, τότε χιλιαρχῶν, ἀνὴρ εὐσεβής, υἱὸς Βαρωνιανοῦ χρηματίσαντος κόμητος. ὁ δ’ ἦν τὴν βασιλείαν ἀπαναινόμενος· καὶ τὴν αἰτίαν ἐρωτηθεὶς ἐξεβόησε χριστιανὸς εἶναι καὶ μὴ ἀνέχεσθαι βασιλεύειν στρατοῦ ἑλληνίζοντος. καὶ εὐθὺς ὁμοφώνως ὡς ἐκ συνθήματος ἅπαντες ἀντεβόησαν εἶναι
10χριστιανοί. καὶ οὕτως ἐκεῖνος δεξάμενος τὴν ἀρχὴν τοῖς Πέρ‐ σαις ἐσπείσατο, οὐ προσηκούσας Ῥωμαίοις σπονδὰς ἐξ ἀνάγκης πεποιηκώς. τῆς γὰρ Νισίβεως καὶ Σιγγάρας, πόλεων περι‐ φανῶν, ἐξέστη αὐτοῖς, μετοικίσας τοὺς κατοίκους τῶν πόλεων· ὑφ’ ὧν θρηνούντων καὶ ἀναίδην ἐβλασφημεῖτο. ἀλλὰ καὶ
15χωρῶν αὐτοῖς πολλῶν παρεχώρησε καὶ δικαίων Ῥωμαίοις ἀνη‐ κόντων ἀνέκαθεν. καὶ ὁμήρων δοθέντων ἑκατέρωθεν, οὕτως ἐβεβαιώθησαν αἱ σπονδαί. ἐντεῦθεν ἀναζευγνύντες οἱ Ῥωμαῖοι
σπάνει τῶν ἀναγκαίων περιπεπτώκασιν, ὡς μηδὲ ὕδατος εὐπο‐70

71

ρεῖν. μόλις γοῦν εἰς τὴν τῆς Κοίλης Συρίας Ἀντιόχειαν ὁ Ἰοβιανὸς καταντήσας τοὺς τῶν χριστιανῶν ἱερεῖς, ὅσοι τε ἐπὶ Κωνσταντίου καὶ ὅσοι ἐπὶ τοῦ παραβάτου τῶν ἐκκλησιῶν ἐξη‐ λάθησαν, εἰς αὐτὰς ἐπανήγαγε καὶ πρὸ τῶν ἄλλων τὸν μέγαν
5Ἀθανάσιον ἐπὶ Ἀλεξάνδρειαν. ἐξ Ἀντιοχείας δὲ εἰς Ταρσὸν γεγονὼς καὶ τὸ μνῆμα κοσμήσας τοῦ Ἰουλιανοῦ ἐπανῄει· καὶ εἰς Ἄγκυραν τῆς Γαλατίας γεγονὼς κἀκεῖθεν ἀπάρας καὶ στα‐ θμὸν προελθὼν εἰς Δαδάστανά τε καταλύσας αἰφνίδιον τετελεύ‐ τηκεν, ὡς μὲν ἔνιοι συνεγράψαντο, ἀρτιφυεῖς μύκητας δηλητη‐
10ρίους φαγών (ἦν γὰρ λιτὸς περὶ δίαιταν), ὡς δ’ ἕτεροι, χειμῶνος ὄντος ἐν οἰκήματι κατέδραθε νέον ἐμπεπλασμένῳ κονίᾳ, καὶ διὰ τὸ τοῦ ψύχους πολὺ ἀνθράκων ἀναφθέντων ἐντὸς ἀτμὶς ἐκ τῆς κονίας πυρουμένης ἀνεδόθη πολλή, καὶ δι’ αὐτῆς ἀπε‐ πνίγη κοιμώμενος μηδ’ αἰσθόμενος τῆς πνιγμονῆς, ἐξ οἴνου
15καρηβαρῶν· πολλῷ γὰρ λέγεται κεχρῆσθαι ἀκράτῳ. καὶ οὐδὲ ἡ γυνὴ αὐτοῦ ἔφθη τοῦτον θεάσασθαι, καὶ ταῦτα εἰς ὑπαντὴν αὐτοῦ προελθοῦσα μετὰ βασιλικῆς πομπῆς σὺν τῷ υἱῷ αὐτῆς Βαρωνιανῷ. Θανόντος μέντοι τοῦ Ἰοβιανοῦ οἱ στρατιῶται σκυθρωπά‐
20ζοντες τὴν Νίκαιαν κατειλήφασι καὶ γεγονότες ἐκεῖ περὶ βασι‐71

72

λέως ἐβουλεύοντο. καὶ οἱ μὲν τόνδε, οἱ δὲ τόνδε ὠνόμαζον, οἱ πλείους δ’ ἐπὶ τῷ Σαλουστίῳ ὑπάρχῳ τῶν πραιτωρίων τυγχάνοντι ὡμοφώνησαν. ὁ δ’ ἀπηνήνατο, τὸ γῆρας εἰς παραί‐ τησιν προβαλόμενος. αἰτουμένων δὲ τὸν τούτου υἱὸν οὐ κατέ‐
5νευσε, διὰ νεότητα καὶ γνώμης ἀφέλειαν κρίνας ἐκεῖνον πρὸς ἀρχὴν τοιαύτην ἀνεπιτήδειον. διὸ μετὰ τῶν ἄλλων καὶ αὐτὸς ὁ Σαλούστιος βασιλέα καὶ ἀπόντα Οὐαλεντινιανὸν ἐψηφίσατο. Ὁ μέντοι Ἰοβιανὸς εὐσεβὴς ἦν περὶ τὸ δόγμα καὶ ἀγα‐ θοθελής. οἴνου δ’ ἥττητο καὶ ἀφροδισίων· καὶ τὴν τοῦ σώ‐
10ματος ἀναδρομὴν εὐμήκης ἐτύγχανε καὶ γραμμάτων οὐκ ἄπειρος. ὃς ὀπίσω ποτὲ τοῦ Ἰουλιανοῦ πορευόμενος ὡς χιλίαρχος ἐν τόπῳ κατάντει προϊόντος ἐπάτησε τὸ κράσπεδον τῆς πορφυρίδος αὐτοῦ. ὁ δέ, εἴτ’ ἐκ τούτου διάδοχον αὐτοῦ τὸν Ἰοβιανὸν ἐτεκμήρατο εἴτ’ ἐκ μαντείας ἔγνω τοῦτό τινος, εἶπεν “αἴθε κἂν
15ἄνθρωπος.” ἦρξε δὲ οὐδ’ ὅλους μῆνας ὀκτώ· ὁ μέντοι νεκρὸς αὐτοῦ εἰς τὸ Βυζάντιον ἀνακομισθεὶς ἐν τῷ τῶν ἁγίων ἀπο‐
στόλων ἐτάφη ναῷ, ὅπου μετὰ ταῦτα συνετάφη καὶ ἡ γυνὴ72

73

αὐτοῦ Χαριτώ. ἔθανε δὲ Ἰοβιανὸς τρίτον ἄγων τῆς ἡλικίας ἔτος ἐπὶ τριακοστῷ. Οὕτω μὲν οὖν, ὡς εἴρηται, Οὐαλεντινιανὸς ἐψήφιστο βα‐ σιλεύς. ἀχθεὶς δὲ καὶ ἀναρρηθεὶς καὶ τὰ βασιλικὰ περιέθετο
5σύμβολα. ὁ δὲ Σαλούστιος, ὅτι σπουδὴν ἐνεδείξατο ἀναρρη‐ θῆναι αὐτόν, ἀμοιβὴν ᾔτει τῶν τῆς ἐπαρχότητος ἀνεθῆναι φροντίδων. καὶ ὁ βασιλεύς “διὰ τοῦτο” εἶπε “τοσούτων μοι πραγμάτων ἐπεφόρτισας ὄγκον, ἵν’ αὐτὸς μηδ’ ἐφάπτοιο τούτου;” ὥρμητο δὲ Οὐαλεντινιανὸς ἐκ Παιονίας· ἦν δ’ εὐσεβὴς τὰ
10πρὸς τὸν θεόν· διὸ καὶ ὑπερορίᾳ αὐτὸν ὁ Ἰουλιανὸς κατεδίκασεν· εἶτα τριβοῦνον ἀριθμοῦ τῆς ὑπερορίας ἀνακληθέντα ἐποίησεν. οὗτος καὶ τὴν ἰσχὺν γενναιότατος καὶ τὴν γνώμην ἦν δικαιό‐ τατος. διὸ καὶ τῶν ἀρχὰς τότε μετιόντων πολλοὺς ὡς ἀδίκους ἐτιμωρήσατο, τὸν κρατοῦντα λέγων ἀπαιτεῖσθαι δικαιοσύνης πρὸ
15τῶν ἄλλων φροντίζειν. Οὗτος κοινωνὸν τῆς βασιλείας Οὐάλεντα τὸν ἀδελφὸν προσ‐
ελάβετο καὶ τὴν ἑῴαν μοῖραν αὐτῷ πιστεύσας αὐτὸς ἐν τοῖς73

74

ἑσπερίοις διέτριβε καὶ πολέμους κατὰ βαρβάρων συγκροτήσας πολλοὺς τρόπαια κατ’ ἐκείνων ἐστήσατο. εἶχε δὲ πρὸ τῆς βασι‐ λείας υἱὸν κεκλημένον Γρατιανόν, ὃς αὐτῷ ἐκ τῆς γαμετῆς Σευήρας ἐγένετο· ὃν καὶ ἀνηγόρευσεν αὐτοκράτορα. ἔγημε
5δὲ καὶ δευτέραν γυναῖκα, ἔτι περιούσης καὶ τῆς προτέρας, Ἰουστῖνα ἦν ἡ δευτέρα, ἐξ ἧς καὶ τὸν νέον ἐγείνατο Οὐαλεντι‐ νιανὸν καὶ θυγατέρας Ἰοῦσταν, Γράταν καὶ Γάλλαν. Ἐπὶ τούτου τελευτήσαντος Εὐδοξίου τοῦ κακοδόξου τῆς νέας Ῥώμης ἀρχιερέως ἀντεισήχθη Δημόφιλος ὁμόδοξος τυγ‐
10χάνων τῷ πρὸ αὐτοῦ· ὃς ἐπ’ ἔτεσι δώδεκα τῆς ἐκκλησίας ἐκρά‐ τησεν. οὗτος ὁ βασιλεὺς καὶ τὸν μέγαν Ἀμβρόσιον ἐπίσκοπον τῆς Μεδιολάνων προεχειρίσατο πόλεως. μαθὼν δὲ περὶ τοῦ ἀδελφοῦ Οὐάλεντος ὅτι τῆς Ἀρειανικῆς ἀντιποιεῖται αἱρέσεως καὶ πάντας βιάζει ταύτῃ συντίθεσθαι, διὰ γραμμάτων ἐπιπλήττει
15αὐτὸν καὶ ἀποστῆναι παραινεῖ τῆς αἱρέσεως. ὁ δὲ τοῦ οἰκείου θελήματος οὐκ ἀφίστατο καὶ μᾶλλον κατὰ τῶν ὀρθοδόξων ἐξηγριαίνετο. Ῥοδανὸς δέ τις πραιπόσιτος παρὰ Οὐαλεντινιανῷ μέγα
ἠδύνατο. κατ’ αὐτοῦ προσῆλθε γυνή τις Βερνίκη καλουμένη74

75

τῷ βασιλεῖ Οὐαλεντινιανῷ ἀδικίαν ἐπεγκαλοῦσα τῷ πραιποσίτῳ. ἐρευνήσας γοῦν ὁ αὐτοκράτωρ καὶ γνοὺς μὴ ψεύδεσθαι τὴν γυναῖκα, προσκαλεσάμενος τὸν πραιπόσιτον θεραπεῦσαι κεκέ‐ λευκε τῇ γυναικὶ τὸ ἀδίκημα. κἀκεῖνος τῇ παρρησίᾳ τῇ πρὸς
5τὸν βασιλέα θαρρῶν οὐδένα λόγον ἔθετο τῆς ἀδικουμένης. προσῆλθεν οὖν καὶ αὖθις τῷ βασιλεῖ ἡ γυνή· καὶ ὃς μαθὼν μήτινα θέσθαι φροντίδα τῆς γυναικὸς τὸν πραιπόσιτον, αὐτίκα γυμνοῖ μὲν ἐκεῖνον τοῦ ἀξιώματος, κελεύει δὲ δεθέντα ἐν τῷ θεάτρῳ περιαχθῆναι, ἀγῶνος ἱππικοῦ ἀγομένου, κηρύκων αὐτοῦ
10προαγόντων καὶ τὸ εἰς τὴν γυναῖκα βοώντων ἀδίκημα καὶ τοῦ βασιλικοῦ κελεύσματος τὴν παρακοήν· καὶ μετὰ τὴν περιαγωγὴν καὶ τὸ κήρυγμα ἐκεῖ παρευθὺ καυθῆναι αὐτόν. καὶ ὁ μὲν τοιοῦτον εὕρατο τέλος· ἡ δὲ πᾶσα ἐκείνου περιουσία τῇ γυναικὶ διὰ βασιλείου παρακεχώρητο γράμματος.
15 Ἐξέλιπε δὲ ὁ βασιλεὺς οὗτος ἐν Γαλλίαις διάγων, ἀπολαύ‐ σας χρόνου μακροῦ· ἐβίω γὰρ ἔτη πρὸς τέσσαρσιν ὀγδοήκοντα, ἕνδεκα τούτων βασιλεύσας ἐνιαυτοὺς καὶ τὸν υἱὸν Γρατιανὸν τῆς βασιλείας τῶν ἑσπερίων διάδοχον καταλελοιπώς. Οὐάλης δὲ τῶν ἀρειανιζόντων ὑπερμαχῶν ὡς ὁμογνώμων
20αὐτοῖς τοὺς ὀρθοδόξους ἐδίωκε καὶ πολλὰ ἐπήνεγκεν αὐτοῖς75

76

τὰ δεινά, τῇ οἰκείᾳ συζύγῳ Δομνίκᾳ πειθόμενος. καί ποτε ἐν Νικομηδείᾳ διάγοντι προσῆλθον αὐτῷ εἰς πρεσβείαν ἐκ τοῦ τῶν ὀρθοδόξων συστήματος ἄνδρες ἱερατικοὶ ὀγδοήκοντα, οὓς ἅπαντας σὺν τῷ πλοίῳ, δι’ οὗ ἐκομίζοντο, καυθῆναι προσέταξε.
5καὶ κατεφλέχθησαν ἅπαντες ἐν μέσῃ τῇ θαλάσσῃ σὺν τῇ νηὶ ἄχρι Δακιβύζης διαρκεσάσῃ. ὧν καὶ ὁ μέγας ἐν θεολογίᾳ Γρηγόριος μέμνηται, λέγων “πρεσβυτέρων ἐμπρησμοὶ θαλάττιοι.” οὐ μόνον δὲ τοὺς ὀρθοδόξους ἐκόλαζεν, ἀλλὰ καὶ τὰς ἐκκλη‐ σίας ἁπάσας ἀπένεμε τοῖς Ἀρειανοῖς, τοὺς ὀρθοδόξους ἐπισκό‐
10πους ἐκδιώκων αὐτῶν. λέγεται γοῦν καὶ τῆς ἐν Νικαίᾳ καθο‐ λικῆς ἐκκλησίας ἐκδιωχθέντας τοὺς τοῦ ὀρθοῦ δόγματος τῷ μεγάλῳ προσελθεῖν Βασιλείῳ, κἀκεῖνον πρεσβεῦσαι περὶ τούτου πρὸς τὸν Οὐάλεντα, τὸν δὲ μὴ πείθεσθαι, καὶ τὸν μέγαν φάναι
Βασίλειον ὡς “ἐπιτρεπτέον, ὦ βασιλεῦ, τὴν περὶ τούτου κρίσιν76

77

τῷ θεῷ, καὶ κλεισθήτω μὲν ἀσφαλῶς ὁ ναός, ἐκτὸς δ’ ἑστῶτες οἱ τὰ Ἀρείου φρονοῦντες δείσθωσαν τοῦ θεοῦ. καὶ εἰ μὲν αὐτομάτως αὐτοῖς ἀνοιχθῇ ὁ ναός, ἐχέτωσαν αὐτόν· εἰ δὲ μὴ ἀνοιγῇ, ἐπιτρεπτέον καὶ ἡμῖν δεηθῆναι τοῦ θεοῦ. καὶ εἰ μὲν
5αὐτομάτως ἀναπετασθῶσιν αἱ πύλαι, νομιστέον ἐκ θεοῦ προσ‐ κληρωθῆναι ἡμῖν τὸ θεῖον τεμένισμα· εἰ δὲ οὐδ’ ἡμῖν τὸ ἱερὸν ἀνοιγῇ, καὶ οὕτως ἀνείσθω αὐτὸ τοῖς ἀρειανίζουσιν.” ἤρεσε ταῦτα τῷ βασιλεῖ καὶ γενέσθαι οὕτως ἐπέτρεψεν. ἐκλείσθη οὖν πάντοθεν ὁ ἐν Νικαίᾳ ναός. ἐδέοντο οἱ ἀρειανίζοντες καὶ ἠδολέ‐
10σχουν ἐφ’ ἱκανόν, ὁ δὲ ναὸς οὐκ ἠνέῳκτο. ὀψὲ δέ ποτε τῶν αἱρετικῶν μεταστάντων οἱ ὀρθόδοξοι τοῦ μεγάλου Βασιλείου προϊσταμένου αὐτῶν τῆς δεήσεως ἤρξαντο· καὶ αὐτίκα τῶν κλείθρων διαρραγέντων καὶ τῶν μοχλῶν αἱ πύλαι διέστησαν ἀπ’ ἀλλήλων καὶ τῆς εἰσόδου τοῖς πιστοῖς παρεχώρησαν.
15 Οὗτος ὁ βασιλεὺς Ἕλλησι μὲν ἐδίδου θυσίας ποιεῖν καὶ Ἰουδαίοις προσέκειτο· τοῖς δ’ ὀρθοδόξοις μόνοις ἀντέκειτο. Σκυθῶν δὲ τὴν Θρᾳκῴαν καὶ Μακεδονικὴν κατατρεχόντων
χώραν ἐξῄει τούτοις ἀντιταξόμενος. ὅτε καὶ ὁ μέγας πατὴρ77

78

Ἰσαάκιος ἐφ’ ἵππῳ αὐτῷ ἐντυχών “ἀπόδος” ἔφη “τὰς ἐκκλη‐ σίας τοῖς ὀρθοδόξοις, ὦ βασιλεῦ, καὶ ἴσθι ὡς ἐπανήξεις νενι‐ κηκώς· εἰ δὲ κατὰ θεοῦ στρατεύῃ, οὐκ ἐπανήξεις ἐκεῖθεν.” ὠργίσθη ἐπὶ τούτοις ὁ δυσσεβέστατος βασιλεὺς καὶ φρουρεῖσθαι
5προστάττει τὸν ἅγιον, ἕως ἐπανελεύσεται. ὁ δὲ “εἰ σὺ ὑπο‐ στρέψεις” ἔφη “οὐ λελάληκεν ἐν ἐμοὶ ὁ θεός.” καὶ ἐν ὀνείρῳ δὲ ἐθεάσατο ὁ Οὐάλης ἄνδρα τινὰ λέγοντα αὐτῷ·
τάχος βάδιζε πρὸς Μίμαντα τὸν μέγαν,
ἔνθα μόρος σε δεινὸς ἁρπάζει, τάλαν.
10διυπνισθεὶς οὖν ἐπυνθάνετο τίς ἂν εἴη ὁ Μίμας. καί τις τῶν λόγοις ἐσχολακότων (τοιοῦτοι γὰρ τοῖς βασιλεῦσι συμπαρωμάρ‐ τουν τε καὶ ᾠκείωντο, ὡς εἴθε καὶ νῦν) ἔφη αὐτῷ ὄρος εἶναι τῆς Ἀσίας τὸν Μίμαντα πρὸς τῇ θαλάσσῃ κείμενον. τούτου δὲ καὶ τὸν Ὅμηρον ἐν Ὀδυσσείᾳ μεμνῆσθαι λέγοντα “παρ’
15ἠνεμόεντα Μίμαντα.” καὶ ὃς ἔφη “τίς οὖν μοι ἀνάγκη τὸ ὄρος τοῦτο καταλαβεῖν κἀκεῖσε θανεῖν;” στρατεύσας οὖν κατὰ Σκυθῶν καὶ περὶ τὴν Θρᾴκην αὐτοῖς συμβαλὼν αἰσχρῶς ἡττήθη καὶ φεύγων ἐν οἰκήματι κατεκρύφθη· παρ’ ᾧ ἀχυρώδης σε‐
σώρευτο συρφετός. τῶν οὖν Σκυθῶν μετὰ τὴν ἧτταν τοῦ βα‐78

79

σιλέως τὴν χώραν ἐκείνην ληιζομένων καὶ ἐμπιπρώντων καὶ τὰς οἰκίας, κἀκεῖνο τὸ οἴκημα καταπέπρηστο, καὶ ὁ Οὐάλης διέφθαρτο ἐν αὐτῷ. ὁ μέντοι ἅγιος Ἰσαάκιος καθειργμένος τὴν κατάφλεξιν τοῦ Οὐάλεντος ἐγνώκει τῷ πνεύματι καὶ εἶπε
5τοῖς παρατυχοῦσιν ἐκεῖ ὡς “Οὐάλης ἄρτι θνήσκει διὰ πυρός.” σημειωθείσης οὖν τῆς ἡμέρας ἐγνώσθη μετὰ ταῦτα μὴ πλανη‐ θῆναι τὸν ἅγιον. μετὰ δὲ τὴν τῶν βαρβάρων ἐκεῖθεν ὑπανα‐ χώρησιν τὸ σῶμα τοῦ βασιλέως ἀναζητούντων τινῶν, εὑρέθη τάφος ἐν τῇ οἰκίᾳ, ἐν ᾗπερ ἐκεῖνος ἐκέκαυτο, παλαιοῦ τινος
10ἔχων ἐπίγραμμα
“ἐνταῦθα Μίμας Μακεδὼν στρατηγέτης.” Τούτῳ τῷ βασιλεῖ ἐπανέστη Προκόπιος ὁ ἀνεψιὸς Ἰου‐ λιανοῦ καὶ ἐκράτησε τοῦ Βυζαντίου. προδοθεὶς δὲ παρὰ τῶν οἰκείων καὶ προσδεθεὶς ἐκ τῶν σκελῶν δύο δένδροις βίᾳ κλι‐
15θεῖσι, τῶν δένδρων ἀνεθέντων διεσπάσθη ὁ δείλαιος. καθῃρέθη δὲ τότε καὶ τὰ τείχη τῆς πόλεως Χαλκηδόνος, ὡς τῶν αὐτῆς πολιτῶν τὰ Προκοπίου φρονούντων· ὧν καθαιρουμένων εὑρέθη
πλὰξ ἐν τοῖς θεμελίοις αὐτῶν ἔχουσα γεγραμμένα ταυτί·79

80

ἀλλ’ ὅτε δὴ Νύμφαι ἱερὸν κατὰ ἄστυ χορείην τερπόμεναι στήσονται ἐϋστεφέας κατ’ ἀγυιάς, καὶ τεῖχος λουτροῖσι πολύστονον ἔσσεται ἄλκαρ, δὴ τότε μυρία φῦλα πολυσπερέων ἀνθρώπων
5ἄγρια μαργαίνοντα, κακὴν ἐπιειμένα ἀλκήν, Ἴστρου Κιμμερίοιο πόρον διαβάντα σὺν αἰχμῇ Σκυθικὴν ὀλέσει χώραν καὶ Μυσίδα γαῖαν. Θρηικίης δ’ ἐπιβάντα σὺν ἐλπίσι μαινομένῃσιν αὐτοῦ κεν βιότοιο τέλος καὶ πότμον ἐπίσποι.
10ὁ μὲν οὖν Οὐάλης τῇ τῶν τειχῶν τῆς Χαλκηδόνος ὕλῃ εἰς οἰκοδομὴν ὁλκοῦ ἐχρήσατο ὕδατος, ὃν ἀγωγὸν ἡ δημώδης ὀνο‐ μάζει φωνή, καὶ τοῦτον Οὐάλεντα ἐπωνόμασε, δι’ οὗ πεποίηκεν εἰς τὴν πόλιν ὕδωρ εἰσάγεσθαι, ἵν’ ἀφθονία ὕδατος εἴη αὐτῇ καὶ πρὸς ἄλλην χρῆσιν καὶ πρὸς λουτρά. ὁ δὲ τῆς πόλεως
15ἔπαρχος Νυμφαῖον ἐν τῷ καλουμένῳ Ταύρῳ κατεσκευάκει, τὰς ἐκ τοῦ τῶν ὑδάτων ὁλκοῦ χάριτας ἐκ τούτου παραδεικνύς.
οἷς εἵπετο καὶ ἡ τῶν βαρβάρων ἐπέλευσις κατὰ τὰ γεγραμμένα80

81

ἐν τῇ πλακί, οἳ ἐληίσαντο μὲν τὴν Θρᾴκην, περὶ δὲ αὐτὴν κατηναλώθησαν ὕστερον. Ἐπὶ τούτου δὴ τοῦ Οὐάλεντος λέγεται Λιβάνιος ὁ σοφιστὴς καὶ Ἰάμβλιχος ὁ Πρόκλου διδάσκαλος ἀλεκτορομαντείαν ποιῆσαι,
5ζητοῦντες γνῶναι τὸν μετὰ τὸν Οὐάλεντα βασιλεύσοντα. ἡ δὲ τοιαύτη, ὡς λόγος, ἐστίν. ἐν κόνει τὰ κδʹ γράφονται γράμματα, καὶ τούτων ἑκάστῳ σίτου κόκκος ἢ κριθῆς ἐπιτίθεται. εἶτ’ ἀλέκτωρ ἀφίεται, ἐπᾳδομένων ἐπὶ τούτοις τινῶν ἐπῳδῶν, καὶ κατασκοπεῖται ἐκ τίνων στοιχείων λαμβάνει κόκκους. καὶ ταῦτα
10συντιθέμενα δήλωσιν ποιεῖσθαι τοῦ ζητουμένου δοξάζεται. τοῦτο τοίνυν κἀκεῖνοι τότε ποιήσαντες εἶδον λαβόντα τὸν ἀλέκτορα τὸν ἐν τῷ θ κόκκον καὶ τὸν ἐν τῷ ε, τὸν ἐν τῷ ο καὶ τὸν ἐν τῷ δ. ἔδοξεν οὖν ἀμφίβολον τὸ δηλούμενον· ἢ γὰρ Θεόδωρον ἐδόκει δηλοῦν ἢ Θεοδόσιον ἢ Θεόδοτον. τοῦτο μαθὼν ὁ Οὐάλης
15πολλοὺς τῶν τοιούτοις κεκλημένων ὀνόμασιν ὑποπτεύσας ἀπώ‐ λεσεν. ἐζήτει δὲ καὶ αὐτοὺς τοὺς τὴν μαντείαν ποιήσαντας.
ὅθεν τὴν ἐκείνου δείσας ὠμότητα ὁ Ἰάμβλιχος φάρμακον δηλη‐81

82

τήριον πεπωκώς, ὥς τινες ἱστορήκασιν, ἑαυτὸν τοῦ ζῆν ὑπεξ‐ ήγαγεν. ἦν γὰρ δυσπαραίτητος τὰς ὀργὰς ὁ Οὐάλης· ὅθεν καὶ ἔλεγεν ὡς “ὁ ταχὺ μεταθέμενος τῆς ὀργῆς καὶ τοῦ δικαίου ἂν μετάθοιτο τάχιστα.” οὗτος ἔτη βεβασίλευκε δέκα ἐπὶ τρισὶ
5καὶ μῆνας τέσσαρας καὶ ἀξίως τῆς οἰκείας δυσσεβείας διέφθαρτο. Γρατιανὸς δὲ ὁ υἱὸς Οὐαλεντινιανοῦ καὶ Οὐαλεντινιανὸς ὁ νέος ὁ τούτου ἀδελφὸς τῆς Ῥωμαϊκῆς ἀρχῆς γεγόνασιν ἐγ‐ κρατεῖς· μόνος μὲν γὰρ ὁ Γρατιανὸς παρὰ τοῦ πατρὸς ἀνερ‐ ρήθη, ὥσπερ ἤδη ἱστόρηται. ὅτε δὲ ὁ Οὐαλεντινιανὸς ἐτελεύ‐
10τησεν, οὐ παρῆν οὗτος ἐπὶ τῷ θανάτῳ τῷ τοῦ πατρός. ἡ γοῦν στρατιὰ τηνικαῦτα τὸν νέον Οὐαλεντινιανὸν βασιλέα ἀνεῖπε τε‐ τραετῆ τότε τυγχάνοντα. ἐπανελθὼν δ’ ἐκ τῆς ἀποδημίας Γρα‐ τιανὸς τοὺς μὲν στρατιώτας ἐκάκισε καί τινας αὐτῶν καὶ ἐκά‐ κωσε, κολάσας τοὺς τῆς τοῦ ἀδελφοῦ πρωτουργοὺς ἀναρρήσεως,
15ὡς ἄτερ γνώμης αὐτοῦ βασιλέως ὄντος ἄλλον ἀναγορεύσαντας. τὸν δὲ ἀδελφὸν αὐτὸν συνάρχειν οὐ παρῃτήσατο, ἀλλὰ κοινωνὸν
τῆς βασιλείας προσείλετο. οὗτος ὁ βασιλεὺς τὸν πατέρα ἐζή‐82

83

λωσεν εἰς εὐσέβειαν. ὅθεν καὶ τῷ θείῳ Οὐάλεντι συμμαχίαν αἰτήσαντί ποτε κατὰ τῶν Σκυθῶν ἐξ αὐτοῦ οὐ παρέσχετο, γράψας αὐτῷ ὡς “οὐ δεῖ τῷ ἐχθρῷ τοῦ θεοῦ συμμαχεῖν.” τοῖς δ’ ἐξελαθεῖσι ποιμέσι τῶν οἰκείων ἐκκλησιῶν διὰ δόγματος
5ἐφῆκε τὴν εἰς αὐτὰς ὑπονόστησιν. Τῶν δὲ Σκυθῶν μετὰ τὴν Οὐάλεντος ἧτταν ἐξογκωθέντων τὸ φρόνημα καὶ τήν τε Θρᾴκην ληιζομένων καὶ τὰ περὶ αὐτὴν καὶ ἀκαθέκτων ὄντων τὸν ἐξ Ἰσπανίας μετεκαλέσατο Θεοδό‐ σιον (ἡ δ’ Ἰσπανία τῆς Εὐρωπαίας Ἰβηρίας ἐστὶ πόλις ἡ δια‐
10φορωτάτη τῶν ἐν αὐτῇ), ἄνδρα γενναιότατόν τε καὶ εὐσεβέστατον. τοῦτον οὖν προχειρισάμενος στρατηγὸν μετὰ στρατιᾶς κατὰ βαρ‐ βάρων ἐκπέπομφεν· ὃς συμβαλὼν αὐτοῖς καὶ νικήσας τρόπαιον ἤρατο, πλήθους μὲν Σκυθικοῦ κατασφαγέντος ἐν τῷ πολέμῳ πολλοῦ, τῶν δὲ λοιπῶν εἰς φυγὴν τραπέντων, καὶ τῶν μὲν
15ἀπολλυμένων ἐν τῷ καταλαμβάνεσθαι, τῶν δ’ ὑπ’ ἀλλήλων διαφθαρέντων ἐν τῇ φυγῇ. πάντων τοίνυν σχεδὸν τῶν βαρ‐ βάρων ἐκείνων ἀπολωλότων τὴν στρατιὰν ἐκεῖ καταλείψας ὁ
Θεοδόσιος, αὐτὸς πρὸς τὸν Γρατιανὸν τῆς νίκης ἧκεν αὐτάγ‐83

84

γελος ἐν Παιονίᾳ τότε διάγοντα. ἀπαγγείλας δὲ τὴν νίκην τῷ βασιλεῖ καὶ τὸν τῶν βαρβάρων εὐαγγελισάμενος ὄλεθρον ἠπι‐ στεῖτο διά τε τὸ τοῦ ἔργου ταχὺ καὶ τὸ δυσμαχώτατον τῶν Σκυθῶν. ἐπεὶ δ’ ἔγνω τὸ ἀληθὲς καὶ τὴν τῶν βαρβάρων
5φθορὰν ὁ αὐτοκράτωρ πεπληροφόρητο, καὶ ἐθαύμασε τὸν ἄνδρα τῆς τε ταχυτῆτος καὶ τοῦ ἀριστεύματος ἕνεκα καὶ ἐπῄνεσεν. ἤδη δὲ καὶ τῆς Οὐάλεντος μοίρας προσκτηθείσης αὐτῷ μετὰ τὴν ἐκείνου φθορὰν ἀπιδὼν πρὸς τὸ ἄπειρον σχεδὸν τῆς ἀρχῆς καὶ συνιδὼν ὡς οὐχ οἷός τ’ ἂν εἴη αὐτὸς μόνος τὴν τοσαύτην
10ἰθύνειν ἀρχήν, βασιλέα τῆς νέας Ῥώμης ἀναγορεύει τὸν Θεο‐ δόσιον, ἅμα μὲν τῆς ἀριστείας αὐτὸν ἀμειβόμενος, ἅμα δὲ καὶ μηδένα κρίνας ἕτερον εἰς κοινωνίαν τῆς ἀρχῆς τούτου κρείττω ἐσόμενον. τὴν γοῦν ἑῴαν ἅπασαν καὶ τὴν Θρᾴκην αὐτῷ ἀνα‐ θέμενος ἐκεῖνος ἑαυτῷ ἀπεκλήρωσε τὰ ἑσπέρια. καὶ ἐπὶ τὰς
15Γαλλίας γενόμενος ἀνῃρέθη δόλῳ ὑπὸ Ἀνδραγαθίου τοῦ στρα‐ τηγοῦ, βασιλεύσας μετὰ τὴν τοῦ πατρὸς αὐτοῦ τελευτὴν ἐπὶ ἐνιαυτοὺς ἕξ.
Τοῦ δὲ Γρατιανοῦ τελευτήσαντος κατελείφθη βασιλεὺς αὐτο‐84

85

κράτωρ τῶν ἑσπερίων ὁ νέος Οὐαλεντινιανός, μήπω δὲ πρόσηβος γεγονώς. ὃς ὑποφθαρεὶς παρὰ τῆς μητρὸς Ἰουστίνης ἀρειανι‐ ζούσης τῷ τῶν Ἀρειανῶν συνέθετο δόγματι καὶ τοῖς ὀρθοδόξοις ἀντέκειτο. ἐπαναστάντος οὖν αὐτῷ τοῦ Μαξίμου καὶ τυραννίδι
5ἐπιχειρήσαντος καὶ ἐν μάχαις ὑπερτερήσαντος ἔγραψε πρὸς τὸν βασιλέα Θεοδόσιον τὰ συμβάντα, συμμαχίαν αἰτούμενος. κἀ‐ κεῖνος μὴ δεῖν θαυμάζειν ἀντέγραψεν εἰ ὁ δοῦλος ὑπερτερεῖ δεσπότου κατεξαναστὰς τοῦ τὸν οἰκεῖον ἀθετοῦντος δεσπότην καὶ κτίσμα καὶ δοῦλον καλοῦντος τὸν κτίστην καὶ τῷ πατρὶ
10ὁμοούσιον καὶ ὁμότιμον. ἀπελθὼν δὲ εἰς συμμαχίαν αὐτοῦ τόν τε Μάξιμον συλλαβὼν ἀνεῖλε καὶ τὸν στρατηγὸν Ἀνδρα‐ γάθιον, ὃς ἐδολοφόνησε τὸν Γρατιανόν. Εἶτ’ αὖθις Εὐγένιος ἐπανέστη κατὰ τοῦ νέου Οὐαλεντι‐ νιανοῦ καὶ τυραννίδι ἐπέθετο. φοβηθεὶς οὖν Οὐαλεντινιανὸς
15ἀγχόνῃ τοῦ βίου ἑαυτὸν ὑπεξήγαγε. καὶ μαθὼν τὴν Εὐγενίου τυραννίδα Θεοδόσιος ἐξεστράτευσε κατ’ αὐτοῦ. καὶ εἰς Θεσσα‐
λονίκην ἐλθὼν μετὰ τοῦ στρατεύματος ἐκεῖνος μὲν ὑβρίσθη85

86

ὑπὸ τῶν Θεσσαλονικέων, ὁ δὲ ἔπαρχος ἐφονεύθη, στασιάσαντος τοῦ δήμου δι’ αἰτίας τινάς. τότε μὲν οὖν ἐπὶ τῇ τοῦ λαοῦ κινήσει ἔδοξεν ἀνεξικακῆσαι ὁ βασιλεύς· μετὰ δὲ ταῦτα ἱππικὸν ἀγῶνα ἐκήρυξε καὶ τοῦ λαοῦ ἀθροισθέντος ἐπὶ τὸ θέατρον
5περιέστησεν αὐτοῖς τὰ στρατεύματα καὶ κατετόξευσαν τὸν δῆμον καὶ κατηκόντισαν, ὥστε θανεῖν ἐξ αὐτῶν ἄχρι τῶν πεντεκαί‐ δεκα χιλιάδων. καὶ οὕτως ἐκπλήσας ὁ Θεοδόσιος τὸν θυμόν, ἐκεῖθεν ἀπάρας εἰς τὴν πόλιν τῶν Μεδιολάνων ἀφίκετο. ὅπου καὶ ἠλέγχθη παρὰ τοῦ μεγάλου Ἀμβροσίου καὶ εἰσελθεῖν εἰς
10τὴν ἐκκλησίαν οὐ συγκεχώρητο. καὶ οὐ πρότερον ἐφῆκεν αὐτῷ τὴν εἰς τὸ θεῖον τέμενος εἴσοδον, εἰ μὴ νόμον ἔθετο τὰς ψή‐ φους τὰς φονικὰς μὴ πρότερον ἐκβιβάζεσθαι, πρὶν ἂν παρέλ‐ θοιεν μετὰ τὴν ψῆφον ἡμέραι τριάκοντα. τοῦτο δ’ ἐποίησε διὰ τὸ τοῦ βασιλέως ὀξύρροπον εἰς θυμόν, ἵνα διὰ τῶν τριά‐
15κοντα ἡμερῶν τοῦ θυμοῦ καταστορεννυμένου ἀπαθῶς ἐπισκέ‐ πτηται τὰς ψήφους καὶ τὰς μὲν ἐννόμους κυροῖ, τῶν δὲ δι’
ὀργὴν ἴσως ἐψηφισμένων ἀργίαν καταψηφίζηται. τῷ δὲ τυ‐86

87

ράννῳ Εὐγενίῳ συμμίξας ἐν ταῖς Γαλλίαις ὁ Θεοδόσιος νικᾷ τε αὐτὸν καὶ συλλαμβάνει καὶ ἀναιρεῖ. Οὗτος ὁ βασιλεὺς ἰδιωτεύων εἶχε γυναῖκα εὐσεβῆ καὶ σώ‐ φρονα καὶ φιλόπτωχον τὴν Πλακίλλαν, ἐξ ἧς αὐτῷ ἐγεννήθη‐
5σαν Ὀνώριος καὶ Ἀρκάδιος· ἣν καὶ Αὐγούσταν ἐποίησε. μετὰ δὲ τὴν βασιλείαν θανούσης αὐτῆς ἔγημε Γάλλαν τὴν Οὐαλεντι‐ νιανοῦ τοῦ μεγάλου θυγατέρα. Ἀποδημοῦντος δὲ τοῦ βασιλέως εἰς τὰ ἑσπέρια οἱ Ἰουδαῖοι τὸν τῆς πόλεως ἔπαρχον Ὀνωράτον δεξιωσάμενοι κτίζουσι συν‐
10αγωγὴν ἐν τοῖς Χαλκοπρατίοις πολυτελῆ, ἐκείνου παραχωρή‐ σαντος· ἦν γὰρ τὰ Ἑλλήνων πρεσβεύων. ὁ δὲ τῆς πόλεως δῆμος ἀγανακτήσας ἐπὶ τούτῳ ἐβλασφήμει τὸν ἔπαρχον· καὶ ὃς ἐν οὐδενὶ λόγῳ τὰς βλασφημίας πεποίητο. μὴ φέρων οὖν ὁ λαὸς πῦρ ἐνίησι νυκτὸς τῇ συναγωγῇ καὶ ταύτην ἐμπίπρησι.
15γράφει οὖν περὶ τούτου τῷ βασιλεῖ Θεοδοσίῳ ὁ ἔπαρχος. κἀ‐ κεῖνος ἐπιτιμᾷ τοῖς τολμήσασι τὸν ἐμπρησμὸν τῆς συναγωγῆς
ἔκτισιν τῶν ἀναλωμάτων τῶν εἰς αὐτὴν καὶ ἐφίησιν αὖθις κτι‐87

88

σθῆναι αὐτήν. τοῦτο μαθὼν ὁ μέγας Ἀμβρόσιος, τοῦ βασι‐ λέως τῇ πόλει Μεδιολάνων ἐνδημοῦντος καὶ κατά τινα τῶν δεσποτικῶν ἑορτῶν εἰς τὴν ἐκκλησίαν ἀφικομένου, ἤρξατο λέ‐ γειν “ἵνα τί, βασιλεῦ, τὸν ἐξ ἰδιώτου σε βασιλέα ποιήσαντα
5καὶ τὴν οἰκείαν ἐγχειρίσαντα ποίμνην, ἣν τῷ ἑαυτοῦ ἐκτήσατο αἵματι, καὶ ταινιώσαντά σου τὴν κεφαλὴν αὐχμῶσαν πρῴην, αὐτὸς ὑβρίζεις, τοὺς ἀθετοῦντας αὐτὸν τῶν ἐπεγνωκότων προτι‐ μοτέρους τιθέμενος καὶ δίκας εἰσπράττων ὑπὲρ Ἰουδαίων χρι‐ στιανοὺς καὶ βίαν αὐτοῖς ἐπάγων ἐν μέσῃ τῇ πόλει, ἐν ᾗ κη‐
10ρύττεται ὁ Χριστὸς καὶ προσκυνεῖται σταυρός, συναγωγὴν οἰκο‐ δομῆσαι τοῖς χριστοκτόνοις;” καὶ ὁ βασιλεὺς πρὸς τὸν ἔλεγχον αἰδεσθεὶς ἔφη “καὶ δώσομεν, ὦ ἐπίσκοπε, τοῖς δήμοις ἀτάκτως καὶ ἀναιδῶς εὐνομουμέναις πόλεσιν ὅσα βούλονται δρᾶν;” “ἀλλ’ οὐδὲ τοῦτο δοτέον, ὦ βασιλεῦ,” ὁ ἱερὸς Ἀμβρόσιος ἀντεπήνεγκε
15“τὸ συναγωγὰς ἔχειν τοὺς Ἰουδαίους ἐν μέσῳ πόλεως εὐσεβοῦς καὶ βλασφήμους εὐχὰς ἀναπέμπειν ἐπ’ ἀκροάσει θεοσεβῶν.
μὴ σύγε τοῦτο θεσπίσαις, ὀρθοδοξότατε Αὔγουστε.” τούτοις88

89

ὁ Θεοδόσιος μαλαχθεὶς τοῖς Βυζαντίοις τε ἀνῆκε τὸ ἐπιτίμιον καὶ συναγωγὴν ἐντὸς τῆς βασιλίδος τῶν πόλεων τοὺς Ἰουδαίους ἔχειν ἀπείρηκε. Τοῖς Ἀντιοχεῦσι δὲ φόρων ἐπιταχθέντων νέων, κινηθεὶς
5ὁ δῆμος εἰς ἀγανάκτησιν διὰ τὸ καινὸν τῆς εἰσπράξεως εἰκόνας τῆς προτέρας γαμετῆς τοῦ βασιλέως Θεοδοσίου ἐν τῇ ἀγορᾷ τῆς πόλεως αὐτῶν ἱσταμένας κατέσπασε καὶ ἔσυρεν ἐν ταῖς δημοσίαις ὁδοῖς. διόπερ ὀργισθεὶς ἐκεῖνος τά τε δίκαια τῆς πόλεως ἀφείλετο καὶ τῇ ἐκ γειτόνων Λαοδικείᾳ ταύτην ὑπέταξε
10καὶ τοὺς αὐτῆς πολίτας διαθήσειν ἠπείλει κακῶς· καὶ διέθετο ἄν, εἰ μὴ Φλαβιανὸς ὁ τότε τῆς Ἀντιοχείας ἀρχιερεὺς τῷ βα‐ σιλεῖ προσελθὼν ἐπρέσβευσε καὶ ἐνδοῦναι αὐτὸν πεποίηκε τοῦ θυμοῦ. ὅτε καὶ ὁ μέγας πατὴρ ὁ Χρυσόστομος Ἰωάννης τοὺς Ἀνδριάντας ἐπιγραφομένους λόγους συνέγραψε, τῆς ἐν Ἀντιο‐
15χείᾳ ἐκκλησίας τυγχάνων πρεσβύτερος. Τότε καὶ ὁ πολὺς ἐν θεολογίᾳ Γρηγόριος, κεκρυμμένως
πρῴην διδάσκων τοὺς ὀρθοδόξους ἐν τῷ τῆς ἁγίας Ἀναστασίας89

90

ναῷ διὰ τὴν τῶν αἱρετικῶν ἀναίδειαν καὶ θρασύτητα, τοῦ βα‐ σιλέως Θεοδοσίου τὰς ἐκκλησίας τοῖς ὀρθοδόξοις ἀνεικότος καὶ τοὺς ἀρειανίζοντας ἐκδιώξαντος παρρησίᾳ τόν τε υἱὸν ὁμοούσιον ἐκήρυττε τῷ πατρὶ καὶ τὸ ἅγιον πνεῦμα θεὸν ἀμφοῖν συμπροσ‐
5κυνούμενον καὶ συνδοξαζόμενον. ὁ γὰρ Μακεδόνιος, ὃς καὶ πατριάρχης ἐπ’ ὀλίγον, ὡς ἤδη ἱστόρηται, τῆς Κωνσταντινου‐ πόλεως γέγονε, θεὸν αὐτὸ λέγεσθαι οὐκ ἠνείχετο, ἀλλ’ οὐδ’ ἰσοσθενὲς τῷ πατρὶ καὶ τῷ υἱῷ οὔτε μὴν ὁμοούσιον. διὸ καὶ ἡ δευτέρα τότε συγκεκρότητο σύνοδος, τοῦ βασιλέως προστά‐
10ξαντος, ἑκατὸν καὶ πεντήκοντα συναθροισθέντων θεοφόρων πατέρων ἐν τῇ βασιλευούσῃ τῶν πόλεων, ὧν προεξῆρχον ἐν τοῖς ἀγῶσιν ὁ θεολόγος καὶ ὁ μέγας Γρηγόριος ὁ Νύσσης ἐπίσκοπος καὶ ὁ ἱερὸς Ἀμφιλόχιος, τῆς Ἰκονιέων προεστὼς ἐκ‐ κλησίας, οἳ τὸ πνεῦμα τὸ ἅγιον καὶ θεὸν ἐδογμάτισαν καὶ τῷ
15πατρὶ καὶ τῷ υἱῷ ὁμοούσιόν τε καὶ ὁμοδύναμον καὶ τὸν Μακε‐ δόνιον καὶ τοὺς ὁμοδοξοῦντας αὐτῷ τῆς καθολικῆς ἐκκλησίας ἐξέκοψαν, καὶ εἰς τὸ ἅγιον σύμβολον τὴν περὶ τοῦ ἁγίου πνεύ‐ ματος προσέθεντο συγγραφήν, ἀπὸ τοῦ “καὶ εἰς τὸ πνεῦμα τὸ
ἅγιον” μέχρι τέλους, καὶ τὰ ἐν τῇ πρώτῃ συνόδῳ δογματισθέντα90

91

ἐπεβεβαίωσαν. ὅτε καί τινες τῶν ἐπισκόπων βασκήναντες τῷ θεολόγῳ τοῦ θρόνου χάριν τῆς Κωνσταντινουπόλεως οὐ κανο‐ νικῶς εἶπον αὐτὸν ἐπιβεβηκέναι τοῦ θρόνου, ὡς ἑτέρῳ πρό‐ τερον ἐπικηρυχθέντα. διὸ καὶ τὸν συντακτήριον ὁ ἅγιος συγ‐
5γραψάμενος καὶ δημοσίᾳ ἀνεγνωκὼς ἐξέστη τοῦ θρόνου καὶ εἰς τὴν οἰκείαν πατρίδα τὴν Ναζιανζὸν ἐπανῆλθε. κεχειροτόνητο δὲ τῆς Κωνσταντινουπόλεως πατριάρχης Νεκτάριος, συγκλητι‐ κὸς ἀνὴρ καὶ πολιτικὰς ἀρχὰς ἠνυκώς. τότε καὶ ὁ θρόνος τῆς νέας Ῥώμης δευτέραν τάξιν ἔλαχε, μετὰ τὴν πρεσβυτέραν
10Ῥώμην ταχθείς, τῶν ἑτέρων δὲ προκριθείς. Ἀλλὰ καὶ ὁ μέγας Ἀμφιλόχιος τότε ἠξίου τὸν βασιλέα ἐξελαθῆναι τῆς πόλεως τοὺς Ἀρειανούς, οἷα τὸν υἱὸν τοῦ θεοῦ βλασφημοῦντας, ἢ τέως μὴ παραχωρεῖσθαι συνάξεις ποιεῖν. ὡς δὲ νωθῆ πρὸς τοῦτο ἑώρα τὸν Θεοδόσιον, φυλάξας καιρόν,
15ὅτε καὶ ὁ Ἀρκάδιος συνεδριάζων ἦν τῷ πατρί, εἰσῆλθε καὶ τῷ μὲν βασιλεῖ τὴν προσήκουσαν ἀπένειμε καὶ πρόσρησιν καὶ προσ‐ κύνησιν, πρὸς δὲ τὸν Ἀρκάδιον ἀμελῶς οὕτως ἔφη “χαίροις
καὶ σύ, παιδίον.” χαλεπήναντος δὲ τοῦ βασιλέως ἐπὶ τῇ κατα‐91

92

φρονήσει τοῦ υἱοῦ, εἶτά φησιν ὁ ἅγιος “σὺ μὲν ἄνθρωπος ὢν τὴν τοῦ παιδὸς ἀτιμίαν τοῦ σοῦ πρᾴως οὐκ ἤνεγκας. οἴει δὲ τὸν θεὸν τοὺς τὸν ἐκείνου μονογενῆ παῖδα βλασφημοῦντας μὴ βδελύτ‐ τεσθαί τε καὶ ἀπεχθάνεσθαι μηδ’ ὀργίζεσθαι κατὰ τῶν ἐκχω‐
5ρούντων ἐκείνοις τοῖς ὀρθοδόξοις συναναστρέφεσθαι καὶ δια‐ φθείρειν πολλούς;” θαυμάσας οὖν ἐπὶ τῇ μεθόδῳ τοῦ ἁγίου ὁ βασιλεὺς δόγματι τοὺς τῶν αἱρετικῶν συλλόγους κεκώλυκε. Τὸν τελευταῖον δὲ τυραννήσαντα καθελόντι Εὐγένιον τούτῳ τῷ βασιλεῖ ἡ τῶν Ῥωμαίων ἀρχὴ περιελήλυθε ξύμπασα, καὶ
10ἀναγορεύει τοὺς δύο υἱοὺς αὐτοῦ βασιλεῖς. θέλων δὲ καὶ τῆς ἐν λόγοις μετασχεῖν αὐτοὺς παιδείας καὶ τῆς ἐν ἤθεσιν, ἐκ Ῥώ‐ μης ἤγαγε τὸν μέγαν Ἀρσένιον διάκονον ὄντα τῆς ἐκεῖ ἐκκλη‐ σίας, ἐπὶ σοφίᾳ τε καὶ ἀρετῇ περιβόητον· καὶ αὐτῷ τοὺς παῖ‐ δας παρέδωκε, μὴ ὡς βασιλεῦσιν αὐτοῖς, ἀλλ’ ὡς ἰδιώταις καὶ
15τοῖς τυχοῦσι προσφέρεσθαι ἐντειλάμενος, καὶ μαστίζειν, εἰ ἀμε‐ λοῦντας ὁρῴη ἢ παρεξιόντας τι τοῦ καθήκοντος, καὶ ὡς οἰκείοις τούτοις κεχρῆσθαι παισί. τιμῆς δὲ μεγάλης ἠξίωσε τὸν Ἀρσέ‐
νιον καὶ χρήμασι κατεπλούτισεν. ὁ δὲ τοὺς παῖδας παραλαβὼν92

93

ἐκείνους μὲν ἐπὶ θρόνων ἐκάθιζεν, αὐτὸς δ’ ἑστὼς ἐπλήρου τὴν διδασκαλίαν αὐτοῖς. καί ποτε ἀθρόον αὐτοῖς ὁ βασιλεὺς ἐπιστὰς καὶ τοὺς μὲν καθημένους εὑρών, ἱστάμενον δὲ τὸν Ἀρσένιον, ἠγανάκτησε, καὶ τοὺς μὲν παῖδας τῶν θρόνων ἐξα‐
5ναστήσας, καθίσας δὲ τὸν Ἀρσένιον, οὕτω διδάσκειν αὐτοὺς διε‐ τάξατο. καὶ ἦσαν ἔκτοτε οἱ μὲν παρεστῶτες τῷ διδασκάλῳ, ὁ δὲ διδάσκων καθήμενος. ποτὲ τοίνυν παρασφαλέντι τῷ Ἀρ‐ καδίῳ μάστιγας ἐνέτεινεν ὁ διδάσκαλος. ὁ δὲ μηνιῶν διὰ ταύ‐ τας αὐτῷ ἐπιβουλὴν συντίθησι κατ’ αὐτοῦ καὶ κτεῖναι τὸν ἄνδρα
10διεμελέτησε καὶ τὸν σφαγέα ἡτοίμαζε. γνοὺς δὲ τὸ μελετώ‐ μενον ὁ Ἀρσένιος λάθρᾳ τῶν βασιλείων ὑπανεχώρησε καὶ εἰς τὴν Σκῆτιν ἀπελθὼν τὴν μονήρη ζωὴν ὑπῆλθε καὶ ἰσάγγελος γέγονε. πολλὴν δὲ αὐτοῦ θέμενος ζήτησιν ὁ βασιλεὺς Θεοδό‐ σιος οὐκ ἔγνω ὅποι γῆς ἦν.
15 Νοσήσας δὲ ὁ βασιλεὺς οὗτος ἐν Μεδιολάνοις μετήλλαξε τὴν ζωήν, ἑπτακαίδεκα ἔτη τὴν βασιλείαν ἰθύνας ἐπὶ πέντε μησί, μερίσας δὲ ταύτην τοῖς δυσὶν υἱέσιν αὐτοῦ, καὶ τῷ μὲν
Ἀρκαδίῳ τὴν νέαν ἀπονείμας Ῥώμην καὶ τὸ ἑῷον τμῆμα, τῷ93

94

Ὀνωρίῳ δὲ τὴν πρεσβυτέραν Ῥώμην προσκληρώσας καὶ τὰ ἑσπέρια. Ἦρχεν μὲν οὖν ἑκάτερος τούτων τῆς ἀπονεμηθείσης μοί‐ ρας αὐτῷ, καὶ γνόντες ὡς ἐν τῇ Σκήτει μονάζων ὁ μέγας
5Ἀρσένιος ἦν, πλειστάκις αὐτῷ ἐπεστάλκασιν εὔχεσθαι ἀξιοῦντες ὑπὲρ αὐτῶν. ὁ δέ γε Ἀρκάδιος καὶ ἰδίᾳ τῷ ἁγίῳ ἐπέστειλε, παρακαλῶν συγγνώμην νεῖμαι αὐτῷ διὰ τὴν κατ’ αὐτοῦ ἐπι‐ βουλήν, καὶ ἐπέτρεπε λαβεῖν αὐτὸν τὸν τῆς Αἰγύπτου πάσης δασμὸν καὶ χρήσασθαι ὡς αὐτῷ πρὸς βουλῆς. ὁ δὲ μέγας
10Ἀρσένιος ἀντεπιστεῖλαι μὲν τοῖς αὐτοκράτορσιν οὐκ ἠθέλησε, τοῖς δ’ εἰς αὐτὸν ἀποσταλεῖσιν εἰπεῖν αὐτοῖς ἐνετείλατο ὅτι “ὁ θεὸς συγχωρήσει ὑμῖν καὶ τὰ αὐτοῦ πράττειν ποιήσει θελήματα· ἐμοὶ δὲ ἤδη νεκρωθέντι τῷ κόσμῳ τὰ χρήματα ἄχρηστα.” Οὗτος ὁ βασιλεὺς Ἀρκάδιος ἐν τῇ Θρᾴκῃ πόλιν οἰκοδο‐
15μήσας Ἀρκαδιούπολιν αὐτὴν ἐπωνόμασε καὶ τὸν ἐν Ξηρολόφῳ
ἀνήγειρε κίονα καὶ ἐπ’ αὐτοῦ ἀνδριάντα οἰκεῖον ἐνίδρυσε.94

95

Τοῦ πατριάρχου δὲ Κωνσταντινουπόλεως Νεκταρίου θα‐ νόντος τὸν χρυσοῦν τὴν γλῶτταν Ἰωάννην ἐξ Ἀντιοχείας ἀγα‐ γὼν τῆς μεγάλης πατριάρχην τῆς νέας Ῥώμης προβάλλεται. νωθὴς δὲ ὢν καὶ τὴν γνώμην πέρα τοῦ δέοντος μαλθακὸς
5ὑπὸ τῆς γαμετῆς κατήρχετο Εὐδοξίας. ἡ δὲ ἦν γύναιον ἰτα‐ μὸν καὶ χρημάτων ἡττώμενον ἔρωτος, κἀντεῦθεν καὶ ἀδικώ‐ τατον. ὅθεν καὶ παρὰ τοῦ μεγάλου πατρὸς ἀνακοπτόμενον τῆς ὁρμῆς ἔστι δ’ οὗ καὶ ἐπιτιμώμενον ἠρέθιστο εἰς ὀργὴν καὶ ἀμύνασθαι τὸν ἅγιον ἔσπευδεν. εὑροῦσα δὲ καὶ τὸν Ἀλε‐
10ξανδρείας Θεόφιλον τῆς κακίας αὐτῆς συνεργὸν πείθει τὸν Ἀρκάδιον ὑπερορίαν τοῦ ἁγίου καταψηφίσασθαι. καὶ ὁ μὲν τῆς ἐκκλησίας ἐκβέβλητο καὶ ἀπήγετο ὑπερόριος· ὁ δὲ τῆς πόλεως δῆμος, οἱ μὲν ἐθρήνουν, οἱ δὲ ἐστασίαζον. ὃ γνοὺς ὁ νωθὴς Ἀρκάδιος στέλλει κατὰ τάχος τὸν Ἰωάννην ἀνακα‐
15λούμενος καὶ ἐπαναχθεὶς αὖθις ἀπεδόθη τῇ ἐκκλησίᾳ. ὁ δὲ ἀδούλωτος ὢν οὐκ ἐπαύετο κατὰ τῶν ἀδικούντων τὴν γλῶτταν
κινῶν. ἡ δὲ βασιλὶς Εὐδοξία ἑαυτῇ τὰς περὶ ἀδικίας διδα‐95

96

σκαλίας προσαρμόττουσα (ἤλεγχε γὰρ αὐτὴν ἡ συνείδησις τοιαύτην οὖσαν) ἐμηνία καὶ τοὺς θυμοὺς ἐξέκαιε κατὰ τοῦ μεγάλου πατρός. καὶ πάλιν, ἵνα τὰ ἐν μέσῳ παρῶ, πείθει τὸν γαμέτην, ἕλκουσα τοῦτον ὥσπερ ἐκ φορβειᾶς, ὑπερορίαν τοῦ ἁγίου κατα‐
5ψηφίσασθαι. καὶ ὁ μὲν τῆς ἐκκλησίας ἐξώσθη τυραννικῶς καὶ εἰς χώρας ἀπήγετο ἐπικινδύνους καὶ εἰς πορρωτάτω κειμένας ἐσχατιάς, πολλῶν πειραθεὶς κατὰ τὴν ὁδὸν δυσχερῶν, ἃ τῆς ἐκείνου χρυσέας γλώττης ἐν ἐπιστολαῖς ἔξεστιν ἀκούειν διηγου‐ μένης. καταντήσας δ’ εἰς Κουκουσὸν κἀκεῖθεν εἰς Πιτυοῦντα
10ἀπαγόμενος, ἐν Κομάνοις γενόμενος ἐκεῖ τὴν ζωὴν ἐξεμέτρησεν, ἐτῶν γεγονὼς δύο τε καὶ πεντήκοντα, ἀρχιερατεύσας τῆς βασι‐ λίδος τῶν πόλεων ἔτη πέντε πρὸς τῷ ἡμίσει. οὐκ ἐπενύσταξε μέντοι ἡ θεία δίκη, ἀλλὰ ταχέως μετῆλθε τὴν τριτάλαιναν ἐκεί‐ νην βασίλισσαν. οὔπω γὰρ τρεῖς παρῆλθον μῆνες μετὰ τὸν
15θάνατον τοῦ Χρυσοστόμου πατρὸς καὶ βιαίῳ περιπέπτωκε μόρῳ. κυούσης γὰρ τὸ ἔμβρυον τέθνηκε, καὶ ὠδῖνες ἐκείνην συνεῖχον
δριμεῖαι· σαπέντος δ’ ἔνδον ἐκείνου καὶ ἡ νηδὺς τῆς βασιλίσσης96

97

μετέσχε τῆς σήψεως, καὶ οὕτως ἀθλίως μετήλλαξε τὴν ζωήν. τοῦ μέντοι χρυσορρήμονος ἐκείνου πατρὸς ἐκβληθέντος τῆς ἐκκλησίας ἀντεισάγεταί τις Ἀρσάκιος καὶ ἐπὶ δύο ἐπισκοπήσας ἐνιαυτοὺς θνήσκει· μεθ’ ὃν κεχειροτόνητο Ἀττικός.
5 Τῆς δὲ Εὐδοξίας προτεθνηκυίας τοῦ ὁμευνέτου καὶ αὐτο‐ κράτορος, καὶ αὐτὸς οὐ μετὰ μακρὸν ἐπαπῆλθεν αὐτῇ ὁ Ἀρκά‐ διος, βασιλεύσας μετὰ τὸν θάνατον Θεοδοσίου τοῦ οἰκείου πα‐ τρὸς ἔτη τεσσαρεσκαίδεκα καὶ μῆνας τρεῖς πρὸς ἡμέραις τισί. λέγεται δὲ τῆς Εὐδοξίας τυγχάνειν ὁ εἰς τὰ λεγόμενα Πιττάκια
10ἑστὼς κίων. θνήσκων δὲ ὁ Ἀρκάδιος τὸν υἱὸν ἑαυτοῦ τῆς βασιλείας διάδοχον κατέλιπε Θεοδόσιον τὸν μικρὸν λεγόμενον πρὸς ἀντιδιαστολὴν τοῦ πάππου αὐτοῦ ἢ ὅτι ἐν παιδικῇ πάνυ ἐτύγχανεν ἡλικίᾳ τοῦ πατρὸς αὐτοῦ τελευτήσαντος· ἑπτὰ γὰρ ἦν τότε μόνον ἐνιαυτῶν.
15 Ἀλλ’ ἀναβεβλήσθω τὰ περὶ τούτου· τὰ δὲ κατὰ τὸν Ὀνώ‐ ριον ὁ λόγος ἐν ἐπιτομῇ διεξιέτω.
Οὗτος βασιλεὺς τῆς πρεσβυτέρας Ῥώμης καταλειφθεὶς97

98

παρὰ τοῦ πατρὸς ἐν νεωτάτῃ τῇ ἡλικίᾳ (δεκαέτης γὰρ ἦν), ὑπὸ ἐπίτροπον ἐτέλει γνώμῃ τοῦ πατρὸς τὸν Στιλίχωνα, ἄνδρα τῶν ἐν τῇ Ῥώμῃ πρωτεύοντα καὶ τὴν τῶν κοινῶν πραγμάτων ἐγκεχειρισμένον διοίκησιν. ἄγεται τοίνυν τὴν τούτου θυγατέρα
5Μαρίαν εἰς γαμετήν. ἧς θανούσης λέγεται τὴν ἀδελφὴν αὐτῆς Θερμαντίαν γῆμαι ἐν ἀτελεῖ τυγχάνουσαν ἡλικίᾳ. κἀκείνη δὲ ταχὺ ἐτελεύτησεν. Οὗτος ἀβέλτερος ὢν παρὰ τῶν ἐν τῇ Ῥώμῃ μεμίσητο δυνατῶν. καὶ γνοὺς ἐπιβουλευόμενος εἰς Ῥάβεννάν τε μετανα‐
10στεύσας λέγεται διαπέμψασθαι πρὸς Ἀλάριχον τὸν ἄρχοντα τοῦ τῶν Οὐανδήλων ἢ Γότθων ἔθνους, ἀξιῶν αὐτὸν κατὰ τῆς Ῥώμης στρατεύσασθαι, ἀμύνασθαι θέλων οὕτως τοὺς τῆς Ῥώ‐ μης πολίτας διὰ τὸ μῖσος τὸ πρὸς αὐτόν. καὶ ἐπελθεῖν μὲν τῇ Ῥώμῃ τὸν Ἀλάριχον, μὴ μέντοι πορθῆσαι αὐτήν, ἀλλὰ
15σπείσασθαι τοῖς Ῥωμαίοις, λαβόντα ὅσα ἐν τοῖς βασιλείοις εὑρέ‐ θησαν χρήματα καὶ τὴν ἀδελφὴν Ὀνωρίου τὴν Πλακιδίαν, καὶ ὑπονοστῆσαι. παραδοῦναι δὲ τὴν κόρην Κωνσταντίῳ τινὶ κό‐
μητι ἐπὶ τῷ φυλάσσεσθαι· τὸν δὲ προσειληφότα αὐτὴν ἀπο‐98

99

δρᾶναι καὶ κομίσαι τῷ ἀδελφῷ αὐτῆς, κἀκεῖνον συζεῦξαι ταύ‐ την αὐτῷ, τετιμηκότα συγκλητικόν, εἶτα καὶ βασιλέα ἀναγορεῦσαι· γονῆς γὰρ οἰκείας ἄμοιρος ἦν Ὀνώριος. σφαγῆναι δὲ μετὰ μικρὸν τὸν Κωνστάντιον, γειναμένης αὐτῷ παῖδας τῆς Πλακι‐
5δίας, Οὐαλεντινιανὸν καὶ Ὀνωριάδα. Οἱ μὲν οὖν οὕτω ταῦθ’ ἱστοροῦσιν· ἕτεροι δὲ σφαγῆναι μὲν λέγουσι τὸν Στιλίχωνα, ἀπεχθάνεσθαι δὲ τοὺς ἐν τῇ Ῥώμῃ τῷ Ὀνωρίῳ, καὶ τὸν εἰς Ῥάβενναν μετοικήσασθαι. τὸν δὲ Ἀλάριχον τῆς ἀβελτηρίας ἐκείνου καταφρονήσαντα ἐπιστρατεῦσαι
10τῇ Ῥώμῃ καὶ ταύτην πολιορκίᾳ ἑλεῖν· ἁλούσης δὲ ἐπιστῆναι τῷ Ὀνωρίῳ τινὰ δεδακρυμένον, ἀπαγγέλλοντα ὡς “ἑάλω ὑπὸ Ἀλαρίχου ἡ Ῥώμη.” τὸν δὲ πρὸς τὴν ἀγγελίαν συγκλονηθέντα σπασμῷ τὸ σῶμα καὶ τὼ μηρὼ πατάξαντα ταῖν χεροῖν φάναι “ἕως ἄρτι ὧδε ἦν ἡ Ῥώμη, πῶς οὖν ἑάλω;” συνέντα δὲ τὸν
15ἀγγελέα καὶ μέγα στενάξαντα εἰπεῖν ὡς “περὶ τῆς πόλεως λέγω καὶ οὐ περὶ τῆς ὄρνιθος.” ἦν γὰρ τῷ βασιλεῖ τούτῳ ἀλεκτορὶς ὑπερμεγέθης, ᾗ ἐγεγήθει, ἣν ὠνόμαζε Ῥώμην, δι’ ἣν καὶ ἀνῴ‐
μωξεν, ἐκείνην νομίσας ἑαλωκέναι.99

100

Ὑδέρῳ δὲ περιπεπτωκὼς ὁ Ὀνώριος θνήσκει, ζήσας μὲν ἐνιαυτοὺς τεσσαράκοντα, βασιλεύσας δὲ δυσκλεῶς ἐκ τούτων τριάκοντα. Ἰωάννης δέ τις τυραννήσας ἐν Ῥώμῃ τὴν ἐκείνου ἀδελφὴν
5Πλακιδίαν μετὰ τῶν δύο τέκνων αὐτῆς, Οὐαλεντινιανοῦ τε καὶ Ὀνωριάδος, ἐκεῖθεν ἐξήλασεν. Ὁ δὲ μικρὸς Θεοδόσιος ἐν Κωνσταντινουπόλει διάγων παρὰ τῆς οἰκείας ἀνήγετο ἀδελφῆς τῆς Πουλχερίας ἐπιμελῶς τρεφόμενός τε καὶ παιδευόμενος. μηδενὸς ἐπανισταμένου αὐτοῖς
10φόβῳ τοῦ τῶν Περσῶν βασιλεύοντος Ἰσδιγέρδου. ὁ γὰρ Ἀρ‐ κάδιος τελευτῶν ἐπίτροπον τοῦ οἰκείου υἱοῦ, παιδὸς ἔτι, ὡς εἴρηται, ὄντος, ἔγραψεν ἐν διαθήκαις τὸν Ἰσδιγέρδην· ὃς τῆς διαθήκης κομισθείσης αὐτῷ ἔστειλεν Ἀντίοχον τῶν παρ’ αὐτῷ εὐνούχων τὸν ἐντιμότερον, φύλακα τοῦ βασιλέως Θεοδοσίου
15καὶ κηδεμόνα ἐσόμενον, παραινέσας διὰ γραμμάτων τοὺς ἄρ‐ χοντας ὑπείκειν τῷ σφετέρῳ βασιλεῖ· εἰ δὲ μὴ οὕτω ποιοῖεν, ἀπειλήσας αὐτοῖς αὐτὸς ἐπιστῆναι εἰς ἐκδίκησιν τοῦ παιδός.
Τούτῳ τοίνυν ἤδη τελεῖν ἠργμένῳ εἰς μείρακας ἡ ἀδελφὴ100

101

Πουλχερία μνηστεύεται τὴν ἐξ Ἀθηνῶν Εὐδοκίαν, κάλλους μὲν ἔχουσαν περιττῶς, σοφίας δὲ μετασχοῦσαν παντοδαπῆς. ἣ θυ‐ γάτηρ μὲν ἦν Λεοντίου τινὸς φιλοσόφου Ἀθήνηθεν ὡρμημένου, Ἀθηναῒς δ’ ὠνομάζετο. ὃς γνοὺς ἐξ ἐπιστήμης εὐτυχῆσαι
5μέλλουσαν τὴν θυγατέρα λαμπρῶς, διατιθέμενος τὴν μὲν περι‐ ουσίαν αὐτοῦ τοῖς υἱοῖς καταλέλοιπε· δύο δ’ ἦσαν Οὐαλλέριος καὶ Γενέσιος· τῇ δὲ θυγατρὶ ἑκατὸν χρυσίνους μόνους δοθῆναι ἐπέσκηψε, γράψας ἀρκεῖν αὐτῇ τὴν τύχην αὐτῆς. τῶν γοῦν συγγόνων αὐτῆς σφετερισαμένων τὴν πατρικὴν οὐσίαν ἡ Ἀθη‐
10ναῒς νόμιμον τὸ οἰκεῖον ἀπῄτει λάχος· καὶ ἠξίου τοὺς ἀδελφοὺς μὴ κατὰ τὰς τοῦ πατρὸς διαθήκας ἀδίκους οὔσας ποιεῖν. οἱ δὲ καὶ τῆς οἰκίας αὐτὴν ἐξῶσαν τῆς πατρικῆς. δεξαμένη τοί‐ νυν αὐτὴν ἡ πρὸς μητρὸς θεία ἀνελήλυθεν εἰς Κωνσταντινού‐ πολιν, καὶ τῆς Πουλχερίας ἐδέοντο, διηγούμεναι τὴν ὑπόθεσιν.
15ἰδοῦσα δ’ ἐκείνη τὴν κόρην περικαλλῆ καὶ νεάζουσαν ἤρετο εἰ ἀπείρατος ἔτι ἀνδρός ἐστι· καὶ γνοῦσα τοῦτο βαπτίζει αὐτὴν ἔτι οὖσαν ἀμύητον καὶ Εὐδοκίαν μετονομάσασα τῷ ἀδελφῷ ταύτην Θεοδοσίῳ συζεύγνυσι καὶ διαδήματι ταινιοῖ καὶ Αὐγού‐ σταν καλεῖ.
20Γήμας δὲ ταύτην ὁ Θεοδόσιος τὸν Ἀντίοχον, ὃς τῶν βα‐101

102

σιλικῶν εὐνούχων ὑπῆρχεν ὁ κράτιστος καὶ πάντα συνεκύκα δυναστεύων, οὐ παραδυναστεύων, ἀποσκευάζεται. καὶ οὕτως παραλύεται ὁ Ἀντίοχος τῆς τοῦ πραιποσίτου τιμῆς, ἀφαιρεῖται δὲ καὶ πᾶσαν τῆν ὕπαρξιν· αὐτὸς δὲ κείρεται κληρικὸς εἰς τὸν
5ἐν Χαλκηδόνι ναὸν τῆς πανευφήμου μάρτυρος Εὐφημίας καὶ θνήσκει μετ’ οὐ πολύ. Ἡ δὲ βασιλὶς Εὐδοκία μετακαλεῖται τοὺς ἀδελφοὺς καὶ μηδὲν αὐτοῖς μηνίσασα, ἀλλὰ χάριτας μᾶλλον ὁμολογήσασα, ὡς οὐκ ἂν τυχοῦσα τῆς βασιλείας, εἰ μὴ παρ’ αὐτῶν ἐξώσθη
10καὶ διὰ τοῦτο εἰς τὴν Κωνσταντινούπολιν πεπόρευτο, τὸν μὲν Γενέσιον ἔπαρχον τῶν Ἰλλυριῶν διὰ τοῦ βασιλέως πεποίηκε, τὸν δὲ Οὐαλλέριον ἐτίμησε μάγιστρον. Ὁ μέντοι πατριάρχης Ἀττικὸς Ἰουδαῖόν τινα παράλυτον εἰς ἐπίγνωσιν τοῦ Χριστοῦ διὰ παραινέσεων ἀγαγὼν τοῦ θείου
15λουτροῦ κατηξίωσε καὶ ὑγιῆ ἐκ τῆς κολυμβήθρας ἐξήγαγεν. οὗτος καὶ τὸ τοῦ ἱεροῦ Χρυσοστόμου ὄνομα ἐν τοῖς τῆς ἐκκλη‐ σίας διπτύχοις ἐνέγραψε, μὴ πρότερον ἐγγραφέν· Ὠριγενιαστὴς γὰρ ὁ εὐσεβέστατος ἐκεῖνος πατὴρ καὶ ἐκαλεῖτο καὶ ἐνομίζετο.
θανόντος δὲ Ἀττικοῦ, ὃς εἴκοσιν ἔτη τοῦ τῶν πιστῶν προέστη102

103

συστήματος, χειροτονεῖται Σισίννιος καὶ ἐπὶ δύο ἔτη τὴν ἀρχιε‐ ρωσύνην κατεσχηκὼς τὴν ζωὴν ἐξεμέτρησε κατὰ τὸ εἰκοστὸν δεύτερον ἔτος τῆς βασιλείας Θεοδοσίου. καὶ ἀντεισήχθη Νεστό‐ ριος, ὃς ἐπὶ τρισὶν ἀρχιερατεύσας ἐνιαυτοῖς ἐδίδασκε τὴν ἁγίαν
5παρθένον Μαρίαν θεοτόκον μὴ λέγειν, ψιλὸν ἄνθρωπον τὸν Χριστὸν δογματίζων καὶ αὐτῷ ἐνοικῆσαι τὸν υἱὸν τοῦ θεοῦ φλυαρῶν ὡς ἑνὶ τῶν προφητῶν, καὶ εἰς δύο διαιρῶν αὐτὸν οὐ σάρκα λαβεῖν ἐκ τῶν ἁγνῶν αἱμάτων τῆς θεομήτορος τὸν τοῦ θεοῦ λόγον ἀπισχυρίζετο, ἀλλὰ ἄλλον μὲν εἶναι τὸν υἱὸν
10τοῦ θεοῦ καὶ λόγον, ἄλλον δὲ τὸν Χριστὸν θέσει υἱοποιηθέντα καὶ χάριτι θεωθέντα. ταῦτα δὲ μαθόντες οἱ τῶν λοιπῶν πα‐ τριαρχικῶν προεστῶτες θρόνων, ὁ τῆς Ῥώμης Κελεστῖνος, Κύ‐ ριλλος ὁ Ἀλεξανδρείας, Ἰωάννης Ἀντιοχείας, Ἰουβενάλιος Ἱερο‐ σολύμων, ἀναφέρουσι πρὸς τὸν ἄνακτα Θεοδόσιον καὶ τὴν
15Πουλχερίαν, αἰτούμενοι σύνοδον ἀθροισθῆναι καὶ γυμνασθῆναι τὰ παρὰ τοῦ Νεστορίου δογματιζόμενα. συγκροτηθείσης οὖν ἐν Ἐφέσῳ συνόδου διακοσίων πατέρων, ἧς ἐξῆρχεν ὁ ἁγιώ‐
τατος Κύριλλος, ἐπέχων καὶ τὸν τόπον Κελεστίνου τοῦ Ῥώμης,103

104

μὴ δυνηθέντος συνελθεῖν δι’ ἀσθένειαν, τὰ τοῦ Νεστορίου κατ‐ εξητάσθησαν δόγματα καὶ ἀπεβλήθησαν ὡς κακόδοξα· ἡ δὲ ἁγία παρθένος θεοτόκος ἀπεδείχθη καὶ φρονεῖσθαι καὶ λέγε‐ σθαι, καὶ ὁ ἐξ αὐτῆς σαρκωθεὶς ἀνάνδρως υἱὸς τοῦ θεοῦ καὶ
5θεὸς παρὰ τῶν ἱερῶν ἐκείνων πατέρων κεκήρυκτο. πρὸς τρα‐ νοτέραν δὲ τῆς πίστεως ὁμολογίαν καὶ τῆς δυσσεβείας τοῦ Νε‐ στορίου σαφέστερον ἔλεγχον καὶ δώδεκα συντάξας κεφάλαια ὁ ἱερώτατος Κύριλλος τῆς ὀρθῆς δόξης ὑπομνήματα τῇ ἐκκλησίᾳ παρέδωκεν. ὁ δὲ Νεστόριος ἀπεβλήθη καὶ τοῦ τῶν ὀρθὰ φρο‐
10νούντων ἀρχιερέων ἀπεκινήθη χοροῦ. μετὰ τρίτην δὲ τῆς συν‐ όδου ἡμέραν ἐφίστανται τῇ Ἐφέσῳ ὅ τε Ἀντιοχείας Ἰωάννης καὶ ὁ Κύρου ἐπίσκοπος Θεοδώρητος καὶ ὁ Ἐδέσης Ἴβας καὶ ἕτεροι καί, ὅτι μὴ καὶ τὴν αὐτῶν παρουσίαν ἀνέμειναν οἱ τῆς συνόδου, ὀργισθέντες κατὰ τοῦ μεγάλου Κυρίλλου ὡς τῶν
15ἄλλων ἐξάρχοντος, τήν τε τοῦ Νεστορίου καθαίρεσιν ᾐτιάσαντο καὶ ἐκείνῳ θέμενοι τοῦ τε θείου Κυρίλλου καὶ Μέμνονος τοῦ
Ἐφέσου καθαίρεσιν ἐψηφίσαντο. ὁ Θεοδώρητος δὲ καὶ κατὰ104

105

τῶν ιβʹ κεφαλαίων τῶν τοῦ Κυρίλλου ἐχώρησε καὶ εἰς ἀνατροπὴν αὐτῶν συνέταξεν ἕτερα, πρὸς ἃ πάλιν ὁ μέγας ἀντηγωνίσατο Κύριλλος, οὐκ ὀρθῶς δογματίζειν ἐλέγχων τὸν Θεοδώρητον. κατεγνώσθησαν δὲ παρὰ τῆς συνόδου ὅ τε Ἀντιοχείας καὶ οἱ
5λοιποὶ καὶ τῶν ὀρθοδόξων ἠλλοτριώθησαν. οὕτως οὖν τού‐ των ἐχόντων καὶ κατ’ ἀλλήλων γενομένων τῶν ἐπισκόπων καὶ σχίσματος ὄντος μέσον αὐτῶν, ὁ βασιλεὺς Θεοδόσιος ἀφικέσθαι πάντας ἐκέλευσεν εἰς Κωνσταντινούπολιν· καὶ παραγενομένων, ἐνώπιον τοῦ βασιλέως ἡ ζήτησις γέγονε, καὶ καθῃρέθη Νεστό‐
10ριος καὶ εἰς τὴν ἑῴαν ὑπερωρίσθη, τοῦ Ἀντιοχείας καὶ τοῦ Θεοδωρήτου συμφρονησάντων τῇ ἱερᾷ συνόδῳ, ὡς διὰ λύπην καὶ ἔριν ἀντικαθισταμένων τὸ πρότερον. τοῦ δὲ Νεστορίου πολλοὺς διαστρέφοντος, ὁ Ἀντιοχείας Ἰωάννης ἀναφορὰν περὶ τούτου πρὸς τὸν αὐτοκράτορα ἐποιήσατο, ἀξιῶν μετενεχθῆναι
15αὐτὸν ἀλλαχοῦ. καὶ ἀπηνέχθη ὁ δείλαιος εἰς Ὄασιν, χώραν οὖσαν τῆς Ἀραβίας λυπρὰν καὶ ὑπὸ ἀνέμων καταπνεομένην φθοροποιῶν. ἀντεισήχθη δὲ εἰς τὴν τῆς νέας Ῥώμης ποιμαν‐ τικὴν Μαξιμιανὸς τῆς ἐκκλησίας πρεσβύτερος. καὶ μετὰ τοῦτον
ἐπὶ διετίαν ἀρχιερατεύσαντα Πρόκλος ὁ τοῦ Χρυσοστόμου μα‐105

106

θητὴς πατριάρχης προεχειρίσθη ὑπὸ Σισιννίου τοῦ πατριάρχου πρῴην ἐπίσκοπος χειροτονηθεὶς Κυζίκου, μὴ δεχθεὶς δὲ παρὰ τῶν ἐκεῖ ἕτερον ἑλομένων ἀρχιερέα καὶ τὸν μεταξὺ χρόνον σχολάζων. οὗτος τοίνυν τῷ θρόνῳ τῆς Κωνσταντίνου ἐνθρο‐
5νισθεὶς ἀξιοῖ τὸν βασιλέα τὸ σῶμα τοῦ Χρυσοστόμου ἐκ Πι‐ τυσῦντος ἀνακομισθῆναι καὶ μὴ μένειν καὶ θανόντα τὸν ἅγιον ὑπερόριον. πείθεται τούτῳ ὁ βασιλεύς, καὶ ἀνακομίζεται ὁ τοῦ ἁγίου νεκρὸς καὶ ὑποδέχεται μεθ’ ὑπερβαλλούσης τιμῆς καὶ κατατίθεται ἐντὸς τοῦ θυσιαστηρίου τοῦ τῶν ἁγίων ἀποστόλων
10περιωνύμου ναοῦ. Βουληθεὶς δὲ ὁ βασιλεὺς Θεοδόσιος τὰ τείχη μεταθεῖναι τῆς πόλεως καὶ μείζονα τὴν ταύτης θέσθαι περιοχήν, Κύρῳ τῷ ἐπάρχῳ τὸ ἔργον ἀνέθετο· καὶ ὃς σπουδῇ πολλῇ καὶ προ‐ θυμίᾳ χρησάμενος ἀνήγειρε τὸ χερσαῖον τεῖχος ἀπὸ θαλάσσης
15ἕως θαλάσσης δι’ ἑξήκοντα ἡμερῶν. ὁ γοῦν δῆμος τῆς πόλεως ἐπί τε τῷ ἔργῳ ἡσθεὶς καὶ τῆς ταχυτῆτος ὑπερθαυμάσας τὸν ἔπαρ‐ χον ἐξεβόησε δημοσίᾳ “Κωνσταντῖνος ἔκτισε, Κῦρος ἀνενέωσε.” διὸ φθονηθεὶς παρὰ τοῦ βασιλέως καὶ ὑποπτευθείς, καὶ ἄκων
κείρεται κληρικός, εἶτα καὶ Σμύρνης ἐπίσκοπος γίνεται.106

107

Τοῦ πατριάρχου δὲ Πρόκλου θανόντος μετὰ δωδέκατον ἔτος ἐξ ὅτου προέστη τοῦ ἐν Κωνσταντινουπόλει ὀρθοδόξου λαοῦ, ὁ θεῖος Φλαβιανὸς εἰς τὸν ἐκείνου θρόνον ἐγκαθιδρύεται. ὅτε καὶ ὁ Εὐτυχὴς ἀρχιμανδρίτης ὢν ἐδογμάτιζε τὸν κύριον
5ἡμῶν Ἰησοῦν Χριστὸν μὴ τὰς δύο φύσεις τηρῆσαι μετὰ τὴν ἐνανθρώπησιν, ἀλλ’ εἰς μίαν φύσιν ἄμφω συγκραθῆναι καὶ συμ‐ φυρθῆναι. τοῦτον ἀδιόρθωτον μένοντα ὁ Φλαβιανὸς τοῦ τῆς ἐκ‐ κλησίας ἐξέκοψε σώματος, ἵνα μὴ τῆς λύμης καὶ τῷ ὑγιαίνοντι μεταδῷ. πρόσεισιν οὖν ὁ Εὐτυχὴς Χρυσαφίῳ τῷ ἐκτομίᾳ ὁμοδο‐
10ξοῦντι αὐτῷ καὶ πλεῖστα δυναμένῳ παρὰ τῷ βασιλεῖ· καὶ ὃς πείθει τὸν Θεοδόσιον ἐπιτρέψαι τῷ μετὰ τὴν τοῦ ἁγιωτάτου Κυρίλλου μετάστασιν τῆς Ἀλεξανδρείας τὸν θρόνον διέποντι Διοσκόρῳ παραγενέσθαι εἰς Ἔφεσον μεθ’ ἑτέρων ἐπισκόπων καὶ τὰ κατὰ τὸν Εὐτυχῆ γυμνάσαι, παρόντος καὶ τοῦ Φλαβιανοῦ. οὗτος
15οὖν ὁ Διόσκορος τοῦ Εὐτυχοῦς τυγχάνων ὁμόδοξος καὶ ἄλλους ἐπισκόπους προσειληφὼς ὁμογνώμονας εἰς Ἔφεσον παραγίνεται καὶ κυροῖ τὰ παρὰ τοῦ Εὐτυχοῦς εἰσαγόμενα. ἀντιλέγοντος δὲ
τοῦ ἱερωτάτου Φλαβιανοῦ, οἷά τις ἄγριος ὄνος ἀναθορὼν ὁ107

108

Διόσκορος λὰξ τῷ στέρνῳ ἐνέθορε τοῦ εὐσεβοῦς ἐκείνου ἀνδρὸς καὶ πὺξ αὐτὸν κατὰ κόρρης τύπτων οὐκ ἀνῆκεν ἕως τοῦ συν‐ εδρίου ἐξώθησε. καὶ ὁ μὲν ἅγιος μετὰ τρίτην ἡμέραν ἐκ τῆς τοῦ στέρνου πληγῆς μετήλλαξε τὴν ζωήν, ἐν δύο ἐνιαυτοῖς τὸν
5ἀρχιερατικὸν κοσμήσας θρόνον τῆς νεωτέρας Ῥώμης. ὁ δὲ Διόσκορος τοὺς ἐκεῖ παρόντας ἐπισκόπους ὑποσημήνασθαι ἐβιά‐ σατο τῷ παρ’ αὐτοῦ ἐκτεθέντι ὅρῳ· ἡ γὰρ τοῦ δηλωθέντος εὐνούχου δυναστεία στρατιώτας ἐνόπλους ἐκεῖ παρεῖναι ἐποίησε καὶ τοὺς ἀντιλέγοντας ἐκφοβεῖν. Δόμνος δὲ ὁ τῆς Ἀντιόχου
10ὑπεσημήνατο μὲν καὶ αὐτὸς συναρπαγείς, εἶτα κατεβόα τοῦ Διοσκόρου καὶ τὸν ὅρον διέβαλλεν ὡς ἀσεβείας μεστόν. ταῦτα μαθὼν ὁ βασιλεὺς Θεοδόσιος καὶ τὰ κατὰ τὸν Φλαβιανὸν γνοὺς ἐν αἰτίαις πεποίητο τὸν Χρυσάφιον καὶ ὠργίζετο. δείσας δὲ ὁ Διόσκορος ὑποτίθησιν αὐτῷ πεῖσαι τὸν βασιλέα πατριάρχην
15Κωνσταντινουπόλεως προχειρίσασθαι Ἀνατόλιον τὸν αὐτοῦ ἀπο‐ κρισιάριον, ἵνα καὶ τὸν Εὐτυχῆ δέξηται πρὸς κοινωνίαν καὶ τὰ κατὰ τὸν μακάριον Φλαβιανὸν μείνῃ ἀνεξερεύνητα. πείθει τοίνυν ὁ ἐκτομίας τὸν βασιλέα, εὐάγωγον ὄντα, καὶ χειροτονεῖται πα‐
τριάρχης ὁ Ἀνατόλιος.108

109

Οὗτος ὁ εἰρημένος Χρυσάφιος τῆς εὐκολίας τοῦ κρατοῦντος κατατρυφῶν ἔπεισεν αὐτόν, καὶ τὴν βασίλισσαν Εὐδοκίαν προσ‐ ειληφὼς συνεργόν, τὴν Πουλχερίαν τῆς τῶν πραγμάτων μετε‐ νεγκεῖν διοικήσεως. καὶ ἡ μὲν τῶν ἀνακτόρων ὑποχωρήσασα
5καθ’ ἑαυτὴν ἔζη τε καὶ ἐν τῷ Ἑβδόμῳ ἡσύχαζεν. ὁ δὲ βα‐ σιλεὺς εἰς ἑαυτὸν ὀψὲ καὶ μόλις ἐλθὼν καὶ τὴν κατὰ τοῦ μα‐ καρίτου Φλαβιανοῦ μιαιφονίαν ἀναλογισάμενος καὶ τὰ κατὰ τὴν Πουλχερίαν καὶ πάντων αἴτιον τὸν βέβηλον ἐκεῖνον εὐνοῦχον εὑρών, εἰς δίκαιον κατ’ αὐτοῦ κινεῖται θυμὸν καὶ τοῦ μὲν ὑπερ‐
10ορίαν καταψηφίζεται καὶ δημεύει τὴν οὐσίαν αὐτοῦ, τὴν δὲ ἀδελφὴν μετακαλεσάμενος συγγνώμην ᾔτει καὶ τὴν τῶν πρα‐ γμάτων διοίκησιν αὖθις αὐτῇ ἐνεχείρισεν. Ἦν δὲ ἡ Πουλχερία συνετωτάτη, καὶ πολλὰ τῶν ἐλαττω‐ μάτων τοῦ ἀδελφοῦ τὰ μὲν ἐπηνώρθου, τὰ δὲ συνεκάλυπτε.
15λέγεται γοῦν ἀπροσέκτως τὸν βασιλέα τοῦτον ὑποσημαίνεσθαι τὰς γραφάς. ἡ δὲ παρῄνει αὐτῷ μὴ πᾶν τὸ προσαγόμενον βεβαιοῦν, ἀλλὰ τὰ γεγραμμένα προεπισκέπτεσθαι. ὁ δὲ διεβε‐ βαιοῦτο μήτι παρά του κακουργεῖσθαι· εἰδέναι γὰρ αὐτὸς τὰ
γραφόμενα ἀπισχυρίζετο. εἰς ἔλεγχον τοίνυν τῆς νωθρᾶς γνώ‐109

110

μης τοῦ ἀδελφοῦ τοιόνδε τι τῇ Πουλχερίᾳ ἐπινενόηται. ἔγ‐ γραφον ἐξ ἐκείνου συντίθησι πράσεως, ὡς αὐτῇ τὴν Αὐγούσταν Εὐδοκίαν πωλήσαντος· καὶ ὡς ἕτερόν τι αὐτῷ προσαγαγοῦσα τὸ ὠνητήριον ἔπεισε βεβαιῶσαι τῇ οἰκείᾳ ὑπογραφῇ· εἶτα μετα‐
5καλουμένην παρ’ ἐκείνου τὴν Εὐδοκίαν ἀπιέναι οὐκ εἴα. ἐρομένου δὲ τὴν αἰτίαν τοῦ αὐτοκράτορος, τὸ πρατήριον ἡ Πουλχερία αὐτῷ ἐνεφάνισε καὶ οὕτως ἤλεγξεν αὐτὸν πολλὰ ὑποσημαίνεσθαι, ἃ οὔτε οἶδεν οὔτ’ ἴσως βούλεται γίνεσθαι. Τότε μὲν οὖν τῆς πεπλασμένης ἐκείνης πράσεως σχολα‐
10σάσης, ἡ βασιλὶς ἀποκατέστη τῷ αὐτοκράτορι. μετέπειτα δ’ αἰτίας συμβάσης τινός, ἀπέστερξε τὴν Αὐγούσταν ὁ βασιλεύς· ἡ δ’ αἰτία· μῆλον ὑπερφυὲς εἰς ὄγκον ἐκομίσθη τῷ βασιλεῖ. ὁ δὲ τοῦτο θαυμάσας τῇ βασιλίδι ἀπέστειλε, κἀκείνη τῷ Παυ‐ λίνῳ τὸ μῆλον δέδωκεν· (ἦν δὲ λόγιος ὁ ἀνήρ, κἀντεῦθεν τῇ
15βασιλίσσῃ ᾠκείωτο). ὁ δὲ τὸ τοῦ μήλου μέγεθος ἀγασθεὶς καὶ ἀγνοῶν περὶ αὐτοῦ προσάγει τοῦτο τῷ βασιλεῖ. ἐκεῖνος δ’ ἐπέγνω τὸ προσαχθὲν καὶ κρύψας αὐτὸ τὴν γυναῖκα ἠρώτησεν
ὅποι τὸ σταλὲν αὐτῇ μῆλόν ἐστιν. ἡ δὲ φαγεῖν εἶπε τοῦτο,110

111

δείσασα μὴ ὁ ἀνὴρ ὑποπτεύσῃ ὃ ἐκεῖνος ἤδη ὑπώπτευσεν. ὁ δ’ ἔτι προσήρετο ἐπιτατικώτερον· ἡ δ’ αὖθις μεθ’ ὅρκου φα‐ γεῖν τὸ μῆλον ἀπισχυρίζετο. ἐξάγει τοῦτο μεστὸς ὁ αὐτοκράτωρ ὀργῆς. καὶ ἡ μὲν ἐπ’ αὐτοφώρῳ ἑάλω μὴ ἀληθεύουσα· τῷ
5δὲ τὰ τῆς ὑπονοίας ἐστήρικτο. κἀντεῦθεν κτείνεται μὲν ὁ Παυ‐ λῖνος ἐξ ὑπονοίας ψευδοῦς, ἡ δ’ Εὐδοκία μεμίσητο. καὶ ᾔτησεν ἀπελθεῖν εἰς Ἱεροσόλυμα· ἔνθα δὴ ἀπελθοῦσα σὺν πλούτῳ βα‐ θεῖ ναούς τε ἐδείματο καὶ πολλὰ τοῖς πενομένοις καὶ τοῖς ἐκεῖ μοναστηρίοις δέδωκεν. ἐκεῖθεν δ’ ἐπανελθοῦσα αὖθις μετὰ
10θάνατον τοῦ ἀνδρὸς ἐκεῖσε ἀφίκετο κἀκεῖ τετελεύτηκεν. οἵα δὲ περὶ λόγους ἦν αὕτη δηλοῦσι τὰ λεγόμενα Ὁμηρόκεντρα. Πα‐ τρικίου γάρ τινος ἐπιχειρήσαντος τῷ σπουδάσματι, ἀτελὲς δὲ καταλιπόντος αὐτὸ καὶ οἷον εἰπεῖν ἀνοργάνωτον, ἐκείνη καὶ εἰς τέλος ἤγαγε καὶ ὠργάνωσεν, ὡς καὶ ἡ παρ’ ἐκείνης διὰ στίχων
15ἡρωικῶν τῷ πονήματι γενομένη ἐπιγραφὴ τοῖς ταύτην ἐπιοῦσι παρίστησι. Θνήσκει δὲ ὁ βασιλεὺς Θεοδόσιος πεντηκοντούτης γενόμενος
καὶ σχεδὸν ἅπαντας οὓς ἐβίω ἐνιαυτοὺς βασιλεύσας, βραχεῖς111

112

μὲν πάνυ σὺν τῷ πατρί, τοὺς δ’ ἄλλους καθ’ ἑαυτόν. τὴν δ’ αἰτίαν τῆς αὐτοῦ τελευτῆς οἱ μὲν νόσον γεγονέναι φασίν, οἱ δ’ ἐν θήρᾳ οἱ ἐλαύνοντι συμπεσεῖν τὸν ἵππον ἱστόρησαν καὶ πλη‐ γέντων αὐτῷ καιρίων μερῶν μετ’ ὀλίγον θανεῖν. ἦν δὲ λο‐
5γικῆς παιδείας οὐκ ἀνομίλητος, ἀλλὰ καὶ τῶν ἄλλων μετεσχη‐ κὼς μαθηματικῶν βίβλων καὶ τῆς ἀστρονομίας αὐτῆς ἀπεγεύ‐ σατο· ἱππεύειν καὶ τοξεύειν εἰς ἄκρον ἤσκητο, καὶ πρὸς τὴν γραφικὴν δὲ καὶ τὴν πλαστικὴν δεξιῶς εἶχεν. ἐπιεικὴς δὲ τὸν τρόπον γενόμενος μαλθακῶς πρὸς μεταχείρισιν πραγμάτων διέ‐
10κειτο· ὅθεν καὶ οἱ παρ’ αὐτῷ δυνηθέντες ἐκτομίαι πολλὰ τῶν οὐ δεόντων εἰργάσαντο, ὁ Ἀντίοχος καὶ μετ’ ἐκεῖνον Ἀμάντιος καὶ τελευταῖος Χρυσάφιος. Ἐν τοῖς χρόνοις δὲ τούτου τοῦ βασιλέως, Πρόκλου τοῦ πατριάρχου λιτανεύοντος σὺν τῷ κλήρῳ καὶ πλείστῳ μέρει τοῦ
15πλήθους τῆς πόλεως, ἄφνω παιδίον αἴρεται ἐναέριον. τοῦ δὲ λαοῦ θαμβουμένου καὶ ἐπὶ πλεῖστον βοῶντος τὸ “Κύριε ἐλέησον,” αὖθις κατάγεται τὸ παιδίον, λέγον μυηθῆναι μὴ δεῖν προστί‐
θεσθαι τῷ Τρισαγίῳ τὸ “ὁ σταυρωθεὶς δι’ ἡμᾶς.”112

113

Ὁ μὲν οὖν Θεοδόσιος τέθνηκε· Πουλχερία δὲ μήπω πολ‐ λοῖς γνωσθείσης τῆς τοῦ αὐτοκράτορος τελευτῆς τὸν Μαρκιανὸν μετεπέμψατο, ἄνδρα γηραιὸν ἤδη, χρηστὸν δὲ τοὺς τρόπους καὶ σώφρονα, καὶ ἀπαγγέλλει αὐτῷ τοῦ βασιλέως τὸν θάνατον
5καί φησιν ὡς “σὲ παρὰ πάντας εἰς βασιλέα προκέκρικα, εἴ μοι δῴης πληροφορίαν τηρῆσαί μου τὴν παρθενίαν ἀνέπαφον, ἣν τῷ θεῷ ἀνατέθεικα.” τοῦ δὲ συνθεμένου μετακαλεῖται τὸν πατρι‐ άρχην καὶ τὴν βουλὴν καὶ ἀναγορεύει τοῦτον καὶ ταινιοῖ δια‐ δήματι.
10 Ἦν δὲ ὁ Μαρκιανὸς οὔτε τῶν ἐπιφανῶν πρῴην οὔτε τῶν ἐκ γένους λαμπροῦ, ἀλλὰ στρατιώτης ἁπλῶς· ὅς ποτε εἰς ἐκ‐ στρατείαν σὺν τῷ οἰκείῳ τάγματι ἀπιὼν κατὰ τὴν Λυκίων ἐπαρχίαν ἐνόσησε καὶ τῶν ὁμοταγῶν ἀπελείφθη. ξενισθεὶς οὖν ἐκεῖ παρά τισι δυσὶν ἀδελφοῖς, ὧν τῷ μὲν ἡ κλῆσις Ἰούλιος,
15τῷ δ’ ἑτέρῳ Τατιανός, καὶ τῆς νόσου ῥαΐσας, θηρεύσων ἔξεισι σὺν τοῖς ξενισταῖς. ἐν δὲ τῷ θηρεύειν γεγονότες κατάκοποι κατὰ γῆς ἀνεκλίθησαν, ἑαυτοὺς ἀναπαύσοντες, καὶ ὕπνωσαν περὶ
μεσημβρίαν. τὸν ὕπνον δὲ πρὸ τῶν ἄλλων ὁ Τατιανὸς ἀποτι‐113

114

ναξάμενος ἀετὸν ὁρᾷ διαπεπετασμέναις ταῖς πτέρυξι κατασκιά‐ ζοντα τὸν Μαρκιανὸν καὶ τὸν ἐκ τῆς ἡλιακῆς ἀκτῖνος ἀφαι‐ ρούμενον καύσωνα. θαυμάσας οὖν ἠρέμα διυπνίζει τὸν ἀδελφὸν καὶ τὸ καινὸν ὑποδείκνυσι· κἀκεῖνος οὖν ἐξεπέπληκτο. ἐδο‐
5ξάτην οὖν καὶ ἄμφω τὼ ἄνδρε βασιλείας εἶναι σημαντικὸν τὸ ὑπὸ τοῦ ἀετοῦ γεγονὸς εἰς Μαρκιανόν, καὶ διεγερθέντι τοῦ ὕπνου αὐτῷ τὴν βασιλείαν προκαταγγέλλουσι, καὶ μεμνῆσθαι αὐτῶν ἀξιοῦσιν ὅτε τεύξεται τῆς ἀρχῆς· καὶ δόντες αὐτῷ νομί‐ σματα διακόσια ἀπιέναι ἀφῆκαν. αὖθις οὖν σὺν Ἄσπαρι στρα‐
10τευόμενος κατὰ Οὐανδήλων πόλεμον ἀραμένῳ, αἰχμάλωτος σὺν ἑτέροις πλείστοις ἑαλωκώς, ἐν αὐλῇ τινι μετὰ τῶν συναιχμα‐ λώτων πεφρούρητο. ἄνωθεν δὲ ὁ τῶν Οὐανδήλων ἀρχηγὸς προκύψας ἐπεσκόπει τοὺς αἰχμαλώτους, καὶ ὁρᾷ κἀκεῖνος κοι‐ μώμενον τὸν Μαρκιανόν, καὶ ἀετὸν ἄνωθεν αὐτοῦ διηρμέναις
15ταῖς πτέρυξι σκιὰν αὐτῷ ἐργαζόμενον. κἀκεῖνος τοίνυν εἰς βα‐ σιλείαν τείνειν τὸ ὅραμα οἰωνίσατο καὶ μεταπεμψάμενος τὸν Μαρκιανὸν ἀπῄτησεν αὐτόν, εἰ βασιλεύσειε, μὴ πολεμεῖν Οὐαν‐ δήλοις· τοῦ δὲ συνθεμένου ἀπέλυσεν αὐτὸν τῆς εἱρκτῆς. οὕτω μὲν οὖν πρὸ μακροῦ τὴν βασιλείαν αὐτῷ προεσήμαινεν ὁ θεός·
20τότε δ’ εἰς ἔργον ἐκβεβήκασι τὰ προσημαινόμενα. καὶ αὐτίκα114

115

μετακαλεῖται τοὺς ξενίσαντας αὐτὸν ἀδελφοὺς καὶ εὐαγγελισα‐ μένους αὐτῷ τὴν ἀρχήν, καὶ τὸν μὲν Τατιανὸν ἔπαρχον τῆς πόλεως ἀναδείκνυσιν, Ἰουλίῳ δὲ τὴν τῶν Ἰλλυριῶν ἀρχὴν ἐνε‐ χείρισε. γέγονε δὲ περὶ πάντας χρηστός.
5 Κατὰ τοὺς χρόνους τούτους τὸν ἐν Βλαχέρναις ναὸν τῆς θεοτόκου ἡ Πουλχερία ἀνήγειρε· καὶ ἡ τετάρτη γέγονε σύνοδος, Λέοντος τοῦ πάπα Ῥώμης καὶ Ἀνατολίου τοῦ πατριάρχου τῆς νέας Ῥώμης αἰτησαμένων τὸν βασιλέα Μαρκιανὸν μὴ μεῖναι ἀζήτητα τὰ κατὰ τὸν Ἀλεξανδρείας Διόσκορον καὶ τὸν Εὐτυχῆ
10καὶ ὅσα παρ’ αὐτῶν εἰς τὸν ἱερώτατον ἐτολμήθη Φλαβιανόν. ὡρίσθη τοίνυν σύνοδον γενέσθαι, καὶ συνηθροίσθησαν εἰς τὸν ἐν Χαλκηδόνι ναὸν τῆς ἁγίας μάρτυρος Εὐφημίας θεοφόροι πατέρες ἑξακόσιοι καὶ τριάκοντα. ἐξῆρχον δὲ τούτων Λέων ὁ πάπας Ῥώμης καὶ ὁ Κωνσταντινουπόλεως Ἀνατόλιος καὶ
15Ἰουβενάλιος Ἱεροσολύμων. συνήθροιστο δὲ τὸ τῶν πατέρων πλῆθος κατὰ Διοσκόρου καὶ Εὐτυχοῦς, ἑτεροούσιον ἡμῖν τὴν
σάρκα τὸν κύριον Ἰησοῦν Χριστὸν φορέσαι μυθολογούντων καὶ115

116

μίαν φύσιν αὐτὸν ὑπάρχειν, ὡς ἐντεῦθεν τῇ θεότητι τὰ παθή‐ ματα προσαρμόττεσθαι. οὓς καθεῖλόν τε καὶ ἀνεθεμάτισαν οἱ θεῖοι πατέρες, τὴν ἑαυτῶν κακοδοξίαν παραιτήσασθαι μὴ θελή‐ σαντας. ἐδέξαντο δὲ τόν τε Θεοδώρητον καὶ τὸν Ἴβαν, ἀνα‐
5θεματίσαντας τὸν Νεστόριον καὶ ἅπερ αὐτοὶ ἐκδεδώκασι πρὸς ἔριν κεφάλαια, ἐκύρωσαν δὲ καὶ τὰς πρότερον τρεῖς συνόδους καὶ τὸ ἅγιον σύμβολον ἐπεκράτυναν, ἀναθέματι καθυπαγαγόντες τούς τε υἱῶν δυάδα εἰσάγοντας καὶ τοὺς παθητὴν δογματί‐ ζοντας τὴν θεότητα καὶ τοὺς κρᾶσιν καὶ σύγχυσιν ἐπὶ τῶν δύο
10φύσεων φρονεῖν ἢ καὶ λέγειν τολμῶντας, ἢ δύο μὲν εἶναι φύ‐ σεις πρὸ τῆς ἑνώσεως ἐπὶ Χριστοῦ, μίαν δὲ μετὰ τὴν ἕνωσιν ἀναπλάττοντας καὶ τοὺς οὐράνιον ἤ τινος ἑτέρας οὐσίας μυθεύ‐ οντας τὴν προσληφθεῖσαν ἐξ ἡμῶν τῷ κυρίῳ μορφήν. ἐδο‐ γμάτισαν δὲ τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τέλειον ἐν θεό‐
15τητι καὶ τέλειον ἐν ἀνθρωπότητι καὶ θεὸν ἀληθῶς καὶ ἄνθρωπον ἀληθῶς, ἐκ ψυχῆς λογικῆς καὶ σώματος, ὁμοούσιον τῷ πατρὶ κατὰ τὴν θεότητα, καὶ ἡμῖν ὁμοούσιον κατὰ τὴν ἀνθρωπότητα
καὶ ὅμοιον κατὰ πάντα, χωρὶς ἁμαρτίας, ἕνα τὸν αὐτὸν ἐν δύο116

117

φύσεσιν, ἀσυγχύτως, ἀτρέπτως, ἀδιαιρέτως, ἀχωρίστως γνωρι‐ ζόμενον, σωζομένων τῶν ἰδιωμάτων φύσεως ἑκατέρας καὶ εἰς ἓν πρόσωπον συντρεχόντων καὶ μίαν ὑπόστασιν. Τούτων οὖν πᾶσι τοῖς θεοφορήτοις ἐκείνοις δεδογμένων
5πατράσι, παρόντος καὶ τοῦ εὐσεβοῦς βασιλέως Μαρκιανοῦ, ὁ Διόσκορος προστάξει βασιλικῇ εἰς Γάγγραν ὑπερόριος στέλλεται· ὁ γὰρ Εὐτυχὴς προτέθνηκε δυστυχῶς. ἀντὶ δὲ Διοσκόρου τῆς Ἀλεξανδρείας ἐπίσκοπος ἐχειροτονήθη Προτέριος, ἀνὴρ ἱερώ‐ τατος καὶ ὀρθοδοξότατος.
10 Τῶν δὲ τοῦ Εὐτυχοῦς καὶ Διοσκόρου τῶν αἱρεσιωτῶν ἀνὰ τὴν πόλιν στρεφομένων καὶ διαχλευαζόντων τὰ ὑπὸ τῆς συν‐ όδου δογματισθέντα, κἀκ τῆς βασιλικῆς δυναστείας λεγόντων τὸ κράτος τῇ συνόδῳ περιεῖναι, καὶ οὐκ ἐκ τῆς ἀληθείας, καὶ τὴν οἰκείαν συνιστᾶν πειρωμένων ἔτι κακοδοξίαν, ὁ πατριάρχης
15Ἀνατόλιος ἐκκλησιάσας τούς τε αὐτῷ ὁμογνώμονας καὶ τοὺς ἀντιδοξοῦντας ἔφη πρὸς τοὺς ἐναντίους “ἐπεὶ ἔτι τῆς οἰκείας δόξης ἀντέχεσθε καὶ οὐ πείθεσθε μὴ δοξάζειν ὀρθῶς, ἀλλ’ αἰτιᾶσθε ἡμᾶς ὡς τὸ Νεστορίου παραδεχομένους δόγμα, δύο φύσεις ἐπὶ τοῦ σωτῆρος κηρύττοντας, ἑκατέρας τηρούσης ἀσυγ‐
20χύτους τὰς ἰδιότητας, ἐπιτρεπτέον, εἰ δοκεῖ, τῷ θεῷ τὴν περὶ117

118

τούτου διάκρισιν, καὶ γραφήτω μὲν παρ’ ὑμῶν ἐν τόμῳ τὸ ὑμέτερον περὶ τῆς πίστεως φρόνημα, γραφήσεται δὲ καὶ παρ’ ἡμῶν τὸ ἡμέτερον· καὶ ἄμφω τὼ τόμω ἐν τῇ λάρνακι τεθήτων τῆς πανευφήμου μάρτυρος Εὐφημίας, καὶ ταύτῃ τὴν κρίσιν
5δοτέον τῶν ὀρθῶν καὶ διαστρόφων δογματιστῶν.” ἤρεσε ταῦτα καὶ τοῖς αἱρετικοῖς, καὶ οἱ τόμοι γεγράφαται καὶ ὁ κλείων λίθος τὴν λάρνακα αἴρεται καὶ οἱ χάρται τῷ στήθει τῆς μάρτυρος ἐπιτίθενται καὶ ὁ λίθος αὖθις τῇ λάρνακι ἐπενήνεκται καὶ σφρα‐ γίζεται ὑπ’ ἀμφοῖν τοῖν μεροῖν. τὸ δ’ ἐντεῦθεν ἱκεσίαι πρὸς
10θεὸν καὶ δεήσεις παννύχιοι ἀποκαλύψαι τίς αὐτῷ τῶν δοξῶν καταθύμιος καὶ τίς ἀποβλητέα δοκεῖ. καὶ μετὰ τρίτην ἡμέραν συνέρχονται, μηδὲ τοῦ βασιλέως ἀπολειφθέντος, καὶ ἀνοιγείσης τῆς λάρνακος (τῶν θαυμασίων σου, κύριε), εὑρέθη ὁ μὲν τῶν αἱρετικῶν τόμος ἐν τοῖς ποσὶ τῆς μάρτυρος κείμενος, ὁ δέ γε
15λοιπὸς τῇ δεξιᾷ ταύτης χειρὶ κατεχόμενος, ἣν ἐκτεῖναι λέγεται πρὸς τὸν βασιλέα καὶ τὸν πατριάρχην, τὸν τόμον αὐτοῖς ἐγχει‐ ρίζουσα. οἱ μὲν οὖν τὸ ὀρθὸν πρεσβεύοντες δόγμα ἦσαν ἐν
κρότοις, οἱ δὲ τούτοις ἑτερογνώμονες κατηφιῶντες καὶ σκότος118

119

ὑπ’ αἰσχύνης περιχυθέντες ἀπήλθοσαν· τινὲς δ’ ἐκ τούτων καὶ πρὸς τὸ ὀρθόδοξον μετεβάλοντο. Κατὰ τὸν τότε χρόνον καὶ ἡ βασιλὶς Πουλχερία θνήσκει εὐσεβῶς τε καὶ εὐκλεῶς καὶ ἐπ’ ἐλπίσι χρησταῖς. πάντα γὰρ
5τὸν πλοῦτον αὐτῆς διένειμε πένησι καὶ τῷ πρὸς τούτους ἐλέῳ τὸν τοῦ θεοῦ ἐκτήσατο ἔλεον. Οὐαλεντινιανὸς δὲ ὁ ἀνεψιὸς Ὀνωρίου, οὗ ἄνω που ἐπε‐ μνήσθημεν ὡς ἐκ τῆς ἀδελφῆς αὐτοῦ γεννηθέντος τῆς Πλακιδίας, βασιλεύων ἐν τῇ πρεσβυτέρᾳ Ῥώμῃ ἄγεται εἰς γυναῖκα Εὐδο‐
10ξίαν τὴν παῖδα τοῦ νέου Θεοδοσίου. ἐκδεδιῃτημένως δὲ βιώ‐ σκων καὶ ἀσελγῶς τὴν μὲν οἰκείαν γαμετὴν εἴα, καίτοι κάλλους εὖ ἔχουσαν, ἀλλοτρίαις δὲ συνεφθείρετο· ἐκέχρητο δὲ καὶ μαν‐ τείαις καὶ γοητείαις. οὕτω δὲ βιώσκων οὐκ εὐαγῶς, ἀποβιώ‐ σκει ἐλεεινῶς. Μάξιμος γὰρ εἷς τῶν ἐν τῇ Ῥώμῃ πατρικίων,
15ἔγγονος δὲ τοῦ πάλαι τυραννήσαντος Μαξίμου, ὃν ὁ μέγας κατ‐ επολέμησε Θεοδόσιος, ἔνδον τῶν βασιλείων γενόμενος, ἐν αὐτοῖς τὸν Οὐαλεντινιανὸν ἀποσφάττει καὶ τῇ Εὐδοξίᾳ βίᾳ συμμίγνυται
καὶ τῆς βασιλείας κρατεῖ. ἡ δὲ τοῦ πατρὸς αὐτῆς Θεοδοσίου119

120

θανόντος καὶ τῆς Πουλχερίας ἐκμετρησάσης τὸ ζῆν ἐκδίκησιν ἑτέρωθεν μὴ ἐλπίζουσα, διαπέμπεται πρὸς Γιζέριχον τῶν Οὐαν‐ δήλων ῥῆγα καλούμενον καὶ τῆς τοῦ Μαξίμου τυραννίδος ἀπαλ‐ λαγῆναι ἐκλιπαρεῖ· καὶ ὃς ἔπεισι τῇ Ῥώμῃ σὺν στόλῳ καὶ δυ‐
5νάμει πολλῇ. καὶ ὁ Μάξιμος ἀπέδρα ταύτης καὶ κτείνεται παρὰ τῶν συνόντων αὐτῷ. ὁ δὲ Γιζέριχος ἀπόνως τῆς Ῥώμης κρατεῖ, καὶ τὸν πλοῦτον αὐτῆς συγκομισάμενος ἅπαντα, καὶ τὰ τῶν θείων ναῶν ἀναθήματα ἐκ χρυσοῦ πεποιημένα καὶ λίθοις κοσμούμενα, καί τινα τῶν παρὰ Τίτου κομισθέντων ἐξ
10Ἱεροσολύμων σκευῶν τοῦ ἐκεῖσε ναοῦ, εἰργασμένα καὶ αὐτὰ ἐκ χρυσοῦ, λαβὼν καὶ τὴν Εὐδοξίαν σὺν ταῖς δύο θυγατράσιν αὐτῆς, ἐπανῆλθεν εἰς Ἀφρικήν. καὶ τὴν μὲν τῶν θυγατέρων αὐτῆς, τὴν Εὐδοκίαν, τῷ πρεσβυτέρῳ τῶν οἰκείων υἱῶν Ὀνωρίχῳ συν‐ έζευξε, τὴν δέ γε Πλακιδίαν μαθὼν ἀνδρὶ κατηγγυῆσθαι τῷ
15πατρικίῳ Ὀλυβρίῳ, ἐτήρει σὺν τῇ μητρὶ Εὐδοξίᾳ· ἔνθα δύο διαγαγοῦσα ἐνιαυτοὺς ἡ βασιλὶς Εὐδοξία ἐπανῆλθεν εἰς τὸ Βυ‐ ζάντιον μετὰ τῆς θυγατρὸς αὐτῆς Πλακιδίας, Μαρκιανοῦ βασι‐
λεύοντος. ἡ γὰρ Εὐδοκία σὺν τῷ ἀνδρὶ κατελείφθη, ᾧ συμ‐120

121

βιώσασα ἔτη ἓξ καὶ δέκα καὶ παῖδα τεκοῦσα Ἰλδέριχον, ὅτι τοῖς Ἀρειανοῖς ὁμόδοξος ἦν ὁ ἀνὴρ αὐτῆς, ἤχθετο τὴν μετ’ ἐκείνου συμβίωσιν. καὶ λαβομένη καιροῦ καὶ αὐτὴ εἰς τὴν Κωνσταντινούπολιν μεταχωρεῖ, ἤδη τῆς μητρὸς αὐτῆς θανούσης·
5εἶτα εἰς τὰ Ἱεροσόλυμα ἄπεισι, κἀκεῖ τελευτᾷ. Μαρκιανὸς δὲ θνήσκει ἓξ βασιλεύσας ἔτη καὶ μῆνάς τινας, ὡς μέν τινες λέγουσι, νοσήσας, ὡς δ’ ἕτεροι, φαρμαχθεὶς νεύσει τοῦ πατρικίου Ἄσπαρος, πρεσβύτης γενόμενος καὶ ζήσας ἐπὶ μα‐ κρόν. ἐπιεικὴς δὲ τὴν γνώμην ὢν καὶ πρὸς τοὺς ὑπηκόους
10χρηστὸς ἔλεγε μὴ δεῖν ὅπλα βασιλέα κινεῖν, ἕως εἰρηνεύειν ἐξόν. μέγα δὲ τότε δυνάμενος ὁ πατρίκιος Ἄσπαρ οὐχ ᾑρετίσθη βα‐ σιλεῦσαι παρὰ τοῦ δήμου τῆς πόλεως, ὅτι τῆς Ἀρείου ἦν μετέ‐ χων αἱρέσεως. διὸ τὸν Λέοντα αὐτὸς ἐβασίλευσεν, ὡς μέν τινες ἱστόρησαν, αὐτοβούλως, ὡς δ’ ἕτεροι, παρὰ τοῦ δήμου
15τὴν ἐξουσίαν λαβών, ὃν κτήσεων αὐτοῦ, ὡς λέγεται, προνοού‐ μενον ἀπῄτησε Καίσαρα στέψαι θάτερον τῶν υἱῶν αὐτοῦ. καὶ τοῦτο ἐπαγγειλάμενον εἰς τὴν τῆς βασιλείας περιωπὴν ἀνεκό‐
μισεν. ἔνιοι δὲ τριβοῦνον εἶναι αὐτόν φασι καὶ τῶν ἐν Σηλυ‐121

122

βρίᾳ τελῶν ἄρχοντα. καὶ οἱ μὲν ἐκ Θρᾳκῶν τὸ γένος ἕλκειν αὐτὸν λέγουσιν, ἄλλοι δὲ ἐκ Δακῶν τῶν ἐν Ἰλλυριοῖς.
post2tLIBER QVARTVS DECIMVS.
3 Ἄρτι δὲ καταστάντος τοῦ Λέοντος αὐτοκράτορος ὁ Ἄσπαρ ἐπέκειτο βιάζων αὐτὸν Καίσαρα ποιῆσαι θάτερον τῶν υἱῶν
5αὐτοῦ κατὰ τὴν ὑπόσχεσιν. ἀναβαλλομένου δ’ αὐτοῦ ὁ Ἄσπαρ τῆς βασιλικῆς ἁλουργίδος ἁψάμενος ἔφη “βασιλεῦ, τὸν ταύτην ἀμπεχόμενον ψεύδεσθαι οὐ χρεών·” καὶ ὃς ἀνθυπήνεγκεν “ἀλλ’ οὐδὲ βιάζεσθαι καὶ ἄγεσθαι ὡς ἀνδράποδον.” μέχρι δὲ τέλους ἀντέχειν μὴ οἷός τε ὤν, εἴκων ἀνάγκῃ Καίσαρα ποιεῖ ἀπὸ πα‐
10τρικίου τὸν τοῦ Ἄσπαρος παῖδα, Ἀρδαβουρίου δὲ ἀδελφόν. τοῦτο καὶ τῇ συγκλήτῳ ἔδοξεν ἀποθύμιον καὶ τὸν δῆμον τῆς πόλεως εἰς στάσιν ἐκίνησεν. ἐδεδίεσαν γὰρ μὴ εἰς τὸ γένος τοῦ Ἄσπαρος περιστάντος τοῦ κράτους παρρησίας αὖθις λαβό‐
μενοι οἱ Ἀρειανοὶ πλείονα κακὰ τῶν προτέρων εἰς τοὺς ὀρθο‐122

123

δόξους ἐνδείξωνται. συνελθόντες οὖν οἱ τοῦ κλήρου καὶ οἱ μονάζοντες καὶ τοῦ δήμου τῆς πόλεως ὅσον ὑγιῶς ἐφρόνει περὶ τὴν πίστιν, ἐδέοντο τοῦ βασιλέως ὁμόφρονα σφίσι Καί‐ σαρα προχειρίσασθαι. ὁ δὲ τότε μὲν οἷς τε εἶπε καὶ οἷς ἐποίησε
5τὴν στάσιν κατηύνασε. μεταξὺ δὲ παραρρυέντος καιροῦ, ἐπι‐ βουλεύοντας αὐτῷ γνοὺς τοὺς περὶ τὸν Ἄσπαρα, κἀκεῖνον καὶ τὸν Ἀρδαβούριον ἔκτεινεν. Ἰσοκάσιον δὲ τὸν κοιαίστωρα λόγιον ἄνδρα, διαβληθέντα ἐπ’ ἄλλοις τέ τισι καὶ ἐπὶ ἑλληνισμῷ, τῆς ἀξίας γυμνώσας τῷ ἐπάρχῳ παρέδωκεν εἰς ἐξέτασιν· εἰσαγο‐
10μένῳ δ’ εἰς τὸ δικαστήριον ἐν σχήματι κατακρίτου ἔφη αὐτῷ ὁ ἔπαρχος “ὁρᾷς, Ἰσοκάσιε, ἐν οἵᾳ εἶ καταστάσει;” ὁ δέ “ὁρῶ” εἶπε “καὶ οὐ ξενίζομαι ὅτι ἄνθρωπος ὢν ἀνθρωπίναις περι‐ πέπτωκα συμφοραῖς· σὺ δὲ δίκασον ἐπ’ ἐμοί, ὡς ἐδίκαζες σὺν ἐμοί.” τούτων ἀκούσας ὁ δῆμος τὸν μὲν βασιλέα εὐφήμησε,
15τὸν δ’ Ἰσοκάσιον ἐξαρπάσαντες εἰς τὴν ἐκκλησίαν ἀπήγαγον· βαπτισθέντα δὲ τοῦτον μαθὼν ὁ κρατῶν ἥσθη.
Οὗτος ὁ βασιλεὺς εἶχε γυναῖκα κεκλημένην Βηρῖναν, ἐξ123

124

ἧς ἐγένοντο αὐτῷ θυγατέρες δύο, Ἀριάδνη καὶ Λεοντία· ὧν τὴν μὲν τῷ Ζήνωνι κατηγγύησε, τὴν δὲ Λεοντίαν συνέζευξε τῷ πατρικίῳ Μαρκιανῷ, υἱῷ Ἀνθεμίου τοῦ βασιλεύσαντος ἐν τῇ Ῥώμῃ.
5 Ἐπὶ τούτου τοῦ βασιλέως γέγονεν ἐν τῇ νέᾳ Ῥώμῃ φρικω‐ δέστατος ἐμπρησμός, ὃς ἀπὸ θαλάσσης ἕως θαλάσσης, ἀπὸ τοῦ ἀρκτῴου δηλαδὴ μέρους ἕως τοῦ μεσημβρινοῦ, τὴν πόλιν διέ‐ ζωσεν, εἰς μῆκος δὲ διεξῆλθεν ἀπὸ τοῦ Βοοσπορίου μέχρι τοῦ ναοῦ τοῦ ἁγίου Ἰωάννου τοῦ Καλυβίτου, πρὸς δὲ νότον ἀπὸ
10τοῦ ναοῦ τοῦ ἁγίου ἀποστόλου Θωμᾶ μέχρι τοῦ ναοῦ τῶν μεγάλων μαρτύρων Σεργίου καὶ Βάκχου· ἐν δὲ τῷ μέσῳ τῆς πόλεως ἀπὸ τῶν Λαύσου ἕως τοῦ Ταύρου τὰ ἐν μέσῳ πάντα κατέκαυσεν. ὅτε λέγεται καὶ ὁ Ἄσπαρ διαθέειν τὰς ἀγυιὰς ἀγγεῖον ὕδατος πλῆρες ἐπὶ τῶν ὤμων φέρων καὶ τὸν δῆμον
15παρακαλῶν ὁμοίως ποιεῖν, ἵνα τὸ πῦρ κατασβέσωσι, καὶ διδοὺς ἑκάστῳ ὑπὲρ μισθοῦ νόμισμα ἀργυροῦν. διήρκεσε δὲ τὸ πῦρ
ἐκεῖνο τὴν πόλιν νεμόμενον ἐφ’ ἡμερῶν τετρακτύν, καὶ κατέ‐124

125

καυσε πρὸς τοῖς ἄλλοις τόν τε ἐν τῷ Σενάτῳ καλουμένῳ μέ‐ γιστον οἶκον, εἰς ὃν ἥ τε γερουσία καὶ οἱ λογάδες συνερχόμενοι ἐβουλεύοντο, καὶ αὐτὸς ὁ βασιλεύων, ὅτε στολὴν ὑπατικὴν ἀνε‐ λάμβανεν, ἔργον περιφανὲς καὶ ὑπέρλαμπρον, καὶ τὸ καλού‐
5μενον Νυμφαῖον, οἶκον ἕτερον ἀντικρὺ κείμενον τοῦ προρρη‐ θέντος οἴκου, εἰς τὸ τοὺς γάμους γίνεσθαι ἐν αὐτῷ χρηματίζοντα τῶν μὴ κεκτημένων οἴκους χωροῦντας πλῆθος ἐν ἑαυτοῖς· καὶ ἕτερον οἶκον ἐν τῷ Ταύρῳ βασιλικὸν πολυτελῆ τε καὶ μέγιστον· καὶ ἐπὶ τούτοις ναοὺς περιφανεστάτους καὶ ἰδιωτικὰς οἰκίας
10τῶν λαμπροτέρων πολλάς. Τούτου κρατοῦντος λέγεται καὶ σεισμὸν γενέσθαι σφοδρό‐ τατον ἐν Ἀντιοχείᾳ, ὡς μικροῦ τὴν πόλιν ἐκείνην πᾶσαν κατα‐ πεσεῖν. ὑσθῆναι δὲ καὶ σποδὸν ἐν τῇ Βυζαντίδι πολλήν, ὥστε καὶ εἰς παλαιστὴν αὐτὴν ὑψωθῆναι. ἐκ τούτου δὲ δεδειλιακότα
15τὸν βασιλέα τῆς πόλεως ἐξελθεῖν καὶ διατρίβειν ἐπὶ πολὺ κατὰ τὸν ἅγιον Μάμαντα. Οὗτος βασιλεύσας στρατοπεδάρχην προεχειρίσατο Ῥουστί‐
κιον, ἄνδρα γενναῖόν τε καὶ στρατηγικώτατον· θανόντος δ’ ἐκεί‐125

126

νου τὸν τῆς βασιλίσσης Βηρίνης ὁμαίμονα Βασιλίσκον ἀνθείλετο. ὃς σὺν στόλῳ πολλῷ κατὰ Γιζερίχου στρατεύσας ἐν Ἀφρικῇ ἡττήθη λίαν αἰσχρῶς καὶ τὸ πλεῖον τοῦ στόλου ἀπέβαλεν, ὡς μέν τινες ἱστοροῦσιν, ἐκ κακοβουλίας καὶ τοῦ μὴ στρατηγικῶς
5διαθεῖναι τὸν πόλεμον, ὡς δ’ ἕτεροι, ἐκ προδοσίας· χρήματα γὰρ αὐτὸν λαβεῖν πλεῖστά φασι παρὰ Γιζερίχου, καὶ τοῦ πο‐ λέμου συρραγέντος στρέψαι τὴν στρατηγίδα τριήρη, καὶ πρύμναν κρουσάμενον εἰς φυγὴν τραπέσθαι, κἀντεῦθεν θάρσος μὲν ἐνει‐ κέναι τοῖς ἐναντίοις, τῶν δ’ οἰκείων καταβαλεῖν τὰ φρονήματα,
10καὶ τὸν μὲν ἐπανελθεῖν δυσκλεῶς μετ’ ὀλίγων, τοὺς δὲ λοιποὺς ἐν τῇ ναυμαχίᾳ πεσεῖν. Τούτῳ τῷ βασιλεῖ ἔγγονος ἐξ Ἀριάδνης τῆς θυγατρὸς ἐγεννήθη καὶ Ζήνωνος, ὃν Λέοντα ὀνομάσας ἐκεῖνος βασιλικῷ ταινιοῖ διαδήματι ἐπὶ πάνυ νηπίᾳ τῇ ἡλικίᾳ. τὸν γὰρ Ζήνωνα
15τῇ βασιλείᾳ μὴ προσήκοντα ἔκρινεν, ὅτι μήτε τὴν γνώμην εἶχε βασιλικὴν μήτε μὴν εἶδος ἄξιον τυραννίδος, ἀλλὰ καὶ τὴν ὄψιν ἦν εἰδεχθέστατος καὶ τὴν ψυχὴν εἶχε τῆς ὄψεως χείρονα. διὰ
τοῦτό τινες ἱστοροῦσιν ἀναιρεθῆναι τὸν Ἄσπαρα καὶ τὸν Ἀρδα‐126

127

βούριον παρὰ τοῦ αὐτοκράτορος Λέοντος, θέλοντος τὸν θυγα‐ τριδὴν αὐτοῦ τὸν μικρὸν Λέοντα βασιλεύειν, φοβουμένου δ’ ἐκεί‐ νους ὡς μέγα δεδυνημένους, μήποτε τῆς νηπιότητος ἐκείνου καταφρονήσαντες τὴν ἀρχὴν σφετερίσωνται.
5 Ἐπὶ τούτου τοῦ βασιλέως καὶ ἡ τιμία τῆς ὑπεραγίας θεο‐ τόκου ἐσθὴς εἰς Κωνσταντινούπολιν ἐκομίσθη ἐκ Παλαιστίνης, καὶ ἀπετέθη ἐν τῷ παρ’ αὐτοῦ δομηθέντι ναῷ ἐν Βλαχέρναις ἐν ἀργυρέᾳ σορῷ· δι’ ἣν καὶ ὁ ναὸς Ἁγία σορὸς κατωνόμασται. Τοῦ πατριάρχου δὲ θανόντος Ἀνατολίου, ὃς ἐπ’ ἔτη τῆς
10ἐκκλησίας προέστη ὀκτώ, Γεννάδιος χειροτονεῖται. τούτου δὲ ἐνιαυτοῖς τὴν ἐκκλησίαν ἰθύναντος δέκα ἐπὶ τρισί, καὶ τὴν ζωὴν ἐκμετρήσαντος, ἀντεισήχθη Ἀκάκιος. Καὶ ὁ βασιλεὺς δὲ Λέων νοσήσας ἐξέλιπεν, ὀκτωκαίδεκα βασιλεύσας ἐνιαυτούς, τὸν μικρὸν Λέοντα διάδοχον τῆς βασι‐
15λείας καταλιπών. κεκόσμητο δὲ καὶ ἄλλαις μὲν ἀρεταῖς, ἐπέ‐ λαμπε δ’ ἐκείνῳ μάλιστα τὸ φιλοίκτιστον, εἰωθότι λέγειν ὅτι “ὥσπερ ὁ ἥλιος οἷς ἐπιλάμπει, τῆς θέρμης αὐτοῦ μεταδίδωσιν, οὕτω δεῖ καὶ τὸν βασιλέα, οἷς ἂν ἐπιβλέψῃ, οἴκτου αὐτοὺς
ἀξιοῦν.”127

128

Καταλειφθεὶς οὖν ὁ μικρὸς Λέων νηπιάζων ἔτι, ἐφ’ ἕνα ἐνιαυτὸν ἐπεβίω τῇ βασιλείᾳ, καὶ νήπιος ἐπαπῆλθε τῷ πάππῳ τὸν ἑαυτοῦ πατέρα τὸν Ζήνωνα βασιλέα καταλιπών, αὐτὸς ταῖς ἑαυτοῦ χερσὶ τῇ ἐκείνου κεφαλῇ περιθεὶς τὸ διάδημα.
5 Ἦν δὲ ὁ Ζήνων ἐξ ἔθνους αἰσχίστου τοῦ τῶν Ἰσαύρων, αἴσχιστος καὶ αὐτὸς καὶ τὴν μορφὴν καὶ τὴν ψυχὴν γεγονώς, καὶ οὐχ ὡς βασιλεὺς τὴν ἀρχὴν ἀνύων, ἀλλ’ ὡς ἄντικρυς τύ‐ ραννος. ἦν δὲ τούτῳ καὶ ἀδελφὸς Κόνων καλούμενος καὶ τὸν ἀδελφὸν εἰς κακίαν ὑπερβαλλόμενος, αἵμασι χαίρων καὶ σφα‐
10γαῖς ἀνθρώπων ἡδόμενος. κατὰ τούτου τοῦ Ζήνωνος ἐν Θρᾴκῃ διατρίβων ὁ τῆς βασιλίσσης Βηρίνης ὁμαίμων ὁ δηλωθεὶς Βα‐ σιλίσκος ἀνταίρει χεῖρα, τῆς Βηρίνης συναιρομένης αὐτῷ κἀκ τῆς συγκλήτου τινῶν. δειλὸς δὲ ὢν ὁ Ζήνων καὶ ἄνανδρος φεύγει αὐτίκα σὺν Ἀριάδνῃ τῇ γυναικὶ ἐν Ἰσαυρίᾳ πρὸς τοὺς
15ὁμογενεῖς. Καὶ ὁ Βασιλίσκος ἐν τῷ Κάμπῳ ἀναγορεύεται βασιλεὺς καὶ τὴν οἰκείαν γαμετὴν Ζηνωνίδα Αὐγούσταν ἔστεψε καὶ Μάρ‐ κον τὸν υἱὸν προεχειρίσατο Καίσαρα. ἦν δὲ καὶ οὗτος τούς
τε τρόπους οὐδὲν βελτίων τοῦ Ζήνωνος καὶ περὶ τὸ σέβας οὐκ128

129

ὀρθῶς διακείμενος. τῆς γὰρ Εὐτυχοῦς καὶ Διοσκόρου μετεῖχε καὶ οὗτος αἱρέσεως, παρὰ τῆς γαμετῆς εἰς ταύτην προβιβα‐ σθείς, καὶ σφόδρα τὰς τῶν ὀρθοδόξων ἐκκλησίας ἐκάκωσε, καὶ τὴν ἐν Χαλκηδόνι σύνοδον τυραννικῷ γράμματι ἄκυρον εἶναι
5τεθέσπικε. καὶ τὸν πατριάρχην τῆς νέας Ῥώμης Ἀκάκιον τοῦτο ψηφίσασθαι συνοδικῶς ἐβιάζετο. ἀλλὰ τὸ ὀρθόδοξον πλῆθος τῆς πόλεως συνελθὸν εἰς τὴν ἐκκλησίαν καὶ τὸν Βασιλίσκον ἐκακηγόρησε καὶ τὴν ἐν Χαλκηδόνι σύνοδον ἁγίαν ἐκάλεσε. διὰ ταῦτα τοίνυν ὁ Βασιλίσκος παρὰ τοῦ δήμου καὶ τῆς γερουσίας
10μεμίσητο. Ἔπεμψε δὲ κατὰ Ζήνωνος μετὰ δυνάμεως Ἴλλον καὶ Τρο‐ κοῦνδον· οἳ ἐπελθόντες ἐπολιόρκουν αὐτόν. ὅτι δὲ πολλὰ αὐτοῖς ὁ Βασιλίσκος ἐπαγγειλάμενος οὐκ ἐπιτελεῖς τὰς ὑποσχέσεις πε‐ ποίητο, καὶ ἡ σύγκλητος δὲ βαρυνομένη τὸν Βασιλίσκον διὰ
15τὴν κακίαν αὐτοῦ ἔγραψε τοῖς εἰρημένοις ἀνδράσι τὰ παρ’ ἐκείνου δρώμενα, προσέθεντο τῷ Ζήνωνι, καὶ ἀντὶ πολεμίων
φίλοι αὐτῷ γεγόνασι καὶ συνέριθοι· καὶ λαβόντες αὐτὸν ἐπαν‐129

130

ῄεσαν. ὁ δὲ Βασιλίσκος Ἁρμάτιον τὸν οἰκεῖον ἀνεψιὸν μετὰ τῶν Θρᾳκικῶν ταγμάτων στέλλει κατὰ τοῦ Ζήνωνος· καὶ ὃς συναντήσας αὐτῷ περὶ Νίκαιαν καὶ χρήμασιν ὑποφθαρείς, πρὸς δὲ τοῖς καὶ ὑποσχέσει τοῦ Καίσαρα στεφθῆναι τὸν υἱὸν αὐτοῦ
5Βασιλίσκον, τῷ Ζήνωνι προσχωρεῖ. κἀντεῦθεν ἐλθὼν εἰς τὴν Κωνσταντινούπολιν ὁ Ζήνων ἐδέχθη ὑπό τε τῆς συγκλήτου καὶ τοῦ λαοῦ. καὶ ὁ Βασιλίσκος τῇ ἐκκλησίᾳ προσπέφευγε μετὰ τῆς γυναικὸς καὶ τῶν παίδων, ὅθεν ἐξῆλθε πληροφορίαν λαβὼν ὡς οὐ στερηθήσεται τῆς ζωῆς. καὶ ἀπήχθησαν εἴς τι
10φρούριον, ἔνθα λέγεται εἰς πύργον κατακλεισθῆναι σὺν τοῖς φιλτάτοις καὶ διαφθαρῆναι λιμῷ. ἕτεροι δὲ ἀναιρεθῆναι αὐτοὺς ἐν τῷ ἀπάγεσθαι λέγουσιν. ὁ Ζήνων δὲ καὶ τὴν ἑαυτοῦ πεν‐ θερὰν τὴν βασιλίδα Βηρῖναν ἐξώρισεν. ὁ γοῦν Βασιλίσκος εἴτε ὡς εἴρηται εἴτ’ ἄλλως ἐπὶ δύο τυραννήσας ἐνιαυτοὺς διώλετο.
15 Οὗ κρατοῦντος ἐμπρησμὸς ἐν Κωνσταντινουπόλει ἐγένετο μέγιστος, ἐκ τῶν Χαλκοπρατίων ἀρξάμενος καὶ πάντα τὰ προσ‐
εχῆ τούτοις νεμηθεὶς καὶ ἀποτεφρώσας, τάς τε τῶν δημοσίων130

131

πλατειῶν στοὰς καὶ τὰς αὐταῖς ἐπικειμένας οἰκοδομάς, ἀλλὰ μὴν καὶ αὐτὴν τὴν κεκλημένην Βασιλικήν, καθ’ ἣν καὶ βιβλιο‐ θήκη ἐτύγχανε δώδεκα μυριάδας βιβλίων ἀποκειμένων ἐν αὐτῇ ἔχουσα· ἐν οἷς ἀναγράφεται εἶναι καὶ δράκοντος ἔντερον, μή‐
5κους ὂν ποδῶν ἑκατὸν εἴκοσιν, ἔχον ἐγγεγραμμένα χρυσοῖς γράμμασι τὰ τοῦ Ὁμήρου ποιήματα, τήν τε Ἰλιάδα καὶ τὴν Ὀδύσσειαν, οὗ καὶ ὁ Μάλχος τὰ περὶ τούτων τῶν βασιλέων συγγραφόμενος μέμνηται. διέφθειρε δὲ τὸ πῦρ ἐκεῖνο καὶ τὴν ἐν τοῖς Λαύσου τῆς πόλεως ἀγλαΐαν καὶ τὰ ἐκεῖ ἐνιδρυμένα
10ἀγάλματα τῆς τε Σαμίας Ἥρας καὶ τῆς Λινδίας Ἀθηνᾶς καὶ τῆς Κνιδίας Ἀφροδίτης, τὰ κατὰ τέχνην περιβόητα ἀφιδρύματα, καὶ μέχρι τοῦ Φόρου ἐπέδραμε. Ζήνων δὲ αὖθις τῆς ἐξουσίας δραξάμενος τὸν μὲν τοῦ Ἁρματίου υἱὸν προεχειρίσατο Καίσαρα, πληρῶν τὴν ὑπόσχεσιν,
15αὐτὸν δὲ τὸν Ἁρμάτιον στρατηλάτην· καὶ μετ’ ὀλίγον τὸν μὲν Ἁρμάτιον ἔκτεινε, λέγων ὅτι “ὥσπερ εἰς τὸν Βασιλίσκον οὐκ ἐφύλαξε πίστιν, οὐδ’ εἰς ἐμὲ πάντως φυλάξει αὐτήν.” τὸν δὲ υἱὸν ἐκείνου τὸν Καίσαρα πεποίηκε κληρικόν. ἀνεῖλε δὲ καὶ
τὸν Ἴλλον τὸν μάγιστρον, τυραννίδι ἐπιχειρήσαντα, ὅτι ἔγνω131

132

ἐπιβουλευόμενος παρὰ τῆς βασιλίσσης Ἀριάδνης, εἰδότος καὶ Ζήνωνος, ἀλλὰ μὴν καὶ Πελάγιον τὸν πατρίκιον, ἄνδρα λογιώ‐ τατόν τε καὶ δικαιότατον, τῷ μὲν δοκεῖν, ἑλληνισμὸν αὐτῷ ἐγ‐ καλῶν, τῇ δ’ ἀληθείᾳ, τοὺς ἐλέγχους ἐκκλίνων αὐτοῦ· γνώμης
5γὰρ ὢν ἐλευθέρας ἤλεγχε τὰς ἀνοσίους πράξεις αὐτοῦ. καὶ ἄλλους δὲ πλείστους ἄνδρας τῶν περιφανῶν ὁ ἔχθιστος Ζήνων ἀπώλεσε καὶ εἰς αἱρέσεις ἀπέκλινε καὶ ἀθεμίτους πράξεις καὶ διεφθαρμένην ζωήν· καὶ οὕτω βιοὺς βιαίως ἀπερράγη τοῦ ζῆν. ὁ δὲ τρόπος τῆς τούτου τελευτῆς ἀντιλέγεται· οἱ μὲν γὰρ γα‐
10στριζόμενον αὐτόν φασι καὶ μεθύοντα τῶν τε φρενῶν ἐξίστα‐ σθαι καὶ καταπίπτοντα μηδὲν διαφέρειν νεκροῦ. μισούμενον δὲ καὶ ὑπ’ αὐτῆς τῆς γαμετῆς αὐτοῦ Ἀριάδνης, οὕτως οἰνω‐ θέντα ποτὲ ὡς ἤδη θανόντα λάρνακι τῶν βασιλικῶν ἐντεθῆναι παρ’ ἐκείνης, καὶ αὐτίκα τὸν ἐπιπωματίζοντα ταύτην μέγιστον
15λίθον ἐπιτεθῆναι αὐτῇ· τὸν δὲ ἀνανήψαντα βοᾶν μὲν καὶ ὀλο‐ φύρεσθαι ἔνδοθεν, μήτινος δ’ ἐπιστρεφομένου, οἰκτρῶς ἐκεῖσε
θανεῖν. οἱ δὲ νοσήσαντά φασι καὶ περιωδυνίαις βαλλόμενον132

133

σφοδροτάταις δόκησιν τοῖς ὁρῶσιν ὡς τέθνηκε παρασχεῖν καὶ οὕτως ἐντεθῆναι τῷ τάφῳ καὶ ἐν αὐτῷ τεθνάναι γοώμενον καὶ τοὺς οἰκείους ἀνακαλούμενον, τῆς Ἀριάδνης μήτινι συγχω‐ ρούσης ἀνοῖξαι τὸ μνῆμα ἢ ὅλως ἐπιστροφὴν ἐκείνου ποιή‐
5σασθαι. Οὕτω δὲ θανόντος οἰκτρότατα Ζήνωνος, ἡ Ἀριάδνη τὸν Δίκορον Ἀναστάσιον σελεντιάριον ὄντα, τῶν χαμαιζήλων δὲ τοῦτο ἀξιωμάτων, εἰς τὴν βασιλείαν ἀνήγαγε, γνώμῃ καὶ τῆς γερουσίας καὶ τοῦ στρατεύματος, Οὐρβικίου τοῦ ἐκτομίου, μέγα
10τότε δυναμένου, σπουδάσαντος εἰς τὴν τούτου ἀνάρρησιν. Δί‐ κορος δ’ ἐκαλεῖτο ὁ Ἀναστάσιος, ὅτι ἀνομοίας ἀλλήλαις τὰς κόρας εἶχε τῶν ὀφθαλμῶν· τῇ μὲν γὰρ ἦν τὸ χρῶμα μελάν‐ τερον, ἡ δὲ λαιὰ πρὸς τὸ γλαυκότερον ἐχρωμάτιστο. μέλλοντα δὲ στεφθῆναι αὐτὸν ἀπῄτησεν ἔγγραφον ὁμολογίαν τῆς πίστεως
15καὶ τοῦ μήτι παρακινῆσαι τῶν τῆς ἐκκλησίας δογμάτων ὁ πα‐ τριάρχης Εὐφήμιος. Μετὰ γὰρ Ἀκάκιον, κάκιστον τοῖς ὀρθοδοξοῦσι γενόμενον καὶ τὴν ἐκκλησίαν ἔτη κατεσχηκότα δέκα πρὸς τοῖς ἑπτὰ καὶ
θανόντα, Φραβίτας κεχειροτόνητο πατριάρχης, ὁμόδοξος Ἀκα‐133

134

κίῳ καὶ Ζήνωνι. μετὰ δὲ τρεῖς μῆνας πρὸς τῷ ἡμίσει καὶ οὗτος ἀπήλλαξε τὴν ζωήν, καὶ προέστη τῆς ἐκκλησίας Κων‐ σταντινουπόλεως ὁ Εὐφήμιος, ὅσιος ἀνὴρ καὶ ὀρθοδοξότατος. ὃς τοῦ Μογγοῦ Πέτρου ὄνομα τὸν θρόνον τῆς μεγάλης Ἀντιο‐
5χείας ἁρπάσαντος λῃστρικῶς τῶν διπτύχων ἀπήλειψεν ὡς αἱρε‐ τικοῦ. ἀντενέγραψε δὲ τὴν Φήλικος κλῆσιν τοῦ πάπα Ῥώμης, ἀνδρὸς ὀρθοδόξου καὶ καθαψαμένου διὰ γραμμάτων τοῦ τε Ζήνωνος καὶ τοῦ Ἀκακίου, ὅτι τῷ Μογγῷ ἐκοινώνουν Πέτρῳ, τῆς Εὐτυχοῦς καὶ Διοσκόρου ὄντι αἱρέσεως, μάλιστα δὲ καὶ
10καθαιρέσεως λίβελλον στείλαντος Ἀκακίῳ, διὸ καὶ τὸ ὄνομα αὐτοῦ ὁ Ἀκάκιος ἐκ τῶν διπτύχων ἀπήλειψεν. οὗτος τοίνυν ὁ πατριάρχης Εὐφήμιος ἔγγραφον ἰδιόχειρον τοῦ Ἀναστασίου δεξάμενος ὡς δέχεται τὰ τῆς ἐκκλησίας δόγματα καὶ τὰ παρὰ τῆς ἐν Χαλκηδόνι συνόδου ὁρισθέντα φυλάξει πάντα, στέφει
15αὐτόν. ὁ δὲ αὐτίκα τὴν Ἀριάδνην μνηστεύεται καὶ γραφὴν ποιεῖται βασίλειον ἀφιεῖσαν τὰ μέχρι τότε τῷ δημοσίῳ παρά
τινων ὀφειλόμενα. ἤδη δὲ τεσσαρακοστῆς παραρρυείσης ἡμέρας134

135

μετὰ τὴν ταφὴν Ζήνωνος, καὶ τοὺς γάμους ἐτέλεσε. δασμοῦ δὲ τοὺς ὑπηκόους πιέζοντος τοῦ λεγομένου χρυσαργύρου, καὶ τοῦτον ἐξέκοψεν. ἦν δὲ ὁ τοῦ χρυσαργύρου δασμὸς τοιοῦτος· ἅπαντες καὶ προσαῖται καὶ πένητες καὶ πᾶσα πόρνη καὶ ξύμ‐
5παντες ἀπελεύθεροι ἐν ἀγροῖς τε καὶ πόλεσι διατρίβοντες εἰσ‐ φέρειν ἠναγκάζοντο τῷ δημοσίῳ τέλος ἐτήσιον· καὶ ὑπὲρ ἵππων καὶ ἡμιόνων καὶ βοῶν ὄνων τε καὶ κυνῶν ἐπράττετο φορολό‐ γημα, ὑπὲρ ἀνθρώπων μὲν ἑκάστου νόμισμα ἀργυροῦν, τὸ δ’ αὐτὸ καὶ ὑπὲρ ἵππου, ἡμιόνου τε καὶ βοός, ὑπὲρ ὄνου δὲ καὶ
10κυνὸς φόλεις ἕξ· καὶ ἦν διὰ ταῦτα συντριβὴ τῶν ἀνθρώπων καὶ ὀδυρμὸς πανταχοῦ. ἀλλὰ ταύτην ἐκκόψας τὴν εἰσφορὰν ὁ βασιλεὺς Ἀναστάσιος καὶ αὐτὰς τὰς περὶ ταύτης καταγραφὰς ἐναντίον τοῦ δήμου κατέκαυσεν ἐν τῷ Ἱππικῷ· καὶ ἦν μὲν ἐν τούτοις φιλότιμος καὶ τὴν τῶν πολιτικῶν πραγμάτων διοίκησιν
15καλῶς μετερχόμενος. τὰς γὰρ πολιτικὰς ἀρχὰς ὠνίους παρε‐
χομένας τὸ πρὶν ἐκεῖνος ἀμίσθους ἐδίδου. περὶ δὲ τὴν εἰς τὸ135

136

θεῖον δόξαν οὐκ ἀγαθὸς ἦν· ἀποκλίνας γὰρ εἰς τὴν τῶν Συγ‐ χυτικῶν αἵρεσιν τῶν μίαν φύσιν δοξαζόντων ἐπὶ τοῦ σωτῆρος μετὰ τὴν ἕνωσιν τῶν διττῶν φύσεων, πολλὰ τὰς τῶν ὀρθοδόξων ἐκκλησίας ἐκάκωσε καὶ ἀδυσώπητος ἦν τοῖς τούτων προϊστα‐
5μένοις. τόν τε γὰρ πατριάρχην Εὐφήμιον ἐξώρισε, μὴ πειθό‐ μενον ἀναθεματίσαι τὴν ἐν Χαλκηδόνι σύνοδον, πρότερον μετὰ δόλου τὸ οἰκεῖον ἔγγραφον ἀφελόμενος, ἢ βίᾳ, ὡς ἕτεροι λέγουσι, καὶ τὸν μετ’ ἐκεῖνον Μακεδόνιον, ἱερὸν ἄνδρα, μὴ καταδεξά‐ μενον συνθέσθαι αὐτῷ, εἰς Εὐχάϊτα ὑπερώρισε. μεθ’ ὃν ἀντεισ‐
10ήχθη Τιμόθεος ὁμόφρων τῷ βασιλεῖ. Λογγῖνος δὲ ὁ ἀδελφὸς Ζήνωνος, τυραννίδι ἐπιθέμενος, ἐχειρώθη παρὰ Ἀναστασίου, καὶ περιωρίσθη εἰς Ἀλεξάνδρειαν, ἔνθα καὶ πρεσβύτερος χειροτονηθεὶς ἔθανε. καὶ τοὺς Ἰσαύρους δὲ πολλοὺς ἐν τῇ βασιλίδι τῶν πόλεων διατρίβοντας ταύτης
15ἐξήλασεν· οὓς προσλαβόμενος ὁ μάγιστρος Λογγῖνος, οὐχ ὁ τοῦ Ζήνωνος ἀδελφός, ἀλλ’ ἕτερος, καταστασιάζει καὶ πολλὰ τῆς ἑῴας ἐληίσατο· κατεπολεμήθη δέ, καὶ οἱ μετ’ αὐτοῦ δι‐ εφθάρησαν βάρβαροι.
Τότε λέγεται καὶ Θευδέριχος ὁ τῆς Ἀφρικῆς ἡγεμών, Ἀρει‐136

137

ανὸς ὤν, διάκονόν τινα ὀρθόδοξον αὐτῷ πάνυ ᾠκειωμένον καὶ διὰ θεραπείαν αὐτοῦ εἰς ἀρειανισμὸν μεταθέμενον ἀποκτεῖναι, εἰπὼν ὡς “ἐπεὶ τῷ θεῷ οὐκ ἐτήρησας πίστιν, μᾶλλον οὐ τη‐ ρήσεις ταύτην ἐμοί.” Ἀναστασίου δὲ τοῦ τῆς πρεσβυτέρας
5Ῥώμης πάπα θανόντος, καὶ τοῦ λαοῦ μερισθέντος, καὶ τῶν μὲν Λαυρέντιόν τινα ψηφισαμένων, τῶν ὀρθοδόξων δὲ Σύμ‐ μαχον, κἀντεῦθεν πρὸς ἀλλήλους στασιαζόντων, ὁ εἰρημένος Θευδέριχος, τῆς Ῥώμης τότε κρατῶν, ἀφίκετο πρὸς αὐτήν, καὶ σύνοδον ἀθροίσας τὸν μὲν Σύμμαχον ἐπίσκοπον εἶναι τῆς Ῥώμης
10ἐκύρωσεν, ἀπήλασε δὲ τὸν Λαυρέντιον. Κατὰ τούτους τοὺς χρόνους ἱστορεῖται τὸ τῶν Βουλγάρων ἔθνος τὸ Ἰλλυρικὸν καὶ τὴν Θρᾴκην καταδραμεῖν, μήπω πρὶν γινωσκόμενον. τῶν δὲ Ἀγαρηνῶν τὴν ἑῴαν ληιζομένων, σπον‐ δὰς πρὸς αὐτοὺς ἐποιήσατο Ἀναστάσιος. τοῦ μέντοι Θρᾳκὸς
15Βιταλιανοῦ τυραννίδι ἐπικεχειρηκότος, Μυσούς τε καὶ Σκύθας προσεταιρισαμένου, καὶ ἅμα τούτοις τὰ περὶ τὴν βασιλίδα ληι‐ ζομένου τῶν πόλεων, ἀλλὰ μὴν καὶ στόλῳ κατ’ αὐτῆς ἐπελ‐
θόντος, ἀντικατέστη τούτῳ διὰ Μαριανοῦ τοῦ ὑπάρχου ὁ Ἀνα‐137

138

στάσιος, καὶ ναυμαχίας γενομένης ἔκ τινος μηχανῆς παρὰ Πρόκλου τοῦ πάνυ γεγενημένης (τότε γὰρ ἤνθει ἐπὶ φιλοσοφίᾳ καὶ ἐν τοῖς μηχανήμασι, τά τε τοῦ περιβοήτου ἐν τούτοις Ἀρ‐ χιμήδους ἅπαντα διελθὼν καὶ αὐτὸς ἐκείνοις προσεξευρών) τὸ
5ναυτικὸν τῶν ἐναντίων κατεπολεμήθη. κάτοπτρα γὰρ ᾄδεται χαλκεῦσαι πυρφόρα ὁ Πρόκλος, καὶ ταῦτα ἐκ τοῦ τείχους τῶν πολεμίων νεῶν ἀπαιωρῆσαι κατέναντι, τούτοις δὲ τῶν τοῦ ἡλίου ἀκτίνων προσβαλουσῶν πῦρ ἐκεῖθεν ἐκκεραυνοῦσθαι καταφλέγον τὸν νηίτην τῶν ἐναντίων στρατόν, καὶ τὰς νῆας αὐτάς, ὃ πάλαι
10τὸν Ἀρχιμήδην ἐπινοῆσαι ὁ Δίων ἱστόρησε, τῶν Ῥωμαίων τότε πολιορκούντων Συράκουσαν. Ἀναστάσιος δὲ σπουδαστὴς τῆς Εὐτυχοῦς αἱρέσεως ὤν, ἐβουλήθη προσθεῖναι εἰς τὸ Τρισάγιον τὸ “ὁ σταυρωθεὶς δι’ ἡμᾶς.” ἔστειλεν οὖν διὰ τοῦτο εἰς τὴν ἐκκλησίαν τὸν λογο‐
15θέτην τε καὶ τὸν ἔπαρχον· οἳ ἐν τῷ ἄμβωνι ὡς ἐπ’ ὀκρί‐ βαντος στάντες διαγγέλλειν ἤρξαντο τὸ πρόσταγμα τὸ βασιλικόν. κινεῖται τοίνυν ὅσον τοῦ πλήθους ὀρθόδοξον, καὶ διασπάσαι τοὺς ἄνδρας ὡρμήκεσαν. ἀλλ’ οἱ μὲν μόλις τὴν δημοτικὴν
μανίαν ἐξέφυγον, τὸ δέ γε πλῆθος εἰς θυμὸν ἐκκαυθὲν κατὰ138

139

τῶν οἰκιῶν ἐπῆλθον τῶν εἰρημένων ἀνδρῶν. καὶ τὰς μὲν καθ‐ ῃρήκασι, τὰ δ’ ἐν αὐταῖς διηρπάκασι καὶ πολλοὺς ἀνεῖλον, καὶ εἰς τὸν βασιλέα ἐξύβριζον, τὸν δὲ Βιταλιανὸν ὡς βασιλέα εὐφήμουν, καὶ πολλοὺς οἴκους ἐνέπρησαν καὶ πλείστους ἐφό‐
5νευσαν· καί τινα μοναχὸν πλησίον ὄντα τῆς παρὰ τοῦ Ἀναστα‐ σίου κτισθείσης κινστέρνης τῆς Μωκισίας καλουμένης, καὶ διὰ τιμῆς τῷ βασιλεῖ τούτῳ ἀγόμενον, κτείναντες, ἀλλὰ μὴν καί τινα μονάζουσαν ἐγκεκλεισμένην ἐγγὺς τῆς πόρτης τῆς Ξηρο‐ κέρκου ἀνελόντες, ὡς πίστιν καὶ εἰς αὐτὴν κεκτημένου τοῦ
10βασιλέως, καὶ συνδήσαντες ἄμφω τὰ σώματα ἔσυραν, εἶτα κατέ‐ καυσαν. Ἐν τοῖς χρόνοις τούτου τοῦ βασιλέως Ἀλαμούνδαρος ὁ τῶν Ἀγαρηνῶν φύλαρχος κατηχηθεὶς παρὰ ὀρθοδόξων ἐπί‐ στευσέ τε καὶ ἐβαπτίσατο. πρὸς ὃν ὁ Σευῆρος ἐπισκόπους
15ἔστειλε δύο, σπεύδων εἰς τὴν ἰδίαν αἵρεσιν ἑλκύσαι αὐτόν. τῶν γοῦν ἐπισκόπων διδασκόντων αὐτὸν εἰς μίαν φύσιν τὰς δύο
τοῦ Χριστοῦ συγχυθῆναι φύσεις, κἀντεῦθεν συναγομένου τοῦ139

140

συμπαθεῖν τῇ σαρκὶ τοῦ κυρίου καὶ τὴν θεότητα, ἐκεῖνος ἐλέγ‐ ξαι θέλων ἄτοπα λέγοντας καὶ διδάσκοντας ἄπιστα, παρεσκεύασέ τινα τῶν οἰκείων παρόντων τῶν ἀνιέρων ἐπισκόπων ἐκείνων πρὸς οὖς τι αὐτῷ ἀπαγγεῖλαι. τοῦ δὲ ποιήσαντος τὸ ἐπιταχθὲν
5ὁ Ἀλαμούνδαρος ἐσκυθρώπασε καὶ λυπεῖσθαι ὑπεκρίθη. ἐρο‐ μένων δὲ τῶν ἐπισκόπων ὅτου χάριν συγκέχυται καὶ τί ἂν εἴη τὸ ἀγγελθέν, ἐκεῖνος ἔφη ἀγγελθῆναι αὐτῷ τὸν ἀρχάγγελον θα‐ νεῖν Μιχαήλ. τῶν δὲ ψευδῆ τὴν ἀγγελίαν διατεινομένων τυγ‐ χάνειν, ἀδύνατον γὰρ εἶναι θανεῖν τὸν ἀρχάγγελον, ὑπολαβὼν
10ὁ φύλαρχος εἶπεν “εἰ οὖν ἄγγελος οὐ θνήσκει, πῶς καθ’ ὑμᾶς ἡ θεότης ἔπαθέ τε καὶ ἔθανε τῇ σαρκὶ συγκραθεῖσα καὶ εἰς μίαν φύσιν ἀποτελεσθεῖσα;” τούτοις οἱ ἐπίσκοποι ἐκεῖνον μὲν ἐθαύμασαν τῆς συνέσεως· αὐτοὶ δὲ ἀπογνόντες ὡς οὐκ ἄν ποτε μετενεγκεῖν αὐτὸν δυνηθεῖεν εἰς τὴν δόξαν αὐτῶν, ὑπεχώρησαν.
15 Τῶν δὲ Βουλγάρων αὖθις τὸ Ἰλλυρικὸν καταδραμόντων ἀντετάξαντο τούτοις τινὲς τῶν Ῥωμαίων ταξιαρχῶν μετὰ τῶν ὑπ’ αὐτοὺς ταγμάτων. ἐκείνων δὲ ἐπῳδαῖς χρησαμένων καὶ
γοητείαις, ἡττήθησαν αἰσχρῶς οἱ Ῥωμαῖοι καὶ πλὴν ὀλίγων140

141

ἅπαντες διεφθάρησαν. ὧν τὴν φθορὰν κομήτης ἀστὴρ προε‐ μήνυσε καὶ κόρακες πορευομένων αὐτῶν ὑπεριπτάμενοί τε καὶ προηγούμενοι καὶ οἱ σαλπιγκταὶ ἀντὶ ἐνυαλίου ἠχῆς περιπαθές τι καὶ θρηνῶδες ἠχήσαντες.
5 Τοῦ δ’ ἄνωθεν ῥηθέντος Τιμοθέου πολλὰ τοῖς ὀρθοδόξοις ἐνδειξαμένου κακὰ καὶ τελευτήσαντος, Ἰωάννης ὁ Καππαδόκης τῆς ἐκκλησίας ἐνεχειρίσθη τὴν προστασίαν, ἔτη δύο ταύτης προστάς. τέθνηκε δὲ καὶ ἡ βασιλὶς Ἀριάδνη. Λέγεται δὲ ἐν τοῖς χρόνοις τῆς βασιλείαϛ Ἀναστασίου ἄγαλμα
10τῆς Τύχης τῆς πόλεως ἐν εἴδει γυναικὸς ἐκ χαλκοῦ πεποιη‐ μένον, θάτερον τῶν ποδῶν ἐντὸς νηὸς ἐχούσης πρὸ αὐτῆς ἑστώσης καὶ ὁμοίας ὕλης ἐξειργασμένης, ἵστασθαί που τῆς πόλεως. τούτου δῆτα τοῦ τῆς νηὸς εἰκονίσματος ἢ τῷ χρόνῳ μογήσαντος ἢ ἐξ ἐπιβουλῆς μέρη τινὰ θραυσθέντα ἀφῄρηντο.
15οὐκέτι οὖν φορτηγοὶ νῆες προσώρμουν εἰς τὸ Βυζάντιον, ἀλλὰ πλησίον ἰοῦσαι βίαις πνευμάτων ἀνείργοντο, καὶ εἰ μὴ νῆες
μακραὶ καὶ πολλοῖς ἐρέταις κινούμεναι τοὺς φόρτους ἐκείνων141

142

εἰς τὴν πόλιν ἐκόμιζον, τάχα ἂν λιμῷ οἱ ἐν αὐτῇ κατηνάλωνται. τοῦτο ἐπὶ καιρὸν κρατῆσαν τοῖς τῶν κοινῶν φροντισταῖς διὰ φροντίδος ἐγένετο. ὑπετοπάσθη τοίνυν παρά του τὸ αἴτιον, καὶ προσήγγελτο τοῖς οἷς ἡ τῶν τῆς πόλεως ἀνεῖτο φροντίς·
5καὶ τὰ θραύσματα τῆς νηὸς ἐκείνης ζητηθέντα εὑρέθησαν καὶ ταύτῃ ἀποκατέστησάν τε καὶ συνηρμόσθησαν, καὶ ὁ πλοῦς ἦν τοῖς πλοίοις ἀκώλυτος καὶ μεστὴ τούτων εἰσπλεόντων ἡ θά‐ λασσα. ἵνα δὲ γνοῖεν εἰ τοῦτο τοῦ τῶν πλοίων εἴσπλου κώ‐ λυμα ἦν, ἀφῄρηντο αὖθις τὰ μέρη τῆς νηὸς ἐκείνης· καὶ ὅσαι
10τῶν νεῶν ἔτι ἦσαν εἰσπλέουσαι, πνεύματος αὖθις βίᾳ γεγόνασιν ὀπισθόρμητοι. ἐντεῦθεν ἐβεβαιώθησαν ἐκ τοῦ θραυσθῆναι τὴν χαλκῆν νῆα ἐκείνην τὴν κωλύμην γίνεσθαι τοῦ εἰς τὴν πόλιν εἴσπλου τῶν πλοίων τῶν φορτηγῶν, καὶ τὴν ναῦν ἐκείνην ἐπι‐ μελείας ἀξιώσαντες ἀνεκαίνσαν.
15 Πρὸ μικροῦ δὲ τῆς τελευτῆς αὐτοῦ Ἀναστάσιος, ἐπιβουλῆς αὐτῷ μηνυθείσης, συνέσχε πολλούς, σὺν οἷς καὶ Ἰουστῖνον καὶ
Ἰουστινιανόν, καὶ ἦν γνώμης ἀπολέσαι αὐτούς· ἐκωλύθη δὲ142

143

κατ’ ὄναρ φοβεροῦ τινος ἀνδρὸς δόξαντος παραστῆναι αὐτῷ καὶ εἰπεῖν “Ἰουστίνῳ καὶ Ἰουστινιανῷ μηδὲν ἐργάσῃ κακόν· μέλλει γὰρ ἕκαστος αὐτῶν ὑπουργῆσαι τῷ θεῷ ἐν καιροῖς ἰδίοις·” ὅθεν ἀφῆκεν αὐτοῖς τὸ τῆς καθοσιώσεως ἔγκλημα. καὶ αὖθις
5δὲ ὄναρ ἰδεῖν λέγεται ὁ βασιλεὺς Ἀναστάσιος ἄνδρα τινὰ φο‐ βερὸν τόμον κατέχοντα καὶ λέγοντα πρὸς αὐτόν “ἰδού, διὰ τὴν κακοπιστίαν σου ἀπαλείφω τῆς ζωῆς σου ἔτη τεσσαρεσκαίδεκα.” ἔχων δὲ κεχρησμοδοτημένον ὁ Ἀναστάσιος ὅτι ἐκ κεραυνοῦ θανεῖται, τὸ λεγόμενον Θολωτὸν ἐδομήσατο καὶ ἐν αὐτῷ διῆγεν,
10ἀλλ’ οὐδέν τι τούτου ἀπώνατο. βροντῶν γάρ ποτε καταρρηγνυ‐ μένων φρικωδεστάτων καὶ ἀστραπῶν ἐκτριβομένων ἐκεῖθεν πολλῶν, ἐκεῖνος δειμαίνων εἰς δίαιταν ἐκ διαίτης μετέβαινε καὶ ἐκ θαλάμου εἰς θάλαμον ὑπεδύετο. καὶ οὕτως ἐν ἑνὶ τῶν βασιλικῶν κοιτώνων εὑρέθη κείμενος τεθνεώς, ζήσας μὲν ἔτη
15ὀγδοήκοντα καὶ ὀκτώ, βασιλεύσας δ’ ἐξ αὐτῶν κʹ καὶ ζʹ ἐπὶ μησὶ τρισίν.
Ἐν τοῖς χρόνοις τούτοις γέγονε σεισμὸς φοβερώτατος, καὶ143

144

ἐν μὲν τῷ Βυζαντίῳ ἐν διαφόροις τόποις συμπτώματα συμβε‐ βήκασιν· ἡ μεγάλη δὲ Ἀντιόχεια σχεδὸν ἅπασα κατεπτώθη, καὶ οἱ ταύτης οἰκήτορες τοῖς συμπτώμασι κατεχώσθησαν. Οὗτος ὁ Ἀναστάσιος ἔκτισε τὸ Μακρὸν τεῖχος οὕτω λεγό‐
5μενον καὶ ἀπὸ τῆς μεγάλης θαλάσσης διῆκον ἄχρι τῆς Σηλυ‐ βρίας διὰ τὰς ἐφόδους τῶν τε Μυσῶν ἤγουν Βουλγάρων καὶ τῶν Σκυθῶν. ἔστησε δὲ καὶ στήλην οἰκείαν ἐν τῷ τοῦ Ταύρου κίονι ἐκ χαλκοῦ, τῆς πρῴην ἐν αὐτῷ ἱσταμένης πεσούσης, ἣ τοῦ μεγάλου Θεοδοσίου ἐτύγχανε.
10 Καὶ ὁ μὲν ὧδε βασιλεύσας ὧδε κατέλυσε τὴν ζωήν· ἀνερ‐ ρήθη δὲ βασιλεὺς Ἰουστῖνος ὁ Θρᾷξ, γονέων μὲν ἐκφὺς ἀσή‐ μων καὶ ἀφανῶν, καὶ αὐτὸς τὸ πρότερον αὐτουργῶν ἢ βου‐ κόλος τυγχάνων καὶ συφορβός, εἶτα εἰς τύχην μεταταξάμενος στρατιωτικὴν καὶ φθάσας μέχρι ταγματαρχίας καὶ κόμης γενό‐
15μενος. μετὰ δέ γε τὴν τελευτὴν Ἀναστασίου, βουλῆς προτε‐ θείσης περὶ προχειρίσεως βασιλέως ὁ εὐνοῦχος Ἀμάντιος, ὃς
καὶ πραιπόσιτος ἦν καὶ μέγα δεδύνητο, θέλων Θεοκριτιανόν144

145

τινα οἰκεῖον ὄντα αὐτῷ βασιλεῦσαι, χρήματα τῷ Ἰουστίνῳ παρ‐ έσχε διανεμεῖν τοῖς στρατιώταις, ἵν’ ἐκεῖνον ἕλωνται βασιλέα. ὁ δὲ τὰ χρήματα διανείμας ἑαυτῷ τὴν βασιλείαν προεμνηστεύ‐ σατο καὶ παρὰ τῶν στρατιωτῶν καὶ τοῦ δήμου εἰς τὴν τῆς
5αὐταρχίας ἀνήχθη περιωπήν. Ἀμάντιος δὲ ἐν δεινῷ πεποίητο τοῦ Ἰουστίνου τὸ σόφισμα καὶ αὐτῷ ἐπεβούλευε σὺν ἑτέροις τῶν ἐπιφανεστέρων, ὃν γνωσθέντα ὁ Ἰουστῖνος ἀνεῖλε σὺν Ἀν‐ δρέᾳ τῷ κουβικουλαρίῳ καὶ τῷ Θεοκριτιανῷ. οὗτος ὁ Ἀμάν‐ τιος, ὅτε ὁ Ἀναστάσιος καθ’ ὕπνους ἐθεάσατο τὸν ἄνδρα τὸν
10τόμον φέροντα καὶ ἀπαλείψαντά τινας τῶν τῆς ζωῆς αὐτοῦ χρόνων, ὄναρ εἶδεν ὅτι ἐνώπιον τοῦ βασιλέως ἱσταμένῳ αὐτῷ χοῖρος ἐπῆλθε μέγας καὶ εἰς γῆν κατήραξεν αὐτὸν καὶ ἀν‐ άλωσεν. οὗτος τὸν ναὸν τοῦ ἁγίου ἀποστόλου Θωμᾶ ἐδομή‐ σατο· διὸ καὶ τὴν κλῆσιν ἐκείνου σώζει, τοῦ Ἀμαντίου καλού‐
15μενος. Ὀρθοδοξότατος δὲ ὢν Ἰουστῖνος, δόγμα ἐξέθετο τὴν ἐν
Χαλκηδόνι πάντας σέβεσθαι σύνοδον καὶ τοὺς αὐτὴν συστησα‐145

146

μένους ἑξακοσίους τριάκοντα ἁγίους πατέρας τοῖς ἱεροῖς ἐγγρα‐ φῆναι διπτύχοις πασῶν τῶν ἐκκλησιῶν. γαμετὴν δ’ ἔχων Λουπι‐ κίαν κεκλημένην ἔστεψεν αὐτὴν καὶ Αὐγούσταν ἀνηγόρευσεν, Εὐ‐ φημίαν μετονομάσας. τούτῳ Βιταλιανός, ὃς ἐστασίασεν ἐπὶ
5Ἀναστασίου, πάνυ ᾠκείωτο καὶ στρατηλάτης προεχειρίσθη, ἀλλὰ μὴν καὶ ὑπάτευσε καὶ μέγα τι παρὰ τῷ Ἰουστίνῳ ἠδύνατο. ὀρθόδοξος δ’ ὢν τὸν Σευῆρον ἐκδιωχθῆναι τοῦ θρόνου τῆς Ἀντιοχείας καὶ ἀναιρεθῆναι προσέταξεν· ὃ γνοὺς ἐκεῖνος ἀπέ‐ δρα εἰς Αἴγυπτον μεθ’ ἑτέρων ὁμογνωμόνων καὶ ταύτην ἐτά‐
10ραξαν, τὸν περὶ φθαρτοῦ καὶ ἀφθάρτου λόγον εἰσαγαγόντες. Σευήρου δὲ διαδράντος, Παῦλος ὁ ξενοδόχος τῶν Εὐβούλου Ἀντιοχείας προεχειρίσθη ἐπίσκοπος· καὶ πάντας δὲ τοὺς ἄδικον ὑπερορίαν ὑποστάντας ἐπὶ Ἀναστασίου ὁ Ἰουστῖνος κατήγαγεν. Ἐν τοῖς τούτου χρόνοις ἀστὴρ ἐφάνη κομήτης ἐν τῇ ἀνα‐
15τολῇ, κάτω τὰς ἀκτῖνας ἀφιείς, ὃν πωγωνίαν οἱ μετεωρολογοῦν‐ τές φασι· καὶ ὁ Βιταλιανὸς ἐδολοφονήθη παρὰ τῶν Βυζαντίων,
μηνιώντων αὐτῷ ὡς πολλοὺς ἀνελόντι, ὅτε ἐπανέστη κατὰ Ἀνα‐146

147

στασίου. οἱ δὲ προστάξει τοῦ βασιλέως Ἰουστίνου καὶ Ἰουστι‐ νιανοῦ φασιν ἀναιρεθῆναι αὐτὸν ἐν τῷ Παλατίῳ, θέλοντα καὶ αὐτοῦ τοῦ κρατοῦντος κατάρχειν· στρατηλάτης δὲ τῶν στρατευ‐ μάτων Ἰουστινιανὸς προκεχείριστο. Ἰωάννου δὲ τοῦ Καππα‐
5δόκου θανόντος, ὃς πατριάρχης ἦν Κωνσταντινουπόλεως, κε‐ χειροτόνητο Ἐπιφάνιος τῆς ἐκκλησίας ταύτης πρεσβύτερος· καὶ Ὁρμίσδα τοῦ πάπα Ῥώμης μετηλλαχότος τὸ ζῆν, Ἰωάννης τοὺς τῆς ἐκκλησίας Ῥωμαίων διεδέξατο οἴακας. Ἔχθρας δὲ Ῥωμαίοις πρὸς Πέρσας οὔσης, ὁ βασιλεὺς
10Ἰουστῖνος πρὸς τὸν ῥῆγα τῶν Οὔννων ἔστειλε πρέσβεις καὶ δῶρα, συμμαχίαν αἰτῶν κατὰ τῶν Περσῶν· καὶ ὃς συνέθετο. καὶ τοῦ Περσῶν δὲ βασιλέως Κουάδου τὸν αὐτὸν ῥῆγα περὶ συμμαχίας ἀξιώσαντος, ἐκεῖνος συμμαχῆσαι αὐτῷ ἐπηγγείλατο· καὶ ἀπῆλθε πρὸς Πέρσας μετὰ λαοῦ, κατὰ Ῥωμαίων ἀντιτα‐
15ξόμενος. ὁ μέντοι βασιλεὺς Ἰουστῖνος περὶ εἰρήνης πρεσβείαν στείλας πρὸς τὸν τῶν Περσῶν βασιλέα, μὴ πιστεύειν τοῖς Οὔν‐ νοις αὐτῷ ἔγραψεν, ὡς ὅρκους μετὰ Ῥωμαίων περὶ συμμα‐
χίας ποιησαμένοις καὶ χρήματα λαβοῦσι πολλὰ καὶ βουλομένοις147

148

προδοῦναι αὐτοὺς ἐν πολέμου καιρῷ. ὁ δὲ Κουάδης τὸν ῥῆγα εἰ χρήματα παρὰ Ῥωμαίων εἴληφεν ἤρετο· τοῦ δὲ καταθεμένου, ἀληθεύειν τὸν Ἰουστῖνον ὑπέλαβε καὶ αὐτίκα τὸν μὲν ἀνεῖλε καὶ τοὺς Οὔννους σχεδὸν ἅπαντας, εἰ μή τινες ὀλίγοι διαδράντες
5ἐσώθησαν, τοῖς δὲ Ῥωμαίοις ἐσπείσατο καὶ τὸν Ἰουστῖνον ἐπί‐ τροπον Χοσρόου τοῦ νεωτέρου τῶν υἱῶν αὐτοῦ ἐποιήσατο. τούτῳ γὰρ τὴν τῶν Περσῶν κατελίμπανε βασιλείαν, τοὺς πρε‐ σβυτέρους παραβλεπόμενος. ὁ δὲ βασιλεὺς τὴν ἐπιτροπὴν παρ‐ ῃτήσατο. ὁ μέντοι Λαζῶν ἀρχηγὸς Τζάθος ἀποστατήσας Περ‐
10σῶν, προσερρύη τῷ Ἰουστίνῳ καὶ βαπτισθείς, υἱός τε τοῦ βασιλέως ὀνομασθεὶς καὶ βασιλεὺς Λαζῶν ἀναγορευθείς, γυναικί τε συζευχθεὶς ἑνὸς τῶν συγκλητικῶν θυγατρί, εἰς τὴν ἑαυτοῦ χώραν ἐπανελήλυθε. τοῦτο αἴτιον αὖθις μάχης Ῥωμαίοις καὶ Πέρσαις ἐγένετο, ὡς τοῦ βασιλέως Ῥωμαίων τοὺς αὐτοῖς ὑπεί‐
15κοντας σφετεριζομένου. τότε καὶ τὰ κατὰ τὸν ἅγιον Ἀρέθαν ἐν Νεγρᾷ τῇ πόλει συμβέβηκε. Κουάδης δὲ τοὺς ἐν τῇ αὐτοῦ ἀρχῇ τυγχάνοντας Μανιχαίους ἐφόνευσεν ἅπαντας καὶ τὸν αὐτῶν
ἐπίσκοπον καὶ τὰς βίβλους κατέκαυσεν, ὅτι ἕνα τῶν υἱῶν αὐτοῦ148

149

τὴν μυσαρὰν αὐτῶν διδάξαντες αἵρεσιν τὰ αὐτῶν φρονεῖν παρ‐ εσκεύασαν. Ἡ δὲ πόλις Ἀνάζαρβος ἢ Ἀνάβαρζα, τῆς δευτέρας Κιλι‐ κίας οὖσα μητρόπολις, τότε ὑπὸ σεισμοῦ συνεπτώθη· καὶ ἡ
5Ἔδεσα, πόλις οὖσα περιφανὴς τῆς Ὀσροηνῶν ἐπαρχίας, κατε‐ κλύσθη, τοῦ μέσον αὐτῆς ῥέοντος ποταμοῦ πλημμυρήσαντος, κεκλημένου Σκιρτοῦ, καὶ τούς τε τῆς πόλεως οἴκους καταβα‐ λόντος καὶ παρασύραντος καὶ τοὺς αὐτῆς ἐνοικοῦντας οὓς μὲν συγχώσαντος τοῖς συμπτώμασιν, οὓς δὲ καταποντίσαντος. μεθ’
10ἡμέρας δέ γε τοῦ ὕδατος ἐλαττωθέντος, εὑρέθη ἐν τῇ ὄχθῃ τοῦ ποταμοῦ πλὰξ λιθίνη ἐν ἱερογλυφικοῖς γράμμασιν αὐτῇ ἐγ‐ κεκολαμμένοις λέγουσα ταῦτα “Σκιρτὸς ποταμὸς σκιρτήσει κακὰ σκιρτήματα πολίταις.” καὶ τῆς Πομπηιουπόλεως τὸ ἥμισυ κατεπόθη, μέσον ῥαγείσης τῆς πόλεως, καὶ τῶν ἀνθρώπων
15πολλοὶ ἐν τῷ χάσματι ἔτι ζῶντες ἀπωλοφύροντο καὶ οὐδεὶς
ἠδύνατο ἀνελέσθαι αὐτούς. καὶ γυνή τις ἐκ Κιλικίας τότε ἐγέ‐149

150

νετο γιγαντώδης καὶ τὴν ἀναδρομὴν τοῦ σώματος καὶ τὴν λοιπὴν διαρτίαν· παντὸς γὰρ εὐμήκους ἀνδρὸς εἰς πῆχυν ὅλον ὑπερανίστατο· ηὐρύνετο δὲ τοὺς ὤμους τε καὶ τὰ στέρνα ἐπὶ πολύ, καὶ τἄλλα δ’ εἶχε τῷ μήκει τε καὶ τῷ πλάτει ἀνάλογα,
5τὸ εἶδος λέγω καὶ τὴν φωνὴν καὶ τῶν βραχιόνων καὶ τῶν πήχεων τὴν στερρότητα καὶ τὸ μέγεθος καὶ τὸ τῶν δακτύλων ἁδρὸν καὶ ὅσα τούτοις ἑπόμενα. Ἰουστινιανοῦ δὲ στρατηλάτου, ὡς εἴρηται, μετὰ θάνατον Βιταλιανοῦ προβληθέντος, ἐκείνῳ ἀνεῖτο ἡ πᾶσα διοίκησις. καί
10ποτε τῶν τὰς ἡγεμονίας ἐχόντων δεομένων τοῦ βασιλέως κοι‐ νωνὸν τῆς βασιλείας ἑλέσθαι τὸν στρατηλάτην, ἐκεῖνος τῆς ἁλουρ‐ γίδος ἁψάμενος “δι’ εὐχῆς ὑμῖν ἤτω” φησί “μὴ νεώτερον ταύτην περιβαλέσθαι.” καὶ τότε μὲν οὕτω τὴν ἐκείνων δέησιν διεκρούσατο. οἱ δ’ αὖθις μετ’ οὐ πολὺ ψήφισμα ἔθεντο τὴν
15τοῦ νωβελισίμου ἀξίαν τῷ Ἰουστινιανῷ ἐπιψηφιζόμενον καὶ τὸν βασιλέα ᾐτοῦντο κυρῶσαι τὸ ψηφισθέν· καὶ ὃς εἴξας γράμ‐ μασιν οἰκείοις τοῦτο ἐκύρωσε. τραύματος δ’ οἱ γενομένου περὶ
τὴν κνήμην κλινήρης ἦν. ὡς δ’ ἡ νόσος ἐκραταιοῦτο καὶ ἀμ‐150

151

φίβολον ἦν αὐτῷ τὸ βιώσιμον, μετακαλεῖται τὸν πατριάρχην Ἐπιφάνιον, μεταπέμπεται δὲ τοὺς ἐν τέλει, καὶ βασιλέα τὸν ἀδελφιδοῦν Ἰουστινιανὸν ἀναδείκνυσιν, αὐτὸς τῇ ἐκείνου κεφαλῇ περιθεὶς τὸ διάδημα. καὶ εἰς τὸ τῆς ἱππηλασίας θέατρον τοῦ
5δήμου τῆς πόλεως ἀθροισθέντος, ἔξεισι πρὸς αὐτοὺς ἐστεμμένος ὁ Ἰουστινιανός, καὶ παρὰ πάντων εὐφημισθεὶς ἐπανῆκεν εἰς τὰ βασίλεια, τεσσαράκοντα καὶ πέντε τότε τυγχάνων ἐνιαυτῶν. αὐτίκα δὲ καὶ ἡ γαμετὴ αὐτοῦ Θεοδώρα ἀνερρήθη Αὐγούστα. καὶ μετ’ ὀλίγον τῷ Ἰουστίνῳ ἐπέλιπεν ἡ ζωή, βασιλεύσαντι ἔτη
10ἐννέα ἐφ’ ἡμέραις εἴκοσι. Καὶ ὁ μὲν εὐσεβῶς βασιλεύσας ἀπῆλθεν· ἄρξαντος δὲ Ἰουστινιανοῦ οὐκ εἰς μοναρχίαν ἡ βασιλεία κατέστη, ἀλλ’ εἰς διπλοῦν τὸ κράτος μεμέριστο· οὐδὲν γὰρ ἧττον τοῦ κρατοῦντος, εἰ μὴ καὶ μᾶλλον, ἡ κοινωνὸς αὐτῷ τοῦ βίου δεδύνητο. ἦν
15δὲ ὁ βασιλεὺς οὗτος ῥᾷστος μὲν πρὸς ἔντευξιν καὶ ἀναπεπτα‐ μένας εἶχε τὰς ἀκοὰς πρὸς διαβολήν, ὀξὺς δὲ πρὸς ἄμυναν,
ἀφειδὴς πρὸς χρημάτων ἐξάντλησιν καὶ πρὸς συλλογὴν αὐτῶν151

152

ἀφειδέστερος. τὰ μὲν γὰρ ἀνήλισκεν εἰς οἰκοδομάς, τὰ δὲ ἵν’ αὐτῷ κατορθοῖντο ὅσα οἱ ἐτύγχανε πρὸς βουλῆς, τὰ δὲ εἰς πολέμους καὶ τὰς πρὸς τοὺς ἀνθισταμένους ταῖς ἑαυτοῦ θελήσεσιν ἔριδας. ὅθεν ἀεὶ χρημάτων δεόμενος ἐξελέγετο ταῦτα ἐκ τρό‐
5πων οὐκ εὐαγῶν καὶ χάριτας ᾔδει τοῖς προφάσεις αὐτῷ τοῦ ἀργυρολογεῖν ἐφευρίσκουσι. καὶ οὐχ ὁ μὲν οὕτω διέκειτο, ἡ δὲ βασιλὶς ἠλαττοῦτο κατά τι τοῦ αὐτοκράτορος ἢ πρὸς ἐξου‐ σίαν ἢ πρὸς χρημάτων κτῆσιν ἐκ τρόπου παντός. ἠδύνατο μὲν γὰρ πολλῷ τῷ μέσῳ τοῦ ξυνευνέτου ἐπέκεινα, ἦν δὲ καὶ
10ποριμωτάτη πρὸς εὕρεσιν καινοτέρων καὶ πολυτρόπων ἐπινοιῶν. ἐντεῦθεν τοῖς ὑπηκόοις διχόθεν αἱ συμφοραί· οἵ τε γὰρ ἐτήσιοι δασμοὶ ἐπὶ μεῖζον ἐξῄροντο καὶ καινοὶ προσεπινενόηντο. καὶ οἱ μὲν ὡς μὴ περὶ τὴν εἰς τὸ θεῖον δόξαν ὀρθῶς διακείμενοι, οἱ δὲ ὡς ἀκολάστως βιοῦντες ἐκολάζοντο καὶ τὰς περιουσίας
15ἀφῄρηντο, οἱ δὲ διὰ τὰς πρὸς ἀλλήλους διαφοράς, καὶ ἄλλοι ἐξ ἄλλων τρόπων καὶ ἕτεροι ἐξ ἑτέρων. πάντας γὰρ ἀπαρι‐ θμεῖν μακρᾶς ἂν δέοιτο συγγραφῆς.
Κατὰ δὲ τὸ πέμπτον ἔτος τῆς βασιλείας αὐτοῦ ἀστέρος152

153

ὤφθη φαῦσις κομήτου, ὃς λαμπαδίας ὠνόμασται, ὡς ἄνω τὰς ἀκτῖνας ἱείς, ὃς ἐφ’ ἡμέρας εἴκοσι φαίνων διήρκεσεν. ἔθετο δὲ καὶ πρὸς τοὺς Πέρσας σπονδάς. καὶ τὰ μὲν κατὰ τὴν ἑῴαν εἰρήνευον, τὴν δὲ πόλιν κατέτρυχον ἐμφύλιοι πόλεμοι, καὶ τὸ
5κάλλος αὐτῆς καὶ τὴν ἀγλαΐαν, ὅση περιελέλειπτο ἀπὸ τοῦ ἐν τῇ βασιλείᾳ τοῦ Λέοντος γεγονότος ἐμπρησμοῦ, διεφθάρκασι. μίσους γὰρ ἐμφύντος τοῖς δήμοις κατὰ τοῦ αὐτοκράτορος καὶ τῆς βασιλίσσης δι’ ἅπερ εἴρηται, ὡμονόησαν ἄμφω τὰ μέρη, τό τε Βένετον καὶ τὸ Πράσινον, καίτοι ἀεὶ ἀλλήλοις ἐναντιού‐
10μενα, καὶ στάσεως ἤρξαντο. ὁ δέ γε κρατῶν μοῖράν τινα βαρ‐ βάρων τῶν καλουμένων Αἰλούρων αὐτοῖς ἐπαφεὶς στῆσαι τὴν στάσιν οὕτως ἐπικεχείρηκεν. ἡ δ’ ἀνῆπτο μᾶλλον· μάχης γὰρ συρραγείσης μέσον τῶν δήμων καὶ τῶν βαρβάρων κατὰ τὸ λε‐ γόμενον Μίλιον, καὶ πιπτόντων πολλῶν ἑκατέρωθεν, οἱ τῆς
15ἐκκλησίας καταπαῦσαι τὴν στάσιν καὶ τὸν πόλεμον σπεύδοντες τὰς παναγεῖς τῶν θείων εὐαγγελίων βίβλους ἀράμενοι καὶ τοῦ σωτῆρος ἡμῶν σεβάσμια ἐκτυπώματα εἰς μέσους τοὺς μαχο‐ μένους συνώθησαν ἑαυτούς, οἰόμενοι αἰδεσθέντας ἐκείνους τὰ
ἅγια καταθέσθαι τὰ ὅπλα καὶ ἀποσχέσθαι τοῦ μάχεσθαι· ἀλλ’153

154

οἱ βάρβαροι τῶν ἁγίων φροντίσαντες οὐδ’ ὁπωστιοῦν τούς τε δήμους συνέκοπτον καὶ οὐδὲ τῶν ἱερῶν ἢ τῶν ταῦτα φερόντων ἐφείδοντο. τοῦτο τοῖς τῆς πόλεως εἰς ἐρεθισμὸν τῆς στάσεως γέγονε, καὶ ὥσπερ αὐτῷ τῷ θείῳ ἀμύνοντες εἰς ἀπόνοιαν
5ἐξήφθησαν πλείονα, καὶ οὐκ ἄνδρες μόνον, ἀλλὰ καὶ γυναῖκες ἐκ τῶν ὑπερῴων ἐμάχοντο, λίθοις καὶ κεράμοις καὶ παντὶ τῷ προστυχόντι βάλλουσαι ἄνωθεν τὴν βάρβαρον ἐκείνην πληθύν. οἱ δὲ μανίᾳ ληφθέντες καὶ ἀμύνασθαι τὰ γύναια θέλοντες, πῦρ ἐνιᾶσι τοῖς οἴκοις, ἐξ ὧνπερ ἐβάλλοντο. πνεύματος δὲ σφοδροῦ
10πνέοντος τηνικαῦτα, ἡ φλὸξ ἦρτο ταχέως ἀέριος καὶ πολλὰς μεγίστας τε καὶ καλλίστας οἰκοδομὰς κατῃθάλωσε καὶ ἀγάλματα κατέφλεξεν ἀρχαίων ἀνδρῶν ἐπισήμων ἐπὶ σοφίᾳ καὶ ἐπ’ ἀν‐ δρείᾳ καὶ τοῖς διὰ χειρῶν καὶ συνετῶν βουλευμάτων ἀνδραγα‐ θήμασι, καὶ ἐπὶ πᾶσιν αὐτὸ τὸ θεῖον τέμενος τοῦ μεγάλου ναοῦ,
15ὃν βασιλεὺς Κωνστάντιος ἐδομήσατο, καὶ τὸ τῆς ἁγίας Εἰρήνης, καὶ τὸν τοῦ Εὐβούλου ξενῶνα καὶ τὴν τοῦ Παλατίου Χαλκό‐ στεγον, ἥτις ἦν ἡ νῦν καλουμένη Χαλκῆ, καὶ εἱρκτὴν χρηματί‐ ζουσαν καὶ τὸ τοῦ Σευήρου λουτρὸν τὸ λεγόμενον Ζεύξιππον
καὶ ἄλλα πολλὰ κόσμον καὶ θαῦμα τῇ πόλει καὶ τῇ βασιλείᾳ154

155

περιποιούμενα. τότε τοίνυν ὁ βασιλεὺς ἑτέρως καταστορέσαι τὴν στάσιν διανενόητο· καὶ ἀνελθὼν εἰς τὸ θέατρον διαλεχθῆναι τοῖς δήμοις βεβούλευτο, καὶ πέμψας ἐκεῖ τὸ δημοτικὸν μετε‐ στέλλετο. τὸ δ’ οὐκ ἠνείχετο προσελθεῖν, ἀλλὰ καὶ ἀλλήλοις
5παρεκελεύοντο φυλάξασθαι τὸ ἱππήλατον θέατρον, ἵνα μὴ ὡς ἐν εἱρκτῇ συγκλεισθεῖεν αὐτῷ καὶ τοῦ θυμοῦ τῶν κρατούντων γέ‐ γονε παρανάλωμα. ἐντεῦθεν εἰς τὴν ἀγορὰν διαθέοντες, ἕτερον βασιλέα ἑαυτοῖς ἐβουλεύσαντο προχειρίσασθαι καί τινα συγγενῆ τοῦ βασιλέως Ἀναστασίου περισχόντες Ὑπάτιον, πῇ μὲν ἄκοντα,
10πῇ δέ γε καὶ πεπεισμένον, εἰς τὸν τοῦ μεγάλου Κωνσταντίνου Φόρον ἀπάγουσι, καὶ ἐπὶ ἀσπίδος αὐτὸν μετάρσιον ἄραντες ἀναγορεύουσι βασιλέα καὶ τὸ τῶν ἵππων ἐκεῖθεν ἁμιλλητήριον καταλαμβάνουσι θέατρον, εὐφημοῦντες αὐτόν, καὶ πορφυρίδα ἐζήτουν καὶ στέφος. ἐν τούτοις τῶν δήμων ἀσχολουμένων,
15ἴσχυσαν οἱ περὶ τὸν βασιλέα πλείστων χρημάτων διανομαῖς ὑποσῦραι τῶν Βενέτων πολλούς, καὶ οὕτως τὴν τῶν δήμων ὁμόνοιαν διαστήσαντες χωρῆσαι κατ’ ἀλλήλων αὐτοὺς πεποιή‐
κασι. τότε τοίνυν ἀθρόον ἐκ τῶν βασιλείων οἱ προκοιτοῦντες155

156

τῶν κρατούντων ἐξέθορον ἔνοπλοι, κἀκ τῆς πόλεως ἕτεροι στρατιῶται καὶ οἱ βάρβαροι ἐπεισέφρησαν, καὶ τὰ πλήθη ὡς χόρτον ἄνευ φειδοῦς ἐξεθέριζον, ἤδη καὶ πρὸς ἄλληλα στασιά‐ σαντα· μεστὸν γὰρ ἦν ἀνθρώπων τὸ θέατρον, τῶν μὲν τῆς
5τῶν στασιαζόντων μοίρας, τῶν δέ γε πλειόνων κατὰ θέαν τῶν γινομένων καὶ τῆς τοῦ Ὑπατίου ἀναρρήσεως ἠθροισμένων. τὸν δὲ Ὑπάτιον συλλαβόντες καὶ Πομπήιον τὸν ἀδελφὸν αὐτοῦ τῷ βασιλεῖ προσήγαγον, οἳ καὶ ἀνῃρέθησαν καὶ αἱ περιουσίαι αὐτῶν ἐδημεύθησαν. τῶν δ’ ἐκ τοῦ δήμου ἀναιρεθέντων εἰ‐
10κάσθη εἶναι ὁ ἀριθμὸς ὡσεὶ τεσσαράκοντα χιλιάδες. οὐχὶ τῶν εἰρημένων δὲ δύο ἀνδρῶν μόνων ἐδημεύθησαν αἱ περιουσίαι, ἀλλὰ καὶ ἑτέρων πλειόνων συγκλητικῶν· κἀκεῖνοι δὲ πολυειδῶς ἐκολάσθησαν. Ἐν δὲ τῇ στάσει ταύτῃ, ὡς εἴρηται, τῆς μεγάλης ἐκκλη‐
15σίας καυθείσης, ἧς δομήτωρ ἦν ὁ Κωνστάντιος, ἑτέραν πολλῷ μείζω καὶ περιφανεστέραν ὁ βασιλεὺς Ἰουστινιανὸς ἀπήρξατο καινουργεῖν, τῆς οἰκοδομῆς αὐτῆς ἀρχθείσης κατὰ τὸ ͵ϛμʹ ἔτος,
ἰνδικτιῶνος πεντεκαιδεκάτης ἐνισταμένης ἐν Φευρουαρίῳ μηνί.156

157

οὐ μόνου δὲ τοῦ ἱεροῦ τούτου δόμου τῆς δομήσεως ὁ βασιλεὺς ἐκεῖνος ἀπήρξατο, ἀλλὰ καὶ ἑτέρων πλειόνων, ἐν οἷς ἀπείρων χρημάτων δεόμενος τὰς τυπωθείσας ἀνέκαθεν ἐν ἑκάστῃ τῶν πόλεων δίδοσθαι σιτήσεις τοῖς ἐν αὐταῖς διδασκάλοις τῶν λογι‐
5κῶν τεχνῶν ὑποθήκαις τοῦ ἐπάρχου ἐξέκοψε. καὶ οὕτω τῶν ἐν ταῖς πόλεσι διδασκαλείων ἐσχολακότων ἀγροικία τῶν ἐν αὐταῖς κατεκράτησε. Κατά γε μὴν τὸ ἑπτακαιδέκατον ἔτος τῆς βασιλείας αὐτοῦ καὶ ὁ κίων ὁ μέγας, ὃς ἐν τῷ προαυλίῳ τοῦ μεγάλου ναοῦ
10καθίδρυται, τετελείωτο, ἐν ᾧ οἰκεῖον ἀνδριάντα ἔφιππον οὗτος ὁ βασιλεὺς ἀνεστήλωσεν, ἔνθαπερ πρὶν ἕτερος ἵστατο κίων τοῦ μεγάλου Θεοδοσίου φέρων στήλην ἐξ ἀργύρου πεποιημένην παρὰ τοῦ ἐκείνου παιδὸς Ἀρκαδίου, ἕλκουσαν σταθμὸν λιτρῶν ἑπτακισχιλίων τετρακοσίων, ἣν καθελὼν ἐκεῖνος μετὰ τοῦ κίονος
15καὶ τὸν ἄργυρον ἀφελόμενος τὸν νῦν ὁρώμενον μετὰ τῆς οἰκείας στήλης ἀνήγειρε κίονα. ἀλλὰ καὶ ὁλκὸν μέγιστον ἐκ μολίβδου ἐξειργασμένον, δι’ οὗ τὸ ὕδωρ εἰς τὴν πόλιν εἰσήγετο, κατα‐
λέλυκε, πολλῆς ἐν ταῖς οἰκοδομαῖς τῆς ὕλης ταύτης δεόμενος.157

158

καὶ κλόνος δὲ τότε τῆς γῆς συνέβη σφοδρότατος, ἐξ οὗ συνε‐ πτώθη τῆς Κυζίκου τὸ ἥμισυ. Ἱστορεῖται δέ τις τότε τῷ Βυζαντίῳ ἐπιδημῆσαι ἕλκων κύνα τερατουργόν· πολλῶν γὰρ εἰς θέαν αὐτοῦ συνηγμένων,
5ἐδίδουν πλείους ἐκ τούτων τοὺς ἑαυτῶν δακτυλίους, καὶ πάντες ὁμοῦ πρὸ τοῦ κυνὸς κατετίθεντο. ὁ δ’ ἐκελεύετο πρὸς τοῦ κυρίου αὐτοῦ ἑκάστῳ παρεσχηκέναι τὸν ἴδιον, καὶ τῷ στόματι λαμβάνων αὐτοὺς καθ’ ἕνα ἀπλανῶς ἑκάστῳ τὸν οἰκεῖον προσ‐ ένεμε. καὶ αὖθις προσετάττετο δεῖξαι τίς μὲν εὔπορος ἦν, τίς
10δὲ πένης ἢ τίς πόρνη τῶν γυναικῶν ἢ ποία χήρα, τίς δὲ συνε‐ ζευγμένη ἀνδρί, καὶ ἕτερα τοιαῦτα, καὶ πάντα ἐδείκνυεν ἀν‐ επισφαλῶς, ἑκάστου πρὸς τὸ ἐρώτημα τὸ ἱμάτιον κατέχων τῷ στόματι. Τῷ μέντοι δεκάτῳ ἔτει τῆς ἀρχῆς Ἰουστινιανοῦ τοῦ πα‐
15τριάρχου Ἐπιφανίου θανόντος ὁ Τραπεζοῦντος Ἄνθιμος εἰς τὸν ἱερατικὸν θρόνον τῆς Κωνσταντινουπόλεως μετατίθεται. οὗτος ὁ βασιλεὺς καὶ κατὰ τῶν ἀνδρομανῶν πολὺς ἔπνευσε
καὶ πλείστους διὰ ταύτην τὴν αἰτίαν ἐκόλασε, τὴν αἰδῶ τούτων158

159

ἐκτέμνων. καὶ πρὸς τὸν ἐρόμενον “διὰ τί ταύτῃ τοὺς ἀρρενο‐ φθόρους κολάζεις;” ἔφη “εἰ δ’ ἄρα ἱεροσυλήκασιν, οὐκ ἂν τὴν χεῖρα τούτων ἀπέτεμον;” οὗτος καὶ τὸν μέγαν ἐν τῇ Πηγῇ ναὸν τῆς Θεοτόκου ἀνήγειρε καὶ τὸ τῶν σεπτῶν μαρτύρων
5ἱερὸν Σεργίου καὶ Βάκχου καὶ ἄλλας οἰκοδομὰς πολλὰς ἐποιή‐ σατο, καὶ γέφυραν ἔκτισε κατὰ τὸν Σάγγαριν ποταμόν, ἐν ᾗ καὶ ἐπίγραμμα παρὰ Ἀγαθίου ἐγένετο τόδε· καὶ σὺ μεθ’ ἑσπερίην ὑψαύχενα καὶ μετὰ Μήδων
ἔθνεα καὶ πᾶσαν βαρβαρικὴν ἀγέλην,
10 Σαγγάριε, κρατερῇσι ῥοὰς ἁψῖσι πεδηθείς,
οὕτως ἐδουλώθης κοιρανικῇ παλάμῃ, ὁ πρὶν δὲ σκαφέεσσιν ἀνέμβατος, ὁ πρὶν ἀτειρής,
κεῖσαι λαϊνέῃ σφιγκτὸς ἀλυκτοπέδῃ. καὶ ἡ βασιλὶς Θεοδώρα τότε τὸν τῶν ἁγίων ἀποστόλων περιώ‐
15νυμον ναὸν ἐδομήσατο. ἦν μὲν γὰρ καὶ πρῴην τοῖς ἀποστό‐
λοις ἐκεῖσε ναός, παρὰ Κωνσταντίου τοῦ υἱοῦ τοῦ μεγάλου159

160

Κωνσταντίνου δεδομημένος, οὐχ οἷος δ’ ὁ νῦν ἐστι, πολλῷ δὲ τούτου καὶ πρὸς κάλλος καὶ πρὸς ὄγκον λειπόμενος. Ὀνωρίου δέ ποτε τῆς πρεσβυτέρας βασιλεύοντος Ῥώμης, μεταναστὰν τὸ τῶν Οὐανδήλων ἔθνος καὶ εἰς Ἰσπανίαν ἐλθὸν
5κἀκεῖθεν εἰς Λιβύην περαιωθὲν σὺν τῷ οἰκείῳ ῥηγὶ Γονδι‐ γίσγλῳ κατέσχε ταύτην. ἐφ’ υἱοῖς δὲ δυσὶ τούτου θανόντος, ὧν ἅτερος Γόνδαρις, ὁ δὲ λοιπὸς ἐκαλεῖτο Γιζέριχος, εἰς μόνον τὸν Γιζέριχον ἡ ἀρχὴ περιέστη, τοῦ Γόνδαρι τελευτήσαντος. οὗτος οὖν ὁ Γιζέριχος τήν τε Καρτάγεναν παρειλήφει καὶ τὴν
10Ῥώμην αὐτήν, καὶ ἐπὶ τριάκοντα καὶ ἐννέα τῶν Οὐανδήλων ἡγεμονεύσας ἐνιαυτοὺς ἀπέτισε τὸ χρεών. ὃν Ὀνώριχος ὁ υἱὸς διεδέξατο, ὑφ’ οὗ πλεῖστα δεινὰ τοῖς ὀρθοδόξοις ἐπήχθησαν, ἀρειανίζειν πάντας καταναγκάζοντος. ὃς ἐπ’ ἔτη ἄρξας ὀκτὼ ἐπὶ διαδόχῳ Γουνδαμούνδῳ τῷ υἱωνῷ τελευτᾷ. καὶ οὗτος δὲ
15βαρὺς τοῖς ὀρθοδόξοις γενόμενος, κατέλυσε τὴν ζωὴν ἐπὶ ἐνι‐160

161

αυτοὺς τὴν ἀρχὴν κατασχὼν δυοκαίδεκα. εἶτα Τρασαμοῦνδος τῶν Οὐανδήλων γέγονεν ἡγεμών, καὶ οὗτος Ἀρειανός, οὐ κο‐ λάζων τοὺς ὀρθοδόξους, μόνον μέντοι ἀποστρεφόμενος· καὶ τούτου δὲ ἔτη εἴκοσι καὶ ἑπτὰ διαγαγόντος ἐν τῇ ἀρχῇ καὶ τὸ
5βιώσιμον ἐκμετρήσαντος, εἰς Ἰλδέριχον ἡ ἡγεμονία μετέπεσεν, ὃς Γιζερίχου ἦν υἱωνὸς ἐξ Ὀνωρίχου τοῦ ἐκείνου παιδός. οὔτε δὲ χριστιανοῖς χαλεπῶς προσεφέρετο καὶ πᾶσι πρᾷος ἐτύγχανεν, ἅτε καὶ μαλθακοῦ τυχὼν ἤθους ἐκ φύσεως, ὅθεν ἦν καὶ πρὸς πολέμους νωθέστερος. οὗτος δὴ ὁ Ἰλδέριχος συνήθης γέγονε
10τῷ Ἰουστινιανῷ ἔτι ἰδιωτεύοντι. Γελίμερ δέ τις ὁμογενὴς Ἰλ‐ δερίχου, ἀνὴρ κακοήθης, δραστήριος δὲ καὶ νεωτερίσαι δεινό‐ τατος, ἐπέθετο τυραννίδι· καὶ τὸν οἰκεῖον κατασχὼν δεσπότην εἱρκτῇ παραδίδωσι καὶ τοὺς ὅσοι ἐκείνῳ ᾠκείωντο. ἀποτρι‐ βόμενος δ’ οἷον τὸ τῆς τυραννίδος αἰτίαμα, γράφει πρὸς Ἰου‐
15στινιανὸν ὡς οὐ τῆς ἀρχῆς ἐρῶν ταύτης ἐδράξατο, ἀλλ’ ὅτι Ἰλδέριχος ἀποπεφύκει πρὸς τὴν ταύτης διοίκησιν. ὁ δὲ βασι‐ λεὺς ἀνταπέστειλε τῷ Γελίμερι ὡς οὐκ ἀνέξεται, εἰ μὴ τῷ τυ‐
ραννηθέντι μὲν βοηθήσει, τὸν δὲ τυραννήσαντα τιμωρήσεται.161

162

διὸ τὸν πατρίκιον Βελισάριον ἐκ τῆς ἑῴας μεταστειλάμενος, ἐκεῖ γὰρ ἦν ὁ ἀνὴρ τοῖς Πέρσαις μαχόμενος, εἰς Λιβύην μετὰ χειρὸς βαρείας καὶ στόλου πέμπει πολλοῦ, ταῖς δυνάμεσιν ἁπά‐ σαις ἐπιστήσας αὐτὸν ἀρχιστράτηγον αὐτοκράτορα, ᾧ καὶ ὁ
5Καισαρεὺς συμπαρωμάρτει Προκόπιος, ὃς τὰ περὶ τῶν ἐκεῖ πολέμων ἱστόρησε πλατυκώτερον. καταπλεύσας οὖν εἰς Λιβύην ὁ Βελισάριος χάρακα βάλλεται. ὁ δὲ Γελίμερ τοῦτο μαθὼν ἐντέλλεται τῷ ἀδελφῷ Ἀματᾷ τόν τε Ἰλδέριχον καὶ τοὺς αὐτοῦ συγγενεῖς, οὓς ἐμφρούρους κατεῖχεν, αὐτίκα κτεῖναι. καὶ οἱ
10μὲν ἀνῄρηντο. Γελίμερ δὲ συμβαλὼν τῷ Βελισαρίῳ καὶ τρα‐ πεὶς τῆς τε Καρχηδόνος ἐξέπεσε καὶ τῶν ἄλλων καὶ πάσης τῆς Λιβύης ἐκράτησε Βελισάριος καὶ τῇ βασιλείᾳ Ῥωμαίων ὑπέ‐ ταξεν, ἐνενήκοντα καὶ πέντε ἐνιαυτοὺς τῶν Οὐανδήλων κυριευ‐ σάντων αὐτῆς. συνέσχε δὲ ζωὸν καὶ αὐτὸν τὸν Γελίμερα σὺν
15γαμετῇ καὶ τέκνοις αὐτοῦ. λέγεται δὲ πολιορκουμένῳ αὐτῷ
μετὰ τῶν οἰκείων ἐν χώρᾳ λυπρᾷ τῇ τῶν Μαυρουσίων ἐπιλεῖ‐162

163

ψαι τὰ ζωαρκῆ, τὸν δὲ ἐπιστεῖλαι τῷ ταγματάρχῳ, ὃν ὁ Βελι‐ σάριος τῇ πολιορκίᾳ ἐπέστησεν, ἀξιοῦντα στεῖλαί οἱ ἄρτον ἕνα καὶ κιθάραν καὶ σπόγγον. καὶ ὃς συνιδεῖν οὐκ ἔχων ὅτου χάριν αἰτοῦνται παρὰ τοῦ Γελίμερος τὰ αἰτούμενα, τὸν τῆς
5γραφῆς ἠρώτησε κομιστήν· ὁ δὲ τὸν μὲν ἄρτον εἶπεν αἰτεῖν ἐπιθυμῶν τοῦτον ἰδεῖν, ἐπεὶ μὴ εἶδεν ἐξότου τῆς Καρχηδόνος ἐκπέπτωκε, τῶν βαρβάρων, παρ’ οἷς ἦν, κακοβίων ὄντων, τὸν δὲ σπόγγον, ἵνα τούτῳ τῶν ὀμμάτων ἐκμάσσῃ τὰ δάκρυα, τὴν δὲ κιθάραν, ἵνα ταύτῃ τὰς οἰκείας συμφορὰς ἀποκλαύσηται.
10ἑαυτὸν δὲ ὅμως παραδοὺς τοῖς πολιορκοῦσι μετὰ τῶν συνόντων ἤχθη πρὸς Βελισάριον, καὶ ἐγέλα πρὸς αὐτὸν εἰσαγόμενος, ὡς τοῖς ὁρῶσιν ἐξεστηκέναι δοκεῖν αὐτὸν διὰ τὴν τοῦ πάθους ὑπερ‐ βολήν. ἦν δ’ ἑτεροῖόν τι τὸ γινόμενον. ἀναλογιζόμενος γὰρ εἰς οἵαν τύχην ἐξ οἵας κατήντησε καὶ γέλωτος ἄξια κεκρικὼς
15τὰ ἀνθρώπινα, ἐγέλα ταῦτα. Βελισάριος δὲ καὶ αὐτὸν καὶ τοὺς τῶν Οὐανδήλων ἄρχοντας ἐντίμως ἐφύλασσε, κομισθησομένους τῷ βασιλεῖ. παρειλήφει δὲ καὶ Σικελίαν καὶ τὴν Σαρδώ, νῆσος
δὲ καὶ αὕτη, καὶ τὰ μέχρι Γαδείρων ὑφ’ ἑαυτὸν ἐποιήσατο,163

164

καὶ οὕτως ἐπανῆλθεν εἰς τὸ Βυζάντιον καὶ τιμῆς μεγάλης παρὰ τοῦ βασιλέως ἠξίωτο, ἄγων αὐτόν τε τὸν Γελίμερα σὺν γυναικὶ καὶ τέκνοις καὶ συγγενέσι καὶ πᾶσαν τὴν θεραπείαν αὐτοῦ. εἶτα καὶ θρίαμβον ἐπὶ τῇ νίκῃ κατήγαγε, τελουμένης ἁμίλλης
5ἵππων ἐν τῷ θεάτρῳ, αὐτοῦ τε τοῦ κρατοῦντος, ὡς ἔθος, προ‐ καθημένου καὶ τῆς γερουσίας παρούσης καὶ τοῦ δήμου παντός. καὶ προῄει μὲν ἐκ τῆς τῶν ἵππων ἀφετηρίας ὁ ἀρχιστράτηγος τῆς πορφυρίδος τοῦ Γελίμερος παρεπομένου ἐχόμενος τῇ χειρί· συμπαρωμάρτουν δ’ αὐτῷ καὶ οἱ τῶν τάξεων στρατηγοὶ καὶ
10ταγματάρχαι καὶ λοχαγοὶ καὶ οἱ τοῦ Γελίμερος συγγενεῖς. ἤδη δ’ ἐφθακὼς ἔναντι τοῦ κρατοῦντος ὁ Βελισάριος πείθει τὸν Γελίμερα εἰς τοὔδαφος καταβαλεῖν ἑαυτὸν καὶ οὕτως ἀπονεῖμαι τῷ βασιλεῖ τὴν προσκύνησιν. ὁ δ’ ἐποίει τὸ προσταττόμενον, καταχεόμενος δάκρυσι. καὶ αὐτὸς δὲ ὁ Βελισάριος προσούδισεν
15ἑαυτόν, ἐνδεικνύμενος τῷ Γελίμερι ὅτι οὐχ ὡς αἰχμάλωτος ἐκεῖνος τοῦτο ποιῆσαι ἀπῄτητο, ἀλλ’ ὅτι οὕτω νενόμισται προσ‐ κυνεῖσθαι τῶν Ῥωμαίων τοὺς βασιλεῖς, καὶ οἱονεὶ κουφίζων
αὐτῷ τὸ δυστύχημα. καὶ τὴν ἴσην δὲ τῇ βασιλίσσῃ προσκύ‐164

165

νησιν ἀπονείμαντα τὸν Γελίμερα καταγωγὴ δέχεται λαμπρὰ καὶ θεραπεία βασιλικὴ προετοιμασθεῖσα αὐτῷ. μεθ’ ἡμέρας δέ τινας αὖθις ἱππηλασίας ἀγομένης κατὰ τὸ θέατρον, τὰ λάφυρα τοῦ πολέμου διὰ μέσης τῆς πόλεως κομιζόμενα εἰσήγοντο εἰς
5τὸ στάδιον, ἀκόντια καὶ θρόνοι καὶ φορεῖα καταστεγῆ γυναι‐ κεῖα, χρυσοῦ τὰ πάντα πεποιημένα καὶ λίθοις τιμαλφέσιν ἐπι‐ κοσμούμενα, καὶ κλίνη ὁμοία καὶ χρυσόπαστοι τάπητες καὶ σκεύη τὰ ταῖς τραπέζαις ὑπηρετούμενα, τὰ μὲν ἐκ χρυσοῦ εἰρ‐ γασμένα, τὰ δ’ ἐξ ἀργύρου πεποιημένα, καὶ ἐκπώματα χρύσεά
10τε καὶ λιθοκόλλητα καὶ ἁλουργεῖς ἐσθῆτες καὶ πέπλοι παρόμοιοι καὶ βασίλειοι στέφανοι καὶ κόσμοι γυναικῶν διάλιθοί τε καὶ περι‐ μάργαροι καὶ ἄλλα πλεῖστα καὶ ἀριθμὸν σχεδὸν ὑπερβαίνοντα, καὶ ἐπὶ πᾶσι λάρνακες ἑπτὰ χρυσίου μεσταὶ καὶ βίβλοι τῶν θείων εὐαγγελίων, χρυσῷ περιλαμπόμεναι πάντοθεν καὶ λίθων παν‐
15τοίοις γένεσι ποικιλλόμεναι. τὰ μὲν οὖν τοῦ θριάμβου ἦσαν ἐν τούτοις. Βελισάριος δὲ καὶ ὑπατείας ἠξίωτο. Ἤδη δὲ τοῦ τῶν Οὐανδήλων πολέμου καταλυθέντος στέλ‐
λεται παρὰ τοῦ βασιλέως εἰς Ῥώμην, ταύτην τε καὶ πᾶσαν αὐτῷ165

166

τὴν Ἰταλίαν παραστησόμενος, ὑπὸ Γότθων κατεχομένην, ὧν Θευδάτος ἦν ἡγεμών. τοῦτο μαθὼν ὁ Θευδάτος Ἀγαπητὸν τὸν Ῥώμης μέγαν ἀρχιερέα, ἄνδρα θεσπέσιον, στέλλει τῷ βα‐ σιλεῖ πρεσβευσόμενον. ὁ δὲ καταλαβὼν τὸ Βυζάντιον καὶ τῷ
5Ἰουστινιανῷ ἐντυχὼν πρῶτον περὶ θεοῦ καὶ τῆς εἰς αὐτὸν διαλέγεται πίστεως καὶ τὴν εἰς τὸν θρόνον τῆς νέας Ῥώμης ἀναγωγὴν Ἀνθίμου ὑπ’ αἰτίαν πεποίητο, ὅτι τε μὴ κανονικῶς ἐκ Τραπεζοῦντος, ἣ τῶν εἰς τὸν Πολεμωνιακὸν πόντον κει‐ μένων πόλεων τυγχάνει μητρόπολις, εἰς τὴν Κωνσταντινούπολιν
10μετήνεκτο, καὶ ὅτι καὶ τῆς Σευήρου κακοδοξίας μετέσχηκεν. ὁ δ’ αὐτοκράτωρ σπουδῇ τῆς βασιλίδος τὸν Ἄνθιμον τῆς ἀρ‐ χιερατικῆς ἀξιώσας καθέδρας τῆς Κωνσταντινουπόλεως, τῆς οἰκείας ἀντείχετο πράξεως. ἐνισταμένου δ’ ἔτι τοῦ θείου Ἀγα‐ πητοῦ, καὶ ἠπείλει αὐτῷ, κύριος εἶναι λέγων πράττειν ὃ βού‐
15λοιτο. ὡς δ’ ἐπεγέλα ἀπειλοῦντι τῷ βασιλεῖ ὁ ἀρχιερεὺς καὶ ἡδέως ἂν δέξασθαι τὴν σφαγὴν ἀντεπῆγε καὶ μακάριος εἶναι,
εἰ τοιούτου τέλους ἀξιωθείη, ᾐδέσθη ὁ αὐτοκράτωρ καὶ μετα‐166

167

βαλὼν ὑπὸ ζήτησιν τὴν πρᾶξιν καθίστησι. καὶ ἀντεῖπον μέν τινες τῶν ἀρχιερέων τῷ πάπᾳ Ῥώμης Ἀγαπητῷ, τῇ βασιλίσσῃ χαριζόμενοι, παρ’ ἧς καὶ χρήμασιν ὑπεφθάρησαν· πάντων δ’ ἐκεῖνος τῇ ἀληθείᾳ συνηγορῶν ὑπερτέρησε. καὶ ὁ Ἄνθιμος τοῦ
5θρόνου τῆς Κωνσταντινουπόλεως ἐκβέβλητο, ἔτος ἓν ἀπολαύσας αὐτοῦ, τοῦ βασιλέως αἰδεσθέντος τὸν ἱερώτατον πάπαν καὶ τὴν ἀλήθειαν. ἀντεισήχθη δὲ Μηνᾶς, ἀνὴρ εὐσεβέστατος, αὐχῶν μὲν πατρίδα τὴν κατ’ Αἴγυπτον Ἀλεξάνδρειαν, ἐκφὺς δ’ ἑνὸς τῶν ἐν ταύτῃ ἐπιφανῶν, καὶ λόγων οὐκ ὢν ἀνομίλητος, καὶ
10μάλιστά γε τῶν θειοτέρων. οὕτω δὲ τῆς ἀρχιερωσύνης Μηνᾶς ὁ θεῖος τυχὼν ἢ μᾶλλον ἐκείνης εὐτυχησάσης αὐτόν, σύνοδον μερικὴν συγκροτεῖ σὺν τῷ πάπᾳ Ἀγαπητῷ καὶ ἀναθέματι περι‐ βάλλει Σευῆρον καὶ Εὐτυχῆ καὶ Πέτρον καὶ τὸν Ἁλικαρνασέα Ἰουλιανὸν καὶ τὸν Ἄνθιμον ὡς ἐκείνοις ὁμόφρονα. ἔτι δ’ ἐν
15τῷ Βυζαντίῳ διάγων ὁ ἱερώτατος πάπας Ἀγαπητὸς μετήλλαξε τὴν ζωήν. ὁ μέντοι Μηνᾶς ἐπὶ δέκα καὶ ἓξ τὴν ἐκκλησίαν
εὐσεβῶς ἰθύνας ἔτη τὸν βίον κατέλυσε· καὶ ἀνήχθη εἰς τὴν167

168

ἀρχιερατικὴν καθέδραν τῆς νέας Ῥώμης Εὐτύχιος, προστὰς ὀρθοφρόνως τῆς ἐκκλησίας ἐνιαυτοὺς δυοκαίδεκα. ἐφ’ οὗ καὶ ἡ πέμπτη συνήθροιστο σύνοδος τῶν ἑκατὸν ἑξήκοντα καὶ πέντε ἁγίων πατέρων, ὧν ἐξῆρχε Βιγίλιος πάπας Ῥώμης καὶ ὁ εἰρη‐
5μένος Εὐτύχιος καὶ ὁ Ἀλεξανδρείας Ἀπολινάριος. συνήθροιστο δὲ κατὰ Ὠριγένους καὶ τῶν ἀλλοκότων ἐκείνου δοξῶν καὶ τῶν τὰ ἐκείνου πρεσβευσάντων Διδύμου καὶ Εὐαγρίου, οἵτινες τῶν ψυχῶν προΰπαρξιν ἐδογμάτιζον καὶ τέλος τῆς κολάσεως ἔλεγον καὶ τῶν δαιμόνων εἰς τὸ ἀρχαῖον ἀποκατάστασιν καὶ ἕτερα
10πλείονα, οὓς καὶ ἀναθέματι σὺν τοῖς αὐτῶν ὑπέβαλε δόγμασιν, ἀλλὰ καὶ τὸν Μομψουεστίας Θεόδωρον τὰ Νεστορίου φρονοῦντα, ἢ μᾶλλον ἐκείνου γεγονότα διδάσκαλον, καὶ τοῦ βασιλέως Ἰου‐ στινιανοῦ παρόντος ἐν τῇ συνόδῳ καὶ συνευδοκοῦντος οἷς οἱ θεῖοι πατέρες ἐκεῖνοι θεοφιλῶς ᾠκονόμησαν.
15Ἀλλὰ ταῦτα μὲν ταύτῃ συνήνεκτο. ὁ Βελισάριος δὲ εἰς168

169

Ἰταλίαν ἐκπλεύσας πρῶτον μὲν πολιορκίᾳ λαμβάνει Νεάπολιν, εἶτα καὶ εἰς αὐτὴν τὴν Ῥώμην ἐπιδημήσας, ὁμοῦ μὲν δυνάμει, ὁμοῦ δὲ καὶ τῇ τῶν ἀστῶν εὐνοίᾳ, γέγονε καὶ ταύτης ἐντός· ὁ γὰρ τῶν Γότθων ἄρχων Θευδάτος ἐν Ῥαβέννῃ διάγων ἐτύγ‐
5χανε. καὶ Μεδιόλανα δὲ ἡ πόλις κατεσχέθη παρὰ Ῥωμαίων. τῶν δὲ Γότθων αὖθις πολιορκούντων αὐτὴν ὁ βασιλεὺς τὸν Ναρσῆν μετὰ δυνάμεως ἐπαρῆξαι τῷ Βελισαρίῳ ἀπέστειλεν. ἦν δὲ ὁ Ναρσῆς ἐκτομίας, ἄλλως μέντοι γενναῖός τε καὶ στρα‐ τηγικώτατος καὶ τοῖς κρατοῦσιν ᾠκειωμένος. ἀλλήλοιν οὖν μὴ
10συμφωνοῦντε τούτω τὼ διττὼ στρατηγώ (ὁ μὲν γὰρ Βελισάριος ἑαυτῷ τῶν κατορθωμάτων ἤθελε τὸ πᾶν ἐπιγράφεσθαι, ὁ δέ γε Ναρσῆς οὐκ ἠνείχετο ὑπ’ ἐκεῖνον τετάχθαι δοκεῖν) διῃρέθη‐ σαν, καὶ ὁ μὲν ἄλλῃ, ὁ δ’ ἄλλῃ διετίθουν τὸν πόλεμον, διὸ καὶ ἐσφάλησαν ἔν τισι. τῶν γὰρ Μεδιολάνων οἱ ταῦτα φρου‐
15ροῦντες βασιλικοὶ τῶν ἀναγκαίων ἔνδειαν προβαλλόμενοι τοῖς Γότθοις ἐξέστησαν, καὶ τάχα καὶ εἰς μεῖζόν τι κακὸν ἐτελεύ‐ τησεν ἂν ἡ ἔρις ἀμφοῖν, εἰ μὴ ὁ βασιλεὺς τὸν Ναρσῆν διὰ
γραμμάτων πρὸς ἑαυτὸν μετεστείλατο.169

170

Ἐντεῦθεν μόνος αὖθις ὁ Βελισάριος στρατηγῶν πᾶσαν τὴν Ἰταλίαν καὶ τὰς αὐτῆς πόλεις ὑφ’ ἑαυτὸν ἐποιήσατο καὶ τοσοῦ‐ τον τοῖς βαρβάροις καὶ φοβερὸς καὶ ἐράσμιος γέγονεν ὡς τῆς σφῶν ἀρχῆς αὐτὸν ἀξιοῦν καὶ βασιλέα ἱκετεύειν αὐτὸν γενή‐
5σεσθαι σφῶν καὶ ἑαυτοὺς καὶ τὰ σφέτερα πάντα ἀνατιθεμένων αὐτῷ. ὁ δὲ “οὐκ ἄν ποτε ζῶντος Ἰουστινιανοῦ” ἔφη “βασι‐ λεὺς αὐτὸς κληθῆναι ἀνέξομαι,” ὡς περὶ τούτων ὁ Καισαρεὺς Προκόπιος, αὐτῷ τότε συστρατευόμενος, ἔγραψεν. ἐντεῦθεν τοίνυν ἐπίφθονος γεγονὼς διαβάλλεται πρὸς τὸν βασιλέα ὡς
10βασιλείας ἐρῶν· καὶ ὃς αὐτὸν ἐκεῖθεν μετεκαλέσατο ὡς εἰς τὴν ἑῴαν στρατεύσοντα καὶ τὸν Μηδικὸν ἐμπιστευθησόμενον πόλεμον. τελευτᾷ μέντοι καὶ ἡ Αὐγούστα Θεοδώρα, ἐπιβιοῦσα τῇ βασι‐ λείᾳ ἔτη εἴκοσι πρὸς ἑνὶ καὶ μησὶ τρισί. τῆς δὲ μεγάλης ἐκ‐ κλησίας ἀπαρτισθείσης ἤδη καὶ καθιερωθείσης, συνέβη πεσεῖν
15ἐκ σεισμοῦ τὴν πρὸς ἀνατολὴν μεγάλην σφαῖραν τοῦ τοιούτου ναοῦ, ἣ πεσοῦσα τό τε κιβώριον τῆς ἁγίας τραπέζης καὶ αὐτὴν ἐκείνην τὴν παναγῆ τράπεζαν καὶ τὸν ἄμβωνα συνέτριψεν·
ὅθεν λέγεται καὶ τὸν τροῦλον προστάξει τοῦ βασιλέως καθαιρε‐170

171

θῆναι, καὶ αὖθις ἀνεγερθῆναι ἐπὶ πόδας εἴκοσι καὶ πέντε με‐ τεωρότερον, καὶ καθιερωθῆναι παρὰ Εὐτυχίου πατριάρχου τὸ δεύτερον. Ἐπὶ τούτου τοῦ βασιλέως καὶ τὸ κῆτος ἑάλω, ὃ εἰς πεντή‐
5κοντα καὶ ἐπέκεινα Βυζαντίοις ἠνώχλει ἐνιαυτούς, ὃ πορφύριον ἐκάλουν, οὐκ ἀεὶ μὲν φαινόμενον, ἀλλ’ ἐκ διαλειμμάτων. ὅτε δ’ ἐφαίνετο, πολλὰς μὲν τῶν νηῶν ὑποβρυχίους ἐτίθει, πολλοῖς δὲ φθορᾶς αἴτιον ἀνθρώποις ἐγίνετο, καθ’ οὗ πολλαῖς μὲν ἐχρήσαντο μηχαναῖς, πᾶσαι δ’ ἔμενον ἄπρακτοι, ἑάλω μέντοι
10δελφῖνας διῶκον. οἱ μὲν γὰρ ἐκεῖνο φεύγοντες τῇ γῇ προσε‐ πέλαζον, τὸ δὲ τὴν κατ’ ἐκείνων ὁρμὴν οὐκ ἀνέκοπτεν, ἕως ἄγχιστά πῃ τῆς γῆς γεγονὸς ἰλύι βαθείᾳ καὶ τελματώδει ἐμπέ‐ πτωκεν. ἔνθα δὴ τῷ πηλῷ προσεπέπλαστο καὶ τοῦ τέλματος οὔπως ἔτι ἀναδῦναι δεδύνητο. ὃ τοῖς περιοίκοις γνωσθὲν
15ὥπλισεν αὐτοὺς κατὰ τοῦ θαλαττίου τούτου θηρός, καὶ ἀξίναις αὐτὸ συγκόψαντες καὶ πελέκεσιν ἀπέκτειναν. εἶτα σχοίνους τῶν ἁδροτέρων τούτου ἐξάψαντες ζεύγεσι βοῶν αὐτὸ τῆς θαλάσσης ἐξείλκυσαν. ἦν δὲ τὸ μῆκος μὲν αὐτοῦ τριάκοντα πήχεων, ἐς δέκα δ’ ηὐρύνετο, ὡς ὁ Καισαρεὺς Προκόπιος καὶ περὶ τούτου
20ἱστόρησεν.171

172

Ἐν τοῖς χρόνοις τούτου τοῦ βασιλέως κατὰ τὸν αὐτὸν συγγραφέα καὶ τὰ τῶν Σηρῶν νήματα, ἡ μέταξα δηλαδή, παρὰ Ῥωμαίοις γίνεσθαι ἤρξατο. ἤγετο μὲν γὰρ ἐν Περσῶν ὠνου‐ μένη δι’ ἐμπόρων παρὰ Ῥωμαίους. τὸ τῆς μετάξης χρῆμα
5οὐκ ᾔδεισαν μέντοι οὔθ’ ὅπως γίνοιτο οὔθ’ ὅτι νήματα σκω‐ λήκων ἐστί. μοναχοὶ δὲ δύο τινὲς πρὸς τὸ Βυζάντιον ἐξ Ἰνδίας ἀφικόμενοι τὴν ταύτης γένεσιν ἀφηγήσαντο καὶ ὑπισχνοῦντο κομίσαι τῶν σκωλήκων ἐκείνων γόνον, ᾠὰ ὄντα τὸν ὄγκον βραχύτατα, καὶ δεῖξαι Ῥωμαίοις ὅπως ἐκεῖνα ζωογονοῦνται
10θαλπόμενα καὶ εἰς σκώληκας μεταμείβονται, καὶ ὅπως δημιουρ‐ γοῦσι τὴν μέταξαν, τὴν φύσιν σχόντα διδάσκαλον. τούτους τοίνυν τοὺς μοναχοὺς ὁ βασιλεὺς Ἰουστινιανὸς δωρεαῖς τε πρὸς τὸ παρὸν καὶ πρὸς τὸ μέλλον λαμπραῖς ὑποσχέσεσι πρὸς τὸ ἔργον ἐπέρρωσεν. οἱ δὲ τά τε τῶν Σηρῶν ᾠὰ μετεκόμισαν
15ἐς Βυζάντιον καὶ εἰς σκώληκας ταῦτα μετήμειψαν κόπρῳ ἐνθέ‐
μενοι καὶ ταύτῃ θερμήναντες καὶ συκαμίνων ἔθρεψαν φύλλοις172

173

καὶ μέταξαν εἰργάσαντο δι’ αὐτῶν, κἀντεῦθεν τοῦ λοιποῦ τοῖς Ῥωμαίοις ἐγνώσθη ὅπως ἐργάζοιτο μέταξα. Ἐπιβουλῆς δὲ παρὰ πολλῶν μελετωμένης μηνυθείσης τῷ βασιλεῖ, καὶ ὁ πατρίκιος Βελισάριος κατηγορήθη μετέχειν αὐτῆς,
5καὶ ἀφείλετο μὲν ὁ βασιλεὺς τοὺς δορυφόρους αὐτοῦ ξύμπαντας, ἐκεῖνον δ’ ἐν τῷ οἴκῳ αὐτοῦ ἀφῆκε τηρούμενον· τελευτήσαντος δὲ ἡ τούτου περιουσία τοῖς βασιλικοῖς ἀπονενέμητο θησαυροῖς. Ἰουστινιανὸς δὲ περὶ τὰ τελευταῖα αἱρέσει ἁλώσιμος γεγονὼς τῇ τῶν Ἀφθαρτοδοκητῶν, οἳ οὐ φθαρτὴν τὴν σάρκα προσ‐
10λαβεῖν τὸν κύριον, ἀλλ’ ἄφθαρτον ἅμα τῇ προσλήψει εἶναι αὐτὴν δογματίζουσιν, οὕτω πιστεύειν ἅπαντας ἔσπευδεν, ἀντιλέγοντα δ’ αὐτῷ καὶ ἀντιδιατιθέμενον τὸν πατριάρχην Εὐτύχιον ὑπερ‐ όριον ἔθετο εἰς Ἀμάσειαν, καὶ προεχειρίσθη πατριάρχης ὁ ἀπὸ σχολαστικῶν Ἰωάννης, Ἀντιοχείας ὢν ἀποκρισιάριος. ἐτελεύ‐
15τησε δ’ οὕτω φρονῶν Ἰουστινιανός, βασιλεύσας ἔτη τριάκοντα καὶ ὀκτώ, μῆνας ἑπτά, ἡμέρας τρισκαίδεκα, τῷ ἀνεψιῷ αὐτοῦ Ἰουστίνῳ τὴν βασιλείαν καταλιπών, ὃς κουροπαλάτης τετίμητο.
Ἦν δὲ οὗτος τὸ γένος Ἰλλυριός, τὴν φύσιν εἰς ἅπαντα173

174

περιδέξιος, τὴν γνώμην δὲ μεγαλόψυχος· ὃς εὐσεβὴς ὢν τοὺς παρὰ τοῦ Ἰουστινιανοῦ δομηθέντας ἐπεκόσμει ναοὺς καὶ τὰς ἁψῖδας ἄμφω τῷ ναῷ τῷ ἐν Βλαχέρναις προσέθετο ἐκ καινῆς, ὡς εἶναι τοῦτον σταυροειδῆ· καὶ τὸν ἐν τῷ ὀρφανοτροφείῳ ναὸν
5τῶν κορυφαίων ἀποστόλων πολυτελῶς ἐδομήσατο καὶ τὸν τῶν θείων Ἀναργύρων ναὸν ἐν τοῖς Βασιλίσκου· καὶ τὸν τῆς ἁγίας καὶ πρωτομάρτυρος Θέκλης καὶ τὸν τοῦ Παλατίου Χρυσοτρί‐ κλινον καὶ τὸν μέγαν ἀγωγὸν τοῦ Οὐάλεντος ἀνεκαίνισε, καὶ πλείονα δ’ ἕτερα.
10 Ἦν δὲ τούτου γαμετὴ Σοφία, ἣν καὶ Αὐγούσταν ἔστεψεν, ἧς ὀνόματι καὶ τὸν λιμένα τῶν Σοφιῶν ᾠκοδόμησε καὶ βασί‐ λεια πρὸ τῆς πόλεως, Σοφιανὰς δι’ ἐκείνην καὶ ταῦτα καὶ τὸν τόπον κατονομάσας, ἐν οἷς καὶ ἐπίγραμμα παρὰ Ἀγαθίου ἐγέ‐ νετο τόδε·
15ὁππόθι τεμνομένης χθονὸς ἄνδιχα πόντον ἀνοίγει πλαγκτὸς ἁλικλύστων πορθμὸς ἐπ’ ἠιόνων, χρύσεα συλλέκτρῳ τάδ’ ἀνάκτορα θῆκεν ἀνάσσῃ
τῇ πολυκυδίστῃ θεῖος ἄναξ Σοφίῃ.174

175

ἄξιον, ὦ Ῥώμη μεγαλόκρατες, ἀντία σεῖο
κάλλος ἀπ’ Εὐρώπης δέρκεται εἰς Ἀσίην. αὕτη ἡ βασιλὶς Σοφία ἀκριβωσαμένη πάντας τοὺς δανειστὰς καὶ ὅσα τινὲς αὐτοῖς ὤφειλον εἴτε δι’ ἐγγράφων ἢ καὶ δι’ ἐνε‐
5χύρων, κατέβαλε μὲν αὐτοῖς τὰ δάνεια οἴκοθεν, ἔλαβε δὲ τὰ ἐνέχυρα καὶ τὰ ἔγγραφα, καὶ τὰ μὲν ἐνέχυρα τοῖς δεσπόταις ἀπέδωκε, τὰ δ’ ἔγγραφα ἐξηφάνισε. νοσεροῦ δὲ τυχὼν σώ‐ ματος ὁ βασιλεὺς οὗτος καὶ διὰ τοῦτο μὴ συνεχῶς προϊών, τοὺς ἀδικεῖν βουλομένους, ὡς μηδενὸς ὄντος τοῦ ἐκδικοῦντος,
10ἀδεεστέρους ἐποίησε. καί ποτε προελθὼν ἠνωχλήθη παρὰ πολ‐ λῶν ὡς ἀδικουμένων. γέγονεν οὖν ἡ τῶν ἀδικουμένων ἐκδί‐ κησις διὰ φροντίδος αὐτῷ. φροντίζοντι δὲ περὶ τούτου πρόσ‐ εισί τις ἐπαγγελλόμενος, εἰ ἔπαρχος γένοιτο καὶ κατὰ πάντων αὐτῷ ἐξουσία δοθῇ, δι’ ὡρισμένου καιροῦ μήτινα εὑρεθῆναι
15τὸν ἀδικούμενον. ἡσθεὶς οὖν τῇ ὑποσχέσει ταύτῃ ὁ βασιλεὺς
τὸν ἄνδρα ἐκεῖνον προεχειρίσατο ἔπαρχον. ὁ δὲ προκαθίσας,175

176

προσελθόντος αὐτῷ τινος καὶ αἰτιωμένου τῶν ἐπισημοτέρων συγκλητικῶν ἕνα, μετεκαλέσατο τὸν αἰτιώμενον· ἀλλ’ οὐκ ἀπήν‐ τησεν ἐκεῖνος. εἶτα καὶ δεύτερον ἔθετο μήνυμα πρὸς αὐτόν· ὁ δὲ καὶ τούτου καταφρονήσας εἰς τὸ βασιλικὸν ἀπῄει συμπό‐
5σιον· ἔτυχε γὰρ κεκλημένος πρὸς τοῦτο. ὡς δὲ τοῦτο ἔγνω ὁ ἔπαρχος, ἀπῆλθε κἀκεῖνος εἰς τὰ ἀνάκτορα καὶ εὗρεν ἤδη συνιστάμενον τὸ συσσίτιον καί φησι πρὸς τὸν βασιλέα “ὑπε‐ σχόμην σοι, βασιλεῦ, διὰ τόσου καιροῦ μηδένα καταλιπεῖν ἀδι‐ κούμενον· τοῦτο δὲ πάντως μοι ἀνυσθήσεται, εἰ καὶ τὴν ἐκ
10τοῦ κράτους σου ἐπικουρίαν ἔχω καὶ τὴν ῥοπήν· εἰ δὲ μᾶλλον αὐτὸς τῶν ἀδικούντων ἀντιποιῇ καὶ φιλίως αὐτοῖς διακείμενος συνεστιωμένους ἔχεις, οὐδέν μοι ἔσται ἀνύσιμον· ἢ γοῦν μὴ μεταδίδου παρρησίας αὐτοῖς ἢ παῦσόν με τῆς ἀρχῆς.” καὶ ὁ βασιλεύς, “εἰ αὐτὸς ἐγώ εἰμι” φησίν “ἀδικῶν, ἐξανάστησόν με
15ἐντεῦθεν.” αὐτίκα τοίνυν ὁ ἔπαρχος τὸν αἰτιώμενον ἐκεῖνον ἐκ τῆς πανδαισίας ἐξαναστήσας καὶ εἰς τὸ δικαστήριον καταστήσας καὶ τῷ κατ’ αὐτοῦ λέγοντι συνδικάσας αὐτόν, καὶ γνοὺς ἀδι‐ κοῦντα, ἐκεῖνον μὲν ἐκόλασε ταῖς εἰς σῶμα πληγαῖς, τῷ δὲ ἀδικουμένῳ ἐκ τῆς ἐκείνου ὑπάρξεως πολλαπλάσιον ἀποκατέ‐
20στησε τὸ ἀδίκημα. ὅθεν δείσαντες οἷς ἦν προαίρεσις πλεονε‐ κτική, τοῦ ἀδικεῖν ἀνεστάλησαν καὶ τοῖς ἠδικημένοις εἰς συμβάσεις
ἐχώρησαν.176

177

Αἱ δὲ πρὸς Πέρσας σπονδαὶ ἐπὶ τούτου τοῦ βασιλέως ἐλύθησαν· δασμὸν γὰρ ἐνιαύσιον λίτρας πεντακοσίας τῶν Ῥω‐ μαίων διδόντων αὐτοῖς, ἵνα τὰ σφίσιν ἀγχίθυρα τῆς Ῥωμαϊκῆς ἡγεμονίας ἀβλαβῆ φυλάσσωνται φρούρια, ὁ Ἰουστῖνος οὗτος
5ἐπονείδιστον εἶναι τὸ φορολογεῖσθαι παρὰ Περσῶν Ῥωμαίους λέγων, ἐπέσχε τὸ χρυσίον. διαπρεσβευσάμενος δὲ πρὸς Ἀρέθαν τὸν Αἰθιόπων βασιλέα ἔπεισεν αὐτὸν τὰ πλησιάζοντα τοῖς Αἰ‐ θίοψι τῆς τῶν Περσῶν ἐπικρατείας καταδραμεῖν καὶ ληίσασθαι· διὸ καὶ αὖθις μέσον Περσῶν καὶ Ῥωμαίων ἀνερρίπιστο πόλεμος.
10στρατηγὸν οὖν τῆς ἀνατολῆς ὁ βασιλεὺς τὸν πατρίκιον Μαρ‐ τῖνον προχειρισάμενος ἔπεμψε κατ’ αὐτῶν, καὶ τῷ τετάρτῳ ἔτει τῆς βασιλείας αὐτοῦ συνέστη πόλεμος, καὶ πολλοὶ μὲν ἀμ‐ φοτέρωθεν ἔπεσον, νικῶσι δ’ ὅμως Ῥωμαῖοι. ὁ δὲ τῶν Περ‐ σῶν κρατῶν Ὁρμίσδας Ἀρδαμάνην ἔπεμψε μετὰ βαρείας δυνά‐
15μεως τὰ ὑπὸ Ῥωμαίους ληίσασθαι· ὃς πολλὴν ἐπελθὼν χώραν Ῥωμαϊκὴν καὶ λείαν πλείστην ἐξ αὐτῆς ἡρπακὼς ἐπανῆλθε,
τοῦ πατρικίου Μαρτίνου μὴ τολμήσαντος αὐτῷ ἀντεπεξελθεῖν.177

178

ἃ μαθὼν ὁ βασιλεὺς ἐν συμφορᾷ ἐποιήσατο καὶ τὸν μὲν Μαρ‐ τῖνον τὴν στρατηγίαν ἀφείλετο, Ἀρχελάῳ δὲ αὐτὴν ἐνεπίστευσε, καὶ πρὸς Ὁρμίσδαν σπονδὰς ἔθετο αὖθις. ἐκ δὲ τῆς διὰ ταῦτα λύπης νόσῳ φρενίτιδι περιπέπτωκεν, ἤλγει δὲ καὶ τοὺς πόδας.
5ἀμοιρῶν μέντοι γονῆς οἰκείας, ἔφθη τὸν κόμητα τῶν ἐξκου‐ βίτων Τιβέριον υἱοποιησάμενος καὶ Καίσαρα ἀνειπών. ἀνεθεὶς δὲ τῆς νόσου προσεκαλέσατο τὸν πατριάρχην Εὐτύχιον (θα‐ νόντος γὰρ τοῦ ἀπὸ σχολαστικῶν Ἰωάννου, πάλιν οὗτος ἐπαν‐ ήχθη καὶ εἰς τὸν θρόνον ἀποκατέστη τὸν ἀρχιερατικόν), συνα‐
10θροίσας δὲ καὶ τὴν σύγκλητον καὶ τὸν κλῆρον τῆς ἐκκλησίας βασιλέα τὸν Τιβέριον ἀνηγόρευσεν, ἐπ’ ἀκροάσει πάντων αὐτῷ ἐντειλάμενος τὰ πρὸς θεὸν εὐσεβεῖν, τοὺς ὑπηκόους εὐεργετεῖν, τοὺς ἀδικουμένους ἐκδικεῖν, τοῖς στρατιώταις μὴ ἐνδιδόναι πλεο‐ νεκτεῖν, μὴ μέγα ἐπὶ τῇ ἁλουργίδι φρονεῖν, τοῖς εὐποροῦσιν
15ἀπολαύειν τῶν οἰκείων ἀνεπιφθόνως παραχωρεῖν, τοῖς μὴ ἔχουσιν ὡς δύναμις ἐπαρκεῖν, τὴν βασιλίδα καὶ πρῴην κυρίαν αὐτοῦ προσηκόντως τιμᾶν. ταῦτα παραινέσας καὶ συμβου‐
λεύσας ὁ Ἰουστῖνος τῷ Τιβερίῳ ὁ μὲν ἐξέλιπε.178

179

Τῷ δ’ ἡ βασιλεία περιελέλειπτο, στεφθέντι ὑπὸ Εὐτυχίου τοῦ πατριάρχου. ἔχων δὲ γαμετὴν ὁ Τιβέριος Ἀναστασίαν Αὐ‐ γούσταν αὐτὴν ἀνηγόρευσεν, ἣ δύο αὐτῷ θυγατέρας ἐγείνατο, Χαριτὼ καὶ Κωνσταντῖναν. Σοφία δὲ ἡ πρῴην βασίλισσα τῶν
5ἀνακτόρων ὑπαπελθοῦσα εἰς τὰ ὁμώνυμα ἑαυτῇ κατῳκίσθη βασίλεια, βασιλικὴν αὐτῇ τοῦ Τιβερίου δόντος ὑπηρεσίαν, ὡς οἰκείᾳ μητρί. οὗτος ὁ αὐτοκράτωρ καὶ πρὸς Ὁρμίσδαν πρε‐ σβείαν ἐποιήσατο, ἀνανεῶν τὰς σπονδάς. ὁ δὲ τὴν ἀνανέωσιν οὐ προσήκατο· διὸ καὶ ὁ Τιβέριος πρὸς τὸν κατὰ Περσῶν
10πόλεμον πολλὴν ἡτοίμαζε στρατιὰν καὶ Ἰουστινιανὸν τῶν ἐπισή‐ μων τινὰ τῆς ἀνατολῆς προὐβάλετο στρατηγόν, ὃς ἐπὶ Πέρσας χωρήσας, ἐπεὶ πλησίον αὐτῶν ἐστρατοπεδεύσατο, εἰς λόγους ἧκε πρὸ παρατάξεως καὶ ἔπεισεν αὐτοὺς σπείσασθαι Ῥωμαίοις ἐπὶ τριετίᾳ. ἤδη δὲ τοῦ τρίτου παραρρυϊσκομένου ἐνιαυτοῦ
15Ὁρμίσδας ὁ τῶν Περσῶν ἀρχηγὸς σὺν ταῖς αὐτοῦ δυνάμεσιν179

180

ἐπὶ τὴν Ἀρμενίαν χωρεῖ. τοῦτο εἰς δειλίαν ἐνέβαλε τὰ ἐκεῖ Ῥωμαίων στρατεύματα· διαλεχθεὶς δὲ τούτοις ὁ σφέτερος στρα‐ τηγὸς θάρσος ἅπασιν ἐνεποίησε, καὶ τὴν πρὸς Ὁρμίσδαν μάχην ὑπέστησαν. καὶ μέχρι μέν τινος ταῖς ἐκ τόξων κεχρημένοι
5βολαῖς ἐδόκουν ὑπερτερεῖν, τῶν Ῥωμαίων ταῖς ἀσπίσι κατα‐ φραγνύντων ἑαυτοὺς καὶ μὴ ἀντεπεξιόντων. ἐπεὶ δ’ ἔγνωσαν οἱ Ῥωμαῖοι ἤδη κεκενῶσθαι τὰς φαρέτρας τοῖς ἐναντίοις, συνη‐ σπικότες ἀλλήλοις καὶ ἀλαλάξαντες ἐνυάλιον ἐπῆλθον τοῖς Πέρ‐ σαις κατὰ συστάδην, ἀγχεμάχοις ὅπλοις αὐτοὺς ἀμυνόμενοι. οἳ
10οὐδὲ πρὸς βραχὺ τὴν ὁρμὴν αὐτῶν ὑπομείναντες τρέπονται, καὶ ἀναιροῦνται μὲν οἱ πλείους· τὸ δὲ στρατόπεδον αὐτῶν διαρ‐ πάζεται· καὶ ἡ μὲν βασιλικὴ τοῦ Ὁρμίσδου σκηνὴ καὶ ἡ ἀπο‐ σκευὴ ἐκείνου πᾶσα καὶ οἱ ἐλέφαντες τῷ βασιλεῖ ὑπεξῄρηντο, τὰ δ’ ἄλλα τοῖς στρατιώταις εἰάθησαν. καὶ οἱ Ῥωμαῖοι πρὸς
15τὰ ἐνδότερα τῆς Περσίδος ἐχώρησαν καὶ χώραν πολλὴν αὐτῆς ἐληίσαντο. τότε καὶ τὸ τῶν Βλαχερνῶν λοετρὸν οἰκοδομεῖν ὁ Τιβέριος ἤρξατο καὶ πολλοὺς ναοὺς καὶ δημοσίους οἴκους, ξε‐
νῶνάς φημι καὶ γηρωκομεῖα, ἀνενεώσατο καὶ τὸν Χρυσοτρί‐180

181

κλινον παρὰ Ἰουστίνου δομηθέντα προσεπεκόσμησεν. Εὐτυχίου δὲ τοῦ πατριάρχου ἐπὶ τέσσαρας ἐνιαυτοὺς τὸ δεύτερον τὸν θρόνον τῆς Βυζαντίδος κοσμήσαντος καὶ ἐκλελοιπότος, χειροτο‐ νεῖται πατριάρχης διάκονος τῆς μεγάλης ἐκκλησίας Ἰωάννης ὁ
5νηστευτής, ἀνὴρ ἱερώτατος. τοὺς δ’ εἰς τὴν βασιλίδα τῶν πό‐ λεων εἰσαχθέντας δορυαλώτους Πέρσας ἅπαντας μεταμφιάσας ὁ βασιλεὺς μεγαλοπρεπῶς εἰς τὰ οἰκεῖα ἀφῆκεν ἐπανελθεῖν· οὓς ἀνελπίστως οἱ προσήκοντες θεασάμενοι ὑπερεθαύμασαν καὶ δι’ ἐπαίνων τὸν βασιλέα πεποίηντο. ἐπὶ τούτου τοῦ βασιλέως
10ὁ Χαγάνος ὁ τῶν Ἀβάρων ἀρχηγὸς ᾐτήσατο σταλῆναι αὐτῷ οἰκοδόμους, ἵνα αὐτῷ δομήσωνται λοετρόν. σταλέντων δὲ γέ‐ φυραν παρὰ τὸν Δάνουβιν ᾠκοδόμησε, βιασάμενος πρὸς τοῦτο αὐτούς, ἵνα δι’ αὐτῆς ἀπόνως περαιούμενος τὴν ὑπὸ Ῥωμαίους
ληίζηται. ἐξ ἐθνικῶν δὲ πλῆθος ἐς χιλιάδας δώδεκα συνιστά‐181

182

μενον ἀθροίσας νέων καὶ σφριγώντων ἀνδρῶν, ἐπὶ τῷ ἑαυτοῦ ὀνόματι τούτους συνεκρότησε στράτευμα, καὶ στρατηγὸν αὐτοῖς ἐπιστήσας Μαυρίκιον τὸν κόμητα τῶν φοιδεράτων καὶ ὑπο‐ στράτηγον Ναρσῆν τὸν κουβικουλάριον ἐκπέπομφε κατὰ τῶν
5Περσῶν. πολέμου δὲ συρραγέντος τὸ Ῥωμαϊκὸν ὑπερτέρησε στράτευμα καὶ πόλεις τῶν βαρβάρων καὶ πολλὴν χώραν ἀφεί‐ λετο. ὑποστρέψαντα δὲ τὸν Μαυρίκιον μετὰ τιμῆς ὁ βασιλεὺς ὑπεδέξατο καὶ κηδεστὴν ἐπὶ τῇ θυγατρὶ Κωνσταντίνᾳ αὐτὸν ἐποιήσατο. τὴν δ’ ἑτέραν τὴν Χαριτὼ τῷ στρατηγῷ συνέζευξε
10Γερμανῷ καὶ ἄμφω δὲ τετίμηκε Καίσαρε. νόσῳ δὲ φθινάδι περιπεσών, ἐν τῷ τριβουναλίῳ φοράδην ἐκκομισθεὶς ἐκεῖ τὸν οἰκεῖον γαμβρὸν Μαυρίκιον ἀναρρηθῆναι βασιλέα πεποίηκε παρουσίᾳ τοῦ πατριάρχου Ἰωάννου καὶ τῆς συγκλήτου βουλῆς. οὕτω δ’ ὑπὸ τῆς νόσου κατείργαστο ὡς μηδὲ δύνασθαι τοῖς
15συνειλεγμένοις ὁμιλῆσαι· διὸ καὶ διὰ γραφῆς τούτοις τὸ ἑαυτοῦ παρέστησε βούλημα. ὑποστρέψας δ’ ἐκεῖθεν εἰς τὰ βασίλεια τὴν ζωὴν ἐξεμέτρησε, βασιλεύσας ἔτη τρία, μῆνας δέκα καὶ ἡμέρας
ὀκτώ.182

183

Ὁ δέ γε Μαυρίκιος τῆς τῶν κοινῶν διοικήσεως εἴχετο, στεφθεὶς ὑπὸ τοῦ πατριάρχου Ἰωάννου τοῦ νηστευτοῦ. ἦν δέ, ὅτε τῆς αὐταρχίας ἐπέβη, ἐτῶν τεσσαράκοντα πρὸς τρισίν. ἐγρά‐ φετο δ’ ἐν τοῖς συμβολαίοις Μαυρίκιος ὁ καὶ Τιβέριος. Χα‐
5γάνος δέ, ὁ τῶν Ἀβάρων ἀρχηγός, τὸ Σίρμιον χειρωσάμενος ἐζήτησε προστεθῆναι ταῖς ὀγδοήκοντα χιλιάσι ταῖς ἐτησίως αὐτῷ παρεχομέναις καὶ ἑτέρας εἴκοσι· καὶ ὁ βασιλεὺς εἰρηνεύειν ἐθέ‐ λων τὴν προσθήκην ταύτην ἐποίησεν. ὁ δὲ καὶ ἐλέφαντα ᾔτησε, μήπω τὸ ζῷον ἰδών. τὸν μείζονα τοίνυν ὧν εἶχεν ὁ βασιλεὺς
10αὐτῷ πέπομφεν. ὁ δὲ Χαγάνος ἀπληστευόμενος ἢ προφάσεις τοῦ μὴ εἰρηνεύειν ζητῶν, ἑτέρας εἴκοσι χιλιάδας ταῖς ἑκατὸν προστεθῆναι ἀπῄτησε. μὴ καταδεξαμένου δὲ καὶ ταύτην τὴν προσθήκην τοῦ βασιλέως ἐστράτευσε κατὰ Ῥωμαίων ἐκεῖνος καὶ πόλεις πολλὰς τοῦ Ἰλλυρικοῦ ἐχειρώσατο· ἠπείλει τε καὶ
15τὸ Μακρὸν καταστρέψαι τεῖχος. στείλας οὖν πρέσβεις πρὸς τὸν
βάρβαρον ὁ Μαυρίκιος σπονδὰς ἔθετο. ὁ μέντοι Χαγάνος183

184

ἄπληστος καὶ ἄπιστος ὤν, δόλῳ κατὰ Ῥωμαίων ἐγίνετο, αὐτὸς μὲν ἡσυχάζων, ἔθνη δέ τινα τῶν Σκλαβηνῶν παρασκευάσας τὴν ὑπὸ Ῥωμαίους ληίζεσθαι, οἳ καὶ μέχρι τοῦ Μακροῦ τεί‐ χους πεφθάκασιν. ὁ βασιλεὺς δὲ Κομεντίολον στρατηγὸν προ‐
5βαλόμενος καὶ δι’ αὐτοῦ τοῖς βαρβάροις ἀθρόως ἐπεξελθών, τῶν Ῥωμαϊκῶν αὐτοὺς ὁρίων ἀπήλασεν, ἀναιρεθέντων πολλῶν, καὶ τὴν λείαν ὅσην ἔλαβον καὶ τοὺς αἰχμαλώτους ἐπανεσώσατο. Φιλιππικῷ δὲ τὴν ἰδίαν συζεύξας ἀδελφὴν κατὰ Περσῶν αὐτὸν σὺν βαρεῖ στρατεύματι ἐξαπέστειλεν. ὁ δὲ ἄγχιστα τῇ Νισίβει
10γενόμενος κἀκεῖθεν ἐμβαλὼν τῇ Περσίδι, ἤλασεν ἐκεῖθεν λείαν πολλὴν καὶ ἐπανιὼν τῇ τῶν Μήδων χώρᾳ προσέβαλε καὶ ταύτης οὐ μείω τινὰ ληισάμενος ἐπανῆλθεν ἐς τὰ Ῥωμαίων. καὶ αὖθις δὲ τοῖς Περσικοῖς ἐπελθὼν χωρίοις ὁμοίως εὐτύχησε. νοσήσας μέντοι εἰς Μαρτυρόπολιν παραγίνεται, κἀκεῖθεν ἐπανῆκεν εἰς
15τὸ Βυζάντιον. ἐτέχθη δὲ τῷ Μαυρικίῳ υἱός, ὃν ὠνόμασε184

185

Θεοδόσιον. Φιλιππικὸς δὲ καὶ πάλιν κατὰ Περσῶν ἐξεστρά‐ τευσε καὶ τὸ περὶ αὐτὸν στρατιωτικὸν ἠρώτησεν εἰ πρόθυμοι τοῖς Πέρσαις εἶεν μαχέσασθαι. οἱ δὲ καὶ ὅρκοις τὸ πρόθυμον αὐτῶν ἐβεβαίουν. ὡς οὖν συνέβαλον τοῖς ἐναντίοις, μέχρι μέν
5τινος ἀντεῖχον οἱ βάρβαροι· ἐπεὶ δὲ τοὺς ἵππους πλήττειν αὐτῶν ὁ στρατηγὸς τοῖς οἰκείοις παρεκελεύσατο καὶ πολλοὶ τῶν ἵππων πληττόμενοι ἔπιπτον, ἐτράπη τὸ Περσικόν· καὶ τὸ μὲν ἥττητο κραταιῶς καὶ πολὺ τούτου μέρος διέφθαρτο· οἱ Ῥωμαῖοι δὲ λαμπρῶς νενικήκασι καὶ ζῶντας τῶν πολεμίων περὶ δισχιλίους
10συνέλαβον. Ὁρμίσδας δὲ ὁ τῶν Περσῶν ἀρχηγὸς Βαρὰμ προ‐ χειρισάμενος στρατηγὸν συμβαλεῖν Ῥωμαίοις ἐκέλευσεν. ὁ δὲ συμβαλὼν ἡττᾶται· ὃ γνοὺς Ὁρμίσδας γυναικείαν ἐσθῆτα στέλλει αὐτῷ καὶ τὴν στρατηγίαν ἀφείλετο καὶ τῷ ὑποστρατήγῳ αὐτοῦ διὰ γραφῆς ἐνετείλατο τὸν Βαρὰμ ἀνελεῖν. ὁ δὲ οἷ κακοῦ γέ‐
15γονεν ἐννοήσας, γράμματα ὡς ἐξ Ὁρμίσδου αὐτῷ σταλέντα185

186

ἐπλάσατο, ὀργὴν ἐμφαίνοντα κατὰ παντὸς τοῦ στρατεύματος, καὶ συναθροίσας αὐτὸ τά τε γράμματα εἰς ἐπήκοον ἀναγνω‐ σθῆναι πεποίηκε καὶ αὐτὸς αὐτοὺς ἀνεμίμνησκε τῆς ἀπηνείας Ὁρμίσδου καὶ τῆς ὠμότητος καὶ διὰ τούτων ἀντᾶραι χεῖρας
5ἠρέθισε κατὰ τοῦ σφῶν ἀρχηγοῦ. ἐπελθόντες οὖν ἀθρόον αὐτῷ κατέσχον καὶ ἐνέβαλον εἰς εἱρκτήν. ὁ δὲ ὑποθέσθαι αὐτοῖς περὶ τῆς τῶν Περσῶν ἀρχῆς ἠξίου ἅττα τῷ ἔθνει γι‐ νώσκει συμφέροντα, καὶ συνεβούλευε μὴ τὸν Χοσρόην υἱὸν αὐτοῦ ὄντα προκριθῆναι εἰς τὴν ἀρχήν, ἄπληστον ὄντα καὶ ἄδικον,
10ὑβριστήν τε καὶ ἀλαζονικώτατον, ἀλλ’ ἕτερον υἱὸν αὐτοῦ προ‐ χειρισθῆναι τοῦ ἔθνους ἄρχειν. ἀντιπεσόντων δὲ τοῖς λόγοις τούτου ἐνίων τῶν ἐν ὑπεροχαῖς καὶ κατ’ αὐτοῦ τοὺς Πέρσας ἐκμηνάντων, ὁ μὲν υἱὸς αὐτοῦ, ὃν εἰς τὴν ἀρχὴν ἐκεῖνος προέ‐ κρινε, καὶ ἡ μήτηρ ἐκείνου ἐνώπιον αὐτοῦ ἀνῃρέθη παρὰ τοῦ
15πλήθους, καὶ αὐτὸς δὲ ἐξεκόπη τὰ ὄμματα καὶ οὕτω καθείρχθη. ὁ δέ γε Χοσρόης εἰς τὴν ἀρχὴν ᾑρέθη παρὰ τοῦ ἔθνους παντός· καὶ μέχρι μέν τινος φιλοφρόνως πρὸς τὸν πατέρα διέκειτο, τῆς
μὲν φρουρᾶς οὐ λύσας αὐτόν, πᾶσαν δὲ θεραπείαν αὐτοῦ ἐκεῖσε186

187

ποιούμενος. ὁ δὲ οὐδὲν τῶν παρὰ τοῦ υἱοῦ αὐτῷ στελλομένων προσίετο, ἀλλὰ καὶ ὕβρεσι μᾶλλον τὰς φιλοφροσύνας ἠμείβετο. θυμῷ οὖν διὰ ταῦτα ληφθεὶς ὁ Χοσρόης, ῥοπάλοις ἐκέλευσε κατὰ τῶν λαγόνων τυπτόμενον τὸν πατέρα θανεῖν. τοῦτο μῖσος
5ἐγγενέσθαι τοῖς Πέρσαις κατὰ Χοσρόου ἐποίησεν· ὁ δὲ κατὰ Βαρὰμ ἐξεστράτευσε, καὶ ὑποπτεύσας τινὰς τῶν παρ’ αὐτῷ μεγιστάνων τῷ Βαρὰμ προσκεῖσθαι ἀνεῖλεν αὐτούς. τοῦ δὲ στρατεύματος κατ’ αὐτοῦ στασιάσαντος, δείσας ἐκεῖνος μετά τινων ὀλίγων ἀποδιδράσκει καὶ πρὸς Ῥωμαίους ἀφίκετο. ὃ
10μαθὼν ὁ Μαυρίκιος κελεύει τῷ στρατηγοῦντι τῆς χώρας ὑπο‐ δέξασθαι τὸν Χοσρόην βασιλικαῖς θεραπείαις καὶ δεξιώσεσι. στέλλει δὲ Ναρσῆν μετὰ στρατευμάτων συμμαχῆσαι Χοσρόῃ καὶ ἀποκαταστῆσαι αὐτὸν εἰς τὴν οἰκείαν ἀρχήν. συμβαλὼν τοίνυν ὁ Ναρσῆς τῷ Βαρὰμ νίκην ἤρατο περιφανῆ, πολλοὺς
15μὲν τῶν Περσῶν ἀνελών, ζωγρήσας δὲ περὶ ἑξακισχιλίους, οὓς τῷ Χοσρόῃ προσήγαγεν· ὁ δὲ κατηκόντισεν ἅπαντας. ὅσοι δ’ ἐν τοῖς ζωγρηθεῖσιν ἦσαν τοῦ Τούρκων ἔθνους τῷ Βαρὰμ
συμμαχοῦντες, τούτους ἀνέπεμψεν εἰς Μαυρίκιον, ὧν πολλοὶ187

188

ἐπὶ τῶν μετώπων σταυροὺς ἔφερον, καταστιχθέντων αὐτοῖς τῶν ἐπισκυνίων καὶ μέλανος ἐγχεθέντος τοῖς στίγμασιν εἰς τύπον σταυροῦ. οἳ περὶ τούτου ἐρωτώμενοι ἔλεγον πρὸ καιροῦ ἱκανοῦ λοιμῷ τὸ γένος αὐτῶν διαφθείρεσθαι, τινὰς δὲ τῶν παρ’ αὐτοῖς
5χριστιανῶν ὑποθέσθαι τοῦτο αὐτοῖς, καὶ μηδένα τῶν τοῦτο πε‐ ποιηκότων κινδυνεῦσαι ἐκ τοῦ λοιμοῦ. ὁ μὲν οὖν Βαρὰμ ἡττη‐ θεὶς φυγῇ τὴν σωτηρίαν ἐπραγματεύσατο· ὁ δὲ Χοσρόης εἰς τὴν ἰδίαν ἀρχὴν καὶ χώραν ἐπανελήλυθε. λέγεται δὲ πρὸ τῆς νίκης, τοῦ στρατηγοῦ τῶν Ῥωμαίων ἄλλως διατιθέναι σκεπτο‐
10μένου τὸν πόλεμον, τὸν Χοσρόην ἐνίστασθαι μὴ κατὰ τὸ δοκοῦν ἐκείνῳ συγκροτῆσαι τὴν μάχην, ἀλλ’ ἄλλον ὑποτιθέναι τρόπον· τὸν δὲ στρατηγὸν ἀσύμφορον εἶναι λέγειν τὸ οὕτω μαχέσασθαι, καὶ τὸν Χοσρόην τοῦ σκοποῦ μὴ μεθίεσθαι, ὥστε παροξυν‐ θέντα τὸν στρατηγὸν ἀποσκῶψαι πρὸς τὸν Χοσρόην, ἀστρατή‐
15γητον αὐτὸν εἰπόντα καὶ ἀδαῆ πολεμικῶν παρατάξεων. τὸν
δὲ δηχθέντα ἐπὶ τοῖς σκώμμασιν, ὄντα δὲ καὶ ἐν γνώσει τῆς188

189

κατὰ τοὺς ἀστέρας κινήσεως κἀντεῦθεν αὐχοῦντα γινώσκειν τὰ μέλλοντα, φάναι “εἰ μὴ ὑπὸ τῶν πραγμάτων ἐτυραννούμεθα, οὐκ ἂν ἐθάρσησας, στρατηγέ, τὸν μέγαν βασιλέα βάλλειν τοῖς σκώμμασιν. ὅτι δὲ τοῖς παροῦσι μέγα φρονεῖς, ἄκουσον τί
5δῆτα τοῖς θεοῖς ἐς ὕστερον μεμελέτηται. ἀντικαταρρεύσει, εὖ ἴσθι, ἐς τοὺς Ῥωμαίους ὑμᾶς δεινά. ἕξεται δὲ τὸ Βαβυλώνιον φῦλον τῆς Ῥωμαϊκῆς χώρας τριττὴν κυκλοφορικὴν ἑβδομάδα ἐτῶν. μετὰ δὲ τοῦτο πεμπταίαν ἑβδομάδα ἐτῶν Ῥωμαῖοι Πέρ‐ σας δουλαγωγήσετε.” τούτων δὲ διηνυσμένων τὴν ἀνέσπερον
10ἡμέραν ἐνδημῆσαι ἀνθρώποις. ἀλλὰ ταῦτα μὲν ταύτῃ. Ὁ δὲ αὐτοκράτωρ Μαυρίκιος τὸν υἱὸν Θεοδόσιον ἀνηγό‐ ρευσε βασιλέα κατὰ τὸ πάσχα στεφθέντα ὑπὸ τοῦ πατριάρχου Ἰωάννου. καὶ τὸν ναὸν τῶν ἁγίων τεσσαράκοντα μαρτύρων πρῴην ἀρχθέντα κτίζεσθαι παρὰ Τιβερίου, ἀτελῆ δὲ καταλει‐
15φθέντα, αὐτὸς ἀνεπλήρωσεν. εἰρήνης δὲ γεγονυίας πρὸς Πέρσας,
τὰς δυνάμεις ἐξ ἑῴας ἐπὶ τὴν Θρᾴκην μετήνεγκε καὶ αὐτὸς189

190

ἐξῆλθε τῆς Βυζαντίδος τὰ ὑπὸ τῶν βαρβάρων κατεστραμμένα θεάσασθαι. ὅτε καὶ ὁ ἥλιος ἐσκιάσθη, καὶ γυνή τις ἐν Θρᾴκῃ παιδίον ἔτεκεν οὔτε ὀφθαλμοὺς οὔτε βλέφαρα ἔχον οὔτε χεῖρας οὔτε βραχίονας, ἰχθύος δὲ οὐραῖον πρὸς τῷ ἰσχίῳ προβεβλη‐
5μένον. τοῦ μέντοι Χαγάνου τῇ Θρᾴκῃ ἐπελθόντος μετὰ πλή‐ θους ἀπείρου, ὁ τῶν Ῥωμαίων στρατηγὸς Πρίσκος δείσας εἰς τὸ φρούριον Τζουρουλοῦ συνέκλεισεν ἑαυτόν. ὁ δὲ βάρβαρος πολιορκεῖν αὐτὸ ἡτοιμάζετο. τότε κατεστρατήγησεν ἐκείνου Μαυ‐ ρίκιος τρόπῳ τοιούτῳ· γράμμα πρὸς Πρίσκον συντίθησιν ἀντέ‐
10χειν αὐτὸν παραινοῦν· μικρὸν γὰρ ὅσον τοὺς βαρβάρους μετ’ αἰσχύνης ἀναχωρῆσαι. στέλλεσθαι γὰρ πλοῖα εἰς τὴν χώραν αὐτῶν σὺν στρατεύματι ληίσασθαι τὰς οἰκίας αὐτῶν καὶ τὰς γυναῖκας καὶ τοὺς παῖδας αὐτῶν δορυαλώτους ἑλεῖν. τοῦτο τὸ γράμμα δίδωσί τινι, ἐπισκήψας αὐτῷ περιπεσεῖν τοῖς βαρ‐
15βάροις ἐν τῷ πρὸς Πρίσκον δῆθεν πορεύεσθαι. οὗ γενομένου,
τὴν ἐπιστολὴν ὁ βάρβαρος ἀναγνοὺς καὶ δείσας περὶ τοῖς οἰκείοις,190

191

σπένδεται πρὸς Πρίσκον ἐπὶ δώροις ὀλίγοις καὶ ἄπεισιν. ἔκτισε δὲ Φιλιππικὸς ἐν Χρυσοπόλει μονὴν ἐπ’ ὀνόματι τῆς Θεοτόκου καὶ οἶκον ἐν ταύτῃ λαμπρότατον, ἵν’ ἐν αὐτῷ τὸν Μαυρίκιον ὑποδέχοιτο.
5 Ὁ δέ γε Κωνσταντινουπόλεως πατριάρχης Ἰωάννης ὁ νηστευτὴς τὸν βίον λιπὼν πρὸς τὰς ἀϊδίους μετέστη μονάς, κοσμήσας τὸν ἀρχιερατικὸν θρόνον ἐπὶ ἔτη τρισκαίδεκα καὶ ἐπέκεινα. προεχειρίσθη οὖν πατριάρχης Κυριακός, ἱερεὺς καὶ οἰκονόμος τῆς ἐκκλησίας τῆς μεγάλης. ὑφ’ οὗ ὁ τῆς ὑπεραγίας
10θεοτόκου ναός, ὃς τῆς Διακονίσσης λέγεται, ᾠκοδόμηται. καὶ Πέτρος, ὁ τοῦ Μαυρικίου ὁμαίμων, τὸν ναόν, ὃς τοῦ Ἀρεο‐ βίνδου καλεῖται, τῇ θεοτόκῳ ἀνήγειρε. Σοφία δὲ ἡ βασιλὶς καὶ ἡ Αὐγούστα Κωνσταντῖνα στέμμα προσήνεγκαν τῷ βασιλεῖ λίθοις ὑπερτίμοις καὶ μαργάροις ὑπερφυέσι κεκοσμημένον. ὁ
15δὲ τοῦτο λαβὼν ἀνέθετο τῷ θεῷ, τῇ ἐκκλησίᾳ προσαγαγών. Ὁ Χαγάνος μέντοι καὶ αὖθις πρὸς τὰ Ῥωμαίων ἐχώρησε.
καὶ τούτῳ τῶν Ῥωμαϊκῶν στρατευμάτων ἀντιταττομένων, ποτὲ191

192

μὲν ἐκράτει, ἐνίοτε δ’ ἥττητο. ἐν μιᾷ δὲ ἡμέρᾳ υἱοὶ αὐτοῦ ἑπτὰ ἐκ νόσου λοιμικῆς καὶ πυρετοῦ ἐτελεύτησαν. Κομεντίολον δὲ στείλας ὁ βασιλεὺς κατὰ Χαγάνου μετὰ πολυπληθοῦς στρα‐ τιᾶς λέγεται ἐντείλασθαι αὐτῷ προδοῦναι τοῖς ἐναντίοις τὸ στρα‐
5τιωτικὸν διά τινας στάσεις καὶ ἀταξίας τούτοις μνησικακῶν. καὶ συμβαλὼν τοῖς βαρβάροις ἀσυντάκτως ὁ Κομεντίολος, αὐτὸς μὲν μετὰ τῶν περὶ αὐτὸν εἰς φυγὴν ἐτράπη, πρὸς τοῦτο προ‐ παρασκευασάμενος. τῶν δὲ λοιπῶν οἱ μὲν ἔπεσον, οἱ δ’ ἐζω‐ γρήθησαν. εἶναι δὲ τοὺς ζωγρηθέντας φασὶ περὶ δώδεκα χι‐
10λιάδας. καὶ ὁ Χαγάνος τῇ νίκῃ ταύτῃ ἐξογκωθεὶς ἄχρι τοῦ Μακροῦ τείχους ἀφίκετο. συλλέξας δὲ ὁ βασιλεὺς λαὸν εἰς φυλακὴν τοῦ τείχους τούτους ἐκπέπομφεν. ἐκ δὲ τῆς λοιμικῆς νόσου οὐ μόνοι οἱ τοῦ Χαγάνου υἱοί, ὡς εἴρηται, ἔθανον, ἀλλὰ καὶ πλῆθος τῶν Ἀβάρων πολύ· ὅθεν ἀθυμήσας ὁ βάρβαρος
15ἔσπευδεν εἰς τὰ οἰκεῖα ἐπαναζεῦξαι. δηλοῖ οὖν τῷ Μαυρικίῳ ἐξωνήσασθαι τοὺς αἰχμαλώτους, ἓν ἐφ’ ἑκάστῳ διδόντι νόμισμα· ὁ δὲ βασιλεὺς οὐ κατένευσε. καὶ ὁ Χαγάνος ᾔτησε λαβεῖν εἰς
ἕκαστον τῶν αἰχμαλώτων ἀνὰ ἥμισυ τοῦ νομίσματος. ὁ δὲ192

193

οὐδὲ οὕτως τοὺς ἁλόντας ἠθέλησε πρίασθαι, τὸ μέν τι ἐκ φει‐ δωλίας (ἥττητο γὰρ χρημάτων), τὸ δέ τι τοῖς στρατιώταις μνη‐ σικακῶν. ἐκμανεὶς οὖν ὁ βάρβαρος πάντας ξίφεσιν ἐξεθέρισε καὶ ἀνέζευξεν. ἐντεῦθεν πᾶσι μῖσος κατὰ τοῦ βασιλέως ἐφύετο
5καὶ πρὸς πάντων ἐλοιδορεῖτο. ὁ δὲ στρατὸς κατὰ Κομεντιόλου ἀναφορὰν ἐποιήσατο, ὡς προδόντος ἐν τῷ πολέμῳ τὸ στρατιω‐ τικόν. τοῖς δὲ τὴν ἀναφορὰν ταύτην ποιουμένοις συνῆν καὶ ὁ στρατιώτης Φωκᾶς καὶ ἀναιδῶς τῷ βασιλεῖ διελέγετο, ὡς τυπτηθῆναι παρά τινων. ὁ δὲ βασιλεὺς μὴ προσσχὼν τοῖς κατὰ
10τοῦ Κομεντιόλου αἰτιάμασιν ἀπράκτους τοὺς αὐτὸν αἰτιωμένους ἀνέπεμψε. λιτανεύοντος οὖν τοῦ βασιλέως στάσις ἠγέρθη παρὰ τοῦ δήμου, καὶ λίθοι κατ’ αὐτοῦ παρά τινων ἠκοντίσθησαν· ὧν ζήτησιν ὁ βασιλεὺς ποιησάμενος καί τινας εὑρηκὼς ἐκόλασε. τῷ γε μὴν υἱῷ αὐτοῦ Θεοδοσίῳ κατηγγύησε τὴν θυγατέρα
15Γερμανοῦ πατρικίου, τοῦ πατριάρχου Κυριακοῦ τὴν ἐπὶ τῷ γάμῳ πληρώσαντος τελετήν. μοναχὸς δέ τις ξίφος κατέχων
γυμνὸν ἀπὸ τοῦ Φόρου μέχρι τῆς Χαλκῆς προελήλυθεν, ἐν193

194

φόνῳ μαχαίρας λέγων τεθνήξεσθαι τὸν Μαυρίκιον. ὁ δὲ βα‐ σιλεὺς τὸ ἐπὶ τοῖς αἰχμαλώτοις ἀνόμημα ἀναλογισάμενος ἱκέτευε τὸν θεὸν ἐν τῇ παρούσῃ ζωῇ τὴν ὑπὲρ τούτου δίκην ἐκτῖσαι καὶ πανταχοῦ διεπέμψατο, ἀξιῶν πάντας τοῦτο αἰτεῖν τὸν θεόν.
5φήμης δὲ κρατούσης ὅτι τοῦ μέλλοντος αὐτὸν διαδέξασθαι ἐκ τοῦ φ στοιχείου τὸ ὄνομα ἄρχεται, τὸν γαμβρὸν αὐτοῦ Φιλιπ‐ πικὸν τοῦτον ᾤετο εἶναι. καὶ ἦν αὐτῷ δι’ ὑποψίας ὁ ἄνθρωπος καὶ διομνύμενος μήποτέ τι κατὰ νοῦν τοιοῦτον βαλέσθαι, οὐκ ἔπειθεν. ὄναρ δέ ποτε τῷ βασιλεῖ θεαθὲν τὴν κατὰ τοῦ Φιλιπ‐
10πικοῦ ἔλυσεν ὑποψίαν. τὸ δ’ ὄναρ· ἐδόκει πλῆθος παρεστάναι πολὺ τῷ ἄνωθεν τῆς Χαλκῆς πύλης τοῦ σωτῆρος Χριστοῦ ἐκτυ‐ πώματι καὶ καταβοᾶν τοῦ βασιλέως, φωνὴν δ’ ἐκ τῆς εἰκόνος γενέσθαι, παραστῆναι καὶ τὸν Μαυρίκιον, καὶ τὸν αὐτίκα ἀχθῆ‐ ναι καὶ ἐρωτᾶσθαι ὅποι βούλεται τὴν ἔκτισιν ἀποδοῦναι τοῦ
15ἀνομήματος οὗ καὶ εἰς τοὺς αἰχμαλώτους εἰργάσατο, ἐν τῷ νῦν αἰῶνι ἢ ἐν τῷ μέλλοντι. τὸν δὲ “ἐνταῦθα” φάναι, “φιλάν‐ θρωπε δέσποτα.” καὶ ἀκοῦσαι φωνῆς λεγούσης “παράδοτε οὖν
αὐτὸν παγγενῆ Φωκᾷ τῷ στρατιώτῃ.” διυπνισθεὶς τοίνυν ἐκ194

195

τῆς ἀγωνίας ὁ βασιλεὺς καὶ τὸν Φιλιππικὸν μετακαλεσάμενος πρῶτα μὲν συγγνώμην ᾔτει, ὡς μάτην ὑπονοῶν κατ’ αὐτοῦ, εἶτα ἤρετο εἰ ἐν τοῖς Ῥωμαϊκοῖς τάγμασιν οἶδε στρατιώτην Φω‐ κᾶν. ὁ δὲ εἰδέναι ἀνταπεκρίνατο καὶ τοῦτον εἶναι τὸν πρὸ μι‐
5κροῦ σταλέντα παρὰ τῆς στρατιᾶς, “ὅς σοι καὶ ἰταμώτερον διελέγετο.” καὶ ὁ βασιλεὺς οἷός ἐστιν ὁ ἀνὴρ τὴν ἡλικίαν καὶ τὸ ἦθος προσήρετο· καὶ ὁ Φιλιππικὸς νέον εἶναι τὸν Φωκᾶν εἶπε, τὸν δὲ τρόπον θρασὺν καὶ δειλόν. πρὸς τοῦτο δὲ ὁ βα‐ σιλεὺς ἀντεφθέγξατο “εἰ δειλὸς καὶ φονεύς” καὶ διηγήσατο τὸ
10ὄναρ αὐτῷ. ἐφάνη δὲ τότε καὶ κομήτης ἀστὴρ ὁ λεγόμενος ξιφίας. τῷ γοῦν ἀδελφῷ αὐτοῦ Πέτρῳ στρατηγοῦντι τότε ἐπι‐ στέλλει ὁ βασιλεὺς διαβάντι τὸν Ἴστρον μετὰ τῆς στρατιᾶς ἐκεῖθεν αὐτῇ τὰ πρὸς τὴν χρείαν πορίζεσθαι. ἦν δὲ τοῦτο διὰ φιλαρ‐ γυρίαν οἰκονομούμενον, ἵνα ληιζόμενον τὸ ὁπλιτικὸν ἀποτρέ‐
15φοιτο καὶ αὐτὸς κερδήσοι τὸ στρατιωτικὸν σιτηρέσιον. τοῦτο στάσιν τῇ στρατιᾷ ἐνεποίησε· καὶ αὐτίκα βασιλεὺς παρ’ αὐτῶν ὁ Φωκᾶς ἀνηγόρευτο· ἐτύγχανε δ’ ὢν ἑκατόνταρχος. ὁ δὲ στρατηγὸς Πέτρος τοῦτο μαθὼν ἔφυγε καὶ τῷ βασιλεῖ αὐτάγ‐
γελος τοῦ γεγονότος ἐγένετο. ὁ δὲ καὶ τῶν ἐν τῇ πόλει στα‐195

196

σιαζόντων ὑπεξῆλθε τῶν ἀνακτόρων καὶ δρόμωνι ἐμβεβηκὼς μετὰ τῆς γυναικὸς καὶ τῶν τέκνων ἀπέδρα· τὸν δὲ υἱὸν αὐτοῦ Θεοδόσιον πρὸς Χοσρόην ἀπέστειλεν, ἵνα ἀπομνημονεύσας ἐκεῖ‐ νος τῶν παρὰ Μαυρικίου γενομένων αὐτῷ κἀκεῖνος εἰς αὐτὸν
5τὰ ἴσα ἐνδείξηται. ὡς δ’ ἐγνώσθη τῷ πλήθει ἡ τοῦ βασιλεύ‐ οντος ὑποχώρησις, καὶ τὴν στάσιν ἐπὶ μεῖζον ἦρε καὶ τὸν Μαυ‐ ρίκιον δυσφημεῖσθαι διὰ τῆς ἀγορᾶς παρεσκεύασεν. Ἤδη δὲ τοῦ Φωκᾶ μὴ πόρρω τῆς Βυζαντίδος τυγχάνοντος, οἱ τοῦ δήμου τῶν Πρασίνων ἐξῄεσαν εὐφημοῦντες αὐτόν. ὃς
10σὺν αὐτοῖς ἐν τῷ Ἑβδόμῳ παραγενόμενος, ἐκεῖ παρὰ τοῦ πα‐ τριάρχου ταινιοῦται τὴν κεφαλήν· καὶ εἰσελθὼν εἰς τὰ βασίλεια καὶ τὴν γυναῖκα Λεοντίαν Αὐγούσταν εὐθὺς ἀνηγόρευσε τῶν δήμων παρόντων· ὅτε διὰ τόπους, ἐν οἷς ἵσταντο, ἀμφιβολίας γενομένης τοῖς Πρασίνοις καὶ τοῖς Βενέτοις, στασιάζειν ἤρξαντο
15κατ’ ἀλλήλων. πέμψας δέ τινας ὁ Φωκᾶς κατευνάζειν αὐτοῖς τὴν στάσιν ἐπεχείρει. ἑνὸς οὖν τῶν σταλέντων τὸν τῶν Βενέτων ὑβρίσαντος δήμαρχον καὶ τοῦτον ὠθήσαντος, μὴ ἐνεγκόντες οἱ τοῦ δήμου τοῦτο ἔκραζον “ἄπιθι, μάθε κατάστασιν, ὁ Μαυρί‐
κιος ζῇ.” ἐντεῦθεν ὁ τύραννος εἰς τὸν τοῦ Μαυρικίου φόνον196

197

ἠρέθιστο· καὶ ἀχθέντος εἰς τὸν ἐν Χαλκηδόνι τοῦ Εὐτροπίου λιμένα προανῃρέθησαν ἐπ’ ὄψεσιν αὐτοῦ οἱ παῖδες αὐτοῦ. ὁ δὲ “δίκαιος εἶ, κύριε, καὶ εὐθεῖς αἱ κρίσεις σου” ἐφ’ ἑκάστῳ ἐφθέγγετο, γενναίως φέρων τὴν συμφοράν. ἔδειξε δὲ μᾶλλον
5τὴν τοῦ ἀνδρὸς γενναιότητα καὶ τὸ φέρειν εὐγνωμόνως τὸν πειρασμὸν *** ὕστατον αὐτοῦ παιδίον καὶ ὑπομάζιον· τῆς γὰρ αὐτὸ τιθηνούσης, ἵνα μὴ πάντῃ τὸ γένος τοῦ Μαυρικίου ἐξό‐ ληται, ὑποκλεψάσης τὸ τιθηνούμενον, ἀντιδούσης δὲ τὸ οἰκεῖον πρὸς τὴν σφαγήν, ὁ Μαυρίκιος τὸ ἑαυτοῦ ἐνεχθῆναι ἐζήτησεν.
10εἶτα καὶ αὐτὸς μεγαλοψύχως ἐδέξατο τὴν σφαγήν. λέγεται δὲ καὶ τὸν υἱὸν αὐτοῦ Θεοδόσιον ἀπιόντα πρὸς Χοσρόην κατα‐ σχεθῆναι καὶ ἀχθέντα πρὸς Φωκᾶν ἀναιρεθῆναι καὶ τὴν βασί‐ λισσαν Κωνσταντῖναν καὶ τὰς τρεῖς θυγατέρας αὐτῆς, καὶ τα‐ φῆναι ἐν τῷ ναῷ τοῦ ἁγίου Μάμαντος, τῷ πλησίον τοῦ τείχους,
15ὃν ἔκτισε Φαρασμάνης ἐκτομίας, ἐπὶ τοῦ κοιτῶνος γεγονὼς Ἰουστινιανοῦ. ἐπεγράφησαν δὲ τῷ τάφῳ αὐτῆς τὰ ἡρωελεγεῖα
ταῦτα·197

198

ἅδ’ ἐγὼ ἡ τριτάλαινα καὶ ἀμφοτέρων βασιλήων Τιβερίου θυγάτηρ, Μαυρικίου δὲ δάμαρ, ἡ πολύπαις βασίλεια καὶ ᾗ δείξασα λοχείῃ ὡς ἀγαθὸν τελέθει καὶ πολυκοιρανίη,
5κεῖμαι σὺν τεκέεσσι καὶ ἡμετέρῳ παρακοίτῃ δήμου ἀτασθαλίῃ καὶ μανίῃ στρατιῆς. τῆς Ἑκάβης ἔτλην πολὺ χείρονα, τῆς Ἰοκάστης, αἲ αἲ τῆς Νιόβης ἔμπνοός εἰμι νέκυς. ναὶ ναὶ τὸν γενέτην· τί μάτην τὰ νεογνὰ ἔκτειναν
10
ἀνθρώπων κακίης μηδὲν ἐπιστάμενα; ἁμετέροις πετάλοισι κατάσκιος οὐκέτι Ῥώμη·
ῥίζα γὰρ ἐκλάσθη Θρηικίοις ἀνέμοις. ἔθανε δὲ Μαυρίκιος ἐτῶν ἑξήκοντα καὶ τριῶν, εἴκοσι βασιλεύσας
ἐνιαυτούς.198

199

Φωκᾶ δὲ κρατήσαντος ὁ Ναρσῆς ἀπεστάτησε καὶ κατέσχε τὴν Ἔδεσαν. προστάξει δὲ Φωκᾶ Γερμανὸς τῷ Ναρσῇ ἀντι‐ μαχεσάμενος συμμαχουμένῳ παρὰ Χοσρόου ἡττήθη· καὶ πλη‐ γεὶς μεθ’ ἡμέρας τέθνηκε. μετὰ δὲ ταῦτα καταφυγὼν εἰς τὴν
5Ἱερὰν πόλιν Ναρσῆς καὶ παρὰ τοῦ ἀδελφοῦ τοῦ Φωκᾶ τοῦ μαγίστρου Δομεντζιόλου πίστεις ἐνόρκους λαβὼν πρὸς Φωκᾶν ἀπεστάλη. ὁ δὲ μηδὲν τοὺς ὅρκους ὑποσταλεὶς πυρὶ αὐτὸν παραδέδωκεν. οὗτος ὁ Ναρσῆς τὸν τοῦ ἁγίου Παντελεήμονος ναὸν ἐδομήσατο καὶ τὸν τῶν ἁγίων μαρτύρων Πρόβου, Ταράχου
10καὶ Ἀνδρονίκου, καὶ τὸν ἐκεῖ ξενῶνα. οὐ τοῦτον δὲ μόνον, ἀλλὰ καὶ τὸν ἀδελφὸν Μαυρικίου Πέτρον ἀνεῖλε, καὶ Γερμανόν, τὸν πενθερὸν Θεοδοσίου τοῦ υἱοῦ Μαυρικίου, καὶ τὴν θυγατέρα τοῦ Γερμανοῦ καὶ πᾶσαν τὴν Μαυρικίου συγγένειαν. Φιλιπ‐ πικὸς δὲ κείρεται κληρικὸς καὶ εἰς τὴν αὐτοῦ μονὴν ἐν Χρυ‐
15σοπόλει διέτριβε. καὶ ἄλλους δὲ πολλοὺς ἔκτεινεν ὁ Φωκᾶς καὶ ποιναῖς ἀπηνέσιν ἐκόλαζε. Κυριακοῦ δὲ τοῦ πατριάρχου ἐκλιπόντος μετὰ ἐνιαυτοὺς ἕνδεκα ἐξότου προεχειρίσθη, πατρι‐
άρχης ἐγένετο Θωμᾶς σακελλάριος καὶ τῆς μεγάλης ἐκκλησίας199

200

διάκονος. πολυειδῆ μέντοι τότε κακὰ τοὺς Ῥωμαίους κατέλαβεν. ἐν μὲν γὰρ τῇ ἑῴᾳ Πέρσαι τὴν Συρίαν καὶ Παλαιστίνην καὶ Φοινίκην ὑφ’ ἑαυτοὺς ἐποιήσαντο. τὴν Ἀρμενίαν δὲ καὶ Καπ‐ παδοκίαν καὶ τὴν Παφλαγονίαν καὶ Γαλατίαν κατέδραμον καὶ
5μέχρι Χαλκηδόνος προήλθοσαν, ἅπαντα ληιζόμενοι. ἐν δὲ τῇ Εὐρώπῃ Ἄβαροι τὴν Θρᾴκην ἐδῄωσαν, καὶ τὰ Ῥωμαϊκὰ στρα‐ τόπεδα, ἃ ἐν ἀμφοτέροις ἦσαν τοῖς τμήμασι, διεφθάρησαν· καὶ ἄλλως δὲ πολλὴ τῶν ἀνθρώπων θνῆσις ἐγένετο καὶ ἀφορία καρπῶν καὶ ζῴων φθορὰ ἐκ βαρυτάτων χειμώνων. ἐπὶ πᾶσι
10δὲ ὁ ἀλάστωρ Φωκᾶς ἐν ἵππων ἁμίλλῃ τῶν δήμων πρὸς αὐτόν τι ἀποσκωψάντων, ἐκμανεὶς πολλοὺς μὲν ἀνεῖλε, πολλοὺς δὲ ἠκρωτηρίασεν, ἐνίους μέντοι καὶ κατεπόντωσε, πλείστους δὲ καὶ τῷ ἐπάρχῳ παρέδωκεν, ἵνα κολάσῃ αὐτούς, οἳ ἐν τῷ πραιτω‐ ρίῳ καθείρχθησαν. οἱ δὲ ὄχλοι ὁμοῦ γενόμενοι ἐνέπρησαν τὸ
15πραιτώριον, καὶ οἱ καθειργμένοι διέφυγον.
Ἑβραῖοι δὲ στασιάσαντες ἐν Ἀντιοχείᾳ κατὰ χριστιανῶν200

201

ἀνεῖλον τῶν Ἀντιοχέων πολλοὺς καὶ αὐτὸν δὲ τὸν πατριάρχην τῆς πόλεως Ἀναστάσιον καὶ τὸν νεκρὸν αὐτοῦ κατέκαυσαν ἐν τῇ ἀγορᾷ. στείλας δὲ ὁ Φωκᾶς οὓς μὲν ἀνεῖλεν, οὓς δὲ ἠκρω‐ τηρίασε καὶ τῆς πόλεως ἐξεδίωξεν. ὁ μέντοι πατριάρχης Θωμᾶς
5ἐπὶ τρία ἔτη καὶ μῆνας δύο τῆς ἐκκλησίας προστὰς ἐτελεύτησε, καὶ ἀντεισήχθη Σέργιος, τῆς μεγάλης ἐκκλησίας διάκονος. Τὴν θυγατέρα δὲ ὁ Φωκᾶς Δομνεντίαν Πρίσκῳ τῷ στρα‐ τηλάτῃ συνέζευξε καὶ μετὰ τοὺς γάμους ἱππικὸν ἀγῶνα ἄγων ἐθεάσατο σὺν ταῖς αὐτοῦ εἰκόσι καὶ τοῦ Πρίσκου καὶ τῆς αὐτοῦ
10γυναικὸς Δομνεντίας ἱσταμένας εἰκόνας, καὶ ἐκμανὴς γεγονὼς ἐκτμηθῆναι τοὺς δημάρχους ἐκέλευσε. δεηθέντων δὲ τῶν δήμων μόλις ἀφῆκεν αὐτούς. ἐκ ταύτης οὖν τῆς αἰτίας ὁ Πρίσκος δεδοικὼς περὶ τῇ ζωῇ, ἅμα δὲ καὶ τὴν κατὰ πάντων τοῦ Φωκᾶ τυραννίδα μισῶν, ἐζήτει καταλῦσαι τὸν τύραννον. ὢν δὲ ὁ
15Φωκᾶς γυναικομανής τε καὶ μέθυσος καὶ ὠμὸς καὶ αἱμοχαρὴς ἐμισήθη παρὰ πάντων. καὶ στρατηγοῦντος ἐν Ἀφρικῇ καὶ
Λιβύῃ Ἡρακλείου, τοῦ πατρὸς τοῦ βασιλεύσαντος Ἡρακλείου,201

202

οἱ τῆς συγκλήτου καὶ αὐτὸς ὁ Πρίσκος ὁ στρατηλάτης διεπέμ‐ ποντο πρὸς αὐτόν, δεόμενοι ἀπαλλαγῆναι τῆς τυραννίδος Φωκᾶ. ἦν δὲ τῷ εἰρημένῳ στρατηγῷ Ἡρακλείῳ ὑποστράτηγος Γρηγο‐ ρᾶς τις τῶν ἐπισήμων. οὗτοι γοῦν ἄμφω συμπνεύσαντες στέλ‐
5λουσι κατὰ τοῦ τυράννου τοὺς ἰδίους υἱούς, ὁ μὲν Ἡράκλειος τὸν Ἡράκλειον πολλαῖς ναυσὶ καὶ πλῆθος στρατιωτῶν πλοϊζό‐ μενον, ὁ δὲ πατρίκιος Γρηγορᾶς τὸν Νικήταν πεζοποροῦντα σὺν ἱππόταις πολλοῖς καὶ πεζῇ στρατιᾷ, ἐπὶ συνθήκαις τοῦ τὸν προκαταλαβόντα τὴν ὑπερκειμένην τῶν πόλεων καὶ καθελόντα
10τὸν τύραννον τῆς βασιλείας ἀξιωθήσεσθαι. ταῦτα μαθὼν ὁ Φωκᾶς τὴν τοῦ Ἡρακλείου μητέρα καὶ τὴν μνηστὴν Εὐδοκίαν, ἣν ἐξ Ἀφρικῆς ἐμνηστεύσατο, θυγατέρα οὖσαν τοῦ τῆς χώρας ἐκείνης πρωτεύοντος, κατασχὼν κατέκλεισεν ἐν μονῇ. προκατέ‐ λαβε τοίνυν Ἡράκλειος καὶ προσώρμισε τῷ λιμένι τῶν Σοφιῶν
15καὶ μάχης συγκροτηθείσης ὑπερέσχε τῶν τοῦ Φωκᾶ. συνήργητο γὰρ καὶ ὑπὸ τοῦ Κρίσπου τὴν τοῦ ἐπάρχου τότε μετιόντος ἀρχήν. Φώτιος δὲ τῶν ἐπιφανῶν ὑπάρχων, οὗ τὴν γυναῖκα ὁ τύραννος βίᾳ ἐμοίχευσε, σὺν πλήθει στρατιωτῶν καταλαβὼν τὰ βασίλεια κατέσπασε τοῦ θρόνου τὸν τύραννον (οἱ γὰρ περὶ
20αὐτὸν ἀπογνόντες τῶν βασιλείων ὑπανεχώρησαν) καὶ ἀποδύσας202

203

τὴν πορφυρίδα φαιὰν ἐσθῆτα ἐνέδυσε καὶ δέσμιον τῷ Ἡρακλείῳ παρέστησεν. ὁ δὲ ἰδὼν αὐτὸν ἔφη “οὕτως, ἄθλιε, τὰ τῆς πό‐ λεως διῴκησας πράγματα;” καὶ ὁ Φωκᾶς ἀπονοίᾳ κάτοχος ὢν ἀπεκρίνατο “σὺ δὲ κρειττόνως μᾶλλον διοικήσεις αὐτά;”
5ὀργισθεὶς δὲ ὁ Ἡράκλειος λὰξ ἐκείνῳ ἐνέθορε καὶ ἐκτμηθῆναι προσέταξεν. οἱ μὲν οὖν αὐτίκα αὐτὸν ἀναιρεθῆναι ἱστόρησαν, οἱ δὲ πρότερον αὐτοῦ τὰς χεῖρας καὶ τοὺς πόδας ἐκκοπῆναί φασιν, εἶτα καὶ τὰ αἰδοῖα διὰ τὴν ἐκείνου ἀσέλγειαν καὶ ὅτι πολλῶν ᾔσχυνε γαμετάς, καὶ οὕτως αὐτοῦ τὴν κεφαλὴν ἐκκο‐
10πῆναι, τὸ δὲ δύστηνον σῶμα καυθῆναι κατὰ τὸν Βοῦν· ἔνθα κάμινος ἦν, ὡς λέγεται, ἐκ χαλκοῦ κατεσκευασμένη, σχῆμα βοὸς ἔχουσα, ἥπερ ἐκ Περγάμου κεκόμιστο, ἐξ ἧς καὶ ὁ τόπος ὠνό‐ μαστο. καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ ἄλλοι τῶν ᾠκειωμένων αὐτῷ ἀνῃρέθησαν.
15 Τῷ μὲν οὖν κακίστῳ Φωκᾷ τοιοῦτον τέλος τῆς τυραννίδος ἐγένετο, ἔτη κατορχησαμένῳ τῆς βασιλείας ὀκτώ. Ἡράκλειος δὲ ὑπὸ Σεργίου τοῦ πατριάρχου στεφθεὶς αὐτίκα καὶ τὴν Εὐ‐ δοκίαν τὴν μνηστὴν ταινιοῖ, καὶ ἅμα τά τε βασίλεια στέφη καὶ
τοὺς γαμηλίους στεφάνους ἐδέξαντο, ὥστε κατὰ τὴν αὐτὴν ἡμέ‐203

204

ραν καὶ βασιλεῖς ἄμφω χρηματίσαι αὐτοὺς καὶ νυμφίους. οἱ δέ γε Πέρσαι τὴν ἑῴαν κατέτρεχον καὶ τὰς μὲν τῶν χωρῶν ὑφ’ ἑαυτοὺς ἐποιοῦντο, τὰς δὲ ἐληίζοντο· καὶ ἡ Ῥωμαϊκὴ στρατιὰ προσβάλλουσα τούτοις ἥττητο καὶ διώλλυτο βραχέων τινῶν
5περισωθέντων φυγῇ. καὶ τὴν Εὐρώπην οἱ Ἄβαροι καὶ οἱ Σκύθαι ἠρήμωσαν. διὸ καὶ ἠπόρει ὁ βασιλεὺς Ἡράκλειος ὅ, τι καὶ δράσει. ἐπισκεψάμενος γὰρ τοὺς στρατιωτικοὺς καταλόγους πάνυ τούτους εὗρε βραχεῖς, ἁπάντων σχεδὸν ἐν τοῖς πολέμοις ἀναλωθέντων. ἐκ γὰρ τῶν ἐπὶ Μαυρικίου τὸν Φωκᾶν ἀνα‐
10γορευσάντων εἰς πολλὰς χιλιάδας ἀριθμουμένων δύο μόνοι στρα‐ τιῶται περιλειφθέντες εὑρέθησαν. στρατολογήσας οὖν Κρίσπον στρατηγὸν Καππαδοκίας προβάλλεται καὶ στέλλει τοῦτον ἐκεῖ. Γίνεται δὲ αὐτῷ ἐκ τῆς Αὐγούστης Εὐδοκίας, ἣν καὶ Φαβίαν ὠνόμασε, θυγάτηρ Ἐπιφανία. εἶτα καὶ υἱὸς ἐτέχθη ὁ
15μικρὸς Ἡράκλειος καὶ νέος Κωνσταντῖνος κληθείς, καὶ ἄμφω δὲ τὼ παῖδε βασιλικῷ διαδήματι τεταινίωκε. καὶ μετ’ ὀλίγον
ἡ γαμετὴ αὐτοῦ ἡ Αὐγούστα Εὐδοκία τὸν βίον ἀπέλιπεν. ἐκ‐204

205

φερομένου δὲ τοῦ ταύτης νεκροῦ βασιλικῶς διὰ τῆς ἀγορᾶς κόρη τις προκύπτουσα βάρβαρος τυχαίως ἀπέπτυσε, καὶ τὸ πτύσμα εἰς τὴν κλίνην, δι’ ἧς ἐξεφέρετο ἡ Αὐγούστα, κατή‐ νεκτο· καὶ συλληφθεῖσα ἡ κόρη ἐκαύθη, προσενεχθεῖσα τῇ θα‐
5νούσῃ λίαν οἰκτρὸν ἐπιτάφιον. ὁ δέ γε Ἡράκλειος ἔγημε Μαρ‐ τῖναν τὴν ἀδελφόπαιδα καὶ Αὐγούσταν αὐτὴν ἀνηγόρευσε. Τοῦ μέντοι Χοσρόου καὶ τῶν Περσῶν ἀκρατῶς φερομένων καὶ πάντα λεηλατούντων, πρέσβεις ὁ βασιλεὺς πρὸς αὐτὸν ἔστειλε, κόρον λαβεῖν ποτε τῆς τῶν ἀνθρώπων φθορᾶς ἀξιῶν καὶ
10σπείσασθαι ἐπὶ συνθήκαις ἐτησίων δασμῶν. ὁ δὲ τὴν πρε‐ σβείαν οὐ προσήκατο. πάλιν οὖν ἑτέρα πρεσβεία πρὸς αὐτὸν εἰρήνην ἐξαιτουμένη. ὁ δὲ Πέρσης ὑπερηφάνους καὶ βλασφή‐ μους τὰς ἀποκρίσεις πεποίηκε, λέγων μὴ ἄν ποτε φείσασθαι τῶν χριστιανῶν, εἰ μὴ τὸν ἐσταυρωμένον ἀρνήσαιντο καὶ σε‐
15βασθῶσι τὸν ἥλιον. ἀπογνοὺς οὖν τὴν εἰρήνην ὁ βασιλεὺς ἐπι‐ στρατεῦσαι διενοεῖτο κατὰ Περσῶν· διὸ καὶ ἔσπευδε θέσθαι πρὸς τὸν Χαγάνον σπονδάς, μὴ ἀφιστάμενον τοῦ τὴν Θρᾴκην ληίζεσθαι. στείλας τοίνυν πρὸς αὐτὸν εἰρήνην ᾔτει· καὶ ὁ βάρ‐
βαρος οὐκ ἀνένευσεν. ἡσθεὶς οὖν ὁ βασιλεὺς ἐξῆλθε τῆς πό‐205

206

λεως καὶ ἔξω τοῦ Μακροῦ τείχους ηὐλίσατο μετὰ τῆς βασιλικῆς πολυτελείας καὶ δορυφορίας καὶ χρημάτων πολλῶν, ἃ τῷ Χα‐ γάνῳ δῶρα ἐκόμιζεν. ὁ δὲ βάρβαρος ἀλογήσας τῶν ὅρκων τε καὶ τῶν συνθηκῶν ὥρμησε τὸν βασιλέα συσχεῖν. ἀλλὰ
5τούτου μὲν οὐκ ἐπέτυχεν (ἔφθη γὰρ διαδράς), τὴν μέντοι βασι‐ λικὴν ἀποσκευὴν καὶ τὴν δορυφορίαν, ἀλλὰ μὴν καὶ τὰ χρή‐ ματα καὶ δορυαλώτων χιλιάδας πολλὰς κατὰ πᾶσαν ἄδειαν εἰληφὼς ὑπέστρεψεν. αὖθις οὖν ὁ Ἡράκλειος πρεσβείαν ἔθετο πρὸς αὐτόν, ἐπεγκαλῶν αὐτῷ ἀπιστίαν καὶ πρὸς εἰρήνην αὐτὸν
10ἐφελκόμενος· ὁ δὲ σπένδεται. καὶ ὁ βασιλεὺς τῆς βασιλευούσης ἀπάρας τῶν πόλεων ἀφίκετο εἰς Καισάρειαν, ἔνθα καὶ ὁ Κρίσπος ἦν στρατηγῶν· οὗ νοσοῦντος ἢ τοῦτο προσποιουμένου πρὸς αὐτὸν ἀπῄει ὁ βασιλεύς, ἐπισκεψόμενος καὶ βουλευσόμενος περὶ τῶν πρακτέων. ὁ δὲ αὐτὸν ὀλιγώρως ἐδέχετο, μήτε προσυπ‐
15αντῶν μήτε μὴν τῆς κλίνης ἐξανιστάμενος κἀν ταῖς ὁμιλίαις ἀλαζονικώτερόν πως διατιθέμενος. Ἡράκλειος δὲ συνίει μὲν
τὸ γινόμενον καὶ καταφρονούμενος ἤχθετο, ὑπεκρίνετο δὲ μήτ’206

207

ἄχθεσθαι μήτε συνιέναι τῆς ὀλιγωρίας τοῦ Κρίσπου τῆς κατ’ αὐτοῦ. ἐν τούτῳ ἀγγέλλεται αὐτῷ ἡ Αὐγούστα τεκοῦσα υἱόν. καὶ τὰ μὲν στρατεύματα τῷ Κρίσπῳ καταλελοίπει, αὐτὸς δ’ ἐπανῆλθεν εἰς τὸ Βυζάντιον. τοῦ Νικήτα μέντοι τοῦ υἱοῦ τοῦ
5πατρικίου Γρηγορᾶ εἰσεληλυθότος εἰς τὴν τῶν πόλεων βασι‐ λεύουσαν, ὁ βασιλεὺς αὐτὸν ἐν τιμῇ μεγάλῃ πεποίητο, ἀδελφὸν αὐτὸν ὀνομάζων. ἐπανέζευξε δὲ καὶ ὁ Κρίσπος ἐκ τῆς στρα‐ τείας. συλλόγου τοίνυν τῆς συγκλήτου γενομένου καὶ τοῦ πα‐ τριάρχου παρόντος, ὡς μέλλοντος βαπτίσαι τὸν τοῦ βασιλέως
10υἱόν, φησὶ πρὸς τοὺς παρόντας ὁ βασιλεύς “ὁ ὑβρίζων τὸν βασιλέα τίνος ἐστὶν ἄξιος;” οἱ δὲ ἀπεκρίναντο “οὐ ζῆν ἐστιν ἄξιος· πάσης γὰρ φιλανθρωπίας ἑαυτὸν ἀνάξιον ἔθετο.” καὶ ὁ βασιλεὺς τὰ παρὰ τοῦ Κρίσπου κἀκείνου παρόντος κατέλεγεν· εἶτα πρὸς ἐκεῖνον ἐπιστραφεὶς ἔφη “ὃς γαμβρὸν οὐκ ἐποίησας,
15οὐδὲ φίλον ἂν ποιήσεις ποτέ.” ἐκέλευσεν οὖν αὐτὸν κληρικὸν γενέσθαι. ἐκ δὲ Μαρτίνης τῆς ἀνεψιᾶς αὐτοῦ ἔσχε δύο υἱούς, Φάβιον, ὃν καὶ Ἡρακλωνᾶν ὠνόμασε, καὶ Δαβὶδ τὸν λοιπόν.
Τοῦ δὲ Χοσρόου πάντα ληιζομένου καὶ ἀφανίζοντος ὑφ’207

208

ἑαυτὸν δὲ καὶ τὴν Παλαιστίνην πεποιηκότος καὶ τὴν Ἱερουσαλὴμ πολιορκίᾳ ἑλόντος, λέγεται ἄπειρόν τι πλῆθος ἀναιρεθῆναι χρι‐ στιανῶν. ἐξωνούμενοι γὰρ αὐτοὺς εὐώνως οἱ Ἰουδαῖοι ἐφό‐ νευον, ὧν περὶ μυριάδας ἐννέα φασὶ συγκορυφοῦσθαι τὸν ἀρι‐
5θμόν. τὸν δέ γε πατριάρχην τῆς ἁγίας πόλεως Ἱερουσαλὴμ καὶ τὰ τίμια τοῦ σταυροῦ ξύλα οἱ Πέρσαι λαβόντες εἰς Περσίδα ἤγαγον. ἀπορῶν οὖν ὁ βασιλεὺς ἀναλόγου τοῖς ἐναντίοις στρα‐ τεύματος, πρὸς δὲ καὶ χρημάτων, ἄργυρον μὲν καὶ χρυσὸν ἐδανείσατο ἔκ τε τῆς μεγάλης ἐκκλησίας καὶ τῶν λοιπῶν εὐαγῶν
10οἴκων καὶ διὰ τούτων ἔκοψε νόμισμα. λαὸν δ’ ἐκ τῶν θε‐ μάτων συνέλεγε καὶ τούτους πρὸς πολεμικὴν ἐμπειρίαν ἐγύμναζε καὶ συμμάχους προσεκαλέσατο. ἐξελθὼν οὖν μετὰ τὴν ἑορτὴν τοῦ πάσχα τῆς πόλεως καὶ προσβαλὼν Σαρβάρῳ τῷ τοῦ Χοσ‐ ρόου ἀρχισατράπῃ μετὰ βαρείας δυνάμεως κατὰ Ῥωμαίων
15σταλέντι, τρέπεται τοῦτον καὶ τὰ στρατεύματα αὐτοῦ συγκόπτει καὶ μαχαίρας ἔργον ποιεῖ. Ἐν τούτοις παρασπονδήσας ὁ Χαγάνος ἐπῆλθε τῇ Βυ‐ ζαντίδι, καὶ πρὸ τοῦ τείχους αἱ δυνάμεις αὐτοῦ ἐστρατοπεδεύ‐ σαντο, δῃοῦσαι σύμπαντα τὰ ἐκτός. ὅθεν οἵ τε τῆς πόλεως καὶ
20ὁ πατριάρχης καὶ ὁ πατρίκιος Βῶνος (τούτους γὰρ ἄμφω κηδε‐208

209

μόνας τοῦ υἱοῦ αὐτοῦ Κωνσταντίνου καταλελοίπει καὶ τῶν κοινῶν πραγμάτων διοικητὰς ἀποδημῶν ὁ Ἡράκλειος) ἑτοι‐ μασάμενοι πλῆθος ἀνδρῶν γενναίων κατὰ τῶν βαρβάρων ἀφρον‐ τιστούντων, ὡς μὴ παρόντος στρατεύματος, ἀπροσδοκήτως ἐξέ‐
5πεμψαν καὶ πολλὰς αὐτῶν χιλιάδας διέφθειραν. οἱ δέ γε περιλειφθέντες αἰσχρῶς φεύγοντες ἐς ἤθη τὰ ἑαυτῶν ὑπενό‐ στησαν. Ἡράκλειος δὲ πάλιν ἑτέρῳ σατράπῃ μετὰ τριάκοντα χιλιάδων κατ’ αὐτοῦ πεμφθέντι παρὰ Χοσρόου συμμίξας, καὶ τοῦτον
10ἐτρέψατο καὶ τοὺς μετ’ αὐτοῦ σχεδόν τι πάντας Ἄιδι προΐαψεν. οἱ δέ γε περιλειφθέντες ὑποστρέψαντες καὶ τὰ συμβεβηκότα τοῖς ὁμογενέσιν ἀπηγγελκότες, καὶ πρῴην διὰ μίσους ἄγοντας τὸν Χοσρόην μᾶλλον αὐτοὺς μισεῖν αὐτὸν ἐξηρέθισαν. Ἡρά‐ κλειος δὲ καὶ εἰς τὴν ἐνδοτέρω Περσίδα εἰσέβαλε καὶ τάς τε
15πόλεις καθῄρει καὶ τὰ τεμένη τοῦ Πυρὸς αὐτῷ τῷ τιμωμένῳ παρ’ αὐτοῖς συνδιέφθειρε. μαθὼν δὲ ἀνῃρημένους οὓς ἔστειλε πρεσβευτάς, ὠργίσθη καὶ οὐκ ἐφείδετο ἀναιρῶν τε καὶ πυρ‐ πολῶν καὶ καταστρέφων τὰ ἐν ποσίν. ὁ μέντοι Χοσρόης, τοῦ
βασιλέως τὴν Περσίδα ληιζομένου καὶ κατατρέχοντος, εἰς Κτη‐209

210

σιφῶντα κατέφυγε. διαβληθέντος δὲ πρὸς αὐτὸν τοῦ ἀρχισα‐ τράπου Σαρβάρου ὡς τὰ τῶν Ῥωμαίων φρονοῦντος, αὐτῷ δὲ λοιδορουμένου, ἐπιστέλλει τῷ ὑποστρατήγῳ αὐτοῦ τὸν Σάρβαρον ἀνελεῖν. τοῦ δὲ τὴν ἐπιστολὴν ταύτην κομίζοντος ἐν τῷ ἀπιέναι
5συλληφθέντος παρὰ Ῥωμαίων καὶ ἀπαχθέντος εἰς τὸ Βυζάντιον, γνόντες τὰ ἐν αὐτῇ γεγραμμένα οἱ τῶν κοινῶν πραγμάτων διοικηταὶ στέλλουσι ταύτην καὶ τὸν αὐτῆς κομιστὴν πρὸς τὸν Σάρβαρον· καὶ ὃς τὰ γεγραμμένα ἀναγνοὺς καὶ τοῦ γραμμα‐ τοφόρου πυθόμενος καὶ μαθὼν τὴν γνώμην Χοσρόου, ἑτέραν
10πλάττει ἐπιστολήν, κελεύουσαν αὐτόν τε καὶ πολλοὺς σατράπας ἀναιρεθῆναι καὶ τοὺς τοῦ στρατεύματος προύχοντας. πείθει δὲ καὶ τὸν τὴν ἐπιστολὴν τοῦ Χοσρόου κομίσαντα λέγειν ὅτι παρὰ Χοσρόου ταύτην ἔλαβε τὴν ἐπιστολήν. συναγαγὼν οὖν τοὺς τῶν ταγμάτων ἡγεμονεύοντας ἐν ἐπηκόῳ πάντων τὴν ἐπι‐
15στολὴν ἀναγνωσθῆναι πεποίηκε. θυμοῦ τοίνυν πλησθέντες οἱ τῶν ταγμάτων ἐξάρχοντες κοινῇ συνέθεντο τῷ βασιλεῖ προσελθεῖν.
Ἐπὶ τούτοις καὶ ἕτερόν τι συμβέβηκεν, ὃ τὸν Χοσρόην210

211

διώλεσε· παῖδας γὰρ ἔχων πολλούς, τὸν ἁπάντων πρεσβύτερον Σιρόην παραγκωνιζόμενος ἠβουλήθη διάδοχον τῆς ἀρχῆς ἕτερον ποιήσασθαι, καλούμενον Μερδασάν. ὃ γνοὺς ὁ Σιρόης καί τινας τῶν σατραπῶν ὑποποιησάμενος, ἐπιτίθεται τῷ πατρί,
5δεσμεῖ τε τοῦτον καὶ χρυσὸν αὐτῷ πολὺν παρατίθησι καὶ λίθων τῶν πολυτίμων σωρούς, “διὰ ταῦτα” λέγων “Ῥωμαίοις τοὺς Πέρσας ἐξεπολέμωσας καὶ ἀλλήλοις μάχεσθαι καὶ διαφθείρεσθαι κατηνάγκαζες· ἀπόλαυε τοίνυν τῶν ἐφετῶν σοι.” εἶτα τὸν υἱὸν αὐτοῦ Μερδασάν, ᾧ τὴν τῶν Περσῶν ἀνετίθει ἀρχήν, ἀνεῖλε
10πρὸ ὀφθαλμῶν αὐτοῦ, ἀλλὰ μὴν καὶ τοὺς ἄλλους παῖδας αὐτοῦ καὶ ἐπὶ πᾶσι κἀκεῖνον. ἐγκρατὴς οὖν τῆς τῶν Περσῶν ἀρχῆς γεγονὼς διαπέμπεται πρὸς Ἡράκλειον, τὸν τοῦ Χοσρόου ὄλε‐ θρον αὐτῷ εὐαγγελιζόμενος· καὶ σπεισάμενος αὐτῷ πάντας τοὺς ἐν Περσίδι αἰχμαλώτους Ῥωμαίους ἐλευθέρους ἀφῆκε καὶ τὰ
15τίμια ξύλα τοῦ σωτηρίου σταυροῦ αὐτῷ ἀποδέδωκε καὶ τὸν πατριάρχην τῆς Ἱερουσαλὴμ Ζαχαρίαν. καὶ ὁ βασιλεὺς αὖθις πάντας τοὺς παρὰ Ῥωμαίων κατεχομένους Πέρσας ἀπελθεῖν ἀφῆκε πρὸς τοὺς οἰκείους. ταῦτα ἐν ἓξ ἔτεσιν ἀνύσας Ἡρά‐
κλειος καὶ ἀποκαταστήσας τῇ Ἱερουσαλὴμ τὰ τίμια ξύλα καὶ211

212

τὸν πατριάρχην αὐτόν, τῷ ἑβδόμῳ ἐπανῆλθεν εἰς τὰ βασίλεια, μετ’ εὐφημίας καὶ κρότων δεχθεὶς καὶ λαμπρότητος παρά τε τῆς γερουσίας καὶ τοῦ πλήθους τῆς πόλεως. Γενομένῳ δὲ τῷ βασιλεῖ Ἡρακλείῳ κατὰ τὴν Ἱερουσαλὴμ
5ὁ τῶν Ἰακωβιτῶν καθολικὸς προσελήλυθεν, ὃν ἐκεῖνοι πατρι‐ άρχην ὠνόμαζον. τούτῳ τοίνυν ὁ βασιλεὺς αἰτίαν προσῆπτεν, ὅτι τὴν ἐν Χαλκηδόνι μὴ δέχοιτο σύνοδον μηδὲ δύο φύσεις ἐν Χριστῷ ἡνωμένας ὁμολογεῖ, λέγων ὡς εἴ γε τὴν σύνοδον δέ‐ ξοιτο καὶ δύο φύσεις ἀσυγχύτους ἐπὶ τοῦ σωτῆρος ὁμολογήσει,
10ὁμόδοξον αὐτὸν ἡγήσοιτο καὶ τῆς Ἀντιοχέων ἐκκλησίας πατρι‐ άρχην προβάλοιτο. ὁ δὲ δεινὸς ὢν καὶ πονηρίας μεστός, ἵνα μὴ ἀτευκτήσῃ τῆς βασιλικῆς ὑποσχέσεως, τήν τε σύνοδον ὑπο‐ κεκριμένως ἐδέξατο καὶ δύο φύσεις ἐπὶ Χριστοῦ λέγειν ἡνω‐ μένας κατέθετο. περὶ δέ γε τῶν θελημάτων καὶ τῶν ἐνεργειῶν
15ἐπυνθάνετο, εἰ διττὰ ταῦτα λέγειν χρεὼν ἢ ἑνιαῖά τε καὶ μονα‐ δικά. ὁ δὲ αὐτοκράτωρ γράφει περὶ τούτου δὴ τοῦ ζητήματος
πρὸς τὸν Κωνσταντινουπόλεως Σέργιον. κἀκεῖνος πάλαι τὰ212

213

τῆς Μονοθελητῶν πρεσβεύων αἱρέσεως, μίαν φυσικὴν θέλησιν καὶ μίαν ἐνέργειαν δεῖν δογματίζειν ἐπὶ Χριστοῦ τῷ βασιλεῖ ἀνταπέστειλεν. ἀλλὰ καὶ Κῦρον ἐρωτήσας τὸν Φάσιδος τῷ Σεργίῳ εὕρηκεν ὁμογνώμονα. τούτοις καὶ αὐτὸς ὑπαχθεὶς ὁ
5Ἡράκλειος τῆς δόξης γίνεται ταύτης καὶ ἀνατροπὴν ποτίζεται θολερὰν παρὰ τῶν μισθωτῶν, ἀλλ’ οὐ ποιμένων ἐκείνων. τοῦ Σωφρονίου μέντοι τοῦ ἱεροῦ τοῦ ἐν Ἱεροσολύμοις ἀρχιερατεύ‐ οντος τοὺς ὑφ’ ἑαυτὸν ἀρχιερεῖς συναθροίσαντος καὶ συνοδικῶς ἀποδείξαντος τοὺς μίαν λέγοντας θέλησιν καὶ ἐνέργειαν ἐπὶ τῶν
10δύο φύσεων τοῦ Χριστοῦ μίαν ἄντικρυς καὶ φύσιν κηρύττειν, σύμψηφον δὲ σχόντος ἐπὶ τούτῳ καὶ τὸν τὸν θρόνον τῆς πρε‐ σβυτέρας Ῥώμης διέποντα Ἰωάννην, ὁ βασιλεὺς προέθετο πρό‐ γραμμα μήτε ἑνιαίαν ἐνέργειαν μήτε διττὴν ἐν Χριστῷ δογματί‐ ζεσθαι· ὃ καταγέλαστον οὐ τοῖς ὀρθόφροσιν ἐδόκει μόνον, ἀλλὰ
15καὶ τοῖς Σευήρου ὁμόφροσι. Σεργίου δὲ τοῦ τὸν θρόνον ἔχοντος Κωνσταντινουπόλεως τὴν ζωὴν καταστρέψαντος, Πύρρος αὐτὸν διεδέξατο, τὰ αὐτὰ ἐκείνῳ δοξάζων καὶ τὰ Σευήρου καὶ Κύρου
σέβων τε καὶ κυρῶν.213

214

Ὑποστρέφοντι δὲ τῷ βασιλεῖ τούτῳ ἐκ τῆς Περσίδος τρο‐ παιοφόρῳ πρόσεισι Μωάμεθ ὁ τῶν Σαρακηνῶν φύλαρχος, οὐκ ἐκ γένους τὸ φυλαρχεῖν κληρωσάμενος (τῶν γὰρ ἀσήμων ἐτύγ‐ χανεν ὤν), ἀλλὰ πονηρίᾳ τοῦτο κτησάμενος. πένης γὰρ ὢν
5παρά τινι γυναικὶ πλουσίᾳ χήρᾳ ἐθήτευεν, ἣν ἔγημε, γοητείαις ὑπαγαγὼν εἰς ἔρωτα ἑαυτοῦ. ἐπιληψίας δὲ νοσήματι συνεχό‐ μενος καὶ κατὰ καιροὺς αὐτῷ τοῦ πάθους προσβάλλοντος πί‐ πτων καὶ τῶν φρενῶν ἐξιστάμενος, ἀθυμίας αἴτιος τῇ ἑαυτοῦ κυρίᾳ καὶ γαμετῇ καὶ αἰσχύνης ἐγίνετο. ὁ δὲ αὐτός τε πονηρὸς
10ὢν καί τινι δὲ μοναχῷ πονηροτέρῳ ἑαυτοῦ ἐντετυχηκὼς διὰ κακοπιστίαν φυγαδευθέντι τῆς Βυζαντίδος καὶ παρ’ αὐτοῦ δι‐ δαχθείς, ἔλεγε τῇ γυναικὶ τὸν Γαβριὴλ τὸν ἀρχάγγελον οὐρα‐ νόθεν αὐτῷ φοιτῶντα ἀπόρρητά τινα μυεῖν, μὴ φέρειν δὲ τὴν τούτου θέαν καὶ διὰ τοῦτο ἰλιγγιᾶν καὶ φόβῳ συνέχεσθαι καὶ
15πρὸς γῆν κατακλίνεσθαι. ταῦτα δ’ εἶχεν αὐτῷ συμμαρτυροῦντα καὶ τὸν μοναχὸν ἐκεῖνον τὸν δόλιον καὶ τῇ γυναικὶ λέγοντα ὅτι
ὡς ἀληθῶς πᾶσι τοῖς προφήταις οὗτος ὁ Γαβριὴλ ἐπιπέμπεται.214

215

ἐντεῦθεν ἡ γυνὴ ἀποσκευαζομένη τὸ ὄνειδος, ἐγκαυχωμένη δὲ μᾶλλον ὡς συνοικοῦσα προφήτῃ, τὸν λόγον τοῦτον εἰς τὰς λοιπὰς γυναῖκας προήνεγκε, καὶ οὕτως ὄνομα προφήτου παρὰ τοῖς ὁμοφύλοις ὁ μυσαρὸς ἐκεῖνος ἐκτήσατο. θανούσης δὲ τῆς
5γυναικὸς ἐκείνης, τῶν ἐκείνης κληρονόμος γενόμενος καὶ φύλ‐ αρχος καὶ διδάσκαλος καὶ νομοθέτης τοῦ ἔθνους τῶν Ἰσμαη‐ λιτῶν ἐχρημάτισε, τοὺς μὲν λόγοις ἀπατῶν, τοῖς δὲ μὴ εὐχερῶς αὐτῷ πειθομένοις τὸ ξίφος ἀνατεινόμενος καὶ ὑποκλίνεσθαί οἱ ἐκβιαζόμενος. ἤδη γὰρ καὶ χεῖρα περὶ ἑαυτὸν συνήγαγεν ἱκανήν.
10οὗτος οὖν ἐκ τῆς Αἰθρίβου προϊὼν προσῆλθε τῷ βασιλεῖ, χώραν αἰτῶν εἰς κατοίκησιν, καὶ ἔλαβεν. ὃν δ’ εἴρηται τρόπον τὸ ἔθνος ἅπαν κατασοφισάμενος καὶ ὑφ’ ἑαυτὸν ποιησάμενος τὴν Συρίαν κατέδραμέ τε καὶ ἐληίσατο καὶ τῶν Ῥωμαϊκῶν χωρῶν πολλὰς ἐξεπόρθησε· καὶ ἔκτοτε οὐκ ἐπαύσατο τὸ τῶν Ἰσμαη‐
15λιτῶν γένος τὴν Ῥωμαίων ἅπασαν γῆν κατατρέχον καὶ ληιζό‐ μενον. Ἡράκλειος δέ, ὡς εἴρηται, εἰς τὴν τῶν Μονοθελητῶν ἐκ‐ κυλισθεὶς αἵρεσιν νόσῳ περιπίπτει ὑδερικῇ. λέγεται δὲ καὶ τὸ
αἰδοῖον αὐτοῦ στρεφόμενον ἄνω τὸ οὖρον πέμπειν, καὶ εἰ μὴ215

216

σανὶς ἐν τῷ ἤτρῳ αὐτοῦ ἐτίθετο, κατὰ τοῦ προσώπου αὐτοῦ τὸ ἐκκρινόμενον ἀνεδίδοτο· ὃ συμβαίνειν ἐδόκει διὰ τὴν ἔκθε‐ σμον μίξιν τῆς ἀδελφόπαιδος. θνήσκει οὖν ὁ βασιλεὺς οὗτος κατὰ τὸν τριακοστὸν πρῶτον χρόνον τῆς βασιλείας αὐτοῦ.
5 Καὶ μεταβαίνει ἡ αὐταρχία πρὸς τὸν υἱὸν αὐτοῦ Κων‐ σταντῖνον, ἧς βραχύ τι ἀπώνατο. ἕνα γὰρ μοναρχήσας ἐνι‐ αυτὸν φαρμάκῳ διώλετο παρὰ Μαρτίνης αὐτῷ κερασθέντι τῆς μητρυιᾶς τε ὁμοῦ καὶ ἐξαδέλφης αὐτοῦ· ᾧ γυνὴ συνῴκιστο Γρηγορία, θυγάτηρ τοῦ πατρικίου Νικήτα, ἐξ ἧς υἱὸς αὐτῷ
10Κώνστας ἐγένετο. ἦν δὲ ὁ Κωνσταντῖνος περὶ τὴν πίστιν ὀρθός, τὴν βασιλείαν πατρόθεν διαδεξάμενος, οὐ μέντοι καὶ τὸ κακό‐ δοξον. διὸ λέγεται τῆς κατ’ ἐκείνου ἐπιβουλῆς καὶ τὸν Πύρρον
συμμετέχειν τὸν τῆς Κωνσταντινουπόλεως πρόεδρον.216

217

Τούτου δ’ οὕτω τὸν βίον καταλύσαντος Μαρτῖνα σὺν τῷ Ἡρακλωνᾷ τῷ παιδὶ τῆς βασιλείας ἀντέσχοντο, ἀλλὰ καὶ οὗτοι ταχέως τῆς ἀρχῆς ἐκπεπτώκασι. μισηθεῖσα γὰρ ἡ Μαρτῖνα παρὰ τῆς γερουσίας διὰ τὸν φόνον τοῦ Κωνσταντίνου κατα‐
5σπᾶται μὲν τῶν βασιλείων, ἐπαναστάσης αὐτῇ τῆς συγκλήτου, ἐκτέμνεται δὲ τὴν γλῶσσαν αὐτή, τὴν ῥῖνα δὲ ὁ Ἡρακλωνᾶς ἔτι δεκέτης ὤν, καὶ ἀμφοῖν ὑπερορία καταψηφίζεται. καὶ ὁ Πύρρος τῆς ἐκκλησίας ἐκβάλλεται καὶ φυγὴν κατακρίνεται. Καὶ εἰς μὲν τὸν βασίλειον θρόνον Κώνστας ὁ ἔγγονος
10Ἡρακλείου, υἱὸς δὲ Κωνσταντίνου καθίζεται παρὰ τῆς συγκλή‐ του, εἰς δὲ τὸν ἀρχιερατικὸν Παῦλος ἀντικαθίσταται. καὶ οὗτος δὲ ὡμογνωμόνει τοῖς πρὸ αὐτοῦ, Σεργίῳ καὶ Πύρρῳ δηλαδή. ὁ γοῦν αὐτοκράτωρ Κώνστας τἄλλα μὲν οὐκ ἀχρεῖος γέγονε βασιλεύς, περὶ δὲ τὸ σέβας τῷ πάππῳ ὡμοίωτο. καὶ οὗτος
15γὰρ τὴν τῶν Μονοθελητῶν ἐδόξασεν αἵρεσιν. διὸ τόν τε σο‐217

218

φώτατον ἄνδρα τὸν θειότατον Μάξιμον καὶ τοὺς αὐτοῦ φοι‐ τητὰς καὶ ἄμφω ἐκόλασε καὶ Μαρτῖνον τὸν ἁγιώτατον πάπαν τῆς Ῥώμης ὑπερορίᾳ κατέκρινεν, ἐν ᾗ καὶ ἀπέθανεν. ὃς σὺν τῷ ἀοιδίμῳ πατρὶ Μαξίμῳ παραγενομένῳ ἐν Ῥώμῃ σύνοδον
5ἀθροίσας ἀρχιερέων ἀναθέματι τοὺς τὰ Μονοθελητῶν φρονοῦν‐ τας ὑπέβαλε· καὶ ἄλλους δὲ πολλοὺς τῶν ὀρθοδόξων ὁ Κών‐ στας ἐτιμωρήσατο μὴ θελήσαντας ὑποκύψαι τῷ αὐτοῦ μονο‐ θελήτῳ θελήματι. Ἤδη δὲ τῶν Σαρακηνῶν μέγα δεδυνημένων καὶ πολλὰς
10τῶν Ῥωμαίων ὑποφόρους χώρας καὶ νήσους σφετερισαμένων, ὁ τούτων ἀρχηγὸς Μαυίας πολεμιστηρίους νῆας πλείστας πηξά‐ μενος ἐπιθέσθαι διεμελέτα τῇ Ῥωμαίων ἡγεμονίᾳ. ὅπερ ὁ Κώνστας μαθὼν καὶ αὐτὸς στόλον ἑτοιμάσας εἰς τὸ τῆς Λυκίας κατῆρε νεώριον, ὀνομαζόμενον Φοίνικα· οὗ γενομένων καὶ τῶν
15Ἀγαρηνῶν ναυμαχία τῇ ἑξῆς γενήσεσθαι ἔμελλεν. ὁρᾷ οὖν ὁ βα‐ σιλεὺς κατὰ τὴν νύκτα ἐκείνην ἐνύπνιον ὅτι ἐν Θεσσαλονίκῃ ἦν.
ὃ τῶν λογίων τινὶ κοινωσάμενος ἤκουσεν ἥττης εἶναι τὸ ὄναρ218

219

δηλωτικόν, “ἄλλῳ θὲς τὴν νίκην” δηλοῦν· ὃ καὶ γέγονε. ναυ‐ μαχίας γὰρ γενομένης ὑπερέσχον οἱ ἀντιπόλεμοι, καὶ τοσοῦτος γέγονε φόνος Ῥωμαίων ὡς ἐκ τοῦ αἵματος πορφυρωθῆναι τὴν θάλασσαν. ὁ δὲ βασιλεὺς ἐσθῆτα φαύλην ἐνδὺς καὶ εἰς πλοῖον
5ἐμβεβηκὼς τὸ παρατυχὸν μετά τινων ὀλίγων διέδρα καὶ εἰς τὸ Βυζάντιον διασέσωστο. οἱ Ἀγαρηνοὶ δὲ μηδενὸς ἔτι αὐτοῖς ἐναντιουμένου ὁμόσε κατὰ πάντων ἐχώρουν. τότε καὶ τὴν νῆσον Ῥόδον ὑφ’ ἑαυτοὺς ποιησάμενοι τὸν ἐν αὐτῇ περίπυστον κο‐ λοσσὸν καθῃρήκασιν, οὗ τὸν χαλκὸν Ἰουδαῖος πριάμενος ἔμ‐
10πορος ἐννακοσίαις καμήλοις λέγεται τοῦτον μετενεγκεῖν. ἀλλ’ ἐπί τινα καιρὸν ἡ τῶν Ἀγαρηνῶν κατὰ Ῥωμαίων θρασύτης ἀνεστάλη ποσῶς· γεγόνασι γὰρ κατ’ ἀλλήλων διαφερόμενοι περὶ ἀρχηγοῦ. οἱ μὲν γὰρ τὸν Μαυίαν ᾑροῦντο, οἱ δὲ τὸν Ἀλήμ, γαμβρὸν τοῦ Μουχούμετ γενόμενον. εἶτα καὶ σπονδὰς ἔθεντο
15ἐπὶ δύο ἐνιαυτοὺς πρὸς Ῥωμαίους, καταδεξαμένους φόρους τελεῖν. γέγονε δὲ αὐταρχοῦντος τοῦ Κώνστα κλόνος τῆς γῆς καὶ πολλαὶ χῶραι τῆς Ῥωμαίων ἡγεμονίας κακῶς ἔπαθον καὶ πνεῦμα βίαιον ἔπνευσεν ἄλλοτε καὶ πολλὰ τῶν οἰκοδομημάτων
κατέβαλε.219

220

Τοῦ πατριάρχου δὲ Παύλου δώδεκα ἐνιαυτοὺς ἀνοσίως προστάντος τῆς ἐκκλησίας, εἶτα θανόντος, εἰσάγεται πάλιν ὁ Πύρρος εἰς τὴν ποιμαντικὴν τοῦ λαοῦ Κωνσταντινουπόλεως, τῷ δωδεκάτῳ ἔτει τῆς βασιλείας τοῦ Κώνσταντος. οὗτος γὰρ
5ὁ Πύρρος ἐξωσθείς, ὡς εἴρηται, τῆς ἐκκλησίας εἰς Ῥώμην ἀφί‐ κετο καὶ ἐλεγχθεὶς παρὰ τοῦ ἁγίου Μαξίμου κακῶς δοξάζων ὑπεκρίθη μετατεθῆναι τῆς δόξης τῶν Μονοθελητῶν, καὶ ἀπαι‐ τηθεὶς παρὰ τοῦ τότε πάπα λίβελλον περὶ πίστεως δέδωκε καὶ ἐδέχθη. εἶτα τῆς Ῥώμης ὑποχωρήσας καὶ εἰς Ῥάβενναν ἀπελ‐
10θὼν ἐγνώσθη τῆς αἱρέσεως μὴ ἐκστάς. ὅθεν ὁ πάπας τοῦτο μαθὼν καὶ τοὺς ὑπ’ αὐτὸν ἐπισκόπους ἀθροίσας καθαίρεσιν αὐτοῦ τελείαν κατεψηφίσατο. οὗτος οὖν τὸ δεύτερον μῆνας τέσ‐ σαρας τὸν θρόνον τῆς Κωνσταντίνου κατεσχηκὼς τέθνηκε· καὶ προεχειρίσθη πατριάρχης Πέτρος, ὁμόδοξος καὶ οὗτος τοῖϛ πρὸ
15αὐτοῦ, καὶ ἐπὶ δώδεκα τῆς ἐκκλησίας ἄρξας ἐνιαυτοὺς θνήσκει. μεθ’ ὃν προέστη τῶν ὀρθοδόξων Θωμᾶς, τῆς ὀρθῆς ἐχόμενος δόξης, ὃς μετὰ δύο ἔτη καὶ μῆνας ἑπτὰ τὸν βίον μετηλλαχὼς Ἰωάννην ἔσχε διάδοχον. Οὗτος ὁ βασιλεὺς Κώνστας τὸν ἴδιον ἀνεῖλεν ὁμαίμονα
20Θεοδόσιον καὶ ἐμισήθη ὑπὸ τῶν τῆς πόλεως διά τε τοῦτο καὶ220

221

διὰ τὰ εἰς τὸν πάπαν Μαρτῖνον καὶ τὸν μέγαν γενόμενα Μά‐ ξιμον. ἀπῆρεν οὖν τοῦ Βυζαντίου καὶ εἰς Σικελίαν κατῆρε, διάγων περὶ Συράκουσαν, βουλόμενος καὶ τὴν βασιλείαν εἰς τὴν πρεσβυτέραν Ῥώμην μετενεγκεῖν. ἔλεγε γὰρ δεῖν μᾶλλον
5τὰς μητέρας ἢ τὰς θυγατέρας τιμᾶν. διὸ καὶ τὴν βασίλισσαν καὶ τοὺς υἱοὺς αὐτοῦ (τρεῖς δ’ ἦσαν, Κωνσταντῖνος, Ἡράκλειος καὶ Τιβέριος) μετεκαλεῖτο πρὸς ἑαυτόν. ἀλλὰ τοῦτο μέν τινες τῶν ᾠκειωμένων αὐτῷ διεκώλυσαν. ἄλλοι δέ φασι τὸ πλῆθος τῆς πόλεως μὴ παραχωρῆσαι αὐτοῖς τῆς πρὸς ἐκεῖνον ἀφίξεως.
10ὁ δέ γε Κώνστας ἓξ ἐν Σικελίᾳ διαγαγὼν ἔτη, ἐκεῖθεν οὐκ ἐπανῆλθεν· ἐπιβουλευθεὶς γὰρ παρὰ τῶν περὶ αὐτὸν λουόμενος ἐπλήγη καιρίως τὴν κεφαλὴν μετὰ τοῦ ἀντλήματος, ᾧ αὐτοῦ κατεχεῖτο τὸ ζέον ὕδωρ, καὶ ἀπέθανεν, ἄρξας Ῥωμαίων ἐνι‐ αυτοὺς ἑπτά τε καὶ εἴκοσι.
15 Τούτου δὲ θανόντος τὸ μετ’ αὐτοῦ στρατιωτικὸν εὐθὺς Ἀρμένιόν τινα, Μιζίζιον ὄνομα, ἀγαλματίαν ὄντα καὶ ὡραιό‐
τατον, βασιλέα προεχειρίσαντο. ὅπερ ἀκούσας ὁ τῶν Κών‐221

222

σταντος υἱέων πρεσβύτερος ὁ Πωγωνάτος κληθείς, ὃς καὶ τῷ τῆς βασιλείας κεκόσμητο διαδήματι, στεφθεὶς παρὰ τοῦ πατρός, μετὰ στόλου μεγάλου τὴν Σικελίαν κατέλαβε καὶ τόν τε Μιζίζιον χειρωσάμενος ἀνεῖλε καὶ τοὺς τὸν φόνον κατεργασαμένους αὐτῷ
5τοῦ πατρὸς καὶ πρὸς τοῖς ἄλλοις καὶ τὸν πατρίκιον Ἰουστινιανὸν τὸν πατέρα Γερμανοῦ τοῦ πατριάρχου· αὐτὸν δὲ τὸν Γερμανὸν ἐκτομίαν ἐποίησεν, ἤδη παρηβηκότα καὶ ὑπερβεβηκότα τὴν ἡλι‐ κίαν, καθ’ ἣν εὐνουχίζεσθαι δεδοκίμασται. λειοπώγων δ’ ὢν ὅτ’ ἀπεδήμησεν οὗτος ὁ βασιλεύς, ἐκδικήσων τὸν φόνον τὸν
10τοῦ πατρός, καθειμένον ἔχων ἐπανῆγε τὸν πώγωνα· διὸ ἐξ ἐκείνου Πωγωνάτος παρὰ τῶν πολιτῶν ἐπεκέκλητο. Οἱ δὲ τοῦ θέματος τῶν ἀνατολικῶν εἰς Χρυσόπολιν ἀφι‐ κόμενοι ἐβόων δεῖν καὶ τοὺς λοιποὺς δύο συγγόνους τοῦ Κων‐ σταντίνου στεφθῆναι, λέγοντες ὅτι “ὥσπερ εἰς τριάδα πιστεύομεν,
15οὕτως καὶ παρὰ τῶν τριῶν ἡμᾶς χρεὼν βασιλεύεσθαι.” ὁ γοῦν Κωνσταντῖνος στείλας πρὸς αὐτοὺς πληροῦν τὴν αἴτησιν αὐτῶν ἐπηγγέλλετο καὶ τοὺς τοῦ λαοῦ προεξάρχοντας μετεκαλεῖτο, ἵν’ αὐτῶν ἐνώπιον ἡ τῶν αὐτοῦ ἀδελφῶν ἀνάρρησις γένηται. ἐλ‐
θόντας δ’ εἰς τὸ Βυζάντιον ἀνεῖλεν ὡς στασιώδεις αὐτούς· ὃ222

223

γνόντες οἱ ἄλλοι μεστοὶ δέους ὑπενόστησαν εἰς τὰ ἑαυτῶν. καὶ ἀμφοῖν δὲ τῶν ἀδελφῶν αὐτοῦ τὰς ῥῖνας ἀπέτεμεν. Οἱ δὲ τῆς Ἄγαρ ἀπόγονοι οὐ διέλιπον τὴν ὑπὸ Ῥωμαίους ἅπασαν καὶ πεζῇ καὶ πλοϊζόμενοι δῃοῦντες καὶ ληιζόμενοι. εἶτα
5στόλῳ βαρεῖ καὶ κατ’ αὐτῆς ἐπῆλθον τῆς βασιλίδος τῶν πόλεων καὶ ναύσταθμον τοῦ σφετέρου στόλου πεποίηντο ἀπὸ τοῦ πρὸς δύσιν ἀκρωτηρίου τοῦ κατὰ τὸ Ἕβδομον μέχρι τοῦ Κυκλοβίου. στόλῳ δὲ ὁ βασιλεὺς Κωνσταντῖνος ἀνθοπλισάμενος καθ’ ἑκά‐ στην αὐτοῖς ἀντετάσσετο, καὶ ναυμαχίαι ἐγίνοντο ἐξ ὥρας ἐαρινῆς
10μέχρι δὴ φθινοπωρινῆς. ὡς δ’ οὐδὲν οἱ βάρβαροι ἤνυον, ἀπά‐ ραντες τὴν Κύζικον κατειλήφασι καὶ ταύτην ἑλόντες ἐν αὐτῇ τὸν χειμῶνα διήγαγον. ἅμα δ’ ἔαρι αὖθις τὴν Κωνσταντίνου κατέλαβον, καὶ αὖθις ναυμαχίαι συχναί. τριβομένου δὲ τοῦ καιροῦ, ἐπεὶ κατέλαβε τὸ μετόπωρον, τῇ Κυζίκῳ καὶ πάλιν
15τὸν οἰκεῖον στόλον οἱ τῆς Ἄγαρ ἐνώρμισαν· καὶ τοῦτο οὕτως
εἰς ἕβδομον ἐποίουν ἐνιαυτόν. ἀπογνόντες οὖν, μᾶλλον μέντοι223

224

καὶ πλῆθος ἀποβαλόντες πολύ, καὶ τῶν νηῶν ζημιωθέντες τὰς πλείονας (τότε γὰρ καὶ τὸ ὑγρὸν ἐπινενόητο πῦρ, Καλλινίκου τινὸς ἀρχιτέκτονος ἀπὸ Συρίας ἐλθόντος καὶ τοῦτο σκευάσαντος), μετ’ αἰσχύνης καὶ λύπης πολλῆς ἀνθυπέστρεφον. ἤδη δὲ τοῦ
5περιλειφθέντος βαρβαρικοῦ στόλου γενομένου κατὰ τὸ Σύλαιον, καταιγὶς πνευμάτων σκληρὰ τούτῳ προσπεσοῦσα τὸν μὲν κατέ‐ δυσε, τὸν δὲ συνέτριψεν, ἀκταῖς προσαράξασα. ἐπιθεμένου δὲ αὐτῷ καὶ τοῦ τῶν Κιβυρραιωτῶν στρατηγοῦ, ἅπας διώλετο. κατὰ γῆν δ’ αὖθις ἑτέρα στρατιὰ τῶν Ἀράβων Ῥωμαϊκῷ προσ‐
10βαλοῦσα στρατεύματι ἥττητο, ὥστε πεσεῖν, ὡς λέγεται, τριάκοντα χιλιάδων οὐ μείονας. ἐντεῦθεν οἱ Σαρακηνοὶ γνόντες ὡς οὐδὲν σφίσι τῶν ἐν ἐλπίσιν ἀνύσιμον, μᾶλλον μέντοι καὶ δείσαντες μὴ αὐτοῖς οἱ Ῥωμαῖοι ἐπέλθωσι, σπείσασθαι ἐβουλεύθησαν, καὶ στέλλει πρέσβεις ὁ Μαυίας πρὸς βασιλέα, εἰρήνην αἰτούμενος.
15καὶ ὁ βασιλεὺς πρὸς ταύτην κατένευσε καὶ τὸν πατρίκιον Ἰω‐
άννην τὸν Πιτζιγαύδην καλούμενον ἔπεμψεν, ὡς συνετὸν ἄνδρα224

225

καὶ γλῶτταν περὶ τὸ λέγειν ἔχοντα εὔστροφον, τὰς τῶν σπονδῶν συνθήκας πληρώσοντα. ὃς ἀπελθὼν πρὸς τοὺς Ἄραβας δεχθείς τε φιλοτιμότατα, τὰ τῆς εἰρήνης ἔθετο σύμφωνα καὶ δι’ ἐγγρά‐ φων αὐτὴν ἐπὶ τριάκοντα ἐνιαυτοὺς ἐβεβαίωσε, τῶν Ἀράβων
5καταθεμένων διδόναι τῇ βασιλείᾳ Ῥωμαίων δασμὸν ἐνιαύσιον χρυσίου χιλιάδας τρεῖς καὶ δούλους ὀκτὼ καὶ ἵππους τῶν παρ’ αὐτοῖς δοκίμων τοσούτους. οἱ μὲν οὖν τῆς Ἄγαρ οὕτω τῆς εἰρήνης ἔτυχον. οἱ δὲ κατὰ τὴν ἑσπέραν τῶν Ῥωμαίων πο‐ λέμιοι ταῦτα μαθόντες, κἀκεῖνοι καταλῦσαι τοὺς πολέμους σπου‐
10δὴν ἔθεντο καὶ πρέσβεις πρὸς τὸν βασιλέα μετὰ δώρων ἐστάλ‐ κασι, καὶ πρὸς αὐτοὺς ἡ εἰρήνη κεκύρωτο. Καὶ ἠρεμία πολέμων ἐγένετο καὶ κατὰ τὴν ἑῴαν λῆξιν καὶ τὴν ἑσπέριον. Θανόντος δὲ τοῦ πατριάρχου Ἰωάννου προκεχείριστο Κων‐
15σταντῖνος καὶ μετὰ δύο ἔτη ἐξέλιπε· καὶ ἀνάγεται εἰς τὸν ἀρ‐ χιερατικὸν τοῦτον θρόνον Θεόδωρος. ὃς μετὰ δύο ἐνιαυτοὺς ἐκβληθεὶς διάδοχον ἔσχε Γεώργιον.
Ὀρθόδοξος δὲ ὢν ὁ Κωνσταντῖνος ἐσπούδασεν ἑνῶσαι225

226

τὰς ἐκκλησίας διεσχισμένας διὰ τὴν τῶν Μονοθελητῶν αἵρεσιν ἀπὸ τῶν χρόνων τῆς βασιλείας Ἡρακλείου τοῦ προπάππου αὐτοῦ. διὸ καὶ σύνοδον οἰκουμενικὴν ἀθροισθῆναι κελεύει ἐν Κωνσταντινουπόλει, ἧς ἡγοῦντο τοῦ πάπα Ῥώμης Ἀγάθωνος
5τοποτηρηταί, Γεώργιος δὲ Κωνσταντινουπόλεως καὶ Θεοφάνης Ἀντιοχείας. Ἀλεξανδρείας γὰρ οὐκ ἦν πατριάρχης οὐδ’ Ἱερο‐ σολύμων, ὅτι ὑπὸ τοὺς Σαρακηνοὺς αἱ πόλεις αὗται ἐτύγχανον. ἕκτη δὲ οὖσα ἡ σύνοδος αὕτη ἐκύρωσε δύο θελήσεις καὶ δύο ἐνεργείας ἐπὶ τοῦ σωτῆρος Χριστοῦ καὶ λέγεσθαι καὶ πιστεύεσθαι,
10παρουσιάζοντος καὶ τοῦ αὐτοκράτορος, ἀναθεματισθέντων τῶν τὴν μίαν φρονούντων θέλησιν καὶ ἐνέργειαν Θεοδώρου τοῦ τῆς Φαρὰν ἐπισκόπου, Ὀνωρίου Ῥώμης, Κύρου Ἀλεξανδρείας, Σερ‐ γίου, Πύρρου, Παύλου καὶ Πέτρου Κωνσταντινουπόλεως, Μα‐ καρίου Ἀντιοχείας καὶ Στεφάνου τοῦ φοιτητοῦ αὐτοῦ καὶ 〈Πο‐
15λυχρονίου〉 τοῦ χρονίου τὴν κακίαν καὶ νηπιόφρονος γέροντος. Τὸ δὲ τῶν Βουλγάρων ἔθνος εἰς τὰς Ῥωμαϊκὰς χώρας
τὰϛ πέραν τοῦ Ἴστρου γενόμενον ταύταις ἀκρατῶς ἐλυμαίνετο.226

227

ἐκστρατεύει τοίνυν κατ’ αὐτῶν ὁ βασιλεὺς Κωνσταντῖνος κατὰ γῆν τε καὶ θάλασσαν, στόλον πολὺν ἐκ τῆς θαλάσσης εἰσαγαγὼν εἰς τὸν Δάνουβιν. οἱ δὲ βάρβαροι τὴν τῶν Ῥωμαίων ἰδόντες παρασκευὴν ἐδειλίασαν καὶ εἰς ὀχύρωμά τι ποταμοῖς στεφανού‐
5μενον καὶ τενάγεσι κατακλείσαντες ἑαυτοὺς ἠρέμουν· ἀλλ’ οὐδ’ ἡ Ῥωμαϊκὴ στρατιὰ τούτοις προσέβαλεν. ἐφ’ ἡμέραις οὖν τισιν οὕτω διατιθεμένων τῶν ἐναντίων ἀμφοῖν, μαλακίαν οἱ βάρβαροι τῶν Ῥωμαίων κατέγνων. ἐπισυμβέβηκε δὲ καί τι ὃ θάρσος ἐκείνοις ἐνῆκε τῆς προτέρας δειλίας ἀντίθετον. ὁ γὰρ βασιλεὺς
10ἐκ ποδαλγίας νοσήσας καὶ δριμυτέραις ἀλγηδόσι βαλλόμενος, λουτροῖς χρησόμενος σὺν πέντε δρόμωσι μετὰ τῆς θεραπείας εἰς Μεσημβρίαν (χώρα δ’ ὑπὸ Ῥωμαίους τελοῦσα αὕτη ἐστί) τὸν ἔκπλουν πεποίητο, τὴν στρατιὰν καὶ τοὺς στρατάρχας ἐκεῖσε καταλιπὼν καὶ ἐπισκήψας πρὸς τοὺς βαρβάρους ἀκροβολίζεσθαι,
15ἵν’ οὕτως αὐτοὺς εἰς πόλεμον ἐπισπάσωνται. φήμης δὲ γενο‐ μένης εἰς τὸ στρατόπεδον φόβῳ τῶν πολεμίων διαδιδράσκειν τὸν αὐτοκράτορα, αἰσχρῶς ἅπαντες μηδενὸς διώκοντος ἔφευγον. τοῦτο τοῖς Βουλγάροις ἀπροσδοκήτως γενόμενον μένος ἐνέπνευσε
καὶ παρέθηξεν εἰς ἀλκήν, καὶ ὀπίσω διώκοντες πολλοὺς μὲν227

228

ἀνῄρουν, οὐ μείους δ’ ἐζώγρησαν καὶ τὸν Ἴστρον περαιωθέντες ἐν τῇ Ῥωμαίων ἐπήξαντο τὰς σκηνάς· καὶ οὐ διέλιπον ἐξ ἐκεί‐ νου τὴν ὑπὸ Ῥωμαίους ἅπασαν ληιζόμενοι. ὅθεν βιασθεὶς ὁ κρατῶν σπονδὰς ἔθετο πρὸς αὐτοὺς ἐπὶ συνθήκαις τοῦ δασμὸν
5αὐτοῖς καταβάλλειν ἐτήσιον, εἰς αἰσχύνην τῆς τῶν Ῥωμαίων ἀρχῆς. καὶ ἦν οὕτως πάντοθεν εἰρηνεύοντα τοῖς Ῥωμαίοις τὰ πράγματα ἕως τῆς τελευτῆς τοῦδε τοῦ αὐτοκράτορος. ἐτελεύ‐ τησε δὲ ἐπὶ διαδόχῳ τῷ υἱῷ Ἰουστινιανῷ, βασιλεύσας ἐνιαυτοὺς ἑπτακαίδεκα.
10 Ἦν δὲ Ἰουστινιανός, ὅτε τῆς ἀρχῆς ἐπέβη, μειρακίσκος ἓξ ἐπὶ δέκα ἐνιαυτοῖς. αὐτοβούλως οὖν τῇ διοικήσει κεχρημένος τῆς βασιλείας πολλοῖς τὴν Ῥωμαίων ἡγεμονίαν κακοῖς περιέ‐ βαλεν. οἱ γὰρ Μαρδαῗται τὰς τοῦ Λιβάνου καταλαβόντες περιω‐ πὰς τοῦ Πωγωνάτου κρατοῦντος φοβεροὶ τοῖς Ἄραψιν ἦσαν·
15διὸ καὶ σπονδὰς ἐκεῖνοι πρὸς Ῥωμαίους ᾐτήσαντο καὶ τούτων, ὡς εἴρηται, τετυχήκασι. τούτου δὲ τοῦ αὐτοκράτορος ἄρτι τῶν
σκήπτρων ἐπειλημμένου, ὁ τότε τῶν Ἀράβων ἡγεμονεύων Ἀβι‐228

229

μέλεχ (ὁ γὰρ Μαυίας ἔφθη θανών) πέμψας προσκυρωθῆναι τὴν εἰρήνην ἐζήτησεν, ἀξιῶν τοὺς Μαρδαΐτας μεταστῆναι ἐκ τοῦ Λιβάνου καὶ ὑπισχνούμενος τούτου γενομένου διδόναι Ῥωμαίοις ἡμερήσιον φόρον χρυσοῦ νομίσματα χίλια καὶ δοῦλον καὶ ἵππον
5τῶν παρ’ αὐτοῖς ἐκκρίτων. ἐπὶ τούτοις οὖν ἀνανεωθεισῶν τῶν σπονδῶν, καὶ τῶν Μαρδαϊτῶν εἰς δώδεκα χιλιάδας ἀνδρῶν μαχίμων ἀριθμουμένων μεταστάντων ἐκ τοῦ Λιβάνου, τὸ τῶν Ἀράβων ἔθνος τοῦ ἐξ ἐκείνων δέους ἀπαλλαγὲν πολλῶν τὴν Ῥωμαίων ἡγεμονίαν ἐνέπλησε συμφορῶν.
10 Στείλας δὲ τὸν στρατηγὸν Λεόντιον ὁ Ἰουστινιανὸς ὑπέταξε δι’ αὐτοῦ τὴν Ἰβηρίαν καὶ τὴν Ἀλβανίαν καὶ χώρας ἑτέρας. οὗτος ὁ βασιλεὺς ἔλυσε καὶ τὰς πρὸς τοὺς Βουλγάρους σπον‐ δάς, μὴ ἀνεχόμενος δασμοὺς παρέχειν αὐτοῖς. ἐκστρατεύσας δὲ κατὰ τὰ ἑσπέρια πολλὰ τῶν Σθλαβικῶν ἐθνῶν ὑπηγάγετο,
15τὰ μὲν ἑκόντα, ἔνια δὲ πολέμου νόμῳ· ἐξ ὧν καὶ νέον συνε‐ στήσατο σύνταγμα. κατ’ ἐκλογὴν γὰρ εἰληφὼς ἐκ τούτων ἄν‐
δρας γενναίους τε καὶ νεάζοντας εἰς χιλιάδας τριάκοντα, λαὸν229

230

αὐτοὺς ἐκάλεσε περιούσιον. οἷς γεγηθώς τε καὶ πεποιθὼς καὶ τὰς πρὸς τοὺς Ἄραβας συνθήκας παρέλυσεν, αἰτίαν ἐσχηκὼς ὅτι σταλὲν τὸ τοῦ ἐτησίου φόρου χάραγμα οὐ Ῥωμαϊκὸν εἶχε σφράγισμα, ἀλλὰ νέον Ἀράβιον. οὐδὲ γὰρ ἐξῆν ἐν χρυσῷ νομί‐
5σματι χαρακτῆρα ἕτερον ἐντυποῦσθαι ἢ τὸν τοῦ βασιλέως Ῥω‐ μαίων. ἐστράτευσεν οὖν κατ’ αὐτῶν οὐ τοσοῦτον ταῖς Ῥωμαϊ‐ καῖς συντάξεσι τεθαρρηκὼς ὅσον τῷ νέω τούτῳ καὶ περιουσίῳ λαῷ. τῶν δὲ Ἀράβων τὰς σπονδὰς αἰτουμένων μὴ ἀθετῆσαι μηδὲ τὰς ἐγγράφους παραβῆναι συνθήκας καὶ τὸν θεὸν ἐπι‐
10μαρτυρομένων, ὃς μέσος παραληφθεὶς αὐτὰς ἐμπεπέδωκε, καὶ ἐκδικητὴν καλούντων αὐτὸν κατὰ τῶν τῆς μάχης αἰτίων, ὁ βα‐ σιλεὺς τὰ ὦτα πρὸς ταῦτα βύσας πρὸς μάχην ἡτοίμαστο. οἱ γοῦν Ἄραβες δόρατι τὸ τῶν σπονδῶν προσδήσαντες ἔγγραφον καὶ ὥσπερ σημαίαν ἄραντες τοῦτο τοῦ σφῶν στρατεύματος
15προερχόμενον, συρρήγνυνται τοῖς Ῥωμαίοις· καὶ αὐτίκα ἐκ τοῦ περιουσίου λαοῦ αἱ εἴκοσι χιλιάδες πρὸς τοὺς Ἄραβας ηὐτομό‐ λησαν, ὃ τοῖς Ῥωμαίοις δειλίας γέγονεν αἴτιον, τοῖς δ’ ἐναντίοις ἐνῆκε θάρσος. καὶ ἥττηντο μὲν οἱ Ῥωμαῖοι, ἡ νίκη δ’ ἐπεμει‐ δία τοῖς Ἄραψιν· οἳ τοῖς φεύγουσιν ἐφεπόμενοι ἀνῄρουν οὓς
20κατελάμβανον, ὡς καὶ ἀριθμοῦ κρείττους σχεδὸν ἐκ τῶν Ῥω‐
μαϊκῶν στρατευμάτων πεσεῖν. αἰσχρῶς δὲ διαφυγὼν ὁ βασι‐230

231

λεὺς μετ’ ὀλίγων τὸν ὄλεθρον, ἐπεὶ κατὰ τὸν Λευκάτην ἐγένετο, τοὺς περιλειφθέντας ἐκ τοῦ περιουσίου λαοῦ τῶν Σθλαβικῶν ἀναιρεθῆναι πάντας προσέταξε· καὶ πάντες ἐκεῖ ξίφεσι συγκο‐ πέντες ἐρρίφησαν εἰς τὴν θάλατταν. καὶ ὁ μὲν εἰς τὸ Βυζάν‐
5τιον παραγεγονὼς οἰκοδομαῖς προσησχόλητο. οὗτος γὰρ τὸν μέγιστον τῶν πρὸς ἀνίσχοντα ἥλιον βασιλείων ᾠκοδόμησε τρί‐ κλινον, ὃς καὶ τῇ αὐτοῦ καλεῖται κλήσει μέχρι τοῦ νῦν λεγό‐ μενος Ἰουστινιάνειος. οἱ δὲ τῆς Ἄγαρ ἀδεῶς ἐξ ἐκείνου ταῖς τῶν Ῥωμαίων χώραις ἐπέβαινον· καὶ ὁ τῆς Ἀρμενίας ἐπιστατῶν
10Σαββάτιος ὁ πατρίκιος τὴν ἧτταν τοῦ βασιλέως μαθὼν τοῖς Ἄραψι προσεχώρησε καὶ τὴν Ἀρμενίαν αὐτοῖς παραδέδωκε. καὶ οὐκ ἐπαύοντο ἅπασαν τὴν ἑῴαν δῃοῦντες καὶ τοὺς χριστω‐ νύμους αἰχμαλωτίζοντες. Ἦν δὲ τῷ βασιλεῖ τούτῳ ἐκτομίας Στέφανος, τὸ μὲν γένος
15ἐκ βαρβάρων ἕλκων, ἀπηνὴς δὲ καὶ ὑπὲρ βαρβάρους καὶ λίαν ὠμότατος. οὗτος παρ’ αὐτῷ πλεῖστα δεδυνημένος καὶ σακελ‐
λάριος προεβλήθη· καὶ βαρὺς ἦν ἅπασιν οὐκ ἐν εἰσπράξεσι231

232

μόνον, ἀλλὰ μέντοι καὶ ἐν κολάσεσι, καὶ οὐ τοὺς τυχόντας μόνον ἐκόλαζεν, ἀλλὰ καὶ τῶν ὑπερλίαν ἥπτετο, ὡς καὶ αὐτὴν τυπτῆ‐ σαί ποτε τὴν μητέρα τοῦ βασιλεύοντος. καί τινα δὲ μοναχὸν Θεοδόσιον, ἔγκλειστον πρὶν ὄντα, γενικὸν ὁ βασιλεὺς προεβάλετο,
5καὶ ἦν οὐδ’ οὗτος ἥττων εἰς κακίαν τοῦ ἐκτομίου Στεφάνου. πολλῶν οὖν παρ’ αὐτῶν δεινῶν ἐπενηνεγμένων τῷ πολιτεύματι, μισητὸς ἅπασιν ὁ Ἰουστινιανὸς ἔδοξε. τὸν γοῦν στρατηγὸν Λεόντιον ἐξ ὑπονοίαϛ τοῦ τῆς βασιλείας ἐφίεσθαι καθείρξας ἐπὶ δύο ἐνιαυτούς, ὕστερον ἐκβαλὼν στρατηγὸν Ἑλλάδος ἐποίησεν.
10ὁ δὲ Παύλῳ τινὶ μοναχῷ ἀστρολογίαν μετιόντι καὶ τὴν βασι‐ λείαν χρησμοδοτοῦντι αὐτῷ φησιν ὡς “ἐγὼ ἤδη ἄπειμι πρὸς Ἑλλάδα· οἶδα δὲ ὅτι ὁ βασιλεὺς στελεῖ τοὺς ἀναιρήσοντάς με ὀπίσω μου. ἃ δὲ σύ μοι προύλεγες, οἴχονται.” ὁ δὲ “μὴ δειλανδρήσῃς” ἔφη, “ἀλλ’ ἐπιχείρησον τῇ πράξει, καὶ οὐκ ἀστο‐
15χήσεις τοῦ ἐφετοῦ.” παραλαβὼν οὖν ὁ Λεόντιος τοὺς οἷς ἐθάρρει καὶ τὰς δημοσίας διαρρήξας εἱρκτὰς τοὺς καθειργμέ‐ νους ἐξήγαγεν, εἰς πλῆθος περιισταμένους πολύ, οἳ καὶ εἰς τὸ
μέγα παρελθόντες τέμενος τοῦ θεοῦ, πολλῶν καὶ ἄλλων συνεισ‐232

233

ρυέντων, ὕβριζον μὲν τὸν Ἰουστινιανόν, εὐφήμουν δὲ τὸν Λε‐ όντιον, συνεργοῦντος καὶ Καλλινίκου τοῦ πατριάρχου. ἐκεῖθεν δ’ εἰς τὸ ἱππήλατον μεταχωρήσαντες θέατρον τὰ ὅμοια διεπράτ‐ τοντο, καὶ τὸν Ἰουστινιανὸν τῶν ἀνακτόρων ἐξαγαγόντες κατὰ
5τὴν Σφενδόνην ἐρρινοτόμησαν καὶ εἰς Χερσῶνα ἔθεντο ὑπερό‐ ριον, ἐνιαυτοὺς ἑξκαίδεκα τῆς βασιλείας κρατήσαντα. τὸν δ’ ἐκτομίαν Στέφανον, τὸν σακελλάριον δηλαδή, καὶ τὸν μοναχὸν Θεοδόσιον τὸν γενικὸν συλλαβόμενοι καὶ σχοίνους ἐξάψαντες τῶν ποδῶν αὐτῶν, σύροντες διὰ τῆς ἀγορᾶς εἰς τὸν Βοῦν ἀπή‐
10γαγον καὶ κατέκαυσαν. Τούτων δὲ γενομένων ὁ Λεόντιος τῆς βασιλείας ἐκράτησεν, ἐφ’ οὗ οἱ Ἄραβες τὰς Ῥωμαϊκὰς κατατρέχοντες χώρας πολλοὺς αἰχμαλώτους ἐλάμβανον, εἶτα καὶ τὴν Ἀφρικὴν ὑφ’ ἑαυτοὺς ἐποιήσαντο. στέλλει τοίνυν τοῦτο μαθὼν ὁ βασιλεὺς Λεόντιος
15ἕνα τῶν πατρικίων Ἰωάννην, ἄνδρα δραστήριον, μετὰ τοῦ στόλου παντὸς τῇ Ῥωμαίων ἡγεμονίᾳ τὴν Ἀφρικὴν ἀνασώσασθαι· ὃς καὶ πολέμῳ τοὺς ἐκεῖ τρεψάμενος Ἄραβας τὴν Ἀφρικὴν αὐτῶν ἠλευθέρωσε κἀκεῖ παρεχείμασε, γράψας τὰ πεπραγμένα τῷ
βασιλεῖ καὶ τὸ ποιητέον ἀναμένων ἐπιταγῆναι αὐτῷ. ὁ δὲ τῶν233

234

Ἀγαρηνῶν πρωτοσύμβουλος (οὕτω γὰρ ἐκάλουν τοὺς σφῶν προεξάρχοντας) τὰ κατὰ τὴν Ἀφρικὴν συμβεβηκότα μαθὼν καὶ ἐν δεινῷ τὴν ἐκ ταύτης ποιούμενος ἔκπτωσιν, στόλον ἑτοι‐ μάζει βαρύτατον καὶ στέλλει αὖθις τὴν Ἀφρικὴν ἀνακαλεσό‐
5μενος. πρὸς ὃν ὁ ῥηθεὶς πατρίκιος Ἰωάννης ναυμαχῆσαι μὴ ἐξαρκῶν τοῦ λιμένος ἐξέστη καὶ ἐπανήρχετο πρὸς τὸν βασιλέα, αἰτήσων πλείονα δύναμιν. γενομένου δὲ κατὰ τὴν Κρήτην τοῦ Ῥωμαϊκοῦ στόλου, οἱ τοῦ λαοῦ προϊστάμενοι, πῇ μὲν δι’ αἰσχύνης ποιούμενοι τὸ ὑποχωρῆσαι τῆς Ἀφρικῆς τοῖς πολεμίοις ταύτης
10παραχωρήσαντες, πῇ δὲ καὶ δεδοικότες τὴν τοῦ βασιλέως ὀργήν, πείθουσι τὸ ναυτικὸν εἰς ἀποστασίαν ἐκκλῖναι καὶ δυσφημῆσαι τὸν Λεόντιον, εὐφημῆσαι δὲ βασιλικῶς τὸν Ἀψίμαρον τῶν Κι‐ βυρραιωτῶν ὄντα δρουγγάριον, ὃν αὐτίκα καὶ Τιβέριον μετω‐ νόμασαν. οὗτος οὖν ἅμα τῷ στόλῳ καταλαβὼν τὸ Βυζάντιον
15ἐν Συκαῖς τὰ σκάφη προσώρμισεν. ὁ δέ γε Λεόντιος τὴν τῆς πόλεως φυλακὴν διὰ φροντίδος πεποίητο. ἀλλά τινες τῶν ἐπαρ‐ χεωτῶν ἀρχόντων τὸ κατὰ Βλαχέρνας τεῖχος φυλάσσειν λαχόντες, ἐκεῖθεν εἰσήγαγον τὸν Ἀψίμαρον, καὶ ταῦτα μεθ’ ὅρκων φρι‐ κτῶν τὰς κλεῖς ἐμπιστευθέντες τῶν τοῦ τείχους ἐκείνου πυλῶν.
20εἰσελθόντες οὖν οὕτως οἱ τοῦ στόλου τὰς οἰκίας τῶν πολιτῶν234

235

ἐληίσαντο. ὁ δὲ Ἀψίμαρος τὸν μὲν Λεόντιον ἀφείλετο τῆς ῥινὸς καὶ ὑπὸ φυλακὴν ἐποιήσατο, βασιλεύσαντα ἔτη τρία, τοὺς δὲ αὐτῷ συναιρομένους ἐκ τῶν ἀρχόντων τυπτήσας καὶ τῶν ὑπαρχόντων στερήσας ὑπερορίους ἐποίησε.
5 Καὶ ὁ μὲν Ἀψίμαρος ἢ Τιβέριος οὕτω τῆς βασιλείας ἐκρά‐ τησεν, αὐτίκα δὲ τὸν ἴδιον ἀδελφὸν Ἡράκλειον πάντων τῶν ἱππικῶν καὶ πεζῶν στρατευμάτων στρατηγὸν μονώτατον προ‐ βαλόμενος στέλλει πρὸς ἕω τοῖς Ἀγαρηνοῖς ἀντιτάττεσθαι. κατέ‐ δραμον οὖν τὴν Συρίαν Ῥωμαῖοι καὶ μέχρι Σαμοσάτων ἀφί‐
10κοντο, τὰ πέριξ ἅπαντα προνομεύσαντες, καὶ πολλοὺς σφόδρα τῶν Ἀγαρηνῶν διεχρήσαντο, καὶ δορυαλώτουϛ ἑλόντες πλείστους καὶ λείαν ἄλλην ἀμύθητον φόβον μέγαν τοῖς Ἄραψιν ἐνεποίη‐ σαν. Βαάνης δέ, ᾧ Ἑπταδαίμων ἐπίκλησις, τὴν τετάρτην Ἀρ‐ μενίαν τοῖς Ἄραψι προύδωκεν. εἶτα οἱ ἄρχοντες Ἀρμενίας
15κατὰ τῶν Ἀγαρηνῶν στασιάσαντες ἐκείνους μὲν ἔκτειναν, πρὸς
δὲ τὸν Ἀψίμαρον διεπέμψαντο καὶ Ῥωμαίους αὖθις εἰς τὴν235

236

χώραν ἐδέξαντο. ἀλλ’ ὁ Μοάμεδ κατ’ αὐτῶν ἐπελθὼν ὑπὸ τοὺς Ἀγαρηνοὺς καὶ πάλιν τὴν Ἀρμενίαν πεποίηκε καὶ τοὺς τῶν Ἀρμενίων προέχοντας ζῶντας κατέκαυσε. τότε καὶ κατὰ τῆς Κιλικίας Ἀγαρηνοὶ ἐπεστράτευσαν, οἷς συμβαλὼν ὁ τοῦ
5βασιλέως ὁμαίμων Ἡράκλειος τοὺς μὲν πλείονας μαχαίρας ἔργον εἰργάσατο, τοὺς δὲ λοιποὺς ζωγρήσας δεσμίους τῷ κρατοῦντι ἐξέπεμψε. Φιλιππικὸν δὲ τὸν υἱὸν τοῦ πατρικίου Νικηφόρου βασιλειῶντα, ὅτι κατ’ ὄναρ ἔδοξε τὴν αὐτοῦ κεφαλὴν σκιάζε‐ σθαι ὑπὸ ἀετοῦ, εἰς Κεφαληνίαν ἐξώρισεν.
10 Ἰουστινιανὸς δὲ ἐν Χερσῶνι, ὡς εἴρηται, περιορισθεὶς ἠδυ‐ νήθη διαδρᾶναι ἐκεῖθεν καὶ τῷ Χαζάρων ἀρχηγῷ Χαγάνῳ προσελθεῖν καὶ δεχθεὶς παρ’ ἐκείνου φιλοτιμότατα τὴν ἀδελφὴν αὐτοῦ ἔγημε Θεοδώραν καὶ μετ’ ὀλίγον ἐκεῖθεν ἀπελθὼν εἰς ἄλλην χώραν μετὰ τῆς αὐτοῦ διέτριβε γυναικός. καὶ ὁ Ἀψί‐
15μαρος διεπέμψατο πρὸς τὸν Χαγάνον, χρήματα δώσειν αὐτῷ
πολλὰ ὑπισχνούμενος, εἰ στείλειεν αὐτῷ τὴν τοῦ Ἰουστινιανοῦ236

237

κεφαλήν. καὶ ὃς συνέθετο καὶ δύο τινὰς τῶν ᾠκειωμένων αὐτῷ στείλας ἐν ἀπορρήτοις ἐνετείλατο τὸν Ἰουστινιανὸν ἀνελεῖν· ὃ διὰ δούλου μαθοῦσα ἡ Θεοδώρα τῷ ἀνδρὶ καταγγέλλει. ὁ δὲ τοὺς ἐνταλθέντας αὐτὸν ἀνελεῖν ἰδίᾳ προσκαλεσάμενος ἕκα‐
5στον ἀγχόνῃ στερίσκει τοῦ· ζῆν καὶ τὴν μὲν Θεοδώραν εἰς Χα‐ ζαρίαν ἐξέπεμψεν, αὐτὸς δὲ εἰς ἁλιάδα ἐμβεβηκὼς ἀπέπλευσε, πρὸς Τέρβελιν ἀπιὼν τὸν τῶν Βουλγάρων ἐξάρχοντα. κλύδωνος δὲ μεγάλου κατειληφότος αὐτὸν ἐν τῷ πλέειν, καταδῦναι τὸ πλοιάριον ἐκινδύνευε. τῶν δὲ συμπλεόντων ἐπαγγείλασθαι τῷ
10θεῷ συμβουλευόντων αὐτῷ, εἰ περισωθείη καὶ τὴν ἀρχὴν ἀπο‐ λήψοιτο, μή τι κακὸν τοῖς κατ’ αὐτοῦ γενομένοις ἐπενεγκεῖν, ἐκεῖνος “εἰ φείσομαι τούτων” ἔφη “τινός, αὐτίκα καταποντι‐ σθείην ὡδί.” περισωθεὶς οὖν καὶ τῷ τῶν Βουλγάρων ἄρχοντι προσελθὼν καὶ πλεῖστα παρασχών, ἄλλα μέντοι καὶ παρέχειν
15ἐπαγγειλάμενος, εἰ παρ’ αὐτοῦ καταχθείη πρὸς τὴν προγονικὴν βασιλείαν, καὶ τὴν θυγατέρα αὐτῷ συζεῦξαι καθυποσχόμενος, σὺν ἐκείνῳ μετὰ βαρβαρικῆς βαρείας δυνάμεως τὴν ὑπερκει‐
μένην κατειλήφει τῶν πόλεων καὶ πρὸ τῶν τειχῶν στρατοπε‐237

238

δευσάμενος ἀπεπειρᾶτο τῶν πολιτῶν, αὐτοῖς ἐκ τοῦ τείχους προκύπτουσιν ὁμιλῶν. οἱ δὲ οὐ μόνον αὐτὸν οὐ προσίεντο, ἀλλὰ καὶ ὕβρεις αὐτοῦ κατέχεον πλημμελεῖς. νυκτὸς οὖν διὰ τοῦ ἀγωγοῦ εἰσδὺς ἐντὸς ἀνέδυ τῆς πόλεως καὶ ταύτης ἐγένετο
5ἐγκρατής. ὁ δὲ Ἀψίμαρος εἰς Ἀπολλωνιάδα φυγὼν κατελήφθη. Τῷ μὲν οὖν τῶν Βουλγάρων ἄρχοντι δῶρα πολλὰ παρα‐ σχὼν καὶ συνθήκας εἰρήνης μετ’ αὐτοῦ ποιησάμενος ἀπελθεῖν αὐτὸν παρεσκεύασεν. τοῦ δὲ Ἀψιμάρου καὶ Ἡρακλείου τοῦ ἀδελφοῦ αὐτοῦ πρὸς αὐτὸν ἀχθέντων, ἀλλὰ μὴν καὶ τοῦ Λεον‐
10τίου, τὸν μὲν Ἡράκλειον σὺν ἄλλοις πλείοσιν ἐν ξύλοις παρὰ τοῖς τείχεσιν ἀπῃώρησε, τὸν Ἀψίμαρον δέ γε καὶ τὸν Λεόντιον δεσμίους διὰ τῆς ἀγορᾶς περιαγαγὼν καὶ θεατρίσας ἱππικοῦ ἀγομένου, ῥιφέντας ὑπὸ τοὺς πόδας αὐτοῦ κατὰ τῶν τραχήλων πεπάτηκε, καὶ οὕτως ἐκτμηθῆναι τὰς αὐτῶν κεφαλὰς ἐν τῷ
15Κυνηγίῳ προσέταξεν, ἑπτὰ τοῦ Ἀψιμάρου ἐνιαυτοὺς βασιλεύ‐
σαντος. τὸν δὲ πατριάρχην Καλλίνικον πρότερον αὐτοῦ πηρώ‐238

239

σας τὰ ὄμματα εἰς Ῥώμην ἔθετο ὑπερόριον. Κῦρον δέ τινα μοναχὸν ἔγκλειστον πατριάρχην προυβάλετο, ὃς αὐτῷ τὴν εἰς τὴν βασιλείαν ἀποκατάστασιν προεφοίβασε. πολὺ δὲ πλῆθος ἔκ τε τοῦ δημοτικοῦ καὶ τοῦ στρατιωτικοῦ τότε διέφθειρεν οὗ‐
5τος ὁ βασιλεύς, τοὺς μὲν φανερῶς, ἐνίους μέντοι καὶ ἀφανῶς. στείλας δ’ εἰς Χαζαρίαν ἤγαγε τὴν γυναῖκα αὐτοῦ Θεοδώραν, ἤδη αὐτῷ τεκοῦσαν υἱόν, ὃν Τιβέριον κατωνόμασε, κἀκείνην δὲ καὶ τὸ παιδίον τοῦ τῆς βασιλείας ἀξιώσας ὀνόματος καὶ ἄμφω ἔστεψε. λύσας δὲ τὰς πρὸς τοὺς Βουλγάρους σπονδὰς
10κατ’ αὐτῶν ἐξεστράτευσε σὺν ἱππικαῖς τε καὶ πεζικαῖς δυνάμεσι καὶ σὺν στόλῳ πολλῷ, καὶ ἀπῆλθε πρὸς τὴν Ἀγχίαλον. τὸ μὲν οὖν πρῶτον δείσαντες οἱ Βούλγαροι εἰς τὰ ὄρη ἀνέδραμον, ἐκεῖθεν δὲ ἀσυντάκτως ὁρῶντες τὴν τῶν Ῥωμαίων στρατιὰν σκηνουμένην καὶ ἀπροσέκτως εἰς χορτασμάτων συλλογὴν σκιδνα‐
15μένην, ἀνεθάρσησαν καὶ ἐπελθόντες αὐτοῖς πολλοὺς μὲν ἀνεῖλον, οὐ μείους δὲ ᾐχμαλώτευσαν καὶ ἵππον συνέσχον πολλήν. ὁ μέντοι βασιλεὺς σὺν τοῖς περιλειφθεῖσιν εἰς τὸ ἐκεῖ συνεκλεί‐ σθησαν φρούριον. εἶτα τοὺς ἵππους πάντας νευροκοπήσαντες,
ἵνα μὴ τούτους λάβοιεν οἱ πολέμιοι, τοῖς τοῦ στόλου σκάφεσιν239

240

ἐμβεβηκότες ἐπανῆλθον εἰς τὸ Βυζάντιον σὺν αἰσχύνῃ πολλῇ. μηνιῶν δὲ τοῖς ἐν Χερσῶνι, ὅτι ἐκεῖ περιωρισμένον αὐτὸν γνόντες νεωτερίζοντα ἠβουλήθησαν ἀνελεῖν, στέλλει τριήρεις καὶ δρόμωνας καὶ νῆας ἑτέρας τῶν φορτηγῶν σὺν στρατεύματι
5πλείστῳ καὶ δυσὶ στρατηγοῖς, ἐντειλάμενος αὐτοῖς μὴ φείσασθαί τινος τῶν ἐκεῖ, ἀλλὰ πάντας συγκόψαι τοῖς ξίφεσιν. οἳ σὺν οὐδενὶ πόνῳ (οὐ γὰρ ἀντέστησαν οἱ τῶν ἐν Χερσῶνι πόλεων κάτοικοι) παραλαβόντες αὐτοὺς ἅπαντας σχεδὸν ἀνῃρήκασι, μό‐ νης τῆς νεαζούσης ἡλικίας μέχρι μειρακίων φεισάμενοι. ὃ
10μαθὼν Ἰουστινιανός, ὅτι μὴ καὶ τούτους ἀνεῖλον, ἐξώργιστο, καὶ πρὸς αὐτὸν ἀποσταλῆναι παρεκελεύσατο. ἀποσταλέντας δὲ καταποντισθῆναι ἐν τῇ θαλάσσῃ συνέβη τοὺς πλείονας, καὶ ἔδοξε τοῦτο τῷ βασιλεῖ καταθύμιον. καὶ οὐδ’ οὕτω τῆς κατ’ ἐκείνων μανίας ἐμπέπληστο, ἀλλ’ ἠπείλει καὶ αὖθις στελεῖν καὶ
15οὕτω τὴν χώραν ἐξερημῶσαι ὡς καὶ τὰς πόλεις καθελεῖν καὶ ἀροτριᾶσαι. διὰ ταῦτα οἱ ἔτι περιλειφθέντες ἐν Χερσῶνι καὶ
οἱ τούτων περίοικοι ἀποστατήσαντες Φιλιππικὸν τὸν τοῦ Βαρ‐240

241

δάνη, ὃν ὁ λόγος ἱστόρησε παρὰ τοῦ Ἀψιμάρου εἰς Κεφαληνίαν περιορισθῆναι, ἄρτι ἀνακληθέντα ἐκ τῆς ὑπερορίας καὶ ἐπαν‐ ιόντα πρὸς τὴν Κωνσταντινούπολιν, κἀκεῖ γενόμενον βασιλέα ἀναγορεύουσι, καὶ τοῦ σφῶν ἄρχοντος Ἡλία συμπράττοντος.
5ἃ μαθὼν Ἰουστινιανὸς τοὺς μὲν τοῦ Ἡλία παῖδας ἐν τῷ κόλπῳ κατέσφαξε τῆς μητρός, ἐκείνην δὲ δούλῳ αὐτῆς Ἰνδῷ μαγείρῳ συνέζευξεν. εἶτα στόλον ἑτοιμασάμενος στέλλει κατὰ Χερσῶνος, ἐντειλάμενος τῷ τοῦ στόλου κατάρχοντι ἡβηδὸν ξύμπαντας ἀνελεῖν. ἤδη δὲ καταλαβόντος τὴν Χερσῶνα τοῦ ναυτικοῦ καὶ
10πολιορκοῦντος αὐτὴν ἧκον Χάζαροι τοῖς Χερσωνίταις ἐπικου‐ ρήσοντες. ἐντεῦθεν ἡ μὲν πολιορκία ἐλέλυτο, οἱ δὲ τοῦ στόλου μὴ τολμῶντες πρὸς τὸν βασιλέα ἐπανελθεῖν τοῦ μὲν βλασφη‐ μίας κατέχεον, τὸν δὲ Βαρδάνην ὡς βασιλέα εὐφήμησαν. καιροῦ
δὲ παραρρυέντος συχνοῦ, ὅτι μηδὲν αὐτῷ ἐκ τοῦ στόλου με‐241

242

μήνυτο, ὁ βασιλεὺς ὑποτοπήσας συμβῆναί τι φερόμενον κατ’ αὐτοῦ, ἐξώρμησε τῆς Βυζαντίδος καὶ ἕως Σινώπης ἐλθὼν ὁρᾷ τὸν στόλον εὐθὺ τῆς πόλεως πλοϊζόμενον· αὐτίκα τοίνυν γέγονε καὶ αὐτὸς ὀπισθόρμητος. τοῦ δὲ Φιλιππικοῦ εὐπλοήσαντος
5καὶ προκαταλαβόντος τὴν μεγαλόπολιν, ἐκεῖνος ἐν τῷ Δαματρύϊ ἐσκήνωσε. πρὸς ὃν ὁ εἰρημένος Ἡλίας ἀποσταλεὶς ἠδυνήθη πεῖσαι τὸ μετὰ Ἰουστινιανοῦ στρατιωτικὸν ἀποστῆναι αὐτοῦ καὶ προσρυῆναι Φιλιππικῷ. καταλειφθεὶς τοίνυν παρὰ τῶν στρα‐ τιωτῶν Ἰουστινιανὸς χειροῦται καὶ χερσὶν οἰκείαις εὐθὺς ὁ
10Ἡλίας ἀφεῖλε τὴν αὐτοῦ κεφαλήν. ὁ δὲ τούτου παῖς ὁ Τιβέ‐ ριος μετὰ τῆς πρὸς μητρὸς μάμμης Ἀναστασίας (ἡ γὰρ μήτηρ αὐτοῦ Θεοδώρα ἔφθη θανεῖν) τῷ ἐν Βλαχέρναις ναῷ προσ‐ φυγὼν εἰσέδυ τὸ θεῖον θυσιαστήριον καὶ ὑπὸ τὴν παναγῆ γε‐ νόμενος τράπεζαν, ἑνὸς τῶν ταύτην ἀνεχόντων στυλίσκων δε‐
15δραγμένος ἱκέτευε μὴ θανεῖν. ἀλλ’ οἱ σταλέντες εἰς ζήτησιν αὐτοῦ ἐξελκύσαντες τοῦ θυσιαστηρίου τὸν παῖδα μαχαίρᾳ τούτου τὸν λαιμὸν ὡς βοσκήματος ἀπέτεμον ἀπηνῶς. Ἤδη δὲ τῆς βασιλείας τυχὼν ὁ Φιλιππικὸς κατὰ τῆς
ἕκτης οἰκουμενικῆς συνόδου ὡπλίσατο, καὶ σύνοδον ἀθροίσας242

243

ὁ μάταιος ἠκύρωσεν ὅσον τὸ κατ’ αὐτὸν δι’ αὐτῆς τὴν ἁγίαν ἐκείνην σύνοδον. λέγεται γὰρ ἄρτι τοῦ Λεοντίου τῶν σκήπτρων ἐπειλημμένου χρησμοδοτῆσαι τούτῳ δὴ τῷ Φιλιππικῷ τὴν εἰς τὸν βασίλειον θρόνον ἀναγωγὴν μοναχόν τινα ἔγκλειστον ὄντα
5ἐν τῇ τοῦ Καλλιστράτου μονῇ καὶ τῆς προρρήσεως αἰτῆσαι μισθὸν τὴν τῆς ἕκτης συνόδου ἀθέτησιν (ἦν γὰρ τῆς τῶν Μονο‐ θελητῶν ὁ μοναχὸς ἐκεῖνος αἱρέσεως), καὶ τὸν ὑποσχέσθαι. τὴν μὲν οὖν οἰκουμενικὴν ἕκτην σύνοδον ἠκύρωσεν, ὡς ἐδόκει. αὐτὸς δὲ σωροὺς χρημάτων ἐκ παλαιοτέρων θησαυρισθέντας
10αὐτοκρατόρων ἐν τοῖς βασιλείοις εὑρὼν εἰς οὐδὲν δέον τούτοις χρησάμενος τὰ πλείω διεσκόρπισε διὰ βραχέος καιροῦ· καὶ τάχα καὶ ἅπαντα κατηνάλωσεν ἄν, εἰ ἐπὶ πλέον τῇ βασιλείᾳ προσέμεινεν. ἐν μὲν γὰρ τῷ λέγειν ἐδόκει ῥητορικώτατος μὴ
ἀμοιρῶν τε συνέσεως, ἐν δὲ τῷ πράττειν ἦν ξυμπάντων ἀσυν‐243

244

ετώτερος καὶ πάμπαν ἀδέξιος. Κῦρον δὲ τὸν πατριάρχην ἐξωθήσας τῆς ἐκκλησίας, ἐπὶ ἓξ ἔτη ἐν ταύτῃ διαγαγόντα, Ἰω‐ άννην ὁμόδοξον ἑαυτῷ προεβάλετο. οἱ μέντοι Βούλγαροι τὴν Θρᾴκην ἅπασαν ληισάμενοι μέχρι τῆς πόλεως κατέδραμον
5ἅπαντα, καὶ λείαν πολλὴν καὶ αἰχμαλώτους λαβόντες σχεδὸν ὑπὲρ ἀριθμὸν ὑπενόστησαν. ἀλλὰ μὴν καὶ τὰ πρὸς ἀνίσχοντα ἥλιον ὁμοίως οἱ τῆς Ἄγαρ διέθεντο. Δύο δὲ παρελθόντων ἐνιαυτῶν καὶ μηνῶν τινων, ἐξότου τῆς βασιλείας ἐκράτησεν, ἱππήλατον ἐπιτελέσας ἀγῶνα καὶ ἐν
10τῷ τοῦ Ζευξίππου μετὰ τὸν ἀγῶνα λουσάμενος λοετρῷ, συσσί‐ τους τινὰς τῶν τῆς συγκλήτου πεποίητο, ὡς δ’ ἔνιοι λέγουσι, τοὺς ἐν τῇ τῶν ἵππων ἁμίλλῃ νικήσαντας. κατακείμενος οὖν ἐν τῷ συμποσίῳ παρά τινων τῶν τῆς γερουσίας κατασχεθεὶς τυφλοῦται. ταῦτα δ’ ἐπράχθη κατὰ τὸ σάββατον τῆς πεντη‐
15κοστῆς. τῇ δ’ ἑξῆς κατ’ αὐτὴν δηλαδὴ τὴν πεντηκοστὴν ἀθροι‐ σθέντες οἵ τε τῆς συγκλήτου βουλῆς καὶ ὁ δημώδης ὄχλος Ἀρτέμιον τὸν πρωτοασηκρῆτις προχειρίζονται αὐτοκράτορα, μετ‐
ονομάσαντες Ἀναστάσιον.244

245

Ἦν δὲ οὗτος ὁ βασιλεὺς καὶ λόγοις παντοίοις ὡμιληκὼς καὶ πραγμάτων διοικήσεσιν ἐντριβέστατος. οὗτος τὸν πατρι‐ άρχην Ἰωάννην τοῦ ἀρχιερατικοῦ κατασπάσας θρόνου ὡς μὴ ὀρθόδοξον ἔτη τρία τῆς ἐκκλησίας κρατήσαντα, μετατίθησιν ἐκ
5Κυζίκου ἐπὶ τὴν ἱερὰν καθέδραν τῆς βασιλίδος τῶν πόλεων Γερμανόν, ὃν ἄνωθί που ὁ λόγος ἱστόρησε παρὰ Κωνσταντίνου τοῦ Πωγωνάτου τῶν παιδογόνων ἀφαιρεθῆναι μορίων. μαθὼν δὲ ὅτι ἐξ Ἀλεξανδρείας ἐπὶ Φοινίκην πλοῖα προσώρμισαν, ἵνα ξύλα ἐκεῖθεν κομίσωνται ναυπηγήσιμα, στόλον ἑτοιμάσας ἀπέ‐
10στειλε κατ’ αὐτῶν, κελεύσας καὶ τοὺς τῶν θεμάτων στόλους εἰς τὴν νῆσον κατᾶραι Ῥόδον κἀκεῖ ἑνωθῆναι καὶ οὕτως ἐκ‐ πλεῦσαι κατὰ τῶν ἐναντίων, προβαλόμενος ἄρχοντα τοῦ στόλου παντὸς Ἰωάννην τῆς τοῦ θεοῦ μεγάλης ἐκκλησίας διάκονον καὶ γενικὸν λογοθέτην. πάντων οὖν εἰς τὴν Ῥόδον συναθροι‐
15σθέντων ὁ διάκονος Ἰωάννης πρὸς ἔκπλουν ἡτοίμαστο, οἱ δὲ
τοῦ στόλου, καὶ μᾶλλον οἱ τοῦ θέματος τοῦ Ὀψικίου, οὐκ245

246

ἦσαν πειθήνιοι· οὐ γὰρ καλῶς πρὸς τὸν κρατοῦντα διέκειντο, ἐπεὶ μηδ’ ἐκεῖνος τῇ πλευστικῇ στρατιᾷ κεχρημένος ἦν δεξιῶς. ὡς δὲ πρὸς τὴν ἐκείνων ἀπείθειαν ὁ διάκονος ἀρχικώτερον διετέθη καὶ δριμύτερον αὐτοῖς προσεφέρετο, εἰς στάσιν τούτους
5ἠρέθισε καὶ τὸν βασιλέα δυσφημήσαντες αὐτὸν ἀνεῖλον εὐθύς. καὶ πρόσω χωρεῖν ἀφέμενοι οἱ μὲν ἀπῄεσαν οἴκαδε, οἱ δὲ πρὸς τὸ Βυζάντιον ὥρμησαν· καὶ ἐν τῷ Ἀτραμυτίῳ γενόμενοι Θεο‐ δόσιόν τινα πράκτορα τῶν δημοσίων τελῶν, ἰδιώτην ἄνδρα, ἄκοντα λαβόντες ἀνηγόρευσαν αὐτοκράτορα. ταῦτα μαθὼν ὁ
10Ἀρτέμιος στόλον ἡτοίμασε καὶ τῇ πόλει ἐπέστησε φυλακήν, αὐτὸς δ’ ἐν Νικαίᾳ διῆγε τῇ μητροπόλει τῶν Βιθυνῶν. οἱ δὲ
στασιασταὶ διά τε γῆς καὶ θαλάσσης ἀφίκοντο εἰς Χρυσόπολιν,246

247

καὶ μέχρι μέν τινος ναυμαχίαι ἐγίνοντο· εἶτα περαιωθεὶς εἰς Θρᾴκην ὁ Θεοδόσιος διὰ τοῦ τείχους τῶν Βλαχερνῶν ἐκ προ‐ δοσίας εἰς τὴν μεγαλόπολιν εἰσελήλυθε, καὶ τοῦ σὺν αὐτῷ ναυ‐ τικοῦ τε καὶ στρατιωτικοῦ εἰσρυέντος ἐν ταύτῃ πολλὰ τῶν ἐν
5ταῖς οἰκίαις χρημάτων ἡρπάγησαν. τοὺς δὲ ὑπὲρ Ἀρτεμίου ἀντεχομένους τῶν ἀρχόντων συλλαβόμενοι καὶ τὸν πατριάρχην Γερμανὸν παραλαβόντες ἀπῆλθον εἰς Νίκαιαν, δεικνύντες τῷ Ἀρτεμίῳ ὅτι ἡ πόλις ἤδη παρελήφθη καὶ τὰ βασίλεια. καὶ ὃς τὸ μοναδικὸν μεταμφιασάμενος σχῆμα καὶ πίστεις λαβὼν μή
10τι περαιτέρω παθεῖν, παρέδωκεν αὐτοῖς ἑαυτὸν καὶ ἐν Θεσσα‐ λονίκῃ περιωρίσθη, βασιλεύσας ἕνα ἐνιαυτὸν ἐπὶ μησὶ τρισίν. Ἦν δὲ Θεοδόσιος ἤθους μὲν χρηστοῦ καὶ βίου σεμνοῦ, ἀπράγμων δ’ ἀνὴρ καὶ πρὸς πραγμάτων διοίκησιν καὶ ταῦτα βασιλείας σφόδρα γε ἀποπεφυκώς. Λέων δὲ ὁ καὶ Κόνων,
15παρὰ τοῦ Ἀρτεμίου στρατηγὸς τῶν ἀνατολικῶν προβληθείς,247

248

ὑπὲρ τοῦ Ἀρτεμίου δῆθεν φρονῶν, οὐχ ὑπεῖξε Θεοδοσίῳ, σύμ‐ πνουν ἔχων καὶ τὸν τῶν Ἀρμενιακῶν στρατηγὸν Ἀρτάβασδον τὸν Ἀρμένιον. ἄρας οὖν ἐκεῖθεν μετὰ τῶν ὑπ’ αὐτὸν ταγμάτων εἰς Νικομήδειαν ἔρχεται, ἔνθα τὸν τοῦ βασιλέως Θεοδοσίου
5υἱὸν εὑρηκὼς καὶ αὐτὸν μετὰ τῆς βασιλικῆς ἀποσκευῆς χειρω‐ σάμενος, ἀφίκετο εἰς Χρυσόπολιν. ὁ Θεοδόσιος δὲ ἀπραγμόνως τῆς βασιλείας ἐξέστη αὐτῷ εἰς κληρικὸν καρεὶς μετὰ τοῦ υἱοῦ, πληροφορίαν λαβὼν μή τι ἕτερον ὑποστῆναι. καὶ ὁ μὲν ἡσύ‐ χως ἐβίω τὸ λοιπὸν τῆς ζωῆς, βασιλεύσας δύο ἐνιαυτούς.
post9tLIBER QVINTVS DECIMVS.
10Λέων δὲ τοῦ τῆς βασιλείας ὀνόματος ἀναξίως ἠξίωτο·
ᾧ πατρὶς μὲν ἦν Ἰσαυρία, ἐκεῖθεν δὲ μετοικισθεὶς μετὰ τῶν248

249

τεκόντων παρὰ τοῦ βασιλέως Ἰουστινιανοῦ μήπω τῆς ἀρχῆς ἐξωσθέντος, ἐν Μεσημβρίᾳ τῇ Θρᾳκικῇ πεποίητο τὰς διατριβάς. καθαιρεθέντος δὲ τοῦ Ἰουστινιανοῦ τῆς ἀρχῆς, εἶτα ἐπανερχο‐ μένου μετὰ Βουλγάρων εἰς τὸ τὴν βασιλείαν αὖθις ἀναλαβεῖν,
5ὁ Λέων ὑπαντήσας αὐτῷ δῶρα προσήνεγκε. καὶ ὁ Ἰουστινιανὸς σπαθάριον αὐτὸν αὐτίκα ἐτίμησε καὶ βασιλεύσας τὸ δεύτερον αὐτὸν ᾠκειώσατο. εἶτα ἔσταλτο παρ’ αὐτοῦ πρὸς τοὺς Ἀλανούς, συγκινήσων αὐτοὺς κατὰ τῶν Ἀβασγῶν ἀποστάντων τῆς Ῥω‐ μαίων ἀρχῆς. οἱ γὰρ Ἀβασγοί, ὡς ὁ Καισαρεὺς Προκόπιος
10ἱστορεῖ, δυοῖν ὁμοφύλοιν ἦσαν ὑπήκοοι, τῷ μὲν κρατοῦντι τῆς πρὸς ἀνίσχοντα ἥλιον μοίρας αὐτῶν, τῷ δὲ τῆς τετραμμένης πρὸς δύνοντα. καὶ ἄμφω δὲ τούτω τὼ ἄρχοντε ὑπὸ φιλοχρη‐ ματίας κακῶς ἐχρῶντο τῷ ἔθνει· ὅσους γὰρ ἂν παῖδας εὕρισκον ὡραίους καὶ τὸ εἶδος καλοὺς καὶ τὴν ἄλλην τοῦ σώματος φύσιν
15δεξιούς, βίᾳ τῶν τοκέων ἀφέλκοντες καὶ τῶν παιδογόνων μο‐
ρίων σιδήρῳ στερίσκοντες, ἐκείνους μὲν πολλῶν χρημάτων Ῥω‐249

250

μαίοις ἐπίπρασκον περὶ τοὺς ἐκτομίας ἐπτοημένοις ἀεί· τοὺς δὲ τούτων πατέρας εὐθὺς ἔκτεινον, ἵνα μή ποτε μηνιῶντες διὰ τοὺς παῖδας βουλεύσωνται κατ’ αὐτῶν ἐπανάστασιν. καὶ ἦν παρ’ αὐτοῖς τὸ παῖδα τεκεῖν ἀγαθὸν τὴν ὄψιν δυστύχημα μέ‐
5γιστον, τῆς τῶν παίδων εὐπρεπείας ἀλλασσομένοις τὸν θάνατον. καὶ οὕτω μὲν τοῖς Ἀβασγοῖς οἱ σφῶν προσεφέροντο ἄρχοντες. Ἰουστινιανὸς δὲ ὁ πρῶτος στείλας παρ’ αὐτοῖς ἕνα τῶν ἐν τοῖς βασιλείοις εὐνούχων σφίσιν ὁμογενῆ (πολλοὶ γὰρ περὶ τὰ Ῥω‐ μαίων ἀρχεῖα τοιοῦτοι ἐστρέφοντο) ἀπεῖπε τοῖς ἡγεμόσι τῶν
10Ἀβασγῶν μηκέτι μηδένα τὴν ἀρρενωπίαν ἐκτέμνεσθαι βιαζό‐ μενον· τελευτήσειν γὰρ τὴν πρᾶξιν αὐτοῖς εἰς κενόν, μηδενὸς Ῥωμαίων πρίασθαι βουλησομένου τοὺς ἐκτομίας αὐτῶν. τοῦτο τοῖς Ἀβασγοῖς ἀσμενέστατα προσεδέδεκτο, καὶ τῇ ἐπιταγῇ τοῦ βασιλέως Ῥωμαίων θαρρήσαντες τοῦ λοιποῦ πρὸς τοὖργον τοῦτο
15τοῖς ἄρχουσιν αὐτῶν οὐχ ὑπέκυπτον, κἀκεῖνοι δὲ πρὸς τὴν πρᾶξιν ἦσαν νωθέστεροι. εἶτα καὶ ἄμφω τοὺς αὐτῶν ἀρχη‐ γοὺς καθελόντες ἤθελον βιοτεύειν αὐτόνομοι. μέχρι μέντοι τότε καὶ τῆς τῶν χριστιανῶν θρησκείας ἦσαν ἀμύητοι, ἄλση
δὲ καὶ ὕλας ἐσέβοντο καὶ τὰ δένδρα τούτοις ἐξ ἀφελείας βαρ‐250

251

βαρικῆς εἰς θεοὺς ἐνομίζοντο. Ἰουστινιανὸς δὲ μεταθεῖναι σφᾶς πρὸς τὴν εὐσέβειαν σπούδασμα ἔθετο καὶ στείλας παρ’ αὐτοῖς ἱεροὺς ἄνδρας δι’ αὐτῶν εἰς ἐπίγνωσιν αὐτοὺς μετήνεγκε τοῦ θεοῦ. εἶτα καὶ θεῖον ἐν Ἀβασγοῖς τῆς θεοτόκου ἐδείματο τέ‐
5μενος καὶ ἱερεῖς ἐγκατέστησε καὶ οὕτως εἰς ἤθη τὰ τῶν χριστια‐ νῶν αὐτοὺς μετήγαγεν ἐκ τῶν πάνυ βαρβαρικῶν. ἐντεῦθεν ὑπ’ οὐδενὸς ἀρχομένων τῶν Ἀβασγῶν οἱ βασιλεῖς Ῥωμαίων ἔστελλον ἄρχοντας, καὶ ὑπ’ ἐκείνων αὐτοῖς διῃτῶντο τὰ πρά‐ γματα. χωρησάντων δὲ τῶν στελλομένων εἰς ἀδικίας καὶ τυ‐
10ραννικώτερον χρωμένων αὐτοῖς, δείσαντες μὴ πάντῃ δουλωθῶσι Ῥωμαίοις, ἀφίστανται καὶ οὐκέτι δέχεσθαι ἄρχοντα Ῥωμαίων ἐβούλοντο. διὰ τοῦτο τίσασθαι θέλων αὐτοὺς ὁ ῥινότμητος Ἰουστινιανὸς στέλλει τὸν σπαθάριον Λέοντα πρὸς τοὺς Ἀλανούς, οὓς Ἀλβανοὺς ὁ Προκόπιος γράφει, χρήμασι πλείστοις κατὰ
15τῶν Ἀβασγῶν ὁμόρων ὄντων αὐτοῖς, ὁπλίσαι τούτους βουλό‐
μενος. ἐκεῖ τοίνυν ὁ Λέων γενόμενος καὶ συχνοὺς διατρίψας251

252

ἐνιαυτούς, ὀψὲ καὶ μόλις ἐπανελήλυθε, μήτε τὸν Ἰουστινιανὸν εὑρηκώς (ἀνῄρητο γάρ), μήτε μὴν τὸν Φιλιππικόν (καθῄρητο γὰρ πηρωθείς, ὡς εἴρηται, καὶ τὰ ὄμματα). πρόσεισιν οὖν Ἀρ‐ τεμίῳ βασιλεύοντι τότε· ὁ δὲ καὶ προσήκατο αὐτὸν εὐμενῶς
5καὶ στρατηγὸν τοῦ τῶν ἀνατολικῶν προεχειρίσατο θέματος. τούτῳ γοῦν, ὡς εἴρηται, δῆθεν ἀμύνων ἀντῆρε χεῖρα κατὰ Θεοδοσίου καὶ τῶν σκήπτρων γέγονεν ἐγκρατής (ὦ θεοῦ κρι‐ μάτων ἄβυσσος ἀκατάληπτος) καὶ αὐτίκα τὴν θυγατέρα τῷ Ἀρταβάσδῳ συνῴκισε, κουροπαλάτην αὐτὸν τιμήσας. Μάσαλ‐
10μας δὲ ὁ τῶν Ἀράβων ἀρχηγὸς ἐξ Ἀβύδου σὺν μεγάλῳ στρα‐ τεύματι πρὸς Θρᾴκην περαιωθεὶς πολὺ μὲν τῆς Θρᾳκῴας ἐληί‐ σατο χώρας, τῇ δὲ βασιλευούσῃ τῶν πόλεων προσβαλὼν χάρακα παρὰ τοῖς κατὰ χέρσον αὐτῆς ἐπήξατο τείχεσι, καὶ ἦν αὐτὸς
μὲν ἐντεῦθεν ταύτην πολιορκῶν, ἐκ δὲ θαλάσσης σὺν στόλῳ252

253

μεγάλῳ ὁ ἀρχισατράπης Σολιμᾶς. ἀλλὰ τὰς μὲν νῆας αὐτῶν τάς τε πολεμιστηρίους τάς τε μὴν φορτηγοὺς τῷ ὑγρῷ πυρὶ Ῥωμαῖοι κατετροπώσαντο, ὥστε πολλοὺς τῶν ναυάρχων, ὧν οὔπω ταῖς ναυσὶ τὸ ὑγρὸν τοῦτο προσήγγισε πῦρ, ἀπογνόντας
5προσρυῆναι τῷ βασιλεῖ. τὸ μὲν οὖν πλεῖον τοῦ ναυτικοῦ τῶν Ἀράβων οὕτω διώλετο. τοῖς δὲ κατὰ Βιθυνίαν αὐτῶν ληιζο‐ μένοις ἐντυχόντα στρατεύματα Ῥωμαίων πεζὰ πολλοὺς διεφθάρ‐ κασιν, ὥστε κἀκείνους δείσαντας ἀποδρᾶναι. τοὺς δὲ κατὰ Θρᾴκην τυγχάνοντας Ἄραβας λιμὸς ἐπίεζε κραταιός, ὅθεν οὐδε‐
10νὸς τῶν θνησκόντων ζῴων ἀπείχοντο. λέγεται δὲ καὶ σαρκῶν ἀνθρωπείων αὐτοὺς ἅψασθαι. ἀλλὰ καὶ νόσος αὐτοῖς ἐνέσκηψε λοιμικὴ καὶ διέφθειρε παμπληθεῖς. καὶ Βούλγαροι δὲ τούτοις ἐπελθόντες πολλὰς χιλιοστύας αὐτῶν, ὥς τινες ἀναγράφουσι, μαχαίρας ἔθεντο παρανάλωμα.
15 Ὁ δὲ τῆς Σικελίας στρατηγὸς Σέργιος τὴν τῶν Ἀράβων κατὰ τῆς πόλεως ἐπέλευσιν γνοὺς καὶ ὡς ἐν ἀκαταστασίᾳ τὰ
Ῥωμαίων τυγχάνουσι, τυραννίδι καὶ αὐτὸς ἐπεχείρησε· καὶ οὐχ253

254

ἑαυτὸν τῆς βασιλείου ἠξίωσε κλήσεως, ἀλλά τινα Γρηγόριον τῶν ὑπηρετουμένων αὐτῷ ἀναρρηθῆναι παρὰ τοῦ λαοῦ βασιλέα πεποίηκε, μετονομάσας τὸν ἄνδρα Τιβέριον, ὃς γνώμῃ τοῦ Σερ‐ γίου καί τινας εἰς ἀρχὰς προεβίβασε. ταῦτ’ ἀγγελθέντα τῷ
5Λέοντι διανέστησαν αὐτὸν τῷ τυραννήσαντι ἀντιτάξασθαι, καὶ Παῦλον τὸν τῶν βασιλικῶν ἱπποκόμων ἐπιστατοῦντα (χαρτου‐ λάριον ἡ Ῥωμαίων οἶδε τοῦτον λέγειν φωνή) πατρίκιον τιμήσας καὶ στρατηγὸν Σικελίας ὀνομάσας στέλλει κατὰ τοῦ ἀποστάτου, προστάγματα πρὸς τοὺς τῶν χωρῶν ἄρχοντας ἐγχειρίσας αὐτῷ
10συναίρεσθαι τῷ Παύλῳ κελεύοντα, καὶ πρὸς τὴν ἐν Σικελίᾳ δὲ στρατιὰν γραφὴν ἐγχαράξας δηλοῦσαν καλῶς ἔχειν Ῥωμαίοις τὰ πράγματα, ἤδη τῶν Ἀράβων ἡττημένων καὶ κατατροπω‐ θέντων, διὰ τοῦ Παύλου καὶ ταύτην τοῖς στρατιώταις ἐκπέ‐ πομφε. καταλαβόντα τοίνυν τὴν Σικελίαν τοῦτον ἀνωιστὶ καὶ
15εἰσελθόντα εἰς τὴν Συράκουσαν μαθὼν ὁ Σέργιος εὐθὺς ἀπέ‐254

255

δρα καὶ πρὸς Λογγιβαρδίαν ἐφοίτησε. τοῦ δὲ Παύλου προσ‐ ομιλήσαντος τῷ στρατιωτικῷ καὶ τὸ γράμμα τὸ βασίλειον ἀνα‐ γνόντος αὐτῶν εἰς ἐπήκοον, εὐθὺς ἐκεῖνοι τὸν μὲν βασιλέα εὐφήμησαν, τὸν δὲ Γρηγόριον καὶ τοὺς περὶ αὐτὸν δεσμίους
5τῷ Παύλῳ παρέδοσαν. καὶ ὃς τὸν μὲν Γρηγόριον ἀνεῖλε, τοὺς δ’ ἐκείνου ὑπασπιστὰς μαστίξας καὶ τὴν κόμην ἀποθρίξας αὐ‐ τοῖς ὑπερορίᾳ κατέκρινεν. ὁ δὲ Σέργιος πληροφορίαν λαβὼν μή τινος πειραθῆναι κακοῦ, πρὸς τὸν Παῦλον ἐκ Καλαβρίας ἀφίκετο. καὶ τὰ μὲν κατὰ τὴν Σικελίαν οὕτωϛ ἠρέμησαν.
10 Οἱ δὲ τὴν πόλιν πολιορκοῦντες Ἄραβες, παθόντες μᾶλλον ἢ δράσαντες, ἐπανελθεῖν εἰς τὰ οἰκεῖα ὡρμήκεσαν καὶ εἰς τὰς περιλειφθείσας ἐμβάντες νῆας ἀπῄεσαν. λαίλαπι δὲ περιπε‐ σόντες σφοδρῷ πάντες ἀπώλοντο σὺν ταῖς οἰκείαις τριήρεσι, δέκα μόνων νηῶν περιλειφθεισῶν, ὧν αἱ μὲν πέντε παρὰ Ῥω‐
15μαίων ἑάλωσαν, αἱ δὲ λοιπαὶ διαφυγοῦσαι τῆς συμφορᾶς ἀπήλ‐ θοσαν ἄγγελοι. Ἐτέχθη δὲ τῷ Λέοντι σκύμνος ὠμότερος τοῦ πατρὸς καὶ
τήν τε μητέρα τούτου κεκλημένην Μαρίαν ἔστεψεν ὁ Λέων255

256

καὶ τὸν υἱὸν ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ ἐβάπτισε, Κωνσταντῖνον ὀνομάσας αὐτόν. ὅτε λέγεται κόπρον αὐτὸν ἐκκρῖναι τῇ θείᾳ κολυμβήθρᾳ καταδυόμενον, κἀντεῦθεν ἐπονομασθῆναι Κοπρώ‐ νυμον, καὶ τὸν ἁγιώτατον πατριάρχην Γερμανὸν εἰπεῖν ὅτι
5“σημεῖον τοῦτό ἐστι τοῦ τῇ ἐκκλησίᾳ καὶ τοῖς εὐσεβεῖν ᾑρη‐ μένοις μέγα τὸ παιδίον τοῦτο χρηματίσαι κακόν.” Ὁ δὲ μάγιστρος Νικήτας ὁ Ξυλινίτης τῶν ὑπερλίαν τυγ‐ χάνων ὑπέθετο τῷ Ἀρτεμίῳ ἐν Θεσσαλονίκῃ τυγχάνοντι τοῖς Βουλγάροις προσελθεῖν καὶ συνεργίᾳ τούτων ἀπολήψεσθαι πάλιν
10τὴν βασιλείαν. καὶ ὃς πείθεται καὶ μετὰ πλήθους Βουλγάρων ἧκεν εἰς τὸ Βυζάντιον, οἰόμενος παρὰ τοῦ λαοῦ προσδεχθή‐ σεσθαι. τῶν δὲ τῆς πόλεως μὴ ἐπιστρεφομένων αὐτοῦ, οἱ Βούλγαροι τοῦτον πολλῶν χρημάτων τῷ Λέοντι προύδωκαν. καὶ οἱ μὲν ἀπῆλθον· ὁ δὲ σὺν τῷ Ξυλινίτῃ ἀνῄρητο, καὶ ἡ
15τοῦ Ξυλινίτου κτῆσις οὖσα πολλὴ δεδήμευτο ξύμπασα. καὶ ἄλλοι δὲ τῶν συνωμοτῶν τοῦ Ἀρτεμίου ἐκτάνθησαν, πρὸς οἷς καὶ ὁ τῆς Θεσσαλονίκης ἀρχιερεύς.
Εἶτα τὸν υἱὸν αὐτοῦ Κωνσταντῖνον ὁ Λέων βασιλέα πε‐256

257

ποίηκε, παρὰ τοῦ ὁσιωτάτου Γερμανοῦ τῆς ἐπὶ τῇ ταινιώσει τελετῆς τελεσθείσης. ἐντεῦθεν ὁ Λέων ἄρχεται τοῦ θεομαχεῖν καὶ κατὰ τῶν σεπτῶν εἰκόνων ἐλύττησε. καὶ τὸν πατριάρχην μεταπεμψάμενος Γερμανὸν μὴ δεῖν ἔλεγε τὰς εἰκόνας τιμᾶσθαι·
5εἰδωλολατρίαν γὰρ τὴν τούτων ἀπεκάλει προσκύνησιν. ὁ δὲ θεῖος ἐκεῖνος ἀνήρ “εὐφήμει, βασιλεῦ,” ἔφη “καὶ μὴ οὕτω φρόνει· ἀσεβὲς γὰρ ἄντικρυς τὸ ἐννόημα· καὶ οἶδα μὲν ᾀδό‐ μενον τὸ μέλλειν κινηθῆναι ταύτην τὴν αἵρεσιν. ἀλλὰ μὴ σύγε εἴης ὁ ταύτης εἰσαγωγεύς· Κόνων γάρ τις ὀνομαζόμενος ταύτης
10μέλλειν κατάρξασθαι λέγεται.” καὶ ὃς ὑπολαβὼν αὐτίκα φησίν “οὐκοῦν ἐγώ εἰμι· Κόνων γὰρ παρὰ τῶν γονέων νηπιόθεν ὠνόμασμαι.” τὸν μὲν οὖν ἀοίδιμον Γερμανὸν μὴ πεισθέντα συνθέσθαι τῇ γνώμῃ αὐτοῦ, μᾶλλον μὲν οὖν καὶ γενναιότατα ἀντιλέγοντα καὶ τὴν αὐτοῦ κακοδοξίαν ἐλέγχοντα τῆς ἐκκλησίας
15ἐξώθησεν, ἔτη ταύτην ἰθύναντα πεντεκαίδεκα, Ἀναστάσιον δέ τινα εἰς πατριάρχην ἑαυτῷ ὁμόφρονα προχειρίζεται. τοῦ δ’ οὖν οὕτω φρονῆσαι τὸν Λέοντα καὶ εἰς τοῦτο προελθεῖν ἀσε‐ βείας ἥκω τὴν αἰτίαν ἐρῶν.
Ἰζὶθ τῶν Ἀράβων ἄρτι γέγονεν ἀρχηγός· καὶ τούτῳ προσ‐257

258

ίασιν Ἐβραῖοι δύο τὸ ἐπιτήδευμα γόητες, οἱ δὲ ἀστρολογίαν ἔλεγον μετιέναι κἀντεῦθεν εἰδέναι τὰ μέλλοντα, καὶ τῷ Ἄραβι τὴν ἀρχὴν ἐπηγγέλλοντο καὶ τὴν ζωὴν πολυχρόνιον, εἰ τῶν ἐκκλησιῶν τῶν χριστωνύμων τὰ τοῦ Χριστοῦ καὶ τῆς αὐτὸν
5τεκούσης ἐκβαλεῖ τὰ ἐκτυπώματα. καὶ ὁ βάρβαρος οὐκ ἠμέλ‐ λησεν, ἀλλ’ ἐκ πάντων τῶν ἐν τῇ ὑπ’ αὐτὸν τελούσῃ χώρᾳ ναῶν τὰς σεπτὰς εἰκόνας ἠφάνισε. καὶ ἡ θεία δίκη τοῦτον μετῆλθεν οὐκ εἰς μακράν. οὔπω γὰρ παρῆλθεν ἐνιαυτὸς καὶ ὁ δείλαιος τὴν ζωὴν ἐζημίωτο. ὁ δὲ τούτου παῖς τῆς ἀρχῆς
10διάδοχος γεγονὼς τοὺς ψευδομάντεις ἐκείνους ἐζήτει, τῆς εἰς τὸν τεκόντα ἀπάτης τίσασθαι προθυμούμενος. ἀλλ’ ἔφθησαν ἐκεῖνοι φυγεῖν ἐκεῖθεν καὶ εἰς Ἰσαυρίαν κατήντησαν. ἔνθα περιτυχόντες τούτῳ τῷ Λέοντι, νεανίᾳ τυγχάνοντι, βαναύσῳ τὸ ἐπιτήδευμα, τὴν τῶν Ῥωμαίων προμαντεύονται βασιλείαν.
15τοῦ δὲ πρὸς τὴν οἰκείαν ἀφορῶντος τύχην, ἀφεστηκυῖαν πάνυ που πόρρω τοιαύτης ἀρχῆς, καὶ τοῖς ἐκείνων διαπιστοῦντος χρησμοῖς, ἐκεῖνοι συμβήσεσθαι τὴν πρόρρησιν ἀπισχυρίζοντο κραταιῶς καὶ ἀπῄτουν αὐτὸν δι’ ὅρκου πληροφορῆσαι αὐτούς,
ὅτε τύχοι τῆς βασιλείας, δοῦναι σφίσιν ὃ ἂν αἰτήσωνται. καὶ258

259

ὃς ὄμνυσιν ἦ μὴν τῆς βασιλείας τυχὼν ἐντελῆ αὐτῶν ποιῆσαι τὴν αἴτησιν. ὁ μὲν οὖν ὃν εἴρηται τρόπον τῆς τῶν Ῥωμαίων ἡγεμονίας ἐκράτησεν. οἱ δὲ τούτῳ ταύτην προμαντευσάμενοι ἔννατον ἤδη ἔτος τῆς αὐταρχίας ἀνύοντι προσῆλθον αὐτῷ καὶ
5ᾔτουν ἀποδοῦναι αὐτοῖς τῆς προρρήσεως τὸν μισθόν. καὶ ὁ Λέων ἕτοιμος ἦν πρὸς τοῦτο καὶ λέγειν ἠξίου τί τὸ αἰτούμενον. καὶ ἡ βέβηλος ἐκείνη τῶν Ἰουδαίων δυὰς “οὔτε πλοῦτον” εἶπε “δοθῆναι ἡμῖν ἐξαιτούμεθα οὔτε πρὸς δόξης ἀναχθῆναι περιω‐ πὴν οὔθ’ ἕτερόν τι τῶν τῆς βασιλείας λαμπρῶν, ἀλλ’ ἢ μόνον
10τὸ τὰ τοῦ Ναζωραίου καὶ τῆς αὐτὸν τεκούσης περιαιρεθῆναι πάντοθεν ἐκτυπώματα.” καὶ ὃς ἀβέβαιος ὢν περὶ τὴν πίστιν, ὥσπερ τι τῶν εἰκαίων καὶ ῥᾴστων τοῦτο ποιῆσαι συνέθετο· καὶ τοῦ δεκάτου ἄρτι ἐνιαυτοῦ τῆς αὐτοῦ τυραννίδος ἀρξάμενος καὶ τοῦ θεομαχεῖν ἤρξατο καὶ μετὰ φρικώδους βρυχήματος
15κατὰ τῶν σεπτῶν εἰκόνων ἐχώρησε καὶ διωγμὸν βαρύτατον ἤγειρε πολλούς τε ἀνθεστηκότας τῇ ἐξαγίστῳ γνώμῃ αὐτοῦ ἐκόλασε καὶ μάρτυρας ἀπειργάσατο. πρὸς δὲ τοῖς ἄλλοις οἷς κατὰ τῶν εὐσεβούντων εἰργάσατο καὶ τοῦτο πεποίηκεν. οἶκος
ἦν ἐν τῇ καλουμένῃ Βασιλικῇ ἔγγιστα τῶν Χαλκοπρατίων βα‐259

260

σίλειος, ἐν ᾧ καὶ βίβλοι τῆς τε θύραθεν σοφίας καὶ τῆς εὐγενεστέ‐ ρας καὶ θειοτέρας πολλαὶ ἐναπέκειντο. ἦν δ’ οὗτος ἀνέκαθεν τοῦ προύχοντος ἐν λόγοις κατοικητήριον, ὃν οἰκουμενικὸν ἐκάλουν διδάσκαλον· ὃς καὶ δώδεκα εἶχεν ἑτέρους συνοικοῦντας αὐτῷ,
5κἀκείνους τῆς λογικῆς παιδείας μετέχοντας κατὰ τὸ ἀκρότατον. τούτοις καὶ σιτήσεις ἀνεῖντο δημόσιαι, καὶ παρ’ αὐτοῖς ἐφοίτων οἷς ἔμελε λογικῆς παιδείας καὶ γνώσεως, οὓς καὶ ὁ βασιλεύων συμβούλους ἐν τοῖς πρακτέοις πεποίητο. τούτους οὖν εἰ ἕλοι καὶ τῆς αὐτοῦ ποιήσαιτο γνώμης, ἔκρινε τὸ πᾶν κατεργάσασθαι.
10καὶ τοὺς ἄνδρας μεταστειλάμενος τὴν περὶ τῶν σεβαστῶν εἰκό‐ νων γνώμην αὐτοῦ τὴν πονηρὰν αὐτοῖς ἐκοινώσατο. οἱ δὲ οὐχ ὅσον οὐχ ὡμοδόξουν αὐτῷ, ἀλλὰ καὶ αὐτὸν μεταστῆσαι τῆς γνώμης ταύτης ἐπεχείρουν ὁλοσχερῶς, πῇ μὲν καταψῶντες τὸν θῆρα τὸν λεοντώνυμον καὶ κατεπᾴδοντες αὐτοῦ τὰ σωτήρια,
15πῇ δὲ γενναιότερον ἀντιβαίνοντες καὶ διελέγχοντες τὴν ἀσέβειαν. ὁ δὲ ὡσεὶ ἀσπὶς ἔβυε τὰ ὦτα καὶ φωνῆς ἐπᾳδόντων οὐκ ἤκουεν οὐδ’ ἐφαρμακεύετο παρὰ τῶν σοφῶν. πολλάκις οὖν
αὐτοῖς προσῳμιληκὼς καὶ τὴν αὐτῶν μετάθεσιν ἀπογνούς, τοὺς260

261

μὲν ἀφῆκεν εἰς τὴν σφετέραν πορευθῆναι διατριβήν, τὸν οἶκον ἐκεῖνον δηλαδὴ τὸν βασίλειον, αὐτὸς δὲ κελεύσας εὔπρηστον ὕλην συναχθῆναι πολλὴν καὶ πέριξ τοῦ οἴκου τεθεῖσαν ἀν‐ αφθῆναι νυκτός, οὕτω τόν τε οἶκον σὺν ταῖς βίβλοις καὶ τοὺς
5σοφοὺς ἐκείνους ἄνδρας καὶ σεβασμίους κατέκαυσε. Διὰ ταῦτα ὁ τῆς πρεσβυτέρας Ῥώμης τότε τὴν ἐκκλησίαν ἰθύνων Γρηγόριος τῆς πρὸς τὸν τῆς νέας Ῥώμης προεδρεύοντα καὶ τοὺς ἐκείνῳ ὁμόφρονας ἀποστὰς κοινωνίας, ἐκείνους μὲν σὺν τῷ βασιλεῖ συνοδικῷ καθυπέβαλεν ἀναθέματι, τοὺς δὲ
10μέχρι τότε τῇ βασιλείᾳ κομιζομένους ἐκεῖθεν φόρους ἐπέσχε, τοῖς Φράγγοις σπεισάμενος· οὐ γὰρ τοῦ τῶν Ῥωμαίων γένους οἱ Φράγγοι, ἀλλὰ Γερμανικὸν ἔθνος τούτους εἶναί φησι τὴν ποικίλην ἱστορίαν ὁ Καισαρεὺς Προκόπιος συνταξάμενος, περὶ τὸν Ῥῆνον ποταμὸν καὶ τὸν Ῥοδανὸν καὶ τὰς ἐκεῖσε λίμνας
15πάλαι κατῳκημένον. τοῦ δὲ Βελισαρίου στρατηγοῦντος Ῥωμαίων ἐπὶ τοῦ προτέρου Ἰουστινιανοῦ καὶ Γότθοις ἀντιπαλαμωμένου
περὶ Ἰταλίας καὶ τῶν ἐν ταύτῃ πόλεων καὶ τῆς Ῥώμης αὐτῆς261

262

(παρὰ γὰρ τῶν Γότθων κατείχοντο), τότε καὶ τούτους ἱστορεῖ τῇ Ἰταλίᾳ ἐπεμβαλεῖν. τοὺς μέντοι Γότθους μὴ οἵους τε ὄντας καὶ Ῥωμαίοις καὶ Φράγγοις ἀντικαθίστασθαι πρὸς τοὺς Φράγ‐ γους θέσθαι σπονδὰς καὶ τὸν πρὸς ἐκείνους διαλύσασθαι πόλε‐
5μον, παρακεχωρηκότας αὐτοῖς τῶν Γαλλιῶν, ὅσαιπερ αὐτοῖς προσεγένοντο. καὶ τὴν πρᾶξιν ταύτην καὶ αὐτὸν ἐπιρρῶσαι τὸν Ἰουστινιανόν, δεηθέντων τῶν Φράγγων, πραγματευόμενον τὸ μὴ Ῥωμαίοις πολεμοῦσι πρὸς Γότθους ἐναντιοῦσθαι τοὺς Φράγγους, ἀλλ’ εἶναι τὰ πρὸς Ῥωμαίους τούτοις διὰ τὴν ἐπίρ‐
10ρωσιν φίλια. κἀντεῦθεν τοὺς Γερμανοὺς Μασσαλίαν τε τὴν Φωκαέων ἀποικίαν καὶ τὰ ἐπὶ θαλάσσῃ χωρία σχεῖν ἅπαντα καὶ τῆς ἐκεῖ κρατῆσαι θαλάσσης, πολλὰ δὲ καὶ τῶν Βενετίων κατασχεῖν. οὕτως οὖν οἱ Φράγγοι πεπλησιακότες τοῖς Ἰταλοῖς οὐ διέλιπον ἔκτοτε ἐπιόντες τοῖς ἐκεῖσε Ῥωμαίοις καὶ τὰ ὑπ’
15αὐτοὺς ληιζόμενοι. ἀποστατήσας οὖν, ὡς εἴρηται, τῆς τοῦ βα‐ σιλέως ὑπακοῆς ὁ πάπας Γρηγόριος διὰ τὴν ἐκείνου κακοδοξίαν τοῖς Φράγγοις ἐσπείσατο, πρότερον πολλάκις σπεύσας διὰ γραμ‐
μάτων τὸν Λέοντα τῆς μισοθεΐας μετενεγκεῖν καὶ μεταπεῖσαι262

263

τὰς ἱερὰς εἰκόνας σεβάζεσθαι· ἀλλ’ ἐδόκει σμήχειν Αἰθίοπα. οὐ μόνον γὰρ ὀρθὸν οὐδέν τι ἐφρόνησεν, ἀλλὰ καὶ ἐκμανεὶς κατὰ τῶν ὀρθοδόξων πολλοὺς ἐκόλασε καὶ ὁμολογίας στεφάνων ἠξίωσε. τούς τε Καλαβροὺς καὶ τοὺς Σικελοὺς φόροις νέοις
5ἐβάρυνε, κεφαλητίωνα τελεῖν κατὰ τοὺς Ἰουδαίους δογματίσας αὐτοὺς καὶ τὰ ἐν αὐτοῖς τικτόμενα ἄρρενα ἀπογράφεσθαι. Ἤδη δὲ τοῦ υἱοῦ αὐτοῦ Κωνσταντίνου τελοῦντος εἰς μεί‐ ρακας, ζεύγνυσιν αὐτῷ γαμετὴν τὴν θυγατέρα Χαγάνου τοῦ τῶν Σκυθῶν ἡγεμονεύοντος, βαπτίσας αὐτὴν καὶ ὀνομάσας
10Εἰρήνην. ἥτις οὐ συνυπήχθη τῇ τοῦ ἀνδρὸς κακοδοξίᾳ, ἀλλὰ μυηθεῖσα τὸ δόγμα τὸ εὐσεβὲς ἔμεινεν ἀμετάτρεπτος. σεισμοῦ δὲ συμβεβηκότος σφοδροῦ κατὰ τὸ Βυζάντιον ναοί τε πολλοὶ καὶ οἰκίαι συνέπεσον καὶ πλῆθος ἀνθρώπων συγκέχωστο τοῖς συμ‐ πτώμασιν. ὅτε καὶ ἡ τοῦ Ἀρκαδίου στήλη ἐν τῷ τοῦ Ξηρο‐
15λόφου κίονι ἱδρυμένη κατέπεσε καὶ ὁ ἐν τῇ Χρυσῇ πόρτῃ ἀν‐ δριὰς τοῦ μεγάλου Θεοδοσίου, ἀλλὰ μὴν καὶ τὰ κατὰ τὴν
χέρσον τείχη τῆς πόλεως, ἥ τε τοῦ Νικομήδους πόλις καὶ πρὸς263

264

ταύτῃ ἡ Νίκαια αἱ μητροπόλεις αἱ Βιθυνιακαί. τὴν γοῦν τῶν τειχῶν κατάπτωσιν ὁ τύραννος Λέων κέρδους μελετήσας θέσθαι λαβήν, διεκηρυκεύσατο πρὸς τὸν δῆμον τῆς πόλεως ὡς “ὑμεῖς οὐκ ἂν δυνηθείητε ταχέως ἀνεγεῖραι τὰ τείχη· ἀσύμφορον δ’
5ὑμῖν ἐπὶ πολὺ μένειν τὴν πόλιν ἀτείχιστον. διὸ προστέτακται παρ’ ἡμῶν προσθήκην ἐν τοῖς δημοσίοις φόροις γενέσθαι φό‐ λεις εἴκοσι καὶ τέσσαρας ἐφ’ ἑκάστῳ νομίσματι, ἵνα τούτων τῷ βασιλικῷ ταμείῳ παρεχομένων τὰ ὑποκλάσαντα τῶν τειχῶν ἀνακαινισθῶσιν ἐξ ἀναλωμάτων βασιλικῶν.” ἔκτοτε τοίνυν καὶ
10μέχρι τοῦδε ἡ εἴσπραξις ἐπεκράτησεν αὕτη. Οὕτως οὖν ἐπὶ κακῷ τῆς πολιτείας ὁ δείλαιος Λέων βα‐ σιλεύσας ἔτη τέσσαρα πρὸς τοῖς εἴκοσι δυσεντερίαν νοσήσας ἀθλίως τὴν ψυχὴν ἐξηρεύξατο. Διεδέξατο δὲ τὴν τῶν Ῥωμαίων ἀρχὴν μετὰ τῆς πατρικῆς
15δυσσεβείας ὁ δυσώνυμος ἐκείνου υἱός, οὐ κατὰ τῶν σεπτῶν εἰκόνων λυττήσας μόνον, ἀλλὰ καὶ γοητείαις προσκείμενος καὶ
ἱερείων ἀνατομαῖς καὶ νεκυομαντείαις καὶ ἀρρητοποιίαις καὶ264

265

ὅλως οὐδενὸς κακοῦ ἀπεχόμενος, καὶ ποικίλος ὢν τὴν κακίαν καὶ οὐ μονοειδής. οὐ γὰρ χριστιανός, οὐχ Ἕλλην, οὐκ Ἰου‐ δαῖος ἐτύγχανεν ὤν, ἀλλ’ ἀσεβείας τις κυκεὼν καὶ οἷα τὰ Λι‐ βυκὰ θηρία ἱστόρηται φύεσθαι ἐκ μίξεως ἑτερογενῶν, πολυειδῆ
5καὶ σύμμικτα τὴν ἰδέαν καὶ τὴν θηριωδίαν γεννώμενα· διὰ ταῦτα πρὸς πάντων μεμίσητο. Καὶ κατὰ τὸ δεύτερον ἔτος τῆς τυραννίδος αὐτοῦ (οὐ γὰρ φαίην ἂν βασιλείας) ἐκστρατεύσας κατὰ Ἀράβων καὶ ἐν τῷ θέματι τοῦ Ὀψικίου γενόμενος, οὗ δὴ θέματος τὴν ἀρχὴν ὁ γαμβρὸς αὐτοῦ
10περιέζωστο ὁ κουροπαλάτης Ἀρτάβασδος, ἐπεβούλευε τούτῳ δὴ τῷ οἰκείῳ γαμβρῷ. οἵ τε γὰρ τοῦ δήμου καὶ οἱ τῆς γερουσίας, ἀλλὰ μέντοι καὶ τὸ στρατιωτικόν, ἀπεχθανόμενοι τῷ Κωνσταντίνῳ, ὡς εἴρηται, τῷ Ἀρταβάσδῳ ὀρθοδόξῳ τυγχάνοντι τὴν βασιλείαν ἐπεψηφίζοντο. γνοὺς τοίνυν τὴν ἐπιβουλὴν ὁ Ἀρτάβασδος καὶ
15διαλεχθεὶς τῷ λαῷ ἐπιτίθεται τῷ Κωνσταντίνῳ. ἀλλ’ ἔφθη διαφυγεῖν ὁ Κοπρώνυμος καὶ εἰς τὸ Ἀμόριον προσφυγεῖν καὶ
διαπεμψάμενος πρὸς τὸν τοῦ ἀνατολικοῦ στρατηγὸν τὸν Λαγ‐265

266

κηνὸν καὶ πρὸς τὸν τοῦ Θρᾳκησίου, τὸν Σισινάκιον, λαμπραῖς ὑποσχέσεσι πέπεικεν αὐτοὺς συμμαχῆσαι αὐτῷ. ἐντεῦθεν ἐμ‐ φύλιοι πόλεμοι καὶ ὑπ’ ἀλλήλων οἱ Ῥωμαῖοι ἐφθείροντο. ἕκα‐ στοι γὰρ τοῦ σφετέρου βασιλέως ἀντείχοντο, ἐπείπερ ἀνερρήθη
5ἤδη καὶ ὁ Ἀρτάβασδος βασιλεύς. κατὰ δὲ τὴν τῶν πόλεων βασιλεύουσαν τῶν δημοσίων οἰκονόμος πραγμάτων παρὰ τοῦ Κωνσταντίνου ὁ μάγιστρος Θεοφάνης εἰάθη, ὃς τῷ Ἀρταβάσδῳ προσκείμενος καὶ γραφὴν ἐξ ἐκείνου δεξάμενος δημοσίᾳ θανεῖν τὸν Κωνσταντῖνον ἐκήρυξε καὶ τὸν Ἀρτάβασδον ὑπὸ τῶν στρα‐
10τευμάτων αἱρεθῆναι εἰς βασιλέα. καὶ οὕτως ὁ δῆμος τῆς πό‐ λεως εἰς τὴν μεγάλην ἐκκλησίαν συναθροισθεὶς τὸν μὲν Κων‐ σταντῖνον ἀναθέματι καθυπέβαλον, εὐφήμουν δὲ τὸν Ἀρτάβασδον, τούτοις συνευδοκοῦντος καὶ τοῦ πατριάρχου Ἀναστασίου. δεχθεὶς δὲ ὁ Ἀρτάβασδος καὶ παρὰ πάντων βασιλεὺς ἀναγορευθείς,
15αὐτίκα τὰς σεβασμίας εἰκόνας πανταχοῦ ἀνεστήλωσεν. ὁ δὲ πατριάρχης Ἀναστάσιος διώμνυτο λέγειν αὐτῷ τὸν Κοπρώνυμον ὅτι “ὁ Χριστὸς οὐχ υἱός ἐστι τοῦ θεοῦ, ἄνθρωπος δὲ ψιλὸς γεννηθεὶς ἐκ τῆς Μαρίας, ὡς ἐγὼ ἐκ τῆς ἐμῆς μητρὸς ἐτέχθην
Μαρίας.” ἐξελθόντος οὖν τῆς μεγαλοπόλεως τοῦ Ἀρταβάσδου,266

267

μάχαι πάλιν ἐγίνοντο. ὁ δὲ Κωνσταντῖνος ἐκ Χαλκηδόνος πε‐ ραιωθεὶς τὴν πόλιν ἐπολιόρκει, περὶ τὰ χερσαῖα τείχη βαλό‐ μενος χάρακα. προσβαλὼν δὲ τούτῳ καὶ ἡττηθεὶς ὁ Ἀρτά‐ βασδος τῆς πόλεως ἐντὸς συνέκλεισεν ἑαυτὸν καὶ τοῦ ταύτην
5φρουρεῖσθαι ἀσφαλῶς ἐπεμέλετο. τοῦ δὲ Κοπρωνύμου θαλασ‐ σοκρατοῦντος καὶ μὴ ἐῶντος τὰς φορτηγοὺς ὁλκάδας ἐν τῇ πόλει καταίρειν, λιμὸς τοὺς ἐν ταύτῃ ἐπίεζεν, ὥστε πολλοὺς ἐκ τούτου διόλλυσθαι. καὶ τὸν τοῦ Ἀρταβάσδου υἱὸν Νικήταν συνέσχε καὶ πεδήσας ἐδείκνυεν αὐτὸν τῷ πατρί. εἶτα προσβα‐
10λὼν αὖθις τῇ πόλει ταύτης ἐκράτησεν. ὁ δὲ Ἀρτάβασδος ἀπο‐ δρὰς εἰς φρούριόν τι τοῦ θέματος Ὀψικίου συνέκλεισεν ἑαυτὸν καὶ κατασχεθεὶς πηροῦται τοὺς ὀφθαλμοὺς σὺν τοῖς δυσὶν υἱέσιν αὐτοῦ. τῶν δὲ τῷ Ἀρταβάσδῳ συμμαχησάντων πολλοὶ ἀνῃ‐ ρέθησαν παρὰ τοῦ Κοπρωνύμου, καὶ πρὸ τῶν ἄλλων Βακτάγ‐
15γιος ὁ πατρίκιος, τῶν ἐπισήμων ἀνήρ, οὗ τὴν γυναῖκα μετὰ πλείστους ἐνιαυτοὺς ἐβίασεν ὁ τύραννος ἀπελθεῖν εἰς τὴν Χώραν,
ἔνθα ἐκεῖνος ἐτέθαπτο, καὶ ἀνασκάψαι τὰ τοῦ ἀνδρὸς αὐτῆς267

268

ὀστᾶ καὶ δι’ ἑαυτῆς ἀπενεγκεῖν αὐτὰ καὶ ῥῖψαι εἰς τὰ Πελαγίου, ἔνθα ἐρρίπτοντο οἱ κατάκριτοι. ἁμίλλης δὲ τελουμένης ἵππων, τὸν Ἀρτάβασδον καὶ τοὺς παῖδας αὐτοῦ ἐν μέσῳ τῷ θεάτρῳ διαγαγὼν ἐθριάμβευσεν. ἀλλὰ μὴν καὶ τὸν πατριάρχην Ἀνα‐
5στάσιον ἀπὸ τοῦ Διιππίου εἰσαχθῆναι κελεύσας ὄνῳ ἐφεζόμενον ἀντιστρόφως, ἵν’ ὁρᾷ πρὸς οὐράν, ἀτίμως οὕτω καὶ αὐτὸν ἐθριάμβευσε πρότερον δημοσίως τυφθέντα, ὥστε τὴν πρόρρησιν τοῦ ἀοιδίμου πατριάρχου Γερμανοῦ εἰς ἔργον ἐκβῆναι. ὄπισθεν γάρ ποτε τοῦ εἰρημένου πατριάρχου βαδίζοντος τοῦ Ἀναστασίου
10καὶ πατήσαντος τὸ ἐκείνου ὠμόφορον, στραφεὶς ὁ ἱερὸς Γερ‐ μανὸς ἔφη “μὴ σπεῦδε· τὸ Διίππιόν σε ἐκδέχεται.” ὃν καὶ μετὰ τὴν ἄτιμον περιαγωγὴν ὡς ὁμόφρονά οἱ τῆς ἐκκλησίας αὖθις κρατεῖν καὶ ἱερᾶσθαι παρακεχώρηκε. Τῶν Ἀράβων δὲ διαφερομένων ἀλλήλοις καὶ μάχαις ἐμ‐
15φυλίοις ἀσχολουμένων, ἀδείας λαβόμενος ὁ Κοπρώνυμος ἐκστρα‐ τεύει κατὰ Συρίας καὶ λαμβάνει τὴν Γερμανίκειαν. σεισμοῦ δὲ γενομένου κατὰ Παλαιστίνην καὶ Συρίαν μεγίστου, πολλαὶ καὶ ἐκκλησίαι καὶ μοναστῶν κατέπεσον καταγώγια καὶ οἰκίαι
καὶ μυριάδες ἀνθρώπων ἀπώλοντο. ἀλλὰ καὶ ἐκ νόσων φθορὰ268

269

πολλὴ τῶν ἀνθρώπων συμβέβηκε κατά τε Σικελίαν καὶ Καλα‐ βρίαν καὶ καθ’ Ἑλλάδα καὶ χώρας ἑτέρας, ἣ καὶ ἕως αὐτοῦ τοῦ Βυζαντίου κατήντησε· καὶ τοσοῦτον ἦν τὸ τῶν θνησκόντων πλῆθος ὡς μὴ οἷόν τε εἶναι τοὺς θνήσκοντας ἐκκομίζεσθαι·
5διὸ ἁμάξαις αὐτοὺς κατὰ πλείονας ἐπιτιθέντες ἐξέφερον. τῷ μέντοι Κοπρωνύμῳ ἡ τοῦ Χαγάνου θυγάτηρ ἔτεκε παῖδα, ὃν ὠνόμασε Λέοντα καὶ ἀνηγόρευσε βασιλέα, στεφθέντα διὰ Ἀνα‐ στασίου τοῦ ὁμοδοξοῦντος αὐτῷ πατριάρχου. Ἐκράτησε δὲ ὁ Κωνσταντῖνος τῆς Θεοδοσιουπόλεως καὶ
10τῆς Μελιτηνῆς, ὅθεν ὑπερφρονήσας σφοδρότερον κατὰ τῆς ἐκ‐ κλησίας καὶ τῆς ὀρθοδόξου πίστεως ἔπνευσε, δόγματα ἐκτιθέ‐ μενος, δι’ ὧν τὸν συρφετώδη ὄχλον ὑπέσυρεν ἕπεσθαι τῷ αὐτοῦ ἀσεβεστάτῳ φρονήματι. τότε καὶ ὁ πατριάρχης Ἀναστάσιος ἀσεβῶς τῆς ἐκκλησίας κατορχησάμενος ἐπὶ χρόνους εἴκοσι πρὸς
15τοῖς τέσσαρσι κατέστρεψε τὴν ζωήν. ὁ δὲ Κοπρώνυμος ἐπι‐ σκόπων ὁμοφρόνων αὐτῷ πολλῶν συναγωγὴν ποιησάμενος, ὧν κατῆρχε Θεοδόσιος ὁ Ἐφέσου καὶ Παστιλᾶς ὁ Πέργης, δι’
αὐτῶν ἃ ἐβούλετο ἐδογμάτισε, μή τινος ἢ ἐκ Ῥώμης τῆς πρε‐269

270

σβυτέρας. ἢ ἐκ τῶν ἄλλων παρόντος πατριαρχῶν· καὶ τὴν τοιαύτην συνδρομὴν τῶν ἀνιέρων ἐκείνων σύνοδον οἰκουμενικὴν καλέσαι οὐκ ἀπενάρκησε. μεθ’ ὧν εἰς τὸν ἐν Βλαχέρναις τῆς θεοτόκου ναὸν ἀφικόμενος καὶ ἐν τῷ ἄμβωνι ἀναβεβηκὼς Κων‐
5σταντῖνόν τινα μοναχόν, ἐπίσκοπον Συλαίου γενόμενον, ἀναβι‐ βάσας ἐκεῖ ἐξεφώνησε “Κωνσταντίνου οἰκουμενικοῦ πατριάρχου πολλὰ τὰ ἔτη.” καὶ μετ’ ὀλίγας ἡμέρας ἐν τῷ φόρῳ παρα‐ γενόμενος ὁ τύραννος οὗτος μετὰ τοῦ πατριάρχου αὐτοῦ καὶ τῶν ὁμογνωμονούντων αὐτῷ ἐπισκόπων, ἐνώπιον παντὸς τοῦ
10λαοῦ τὴν τῶν σεπτῶν εἰκόνων προσκύνησιν ἀπηγόρευσαν, εἰδω‐ λολάτρας τοὺς ταύτας σεβομένους καλέσαντες, καὶ ἀναθέματι καθυπέβαλον τόν τε ἀοίδιμον Γερμανὸν καὶ τὸν ἐκ Κύπρου Γεώργιον πατριάρχην τῆς Κωνσταντίνου γενόμενον καὶ τὸν μέ‐ γαν ἐπὶ σοφίᾳ καὶ ἀρετῇ Ἰωάννην τὸν Δαμασκηνόν, ὃς πολ‐
15λάκις τὸν θεομάχον ἤλεγξε τοῦτον καὶ τὸν αὐτοῦ πατέρα δι’ ἐπιστολῶν ἀσεβεῖν. Ἐκστρατεύσας δὲ κατὰ Βουλγάρων ὁ Κωνσταντῖνος καὶ συμβαλὼν αὐτοῖς καὶ πολλοὺς ἀποβαλὼν οὐ τῶν τυχόντων μόνον στρατιωτῶν, ἀλλὰ καὶ τῶν ἐπισήμων καὶ στραταρχῶν,
20μεθ’ ἥττης ἐπανέζευξεν.270

271

Ἀνέκαθεν δὲ χριστιανοὶ παρὰ τοῖς Ἀγαρηνοῖς τοὺς τῶν δασμῶν μεταχειριζόμενοι κώδικας (οὐ γὰρ οἴδασιν ἀριθμεῖν ἐκεῖνοι, ἀλλ’ οὐδὲ γράφειν ψήφους λεπτάς, τρίτα φημὶ καὶ τέ‐ ταρτα καὶ ὄγδοα καὶ δωδέκατα καὶ τὰ τούτων ἔτι λεπτότερα),
5φθόνῳ τότε τὴν τούτων μεταχείρισιν ἐκωλύθησαν. μὴ δυνη‐ θέντων δὲ τῶν τῆς Ἄγαρ δι’ ἑαυτῶν τὸ τοιοῦτον ἀνύειν ἔργον, αὖθις τὴν τῶν γραφῶν τούτων οἰκονομίαν ἐνεχειρίσθησαν. Ὁ μέντοι δυσώνυμος τύραννος Ἀνδρέαν τινὰ μοναχόν, Καλυβίτην λεγόμενον, ὅσιον ἄνδρα, ἐλέγχοντα αὐτὸν καὶ ἀσεβῆ
10καλοῦντα, καὶ ἄλλον Ἰουλιανὸν καὶ Οὐάλεντα μαστιζόμενον ἔκτεινεν. Οἱ Βούλγαροι δὲ τοὺς αὐτῶν ἀρχηγούς, οἳ ἐκ σειρᾶς κατή‐ γοντο ἡγεμονικῆς, ἀνελόντες ἕτερον εἵλοντο μὴ τῇ ἡγεμονίᾳ προσήκοντα, Τελέτζην καλούμενον. ἐπιστρατεύσας δὲ κατ’ αὐτῶν
15ὁ βασιλεὺς διά τε γῆς καὶ θαλάσσης καὶ γενόμενος κατὰ τὴν Ἀγχίαλον κἀκεῖ συμβαλὼν αὐτοῖς, τοῦ πολέμου ἐξ ὥρας πέμπτης τῆς ἡμέρας ἕως ἑσπέρας ἐπικρατήσαντος, καὶ πεσόντων πολλῶν
ἑκατέρωθεν, ὅμως μέντοι νικᾷ· καὶ ὁ μὲν τῶν Βουλγάρων271

272

ἀρχηγὸς ἀπέδρα, φόνος δὲ πολὺς τῶν βαρβάρων ἐγένετο, καὶ οὐ μείους ἐλήφθησαν δορυάλωτοι, πολλοὶ δὲ καὶ τῷ βασιλεῖ προσεχώρησαν. κἀντεῦθεν ἐπαρθεὶς θρίαμβον ἐπὶ τῇ νίκῃ κατήγαγεν, αὐτὸς μὲν πανοπλίτης διιὼν μεθ’ ὡπλισμένης τῆς
5στρατιᾶς, τοὺς δὲ αἰχμαλώτους δεσμίους ἄγων, τοῖς ὅπλοις αὐτοῦ τὴν νίκην, ἀλλ’ οὐ τῇ θείᾳ δυνάμει ἐπιγραφόμενος. καὶ μετὰ τὸν θρίαμβον τοὺς αἰχμαλώτους πάντας ἀναιρεθῆναι προσέταξε. Γέγονε δὲ χειμὼν ἐν ταῖς ἡμέραις τῆς αὐταρχίας αὐτοῦ μέγας, ὥστε μὴ μόνον τοὺς ποταμοὺς ἐκ τοῦ ψύχους κρυσταλ‐
10λωθῆναι διόλου, ἀλλὰ καὶ αὐτὴν τὴν θάλασσαν τὴν ἀρκτῴαν ἐπὶ στάδια πάνυ πολλὰ καὶ τὸν τοῦ Στενοῦ πορθμὸν καὶ τὸν ἐκ τῆς πόλεως πρὸς Χρυσόπολιν. εἶτ’ αὖθις τῷ κρυστάλλῳ χιόνος ἐπιπεσούσης κἀκείνης ἐκ τοῦ κρύους συμπιληθείσης καὶ κρυσταλλωθείσης, πεζοποροῦντες οἱ ἄνθρωποι διῄεσαν τὸν πορ‐
15θμὸν τοῦ Στενοῦ καὶ τὸν ἐκ τῆς πόλεως πρὸς Χρυσόπολιν, ἀχθοφοροῦντά τε ὑποζύγια καὶ βόες ἁμάξας ἕλκοντες σὺν φόρτῳ
πολλῷ. τοῦτο δὲ καὶ ἐν ταῖς ἄλλαις θαλάσσαις τότε γενέσθαι272

273

λέγεται. εἶτα τοῦ ἀέρος θαλφθέντος διῄρητο τῶν κρυστάλλων τὸ συνεχὲς καὶ εἰς τμήματα διακέκοπτο. πνεῦμα δὲ πνεῦσαν ἀθρόον σφοδρόν τε καὶ βίαιον ἤλαυνε διὰ τῆς θαλάσσης τὰ τμήματα οὐδὲν ἀπεοικότα βουνῶν μεγάλων ἢ νήσων πολυπλέ‐
5θρων τινῶν· οἷς καὶ ζῷα ἄγριά τε καὶ χειροήθη συνεπεπήγεσαν πεδηθέντα τῷ κρυστάλλῳ καὶ ἀποψύξαντα. τούτων τῶν κρυ‐ στάλλων τινὰ τοῖς παράλοις τῆς πόλεως τείχεσι τῇ βίᾳ τῶν ἀνέμων καθ’ ὑδάτων μετὰ ῥύμης σφοδρᾶς κυλινδούμενα ὡς προσήραττον, κατέβαλον εὐθὺς τὰ προσαραττόμενα, καὶ οὐ τὰ
10τείχη μόνον ἠρίπωντο, ἀλλὰ καὶ οἰκίαι τούτοις πλεῖσται συγ‐ κατεσείοντο. καὶ αὐχμὸς δ’ ἐπὶ τούτου πολὺς συνέβη, ὡς καὶ τοὺς ἀεννάους ποταμοὺς ξηρανθῆναι καὶ τὰς πηγὰς τελείως ἐπιλιπεῖν. οὐδὲν δ’ ἐκ τούτων ἐβελτιώθη ἡ ἀσύνετος ἐκείνου ψυχή, ἀλλὰ τὸν πατριάρχην αὐτοῦ προσκαλεσάμενος ἔφη ἐν
15ἀπορρήτοις αὐτῷ “εἰπέ μοι, εἰ χριστοτόκον τὴν Μαρίαν καλοῦ‐
μεν, τίς ἐκ τούτου ἔσεται βλάβη;” ὁ δὲ αὐτίκα εἰς ἱκετείαν273

274

ἐτράπετο λέγων “μὴ τοῦτο ἄλλοτε ἢ πρὸς ἄλλον ἐκφήνῃς, ὦ βασιλεῦ· τοῦ Νεστορίου γάρ ἐστι τὸ ἐννόημα. ἢ οὐκ οἶδας ὅπως ἐκεῖνος παρὰ πάσης στηλιτεύεται ἐκκλησίας πιστῶν καὶ ἀναθέματι κατακέκριται;” ὁ δὲ ἀνταπεκρίθη αὐτῷ ὅτι “οὐχ
5ὡς οὕτω φρονῶν εἶπον τοῦτο, ἀλλὰ μαθεῖν ἐθέλων ἠρώτησα.” ἐς τοσοῦτον δ’ ἐξηνέχθη θεομαχίας ὡς καὶ τὰ τῶν ἁγίων λεί‐ ψανα παραδιδόναι πυρὶ καὶ τὸ ἅγιος κελεῦσαι μήτε ἐπὶ τῆς θεοτόκου λέγεσθαι μήτε μὴν ἐπί τινος τῶν εὐαρεστησάντων θεῷ, ἀλλ’ ὁ ἀπόστολος Πέτρος καὶ Παῦλος λέγειν καὶ ὁ μάρτυς
10Γεώργιος ἢ ὁ Θεόδωρος καὶ ἐπὶ τῶν λοιπῶν ὁμοίως. τῆς δὲ τῶν ἀνιέρων ἀρχιερέων συναγωγῆς, περὶ ἧς ἤδη μοι εἴρηται, γραφῇ τὰ παρ’ αὐτῶν ἀσεβῶς δογματισθέντα παραδιδόντων, τόμον συνοδικὸν αὐτὰ καλέσας ὁ ἀσεβέστατος ἀπῄτει ἀρχιερεῖς τε πάντας καὶ τῶν μοναζόντων τοὺς διαβοήτους ἐπ’ ἀρετῇ
15ταῦτα ὑποσημήνασθαι. εἰ γὰρ καὶ διωγμὸν κατὰ τῶν μοναχῶν βαρύτατον ἔθετο, ὡς μή τινα σχεδὸν ἐν τῇ πόλει περιλειφθῆναι ἢ τέως δημοσιεύειν μονάζοντα, ἀλλ’ ἔτι ἦσαν πολλοὶ κρυπτό‐
μενοι καὶ ἕτεροι τῆς πόλεως ἐκτὸς πεποιημένοι τὴν ἄσκησιν.274

275

ὅσοι μὲν οὖν φόβῳ τῆς ἐκείνου θηριωδίας ὑπέκυπτον καὶ τὴν ἄθεον ἐκείνην ἐβεβαίουν γραφήν, ζῆν εἰῶντο καὶ ἀπαθεῖς ἀφεῖντο, ὅσοι δὲ μὴ ἐπείθοντο, πικραῖς κολάσεσι καὶ βιαίοις θανάτοις τοῦ ζῆν ἐστερίσκοντο. ὅτε καὶ ὁ μέγας ἐν ἀσκηταῖς
5καὶ ἐν ἀθληταῖς περιβόητος Στέφανος, μὴ πεισθεὶς ὃν ἐκεῖνος ἐκάλει τόμον δέξασθαί τε καὶ βεβαιῶσαι, πολλὰ παθὼν τέλος ἀνῄρητο ἀπηνῶς καὶ συρόμενος ἐκ τῆς τοῦ πραιτωρίου εἱρκτῆς ἄχρι τῶν Πελαγίου ἐκεῖ μετὰ τῶν κατακρίτων ἐρρίφη, ὅπου τέμενος ἦν τοῦ μάρτυρος Πελαγίου, ὃ καθελὼν ὁ μισόθεος
10καὶ βόθρον ὀρύξας βαθύτατον ἐκεῖ τοὺς καταδίκους ῥιπτεῖσθαι προσέταξε. πολλοὺς δὲ καὶ τῶν ἐν τέλει καὶ τῶν τῆς συγκλήτου βουλῆς διὰ τὴν τιμὴν τῶν ἁγίων εἰκόνων ἐτιμωρήσατο καὶ ὅρκον ἐκ πάντων ἀπῄτησε μή τινα σέβας νέμειν ταῖς θείαις εἰκόσιν, ἀλλὰ καὶ ἐξ αὐτοῦ Κωνσταντίνου, ὃν αὐτὸς τῆς ἐκκλη‐
15σίας προέστησε, τὸν ὅρκον τοῦτον ἀπῄτησε, καὶ ὃς ἐν τῷ ἄμ‐ βωνι ἀναβὰς ὤμοσε.
Κατὰ Βουλγάρων δὲ μετὰ στόλου πολλοῦ ἐξελθὼν εἰς275

276

Ἀγχίαλον τὰς νῆας προσώρμισε, καὶ πνεύσαντος ἀνέμου σφο‐ δροῦ συνετρίβησαν σχεδὸν ἅπασαι, καὶ πλήθη πολλὰ τοῦ τε ναυτικοῦ καὶ τοῦ στρατιωτικοῦ ἀπώλοντο ἐν τοῖς ὕδασιν· ὅθεν ἄπρακτος ἐπανῆλθεν.
5 Ἐκμαινόμενος μέντοι κατὰ τῶν μοναχῶν, ἱππηλασίας ἀγο‐ μένης ἐν τῷ θεάτρῳ, πολλοὺς αὐτῶν κατασχὼν ἐθριάμβευσε διὰ τοῦ θεάτρου περιαγαγών, ἄσεμνα ἐν ταῖς χερσὶ κατέχοντας γύναια. καί τινας τῶν ἐπισήμων ἀρχόντων τοὺς μὲν φθόνῳ δι’ ὡραιότητα καὶ ῥωμαλεότητα, τοὺς δὲ ὅτι τὰς ἀρρητοποιίας
10αὐτοῦ μοναχοῖς ἐξηγόρευον, συκοφαντήσας ὡς κατ’ αὐτοῦ βου‐ λευομένους, δύο μὲν τῶν ἐπισημοτέρων τὰς κεφαλὰς ἐξέτεμε, τοῖς δὲ λοιποῖς ἐκκόψας τὰ ὄμματα περιγραπτοῖς αὐτοὺς ὁρίοις συνέκλεισεν, ἔνθα κατ’ ἐνιαυτὸν πέμπων ἑκατὸν βουνεύροις ᾔκιζεν ἕκαστον. ἀλλὰ καὶ τὸν παρ’ αὐτοῦ προβληθέντα πα‐
15τριάρχην τὸν Κωνσταντῖνον ἑνὶ τῶν ἀρχόντων τούτων συνο‐ μιλεῖν εἰπὼν καὶ λέγειν κατ’ αὐτοῦ καὶ κατηγόρους τινὰς εἰς
ἔλεγχον αὐτοῦ παρεσκεύασε· καὶ ἀρνουμένου ἐκείνου ὀμόσαι276

277

τοὺς κατηγόρους πεποίηκε. τούτων δὲ γεγονότων ὑπερόριος ὁ πατριάρχης ἐγένετο. ἕτερον δὲ προεβάλετο πατριάρχην ὁ τύραννος ἐκτομίαν τινὰ Νικήταν, οὐδ’ ἐξ ἐλευθέρων, ἀλλ’ ἐκ δούλων ἕλκοντα τὴν τοῦ γένους σειρὰν οὐδ’ ἀναγνῶναι δυνά‐
5μενον· ἦν γὰρ περὶ τὴν γυναικωνῖτιν ἐσχολακώς. εἶτα ἐκ τῆς ὑπερορίας ἀχθέντα τὸν Κωνσταντῖνον καὶ ἀπηνέστατα αἰκισθέντα, ὡς μηδὲ βαδίζειν δύνασθαι, εἰς τὴν μεγάλην ἐκκλησίαν ὡς ἄχθος τι βασταζόμενον ὁ τύραννος μετακομισθῆναι κεκέλευκε. καί τινος τὰ κατ’ αὐτοῦ ἀναγινώσκοντος αἰτιάματα, παρουσίᾳ
10πλήθους πολλοῦ ἐπὶ τούτῳ συναθροισθέντος, καὶ τοῦ νέου πατριάρχου Νικήτα ἐν τῷ συνθρόνῳ καθημένου καὶ ἀκροω‐ μένου αὐτῶν, ἐκεῖνος κατὰ κόρρης ἐπαίετο καὶ οὕτως ἐπὶ πολὺ ἐμπαροινηθεὶς τέλος ἀναθεματίζεται καὶ ψιλωθεὶς τὴν κεφαλὴν καὶ τὸν πώγωνα, ἀλλὰ μέντοι καὶ τὰς ὀφρύας, καὶ ὄνῳ ἐπο‐
15χηθείς, ἱπποδρομίας τελουμένης εἰσάγεται εἰς τὸ θέατρον, ἀτί‐ μως θριαμβευόμενος καὶ ἐμπτυόμενος καὶ κόνει παττόμενος.
ἐπὶ τούτοις τινὰς τῶν ἀρχόντων στείλας ὁ τύραννος ἠρώτησεν277

278

αὐτὸν τί δοκεῖ αὐτῷ περὶ τῆς αὐτοῦ πίστεως καὶ περὶ τῆς συνόδου. ὁ δὲ ἐκμειλισσόμενος τὴν ἐκείνου ὠμότητα ἀπεκρίθη καὶ καλῶς πιστεύειν αὐτὸν καὶ ἀκριβῶς δογματίσαι τὴν σύνοδον· καὶ ταῦτα εἰπὼν ὁ τρισάθλιος εἰς τὸ Κυνήγιον ἀπαχθεὶς ἀπε‐
5τμήθη τὴν κεφαλήν. Καθ’ ἑκάστην δὲ τῇ κατὰ τῶν ἐκκλησιῶν καὶ τῶν μονα‐ στηρίων μανίᾳ προσετίθει ὁ βέβηλος. ἀκόλαστος δὲ ὢν καὶ τρεῖς γυναῖκας ἠγάγετο, καὶ ἐκ μὲν τῆς πρώτης ἔσχε παῖδα τὸν Λέοντα, ὃν καὶ τοῦ τῆς βασιλείας ὀνόματος κατηξίωσεν, ἐκ δὲ
10τῶν ἄλλων Χριστοφόρον, Νικηφόρον τε καὶ Νικήταν. καὶ τοὺς μὲν δύο Καίσαρας ἔστεψε, τὸν δὲ Νικήταν ἐτίμησε νωβελίσιμον. καὶ τῷ πρώτῳ υἱῷ αὐτοῦ καὶ βασιλεῖ ἠγάγετο γυναῖκα ἐξ Ἀθη‐ νῶν καὶ ἐμνηστεύσατο ταύτην αὐτῷ, στέψας αὐτὴν Αὐγούσταν καὶ καλέσας Εἰρήνην, ἐξ ἧς ἐτέχθη τῷ Λέοντι παῖς Κωνσταν‐
15τῖνος ὀνομασθείς. Αὖθις δὲ ὁ Κοπρώνυμος μετὰ σφόδρα πολλῶν τριηρῶν
καὶ δρομώνων κατὰ Βουλγάρων ἐξώρμησε, βουλόμενος διὰ278

279

τοῦ Ἴστρου εἰς Βουλγαρίαν ἐμβαλεῖν. εἶτα δεδειλιακὼς ἀνα‐ ζεῦξαι διεμελέτα. οἱ Βούλγαροι δὲ δείσαντες πέμψαντες πρὸς αὐτὸν σπονδὰς θέσθαι πρὸς εἰρήνην ἐζήτησαν καὶ ἐσπείσαντο ἐπὶ συνθήκαις τοῦ μήτε Βουλγάρους τὰ Ῥωμαίων ληίζεσθαι
5μήτε μὴν Ῥωμαίους ἐπιέναι κατὰ Βουλγάρων. καὶ ἐπὶ τού‐ τοις ἐπανελήλυθε. τινὲς δὲ τῶν Βουλγάρων δώροις ὑποσυ‐ ρέντες παρὰ τούτου τοῦ αὐτοκράτορος ἐν ἀπορρήτοις ἐδήλουν αὐτῷ τὰ τῷ ἄρχοντι σφῶν βουλευόμενα· οἳ μεμηνύκασι τῷ Κωνσταντίνῳ ὅτι βούλεται ὁ σφέτερος ἀρχηγὸς λαὸν ἐκπέμψαι
10κατά τινος τῶν Ῥωμαϊκῶν χωρῶν, ἵν’ ἐκεῖθεν λείαν κομίσαιτο. καὶ ὃς κατασκόπους στείλας, ὅτε ὥρμησαν ἐκ Βουλγαρίας οἱ ληισόμενοι, ἕτοιμος ὢν αἰφνίδιον ἐπεκδραμὼν κατ’ αὐτῶν τοὺς μὲν διέφθειρε, τοὺς δὲ καὶ ἐζώγρησε, καὶ μετ’ αἰχμαλωσίας πολλῆς ἐπανέστρεψε καὶ πάλιν ἔνοπλος ἐθριάμβευσεν. εἶτα
15πολλὰς τριήρεις ἑτοιμασάμενος κατὰ Βουλγάρων ἐκπέπομφε, καὶ κατὰ Μεσημβρίαν γενομέναις αὐταῖς κλύδων ἐκ πνευμάτων
βιαίων ἐμπεσὼν σχεδὸν ἁπάσας κατέδυσεν. ὁ τῶν Βουλγάρων279

280

δὲ ἀρχηγὸς Τελέριχος ὑποπτεύσας ὑπὸ τῶν οἰκείων μεμηνύ‐ σθαι τῷ βασιλεῖ τὰ αὐτῷ βουλευόμενα, μὴ εἰδὼς δὲ τίνες οὗτοι, κατασοφίζεται τὴν τοῦ Κοπρωνύμου κουφότητα καὶ ἐξ αὐτοῦ μανθάνει τὸ ἀγνοούμενον. γράφει γὰρ δι’ ἀπορρήτων βούλε‐
5σθαι προσελθεῖν αὐτῷ καὶ ἠξίου δηλῶσαί οἱ εἴ τινας ἔχει φίλους ἐκ τῶν παρὰ Βουλγάροις ἐξόχων, ἵν’ ἐκείνοις θαρρήσειε τὸ ἀπόρρητον καὶ σὺν ἐκείνοις ἀφίκοιτο πρὸς αὐτόν. ὁ δὲ παχύς, ὡς ἔοικεν, ὢν οὐ συνῆκε τὸ σκέμμα τὸ βάρβαρον, ἀλλ’ ἀνοή‐ τως τοὺς αὐτῷ προσκειμένους εὐθὺς ἐξεκάλυψε. καὶ ὁ βάρ‐
10βαρος συλλαβὼν αὐτοὺς ὠμῶς ἁπαξάπαντας καὶ ἀπηνῶς διε‐ χρήσατο. καὶ αὖθις δὲ κατὰ Βουλγάρων ὁ αὐτοκράτωρ οὗτος τὸ λοίσθιον ἐξεστράτευσε, καὶ κατὰ τὴν ἐν Θρᾴκῃ Ἀρκαδιού‐ πολιν στρατοπεδευομένου οἱ πόδες αὐτοῦ ἀπηνθράκωντο, ὅθεν αὐτὸν λαῦροι πυρετοὶ καὶ φλογώδεις ἐξέκαιον, ὡς μηδὲν τούτων
15μηδὲ παρὰ ἰατρῶν ἐπινοεῖσθαι ἀλέξημα. ἐκεῖθεν ἐπὶ κλίνης φερόμενος μέχρι Σηλυβρίας κατήντησεν, ὅθεν διὰ τριήρους κε‐ κόμιστο, βοῶν ὡς “ζῶν ἔτι τῷ πυρὶ παραδέδομαι.” ἄρτι
δὲ φθάσας εἰς τὸ Στρογγύλον τοῦ μεμεθυσμένου θείου ξυροῦ280

281

ὁ δείλαιος ἐπειράθη καὶ βιαίως ἐκεῖ τὸν βίον κατέστρεψε, χι‐ λιάδας τῶν ὀρθοδόξων πολλὰς ἀνελών, καὶ μάλιστα μοναστῶν, καὶ τὰ τούτων ἀσκητήρια τὰ μὲν πυρὸς θέμενος παρανάλωμα, τὰ δὲ καθελών, τὰ δὲ κοινώσας, ὥσπερ καὶ τὴν τοῦ Δαλμάτου
5λεγομένην μονήν, ἀρχαίαν οὖσαν καὶ τῶν ἐν Κωνσταντινου‐ πόλει πρεσβυτέραν πασῶν, ἀφ’ ἧς ἀπελάσας τοὺς μοναχοὺς στρατιωτῶν αὐτὴν πεποίηκε καταγώγιον. οὐ μόνον δὲ κατὰ τῶν ζώντων ἐλύττησεν, ἀλλὰ καὶ εἰς τοὺς τοῦ Χριστοῦ μάρ‐ τυρας καὶ τοὺς ἄλλως αὐτῷ εὐαρεστήσαντας ἐμπαροινῶν οὐκ
10ἐπαύετο, μηδὲν αὐτοὺς δύνασθαι λέγων καὶ συκίνην ἐπικουρίαν τὰς τούτων πρεσβείας ἀποκαλῶν καὶ τὰ τούτων ἅγια λείψανα τὰ μὲν ἀτίμως καταχωννύς, τὰ δὲ ποιῶν ὑποβρύχια, ἔνια δὲ καὶ ἀποτεφρῶν, ὥσπερ καὶ τὸ τῆς πανευφήμου μάρτυρος Εὐφη‐ μίας ἅγιον σῶμα. διττοὶ δὲ περὶ τούτου φέρονται λόγοι· ὁ
15μὲν γὰρ πυρίκαυστον αὐτὸ λέγει δόξαι ποιήσασθαι τὸν μιαρὸν
ἐκεῖνον Κοπρώνυμον, κύνας καὶ ὄνους αὐτῷ συνεμπρήσαντα281

282

καὶ τὴν τέφραν λικμήσαντα, μὴ μέντοι αὐτῷ εἰς ἔργον ἐκβῆναι τὸ βούλημα· φθῆναι γὰρ τοὺς ὀρθοδόξους μαθόντας τὸ βου‐ λευόμενον ἀφελέσθαι τὸ τῆς μάρτυρος σῶμα ἐκ τῆς σοροῦ καὶ μεταθεῖναι αὐτό, ἕτερον δὲ νεκρὸν ἐνθεῖναι αὐτῇ, κἀκεῖνον παρὰ
5τοῦ ἀλιτηρίου ἐκείνου παραδοθῆναι πυρί· ὁ δ’ ἕτερος οὐ καυ‐ θῆναι, καταποντωθῆναι δὲ λέγει τὸ σῶμα τῆς μάρτυρος σὺν τῇ λάρνακι· τὴν δὲ χάριτι θείᾳ κυβερνωμένην προσοκεῖλαι τῇ νήσῳ Λήμνῳ καὶ ὑπὸ τῶν ἐν τῇ νήσῳ πιστῶν γνωσθεῖσαν κατατεθῆναι ἐκεῖ, ἐπὶ δὲ Εἰρήνης καὶ Κωνσταντίνου αὖθις
10ἀνακομισθῆναι εἰς τὴν ὑπερκειμένην τῶν πόλεων ἐντίμως καὶ μεγαλοπρεπῶς. Ὁ μὲν οὖν οὕτως αἰσχρῶς βιώσας οὕτως ἀπεβίω βιαιό‐ τατα, ὡς ἱστόρηται, μοναρχήσας ἔτη τριάκοντα ἐπὶ τέσσαρσι καὶ μησὶ τρισί, τούτοις καὶ τῶν δύο ἐνιαυτῶν συναριθμουμένων,
15οὓς ὁ Ἀρτάβασδος ἦρξε τούτου περιγενόμενος.
Ἐκράτησε δὲ τῆς βασιλείας ὁ τούτου υἱὸς Λέων ὁ ἐκ τῆς282

283

Χαζάρας, νοσῶν τὴν αὐτὴν κἀκεῖνος ἀσέβειαν, εἰ καὶ κατ’ ἀρχὰς εὐσεβεῖν ὑπεκρίνετο καὶ τοὺς μοναχοὺς τιμᾶν, ὥστε καί τινας τῶν μοναστῶν ἀρχιερεῖς τότε γενέσθαι ἐν ταῖς προβα‐ θμιωτέραις τῶν μητροπόλεων. πολλὰ δὲ χρήματα ἐν τοῖς δη‐
5μοσίοις εὑρὼν θησαυροῖς, ἃ ὁ πατὴρ αὐτοῦ κακῶς συνήγαγε καὶ ἀπεθησαύρισε, τούτοις καταχρησάμενος ἐξευμενίσατο τὸ ὑπήκοον καὶ τῇ ἐπιπλάστῳ θεοσεβείᾳ. ἀθροισθέντες οὖν οἱ τῆς πόλεως κἀκ τῶν θεμάτων πολλοὶ ᾐτοῦντο χαριζόμενοι δῆ‐ θεν αὐτῷ ἀναγορευθῆναι τὸν υἱὸν αὐτοῦ Κωνσταντῖνον. ὁ δέ,
10εἰ τοῦτο βούλονται, ὀμόσαι αὐτοὺς ἀπῄτησεν ὡς οὐ δέξονταί ποτε ἄτερ αὐτοῦ καὶ τοῦ υἱοῦ αὐτοῦ καὶ τοῦ σπέρματος αὐτῶν ἕτερον βασιλέα. καὶ ὤμοσαν ἅπαντες, οὐχ οἱ τῆς συγκλήτου βουλῆς καὶ οἱ τοῦ στρατεύματος, ἀλλὰ καὶ ὁ δημώδης ὄχλος καὶ ἔμποροι καὶ οἳ τῶν ἐργαστηρίων προεστήκεσαν, καὶ ἔγγραφα
15περὶ τούτων ἐξέθεντο. ταῦτα μὲν οὖν κατὰ τὴν ἕκτην ἡμέραν τῆς ἑβδομάδος τοῦ σωτηρίου πάθους τοῦ σωτῆρος γεγόνασι. τῷ δὲ μεγάλῳ σαββάτῳ τὸν ἑαυτοῦ ἀδελφὸν Εὐδόκιμον νωβε‐ λίσιμον ὁ βασιλεὺς προεβάλετο καὶ κατ’ αὐτὴν τὴν τοῦ πάσχα
κυριακὴν ἔστεψε τὸν υἱὸν αὐτοῦ, τοῦ πατριάρχου τὴν κατ’ ἔθος283

284

πεποιηκότος εὐχήν. τεθνηκότος δὲ τοῦ πατριάρχου Νικήτα τοῦ ἐκτομίου, ὃς ἦν προεδρεύσας τῆς Κωνσταντινουπόλεως ἔτη τεσ‐ σαρεσκαίδεκα, χειροτονεῖται πατριάρχης Παῦλος ὁ Κύπριος, ἀναγνώστης ὢν καὶ ὀρθόδοξος.
5 Εὑρὼν δέ τινας τῶν ἐπισήμων τοῦ παλατίου ταῖς θείαις εἰκόσι προσκύνησιν ἀπονέμοντας, τὴν ἀλωπεκῆν ἀποδὺς τὸν ἐντὸς κρυπτόμενον ἐδημοσίευσε λέοντα ὠμότατά τε αὐτοὺς αἰκι‐ σάμενος καὶ διὰ τῆς ἀγορᾶς ἐν ἀτίμῳ πομπῇ περιαγαγών, πρό‐ τερον ψιλώσας αὐτοὺς τῶν τριχῶν, οὕτως εἰς τὸ πραιτώριον
10ἐναπέθετο, ὅπου τινὲς αὐτῶν καὶ τὴν ψυχὴν τῷ κυρίῳ παρέ‐ θεντο. πέμπτον δ’ ἀνύσας τῆς αὐταρχίας ἐνιαυτὸν ἐτελεύτησεν. ἐρασθεὶς γὰρ τοῦ στέμματος, ὅπερ ὁ Μαυρίκιος τῷ θεῷ ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ ἀνέθετο, καὶ τοῦτο λαβὼν καὶ τῇ κεφαλῇ περιθέμενος εὐθὺς ἐλήφθη σφοδρῷ πυρετῷ, καὶ οὗτος αὐτὸν τῆς
15ζωῆς ὑπεξήγαγε.284

285

Τοῦ δὲ θανόντος ἡ Αὐγούστα Εἰρήνη σὺν τῷ υἱῶ Κων‐ σταντίνῳ δέκατον ἐνιαυτὸν τῆς ἡλικίας ἀνύοντι τὴν βασίλειον ἀρχὴν διεδέξαντο. ἦσαν δὲ ἄμφω τῶν σεβασμίων εἰκόνων προσκυνηταί, ἀλλ’ οὔπω τοὺς πόδας τῇ βασιλείᾳ βεβαίως ἐρεί‐
5σασί τινες αὐτοῖς ἐπεβούλευσαν, ἵνα τὸν Καίσαρα Νικηφόρον τὸν τοῦ θανόντος βασιλέως Λέοντος ἀδελφὸν βασιλεύσωσι. γνωσθείσης δὲ τῆς συνωμοσίας τοὺς μὲν τῆς ἐπιβουλῆς μετα‐ σχόντας αἰκισαμένη ἡ βασιλὶς καὶ τὴν τρίχωσιν αὐτοῖς ἀποθρί‐ ξασα ὑπερορίαν τούτων κατεψηφίσατο, τοὺς δὲ τοῦ ἀνδρὸς
10αὐτῆς ἀδελφοὺς τούς τε Καίσαρας καὶ τοὺς νωβελισίμους κα‐ ρῆναι παρασκευάσασα καὶ ἱερωσύνης ἀξιωθῆναι καὶ μεταδοῦναι τῷ λαῷ τῶν ἁγιασμάτων ἐποίησε κατὰ τὴν ἑορτὴν τῆς τοῦ σωτῆρος γεννήσεως. ἐκείνη δὲ σὺν τῷ υἱῷ προελήλυθε μετὰ τῆς συνή‐ θους τοῖς βασιλεῦσι δορυφορίας καὶ ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ
15γενομένη τὸ στέμμα, ὃ ἐκεῖθεν ἀφείλετο ὁ ἀνὴρ αὐτῆς, προσή‐ νεγκε, κόσμῳ πλείονι τοῦτο ἐπικοσμήσασα. ἔστειλε δὲ καὶ κατὰ τῶν Ἀράβων στράτευμα, ἵνα ἀνακόπτῃ τὰς ἐκείνων ἐπιδρομάς. ἐξελθόντες οὖν ἐπὶ λεηλασίαν Ἀγαρηνοὶ συναντῶνται παρὰ τῆς
σταλείσης Ῥωμαϊκῆς στρατιᾶς καὶ τρέπονται καὶ ἀναιροῦνται285

286

πολλοί. ἐν δέ γε τῇ Θράκῃ κατὰ τὸ Μακρὸν τεῖχος τότε τις ὀρύττων λάρνακι ἐντυγχάνει λιθίνῃ ἀνθρώπου φερούσῃ νεκρὸν καὶ γράμματα ἐγκεκολαμμένα ἐχούσῃ λέγοντα “Χριστὸς μέλλει γεννᾶσθαι ἐκ παρθένου, καὶ πιστεύω εἰς αὐτόν· ἐπὶ δὲ Κων‐
5σταντίνου καὶ Εἰρήνης τῶν βασιλέων πάλιν, ἥλιε, ὄψει με.” βουληθεῖσα μέντοι ἡ βασιλὶς Εἰρήνη γυναῖκα μνηστεύσασθαι τῷ υἱῷ, ἔπεμψε πρὸς Κάρουλον τὸν ῥῆγα τῶν Φράγγων, τὴν ἐκείνου παῖδα τῷ οἰκείῳ μνωμένη παιδί. εἶτα τὸ τοιοῦτον κῆδος καταλιποῦσα διὰ φόβον καὶ φιλαρχίαν, ἵνα μὴ δύναμιν
10ὁ υἱὸς αὐτῆς περιβάληται τὴν τῶν Φράγγων διὰ τὴν ἀγχιστείαν, ἐξ ἑῴας ἤνεγκε κόρην· ἣν οἱ μὲν ἐκ τοῦ τῶν Ἀρμενιακῶν θέματος λέγουσιν, ἕτεροι δ’ ἐκ Παφλαγόνων, οὖσαν τοῦ ἐπὶ ἐλεημοσύνῃ διαβοήτου Φιλαρέτου θυγάτριον, καὶ ταύτην τῷ Κωνσταντίνῳ συνέζευξεν ἄκοντι καὶ τὸν γάμον αὐτῆς ἀποστέρ‐
15γοντι, ὅτι τὴν τοῦ Καρούλου παῖδα ἐκτόπως ἀγαγέσθαι ἐβούλετο.
Ἀαρὼν δὲ ὁ τῶν Ἀράβων ἀρχηγὸς κατὰ Ῥωμαίων στρα‐286

287

τεύσας μέχρι Χρυσοπόλεως ἦλθεν. ὁ δὲ Κωνσταντῖνος στρά‐ τευμα πέμψας τὴν λίμνην Βανῆς δι’ αὐτοῦ κατέσχε· καὶ τοῦτο μαθόντες οἱ Ἄραβες σπείσασθαι Ῥωμαίοις ᾐτήσαντο. ἀπελθόντες οὖν οἱ τῶν κοινῶν διοικηταὶ πρὸς τὸν Ἀαρών, ἵνα συνθήκας
5ποιήσωσι, καὶ μὴ φροντίσαντες πρότερον ὁμήρους τῶν παρ’ ἐκείνοις ἀναγκαίων λαβεῖν, κατεσχέθησαν παρ’ αὐτοῦ καὶ ἐν πέδαις καθείρχθησαν. ὅθεν βιασθέντες οἱ κρατοῦντες διὰ τοὺς ἄρχοντας ἐσπείσαντο, συνθέμενοι φόρους διδόναι τοῖς Ἄραψιν. οἱ μὲν οὖν ἐπὶ τοιαύταις συνθήκαις ἀνέζευξαν. ἡ δὲ βασίλισσα
10Ἐλπίδιον τὸν πατρίκιον στρατηγὸν Σικελίας προεχειρίσατο· εἶτα μαθοῦσα ὅτι τὰ τῶν Καισάρων φρονεῖ, ἔστειλε τοὺς ἄξοντας ἐκεῖθεν αὐτόν. τῶν δὲ Σικελιωτῶν μὴ παραχωρησάντων τοῖς σταλεῖσι λαβεῖν τὸν Ἐλπίδιον, ἡ Εἰρήνη θυμῷ ληφθεῖσα τὴν ἐκείνου γυναῖκα καὶ τοὺς παῖδας μαστίξασα καὶ τῶν τριχῶν
15ἀφελομένη ἐν τῷ πραιτωρίῳ καθεῖρξε· κατ’ ἐκείνου δὲ ἐκπέ‐ πομφε στράτευμα, εὐνοῦχον αὐτοῖς ἐπιστήσασα τῶν πιστοτάτων αὐτῇ. πολέμων δὲ συνεχῶν γενομένων, τρέπεται ὁ Ἐλπίδιος
καὶ ἀπέδρα εἰς Ἀφρικὴν καὶ τοῖς Ἄραψι προσεχώρησεν. οἱ δὲ287

288

τοῦτον δεξάμενοι βασιλικὴν ταινίαν αὐτῷ περιέθεντο, καὶ ὡς βασιλεὺς ἀνηγόρευτο, εἰ καὶ μηδὲν αὐτῷ κατὰ σκοπὸν προε‐ χώρησε. Τῆς δὲ περὶ τῶν Ἀράβων φροντίδος ἀπαλλαγεῖσα διὰ τὴν
5εἰρήνην ἡ βασιλὶς ἐξῆλθε σὺν τῷ υἱῷ κατὰ Θρᾴκην, δύναμίν τε πολλὴν ἐπισυρομένη καὶ ὄργανα μουσικά· καὶ ἀπελθοῦσα εἰς Βερόην καὶ τὸ ἐν αὐτῇ φρούριον ἀνοικοδομήσασα καὶ Εἰρη‐ νόπολιν αὐτὸ ὀνομάσασα, ἀλλὰ μὴν καὶ τὴν Ἀγχίαλον δειμα‐ μένη καὶ ἕως Φιλιππουπόλεως προελθοῦσα ὑπέστρεψε.
10 Τοῦ δὲ πατριάρχου Παύλου νοσήσαντος καὶ τῆς ἐκκλησίας ὑποχωρήσαντος καὶ ἀποκαρέντος, ἡ βασιλὶς μετὰ τοῦ υἱοῦ αὐτῆς προσῆλθεν αὐτῷ, αἰτιώμενοι αὐτὸν τῆς ὑποχωρήσεως. ὁ δὲ “εἴθε” εἶπε “μηδὲ τὴν ἀρχὴν ἐπὶ τοῦ θρόνου τῆς ἀρχιερωσύνης ἐκάθισα, τῆς ἐκκλησίας τυραννουμένης καὶ σχίσματος ὄντος
15μέσον αὐτῆς καὶ τῶν ἄλλων καθολικῶν θρόνων.” εἶτ’ αὖθις ἐκ τῆς συγκλήτου λογάδας ἀπέστειλεν, ἐρωτῶσα ὅ,τι ἂν εἰς δέον οἰκονομηθείη. ὁ δὲ ἀπεκρίνατο ὡς “εἰ μὴ διὰ συνόδου καθο‐
λικῆς τὸ σφάλμα διορθωθῇ καὶ τῶν ἐκκλησιῶν προβαίη ἕνω‐288

289

σις, οὐκ ἔστιν ὑμῖν σωτηρία.” καὶ οἱ συγκλητικοί, “διὰ τί οὖν” εἶπον “αὐτὸς ἐν τῷ χειροτονεῖσθαι συνέθου τὰς εἰκόνας μὴ προσκυνεῖν;” ὁ δὲ ἀντεπήγαγε “διὰ τὴν τῶν κρατούντων μα‐ νίαν καὶ τὴν ὑμετέραν ἀπήνειαν. ἀλλὰ διὰ τοῦτο θρηνῶ καὶ
5διὰ μετανοίας πρὸς τοὺς οἰκτιρμοὺς κατέφυγον τοῦ θεοῦ, δεό‐ μενος μὴ ὡς ἀρχιερεὺς κριθῆναι.” ὁ μὲν οὖν ἐν τούτοις τὸν βίον κατέλυσεν· οἱ δὲ κρατοῦντες τὸν ἀοίδιμον Ταράσιον ἀση‐ κρῆτις ὄντα πατριάρχην προεχειρίζοντο, καὶ ὁ λαὸς ἅπας ἐπε‐ ψηφίζετο. ὁ δὲ ἀνένευε, μὴ δύνασθαι λέγων προστῆναι τῆς
10ἐκκλησίας ἀπεσχισμένης τῶν λοιπῶν τυγχανούσης ἐκκλησιῶν καὶ ὑπ’ ἐκείνων ὑποβαλλομένης τῷ ἀναθέματι. ἐγκειμένων δὲ καὶ τῶν βασιλέων καὶ τοῦ λαοῦ, “εἰ συντίθεσθε” εἶπε “σύνοδον οἰκουμενικὴν ἀθροισθῆναι καὶ τῶν ἐκκλησιῶν γενήσεσθαι ἕνωσιν, δέξομαι καὶ αὐτὸς τὴν προχείρισιν.” συνθεμένων δὲ πρὸς
15τοῦτο πάντων, ἐχειροτονήθη ὁ θεῖος Ταράσιος καὶ στέλλει αὐτός τε καὶ οἱ κρατοῦντες εἴς τε τὴν πρεσβυτέραν Ῥώμην, Ἀδριανοῦ
ἐν αὐτῇ προεδρεύοντος, καὶ εἰς τοὺς λοιποὺς πατριάρχας, ζη‐289

290

τοῦντες σταλῆναί τινας παρ’ αὐτῶν τοὺς ἐπὶ τῇ συνόδῳ παρου‐ σιάσοντας· καὶ παρὰ πάντων ἐστάλησαν. ἀθροισθέντων δὲ καὶ τῶν λοιπῶν ἀρχιερέων καὶ μοναχῶν ἐν Νικαίᾳ τῆς Βιθυνίας καὶ ὁ πατριάρχης ἐξῆλθε Ταράσιος, καὶ συνέστη ἐκεῖ οἰκου‐
5μενικὴ σύνοδος ἑβδόμη, καὶ ἐκυρώθη τὰς σεπτὰς εἰκόνας καὶ προσκυνεῖσθαι καὶ σεβάζεσθαι, ἀναθέματι δὲ κατεκρίθησαν καὶ οἱ τρεῖς οἱ τῆς ἐν Κωνσταντινουπόλει προεδρεύσαντες ἐκκλησίας, ὅ τε Ἀναστάσιος καὶ ὁ Κωνσταντῖνος καὶ ὁ Νικήτας, καὶ τόμῳ τὰ τῇ ἱερᾷ συνόδῳ δόξαντα ἐνεγράφησαν. ἐκ δὲ Νικαίας εἰς
10τὴν τῶν πόλεων βασιλεύουσαν ἐνδημήσαντες οἱ τῆς συνόδου καὶ ἐν τοῖς βασιλείοις γενόμενοι, προκαθημένων καὶ τῶν βα‐ σιλευόντων, εἰς ἐπήκοον πάντων τὸν τόμον ἀνέγνωσαν· ὃς καὶ παρὰ τῶν κρατούντων κεκύρωτο ὑποσημηναμένων αὐτόν, καὶ οὕτως τὰ ἱερὰ ἐκτυπώματα ἐν τοῖς θείοις ναοῖς ἀνεστήλωντο,
15καὶ αἱ ἐκκλησίαι ἅπασαι ἥνωντο. Τὰ μὲν οὖν μέχρι τοῦδε παρὰ τῆς βασιλίσσης καὶ τῶν
αὐτῇ προσῳκειωμένων τὰ τῆς βασιλείας ἰθύνοντο. ἤδη δὲ τὸν290

291

μείρακα παρελάσας ὁ βασιλεὺς Κωνσταντῖνος καὶ εἰς νεανίαν τελεῖν ἠργμένος (εἰκοσαέτης γὰρ ἦν) καὶ ὁρῶν ἅπαντα παρὰ τῆς μητρὸς οἰκονομούμενα καὶ Σταυράκιον τὸν πατρίκιον καὶ λογοθέτην τὰ πάντα δυνάμενον ἑαυτὸν δὲ μηδενὸς ἀξιούμενον
5λόγου, ἤχθετο καὶ μετά τινων τῶν τε τῆς συγκλήτου βουλῆς καὶ τῶν ὑπηρετουμένων αὐτῷ ἐμελέτησε τὸν Σταυράκιον τῆς ἀρχῆς καθελεῖν καὶ ποιήσασθαι ὑπερόριον. γνωσθέντος δὲ τοῦ βουλεύματος, τοὺς μὲν τοῦ βασιλέως θεράποντας τοὺς αὐτῷ συμμετέχοντας τύψασα πάντας καὶ ψιλώσασα τῶν τριχῶν ἡ βα‐
10σίλισσα ἄλλους ἄλλῃ ἐξώρισε, τοὺς δ’ ἐκ τῆς συγκλήτου ἀτιμίᾳ περιβαλοῦσα τοὺς μὲν ἀπροΐτους τῶν ἰδίων οἴκων εἶναι κεκέ‐ λευκε, τῶν δὲ καὶ ὑπερορίαν κατεψηφίσατο. ἀλλὰ μὴν καὶ τὸν υἱὸν αἰκισαμένη καὶ λοιδορησαμένη προϊέναι κεκώλυκε. τὰ δὲ στρατεύματα ὀμνύειν ἠνάγκαζε μὴ δέξασθαι τὸν υἱὸν αὐτῆς
15εἰς αὐταρχίαν, ζώσης ἐκείνης. καὶ οἱ μὲν ἄλλοι καὶ ἄκοντες
ὤμνυον, οἱ δὲ τοῦ θέματος τῶν Ἀρμενιακῶν οὐχ ὑπέκυψαν,291

292

ἀλλὰ καὶ βασιλέα γινώσκειν εἶπον τὸν Κωνσταντῖνον, καὶ πρὸ τῆς μητρὸς ἐξ ἀρχῆς ἀναγορευόμενον, καὶ οὕτως αὖθις αὐτὸν ἤθελον εὐφημεῖσθαι. ταῦτα ἡ Εἰρήνη μαθοῦσα ἔστειλε τὸν σπαθάριον Ἀλέξιον καὶ δρουγγάριον τῆς βίγλας τὸν Μωσηλέ,
5ἵν’ αὐτοὺς εἰς τὸ αὐτῆς μετάθηται θέλημα. οἱ δὲ τὸν μὲν στρατηγὸν ἑαυτῶν συνέσχον ὑπὸ φρουράν, τὸν δὲ Μωσηλὲ ἄρ‐ χοντα τοῦ θέματος εἵλοντο καὶ μόνον τὸν Κωνσταντῖνον εὐφή‐ μησαν αὐτοκράτορα. ἐντεῦθεν ὁρμηθέντες καὶ οἱ τῶν ἄλλων θεμάτων μόνον τὸν Κωνσταντῖνον ἀνηγόρευον βασιλέα, καὶ
10ἀθροισθέντες κοινῇ ἐκεῖνον μόνον ἀνεκήρυττον αὐτοκράτορα. δείσασα δὲ τὴν τῶν ταγμάτων ὁμόνοιαν ἡ Εἰρήνη προήνεγκε τὸν υἱόν. ὁ δὲ αὐτίκα τὸν Σταυράκιον αἰκισάμενος καὶ τοὺς ἐντιμοτέρους τῶν θεραπόντων τῶν μητρικῶν ὑπερώρισεν, αὐτὴν δὲ τὴν μητέρα τῶν βασιλείων ἐντίμως καταγαγὼν εἰς τὸν οἶκον
15αὐτῆς, ὃν ἐν τοῖς Ἐλευθερίου ἐδείματο, διάγειν ἐκέλευσε. Καὶ τὰ μὲν οὕτως ἔσχον· ἐμπρησμοῦ δὲ συμβάντος ὁ μέγας τρίκλινος τῶν ἱερῶν ἀνακτόρων ὁ Θωμαΐτης λεγόμενος
ἔργον γέγονε τοῦ πυρός, ὅτε λέγονται καυθῆναι καὶ τὰ σχεδιά‐292

293

σματα τῆς ἐξηγήσεως τῆς θείας γραφῆς, ἃ ὁ χρυσοῦς τὴν γλῶτταν συνεγράψατο Ἰωάννης, ἐκεῖσέ που ἀποκείμενα. Ὁ δέ γε βασιλεὺς Κωνσταντῖνος κατὰ Βουλγάρων ἐξεστρά‐ τευσε, τοῦ Καρδάμου τοῦ ἔθνους ἀρχηγετοῦντος· μικρᾶς δὲ
5προσβολῆς γενομένης ἀμφοῖν τοῖν ἀντιθέτοιν μεροῖν δειλία ἐνέ‐ σκηψε. καὶ ὁ μὲν βασιλεὺς ἐπανέζευξεν εἰς τὴν μεγαλόπολιν, οἱ δὲ Βούλγαροι εἰς τὰ ἤθη τὰ ἑαυτῶν. ἀλλὰ καὶ κατὰ Ἀρά‐ βων ὁρμήσας οὐδέν τι λόγου ἄξιον ἤνυσε. Παρακληθεὶς δὲ ὑπὸ τῆς μητρὸς καὶ τῶν ἐν τέλει τινῶν
10αὖθις ἀνάγει ταύτην εἰς τὰ βασίλεια καὶ ἑαυτῷ συνευφημεῖσθαι παραχωρεῖ· καὶ πάντα μὲν τὰ τῶν θεμάτων τάγματα ἐδέξαντο τὴν τῆς Εἰρήνης αὖθις ἀνάρρησιν, οἱ δὲ τοῦ θέματος τῶν Ἀρ‐ μενιακῶν ἀντέπιπτόν τε καὶ ἐστασίαζον καὶ ἐπεκαλοῦντο τὸν πρῴην αὐτῶν, ὡς εἴρηται, στρατηγήσαντα Ἀλέξιον τὸν Μωσηλέ.
15ἔφθη γὰρ ὁ βασιλεὺς ἐκεῖθεν μεταπεμψάμενος καὶ τιμήσας πα‐ τρίκιον εἶχε μεθ’ ἑαυτοῦ, φήμης ἐπικρατούσης μέλλειν βασι‐
λεῦσαι τὸν ἄνδρα. διὰ ταύτην τοίνυν καὶ ὅτι παρὰ τῶν στασια‐293

294

ζόντων ἐπεκαλεῖτο, δείσας ὁ βασιλεὺς καθεῖρξεν ἐν τῷ πραιτωρίῳ αὐτόν, τύψας πρότερον καὶ τὴν κόμην περιελών. τοῦ δὲ τῶν Βουλγάρων ἀρχηγετοῦντος ὡρμηκότος κατὰ τῆς Ῥωμαϊκῆς ἐπι‐ κρατείας, ἀσυντάκτως ὁ βασιλεὺς αὐτῷ ἐπελθὼν ἡττᾶται καὶ
5πλῆθος πολὺ στρατευομένων ἀπόλλυσιν, ἀλλὰ μὴν καὶ τῶν με‐ γιστάνων πολλούς. αἱ δὲ στρατιωτικαὶ συντάξεις ἀθροισθεῖσαι κατὰ τὴν μεγαλόπολιν ἐβουλεύοντο βασιλεῦσαι τὸν ἀπὸ Καισά‐ ρων Νικηφόρον τὸν τοῦ Κωνσταντίνου πατράδελφον. ἀλλὰ τὸ σκέμμα οὐκ ἔλαθε· διὸ αὐτὸς μὲν ὁ Νικηφόρος ἐξεκόπη τὰ
10ὄμματα· ὁ δέ γε Χριστοφόρος καὶ ὁ Νικήτας ὁ Ἄνθιμός τε καὶ ὁ Εὐδόκιμος τῶν γλωσσῶν ὑπέστησαν ἐκτομήν. ἀλλὰ καὶ τὸν Μωσηλὲ τὸν Ἀλέξιον ὁ βασιλεὺς ἐξετύφλωσεν, ὑποθήκαις ταῦτα μητρικαῖς ἐργασάμενος. οἱ δὲ τοῦ θέματος τῶν Ἀρμε‐ νιακῶν τὴν τοῦ Ἀλεξίου μαθόντες τύφλωσιν, τὸν σφέτερον στρα‐
15τηγὸν ἐποίησαν ἔμφρουρον. ἦν δ’ οὗτος ὁ Καμουλιανὸς ὁ πα‐ τρίκιος. ὡς οὖν ἀνηνέχθη τοῦτο τῷ βασιλεῖ, στέλλει κατ’ αὐτῶν σὺν δυνάμει Κωνσταντῖνον τὸν Ἀρτασήραν καὶ τὸν Χρυσόχειρα,
στρατηγὸν τῶν Βουκελλαρίων τυγχάνοντα. καὶ κροτηθέντος πο‐294

295

λέμου πολλοὶ μὲν ἔπεσον ἀμφοτέρωθεν, τρέπονται δὲ οἱ βασι‐ λικοί, καὶ ἀμφοῖν ζωγρηθέντων τῶν στρατηγῶν, οὓς οἱ Ἀρ‐ μενιακοὶ αὐτίκα ἐτύφλωσαν. εἶτα ὁ κρατῶν αὐτὸς κατ’ αὐτῶν ἐξεστράτευσε καὶ χειροῦται αὐτούς, καὶ τοὺς μὲν προὔχοντας
5ἀναιρεῖ, τοῖς δὲ λοιποῖς δημεύσει τῶν ὑπαρχόντων ἐπιτετίμηκε. χιλίους δὲ τῶν ἐκ τῆς αὐτῶν μητροπόλεως δεσμήσας καὶ ἐς μεγαλόπολιν ἐνεγκών, τὰς ὄψεις τε σφῶν καταστίκτους ποιήσας ἐν γράμμασι, μέλανος ἐγχεομένου τοῖς στίγμασιν (ἔλεγε δὲ ἡ γραφὴ “Ἀρμενιακὸς ἐπίβουλος”), διέσπειρε τούτους ἐν Σικελίᾳ
10καὶ ἐν ἄλλαις νήσοις. Τὴν δ’ ἑαυτοῦ γυναῖκα Μαρίαν ἀποστέρξας ὁ βασιλεὺς ἀποκαρῆναι ταύτην ἐξεβιάσατο, συμβουλῇ, ὡς λέγεται, τῆς μη‐ τρὸς αὐτοῦ, ἵν’ ὑπὸ πάντων μισηθείη καὶ εἰς αὐτὴν ἡ τῆς βα‐ σιλείας ἀντιπεριενεχθείη διοίκησις. κἂν γὰρ συνῆν τῷ υἱῷ περὶ
15τὰ ἀνάκτορα, ἀλλ’ οὐ συμμετεῖχε τῆς ἐξουσίας, μόνης δέ γε τῆς εὐφημίας, λίαν δ’ ἐνόσει τὸ φίλαρχον. μεταμφιασαμένης
οὖν τῆς τοῦ κρατοῦντος συμβίου καὶ περιβαλομένης ἀκούσης295

296

ἀντὶ τῆς βασιλείου στολῆς μοναζούσης ἄμφια μέλανα, Θεοδότην τινὰ κουβικουλαρέαν ἐκεῖνος ἠγάγετο, Αὐγούσταν στέψας αὐτήν. Καὶ κατὰ τῶν Ἀράβων ἐπιστρατεύσας τρόπαιον ἵστησι. τοῦ μέντοι Καρδάμου, ὃν ὁ λόγος τῶν Βουλγάρων ἐγνώρισεν
5ἀρχηγόν, φόρους ἀπαιτοῦντος αὐτῷ τελεῖσθαι παρὰ Ῥωμαίων καὶ περὶ τούτων διαπεμψαμένου πρὸς τὸν κρατοῦντα, ἢ τὴν Θρᾴκην ἄχρι τῆς πόλεως ἀπειλοῦντος ληίσασθαι, ἐκεῖνος κό‐ προν ὑποζυγίων τῷ βαρβάρῳ ἀπέστειλεν, ἐπιστείλας αὐτῷ ὅτι “γέρων εἶ καὶ μὴ κοπιάσῃς ἐνταῦθα ἐρχόμενος· ἐγὼ δὲ μᾶλλον
10ἐλεύσομαι ἐπὶ σέ.” καὶ αὐτίκα τὰς Ῥωμαϊκὰς ἀθροίσας δυνά‐ μεις ἀπῄει κατὰ Βουλγάρων, καὶ ἤδη πλησίον ἀλλήλων γενο‐ μένων τῶν στρατευμάτων καὶ τοῦ βασιλέως εἰς μάχην προ‐ καλουμένου τοὺς βαρβάρους, ὁ Κάρδαμος σὺν τοῖς οἰκείοις ἀποδειλιάσας στρατεύμασι φυγὰς ᾤχετο. ἀλλὰ καὶ οἱ Ἄραβες
15κατὰ τοῦ Ἀμορίου χωρήσαντες οὐδέν τι ἔσχον πρὸς τὴν πόλιν
ἀνύσιμον, λείαν δὲ λαβόντες ὑπέστρεψαν.296

297

Πλάτων δὲ ὁ καθηγητὴς τῆς τοῦ Σακουδίωνος μονῆς τῷ πατριάρχῃ Ταρασίῳ κοινωνεῖν οὐκ ἠνείχετο, ὅτι ἐκεῖνος τὸν βασιλέα εἰς κοινωνίαν ἐδέξατο τὴν ἑαυτοῦ γυναῖκα καταλιπόντα καὶ ἑτέρᾳ παρὰ τοὺς ἐκκλησιαστικοὺς θεσμοὺς συνοικήσαντα·
5μοιχείαν γὰρ ὠνόμαζε τὸ γενόμενον. ὃν ὁ βασιλεὺς ἀγαγὼν ἐν τῷ παλατίῳ καθεῖρξεν· ἡ δὲ τούτου μήτηρ ἀντεποιεῖτο τοῦ Πλάτωνος, ὅτι κατῄσχυνε τὸν υἱὸν αὐτῆς. ἐκδημήσας δὲ τῆς πόλεως ὁ κρατῶν μετὰ τῆς οἰκείας μητρὸς εἰς Προῦσάν τε γε‐ γονὼς καὶ μαθὼν τεχθῆναί οἱ παιδίον ἄρρεν, ἐκεῖ τὴν μητέρα
10καταλιπὼν σπουδαίως ὑπέστρεψεν. ἡ δὲ λαβομένη ἀδείας τοὺς τῶν ταγμάτων ἄρχοντας δωρεαῖς τε καὶ ὑποσχέσεσιν ὑποποιη‐ σαμένη πέπεικε συνθέσθαι καθελεῖν μὲν τὸν υἱὸν αὐτῆς, αὐτῇ δὲ μόνῃ τὴν αὐταρχίαν περιποιήσασθαι. καὶ συνθεμένων εὐ‐ καιρίαν ἐζήτει. τέθνηκε δὲ τὸ τεχθὲν παιδίον τῷ βασιλεῖ, ὅπερ
15ὠνόμασε Λέοντα, καὶ ἐθρηνήθη παρὰ τοῦ πατρός. οἱ δὲ τῆς κατ’ αὐτοῦ ἐπιβουλῆς συνίστορες τῇ μητρὶ αὐτοῦ δείσαντες μὴ
τοῦ καιροῦ τριβομένου καὶ ὑπερτιθεμένης τῆς πράξεως γνω‐297

298

σθῶσι καὶ κατασχεθέντες ἀπόλωνται, σπεύσαντες συνέσχον ἐν τῷ παλατίῳ τὸν βασιλέα καὶ περὶ ὥραν ἐννάτην τοὺς ὀφθαλ‐ μοὺς αὐτοῦ ὠμότατα ἐξορύττουσι, προνοούμενοι μὴ μόνον τοῦ φωτὸς στερηθῆναι αὐτόν, ἀλλὰ καὶ αὐτῆς τῆς ζωῆς. ὅτε συν‐
5έβη ἐφ’ ἡμέρας ἑπτακαίδεκα μὴ λάμψαι τὸν ἥλιον, ἀλλ’ ἀλαμ‐ πεῖς εἶναι καὶ σκοτώδεις τὰς ἡμέρας ἐκείνας, οὐκ οἶδα εἴτε τυχαίως οὕτω συμβὰν εἴτε καὶ διὰ τὴν τοῦ Κωνσταντίνου τύ‐ φλωσιν, ὡς τηνικαῦτα τοῖς ἀνθρώποις ἐδόκει, οἷα τῆς θείας προνοίας νεμεσησάσης τῷ πάθει, ὡς ἐκ μητρὸς εἰς υἱὸν γενο‐
10μένῳ. καὶ ὁ μὲν οὕτω τοὺς ὀφθαλμοὺς ἐξωρώρυκτο κατ’ αὐτὴν τὴν ἡμέραν καθ’ ἣν ἐκεῖνος τὸν θεῖον αὐτοῦ Νικηφόρον καὶ τὸν Μωσηλὲ ἐξετύφλωσε καὶ τῶν λοιπῶν, ὡς εἴρηται, τὰς γλώσ‐ σας ἀπέτεμε, πέντε μεταξὺ παρεληλυθότων ἐνιαυτῶν. ἡ δὲ Εἰρήνη καὶ αὖθις τῆς μοναρχίας ἐπείληπτο.
15 Καὶ ἐν τῇ πρεσβυτέρᾳ Ῥώμῃ τοῦ πάπα θανόντος Ἀδριανοῦ Λέων κεχειροτόνητο, ἀνὴρ αἰδοῖος καὶ τιμιώτατος. οἱ δὲ τῷ
θανόντι Ἀδριανῷ προσήκοντες στασιάσαι τὸν λαὸν ἠρέθισαν298

299

κατ’ αὐτοῦ καὶ συσχόντες αὐτὸν ἐλωβήσαντό οἱ τὰ ὄμματα, ἀλλ’ οὐκ ἐξετύφλωσαν. οἱ γὰρ ἐπιτραπέντες τὴν τύφλωσιν ἐφείσαντο τοῦ ἀνδρὸς αὐτὸν κατοικτείραντες καὶ ἔξωθεν ἐλυμήναντο τοῖς αὐτοῦ ὀφθαλμοῖς, τοῦ δὲ φωτὸς αὐτὸν οὐκ ἐστέρησαν. ὃς μετ‐
5έπειτα τῷ τῶν Φράγγων ῥηγὶ προσρυεὶς Καρούλῳ παρ’ ἐκείνου εἰς τὸν τῆς Ῥώμης ἀποκατέστη θρόνον καὶ τοὺς ἐχθροὺς ἀντη‐ μύνατο, ἐξότου καὶ ἡ Ῥώμη ὑπὸ τοὺς Φράγγους ἐγένετο, τοῦ Καρούλου ταινιωθέντος ὑπὸ τοῦ Λέοντος καὶ βασιλέως Ῥω‐ μαίων ὀνομασθέντος. ἐπὶ γὰρ τοῦ προτέρου Ἰουστινιανοῦ τῇ
10Ἰταλίᾳ ἐπῆλθον οἱ Φράγγοι, ἐκ γένους ὄντες τῶν Γερμανῶν, ὡς ἄνω που εἴρηται, καὶ ἦσαν τοῖς Ῥωμαίοις πολέμιοι. ἐπὶ δὲ Λέοντος τοῦ Ἰσαύρου ὁ τότε πάπας Γρηγόριος διὰ τὴν ἐκεί‐ νου κακοδοξίαν ἀποστὰς τοῦ ὑπείκειν τῷ ἀσεβεῖ βασιλεῖ ἐκείνῳ καὶ δασμοφορεῖν καὶ τοῦ κοινωνεῖν τοῖς ἀσεβῶς προεστῶσι τῆς
15ἐκκλησίας τῆς Κωνσταντινουπόλεως, ἐσπείσατο τοῖς Φράγγοις καὶ τὰς πρὸς ἐκείνους μάχας κατέλυσεν. ἐπὶ δὲ Κωνσταντίνου
καὶ Εἰρήνης ὁ πάπας Λέων καὶ εἰς τὴν Ῥώμην αὐτοὺς εἰσε‐299

300

δέξατο, καὶ οὕτω τῆς Ἰταλίας πάσης καὶ τῆς Ῥώμης αὐτῆς ἐκυρίευσαν. Τῆς Εἰρήνης δὲ μοναρχησάσης, ὡς λέλεκται, οἱ ἀνδρά‐ δελφοι αὐτῆς καθειργμένοι τυγχάνοντες ἠδυνήθησαν τῇ μεγάλῃ
5προσελθεῖν ἐκκλησίᾳ, παρά τινων νεωτεριστῶν πρὸς τοῦτο ἀνα‐ πεισθέντες. Ἀέτιος οὖν ὁ εὐνοῦχος, μέγα τότε παρὰ τῇ βασι‐ λίσσῃ δυνάμενος, ἀπελθὼν καὶ πίστεις αὐτοῖς παρασχὼν ὡς οὐδὲν δεινὸν πείσονται, ἐξήνεγκε τῆς ἐκκλησίας αὐτοὺς καὶ εἰς Ἀθήνας ἀπήχθησαν ὑπερόριοι. κἀκεῖ διαγόντων αὐτῶν τινὲς
10τῶν τῆς Ἑλλάδος προσῆλθον τῷ ἄρχοντι τῶν Σθλαβικῶν ἐθνῶν, δεόμενοι αὐτοῦ ἐξαγαγεῖν αὐτοὺς καὶ ἕνα προχειρίσασθαι βα‐ σιλέα καὶ ἀναγαγεῖν αὐτὸν εἰς τὴν βασιλίδα τῶν πόλεων. μη‐ νυθέντος δὲ τούτου τῇ βασιλίδι, προστάξει ἐκείνης ἀπετυφλώ‐ θησαν ἅπαντες.
15 Ὁ δὲ τῶν Φράγγων ἀρχηγὸς Κάρουλος βασιλεὺς Ῥωμαίων παρὰ τοῦ πάπα Λέοντος, ὡς εἴρηται, ἀναγορευθεὶς πρέσβεις ἔπεμψε πρὸς τὴν Εἰρήνην, ζητῶν συζευχθῆναι αὐτῇ κατὰ συμ‐
βίωσιν γαμικήν. καὶ οὐδ’ ἐκείνῃ τοῦτο ἀβούλητον ἔδοξε, καὶ300

301

γέγονεν ἄν, εἰ μὴ ὁ ἐκτομίας Ἀέτιος παραδυναστεύων πᾶσαν ἐκίνησε μηχανὴν εἰς τὸ μὴ ἀποτελεσθῆναι τὴν συζυγίαν. οὗτος γὰρ μέγα δυνάμενος ἐν τοῖς βασιλείοις τὸν οἰκεῖον ὁμαίμονα Λέοντα ἀξιῶσαι τῆς βασιλείας διὰ μελέτης πεποίητο, ὃς δὴ
5Λέων διὰ σπουδῆς τοῦ Ἀετίου μόνος αὐτὸς στρατηγὸς Θρᾴκης καὶ Μακεδονίας προὐβέβλητο· ὁ δέ γε Ἀέτιος τῶν ἑῴων ἦρχε θεμάτων τοῦ Ὀψικίου καὶ τῶν ἀνατολικῶν, κἀντεῦθεν ὑπερ‐ φρονήσας τῶν ἐν τέλει περιεφρόνει καὶ ἀλαζονικῶς αὐτοῖς προσ‐ εφέρετο. οἱ δὲ τούτοις ἀχθόμενοι βούλευμα κατὰ τῆς βασι‐
10λίσσης συνέθεντο καὶ τὸν πατρίκιον Νικηφόρον καὶ γενικὸν λογοθέτην παραλαβόντες βαθείας νυκτὸς ἦλθον εἰς τὴν Χαλ‐ κῆν, τῆς βασιλίσσης Εἰρήνης νοσούσης καὶ ἐν τῷ οἴκῳ αὐτῆς τῷ ἐν τοῖς Ἐλευθερίου κειμένης· εἶπον οὖν τοῖς ἐκεῖσε φυλάτ‐ τουσι παρὰ τῆς βασιλίσσης σταλῆναι, ἵνα βασιλέα τὸν Νικη‐
15φόρον ἀναγορεύσωσιν, ὡς ἂν οὕτω παύσηται ὁ πατρίκιος Ἀέτιος βιαζόμενος αὐτὴν τὸν ἑαυτοῦ σύγγονον προχειρίσασθαι βασιλέα. πιστεύσαντες οὖν τοῖς ταῦτα λέγουσι πατρικίοις τῶν περιφανῶν
οὖσι, καὶ αὐτοὶ τὸν Νικηφόρον σὺν ἐκείνοις εἰς βασιλέα εὐφή‐301

302

μησαν, καὶ οὕτω παραχωρηθέντες εἰς τὸ μέγα εἰσῆλθον ἀνά‐ κτορον. εἶτα δι’ αὐτῆς τῆς νυκτὸς ὄχλον ἀθροίσαντες σύγκλυδα διὰ πάσης τῆς ἀγορᾶς πρὸ τῆς ἡμέρας τὴν τοῦ Νικηφόρου πεποίηντο ἀναγόρευσιν καὶ τῷ τῆς Εἰρήνης οἴκῳ, καθ’ ὃν
5διῆγε τότε, φρουρὰν περιέστησαν. ἡμέρας δὲ ἤδη ἐπιφαυούσης εἰς τὰ πρὸς ἕω βασίλεια μεταγαγόντες αὐτὴν καὶ κατακλείσαντες, εἰς τὴν μεγάλην ἐκκλησίαν ἀφίκοντο, ἵν’ ἐκεῖ ταινιωθείη ὁ Νικη‐ φόρος καὶ αὐτοκράτωρ ἀναρρηθείη· ὃ δὴ καὶ γέγονε. Τῇ γοῦν ἑξῆς ἡμέρᾳ πρὸς τὴν βασίλισσαν ἧκεν, οὖσαν
10ὑπὸ φρουρούς, ἄκων προαχθῆναι λέγων εἰς τὴν ἀρχὴν τὴν βασίλειον, μηδὲ γὰρ εἶναι αὐτῷ πρὸς βουλῆς, καὶ θαρρεῖν αὐ‐ τὴν ἀναπείθων, ὡς οὐδενὸς ἀτυχήσουσαν τῶν παρὰ δούλου ὀφειλομένων πρὸς δέσποιναν γίνεσθαι. ἠξίου δὲ τοὺς βασιλι‐ κοὺς ὑποδεῖξαι πάντας αὐτῷ θησαυρούς. ἡ δὲ “τὰ κατ’ ἐμὲ”
15φησὶ πρὸς αὐτὸν “ἀναθεμένη θεῷ τὴν μὲν ἔκπτωσιν τῆς βα‐302

303

σιλείας ἐπιγράφω ταῖς ἁμαρτίαις μου, τὴν δὲ σὴν ἀνάρρησιν λογιζομένη ἀπὸ θεοῦ ὡς ἐξ ἐκείνου προβληθέντα σε προσκυνῶ, καὶ ἀξιῶ φείσασθαί μου τῆς ἀσθενείας καὶ ἐᾶσαι διάγειν με ἐν τῷ οἴκῳ μου.” κἀκεῖνος “εἰ μή τι ἀποκρύψεις τῶν τεθη‐
5σαυρισμένων ἐν ἀποκρύφοις, ἔσται σοι καὶ τοῦτο” φησί “καὶ εἴ τι σοί ἐστι πρὸς ἀρέσκειαν ἕτερον,” καὶ ὅρκον ἐξ αὐτῆς περὶ τούτου ἀπῄτησεν. ἡ δὲ ὤμοσε καὶ πλεῖστα ὑπέδειξε. καὶ ὃς αὐτίκα εἰς τὴν νῆσον αὐτὴν ὑπερώρισεν, ἣ τοῦ Πρίγκιπος ἐπωνόμασται, ἐν ᾗ μονὴν ὑπῆρχε δομησαμένη. ἦν γὰρ ὁ Νι‐
10κηφόρος φιλοχρηματώτατος λίαν ἀπληστότατός τε καὶ ἀπιστό‐ τατος καὶ κακίας πάσης, ὡς εἰπεῖν, καταγώγιον. καὶ οὐδ’ ὑποκριθῆναι πρὸς βραχὺ τέως ἠνέσχετο πρὸς τοὺς ὑπηκόους χρηστότητα, ἀλλ’ αὐτίκα πάσης ἀδικίας τὰ πάντα ἐπλήρωσε. καὶ οὐδὲ τῶν συναραμένων αὐτῷ εἰς τὸ βασιλεῦσαι ἐφείσατο, ἀλλὰ
15τὸν μὲν Τριφύλλιον φαρμάκῳ ἀνεῖλε, τὸν δὲ πατρίκιον Βαρ‐ δάνην καὶ στρατηγὸν τῶν ἀνατολικῶν, ᾧ Τοῦρκος ἦν ἐπίκλη‐ σις, ἀναγορευθέντα εἰς βασιλέα παρὰ τῶν ἑῴων ταγμάτων εἴτε
θέλοντα εἴτε ἄκοντα (λέγεται γὰρ ἀμφότερα), εἶτα μεταμελη‐303

304

θέντα καὶ πίστεις ἀπαθείας παρ’ αὐτοῦ εἰληφότα μοναχόν τε γενόμενον καὶ εἰς τὴν νῆσον τὴν λεγομένην Πρώτην διαπεραιω‐ θέντα, ὅπου ἦν δειμάμενος μοναστήριον, στείλας κρυφίως τινάς, ὡς δοκεῖν ἀγνοοῦντος αὐτοῦ πεπρᾶχθαι τὸ ἔργον, ἐστέρησε τοῦ
5φωτὸς καὶ λυπεῖσθαι ἐσχηματίζετο καὶ ἐξώμνυτο ἀμέθεκτος εἶναι τοῦ τοιούτου τολμήματος. τὸν δὲ τῆς Εἰρήνης υἱὸν τὸν Κωνσταντῖνον προσελάβετο καὶ ὑπεποιεῖτο, ἵν’ αὐτῷ ὑποδείξῃ κρυπτόμενα χρήματα. κἀκεῖνος ὑπέδειξεν ἐν τοίχῳ συνεκτι‐ σμένα πολλά. συνεὶς δὲ ὁ βασιλεὺς Νικηφόρος ἀχθομένους αὐτῷ
10ἅπαντας καὶ δείσας μὴ τὴν Εἰρήνην αὖθις ἐγγὺς οὖσαν λα‐ βόντες εἰς τὴν βασιλείαν ἐπαναγάγωσιν, εἰς Λέσβον αὐτὴν ὑπερ‐ όριον ἔθετο καὶ φρουροὺς ἐπιστήσας αὐτῇ, ἔνθα τῇ λύπῃ κα‐ ταποθεῖσα τὴν ζωὴν ἐξεμέτρησεν. ἔστεψε δὲ καὶ τὸν υἱὸν αὐτοῦ Σταυράκιον ὁ Νικηφόρος, εἰδεχθῆ τε λίαν ὄντα καὶ
15ἀφελῆ καὶ μήτε εἶδος μήτε μὴν γενναιότητα μήτε σύνεσιν ἔχοντα
τυραννίδος ἐπάξια.304

305

Τοῦ μέντοι πατριάρχου Ταρασίου τὸν βίον μετηλλαχότος κατὰ τὴν πρώτην ἑβδομάδα τῶν νηστειῶν, Νικηφόρος ὁ ἀοί‐ διμος ψήφῳ κοινῇ κατὰ τὴν τοῦ πάσχα κυριακὴν πατριάρχης κεχειροτόνητο, ἀσηκρῆτις τυγχάνων, Πλάτωνος καὶ Θεοδώρου
5τοῦ γεγονότος ἡγουμένου τῆς τοῦ Στουδίου μονῆς στασιασάντων διὰ τὴν τοῦ μάκαρος ἐκείνου χειροτονίαν, ὅτι ἀθρόως ἐκ λαϊ‐ κῶν εἰς τὴν ἐπισκοπὴν προκεχείριστο, καίτοι τούτου πολλάκις πραχθέντος. οὓς καὶ ἀπελάσαι τῆς πόλεως ὁ βασιλεὺς ἐβου‐ λεύσατο, οὐ μὴν καὶ εἰς ἔργον τὸ βούλευμα ἤνεγκεν. εἰσὶ δ’
10οἳ λέγουσι σκῆψιν εἶναι τὸ στασιάσαι αὐτοὺς διὰ τὸ ἐκ λαϊκῶν γενέσθαι πατριάρχην τὸν ἱερὸν Νικηφόρον, τὸ δ’ ἀληθὲς αἴτιον φιλαρχίαν εἶναι. ἠβούλοντο γὰρ τῆς ἐκκλησίας ἐγκρατεῖς γε‐ νέσθαι καὶ τοῦ ἀρχιερατικοῦ τῆς Κωνσταντινουπόλεως ἐπιβῆναι θρόνου περὶ πλείστου πεποίηντο. τῷ δὲ υἱῷ αὐτοῦ Σταυρακίῳ
15ἀγαγέσθαι γυναῖκα ὁ βασιλεὺς βουληθεὶς Θεοφανὼ τὴν Ἀθη‐
ναίαν, προσγενῆ τῆς βασιλίσσης Εἰρήνης οὖσαν καὶ ἤδη κατηγ‐305

306

γυημένην ἀνδρί, διαζεύξας αὐτοῦ ἀθέσμως τῷ Σταυρακίῳ συνέζευξε. Πανσπερμία δὲ παντοδαπῆς κακίας οὗτος τυγχάνων ὁ αὐτοκράτωρ οὐ διέλιπεν ἄλλα ἐπ’ ἄλλοις εἰς συντριβὴν τῶν
5ὑπηκόων ἐπινοούμενος. ὀλίγων δ’ ἐπιμνησθήσομαι, τὰ πολλὰ παρεῶν, ἵν’ ὡς ἐκ πλήρους πίθου γεῦμα ταῦτα τοῖς τῇ ἱστορίᾳ ἐντυγχάνουσιν ἔσοιντο. στρατεύεσθαι τοὺς ἀπόρους ἐκ τῶν θε‐ μάτων ἐθέσπισε καὶ παρὰ τῶν ὁμοχώρων ὅπλα τε αὐτοῖς χο‐ ρηγεῖσθαι καὶ ἀναλώματα καὶ τὰ τῶν ἀπόρων τέλη τοὺς εὐ‐
10ποροῦντας εἰσπράττεσθαι, ὃ ἀλληλέγγυον ὠνομάσθη. ἐπόπτας προὐβάλλετο, ἐπισκήπτων ἐπαύξειν σφᾶς τὰ δημόσια, ἀπαιτεῖ‐ σθαι δὲ καὶ ὑπὲρ χαρτιατικοῦ ἐπὶ τῷ νομίσματι δύο κεράτια. οἳ καὶ τὰ κρείττω τῶν ἀκινήτων ἐκ τῶν δεσποτῶν ἀφαιρού‐ μενοι τῷ δημοσίῳ ἀφώριζον. τούτου καὶ ἡ τοῦ καπνικοῦ
15ἐπίθεσις ἐννόημα κάκιστον, ἐπαχθέντος τοῖς τῶν ἐκκλησιῶν καὶ
πτωχείων γηρωκομείων τε καὶ μοναστηρίων παροίκοις καὶ παντὶ306

307

μήτε γῆν ἔχοντι μήτε τέλος, καὶ τὸ τοὺς ἐξ ἀπόρων ὅπως δή‐ ποτε εἰς εὐπορίαν μετενεχθέντας χρήματα ἀπαιτεῖσθαι, ὡς εὑ‐ ρετὰς θησαυρῶν, καὶ τὸ τοὺς τῶν νηῶν κτήτορας ἀναγκάζεσθαι γῆν ὠνεῖσθαι ἀπὸ τοῦ δημοσίου, ἀνθρώπους οὐδ’ ὅ,τι ἐστὶ
5γεωργία γινώσκοντας· καὶ τοῦτο ἐπὶ τῶν ἐν τοῖς θέμασιν οἰ‐ κούντων ναυκλήρων ἐγίνετο. τοῖς δ’ ἐν Κωνσταντινουπόλει νηῶν κτήτορσι προσερρίπτει ἀνὰ δώδεκα λίτρας ἑκάστης χρυσίου, ἵνα τόκον καταβάλοι τῷ δημοσίῳ, τῶν ἄλλων βαρῶν τῶν τοῖς πλοίοις ἐπικειμένων ἐπέκεινα. καὶ οὓς δ’ ἂν ἔμαθε τῶν ἐμ‐
10πόρων ἢ ἐργαστηρίων προϊσταμένων πολλῶν εὐπορεῖν, στέλλων ἀφῃρεῖτο τὰ χρήματα, πολλοστόν τι μέρος ἐκείνοις ἐῶν, οἷον καὶ ἐπί τινι πράτῃ κηρίων εἰργάσατο. μαθὼν γὰρ τὸν ἄνδρα ἐκεῖνον κύριον εἶναι χρημάτων πολλῶν μεταπέμπεται αὐτὸν καὶ “ἐπίθες σου” φησί “τὴν χεῖρα τῇ κεφαλῇ μου καὶ ὄμοσον
15κατ’ αὐτῆς πόσον σοι χρυσίον ἐστί.” τοῦ δὲ βιασθέντος τοῦτο ποιῆσαι καὶ ὀμόσαντος ἑκατὸν ἔχειν λίτρας, ἐνεχθῆναι ταύτας παρεκελεύσατο. ὡς οὖν ἐκομίσθησαν, “οὐ χρεία σοι τοσούτου” εἶπε “χρυσοῦ.” δέκα γοῦν λίτρας αὐτῷ ἐπιτρέψας λαβεῖν τὰς
λοιπὰς αὐτὸς ᾠκειώσατο, ὁμοδίαιτον αὐτὸν τηνικαῦτα πεποιη‐307

308

κώς, ἐνενήκοντα χρυσίου λιτρῶν τὸ συναριστῆσαι τῷ βασιλεῖ οὐχ ἑκόντα πριάμενον. Τοιαῦτα πολλὰ ὁ Νικηφόρος κατὰ τῶν ὑπηκόων ἐπινοῶν (ἦν γὰρ ποριμώτατος ἐν τοιούτοις) πᾶσαν αὐτοῖς ἐπήνεγκε κά‐
5κωσιν καὶ ὑπὸ πάντων μεμίσητο. ὅθεν ἄγνωστός τις ἀνὴρ ξίφος ποτὲ λαβὼν ἐν χεροῖν εἰσέδραμε τὰ βασίλεια, ἀνελεῖν τὸν βασιλέα τοῦτον ζητῶν. τινῶν δ’ ἐπιδραμόντων αὐτῷ, τοὺς μὲν ἔπληξε τῷ ξίφει, αὐτὸς δὲ συσχεθεὶς καὶ βασάνοις ἐκδοθεὶς οὐδέν τι κατά του ἐξέφηνεν, ἀλλὰ παρακεκόφθαι τὰς φρένας
10ὑποκριθεὶς κατάκλειστος γέγονε. Μανιχαίοις δὲ καὶ τοῖς καλου‐ μένοις Ἀθιγγάνοις ἐν χρησμοῖς τε καὶ οἰωνίσμασι καὶ τελεταῖς ἀπορρήτοις ἐκέχρητο. κἀντεῦθεν εἰς τὰς χώρας τὰς Ῥωμαϊκὰς εἰσεφθάρησαν, καὶ πολλοὶ τῶν ἀβελτέρων εἰς τὴν πίστιν ὑπ’ αὐτῶν διεφθάρησαν.
15 Οἱ δὲ τῆς Ἄγαρ πολλάκις ἐπιστρατεύοντες κατὰ Ῥωμαίων ἐκάκουν τὰς χώρας, εἷλον δὲ σὺν ἄλλοις καὶ τὴν Εὐχάϊταν. καὶ οὗτοι μὲν τὰ πρὸς ἀνίσχοντα ἥλιον ἐληίζοντο, οἱ δὲ Βούλ‐
γαροι τὰ ἑσπέρια. ἐπιστρατεῦσαι τοίνυν κατὰ Βουλγάρων ὁ308

309

βασιλεὺς ἐβουλεύσατο· καί τινος τῶν οἰκειοτάτων αὐτῷ συμβου‐ λεύοντος αὐτῷ ἐνδοῦναι τοῖς ὑπηκόοις τὴν κάκωσιν, “πάντες γάρ” ἔφη “καταβοῶσιν ἡμῶν καί, εἴ τι τῶν ἀπαισίων συμβαίη ἡμῖν, πάντες ἐπιχαρήσονται τῇ πτώσει ἡμῶν,” ἐκεῖνος ἔφη ὡς
5“ὁ θεὸς ἐσκλήρυνε τὴν καρδίαν μου κατὰ τὴν τοῦ Φαραώ· μὴ οὖν ἐκδέχου τι ἀγαθὸν τοῖς ὑπὸ χεῖρά μου ἐξ ἐμοῦ.” συν‐ αθροίσας οὖν τὰ τάγματα πάντοθεν καὶ εἰς Βουλγαρίαν παρα‐ γενόμενος, τοῦ Κρούμου τοῦ ἔθνους ἀρχηγετοῦντος, τὸ μὲν πρῶτον εὐτύχησεν, ὥστε καὶ τὴν τοῦ Κρούμου παρειληφέναι
10αὐλήν (οὕτω γὰρ τὴν τοῦ σφῶν ἀρχηγοῦ οἱ Βούλγαροι ἐκά‐ λουν κατοίκησιν), καὶ τοῖς ἐκείνου ταμείοις σφραγῖδας ἐπιβαλεῖν, ὡς ἤδη γενομένοις αὐτοῦ, καὶ πολλοὺς τῶν οἰκείων διὰ σκύλων ἁρπαγὴν τιμωρήσασθαι. τοῦ δὲ Κρούμου ἀποδεδειλιακότος καὶ ἱκετεύοντος φείσασθαι τοῦ ἔθνους καὶ ἐφ’ οἵαις ἂν βού‐
15λοιτο συνθήκαις σπείσασθαι αὐτῷ, ὀγκωθεὶς ἐκεῖνος τῷ εὐτυ‐ χήματι τὰς σπονδὰς οὐ προσήκατο. ἀπογνοὺς οὖν ὁ Κροῦμος καὶ τὸν περὶ ψυχῆς ἤδη λογιζόμενος θέειν, τὰς ἑαυτοῦ δυνά‐ μεις συναγαγὼν καὶ λόγοις παρακλητικοῖς παρακροτήσας αὐτούς,
ἔπεισι νυκτὸς ἔτι οὔσης κατὰ τῆς τῶν Ῥωμαίων παρεμβολῆς309

310

ἀφυλάκτως κοιμωμένων ἁπάντων (μὴ γὰρ ἄν ποτε τολμῆσαι συμμίξαι αὐτοῖς τοὺς βαρβάρους ἐξ ἀπονοίας πολλῆς ᾤοντο)· καὶ αὐτίκα κατὰ τῆς βασιλείου σκηνῆς ὡρμήκεσαν, καὶ ἀναι‐ ρεῖται μὲν ὁ Νικηφόρος, τὸ δ’ ὅπως ἠγνόηται. λέγεται δὲ καὶ
5παρὰ τῶν οἰκείων ἀναιρεθῆναι ἢ πρωτουργησάντων τὴν ἐκείνου σφαγὴν ἢ τῶν μὲν βαρβάρων καταρξαμένων, τῶν δὲ Ῥωμαίων ἐπεξεργασαμένων τὸν φόνον τὸν τοῦ ἀλάστορος. τιτρώσκεται δὲ καὶ ὁ Σταυράκιος μεταξὺ τοῦ ὤμου τοῦ δεξιοῦ καὶ τοῦ τένοντος, καὶ ἀναιροῦνται πολλοὶ μὲν τῶν ἐν ὑπεροχαῖς, τῶν
10ἐν τέλει, τῶν ἐν στρατηγίαις, τῶν ἐν ἀξιώμασι, τῶν δ’ ἄλλως στρατευομένων καὶ τῶν τῆς βασιλικῆς ὑπηρεσίας καὶ τῶν λοι‐ πῶν θεραπόντων οὐδὲ ἀριθμητοί. διαρπάζεται δὲ ξύμπασα ἡ τοῦ βασιλέως ἀποσκευὴ καὶ ἅπαν τὸ τῶν Ῥωμαίων χαράκωμα, καὶ περιγίνεται τοῖς βαρβάροις καὶ πλοῦτος συχνὸς καὶ ὅπλα
15πολλὰ καὶ ἵππος μυρία. μόλις δ’ οὖν ὁ Σταυράκιος περισώ‐
ζεται καὶ ὅσοις ἡ νὺξ παρέσχε λαθεῖν λόχμας ὑποδῦσι καὶ ἕλη310

311

καὶ τοιαῦτά τινα. τὸν δὲ τοῦ βασιλέως Νικηφόρου νεκρὸν λα‐ βὼν ὁ Κροῦμος καὶ τὴν κεφαλὴν ἐκτεμὼν ἐφ’ ἡμέρας μέν τινας ἐφ’ ὕψους ἀνήρτησε, θεατρίζων ταύτην καὶ ἐμπομπεύων τῷ κατορθώματι. εἶτα τὸ τῆς κορυφῆς ὀστοῦν ἀποδιελὼν καὶ
5γυμνώσας τοῦ δέρματος ἀργύρῳ τε περιδύσας, ὡς κύλικι τούτῳ ἐκέχρητο, οἶνόν τ’ ἐγχέων αὐτῷ πίνειν ἐδίδου τοῖς ὑπ’ αὐτόν. ἀγγελθέντος δ’ ἐν Βυζαντίῳ τοῦ τῶν Ῥωμαίων ὀλέθρου καὶ τῆς τοῦ βασιλέως σφαγῆς, θρῆνος μὲν ἦν πανταχόσε πολὺς καὶ ὠλόλυζον οἱ τοῖς ἀνῃρημένοις προσήκοντες· κουφισμὸν δ’ ἐποίει
10τῆς συμφορᾶς ἡ τοῦ κρατοῦντος ἀπώλεια. Ὁ μὲν οὖν Νικηφόρος κάκιστος γεγονὼς ἀπώλετο αἴσχιστα. ὁ δέ γε Σταυράκιος πεπληγμένος φυγὼν εἰς Ἀδριανούπολιν διασώζεται, ἔνθα καὶ αὐτοκράτωρ ἀνερρήθη τῶν ἐν ἀρχαῖς ἐνίων σπουδῇ, καὶ κακῶς ἐκ τοῦ τραύματος διακείμενος εἰς
15τὴν μεγαλόπολιν εἰσελήλυθεν. ἐπεβούλευε δὲ τῷ κουροπαλάτῃ
Μιχαήλ, ᾧ Ῥαγγαβὲ τὸ ἐπώνυμον, γαμβρῷ αὐτοῦ ὄντι ἐπὶ Προ‐311

312

κοπίᾳ τῇ ἀδελφῇ, βουλόμενος τὴν βασιλείαν τῇ ἑαυτοῦ συμβίῳ καταλιπεῖν. γνόντες δὲ τὴν τοῦ Σταυρακίου μελέτην οἱ τῆς συγκλήτου βουλῆς καὶ τοὺς περιλειφθέντας ἐκ τῶν ταγμάτων ἀθροίσαντες, κατ’ ὄρθρον ἤδη τῆς νυκτὸς οὔσης ἀναγορεύουσι
5τὸν κουροπαλάτην Μιχαὴλ αὐτοκράτορα· καὶ αὐτίκα τὴν κόμην κειράμενος ὁ Σταυράκιος περιβολὴν ἑαυτῷ μοναχικὴν περιέθετο. Ὁ δὲ Μιχαὴλ μεθ’ ἡμέραν εἰς τὴν μεγάλην ἐκκλησίαν παραγενόμενος ὑπὸ τοῦ πατριάρχου Νικηφόρου τεταινίωται βα‐ σιλικῷ διαδήματι, ἀπαιτηθεὶς παρ’ αὐτοῦ πρότερον ἔγγραφον
10ἐπαγγελίαν τοῦ μή τι παρακινῆσαι τῶν τῆς ἐκκλησίας θεσμῶν μηδ’ ἐν αἵμασι χρανθῆναι χριστιανῶν. μετὰ δέ τινας ἡμέρας καὶ τὴν τοῦ βίου κοινωνὸν Προκοπίαν Αὐγούσταν ἀνηγόρευσέ τε καὶ ἔστεψεν. εὐσεβὴς δὲ τυγχάνων τὴν γνώμην τε ἐλευ‐ θέριος τούς τε πρὸς τοῦ Νικηφόρου ἠδικημένους καὶ τὰς συ‐
15ζύγους τῶν ἐν τῷ πολέμῳ πεσόντων στρατιωτῶν παρεμυθήσατο312

313

χρημάτων διανομαῖς. καὶ τὴν γαμετὴν δὲ Σταυρακίου Θεο‐ φανὼ καρεῖσαν τὴν κόμην καὶ μέλαιναν ἐνδυσαμένην στολὴν χρήμασι πολλοῖς ἐδωρήσατο καὶ οἶκον εἰς κατοικίαν αὐτῇ προσ‐ απένειμεν, ὃν εἰς μοναζουσῶν μετεποίησε καταγώγιον, ἔνθα
5καὶ ὁ Σταυράκιος τέθαπται, θανὼν ἐκ τῆς πληγῆς ἣν ὁ λόγος ἐδήλωσε, δύο μῆνας μόνους αὐταρχήσας ἐπὶ ἡμέραις ἕξ. ἥτις μονὴ ἐξ ἐκείνου ἐκλήθη τοῦ Σταυρακίου ὠνομασμένη, βαρβα‐ ριζομένου δὲ τοῦ ὀνόματος παρὰ τοῦ συρφετώδους ὄχλου λέ‐ γεται τὰ Βρακά, παρά τινων δὲ τὴν ἀληθῆ κλῆσιν ἀγνοησάντων,
10μεταγόντων δὲ δῆθεν ταύτην πρὸς τὸ ἑλληνικώτερον, ὀνομάζεται τὰ Ἐβραϊκά. καθειργμένους δ’ εὑρὼν τοὺς τῆς μονῆς τοῦ Στουδίου ἡγουμενεύσαντας, τὸν Πλάτωνα λέγω καὶ τὸν Θεό‐ δωρον, ἀλλὰ μὴν καὶ τὸν τούτου ὁμαίμονα Ἰωσὴφ τὸν τῆς Θεσσαλονίκης ἀρχιεπίσκοπον καὶ τῶν τῆς εἰρημένης μονῆς μο‐
15ναχῶν τοὺς λογιμωτέρους, ὡς μὴ κοινωνοῦντας, καθώσπερ
ἱστόρηται, τῷ πατριάρχῃ καὶ τῇ ἐκκλησίᾳ, ἔσπευσεν ἑνῶσαι αὐ‐313

314

τοὺς καὶ μέντοι καὶ ἥνωσε. καὶ τὸν υἱὸν δὲ Θεοφύλακτον ὁ βασιλεὺς οὗτος τῆς βασιλικῆς ἠξίωσε κλήσεως καί οἱ διὰ τοῦ πατριάρχου διάδημα περιέθετο. εἶτα κατὰ Βουλγάρων ληιζο‐ μένων τὴν Θρᾳκῴαν μοῖραν ἐκστρατεύσας, στασιάσαντα κατ’
5αὐτοῦ τῶν ταγμάτων τινά, ὡς καὶ εἰς ὕβρεις χωρῆσαι κατὰ τὸ προφανές, λόγοις μειλιχίοις καὶ δώροις φιλοτίμοις κατηύνασε καὶ εἰς τὰ βασίλεια ἐπανέζευξεν. ἀνακαινίσαι δὲ ζητούντων πολλῶν τὴν κατὰ τῶν σεπτῶν εἰκόνων μανίαν, τινὰς συλλαβὼν καὶ μετρίως πως αἰκισάμενος, δι’ αὐτῶν καὶ τοὺς λοιποὺς κατ‐
10επτόησε καὶ παύσασθαι παρεσκεύασε. μοναχὸν δέ τινα εὐλα‐ βείας τάχα σκηνὴν ἐνδεικνύμενον εὑρηκὼς εἰκόνα τῆς θεομή‐ τορος ἀποξέσαντα, τῆς γλώσσης ἀφείλετο. Τῶν Ἀγαρηνῶν δὲ τὴν ἑῴαν αὖθις ληιζομένων, ὁ τῶν ἀνατολικῶν στρατηγὸς ὁ Ἀρμένιος Λέων τούτοις συμβαλὼν
15ἀνεῖλέ τε περὶ δισχιλίους καὶ ἵππους καὶ ὅπλα εἰς πλῆθος ἐξ αὐτῶν ἐλαφυραγώγησε. Κροῦμος δὲ ὁ τῶν Βουλγάρων ἄρχων
διεπρεσβεύσατο πρὸς τὸν βασιλέα, εἰρήνην ζητῶν ἐπὶ συνθήκαις314

315

ταῖς ἐπὶ Θεοδοσίου τοῦ Ἀτραμυτηνοῦ καὶ Γερμανοῦ πατριάρχου. καὶ εἰ μὴ οὕτω τὴν εἰρήνην ὁ αὐτοκράτωρ αἱρήσεται, ἠπείλει κατὰ Μεσημβρίας χωρῆσαι, καὶ τοῦ τῶν χριστωνύμων ὀλέθρου αἴτιον εἶναι τὸν μὴ τὴν εἰρήνην αἱρούμενον. ἀλλὰ συμβουλῇ
5τῶν περὶ αὐτὸν τὰς σπονδὰς ἐπὶ ταῖς συνθήκαις ἐκείναις ὁ βα‐ σιλεὺς οὐ προσήκατο, καὶ ὁ Κροῦμος κατὰ Μεσημβρίας ἐχώ‐ ρησεν, ἑλεπόλεις ἐπαγόμενος. Ἄραψ γάρ τις μηχανικὸς καὶ περὶ ταύτας δεξιὸς προσῆλθε τῷ Νικηφόρῳ ποτὲ καὶ τῷ θείῳ βαπτίσματι τελεσθείς, μὴ τυχὼν δὲ προνοίας ἀξιολόγου διὰ τὴν
10ἐκείνου γλισχρότητα, εἶτα καὶ ἐπεγκαλέσας ἐκείνῳ διὰ τὸ ἀπρο‐ νόητον, ἐτύφθη σφοδρότατα. ἐξ ἀπονοίας οὖν τοῖς Βουλγάροις προσκεχωρήκει, καὶ δι’ αὐτοῦ πᾶσαν οἱ βάρβαροι μηχανὴν ἐργάζεσθαι μεμαθήκασιν. οὕτως οὖν εὐπορήσαντες ἑλεπόλεων, οὐκ ἐχρόνισαν εἰς τὴν τοῦ κατὰ Μεσημβρίαν ἄστεος πόρθησιν.
15τοῦ δὲ βασιλέως τὸν πατριάρχην μετακαλεσαμένου καὶ τῶν ἀρχιερέων τινὰς καὶ προθεμένου βουλὴν περὶ τῶν μετὰ Βουλ‐ γάρων σπονδῶν καὶ εἰ χρὴ ἐκδοῦναι τῷ Κρούμῳ τοὺς ἐκεῖθεν Ῥωμαίοις προσπεφευγότας (καὶ τοῦτο γὰρ πρὸς τοῖς ἄλλοις ἐπὶ ταῖς σπονδαῖς ἐζήτει ὁ βάρβαρος), ὁ μὲν πατριάρχης καὶ οἱ
20ἀρχιερεῖς συνεβούλευον ἐκδοθῆναι τοὺς πρόσφυγας, κρεῖσσον315

316

κρίνοντες εἶναι παθεῖν μετρίους τινὰς ἢ πλήθη πάσχειν ἀνά‐ ριθμα. οἱ δὲ περὶ τὸν βασιλέα καὶ ὁ Στουδίτης Θεόδωρος τὰς σπονδὰς ἀπηγόρευον, λέγοντες μὴ δεῖν ἐκδιδόναι τοὺς πρόσ‐ φυγας. αἱ μὲν οὖν πρὸς τοὺς Βουλγάρους σπονδαὶ ἐντεῦθεν
5κεκώλυντο. ἦν γὰρ ὁ αὐτοκράτωρ οὗτος τὸν μὲν τρόπον χρη‐ στὸς καὶ τὴν πίστιν ὀρθός, περὶ δὲ πραγμάτων οἰκονομίαν νωθὴς καὶ τοῖς ὑπερέχουσι τῶν ἀρχόντων ὅπῃ ἂν ἄγοιτο ῥᾳδίως ἑπό‐ μενος. Κομήτης δ’ ἀστὴρ ἐφάνη τότε σχηματισθεὶς εἰς εἴδη διά‐
10φορα, ὧν λέγεται εἶναι καὶ ἀνθρώπου σχῆμα χωρὶς κεφαλῆς. Οἱ Βούλγαροι μέντοι τῆς Μεσημβρίας κρατήσαντες πολλὰ ἐν ταύτῃ εὑρήκασι, μετὰ τῶν ἄλλων δὲ καὶ τοῦ ὑγροῦ πυρὸς οὐκ ἐλάχιστον. αἰχμαλώτων δ’ ἐπανελθόντων τινῶν, μαθὼν ἐκ τούτων ὁ βασιλεὺς βούλεσθαι τὸν Κροῦμον τὴν Θρᾴκην
15ληίσασθαι, ἐξῆλθε τῆς πόλεως. ὅθεν οὐδὲν ὧν ἐμελέτα δράσας
ὁ βάρβαρος, ἀλλὰ καὶ πολλοὺς τῶν οἰκείων ἀποβαλὼν ὑπενό‐316

317

στησε· καὶ ὁ βασιλεὺς τὰς Ῥωμαϊκὰς δυνάμεις πάντοθεν συν‐ αθροίσας εἰς Θρᾴκην αὖθις ἐξῆλθε, συνεπομένης αὐτῷ καὶ τῆς Αὐγούστας ἄχρι τῶν Κιδόκτου. ὅθεν δυσχερᾶναν τὸ στρα‐ τιωτικὸν ἐλοιδορεῖτο τῷ αὐτοκράτορι. εἶτα ἡ μὲν Αὐγούστα
5ἐπανελήλυθεν, ὁ δὲ Μιχαὴλ περιεπόλει τὴν Θρᾴκην, μηδέν τι πράττων στρατηγικὸν ἤ τι κατὰ τῶν ἐναντίων οἰκονομούμενος· καὶ ἦσαν τοῖς τῆς χώραϛ οἰκήτορσι τὰ στρατεύματα οὐχ ἧττον τῶν βαρβάρων εἰς προνομήν. καὶ ὁ Κροῦμος δὲ τῶν οἰκείων ἀπάρας ἠθῶν ταῖς βασιλικαῖς παρεστρατοπεδεύσατο παρατάξεσι.
10μάχης οὖν συγκροτηθείσης ἡττῶνται Ῥωμαῖοι, τοῦ στρατηγοῦ τῶν ἀνατολικῶν Λέοντος τοῦ ἐξ Ἀρμενίων αἰτίου τῆς ἥττης γεγενημένου. οὗτος γὰρ τῆς βασιλείας ἐρῶν καὶ πρὸς τὴν στρατιὰν διαβάλλων τὸν Μιχαὴλ ὡς ἄνανδρόν τε καὶ ἀστρατή‐ γητον, ἄρτι τοῦ πολέμου συγκροτηθέντος, τὰ ὑπ’ αὐτὸν τάγματα
15ἕπεσθαί οἱ ἐγκελευσάμενος λειποτακτήσας ἀπῄει φυγάς. τοῦτο καὶ τοὺς ἄλλους ἔτρεψεν εἰς φυγήν, ὥστε τὸν Κροῦμον μηδὲ
πιστεύειν τῷ γινομένῳ διὰ τὸ λίαν παράλογον, ἀλλὰ λόχον317

318

ἡγεῖσθαι τοῦτο καὶ τοὺς ἀμφ’ αὐτὸν ἐπισχεῖν. ὡς δ’ ἑώρα τοὺς Ῥωμαίους φεύγοντας ἀκόσμως καὶ ἀκρατῶς, τότε τοῖς οἰκείοις διώκειν ἐγκελευσάμενος φόνον πλεῖστον εἰργάσατο στρα‐ τιωτῶν τε καὶ στρατηγῶν. μόλις δ’ ὁ βασιλεὺς εἰς τὴν Κων‐
5σταντίνου μετ’ ὀλίγων τινῶν φυγῇ διασώζεται, τοῦ χάρακος καὶ τῆς σκηνῆς τῆς βασιλικῆς γεγονότων τοῖς βαρβάροις διάρ‐ παγμα. ἐντεῦθεν ὁ Λέων ἀδείας δραξάμενος καὶ τοὺς κοινω‐ νοὺς τῶν βουλευμάτων αὐτῷ διασπείρας εἰς τὰ περιλειφθέντα τῶν στρατευμάτων λέγοντας ἐξ ἀφελείας τῶν κρατούντων ἡτ‐
10τᾶσθαι Ῥωμαίους καὶ δεῖσθαι τὰ πράγματα γενναίου ἀνδρός, οἷος ὁ τῶν ἀνατολικῶν στρατηγὸς Λέων ἐστίν, εἰς στάσιν τοὺς στρατιώτας ἠρέθισε· καὶ τὸν μὲν βασιλέα κακῶς ἔλεγον, τὸν Λέοντα δὲ βασιλικῆς εὐφημίας ἠξίουν, τὴν ἐκείνου περιστάντες σκηνήν. ἀκκιζομένου δ’ αὐτοῦ καὶ παραιτουμένου δῆθεν τὴν
15αὐταρχίαν, ὁ τραυλὸς Μιχαὴλ τάγματος ἄρχων τὸ ξίφος σπα‐ σάμενος, τοῦτο δὲ καὶ ἄλλοις ποιεῖν ὑποθέμενος τῆς συνωμοσίας μετέχουσι, πείθουσι τάχα καὶ ἄκοντα τὴν ἀνάρρησιν τὸν Λέοντα δέξασθαι. ὡς οὖν ἠγγέλη ταῦτα τῷ Μιχαήλ, εὐθὺς οὔτε πρὸς
ἀντικατάστασιν ὥρμησεν οὔτε τῆς βασιλείας ἀντιποιήσασθαι ἐδο‐318

319

κίμασεν, ἀλλὰ τὰ τῆς βασιλείας παράσημα τῷ Λέοντι ἐξαπέ‐ στειλεν. ἐλθόντος δ’ ἐκείνου εἰς τὰ βασίλεια ὁ Μιχαὴλ ἅμα τῇ συζύγῳ καὶ τοῖς παισὶ πρὸς τὸν ἐν τῷ Φάρῳ ναὸν ἱκέτης εἰσέδραμεν. ἀποσπασθέντες δ’ ἐκεῖθεν, ὁ μὲν Μιχαὴλ εἰς τὴν
5Πρώτην λεγομένην νῆσον ἀπάγεται καὶ μοναχὸς γεγονὼς ἐκεῖ κατεβίω. τὸν δὲ παῖδα τούτου τὸν Θεοφύλακτον, ὃς καὶ ἀναρ‐ ρήσεως, ὡς ἔφημεν, κατηξίωτο, τῶν παιδογόνων μορίων ἀφεί‐ λετο καὶ σὺν τῇ μητρὶ καὶ τοῖς ἀδελφοῖς ὑπερορίους ἐποίησε. Τῷ μὲν οὖν Μιχαὴλ ἐς τοῦτο τὰ τῆς ἀρχῆς ἐτελεύτησεν,
10δύο ἐνιαυτοὺς βασιλεύσαντι. ὁ δὲ Λέων εἰς τὰ βασίλεια εἰσελ‐ θὼν αὐτίκα ἐκδυσάμενος ὃ περιέκειτο φάρος τῷ τραυλῷ Μιχαὴλ ἐνεχείρισε, κἀκεῖνος εὐθὺς αὐτὸ ἠμφιάσατο, ὃ πολλοῖς σημεῖον ἐκρίθη τοῦτον μέλλειν ἔσεσθαι τῷ Λέοντι τῆς βασιλείας διάδοχον. οὐ τοῦτο δὲ μόνον τῆς διαδοχῆς σημαντικὸν τοῦ κράτους συνέβη
15τῷ Μιχαήλ, ἀλλὰ καὶ ὄπισθεν τοῦ Λέοντος πορευόμενος βα‐
σιλικὴν ἐσθῆτα μεταμφιασαμένου, τὸ ταύτης πεπάτηκε κράσπε‐319

320

δον· τοῦτο καὶ τῷ Λέοντι οὐκ ἀγαθὸν οἰώνισμα ἔδοξε. τούτοις δὲ καὶ ἀμφοῖν ἡ βασιλεία προείρητο. ὁ γὰρ ἄνωθι ῥηθεὶς Βαρδάνιος ὁ στρατηγὸς καὶ πατρίκιος πρὸ τοῦ τυραννίδι ἐπι‐ κεχειρηκέναι, στρέφων αὐτὴν κατὰ νοῦν, εἴς τινα μοναχὸν ἐν
5τῷ Φιλομηλίῳ ἀσκούμενον καὶ προλέγειν τὰ μέλλοντα πιστευό‐ μενον ἀπελθών, ἐκείνῳ τὸ ἀπόρρητον ἀνεκάλυψε καὶ εἰ ἔσται αὐτῷ ἐπιτελὲς τὸ βούλευμα ἐπυνθάνετο. ὁ δὲ ἀπηγόρευσεν αὐτῷ τὴν ἐγχείρησιν, φάμενος ὡς οὔτε τεύξῃ τοῦ ἐφετοῦ καὶ στερηθήσῃ καὶ τῆς περιουσίας καὶ τοῦ φωτός. ἐπὶ τούτοις ὁ
10μὲν ἀπῄει περίλυπος· ὁ Λέων δὲ οὗτος καὶ ὁ τραυλὸς Μι‐ χαὴλ καί τις ἕτερος Θωμᾶς αὐτῷ τὸν ἵππον παρέστησαν. ἄνω‐ θεν δὲ προκύψας ὁ μοναχὸς καὶ τούτους ἰδών, μετακαλεῖται τὸν στρατηγὸν καί φησι “σοὶ μέν, ὡς εἴρηκά σοι, οὐ δίδωσιν ὁ θεὸς τῆς βασιλείας τυχεῖν· τῶν δὲ τὸν ἵππον σοι παραστη‐
15σάντων τοὺς δύο, τὸν Λέοντα καὶ τὸν Μιχαήλ, ἴσθι καὶ ἄμφω τῆς βασιλείας κρατήσοντας. ὁ δ’ ἕτερος ἐπιχειρήσει μὲν καὶ
ἑαυτῷ περιθήσει διάδημα, οὐ τεύξεται δὲ τῶν κατὰ σκοπόν,320

321

ἀλλ’ ἀπολεῖται κακῶς.” ὁ μὲν οὖν ταῦτα προείρηκεν. ὁ δὲ Βαρδάνιος ἀπιστήσας αὐτῷ τυραννίδι ἐπικεχείρηκε· τὸ δ’ ὅπως οὐκ ἔτυχε τῆς βασιλείας, ἀλλὰ καὶ ἐξεκόπη τὰ ὄμματα καὶ τοῦ πλούτου ἐστέρητο, ἤδη μοι προϊστόρηται. βασιλεύσας δὲ ὁ Λέων
5τὸν Μιχαὴλ μὲν τὸν τραυλὸν πατρίκιον ἐτίμησε καὶ κόμητα τῆς τῶν ἐξκουβίτων σχολῆς, τὸν δέ γε Θωμᾶν, ὃς καὶ αὐτὸς ἦν εἷς τῶν τῷ Βαρδανίῳ τότε τὸν ἵππον παραστησαμένων, τουρμάρχην τοῦ τάγματος τῶν φοιδεράτων προεχειρίσατο. Τῶν μέντοι Βουλγάρων τὴν Θρᾴκην ληιζομένων, διεπρε‐
10σβεύσατο πρὸς τὸν αὐτῶν ἀρχηγὸν ὁ Λέων περὶ σπονδῶν. ὁ δὲ τῇ νίκῃ τῇ ἔναγχος ὀγκωθεὶς τὴν πρεσβείαν τὴν περὶ τῶν σπονδῶν οὐ προσήκατο. οὐκοῦν ἐξεστράτευσεν ὁ βασιλεὺς κατ’ αὐτοῦ, καὶ αὖθις ἡ νίκη τοῖς βαρβάροις ἐπεμειδία, καὶ εἰς φυγὴν ἀπιδόντων Ῥωμαίων, ἐδίωκον οἱ βάρβαροι ὄπισθεν καὶ
15καταφρονητικῶς διακείμενοι οὐ κατὰ κόσμον οὐδ’ εὐσυντάκτως ἐδίωκον, ἀλλὰ ἄλλοσέ ποι ἄλλοι σκεδαννύμενοι. τοῦτο κατα‐
νοήσας ὁ βασιλεύϛ (ἔτυχε γὰρ ἐπὶ μετεώρου τόπου ἑστώς) καὶ321

322

τοὺς περὶ αὐτὸν λόγοις παραθήξας παρακλητικοῖς καὶ παρορ‐ μήσας εἰς πόλεμον ἐπεισέφρησε κατὰ βαρβάρων μετὰ γενναίου ψυχῆς παραστήματος, καὶ τῇ ἀθρόᾳ μεταβολῇ δείματι τοὺς πολεμίους ἐνέβαλε πανικῷ, καὶ ἀνῄρηντο μὲν πλείους, ᾐχμα‐
5λώτιστο δὲ καὶ πλῆθος πολύ. μικροῦ δὲ καὶ αὐτὸς ὁ Κροῦμος ἀνῄρητο ἂν βληθεὶς καὶ τοῦ ἵππου ἐκπεπτωκώς, εἰ μὴ περι‐ στάντες αὐτὸν οἱ περὶ αὐτὸν καὶ συνησπικότες εἰς ἵππον ἀνέ‐ λαβον ἕτερον, καὶ οὕτως ᾤχετο ἀποδράς. ἐντεῦθεν ὁ βασιλεὺς τροπαιοφόρος κατέλαβε τὰ βασίλεια καὶ λείαν ἄγων πολλὴν οὐ
10πολὺ τὸ ἐν μέσῳ καὶ τῆς κατὰ τῶν σεβασμίων εἰκόνων λύττης ἀπήρξατο· ὅθεν δὲ τῇ μανίᾳ ταύτῃ γέγονε κάτοχος αὐτίκα δὴ διηγήσομαι. Τῷ ἤδη ῥηθέντι μοι μοναχῷ, ὃς περὶ ἑαυτοῦ ὡς μέλλει τῆς βασιλείας ἔσεσθαι ἐγκρατὴς προηγόρευσε, τῆς προρρήσεως
15ἀποτιννὺς ἀμοιβήν, δῶρα ἐκπέμπει διά τινος τῶν οἰκειοτάτων αὐτῷ. ὁ δὲ πεμφθεὶς οὐκ ἐκείνῳ ἐνέτυχεν (ἔφθη γὰρ ὁ μο‐ ναχὸς ἐκεῖνος τὴν ζωὴν μεταθέμενος), ἕτερον δ’ εὑρηκὼς τῇ ἐκείνου κατοικίᾳ σκηνούμενον, ὡς ἐκείνῳ, μὴ γινώσκων τὸν
ἄνδρα, τούτῳ προσεληλύθει. ὁ δέ (ἦν γὰρ τὰ τῶν εἰκονο‐322

323

μάχων πρεσβεύων καὶ τῆς αἱρέσεως διάπυρος ἐραστής) οὔτε τὰ δῶρα προσήκατο καὶ τὸν τούτων κομιστὴν ἀπεπέμψατο, ἐξ εἰδώλων προσκυνητοῦ μή τι λαβεῖν ἀνέχεσθαι φάμενος καὶ τῆς βασιλείας καὶ τῆς ζωῆς διὰ βραχέος ἐπαπειλῶν τῷ βασιλεῖ στέ‐
5ρησιν, εἰ μὴ τοῦ προσκυνεῖν τοῖς εἰδώλοις ἀπόσχοιτο, τὰς σεπτὰς εἰκόνας οὕτω καλῶν. ταῦτα παρὰ τοῦ σταλθέντος ἀγγελθέντα τῷ Λέοντι ἔμφροντιν αὐτὸν πεποιήκασι· καὶ κοινοῦται τὰ μη‐ νυθέντα τῶν οἱ συνήθων τινὶ τῷ Μελισσηνῷ Θεοδότῳ, ὃς τοῖς εἰκονομάχοις αἱρεσιώτης ἐτύγχανεν ὤν. δόλῳ τοίνυν ἐκεῖνος
10τὸν Λέοντα μέτεισι καί τινα μοναχὸν ἑαυτῷ γινώσκων ὁμόδοξον, τούτῳ συνεβούλευε κοινώσασθαι τὴν ὑπόθεσιν, καὶ ὃ ἂν ἐκεῖνος ὑπόθηται, τοῦτο ποιῆσαι· εἶναι γὰρ τὸν ἄνδρα μεστὸν χαρίτων πνευματικῶν καὶ προορῶντα τὰ μέλλοντα καὶ προλέγοντα. ὡς οὖν εἶδε τὸν βασιλέα συνθέμενον τοῖς λόγοις αὐτοῦ, ἄπεισι πρὸς
15τὸν μοναχὸν ὁ Θεόδοτος καὶ προλέγει αὐτῷ τὴν ὡς αὐτὸν τοῦ βασιλεύοντος ἐν ἰδιώτου σχήματι ἄφιξιν καὶ ὅτου χάριν ἐλεύ‐ σεται καὶ μυσταγωγεῖ τοῦτον ὅσα τῷ βασιλεῖ διαλέξεται. εἶτα
νυκτὸς ἄπεισιν ὁ βασιλεὺς πρὸς τὸν μοναχὸν μεταμφιασάμενος,323

324

ἵνα μὴ διαγνωσθείη ὢν βασιλεύς· συμπαρῆν δέ οἱ καὶ ὁ Θεό‐ δοτος. ὁ δὲ μοναχὸς ἐκεῖνος, οἷα δῆθεν προμυηθεὶς ἐκ τοῦ πνεύματος τὸ πλαττόμενον, ὡς βασιλέα προσεῖπε τὸν Λέοντα καὶ “μὴ κρύπτε σου” φησί “τὸ ἀξίωμα μηδ’ ἀπατᾶν θέλε τὴν
5ἡμῶν οὐθενότητα. ἴσθι δὲ μὴ περὶ τὸ σέβας ὀρθῶς διακεί‐ μενος, ἀλλ’ ἄντικρυς εἰδωλολατρῶν καὶ αὐτὸς καὶ ἅπαν σοι τὸ ὑπήκοον. εἰ μὲν οὖν περιαιρήσεις τὰ εἴδωλα τῶν ἐκκλησιῶν, ἔσται σοι καὶ ἡ ζωὴ καὶ ἡ βασιλεία πολυετής τε καὶ εὐτυχής· εἰ δὲ μὴ τοῦτο, ἀλλ’ ἔλπιζε ταχεῖαν τὴν στέρησιν καὶ ἀμφοῖν,
10καὶ πρὸς ταύτῃ σε κολάσεις αἰώνιοι διαδέξονται.” καὶ ὁ μὲν εἴρηκε ταῦτα· ὁ δὲ Λέων θαυμάσας τὸν μοναχὸν τῆς δῆθεν προγνώσεως (οὐδὲ γὰρ ἔγνω τοῦ Θεοδότου τὸ τύρευμα), ἥλω τοῖς ἐκείνου λόγοις καὶ κατὰ τῶν θείων ἐκτυπωμάτων σφοδρό‐ τατα ἔπνευσε, δόγματι τούτων πάντοθεν καθαίρεσιν καταψηφι‐
15σάμενος. ἤθελε μέντοι καὶ τὸν πατριάρχην ἔχειν ὁμόψηφον· ὁ δὲ καὶ ἀντέλεγεν ἰσχυρῶς καὶ ἀσεβὲς ἐξήλεγχε τὸ δόγμα καὶ λόγοις καὶ γράμμασιν· ὁ θειότατος οὗτος ἦν Νικηφόρος. διὸ καὶ ὑπερορίαν αὐτοῦ κατακρίνει. λέγεται δὲ προαισθέσθαι τοῦ
Λέοντος τὸ κακότροπον ὁ ἀοίδιμος Νικηφόρος καὶ ὡς ἔσται324

325

τοῖς ὀρθοδόξοις σκόλοψ καὶ κυδοιμοῦ ταῖς ἐκκλησίαις λαβή. ἐν γὰρ τῷ περιτιθέναι τῇ αὐτοῦ κεφαλῇ τὸ διάδημα δόξαι ἀκάνθας ἐμπαγῆναι αὐτοῦ τῇ χειρί. ὁ μὲν οὖν ἀπήγετο πρὸς Προικόνησον ὑπερόριος. ὁ δὲ τοῦ μεγάλου Ἀγροῦ καθηγού‐
5μενος ὁ ὁμολογητὴς Θεοφάνης τῷ πνεύματι τὴν ἐκείνου δίο‐ δον ἐγνωκώς (οὐ γὰρ ἑώρα τὸν ἅγιον), κηροὺς ἀνάψας καὶ θυμιῶν ἐδεξιοῦτο αὐτόν· κἀκεῖνος αὖθις ἐκ τῆς νηὸς προσκυ‐ νήμασιν ἠμείβετο τὸν προπέμποντα, μήθ’ ὁρῶν μήτε μέντοι ὁρώμενος. θαυμαζόντων δὲ τῶν σύμπλων τῷ πατριάρχῃ καὶ
10πυθομένων τίνι τὰς προσκυνήσεις ἀφοσιοῖ, ἐκεῖνος ἔφη τῷ ὁμολογητῇ Θεοφάνει τῷ τοῦ μεγάλου Ἀγροῦ καθηγητῇ, προει‐ πὼν τὴν ὁμολογίαν· οὔπω γὰρ ἔφθη τότε ταύτης ἀξιωθείς. Ἐκβληθέντος δ’ οὕτω τῆς ἐκκλησίας τοῦ σεπτοῦ Νικη‐ φόρου, ὁ Μελισσηνὸς ἀντεισήχθη Θεόδοτος, ᾧ διώνυμον τὸ
15ἐπώνυμον· ἐλέγετο γὰρ καὶ Κασσιτηρᾶς. ὅθεν δὲ γνωστὸς τῷ
Λέοντι γέγονεν οὐ χρεὼν καταλιπεῖν ἀνιστόρητον.325

326

Τοῦ Μιχαὴλ τοῦ Ῥαγγαβὲ βασιλεύοντος γύναιόν τι τῶν περὶ τὴν γυναικωνῖτιν τῶν βασιλείων κάτοχον μανίᾳ γινόμενον κατὰ τὰς σεληνιακὰς περιόδους, ἐβόα πρὸς τὸν αὐτοκράτορα “κάτελθε, τῶν ἀλλοτρίων ἐξίστασο.” τοῦτο δ’ οὐχ ἅπαξ, ἀλλὰ
5πλειστάκις ἐγίνετο καὶ τὸν βασιλέα ἐτάραττε. συνήθει δ’ ὄντι τῷ Θεοδότῳ τούτῳ κοινοῦται τὰς τοῦ γυναίου βοάς· καὶ ὅς “ὅταν ληφθῇ” φησίν “ἡ γυνὴ τῇ μανίᾳ καὶ βοᾷ τὰ συνήθη, χρὴ ἐρωτᾶσθαι παρά του τίνι προσήκουσι τὰ βασίλεια καὶ ὅπως ἐκεῖνος καλοῖτο ἢ οἷός ἐστι τὴν μορφὴν καὶ εἴ τι ἄλλο ἐκείνῳ
10πρόσεστι γνώρισμα.” ἔδοξεν οὖν συμβουλεύειν καλῶς· καὶ αὐτὸς πιστεύεται τὴν ἐρώτησιν· καὶ ἡ παιδίσκη μανεῖσα πάλιν ἐβόα κατὰ τὸ σύνηθες· ὁ δὲ ἠρώτα. κἀκείνη καὶ τοὔνομα τοῦ Λέοντος ἀπεφοίβασε καὶ τὴν ἰδέαν καὶ ὅτι “εἰ ἄρτι κατὰ τὴν ἀκρόπολιν ἀπελεύσῃ, ἄνδρε σοὶ διττὼ συναντήσονται, καὶ
15θατέρῳ τούτων, ὃν ἡμίονος φέρει, προσήκουσι τὰ βασίλεια.” τούτων ἀκούσας ὁ Θεόδοτος οὐδὲν μὲν τῷ βασιλεῖ πεποίηκεν ἔκπυστον, ἀλλὰ μανίας ἔλεγεν εἶναι ῥήματα τὰ τῆς παιδίσκης, μή τι σαφὲς προμηνύοντα. αὐτὸς δὲ πορευθεὶς κατὰ τὴν
ἀκρόπολιν καὶ τῷ Λέοντι ἐντυχὼν καὶ τὰ γνωρίσματα, ἃ τὸ326

327

γύναιον εἰρήκει, φωράσας, ἰδίᾳ τὸν ἄνδρα παραλαβὼν καὶ πίστεις δεδωκώς τε καὶ εἰληφώς, προμηνύει τὴν βασιλείαν αὐτῷ, ὡς ἐξ ἐπιπνοίας θειοτέρας αὐτὴν μυηθείς, καὶ ᾔτει μετὰ τὴν ἔκβασιν κείσεσθαί οἱ μισθὸν τῆς προρρήσεως. οὗτος ὁ τρόπος
5ἐγνώρισε καὶ ᾠκείωσε τῷ Λέοντι τὸν Θεόδοτον, καὶ ἔσχεν εἰς ἀντάμειψιν τῆς προρρήσεως μετὰ τὸν ἱερὸν Νικηφόρον τὸν θρόνον τῆς Κωνσταντινουπόλεως. ὦ θεοῦ κριμάτων ἄβυσσος ἀκατάληπτος· μετὰ τίνα τίς; Ἄρτι δ’ ἀναξίως τῆς ἱερᾶς καθέδρας ἐπιβὰς ὁ ἀνόσιος,
10ἐπεὶ σύμπνουν καὶ τὸν κρατοῦντα ἐκέκτητο, πεπαρρησιασμένως τὴν κατὰ τῶν ἁγίων εἰκόνων τόλμαν μετεχειρίζετο. καὶ ὁ Λέων δὲ ὡς θηρίον τοῖς τὰς σεπτὰς στηλογραφίας τιμᾶν ἐθέ‐ λουσι προσεφέρετο. ἠγρίαινε γὰρ τοῦτον αὐτός τε ὁ Θεόδοτος καὶ ὁ τῶν τῷ βασιλικῷ κοιτῶνι κεκληρωμένων τηνικαῦτα ὢν
15χορολέκτης, ὃν πρωτοψάλτην καλεῖν παρέλαβεν ἡ συνήθεια. οὗτος γὰρ τῆς τῶν εἰκονομάχων αἱρέσεως τὴν θολερὰν ἀνα‐
τροπὴν εἰς κόρον πιὼν ἠρέθιζε τὸν βασιλέα πανταχόθεν τὰς327

328

εἰκόνας περιελεῖν. καί ποτε τῶν τοῦ Ἠσαΐου θείων φωνῶν ἀναγινωσκομένων ἐπ’ ἐκκλησίας, αἳ λέγουσι “τίνι ὡμοιώσατε κύριον; μὴ εἰκόνα ἐποίησε τέκτων ἢ χρυσοχόος ὁμοίωμα κατε‐ σκεύασεν αὐτῷ;” καὶ τὰ ἐφεξῆς, προσελθὼν τῷ βασιλεῖ πρὸς
5οὖς ἔφη “πρόσσχες τῷ προφήτῃ, ὦ δέσποτα, καὶ τούτῳ πείθου.” ἐντεῦθεν ἀπηρυθριασμένως ὁ Λέων τῆς αἱρέσεως εἴχετο καὶ τοὺς μὴ τῇ ἀσεβείᾳ αὐτοῦ ὑποκύπτοντας διασπαράσσειν καὶ λαφύσσειν ἠπείγετο· βαρὺς δὲ καὶ ἄλλως καὶ ἀπαραίτητος τὴν ὀργὴν τοῖς πταίουσιν ἦν καὶ ἐπὶ μετρίοις πταίσμασι βαρείας
10κολάσεις ἀποφαινόμενος. τοιοῦτος μὲν ἦν ὁ Λέων περὶ τοὺς εὐσεβεῖς καὶ τοὺς ἄλλως προσκεκρουκότας αὐτῷ. Τέως δ’ οὖν περὶ τὴν τῶν κοινῶν διοίκησιν οὐ νωθὴς ἦν, ἀλλὰ καὶ λίαν ἐγρήγορε καὶ τοὺς ἀδικοῦντας ἀνέστελλε. δεηθέντος γοῦν τινος, ὡς τοῦ γυναίου αὐτοῦ παρά του τῶν
15τῆς συγκλήτου ἁρπαγέντος, προσθεμένου δὲ καὶ τῷ ἐπάρχῳ προσελθεῖν, μὴ μέντοι τυχεῖν ἐκδικήσεως, ἐπεὶ τὸ ἔγκλημα ἀπο‐
δέδεικτο, τὸν ἔπαρχον ἔπαυσεν εὐθὺς τῆς ἀρχῆς, τὸν δὲ τὴν328

329

ἁρπαγὴν πλημμελήσαντα ἐξέδοτο νομίμως κολασθησόμενον. ἄρχοντας δὲ καὶ στρατιωτικοὺς καὶ πολιτικοὺς ἀριστίνδην προε‐ χειρίζετο καὶ τὰς τῶν ὑπὸ Ῥωμαίους ἐθνῶν ἡγεμονίας οὔτε χρημάτων ὠνίους προὐτίθει οὔτε πρὸς χάριν ἐδίδου μὴ πρὸς
5ἀρχὰς πεφυκόσιν ἀνδράσιν ἢ χρημάτων ἥττοσι καὶ τούτοις προδιδοῦσι τὸ δίκαιον. Μιχαὴλ δὲ ὁ τραυλὸς ὁ ἐξ Ἀμορίου ἐπὶ μέγα τύχης ἀρ‐ θείς, πρὸς δὲ ταῖς ἄλλαις κακίαις καὶ γλῶσσαν ἔχων ἀκόλαστον, διεβλήθη τῷ βασιλεῖ ὡς κακὰ κατ’ αὐτοῦ βυσσοδομεύων καὶ
10τεκταινόμενος. καὶ ἡ διαβολὴ πρὸ τῆς ἡμέρας ἐγένετο, ἐν ᾗ τὴν ἐν σαρκὶ τοῦ κυρίου γένναν ἑορτάζειν ἡ ἐκκλησία παρέ‐ λαβεν. αὐτίκα τοίνυν ὁ μὲν συνελήφθη· ὁ δὲ βασιλεὺς τῶν κατ’ αὐτοῦ μηνυθέντων ἐξεταστὴς προεκάθισεν. ἐλέγχεται παρὰ τῶν κατηγορούντων ὁ Μιχαήλ, συντίθεται καὶ αὐτός, κατακρί‐
15νεται θάνατον, καὶ θάνατον τὸν διὰ πυρός. ἀπήγετο καυθη‐ σόμενος, καὶ τόπος τῆς τιμωρίας ἀφώριστο ἡ τοῦ ἐν τοῖς βα‐ σιλείοις λουτροῦ κάμινος. εἵπετο καὶ ὁ βασιλεύς, ἢ μὴ πιστεύων
ἑτέρῳ τὴν κατὰ τοῦ Μιχαὴλ ἐπεξέλευσιν ἢ ἐφηδόμενος τῷ329

330

ὀλέθρῳ αὐτοῦ. ἡ δέ γε βασίλισσα τοῦτο γνοῦσα τὴν πρᾶξιν ἐκώλυσε, πῇ μὲν δεομένη τοῦ ξυνευνέτου ὑπερθέσθαι διὰ τὴν ἑορτὴν τοῦ κατακρίτου τὴν κόλασιν, πῇ δὲ καὶ θρασύτερον προσφερομένη αὐτῷ καὶ ἄθεον λέγουσα, ὅτι μὴ ὑποστέλλεται
5τὴν τοῦ φρικώδους μυστηρίου ἡμέραν τῆς τοῦ σωτῆρος γεννή‐ σεως. τούτοις τὸ σκληρὸν ἐκείνου μαλάξασα πέπεικεν ἀνεῖναι τότε τῷ Μιχαὴλ τὴν ἀπώλειαν· ὁ δὲ πρὸς τὴν εὐνέτειραν ἔφη “ἰδοὺ πέπεισμαί σοι, ἀλλά γε σὺ γνώσῃ καὶ τὰ τέκνα τὰ σὰ ὅσα ὑμῖν ἐκ τούτου συμβήσονται.” ὁ μὲν οὖν Μιχαὴλ οὕτω
10τὸν ὄλεθρον ὑπεξέφυγε· θαυμάσαιτο δ’ ἄν τις ὅθεν ὁ Λέων προεῖπε τὸ γενησόμενον· οὐ γὰρ πάντως αὐτὸ ἐκ θειοτέρας ἐπιπνοίας προέγνωκε. πῶς γὰρ θεομαχῶν ἐκεῖνος, καὶ ἄλλως ἀνὴρ ὢν αἱμάτων καὶ βίου μὴ παθῶν καθαρεύοντος; λέγεται προεγνῶσθαι αὐτῷ παρά του χρησμοδοτηθὲν ὅτι κατὰ τὴν ἡμέ‐
15ραν τῆς γεννήσεως τοῦ Χριστοῦ καὶ τῆς ἀρχῆς ἐκπεσεῖται καὶ τῆς ζωῆς. ἀλλὰ καί τί φασι τῇ τῶν ἀνακτόρων βιβλιοθήκῃ
βιβλίον ἐναποκεῖσθαι, ἐν ᾧ καὶ χρησμοὶ περὶ τῶν βασιλέων330

331

ἦσαν καὶ μορφαὶ ἐνεγράφοντο ἀνθρώπων τε καὶ θηρῶν, καὶ μετὰ τῶν ἄλλων ἐκεῖ καὶ λέων θὴρ ἐχρωμάτιστο, ᾧ κατὰ νώτου τὸ στοιχεῖον τὸ χῖ ἐγκεχάρακτο· ἀνὴρ δ’ ἦν ἐξόπισθεν τοῦ θηρὸς δόρατι διὰ τοῦ χῖ διελαύνων τὸν λέοντα. ἡ μὲν
5οὖν βίβλος εἶχε ταυτί, καὶ ἦσαν, ὡς ἐδόκει, Σιβύλλεια χρησμῳ‐ δήματα. τὸ δὲ τῆς εἰρημένης χρωματουργίας δυσερμήνευτον ὃν ὁ τότε κοιαίστωρ, ὡς λέγεται, διεσάφησεν, εἰπὼν κατὰ τὴν ἡμέραν τῆς γεννήσεως τοῦ Χριστοῦ βασιλέα μέλλειν ἀναιρεθῆναι. τὸ μὲν γὰρ θηρίον βασιλέα δηλοῦν, τὸ δὲ χῖ τὴν εἰρημένην
10ἡμέραν αἰνίττεσθαι, τὸ δὲ διὰ μέσου τοῦ χῖ τῷ λέοντι τὸ δόρυ ἐμπήγνυσθαι τὸ κατ’ αὐτὴν τὴν ἡμέραν τῆς ἑορτῆς τὸν βασιλέα κτανθήσεσθαι. ταῦτα τὸν βασιλέα ἐτάραττεν, ἀλλὰ μὴν αὐτὸν καὶ τὸ τῆς μητρὸς ἐξεδειμάτου ἐνύπνιον. ἔδοξε γὰρ ἐκείνῃ ἐν τῷ ναῷ τῆς θεομήτορος εἶναι τῷ ἐν Βλαχέρναις καὶ ὁρᾶν γυ‐
15ναῖκά τινα προπεμπομένην ἀνδράσι λευχείμοσι καὶ πλῆρες αἱ‐
μάτων τὸ δάπεδον τοῦ ναοῦ ἀκοῦσαί τε τῆς δορυφορουμένης331

332

ἐκείνης κελευούσης αἵματος ἄγγος τι πλησθῆναι καὶ δοθῆναι τῇ τοῦ βασιλέως μητρί. τῆς δὲ μὴ προσιεμένης τὸ προσφερό‐ μενον, φάναι τὴν περιφανῆ γυναῖκα ἐκείνην “ὁ δὲ σὸς υἱὸς τοὺς ἐμὲ τιμῶντας αἱμάτων ἐμπίπλησι καὶ τὸν θεὸν καὶ υἱόν
5μου εἰς ὀργὴν κινῶν οὐ συνίησι.” ταῦτα εἶδεν ἡ μήτηρ τοῦ Λέοντος καὶ τῷ υἱῷ ἀπήγγειλε τὸ ἐνύπνιον καὶ ἐδέετο παύσα‐ σθαι τοῦ κατὰ τῶν σεπτῶν εἰκόνων τολμήματος, ἀλλ’ ἐξεκε‐ κώφει ὁ δείλαιος καὶ θεομαχῶν οὐκ ἐπαύετο. ὦπτο δὲ καὶ ὁ θεῖος πατριάρχης Ταράσιος καθ’ ὕπνους τινὶ ἤδη τῆς ἐπι‐
10κήρου ταύτης ζωῆς μεταστάς, ἐπιβοώμενός τινα Μιχαὴλ καὶ ἐπελθεῖν τῷ Λέοντι καὶ κτεῖναι τοῦτον ἐγκελευόμενος. ἀλλὰ καὶ ἡ ἐν τῷ Φιλομηλίῳ μοναχοῦ προαγόρευσις καὶ ἄλλ’ ἄττα ὑπέθραττε τὸν Λέοντα καὶ ἐδείμαινε. τέως δ’ οὖν κλοιοῖς τοὺς πόδας τοῦ Μιχαὴλ ἐνδησάμενος τὸν μὲν τῷ παπίᾳ φρουρηθη‐
15σόμενον παραδέδωκεν, αὐτὸς δὲ τὴν κλεῖδα κατεῖχε τοῦ σιδη‐
ρέου δεσμοῦ. ἔμφροντις δὲ τὴν νύκτα διάγων οὐκ εἶχε τὸν332

333

ὕπνον τοῖς ὄμμασιν αὐτοῦ ἐφιζάνοντα. διὸ καὶ ἀπῄει πρὸς τὸ τοῦ παπίου διαιτητήριον καὶ ὁρᾷ τὸν μὲν Μιχαὴλ ἐπὶ κλίνης καθεύδοντα, τὸν δὲ παπίαν ἐπ’ ἐδάφους κατακλινόμενον. ἢ γὰρ τιμῶν τὸν Μιχαὴλ ὁ παπίας τοῦτο πεποίηκεν ἢ καὶ συνίστωρ
5ὤν, ὡς ἐδόκει, τῆς κατὰ τοῦ βασιλέως βουλῆς. ὡς οὖν εἶδε ταῦτα καὶ τὸν Μιχαὴλ ὕπνον ὑπνώττοντα βαθύν τε καὶ νήδυ‐ μον καὶ οἷος ἀφρόντιδι ἔοικεν, ὑπέστρεφε μηνιῶν καὶ τὴν ὀρ‐ γὴν ὑπεδήλου τῇ κινήσει τῇ τῆς χειρός. τῶν μὲν οὖν ἄλλων οὐδεὶς τὴν παρουσίαν τοῦ βασιλέως ᾔσθετο, εἷς δέ τις τῶν
10τοῦ παπίου καὶ ἔγνω τοῦτον ἐλθόντα καὶ ὑπνώττειν προσποιη‐ σάμενος ἑώρα ὅσα ἐποίησε καὶ ὡς ὠργίσθη καὶ ὡς ἠπείλησε, καὶ πάντα σφίσιν ἀπήγγειλεν. οἱ δὲ φόβῳ ληφθέντες ὅπως ἂν ἐκφύγοιεν τὸ μήνιμα τοῦ βασιλέως ἐφρόντιζον. καὶ ὁ Μι‐ χαὴλ τῷ παπίᾳ φησὶν ὡς “εἰ βούλει αὐτός, οὐ τὸν κίνδυνον
15ἐκφευξόμεθα μόνον, ἀλλὰ καὶ τὰ μελετώμενα ἡμῖν εἰς ἔργον
ἐκβήσεται.” καὶ ὅς “τὸ παριστάμενόν σοι πρᾶττε” φησίν, “ἐμὲ333

334

δ’ ἕξεις ὅπῃ βούλει ἑπόμενον.” ἐγχαράττει τοίνυν αὐτίκα γρα‐ φὴν πρὸς τούς οἱ τῶν βουλευμάτων μετέχοντας, ἀπειλῶν ὡς εἰ μὴ τάχος ἐλεύσονται καὶ τὰ βεβουλευμένα θῶνται ἐπιτελῆ (εἶναι γὰρ τοῦτο ῥᾴδιον, ὡς αὐτὸς ᾠκονόμησε), πάντας ἀνακα‐
5λύψει τῷ βασιλεῖ καὶ οὐκ αὐτὸς μόνος τοῦ κινδύνου μεθέξει. ταύτην τὴν ἐπιστολὴν ἐγχειρήσας τῷ παπίᾳ ἐνετείλατο στεῖλαί τινα ἐξ αὐτῆς τὸν τὴν ἐπιστολὴν ὑποδείξοντα τοῖς συνίστορσιν, ἕκαστον εἰπὼν ἐξ ὀνόματος, καὶ ὑποθησόμενον νυκτὸς φοιτῆσαι πρὸς τὰ ἀνάκτορα μεταμφιασαμένους ἐν σχήματι κληρικῶν καὶ
10ξιφίδια κεκρυμμένα βαστάζοντας. οἱ μὲν οὖν ἧκον ὡς ἐνε‐ τάλθησαν· ἄρτι δὲ περὶ ὄρθρον τῆς νυκτὸς γενομένης ἧκον οἱ βασιλικοὶ ψάλται, τὰς ᾠδὰς ᾄσοντες τὰς ἑωθινάς. τούτοις ὁ παπίας καὶ τοὺς τοῦ Μιχαὴλ συνίστορας συνεισήγαγε, καὶ οἱ μὲν ἐν γωνίᾳ τινὶ καὶ σκότῳ συνεκρύπτοντο· οἱ ψάλται δὲ τοὺς
15ὕμνους ᾖδον. ἤδη δὲ τούτων ὑπερμεσούντων καὶ ὁ βασιλεὺς334

335

εἰς τὸν ναὸν ἐπεδήμησε καὶ διάτορον ἔχων φθόγγον, βαρύτατον δὲ καὶ σὺν τραχύτητι ταῖς ἀκοαῖς εἰσδυόμενον, ᾤετο εὐφωνεῖν καὶ εἶναι μελῳδικώτατος καὶ κατάρχεσθαι τῶν ὕμνων εἰώθει. τότε τοίνυν στὰς ἐξεφώνησε,
5
τῷ παντάνακτος ἐξεφαύλισαν πόθῳ. καὶ αὐτίκα τῆς γωνίας οἱ κατ’ αὐτοῦ μελετήσαντες καὶ τοῦ σκότους ἐξέθορον, τὰ ξίφη σπασάμενοι· ὁ δὲ συνεὶς τὸ δρώμενον εἰσέδραμε τὸ θυσιαστήριον, καὶ οἱ αὐτοῦ δὲ ἀναιρέται ἐφεί‐ ποντο, κἀκεῖ πρὸς αὐτῶν πολλαῖς κατατρωθεὶς ταῖς πληγαῖς
10καὶ τὴν χεῖρα ἀποτμηθεὶς τέλος ἀφῄρητο καὶ τὴν κεφαλήν, βασιλεύσας ὠμῶς τε καὶ ἀσεβῶς ἐπὶ ἔτη ἑπτὰ καὶ μῆνας πέντε. καὶ ὁ μὲν ἐκείνου νεκρὸς εἰς τὸν Ἱππόδρομον συρόμενος ἔρ‐ ριπτο. ὁ δὲ Μιχαὴλ ἔτι τοὺς πόδας ὢν σιδηρόδετος (ἡ κλεὶς γὰρ οὐχ εὕρητο τῶν δεσμῶν αὐτίκα, τοῦ Λέοντος αὐτὴν ἐγ‐
15κόλπιον φέροντος) εὐφημήθη καὶ προσεκυνήθη ὡς βασιλεύς.
εἶτα τῶν σιδήρων θραυσθέντων εἰς τὴν μεγάλην ἐκκλησίαν335

336

ἀφίκετο, ταινιωθησόμενος διαδήματι, τὴν μιαιφονίαν παρ’ οὐδὲν λογισάμενος. τὴν δὲ τοῦ Λέοντος γαμετὴν καὶ τοὺς παῖδας (τέσσαρες δ’ ἦσαν· Σαββάτιος, ὃς ἐν τῷ ἀναγορεύεσθαι μετω‐ νόμαστο Κωνσταντῖνος, Βασίλειός τε καὶ Γρηγόριος καὶ τέταρτος
5Θεοδόσιος) τῶν βασιλείων καταγαγών, τὴν μὲν ἐν τῇ μονῇ καθεῖρξε τῶν Δεσποτῶν, τοὺς δὲ εἰς τὴν Πρώτην καλουμένην νῆσον περιορίσας ἅπαντας τῆς ἀρρενωπίας ἐστέρησε. καὶ ὁ μὲν Θεοδόσιος ἔθανεν, ὁ δὲ Κωνσταντῖνος ἀφωνίᾳ κάτοχος γέγονε· δι’ ἣν ἐδέετο θερμότατα τοῦ θεοῦ, ἀλλὰ μὴν καὶ τοῦ
10μεγάλου πατρὸς Γρηγορίου τοῦ θεολόγου, ἐνδελεχῶς τῷ αὐτοῦ προσφοιτῶν ἐκτυπώματι, περιαιρεθῆναι τὴν ἀφωνίαν αὐτοῦ· τῇ γὰρ ἐκπτώσει τῆς βασιλείας καὶ τῆς πατρικῆς κακοδοξίας οἱ παῖδες τοῦ Λέοντος συνεξέπεσον. ἔδοξεν οὖν ποτε ὁ ἅγιος ἐπιστῆναι αὐτῷ, κελεύων ἀναστῆναι καὶ ἀναγνῶναι τὸ “πάλιν
15Ἰησοῦς ὁ ἐμός.” ὁ δὲ πεπιστευκὼς τῷ ῥήματι εἰσῆλθεν ἐπ’336

337

ἐκκλησίας καὶ ἀνέγνω μή τινος αὐτοῦ παρεμποδίζοντος τῇ φωνῇ. εἰ δὲ καὶ περιγραπτοῖς ὁρίοις τὴν σύζυγον, ὡς εἴρηται, καὶ τοὺς παῖδας τοῦ Λέοντος περιέγραψεν, ἀλλ’ οὐκ ἀχορηγήτους κατέλιπε, τινὰς δὲ τῶν κτήσεων αὐτῶν αὐτοῖς προσαπένειμεν,
5ἵν’ ἐκ τούτων τὰ πρὸς χρείαν πορίζοιντο· καί τινας δὲ πρὸς ὑπηρεσίαν αὐτοῖς ἐδωρήσατο. Ὥρμητο δὲ ὁ Μιχαὴλ οὗτος ἐξ Ἀμορίου, πόλεως τῆς ἄνω Φρυγίας, ἐν ᾗ Ἰουδαῖοί τε καὶ Ἀθίγγανοι καὶ ἀσεβῶν ἑτέρων πληθὺς ἐγκατῴκιστο· καί τις ἐκ τούτων ἦν ἐκεῖσε σύμμικτος
10αἵρεσις, ἧς συμμετέχειν καὶ οὗτος ὁ Μιχαὴλ λέγεται. καὶ ἡ αἵρεσις τὸ μὲν θεῖον βάπτισμα δέχεται, τὴν δὲ Μωσαϊκὴν δια‐ ταγὴν διδάσκει τηρεῖν, ἐκτὸς τοῦ περιτέμνεσθαι τὴν ἀκροβυστίαν. εἶχε δὲ καὶ Ἰουδαῖόν τινα κατ’ οἶκον παιδοτριβοῦντα αὐτόν· ὅθεν οὐκ ἦν τι παρ’ αὐτῷ εὑρεῖν ἀκραιφνές, ἀλλ’ ἦν, ὡς εἰ‐
15πεῖν, ὁ ἄνθρωπος πανσπερμία αἱρέσεων. διὸ καὶ τῷ λόγῳ
ἀπήχθετο, ὡς εἰς ἀνατροπὴν ὄντι τῆς κακοδοξίας αὐτοῦ.337

338

Ἀπορίᾳ δὲ συζῶν ἐκ νεότητος ἐστρατεύετο· ποτὲ τοίνυν τῷ ταγματάρχῃ προσελθὼν περί του ἐδέετο. τῷ δὲ ἔτυχέ τις Ἀθίγγανος παρεστὼς καί φησι πρὸς τὸν στρατηγὸν ἐν ἀπορρή‐ τοις τὸν λόγον ποιούμενος ὡς “βασιλεύσει Ῥωμαίων οὗτος, ὅς
5σου δέεται νῦν.” καὶ ὃς αὐτίκα τῷ μαντεύματι θέμενος οἰ‐ κειοῦται τὸν Μιχαὴλ καὶ κηδεστὴν ποιεῖται ἐπὶ τῇ θυγατρί. Ἄρτι δὲ τῇ αὐταρχίᾳ ἐπιπηδήσαντος τοῦ Μιχαήλ, ὡς ἱστό‐ ρηται, ὁ ἱερώτατος Νικηφόρος ὑπερόριος ὢν ἐπιστέλλει αὐτῷ, ἀξιῶν τὴν τῶν εἰκόνων γενήσεσθαι ἀναστήλωσιν. ὁ δὲ μήτε
10τι καινοτομήσειν ἔφη περὶ τὴν πίστιν μήτε τὴν τῆς ἐκκλησίας ἀλλοιῶσαι κατάστασιν, ἀλλὰ μηδὲ βιάσασθαί τινα περὶ τοῦ θείου δοξάζειν παρ’ ὃ βούλεται. ἐν λόγοις δ’ ἔμεινε ταῦτα· οὐ μετὰ πολὺ γὰρ τὴν γνώμην ἔδειξε τὴν οἰκείαν καὶ κατὰ τῶν ὀρθο‐ δόξων ἐχώρησε, καὶ πολλοὺς καὶ ἄλλους δεινοῖς περιέβαλε,
15πρὸς τοῖς ἄλλοις δὲ καὶ τὸν θεῖον Μεθόδιον καὶ τὸν τῆς Σάρ‐338

339

δεων ἀρχιερατεύοντα τὸν Εὐθύμιον ἐξορίᾳ παρέπεμψε διὰ τὴν τῶν ἁγίων εἰκόνων τιμήν. εἶτα τὸν μὲν Μεθόδιον καθείργνυσι κατὰ τὸν Ἀκρίταν· τὸν ἀοίδιμον δ’ Εὐθύμιον μαρτυρικῷ τε‐ λειοῖ θανάτῳ, ἀφειδῶς μαστιζόμενον διὰ τοῦ υἱοῦ αὐτοῦ Θεο‐
5φίλου. ἐζήλου δ’ ἐν ἅπασι τὸν Κοπρώνυμον καὶ τοῖς Ἰουδαίοις προσέκειτο τά τε σάββατα νηστεύειν προσέταττε. τῇ ἀναστάσει τε ἀπιστῶν διετώθαζε τὰ μέλλοντα ἀγαθὰ καὶ τοὺς προφήτας διέσυρε καὶ δαίμονας οὐκ εἶναι διεβεβαιοῦτο· πορνείαν τε οὐχ ἁμάρτημα ἥγητο καὶ τὸν ἐπὶ πᾶσι θεὸν ὀμνύειν διεκελεύετο.
10τῷ τε Ἰούδᾳ σωτηρίαν ἐπεφήμιζε καὶ τὸ πάσχα οὐ κατὰ και‐ ρὸν ἑορτάζεσθαι ἐδογμάτιζε. ταῦτα μὲν οὖν ἐκ πολλῶν ὀλίγα τῆς ἐκείνου κακίας ἢ καὶ ἀνοίας γνωρίσματα ξυγγεγράφαται. Ὁ δὲ λόγος τὰ τότε ξυμβεβηκότα διδότω τῇ ἱστορίᾳ· τὰ δ’ ἦσαν ἐμφύλιοι πόλεμοι. ὁ δὲ τούτων κατάρξας Θωμᾶς ἦν,
15εἷς τῶν τριῶν τυγχάνων ἀνδρῶν, περὶ ὧν ἐν τῷ Φιλομηλίῳ
μοναχὸς τῷ Βαρδανίῳ προέφησε τοὺς μὲν δύο ἐπιβήσεσθαι339

340

τῆς βασιλείου ἀρχῆς, τὸν δέ γε τρίτον (ὃς οὗτος ἦν ὁ Θωμᾶς) ἐπιχειρῆσαι μὲν τυραννίδι καὶ ἑαυτῷ περιθέσθαι διάδημα, μὴ μέντοι καὶ τῆς βασιλείας τυχεῖν. οὗτος τοίνυν, ὡς ἤδη μοι εἴρηται, ἄρχων καταστὰς τοῦ τάγματος τῶν φοιδεράτων παρὰ
5τοῦ Λέοντος, ὡς ἔγνω τὸν εὐεργέτην ἀναιρεθέντα παρὰ τοῦ Μιχαήλ, τῷ μὲν δοκεῖν τιμωρῶν ἐκείνῳ, τῷ δ’ ὄντι τὴν βα‐ σιλείαν καραδοκῶν ἀνταίρει τῷ Μιχαὴλ καὶ συναλίσας δύναμιν οὐκ εὐκαταφρόνητον ἅπασαν σχεδὸν τὴν ἑῴαν μοῖραν ἐσφετε‐ ρίσατο καὶ τοὺς δημοσίους φόρους αὐτῷ κομίζεσθαι παρε‐
10σκεύαζε. καὶ πολὺς ἐντεῦθεν γενόμενος ἐπῆλθε καὶ τοῖς Ἀγα‐ ρηνοῖς, ἀδεέστερον τότε πᾶσαν ληιζομένοις χώραν καὶ τὰς νήσους αὐτὰς διὰ τὸν ἐμφύλιον πόλεμον. καὶ ἐπελθὼν ἀνέκοψε τῆς φορᾶς καὶ ἀνακόψας παρεστρατοπεδεύσατο καὶ ἐς λόγους ἦλθεν αὐτοῖς καὶ ἥκων εἰς λόγους ἐσπείσατο ἐπὶ συνθήκαις τοῦ Ῥω‐
15μαϊκῶν ὁρίων παραχωρῆσαι αὐτοῖς, εἰ τῆς βασιλείας ἐγκρατὴς γένοιτο. οὕτω δὲ ταῦτα διοικησάμενος καὶ τὴν κεφαλὴν ἀνε‐ δήσατο ταινίᾳ βασιλικῇ καὶ αὐτοκράτωρ ἀνερρήθη κατὰ τὴν
Ἀντιόχειαν παρὰ τοῦ τότε τὸν θρόνον αὐτῆς τὸν πατριαρχικὸν340

341

ἔχοντος· Ἰὼβ δ’ ἐκεῖνος ἐκέκλητο. κἀκεῖθεν ὁρμηθεὶς σὺν με‐ γάλῳ στρατεύματι (ἔτυχε γὰρ συμμάχων οὐκ Ἀγαρηνῶν μόνον, ἀλλὰ καὶ ἐξ ἑτέρων ἐθνῶν πλειόνων) τῇ τυραννίδι κραταιότερον ἐπεχείρησεν. ἦν δὲ ὁ Θωμᾶς οὗτος οὐ τῶν εὐπατριδῶν, ἀλλὰ
5καὶ τῶν λίαν ἀσήμων καὶ τούτων βαρβάρων, καὶ ἀπορίᾳ σύν‐ τροφος τῇ ἐσχάτῃ, ὥστε καὶ δουλεύειν μισθοῦ. ἀναχθεὶς δ’ ὑπὸ τῆς τύχης, ὡς εἴρηται, καὶ τυραννίδι ἐπιχειρήσας τήν τε κλῆσιν μετέθετο, Κωνσταντῖνον ἑαυτὸν ὀνομάσας καὶ κοινωνὸν τῆς βασιλείας, ὡς ᾤετο, προσελάβετο, υἱὸν εἰσποιητὸν οἰκειω‐
10σάμενός τινα. τοῦ δὲ Μιχαὴλ στρατιὰν κατ’ αὐτοῦ ἐσταλκότος, συμβαλὼν ἐκεῖνος αὐτῇ τοὺς μὲν ἀνεῖλε, τοὺς δὲ φυγάδας ἀπέ‐ φηνεν. ἐντεῦθεν κραταιότερον τῆς τυραννίδος ἐπείληπτο καὶ στόλον ἐξαρτυσάμενος, ἀλλὰ μὴν καὶ τὸ βασιλικὸν ναυτικὸν ὑφ’ ἑαυτὸν ποιησάμενος ἐξ Ἀβύδου πρὸς τὴν Θρᾴκην ἐπεραιώθη
15καὶ τὰ τῆς ἑῴας ἅπαντα σχεδὸν ὑπηγάγετο, ἄνευ μέντοι τοῦ θέματος τοῦ Ὀψικίου, οὗ ὁ Κατάκυλας ἐστρατήγει, καὶ τοῦ
τῶν Ἀρμενιακῶν· ὁ Ὀλβιανὸς δὲ τὴν στρατηγίδα τούτου εἶχεν341

342

ἀρχήν, ὃς δὴ λοχήσας καὶ τὸν τῷ τυράννῳ εἰσποιηθέντα υἱὸν κατασχὼν ἀνεῖλεν εὐθύς. Γενόμενος δ’ ἐν τῇ Θρᾴκῃ, ὡς εἴρηται, ὁ Θωμᾶς προσ‐ τιθεμένους αὐτῷ τοὺς ξύμπαντας ἔσχηκεν. αὖθις οὖν τοῦ
5βασιλέως κατά τε γῆν αὐτῷ συμμίξαντος καὶ κατὰ θάλασσαν, καὶ ἄμφω τὰς στρατιὰς ὁ τύραννος ἐτρέψατό τε καὶ διεσκέδασεν, υἱοθετήσατο δ’ ἕτερον, τοῦ πρώτου κτανθέντος, ὡς εἴρηται, Ἀναστάσιον μὲν καλούμενον, μοναχὸν δ’ ὄντα, καὶ τὸ μὲν σχῆμα τὸ θεῖον ἀποδυσάμενον, στολὴν δὲ κοσμικὴν μεταμφιασάμενον.
10ἐς τοῦτο δ’ ἧκεν ἀπορίας ὁ Μιχαὴλ ὡς σιδηρᾶν ἐκτεῖναι σειρὰν ἐξ ἀκροπόλεως εἰς τὸ κατ’ ἀντιπέραν πολίχνιον, ἵν’ ἄβατα τοῖς τοῦ τυράννου φυλάττοιτο τὰ ἐντός. ἀλλ’ ὁ Θωμᾶς ὁμοῦ τῇ πόλει προσέβαλε κατὰ γῆν τε καὶ κατὰ θάλασσαν, τὴν σιδηρᾶν ἐκείνην ῥᾷστα διαρρήξας σειράν, καὶ ᾤετο, εἰ μόνον φανείη,
15τοὺς ἐν τῇ πόλει διὰ τὴν πρὸς τὸν κρατοῦντα ἀπέχθειαν εὐ‐ χερῆ τὴν εἴσοδον αὐτῷ παρασχεῖν. ἐπεὶ δ’ ἐρρωμένους εὕρηκε τοὺς ἐντὸς πρὸς τὴν τῆς πόλεως φυλακὴν καὶ τῶν ἐλπίδων ἐψεύσθη, τότε μὲν ἀνεχώρησε καὶ βάλλεται χάρακα κατὰ τὸ
τῶν θείων Ἀναργύρων ἱερώτατον τέμενος· ὁ τόπος δὲ τὰ Παυ‐342

343

λίνου ὠνόμαστο. ἡμερῶν δέ τινων διαγενομένων καὶ κατὰ χέρσον αὖθις καὶ κατὰ θάλασσαν ἐπήνεγκε τῇ πόλει τὸν πό‐ λεμον, ἑλεπόλεις τε καὶ κλίμακας ἐπαγόμενος. ὡς δ’ ἑώρα τὰ τῆς σπουδῆς αὐτῷ πανταχόθεν ἀνήνυτα, τότε μὲν τὴν ψυ‐
5χρὰν ἐκτρεπόμενος Θρᾴκην (χειμὼν γὰρ ἦν) τὴν στρατιὰν αὐ‐ τοῦ ταῖς χώραις διένειμεν, ἐν ταύταις σχολάσουσαν καὶ τὴν τοῦ χειμῶνος ἐκφευξομένην δριμύτητα. ἄρτι δὲ τοῦ ἔαρος ἐφεστῶ‐ τος καὶ πάλιν προσῆγε καὶ ἀμφοτέρωθεν τῇ πόλει τὴν στρατιὰν καὶ περιεκύκλου τὰ τείχη τῷ τε πεζῷ στρατεύματι καὶ τῷ ναυ‐
10τικῷ. ἤδη δὲ καὶ τῷ Μιχαὴλ ἡτοίμαστο καὶ στόλος καὶ στρά‐ τευμα. λόγοις οὖν παρακλητικοῖς τοὺς οἰκείους παραθαρρύνας ὁ βασιλεὺς ἀθρόον ἐκ πλειόνων πυλῶν ἐξάγει τούτους καὶ συρ‐ ρήγνυται τῷ τοῦ τυράννου λαῷ. οἱ δὲ τῷ αἰφνιδίῳ καὶ τῷ θάρσει τῶν ἐπιόντων ἀποδεδειλιακότες τὰ νῶτα μετέβαλον καὶ
15ἔπεσον πολλοί, καὶ ἡ νίκη τῶν ἐκ τῆς πόλεως ἦν. τὰ μὲν οὖν κατὰ χέρσον οὕτω συνηνέχθη τῷ ἀποστάτῃ· οὐ μὴν ἀλλ’ οὐδὲ τὰ κατὰ θάλασσαν κάλλιον ἔσχεν αὐτῷ. τὰς γὰρ βασι‐
λικὰς τριήρεις τὸ τοῦ τυράννου ναυτικὸν θεασάμενον ἐπιούσας343

344

αὐτῷ οὐχ ὑπήνεγκεν, ἀλλ’ εὐθὺς τὴν συμπλοκὴν μὴ θαρρῆσαν εἰρεσίᾳ συχνῇ πρὸς τὴν χέρσον κατήγοντο, καὶ οἱ μὲν ἀπεδί‐ δρασκον, οἱ δὲ τῷ Μιχαὴλ αὐτομολοῦντες προσῄεσαν. ὁ δ’ ἀποστάτης ἔτι τῆς τυραννίδος ἀντείχετο καὶ οὔτε τὸν χάρακα
5ἔλυσε καὶ τὸ ἐν Ἑλλάδι ἑτοιμασθὲν αὐτῷ ναυτικὸν μετεπέμψατο· καὶ τόδε παρῆν κατὰ Βυρίδας νεωλκησάμενον. ὃ γνόντες οἱ τοῦ στόλου τοῦ Μιχαὴλ νυκτὸς αὐτοῖς ἐπιτίθενται καί τινας μὲν ᾑρήκασι τῶν πολεμίων νηῶν, ἑτέρας δὲ τῷ ὑγρῷ πυρὶ κατενέπρησαν. κατὰ γῆν δὲ συχναὶ μὲν ἐγίνοντο προσβολαί,
10Θεοφίλου τοῦ υἱοῦ τοῦ βασιλέως τοῦ λαοῦ προεξάρχοντος· ἀγ‐ χώμαλα δὲ τοῖς ἐναντίοις ἦσαν τὰ πράγματα καὶ οὐδενὶ μέρει καθαρῶς ἡ νίκη ἐπεμειδίασεν. ἐν τοσούτῳ δέ τι συμβὰν τῷ Θωμᾷ τὰ πράγματα ἔσφηλε· τῆς γὰρ φήμης πανταχοῦ τὴν τοῦ Θωμᾶ κηρυξάσης ἀποστασίαν καὶ τὴν πολιορκίαν τῆς πό‐
15λεως, Μορτάγων ὁ τῶν Βουλγάρων κατάρχων σπονδὰς ἐπὶ τοῦ Λέοντος τριακοντούτεις θέμενος καὶ φιλίως τότε Ῥωμαίοις
ἔχων, αὐτεπάγγελτος ἧκε συμμαχήσων τῷ βασιλεῖ καὶ στρατο‐344

345

πεδεύεται κατὰ τὰ Κιδόκτου. τοῦτο τὸν ἀποστάτην ἐθρόησε. κρίνας δὲ ἀσύμφορον ἑαυτῷ ἅμα τε καὶ πολιορκεῖν καὶ τοῖς Βουλγάροις ἀντιστρατεύσασθαι (μερισθείσης γὰρ αὐτῷ τῆς δυ‐ νάμεως οὐκ ἀξιόμαχον ἑαυτὸν οὐδετέρῳ τυγχάνειν ᾤετο), κατὰ
5τῶν Βουλγάρων ἐχώρησε παντὶ τῷ στρατεύματι καὶ συμβαλὼν ἡττᾶται καὶ πολλοὺς μὲν ἀποβάλλει τῶν ἑαυτοῦ, τοὺς μὲν φθα‐ ρέντας, τοὺς δὲ καὶ ἁλόντας. ὅσοι δὲ τόν τε βαρβαρικὸν ἀκι‐ νάκην ἐξέφυγον καὶ τὴν αἰχμαλωσίαν διέφυγον, τὸ μέλλον καραδοκοῦντες ἡσύχαζον. οἱ Βούλγαροι δὲ τοὺς αἰχμαλώτους
10καὶ λείαν πολλὴν ἐπαγόμενοι ἀνεζεύγνυον τῇ νίκῃ γαυρούμενοι. ταύτην τὴν ἧτταν τοῦ ἀποστάτου ὅσον ἐκ τοῦ στόλου αὐτοῦ περιελέλειπτο ἐγνωκὸς πρὸς τὸν Μιχαὴλ ηὐτομόλησεν. ἐν τοιού‐ τοις δὲ ὁ τύραννος γεγονὼς καὶ πάντῃ ἐξασθενήσας, ὅμως ἔτι τοῦ πολιορκεῖν οὐκ ἀφίστατο, ἀλλὰ μηδὲν ἀνύων ἀπανίσταται
15μὲν τῆς προσεδρείας τῆς πόλεως, ἄπεισι δὲ πορρωτέρω, καί τινα τόπον εὑρὼν ἐπιτήδειον ἐν τούτῳ βάλλεται χάρακα, κἀκεῖ‐ θεν ὁρμώμενος ἐληίζετο τῆς πόλεως τὰ προάστεια καὶ τὰς τού‐ των ἐκεράιζε χάριτας. ἐπῆλθε τοίνυν τούτῳ ὁ Μιχαήλ, καὶ
μάχης συγκροτηθείσης οἱ τοῦ Θωμᾶ ἑκόντες ἐτράπησαν εἰς345

346

φυγήν, καὶ οἱ μὲν τῷ βασιλεῖ προσερρύησαν, οἱ δ’ ἐπὶ τὰ ἑαυ‐ τῶν ἀπῄεσαν ἕκαστοι. ὁ δέ γε τύραννος μετὰ βραχίστων εἰς Ἀδριανούπολιν ἄπεισι, καὶ ὁ Μιχαὴλ αὐτῷ κατ’ ἴχνος ἀκο‐ λουθεῖ καὶ πολιορκεῖ τὴν πόλιν οὐχ ἑλεπόλεσιν, ἀλλὰ σπάνει
5τῶν ἀναγκαίων. καὶ οἱ τῆς πόλεως τῷ λιμῷ πιεζόμενοι ἀμνη‐ στίαν τῶν ἐπταισμένων ἐκ τοῦ βασιλέως ᾐτήσαντο καὶ ταύ‐ της τυχόντες δεσμοῦσι τὸν Θωμᾶν καὶ παραδιδόασι τῷ Μι‐ χαήλ. ὁ δὲ ἀφαιρεῖται αὐτοῦ χεῖρας καὶ πόδας καὶ ὄνῳ ἐπιβιβάσας θριαμβεύει τὸν ἄτιμον θρίαμβον. εἶτα περὶ συν‐
10ιστόρων πυνθάνεται, καὶ πολλοὺς ἂν ἐκεῖνος ἐξέφηνεν, εἰ μὴ ὁ Ἑξαβούλιος ὁ πατρίκιος τὴν ὁρμὴν τοῦ βασιλέως ἀνέκοψε, φάμενος μὴ χρῆναι πιστεύειν κατὰ τῶν φίλων ἐχθροῖς. ὁ δέ γε Θωμᾶς ἄλλοτε ἄλλαις τιμωρίαις ὑποβαλλόμενος βιαιότατα κατέλυσε τὴν ζωήν. καὶ ὁ τούτου δὲ εἰσποιητὸς υἱὸς εἰς τὸ
15τῆς Βιζύης πολίχνιον προσφυγών, παρὰ τῶν οἰκούντων τὸ φρούριον δεθεὶς προσήχθη τῷ βασιλεῖ καὶ ὁμοίως τῷ πεπλα‐
σμένῳ πατρὶ κολασθεὶς βιαίως καὶ αὐτὸς ἀπέρρηξε τὴν ψυχήν.346

347

ἡ μὲν οὖν τοῦ Θωμᾶ ἐπανάστασις τοῦτον τὸν τρόπον κατηύ‐ ναστο. αἱ δὲ Θρᾳκικαὶ πόλεις αἱ πάραλοι κἀκείνου παρελθόντος ἔτι τῆς στάσεως εἴχοντο, καὶ μᾶλλον τῶν ἄλλων τὸ Πάνιον καὶ ἡ Πείρινθος (οὕτω γὰρ πάλαι ὠνόμαστο ἡ Ἡράκλεια) μίσει
5τῷ πρὸς τὸν αὐτοκράτορα. ἀλλὰ τὸ μὲν Πάνιον σεισμῷ τοῦ τείχους αὐτοῦ πεσόντος ἑάλω, ἡ δ’ Ἡράκλεια διὰ τῆς θαλάσσης γέγονεν ἁλωτή. ταῦτα τοίνυν κατορθώσας ὁ Μιχαὴλ ἐπάνεισι τροπαιοφορῶν καὶ ἱππικοῦ τελουμένου ἀγῶνος τοὺς τῷ Θωμᾷ τὴν τυραννίδα συμπράξαντας ὄνοις ἐφεζομένους εἰσαγαγὼν εἰς
10τὸ θέατρον ὑπερορίαν αὐτῶν κατεδίκασε, μή τι πλέον κολάσας αὐτούς, εἰ μὴ δύο τινὰς τὸν Χοιρέαν καὶ τὸν Ζαγορηνόν, μὴ πειθομένους μηδὲ μετὰ τὴν κατάλυσιν τοῦ Θωμᾶ παραδοῦναι τὰ φρούρια, ἃ κατεῖχον, ἑλὼν καὶ ἀνασκολοπίσας ἀπέκτεινε. Τῇ γοῦν ἀποστασίᾳ τῇ τοῦ Θωμᾶ καὶ τοῖς ἐμφυλίοις πο‐
15λέμοις τῶν Ῥωμαϊκῶν ἀσχολουμένων δυνάμεων ἄδειαν εὑρη‐
κότες πᾶσαν οἱ πρὸς ἑσπέραν Ἀγαρηνοί, οἳ τὸν τῆς Ἰβηρίας347

348

οἰκοῦσι κόλπον καὶ λέγονται Ἰσπανοί, τῷ σφετέρῳ προσίασιν ἀρχηγῷ, ὃν αὐτοὶ καλοῦσιν ἀμερμουμνῆν, καὶ ᾐτοῦντο ἀποι‐ κίαν στείλασθαι, διὰ πλῆθος στενοχωρούμενοι. κἀκεῖνος κατέ‐ νευσε, καὶ τούτους παραλαβὼν σὺν τριήρεσιν ἀπέπλευσε, τὰς
5ὑπὸ Ῥωμαίους νήσους περιιών τε καὶ ληιζόμενος. ὡς δ’ ἧκε καὶ εἰς τὴν Κρήτην καὶ τὸ ταύτης ἔγνωκε πάμφορον, τοὺς μὲν πλείστους εἰς λείαν ἐκπέπομφεν, αὐτὸς δὲ μετ’ ὀλίγων εἰς φυ‐ λακὴν δῆθεν παραλειφθεὶς τῶν νηῶν πῦρ ἐνέβαλε κατ’ αὐτῶν καὶ πάσας ἐνέπρησε. τεθορυβημένων δὲ τῶν Ἀγαρηνῶν διὰ
10τοῦτο καὶ τὴν αἰτίαν ζητούντων, ὁ Ἀπόχαψ (οὕτω γὰρ ὁ σφῶν ὠνόμαστο ἀρχηγός) “ἀποικίαν ᾐτεῖσθε” φησίν· “ἰδοὺ τοίνυν χώρα ῥέουσα μέλι καὶ γάλα καὶ ταύτην κατασχόντες οἰκήσατε.” ἐκείνων δὲ εἰπόντων “καὶ τὰ φίλτατα ποῦ;” ὁ Ἀπόχαψ “ἐν‐ ταῦθα γυναῖκές εἰσιν” ἀνθυπήνεγκεν, “ἐξ ὧν γενήσονται καὶ
15παῖδες ὑμῖν οὐ μετὰ μακρόν.” τούτοις πεισθέντες οἱ ἐκ τῆς Ἄγαρ τήν τε νῆσον ὑφ’ ἑαυτοὺς ἐποιήσαντο καὶ τοὺς αὐθιγενεῖς ἐδουλώσαντο. ὅτε καὶ Κύριλλος ὁ Γορτύνης ἐπίσκοπος ἀθλήσας
ὑπὲρ Χριστοῦ μαρτυρίου κεκόμιστο στέφανον.348

349

Θανούσης δὲ τῆς συζύγου τῷ βασιλεῖ ἐκεῖνος ὑπεκρίνετο μὲν ἐς τὸ προφανὲς δευτέροις ὁμιλῆσαι γάμοις μὴ βούλεσθαι, κρύβδην δὲ πρὸς τοὺς ἐξόχους τῆς γερουσίας διεπέμπετο ἀξιοῦ‐ σθαι παρ’ αὐτῶν ἑτέραν τοῦ βίου κοινωνὸν εἰσοικίσασθαι. καὶ
5ἡ σκῆψις ὡς εὐπρεπής· δεινὸν γὰρ ἔφασαν εἶναι ἡμᾶς μὲν βασιλεύεσθαι παρὰ σοῦ, τὰς δ’ ἡμῶν συνοίκους βασιλίδος στε‐ ρίσκεσθαι. ὁ δὲ πρότερον μὲν ἀκκιζόμενος τὴν ἀξίωσιν οὐ προσίετο· λιπαρούντων δ’ ἐκείνων πίστεις ἐξ αὐτῶν ἀπῄτει, εἰ βούλοιντο ἀγαγέσθαι αὐτὸν βασιλίδα, ὡς καὶ μετὰ θάνατον
10αὐτοῦ βασίλισσαν ταύτην ἕξουσι καὶ τὰ ἐκ ταύτης αὐτῷ φυησό‐ μενα ὡς βασιλέας τιμήσουσι. ταῦτα δὲ τῶν τῆς συγκλήτου ἐγ‐ γράφως αὐτῷ ἐπαγγειλαμένων, κἀκεῖνος αὐτοῖς προσεποιήσατο πείθεσθαι καὶ εἰσοικίζεται γυναῖκά τινα, θυγατέρα λεγομένην γενέσθαι τοῦ βασιλεύσαντος Κωνσταντίνου, ὃν ἡ μήτηρ, ὡς ἤδη
15ἔμπροσθεν εἴρηται, ἐξετύφλωσεν. ἦν δ’ αὕτη κεκαρμένη πρὸ
πλείονος καὶ ἐν τῇ νήσῳ τῇ Πρίγκιπος ταῖς ἀσκουμέναις ἐκεῖ349

350

μοναχαῖς ἐκ πρώτης τριχὸς συγκατείλεκτο, καὶ ἡ κλῆσις τῇ γυναικὶ Εὐφροσύνη. Τοῦ πατριάρχου δὲ Θεοδότου θανόντος, ὃς ἓξ ἔτη ἀσεβῶς τῆς ἐκκλησίας ἐκράτησεν, Ἀντώνιος προεχειρίσθη, ᾧ Κασσυ‐
5ματᾶς τὸ ἐπώνυμον· καὶ οὗτος δὲ τὴν περὶ τὴν πίστιν δόξαν διέστραπτο. Ὁ μέντοι βασιλεὺς στόλον ἐκπέμπει κατὰ τῶν τὴν Κρήτην κατασχόντων Ἀγαρηνῶν. ἥττητο δέ, καὶ οἱ περιλειφθέντες ἐπαν‐ ῆλθον τῆς ἥττης αὐτάγγελοι. εἶτ’ αὖθις ἕτερον πολὺ ναυτικὸν
10ἑτοιμασάμενος ἔστειλε, τούτῳ στρατηγὸν ἐπιστήσας τὸν Κρατε‐ ρόν, ὃς συμβαλὼν τοῖς ἐν Κρήτῃ Ἀγαρηνοῖς πρότερον μὲν εὐ‐ τύχησε, πολλοὺς ἐκείνων καὶ ζωγρήσας καὶ ἀνελών. εἶτα τῇ νίκῃ τεθαρρηκὼς κἀκεῖνος καὶ ὁ ὑπ’ ἐκεῖνον λαός, ὡς ἤδη τῶν ἐναντίων ἐκνενευρισμένων καὶ μὴ ἄν ποτε προσβαλεῖν αὐ‐
15τοῖς τολμησόντων, ἀνέσει ἑαυτοὺς καὶ πότοις ἐξέδωκαν ἀφυ‐ λάκτως καὶ ὕπνωττον κατὰ τὴν νύκτα ἐκείνην σὺν ῥᾳστώνῃ πολλῇ. ἅπερ κατανοήσαντες οἱ πολέμιοι νυκτὸς αὐτοῖς ἐπῆλθον μετὰ μεγίστου ἀλαλαγμοῦ καὶ πάντας διέφθειραν, ὡς μικροῦ
μηδ’ ἄγγελον περιλειφθῆναι τῆς συμφορᾶς. καὶ αὐτὸς γὰρ ὁ350

351

τοῦ στόλου ἐξάρχων ὁ Κρατερὸς ἐν πλοίῳ ἐμπορικῷ φυγὰς ἀπιὼν κατελήφθη καὶ ἀνεσκολοπίσθη. ἕτερος δέ τις αὖθις Ὠορύφας καλούμενος ναυτικὸν πιστευθεὶς ἕτερον ἐπῄει τὰς νή‐ σους καὶ ταῖς πειρατικαῖς ναυσὶ τῶν Ἀγαρηνῶν συνεπλέκετο
5καὶ τὴν τούτων ῥύμην τὴν πρὸς προνομὴν ἀνέκοπτε καὶ τοὺς ἐν Κρήτῃ τοῦ προτέρου θράσους ἀνέστειλε. Καὶ κατὰ Σικελίαν δὲ στάσις ἑτέρα κεκίνητο. ἀνὴρ γάρ τις Εὐφήμιος λαοῦ κατάρχων τινὸς ἔρωτι περιμανεῖ μοναζού‐ σης ἐλήφθη τινός, καὶ ταύτην ἅρπαγμα τίθεται. ἐζήτει τοίνυν
10τοῦτον ὁ στρατηγός, διὰ τὸ ἁμάρτημα κολασθησόμενον. ὁ δὲ διὰ τοῦτο τῷ τῆς Ἀφρικῆς ἀμηρᾷ φυγὼν προσελήλυθε καί οἱ προδοῦναι τὴν Σικελίαν ὑπισχνεῖτο καὶ φόρους αὐτῷ παρέχειν πολλούς, εἰ βασιλεὺς ἀναρρηθείη Ῥωμαίων. καὶ ὁ μὲν τὴν ἔφεσιν ἐκείνου πληροῖ καὶ δύναμιν αὐτῷ δίδωσι βαρεῖαν. ὁ
15δ’ Εὐφήμιος αὐτῷ τὴν Σικελίαν προδίδωσι· καὶ ἡ μὲν ὑπὸ
τοὺς Ἀγαρηνοὺς τὸν τρόπον τοῦτον ἐγένετο. ὁ δ’ Εὐφήμιος351

352

οὐ μετὰ μακρὸν δίκην ἐκτίνει τῆς οἰκείας παρανομίας καὶ ἀπο‐ νοίας καὶ στερίσκεται τῆς ζωῆς, ἀναιρεθεὶς βιαιότατα. Ὁ βασιλεὺς δὲ Μιχαὴλ ἐπὶ ἔτη ὀκτὼ καὶ μῆνας ἐννέα ἀπολαύσας τῆς βασιλείας νεφρίτιδι νόσῳ καὶ ἐπισχέσει τῶν οὔ‐
5ρων ἢ δυσεντερίᾳ (λέγεται γὰρ καὶ ἄμφω) κατέστρεψε τὴν ζωήν, τῷ υἱῷ Θεοφίλῳ τὴν βασιλείαν καταλιπών. ἐπ’ ἐκείνου δὲ καὶ ἡ Δαλματία τῆς τῶν Ῥωμαίων ἀρχῆς ἀφηνίασε. λέγεται δὲ καὶ ἀρχαῖον εἶναι χρησμὸν οὑτωσί πως περιέχοντα·
ἀρχὴ κακῶν γε προσπεσεῖται τῇ χθονί,
10
ὅταν κατάρξῃ τῆς Βαβυλῶνος δράκων
δύσγλωττος οὗτος καὶ φιλόχρυσος λίαν. καὶ ἦν ὡς ἀληθῶς ἐκεῖνος λίαν φιλοχρυσότατος. Αὐταρχήσας δὲ ὁ Θεόφιλος πρῶτον ἐποιήσατο ἔργον τὴν κόλασιν τῶν τῷ πατρὶ αὐτοῦ συναραμένων εἰς τὸ τῆς βασιλείας
15τυχεῖν καὶ ἀνελόντων τὸν Λέοντα. καὶ ἵνα μή τις αὐτῶν δια‐352

353

λάθοι, ἀθροίσας τὴν γερουσίαν ἅπασαν περὶ τὰ βασίλεια, ἐντο‐ λὴν ἔφη πληροῦν πατρικήν. ἐκεῖνον γὰρ βούλεσθαι μὲν ἀξίως ἀμείψασθαι τοὺς συνεργοὺς καὶ συμπράκτορας τῆς βασιλείας αὐτῷ, μὴ μέντοι καιρὸν ἐσχηκέναι ἐπιτελὲς ποιῆσαι τὸ βούλευμα,
5πρότερον μὲν πολέμοις ἀπασχολουμένῳ, εἶτα νοσήσαντι καὶ τὸν βίον ἐκλελοιπότι. ἐντείλασθαι δέ οἱ τὴν ὀφειλὴν αὐτοῖς ἀποδοῦναι φιλότιμον. καὶ προετρέπετο τοῖς τῷ πατρὶ ἐπὶ τῇ καθαιρέσει τοῦ Λέοντος συμπονήσασι τῶν ἄλλων διακριθῆναι. οἱ δὲ μὴ συνέντες τὸ σκαιωρούμενον ἰδίᾳ στάντες “ἡμεῖς ἐσμέν”
10εἶπον “οἱ τῷ πατρὶ τῷ σῷ συμμαχήσαντες.” καὶ ὃς αὐτίκα τὸ τῆς ὑποκρίσεως περιελὼν προσωπεῖον καὶ “ἱνατί τῷ χριστῷ κυρίου φονίους ἐπηνέγκατε χεῖρας” ἔφη “καὶ οὐ μόνον ἀνθρω‐ ποκτόνοι γεγόνατε, ἀλλὰ καὶ βασιλέως αὐτόχειρες;” αὐτίκα τοίνυν ἐπιστραφεὶς πρὸς τὸν ἔπαρχον “τούτους” εἶπε “παρα‐
15λαβὼν ἀπόδος αὐτοῖς ἀξίας ἀμοιβὰς τοῦ τολμήματος.” καὶ οἱ μὲν παρὰ τοῦ ἐπάρχου κολασθέντες ἀνδροφόνων ἔδοσαν δίκας. ὁ Θεόφιλος δὲ καὶ τὴν μητρυιὰν ἀπελάσας τῶν βασι‐
λείων εἰς τὴν προτέραν αὐτῆς μονὴν ἐν τῇ τοῦ Πρίγκιπος νήσῳ353

354

ἀπήγαγε, μηδὲν ἀποναμένην τῶν ὅρκων, οὓς ὁ Μιχαὴλ περὶ αὐτῆς ἐκ τῆς συγκλήτου ἀπῄτησε. Γυναῖκα δ’ ἑαυτῷ εἰσοικίσασθαι βουληθεὶς ὁ Θεόφιλος, πολλὰς πολλαχόθεν ὡραίας κόρας συνήγαγεν, ἐν αἷς ἦν καὶ ἡ
5Εἰκασία, παρθένος καὶ τὸ εἶδος καλὴ καὶ τῶν λοιπῶν ὑπερ‐ φέρουσα καὶ λόγοις ὡμιληκυῖα καὶ τὸ γένος ἐπίσημος. περιῄει γοῦν ταύτας θεώμενος καὶ μῆλον κατέχων χρυσοῦν, ἵν’ αὐτὸ ἐπιδῷ τῇ δοξάσῃ αὐτῷ ἀρεστῇ· ἐπεὶ δὲ ἦλθε κατὰ τὴν Εἰκα‐ σίαν περιιών, θαυμάσας ἐκείνην τῆς ὡραιότητος ἔφη “ἐκ γυ‐
10ναικὸς ἐρρύη τὰ φαῦλα.” ἡ δ’ ἠρέμα καὶ μετὰ σεμνοῦ ἐρυ‐ θήματος εὐστόχως πως ἀπεκρίνατο “ἀλλὰ καὶ διὰ γυναικὸς πηγάζει τὰ κρείττω.” ὁ δὲ καταβροντηθεὶς ὥσπερ τῷ τῆς παρθένου λόγῳ τὴν μὲν παρῆλθε, τὸ μῆλον δὲ τὸ χρυσοῦν τῇ ἐκ Παφλαγονίας Θεοδώρᾳ παρέσχετο. ἡ δ’ Εἰκασία τῆς βα‐
15σιλείας ἀποτυχοῦσα μονὴν ἐδείματο, ἣ τὴν ἐκείνης κλῆσιν ἔσχεν
ἐπίκλησιν, καὶ ἐν αὐτῇ μονάσασα ἑαυτῇ ἔζη καὶ τῷ θεῷ, τῆς354

355

λογικῆς παιδείας μὴ ἀλογήσασα. ὅθεν καὶ συγγράμματα ἐκεί‐ νης εὑρίσκονται εὐπαιδευσίας χαρίτων οὐκ ἄμοιρα. καὶ ἡ μὲν οὕτω διέθετο τὰ καθ’ ἑαυτὴν καὶ ἀτευκτήσασα βασιλέως φθαρ‐ τοῦ τῷ παμβασιλεῖ ἑαυτὴν ἐμνηστεύσατο καὶ ἀντὶ γεηρᾶς βα‐
5σιλείας τὴν ἐπουράνιον ἐκληρώσατο. ὁ βασιλεὺς δὲ Θεόφιλος τὴν Θεοδώραν ἑαυτῷ συνοικίζει καὶ ὁμοῦ ταύτην καὶ τῷ γα‐ μηλίῳ στεφάνῳ καὶ τῷ βασιλικῷ ταινιοῖ διαδήματι καὶ τοὺς γάμους τελεῖ. Δικαιοσύνην δὲ μετιὼν τοῖς ἀδικοῦσιν ἦν ἐπαχθὴς καὶ
10κολαστὴς αὐτῶν ἀπαραίτητος. ἑκάστης οὖν ἑβδομάδος ἀπῄει διὰ τῆς ἀγορᾶς ἔφιππος μετὰ δορυφορίας βασιλικῆς εἰς τὸν ἐν Βλαχέρναις τῆς θεοτόκου ναόν. εἰ γὰρ καὶ ταῖς θείαις εἰκόσιν τιμὴν οὐκ ἔνεμεν, ἀλλά γε τῷ σωτῆρι Χριστῷ καὶ τῇ θεομή‐ τορι πίστιν ἐτήρει, ὡς ἔλεγεν. ἀπιὼν οὖν καὶ οὕτω δημοσιεύων
15παρεῖχεν ἑαυτὸν τοῖς προσιοῦσιν εὐπρόσιτον καὶ περὶ τῶν ὠνίων ἐφρόντιζε καὶ ὅπως ἕκαστον τούτων πιπράσκεται ἐπολυπραγμόνει καὶ ἐπυνθάνετο. καὶ εἰ πολλοῦ τινα πιπρασκόμενα εὕρισκε, τὸν
ἔπαρχον περὶ τούτου ἀνέκρινε καὶ ἢ καταγινώσκων αὐτοῦ ἔπαυε355

356

τῆς ἀρχῆς ἢ ἐπιπλήττων διώρθου. οὕτω γοῦν ποτε διιόντι αὐτῷ προσῆλθε γυνὴ ἀδικεῖσθαι λέγουσα παρὰ τοῦ δρουγγαρίου τῆς βίγλας (οὗτος δ’ ἦν σύγγονος τῆς Αὐγούστης, καλούμενος Πετρωνᾶς), οἰκεῖν γὰρ αὐτῷ ἐν γειτόνων, τὸν δὲ τὰς ἑαυτοῦ
5διαίτας ὑψοῦντα τῇ αὐτῆς οἰκίᾳ ἐπισκοτεῖν. ἡ μὲν οὖν ταῦτα ἐπενεκάλει τῷ Πετρωνᾷ· ὁ δὲ πρὸς τοῦ βασιλέως μετακληθεὶς καὶ τί ἂν λέγοι τὸ γύναιον ἐρωτώμενος, ματαιάζειν ἔφη αὐτό. καὶ ὁ βασιλεύς “μηκέτι μου δεηθείη περὶ τούτου” φησί “καὶ οὐκ ἔσται σοι πρὸς καλοῦ.” καὶ τῇ γυναικὶ ἐνετείλατο πρὸς
10τὸν Πετρωνᾶν ἀφικέσθαι καί, εἰ μὴ τὴν βλάβην θεραπευθείη, αὖθις αὐτῷ προσελθεῖν. προσῄει τῷ Πετρωνᾷ ἡ γυνή· ὁ δὲ οὐδὲν αὐτῇ τοῦ κακοῦ θεράπευμα ἔθετο. ἡ δ’ ἀπογνοῦσα δι’ ὄχλου γέγονε καὶ αὖθις τῷ βασιλεῖ· καὶ ὃς αὐτίκα τῶν τῆς συγκλήτου τισὶν ἀπελθεῖν ἐπέταξε καὶ κατασκοπῆσαι εἰ βλά‐
15πτοιτο ἡ γυνή. οἱ δὲ ἀπῆλθον εὐθὺς καὶ τὴν βλάβην ἔγνων
καὶ ταύτην ἀπήγγειλαν. καὶ ὁ βασιλεὺς ἔτι ἐπ’ ἀγορᾶς προϊών,356

357

αὐτοῦ που στάς, γυμνωθῆναι τὸν Πετρωνᾶν καὶ τυφθῆναι καὶ στέρνα καὶ νῶτα προσέταξε, τὰ δ’ ὑπ’ αὐτοῦ δομηθέντα πρὸς βλάβην τῆς γυναικὸς καθαιρεθῆναι καὶ ταύτῃ προσκληρωθῆναι καὶ τὰς ὕλας καὶ τὸν τόπον αὐτόν. τοῦτο μὲν οὖν τοῦ περὶ
5τὸ δίκαιον ζήλου τοῦ Θεοφίλου εἴρηται γνώρισμα. εἰρήσθω δέ τι καὶ ἕτερον τῆς τε δικαιοπραγίας ἐκείνου καὶ τῆς περὶ τὸ ὑπήκοον προνοίας σημαντικόν. προσώρμισέ ποτε τῷ περὶ τὰ ἀνάκτορα λιμένι φορτὶς βάρει τῶν ἀγωγίμων πεφορτισμένη καὶ τούτῳ μέχρις ἐσχάτου ζωστῆρος καταβεβαπτισμένη. ἔτυχε δὲ
10προκύψας ὁ βασιλεὺς ἄνωθεν, καὶ θαυμάσας τὴν ναῦν διά τινος τῶν αὐτῷ ἑπομένων τίνος ἂν εἴη ἐπύθετο. ὡς δὲ τῆς Αὐγούστης εἶναι μεμάθηκε καὶ ὡς ἄρτι ἀνήχθη ἐξ ἐμπορίας, ἣν ἐν τοῖς τῆς Συρίας οἱ πρὸς τῆς βασιλίσσης σταλέντες ἐποιή‐ σαντο μέρεσιν, εἴ τι μὲν τοῖς τοῦ πληρώματος τῆς νηὸς πρόσε‐
15στιν, ἐξενεγκεῖν αὐτοῖς αὐτίκα ἐκέλευσε, τῶν δὲ τῆς Αὐγούστης ἅψασθαι μηδενός. ὡς δὲ τοῦτο γέγονε καὶ τοὺς ἄνδρας ἐκεῖ‐ θεν ἀπήλασεν, ὑγρὸν κατ’ αὐτῆς ἐπήνεγκε πῦρ καὶ αὐτόφορτον
κατενέπρησε καὶ τῇ βασιλίσσῃ ἐλοιδορήσατο, “βασιλέα με” λέ‐357

358

γων “ἀναδείξαντος τοῦ θεοῦ, σὺ βιάζῃ ποιῆσαί με ναύκληρον. ἴσθι δὲ ὅτι τοῖς ἰδιώταις τὸ ἐμπορεύεσθαι προσκεκλήρωται, ἵν’ ἐκεῖθεν τὰς πρὸς τὸ ζῆν πορίζοιντο ἀφορμάς. εἰ δ’ ἡμεῖς μετὰ τῆς βασιλικῆς εὐετηρίας καὶ τὰ ἐξ ἐμπορίας ἑαυτοῖς περιποιεῖ‐
5σθαι πειρώμεθα, πόθεν ἂν οἱ τῆς τύχης τῆς ἰδιώτιδος τὰ ζω‐ αρκῆ συμπορίσαιντο;” Τῇ δὲ βασιλίσσῃ πατρὶς ἦν ἡ χώρα τῶν Παφλαγόνων, πατέρες δ’ αὐτῇ Μαρῖνος καὶ Θεοκτίστη τῶν εὖ γεγονότων ἐν τῇ χώρᾳ τῇ κατ’ αὐτούς, εὐσεβεῖς δὲ ἄμφω καὶ τῶν σεβα‐
10σμίων εἰκόνων προσκυνηταί. τῆς δὲ Θεοδώρας τῷ βασιλεῖ συ‐ ζυγείσης καὶ ἡ μήτηρ αὐτῆς Θεοκτίστη, ἣ καὶ Φλωρῖνα ἐπω‐ νομάζετο, ζωστὴ καὶ πατρικία τετίμητο. ᾤκει δὲ κατὰ τὴν μονὴν τῶν Γαστρίων, ὡς δέ τινες λέγουσι καὶ τὴν μονὴν αὐ‐ τὴν ἐκείνη ἐδείματο. ὡς γοῦν πρὸς μάμμην ἀπήγοντό ποτε
15πρὸς αὐτὴν τὰ τοῦ βασιλέως θυγάτρια, ἦσαν δὲ πέντε, καὶ αἱ κλήσεις ἐκείνων αὗται, Θέκλα καὶ Ἄννα, Ἀναστασία τε καὶ σὺν
Πουλχερίᾳ Μαρία. ἡ δὲ δωρήμασι τὰς παῖδας ἐδεξιοῦτο καὶ358

359

ἰδίᾳ παραλαμβάνουσα παρῄνει τὰς ἁγίας εἰκόνας σεβάζεσθαι, καὶ ἐκ κιβωτίου σεβάσμια ἐκφέρουσα ἐκτυπώματα προσκυνεῖν αὐτὰ παρεσκεύαζε τὰς θυγατριδᾶς καὶ ἀσπάζεσθαι, καὶ ταῖς κεφαλαῖς αὐτῶν ἐπετίθει καὶ ταῖς προσόψεσι. καί ποτε ἐκεῖ‐
5θεν ἐπανηκούσας τὰς παῖδας ἠρώτα ὁ βασιλεὺς τί παρὰ τῆς μάμμης αὐταῖς γένοιτο καὶ τίνα παρ’ ἐκείνης αὐταῖς λέγοιτο. αἱ μὲν οὖν λοιπαὶ ἐσιώπων, ἡ Πουλχερία δὲ νηπιάζουσα ἔτι τἄλλα τε διηγεῖτο ψελλιζούσῃ φωνῇ καὶ προσεπῆγεν ὡς εἴη τῇ μάμμῃ νινία ἐν κιβωτίῳ, τὰς εἰκόνας οὕτω καλοῦσα, “καὶ ταῦτα
10τῇ κεφαλῇ καὶ τοῖς προσώποις ἡμῶν ἐπιτίθησι καὶ ἀσπάζεσθαι δίδωσιν.” ἐντεῦθεν τὰς σεπτὰς εἰκόνας γνοὺς διδάσκεσθαι προσ‐ κυνεῖν τὰς αὐτοῦ θυγατέρας παρὰ τῆς μάμμης, οὐκέτι πρὸς αὐτὴν ἀπάγεσθαι τὰς παῖδας παρακεχώρηκεν, ἕτερον δὲ οὐδὲν λυπηρὸν εἰς τὴν Θεοκτίστην εἰργάσατο, αἰδούμενος ἐκείνην διὰ
15τὸ κῆδος καὶ πλέον διὰ τὴν ἀρετήν, ἣ καὶ πολλάκις ἤλεγχε τοῦτον, ὅτι τοὺς ὀρθοδόξους ἐκόλαζε καὶ ταῖς ἱεραῖς εἰκόσιν ἐνύβριζε, καὶ διὰ ταῦτα ἀπεχθῶς διακεῖσθαι πρὸς αὐτὸν ἐπλη‐ ροφόρει πᾶν τὸ ὑπήκοον. τοιοῦτον δή τι καὶ περὶ τὴν βασι‐
λίδα ἐγένετο. ἦν τι παρὰ τοῖς ἀνακτόροις ἀνθρώπιον καὶ τοῦ359

360

νοῦ πάσχον καὶ τῆς γλώσσης παρακοπήν, καὶ ἦν οἷον ἄθυρμά τι τῷ βασιλεῖ· τῷ δὲ τοιούτῳ τυγχάνοντι ἦν καὶ ἡ γυναικω‐ νῖτις βατή. καί ποτε τὸν τῆς Αὐγούστης εἴσεισι θάλαμον· ἡ δ’ ἔτυχε τότε ἁγίας εἰκόνας ἀσπαζομένη καὶ προσκυνοῦσα (ἐτίμα
5γὰρ διαφερόντως ἀγνοίᾳ τοῦ ξυνευνέτου), τὸ δ’ ἀνθρωπάριον ἐκεῖνο τὰ θεῖα θεασάμενον ἐκτυπώματα, “τί ταῦτα;” ἤρετο τὴν βασίλισσαν. ἡ δὲ ἀφελῶς πως πρὸς ἐκεῖνο “ταῦτα” εἶπε “τὰ καλά μου νινία.” ἐκεῖθεν οὖν ἐξελθὸν τὸ παράφορον ἐκεῖνο ἀνδράριον εὗρε τὸν Θεόφιλον ἑστιώμενον. ἤρετο οὖν ὁ βασι‐
10λεὺς αὐτὸν ὅθεν ἥκει. ὁ δὲ παρὰ τῇ μάννᾳ πορευθῆναι ἀντέ‐ φησεν (οὕτω γὰρ ἐκάλει τὴν δέσποιναν) καὶ ἔχειν αὐτὴν ἔλεγε νινία καλά. εἰκόνας οὖν εἶναι τὰ νινία ὑποτοπήσας ὁ βασιλεὺς ἐξώργιστο καὶ πρὸς τὴν βασιλίδα πνέων θυμοῦ καὶ ὕβρεις ἐκείνης κατέχεε καὶ εἰδωλολάτριν ὠνόμαζε, τὰ εἰρημένα παρὰ
15τοῦ Δένδερι διηγούμενος· οὕτω γὰρ τὸ παρακεκομμένον ἐκεῖνο ἐκαλεῖτο ἀνθρώπιον. ἡ δὲ σοφῶς τὸν ἄνδρα κατεσοφίσατο·
“οὐ γὰρ εἰκόνας εἶδεν ὁ Δένδερις” ἔλεγεν, “ἀλλὰ τῷ κατόπτρῳ360

361

μου ἐνατενιζούσης τὰς ἐκεῖθεν ἀντανακλωμένας ἑώρα μορφὰς καὶ ταύτας νινία ὠνόμασεν.” οὕτω πιθανῶς τὸν λόγον συμ‐ πλάσασα τὴν ὀργὴν τοῦ βασιλέως ἐμάλαξε καὶ τὸν θυμὸν κατε‐ στόρεσεν.
5 Ἦν δὲ τοῖς εὐσεβέσι λίαν βαρύς, σπεύδων πάντας τῆς οἰκείας δυσσεβείας ποιήσασθαι κοινωνούς, καὶ ὥσπερ τοῦ δι‐ καίου διάπυρος ἦν ζηλωτής, οὕτω καὶ τῆς εὐσεβείας, ὡς ἐκείνῳ ἐδόκει, καὶ ἀποστῆσαι τῆς τῶν εἰκόνων τιμῆς ἐφιλονείκει περι‐ μανῶς τὸ ὑπήκοον. ἐντεῦθεν ἐκόλαζε πλείστους, τῆς εἰδωλο‐
10μανίας, ὡς ἔλεγεν ἀκολάστῳ γλώσσῃ, αὐτοὺς ἀφιστῶν, καὶ πολλοὺς εἰργάσατο ὁμολογητάς. Ἰωάννην δὲ τὸν σύγκελλον, ὃς αὐτοῦ διδάσκαλος γέγονε καὶ τῆς δυσσεβείας ἦν κοινωνός, πρὸς τοὺς Ἀγαρηνοὺς ἐξαπέ‐ στειλεν, ἐπιδείξασθαι σφίσι τὸν πλοῦτον τῆς βασιλείας Ῥωμαίων
15βουλόμενος. στέλλει δ’ αὐτὸν σὺν χρήμασι μάλα πολλοῖς, ὧν τὰ μὲν δῶρα πέπομφε τῷ τῶν Ἀγαρηνῶν ἀρχηγῷ, τὰ δὲ εἰς ὑπηρεσίαν τῷ πεμφθέντι ἀπένειμεν, ἐν οἷς καὶ διττὰ ἐτύγχανον
χερνιβόξεστα χρύσεά τε καὶ διάλιθα καὶ τέχνης ἀκριβοῦς ἐνδει‐361

362

κνύμενα χάριτας. τούτων δὲ πάντων ἐπέκεινα λέγεται δοῦναι αὐτῷ καὶ χρυσοῦ χαράγματος κεντηνάρια τεσσαράκοντα, ἵν’ ἔχοι δωρεῖσθαι τῶν Ἀγαρηνῶν οἷς βούλοιτο φιλοτίμως καὶ δαψιλῶς κἀντεῦθεν τοὺς βαρβάρους ἐκπλήττοι, λογιζομένους
5ὡς εἰ τοσοῦτον οἱ τοῦ ἄνακτος εὐποροῖεν, αὐτὸς ἐκεῖνος πόσου ἂν εἴη κύριος πλούτου. ἀφικόμενος οὖν εἰς τὴν τοῦ Βαγδᾶ πόλιν ὁ σύγκελλος (αὕτη δ’ ἐστὶν ἡ παλαιὰ Βαβυλών) καὶ τῷ τῶν Ἀγαρηνῶν ἀρχηγῷ εἰς θέαν ἐλθὼν καὶ διαλεχθεὶς καὶ τὰ ἐκ βασιλέως δῶρα προσαγαγών, καὶ διὰ ταῦτα καὶ διὰ τὴν τοῦ
10λόγου δύναμιν (ἦν γὰρ εἰς διάλεξιν περιδέξιος) καὶ ἐτιμᾶτο καὶ ἐθαυμάζετο. πλέον δ’ ἐξεθάμβησε τοὺς βαρβάρους φιλο‐ τιμότατα πρὸς αὐτοὺς διακείμενος. εἰ γάρ τινες ἐκείνῳ προσ‐ ῄεσαν ἢ παρὰ τοῦ σφετέρου στελλόμενοι ἄρχοντος ἢ κατά τινα χρείαν ἄλλην, χρήμασιν αὐτοὺς ἐδεξιοῦτο μεγάλοις, ὡς καὶ χαί‐
15ρειν καὶ τεθηπέναι τοὺς ταῦτα λαμβάνοντας. ὁμέστιον δέ ποτε τοῦτον τοῦ ἀμερμουμνῆ ποιουμένου, τὸ ἓν τῶν χρυσῶν ἐκεί‐
νων χερνιβοξέστων εἶχεν ἐκεῖ, ὕδωρ αὐτῷ ἐπιχέων κατὰ χειρός·362

363

τοῦτο γοῦν ἀμελῶς κείμενον (οὕτω γὰρ ποιῆσαι τοῖς αὐτοῦ θεράπουσιν ἐνετείλατο, ἵν’ ἀπόληται) παρά του ἐκλάπη. ὡς δὲ ζητούμενον οὐκ ἦν, οἱ βάρβαροι θροῦν ἤγειραν, καὶ τὸ πολύτιμον ἐκείνου καὶ τὸ κάλλος θαυμάζοντες. ὁ δὲ μὴ μέλειν
5αὐτῷ περὶ τοῦ ἀπολομένου εἰπὼν τοῖς μὲν βαρβάροις ἔκπληξιν ἐνεποίησε, τοιούτου χρήματος καὶ ἀφροντιστοῦντα ὁρῶσιν αὐτόν, τοῖς δ’ ἑαυτοῦ θεράπουσι τὸ ἕτερον ἐνεγκεῖν προετρέπετο, ὃ κομισθὲν εἰς πλέον θάμβος τοὺς βαρβάρους ἐνῆκεν. ἀντιφιλοτι‐ μούμενος δὲ καὶ ὁ τῶν Ἀγαρηνῶν ἀρχηγὸς πολλοῖς τὸν Ἰω‐
10άννην ἐδεξιοῦτο δωρήμασι καὶ ἐπὶ πᾶσιν αὐτῷ αἰχμαλώτους παρέσχετο ἑκατόν, ἀμφιάσας αὐτοὺς λαμπροτέροις ἐσθήμασιν. ἐπανελθὼν οὖν ἐκεῖθεν ὁ Ἰωάννης καὶ τῷ βασιλεῖ τὰ ἐκεῖ διη‐ γούμενος καὶ τῶν ἀρχικῶν οἰκιῶν σχήματά τε καὶ ποικιλίαν, εἰς ἔρωτα κεκίνηκε τοιαῦτα δομήσασθαι. καὶ μέντοι ἐπέταξεν
15ἐν τῷ Βρύαντι δείμασθαί οἱ ἀνάκτορα τοῖς ἐν Συρίᾳ ἐοικότα ἐν ἅπασι· καὶ ὃς ἐπιστατῶν τοῖς τούτων δομήτορσι καὶ σχή‐ ματα διδάσκων καὶ μέτρα εὔρους τε καὶ μήκους καὶ ὕψους
ταχὺ τὰς οἰκοδομὰς ἐξεπέρανεν.363

364

Οὗτος ὁ βασιλεὺς καὶ τὰ πάραλα τείχη τῆς πόλεως πεπονη‐ κότα τότε καὶ ἐκ τῆς τοῦ χρόνου παραρροῆς καὶ ἔκ τινων συμπτωμάτων ἑτέρων ἀνεκαίνισε μεγαλοπρεπῶς, εἰς ὕψος πλέον ἢ πρότερον ἦσαν ἐπάρας αὐτά· καὶ ξενῶνα μέγιστον εἰς ὄνομα
5οἰκεῖον ἀνήγειρεν, ἐν τόπῳ οὗ πρότερον ἦν ἑταιρουσῶν γυναι‐ κῶν καταγώγιον. Ἦν δὲ καὶ περὶ τὰ ἀφροδίσια ἐγκρατής, ὡς ἅπαξ ποτὲ ἔρωτι παιδίσκης ἁλῶναι ὑπηρετουμένης τῇ βασιλίδι τὴν ὥραν διαπρεποῦς, τῆς Θεοδώρας δὲ διὰ τοῦτο ἀλγούσης, ἐπόμνυσθαί
10φασιν ἐκεῖνον μὴ ἄλλοτε μηδ’ ἑτέρας πεῖραν λαβεῖν γυναικὸς καὶ ἐπὶ τῷ ὀλισθήματι δάκνεσθαι καὶ συγγνώμην ἐξ ἐκείνης αἰτεῖν. ἀλλὰ ταῦτα ἡ περὶ τὰς σεπτὰς εἰκόνας αὐτοῦ μανία εἰς οὐδὲν ἐποίει λογίζεσθαι. ἐλύττα γὰρ ἄντικρυς καὶ πλέον ἐμεμήνει τῶν πρὸ αὐτοῦ καὶ ὠμότερος τῶν τιμητῶν τῶν ἱερῶν
15ἐκτυπωμάτων ἦν κολαστής, ἀλλὰ μὴν καὶ τῶν γραφαῖς τυπούν‐ των αὐτά. ὅθεν καί τινα μοναχὸν Λάζαρον, περιβόητον ὄντα τηνικαῦτα περὶ τὴν γραφικήν, ἀπηνῶς αἰκισάμενος καθεῖρξεν
εἰς δεσμωτήριον· ὡς δὲ ἐκ τῶν πληγῶν ἐκεῖνος ῥαΐσας αὖθις364

365

τὰς χεῖρας ἁγίων εἰκόνων ἐδίδου γραφαῖς, πέταλα ὁ τύραννος ἐκέλευσεν ἐκπυρωθέντα σιδήρεα τοῖς τοῦ Λαζάρου ἐπιτεθῆναι καρποῖς, ἵνα μὴ τοὺς πόνους τῶν καρπῶν αὐτοῦ οἱ εὐσεβοῦντες ἔχοιεν προσκυνεῖν. ὁ μὲν οὖν ὑπέστη ταύτην ὑπὲρ τῶν σεβα‐
5στῶν εἰκόνων τὴν κόλασιν, ἐψεύσθη δὲ τῶν ἐλπίδων ὁ τύραννος. λέγεται γὰρ μετὰ τὴν κόλασιν τῆς εἱρκτῆς ἐκβληθεὶς ὁ ὁμολο‐ γητὴς ἐκεῖνος, ἔτι τὰς πληγὰς φέρων ἐν ταῖς χερσί, τῆς θείας χάριτος συνεφαπτομένης αὐτῷ εἰκόνας διαχαράξαι σεπτάς, μετὰ δὲ τὴν τοῦ τυράννου κατάλυσιν τὸ ἐν τῇ Χαλκῇ τοῦ σωτῆρος
10ἐκτύπωμα γράψαι, καὶ οἷον ἄρτι ὁρᾶται, ἀναστηλῶσαι αὐτό, τῆς πρῴην οὔσης θείας εἰκόνος ἐκεῖ πάλαι ἀποξεσθείσης. οὗτος καὶ τοὺς αὐταδέλφους ἄμφω καὶ ὁμολογητὰς τὸν Θεοφάνη καὶ τὸν Θεόδωρον, ἐλέγξαντας τὴν ἐκείνου δυσσέβειαν ἐκ χρήσεων προφητικῶν τε καὶ γραφικῶν, πρῶτον μὲν σφοδρῶς κατῃκί‐
15σατο, εἶτα καὶ τὰς ὄψεις αὐτῶν κατέστιξε καὶ ταῖς στιγμαῖς μέλαν ἐπέχεε, γράμματα δ’ ἐτύπουν τὰ στίγματα· τὰ δ’ ἦσαν
ἴαμβοι οὗτοι·365

366

πάντων ποθούντων προστρέχειν πρὸς τὴν πόλιν, ὅπου πάναγνοι τοῦ θεοῦ λόγου πόδες ἔστησαν εἰς σύστασιν τῆς οἰκουμένης, ὤφθησαν οὗτοι τῷ σεβασμίῳ τόπῳ
5σκεύη πονηρὰ δεισιδαίμονος πλάνης. ἐκεῖσε πολλὰ λοιπὸν ἐξ ἀπιστίας πράξαντες αἰσχρὰ δεινὰ δυσσεβοφρόνως, ἐκεῖθεν ἠλάθησαν ὡς ἀποστάται. πρὸς τὴν πόλιν δὲ τοῦ κράτους πεφευγότες
10
οὐκ ἐξαφῆκαν τὰς ἀθέσμους μωρίας.
ὅθεν γραφέντες ὡς κακοῦργοι τὴν θέαν
κατακρίνονται καὶ διώκονται πάλιν. πολλοὺς δὲ καὶ ἄλλους ὁ διώκτης οὗτος ἀνέδειξεν ὁμολογητὰς καὶ τέλει μαρτυρικῷ παραδέδωκεν, οὓς ἀπαριθμεῖν ἑτέρας ἂν
15εἴη πραγματείας καὶ ἄλλου καιροῦ.
Ἐφιλοτιμεῖτο δὲ καὶ μελῳδεῖν· λέγονται μὲν οὖν καὶ ἕτερα366

367

ἐκείνου ποιήματα, πρὸς τοῖς ἄλλοις δὲ καὶ τὸ κατὰ βαϊοφόρον ᾀδόμενον στιχερὸν τὸ “ἐξέλθετε, ἔθνη, ἐξέλθετε καὶ λαοί.” Πέντε δὲ θυγατέρων πατὴρ γεγονὼς παιδὸς ἔτι οὐκ ἔτυχεν ἄρρενος· τῶν δὲ θυγατέρων ὑπερηγάπα τὴν νεωτέραν Μαρίαν
5ὠνομασμένην, ἐφ’ ᾗ καὶ κηδεστὴν ἐποιήσατο Ἀλέξιον τὸν λεγό‐ μενον Μωσηλέ, ἄνδρα ἐξ Ἀρμενίων τοῦ γένους τῶν Κρινιτῶν, ἐν ἀκμῇ τῆς ἡλικίας καὶ τὴν ὄψιν χαρίτων μεστόν, ὃν πρότε‐ ρον μὲν ἄλλοις ἐτίμησεν ἀξιώμασιν, εἶτα ἀνεῖπε καὶ Καίσαρα. συνάψας δ’ ἐκεῖνον τῇ θυγατρὶ καὶ οὕτω τιμήσας σὺν στρατεύ‐
10μασι πρὸς Λογγιβαρδίαν ἐξέπεμψεν. οὕτω δὲ ὑψωθεὶς οὐκ ἔμελλε τὸν φθόνον φυγεῖν. διεβέβλητο γοῦν πρὸς τῶν βασκαι‐ νόντων ὡς τῆς βασιλείας ἐρῶν· οὐκ ἔδρα δὲ κατὰ τοῦ Καί‐ σαρος ἡ διαβολή, ἕως ἡ τοῦ βασιλέως θυγάτηρ τοῖς ζῶσιν ἠρίθμητο. ἐπεὶ δ’ υἱὸς ὁ Μιχαὴλ ἐτέχθη τῷ βασιλεῖ καὶ ἡ
15τοῦ Καίσαρος ἐτεθνήκει εὐνέτειρα, ἐκεῖνος εὐθὺς μετετάξατο, καὶ κείρεται μὲν τὴν τρίχα ἑκών, ἀμφιέννυται δὲ τριβώνιον καὶ τοῖς μονάζουσι κατατάττεται καὶ τὸ τοῦ Ἀνθεμίου λεγό‐ μενον ἐδείματο ἀσκητήριον, ἐν ᾧ διάγων τὸν βίον κατέλυσε
καὶ ἐτάφη ἐκεῖ.367

368

Τῶν δὲ Ἀράβων ταῖς Ῥωμαϊκαῖς ἐπελθόντων χώραις ὁ Θεόφιλος ἐξεστράτευσε κατ’ αὐτῶν, ἔχων μεθ’ ἑαυτοῦ τὸν Θεό‐ φοβον καὶ τὸν Μανουήλ. τὼ δ’ ἤστην ἄνδρε καὶ γενναίω καὶ ἀγαθὼ τὰ πολεμικά, ὧν ὁ μὲν Μανουὴλ δῆλος ἅπασιν ἦν καὶ
5τοῖς ἐναντίοις αὐτοῖς πολλάκις τε στρατηγήσας καὶ πρωτοστρά‐ τωρ τοῦ βασιλέως Μιχαὴλ τοῦ Ῥαγγαβὲ γεγονώς. ὁ δὲ Θεό‐ φοβος γένους μὲν κατήγετο Περσικοῦ, ἐτράφη δ’ ἐν τῇ βασι‐ λίδι τῶν πόλεων καὶ παρ’ αὐτῇ διῆγεν, ἀφανὴς ὢν καὶ μηδὲ γινωσκόμενος. λέγεται δὲ τὸν πατέρα αὐτοῦ ἐκ τῆς παρὰ Πέρ‐
10σαις βασιλικῆς ἐκφῦναι φυλῆς· ἐκλελοιπότων δὲ τοῖς Πέρσαις τῶν ἐκ τοῦ βασιλείου γένους, μαθεῖν αὐτοὺς ὡς ἔστι παρὰ Ῥωμαίοις ἀνὴρ ἐκ γένους ἕλκων βασιλικοῦ τὴν σειράν, καὶ ἀφικέσθαι ζήτησιν ποιουμένους αὐτοῦ. ὡς δ’ εὑρέθη ζητού‐ μενος, γέγονεν ἐντεῦθεν γνωστὸς καὶ τῷ βασιλεῖ καὶ εἰς μέγα
15τύχης ἀνήχθη, πατρίκιος τιμηθεὶς καὶ τῇ τοῦ βασιλέως συνοι‐ κισθεὶς ἀδελφῇ. τούτοις οὖν τοῖς εἰρημένοις ἀμφοῖν ἀνδράσι
πεποιθὼς ὁ Θεόφιλος ἀντεπῆλθε τοῖς ἐναντίοις. ὡς οὖν ἀλλή‐368

369

λων ἄγχιστα ἐπήξαντο τοὺς χάρακας τὰ στρατεύματα, ὁ τῶν Σαρακηνῶν ἀρχηγὸς Ἰμβραήλ, ἕνα τῶν ὑπ’ αὐτὸν στρατηγῶν μετὰ λαοῦ μυριάδων ὀκτὼ εἰς ἀντιπαράταξιν τοῦ Ῥωμαϊκοῦ στρατεύματος καταλελοιπώς, αὐτὸς μετὰ τῶν ἄλλων ἀνεχώρησεν,
5ἢ δειλαινόμενος ἢ ἀλαζονευόμενος. συμβαλόντων δὲ τῶν στρα‐ τευμάτων πολλοὶ μὲν ἑκατέρωθεν ἔπιπτον, τέλος δὲ πρὸς ὑπαγωγὴν ἐκλίθησαν αἱ σχολαί, καὶ κἂν ἥλω καὶ ὁ βασιλεὺς αὐτός, εἰ μὴ Θεόφοβος μετὰ τοῦ περὶ αὐτὸν Περσικοῦ στρατεύ‐ ματος καὶ χειρὶ ἐβοήθησε καὶ στρατηγήματι τοὺς τῆς Ἄγαρ
10κατεσοφίσατο. τότε μὲν οὖν ἐπανέζευξεν ἐς τὴν Κωνσταντίνου ὁ βασιλεύς. Τῷ δ’ ἐφεξῆς αὖθις ἔτει στρατεύει καὶ συμμίξας τοῖς ἐκ τῆς Ἄγαρ ἐπικρατέστερος γίνεται, καὶ πολὺ μὲν πλῆθος αὐτῶν πέπτωκε, πλείους δ’ ἑάλωσαν δορυάλωτοι, ἐν οἷς ἦν καί τις
15ἀνὴρ τῷ τῶν σχολῶν δομεστίκῳ γνώριμος καὶ μαρτυρούμενος369

370

ὑπ’ αὐτοῦ ὡς καὶ τὴν χεῖρα γενναῖος καὶ περιδέξιος καὶ εὐ‐ φυῶς ἱππαζόμενος καὶ δύο μεταχειριζόμενος δόρατα. θριάμ‐ βου τοίνυν ἐπὶ τῇ νίκῃ καταγομένου ἐν ἱππηλασίας ἀγῶνι, τὸν ἐπαινούμενον ἐκεῖνον Ἀγαρηνὸν ἱππάσασθαι καὶ τὰ δύο μετα‐
5χειρίσασθαι δόρατα ἐκέλευσεν ὁ κρατῶν. καὶ ὃς ἐπεδείκνυτο κατὰ τὸ κέλευσμα τοῖς ὁρῶσι τὸ ἀμφοτεροδέξιον. καὶ ὁ βασι‐ λεὺς τοῦτον ἐπῄνει τε καὶ ἐθαύμαζεν. ὁ γοῦν Κρατερός Θεό‐ δωρος, ὃς μετ’ ὀλίγον τῷ μαρτυρικῷ κατεκοσμήθη στεφάνῳ, τῶν τεσσαράκοντα δύο μαρτύρων εἷς ὤν, παρεστὼς τότε τῷ
10Θεοφίλῳ ἐχλεύαζε τὸν Ἀγαρηνόν. ὀργῆς δ’ ἐπὶ τῇ χλεύῃ πλη‐ σθεὶς ὁ κρατῶν “σὺ δ’” ἔφη “ὦ θηλυδρία (ἐκτομίας γὰρ ὁ Κρατερὸς ἐτύγχανεν ὤν) ἐνδείξῃ τοιοῦτόν τι;” καὶ ὁ Κρατερὸς “δύο μὲν δόρατα στρέφειν οὐκ ἤσκησα, ὅτι μηδὲ δεῖ τῇ μάχῃ παιγνίων, ἀλλὰ σπουδῆς, ἓν δὲ μεταχειριζόμενος, σὺν θεῷ δ’
15εἰρήσθω, τοῦτον καταβαλῶ.” ἐκμανεὶς δ’ ἐπὶ τῷ λόγῳ ὁ βα‐
σιλεὺς καὶ ὀμόσας καθ’ ἑαυτοῦ “ἦ μήν” ἔφη “τεθνήξῃ, εἰ μὴ370

371

αὐτίκα τοῦτον καταβαλεῖς.” ὁ δὲ μὴ ὑπερθέμενος καὶ συνε‐ μαχέσατο τῷ Ἀγαρηνῷ καὶ τοῦ ἵππου κατέβαλε. Πάλιν οὖν τῷ βασιλεῖ στρατεία κατὰ τῶν Ἀγαρηνῶν, καὶ πάλιν μάχη, καὶ τὸ τῆς μάχης τέλος τοῖς Ῥωμαίοις οὐκ ἀγαθόν.
5μικροῦ γὰρ ἀπήχθη ἂν καὶ ὁ βασιλεὺς δορυάλωτος παρὰ τῶν Ἰσμαηλιτῶν κυκλωθείς. ὡς δ’ ἔγνω τοῦτο ὁ Μανουήλ, ἐμβοη‐ σάμενος τοὺς περὶ αὐτὸν μέσον εἰσελαύνει τῶν πολεμίων καὶ τῷ βασιλεῖ φησίν “ἀκολούθει μοι·” ἵστατο γὰρ ἐκ δειλίας ἀπεγνω‐ κώς. ὁ δὲ τὴν δειλίαν ἐπιχρωννύς, μὴ βούλεσθαι φυγεῖν ἔφη
10καταλιπὼν τὸν λαόν. ἐπεὶ δὲ πολλάκις ἐξελθεῖν τῆς μάχης παρα‐ καλούμενος, ὥσπερ πεπεδημένος τῇ πτοίᾳ εἱστήκει, ὁ Μανουὴλ τὸ ξίφος σπασάμενος “εἰ μὴ ἕποιό μοι” φησίν, “αὐτίκα σε ἀνελῶ· κρεῖσσον γάρ σε θανεῖν ἢ ληφθῆναι τοῖς ἐναντίοις αἰχμάλωτον καὶ τοιοῦτον αἶσχος τῇ πολιτείᾳ Ῥωμαίων περι‐
15ποιήσασθαι.” ταύταις οὖν ταῖς τοῦ Μανουὴλ ἀπειλαῖς μόλις τῆς ἐκ τοῦ φόβου νάρκης λυθεὶς καὶ ἀκολουθήσας αὐτῷ, διε‐
σώθη· ὅθεν σωτῆρα τὸν ἄνδρα ἐκάλει καί οἱ τὰ σῶστρα δα‐371

372

ψιλῶς ἀπετίννυεν. οὐκ εἰς μακρὰν δὲ αἱ τῶν βασκάνων γλῶσ‐ σαι τὴν γνώμην τοῦ βασιλέως κατὰ τοῦ Μανουὴλ εἰς τοὐναν‐ τίον ἐτρέψαντο. διέβαλον γὰρ αὐτὸν ὡς τυραννίδι ἐπιχειροῦντα, καὶ ἤδη ταῖς διαβολαῖς ἐπέπειστο ὁ Θεόφιλος καὶ τὸν Μανουὴλ
5ἐκτυφλῶσαι διανενόητο. γνοὺς δ’ ἐκεῖνος τὸ μελετώμενον ἀπέ‐ δρα καὶ ἀγχοῦ που γενόμενος τοῖς Ἀγαρηνοῖς δηλοῖ τῷ αὐ‐ τῶν ἀρχηγῷ ὅστις ἐστὶ καὶ ὡς, εἰ λήψεται πίστεις μὴ βιασθῆ‐ ναι τὴν οἰκείαν θρησκείαν ἐξομόσασθαι, προσελεύσεταί οἱ. ὁ δὲ αὐτίκα πίστεις τε δίδωσι καὶ περιχαρῶς αὐτὸν ὑποδέχεται. καὶ
10ὁ Μανουὴλ ἐκεῖσε γενόμενος καὶ στράτευμα πιστευθεὶς πολλὰς ἀριστείας κατὰ Περσῶν εἰργάσατο καὶ μεγάλα τρόπαια ἔστησε καὶ ἐφιλεῖτο παρὰ τῶν τῆς Ἄγαρ καὶ ἐθαυμάζετο. ὁ δὲ Θεό‐ φιλος καὶ ἐλυπεῖτο διὰ τὸν Μανουὴλ καὶ ἐφρόντιζεν ὅπως αὐ‐ τὸν ἐκεῖθεν μετακαλέσεται. πίστεις οὖν αὐτῷ καὶ δι’ ὅρκου
15καὶ δι’ ἐγγράφου χρυσοσημάντου μετά τινος μοναχοῦ στείλας372

373

ἐπανελθεῖν προετρέπετο. καὶ ὃς ἐπανῆλθε, τὸ δ’ ὅπως διηγη‐ τέον· ἔστι γὰρ οὐκ ἄχαρι πρὸς διήγησιν. ἐντυχὼν τῷ τὰς πίστεις ἐκ βασιλέως αὐτῷ κομίζοντι μοναχῷ καὶ συνθέμενος ὑποστρέψαι, πρόσεισι τῷ τῶν Ἰσμαηλιτῶν ἀρχηγῷ καὶ αἰτεῖται
5στράτευμά οἱ δοθῆναι, ἵνα κατὰ τὴν Καππαδοκίαν γενόμενος ἀνταποδοίη τοῖς εἰς τὸν βασιλέα κατειποῦσιν αὐτοῦ (ἐκεῖ γὰρ ἔλεγεν οἰκεῖν τοὺς κατηγόρους αὐτοῦ), ἠξίου δὲ τὸν ἀρχηγὸν τῶν Ἀγαρηνῶν καὶ τὸν υἱὸν αὐτοῦ συνεκπέμψαι αὐτῷ, “ἵνα σοι τοῦτον” λέγων “γυμνάσω πρὸς τὰ πολέμια.” ὁ δὲ πείθε‐
10ται καὶ τὸν οἰκεῖον αὐτῷ συνεκπέμπει υἱόν· ἐθάρρει γὰρ τῷ Μανουὴλ καὶ ἐπίστευε. κἀκεῖνος ἀπῄει, καὶ ἤδη τοῖς Ῥωμαϊ‐ κοῖς ἐγγίσας ὁρίοις τὸν τοῦ ἄρχοντος τῶν ἐκ τῆς Ἄγαρ υἱὸν συμπαραλαβὼν μετ’ ὀλίγων Σαρακηνῶν ἐξῄει δῆθεν πρὸς κυνη‐ γέσιον, πολλῶν αὐτῷ θεραπόντων συνεπομένων. ὡς γοῦν
15ἐντὸς χώρας Ῥωμαίων ἐγένετο, τῷ υἱῷ τοῦ Ἰσμαηλίτου περι‐ πλακείς, “σὺ μέν” ἔφη “τέκνον, ὑπόστρεφε πρὸς τὰ σά, ἐγὼ δὲ
πρὸς Ῥωμαίους πορεύσομαι.” ἐπανελθὼν δ’ εἰς τὴν μεγαλόπολιν373

374

περιχαρῶς ἐδέχθη παρὰ τοῦ αὐτοκράτορος καὶ μάγιστρος αὐ‐ τίκα τετίμητο· καὶ ἐκ τοῦ ἁγίου βαπτίσματος τὸν τοῦ βασιλέως υἱὸν Μιχαὴλ ἐδέξατο, ὃν ὁ πατὴρ καὶ διαδήματι ἔστεψε καὶ βασιλέα Ῥωμαίων ἀνεῖπε.
5 Τοῦ πατριάρχου δὲ Ἀντωνίου τὴν ζωὴν καταστρέψαντος, ὃς ἔτη τῆς ἐκκλησίας ἐκράτησε δεκατρία, Ἰωάννης, ὃν ὁ λόγος ἤδη προείρηκε διδάσκαλον γενέσθαι τοῦ Θεοφίλου καὶ συναι‐ ρεσιώτην, προχειρίζεται πατριάρχης, ὃν καὶ Ἰαννῆν ἐκάλουν οἱ τότε, καὶ διὰ τὴν αἵρεσιν καὶ διὰ γοητείας· ἦν γὰρ αὐταῖς
10ἐντριβής. τὸν δὲ ἱερώτατον Μεθόδιον, ὃς ὕστερον καὶ τὸν πατριαρχικὸν ἐκόσμησε θρόνον, μὴ πειθόμενον συνθέσθαι τῇ κακοδοξίᾳ αὐτοῦ, μετὰ μαστίξεις πολλὰς καὶ τῶν σιαγόνων αὐτοῦ σύνθλασιν καὶ τῶν ὀδόντων ἐκρίζωσιν, εἰς τὴν Πάνορ‐ μον νῆσον, ἣ νῦν τοῦ Ἀντιγόνου καλεῖται, ὁ δυσσεβὴς ὑπερο‐
15ρίζει Θεόφιλος καὶ ἐντὸς καθείργνυσι μνήματος μετὰ δύο λῃ‐ στῶν· ὧν τοῦ ἑνὸς θανόντος, ὅσην ὁ ἅγιος ἐκ τῆς δυσώδους
τοῦ τεθνεῶτος ἀποφορᾶς ὑπήνεγκε βίαν καὶ ἀηδίαν οὐκ ἄν τις374

375

λόγος ἱκανῶς διαγράψαιτο. ἐκεῖ τοίνυν ἐγκεκλεισμένου τοῦ ἀοιδί‐ μου ἐκείνου πατρός, καὶ οἱ αὐτάδελφοι, ὅ τε Θεοφάνης καὶ ὁ Θεόδωρος, μετὰ τὴν τῶν προσώπων κατάστιξιν ὑπεροριζόμενοι καὶ κατὰ τὸν Κάρτα λιμένα καταλύσαντες διά τινος ἁλιέως
5συνήθους τῷ Μεθοδίῳ ἐπιστέλλουσι ταῦτα·
τῷ ζῶντι νεκρῷ καὶ νεκρῷ ζωηφόρῳ,
ναίοντι τὴν γῆν καὶ πολοῦντι τὸν πόλον,
γραπτοὶ γράφουσι δέσμιοι τῷ δεσμίῳ. οἷς πάλιν διὰ τοῦ αὐτοῦ ἁλιέως ὁ ὅσιος ἀνταπέστειλε·
10
τοὺς ταῖς βίβλοισιν οὐρανοῦ κλησιγράφους
καὶ πρὸς μέτωπα σωφρόνως ἐστιγμένους
προσεῖπεν ὁ ζώθαπτος ὡς συνδεσμίους. ἕβδομον δ’ ἔτος διανύσας ἐν τῷ τάφῳ ὁ ἅγιος, εἶτα ἐκβληθεὶς
ἐκεῖθεν ἐν τοῖς ἀνακτόροις κατεκέκλειστο, μηδενὸς αὐτὸν ὁρῶντος375

376

ἢ μόνου τοῦ ὑπηρετοῦντος αὐτῷ καὶ τοῦ βασιλέως. φιλοπο‐ νῶν γὰρ ὁ Θεόφιλος καὶ ἀναγινώσκων ἠρώτα τὸν ἱερὸν Μεθ‐ όδιον περὶ ὧν ἀμφιβάλλων ἦν· διὸ καὶ ἐν ταῖς ἀποδημίαις ἀεὶ συνόντα εἶχεν αὐτόν.
5 Ἔαρος δ’ ἐπιστάντος κατὰ τῶν Ἀγαρηνῶν ὁ βασιλεὺς καὶ πάλιν ἦρε τὰ ὅπλα καὶ πολλὰ τῆς Συρίας ἐξεπόρθησε καὶ πό‐ λεων ἐκράτησε καὶ αὐτῆς τῆς Σωζοπέτρας, ἣ πατρὶς ἐτύγχανε τοῦ ἀμερμουμνῆ, καὶ ταῦτα πολλὰ δεομένου ἐκείνου φείσασθαι τῆς πατρίδος αὐτοῦ. ὁ μὲν οὖν βασιλεὺς ἀνέζευξεν εὐτυχῶς.
10ὁ Θεόφοβος δὲ καταλειφθείς, ὥστε τὰ τῶν στρατευμάτων οἰ‐ κονομήσασθαι, ἐπεὶ τὸ τῶν Περσῶν ὑστέρησε σιτηρέσιον (στρά‐ τευμα γὰρ ἦν τῷ βασιλεῖ Περσικόν), περιαλγησάντων διὰ τοῦτο τῶν Περσῶν, βασιλεὺς παρ’ αὐτῶν ἀνερρήθη καὶ ἄκων, μᾶλ‐ λον δὲ καὶ παρακαλῶν αὐτοὺς μεθεῖναι τῆς ἀπονοίας, μὴ καὶ
15ἑαυτοὺς καὶ αὐτὸν ἐσχάτοις κακοῖς περιβάλωσιν· ἀλλ’ οὐκ ἔπειθε. στέλλει οὖν πρὸς τὸν βασιλέα, τοῦτο τοὺς Πέρσας ἀποκρυψά‐
μενος, γνωρίζων τὸ γεγονὸς καὶ μηδέν τι κατ’ αὐτοῦ ὑπ‐376

377

οπτεύειν πληροφορῶν. καὶ ἐπανελθὼν πρόσεισι τῷ βασιλεῖ, αὐ‐ τὸς μὲν ἀποδεχθεὶς εὐμενέστατα καὶ τὴν προτέραν εὐετηρίαν ἀπειληφώς. καὶ οἱ Πέρσαι δὲ συγγνώμης πάντες ἠξίωντο καὶ οὐδέν τι αὐτοῖς ἐπήνεκτο ἕτερον ἢ ὅτι οὐχ ὁμοῦ πάντες εἶναι
5εἰάθησαν, ἀλλ’ ἐς μυριάδας συναγόμενοι τρεῖς διῃρέθησαν, καὶ ἑκάστῳ θέματι χιλιάδες δύο ἀπενεμήθησαν, ὥστε τοῖς τῶν θε‐ μάτων στρατηγοῖς καὶ ὑποκεῖσθαι καὶ πείθεσθαι. τὰ μὲν οὖν περὶ τοὺς Πέρσας καὶ τὸν Θεόφοβον ἦσαν ἐν τούτοις. Τοῦ δὲ ἀμερμουμνῆ τοσοῦτον καθήψατο ἡ τῆς αὐτοῦ
10πατρίδος ἐκπόρθησις ὡς μὴ ἀνεκτὴν εἶναι αὐτῷ τὴν ζωήν, εἰ μὴ ἀμύνοιτο δι’ αὐτὴν τὸν Θεόφιλον. μαθὼν οὖν πατρίδα εἶναι αὐτοῦ τὸ Ἀμόριον, ἐπ’ αὐτὸ στρατεύσασθαι ἔγνωκε. καὶ ὁ βασιλεὺς τοῦτο γνοὺς αὐτὸ κατωχύρωσεν ἄλλως τε καὶ στρα‐ τευμάτων ἀποστολῇ, ὧν ἦρχον Θεόδωρος ὁ Κρατερός, οὗ πρὸ
15μικροῦ ἡ ἱστορία ἐμνήσθη, καὶ οἱ λοιποί, οἳ καὶ τὸν τοῦ μαρ‐ τυρίου δρόμον ἐξήνυσαν παρὰ τοῖς Ἀγαρηνοῖς, τεσσαράκοντα
καὶ δύο πάντες τυγχάνοντες. ἐξῆλθε δὲ καὶ ὁ βασιλεὺς ὑπαν‐377

378

τιάσων τοῖς ἐκ τῆς Ἄγαρ, καὶ ὁ μὲν τῷ τοῦ ἀμερμουμνῆ υἱῷ συμβαλὼν μετὰ στρατιᾶς ἀξιομάχου ἥκοντι τρέπεται. νυκτὸς δ’ ἐπιγενομένης ὁ Μανουὴλ τὰς φυλακὰς τοῦ στρατοπέδου περιιὼν ἤκουσέ τινων τῶν Περσῶν περὶ προδοσίας τοῖς Ἀγα‐
5ρηνοῖς διαλεγομένων (συνίει γὰρ τὴν τούτων διάλεκτον) καὶ τοῦτο τῷ βασιλεῖ ἀπηγγέλκει καὶ πέπεικεν ἐξαναστῆναι τοῦ στρατοπέδου κατὰ τὸ περίορθρον. καὶ ὁ μὲν ἀπῄει ὅλον ἐνδοὺς τῷ ἵππῳ τὸν χαλινόν. ὁ δ’ ἀμερμουμνῆς ἐξ ἐκείνου ἀμερί‐ μνως τῇ τοῦ Ἀμορίου ἐπικεχειρήκει πολιορκίᾳ καὶ ἐνδελεχέστατα
10τὰς προσβολὰς τῇ πόλει πεποίητο· ἤνυε δ’ οὐδέν, τῶν ἔνδον εὐρώστως ἀνταγωνιζομένων, ὥστε καὶ ἀπελπίσαι τὴν ταύτης ἅλωσιν τοὺς Ἀγαρηνούς· καὶ ἀπηλλάγησαν ἂν καὶ ἡ πόλις οὐκ ἂν ἐπεπόρθητο, εἰ μή τις τῶν ἔνδον δι’ ἔριν τινὰ ἐκμανεὶς προδότης ταύτης ἐγένετο, ᾧ Βοϊδίτζης ἦν τὸ ἐπώνυμον. ἁλόντος
15δὲ τοῦ ἄστεος, ὅσος οὖν ἀνῃρέθη λαὸς οὐκ ἔστιν εἰπεῖν. γυ‐
ναῖκες δὲ καὶ παῖδες καὶ μειρακίσκοι εἰς πολλὰς χιλιάδας συν‐378

379

αριθμούμενοι ἀπήχθησαν δορυάλωτοι καὶ οἱ τῶν ἐκεῖ στρατη‐ γούντων ἔξοχοι, Κάλλιστός τε καὶ Κωνσταντῖνος καὶ ὁ Κρατερὸς Θεόδωρος οἱ πατρίκιοι, καὶ ἄλλοι πολλοὶ τῶν ἐν στρατηγίαις διαπρεπόντων καὶ περιφανῶν ἐξ ἀξιωμάτων τιμῆς. ταῦτα μα‐
5θὼν ὁ Θεόφιλος (ἐν γὰρ τῷ Δορυλαίῳ διῆγε) πρέσβεις πρὸς τὸν τῶν Ἰσμαηλιτῶν ἐκπέπομφεν ἀρχηγόν, ἀποδοθῆναι αὐτῷ τοὺς ἐπιφανεῖς τῶν ἁλόντων αἰτῶν καὶ τοὺς αὐτῷ κατὰ γένος προσήκοντας κεντηναρίων πρὸς τέσσαρσιν εἴκοσιν. ὁ δὲ τοὺς πρέσβεις ἰταμῶς ἀπεπέμψατο, “ἀνόητος ἂν εἴην” εἰπών, “εἰ
10περὶ χίλιά μοι τῆς ἐν στρατείᾳ δαπάνης κεντηνάρια γεγονυίας αὐτὸς τοσαῦτα λαβὼν ἀποδοίην τοὺς αἰχμαλώτους.” ὡς δὲ ἐπανῆλθον οἱ πρέσβεις ἄπρακτοι, οὕτω ἡ συμφορὰ καθίκετο
τῆς τοῦ Θεοφίλου ψυχῆς ὡς μηδὲν αὐτῷ πρὸς ταύτην εὑρί‐379

380

σκεσθαι παρηγόρημα, ἀλλὰ καὶ τροφῆς ἀποσχέσθαι καὶ μή τι πόμα προσίεσθαι ἢ μόνον ὕδωρ ψυχρότατον καὶ οἷον τὸ ἐκ χιόνος· τούτῳ δὲ χρώμενος συνεχῶς ἐπέπληκτο τὰ ἐντὸς καί οἱ δυσεντερίας νόσος ἐνέσκηψε. καταλαβὼν δὲ τὰ βασίλεια καὶ
5ἤδη γνοὺς ἑαυτῷ τὴν σωτηρίαν ἀνέλπιστον, μετακαλεῖται τὴν σύγκλητον καὶ ἠξίου πίστιν εἰς τὴν σύζυγον καὶ τὸν παῖδα ἐν‐ δείξασθαι καὶ διατηρῆσαι σφίσι τὴν ἀρχὴν τὴν βασίλειον· οἱ δὲ κατετίθεντο. τούτων δὲ γεγονότων οὕτως, ὁ βασιλεύς, καὶ πρῴην ἐξ ὅτουπερ ἀνερρήθη παρὰ τῶν Περσῶν βασιλεὺς ὁ
10Θεόφοβος, ὕποπτον αὐτὸν ἡγούμενος, ἔθετο μᾶλλον τῇ ὑπονοίᾳ καὶ διὰ τὴν προδοσίαν, ἣν ἐμελέτων οἱ Πέρσαι ποιήσασθαι, ὡς ἤδη μοι γέγραπται, τῶν ἐνδιαβαλόντων τὸν ἄνδρα, ὑποθή‐ καις ἐκείνου ταῦτα τοὺς Πέρσας δρᾶν ἰσχυριζομένων. ὡς ἤδη τῇ νόσῳ τὸ σῶμα τοῦ αὐτοκράτορος δεδαπάνητο καὶ ἐξέλιπεν
15ἡ ἰσχύς, δείσας μὴ αὐτοῦ θανόντος ἐπίθοιτο τυραννίδι, καθείρ‐
γνυσιν αὐτὸν περὶ τὰ βασίλεια, καὶ ἐπεὶ τὴν ζωὴν ἑαυτοῦ ἐκ380

381

λεπτοῦ μίτου ἠρτῆσθαι διέγνωκε καὶ ἄρτι ἐκλείπειν, ἀναιρεθῆναι κεκέλευκε τὸν Θεόφοβον καὶ κομισθῆναί οἱ τὴν αὐτοῦ κεφαλήν· ἧς κομισθείσης ἐπιθεῖναι λόγος αὐτῇ τὴν χεῖρα τὸν βασιλέα καὶ ἁψάμενον τῶν ταύτης τριχῶν ἐπειπεῖν, “ὡς ἀπὸ τοῦδε οὔτε
5ἐγὼ Θεόφιλος οὔτε σὺ Θεόφοβος.” καὶ ἐπὶ τούτοις ἐξηρεύξατο τὴν ψυχήν, βασιλεύσας ἐνιαυτοὺς δυοκαίδεκα ἐπὶ μησὶ τρισί, πολλὰ τὴν σύμβιον καὶ τὸν ἐπὶ τοῦ κανικλείου Θεόκτιστον παραδυναστεύοντα τότε ἀξιώσας μὴ παραχωρῆσαι τὰς σεπτὰς ἀναστηλωθῆναι εἰκόνας, μηδὲ τὸν πατριάρχην Ἰωάννην τῆς
10ἐκκλησίας διωχθῆναι.
post10tLIBER SEXTVS DECIMVS.
11 Ὁ μὲν οὖν Θεόφιλος ἐπὶ τούτοις ἀπεβίω, ἡ δὲ τῆς βασι‐ λείας ἀρχὴ πρὸς τὸν ἐκείνου μετεβιβάσθη παῖδα τὸν Μιχαήλ, ἔτι παιδίον τυγχάνοντα, ᾧ καὶ ἐπιτρόπους ὁ πατὴρ καταλέλοιπε τὸν μάγιστρον Μανουὴλ καὶ τὸν πατρίκιον Θεόκτιστον. τὴν
15δὲ τῶν πραγμάτων διοίκησιν ἡ βασιλὶς Θεοδώρα μετεχειρίζετο,381

382

καὶ πρῶτον αὐτῇ γέγονε σπούδασμα ἡ τοῦ διωγμοῦ τῶν ὀρθο‐ δόξων διὰ τὰ σεπτὰ ἐκτυπώματα λώφησις, καὶ τοῦ πατρικίου Θεοκτίστου συνευδοκοῦντος. ὁ γὰρ Μανουὴλ οὐκ ἦν τῇ τῆς αἱρέσεως καθαιρέσει συγκάταινος· διὸ καὶ ἀνεβάλλετο ἡ πρᾶξις.
5ἀλλὰ γὰρ θραύει νόσῳ τοῦτον ἡ πρόνοια, καὶ ἡ νόσος ἦν κρα‐ ταιὰ καὶ ἀπέγνωστο αὐτῷ ἡ ζωή. μοναχῶν δέ τινων εἰς ἐπί‐ σκεψιν ἀφικομένων αὐτοῦ καὶ ὅπως ἔχει πυνθανομένων, ἐκεῖνος λεπτῇ καὶ ἀδρανεῖ τῇ φωνῇ ὅσον ἤδη ἐκλείπειν ἀνταπεκρίνατο. οἱ δέ “εἰ σύνθοιο” ἔφησαν “τῇ τῶν εἰκόνων συνευδοκῆσαι τιμῇ
10καὶ τὴν βασίλισσαν εἰς τοῦτο παρακροτῆσαι, οὐκ εἰς μακρὰν ἔσται σοι καὶ ῥῶσις σώματος καὶ σωτηρία ψυχῆς.” καὶ ὁ μὲν ἐπηγγείλατο, καὶ ἡ νόσος ἠσθένει καὶ ὁ Μανουὴλ ἀνερρώννυτο. ἤδη δὲ τὴν ὑγείαν ἀπολαβὼν πρόσεισι τῇ βασιλίσσῃ καὶ περὶ τῶν σεβαστῶν εἰκόνων ὡμίλει καὶ τὴν αὐτῶν κατήπειγεν ἀνα‐
15στήλωσιν, ταῦτα καὶ τῆς μητρὸς αὐτῆς καὶ τῶν συγγόνων πρε‐
σβευόντων τῶν πατρικίων. ἡ δὲ ξυρὸς ἦν εἰς ἀκόνην. καὶ382

383

πρότερον μὲν τοὺς ἐν ὑπερορίαις παραπεμφθέντας παρὰ τοῦ Θεοφίλου καὶ τοὺς καθειργμένους καὶ τοὺς ἄλλαις κακώσεσι προσπαλαίοντας πάντας ἀνῆκεν. εἶτα καὶ ζήτησιν γενέσθαι προσέταξε περὶ τῆς αἱρέσεως, καὶ γενομένης ἡ τῶν ὀρθοδόξων
5ὑπερέσχε πληθύς. πρὸ τῆς ζητήσεως δὲ τὸν ψευδώνυμον πα‐ τριάρχην τὸν γόητα Ἰωάννην τοῦ ἀρχιερατικοῦ κατασπᾷ θρόνου, ἀθέσμως ἐπιβεβηκότα τούτου ἐπὶ ἐνιαυτοὺς ἕξ, ἀντεισάγει δὲ τὸν ἱερὸν καὶ θεῖον Μεθόδιον. καὶ αὐτοῦ προεστῶτος τοῦ τῶν ὀρθοδόξων πληρώματος ἡ ζήτησις γέγονε καὶ ἡ τῶν ἁγίων
10ἐκτυπωμάτων εἰς τοὐμφανὲς προσκύνησίς τε καὶ ἀναστήλωσις. ὅτε φασὶ τὴν βασίλισσαν θερμότατα δεηθῆναι τοῦ τε πατρι‐ άρχου καὶ τῶν ἄλλων ἀρχιερέων καὶ μοναχῶν κοινὴν προσ‐ ενεγκεῖν δέησιν τῷ θεῷ ὥστε σωτηρίας τυχεῖν τὸν βασιλέα καὶ ξυνευνέτην αὐτῆς· καὶ μέντοι καὶ θερμότατα δεηθῆναι αὐτοὺς
15τοῦ θεοῦ, καὶ τὸν μὴ παριδεῖν τὴν αἴτησιν τῶν θεραπόντων αὐτοῦ, ἀλλ’ ἀξιῶσαι συγγνώμης τὸν βασιλέα Θεόφιλον. ᾄδεται
ταῦτα καὶ τοῖς ἀφορῶσι πρὸς τὸ φιλάνθρωπον τοῦ θεοῦ καὶ383

384

δέχεται καὶ πιστεύεται. ἀπιστήσει γὰρ οὐδεὶς ἢ ὅστις οὐ μέγα οἴεται δύνασθαι τὰς τῶν ἁγίων ἐντεύξεις τὰς πρὸς θεόν, οὐδ’ ἀντιμετρεῖν οἶδε τὴν τοῦ θεοῦ ἀγαθότητα πρὸς τὰ ἀνθρώπινα ἀγνοήματα. ἡ μὲν οὖν τῶν ἁγίων εἰκόνων οὕτω γέγονεν ἀνα‐
5στήλωσις. ὁ δὲ καθαιρεθεὶς πατριάρχης Ἰωάννης ἢ Ἰαννῆς ἐν μονῇ τινι περιορισθεὶς καὶ εὑρηκὼς ἐκεῖ εἰκόνα τοῦ σωτῆρος Χριστοῦ καὶ τῆς αὐτὸν ἀσπόρως τεκούσης, τὰ ὄμματα τῶν σε‐ βασμίων ἐκτυπωμάτων ἐξώρυξεν. ὃ μαθοῦσα ἡ βασιλὶς καὶ ζῆλον θεῖον ζηλώσασα τοὺς τοῦ ἀσεβοῦς ἐκείνου ἐκκοπῆναι
10προσέταξεν ὀφθαλμούς· ἀλλ’ οὐκ εἰς ἔργον ἐξέβη τὸ πρόσταγμα, τῇ βασιλίδι τὴν δικαίαν ὀργὴν καταπραϋνάντων τινῶν. πέμ‐ ψασα δὲ σκυτάλῃ τοῦτον ᾐκίσατο, τῶν αἰκισμῶν παραταθέντων μέχρις ἑκατοντάδος διπλῆς. Ἀλλὰ καὶ οὕτως ἔχων ὁ γόης καὶ οἱ ὁμοδοξοῦντες αὐτῷ
15καὶ τῇ αὐτῇ καθαιρέσει ὑποβληθέντες ἠρεμεῖν οὐκ ἠνείχοντο. συσκευάζουσι δὲ κατὰ τοῦ ἱεροῦ Μεθοδίου σκαιώρημα τῆς αὐ‐
τῶν ἀπονοίας ἢ κακονοίας μᾶλλον ἐπάξιον. γύναιον γάρ τι384

385

αἰσχρὸν χρυσίου δόσει πολλοῦ ὑποφθείραντες κατηγορῆσαι πε‐ πείκασι τοῦ ἀοιδίμου ἐκείνου ἀνδρὸς ὡς συμφθαρέντος αὐτῷ. καὶ τῆς κατηγορίας οἱ προὔχοντες τῆς συγκλήτου παρῆσαν ἐξε‐ τασταί. καὶ παρῆκτο τὸ γύναιον λέγον ὅσα παρὰ τῶν ἀσεβῶν
5ἐκείνων συκοφαντῶν προκατήχητο καὶ εἰς πρόσωπον ἐλέγχον δῆθεν τὸν ἅγιον. ὁ δὲ τέως μὲν ἡσυχίαν ἦγεν· ὡς δὲ σκυ‐ θρωπάζον ἑώρα τῆς ἐκκλησίας τὸ πλήρωμα, καὶ πρὸ τῶν ἄλ‐ λων τὸν μάγιστρον Μανουήλ, ἀνίσταται μέν, αἴρει δ’ ἐπ’ ὄψει πάντων ταῖς χερσὶ τὸ κράσπεδον τῆς περιβολῆς καὶ ἀπογυμνοῖ
10τὴν αἰδῶ· ἡ δὲ ἦν κατεψυγμένη πάντῃ καὶ μαρασμὸν ἀπό τινος συμβάματος ὑπομείνασα, ὡς δῆλον εἶναι μὴ δύνασθαι ταύτην πρὸς ἀφροδίσια ἐνεργεῖν. τοῦτο τοῖς μὲν ὀρθόφροσι χαρμονῆς καὶ θάμβους ἐγένετο αἴτιον, τοῖς δὲ συκοφάνταις αἰσχύνης καὶ ἀθυμίας πολλῆς. ὡς δ’ ἠρωτᾶτο ὁ ἅγιος ὅθεν
15ὁ τῶν αἰδοίων αὐτῷ συμβέβηκε μαρασμός, ὁ αἰδοῖος ὄντως ἐκεῖνος “ἐστάλην” εἶπε “ποτὲ κατά τινα χρείαν εἰς Ῥώμην, κἀν ταύτῃ διάγοντι πύρωσίν μοι τῆς σαρκὸς ὁ δαίμων ἐπήνεγκε,
καὶ ἦν τὸ πάθος σφοδρότερον καὶ ἡ τοῦ ἔρωτος οὐκ ἔληγε385

386

φλεγμονή, ἀλλ’ ὁσημέραι ἀκμαιότερον ἐξεκάετο. δείσας οὖν περὶ τῷ σώφρονι λογισμῷ, μήποτε τῇ σαρκὸς ἀνάγκῃ ὑποσυρῇ, πρόσειμι τῇ κορυφαίᾳ τῶν ἀποστόλων δυάδι Πέτρῳ καὶ Παύλῳ, καὶ ταύτης ἐδεόμην ἀμῦναί μοι κινδυνεύοντι. ὑπνώττων τοίνυν
5νυκτὸς ὁρῶ τὼ ἄνδρε μοι ἐφεστῶτε, καὶ ὁ Πέτρος ἔδοξέ μοι τοῖς δακτύλοις ἅψασθαι τῆς αἰδοῦς καὶ λέγειν μὴ πτοεῖσθαι, πῦρ δέ μοι ἐδόκει τὰ παιδογόνα μόρια βόσκεσθαι, ὡς ἐκ τῆς ἀλγηδόνος καὶ τὸν ὕπνον ἀνεῖναί με. ἔκτοτε οὖν μοι τὰ μόρια ταῦτα νενέκρωται καὶ πύρωσις οὐκέτι μοι παρηνώχλησε.” ταῦτα
10ὁ μάγιστρος Μανουὴλ καὶ θεασάμενος καὶ πυθόμενος αὐτίκα τὴν γυναῖκα παραστησάμενος ἠρώτα ὅθεν εἰς τὴν κατὰ τοῦ ἁγίου συκοφαντίαν ὥρμητο, καὶ ἠπείλει, εἰ μὴ πᾶσι θεῖτο τὴν ἀλήθειαν ἔκδηλον, αὐτίκα βασάνοις αὐτὴν παραδοῦναι, δι’ ὧν ἂν ἐκβιασθείη ἐκκαλύψαι λαμπρῶς τὸ σκαιώρημα. ἡ δὲ οὐδὲν
15ἀπεκρύψατο, ἀλλὰ καὶ τοὺς τοῦ δράματος ἀπήγγειλε πρωτουργοὺς καὶ τὴν ἑαυτῆς ἀπάτην καὶ τοῦ χρυσίου τοῦ μὲν τὴν δόσιν,
τοῦ δὲ τὴν ὑπόσχεσιν. ἔμελλον οὖν οἱ κακοῦργοι ταῖς τῶν386

387

συκοφαντῶν ὑποβληθῆναι ποιναῖς, ἀλλ’ ὁ μέγας Μεθόδιος αὐ‐ τοὺς τῆς τιμωρίας ἐρρύσατο· καὶ τὰ μὲν οὕτω γέγονεν. Ὁ δὲ τῶν Βουλγάρων ἄρχων γυναικὶ τὴν τῶν Ῥωμαίων βασιλείαν καὶ παιδὶ νεαρῷ κυβερνωμένην μαθὼν στέλλει τινὰς
5τῶν αὐτοῦ ἀπειλῶν ἀφίστασθαι τῶν σπονδῶν καὶ ἆραι ὅπλα κατὰ τῆς τῶν Ῥωμαίων ἀρχῆς. πρὸς ταῦτα τοίνυν δηλοῖ αὐτῷ ἡ βασίλισσα ὡς “ἀντιτάξομαί σοι πάντως κἀγώ, καὶ εἰ μὲν θεοῦ διδόντος ὑπερέξω, ἔσῃ νικηθεὶς ὑπὸ γυναικός, καὶ ὅσον σοι τὸ τῆς αἰσχύνης ὑπόγυον λόγισαι· εἰ δὲ νικήσεις ἴσως αὐτός,
10οὐκ ἔσται σοι σεμνὸν τὸ εὐτύχημα γυναῖκα νικήσαντι.” ὡς οὖν ταῦτα τῷ βαρβάρῳ ἠγγέλθησαν, ἀνέστειλαν αὐτῷ τὴν ὁρμήν, καί οἱ συμφέρον ἔκρινεν ἀνανεώσασθαι τὰς σπονδάς· καὶ αὗται ἀνεκαινίσθησαν. ἀδελφὴ δὲ τοῦ ἄρχοντος Βουλγαρίας αἰχμα‐ λωτισθεῖσά ποτε καὶ ἐν τοῖς βασιλείοις διάγουσα τῷ θείῳ τε
15ἐτελέσθη βαπτίσματι καὶ γραμμάτων ἐν μυήσει ἐγένετο. ταύτην ὁ ἀδελφὸς ἀναδοθῆναί οἱ ἠξίωσε· καὶ ἡ μὲν ἐδόθη αὐτῷ, ὁ
δ’ ἀντέδωκεν ἄνδρα τῶν λογίμων Θεόδωρον τὸν Κουφαρᾶν.387

388

ἡ δὲ τοῦ τῶν Βουλγάρων ἄρχοντος ἀδελφὴ ἀφικομένη πρὸς τὸν ὁμαίμονα ἐνῆγεν αὐτὸν εἰς τὴν τῶν χριστιανῶν θρησκείαν διὰ παντὸς αὐτῷ περὶ αὐτῆς διαλεγομένη καὶ τὰ χριστιανῶν μυστήρια ἐκθειάζουσα. ὁ δὲ ταῦτα καὶ παρὰ τοῦ Κουφαρᾶ
5προκατήχητο, ἀλλ’ οὔπω ἐπέπειστο τῶν πατρίων ἀποστῆναι ἐθῶν. λιμὸς δὲ τοῖς Βουλγάροις συμβὰς καὶ αὐτὸν καὶ τὸ ἔθνος εἰς θεοσέβειαν μετερρύθμισεν. ὁ μὲν γὰρ τὸ ἔθνος ἅπαν ἐπίεζε, καὶ οὐκ ἦν ἀποφυγὴ τοῦ κακοῦ, φθορὰ δὲ τοῦ ἔθνους ἐγίνετο, καὶ ὁ σφῶν ἀρχηγὸς ἦν διὰ τοῦτο περιαλγής, καὶ ἀπο‐
10ρήσας εἰς τὸν παρὰ τῆς ἀδελφῆς αὐτῷ καταγγελλόμενον κατα‐ φεύγει θεὸν καὶ τοῦτον τοῦ λιμοῦ λυτῆρα καὶ τῆς τοῦ ἔθνους φθορᾶς ἐπεκέκλητο. ὡς δ’ ἐνεργὴς ἦν ἡ ἐπίκλησις καὶ τῶν κακῶν ἀπηλλάγησαν, ἔγνω τοῦ ἐπικληθέντος τὴν δύναμιν καὶ ἀξιοῖ σταλῆναι αὐτῷ τινα τὸν τὸ μυστήριον αὐτὸν μυήσοντα
15τῶν χριστιανῶν καὶ τελέσοντα τῷ θείῳ βαπτίσματι. καὶ ἀπε‐ στάλη μὲν ἀρχιερεὺς πρὸς αὐτόν· ὁ δὲ καὶ ἐμυήθη καὶ ἐβα‐ πτίσθη. οἱ Βούλγαροι δὲ ὡς τῆς πατρίου δόξης ἀποστάντος
κατεξανίστανται τοῦ σφῶν ἀρχηγοῦ καὶ ἐζήτουν αὐτὸν ἀνελεῖν.388

389

ὁ δὲ τῷ τοῦ σταυροῦ σημείῳ θαρρήσας προπορευομένῳ αὐτοῦ νικᾷ τοὺς ἀντιστάτας αὐτῷ, καὶ οὕτω πάντες εἵλοντο τὰ τῶν χριστιανῶν. εἶτα διεπρεσβεύσατο ὁ τούτων ἐξάρχων πρὸς τὴν βασίλισσαν, αἰτῶν γῆς αὐτῷ παραχωρηθῆναι Ῥωμαϊκῆς, στενο‐
5χωρεῖσθαι γὰρ τὸ ἔθνος αὐτοῦ, καὶ ἀϊδίους σπονδὰς πρὸς Ῥω‐ μαίους καὶ ὁμαιχμίαν ἐπαγγελλόμενος. καὶ ἡ βασιλὶς τὴν αἴ‐ τησιν ἐξεπλήρωσε καί οἱ τῆς ἀπὸ τῆς λεγομένης Σιδηρᾶς παρεχώρησε χώρας, ἣ τὰ Ῥωμαίων καὶ Βουλγάρων διώριζε πρίν, μέχρι τῆς Δεβελτοῦ· ἣν λαχόντες οἱ Βούλγαροι κεκλή‐
10κασι Ζαγορᾶν. κἀντεῦθεν εἰρήνη γέγονε περὶ τὰ ἑσπέρια. Κατὰ δὲ τὴν ἑῴαν τὸ τῶν Μανιχαίων γένος ἦν παμπλη‐ θές, οἳ καὶ Παυλικιάνοι ἀγροικότερον πρὸς τοῦ δημώδους ὄχλου καλοῦνται, ἐκ Παύλου καὶ Ἰωάννου τῆς κλήσεως συγκειμένης αὐτοῖς· τὼ δ’ ἄνδρε τούτω παρὰ Μανιχαίοις ἐγενέσθην ὀνο‐
15μαστώ, εἰ καὶ μὴ ἤστην αἱρεσιάρχα καὶ τῆς κακοδοξίας γεν‐ νήτορε, ζηλωτὰ δὲ ταύτης καὶ σπουδαστὰ διαφερόντως καὶ
κήρυκε. καὶ τούτους τοίνυν ἡ βασιλὶς εἰς νοῦν ἐβάλετο μετ‐389

390

αγαγεῖν εἰς ὀρθοδοξίαν ἐκ τῆς αἱρέσεως καὶ στέλλει τοὺς τοῦτο σπεύσοντας ἄνδρας τῶν ἐπιφανεστέρων. οἱ δὲ ἀδεξίως τὸ πρᾶγμα καὶ ἀφυῶς μεταχειρισάμενοι οὐ μόνον ἀνήνυτον ἔθεντο τὴν σπουδήν, ἀλλὰ καὶ εἰς ἀποστασίαν ὁρμῆσαι τὸ γένος ὅλον
5εἰς μυριάδας πολλὰς ἐβιάσαντο. ὃ καὶ τοῖς ἐξ Ἰσμαὴλ συμμι‐ γνύμενον κατὰ Ῥωμαίων σὺν αὐτοῖς ἐστρατεύετο, καὶ πολλῶν γέγονεν αὐτοῖς αἴτιον συμφορῶν. Ὁ δέ γε βασιλεὺς Μιχαὴλ τὸν μείρακα παρελάσας καὶ νεανίσκοις ἄρτι καταλεγόμενος ἤσχαλλε παρ’ ἄλλοις τὴν τῆς
10βασιλείας βλέπων διοίκησιν, ἠρέθιστο δὲ καὶ πρὸς τοῦ πρὸς μητρὸς θείου τοῦ Βάρδα τῆς αὐταρχίας πρὸς ἔρωτα· εἷς δ’ ἦν καὶ οὗτος τῶν ἐπιτρόπων τοῦ Μιχαήλ. διαφορᾶς δέ ποτε τῷ μαγίστρῳ Μανουὴλ γενομένης πρὸς τὸν λογοθέτην τοῦ δρό‐ μου Θεόκτιστον (καὶ ἄμφω δὲ συνεπιτρόπω τοῦ βασιλέως ἐτυγ‐
15χανέτην), ὁ Μανουὴλ τῶν ἀνακτόρων ὑποχωρεῖ (ἦν γὰρ ἐκεῖ διαιτώμενος) καὶ εἰς τὸν οἰκεῖον οἶκον μεταχωρεῖ κἀκεῖθεν εἰς τὰ βασίλεια ἀπιὼν τῶν διοικήσεων εἴχετο. τοῦτο τῷ Βάρδᾳ
θυμηρέστατον ἔδοξεν· ἀποσκευάσασθαι γοῦν καὶ τὸν Θεόκτιστον390

391

διὰ σπουδῆς αὐτῷ ἦν· βασιλειῶν γὰρ ἐδεδοίκει τοῦτον ὥς οἱ πρὸς τοὖργον ἀντιστησόμενον. τῷ βασιλεῖ τοίνυν παιδαγωγὸς ἦν, ἀνδράριόν τι φαῦλον καὶ πονηρόν, ὃν δι’ ἐφέσεως εἶχεν ὁ βασιλεὺς ἀξιώματι τῶν λαμπροτέρων τιμῆσαί τινι, καὶ ἐποιεῖτο
5περὶ τούτου πρὸς τὴν μητέρα ἀξίωσιν. ὁ δὲ Θεόκτιστος μὴ δεῖν ἔλεγε μείζονι τὸν παιδαγωγὸν τῆς ἑαυτοῦ καταστάσεως τιμηθῆναι τιμῇ, ἵνα μὴ ἀτιμοῖντο τὰ ἀξιώματα. ἐντεῦθεν δι’ ἔχθρας ἦν τῷ παιδαγωγῷ ὁ Θεόκτιστος. τοῦτο τοίνυν ὁ Βάρδας τῆς οἰκείας σπουδῆς προυστήσατο σύστασιν καὶ διὰ τοῦ παιδα‐
10γωγοῦ ποικίλας διαβολὰς ἐνήχει τοῖς τοῦ βασιλέως ὠσὶ καὶ τὴν ἐλαφρίαν αὐτοῦ κατὰ τοῦ Θεοκτίστου ὑπέκνιζε καὶ τέλος ἐκ μέσου αὐτὸν ποιήσασθαι ὑποτίθησι. τοῦτο δὲ μὴ ἂν ἄλλως γενήσεσθαι ἀνυστόν, εἰ μὴ ἀναιρεθείη ὁ ἄνθρωπος· ζῶντος γὰρ ἀνθέξεσθαί τε αὐτοῦ τὴν βασιλίδα καὶ περιέξεσθαι. ὡς
15γοῦν ὁ τοῦ ἀνδρὸς κεκύρωτο θάνατος, ἐπιτετήρητο ἐκ τῶν τῆς βασιλίδος ἐξιὼν θαλάμων (ἦν γὰρ ἀναφέρων αὐτῇ περὶ ἀνα‐ φορῶν τε καὶ διοικήσεων) κἀκεῖθεν ἐξιόντι καθιᾶσιν αὐτῷ τὸν
σφαγέα. ὁ δὲ γυμνὸν ἰδὼν τὸ ξίφος ἠρμένον καθ’ ἑαυτοῦ,391

392

σκάμνον εἰσέδυ, καὶ ὁ σφαγεὺς κατὰ τῆς αὐτοῦ γαστρὸς τὸ ξίφος ὠθεῖ, καὶ τοῦ Βάρδα ξίφος ἐσπασμένου καὶ ἀνασείοντος καὶ ἀπειλοῦντος πλήξειν αὐτῷ τὸν ἀμυνοῦντα τῷ θνήσκοντι. ὁ μὲν οὖν Θεόκτιστος ἀνῄρητο ὥσπερ εἴρηται· ἡ δέ γε βα‐
5σιλὶς ὡς ἔγνω τὸ γεγονός, ἐξέθορε τοῦ θαλάμου γοωμένη καὶ τῷ υἱῷ λοιδορουμένη καὶ τῷ ὁμαίμονι, ἐπαρωμένη τε καὶ ἀμ‐ φοῖν τοιούτῳ τέλει τὸν βίον ὑπεξελθεῖν. ὁ δὲ Βάρδας ἐπισυν‐ άπτων κακὸν τῷ κακῷ καὶ τὰ πρὸς τὴν οἰκείαν μελέτην οἰκονο‐ μούμενος, καὶ αὐτὴν τὴν βασιλίδα Θεοδώραν συνεβούλευσε τῶν
10ἀνακτόρων κατενεγκεῖν. ἡ δὲ συνεῖσα τὸ βουλευόμενον ἀντι‐ στῆναι οὐχ ᾑρετίσατο, ἵνα μὴ σφαγαὶ ἀνθρώπων συμβῶσι. μεταπεμψαμένη δέ γε τοὺς τῆς βουλῆς, “αὐτὴ μέν” ἔφη “τῶν βασιλείων ἐξίσταμαι· ἵνα δὲ μὴ ἔχῃ λέγειν ὁ βασιλεὺς ὡς κενὰ θησαυρῶν τὰ ταμιεῖα εὕρηκε τὰ βασίλεια, διὰ τοῦτο ὑμῖν τὰ
15τεθησαυρισμένα δηλῶ·” καὶ αὐτίκα τοὺς ταμίας εἰπεῖν ἐκέλευε392

393

τοῦ χρυσοῦ καὶ τοῦ ἀργύρου τὸν ἀριθμόν. οἱ δὲ χίλια μὲν καὶ ἐνενήκοντα χρυσίου ἔχειν κεντηνάρια κατετίθεντο, ἀργύρου δὲ ὡσεὶ τρισχίλια κεντηνάρια. ἡ δὲ βασιλίς “πρὸς τούτοις” ἔφη “καὶ ἄλλος πλοῦτος πολὺς καὶ παντοδαπὸς τεθησαύρισται·”
5καὶ ταῦτα εἰποῦσα τῶν ἀνακτόρων ἀπῆλθεν. Ὁ δέ γε Μιχαὴλ τῆς αὐταρχίας ἐγκρατὴς γεγονὼς ταχὺ τὸν τοσοῦτον διεσκόρπισε πλοῦτον, μίμοις καὶ κόλαξι καὶ ἡνι‐ όχοις τοῦτον καταπροέμενος καὶ ὅλαις ἁμάξαις, τὸ τοῦ λόγου, αὐτὸν ἐκκενῶν. ὃς ἐπεὶ τὰ ταμιεῖα κεκένωτο, ὁ δὲ καιρὸς
10ἐφίστατο τῆς τοῖς ἀξιώμασιν ἀνηκούσης διανομῆς, καὶ οὐκ εἶχεν ὅθεν ταύτην ποιήσεται, τὴν πλάτανον τὴν χρυσῆν καὶ τοὺς διττοὺς λέοντας καὶ τοὺς τοσούτους γρῦπας καὶ τὰ ὄργανα, ἐκ χρυσοῦ ἅπαντα εἰργασμένα, εἰς κόσμον ὄντα τῆς βασιλείας, ἔκπληξιν δ’ ἐμποιοῦντα τοῖς ἐξ ἐθνῶν, χωνεύσας δέδωκεν εἰς
15τὸ κοπῆναι νομίσματα δι’ αὐτῶν. ἀλλὰ μέντοι καὶ ἐπὶ βασι‐ λικαῖς στολαῖς τοῦτο ἐποίησεν, ὧν τινα ἐκείνου φθαρέντος ἔτι
περισωζόμενα ὁ μετ’ αὐτὸν βασιλεύσας Βασίλειος ἀνεκομίσατο,393

394

τρία μόνα κεντηνάρια εὑρηκὼς ἐκ τῆς ἀπηριθμημένης ποσό‐ τητος. Τὴν ἑαυτοῦ δὲ μητέρα ὁ Μιχαὴλ τῶν βασιλείων ὑποχω‐ ρήσασαν οὐκ εἴασεν ἠρεμεῖν, ἀλλ’ ὑποθήκαις τοῦ Βάρδα πέμψας
5ἀποκείρει καὶ αὐτὴν καὶ τὰς ἀδελφὰς καὶ ἐν τῷ οἴκῳ τῶν Καριανοῦ περιορίζει καὶ ὅσα προσῆν ἀφαιρεῖται. τούτοις ἡ Θεοδώρα πληγεῖσα τὴν ψυχὴν μεταχωρεῖ πρὸς τὰς ἐκεῖθεν μο‐ νάς, ὀλίγον τῇ συμφορᾷ ἐπιζήσασα. αἱ δὲ θυγατέρες αὐτῆς καὶ τοῦ βασιλέως ὁμαίμονες ἤντλουν τὰ αὐταῖς ἐπενηνεγμένα
10κακά, ἃς ὁ Μακεδὼν μετὰ ταῦτα Βασίλειος τῆς βασιλείας ἐπι‐ λαβόμενος πρὸς τὴν τῆς πρὸς μητρὸς αὐταῖς μάμμης μονήν, ἣ Γαστρία καλεῖται, ἀπήγαγε. τῆς δὲ τοῦ βασιλέως μητρός, ὡς εἴρηται, τῶν ἀνακτόρων ἐκστάσης, ἡ πᾶσα τῆς βασιλείας διοίκησις ὑπὸ τὸν Βάρδαν ἐγένετο, τιμηθέντα κουροπαλάτην
15πρὸς τοῦ ἀνεψιοῦ.
Εἶτα ἐκστρατεύει ὁ Μιχαὴλ κατὰ τῶν Ἀγαρηνῶν, ἄρτι394

395

πρώτως ὑπηνήτης γινόμενος, καὶ πόλιν αὐτῶν τὰ Σαμόσατα (αὕτη δὲ τῶν παρευφρατιδίων ἐστί) πολιορκεῖν ἐπεχείρησεν. οἱ δ’ Ἰσμαηλῖται τῆς πόλεως τὰς πύλας τοῖς πολιορκοῦσιν ἐπι‐ ζυγώσαντες ἐντὸς ἔμενον, δόκησιν διδόντες αὐτοῖς ὡς δειλαι‐
5νόμενοι ἔνδον τοῦ περιβόλου συνέκλεισαν ἑαυτούς. τοῦτο τοὺς Ῥωμαίους εἰς θράσος ἤνεγκε, καὶ ἀπερισκέπτως ἐσκήνωντο καὶ ἀφυλάκτως ἐσκίδναντο. ἐπὶ τρισὶ δ’ ἡμέραις ὑποκριθέντες δει‐ λίαν οἱ ἐκ τῆς Ἄγαρ ἀθρόον τὰς πύλας ἀναπετάσαντες μετὰ ῥύμης σφοδρᾶς καὶ ἀλαλαγμοῦ τῷ τῶν Ῥωμαίων ἐπίασι χά‐
10ρακι· καὶ οὐδεὶς ὑπέστη τὴν τούτων ὁρμήν, πρὸς δρασμὸν δ’ οἱ πάντες ἀπεῖδον καὶ καταλαμβανόμενοι οἱ μὲν ἀνῃροῦντο, οἱ δ’ ἐζωγροῦντο. ὅτε καὶ οἱ Μανιχαῖοι τοῖς Ἰσμαηλίταις συμ‐ μαχοῦντες πολλοὺς τῶν ἐπιφανῶν ἐζώγρησαν στρατηγῶν καὶ χρημάτων αὐτοὺς μεγάλων ἀπέδοντο. τότε τοίνυν μικροῦ καὶ
15ὁ βασιλεὺς ἂν ἐλήφθη αὐτός, εἰ μὴ τῇ ταχυτῆτι τοῦ ἵππου τοὺς πολεμίους ὑπεκδραμὼν διασέσωστο. ἐλήφθη δὲ τὸ στρατόπεδον καὶ ἡ βασιλικὴ σκηνὴ καὶ ἡ πρὸς ὑπηρεσίαν τοῦ βασιλέως ἀπο‐ σκευὴ καὶ τἆλλα πάντα διήρπαστο. τότε μὲν οὖν ὑπέστρεψεν
ὁ Μιχαήλ.395

396

Αὖθις δὲ τοὺς Ἀγαρηνοὺς ἐπιόντας ταῖς τῶν Ῥωμαίων χώραις μαθὼν ἔξεισι κατ’ αὐτῶν μετὰ βαρυτέρας δυνάμεως. οἳ διὰ δυσόδων τόπων, ἐπιτόμων δέ, διελθόντες ἀπροσδόκητοι τῷ Ῥωμαίων ἐπῆλθον στρατῷ καὶ τρέπονται τοῦτον. ἥλω δ’
5ἂν καὶ ὁ βασιλεύς, εἰ μὴ ὁ μάγιστρος Μανουὴλ τῶν σχολῶν τυγχάνων δομέστικος αὐτὸν διεσώσατο. Οἱ δ’ ἐναντίοι κακοῦντες τὰ Ῥωμαίων οὐκ ἔληγον. στέλ‐ λεται γοῦν κατ’ αὐτῶν ὁ τοῦ βασιλέως μητράδελφος ὁ Πετρω‐ νᾶς μετὰ Ῥωμαϊκῶν δυνάμεων αὐτοῖς ἀντιτάξασθαι. ὁ δὲ οὐκ
10ἐθάρρει συμβολήν, ἀλλ’ ἐδειλία τὸν πόλεμον. μαθὼν οὖν ἐν ὄρει τινὶ μοναχὸν ἀσκούμενον τὴν ἀρετὴν διαβόητον καὶ προο‐ ρῶντα τὰ μέλλοντα, ἄπεισι πρὸς αὐτὸν καὶ ἐρωτᾷ εἰ τῷ πο‐ λέμῳ ἐπιχειρήσειε· καὶ ὃς ἐπιτρέπει καὶ νίκην αὐτῷ ἐπαγγέλ‐ λεται. ἀπῆλθε τοίνυν ὁ Πετρωνᾶς καὶ τοῖς ἐναντίοις προσέβαλε,
15καὶ ἡττᾶται μὲν ἡ τῶν Ἀγαρηνῶν στρατιά, πίπτει δὲ ὁ ταύτης κατάρχων Ἄμερ. ὁ δὲ τούτου υἱὸς ἐκ τοῦ πολέμου ἀπών (εἰς γὰρ λείαν ἐτύγχανεν ἀποδεδημηκώς) τὴν ἧτταν καὶ τὴν φθορὰν μαθὼν τοῦ πατρὸς ἀπεδίδρασκεν, ἀλλὰ καὶ οὗτος ἐν τῷ δρασμῷ
συλληφθεὶς παρεδόθη τῷ στρατηγῷ. λέγεται δὲ πρὸ τοῦ πο‐396

397

λέμου τούτου ὁ Ἄμερ τῶν αἰχμαλώτων πυθέσθαι τινὸς ὅπως ὁ τόπος ἐν ᾧ ἐστιν ἡμῖν ἡ παρεμβολὴ καλοῖτο καὶ ὅπως ὁ παραρρέων λέγεται ποταμὸς καὶ τίνος ἡ ὅλη ἐκείνη χώρα ἔτυχε κλήσεως. ὡς δὲ τὴν μὲν χώραν Λαλακάωνα εἶπεν ἐκεῖνος
5κεκλῆσθαι, Πτώσαντα δὲ τὸν τόπον τοῦ χάρακος καὶ Γύρην τὸν ποταμόν, ἐκεῖνος ἐκ τῶν ὀνομάτων τούτων οἰωνισάμενος ἔφη τὰς κλήσεις ταύτας οὐκ αἴσιον αὐτῷ τὸ τοῦ πολέμου τέλος παραδηλοῦν. λαοῦ μὲν γὰρ κάκωσιν ἐκάλει τὸν Λαλακάωνα, πτῶσιν δὲ σημαίνειν τὸν Πτώσαντα, γυρωθῆναι δὲ μέλλειν ὑπὸ
10τῶν ἐναντίων αὐτοὺς ἐκ τῆς τοῦ ποταμοῦ κλήσεως ἐμαντεύετο. τὰ μὲν οὖν τῆς νίκης οὕτως εἶχον τῷ Πετρωνᾷ· ὁ δὲ τροπαιο‐ φόρος ἐπανῆκεν εἰς τὸ Βυζάντιον καὶ ὑπεδέχθη μετὰ τιμῆς καὶ τῶν σχολῶν προεβλήθη δομέστικος. ἤδη γὰρ ὁ μάγιστρος Μανουὴλ ἀπεβίω. μετὰ βραχὺ δὲ καὶ αὐτὸς ἀπέτισε τὸ χρεών.
15 Τούτους δὲ πάντας ὁ Βάρδας ἀποσεισάμενος τὴν μὲν τῶν πραγμάτων διοίκησιν, ὡς ἠβούλετο, διετίθετο. ὁ γὰρ Μιχαὴλ
οὐδενὸς ἐπεστρέφετο, μόνοις δὲ θεάτροις καὶ ἱππηλασίαις ἐσχό‐397

398

λαζεν, οὐκ ἄλλων ἡνιοχούντων, αὐτοῦ δ’ ἐκείνου τοῦ αὐτο‐ κράτορος καὶ ἁρματηλατοῦντος τοῦ Αὐγούστου, καὶ ἀγωνιζο‐ μένου τοῦ βασιλέως καὶ ἀντὶ τῆς βασιλείου στολῆς ἐνδεδυκότος ἡνιόχου σκευήν. οὐ τοῦτο δὲ μόνον ἦν τὸ δεινόν, ἀλλ’ ὅτι
5καὶ τοὺς ἐν ἀξιώμασι καὶ τιμαῖς ὑπερέχοντας τοὺς μὲν αὐτῷ συναγωνίζεσθαι, τοὺς δ’ ἀνταγωνίζεσθαι ἐν ταῖς τῶν ἵππων ἁμίλλαις καὶ ἁρματηλατεῖν κατηνάγκαζε. ποτὲ τοίνυν αὐτὸς μὲν ἠμφίεστο τὸ χρῶμα τὸ βένετον, ὁ δὲ τοῦ δρόμου λογο‐ θέτης τὸ πράσινον, καὶ ἕτεροι τῶν ἐπιφανεστέρων τὰ ἕτερα·
10καὶ ἤδη τῶν ἁρμάτων ἐπέβησαν. ἐν τούτῳ δὲ γράμματα τῷ πρωτονοταρίῳ τοῦ δρόμου παρά του πεφθακότος ἄρτι ἐνεχει‐ ρίσθησαν, ὡς ἐν τοῖς Μελαγγείοις ἐστρατοπεδεύσαντο οἱ Σαρα‐ κηνοὶ διαγγέλλοντα· ταῦτα δ’ εἰσὶν ἃ νῦν ἀγροικότερον καλεῖται Μαλάγινα. ὁ γοῦν πρωτονοτάριος σκυθρωπάσας ἐπὶ τῇ ἀγ‐
15γελίᾳ προσῆλθε τῷ βασιλεῖ καὶ ταῦτα ἐδίδασκε καὶ ὑπεδείκνυ
τὰ γράμματα. ὁ δὲ ὀργίλον τι καὶ μανικὸν αὐτῷ ἐνιδών “ἐν398

399

τοιούτῳ μοι” ἔφη “ἀγῶνι ὄντι καὶ τὸν μέσον εὐώνυμον κατα‐ στήσασθαι σπεύδοντι αὐτός, μάταιε, περὶ Σαρακηνῶν ἐπιδρομῆς διαλέγῃ μοι;” τοιοῦτος ὁ θαυμάσιος ἐκεῖνος ἦν βασιλεὺς καὶ οὕτω περὶ τῶν κοινῶν πραγμάτων καὶ τῆς βασιλείας ἐφρόντιζεν.
5 Ἐκείνου δὲ τοῦτον διακειμένου τὸν τρόπον, ὁ Βάρδας ἔστρεφε τὰ πάντα καὶ ἦγεν ὅπῃ ἦν αὐτῷ πρὸς βουλῆς, καὶ εἰς τὴν τοῦ Καίσαρος ἀναβεβήκει τιμὴν καὶ ἑαυτῷ τὴν βασιλείαν ἐμνᾶτο καὶ εὐκαιρίαν ἐζήτει, ἵν’ αὐτῆς ἐπιτεύξοιτο. οὐδὲν δέ οἱ εἴργαστο ἀγαθὸν ἢ τὸ τῶν λόγων φροντίδα θέσθαι πολλήν.
10ἠμέλητο γὰρ τὰ τῆς φιλοσοφίας καὶ ἀπέσβη σχεδὸν ἐς τὸ παν‐ τελές, ὡς μηδ’ ἔναυσμά τι περιλειφθῆναι αὐτῆς. τοῦτο δὲ ἡ τῶν κρατούντων εἴργαστο ἀλογία. ὁ δὲ καὶ διατριβὰς ἑκάστῃ ἀφώρισε τῶν ἐπιστημῶν καὶ διδασκάλους προυστήσατο καὶ σιτή‐
σεις δημοσίας τούτων ἑκάστῳ ἀπένειμεν· ἐπὶ πᾶσι δὲ διδάσκαλον399

400

ἐγκατέστησε τὸν φιλόσοφον Λέοντα, οὗ κλέος ἐπὶ σοφίᾳ πολύ, ὃς καὶ τῷ βασιλεῖ Θεοφίλῳ γέγονεν ἔντιμος ἐκ τρόπου τοιοῦδε. πολλῶν αὐτῷ φοιτητῶν ὄντων, ἕνα συνέβη τούτων τοῖς Σαρα‐ κηνοῖς γενέσθαι ἁλώσιμον, ᾧ τὰ τῆς γεωμετρίας μεμύητο
5ἀκριβῶς, καὶ οὗτος τῶν παρὰ τοῖς βαρβάροις ἐπισήμων τινὶ δουλεύειν ἀπονενέμητο. ἦν δ’ ὁ τότε τῶν ἐκ τῆς Ἄγαρ προε‐ στηκὼς φιλολογῶν καὶ φιλοσόφων θεωρημάτων ἐπιμελῶς ἀκροώ‐ μενος, πλέον δὲ τῶν ἄλλων ταῖς γεωμετρικαῖς μεθόδοις προσ‐ κείμενος. ἐφοίτα δὲ καὶ ὁ τοῦ αἰχμαλώτου δεσπότης παρὰ τὸ
10ἀκροατήριον, καί ποτε αὐτῷ καὶ ὁ αἰχμάλωτος εἵπετο, καὶ τῶν διδασκόντων ἀκούσας καὶ σχήματα τούτους ἰδὼν διαχαράτ‐ τοντας γεωμετρικὰ ἀρχήν τε τὸ τρίγωνον παντὸς εἶναι διδά‐ σκοντας σχήματος, ὥστ’ ἐξ αὐτοῦ ἅπαν σχῆμα συνίστασθαι καὶ εἰς αὐτὸ ἀναλύεσθαι, καὶ ὡς πάντων ὁ κύκλος τῶν ἰσοπερι‐
15μέτρων αὐτῷ καὶ ἰσοπλεύρων ἐστὶ πολυχωρητότερος καὶ ἄλλα τοιαῦτα, ἤρετο τὸν ἑαυτοῦ κύριον ὁ αἰχμάλωτος εἰ πύθοιτο τῶν διδασκάλων περὶ ὧν διδάσκουσι· καὶ ὃς ἐπέτρεψεν. ὁ δὲ τοὺς
λόγους τῶν διδασκομένων ἐζήτει σαφηνίσαι αὐτούς. οἱ δ’ ἠπό‐400

401

ρουν πρὸς τοῦτο· καὶ ὁ ἀρχηγὸς τῶν Ἀγαρηνῶν προσκαλε‐ σάμενος τὸν αἰχμάλωτον, “σὺ δ’” ἔφη “δύναιο ἂν ἀποδοῦναι τοὺς λόγους τούτους;” κἀκεῖνος κατέθετο. “οὐκοῦν λέξον” εἶπε. καὶ ἀρξάμενος ὁ αἰχμάλωτος ἐσαφήνιζεν ἕκαστον καὶ
5λόγους ἀπεδίδου καὶ τὰς αἰτίας κατέλεγε. καὶ οἱ ἀκούοντες ἐν συνέσει τῶν λεγομένων ἐγίνοντο καὶ ὀξύτερον ἐπέβαλλον τοῖς θεωρήμασι, καὶ σφίσιν ηὐρύνετο ἡ διάνοια καὶ τὸν ἄνδρα ἐθαύ‐ μαζον ἤροντό τε εἰ καὶ ἄλλους ἔχει τοιούτους ἡ Κωνσταντίνου. ὁ δὲ “πολλούς” ἔφη “κρείττους ἐμοῦ κέκτηται, ἕνα δὲ τῶν
10ἁπάντων διδάσκαλον, ἄνδρα ἐν τοῖς τῆς φιλοσοφίας λόγοις παντὶ ἀπαράμιλλον.” ἔρωτι τοίνυν ἀκούσας ταῦτα ὁ τῶν Ἀγαρηνῶν ἀρχηγὸς ἑάλω τοῦ διδασκάλου ἐκείνου καὶ ἤθελεν ἐλθεῖν εἰς θέαν τούτου καὶ εἰς ἀκρόασιν· καὶ ἐγχαράξας ἐπιστολὴν πρὸς τὸν ἄνδρα παρακαλοῦσαν ἀφικέσθαι καὶ μεταδοῦναι αὐτῷ τῆς
15σοφίας αὐτοῦ, διὰ τοῦ αἰχμαλώτου στέλλει αὐτήν, φιλοτίμως τοῦτον δεξιωσάμενος. ὡς δέ οἱ ἐκεκόμιστο ἡ γραφή, δείσας μὴ αἰτιαθείη ὡς γράμμα δεξάμενος ἐξ ἐχθρῶν, τῷ λογοθέτῃ τοῦ δρόμου ἐγχειρίζει τὸ ἐπιστόλιον καὶ παρίστησι τὸν αἰχμά‐
λωτον, κἀκεῖνος τὴν ὑπόθεσιν διηγήσατο. ἐντεῦθεν γνώριμος401

402

ὁ φιλόσοφος Λέων τῷ Θεοφίλῳ ἐγένετο καὶ εὐεργετεῖται καὶ δημοσίᾳ διδάσκειν προτρέπεται, εἶτα καὶ ἀρχιερεὺς χειροτονεῖται Θεσσαλονίκης. θανόντος μέντοι τοῦ Θεοφίλου, καὶ τῶν εἰκο‐ νομάχων ἀρχιερέων καθαιρέσει ὑποβληθέντων, καὶ ὁ Λέων
5οὑτοσὶ συγκαθῄρητο, ὅτι μὴ τιμὴν ταῖς θείαις εἰκόσιν ἀπένεμε. τοῦτον οὖν ὁ Βάρδας σχολάζοντα εὑρηκὼς τῶν λοιπῶν διδα‐ σκάλων ἐπέκεινα ἔταξε καὶ οὕτως ἀναθηλῆσαι τοὺς λόγους ἐποίησε, καὶ εἰς ἐπίδοσιν προήνεγκεν οὐ διὰ μακροῦ. καὶ τοὺς νόμου δὲ τοὺς πολιτικοὺς ἀνηβῆσαι πεποίηκε, φοιτῶν αὐτὸς εἰς τὰ δικα‐
10στήρια, ἤδη καὶ τῆς τούτων γνώσεως σχεδὸν ἐκλελοιπυίας παν‐ τάπασιν. Ἡ μὲν οὖν περὶ τὰς ἐπιστήμας καὶ τὰ μαθήματα τοῦ Βάρδα σπουδὴ ἀξιέπαινος, τὰ δ’ ἄλλα καὶ λίαν ψεκτὰ καὶ κατάπτυστα. τοῦ γὰρ ἱεροῦ Μεθοδίου ἔτη τὴν ἐκκλησίαν ἰθύ‐
15ναντος *** καὶ πρὸς τὰς ἀϊδίους μεταστάντος μονάς, ὁ μοναχὸς
Ἰγνάτιος τῆς ἐκκλησίας προέστη, ὃς θυγατριδὴς μὲν ἦν Νικη‐402

403

φόρου τοῦ βασιλέως τοῦ ἀπὸ γενικῶν, υἱὸς δὲ Μιχαὴλ βασι‐ λέως τοῦ Ῥαγγαβέ, καὶ μετὰ τὴν ἐκ τῆς βασιλείας ἀπόπτωσιν τοῦ πατρὸς αὐτοῦ παρὰ τοῦ Λέοντος ἐκτομίας γενόμενος, ἐκεί‐ ρατό τε τὴν τρίχα καὶ ἐπὶ μακρὸν ἀσκητικοῖς ἱδρῶσι τὸ σαρ‐
5κίον ἐδάμασεν, ὃν ἡ βασιλὶς Θεοδώρα τὰ τῆς βασιλείας ἰθύ‐ νουσα εἰς τὸν ἀρχιερατικὸν τῆς Κωνσταντινουπόλεως ἀνήγαγε θρόνον. οὗτος τοίνυν ὁ θεῖος τὸν Καίσαρα Βάρδαν τὴν γα‐ μετὴν ἀναιτίως ἀποπεμψάμενον, συμφθείρεσθαι δὲ λεγόμενον τῇ νύμφῃ τῇ ἑαυτοῦ, τῶν ἱερῶν ἐπιβῆναι περιβόλων ἐκώλυεν.
10ὁ δὲ διὰ τοῦτο τῆς ἐκκλησίας μεθίστησι τὸν ἀρχιερέα καὶ πολλὰ κακώσας τέλος ἐγκλείει τάφῳ. εἶτ’ ἐκεῖθεν ἐξενεγκὼν εἰς Μι‐ τυλήνην τὴν νῆσον ὑπερορίζει. καὶ οὐ τοῦτον μόνον οὕτω διέθετο, ἀλλὰ καὶ πλείους ἄλλους τῶν ἀρχιερέων, ὅσοι τῷ Ἰγνα‐ τίῳ γεγόνασι σύμψηφοι αὐτὸν ἀφορίσαντι· προχειρίζεται δὲ πα‐
15τριάρχην τὸν Φώτιον, ἄνδρα τῶν ἐπισήμων πρωτοασηκρῆτις τότε τυγχάνοντα καὶ ἐν λόγοις ὀνομαστότατον. ὡς δ’ ἔτυχε
παρεῖναι καὶ τοποτηρητὰς τοῦ πάπα Ῥώμης κατὰ τῶν εἰκονο‐403

404

μάχων σταλέντας, κἀκείνους ὁ Βάρδας πείθει τῆς ἑαυτοῦ γε‐ νέσθαι γνώμης. ἐν γοῦν τῷ τῶν ἁγίων ἀποστόλων ναῷ ἀθροι‐ σθέντες ἄγουσι καὶ τὸν ἱερώτατον Ἰγνάτιον ἐκ τῆς ὑπερορίας καὶ ποιοῦνται τοῦτον ὑπὸ καθαίρεσιν. καὶ ταῦτα μὲν ὧδέ πῃ
5συμβέβηκε. Τὸ δ’ ἔθνος τῶν Ῥῶς Σκυθικὸν ὂν τῶν περὶ τὸν Ταῦρον ἐθνῶν στόλῳ τὰ τοῦ Εὐξείνου πόντου κατέτρεχε καὶ αὐτῇ Βυ‐ ζαντίδι ἐπιέναι διεμελέτα. ἀλλ’ οὐκ εἰς ἔργον ἤχθη σφίσι τὸ βούλευμα, κωλυσάσης τοῦτο τῆς προνοίας τῆς ἄνωθεν, ἣ καὶ
10ἄκοντας αὐτοὺς ἀπράκτους, μᾶλλον δὲ καὶ θείου πειραθέντας μηνίματος, ἀπελθεῖν ᾠκονόμησεν. Ἀλλὰ καὶ οἱ ἐκ Κρήτης Ἀγαρηνοὶ τὰς Κυκλάδας νήσους καὶ τὰ παράλια ἐληίζοντο. καὶ κλόνοι δὲ σφοδρότατοι τῆς γῆς συμβεβήκασιν, ὧν ὁ φρικωδέστατος κατὰ τὴν ἡμέραν τῆς τοῦ
15σωτῆρος ἡμῶν τὴν γῆν συνέσεισεν ἀναλήψεως. τούτων δ’ οὐδὲν τῶν ἱππηλάτων ἀγώνων ἀπήγαγε τὸν Μιχαὴλ καὶ τῆς περὶ τούτους σπουδῆς, ἐν τῇ κατὰ τὸ Στενὸν τοποθεσίᾳ τῇ τοῦ ἁγίου
Μάμαντος καλουμένῃ αὐτοῦ ἐκείνου αὐτουργοῦντος τὰ ἱππη‐404

405

λάσια. ὅθεν καὶ τοὺς φρυκτοὺς ἔπαυσεν, οὓς οἱ πάλαι βασι‐ λεῖς ἐπενόησαν, ἵνα μὴ ἀθρόον οἱ ἐκ τῆς Ἄγαρ ταῖς χάραις τῶν Ῥωμαίων εἰσβάλλοντες ληίζωνται τὰ ἐν ποσὶ καὶ τοὺς ἀνθρώπους αἰχμαλωτίζωσι. διὰ ταῦτα ἐν τῇ Ταρσῷ ἐπὶ λόφου
5μετεώρου τινὸς ἐδομήσαντο φρούριον, Λοῦλον κεκλημένον, καὶ οἱ ἐν τούτῳ πυρσὸν ἀνῆπτον, ἡνίκα ἔγνων ἐπιδρομὴν Ἰσμαη‐ λιτῶν, ὃν ὁρῶντες οἱ ἐν τῷ Ἀργαίῳ βουνῷ ἄλλον ἐποίουν πυρσόν, καὶ οἱ κατὰ τὸν Ἴσαμον ἕτερον, τοῖς δὲ κατὰ τὸν Αἰ‐ γιαλὸν ἰδοῦσι τοῦτον ᾔρετο ἄλλος, καὶ τοῖς κατὰ τὸν Μίμαντα
10ἕτερος, καὶ οἱ κατὰ τὸν Κύριζον αὖθις ἐφρυκτώρουν, καὶ οἱ κατὰ τὸν Μώκιλον ὁμοίως ἐπύρσευον, καὶ ἐπὶ πᾶσιν ἐν τῷ τοῦ ἁγίου Αὐξεντίου βουνῷ πυρσὸς ᾔρετο. οὓς ὁρῶντες οἱ ἐν ταῖς χώραις διὰ βραχέος εἰς ὀχυρώματα συνέκλειον ἑαυτοὺς καὶ τὰς τῶν βαρβάρων λεηλασίας ἐξέκλινον. ἐκ δὲ τοῦ ἁγίου
15Αὐξεντίου τῷ βασιλεύοντι τῆς τῶν δυσμενῶν ἐπιδρομῆς ἐδίδοτο405

406

γνῶσις. ἵνα τοίνυν μὴ ἀνακόπτοιτο τῶν ἱππηλάτων ἀγώνων, ἐν καιρῷ τούτων πολλάκις τῶν πυρσῶν αἰρομένων, τῶν τῇ βασιλίδι γειτονούντων πυρσῶν σχολὴν κατεψηφίσατο. Κατεγίνωσκε δὲ καὶ τῶν πρότερον βασιλευσάντων, ὅτι μὴ
5λιτότητι ἔχαιρον, σοβαρότητος δ’ ἀντεποιοῦντο καὶ ὄγκου βασι‐ λικοῦ. ὅθεν αὐτὸς μετριότητα δοκῶν μετιέναι συνήντησέ ποτε γυναικὶ ἄρτι λουσαμένῃ καὶ οἴκαδε ὑπονοστούσῃ, καὶ τοῦ ἵππου ἀποβὰς ἀπῄει μετὰ τῆς γυναικὸς σὺν ὀλίγοις τισὶ νεανίαις, οἳ τῶν ἀπορρήτων συμμετεῖχον αὐτῷ, καὶ ἐν τῇ οἰκίᾳ αὐτῆς γε‐
10γονὼς καὶ συμμετασχὼν τραπέζης αὐτῇ πεζοπορῶν ἀπῄει πρὸς
τὰ ἀνάκτορα. καὶ ὁ μὲν ἐν τοῖς τοιούτοις ὡς μέγα τι κατορ‐406

407

θῶν ἐβρενθύετο, τοῖς δ’ ἄλλοις ἀνοηταίνειν ἐκρίνετο καὶ μῖσος ὑπέτρεφον κατ’ αὐτοῦ. οὐχ ἥκιστα δὲ μισητὸς ἐδόκει διὰ τοὺς παρατρεφομένους αὐτῷ ἐναγεῖς νεανίας, οἳ πρὸς ἅπαν κακὸν αὐτὸν ὑπεξέκαιον· οἳ καὶ ἀρχιερεῖς ἔπλαττον ἑαυτοὺς καὶ τὴν
5ἀναίμακτον ἱερουργίαν τελεῖν ὑπεκρίνοντο, καὶ αὐτὸν τὸν Μιχαὴλ συνιερουργοῦντα δῆθεν ἔχοντες ἑαυτοῖς, παίζοντες ἐν οὐ παικτοῖς ὄξος τε μιγνύντες καὶ σίνηπι καὶ σκεύεσι χρυσέοις καὶ λιθοκολ‐ λήτοις παρ’ αὐτοῦ χορηγουμένοις τὸ κρᾶμα ἐγχέοντες μετεδί‐ δουν τούτων τοῖς συμμύσταις αὐτῶν καὶ συμπαίστορσιν. ἀλλ’
10ἅπαντα καταλέγειν τὰ τοῦ τοιούτου χοροῦ, οἷς συνθιασώτης καὶ αὐτὸς ὁ βασιλεὺς ἐτύγχανεν ὤν, πολλῆς ἂν εἴη λέσχης καὶ ἀηδίας οὐχ ἥκιστα. Ἥκει δ’ ὁ λόγος τὴν τοῦ Βάρδα διηγησόμενος ἀποβίωσιν καὶ τὴν τοῦ κρατοῦντος αὐτοῦ καὶ πρὸ τούτων τὴν τοῦ Βασι‐
15λείου τοῦ Μακεδόνος οἰκείωσιν πρὸς τὸν Μιχαήλ· ὃς ἐκ Μακε‐
δονίας μὲν ἦν, ἔφυ δὲ πατέρων ἀσήμων καὶ ἀφανῶν, εἰ καί407

408

τις τῶν τὰ περὶ αὐτοῦ ἐξιστορησάντων ἐκ τοῦ τῶν Ἀρσακιδῶν αὐτὸν γένους κατάγεσθαι τερατεύεται. τοῦ Κρούμου δέ (τῶν Βουλγάρων δ’ ἦν οὗτος ἀρχηγός) τὴν Ἀδριανούπολιν κατα‐ σχόντος, καὶ οἱ τούτου γεννήτορες αἰχμάλωτοι γεγονότες εἰς τὴν
5ἐκείνων χώραν μετήχθησαν, ἀρτιγενὲς τοῦτον καὶ ὑπομάζιον φέροντες. τοῦ Κρούμου δὲ ἀποβεβιωκότος ἤδη ἕτερος τῆς ἀρχῆς τῶν Βουλγάρων ἐπείληπτο, ὃς πολλάκις ἐν πολέμοις τοῖς πρὸς Ῥωμαίους θραυσθεὶς σπονδὰς πρὸς τὸν τότε κρατοῦντα Ῥωμαίων πεποίητο, καὶ τοὺς αἰχμαλώτους ἐλευθερῶσαι συν‐
10έθετο, καὶ μέντοι καὶ κατὰ τὰς συνθήκας πεποίηκεν. ἐφήβου δ’ ἦν ἡλικίας τότε ἁψάμενος ὁ Βασίλειος. νηπιόθεν μέντοι πολλὰ σημεῖα γενέσθαι φασὶ τὴν βασιλείαν αὐτῷ προσημαίνοντα, ὧν ἓν ἦν καὶ τὸ ῥηθησόμενον. νήπιος μὲν ἦν ὁ Βασίλειος, οἱ δὲ τούτου γονεῖς περὶ θέρος ἠσχόληντο καὶ τὸ νήπιον ὑπνῶτ‐
15τον ὑπὸ τὸν ἥλιον ἔκειτο· ἀετὸς δὲ πετόμενος πρόσγειος ἡπλω‐ μέναις ταῖς πτέρυξι τῷ βρέφει σκιὰν ἐσχεδίαζεν. ἡ δὲ μή‐ τηρ ὡς εἶδε τὸν ἀετὸν τῷ παιδὶ προσεγγίζοντα, ἦρέ τε τὴν
φωνὴν καὶ προσέδραμε τῷ υἱῷ καὶ λίθοις τὸν ἀετὸν ἀπεδίωκε.408

409

τῆς δὲ πρὸς τὸ ἔργον χωρησάσης αὖθις ὁ ἀετὸς προσῄει τῷ βρέφει κοιμωμένῳ, ἐπιτελῶν τὸ λειτούργημα. καὶ ἡ μήτηρ πάλιν τε τεθορύβητο καὶ αὐτὸν ἀπεδίωκεν. ὡς δὲ πολλάκις τοῦτο ἐγένετο, εἰς συναίσθησιν ἧκε καὶ χρηστὸν ὑπείληφε τὸ
5πρᾶγμα οἰώνισμα. ἤδη δὲ αὐτοῦ ὑπερβεβηκότος τὸν μείρακα, ὁ πατὴρ μὲν κατέλυσε τὴν ζωήν, ἡ δὲ μήτηρ αὐτοῦ πρὸς τῇ πενίᾳ καὶ τοῖς τῆς χηρείας κακοῖς ἐπιέζετο. ὁ δὲ τῶν πρὸς τὸ ζῆν ἀναγκαίων μὴ εὐπορῶν, ἔγνω μισθῷ πρὸς ὑπηρεσίαν ἑαυτὸν ἐκδοῦναί τινι· καὶ ἄρας ἔρχεται πρὸς τὴν μεγαλόπολιν.
10ὀψίας δὲ τὴν τῆς πόλεως εἰσελθὼν πύλην, ἣ καλεῖται Χρυσεία, παρὰ τῷ ναῷ τοῦ ἁγίου Διομήδους κατέλυσεν οὔπω μονῇ τότε τυγχάνοντι· καὶ πεσὼν ἔξω τοῦ τεμένους κατέδαρθε. νυκτὸς δὲ τῷ τοῦ ναοῦ νεωκόρῳ ὄναρ ὁ μάρτυς ἐφίσταται καὶ τὸν βασιλέα ἐντὸς εἰσαγαγεῖν ἐγκελεύεται. ὁ δὲ ἐξελθὼν καὶ τὸν
15Βασίλειον εὑρὼν ἐπὶ ψιλοῦ τοῦ ἐδάφους ὑπνώττοντα, φάντασμα409

410

εἶναι τὸν ὄνειρον ὑπείληφε μάταιον. ὡς δὲ καὶ αὖθις τὸ αὐτὸ ἐδόκει ὁ ἅγιος ἐγκελεύεσθαι, ὁ δὲ καὶ πάλιν ἐξελθὼν οὐχ ἕτε‐ ρον εὗρεν ἢ τὸν Βασίλειον, ὑπέστρεψεν ὑπειληφὼς τὰ αὐτά. ἐκ τρίτου τοίνυν ὁ μάρτυς τῷ νεωκόρῳ ἐφίσταται καὶ προτρέ‐
5πεται αὐτὸν εἰσαγαγεῖν τὸν ἐκτὸς κατακείμενον· “οὗτος γάρ ἐστιν” ἔφη “ὁ βασιλεύς.” ἐξελθὼν οὖν ὁ νεωκόρος ἀνίστησι τὸν Βασίλειον καὶ ξενίζει τοῦτον παρὰ τῇ κατοικίᾳ αὐτοῦ καὶ μεταδίδωσιν ὧν εὐπόρει. ἦν δὲ τῷ νεωκόρῳ ὁμαίμων τὴν ἰατρικὴν μετιὼν καὶ τῷ Θεοφιλίτζῃ ὑπηρετῶν. ὁ δὲ Θεοφι‐
10λίτζης οὗτος τῷ Καίσαρι Βάρδᾳ καὶ τῷ βασιλεῖ Μιχαὴλ κατὰ γένος ᾠκείωτο, διὰ τὸ τῆς ἡλικίας βράχιστον ὑποκοριζόμενος καὶ Θεοφιλίτζης καλούμενος. τούτῳ τοίνυν τῷ ἀδελφῷ ὁ νεω‐ κόρος τὸ ἀπόρρητον ἐκκαλύψας ἐνύπνιον ἠξίωσε συστῆσαι τοῦτόν τινι τῶν ἀρχόντων εἰς ὑπηρέτησιν. ὁ δὲ τῷ οἰκείῳ κυρίῳ
15τοῦτον συνίστησι. πρότερον δὲ τὸ περὶ τῆς βασιλείας δι’ ὀνει‐ ράτων χρησμῴδημα τῷ Βασιλείῳ ἀνεκάλυψαν ἄμφω τὼ ἀδελφὼ καὶ μεμνῆσθαι σφῶν ἐν τῇ βασιλείᾳ αὐτοῦ ὅρκοις αὐτὸν προ‐ κατέλαβον. ἡσθεὶς οὖν ὁ Θεοφιλίτζης ἐπὶ τῷ Βασιλείῳ (ἦν γὰρ εὐειδής τε καὶ εὐμήκης καὶ τὴν χεῖρα γενναῖος καὶ περι‐
20δέξιος, βαθεῖάν τε τρέφων κόμην καὶ ταύτην οὔλην) τοῖς οἰ‐410

411

κείοις ἱπποκόμοις τοῦτον ἐπέστησε· πρωτοστράτορα τοῦτον οἶδεν ὀνομάζειν ἡ διάλεκτος ἡ κοινή. ἐζητήθη δὲ καὶ τῷ βασιλεῖ γενναῖός τις ἱπποκόμος καὶ περὶ τὴν ὑπηρεσίαν ταύτην εὐφυῶς διακείμενος. κεκόμιστο γάρ ποθεν ἵππος τῷ βασιλεῖ Μιχαήλ,
5εἰς πᾶσαν μὲν ἀρετὴν ἵππῳ πρέπουσαν ἐπιτήδειος, σκληραύχην δὲ καὶ μὴ ῥᾳδίως ἀναβαινόμενος. τούτου εἰς θέαν ἥκων ὁ βασιλεὺς ἀναβῆναί τινι τοῦτον ἐπέτρεπε. πλειόνων δ’ ἐπικεχει‐ ρηκότων, ἐκεῖνος ἐθρασύνετό τε καὶ ἐγαυρία καὶ τὸν ἀναβαί‐ νοντα ἀπεσείετο. ἐχαλέπηνεν ἐπὶ τούτοις ὁ βασιλεὺς καὶ ὅτι
10μὴ ἔχοι ἱπποκόμον περιδέξιον ἤσχαλλε. παρὼν δὲ ὁ Θεοφι‐ λίτζης ἔχειν εἶπεν αὐτὸς τοιοῦτον, καί “εἰ βούλει” φησί, “βα‐ σιλεῦ, παρίτω.” καὶ ὃς ἐπέτρεψε· καὶ ὁ Βασίλειος μετεκέκλητο καὶ τοῦ χαλινοῦ τοῦ ἵππου λαβόμενος καὶ περιποππύσας καὶ
καταψήσας αὐτὸν κούφως τε μετεωρίσας ἑαυτὸν ἐπιβέβηκε καὶ411

412

παρακαλπάσας μικρόν, εἶτα καὶ ὅλον αὐτῷ τὸν ῥυτῆρα ἐνδέ‐ δωκέ τε καὶ ἐξιππάσατο. ἥσθη τούτοις ὁ βασιλεὺς καὶ τὸν Βασίλειον προσελάβετο καὶ τοῖς βασιλικοῖς ἱπποκόμοις συνέταξε καὶ προϊὼν καὶ πρωτοστράτορα τὸν ἄνδρα ἐτίμησεν (ἡ ἀξία
5δὲ τῶν ἐπισήμων καὶ τῶν ᾠκειωμένων τῷ βασιλεῖ)· καὶ ἐπε‐ δίδου καθ’ ἑκάστην ἡ περὶ τὸν Βασίλειον τοῦ βασιλέως διά‐ θεσις, καὶ τοσοῦτον ὡς καὶ εἰς φθόνον κινῆσαι τὸν Καίσαρα. Ποτὲ δὲ τῆς τοῦ βασιλέως μητρὸς συνεστιωμένης τῷ βα‐ σιλεῖ ὁ πρωτοστράτωρ εἰσεκλήθη Βασίλειος τοῦτο τοῦ βασιλέως
10κελεύσαντος. καὶ ἡ βασίλισσα συνεχῶς αὐτῷ ἐνητένιζε καὶ ἑώρα τὸν ἄνδρα περιεργότερον, εἶτα καὶ ἀπεφοίβασε τοῦτον εἶναι τὸν ὀλετῆρα τοῦ γένους αὐτῆς, ἔκ τινων σημείων τοῦτο γνοῦσα, ὡς ἔλεγε, πάλαι αὐτῇ γνωρισθέντων ἐκ τοῦ οἰκείου ἀνδρός. ἀλλὰ τῷ Μιχαὴλ ταῦτα λῆρος ἐδόκει καὶ οὐδὲν ἀπῆγεν
15αὐτὸν τῆς εὐνοίας τῆς περὶ τὸν Βασίλειον, ἤδη δὲ καὶ παρα‐ κοιμώμενον αὐτὸν προεβάλετο. καὶ τοῦτο δὲ τῆς κατὰ τοῦ Βασιλείου βασκανίας ἐπίδοσις τῷ Καίσαρι γέγονε, καὶ ἐπεβού‐
λευε τῷ ἀνδρὶ καὶ παρ’ αὐτοῦ ἀντεπεβουλεύετο.412

413

Ἐκστρατείας δὲ κατὰ τῶν τὴν Κρήτην ἐχόντων Ἀγαρηνῶν κηρυχθείσης τῷ Μιχαήλ, ὁ Καῖσαρ πρὸς τὸν τῆς θεοτόκου νεὼν τὸν τῶν Ὁδηγῶν κεκλημένον ἀπῆλθε, τῇ θεομήτορι συν‐ ταξόμενος· καὶ ἤδη τῷ θυσιαστηρίῳ αὐτοῦ προσεγγίσαντος ἐξ
5οὐδεμιᾶς ἐμφανοῦς αἰτίας ἡ χλαμὺς τῶν ὤμων αὐτοῦ ἐξωλί‐ σθησεν. ὅπερ σημεῖον καὶ τῷ Καίσαρι καὶ τοῖς ἰδοῦσιν ἀπαί‐ σιον ἔδοξε. πολλῶν δὲ τὸν βασιλέα κακιζόντων, ὅτι πᾶσαν ἐνέδωκε τὴν ἐξουσίαν τῷ Καίσαρι, ὥστε ἐκεῖνον ἅττα βούλεται πράττειν καὶ πολλὰ παρὰ τὸ δέον ποιεῖν, τῇ τῶν ὀνειδῶν ἐνδε‐
10λεχείᾳ ἔδοξέ ποτε μικρὸν ἀνανῆψαι τοῦ βαθυτάτου κάρου ἐκεῖ‐ νος ὁ ἀβέλτερος ἄνθρωπος καί τινα τῶν ᾠκονομημένων τῷ Καίσαρι καὶ διωρθοῦτο καὶ ἀνεσκεύαζεν· ὃ τῷ Βάρδᾳ οὐκ ἦν ἀνεκτόν, ἀλλ’ ἐπὶ τούτῳ καὶ ἐβαρυθύμει. ἐκστρατεύσαντος δὲ
τοῦ βασιλέως, ὡς εἴρηται, καὶ ὁ καῖσαρ ἐκείνῳ συνεξεστρά‐413

414

τευσε, καὶ πυκνὰς κατ’ αὐτοῦ τῷ Μιχαὴλ ὁ Βασίλειος καὶ οἱ περὶ ἐκεῖνον πεποίηντο τὰς διαβολάς, καὶ κεκύρωτο διὰ ταύτας ἡ κατ’ ἐκείνου ἐπιβουλή. πολλὴν δὲ δύναμιν περιβεβλημένου τοῦ Καίσαρος, οἱ τὴν ἐπιβουλὴν ἀρτύοντες ἐδειλαίνοντο. πρωίας
5δέ ποτε τοῦ Βάρδα ἐκ τῆς οἰκείας σκηνῆς προελθόντος μετὰ λαμπρότητος καὶ δορυφορίας πολλῆς καὶ τῷ βασιλεῖ προσελ‐ θόντος, συγκαθίσαντός τε καὶ συνομιλοῦντος αὐτῷ, ὁ Βασίλειος ὄπισθεν αὐτοῦ ἑστηκὼς τὴν χεῖρα ἐπέσειεν, ἀπειλῶν ὥσπερ τῷ Καίσαρι. ὁ δὲ κατά τινα χρείαν ἑτέραν ἀθρόον ἐπιστραφεὶς
10καὶ ἰδὼν τὴν χεῖρα τοῦ Βασιλείου καὶ συνεὶς τὸ δηλούμενον, τοῖς ποσὶ τοῦ βασιλέως ἐπέρριψεν ἑαυτόν. ὤκνουν δ’ οἱ κατ’ αὐτοῦ συνομοσάμενοι τὴν ἐγχείρησιν, μέχρις αὐτὸς ὁ Βασίλειος πρῶτος αὐτῷ τὸ ξίφος ἐπήνεγκεν. οὕτω γὰρ καὶ οἱ ἄλλοι ἀναθαρσήσαντες μεληδὸν τὸν Βάρδαν περιστάντες συνέκοψαν,
15καὶ τῷ μὲν τοιοῦτον τὸ τέλος τῆς βιοτῆς συνεκύρησεν. Ὁ δέ γε βασιλεὺς τῆς ἐκστρατείας ἀφέμενος εἰς τὸ Βυ‐ ζάντιον ἐπανέζευξε καὶ ζεύγνυσι τῷ Βασιλείῳ Εὐδοκίαν τὴν
θυγατέρα τοῦ Ἴγκηρος, ἥτις αὐτῷ τῷ κρατοῦντι πρῴην ἐπαλ‐414

415

λακεύετο· εἶτα καὶ βασιλέα τοῦτον ἀνεῖπεν αὐτὸς ἐν τῇ μεγάλῃ παραγενόμενος ἐκκλησίᾳ καὶ διὰ τοῦ πατριάρχου Φωτίου περι‐ θεὶς αὐτῷ τὸ διάδημα. τίκτεται δὲ τῷ Βασιλείῳ ἐκ τῆς Εὐ‐ δοκίας παιδίον ἄρρεν ὁ Λέων, ὃ τοῦ Μιχαὴλ μᾶλλον εἶναι ἐλέ‐
5γετο, ὡς ἐγκύου τῆς Εὐδοκίας οὔσης ὅτε τῷ Βασιλείῳ συνῴκιστο. Ἱππηλασίαις δὲ καὶ συμποσίοις ἀεὶ σχολάζων ὁ Μιχαὴλ καὶ συνεχῶς μεθυσκόμενος καὶ τῶν φρενῶν ἐξιστάμενος, ἃς οὐδὲ νήφων ἔρρωτο, εἰς φόνον ἑαυτοῦ τὸν Βασίλειον ἐξηρέθισεν. ἐκ γὰρ ἵππων ἀγῶνος ἐν τῷ ἁγίῳ Μάμαντι τελεσθέντος, ἐν
10ᾧ αὐτὸς ἡνιόχησε καὶ οἱ μεγιστᾶνες αὐτοῦ καὶ νενίκηκεν, ἐπὶ δεῖπνον ἀνακλιθέντος συνανεκλίνετο καὶ ὁ Βασίλειος καὶ ἡ Εὐ‐ δοκία. Βασιλικῖνος δέ τις τῆς βασιλείου τριήρους πρῴην ἐρέτης ὤν, διὰ δὲ σώματος ὡραιότητα προσληφθεὶς παρὰ τοῦ κρα‐ τοῦντος καὶ τούτῳ οἰκειωθείς, παρεστὼς τότε δειπνοῦντι τῷ
15βασιλεῖ ἐξεθείαζεν αὐτόν, ὡς εὐφυῶς ἄγαν καὶ ἐντέχνως ἡνιο‐
χήσαντα. ὁ δέ (ἤδη γὰρ ἠκρατίσατο καὶ τὸν νοῦν ἐκτεθόλωτο)415

416

ἡσθεὶς τοῖς ἐπαίνοις ἐδίδου αὐτῷ τὰ φοινικόχροα πέδιλα καὶ προσέταττεν ὑποδήσασθαι καὶ βασιλέα ἀνεῖπε. τοῦ δὲ εὐλα‐ βουμένου καὶ πρὸς τὸν Βασίλειον ἐνορῶντος, ὁ βασιλεὺς ἐχα‐ λέπαινεν. ὁ δὲ Βασίλειος ἐνένευσεν αὐτῷ πεισθῆναι καὶ ὑπο‐
5δήσασθαι· καὶ ὃς λαβὼν ὑπεδήσατο. ὁ δὲ βασιλεὺς τῷ Βασιλείῳ ἔφη χολούμενος “τούτῳ μᾶλλον ἢ σοὶ τὰ τῆς βασιλείας παρά‐ σημα ἐπεοίκασιν. ἢ οὐκ ἔξεστί μοι, ὡς σὲ βασιλέα πεποίηκα, ποιῆσαι καὶ ἕτερον;” ἐντεῦθεν δεδοικὼς ὁ Βασίλειος καὶ περὶ τῇ βασιλείᾳ καὶ τῇ ζωῇ δρᾶσαι πρὸ τοῦ παθεῖν ἐμελέτησεν,
10ἑτέροις τε τὸ μελέτημα κοινωσάμενος, ἐπεὶ αὖθις ἐν δείπνῳ ἀκρατοποσίαις χρησάμενος ὁ Μιχαὴλ ἤδη κεκάρωτο καὶ ἑαυτοῦ κοιτῶνι ἐν τοῖς κατὰ τὸν ἅγιον Μάμαντα βασιλείοις χειραγω‐ γούμενος ἀνεκέκλιτο καὶ ὕπνῳ βαθυτάτῳ κατείληπτο, πρῶτον μὲν ἐξιὼν ὁ Βασίλειος τὰ κλεῖθρα τοῦ βασιλικοῦ κοιτῶνος κατ‐
15έαξεν, ἵνα μὴ κλεῖσαι τὰς θύρας οἱ περὶ τὸν κοιτῶνα στρεφό‐ μενοι δύναιντο, εἶτα καὶ τοὺς συνωμότας παραλαβὼν ἄπεισι.
τῶν δὲ προκοιτούντων ὀλίγων ὄντων καὶ κωλύειν ἐπιχειρούντων,416

417

θόρυβος ἤρθη, καὶ διυπνίσθη ὁ βασιλεύς. εἰσελθόντος δέ τινος τῶν σὺν τῷ Βασιλείῳ καὶ τὸ ξίφος ἠρκότος κατὰ τοῦ Μιχαήλ, ἐκεῖνος τὰς χεῖρας ἦρε, καὶ ἄμφω ταύτας πλήξας ἀπέκοψε καὶ ὑπέστρεψε πρὸς τοὺς ἄλλους. ὁ δὲ μὴ φυγεῖν οἷός τε ὢν ἀκρο‐
5σφαλῶς ἐκ τοῦ οἴνου βαίνων καὶ τῇ μέθῃ συμποδιζόμενος, ἔκειτο δεινῶς ἀπολοφυρόμενος, καί τις ἕτερος τῶν περὶ τὸν Βασίλειον ἔτι ζῶντα τοῦτον ἰδὼν εἰσεπήδησε καὶ κατὰ τῶν στέρνων αὐτοῦ τὸ ξίφος ὠθήσας ἐπὶ τὴν γαστέρα τοῦτο προή‐ νεγκεν, ὡς ἐκπεσεῖν αὐτῆς καὶ τὰ ἔγκατα.
10 Τῷ μὲν οὖν Μιχαὴλ οὕτως ἐπιλέλοιπε τὸ βιώσιμον ἀξίως τῆς αὐτοῦ βιοτῆς. ὁ δὲ Βασίλειος αὐτίκα εἰς τὰ βασίλεια παρ‐ εγένετο καὶ τούτων γενόμενος ἐγκρατὴς ἔπεμψε τῶν τοῦ κοι‐ τῶνός τινα κηδεῦσαι τὸν Μιχαήλ. ὃς ἀπελθὼν εὗρε τὸν δεί‐ λαιον ἵππου ἐγκεκορδυλημένον σαγίσματι καὶ ἀπαγαγὼν αὐτὸν ἐν
15τῇ μονῇ τῆς Χρυσοπόλεως ἔθαψεν. ὃς σὺν τῇ μητρὶ μὲν ἐβασί‐ λευσεν ἔτη δέκα καὶ τέσσαρα, ἓν δ’ ἐπὶ δέκα ἦρξε μόνος αὐτός.
Ἤδη δὲ τῆς βασιλείας δραξάμενος ὁ Βασίλειος καὶ παρὰ417

418

πάντων αὐτοκράτωρ ἀναρρηθεὶς τοὺς βασιλικοὺς παρόντων τῶν τῆς συγκλήτου λογάδων ἀνέῳξε θησαυρούς, ἐν οἷς οὐδὲν ἕτε‐ ρον εὕρητο ἢ μόνα χρυσίου κεντηνάρια τρία. βουλῆς οὖν προ‐ τεθείσης ἐψήφιστο παρὰ πάντων τοὺς ἐξ οὐδεμιᾶς χρήματα
5λαβόντας εὐλόγου λαβῆς ἀναδιδόναι ταῦτα ἢ τό γε δὴ μετριώ‐ τερον τὰ ἡμίση. καὶ ἀκολούθως τῇ ψήφῳ τὰ ἡμίση ἐπράτ‐ τετο, καὶ οὐ μείω τριακοσίων ἐντεῦθεν κεντηναρίων τὸ ταμεῖον τὸ βασιλικὸν εἰσωδίασεν. Εἰς δὲ τὴν μεγάλην ἐκκλησίαν ἐν ἑορτῇ ἀπελθὼν ὁ Βα‐
10σίλειος καὶ τῆς ἀναιμάκτου θυσίας μετασχεῖν βουληθεὶς ἐκω‐ λύθη παρὰ τοῦ πατριάρχου Φωτίου, ἀνδροφόνον ἀποκαλοῦντος αὐτόν. ὀργισθεὶς οὖν διὰ τοῦτο σύνοδον συνήθροισε καὶ τὸν Φώτιον τῆς ἐκκλησίας ἐξώθησεν, ὡς τάχα παρανόμως τοῦ Ἰγνα‐ τίου κατασπασθέντος τοῦ θρόνου τοῦ ἀρχιερατικοῦ παρὰ Βάρδα
15τοῦ Καίσαρος, καὶ αὐτοῦ μὴ κανονικῶς ἐκείνου ζῶντος τοῦ θώκου τοῦ θείου ἐπιβατεύσαντος, Πάτροκλον τοῦτο πρόφασιν προβαλλόμενος. ἀνάγει οὖν πάλιν εἰς τὴν τῆς ἀρχιερωσύνης
περιωπὴν τὸν θεῖον Ἰγνάτιον.418

419

Ἄρτι δὲ τῶν σκήπτρων ἐπειλημμένου αὐτοῦ ἀνταίρουσιν αὐτῷ χεῖρα τῶν πατρικίων τινὲς Γεώργιος καὶ Συμβάτιος, οἳ καὶ ληφθέντες ταῖς εἰς σῶμα ποιναῖς ἐκολάσθησαν. ἔστεψε δὲ βασιλεῖς καὶ Κωνσταντῖνον καὶ Λέοντα τοὺς υἱοὺς αὐτοῦ, μετέ‐
5πειτα δὲ καὶ τὸν τρίτον Ἀλέξανδρον. τὸν δὲ τέταρτον Στέφανον πατριάρχην βουλόμενος προχειρίσασθαι, νεώτατον ὄντα τότε, τῷ κλήρῳ τῆς τοῦ θεοῦ ἐκκλησίας καταριθμεῖ. τὰς δέ γε θυγατέρας αὐτοῦ τέσσαρας οὔσας τῇ βασιλικῇ μονῇ τῆς ἁγίας Εὐφημίας κατέταξε.
10 Κατὰ δὲ τῶν ἐν τῇ Κρήτῃ Ἀγαρηνῶν ἐκστρατεύσας ἡτ‐ τήθη, καὶ πολλοὶ μὲν ἔπεσον, καὶ ἑάλω δ’ ἂν καὶ αὐτός, εἰ μὴ ὁ Ἀβάστακτος Θεοφύλακτος ὁ πατὴρ τοῦ μετὰ ταῦτα βα‐ σιλεύσαντος τοῦ Ῥωμανοῦ τοῦ Λακαπηνοῦ αὐτὸν διεσώσατο. ἐπανελθὼν δὲ εἰς τὴν μεγαλόπολιν τὸν γαμβρὸν αὐτοῦ Χριστο‐
15φόρον κατὰ τῶν Ἀγαρηνῶν εἰς τὴν Κρήτην ἐκπέπομφεν· ὃς συμβαλὼν αὐτοῖς καὶ τρεψάμενος τὸ θράσος σφῶν ἐταπείνωσεν.
ἐξεστράτευσε δὲ καὶ κατὰ τῶν ἐν τῇ ἑῴᾳ μοίρᾳ Ἀγαρηνῶν ὁ419

420

αὐτοκράτωρ Βασίλειος καὶ κατὰ τῶν Μανιχαίων ὧν ἐξῆρχεν ὁ Χρυσόχειρ καλούμενος, καὶ φρούριά τινα κατασχὼν καὶ λείαν ἐλάσας ἐπεχείρησε μὲν πολιορκῆσαι καὶ τὴν Τεφρικὴν τὴν αὐ‐ τῶν μητρόπολιν, γνοὺς δὲ ταύτην καὶ προσεδρείας δεομένην
5πολλῆς καὶ ἄλλως δυσάλωτον, ἄρας ἐκεῖθεν ἀπῄει· καὶ τὸν Εὐφράτην εὑρὼν πολὺν ῥέοντα, ζεύξας τοῦτον ναυσὶ διεπέρασε καὶ πολλὰ τῶν ἐκεῖ ληισάμενος καὶ φρούρια ἑλὼν ἕτερα καὶ τοῖς μὲν τῶν βαρβάρων σπεισάμενος, τοὺς δὲ προσκεχωρηκότας αὐτῷ δεξάμενος, εἰς τὴν τῶν πόλεων προκαθημένην ἐπανελή‐
10λυθε καὶ διὰ μέσης θριαμβεύσας τῆς πόλεως εἰς τὰ βασίλεια ἐπανῆκεν. ὁ δὲ τῶν Μανιχαίων προεστηκὼς ὁ Χρυσόχειρ κατὰ τῶν Ῥωμαϊκῶν ἐπῄει χωρῶν καὶ αὐτὰς ἐληίζετο. στέλλει τοί‐ νυν ὁ βασιλεὺς κατ’ αὐτοῦ τὸν δομέστικον τῶν σχολῶν. ὅτι δὲ μὴ ἀξιόχρεων ἐπήγετο δύναμιν, κατὰ συστάδην αὐτῷ συμ‐
15βαλεῖν οὐκ ἔκρινε δεῖν. ὅπῃ δὲ παρείκοι, τοῖς αὐτοῦ συμπλε‐ κόμενος σκιδναμένοις καὶ ποιουμένοις καταδρομὰς ἐκάκου αὐτοὺς καὶ οὐκ ἀδεῶς εἴα ποιεῖσθαι τὰς ἐκδρομὰς καὶ τὰς
λεηλασίας. διὸ καὶ ἣν ἤδη ἴσχυσε λαβεῖν λείαν ὁ Χρυσόχειρ420

421

ἐπαγόμενος οἴκαδε ἐπανέστρεφεν. ὁ δὲ δομέστικος τῶν σχολῶν δύο στρατηγοῖς ἐνετείλατο παρέπεσθαί οἱ μετὰ τῶν περὶ αὐτοὺς ταγμάτων καὶ μὴ ἐᾶν τοὺς βαρβάρους σκίδνασθαι καὶ λεηλατεῖν. ἑσπέρας δὲ τοῦ μὲν Χρυσόχειρος καὶ τῶν περὶ αὐτὸν αὐλισα‐
5μένων ἐν ὑπωρείᾳ, τῶν δὲ Ῥωμαίων τὰ μετέωρα προκατειλη‐ φότων, ἔρις ἐνέπεσε περὶ πρωτείων καὶ τοῦ τίνες ἂν εἶεν ἀγα‐ θοὶ μᾶλλον τὴν ἰσχὺν τοῖς ἀμφοῖν τῶν στρατηγῶν στρατιώταις. ὡς δ’ ἕκαστοι ἑαυτοὺς κρειττονεύειν τῶν ἄλλων ἐμεγαλαύχουν, εἷς τις λῦσαι τὴν ἔριν σφίσι βουλόμενος “ἵνα τί μάτην” φησί
10“συστρατιῶται θρασυνόμεθα, ἐνὸν μὴ λόγοις, ἀλλ’ ἔργοις ἄρτι φανῆναι τίνες ἄνδρες εἰσὶν ἀγαθοὶ τῶν πολεμίων παρόντων;” ἔδοξεν οὖν ἡ βουλὴ τοῦ ἀνδρὸς ἀγαθὴ καὶ αὐτίκα τοῖς πολε‐ μίοις ἐπέθεντο. οἱ δὲ τῷ αἰφνιδίῳ καταπλαγέντες νῶτα τοῖς βάλλουσιν ἔτρεψαν, καὶ τῆς διώξεως ἐπὶ πολὺ γενομένης κατε‐
15στρώθη τὸ μεταξὺ πεδίον νεκροῖς, καὶ αὐτὸς δὲ ὁ Χρυσόχειρ ἔπεσε τότε, καὶ πολλοὶ δ’ ἐζωγρήθησαν καὶ τῷ βασιλεῖ ἐστά‐ λησαν δέσμιοι, καὶ αὐτὴ δ’ ἡ κεφαλὴ τοῦ Χρυσόχειρος.
Ἰγνατίου δὲ τοῦ πατριάρχου μεταστάντος εἰς τὰς ἐκεῖθεν421

422

μονάς, ὃς ἕνδεκα ἔτη τὰ πάντα τοὺς τῆς ἐκκλησίας ἴθυνεν οἴακας, ὁ Φώτιος τὸ δεύτερον παρὰ τοῦ Βασιλείου εἰς τὸν τῆς ἀρχιερωσύνης θρόνον ἀνάγεται. ἐπιβουλὴ δὲ συσκευαζομένη κατὰ τοῦ βασιλέως οὐκ ἔλαθεν. ὅθεν ὁ μὲν ἐξάρχων αὐτῆς
5Ῥωμανὸς ὁ Κουρκούας ἐξεκόπη τὰ ὄμματα, οἱ δὲ τούτῳ συν‐ ομοσάμενοι αἰκισθέντες καὶ καρέντες τὴν τρίχωσιν ὑπερορίαν κατεδικάσθησαν. Ἤδη δὲ τοῦ ἔαρος ἀναλάμποντος ἐκστρατεύει κατὰ τῆς Συρίας τὸν ἕνα τῶν υἱῶν τὸν Κωνσταντῖνον ἔχων μεθ’ ἑαυτοῦ
10καὶ εἷλε τῶν φρουρίων τινά, ἔνιοι δὲ προσεχώρησαν αὐτῷ διὰ τὴν τῶν ἄλλων ἅλωσιν δειλιάσαντες. εἶτα τῇ Γερμανικείᾳ προσ‐ βάλλει καὶ τὰ προάστεια δῃώσας αὐτῆς ἀφίκετο πρὸς πόλιν τὴν Ἄδαταν καὶ ταύτην ἐπολιόρκει. ὀλιγώρως δὲ πρὸς τὴν πολιορκίαν διακειμένων τῶν πολιτῶν αὐτῆς ἤρετο αὐτοὺς ὁ Βα‐
15σίλειος ὅτῳ πεποιθότες οὐ προσέρχονταί οἱ, ἤδη τῆς πόλεως ἁλισκομένης. καί τις τῶν χρόνῳ προβεβηκότων φησὶν ἀκριβῶς
εἰδέναι ὡς “οὐχ ὑπὸ σοῦ πέπρωται τὴν πόλιν ἁλῶναι νυνί,422

423

ἀλλ’ ὑφ’ ἑτέρου τῶν ἐξ ὀσφύος καταγομένων τῆς σῆς Κων‐ σταντίνου τὴν κλῆσιν.” τοῦ δὲ βασιλέως τὸν υἱὸν ἐπιδείξαντος καί “οὗτος ὁ Κωνσταντῖνός ἐστι” φήσαντος, ὁ γηραιὸς ἐκεῖνος “οὐχ οὗτος” εἶπεν “ὁ Κωνσταντῖνός ἐστιν, ὑφ’ οὗ ἡμῶν ἡ
5πόλις ἁλώσεται, ἕτερος δέ τις τῶν ἀπογόνων τῶν σῶν.” μη‐ νίσας οὖν ἐπὶ τοῖς τοῦ πρεσβύτου προμαντεύμασιν ὁ Βασίλειος κραταιότερον τῇ πολιορκίᾳ ἐπέθετο. ἐπεὶ δὲ οὐδὲν ἤνυε, καὶ ψῦχος δὲ γεγονὸς ἐλύπει σφόδρα τὸ στράτευμα, τὴν πολιορκίαν λιπὼν ἐπανόδου ἐμέμνητο, τοὺς αἰχμαλώτους ἀναιρεθῆναι προσ‐
10τάξας, ἵνα μὴ φυλακῆς δέωνται ἤ τι νεωτερίσωσιν ἀδείας λα‐ βόμενοι. Οἱ δ’ ἐκ Ταρσοῦ καὶ Μελιτηνῆς Ἀγαρηνοὶ τὰς Ῥωμαϊκὰς κατέτρεχον χώρας, οἷς ἀντεπιὼν ὁ στρατηλάτης Ἀνδρέας τὰς ὁρμὰς αὐτῶν ἀνέκοπτεν. ἐπιστείλαντος δὲ αὐτῷ τοῦ ἀμηρᾶ
15τῆς Ταρσοῦ ὡς “οὐδέν σε ὁ τῆς Μαρίας υἱὸς ὀνήσει κατὰ σοῦ ἐπιόντος μου,” ἐκεῖνος τὴν βλάσφημον ἐπιστολὴν εἰκόνος τῆς θεομήτορος ἐξηρτήσατο, “ἀνταπόδος τῷ ἀλαζόνι” λέγων “ὦ
δέσποινα, τοῦ φρυάγματος τὰ ἐπίχειρα.” καὶ ταῦτα εἰπὼν ἐχώ‐423

424

ρει κατὰ τοῦ βλασφημήσαντος, καὶ μάχης κροτηθείσης τρέπον‐ ται οἱ πολέμιοι, καὶ γίνεται τούτων φόνος πολύς, καὶ αὐτὸς δὲ ὁ ἀμηρᾶς ἀποσφάττεται, μετρίων διαφυγόντων τινῶν. φθο‐ νηθεὶς δὲ ὁ στρατηλάτης διεβέβλητο ὡς δυνάμενος καὶ τὴν
5Ταρσὸν ἐξελεῖν οὐκ ἠθέλησε. διὸ ἀφαιρεῖται μὲν τὴν ἀρχὴν ὁ βασιλεὺς ἀπ’ αὐτοῦ, δίδωσι δὲ ταύτην τῷ Στυππειώτῃ ἐπαγ‐ γελλομένῳ καὶ τὴν Ταρσὸν ἐκπορθῆσαι καὶ ἄλλα πλείω κατωρ‐ θωκέναι νεανιευομένῳ· ὃς οὐ μόνον ὧν ηὔχει οὐδὲν κατωρ‐ θώκει, ἀλλὰ καὶ δυστυχήματι περιπέπτωκεν ἐξ ἀμελείας καὶ
10ἀπερισκέπτου σκηνώσεως. γνόντες γὰρ οἱ βάρβαροι τὸ ἐκείνου στρατόπεδον ἀφυλάκτως ἔχον, νυκτὸς αὐτῷ ἐπιτίθενται καὶ ἀναιροῦσι πολλούς, οἱ πλείους δ’ ὑπ’ ἀλλήλων συμπατούμενοι διεφθείροντο· καὶ οὕτως ὑπερέσχον οἱ ἐκ τῆς Ἄγαρ. ἀλλὰ τὰ μὲν ἑῷα τοῦτον ἔσχε τὸν τρόπον, χειρόνως δὲ διέκειντο τὰ
15ἑσπέρια. Ἥ τε γὰρ τοῖς Ῥωμαίων βασιλεῦσιν ὑπήκοος Ἰταλία καὶ τὰ πλεῖστα τῆς Σικελίας ὑπόφορα τοῖς Καρχηδονίοις ἐπὶ τῆς
βασιλείας τοῦ Μιχαὴλ γεγόνασιν, ἀλλὰ μὴν καὶ ἄλλα τῶν ἐθνῶν424

425

πλείονα. στόλον γὰρ ἐξαρτύσαντες οἱ ἐκ Καρχηδόνος Ἀγαρηνοὶ πολλὰ μὲν εἷλον πολίσματα, τέλος δ’ ἐπολιόρκουν καὶ τὸ Ῥαού‐ σιον. στέλλουσιν οὖν οἱ Ῥαούσιοι πρεσβείαν πρὸς τὸν βασιλέα Βασίλειον, ἐπικουρίαν παρ’ αὐτοῦ ἐξαιτούμενοι· καὶ ὃς ἑκατὸν
5αὐτοῖς πολεμιστηρίους νῆας ἐκπέπομφεν, ἃς ἐπιέναι σφίσι μα‐ θόντες οἱ πολιορκοῦντες Ἀγαρηνοὶ λύσαντες τὴν πολιορκίαν τοῦ Ῥαουσίου τῇ Λογγιβαρδίᾳ προσέβαλον· καὶ τὸ ἄστυ τῆς Βά‐ ρεως εἷλον καὶ οὕτω κεχρημένοι ὁρμητηρίῳ πάσης τῆς Λογγι‐ βαρδίας ἐκράτησαν. γνόντα δὲ καὶ τὰ λοιπὰ ἔθνη τὰ παρὰ
10τῶν Ἀγαρηνῶν τούτων, ὡς εἴρηται, πιεζόμενα τὸ γεγονὸς κατὰ τὸ Ῥαούσιον, καὶ ὅτι τὴν ἐκ βασιλέως συμμαχίαν δείσαντες οἱ πολέμιοι τῆς πολιορκίας ἀπέστησαν, πρεσβεύουσι καὶ αὐτοὶ συμ‐ μαχίαν αἰτοῦντες καὶ ἑαυτοὺς τῇ τῶν Ῥωμαίων ἡγεμονίᾳ ὑπο‐
τιθέμενοι. καὶ ὁ βασιλεὺς τὴν πρεσβείαν προσήκατο καὶ ἐπε‐425

426

κούρησε τοῖς αἰτήσασι διά τε τοῦ προειρημένου στόλου καὶ διὰ τοῦ τῶν Φράγγων ῥηγός. ἐπέστειλε γὰρ ἐκείνῳ συλλαβέσθαι τοῦ κατὰ τῶν Ἀγαρηνῶν πολέμου τῷ τῶν Ῥωμαίων στρατεύ‐ ματι· ὑφ’ ὧν ἡ τῶν Ἀγαρηνῶν κατεπολεμήθη στρατιὰ καὶ ὁ
5ἀρχηγὸς αὐτῶν ἑάλω σουλδάνος καλούμενος, ὃν ὁ ῥὴξ τῶν Φράγγων ἐν Καπύῃ ἀπήγαγεν. ὅπου δύο διατρίψας ἐνιαυτοὺς οὐκ ὤφθη παρά του μειδιάσας οὐδέποτε, ὥστε τὸν ῥῆγα θαυ‐ μάζειν καὶ εἴ τις ἀπαγγείλῃ αὐτῷ γελῶντα τὸν βάρβαρον, δώ‐ σειν τι ἐπαγγέλλεσθαι τῆς ἀγγελίας μισθόν. εἶπεν οὖν τίς ποτε
10ἰδεῖν τὸν σουλδάνον γελάσαντα. καλέσας οὖν τὸν βάρβαρον ὁ ῥὴξ τὴν αἰτίαν τοῦ γέλωτος ἤρετο. ὁ δὲ τροχὸν εἶπεν ἁμάξης ὁρᾶν, οὗ τὸ μὲν πρόσγειον ἦν, τὸ δ’ ἦρτο μετέωρον, εἶτα τὸ μὲν μετέωρον κατῆκτο πρὸς γῆν, τὸ δὲ πρόσγειον μετεώριστο. “οὕτω δ’ εἰκάσας καὶ τὰ ἀνθρώπινα πράγματα κινεῖσθαι καὶ
15μεταφέρεσθαι ἐξεγέλασα, λογισάμενος ὡς οὐκ ἀδύνατον οὕτω διατεθῆναι καὶ τὰ κατ’ ἐμαυτόν, καὶ ὥσπερ ἐξ ὕψους κατη‐ νέχθην εἰς ταπεινότητα, οὕτως αὖθις ἴσως ἐκ χθαμαλότητος εἰς ὕψος ἐπαρθῆναι καὶ γενέσθαι μετάρσιος.” ταῦτα μὲν εἶπεν
ἐκεῖνος. ὁ δὲ ῥὴξ καὶ τὴν τῶν λόγων ἀλήθειαν εἰς νοῦν εἰλη‐426

427

φὼς καὶ τὸν σουλδάνον τῆς μεταβολῆς κατοικτείρας ᾠκειώσατό τε αὐτὸν καὶ παρρησίας μετέδωκε, καὶ συνετὸν τὸν ἄνδρα οἰ‐ όμενος ἐκοινώνει καὶ βουλευμάτων αὐτῷ. ὁ δὲ περίεργος ὢν δόλῳ τὸν ῥῆγα μετέρχεται. ὁ μὲν γὰρ ῥὴξ τήν τε Καπύην
5καὶ τὸν Βενεβενδὸν τὰς πόλεις νέον κτησάμενος, ἐδεδοίκει περὶ αὐταῖς μήποτε τῆς ἐλευθερίας ἀντιποιήσωνται. ὁ δὲ βάρβαρος ἐκεῖνος τοῦτ’ ἐγνωκὼς πρόσεισι τῷ ῥηγὶ καί φησιν “εἰ βούλει σοι τὴν τῶν πόλεων τούτων ἀρχὴν βεβαίαν προσεῖναι, τοὺς λογιμωτέρους τῶν ἐν αὐταῖς μετάγαγε ἀλλαχοῦ, καὶ οὐκέτι τὸ
10πλῆθος καθ’ ἑαυτὸ γεγονὸς οὐδὲν φρονήσει νεώτερον.” συν‐ οίσουσαν οὖν τὴν συμβουλὴν ὁ ῥὴξ οἰηθεὶς ἔθετο τῷ σκοπῷ, καὶ ἀσυμφανῶς δεσμὰ ἐχαλκεύοντο. εἶτα καὶ τοῖς ἐξόχοις τῶν ἐν ταῖς πόλεσιν ὡμίλει ὁ πονηρὸς ἐκεῖνος ἀνὴρ καὶ ὥσπερ φι‐ λικώτερον προσεφέρετο καὶ ἐν ἀπορρήτοις λέγει αὐτοῖς ὡς “ὁ
15ῥὴξ βούλεται τοὺς ἀξιολογωτέρους τῶν πολιτῶν ὑπὸ δεσμοῖς
ποιησάμενος εἰς τὴν ἑαυτοῦ χώραν μεταγαγεῖν, καὶ πίστεις,”427

428

ἔφη, “τῶν λόγων τὸ τὰς σιδηρέας ἁλύσεις χαλκεύειν καὶ χειρο‐ πέδας καὶ ἄλλα δεσμά.” τοῦτο τοίνυν ἐκεῖνοι ἀληθὲς εὑρη‐ κότες, εὐνοεῖν αὐτοῖς αὐτὸν ὑπειλήφασι, καὶ ἐξελθόντι πρὸς κυνηγέσιον τῷ ῥηγὶ τὰς πύλας τῶν πόλεων ἐπεζύγωσαν καὶ
5οὐκέτι τοῦτον ἐντὸς εἰσεδέξαντο. καὶ ὁ μὲν ἀπῆλθε πρὸς ἑαυτόν, ὁ δὲ σουλδάνος παρὰ τῶν πολιτῶν ἐκείνων ἀντιμισθίαν εὕρατο τὴν ἐλευθερίαν. ἀπελθὼν οὖν καὶ τὴν πρότερον ἀρχὴν αὖθις κατακτησάμενος, ἐκστρατεύει κατὰ τῶν εἰρημένων πόλεων τῆς τε Καπύης καὶ τῆς Βενεβενδοῦ. οἱ δὲ τῇ πολιορκίᾳ πιεζόμενοι
10στέλλουσι πρὸς τὸν ῥῆγα, συγγνωμονῆσαι σφίσι καὶ συμμαχῆσαι θερμῶς ἐξαιτούμενοι. ὡς δ’ ἐκεῖνος τὴν πρεσβείαν οὐ προσή‐ κατο, ἐπιχαίρειν εἰπὼν τῇ ἀπωλείᾳ αὐτῶν, πρὸς τὸν βασιλέα Βασίλειον ἑτέραν πρεσβείαν ἐστάλκασι, παρακαλοῦντες ἐπαρῆξαι αὐτοῖς κινδυνεύουσι. καὶ ὃς ὑπέσχετο, καὶ ὁ πρεσβευτὴς ἐπαν‐
15ῄει, θαρρεῖν παρεγγυήσων τοῖς συμπολίταις αὐτοῦ. ἑάλω δ’ ὑπὸ τῶν πολεμίων, καὶ μαθὼν ὁ σουλδάνος ὅπῃ τε ἦν καὶ οἷα κομίζει τοῖς ἀστοῖς εὐαγγέλια, φησὶ πρὸς αὐτόν “εἰ ζῆν ἐθέλεις, ἀπαγορεῦσαι τὸν βασιλέα τὴν συμμαχίαν τοῖς πέμψασί
σε ἀπάγγειλον ἐκ τοῦ τείχους προκύπτουσιν· εἰ γὰρ μὴ οὕτω428

429

ποιήσεις, ἴσθι αὐτίκα δὴ τεθνηξόμενος. ὁ δὲ συνέθετο ποιή‐ σειν ὡς ἐνετέλλετο· καὶ στὰς πρὸ τοῦ τείχους δέσμιος κατεχό‐ μενος ἔφη καὶ τὴν πρεσβείαν ἀνύσαι καὶ ἥξειν ὅσον ἤδη ἐκ βασιλέως βοήθειαν· καὶ ὁ μὲν ταῦτα λέγων τοῖς ξίφεσι κατε‐
5τέτμητο. ὁ δὲ σουλδάνος τὴν τῆς πόλεως ἀπελπίσας ἅλωσιν ὑπεχώρησε. Καὶ ὁ τῆς Ταρσοῦ δὲ ἀμηρᾶς Ἐσμὰν μετὰ πλοίων μεγά‐ λων, ἃ κουμπάρια τοῖς ἐκ τῆς Ἄγαρ ὠνόμασται, τῇ πόλει τοῦ Εὐρίπου προσέβαλεν· ἤνυσε δὲ οὐδέν, ἀλλ’ αὐτός τε ἀπώλετο
10καιρίως πληγεὶς καὶ τὸ πλέον τῆς στρατιᾶς αὐτοῦ. ἀλλὰ μέντοι καὶ ὁ τῆς Κρήτης κρατῶν Σαὴτ ὁ Ἀπόχαψ ἕτερον στόλον ἑτοι‐ μασάμενος Φώτιόν τινα δραστήριον ἄνδρα τούτῳ ἐπέστησεν, ὃς τά τε παράλια τοῦ Αἰγαίου καὶ τὰς νήσους ἐκάκου. ᾧ συν‐ αντήσας ὁ τῶν Ῥωμαίων στόλος, οὗ ναύαρχος ἦν ὁ τῶν πλωί‐
15μων δρουγγάριος ὁ πατρίκιος Νικήτας ὁ Ὠορύφας, πολλὰς μὲν
τῶν πολεμίων νηῶν τῷ ὑγρῷ πυρὶ ἀπετέφρωσε καὶ τοὺς ταύ‐429

430

ταις ἐμπλέοντας, πολλοὺς δὲ μαχαίρας ἔθετο ἔργον καὶ πλείους ὑποβρυχίους ἐποίησεν. ὅσοι δὲ τὸν πολυειδῆ τοῦτον ἔφυγον κίνδυνον, αἰσχρῶς ἀποδράντες ἐσώθησαν. οὐκ ἠγάπων μέντοι σωζόμενοι· πειρατικὰς δὲ νῆας ἑτοιμασάμενοι τὴν Πελοπόννη‐
5σον καὶ τὰς ἐκεῖ κατέτρεχον νήσους. ἀλλ’ αὖθις αὐτοῖς ὁ ῥη‐ θεὶς τοῦ στόλου δρουγγάριος ἔπεισι· τῷ γὰρ λιμένι προσορμίσας τῶν Κεγχρεῶν καὶ τὰ πολέμια πλοῖα περὶ Μεθώνην καὶ Πύ‐ λον καὶ Πάτρας ἐμφιλοχωρεῖν ἐγνωκώς, διὰ τοῦ κατὰ Κόριν‐ θον ἰσθμοῦ ταχέως διαγαγὼν τὰς τριήρεις ἐν τῇ ξηρᾷ ἐπιτί‐
10θεται τοῖς πολεμίοις ἀνωιστί· καὶ τῷ ἀνελπίστῳ ἐκπεπληγμένων αὐτῶν τὰς μὲν τῶν λῃστρικῶν νηῶν ἐπυρπόλησε, τὰς δὲ καὶ αὐτάνδρους κατέδυσε, καὶ αὐτοῦ τῶν πολεμίων ἐξηγουμένου Φωτίου ἀναιρεθέντος. οὕτω μὲν οὖν καὶ ὁ τῶν Κρητῶν ἀπώ‐ λετο στόλος.
15 Ἐξ Ἀφρικῆς δ’ ἕτεραι νῆες αὖθις ἑξήκοντα παμμεγέθεις ἐξώρμησαν καὶ τῇ ὑπὸ Ῥωμαίους καὶ αὐταὶ ἐλυμαίνοντο καὶ
μέχρι Κεφαληνίας καὶ Ζακύνθου προήλθοσαν. στέλλεται τοίνυν430

431

ναυτικὸν κατ’ αὐτῶν, ναυαρχοῦντα τὸν Νάσαρ ἔχον. πολλῶν δ’ ἐκ τῶν περὶ τὴν εἰρεσίαν πονούντων ἀποδρασάντων, αἱ τριή‐ ρεις ἦσαν ἡμίκενοι· διὸ καὶ ὁ ναύαρχος οὐκ ἔκρινε δεῖν οὕτω συμμίξαι τοῖς πολεμίοις, ἀλλ’ ἀναφέρει τῷ βασιλεῖ τὸ συμβάν,
5καὶ οἱ λειποτάκται ζητηθέντες ταχὺ κατεσχέθησαν. ἵνα δὲ καὶ φόβον ἐμποιήσῃ τῷ ναυτικῷ καὶ μηδένα κολάσῃ χριστιανόν, τριάκοντα τῶν ἐν εἱρκταῖς φρουρουμένων Ἀγαρηνῶν ἐκβλη‐ θῆναι κελεύει νυκτός, καὶ περιχρῖσαι μὲν ἀσβόλῃ τὰς ὄψεις αὐτῶν, ὡς ἂν μὴ ἐπιγινώσκοιντο, εἶτα καὶ αἰκίσασθαι σφᾶς
10καὶ διὰ τῆς ἀγορᾶς περιαγαγεῖν ἀνασκολοπισθῆναί τε ἀπα‐ χθέντας εἰς Πελοπόννησον. οὗ γενομένου οἱ τοῦ στόλου ναυ‐ τικοὶ ἐξεδειματώθησαν καὶ οὕτω τοῖς ἐναντίοις ἐπῆλθον νυκτὸς καὶ τρόπαιον ἤραντο, τῶν μὲν ἀπολομένων, τῶν δὲ ἑαλωκότων. εἶτα καὶ εἰς Σικελίαν διέβησαν καὶ τὰς ἐκεῖ πόλεις, ὅσαι τοῖς
15Καρχηδονίοις διέφερον, ἐκάκωσάν τε καὶ ἐξεπόρθησαν. Καὶ οἱ ἐκ μεσημβρίας δὲ Ἄραβες ἐσχολακέναι τὸν Ῥω‐
μαϊκὸν μαθόντες στόλον, τὰ τῆς Φοινίκης καὶ τῆς Συρίας ναυσὶ431

432

προσπλέοντες ἐκάκουν παράλια. ὁ γὰρ βασιλεύς, ὅτι Μιχαὴλ ἀνεῖλε τὸν πρὸ αὐτοῦ βασιλεύοντα, οἷον ἐξιλασκόμενος τὸν θεόν, πολλαχοῦ τῆς βασιλίδος τῶν πόλεων τῷ ἀρχιστρατήγῳ Μιχαὴλ ναοὺς ἐδείματο ἐκ καινῆς· καὶ ἐν αὐτοῖς δὲ τοῖς ἀνακτόροις
5ἐδομήσατο τούτῳ πολυτελές τε καὶ πολυδάπανον τέμενος, ὃ καὶ Νέαν ἐκκλησίαν ἐκάλεσεν. ἐν τούτοις οὖν τοῖς δομήμασι τῶν πλωίμων ἀσχολουμένων, καὶ τῶν νώτων αὐτῶν οὐκ ἀφιστα‐ μένων ἀπὸ τῶν ἄρσεων, τῶν τε χειρῶν αὐτῶν ἐν τοῖς κοφί‐ νοις δουλευουσῶν, ὁ στόλος ἐσχόλασε· διὸ καὶ οἱ Ἀγαρηνοὶ
10ἀδεῶς, ὡς εἴρηται, τὰ παράλια ἐληίζοντο καὶ οὐ μόνα ταῦτα ἐκάκουν, ἀλλὰ καὶ τὴν Συράκουσαν ἐξεπόρθησαν. ὁ δὲ βα‐ σιλεὺς ταῖς οἰκοδομαῖς τὸ ναυτικὸν τοῦ στόλου κατέτρυχε, καὶ τῷ προφήτῃ Ἠλιοὺ τῷ Θεσβίτῃ ναὸν ἀνεγείρας· ἐτίμα γὰρ τοῦτον διαφερόντως καὶ ᾤετο προσληφθήσεσθαί ποτε παρ’ αὐ‐
15τοῦ καὶ τῷ πυρίνῳ συνεπαρθήσεσθαι ἅρματι. ὅμως μέντοι τὴν ἅλωσιν καὶ κατασκαφὴν τῆς Συρακούσης μαθὼν ἔστειλε τοὺς ἀντικαταστησομένους τοῖς ἀλιτηρίοις Ἀγαρηνοῖς· ἀλλ’ οὐδὲν
ἤνυστο. εἶτα τὸν Φωκᾶν Νικηφόρον μετὰ δυνάμεως ἀξιομάχου432

433

ἐκπέπομφεν, ἄνδρα γενναιότατον ὁμοῦ καὶ στρατηγικώτατον, ὃς καὶ πολλὰ κατὰ τῶν Ἄγαρ ἐκγόνων ἐστήσατο τρόπαια. Ὅτε δὲ τῷ Θεοφιλίτζῃ, ὡς εἴρηται, ἐξυπηρέτει οὗτος ὁ βασιλεύς, συγκατῆλθεν ἐκείνῳ εἰς Πελοπόννησον καὶ εἰς τὸν
5τοῦ ἁγίου ἀποστόλου Ἀνδρονίκου ναὸν εἰσῆλθε σὺν τῷ κυρίῳ αὐτοῦ. ἦν δ’ ἐκεῖσε προσμένων μοναχός τις ἀντιποιούμενος ἀρετῆς, ὃς τοῦ μὲν Θεοφιλίτζη οὐδεμίαν φροντίδα πεποίητο, τὸν δὲ Βασίλειον θεασάμενος καὶ ἐξυπανέστη καὶ προσεκύνησε καὶ φιλοφρόνως ἐδεξιώσατο. γυνὴ δέ τις χήρα ἐν τῇ χώρᾳ
10ἐκείνῃ τυγχάνουσα καὶ τῶν ἐγχωρίων πρωτεύουσα πλούτῳ τε περιρρεομένη πολλῷ, συνήθης οὖσα τῷ μοναχῷ καὶ μαθοῦσα τὸ γεγονός, μετεπέμψατο τοῦτον καὶ ἤρετο πῶς τὸν μὲν Θεο‐ φιλίτζην ἄρχοντα περιφανῆ καὶ τοῖς βασιλεῦσι κατὰ γένος προσ‐ ήκοντα οὔτε προσρήσεως οὔτε δεξιώσεώς τινος κατηξίωσε, τῷ
15δ’ ἐκείνῳ ὑπηρετοῦντι καὶ προσεφώνησε καὶ τιμῆς μετέδωκεν οὐκ ἀναλογούσης τῇ καταστάσει αὐτοῦ, ἀλλὰ καὶ λίαν ὑπερ‐
βαλλούσης αὐτήν. εἴκαζε γάρ, εἰδυῖα τὸν μοναχόν, μὴ ἀλόγως433

434

ποιῆσαι τὸ γεγονός. ὁ δέ “τὸν μὲν Θεοφιλίτζην ἰδιώτην” εἶπεν “ἑώρων, βασιλέα δὲ τὸν Βασίλειον, καὶ διὰ τοῦτο καὶ ὡς βα‐ σιλέα τὸν ἄνδρα τετίμηκα. ἴσθι γὰρ ὡς πρὸς τοῦ θεοῦ βασι‐ λεὺς ἐκεῖνος ἀφώρισται.” ταῦτα ἀκούσασα ἡ γυνή, ἐπεὶ νοσήσας
5ἐκεῖ κατελείφθη ὁ Βασίλειος, ἀπάραντος ἐκεῖθεν τοῦ κυρίου αὐτοῦ, προσελάβετό τε αὐτὸν εἰς τὸν οἶκον αὐτῆς καὶ θερα‐ πείας ἠξίωσε καὶ ἀναρρωσθέντα εἰσποιητὸν ἀδελφὸν τῷ υἱῷ αὐτῆς γενέσθαι πέπεικε καὶ χρήματα παρέσχεν· εἶτα καὶ τὴν βασιλείαν αὐτῷ προαγορεύει, καὶ ὅτε τεύξεται τῆς ἀρχῆς, μὴ
10ἐπιλαθέσθαι τοῦ παιδὸς αὐτῆς ἀξιοῖ μήτ’ αὐτῆς, εἰ τοῖς ζῶσιν ἔτι συγκαταλέγοιτο. ὁ μὲν οὖν Βασίλειος ἐπὶ τούτοις ἀπῆλθεν. ἐκείνη δὲ βασιλεύσαντος ἄρτι πρὸς τὴν βασιλίδα τῶν πόλεων μετὰ τοῦ υἱοῦ παρεγένετο, δῶρα προσαγαγοῦσα πολυτελῆ καὶ πολλά· ἣν ἐντίμως ὁ βασιλεὺς προσεδέξατο καὶ τὸν υἱὸν αὐτῆς,
15ὃν ἀδελφὸν ἐκ πνευματικῆς διαθέσεως, ὡς εἴρηται, ἔσχηκε, πρωτοσπαθάριον τετίμηκε. Σεισμῶν δὲ διαφόρων συμβάντων, ἐξ ὧν πολλοὶ ναοὶ διερ‐
ράγησαν, ὁ βασιλεὺς αὖθις αὐτοὺς ἀνωρθώσατο· οὐ μὴν ἀλλὰ434

435

καὶ τὴν δυτικὴν μεγάλην ἁψῖδα τῆς τοῦ θεοῦ λόγου Σοφίας ῥαγεῖσαν καὶ πεσεῖν τυγχάνουσαν προσδοκήσιμον μηχαναῖς τεχνι‐ τῶν συνέσφιγξέ τε καὶ ἥδρασε. Καὶ τῶν Ἰουδαίων πολλοὺς δόσεσι χρημάτων καὶ ὑποσχέ‐
5σεσι χριστιανοὺς γενέσθαι πέπεικε· καὶ τῷ ἔθνει τῶν Ῥῶς σπει‐ σάμενος εἰς ἐπίγνωσιν ἐλθεῖν τοῦ καθ’ ἡμᾶς μυστηρίου πεποίηκε. συνθεμένοις γὰρ βαπτισθῆναι ἀρχιερεὺς αὐτοῖς ἐστάλη παρὰ τοῦ αὐτοκράτορος. οἱ δὲ μεταθέσθαι μέλλοντες ἐκ τῆς οἰκείας θρησκείας εἰς τὴν καθ’ ἡμᾶς ὤκνουν τε καὶ ἐδίσταζον καί
10“εἰ μή τι θαῦμα ἴδοιμεν” εἶπον πρὸς τὸν ἀρχιερέα “οἷα πολλὰ διδάσκεις αὐτὸς γενέσθαι πρὸς τοῦ Χριστοῦ, οὐκ ἄν ποτε δέ‐ ξασθαι πεισθείημεν τὸ δόγμα τὸ σόν.” καὶ ὅς “αἰτήσασθε” εἶπεν “ὃ βούλεσθε.” κἀκεῖνοι “τὴν βίβλον” εἶπον “ἣ τὰ περὶ τοῦ Χριστοῦ διδάσκει, βλητέον εἰς πῦρ· καὶ εἰ διαμείνῃ ἀνά‐
15λωτος, πίστις ἔσται ταῦτα ἡμῖν ἀληθῶς εἶναι θεὸν τὸν παρὰ σοῦ κηρυττόμενον.” συνέθετο ποιῆσαι τουτὶ ὁ ἐπίσκοπος· ἀνήφθη
πυρκαϊά, ἦρε πρὸς οὐρανὸν ὁ ἀρχιερεὺς τὰς χεῖράς τε καὶ τὰ435

436

ὄμματα· “δόξασόν σου” εἶπε “τὸ ὄνομα, Χριστὲ ὁ θεός.” ἐνέ‐ θετο τῇ πυρκαϊᾷ τὸ ἱερὸν εὐαγγέλιον· τὸ δὲ χρονίσαν ἐν τῇ φλογὶ ἀδιαλώβητον ἔμεινεν. οἱ βάρβαροι ἐξεπλάγησαν, ἐπί‐ στευσαν τῷ κηρύγματι καὶ τελεσθῆναι κατήπειγον τῷ θείῳ
5βαπτίσματι. ταῦτα μὲν οὖν ταύτῃ συμβέβηκεν. Ὁ δ’ εἷς τῶν τοῦ βασιλέως υἱῶν ὁ Κωνσταντῖνος, ὃν καὶ μᾶλλον τῶν ἄλλων ἐφίλει, νοσήσας ἐξέλιπε· καὶ ὁ αὐτοκράτωρ βαρέως τὸν ἐκείνου ἤνεγκε θάνατον καὶ ἦν ἀπαράκλητος καὶ ἐζήτει ζῶντα τοῦτον ἐμφανισθῆναι αὐτῷ. ἦν δέ τις μοναχὸς
10Θεόδωρος, ᾧ Σανταβαρηνὸς τὸ ἐπώνυμον· οὗτος τῷ βασιλεῖ προσῳκείωτο εἰς ἄκρον ἐναρέτου βίου αὐτὸν ἐφθακέναι πιστεύ‐ οντι, ὡς ἐντεῦθεν καὶ σημεῖα ἐργάζεσθαι· οὗτος τοίνυν ὁ Σαντα‐ βαρηνός, ὃς καὶ τῆς μητροπόλεως Εὐχαΐτων ἐχρημάτισε πρόε‐ δρος, λέγεται δεῖξαι τῷ βασιλεῖ τὸν τεθνηκότα υἱὸν αὐτοῦ ζῶντα
15δῆθεν. ἐν γὰρ λόχμῃ τινὶ φαντάσαι τὸν Κωνσταντῖνον ἔφιππον τῷ οἰκείῳ συναντῆσαι πατρί· ᾧ καὶ περιπλακῆναι δόξας ὁ βα‐ σιλεὺς καὶ καταφιλῆσαι, οὐκέτι τοῦτον ἑώρακε. καὶ ἄλλα δὲ
τοιαῦτα ποιήσας ὁ Σανταβαρηνὸς καὶ τούτοις ἐκπλήξας τὸν436

437

βασιλέα ὅλον εἰς ἑαυτὸν περιήγαγεν, ὡς πίστιν εἰς αὐτὸν κεκτῆ‐ σθαι καὶ κατὰ μηδὲν αὐτῷ ἀπιστεῖν. καὶ ὁ μὲν βασιλεὺς οὕτω διέκειτο πρὸς τὸν Σανταβαρηνόν. ὁ δὲ Λέων, ὁ δεύτερος τῶν τοῦ βασιλέως υἱῶν ἤδη νεανίας γενόμενος καὶ γυναικὶ συζυ‐
5γεὶς τῇ θυγατρὶ τοῦ Μαρτινακίου καὶ ἀναρρηθεὶς βασιλεὺς παρὰ τοῦ πατρὸς αὐτοῦ, τῷ Σανταβαρηνῷ οὐκ ἠρέσκετο, ἀλλὰ φαρ‐ μακὸν ἀπεκάλει καὶ γόητα καὶ ἀπατῶντα τὸν αὐτοκράτορα. τούτοις ἐκεῖνος ὥς τισι κέντροις πληττόμενος εἰς ἄμυναν δι‐ ανίσταται καὶ πλασάμενος εὔνοιαν πρὸς τὸν Λέοντα “νεανίαν
10ὄντα σε” λέγει “ὦ βασιλεῦ, καὶ τῷ πατρὶ συνθηρῶντα καὶ συνιππεύοντα δεῖ σε καὶ ἐγχειρίδιον ἐπιφέρεσθαι, ἵνα τούτῳ καὶ κατὰ θηρίου χρήσῃ ὁπότε δέοι καὶ τῷ πατρί σου ἴσως ὀρέξῃ κατὰ καιρὸν ἢ τυχὸν καὶ ἐπιβουλεύοντας ἀμυνῇ.” ὁ δὲ μὴ φωράσας τὸν δόλον ξιφίδιον ἔνδον φέρειν τοῦ ὑποδήματος
15ἐπείσθη κατὰ τὴν συμβουλήν. τούτῳ τοίνυν τῷ ξιφιδίῳ ὁ Σανταβαρηνὸς κατὰ τοῦ Λέοντος χρᾶται εἰς ἄμυναν καὶ τῷ βασιλεῖ “ἐπιβουλεύει σοι” φησίν “ὁ υἱός σου, καὶ τούτου δεῖγμα
τὸ φέρειν, ὅτε σοι συνθηρᾷ, κεκρυμμένον ξιφίδιον.” ἐξῆλθεν437

438

οὖν εἰς κυνηγέσιον ὁ Βασίλειος καὶ ὁ Λέων παρείπετο τῷ πατρί· εὑρέθη τὸ ἐγχειρίδιον κεκρυμμένον ὑπὸ τὸ πέδιλον, ἔδοξεν ἀλη‐ θεύειν ὁ κατειπών, ἀπολογούμενος ὁ κατηγορούμενος οὐ προσ‐ ίετο· ἐξώργιστο κατὰ τοῦ υἱοῦ ὁ πατήρ, ἐγκλείει τοῦτον τῶν
5βασιλικῶν θαλάμων ἑνὶ καὶ τὰ τοῦ κράτους ἀφαιρεῖται παρά‐ σημα, ὡς δέ τινες ἱστοροῦσι, καὶ τὰ ὄμματα τῷ υἱῷ πηρῶσαι διεμελέτα, παρὰ τοῦ Σανταβαρηνοῦ πρὸς τοῦτο ἐρεθιζόμενος· καὶ ἔργον ἂν ἐγένετο τὸ μελέτημα, εἰ μὴ ὁ πατριάρχης καὶ τῆς συγκλήτου οἱ προὔχοντες πολλὰ δεηθέντες τοῦ βουλεύματος
10τὸν βασιλέα μετέστησαν. τέως δ’ οὖν ἐπέμενεν ἡ ὀργή, καὶ ὁ Λέων ἔμφρουρος ἦν, καὶ χρόνος ἐτρίβη συχνός· συνευωχεῖτο δ’ ὁ βασιλεὺς τῶν τῆς συγκλήτου τισί· τοῦτο δὲ κατὰ καιροὺς ὡρισμένους ἐκ συνηθείας ἐγένετο παλαιᾶς. ἦν δ’ ἐν τῷ οἴκῳ, καθ’ ὃν ἐγίνετο τὸ συμπόσιον, ζῷον ἐν κλωβῷ ᾐωρημένον
15τῶν μιμηλῶν, καλούμενον ψιττακός· τοῦτό τινος ὀδυρομένου καὶ ἀνακαλουμένου τὸν Λέοντα συνεχῶς ἀκοῦον ἐμιμήσατο τὴν φωνὴν καί “Λέων Λέων” ἐβόα πυκνά. τὰς γοῦν φωνὰς ταύ‐
τας τοῦ ὄρνιθος οἱ τῷ βασιλεῖ συνεστιώμενοι λαβὴν εὑρόντες438

439

τῆς ὑπὲρ τοῦ Λέοντος παρακλήσεως ἀνέστησάν τε τοῦ συμ‐ ποσίου καὶ δακρύων πλησθέντες “εἶτα” φασίν “οὐκ εἰς κατη‐ γορίαν ἔσται ἡμῖν τὸ ζῷον τοῦτο, ὦ βασιλεῦ, ὅτι αὐτὸ μὲν τὸν οἰκεῖον ἀνακαλεῖται δεσπότην, ἡμεῖς δὲ τῆς μετὰ τοῦ κρά‐
5τους σου πανδαισίας ἐπαπολαύοντες ἀμνημονοῦμεν ἐκείνου, ἐπὶ χρόνον ἤδη καθειργμένου πολύν; ἄνες, δέσποτα, τὴν κατ’ ἐκείνου ὀργὴν καὶ λῦσον αὐτῷ τὴν φρουρὰν καὶ πρόσβλεψον εὐμενὲς ἢ μᾶλλον πρόσιδε ὡς πατήρ.” τούτοις ὁ βασιλεὺς ἐχάλασε τὴν κατὰ τοῦ υἱέος ὀργὴν καί οἱ ἐσπείσατο καὶ τὴν τιμὴν ἀπέ‐
10δωκε τὴν βασίλειον. Εἰς θήραν δὲ ἀπελθὼν ἐλάφῳ ἐντυγχάνει τὸ μέγεθος ὑπερ‐ φυεῖ καὶ εἰς ὕψος ἠρμένα κέρατα φέροντι, καὶ τοῦτον ἐδίωκε καὶ πλησιάσας αὐτῷ ἦρε τὴν χεῖρα ξιφήρη πλῆξαι τὸ ζῷον βουλόμενος. τὸ δὲ τοῖς κέρασιν ἠμύνετο τὸν διώκοντα, καί
15τινος τῶν αὐτοῖς παραφυομένων ὄζων ἐμβληθέντος τῇ ζώνῃ τοῦ βασιλέως μετέωρος ἐκεῖνος ἐφέρετο, ᾐωρημένος τοῦ ζῴου τοῖς κέρασι· καὶ τάχα ἂν ἠνάλωτο, εἰ μή τις φθάσας καὶ ξίφει τεμὼν τὴν ζώνην αὐτὸν διεσώσατο. ᾧ καὶ σῶστρα καλὰ δέ‐
δωκεν ὁ ὑπ’ ἐκείνου σωθεὶς τὴν τῆς κεφαλῆς ἐκτομήν, καὶ ἡ439

440

σκῆψις ὡς εὐπρεπής· “ὅτι ξίφος” ἔφη, “ἐπὶ βασιλέα γυμνώ‐ σειε,” μὴ λογισάμενος ὅτι ὑπὲρ βασιλέως ἦρκε τὸ ξίφος ὁ ἄν‐ θρωπος καὶ ἀμοιβῆς μᾶλλον ἦν ἄξιος καὶ δωρημάτων βασι‐ λικῶν. καὶ ὁ μὲν οὕτως ἀπώνατο τῆς ὑπὲρ τοῦ βασιλέως
5σπουδῆς. ὁ δὲ πληγεὶς καὶ τὸ σῶμα τῷ κέρατι καὶ περιδινη‐ θεὶς τὰ σπλάγχνα ἐπεβίω μέν, ἀλλ’ οὐκ εἰς μακρόν· ἀπεβίω δ’ ἐντεῦθεν, συμβασιλεύσας μὲν τῷ Μιχαὴλ ἔτος ἕν, αὐταρχή‐ σας δ’ ἐννεακαίδεκα, τῷ υἱῷ Λέοντι τὴν βασιλείαν λιπών, ὄντι πρεσβυτέρῳ τῶν περιόντων υἱῶν.
10 Αὐτοκράτωρ δὲ γεγονὼς ὁ Λέων αὐτίκα πρὸς ἄμυναν διανέστη τοῦ Σανταβαρηνοῦ. ὑποπτεύων δὲ ὡς ἀντιλήψεται τούτου ὁ πατριάρχης Φώτιος, φιλίως πρὸς αὐτὸν διακείμενος, αἰτίας πλάττει κατὰ τοῦ πατριάρχου καὶ ἐξωθεῖ τῆς ἐκκλησίας αὐτὸν καὶ ἐν τῇ τῶν Ἁρμονιανῶν περιορίζει μονῇ, πατριάρχην
15δὲ Στέφανον προεχειρίσατο, τὸν οἰκεῖον ὁμαίμονα· καὶ ὅτι μὴ ἦν Ἡρακλείας ἀρχιερεύς, ὑπὸ τοῦ πρωτοθρόνου κεχειροτόνητο.
ἀχθῆναι δ’ ἐξ Εὐχαΐτων ἐκέλευσε τὸν Σανταβαρηνόν· τῆς ἐκεῖ440

441

γὰρ ἐκκλησίας προήδρευε. πέμψας δὲ εἰς τὴν ἐν Χρυσοπόλει μονὴν τοῦ Φιλιππικοῦ, ὅπου ὁ βασιλεὺς Μιχαὴλ ἐτέθαπτο, ἐξάγει τὸ σῶμα τούτου ἐκ τῆς σοροῦ καὶ μετὰ προπομπῆς πολλῆς καὶ βασιλείου τιμῆς εἰς τὸν τῶν ἁγίων ἀποστόλων ναὸν
5κατατίθησιν ἐν λάρνακι μαρμαρίνῃ, καὶ τῶν ἀδελφῶν αὐτοῦ παρόντων ἐπὶ τῇ προπομπῇ, τοῦ τε Ἀλεξάνδρου καὶ τοῦ πα‐ τριάρχου. τῇ δὲ τοῦ Ζαούτζη Στυλιανοῦ θυγατρὶ συμφθειρό‐ μενος ἔτι ζώσης Θεοφανοῦς τῆς αὐτοῦ γαμετῆς τὸν πατέρα ταύτης μάγιστρον ἐτίμησε καὶ λογοθέτην τοῦ δρόμου, μετέπειτα
10μέντοι καὶ βασιλεοπάτορα, αὐτὸς τὸ ὄνομα εὑρών. Ἐξ ἐμπρησμοῦ δὲ μετὰ τῶν ἄλλων καὶ τοῦ ναοῦ τοῦ ἁγίου ἀποστόλου Θωμᾶ πυρποληθέντος, ὁ βασιλεὺς οὗτος αὐτὸν ἀνε‐ καίνισεν. ἤδη δὲ καὶ ὁ Σανταβαρηνὸς ἤχθη καὶ εἰς τὰ ἐν ταῖς Πηγαῖς ἐφρουρεῖτο βασίλεια, ἔνθα πέμψας ὁ βασιλεὺς καὶ ἀφει‐
15δῶς αὐτὸν αἰκισάμενος ἐν Ἀθήναις ὑπερόριον ἔθετο. οὐ πολὺ τὸ ἐν μέσῳ καὶ πέμψας ἐκεῖ ἐξέκοψε τὰ ὄμματα αὐτοῦ. μετὰ δὲ πλείους ἐνιαυτοὺς τῆς ὑπερορίας τε τὸν ἄνθρωπον ἐπανή‐
γαγε καὶ προνοίας ἠξίωσεν.441

442

Ὁ δὲ Λογγιβαρδίας δοὺξ Ἀγίων, τοῦ ῥηγὸς Φραγγίας τυγ‐ χάνων γαμβρός, ἐπεὶ τὸν θάνατον τοῦ Βασιλείου ἐπύθετο, τὰς πρὸς Ῥωμαίους συνθήκας ἠθέτησε καὶ τὴν χώραν ἅπασαν ᾠκειώσατο. διὸ τὸν ἐπὶ τῆς τραπέζης ἔπεμψεν ὁ βασιλεὺς κατ’
5αὐτοῦ μετὰ τῶν δυτικῶν ταγμάτων· ὃς συμμίξας αὐτῷ ἡττήθη καὶ πάντας σχεδὸν οὓς ἐπήγετο ἀπεβάλετο, μόλις αὐτὸς δια‐ δράς. τοῦ δὲ πατριάρχου Στεφάνου ἐκλελοιπότος Ἀντώνιος προκεχείριστο πατριάρχης, ὃς Καυλέας ὠνόμαστο. Τῶν δὲ Βουλγάρων ἐνσπόνδων ὄντων καὶ ἐμπορίας ποιου‐
10μένων μετὰ Ῥωμαίων, οἱ τοῖς τελωνήμασιν ἐφεστῶτες ἄδικα αὐτοὺς εἰσέπραττον τέλη. τοῦτο τῷ αὐτῶν ἄρχοντι Συμεὼν λαβὰς ζητοῦντι τοῦ κατὰ Ῥωμαίων πόλεμον ἄρασθαι εἰς πρό‐ φασιν ἤρκεσε. καὶ μέντοι καὶ ἤρατο· καὶ Ῥωμαϊκὸν αὐτῷ ἀνθοπλισάμενον στράτευμα ἥττητο, καὶ πολλοὶ μὲν ἔπεσον τῶν
15Ῥωμαίων καὶ ὁ στρατηλάτης αὐτός· πολλοὶ δ’ ἑάλωσαν, ὧν τὰς ῥῖνας ὁ Συμεὼν ἐκτεμὼν ἐπανελθεῖν ἀφῆκε πρὸς τὸ Βυ‐
ζάντιον. τούτοις περιαλγήσας ὁ βασιλεὺς δώροις τοὺς Τούρ‐442

443

κους ἔπεισε τοὺς περὶ τὸν Ἴστρον, οἳ καὶ Οὖγγροι καλοῦνται, τοῖς Βουλγάροις ἐπεξελθεῖν καὶ ὅση δύναμις κακῶσαι αὐτούς. καὶ αὐτὸς δὲ ὁ βασιλεὺς διά τε θαλάσσης καὶ διὰ γῆς ἡτοί‐ μαστο ὅπλα κινῆσαι κατὰ τῶν Βουλγάρων, τῷ πατρικίῳ Νικη‐
5φόρῳ τῷ Φωκᾷ τὸν κατ’ αὐτῶν ἀναθέμενος πόλεμον, δομέ‐ στικον τῶν σχολῶν αὐτὸν προβαλόμενος. πρὸ τοῦ πολέμου δὲ τὸν κοιαίστωρα στέλλει ὁ αὐτοκράτωρ πρὸς Συμεὼν περὶ εἰρή‐ νης πρεσβεύσοντα. ὁ δὲ βάρβαρος δόλῳ τοῦτον ὑποτοπήσας ἐλθεῖν καθείργνυσι καὶ δεσμεῖ καὶ τῷ Φωκᾷ ἀντεμάχετο. ἐκεί‐
10νου δὲ περὶ τοῦτον ἀσχολουμένου οἱ Οὖγγροι τὴν χώραν αὐτοῦ ἐληίσαντο. διὸ τὸν Φωκᾶν λιπὼν κατ’ ἐκείνων ἐξώρμησε καὶ συμβαλὼν αὐτοῖς ἥττητο, πολλῶν μὲν σφαγέντων Βουλγάρων, πλειόνων δ’ ἁλόντων, αὐτοῦ δὲ τοῦ Συμεὼν μόλις ἐν Δορο‐ στόλῳ φυγόντος· τοῦτο δ’ ἡ Δρίστρα ἐστί. τοὺς δ’ αἰχμαλώ‐
15τους Βουλγάρους ὁ βασιλεὺς παρὰ τῶν Οὔγγρων ἐπρίατο καὶ ὁ Συμεὼν περὶ εἰρήνης ἱκέτευε. καὶ πιστεύσας τοῖς λόγοις
ἐκείνου ὁ βασιλεὺς τὸν Χοιροσφάκτην ἀπέστειλε σπονδὰς ποιη‐443

444

σόμενον, ὃν ὁ βάρβαρος κατέσχε τε καὶ ἐδέσμησεν. αὐτὸς δὲ τοῖς Τρύρκοις ἐπῆλθε καὶ ἐτρέψατό τε αὐτοὺς καὶ τῇ χώρᾳ σφῶν ἐλυμήνατο. εἶτα ἐπέστειλε τῷ Λέοντι μὴ ἄν ποτε σπεί‐ σασθαι, εἰ μὴ τοὺς αἰχμαλώτους Βουλγάρους λήψοιτο πρότερον·
5καὶ τούτους λαβὼν οὐκ ἐσπείσατο. ὁ γοῦν βασιλεὺς τοῖς τε τάγμασι τοῖς ἑῴοις καὶ τοῖς ἑσπερίοις ὁμοῦ συνελθοῦσι κατὰ τῶν Βουλγάρων ἐχρήσατο, ἀλλ’ ἡττήθησαν ἅπαντα τῷ Συμεὼν προσβαλόντα. καὶ τὰ μὲν τῶν Βουλγάρων τοῦτον εἶχε τὸν τρόπον.
10 Ὁ δὲ βασιλεὺς ἐν ἀγροῖς τισι τῇ τοῦ Ζαούτζη συνὼν θυ‐ γατρὶ τῇ Ζωῇ ἐπεβουλεύθη παρά τινων. αἰσθομένης δὲ τῆς Ζωῆς ἐκ θροῦ τὴν ἐπιβουλὴν καὶ διυπνισάσης τὸν βασιλέα κοιμώμενον, αὐτίκα ἐκεῖνος ἐπανῆλθεν εἰς τὰ βασίλεια καὶ οὕτω διέφυγε τὴν ἐπιβουλήν. ἄρτι δὲ τῆς βασιλίδος θανούσης Θεο‐
15φανοῦς τὴν εἰρημένην Ζωὴν ὁ βασιλεὺς Αὐγούσταν ἀνηγόρευσε καὶ νόμιμον ἔθετο γαμετὴν τὴν πρὶν αὐτοῦ παλλακήν, ἣ ἐπ’ ὀλίγον τῆς εὐτυχίας ἀπώνατο· ἐνιαυτὸν γὰρ ἕνα ἐπὶ μησὶν ὀκτὼ
τῇ βασιλείᾳ ἐπιβιώσασα τέθνηκεν. ἑτέρα δ’ αὖθις ἐπιβουλὴ444

445

μηνύεται τῷ βασιλεῖ, ἣν ἐμελέτα ἐπείκτης Βασίλειος, τοῦ Ζαούτζη τυγχάνων ἀνεψιός. ὃς τὸ ἀπόρρητον τῷ ἐκτομίᾳ Σαμωνᾷ ἐκοι‐ νώσατο, ὅρκοις πρότερον βεβαιώσαντι ὡς ἀνέκφορον τηρήσει τὸ λεχθησόμενον. ἦν δὲ ὁ Σαμωνᾶς ἐξ Ἀγαρηνῶν καὶ μαθὼν
5τὸ κατὰ τοῦ κρατοῦντος μελέτημα εὐθὺς ἐκφέρει πρὸς αὐτὸν τὸ μυστήριον. καὶ κατεσχέθη μὲν ὁ Βασίλειος καὶ οἱ συνί‐ στορες τοῦ βουλεύματος, ὁ δὲ Σαμωνᾶς ἐτιμήθη πρωτοσπα‐ θάριος καὶ ᾠκειώθη τῷ βασιλεῖ. Ἠγάγετο δὲ καὶ τρίτην ὁ Λέων εὐνέτειραν, ἣ Εὐδοκία μὲν
10ἐκαλεῖτο, ἐκ δὲ τοῦ Ὀψικίου τὸ γένος εἷλκε καὶ τὴν ὥραν ἦν περιττή. ἀλλὰ καὶ αὕτη βραχύ τι συνεζήκει τῷ βασιλεῖ· συλλα‐ βοῦσα γὰρ καὶ πρὸς τῷ τεκεῖν γενομένη σὺν τῷ τεχθέντι ἀπέ‐ θανεν. ἔχων δὲ δι’ ἐφέσεως οὗτος ὁ αὐτοκράτωρ παῖδα ἐσχη‐ κέναι, μᾶλλον μέντοι καὶ κεχρηματισμένον ἐσχηκὼς τοῦτο (ἦν
15γὰρ ἐραστὴς σοφίας παντοδαπῆς καὶ αὐτῆς δῆτα τῆς ἀπορρήτου, ἣ δι’ ἐπῳδῶν μαντεύεται τὰ ἐσόμενα, καὶ περὶ τὰς τῶν ἀστέ‐ ρων δ’ ἐσχολάκει κινήσεις καὶ τὴν ἐκ τούτων ἀποτελεσματικὴν
ἐπιστήμην μετήρχετο, καὶ εὕρισκεν ὡς ἕξει παῖδα τῆς βασιλείας445

446

διάδοχον) καὶ τετάρτην ἄγεται γαμετὴν τὴν Καρβωνοψῖναν Ζωήν. οὐκ εὐθὺς μέντοι αὐτῇ τοῦ τῆς βασιλείας μετέδωκεν ἀξιώματος, ἀλλ’ ἐφ’ ἱκανὸν αὐτῷ συμβιοῦσα ἦν ἀταινίωτος, μέχρις οὗ παιδίον ἐξ αὐτῆς ἐτέχθη τῷ βασιλεῖ, ὃ παρὰ τοῦ πατριάρχου
5Νικολάου τοῦ θείου κατηξιώθη βαπτίσματος. τοῦ γὰρ Ἀντω‐ νίου τῷ θρόνῳ τῆς Κωνσταντινουπόλεως ἐπιζήσαντος ἔτη *** καὶ μεταθεμένου τὴν ζωήν, ὁ μυστικὸς Νικόλαος πατριάρχης κεχειροτόνητο. μετὰ δὲ τὸν τοῦ υἱοῦ αὐτοῦ τοκετόν, ὃν Κων‐ σταντῖνον ὠνόμασεν ὁ βασιλεύς, καὶ τὴν σύνευνον αὐτοῦ ἀνη‐
10γόρευσε. διὰ γοῦν τὸν τέταρτον γάμον ἀφώριστο παρὰ τοῦ πατριάρχου ὁ Λέων. τιμῶν δὲ τὴν πρώτην αὐτοῦ γαμετὴν τὴν μακαρίαν Θεοφανὼ τέμενος ἀνήγειρεν εἰς ὄνομα ἐκείνης ἔγγιστα τοῦ τῶν ἁγίων ἀποστόλων ναοῦ, ἐν ᾧ καὶ τὸν νεκρὸν ἐκείνης κατέθετο. καὶ ἐπ’ ὀνόματι τοῦ ἁγίου Λαζάρου ναὸν
15ἐδείματο ἕτερον, εἰς ὃν καὶ τὸ ἱερὸν ἐκείνου σῶμα ἀπεθησαύ‐ ρισεν ἐκ τῆς Κύπρου μετενεχθέν, ἀλλὰ μὴν καὶ τὸ τῆς Μα‐ γδαληνῆς Μαρίας. ἀσχολουμένων δὲ ταῖς οἰκοδομαῖς τῶν πλωί‐
μων καὶ τοῦ στόλου μὴ πλέοντος, τὸ τῶν Ἀγαρηνῶν ναυτικὸν446

447

τὸ Ταυρομένιον ἐξεπόρθησε καὶ τὴν νῆσον κατέσχε Λῆμνον, καὶ πολλὴ τῶν ἀνθρώπων ἐν αὐτοῖς συνέβη φθορά. Προόδου δὲ κατὰ τὴν πεντηκοστὴν γενομένης τοῦ βα‐ σιλεύοντος εἰς τὸν τοῦ ἁγίου Μωκίου ναὸν κατὰ τὸ ἔθος ὁ
5βασιλεὺς οὗτος ἐποιήσατο τὴν προέλευσιν· καί τις ἤδη ταῖς κιγκλίσι τοῦ θυσιαστηρίου τοῦ αὐτοκράτορος πλησιάζοντος ἐξώρ‐ μησεν ἐκ τοῦ ἄμβωνος βάκτρον μετὰ χεῖρας ἔχων βαρύτατον καὶ κατὰ τῆς βασιλικῆς ἐπήνεγκεν αὐτὸ κεφαλῆς· καὶ συν‐ έτριψεν ἂν αὐτήν, εἰ μὴ τῇ ᾐωρημένῃ λυχνίᾳ προσαράξαν τὸ
10βάκτρον ἀφῄρητο ταύτῃ τῆς καταφορᾶς τὴν σφοδρότητα. τέως δ’ οὖν αἷμα τῆς τοῦ βασιλέως κεφαλῆς καταρρέον θόρυβον τοῖς ἄρχουσιν ἐνεποίησεν· ὅτι δ’ οὐ παρῆν ἐκεῖ Ἀλέξανδρος ὁ τοῦ βασιλέως αὐτάδελφος, ὑπόληψις παρὰ τοῖς πλείοσιν ἐπε‐ κράτησε τῆς ἐπιβουλῆς αὐτὸν μὴ εἶναι ἀμέθεκτον. ὁ δὲ τὸ
15τόλμημα ποιήσας βασάνοις ὑποβληθεὶς καὶ μηδένα μηνύσας συνίστορα χεῖρας ἀπετμήθη καὶ πόδας καὶ τέλος παρεδόθη πυρί. ὁ δὲ μοναχὸς Μάρκος ὁ τὸ τετραῴδιον τοῦ μεγάλου
σαββάτου ἀναπληρώσας ἔφη παρὼν πρὸς τὸν βασιλέα “τοῦτο447

448

προείρηται παρὰ τοῦ Δαβὶδ εἰρηκότος· ‘ὅσα ἐπονηρεύσατο ὁ ἐχθρὸς ἐν τῷ ἁγίῳ σου, καὶ ἐνεκαυχήσαντο οἱ μισοῦντές σε ἐν μέσῳ τῆς ἑορτῆς σου.‘ ἴσθι οὖν, βασιλεῦ, ὡς ἀπὸ τοῦδε χρόνον βασιλεύσεις δεκαετῆ.” καὶ ὁ λόγος ἔργον ἐγένετο· ἔθανε
5γὰρ ὁ Λέων μετὰ δέκα ἐνιαυτοὺς κατ’ αὐτὴν τὴν ἡμέραν καθ’ ἣν ἐπλήγη τότε τὴν κεφαλήν. Ὁ ἤδη δὲ ῥηθεὶς Σαμωνᾶς παρὰ τῷ βασιλεῖ μεγάλα δυ‐ νάμενος πλοῦτόν τε δαψιλῆ περιβαλόμενος, καὶ τοῦτον λαβὼν εἰς τοὺς Ἀγαρηνούς, ὅθεν ὥρμητο, ἀπεδίδρασκεν. ἀλλ’ ἑάλω
10τὸν Ἅλυν διαπερῶν· ὁ δὲ εἰς τὸν ἐν Σιριχᾷ σταυρὸν ἔλεγεν ἀπιέναι, τοῦτο εὐχὴν ποιησάμενος· ὃν λαβὼν Κωνσταντῖνος ὁ τοῦ Δουκὸς Ἀνδρονίκου υἱὸς εἰς τὸ Βυζάντιον ἐπανήγαγεν. ὁ δὲ βασιλεὺς ἔτι τηρῶν τῷ Σαμωνᾷ τὴν πρῴην διάθεσιν ἐνε‐ τείλατο τῷ Κωνσταντίνῳ, εἰ ἐρωτηθείη ἐνώπιον τῆς συγκλήτου
15περὶ τοῦ Σαμωνᾶ, μὴ εἰπεῖν ὅτι ἀπεδίδρασκεν, ἀλλ’ ὅτι εἰς τὸν ἐν Σιριχᾷ ἀπῄει σταυρόν. τῇ δ’ ἑξῆς τῆς συγκλήτου παρ‐ ούσης ἤρετο μεθ’ ὅρκων ἐπαγωγῆς τὸν Κωνσταντῖνον ὁ βα‐ σιλεὺς εἰ ἔφευγεν ὁ Σαμωνᾶς· ὁ δὲ διὰ τοὺς ὅρκους ψεύσασθαι
μὴ θελήσας εἶπεν ὅτι εἰς τὴν οἰκείαν πατρίδα τὴν Μελιτηνὴν448

449

ἀπῄει. ὁ βασιλεὺς δὲ τὸν μὲν Κωνσταντῖνον μετ’ ὀργῆς ἀπε‐ πέμψατο, τὸν δὲ Σαμωνᾶν μετὰ ταῦτα τῆς προτέρας ἠξίωσεν οἰκειώσεως, εἶτα καὶ πατρίκιον ἐτίμησε καὶ παρακοιμώμενον προεβάλετο· ὃς εἰς πολλὰ τῶν οὐ καθηκόντων τὸν αὐτοκράτορα
5προεβίβαζεν, ὧν ἓν καὶ τὸ βιάσασθαι τὸν πατριάρχην δέξασθαι αὐτὸν καὶ τοῦ ἀφορισμοῦ ἀπολῦσαι. μεταπεμψάμενος οὖν τὸν ἀρχιερέα ὁ βασιλεὺς ἐδεῖτο δεχθῆναι. ὡς δ’ ἐκεῖνος ἦν ἀδυσ‐ ώπητος, ἐκ τῶν βασιλείων αὐτίκα διαπερᾶται πρὸς τὴν Ἱέρειαν, κἀκεῖθεν πεζοποροῦντα εἰς τὸ ἐν Γαλακρήναις ἄγουσιν αὐτὸν
10μοναστήριον, ὃ αὐτὸς ἐδομήσατο, ἔτη προστάντα τῆς ἐκκλησίας ἕνδεκα. προεχειρίσθη δὲ πατριάρχης ὁ σύγκελλος Εὐθύμιος, ἀνὴρ ἱερός, ὃς καὶ βουλόμενον τὸν βασιλέα νόμῳ θεσπίσαι ἄγεσθαι κατὰ ταὐτὸν τὸν βουλόμενον γυναῖκας δύο ἢ καὶ τρεῖς ἄχρι τεττάρων πάσῃ σπουδῇ διεκώλυσε.
15 Τῶν δὲ Ἀγαρηνῶν ναυσὶ τὰς τῶν Ῥωμαίων ληιζομένων χώρας, ὁ βασιλεὺς Ἱμέριον τὸν λογοθέτην τοῦ δρόμου τοῦ
στόλου προβαλόμενος ἀρχηγὸν κατὰ τῶν ἐκ τῆς Ἄγαρ ἀπέστειλεν,449

450

ἐντειλάμενος αὐτῷ καὶ τὸν Δοῦκα προσλαβέσθαι Ἀνδρόνικον. ὁ δὲ δόλιος Σαμωνᾶς ἄσπονδον ἔχων ἔχθραν κατὰ τοῦ γένους τοῦ Δουκικοῦ ὑποτίθησί τινι τῶν φίλων τοῦ Ἀνδρονίκου δη‐ λῶσαι αὐτῷ μὴ συμπλεῦσαι τῷ Ἱμερίῳ, ἐκκόψαι οἱ τὰ ὄμματα
5μέλλοντι κατὰ βασίλειον πρόσταγμα. διὸ οὐκ ἐπείσθη τῷ Ἱμε‐ ρίῳ συνελθεῖν ὁ Ἀνδρόνικος, ὅθεν καὶ μόνος ἐκεῖνος ναυμα‐ χήσας ἐκράτησε καὶ τοῦ τῶν πολεμίων περιεγένετο ναυτικοῦ. ἐντεῦθεν ἀπεγνωκὼς ὁ Ἀνδρόνικος συγγενεῖς τε καὶ δούλους αὐτοῦ προσλαβόμενος κατέσχε τὴν Κάβαλαν, ὀχυρόν τι φρού‐
10ριον τοῦ Ἰκονίου οὐ πάνυ τι διακείμενον μήκοθεν. ὁ δὲ Σα‐ μωνᾶς οὐ διέλιπε τὸν βασιλέα ἐρεθίζων καὶ εἰς ὀργὴν παρακινῶν κατὰ τοῦ ἀνδρός. μαθὼν δ’ ἐκεῖνος καὶ τὴν τοῦ πατριάρχου Νικολάου ἐκ τῆς ἐκκλησίας ἐξώθησιν καὶ πάντοθεν ἀπογνοὺς πανοικεσίᾳ τοῖς Ἀγαρηνοῖς προσελήλυθεν. ὁ δὲ βασιλεὺς τοῦτο
15γνοὺς ὑπερήλγησεν, ἐναντίον ἕξειν τὸν ἄνδρα ἀνθ’ ὑπερμάχου πτοούμενος. γραφὴν τοίνυν ἐγχαράττει βασίλειον, δι’ ἧς τῷ
Ἀνδρονίκῳ καὶ ἀμνηστία τῶν πραχθέντων ἐπρυτανεύετο καὶ450

451

ὑπονόστησις ἐπετρέπετο καὶ πολλῶν δόσις ἐπήγγελτο ἀγαθῶν. ταύτην ἐμβαλόντες κηρῷ τὴν γραφὴν καὶ λαμπάδι τὸν κηρὸν ἀπεικάσαντες Σαρακηνῷ τῶν αἰχμαλώτων ἑνὶ τῆς εἱρκτῆς ἐκ‐ βληθέντι ἐγχειρίζουσιν, ἐντειλάμενοι τῷ Ἀνδρονίκῳ δοῦναι αὐτήν.
5τοῦτον δὴ τὸν Ἀγαρηνὸν ὁ Σαμωνᾶς μετακαλεσάμενος ἐν ἀπορ‐ ρήτοις φησὶ πρὸς αὐτόν “οἶδας ὅτι τὸν ὄλεθρον τῆς Συρίας ὅλης φέρεις ἐν ταῖς χερσίν; ἵνα γοῦν καὶ τὴν πατρίδα σώσῃς καὶ τοὺς ὁμογενεῖς, τὸν κηρὸν τοῦτον ἐγχείρισον τῷ οὐζήρ.” ὁ δὲ πεποίηκεν ὡς παρήγγελτο· καὶ γνόντες οἱ τῆς Ἄγαρ τὴν
10δύναμιν τῆς γραφῆς καὶ τὸν Ἀνδρόνικον δεσμοῦσι καὶ πάντας τοὺς σὺν αὐτῷ. ὁ μὲν οὖν Ἀνδρόνικος ἐν τοῖς δεσμοῖς τὸν βίον κατέλυσε, τινὲς δὲ τῶν σὺν αὐτῷ τὴν ἐκ τῶν δεσμῶν μὴ στέγοντες κάκωσιν τὴν πίστιν ἑαυτῶν ἐξωμόσαντο. ὁ Κων‐ σταντῖνος δὲ καί τινες τῶν σὺν αὐτῷ τῆς εἱρκτῆς ἐκφυγόντες
15πρὸς τὰ Ῥωμαίων ἀπῄεσαν καὶ τοὺς καταδιώκοντας αὐτοὺς451

452

Ἀγαρηνοὺς γενναίως τρεψάμενοι διεσώθησαν. ὃν ὁ βασιλεὺς ἐδέξατό τε περιχαρῶς καὶ ἐδεξιώσατο μεγαλοπρεπῶς καὶ δια‐ φερόντως ἐτίμησεν· εἶτα καὶ πρὸς αὐτὸν ἔφη “μὴ ἀπατάτω σε, Κωνσταντῖνε, τὸ ὄνομα, μηδ’ οἴου τῆς βασιλείας τυχεῖν, ὡς
5Κωνσταντίνου Ῥωμαίων μέλλοντος ἄρξειν· ἴσθι γὰρ ἀκριβῶς τοῦτον εἶναι τὸν υἱὸν τὸν ἐμόν. σὺ δὲ εἰ μὲν ἣν ἔλαχες Σπάρταν κοσμεῖς, ἔσται σοι εὖ· εἰ δὲ νεωτερίσεις καὶ τυραννίδι ἐπιχει‐ ρήσεις, ἔσο βεβαίως εἰδὼς ὡς διὰ τῆσδε τῆς πύλης (τὴν πρὸς δύσιν οὖσαν τοῦ Χρυσοτρικλίνου δείξας αὐτῷ) ἡ κεφαλή σου τοῦ
10λοιποῦ σώματος χωρὶς εἰσαχθήσεται.” ὃ καὶ γέγονεν ὕστερον. Ἐκ δὲ Μελιτηνῆς ἐλθόντων τινῶν, ἐν οἷς ἦν καὶ ὁ τοῦ Σαμωνᾶ πατήρ, ὑπεδέξατο τούτους ἐντίμως ὁ βασιλεὺς καὶ εἰς τὴν μεγάλην ἐκκλησίαν μὴ δεόντως ἀπίστους ὄντας εἰσήγαγεν. ἰδὼν δὲ ὁ τοῦ Σαμωνᾶ πατὴρ ἣν εἶχεν ὁ υἱὸς αὐτοῦ τιμὴν
15ἐν τοῖς βασιλείοις, καὶ τὸν πλοῦτον ὃν περιέκειτο, ἤθελε συν‐ διάγειν αὐτῷ. ἐκωλύθη δὲ παρ’ ἐκείνου, τὴν οἰκείαν θρησκείαν τηρεῖν συμβουλεύοντος καὶ εἰς τὴν πατρίδα ἐπανελθεῖν· “εἰ δὲ
καὶ αὐτός” ἔφη “τύχω καιροῦ, ὑπονοστήσω πρὸς σέ.”452

453

Τῆς δ’ ἑορτῆς τῆς πεντηκοστῆς ἐνστάσης ἔστεψε τὸν υἱὸν αὐτοῦ ὁ βασιλεὺς καὶ ἀνηγόρευσε βασιλέα. ἐκτομίαν δ’ ἔχων θεράποντα ὁ μυσαρὸς Σαμωνᾶς Κωνσταντῖνον ὀνομαζόμενον, ἐκ δὲ Παφλαγονίας γενόμενον, τῇ δεσποίνῃ τοῦτον δέδωκεν
5εἰς ὑπηρεσίαν. ἐπεὶ δὲ τῇ βασιλίσσῃ καὶ αὐτῷ τῷ κρατοῦντι λίαν ὁ Κωνσταντῖνος ᾠκείωτο, εἰς βασκανίαν ὁ βέβηλος ἠρέ‐ θιστο Σαμωνᾶς καὶ πρὸς τὸν βασιλέα κατεῖπεν αὐτοῦ ὡς ἐρω‐ μένου τῇ βασιλίσσῃ. ζηλοτυπήσας οὖν ὁ Λέων ἀποκαρῆναι τοῦτον προσέταξε μοναχόν· καὶ μετ’ οὐ πολὺ ἄγει τοῦτον καὶ
10ἀποδυθῆναι κελεύσας τὰ μοναχικὰ ἄμφια καὶ κοσμικὴν περι‐ βαλέσθαι στολὴν μᾶλλον ἢ πρότερον αὐτὸν ᾠκειώσατο. οὐκ ἀνεκτὰ δ’ ἦσαν ταῦτα τῷ Σαμωνᾷ. γράφει τοίνυν λοίδορόν τι γραμμάτιον διά τινος τῶν αὐτοῦ, καὶ τοῦτο ῥιπτεῖ ἔνθα ὁ βασιλεὺς διελεύσεσθαι ἔμελλεν· ὅπερ εὑρὼν ἐκεῖνος καὶ ἀνα‐
15γνοὺς ἤλγησέ τε καὶ τὸν πεποιηκότα ἐζήτει. εἷς οὖν τις τῶν συνειδότων τὴν πρᾶξιν ταύτην τῷ Σαμωνᾷ τοῦτον εἶναι τὸν
ἐργάτην τοῦ λοιδόρου βιβλίου τῷ κρατοῦντι ἐδήλωσεν. ἐκλεί‐453

454

ψεως μέντοι τότε τῆς σελήνης συμβάσης, τὸν μητροπολίτην Συνάδων ὁ βασιλεὺς μετεπέμψατο, περὶ ταύτης πευσόμενος. ὃν ὁ Σαμωνᾶς ἰδίᾳ παραλαβὼν ἤρετο περὶ τῆς ἐκλείψεως· κἀ‐ κεῖνος ἔφη ὅτι “σὸν τὸ τῆς σελήνης πάθημα σημαίνει δυστύ‐
5χημα· εἰ δὲ τοῦ Ἰουλίου τρισκαιδεκάτη παρελεύσεται πρὸ τοῦ παθεῖν, ἐκφεύξῃ καὶ σὺ τὸ δυστύχημα.” εἶτα καὶ πρὸς τοῦ βασιλέως ὁ Συνάδων ἐρωτηθεὶς ἀπεκρίνατο ὡς “εἰς τὸ δεύ‐ τερον μετὰ σὲ πρόσωπον ἐνσκήψει ἡ κάκωσις.” δεύτερον δὲ πρόσωπον ὁ βασιλεὺς τὸν ἀδελφὸν αὐτοῦ τὸν Ἀλέξανδρον ἔκρι‐
10νεν, ἀλλ’ ἐσφάλη περὶ τὴν κρίσιν· ἔδει γάρ ποτε τῷ κακίστῳ Σαμωνᾷ γενέσθαι κακῶς. μαθὼν οὖν ὡς ἐκεῖνος ἦν ὁ τοῦ λοιδόρου βιβλίου πατήρ, ἐξωθεῖ μὲν τῶν βασιλείων αὐτὸν καὶ ἀποκείρει καὶ περιγραπτοῖς ὁρίοις καθείργνυσι. καὶ ταῦτα γέ‐ γονε, μήπω τῆς τρισκαιδεκάτης τοῦ Ἰουλίου παραρρυείσης. παρα‐
15κοιμώμενος δὲ ἀντὶ τοῦ Σαμωνᾶ ὁ παρ’ ἐκείνου βασκαινόμενος Κωνσταντῖνος καὶ ἐπιβουλευόμενος προκεχείριστο, ᾧ καὶ μονὴν
ὁ βασιλεὺς ἐδομήσατο ἐν ταῖς Νοσσιαῖς.454

455

Νοσήσας δὲ ὁ Λέων κοιλιακὸν νόσημα τοσοῦτον κατειρ‐ γάσθη τὴν δύναμιν ὡς μηδὲ δυνηθῆναι διαλεχθῆναι τῇ συγ‐ κλήτῳ περὶ νηστείας τὴν συνήθη διάλεξιν, ἣ καλεῖται σελέντιον. ὅμως ὀλίγα τινὰ ταύτῃ διαλεχθεὶς καὶ ἀξιώσας αὐτοῦ μεμνῆ‐
5σθαι καὶ πίστιν εἰς τὴν αὐτοῦ σύμβιον τηρεῖν καὶ εἰς τὸν υἱόν, καὶ τελευταίαν ταύτην προσλαλιὰν πρὸς αὐτὴν ποιεῖσθαι εἰπὼν οὐκ αὐτίκα ἐξέλιπεν, ἀλλὰ μέχρι τοῦ Μαΐου διήρκεσε. τότε δὲ τελευτῶν τὴν αὐταρχίαν τῷ ἀδελφῷ κατέλιπεν Ἀλεξάνδρῳ καὶ τὸν υἱὸν αὐτῷ παραδέδωκεν, ἀξιώσας ἐπιμελεῖσθαι αὐτοῦ
10καὶ ἀνάγειν βασιλικῶς καὶ αὐτοκράτορα καταλιπεῖν· ὅν, φασί, βλέπων ἐρχόμενον πρὸς αὐτὸν ἤδη ἐκλείπων, φάναι “ἴδε ὁ κακὸς καιρὸς μετὰ τοὺς δεκατρεῖς μῆνας.” ἐβασίλευσε δὲ ὁ Λέων ἔτη εἴκοσι καὶ πέντε ἐπὶ μησὶ τισίν. Ἀλέξανδρος δὲ ἅμα τε τοὺς πόδας ἤρεισε τῇ ἀρχῇ καὶ
15ἅμα τὸν πατριάρχην Νικόλαον ἐκ Γαλακρηνῶν ἀγαγὼν εἰς τὸν
τῆς Κωνσταντινουπόλεως θρόνον ἀνήγαγε τὸ δεύτερον, κατ‐455

456

αγαγὼν τὸν Εὐθύμιον καὶ ἐπὶ βήματος τὴν τούτου ποιήσας καθ‐ αίρεσιν, ἐνυβρισάντων εἰς τὸν ἄνδρα πολλὰ τῶν προσκειμένων τῷ Νικολάῳ, εἶτα καὶ ὑπερόριον ποιήσας αὐτόν. αὐταρχήσας δὲ ὁ βασιλεὺς οὑτοσὶ οὐδὲν ἐοικὸς εἰργάσατο βασιλεῖ, ἀλλὰ τρυ‐
5φαῖς καὶ θήραις καὶ ἀσελγείαις ἐξέδωκεν ἑαυτόν, τὰ δὲ τῆς βασιλείας καὶ κοινὰ πράγματα ἀνθρώποις ἀνέθετο ἀγύρταις καὶ τοῖς ἐκ τριόδων, οὓς πρὸ τῆς μοναρχίας ἐπιρρήτων εἶχε πράξεων κοινωνούς, ὧν ἕνα Βασιλίτζην λεγόμενον καὶ διάδοχον τῶν σκήπτρων διενοεῖτο ποιήσασθαι· τὸν γὰρ ἀδελφόπαιδα
10Κωνσταντῖνον καὶ ἰδιωτεῦσαι ἐβούλετο καὶ τῶν παιδογόνων ἀφελέσθαι μορίων. καὶ εἰ μὴ ταχὺ τὸ τέλος αὐτῷ τῆς ζωῆς ἐπελήλυθε καὶ οὕτως αὐτῷ παρὰ τῆς ἄνω προνοίας ἐσφάλησαν τὰ βουλεύματα, τάχα ἂν ὅσον τὸ ἐπ’ ἐκείνῳ καὶ εἰς ἔργον ἐξέ‐ βησαν. γοήτων δὲ πυνθανόμενος εἰ ἐς μῆκος αὐτῷ τὰ τῆς
15ζωῆς προελεύσεται, ἤκουσεν ἐξ ἐκείνων ὡς ἔσται αὐτῷ μακρο‐ χρόνιον τὸ βιώσιμον, εἰ τῷ ἐν θεάτρῳ συΐ, ὃς ἐκ χαλκοῦ πέ‐
πλασται, ὀδόντας καὶ αἰδοῖα περίθοιτο. “σὸν γὰρ οὗτος” ἔλεγον456

457

“στοιχεῖόν ἐστιν, ἀντίος ἱστάμενος Λέοντι τῷ σῷ ἀδελφῷ,” οὐδὲν ἕτερον κρίνοντες ὑγιὲς ἢ τὸ συῒ τοῦτον ἀπεικάσαι τὸν αὐτοκράτορα, διὰ τὸ περὶ γαστέρα κεχηνέναι τε καὶ συσσίτια καὶ ἀκολασίαις προσκεῖσθαι διηνεκῶς. πιστεύσας οὖν τοῖς λό‐
5γοις ἐκείνων ὁ καὶ χοίρων ἀνοητότερος τὰ λείποντα ταῦτα τῷ χαλκουργήματι ἐξειργάσατο. Τοῦ μέντοι τῶν Βουλγάρων ἀρχηγετοῦντος τοῦ Συμεὼν εἰ τὴν εἰρήνην ἀσπάζοιτο ἐρωτῶντος διά τινων ὑπ’ αὐτοῦ πεμφθέντων, ὁ Ἀλέξανδρος ἀτίμως τε τοὺς πεμφθέντας ἐδέ‐
10ξατο καὶ ὑπερηφάνως ὡμίλησε καὶ ὑπερόγκως ἠπείλησεν. ὅθεν ὁ Συμεὼν τὴν ὕβριν μὴ ἐνεγκὼν κατὰ Ῥωμαίων ὡπλίσατο. Συμποσίοις δὲ καὶ μέθαις διόλου προστετηκὼς ὁ Ἀλέ‐ ξανδρος, ἅπαξ ἀριστήσας μετὰ λουτρὸν καὶ κοίλῃ χρησάμενος τῇ γαστρὶ καὶ ἀπλήστως ἀκρατισάμενος σφαιρίσαι προέθετο·
15καὶ κατατείνας τὸ σῶμα τῇ ἱππασίᾳ καὶ ταῖς τῆς σφαίρας ἐκ‐ τραχηλίσεσι ῥῆξιν ὑπέστη, καὶ αἷμα διά τε τῆς ῥινὸς κενώσας καὶ τῆς αἰδοῦς μετὰ μίαν ἡμέραν ἐξέλιπεν, ἐπιτρόπους τῷ ἀνε‐
ψιῷ καὶ τῆς βασιλείας διοικητὰς γράψας τόν τε πατριάρχην457

458

Νικόλαον καὶ τὸν μάγιστρον Στέφανον καὶ τὸν μάγιστρον Ἰω‐ άννην τὸν Ἐλαδᾶν τόν τε ῥαίκτωρα Ἰωάννην καὶ δύο τῶν ὑπ’ αὐτοῦ προαχθέντων ἐκ τύχης ἀγυρτίδος εἰς συγκλητικὴν ἀξίαν καὶ εἰς πατρικιότητα, τὸν Βασιλίτζην καὶ τὸν Γαβριηλόπωλον.
5 Ὁ οὖν Ἀλέξανδρος ἐνιαυτὸν ἕνα καὶ μῆνα τὴν βασίλειον διαπεττεύσας ἀρχὴν κατέλυσε τὴν ζωήν· τὸ δὲ κράτος ἐς Κων‐ σταντῖνον τὸν υἱὸν τοῦ Λέοντος περιέστη, παῖδα ἔτι τυγχάνοντα κομιδῇ· ἕβδομον γὰρ ἔτος αὐτῷ τῆς ἡλικίας ἠνύετο. ὁ μέντοι τοῦ Δουκὸς Ἀνδρονίκου υἱὸς ὁ Κωνσταντῖνος, δομέστικος ὢν
10τῶν σχολῶν καὶ τὴν τοῦ Ἀλεξάνδρου ἐνωτισάμενος τελευτήν (ἀπεδήμει γὰρ τῆς βασιλίδος τῶν πόλεων), τὸ μέν τι ὃν ἔκρυ‐ πτεν ὑπὸ σποδιᾷ σπινθῆρα τοῦ ἔρωτος τῆς βασιλείου ἀρχῆς ἀνακαλύπτων τε καὶ ἀναρριπίζων, τὸ δὲ καὶ ὑπ’ ἄλλων πρὸς τοῦτο ἐρεθιζόμενος (ὧν εἷς εἶναι λέγεται καὶ ὁ πατριάρχης Νι‐
15κόλαος, μήπω γὰρ τῆς τοῦ Ἀλεξάνδρου διαθήκης ἀναγνωσθεί‐ σης οὐκ ᾔδει καὶ αὐτὸς καταλελειμμένος ἐπίτροπος) τυραννίδι
ἐπικεχείρηκε. καὶ τοὺς ἐκκρίτους τῶν στρατευμάτων παραλαβὼν458

459

τῷ Βυζαντίῳ ἐπιδεδήμηκε καὶ διά τινος πυλίδος νυκτὸς εἰσελ‐ θὼν τὴν τοῦ Ἱπποδρόμου πύλην μετὰ λαμπάδων καταλαμβάνει, τινὰς καὶ τῶν συγκλητικῶν προσεταιρισάμενος, πολλοῦ καὶ δημώδους ὄχλου συναθροισθέντος, οἳ καὶ ὡς βασιλέα αὐτὸν
5εὐφήμουν καὶ ἀνηγόρευον. τῶν δ’ ἐντὸς τὰς πύλας μὴ ἀνοι‐ γνύντων, ὁ πρωτοστράτωρ τοῦ Κωνσταντίνου ταῖς χερσὶ πεποι‐ θὼς καὶ θρασύτερον προσαράξαι τὰς πύλας καὶ καταβαλεῖν βιαζόμενος νύττεται λόγχῃ παρά του τῶν ἔνδον διά τινος ἀμυ‐ χῆς. καὶ ὁ μὲν ἦν αὐτίκα νεκρός. ὁ δέ γε Κωνσταντῖνος
10ἐκεῖθεν εἰς τὸ τῶν ἵππων ἄπεισιν ἁμιλλητήριον θέατρον, εἶτα εἰς τὴν λεγομένην ἦλθε Χαλκῆν καὶ ἄχρι τῶν Ἐξκουβίτων προῆλθεν. ὁ δὲ τῶν ἐπιτρόπων εἷς ὁ μάγιστρος Ἰωάννης ὁ Ἐλαδᾶς ἐκ τῶν ἑταιρειῶν καὶ τῶν πλωίμων συλλέξας τινὰς ἀντικαταστῆναι τῷ τυραννοῦντι αὐτοὺς ἐξαπέστειλε. καὶ συμ‐
15πλοκῆς γενομένης πολλοὶ πεπτώκασιν ἑκατέρωθεν· ἔσφακτο δὲ καὶ Γρηγορᾶς ὁ τοῦ Δουκὸς υἱὸς καὶ ὁ ἀνεψιὸς αὐτοῦ Μιχαὴλ καὶ Κουρτίκιος ὁ Ἀρμένιος. τούτοις οὖν περιαλγήσας ὁ Κων‐ σταντῖνος καὶ τὸ οἰκεῖον ἐπιρρῶσαι προθυμούμενος σύνταγμα
τὸν ἵππον ἤλαυνε, συμμίξαι θέλων τοῖς ἔμπροσθεν· ἐστρωμένου459

460

δὲ τοῦ ἐδάφους πλαξὶν ὑπολισθήσας ὁ ἵππος ἔπεσε καὶ τὸν ἀναβάτην κατήνεγκε· καί τις εὐθὺς αὐτῷ ἐπελθὼν ἐξέτεμε τὴν αὐτοῦ κεφαλὴν καὶ τῷ βασιλεῖ Κωνσταντίνῳ προσήνεγκε, διὰ τῆς δυτικῆς τοῦ Χρυσοτρικλίνου πύλης εἰσελθών, κατὰ τὴν
5πρόρρησιν τοῦ βασιλεύσαντος Λέοντος. ὅτι δὲ οὐ τεύξεται τῆς βασιλείας ὁ Δοὺξ Κωνσταντῖνος καὶ ἑτέρωθεν τοῖς περὶ τὸν βασιλέα ἐπέγνωστο. ἦν γάρ τις τελώνης Νικόλαος, ὃς χρεώ‐ στης πολλῶν χρημάτων τῷ δημοσίῳ γενόμενος πρὸς τοὺς Ἰσμαηλίτας κατέφυγε καὶ τὴν πίστιν ἐξομοσάμενος ἀστρολογίαν
10μετῄει. οὗτος τῷ λογοθέτῃ τοῦ δρόμου ἀπεστάλκει γραμμάτιον· ἡ δὲ τούτου περίληψις ἦν τοιαύτη· “μὴ φοβηθῆτε ἀπὸ τοῦ Δουκός· νεωτερισθήσεται γὰρ ἀφρόνως καὶ εὐθέως ὀλοθρευ‐ θήσεται.” καὶ ἡ μὲν ἀποστασία ἐπέπαυτο· ὁ δὲ τοῦ Κων‐ σταντίνου πενθερὸς ὁ μάγιστρος Γρηγορᾶς καὶ Λέων ὁ Χοιρο‐
15σφάκτης τῇ μεγάλῃ ἐκκλησίᾳ προσπεφοιτήκασιν, οὓς ἐκβαλόντες τοῦ θείου τεμένους μοναχοὺς ἀπέκειραν οἱ ἐπίτροποι ἐν τῇ τοῦ Στουδίου μονῇ. ἄλλους δ’ αἰκισάμενοι ἐθριάμβευσαν, ἑτέ‐
ροις τὰ ὄμματα ἐξεπήρωσαν, ἐνίων δὲ τὰς κεφαλὰς ἀπέτεμον,460

461

καὶ ἄλλους ἐκ Χρυσοπόλεως μέχρι τοῦ Λευκάτου ἀνεσκολόπισαν. καὶ ἄλλοι δὲ πλείους τῆς τῶν ἐπιτρόπων ἐξουσίας γεγόνασιν ἂν παρανάλωμα, εἰ μή τινες τῶν δικαστῶν τῆς πρὸς τὰς τι‐ μωρίας ῥοπῆς αὐτοὺς ἀνεχαίτισαν, εἰπόντες “πῶς τοιαῦτα ποιεῖτε
5ὑμεῖς κελεύσεως ἄτερ βασιλικῆς, ἐπεὶ παῖς ὢν ὁ βασιλεὺς τοῖς πραττομένοις οὐ συναινεῖ;” ἀποκείραντες δὲ οἱ ἐπίτροποι καὶ τὴν τοῦ Κωνσταντίνου γυναῖκα καὶ τὸν υἱὸν Στέφανον ἐκτο‐ μίαν ποιήσαντες εἰς τὸν ἐν Παφλαγονίᾳ οἶκον αὐτῶν ἀπεστάλ‐ κασι τούτους. οἱ δὲ τοῦ βασιλέως ἐπίτροποι, ὅ τε πατριάρχης
10καὶ οἱ λοιποί, ἐναυθεντοῦντες τοῖς πράγμασι πολλὰ τῶν οὐ δεόντων ἐποίουν, καὶ πρὸς ἀλλήλους δὲ διεφέροντο, τῶν μὲν τάδ’ εἰσαγόντων, τῶν δὲ τὰ ἀντίθετα· καὶ ἦν ἡ τούτων διοί‐ κησις πολυαρχία τις, ἀλλ’ οὐ μοναρχία. Ὁ δὲ Βούλγαρος Συμεών, ὡς μὴ βασιλέως ἐπιστατοῦντος
15τοῖς πράγμασι, ῥᾳδίως ἐλπίσας κρατῆσαι τῆς βασιλίδος τῶν πόλεων ἔπεισι κατὰ ταύτης μετὰ πλείστης δυνάμεως καὶ ἔξω στρατοπεδεύεται τῶν ταύτης τειχῶν καὶ πολιορκῆσαι ταύτην
διανενόητο. ἰδὼν δὲ τὸ τῶν τειχῶν κρατερὸν καὶ τὸ πλῆθος461

462

τὸ ἐπ’ αὐτῶν καὶ τῶν ἐν τοῖς τείχεσι μηχανημάτων τὸ δαψιλές, ἰλιγγιάσας μετέπεσεν εἰς τὸ Ἕβδομον, ζητῶν σπείσασθαι. ὁ γοῦν πατριάρχης καὶ οἱ λοιποὶ τῶν ἐπιτρόπων λαβόντες τὸν βασιλέα εἰς τὰ ἐν Βλαχέρναις ἦλθον βασίλεια, ὅπου καὶ ὁ Συ‐
5μεὼν παρεγένετο, ὁμήρους δοὺς καὶ λαβών, καὶ τῷ πατριάρχῃ κλίνας τὴν κεφαλὴν ηὐλογήθη παρ’ ἐκείνου καὶ συνειστιάθη τῷ βασιλεῖ. εἶτα μὴ ἀρεσθεὶς ταῖς συνθήκαις ἐπανῆλθεν ἀσύμ‐ βατος, δώροις δεξιωθεὶς καὶ αὐτὸς καὶ οἱ παῖδες αὐτοῦ. Ἀνακαλουμένου δὲ διόλου τὴν ἑαυτοῦ μητέρα τοῦ βασι‐
10λέως καὶ ἐπὶ ταύτῃ δακρύοντος (ἔφθη γὰρ ταύτην τῶν ἀνα‐ κτόρων καταγαγεῖν ὁ Ἀλέξανδρος) ἠναγκάσθησαν αὐτὴν ἀνα‐ γαγεῖν οἱ ἐπίτροποι. ἡ δὲ ἀνελθοῦσα τῆς διοικήσεως εἴχετο, προσλαβοῦσα καὶ τὸν παρακοιμώμενον Κωνσταντῖνον καὶ τοὺς αὐταδέλφους ἄμφω τοὺς Γογγυλίους· καὶ πρῶτον μὲν τὸν πα‐
15τριάρχην ἀπάγει τῶν βασιλείων, εἶτα καὶ τοὺς τοῦ Ἀλεξάνδρου
θεράποντας ἐξωθεῖ, τὸν ῥαίκτωρα, τὸν Βασιλίτζην καὶ τὸν462

463

Γαβριηλόπωλον, ἀλλὰ μέντοι καὶ τοὺς λοιπούς. Κωνσταντῖνος δὲ ὁ παρακοιμώμενος τὰ πάντα ἠδύνατο. Ὁ μέντοι Βούλγαρος Συμεὼν τὴν Θρᾴκην κατέτρεχέ τε καὶ ἐληίζετο καὶ ἐν τῇ Ἀδριανουπόλει βάλλεται χάρακα, πολιορ‐
5κίᾳ ταύτην ἐλπίζων ἑλεῖν. ὡς δ’ ἑώρα ἑαυτῷ κενόσπουδον τὸ ἐγχείρημα, ἑτέρως τὴν ἅλωσιν τῆς πόλεως μέτεισι. χρήμασι γάρ τινας τῶν φυλάκων αὐτῆς ὑποφθείρας ἐκ προδοσίας αὐτὴν ἐξεπόρθησεν. ἀλλὰ ταύτην μετέπειτα πάλιν ὑπὸ Ῥωμαίους ἡ τῆς βασιλίσσης σπουδὴ ἐποιήσατο. μὴ φέρουσα δὲ τὰς κατὰ
10τῆς Θρᾳκῴας χώρας πυκνὰς ἐπελεύσεις τοῦ Συμεὼν σπένδεται τοῖς ἐξ Ἰσμαὴλ καὶ τά τε ἑῷα τάγματα καὶ τὰ ἑσπέρια συν‐ αθροίσασα τῷ μαγίστρῳ Λέοντι τῷ Φωκᾷ τῶν σχολῶν δομε‐ στίκῳ τυγχάνοντι τὸν κατὰ τοῦ Συμεὼν ἀνέθετο πόλεμον. ὃς καὶ μάχην συνάψας ἡττᾷ τοὺς Βουλγάρους περιφανῶς καὶ
15φόνον αὐτῶν ποιεῖται πολύν. κατάκοπος δὲ γεγονὼς καὶ ἱδρῶτι διάβροχος κἀντεῦθεν λειποθυμῶν, ἐπί τινι πηγῇ τοῦ ἵππου ἀπο‐ βὰς ἀνέψυχεν ἑαυτόν. ἐν τούτῳ δὲ ὁ ἵππος αὐτοῦ τὰς τοῦ κατέχοντος αὐτὸν χεῖρας διαφυγὼν ἐν τῷ τοῦ στρατοπέδου πεδίῳ ἐκρόαινεν ἀναβάτου χωρίς. ἐπίσημος δὲ τυγχάνων εἰς
20δειλίαν ἐνέβαλε τὰ στρατεύματα οἰηθέντα πεσεῖν τὸν δομέστικον,463

464

καὶ τοῦ μὲν πολέμου ἀπέσχοντο καὶ τῆς διώξεως ἔστησαν, θό‐ ρυβος δ’ ἔσχεν αὐτούς. ὁ δέ γε Συμεὼν ἐκ περιωπῆς τινος ὁρῶν τὸ συμβεβηκὸς περὶ τὰ στρατεύματα τοῖς περὶ αὐτὸν ἐγκελεύεται καὶ κατὰ Ῥωμαίων ἐξώρμησε καὶ τεθορυβημένοις
5αὐτοῖς ἐμβαλὼν εἰς φυγὴν ἅπαντας ἀθρόον ἐτρέψατο· καὶ τοὺς μὲν οἱ Βούλγαροι διώκοντες ἔκτεινον, οἱ δ’ ὑπ’ ἀλλήλων ἀπώλ‐ λυντο συμπατούμενοι. ὁ δὲ τῶν σχολῶν δομέστικος μόλις εἰς Μεσημβρίαν διαδρᾶναι δεδύνητο· πολλοὶ δὲ καὶ τῶν στρατηγῶν καὶ ταγματάρχαι τότε ἐφθάρησαν.
10 Ἰωάννης δὲ ὁ Βογᾶς ἐστάλη Πατζινάκους εἰς συμμαχίαν ἀγαγεῖν κατὰ τῶν Βουλγάρων, καὶ ὁ πατρίκιος Ῥωμανὸς ὁ Λακαπηνός, δρουγγάριος ὢν τῶν πλωίμων, ὡρίσθη μετὰ τοῦ στόλου παραπλεῖν, ἅμα μὲν εἰς συνεργίαν τοῦ τῶν σχολῶν δο‐ μεστίκου, ἅμα δὲ καί, εἰ ἀχθεῖεν σύμμαχοι παρὰ τοῦ Βογᾶ,
15διαπεραιώσασθαι σφᾶς. ἧκεν οὖν ὁ Βογᾶς μετὰ τῶν συμμά‐ χων. στάσεως δ’ ἐμπεσούσης αὐτῷ τε καὶ τῷ Λακαπηνῷ,
ὁρῶντες οἱ Πατζινάκοι αὐτοὺς πρὸς ἀλλήλους διαπληκτιζομένους464

465

καὶ ἀμελῶς περὶ τὴν αὐτῶν διακειμένους διάβασιν εἰς τὰ ἑαυ‐ τῶν ἐπανήλθοσαν. οἱ μὲν οὖν οὕτω ταῦτά φασι καὶ τὴν ἧτταν τῶν Ῥωμαίων ἐντεῦθεν συμβῆναι, μὴ τυχόντων τῆς συμμαχίας, οἱ δὲ ἀλλοίως τὸ πρᾶγμα ἱστόρησαν· ἡττήσαντος γάρ φασι τοῦ
5Φωκᾶ τοὺς βαρβάρους καὶ διώκοντος, φήμην γενέσθαι ὡς ὁ δρουγγάριος τῶν πλωίμων ἄπεισι σὺν τῷ στόλῳ, τὴν βασιλείαν παραληψόμενος· τοῦτο δὲ τῷ δομεστίκῳ πεσὸν εἰς ὦτα ἐκτα‐ ράξαι αὐτόν, ὡς ἀποσχέσθαι μὲν τῆς διώξεως, ἐπανελθεῖν δ’ εἰς τὸν χάρακα, τὰ τῆς φήμης ἀκριβωσόμενον, κἀντεῦθεν πα‐
10λίντροπον γενέσθαι τὸν πόλεμον· φυγεῖν μὲν γὰρ τοὺς Ῥω‐ μαίους, ἀπόδρασιν τῆς μάχης οἰηθέντας τὴν εἰς τὸν χάρακα τοῦ δομεστίκου ἀπέλευσιν, τοὺς δὲ Βουλγάρους ἐκ τῆς φυγῆς ἐπαναστραφέντας διώκειν αὐτούς. τὴν δὲ πρὸς τὸν χάρακα τοῦ δομεστίκου ὑποστροφὴν τῆς βασιλείας ἐπιθυμία πεποίηκεν.
15ἐρῶν γὰρ αὐτῆς ἔσπευδεν, εἰ ἀληθὲς ἦν τὸ τὸν δρουγγάριον ἀπιέναι, προκαταλαβεῖν αὐτὸς καὶ οἰκειώσασθαι τὴν ἀρχήν. μετὰ δὲ τὴν ἧτταν ἐπανελθόντων τοῦ τε Λακαπηνοῦ καὶ τοῦ Βογᾶ, ἐζητήθη τὰ μέσον αὐτῶν, καὶ κατεκρίθη ὁ Ῥωμανὸς πηρωθῆναι τὰ ὄμματα, ὡς αἴτιος τῆς ἥττης ἢ κακούργως ἢ
20ῥᾳθύμως γενόμενος, ἀλλ’ ἐκεῖνον μὲν τῆς ψήφου ταύτης ἐξήρ‐
πασάν τινες μέγα παρὰ τῇ βασιλίσσῃ δυνάμενοι.465

466

Ὁ δὲ Βούλγαρος Συμεὼν τῇ νίκῃ ἐξογκωθεὶς ἐπῄει κατὰ τῆς βασιλευούσης τῶν πόλεων. ἀντικατέστη δὲ αὐτῷ πάλιν ὁ τῶν σχολῶν δομέστικος ὁ Φωκᾶς· καὶ μάχης συγκροτηθείσης ἐν Κατασύρταις οἱ βάρβαροι ἥττηντο.
5 Πολλῶν δὲ καὶ τούτων περιφανῶν ἔρωτα τρεφόντων τῆς βασιλείας, μᾶλλον τῶν ἄλλων περὶ τὸν ταύτης ἐφλέγμαινεν ἔρωτα ὁ τῶν σχολῶν δομέστικος ὁ Φωκᾶς, πεποιθὼς μὲν καὶ ἑαυτῷ διὰ τὸ γένος καὶ διὰ τὴν ἰσχύν, οὐχ ἥκιστα δὲ τῷ παρα‐ κοιμωμένῳ Κωνσταντίνῳ τῷ ἐκτομίᾳ, τὰ πάντα τότε παρὰ τοῖς
10ἀνακτόροις ἰσχύοντι, οὗ ἐπ’ ἀδελφῇ κηδεστὴς ἐτύγχανεν ὤν. ταῦτα τοίνυν ὁρῶν ὁ τοῦ βασιλέως Κωνσταντίνου παιδαγωγὸς καὶ δείσας περὶ αὐτῷ, πείθει τοῦτον τὸν τοῦ στόλου δρουγγά‐ ριον τὸν εἰρημένον Ῥωμανὸν οἰκειώσασθαι καὶ φύλακα προσ‐ λαβέσθαι. ἐγχαράττει τοίνυν βιβλίον ὁ βασιλεὺς οἰκειόγραφον
15καὶ στέλλει τῷ δρουγγαρίῳ. ὁ δὲ τοῦτο δεξάμενος ὑπέσχετο τὴν τοῦ παρακοιμωμένου δυναστείαν, εἰ οἷόν τε, καθελεῖν. καί ποτε τοῦ παρακοιμωμένου, ἔνθα ὁ στόλος ὥρμιστο, παραγενο‐
μένου καὶ ἐπισπέρχοντος ἐκπλεῦσαι αὐτόν, ὁ δρουγγάριος δου‐466

467

λικώτερον αὐτῷ προσυπήντησε καὶ μεθ’ ὑποστολῆς ὡμίλει καὶ περὶ τὰς τριήρεις ἠρέμα πως προεβίβαζεν. ὡς δὲ τῇ ναυαρχίδι προσήγγισεν ἑτοίμους ἔχων ἄνδρας παρεπομένους αὐτῷ γεν‐ ναίους τε καὶ πολλούς, “ἄρατε τοῦτον” εἶπεν. οἱ δὲ συσχόντες
5αὐτὸν εἰς τὴν τριήρη ἐνέθεντο, τῶν περὶ αὐτὸν αὐτίκα δια‐ σπαρέντων. τοῦτο τῇ βασιλίδι ἐνωτισθὲν εἰς θόρυβον αὐτὴν καὶ τοὺς ἐν τέλει ἐνέβαλε. πέμπει τοίνυν πρὸς τὸν Ῥωμανὸν ἐρωτῶσα τί ἂν εἴη τὸ γεγονός. ἀλλὰ τὸ ναυτικὸν λίθοις τοὺς πεμφθέντας ἐδίωξαν. τῇ δ’ ἑξῆς τὸν πατριάρχην ὁ βασιλεὺς
10μετακαλεσάμενος καὶ τὸν μάγιστρον Στέφανον ἔπεμψε τοὺς ἐκ τῶν βασιλείων τὴν αὐτοῦ μητέρα κατάξοντας. τῆς δὲ τῷ υἱῷ προσφυείσης μετὰ δακρύων, εἰς οἶκτον ἐκεῖνος ἐκλίθη καὶ ἀφῆ‐ κεν αὐτήν, εἰς ἑαυτὸν δὲ τὴν ἐξουσίαν μετήνεγκε καὶ προεχει‐ ρίσατο δομέστικον τῶν σχολῶν τὸν Γαριδᾶν Ἰωάννην τὸν μά‐
15γιστρον. ὁ δὲ δρουγγάριος ὁ Λακαπηνός, ἐξαρτύσας τὸν στόλον ὥσπερ εἰς ναυμαχίαν κατὰ τὴν ἡμέραν τοῦ εὐαγγελισμοῦ τοῖς βασιλείοις προσέπλευσεν εἰς τὸν Βουκολέοντα. καὶ ὁ μὲν πα‐
τριάρχης καὶ ὁ μάγιστρος Στέφανος εὐθὺς ἐκ τῶν ἀνακτόρων467

468

ἐξέστησαν, ὁ δὲ Ῥωμανὸς ὅρκους πρότερον τελέσας φρικω‐ δεστάτους μήποτε κατὰ τοῦ βασιλέως φρονῆσαι μηδ’ ἐπιθέσθαι τῇ βασιλείᾳ, ἀνῆλθεν εἰς τὰ βασίλεια· καὶ εἰς τὸν ἐν τῷ Φάρῳ ναὸν τῷ Κωνσταντίνῳ συνεισελθὼν καὶ πίστεις δούς τε καὶ
5εἰληφὼς μέγας ἑταιρειάρχης προβάλλεται. ἐπέστειλε δὲ τῷ Φωκᾷ ὁ βασιλεὺς μὴ ἀθυμῆσαι μηδ’ ἀπογνῶναι, προσμεῖναι δὲ μικρόν, ὡς μελλούσης αὐτῷ γενέσθαι προνοίας μετὰ βραχύ. Ὁ δὲ Ῥωμανὸς τὴν ἑαυτοῦ θυγατέρα Ἐλένην μνηστεύεται τῷ βασιλεῖ Κωνσταντίνῳ, καὶ τῇ τρίτῃ τοῦ πάσχα τετέλεστο
10τὰ γαμήλια, τοῦ πατριάρχου Νικολάου τὴν ἱερολογίαν ποιή‐ σαντος· καὶ αὐτίκα τετίμηται βασιλεοπάτωρ ὁ Ῥωμανός, μέγας δ’ ἑταιρειάρχης Χριστοφόρος ὁ τούτου υἱός. ταῦτα δὲ μαθὼν ὁ Φωκᾶς τυραννίδι ἐπέθετο, Κωνσταντῖνον τὸν παρακοιμώ‐ μενον προσλαβόμενος καὶ ἑτέρους τῶν ἀρχόντων καὶ διαβε‐
15βαιούμενος ὑπὲρ τοῦ βασιλέως Κωνσταντίνου πράττειν ὃ πράττει. ὁ Ῥωμανὸς δὲ γραφὴν γεγραφὼς ἀνατροπὴν περιέχουσαν τῆς τοῦ Φωκᾶ προφάσεως καὶ ταύτην τῇ τοῦ βασιλέως ὑποσημασίᾳ καὶ χρυσῇ σφραγῖδι βεβαιωσάμενος, πέμπει ταύτην παρὰ τὸ μετὰ
τοῦ Φωκᾶ στράτευμα μετά τινος γυναίου ἑταιρικοῦ. κἀκεῖνο468

469

πολλοῖς τὴν χρυσοσήμαντον ὑποδεικνύον λάθρᾳ γραφὴν πολ‐ λοὺς καταλιπεῖν πεποίηκε τὸν Φωκᾶν καὶ προσχωρῆσαι τῷ βα‐ σιλεῖ. ὁ δὲ Φωκᾶς ἐν Χρυσοπόλει γενόμενος καὶ καταλειφθεὶς ὑπὸ τοῦ μετ’ αὐτοῦ πλήθους τῷ βασιλεῖ προσφοιτήσαντος ἐτρά‐
5πετο εἰς φυγὴν καὶ ἔν τινι χωρίῳ γενόμενος, ὅπερ παρὰ τῶν ἐγχωρίων Γοηλέων κατωνομάζετο, συλλαμβάνεται καὶ τυφλωθεὶς εἰσάγεται εἰς τὴν βασιλεύουσαν· καὶ τοῦτο τέλος τῇ αὐτοῦ τυ‐ ραννίδι ἐγένετο. ἀλλὰ μὴν καὶ ἑτέρα ἐπιβουλὴ κατὰ τοῦ βα‐ σιλέως συνέστη· νεανίας γάρ τινες καθῆκαν κατ’ αὐτοῦ θη‐
10ρῶντος, ἵνα αὐτῷ ἐν τῇ θήρᾳ ἐπίθωνται. ἀλλ’ ἐγνώσθη τὸ βούλευμα, καὶ οἱ πρωτουργοὶ ἐκολάσθησαν. Ἐξεβλήθη δὲ τῶν βασιλείων καὶ ἡ τοῦ βασιλέως μήτηρ Ζωή, ὡς ἐπιβουλεύουσα δῆθεν τῷ βασιλεοπάτορι, καὶ ἀπεκάρη ἐν τῇ τῆς ἁγίας Εὐφημίας μονῇ. τῇ δὲ κδʹ τοῦ Σεπτεβρίου
15μηνὸς εἰς τὴν τοῦ Καίσαρος ἀξίαν ἀνήχθη ὁ Ῥωμανὸς καὶ κατὰ τὸν Δεκέμβριον τῷ τῆς βασιλείας διαδήματι τεταινίωτο παρὰ τοῦ πατριάρχου Νικολάου τοῦ Κωνσταντίνου δῆθεν ἐπι‐ τροπῇ. Καὶ ὁ μὲν Λακαπηνὸς Ῥωμανὸς οὕτω τῆς ἀναρρήσεως
20ἔτυχεν, οὐκ ἠγάπα δὲ ταύτης τυχὼν αὐτός, ἀλλὰ μετὰ βραχὺ469

470

καὶ τὴν οἰκείαν ὁμευνέτιν τὴν Θεοδώραν ταινιοῖ, εἶτα καὶ τὸν υἱὸν Χριστοφόρον, προαιρέσει μὲν τῷ δοκεῖν τοῦ Κωνσταντίνου, τῇ δ’ ἀληθείᾳ βιαζομένου ἀσχάλλοντός τε πρὸς οὓς ἐθάρρει καὶ ἐν συμφορᾷ τιθεμένου τὰ πραττόμενα, μὴ θαρροῦντος δὲ
5ἀντερεῖν. ἐπιβουλῆς δὲ κατὰ τοῦ Ῥωμανοῦ γενομένης, ἧς ὁ σακελλάριος πρωτουργὸς ἦν Ἀναστάσιος, ὡς τῷ Κωνσταντίνῳ δῆθεν ἀμύνων, ἐγνώσθη τὰ κατ’ αὐτήν, καὶ οἱ μὲν συνίστορες, ὡς ἔδοξε τῷ Ῥωμανῷ, ἐκολάσθησαν, ὁ δὲ σακελλάριος ἀπε‐ κάρη. ἣν δὲ πρόφασιν ἔσχεν ὁ Ῥωμανὸς τοῦ ὑποβιβάσαι τὸν
10Κωνσταντῖνον ἑαυτοῦ, μέχρι τότε πρῶτον εὐφημούμενον ἐν ταῖς ἀναρρήσεσιν. Ὁ Συμεὼν δὲ κατὰ τῆς πόλεως ἐκπέμπει στρατόν· ἵνα δὲ μὴ ἐλθόντες τὰς πρὸ τῆς πόλεως διαφθείρωσιν ἀγλαΐας, ἔπεμψε καὶ ὁ Ῥωμανὸς τοὺς ἀντιταξομένους αὐτοῖς. καὶ τῶν
15Βουλγάρων ἐπελθόντων αὐτοῖς πίπτουσι μὲν καὶ τῶν ἀρχόντων πολλοί, τῶν δέ γε στρατιωτῶν οἱ μὲν εἰς τὰς τριήρεις σπεύ‐ δοντες ἐμβῆναι παραπλεούσας εἰς τὴν θάλασσαν ἐξωλίσθαινον καὶ ὑπὸ κυμάτων ἐφέροντο, οἱ δὲ ὑπὸ τῶν πολεμίων διώλ‐ λυντο, οἱ δὲ καὶ ζῶντες συνελαμβάνοντο. οὕτω δὲ διατεθείσης
20τῆς Ῥωμαϊκῆς στρατιᾶς κατὰ τὰς Πηγάς, τά τε ἐκεῖ ὄντα ἀνά‐
κτορα οἱ Βούλγαροι ἐπυρπόλησαν καὶ τἄλλα ὅσα ἐν τῷ αἰγιαλῷ470

471

τοῦ κατ’ ἀντικρὺ τῆς πόλεως ἦσαν διακειμένου πορθμοῦ. θα‐ νούσης δὲ τῆς τοῦ Ῥωμανοῦ συμβίου τῆς Αὐγούστης Θεοδώ‐ ρας ἡ τοῦ βασιλέως Χριστοφόρου γυνὴ Σοφία τοῦ τῆς Αὐ‐ γούστης ἠξιώθη ὀνόματος.
5 Ὁ τῶν Βουλγάρων δ’ ἐξηγούμενος Συμεὼν τῇ Ἀδριανου‐ πόλει προσέβαλε καὶ ταύτην ἐπολιόρκει. ἤνυσε δ’ ἂν οὐδέν, εἰ μὴ τοῖς ἔνδον ἐπιλελοίπει τὰ ἐπιτήδεια· βιαζόμενοι γὰρ τῷ λιμῷ καὶ ἑαυτοὺς καὶ τὴν πόλιν τοῖς πολεμίοις παρέδωκαν. τότε μέντοι καὶ ὁ ἐκ Τριπόλεως Λέων μετὰ δυνάμεως ναυτικῆς
10κατὰ Ῥωμαίων ἐχώρησεν· ἀλλὰ τούτῳ περὶ τὴν νῆσον Λῆμνον τριήρεις ἐπελθοῦσαι Ῥωμαϊκαὶ τοὺς μὲν Ἀγαρηνοὺς σχεδόν τι ξύμπαντας διεφθάρκασι, τὰς δὲ νῆας αὐτῶν ὑποβρυχίους ἐποίη‐ σαν, μόλις τοῦ Τριπολίτου φυγεῖν ἐξισχύσαντος. καὶ ὁ Βούλ‐ γαρος δὲ Συμεὼν τά τε κατὰ Μακεδονίαν καὶ τἀπὶ Θρᾴκης
15σὺν βαρεῖ στρατεύματι ἐληίζετο καὶ παρὰ τὴν πόλιν ἐλθὼν ἀγχοῦ τῶν Βλαχερνῶν πεποίητο τὴν παρεμβολὴν καὶ τῷ βασιλεῖ Ῥω‐ μανῷ ἐζήτησεν ἐντυχεῖν. καὶ τὴν ἔντευξιν ὁ βασιλεὺς ᾑρετί‐
σατο καὶ κατὰ τὸν τοῦ Κοσμιδίου αἰγιαλὸν ὁ μὲν βασιλεὺς σὺν471

472

τῷ στόλῳ ἀφίκετο, ὁ δέ γε Συμεὼν μετὰ τῆς οἰκείας παρ‐ εγένετο στρατιᾶς, καὶ ὡμίλησαν· καὶ ὁ βασιλεὺς μεγαλοπρεπῶς τῷ Συμεὼν ἐδωρήσατο. ἀσύμβατοι δὲ ἀπ’ ἀλλήλων διέστησαν, ὃ καὶ δυὰς ἔδοξε δηλῶσαι ἀετῶν. φασὶ γὰρ ἄνωθεν αὐτῶν
5διαπτῆναι τούτους καὶ ἀλλήλοις συμμίξαι μετὰ κλαγγῆς, εἶτ’ εὐθὺς διαστῆναι ἀλλήλων, τοῦ μὲν ἐπὶ τὴν πόλιν ἀποπτάντος, τοῦ δ’ ἐπὶ Θρᾴκην κινήσαντος τὸ πτερόν. Ὁ βασιλεὺς δὲ Ῥωμανὸς ἀπληστευσάμενος ἐπὶ τῇ τῆς βα‐ σιλείας ἀρχῇ καὶ ὥσπερ ἐπιλελησμένος τῶν ὅρκων, οὓς ὠμω‐
10μόκει καθ’ ἱερῶν, καὶ μὴ ἀρκούμενος ὅτι ἑαυτὸν καὶ τὸν τῶν υἱέων πρεσβύτερον ἠξίωσε διαδήματος, καὶ τοὺς λοιποὺς δύο τῶν παίδων αὐτοῦ βασιλικῶς τεταινίωκεν, εἶτα καὶ τὸν ἐκ τοῦ Χριστοφόρου γενόμενον αὐτῷ υἱωνόν, καὶ τὴν τῶν Ῥωμαίων ἀρχὴν ἀντὶ βασιλείας εἰς πολυαρχίαν μετήνεγκε. τῷ τελευταίῳ
15δὲ τῶν υἱῶν αὐτοῦ Θεοφυλάκτῳ τὸν θρόνον τὸν ἀρχιερατικὸν τῆς βασιλίδος τῶν πόλεων μνηστευόμενος ἀπέκειρε κληρικόν, διὰ τοῦ πατριάρχου προχειρισθέντα καὶ σύγκελλον. τοῦ πα‐ τριάρχου δὲ Νικολάου ἔτη τρισκαίδεκα τὸ δεύτερον τῆς ἐκκλη‐
σίας κρατήσαντος καὶ μεταθεμένου τὴν βιοτήν, ὁ μητροπολίτης472

473

Ἀμασείας Στέφανος εἰς τὸν θρόνον τῆς Κωνσταντινουπόλεως μετήνεκτο. Ὁ μέντοι τῶν Βουλγάρων ἄρχων ὁ Συμεών, ἀνὴρ ὢν αἱμάτων, ἡσυχίαν ἄγειν οὔποτε ὅλως προῄρητο· ὅθεν κατὰ τοῦ
5ἔθνους τῶν Χροβάτων ἐστράτευσεν, ἀλλ’ ἥττητο ὑπ’ ἐκείνων, κἀν ταῖς τῶν ὀρῶν δυσχωρίαις τὸ οἰκεῖον ἀπέβαλε στράτευμα. ἐν τούτῳ δὲ πρόσεισί τις τῷ βασιλεῖ Ῥωμανῷ, λέγων τὴν ἄνω‐ θεν τῆς ἐν τῷ Ξηρολόφῳ ἁψῖδος καθιδρυμένην στήλην καὶ πρὸς τὰ ἑσπέρια ἀποβλέπουσαν εἰς τὸν Συμεὼν ἐστοιχειῶσθαι
10τὸν Βούλγαρον, καὶ εἰ τὴν ταύτης ἀποτέμῃ τις κεφαλήν, ἕψεται τῇ ἐκτομῇ τοῦ Συμεὼν ἡ φθορά. ὁ μὲν οὖν εἶπε ταῦτα, καὶ ἡ κεφαλὴ τῆς στήλης οὐκ εἰς μακρὰν ἐξετέτμητο, καὶ τῷ Συ‐ μεὼν αὐθωρὸν ἐπέλιπε τὸ βιώσιμον, ληφθέντι καρδιωγμῷ, ὡς μετὰ ταῦτα ἐγνώσθη τῷ βασιλεῖ ἀκριβωσαμένῳ τῆς ἐκείνου
15τελευτῆς τὸν καιρόν. ὡς δ’ ἐξ ἀνθρώπων ὁ Συμεὼν ἀπελή‐ λυθεν, ἡ τῶν Βουλγάρων ἀρχὴ πρὸς Πέτρον τὸν ἐκ τῆς δευ‐ τέρας αὐτοῦ γυναικὸς αὐτῷ τεχθέντα περιελήλυθεν. ὅς, ἐπεὶ
καὶ λιμῷ τὸ τῶν Βουλγάρων ἔθνος ἦν πιεζόμενον καὶ τὰ πέριξ473

474

ἔθνη μὴ κατ’ αὐτοῦ ὁρμήσαιεν ἐδεδίει καὶ πρὸ τῶν ἄλλων Ῥωμαίους, στέλλει πρὸς τὸν βασιλέα, σπονδὰς ποιησόμενος, εἰ δ’ αἱροῖτο, καὶ κῆδος εἰς ἑαυτόν. ὡς δὲ τῷ βασιλεῖ καὶ ἄμφω καταθύμια ἔδοξε τὰ αἰτούμενα, καὶ αὐτὸς ὁ Πέτρος ἀφίκετο,
5καὶ γεγόνασι μὲν συνθῆκαι περὶ σπονδῶν, συνήφθη δὲ αὐτῷ πρὸς συμβίωσιν γαμικὴν καὶ ἡ τοῦ βασιλέως ἐγγόνη, ἣ ἐκ τοῦ πρεσβυτέρου τῶν υἱῶν αὐτοῦ τοῦ Χριστοφόρου γεγέννητο. Ὁ δὲ βασιλεὺς Ῥωμανὸς οὐκ ἀρκοῦν ἡγούμενος ὅτι ἑαυ‐ τοῦ τὸν βασιλέα Κωνσταντῖνον ὑπεβίβασε, λαβὴν ἐζήτει καὶ
10τὸν Χριστοφόρον προθεῖναι αὐτοῦ· καὶ παρεσκεύασε τὴν τῶν Βουλγάρων πληθὺν ἐν τῷ τοῦ γάμου καιρῷ στασιάσαι, ζητοῦ‐ σαν τὸν Χριστοφόρον πρὸ τοῦ Κωνσταντίνου ἀναγορεύεσθαι, καὶ διὰ τὴν στάσιν δῆθεν οἰκονομῶν τι παρεχώρησε τὸ αἰτού‐ μενον γίνεσθαι. εἶτα μήτε τὸ θεῖον δείσας, ὃ τὰς ὁμολογίας
15αὐτῷ ἐμπεπέδωκε, μήτ’ αἰδεσθεὶς τὸ ὑπήκοον, καὶ ἄμφω τοὺς ἄλλους υἱεῖς αὐτοῦ τοῦ Κωνσταντίνου προτέρους εὐφημεῖσθαι πεποίηκε, καὶ ὁ πρῶτος πέμπτος ἐγένετο, καὶ εἰ μὴ ὁ μικρὸς
Ῥωμανὸς ὁ τοῦ Χριστοφόρου υἱὸς ἔφθη θανών, κἀκεῖνος ἂν474

475

αὐτοῦ προτετίμητο. ἦν οὖν ὁ αὐθιγενὴς βασιλεὺς καὶ ᾧ κατὰ κλῆρον ἡ βασιλεία διέφερεν ὥσπερ παρέγγραπτος. ἀλλ’ ἐπὶ τούτοις ἡ δίκη οὐκ ἐπενύσταξεν· ἀναβεβλήσθω δ’ ἡ περὶ τού‐ των διήγησις.
5 Ὁ Ἀμασείας δὲ Στέφανος ἔτη τρία διαγαγὼν ἐν τῷ θρόνῳ τῆς ὑπερκειμένης τῶν πόλεων ἐτελεύτησε, καὶ ἐχειροτονήθη Τρύφων τις μοναχὸς ἐπὶ συνθήκαις τοῦ μετὰ χρόνον ὡρισμένον ἑκὼν ἐκστῆναι τοῦ θρόνου τῷ τοῦ βασιλέως υἱῷ τῷ Θεοφυ‐ λάκτῳ· ἦν γὰρ ἔτι μειράκιον. γέγονε δ’ ἐν τοῖς χρόνοις τού‐
10τοις χειμών τε ἀφόρητος λιμός τε σφοδρότατος καὶ ἐμπρησμὸς φρικωδέστατος. ὅτε καὶ ὁ βασιλεὺς Χριστοφόρος τὴν ζωὴν ἐξεμέτρησεν. ἤδη δὲ τοῦ ὡρισμένου καιροῦ παραρρυέντος ὁ πατριάρχης Τρύφων οὐ μεθίετο τοῦ θρόνου τοῦ ἀρχιερατικοῦ κατὰ τὰ συγκείμενα, ἀλλ’ ὅλαις χερσὶ τῆς ἀρχιερωσύνης ἀντεί‐
15χετο. καὶ ὁ βασιλεὺς ἠνιᾶτο διὰ τὴν ἀπάτην, ὡς ἐμπαιχθείς. ὁ γοῦν Καισαρείας χαρίσασθαι τῷ βασιλεῖ προθυμούμενος δόλῳ μέτεισι τὴν τοῦ πατριάρχου ἀφέλειαν καὶ φίλου προσωπεῖον ἑαυτῷ περιθέμενος τῷ πατριάρχῃ φησίν “ἡ μὲν κατὰ σοῦ τοῦ
κρατοῦντος ἐπίθεσις σφοδρά, ἀλλ’ ἐπιλείπουσιν αὐτῷ αἰτιάματα475

476

ὑπὸ καθαίρεσίν σε τιθέμενα, καὶ λοιπὸν εἰς τὸ μηδὲ ὅλως εἰ‐ δέναι σε γράμματα οἱ κατὰ σοῦ περιίστανται. ἀλλὰ σπεῦσον καὶ τούτου τοὺς μελετῶντας κατὰ σοῦ ἀποκρούσασθαι. διαλύ‐ σεις δὲ τούτοις τὸ σπούδασμα, εἰ ἐνώπιον πολλῶν χάρτην λα‐
5βὼν τὸ ὄνομα ἐγχαράξεις τὸ σὸν καὶ τὸ τῆς ἀρχιερωσύνης ἀξίωμα. καὶ τούτου ἀποκομισθέντος τῷ βασιλεῖ οὐκέτι κατὰ σοῦ αἰτίαμα περιλέλειπται.” ὁ μὲν οὖν συνεβούλευσε ταῦτα· ὁ δὲ ἐπείθετο καὶ πολλῶν παρόντων ἀγράφῳ χάρτῃ ταῦτ’ ἐγε‐ γράφει· “Τρύφων ἐλέῳ θεοῦ ἀρχιεπίσκοπος Κωνσταντινουπό‐
10λεως νέας Ῥώμης.” καὶ λαβὼν τὸν χάρτην ὁ Καισαρείας ἀπῄει ἐμφανίσων τοῦτον τῷ βασιλεῖ. ἔγγραφον οὖν ἐν αὐτῷ παραι‐ τήσεως ὡς ἐκ τοῦ πατριάρχου ἄνωθι τῆς ὑπογραφῆς ἐξυφαί‐ νεται, καὶ ὡς παραιτησάμενος τῆς ἐκκλησίας ἐκβάλλεται, καὶ ὁ τοῦ βασιλέως υἱὸς πατριάρχης κεχειροτόνηται.
15 Στόλος δὲ Ῥωσικὸς ἐπῆλθε κατὰ τῆς πόλεως, καὶ ὁ στό‐ λος οὐ χιλιόναυς, ὡς λέγεται, ἀλλ’ εἰς πεντεκαίδεκα χιλιάδας τὰ τούτου πλοῖα ἠρίθμηντο. τούτοις περὶ τὸν Φάρον προσορ‐ μισθεῖσιν ἀντίπρῳρος ἔστη στόλος Ῥωμαϊκὸς καὶ ἀθρόον αὐτοῖς
προσβαλὼν ἐτρέψατο τοὺς βαρβάρους καὶ πολλὰ τῶν πλοίων476

477

τῷ ὑγρῷ πυρὶ ἀπετέφρωσεν. ὅσα δέ γε περιελέλειπτο πρὸς ἕω περαιωθέντα, τῷ πατρικίῳ Βάρδᾳ ἐνέκυρσε τῷ Φωκᾷ, στρα‐ τιωτικοῦ στρατηγοῦντι συντάγματος, ὃς πρὸς συλλογὴν τῶν ἀναγ‐ καίων πολλοὺς ἐξιόντας τῶν πλοίων καταλαμβάνων ἀνῄρει.
5ἀλλὰ καὶ ὁ δομέστικος τῶν σχολῶν ὁ Κουρκούας ἑτέροις ἐντυγ‐ χάνων κατὰ ζήτησιν τῶν ἐπιτηδείων ἐκβαίνουσι τῶν νηῶν καὶ ἐζώγρει καὶ μαχαίρας ἔργον ἐτίθετο. οὕτω δὲ καὶ διὰ θα‐ λάσσης καὶ διὰ γῆς παθόντες κακῶς οὐκέτι τῶν πλοίων ἐξώρ‐ μουν. ὡς δὲ τὰ πρὸς τροφὴν αὐτοῖς παντάπασιν ἐπιλέλοιπεν,
10ἐπανελθεῖν ἐς τὰ οἰκεῖα διανενόηνται καὶ ἤδη τοῦ ἔκπλου κατήρ‐ ξαντο. ἀλλ’ αὖθις αὐτοῖς αἱ τριήρεις ἐπέθεντο, καὶ δὶς οἱ βάρ‐ βαροι κατεναυμαχήθησαν, ὡς ὀλίγας πάνυ τῶν σφετέρων νηῶν ἐκφυγεῖν καὶ ἀνθυπονοστῆσαι πρὸς τοὺς οἰκείους, ἀγγέλους γε‐ νομένους ἐκείνοις τῆς συμφορᾶς. καὶ οἱ μὲν Ῥῶς παθόντες
15πλέον κακῶς ἢ δεδρακότες τῆς κατὰ Ῥωμαίων ἀπέσχοντο ἐπι‐ θέσεως. Καὶ οἱ Ἀγαρηνοὶ δὲ διὰ τοῦ δομεστίκου τῶν σχολῶν Ἰω‐
άννου τοῦ Κουρκούα καὶ τοῦ ἀδελφοῦ Θεοφίλου (πάππος δὲ477

478

ὁ Θεόφιλος τοῦ μετέπειτα τῆς βασιλείας κρατήσαντος Ἰωάννου) ἥττηντό τε πολλάκις καὶ τεταπείνωντο καὶ πόλεις οὐκ ἐλαχίστας ὧν κατεῖχον ἀφῄρηντο. Ὁ δὲ βασιλεὺς Ῥωμανὸς εἰς συναίσθησιν τάχα δόξας ἐλθεῖν
5τῆς ἐπιορκίας καὶ τῆς τῶν συνθηκῶν παραβάσεως, ἃς πρὸς τὸν βασιλέα Κωνσταντῖνον πεποίητο, δι’ εὐποιιῶν ἔσπευδεν ἐξι‐ λεώσασθαι τὸν θεόν. καὶ διαδόσεις μὲν καὶ ἀλλοίας ἐτίθετο, ἐπὶ δὲ ταύταις καὶ τὰ παρὰ τῶν ἐν τῇ πόλει χρεωστούμενα τοῖς δανεισταῖς ἀποδοὺς τοὺς ὀφειλέτας ἀπέλυσε τοῦ βάρους τῆς
10ὀφειλῆς, καὶ τὰ γραμματεῖα λαβὼν ἐν μέσῃ τῇ ἀγορᾷ πυρὶ κατῃθάλωσεν· εἰς ἐννεακαίδεκα δὲ κεντηνάρια τὰ τῶν ὀφειλῶν ἠριθμήθησαν. παρέσχε καὶ τὰ ἐνοίκια τῶν κατὰ τὴν μεγαλό‐ πολιν οἰκούντων μισθωτικῶς. τοὺς μὲν οὖν ὀφειλέτας ὠφέλουν ταῦτα, τῷ δέ γε Ῥωμανῷ μικρὸν ἢ οὐδὲν οἶμαι λυσιτελεῖν,
15ὅτι τε ἀλλότρια ἐτύγχανον τὰ διδόμενα (δημόσια γάρ) καὶ ὅτι τὴν βασιλείαν ἁρπάσας καὶ ταύτην κατέχων καὶ ἀπολαύων αὐ‐ τῆς καὶ τὸν ᾧ προσῆκε ταύτης ἀποστερῶν ἑαυτῷ μὲν ἀπε‐ κλήρου τῆς βασιλικῆς εὐκληρίας τὰ ξύμπαντα, ταῖς δ’ εὐποιίαις
ῥανίδα μικρὰν ἀπεμέριζε, τοιοῦτόν τι πράττων οἷον ἄν τις, εἰ478

479

βοῦν ἀπελάσας τοῦ γείτονος καὶ καταθύσας αὐτὸν τοὺς μὲν πόδας ἄκρους διένειμε πένησι, τὸ σῶμα δ’ ὅλον αὐτὸς ἐθοινή‐ σατο. ἀλλὰ ταῦτα κατ’ ἀνθρωπίνην κρίσιν· εἰ δέ τις πρὸς τὴν θείαν ἀποβλέψειεν ἀγαθότητα, οὐδὲ ταῦτ’ ἂν ἴσως εἴποι ἀσυντελῆ.
5 Τούτου τῶν σκήπτρων κρατοῦντος καὶ τὸ ἀχειρότευκτον ἐκτύπωμα τοῦ σωτῆρος Χριστοῦ τὸ θεῖον χειρόμακτρον ἐκο‐ μίσθη πρὸς τὴν προκαθημένην τῶν πόλεων. εἶχε μὲν γὰρ τέως τοῦτο ἡ Ἔδεσα· ἡ δὲ ἁλῶναι παρὰ Ῥωμαίων πολιορ‐ κούντων αὐτὴν ἐκινδύνευεν· ἵν’ οὖν φύγοιεν οἱ Ἐδεσηνοὶ τὴν
10ἐκπόρθησιν, λύτρον ταύτης τὸ θεῖον παρέσχον ἐκτύπωμα. ἀφί‐ κετο δὲ τότε καὶ ἐξ Ἀρμενίας μειρακίσκων δυὰς συμφυῶν, τοῦ ἑνὸς δὲ θανόντος ἐτμήθη ἡ συμφυΐα παρ’ ἰατρῶν· ἀλλ’ οὐδὲν τὸν περίλοιπον ὤνησε, μικρὸν δ’ ἐπιβιώσας τῷ ἀδελφῷ κἀκεῖνος
ἐξέπνευσεν.479

480

Ὅπως μὲν οὖν μηδὲν αὐτῷ προσήκουσαν τὴν βασιλείαν ὁ Ῥωμανὸς ἐσφετερίσατο καὶ τοὺς αὐτοῦ παῖδας τῆς βασιλικῆς ἠξίωσε τιμῆς τε καὶ κλήσεως καὶ ὅπως ἑαυτὸν καὶ τοὺς παῖδας τῶν πρωτείων ἠξίωσε, τὸν δ’ ἐγγενῆ τῆς βασιλείας διάδοχον
5Κωνσταντῖνον πολλοστὸν ἔθετο πάντων ὑποβιβάσας, ἤδη μοι προϊστόρηται. ἥκει δὲ νῦν ὁ λόγος προσθήσων καὶ τὰ ἑξῆς καὶ δείξων ὡς κἂν βραδύτερον ἴσως μέτεισι τοὺς ἀδικοῦντας ἡ πρόνοια, μετανοίας αὐτοῖς ἐπιμετροῦσα καιρόν, ἀλλά γε τοῦ κακοῦ μὴ ἀπεχομένους μέτεισι σχολαίῳ ποδὶ καὶ δίκας εἰσπράτ‐
10τεται. ἤνυε μὲν οὖν ὁ Ῥωμανὸς αὐταρχῶν εἰκοστὸν καὶ ἕκτον ἐνιαυτόν· ὁ δὲ Κωνσταντῖνος, ὅπως ἑαυτῷ τὴν βασιλείαν ἐπανα‐ σώσηται, διὰ παντὸς ἔστρεφε κατὰ νοῦν, καὶ ἵνα τὸ ἐφετὸν αὐτῷ διαπράξηται, δι’ ἑτέρων ἐπεγείρει τῷ πατρὶ τοὺς υἱοὺς ἢ μᾶλλον τὸν ἕνα τὸν Στέφανον. ὁ γὰρ Κωνσταντῖνος σταθηροτέρας
15τυγχάνων φρενὸς τὴν προσβολὴν οὐ προσήκατο. ὁ δὲ προσ‐ εταιρισάμενος καὶ ἄλλους ἐπέθετο τῷ πατρὶ καὶ κατασχὼν αὐ‐ τὸν ἐν τῇ νήσῳ τῇ Πρώτῃ περιώρισε καὶ ἀπέκειρεν, αὐτὸς δὲ
τῆς βασιλικῆς ἀντεποιήσατο διοικήσεως σὺν τῷ γαμβρῷ καὶ480

481

τῷ ἀδελφῷ· ἀλλ’ οὐκ ἦν ὁμοφρονῆσαι τοὺς τρεῖς. ἔν τισιν οὖν διεφέροντο καὶ ἀλλήλοις ἀντέλεγον· κἀντεῦθεν ἀλλήλους ὑπώπτευον καὶ κατασπάσαι τῆς βασιλείας τὸν Κωνσταντῖνον ὁ Στέφανος διὰ φροντίδος ἐτίθετο καὶ ὁ Κωνσταντῖνος αὖθις
5τὸν Στέφανον. ἀλλ’ ἦν ὁ Κωνσταντῖνος πρὸς τοὖργον ὀξύτερος πάνυ, πρὸς τοῦτο καὶ τῆς συζύγου Ἐλένης ἐπισπερχούσης αὐτόν. προσλαβόμενος τοίνυν καί τινας τῶν στρατιωτικῶν ἀρχόντων κατέσχε καὶ ἄμφω τοὺς ἀδελφοὺς συναριστοῦντας αὐτῷ, καὶ αὐτίκα τὸν μὲν εἰς τὴν νῆσον τὴν Πάνορμον ἐξαπέστειλεν (ἡ
10τοῦ Ἀντιγόνου αὕτη ἐστίν), τὸν δὲ εἰς τὴν καλουμένην Τερέ‐ βινθον, καὶ κληρικοὺς καὶ ἄμφω ἀπέκειρεν. εἶτ’ ἐκεῖθεν μετ‐ αχθῆναι μέλλοντες ἐζήτησαν εἰς ὄψιν ἐλθεῖν τῷ πατρί· οὓς ἰδὼν ἐκεῖνος εἶπεν “υἱοὺς ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν.” ἐκεῖθεν οὖν ὁ μὲν Στέφανος ἐν Προικονήσῳ περιω‐
15ρίσθη, κἀκεῖθεν εἰς Ῥόδον κἀκ ταύτης εἰς Μιτυλήνην μετετέθη·
τῷ δὲ Κωνσταντίνῳ ἡ Σαμοθρᾴκη περιγραπτὸν ἐγένετο ὅριον.481

482

ὃς ἀποδρᾶναι δοκιμάσας πολλάκις καὶ διὰ τοῦτο φαρμάκῳ τὸν πρωτεύοντα τῶν φυλάκων αὐτοῦ ἀνελὼν ἀνῃρέθη παρὰ τῶν ἄλλων. ὁ δὲ Στέφανος ἐν Λέσβῳ ἀπεβίω, ἐννεακαίδεκα δι‐ αγαγὼν ἐνιαυτοὺς παρ’ αὐτῇ. ὁ δὲ τούτων πατὴρ ἐν τῇ Πρώτῃ
5τὴν ζωὴν ἐξεμέτρησε· καὶ οὕτω τούτων ἕκαστον ἡ δίκη μετῆλθεν. Ἄρτι δὲ τῆς μοναρχίας ὁ Κωνσταντῖνος τυχὼν καὶ τῷ υἱῷ Ῥωμανῷ διάδημα περιέθετο, τοῖς τε συναραμένοις αὐτῷ εἰς τὴν τῶν βασιλευόντων καθαίρεσιν ἀμοιβὰς ἐκτιννὺς τὸν μὲν Φωκᾶν Βάρδαν μάγιστρον ἐτίμησε καὶ δομέστικον προεχειρίσατο
10τῶν σχολῶν τῆς ἀνατολῆς. ἀμφοῖν δὲ τῶν τοῦ Βάρδα υἱῶν τὸν μὲν Νικηφόρον τὸν ὕστερον βασιλεύσαντα τῶν ἀνατολικῶν προε‐ βάλετο στρατηγόν, τὸν δὲ Λέοντα τῆς Καππαδοκίας καὶ τοὺς ἄλλους ἄλλως ἠμείψατο. τὸν δὲ τοῦ Στεφάνου τοῦ βασιλέως υἱὸν Ῥωμανὸν ἐκτομίαν ἐποίησεν, ἀλλὰ μὴν καὶ Βασίλειον, τὸν
15νόθον υἱὸν τοῦ γέροντος Ῥωμανοῦ, ὃν ἐγείνατο δούλῃ τινὶ συμ‐ φθαρείς. τὸν δὲ τοῦ Χριστοφόρου υἱὸν Μιχαὴλ ἀπέκειρε κληρικόν. Ἦν δὲ ὁ Κωνσταντῖνος τὰ πρὸς θεὸν εὐσεβὴς καὶ λόγοις
προσκείμενος, ὡς ἔστι καταμαθεῖν ἐκ συγγραμμάτων αὐτοῦ,482

483

ἀλλὰ μέντοι καὶ ἐξ ἐπιστολῶν, ἃ κἂν μὴ πρὸς τέχνην ἠκρί‐ βωνται τὴν ῥητορικήν, ἀλλά γε σχήμασι ταύτης καί τισιν ἰδέαις ποικίλλονται. ἐδίδου δὲ καὶ ῥυθμοῖς ἑαυτὸν καὶ μέτροις παντο‐ δαποῖς· γνοίη δέ τις τοῦτο ἐξ ὧν ἐπὶ θανούσῃ αὐτῷ τῇ κοι‐
5νωνῷ τοῦ βίου ἐμμέτρως ἐθρήνησεν. ἐπεμελήθη δὲ καὶ τῆς φιλοσοφίας αὐτῆς, ἐπιλελησμένης ἤδη σχεδόν, ἀλλὰ μέντοι καὶ τῶν ἐπιστημῶν διδασκάλους ἐπιστήσας καὶ ἀναζωπυρήσας ἐκλει‐ πούσας αὐτάς. καὶ ταῦτα μὲν τῆς κρείττονος μοίρας ἐκείνῳ προσῆν. περὶ δὲ τὴν τῆς βασιλείας διοίκησιν διέκειτο μαλθα‐
10κώτερον, δύσοργός τε καὶ βαρύμηνις τοῖς πταίουσιν ἦν καὶ κολαστὴς ἀπαραίτητος οἴνῳ τε τοῦ αὐτάρκους ἐκέχρητο πλείονι. καὶ ἀρχαιρεσιάζων οὐ τοὺς ἀξίους ἐφίστα ταῖς στρατηγίαις ἢ ταῖς τῆς πολιτείας ἀρχαῖς, ἀλλὰ τοὺς μοχθηροτέρους καὶ ἀδοκί‐ μους καὶ οὓς ἡ βασιλὶς καὶ ὁ παρακοιμώμενος εἰσῆγον Βασί‐
15λειος, ὠνίους χρημάτων τιθέμενοι τὰς ἀρχάς. ἀλλ’ οὕτω μὲν τὰ τῆς βασιλείας, εἰ καὶ μὴ ἐν πᾶσι καλῶς, ᾠκονόμητο. ἐπι‐ βουλαὶ δὲ κατὰ τοῦ κρατοῦντος ἐμελετήθησαν· ἡ μὲν παρὰ
τοῦ παρακοιμωμένου Θεοφάνους, πολλοὺς καὶ ἄλλους συνίστο‐483

484

ρας ἔχοντος καὶ βουλομένου τὸν Ῥωμανὸν ἐπαναγαγεῖν ἐκ τῆς Πρώτης εἰς τὰ βασίλεια· ἡ δὲ παρ’ ἑτέρων, τὸν Στέφανον ἐκ Λέσβου λαβεῖν μελετησάντων καὶ ἀποκαταστῆσαι τῇ βασιλείᾳ. ἀλλὰ καὶ ἄμφω τὰς ἐπιβουλὰς ὁ Κωνσταντῖνος ἐφώρασε καὶ
5τοὺς μὲν συνωμότας ἐκόλασε, τοὺς δὲ βασιλειῶντας ὑπ’ ἀσφα‐ λεστέραν ἔθετο τήρησιν. Τῶν Τούρκων δέ (τοὺς δ’ Οὔγγρους οὕτω καλεῖσθαι καὶ πρῴην εἰρήκαμεν) τὰ Ῥωμαίων ληιζομένων ἐπί τινα καιρὸν ἠρεμῆσαι τὸ ἔθνος συμβέβηκεν. ὁ γὰρ τούτων ἀρχηγετῶν Βο‐
10λοσουδὴς κεκλημένος καὶ ἕτερος δ’ αὖθις Γυλᾶς, καὶ αὐτὸς μέρους ἄρχων, προσηλθέτην τῷ βασιλεῖ· καὶ ἕκαστος αὐτῶν τοῦ θείου τῆς παλιγγενεσίας ἠξιώθη λουτροῦ καὶ τὸ καθ’ ἡμᾶς ἐμυήθη μυστήριον, καὶ πατρίκιος ἐτιμήθη ἑκάτερος, καὶ κατην‐ τλήθησαν χρήμασι καὶ οὕτως ἐπανῆλθον εἰς τὰ ἤθη τὰ ἑαυτῶν,
15λαβόντες καὶ ἀρχιερέα, δι’ οὗ πολλοὶ πρὸς ἐπίγνωσιν τοῦ θεοῦ μετηνέχθησαν. ἀλλ’ ὁ μὲν Γυλᾶς καὶ τῇ πίστει ἐνέμεινε καὶ τὴν εἰρήνην ἐτήρησεν. ὁ δὲ λοιπὸς τὰς πρὸς θεὸν συνθήκας ἠθετηκὼς αὖθις κατὰ Ῥωμαίων ὡπλίζετο, τοῦτο δὲ καὶ κατὰ
Φράγγων ποιῆσαι ἐπιχειρήσας ἑάλω καὶ ἀνεσταύρωτο. καὶ ἡ484

485

τοῦ κατὰ Ῥωμαίων ἐκπλεύσαντος Ῥῶς γαμετὴ Ἔλγα, τοῦ ξυν‐ ευνέτου αὐτῆς τελευτήσαντος, προσῆλθε τῷ βασιλεῖ καὶ βαπτι‐ σθεῖσα τιμηθεῖσά τε, ὡς ἐχρῆν, ὑπενόστησεν. ἐφρόντιζε δὲ ὁ αὐτοκράτωρ, ἤδη θανούσης τῆς τῷ υἱῷ αὐτοῦ Ῥωμανῷ συζυγείσης
5θυγατρὸς τοῦ τῶν Φράγγων ῥηγὸς Οὔγωνος, ἑτέραν ἀγαγέσθαι αὐτῷ γαμετήν, καὶ συνοικίζει αὐτῷ κόρην, τύχης μὲν χαμερ‐ ποῦς ἢ καὶ χυδαίας, εἴποιεν ἄν τινες, καπήλων γὰρ ἐκφῦναι ταύτην φασί, τὸ δὲ εἶδος εὐπρεπεστάτην, ἄντικρυς ἄγαλμα πλα‐ σθεῖσαν παρὰ τῆς φύσεως, ἥτις Ἀναστασὼ καλουμένη Θεοφανὼ
10μετωνόμαστο. Ἔτει δὲ δωδεκάτῳ τῆς Κωνσταντίνου αὐταρχίας ὁ πατρι‐ άρχης Θεοφύλακτος ἀπεβίω, ἐπὶ ἔτη τρία καὶ εἴκοσιν ἀρχιερα‐ τεύσας· ἑξκαίδεκα δὲ ἦν ἐνιαυτῶν, ὅτε τῆς ἀρχιερωσύνης ἀθέ‐ σμως ἠξίωτο. ὅθεν καὶ ὑπὸ παιδαγωγοὺς ἐτέλει ὁ πατριάρχης,
15ἕως αὐτῷ ὁ πατὴρ ἐβασίλευεν· εἶτα τούτους ἀποσεισάμενος πολλὰ τῶν οὐ δεόντων ἢ τῶν ἀπειρημένων, εἰπεῖν οἰκειότερον,
διεπράττετο, ἱππομανῶν τε καὶ κυνοτροφῶν καὶ θήραις προσ‐485

486

κείμενος καὶ τὰ τούτοις πράττων ἀκόλουθα. ἔτρεφε δὲ καὶ ἵππων σφοδρότατον ἔρωτα καὶ εἶχε θηλείας ἵππους πάνυ πολλάς. μία τοίνυν αὐτῶν ἡ τῶν λοιπῶν ἐπισημοτέρα κατὰ γαστρὸς ἔχουσα ἔτυχε τεκοῦσα κατὰ τὴν ἱερὰν τῆς μεγάλης πέμπτης
5ἡμέραν· καὶ λειτουργοῦντι τότε τῷ πατριάρχῃ ἧκέ τις κομίζων περὶ τοῦ τοκετοῦ εὐαγγέλια. ὁ δὲ ὑπερήσθη καὶ τὴν θείαν ἱερουργίαν συντεμὼν σπουδῇ πρὸς τὸ Κοσμίδιον ἀπελήλυθεν (ἐκεῖ γὰρ εἶχον αἱ ἵπποι αὐτοῦ τὰς διατριβάς) καὶ τὸν νεογνὸν πῶλον ἑωρακὼς ὑπενόστησεν εἰς τὴν ἐκκλησίαν καὶ τὴν τῶν
10ἁγίων παθῶν τοῦ σωτῆρος Χριστοῦ ἐτέλεσε τελετήν. κατέ‐ στρεψε δὲ τὴν ζωὴν ἐξ ἱππασίας· θρασύτατα γὰρ ἱππαζόμενος καὶ πρὸς τεῖχός τι τῶν παραθαλασσίων προσαραχθεὶς αἷμα διὰ στόματος ἀνήγαγε, κἀντεῦθεν ἐπὶ δύο ἔτη νοσήσας, εἶθ’ ὑδέρῳ περιπεσών, ἀπεβίω. καὶ προεχειρίσθη πατριάρχης Πο‐
15λύευκτος, μοναχὸς ἐκτομίας καὶ λόγῳ διαπρέπων καὶ ἀρετῇ· καὶ ὃς παρὰ τοῦ Καισαρείας κεχειροτόνητο. ὁ γὰρ Ἡρακλείας
προσκεκρουκὼς κατά τι τῷ βασιλεῖ ἐκωλύθη τοῦ προνομίου486

487

αὐτοῦ· καὶ τοῦτο τοῖς φιλοσκώμμοσιν εὕρητο κατὰ τοῦ πατρι‐ άρχου αἰτίαμα. ἐπεὶ δ’ ἐχειροτονήθη, τῷ βασιλεῖ ἐντυχὼν κατα‐ δρομὴν ἐποιήσατο τῶν συγγενῶν τοῦ γέροντος Ῥωμανοῦ καὶ ἀναστεῖλαι τὴν τούτων πλεονεξίαν παρῄνει. ὅπερ οὔτ’ αὐτὸς
5ἀνεπαχθῶς ἤκουσε καὶ ἡ βασιλὶς Ἐλένη, παρὰ τοῦ ἐκτομίου Βασιλείου, ὃς μετέπειτα παρακοιμώμενος γέγονε, προβιβασθεῖσα ἠρέθισε κατὰ τοῦ πατριάρχου τὸν αὐτοκράτορα καὶ ἐζήτει λα‐ βήν, δι’ ἧς αὐτὸν τὴν ἀρχιερωσύνην ἀφέληται. τότε δὲ καὶ ἡ τιμία χεὶρ τοῦ Προδρόμου εἰς τὴν ὑπερκειμένην ἀπεκομίσθη
10τῶν πόλεων ἐξ Ἀντιοχείας διά τινος διακόνου Ἰώβ. Τῶν δ’ ἐν τῇ Κρήτῃ Ἀγαρηνῶν τὰ παράλια τῆς Ῥωμαίων ἡγεμονίας ληιζομένων ὁ βασιλεὺς στόλον ἑτοιμασάμενος, ὃν πλεῖ‐ σται συνίστων νῆες πολεμιστήριοι, κατ’ ἐκείνων ἐκπέπομφεν. ἀλλ’ ἐσφάλησαν τὰ τοῦ στόλου τῇ τοῦ ναυαρχοῦντος ἀπειρίᾳ
15καὶ ἀμελείᾳ. καὶ τὸ μὲν πλεῖον τοῦ πληρώματος τῶν νηῶν ἀπώλετο, τὸ μὲν ἑαλωκός, τὸ δὲ μαχαίρας ἔργον γενόμενον, πολλοστὸν δὲ διασέσωστο. καὶ αὐτὸς δ’ ἂν ἑάλω ὁ ναύαρχος,
εἰ μὴ περὶ αὐτὸν συστάντες οἱ αὐτοῦ θεράποντες καὶ συν‐487

488

ασπισμῷ τοὺς Ἀγαρηνοὺς ἀπωσάμενοι ἄδειαν παρέσχον τῷ στρα‐ τηγῷ ἐμβῆναι εἰς τὴν στρατηγίδα τριήρη καὶ οὕτω φυγεῖν. ἀλλ’ οὐχ οὕτω καὶ τῷ Βάρδᾳ Φωκᾷ τῷ τῶν σχολῶν δομε‐ στίκῳ συνηντήκει τὰ πρὸς τοὺς ἑῴους Ἀγαρηνούς, στρατηγικῇ
5δὲ τέχνῃ καὶ ἐμπειρίᾳ τοὺς πρὸς ἐκείνους πολέμους διατιθέ‐ μενος ἄστεά τε πολλὰ ἐκείνων ἀφείλετο καὶ τὰ προστυχόντα λείαν ἐτίθετο. Ὅ γε μὴν τοῦ βασιλέως υἱὸς Ῥωμανὸς εἰς ἄνδρας ἤδη τελεῖν ἠργμένος ἐξ ἀγενείων καὶ εἰς ἑαυτὸν τὴν ἐξουσίαν περι‐
10αγαγεῖν ἱμειρόμενος, ἐπιβουλεύει τῇ ζωῇ τοῦ πατρός, συμπρατ‐ τούσης αὐτῷ καὶ τῆς γαμετῆς, καὶ φαρμάκῳ δηλητηρίῳ τὴν ἐπιβουλὴν συνεσκεύασαν, ὃ λαθόντες καθαρτηρίῳ πόματι συν‐ εκέρασαν, ὅπερ ἔμελλεν ὁ αὐτοκράτωρ πιεῖν. ἄρτι δὲ δοθῆναι μέλλον εἰς πόσιν τῷ βασιλεῖ εἴτ’ ἐκ προνοίας εἴτε τυχαίως τὸ
15πλέον ἐκκέχυτο, τὸ δὲ περιλειφθὲν ὀλίγον ὂν καὶ παρὰ τοῦ βα‐ σιλέως ποθὲν ὀδύναις μὲν αὐτὸν καὶ κινδύνου φόβοις οὐ μι‐ κροῖς περιέβαλεν, οὐ μέντοι καὶ κίνδυνον ἐποίησεν αὐτῷ περὶ τὴν ζωήν. τέως δ’ οὖν αὐτὸν δυσχερῶς διαπέφευγε. τῷ πεντε‐ καιδεκάτῳ δ’ ἐνιαυτῷ τῆς αὐτοῦ βασιλείας ἐν τῷ τοῦ Ὀλύμπου
20ὄρει οὗτος ἐξῆλθεν ὁ βασιλεύς, λόγῳ μὲν ἵνα ταῖς τῶν ἐκεῖ488

489

ἀσκουμένων εὐχαῖς καθοπλισθείη κατὰ τῶν Ἀγαρηνῶν, τῷ δ’ ὄντι, ὡς λέγεται, ἵνα τῷ Κυζίκου Θεοδώρῳ συγγένηται καὶ ὅπως τὸν Πολύευκτον ἐξωθήσει τῆς ἐκκλησίας σκέψηται μετ’ αὐτοῦ. ἔνθα δὴ γεγονώς, κακῶς ἔχων ἐπανῆλθεν εἰς τὰ βα‐
5σίλεια καὶ μετ’ ὀλίγον τὴν ζωὴν ἐξεμέτρησεν, ὡς μέν τισι δοκεῖ, ἐκ δυσκρασίας σωματικῆς, ὡς δ’ ἑτέροις δοξάζεται, καὶ αὖθις ὑπὸ τοῦ υἱοῦ ἐπιβουλευθείς. ἦν δ’ ὁ σύμπας τῆς βιοτῆς αὐ‐ τοῦ χρόνος ἐνιαυτοὶ πεντήκοντα τέσσαρες καὶ μῆνες δύο, συμ‐ βασιλεύσαντος τῷ πατρὶ Λέοντι καὶ Ἀλεξάνδρῳ τῷ θείῳ καὶ
10τῇ μητρὶ ἔτη τρισκαίδεκα καὶ τῷ Ῥωμανῷ τὴν βασιλείαν ἁρπά‐ σαντι ἔτη ἓξ ἐπὶ εἴκοσι, μοναρχήσαντος δὲ τελευταῖον ἐνιαυτοὺς πεντεκαίδεκα. ἦν δὲ μέχρις ἀποβιώσεως ἐν πολλῇ φροντίδι τὴν τοῦ ἀρχιποίμενος καθαίρεσιν τοῦ Πολυεύκτου τιθέμενος. λέγεται δὲ πρό τινων ἡμερῶν τῆς αὐτοῦ τελευτῆς λίθους νυκτὸς
15φέρεσθαι μετὰ ῥοίζου πολλοῦ κατὰ τῶν αὐτοῦ θαλάμων, καὶ τοῦτο συμβαίνειν ἐπὶ πλείους νύκτας, καὶ νομίσαι μὲν τὸν βα‐ σιλέα παρά τινων ἀνθρώπων λιθολευστεῖσθαι καὶ πολλοὺς περι‐
στῆσαι τοῖς βασιλείοις, οἷς ἐπιτετήρητο τὸ γινόμενον· ἀλλ’ οὐδεὶς489

490

ὤφθη τῶν λίθων πομπεύς· ὅθεν οὐδ’ ἐξ ἀνθρώπων τοὖργον νενόμιστο πράττεσθαι. Καὶ ὁ μὲν Κωνσταντῖνος τοῦ ἐπικλωσθέντος αὐτῷ μίτου ῥαγέντος τοῦ ὁρισθέντος αὐτῷ χρόνου τῆς βιοτῆς ἀπεβίω, ὁ
5υἱὸς δὲ αὐτοῦ Ῥωμανός, ὃς καὶ παιδίον ἐλέγετο, τῆς αὐταρχίας ἐπείληπτο. παιδίον δ’ ἐλέγετο, οὐχ ὅτι παιδικῆς ὢν ἡλικίας τῆς βασιλείας ἐκράτησεν (ἤδη γὰρ ἀνδράσι συντέτακτο), ἀλλ’ ἀντιδιαστελλόμενος πρὸς τὸν μητροπάτορα Ῥωμανόν, ὄντα πρε‐ σβύτην καὶ ὑπερήλικα. εἰ δέ τις εἴποι παιδίον αὐτὸν καλεῖσθαι,
10ὅτι καὶ παιδαριώδης ἦν αὐτῷ ἡ ζωή, καὶ τοῦτο τῷ ἐκείνου ἤθει ἁρμοδιώτατον. ἄρτι δὲ τῶν σκήπτρων γενόμενος ἐγκρατὴς τὸν υἱὸν αὐτοῦ Βασίλειον ταινιοῖ καὶ κλήσεως βασιλικῆς ἀξιοῖ. εἶτα καὶ δεύτερος αὐτῷ ἐτέχθη υἱός, ἐπὶ τῷ πάππῳ Κωνσταν‐ τίνῳ τὴν κλῆσιν λαχών. αὐτὸς μὲν οὖν ὁ Ῥωμανὸς τρυφαῖς
15καὶ ἡδυπαθείαις ἐξέδωκεν ἑαυτὸν καὶ ἐκδεδιῃτημένῃ ζωῇ καὶ ἀνδράσι συνῆν διεφθαρμένοις τε καὶ λοιμοῖς, τὴν δὲ τῆς βα‐ σιλείας διοίκησιν ὑπὸ τὸν πραιπόσιτον καὶ παρακοιμώμενον τὸν Βρίγγαν Ἰωσὴφ ἐποιήσατο.
Πέμπεται τοίνυν Νικηφόρος μάγιστρος ὁ Φωκᾶς ὁ δομέ‐490

491

στικος τῶν σχολῶν κατὰ τῶν ἐν Κρήτῃ Σαρακηνῶν σὺν ἀξιο‐ μάχῳ στρατῷ καὶ δι’ ἑπτὰ μηνῶν πολλάκις τοῖς βαρβάροις συμπλακεὶς καὶ πᾶσαν πολιορκητικὴν τοῖς αὐτῶν ἄστεσιν ἐπ‐ αγαγὼν μηχανήν, ὑφ’ ἑαυτὸν αὐτὰ ἐποιήσατο· εἶτα καὶ τὴν αὐ‐
5τῶν μητρόπολιν τὸν Χάνδακα ἐξεπόρθησε καὶ τὸν ἀρχηγὸν τῶν ἐν Κρήτῃ Σαρακηνῶν, Κουρούπην καλούμενον, ἐχειρώ‐ σατο καὶ τὸν μετ’ αὐτὸν τῶν ἄλλων πρωτεύοντα, ὠνομασμένον δὲ Ἀνεμᾶν. καὶ εἰ μὴ διὰ φήμην κρατοῦσαν ὡς ὁ τῆς Κρήτης τοὺς Σαρακηνοὺς ἐξελάσων Ῥωμαῖος τῶν Ῥωμαϊκῶν ἐκ τρόπου
10παντὸς ἐπιλήψεται σκήπτρων ἐκεῖθεν ὁ Φωκᾶς μετεκέκλητο, τάχα τέλεον ἂν ἡ νῆσος δεδούλωτο καὶ οἱ Σαρακηνοὶ ταύτης ἂν ἀπηλάθησαν. καὶ τὸν Λέοντα δὲ τὸν Φωκᾶν τὸν τοῦ Νικη‐ φόρου ὁμαίμονα κατὰ τοῦ Χαμδάν, ὃς τοῦ Χάλεπ ἐκράτει, ὁ Ῥωμανὸς σὺν δυνάμει ἀπέστειλε· καὶ οὗτος δὲ τῷ Χαμδὰν
15συμμίξας ἡττᾷ κατὰ κράτος τὸν βάρβαρον, ὡς τὸ πολὺ μὲν τῆς αὐτοῦ στρατιᾶς ἐν τῇ μάχῃ πεσεῖν, τὸ δ’ ἄλλο γενέσθαι
ἁλώσιμον, αὐτὸν δὲ τὸν στρατάρχην μόλις σὺν εὐαριθμήτοις491

492

δυνηθῆναι φυγεῖν. καὶ ὁ μὲν Λέων ἐπανελθὼν καὶ μεγαλο‐ πρεπῶς ὑπεδέχθη καὶ ἐπινικίῳ θριάμβῳ τετίμητο. μελέτη δέ τινων κατὰ τοῦ αὐτοκράτορος ἐφωράθη καὶ οἱ ταύτην συρ‐ ράψαντες καὶ οἱ τούτων συνίστορες συνεσχέθησαν, πλὴν οὐκ
5ἀπηνῶς ἐκολάσθησαν. Ὁ μάγιστρος δὲ Νικηφόρος ὁ Φωκᾶς ἐκ τῆς Κρήτης μετακληθεὶς οὐκ εἰάθη πρὸς τὸ Βυζάντιον ἐπαναδραμεῖν, ἀλλ’ ἐκελεύσθη πρὸς τὴν ἑῴαν μετὰ πάσης χωρῆσαι τῆς στρατιᾶς· ὁ γὰρ Χαμδὰν αὖθις κατὰ Ῥωμαίων χωρήσειν ἠλπίζετο. ἐν
10γοῦν Συρίᾳ γενόμενος ὁ Φωκᾶς καὶ τούτῳ κατὰ συστάδην μαχεσάμενος, καὶ ἥττησε περιφανῶς καὶ τὴν Βέρροιαν ἄτερ τῆς ἀκροπόλεως ἐξεπόρθησε καὶ πλοῦτον ἐκεῖθεν πλεῖστον συνήγαγε καὶ δορυαλώτους ἤλασεν οὐκ εὐαριθμήτους καὶ πολλοὺς δε‐ σμίους χριστιανοὺς τῆς αἰχμαλωσίας ἀπέλυσε.
15 Λέγεται γοῦν ἐν ἀρχῇ τῆς αὐταρχίας τοῦ Ῥωμανοῦ τῶν Ἀγα‐ ρηνῶν πᾶσαν χώραν λεηλατούντων εἰς ἀπορίαν περιστῆναι τὸν αὐ‐
τοκράτορα, καὶ τὸν Φωκᾶν Νικηφόρον προσκαλεσάμενον ἔρεσθαι492

493

τοῦτον πῶς εἰς τὸ κατόπιν Ῥωμαίοις περιηνέχθη τὰ πράγματα. τὸν δὲ μηδὲν ὑποστειλάμενον ἐλευθέρῳ φάναι φρονήματι “διότι σὺ μὲν βασιλεύεις, ὁ δ’ ἐμὸς πατὴρ στραταρχεῖ, σὺ μὲν τῆς ἀρχῆς οὐχ ὡς δέον ἐπειλημμένος, ἐκεῖνος δὲ φιλοχρηματῶν.
5εἰ βούλοιο δέ, μεταβληθήσονται Ῥωμαίοις καὶ τὰ φρονήματα καὶ τὰ πράγματα, πλὴν μὴ ἀθρόαν οἴου ἔσεσθαι τὴν μετα‐ βολήν.” ὁ δὲ βασιλεὺς τούτων ἀκούσας ἐπέτρεπεν αὐτῷ μετα‐ χειρίσασθαι τὴν πρᾶξιν ὡς βούλεται· καὶ ὃς αὐτίκα ἐπεμελεῖτο τοῦ ὁπλιτικοῦ τό τε ὂν διατάσσων καὶ ἄλλο ἐγκαταλέγων καὶ
10γυμνάζων εἰς ἅπαν στρατιωτικὸν ἐπιτήδευμα. καὶ οὕτως τὰς τάξεις ἀναπληρώσας καὶ καθοπλίσας τοὺς βωλοκόπους καὶ τὸ προφητικὸν αὐτοῖς ἀντίρροπον θέμενος, εἰς μαχαίρας αὐτοῖς δηλαδὴ συγκόψας τὰ δρέπανα καὶ εἰς ζιβύνας τὰ ἄροτρα σὺν αὐτοῖς τὰ θρυλλούμενα ῥᾳδίως ἔστησε τρόπαια.
15 Τρισὶ δ’ ἔτεσι διαπεττεύσας τὴν βασιλείαν ὁ Ῥωμανὸς καὶ μικρὸν ἐπέκεινα μετέστη τῆς ἐνταῦθα ζωῆς, ἢ φαρμάκῳ δη‐
λητηρίῳ κατά τινας ἢ φιληδονίαις καὶ μίξεσιν ἑαυτὸν κατατείνας493

494

καὶ ταύταις δαπανήσας τὴν ἰσχὺν τοῦ σαρκίου, τὴν βασιλείαν λιπὼν τοῖς υἱοῖς ἀμφοῖν καὶ τῇ τούτων μητρὶ Θεοφανοῖ. Τοῦ δὲ Ῥωμανοῦ θανόντος ὁ Φωκᾶς Νικηφόρος κελεύσει τῆς βασιλίσσης ἧκεν εἰς τὸ Βυζάντιον καὶ κατήγαγε θρίαμβον
5ἐπὶ τοῖς ἐκ Βερροίας κεκομισμένοις λαφύροις, ὅθεν καί τι μέρος τῆς τιμίας ἐσθῆτος τοῦ βαπτιστοῦ Ἰωάννου ἐκόμισε. τὸν Βρίγ‐ γαν δὲ αὐτὸν ὑφορώμενον ὡς βασιλειῶντα κατεσοφίσατο οὕτως. σὺν ἑνὶ τῶν θεραπόντων ἑσπέρας κατέλαβε τὴν κατοικίαν αὐτοῦ καὶ ἰδιαίτατα τὸν Βρίγγαν παραλαβὼν δι’ ἔρωτος εἶναι αὐτῷ
10πρὸ μακροῦ τὴν μοναδικὴν βιοτὴν ὅρκοις ἐβεβαίου καὶ παλα‐ μναιοτάταις ἀραῖς. καί “πάλαι ἄν” ἔλεγε “πρὸς ταύτην ὡρμή‐ κειν, εἰ μή με τῶν βασιλέων ἡ χρηστὴ ἐπέσχε διάθεσις. μὴ οὖν μάτην ὑπόπτευε κατ’ ἐμοῦ ὡς τῆς βασιλείας ἔρωτα τρέ‐ φοντος· ἐγὼ γὰρ ὅσον ἤδη καὶ τῶν πραγμάτων ἐκστήσομαι.”
15καὶ τοῖς λόγοις πίστιν ἐδίδου, δείξας αὐτῷ ῥάκος τι τρίχινον, ὃ ἐν χρῷ περιέκειτο, τῇ ἔξωθεν αὐτοῦ περιβολῇ καλυπτόμενον.
τούτοις τοῖς λόγοις καὶ τῷ τριχίνῳ ἐσθήματι τὸν παρακοιμώ‐494

495

μενον συναρπάσας ἔσχε τῶν ποδῶν αὐτοῦ προκυλινδούμενον ὁ Φωκᾶς καὶ συγγνώμην αἰτοῦντα. καὶ ὁ βασιλεὺς δὲ Στέ‐ φανος ὁ τοῦ Λακαπηνοῦ ἐν Λέσβῳ τηρούμενος κατὰ Μήθυ‐ μναν ὕποπτος ἦν· αἰφνίδιον δὲ καὶ ἐξ οὐδεμιᾶς φανερᾶς αἰτίας
5θανὼν ὑποψίαν δέδωκε παρὰ τῆς βασιλίσσης κατεργασθῆναι Θεοφανοῦς. Ὁ μέντοι τῶν Βουλγάρων ἀρχηγετῶν Πέτρος, τῆς γυναικὸς αὐτοῦ θανούσης, τὰς πρὸς Ῥωμαίους ἀνακαινίζων σπονδὰς ὁμή‐ ρους παρέσχε δύο οἰκείους υἱοὺς Βορίσην καὶ Ῥωμανόν· καὶ
10ὁ μὲν ἀπεβίω, οἱ δ’ ἐκείνου παῖδες ἀπελθεῖν εἰάθησαν εἰς τὰ οἰκεῖα καὶ τὴν πατρῴαν ἀρχὴν κατακτήσασθαι. ἑνὸς γὰρ τῶν κομήτων τῶν ἐν Βουλγάροις τέσσαρες παῖδες, Δαβίδ, Μωσῆς, Ἀαρών, Σαμουήλ, ἀποστατήσαντες τοὺς Βουλγάρους ἀνέσειον. τοῦ Φωκᾶ δὲ Νικηφόρου εἰς τὸν οἶκον ἑαυτοῦ τὸν ἐν Καππα‐
15δοκίᾳ ἀποδημήσαντος ὁ παρακοιμώμενος μετεμέλετο, ὅτι παρε‐ χώρησεν αὐτῷ τῆς ἐπ’ οἶκον ἀποδημίας· καὶ ἦν αὐτῷ διὰ
φροντίδος ὅτι πολλῆς τὸν ἄνδρα ἀποσκευάσασθαι. γράφει τοί‐495

496

νυν πρὸς Ἰωάννην μάγιστρον τὸν Τζιμισκήν, ἄνδρα γενναῖον καὶ ἐν ἀριστεύμασι διαβόητον, στρατηγοῦντα τότε τοῦ θέματος τῶν ἀνατολικῶν, καὶ πρὸς τὸν μάγιστρον Ῥωμανὸν τὸν Κουρ‐ κούαν, ἐπίσημον ὄντα κἀκεῖνον ἐν στρατηγήμασι καὶ τῆς ἀνα‐
5τολῆς τότε στρατηλατοῦντα, ὡς εἰ τὸν Φωκᾶν κατασχόντες ἢ μοναχὸν ἀποκείρουσιν ἢ ἄλλως ἐκ μέσου ποιήσουσι, τὴν μὲν τῶν σχολῶν τῆς ἀνατολῆς ἀρχὴν λήψεται ὁ Ἰωάννης καὶ δο‐ μέστικος ἔσεται τῶν ἑῴων δυνάμεων, ὁ Ῥωμανὸς δὲ τῆς δύ‐ σεως κληθήσεται δομέστικος. ἐπεὶ δὲ τὰ γράμματα καὶ ἀμφοῖν
10ἐκομίσθησαν, καὶ ἄμφω ταῦτα δεικνύουσι τῷ Φωκᾷ καὶ πρὸς ἀποστασίαν ἠρέθιζον. τοῦ δὲ ἀναδυομένου πρὸς τὴν ἐγχείρησιν, εἴτε πλαττομένου εἴτε καὶ ἀληθεύοντος, ἐκεῖνοι τὰ ξίφη γυμνώ‐ σαντες ἀνελεῖν ἠπείλουν αὐτόν, εἰ μὴ πείθοιτο. καὶ ὃς τῇ βίᾳ
τάχα νικώμενος ἐδέξατο τὴν ἀνάρρησιν καὶ ὑπὸ πάντων τῶν496

497

ἑῴων ταγμάτων αὐτοκράτωρ εὐφημήθη Ῥωμαίων. λέγεται δὲ ὅτι οὐ μόνον ἤρα τῆς βασιλείας, ἀλλ’ οὐχ ἥκιστα καὶ τῆς Θεο‐ φανοῦς, καὶ ὡς ἐνέτυχε ταύτῃ διάγων κατὰ τὴν μεγαλόπολιν. Ἄρτι δὲ τῆς φήμης εἰς τὸ Βυζάντιον κηρυξάσης τὰ κατὰ
5τὸν Φωκᾶν, ὁ παρακοιμώμενος Ἰωσὴφ ἠγωνία. ὁ μέντοι τοῦ τυραννοῦντος πατὴρ ὁ Φωκᾶς Βάρδας τῇ μεγάλῃ τοῦ θεοῦ ἐκκλησίᾳ προσπέφευγεν. ὁ δὲ τοῦ Νικηφόρου σύγγονος Λέων ἴσχυσεν ἀποδρᾶναι καὶ ἑνωθῆναι τῷ ἀδελφῷ. τοῦτο τὸν παρα‐ κοιμώμενον εἰς ἀμηχανίαν πολλὴν περιέστησε· δυσέντευκτος δὲ
10ὢν πᾶσιν ἦν μισητός, ὅθεν ἅπαντες ἔχαιρον, εἰ τὰ τῆς βασι‐ λείας περισταίη εἰς ἕτερον καὶ περιαιρεθείη οὗτος ἐκ μέσου· διὸ καὶ συνέτρεχον ἅπαντες εἰς τὸ μέγα τέμενος τοῦ θεοῦ. ὅπερ μαθὼν ὁ Βρίγγας, δέον ἐπιεικέσι λόγοις τὸ πλῆθος μετελ‐ θόντα τὴν τούτου καταμαλάξαι ὁρμήν, ὁ δὲ ἀπειλαῖς μᾶλλον
15αὐτὸ ἐξετράχυνεν, εἰπὼν ὡς “ἐγὼ καταπαύσω αὐτοῖς τὰ ὁρμή‐ ματα, οἰκονομήσας ὠνουμένους αὐτοὺς σῖτον εἰς τὸν ἑαυτοῦ
κόλπον φέρειν τὸν τοῦ νομίσματος ἕκαστον.” τοῦτο τὸ πλῆθος497

498

ἐξέμηνεν. ἀπεχθῶς δὲ πρὸς τοῦτον τὸν Βρίγγαν ἔχων ὁ πρῴην παρακοιμώμενος ὁ Βασίλειος καὶ θεραπείαν ἔχων περὶ ἑαυτὸν δαψιλῆ, ἑσπέρας ἤδη καταλαβούσης, τοὺς ἑαυτοῦ θεράποντας καθοπλίσας εἰς διάφορα μέρη τῆς πόλεως ἐξαπέστειλε, καὶ
5πολλὰς οἰκίας ἐκεῖνοι πλήθει ἀστικῶν ἑνωθέντες τῶν ἀντιπρατ‐ τόντων κατέστρεψαν καὶ αὐτοῦ δῆτα τοῦ Βρίγγα, καὶ ἄνθρωποι δὲ πολλοὶ ἀνῃρέθησαν. ταῦτα δ’ ἐποίουν καὶ ἅμα Νικηφόρον εὐφήμουν πανταχοῦ αὐτοκράτορα, ἐντεῦθεν ἀμείβονται τὰ τῆς τύχης τῷ Βάρδᾳ Φωκᾷ καὶ τῷ Βρίγγᾳ. ὁ μὲν γὰρ τεθαρρη‐
10κὼς ἐξῄει τῆς ἐκκλησίας, ὁ δὲ Βρίγγας εἰς αὐτὴν εἰσῄει ἱκέτης ἐλεεινός. ὁ δὲ παρακοιμώμενος Βασίλειος καὶ οἱ περὶ αὐτὸν τριήρεις ἑτοιμάσαντες καὶ αὐτὴν τὴν βασίλειον καὶ σὺν αὐταῖς ἐν Χρυσοπόλει γενόμενοι, τὸν Νικηφόρον ἐκεῖθεν εἰς τὸ Ἕβδο‐ μον ἄγουσι κἀκεῖθεν σὺν προόδῳ δημοτελεῖ εἰς τὴν μεγάλην
15ἐκκλησίαν ἀφίκοντο, καὶ ταινιοῖ τὸν ἄνδρα ὁ πατριάρχης Πο‐
λύευκτος. ἡ δὲ βασιλὶς Θεοφανὼ αὐτίκα τῶν ἀνακτόρων ἐξ‐498

499

ωθηθεῖσα εἰς τὸ Πετρίον ἀπάγεται· ὁ δὲ παρακοιμώμενος Ἰωσὴφ εἰς Παφλαγονίαν περιορίζεται καὶ μετὰ δύο ἐνιαυτοὺς ἀπεβίω. Βάρδας δὲ ὁ τοῦ Νικηφόρου πατὴρ Καῖσαρ τετίμητο. μετ’ ὀλίγας δὲ ἡμέρας ἑαυτῷ τὴν Θεοφανὼ συνοικίζει ὁ βασιλεύς,
5καὶ κρεῶν ἀπεχόμενος, ἐξότου Βάρδας ὁ παῖς αὐτοῦ τῷ οἰκείῳ ἀνεψιῷ τῷ Πλεύσῃ προσπαίζων δόρατι παρ’ ἐκείνου βληθεὶς ἄκοντος τέθνηκεν, ἔκτοτε καὶ τούτοις ἐτρέφετο. ἐν δὲ τῇ κατὰ τὰ βασίλεια Νέᾳ ἐκκλησίᾳ τῆς ἱερολογίας τῆς γαμικῆς τελου‐ μένης παρὰ Πολυεύκτου τοῦ πατριάρχου ἐν τῇ εἰσόδῳ τῇ πρὸς
10τὸ θυσιαστήριον ἤδη ταῖς κιγκλίσιν ἐγγίσας ὁ βασιλεὺς ἐκωλύθη παρὰ τοῦ πατριάρχου συνεισελθεῖν, ὡς ἔθος αὐτῷ, φήσαντος εἰ μὴ πρότερον ἐπιτιμίοις δουλεύσει τῶν δευτερογαμούντων, μὴ δεῖν αὐτὸν τῆς πρὸς τὸ θυσιαστήριον εἰσόδου κατατολμᾶν. τοῦτο δυσφόρως ἤνεγκεν ὁ κρατῶν καὶ ἐμηνία τῷ πατριάρχῃ.
15ἐγένετο δέ τις καὶ λόγος, δι’ ὃν οὐδ’ ἐπιβῆναι αὐτὸν ὅλως τοῦ ἱεροῦ δαπέδου συνεχώρει ὁ πατριάρχης· ἐλέγετο γὰρ ἀνάδοχος
γενέσθαι ὁ Νικηφόρος τῶν τῆς Θεοφανοῦς παίδων ἐκ τοῦ499

500

ἁγίου βαπτίσματος, καὶ ἀπῄτει ὁ πατριάρχης ἢ διαζυγῆναι τῆς βασιλίσσης ἢ πόρρω εἶναι τῶν ἱερῶν. ἀλλ’ ἐκεῖνος τῆς Θεο‐ φανοῦς οὐκ ἀπείχετο· ἔτι γὰρ ὁ ταύτης ἔρως ἐφλέγμαινε, κοι‐ νοῦται τοίνυν τοῖς παροῦσι τῶν ἀρχιερέων καὶ τοῖς τῆς γερου‐
5σίας λογιωτέροις τὸ ζήτημα. οἱ δὲ τὸν περὶ τούτου κανόνα τῷ Κοπρωνύμῳ ἐπιγραφόμενοι μὴ δεῖν ἔλεγον ἐνεργὸν λογί‐ ζεσθαι τοιοῦδε ἀνδρὸς νομοθέτημα, καὶ πάντες αὐτῷ ἔγγραφον παρέσχον τὴν περὶ τούτου συγχώρησιν. ὁ δέ γε πατριάρχης ἔτι τῆς οἰκείας ἐνστάσεως εἴχετο, μέχρις οὗ ὁ τοῦ βασιλέως
10πατὴρ ὁ Καῖσαρ Βάρδας ἐνόρκους αὐτῷ πίστεις παρέσχετο ὡς οὐ γέγονεν ὁ βασιλεὺς τῶν τῆς Θεοφανοῦς παίδων ἀνάδοχος, καὶ ὁ πρωτοπαπᾶς δὲ τῶν βασιλείων Στυλιανός, ὃς ἐλέγετο πρῶτος κῆρυξ τῆς φήμης ταύτης γενέσθαι, ἐπὶ συνόδου μήτ’ ἰδεῖν μήτ’ εἰπεῖν περὶ τούτου πρός τινας ἐξωμόσατο. τούτων
15δὲ γενομένων ἐδέξατο τὸν Νικηφόρον ὁ πατριάρχης. Τῶν δ’ ἐν Σικελίᾳ Σαρακηνῶν δασμὸν πραττόντων ἐκ τῶν Ῥωμαίων ἐκ παλαιῶν συνθηκῶν, ὁ βασιλεὺς οὗτος οὐκ ἀνασχετὸν ᾤετο αὐτοῦ βασιλεύοντος τοῖς Ἀγαρηνοῖς Ῥωμαίους
φορολογεῖσθαι· διὸ κατ’ αὐτῶν ἐκπέμπει Μανουὴλ πατρίκιον,500

501

νόθον ὄντα παῖδα τοῦ πατραδέλφου αὐτοῦ Λέοντος, ὃς δομέ‐ στικος γεγονὼς τῶν σχολῶν ἐπὶ Ῥωμανοῦ τοῦ γέροντος τυ‐ ραννίδι ἐπιχειρήσας ἐπηρώθη τοὺς ὀφθαλμούς. οὗτος τοίνυν ὁ Μανουὴλ σὺν ναυτικῷ περιφανεῖ τῇ Σικελίᾳ προσορμισάμενος οὐ
5μόνον οὐδέν τι κατώρθωσεν, ἀλλὰ καὶ λίαν ἐσφάλη ἐξ ἀπειρίας καὶ νεωτερικῆς ἀγερωχίας ἢ μᾶλλον ἀτασθαλίας· αὐτός τε γὰρ διώλετο καὶ ἅπαν τὸ σὺν αὐτῷ στρατιωτικόν. καὶ τὰ μὲν κατὰ Σικελίαν συνεκύρησεν οὕτω. Κατὰ Κιλικίας δέ (καὶ ταύτης δὲ οἱ Ἀγαρηνοὶ ἐκράτουν)
10ἐκπέμπει ὁ βασιλεὺς Ἰωάννην μάγιστρον τὸν Τζιμισκήν, τῆς ἀνατολῆς προκεχειρισμένον δομέστικον. ὁ δὲ πρὸς Ἄδαναν ἀφικόμενος τοῖς ἐν ταύτῃ τε συνεπλάκη Ἀγαρηνοῖς καὶ κατ’ αὐτῶν ἐστήσατο τρόπαιον. κἀντεῦθεν μέγαν αὐτὸν ἢ πρότερον ἐν στρατηγίαις ἡ φήμη ἐκήρυττεν.
15 Ἤδη δὲ δεύτερον ἐνιαυτὸν ἀνύων ὁ Νικηφόρος ἐν τῇ ἀρχῇ αὐτὸς ἔξεισι κατὰ Κιλικίας μετὰ βαρείας χειρός, καὶ τὴν Θεο‐ φανὼ μετὰ τῶν παίδων αὐτῆς ἐπαγόμενος. καὶ τὴν μὲν πρὸ
τῆς Κιλικίας κατὰ τὸ Δριζίον (φρούριον δὲ τοῦτο) κατέλιπεν,501

502

ἐκεῖνος δὲ τῇ Κιλικίᾳ προσβαλὼν αἱρεῖ τὴν Ἀνάβαρζαν Ῥωσόν τε καὶ Ἄδαναν (πόλεις δ’ αὗται Κιλίκων), ἀλλὰ μέντοι καὶ φρούρια πλείονα. τῇ δέ γε Ταρσῷ καὶ τῇ Μόψου ἑστίᾳ οὐκ ἔκρινε προσβαλεῖν διὰ τὸν χειμῶνα ἢ τοῦ ἔρωτος αὐτὸν τῆς
5Θεοφανοῦς πρὸς ἐκείνην ἀνθέλκοντος· ἀπῄει γὰρ σὺν αὐτῇ πρὸς Καππαδοκίαν. κἀκεῖθεν τοῦ ἔαρος ἠργμένου εἰς Κιλικίαν ἀνθυπενόστησε, καὶ αὐτὸς τὴν Μόψου ἑστίαν ἐπολιόρκει, τῇ Ταρσῷ δὲ τὸν ἀδελφὸν ἐπέστησε Λέοντα. τῆς δὲ Μόψου ἑστίας μέσον ποταμῷ τῷ Σάρῳ διαιρουμένης, τὸ μὲν ἓν μέρος ταύτης
10ἑάλω πολιορκούμενον, οἱ δ’ ἐν τούτῳ Ἀγαρηνοὶ πρὸς τὸ λοιπὸν μετεχώρησαν, τῷ καταλελειμμένῳ πῦρ ἐμβαλόντες· εἶτα καὶ τὸ ἕτερον ἑαλώκει, καὶ οὐδεὶς ἐκεῖθεν διέδρα. τὴν δὲ τῆς Μόψου ἑστίας ἐκπόρθησιν οἱ ἐν τῇ Ταρσῷ μαθόντες τὸν βασιλέα ἐπε‐ καλέσαντο καὶ τὴν πόλιν παραδεδώκασιν. ἡμερῶν δὲ τριῶν
15διελθουσῶν στόλος ἐξ Αἰγύπτου τῇ Ταρσῷ βοηθήσων ἐξέπλευσε, προσοκεῖλαι δὲ τῇ χέρσῳ οὐ συγκεχώρητο· διὸ καὶ αὖθις ἀπέ‐ πλευσεν· ἀνέμων δὲ πνοαῖς βιαίαις περιπεπτωκὼς καὶ τριήρεσι
Ῥωμαϊκαῖς ὁ πλείων ἀπώλετο. ὁ δὲ βασιλεὺς ἐπανέζευξεν εἰς502

503

τὴν Κωνσταντινούπολιν τὰς τῆς Ταρσοῦ πύλας καὶ τὰς τῆς Μόψου ἑστίας ἐπαγόμενος ἐκ χαλκοῦ πεποιημένας καὶ τέχνης δεικνυούσας ἀκρίβειαν, ἃς κἀκεῖνος ἐπικοσμήσας τὰς μὲν τῷ κατὰ τὴν ἀκρόπολιν ἑῴῳ τείχει προσήρμοσε, τὰς δὲ τῷ τείχει
5τῷ δυτικῷ. καὶ τῷ θεῷ δὲ ἀπαρχὰς οἷον τῆς ἑαυτοῦ στρα‐ τείας ἀποδιδοὺς τοὺς τιμίους σταυρούς, οὓς οἱ βάρβαροι ἔλαβον, ὁπηνίκα ὁ Στυππειώτης τῶν σχολῶν δομέστικος ὢν καὶ πολιορ‐ κῶν τὴν Ταρσὸν ἐκ κακοβουλίας δυστυχήματι περιέπεσε, τῷ θείῳ τεμένει τῆς τοῦ θεοῦ λόγου Σοφίας ἀνέθετο. καὶ τὴν
10Κύπρον δὲ παρὰ Ἀγαρηνῶν κατεχομένην δι’ αὐτοῦ ἡ Ῥω‐ μαίων ἀρχὴ προσεκτήσατο. εἶτα τῇ Συρίᾳ ἐπῆλθε καὶ πόλεις ἐκπορθήσας καὶ χώρας ἑλὼν πρὸς τῷ Λιβάνῳ καὶ τῇ παραλίᾳ κειμένας ἦλθεν εἰς Ἀντιόχειαν. τῶν δ’ Ἀντιοχέων ἀντικαθιστα‐ μένων ἐρρωμενέστερον, ἤδη δὲ καὶ τῶν ἐπιτηδείων ἐπιλιπόντων
15τοῖς στρατιώταις καὶ τέλματος ἐξ ὑετοῦ γεγονότος πολλοῦ, ἀπέστη τῆς πολιορκίας καὶ πρὸς τὴν τῶν πόλεων ὑπερκειμένην ἐπαν‐ ελήλυθεν, ἐπηγμένος καὶ τὸ τοῦ σωτῆρος Χριστοῦ ἱερὸν καὶ
θεῖον ἐκτύπωμα, ὃ ἐν κεράμῳ εὗρε κατὰ τὴν Ἱεράπολιν τὴν503

504

τῶν Σύρων, καὶ βόστρυχον τοῦ βαπτιστοῦ Ἰωάννου αἵματι πεφυρμένον. Ἐν μὲν οὖν στρατηγίαις τοιοῦτος οὗτος ἐγεγόνει ὁ αὐτο‐ κράτωρ καὶ ἐπὶ μακρὸν ηὐξήκει Ῥωμαίοις τὰ ὅρια καὶ τῆς
5αὐτῶν ἡγεμονίας ἐξέτεινε τὰ σχοινίσματα· ἀλλὰ δι’ αἰτίας τινὰς πᾶσιν ἦν στυγητός. αἱ δ’ αἰτίαι ὅτι τῶν σὺν αὐτῷ τῇ ἀπο‐ στασίᾳ ἐπιχειρησάντων στρατιωτῶν κακῶς διατιθεμένων τοὺς οἷς ἂν ἐντύχοιεν τῶν κακουμένων οὐκ ἐπεστρέφετο καὶ οἰκιῶν πολλῶν περιφανῶν τε ἀνδρῶν καὶ δημοτικῶν διαρπαγεισῶν,
10ὡς οὐδενὸς κακοῦ γεγονότος διέκειτο, μᾶλλον μὲν οὖν καὶ ἐνετρύφα ταῖς εἰς τοὺς ἀστοὺς παροινίαις, καὶ ταῦτα συναρα‐ μένους αὐτῷ πρὸς τὸ τῆς βασιλείας τυχεῖν, καὶ ὅτι προφάσει τῶν συνεχῶν πολέμων καιναῖς εἰσφοραῖς καὶ τῶν ἀρχαίων αὐξήσεσι καὶ εἰδῶν εἰσπράξει παντοδαπῶν ἐξέτρυχε τὸ ὑπήκοον,
15καὶ οὐδὲν ἄμεινον πολεμίων τὸ στρατιωτικὸν διετίθετο τοῖς πρὸς οὓς ἂν τῶν ὑπηκόων ἐπεχωρίασεν. ἐπὶ τούτοις διὰ τὰς πυκνὰς ἐκστρατείας ἔνδειαν ἔχειν χρημάτων προφασιζόμενος, τὰς μὲν διανεμομένας τῇ γερουσίᾳ βασιλικὰς δωρεὰς κατὰ μέρος
ἠλάττωσε, τὰς δ’ ἀπονενεμημένας ἀνέκαθεν τεμένεσιν ἱεροῖς504

505

καὶ εὐαγέσιν οἴκοις ἐπετείους δόσεις ἐσχόλασε τέλεον. εἶτα καὶ ψήφισμα βασίλειον ἔθετο ἐν ἀκινήτοις τὰς ἐκκλησίας μὴ ἐμ‐ πλατύνεσθαι, καὶ ἡ πρόφασις, ὅτι κατ’ ἐκεῖνον ὑπὸ τῶν ἀρχιε‐ ρέων οὐκ εἰς δέον τὰ τῶν ἐκκλησιῶν ἀναλίσκονται. εἶτα τῶν
5τότε ἀρχιερέων καὶ τοῦ ἀρχιποίμενος Πολυεύκτου διαφερομένων περὶ τῶν ψήφων, καὶ τῶν μὲν εἰς ἑαυτοὺς ἑλκόντων τὴν ἄδειαν τοῦ ψηφίζεσθαι οὓς ἂν ἐγκρίνοιεν, τοῦ δὲ τὰς ψήφους αἰτιω‐ μένου ὡς οὐκ ἀπαθῶς γινομένας οὐδὲ κατὰ γνώμης εὐθύτητα καὶ σπεύδοντος κοινοῦσθαι αὐτῷ τοὺς ἀρχιερεῖς περὶ τῶν μελ‐
10λόντων ψηφίζεσθαι, ὁ βασιλεὺς ἀφορμῆς ἐκ τούτου δραξάμενος εἰς οἰκείαν ἐξουσίαν τὸ πᾶν τῆς τῶν ἐπισκόπων μετήνεγκε προ‐ χειρίσεως, μηδένα κελεύσας γνώμης ἄτερ αὐτοῦ εἰς ἐκκλησίαν οἱανδήτινα στέλλεσθαι· ἀλλὰ κἂν ἐτεθνήκει ἐπίσκοπος, βασι‐ λικὸν ὑπηρέτην εἰς τὴν χηρεύσασαν ἐκκλησίαν ἐξέπεμπε καὶ
15γλίσχρως παρ’ ἐκείνου τῶν ἀναγκαίων γινομένων ἀναλωμάτων, αὐτὸς ᾠκειοῦτο τὰ περιττεύοντα. οὐ διέλιπον δ’ ἐν ταῖς χώραις
ἁπάσαις αὐτοῦ βασιλεύοντος ἀπογραφεῖς στελλόμενοι ἐπόπται505

506

τε καὶ στρατευταὶ καὶ οἱ κεκλημένοι πρωτονοτάριοι, οἳ παντοίαις κακώσεσιν ἐξεπίεζον τὸ ὑπήκοον καὶ εἰς ἐσχάτην ἀπορίαν συν‐ ήλασαν, οὐδὲ τῶν παντάπασιν ἀπόρων φειδόμενοι, ἀλλὰ τούτους μὲν ταῖς δρομικαῖς στρατείαις ἐγγράφοντες, τοὺς δὲ πρῴην
5ταύταις ὑποκειμένους εἰς τὰς πλευστικὰς μετεγγράφοντες, τοὺς δὲ πλωίμους μετατιθέντες εἰς στρατιώτας πεζούς, τοὺς δὲ πρὶν τοιούτους τοῖς ἱππόταις ἐγκαταλέγοντες καὶ τοὺς ἱππότας εἰς καταφράκτους ἀμείβοντες καὶ ἑκάστῳ βαρύτερον στρατιωτικὸν ἐπιτιθέντες λειτούργημα. ἐῴκει γὰρ τὸ πᾶν τῇ στρατιώτιδι
10μεταχειρίσει ἐπιγραφόμενος· ὅθεν καὶ δόγμα ὅσον τὸ κατ’ ἐκεῖ‐ νον ἐθέσπισε τοὺς ἐν πολέμοις ἀνῃρημένους στρατιώτας ἐπ’ ἴσης τιμᾶσθαι τοῖς μάρτυσι καὶ ὕμνων ὁμοίων τυγχάνειν καὶ παραπλησίως γεραίρεσθαι. καὶ εἰ μὴ ὁ πατριάρχης καί τινες τῶν ἀρχιερέων, ἀλλὰ μὴν καὶ ἔνιοι τῶν λογάδων τῆς γερουσίας γεν‐
15ναίως ἀντέστησαν, λέγοντες “πῶς ἂν οἱ ἐν πολέμοις ἀναιροῦντες καὶ ἀναιρούμενοι λογίζοιντό τισι μάρτυρες ἢ τοῖς μάρτυσιν ἰσο‐ στάσιοι, οὓς οἱ θεῖοι κανόνες ὑπὸ ἐπιτίμιον ἄγουσιν, ἐπὶ τρι‐ ετίαν τῆς φρικώδους καὶ ἱερᾶς αὐτοὺς ἀπείργοντες μεταλήψεως,”
τάχ’ ἂν τὸ θεσπέσιον ἐκεῖνο κεκύρωτο θέσπισμα. ἦν δὲ πρὸς506

507

τοῖς ἄλλοις καὶ χρημάτων ἥττων, ὡς ἔοικε· μέχρι γὰρ ἐκείνου παντὸς νομίσματος ἐξαγίου σταθμὸν ἕλκοντος ἐκεῖνος τὸ τεταρ‐ τερὸν ἐπενόησε, κολοβώσας αὐτὸ κατὰ τὸν σταθμόν, καὶ τὰς μὲν εἰσπράξεις διὰ τοῦ βαρυτέρου, τὰς δὲ δόσεις καὶ πάντα τὰ
5ἀναλώματα διὰ τοῦ κεκολοβωμένου πεποίητο. ἔθους δ’ ἐπι‐ κρατήσαντος παλαιοῦ στατῆρα πάντα βασιλικὸν ἐκτύπωμα φέ‐ ροντα ἰσότιμον εἶναι τῷ ἄρτι κοπτομένῳ παρὰ τοῦ βασιλεύοντος, ἐκεῖνος τὸ ἑαυτοῦ προτιμᾶσθαι κεκέλευκε νόμισμα. ἵνα τί γέ‐ νηται; ἵν’ ἐκεῖνο μόνον τοῖς ἐμπόροις ζητούμενον κέρδος αὐτῷ
10πορίζῃ ὑπὲρ ἑκάστου νομίσματος ἁδρὰ πραττομένῳ ἀλλάγια. οὕτω δὲ τούτοις κακουμένων τῶν πολιτῶν οὐδέ τις παρὰ τῶν ἀγορανόμων ἦν ἐπὶ τοῖς ὠνίοις προμήθεια, ἀλλ’ ἕκαστος τῶν ἐμπόρων νόμον εἶχε τὸ ἑαυτοῦ θέλημα· οἱ δὲ ὠνούμενοι τὰ χρειώδη ἐγίνοντο καθ’ ἑκάστην πενέστεροι.
15 Ταῦτα καὶ πλείονα ἕτερα (πάντα γὰρ ἀπαριθμήσασθαι δυσχερές) ἐξέμηνε πάντας κατὰ τοῦ Νικηφόρου, καὶ πᾶσιν ἦν δι’ εὐχῆς τῆς τούτου τυραννίδος ἀπαλλαγῆναι. οὐχ ἥκιστα δ’ ἐλύπησε τοὺς ἀνθρώπους καὶ ἡ τῶν βασιλείων τῷ τείχει περι‐
βολή. κεχρησμοδοτημένον γὰρ ἔχων τὸ ἐν τοῖς βασιλείοις μέλ‐507

508

λειν ἀναιρεθήσεσθαι ἔδοξεν ἑαυτῷ περιποιεῖσθαι διὰ τοῦ τείχους ἀσφάλειαν, δέον λογίσασθαι ὡς εἰ μὲν ἀληθὲς εἴη τὸ χρησμο‐ δότημα, εἴη ἂν καὶ τὸ πεπρωμένον, ἵν’ οὕτως εἴποιμι, τὸ ἐκ θεοῦ ὡρισμένον ἄφυκτόν τε καὶ ἀμετάθετον· εἰ δὲ δύναται
5κωλυθῆναι δι’ ἐπινοίας τινός, οὐ πάντως ἀληθὲς καὶ τὰ ἐπι‐ νοούμενα περιττά. ὁ δὲ τούτων οὐδὲν λογισάμενος μεγάλαις δαπάναις τῷ νῦν ὁρωμένῳ τείχει τὰ βασίλεια ἐστεφάνωσεν· ἀκρόπολιν δ’ οἱ πολῖται τοῦτο καὶ τυραννεῖον καθ’ ἑαυτῶν γινό‐ μενον ἔκρινον. ὅτε τοίνυν ἀπήρτισε τὸ ὀχύρωμα καὶ ἔδοξεν ἑαυτῷ
10ἀσφαλῆ περιποιήσασθαι φυλακήν, τότ’ ἔγνω μηδὲν αὐτῷ λυσι‐ τελῆσαν τὸ ἐπινόημα, ὑποστὰς ἐντὸς ἐκείνου τὸν ὄλεθρον. ἀλλὰ μήπω περὶ τούτου, ἔτι δ’ ὁ λόγος πράξεις διεξίτω ἐκείνου. Ὑπονοστῶν ἐξ Ἀντιοχείας τῆς πρὸς Ὀρόντῃ οὗτος ὁ βα‐ σιλεὺς φρούριον ἐν τῷ ὄρει τοῦ Ταύρου ἐδείματο (Μαῦρον δὲ
15ὄρος ἐκεῖνο λέγει νῦν ὁ πολὺς ἄνθρωπος), ἐν ᾧ Μιχαὴλ τὸν Βούρτζην κατέλιπε, πατρίκιον τιμήσας καὶ τοῦ Μαύρου ὄρους στρατηγὸν ὀνομάσας αὐτόν, τοὺς Ἀντιοχεῖς κακοῦν ἐντειλάμενος.
καὶ Πέτρον δ’ ἕνα τῶν ἑαυτοῦ θεραπόντων, ἐκτομίαν μέν, δρα‐508

509

στήριον δέ γε καὶ ἐμβριθῆ καὶ ἄρχειν εἰδότα στρατιωτῶν, στρα‐ τοπεδάρχην ὀνομάσας κατέλιπεν, ἵν’ ἐν Κιλικίᾳ δοίη χώραν τῇ στρατιᾷ τὸν χειμῶνα διαγαγεῖν. καὶ ὁ μὲν βασιλεὺς ἧκεν εἰς τὸ Βυζάντιον, ὁ δὲ Βούρτζης συνεχῶς ἐξελαύνων ἐκάκου τοὺς
5ἐν Ἀντιοχείᾳ Ἀγαρηνοὺς καὶ διεσκόπει ὅπως ἕλοι τὴν πόλιν, εἰ δύναιτο, καὶ κλέος ἕξει. ἔλαθεν οὖν ποτε μέτρον τοῦ ὕψους ἑνὸς τῶν πύργων λαβὼν καὶ πρὸς τόσον ὕψος ἀναλόγους ἡτοι‐ μάσατο κλίμακας. φυλάξας οὖν νύκτα μίαν χειμέριον ἀσέληνόν τε καὶ νιφετώδη πρόσεισιν ἠρέμα τῷ τείχει τῆς πόλεως καὶ
10τὰς κλίμακας ἐρείσας αὐτῷ ἀνέβη μετὰ τριακοσίων (τοσούτους γὰρ ἐπήγετο) μηδενὸς αἰσθομένου, καὶ τοὺς μὲν τοῦ πύργου ἐκείνου φύλακας ἀνεῖλε καὶ ἑτέρων πλησιαζόντων, στέλλει δ’ αὐτίκα πρὸς τὸν στρατοπεδάρχην, δηλῶν αὐτῷ τὸ γενόμενον καὶ πρὸς βοήθειαν ἐκκαλούμενος. ὁ δὲ ἀνεδύετο· λέγεται γὰρ
15ἐντείλασθαί οἱ τὸν βασιλέα μὴ προσβαλεῖν τῇ Ἀντιοχείᾳ, ὅτι παρὰ πᾶσι πεφήμιστο τῇ τῆς Ἀντιοχείας ἁλώσει ἕψεσθαι καὶ τοῦ κρατοῦντος τὸν ὄλεθρον. οἱ δὲ Ἀντιοχεῖς γνόντες τῶν πύργων τὴν ἅλωσιν ἐκεῖ συνηθροίσθησαν, ἐξελάσαι τοὺς Ῥω‐
μαίους αὐτῶν προθυμούμενοι. πρὸς δύο τοίνυν ἐναντία μαχό‐509

510

μενον ἔχων ὁ στρατοπεδάρχης τὸν λογισμόν, τήν τε βασιλικὴν ἐντολὴν καὶ τὸν ὄλεθρον τοῦ Βούρτζη καὶ τῶν σὺν αὐτῷ τρια‐ κοσίων ἀνδρῶν, ἔθετο μὴ ἐᾶσαι τοσούτους ἄνδρας ἀπολέσθαι, καὶ ἄρας σὺν παντὶ τῷ στρατεύματι προσβάλλει τῇ Ἀντιόχου.
5καὶ αὐτίκα οἱ μὲν πολέμιοι παρείθησαν τὰς χεῖρας καὶ τὰς ψυχάς, οἱ δὲ περὶ τὸν Βούρτζην καὶ αὐτὸς ἐκεῖνος ἤδη ἀπει‐ ρηκότες ἀνεζωώθησαν καὶ τὰ κλεῖθρα τῶν πυλῶν ὁ Βούρτζης πελέκει διακόψας ἄνετον παρέσχε τῷ στρατοπεδάρχῃ τὴν εἴσοδον, καὶ ἡ περιφανὴς Ἀντιόχεια ῥᾷον οὕτως ὑπὸ Ῥωμαίους ἐγένετο.
10ὃ τῷ βασιλεῖ ἀγγελθὲν ἄλγος, οὐ χαρμονὴν ἐνεποίησεν, ἐμηνία τε τῷ στρατοπεδάρχῃ καὶ τῷ Βούρτζῃ τῆς σπουδῆς καὶ τοῦ ἀνδραγαθήματος ἀμοιβὴν παρέσχεν ὕβρεις καὶ ἀπειλάς, ἀφεί‐ λετό τε αὐτοῦ τὴν ἀρχὴν καὶ παρὰ τῷ οἴκῳ μένειν ἀπρόϊτον διωρίσατο.
15 Συνέβη δέ τι καὶ ἕτερον, ὃ τὸν δῆμον κατὰ τοῦ βασιλέως ἐξέμηνε καὶ κατὰ τοῦ δήμου τὸν αὐτοκράτορα. κατά τι πα‐ λαιὸν ἔθος ἐν μιᾷ τῶν δεσποτικῶν ἑορτῶν εἰς τὸν ἐν τῇ Πηγῇ θεῖον ναὸν πρόοδον ἐποιεῖτο ὁ βασιλεύς, καὶ συνέβη μέσον
Ἀρμενίων καὶ πλωίμων φιλονεικίαν προβῆναι, κἀκ ταύτης συμ‐510

511

βολὴν ἀλλήλων καὶ θροῦν καὶ κρότον πολὺν καὶ φόνον ἀνδρῶν ἑκατέρωθεν. τῆς δὲ φήμης τὸ γεγονὸς τοῖς ἐν τῇ πόλει πρὸ τῆς ἐπανόδου τοῦ βασιλέως καταγγειλάσης, οἱ τοῦ δήμου ἀτά‐ σθαλοι κατὰ συμμορίας γενόμενοι πολλαχοῦ καὶ τοῖς Ἀρμενίοις
5ἐπανιοῦσιν ὑπαντιάζοντες ξύλοις ἐκείνους συνέκοπτον. ὡς δὲ καὶ ὁ βασιλεὺς ἐφθάκει κατὰ τὴν ἀγορὰν τῶν Ἀρτοπρατίων, ὕβρεις κἀκείνου κατέχεον καὶ θόρυβος ἦρτο καὶ βοαί τε καὶ συνδρομαί, καὶ οἱ μὲν λίθους ἠφίουν κατὰ τοῦ βασιλέως, οἱ δὲ κόνιν ἔπαττον κατ’ αὐτοῦ καὶ ἐδυσφήμουν αὐτὸν μέχρι τῆς
10ἀγορᾶς, ἥτις ἔστρωται ταῖς πλαξὶ καὶ τὸν κίονα φέρει τὸν κυ‐ κλοτερῆ τε καὶ πορφυροῦν. καὶ εἰ μή τινες τῶν ἐντιμοτέρων πολιτῶν ἐκεῖσε τὸν βασιλέα δεξάμενοι τοὺς μὲν ἐφεπομένους αὐτῷ καὶ δυσφημοῦντας ἄλλως τε ἀτακτοῦντας ἀνεχαίτισαν, ἐκεῖνον δὲ κύκλῳ περιλαβόντες εὐφήμουν καὶ οὕτως αὐτὸν εἰς
15τὰ βασίλεια διεσώσαντο, τάχα ἄν τι μέγα συνέβη κακόν. ἐν‐ τεῦθεν διαδέδοτο λόγος ὡς ἐν ἱπποδρομίᾳ ὁ βασιλεὺς ἐγκοτῶν
τῷ δήμῳ μέλλει αὐτὸν ἀμύνασθαι. ἁμίλλης οὖν τελουμένης511

512

ἵππων μετὰ καιρὸν στρατιώτας ὁ βασιλεὺς ἐνόπλους προήγαγεν εἰς μέσον τὸ θέατρον, ἐπιδειξομένους τάχα τῷ δήμῳ ὡς ἐν τύπῳ πολέμων οἵα τῆς μάχης ἡ συμβολή, ὡς δῆθεν κἀντεῦθεν αὐτῷ περιποιούμενος ἡδονήν, ἢ καὶ φόβον αὐτῷ ἐπισεῖσαι θέλων.
5ὡς οὖν οἱ στρατιῶται τὰ ξίφη ἐγύμνωσαν, ὁ ἐν τῷ θεάτρῳ λαὸς τοῦτ’ ἐκεῖνο τὸ φημιζόμενον εἶναι νομίσαντες ἀποδιδράσκειν ἐκ τοῦ θεάτρου ὡρμήκεσαν, καὶ περὶ τὰς ἐξόδους στενοχωρού‐ μενοι ὑπ’ ἀλλήλων τε συμπατούμενοι ἀπώλοντο οὐ βραχεῖς. τάχα δ’ ἂν καὶ πολλῷ πλείους ἐκινδύνευσαν, εἰ μὴ ὁ βασιλεὺς
10ἀμετακίνητος ἐπὶ τῆς ἰδίας ὦπτο καθέδρας. ἰδὼν γὰρ ὁ δῆμος ἐκεῖνον μηδ’ ὅλως τῆς ἕδρας μεταχωρήσαντα ἔστησαν τῆς φυῆς. οἱ δὲ τοῖς θανοῦσι τότε προσήκοντες τοὺς οἰκείους θρηνοῦντες δημοσίᾳ πρὸς τὸν βασιλέα ἀπέσκωπτον. διὰ ταῦτα τοίνυν μι‐ σεῖσθαι παρὰ τῶν πολιτῶν ἐπιστάμενος τείχει περιέζωσε τὰ βα‐
15σίλεια· ἀλλ’ ὅτε τοῦτο ἀπήρτιστο καί οἱ τῶν πυλῶν αἱ κλεῖδες ἀπεκομίσθησαν, τότε ὃν ἐφοβεῖτο φόβον ἦλθεν αὐτῷ καὶ οὐδὲν τῆς ἐπινενοημένης αὐτῷ ἀσφαλείας ἀπώνατο.
Τῶν δὲ Τούρκων, τῶν Οὔγγρων δηλαδή, τὰ Θρᾳκῷα ληι‐512

513

ζομένων, τῷ Βουλγαρίας ἔγραψεν ἄρχοντι ὁ βασιλεὺς Νικη‐ φόρος μὴ παραχωρεῖν αὐτοῖς διαβαίνειν τὸν Ἴστρον καὶ τῇ Ῥωμαίων λυμαίνεσθαι. ὁ δὲ οὐχ ὑπήκουσε, λέγων ὡς “ὅτε καθ’ ἡμῶν οὗτοι ἐστράτευον, παρακαλούμενος συμμαχῆσαι ἡμῖν
5οὐκ ἠθέλησας. καὶ νῦν ὅτε βιασθέντες σπονδὰς ἐθέμεθα πρὸς αὐτούς, ἀξιοῖς ἡμᾶς παρασπονδῆσαι ὅπλα τε κατ’ ἐκείνων ἄρα‐ σθαι καὶ κινῆσαι πόλεμον ἀπροφάσιστον.” ἀποκρουσθεὶς τοίνυν ἐντεῦθεν εἰς τὸν ἄρχοντα Ῥωσίας τὸν Σφενδοσθλάβον διεπρε‐ σβεύσατο, ἐξορμῶν κατὰ Βουλγάρων αὐτόν· διὸ καὶ τὸν υἱὸν
10τοῦ ἐν Χερσῶνι πρωτεύοντος τὸν Καλοκυρὸν πρὸς Ῥωσίαν ἐκπέπομφεν. ἐπιστρατεύει τοίνυν κατὰ Βουλγάρων σύνταγμα Ῥωσικὸν καὶ χώραν αὐτῶν πολλὴν ἐληίσατο καὶ λείαν οὐκ εὐαρίθμητον ἐκεῖθεν ἀπήλασε. καὶ τῷ ἐπιόντι δ’ ἐνιαυτῷ οὐχ ἧττον τῶν προτέρων οἱ Ῥῶς τὰ Βουλγάρων ἐκάκωσαν.
15 Γέγονε δὲ τοῦ Φωκᾶ βασιλεύοντος καὶ κλόνος τῆς γῆς φρικωδέστατος, ἐξ οὗπερ ἡ μὲν Κωνσταντίνου οὐ πάνυ τι πέ‐ πονθε, πόλεις δ’ ἕτεραι καὶ σφόδρα πεπόνθασιν. ἔπνευσαν δέ
γε καὶ ἄνεμοι κατὰ Μάϊον μῆνα, δι’ ὧν ἐφθάρησαν οἱ καρποὶ513

514

καὶ γέγονε λιμὸς ἰσχυρός, ὃν εἰς οἰκεῖον κέρδος ὁ Νικηφόρος μετήνεγκε, τιμιουλκῶν τὸν σῖτον καὶ πολλοῦ τοῦτον ἀποδιδό‐ μενος τοῖς λιμώττουσι, μηδὲ φροντίζων ὅτι δημοκατάρατος ἦν, ἀλλ’ αὐχῶν μᾶλλον ὡς εὐεργετῶν τὸ ὑπήκοον, ὅτι δύο μεδί‐
5μνους ἐπίπρασκε τῷ νομίσματι, καὶ ταῦτα παράδειγμα ἔχων τὸν Μακεδόνα Βασίλειον, οὔπω πάνυ πρῴην μεγαλοπρέπειαν πρὸς τοιαύτην ἔνδειαν ἐνδειξάμενον. ἀπῄει γάρ ποτε ὁ αὐτοκράτωρ ἐκεῖνος, συνήθη ποιούμενος πρόοδον εἰς τὸν τῶν ἁγίων ἀπο‐ στόλων ναόν, καί τινας τῶν τῆς πόλεως ἄνδρας ὑπόσεμνον
10δεικνύντας κατάστημα θεασάμενος σκυθρωπάζοντας ἤρετο τὴν αἰτίαν τῆς σκυθρωπότητος. οἱ δέ “καὶ πῶς οὐκ ἂν σκυθρω‐ πάζοιμεν” ἔφασαν “δέσποτα, ἐπηρτημένον ἡμῖν ὁρῶντες τὸν θάνατον, οἵ γε δύο μεδίμνους σίτου εἰς νόμισμα χρυσοῦν ἐξω‐ νούμεθα;” τοῦτο ἀκούσας ἐκεῖνος ἀνῴμωξε καὶ τοῖς μὲν χρή‐
15μασι τὴν κατήφειαν ἔλυσε, τοῖς δὲ τὰς πολιτικὰς ἐγκεχειρισμένοις ἀρχὰς ἐλοιδορήσατό τε καὶ ἐπηράσατο, ὅτι μὴ αὐτὸν τὰ τῆς
ἐνδείας ἐδίδαξαν· καὶ εὐθὺς τοὺς βασιλικοὺς σιτῶνας ἀνοιγῆναι514

515

ἐκέλευσε καὶ δώδεκα μεδίμνους σίτου νομίσματος ἑνὸς ἀποδί‐ δοσθαι. ἀλλ’ ἐκείνῳ μὲν ἡ πρᾶξις αὕτη βασιλική, τῷ δ’ ἱστο‐ ρουμένῳ νῦν βασιλεῖ καὶ λίαν καπηλική, ὃς τῷ λιμῷ τὸ ὑπή‐ κοον ὁρῶν πιεζόμενον οὐκ ἐπήμυνεν, ἀλλὰ μέντοι καὶ ἐνετρύφα
5ταῖς αὐτοῦ συμφοραῖς καὶ τοῖς τοῦ λιμοῦ τραυματίαις ἐπιξαίνων ὑπῆρχε τὰ τραύματα. καὶ ὁ τοῦ βασιλέως δὲ ἀδελφὸς ὁ Λέων οὐχ ἧττον ἔθλιβε τόν τε δῆμον τῆς πόλεως καὶ τοὺς οἰκήτορας τῶν χωρῶν, καπηλείας καὶ αὐτὸς μετιών. οἱ μὲν οὖν οὕτω διέκειντο πρὸς τοὺς πάσχοντας, οἱ δὲ πρὸς τὸν κρατοῦντα διὰ
10ταῦτα ἀπέσκωπτον. ποτὲ γὰρ νεολέκτους στρατιώτας ὁρῶντος τοῦ βασιλέως, ἐπεὶ καί τις τούτοις συνηρίθμητο πολιός, ἔφη πρὸς ἐκεῖνον ὁ αὐτοκράτωρ “πῶς τοῖς στρατιώταις, ἄνθρωπε, γέρων ὢν συγκαταλέγεις σαυτόν;” ὁ δ’ αὐτίκα εὐφυῶς ἀντ‐ εφθέγξατο ὡς “πολὺ δυνατώτερος νῦν εἰμι ἢ ὅτε ἤκμαζον, δέ‐
15σποτα· τότε γὰρ οὐδ’ ἡμίσεως ἂν ἐπωμισάμην σῖτον νομίσματος, νῦν δὲ ῥᾷον καὶ δύο νομισμάτων σῖτον ἐπὶ τῶν ὤμων ἀρῶ.” συνῆκε μὲν οὖν τὴν εἰρωνείαν ὁ βασιλεύς, ἀταράχως δὲ ταύτην
ἐνεγκὼν μετέστη πρὸς ἕτερον.515

516

Ἐρωτικῶς δὲ σφόδρα πρὶν διακείμενος ὁ Νικηφόρος πρὸς τὴν Θεοφανὼ μετέπειτα τῆς πρὸς αὐτὴν συνουσίας ἀπείχετο, ἢ κορεσθεὶς ταύτης ἢ καὶ δι’ ἐγκράτειαν μίξεως ἀπεχόμενος· οὐδὲ γὰρ πάνυ τι καὶ νέος ὢν πρὸς ἔρωτας ἐτύγχανεν εὐκα‐
5τάφορος. ἡ δὲ μισήσασα τὸν ἄνδρα διὰ τὸ ἀνομίλητον ἢ καὶ περὶ τοῖς υἱέσι δείσασα (ἦν γάρ τισιν ὑποτονθορυζόμενον βού‐ λεσθαι τὸν Νικηφόρον τὰ βασιλείδια τῶν παιδογόνων στερῆσαι μορίων καὶ τὸν ἀδελφὸν βασιλεῦσαι τὸν Λέοντα) εἰς λόγους ἦλθε λάθρᾳ τῷ Τζιμισκῇ, ἢ ἔρωτι τοῦ ἀνδρὸς ἁλοῦσα (ἦν γὰρ
10τῷ κάλλει διαπρεπὴς καὶ τοῦ εἴδους χάριτας ἀφιείς), ἢ καὶ ἀξιόχρεων τοῦτον τῷ Νικηφόρῳ λογισαμένη ἀντίρροπον, ὡς δέ τινές φασι, καὶ εἰς συνουσίαν ἐλήλυθε τῷ ἀνδρὶ καὶ κατὰ τοῦ Νικηφόρου ἠρέθισε καὶ τὸ τῆς παροιμίας σφαῖραν ἀφῆκε κατὰ πρανοῦς. ἦν γὰρ καὶ ἄλλως ὁ Ἰωάννης τῷ βασιλεῖ μη‐
15νιῶν, ὅτι τῷ ἀδελφῷ πειθόμενος ἐκεῖνος βασκαίνοντι τούτῳ ὕποπτόν τε τὸν ἄνδρα ἐνόμιζε καὶ τῆς στρατιωτικῆς ἀρχῆς παύσας αὐτὸν εἰς πολιτικὴν μετατίθησι, λογοθέτην τοῦ δρόμου
προχειρισάμενος, ὃ οὐκ εἰς δυναστείαν, ἀλλ’ εἰς τιμωρίαν καὶ516

517

ταύτην βαρεῖαν ἐκείνῳ λελόγιστο. εἶτα τῇ κακώσει τοῦ ἀνδρὸς προστιθεὶς καὶ οἴκοι μένειν ἐκέλευσε· διὰ ταῦτα ἐμηνία ὁ Ἰω‐ άννης. ὡς δὲ καὶ τὴν μαχλάδα ἐκείνην εὕρηκεν αὐτὸν παρα‐ θήγουσαν, διαπραξαμένην δέ οἱ καὶ κάθοδον κελεύσει βασιλικῇ,
5τῇ τυραννίδι ἐπέθετο, συμπράττουσαν ἔχων καὶ τὴν βασίλισσαν, καὶ ἅμα τε οἷς ἐθάρρει τὸ ἀπόρρητον ἐξεκάλυψε καὶ ἅμα τῷ ἔργῳ ἐπικεχείρηκε καὶ προσλαβόμενος αὐτοὺς ἀωρὶ τῶν νυκτῶν ἐπὶ τὴν νοτίαν θάλασσαν τῶν βασιλείων ἀφίκετο· Βουκολέων ὁ τόπος ὠνόμασται, ὅτι λίθινος λέων ἐστὶν ἐν αὐτῷ βοὸς ἐπι‐
10βεβηκὼς ὁμοίου καὶ τῷ εὐωνύμῳ ποδὶ κατέχοντι τὸ κέρας αὐτοῦ περιστρέφων τὸν αὐχένα τὸν τοῦ βοός. ἔνθα γενόμενος σαργάνην τε καθειμένην ἄνωθεν καθορᾷ καὶ δι’ αὐτῆς ἀνιμᾶται παρὰ θεραπαινῶν τῆς Θεοφανοῦς καὶ αὐτὸς καὶ οἱ σὺν αὐτῷ. ἦσαν δὲ ὁ Βούρτζης Μιχαὴλ ἐγκοτῶν τῷ βασιλεῖ καὶ αὐτὸς
15διὰ τὴν ὀργήν, ὡς εἴρηται, τὴν ἀλόγιστον καὶ Λέων ὁ Ἀβα‐517

518

λάντης καὶ ὁ μελάγχρους Θεόδωρος, ὃν διὰ τὸ τοῦ εἴδους με‐ λάντερον ἐκάλουν Ἀτζυποθεόδωρον, καὶ ἕτεροι δύο. ἀψοφητὶ τοίνυν ὑποδύντες τὸν κοιτῶνα τὸν βασίλειον (καὶ τοῦτο γὰρ αὐτοῖς ἡ Θεοφανὼ κατεπράξατο) εὗρον τὸν Νικηφόρον χα‐
5μαιεύνην ὑπνώττοντα, καί τις αὐτῷ λὰξ ἐνθορὼν καὶ ἐνυβρίσας διύπνισεν. ὡς δὲ τὴν κεφαλὴν ἐκεῖνος διυπνισθεὶς ἀνεκούφισε, δέχεται κατ’ αὐτῆς εὐθὺς καιρίαν πληγήν, ἥτις αὐτῷ δεινῶς διέσεισε καὶ τὸ σῶμα καὶ τὴν ψυχήν. εἶτα ὁ μὲν Τζιμισκὴς ἐπὶ τῆς βασιλείου κλίνης κεκάθικε, τὸν δὲ Φωκᾶν ἤδη παρει‐
10μένον ἑκατέρωθεν ὑπερειδόμενον αὐτῷ παρεστήσαντο. ὁ δὲ τὰς αἰτίας αὐτὸν ἠρώτα δι’ ἃς κεκάκωτο παρ’ αὐτοῦ. ὡς δ’ ἐκεῖνος πρὸς οὐδὲν ἀπεκρίνατο, μόνον δὲ τὸ “κύριε, βοήθει” ἐφθέγγετο, ἐγκελεύεται τοῖς περὶ αὐτὸν ταῖς λαβαῖς τῶν ξιφῶν τὰς γνάθους αὐτοῦ παίοντας συνθραῦσαι ἢ διασεῖσαι τοὺς
15ὀδόντας αὐτῷ. εἶτά τις ἐξόπισθεν δόρατι βάλλει κατὰ νῶτον
αὐτόν, καὶ τὸ δόρυ διὰ τῶν στέρνων ἐξέπεσε. καὶ θορύβου518

519

παρὰ τῶν προκοιτούντων γεγενημένου (ἤδη γὰρ εἰς αἴσθησιν ἧκον τῆς ἐπιβουλῆς), καὶ τὴν κεφαλὴν τοῦ ἀνδρὸς ἐκπεπνευ‐ κότος ἄρτι ἐκτέμνουσι καὶ διὰ θυρίδος τοῖς σωματοφυλακοῦσι δεικνύουσι καὶ οὕτως τὴν ἐκείνων ὁρμὴν καταπαύουσι. λέγεται
5δ’ ὅτι πρὸ ἡμερῶν ὀλίγων ἔγγραφον εὗρεν ἐν τῷ κοιτῶνι ὁ Νικηφόρος δηλοῦν τὴν ἐπιβουλήν. ὁ δὲ τοῦ βασιλέως Νικη‐ φόρου αὐτάδελφος ὁ Λέων τὸ γεγονὸς ἐγνωκὼς σὺν τῷ υἱῷ Νικηφόρῳ τῇ μεγάλῃ ἐκκλησίᾳ προσπέφευγεν. ἦν δὲ ὁ ἀναι‐ ρεθεὶς βασιλεὺς ἐτῶν πεντήκοντα καὶ ἑπτά, ἐξ ὧν ἓξ καὶ μῆ‐
10νας τοσούτους τῶν σκήπτρων ἐκράτησε τῶν Ῥωμαϊκῶν.
post10tLIBER DECIMVS SEPTIMVS.
11Καὶ ὁ μὲν οὕτως ἀπέτισε τὸ χρεών· ὁ δὲ Τζιμισκὴς τῆς
βασιλείας γενόμενος ἐγκρατὴς καὶ τοὺς τοῦ Ῥωμανοῦ παῖδας519

520

κοινωνοὺς πεποίητο τῆς ἀρχῆς παῖδας ἔτι τυγχάνοντας, τὸν δὲ παρακοιμώμενον Βασίλειον, ὃν ὁ Φωκᾶς τετίμηκε πρόεδρον, μήπω πρῴην ὄντος τοῦ ἀξιώματος, προσλαβόμενος ὡς ἐντριβῆ περὶ τὴν τῶν κοινῶν πραγμάτων διοίκησιν, αὐτῷ τὴν πᾶσαν οἰκο‐
5νομίαν ἀνέθετο. καὶ ὃς τοὺς τῷ Νικηφόρῳ προσήκοντας ἢ καὶ ἄλλως εὔνοιαν ἐκείνῳ τηρεῖν ὑποπτευομένους ἐκ μέσου πε‐ ποίηκε, τὸν μὲν κουροπαλάτην Λέοντα καὶ τὸν υἱὸν αὐτοῦ Νικηφόρον ἐν Λέσβῳ περιορίσας, τῷ δ’ ἑτέρῳ τοῦ Λέοντος υἱῷ τῷ Βάρδᾳ ὅριον θέμενος περιγραπτὸν τὴν Ἀμάσειαν καὶ
10ἄλλους ἄλλως μετελθὼν καὶ οἰκονομησάμενος. τοὺς δὲ παρὰ τοῦ Νικηφόρου φυγαδευθέντας κατήγαγεν, οἷς καὶ ἀρχιερεῖς συνηρίθμηντο, ὅσοι μὴ ὑπογράψαι ἐν τῷ τόμῳ ὑπέκυψαν, δι’ οὗ τεθέσπιστο μὴ ἄνευ ἐκείνου ἀρχιερέα τινὰ προχειρίζεσθαι. εἶτα ἄπεισιν ὁ Ἰωάννης εἰς τὴν μεγάλην ἐκκλησίαν ταινιωθη‐
15σόμενος. ἀλλ’ οὐκ εἰάθη παρὰ τοῦ Πολυεύκτου εἰς τὸν ναὸν εἰσελθεῖν, ὡς φόνῳ μεμιασμένος. πρᾴως δὲ τὴν ἐπιτίμησιν ὁ Τζιμισκὴς ἐνεγκὼν ἀπελογεῖτο μὴ αὐτὸς αὐτόχειρ γενέσθαι τοῦ
φόνου, ἔλεγε δὲ τὸν Ἀβαλάντην καὶ τὸν Ἀτζυποθεόδωρον ἐπι‐520

521

τροπῇ τῆς Θεοφανοῦς τὸν Νικηφόρον διαχειρίσασθαι. τὴν μὲν οὖν Θεοφανὼ ὁ πατριάρχης ἀπῄτησε τῶν βασιλείων ἀπελαθῆναι καὶ περιορισθῆναι καὶ τοὺς αὐτόχειρας τοῦ Νικηφόρου ἐκδιω‐ χθῆναι, τὸν δὲ τόμον, οὗπερ ἐμνήσθημεν, διαρραγῆναι καὶ αὐτὸν
5τὸν Ἰωάννην δέξασθαι ἐπιτίμια. ὁ δὲ πάντα ποιῆσαι ὑπέσχετο καὶ αὐτίκα στέλλει καὶ κατάγει τὴν βασιλίδα τῶν ἀνακτόρων καὶ τὸν τόμον ἐκεῖ κομισθέντα διέρρηξε καὶ ἣν ἐν ἰδιώταις τελῶν εἶχε περιουσίαν, διανεῖμαι πένησιν ἐπηγγείλατο. τούτων δὲ γενομένων, κατὰ τὴν γενέθλιον τοῦ σωτῆρος ἡμῶν καὶ θεοῦ
10ἑορτὴν ἅμα τε τὴν εἰς τὴν ἐκκλησίαν ἐπιτρέπεται εἴσοδον καὶ ἅμα τῷ διαδήματι στέφεται, τὴν δὲ Θεοφανὼ εἰς Προικόνησον περιώρισεν. οὕτω μέντοι ἀναρρηθείς, ἐπεὶ ἀρχιερέως ἡ μεγάλη Ἀντιόχεια χηρεύουσα ἦν, προχειρίζεταί τινα μοναχὸν Θεόδωρον, ὃς αὐτῷ προέφη τῆς βασιλείας τυχεῖν, καὶ μὴ σπεῦσαι μηδ’
15ἁρπάσαι αὐτήν, ἀλλὰ μεῖναι τὴν ἐκ τοῦ θείου προχείρισιν. ὅσπερ
τὴν ἀρχιερωσύνην καταδεξάμενος ἀξίωσιν ἔθετο πρὸς τὸν Ἰω‐521

522

άννην τοὺς Μανιχαίους ἐκ τῆς ἑῴας μετοικίσαι πρὸς τὰ ἑσπέρια, πολλοὺς τῇ αὐτῶν μυσαρᾷ αἱρέσει διαφθείροντας. οὗ τὴν ἀξίωσιν πληρῶν εἰς Φιλιππούπολιν μετήγαγε τὸ γένος τῶν Μανιχαίων. ὁ δὲ πατριάρχης Πολύευκτος τῇ τοῦ Τζιμισκῆ
5ἀναρρήσει τριάκοντα καὶ πέντε ἡμέρας ἐπιβιοὺς τὸν βίον μετ‐ ήλλαξε, καὶ ἀντεισήχθη εἰς τὸν ἀρχιερατικὸν θρόνον τῆς βα‐ σιλευούσης τῶν πόλεων ὁ μοναχὸς Βασίλειος ὁ Σκαμανδρηνός. Οἱ δ’ ἐκ τῆς Ἄγαρ, μὴ ἀνεκτὸν ἡγούμενοι στερεῖσθαι τῶν πόλεων ἃς ἤδη ἀφῄρηντο, συνελέγησαν πανταχόθεν καὶ συν‐
10θήκας περὶ ὁμαιχμίας πεποιηκότες καὶ τοῖς Καρχηδονίοις τὴν σφῶν ἡγεμονίαν προσνείμαντες ἐξεστράτευσαν κατὰ τῆς ἐν Δάφνῃ Ἀντιοχείας καὶ ταύτην ἐπολιόρκουν. τῶν δ’ ἐν τῇ πόλει ἀνθισταμένων αὐτοῖς κραταιότερον ἠγγέλθη τῷ βασιλεῖ τῶν ἐθνῶν ἡ συνέλευσις. ὁ δὲ κελεύει τῷ στρατηγῷ Μεσοποταμίας
15ἐπικουρῆσαι τοῖς πολιορκουμένοις· καὶ πολέμου πρὸς τοὺς Ἀγα‐ ρηνοὺς συρραγέντος οἱ βάρβαροι, καίτοι πολλαπλάσιοι πρὸς τοὺς Ῥωμαίους ὄντες, τρέπονταί τε καὶ σκίδνανται. οἱ δέ γε Ῥῶς τὸ τῶν Βουλγάρων ἔθνος καὶ τὴν χώραν αὐτῶν ὑφ’ ἑαυ‐
τοὺς ποιησάμενοι καὶ τοὺς ἡγεμόνας τοῦ ἔθνους τὸν Βορίσην522

523

τε καὶ τὸν Ῥωμανὸν οὐκέτι τῶν οἴκοι ἐμέμνηντο, ἀλλ’ ἤθελον αὐτοῦ που μένειν τὴν χώραν κατέχοντες. πρὸς τοῦτο δ’ αὐτοὺς καὶ ὁ Καλοκυρὸς ἀνηρέθιζεν· “εἰ γὰρ βασιλεὺς Ῥωμαίων ἀναρρη‐ θήσομαι παρ’ ὑμῶν,” ἔλεγε “τῆς τε τῶν Βουλγάρων χώρας
5παραχωρήσω ὑμῖν καὶ διαθήσομαι πρὸς ὑμᾶς εἰρήνην διαιωνί‐ ζουσαν καὶ τὰ ὑπεσχημένα παρέξω κατὰ τὸ πολλαπλάσιον.” οἱ δὲ τῇ τε τῶν χωρῶν ἀρετῇ θελχθέντες καὶ τοῖς λόγοις τοῦ Καλοκυροῦ χαυνωθέντες οὔτε τῷ βασιλεῖ πάντα ποιήσειν ἐπι‐ τελῆ τὰ παρὰ τοῦ Νικηφόρου σφίσιν ὑπεσχημένα ἐπείθοντο
10γράφοντι καὶ τοῖς πρέσβεσιν ὡμίλησαν ἀλαζονικώτερον. ἐντεῦ‐ θεν ἄρασθαι κατ’ αὐτῶν ὅπλα ἠνάγκαστο καὶ ταῖς Ῥωμαϊκαῖς δυνάμεσιν ἐπιστήσας στρατάρχην, ὃν στρατηλάτην ὠνόμασε, Βάρδαν μάγιστρον τὸν Σκληρόν, τῆς ἤδη θανούσης αὐτοῦ γα‐ μετῆς αὐτάδελφον ὄντα, ὁρμῆσαί οἱ κατὰ τῶν Ῥῶς ἐνετείλατο.
15καὶ ὁ μὲν ἀπῄει· οἱ βάρβαροι δὲ τοῦτο μαθόντες καὶ ὁ τούτων ἔξαρχος ὁ Σφενδοσθλάβος, τούς τε Βουλγάρους ὁπλίσαντες καὶ συμμάχους προσειληφότες Σκύθας, οἳ Πατζινάκαι κικλήσκονται,
καὶ τοὺς τὴν Πανονίαν οἰκοῦντας Τούρκους καὶ στρατιὰν εἰς523

524

τριάκοντα μυριάδας ἀριθμουμένην συστησάμενοι τὴν Θρᾴκην ἅπασαν ἐληίζοντο. τούτοις οὖν μὴ θαρρῶν ὁ Σκληρὸς συμ‐ μίξαι καὶ κατὰ συστάδην μαχέσασθαι (πολλοστὸν γὰρ ἦν πρὸς τὸ πλῆθος ἐκείνων τὸ μετ’ αὐτοῦ στρατιωτικόν) στρατηγικαῖς
5μεθόδοις τοὺς βαρβάρους κατηγωνίσατο. καὶ πρῶτον μὲν λό‐ χους καθίσας καὶ μόνοις τοῖς Πατζινάκαις ἐπελθὼν καὶ εὐφυῶς αὐτοὺς περιαγαγὼν εἰς τοὺς λόχους, τοὺς μὲν ἀνεῖλε, τοὺς δ’ εἷλε ζῶντας· εἶτα καὶ τοῖς ἄλλοις συμμίξαντι μέχρι μέν τινος ἰσόρροπος ἦν ἡ μάχη αὐτῷ· ὡς δέ τις τῶν Σκυθῶν καὶ ὄγκῳ
10σώματος καὶ ψυχῆς παραστήματι γενναῖος εἶναι δοκῶν καὶ τῶν ὁμογενῶν ἁπάντων ὑπερτερεῖν, ὁρῶν τὸν Σκληρὸν ἔφιππον διιόντα τὰς ὑφ’ ἑαυτὸν τάξεις καὶ ταύτας εἰς ἀλκὴν διεγείροντα, ὥρμησε κατ’ ἐκείνου καὶ κατήνεγκε τὸ ξίφος κατὰ τῆς κεφαλῆς τοῦ ἀνδρός· τὸ δὲ τῇ τοῦ κράνους ἰσχύϊ καὶ τῇ λειότητι οὐχ
15ἥψατο αὐτοῦ. ὁ Σκληρὸς αὖθις κατὰ τῆς κεφαλῆς τὸν Σκύθην ἀντέπληξε, καὶ ἡ τοῦ ξίφους καταφορὰ εἰς τοσοῦτον γέγονεν ἐνεργὸς ὡς διχῇ τμηθῆναι τὸν βάρβαρον καὶ ἡμίτομα τοῦ ἵππου τὰ μέρη αὐτοῦ ἐκπεσεῖν. οἱ βάρβαροι δὲ τὸ ἔργον ἐκπλαγέντες
εἰς δειλίαν ἐνέπεσον καὶ εἰς φυγὴν αὐτίκα ἐτράπησαν, οἷς οἱ524

525

Ῥωμαῖοι κατόπιν ἐλαύνοντες πολλοὺς μὲν ἀνῄρουν, πολλοὺς δ’ ἐζώγρουν. ἔπαυσε τῆς διώξεως τοὺς περὶ τὸν Σκληρὸν ἐπελ‐ θοῦσα ἡ νύξ· τέως δὲ καὶ ὅσοι περιελείφθησαν τραυματίαι ἦσαν. Καὶ τὰ μὲν κατὰ τοὺς Ῥῶς ἐν τούτοις ἦσαν. Βάρδας δὲ
5ὁ Φωκᾶς ὁ τοῦ Λέοντος παῖς ἐξ Ἀμασείας φυγών, ἐν ᾗ περι‐ ώριστο, τὴν τῶν Καππαδοκῶν κατειλήφει Καισάρειαν, πολλοὺς προσεταιρισάμενος, καὶ τυραννίδι ἐπικεχείρηκεν, ἑαυτῷ περιθέ‐ μενος τὰ τῆς βασιλείας παράσημα. καὶ ὁ πατὴρ δὲ τούτου ὁ Λέων σὺν τῷ ἑτέρῳ υἱῷ τῷ Νικηφόρῳ ἐκ Λέσβου πρὸς Θρᾴ‐
10κην ἐβουλεύσατο διαβῆναι, ἔχων συμπράττοντά οἱ καὶ τὸν Ἀβύ‐ δου ἀρχιεπίσκοπον· γνωσθεὶς δὲ τοὺς ὀφθαλμοὺς πηρωθῆναι καταδικάζεται σὺν τῷ υἱῷ Νικηφόρῳ. λέγεται δὲ τὸν βασιλέα κατὰ τὸ λεληθὸς ἐντείλασθαι τοῖς ἐπιτραπεῖσι τὴν πήρωσιν τῶν ἀνδρῶν μὴ ἐκκόψαι τούτοις τὰ ὄμματα, ἀλλὰ δόκησιν μὲν
15παρασχεῖν ἐκτυφλώσεως, παραφυλάξαι δὲ τοῖς ἀνθρώποις ἀλώ‐ βητον τὸ ὁρᾶν. τούτων οὖν οὕτω συνενεχθέντων, γραφὴ κατα‐
λαμβάνει βασίλειος τὸν Σκληρὸν ἄρτι τοὺς Σκύθας τρεψάμενον525

526

διαπεραιωθῆναι πρὸς τὴν ἑῴαν καὶ τῷ Βάρδᾳ τῷ Φωκᾷ ἀντι‐ καταστῆναι. καὶ αὐτίκα ἀπῄει καὶ πρὸς Καισάρειαν γέγονε, καὶ οἱ περὶ τὸν Φωκᾶν ἐκεῖνον λιπόντες τῷ Σκληρῷ προσερ‐ ρύησαν, μόνος δὲ μετὰ τῶν θεραπόντων περιλειφθεὶς πρὸς τὸ
5φρούριον κατέφυγε τὸ Τυροποιόν. ἤδη δ’ ἐγγὺς ὄντα τοῦ εἰρη‐ μένου φρουρίου καταλαμβάνουσιν αὐτὸν ἱππεῖς πεμφθέντες πρὸς τοῦ Σκληροῦ· ὧν εἷς Κωνσταντῖνος ὁ Χάρων θρασύτερος τῶν ἄλλων, ὡς ἔοικεν, ὢν προφθάσας τοὺς συστρατιώτας μεθ’ ὁρμῆς συντονωτέρας ἐπήρχετο τῷ Φωκᾷ· ὁ δὲ οὐράγει καὶ τοὺς σὺν
10αὐτῷ περιεῖπε, καὶ ὁ Χάρων ὕβρεσι τοῦτον ἔβαλλε. καὶ ὁ Φωκᾶς “οὐκ ἔδει σε” εἶπεν “ἄνθρωπον ἐν συμφοραῖς τοιαύταις γενόμενον ἐπιπλήσσειν.” τοῦ δὲ Χάρωνος ἐν τούτοις ἐγγίσαντος τῷ Βάρδᾳ καὶ βαλεῖν ἐπιχειροῦντος αὐτόν, ἐκεῖνος τὴν κορύνην ἀνατείνας παίει τὸν Κωνσταντῖνον κατὰ τῆς κόρυθος καὶ ταύτην
15συνέτριψε μετὰ τῆς κεφαλῆς τοῦ ἀνδρός, καὶ εὐθὺς εἷλε τὸν πεπληγμένον πορφύρεος θάνατος, μιᾷ θανατωθέντα πληγῇ. οἱ δὲ κατόπιν ἐλαύνοντες ὁρῶντες τὸν πεσόντα ἀφίστανται τῆς
διώξεως, καὶ ὁ Φωκᾶς εἰσέδυ τὸ φρούριον. εἶτα καὶ ὁ Σκληρὸς526

527

παρεγένετο καὶ πέπεικεν αὐτὸν προσχωρῆσαι τῷ βασιλεῖ· καὶ προσελθόντα κληρικόν τε γενόμενον εἰς τὴν Χίον περιορίζει ὁ Τζιμισκής. καὶ ὁ Σκληρὸς αὖθις προστάττεται μεταβῆναι εἰς τὰ ἑσπέρια.
5 Νυμφεύεται δ’ ἑαυτῷ γυναῖκα ὁ βασιλεὺς σπουδῇ Βασι‐ λείου τοῦ παρακοιμωμένου Θεοδώραν θυγατέρα Κωνσταντίνου τοῦ Πορφυρογεννήτου. ἔτει δὲ δευτέρῳ τῆς αὐτοῦ βασιλείας ἔαρος ἀναλάμψαντος ἐκστρατεύει κατὰ τῶν Ῥῶς σὺν στρατεύ‐ μασι πλείοσι καὶ στόλῳ περιφανεῖ· καὶ ἀπιόντι συναντῶσιν αὐτῷ
10πρεσβευταὶ δῆθεν τῶν Σκυθῶν· οἱ δὲ κατοπτῆρες ἦσαν καὶ τῆς τῶν Ῥωμαίων ἰσχύος κατάσκοποι, ὃ οὐδὲ τὸν βασιλέα δι‐ έλαθε. προστάξας οὖν περιαχθῆναι αὐτοὺς κατὰ πᾶν τὸ στρα‐ τόπεδον καὶ τοῦτο καταμαθεῖν, ἐκέλευσεν ἀπαλλάττεσθαι. ἐκεί‐ νων δὲ ἀπιόντων καὶ αὐτὸς εὐζώνους παραλαβὼν πεζοὺς εἰς
15χιλιάδας πέντε καὶ ἱππότας τετρακισχιλίους ὀπίσω τῶν πρέσβεων
ἀπῄει καὶ ἀθρόον ἐγγὺς τῆς μεγάλης Περσθλάβας γίνεται καὶ527

528

βάλλεται χάρακα, ὃ τοὺς Ταυροσκύθας εἰς ἀμηχανίαν ἐνέβαλε. Καλοκύρης δὲ ὁ τῶν κακῶν πρωτουργὸς ἐκεῖ τότε παρὼν καὶ γνοὺς τὸν βασιλέα παραγενόμενον, πρὸς τὴν τῶν Ῥῶς ἀπέδρα παρεμβολήν, ἀφ’ οὗ τὴν τοῦ βασιλέως παρουσίαν μαθόντες
5ἐτεθορύβηντο, ὅμως μέντοι παραστρατοπεδεύονται τοῖς Ῥω‐ μαίοις. οἱ δὲ περὶ τὸν βασιλέα ἐλθόντες εἰς τὸ τῆς Περσθλάβας ἄστυ, ὡς εἴρηται, καταλαμβάνουσιν ἐκτὸς γυμναζομένους ὡς ὀκτακισχιλίους κἀκείνοις συνέμιξαν. οἱ δὲ πρὸς μὲν ὀλίγον ἀντέσχον, εἶτα νῶτα στρέψαντες ἔφευγον. καὶ οἱ ἐντός, ὡς
10ἕκαστος ἠδύνατο ὁπλισάμενοι, ἐπικουρήσοντες τοῖς ὁμοφύλοις ἐξῄεσαν, καὶ ἀσυντάκτως αὐτοῖς χωροῦσιν ὑπαντιάζοντες οἱ Ῥωμαῖοι ἀνῄρουν, οἱ δὲ εἰς τὴν πόλιν αὖθις ἀνθυπενόστουν. ἀλλ’ ἱππέων τινῶν ἐξιππασαμένων καὶ τὴν εἰς τὴν πόλιν ἀπά‐ γουσαν ἀτραπὸν ἐπιτειχισάντων, οἱ βάρβαροι ἀνὰ τὸν ἐκτὸς
15τοῦ ἄστεος χῶρον ἐσκίδναντο· ἔνθα οἱ μὲν ἐζωγροῦντο, οἱ δὲ καὶ ἐκτείνοντο, οἱ δ’ ἐν τῇ πόλει τὰς πύλας κλείσαντες ἐπο‐
λιορκοῦντο. τῇ δ’ ἑξῆς τοῦ παρακοιμωμένου Βασιλείου μετὰ528

529

πάσης τῆς στρατιᾶς ἐλθόντος, ἐρρωμενέστερον ὁ βασιλεὺς τῇ πολιορκίᾳ ἐπικεχείρηκε· καί τινες διὰ κλιμάκων εἰς τὸ τεῖχος ἀναβεβήκασι καὶ τοὺς ἐκεῖ τῶν βαρβάρων καταληφθέντας συγ‐ κόψαντες ξίφεσι τὰς πύλας ἠνέῳξαν καὶ τῇ Ῥωμαϊκῇ στρατιᾷ
5πάσῃ ῥᾳδίαν παρέσχον τὴν εἴσοδον. καὶ οὕτως μὲν τὸ τῆς Περσθλάβας ἄστυ Ῥωμαίοις κατέστη ἁλώσιμον, ἔνθα καὶ ὁ τῶν Βουλγάρων βασιλεὺς ὁ Βορίσης ἑάλω· ᾧ καὶ πᾶσι δὲ τοῖς Βουλγάροις ἐπιεικῶς ὁ αὐτοκράτωρ ἐχρήσατο, ἀνέτους αὐτοὺς ἀφιείς, οὐ κατὰ Βουλγάρων λέγων ἄρασθαι ὅπλα, κατὰ δέ γε
10τῶν Ῥῶς. πολλῶν δὲ Σκυθῶν εἰς ὀχύρωμά τι προσπεφευγότων, ἐξελεῖν καὶ τοῦτο ὁ βασιλεὺς ἐκέλευσεν. οἱ δὲ στρατιῶται διὰ τὸ τοῦ τόπου δυσάλωτον ἦσαν ἀπρόθυμοι. ὃ γνοὺς ὁ Ἰωάννης αὐτὸς πρὸ τῶν ἄλλων πεζὸς ἀπῄει πρὸς τὸ ὀχύρωμα, κἀντεῦ‐ θεν ἐκεῖ συνέθεον ἅπαντες· καὶ ἥλω κἀκείνων σπουδῇ τὸ ὀχύ‐
15ρωμα καὶ τῶν ἐν αὐτῷ οἱ μὲν διεφθάρησαν, ἔνιοι δὲ καὶ ἁλωτοὶ
Ῥωμαίοις ἐγένοντο. τούτῳ μὲν οὖν τῷ ἄστει φρουρὰν ἐγκατ‐529

530

έστησεν ὁ βασιλεὺς ἀξιόμαχον, ἐκεῖνος δὲ ἀπῄει πρὸς τὸ Δορό‐ στολον, ὃ καὶ Δρίστρα καλεῖται, καί τινας πόλεις ἑλὼν κατὰ πάροδον καὶ φρούρια ἐκπορθήσας ἐφθάκει πρὸς τὸ Δορόστολον. ἦν δὲ πρὸ τῆς πόλεως ταύτης ἐστρατοπεδευκὼς ὁ τῶν Ῥῶς
5ἀρχηγὸς ὁ Σφενδοσθλάβος. ὡς οὖν εἶδον ἀλλήλας αἱ στρατιαί, συνερράγησαν ἐπ’ ἀλλήλας εὐθύς, καὶ τὸ μὲν πολὺ τῆς ἡμέρας ἀγχωμάλως ἐμάχοντο, περὶ δὲ δείλην ὀψίαν ἀπειρηκότες οἱ Ῥῶς ἐνέκλιναν πρὸς φυγήν· καὶ οἱ Ῥωμαῖοι ἐδίωκον, πλεῖστοι μὲν οὖν τῶν βαρβάρων ἀπώλοντο, οὐ μείους δὲ ἐζωγρήθησαν,
10οἱ δ’ εἰς τὸ Δορόστολον ἐπανήλθοσαν· καὶ ὁ βασιλεὺς πρὸ τῆς πόλεως πηξάμενος χάρακα τὰς τριήρεις τὸν Ἴστρον φυλαξούσας προσέμενεν, ἵνα μὴ οἱ Ῥῶς ἀποδράσαιεν. ὁ δὲ Σφενδοσθλάβος οὓς κατεῖχε Βουλγάρους, εἰς εἴκοσι χιλιάδας ὄντας, ὡς λέγεται, πάντας ὑπὸ δεσμοῖς ἐποιήσατο, δείσας μὴ ἐπανασταῖεν αὐτῷ
15ἢ τῷ βασιλεῖ προσχωρήσωσιν. ὡς δὲ καὶ ὁ στόλος παρῆν, ἐπολιόρκει τὴν πόλιν ὁ βασιλεύς. ἐκ Κωνσταντείας δὲ καὶ φρουρίων ἑτέρων πρέσβεις πρὸς τὸν βασιλέα ἀφίκοντο αἰτοῦντες συγγνώμην καὶ ἑαυτοὺς παραδιδόντες αὐτῷ καὶ τὰ φρούρια.
καὶ ταῦτα μὲν οἱ Ῥωμαῖοι παρέλαβον, ἡ δὲ τοῦ Δοροστόλου530

531

πολιορκία ἐφ’ ἡμέρας διήρκεσε πλείονας, τῶν βαρβάρων εὐ‐ ψύχως ἀνταγωνιζομένων. ὡς δ’ ἐκ τῶν πολέμων τῶν συν‐ εχῶν πολλοὶ τραυματίαι γεγόνασιν, ἤδη δὲ αὐτοὺς καὶ τὰ ζωαρκῆ ἐπιλέλοιπεν, ἤρξαντο σφίσι θραύεσθαι τὰ φρονήματα. ἀλλ’ ὁ
5Σφενδοσθλάβος νύκτα φυλαξάμενος ἀσέληνον καὶ χειμέριον, ἐν μονοξύλοις ἄνδρας ἐμβιβάσας ὡσεὶ δισχιλίους καὶ αὐτὸς ἐκείνοις συνεμβεβηκώς, ἀπῆλθεν ἐπισιτίσασθαι καὶ συλλέξαντες τὰ χρειώδη εἰς τὸ Δορόστολον ἐπανῄεσαν. καί τινας τῶν Ῥω‐ μαίων θεράποντας περὶ τὸν ποταμὸν ἐσκεδασμένους κατ’ ἄλλας
10καὶ ἄλλας χρείας ἰδόντες, ἐκβάντες τῶν πλοίων ἐνίους ἀπ‐ έκτειναν καὶ λαθόντες αὖθις εἰς τὸ Δορόστολον ἐπανήλθοσαν. τοῦτο πάνυ τὸν βασιλέα ἐλύπησε καὶ τοῖς τοῦ στόλου κατάρ‐ χουσιν ἐπιχόλως εἶχε, καὶ εἰ ἔτι λάθοιεν αὐτοὺς οἱ βάρβαροι ἀποπλεύσαντες, ἠπείλησε θάνατον εἶναι σφίσι τὸ ἐπιτίμιον. ἐφ’
15ὅλαις δὲ ἡμέραις ἑξήκοντα πολιορκήσας τὴν πόλιν καὶ μήπω ταύτην ἑλὼν ἔγνω λιμῷ τοὺς ἔνδον καταγωνίσασθαι· καὶ περι‐ κάθηται ταύτην, ἐπιτηρῶν ἀκριβῶς ἵνα μή ποθεν αὐτοῖς χρει‐ ῶδές τι κομισθῇ. οἱ δὲ βάρβαροι πολλάκις ἐκδρομὰς ποιησά‐ μενοι ἥττηντο· ἐπεὶ δὲ καὶ τῷ λιμῷ ἐπιέζοντο καὶ οὔτε τῶν
20ἀναγκαίων ἦν αὐτοῖς χορηγίας ἐλπίς, οὐδὲ μέντοι γε συμμαχίας,531

532

οἱ μὲν ἀποδρᾶναι νυκτὸς συνεβούλευον, οἱ δὲ Ῥωμαίοις ἑαυ‐ τοὺς πιστεῦσαι καὶ οὕτως ἐπανελθεῖν εἰς τὰ ἴδια, οἱ δ’ ἄλλο τι ὑπετίθουν. Ὁ δέ γε Σφενδοσθλάβος ἔτι ἅπαξ Ῥωμαίοις παρῄνει μα‐
5χέσασθαι καὶ ἢ περιγενέσθαι τε καὶ σωθήσεσθαι ἢ προτιμῆσαι θάνατον εὐκλεᾶ ζωῆς δυστυχοῦς. ταῦτα ὁ μὲν εἶπε, τὸ δὲ πλῆθος ἐπῄνεσε καὶ τῇ ἑξῆς θανατῶντες τοῖς Ῥωμαίοις προσ‐ πλέκονται, καὶ μέχρι πολλοῦ ποτὲ μὲν οἱ Ῥωμαῖοι περιεγένοντο τῶν Σκυθῶν, ποτὲ δὲ τῶν Ῥωμαίων οἱ βάρβαροι. ὡς δ’ ἐφρά‐
10σατο τὴν τοῦ τόπου στενοχωρίαν ὁ βασιλεὺς τοῖς ἐναντίοις εἶναι πρὸς λυσιτέλειαν, μὴ οἵων τε ὄντων τῶν Ῥωμαίων ἐπιέναι αὐτοῖς ἀθρόον, τοῖς στρατηγοῖς ὑπέθετο τὰ τάγματα πρὸς τὸ πεδίον ἠρέμα ὑπάγειν χωροῦντα κατὰ βραχύ. τοῦτο γενόμενον τοῖς βαρβάροις δειλίας τῶν Ῥωμαίων καὶ φυγῆς παρέσχετο
15δόκησιν· καὶ εἵποντο ἀλαλάξαντες. ὡς δὲ πρὸς εὐρύτερον πεδίον ἐγένοντο, σύνθημα τοῖς Ῥωμαίοις ὁ βασιλεὺς ἐπιστροφῆς δέ‐ δωκε, καὶ ἀναστρέψαντες προσβάλλουσι τοῖς βαρβάροις, καὶ
γίνεται φρικώδης ὁ πόλεμος. ὁ βασιλεὺς δὲ τὸν μάγιστρον532

533

Βάρδαν τὸν Σκληρὸν μετὰ τῶν ὑπ’ αὐτὸν ταγμάτων ἀποκλεῖσαι τὴν πρὸς τὴν πόλιν εἴσοδον τοῖς βαρβάροις ἐκπέπομφεν. ἡ δὲ μάχη μέχρι πολλοῦ ἰσόρροπος ἦν· λέγεται δὲ θειοτέρας ἐπι‐ κουρίας τότε τοὺς Ῥωμαίους τυχεῖν. θύελλα γὰρ κατὰ πρόσ‐
5ωπον τοῖς Σκύθαις προσέβαλλε καί τις ἔφιππος ὡρᾶτο πολλοῖς τῶν Ῥωμαίων ὑπεραγωνιζόμενος καὶ συγκλονῶν τῶν βαρβάρων τὰς φάλαγγας. ἦν δὲ κατὰ τὴν ἡμέραν τῆς μάχης ἐκείνης ἡ τοῦ στρατηλάτου Θεοδώρου τοῦ περιωνύμου ἐν μάρτυσι τελου‐ μένη μνήμη. τρέπονται οὖν οἱ Σκύθαι καὶ πρὸς τὴν πόλιν
10ὡρμήκεσαν· ἀλλ’ ἦν ἐκείνη αὐτοῖς οὐκ εἰσιτητή· ἤδη γὰρ παρὰ τοῦ Σκληροῦ ἀπεκέκλειστο ἡ εἰς ταύτην εἰσέλευσις, καὶ λοιπὸν ἐπὶ τὰ ταύτης προάστεια διεσκίδναντο καὶ καταλαμβανόμενοι διεφθείροντο καὶ ὑπ’ ἀλλήλων ἀπώλλυντο συνωθούμενοί τε καὶ συμπατούμενοι, ὡς δυσαρίθμους τοὺς ἀνῃρημένους εἶναι. οἱ
15δὲ περιλειφθέντες τραυματίαι γεγόνασι ξύμπαντες. ἐγνώσθη
δὲ ὅτι ὁ στρατηλάτης Θεόδωρος ἦν, ὃς τοῖς Ῥωμαίοις τότε533

534

κατὰ τῶν βαρβάρων ἐπεκούρησέ τε καὶ συνεμάχησεν, ἐντεῦθεν· γύναιόν τι εὐλαβείᾳ συνεζηκὸς καὶ σεμνότητι κατὰ τὸ Βυζάντιον μιᾷ πρὸ τῆς μάχης ταύτης ἡμέρᾳ ἔδοξε καθ’ ὕπνους τὴν ἁγίαν θεοτόκον ὁρᾶν προϊοῦσαν καὶ προπεμπομένην ὑπὸ πολλῶν,
5ἀκοῦσαί τε τῆς θεομήτορος λεγούσης πρὸς ἕνα τῶν προϊόντων αὐτῆς “κύριε Θεόδωρε, ὁ ἐμὸς καὶ σὸς Ἰωάννης ἀγῶνας ἔχει βαρεῖς· σπεῦσον οὖν, αὐτῷ ἐπικούρησον.” ἐξέφηνεν οὖν τισιν ἡ γυνὴ τὸ ἐνύπνιον. οἱ δὲ τὴν ἡμέραν ἐσημειώσαντο, καὶ ἦν ἡ πρὸ τῆς τελευταίας μάχης. τὸν μάρτυρα δ’ ὁ βασιλεὺς τῆς
10βοηθείας ἀνταμειβόμενος ναὸν αὐτῷ κατὰ τὴν Εὐχάνειαν ἢ Εὐχάϊτα περικαλλῆ ἐδομήσατο, τὸν πρῴην καταβαλών, ἐν ᾧ τὸ πολύαθλον ἐκείνου σῶμα κατέθετο, καὶ τὴν πόλιν ἀντὶ τῆς προτέρας αὐτῆς κλήσεως Θεοδωρόπολιν ἐπωνόμασεν. ὁ δὲ βάρβαρος Σφενδοσθλάβος πάντοθεν ἀπογνοὺς διεπρεσβεύσατο
15πρὸς τὸν βασιλέα, συγγνώμην αἰτῶν καὶ εἰς τὰ οἰκεῖα ἐπανελ‐ θεῖν ἐξαιτούμενος καὶ τοῖς συμμάχοις Ῥωμαίων συντάττεσθαι
καὶ τὸν βουλόμενον Σκύθην ἰέναι πρὸς τὰ Ῥωμαίων ἤθη καὶ534

535

ἐν αὐτοῖς ἐμπορεύεσθαι. καὶ ὁ βασιλεὺς τὰς αἰτήσεις προσ‐ ήκατο καὶ πάσας ἐπλήρωσεν· εἶτα καὶ αὐτὸς ὁ Σφενδοσθλάβος ἀφίκετο πρὸς τὸν αὐτοκράτορα καὶ αὐτῷ συνωμίλησεν ᾐτήσατό τε τοῖς Πατζινάκαις δηλῶσαι μὴ κωλῦσαι τοῖς Ῥῶς οἴκαδε
5ἀπιοῦσι διὰ τῆς σφετέρας χώρας τὴν δίοδον. καὶ ὁ βασιλεὺς τοῦτό τε ἐκείνους ποιῆσαι ἠξίωσε καὶ συμμάχους ἔχειν αὐτούς, μηδὲ διαβαίνειν τὸν Ἴστρον καὶ τὴν Βουλγαρίαν ληίζεσθαι. οἱ δὲ τοῖς μὲν ἄλλοις συνέθεντο, πρὸς δὲ τὴν δίοδον τῶν Ῥῶς ἀπηγόρευσαν.
10 Τοιούτῳ δὲ τέλει τοῦ πρὸς τοὺς Ῥῶς πολέμου καταλυ‐ θέντος ὁ βασιλεὺς πρὸς τὸ Βυζάντιον ἐπανέζευξε καὶ ὑπεδέχθη λαμπρῶς ὑφ’ ὅλου τοῦ πολιτεύματος. ὅ τε γὰρ πατριάρχης προϋπηντήκει αὐτῷ μετὰ τοῦ κλήρου παντὸς καὶ οἱ τῆς γε‐ ρουσίας καὶ οἱ τοῦ δήμου στεφάνους προσάγοντες καὶ τέθριπ‐
15πον ἅρμα (οἱ δὲ ἵπποι τούτου λευκοί) ἐδέοντό τε τοῦ ἅρματος ἐπιβεβηκότα τελέσαι τὸν θρίαμβον. ὁ δὲ τοὺς μὲν στεφάνους ἐδέξατο ἵππῳ τε κέλητι καὶ τούτῳ λευκῷ ἐθριάμβευσε, τῷ δέ γε τεθρίππῳ τὰς βασιλικὰς στολὰς τῶν Βουλγάρων βασιλέων
ἐπέθετο καὶ τούτων ἄνωθεν εἰκόνα τῆς θεομήτορος, καὶ προῄει535

536

τὸ ἅρμα. κατὰ δὲ τὴν Πλακωτὴν λεγομένην γενόμενος ἀγορὰν ἀπέδυσε τὸν Βορίσην τὰ τῆς παρὰ τοῖς Βουλγάροις βασιλείας παράσημα καὶ τῷ τῶν μαγίστρων ἐτίμησεν ἀξιώματι. ὁ μέντοι Σφενδοσθλάβος μετὰ τῶν Ῥῶς ἐπ’ οἴκου ἀναζευγνὺς λόχοις
5περιπίπτει τῶν Πατζινάκων, καὶ πάντες ἀθρόοι ἀπώλοντο. Οὗτος ὁ βασιλεὺς τὸν ἐν τῇ Χαλκῇ ναὸν τοῦ σωτῆρος Χριστοῦ μεγαλοπρεπῶς ἐδομήσατο. τοῦ δὲ πατριάρχου Βασι‐ λείου ἐπί τισι κατηγορηθέντος ἐγκλήμασι καὶ καθαιρεθέντος συνοδικῶς μετὰ τέσσαρας ἐνιαυτοὺς τῆς αὐτοῦ προχειρίσεως,
10ἐχειροτονήθη πατριάρχης ὁ Στουδίτης Ἀντώνιος. Ὅτι δὲ αἱ προσκτηθεῖσαι Ῥωμαίοις πόλεις κατὰ τὴν ἕω πρὸς ἀποστασίαν ἀπεῖδον καὶ τὸν τῆς δουλείας ζυγὸν ἀπεσεί‐ σαντο καὶ τοὺς δεσμοὺς διέρρηξαν τῆς τῶν Ῥωμαίων ἀρχῆς, ἐξεστράτευσεν ὁ βασιλεὺς κατ’ αὐτῶν· καὶ οὓς μὲν ἀπραγμόνως
15ὑποκύψαντας αὖθις, οὓς δὲ σιδήρῳ καὶ ἀνάγκῃ πολλῇ τῷ ζυγῷ
τῆς τῶν Ῥωμαίων ἀρχῆς ὑπηγάγετο. ἀναζευγνὺς δ’ ἐκεῖθεν536

537

καὶ γενόμενος κατὰ τὴν Ἀνάβαρζαν καὶ τὸ Ποδανδόν, ὁρῶν τε κἀνταῦθα καὶ ἐν ἄλλαις χώραις πολλαῖς χωρία πολυάνθρωπά τε καὶ πάμφορα, ἠρώτα οὗ εἶεν. καὶ μανθάνων ὅτι τοῦ παρα‐ κοιμωμένου εἰσὶ Βασιλείου, τὰ μὲν παρὰ τοῦ βασιλέως Νικη‐
5φόρου τοῦ Φωκᾶ, τὰ δὲ παρ’ αὐτοῦ δομεστίκου τυγχάνοντος τῶν σχολῶν, τὰ δὲ παρ’ ἑτέρων προσκτηθέντα τῇ βασιλείᾳ καὶ δωρηθέντα αὐτῷ, ἤλγησέ τε καὶ δεινὸν εἶπεν εἰ τῶν δημοσίων κτημάτων καὶ ἐφ’ οἷς πολλοὶ ἔπεσον ἀγαθοὶ ἄνδρες, πολλοὶ δὲ ἐκακουχήθησαν, εἷς ἐκτομίας καταπολαύει. ταῦτα παρά του
10τῷ παρακοιμωμένῳ καταγγελθέντα πρὸς ἐπιβουλὴν τοῦ βασι‐ λέως αὐτὸν ἀνηρέθισαν· καί τι δηλητήριον κερασάμενος φάρ‐ μακον, οὐ δραστήριον οὐδ’ ὠκύμορον, ἀβληχρὸν δὲ καὶ χρόνῳ τὸν πεπωκότα κατεργαζόμενον, καὶ ὑπελθὼν δώροις τὸν οἰνο‐ χοεύειν εἰωθότα τῷ βασιλεῖ, ἐγχεῖ τοῦτο τοῦ κρατοῦντος τῇ
15κύλικι, ὃ ποθὲν κατὰ βραχὺ τὴν τοῦ πιόντος ἐσίνετο δύναμιν καὶ διέφθειρε τὴν ἕξιν τοῦ σώματος, ἕως συνήλασε καὶ εἰς τὸν μόρον τὸν αὐτοκράτορα. οὕτως οὖν τῶν τῇδε μεταστὰς ὁ Τζι‐
μισκὴς Ἰωάννης καταλείπει τὴν βασιλείαν τοῖς κληρονόμοις αὐ‐537

538

τῆς τῷ Βασιλείῳ δηλαδὴ καὶ τῷ Κωνσταντίνῳ τοῖς υἱέσι τοῦ Ῥωμανοῦ, βασιλεύσας ἓξ πρὸς τὸ ἥμισυ ἐνιαυτούς. Ὃ δέ γε μικροῦ διέλαθεν ἄν, ἥκω διηγησόμενος. ὅπως μὲν οὖν ὁ κουροπαλάτης Λέων ὁ Φωκᾶς καὶ ὁ ἐκείνου υἱὸς
5ὁ Νικηφόρος κατακριθέντες ἐκτύφλωσιν οὐκ ἐστερήθησαν τοῦ φωτός, λάθρᾳ τοῦτο τοῦ βασιλέως περὶ αὐτῶν ἐπισκήψαντος, ἤδη ἱστόρηται. ἔχοντες δ’ ἔτι τὰ ἑαυτῶν ἀλώβητα ὄμματα οὐκ ἠγάπων σωζόμενοι, ἀλλὰ τῇ βασιλείᾳ καὶ πάλιν ἐπιθέσθαι διεμελέτων, πολλοὺς τῶν περὶ τὴν πόλιν καὶ τὰ βασίλεια ἑαυ‐
10τοῖς ὁμοφρονοῦντας κτησάμενοι. ἀλλ’ ἐφωράθησάν τε καὶ συν‐ εσχέθησαν, ἑνὸς τῶν συνωμοτῶν τὸ μελέτημα καταγγείλαντος. οὐκέτι γοῦν φιλανθρωπίας ἠξίωντο, ἀλλ’ ἀσυμπαθῶς τοὺς ὀφθαλ‐ μοὺς ἐξωρύχθησαν, καὶ τοῦτο τέλος αὐτοῖς τῆς εὐτυχίας καὶ τοῦ περὶ τὴν βασιλείαν ἐγένετο ἔρωτος.
15 Ἀποκατέστη τοίνυν τὸ τῶν Ῥωμαίων σκῆπτρον τοῖς τούτῳ κατὰ γένος προσήκουσι, τῷ Βασιλείῳ καὶ τῷ Κωνσταντίνῳ φημί, ὧν ὁ μὲν εἰκοστὸν ἤνυε τῆς ἡλικίας ἐνιαυτόν, ὁ δέ γε
Κωνσταντῖνος ἑπτακαιδέκατον. ἀλλ’ οὗτοι μὲν τὰ τῆς βασιλείας538

539

περιέκειντο σύμβολα, τὴν δ’ ἐξουσίαν ὁ πρόεδρος Βασίλειος περιέζωστο ἀτεχνῶς. ἠνείχετο δὲ ὁ Βασίλειος μήπω πεποιθὼς ἑαυτῷ, καὶ οἷον παιδοτρίβῃ τῷ παρακοιμωμένῳ προσεῖχε καὶ ἑαυτὸν ἐρρύθμιζε πρὸς τὴν ἐκείνου τῶν δημοσίων πραγμάτων
5μεταχείρισιν καὶ διοίκησιν, ὡς ἂν καιροῦ καλοῦντος οὕτως καὶ αὐτὸς τὰ περὶ τοὺς στρατιωτικοὺς καταλόγους καὶ τῆς πολιτι‐ κῆς εὐνομίας μεταχειρίσηται. ἦν γὰρ τὸ ἦθος ἐγρηγορὼς καὶ δραστήριος, ἀλλ’ οὐκ ἀνειμένος κατὰ τὸν ἀδελφὸν καὶ περὶ τὸν ἀργὸν βίον ἐσχολακώς. ἄρτι γοῦν εἰς τοὺς ὁμαίμονας τούτους
10περιέστη τὸ κράτος καὶ αὐτίκα ἐκ τῆς ὑπερορίας τὴν τούτους κατάγει τεκοῦσαν ὁ πρόεδρος καὶ τοῖς υἱοῖς ἀποδίδωσιν. ὑπ‐ οπτεύων δὲ τὸν μάγιστρον Βάρδαν τὸν Σκληρόν, στρατηλάτην ὄντα καὶ πάσας ὑφ’ ἑαυτὸν ἔχοντα τὰς ἑῴας δυνάμεις, ἀφαι‐ ρεῖται μὲν αὐτοῦ τὴν τοῦ στρατηλάτου ἀρχήν, δοῦκα δὲ Μεσο‐
15ποταμίας αὐτὸν προχειρίζεται. τοῦτο σφόδρα ἠνίασε τὸν Σκλη‐ ρὸν καὶ ἄλλως ἀεὶ τρέφοντα παρ’ ἑαυτῷ τῆς βασιλείας τὸν ἔρωτα πρὸς ἀποστασίαν ἠρέθισε. καταλαβὼν οὖν τὴν ἀρχὴν
εἰς ἣν προεβέβλητο πολλοῖς ἀνεκάλυψε τὸ ἀπόρρητον. φιλού‐539

540

μενος δὲ διὰ τὰς ἀριστείας ὑπὸ παντὸς τοῦ στρατεύματος πει‐ θηνίους εἶχε σχεδὸν ἅπαντας. ὅτι δ’ ἦν ἐν τῇ βασιλίδι τῶν πόλεων ὁ παῖς αὐτοῦ Ῥωμανός, ἔσπευσε σχεῖν κἀκεῖνον παρ’ ἑαυτῷ καὶ στείλας λάθρᾳ τινὰ ἠδυνήθη καὶ τὸν υἱὸν λαθόντα
5ὑπαγαγέσθαι· καὶ αὐτίκα τῇ τυραννίδι ἐπικεχείρηκε ταινίᾳ τε βασιλείῳ τὴν κεφαλὴν ἀναδεῖται καὶ φοινικοῖς πεδίλοις τοὺς πόδας ὑποδεῖται, καὶ εὐφημεῖται ὡς βασιλεύς· καὶ χρήματα συλλέξαι ποιεῖται σπουδὴν καὶ συμμάχους προσειλήφει τόν τε τῆς Ἀμίδης ἀμηρᾶν (οὕτω γὰρ τὸ Ἔμετ καλεῖται) καὶ τὸν τῆς
10Μαρτυρουπόλεως (ἡ δὲ Μιεφερκεὶμ ὀνομάζεται), ἀλλὰ μέντοι καὶ Ἄραβας. τούτους οὖν συμπαραλαβὼν ἠπείγετο πρὸς τὴν Κωνσταντίνου, ἐλπίσι χρησταῖς αἰωρούμενος, ἃς καὶ ἄλλοθεν ἔθαλπε, μᾶλλον μέντοι ἐξ ὀνείρου τινὸς μοναχοῦ ἀρετὴν μετ‐ ιόντος. ἔδοξε γὰρ ἐκεῖνος ὁρᾶν τὸν Σκληρὸν γυναικί τινι ἐφ’
15ὑψηλῆς καθημένῃ περιωπῆς προσελθεῖν, τὴν δὲ μάστιγα αὐτῷ ἐγχειρίσαι βασιλικήν. ἡ μάστιξ δ’, ὡς ἔοικεν, ἦν σύμβολον τῆς θείας ὀργῆς καὶ τῆς ἐκ τῶν ἐμφυλίων πολέμων τῶν Ῥωμαίων
φθορᾶς, ἣν ὁ Σκληρὸς δηλοῦν τὴν βασιλείαν ἐνόμιζε, πρὸς540

541

τὴν οἰκείαν ἔφεσιν κρίνων τὸ ὅραμα. τῆς δὲ περὶ τῆς τυραν‐ νίδος τοῦ Σκληροῦ φήμης φθασάσης πρὸς τοὺς κρατοῦντας ἡτοιμάζετο τὸ περιλειφθὲν στρατιωτικὸν ἀντικαταστῆναι τῷ ἀπο‐ στάτῃ. ἐν τοσούτῳ δὲ στέλλεται πρὸς ἐκεῖνον ὁ Νικομηδείας
5ἀρχιερεὺς πρεσβεύσων καὶ πολλὰ μὲν ἐπαγωγὰ πρὸς εἰρήνην διειλέχθη αὐτῷ, ἀλλ’ οὐκ ἔπεισε. δείξας γὰρ αὐτῷ ὁ Σκληρὸς τὸ κοκκοβαφὲς πέδιλον ἀδύνατον εἶπε τὸν ἅπαξ τοῦτο ὑποδη‐ σάμενον ῥᾷον ἀποβαλεῖν. ταύτην τὴν ἀπόκρισιν ὡς ἔγνων οἱ περὶ τὰ βασίλεια, ἐξ ἀνάγκης πρὸς μάχην ὡρμήκεσαν. ἦν δὲ
10τῆς βασιλικῆς δυνάμεως στρατοπεδάρχης ὁ ἐκτομίας Πέτρος ὁ τοῦ Φωκᾶ, οὗ καὶ πρῴην ἐμνήσθημεν. ὡς γοῦν ἀλλήλοις ἀντ‐ εστρατοπεδεύσαντο τὰ στρατεύματα παρὰ Λάπαραν, ἣ καὶ Λυ‐ κανδὸν ὠνομάζετο, καὶ πρὸς ἄλληλα συνερράγησαν, ἐπὶ μέν τινα καιρὸν ἀντεῖχον οἱ βασιλικοὶ γενναίως, ἔπειτα τρέπονται
15καὶ ἀναιροῦνται πολλοί, καὶ τὸ στρατόπεδον ὑπὸ τοὺς ἐναντίους γενόμενον διαρπάζεται. εἶτα καὶ τὴν Τζαμανδὸν πολυπληθῆ πόλιν ἐκ προσελεύσεως τῶν οἰκούντων αὐτὴν εἰληφὼς χρημάτων
ἐσμὸν ἐξ αὐτῆς συνηθροίκει. οὕτω δὲ περιγενόμενος τοῦ στρα‐541

542

τεύματος τοῦ βασιλικοῦ πολλοὺς ἐκ τούτου πρὸς ἑαυτὸν ἐπ‐ εσπάσατο, ἀπεγνωκότας ἤδη τὰς σωζούσας ἐλπίδας περὶ τοῖς βασιλεῦσι, καὶ αὐτῷ προσερρύησαν οὐ τῶν ἀνωνύμων μόνον στρατιωτῶν, ἀλλὰ καὶ τῶν περιωνύμων πολλοί. ὡς δὲ ταῦτα
5τῷ παρακοιμωμένῳ ἠγγέλθησαν, στέλλεται αὖθις Λέων ὁ πρω‐ τοβεστιάριος, ἄκρατον ἐξουσίαν ἐμπιστευθεὶς καὶ πάντα πράττειν ὅσα καὶ βασιλεῦσιν ἀνεῖται ἄδειαν εἰληφώς (εἶπεν ἄν τις τῇ Λατίνων φωνῇ τὸν ἄνδρα δικτάτορα)· καὶ συνελθὼν τῷ στρα‐ τοπεδάρχῃ ὁ πρωτοβεστιάριος ἐπειράθη μὲν ὑποσχέσεσι καὶ
10τιμαῖς τοὺς περὶ τὸν Σκληρὸν ἐπισπάσασθαι· ὡς δ’ ἀνηνύτοις ἔγνω ἐπιχειρεῖν, παρελάσας νυκτὸς τὸν Σκληρὸν ἐχώρει πρὸς ***. ἐντεῦθεν δέος τοὺς περὶ τὸν Σκληρὸν εἷλε καὶ περὶ τῶν φιλτάτων αὐτῶν, καὶ τὸν ἀποστάτην καταλιμπάνοντες τῷ πρω‐ τοβεστιαρίῳ προσῄεσαν. κἀκ τούτου δείσας ὁ Σκληρὸς τὸν
15μάγιστρον Μιχαὴλ τὸν Βούρτζην προσκεχωρηκότα αὐτῷ καὶ Ῥωμανὸν πατρίκιον τὸν Ταρωνίτην μετὰ στρατιᾶς ἔπεμψε κατὰ τοῦ πρωτοβεστιαρίου, οἳ προσβαλόντες ἐκείνῳ ἡττήθησαν. ὡς δ’ ἐγνώσθη τῷ Σκληρῷ ἡ τῶν πεμφθέντων ἧττα, αὐτὸς σὺν
παντὶ τῷ ὑπ’ αὐτὸν στρατεύματι κατὰ τοῦ πρωτοβεστιαρίου542

543

χωρεῖ καὶ συρρήγνυται τῇ μετ’ αὐτοῦ στρατιᾷ καὶ νικᾷ. καὶ ὁ μὲν στρατοπεδάρχης Πέτρος ἀνῄρητο, ὁ δὲ πρωτοβεστιάριος ἑαλώκει. αὕτη ἡ νίκη ἐπὶ μέγα μὲν ἦρε τὰ τοῦ Σκληροῦ, τὰ δὲ τῶν βασιλέων εἰς ἀπόγνωσιν ἤνεγκε, καὶ μᾶλλον ὅτι καὶ
5ἐθαλασσοκράτει ὁ ἀποστάτης. στόλον οὖν ὁ παρακοιμώμενος ἑτοιμάσας ἐκπέμπει κατὰ τοῦ στόλου τοῦ ἀποστάτου, καὶ ναυ‐ μαχίας γενομένης ὁ στόλος ὁ τοῦ Σκληροῦ κατεναυμαχήθη καὶ διεσκέδατο. ὡς οὖν ἠρέμει τὰ κατὰ τὴν θάλασσαν, τὰ κατὰ τὴν ἤπειρον ὁ παρακοιμώμενος διετίθετο καὶ τὸν Ἐρωτικὸν
10εἰς Νίκαιαν ἔπεμψε τὴν τῆς Βιθυνίας μητρόπολιν, ταύτην φρου‐ ρήσοντα· ᾗ προσβαλὼν ὁ Σκληρὸς ἀπεκρούσθη, καὶ λιμῷ τοὺς ἐν αὐτῇ προδοῦναι ταύτην ἠλπίκει καὶ μέντοι ἐχρονοτριβήθη ἐκεῖ, σιτοδείᾳ τοὺς ἔνδον πιέζεσθαι παρεσκεύασεν. ἔγνω γοῦν ὁ Ἐρωτικὸς ἀπάτῃ καταστρατηγῆσαι τὸν ἐναντίον καὶ τοὺς σι‐
15τῶνας ψάμμου ἐπλήρωσε καὶ τὴν ψάμμον σίτῳ ἐπέχρωσεν, ὡς δοκεῖν τὸν ὄγκον ἅπαντα σῖτον εἶναι. ἔχων οὖν τινας ἁλω‐
τοὺς ἐκ τοῦ στρατοπέδου τῶν ἐναντίων, αὐτοῖς τοὺς σιτῶνας543

544

οὐδ’ ἡμιδεεῖς ὄντας ὑπέδειξε καὶ δι’ αὐτῶν ἐδήλωσε τῷ Σκληρῷ· μὴ δεδιέναι τὴν πολιορκίαν τὴν ἐκ λιμοῦ. “εἰ δέ μοι” ἔφη “πίστεις δοίης μεθ’ ὧν βούλομαι παραχωρῆσαί μοι ἀπελθεῖν, ὑπεκστήσομαί σοι τῆς πόλεως τὰ σὰ φρονῶν.” περιχαρῶς
5τούτων ἤκουσεν ὁ Σκληρὸς καὶ πίστεις αὐτῷ παρέσχε, κἀκεῖνος τούς τε πλείους τῆς πόλεως καὶ τοὺς σὺν αὐτῷ στρατιώτας παρειληφὼς τῆς πόλεως ἔξεισι καὶ πρὸς τὴν μεγαλόπολιν ἄπεισι· καὶ ὁ Σκληρὸς εἴσεισιν εἰς τὴν Νίκαιαν καὶ τότε ἔγνω κατα‐ στρατηγηθείς. ὁ δέ γε παρακοιμώμενος, τοῦ Σκληροῦ ἐκεῖθεν
10ἀπάραντος καὶ τῇ βασιλευούσῃ τῶν πόλεων πλησιάζοντος, ἀμη‐ χανῶν ἦν. γνωσιμαχήσας οὖν τὸν Φωκᾶν Βάρδαν ἐκ τῆς ὑπερορίας ἀνεκαλέσατο καὶ ὅρκοις αὐτὸν φρικώδεσιν ἐνδησά‐ μενος καὶ παλαμναιοτάταις ἀραῖς μὴ ἄν ποτε τῇ βασιλείᾳ ἐπι‐ θέσθαι μηδὲ κατὰ τῶν βασιλευόντων βουλεύσασθαι, ταῖς περι‐
15λοίποις δυνάμεσι τὸν ἄνδρα ἐφίστησι, μάγιστρόν τε τιμήσας καὶ χρήματα δαψιλῆ παρασχόμενος καὶ τὴν κατὰ τοῦ Σκληροῦ μάχην αὐτῷ ἀναθέμενος. ἄπεισιν οὖν ὁ Φωκᾶς. ὁ Σκληρὸς δὲ τοῦτο μαθὼν τότ’ ἔγνω μαχέσασθαι πρὸς ἀνταγωνιστὴν ἀξιό‐ μαχον καὶ ἄρας ἀπῄει καὶ περὶ τὸ Ἀμόριον συμπλέκεται τῷ
20Φωκᾷ, καὶ γίνεται μάχη τῶν στρατευμάτων, καὶ ἦσαν ὑπερ‐544

545

τεροῦντες οἱ τοῦ Σκληροῦ, οἱ δὲ περὶ τὸν Φωκᾶν τὰ νῶτα ἐτρέψαντο. καὶ οὕτω τὰ τῆς μάχης ταύτης συμβέβηκε. τῇ δ’ ἑξῆς οἱ τῶν στρατευμάτων ἐξάρχοντες αὐτοὶ πρὸς ἀλλήλους μαχέσασθαι εἵλοντο καὶ τὸν ἀγῶνα τὸν ὑπὲρ τοῦ παντὸς ἀνα‐
5δέξασθαι. ἐπῆλθον οὖν ἀλλῆλοις· καὶ πρῶτος ἔφθη παίσας τὸν Φωκᾶν ὁ Σκληρός, ὡς μὲν ἔνιοι λέγουσι, κορύνῃ κατὰ τῆς κεφαλῆς, ὡς δ’ ἕτεροι, ξίφος ἐπανετείνετο κατ’ αὐτοῦ, τοῦ δὲ κλιθέντος πρὸς θάτερον μέρος καὶ τὴν πληγὴν ἐκκλίναντος, ἔφθασε τὸ τοῦ ξίφους ἄκρον τὸ οὖς ἐκτεμεῖν τοῦ ἵππου τοῦ
10τοῦ Φωκᾶ. ὁ δέ γε Φωκᾶς ἀντέπληξε τὸν Σκληρὸν κορύνῃ κατὰ τῆς κεφαλῆς, καὶ ὁ πληγεὶς σκοτοδινιάσας τῷ τοῦ ἵππου τραχήλῳ ἐπέπεσεν· ὃν οἱ περὶ αὐτὸν κακῶς ἔχοντα θεασάμενοι καὶ τῷ ἐκ τῆς πληγῆς αἵματι πεφυρμένον, περιστάντες συνέσχον καὶ ἐπήγαγον εἰς πηγήν, ἀνακτησόμενοί τε λειποψυχοῦντα τὸν
15ἄνδρα τῷ ὕδατι καὶ τὸ καταρρεῦσαν τοῦ αἵματος ἀπορρύψοντες, καὶ τοῦ ἵππου ἐκεῖνον ἀποβιβάσαντες ἐποίουν τὰ εἰρημένα. ἐν τούτῳ δ’ ὁ ἵππος ὁ τοῦ Σκληροῦ τὸν κατέχοντα ἐκφυγὼν καὶ ἀποσκιρτήσας ἐπιβάτου χωρὶς ἐκρόαινεν ἀνὰ τὸ στρατόπεδον
αἵματι τὴν χαίτην διάβροχος· ὃν ἰδόντα τὰ τοῦ Σκληροῦ στρα‐545

546

τεύματα (ἐπίσημος γὰρ ἦν ὁ ἵππος, κεκλημένος Αἰγύπτιος) καὶ οἰηθέντα πεσεῖν τὸν ἑαυτῶν ἡγεμόνα, ἀκρατῶς ὡρμήκεσαν πρὸς φυγήν. κατανοήσας δὲ τὸ γινόμενον ὁ Φωκᾶς ἔπεισι τοῖς φεύγουσι τοὺς οἰκείους παραθαρρύνας, καὶ πολλοὶ μὲν
5ἀνῄρηντο ὑπὸ τῶν ἀντιπολέμων, πολλοὶ δὲ καὶ ἡλίσκοντο, πλεί‐ ους δ’ ὑπ’ ἀλλήλων ἐκτείνοντο συμπατούμενοι. ἐντεῦθεν ὁ Σκληρὸς ἐξαπορηθεὶς μετὰ τῶν περιλειφθέντων καταφεύγει πρὸς Χοσρόην τὸν Βαβυλώνιον. Καὶ τοῦτο μαθὼν ὁ βασιλεὺς ἔπεμψε πρὸς Χοσρόην, ἀξιῶν
10μὴ προσδέξασθαι τὸν τυραννήσαντα κατὰ τοῦ οἰκείου δεσπότου γενόμενον, ἵνα μὴ καὶ καθ’ ἑαυτοῦ ὑπόδειγμα δοίη οὐκ ἀγα‐ θόν. ἔφερε δ’ ὁ πεμφθεὶς καὶ πρὸς τὸν Σκληρὸν καὶ τοὺς μετ’ αὐτοῦ ἔγγραφα τῇ βασιλικῇ βεβαιωθέντα χειρί, ἀμνηστίαν αὐτοῖς τῶν πεπραγμένων βραβεύοντα, εἰ ἀποσταῖεν τῆς ἐγχει‐
15ρήσεως καὶ τῷ βασιλεῖ ὑποκύψαιεν. ταῦτα τὰ πρὸς τὸν Σκλη‐ ρὸν καὶ τοὺς μετ’ ἐκείνου βασίλεια γράμματα ὡς ἔγνω ὁ Βα‐ βυλώνιος, αὐτόν τε τὸν τὴν πρεσβείαν πληροῦντα καὶ τὸν Σκληρὸν καὶ τοὺς μετ’ αὐτοῦ στρατιώτας καθείργνυσιν. ἐνταῦθα μὲν
οὖν τότε τὰ τῆς ἀποστασίας ἔληξε τῷ Σκληρῷ.546

547

Ἀντωνίου δὲ τοῦ πατριάρχου τὴν ἱερωσύνην ἀπειπαμένου, ἣν ἐπὶ ἔτη ἤνυσεν ἕξ, καὶ μετὰ μικρὸν τελευτήσαντος τέσσαρσι πρὸς τὸ ἥμισυ ἐνιαυτοῖς ἀρχιερέως ἡ ἐκκλησία ἐχήρευεν, εἶτα ὁ Χρυσοβέργης Νικόλαος προκεχείριστο.
5 Τὰ δὲ Βουλγάρων αὖθις κεκίνητο· ὡς γὰρ ἡ τοῦ Τζιμισκῆ κατήγγελτο τελευτή, τέσσαρσιν ἀδελφοῖς ἀνατιθέασι τὴν σφετέραν ἀρχήν, Δαβίδ, Μωυσῇ, Ἀαρών τε καὶ Σαμουήλ, οἳ κομητό‐ πωλοι ὠνομάζοντο, ὅτι υἱοὶ γεγόνασιν ἑνὸς τῶν παρ’ αὐτοῖς ἐπισήμων καὶ λεγομένων κομήτων. οἱ γὰρ ἐκ τοῦ βασιλείου
10γένους σφίσιν ἐπιλελοίπασι, μόνου περιλειφθέντος ἑνὸς τῶν παί‐ δων τοῦ Πέτρου, φημὶ δῆτα τοῦ Ῥωμανοῦ, ὃς ἐκτομίας ἦν, τῶν δὲ τεσσάρων συγγόνων τῶν κομητοπώλων ὁ μὲν Δαβὶδ τάχιστα τὴν ζωὴν ἐξεμέτρησεν, ὁ δέ γε Μωυσῆς τὰς Σέρρας πολιορκῶν λίθῳ βάλλεται καὶ θνήσκει εὐθύς. τὸν δ’ Ἀαρὼν
15παγγενῆ τοῦ βίου ἐξήγαγεν ὁ ἀδελφὸς Σαμουήλ, ἢ τὴν ἀρχὴν ἑαυτῷ μόνῳ περιποιούμενον ἢ τὰ Ῥωμαίων αἱρούμενον (λέγεται
γὰρ καὶ ἀμφότερα), ἑνὸς μόνου τῶν παίδων ἐκείνου περισω‐547

548

θέντος, ὃς Σφενδοσθλάβος καὶ Ἰωάννης διωνύμως ἐκέκλητο. καὶ ἡ τῆς Βουλγαρίας ἀρχὴ εἰς μόνον περιέστη τὸν Σαμουήλ, ὃς τῶν Ῥωμαϊκῶν στρατευμάτων τοῖς ἐμφυλίοις ἀσχολουμένων ἄδειαν εὑρηκὼς τὰ τῆς Ῥωμαϊκῆς ἡγεμονίας ἑσπέρια ξύμπαντα
5περιῄει, οὐ ληιζόμενος μόνον, ἀλλὰ καὶ τὰς χώρας ἅμα καὶ τὰς πόλεις περιποιούμενος ἑαυτῷ. ἐπεὶ δέ, ὡς ἱστόρηται, τὴν τοῦ Σκληροῦ τυραννίδα ὁ βασιλεὺς ἀπεσείσατο, ὤργα πρὸς ἄμυναν τοῦ βαρβάρου καὶ δι’ ἑαυτοῦ ἔδοξεν αὐτῷ τὴν ἐκστρα‐ τείαν ποιήσασθαι. ἔξεισιν οὖν μήτε τῷ μαγίστρῳ Βάρδᾳ τῷ
10Φωκᾷ, καίτοι δομεστίκῳ ὄντι τῶν σχολῶν τῆς ἀνατολῆς, περὶ τῆς πράξεως κοινωσάμενος μήτε μὴν ἑτέρῳ τῶν τῶν ἑῴων στραταρχούντων δυνάμεων. ἤδη δὲ πρὸς τὰ Βουλγάρων εἰσιὼν τὸν μάγιστρον Λέοντα τὸν Μελισσηνὸν κατόπιν ἐκέλευσεν εἶναι καὶ τὰς δυσχωρίας τηρεῖν· αὐτὸς δ’ εἰσελθὼν τῇ πολιορκίᾳ τῆς
15Σαρδικῆς (αὕτη δ’ ἐστὶν ἡ Τριάδιτζα) ἐπιχειρεῖν ἡτοιμάζετο. τῶν δυτικῶν δὲ ταγμάτων δομέστικος ὢν ὁ Κοντοστέφανος Στέφανος καὶ λογισάμενος ὡς εἰ εὐτυχηθείη τὰ τῆς στρατείας
τῷ βασιλεῖ, οὐκ ἄν ποτε παύσαιτο δι’ ἑαυτοῦ τοὺς πολέμους548

549

διατιθέμενος, καὶ οὔτ’ αὐτὸς οὔθ’ οἱ λοιποὶ στρατιάρχαι ἔτι αὐτῷ λόγου πολλοῦ νομισθήσονται ἄξιοι, σφῆλαί οἱ διεμελέτησε τὴν ἐπιχείρησιν καὶ τὴν ὁρμὴν ἀνακόψαι. προσελθὼν οὖν φησι τὸν Μελισσηνὸν τυραννίδι ἐπιχειρεῖν καὶ ἀπιέναι σὺν ταχυτῆτι
5πρὸς τὸ Βυζάντιον τὴν βασιλείαν καθέξοντα· καὶ ἠξίου μὴ μέλλειν, ἀναζευγνύειν δὲ καὶ μὴ ὑπερτίθεσθαι. τοῦτο τὸν βα‐ σιλέα ἐτάραξε καὶ ἐπάνοδον ἐσήμανε τῷ λαῷ. ὁ δέ γε Σα‐ μουὴλ ταῖς τῶν ὀρέων ἐμφιλοχωρῶν κορυφαῖς (οὐ γὰρ ἐθάρρει κατὰ συστάδην μαχέσασθαι) καὶ τὴν ἀθρόαν ἀναζυγὴν ἰδὼν
10δειλίαν ἔκρινε τὸ πραττόμενον καὶ ἔπεισι τοῖς Ῥωμαίοις καὶ τῷ ἀνελπίστῳ ἅπαντας κατεθρόησε καὶ εἰς φυγὴν ἔτρεψε· καὶ τῆς τε παρεμβολῆς ἐκράτησε καὶ τῆς σκηνῆς τῆς βασιλικῆς καὶ τῶν παρασήμων τῆς βασιλείας. ὁ δὲ βασιλεὺς μόλις εἰς Φιλιπ‐ πούπολιν διασέσωστο κἀκεῖ τὸν Μελισσηνὸν εὑρηκὼς κατὰ τοῦ
15Κοντοστεφάνου ἐξώργιστο καὶ ὕβρεις κατέχεε τοῦ ἀνδρός. ὁ δὲ δυσανασχετῶν ἐτραχύνετο, καὶ ἀναζέσας ὁ βασιλεὺς τῷ θυμῷ ἀνέθορέ τε τοῦ θρόνου καὶ τῆς κόμης τοῦ Κοντοστεφάνου δραξάμενος καὶ τοῦ πώγωνος προσήραξε τὸν ἄνδρα τῇ γῇ.
Ἐντεῦθεν οἱ τῶν δυνάμεων τῶν Ῥωμαϊκῶν προεξάρχοντες549

550

μηνιῶντες τῷ βασιλεῖ, ὁ μὲν Φωκᾶς ὅτι αὐτῷ αἱ ἐλπίδες ὑπέρ‐ ρεον καὶ τὸ τῆς παροιμίας ἐπὶ τὰ Μανδραβόλου ἐχώρουν, οἱ δὲ ὅτι ὑπερηφάνως αὐτοῖς προσεφέρετο καὶ οὐκ ἐκοινώνει σφίσι τῶν βουλευμάτων, οἱ δὲ δι’ ἕτερ’ ἄττα, ἐν τῷ Χαρσιανῷ συν‐
5αθροίζονται καὶ τῷ Φωκᾷ Βάρδᾳ διάδημα περιέθεντο καὶ τῆς βασιλείας ἠξίωσαν. καὶ οἱ μὲν τὰ τῆς ἀποστασίας, ὡς αὐτοῖς ἐδόκει, εὖ διετίθεντο. Ὁ δὲ Σκληρὸς ἐν Βαβυλῶνι φρουρούμενος ἀνελπίστως ἐξάγεται τῆς φρουρᾶς. τῆς γὰρ τῶν Περσῶν ἀρχῆς καταλυ‐
10θείσης ὑπὸ Σαρακηνῶν, ἀνήρ τις Πέρσης, Ἴναργος ὄνομα, λόγοις παρακινήσας τὸ Περσικὸν πείθει ἀποστατῆσαι τῆς τῶν Σαρακηνῶν δουλείας καὶ ὅπλα ἄρασθαι κατ’ αὐτῶν, αὐτοῦ τοῦ Ἰνάργου στρατηγοῦντος αὐτῶν. πολλάκις μὲν οὖν ὁ Χοσ‐ ρόης τοῖς Πέρσαις ἀντηγωνίσατο, τοσαυτάκις δ’ ἡττήθη ὁσάκις
15σφίσι προσέμιξε· καὶ ἀπογνοὺς πρὸς τοὺς ἐμφρούρους κατα‐
φεύγει Ῥωμαίους καὶ ἀνίησι μὲν αὐτοὺς τῆς εἱρκτῆς, διαλέγεται550

551

δὲ τῷ Σκληρῷ περὶ τοῦ πολέμου καὶ μὴ μνησικακῆσαι τῆς κακώσεως αὐτῷ ἀξιοῖ. ὁ δὲ πρότερον μὲν παρῃτεῖτο τὸν πό‐ λεμον, εἶτ’ ἐγκειμένου τοῦ Βαβυλωνίου κατανεύει μέν, σὺν μόνοις δὲ τοῖς Ῥωμαίοις ὑπέσχετο τὸν πόλεμον ὑπελθεῖν. καὶ
5ἠρευνῶντο τοίνυν τὰ δεσμωτήρια, καὶ ὅσοι εὕρηντο ἐν αὐτοῖς Ῥωμαῖοι, ἐξήγοντο καὶ ὡπλίζοντο· καὶ ὡσεὶ τρισχίλιοι συν‐ ηθροίσθησαν, οὓς παρειληφὼς ἐχώρησε κατὰ τῶν Περσῶν καὶ συμβαλὼν νικᾷ· ἀναζεῦξαι δὲ πρὸς τὸν Χοσρόην οὐκέτ’ ἔκρινεν οὔτ’ αὐτὸς οὔθ’ οἱ μετ’ αὐτοῦ· ἐδεδοίκεσαν γὰρ μὴ
10καὶ αὖθις αὐτοὺς καθείρξει ὁ βάρβαρος, καὶ μᾶλλον ὅτι ἐν πείρᾳ γέγονε τῆς αὐτῶν γενναιότητος. εἴχοντο γοῦν τῆς φυγῆς, καὶ ὁ Χοσρόης πλῆθος εἰς αὐτῶν ἐπιδίωξιν ἔστειλε· καὶ οἱ σταλέντες κατειληφότες τοὺς φεύγοντας, ἐκείνων ὑπάρχοντες πολλαπλάσιοι, μείους τῶν φευγόντων ἀποδρᾶναι δεδύνηντο, τῶν
15ἄλλων ἐκεῖ πεσόντων καὶ Ῥωμαϊκαῖς δαμέντων χερσίν. Ὁ μὲν οὖν Σκληρὸς καὶ οἱ σὺν αὐτῷ ἐς τὰ Ῥωμαίων ἐπανεληλύθεσαν ὅρια. μαθὼν δὲ καὶ τὸν Φωκᾶν ἤδη βασι‐ λειῶντα καὶ τυραννίδος ἀρξάμενον, ἀπονενεύκει πρὸς τὸν Φωκᾶν, κοινωνὸς ἀξιῶν εἶναι καὶ τοῦ πολέμου καὶ τῆς βασιλείας αὐτῆς.
20ὁ δὲ καὶ τὴν κοινοπραγίαν ἐδέξατο, καὶ εἰ τῶν ἐφέσεων τύ‐551

552

χοιεν, ἑαυτῷ μὲν τὴν βασιλίδα τῶν πόλεων ἀπένεμε καὶ τῶν πλειόνων ἐθνῶν καὶ χωρῶν τὸ κράτος, τῷ δὲ Σκληρῷ προσ‐ εκλήρου τὴν Ἀντιόχειαν τήν τε Κοίλην Συρίαν καὶ Φοινίκην καὶ Παλαιστίνην καὶ Μεσοποταμίαν καὶ τὰς συνθήκας ὅρκοις
5καθ’ ἱερῶν ἐμπεπέδωκεν. ἐπὶ τούτοις τεθαρρηκὼς ὁ Σκληρὸς πρόσεισι τῷ Φωκᾷ. ὁ δ’ ἐντὸς ἀρκύων τοῦτον λαβὼν ἀφαι‐ ρεῖται μὲν αὐτοῦ τὸ σχῆμα δὴ τὸ βασίλειον, καθείργνυσι δὲ καὶ φρουρὰν αὐτῷ περιίστησιν. ὑφ’ ἑαυτὸν δὲ καὶ τὴν σὺν ἐκείνῳ στρατιὰν ποιησάμενος τοῦ τυραννεύειν εἴχετο κραται‐
10ότερον. ὁ μέντοι Σκληρὸς προμηθευόμενος ἑαυτῷ πρὸς τὸ μέλλον ἐξ ἀποτυχίας σωτηρίαν τινά, πρὸ τοῦ κατασχεθῆναι πρὸς τοῦ Φωκᾶ τὸν υἱὸν Ῥωμανὸν λάθρᾳ φυγεῖν παρεσκεύασεν, ὡς αὐτομολοῦντα τῷ βασιλεῖ· ὃς καὶ περιχαρῶς παρὰ τοῦ κρα‐ τοῦντος ἐδέχθη καὶ μάγιστρος ἐτιμήθη εὐθύς.
15 Ὁ Φωκᾶς δὲ ἀπόμοιράν τινα τῆς στρατιᾶς ὑπὸ τὸν πα‐ τρίκιον τάξας τὸν Δελφινᾶν εἰς τὴν ἀντικρὺ τῆς βασιλίδος ἐκ‐ πέμπει Χρυσόπολιν, αὐτὸς δὲ σὺν τῇ λοιπῇ δυνάμει ἀφίκετο πρὸς τὴν Ἄβυδον. τῷ μέντοι Δελφινᾷ ἐστρατοπεδευκότι κατὰ
Χρυσόπολιν αἰφνίδιον ἐπῆλθεν ὁ βασιλεὺς μετὰ λαοῦ Ῥωσικοῦ552

553

(κῆδος γὰρ πρὸς Βλαδιμηρὸν τὸν ἄρχοντα τούτων ἐπὶ Ἄννῃ τῇ ἀδελφῇ αὐτοῦ θέμενος συμμαχικὸν ἐκεῖθεν ἐδέξατο) καὶ ῥᾷον τῶν ἐναντίων ἐκράτησε καὶ αὐτὸν τὸν Δελφινᾶν χειρωσά‐ μενος ἀνεσκολόπισεν. εἶτα πρὸς τὴν Ἄβυδον ἄπεισι μετὰ τοῦ
5ἀδελφοῦ Κωνσταντίνου· καὶ ἤδη ἀντιμέτωπα ἔστησαν τὰ ἐναντία στρατεύματα, καὶ τοῦ μὲν οἰκείου προετέτακτο ὁ Φωκᾶς, τὸ δ’ ἀντίμαχον ὁ βασιλεὺς Βασίλειος ἔφιππος περιιὼν παρεθάρ‐ ρυνεν· ὃν ὁ Φωκᾶς θεασάμενος κατ’ αὐτοῦ τὸν ἵππον ἐλαύνει, ὅλην ἐκείνῳ τὴν ἡνίαν ἐνδεδωκώς, κρίνας, ὡς εἰ ἐκεῖνον κατα‐
10βαλεῖ, ἔσεται τὸν ἀγῶνα νενικηκώς. ἀλλ’ οὔπω τῶν οἰκείων προεληλύθει πολύ, καὶ οἱ μὲν αὐτὸν ἐκκυλισθῆναι τοῦ ἵππου φασίν, οἱ δὲ εἴς τινα λόφον ἐκκλῖναι καὶ ἀποβάντα τοῦ ἵππου ἐκτα‐ θῆναι κατὰ γῆς καὶ εὐθὺς αὐτὸν τὸ πνεῦμα λιπεῖν. οἱ μὲν οὖν πληγῆναι παρά του καιρίαν τὸν ἄνδρα ἔλεγον. καὶ ὁ βα‐
15σιλεὺς δὲ Κωνσταντῖνος ἑαυτῷ τὴν ἀναίρεσιν ἐκείνου ἐπεφήμιζε· τοῦτο δ’ ἦν λόγος ἄλλως· οὐδὲ γὰρ τετρωμένον αὐτοῦ τὸ σῶμα
εὕρητο οὐδαμῇ. οἱ δὲ φαρμάκῳ δηλητηρίῳ ἐδόξαζον κατερ‐553

554

γασθῆναι αὐτόν, ὃ καὶ μᾶλλον ἔδοξε πιθανώτερον· τό γέ τοι φάρμακον ἡτοιμάσατο μὲν ὁ Βασίλειος, προσέφερε δὲ τῷ Φωκᾷ ὁ τούτῳ οἰνοχοεύων, παρὰ τοῦ βασιλέως ὑποκλαπείς. πεσόντος δὲ τοῦ Βάρδα τὸ μετ’ αὐτοῦ στράτευμα διεσκέδαστο, καὶ οἱ
5μὲν ἐκτείνοντο καταλαμβανόμενοι, οἱ δ’ ἐζωγροῦντο καὶ συσχε‐ θέντες κατὰ τὸ δόξαν τῷ βασιλεῖ ἐκολάσθησαν. Ὁ δὲ ἀλλοιότερος ἦν ἢ τὸ πρότερον· σοβαρός τε γὰρ ἐγε‐ γόνει καὶ τὸ ἦθος ὑποκαθήμενος καὶ πάντας ὑπώπτευε καὶ τὴν ὀργὴν ἐτύγχανεν ἀπαραίτητος. καὶ οὐ τοῖς ἄλλοις μόνον
10τὸ σοβαρὸν ἐπεδείκνυτο, ἀλλὰ μὴν καὶ τῷ παρακοιμωμένῳ αὐτῷ ἤχθετό τε τἀνδρὶ καὶ εἰς ἑαυτὸν ἔσπευδε μετενεγκεῖν τὴν τῶν πραγμάτων διοίκησιν. καὶ μέντοι καὶ μεθίστησι τῆς τῶν κοινῶν οἰκονομίας αὐτόν, οἴκοι μένειν ἀπρόιτον ἐπιστείλας αὐτῷ, εἶτα μετὰ μικρὸν καὶ ὑπερόριον τίθησι καὶ τῶν ἐκείνῳ πεπρα‐
15γμένων ἕκαστον ἀνακρίνων ἀπραξίαν τῶν πλειόνων κατεψηφί‐ ζετο· καὶ τοῦ παρ’ ἐκείνου δομηθέντος σεμνείου τὰ πλείω ὑφείλετο, καὶ οὐκ ἀγρῶν ἥψατο μόνον ἢ χωρίων καὶ οἰκιῶν,
ἀλλὰ καὶ ἀναθημάτων τε καὶ πλακῶν καὶ κιόνων πολυτελῶν.554

555

ὅθεν ἐκεῖνος διὰ ταῦτα νέφει περισχεθεὶς ἀθυμίας παρεῖτο τὰ μέλη καὶ ἔμπνους ὦπτο νεκρὸς καὶ βραχύ τι διαλιπὼν οἰκτρῶς τὸν βίον ἐξέλιπεν. ὁ δὲ τότε πρῶτον γέγονεν αὐτοκράτωρ ὡς ἀληθῶς καὶ γνοὺς πηλίκων δεῖται φροντίδων ἡ τῆς βασιλείας
5διοίκησις, τῆς τε βασιλικῆς ἁβρότητος κατεφρόνησε καὶ τῶν λαμπρῶν ἐπιβλημάτων ἀπέσχετο καὶ γλυκυθυμίαν ἅπασαν ἀπ‐ εσείσατο, καίτοι πρῴην μὴ οὕτω βιούς, ἀλλὰ καὶ ἐρώτων ἡττώ‐ μενος καὶ κώμοις καὶ τρυφαῖς ἑαυτὸν ἐκδιδοὺς καὶ βασιλείοις περιττότησιν ἐνηδόμενος. ἑαυτῷ δὲ μόνῳ προσκληρώσας τὴν
10ἐξουσίαν τοῦ ὀνόματος μόνου τῆς βασιλείας καὶ τοῦ ἐπισήμου χρώματος μετεδίδου τῷ ἀδελφῷ καί τινα δορυφορίαν ἐκείνῳ ἀπέταξε, βραχεῖαν μέντοι καὶ οὐκ ὑπέρογκον. ὁ δὲ ἔφερε καὶ οὐκ ἠμφισβήτει τῷ ἀδελφῷ, ἤθους ἀνειμένου τυχών, οἶμαι, καὶ χαίρων ὑγροτέρᾳ ζωῇ καὶ διαγωγῇ τρυφερᾷ καὶ θήραις καὶ
15ἡλικιωτῶν συνουσίαις οἷς συνετρέφετο. τὼ μὲν οὖν ἀδελφὼ καὶ ἄμφω εἰχέτην οὕτως.
Ὁ δέ γε Σκληρὸς τοῦ Φωκᾶ θανόντος λυθεὶς τῆς εἱρκτῆς555

556

εἴχετο καὶ αὖθις τοῦ πρὶν ἐγχειρήματος καὶ τυραννεῖν καὶ πά‐ λιν οὐκ ἀνεβάλλετο. ὁ δὲ βασιλεὺς γράμμασι πρὸς αὐτὸν ἐγχα‐ ραχθεῖσι παρῄνει τὸν ἄνδρα παύσασθαι τῆς ἀπονοίας ποτὲ καὶ μὴ ἀεὶ βούλεσθαι αἴτιον εἶναι πολέμων ὁμογενέσι καὶ τὴν γῆν
5αἵμασι χραίνειν, καὶ τούτοις χριστιανῶν. ὁ δὲ τῷ τε γήρᾳ τρυχόμενος ἤδη καὶ πρὸς τὸ μέλλον ἰλιγγιάσας σπένδεται καὶ πρόσεισι τῷ κρατοῦντι. κἀκεῖνος ὑπὸ σκηνὴν καθῆστο βασί‐ λειον, καὶ ὁ Σκληρὸς βάδην ᾔει πρὸς τὴν σκηνήν, ὑπερειδό‐ μενος ἑκατέρωθεν, τὸ μέν τι διὰ τὸ γῆρας, τὸ δὲ διὰ τὸν ὄγκον
10τοῦ σώματος· ἦν γὰρ εὐμεγέθης· ὅτε καὶ τὸ ᾀδόμενον εἰπεῖν ὁ βασιλεὺς Βασίλειος λέγεται “ὃν ἐδεδοίκειν προσάγεταί μοι χειραγωγούμενος.” οἱ δὲ ἀορασίᾳ πληγῆναί φασι τὸν Σκληρὸν ἐν τῷ ἀπιέναι καὶ διὰ τοῦτο χειραγωγεῖσθαι. ἐγγίσαντος δὲ τοῦ ἀνδρὸς τῇ σκηνῇ, κατανοήσας ὁ βασιλεὺς ἔτι τοὺς πόδας
15αὐτοῦ ὑποδουμένους ὑποδήμασι φοινικοῖς (τὰ μὲν γὰρ ἄλλα τῆς βασιλείας γνωρίσματα ὁ Σκληρὸς ἀπεδύσατο, τὰ δέ γε πέ‐ διλα οὐκ ἀπέθετο ‘ἢ γὰρ λάθετ’ ἢ οὐκ ἐνόησεν‘) ἀπέστρεψε τὰς ὄψεις εὐθύς, μὴ ἄλλως αὐτῷ ἐντυχεῖν ἀνεχόμενος εἰ μὴ ἐν ἰδιώτου στολῇ. ὁ δὲ πρὸ τῆς σκηνῆς ἀπορρίψας τὰ ἐπί‐
20φθονα πέδιλα οὕτως ὑπέδυ αὐτήν, καὶ ὁ βασιλεὺς ἐξανέστη556

557

καὶ τὸν ἄνδρα ἐδεξιώσατο, καὶ ὡμιλησάτην ἀλλήλοιν καὶ ἐκοινω‐ νησάτην τραπέζης καὶ ἐπιέτην ἐκ τῆς αὐτῆς κύλικος. τοῦτον μὲν οὖν τὸν τρόπον καὶ ἡ τοῦ Σκληροῦ τυραννὶς καταλέλυτο, αὐτοῦ μὲν κουροπαλάτου τιμηθέντος, τῶν δὲ συναραμένων αὐτῷ
5παραχωρηθέντων ἔχειν ὃ ἂν ἕκαστος ἐξ ἐκείνου τυραννοῦντος εἰλήφει, εἴτ’ ἐν ἀξίαις ἦν εἴτ’ ἐν ἀρχαῖς εἴτε μέντοι ἐν κτήσεσιν ήσεσιν. Ὁ δὲ βασιλεὺς τὰς τῶν ἀποστασιῶν φροντίδας ἀποφορτι‐ σάμενος ἐπὶ τὴν Θρᾴκην ἐξῄει καὶ εἰς Θεσσαλονίκην ἐφοίτησε,
10τῷ περιωνύμῳ μάρτυρι ἀνθομολογούμενος. καταλείψας δ’ ἐκεῖ στρατάρχην τῶν ἐπισήμων μετὰ βαρείας δυνάμεως, ἵνα κωλύῃ τὰς τοῦ Σαμουὴλ ἐκδρομάς, ἐπάνεισι πρὸς τὴν Βύζαντος καὶ εἰς Ἰβηρίαν ἀπῄει, κληρονόμος καταλειφθεὶς παρὰ τοῦ κουρο‐ παλάτου Δαβὶδ θανόντος τῆς ἐκείνῳ διαφερούσης ἀρχῆς. ἔν‐
15θαπερ γεγονὼς καὶ τῆς καταλειφθείσης αὐτῷ χώρας ἐπιλαβό‐ μενος καὶ τὸν τοῦ Δαβὶδ ἀδελφὸν τὸν Γεώργιον τῆς ἐνδοτέρας Ἰβηρίας ἡγεμονεύοντα παρασκευάσας ἡσυχίαν ἄγειν καὶ τοῖς ἰδίοις ἀρκεῖσθαι καὶ ὅμηρον τὸ ἐκείνου παῖδα λαβών, ἐπὶ Φοι‐
νίκην ἐχώρησε. καὶ τόν τε τῆς Τριπόλεως ἄρχοντα καὶ τὸν τῆς557

558

Δαμασκοῦ καὶ τὸν τῆς Τύρου καὶ Βηρυτοῦ, κατὰ συνθήκας τῇ πρὸς τῇ Δάφνῃ Ἀντιοχείᾳ ἐπιόντας καὶ κακοῦντας τὰ ὑπ’ αὐτήν, ἀνέστειλε καὶ δούλωσιν Ῥωμαίοις τηρεῖν ἀνέπεισε καὶ ὁμήρους κἀκ τούτων λαβὼν ἐπανέζευξεν. ἀλλὰ ταῦτα μὲν εἶχον οὕτως.
5 Τοῦ δὲ πατριάρχου Νικολάου τοῦ Χρυσοβέργη ἐπ’ ἔτεσι δυοκαίδεκα καὶ μησὶν ὀκτὼ τῇ ἀρχιερωσύνῃ ἐνδιαπρέψαντος, εἶτα τὸν βίον ἐκλελοιπότος, ὁ μάγιστρος Σισίννιος, ἀνὴρ λόγοις ἐντεθραμμένος, προχειρίζεται πατριάρχης. καὶ τούτου δὲ ἐπὶ τρεῖς ἐνιαυτοὺς τὴν ἐκκλησίαν ἰθύναντος καὶ θανόντος, Σέργιος
10κεχειροτόνητο πατριάρχης, ὃς καθηγεῖτο μὲν τῆς τοῦ Μανουὴλ μονῆς, τῷ πατριάρχῃ δὲ Φωτίῳ κατὰ γένος προσήκων ἐτύγχανε. Τοῦ Σαμουὴλ δὲ τοῦ τῶν Βουλγάρων ἐξάρχοντος οὐ τὰ Θρᾳκῶν οὐδὲ τὰ κατὰ Μακεδονίαν μόνα ληιζομένου, ἀλλὰ καὶ τὴν Ἑλλάδα καὶ αὐτὴν δέ γε τὴν Πελοπόννησον, τὸν μάγιστρον
15Νικηφόρον τὸν Οὐρανὸν ἐκπέμπει ὁ βασιλεύς, τῆς δύσεως ἄρ‐
χοντα, ὃς παρὰ τῷ Σπερχειῷ ποταμῷ τοῦ Σαμουὴλ κατεσκηνω‐558

559

μένου παρὰ τῇ ἀντικρὺς ἠπείρῳ ηὐλίσατο. ὅτι δ’ ὗσε τότε πολλὰ καὶ ὁ ποταμὸς ἐντεῦθεν ἄπλωτος ἦν, ἀνέλπιστος ἐδόκει τῷ Σαμουὴλ ἡ τῶν Ῥωμαίων ἐπέλευσις. ὁ Οὐρανὸς δὲ νυκτὸς ἀνερευνήσας καὶ κατά τινα τόπον βατὸν κατανοήσας τὸν ποτα‐
5μόν, διαβαίνει τοῦτον ἡσύχως μετὰ τῆς στρατιᾶς καὶ ἀφρον‐ τιστοῦσιν ἐμβάλλει τοῖς περὶ τὸν Σαμουήλ. καὶ τῷ ἀδοκήτῳ καταπλαγέντες οἱ βάρβαροι ἔπιπτον μηδὲ χεῖρας ἀνταίροντες, καὶ τῷ Σαμουὴλ δὲ καὶ τῷ ἐκείνου υἱῷ Ῥωμανῷ πληγαὶ ἐπ‐ ηνέχθησαν, καὶ ἑάλωσαν ἄν, εἰ μὴ τοῖς νεκροῖς συνανεμίχθησαν
10σώμασι, καὶ οὕτω λαθόντες διέφυγον. Εἶτα καὶ ὁ βασιλεὺς ἐξεστράτευσε κατὰ τῶν Βουλγάρων καὶ τῶν ἐν Σαρδικῇ φρουρίων καταστρεψάμενος ἔνια ἐπανῆλθεν εἰς Μοσυνούπολιν. εἷλε δὲ καὶ τὴν μεγάλην Περσθλάβαν καὶ τὴν μικρὰν καὶ τὴν Πλίσκοβαν διὰ στρατηγῶν. καὶ ἡ Βέρροια
15δὲ παρεδόθη αὐτῷ παρὰ τοῦ Δοβρομηροῦ, προσχωρήσαντος τοῖς Ῥωμαίοις. τὰ μέντοι Σέρβια πολιορκίᾳ ἑάλω καὶ ὁ τὴν
αὐτῶν φυλακὴν ἐμπεπιστευμένος Νικόλαος, ὃν Νικολιτζᾶν ὡς559

560

βραχὺν τὴν ἡλικίαν ὠνόμαζον· ὃς καίτοι πατρίκιος τιμηθεὶς ἀπέδρα πάλιν καὶ πρὸς τὸν Σαμουὴλ ἀπελήλυθεν. εἶτ’ αὖθις κατὰ Βιδίνης ὁ βασιλεὺς ἐξεστράτευσε καὶ τὴν πόλιν αἱρεῖ. ἐν ὅσῳ δὲ ταύτην ἐπολιόρκει ὁ βασιλεύς, ἔπεισιν ὁ Σαμουὴλ τῇ
5Ἀδριανουπόλει ἀθρόον καὶ πανηγύρεως ἐκτὸς τελουμένης τάς τε ἐμπορίας λείαν πεποίητο καὶ αἰχμαλώτων πλῆθος λαβὼν ὑπενόστησε. τὴν Βιδίνην δὲ ὑφ’ ἑαυτὸν ὁ βασιλεὺς ποιησά‐ μενος καὶ ἐπανερχόμενος κατέλαβε παρὰ τῷ Ἀξιῷ ποταμῷ τὸν Σαμουὴλ αὐλιζόμενον· ὁ Βαρδάριος οὕτως παρὰ τοῖς παλαιοῖς
10ὠνομάζετο. πολλοῦ δὲ τοῦ ποταμοῦ ῥέοντος ἀμελῶς οἱ βάρ‐ βαροι κατεσκήνωντο· οὐ γὰρ ἄν ποτε δυνηθῆναι διαβῆναι τὸν ποταμὸν ἤλπιζον τὸ Ῥωμαϊκὸν σύνταγμα. πόρου δὲ γνωσθέντος δι’ αὐτοῦ ὁ βασιλεὺς διέβη καὶ τὸ στρατόπεδον, καὶ πολλοὶ μὲν τῶν Βουλγάρων ἀπώλοντο, ὁ δὲ Σαμουὴλ διέδρα, τῆς τούτου
15σκηνῆς καὶ τῆς παρεμβολῆς ἁπάσης διαρπαγείσης. καὶ τὴν πόλιν δὲ τῶν Σκοπίων ὁ βασιλεὺς παρειλήφει, δοθεῖσαν αὐτῷ παρὰ Ῥωμανοῦ τοῦ υἱοῦ Πέτρου τοῦ ἄρξαντος τῶν Βουλγάρων,
ᾧ ἡ ταύτης φυλακὴ παρὰ τοῦ Σαμουὴλ ἐμπεπίστευτο.560

561

Εἶτα εἰς τὴν Κωνσταντίνου ἐπανελθὼν ἐδογμάτισε τὰς τῶν ἀπολωλότων ταπεινῶν συντελείας εἰσπράττεσθαι ἐκ τῶν δυνατῶν· τοῦτο δ’ ἐκλήθη ἀλληλέγγυον. πολλῶν δὲ περὶ τού‐ του δεηθέντων καὶ αὐτοῦ τοῦ πατριάρχου Σεργίου, ὡς ἂν ἡ
5ἄδικος αὕτη σχολάσῃ καὶ παράλογος εἴσπραξις, ἦν ὁ βασιλεὺς ἀμετάπειστος. τῷ χρόνῳ γὰρ καὶ ταῖς νίκαις ἁπάντων κατεπαρ‐ θεὶς ὑπεροπτικὸς πρὸς πάντας ἐδείκνυτο καὶ οὐκ εὐνοεῖν αὐτῷ, φοβεῖσθαι δ’ ἐβούλετο τὸ ὑπήκοον, καὶ τό τε στρατιωτικὸν τό τε πολιτικὸν οὐ πρὸς τὸ κρατῆσαν ἔθος, ὃ καὶ νόμον δοκεῖν τοῖς νομο‐
10θέταις τεθέσπισται, διεξάγειν ἤθελεν, ἀλλὰ πρὸς τὴν οἰκείαν κρίσιν καὶ τὸ θέλημα ἑαυτοῦ. διὸ οὐδὲ τῶν λογίων ἀνδρῶν ἐπεστρέ‐ φετο, ἀλλὰ καὶ τοὺς λόγους ἥγητο περιττόν τι χρῆμα καὶ οὐκ ὀνήσιμον· ὅθεν ἄνδρας ἀπολεξάμενος ἑαυτῷ οὔτε τῷ γένει οὔτε μέντοι ἐν λόγῳ τὸ ἐπίσημον ἔχοντας ἐκείνοις τάς τε βασιλείους
15ἐπιστολὰς ἐνεχείρισε καὶ ἐκοινώνει τῶν βουλευμάτων, καὶ αὐτὸς ἐκείνοις ἀφελῶς τὰς γραφὰς ὡς ἔτυχεν ὑπηγόρευεν. ἀλλὰ καὶ τοῖς ταμείοις ἀποφράξας τὰς διεξόδους χρημάτων ταῦτα πλήρη
πεποίηκε· φασὶ γοῦν ἐς εἴκοσι μυριάδας ταλάντων χρυσοῦ ἐν‐561

562

αποτεθησαυρίσθαι αὐτῷ. τὸν γὰρ ἄλλον χρηματισμὸν οὐκ ἄν τις ὑπ’ ἀριθμὸν δύναιτο ἀγαγεῖν, ὃς τῶν ταμείων αὐτῷ πλη‐ ρωθέντων ὑπὸ γῆν τὰ λοιπὰ ἐθησαύρισεν, ἕλικας ὀρύξας λαβυ‐ ρινθώδεις. καὶ ὑπερχειλῆ μὲν ἦσαν λίθων πολυτελῶν τῶν τε
5ἄλλων καὶ τῶν λευκῶν, οἷς ἰδιάζουσα κλῆσις οἱ μάργαροι, τὰ κιβώτια. τῷ δὲ εἰς χρῆσιν οὐκ ἦσαν, ἀλλὰ βραχεῖς τινες αὐτῷ τὴν πορφύραν ἐκόσμουν, ἵν’ ἔχοι τοὐπίσημον, ᾗπερ ἐν προόδοις ἐκέχρητο καὶ ὅτ’ ἐχρημάτιζε πρέσβεσι καὶ ὅτε τινὰ ἄλλην δη‐ μοτελῆ ἐτέλει πανήγυριν. οἱ δ’ ἄλλοι τοῖς ταμείοις ἐναποκεί‐
10μενοι ἄχθος ἦσαν ἐτώσιον. ἦν δ’ ἐν μὲν πολέμων καιροῖς ποικίλος τις καὶ τὴν γνώμην πρὸς τοὺς ὑπὸ χεῖρα πολυειδής, ἐν δ’ ἠρεμίαις καὶ εἰρηνικαῖς καταστάσεσιν ἀρχικώτερος καὶ τὰς ὀργὰς ἐταμίευε καὶ ταύτας συνέχων παρ’ ἑαυτῷ ἐδημοσίευεν ἐν καιροῖς καὶ ἀνταπεδίδου τοῖς ἁμαρτήσασιν. ὢν δὲ τὴν
15γνώμην στερρὸς οὐ ῥᾳδίως ἠλλοίου τὰ δόξαντα. διὸ καὶ πρὸς οὓς ἂν ἔτυχε μήνιμά τι τρέφων, οὐ ταχὺ μετήλλαττε τὸ ἦθος αὐτοῖς. ἀλλὰ ταῦτα μὲν παραστατικὰ τοῦ ἤθους τούτου τοῦ αὐτοκράτορος, ἡ δ’ ἱστορία ἐχέσθω τῶν ἐπ’ αὐτοῦ πεπραγμένων καὶ διηγείσθω τὰ ἐφεξῆς.
20Ὁ τῆς Αἰγύπτου κατάρχων τὰς πρὸς Ῥωμαίους λύσας562

563

σπονδὰς τόν τε ἐν Ἱεροσολύμοις ναόν, ἐν ᾧ τὸ τοῦ κυρίου μνῆμα, κατηρείπωσε καὶ τὰ ἐκεῖ μοναστήρια. Ὁ δὲ βασιλεὺς συνεχῶς τῇ Βουλγαρίᾳ προσβάλλων ἐκάκου ταύτην καὶ ἐκεράϊζε. μὴ δυνάμενος δέ γε ὁ Σαμουὴλ ἀντι‐
5παρατάξασθαι τῷ τῶν Ῥωμαίων στρατεύματι τάφροις τὰς εἰσ‐ όδους ἀποκλεῖσαι αὐτῷ ἐπεχείρησε, τὰς δυσχωρίας ἀποφράξας οἰκοδομαῖς καὶ φύλακας ἐπιστήσας αὐταῖς. ἧκεν οὖν ὁ βασι‐ λεὺς αὖθις καὶ ἐβιάσατο μὲν τὴν πάροδον, ἀπεκρούσθη δὲ τῶν φυλάκων ἀνθισταμένων ἐρρωμενέστερον· πλὴν οὐκ ἀπέστη τῆς
10ἐγχειρήσεως, ἀλλ’ αὐτὸς μὲν προσέμενεν ἔτι πειρώμενος τοῦ ἐρύματος, ἐκπέπομφε δὲ τῶν στρατηγῶν ἕνα μετὰ τοῦ ὑπ’ αὐτὸν τάγματος ἑτέρωθέν ποθεν, εἰ δύναιτο περιελθεῖν καὶ μη‐ χανήσασθαί τι πρὸς τὴν διέλευσιν. ὁ δὲ δι’ ὀρῶν καὶ δυσχω‐ ριῶν πολλῶν διελθὼν καὶ τοὺς Βουλγάρους λαθὼν ἐμπίπτει
15κατὰ νώτου τοῖς τοῦ ἐρύματος φύλαξιν, οἳ τῷ ἀθρόῳ περι‐ δεεῖς γεγονότες οὐκέτι τῆς φυλακῆς ἐφρόντιζον τοῦ φραγμοῦ, ἀλλ’ ὅπως αὐτοὶ τὸν ὄλεθρον φυλάξωνται περὶ πλείστου ἐτί‐ θεντο. τότε δὴ ἀδείας τὸ Ῥωμαϊκὸν δραξάμενον στράτευμα
ῥήγνυσι τὸν φραγμὸν καὶ δίεισι καὶ διώκει καὶ πολλοὺς μὲν563

564

ἀναιρεῖ, πλείονας δέ γε ζωγρεῖ μόλις διαδράντος τοῦ Σαμουήλ. ὅ γε μὴν βασιλεὺς τοῖς δορυαλώτοις εἰς πεντεκαίδεκα χιλιάδας ἀριθμουμένοις ἐξέκοψε πᾶσι τὰ ὄμματα, ἐφ’ ἑκάστῃ ἑκατοστύϊ ἕνα καταλιπὼν ἑτερόφθαλμον, ἵν’ εἴη τούτοις χειραγωγός, καὶ
5οὕτως αὐτοὺς ἀπιέναι κελεύει πρὸς τὸν σφέτερον ἀρχηγόν. οὓς ἐκεῖνος ἰδὼν καὶ τὸ πάθος μὴ ἐνεγκὼν ἰλλιγγιᾷ τε καὶ εἰς γῆν λειποθυμῶν καταβάλλεται, μικρὸν δέ τι ἀνενεγκὼν καρδιωγμῷ περιπίπτει καὶ θνήσκει. ἡ δὲ τῶν Βουλγάρων ἡγεμονία τῷ υἱῷ αὐτοῦ τῷ Γαβριὴλ τῷ καὶ Ῥωμανῷ περιῆλθεν, ὃν οὔπω
10ἐνιαυτὸν ἄρξαντα ὁ υἱὸς τοῦ πατραδέλφου αὐτοῦ Ἀαρὼν ὁ Βλαδισθλάβος καὶ Ἰωάννης (διώνυμος γὰρ καὶ οὗτος ἦν) ἀπ‐ έκτεινε. διελθὼν δὲ τὸ ἐν ταῖς δυσχωρίαις ἔρυμα ὁ αὐτοκρά‐ τωρ, ὡς εἴρηται, ἄλλα τε φρούρια ἐχειρώσατο ἐρυμνὰ καὶ τοὺς ἐν αὐτοῖς Βουλγάρους καὶ ἧκεν εἰς Μοσυνούπολιν, ὅπου αὐτῷ
15ἡ τοῦ Σαμουὴλ τελευτὴ ἀπηγγέλη. ἄρας οὖν αὐτίκα προσ‐ βάλλει τῇ Βουλγαρίᾳ καὶ πόλεις τε αὐτῆς αἱρεῖ καὶ φρούρια. ὁ δέ γε τοῦ Σαμουὴλ υἱὸς ὁ Ῥωμανός τε καὶ Γαβριήλ (οὔπω γὰρ ἀνῄρητο) πέμψας πρὸς τὸν βασιλέα δούλωσιν ὑπισχνεῖται·
μετὰ δέ τινα καιρὸν τοῦ τὸν Γαβριὴλ ἀνελόντος Ἰωάννου τοῦ564

565

Βλαδισθλάβου θεράπων ἀφίκετο, εὐαγγελιζόμενος τὴν ἀναίρεσιν τοῦ υἱοῦ τοῦ Σαμουὴλ καὶ γράμματα κομίζων ἐπαγγελλόμενα τῷ βασιλεῖ δούλωσιν, προσερρύησαν δὲ αὐτῷ καὶ πολλοὶ τῶν ἐπισήμων παρὰ Βουλγάροις. γνοὺς μέντοι τὸν Βλαδισθλάβον
5ὁ βασιλεὺς οὐ κατὰ τὰς ἐπαγγελίας διανοούμενον, ἐπῆλθεν αὖθις τῇ Βουλγαρίᾳ καὶ πολλὰς μὲν αὐτῆς ἐληίσατο χώρας, τὴν δὲ τῆς Ἀχρίδος πόλιν, ἐν ᾗ τὰ βασίλεια τοῖς τῶν Βουλγάρων ᾠκοδόμηντο ἀρχηγοῖς, πολιορκίᾳ λαβὼν καὶ ἕτερα φρούρια διὰ στρατηγῶν, ἐπανέζευξεν εἰς τὴν Κωνσταντίνου.
10 Καὶ αὖθις δὲ κατὰ Βουλγάρων ἐστράτευσε καὶ αὖθις φρούριά τε καὶ πολλοὺς τῶν βαρβάρων τοὺς μὲν διέφθειρε, τοὺς δὲ συνέσχε ζωούς. ὁ δὲ τῶν Βουλγάρων ἄρχων ὁ Ἰω‐ άννης καὶ Βλαδισθλάβος κατὰ τοῦ Δυρραχίου ἐξώρμησε καὶ πολιορκῶν αὐτὸ πίπτει, ἄρξας ἔτη δύο καὶ μῆνας πέντε. ὃ
15μαθὼν ὁ βασιλεὺς εὐθὺς ἔξεισι καὶ περὶ τὴν Ἀδριανούπολιν γενομένῳ προσίασιν αὐτῷ τῶν Βουλγάρων ἐπιφανεῖς τινες, παρα‐
διδόντες αὐτῷ τὸν Πέρνικον καὶ ἕτερα φρούρια πέντε καὶ τριά‐565

566

κοντα, καὶ ἄλλοι δὲ πολλοὶ τῶν βαρβάρων τούτων αὐτῷ προσ‐ ερρύησαν. καὶ ἡ γυνὴ δὲ τοῦ Ἰωάννου καὶ Βλαδισθλάβου Μαρία ἔπεμψε πρὸς τὸν βασιλέα τὸν ἀρχιεπίσκοπον Βουλγαρίας Δαβὶδ μετὰ γραμμάτων ἐκστῆναι τῆς Βουλγαρίας ὑπισχνουμένη,
5εἰ ὧνπερ βούλεται τεύξεται. καὶ μετὰ μικρὸν ἧκεν ἡ γυνὴ πρὸς τὸν αὐτοκράτορα, υἱοὺς ἐπαγομένη τρεῖς καὶ θυγάτρια ἕξ· καὶ ἕτεροι δὲ τρεῖς ταύτης υἱοὶ φυγάδες ἐγένοντο ἐν τοῖς ὄρεσιν, ἀλλὰ κἀκεῖνοι τῶν ὀρῶν φυλαττομένων βιασθέντες προσ‐ ῆλθον τῷ βασιλεῖ· ἦσαν δὲ οὗτοι ὁ Προυσιάνος καὶ ἄμφω οἱ
10ἀδελφοὶ αὐτοῦ, ὧν τὸν μὲν Προυσιάνον ἐτίμησε μάγιστρον, πατρικίους δὲ τοὺς λοιπούς. ὑφ’ ἑαυτὸν οὖν τὴν ἅπασαν Βουλ‐ γαρίαν πεποιηκὼς καὶ τὰ μὲν τῶν φρουρίων καταστρεψάμενος, τὰ δὲ κατοχυρώσας καὶ φρουρὰς αὐτοῖς ἀρκούσας καταλιπών, αὐτὸς εἰς Ἀθήνας ἀφίκετο, θύσων τῇ θεοτόκῳ τὰ χαριστήρια·
15καὶ ἀναθέμενος τῷ ναῷ πολλὰ καὶ πολυτελῆ ἐπανέζευξεν εἰς τὴν ὑπερκειμένην τῶν πόλεων καὶ κατήγαγε θρίαμβον, τιάρᾳ
ταινιωθεὶς ὀρθίᾳ (ἣν τοῦφαν καλεῖ ὁ δημώδης καὶ πολὺς ἄν‐566

567

θρωπος, τύφον, οἶμαι, ὠνομασμένην, ὡς τετυφῶσθαι ποιοῦσαν τοὺς ταύτῃ ἀναδουμένους) καὶ οὕτως ἄχρι τῆς τοῦ θεοῦ λόγου Σοφίας ἀφίκετο, ἀποδοὺς ἐν ταύτῃ τῷ κυρίῳ τὰ χαριστήρια. ἔνθα γενόμενον ὁ πατριάρχης πολλὰ ἱκετεύσας ἐκκόψαι τὸ ἀλλη‐
5λέγγυον οὐ κατεδυσώπησε, καὶ ταῦτα ὑποσχόμενον τοῦτο ποιή‐ σειν, εἰ τῶν Βουλγάρων κρατήσειεν. οὗτος ὁ πατριάρχης Σέρ‐ γιος τὴν ἐκκλησίαν ἐπὶ εἴκοσι ποιμάνας ἔτη, μετέθετο τὴν ζωήν, καὶ προεχειρίσθη τῆς ἐν Κωνσταντινουπόλει ἐκκλησίας ἀρχιε‐ ρεὺς Εὐστάθιος, ὃς τοῦ ἐν τῷ παλατίῳ ναοῦ ἱερέων ἐπρώτευε.
10 Τῆς Βουλγαρίας δὲ δουλωθείσης τῇ τῶν Ῥωμαίων ἡγε‐ μονίᾳ καὶ τὰ τῶν Χορβάτων ἔθνη ὑπέκυψαν, ἀλλὰ μὴν καὶ τὸ Σίρμιον. εἶτα κατὰ Ἀβασγίας ἐκστρατεύει ὁ βασιλεύς, τοῦ ταύτης κρατοῦντος παρασπονδήσαντος. ἐκεῖ δὲ τούτου γεγο‐ νότος, ὄπισθεν ἀποστατοῦσιν ὅ τε Ξιφίας καὶ Νικηφόρος ὁ υἱὸς
15Βάρδα τοῦ Φωκᾶ οἱ πατρίκιοι, ἀλλὰ ταχέως ἡ τούτων ἐσβέσθη ἀποστασία, τοῦ μὲν Ξιφία τὸν Φωκᾶν ἀνελόντος, αὐτοῦ δὲ συλ‐ ληφθέντος καὶ δεσμίου ἀπαχθέντος εἰς τὴν τῶν πόλεων βασι‐
λεύουσαν. ἄρτι δὲ τὰς περὶ τῆς τυραννίδος ταύτης φροντίδας567

568

ὁ βασιλεὺς ἀποσκευασάμενος συρρήγνυται τοῖς Ἀβασγοῖς· καὶ μάχης ἰσχυρᾶς γενομένης ἔπεσον πολλοὶ ἀμφοτέρωθεν καὶ ἦν ἰσόρροπος ὁ ἀγών, εἶτ’ αὖθις κροτηθέντος πολέμου νικῶσι Ῥω‐ μαῖοι. καὶ ὁ τῶν Ἀβασγῶν ἡγεμὼν Γεώργιος εἰς τὰ τῆς Ἰβη‐
5ρίας ἀπέδρα βαθύτερα καὶ μετὰ βραχὺ σπονδὰς αἰτήσας ἐξέστη τῷ βασιλεῖ χώρας ὁπόσης ὁ αὐτοκράτωρ ἐβούλετο, εἰς ὁμηρείαν παρασχὼν Παγκράτιον τὸν υἱὸν αὐτοῦ, καὶ ταῦτα διανύσας ὁ βασιλεὺς ἐπανέζευξεν. Ἦν δὲ διὰ μελέτης αὐτῷ καὶ πρὸς Σικελίαν ἀπᾶραι, ἀλλ’
10οὐκ εἰς ἔργον αὐτῷ προέβη τὸ βούλευμα· ἤδη γὰρ αὐτῷ πρὸς τέλος κατήντησε τὸ βιώσιμον καὶ ἐνοσηλεύετο. πρὸ βραχέος δὲ τοῦ αὐτὸν ἐκλιπεῖν ὁ πατριάρχης Εὐστάθιος θνήσκει, προστὰς τῆς ἐκκλησίας τῶν ὀρθοδόξων ἐπ’ ἔτεσι ***. τοῦ βασιλέως δὲ νοσοῦντος Ἀλέξιος ὁ τότε τὴν προστασίαν ἔχων τῆς τοῦ
15Στουδίου μονῆς πρὸς τὸν βασιλέα ἀφίκετο, τὴν ἱερὰν κάραν568

569

τοῦ τιμίου Προδρόμου κομίζων αὐτῷ. καὶ αὐτίκα τοῦτον ὁ βασιλεὺς πατριάρχην προεχειρίσατο, κατὰ τὴν ἑσπέραν ἐκείνην καὶ τὴν ζωὴν ἐκλιπών, ζήσας μὲν καὶ βασιλεύσας χρόνους ἑβδο‐ μήκοντα ἐπὶ δυσίν, αὐταρχήσας δὲ ἐπὶ πεντήκοντα ἔτεσι· τοὺς
5γὰρ ἄλλους συνεβασίλευε τῷ πατρί, εἶτα τῷ Φωκᾷ καὶ μετ’ ἐκεῖνον τῷ Τζιμισκῇ. Τέθνηκε μὲν οὖν γηραιὸς ὁ Βασίλειος, τῆς δ’ ἐξουσίας εὐθὺς ὁ ἐκείνου σύγγονος ἐπελάβετο, τὸν Κωνσταντῖνόν φημι, μικρόν τι ἐκείνου κατὰ τὸν χρόνον τῆς ζωῆς ἐλαττούμενος.
10ῥᾳθύμου δὲ πεφυκὼς ἤθους καὶ ἀνειμένου ἢ καὶ εἰς ἕξιν ἐλθὼν βίου ἀργοῦ (οὐδὲ γὰρ ἐκοινώνει αὐτῷ βασιλείου τινὸς ὁ σύγ‐ γονος πράξεως), καὶ αὐταρχήσας τοιαύτην εἶχε διαγωγήν, ὑπ’ ἄλλοις μὲν τὴν τῶν κοινῶν διοίκησιν θέμενος, καὶ τούτοις οὐ τοῖς ἑαυτῶν ἤδη παρασχομένοις δοκίμιον, ἀλλ’ ἀνδράσιν οὐχ
15ὅτι τῶν εὖ γεγονότων, ἀλλ’ οὐδ’ ἐλευθέρας τύχης τυγχάνουσιν, ἐθνικοῖς δὲ καὶ μὴ δυναμένοις ὀρθοεπεῖν, ἀλλ’ ἀκριβῶς βαρ‐ βαρίζουσιν. ἐκεῖνος δὲ τρυφαῖς ἐξέδωκεν ἑαυτόν· ἥττητο γὰρ
γαστρὸς καὶ ἀφροδισίων καὶ ἐμεμήνει περὶ τοὺς κύβους τε καὶ569

570

τὰ θέατρα, ἀλλὰ μέντοι καὶ περὶ τὰ κυνηγέσια. ἦν δ’ εὐμε‐ γέθης μὲν τὸν ὄγκον τοῦ σώματος καὶ τὴν ἀλκὴν γενναιότατος, δειλὸς δὲ τὴν ἕξιν τὴν ψυχικήν, ὅθεν οὐδὲ πολέμοις κατευ‐ νάζειν ἔκρινε τὰς τῶν βαρβάρων ὁρμάς, δωρεαῖς δὲ μᾶλλον
5καὶ ἀξιώμασι. τοὺς δ’ ὑπηκόους καὶ ἐκ ψιλῆς ὑπονοίας ἐκό‐ λαζε καὶ διαβολαῖς ῥᾳδίως ὑπεῖχε τὸ οὖς, καὶ πρὸς θυμὸν ὑπῆρχεν ὀξύρροπος, οὐ κατὰ τὸν ἀδελφὸν δ’ ἐμηνία, οὐδ’ ἐν‐ έμενε τῇ ὀργῇ, ἀλλὰ ῥᾷον εἰς τὴν ἀντίρροπον διάθεσιν μετετί‐ θετο καὶ ἠνιᾶτο κακῶς τινα διαθέμενος. πολλοὺς δὲ τιμωρού‐
10μενος τοῦ φωτὸς ἐστέρει τοὺς πλείονας, ἐκκόπτων σφίσι τὰ ὄμματα, καὶ κουφοτέραν τῶν ἄλλων ταύτην τὴν κόλασιν ἔκρινε καὶ ταύτῃ ἐκέχρητο μᾶλλον, ὡς ἀπράκτους ποιούσῃ τοὺς κατα‐ δικαζομένους αὐτῇ. Γυναικὶ δὲ νέος ὢν συζυγεὶς Ἐλένῃ τῇ θυγατρὶ Ἀλυπίου,
15ἀνδρὸς τῶν ὑπὲρ λίαν τότε τυγχάνοντος, τρία ἐξ ἐκείνης ἔσχε θυγάτρια· καὶ τὴν μὲν θανάτῳ ἀπέβαλεν, αἱ δὲ παῖδες αὐτῷ ἐν τοῖς βασιλείοις ἦσαν τρεφόμεναι. ὧν ἡ μὲν πρεσβυτέρα Εὐδοκία λοιμικῷ τὸ κάλλος λωβηθεῖσα νοσήματι θελήματι τῷ
θεῷ καθιέρωτο· αἱ δέ γε λοιπαὶ ἦσαν παρὰ τῷ πατρὶ αὐταρ‐570

571

χήσαντι, μηδέν τι περὶ αὐτῶν πατρὶ προσῆκον λογισαμένῳ. τὴν χεῖρα δ’ ὢν ἐλευθέριος οὐκ ὀρθῶς ἐχρῆτο τῇ ἀρετῇ, ὅθεν καὶ εἰς τὰς ἀντιθέτους κακίας ἐξέπιπτε. τοῖς μὲν γὰρ περὶ αὐτόν, οἳ βάρβαροι ἦσαν, ἀνδράποδα, ἅπερ αὐτὸς ἐκτήσατο καὶ ἐξ‐
5έτεμε καὶ θαλαμηπόλους καὶ κατευναστῆρας ἐκέκτητο, ὃς καὶ τιμῶν καὶ ἀρχῶν τῶν πρώτων ἠξίωσεν, ἁμάξαις ὅλαις ἐχορήγει τὰ χρήματα, τοῖς δ’ ἄλλοις πεφεισμένως τὴν χεῖρα προέτεινε. τὰ μὲν οὖν τῆς γνώμης οὕτως εἶχε τούτῳ τῷ αὐτοκράτορι. Τὰ δ’ ἐκτὸς συμπεσόντα διεξίτω ὁ λόγος. οἱ Πατζινάκαι,
10Σκύθαι δ’ οὗτοι ὡς ἔμπροσθεν εἴρηται, διαβάντες τὸν Ἴστρον τῇ χώρᾳ τῆς Βουλγαρίας οὐ μικρῶς ἐλυμήναντο. ἀλλὰ τούτοις ἀντεπελθὼν Κωνσταντῖνος ὁ Διογένης ὁ τοῦ Σιρμίου κρατῶν, ὃς καὶ δοὺξ ὠνομάσθη τῆς Βουλγαρίας, ἐτρέψατό τε αὐτοὺς καὶ ἠρεμεῖν ἠνάγκασε τὸν Ἴστρον διαπεράσαντας. τοῦ βασιλέως
15δὲ Βασιλείου θανόντος δύο ἐνιαυτῶν ἦσαν φόροι ἀνείσπρακτοι (ἐδίδου γὰρ ἐκεῖνος ὑπέρθεσιν ταῖς εἰσπράξεσι, φειδόμενος τῶν ὑποτελῶν)· οὗτος δὲ καὶ τὰ τῶν παρελθόντων ἐνιαυτῶν καὶ τὰ
τῶν ἐφ’ οἷς αὐτὸς ἦρξε τριῶν ὄντων ἀσυμπαθῶς εἰσεπράξατο,571

572

καὶ ταῦτα αὐχμοῦ συμβάντος πολλοῦ ἐφ’ ὅλῳ τῷ χρόνῳ τῆς βασιλείας αὐτοῦ· ὅθεν οἱ πένητες ἐξετρίβησαν. στόλον δὲ τῶν Ἀγαρηνῶν κατὰ τῶν λεγομένων Κυκλάδων νήσων ἐκπεπλευ‐ κότα ὁ τῆς Σάμου στρατηγὸς κατηγωνίσατο, δώδεκα μὲν νῆας
5αὐτάνδρους ἑλών, τὰς δὲ λοιπὰς σκεδασθῆναι πεποιηκώς. Ἤδη δ’ εἰς γῆρας ἐλάσας ὁ αὐτοκράτωρ βαθὺ καὶ τῷ ἐκ τούτου μαρασμῷ καὶ νόσον τινὰ συνεισπεσοῦσαν τῷ σώματι ἐσχηκὼς περὶ τοῦ διαδεξομένου τὸ κράτος ἐσκέπτετο. ἔγνω τοίνυν τὸν πατρίκιον Κωνσταντῖνον τὸν Δαλασσηνὸν ἐπὶ μιᾷ τῶν
10θυγατέρων κηδεστὴν ποιήσασθαι καὶ τῆς βασιλείας διάδοχον, καὶ στέλλει τὸν αὐτὸν ἄξοντα, ἐν τῷ τῶν Ἀρμενιακῶν θέματι τὴν κατοικίαν ποιούμενον· ἀλλὰ μήπω τοῦ ἀνδρὸς ἐκείνου ἀφ‐ ικομένου ἑτέρας γίνεται γνώμης ὁ Κωνσταντῖνος καί τινα τῶν ἐν τέλει ἄνδρα εὐγενέτην τε τὰ ἐξ αἵματος καὶ ἀνηγμένον εἰς
15τὴν τοῦ ἐπάρχου ἀρχὴν αἴρει πρὸς τὴν διαδοχὴν καὶ πρὸς κῆδος τῶν θυγατέρων μιᾶς. ἀλλ’ εἶχέ τι πρὸς ἔκβασιν ἡ αἵ‐ ρεσις πρόσαντες· γυναικὶ γὰρ ὁ λαμπρὸς ἐκεῖνος συνεβίου ἀνήρ·
ἦν δ’ οὗτος ὁ κατὰ τοὺς Ἀργυροὺς Ῥωμανός. τί γοῦν πρὸς572

573

τοῦτο μηχανᾶται ὁ βασιλεύς; σκήπτεται κατὰ τοῦ ἀνθρώπου χόλον καὶ τοῦτον ἐπαχθῆ τε καὶ βίαιον, καὶ στέλλει τοὺς ἐκεῖνον μὲν ἐπὶ κολάσει ἀπάξοντας, τῇ δ’ αὐτῷ συνοικούσῃ κεροῦντας τὴν τρίχα καὶ ἐφ’ ἑτέραν ζωὴν μεταστήσοντας. ἡ δὲ τὸ σκηνουρ‐
5γούμενον ἀγνοήσασα ἑτοίμως ἑαυτὴν παρέσχε πρὸς τὴν τοῦ βίου ἀπαλλαγήν· ἡ μὲν οὖν τὴν κόμην τε ἀπετμήθη καὶ μέ‐ λανα μετημφίαστο, ὁ δὲ μετήχθη πρὸς τὰ βασίλεια, καὶ ἡ δευ‐ τέρα τῶν θυγατέρων τοῦ Κωνσταντίνου συζεύγνυται αὐτῷ πρὸς συμβίωσιν. ἡ γὰρ τρίτη διὰ τὸ τὴν ἐκείνου εὐνέτειραν ἄκου‐
10σαν διαζυγῆναι αὐτοῦ παραιτήσασθαι τὴν μετ’ αὐτοῦ συμβίωσιν λέγεται. καὶ ὁ μὲν συνήρμοστο τῇ Ζωῇ, ὁ δὲ βασιλεὺς Κων‐ σταντῖνος τρεῖς ἐπιβιοὺς ἡμέρας τῇ συνοικήσει αὐτῶν ἀπέτισε τὸ χρεών, ἑβδομηκοντούτης καὶ πρὸς γεγονώς, ἐνιαυτοὺς δὲ τρεῖς ἑνὸς ἐνδέοντος μηνὸς τῆς βασιλείας κατορχησάμενος.
15 Ῥωμανὸς δὲ λοιπόν, ὃς Ἀργυρόπωλος ἐκαλεῖτο, τῶν σκήπ‐ τρων ἐπιλαμβάνεται καὶ αὐτίκα τὸ ἀλληλέγγυον φορολόγημα
ῥιζόθεν ἐξέκοψε καὶ τοῖς τοῦ θεοῦ ὑμνῳδοῖς τοῖς τῇ μεγάλῃ ἐκ‐573

574

κλησίᾳ κεκληρωμένοις τὴν ἐκ τῶν βασιλικῶν ταμείων χορηγου‐ μένην τῶν χρυσίνων διανομὴν προσθήκῃ ἐπηύξησεν, εἰδὼς ἐνδεῶς αὐτοῖς ἔχειν τὰ χορηγούμενα. γέγονε γάρ ποτε τῆς τοῦ θεοῦ λόγου ἐπωνύμου Σοφίας μέγας οἰκονόμος, ἐπεὶ τῷ βασιλεῖ
5ἀνεῖτο πρόσθεν οἰκονόμον τῆς ἐκκλησίας ταυτησὶ προχειρίζεσθαι. καὶ τοὺς διὰ χρέα δημόσια καθειργμένους ἢ καὶ ἰδιωτικὰ ἠλευ‐ θέρωσε, τὰ μὲν ἀποτιννύς, τὰ δὲ δημόσια ἀφιείς· καὶ χρημά‐ των πολλῶν διάδοσιν ἐποιήσατο ὑπὲρ τοῦ βασιλέως Κωνσταν‐ τίνου τοῦ πενθεροῦ αὐτοῦ καὶ αἰχμαλώτους πλείστους ἐπρίατο,
10καὶ ὅσοι τῶν ἐπισκόπων ἐκ τοῦ ἀλληλεγγύου φορολογήματος εἰς ἔνδειαν συνεληλύθεισαν, παρ’ αὐτοῦ ἀνεκτήθησαν, καὶ τοὺς κακωθέντας παρὰ τοῦ τελευτήσαντος βασιλέως ἢ ἐν πηρώσεσι μελῶν ἢ ἐν δημεύσεσιν οὐσιῶν ἢ ἀλλοίως παρεμυθήσατο. ὑπ‐ οπτευθεὶς δὲ ὁ μάγιστρος Προυσιάνος ὁ Βούλγαρος λάθρᾳ τῇ
15τῆς Αὐγούστης Ζωῆς ἀδελφῇ τῇ Θεοδώρᾳ κοινολογεῖσθαι καὶ τῇ βασιλείᾳ ἐποφθαλμεῖν, συλλαμβάνεται καὶ φρουρεῖται, εἶτα καὶ πηροῦται τοὺς ὀφθαλμούς· καὶ ἡ Θεοδώρα εἰς τὸ Πετρίον
περιορίζεται, καὶ ὁ ἐπ’ ἀδελφιδῇ δὲ τοῦ βασιλέως γαμβρὸς574

575

Κωνσταντῖνος ὁ Διογένης, ὡς τυραννίδα μελετῶν κατηγορηθείς, δεσμευθεὶς ἐν πύργῳ καθείργνυται. Τοῦ μέντοι τῆς Ἀβασγίας ἡγεμονεύοντος Γεωργίου θα‐ νόντος ἡ τούτου σύζυγος σπονδὰς ἐζήτησε καὶ σύνοικον τῷ
5υἱῷ. καὶ ὁ βασιλεὺς τάς τε σπονδὰς ἀνεκαίνισε καὶ τὴν παῖδα Βασιλείου τοῦ ἀδελφοῦ αὐτοῦ τὴν Ἐλένην νύμφην εἰς Ἀβασγίαν ἀπέστειλε, τὸν νυμφίον Παγκράτιον κουροπαλάτην τετιμηκώς. ὁ δὲ βασιλεὺς κατὰ τοῦ Χάλεπ ὁρμῆσαι, ὃ καὶ Βέρροια λέγεται, ἠβούλετό τε καὶ ἡτοιμάζετο. πολλὰς γὰρ τῶν πόλεων τῆς τε
10Φοινίκης καὶ τῆς Συρίας τοῦ Νικηφόρου καὶ τοῦ Ἰωάννου τῶν βασιλέων ὑπαγαγόντων τῇ τῶν Ῥωμαίων ἡγεμονίᾳ, ὁ μετ’ ἐκείνους Βασίλειος σχολάζων ταῖς κατὰ Βουλγάρων μάχαις καιρὸν οὐκ ἔσχε τὰς ἑαλωκυίας ἀσφαλίσασθαι πόλεις· αἱ δ’ ὅμως, μέχρι μὲν περιῆν ἐκεῖνος, οὐκ ἐτόλμων εἰς προῦπτον
15τὸν τῆς δουλείας ζυγὸν ἀποσείσασθαι. τοῦ δὲ Κωνσταντίνου τῶν σκήπτρων ἐπειλημμένου καὶ ἀνειμένως τὴν βασιλείαν ἰθύ‐ ναντος, οἱ τῆς Ἄγαρ ἀπόγονοι τοῦτον εἶναι τὸν καιρὸν γνόντες
πρὸς τὸ μελετώμενον αὐτοῖς ἐπιτήδειον, τοῖς τῶν πόλεων φρου‐575

576

ροῖς ἐπιτίθενται, καὶ τούτους διαχρησάμενοι αὐτοὶ τῶν πόλεων γεγόνασιν ἐγκρατεῖς. ὁ δὲ τοῦ Χάλεπ ἀρχηγὸς καὶ ἐκδρομὰς ποιούμενος συνεχεῖς αὐτήν τε τὴν Ἀντιόχειαν καὶ ὅσα πρόσοικα ἔθνη τῶν Σύρων γῇ καὶ τοῖς Ῥωμαίοις ὑπήκοα ἐληίζετο. ᾧ
5ἀντιπαραταξάμενος ὁ τῆς Ἀντιοχείας δούξ, ἔτι περιόντος τοῦ αὐτοκράτορος Κωνσταντίνου, αἰσχρῶς ἡττήθη, καὶ τοὺς πλείους τῶν σὺν αὐτῷ ἀποβεβληκὼς μόλις ἠδυνήθη φυγεῖν ἐκεῖνος. τοῦτον ὁ Ῥωμανὸς ἀφελόμενος τὴν ἀρχὴν προεχειρίσατο ἕτερον· ἐξώρμησε δὲ κἀκεῖνος, καὶ ἀπιόντι προσίασι πρέσβεις μετὰ
10δώρων πολυτελῶν πρὸς τοῦ Χαλεπίτου ἀπεσταλμένοι, αἰτου‐ μένου συγγνώμης τυχεῖν καὶ τὴν δουλείαν ἀνανεώσασθαι καὶ ἀποδοῦναι τὰς εἰσφοράς, αἵπερ ἔτυχον ὑστερήσασαι, καὶ ταύτας ἐτησίως εἰσφέρειν μετ’ εὐγνωμοσύνης εἰς τὸ ἐπιόν. ὁ δέ, καίτοι πολλῶν καὶ στρατηγίαις ἐπιφανῶν ἀποτρεπόντων αὐτῷ τὴν εἰς
15τὸ πρόσω φορὰν ὡς ἀσύμφορον καὶ σπείσασθαι συμβουλευ‐ όντων, οὐκ ἀνείργετο τῆς ὁρμῆς, ἀλλὰ ῥᾷον κρατῆσαι τῶν Ἀγαρηνῶν ἐφαντάζετο καὶ τοῦτο κατωρθωκὼς μέγα τι καὶ ὑπέρογκον ᾤετο ἑαυτῷ περιποιήσασθαι σεμνολόγημα. ἄπεισιν
οὖν ἐν Συρίᾳ καὶ βάλλεται χάρακα. Ἄραβες δέ, αὐτόσκευοί576

577

τινες ἄνθρωποι καὶ τολμητίαι κέλητες, ἐφ’ ἵππων ὠκυπόδων γυμνοὶ ἑκατέρωθεν ἐλόχων τοῦ χάρακος καὶ τοὺς εἰς συλλογὴν ἀπιόντας χιλοῦ ὕδατός τε ἀρδείαν ἐκθορόντες ἀνῄρουν ἢ καὶ συνήρπαζον, ὡς τούς τε στρατιώτας καὶ τὴν ἵππον αὐτῶν
5ἀπειρηκέναι τῷ δίψει. εἶτα συνηθέστεροι γεγονότες ταῖς ἐκ‐ δρομαῖς πρὸς τοὺς Ῥωμαίους οἱ Ἄραβες καὶ οἷον καταγνόντες δειλίαν αὐτῶν, ἀθρόον ἀπὸ τῶν μετεώρων ἐξωρμηκότες καὶ βαρβαρικὸν ἀλαλάξαντες καὶ πλήθους φαντασίαν ἀπεργασάμενοι τῷ μὴ συνασπισμὸν τηρεῖν, ἀλλὰ διεσπασμένως ἐκτρέχειν καὶ
10ἐπιέναι ἀσυντάκτως τῷ χάρακι, ἐκδειματοῦσιν ἅπαν τὸ στρα‐ τιωτικὸν καὶ εἰς φυγὴν τρέπουσι. καὶ κἂν ἑάλω ὁ αὐτοκράτωρ αὐτός, τῆς περὶ αὐτὸν ἐκταραχθείσης φρουρᾶς καὶ λελοιπυίας ἀφρούρητον τὸν φρουρούμενον, εἰ μή τις αὐτὸν ἐπὶ τὸν ἵππον ἀνέλαβε καὶ φεύγειν ἐπέρρωσεν ἐκπεπνευκότα τῷ δέει μικροῦ.
15ἀπῄεσαν μὲν οὖν οἱ Ῥωμαῖοι ἀτάκτως ὡς ἕκαστος ἔτυχε θέοντες. οἱ δὲ βάρβαροι τὸ παράλογον τῆς τροπῆς τεθηπότες, κατὰ τῶν ἀποδιδρασκόντων οὐκ ἐπεξέθεον, ἀλλὰ κατὰ τοῦ χάρακος ἔθεον, ὀλίγους τῶν ἐπιφανεστέρων ζωγρήσαντες, καὶ τήν τε σκηνὴν
διηρπάκασι τὴν βασίλειον, μεστὴν οὖσαν πλούτου παντοδαποῦ577

578

καὶ πολυτελείας βασιλικῆς, καὶ τὴν ἄλλην ἀποσκευὴν ἐφ’ ἑαυ‐ τοὺς ἀναθέμενοι ἐπανέζευξαν. Ὁ δὲ βασιλεὺς εἰς Ἀντιόχειαν διασέσωστο σπουδῇ τῶν περὶ αὐτὸν κἀκεῖθεν ἐπὶ τὴν Κωνσταντίνου ἀνέδραμεν, οὐκέτι
5τὴν πρόσθεν τῆς ψυχῆς δεικνύων διάθεσιν, ἀλλ’ ἀλλοιωθεὶς τὴν ἐπὶ τὸ χεῖρον ἀλλοίωσιν. ἵνα γὰρ τῶν ἀπολωλότων ἰσο‐ στάσια κτήσηται, πράκτωρ ἀντὶ κρατοῦντος ἐγένετο καὶ πικρὸς λογιστής, παῖδας πατέρων γεγηρακότα χρέα πραττόμενος καὶ πυρκαϊὰς ἀνάπτων κατὰ τῶν ὑπηκόων, ἅσπερ ὁ χρόνος ἤδη
10πολὺς πρεσβεύσας κατέσβεσεν ἢ τέως κατέχωσεν ὑπὸ σποδιᾷ. ἐντεῦθεν πολλοὶ πατρῴων οἰκιῶν καὶ ἀγρῶν ἀπηλαύνοντο καὶ τὴν πρὶν εὐκληρίαν ἐκδιδυσκόμενοι εἰς πενίαν λαμπρὰν συνηλαύ‐ νοντο. τῶν δ’ οὕτω πραττομένων οὐδὲν εἰς τὸ δημόσιον εἰσ‐ εφέρετο, ἀλλὰ σεμνεῖον οἰκοδομῆσαι καὶ ναὸν τῇ θεομήτορι
15προθέμενος καθιδρύσασθαι ἐκεῖ καὶ ταῦτα κατεδαπάνα καὶ ἐκ τῶν βασιλικῶν θησαυρῶν ἀνήλισκεν ἕτερα, ἄρτι μὲν ἀνεγείρων, ἄρτι δὲ καταστρέφων τὸ ἤδη ἀνεγερθὼν καὶ ἢ μετεωρότερον
ἀνοικοδομῶν αὖθις αὐτὸ ἢ εὐρύτερον ἢ τὸν σχηματισμὸν ποι‐578

579

κίλλων ἢ τρόπον ἄλλον τὸ καινιζόμενον ἀλλοιῶν. ἀπένειμε δὲ καὶ προσόδους τοῖς μονασταῖς, οὐκ ἀναλόγους μονάζουσιν, ἀλλὰ τρυφῶσι προσηκούσας καὶ βίον ἕλκουσιν ἀνειμένον καὶ ἁβρο‐ δίαιτον, χώρας ὅλας τῶν δημοσίων, καὶ ταύτας τὰς πιοτάτας
5καὶ παμφόρους, ἀφοσιώσας αὐτοῖς. ἀλλὰ μὴ πλείω περὶ τούτων. Κατέλαβε δὲ τὴν βασιλίδα τῶν πόλεων Ἄμερ ὁ τοῦ Χαλε‐ πίτου υἱὸς σὺν δώροις πολλοῖς, τὴν εἰρήνην ἀνανεούμενος, καὶ ὁ βασιλεὺς ἐπὶ ταύτῃ ἐπένευσεν. ἡ βασιλὶς δὲ Ζωὴ ἀφικομένη εἰς τὸ Πετρίον τὴν ἑαυτῆς ἀδελφὴν Θεοδώραν ἀπέκειρε μο‐
10ναχήν. ἐκδημήσαντος δὲ τοῦ βασιλέως τῆς πόλεως ὁ Διογένης Κωνσταντῖνος ὡς τυραννίδα μελετῶν καὶ ἀποδρᾶναι μέλλων εἰς τὸ Ἰλλυρικὸν κατεσχέθη καὶ ἐταζόμενος ἑαυτὸν κατεκρήμνισε καὶ ἀπέθανεν, ἵνα μὴ τοὺς συνειδότας ἐκφαυλίσῃ τῇ βίᾳ νικώ‐ μενος. τότε μέντοι Ἄραβες μὲν τὴν Μεσοποταμίαν κατέδραμον,
15οἱ δέ γε Πατζινάκοι τὴν Βουλγαρίαν καὶ τὴν τοῦ Ἰλλυρικοῦ παράλιον οἱ Ἀγαρηνοί. τούτοις δὲ μόνοις στόλος Ῥωμαϊκὸς
προσβαλὼν τὰ πλείω τῶν σκαφῶν ἐνέπρησε καὶ κατέκαυσεν·579

580

οἱ δ’ ἐκ τῆς ναυμαχίας ἀποδιδράσκοντες κλύδωνι περὶ τὸ Σι‐ κελικὸν διεφθάρησαν πέλαγος. καὶ αὖθις ἐξ Ἀφρικῆς περί που τὰς χιλίας νῆας ἐξέπλευσαν καὶ πολλὰς τῶν νήσων ἔνιά τε τῶν παραλίων ἐδῄωσαν. ἀλλὰ τῇ τούτων μοίρᾳ περιτυχοῦσαι
5νῆες Ῥωμαϊκαὶ καὶ πολλοὺς ἀνεῖλον καὶ πεντακοσίους εἷλον ζωούς, οἳ τῷ βασιλεῖ ὑπὸ δεσμοῖς ἐκομίσθησαν. ἀλλὰ καὶ ὁ πρωτοσπαθάριος Γεώργιος ὁ Μανιάκης τῶν παρευφρατιδίων πόλεων στρατηγῶν τῆς Ἐδέσης ἐκράτησεν, ἔνθα καὶ τὴν αὐτό‐ γραφον ἐπιστολὴν τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ
10εὑρηκὼς τῷ βασιλεῖ ἐξαπέστειλε. λιμοῦ δὲ τὴν Καππαδοκίαν καὶ τὸν Ἀρμενιακὸν καὶ τὴν Παφλαγονίαν πιέζοντος, καὶ αὖθις ἀκρίδος τὴν ἑῴαν κεραϊζούσης, πολλοὶ μεταναστεῦσαι τῶν πα‐ τρίδων αὐτῶν ἠναγκάσθησαν, οὓς χρυσίου διανομαῖς ἀνακτησά‐ μενος ὁ κρατῶν πέπεικεν αὖθις τὰς ἐνεγκούσας καταλαβεῖν.
15σεισμῶν δὲ γενομένων ξενῶνές τε κακῶς διετέθησαν καὶ οἱ ἀντί‐
πορθμοι τῆς Βυζαντίδος ἀνδρῶνες, οἳ διαιτητήριον ἔκπαλαι580

581

τοῖς τὰ σώματα λελωβημένοις ἐκ τῆς νόσου τῆς ἱερᾶς καὶ τοῖς λελεπρωμένοις τετάχαται. ἀλλὰ καὶ τούτους ὁ βασιλεὺς ἀν‐ εκαίνισε καὶ τοῦ τὸ ὕδωρ εἰς μεγαλόπολιν εἰσάγοντος ὁλκοῦ διαρ‐ ρηχθέντος ἐπεμελήσατο.
5 Ἤδη δέ οἱ πρὸς τέλος ἤγγικε τὸ βιώσιμον, τὸ δ’ ὅπως ἀπεβίω διηγητέον. ἄρτι τῆς βασιλείας ἐπιτυχὼν χρόνους ἑαυτῷ καὶ τῆς ζωῆς καὶ τῆς ἀρχῆς ἐπεμέτρει μακρούς, καὶ ταῦτα ἑξηκοντούτης ὢν ὅτε τῶν σκήπτρων ἐπείληπτο, καὶ διαδοχὴν τῇ βασιλείᾳ κατα‐ λιπεῖν ἐκ τῆς ὀσφύος αὐτοῦ ἐφαντάζετο, μηδ’ ὅτιπερ ἡ βασιλὶς
10ᾗ συνῴκιστο πεντηκοντοῦτις ἦν καὶ ὑπέρακμος καὶ ἄνικμος τὴν νηδὺν πρὸς σπερμάτων ὑποδοχὴν δυνάμενος συνιδεῖν. πρό‐ τερον μὲν οὖν ἐσπουδάκει περὶ τὰ ἀφροδίσια καὶ κατέτεινεν ἑαυτὸν καὶ χρίσμασί τισιν ἐκέχρητο καὶ τῇ συνοίκῳ προσήρτα λιθίδια, ὡς δή τι ἐνεργοῦντα περὶ τὴν κύησιν. ἡ δὲ καὶ ἁμ‐
15μάτων καὶ ἐπᾳσμάτων ἠνείχετο καὶ προσίετο ἐπῳδάς. ἐπεὶ δ’ ἐγνώκει μάτην πάντα γινόμενα ὁ κρατῶν καὶ ἀπεγνώκει τὸ
σπουδαζόμενον, οὐκέθ’ ὁμοίως διέκειτο περὶ τὴν εὐνέτειραν,581

582

ἀλλ’ ἧττον αὐτῇ προσῄει. ἦν γὰρ καὶ φύσει νωθὴς πρὸς μίξιν καὶ μαλθακώτερος, ἤδη δὲ καὶ ὁ χρόνος αὐτῷ τὴν κίνησιν ἤμβλυνεν. ὡς δέ τινες αὐτῷ ἐπὶ τῇ βασιλείᾳ ἐξεμετρήθησαν ἐνιαυτοί, καὶ ἀποστρόφως εἶχε πρὸς τὴν βασίλισσαν, ἡ δὲ καὶ
5καταφρονουμένη πρὸς μῖσος ἠρέθιστο καὶ πλέον δι’ ὁμιλίαν ἀνδρός. ἦν δέ τις καὶ πρὸ τῆς βασιλείας ἐκτομίας ὑπηρέτης τῷ βασιλεῖ, τούτῳ δὲ ὁμαίμονες ἦσαν, ὧν εἷς ἦν καὶ ὁ Μιχαήλ, ἀνὴρ ᾧ τὴν ὄψιν ἡ φύσις ἀπέξεσεν εἰς ἀκριβῆ ὡραιότητα. τοῦτον ὁ ἀδελφὸς μετὰ τὴν βασιλείαν παρέστησε τῷ Ῥωμανῷ προσ‐
10ληφθησόμενον ὑπ’ αὐτοῦ· ὁ δὲ τοῖς θαλαμηπολοῦσι τὸν νεανίαν κατέταξε. τούτου τῷ ἔρωτι ἁλοῦσα ἡ βασιλὶς ἐπυρπολεῖτο τὴν ψυχὴν καὶ τὸ πῦρ τὸ ἐκείνου κάλλος καθ’ ἑκάστην ὁρώμενον ὑπανέφλεγε. μισούμενος δ’ αὐτῇ πρῴην ὁ ἐκτομίας τότε καὶ προσεκαλεῖτο καὶ ὁμιλίας ἠξίωτο γνησιώτερον, εἶτα καὶ περὶ
15τοῦ Μιχαὴλ ἠρωτᾶτο τοῦ ἀδελφοῦ. πολλάκις δὲ τούτου γενο‐ μένου, δεινὸς ὢν ἐκεῖνος συνῆκε τὸν ἔρωτα καὶ τῷ ἀδελφῷ
ὑπέθετο καὶ προσιέναι τῇ βασιλίσσῃ, καὶ εἰ πειρῷτο ἐκείνη582

583

αὐτοῦ, μὴ ὑποσταλῆναι, ἀλλὰ καὶ ἅψασθαι καὶ φιλῆσαι καὶ προσφῦναι αὐτῇ. καὶ τί δεῖ τὰ πολλὰ λέγειν; μέχρι καὶ συν‐ ουσιασμοῦ τὰ τοῦ ἔρωτος κατηντήκεσαν καὶ προϊόντος τοῦ χρό‐ νου εἰς προῦπτον σχεδὸν τὸ περὶ τὸν Μιχαὴλ ἐξερράγη φίλ‐
5τρον· καὶ ἦν ὑποψιθυριζόμενον οὐ τοῖς περὶ τὰ βασίλεια μόνον, ἀλλὰ καὶ τοῖς ἐν ταῖς τριόδοις, μόνῳ δ’ ἠγνοεῖτο τῷ αὐτοκρά‐ τορι. ὅθεν καὶ συγκειμένῳ τῇ βασιλίσσῃ αὐτῷ ἐπὶ τῆς εὐνῆς ὁ Μιχαὴλ εἰσκαλούμενος ἀνατρίβειν οἱ τοὺς πόδας κεκέλευστο. τί οὖν ἄν τις οἰήσαιτο ἢ ὅτι καὶ τῶν ἐκείνης ἥπτετο τότε πο‐
10δῶν; καὶ οἷον προαγωγὸς ἀμφοῖν ὁ βασιλεὺς καὶ ὁμευνέτης ἐγίνετο. ὡς δὲ καὶ ἡ ἀδελφὴ Πουλχερία καὶ ἕτεροι περὶ τοῦ δράματος αὐτὸν ἀνεδίδαξαν καὶ φυλάττεσθαι παρηγγύησαν, οὐδὲν ἐποίησεν ἕτερον ἀλλὰ τὸν ὑποπτευόμενον αὐτῷ καλέσας εἰ ἐρῷτο πρὸς τῆς βασιλίσσης ἠρώτα. ὁ δὲ ἀπηγόρευσε καὶ
15ἀνηνάμενος πίστεις τοῦ λόγου καὶ ὅρκους ἀπῃτήθη καθ’ ἱερῶν. ἐπεὶ δ’ ἐκεῖνος ἐπιορκήσας τοὺς ὅρκους ἐτέλεσε, διαβολὴν τοὺς τῶν ἄλλων ἥγητο λόγους. λέγεται μέντοι διὰ τὴν ἐπιορκίαν
νόσημά τι δεινὸν ἐνσκῆψαι τῷ Μιχαήλ. τὸ δ’ ἦν κατά τινας583

584

περιόδους αὐτῷ παρακοπὴ τοῦ νοὸς τῶν ὀφθαλμῶν τε δια‐ στροφὴ καὶ κλόνος τοῦ σώματος καὶ κατάπτωσις ἐπὶ γῆς, εἶτ’ ἐπανῄει εἰς ἑαυτὸν καὶ ἀποκαθίστατο. τοῦτο πολλάκις καὶ τοῦ βασιλέως ἐνώπιον ἔπαθεν· ὁ δὲ τοῦ πάθους οἰκτείρας τὸν Μι‐
5χαὴλ ἔτι μᾶλλον ψευδῆ ᾤετο τὰ λεγόμενα καὶ μήτ’ ἐρᾶν μήτ’ ἐρᾶσθαι τοῦτον οὕτως ἔχοντα ἔθετο. εἰσὶ δ’ οἳ λέγουσι μὴ ἀγνοῆσαι τὸν βασιλέα τὸν ἔρωτα, *** δ’ ὅτι σφριγᾷ ἡ βασί‐ λισσα καὶ περὶ τὰ ἀφροδίσια μέμηνε, τῆς πρὸς τὸν Μιχαὴλ αὐτῆς ῥοπῆς ἠνείχετο, ὑποκρινόμενος ἄγνοιαν, ἵνα μὴ πλείοσιν
10ὁμιλοίη. Τούτων δὲ οὕτω ἐχόντων ὁ αὐτοκράτωρ ἐνόσησε, καί οἱ διῳδήκει τὸ πρόσωπον καὶ τὸ ἆσθμα ἦν συνεχὲς καὶ ἡ ὄψις αὐτῷ ἐῴκει νεκροῦ καὶ τῆς κεφαλῆς αὐτοῦ τὸ πλέον ἐψίλωτο· αἱ γὰρ τρίχες αὐτῆς ἀπερρύησαν. λέγεται γοῦν φαρμάκοις
15περιεργασθῆναι ὁ ἄνθρωπος. οὕτω δ’ ἔχων ἀπῄει πρὸς βα‐ λανεῖον τῶν ἐν τοῖς βασιλείοις λουσόμενος, καὶ ἀπῄει οὔτε χει‐ ραγωγούμενος οὔτ’ αὐτίκα τεθνήξεσθαι προσδοκώμενος. ὡς δὲ τὸ σῶμα ἐκάθηρεν, εἰσέδυ τὴν ἐκεῖ κολυμβήθραν, ἔνθα δὴ
τὸ πᾶν ᾄδεται γενέσθαι τοῦ δράματος· συμπιέσαι γάρ τινας584

585

αὐτῷ τὴν κεφαλήν φασιν ἐπὶ τὸ ὕδωρ ἐφ’ ἱκανόν, καὶ οὕτως ἐκεῖθεν ἄπνουν ἀνιμηθῆναι σχεδὸν καὶ ἀνακλιθῆναι πρὸς τὴν στρωμνήν. θροῦ δ’ ἐπὶ τούτῳ συμβάντος παρῆλθε καὶ ἡ βα‐ σιλίς, ὡς δή τι τῷ πάθει ἐπιστενάζουσα, καὶ πληροφορηθεῖσα
5τοῦ βασιλέως τὴν τελευτὴν ἀπῆλθεν εὐθύς. ὁ δὲ βραχύ τι ἐπιβιοὺς ἄναυδος, εἶτα καὶ μελάντερόν τι ἀναγαγὼν διὰ τοῦ στόματος ἀφῆκε τὸ πνεῦμα, ἔτη βασιλεύσας πέντε πρὸς τῷ ἡμίσει, λόγοις μὲν ἐντραφεὶς Ἑλληνικῆς τε παιδείας μετεσχηκὼς καὶ τῶν τῆς πολιτείας νόμων οὐκ ἀδαής, πλείω δ’ εἰδέναι ὧν
10ᾔδει ὡς ἀληθῶς οἰόμενός τε καὶ σεμνυνόμενος. Τοῦτον μὲν οὖν τοιοῦτον κατειλήφει τὸ τέρμα τῆς βιοτῆς. ἡ δὲ βασιλὶς ὅλη τοῦ τὸν Μιχαὴλ ἐγκαθιδρῦσαι τῷ θρόνῳ τῆς βασιλείας ἐγένετο, καὶ τῶν περὶ αὐτὴν τῶν πατρῴων δηλαδὴ θεραπόντων αὐτῆς ἀναβολῇ τὸ πρᾶγμα δοῦναι καὶ σκέψει συμ‐
15βουλευόντων· ἡ δὲ οὐκ ἠνείχετο, κατεπειγομένη πρὸς τὴν τελε‐ σιουργίαν καὶ παρὰ τοῦ ἐκτομίου Ἰωάννου τοῦ συγγόνου τοῦ Μιχαήλ, λάθρᾳ πρὸς αὐτὴν ὑποψιθυρίσαντος ὡς “ἀπολούμεθα
αὐτίκα, εἰ βραχεῖ τινι καιρῷ τὸ ἀποτέλεσμα βραδυνεῖ.” λα‐585

586

βοῦσα τοίνυν εὐθὺς τὸν Μιχαὴλ καὶ στολὴν αὐτῷ περιθεμένη βασίλειον καὶ διαδήματι τὴν ἐκείνου κεφαλὴν αὐτὴ ἀναδήσασα καὶ ἐπὶ θώκου βασιλικοῦ καθιδρύσασα καὶ αὐτὴ παρακαθισα‐ μένη πᾶσι τοῖς τότε παροῦσι καὶ εὐφημεῖν καὶ προσκυνεῖν προ‐
5ετρέπετο. οἱ δὲ καὶ τότε αὐτίκα νυκτὸς τὴν ἱεροτελεστίαν τὴν γαμικὴν ἐπ’ αὐτοῖς γενέσθαι ἱστόρησαν, τοῦ πατριάρχου Ἀλεξίου ἀφικομένου πρὸς τὰ βασίλεια καὶ τὸν μὲν Ῥωμανὸν τεθνεῶτα καταλαβόντος, τὸν δέ γε Μιχαὴλ ἔτι τὰ ἐπὶ τῇ βασιλείᾳ τελού‐ μενον. ἤδη δὲ καὶ τοῖς ἔξω διαδοθέντος τοῦ γεγονότος, καὶ
10πᾶσα ἡ πόλις τὸν νέον ἀνηγόρευεν αὐτοκράτορα, τὸ μὲν αὐτῷ χαριζόμενοι, τὸ δ’ ὅτι τὸν ἀπιόντα ἀπεφορτίσαντο χαίροντες. ἡ μὲν οὖν βασιλὶς ᾤετο βουλεύσασθαι ἄριστα καὶ ἑαυτῇ τὴν πᾶσαν ἐξουσίαν περιποιήσασθαι καὶ τὸν Μιχαὴλ ὑπηρέτην ἕξειν· τὸ δέ τι ἑτεροῖον συμβέβηκε. μέχρι μὲν γάρ τινος ἐσχηματί‐
15ζετο τηρεῖν πρὸς τὴν βασιλίδα διάθεσιν καὶ ταύτῃ χαρίζεσθαι καὶ τὰ ἐκείνῃ θυμήρη ποιεῖν· εἶτα οὐκ εἰς μακρὸν ἐκτεῖναι τὴν προσποίησιν ἀνασχόμενος μεθαρμόττεται καὶ ὑποπτεύει αὐτὴν καὶ δείσας περὶ ἑαυτῷ μεθίστησι μὲν τῶν βασιλείων τοὺς ἐκτο‐
μίας τοὺς αὐτῆς πατρῴους θεράποντας καὶ τὰς αὐτῆς συνήθεις586

587

θεραπαίνας αὐτῆς διαιρεῖ, ἑτέρας δ’ αὐτῇ πρὸς θεραπείαν ἀντι‐ καθίστησι. καὶ ἐπὶ τούτοις τὴν γυναικωνῖτιν αὐτῇ ἀποφρά‐ γνυσι καὶ φρουρὰν περιίστησι, καὶ οὐδενὶ προσιέναι ταύτῃ παρα‐ κεχώρητο, εἰ μὴ τὸν προσιόντα ὁ φρούραρχος κατεξήτασεν
5ὅθεν ἥκοι καὶ τίνος δεόμενος παραγένοιτο· ἐδεδίει γὰρ οἴκοθεν ἔχων τοῦ δέους τὰς ἀφορμάς. εἰς ταῦτα δ’ ἐνάγεσθαι πλέον ὁ Μιχαὴλ λέγεται παρὰ τοῦ συγγόνου αὐτοῦ Ἰωάννου τοῦ ἐκτο‐ μίου. ἦν γὰρ καὶ δεινὸς ὁ ἄνθρωπος καὶ δραστήριος καὶ τὸ ἦθος ὑποκαθήμενος καὶ πρὸς τοὺς ἐντυγχάνοντας ποικιλλό‐
10μενος, περισπερχής τε καὶ πρὸς φροντίδων ὄγκον ἀκάματος καὶ οὐδὲ γαστριζόμενος οὐδὲ περὶ τὸν ἄκρατον λιχνευόμενος (ἥττητο γὰρ οἴνου) τῆς περὶ τὰς δημοσίας διοικήσεις καθυφίει σπουδῆς. καὶ τὰ μὲν οὖν περὶ τὴν βασίλισσαν ᾠκονόμητο οὑτωσί· ὁ δὲ Μιχαὴλ τῆς τῶν κοινῶν πραγμάτων οἰκονομίας
15ἀντείχετο. εἶτα τῷ μὲν ἐκραταιοῦτο ἡ νόσος, ἣν οἱ μὲν ἐκά‐ λουν δαιμόνιον μήνιμα διὰ τὴν ἐπιορκίαν ἐνσκῆψαν αὐτῷ καὶ
συμπνῖγον τὸν ἄνθρωπον, ὡς πάλαι δὴ τὸν Σαούλ, οἱ δὲ μα‐587

588

νίαν τε καὶ παραφοράν· ὁ δ’ ἐκτομίας Ἰωάννης τὴν ὅλην ἀν‐ εδέξατο τῆς βασιλείας κυβέρνησιν, μοναχικὸν μὲν πάλαι σχῆμα ἐπενδυθείς, τοῦτο δὲ τηρῶν ἄχρι μόνου τοῦ σχήματος. Κων‐ σταντῖνος δὲ πατρίκιος ὁ Δαλασσηνός, οἴκοι διατρίβων καὶ περὶ
5τοῦ νέου βασιλέως πυθόμενος, δυσανασχετῶν ἦν ὅτι εἰς ἄνδρα τοιοῦτον ἡ βασιλεία περιέστη Ῥωμαίων. τοῦτο θορύβου τοὺς περὶ τὸν βασιλέα ἐμέστωσε, πτοηθέντας μήποτε ὁ Δαλασσηνὸς τυραννίδι ἐπίθηται. καὶ στέλλει ὁ Ἰωάννης τὸν ὅρκοις αὐτὸν βεβαιώσοντα ὡς οὐδενὸς ἀνιαροῦ πειραθήσεται καὶ πείσοντα
10τὸν ἄνδρα τῷ βασιλεῖ προσελθεῖν. καὶ ὁ μὲν προσῆλθε, καὶ ὁ βασιλεὺς αὐτὸν ἀσπασίως προσήκατο καὶ ἐδεξιώσατο δωρεαῖς καὶ μείζονι ἀξίᾳ τετίμηκε καὶ ἐν τῇ πόλει διάγειν ἐκέλευσε. Νικήτας δὲ ὁ τοῦ βασιλέως ὁμαίμων, δοὺξ τῆς ἐπὶ τῇ Δάφνῃ Ἀντιοχείας προχειρισθείς, εἴρχθη παρὰ τῶν Ἀντιοχέων
15τῆς εἰς τὴν πόλιν εἰσόδου. πράκτορα γάρ τινα τῶν δημοσίων τελῶν, ὡς αὐτοῖς φορτικῶς προσενηνεγμένον, ἀνελόντες οἱ τῆς Ἀντιοχείας πολῖται καὶ δεδοικότες μὴ δίκας τῷ δουκὶ τοῦ τολμή‐
ματος τίσωσιν, ἐπεζύγωσαν αὐτῷ τὰς πύλας τῆς πόλεως. ὁ δὲ588

589

ὅρκοις αὐτοῖς παρασχόμενος πίστεις ὡς οὐδὲν διὰ τὸν φόνον ὑποσταῖεν κακόν, παραχωρεῖται τὴν εἴσοδον· εἶτα τοὺς ὅρκους οὐδὲν λογισάμενος πολλοὺς μὲν ἀποκτίννυσιν, ἐνίους δὲ τῶν παρ’ αὐτοῖς ἐπισήμων δεσμίους ἔστειλε πρὸς τὴν μεγαλόπολιν,
5γράψας τῷ ἀδελφῷ Ἰωάννῃ διὰ τὴν πρὸς τὸν Δαλασσηνὸν εὔνοιαν ἀπεῖρξαι αὐτῷ τὴν εἴσοδον τοὺς Ἀντιοχεῖς. ἐντεῦθεν ὁ Δαλασσηνὸς εἰς τὴν νῆσον τὴν Πλάτην περιορίζεται, καὶ ὁ ἐπὶ θυγατρὶ κηδεστὴς αὐτοῦ Κωνσταντῖνος ὁ Δοῦκας, τὴν ἀδι‐ κίαν ἐπιβοώμενος καὶ τὴν ἐπιορκίαν οὐ σιωπῶν, πύργῳ τινὶ
10κατακλείεται. εἶτα μετάγεται ὁ Δαλασσηνὸς ἐκ τῆς Πλάτης καὶ πύργῳ καθείργνυται. ἑάλω δὲ τότε τοῖς μὲν ἐκ τῆς Ἄγαρ τὰ Μύρα καὶ τοῖς Πατζινάκαις λεία γέγονε τὰ Μυσῶν. τοῦ δὲ δουκὸς Ἀντιοχείας Νικήτα καταστρέψαντος τὴν ζωήν, ὁ Κων‐ σταντῖνος, ἀδελφὸς ὢν καὶ οὗτος τοῦ βασιλέως, ἐπὶ τῇ Ἀντιο‐
15χείᾳ τὸν τελευτήσαντα διεδέξατο, καὶ ὁ ἕτερος αὐτοῦ ἀδελφὸς πρωτοβεστιάριος προκεχείριστο. ἐξ Ἀφρικῆς μέντοι καὶ Σι‐ κελίας στόλος ἀποπλέων Ἀγαρηνῶν ἐκάκου τάς τε νήσους καὶ τὰ παράλια· ἀλλὰ τούτοις στόλος ἐπιπλέων Ῥωμαϊκὸς πολλὰ μὲν τῶν σκαφῶν κατέδυσεν αὔτανδρα, πολλοὺς δ’ ἐζώγρησε,
20καὶ τοὺς μὲν πρὸς τὸν βασιλέα ἐκπέπομφεν, οἱ δὲ ἀνεσκολο‐589

590

πίσθησαν κατὰ τὴν παράλιον. Παγκράτιος δὲ ὁ ἄρχων Ἀβασ‐ γίας, ᾧ τὴν οἰκείαν ἀνεψιὰν ὁ βασιλεὺς ἡρμόσατο Ῥωμανός, τάς τε πρὸς Ῥωμαίους σπονδὰς ἔλυσε καὶ ὧν παρεχώρησε πρὶν Ῥωμαίοις φρουρίων καὶ πόλεων ἐπελάβετο πάλιν, ὡς τάχα
5δίκας Ῥωμαίους πραττόμενος ὑπὲρ τοῦ βασιλέως καὶ θείου τῆς αὐτοῦ ὁμευνέτιδος. πολλάκις δ’ οἱ Πατζινάκαι τὸν Ἴστρον διαβαίνοντες τὰ Ῥωμαίων κακῶς διετίθεντο, τοὺς ἁλισκομένους ἡβηδὸν ἀναιροῦντες. καὶ Ἄραβες τὴν Ἔδεσαν ἐπολιόρκησαν, καὶ ἥλω ἂν ἡ πόλις, εἰ μὴ ὁ δοὺξ Ἀντιοχείας ὁ Κωνσταντῖνος
10ὁ τοῦ αὐτοκράτορος ἀδελφὸς αὐτῇ ἐπεκούρησεν, ὃν ὁ βασιλεὺς τῆς σπουδῆς ἀμειβόμενος τῶν ἑῴων ταγμάτων δομέστικον προεβάλετο. Τοῦ δὲ τῆς Αἰγύπτου κρατοῦντος Ἄμερ θανόντος ἡ ἐκείνου γυνή, χριστιανὴ οὖσα, σπείσασθαι σὺν τῷ υἱῷ μετὰ Ῥωμαίων
15ἐζήτησε· καὶ ὁ βασιλεὺς ἐκύρωσε μετ’ αὐτῆς τριακοντούτεις σπονδάς. ἀδελφοὶ δὲ δύο Σαρακηνοὶ τῆς Σικελίας κρατοῦντες
πρὸς ἀλλήλους ἔσχον διαφοράς, ὧν θάτερος τῷ βασιλεῖ Ῥω‐590

591

μαίων προσπέφευγε, συμμαχίαν αἰτῶν. στέλλεται τοίνυν ὁ πατρί‐ κιος Γεώργιος ὁ Μανιάκης ἐπικουρήσων αὐτῷ, Λογγιβαρδίας προ‐ χειρισθεὶς στρατηγός. μήπω δὲ τὴν Σικελίαν καταλαβόντος τοῦ Μανιάκη, οἱ ταύτης ἄρχοντες σύγγονοι πρὸς ἀλλήλους ἐσπεί‐
5σαντο καὶ καταλαβόντα τὸν Μανιάκην ἀπελάσαι τῆς νήσου διε‐ μελέτων καὶ συμμαχίαν ἐξ Ἀφρικῆς μετεπέμψαντο. συρρα‐ γέντος δὲ πολέμου τὸ Ῥωμαϊκὸν ἐκράτησε στράτευμα, καὶ φόνου πολλοῦ τῶν Καρχηδονίων γεγονότος πόλεις μὲν πρότερον ἐξε‐ πόρθησαν δέκα ἐπὶ τρισίν· εἶτα κατὰ μικρὸν προβαίνων ὁ Μα‐
10νιάκης καὶ πᾶσαν τὴν Σικελίαν τῇ Ῥωμαίων ἡγεμονίᾳ προσ‐ ήγαγε. Μικροῦ δ’ ἂν ἑάλω ἡ Ἔδεσα, δόλῳ ταύτην τῶν Ἀράβων μελετησάντων χειρώσασθαι. δώδεκα γὰρ αὐτῶν ἄρχοντες ἐπ‐ αγόμενοι καμήλους πεντακοσίας, ὧν ἑκάστη κιβώτια δύο ἐπή‐
15χθιστο, ἧκον εἰς Ἔδεσαν· ἕκαστον δὲ τῶν κιβωτίων ὁπλίτην εἶχεν ἐντός· ἔλεγον δὲ ἀπιέναι πρὸς βασιλέα δῶρα κομίζοντες, καὶ ἐβούλοντο, εἰ παραχωρηθεῖεν ἔνδον εἰσαγαγεῖν τὰ κιβώτια,
νυκτὸς τοὺς ἐν αὐτοῖς ὁπλίτας ἐξαγαγεῖν καὶ τὴν πόλιν ἑλεῖν.591

592

εἰσελθόντας οὖν πρὸς τὸν τῆς πόλεως στρατηγὸν τοὺς ἄρχοντας φιλοτίμως ἐκεῖνος ἐδέξατο. οἱ δ’ ἐκείνοις ὑπηρετοῦντες μετὰ τῶν καμήλων ἔτι τῆς πόλεως ἦσαν ἔξω. προσαίτης δέ τις Ἀρμένιος, εἰδὼς καὶ τὴν Ἀράβων διάλεκτον, προσῆλθε τοῖς
5ἐκτὸς αὐλιζομένοις Ἄραψι μεταιτήσων. ἤκουσεν οὖν ἐκ κιβω‐ τίων τινὸς ὅποι εἰσὶν ἐρωτῶντος, καὶ εἰς τὴν πόλιν ἐλθὼν ἀπήγγειλε τὸ δρᾶμα τῷ στρατηγῷ. ὁ δὲ τοὺς μὲν ἄρχοντας τῶν Ἀράβων εὐωχουμένους ἐν τῇ πόλει κατέλιπεν, αὐτὸς δὲ μετὰ τῶν περὶ αὐτὸν ἐξελθὼν καὶ τὰ κιβώτια διαρρήξας τοὺς
10ἐν αὐτοῖς ὁπλίτας ἀπέκτεινεν ἅπαντας· καὶ εἰς τὴν πόλιν αὖθις ὑπονοστήσας τοὺς μὲν λοιποὺς τῶν ἀρχόντων αὐτῶν μαχαίρας ἔθετο ἔργον, ἑνὸς δὲ τὰς χεῖρας ἀποτεμὼν τὰ ὦτά τε καὶ τὴν ῥῖνα ἀφῆκεν, ἵνα τοῖς οἴκοι τὴν συμφορὰν καταγγείλειεν. Ὁ δὲ Καρχηδόνιος τὸν ὄλεθρον τῶν ὑπ’ αὐτοῦ πεμ‐
15φθέντων εἰς Σικελίαν μαθών, καὶ αὐτὸς εἰς τὴν νῆσον ἐστρά‐
τευσε μετὰ δυνάμεως πλείονος. καὶ ὁ Μανιάκης ἀντιστρατο‐592

593

πεδεύεται τοῖς Ἀγαρηνοῖς καὶ τῷ τοῦ στόλου κατάρχοντι τῷ πατρικίῳ Στεφάνῳ τῷ τοῦ βασιλέως γαμβρῷ (συνέσταλτο γὰρ καὶ οὗτος αὐτῷ μετὰ τοῦ στόλου) ἀσφαλῶς τηρεῖν ἐνετείλατο τὴν παράλιον, ἵνα μὴ ἡττηθεὶς ὁ Καρχηδόνιος ἀποδρᾶναι δυνή‐
5σεται. μάχης τοίνυν συστάσης, πλῆθος μὲν τῶν Ἄφρων ἀν‐ ῄρητο σχεδόν τι κρεῖττον καὶ ἀριθμοῦ, ὁ δ’ αὐτῶν ἀρχηγός, διαδρὰς ἐκ τῆς μάχης καὶ κελητίῳ ἐμβεβηκὼς λαθών τε τοὺς ἐν τῷ στόλῳ, οἴκαδε διασέσωστο. τοῦτο τῷ Μανιάκῃ συμφορᾶς ἥγητο μέρει, καὶ τῷ τοῦ στόλου ἄρχοντι ἐλοιδορεῖτο. τοῦ δὲ
10τῇ συγγενείᾳ τῇ βασιλικῇ πεποιθότος καὶ δυσχεράναντος πρὸς τὰς ὕβρεις, θυμῷ ληφθεὶς ὁ Μανιάκης καὶ πληγὰς ἐντείνει αὐτῷ. ὁ δὲ αὐτίκα γράφει τῷ ἀδελφῷ Ἰωάννῃ τῷ ἐκτομίᾳ, ὀρφανοτρόφῳ ὀνομασθέντι, ἀποστασίᾳ ἐπιχειρεῖν τὸν Μανιάκην. ἐντεῦθεν ὁ μὲν Μανιάκης δέσμιος ἐκεῖθεν ἀχθεὶς φυλακῇ παρ‐
15εδόθη, ἡ πᾶσα δὲ ἀρχὴ ὑπὸ τὸν Στέφανον γέγονε. καὶ ἡ593

594

νῆσος οὐκ εἰς μακρὰν περιελήλυθε τοῖς Ἀγαρηνοῖς ἀπειρίᾳ καὶ ῥᾳθυμίᾳ τοῦ ἄρχοντος καὶ πρὸ τούτων αἰσχροκερδείᾳ, μόνης τῆς Μεσήνης (πόλις δὲ αὕτη τῶν Σικελικῶν) περιλειφθείσης Ῥωμαίοις, καὶ ταύτης τοῦ ἐν αὐτῇ ἄρχοντος στρατηγίᾳ· οὗτος
5δ’ ἦν ὁ Κεκαυμένος Κατακαλών· οὐ γὰρ τὴν πόλιν μόνον περιεφύλαξεν, ἀλλὰ καὶ χιλιάδας ἀνεῖλε τῶν ἐναντίων. Ὁ δὲ τοῦ βασιλέως ἀδελφὸς ὁ ἐκτομίας Ἰωάννης δριμύ‐ τατον τρέφων ἔρωτα τοῦ προστῆναι τῆς ἐκκλησίας ἐνίους τῶν ἀρχιερέων προσηταιρίσατο· καὶ οἳ αὐτῷ ἐπηγγέλλοντο καθαι‐
10ρῆσαι τὸν πατριάρχην Ἀλέξιον, ὡς οὐ ψήφῳ κοινῇ προχειρι‐ σθέντα, ἀλλ’ ἐξουσίᾳ βασιλικῇ. ὁ δέ “εἰ οὐ κανονικῶς, ὡς φατέ, γέγονα πατριάρχης” ἀντέθετο, “καὶ ὅσοι παρ’ ἐμοῦ ἐχει‐ ροτονήθησαν, καθαιρεθήτωσαν σὺν ἐμοί.” τοῦτο τοὺς λοιποὺς τῶν ἀρχιερέων στασιάσαι κατὰ τῶν τοῦ πατριάρχου κατηγο‐
15ρούντων ἠρέθισε, καὶ ἔμεινεν ἀτέλεστος ἡ τοῦ ὀρφανοτρόφου ἔφεσις. πολλαῖς δὲ καὶ ἀσυνήθεσιν εἰσπράξεσιν οὗτος ἐξέτρυχε
τὸ ὑπήκοον, ποριμώτατος ἐν τοιούτοις γενόμενος. τῆς γοῦν594

595

ἀδελφῆς αὐτοῦ Μαρίας, ἣ μήτηρ ἦν τοῦ ὕστερον βασιλεύσαντος Μιχαὴλ τοῦ Καλαφάτου, δι’ εὐχὴν εἰς Ἔφεσον ἀπελθούσης κἀκεῖθεν ἐπανελθούσης καὶ διηγουμένης ὅσα πάσχοιεν οἱ πέ‐ νητες τὰς καινὰς δασμοφορίας πραττόμενοι, καὶ ἀξιούσης ἀν‐
5εθῆναι τοῖς ὑπηκόοις τὸ τοῦ ἄχθους πολύ, ὁ ὀρφανοτρόφος ἐπικαγχάσας “ὡς γυνὴ φρονεῖς” ἀνταπεκρίθη αὐτῇ “μὴ εἰδυῖα ὅσων ἡ πολιτεία δεῖται ἀναλωμάτων.” οὗτος ἐπιβουλευθῆναι λέγεται παρὰ τῆς βασιλίσσης Ζωῆς. φαρμακεῦσαι γὰρ αὐτὸν καθαρσίῳ τοῦ ἰατροῦ μέλλοντος, ἀναπεῖσαι τὸν φαρμακεύοντα
10δώροις καὶ ὑποσχέσεσι διά τινων τὴν βασίλισσαν ἀντὶ σωτηρίου προσενεγκεῖν αὐτῷ δηλητήριον· γνωσθέντος δὲ τοῦ ἐπιχειρή‐ ματος διαδρᾶναι τὸν κίνδυνον. ἀλλ’ οὕτω μὲν παρὰ τοῦ ὀρφα‐ νοτρόφου Ἰωάννου τὰ κοινὰ ᾠκονόμητο· οὐ μεῖον δ’ ἐκείνου οἱ ἀδελφοὶ αὐτοῦ, ἀλλὰ μέντοι καὶ μᾶλλον ἐκάκουν ξύμπαντας,
15ἀδικώτατοι ὄντες καὶ φιλοχρηματώτατοι· οἷς διὰ ταῦτα καὶ ὁ βασιλεὺς ἀπηχθάνετο, ἀναστεῖλαι δὲ τὴν κακίαν αὐτοῖς οὐ συν‐ εχωρεῖτο παρὰ τοῦ μείζονος ἀδελφοῦ τοῦ ἐκτομίου Ἰωάννου, ποτὲ μὲν παραιτουμένου αὐτούς, ποτὲ δὲ τὰς αὐτῶν πράξεις περικαλύπτοντος καὶ οὐκ ἐῶντος εἰς γνῶσιν ἥκειν τῷ αὐτο‐
20κράτορι.595

596

Ἤδη δὲ τῆς νόσου νεανιευομένης τῷ βασιλεῖ καὶ θαμὰ τῆς τοῦ λογιζομένου παραφορᾶς αὐτῷ ἐπιούσης, οὔτε προόδοις ἐκέχρητο συνεχῶς οὔτε βασιλείοις πομπαῖς οὔτ’ ἐν βήμασιν ἐχρημάτιζε τῷ βασιλείῳ θρόνῳ ἄνετος ἐφεζόμενος, ἀλλὰ παρα‐
5πετάσματα περὶ αὐτὸν ἀπῃώρηντο, καί τινες ἐπιτηρεῖν τετα‐ γμένοι αὐτὸν περιίσταντο, οἳ ὁπηνίκα τι σημεῖον εἶδον τῆς τοῦ νοῦ παρατροπῆς (πολλὰ δὲ ταύτην αὐτῷ προεμήνυον), εἷλκον ἐπ’ ἐκεῖνον εὐθὺς τὰ παραπετάσματα καὶ τούτοις τὸν πάσχοντα συγκαλύπτοντες ἐξιέναι τοῖς παρεστῶσιν ἐνεκελεύοντο. τῷ δὲ
10ἀθρόον τε τὸ πάθος ἐπῄει καὶ ἀθρόον ἀφίστατο. οὕτως οὖν ἔχων ὁ Μιχαὴλ κατὰ βραχὺ καὶ τοῦ ὁρᾶν τὴν βασίλισσαν καὶ τοῦ προσιέναι ἀπείχετο, ἢ αἰδούμενος ὅτι οἷα ἀνθ’ οἵων αὐτῇ ἀνταπέδωκεν, ἢ ὅτι θαμὰ καὶ ἑτοιμότατα τοῦ πάθους αὐτῷ ἐπι‐ γινομένου ᾐσχύνετο πάσχων οὕτω παρ’ ἐκείνης ὁρᾶσθαι, ἢ
15διὰ τὸ τὴν ἕξιν τοῦ σώματος διεφθάρθαι οἱ καὶ πρὸς μίξιν μὴ πεφυκέναι. ἔνιοι δέ φασιν ὡς ἀνδράσι πνευματικοῖς ἐξ‐
ομολογησάμενος τὸ τῆς μοιχείας καὶ τοῦ φόνου τοῦ βασιλέως596

597

ἁμάρτημα παρ’ ἐκείνων ἄλλας τε ἐδέξατο ἐντολὰς καὶ τοῦ ἀφροδισίων ἀπέχεσθαι· ἔνθεν τοι καὶ διαδόσεις ἐποιεῖτο χρη‐ μάτων πολλῶν καὶ σεμνεῖα ᾠκοδόμει καὶ εἰς Θεσσαλονίκην ἀπῆλθε, τοῦ καλλινίκου μάρτυρος Δημητρίου δεόμενος ἵνα τι
5τοῦ πάθους εὕρῃ ἀλέξημα· τῷ δὲ καὶ νόσος ὑδερικὴ προσ‐ εγένετο. ὡς οὖν οὕτως ἔχοντα τὸν ἀδελφὸν ἑώρα ὁ Ἰωάννης, δείσας περὶ τῇ βασιλείᾳ μὴ ἀθρόον θανόντος τοῦ αὐτοκράτορος ἐπὶ τῇ Ζωῇ γένηται ὡς κληρονόμῳ αὐτῆς, κἀντεῦθεν αὐτός τε καὶ τὸ γένος ὅλον εἰς ἐξολόθρευσιν γένηται, μέτεισι τὸν
10αὐτοκράτορα πιθανότησι καὶ πείθει τὸν ἀδελφιδοῦν αὐτοῦ τὸν Μιχαὴλ προχειρίσασθαι Καίσαρα, ἵν’ ἔφεδρος εἴη τῇ τῆς βα‐ σιλείας ἀρχῇ. ἐπεὶ δὲ τῆς βασιλείας, ὡς εἴρηται, κληρονόμον τὴν Ζωὴν ᾔδει, μέτεισι κἀκείνην, καὶ μητέρα τὴν εὐγενῆ τοῦ δυσγενοῦς ἀναπλάττουσιν. ἄμφω γὰρ τὼ ἀδελφὼ διαλεχθέντε
15αὐτῇ περὶ τούτου εἰσποιητὸν ταύτης τὸν Μιχαὴλ υἱὸν ὀνομά‐ ζουσιν. ἡ δὲ μήτ’ ἀντειπεῖν θαρροῦσα τοῖς ἐκείνων θελήμασι καὶ ἄλλως εὔκολος οὖσα καὶ τὴν γνώμην εὐάγωγος κατένευσε. καὶ συνήθροιστο μὲν εἰς τὸν ἐν Βλαχέρναις θεῖον ναὸν ἡ γε‐
ρουσία ἐκ προκηρύγματος καὶ οἱ πληροῦντες τὴν τάξιν δὴ τὴν597

598

βασίλειον, ἐν δὲ μέσοις τούτοις ἡ βασιλὶς προαχθεῖσα κἀν ταῖς κιγκλίσι γενομένη τοῦ θυσιαστηρίου ἐκεῖθεν εἰσποιεῖται τὸν Μι‐ χαὴλ καὶ ὡς υἱὸν ἀγκαλίζεται. ὁ δ’ αὐτοκράτωρ αὐτίκα τοῦτον προχειρίζεται Καίσαρα καὶ τὸ ἄθροισμα ἐπευφήμησεν. ἔδοξε
5μὲν οὖν ὁ Ἰωάννης ἤδη τὸ πᾶν κατεργάσασθαι καὶ τὸ κράτος τῷ οἰκείῳ γένει περιποιήσασθαι· τὸ δ’ ἦν ἀνατροπὴ τοῦ παντὸς αὐτῷ τε καὶ τοῖς προσήκουσιν ἅπασιν· ὅπως δέ, ὁ λόγος δη‐ λώσει κατὰ καιρόν. Τῶν δὲ Βουλγάρων, ὡς ἤδη ἱστόρηται, ὑπὸ Βασιλείου
10τοῦ βασιλέως καταπολεμηθέντων καὶ τῆς αὐτῶν βασιλείας καθ‐ αιρεθείσης, μέχρι μέν τινος ἔφερον οἱ βάρβαροι τὸν τῆς δου‐ λείας ζυγόν. εἶτα τοῦτον ἀποσείσασθαι διανενόηντο καὶ ἐσφά‐ δαζον, ἀλλὰ σφίσι τὸ ἄναρχον ἐκώλυε τὸ ἐννόημα. ἀνὴρ δέ τις ἄσημος μὲν τὸ γένος, Δολιάνος καλούμενος, δόλου δὲ μεστὸς
15καὶ δεινότητος, υἱὸν ἑαυτὸν ἐπιφημίσας τοῦ Ἀαρών, ὃς τοῦ Σαμουὴλ τοῦ ἄρξαντος τοῦ ἔθνους ἦν ἀδελφός, ἐκ Βυζαντίου,
ὡς λέγεται, ἀποδρὰς καὶ πείσας τὸ ἔθνος παῖς εἶναι τοῦ Ἀαρών,598

599

ἐξ ἡμιγάμου ἐκείνῳ γενόμενος, ἀλλ’ οὐκ ἐξ ἐννόμου εὐνῆς, εἰς βασιλέα τοῖς βαρβάροις ᾑρέθη. ἐντεῦθεν εἰς φανερὰν ἀποστα‐ σίαν ἐξερράγη τὸ ἔθνος καὶ εἰς λῃστείας κεκίνητο καὶ τὰ Ῥω‐ μαίων κατέτρεχε. στέλλεται τοίνυν στρατηγός τις μετὰ δυνά‐
5μεως, ἵν’ ἀνακόπτῃ τὰς ἐπιδρομὰς τοῖς λῃστεύουσιν. ὁ δὲ κακῶς τοῖς ὑπ’ αὐτὸν προσφερόμενος ἐξηρέθισε τούτους καθ’ ἑαυτοῦ καὶ ἀπώλετο ἄν, εἰ μὴ ἀπέδρα νυκτός. ἡ γοῦν ὑπ’ αὐτὸν στρατιὰ δείσασα πρὸς ἀποστασίαν ἐχώρησε καί τινα ἐξ ἑαυτῶν Τειχομηρὸν κεκλημένον, ἐκ δὲ γένους φύντα Βουλ‐
10γαρικοῦ, ἀρχηγὸν ἑαυτοῖς προχειρίζονται καὶ βασιλέα Βουλγα‐ ρίας αὐτὸν ὀνομάζουσι. καὶ τὰ τῶν Βουλγάρων διῄρητο, τῶν μὲν τῷ Δολιάνῳ, τῶν δὲ τῷ Τειχομηρῷ προσρυϊσκομένων. ἀλλὰ δόλῳ μετῆλθεν ὁ Δολιάνος τὸν ἀντικαθιστάμενον· μετα‐ καλεῖται γὰρ αὐτὸν ἐπὶ κοινωνίᾳ τῆς ἀρχῆς καὶ τῆς πρὸς Ῥω‐
15μαίους μάχης· καὶ ὃς πείθεται. ἐπεὶ οὖν ἡνώθησαν ἄμφω οἱ ἀρχηγοὶ καὶ τὸ πλῆθος τῶν Βουλγάρων συνήθροιστο, ὁ Δο‐ λιάνος πρὸς τοὺς συνειλεγμένους ἔφη μὴ ἄν ποτε σωθήσεσθαι τὸ τῶν Βουλγάρων ἔθνος ὑπ’ ἀρχηγῶν δυοῖν κυβερνώμενον, καί “εἰ τὴν σωτηρίαν ὑμῶν βούλεσθε, τὸν ἕνα ἐξ ἡμῶν ποι‐
20ήσατε ἐκποδών· εἰ μὲν οὖν ἐμὲ τοῦ γένους εἶναι τοῦ Σαμουὴλ599

600

οἴδατε, ἀποσκευάσασθε τὸν Τειχομηρόν· εἰ δ’ οὐ τοῦτο, αὐτῷ μὲν ἑαυτοὺς ὑποτάξατε, ἐμὲ δ’ ἐκ μέσου ποιήσατε.” ἐπὶ τού‐ τοις θροῦς ἤρθη, καί οἱ τὴν βασιλείαν ξύμπαντες ἐπευφήμησαν, καὶ ὁ Τειχομηρὸς κατελεύσθη. ὁ δὲ Δολιάνος αὐτοκράτωρ γενό‐
5μενος εἷλέ τε τὸ Δυρράχιον καὶ κατὰ τῆς Ἑλλάδος ἐχώρησε καὶ τὰ Νικοπολιτῶν προσεποιήσατο, τῶν ἐν αὐτοῖς ἑκόντων προσχωρησάντων αὐτῷ, ἐπεὶ μὴ ἔφερον τὴν τοῦ ὀρφανοτρόφου ἀπληστίαν καὶ τὸ ἀκόρεστον. καὶ ὁ μὲν οὕτως λείαν Μυσῶν τὸ τοῦ λόγου τὰ Ῥωμαίων ἐτίθετο. ὁ δὲ βασιλεὺς τῆς ἀγγελίας κο‐
10μισθείσης αὐτῷ αὐτίκα ὥρμα καταλαβεῖν τὸν ἀποστατήσαντα, δεινὸν ἡγεῖσθαι λέγων, εἰ μηδὲν αὐτὸς τῇ βασιλείᾳ προσενεγκὼν μοῖραν ταύτης ἀφαιρεθεῖσάν τινα παραβλέψεται. ὅτι δέ οἱ ἀπ‐ έγνωστο τὸ βιώσιμον (ἤδη γὰρ ὁ ὕδερος αὐτοῦ κατεκράτησε καὶ αὐτοῦ τὸ σῶμα ἐξώγκωτο), τό τε συγγενὲς ἀπεῖργε τὴν
15ἐκστρατείαν αὐτῷ παρακλήσεσι καὶ οἱ προὔχοντες τῆς βουλῆς οὐκ ἐπῄνουν τὸ βούλευμα. ἀλλ’ ἐκεῖνος ζήλῳ ῥωννύμενος
καὶ ἀντεπάγων τῇ ἀσθενείᾳ τὸ πρόθυμον ἐπὶ τοὺς Σκύθας600

601

χωρεῖ, καὶ ἦν τὸ πρᾶγμα θαύματος ἄξιον. νυκτὸς γὰρ τῇ νόσῳ καταπονούμενος καὶ οὐκ ἂν ἐς αὔριον ἀναστήσεσθαι προσ‐ δοκώμενος, ὁ δὲ ἡμέρας ἄρτι φαυούσης ἔφιππός τε ὡρᾶτο καὶ προῄει τῆς στρατιᾶς. ὡς δ’ ἐν τοῖς τῶν Σκυθῶν τούτων ὁρίοις
5ἐγένετο, ἡτοιμάζετο πρὸς ἀντιπαράταξιν. οὔπω δ’ ἀλλήλοις τὰ τάγματα συνερρώγεσαν καί τι συμβὰν ἀπόνως τάχα τῷ βασιλεῖ τὴν νίκην προσένειμεν. ὁ γάρ τοι τοῦ Ἀαρὼν ἐκείνου υἱός, ὁ πατρίκιος Ἀλουσιάνος, παρὰ Ῥωμαίοις ὢν ἔτι, προσκεκρουκὼς τῷ κρατοῦντι, ἐπ’ οἴκου μένειν καταδεδίκαστο καὶ μήτε προσ‐
10ιέναι πρὸς τὰ ἀνάκτορα μήθ’ ὅλως εἰσιέναι πρὸς τὸ Βυζάντιον, εἰ μὴ ἐπιτραπείη τὴν εἴσοδον. ἠθύμει γοῦν διὰ ταῦτα· ἐπεὶ δ’ ἐγνώκει τὴν τοῦ ἔθνους ἀποστασίαν καὶ τὴν τοῦ Δολιάνου αἵρεσιν εἰς τὸ ἄρχειν αὐτοῦ, ἀποδιδράσκει μὲν τῆς οἰκίας αὐτοῦ καὶ μεταμφιέννυται, Ἀρμενίου τε στολὴν περιθέμενος ἑαυτῷ
15καὶ θεράπων εἶναι τοῦ Θεοδωροκάνου πλαττόμενος καὶ ἀπιέναι πρὸς τὸ στρατόπεδον ἔλαθε πάντας καὶ πρὸς Βουλγαρίαν κατ‐
ήντησεν. ἀλλ’ οὐκ αὐτίκα δῆλον ἔθετο ἑαυτόν, προσομιλῶν601

602

δέ τισι τοῦ Ἀαρὼν ἀνεμίμνησκε καί “ἆρα” ἔλεγεν “εἴ τις τῶν ἐκείνου παίδων παρῆν, ἔδοξεν ἂν ὑμῖν εἰς τὴν ἔθνους ἀρχὴν προτιμότερος τοῦ νόθου ὁ γνήσιος;” ὡς δὲ πάντες πεποίηντο δι’ εὐχῆς τὸ ὑπὸ γνησίου παιδὸς ἄρχεσθαι τοῦ Ἀαρὼν καὶ τὴν
5βασιλείαν αὖθις εἰς ἀναμφίβολον περιστῆναι ἄνδρα καὶ τῷ πάλαι βασιλείῳ γένει προσήκοντα καθαρῶς, πιστεύει τινὶ τὸ ἀπόρρητον τῶν μᾶλλον εἰδότων τὸ γένος τοῦ Ἀαρών. ὁ δὲ περιεργότερον αὐτῷ ἀνιχνεύσας τὸ εἶδος τοῖς ὀφθαλμοῖς, εἶτα καί τι σημεῖον εἰδὼς προσὸν αὐτῷ ἀναμφίβολον, καὶ τοῦτο ἰδεῖν ἀπαιτεῖ. τὸ
10δ’ ἦν περὶ τὸν δεξιὸν ἀγκῶνα χρῶμά τι μέλαν καὶ θρὶξ δα‐ σεῖα περὶ αὐτό. ἰδὼν οὖν καὶ τοῦτο καὶ οὐκέτι ἔχων ἐνδοι‐ αστῶς καταβάλλει μὲν ἑαυτὸν ἐνώπιον τοῦ ἀνδρὸς καὶ τοὺς πόδας αὐτοῦ περιπτύσσεται. διδάσκει δὲ καὶ τοὺς ἄλλους τὸν ἐκ τοῦ βασιλείου γένους αὐτοῖς ἀφικόμενον. καὶ πολλοὶ τοῦ
15ἀμφιβόλου ἀπορραγέντες τῷ γνησίῳ προσέθεντο, καὶ μεμέριστο ἡ ἀρχή· ὡς δ’ οὐ πάντως τῆς βασιλείας αὐτῆς στησομένης, εἰ
πρὸς ἀλλήλους οἱ ἀρχηγοὶ διαφέροιντο, κοινοπραγοῦσι καὶ602

603

σπένδονται, ἀλλήλους δὲ καὶ ὑπώπτευον καὶ ἐνήδρευον. ἀλλ’ ὀξύτερος εὑρέθη ὁ Ἀλουσιάνος πρὸς τὴν ἐπιβουλὴν καὶ τὴν τοῦ Δολιάνου προέφθασε δολιότητα. καὶ πότον ἑτοιμασάμενος καὶ συμπότην παραλαβὼν τὸν συνάρχοντα ἐπιτίθεταί οἱ συμ‐
5ποσιάζοντι καὶ ἐξορύττει τῷ ἀθλίῳ τὰ ὄμματα, καὶ εἰς μίαν ἐντεῦθεν ἀρχὴν τὸ Σκυθικὸν περιίσταται. εἶτα δι’ ἀπορ‐ ρήτων μηνύει τῷ βασιλεῖ βουλεύσασθαι προσχωρῆσαι αὐτῷ, εἰ εὐμενοῦς αὐτοῦ τεύξεται καὶ ἀναλόγων οὐκ ἀμοιρήσει τῶν ἀμοιβῶν. ὁ δὲ τὴν ἔντευξίν τε προσήκατο καὶ ἀξίως ἀμεί‐
10ψασθαι αὐτὸν ἐπηγγείλατο. καὶ ὃς αὐτίκα προσεληλύθει καὶ τετίμητο μάγιστρος. ὁ δὲ βασιλεὺς ἔπεισι τῷ ἔθνει εὐθύς, τὸ δὲ ἄναρχον ὂν καὶ διεσπαρμένον οὐ δυσέργως καταπολε‐ μηθὲν αὖθις τῇ τῶν Ῥωμαίων ἡγεμονίᾳ ὑπέκυψε, καὶ ὁ βα‐ σιλεὺς πρὸς τὸ Βυζάντιον ἐπανέζευξε καὶ κατήγαγε θρίαμβον,
15αἰχμαλώτους τε πολλοὺς διαγαγὼν ἐν αὐτῷ καὶ τὸν Δολιάνον αὐτὸν πεπηρωμένον τὰ ὄμματα. Εἶχε δ’ ὁ αὐτοκράτωρ κακῶς καὶ ἤδη τῇ λύσει προσ‐
ήγγισε τῆς συνθέσεως. καταφρονεῖ γοῦν τῆς ἀρχῆς καὶ ἐκ τῶν603

604

βασιλείων μεταχωρεῖ καὶ ἄπεισιν εἰς ὅπερ αὐτὸς πρὸ τῶν τει‐ χῶν τῆς πόλεως ἱδρύσατο ἀσκητήριον, ὃ ἐπὶ τῇ κλήσει τῶν θαυματουργῶν Ἀναργύρων ὠνόμασεν. ἔνθα δὴ γεγονὼς ἐκ‐ διδύσκεται μὲν τὴν ἁλουργίδα καὶ τἆλλα πάντα τῆς βασιλείας
5γνωρίσματα, κείρεται δὲ τὴν τρίχα καὶ τελεῖται τὴν ἱερὰν τελετήν, ἐνδύεται δὲ τὸ ῥάκος τῆς ἐν Χριστῷ ταπεινώσεως καὶ περιζώννυται τὸ θεῖον δέρας τὸ τῆς ἑκουσίου νεκρώσεως σύμβολον ὁ ἤδη καὶ ἄκων νεκρούμενος. ὡς οὖν ἠγγέλθη τῇ βασιλίσσῃ τὸ γεγονός, πεζῇ τῶν βασιλείων ὑπέξεισι καὶ πρὸς
10ἐκεῖνον ἀφίκετο. ὁ δὲ ταύτῃ τὰς θύρας ἐπιζυγοῖ καὶ τὴν πρὸς αὐτὸν ἀπείργνυσιν εἴσοδον, οὐκ οἶδα εἴτ’ αἰδούμενος ἀνθ’ ὧν πρὸς αὐτὴν ἐνεδείξατο εἴθ’ ὅλος τῆς μετανοίας γενόμενος καὶ μὴ θέλων εἰς μνήμην ἐλθεῖν τῆς πρὸς ἐκείνην παλαιᾶς διαθέ‐ σεως. ἡ μὲν οὖν μὴ ἐντυχοῦσα τῷ Μιχαὴλ ὑπενόστησεν· ὁ
15δὲ βραχύ τι τῇ μεταθέσει τῆς βιοτῆς ἐπιβιώσας πρὸς τὰς ἀϊδίους μονὰς μετέθετο τὴν ζωήν, μέχρις ἐσχάτης ἀναπνοῆς τὸ πρὸς τὸν βασιλέα Ῥωμανὸν αὐτῷ τολμηθὲν ἀπολοφυρόμενος, βασι‐
λεὺς γεγονὼς ἐπιεικὴς καὶ χρηστός, ὅσον τὸ εἰς αὐτόν, τὸ συγ‐604

605

γενὲς δέ οἱ ὥσπερ τις κηλὶς προσεπεφύκει αὐτῷ ῥυπαίνουσά πως τὴν ἐκείνου χρηστότητα. ἱστόρηται δὲ τοῖς μὲν ἐπ’ ἔτος ἕβδομον τὸ σκῆπτρον κατασχεῖν τὸ Ῥωμαϊκόν, τοῖς δὲ καί τι τούτου ἐπέκεινα.
5 Ἧκε δ’ ἡ τῆς βασιλείας ἀρχὴ πρὸς τὸν Καίσαρα, πάντα τοῦ μητραδέλφου αὐτοῦ τοῦ Ἰωάννου ἀνύοντος. ὁ μὲν γὰρ βασιλεὺς Μιχαὴλ Καίσαρα τοῦτον ἐτίμησεν, ὡς προγέγραπται, εἶτα ὥσπερ μεταμελόμενος οὐ χρηστὴν πρὸς ἐκεῖνον ἐτήρει διά‐ θεσιν. ὅθεν καὶ ἔξω που τῆς πόλεως ὥριστο αὐτῷ ἡ κατ‐
10αγωγή, καὶ οὐδ’ ἐφεῖτο τούτῳ, εἰ μὴ κελευσθείη, πρὸς τὸν βα‐ σιλέα φοιτᾶν. ἐπεὶ δὲ τῶν βασιλείων ὑπεξῆλθεν ὁ αὐτοκράτωρ, ὡς εἴρηται, οἱ ἐκείνου αὐτάδελφοι βασίλειον πλάττονται γράμμα, ἐπιτρέπον ἐκείνῳ τὴν πρὸς τὰ ἀνάκτορα πάροδον. καὶ ὁ μὲν εἰσελήλυθεν· ὁ δὲ πρῶτος τῶν ἀδελφῶν ὁ ὀρφανοτρόφος μὴ
15δεῖν συνεβούλευσεν ἐπιχειρῆσαι πράξει τινὶ γνώμης τῆς βασι‐ λίδος χωρίς. προσίασι τοίνυν αὐτῇ καὶ τοῖς ἐκείνης ποσὶ τὸν Καίσαρα καταβάλλουσι καὶ προΐσχονται τὴν εἰσποίησιν καὶ πί‐
στεις διδόασι καὶ φρικώδεις ὅρκους ὀμνύουσιν ἦ μὴν τοῦ ὀνό‐605

606

ματος μόνου τῆς βασιλείας μετέχειν τὸν Μιχαήλ, ἐκείνης δ’ εἶναι τὴν ἐξουσίαν, καὶ ὡς ἀργυρωνήτῳ, εἰ βούλεται, κεχρῆσθαι αὐτῷ. τούτοις ἐκείνην καὶ ἄλλως εὐάγωγον οὖσαν καταγοητεύ‐ σαντες καὶ καταθέλξαντες τοῖς μειλίγμασι συλῶσι καὶ τοῦ ἑαυτῶν
5ποιοῦσι θελήματος. καὶ ἐγχειρίζεται τὸ σκῆπτρον τῷ Μιχαὴλ καὶ ἀναδεῖται τῇ βασιλικῇ στεφάνῃ ὁ ταύτης ἀνάξιος, οὐ μᾶλλον ἐκ γένους, καίτοι τούτου τυχὼν δυσγενεστάτου καὶ ἀφανοῦς (τῶν γὰρ τὰς νῆας καταπιττούντων ἦν αὐτῷ ὁ πατήρ), ὅσον ἐκ τρόπων κακότητος. ἦν γὰρ ὕπουλος μὲν τὴν γνώμην, ἀγνώ‐
10μων δὲ τὴν ψυχὴν καὶ ἀχάριστος καὶ μήτε συγγενείας θεσμοὺς μήτε φιλίας αἰδούμενος. ἦν δέ οἱ καὶ ἡ γλῶττα πρὸς τὰ βου‐ λεύματα τῆς ψυχῆς ἀσύμφωνος καὶ ἀσύμβατος, ἄλλα ἐνὶ φρεσὶ κεύθοντι, ἄλλα δὲ λέγοντι, καὶ ἐπὶ τούτοις, εἴπερ τις ἄλλος, βάσκανος ὁ ἀνὴρ δουλοπρεπής τε παρὰ τὰς τῶν καιρῶν δυσ‐
15κολίας καὶ ἀνελεύθερος δύσοργός τε καὶ εὐμετάβολος, οὐκ ἐξ ὀργῆς ῥᾷον μεταβαλλόμενος εἰς πρᾳότητα, ἀλλ’ ἐκ χρηστοτέρας διαθέσεως εἰς μῖσος ἐκ τοῦ τυχόντος μεταφερόμενος. ὁ μὲν
οὖν τοιοῦτος ὢν ἐπὶ τὸν ἄξονα τῆς βασιλείας ἀνάγεται, τῷ δὲ606

607

ὀρφανοτρόφῳ καὶ θείῳ αὐτοῦ καὶ τῷ συγγενικῷ ξύμπαντι ὁ κολοφὼν ἐντεῦθεν ἐπῆκτο τῶν συμφορῶν. οὐ γὰρ ἐπὶ μακρὸν ἐτήρησε τὴν σκηνήν τε καὶ τὴν προσποίησιν, ἀλλ’ ἐπί τινας βραχίστας ἡμέρας δεσπότην τὸν θεῖον ὀνομάζων καὶ συνθωκοῦν
5αὐτῷ ἀξιῶν καὶ πάντα ἐπ’ ἐκείνῳ τιθέμενος εἶτα ὑφῄρει τι τῆς τιμῆς, εἶτα οὐκ ἦν αὐτῷ πειθήνιος ἐν τοῖς πλείοσι καὶ ἄλλοτε ἄλλο τι πρὸς τὸν θεῖον ὑποκνίζον αὐτὸν ἐνεδείκνυτο. τῷ δὲ μετέμελε τῆς εἰς τὸν ἀνεψιὸν τοῦτον σπουδῆς, οὐκ εἶχε δ’ ὅ τι καὶ δράσειεν ἐξ ἑτοίμου, ἀλλ’ ἐβυσσοδόμευε τὸ ἐγχείρημα,
10τέως δὲ οὐ συνεχῶς προσῄει τῷ βασιλεῖ. διαφορᾶς δὲ πρὸς Κωνσταντῖνον τὸν ἀδελφὸν αὐτῷ γενομένης, ᾧ μόνῳ ἐξ ἁπάσης τῆς συγγενείας ὁ Μιχαὴλ προσέκειτο καὶ ἐτίμησε νωβελίσιμον, καὶ τραχυνθέντος ἐκείνου κατὰ τοῦ Ἰωάννου τοῦ βασιλέως ἐνώ‐ πιον, ὁ Ἰωάννης τοῖς λόγοις δηχθεὶς καὶ μᾶλλον ὅτι μὴ πρὸς
15τοῦ βασιλέως διὰ τὰς πρὸς αὐτὸν λοιδορίας ἐπιτετίμητο, ἀπ‐ εδυσπέτησέ τε καὶ πόρρω ποι τοῦ ἄστεος γέγονε. τοῦτο δὲ γνωσθὲν πολύ τι τῆς γερουσίας μέρος συνεπεσπάσατο, ὥστε
αὐτῷ προσφοιτᾶν, οὐκ εὐνοίᾳ, ἀλλ’ ἵν’ ἐφ’ ἑαυτοὺς τὴν αὐτοῦ607

608

εὐμένειαν ἐφελκύσωνται. ἀλλὰ διὰ γραμμάτων αὐτῷ τὴν ὑπερ‐ οψίαν ὁ βασιλεὺς προσωνείδισε, τὴν πρὸς ἐκεῖνον συνέλευσιν εὐλαβηθεὶς τῶν πολλῶν, καὶ κακοήθως ἠξίου ἀφίξεσθαι. καὶ ὁ μὲν ᾔει· ὁ δὲ μὴ ἀναμείνας τοῦ θείου τὴν ἄφιξιν πεπόρευτο
5πρὸς τὸ θέατρον· ἦν γὰρ ἡμέρα ἵπποις ἁμιλλητήριος. ὡς δ’ ἐλθὼν ὁ θεῖος οὐχ εὗρε τὸν βασιλεύοντα, ἔτι τῷ θυμῷ ὑπερ‐ ζέσας, ὡς περιυβρισμένος, ἐπάνεισι. καὶ ὁ βασιλεὺς αὐτῷ τὴν δυσμένειαν εἰς προῦπτον ἐκρήγνυσι καὶ στέλλει νῆα κελεύων αὐτῷ δι’ αὐτῆς ἥξειν, δώσοντι λόγους τῆς εἰς ἐκεῖνον ὑπερ‐
10οψίας· καὶ ὁ μὲν ἔπλει πρὸς τὰ βασίλεια. ὁ δὲ βασιλεὺς ἄνω‐ θεν διά τινος συνθήματος, ὃ τοῖς ἄγουσι τὸν Ἰωάννην προ‐ έγνωστο, ἐπέχει τῇ νηὶ τὴν εἰς τὰ βασίλεια πάροδον, αὐτίκα δὲ τριήρης ἐπελθοῦσα λαμβάνει τοῦτον καὶ ὑπερόριον τίθησι. τοι‐ ούτοις ἠμείψατο τὸν εὐεργέτην ὁ δι’ ἐκείνου Καῖσαρ, εἶτα καὶ
15βασιλεὺς γεγονώς. ἐπεὶ δ’ ἐκεῖνον ἐκ μέσου πεποίηκε, μέτεισι τὸ συγγενὲς καὶ ἄνδρας οὐχὶ τῇ τῆς φύσεως μόνῃ δηλωτικῇ σημασίᾳ, ἀλλὰ καὶ τῇ σημαινούσῃ τοὺς γήμαντας καὶ τοὺς εἰς
ἀνδρῶν ἡλικίαν ἐλάσαντας ὑπηνήτας ἤδη καὶ παίδων γεγονότας608

609

πατέρας τῶν παιδογόνων μορίων ἀποστερεῖ καὶ ἐκτομίας ἐργά‐ ζεται. Ὡς δὲ κατὰ τοῦ ὁμογενοῦς αἵματος τοιοῦτον ἤρατο τρό‐ παιον, ἕνα ἔτι περιλελεῖφθαι αὐτῷ ἐνόμιζεν Ἡράκλειον ἄεθλον
5τὸ καὶ τὴν βασιλίδα ἀποσκευάσασθαι, καὶ πρὸς τοῦτον λοιπὸν ἀποδύεται, ἐνάγοντα πρὸς τοὖργον καὶ τὸν θεῖον ἔχων Κων‐ σταντῖνον καὶ παραθήγοντα. λογοποιεῖ τοίνυν ὁ δυσγενέστατος παῖς κατὰ τῆς εὐγενεστάτης μητρὸς καὶ συμπλάττει κατ’ αὐτῆς αἰτιάματα φαρμακόν τε καλεῖ καὶ ἐπιβουλεύειν αὐτοῦ τῇ ζωῇ
10τῆς ἀθῴου κατηγορεῖ. καὶ τί δεῖ κύκλους ἑλίττειν; ἐξωθεῖ τῶν βασιλείων αὐτὴν καὶ περιορίζει τῇ νήσῳ τῇ λεγομένῃ τοῦ Πρίγ‐ κιπος καὶ τέλος ἀποκείρει τὴν εὐεργέτιν καὶ μεταμφιέννυσι καὶ ἀντὶ τῆς ἐκ πενταγονίας προσηκούσης αὐτῇ πορφύρας ἐνδιδύσκει τριβώνιον. καὶ ὁ μὲν ὡς ἤδη τὸ πᾶν ἠνυκὼς ἔχαιρέ τε καὶ
15γαῦρος ὦπτο καὶ παιδιαῖς ἑαυτὸν ἐπέδωκε καὶ τρυφαῖς· ἡ δὲ609

610

δίκη οὐκ ἐπενύσταξεν, ἀλλ’ αὐτίκα μετῆλθε τὸν ἀλιτήριον. ὡς γὰρ τὸ περὶ τὴν βασιλίδα δρᾶμα τοῖς ἐν τῇ πόλει κεκήρυκτο, κατήφειαν ἦν ὁρᾶν παρὰ πᾶσι καὶ σκυθρωπότητα, καὶ ὡς ἐν οἰκείᾳ συμφορᾷ διετίθετο ἕκαστος, εἶτα καὶ φανερῶς ἐλοιδο‐
5ροῦντο τῷ τυραννήσαντι. αἱ δὲ γυναῖκες καὶ θρήνους συν‐ ίστων, ἀνακαλούμεναι τὴν βασίλισσαν. καὶ τέλος εἰς στάσιν φανερὰν ἀνερράγησαν οἱ τῆς πόλεως ξύμπαντες. καὶ ἵνα τὸν τολμητίαν τιμωρήσωνται, οὐδεὶς ἐφείδετο τῆς οἰκείας ζωῆς, ἀλλ’ ἕκαστος τῷ προστυχόντι τὴν δεξιὰν ὁπλίσας συνέθεον ἐπὶ τὰ
10ἀνάκτορα. τὸν δὲ πρῶτον μὲν οὐ πάνυ τι τὸ τοῦ πλήθους συγκίνημα ἐθορύβησεν, εἶτα τὸν δῆμον ὁρῶν ἐκμαινόμενον εἰς λόχους τε συνιστάμενον καὶ τὸν λαὸν ἐπιρρέοντα, τοὺς δὲ περὶ αὐτὸν ἀμφιβόλους ταῖς γνώμαις κατανοῶν (κἀκείνοις γὰρ τὸ περὶ τὴν βασίλισσαν μεμίσητο τόλμημα), περιδεής τις καὶ ἐν‐
15αγώνιος γέγονεν. ἀλλά τι μικρὸν τὴν ἀγωνίαν αὐτῷ ὁ νωβε‐ λίσιμος ἐπεκούφισεν. οἴκοι γὰρ ὢν καὶ τὴν στάσιν μεμαθηκώς, τοὺς περὶ αὐτὸν ὁπλίσας (πολλοὶ δ’ αὐτῷ παρετρέφοντο) διὰ μέσης τῆς ἀγορᾶς παριὼν ἀπῆλθεν εἰς τὰ βασίλεια· καὶ αὐτίκα
στέλλουσι τοὺς ἐπανάξοντας τὴν βασίλισσαν, τοῖς δὲ στασιώταις610

611

ἀντέστησάν τινας ἐκ τἀφανοῦς βέλη κατ’ αὐτῶν ἀφιέντας καὶ λίθους ἐκ σφενδονῶν, ἐξ ὧν οὐ βράχιστοι ἀνῃρέθησαν. ἤδη δὲ τὴν βασιλίδα ἀνακομισθεῖσαν στήσαντες ἐπὶ μετεώρου ἐν τῷ θεάτρῳ τοῖς στασιάζουσιν ἐπεδείκνυον, ἵνα δῆθεν αὐτοῖς κατευ‐
5νασθῇ ὁ θυμός, ἀνακληθεΐσης τῆς σφετέρας δεσπότιδος. τοῖς δὲ τοῦτο μᾶλλον ἀνῆψε τὸν θυμὸν καὶ ἐξέκαυσε τὴν ὀργήν. ὡς γὰρ μετημφιεσμένην αὐτὴν ἑωράκεισαν, ἐπὶ πλέον ἀνερρώ‐ γεσαν εἰς τὸν πόλεμον καὶ τῆς κακοηθείας τὸν τυραννοῦντα μισήσαντες ἀφίστανται μὲν τῆς βασιλίδος Ζωῆς, πρὸς δὲ τὴν
10Θεοδώραν τὴν ταύτης σύγγονον τρέπονται, ἤδη προμετασχη‐ ματισθεῖσαν κἀκείνην παρὰ τῆς ἀδελφῆς, ὡς ὁ λόγος φθάσας ἐδίδαξε, καί τινα τῶν αὐτῆς θεραπόντων παραλαβόντες πατρῴων ἀφίκοντο ἐπ’ αὐτήν· καὶ ταύτην τῆς κατοικίας ἐξαγαγόντες καὶ οἷον περὶ αὐτὴν συνασπίσαντες εἰς τὸ μέγα τέμενος ἄγουσι τῆς
15τοῦ θεοῦ λόγου Σοφίας, καὶ παρὰ πάντων τῶν τε τῆς βουλῆς
καὶ τῶν τοῦ δήμου καὶ αὐτῶν τῶν τῆς ἐκκλησίας ἡ Θεοδώρα611

612

βασιλὶς ἀνηγόρευτο. τοῦτο πᾶσαν ἐλπίδα τῷ Μιχαὴλ καὶ τοῖς περὶ ἐκεῖνον ἀπέσβεσε, καὶ δεδιὼς περὶ τῇ ζωῇ τῶν βασιλείων μεθίσταται καὶ νηὶ τῶν βασιλικῶν ἐμβεβηκὼς αὐτὸς καὶ ὁ νω‐ βελίσιμος εἰς τὴν περιώνυμον ἀπῆλθον τοῦ Στουδίου μονήν, τὰ
5μὲν τῆς βασιλείας γνωρίσματα ἀποθέμενος, μοναστοῦ δ’ ἑαυτῷ περιθέμενος ἄμφια. ἐπεὶ δ’ ἐγνώσθη τοῦτο τῷ δήμῳ, οὐκ εἶχον ὅπως ἐκ τῆς χαρᾶς κατάσχωσιν ἑαυτούς, καὶ ἐπ’ ἐκεῖνον συνέθεον. ἤδη δὲ κλινούσης ἡμέρας, οἱ περὶ τὴν Θεοδώραν δείσαντες μὴ ἡ βασιλὶς Ζωὴ αὖθις τὸν ἐκβεβλημένον ἀνακαλέσηται, ἵνα μὴ ἡ
10ἀδελφὴ αὐτῇ συγκοινωνήσῃ τῆς βασιλείας, στέλλουσι τοὺς τὰ ὄμ‐ ματα καὶ ἀμφοῖν ἐξορύξοντας. οἱ μὲν οὖν ἐξ αὐτοῦ τοῦ θυσιαστη‐ ρίου τῆς τοῦ Στουδίου μονῆς ἐκσπασθέντες ἀπήγοντο· τὸ δὲ πλῆ‐ θος συρρεῦσαν περὶ αὐτοὺς ἐνύβριζόν τε καὶ ἐπετώθαζον καὶ μέλη συντιθέντες ἐπετραγῴδουν αὐτοῖς. ὡς δ’ ἧκον ἐπὶ τὸ Σίγμα
15(τόπος δ’ ἐστὶ κεκλημένος τουτί), ἐκεῖ τοὺς ὀφθαλμοὺς ἐξεκό‐ πησαν, ὁ μὲν Κωνσταντῖνος γενναίως φέρων τὴν συμφοράν,
ὁ δὲ Μιχαὴλ θεοκλυτῶν τε καὶ ὀδυρόμενος. ἐπεὶ δὲ καὶ ἄμφω612

613

σκότος ἐκάλυψε, πρὸς τὴν Θεοδώραν οἱ τὴν πήρωσιν ἐκείνοις σχεδιάσαντες ἐπανήλθοσαν, ἔτι τῷ μεγάλῳ τεμένει προσμένουσαν. ἡ δὲ Ζωὴ ἐτύγχανε περὶ τὰ βασίλεια. ἦν μὲν οὖν αὐτῇ τὸ βουλόμενον μὴ προσήσεσθαι τοῦ κράτους κοινωνὸν τὴν ὁμαί‐
5μονα· ἐζηλοτύπει γὰρ ἐκτόπως. ἀλλ’ οἱ τῆς γερουσίας καὶ ἄμφω σεβόμενοι, τὴν μὲν ὡς βασιλίδα σφῶν ἐκ μακροῦ, τὴν δὲ ὡς ἄρτι ἀναρρηθεῖσαν καὶ τοῦ καταλυθῆναι τὴν τυραννίδα γενομένην αἰτίαν, πείθουσι τὴν πρεσβυτέραν κοινωνὸν τοῦ κρά‐ τους προσειληφέναι τὴν ἀδελφήν. ἥκει τοίνυν καὶ ἡ Θεοδώρα
10πρὸς τὰ βασίλεια καὶ συμμετέχει τοῦ κράτους τῇ ἀδελφῇ· ἐν‐ τεῦθεν ὑπερορίαν οἱ πηρωθέντες τοὺς ὀφθαλμοὺς κατακρίνονται, τῆς βασιλείας αὐτοῖς ἐπὶ μῆνας τέσσαρας καὶ πέντε ἡμέρας συσταλείσης, ὡς εἴθε γε καὶ ἐπὶ βραχύτερον. Κατηντήκει τοίνυν περὶ τὴν γυναικωνῖτιν ἡ τῶν Ῥωμαίων
15ἀρχή, καὶ οὐδέν τι περὶ ταύτας νενεωτέριστο, ἀλλὰ πάντες αὐ‐ ταῖς ὑπεῖκον, τό τε τῆς γερουσίας ἔξοχον καὶ τὸ τοῦ στρατη‐ γίου ἐπισημότατον. αἱ δ’ ἄμφω ἐκάθηντο ἐπὶ βήματος καὶ πᾶσα περὶ αὐτὰς ἐτελεῖτο ἡ τελετὴ ἡ βασίλειος καὶ τῇ δορυ‐
φορίᾳ τὸ ἐπὶ τῶν βασιλέων σχῆμα τετήρητο, καὶ οἱ τῆς πρώτης613

614

βουλῆς καὶ οἱ ἐν τέλει σὺν αἰδοῖ παρειστήκεισαν ξύμπαντες. καὶ ζητήσεις δικῶν καὶ λύσεις δημοσίων ἀμφισβητήσεων ἐντυ‐ χίαι τε πρεσβευτῶν καὶ ἀρχαιρεσίαι καὶ τἄλλα τὰ τῇ βασιλείᾳ προσήκοντα ἐγίνοντο παρ’ αὐταῖς. ἀλλ’ εἴτε φόβος μὴ τῇ
5ἀδελφῇ μόνῃ περισταίη τὰ τῆς ἀρχῆς (ὑπεψιθυρίζετο γάρ τισιν αὐτῇ μᾶλλον προσήκειν τὰ τῆς ἀρχῆς, ἅτε καὶ τῆς τοῦ τυραν‐ νήσαντος καθαιρέσεως αἰτίᾳ), εἴτ’ ἀνδρὸς ἐπιθυμία καὶ μίξεως ἀνέπεισαν τὴν Ζωὴν ἐπεισαγαγεῖν τοῖς βασιλείοις τὸν βασιλεύ‐ σοντα καὶ αὐτῇ συμβιώσοντα. καὶ ἤχθη μὲν ὁ Δαλασσηνὸς
10Κωνσταντῖνος, ὡς ἐπ’ ἄλλο τι μετακεκλημένος. ἀποτομώτερον δὲ τοῖς λόγοις χρησάμενος καὶ τὸ ἦθος φορτικός τις δόξας καὶ δυσχερὴς ἀπεδοκιμάσθη. εἶτα ἐπ’ ἄλλον ἀπένευσεν οὔτε τῶν ἄγαν ὄντα εὐπατριδῶν οὔτε τῶν ἐν ἀξίαις λαμπροτέραις ἐξητα‐ σμένων οὔτε τῶν ἐν περιφανέσιν ἀρχαῖς, τὸ δὲ εἶδος ἄξιον
15τυραννίδος καὶ οἷον πρὸς ἔρωτας ἐφελκύσασθαι καὶ μὴ μαχλο‐ σύνῃ προσκειμένην ψυχήν. ἐπ’ ἐκεῖνον οὖν ὅλοις ἱστίοις ἔπνευ‐ σεν ἡ βασίλισσα, ἀλλ’ ἠκύρωσε τὰς ψήφους αὐτῇ νόσος ἀθρόον
τὸν ἄνδρα τῆς ζωῆς ἐξαρπάσασα. ὑπωπτεύθη δὲ καὶ ἡ συν‐614

615

οικοῦσα τούτῳ τὸν θάνατον σχεδιάσασα καὶ φάρμακον αὐτῷ διὰ ζηλοτυπίαν κεράσασα δηλητήριον, ἵνα μὴ ἔτι ζῶντος στε‐ ρήσοιτο τοῦ ἀνδρὸς καὶ ὁρῴη ἑτέραν αὐτῷ παριαύουσαν. ὁ μὲν οὖν οὕτω τῶν ἐλπίδων ἐκπέπτωκε καὶ τῆς ὁρμῆς ἡ βασίλισσα.
5αἱ δὲ ψῆφοι πρὸς τὸν Μονομάχον Κωνσταντῖνον ἀπέκλιναν, ἄνδρα καὶ εὐγενέτην καὶ τῶν ἐπισήμων καὶ κηδεστὴν τῷ βα‐ σιλεῖ Ῥωμανῷ ἐπ’ ἀδελφόπαιδι χρηματίσαντα (ταύτῃ γὰρ κατὰ δευτέρους γάμους ὡμίλησε) καὶ τὴν ὥραν ὑπέρλαμπρον. τούτῳ οὔπω μὲν μεγαλοπρεπές τι ὁ βασιλεὺς Ῥωμανὸς ἐνεδείξατο,
10διὰ δέ γε τὴν πρὸς αὐτὸν ἀγχιστείαν περὶ τὰς βασιλείους αὐλὰς ἀνεστρέφετο κἀντεῦθεν συνήθης τῇ βασιλίδι ἐγένετο· κἀκείνη φιλίως πρὸς τὸν ἄνδρα διέκειτο καὶ ᾠκειοῦτο αὐτὸν καὶ χά‐ ρισιν ἐδεξιοῦτο πολυταλάντοις, οἷα ἐκείνη τὴν χεῖρά τε ἀφειδὴς καὶ βασιλικὴ τὴν προαίρεσιν, ὥστε ταῦτα τοῖς κακοήθεσι καὶ
15λοιδορίας κατ’ αὐτῶν ἐγένετο ἀφορμή. ὅθεν ὁ μετὰ τὸν Ῥω‐ μανὸν αὐτοκράτωρ ὁ Μιχαήλ, οὐκ ὢν τῶν λεγομένων ἀνήκοος, βασιλεύσας εἰς Λέσβον περιορίζει τὸν ἄνδρα ἐπ’ αἰτίαις δή τισι πεπλασμέναις, τὸ δ’ ὅλον ἦν τὸ ζηλότυπον. καὶ ἦν τὸν ἅπαντα
χρόνον τῆς βασιλείας τοῦ Μιχαὴλ ὑπερόριος καὶ οὐδὲ τοῦ δευ‐615

616

τέρου Μιχαὴλ εὐμενεστέρου τετύχηκεν. ἐπεὶ δὲ τὸ κράτος ἐπανῆλθεν εἰς τὴν Ζωήν, λύεται μὲν τῆς ὑπερορίας ὁ ἄνθρωπος καὶ ἤγετο πρὸς τὴν τῶν πόλεων βασιλεύουσαν. ὡς δ’ ἐγγὺς ἐγεγόνει, ἐπεσχέθη τοῦ πρόσω, καί τις ἐκ τῶν βασιλείων πεμ‐
5φθεὶς καὶ περὶ τὸν ἐν Δαμοκρανείᾳ τοῦ ἀρχιστρατήγου ναὸν αὐτῷ ἐντετυχηκὼς στολὴν αὐτῷ ἐνδιδύσκει βασίλειον, καὶ σὺν δορυφορίᾳ βασιλικῇ ἐκεῖθεν ἀπάρας εἰσεληλύθει τὴν βασιλεύ‐ ουσαν. καὶ τελεῖται μὲν τοῖς βασιλεῦσι παρά του τῶν ἱερέων ἡ ἱεροτελεστία ἡ γαμική· ὁ γὰρ πατριάρχης Ἀλέξιος διὰ τὴν
10τριγαμίαν ηὐλαβήθη τὴν ἐπὶ τῇ συναφείᾳ τελετὴν αὐτουργῆσαι αὐτοῖς. τῇ δ’ ἑξῆς τὴν ἐπὶ τῷ βασιλείῳ στέφει μεταχειρίζεται τελετήν, καὶ ἀναδεῖται ὁ Μονομάχος καὶ τὸ σκῆπτρον τὸ Ῥω‐ μαϊκὸν ἐγχειρίζεται. Ἐντεῦθεν ἡ μὲν τῶν αὐταδέλφων ἀρχὴ τέλος ἔσχεν, ἐπὶ
15τρίτον διαρκέσασα μῆνα, ἡ δὲ τῶν κοινῶν διοίκησις πρὸς τὸν Μονομάχον μετέπεσε. καὶ ὃς αὐτίκα οὐ σὺν λόγῳ οὐδὲ μετά τινος ἔμφρονος οἰκονομίας οὔτε τὰς τῶν ἀξιωμάτων ἐποιεῖτο τιμὰς οὔτε τὰς τῶν χρημάτων διανομάς, ἀλλὰ καὶ τὰς τιμὰς
χύδην παρεῖχε καὶ οἷς μὴ προσῆκεν αὐτὰς ἐχαρίζετο καὶ τοὺς616

617

βασιλικοὺς θησαυροὺς εἰ αὐθημερὸν ἐκκενωθῆναι συμβέβηκεν, οὐδὲν αὐτῷ τι πρᾶγμα λελόγιστο. τοῖς γε μὴν ἰδιωτεύοντι προσκεκρουκόσιν αὐτῷ ἀφῆκεν ἅπασι τὰς αἰτίας καὶ ἐμηνία τούτων οὐδέ τινι· ἡδυπαθείαις δ’ ἑαυτὸν ἐκδέδωκε καὶ τρυφαῖς,
5τὸ μὲν τὴν ἐκ τοῦ σάλου τῶν συμφορῶν ἀηδίαν ἀποπτύσαι πειρώμενος, ἄρτι πρὸς ἄκλυστον τάχα λιμένα κατάρας τὴν ἀρχὴν τὴν βασίλειον, τὸ δέ τι ταῖς βασιλίσσαις χαριζόμενος καὶ γλυ‐ κυθυμίας αὐταῖς μνώμενος ἀνειμένων οὔσαις ἠθῶν. λόγοις δὲ προσεῖχεν ἢ μᾶλλον τοῖς λόγους μετιοῦσι καὶ δόξαν ἔχουσι
10λογιότητος, αὐτὸς τῶν λόγων ἄκρῳ μόνῳ δακτύλῳ τὸ τοῦ λόγου γευσάμενος. Τὰ μὲν οὖν περὶ τὰ βασίλεια οὕτως εἶχε, τὰ δ’ ἐκτὸς οὐκ εὐτυχῶς τοῖς Ῥωμαίοις ἐφέρετο. ἀποδρὰς γάρ τις ἐκ Βυζαν‐ τίου Σκύθης ἀνήρ, Βοϊσθλάβος ὀνομαζόμενος, καὶ χεῖρα περὶ
15αὐτὸν συλλέξας κἀν τοῖς ὄρεσι τοῖς Ἰλλυριοῖς ἐμφωλεύων ὥς τις ἄγριος θήρ, τὰ πρόσοικα τοῖς ὄρεσι τούτοις ἔθνη καὶ Ῥω‐ μαίοις ὑπήκοα ἐληίζετο, Τριβαλλούς τε καὶ Σέρβους καὶ ὅσοι
τούτοις ὁμογενεῖς. ὡς δ’ οὖν ἠγγέλη τοῦτο τῷ βασιλεῖ, γράφει617

618

τῷ εἰς τὸ Δυρράχιον ἄρχοντι τῷ Στεφάνῳ συμβαλεῖν· καὶ τοῦτο γὰρ ὁ Βοϊσθλάβος ὠνόμαστο. ὁ δὲ ἀτέχνως ἐγχειρήσας τῇ πρὸς ἐκεῖνον μάχῃ (ἦν γὰρ στρατηγικῆς ἐμπειρίας ἀμέθεκτος), μεγάλης τοῖς μετ’ αὐτοῦ στρατευομένοις ἐγένετο παραίτιος συμ‐
5φορᾶς, αὐτὸς μὲν μόλις μετὰ βραχέων σωθείς, τὸ δ’ ἄλλο στράτευμα σύμπαν καταστρώσας ἐκεῖ, μηδὲ χειρὶ δυνάμενον χρήσασθαι καὶ τοὺς ἀναιρέτας ἀμύνασθαι. Τὰ μὲν οὖν κατὰ τὸ Ἰλλυρικὸν τοῦτον ἔσχε τὸν τρόπον· ὁ δὲ Μονομάχος (εἰς τὰ κατ’ οἶκον γὰρ αὐτῷ πάλιν ὁ λόγος
10ἐμφιλοχωρησάτω), ἐπεὶ καὶ ἡ δευτέρα σύνοικος αὐτῷ ἐτεθνήκει, εἰς τρίτον μὲν γάμον ἀποκλῖναι οὐκ ἔκρινεν, ἀνεψιᾷ δὲ τῆς αὐτοῦ γαμετῆς χηρείᾳ συζώσῃ, λάθρᾳ μὲν πρῴην, εἶτα καὶ εἰς τοὐμφανὲς συνεφθείρετο. ἡ δὲ καὶ νέας ἦν ἡλικίας καὶ κάλ‐ λους εἶχε τοῦ σώματος περιττῶς καὶ γένους ἐπιφανῶς· ἐξέφυ
15γὰρ τοῦ σπέρματος τῶν Σκληρῶν. οὕτω δ’ ἀλλήλοις ἐνετε‐ τήκεσαν καὶ οὕτω σφίσιν ὁ ἔρως ἐγκέκαυτο ὡς εἰ μὴ συνεῖεν
ἀλλήλοις, μηδὲ ζῆν δοκεῖν μηδ’ ἀνέχεσθαι. διὸ καὶ ὑπερορίαν, ὡς618

619

εἴρηται, καταδικασθέντι τούτῳ τῷ βασιλεῖ κἀκείνη τῶν πάντων ἑαυτὴν ὑπερώρισεν, ἵν’ ὁρῴη τὸν ἐρῶντά τε καὶ ἐρώμενον καὶ μὴ εἴη αὐτοῦ ὑπερόριος· καὶ συναπῄει τἀνδρί, πάντα γινομένη αὐτῷ καὶ τὴν συμφορὰν ὡς οἷόν τε συνεπικουφίζουσα κἀκ τῶν οἰκείων
5χορηγοῦσα τούτῳ, ἵνα μὴ πρὸς τοῖς ἄλλοις λυπηροῖς ἐνδείᾳ πιέζοιτο· ἔτρεφε γὰρ κἀκείνην ἡγεμονίας ἐλπίς. ἐπεὶ δ’ ἐκεῖνος εἰς τὴν τῆς βασιλείας ἤρθη περιωπήν, τῇ δὲ αἱ ἐλπίδες οὐκ ἐκβεβήκεσαν, οὐκ ἠμνημόνησε τῆς γυναικὸς οὐδ’ ἐν τῇ εὐκαιρίᾳ ὁ βασιλεύς, ἀλλὰ προσάγει λόγους τῇ βασιλίδι περὶ αὐτῆς καὶ ἀξιοῖ ἀνακληθῆναί
10τε τὴν γυναῖκα καὶ τυχεῖν εὐετηρίας τινός. ἡ δὲ οὐκ ἀνένευσεν· ὅ τε γὰρ χρόνος παρήνεγκεν αὐτῇ τὸ ζηλότυπον, ἤδη τυγχα‐ νούσῃ παρήλικι, καὶ οἱ συμβεβηκότες αὐτῇ πειρασμοὶ μετριω‐ τέραν εἰργάσαντο. ἀνάγεται τοίνυν ἐκ Μιτυλήνης ἡ Σκλήραινα, καὶ οὐκ εὐθὺς αὐτῇ περιφανὴς κατοικία ἡτοίμαστο, ἀλλ’ οὐδὲ
15θεραπεία ἁβρά. τοῦ χρόνου δὲ προϊόντος καὶ βασίλειος αὐτῇ δορυφορία νενέμητο καὶ ὁ οἶκος αὐτῇ μετεσχημάτιστο εἰς ἀνά‐
κτορον. οἶκον γὰρ οἰκεῖον οἰκοδομεῖν ἐσχηματίσατο τὴν ἐκείνης619

620

καταγωγήν, ἵνα θαμὰ πρὸς ἐκείνην ἀπίοι, ὡς δή τι τῶν δο‐ μουμένων ὀψόμενος. μέχρι μὲν οὖν τινος ἐσκηνοποίει τὸν ἔρωτα καὶ ὥσπερ ἠρυθρία πρὸς τὸ γινόμενον. εἶτα καὶ τὴν αἰδῶ καὶ τὴν σκηνὴν ἀποτίθεται καὶ τῇ γυναικὶ συνῆν οὐχ ὡς
5παλλακῇ οὐδ’ ὡς ἡμιγάμῳ, ἀλλ’ ὡς ἐμφανῶς ξυνευνέτιδι. καὶ αὐτῇ ἐκ τῶν βασιλικῶν ταμείων καθ’ ἑκάστην ἐπέρρει τὰ χρή‐ ματα κατὰ ποταμοὺς καὶ φλέβες ἀνεστομοῦντο χρυσίτιδες, καὶ ἀπαρακαλύπτως αὐτῇ προσεφοίτα ὁ βασιλεύς. ἀλλὰ δεινὸν ἡγού‐ μενος εἰ μὴ καὶ συμβιῴη αὐτῇ καὶ συνοικοίη διὰ παντός, μετ‐
10άγει ἐκεῖθεν τὴν γυναῖκα πρὸς τὰ βασίλεια, τῇ βασιλίδι περὶ τούτου πρότερον κοινολογησάμενος καὶ πείσας μὴ δυσχερᾶναι πρὸς τὸ γινόμενον. μᾶλλον μέντοι καὶ φιλίας ὅρκια λέγεται παρὰ τοῖν γυναίοιν ἀμφοῖν τελεσθήσεσθαι, τοῦτο τοῦ αὐτοκρά‐ τορος ἀξιώσαντος. τετίμητο δὲ ἡ γυνὴ Σεβαστή, αὐτῇ πρώτῃ
15τῆς πρῴην βασιλικῆς ἀπονεμηθείσης τιμῆς· καὶ ὠνομάζετο δέσποινα. καὶ ἡ βασιλὶς ἐπὶ τούτοις οὔτ’ ἐμηνία οὔτ’ ἤχθετο, μέσον δὲ σκηνοῦντος τοῦ βασιλέως ἑκατέρωθεν ᾤκουν παραλλὰξ ἡ βασιλὶς καὶ ἡ Σεβαστή. καὶ οὔποτε ἡ Αὐγούστα προσῄει
τῷ βασιλεῖ, εἰ μὴ τῆς ἐρωμένης μεμονῶσθαι τοῦτον ἀπηκρι‐620

621

βώσατο. ἀλλ’ οὕτως ἔχουσα καὶ εἰς τόσον εὐκληρίας ἀρθεῖσα καὶ μείζονας δ’ ἐλπίδας παρ’ ἑαυτῇ θάλπουσα ἀθρόον ἀναρ‐ πάζεται νόσῳ καὶ θνήσκει, μέγα πένθος καταλιποῦσα τῷ βασιλεῖ. Καὶ ἡ μὲν ἀπῆλθε, τῷ δὲ βασιλεῖ πόλεμος ἐπῆλθεν ἐμφύ‐
5λιος. ὁ γάρ τοι Μανιάκης Γεώργιος, ἀνὴρ καὶ τὴν ψυχὴν ἀνδρειότατος τὴν χεῖρά τε γενναιότατος καὶ στρατηγεῖν δεξι‐ ώτατος, παρὰ ταῖν βασιλίδαιν, ὅτ’ ἐκεῖναι τοῖς τῆς βασιλείας πράγμασιν ἐφειστήκεσαν, εἰς Ἰταλίαν πεμφθεὶς πολεμησείων τοῖς αὐτῇ ἐπεμβαίνουσι καὶ ταύτης οἰκειωσαμένοις ἔνια καὶ τῇ
10τῶν Ῥωμαίων αὖθις ἡγεμονίᾳ ἐπανασώσων αὐτά, τοῖς τῶν Ῥωμαίων ἀντιπολέμοις ἀντικαθίστατο. ἐπεὶ δὲ εἰς τὸν Μονο‐ μάχον ὁ τῆς βασιλείας ἄξων μετακεκύλιστο καὶ ὁ Σκληρὸς Ῥωμανός (ἀδελφὸς δ’ ἦν ὁ ἀνὴρ τῆς ἐρωμένης τῷ βασιλεῖ) μέγα δεδύνητο διὰ τὴν ὁμαίμονα καὶ μάγιστρος καὶ πρωτο‐
15στράτωρ τετίμητο, τῷ κατὰ τὸ θέμα τῶν ἀνατολικῶν οἴκῳ τοῦ Μανιάκη ἀρχιτερμονῶν κακῶς διετίθει τὰ τοῦ ἀνδρός, μνησι‐ κακῶν ὅτι πρῴην διαφερόμενος ἐκείνῳ κατεπονεῖτο. λέγεται
δὲ καὶ τῆς εὐνῆς ἐπιβῆναι τοῦ Μανιάκη. ταῦτα τῷ ἀνδρὶ621

622

ἀγγελλόμενα εἰς θυμὸν ἐκίνει αὐτὸν καὶ ἄχος ἐνεποίει πολύ· εἶτα καὶ τὴν ἀρχὴν ἀφαιρεῖται, καὶ τοῦτο κατεργασαμένου τοῦ Ῥωμανοῦ. ἐννοῶν τοιγαροῦν ὡς εἰ πρὸς τὴν Κωνσταντίνου ἐπανελεύσεται, οὐ χρηστῶς αὐτῷ διατεθήσεται ὁ κρατῶν διὰ
5τὸν Σκληρόν, τυραννίδι ἐπιχειρεῖ. καί οἱ ὡς κορυφαιοτάτῳ τῶν στρατηγῶν ἀρηίῳ ἀνδρὶ πολὺ τοῦ στρατιωτικοῦ προσεχώ‐ ρησεν. ὁ δὲ ἐξ Ἰταλίας πρὸς τὴν ἀντικρὺ ταύτης ἤπειρον πλοίοις ἐμβιβάσας τὸ στράτευμα γίνεται. τοῦτο εἰς θόρυβον τὸν βασιλέα ἐνέβαλε, καὶ γραφὴν ἐγχαράττει τῷ Μανιάκῃ, παντὸς
10δείματος αὐτὸν ἀπολύουσαν, εἰ τὰ ὅπλα κατάθοιτο, ἐπαγγελλο‐ μένην δὲ τὰ χρηστότερα. ὡς δ’ ἐκεῖνος ἅπαξ κύβον ἀναρ‐ ρίψας οὐκέτι τῶν ὅπλων μεθίετο, ἀντιστρατεύει κατ’ αὐτοῦ ὁ βασιλεύς. ἐφιστᾷ δὲ τῷ στρατεύματι οὔτινα τῶν γενναίων ἀν‐ δρῶν ἢ τῶν ἐν στρατηγίαις ἐξητασμένων, δεδιὼς μὴ κἀκεῖνος
15τολμήσειε τὰ αὐτά, ἀλλ’ ἐκτομίαν τῶν θαλαμηπολούντων, πιστὸν μέντοι αὐτῷ. ὁ δὲ τὰς δυνάμεις ἀναλαβὼν ἀπῄει, καὶ ὁ Μα‐ νιάκης ἔσπευδεν ἀσυντάκτους τοὺς περὶ τὸν ἐκτομίαν καταλα‐
βεῖν. ἐπεὶ δὲ προσέβαλλον ἀλλήλαις αἱ στρατιαί, τὸ μὲν ἐπὶ622

623

τῷ πρωταγωνιστῇ, τῷ Μανιάκῃ φημί, τροποῦται τὸ τῶν ἐναν‐ τίων στρατόπεδον, τὸ δ’ ἐπὶ τῇ τὰ ἡμέτερα διεξαγούσῃ προνοίᾳ ἀθρόον ἀντέστραπτο τὰ τῆς μάχης, καὶ ἥττηντο οἱ περὶ τὸν Μανιάκην. ὡς γὰρ ἐκεῖνος ἐπιὼν τὰς τάξεις διεκλόνει τὰς
5φάλαγγας καὶ οἷς ἂν ἐνεβόησεν εὐθὺς ἀνεχάζοντο καὶ ὁ συν‐ ασπισμὸς διελύετο, αἴφνης πεπληγμένος εὑρέθη καὶ πλη‐ γὴν καιρίαν, ἐξ ἧς τὸ αἷμα καταρρέον πολὺ ἀχλὺν αὐτοῦ κατεσκέδασε καὶ πάρεσιν τοῖς μέλεσιν ἐνεποίησεν, ὥστε καὶ τὸν χαλινὸν διεκπεσεῖν τῆς χειρὸς αὐτοῦ, κἀκεῖνον καταβληθῆναι
10εἰς γῆν ἐκ τοῦ ἵππου, τῆς ἕδρας ἀπολισθήσαντα. ἔκειτο τοίνυν αὐτίκα θανὼν ἔξω τι τοῦ μεταιχμίου βραχύ, καὶ οἱ βασιλικοὶ ἐπελθεῖν τέως αὐτῷ ἐδεδίεσαν. ὡς δ’ οἱ ἐκείνου τὸν σφέτερον ἔγνων ἀρχηγὸν πεσόντα, πτοίᾳ ληφθέντες διεσκεδάσθησαν. τότε τῷ κειμένῳ ἐπέδραμον οἱ τῆς ἑτέρας μοίρας καὶ τὴν τοῦ δει‐
15λαίου κεφαλὴν ἐκτεμόντες τῷ σφῶν προσήγαγον στρατηγῷ. ὁ δὲ ταύτην αὐτίκα τῷ αὐτοκράτορι πέπομφε, κἀκεῖνος μετέωρον ταύτην ἦρε κατὰ τὸ θέατρον· εἶτα καὶ τοῦ τὸν πόλεμον κατωρ‐ θωκέναι δόξαντος ἐκτομίου ἐπανελθόντος μετὰ τῆς στρατιᾶς, θρίαμβος γίνεται, τοῦ βασιλέως ἐν τῷ πρὸς τὴν ἀγορὰν ἐπ‐
20εστραμμένῳ προτεμενίσματι τοῦ ἐν τῇ Χαλκῇ λεγομένῃ τοῦ Σωτῆρος ναοῦ προκαθημένου μετὰ πολλῆς τῆς λαμπρότητος,
ἑκατέρωθεν αὐτοῦ καὶ τῶν βασιλίδων συγκαθημένων.623

624

Ἀλλὰ τὰ μὲν κατὰ τὸν Μανιάκην ἐν τούτοις τετελευτήκασιν· ἄλλη δ’ αὖθις κεκίνητο τυραννίς, ἧς ἦν ἐργάτης Θεόφιλος ὁ Ἐρωτικός. ὃς τὰ κατὰ τὸν δεύτερον Μιχαήλ, τὸν τοῦ πρώτου ἀδελφιδοῦν, μαθὼν καὶ ὡς γυναιξὶν ἡ βασιλεία πεπίστευται,
5τοὺς Κυπρίους ὑπελθών (τούτων γὰρ ἔτυχεν ἄρχων τότε) ἀπο‐ στασίᾳ ἐπιχειρεῖ. οὐ μέντοι τριβῆς τῷ Μονομάχῳ ἐδέησε πρὸς τὴν τούτου καθαίρεσιν· στόλον γὰρ στείλας δι’ αὐτοῦ τὸν Ἐρω‐ τικὸν ἐχειρώσατο καὶ τὴν νῆσον ῥᾷον εἰς δούλωσιν ὑπηγάγετο. Θνήσκει δὲ ὁ πατριάρχης Ἀλέξιος, ἐπ’ ἔτη δέκα πρὸς τοῖς
10ὀκτὼ καταπολαύσας τοῦ θρόνου τοῦ πατριαρχικοῦ, καὶ Μιχαὴλ ὁ λεγόμενος Κηρουλάριος πρὸς αὐτὸν ἀνθιδρύεται. χρυσίου δὲ κεντηνάρια πέντε καὶ εἴκοσιν ἐκ τῆς τοῦ πατριάρχου Ἀλεξίου μονῆς ὁ Μονομάχος ἀφείλετο, παρ’ ἐκείνου τοῦ πατριάρχου θησαυρισθέντα ἐκεῖ. ὅ γε μὴν ἐκτομίας Ἰωάννης, ὁ γεγονὼς
15ὀρφανοτρόφος, ὁ τοῦ βασιλεύσαντος Μιχαὴλ τοῦ Παφλαγόνος αὐτάδελφος, εἰς Μιτυλήνην τοῦ Μονομάχου κρατήσαντος μετ‐ αχθεὶς ἐκεῖ πηροῦται τοὺς ὀφθαλμούς, ὡς μέν τισι δοκεῖ, παρὰ τῆς βασιλίδος Θεοδώρας γνώμης ἄτερ τοῦ αὐτοκράτορος, ὡς
δ’ ἐνίοις, αὐτοῦ τοῦ κρατοῦντος τοῦτο κελεύσαντος, μηνιῶντος624

625

αὐτῷ διὰ τὸ τῆς ὑπερορίας πολυετὲς καὶ ἀναίτιον. ὃς βραχείας ἡμέρας τῇ πηρώσει ἐπιβιώσας τὴν ζωὴν ἐξεμέτρησεν. Ἄλλη δ’ αὖθις τυραννὶς τῷ Μονομάχῳ δεινοτέρα ἐξυπ‐ ανέστη. ἡ τοῦ Τορνικίου δ’ ἦν αὕτη Λέοντος, ὃς μητρόθεν
5κατὰ γένος προσῆκε τῷ αὐτοκράτορι. οὗτος τοίνυν τὴν Ὀρε‐ στιάδα οἰκῶν (οὕτω δὲ πάλαι ἡ πόλις ἐκαλεῖτο τοῦ βασιλέως Ἀδριανοῦ) τοὺς Μακεδόνας εἶχε προσέχοντας αὐτῷ ὡς δή τινι κρείττονι. ἦν γὰρ ὁ ἀνὴρ οὔτε τὸ εἶδος φαῦλος οὔτε τὸ φρό‐ νημα· εἶχε δέ τι καὶ ἕτερον ᾧ πρὸς ἑαυτὸν τοὺς πλείστους
10ἐφείλκετο. ἐχρησμολόγει γὰρ ἡ φήμη περὶ αὐτοῦ, οἷα καὶ περὶ ἄλλων λέγεται μάτην, ὡς τῶν Ῥωμαϊκῶν σκήπτρων ἔσοιτό ποτε ἐγκρατής. πρὸς ὃν ὁ βασιλεὺς οὔτε ὡς αὐτῷ προσήκοντα δι‐ ετέθειτο, ἀλλὰ μέντοι καὶ ἀπηχθάνετο τῷ ἀνδρί. ἡ δὲ τοῦ κρα‐ τοῦντος ὁμαίμων ἡ Εὐπρεπία ᾠκειοῦτό τε καὶ ἐδεξιοῦτο αὐτόν,
15γυνὴ γενναία τε καὶ σταθηροτάτη τὸ φρόνημα καὶ εἰς τύχης ἐλάσασα περιφάνειαν καὶ εἰς πλούτου δαψίλειαν, ἣ τῷ ἀδελφῷ στερκτέα οὐκ ἦν, ηὐλαβεῖτο δ’ αὐτὴν διὰ τὸ περιὸν τῆς φρο‐
νήσεως. ἡ δὲ μή τινος ἐξ ἐκείνου τυγχάνουσα τῶν μειζόνων625

626

οὔτε συχνάκις αὐτῷ προσῄει καὶ ὑπερηφάνως ὅτε προσελήλυθε προσεφέρετο, διελέγχουσά τε καὶ ὀνειδίζουσα. εἰ δ’ ἐπὶ τούτοις ἑωράκει τὸν ἀδελφὸν ὀργιζόμενον, ἀπεδυσπέτει καταφρονητικῶς. ὁρῶν οὖν τὴν πρὸς τὸν Τορνίκην τῆς ἀδελφῆς ὁ βασιλεὺς γνη‐
5σιότητα ὑπώπτευέ τε καὶ ἐμηνία, καὶ ἵνα πόρρω ἀλλήλων θεῖτο αὐτούς, τῶν ἐν Ἴβηρσι τῇ Ῥωμαίων ἡγεμονίᾳ διαφερόντων αὐτῷ τὴν ἀρχὴν ἀνατίθησι, κατεσχηματισμένην εὐπροσώπως ὑπερορίαν αὐτοῦ καταψηφισάμενος. καὶ ὁ μὲν ἀπῆλθεν· ἡ δέ γε φήμη, ἣ πρὸς μέγα τύχης αὐτὸν ἐξῆρεν ἐν ἐλπίσιν, οὐκ
10ἔληγε. καί τινες ἐκ τούτου τὸν ἄνδρα πρὸς τὸν βασιλέα δι‐ έβαλλον. ὁ δὲ τοῖς λόγοις τούτοις τὴν γνώμην διασεισθεὶς στέλλει καὶ κείρει μὲν τὴν κόμην τῷ Τορνίκῃ, συγκείρειν αὐτῷ ταῖς θριξὶ καὶ τὰς ἐλπίδας οἰόμενος, ῥάκος δὲ μέλαν αὐτὸν ἀμφιέννυσι, ζοφοῦν αὐτῷ νομίζων ἐντεῦθεν τὴν προσδοκωμένην
15τῆς τύχης λαμπρότητα· οὕτω δ’ ἐπανελθόντα μήτ’ οἰκτείρας, ἀλλὰ καὶ ἐπικαγχάσας ἀφῆκεν. οἱ δέ γε Μακεδόνες καὶ πρῴην, ὡς εἴρηται, προσκείμενοι τῷ ἀνδρὶ καὶ χρηστὰς ἐλπίδας ἐπ’
αὐτῷ θάλποντες, νυκτὸς αὐτὸν ὑπεξαγαγόντες τῆς βασιλίδος626

627

τῶν πόλεων ἐς τὴν αὐτῶν μητρόπολιν ἄγουσι τὴν Ἀδριανού‐ πολιν, καὶ σπουδῇ τῶν προστεθειμένων αὐτῷ ταχὺ τὰ πλείω τῶν στρατευμάτων ἐκεῖ συνηθροίσθησαν ἢ καὶ μίσει τῷ πρὸς τὸν αὐτοκράτορα. διά τινας γὰρ αἰτίας οὔτ’ ἐκεῖνος καλῶς
5τοῖς στρατιώταις ἐκέχρητο, ἀλλὰ καὶ ὑποψίας ὑπέτρεφε κατ’ αὐτῶν, κἀκεῖνοι διὰ ταῦτα πρὸς ἔχθος κατ’ αὐτοῦ ἠρεθίζοντο. ὡς δ’ οὖν συνελέγησαν, εὐφημίας αὐτὸν αὐτίκα βασιλικῆς καὶ ἀναρρήσεως κατηξίωσαν. ὁ δὲ σὺν αὐτοῖς εὐθὺς ἔργου εἴχετο καὶ ἀθρόον τῇ βασιλευούσῃ ἐπιφοιτᾷ, καί οἱ προσιόντι προσ‐
10εφοίτων πολλοὶ καὶ στρατιῶται καὶ ἀστικοί· κἀκεῖνος ταῖς ἐλ‐ πίσιν ᾐώρητο, ὡς οὔτινος αὐτῷ ἀντιστησομένου, ἀλλὰ μᾶλλον ἀναπετασόντων αὐτῷ εὐπετῶς καὶ τὰς πύλας τῆς πόλεως, ὅτι τε τὰ ἑῷα στρατεύματα πολέμοις ἐκεῖ προσησχόλητο καὶ ὅτι καὶ οἱ τῆς πόλεως δι’ ὀργῆς ἐποιοῦντο τὸν αὐτοκράτορα, ὡς
15δή τι μὴ κατὰ γνώμην αὐτοῖς προσφερόμενον. τοιαύταις οὖν αἰωρούμενος ταῖς ἐλπίσι στρατοπεδεύεται πρὸ τῆς πόλεως, πο‐ λιορκήσων αὐτήν, εἰ μὴ δέχοιτο ἑτοιμότατα. ἕωθεν οὖν παρα‐
ταξάμενος καὶ ἀγχοῦ τοῦ περιβόλου τῆς πόλεως γεγονὼς περὶ627

628

τὰς Βλαχέρνας ἀνοῖξαί οἱ τὰς πύλας ἠξίου τοὺς ἔνδον, ὑπο‐ σχέσεσι τούτους πρὸς τὴν πρᾶξιν παραθαρρύνων λαμπραῖς. τῶν δὲ μηδ’ ἐπιστρεφομένων αὐτοῦ, ἀλλὰ καὶ χλευαζόντων καὶ πρὸς ἐκεῖνον ἀποσκωπτόντων, ἐπεχείρει τῇ προσβολῇ. ἀντι‐
5παρετάττετο δὲ καὶ ὁ βασιλεὺς στρατιώταις ὀλίγοις καὶ ὄχλῳ δημοτικῷ καί τισιν ἄλλοις ἀνδράσιν ἐνίων τῶν τῆς γερουσίας θεραπεύουσι, τῶν πάντων οὐδ’ εἰς ἀκριβῆ συναριθμουμένων χιλιοστύν· καὶ τούτους πρὸ τοῦ περιβόλου στήσας τῆς πόλεως ἀντιμετώπους τοῖς τοῦ τυράννου ᾤετο καταπλήξειν αὐτοῖς τὸ
10ἀντίπαλον. καὶ αὐτὸς δὲ ὁ αὐτοκράτωρ ἔν τινι τῶν βασιλικῶν θαλάμων προβεβλημένῳ τῶν ἄλλων καὶ ἐπὶ τὸ πρὸ τῆς πό‐ λεως ἐστραμμένῳ πεδίον καθῆστο βασιλικῶς, ἵν’ ὁρῴη τοὺς ἐναντίους καὶ ὁρῷτο αὐτοῖς. οἱ δὲ Μακεδόνες βωμολοχίας ὄντες ἐθάδες, ἰδόντες τὸν βασιλέα, οἱ μὲν ἄντικρυς ἐξύβριζον
15εἰς αὐτόν, οἱ δὲ καὶ χοροὺς συνιστῶντες μέλη τέ τινα σχεδι‐ άζοντες κωμῳδίας ὠρχοῦντο καὶ ᾖδον ταῦτα, τοῖς ποσὶν ἐπι‐ κροτοῦντες τὴν γῆν. εἶτα τοῖς ἔξω τοῦ τείχους προβεβλημένοις βασιλικοῖς μοίρας τινὸς ἐπελθούσης τῶν ἐναντίων, οἱ μὲν ἐπὶ τὰς πύλας ὥρμησαν, οἱ δ’ ἐπὶ τὴν τάφρον ἐνέπιπτον καὶ ἀπώλ‐
20λυντο. τοσοῦτον δ’ ἅπασι τὸ δέος ἐγένετο ὥστε τούς τε τοῖς628

629

τείχεσιν ἐφεστῶτας ἑαυτοὺς ἐκ τούτου καταβάλλοντας φεύγειν καὶ τοὺς τὰς εἰσόδους φρουροῦντας τῆς πόλεως φρούδους αὐ‐ τίκα γενέσθαι, μηδὲ τὰς πύλας ἐπιζυγώσαντας. εἰ οὖν εἶχεν ὁ τότε πόλεμος τὸν εἰδότα νικᾶν, οὐδὲν ἦν τὸ κωλῦον εὐθὺς
5τὸν Τορνίκην ἐντὸς γενέσθαι τοῦ ἄστεος καὶ τέλος ἐπιθεῖναι τῷ ἐγχειρήματι. ἀλλὰ τοῦτο μέν, ἐπεὶ μὴ τῇ ἄνωθεν ἐδέδοκτο διοικήσει, τὸν τυραννοῦντα διέφυγεν. ὁ δέ γε βασιλεὺς μικροῦ ἂν ἐκινδύνευσε· τῶν γάρ τις ἐναντίων τόνδ’ ἐπιτοξάζεται καὶ βέλος ἀφίησι κατ’ αὐτοῦ, τὸ δ’ ἀτευκτῆσαν τοῦ βασιλέως βάλλει
10μειράκιόν τι τῶν θαλαμηπολούντων. ἀλλ’ οὐδ’ ἐκείνῳ καιρία γέγονεν ἡ ἐκ τοῦ βέλους πληγή· οἵ γε μὴν περὶ τὸν βασιλέα δείσαντες αὐτίκα μετέστησαν, κἀκεῖνος αὐτὸς ἄλλοσέ πῃ τὸν θῶκον μετήνεγκεν. ὃν δ’ εἴρητο τρόπον διαφυγεῖν τὸν Τορ‐ νίκην τὸ εὐτύχημα, εἰς τοὐναντίον αὐτῷ τὰ πράγματα περι‐
15έτρεψεν. ἥ τε γὰρ πόλις αὖθις ὑπὸ φρουρὰν ἐγεγόνει καὶ ὁ τύραννος αὖθις ἕωθεν προσβαλὼν καὶ ἀποκρουσθεὶς παρὰ
βραχὺ καὶ ἀπώλετο ἄν. λίθων γὰρ ἐκ μηχανῆς ταλαντιαίων629

630

σφενδονουμένων κατὰ τῶν ἐναντίων, εἷς ἐπὶ τὸν τύραννον ἵετο καὶ τοῦ μὲν οὐ καθίκετο, δειλίαν δὲ κἀκείνῳ καὶ τοῖς περὶ αὐτὸν ἐνεποίησε, καὶ λύσαντες τὴν παράταξιν ὑπενόστησαν εἰς τὴν σφετέραν παρεμβολὴν καὶ οὐκέτι τῇ πολιορκίᾳ ἐπικεχει‐
5ρήκασιν. ἀλλά τινας βραχείας ἡμέρας προσμείνας ὁ τυραννῶν, ἐπεὶ ἑώρα τοὺς μὲν τῶν οἰκείων προσχωροῦντας τῷ βασιλεῖ, τοὺς δὲ σκιδναμένους καὶ ἐκδιδράσκοντας, ἀπανίσταται μὲν τῆς περὶ τὸ ἄστυ προσεδρείας, ἀπῄει δὲ ὡς εὐπετῶς τῶν Θρᾳκῴων κρατήσων φρουρίων, ἀλλ’ ἀπεκρούσθη κἀκείνων. ἐν τοσούτῳ
10δὲ παρῆσαν αἱ τῆς ἑῴας δυνάμεις ἀνακεκλημέναι παρὰ τοῦ αὐτοκράτορος καὶ κατὰ τοῦ τυραννοῦντος ἀφείθησαν. οἱ δ’ αὐτῷ τὴν ἀποστασίαν συγκροτοῦντες ὡς ἔγνων τοῦτο, δείσαντες περὶ σφίσιν, ἀλλὰ καὶ τοῦ τῶν ἑῴων ταγμάτων ἐξάρχοντος παραστρατοπεδευσαμένου τοῖς ἀποστάταις καὶ τοὺς μὲν ὁμιλίαις,
15τοὺς δὲ καὶ γράμμασι πείθοντος αὐτομολῆσαι τῷ αὐτοκράτορι, πάντες σχεδὸν λιπόντες τὸν τυραννήσαντα προσήνωντο τοῖς βα‐ σιλικοῖς, καὶ οὐ τῶν ἀσήμων μόνον ἦσαν οὗτοι στρατιωτῶν, ἀλλὰ καὶ τῶν ἐπιφανῶν καὶ ἐστρατηγηκότων καὶ λαμπρυνθέντων ἀρχαῖς, ἑνὸς μόνου τῶν ἐπισήμων παραμεμενηκότος αὐτῷ τοῦ
20Βατάτζη. ὡς δ’ οὖν ἐγκατελείφθη πρὸς τῶν λοιπῶν ὁ Τορ‐630

631

νίκης καὶ πάντοθεν αὐτῷ ἄφυκτος ἦν ἡ κατάληψις, θείῳ ναῷ προσπεφεύγασιν αὐτός τε καὶ ὁ Βατάτζης. ἐκεῖθεν δὲ πεδῆται τῷ Μονομάχῳ προσήχθησαν· ὁ δὲ στέρησιν ἀμφοῖν καταψη‐ φίζεται τοῦ φωτός, καὶ τοῖς μὲν ἐσβέσθησαν εὐθὺς οἱ λύχνοι
5τοῦ σώματος, ἡ δ’ ἀποστασία διελέλυτο τέλεον. Μέχρι μὲν οὖν τοῦδε μάχας ἐμφυλίους ὁ λόγος διηγησά‐ μενος μεταβήσεται νῦν πρὸς μάχας βαρβαρικάς. προκείσθω δὲ τῶν ἄλλων τῶν Ῥῶς ἡ ἐπέλευσις. τοῦτο τὸ ἔθνος καὶ ἄλλοτε πλειστάκις κατὰ Ῥωμαίων ἐγένετο, ἡττηθὲν δὲ τέλος
10καὶ σπονδὰς πεποίητο πρὸς Ῥωμαίους καὶ κῆδος, ἵνα διὰ τὴν ἀγχιστείαν πρὸς ὁμόνοιαν τὰ γένη συνδέοιτο, καὶ παρ’ ἀλλήλους ἐφοίτων ἐμπορευόμενοι. ἦσαν γοῦν καὶ τότε Ταυροσκύθαι πολλοὶ παρὰ τῇ Κωνσταντίνου, τὰ ἑαυτῶν ἀποδιδόμενοι καὶ τὰ παρ’ ἡμῖν ἐξωνούμενοι. συνέβη δέ τισι τῶν Σκυθῶν ἔριν
15γενέσθαι πρὸς Ῥωμαίους τινάς, πληγαὶ δ’ ἐπηκολούθουν ταύτῃ καὶ τραύματα, τοῖς δὲ παρείποντο θάνατοι καὶ τοῖς θανοῦσι καὶ εἷς τις τῶν ἐπισήμων παρ’ αὐτοῖς συνηρίθμητο. τοῦτο
τῷ τῆς χώρας ἄρχοντι πρόφασις τῆς καθ’ ἡμῶν συγκινήσεως631

632

γέγονε, καὶ αὐτίκα πλοῖα συμπηξάμενος, ἃ παρ’ αὐτοῖς μονό‐ ξυλα λέγονται, σφόδρα πολλὰ καὶ τούτοις ἐμβιβάσας πλῆθος ὑπερεκπῖπτον σχεδόν τι καὶ ἀριθμόν, ἀκήρυκτον Ῥωμαίοις ἐπ‐ έσεισε πόλεμον καὶ γίνεται τῆς Προποντίδος ἐντός. ὡς δ’ ἔγνω
5τὴν ἐπέλευσιν ὁ κρατῶν, στέλλει παρ’ αὐτοῖς τοὺς πρεσβεύσοντας καταθέσθαι τὰ ὅπλα σφᾶς, ὡς ἑτοίμως τοῦ βασιλέως, εἴ τι γέ‐ γονεν αὐτοῖς πρὸς λύπην, ἐξιασομένου καὶ θεραπεύσοντος. ὁ δὲ βάρβαρος ὑπερηφάνως τε τοὺς πρέσβεις ἐδέξατο καὶ λόγους μεγαλαύχους καὶ σοβαροὺς ἐξηρεύξατο καὶ ἀτίμως αὐτοὺς ἀπε‐
10πέμψατο. ἀπογνοὺς τοίνυν τὰς σπονδὰς ὁ κρατῶν καὶ αὐτὸς πρὸς ναυμαχίαν παρεσκευάζετο, καὶ ἐπεὶ μὴ ἔτυχε τὸ ναυτικὸν ἐνδημοῦν, πορρωτάτω δ’ ὂν φυλακαῖς χωρῶν προσησχόλητο, τριήρεις τινὰς καὶ ὁλκάδας ἄλλας ἑτοιμασάμενος καὶ ταύταις τὸ πῦρ τὸ ὑγρὸν ἐνθέμενος ἄφθονον ἀντέταξε ταύτας τοῖς σκά‐
15φεσι τοῖς βαρβαρικοῖς, καὶ αὐτὸς ὁ κρατῶν παρὼν καὶ ἄνω που τοῦ λιμένος καθήμενος. ὡς δὲ τὸ πολὺ τῆς ἡμέρας παρ‐ ῆλθε καὶ ἠρέμουν οἱ βάρβαροι καὶ τὴν σύνταξιν οὐ διέλυον, τρεῖς τῶν τριηρῶν ἐκέλευσεν ὁ βασιλεὺς τῷ Θεοδωροκάνῳ λα‐ βεῖν καὶ ἀκροβολίσασθαι κατὰ τῶν βαρβάρων, ἵν’ αὐτοὺς εἰς
20πόλεμον ἐπισπάσηται. ὁ δὲ οὐκ ἀκροβολισμοῖς ἐπεχείρησεν,632

633

ἀλλὰ καθαρᾷ ναυμαχίᾳ καὶ τινὰ μὲν σκάφη βαρβαρικὰ κατ‐ έφλεξε τῷ διύγρῳ πυρί, τινὰ δὲ κατέδυσεν αὔτανδρα, ἓν δὲ κατέσχεν ἔνδον αὐτὸς εἰσπεπηδηκώς, καὶ οὓς μὲν τῷ ξίφει συγκόψας, οὓς δὲ καταπλήξας καὶ δεσμίους ὥσπερ τῷ δέει
5παρειληφώς. ὡς δ’ οὕτω ταῖς τρισὶ τριήρεσι κατευτυχήθη ἡ κατὰ τῶν ἐναντίων ἐπέλευσις καὶ ἄλλαις τῶν ὁλκάδων σύνθημα παρέσχεν ὁ βασιλεύς, καὶ ἀνήγοντο πλείονες· ἃς ὁρῶντες ἐπ‐ ιούσας οἱ βάρβαροι οὐκέτι μάχης ἐμέμνηντο, ἀλλὰ τὴν σύνταξιν διαλύσαντες πρύμναν ἐκρούσαντο καὶ ὡρμήκεσαν εἰς φυγήν.
10συνεμάχησε δὲ Ῥωμαίοις τότε καὶ ἄνωθέν τις ῥοπή· πνεῦμα γὰρ ἐξαίφνης σκληρὸν πνεῦσαν ἐξ ἑῴας πρὸς τὰ ἑσπέρια καὶ καταιγίδα κινῆσαν τοῖς τῶν βαρβάρων ἐπήνεκτο σκάφεσι καὶ πολλὰ μὲν ἐπέκλυσε καὶ τῷ βυθῷ παραδέδωκε, πολλὰ δ’ ὑφ‐ άλοις πέτραις καὶ σκοπέλοις προσήραξε καὶ συνέτριψε. τὰ δέ
15γε τούτων πληρώματα, τοὺς μὲν τὸ ὕδωρ ἐκάλυψε, τοὺς δὲ σύνταγμα στρατιωτικὸν ἐφεδρεῦον ταῖς ᾐόσι διέφθειρεν. οὕτω δὲ καταπολεμηθέντος τοῦ τῶν βαρβάρων πλήθους ὁ βασιλεὺς τροπαιοφορῶν εἰς τὰ ἀνάκτορα ἐπανέζευξεν.
Εἷς μὲν δὴ πόλεμος βαρβαρικὸς οὑτοσὶ δεδιήγηται, εἰρή‐633

634

σθω δὲ καὶ ἑτέρα τις συγκίνησις ἔθνους, ἣ τότε τὴν ἑῴαν διέλαβε καὶ μέχρι τοῦ νῦν αὐτὴν ἐπιβόσκεται, τοὺς Τούρκους φημί. εἰσὶ μὲν οὖν οὗτοι γένος τι Οὐννικὸν οἰκοῦν τὰ προσ‐ άρκτια τῶν Καυκασίων ὀρῶν, πολυπληθὲς καὶ αὐτόνομον.
5ἐπεὶ δ’ ἡ Περσῶν ἀρχὴ ἢ μᾶλλον ἡ Μακεδόνων, ἣ τὴν Περ‐ σῶν βασιλείαν καθεῖλεν, ὑπὸ Σαρακηνῶν καθῄρητο, εἶτα καὶ οὗτοι πρὸς ἀλλήλους στασιάσαντες εἰς ἀντιπάλους μοίρας διῄρηντο καὶ ἀλλήλοις ἐμάχοντο, Μουχούμετ ὁ τοῦ Ἰμβραήλ, Περσίδος ἄρχων καὶ Χορασμίων καὶ Μηδίας καί τινων ἄλλων, πόλεμον
10ἤρατο κατὰ τοὺς χρόνους Βασιλείου τοῦ βασιλέως κατὰ Βα‐ βυλωνίων τε καὶ Ἰνδῶν, ἡττώμενος δὲ συμμαχικὸν ἐκ Τούρκων μετεπέμψατο· ἦν δὲ τοῖς εἰς συμμαχίαν ἐλθοῦσι τῷ Μουχούμετ στρατηγὸς Ταγγρολίπιξ Μουκάλετ. σὺν τούτοις ὁ Μουχούμετ τοῖς ἀντιθέτοις προσβαλὼν τροποῦται αὐτοὺς καὶ ἀναζεύξας εἰς
15τὰ οἰκεῖα οὐκ εἴα τοὺς Τούρκους εἰς τὴν ἑαυτῶν ὑποστρέψαι,634

635

ἀλλ’ ἤθελε παρακατέχειν αὐτούς, ἵνα καὶ ἐφ’ ἑτέρους χρῷτο συμμάχοις αὐτοῖς. οἱ δὲ μὴ οἷοί τε ὄντες ἀπιέναι πρὸς τὴν σφετέραν, εἰ μὴ αὐτοῖς ἀνεθείη ἡ τοῦ Ἀράξιδος γέφυρα (πο‐ ταμὸς δ’ οὗτός ἐστιν εἰ μὴ διὰ τῆς γεφύρας οὐ περατός, ἡ
5γέφυρα δ’ ἐπεπύργωτο ἑκατέρωθεν, καὶ τοῖς πύργοις φρουροὶ ἐφειστήκεισαν), ἀποστατοῦσι καὶ εἰς ὄρη καταφυγόντες (οὐ γὰρ ἐθάρρουν ὄντες τρισχίλιοι πρὸς πολλὰς κατὰ συστάδην μαχέσα‐ σθαι μυριάδας), ἐκτρέχοντες ἐκεῖθεν τὰ τῶν Σαρακηνῶν ἐλη‐ ίζοντο. ἐκπέμπει τοίνυν κατ’ αὐτῶν ὁ Μουχούμετ στρατεύματα
10περί που τὰς εἴκοσι χιλιάδας, δέκα τῶν ὁμογενῶν ἀνδράσι τὴν αὐτῶν ἐγχειρίσας ἡγεμονίαν. οἷς οἱ Τοῦρκοι νυκτὸς ἐπιθέμενοι ῥᾷστα τοὺς πλείους κατέκοψαν. οἱ δὲ περισωθέντες σὺν τοῖς αὐτῶν στρατηγοῖς εἰς τὸν Μουχούμετ ἀνθυπενόστησαν. ὁ δὲ τοὺς μὲν δέκα τῆς στρατιᾶς ἡγεμόνας ἐξετύφλωσε, κατὰ δὲ
15τῶν περισωθέντων στρατιωτῶν ἠπείλει διαθήσειν αὐτοὺς τὰ χείριστα. οἱ δὲ δείσαντες τοῖς Τούρκοις προσέθεντο· ἤδη δὲ καὶ ἄλλων αὐτοῖς προσρυέντων συχνῶν, δούλων τε κακούργων λεηλασίαις χαιρόντων καὶ ἁρπαγαῖς, πολυπληθὲς ἐγένοντο στρά‐
τευμα καὶ τῷ Μουχούμετ περὶ τὸ Ἀσπαχὰν συρρήγνυνται, καὶ635

636

πολλῶν πεσόντων Σαρακηνῶν καὶ αὐτὸς ὁ Μουχούμετ ἀπ‐ έθανεν. ὁμονοησάντων οὖν τῶν στρατευμάτων, παρὰ πάντων ὁ Ταγγρολίπιξ τὴν ἀρχὴν τῶν ὑπὸ τὸν Μουχούμετ ἐνεχειρίσθη χωρῶν. αἱρεθεὶς δ’ εἰς ἡγεμονίαν, πέμψας τοὺς ἐν τῇ γεφύρᾳ
5τοῦ Ἀράξιδος πύργους κατέβαλεν. οὕτω δ’ ἀνεθείσης τοῖς Τούρκοις τῆς διόδου τοῦ ποταμοῦ, πολὺ τῶν βαρβάρων τού‐ των πλῆθος προσερρύη τῷ Ταγγρολίπικι, καὶ χεῖρα βαρεῖαν ἐκ τούτων ὁ τῶν Τούρκων κτησάμενος ἀρχηγὸς ἀφαιρεῖται μὲν πάντοθεν τοὺς Σαρακηνοὺς τὴν ἀρχήν, ἑαυτῷ δὲ ταύτην καὶ
10τοῖς ὁμογενέσιν ἀπένειμε καὶ εἰς ὑπηκόους τοὺς ἐκ τῆς Ἄγαρ κατέστησεν. εἶτα αὐτὸς μὲν μάχῃ τοὺς Βαβυλωνίους προσ‐ εκτήσατο, τὸν δὲ ἀδελφόπαιδα Κουτλουμοὺς σὺν στρατιᾷ κατὰ τῶν Ἀράβων ἐξέπεμψεν· ὁ δὲ ἡττηθεὶς ὑπέστρεφε καὶ διαπρε‐ σβεύεται πρὸς τὸν τῆς Μηδίας ἄρχοντα (οὕτω δ’ ἐκαλεῖτο πάλαι
15τὸ Βαασπαρκᾶν), αἰτῶν παραχωρηθῆναι διὰ τῆς χώρας αὐτοῦ διελθεῖν. ὁ δὲ τῆς χώρας ταύτης ἐκ βασιλέως ἄρχειν προχει‐ ρισθεὶς οὐ μόνον οὐκ ἀνῆκε τούτῳ τὴν δίοδον, ἀλλὰ καὶ ἀντ‐
ετάξατο κατ’ αὐτοῦ καὶ συμβαλὼν ἡττᾶται καὶ πολλοὺς μὲν636

637

τῶν οἰκείων ἀπέβαλεν, ἥλω δ’ αὐτός. ὁ γοῦν Κουτλουμοὺς πρὸς τὸν Ταγγρολίπικα ἐπανελθὼν τὰ περὶ τοῦ κατὰ τὴν Μη‐ δίαν διηγεῖτο πολέμου καὶ τῆς χώρας ἐξύμνει τὸ πάμφορον καὶ προσετίθει εὐάλωτον εἶναι ταύτην, παρὰ γυναικῶν καρπου‐
5μένην, οὕτω καλῶν τοὺς μαχεσαμένους αὐτῷ. ὁ δὲ Ταγγρο‐ λίπιξ αὐτῷ μὲν διὰ τὴν ἧτταν ἐμηνία, ἐκεῖνος δὲ κατὰ τῶν Ἀράβων ἐχώρει. καὶ ὁ Κουτλουμοὺς δείσας ἀπέδρα μετὰ τῶν σὺν αὐτῷ καὶ τὸ Πασάρ (πόλις δ’ ἐστὶ τῶν Χορασμίων τουτί) κατασχὼν ἀφίσταται τοῦ σουλτάν (οὕτω γὰρ ὁ Ταγγρολίπιξ
10ὠνόμαστο) καὶ ἐπὶ πολὺ πρὸς τὸν θεῖον ἀντικαθίστατο πολιορ‐ κοῦντα αὐτόν, διὰ δὲ τὴν τῆς πόλεως ὀχυρότητα μηδὲν ἀνύσαι δυνάμενον. καὶ ὁ μὲν σουλτὰν τῇ πολιορκίᾳ τοῦ Πασὰρ προσ‐ ησχόλητο· στέλλει δὲ κατὰ Μηδίας Ἀσὰν σὺν ἀξιομάχῳ δυνάμει. ὁ δὲ προσβαλὼν τῇ χώρᾳ καὶ συμμίξας Ῥωμαίοις, πίπτει μὲν
15αὐτός, ἡττᾶται δὲ τὸ σὺν αὐτῷ στρατιωτικὸν καὶ βραχίστων ἄτερ τὸ ἅπαν ἀπόλλυται. ὃ μαθὼν ὁ σουλτὰν ἠθύμησε μέν,
ἐπαναλαβεῖν δ’ αὖθις ἔσπευδε τὸ δυστύχημα καὶ Ἀλὶμ Ἀβραμίῳ637

638

ἑτεροθαλεῖ ἑαυτοῦ ἀδελφῷ στρατιὰν ἐγχειρίσας εἰς ἑκατὸν ἀρι‐ θμουμένην χιλιοστύας κατὰ Ῥωμαίων ἐξέπεμψεν. ὁ δὲ τοῦ Βαασπαρκᾶν στρατηγὸς τῷ βασιλεῖ περὶ τούτων διὰ γραμμάτων δεδήλωκε, συμμαχίαν αἰτῶν. καὶ ὃς τῷ Λιπαρίτῃ δυνάστῃ μοίρας
5τῶν Ἰβήρων τυγχάνοντι ἐπέστειλε συνελθεῖν τοῖς Ῥωμαίοις καὶ ἐπαρῆξαι κατὰ τῶν Τούρκων. τῶν Τούρκων δὲ ἐπιστάντων ἤδη, οἱ Ῥωμαῖοι πολεμῆσαι σφίσιν οὐκ ἔκριναν, εἰ μὴ ἑνωθεῖεν κατὰ τὴν βασιλικὴν ἐντολὴν καὶ τοῖς Ἴβηρσιν. ἀτρεμούντων δὲ τῶν στρατιωτῶν, μὴ δυνάμενος αὐτοῖς ὁ Ἀλὶμ συμβαλεῖν εἰς ὀχύ‐
10ρωμά τι προσκαθημένοις ἔπεισι τῷ Ἄρτζε (κωμόπολις δ’ ἦν τοῦτο, πληθὺς δ’ ἐνῴκει αὐτῷ, ἵν’ οὕτως εἴποιμι, καὶ ἀριθμὸν ὑπερβαίνουσα, ἔμποροι δ’ ἦσαν οἱ ἄνθρωποι, καὶ πλοῦτος ἦν αὐτοῖς περιττός). ὡς γοῦν ἀτείχιστον τὴν κωμόπολιν ἐξ ἐφόδου ἑλεῖν αὐτὴν οἱ βάρβαροι ἤλπιζον, ἀλλ’ ἔγνωσαν παραβουκολού‐
15μενοι ταῖς ἐλπίσιν, ἐπείπερ ταύτῃ προσέβαλον. ταῖς γὰρ διόδοις ὕλας ἐπαγαγόντες οἱ ταύτης κάτοικοι καὶ ταύταις αὐτὰς ἀπο‐ φράξαντες, ἐκ τῶν δωμάτων ἔβαλλον τοὺς ἐναντίους καὶ ἀν‐ ῄρουν πολλούς, καὶ τοῦτο ἐφ’ ἡμέραις ἐγίνετο ἕξ. ὡς δ’ ἔγνω
ὁ τῶν Τούρκων στρατηγὸς ὁ Ἀλὶμ ἐρρωμενέστατα τοὺς Ἀρτζη‐638

639

νοὺς ἀντεχομένους καὶ πολιορκίᾳ ῥᾷστα μὴ ἁλωτούς, πυρὶ τῶν ἀνδρῶν περιγενέσθαι διέγνωκεν· αὐτίκα τοίνυν ἀνῆπτο τοῦτο καὶ τοῖς οἰκήμασιν ὑπεβάλλετο. ὡς δ’ ἐξήφθη πανταχόθεν πυρκαϊά, τρέπονται μὲν οἱ ἐγχώριοι, οἱ δὲ βάρβαροι κρατοῦσι
5τῆς κωμοπόλεως καὶ πολὺν ἐν αὐτῇ χρυσὸν καὶ ἄλλον πλοῦτον εὑρήκασιν, ὅσος μὴ κατηνάλωτο τῷ πυρί. ἐντεῦθεν αὖθις κατὰ τῆς Ῥωμαϊκῆς ὡρμήκασι στρατιᾶς· ἤδη δὲ καὶ τοῦ Λιπαρίτου σὺν τοῖς Ἴβηρσι παραγεγονότος, συμβολὴ τῶν στρατευμάτων ἐγένετο περὶ βουλυτόν. ὁ μὲν οὖν Ἀλὶμ καὶ ὁ Χοροσάνης (ἕτε‐
10ρος δ’ οὗτος ἦν στρατηγὸς τῶν βαρβάρων) μετὰ τῶν ὑπ’ αὐ‐ τοὺς τραπέντες ἐνέκλιναν εἰς φυγήν, καὶ σφᾶς οἱ ἀντιτεταγμένοι Ῥωμαῖοι μέχρι πόρρω νυκτῶν κατεδίωκον. ὁ δὲ Λιπαρίτης κατ’ ἄλλο κέρας μαχόμενος ἑάλω τοῖς ἐναντίοις. ὡς δ’ ἐπαύ‐ σαντο τῆς διώξεως οἱ Ῥωμαῖοι, τὸν Λιπαρίτην προσέμενον, μὴ
15εἰδότες ὃ περὶ ἐκεῖνον συμβέβηκεν. ἐν τοσούτῳ δέ τις αὐτοῖς ἀγγέλλει τοῦ Λιπαρίτου τὴν ἅλωσιν, καὶ ὅτι λαβόντες αὐτὸν οἱ ἑλόντες ἀπίασι σὺν σπουδῇ. οἱ μὲν οὖν Ῥωμαῖοι ταῦτα μα‐
θόντες ἐν ἀθυμίαις ἦσαν· οἱ βάρβαροι δὲ τῷ σουλτὰν τὸν Λιπα‐639

640

ρίτην ἐκόμισαν. ὁ μέντοι βασιλεὺς μαθὼν τοῦ Λιπαρίτου τὴν ἅλωσιν, πέμπει πρὸς τὸν σουλτάνον, ἐλευθερίας ἀξιῶσαι τὸν Λιπαρίτην ζητῶν καὶ λύτρα τούτου πέμψας πολλὰ καὶ δῶρα δὲ τῷ σουλτὰν καὶ σπονδὰς μέσον Ῥωμαίων καὶ Τούρκων
5ζητῶν γενέσθαι. ὁ δὲ σουλτὰν τὸν μὲν Λιπαρίτην δῶρον στέλλει, τὰ δέ γε λύτρα πάντα τῷ ὑπὲρ οὗ ἐπεπόμφεισαν δέδωκε καὶ μηκέτι ὅπλα κατὰ Τούρκων ἄρασθαι παρηγγύησεν. ἐκπέπομφε δὲ κἀκεῖνος πρέσβυν πρὸς βασιλέα, ὃν ἐκάλουν ἐκεῖνοι σερίφην. οὗτος δ’ ἐστὶ παρ’ αὐτοῖς ὅπερ πάλαι ἦν παρ’ ἡμῖν ὁ λεγό‐
10μενος σύγκελλος· ὡς γὰρ ὁ σύγκελλος τοῦ πατριάρχου θανόντος εἰς τὸν ἐκείνου τόπον ἀντικαθίστατο, οὕτω καὶ ὁ σερίφης τοῦ χαλιφᾶ φθαρέντος ἐκεῖνος τὸν τελευτήσαντα διεδέχετο. εἰσελθὼν οὖν εἰς τὴν μεγαλόπολιν ὁ σερίφης καὶ εἰς ὁμιλίαν τῷ κρα‐ τοῦντι ἐλθὼν καὶ ὁμιλήσας ὑπερηφάνως φόρους τε τελεῖν ἀπαι‐
15τῶν τῷ σουλτάν, ἀπεπέμφθη. ἐντεῦθεν βαρυθυμήσας ὁ σουλτὰν640

641

αὐτὸς κατὰ Ῥωμαίων ἐχώρησε, καὶ ἔκτοτε προχωροῦν τὸ τῶν Τούρκων ἔθνος τῆς ἑῴας πάσης ἐκράτησε καὶ μέχρι τῆς ἀντι‐ πόρθμου τῇ Βυζαντίδι ἠπείρου κατήντησε. Τὰ μὲν οὖν τῶν Τούρκων τοῦτον ἔσχε τὸν τρόπον· τὸ
5δὲ τῶν Πατζινάκων ἔθνος αὖθις κατὰ τὴν Εὐρωπαίαν μοῖραν κεκίνητο· Σκυθικὸν δὲ τὸ ἔθνος καὶ πολυάνθρωπον, πέραν Ἴστρου νεμόμενον. ἦν δὲ τότε τοῦ ἔθνους ἄρχων Τυράχ, ἀνὴρ τὸ μὲν γένος παρὰ τὸ ἔθνος λαμπρός, τὸ δὲ ἦθος νωθής. ἕτερος δέ τις Κεγένης καλούμενος, ἄσημος μὲν ὅσον εἰς γένους
10ἀναφοράν, ἀνὴρ δὲ ῥέκτης τε καὶ δραστήριος ὢν καὶ πολλάκις ἐν πολέμοις ἀνδραγαθήσας, παρὰ τοῦ ἔθνους πεφίλητο. διὸ καὶ παρὰ τοῦ Τυρὰχ ἐλοχᾶτο, ζητοῦντος αὐτὸν ἀνελεῖν. ὃ γνοὺς ἐκεῖνος καὶ δύο τῶν φυλῶν προσεταιρισάμενος, οὐσῶν πασῶν δέκα ἐπὶ τρισί, σὺν αὐταῖς διέβη τὸν Ἴστρον καὶ ἐπὶ τὰ Ῥω‐
15μαίων ὅρια γέγονεν, αὐτόμολος ἥκειν λέγων τῷ βασιλεῖ καὶ οὐκ ἔσεσθαί οἱ ἀσυντελής. ἐμηνύθη ταῦτα τῷ Μονομάχῳ, καὶ ὁ τῆς χώρας ἄρχων κελεύεται δέξασθαι τοὺς Σκύθας. ὁ δὲ
Κεγένης εἰς τὴν βασιλίδα τῶν πόλεων φοιτήσας ἐς ὄψιν ἦλθε641

642

τῷ βασιλεῖ καὶ τὸ σωτήριον δεξάμενος βάπτισμα ἐτιμήθη πα‐ τρίκιος. ἔπεισε μέντοι καὶ τοὺς σὺν αὐτῷ Σκύθας τοῦ θείου τούτου λουτροῦ μετασχεῖν. ποιούμενος δὲ τὰς διατριβὰς κατὰ τὰ παρίστρια καὶ διαβαίνων τὸν ποταμὸν ἀθρόον ἐκάκου τοὺς
5τοῦ Τυράχ, ἀναιρῶν τε καὶ ληιζόμενος. πρεσβείαν τοίνυν ὁ Τυρὰχ πρὸς τὸν βασιλέα ἀπεσταλκὼς ᾐτιᾶτο ὅτι τὸν ἀποστάτην τοῦ ἔθνους ἐδέξατο, καὶ εἰ μὴ κωλύσει κακοῦν τὸ ἔθνος τὸν πρόσφυγα, τὸ ἔθνος ὅλον ἕξει πολέμιον. πρὸς ταῦτα δ’ ὁ αὐτο‐ κράτωρ “οὔτε. προδότης” ἔφη “τοῦ προσελθόντος γενήσομαι
10οὔτε κωλύσω μὴ ἀμύνασθαι τοὺς ἐπιβουλεύσαντας.” τούτων τῶν μηνυμάτων τῷ Τυρὰχ κομισθέντων, ἐπεὶ χειμὼν ἐπέστη καὶ ὁ Ἴστρος ἐξ ὄχθης εἰς τὴν ἑτέραν τῷ κρύει πηγνύμενος κεκρυστάλλωτο, πεζῇ διέβη τὸν ποταμὸν σὺν τῷ ἔθνει παντὶ καὶ τὴν Ῥωμαΐδα χώραν καταλαβὼν τὰ ἐν ποσὶν ἐκεράϊζεν.
15ὁ δέ γε βασιλεὺς τοῦτο μαθὼν στρατιὰν αὐτίκα τῷ τῆς χώρας ἄρχοντι καὶ τῷ Κεγένῃ ἐπίκουρον ἔπεμψεν. οἱ μέντοι Πατζι‐ νάκαι τροφῶν ἀφθονίαν εὑρόντες καὶ οἴνου καὶ ἄλλων πομάτων ἐσκευασμένων ἐκ μέλιτος καὶ περὶ ταῦτα ἀπληστευσάμενοι, νοσή‐
ματι κοιλιακῷ περιέπεσον. καὶ τοῦτο ἐξ αὐτομόλου γνοὺς ὁ642

643

Κεγένης ἀναπείθει καὶ τὰς Ῥωμαϊκὰς δυνάμεις ἐπιθέσθαι τοῖς ἐναντίοις. ὡς γοῦν εἶδον οἱ βάρβαροι τὴν κατ’ αὐτῶν τῶν Ῥωμαίων ἐπέλευσιν, κατειργασμένοι τῇ νόσῳ τυγχάνοντες ἰλιγ‐ γίασαν καὶ ἀποδειλιάσαντες μεθῆκαν τὰ ὅπλα καὶ ἱκέται γεγό‐
5νασι καὶ τοῖς ἐχθροῖς παρέδωκαν ἑαυτούς. τούτων ὅσοι μὲν ὑπὸ τὸν Κεγένην γεγόνασιν, οἱ μὲν ξίφεσι παρεδόθησαν, οἱ δὲ πρὸς δουλείαν χρυσοῦ ἀπεδόθησαν. τὸ πλῆθος δὲ τὸ λοιπὸν χρήσιμον ἐνομίσθη γενέσθαι Ῥωμαίοις, εἰ τὰ ὅπλα ἀφαιρεθὲν εἰς τὴν τῶν Βουλγάρων χώραν κατοικισθείη, ἔρημον οὖσαν
10τὴν πλείονα, πρὸ μικροῦ τοῦ ἔθνους ἐκείνου καταλυθέντος· ὃ καὶ γέγονε τοῦ βασιλέως κελεύσαντος. ὁ δέ γε Τυρὰχ σὺν τοῖς ἐξόχοις τοῦ ἔθνους ἤχθη πρὸς τὸν κρατοῦντα καὶ τοῦ θείου καταξιωθέντες βαπτίσματος ἀξιώμασι λαμπροῖς ἐτιμήθη‐ σαν. ὡς δὲ μάχαι τότε Ῥωμαίοις μετὰ τῶν Τούρκων ἦσαν
15κατὰ τὴν ἑῴαν, πεντεκαίδεκα χιλιάδας Πατζινάκων ὁ αὐτο‐ κράτωρ ἐπιλεξάμενος καὶ καθοπλίσας αὐτοὺς ἵππους τε παρα‐ σχόμενος καὶ ἐπιστήσας στρατάρχας αὐτοῖς ἐκ τῶν ὁμογενῶν ἐν Χρυσοπόλει διεπέρασεν, εἰς Ἰβηρίαν κελεύσας ἀπελθεῖν, τάξας αὐτοῖς καὶ προηγήτορα τῆς ὁδοῦ. ὡς δ’ οὖν περὶ τὸν Δαμα‐
20τρὺν ἥκασιν, ἔστησαν καὶ πρόσω προβαίνειν οὐκ ἤθελον· εἰς643

644

τοὐπίσω δὲ χωρήσαντες καὶ ἄχρι τοῦ πορθμοῦ ἐφθακότες σὺν τοῖς ἵπποις τὴν θάλασσαν διαπορθμευσάμενοι κατὰ τὴν τοῦ ἁγίου Ταρασίου μονήν, αὐτίκα συντεταμένην ποιησάμενοι τὴν ὁδοιπορίαν τοῖς ὁμογενέσι προσήνωντο· καὶ ἐπεὶ ὁμοῦ συν‐
5ηθροίσθησαν, ἀπῆλθον καὶ ἐν τοῖς παριστρίοις πεδίοις ἐπήξαντο τὰς σκηνάς, ἐκεῖθεν δ’ ὁρμώμενοι τὰ Θρᾳκῷα κατέτρεχον. πολλάκις δὲ τοῦ βασιλέως κατ’ αὐτῶν στρατεύματα πέμψαντος, ἐπικρατέστεροι ἦσαν οἱ βάρβαροι, ὥστε καὶ ἀδεῶς κατὰ πάσης τῆς Θρᾴκης καὶ Μακεδονίας σκεδάννυσθαι καὶ λείαν ἅπαντα
10τίθεσθαι καὶ οὐ τὰ πόρρω μόνον, ἀλλὰ μέντοι καὶ τὰ τῇ πόλει ἀγχίθυρα. τέλος δὲ σπένδονται Ῥωμαίοις τριακοντούτεις σπον‐ δάς. καὶ οὕτως ὁ τῶν Πατζινάκων ἔληξε πόλεμος. Ὁ δὲ σουλτὰν οὐκ ἔληγεν ἐπιὼν τὰς ὑπὸ Ῥωμαίους χώ‐ ρας καὶ πόλεις καὶ τὰς μὲν ληιζόμενος, τὰς δ’ ἐκπορθῶν τε
15καὶ οἰκειούμενος. Κατὰ τούτους τοὺς χρόνους καὶ ἐπιβουλὴν ὁ αὐτοκράτωρ
ἐφώρασεν, ἣν Ῥωμανὸς ὁ Βοΐλας συνεστήσατο. ἦν δ’ οὗτος644

645

τῶν ἀσήμων ἀνὴρ καὶ τὴν γλῶσσαν εἶχεν ἡμίφωνον μηδ’ οἵαν ὀρθοεπεῖν, ὀλισθαίνουσαν δ’ ἐν ταῖς ὁμιλίαις καὶ ἀνεπαίσθητα τοῖς ἀκροαταῖς φθεγγομένην. τοῦτο δὲ ἦν τὸ μὲν ἐλάττωμα φυσικόν, τὸ δὲ προσποίησις καὶ σκηνὴ τὴν τῆς φύσεως δι‐
5αμαρτίαν τῇ ὑποκρίσει τοῦ σκηνουργοῦ ἐπιτείνοντος. τῷ τοιούτῳ τοίνυν ἀνδρὶ ὡς οὐδενί τῳ ὁ βασιλεὺς ἥδετο, καὶ εἰ διημαρ‐ τημένα καὶ ἀδιάρθρωτα ἤκουε φθεγγομένου αὐτοῦ, ὑπὲρ πᾶσαν ἡγεῖτο τὰς ἐκείνου φλυαρίας γλυκυθυμίαν. καὶ οὕτως διὰ ταῦτα τῷ βασιλεῖ προσῳκείωτο ὡς πάντα καιρὸν εἶναι αὐτῷ τῆς πρὸς
10ἐκεῖνον εἰσόδου καὶ τῆς ἐντεύξεως. καὶ οὐχ οὕτως αὐτῷ τὰ περὶ τὸν ἀνδρῶνα διέκειτο, ἡ δὲ γυναικωνῖτίς οἱ ἀπεκέκλειστο; ἀλλ’ ἄνετος ἦν αὐτῷ κἀκείνη καὶ ὅτ’ ἐβούλετο βάσιμος, καὶ ὁ πλοῦτος ἐπέρρει τῷ ἀνδρὶ ἑκατέρωθεν, καὶ ἐκ τῶν τριόδων ἀναρπασθεὶς εἰς αὐτὴν ἀνήχθη τὴν συγκλητικὴν κορυφήν. ὁ
15δὲ οὐκ ἠγάπα τοῦτον εὐδαιμονήσας τὸν τρόπον, ἀλλὰ καὶ τῆς βασιλείας ἐρᾷ καὶ μελετᾷ ταύτην ἑαυτῷ προσνεῖμαι, κτείνας τὸν αὐτοκράτορα. καὶ οὓς ᾔδει δύσνους τῷ βασιλεῖ, τούτοις τὸ ἀπόρρητον ἀνεκάλυπτε. καὶ τοὺς μὲν τὸν λόγον προσιεμένους μεγάλαις ἐλπίσιν ἐξαίρων πρὸς τοὖργον ἐρρώννυεν. εἰ δέ τινες
20καὶ πρὸς τὴν προσβολὴν ἐδυσχέραινον, ὁ δὲ πεῖραν ἔλεγε τὸν
λόγον προσαγαγεῖν, ἵνα γνῷ τὴν ἐκείνων πίστιν τὴν πρὸς τὸν645

646

αὐτοκράτορα, καὶ ἐπῄνει τοὺς ἄνδρας τῆς διαθέσεως καὶ γνω‐ ρίσαι τῷ βασιλεῖ εὔνους αὐτῷ τυγχάνειν διώμνυτο. ὁ μὲν οὖν οὕτω μετῄει τοὺς πλείονας, καὶ οἱ ἐκείνῳ συνομοσάμενοι ῥᾷστα τὸ βούλευμα ᾤοντο γενέσθαι ἀνύσιμον. οὐ μόνον γὰρ ἡ πρὸς
5τὸν βασιλικὸν κοιτωνίσκον πάροδος ἐκείνῳ ἄνετος ἦν, κἂν ἔτυχεν ὑπνώττων ὁ βασιλεὺς κἂν τῇ βασιλίδι συνίαυεν, ἀλλὰ καὶ τὰς τῶν ἀπορρήτων εἰσόδων κλεῖς ἐμπεπίστευτο. καὶ ἤχθη ἂν εἰς ἔργον τὸ διαβούλιον, εἰ μή τις αὐτῷ τῷ βασιλεῖ κατεμήνυσε τῶν κοινωνησάντων τοῦ σκέμματος. ἥλω τοίνυν ἐπ’ αὐτοφώρῳ
10καὶ τὸ ξίφος αὐτὸ κατέχων ᾧ τὸν αὐτοκράτορα ἔμελλεν αὐτίκα διαχειρίσασθαι. ἀλλ’ ὁ μὲν διὰ τὸ τοῦ κρατοῦντος ἀβέλτερον οὐδὲν ὑπέστη ἀνιαρόν, οἱ δὲ τῆς ἐπιβουλῆς ἐκείνῳ συνίστορες οὐκ ἔμειναν ἀτιμώρητοι. Οὗτος ὁ βασιλεὺς φιλότιμος δοκεῖν ἐθέλων καὶ ἐλευθέριος,
15μὴ μετιὼν δὲ τὴν ἀρετὴν ὡς ἐχρῆν, εἰς κακίαν ταύτην μετ‐ ήνεγκεν. ἀντὶ γὰρ μεγαλοπρεπείας εἰς ἀσωτίαν μετακεκύλιστο, οὔτε οἷς ἔδει παρέχων τὰ δημόσια χρήματα οὔτε ὅσαπερ ἔδει
οὔθ’ ὅτε χρεών. καὶ τὴν μονὴν τὴν τῶν Μαγγάνων οἰκοδο‐646

647

μῶν (λέγεται δὲ τῆς οἰκοδομῆς ἄρξασθαι διὰ τὴν ἐρωμένην αὐτῷ, τὴν Σκλήραιναν λέγω, ἵν’ ἐκείνῃ προσφοιτᾷ συνεχῶς, ἐν τῷ οἴκῳ τοῦ Κυνηγίου ἐχούσῃ τότε δὴ τὴν κατοίκησιν, πρό‐ φασιν ἔχων τοῦ σεμνείου τὴν δόμησιν) ἐξήντλησε τοὺς βασι‐
5λείους ἢ κοινοὺς θησαυρούς, ὅθεν χρημάτων δεόμενος οὐδὲ τῶν ἀπειρημένων πορισμάτων ἀπείχετο. ἀλλὰ καὶ χωρῶν οὐσῶν, αἳ τοῖς βασιλεῦσιν οὐ δασμοὺς συνεισέφερον, ἀλλ’ ἀντὶ πάσης δασμοφορίας δυσχωρίας ἐφρούρουν καὶ τοῖς βαρβάροις τὴν εἰς τὰς Ῥωμαίοις ὑποκειμένας χώρας ἀπετείχιζον πάροδον, ἐκεῖνος
10φόρους ταῖς χώραις ἐπιτάξας ἐσχόλασε τὰς φρουράς. κἀντεῦθεν ἡ πρὸς τὰς Ῥωμαΐδας χώρας ῥᾴστη τοῖς βαρβάροις ἐγένετο πάροδος. ἐκεῖνος τοίνυν ὁ ἀνὴρ αἴτιος τοῖς ἀπαθῶς λογιζο‐ μένοις κριθήσεται τοῦ τὴν ἑῴαν μοῖραν δουρὶ κυριευθῆναι βαρ‐ βαρικῷ.
15 Τῆς δὲ βασιλίδος Ζωῆς ἐν γήρει βαθεῖ (ὑπὲρ γὰρ τὰ ἑβδομήκοντα ἔτη παρεξετάθη αὐτῇ τὸ βιώσιμον) καταλυσάσης τὴν ζωήν, οὐκ ἀνδρικῶς ἐκεῖνος ἐθρήνησεν, ἀλλὰ μέντοι γε
μειρακιωδῶς. λέγεται δὲ καὶ ἀγγέλοις αὐτὴν παρεξισοῦν, ἐπειδή647

648

που τοῦ μνήματος ἐκείνης μύκης ἔκ τινος ὑγρότητος ἀνεβλά‐ στησε, καὶ τοῦτο καλεῖν σημεῖον ἄνωθεν οἰκονομηθέν, ἵνα μὴ ἀγνοῆται ἡ βασιλὶς ταῖς νοεραῖς συντεταγμένη δυνάμεσι. τῆς δέ, ὡς εἴρηται, θανούσης, ὁ βασιλεὺς ἔτι φλεγμαίνων περὶ τοὺς
5ἔρωτας ἐπεισάγει τοῖς βασιλείοις μείρακά τινα, ὅμηρα δοθεῖσαν Ῥωμαίοις ἐξ Ἀλανῶν, παῖδά τινος τῶν παρ’ ἐκείνοις ἀρχηγε‐ τούντων, καὶ ταύτην Σεβαστὴν ὀνομάσας βασίλειον αὐτῇ θερα‐ πείαν καὶ πλούτου χορηγίαν ἀπέταξε. καὶ εἰ μὴ τὴν βασιλίδα Θεοδώραν πεποίητο δι’ αἰδοῦς ἢ μᾶλλον τὸ τῆς τετραγαμίας
10ᾐσχύνετο ἄθεσμον, καὶ βασίλισσαν ἂν τὴν ἐρωμένην ταύτην ἀνεῖπε καὶ διαδήματι κατεκόσμησεν. ἐκείνου δὲ θανόντος, οὐ παρέμεινε τῇ Σεβαστῇ τὸ εὐτύχημα, ἀλλ’ εἰς τὴν προτέραν τῆς ὁμηρείας τύχην ἐπανελήλυθεν. Ἄρτι δὲ καὶ περὶ τοῦ τέλους ἱστορητέον τούτου τοῦ αὐτο‐
15κράτορος. οὐ μακρὸς ἐξεμετρήθη χρόνος, ἐξ ὅτου τῆς ἡγε‐ μονίας τῶν Ῥωμαίων γέγονεν ἐγκρατής, καί οἱ νόσος ἀρθρῖτις
ἐνέσκηψεν, ἣ πρότερον τοῖς ποσὶν ἐκείνου τοῦ ῥεύματος ἐπ‐648

649

ήνεγκε τὴν φοράν, ὥστε τὰς βάσεις αὐτῷ πρὸς πορείαν καὶ στάσιν ἀδυνατεῖν. εἰ δέ ποτε κινήσεως ἀνάγκην ἔσχηκεν, ἢ πρός τινων ἐπιστηριζόμενος προέβαινε δυσχερῶς ἢ καὶ πάμπαν ἑτεροκίνητος ἦν. τοῦ χρόνου δὲ προϊόντος καὶ ταῖς χερσὶν
5ἐπερρύη τὸ αἴτιον· εἶτα καὶ τοῖς ὤμοις ἐπήνεκτο, καὶ τέλος ὅλον αὐτῷ τὸ σῶμα τῷ ῥεύματι κατεκλύζετο καὶ παρεῖτο καὶ ἐξηρθροῦτο, τοῖς τῶν ἄρθρων κοιλώμασιν ἐγκλειομένου τοῦ ῥεύ‐ ματος. ἔκαμνεν οὖν οὕτω πρὸ μακροῦ τὸ σῶμα τῷ βασιλεῖ. εἶτα καί τι ἕτερον ἐπισυμβεβηκός (τὸ δ’ ἦν ἐκ πνεύματος νυ‐
10γμὸς περὶ τὴν πλευράν) προσδοκήσιμον ἐκείνῳ καὶ τοῖς αὐτῷ παραδυναστεύουσιν ἔθετο τὸ τέλος τῆς βιοτῆς, ὧν τὰ πρῶτα ὁ λογοθέτης ἦν Ἰωάννης, ἐκτετμημένον ἀνδράριον, ἄσημον μὲν ἐκ γένους ἢ δυσγενέστατον, πρὸς δὲ πραγμάτων μεταχείρισιν ἀφυέστατον, γραμματικῆς δὲ τέχνης τοσοῦτον μετεσχηκὸς ὥστε
15μήτ’ ὀρθοεπεῖν ἀκριβῶς μήτ’ ἀπταίστως ὀρθογραφεῖν. ἐφ’ ᾧ δὴ τὴν τῶν κοινῶν πραγμάτων διοίκησιν ὁ βασιλεὺς ἐποιήσατο καὶ τῶν τῆς βουλῆς ἀπέδειξε πάντων κορυφαιότατον. ἦν γὰρ
ἐπὶ τῶν βασιλικῶν διοικήσεων πρῴην ἀνὴρ τούτῳ τὰ πάντα649

650

ἀντίρροπος καὶ γένος καὶ λόγον καὶ τὴν περὶ τὰς πολιτικὰς οἰκονομίας ἀκρίβειαν. τοιοῦτος δ’ ὤν, ὁπηνίκα τι παρὰ τὸ καθῆκον ἐπέταττεν αὐτῷ ποιῆσαι ὁ βασιλεύς, οὐκ ἦν τῇ προαι‐ ρέσει τοῦ κρατοῦντος ἐπικλινής, ἀλλ’ ἀντέλεγέ τε καὶ ἀνεῖργε
5τοῦ μὴ προσήκοντος. ὁ δὲ ἐχαλέπαινε καὶ πολλάκις τούτου γινομένου ἐμηνία τῇ τοῦ ἀνδρὸς ἐκείνου ἐλευθερίᾳ, καὶ ἵνα τὸ ἀντίξουν ἀποφορτίσαιτο, μεθιστᾷ μὲν ἐκεῖνον τῆς τῶν κοινῶν διοικήσεως (ὁ Λειχούδης ἦν οὗτος), ἀντεισάγει δὲ τὸν Ἰωάννην καὶ τούτῳ τὴν τῶν πολιτικῶν ἐγχειρίζει κυβέρνησιν, ἵνα μὴ
10πρός τινος ἐφ’ οἷς ὁρμήσει ἀνείργοιτο. οὗτος τοίνυν ὁ Ἰωάννης καὶ ἕτεροι, μέγα κἀκεῖνοι δεδυνημένοι παρὰ τῷ βασιλεῖ, ἀπ‐ εγνωκότες αὐτῷ τὸ βιώσιμον πείθουσι τὸν κάμνοντα φροντίσαι περὶ διαδοχῆς καὶ ὑποτιθέασιν αὐτῷ εἶναι πρὸς τὴν ἀρχὴν ἐπιτήδειον τὸν Πρωτεύοντα· ὁ δὲ τὴν τῆς Βουλγαρίας ἀρχὴν
15περιέζωστο καὶ ἀπεδήμει τῆς βασιλίδος τῶν πόλεων. ἔσταλτο τοίνυν ὁ τὸν ἄνδρα μετακαλεσόμενος· ἐκ δὲ τῆς βασιλίδος Θεο‐ δώρας ἡ βουλὴ ἀπεκέκρυπτο. ἀλλ’ οὐκ εἰς τέλος τὸ βούλευμα τὴν βασιλίδα διέλαθε. γνοῦσα δὲ ὡς οὐκ ἐπ’ αὐτῇ ποιεῖται τὸ
κράτος ὁ τελευτῶν, τὸν μὲν ἐᾷ δυσθανατοῦντα κατὰ τὰ ἐν τοῖς650

651

Μαγγάνοις βασίλεια· ἐκείνη δὲ σπουδῇ τῶν ὑπηρετουμένων αὐτῇ ἐμβεβηκυῖα νηὶ εἰς τὸ μέγα προσωρμίσθη ἀνάκτορον. καὶ αὐτῇ ἥ τε βασιλικὴ δορυφορία προσερρύη αὐτίκα καὶ τῆς γε‐ ρουσίας τὸ ἔκκριτον, καὶ αὐτοκράτωρ πρὸς πάντων ἀνερρήθη,
5ὡς αὐτῇ κατὰ κλῆρον τῆς ἀρχῆς προσηκούσης. τοῦτο τῷ Μονομάχῳ γνωσθὲν προστίθησιν ἄλγημα, καὶ βραχύ τι ἐπι‐ βιούς, ὅσον ἐπιστενάξαι τοῖς γενομένοις καὶ ἀθυμῆσαι, ἐξέλιπε, βασιλεύσας ἔτη δώδεκα. Ἡ δὲ βασιλὶς Θεοδώρα ἔξωρος τῆς αὐταρχίας κρατήσασα
10βασιλέα τοῖς πράγμασιν ἐπιστῆσαι οὐκ ἤθελεν, ἀλλ’ ἡδυνθεῖσα τῇ ἐξουσίᾳ, παρ’ ὅσον ἐπεβίω τῇ βασιλείᾳ καιρόν, αὐτὴ τῶν ὅλων ἦν ἐγκρατής, πρὸς τοῦτο καὶ παρὰ τῶν αὐτῆς θερα‐ πόντων ἐμβιβασθεῖσα, οὓς καὶ ταῖς μεγίσταις ἐπέστησε τῶν ἀρχῶν. τὴν δὲ τῶν πολιτικῶν πραγμάτων διοίκησιν τῷ συγ‐
15κέλλῳ Λέοντι, ὃς Παρασπόνδυλος ὠνόμαστο, ἐνεχείρισε τῷ651

652

πάλαι τῷ βασιλεῖ Μιχαὴλ ὑπηρετήσαντι. ἡ δὲ προὐκάθητο ἐπὶ βήματος καὶ ἐχρημάτιζε πρέσβεσι καὶ ἦν ἀρχαιρεσιάζουσα καὶ δίκαις ἐνθεμιστεύουσα καὶ ψήφους ἐκφέρουσα καὶ διαιτῶσα δημοσίαις καὶ κοιναῖς ὑποθέσεσι, καὶ εὔδαιμον ὑπῆρξεν αὐτῇ
5τὸ αὐτοκρατές. οὔτε γάρ τις ἀντῆρε χεῖρα αὐτῇ οὔτ’ ὀλιγώρως πρὸς τὰ ἐκείνῃ δεδογμένα ὤφθη διατεθὲν τὸ ὑπήκοον οὔτ’ ἔθνος τότε κατὰ Ῥωμαίων κεκίνητο, ἀλλὰ καὶ εὐκρασία γέγονε τῶν ὡρῶν καὶ ἡ γῆ τοὺς καρποὺς ἀφθόνους ἐξήνεγκεν. ἔξωρος δέ, ὡς εἴρηται; καὶ πλήρης ἡμερῶν ἡ βασιλὶς αὕτη τῶν σκήπ‐
10τρων κρατήσασα ὅμως μακροὺς ἔτι τῆς ζωῆς ἑαυτῇ ἐπεμέτρει ἐνιαυτούς. εἶχε δὲ καὶ τὸ σῶμα ἐρρωμενέστερον καὶ μὴ ῥᾷστα πόνοις καμπτόμενον. ἐπεὶ δὲ καὶ ταύτην κατήπειγε τὸ χρεών, εἰ καί τινες αὐτῇ μοναχοὶ αἰῶνας ἔτι ζωῆς ἐπηγγέλλοντο, καὶ νόσῳ περιεπεπτώκει δεινῇ, ἣ τοῖς Ἀσκληπιάδαις ὠνόμασται εἰλεός,
15καὶ τοῖς περὶ αὐτὴν αἱ ἐλπίδες αἱ περὶ αὐτῆς ἀπεγνώσθησαν, συλλεγέντες βουλεύονται τίνα ἂν εἰς τὴν ἀρχὴν ἀντεισάξωσιν, ὃς
αὐτοῖς τὴν εὐετηρίαν τηρήσει καὶ τὸ εὐτύχημα. ἔδοξεν οὖν652

653

πρὸς τοῦτο σφίσι κατάλληλος ὁ Στρατιωτικὸς Μιχαήλ, ἀνὴρ ἐκ Βυζαντίου μὲν γεγονώς, πρὸς πραγμάτων δὲ καὶ τοσαύτης ἡγε‐ μονίας μεταχείρισιν ἀποπεφυκὼς ἔκ τε φυσικῆς νωθείας καὶ ἀφελείας καὶ διὰ χρόνου μῆκος, ὃ τῇ ἐκείνου παρεξετάθη ζωῇ.
5ἤδη γὰρ οὐ γέρων ἦν, ὡς παρὰ τοῦ δημώδους πλήθους ὠνό‐ μαστο, ἀλλὰ πρεσβύτης. τοῦτον οὖν πείθουσι τὴν Θεοδώραν ἀντικαταστῆσαι τῇ βασιλείᾳ. ἡ δὲ αὐτίκα ταινιοῖ τῷ βασιλείῳ τὸν Μιχαὴλ διαδήματι, πρότερον ὁρκίοις προκαταληφθέντα φρι‐ κώδεσι μήτι τῆς ἐκείνων γνώμης χωρὶς ἐπὶ ταῖς τῆς βασιλείας
10οἰκονομήσασθαι διοικήσεσιν. ἐπὶ τούτοις τὴν βασιλίδα τὸ πνεῦμα ἐπέλιπε, μοναρχήσασαν ἔτος ἓν ἐπὶ ἐννέα μησίν.
post11tLIBER DVODEVICESIMVS.
12 Ὃν οὖν εἴρηται τρόπον ὁ πρεσβύτης Μιχαὴλ αὐτοκράτωρ ἀναρρηθεὶς τοῖς μὲν τῆς γερουσίας καὶ τῷ δημώδει πλήθει
καὶ παρὰ τὸ προσῆκον ὦπτο φιλοτιμότατος, ἕκαστον τούτων653

654

εἰς βαθμοὺς προβιβάζων ἀξιωμάτων καὶ τιμὰς προσνέμων ἀκατ‐ αλλήλους τοῖς πλείοσι. τοῖς δὲ στρατιωτικοῖς καταλόγοις καὶ μάλιστα τοῖς τούτων ἐξόχοις, οἷς στραταρχεῖν τε καὶ ἰλαρχεῖν ἀπονενέμητο πρὸ πολλοῦ, καὶ λίαν ἀντιρρόπως τοῖς ἄλλοις ἐκέ‐
5χρητο. οὔτε γὰρ φιλότιμόν τι πρὸς αὐτοὺς ἐνεδείξατο ἄρτι καταλαβόντας τὴν βασιλίδα τῶν πόλεων, οὔτε μὴν πραέσιν αὐ‐ τοὺς ἐδεξιώσατο ῥήμασιν. ἤστην δὲ τούτων πρωτεύοντε ἄνδρε διττώ, μαγίστρω μὲν ὄντε καὶ ἄμφω, λαμπρὼ δὲ τὰ γένη, καὶ οὐχ ἧττον στρατηγικῇ συνέσει καὶ κράτει χειρῶν καὶ θάρσει
10ψυχῶν εἰχέτην τὴν περιφάνειαν. τούτων ἅτερος ἦν ὁ Κομνηνὸς Ἰσαάκιος, ὁ δὲ λοιπὸς ὁ Κεκαυμένος Κατακαλών, ᾧ Κολώνεια ἡ πατρίς, ὃν καὶ δοῦκα Ἀντιοχείας τυγχάνοντα ἅμα τῇ ἀναρρήσει παρέλυσε τῆς ἀρχῆς, τὸν οἰκεῖον ἀνεψιὸν Μιχαὴλ μάγιστρόν τε καὶ δοῦκα τῆς Ἀντιοχείας προχειρισάμενος καὶ Οὐρανὸν ἐκείνῳ θέ‐
15μενος τὸ ἐπώνυμον, ἵνα πρὸς τὸν ἀρχαῖον Οὐρανὸν ἀναφέρειν τὸ γένος δοκῇ. τοῦτον τοίνυν τὸν Κεκαυμένον, ὡς δῆθεν μὴ κα‐ λῶς χρησάμενον τῇ ἀρχῇ, ἀλλὰ τάς τε δυνάμεις καταλελυκότα καὶ φορτικὸν τοῖς ὑπὸ χεῖρα γενόμενον, καὶ ἐπέπληξεν ἰτα‐ μώτερον καὶ ὀνείδεσιν ἔβαλε καὶ οὐδ’ ἐφείσατο ὕβρεων, ἀλλὰ
20καὶ τῶν ἄλλων λαμπροτάτων ἀνδρῶν καὶ συνταγματαρχούντων654

655

ἐκείνῳ ὑπεραπολογήσασθαι τοῦ ἀνδρὸς ὡρμηκότων, οὐδ’ ἐπ’ ἐκείνους τῆς γλώττης ἐφείσατο οὔτε μὴν αὐτὸν ᾐδέσθη τὸν Κομνηνόν. ταῦτα τοὺς στρατιώτας εἰς ἀθυμίαν ἐνέβαλε, τοῖς μὲν ἄλλοις φιλοτιμότατον ὁρῶντας τὸν Μιχαήλ, αὐτοῖς δὲ μηδ’
5ἐν λόγοις τὸ εὐμενὲς ἐνδεικνύμενον, ὅμως μέντοι ἐπέσχον μηδέν τι νεωτερίσαι, ἀλλὰ καὶ δευτέραν πεῖραν ἐπαγαγεῖν ἐβουλεύ‐ σαντο. Ἀλλ’ ἑτέραν κατὰ τοῦ βασιλέως προτέραν τούτων ὁ λόγος διηγησάσθω νῦν ἐπανάστασιν. ὁ γὰρ τοῦ βασιλέως Κωνσταν‐
10τίνου τοῦ Μονομάχου ἐξάδελφος ὁ πρόεδρος Θεοδόσιος, ἄρτι τοῦ Μιχαὴλ ἀναρρηθέντος, ἐν δεινῷ ποιησάμενος τὴν ἐκείνου ἀνάρρησιν, τοὺς οἰκείους θεράποντας προσλαβόμενος καί τινας ἄλλους ὅσοι κατ’ ἐκεῖνον ἐλαφρίαν ἐνόσουν φρενῶν, περὶ δείλην ὀψίαν διὰ τῆς ἀγορᾶς ἀπῄει, τούτοις δορυφορούμενος, ἑαυτῷ
15προσήκειν τὸ κράτος λέγων διὰ τὴν πρὸς τὸν Μονομάχον συγ‐ γένειαν καὶ ἀδικεῖσθαι ἐπιβοώμενος. γενόμενος δὲ κατὰ τὴν δημοσίαν εἱρκτήν, ἣ πραιτώριον κέκληται, τὰ κλεῖθρα διαρ‐
ρήξας τοῖς ἐν αὐτῇ καθειργμένοις ἄνετον παρέσχε τὴν ἔξοδον.655

656

τὸ δ’ αὐτὸ καὶ ἐν τῇ τῆς Χαλκῆς εἰργάσατο φυλακῇ, ἐλπίσας διὰ τούτων τοῦ κατὰ σκοπὸν ἐπιτεύξεσθαι. ὡς δ’ ἔμαθε στρα‐ τιωτικὴν ἀθροίζεσθαι περὶ τὰ βασίλεια δύναμιν καὶ ἤδη στέλ‐ λεσθαι κατ’ αὐτοῦ, πρὸς τὴν μεγάλην τρέπεται ἐκκλησίαν καὶ
5μόνος σὺν τῷ υἱῷ περιλειφθείς, τῶν ἑπομένων αὐτῷ διασκε‐ δασθέντων, τῇ ἐκκλησίᾳ προσπέφευγεν· ὅθεν ληφθεὶς ὑπερορίαν κατεδικάσθη. εἰς τοῦτο δὲ τέλους τοῦ ἐπιχειρήματος αὐτῷ καταντήσαντος, ὁ δημώδης ὄχλος ἐπεγγελῶντες αὐτῷ ῥήματά τινα συνθέντες ἐπῇδον αὐτῷ· τὰ δ’ ἦσαν·
10
ὁ μωρὸς ὁ Μονομάχος, εἴ τι ἐφρόνει, ἐποίησε. Καὶ ταῦτα μὲν ἔσχον οὕτως· οἱ δ’ ἐμπαροινηθέντες τῶν ἑῴων ἀρχόντων καὶ αὖθις πεῖραν προσάγουσι καὶ προσίασι τῷ τὰ κοινὰ διοικοῦντι τῷ πρωτοσυγκέλλῳ Λέοντι καὶ ἱκετεύειν δι’ ἐκείνου ἐπεχείρουν τὸν βασιλέα, μὴ μόνοι αὐτοὶ καταλειφθῆναι ἀγέραστοι,
15πάντων τοῦ φιλοτίμου καταπολαυσάντων τοῦ αὐτοκράτορος, καὶ ταῦτα τῶν ἄλλων εὐπαθούντων αὐτοὶ καὶ παρ’ ἀσπίδα ἱστάμενοι καὶ προπολεμοῦντες τῆς Ῥωμαίων ἀρχῆς. ὁ δὲ οὐδὲν ἧττον
τοῦ βασιλέως ἀδέξιος ὢν μεταχειρίσασθαι λυπουμένους ἄνδρας656

657

καὶ καταστεῖλαι τὸ ἐκ τῆς λύπης αὐτοῖς γενόμενον οἴδημα, οὐ μόνον οὐκ ἐλέανε λόγοις τῶν ἀνδρῶν τὴν τραχύτητα, ἀλλὰ καὶ μᾶλλον αὐτοὺς ἐξετράχυνεν, ἐκφαυλίσας ἕκαστον καὶ ἀτίμως πάντας ἀποπεμψάμενος. οὕτως οὖν καὶ τῆς δευτέρας πειρα‐
5θέντες πείρας οὐκέτι μέλλειν ἔκριναν, ἀλλ’ ἕκαστος τὸν πλησίον παρακροτήσαντες ἔσπευδον εἰς προῦπτον ἐκφῆναι τὸ μελετώμενον. ἔδοξεν αὐτοῖς καὶ τὸν Βρυέννιον σχεῖν συνίστορα καὶ συλλή‐ πτορα τοῦ ἐπιχειρήματος, ὄντα τε τῶν ἐπιφανῶν καὶ στρατη‐ γοῦντα τῶν ἐκ Μακεδονίας δυνάμεων καὶ τὴν τῆς Καππαδοκίας
10περιεζωσμένον ἀρχήν, λύπης τ’ αἰτίας κἀκεῖνον ἐσχηκότα κατὰ τοῦ αὐτοκράτορος. ὡς δ’ οὖν κἀκεῖνον ἕτοιμον εὗρον πρὸς τὸ σφέτερον βούλευμα, ἐζήτουν τὸν ἐξ αὐτῶν βασιλεύσοντα, καὶ πᾶσιν ὁ Κομνηνὸς ἁπάντων προυκέκριτο. ἐπεὶ δὲ ταῦτα συνέθεντο, ἐπ’ οἴκου ξύμπαντες ἀνεχώρησαν, τῷ βασιλεῖ προσ‐
15ειπόντες τὰ ἐξιτήρια. Ἀπῄει δὲ καὶ ὁ Βρυέννιος μετὰ τῶν ὑπ’ αὐτὸν ταγμάτων καὶ ἐν τῷ θέματι τῶν ἀνατολικῶν γεγονὼς τὴν τῶν στρατιω‐ τικῶν ὀψωνίων διανομὴν ἐκεῖ διετίθετο· συνῆν γὰρ αὐτῷ καὶ
ὁ πατρίκιος Ἰωάννης ὁ Ὀψαρᾶς χρυσίον ἐπιφερόμενος. ἤδη657

658

δὲ τῆς διανομῆς ἠργμένης ὁ Βρυέννιος προσετίθει τοῖς στρα‐ τιώταις τὰ σιτηρέσια καὶ ηὔξει τὸ ἑκάστῳ νενεμημένον ποσόν. ὁ δὲ τοῦ χρυσοῦ ταμίας ὁ εἰρημένος ἀνὴρ μὴ τοῦτο ἔλεγεν ἐντετάλθαι οἱ πρὸς τοῦ αὐτοκράτορος. καὶ ὁ Βρυέννιος σιωπᾶν
5αὐτῷ καὶ ποιεῖν τὸ ἐπιτασσόμενον ἐνεκελεύετο ἰταμώτερον. ὡς δ’ ἔτι ὁ Ὀψαρᾶς οὐκ ἐπείθετο, ἀλλὰ καὶ θρασύτερον ἐκείνῳ ἀντέλεγεν, ὁ Βρυέννιος θυμῷ ληφθεὶς ἀνέθορέ τε τῆς καθέδρας καὶ τῶν τριχῶν τῆς τε ὑπήνης λαβόμενος τοῦ ἀνδρὸς προσ‐ αράσσει τῇ γῇ καὶ περιβάλλει δεσμοῖς. ἐγγὺς δέ που στρατο‐
10πεδεύων ὁ τῶν Πισιδῶν καὶ Λυκαόνων στρατάρχης καὶ τὰ περὶ τοῦ Ὀψαρᾶ μαθὼν καὶ τυραννίδος ταῦτα κρίνας ἀρχήν, ἀθρόον ἔπεισι μετὰ τῶν ὑπ’ αὐτὸν ταγμάτων τῇ τοῦ Βρυεννίου σκηνῇ. καὶ δεσμεῖ μὲν ἐκεῖνον, λύει δὲ τὸν Ὀψαρᾶν τῶν δε‐ σμῶν καὶ αὐτῷ τὸν Βρυέννιον παραδίδωσιν· ὁ δὲ αὐτίκα τοὺς
15ὀφθαλμοὺς ἐκκόπτει ἐκείνου, καὶ οὕτως τὸν ἄνδρα τῷ βασιλεῖ ἐξαπέστειλεν, ἐπιστείλας αὐτῷ καὶ ὅσα τετόλμηκε. Καὶ ταῦτα μὲν συνεκύρησεν οὑτωσί· ὁ δέ γε Κομνηνὸς καὶ οἱ ἐκείνῳ συνομοσάμενοι συνελθόντες ἔργου ἥπτοντο, τῶν
στρατιωτικῶν καταλόγων ἄλλοθεν ἄλλου προσρυϊσκομένων αὐτῷ.658

659

ἦν μὲν γὰρ τῷ στρατιωτικῷ παντὶ ἔφεσις στρατιώτην τὴν βα‐ σίλειον ἀρχὴν περιζώσασθαι. ἤχθετο γὰρ ὑπὸ τοῦ πολιτικοῦ μέρους ἀρχόμενον, ἀλλ’ οὐκ ἐθάρρει τὸν πόθον εἰς προῦπτον ἐξενεγκεῖν, ἔκρυπτε δὲ τὸν ἔρωτα καὶ ὤδινε τὸν περὶ τούτου
5σκοπόν. ἐπεὶ δὲ τὸν Κομνηνὸν τυραννίδι ἐπιχειρήσαντα με‐ μαθήκεσαν καὶ αὐτὸν μὲν κορυφαῖον εἶναι τοῦ δράματος, τὰ δὲ κράτιστα τῶν γενῶν τῆς ἐπιχειρήσεως αὐτῷ συλλαμβάνεσθαι, τοῦτ’ εἶναι τὸ ὑπ’ αὐτῶν μελετώμενον δόξαντες, ἁρπάζουσι τὸν καιρὸν καὶ ἕκαστος τὸν πέλας προφθάσαι ἠπείγετο. ἐντεῦθεν
10τῷ Κομνηνῷ βαρεῖα συνέστηκε δύναμις· στείλας οὖν κατὰ ξύμ‐ πασαν τὴν ἑῴαν τοὺς φόρους ἐπράττετο, ἀποδεκτῆρας τούτων τάξας καὶ τῶν προσαγομένων ἀπογραφεῖς. εἶτα ἄρας ἀπῄει πρὸς Νίκαιαν ἤδη βασιλεὺς πρὸς πάντων τῶν σὺν αὐτῷ στρα‐ τευομένων ἀναρρηθείς, ταύτης ἐγκρατὴς γενέσθαι βουλόμενος,
15ἵν’ ἔχοι τὴν πόλιν ὁρμητήριον ἢ κρησφύγετον, ὁποτέρως ἂν ῥέψῃ τὰ τῆς τύχης αὐτῷ· καὶ τὴν μὲν λαμβάνει, αὐτὸς δὲ φρουρὰν ἀρκοῦσαν ἐγκαταστήσας αὐτῇ πρὸ δώδεκα σταδίων ταύτης στρατοπεδεύεται.
Καὶ ὁ βασιλεὺς δὲ Μιχαὴλ τὰς δυτικὰς ἀγείρας δυνάμεις,659

660

καὶ εἴ τινές που τῶν ἑῴων περιελείφθησαν, μὴ συναπαχθεῖσαι τῷ Κομνηνῷ, ἐφιστᾷ τούτοις στρατηγὸν αὐτοκράτορα τὸν δο‐ μέστικον τῆς ἀνατολῆς τὸν ἐκτομίαν Θεόδωρον, τὸν τῆς βασι‐ λίσσης Θεοδώρας θεράποντα, συζεύξας αὐτῷ συνάρχοντα καὶ
5τὸν μάγιστρον Ἀαρών, σύγγονον ὄντα τῆς συνοικούσης τῷ Κομνηνῷ. οἳ τοῖς ἐναντίοις ἀντιστρατοπεδευσάμενοι συγκρο‐ τοῦσι καὶ πόλεμον κατά τινα τόπον Ἅιδην τοῖς ἐγχωρίοις κα‐ λούμενον, καὶ τὸ μὲν εὐώνυμον κέρας τῶν βασιλικῶν ἥττησε τὸ δεξιὸν κέρας τὸ περὶ τὸν Κομνηνὸν καὶ τὸν ἐφεστηκότα
10τούτῳ Ῥωμανὸν τὸν Σκληρὸν συνέσχε ζῶντα. τὸ δέ γε τῶν ἐναντίων εὐώνυμον, οὗ κατῆρχεν ὁ Κεκαυμένος, τὸ δεξιὸν ἐτρέψατο τῶν βασιλικῶν καὶ εἰς αὐτὸ τὸ στρατόπεδον εἰσῆλθεν αὐτῶν καὶ τὰς σκηνὰς διέρρηξε καὶ ἔρριψε κατὰ γῆς. τοῦτο τοῖς περὶ τὸν Κομνηνὸν θάρσος ὡς μάλιστα ἐνεποίησε, τοῖς δ’ ἀντι‐
15πολεμοῦσι κατέβαλε τὰ φρονήματα καὶ φεύγειν ἀνέπεισε. γί‐ νεται τοίνυν τῶν βασιλικῶν φόνος πολύς, οὐ κοινῶν μόνον στρατιωτῶν, ἀλλὰ καὶ στραταρχῶν, καὶ πλείους δὲ ἐζωγρήθησαν. καὶ ἡ νίκη ἀναφανδὸν τῷ Κομνηνῷ ἐπεμειδία. Τοῦτο μαθὼν ὁ βασιλεὺς Μιχαὴλ ἀπεγνώκει τὰ τοῦ πολέμου
20καὶ τὴν ἀρχὴν ἀποθέσθαι ἠβούλετο, ἀλλὰ τοῖς περὶ ἐκεῖνον660

661

τοῦτο ἀβούλητον, ὅθεν οὐδ’ εἰς ἔργον ἀγαγεῖν συνεχωρήθη τὸ βούλημα. στέλλονται τοίνυν πρὸς τὸν Κομνηνὸν πρεσβεύσοντες ἄνδρες τῶν ἐκκρίτων τῆς συγκλήτου βουλῆς· οἱ δ’ ἦσαν ὁ πρόεδρος Κωνσταντῖνος ὁ Λειχούδης, ὁ πρόεδρος Λέων ὁ Ἀλωπὸς
5καὶ Μιχαὴλ ὁ Ψελλός, τῶν φιλοσόφων ὢν ὕπατος. τὰ δὲ παρὰ τούτων καταγγελλόμενα υἱοθέτησις ἦν τοῦ Κομνηνοῦ, εἰσποιηθη‐ σομένου τῷ βασιλεῖ, καὶ ἀναγωγὴ πρὸς τὴν τιμὴν τὴν τοῦ Καίσαρος καὶ τοῖς τὴν τυραννίδα συμμελετήσασιν ἄφεσίς τε καὶ ἀμνηστία τοῦ πλημμελήματος. οἱ μὲν οὖν ταῦτα τῷ Κο‐
10μνηνῷ ἀπηγγέλκασιν ἐν ἐπηκόῳ τοῦ πλήθους, τὸ δὲ ἐθορύβει, μὴ βούλεσθαι λέγον ἐν ἄλλῳ σχήματι τὸν αὐτῶν προεστηκότα θεάσασθαι μηδ’ ἀποδύσασθαι ἀνασχέσθαι αὐτὸν τὴν στολὴν τὴν βασίλειον, ἣν ἤδη ἐνδέδυται. ἔλεγον δὲ ταῦτα οἱ πλείους οὐχ οὕτω φρονοῦντες, ἀλλὰ τὸν τυραννοῦντα θωπεύοντες. ἐπεὶ
15δὲ διελύθη ὁ σύλλογος, ἰδίᾳ, τοὺς πρέσβεις ὁ Κομνηνὸς προσ‐
λαβόμενος “εἴ τινά μοι” φησίν “ἀπόρρητα διαπορθμεῦσαι πλη‐661

662

ροφορήσετε πρὸς τὸν αὐτοκράτορα, ἐρῶ ὑμῖν ὅσα μοι κατὰ τὴν καρδίαν ἐγκέκρυπται.” τῶν δὲ καταθεμένων ἀνέκφορον τηρήσειν ἅπαν ἀπόρρητον, ἔφη ἀρκεῖσθαι νῦν τῷ σχήματι τῷ τοῦ Καίσαρος καὶ μὴ ζητεῖν τὸ βασίλειον, αἰτεῖν δὲ πληροφο‐
5ρίαν ἐκ τοῦ κρατοῦντος, “ὡς οὐχ ἑτέρῳ δώσει τὴν αὐταρχίαν ποτὲ καὶ ὡς συντηρήσει ἑκάστῳ τῶν σὺν ἐμοί, εἴ τι τούτοις πε‐ φιλοτίμηται παρ’ ἐμοῦ, καὶ ὡς καί τινος μεταδώσει μοι νῦν ἐξουσίας βασιλικῆς, ἵν’ ἔχω τινὰς τιμᾶν τοῖς τῶν ἀξιωμάτων ἐλάττοσι καὶ εἰς ἀρχὰς ἐνίους στρατηγικὰς προχειρίζεσθαι, καὶ
10εἴ μοι ταῦτα ἐπιτελῆ γίνοιτο, σπείσομαι καὶ ἀφίξομαι. ὅτι δὲ τοῖς πλήθεσι ταῦτα δὴ ἀπαρέσκουσι, διττὰς πρὸς τὸν κρατοῦντα ἐγχαράξω ἐπιστολὰς καὶ τῇ μὲν καταδημαγωγήσω τὸ στρατιω‐ τικόν, τῇ δ’ ἐγγράψομαι τὰ ἀπόρρητα.” ἐπὶ τούτοις καὶ τὸν τὰ κοινὰ μεταχειριζόμενον ᾔτει μεταστῆναι τῆς διοικήσεως, ὡς
15δύσνουν αὐτῷ καὶ τοῖς μετ’ αὐτοῦ. Ὁ μὲν οὖν ταῦτα εἰπὼν καὶ τὰς ἐπιστολὰς αὐτοῖς ἐγχει‐ ρίσας, ἀπελθεῖν προετρέπετο. οἱ δ’ ἐπανῆλθον ἐπὶ τὸν γηραιὸν αὐτοκράτορα, τὰς ἐπιστολάς τε φέροντες καὶ ὅσα ὁ Κομνηνὸς
αὐτοῖς ἐν ἀπορρήτοις ἔφη διὰ ζώσης φωνῆς ἀπαγγέλλοντες.662

663

ἡσθεὶς οὖν ἐπὶ τούτοις ὁ βασιλεὺς πάντα πληρῶσαι ὅσα ἐκεῖνος ᾔτησεν ἐπηγγείλατο καὶ προσεπήγαγεν ὅτι “ὥσπερ ἐκεῖνος ἀπορ‐ ρήτους μοι γνώμας ἐδήλωσε δι’ ὑμῶν, οὕτως αὖθις κἀγὼ μυστικώτερά τινα ἐκείνῳ διὰ τῶν αὐτῶν ὑμῶν ἀνατίθεμαι.
5διόμνυσθε τοίνυν τἀνδρὶ ὅτι οὐ μακρὸν ἂν εἴη τὸ μέσον διά‐ στημα καὶ συμμέτοχον αὐτὸν τοῦ κράτους ποιήσομαι, νῦν δ’ ἀναβάλλομαι τοῦτο διά τινα αἴτια.” ἐπὶ τούτοις ἀπῆλθον αὖθις οἱ πρεσβευταί, καὶ ὁ Κομνηνὸς ἄσμενος τὰς ἀγγελίας ἐδέξατο, καὶ τοῖς ἄλλοις οὐκ ἀποθύμια τὰ μηνύματα ἔδοξαν καὶ μᾶλλον,
10ὅτι μεταστῆναι τῶν διοικήσεων τὸν ἐγκεχειρισμένον αὐτὰς με‐ μαθήκεσαν, καὶ ἤδη καταθεῖναι τὰ ὅπλα ἔδοξεν ἅπασι καὶ τῆς τυραννίδος ἀφέξεσθαι. ὁ πρεσβύτης δὲ βασιλεὺς πρὸ τοῦ τὰς συμβάσεις αὐτῷ πρὸς τὸν Κομνηνὸν γενέσθαι, τὴν τῆς πολι‐ τικῆς μοίρας εὔνοιαν περιποιούμενος ἑαυτῷ, ὥσπερ ᾤετο, ἔγ‐
15γραφόν τι συγγεγραφώς, ὅρκοις καταδεσμοῦν καὶ ἀραῖς ἕκαστον ὥστε μήτε βασιλέα καλέσαι τὸν Κομνηνὸν μήτε τιμὴν αὐτῷ προσοίσειν βασίλειον, τοὺς μὲν τῶν συγκλητικῶν χρήμασι, τοὺς
δ’ ἀξιωμάτων διανομαῖς, καὶ ἄλλους ἄλλοις θελκτηρίοις ἀν‐663

664

έπειθε τῷ ἐγγράφῳ ὑποσημαίνεσθαι καὶ τὰ ἐν αὐτῷ βεβαιοῦν. ἐπεὶ δ’ ἥκειν τὸν Κομνηνὸν ἠκηκόεισαν, ὡς κατὰ τὴν ἐπιοῦσαν εἰσελευσόμενον, στασιώδεις τινὲς τῶν τῆς συγκλήτου βουλῆς ἕωθεν τῷ τεμένει τῆς τοῦ θεοῦ λόγου Σοφίας προσεληλύθεσαν,
5οἷς καὶ οἱ τῶν ἑταιρειῶν συνῄεσαν ἄρχοντες, καὶ κραυγαῖς προεκαλοῦντο τὸν πατριάρχην εἰς θέαν σφίσιν ἐλθεῖν. ὁ δὲ τὰς θύρας αὐτοῖς ἁπανταχόθεν ἐπιζυγώσας τοὺς ἀδελφιδοὺς αὐτοῖς ἐκπέπομφε πυνθανομένους ὅ,τι φασίν. οἱ δὲ θορυβοῦντες εἰς πλῆθος ἤδη συστάντες, πολλῶν συρρευσάντων ἐκεῖ, συνέσχον
10τοὺς τοῦ πατριάρχου ἀδελφιδούς, καὶ εἰ μὴ αὐτίκα πρὸς αὐτοὺς ἐξελεύσεται ὁ ἀρχιερεύς, διαθήσειν ἐκείνους ἠπείλουν κακῶς. λέγεται δὲ ταῦτα σκήψεις εἶναι καὶ προβουλεύματα, ἵν’ ἄκων δοκοίη συνελθεῖν ὁ πατριάρχης τοῖς στασιάζουσι. κατῆλθεν οὖν ἐκ τῶν ὑπερῴων τὴν ἱερατικὴν ἐνδεδυμένος στολήν, ἐπεγ‐
15καλῶν δῆθεν τοῖς παροῦσιν ὡς βιαζόμενος. οἱ δὲ τῶν στα‐ σιαζόντων θρασύτεροι ἢ μᾶλλον δι’ ὧν ἡ στάσις συνίστατο μέσον
παρειληφότες αὐτὸν πρεσβευτὴν ἠξίουν γενέσθαι πρὸς τὸν βα‐664

665

σιλέα, ἵν’ αὐτοῖς ἀποδοθείη τὸ ἔγγραφον, ὃ βιασθέντες ὑπογε‐ γράφασιν, ἐπεὶ τῷ Κομνηνῷ ἐκεῖνος ἐσπείσατο. ὁ δὲ πλη‐ ρώσειν αὐτῶν τὸ αἴτημα κατετίθετο· ἀλλ’ ἦσαν προσποίησις ἅπαντα. βραχείας γὰρ παρελθούσης ὥρας βασιλέα καὶ αὐτο‐
5κράτορα φανερῶς ἀνεῖπον τὸν Κομνηνόν, αὐτοῦ τοῦ πατριάρχου συνευδοκοῦντός τε καὶ συμπράττοντος, καὶ τῷ μὲν Κομνηνῷ μὴ μέλλειν δηλώσαντος, ἀλλὰ σπεύδειν, καὶ ἀμοιβὰς αἰτοῦντος τῆς ἀναρρήσεως, τῷ δ’ ἕως τότε βασιλεύοντι κατιέναι τῶν ἀνα‐ κτόρων ἰταμώτερον ἐπιτάττοντος. ἀρχιερέων δὲ τῷ γέροντι
10Μιχαὴλ τὰ τοῦ πατριάρχου κομισάντων μηνύματα, ἐκεῖνος ἔφη “τί δέ μοι ἀντὶ τῆς βασιλείας παρέξετε;” οἱ δέ “τὴν οὐράνιον βασιλείαν” ἀπεκρίθησαν. αὐτίκα τοίνυν ἀπορρίψας τὰ τῆς βα‐ σιλείας παράσημα ἀπῆλθε τῶν βασιλείων. ὁ δέ γε Κομνηνὸς κουροπαλάτην τιμήσας τὸν Κεκαυμένον στέλλει τὸν ἄνδρα μετά
15τινος δυνάμεως παραληψόμενον τὰ ἀνάκτορα. τὸ μέντοι πλῆθος τῆς πόλεως εἰς ὑπαντὴν τοῦ νέου βασιλέως ἐκκέχυτο λαμπρό‐ τατά οἱ ποιοῦν τὰ εἰς τὴν βασιλεύουσαν εἰσιτήρια. Ἕνα μὲν οὖν ὁ Μιχαὴλ αὐταρχήσας ἐνιαυτὸν τῆς βασι‐ λείας ἐκπέπτωκε καὶ οὐ πολὺ ἐν ἰδιωτικῷ σχήματι βιώσας ἀπ‐
20έτισε τὸ χρεών. ὁ δὲ Κομνηνὸς τῇ βασιλείᾳ ἐγκαταστὰς ἑαυτῷ665

666

τὴν ταύτης ἐπιτυχίαν καὶ οὐ τῷ θεῷ ἐπεγράψατο, καὶ τοῦτο δῆλον ὅτι τῷ νομίσματι ξιφήρη ἑαυτὸν ἐνεχάραξε, μόνον οὐχὶ βοῶν ὅτι “τοῦτό μοι τὴν βασιλείαν, οὐχ ἕτερόν τι προυξένησε.” τοὺς δὲ συναραμένους αὐτῷ φιλοτιμότατα ἀντημείψατο καὶ
5ἔσπευσεν ἑκάστῳ τὰς ἀμοιβὰς ἀποδοὺς οἴκαδε παρασκευάσαι ἀποχωρεῖν, ἵνα μή τι θορυβήσωσιν ἢ τοῦ δήμου κατεξανα‐ στῶσιν ἀστυπολοῦντες. τὸν πατριάρχην δὲ δι’ αἰδοῦς ἦγεν ὅτι πολλῆς καὶ τοὺς αὐτοῦ ἀδελφόπαιδας δι’ ἐκεῖνον καὶ τιμαῖς ἐτίμησε μείζοσι καὶ ἀρχαῖς περιφανέσιν ἐπέστησε. χαριζόμενος
10δ’ ἔτι τῷ πατριάρχῃ καὶ τὴν τῶν ἐκκλησιαστικῶν πραγμάτων οἰκονομίαν τῇ ἐκκλησίᾳ ἀπένειμε, μέχρι τότε τοῦ μεγάλου οἰκο‐ νόμου προχειριζομένου παρὰ τοῦ βασιλεύοντος, ἀλλὰ μὴν καὶ τοῦ σκευοφύλακος, ἐκεῖνος δὲ καὶ ἄμφω ὑπὸ τὴν τοῦ πατρι‐ άρχου ἔθετο ἐξουσίαν, ἀποξενώσας ἀμφοῖν τὸ δημόσιον. εἶτα
15τὴν μὲν τοῦ βίου αὐτῷ κοινωνὸν Αὐγούσταν ἀνηγόρευσε, τὸν δ’ ἀδελφὸν Ἰωάννην κουροπαλάτην τετίμηκε καὶ ὠνόμασε μέγαν
δομέστικον.666

667

Τῶν δὲ πρὸ αὐτοῦ βασιλέων, ὅσοι μετὰ τὸν πορφυρογέν‐ νητον ἐκεῖνον Βασίλειον τῆς βασιλείας ἐπέβησαν, οὐ καλῶς χρη‐ σαμένων τοῖς δημοσίοις καὶ κοινοῖς πράγμασιν, ἀλλὰ τὰ μὲν εἰς οἰκείας ἀπολαύσεις καὶ εἰς ἀσκητηρίων κατασπαθησάντων
5οἰκοδομάς, τὰ δὲ δωρουμένων οἷς ἔτυχεν ἢ τέως οἷσπερ ἐβού‐ λοντο, οἱ βασιλικοὶ θησαυροὶ ἐκκεκένωντο καὶ τὰ δημόσια πρυ‐ τανεῖα χρημάτων ἐσπάνιζον. τοῦτο τοίνυν ὁ Κομνηνὸς προ‐ θέμενος διορθώσασθαι, οὐκ ἠρέμα οὐδὲ κατὰ βραχὺ τῇ διορ‐ θώσει ἐπικεχείρηκεν, ἀλλ’ ὡς τῷ στατῆρι ἑαυτὸν ἀνεστήλωσεν
10ἀνατεταμένον τὴν χεῖρα, φέρουσαν τὸ ξίφος γυμνόν, οὕτω καὶ τοῖς πράγμασιν ἐπήνεγκεν ἑαυτὸν καὶ τέμνειν αὐτίκα παρεσκεύ‐ αστο τὰ οἰδήματα, ἀλλ’ οὐ μαλάσσειν οὐδ’ ἐμπλάττειν τὰ ὕπουλα. ὅθεν οὐδ’ ἐξ οὗπερ τοῦ κράτους ἐπέβη καὶ εἰς ἔννομον ἀρχὴν τὴν πρὶν αὐτοῦ τυραννίδα μετήνεγκεν, ἀναποδίσας τὴν τοῦ πρὸ
15αὐτοῦ πρᾶξιν ἀνέτρεψε καὶ εἴ τι ἐκεῖνός τισιν ἐδωρήσατο, ἀφῃ‐ ρεῖτο καὶ ἀπεστέρει τοὺς εἰληφότας, ἀλλὰ καὶ τῶν πρὸ ἐκείνου πολλὰ καθῄρησε καὶ ἠθέτησε, καὶ οὐ μόνον ταῦτα πρὸς τὸ
δημῶδες ἐποίει, ἀλλ’ οὐδὲ τῶν τῆς γερουσίας ἐφείδετο. εἶτα667

668

προβαίνων καὶ κατὰ τοῦ θείου ἐχώρησε καὶ πολλὰ τῶν τοῖς παρ’ ἐκείνων δομηθεῖσι φροντιστηρίοις ἀφιερωμένων ἠκρωτη‐ ρίασεν, ἢ μᾶλλον ἐκλογισμοῖς ὑποβάλλων τοὺς ἐν αὐτοῖς ἀσκου‐ μένους καὶ τὴν ἀποχρῶσαν αὐτοῖς δαπάνην ἀπονέμων τὰ λοιπὰ
5τῷ δημοσίῳ ἀφωσίου καὶ ἀνελάμβανε καὶ ἄλλο ἐπ’ ἄλλῳ καθ’ ἑκάστην ἐνεώχμου τοιοῦτον. ἐντεῦθεν ἅπασι μισητὸς ἦν τῷ τε δημοτικῷ πλήθει τῇ τε συγκλήτῳ βουλῇ, ἀλλὰ μέντοι καὶ τῷ στρατιωτικῷ· οὐδὲ γὰρ οὐδ’ ἐκείνου ἀπείχετο, ἀλλὰ κἀκεί‐ νοις ἀπεμείου τὰς εὐπορίας καὶ τῶν ἄλλων μᾶλλον τοῖς ἐν
10σεμνείοις τὴν ζωὴν διανύουσι. τὸν δὲ οὐδὲν ἀπῆγε τῶν ἐγχει‐ ρήσεων, οὐ λόγος, οὐ δέος, οὐ μῖσος, οὐ ψόγος· οὕτως ἐπῆρτο τὸ φρόνημα καὶ οἰδῶσαν ἐκέκτητο τὴν ψυχήν. Ἀλλ’ οὐδ’ ὁ πατριάρχης ἧττον ἐκείνου πεφρονημάτιστο. ἤθελεν οὖν ἐπιτάσσειν αὐτῷ, καὶ εἴ ποτε πρὸς τὰ αἰτούμενα
15ἀπετύγχανεν, ὁ δὲ ἐδυσχέραινε καὶ ἠπείλει καὶ ἐπετίμα, εἶτα καὶ ὡς αὐτὸς αὐτῷ τὴν βασιλείαν ἀπονενεμηκώς, αὐτὸς καὶ ἀφελέσθαι ταύτην αὐτὸν εἰσαῦθις ἠπείλησε. ταῦτα οὐκ ἦν οἴσειν
τὸν βασιλέα ἐπιεικῶς· διὸ καὶ δρᾶσαι πρίν τι πάθοι προεμηθεύ‐668

669

σατο. τοῦ γοῦν πατριάρχου εἰς τὴν οἰκείαν ἀπελθόντος μονήν, ἤδη τῆς πανηγύρεως ἐφεστώσης τῶν ἐν αὐτῇ τιμωμένων οὐρα‐ νίων δυνάμεων, ἵν’ ἑορτάσῃ λαμπρότερον, πέμψας ἐκεῖ χεῖρα στρατιωτικὴν ὁ κρατῶν (οὐ γὰρ ἤθελεν ἐκ τῆς τοῦ θεοῦ λόγου
5Σοφίας τὸν ἄνδρα καταγαγεῖν, ἵνα μὴ παρὰ τῷ κλήρῳ ἢ καὶ τῷ δήμῳ θόρυβος γένηται), ἐκεῖνόν τε καὶ τοὺς ἐκείνου ἀνεψιοὺς συνόντας αὐτῷ ὑπερορίους ποιεῖ. εἶτα καὶ καθαιρέσει ὑπο‐ βαλεῖν αὐτὸν διὰ φροντίδος ἐτίθετο καί τισι τῶν ἀρχιερέων συν‐ εργοῖς πρὸς τοῦτο ἐκέχρητο δηλοῖ τε δι’ αὐτῶν τῷ ἀνδρὶ ἀπεί‐
10πασθαι τὴν ποιμαντικήν, ἵν’ ἑκὼν δοκῇ αὐτὴν παραιτεῖσθαι, ὡς εἰ μὴ τοῦτο, καὶ ἄκων αὐτὴν ἀφαιρεθήσεται, εἰς μέσον κατ’ αὐτοῦ προτιθεμένων αἰτιαμάτων. ὡς δ’ ἐκεῖνος οὐκ ἦν ὑπείκων τῷ τοῦ βασιλέως θελήματι, φροντὶς ἦν τῷ κρατοῦντι περὶ τῆς αὐτοῦ καθαιρέσεως. ἀλλ’ ἔφθη λύσας τὴν φροντίδα
15τοῦ πατριάρχου ὁ θάνατος. μετ’ ὀλίγον γὰρ μεθίσταται τῶν ἐνθένδε ὁ πατριάρχης, καί τις τῷ Κομνηνῷ τὴν ἐκείνου εὐηγ‐
γελίσατο τελευτήν, ὡς φροντίδων αὐτὸν ἀπαλλάττουσαν. ὁ δ’669

670

εὐθὺς μετεγνώκει καὶ ἀνωλόλυξε καὶ τὸν ἐκείνου νεκρὸν μετ’ ἐντίμου τῆς προπομπῆς ἐκ τῆς ὑπερορίας ἀναγαγὼν εἰς τὴν αὐτοῦ μονὴν ἐναπέθετο καὶ τοὺς ἐκείνου ἀδελφιδοὺς αὖθις ἀποκατέστησε πρὸς τὰς πρότερον τιμάς. τῇ δ’ ἐκκλησίᾳ τὸν
5πρόεδρον καὶ πρωτοβεστιάριον Κωνσταντῖνον τὸν Λειχούδην ἀντικατέστησεν, ἄνδρα ταῖς τῶν κοινῶν πραγμάτων ἐπὶ μακρὸν ἐμπρέψαντα διοικήσεσι καὶ ἀνέγκλητον διαμείναντα, ᾧπερ ὁ Μονομάχος καὶ τὴν τῶν Μαγγάνων ἀνέθετο πρόνοιαν καὶ τὰ περὶ τῆς ἐλευθερίας αὐτῶν ἐνεπίστευσεν ἔγγραφα. ἅπερ ὑφ’
10ἑαυτὸν ὁ Κομνηνὸς ἐθέλων ποιήσασθαι σκέμμα τι μηχανᾶται πονηρίας ἀνάμεστον καὶ τόκον νοὸς κακοδαίμονος. ἐπεὶ γὰρ ὁ Λειχούδης ἐψήφιστό τε καὶ προκεχείριστο καὶ ἱερεὺς ἤδη κεχειροτόνητο, δι’ ἀπορρήτων αὐτῷ μηνύει λέγεσθαί τινα κατ’ αὐτοῦ ἀπείργοντα τοῦ ἱερᾶσθαι αὐτόν, καὶ εἰ μὴ ταῦτα λαλη‐
15θεῖεν συνοδικῶς, μὴ οἷόν τ’ εἶναι τοῦ χρίσματος αὐτὸν τῆς ἀρχιερωσύνης τυχεῖν. “εἰ δὲ δοίης μοι” ἔφη “τῶν Μαγγάνων τὰ
δικαιώματα, παραβλέψομαι τὰ λεγόμενα καὶ παραχωρήσω χρι‐670

671

σθῆναί σε.” συνιδὼν οὖν ὁ Λειχούδης ὡς οὐκέτι αὐτῷ εἰς τὴν προτέραν ἐπανελθεῖν κατάστασιν ἔξεστιν, οὕτω δὲ μένειν δι’ αἰσχύνης ποιούμενος, φέρων δίδωσι τὰ αἰτούμενα, καὶ οὕτω παραχωρεῖται τελεσθῆναι τὴν ἀρχιερατικὴν τελετήν.
5 Ὁ δὲ Κομνηνὸς κατὰ τῶν Οὔγγρων καὶ τῶν Σκυθῶν, οἳ Πατζινάκαι λέγονται, ἐκστρατεύσας τοῖς μὲν Οὔγγροις εἰρήνην αἰτησαμένοις ἐσπείσατο. κατὰ δὲ τῶν Σκυθῶν ὁρμήσαντι οἱ μὲν ἄλλοι ὑπέκυψαν καὶ εἰρήνευσαν (οὐ γὰρ ὑφ’ ἕνα πάντες ἡγεμόνα ἐτάττοντο), εἷς δ’ αὐτῶν ὁ Σελτὲ θρασυνθεὶς καὶ μοίρᾳ
10τινὶ τῆς τῶν Ῥωμαίων δυνάμεως συμβαλὼν ἥττητο καὶ τὸ πολὺ τῶν οἰκείων ἀποβαλὼν μετὰ τῶν περιλειφθέντων ἀπέδρα. ἀνα‐ ζευγνὺς δ’ ἐκεῖθεν ὁ βασιλεὺς ἐσκήνωσεν ἐν τῷ Λοβιτζῷ, ἤδη τοῦ τέλους ὄντος ἐγγὺς τοῦ Σεπτεβρίου μηνός. ὄμβρου δὲ ῥαγδαίου καταρραγέντος καὶ χιόνος πεσούσης πρὸ ὥρας πολλῆς,
15τῆς ἵππου τε τὸ πλέον διέφθαρτο καὶ στρατιῶται πολλοὶ τῷ ψύχει κεκινδυνεύκασι, καὶ ποταμοὶ δ’ ὑπερχειλεῖς γεγονότες καὶ πελαγίσαντες τὰ ἐπιτήδεια σφῶν ἀθρόον παρέσυραν, ὡς καὶ
τῷ στρατιωτικῷ καὶ τοῖς ὑποζυγίοις αὐτοῦ τὰ ἀναγκαῖα ἐπι‐671

672

λιπεῖν. εἶτα τοῦ ὕειν τε καὶ τοῦ νίφειν ἐπὶ μικρὸν παυθέντων τῆς βασιλείου σκηνῆς προῆλθεν ὁ βασιλεὺς καὶ ὑπὸ δρῦν ἔστη παμμεγέθη, ἐκεῖ που ἑστῶσαν· καί τινες τῶν ἐν ὑπεροχαῖς αὐτὸν περιίστανται. βοῆς δ’ ἐν τῷ τόπῳ συμβάσης, μετέστησαν
5τῆς δρυὸς ὁ βασιλεύς τε καὶ οἱ περὶ αὐτόν, ἡ δ’ αὐτίκα ῥιζό‐ θεν ἐκσπασθεῖσα κατέπεσεν. ὁ δὲ αὐτοκράτωρ ἐπανελθὼν εἰς τὴν μεγαλόπολιν καὶ ἀποτιννὺς ὑπὲρ τῆς σωτηρίας ταύτης τὰ χαριστήρια τῷ θεῷ ναὸν ἐντὸς τῶν βασιλείων ἀνήγειρε τῇ πρω‐ τομάρτυρι Θέκλᾳ· κατὰ τὴν ἡμέραν γάρ, ἐν ᾗ τελεῖται ἡ μνήμη
10ταύτης, τὸν ἐκ τῆς δρυὸς ἐξέφυγε κίνδυνον. Ἀλλ’ ἤδη ῥητέον καὶ ὅπως τὴν βασιλείαν ἀπέθετο, εἰ καὶ μὴ συμφωνοῦσιν οἱ συγγεγραφότες περὶ αὐτοῦ. ὁ μὲν γὰρ πολὺς τὴν γλῶτταν Ψελλὸς ἐν θήραις ἐκεῖνον λέγει τὸν βασι‐ λέα σχολάζοντα καὶ συχνάκις τὴν δεξιὰν λογχοφόρον ἐπ’ ἄρκτους
15καὶ σύας ἐπανατείνοντα βληθῆναι πνεύματι ψυχρῷ τὴν πλευράν, κἀντεῦθεν φρίκην ἐπισυμβῆναι αὐτῷ καὶ πυρετὸν ἐκ τοῦ βάθους
ἀναφλεγῆναι, εἰς δὲ τὴν ἐπιοῦσαν νύττεσθαι τὴν πλευρὰν καὶ672

673

τὸ ἆσθμα μὴ ἐρρῶσθαι αὐτῷ, κἀκ τούτων ἀμφισβητήσιμον γενόμενον τὸ βιωσόμενον ἢ καὶ ἀπεγνωκότα τέλεον τὴν ζωήν, καὶ τὸν Δοῦκαν Κωνσταντῖνον τῇ βασιλείᾳ ἐγκαταστήσαντα, πρὸς τὴν κρείττω μετατάξασθαι βιοτήν. ὁ δέ γε Θρᾳκήσιος θηρᾶν
5κἀκεῖνος τὸν βασιλέα ἱστόρησε περὶ τὴν Νεάπολιν, σῦν δ’ ἐπι‐ φανῆναί ποθεν τὴν θέαν φρικτόν, καὶ τὸν Κομνηνὸν ἐνδεδω‐ κότα τῷ ἵππῳ τὸν χαλινὸν διώκειν τὸν σῦν, τὸν δὲ εἰσδῦναι τὴν θάλασσαν γενέσθαι τε ἀφανῆ, ἐν τοσούτῳ δὲ ὡς ἐξ ἀστρα‐ πῆς ἐνσκῆψαι λαμπηδόνα τῷ βασιλεῖ, καὶ τῇ ταύτης βολῇ δια‐
10ταραχθέντα τὸν αὐτοκράτορα τοῦ ἵππου τε ἐκπεσεῖν καὶ κεῖσθαι παρὰ τῇ γῇ ἀφρὸν τοῦ στόματος ἀποπτύοντα καὶ μηδὲν τῶν κατ’ αὐτὸν αἰσθανόμενον, ἀκατίῳ δ’ ἐκεῖθεν ἐμβιβασθέντα κο‐ μισθῆναι εἰς τὰ βασίλεια καὶ νοσήσαντά τι βραχύ, εἶτα δὴ καὶ ἀπογνωσθέντα, κείρασθαί τε τὴν τρίχα καὶ ἀντὶ τῆς πορφύρας
15τραχὺ τριβώνιον ἀμφιέσασθαι, τὸν Δοῦκαν Κωνσταντῖνον βα‐ σιλέα προχειρισάμενον, καὶ οὕτω τῇ τοῦ Στουδίου προσορμίσαι μονῇ, κἀκεῖ τὸ λοιπὸν καταβιῶναι τῆς βιοτῆς ἀναρρωσθέντα
ἐκ τοῦ νοσήματος. ἐβασίλευσε δὲ δύο ἐνιαυτοὺς καὶ μῆνας673

674

τρεῖς δραστήριος ὢν καὶ τὸ ἦθος σοβαρὸν ἐνδεικνύμενος, πρὸς πράξεις ὀξύτατος, στρατηγικώτατος τὰ πολέμια, λόγοις μὲν οὐχ ὡμιληκώς, προσέχων δ’ αὐτοῖς καὶ τοὺς τούτων τροφίμους προσδεχόμενος. αἰτιώμενος δὲ ὅτι τυραννίδι ἐπικεχείρηκεν
5“ὤκνουν” ἔλεγε “τῷ συνδούλῳ δουλεύειν καὶ τῶν εἰκότων μὴ τυγχάνειν.” Ὁ δὲ πρόεδρος Κωνσταντῖνος ὁ Δοῦκας τῆς βασιλείας τυχὼν ἀπραγμόνως, ὡς εἴρηται, πολλοὺς τῶν τῆς συγκλήτου βουλῆς καὶ τοῦ δημώδους πλήθους εἰς μείζονας ἀξιωμάτων
10βαθμοὺς προεβίβασε. καὶ ὅσους δ’ ὁ Κομνηνὸς ἀφείλετο τὰς οἰκείας τιμάς (πολλοὶ δ’ ἦσαν καὶ οὗτοι), εἰς ταύτας αὖθις αὐτὸς ἐκείνους ἀποκατέστησεν. Ἐπιβουλῆς δὲ κατ’ αὐτοῦ συσκευασθείσης, μικροῦ δεῖν ἐγένετο ἂν ὑποβρύχιος. ἦν μὲν γὰρ ἐν τοῖς βασιλείοις τῶν
15Μαγγάνων, ἐσκέψαντο δὲ οἱ συνομοσάμενοι ὡς εἰ θόρυβος ἐν τῇ τῆς πόλεως γεγονὼς ἀγγελθείη αὐτῷ ἀγορᾷ, αὐτίκα διὰ τῆς
θαλάσσης ἐκεῖνος ἀπελεύσεται πρὸς τὸ μέγα ἀνάκτορον. προ‐674

675

ῳκονόμητο δ’ αὐτοῖς μὴ εἶναι τὴν βασιλικὴν τριήρη ἐκεῖ καὶ τοὺς ἐκείνης οἰακοστρόφους, οὓς πρωτοκαράβους ἡ δημώδης λέγει φωνή. ὁ μὲν οὖν βασιλεὺς ὡς τὸν θόρυβον ἠνωτίσατο, ἀπιέναι δεῖν ἔκρινε τῶν ἀνακτόρων εὐθύ. ἐπεὶ δ’ οὐχ εὕρηται ἡ βα‐
5σιλικὴ τριήρης ἐκεῖ, εἰς τὸ τυχὸν ἐμβεβήκει ἀκάτιον· ἀπιόντος δὲ ἀνεφάνη καὶ ἡ ναῦς ἡ βασίλειος καὶ εἰρεσίᾳ πολλῇ σὺν ῥύμῃ σφοδρὰ τὸ ῥόθιον τέμνουσα πρὸς τὸ πλοιάριον, ὅπερ ὁ βασι‐ λεὺς ἐμβεβήκει, πρὸς τῶν πηδαλιούχων ἰθύνετο. ἦν δ’ αὐτοῖς τὸ βουλόμενον ἐπιβιβάσαι τὴν τριήρη τοῦ πλοιαρίου, ἵν’ αὐτὸ
10καταδύσῃ καὶ σὺν τῷ βασιλεῖ ποιήσηται ὑποβρύχιον. ὡς δ’ εἶδον τὴν τῆς τριήρους ἐπιφορὰν οἱ τῷ κρατοῦντι συμπλέοντες, ἀνέκραξάν τε καὶ ἐπέχειν θρασύτερον ἐξεβόησαν καὶ μετατρέ‐ πειν τοὺς οἴακας. ταῖς γοῦν ἐκείνων βοαῖς ὥσπερ ἐμβροντη‐ θέντες οἱ ἐπὶ τῶν οἰάκων (θείας δ’ ἦν τὸ ξύμπαν προμηθείας)
15ἀπεδειλίασαν. καὶ οὕτως τὸν κίνδυνον ὁ βασιλεὺς ἐκφυγὼν ὅπως τε καὶ παρ’ ὧν ἡ ἐπιβουλὴ συνεσκεύαστο ἔγνω καὶ τοὺς αἰτίους ἠμύνατο στερήσει μόνῃ τῶν οὐσιῶν. Οὗτος ὁ βασιλεὺς ηὔχει μὲν ὡς ἐπὶ προγόνοις τοῖς πάλαι τῇ τῶν δουκῶν κεκλημένοις ἐπωνυμίᾳ, τῷ Ἀνδρονίκῳ δηλαδὴ
20καὶ τῷ Πανθηρίῳ καὶ ἐπὶ τούτοις τῷ Κωνσταντίνῳ. ἀλλὰ675

676

τοῦ γένους ἐκείνων πάλαι πανοικὶ ἐξολοθρευθέντος, ὅτε Κων‐ σταντῖνος τυραννίδι ἐπικεχείρηκεν, ὡς ἔμπροσθεν εἴρηται, τοῦ πορφυρογεννήτου Κωνσταντίνου τοῦ παιδὸς τοῦ ἄνακτος Λέοντος, τοῦ φιλοσόφου φημί, βασιλεύοντος καὶ ὑπὸ ἐπιτρόπους τελοῦντος
5ἔτι διὰ τὴν νηπιότητα, καὶ μηδενὸς ἄρρενος περιλειφθέντος, ἐκ θηλείας οἱ τούτου κατήγοντο πρόγονοι, ὅθεν οὐδὲ Δοῦκας λε‐ λόγιστο καθαρός, ἀλλ’ ἐπίμικτος καὶ κεκιβδηλευμένην ἔχων τὴν πρὸς τοὺς Δούκας συγγένειαν. Ἦν δὲ ὁ ἀνὴρ τὰ πρὸς θεὸν εὐσεβής, τὸ ἦθος ἐπιεικής,
10δικαιοσύνης ἐραστής, τὴν γνώμην δὲ νωθρὸς καὶ ἀμβλύς, χαί‐ ρων τοῖς ἐπὶ βίου μαρτυρουμένοις σεμνότητι, ἐκτόπως δ’ ἐρα‐ σιχρήματος καὶ πόρους ἐπινοῶν ὅπως αὐτῷ γένοιντο πολλοὶ θησαυροί. ὅθεν καὶ πρὸ πάντων εἰς δύο ταῦτα κατέτεινε τὴν σπουδήν, εἴς τε τὴν τῶν δημοσίων φόρων ἐπαύξησιν (διὸ καὶ
15τὰ ἀρχεῖα τὰ τοὺς φορολόγους λογοπραγοῦντα ὠνητὰ παρεῖχε
τοῖς βουλομένοις καὶ τελώναις τὴν συλλογὴν τῶν φόρων ἐπὶ676

677

συνθήκαις ἐπίστευε) καὶ εἰς ἀκροάσεις δικῶν. οὐ πάνυ δὲ τῇ ἀκριβείᾳ προσεῖχε δικάζων, ἀλλ’ ἐνιαχοῦ καὶ ἐνηυθέντει καὶ τὰς ψήφους ὑπήλλαττε, πρὸς τὰ πρόσωπα τὰς ἀποφάσεις τι‐ θέμενος. γλίσχρος δὲ τυγχάνων καὶ φειδωλὸς ἔθετο παρ’ ἑαυτῷ
5μὴ μάχαις πρὸς τὰ ἔθνη συρρήγνυσθαι, ἀλλὰ δώροις καὶ φι‐ λοφροσύναις ἄλλαις αὐτὰ οἰκειοῦσθαι καὶ καταλλάττειν τῇ Ῥω‐ μαίων ἀρχῇ, δύο ταῦτα ἐντεῦθεν μνώμενος ἑαυτῷ, τό τε μὴ πλείω δαπανῶν ἐν ἐκστρατείαις καὶ τὸ αὐτὸς ἠρεμεῖν καὶ σχο‐ λάζειν ὡς ἐπίπαν τῇ τῶν χρημάτων συλλογῇ· διὸ καὶ τῶν
10στρατιωτικῶν καταλόγων ἠμέλησεν ἢ μᾶλλον πολλοὺς καὶ τοὺς γενναιοτέρους τῶν ἀπογραφῶν ἀπήλειψε διὰ τὸ βαρύμισθον· ὥστε συμβαίνειν θρασύνεσθαι μὲν τὸ βαρβαρικόν, συστέλλεσθαι δὲ καὶ ταπεινοῦσθαι τὰ τῶν Ῥωμαίων στρατεύματα καὶ μειοῦ‐ σθαι τὴν ἡγεμονίαν τὴν Ῥωμαϊκήν. πολλαὶ γὰρ τότε τῶν ἑῴων
15χωρῶν αἱ μὲν ἐληίζοντο καὶ εἰς ἀφανισμὸν προεχώρουν, αἱ
δὲ καὶ ὑπὸ τοὺς πολεμίους ἐγίνοντο.677

678

Καὶ τὰ μὲν πρὸς ἀνίσχοντα ἥλιον οὕτως εἶχον κακῶς, τὰ δ’ ἑσπέρια καὶ ταῦτα κακῶς ἔπασχε διὰ στρατιωτῶν καὶ σπάνιν καὶ ἀχρειότητα. τοῦ γὰρ τῶν Οὔζων ἔθνους (Σκύθαι δὲ τοῦτό ἐστι τῶν Πατζινάκων καὶ κατὰ γένους ὑπεροχὴν καὶ
5κατὰ πλήθους ὑπερβολὴν παρὰ τοῖς Σκυθικοῖς προτιμώμενον ἔθνεσι) τὸν Ἴστρον παγγενῆ διαβαίνοντος, ἐπειράθησαν μὲν οἱ τῶν παριστρίων πόλεων ἄρχοντες (ἦσαν δὲ οὗτοι ὁ μάγιστρος Νικηφόρος ὁ Βοτανειάτης καὶ ὁ μάγιστρος Βασίλειος ὁ Ἀπο‐ κάπης) ἀπεῖρξαι αὐτοῖς τὴν διάβασιν, οὐ μέντοι γε ἠδυνήθησαν.
10ἀλλὰ συμμίξαν σφίσι τὸ βάρβαρον τήν τε συνοῦσαν αὐτοῖς κατ‐ ηγωνίσατο στρατιὰν καὶ τοὺς εἰρημένους ἄνδρας καὶ ἄμφω δορυαλώτους ἀπήγαγον καὶ διαβάντες τὸν Δάνουβιν τὴν περὶ αὐτὸν χώραν ἐπλήρωσαν ἅπασαν. ἦσαν γάρ, ὡς λόγος, ὑπὲρ ἑξήκοντα χιλιάδας οἱ αἴρειν ὅπλα δυνάμενοι· ὅθεν ὁρμώμενοι
15τήν τε Μακεδονίαν ἐληίζοντο καὶ μέχρις Ἑλλάδος προῄεσαν. ταῦτα ἀθυμίαν ἐνεποίει τῷ βασιλεῖ, συλλέξαι δὲ δυνάμεις ὤκνει καὶ ἀνεβάλλετο, ἵνα μὴ πρόηται ὀβολόν. ἐκεῖνος δ’ ἔλεγεν ὅτι
ἀκαταγώνιστον τὸ ἔθνος ἐστί· πρέσβεις δὲ πρὸς τοὺς αὐτῶν678

679

ἡγεμονεύοντας ἐσταλκὼς μετὰ δώρων ἐπειρᾶτο τούτοις πεῖσαι τὸ βάρβαρον σπείσασθαι. πάντων δὲ ἀναφανδὸν λοιδορουμένων τῷ βασιλεῖ ὡς διὰ φειδωλίαν μὴ κατὰ τῶν βαρβάρων ἐπεξιόντι, τῆς μὲν πόλεως ἐξεδήμησε, περὶ δὲ Χοιροβάκχους ἐσκήνωσεν,
5οὐ πλείους, ὡς λέγεται, τῶν ἑκατὸν πεντήκοντα μεθ’ ἑαυτοῦ ἐπαγόμενος, φροντίζων δὲ περὶ στρατεύματος συλλογῆς. ἐν τούτοις δ’ ἠγγέλη αὐτῷ ἡ τοῦ ἔθνους καταστροφή. ἐνσκήψαντος γὰρ ἐκείνῳ λοιμοῦ, καὶ κακωθέντι σφοδρῶς ἐξ αὐτοῦ οἵ τε Πατζινάκαι καὶ οἱ παρακείμενοι Βούλγαροι ἠσθενηκότι ἐπέθεντο
10καὶ ἄρδην αὐτὸ διεφθάρκασι, μόλις τῶν ἡγεμόνων μετ’ ὀλίγων δυνηθέντων διαβῆναι τὸν Ἴστρον. ἦν δὲ τὸ σύμπαν τοῦ στρα‐ τηγήματος τῆς θείας δυνάμεως· ἀπογνοὺς γὰρ ὁ βασιλεὺς πάν‐ τοθεν πρὸς τὸ θεῖον κατέφυγε, δάκρυσι καὶ συντριβῇ καρδίας τούτου δεόμενος καὶ τὴν ἐκεῖθεν ἐκκαλούμενος ἀρωγήν.
15 Ταῦτα δ’ ἐν τῷ ἕκτῳ ἔτει ἐπράχθη τῆς βασιλείας τούτου τοῦ αὐτοκράτορος. πρὸ δὲ τούτου σεισμὸς ἐγένετο μέγας κατὰ
τὴν κγʹ τοῦ Σεπτεβρίου μηνός, ὑφ’ οὗ καὶ ναοὶ καὶ οἰκίαι679

680

πολλαχοῦ ἠρειπώθησαν. ὅτε καὶ τὸ κατὰ Κύζικον Ἑλληνικὸν κατέπεσε τέμενος, ἔργον κάλλιστόν τε καὶ θαύματος ἄξιον, καὶ ὁ ἐν Νικαίᾳ τῶν ἁγίων πατέρων μέγιστός τε καὶ περιώνυμος κατεσείσθη ναός.
5 Κατὰ δὲ τὸν Μάϊον μῆνα τῆς δʹ Unknown Abbreviation κομήτης ὦπτο ἀστὴρ κατόπιν τοῦ ἡλίου πρὸς δύσιν ἰόντος. ἦν δὲ πρότερον μὲν κατὰ σελήνην πλήρη τὸ μέγεθος, εἶτα κόμην ὥσπερ ἐκφύων ἐμειοῦτο καὶ καθ’ ὅσον τὰ τῆς κόμης ηὐξάνετο, ἠλαττονοῦτο τὸ μέγεθος. πρὸς δὲ τὴν ἀνατολὴν τὰς ἀκτῖνας ἀπέτεινεν, ἐφ’
10ἡμέρας φαινόμενος τεσσαράκοντα. Τοῦ πατριάρχου δὲ Κωνσταντίνου τοῦ Λειχούδη ἐπ’ ἔτη τέσσαρα καὶ μῆνας ἓξ τὴν ἐκκλησίαν ἰθύναντος καὶ μεταθε‐ μένου πρὸς ἑτέραν ζωήν, Ἰωάννης ὁ Ξιφιλῖνος εἰς τὸν ἀρχιε‐ ρατικὸν τῆς Κωνσταντίνου θρόνον ἀνάγεται, ὃς ἐκ Τραπεζοῦντος
15μὲν ὥρμητο, πεπαίδευτο δὲ παιδείαν λόγων παντοδαπῶν καὶ τοῖς ἐξόχοις τῆς συγκλήτου συνηρίθμηται. πάντα δ’ ἑκουσίως λιπών, τοῖς κατὰ τὸν Ὄλυμπον προσφοιτήσας σεμνείοις κείρεταί
τε τὴν κόμην καὶ τὸν μοναχικὸν ὑπέρχεται βίον, ἔνθα καὶ680

681

συχνὸν διανύσας χρόνον ἄξιος ἐκρίθη τοῦ θρόνου τοῦ πατρι‐ αρχικοῦ. Ὁ δέ γε βασιλεὺς νόσῳ ληφθεὶς καὶ ταύτῃ κάμνων ἐπὶ μακρὸν καὶ ταλαιπωρούμενος καὶ ἤδη κατεργασθεὶς καὶ ἀπαρ‐
5αίτητον αὐτῷ γνοὺς ἐπιέναι τὴν τελευτήν, τὴν μὲν βασιλείαν τοῖς υἱοῖς αὐτοῦ καταλέλοιπε τρισὶν οὖσιν, οὓς αὐτῷ ἡ σύνοι‐ κος Εὐδοκία ἐγείνατο, τοὺς δύο τὸν Μιχαήλ τε καὶ τὸν Ἀνδρό‐ νικον ἰδιωτεύοντι ἔτι, τὸν δὲ Κωνστάντιον βασιλεύσαντι καὶ αὐτὴ Αὐγούστα ἀναρρηθεῖσα. ὅθεν οὗτος καὶ πορφυρογέννητος
10ἦν, ὃν αὐτίκα καὶ πρὸ τῶν ἄλλων τοῖς βασιλικοῖς παρασήμοις ἐκόσμησεν, εἶτα καὶ τοὺς λοιποὺς ἀνηγόρευσε. τούτους μὲν οὖν ἐπέστησε τῇ ἀρχῇ, αὐτοῖς δὲ τὴν μητέρα βασιλίδα τε καὶ τρο‐ φὸν καὶ κυρίαν, τὸ ξύμπαν εἰπεῖν, καταλέλοιπεν, ἐπ’ αὐτῇ τὴν τῆς βασιλείας μεταχείρισιν ποιησάμενος, δοκούσῃ αὐτῷ σώφρονί
15τε καὶ πρὸς παίδων ἀναγωγὴν δεξιᾷ καὶ πεφυκυίᾳ πρὸς πρα‐ γμάτων διοίκησιν, πρότερον ὅρκον ἐξ αὐτῆς ἀπαιτήσας ἔγγρα‐
φον ὡς οὐ πρὸς γάμον ἐλεύσεται δεύτερον. τὸ δ’ ἔγγραφον681

682

παρ’ ἐκείνης βεβαιωθὲν τῷ πατριάρχῃ ἐδόθη φυλαχθησόμενον· ἀλλὰ καὶ οἱ τῆς συγκλήτου βουλῆς ἅπαντες ἐγγράφως κατέθεντο μὴ ἄν ποτε βασιλέα ἕτερον ἀνειπεῖν, εἰ μὴ τοὺς παῖδας αὐτοῦ. ἐπὶ τούτοις ὁ μὲν ἐξέλιπε, βασιλεύσας ἑπτὰ πρὸς τῷ ἡμίσει
5ἐνιαυτούς, ζήσας δ’ ἑξήκοντα ἢ καί τι τούτων ἐπέκεινα. τὸν μέντοι ἀδελφὸν αὐτοῦ Καίσαρα βασιλεύσας ἐτίμησε καὶ σύμ‐ βουλον εἶχε καὶ τῶν μυστηρίων συνίστορα. λόγοις δὲ οὐχ ὡμιληκὼς ἠγάπα τούτους καὶ τοὺς λογίους ἐσέβετο, καὶ ἔλεγε βούλεσθαι μᾶλλον ἐκ λόγων ἢ τῆς βασιλείας γνωρίζεσθαι. τοὺς
10δ’ ἐπιβούλους αὐτοῦ μὴ ἄλλως κακῶς διαθήσειν ἔφασκεν ἢ μόνον ὡς ὠνητοῖς κεχρῆσθαι αὐτοῖς, ὡς τῶν νόμων αὐτῶν τὴν ἐλευθερίαν ἀφελομένων. Κατὰ γοῦν τὰς τοῦ τελευτήσαντος βασιλέως διαταγὰς ἥ τε βασιλὶς Εὐδοκία καὶ οἱ παῖδες ἐκείνου τῆς βασιλείας ἦσαν
15διάδοχοι καὶ ἡ βασίλισσα τὴν τῶν κοινῶν μετακεχείριστο πρό‐ νοιαν τῶν υἱέων κατάρχουσα καὶ ἐπὶ βήματος σὺν ἐκείνοις προὐκάθητο, μεσεύουσα μὲν αὐτή, ἐκείνους δὲ παρακαθίζουσα
ἑκατέρωθεν, οὕτως ἐν ἀρχαιρεσίαις, οὕτως ἐν ζητήσεσι πολιτι‐682

683

κῶν ὑποθέσεων, οὕτως ἐχρημάτιζον πρέσβεσιν, οὕτως ἐν συν‐ ήθεσι προόδοις προῄεσαν. Οἱ δὲ τὴν ἑῴαν ληιζόμενοι βάρβαροι οὐκ ἐπαύοντο τὰς ὑπὸ Ῥωμαίους κατατρέχοντες χώρας καὶ ταύτας ὁσημέραι σινό‐
5μενοι. οἱ γὰρ στρατιῶται, ὡς ἤδη μοι εἴρηται, διὰ τὴν τοῦ βασιλέως γλισχρότητα ὠλιγώθησάν τε καὶ ἐκακώθησαν. καὶ εἴ τινες δ’ ἦσαν ἔτι στρατείας ἐχόμενοι, κἀκεῖνοι ἀντεπεξιέναι τοῖς πολεμίοις ἦσαν ἀπρόθυμοι, τῶν συνήθων ὀψωνίων στερού‐ μενοι. ὅθεν οἱ βάρβαροι ποτὲ μὲν τῇ Μεσοποταμίᾳ ἐφήδρευον,
10ποτὲ δὲ τὰ περὶ τὴν Μελιτηνὴν ἐπόρθουν, ποτὲ δὲ τὴν Κιλι‐ κίαν ἐσίνοντο, καὶ ἄλλοτε τοῖς Καππαδόκαις ἐπῄεσαν καὶ τοῖς κατὰ Κοίλην Συρίαν ἐνίοτε. ταῦτα τῇ βασιλίσσῃ καταγγελλό‐ μενα θόρυβον ἐνεποίει, καὶ βασιλέως πολλῶν λεγόντων δεῖσθαι τὰ πράγματα, δείσασα ἐκείνη μὴ τὸ κοινὸν βασιλέα τινὰ προ‐
15στήσηται ἑαυτοῦ, καὶ οὕτως αὐτὴ καὶ οἱ παῖδες τῆς βασιλείας ἐκπέσωσιν, ἔκρινεν αὐτή τινα ἐπαγαγεῖν τῇ ἀρχῇ, ἵνα καὶ ἑαυτῇ καὶ τοῖς τέκνοις διατηρήσῃ τὸ κράτος καὶ μείνῃ αὐτοῖς ἀν‐ αφαίτερον. οὐ γὰρ δι’ ἀκολασίαν αὐτήν φασιν οὐδ’ ἡττηθεῖσαν
ἡδονῆς ἑαυτῇ προσαρμόσαι τὸν Διογένη, ἀλλ’ ὡς ἄνδρα δρα‐683

684

στήριον καὶ τὰ πολέμια δόκιμον καὶ τὴν ἰσχὺν ἀπαράμιλλον ἐπιστῆσαι αὐτὸν τῇ ἀρχῇ, ἵν’ ἡ βαρβαρικὴ φορὰ ἐπισχεθείη ποσῶς, αὐτοῦ τούτοις ἀντερείσαντος τοὺς βραχίονας. Ἦν δ’ ὁ ἀνὴρ οὗτος καὶ τῶν ἐκ γένους λαμπροῦ καὶ τῶν
5διαβοήτων ἐπὶ τοῖς ἀνδραγαθήμασιν. οὗ ὁ πατὴρ ἐπ’ ἀδελ‐ φόπαιδι τοῦ βασιλεύσαντος πάλαι τοῦ κατὰ τοὺς Ἀργυροὺς Ῥωμανοῦ κηδεστὴς γεγονὼς καὶ ἐπὶ τυραννίδι ἁλοὺς ἑαυτὸν κατεκρήμνισε. τετίμητο δὲ τῷ τῶν βεσταρχῶν ἀξιώματι. δοὺξ γὰρ παρὰ τοῦ Δούκα τῆς Σαρδικῆς γεγονὼς καὶ Πατζινάκοις
10ἐκεῖ που περιτυχὼν καὶ τούτοις συμβαλών, πολλούς τε διώλεσε καὶ οὐ μείους ἐζώγρησεν, ὧν τοὺς μὲν ἑαλωκότας ζωούς, τῶν δ’ ἐσφαγμένων τὰς κεφαλὰς στείλας τῷ βασιλεῖ βεστάρχης τε‐ τίμητο, γράψαντος τοῦ κρατοῦντος αὐτῷ ὡς “οὐ δῶρον, ὦ Διόγενες, τὸ ἀξίωμα, τοῦ δ’ ἀνδραγαθήματος ἀμοιβή.” δια‐
15τρίβων οὖν ἐκεῖ τυραννῆσαι παρεσκευάζετο, ἐπεὶ ἔγνω τεθνάναι684

685

τὸν αὐτοκράτορα. ὡς δ’ ἐμηνύθη τῇ βασιλίσσῃ τὸ βούλευμα τοῦ ἀνδρός, στείλασα συνέσχεν αὐτόν, καὶ ἤχθη δεσμώτης εἰς τὸ Βυζάντιον καὶ ἐλεγχθεὶς ὡς ἐπίβουλος κατεκρίθη καὶ τέως ὁρίοις κατεκλείσθη περιγραπτοῖς. εἶτ’ αὖθις ὡς κατάκριτος
5εἰσῆκτο πρὸς βῆμα δὴ τὸ βασίλειον, ἵν’ ἡ ψῆφος κυρωθείη ἡ κατ’ αὐτοῦ. ἔλεος οὖν τοῦ ἀνδρὸς εἰσῄει τοὺς παρεστῶτας καὶ πᾶσιν ἐπαθαίνετο ἡ ψυχή· ἦν γὰρ οὐ μόνον τὴν ἰσχὺν ἀπαρ‐ άμιλλος, ἀλλὰ καὶ ἰδέσθαι καλός. συνέπαθεν οὖν μετὰ τῶν ἄλλων καὶ ἡ βασιλὶς ἐπ’ αὐτῷ καὶ οἶκτος ἔλαβε τοῦ ἀνδρὸς
10καὶ αὐτήν, εἰ δὲ καὶ ἔρως, οὐκ ἔχω λέγειν, καὶ ἀντὶ τῆς ψήφου τῆς ὁριζούσης ἐκείνῳ τὴν κόλασιν τῆς κολάσεως ἐλευθεροῦν αὐτὸν ἐξήνεκτο ψήφισμα. καὶ ὁ μὲν λυθεὶς τοῦ ἐγκλήματος ἐξῄει πρὸς τὴν Καππαδοκῶν (αὕτη γὰρ ἐκείνῳ πατρίς), ἡ δὲ βασιλὶς μεταπεμψαμένη αὐτὸν μάγιστρον καὶ στρατηλάτην προ‐
15εχειρίσατο, ἤδη καὶ βασιλέα τοῦτον ἀνειπεῖν ὡς ἄνδρα κρίνασα παρ’ ἑαυτῇ γενναιότατον. ἀνεκόπτετο μέντοι διὰ τὰ ὅρκια καὶ τὸ ἔγγραφον, ὃ παρὰ τοῦ πατριάρχου τετήρητο. καὶ ἦν αὐτῇ
μέλημα ὅπως τοῦτο ἀφέλοιτο. σκέπτεται τοίνυν περὶ τούτου685

686

βουλὴν πονηράν τε καὶ βαθυγνώμονα καὶ ταύτην ἑνί τῳ τῶν περὶ αὐτὴν ἐκτομιῶν κοινοῦται καὶ οἷον προαγωγῷ τῷ θε‐ ράποντι κέχρηται, ὑποθεμένη ὁπόσα ἂν καὶ οἷα τῷ πατριάρχῃ προσομιλήσει. ὁ δὲ τῷ ἀρχιερεῖ προσελθών “ἴσθι” φησίν “ὦ
5δέσποτα, ὡς ἐρῴη τοῦ ἀνεψιοῦ σου ἡ βασιλίς” (ἦν γὰρ ἀνε‐ ψιὸς αὐτῷ Βάρδας, νέος τε καὶ σφριγῶν καὶ ἀφροδισίων ἡτ‐ τώμενος) καὶ προσεπῆγεν ὡς “εἰ σὺ ἐπινεύσειας τὸ τοῦ ὅρκου χειρόγραφον ἀποδοῦναι τῇ βασιλίσσῃ καὶ πεῖσαι μή τινα κίν‐ δυνον ἐκ τούτου ἐπηρτῆσθαι αὐτῇ, αὐτίκα συνοικίσει μὲν ἑαυτῇ
10τὸν σὸν ἀδελφόπαιδα, καί οἱ τὸ κράτος ἕψεται τὸ βασίλειον.” ὡς δὲ τούτοις ὁ πατριάρχης παραβουκοληθεὶς ὅλον ἐνέδωκεν ἑαυτόν, καὶ τῶν τῆς συγκλήτου βουλῆς ἀπῄτητο θέσθαι ἀπό‐ πειραν. ὁ δὲ τούτων ἕκαστον προσκαλούμενος τὰ πράγματα ζητεῖν ἔλεγε βασιλέα τὸν τούτων ἀντιληψόμενον· “εἰ γὰρ ἔτι
15γυναικὶ μόνῃ καὶ παιδαρίοις ταῦτα διοικηθήσεται, οἰχήσεται
πάντως οὐκ εἰς μακρὰν τῇ τῶν Ῥωμαίων ἡγεμονίᾳ οὐ τὰ686

687

πόρρω μόνον καὶ τοῖς ἐχθροῖς ἀγχιτέρμονα, ἀλλὰ καὶ αὐτὰ τὰ ἀγχίθυρα.” καὶ ἐπὶ τούτοις τῶν ὅρκων καὶ τοῦ ἐγγράφου πολλὴν ἐποιεῖτο καταδρομὴν καὶ τὸν τεθνεῶτα βασιλέα ἐκακη‐ γόρει, ὡς μηδὲ τοῦ κοινῇ συμφέροντος θέμενον πρόνοιαν, ἀλλ’
5ἐκ ζηλοτυπίας ἐκθέσμους ὅρκους ἀπῃτηκότα καὶ παράνομα ἔγ‐ γραφα. τούτοις τοὺς πλείους συντιθεμένους ἐσχηκὼς ἐκεῖνος, εἰ δέ τινες καὶ ἀντέλεγον, τοὺς μὲν δώροις, τοὺς δ’ ὑποσχέσεσι συμψήφους πείσας αὐτῷ γενέσθαι, στέλλει τῇ βασιλίσσῃ τὸ τῶν ὅρκων χειρόγραφον. ἡ δὲ τούτου λαβομένη εἰς ἔργον τὸ βού‐
10λευμα ἀπετέλεσε καὶ ἄγεται μὲν τὸν Διογένη καὶ τούτῳ συζεύ‐ γνυται, κοινοῦται δὲ τὴν πρᾶξιν τῷ πρεσβυτέρῳ τε τῶν υἱῶν καὶ τῷ Καίσαρι μετακληθέντι πρὸς τὰ βασίλεια καὶ μετασχόντι τῶν ὑμεναίων καὶ τῶν ἐπιγαμίων ἀπογευσαμένῳ κρατήρων· καὶ ὁ Διογένης βασιλεὺς ἀνηγόρευτο, τῆς βασιλίδος Εὐδοκίας
15μετὰ τῶν υἱέων ἀρξάσης ἐπὶ μῆνας ἑπτὰ καὶ ἡμέρας τινάς. Ῥωμανὸς δὲ ὁ Διογένης τῆς τῶν Ῥωμαίων ἀρχῆς γενό‐
μενος ἐγκρατὴς οὐ κατὰ τὰς ἐλπίδας τῆς βασιλευσάσης αὐτὸν687

688

Εὐδοκίας ἀποβεβήκει. ἡ μὲν γὰρ ἐκ κατακρίτου καὶ ἤδη τὸν δήμιον ἐφεστηκότα ὁρῶντος αὐτῷ, οὐ μόνον κινδύνου προφα‐ νοῦς ἐξαρπάσασα, ἀλλὰ καὶ τηλικαύτης ἀρχῆς ἀξιώσασα ᾤετο ἐν πᾶσιν ἔχειν τοῦτον ὑπείκοντα καὶ αὐτὴ κατάρχειν τοῦ βα‐
5σιλεύοντος. ὁ δὲ καὶ ἄλλως ὢν ἀλαζονικὸς καὶ ἀδούλωτος, ἐπ’ ὀλίγον μὲν βιασάμενος τὸ ἦθος ὑπέπιπτέ τε ταῖς τῆς Αὐ‐ γούστης θελήσεσι καὶ ὑπεκρίνετο τὴν ὑπόπτωσιν· εἶτα μὴ στέ‐ γων τὴν βίαν ταχὺ πρὸς τὸν οἰκεῖον τρόπον ἐπανελήλυθε καὶ τὴν ὑπακοὴν ἐδυσχέραινε καὶ ἤθελεν αὐτὸς τὸ κράτος καθαρῶς
10ἀναδήσασθαι. Κακῶς δὲ τῶν ἑῴων διακειμένων, καὶ τῶν μὲν ἤδη ἀπεγνωσμένων, τῶν δὲ πρὸς αὐτὸ χωρούντων, ἐκστρατείαν κηρύττει καὶ πήγνυσι τὴν σκηνὴν τὴν βασίλειον κατὰ τὸ τῆς ἑῴας τμῆμα τὸ τῇ Βυζαντίδι ἀντίπορθμον, δύο ταῦτα πραγμα‐
15τευόμενος, ἀποτειχίσαι τε τοῖς βαρβάροις τὴν ἔφοδον καὶ σω‐ τηρίαν ὡς ἐνὸν πρυτανεῦσαι τῷ ὑπηκόῳ καὶ ἑαυτῷ γαυρίαμά τι περιποιήσασθαι καὶ μὴ πάντα ὑπείκειν τῇ βασιλίδι, ἀλλ’
αὐτὸς αὐταρχεῖν. ἄρας οὖν ἐκ τῶν βασιλείων πανοπλίτης ἐπε‐688

689

ραιώθη πρὸς τὴν ἑῴαν, οὔτ’ ἀξιόμαχον ἐπαγόμενος στράτευμα, καὶ ὃ ἐπήγετο, ἀπορίᾳ καὶ ὅπλων καὶ ἵππων καὶ τῶν ἀναγ‐ καίων αὐτῷ ἐτετρύχωτο. ἐκ μακροῦ γὰρ κατολιγωρηθεῖσαν τὴν στρατιάν, ὥσπερ εἴρηται, ἀθρόον ἀνακτηθῆναι οὐκ ἦν
5εὐχερές. ἀθροισθέντων οὖν τῶν οὕτως ἐχόντων στρατιωτῶν κατὰ τὸ θέμα τῶν ἀνατολικῶν, ὃ τῆς Φρυγίας ἐστίν, οἱ ἐναν‐ τίοι μαθόντες τὸν βασιλέα ἐπιέναι σφίσιν αὐτὸν καὶ τοιοῦτον εἶναι ὡς ἑτοίμως προκινδυνεύειν τῶν ὑπηκόων, ἀρήιόν τε καὶ τὴν ὁρμὴν ἀνυπόστατον (τὰ γὰρ τῆς στρατιᾶς ὅπως διέκειτο
10οὐκ ἠκρίβουν οἱ βάρβαροι), εὐλαβῶς εἶχον καὶ ὤκνουν κατὰ συστάδην μαχέσασθαι. ἔνθεν τοι ὁ μὲν σουλτὰν εἰς τοὐπίσω πεποίητο τὴν ὁρμήν, δύο δὲ μοίρας τῆς βαρβαρικῆς διελὼν στρατιᾶς τὴν μὲν εἰς τὴν νοτιωτέραν Ἀσίαν τὴν ἄνω, τὴν δὲ πρὸς τὴν βορειοτέραν ὁρμῆσαι τοῖς προεστῶσιν αὐτῶν ἐνετεί‐
15λατο. οἱ δὲ ἐπιόντες τὰ προστυχόντα τε ληιζόμενοι τὴν Νεοκαι‐ σάρειαν αἰφνίδιον ἐπεισπεσόντες αὐτῇ ἐξεπόρθησαν καὶ λαφύρων ἐμπλησθέντες ἐκεῖθεν ἀπῄεσαν. τοῦτο τῷ βασιλεῖ ἀγγελθὲν
ἀθυμίαν ἐνέσταξε, καὶ τοὺς εὐζωνοτέρους ἀναλαβὼν τοῦ στρα‐689

690

τεύματος ἀπῄει διὰ δυσβάτων ὁδῶν καὶ ὀρῶν, φθάσαι τοὺς ἐχθροὺς ἐπειγόμενος. ὡς οὖν αὐτοῖς ἐπῆλθεν ἀδόκητος, εἰς πτοίαν ἐνέβαλεν ἅπαντας, καὶ πρὸς δρασμὸν ἀπεῖδον εὐθύς, αὐτοῦ που καταλιπόντες καὶ τὴν λείαν καὶ τὴν ἀποσκευήν.
5φθορὰ μὲν οὖν τῶν βαρβάρων οὐ πάνυ τι γέγονε, τῶν περὶ τὸν βασιλέα κεκοπιακότων ἐκ τῆς ὁδοιπορίας καὶ μὴ οἵων τε ὄντων διώκειν ἐπὶ πολύ. οἱ μέντοι ληφθέντες αἰχμάλωτοι καὶ εἴ τι ἕτερον ἐπλήρου τὴν λείαν, ξύμπαντα ἠλευθέρωτο. ἐκεῖθεν τῆς πρὸς Συρίαν ἥψατο ἀπαγούσης καὶ φάλαγγα μὲν εἰς Με‐
10λιτηνὴν ἐξαπέστειλεν, αὐτὸς δὲ εἰς τὸ Χάλεπ ὁρμήσας πολλὴν ἀπήγαγε λείαν ἀνθρώπων καὶ ζῴων ἄλλων. κἀκεῖθεν εἰς Ἱεράπολιν τῆς Συρίας ἐγένετο· καὶ πολιορκεῖν ἐπιχειρήσας αὐτὴν ὁμολογίᾳ τὴν πόλιν παρέλαβεν. εἶτα τῶν βαρβάρων ἐπιθεμένων μέρει τῆς Ῥωμαϊκῆς στρατιᾶς καὶ ἡττησάντων αὐτό, οὐδεὶς τῶν
15ἄλλων εἰς ἐπικουρίαν τῶν ἡττωμένων γενέσθαι προεθυμήθη. ὁ δέ γε βασιλεὺς ἔνδον τῆς ἑαλωκυίας πόλεως ὢν καὶ τὸ συμ‐ βὰν ἐγνωκώς, ταχύτατα μετὰ τῶν περὶ αὐτὸν εἰς ἀρωγὴν τῶν ἡττημένων ἐξώρμησε. μαθὼν δὲ ὁ τοῦ Χάλεπ ἡγεμονεύων
τὴν τῶν Ῥωμαίων ἧτταν προσέθετο καὶ αὐτὸς τοῖς ἄλλοις βαρ‐690

691

βάροις μετὰ τῆς οἰκείας πάσης δυνάμεως, αὐτίκα τὸν βασιλέα προσδοκῶν ἀπαγαγεῖν δορυάλωτον. καὶ τὸ Ῥωμαϊκὸν κύκλῳ στρατόπεδον περιέλαβον· ὁ μέντοι βασιλεὺς ἀκήρυκτον αὐτοῖς τὴν μάχην ἐπενεγκών (ἐξῄει γὰρ τοῦ χάρακος καὶ τὸ στράτευμα
5συνεξήγαγε, μήτε σαλπίγγων γενομένης ἠχῆς μήθ’ ἑτέρου δια‐ δήλου συνθήματος), ἐτρέψατο τοὺς ἐναντίους καὶ εἰς φυγὴν ἠνάγκασεν ἀπιδεῖν. εἰ οὖν ἐπὶ πολὺ τὸ Ῥωμαϊκὸν ἐπεδίωξε στράτευμα, νίκην ἂν ἤρατο μεγίστην καὶ περιβόητον. οἱ γὰρ ἵπποι τοῖς Ἄραψι ταχεῖς μέν εἰσι τὴν πρώτην ὁρμὴν καὶ τῶν
10λοιπῶν ποδωκέστατοι, οὐκ ἐπὶ πολὺ δὲ τὸν δρόμον ἐκτείνουσιν, ἀλλ’ ἀποκναίουσι τάχιστα. ἀνακληθέντες δὲ καὶ τῆς διώξεως ἀποσχόμενοι τοὺς ἐναντίους μὲν περιέσωσαν, ἑαυτοὺς δὲ με‐ γάλου κατορθώματος καὶ εὐκλείας ἐστέρησαν. ὅμως τῷ βα‐ σιλεῖ, ὅτι ὅλως οἱ Ῥωμαῖοι ἀντεπιέναι τοῖς ἐχθροῖς ἀπεθάρ‐
15ρησαν καὶ τὸ πολὺ τῆς πρῴην δειλίας ἀπέθεντο, ἀρκοῦν ἐδόκει εὐτύχημα. ἐνῴκιστο δὲ τῆς Ἱεραπόλεως ἡ ἀκρόπολις, τοῦ βα‐ σιλέως προστάξαντος. ἑτέροις δὲ πολίσμασιν ἐπελθὼν καὶ τὰ μὲν διὰ τὸ ἀνάλωτον παρελθών, τὰ δὲ κατασχὼν εἰς πόλιν τῆς
Κιλικίας τὴν Ἀλεξανδρῶνα λεγομένην κατήντησε. κἀκεῖθεν ἀπ‐691

692

ιόντι λαφυραγωγηθῆναι τὸ Ἀμόριον διαγγέλλεται καὶ κτανθῆναι πολλούς. ἐδυσφόρησε μὲν οὖν πρὸς ταῦτα ὁ βασιλεύς, μὴ δυνάμενος δ’ ἐπαμῦναι τοῖς πεπονθόσι, τὰ περὶ τὸν οἰκεῖον στρατὸν οἰκονομησάμενος, ἵνα τὴν τοῦ χειμῶνος ὥραν ἀνεν‐
5δεῶς τῶν ἀναγκαίων παρέλθωσιν, αὐτὸς ἐπὶ τὴν βασιλίδα τῶν πόλεων ἐπανῆλθεν, ἀλαζονικώτερον διακείμενος, ὡς τάχα κατ‐ ωρθωκὼς πλείω, οὐ μόνον πρὸς τοὺς ἄλλους, ἀλλὰ καὶ πρὸς αὐτὴν τὴν βασίλισσαν. ἡ δὲ πρὸς τοὐναντίον αὐτῇ τὰς ἐλπίδας τραπείσας κατανοοῦσα ἐδυσχέραινε καὶ τὴν καρδίαν εἶχεν οἰ‐
10δαίνουσαν, τὰς ἐπιπλήξεις μὴ στέγουσα. Ἄρτι δ’ ἀναλάμπειν ἠργμένου τοῦ ἔαρος αὖθις ὁ βασιλεὺς ἑτέρας ἐκστρατείας ἐμέμνητο. ἐκδημήσας τοίνυν τῆς Βυζαν‐ τίδος καὶ γενόμενος εἰς Καισάρειαν ἔμαθε Τούρκων πλῆθος πολὺ κατατρέχειν τὴν χώραν, καὶ τούτοις πῇ μὲν μέρος τῆς
15στρατιᾶς ἐπαφιείς, πῇ δὲ καὶ αὐτὸς συμβαλών, ἐτρέψατο τοὺς ἐχθροὺς καὶ τοὺς ζωγρηθέντας τῷ ξίφει πάντας ὑπαγαγὼν
πρὸς τὸν Εὐφράτην ἐτίθει τὸ ὅρμημα. τὸν μέντοι Φιλάρετον692

693

στρατηγὸν προβαλόμενος (ἦν δὲ τοῦ Βραχαμίων γένους ὁ ἀνήρ, δοκῶν μὲν πρὸς στρατιωτικὴν ἐμπειρίαν ἱκανῶς ἔχειν, βίου δὲ τυγχάνων οὐκ ἀγαθοῦ, ἀλλ’ ἀντιρρόπου πάνυ πρὸς τὴν κλῆσιν αὐτοῦ), τούτῳ τὸ ἥμισυ παραδίδωσι τοῦ στρατεύματος, αὐτὸς
5δ’ ἀπένευσε πρὸς τὰ βορειότερα. τοῖς δὲ μετὰ τοῦ Φιλαρέτου ἐπιφανέντες οἱ ἐναντίοι πτοίαν ἐνέβαλον καὶ τοὺς τόπους κατα‐ λιποῦσιν, οὓς φυλάττειν ὡρίσθησαν, καὶ εἰς φυγὴν τραπεῖσιν εἵποντο οἱ πολέμιοι καὶ εἷλον ἅπασαν τὴν ἐκείνων ἀποσκευήν. τοῦτο ἐλθὸν εἰς γνῶσιν τῷ βασιλεῖ σκυθρωπάσαι πεποίηκεν, οἱ
10δ’ ἐναντίοι κατὰ τῆς Καππαδοκίας τὸ ὅρμημα θέμενοι αὐτήν τε ἐπόρθουν καὶ πρὸς τὸ Ἰκόνιον ἵεντο, ἀνθρώπων τε πολυ‐ πλήθειαν ἔχον καὶ πᾶσι τοῖς δοκοῦσιν ἀγαθοῖς εὐθηνούμενον. ὁ δὲ βασιλεὺς εἰς Σεβάστειαν ἀφικόμενος καὶ μαθὼν τὴν κατὰ τοῦ Ἰκονίου τῶν Τούρκων ἐπέλασιν συνέτεινε καὶ αὐτὸς τὴν
15πορείαν ὀπίσω αὐτῶν. γνοὺς δὲ ἤδη ἐκπεπορθηκότας αὐτοὺς τὸ Ἰκόνιον καὶ τὴν αὐτοῦ εὐλαβουμένους κατάληψιν ἀπᾶραι, τῷ τῆς μεγάλης Ἀντιοχείας δουκὶ τῷ Χατατουρίῳ μοῖραν ἐκ‐ πέμψας τινὰ τῶν Ῥωμαϊκῶν δυνάμεων ἐνετείλατο εἰς Μόψου
ἑστίαν ἀφίξεσθαι καὶ τοῖς Τούρκοις ἐκεῖ διιοῦσι συμμίξαι. ἀλλ’693

694

οἱ πολέμιοι εἰς τὴν τῆς Ταρσοῦ πεδιάδα γενόμενοι τοῖς Ἀρ‐ μενίοις ἐνέπεσον καὶ πᾶσαν σχεδὸν τὴν λείαν ἀπέβαλον. ἐνω‐ τισθέντες δὲ καὶ τὴν ἐν Μόψου ἑστίᾳ τῶν Ῥωμαίων ἐφέδρευσιν ᾤχοντο διὰ τῆς νυκτὸς καὶ διέφυγον. ὃ τῷ βασιλεῖ λύπης
5ὑπόθεσις γέγονε, καὶ ἀπογνοὺς ὡρμήκει πρὸς τὸ Βυζάντιον· ἤδη γὰρ ἐπέστη καὶ τὸ μετόπωρον. ὅτε καὶ ὁ μέγας τῶν Βλαχερνῶν ἐπυρπολήθη ναός, ἔτους ἐνισταμένου ͵ϛφοηʹ. Ἐφισταμένου δέ γε τοῦ ἔαρος Μανουὴλ πρωτοπρόεδρον τὸν Κομνηνόν, τὸν τοῦ βεβασιλευκότος ἤδη Ἰσαακίου ἀδελφι‐
10δοῦν, κουροπαλάτην τιμήσας ἐφίστησι τοῖς στρατεύμασιν. ὁ δὲ νέος μὲν ἐτύγχανεν ὤν, ἦρχε δὲ κατὰ γέροντας, καὶ βαρβάρων ἐντυχὼν στρατιᾷ προσμίγνυσι καὶ νικᾷ. τοῦτο λέγεται τῷ Διο‐ γένει φθόνον κινῆσαι, καὶ διὰ τοῦτο τῆς περὶ ἐκεῖνον στρατιᾶς μοῖραν οὐκ ἐλαχίστην ἀποδιελεῖν καὶ στεῖλαι κατὰ Συρίας. εἶτα
15τοῦ Κομνηνοῦ μετὰ τῶν ὑπολελειμμένων γενομένου κατὰ Σε‐ βάστειαν, Τούρκων ἀνεφάνη πληθύς, καὶ ἐπῄει τούτοις ἐκεῖνος.
οἱ δὲ φυγὴν ὑπεκρίθησαν, καὶ οἱ περὶ τὸν Κομνηνὸν τοὺς694

695

φεύγοντας ἐπεδίωκον. ἐκ δέ γε συνθήματος μεταστρέψαντες τὰ νῶτα οἱ βάρβαροι ἐσκεδασμένοις τοῖς Ῥωμαίοις ἐπέθεντο καὶ πολλοὺς μὲν ἀνεῖλον, καὶ εἷλον οὐ μείονας καὶ αὐτὸν τὸν στρατάρχην τὸν Μανουὴλ καὶ τὸ στρατόπεδον διηρπάκασιν. ἡ
5δὲ περὶ τούτων ἀγγελία τὸν αὐτοκράτορα διετάραξε, καὶ ἔτι φήμη τις γενομένη ὡς ἡ ἐν Χώναις πολιτεία καὶ τὸ ἐκεῖ τοῦ ἀρχιστρατήγου περίπυστον τέμενος τοῖς βαρβάροις παρείληπται. ὁ μὲν οὖν βασιλεὺς ὅλος ἦν τοῦ αὐτίκα χωρῆσαι κατὰ τῶν πολεμίων καὶ ἐπαρῆξαι τοῖς κινδυνεύουσιν, ἀλλά τινες αὐτῷ
10συνεβούλευον ἐπέχειν τέως. ἐν τούτοις δὲ ἧκεν ὁ Κομνηνὸς Μανουὴλ μετὰ καὶ τοῦ ἑλόντος αὐτὸν Τούρκου, προσελθόντος τῷ βασιλεῖ. ἐκ γάρ τινος αἰτίας δυσμένειαν ὁ σουλτὰν ἐσχηκὼς κατὰ τοῦ ἀνδρὸς στρατιὰν ἐξαπέστειλε κατ’ αὐτοῦ συλληψομένην αὐτόν. διὸ δείσας ἐκεῖνος εἵλετο τῷ βασιλεῖ προσφυγεῖν, ὃν
15αὐτίκα τετίμηκε πρόεδρον· ἦν δὲ τὴν ἡλικίαν βραχύτατος, τὴν δὲ μορφὴν εἰδεχθέστατος. Ἐπεὶ δὲ τὸ ἔαρ ὑπέλαμπεν, ἐμβεβήκει μὲν τῇ τριήρει τῇ αὐτοκρατορικῇ· διαπεραιουμένου δ’ ἄρτι περιστερὰ οὐ πάνυ
μὲν μέλαινα τὴν χροιάν, πρὸς δὲ τὸ μελάντερον ἀποκλίνουσα,695

696

τὴν τριήρη αὐτοῦ περιίπτατο καὶ οὐκ ἀπέστη πτερυσσομένη περὶ αὐτόν, ἕως ἐκεῖνος ταῖς χερσὶν αὐτῆς ἐπελάβετο. ὁ δὲ ταύτην τῇ βασιλίσσῃ ἐκπέπομφεν, ἐκρίθη δὲ τὸ τῆς περιστερᾶς οὐκ ἀγαθόν τι τεκμήριον οὔτε τῷ ταύτην ἑλόντι οὔτε μὴν τῇ
5πρὸς ἣν ἔσταλτο. ἀλλὰ καὶ τοῦ ξύλου, ᾧ μέσον ἱσταμένῳ ἡ βασίλειος σκηνὴ ἐπερείδεται, αὐτομάτως κατεαγότος, κατέπεσεν ἡ σκηνή· καὶ τοῦτο δὲ σύμβολον ἐνομίσθη ἀπαίσιον. ὅμως οὐδὲν τὸν βασιλέα τῆς προθυμίας ἀνέκοψεν, ἀλλὰ προῄει ἕως τοῦ θέματος τῶν ἀνατολικῶν, φειδωλίας ἐχόμενος παρὰ τὸ
10εἰωθός. ἐσκηνωμένῳ δέ που ἐν δωματίοις πῦρ ποθεν ἐνεχθὲν αὐτά τε κατέφλεξε τὰ δωμάτια καὶ ἵππους ἡμιφλέκτους εἰρ‐ γάσατο τῶν βασιλικῶν καὶ χαλινὰ καὶ ὀχήματα, ὃ καὶ τοῦτο κακὸν οἰώνισμα ἔδοξεν. ἐκεῖθεν μετελθὼν καὶ τὸν Ἅλυν δια‐ περάσας καὶ παρελθὼν τὴν Καισάρειαν εἰς τὴν λεγομένην Κρύαν
15πηγὴν τὸν χάρακα ἔθετο, ἔνθα τισὶ τῶν Νεμίτζων ἀπηνέστερον προσηνέχθη δι’ ἀδικήματα. τοῦ δὲ τάγματος τούτων ἀποστα‐ τήσαντος, ἱππότης αὐτὸς αὐτίκα ἐπιφανεὶς καὶ τὸ στρατιωτικὸν
ἐπαγόμενος κατέπληξέ τε τὸ ἀποστατῆσαν καὶ αὖθις συμμαχι‐696

697

κὸν αὐτῷ ἐποιήσατο. εἶτα ἄπεισιν εἰς Θεοδοσόπολιν κἀκεῖ δύο μηνῶν ἕκαστον ἐπάγεσθαι κελεύσας τροφήν, ὡς διὰ ἀοικήτου μέλλων πορεύεσθαι, διεῖλε τὸ στράτευμα καὶ μοῖραν μὲν τῷ Ῥουσελίῳ παρέσχεν (ἀνὴρ δ’ οὗτος Λατῖνος πολεμικώτατος)
5καὶ κατὰ τοῦ Χλιὰτ αὐτὸν ἐξαπέστειλεν. ἑτέραν δὲ μοῖραν ἑτέρῳ προσένειμε, προστάξας αὐτῷ πορθῆσαι τὸ Μανζικίερτ· αὐτὸς δὲ ὁ βασιλεὺς μετὰ τῶν λοιπῶν οὐκ ἀξιομάχων ὄντων περιελέλειπτο. τὸ μὲν οὖν Μανζικίερτ δι’ ὁμολογίας τῷ βα‐ σιλεῖ παραδέδοτο, ἀποδεδειλιακότων τῶν Τούρκων καὶ πίστιν
10αἰτησαμένων καὶ τούτου ἐκστάντων. στρατιώταις δὲ εἰς συλ‐ λογὴν ἐξελθοῦσι τῶν χρειωδῶν πολέμιοι ἀθρόον ἐπήλθοσαν. ὃ γνοὺς ὁ βασιλεὺς τὸν μάγιστρον Νικηφόρον τὸν Βρυέννιον ἐπ’ αὐτοὺς ἐξαπέστειλε μετά τινος συντάγματος, ὃς τοῖς Τούρ‐ κοις προσβαλὼν καὶ κάμνουσαν βλέπων τὴν μετ’ αὐτοῦ δύ‐
15ναμιν, στείλας ᾔτει ἐπικουρίαν. ὁ δὲ βασιλεὺς ἀγνοῶν τῶν ἐναντίων τὴν δύναμιν δειλίαν κατέγνω τοῦ Βρυεννίου καὶ κατὰ
τοῦ ἀνδρὸς ἐτραχύνετο. ἔτυχε δὲ τότε ὁ ἱερεὺς ἀναγινώσκων697

698

τὸ εὐαγγέλιον καὶ λέγων “εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν.” ὅμως ἔστειλε καὶ τὸν μάγιστρον Νικηφόρον τὸν Βασιλάκιον μετὰ μοίρας στρατιωτῶν, ὧν προστεθέντων τῷ Βρυεννίῳ μέχρι μέν τινος ἰσοπαλὴς ἦν ὁ ἀγών. εἶτα τοῦ Βασιλακίου ὁρμή‐
5σαντος ἐν προμάχοις κατὰ τῶν ἐναντίων μετὰ τῶν περὶ αὐτόν, τὰ νῶτα ἔτρεψαν οἱ πολέμιοι, ὁ δὲ ἐδίωκε, τοῦ Βρυεννίου σὺν τοῖς ἀμφ’ αὐτὸν μὴ διώκοντος. ὡς δὲ περὶ τὸν χάρακα τῶν ἐναντίων ἐγένετο, πληγέντος αὐτῷ τοῦ ἵππου, ἀπέβη αὐτοῦ καὶ διὰ τὸ τῶν ὅπλων βάρος οὐκ εὐκίνητος ὢν κυκλοῦται παρὰ
10τῶν πολεμίων καὶ ζωγρηθεὶς τῷ σουλτάνῳ προσάγεται· οὔτε δ’ ἐκεῖνος δουλικώτερον αὐτῷ προσῄει οὔτε μὴν ὁ σουλτὰν ὡς αἰχμαλώτῳ αὐτῷ προσήνεκτο, συχνάκις δὲ τὸν ἄνδρα μετα‐ καλούμενος περὶ τοῦ βασιλέως διεπυνθάνετο καὶ τὰς οἰκείας δυνάμεις ἐδείκνυεν. ὁ δὲ καὶ ἐπῄνει τὰ τοῦ σουλτὰν καὶ ἐθαύ‐
15μαζεν, οὐ μέντοι συμφέρειν αὐτῷ ἔλεγεν ἀντιπαρατάξασθαι τῷ βασιλεῖ. ὁ δέ γε βασιλεὺς μετὰ τῶν περιλοίπων ἐξῆλθε τοῦ χάρακος κατασκοπήσων τί τὸ γινόμενον, ἑστὼς δ’ ἐπὶ γεωλόφων
μέχρις ἑσπέρας ὑπέστρεψε. καὶ οἱ Τοῦρκοι δ’ εὐθὺς ἐκύκλωσαν698

699

τὸ στρατόπεδον καὶ τοῦτο περιιππεύοντες βέλη ἔβαλον καὶ βοαῖς ἀσήμοις καὶ ὑλακαῖς περιήχουν τὴν στρατιάν. οὕτω μὲν οὖν ἡ νὺξ ἐκείνη παρῆλθεν· ἕωθεν δὲ Οὔζων τι σύνταγμα πρὸς τοὺς πολεμίους ἀπηυτομόλησε. καὶ τοῦτο ὕποπτον καὶ τὸ μεῖ‐
5ναν ἔτι πλῆθος τῶν Οὔζων ἐποίησεν. Ὁ δὲ βασιλεὺς ὀξύτατα πέμψας εἰς τὸ Χλιὰτ μετεκαλεῖτο τὰ ἐκεῖσε στρατεύματα. ὡς δ’ οὐκ ἀφίκοντο (ὁ γὰρ Ταρχα‐ νειώτης, οὗτος γὰρ ἦν ὁ εἷς τῶν ἐκεῖ στραταρχῶν, μαθὼν τοῦ σουλτάνου τὴν ἄφιξιν, παρέπεισε καὶ τὸν Ῥουσέλιον, καὶ μετὰ
10τῶν ὑπ’ αὐτοὺς δυνάμεων ἄραντες φυγῇ πρὸς τὰ Ῥωμαίων ἐχώρησαν ὅρια), ἔγνω ὁ Διογένης μετὰ τῶν συνόντων αὐτῷ διαγωνίσασθαι ἐς τὴν αὔριον καὶ ἅμα πρωὶ πρὸς τὸν πόλεμον ἐξηρτύετο. ἐν τούτῳ δὲ πρέσβεις ἧκον ἐκ τοῦ σουλτάνου περὶ εἰρήνης διαλεξόμενοι. ὁ δὲ βασιλεὺς οὐ πάνυ φιλανθρώπως
15τοὺς πρέσβεις ἐδέξατο, ὅμως μέντοι καὶ λόγων σφίσι μετέδωκε καὶ ἀπελθεῖν πρὸς τὸν κύριον αὐτῶν προετρέψατο καὶ ἀπαγ‐
γεῖλαι ὡς “εἰ βούλοιτο περὶ συμβάσεων διαλέξεσθαι, καταλιπέτω699

700

τὸν τόπον ἐν ᾧπερ ἐστρατοπέδευται καὶ πόρρω ποι μετασκηνω‐ σάτω, ὥστε με μετὰ τῆς Ῥωμαϊκῆς στρατιᾶς τὸν χάρακα πή‐ ξασθαι, ὅπου νῦν ἐστιν ἡ τῶν βαρβάρων παρεμβολή.” ταῦτα τοῖς πρέσβεσι διαλεχθεὶς ἀλαζονικώτερον συντόμως ἐπανελθεῖν
5ἐνετείλατο. οἱ μὲν οὖν τῷ σουλτὰν τοὺς τοῦ βασιλέως λόγους ἀπήγγελλον, κἀκεῖνος μετὰ τῶν περὶ αὐτὸν περὶ τῶν τῆς εἰ‐ ρήνης συνθηκῶν ἐβουλεύετο. ὁ δέ γε βασιλεὺς ὑπερφρονήσας καί τισι πεπεισμένος τῶν ᾠκειωμένων αὐτῷ δεδειλιακέναι λέ‐ γουσι τὸν σουλτάν, ὡς μὴ ἀξιόμαχον ἐπαγόμενον δύναμιν καὶ
10διὰ τοῦτο τὴν εἰρήνην ζητεῖν, ἵνα τῆς μάχης ὑπερτεθείσης καὶ ἄλλην δύναμιν προσαγάγηται, μήτε τὴν τῶν πρέσβεων ἀναμείνας ὑποστροφὴν μήθ’ ἕτερόν τι σκοπήσας τοῖς σαλπιγκταῖς ἐκέλευ‐ σεν ἠχῆσαι τὸ ἐνυάλιον. τοὺς δὲ βαρβάρους τὸ αἰφνίδιον δι‐ εθρόησεν, ἀλλὰ καὶ οὕτως εἰς ἀντιπαράταξιν ἔστησαν καὶ ἐπ‐
15ιόντων αὐτοῖς τῶν Ῥωμαίων οὐκ ἀντεπῄεσαν, ἀλλ’ ἀνεχάζοντο, μήτε τὰ νῶτα τρέποντες μήτε μέντοι μαχόμενοι. ὡς δὲ περὶ δείλην ὀψίαν ἡ ἡμέρα ἐγένετο, εἰδὼς ὁ βασιλεὺς ὅτι φυλακὴ
περὶ τὸ στρατόπεδον οὐκ ἦν ἀξιόλογος, καὶ δείσας μὴ ἐπελ‐700

701

θόντων τῶν ἐναντίων αὐτῷ διαρπαγῇ, ἔγνω τὴν μάχην λῦσαι καὶ ἐπαναζεῦξαι περὶ τὸν χάρακα. ἐπιστρέψας οὖν τὴν βασι‐ λικὴν σημαίαν αὐτός τ’ ἐπανῄει καὶ τῇ στρατιᾷ ταὐτὸ ποιεῖν διεσήμαινεν. οἱ μὲν οὖν περὶ αὐτὸν ὄντες ἀθορύβως ἐποιοῦντο
5τὸ κελευσθέν. ὅσοι δὲ πόρρω ποι τὰς παρατάξεις ἐκέκτηντο, φυγὴν τοῦ βασιλέως τὴν ὑποστροφὴν ὑπετόπασαν, Ἀνδρονίκου τοῦ υἱοῦ τοῦ Καίσαρος τὸν λόγον ὑποβαλόντος ταῖς φάλαγξιν. ἀεὶ γὰρ ὅ τε Καῖσαρ καὶ οἱ τούτου υἱεῖς ἐφήδρευον τῷ βα‐ σιλεῖ καὶ ἀφανῶς ἐπεβούλευον. ἄρας οὖν αὐτίκα μετὰ τῶν
10περὶ αὐτὸν ὁ Ἀνδρόνικος (ἐξῆρχε γὰρ οὐκ ἐλαχίστης μοίρας στρατιωτῶν) ἀπὸ ῥυτῆρος ἐπανελήλυθεν εἰς τὸν χάρακα. τοῦτο καὶ τοὺς λοιποὺς ἐτρέψατο εἰς φυγήν, οὓς οὕτως ἀκόσμως ἐπανιόντας ὁ βασιλεὺς θεασάμενος ἔστη, στῆναι δὲ καὶ τοῖς ἀπιοῦσιν ἐνεκελεύετο. ἀλλ’ ἐξεκεκώφεισαν ἅπαντες καὶ τῆς
15φυγῆς οὐ μεθίεντο. ὡς δὲ τὸ παράλογον τῆς φυγῆς δυστύ‐ χημα τῶν Ῥωμαίων καὶ μήνιμα θεῖον ἔγνωσαν οἱ πολέμιοι, εὐθὺς ἐπῆλθον τῷ βασιλεῖ. ὁ δὲ μετὰ τῶν περὶ αὐτὸν τὴν μάχην ἐδέξατο, καὶ μέχρι μέν τινος ἐρρωμένως ἀντεῖχον, εἶτα τῶν μὲν πεσόντων, ἑαλωκότων δ’ ἑτέρων, περιεστοιχίσθη πρὸς
20τῶν βαρβάρων ὁ βασιλεύς· ἀλλ’ οὐδὲ οὕτως ἐνέδωκε. πολ‐701

702

λοὺς δὲ πλήξας καὶ ἀνελὼν ἐπλήγη κἀκεῖνος τὴν χεῖρα καὶ οὕτως ἀποκαμὼν καὶ μηκέτι ἀμύνεσθαι τοὺς ἐπιόντας δυνά‐ μενος μήτε μέντοι φυγεῖν, ἤδη τοῦ ἵππου αὐτῷ πεπτωκότος ἐκ τῶν βελῶν, ἑάλω καὶ ἀπῆκτο τοῖς βαρβάροις ὁ βασιλεὺς
5Ῥωμαίων αἰχμάλωτος. ἀγγελθεῖσα δὲ ἡ τοῦ βασιλέως ἅλωσις τῷ σουλτάνῳ χαρὰν μέν, ὡς εἰκός, ἐνεποίησεν, οὐ μέντοι ἐπ‐ ῆρεν αὐτὸν ὥστε καὶ ὑψηλοφρονῆσαι· Ἄξαν ἐκεῖνος ὠνόμαστο, οὗ πολλὰ ἐπὶ δικαιοσύνῃ καὶ μετριοφροσύνῃ ᾄδονται διηγή‐ ματα. ὅθεν ἠπίστει καὶ τῇ τοῦ βασιλέως ἁλώσει διὰ τὸ τοῦ
10εὐτυχήματος ἄκρατον. καὶ ἰδὼν αὐτὸν οὐ πρότερον πιστὸν τὸ πρᾶγμα ἐδέξατο, ἕως καὶ οἱ παρ’ αὐτοῦ σταλέντες πρέσβεις αὐτὸν ἀνεγνώρισαν καὶ ὁ Βασιλάκης ἐκεῖ κατεχόμενος καὶ ἰδὼν αὐτὸν εἰς τοὺς πόδας αὐτοῦ θρηνῶν κατέβαλεν ἑαυτόν. τότε δὲ τοῦ θρόνου τε ἀνεπήδησεν ὥσπερ ἔνθους καὶ τεθέντα κατὰ
15γῆς, ὡς ἔθος, πατήσας αὐτὸν ἀνέστησε καὶ περιεπτύξατο καί “μὴ λυποῦ, βασιλεῦ” ἔφη· “τοιαῦτα γὰρ τὰ ἀνθρώπινα· ἐγὼ δέ σοι οὐχ ὡς αἰχμαλώτῳ, ἀλλ’ ὡς βασιλεῖ σοι προσενεχθή‐
σομαι.” καὶ αὐτίκα σκηνὴν αὐτῷ ἀποτάττει καὶ θεραπείαν702

703

βασίλειον, κοινωνεῖ τε τραπέζης, ὁμόθρονον ἑαυτῷ ποιησάμενος, λύει τῶν αἰχμαλώτων αὐτῷ ὁπόσους ᾔτησε, καὶ οὕτως ἐφ’ ἡμέραις τισὶ συνομιλήσας καὶ συνδιαιτηθεὶς τῷ ἀνδρὶ καὶ τι‐ μήσας ὑπερβαλλόντως, εἶτα καὶ συνθήκας θέμενος ἐπὶ εἰρήνῃ
5διηνεκεῖ καὶ κήδους ὑπόσχεσιν ἐπὶ παισὶ ποιησάμενος ἀφῆκε τὸν Διογένην ἀπιέναι μεθ’ ὅσης οὐκ ἄν τις ἤλπισε δορυφορίας τε καὶ τιμῆς. ὁ δὲ εἰς Θεοδοσόπολιν ἀπελθὼν ἐσταλμένος βαρβαρικῶς (ὁ γὰρ σουλτὰν οἰκείας αὐτῷ παρέσχε στολάς) τήν τε χεῖρα ἐκεῖ προσμείνας ἐθεραπεύετο καὶ τὴν ἀμφίασιν πρὸς
10τὸ ῥωμαϊκώτερον μεθηρμόζετο. ἐκεῖθεν δὲ προῄει ἐπανιών, ἄγων μεθ’ ἑαυτοῦ καὶ πρέσβεις τοῦ σουλτάν. Ἀλλ’ ὁ μὲν οὕτως ἐπανῄει· τῆς δ’ ἁλώσεως αὐτοῦ ἀγ‐ γελθείσης εἰς τὰ βασίλεια ἐν διχονοίᾳ οἱ περὶ ταῦτα γεγόνασιν. οἱ μὲν γὰρ τῇ βασιλίσσῃ καὶ αὖθις τὴν ἐξουσίαν ἐδίδοσαν, οἱ
15δὲ τῷ πρεσβυτέρῳ τῶν ταύτης υἱέων τὸ ξύμπαν ἐπεψηφίζοντο, οἱ δὲ κοινοπραξίαν τῇ τε μητρὶ καὶ τῷ υἱέϊ ἀπένεμον. Ἐν τούτοις δὲ λυθεὶς τῆς αἰχμαλωσίας ὁ Διογένης ἀπαγ‐
γέλλεται· κομίζεται δὲ καὶ ἰδιόγραφος ἐκείνου ἐπιστολὴ τὰ αὐτῷ703

704

συμβεβηκότα διδάσκουσα. τοῦτο μείζονα θροῦν ἦρε, καὶ ἀπορία πάντας εἷλε τοῦ τί ἂν δέοι δρᾶν. ὁ γοῦν Καῖσαρ Ἰωάννης καὶ οἱ ἐκείνου υἱοὶ ἀεί, ὡς εἴρηται, ἐγκοτοῦντες τῷ Διογένει ἁρπάζουσι τὸν καιρὸν καὶ προσλαβόμενοι τῶν τῆς συγκλήτου
5ἐνίους, ὅσοι ὡμοφρόνουν αὐτοῖς, ὧν ἐξῆρχεν ὁ ὑπέρτιμος ὁ Ψελλός, δύσνους καὶ αὐτὸς τῷ Διογένει τυγχάνων, τὴν βασί‐ λισσαν Εὐδοκίαν εἰς τὴν παρ’ αὐτῆς δομηθεῖσαν μονὴν κατὰ τὸν ἐν τῇ Προποντίδι πορθμὸν περιορίζουσι, τὸν δὲ Μιχαὴλ ἀνακηρύττουσιν αὐτοκράτορα. εἶτα πανταχοῦ διαπέμπονται βα‐
10σίλεια γράμματα μήθ’ ὑποδέχεσθαι μήτε τιμῆς βασιλικῆς ἀξιοῦν ἐπανιόντα τὸν Διογένην κελεύοντα. τούτου δὲ τοῦ βουλεύματος εἰσηγητὴς ὁ Ψελλὸς γέγονεν, ὡς καὶ αὐτὸς ἐν τῇ περὶ τούτου φησὶ συγγραφῇ. ὅπερ ὁ Διογένης μαθών, τὴν Δόκειαν κατα‐ σχών (φρούριον δ’ αὕτη) παρ’ αὐτῇ ἐστρατοπεδεύσατο. καὶ
15ὁ Καῖσαρ τῶν σφετέρων υἱέων τὸν νεώτερον τὸν πρόεδρον Κωνσταντῖνον στέλλει κατὰ τοῦ Διογένους μετὰ δυνάμεως. ὁ
δὲ Διογένης εἰς Καππαδοκίαν ἀφίκετο. προσγενομένου δὲ τοῦ704

705

Κρισπίνου (Φράγγος δ’ οὗτος) σὺν ὁμοφύλοις τῷ Κωνσταν‐ τίνῳ, ὁ Διογένης Θεόδωρον τὸν Ἀλυάτην κατ’ αὐτῶν ἐξαπ‐ έστειλεν. ὁ δὲ συμμίξας αὐτοῖς ἡττήθη καὶ ἁλοὺς ἐξεκόπη τὰ ὄμματα. τοῦτο τὸν Διογένη λίαν ἠνίασεν· ὄντι δὲ ἐν τῷ Τυ‐
5ροποιῷ (τοῦτο δ’ ἐστὶ φρούριον ἐρυμνότατον) πρόσεισιν αὐτῷ τῆς Ἀντιοχείας ὁ δούξ (οὗτος δ’ ἦν ὁ ἐξ Ἀρμενίων ὁ Χατα‐ τούριος) στρατιώτας συχνοὺς ἐπαγόμενος. παραλαβὼν οὖν τὸν Διογένη οὗτος καὶ εἰς Κιλικίαν ἀπαγαγὼν ἐκ τοῦ σουλτὰν ἐκαραδόκει βοήθειαν καὶ αὐτὸς δὲ συνήθροιζε στράτευμα. στέλ‐
10λεται οὖν αὖθις κατ’ αὐτῶν ὁ πρεσβύτερος τῶν παίδων τοῦ Καίσαρος ὁ πρόεδρος Ἀνδρόνικος καὶ εἰς Κιλικίαν γενόμενος τῷ Χατατουρίῳ συρρήγνυται, καὶ ἀναιρεῖται μὲν ὁ Χατατούριος, οἱ δὲ περὶ ἐκεῖνον εἰς Ἄδαναν συμπεφεύγασιν, ἔνθα ὁ Διογένης διέτριβε. περικαθίσας δὲ τὴν πόλιν ὁ Ἀνδρόνικος ἐπολιόρκει
15αὐτήν. εἶτα ἐπὶ συνθήκαις ἑαυτὸν ὁ Διογένης παρέδωκεν· αἱ δὲ συνθῆκαι, ἀποθέσθαι μὲν τὴν βασιλείαν αὐτὸν καὶ ἰδιωτεύειν τὴν τρίχα κειράμενον. ἐπὶ ταύταις γὰρ καὶ ἀρχιερεῖς ἐστάλη‐
σαν πρὸς τοῦ βασιλεύοντος, πληροφορίαν ἔνορκον διδόντες αὐτῷ705

706

ὡς οὐδέν τι πείσεται ἄχαρι. θαρρήσας οὖν τούτοις ὁ Διο‐ γένης ἔξεισι μελανείμων καὶ ἑαυτὸν ἐγχειρίζει τῷ Ἀνδρονίκῳ. ὁ δὲ τοῦτον λαβὼν ἐπανῄει, καὶ εἰς τὸ Κοτυάειον ἀφικόμενος προσέμενεν ἐν αὐτῷ, ἕως ἂν αὐτῷ κελευσθείη τὸ ποιητέον,
5τοῦ Διογένους νοσηλευομένου ἐκ πόσεώς τινος φαρμάκου δη‐ λητηρίου ἐπιβούλως κερασθέντος αὐτῷ. ἐκεῖ τοίνυν ἐπέμφθη βασίλειος ψῆφος, τοῦ φωτὸς στερηθῆναι τὸν μηδὲν ἠδικηκότα κελεύουσα. καὶ αὐτίκα τοὺς ὀφθαλμοὺς ἐξωρώρυκτο, παρ‐ όντων καὶ τῶν ἀρχιερέων καὶ ἐν δεινῷ ποιουμένων τὴν εἰς
10τὸν ἄνθρωπον συμφοράν, μηδεμιᾶς μέντοι ἀξιουμένων ἐπι‐ στροφῆς. ὠμότατα δὲ τὰ ὄμματα ἐκκοπεὶς καὶ μηδ’ ἐπιμελείας τῆς δεούσης τυχὼν διῳδήκει τὴν κεφαλήν, καὶ αἱ πληγαί οἱ ἐξέζεσαν σκώληκας καὶ ὁ ἀὴρ ὁ περὶ ἐκεῖνον δυσωδίας με‐ μέστωτο ἐκ τῆς σήψεως. οὕτως οὖν κακῶς διακείμενος εἰς
15τὴν καλουμένην Πρώτην νῆσον ἀπάγεται, ἐν ᾗ σεμνεῖον ἀν‐ ήγειρε περὶ τὸ τῆς νήσου μετεωρότερον. βραχύ τι τοίνυν ἐπι‐ βιώσας ἐκεῖ τὸν χοῦν ἀποτίθεται ἐν αὐτῇ, παρὰ τῆς βασιλίδος Εὐδοκίας λαμπρότατα κηδευθείς, βασιλεύσας ἔτη τρία καὶ μῆ‐
νας ὀκτώ.706

707

Λέγεται δὲ τὰ εἰς τὸν ἄνδρα τοῦτον γενόμενα πάντα τοῦ Καίσαρος εἶναι διαταγάς, μηδὲν εἰδότος τοῦ αὐτοκράτορος Μι‐ χαήλ. ἦν γὰρ χαῦνος ἄγαν τὸ ἦθος ὁ βασιλεὺς καὶ ἀνειμένος καὶ πρὸς μεταχείρισιν πραγμάτων καὶ τῶν τυχόντων ἀδέξιος,
5πολλοῦ γε δεῖ πρὸς βασιλείας διοίκησιν. κἀντεῦθεν τῆς εὐ‐ ηθείας ἐκείνου κατατρυφῶν ὁ θεῖος αὐτοῦ καὶ Καῖσαρ πάντα τὰ εἰς τὸν Διογένην ἐτύρευσεν ἐγκοτῶν τῷ ἀνδρί. Ἀποπεφυκὼς δ’ ὁ βασιλεὺς Μιχαὴλ πρὸς τὴν τῆς βασι‐ λείας διοίκησιν τὸν μητροπολίτην Σίδης Ἰωάννην, ἐκτομίαν
10ὄντα, δραστήριον δέ, τοῖς πράγμασιν ἐφιστᾷ. εἶθ’ ἕτερον ἐκτο‐ μίαν τὸν Νικηφόρον, ὃς νέος προσληφθεὶς παρὰ τοῦ Μονο‐ μάχου εἰς τὰ βασίλεια ὑποκοριζόμενος διὰ τὴν νεότητα Νικη‐ φορίτζης ὠνόμαστο καὶ ὥσπερ ἐπωνυμίαν ἔσχηκε τοῦτο, ἐξ Ἑλλάδος καὶ Πελοποννήσου τὰς κρίσεις τούτων διέποντα μετ‐
15επέμψατο. ἔφθασε γὰρ ὁ ἀνὴρ οὗτος καὶ τῷ πατρὶ τοῦ βασι‐ λέως τῷ βασιλεῖ Κωνσταντίνῳ τῷ Δούκᾳ ὑπηρετήσασθαι. ἦν
δὲ περὶ πραγμάτων μεταχείρισιν δεξιὸς καὶ λόγοις ὡμιληκώς,707

708

τὸ δὲ ἦθος ἔχων ὑποκαθήμενον καὶ γέμον δεινότητος. τούτῳ γοῦν ἐγχειρίζει τὰς ἡνίας τῆς βασιλείας, λογοθέτην ὀνομάσας αὐτόν. ἐντεῦθεν ὁ Σίδης παραγκωνίζεται, καὶ ὁ Καῖσαρ καθ‐ ίσταται ὕποπτος, καὶ πᾶσα ἡ τῆς βασιλείας διοίκησις ὑπὸ τὸν
5λογοθέτην ἐγένετο, καὶ ὁ βασιλεὺς ὑπ’ αὐτοῦ ὡς ἀνδράποδον ἤγετο. καὶ οὐκ ἦν ὃ μὴ διὰ τοῦ λογοθέτου ἐγίνετο, καὶ πολ‐ λοὶ τῶν περιουσιῶν ἐστερήθησαν, ἄλλοις ἄλλων ἐπενηνεγμένων λαβῶν, καὶ ἦν τῶν ἀνθρώπων σύντριμμα καὶ ταλαιπωρία καὶ ὁ τοῦτο ἐπιστρεφόμενος οὐδαμοῦ. ὁ γὰρ βασιλεὺς παιδαριώ‐
10δεσιν ἐσχόλαζε πράξεσι, τοῦ ὑπάτου τῶν φιλοσόφων καὶ ὑπερ‐ τίμου Μιχαὴλ τοῦ Ψελλοῦ λόγοις τῷ δοκεῖν αὐτὸν ἐμβιβά‐ ζοντος καὶ διδάσκοντος νῦν μὲν τὴν γραμματικὴν τέχνην καὶ μέτρα καὶ διαλέκτους, νῦν δ’ ἵνα κατὰ ῥήτορας διαλέγοιτο, νῦν δ’ ἱστορίαις αὐτὸν προσεθίζοντος, ἄλλοτε δὲ φιλοσόφων
15θεωρημάτων ἀκροᾶσθαι παρασκευάζοντος· ὁ δὲ πρὸς οὐδὲν ἐπεφύκει. τούτοις οὖν ὁ Ῥωμαίων αὐτοκράτωρ προστετηκὼς ὑφ’ ἕτερον, καὶ τοῦτον ἕνα, τὴν τῶν κοινῶν κυβέρνησιν ἐποι‐ ήσατο, καὶ νόμος ἦν τὸ τῷ λογοθέτῃ δοκοῦν.
Τὰ μὲν οὖν τῆς πολιτείας οὕτως εἶχον κακῶς, τὰ δὲ κατὰ708

709

τὴν ἕω χεῖρον ἔσχον ἢ πρότερον. ὁ γὰρ σουλτὰν τὰ κατὰ τὸν Διογένη μαθὼν καὶ ὅτι ὃν ἐκεῖνος λαβὼν δορυάλωτον ἐτίμησε καὶ ἀφῆκεν εἰς τὴν οἰκείαν ἀπελευσόμενον βασιλείαν, τοῦτον οἱ συμφυλέται ἀπηνῶς οἰκτίστῳ θανάτῳ παρέδωκαν, καὶ αἱ πρὸς
5ἐκεῖνον περὶ σπονδῶν συνθῆκαι ἄπρακτοι μεμενήκασιν, ὑπερ‐ ήλγησε καὶ τὰς οἰκείας δυνάμεις κατὰ τῶν Ῥωμαϊκῶν χωρῶν χωρεῖν ἐξηρέθισεν· οὐκέτι τοίνυν ὡς ληιζόμενοι ταῖς χώραις ἐπῄεσαν, ἀλλ’ ὡς ταύτας καθέξοντές τε καὶ κυριεύσοντες, τοῦ σφᾶς ἀνείργοντος μὴ παρόντος.
10 Καὶ οἱ μὲν ταῦτα ἐποίουν· ὁ δὲ βασιλεὺς δύναμιν ἀγείρας στρατάρχην ταύτης τὸν Κομνηνὸν προβάλλεται Ἰσαάκιον, συ‐ ζεύξας αὐτῷ καὶ τὸν Λατῖνον Ῥουσέλιον, ὁμογενῶν ἄρχοντα τετρακοσίων ἀνδρῶν. ἐπεὶ δὲ περὶ τὸ Ἰκόνιον ἐγεγόνει τὸ στρά‐ τευμα, ἐξ αἰτίας τινὸς ἀποστατεῖ ὁ Ῥουσέλιος καὶ τοὺς ὁμο‐
15φύλους παραλαβὼν καθ’ ἑαυτὸν ἦν καὶ πῇ μὲν τοῖς Τούρκοις προσέμισγε, πῇ δὲ τὰς χώρας τὰς Ῥωμαϊκὰς ἐκεράϊζεν. ὁ δὲ Κομνηνὸς Ἰσαάκιος μετὰ τοῦ περιλοίπου στρατεύματος τοῖς
Τούρκοις προσβαλὼν ἥττητο, καὶ ἔπεσον μὲν πολλοὶ καὶ ἐζω‐709

710

γρήθησαν ἕτεροι καὶ αὐτὸς ὁ στρατάρχης, καὶ διήρπαστο ἡ παρεμβολή. ὁ μὲν οὖν Κομνηνὸς πολλῶν χρημάτων τὴν ἐλευ‐ θερίαν ὠνήσατο, ὁ δὲ βασιλεὺς τὸν θεῖον τὸν Καίσαρα τῷ πολέμῳ στρατάρχην ἐφίστησι. τοῦτο μαθὼν ὁ Ῥουσέλιος, πρὸ
5τοῦ τὸν Σαγγάριον τὸν Καίσαρα διαβῆναι καταλαβών, ἀντ‐ εστρατοπεδεύσατο αὐτῷ· καὶ ὁ Καῖσαρ ἀμνηστίαν αὐτῷ τοῦ πταίσματος ἐπηγγέλλετο, εἰ προσχωρήσει τῷ βασιλεῖ. ἀλλ’ ἐκεῖ‐ νος βαρβαρικῶς φρυαττόμενος οὐδὲν ἐφρόνει ἐνδόσιμον. συρ‐ ρήγνυται τοίνυν πόλεμος, καὶ ἡττήθησαν οἱ περὶ τὸν Καίσαρα
10καὶ αὐτὸς ἑάλω σὺν πλείοσιν ἄλλοις, τοῦ Βοτανειάτου, ὃς συν‐ εστρατήγει τῷ Καίσαρι, μετ’ ὀλίγων φυγόντος. ὁ μέντοι Ῥου‐ σέλιος πρὸς τὸ Βυζάντιον ἵετο ἄγων τὸν Καίσαρα δέσμιον καὶ τὸν Μαλέσην Βασίλειον, ἄρτι τῆς μετὰ τοῦ Διογένους λελυ‐ μένον αἰχμαλωσίας, καὶ ἡ Χρυσόπολις εἶχε τὸν ἀποστάτην, καὶ
15αὐτίκα πῦρ ταῖς ἐκεῖσε οἰκίαις ἐνῆκεν. ὁ δὲ βασιλεὺς ἀξίωμά τε κουροπαλάτου αὐτῷ ἐπηγγέλλετο, εἰ τὰ ὅπλα κατάθοιτο, καὶ τὴν γυναῖκα αὐτῷ μετὰ τῶν τέκνων ἐξέπεμψεν· ἀλλ’ ὁ
βάρβαρος ἀτίθασσος ἦν. μετεπέμψατο τοίνυν ὁ βασιλεὺς κατὰ710

711

τοῦ Ῥουσελίου Τούρκους ἐπὶ μισθῷ· ὁ δὲ μὴ ἀξιόχρεως ὢν πρὸς τὸν πόλεμον λύει τὸν Καίσαρα τῶν δεσμῶν καὶ εὐφη‐ μίαις ἀναγορεύει βασιλικῶς, οἰόμενος προσθήσεσθαί οἱ πολλούς. αἴφνης δὲ Τούρκων ἀναφανέντων ὁ Ῥουσέλιος κατ’ αὐτῶν βαρ‐
5βαρικῇ θρασύτητι ἀπερισκέπτως ἐχώρησε, καὶ πολλοὺς μὲν οἱ Φράγγοι τῶν Τούρκων κατέβαλον, τοὺς δ’ ἄλλους ἐτρέψαντο εἰς φυγὴν καὶ ἀκρατῶς ἐδίωκον. οἱ μὲν οὖν πλείους ὀπίσω που ἀπελείφθησαν, τῶν ἵππων σφίσι μὴ εὐτονούντων πρὸς τὸ πολὺ τῆς διώξεως· ὁ Ῥουσέλιος δὲ μετὰ τοῦ Καίσαρος σὺν
10ὀλίγοις ἐπήλαυνον. ἤδη δὲ τῶν οἰκείων ἐκμηκυνθεῖσι πολὺ ἑτέρα πληθὺς ἀνεφάνη Τούρκων εἰς πολλὰς πάνυ χιλιάδας ἀριθμουμένη· ὡς δ’ ἐπῆλθον αὐτοῖς οἱ φανέντες καὶ ἄκοντες αὐτοῖς συνερράγησαν. περιειληθέντες δ’ ὑπὸ τοῦ πλήθους καὶ τοὺς ἵππους ἀποβαλόντες ἑάλωσαν ὅ τε Καῖσαρ καὶ ὁ Ῥου‐
15σέλιος. ἀλλὰ τὸν μὲν Ῥουσέλιον ἡ σύνευνος προλαβοῦσα ἐπρίατο, τὸν δὲ Καίσαρα ὁ βασιλεὺς ἐλυτρώσατο. ὁ δὲ ἀπαγόμενος πρὸς τὸν βασιλέα καὶ ἐν τῇ Προποντίδι γενόμενος κείρεται τὴν τρίχα καὶ μεταμφιέννυται τὴν στολήν, ῥάκος μοναχικὸν περι‐
θέμενος· ηὐλαβεῖτο γὰρ μή τι πάθῃ πρὸς τοῦ ἀνεψιοῦ διὰ711

712

τὴν ἀνάρρησιν. ὁ δέ γε Ῥουσέλιος λυθείς, ὡς εἴρηται, τῆς αἰχμαλωσίας, τὴν γυναῖκα μετὰ τῶν περιλειφθέντων Φράγγων λαβὼν εἰς τὸ τῶν Ἀρμενιακῶν θέμα ἐγένετο, ἐν ᾧ διῆγε καὶ πρότερον. στέλλει τοίνυν ὁ βασιλεὺς κατ’ αὐτοῦ τὸν πρόεδρον
5Ἀλέξιον τὸν Κομνηνόν, νέον μὲν ὄντα, ἄνδρα δὲ συνετὸν καὶ δραστήριον. ὃς γενόμενος κατὰ τὴν Ἀμάσειαν δι’ ἀπορρήτων δηλοῖ τοῖς Τούρκοις ὡς εἰ κατασχόντες τὸν Ῥουσέλιον παρα‐ δοῖεν τοῦτον αὐτῷ, πολλῶν αὐτοὺς ἐμπλήσει χρημάτων. φιλίαν γοῦν ὑποκριθέντες ἐκεῖνοι πρὸς τὸν Ῥουσέλιον κατέσχον τὸν
10ἄνδρα καὶ πολλῶν αὐτὸν χρημάτων ἠλλάξαντο· ὃς αὐτίκα παρὰ τοῦ Ἀλεξίου δέσμιος ἀπήχθη πρὸς τὸ Βυζάντιον καὶ σφοδρῶς αἰκισθεὶς εἰς πύργον δέσμιος κατεκέκλειστο. Σίτου δὲ γενομένης ἐνδείας ἐν ταῖς ἡμέραις τοῦ βασιλέως τού‐ του, ὥστε μὴ ὅλον μέδιμνον εἰς νόμισμα ἀποδίδοσθαι, ἀλλὰ παρὰ
15πινάκιον, εἰς ἐπώνυμον τῷ βασιλεῖ τὸ κοινὸν δυστύχημα ἐχρημά‐ τισεν, ὡς καὶ μέχρι τοῦδε οὕτω καλεῖσθαι τοῦτον τὸν ἄνακτα·
οὐ γάρ τις ἄλλως γνωριεῖ τοῦτον εἰ μὴ τὸν Παραπινάκιον εἴποι.712

713

Τῷ τρίτῳ δ’ ἔτει τῆς βασιλείας αὐτοῦ τὸ τῶν Χροβάτων ἔθνος, οὓς δὴ καὶ Σέρβους τινὲς καλοῦσι, κεκίνητο, τὴν τῶν Βουλγάρων χώραν ἐπικεχειρηκὸς κατασχεῖν. ἀλλὰ μὴν καί τινα ταύτης κατεσχηκός, πολλαῖς δὲ μάχαις καὶ φθορᾷ πολλῶν
5ἑκατέρωθεν τῶν τε κατισχημένων ἐκπέπτωκε καὶ καταπολε‐ μηθὲν τῶν Ῥωμαϊκῶν ὁρίων ἐξώσθη καὶ εἰς τὰ σφέτερα ἤθη μένειν ἠνάγκαστο. Δοῦλος δέ τις τοῦ πατρὸς τούτου τοῦ αὐτοκράτορος Νέ‐ στωρ ὄνομα, βεστάρχης δὲ τὸ ἀξίωμα, δοὺξ τῶν Παριστρίων
10προχειρισθεὶς ἦρεν ὅπλα κατὰ τοῦ βασιλέως. ὁμαιχμίαν γὰρ θέμενος μετά τινος ἀρχηγοῦ Πατζινάκων, ὃς ἐκαλεῖτο Τατούς, εἰς τὴν τῶν πόλεων βασιλεύουσαν παρεγένοντο καὶ παρενέβαλον πρὸ αὐτῆς. καταθέσθαι δὲ τὰ ὅπλα τοῦ βασιλέως δηλοῦντος αὐτῷ, ἐκεῖνος ἕτοιμος εἶναι ποιῆσαι τοῦτο ἔλεγεν, εἰ αὐτῷ ὁ
15λογοθέτης Νικηφόρος ἐκδοθείη ἢ τέως ἐκ μέσου γένηται, ὡς κοινὴ συμφορὰ καὶ κακὸν ἐπιδήμιον. τοῦτο δὲ τοῦ βασιλέως
μὴ ποιοῦντος, ἀπανίσταται μὲν τῆς πόλεως, τὰ τῶν Θρᾳκῶν713

714

δὲ καὶ τὰ τῶν Μακεδόνων ληίζεται καὶ ὅσα τούτοις τῆς Βουλ‐ γαρίας παράκεινται καὶ εἰς τὴν τῶν Πατζινάκων μεταχωρεῖ. Υἱοῦ δὲ τεχθέντος αὐτῷ ἐκ τῆς ἐξ Ἀλανῶν Μαρίας, ἣν βασίλισσαν ἔστεψε, Κωνσταντῖνον αὐτὸν ὠνόμασεν ἐπὶ τῷ πατρὶ
5καὶ βασιλικῶς ἐταινίωσε καὶ στείλας πρὸς τὸν Λογγιβαρδίας ἡγεμονεύοντα Ῥομπέρτον τὴν ἐκείνου θυγατέρα τῷ υἱῷ ἐμνη‐ στεύσατο, ἣν καὶ ἀχθεῖσαν Ἐλένην μετωνόμασεν. ἐτέχθη δὲ τότε ἐν τῷ Βυζαντίῳ παιδίον, ἕνα ἔχον κατὰ τὸ μέτωπον ὀφθαλμὸν καὶ τραγοσκελές. τῶν μέντοι βαρβάρων τὴν ἑῴαν
10ληιζομένων καὶ οἷς ἐντύχοιεν ἔργον τιθεμένων μαχαίρας, φεύ‐ γοντες οἱ Ἀσιανοὶ τῇ Κωνσταντίνου προσῄεσαν. μή τινος δὲ προνοουμένου τῶν κοινῇ συμφερόντων (ὁ γὰρ βασιλεὺς περὶ λόγους ἠσχόλητο καὶ ἰάμβους συντιθέναι πρὸς τοῦ Ψελλοῦ ἐδι‐ δάσκετο), σιτοδεία τοὺς ἐν τῇ πόλει ἐπίεζεν. ἵνα δ’ ἐκφαντι‐
15κώτερον τὸ πάθος ἐκτραγῳδήσαιμι, λιμὸς ἦν ἄντικρυς τὸ κα‐ κόν, τῷ δὲ παρείπετο καὶ λοιμός, κἀκ τούτου συνέβαινον θά‐ νατοι καὶ οὗτοι συχνοί τε καὶ ἀλλεπάλληλοι, ὥστε ἀδυνατεῖν
τοὺς ζῶντας ταφῇ παραδιδόναι τοὺς θνήσκοντας. τοσοῦτοι714

715

γὰρ ἦσαν ὡς πολλάκις πολλοὺς ἐν μιᾷ κλίνῃ ἐκφέρεσθαι, κἀν ταῖς ἀμφόδοις δὲ ἀτάφους κεῖσθαι πολλούς. ἐντεῦθεν πάντα κατηφείας μεμέστωτο διά τε ταῦτα καὶ ὅτι καὶ ἀδίκοις εἰσπρά‐ ξεσιν ἐπιέζετο τὸ ὑπήκοον.
5 Οὕτω δὲ τῶν πραγμάτων ἐχόντων, οἱ τῶν ἑῴων ἀρχόντων προέχοντες συνελθόντες ἀποστασίαν ὠδίνησαν, καὶ τὸν κουρο‐ παλάτην Νικηφόρον τὸν Βοτανειάτην εἰς βασιλέα προείλοντο καὶ ἀνηγόρευσαν αὐτοκράτορα. τοῦτο τὸν βασιλέα θορύβου καὶ δέους ἐνέπλησεν· ᾔδετο γὰρ ὡς ὑπερτερήσει ποτὲ τοῦ ΜΥ
10στοιχείου τὸ ΝΥ. ἦν δὲ τῶν εὐπατριδῶν ὁ Βοτανειάτης, ἐκ τοῦ Φωκᾶ τὴν τοῦ γένους ἕλκων σειρὰν νομιζόμενος. διακηρυ‐ κεύεται τοίνυν πρὸς τοὺς Τούρκους ὁ βασιλεύς, ἁδρὰς αὐτοῖς ἐπαγγελλόμενος δωρεάς, εἰ τοὺς ἀποστατήσαντας συσχόντες πα‐ ραδοῖεν αὐτῷ. ὁ μὲν οὖν Βοτανειάτης ἐξ ἑῴας, ὡς εἴρηται,
15βασιλείας ἑαυτῷ περιθέμενος σχῆμα καὶ ὄνομα ἐφοίτα πρὸς τὸ Βυζάντιον. ἐξ ἑσπέρας δ’ αὖθις ἑτέρας ἀποστασίας ἐπεκυ‐ μάνθη κλυδώνιον· ὁ γὰρ πρόεδρος Νικηφόρος ὁ Βρυέννιος
δοὺξ Δυρραχίου τυγχάνων, ἐπεὶ μεμαθήκει ἀφαιρεθεὶς τὴν715

716

ἀρχήν, ἀφίσταται καὶ αὐτὸς καὶ περιβάλλεται τὰ τῆς βασιλείας παράσημα καὶ τοῖς ἐκεῖ παροῦσι δορυφορούμενος τάγμασιν εἰς τὴν Ἀδριανούπολιν ἀπῄει, ἀφ’ ἧσπερ καὶ ὥρμητο, καὶ τῷ ἀδελφῷ Ἰωάννῃ ἐκεῖ ἑνωθεὶς πλῆθός τε στρατιωτῶν ἐκεῖθεν
5ἐθνικῶν τε καὶ Μακεδόνων πείσας συνάρασθαί οἱ τῆς τυραν‐ νίδος ἀπήρξατο. τισὶ δὲ τῶν τοῦ Βρυεννίου ὁ Θεοδωροκάνος συμμίξας ἡττᾶταί τε καὶ ἁλίσκεται. προσερρύησαν δὲ τῷ Βρυ‐ εννίῳ καὶ οἱ Ῥαιδεστηνοί, ἀλλὰ μέντοι καὶ οἱ οἰκοῦντες τὸ Πά‐ νιον. εἴχετο τοίνυν τῆς ἀποστασίας ὁ Βρυέννιος κραταιῶς, τὸν
10ἀδελφὸν κουροπαλάτην τιμήσας καὶ στείλας σὺν δυνάμει πρὸς τὸ Βυζάντιον, ὡς αὐτίκα τοῦτο παραληψόμενον. ᾐώρητο γὰρ ἐλπίσιν ὡς ὑπτίαις, τὸ τοῦ λόγου, χερσὶν οἱ τῆς συγκλήτου βουλῆς αὐτὸν ὑποδέξονται διὰ τὴν πρὸς τὸν λογοθέτην Νικη‐ φόρον ἀπέχθειαν καὶ τὴν τοῦ βασιλέως ἀφέλειαν· ἀλλ’ οὐ κατὰ
15τὸν σκοπὸν αὐτῷ καὶ τὰ πράγματα ἀπηντήκασιν. ἐπελθόντες γὰρ οἱ σταλέντες τῷ τείχει τῶν Βλαχερνῶν ἠκροβολίσαντο μέν, ἤνυσαν δὲ οὐδέν. ὅθεν διὰ τῆς γεφύρας διαβάντες εἰς τὴν ἀντικρὺ τῆς πόλεως ἤπειρον τὰς ἐκεῖ τυγχανούσας οἰκοδομὰς
παρέδοσαν τῷ πυρὶ κἀκεῖθεν εἰς τὸν Ἀθύραν ὑπέστρεψαν.716

717

οὕτω δ’ ὁ βασιλεὺς περιστατούμενος πάντοθεν τὸν Ῥουσέλιον λύει τε τῶν δεσμῶν καὶ ῥήμασι καὶ χρήμασι τὸν ἄνδρα ἐκ‐ μειλιξάμενος ἐπελθεῖν πείθει τῷ τοῦ Βρυεννίου ὁμαίμονι μετὰ τοῦ προέδρου Ἀλεξίου τοῦ Κομνηνοῦ, στραταρχοῦντος τῆς τῷ
5βασιλεῖ κατὰ τὸ Βυζάντιον προσούσης δυνάμεως. ὃ μαθὼν ὁ τοῦ Βρυεννίου ἀδελφὸς ἔφθη διαδράς. τῶν Μακεδόνων μέντοι καταληφθέντες πολλοὶ οἱ μὲν ἔπεσον, οἱ δ’ ἑάλωσαν. Ἐν τοσούτῳ δὲ καὶ Πατζινάκων πλῆθος ἐπῆλθε κατὰ Ἀδριανουπόλεως καὶ περὶ ταύτην παρεμβαλόντες τὴν πέριξ
10αὐτῶν ἐληίζοντο χώραν, οὓς ὁ Βρυέννιος δεξιωσάμενος χρή‐ μασι μεταναστῆναι τῆς πόλεως ἔπεισε. περὶ δέ γε τὴν Κύζικον τῷ ἀδελφῷ αὐτοῦ ἀπελθόντι καὶ πειρωμένῳ ὑπαγαγέσθαι τοὺς ἐκεῖ ὁ Ῥουσέλιος ἐντυχὼν ἐτρέψατο κατὰ κράτος αὐτόν. Ἄρτι δὲ τοῦ πατριάρχου Ἰωάννου τοῦ Ξιφιλίνου πρὸς τὰς
15αἰωνίους μεταθεμένου μονὰς ἐπὶ δέκα ἐνιαυτοὺς ἐφ’ ἑνὶ καὶ μησὶν ἑπτὰ τὴν ἐκκλησίαν ποιμάναντος προεχειρίσθη πατριάρχης Κοσμᾶς μοναχός, λόγοις μὲν οὐχ ὡμιληκώς, ἀρεταῖς δὲ παν‐ τοίαις κοσμούμενος καὶ διὰ τοῦτο καὶ πρὸς τοῦ βασιλέως ἐξ‐
όχως τιμώμενος.717

718

Ὁ μέντοι Βοτανειάτης ἐκ διαφόρων γενῶν ἑαυτῷ περι‐ ποιησάμενος τάγματα καὶ Τούρκους προσηταιρίσατο, ὧν ἐξῆρχεν ὁ Κουτλουμοῦς, τῶν παρὰ Πέρσαις τυγχάνων περιφανῶν, ὃς τῷ σουλτάνῳ κατὰ γένος προσήκων περὶ τῆς ἀρχῆς αὐτῷ δι‐
5εφέρετο, καὶ πρὸς πολέμους ἤδη χωρεῖν ἡτοιμάζοντο. τοῦτο τῷ χαλιφᾷ ἀγγελθέν (οὗτος δὲ παρ’ αὐτοῖς ὑπερβαλλόντως τε‐ τίμηται, ὡς ἐκ τοῦ γένους τοῦ Μουχούμετ κατάγεσθαι νομι‐ ζόμενος) εἰς ἀγωνίαν ἐνέβαλεν ἵνα μὴ παρ’ αὐτοῖς ἐμφύλιος γένηται πόλεμος. αὐτίκα τοίνυν εἰ καὶ τῆς οἰκείας διατριβῆς
10μὴ ἐξιέναι τῷ χαλιφᾷ μηδὲ δημοσιεύειν νενόμισται, ἐκεῖνος τοῦ ἔθους καταφρονήσας ἔξεισι καὶ ἄπεισι πρὸς τοὺς περὶ τῆς ἀρχῆς ἀντερίζοντας καὶ πείθει τούτους τῆς μὲν μάχης ἀφέξεσθαι, τὸν δὲ σουλτὰν ἔχειν μὲν τὴν οἰκείαν ἀρχὴν ἀνακρωτηρίαστον, συν‐ άρασθαι δὲ τῷ συγγενεῖ παντοίως, ἐν κατασχέσει γενέσθαι χώ‐
15ρας Ῥωμαϊκῆς καὶ ταύτης ἄρχειν. ἐπὶ τούτοις γενομένων ἐκεί‐ νοις συμβάσεων, ὁ Κουτλουμοῦς εἰς τὴν ὑπὸ Ῥωμαίους ἐγένετο
καὶ τότε τῷ Βοτανειάτῃ συνεστρατεύετο. ἔχων οὖν στρατιὰν718

719

ἀξιόλογον ὁ Βοτανειάτης μεθ’ ἑαυτοῦ ἔσπευδε τὴν Νίκαιαν καταλήψεσθαι. ἤδη γὰρ προὐδέδοτό οἱ ἡ πόλις αὕτη παρὰ τῶν τεταγμένων αὐτῆς ἐπὶ φυλακῇ, κἀκεῖνοι αὐτῷ ἐθελονταὶ προσ‐ εχώρησαν, κἀκ τῆς μεγαλοπόλεως δὲ πολλοὶ καθ’ ἑκάστην προσ‐
5εφοίτων αὐτῷ. οὕτω μὲν οὖν τῷ Βοτανειάτῃ κατὰ ῥοῦν ἐχώ‐ ρουν τὰ πράγματα· ἐν δὲ τῇ τῶν πόλεων ὑπερκειμένῃ παμ‐ πληθεὶ συνελθόντες τό τε ταύτης δημοτικὸν καὶ τὸ ὑπερέχον ἐν ἄρχουσιν, οὐ μὴν ἀλλὰ καὶ τῶν τῇ ἐκκλησίᾳ κεκληρω‐ μένων τὸ ἔκκριτον, κατὰ τὴν ἡμέραν τῆς τοῦ εὐαγγελισμοῦ
10πανηγύρεως αὐτοκράτορα τὸν Βοτανειάτην ἀναγορεύουσι, προ‐ εξάρχοντος τοῦ τοιούτου συλλόγου τοῦ πατριάρχου Ἀντιοχείας, τοῦ καλουμένου Αἰμιλιανοῦ, καὶ τοῦ μητροπολίτου Ἰκονίου. διαιρεθέντες οὖν κατὰ φατρίας τῆς πολιτείας οἱ ἔξοχοι καὶ κατὰ φάλαγγας συνασπίσαντες ἐπίασι τῶν ἀνακτόρων τοῖς πρὸς
15ἀνίσχοντα ἥλιον καὶ τούτων κρατήσαντες στρατιώτας οἰκείους ἐφιστῶσιν εἰς αὐτῶν φυλακήν. τὸν δὲ βασιλέα σὺν τῇ βασι‐ λίσσῃ Μαρίᾳ καὶ τῷ υἱῷ εἰς τὰ ἐν Βλαχέρναις καταπεφευγότα
ἀνάκτορα καθαιροῦσι τῆς βασιλείας καὶ ῥάκος ἀμφιεννύουσι719

720

μοναχοῦ καὶ πρὸς τὴν μονὴν τοῦ Στουδίου ἀπάγουσιν, ἀπο‐ λελαυκότα τῆς βασιλείας ἐν ἔτεσιν ἓξ καὶ τοσούτοις μησί. ταῦτα κατὰ τὸ σάββατον γέγονεν, ἐν ᾧ τὴν ἐπὶ τῇ ἐκ νεκρῶν ἐγέρσει τοῦ Λαζάρου θαυματοποιίαν τοῦ κυρίου καὶ σωτῆρος ἡμῶν
5πανηγυρίζειν ἡ ἐκκλησία παρείληφε. τοῦ γὰρ Μιχαὴλ οὕτω τῆς βασιλείας ἐκπεπτωκότος, ἀπραγμάτευτον εὗρεν ὁ Βοτα‐ νειάτης τὴν αὐταρχίαν καὶ ᾔει πρὸς τὴν βασιλίδα τῶν πόλεων. ὁ μέντοι Νικηφόρος ὁ λογοθέτης τῷ Ῥουσελίῳ ἐν Ἡρακλείᾳ σκηνουμένῳ τῆς πόλεως ὑπεξελθὼν προσεχώρησεν. οἱ δ’ ἐν
10τῇ πόλει τὸν Μιχαὴλ κατασπάσαντες, ἐπὶ τρισὶν ἡμέραις βασι‐ λέως χηρεύοντα συντηρήσαντες τὰ βασίλεια τῷ Βοτανειάτῃ ἐπι‐ σπεῦσαι καὶ ἐλθεῖν ἐπιστέλλουσιν. ὁ δὲ ἕνα τῶν οἰκείων δού‐ λων προπέμψας, τὸν Βορίλαν φημί, καὶ δι’ αὐτοῦ κατασχὼν τὰ ἀνάκτορα ἐπικατέλαβε κἀκεῖνος μετ’ οὐ πολύ.
15 Ἐπεὶ δ’ ἐν τοῖς βασιλείοις ὁ Βοτανειάτης ἐγένετο, ἀνα‐ δεῖται κατὰ τὴν μεγάλην τρίτην παρὰ τοῦ πατριάρχου βασιλικῇ
ταινίᾳ καὶ πρῶτον ἅπασι παρέσχετο φιλοτίμημα τὰς εἰς τὸ δη‐720

721

μόσιον ἁπάντων κοινῶς ὀφειλὰς ἐκτεμὼν ἀπροσδιορίστως καὶ χρεοκοπίαν τούτων θεσπίσματι μεγαλοπρεπῶς ἐργασάμενος. ἔτι δὲ τῷ Βρυεννίῳ κατὰ τὴν ἑσπέραν ἐχομένῳ τῆς τυραννίδος στέλλει τοὺς ἀπαγγέλλοντας· τὴν τοῦ Καίσαρος ἀξίαν αὐτῷ δι‐
5δόναι, εἰ τῆς τυραννίδος ἀπόσχοιτο, καὶ τοῖς αὐτῷ συναρα‐ μένοις τὰς τιμὰς ἐπιβεβαιῶσαι, αἷς αὐτοὺς ἐκεῖνος ἐτίμησεν. ὁ δὲ σφόδρα τῆς βασιλείας ἐφίετο καὶ ἀνένδοτος ἦν· πάλιν οὖν ἑτέρα πρεσβεία καὶ ἐπὶ ταύτῃ τρίτη. ὁ δ’ ὑπερηφανεύετο καὶ οὐδὲ κατὰ τὰ τῶν πρέσβεων νόμιμα τοὺς πρέσβεις ἐδέχετο,
10ἀλλ’ ἀτίμως αὐτοὺς ἀπεπέμπετο. ὡς οὐδὲν οὖν εἰρηνικῶς ἀνύειν ἔγνω ὁ βασιλεύς, καὶ ἄκων πρὸς μάχην ἀπένευσε, καὶ τὸν Κομνηνὸν Ἀλέξιον τετιμηκὼς νωβελίσιμον καὶ προχειρι‐ σάμενος μέγαν δομέστικον καὶ τῶν Ῥωμαϊκῶν αὐτὸν δυνάμεων προστησάμενος κατὰ τοῦ Βρυεννίου ἐξέπεμψεν· ὃς τούτῳ συμ‐
15βαλὼν κατά τι χωρίον Καλαβρύην λεγόμενον διὰ τὸ κατάρ‐ ρυτον εἶναι τὸν τόπον βρύσεσιν ὑδάτων πολλαῖς τε καὶ ἀγαθαῖς ῥᾳδίως τῆς ἐκείνου περιεγένετο στρατιᾶς, καὶ τῶν μὲν πεσόν‐
των, τῶν δὲ φυγόντων, εἷλε μονωθέντα τὸν τυραννήσαντα καὶ721

722

τοῦ φωτὸς τὸν δείλαιον ἀπεστέρησε καὶ εἰσήγαγε τυφλὸν εἰς τὴν βασιλεύουσαν. καὶ ἡ μὲν τοῦ Βρυεννίου εἰς τοῦτο τέλους κατήντησεν ἐπανάστασις· ἐπανέστησαν δὲ καὶ οἱ Βάραγγοι κατὰ τοῦ βασιλέως, ἀνελεῖν αὐτὸν μελετήσαντες. ἀντιταξαμένης δ’
5αὐτοῖς χειρὸς ἑτέρας Ῥωμαϊκῆς, εἰς ἱκεσίαν ἐτράποντο καὶ συγ‐ γνώμης ἐπέτυχον. Τῷ δὲ βασιλεῖ τούτῳ τῆς ὁμοζύγου τελευτησάσης, πολλαὶ μὲν ἐμνηστεύοντο παρθένοι, καὶ πρὸ τῶν ἄλλων ἡ τοῦ βασι‐ λέως τοῦ Δούκα θυγάτηρ Ζωή. ὁ δὲ ἢ τὴν βασιλίδα Εὐδο‐
10κίαν ἤθελεν ἀγαγέσθαι ἢ τὴν ἐξ Ἀλανῶν Μαρίαν, τὴν τῷ πρὸ αὐτοῦ συνοικήσασαν. στέλλει γοῦν τὴν Εὐδοκίαν μετακαλού‐ μενος· ἡ δέ, ὡς λόγος, οὐκ ἀπηνήνατο, ἐκωλύθη δὲ πρὸς τοῦτο ὁ βασιλεὺς παρά τινων μοναχῶν. καὶ ἄγεται τὴν βασιλίδα Μαρίαν, οὐδὲν ἧττον παρανομήσας ἢ εἰ τὴν Εὐδοκίαν ἠγάγετο·
15μοιχεία γὰρ ἦν ἀπηρυθριασμένη τὸ τολμηθέν. διὸ καὶ ὁ τὴν ἱερολογίαν τετελεκὼς ἐπ’ αὐτοῖς τῆς ἱερωσύνης ἐκπέπτωκεν. ὁ
μέντοι προβεβασιλευκὼς Μιχαήλ, ὡς εἴρηται, τὴν τρίχα καρείς,722

723

ψήφῳ συνοδικῇ μητροπολίτης Ἐφέσου κεχειροτόνητο καὶ ἅπαξ φοιτήσας ἐκεῖ ἐπανῆλθε καὶ ἐν τῇ τοῦ Μανουὴλ μονῇ ἐποιεῖτο τὴν δίαιταν. μετὰ δὲ τὸ τὸν Βοτανειάτην τῆς βασιλείας ἐκ‐ πεπτωκέναι θνήσκων οὗτος ὁ Μιχαήλ, πολλὰ δεηθείσης αὐτοῦ
5τῆς βασιλίσσης Μαρίας, ἤδη κἀκείνης μοναχῆς γεγονυίας, συγ‐ γνώμην ἔνειμε ταύτῃ καὶ συγχώρησιν ἐπηύξατο ἐκ θεοῦ. Ὁ δὲ πρωτοπρόεδρος Νικηφόρος ὁ Βασιλάκιος, τοῦ Βρυ‐ εννίου γενόμενος ἐπὶ τῷ Δυρραχίῳ διάδοχος, καὶ αὐτὸς ἔρωτα τῆς βασιλείας ἐνεκυμόνησε καὶ στρατιὰν ἀθροίσας σὺν αὐτῇ
10πρὸς Θεσσαλονίκην ἀνῄει. ἔνθα μαθὼν ὡς ὁ Βοτανειάτης βε‐ βασιλεύκει, ἐκείνῳ μὲν ἐπέστειλε δουλικῶς, λάθρᾳ δὲ τὰ τῆς ἀποστασίας ἐτύρευε καὶ πρὸς συμμαχίαν μετεπέμπετο Πατζι‐ νάκας. ὃ γνοὺς ὁ Βοτανειάτης χρυσόβουλλον αὐτῷ στέλλει γραφήν, ἅμα μὲν περιποιοῦσαν αὐτῷ ἐφ’ οἷς ἐτόλμησε τὸ ἀμέ‐
15ριμνον, ἅμα δὲ καὶ τιμὴν αὐτῷ νωβελισίμου βραβεύουσαν· ἀλλ’ ἐκεῖνος ἄτεγκτος ἦν. ὅθεν καὶ κατ’ αὐτοῦ ὁ Κομνηνὸς Ἀλέξιος στέλλεται, τιμηθεὶς σεβαστός, καὶ κατὰ Θεσσαλονίκην
γενόμενος καὶ τῷ Βασιλακίῳ συμμίξας τοὺς περὶ ἐκεῖνον κατ‐723

724

ετροπώσατο κἀκεῖνον εἰς τὴν τῆς Θεσσαλονίκης συμφυγόντα ἀκρόπολιν πολιορκίᾳ ἐζώγρησε καὶ τοὺς ὀφθαλμοὺς ἐξέκοψε τοῦ ἀνδρὸς κελεύσει βασιλικῇ. καὶ ἄλλοι δὲ ἀντάραντες ἦσαν χεῖρας τούτῳ τῷ βασιλεῖ, ἀλλ’ ἐκ τῶν περὶ τὸν Βρυέννιον συμ‐
5βάντων καὶ τῶν περὶ τὸν Βασιλάκιον σωφρονισθέντες τὰ ὅπλα κατέθεντο. Τῶν Τούρκων δὲ τὴν ἑῴαν κατατρεχόντων, στέλλει κατ’ αὐτῶν ὁ βασιλεὺς σὺν ἀξιομάχῳ στρατεύματι Κωνσταντῖνον τὸν υἱὸν τοῦ προβεβασιλευκότος Κωνσταντίνου τοῦ Δούκα, ἐκεῖνον
10στρατάρχην τῆς κατὰ τῶν Τούρκων στρατιᾶς προστησάμενος. ὁ δὲ πρὸς τὴν καλουμένην Χρυσόπολιν διαπεραιωθεὶς νεωτε‐ ρίζει εὐθὺς καὶ παρὰ τῆς ἐκεῖσε οὔσης στρατιωτικῆς πληθύος ἀναγορεύεται βασιλεύς. ἀλλὰ τοὺς μὲν τῶν στρατιωτῶν δώ‐ ροις ὁ βασιλεὺς ὑπηγάγετο, τοὺς δ’ ἀξιωμάτων τιμαῖς ᾠκειώ‐
15σατο, ἄλλους δ’ ἄλλως μετεχειρίσατο· καὶ παρ’ αὐτῶν συσχεθεὶς ὁ Κωνσταντῖνος παρεδόθη τῷ βασιλεῖ. κείρεται τοίνυν ὁ νεανίας καὶ εἰς νῆσον περιορίζεται· λόγος δ’ ἔχει καὶ ἱερέα χρισθῆναι τὸν ἄνθρωπον. τοῦ πατριάρχου δὲ Ἀντιοχείας τοῦ Αἰμιλιανοῦ τὸν βίον μετηλλαχότος προκεχείριστο ἕτερος Νικηφόρος ὁ Μαῦ‐
20ρος λεγόμενος.724

725

Οὗτος τοίνυν ὁ βασιλεὺς τὸ μέν τι καὶ διὰ γῆρας βαθύ, τὸ δέ τι καὶ διὰ φυσικὴν χαύνωσιν οὐ πάνυ τι τῆς τῶν πρα‐ γμάτων ἥπτετο διοικήσεως, ἀλλὰ τὸν Σίδης μητροπολίτην καὶ οὗτος προσλαβόμενος ἐκείνῳ τὴν τῶν κοινῶν ἀνέθετο πρόνοιαν.
5ἦσαν δὲ τῷ βασιλεῖ τούτῳ καὶ δύο δοῦλοι, ὧν ὁ μὲν Βορίλος, ἅτερος δὲ Γερμανὸς ὠνομάζοντο· οὗτοι τοίνυν ἦγον τὰ πάντα καὶ ἔφερον ὡς ἐβούλοντο καὶ αὐτὸν τὸν κρατοῦντα καὶ κύριον ἑαυτῶν, δι’ οὓς καὶ μισεῖσθαι τοῦτον παρὰ τῶν ἐν τέλει συν‐ έβαινε, προσφερομένων τῶν δούλων ἐκείνοις ἀλαζονικώτερον
10καὶ θρασύτερον. Ὡς ἤδη δὲ εἴρηται, ὁ λογοθέτης Νικηφόρος προσχωρήσας τῷ Ῥουσελίῳ ὑπὸ δεσμοῖς παρ’ ἐκείνου τετήρηται. ἀλλ’ αἰφνί‐ διον θανὼν ὁ Ῥουσέλιος ὑποψίαν παρέσχεν ὡς παρὰ τοῦ λογο‐ θέτου φαρμάκῳ ἀνῄρηται. διὸ καὶ παρὰ τῶν τῷ Ῥουσελίῳ
15προσηκόντων τῷ Βοτανειάτῃ παραδοθεὶς εἰς μίαν τῶν πρὸ τῆς βασιλίδος τῶν πόλεων κειμένων νήσων περιορίζεται. οἱ δέ γε περὶ τὸν βασιλέα δεδοικότες ὡς, εἰ εἰς ὄψιν ἐλεύσεται τῷ βα‐
σιλεῖ, προσληφθήσεται καὶ πάντας παραγκωνίσεται, ὑποτιθέασι725

726

τῷ Βοτανειάτῃ ἀμυθήτων εὐπορεῖν χρημάτων τὸν λογοθέτην, καὶ ταῦτα τῷ βασιλικῷ χρῆναι προσενεχθῆναι ταμείῳ. στέλ‐ λεται τοίνυν ὁ Στραβορωμανός, μέγας ἑταιρειάρχης τότε γενό‐ μενος, ἐρωτήσων τὸν ἄνθρωπον ὅπῃ αὐτῷ τὰ χρήματα κέ‐
5κρυπται. οἱ δὲ περὶ τὸν βασιλέα, οὓς καὶ δεδοικέναι τὴν τοῦ λογοθέτου παρουσίαν ὁ λόγος προδιηγήσατο, πείθουσι τὸν Στρα‐ βορωμανὸν ἀνελεῖν τὸν ἄνθρωπον ἐκ τρόπου παντός. ὃς καὶ γενόμενος κατὰ τὴν νῆσον, ἐν ᾗ περιώριστο, ἐτάζει τὸν ἄν‐ θρωπον οὕτω σφοδρῶς ὡς ἐν αὐταῖς ταῖς βασάνοις ἐναπο‐
10ψύξαι, καὶ ταῦτα ὑπισχνούμενον ὡς πάντα δοίη ἐνυπογράφως εἰ τὸν ἐτασμὸν διαφεύξοιτο. Ὁ μὲν οὖν οὕτως ἀπόλωλεν· οἱ δὲ Κομνηνοὶ ὁ Ἰσαάκιος καὶ ὁ Ἀλέξιος ὑπερβαλλόντως πρὸς τοῦ βασιλέως καὶ τετίμηντο καὶ ἐστέργοντο, καὶ διαδόχους αὐτοὺς τῆς βασιλείας ὠνόμαζε.
15διὸ καὶ παρὰ τῶν περὶ τὸν Βοτανειάτην σφοδρῶς ἐβασκαίνοντο καὶ μᾶλλον παρὰ τῶν εἰρημένων δύο δούλων αὐτοῦ, οἳ καὶ πρὸς ἐκεῖνον τοὺς ἄνδρας διέβαλλον ὡς τυραννίδα μελετῶντας
καὶ τὴν εἰς αὐτοὺς τοῦ βασιλέως διάθεσιν ὑπώρυττόν τε καὶ726

727

παρεσάλευον. ὃ γνόντες οὗτοι καὶ μή τι πάθωσι πτοηθέντες, ὡς δὲ λόγος, καὶ πάλαι παρ’ ἑαυτοῖς τὸν τῆς βασιλείας τρέ‐ φοντες ἔρωτα, καὶ ἄλλοις οἷς ἐθάρρουν τὸ βούλευμα κοινω‐ σάμενοι, ἐξῆλθον τῆς πόλεως καὶ τὴν πόλιν Ἀδριανοῦ κατειλη‐
5φότες εἰς ἑαυτοὺς τὸ στρατιωτικὸν ξύμπαν σχεδὸν ἐπεσπάσαντο. καὶ ἀναγορεύεται βασιλεὺς ὁ Ἀλέξιος, τοῦ μείζονος προτιμηθεὶς ἀδελφοῦ, ὅτι τε προσέκειντο τούτῳ οἱ στρατιῶται μᾶλλον ὡς στρατηγικωτέρῳ καὶ ὅτι σπουδῇ τε καὶ ὑποσχέσεσι παρὰ τῶν περὶ αὐτὸν μεθειλκύσθησαν. οὕτως οὖν ἀναρρηθεὶς ὁ Ἀλέξιος
10καὶ τοῦ Ἰσαακίου μὴ πάνυ τι πρὸς τὴν ἀνάρρησιν δυσχερά‐ ναντος, τὴν βασιλίδα καταλαμβάνει καὶ πρὸς πολιορκίαν ἡτοί‐ μαστο· ὁ δὲ Βοτανειάτης τοῖς τείχεσιν ἐπέστησε φύλακας. ἦσαν δὲ περί τινα πύργον πρὸς τῇ πύλῃ τῆς πόλεως, ἣ Χαρσίου καλεῖται, φυλάσσοντες Νέμιτζοι (ἔθνος δ’ οἱ Νέμιτζοι Κελτικόν)·
15οὗτοι λάθρᾳ τοῖς περὶ τοὺς Κομνηνοὺς ἐκοινολογήσαντο περὶ προδοσίας τῆς πόλεως. ἕωθεν οὖν κατὰ τὴν μεγάλην πέμπτην τῆς ἑβδομάδος τοῦ σωτηρίου πάθους τοῦ σωτῆρος ἡμῶν οἱ
μὲν περὶ τοὺς Κομνηνοὺς τῷ κατ’ ἀντικρὺ τοῦ παρὰ τῶν Νε‐727

728

μίτζων κατεχομένου πύργου ἐξωτέρῳ τείχει προσέβαλον κατὰ σύνθημα, οἱ δ’ ἐφεστῶτες αὐτῷ τοὺς προσβάλλοντας ἔβαλλον καὶ ἀπεῖργον τοῦ προσιέναι ἀγχοῦ. ὡς δ’ ὑπὸ τῶν Νεμίτζων ἐκ τοῦ πύργου οἱ ἐν τῷ τείχει ἐβάλλοντο, μὴ οἷοί τε ὄντες
5καὶ πρὸς τοὺς ἐκτὸς ἀνθίστασθαι καὶ πρὸς τοὺς ἐντὸς ἀπο‐ μάχεσθαι, ἐξ ὑπερδεξίων εἰς αὐτοὺς ἀκοντίζοντας, ἐνέδωκαν τῆς ὁρμῆς. οἱ δὲ τειχομαχοῦντες κλίμαξιν αὐτίκα πρὸς τὸ τεῖχος ἀνῄεσαν καὶ τὰ κλεῖθρα τῶν πυλῶν διατεμόντες πελέ‐ κεσιν ἄνετον τοῖς συνωμόταις παρέσχον τὴν εἴσοδον. ὅπερ
10ἰδόντες οἱ τὸν ἐντὸς τηροῦντες περίβολον, σύγκλυδες ἄνθρωποι καὶ πολέμων οἱ πλείονες ἀδαεῖς ἢ μᾶλλον ἐξ ἀγοραίων ἀθροι‐ σθέντες καὶ πληθύος δημότιδος, οἱ μὲν κατιόντες ᾤχοντο, οἱ δὲ καὶ ἑαυτοὺς ἐπισφαλῶς κατακρημνίζοντες ἔφευγον. ὅθεν κατὰ πολλὴν τοῦ κωλύσοντος ἐρημίαν καὶ τὸν ἐντὸς περίβολον
15οἱ περὶ τοὺς Κομνηνοὺς παρειλήφασι καὶ τὰς τούτου πύλας ὁμοίως ἀναπετάσαντες βατὴν τὴν πόλιν παντί που παρέσχοντο·
καὶ αὐτίκα πρὸς διαρπαγὴν χρημάτων οἱ εἰσελθόντες ὡρμή‐728

729

κασι, σύμμικτον πλῆθος ἐκ Θρᾳκῶν τε καὶ Μακεδόνων καὶ Ῥωμαίων ἄλλων καὶ βαρβάρων συνεστηκός, οὐδὲν ἄμεινον πο‐ λεμίων πρὸς τοὺς ὁμοφύλους διατιθέμενοι. καὶ μέχρι γὰρ ἐκχύσεως αἱμάτων προὐχώρησε τὸ κακόν, καὶ παρθένοι δὲ τῷ
5θεῷ καθιερωμέναι ἀσεβῶς ἐμιάνθησαν, καὶ γυναῖκες ἀνδράσι συνεζευγμέναι πρὸς βίαν ὑβρίσθησαν, καὶ θεῖοι ναοὶ τὸν κόσμον αὐτῶν ἐσυλήθησαν, καὶ οὐδὲ τῶν ἁγίων κρατήρων ἀπέσχοντο, ἀλλὰ καὶ τούτους οἱ πάντολμοι καὶ τὰς ἱερὰς φιάλας τῆς ἀναι‐ μάκτου καὶ φρικώδους θυσίας πλήρεις διήρπαζον, ἐκχέοντες
10τὰ ἅγια κατὰ γῆς. καὶ ὅσοις δὲ τῆς γερουσίας συνήντων, κατα‐ σπῶντες τῶν ἡμιόνων αὐτούς, ἐνίους δέ γε καὶ ἀποδύοντες, ἐν μέσαις ταῖς ἀγυιαῖς εἴων ἡμιγύμνους τε καὶ πεζούς. καὶ ταῦτα καθ’ ὅλην τὴν ἡμέραν ἐπράττετο, καὶ τὸ δεινὸν ἄχρι τοῦ Βοὸς ἐπεφθάκει γενόμενον κοινόν τε καὶ πάνδημον, ἤδη
15δέ τινες καὶ μέχρι τοῦ Φιλαδελφίου ἢ καὶ προσωτέρω ἐπ‐ έδραμον. οἱ δὲ Κομνηνοὶ εἰς τὴν προνομὴν σκεδασθέντων πάν‐ των μόνοι σὺν εὐαριθμήτοις σφόδρα τοῖς περὶ αὐτοὺς κατ‐ ελείφθησαν καὶ ἕως τοῦ Ταύρου γενόμενοι προσωτέρω ἀπιέναι
οὐκ ἐπεθάρρουν. τοσοῦτον γὰρ ἐψίλωντο ἀξιομάχου δυνάμεως729

730

ὡς εἰ τότε τούτοις ἐπῆλθόν τινες, ῥᾷον ἂν εἷλον αὐτοὺς καὶ δεσμίους τῷ Βοτανειάτῃ προσήγαγον· ἀλλὰ τὸ δόξαν ἤδη θεῷ μετατραπῆναι οὐκ ἦν. ἔνθεν τοι ὁ μὲν Βοτανειάτης μαθὼν τῶν Κομνηνῶν τὴν εἰσέλευσιν, ἄπεισιν αὐτίκα τῶν βασιλείων,
5αὐτοῦ που ῥίψας ἃ ὑπεδεῖτο φοινικόχροα πέδιλα, καὶ εἰς τὴν τῆς Περιβλέπτου μονὴν ἀπελθών, ἧς ἐκεῖνος μετὰ τὸν κατὰ τοὺς Ἀργυροὺς Ῥωμανὸν ἐκεῖνον τὸν αὐτοκράτορα κτήτωρ δεύ‐ τερος ἐχρημάτισε, κείρεταί τε τὴν τρίχα καὶ μεταμφιέννυται τὴν στολήν, τριβώνιον κατὰ μονάζοντας ἐνδυσάμενος. ἔνθα
10καὶ χρόνον ἐπιβιούς τινα τὸν χοῦν ἀπέθετο τῷ χοΐ, ταφεὶς παρ’ αὐτῇ. Οἱ δὲ Κομνηνοὶ μηδενὸς αὐτοῖς ἀντιβαίνοντος τοῖς ἀνα‐ κτόροις προσπεφοιτήκασιν, ἀταλαιπώρως τούτοις ἐπιβάντες καὶ ὁμαλῶς μετὰ πολλῆς τῆς λειότητος. τοιαῦτα σφίσι τὰ προσόδια
15γέγονε, τοιαῦτα τὰ εἰς τὴν βασιλίδα τῶν πόλεων εἰσιτήρια, τοι‐ αῦτα τὰ τῆς βασιλείας ἐπιβατήρια. Ἤδη δ’ ἐν ἀσφαλεῖ γεγονότες οἱ Κομνηνοὶ καὶ τὴν μητέρα
σφῶν καὶ τὰς ὁμευνέτιδας ἐκ τῆς μονῆς τοῦ Κανικλείου πρὸς730

731

τὰ βασίλεια μετεστείλαντο. ἐκείνων γὰρ ἐπικεχειρηκότων ἀπο‐ στασίᾳ, εὐθὺς αἱ γυναῖκες εἰς τὸ μέγα τέμενος τῆς τοῦ θεοῦ λόγου Σοφίας προσπεφοιτήκασιν. ὅθεν παρὰ τοῦ Βοτανειάτου εἰς τὴν ῥηθεῖσαν μονὴν μετηνέχθησαν, ἵνα μὴ ἔχοιεν πρὸς τοὺς
5ἀποστατήσαντας διαπέμπεσθαι, οὐδὲν δ’ ἕτερον ἀνιαρὸν ἐκείναις ἐπήνεγκε. μήπω δὲ σχεδὸν τοὺς πόδας τῇ βασιλείᾳ ἐρείσαντες αὐτίκα πολλῶν τοῦ Βοτανειάτου πράξεων σχολὴν κατεψηφίσαντο, καὶ οὐδ’ ἐξότου ἦσαν ἐπικεχειρηκότες τῇ τυραννίδι τὴν ἀθέτησιν τοῖς παρ’ ἐκείνου πραχθεῖσιν ἐπήνεγκαν, ἀλλὰ καὶ τοῦτον ὑπερ‐
10ήλαντο τὸν καιρόν, καὶ πολλὰ τῶν ἐκείνῳ πεπραγμένων βασι‐ λικῶς ἀνῃρήκασιν οὗτοι ῥήματι βραχυσυλλάβῳ τυραννικῶς. εἶτα ὁ μὲν Ἀλέξιος βασιλικὸν ἀναδεῖται διάδημα, τῷ δ’ Ἰσαακίῳ τὰ δευτερεῖα νενέμηνται τῆς τιμῆς, καινοῦ αὐτῷ ἐπιφημισθέντος ὀνόματος· σεβαστοκράτωρ γὰρ ἐπεκλήθη καὶ ὑπερεῖχε τοῦ Καί‐
15σαρος. ἡ δὲ μήτηρ τούτων, παρασήμων μὴ μετασχοῦσα βα‐ σιλικῶν διὰ τὸ ἔνδυμα τὸ μοναχικὸν μήτε μὴν εὐφημίας καὶ ἀναρρήσεως, μόνου μετεῖχε τοῦ τῆς βασιλείας ὀνόματος, αὐτὴ δὲ τὴν τῶν πραγμάτων πᾶσαν διοίκησιν ἀνεζώσατο. οὕτω μὲν
οὖν τὰ τῆς βασιλείας παρὰ τῇ μητρὶ νενέμηντο καὶ ἀμφοῖν731

732

τοῖς ὁμαίμοσιν. ἤστην δὲ τῷ βασιλεῖ καὶ ἑτέρω διττὼ ἀδελφὼ νεωτέρω τὴν ἡλικίαν, ὧν τὸν μὲν πρωτοσεβαστὸν ἐτίμησε καὶ μέγαν δομέστικον, τὸν Ἀδριανόν, τὸν Νικηφόρον δὲ σεβαστὸν καὶ τοῦ στόλου δρουγγάριον. εἶχε δὲ καὶ ἐπ’ ἀδελφαῖς κηδε‐
5στὰς τὸν Μελισσηνὸν Νικηφόρον καὶ Μιχαὴλ τὸν Ταρωνίτην. τὸν μὲν οὖν Ταρωνίτην τῇ πρώτῃ συνεζευγμένον τῶν ἀδελ‐ φῶν, πάνυ στεργομένῃ πρὸς τῆς μητρὸς καὶ πρὸς αὐτῶν τι‐ μωμένῃ, πανυπερσέβαστον ὠνόμασαν, καὶ τοῦτο καινίσαντες τὸ ἀξίωμα. τὸν δέ γε Μελισσηνόν, ἀποστασίαν κἀκεῖνον κατὰ
10τοῦ Βοτανειάτου ἐν τῇ ἑῴᾳ φρονήσαντα καὶ ἔτι ταύτης ἐχό‐ μενον, ἐπὶ συμβάσει τετιμήκασι Καίσαρα καὶ τὴν πόλιν αὐτῷ Θεσσαλονίκης εἰς κατοικίαν ἀπένειμαν, καὶ χορηγίαν χρημάτων καὶ τούτῳ καὶ πᾶσι τοῖς αὐτοῖς κατὰ γένος προσήκουσι τύχῃ τοιᾷδε καὶ ἀξιωμάτων ὄγκῳ τηλικῷδε ἀνάλογον προσαφώρισαν.
15ἐντεῦθεν τῶν βασιλείων προσόδων, μᾶλλον δ’ εἰπεῖν τῶν κοι‐
νῶν καὶ δημοσίων, οὕτω διανεμηθεισῶν τὸ βασιλικὸν ταμεῖον732

733

ἢ τὸ κοινὸν πρυτανεῖον ἐστένωτο. καὶ ὁ κρατῶν σπανίζων χρημάτων τάς τε τοῖς ἀξιώμασιν ἀνηκούσας ἀνέκαθεν ἐτησίας δόσεις ἐξέκοψε καὶ τὰς τῶν συγκλητικῶν οὐσίας προσαφῃρεῖτο. ἔστεψε δὲ καὶ τὴν κοινωνὸν αὐτῷ τοῦ βίου Εἰρήνην καὶ Αὐ‐
5γούσταν ὠνόμασεν· ἡ δ’ ἦν ἐγγόνη τοῦ Καίσαρος Ἰωάννου τοῦ Δούκα. ἡ δὲ πρῴην βασίλισσα ἡ ἐξ Ἀλανῶν Μαρία σὺν τῷ ἰδίῳ υἱῷ Κωνσταντίνῳ, ὃν τῷ Δούκᾳ Μιχαὴλ ἐν τῇ πορ‐ φύρᾳ ἐγείνατο, στεφθέντι παρὰ τοῦ οἰκείου πατρὸς ἔτι βρεφυλ‐ λίῳ τυγχάνοντι καὶ πεδίλοις φοινικοῖς ὑποδουμένῳ, τῶν ἀνα‐
10κτόρων μεθίσταται καὶ εἰς τὰ ἐν τῇ μονῇ τῶν Μαγγάνων βασίλεια ἄπεισιν. ἤδη γὰρ εἰλήφει ταῦτα καὶ τὴν μονήν, ἀλλὰ μέντοι καὶ τὴν τοῦ Ἑβδόμου διὰ χρυσοσημάντου τοῦ Βοτα‐ νειάτου γραφῆς, ἔνθα διῆγε σὺν τῷ υἱῷ, βασιλικὴν ὑπηρεσίαν ἑαυτῇ καὶ τῷ υἱῷ ἀποτάξασα. ἔτι γὰρ ὁ παῖς αὐτῇ περιέκειτο τὰ
15τῆς βασιλείας γνωρίσματα καὶ εὐφημεῖτο μετὰ τὸν αὐτοκράτορα καὶ τὰς χρυσοβούλλους γραφὰς μετ’ ἐκεῖνον ὑπεσημαίνετο. μετὰ δέ τινα χρόνον καὶ ἡ μήτηρ αὐτοῦ μετημφιάσθη, μέλαν ἐνδῦσα χρῶμα κατὰ τοὺς μοναχούς, τὸ μὲν ἑκοῦσα, τὸ δέ τι τυραν‐ νουμένη· καὶ ὁ παῖς ἀφῃρέθη τὰ περιπόρφυρα πέδιλα καὶ μόνῳ
20τῷ Κομνηνῷ ἡ τῆς αὐταρχίας κλῆσις καὶ ἡ βασιλεία περι‐
ελέλειπτο.733

734

Οὕτω μὲν οὖν ταῦτα· ὁ δὲ τῆς βασιλίδος τῶν πόλεων ἀρχιερατεύων ἐκεῖνος Κοσμᾶς, τῇ τῶν κοινῶν πραγμάτων μετα‐ χειρίσει ἀπαρεσκόμενος καὶ ἀπεγνωκὼς τὴν διόρθωσιν, τῷ ὑπηρέτῃ “ἆρον” εἰπών “τὸ ψαλτήριον καὶ συνέπου μοι” τῆς
5ἐκκλησίας ὑπανεχώρησε καὶ πολλὰ παρὰ τῶν κρατούντων πα‐ ρακληθεὶς ὑποστρέψαι οὐχ ὑπενόστησεν, ἔτη πέντε καὶ μῆνας ἐννέα τὸν πιστὸν ποιμάνας λαόν. διὸ καὶ ἄλλον τινὰ ἀρχιερέα τῇ ἐκκλησίᾳ ἀντικατέστησαν, ἐκτομίαν τινὰ μοναχόν, κεκλημένον Εὐστράτιον, οὔτε λόγοις ὡμιληκότα οὔτε πραγμάτων ἐγγεγυμνα‐
10σμένον μεταχειρίσεσιν, ἀφελῆ δὲ ἄνθρωπον καὶ ἡσυχίᾳ ἢ γωνίᾳ μᾶλλον προσήκοντα. ἤδη δὲ τρεῖς ἐνιαυτοὺς ἐνσεμνυνάμενος κατηνέχθη τῶν ἱερῶν ἀνακτόρων παρὰ τῶν κρατούντων· ἡ δ’ αἰτία οὐκ ἔγνωσται ἀκριβῶς. καὶ λοιπὸν προκεχείριστο πα‐ τριάρχης ἀνὴρ μοναχός, ὁ γραμματικὸς ὀνομαζόμενος Νικό‐
15λαος, ἐν ἀσκήσει τὸν βίον διηνυκὼς καὶ οὐδὲ τῆς ἐν λόγοις παιδείας ἀμέθεκτος ὤν, κἂν μὴ κατακόρως ταύτης μετέσχηκεν. Ἄρτι δὲ τῆς βασιλείας ἐπιβεβηκότι τῷ Κομνηνῷ ἠγγέλη
ὁ Φράγγος Ῥομπέρτος εἰς τὴν Ἐπίδαμνον διαπεραιούμενος,734

735

ἀνὴρ πανοῦργός τε καὶ πολεμικώτατος. αὐτίκα τοίνυν ὁ βα‐ σιλεὺς ἐξεστράτευσε καὶ γενόμενος κατὰ τὸ Δυρράχιον προσ‐ βάλλει τοῖς πολεμίοις· καὶ ἡττηθεὶς ἀκλεῶς ἔφυγε, πολλῶν ἐκεῖ πεσόντων οὐ τῶν τυχόντων μόνον στρατιωτῶν, ἀλλὰ καὶ τῶν
5ἐν ὑπεροχαῖς καὶ βασιλείου τυγχανόντων ἐξ αἵματος, καὶ ἡ παρεμβολὴ ξύμπασα ἑάλω τοῖς πολεμίοις. ὁ μὲν οὖν βασιλεὺς ἡττημένος ἐπανῆλθεν εἰς τὸ Βυζάντιον· οἱ δὲ βάρβαροι τῇ νίκῃ πεφυσημένοι ὁμόσε κατὰ πάντων ἐχώρουν καὶ εἷλον τῶν πο‐ λισμάτων τινά, ὧν ἦσαν ἡ Καστορία τε καὶ ἡ Λάρισσα. ὠνει‐
10ροπόλουν δὲ καὶ αὐτὴν τὴν βασιλίδα τῶν πόλεων καταλήψε‐ σθαι, ἀλλ’ ὁ βασιλεὺς καὶ πάλιν ἐκστρατεύει καὶ ἀπελαύνει μὲν τῆς Καστορίας τοὺς αὐτὴν φρουροῦντας βαρβάρους, ἄπεισι δὲ κατὰ τοῦ Ῥομπέρτου καὶ στρατηγήματι τὴν ἐκείνου δεινότητα μέτεισι. τῷ γὰρ ἀδελφῷ Ἀδριανῷ τὸ σχῆμα τὸ βασιλικὸν περι‐
15τίθησι καὶ στράτευμα δοὺς αὐτῷ ἐναντίον τοῦ Ῥομπέρτου στῆναι
διακελεύεται· εἰ δ’ ἐκεῖνος ὁρμήσει μαχέσασθαι, στρέψαι τὰ735

736

νῶτα καὶ αὐτίκα φυγεῖν. ταῦτα μὲν οὖν τῷ ἐσχηματισμένῳ βασιλεῖ ἐνετείλατο· ἐκεῖνος δὲ μετὰ τῆς λοιπῆς στρατιᾶς δι’ ὁδῶν ἀδήλων περιοδεύσας καὶ τῷ τῶν Φράγγων ἐμβαλὼν χά‐ ρακι τάς τε σκηνὰς αὐτῶν καὶ τὰ ἐν αὐταῖς ἐληίσατο καὶ φόνον
5πολὺν ἐποιήσατο. τοῦ Ῥομπέρτου δὲ κατὰ τοῦ ἐσχηματισμένου βασιλέως ὁρμήσαντος, κἀκεῖνος καὶ ἡ σὺν αὐτῷ στρατιὰ τὰ χαλινὰ χαλάσαντες ἔφυγον. ὁ δὲ βάρβαρος ἐγαυρία μᾶλλον καὶ ἐπῆρτο ὡς ἀπροσμάχητος. ἐν τούτῳ δὲ ἀγγέλλεται αὐτῷ τοῦ χάρακος ἡ ἐκπόρθησις καὶ ἡ φθορὰ τῶν ἐκεῖ, καὶ εὐθὺς
10παρεῖτο καὶ τὰς χεῖρας καὶ τὴν ψυχὴν καὶ ἀπιὼν ᾤχετο. ὁ δὲ βασιλεὺς ἐπανελθὼν εἰς τὴν Κωνσταντίνου, μηνυθείσης ἐπι‐ βουλῆς αὐτῷ, τούς τε ταύτης πρωτουργοὺς συνέσχεν ἐκ τῶν τα‐ γματικῶν ὄντας ἀρχόντων καὶ πολλοὺς τῶν ἐγχωρίων καὶ τῆς συγκλήτου βουλῆς, ὡς τάχα συνίστορας, τοὺς πλείους, ὥς φασιν,
15οὐδὲ πρὸς ἀλήθειαν, ἀλλ’ ἵνα σφᾶς γυμνώσῃ τῶν ὑπαρχόντων. Ἡ μὲν οὖν τοῦ Ῥομπέρτου ἐπίθεσις πέπαυτο, ἑτέρωθεν δ’ αὖθις τῇ Ῥωμαίων ἡγεμονίᾳ ἐχθροὶ ἐπανίσταντι. οἱ γὰρ Τοῦρκοι τὴν ἑῴαν ὑφ’ ἑαυτοὺς ποιησάμενοι οὐδὲ τῶν νήσων
ἀπέσχοντο. ἀλλ’ ὁ Τζαχᾶς (Τοῦρκος δὲ καὶ οὗτος οὐ τῶν736

737

ἐπιφανῶν, δεινὸς δὲ καὶ τὴν πονηρίαν πολύς) διὰ πλοιαρίων ὀλίγων ἀνωιστὶ τῇ νήσῳ Χίῳ προσορμισθεὶς κατέσχε ταύτην καὶ στόλον ἐν αὐτῇ ναυπηγεῖ, δι’ οὗ τήν τε Λέσβον ἀνήρπασε καὶ τὴν Σάμον τήν τε Ῥόδον ὑφ’ ἑαυτὸν ἐποιήσατο καὶ πλεί‐
5ους ἄλλας τῶν νήσων. ἐξηλάθη δ’ αὖθις αὐτῶν, στόλου Ῥω‐ μαϊκοῦ ἐπελθόντος ταῖς ἐκείνου τριήρεσι. καὶ ἡ νῆσος δ’ ἡ Κρήτη, πρὸς δὲ τῇ καὶ ἡ Κύπρος ἀποστασίαν ἐνόσησαν, τὴν μὲν τοῦ Καρίκη κατεσχηκότος καὶ ἀντάραντος χεῖρα τῷ βα‐ σιλεῖ, τὴν Κύπρον δέ γε τοῦ Ῥαψομμάτου. ἀλλὰ καὶ αὗται
10τῇ Ῥωμαίων αὖθις οὐκ εἰς μακρὸν ἐπανεσώθησαν ἡγεμονίᾳ. ἐντεῦθεν ὁ βασιλεὺς ἀναλωμάτων δεόμενος τρόπους ἀποτρο‐ παίους συλλογῆς χρημάτων ἐξεύρισκε, καὶ ὀφειλὰς ἀδίκους εἰσῆγον κατὰ τῶν ἀνθρώπων οἱ ἐπ’ αὐτῷ τεταγμένοι, καὶ ἀφ‐ ῃροῦντο τὰς οἰκείας οὐσίας οἱ μηδὲν δικαίως ὀφείλοντες. ἐν‐
15τεῦθεν ἀπογραφεῖς πανταχοῦ τῶν ἐν ἀγροῖς καὶ χωρίοις δια‐
φερουσῶν τοῖς ὑπηκόοις ἐστέλλοντο κτήσεων, καὶ τὰ καινὰ τῶν737

738

ὀνομάτων ἐπινενόητο, τὰ ὑπέρτιμα λέγω καὶ τὰ ὑπέρπλεα, καὶ ἄλλοτε ἄλλοι τρόποι ἐπηρειῶν κατὰ τῶν ὑπηκόων εἰσήγοντο, καὶ ἱερὰ δ’ ἀφῄρηντο ἐκ θείων ναῶν. οὗτος ὁ βασιλεὺς καὶ τὸ νόμισμα κεκιβδηλευμένον παρὰ τῶν πρὸ αὐτοῦ εὑρηκὼς
5χάλκεον ἔθετο, ᾧ εἰς τὰ τῆς βασιλείας ἐκέχρητο ἀναλώματα, τοὺς δέ γε φόρους διὰ χρυσίνων δοκίμων εἰσέπραττε, πῇ δέ γε καὶ δι’ ἑτέρων, χρυσίνων μὲν κἀκείνων, ἀλλ’ ἡμιχρύσων, ἔστι δ’ οὗ καὶ διὰ τῶν χαλκέων ἐδασμοφόρει. ὅθεν χαλκοῦ δεόμενος πλείονος τοὺς ὀβολοὺς εἰς νόμισμα μετετύπωσε καί
10τινα τῶν δημοσίων ἔργων, τῶν χαλκουργημάτων φημί, κατα‐ σπάσας εἰς στατῆρας συνέκοψε καὶ νέας δεκάτας ἐκαίνισεν. Ἐγείνατο δὲ θυγάτριον ἡ Αὐγούστα τῷ βασιλεῖ, ὅπερ Ἄννα ὠνομάσθη διὰ τὴν πατρομήτορα, ἐφ’ ᾗ τὸν τῆς βασιλίσσης Μαρίας υἱὸν Κωνσταντῖνον τῆς ἐξ Ἀλανῶν ὁ βασιλεὺς ἐμνη‐
15στεύσατο· ἐκείνου δ’ ἐπὶ τῇ μνηστείᾳ τὴν ζωὴν καταλύσαντος, ὡς ὡραία γάμου ἡ θυγάτηρ ἐγεγόνει τῷ ἄνακτι, νυμφίον ἕτε‐ ρον ἐπ’ αὐτῇ εἰσῳκίσατο τὸν μείζω τῶν υἱῶν Νικηφόρου τοῦ
Βρυεννίου, ὃν ὁ λόγος προέφηνε τῇ τυραννίδι ἐπιχειρήσαντα738

739

καὶ ἁλόντα καὶ πηρωθέντα τοὺς ὀφθαλμούς. τούτῳ τὴν θυ‐ γατέρα ταύτην κατεγγυήσας τετίμηκε τὸν ἄνδρα πανυπερσέβαστον. γίνεται δὲ τῷ βασιλεῖ καὶ υἱός, ὃν ἐν τῷ θείῳ τεμένει τῆς τοῦ θεοῦ λόγου Σοφίας παρὰ τοῦ πατριάρχου καταξιωθέντα τοῦ
5θείου βαπτίσματος καὶ Ἰωάννην κληθέντα αὐτίκα ὁ πατὴρ καὶ διαδήματι ταινιοῖ. γεγόνασι δὲ τῷ βασιλεῖ καὶ ἕτεροι δύο υἱοί, Ἀνδρόνικός τε καὶ Ἰσαάκιος, καὶ θυγατέρες ἕτεραι τρεῖς, Μαρία, Εὐδοκία καὶ Θεοδώρα. τῇ μὲν οὖν Μαρίᾳ τὸν τοῦ Γαυρᾶ ἐκείνου Θεοδώρου τοῦ σεβαστοῦ καὶ μάρτυρος υἱὸν ἐμνηστεύ‐
10σατο. εἶτα τὴν μνηστείαν ταύτην λύσας, οὕτω δόξαν αὐτῷ, κἀκεῖνον ἀποπεμψάμενος ἕτερον μνηστῆρα τῇ θυγατρὶ ταύτῃ τὸν τοῦ Φορβηνοῦ υἱὸν τοῦ Κατακαλὼν τὸν Νικηφόρον εἰσ‐ εποιήσατο. τῇ δ’ Εὐδοκίᾳ τὸν τοῦ Ἰασίτου Κωνσταντίνου παῖδα συνέζευξεν· ὃς τῇ τε συνεύνῳ οὐχ ὡς βασιλέως ἐκέχρητο θυ‐
15γατρί, ἀλλ’ ἐκ τοῦ κρείττονος ὡμίλει ταύτῃ καὶ προσεφέρετο, καὶ τῇ βασιλίσσῃ δὲ πλειστάκις προσκεκρούκει καὶ πενθερᾷ, ἥπερ αὐτῷ προσοχθίσασα τὴν θυγατέρα νοσήσασαν εὐθὺς ἀπο‐
κείρει καὶ τὸν Ἰασίτην ἀπελαύνει τῶν βασιλείων. τῇ δέ γε τε‐739

740

λευταίᾳ τῶν θυγατέρων συνῴκισεν ὁ πατὴρ νεανίαν τὸ μὲν εἶδος ἀγαλματίαν, τὸ δὲ γένος οὐ τῶν ἐπιφανῶν. Γέγονε δ’ ἐπὶ τῆς βασιλείας τούτου κλόνος τῆς γῆς φρι‐ κωδέστατος κατὰ τὴν ἡμέραν τῆς μνήμης τοῦ ἐν θαύμασι περι‐
5ωνύμου ἁγίου Νικολάου, ὑφ’ οὗ πολλαί τε οἰκίαι καὶ ναοὶ κατ‐ ηρείπωντο καὶ στοαί, δι’ ὧν αἱ τῆς πόλεως ὠρόφωνται ἀτραποί, καὶ πλεῖστοι ἐν τοῖς συμπτώμασι συνεχώσθησαν καὶ ἀπέθανον. Κατὰ τούτους τοὺς χρόνους καὶ τοῦ τῶν Πατζινάκων ἔθνους συγκίνησις γέγονεν, ἐκ τῶν σφετέρων ἠθῶν μετανα‐
10στεύσαντος εἰς χώραν Ῥωμαϊκὴν καὶ τὴν Θρᾴκην πᾶσαν καὶ τὴν Μακεδονίαν ληιζομένου. κατὰ τούτων ἐκστρατεύσας ὁ βα‐ σιλεύς, τῶν στρατιωτῶν ἀλαζονευομένων, αἰσχρῶς ἥττητο. εἶτ’ αὖθις ἄπεισι κατὰ τῶν βαρβάρων, ταπεινωθείσης τῆς στρατιᾶς καὶ τὸ πᾶν τῆς θείας ἐξαρτώσης ῥοπῆς, καὶ προσβάλλει τοῖς
15πολεμίοις. οἱ δὲ οὐδὲ τὴν ἔφοδον ὑπομείναντες τὰ ὅπλα κατὰ γῆς ἐρρίπτουν καὶ οἰμωγαῖς τοὺς Ῥωμαίους ἐξεκαλοῦντο πρὸς ἔλεον. ὤλετο μὲν οὖν πολύ τι τοῦ Σκυθικοῦ, οἱ λοιποὶ δὲ συνελαμβάνοντο καὶ ἦσαν ὑπὸ δεσμοῖς καὶ εἰς δουλείαν οἱ
αἰχμαλωτεύσαντες αὐτοὺς ἀπεδίδοντο. ὁ δ’ αὐτοκράτωρ πλῆθος740

741

ἀπολεξάμενος σφριγώντων καὶ ῥωμαλέων εἰς τὸ τῶν Μογλένων θέμα τούτους σὺν γυναιξὶ καὶ τέκνοις κατῴκισε καὶ τάγμα τούτους κατέστησεν ἰδιαίτατον· οἳ καὶ μέχρι τοῦ δεῦρο κατὰ διαδοχὰς διαμένουσιν, εἰς ἐπίθετον σχόντες τὸν τόπον, ἐν ᾧ
5κατῳκίσθησαν, καὶ Πατζινάκοι Μογλενῖται καλούμενοι. Ἐπιβουλῆς δὲ μηνυθείσης αὐτῷ πρωτουργοὺς ἐχούσης τὸν Οὐμπερτόπωλον καὶ τὸν Ἀριέβην, ὧν ὁ μὲν ἐκ Φράγγων εἷλκε τὸ γένος, ὁ δ’ Ἀριέβης ἐξ Ἀρμενίων, καὶ ἄμφω δὲ τῶν ἐπι‐ φανεστέρων καὶ στρατηγίαις ἐφεστηκότων, ἐκεῖνοί τε συνεσχέ‐
10θησαν καὶ ὅσοι συμμετεῖχον αὐτοῖς τοῦ βουλεύματος. τοὺς οὖν τῆς μελέτης ἐξάρχοντας δύο ἄνδρας δημεύσει καταδικάσας καὶ ἀτίμῳ θριάμβῳ καὶ ἐπὶ τούτοις ὑπερορίᾳ ἐν τούτοις περι‐ ώρισεν αὐτοῖς τὴν ποινήν· ὅτε καὶ τὸ τῶν Μανιχαίων τάγμα τῆς στρατείας ἀπήλασεν, ἐκθέσμως μέχρι τότε δὴ στρατευ‐
15όμενον· στρατεύεσθαι γὰρ τοὺς Μανιχαίους ἀρχαῖος νόμος καθάπαξ ἀπείργει. αὖθις δ’ ἑτέρα κατὰ τοῦ βασιλέως τούτου
συνέστη ἐπιβουλή, ἧς ἐξῆρχεν ὁ τοῦ βασιλεύσαντος ἐκείνου Διο‐741

742

γένους υἱὸς ὁ Νικηφόρος ὁ τῆς πορφύρας βλαστός, ἀνὴρ τὴν μὲν ἰσχὺν ἀπαράμιλλος, τὴν δὲ τῆς γνώμης ἕξιν καὶ τὴν τῆς ψυχῆς γενναιότητα οὐ κατὰ τὴν σωματικὴν πλουτήσας ἰσχύν. οὗτος τὸ μὲν δρᾶμα συνθέμενος, τὴν δὲ πρᾶξιν ὑπερτιθέμενος,
5ἔλαθε παθὼν ἢ δράσας ὡς ἐβουλεύσατο. ἑάλω γὰρ καὶ ἐτα‐ σμῶν ἀνάγκαις παραδοθείς, ἵν’ ἐκκαλύψῃ τοὺς συνωμότας, τέλος ἐξεκόπη τὰ ὄμματα καὶ τὴν περιουσίαν ἀφῄρητο. Εἶτα τὸ τῶν Φράγγων ἔθνος ἐκ τῶν ἑσπερίων συγκινηθὲν ἀνῄει πρὸς τὴν βασιλίδα τῶν πόλεων, ὡς ἐκ ταύτης εἰς τὴν
10ἑώαν διαπεραιωθησόμενον· ὧν τὴν συγκίνησιν θεοσημία τις προεμήνυσεν. ἀκρίδων γὰρ ἄπειρόν τι πλῆθος, ἐκ τῆς ἑσπέρας τὴν γένεσιν ἐσχηκὸς καὶ τοσοῦτον ὡς νέφεσιν ἱπτάμενον ἀπει‐ κάζεσθαι καὶ συσκιάζειν τὸν ἥλιον, διὰ τῆς μεγίστης τῶν πό‐ λεων καὶ τῶν ταύτης ὁρίων τὴν πτῆσιν ποιούμενον πρὸς τὴν
15ἑῴαν ὥρμητο κἀκεῖσε κατέπαυε. περαιωθέντες οὖν καὶ τῇ κατὰ Βιθυνίαν προσβαλόντες Νικαίᾳ, παρὰ τῶν Τούρκων κατ‐ εχομένῃ, σὺν χρόνῳ μὲν καὶ φθορᾷ πολλῇ ἑκατέρωθεν, τέως
μέντοι τὴν πόλιν ᾑρήκασι. καὶ ταύτην μὲν πολλῶν ἀπέδοντο742

743

χρημάτων τῷ βασιλεῖ, οἱ δ’ εἰς τὸ πρόσω προὐχώρουν. καὶ οἱ μὲν τὴν πρὸς τῷ Ὀρόντῃ εἷλον σὺν μόχθῳ καὶ φόνῳ πολλῷ Ἀντιόχειαν, οἱ δὲ τῆς Ἱεροσολύμων μεγάλοις ἀγῶσιν ἐκράτησαν πόλεως.
5 Ἀλλ’ οὕτω μὲν τὰ τοῦ ἔθνους ἔσχον τῶν Φράγγων συν‐ τετμημένως εἰπεῖν· αἵρεσις δέ τις κατὰ τοὺς χρόνους τούτους ἀναπέφηνε μυσαρὰ ἡ τῶν Βογομίλων. τῆς δὲ τοιαύτης αἱρέ‐ σεως κῆρυξ ἦν καὶ μέγας διδάσκαλος καὶ προβολεὺς τῶν παρ’ αὐτοῖς ἀποστόλων Βασίλειός τις λεγόμενος ἰατρός, σχῆμα μὲν
10περικείμενος μοναχοῦ, αὐτὸν δ’ ἐκεῖνον ἐνδεδυμένος τὸν σατα‐ νᾶν. ὃς ἐν ἔτεσι μὲν πεντεκαίδεκα τὰ τῆς πλάνης μαθὼν ὀλέ‐ θρια δόγματα, ἐν δὲ δυσὶ καὶ πεντήκοντα διδάξας αὐτά, πᾶσαν σχεδὸν τὴν οἰκουμένην τῆς οἰκείας λύμης ἐνέπλησεν. εἶτα καὶ τῇ τῶν πόλεων βασιλίδι ἐπεχωρίασεν, ἀλλ’ ἑάλω ἐπ’ αὐτοφώρῳ
15ὁ τῆς ἀληθείας ἐχθρός. γνοὺς γὰρ τὴν ἐκείνου ἀσέβειαν ὁ κρατῶν ὑπεκρίθη πίστιν ἔχειν εἰς ἐκεῖνον τὸν κακοδαίμονα καὶ διδάσκαλον ἐκάλει καὶ σωτῆρα πλανωμένων ψυχῶν. τούτοις οὖν καὶ πλείοσιν ἄλλοις μόλις μὲν καὶ σὺν χρόνῳ, ἴσχυσε δέ
ποτε πεῖσαι τὸν ὀλέθριον ἐκεῖνον ἐξεμέσαι τὸν ἰὸν τῆς πονη‐743

744

ρίας αὐτοῦ. ἐπεὶ δ’ ἦν ἐντὸς ἀρκύων τὸ θήραμα, ἐδημοσίευσε μὲν τὴν ἐκείνου διδασκαλίαν καὶ τὰ δόγματα ἐξεφαύλισε, κοινῇ δὲ ψήφῳ πυρὸς αὐτὸν ἐν τῷ τῆς ἱππηλασίας θεάτρῳ παρ‐ ανάλωμα ἔθετο.
5 Αὖθις δ’ ἐπανάστασις ἑτέρα κατὰ τοῦ αὐτοκράτορος γέ‐ γονε, καὶ ὁ ταύτην συστησάμενος υἱὸν ἔλεγεν ἑαυτὸν εἶναι τοῦ βασιλεύσαντος Διογένους, ὃς Κομάνων πλῆθος ἑταιρισάμενος εἰς τἀπὶ Θρᾴκης τε χωρία γενόμενος καὶ τὴν χώραν κεραΐζων καὶ ληιζόμενος ἀπῄτει τοὺς ἐν ταῖς πόλεσι δέχεσθαί τε αὐτὸν
10καὶ ἀξιοῦν βασιλικῆς ἀναρρήσεως. εἶτα εἴς τι πολίχνιον τῶν Θρᾳκικῶν ἀπελθὼν ἀπατηθείς τε παρὰ τῶν ἐν αὐτῷ καὶ ἀναρ‐ ρηθεὶς εἰσελθών τε μετ’ ὀλίγων ἐντὸς συνεσχέθη καὶ ἐξεκόπη τοὺς ὀφθαλμούς. καὶ οὕτως ἡ ἐπιχειρηθεῖσα παρ’ αὐτοῦ τυ‐ ραννὶς διελέλυτο, τῶν Κομάνων, ὅσοι μὴ διεφθάρησαν, εἰς τὰ
15ἤθη παλινοστησάντων τὰ σφέτερα. Οὗτος ὁ βασιλεύς, τοῦ ὀρφανοτροφείου ἐσχολακότος, ἀλλὰ μὴν καὶ ἄλλων γηρωκομείων πολλῶν, τὰς πάντων κτήσεις τῷ
ὀρφανοτροφείῳ προσνείμας καὶ αὐτὸς ἑτέρας προσαφορίσας744

745

ἀνεκαίνισέ τε αὐτὸ καὶ ἀνενέωσε πολλοῖς ἀναλώμασι καὶ πλῆθος γηρωκομουμένων αὐτῷ ἐγκατέστησεν. ἀλλὰ μὴν καὶ μονα‐ ζόντων καὶ μοναζουσῶν ἐν αὐτῷ ἐδείματο καταγώγια· πρὸς δὲ τοῖς καὶ διδασκαλεῖον γραμματικῶν, ἵν’ ἐν αὐτῷ διδάσκοιντο
5παῖδες ὀρφανοὶ ἢ γονέων ἀπόρων, διδασκάλους ἐντάξας αὐτῷ καὶ παιδαγωγοὺς καὶ σιτήσεις ἀποτάξας τοῖς διδάσκουσί τε καὶ τοῖς μανθάνουσι. Καὶ τὰ μὲν οὕτως ἔσχε καὶ μέχρι τοῦδε διατετήρηται· ἄλλο δ’ αὖθις κατὰ τοῦ αὐτοκράτορος συνεστήσαντό τινες δια‐
10βούλιον, οὗ κορυφαῖος μὲν ἦν ὁ Ἀνεμᾶς Μιχαήλ, συνίστορες δὲ πολλοὶ τῶν τὰ πρῶτα πραττομένων ἐν τῇ μοίρᾳ τῇ στρα‐ τιώτιδι. ἀλλὰ μήπω τῷ ἔργῳ ἐπιχειρήσαντες ἐγνώσθησάν τε καὶ συνελήφθησαν, καὶ τοῖς μὲν συνωμόταις ψίλωσις ἐπήχθη τῶν τριχῶν καὶ τοῦ πώγωνος, οὐ ξυρῷ, ἀλλὰ δρώπακι. τῷ
15δ’ Ἀνεμᾷ ἄψαυστος μὲν ἡ κεφαλὴ καὶ ὁ πώγων τετήρητο, πή‐ ρωσις δὲ τῶν ὀφθαλμῶν αὐτοῦ κατεψήφιστο. ἔτι δὲ θριαμ‐ βευομένων αὐτῶν ἐπικαταλαμβάνει βασίλειον θέσπισμα τῆς ποινῆς τὸν Ἀνεμᾶν ἐξαιρούμενον καί οἱ συγχωροῦν τῶν ὀμμάτων τὴν ἐκκοπήν. ἀφαιρεθέντες δὲ τὰς οὐσίας ὑπερορίαν ἄλλος ἀλλα‐
20χόθι κατεδικάσθησαν.745

746

Ἡ μήτηρ δὲ τοῦ αὐτοκράτορος τούτου τῶν τῆς βασιλείας πραγμάτων ἀναδεξαμένη, ὡς εἴρηται, τὴν διοίκησιν, μέχρι πολ‐ λοῦ ταύτην μετεχειρίζετο, ὅθεν καὶ τὰ πρὸς κάκωσιν τῶν ὑπη‐ κόων τότε γινόμενα ἐκείνῃ οἱ πλείονες ἐπεγράφοντο. ἤχθετο
5μὲν οὖν ὁ βασιλεὺς ὡς ἐν μόνῳ σχεδὸν τῆς βασιλείας ἀπο‐ λαύων ὀνόματι, ᾐδεῖτο δὲ τὴν μητέρα καὶ ἀκούσης ἐκείνης ἀφελέσθαι τὴν ἐξουσίαν οὐκ ἤθελεν. ἐπεὶ δ’ ἐκείνη συνῆκεν ἀχθόμενον τὸν υἱόν, πτοηθεῖσα μὴ βιασθείη καὶ ἀθέλητον δόξῃ ποιήσασθαι τὴν μετάστασιν, παρακεχωρήκει πάντων τῷ
10υἱῷ τε καὶ αὐτοκράτορι καὶ τῶν βασιλείων ὑπανεχώρησε, τὴν τοῦ Παντεπόπτου μονήν, ἣν ἐκείνη ἐδείματο, κατοικίαν ποιη‐ σαμένη, παρ’ ᾗ καί τινας ἐνιαυτοὺς παροικήσασα ἐντίμως τε καὶ βασιλικῶς ἐς γῆράς τε βαθὺ καταντήσασα μετήλλαξε τὴν ζωήν. ἕνα δ’ ἐνιαυτὸν καὶ μικρόν τι πρὸς ὁ σεβαστοκράτωρ
15ἐπιβιοὺς τῇ μητρὶ κἀκεῖνος ἀπέτισε τὸ χρεών, κειράμενος τὴν τρίχα καὶ μεταμφιασάμενος κατὰ μοναχούς, ὡς ἔγνω ἐπιλείπειν αὐτῷ τὸ βιώσιμον. ἀπεβίω δ’ ἐπὶ παισὶ πολλοῖς, οὕς, ἐπεὶ καὶ ἡ μήτηρ αὐτῶν οὐδ’ ὅλον ἐνιαυτὸν ἐπιζήσασα τῷ ἀνδρὶ
μετέστη τῶν γεηρῶν, ὁ βασιλεὺς προσελάβετο καὶ τοὺς μὲν746

747

ἄρρενας συνῴκισε γυναιξί, τὰς δέ γε θηλείας ἀνδράσιν ἐξέδοτο καὶ ἔστεργε καὶ εὐηργέτει τοὺς ἀδελφόπαιδας. πρὸς δὲ τὴν κοινωνὸν τοῦ βίου ὁ βασιλεὺς οὗτος οὔτ’ ἀποστρόφως εἶχε τὸ πρότερον οὔτε λίαν ἐκείνῃ προσέκειτο, ἀφροδισίων δ’ ἡττώ‐
5μενος οὐ πάνυ τὰ ἐς εὐνὴν ἐτύγχανε δίκαιος, ὅθεν καὶ βέλεσιν ἡ Αὐγούστα ζηλοτυπίας ἐβέβλητο. ἐπεὶ δ’ ὁ χρόνος προήκων τῷ αὐτοκράτορι τὰ πυρφόρα βέλη τοῦ ἔρωτος ἤμβλυνε, τότε πρὸς τὴν Αὐγούσταν τρέψας τὸν ἔρωτα ὅλος ἦν τῆς πρὸς ἐκείνην στοργῆς καὶ ἤθελεν εἶναι σχεδὸν αὐτῆς ἀδιάσπαστος.
10τοιαύτη μὲν οὖν τῇ βασιλίσσῃ ἐς ὕστερον ἡ διάθεσις, καὶ με‐ γάλα τότε ἠδύνατο καὶ εἶχεν οὕτω μέχρις ἂν ἔρρωτο τὸ σῶμα τῷ βασιλεῖ. ἐπεὶ δ’ ἐκεῖνος τοὺς πόδας ἤλγει καὶ τὰς βάσεις ἐβέβλαπτο καὶ περὶ τὰ ἄρθρα τούτῳ μοχθηρᾶς ὕλης συνερ‐ ρυήκεσαν ῥεύματα καὶ ἦν ἐντεῦθεν κλινοπετής, κατῆρχεν ἡ βα‐
15σιλίς, καὶ τῷ ταύτης ἦν ὡς ἐπίπαν τιθέμενος ὁ αὐτοκράτωρ θελήματι, καὶ πᾶσα ἡ ἐξουσία καὶ ἡ τῆς βασιλείας διοίκησις ἀνατεθῆναι αὐτῇ μετὰ παρέλευσιν τοῦ ἀνδρὸς μεμελέτητο, ὡς
καὶ τὸν υἱὸν καὶ βασιλέα ὑποκεῖσθαι αὐτῇ. τῷ δὲ τὸ σκέμμα747

748

οὐκ ἀνεκτὸν ἐς ἄνδρας ἤδη τελοῦντι καὶ γυναικὶ πρὸ πολλοῦ συναφθέντι τοῦ ἔθνους τῶν Οὔγγρων ἀρχηγοῦ θυγατρὶ καὶ παίδων γεγονότι πατρί. ἐδεδοίκει γὰρ περὶ τῇ ἀρχῇ ἢ καὶ περὶ αὐτῇ τῇ ζωῇ, ὁρῶν τὴν μητέρα πολλὴν περὶ τὴν πρε‐
5σβυτέραν τῶν θυγατέρων ἐνδεικνυμένην σχέσιν καὶ περὶ τὸν ἐπ’ αὐτῇ κηδεστὴν τὸν Βρυέννιον. ὅθεν μετῄει τὸ συγγενές, ἀλλὰ μέντοι καὶ ξύμπαντας, καὶ τὰ καθ’ ἑαυτὸν πρὸς ἕκαστον λαθραίως ἀποκλαιόμενος ἀνεμίμνησκε τῶν ὅρκων τοὺς ἄνδρας, οὓς οἱ πλείονες αὐτῶν ἦσαν ὀμωμοκότες, ὡς οὐχ ἕτερον ἂν
10παρὰ τοῦτον μετὰ τὸν πατέρα δέξαιντο αὐτοκράτορα. οἱ δὲ αὐτὸν ἐπεθάρρυνον καὶ ἐπαρῆξαί οἱ καιροῦ καλοῦντος προθυ‐ μότατα ἐπηγγέλλοντο, ὅρκοις ἐμπεδοῦντες τὰς ὑποσχέσεις. ταῦτα δὲ τὴν βασιλίδα οὐκ ἐλελήθεισαν, δι’ ἃ καὶ προσώχθισε τῷ υἱῷ. ἐντεῦθεν παντί που καθάπαξ προσιέναι οἱ ἀπείρητο, καὶ
15πάντοθεν σκοποί τε καὶ κατοπτῆρες ἦσαν αὐτοῦ. ὁ δὲ καὶ οὕτως οὐκ ἐπαύετο πρὸς ἑαυτὸν σχεδὸν τοὺς σύμπαντας ἐφελ‐ κόμενος, τοὺς μὲν δι’ ἑαυτοῦ, τοὺς δὲ διὰ τῶν προσκειμένων αὐτῷ. προσέκειτο δ’ αὐτῷ καὶ τῶν ἀδελφῶν ὁ νεώτερος· θάτερος δέ γε, δηλαδὴ ὁ Ἀνδρόνικος, τῷ συγγόνῳ καὶ βασιλεῖ
20ἠναντίωτο· ἤδη γὰρ καὶ οὗτοι ἀνδρωθέντες γυναιξὶ συνεζεύ‐748

749

χθησαν. καὶ ὁ μὲν Ἀνδρόνικος σεβαστοκράτωρ τετίμητο, ὁ δ’ Ἰσαάκιος καὶ ὁ Βρυέννιος Καίσαρες, ὁ δ’ ἐπὶ τῇ δευτέρᾳ τῶν θυγατέρων τοῦ βασιλέως γαμβρὸς ὁ Φορβηνὸς πανυπερ‐ σέβαστος.
5 Εἶχον μὲν οὖν οὕτω ταῦτα, εἰ καὶ προδραμὼν ὁ λόγος τὰ ὕστερον διηγήσατο· εἷς δὲ τῶν εἰς τὴν ἑῴαν διαβάντων Λατίνων καὶ ὁ τοῦ Ῥομπέρτου ἐκείνου, οὗπερ ἤδη ἡ ἱστορία ἐμνήσθη, ὑπῆρχεν υἱός, Βαϊμοῦνδος ὀνομαζόμενος, ὃς ἐκ τῶν ἑσπερίων μετὰ τῶν ὑπ’ αὐτὸν ἀνιὼν δούλωσίν τε τῷ βασιλεῖ
10ἐπηγγείλατο καὶ συνθήκας θέμενος πρὸς αὐτὸν ὅρκοις αὐτὰς ἐμπεπέδωκε καὶ χρήματα λαβὼν σχεδὸν ὑπὲρ ἀριθμὸν τῇ κατὰ Κοίλην Συρίαν Ἀντιοχείᾳ ἐπιδεδήμηκε καὶ ταύτην πολιορκίᾳ ἑλὼν οὐ μόνον τῶν ὡμολογημένων παραβάτης ἐγένετο, ἀλλὰ καὶ πόλεμον κατὰ Ῥωμαίων ἄρασθαι μεμελέτηκεν. ἐπανιέναι
15δὲ φροντίζων ἐκ τῶν ἑῴων εἰς τὰ ἑσπέρια ἐδεδίει μὴ ἐν τῇ ἐπανόδῳ χώρας Ῥωμαϊκὰς διιὼν κατασχεθείη παρά του τῶν τῶν χωρῶν ἐκείνων τὰς ἀρχὰς ἐμπεπιστευμένων καὶ ἀπαχθείη
δεσμώτης, ὡς παραβάτης ὧν ἔθετο συνθηκῶν. τί γοῦν μηχα‐749

750

νᾶται; ἑαυτοῦ καταψεύδεται θάνατον καὶ λάρνακι ἐμβεβήκει, ἐντειλάμενος τοῖς θεράπουσι λέγειν ὡς ἐτεθνήκει καὶ ὁ νεκρὸς ἐκείνου κομίζεται οἴκαδε. οὕτω λαθὼν εἰς τὴν χώραν αὐτοῦ διασέσωστο· ἔνθα πολλὰ κατειπὼν τοῦ βασιλέως πολλοὺς τῶν
5ὁμοεθνῶν ἆραι κατὰ Ῥωμαίων ὅπλα ἠρέθισεν, ὧν στραταρχῶν ἐκεῖνος διεπεραιώθη πρὸς τὴν Ἐπίδαμνον καὶ πολλὴν ἔθετο σπουδὴν ἐκπορθῆσαι τὸ ἄστυ αὐτῆς. χρόνον δὲ διατρίψας ἐν τῇ πολιορκίᾳ μακρὸν καὶ κακώσας μὲν τοὺς ἐν τῇ πόλει, οὐ μείω δὲ καὶ αὐτὸς κακωθεὶς ἀπέγνω μὲν τοῦ Δυρραχίου τὴν
10ἅλωσιν, προέβη δ’ εἰς ἕτερα κἀκείνων διήμαρτεν· ὅθεν διαπρε‐ σβεύεται πρὸς τὸν αὐτοκράτορα, συμβάσεις ζητῶν. ὁ δὲ τῇ Θεσσαλονίκῃ ἦν ἐνδημῶν, καὶ ἀπάρας ἐκεῖθεν κατὰ τὴν Εὐ‐ ρωπαίαν Κολώνειαν τὸν χάρακα ἔθετο, ἔνθα καὶ προσωμίλησε τῷ βαρβάρῳ καὶ τὰς συνθήκας τῶν σπονδῶν ἐποιήσατο.
15 Ἡ μὲν οὖν τοῦ Βαϊμούνδου μάχη οὕτω πως διαλέλυτο· ὁ δὲ πατριάρχης Νικόλαος ἐπὶ εἴκοσι πρὸς ἑπτὰ ἐνιαυτοὺς τὴν
ἐκκλησίαν ἰθύνας καὶ ἐς γῆρας ἐλάσας βαθύ, νοσήσας ἀπεβίω·750

751

οὗ τὴν ἐκφορὰν μεγαλοπρεπῶς ὁ αὐτοκράτωρ ἐτίμησεν, εἶτα ἕτερον εἰς τὸν θρόνον τὸν πατριαρχικὸν ἐγκαθίδρυσεν, ἕνα μὲν τοῦ κλήρου τῆς ἐκκλησίας, τοῦ τῶν διακόνων δέ γε βαθμοῦ καὶ τοῖς πατριαρχικοῖς συνταττόμενον ἄρχουσιν, ἀδελφιδοῦν δὲ
5τοῦ τῆς ἐν Χαλκηδόνι τότε προεδρεύοντος ἐκκλησίας, λόγοις ἐντεθραμμένον τοῖς τε θύραθεν καὶ τοῖς καθ’ ἡμᾶς, αὐτὸς ὁ βασιλεὺς τῇ ἐκκλησίᾳ ἐπιδεδημηκὼς καὶ αὐτὸν ἐν ταύτῃ προ‐ χειρισάμενος. Μετὰ δέ τινα χρόνον νοσεῖ ὁ κρατῶν, καὶ οὕτως ἡ νόσος
10ἐκείνου κατίσχυσεν ὡς ἐκλελοιπέναι δοκεῖν. ἐν τούτῳ δὲ τοῦ σωτηρίου τοῦ σωτῆρος ἡμῶν ἐκτυπώματος, ὃς ἐν τῇ Χαλκῇ ἀνεστήλωται, τὸ θεῖον πέπλον, ὃ πρὸ τῆς εἰκόνος ᾐώρηται, κομισθὲν ἐφηπλώθη τῇ κλίνῃ ἐφ’ ἧς ὁ κάμνων κατέκειτο, καὶ αὐτοῦ τὸ σῶμα περιεκάλυψε, καὶ ἡ τῆς νόσου σφοδρότης ὑπ‐
15εδίδου εὐθύς. ὁ δὲ κεκίνητό τε καὶ ἀνεκάθισε καὶ ἐφώνησε καὶ ᾔτησεν ὕδωρ κατὰ χειρὸς καὶ τροφῆς ἀπεγεύσατο· καὶ ὁ μὲν ἀνερρώννυτο, ἡ δὲ νόσος ὑπέληγε. τοῖς δὲ πολλοῖς ἄπιστος ἦν ἡ ἀνάρρωσις. ἵνα γοῦν πληροφορηθῶσι περὶ ταύτης οἱ ἀμφιβάλλοντες, ἔφιππος μετ’ ὀλίγον διῆλθε τὴν ἀγοράν. ἀλλ’
20οὕτω μὲν τῆς νόσου ὁ αὐτοκράτωρ ἀπήλλακτο· αὖθις δὲ τὸν751

752

ἀστυπολοῦντα λαὸν δέος ὑπεισῄει ἀναίτιον· φήμη γὰρ περιῄει ἁπανταχοῦ τεθνάναι μέλλειν κατὰ τὸ μέγα σάββατον τοῦ ἐνι‐ αυτοῦ ἐκείνου τὸν αὐτοκράτορα, καὶ οὐ τοῦ δημώδους μόνου πλήθους ἡ φήμη κατεκράτησεν αὕτη, ἀλλὰ καὶ τῶν ἐν τέλει
5καὶ τῶν περὶ τὸν κρατοῦντα, καὶ αὐτοῦ δὲ τοῦ βασιλέως δι‐ έσεισε τὴν ψυχήν, καὶ ταῦτα μηδὲ νοσοῦντος μηδέ τι τὸ ἐν‐ οχλοῦν ἔχοντος. ἐπιστάσης δὲ τῆς λεγομένης ἡμέρας ἠλέγχθη τὸ φημιζόμενον μάταιον καὶ τῶν πονηρῶν προσδοκιῶν ἀπηλ‐ λάγησαν ξύμπαντες.
10 Οὐ πολὺς ἐπὶ τούτοις παρῆλθε καιρός, καὶ τῆς Βυζαντίδος ὁ αὐτοκράτωρ ἀποδημεῖ καὶ τῆν γυναικωνῖτιν συνεπαγόμενος, καὶ ταῦτα καθ’ ὥραν χειμέριον, καὶ σκηνοῖ κατὰ τὴν Θρᾳκῴαν Χερρόνησον. τοῦ δὲ χειμῶνος παρελθόντος καὶ τοῦ ἔαρος ἀναλάμψαντος, ἤδη καὶ τὸ θέρος ἐφίστατο, κἀκεῖθεν ὁ κρατῶν
15οὐ μεθίστατο, ἕως νόσος τῇ βασιλίσσῃ ἐνέσκηψε. τότε δὲ προ‐ επέμφθη μὲν ἡ Αὐγούστα τριήρει βασιλικῇ, ὁ βασιλεὺς δ’ ἔτι ἔμενε διάγων ἐκεῖ καὶ τοὺς στρατιωτικοὺς καταλόγους ἐπισκε‐ πτόμενος, μέχρις ἂν ἐμεμαθήκει ὡς ἡ βασιλὶς κατηντήκει πρὸς
τὰ βασίλεια. εἶτ’ ἐκεῖθεν ἀπάρας διὰ μιᾶς ἡμέρας κατειλήφει752

753

τὴν μεγαλόπολιν. καὶ ἡ μὲν ἀνερρώννυτο, ὁ δὲ τῶν διοική‐ σεων εἴχετο, ὡς τὰ πολλὰ κατὰ τὸ Φιλοπάτιον ποιούμενος τὰς διατριβάς. καί οἱ τοιοῦτόν τι ἐπιτετήδευτο· τεταγμένας ἡμέρας ὡρίσατο, καθ’ ἃς ἐκεῖσε δημοσίᾳ προὐκάθητο ἀφορῶν πρὸς
5πεδιάδα πλατεῖαν. τῷ βουλομένῳ δὲ ἡ εἰς ἐκεῖνον εἴσοδος συγκεχώρητο, καὶ ἕκαστος τῶν δεομένων ἐπανετείνετο δεητή‐ ριον διδακτικὸν ὅτου δέοιτο. καὶ ταῦτα ἐνώπιον αὐτοῦ τιθέ‐ μενα ἐπέταττε τοῖς ὑπογραμματεύουσιν ἐπιέναι καὶ γνωρίζειν αὐτῷ τὰς ἑκάστων αἰτήσεις, καὶ αὐτίκα τὴν ἐφ’ ἑκάστῳ ἀντι‐
10γραφὴν προσέταττε γίνεσθαι καὶ βεβαιουμένην τοῖς δεομένοις παρέχεσθαι. καὶ τοῦτ’ ἐπὶ χρόνον ἱκανὸν ἐτηρεῖτο τῷ αὐτο‐ κράτορι. εἶτ’ αὖθις ἀποδημεῖ τῆς Βυζαντίδος, φθίνοντος ἤδη τοῦ μετοπώρου· συνῆν δ’ ἐκείνῳ καὶ ἡ βασίλισσα καὶ ἡ γυ‐ ναικωνῖτις συνείπετο, καὶ περὶ τοὺς πρόποδας τοῦ ὄρους τοῦ
15Παπυκίου κατασκηνοῖ. ἔνθα τὸ τῆς ὥρας χειμέριον διαγαγὼν παγγενῆ, ἄρτι ἠργμένου τοῦ ἔαρος ἐκεῖθεν ἀπάρας τὴν Φιλιπ‐ πούπολιν κατέλαβε. περὶ ταύτης οὖν τὰ ὅρια ὁ βασιλεὺς Ἀλέ‐ ξιος σκηνωσάμενος ἐκεῖ τὸν ἐαρινόν τε καιρὸν καὶ τὸν θέρειον ἤδη δὲ καὶ πολὺ τοῦ μετοπώρου διέτριβε, καὶ ἦν ἔργον αὐτῷ
20τῆς ἐκεῖσε διατριβῆς ἡ μετὰ τῶν Μανιχαίων διάλεξις, οὓς Παυ‐753

754

λικιάνους ἡ δημώδης ὀνομάζει φωνή· πολὺ γὰρ τοῦτο τὸ γένος ἐν τῇ χώρᾳ ταύτῃ κατῴκισται, τοῦ βασιλέως Ἰωάννου τοῦ Τζιμισκῆ μεταγαγόντος ἐκ τῆς ἑῴας αὐτὸ κἀν ταύτῃ ἐγκατοι‐ κίσαντος· οἷς διαλεγόμνεος πολλοὺς πρὸς τὴν ὀρθόδοξον πίστιν
5μετήνεγκεν. ἤδη δὲ μεσοῦντος τοῦ μετοπώρου ἐπανῆλθεν εἰς τὰ βασίλεια. τῆς δὲ βασιλίσσης μέγα δεδυνημένης, καὶ τῷ κη‐ δεστῇ τῷ Βρυεννίῳ τῷ Καίσαρι πολλή τις ἦν ἰσχὺς καὶ δι’ ἐκείνου πᾶν ἐν τοῖς ἀνακτόροις οἰκονομούμενον ἐκπεφώνητο. διὸ καὶ πάντες ἐκείνῳ προσῄεσαν καὶ δικάζειν αὐτῷ ἐπετέτραπτο
10καὶ βασιλικῶς ἐθεμίστευεν· ἦν γὰρ καὶ λόγοις προσκείμενος ὁ ἀνήρ, καὶ ἡ σύνοικος δέ οἱ οὐδὲν ἧττον, εἰ μὴ καὶ μᾶλλον ἐκείνου, τῆς ἐν λόγοις παιδείας ἀντείχετο καὶ τὴν γλῶτταν εἶχεν ἀκριβῶς ἀττικίζουσαν καὶ τὸν νοῦν πρὸς ὕψος θεωρημάτων ὀξύτατον. ταῦτα δ’ αὐτῇ προσεγένετο φύσεως ὀξύτητι καὶ
15σπουδῇ· προσετετήκει γὰρ ταῖς βίβλοις καὶ λογίοις ἀνδράσι καὶ οὐ παρέργως ὡμίλει αὐτοῖς. οὕτω δ’ ὡς εἴρηται τῷ Καίσαρι τῶν πραγμάτων συνενεχθέντων, διὰ πάσης ἦν γλώττης ᾀδό‐
μενος ὁ ἀνήρ. ταῦτα δὲ τῷ βασιλέως υἱῷ τε καὶ βασιλεῖ πολ‐754

755

λὴν τὴν ἀθυμίαν ἐνέσταζον καὶ εἰς ἀγωνίαν ἐνέβαλλον· ὁ δὲ καὶ οὕτως ἔχων ἐκαρτέρει. Ἀλλὰ τὰ μὲν περὶ τούτων προϊὼν ὁ λόγος ἐκθήσεται, ἄρτι δὲ διηγησάσθω ἃ παραλέλοιπε. πολλοὶ κατὰ τοὺς τῆς αὐταρ‐
5χίας χρόνους τοῦ βασιλέως τούτου γεγόνασιν ἐμπρησμοὶ ἐν διαφόροις τῆς πόλεως μέρεσι, καὶ πολλὰ ταύτης κατενεμήθη τὸ πῦρ καὶ ἠρείπωσεν. ἔπνευσε δέ ποτε τούτου κρατοῦντος καὶ ἄνεμος σφοδρός τε καὶ βιαιότατος ὥρας οὔσης ἐαρινῆς, ὑφ’ οὗ πολλά τε ἄλλα συνέβη συμπτώματα καὶ ἡ ἐν τῷ κυ‐
10κλοτερεῖ καὶ μεγίστῳ πορφυρέῳ κίονι τῷ κατὰ τὸ λεγόμενον Πλακωτὸν ἑστῶτι ἱδρυμένη στήλη κατήνεκτο καὶ πολλοὺς ἀνεῖλε τῶν παρατυχόντων ἐκεῖ. ἦν δὲ τὸ ἄγαλμα μεγέθει μὲν πάμ‐ μεγα, κάλλει δὲ θαυμάσιον, ὃ καὶ πεσὸν συντέθραυστό τε καὶ εἰς πολλὰ διετέτμητο. καὶ ὑετὸς δ’ ἐν ἄλλῳ χρόνῳ κατερράγη
15σφοδρότατος κατ’ αὐτὴν τὴν ἡμέραν τῆς μνήμης τῶν κορυ‐ φαίων τοῦ Χριστοῦ μαθητῶν Πέτρου καὶ Παύλου, ὃς περὶ δείλην ὀψίαν ἠργμένος διήρκεσεν ἄχρι τῆς αὐτῆς ὥρας τῆς ἐπιούσης ἡμέρας ἀνένδοτος γεγονώς. ὅτε πολλαί τε τῇ φορᾷ
τῶν ὑδάτων οἰκίαι κατέπεσον, καὶ αἱ κοιλάδες ὑδάτων πλη‐755

756

σθεῖσαι οὐδὲν διέφερον θαλασσῶν, καὶ ἀνθρώπων οὐκ ὀλίγων καὶ ζῴων πολλῶν συμβεβήκει ἀπώλεια. Ταῦτα μὲν οὖν οὕτω συνήνεκτο· ἀπηγγέλη δέ ποτε τῷ βα‐ σιλεῖ Τούρκων ἀθροίζεσθαι στρατιὰν βουλομένην ἐπελθεῖν ταῖς ὑπὸ
5Ῥωμαίους χώραις καὶ ταύτας ληίσασθαι. ἔτυχε δὲ τότε τοὺς πόδας ἀλγῶν, τοῦ ῥεύματος σφοδρότερον ἐπιρρεύσαντος καὶ περιωδυνίαις αὐτὸν καὶ ἀλγηδόσιν ὀξυτάταις πιέζοντος. ἐπεὶ γοῦν οὐκ εἶχε δι’ ἑαυτοῦ κατὰ τῶν βαρβάρων στρατεύσασθαι, φάλαγγα κατ’ αὐτῶν ἐκπέμπει στρατιωτῶν, φαλάγγαρχον ἐπιστήσας αὐτοῖς τὸν Κα‐
10μύτζην Εὐστάθιον, ἄνδρα τοῖς πρώτοις τεταγμένον τῶν στρα‐ τηγῶν. ὁ δὲ οὐκ ἐλαχίστῃ τῶν πολεμίων μοίρᾳ περιτυχὼν προσβάλλει τούτοις, ἡττήθη δὲ προσβαλών, καὶ αὐτὸς μὲν ἑάλω, οἱ δ’ ὑπ’ αὐτὸν οἱ μὲν ἔπεσον, οἱ δὲ φυγόντες ἐσώθησαν. ὡς δὲ ταῦτα τῷ βασιλεῖ κατηγγέλθησαν, οὐκέτι καθεκτὸς ἦν ἐκεῖνος
15ἀλλ’ ἔξεισι, καὶ Τούρκοις μὲν ἐνέτυχεν οὐδαμοῦ (μαθόντες γὰρ τὴν κατ’ αὐτῶν τοῦ βασιλέως ὁρμὴν τοῖς ἵπποις ἐνδόντες τοὺς χαλινοὺς ἔφευγον ἀμεταστρεπτί), ἴσχυσε δὲ καὶ ὁ Καμύτζης τὰς χεῖρας αὐτῶν ἐκφυγεῖν, τοὺς αὐτὸν φρουροῦντας μεγάλαις ὑποσχέσεσι πείσας συναποδρᾶναι αὐτῷ καὶ προσεληλυθέναι τῷ
20βασιλεῖ. καὶ ὁ μὲν πρὸς τὸν αὐτοκράτορα ἦλθε προσάγων
καὶ τοὺς αὐτοῦ φύλακας αὐτομόλους. ὁ δὲ κρατῶν ἐκεῖνον756

757

μὲν ἡδέως εἶδε, τοὺς δ’ ἐκεῖνον λελυκότας ἐδεξιώσατο χρήμασι καὶ ἐπανῆλθεν εἰς τὸ Βυζάντιον. Οὐ πολὺς παρερρύη καιρὸς καὶ ἔξεισιν αὖθις κατὰ τῶν βαρβάρων τούτων ὁ αὐτοκράτωρ, καὶ ἄπεισιν εἰς τὸ Φιλομήλιον.
5εὗρε δὲ τὸ ἄστυ τοῦτο κενὸν ὁπλιτῶν· πάντες γὰρ τὴν τοῦ αὐτοκράτορος ἐγνωκότες κατ’ αὐτῶν ἔφοδον τὰ μὲν φίλτατα καταλελοίπασιν, ἐκεῖνοι δὲ ἀνεχώρησαν. τὸ μὲν οὖν ἄστυ ἀπό‐ νως ἐλήφθη, ἀλλὰ μέντοι καί τινα φρούρια καὶ σπήλαια, ἃ καταφύγια τοῖς ἐγχωρίοις ὠνόμασται, παρὰ τῶν κατεχόντων
10αὐτὰ τῷ βασιλεῖ παρεδόθησαν, καὶ οἱ ἐν αὐτοῖς μετῳκίσθησαν, τοῦτο συμφέρον τοῦ αὐτοκράτορος κρίναντος. οὓς μεθ’ ἑαυτοῦ λαβὼν ἐκεῖνος ἐπανῄει, ἐπεὶ μὴ πολεμίοις ἐνέτυχε. τῶν δὲ μετοικιζομένων ὅσοι μὲν ἀκμάζοντες ἦσαν ἢ καὶ νεάζοντες, δι’ ἑαυτῶν τὴν πορείαν πεποίηντο, οἷς δὲ τὸ γῆρας βραδεῖς
15ἐτίθει τοὺς πόδας εἰς βάδισιν, τούτοις παρεῖχεν ὁ κρατῶν ὑπο‐ ζύγια. εἰ δέ τινες ἢ νόσοις ἢ πάθεσιν ἄλλοις εἶχον παρειμένα τὰ σώματα ἢ γήρᾳ μακροχρονίῳ τε καὶ λυγρῷ, τούτους ἀσπίσιν ἐπετίθει μακραῖς καὶ τὰς ἀσπίδας νέους φέρειν ἐπέταττε σθε‐ ναρούς, δεδυνημένους ἀχθοφορεῖν, αὐτὸς δὲ περιιών, εἴ τινα
20τῶν οὕτω κομιζομένων ἢ δίψει κάμνοντα εὕρισκεν ἢ τροφῆς757

758

ὀρεγόμενον ἢ ἄλλως ταλαιπωρούμενον, ὡς ἐνὸν ἀνεκτᾶτο τὸν κάμνοντα. οὕτω δὲ ὁδοιπορήσαντί τε καὶ καταλύσαντι καὶ Τοῦρκοι πρὸς ἑσπέραν ἐφάνησαν, σπονδὰς πρὸς Ῥωμαίους λέ‐ γοντες ἐθέλειν θέσθαι τὸν σφέτερον ἀρχηγόν. τοῦτο δὲ οὐδὲ
5τῷ βασιλεῖ ἔδοξεν ἀποθύμιον. ἕωθεν οὖν ἧκεν ὁ τῶν βαρ‐ βάρων κρατῶν· ὁ δὲ ἦν οὐ σατράπης, ἀλλ’ ἐκ τοῦ γένους τοῦ σουλτανικοῦ καταγόμενος καὶ σουλτὰν ὑπὸ τῶν οἰκείων ὀνο‐ μαζόμενος. ὃς ἐφίππῳ τῷ βασιλεῖ ἐντυχὼν πόρρωθεν αὐτὸς ἀποβὰς τοῦ ἵππου καὶ πεζὸς προσεληλυθὼς καὶ οὕτω τὴν προσ‐
10κύνησιν αὐτῷ ἀφοσιωσάμενος συνθήκας τε ἔθετο καὶ χρήμασι πολλοῖς φιλοτιμηθεὶς ἐκεῖνός τε καὶ ὅσοι σὺν αὐτῷ ἐληλύθασιν, ὁ μὲν ἐπανῄει πρὸς τὰ ἤθη τὰ ἑαυτοῦ, ὁ δ’ αὐτοκράτωρ ἐπαν‐ ῆλθε πρὸς τὰ βασίλεια. ἐντεῦθεν ηὔξητο τὸ τῶν ποδῶν ἄλγος αὐτῷ καὶ ἦν κλινήρης ὡς τὰ πολλά, κατῆρχε δ’ ἡ βασιλὶς καὶ
15ἦν ἐπίδοξος τὴν αὐταρχίαν σφετερίσασθαι. ὁ δὲ ταύτης υἱὸς καὶ βασιλεὺς οὐκ ἠρέμει, παντοίως πρὸς τὴν δοκοῦσαν τῆς
μητρὸς ἐπιχείρησιν ἀντιστρατευόμενος.758

759

Ὡς δὲ τῇ νόσῳ κατεπονεῖτο ὁ αὐτοκράτωρ, εἰς τὸ μέγα τὸ πρὸς ἀνίσχοντα ἥλιον μετεκομίσθη ἀνάκτορον καὶ ἦν νοσο‐ κομούμενος, καὶ τῶν Ἀσκληπιαδῶν περὶ ἐκεῖνον καθ’ ἑκάστην ἐγίνετο ἀθροισμός. οὐκ ἦν δὲ μία πᾶσι διάγνωσις, μόλις δ’
5οὖν εἰς μίαν γνώμην ἦλθόν ποτε· ἡ δ’ ἦν σιδήρῳ τὸν στό‐ μαχον καυτηριάσαι τοῦ αὐτοκράτορος. σίδηρον οὖν ὁ βασι‐ λεὺς κατὰ τοῦ στομάχου φλογόεντα δέχεται. οὐκ εὔκρατος μέντοι ἐδόκει τοῖς ἰατροῖς ὁ τῶν ἀνακτόρων ἀήρ, οἷα δὴ νο‐ τιώτερος. διὸ καὶ εἰς τὰ τῶν Μαγγάνων ἀνάκτορα μετακεκό‐
10μιστο ὁ κρατῶν, εἴτε τυχαίως οὕτω συμβὰν εἴτε τοῦ χρεὼν τὸν θνήσκοντα συνελαύνοντος ἐκεῖ τὴν ψυχὴν ἐρυγεῖν. τὸ γὰρ “ἐν ἀκεσωδύνοις πεσεῖται” περὶ ἐκείνου γεγράφθαι λέγοντες οἱ περὶ ταῦτα ἐπτοημένοι ἀκεσώδυνα τὴν τῶν Μαγγάνων κατοι‐ κίαν ἐξηγοῦντό τε καὶ ὠνόμαζον διὰ τὸ ἰατρεῖον τὸ ἐν αὐτοῖς,
15ὡς ἄκος ταῖς περιωδυνίαις περιποιούμενον. καὶ οὐδὲ τὸ καυ‐ τηριάσαι τὸν βασιλέα γενέσθαι μάτην ἐλέγετο τοῖς περὶ ταῦτα
κομψοῖς, ἀλλὰ κατὰ παλαιγενῆ καὶ τοῦτο πρόρρησίν τε καὶ759

760

πρόγνωσιν. γεγράφθαι γάρ που περὶ αὐτοῦ τοῖς πονήσασι τὰς περὶ τῶν βασιλέων αἰνιγματώδεις γραφὰς ὡς “ἀγκῆρι καυθεὶς πεσεῖται,” ἀγκῆρι λέγοντες τοὺς συγγραφεῖς ἐκείνους τὸ σιδή‐ ριον ἀπεικάσαι, δι’ οὗ τὸν στόμαχον καυστηριάζεσθαι εἴθισται,
5διὰ τὸ κεκάμφθαι πρὸς τὸ ἄκρον αὐτό. ἀλλ’ οὔθ’ ἡ καυτηρία οὔτε μὴν ἡ τοῦ ἀέρος ἐναλλαγὴ τῷ κάμνοντί τι ἐλυσιτέλησαν, ἠρέμα δὲ πρὸς τὸ τέλος ἐχώρει. οὔτε δὲ οἱ ἰατροὶ ἀπεγνῶσθαι αὐτῷ τὸ βιώσιμον ἔλεγον· καί τινες μοναχοὶ προὔλεγον αὐτῷ μὴ ἄλλως ἐκλιπεῖν εἰ μὴ πρότερον πρὸς Ἱερουσαλὴμ ἀφίκηται
10εἰς προσκύνησιν τοῦ ζωηφόρου τάφου τοῦ κυρίου καὶ σωτῆρος ἡμῶν, ὅπου καὶ τὸ διάδημα αὐτὸν ἀποθέσθαι μέλλειν ἐχρη‐ σμολόγουν. καὶ οἱ μὲν ταῦτα αὐτῷ ἐπηγγέλλοντο, ὁ δὲ τοῖς λεγομένοις ἐπίστευεν· ὃ γὰρ ἡμῖν πρὸς βουλῆς, τοῦτο ῥᾴδιον εἰς πίστιν καταγγελλόμενον. οὕτω δὲ κλεπτόμενος ἔλαθε τῷ
15τέλει προσεγγίσας τῆς βιοτῆς καὶ πρὸ τῆς εἰς Ἱερουσαλὴμ ἀφ‐ ίξεως ἀποθέμενος, ἀλλ’ οὐχ ἑκών, τὸ διάδημα, εἴη δ’ εἰπεῖν πρὸς τὴν ἄνω Ἱερουσαλὴμ ἐκδημήσας, τὴν τῶν πρωτοτόκων
μητρόπολιν τῶν ἀπογεγραμμένων ἐν οὐρανοῖς. πεντεκαιδεκάτην760

761

μὲν ὁ Αὔγουστος ἦγε τῆς ἑνδεκάτης ἐπινεμήσεως καὶ τὰ τε‐ λευταῖα ἔπνει ὁ Αὔγουστος, καὶ ὁ μὲν ἔκειτο ἀναφέρων τὸ ἆσθμα πυκνόν τι καὶ ἀδρανές, ἡ δέ γε βασίλισσα ὅλη τοῦ πά‐ θους ἦν καὶ συνῆκτο περὶ αὐτὴν τὰ θυγάτρια. ἤδη μὲν οὖν
5τῆς ἡμέρας παρεληλύθει τὸ πλέον καὶ ὁ ἥλιος οὐχ ὑπὲρ κε‐ φαλῆς ἦν ἑστώς, οὐδ’ οἷον εἰπεῖν κατὰ κάθετον, ἀλλ’ ἐκλίνθη βραχύ τι κατιὼν πρὸς δυσμάς, καὶ δηλοῦται τῷ τοῦ βασιλέως υἱῷ καὶ βασιλεῖ ἐκλείπειν ἄρτι τὸν πατέρα. ὁ δ’ εἰσῄει τὸν οἶκον, ἔνθαπερ ὁ θνήσκων κατέκειτο, οὔτι τὸν ἀπιόντα θρη‐
10νήσων, τὸ δὲ πιστὸν τοῦ θνήσκειν ἐκεῖνον τῇ ὄψει ληψόμενος. καὶ ἰδὼν αὐτίκα ἐξῆλθε καὶ ἀναβὰς τὸν ἵππον ἐξῄει τῶν Μαγ‐ γάνων σὺν τοῖς περὶ αὐτόν, ἐξιόντι δὲ πολλοὶ συνυπήχθησαν. ἄρτι δ’ ἐξελθόντι τὸν τῶν Μαγγάνων περίβολον προσυπαντῶ‐ σιν οἱ Ἀβασγοί· οὗτοι δ’ ἦσαν οἳ τῇ ἐξ Ἀβασγίας κομισθείσῃ
15παιδὶ καὶ νυμφευομένῃ τῷ μείζονι τῶν υἱέων τοῦ Καίσαρος ἐκεῖθεν συναπεστάλησαν, καὶ ὑπηντηκότες ἐπηλάλαξάν τε καὶ προσεκύνησαν. τότε φασὶ τὴν βασιλίδα τῷ θνήσκοντι βασιλεῖ
περιπαθῶς ἀπαγγεῖλαι τὴν τοῦ υἱέος ἀπέλευσιν, τὸν δὲ φθέγ‐761

762

ξασθαι μὲν πρὸς τοῦτο μηδέν, ἢ μὴ βουλόμενον ἢ μὴ δυνά‐ μενον, διᾶραι δὲ τὰς χεῖρας ὑψοῦ, οὐκ οἶδ’ εἴθ’ ὑπερευχόμενον τοῦ υἱοῦ εἴτε μὴν κατευχόμενον. ἕτεροι δέ φασι μὴ τὰς χεῖ‐ ρας διᾶραι τὸν θνήσκοντα, μηδὲ γὰρ οἷόν τ’ εἶναι ἤδη ἐκλεί‐
5ποντα, τῆς δὲ βασιλίδος πολλάκις ἀνακραγούσης ὡς “ἄπεισιν ὁ υἱός σου ἔτι ζῶντά σε τὴν βασιλείαν ἀφαιρησόμενος,” ἐκεῖνον ὑπομειδιᾶσαι βραχύ τι καὶ ἀμυδρόν, ἢ τῶν λεγομένων κατα‐ γελῶντα, εἰ νομίζοιτο περὶ τῆς βασιλείας φροντίζειν ἐκπνέων ἤδη καὶ τῶν γεηρῶν ἀφιστάμενος, ἢ τὴν τῆς ψυχῆς ἐπὶ τῷ
10πραττομένῳ διάθεσιν ὑπεμφαίνοντα. ἐλέγετο γάρ τοι καὶ παρ’ ἄλλων καὶ παρ’ ἐκείνου τοῦ πορφυρογενοῦς αὐτοκράτορος μὴ γνώμης ἄτερ πατρικῆς θέσθαι τὴν εἰς τὰ βασίλεια πάροδον, ἀλλὰ παρ’ ἐκείνου ἐπιτετράφθαι οἱ τὴν ἔξοδον καὶ σύνθημα ταύτης ἐκ τοῦ πατρὸς λαβεῖν τὸν ἐκείνου δακτύλιον· ταῦτα δὲ
15μὴ παρούσης γενέσθαι τῆς βασιλίδος καὶ ἀγνοούσης ὅτι γε‐ γόνασιν. Ὁ μὲν οὖν ἀπῄει· τῆς φήμης δὲ κηρυξάσης ταχὺ τὸ πρα‐ χθέν, τῷ βασιλεῖ τούτῳ καὶ τὸ συγγενὲς προσῄει καὶ τῶν στρα‐
τιωτικῶν ἀρχόντων πολλοὶ καὶ τῶν τῆς συγκλήτου βουλῆς.762

763

Τῷ δ’ ἦν ἡ ὁρμὴ πρὸς τὸ μέγα ἀνάκτορον· ἀπιόντι δὲ ἀγγέλλεται ὡς οἱ Βάραγγοι τὴν ἐν τοῖς Ἐξκουβίτοις διειληφότες ὁδόν, ἔνθαπερ τούτοις καὶ ἡ κατοίκησις, ἀπελθεῖν δι’ ἐκείνης οὐ παραχωροῦσί τινι οὐδὲ μὴν πλησιάσαι τοῖς βασιλείοις. τοῦτο
5εἰς ἀγωνίαν τὸν βασιλέα ἐνέβαλε· καὶ στέλλει πρὸς ἐκείνους τινὰ ἐρωτῶντα τί τὸ σφίσι βουλόμενον. στέλλει δὲ καὶ πρὸς τὴν ἐκκλησίαν, τεθνάναι λέγων τὸν αὐτοκράτορα καὶ ζητῶν αὐτὸς εὐφημηθῆναι ὡς αὐτοκράτωρ. καὶ τοῦτο μὲν ἤνυστο καὶ αὐτοκράτορα αὐτὸν ὁ κλῆρος τῆς ἐκκλησίας γνώμῃ καὶ τοῦ
10ἀρχιποίμενος ἀνηγόρευσεν. ὁ δὲ πρὸς τοὺς Βαράγγους ἐσταλ‐ μένος ἠρώτα ἐκείνους ὅτου χάριν κωλύουσι τῷ βασιλεῖ τὴν εἰς τὰ βασίλεια πάροδον. οἱ δὲ μήποτε παραχωρῆσαι τῶν βα‐ σιλείων ἑτέρῳ, ζῶντος τοῦ αὐτοκράτορος, ἔφασαν. ἐκεῖνος δὲ τεθνηκέναι διεβεβαιοῦτο τὸν αὐτοκράτορα. καὶ οἱ Βάραγγοι
15ὅρκῳ τοῦτον πληροφορῆσαι αὐτοὺς ἀπῄτησαν. καὶ ὃς ὤμοσεν
ἦ μὴν τεθνάναι τὸν βασιλέα, κἀκεῖνοι ἐνέδοσαν καὶ τῆς παρ‐763

764

όδου τῷ βασιλεῖ παρεχώρησαν. ὁ δὲ ἀπῄει πρὸς τὰ βασίλεια καὶ τούτων ἐντὸς γεγονώς, πῶς ἂν χρήσαιτο τῇ μητρὶ καὶ τοῖς ὁμογνίοις καὶ τῷ τῶν κηδεστῶν ἑνὶ τῷ Βρυεννίῳ μετὰ τῶν περὶ αὐτὸν ἐβουλεύετο. ἔτι γὰρ ἐδεδοίκει τούτους καί οἱ
5ἦσαν ἐν ὑποψίαις ἐλπίζοντι νεωτερίσειν ἴσως αὐτούς. Ὁ δὲ τούτου πατὴρ παρ’ ὅλην μὲν τὴν ἡμέραν ἐμπνέων ἦν καὶ δυσθανατῶν, περὶ δὲ τὴν ἑσπέραν ἐξέλιπε, ζήσας μὲν ἔτη ἑβδομήκοντά που τὰ πάντα ἢ ὅ,τι ἐγγυτάτω, βασιλεύσας δ’ ἐκ τούτων ἐνιαυτοὺς ἑπτὰ καὶ τριάκοντα ἐπὶ μησὶ τέσσαρσι
10καὶ ἡμέραις τισίν. ἔθανε δὲ κατὰ τὸ ἑξακισχιλιοστὸν ἑξακο‐ σιοστὸν εἰκοστὸν ἕκτον ἔτος, τὴν μὲν βασιλείαν διηνυκὼς εὐτυ‐ χῶς, τὸ δέ γε τέλος οὐχ ὅμοιον ἐσχηκώς. καταλέλειπτο γὰρ πρὸς τῶν θεραπόντων σχεδὸν ἁπάντων, ὡς μηδ’ εἶναι τάχα τινὰς τοὺς τὸν ἐκείνου νεκρὸν τοῖς λοισθίοις λουτροῖς ἀπορρύ‐
15ψοντας, καὶ οὔτε κόσμος βασίλειος προσῆν τοῖς περὶ αὐτόν, ἵν’ αὐτῷ τὸ σῶμα κοσμηθείη βασιλικῶς, οὔτε μὴν ἐκφορᾶς ἔτυχε
βασιλεῖ καταλλήλου, καὶ ταῦτα οὐκ ἀλλοτρίου, ἀλλ’ υἱέος δια‐764

765

δεξαμένου τὴν βασιλείαν αὐτῷ, καὶ υἱέος, ὃν ἐκεῖνος τῆς βα‐ σιλείας ἠξίωσεν. οὕτως οὐδὲν τῶν ἀνθρωπίνων μόνιμον οὐδὲ πάγιον οὐδὲ πιστόν τε καὶ βέβαιον, ἀλλ’ ἄπιστα πάντα καὶ κύ‐ βου μᾶλλον ῥᾷον μετατιθέμενα καὶ μεταρριπτούμενα.
5 Ἦν δ’ ὁ ἀνήρ, ἵνα καὶ τὸν τρόπον ἐκείνου δῆλον θείημεν τοῖς μετέπειτα καὶ τὸ ἦθος τοῖς ὀψιγόνοις χαρακτηρίσαιμεν, οὔθ’ ὑπεροπτικός τε καὶ ἀλαζὼν οὔτε μὴν ὀξὺς εἰς θυμόν, ἀλλ’ οὐδὲ χρημάτων ἥττων οὐδ’ ἄγαν ἐρασιχρήματος, ὥστε βούλεσθαι καταχωννύειν αὐτὰ καὶ ταμιεύειν, ἵν’ εἶεν αὐτῷ θη‐
10σαυροὶ κεκρυμμένοι καὶ ὑπόγαια χρήματα, ὅθεν οὐδὲ θανόντος πλεῖστα παρὰ τοῖς ταμείοις εὑρέθησαν, πρὸς ἔλεον εὐκατάφορος, πρὸς κόλασιν οὐκ ὀξύρροπος, μέτριος τὸ ἦθος, εὐπρόσιτος, πρὸς τὴν δίαιταν οὐκ ἀκόλαστος, οὐκ οἴνου ἡττώμενος, τοῖς ἐναρέτως βιοῦσι προσέχων καὶ ἀπονέμων τιμήν, λόγους οὐχ
15ὡς ἔδει τιμῶν, τέως δέ γε τιμῶν, ἐπιεικής τε καὶ τοῖς περὶ αὐτὸν οὐ σοβαρῶς προσφερόμενος, ἀλλ’ ἐκ τοῦ ἴσου σχεδὸν ὁμιλῶν τε καὶ χαριεντιζόμενος. ὅθεν κἀκείνοις θαρρεῖν ἐπῄει
καὶ οὐ μετὰ δέους αὐτῷ παρεστάναι, καὶ μᾶλλον ὅτ’ ἀπῄει ἡ765

766

βασίλισσα· ὑπεστέλλοντο γὰρ ἐκείνης παρούσης ἀρχικόν τε καὶ ἐμβριθὲς ἐνδεικνυμένης ἰδίωμα καὶ τοῖς ἀτακτοῦσιν ἐπιτιμώσης σφοδρότερον. Ὁ μὲν οὖν τοιοῦτος ἦν, ταῦτα δὲ καλὰ μὲν καὶ πῶς γὰρ
5οὔ; ἰδιώτῃ δ’ ἀποχρῶντα πρὸς ἔπαινον, οὐ μήν γε καὶ βασι‐ λέα δεικνύντα τὰ πάντα χρηστόν. οὐ γὰρ αἱ αὐταὶ βασιλέως καὶ ἰδιώτου γένοιντ’ ἂν ἀρεταί· ἰδιώτῃ μὲν γὰρ ἀπόχρη καὶ μέτριον ἦθος καὶ ἐπιείκεια καὶ τὸ πρὸς θυμὸν οὐκ εὐκίνητον καὶ τὸ σῶφρον τὸ πρὸς τὴν δίαιταν. βασιλεῖ δὲ πρὸς τούτοις
10καὶ ἡ τῆς δικαιοσύνης φροντὶς καὶ ἡ τῶν ὑπηκόων προμήθεια καὶ ἡ τῶν παλαιῶν ἠθῶν τοῦ πολιτεύματος τήρησις. τῷ δὲ μέλημα μᾶλλον ἡ τῶν ἀρχαίων ἐθῶν γέγονε τῆς πολιτείας ἀλ‐ λοίωσις, καὶ τὸ μεταλλάξαι ταῦτα ἔργον ἦν αὐτῷ σπουδαιότα‐ τον, καὶ τοῖς πράγμασιν οὐχ ὡς κοινοῖς οὐδ’ ὡς δημοσίοις
15ἐκέχρητο καὶ ἑαυτὸν οὐκ οἰκονόμον ἥγητο τούτων, ἀλλὰ δε‐ σπότην, καὶ οἶκον οἰκεῖον ἐνόμιζε καὶ ὠνόμαζε τὰ βασίλεια. καὶ τοὺς τῆς συγκλήτου βουλῆς οὔτε τιμῆς ἧς ἐχρῆν ἠξίου οὔτε πρόνοιαν αὐτῶν ἐτίθετο κατὰ τὸ ἀνάλογον, μᾶλλον μέν‐
τοι καὶ ἔσπευσε ταπεινῶσαι τούτους. ἀλλ’ οὐδ’ ἐν ἅπασι τὴν766

767

τῆς δικαιοσύνης ἦν τηρῶν ἀρετήν· ταύτης γὰρ ἴδιον τὸ τοῦ κατ’ ἀξίαν ἑκάστῳ διανεμητικόν· ὁ δὲ τοῖς μὲν συγγενέσι καὶ τῶν θεραπόντων τισὶν ἁμάξαις ὅλαις παρεῖχε τὰ δημόσια χρή‐ ματα καὶ χορηγίας ἐκείνοις ἀδρὰς ἐτησίους ἀπένειμεν, ὡς καὶ
5πλοῦτον περιβαλέσθαι βαθὺν καὶ ὑπηρεσίαν ἑαυτοῖς ἀποτάξαι οὐκ ἰδιώταις, ἀλλὰ βασιλεῦσι κατάλληλον, καὶ οἴκους προσκτή‐ σασθαι, μεγέθει μὲν πόλεσιν ἐοικότας, πολυτελείᾳ δὲ βασιλείων ἀπεοικότας οὐδέν· τοῖς δὲ λοιποῖς τῶν εὖ γεγονότων οὐχ ὁμοίαν ἐνεδείκνυτο τὴν προαίρεσιν, ἵνα μή τι ἕτερον φαῦλον ἐρῶ, φει‐
10δόμενος τοῦ ἀνδρός. βασιλέα μὲν οὖν, οἷον τὸ ἀκριβὲς ἀπαι‐ τεῖ, οὐκ ἐῶσι τὰ εἰρημένα ἐκεῖνον νομίζεσθαι· ἀλλ’ οὐδὲ μέντοι φαῦλον εἴποι τις τὸν Κομνηνὸν αὐτοκράτορα. εἰ δὲ τὴν ἄγαν ἀκρίβειαν ζητοίη τις ἐν τοῖς αὐτοκράτορσιν, οὐκ οἶμαί τινα τῶν ἀνέκαθεν τῆς Ῥωμαίων ἐπιβεβηκότων ἡγεμονίας ἐν πᾶσιν εὐδο‐
15κιμηκότα κριθήσεσθαι, ἀλλ’ ἐκ τοῦ πλεονάζοντος ἐν τοῖς ἤθεσι σφῶν καὶ ταῖς πράξεσιν ἑκάστῳ ἡ πολιτεία κεχαρακτήρισται. ἀνέγκλητος γὰρ οὐδεὶς ἄν ποτε δόξαι οὐδ’ ἀμιγὴς τῆς χείρονος ἕξεως· θειοτέρας γὰρ τοῦτο μοίρας, ἀλλ’ οὐκ ἀνθρωπίνης εἴη
ἄν ποτε φύσεως.767

768

Ἐνταῦθά μοι τὸ πέρας ἤτω τῆς συγγραφῆς καὶ ὁ δρόμος στήτω τῆς ἱστορίας, ὅς μοι πρὸς μακρὸν ἐκμεμήκισται· δοῦναι γὰρ γραφῇ καὶ τὰ λείποντα οὔ μοι λυσιτελὲς οὐδ’ εὔκαιρον κέκριται. εἰ μὲν οὖν ὀνήσιμόν τισι δόξει τὸ πόνημα, τῷ θεῷ
5χάρις, ᾧπερ ἅπαν κατορθοῦται καλόν· εἰ δὲ ἀσυντελές, εἴη ἂν ἡμέτερον τὸ αἰτίαμα καὶ ἐπιστρεφέτω πρός με τὸν τεκόντα
τὸ ἀποκύημα, ἐσόμενόν μοι μνήμης ἐμπύρευμα.768