TLG 3135 001 :: Joannes ZONARAS :: Epitome historiarum (lib. 1–12) Joannes ZONARAS Gramm.
Hist., Monachus Cf. et Pseudo–ZONARAS Lexicogr. (3136) Epitome historiarum (lib. 1–12)
Cf. et 3135 002, 003 Citation: Volume — page — (line) | ||
1.1(t1) | ΕΠΙΤΟΜΗ ΙΣΤΟΡΙΩΝ | |
t2 | ΣΥΛΛΕΓΕΙΣΑ ΚΑΙ ΣΥΓΓΡΑΦΕΙΣΑ ΠΑΡΑ | |
---|---|---|
t3 | ΙΩΑΝΝΟΥ ΜΟΝΑΧΟΥ ΤΟΥ ΖΩΝΑΡΑ | |
t4 | ΤΟΥ ΓΕΓΟΝΟΤΟΣ ΜΕΓΑΛΟΥ ΔΡΟΥΓΓΑΡΙΟΥ | |
t5 | ΤΗΣ ΒΙΓΛΑΣ ΚΑΙ ΠΡΩΤΟΑΣΗΚΡΗΤΙΣ. | |
t6 | ΠΡΟΟΙΜΙΟΝ. | |
1 | Εὐστόχως ἄν τις εἴποι ἐπιτωθάζων μοι, μεῖζόν σοι τοῦ ἔργου τὸ πάρεργον. ἔδει γάρ με ὡς ἀληθῶς πάλαι τῶν πραγμάτων ἀφέμενον καὶ τυρβάζεσθαι ἀποσχόμενον καὶ τοῦ μέσου μεταναστεύσαντα καὶ | |
5 | καθ’ ἑαυτὸν ἑλόμενον ζῆν ἀειφυγίαν τε ἑαυτοῦ κα‐ ταψηφισάμενον, οὕτω τὰ καθ’ ἡμᾶς οἰκονομήσαντος τοῦ ὑπὲρ ἡμᾶς, ἐπεὶ τοὺς δεσμούς μου διέρρηξε τῶν φιλτάτων στερήσας με, οἷς οἶδεν ἐκεῖνος λόγοις, ἀλ‐ γεινῶς μὲν ἐμοί, συμφερόντως δὲ πάντως, μηδὲν | |
10 | ἕτερον μετιέναι ἢ ὅσα ψυχὴν καταρτίζουσι καὶ καθαί‐ ρουσι τῶν ἐντακέντων αὐτῇ μολυσμάτων διὰ φαυ‐ λότητα πράξεων, καὶ ἅττα ἐξιλεοῦνται τὸ θεῖον ἐφ’ οἷς παρώργισται παρ’ ἐμοῦ, παραβεβηκότος τὰς ἐν‐ τολὰς αὐτοῦ καὶ τὰ δικαιώματα, καὶ ζητεῖν οὕτω | |
15 | συγγνώμην ἐπὶ τοῖς πταίσμασιν. ἐγὼ δ’ ἀμελῶς πρὸς τὸ ἔργον ἐκ τῆς πρὸς τὰ καλὰ νωθρείας διατιθέμε‐ | |
νος περὶ τὸ πάρεργον κατέτεινα τὴν σπουδήν. | 1 in vol. 1 | |
1.2 | Ἀλλ’ ἵνα τι καὶ ὑπεραπολογήσωμαι ἐμαυτοῦ, οὐκ οἴκοθεν ὡρμήθην πρὸς τὸ ἐγχείρημα, ἄνδρες δέ με φίλοι πρὸς τοῦτο παρέθηξαν, σχολάζοντα βλέποντες καὶ “χρῆσαι” λέγοντες “τῇ σχολῇ πρὸς ἔργον κοινω‐ | |
5 | φελές, καὶ κείσεταί σοι πρὸς τοῦ θεοῦ κἀκ τούτου ἀνταπόδομα.” προσεπῆγον γὰρ ὡς οἱ περὶ τὰς ἱστο‐ ρίας πονήσαντες καὶ τὰ πάλαι γενόμενα συγγραψά‐ μενοι, οἱ μὲν διεξοδικώτερον τὰς ἄλλας τε πράξεις τῶν παλαιῶν ἀνδρῶν καὶ τὰ στρατηγήματα συγγε‐ | |
10 | γράφασι, παρατάξεις διηγούμενοι καὶ συμπλοκὰς στρατευμάτων καὶ στρατοπεδείας καὶ χάρακας καὶ εἴ τι τούτοις ἑπόμενον, πρὸς δὲ τοῖς περιηγήσεις χω‐ ρίων καὶ δυσχωρίας ὁδῶν καὶ ὄρη προσάντη καὶ δύσβατα καὶ αὐλώνων στενοχωρίας καὶ πόλεων ὀχυ‐ | |
15 | ρότητας καὶ πυργωμάτων ὕψη μετέωρα καὶ ὡς ἄν τις φαίη αἰθέρια· τοῖς δὲ καὶ πρὸς ἐπίδειξιν συντέ‐ θεινται τὰ συγγράμματα, ἐπιδεικνυμένοις ὅπως εἶχον περὶ τὸ γράφειν δυνάμεως καὶ διὰ τοῦτο δημηγορίας τε μεταξὺ τιθεῖσι καὶ παρεκβατικώτερον ἢ καὶ ῥητο‐ | |
20 | ρικώτερον κεχρημένοις τῷ λόγῳ· ἐνίοις δὲ καὶ εἰς διαλόγους τὸ φιλότιμον ἐτελεύτησεν, ὥσθ’ ὁπηνίκα περί τινων ἑτεροδοξούντων καὶ σφαλλομένων περὶ τὰ ὀρθὰ συγγράφονται δόγματα, διαλέξεις ποιεῖσθαι πρὸς ἐκείνους ὡς πρὸς παρόντας, καὶ διελέγχειν αὐ‐ | |
25 | τῶν τὸ κακόδοξον, κἀκ τῆς ἱερᾶς γραφῆς τοὺς ἐλέγ‐ χους παράγειν, ἢ καὶ Ἰουδαίοις ἀντιλέγειν, καὶ ἐθε‐ λοκακοῦντας δεικνύειν αὐτούς, εἰ μὴ τὸ καθ’ ἡμᾶς μυστήριον δέχοιντο, καὶ χρήσεσι κεχρῆσθαι προφη‐ τικαῖς, καὶ πρὸς Ἕλληνας αὖθις ἀντικαθίστασθαι, | |
30 | καὶ τὸν ὕθλον ἐκείνων εἰς μέσον παράγειν, καὶ κα‐ ταμωκᾶσθαι τῶν μυθευομένων αὐτοῖς, καὶ τὰς αὐ‐ | |
τῶν γραφὰς προφέρειν τῆς κακοδοξίας εἰς ἔλεγχον, | 2 in vol. 1 | |
1.3 | ἔστι δ’ οὗ γνωμολογεῖν τε καὶ ἠθικεύεσθαι. “ταῦτα δ’” ἔφασαν “τοῖς πλείοσι τῶν ἀναγινωσκόντων τὰ τῶν ἱστοριῶν ἐκείνων συγγράμματα, ἵνα μὴ λέγωμεν πᾶσιν, φορτικά τε καὶ παρέλκοντα ἥγηνται, ὅτι τε | |
5 | σχολῆς εἰσι δεόμενα πλείονος, καὶ ὅτι, κἂν ταύτης τύχοιεν τῶν ἐπιόντων τὰς ἱστορίας τινές, μάταιον ἐκείνοις ἀποβαίνει τὸ περὶ ταύτας πονεῖν, τῶν μα‐ κρῶν διηγημάτων τῶν περὶ παρατάξεων καὶ πολέ‐ μων καὶ τοῦ τῶν στρατιῶν διακόσμου καὶ τῶν λοι‐ | |
10 | πῶν τῶν ὁμοίων διαφευγόντων τὴν μνήμην, τῶν δέ γε δημηγοριῶν καὶ τῶν διαλέξεων καὶ εἰς τὸ ἀνόνη‐ τον περιισταμένων τοῖς ἐπιοῦσι τὰ ἱστορούμενα. τίνι γὰρ ἔσται τις λυσιτέλεια” ἔλεγον “ἐκ τοῦ γνῶναι τί μὲν ὁ δημαγωγὸς ὅδε διειλέχθη τῷ δήμῳ, τί δὲ τοῖς | |
15 | στρατιώταις ὁ στρατηγός, ἢ τί τοῖς πρέσβεσιν ὁ αὐ‐ τοκράτωρ ἐκεῖνος ἔφη τοῖς ἐκ Περσῶν, ἢ ἄλλος τοῖς ἐκ Κελτῶν ἢ Σκυθῶν ἢ τοῖς ἐξ Αἰγύπτου τυχὸν ἢ τοῖς ἐκ Δακῶν τε καὶ Τριβαλλῶν, τί δ’ ἕτερος τῇ συγκλήτῳ βουλῇ ἢ τῇ πληθύι τῇ δημότιδι δημηγο‐ | |
20 | ρῶν προσωμίλησε;” τοὺς μὲν οὖν τοιαῦτα ἔλεγον τὰ τῶν ἱστοριῶν ἐκδεδωκέναι συγγράμματα, πεπλατυ‐ σμένα δηλαδὴ καὶ πρὸς τὸ φιλοτιμότερον ἀποκλί‐ νοντα, τοὺς δὲ ἀντιθέτως ἐκείνοις διατεθῆναι περὶ τὴν τῶν ἱστοριῶν συγγραφήν, βραχυρρημοσύνῃ χρη‐ | |
25 | σαμένους, κἀντεῦθεν περὶ τὰ καίρια ζημιοῦντας τοὺς περὶ τὰ σφῶν ἐσπουδακότας συγγράμματα, ἅτε καὶ αὐτὰς τὰς καιριωτέρας τῶν πράξεων τῶν ἱστορουμέ‐ νων παραλελοιπότας ἀνδρῶν, ἐνίας μέντοι καὶ ἐξυ‐ μνεῖσθαι δικαίας, βράχιστα δέ τινα περὶ ἐκείνων | |
30 | εἰπόντας, καὶ ταῦτα μήτε τὸ ἦθος ἐκείνων ἢ τὴν φύσιν παραδηλοῦντα καὶ τὴν προαίρεσιν, μήθ’ ὅπως | |
τῶν βασιλευσάντων ἕκαστος τῆς βασιλείας ἐκράτησε, | 3 in vol. 1 | |
1.4 | μήθ’ ὅστις ἦν πρὸ ταύτης, μήτ’ ἐκ τίνων ἐγένετο. τινὰ δὲ τῶν συγγραμμάτων τούτων καὶ ἀφελεστέρᾳ λίαν ἐκδεδόσθαι προσετίθουν τῇ φράσει, καὶ ἰδιωτι‐ καῖς ἐκφέρεσθαι λέξεσιν ἢ καὶ βαρβάροις ἐνίοτε, συν‐ | |
5 | τεθεῖσθαί τε σολοικότερον, ὥστε κἀντεῦθεν ἀηδῶς τοὺς λόγοις ὡμιληκότας πρὸς αὐτὰ διατίθεσθαι. τοι‐ αῦτα λέγοντες καὶ οὕτω τῶν ἱστορικῶν συγγραμμά‐ των ὡς εἴρηται καθαπτόμενοι, πολλάκις με παρέθη‐ γον τὰς βίβλους ἀνὰ χεῖρας λαβεῖν, καὶ παρεάσαντα | |
10 | τὰ πολλά, ὧν τὰ μὲν τῇ μνήμῃ προσιζάνειν διὰ τὸ πλῆθος ἀποπεφύκασι, τὰ δ’ εἰς οὐδὲν τελευτῶσιν ὀνήσιμον, τὴν δέ γε πεπλατυσμένην ἐπιτεμόντα διή‐ γησιν σύντομον ἱστορίαν ἐκδεδωκέναι συνοπτικῶς διδάσκουσαν τοὺς ἐπιόντας τὸ σύγγραμμα τὰ καιριώ‐ | |
15 | τερα τῶν πεπραγμένων ἢ καὶ ἄλλως συμβεβηκότων τοῖς περὶ ὧν ἡ συγγραφὴ διαλέγεται. Ἐκεῖνοι μὲν οὖν πρὸς τοιοῦτόν με παρεκίνουν ἀποδύσασθαι πόνημα καὶ τοιοῦδε συγγράμματος ἅψα‐ σθαι· ἐγὼ δὲ τὸ μὲν ἀνειμένος τὴν γνώμην ὤν, εἰ‐ | |
20 | ρήσεται γὰρ τἀληθές, καὶ ῥᾳστώνῃ συζῶν, τὸ δὲ καὶ ἀσχολίας συνορῶν τὸ πρᾶγμα δεόμενον καὶ βίβλων πολλῶν, ὤκνουν καὶ ἀνεδυόμην πρὸς τὴν ἐγχείρη‐ σιν. οἱ δέ με νύττοντες οὐκ ἀνίεσαν, καί ποτε πρὸς τοὔργον τῇ τῶν νυγμῶν συνεχείᾳ διεγηγέρκασιν. εἰ | |
25 | γὰρ κοιλαίνειν τὸ τῆς πέτρας σκληρὸν καὶ ἀπόκροτον ῥανίδος ἐνδελέχεια δύναται, μᾶλλον ἂν δυνήσεται λόγος ἐνδελεχὴς τὰ ὦτα θυροκοπῶν γνώμης διεγεῖ‐ ραι ῥᾳστώνην καὶ ἀνειμένην προαίρεσιν. εἶτά μοι καὶ ὡς οὐδὲ πρὸς ψυχικὴν ὠφέλειαν ἀκερδὴς ὁ πό‐ | |
30 | νος ἔσται καὶ ἡ περὶ τὴν συγγραφὴν ἀσχολία ἐλή‐ λυθε κατὰ νοῦν. ἠρεμοῦντι γὰρ τῷ νοῒ μᾶλλον εἴωθε | |
τῆς πονηρίας ἐπιπνέειν τὰ πνεύματα, ἐνθυμήσεών | 4 in vol. 1 | |
1.5 | τε φαύλων καὶ λογισμῶν ἄλλοτε ἄλλων ἐπεγείρειν κλυδώνια, καὶ καταβαπτίζειν αὐτὸν τῇ συνεχείᾳ τῶν προσβολῶν, καὶ ἢ πρὸς ἁμαρτίαν ὑπολισθαίνειν ποι‐ εῖν, εἰ καὶ μὴ πράξεσιν, ἀλλά γε συγκαταθέσεσιν, ἢ | |
5 | τέως ζάλην αὐτῷ πολλὴν ἐπικυμαίνειν καὶ τάραχον. εἰ δέ τισιν ὁ νοῦς ἐνησχόληται, διαφεύγειν πέφυκεν ὡς ἐπίπαν τὰς ἐκ τῶν πολλῶν λογισμῶν τρικυμίας καὶ τῶν πονηρῶν ἐνθυμήσεων. διά τε τοίνυν τὴν ἐκ τῶν φίλων παράθηξιν καὶ διὰ τὴν τῶν ῥυπαρῶν ἢ | |
10 | καὶ ματαίων λογισμῶν ἀποσόβησιν προσήγαγον ἑαυ‐ τὸν τῷ σπουδάσματι. Οὕτω μὲν οὖν μοι ἐπιβαλεῖν ἐγένετο τῷ παρόντι συγγράμματι. εἰ δὲ μὴ διηκριβωμένην τὴν περὶ ἑκά‐ στου τῶν ἀναγραφομένων ἱστορίαν ποιήσομαι, νέμειν | |
15 | μοι συγγνώμην αἰτῶ τοὺς ἐντευξομένους αὐτῇ· οὔτε γὰρ βίβλων ἴσως μοι εὐπορῆσαι γενήσεται ὅσαι μοι χρειώδεις εἰσὶ πρὸς τὸ σύγγραμμα, παρὰ τῇ ἐσχατιᾷ ταύτῃ ποιουμένῳ νυνὶ τὴν διατριβήν, οὔτε πάντες οἱ συγγραφεῖς τῶν ἱστοριῶν τὰ αὐτὰ περὶ τῶν αὐτῶν | |
20 | συγγεγράφασιν, ἀλλ’ ἐν πολλοῖς διαφωνοῦσιν, εἴ γε μὴ ἐν τοῖς πλείοσιν. εἰ δὲ καὶ ἀκριβοῦσθαι βουλήσομαι περὶ ἑκάστου τῶν ἱστορουμένων, καὶ δηλοῦν τί μὲν ὅδε περὶ τοῦδε λέγει ὁ συγγραφεύς, τί δ’ ἕτερος περὶ τοῦ αὐτοῦ, πολύστιχον ἂν καὶ αὐτὸς τὴν περὶ ἑκά‐ | |
25 | στου πραγματείαν ποιήσομαι. διὰ ταῦτά μοι παρεᾶν δέδοκται τὰ ἐφ’ οἷς ἀλλήλοις οἱ περὶ τῶν αὐτῶν συγ‐ γράψαντες ἠναντίωνται, εἰ μή τι τῶν ἄγαν εἴη σπου‐ δαίων καὶ ὃ παραλιμπανόμενον περὶ τὰ καίρια λυ‐ μανεῖται τῇ συγγραφῇ. εἰ δ’ ὁ χαρακτὴρ τοῦ λόγου | |
30 | ποικίλλεται καὶ μὴ δι’ ὅλου ὅμοιός ἐστιν ἑαυτῷ, θαυ‐ μαζέτω μηδεὶς μηδέ τις τὸν λόγον αἰτιῷτο ἢ τὸν τού‐ | |
του πατέρα με. ἐκ πολλῶν γὰρ βίβλων τὰς ἱστορίας | 5 in vol. 1 | |
1.6 | ἐρανισάμενος, ἔν γε πολλοῖς ταῖς τῶν συγγραφέων ἐκείνων χρησαίμην ἂν συνθήκαις καὶ φράσεσιν, ἐν ὅσοις δ’ ἂν καὶ αὐτὸς παρῳδήσω ἢ παραφράσω, πρὸς τὸν ἐκείνων χαρακτῆρα τὴν ἰδέαν τοῦ λόγου μοι με‐ | |
5 | θαρμόσομαι, ἵνα μὴ ἀσύμφωνος αὐτὴ ἑαυτῇ δοκῇ ἡ γραφή. Ἀλλά μοι πρὸ τῆς ἱστορίας κεφαλαιωδέστερον εἰρήσθω τίνα τὰ ἱστορηθησόμενα, ἵν’ εἰδεῖεν οἱ τῷ συγγράμματι ἐντευξόμενοι ὡς πολλῶν τε καὶ τούτων | |
10 | ἀναγκαιοτάτων ἱστοριῶν ἐν εἰδήσει γενήσονται. πε‐ ριέχεται γοῦν τῇ ἐπιτομῇ ἡ Ὀκτάτευχος καὶ ὅσα ἐν ἐκείνῃ ἱστόρηται, καὶ τῶν Βασιλειῶν αἱ βίβλοι ταύτῃ συμπεριέχονται, καὶ ἐπ’ αὐταῖς τὰ Παραλειπόμενα, καὶ ὅσα ὁ Ἑβραῖος Ἰώσηπος ἀρχαιολογῶν ἢ τῶν πα‐ | |
15 | λαιοτέρων εἶπεν ἐπέκεινα ἢ παρεκβατικώτερον ἢ καὶ ἀλλοιότερόν τι παρ’ ἐκείνους ἱστόρησε, καὶ τὰ τοῦ Ἔσδρα, τά τε τῶν αἰχμαλωσιῶν τῶν Ἑβραίων, προ‐ τέρας μὲν τῆς τῶν δέκα φυλῶν, ἣ παρὰ τοῦ Ἀσσυρίου Σαλμανασὰρ γέγονε τὴν Σαμάρειαν ἑλόντος πολιορκίᾳ | |
20 | καὶ τὸ ἔθνος αἰχμαλωτίσαντος καὶ πέραν Εὐφράτου ἀπαγαγόντος καὶ κατοικίσαντος, εἰς δὲ Σαμάρειαν μετοικίσαντος ἔθνη τινὰ ἃ Χουθαῖοι ἐπωνομάζοντο, εἶτα καὶ τῆς παρὰ τοῦ Ναβουχοδονόσορ ἐπενηνεγμέ‐ νης τῇ Ἱερουσαλήμ, καὶ ὡς ἔρημος ἡ πόλις ἐγένετο | |
25 | καὶ ὁ ναὸς ἐνεπέπρηστο καὶ τὸ ἔθνος ἅπαν ἐξηνδρα‐ πόδιστο, καὶ ὡς μετὰ ἐνιαυτοὺς ἑβδομήκοντα κατὰ τὰς προρρήσεις τῶν προφητῶν ἐκκεχώρηται τῷ λαῷ ὑπὸ Κύρου τοῦ τὴν Ἀσσυρίων βασιλείαν καθῃρη‐ κότος ἐπανελθεῖν εἰς Ἱερουσαλὴμ καὶ τὴν πόλιν ἀνε‐ | |
30 | γεῖραι καὶ ἀνακαινίσαι τὸ ἱερόν· τίς τε ἦν ὁ Κῦρος, καὶ ὅπως τὴν Ἀσσυρίων βασιλείαν κατέλυσε, καὶ | |
τίνες μετ’ ἐκεῖνον τῆς βασιλείας ἐκράτησαν· καὶ ὅπως | 6 in vol. 1 | |
1.7 | καὶ παρὰ τίνων ἡ τῆς πόλεως ἐκωλύθη οἰκοδομή, κἀκ τίνος αὖθις ἡ ταύτης ἐξεχωρήθη ἀνέγερσις· καὶ περὶ Δανιὴλ τοῦ προφήτου, καὶ ὅπως ἔκρινε τὰ τοῦ Ναβουχοδονόσορ ὀνείρατα καὶ τοῦ Βαλτάσαρ τὴν | |
5 | ὅρασιν, ὅτ’ εἶδεν ὁ βάρβαρος ἐκεῖνος τῆς χειρὸς τὸν ἀστράγαλον γράφοντα ἐν τῷ τοίχῳ, καὶ περί τινων τῶν τοῦ προφήτου ὁράσεων, ἃ πάντα μετὰ συντε‐ τμημένης ἱστόρηται ἐξηγήσεως· καὶ περὶ τῶν τριῶν παίδων καὶ τῶν εἰς αὐτοὺς ἢ δι’ αὐτῶν γεγονότων | |
10 | ὑπὸ θεοῦ ἐξαισίων· περί τε τῆς Ἐσθὴρ καὶ ὅπως τὸ τῶν Ἑβραίων γένος πανωλεθρίας αὕτη ἐρρύσατο· καὶ περὶ Ἰουδίθ, ἣ τὸν Ὀλοφέρνην κατασοφισαμένη ἀνεῖλε καὶ τὴν αὐτοῦ στρατιὰν παρέδωκεν εἰς ἀπώ‐ λειαν· καὶ περὶ Τωβίτ, καὶ ὅπως ἀορασίᾳ πληγεὶς | |
15 | καὶ ἐξ εὐπορίας εἰς ἀκριβῆ πενίαν συνελαθεὶς αὖθις δι’ ἀγαθοεργίαν θεοῦ προνοίᾳ τετύχηκε τοῦ ὁρᾶν καὶ πλούτου δαψίλειαν ἔσχηκεν. ἀλλὰ καὶ τὰ τοῦ Μακεδόνος Ἀλεξάνδρου ἐνταῦθα συντέτμηνται, μνη‐ σθείσης τῆς ἱστορίας ἀναγκαίως κἀκείνου διά τε | |
20 | ἄλλα καὶ ὅτι τῇ Ἱερουσαλὴμ μετὰ τὴν ἐν Ἰσσῷ τοῦ Δαρείου προτέραν ἧτταν ἐπιδεδήμηκε καὶ τὸν ἀρχιε‐ ρέα διαφερόντως ἐτίμησε, καὶ ὅπως τὴν Περσῶν κα‐ τέλυσε βασιλείαν καὶ ὑφ’ ἑαυτὸν ἐποιήσατο, καὶ ὅσον ἐβασίλευσε χρόνον, καὶ ὡς εἰς τέσσαρας ἀρχὰς | |
25 | ἡ ἐκείνου βασιλεία θανόντος μεμέριστο· καὶ ὅσα ἐξ Ἀντιόχου τοῖς Ἰουδαίοις γέγονε τοῦ Ἐπιφανοῦς, τῶν ἐκείνου διαδόχων ἑνὸς ἀπογόνου τυγχάνοντος· καὶ ὡς οἱ Ἀσαμωναῖοι τούτῳ ἀντέστησαν καὶ τῆς ἐξ αὐ‐ τοῦ τυραννίδος τοὺς ὁμοεθνεῖς ἐλυτρώσαντο, καὶ τί‐ | |
30 | νες οὗτοι, καὶ ὅπως τῶν ὁμοφύλων καὶ ἐπὶ πόσον προέστησαν· καὶ ὡς μετὰ τὴν ἐκ τῆς αἰχμαλωσίας | |
τῆς ὑπ’ Ἀσσυρίων εἰς τὴν Ἱερουσαλὴμ ἐπανέλευσιν | 7 in vol. 1 | |
1.8 | οὐκ ἦν τὸ τῶν Ἰουδαίων ἔθνος βασιλευόμενον, ἀλλ’ ὑπὸ τῶν ἀρχιερέων ἀρχόμενον· καὶ ὅτι οἱ τῶν εἰρη‐ μένων Ἀσαμωναίων ἀπόγονοι τὴν ἀρχιερατικὴν τι‐ μὴν περικείμενοι καὶ τὰ τοῦ ἔθνους ἰθύνοντες καὶ | |
5 | διάδημα ἑαυτοῖς περιέθεντο· καὶ ὅπως Ὑρκανοῦ καὶ Ἀριστοβούλου τῶν ἀδελφῶν διενεχθέντων περὶ τῆς Ἰουδαϊκῆς βασιλείας ὁ Μάγνος Πομπήιος στρατηγῶν τότε Ῥωμαίων, διαιτῆσαι μετακληθεὶς τοῖς ὁμαίμοσι, τήν τε πόλιν εἷλεν Ἱερουσαλὴμ καὶ τὸ ἔθνος τοῖς Ῥω‐ | |
10 | μαίοις ὑπέταξε· καὶ ὅπως Ἡρώδης ὁ Ἀντιπάτρου υἱὸς μετὰ ταῦτα τῆς τῶν Ἰουδαίων βασιλείας ἐκρά‐ τησε, καὶ τίς ἦν οὗτος καὶ ὅθεν κατήγετο καὶ ὅσα κατ’ οἶκον ἐκείνῳ συμβέβηκε καὶ μέχρι τίνος οἱ ἐξ ἐκείνου τῆς βασιλείας ἐκράτησαν· κἀκ τίνος τρόπου | |
15 | καὶ ἐξότου ἡγεμόνες ἐκ Ῥώμης εἰς Ἰουδαίαν ἐστέλ‐ λοντο· καὶ ὅσα περὶ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χρι‐ στοῦ ὁ Ἰώσηπος συνεγράψατο, ἀλλὰ μέντοι καὶ περὶ τοῦ βαπτιστοῦ Ἰωάννου· καὶ διὰ τίνας αἰτίας τοῦ τοῖς Ῥωμαίοις ὑπείκειν Ἰουδαῖοι ἀπέστησαν, καὶ ὅπως | |
20 | τὸ ἔθνος αὐτῶν ἐπολεμήθη παρὰ Ῥωμαίων, καὶ παρὰ τίνος ἡ Ἱερουσαλὴμ καὶ ὅπως ἐξεπορθήθη τὴν τελευ‐ ταίαν καὶ μὴ σχοῦσαν ἀνάκλησιν πόρθησιν. Ῥωμαίων δὲ καὶ τῆς Ῥώμης μνησθείσης τῆς ἱστο‐ ρίας ἀναγκαῖόν μοι ἐνομίσθη καὶ περὶ τούτων συγ‐ | |
25 | γράψασθαι καὶ παραδοῦναι πόθεν τὸ τῶν Ῥωμαίων ἔθνος κἀκ τίνος ἔσχηκε τὴν ἀρχήν, καὶ παρὰ τίνων ἡ τῆς Ἰταλίας χώρα πρῴην κατῴκιστο· ὅθεν τε προήχθη Ῥωμύλος εἰς φῶς ὁ τῆς Ῥώμης γενόμενος οἰκιστής, καὶ ὅπως ἀνῃρέθη Ῥῶμος ὁ ἀδελφὸς αὐτοῦ, | |
30 | εἶτα κἀκεῖνος ἐγένετο ἀφανής· καὶ ὅπως πρῶτον ἡ πόλις αὕτη ἐβασιλεύθη, καὶ ἔθεσιν οἵοις καὶ νομί‐ | |
μοις ἐχρήσατο· καὶ ὡς εἰς τυραννίδα τὴν βασιλείαν | 8 in vol. 1 | |
1.9 | ὁ Σούπερβος Ταρκύνιος μεταγαγὼν καθῃρέθη, καὶ ὅσους πολέμους καὶ οἵους ἡ Ῥώμη διὰ τὴν ἐκείνου καθαίρεσιν ἤνεγκε· καὶ ὡς εἰς ἀριστοκρατίαν, εἶτα καὶ δημοκρατίαν μετηνέχθη Ῥωμαίοις τὰ πράγματα, ὑπά‐ | |
5 | των καὶ δικτατώρων, εἶτα καὶ δημάρχων τὴν τῶν κοινῶν ποιουμένων διοίκησιν· καὶ τίς μὲν ἡ ὑπατεία τὸ παλαιὸν ἦν, τίς δὲ ἡ δικτατωρεία, τί δ’ ἦν τὸ ἔργον τῶν τιμητῶν, καὶ πόσος ὥριστο χρόνος ἑκάστῃ τῶν ἀρχῶν τουτωνί· καὶ οἷος ἐγένετο παρ’ ἐκείνοις | |
10 | ὁ θρίαμβος, καὶ ὅθεν παρήχθη τοῦτο τὸ ὄνομα· καὶ ὅσα ἐν τοῖς καιροῖς ἐγένοντο τῶν ὑπατειῶν, εἰ καὶ μὴ πάντα, ἐνδείᾳ βίβλων τῶν ταῦτα διηγουμένων· καὶ ὅπως ὕστερον ἐκ τούτων εἰς μοναρχίαν ἡ ἀρχὴ τοῖς Ῥωμαίοις μετέπεσε· καὶ ὡς πρῶτος ταύτης, εἰ | |
15 | καὶ μὴ καθαρῶς, ὁ Γάιος Ἰούλιος Καῖσαρ μετεποιή‐ σατο, εἶτα ἐπὶ βήματος ἀναιρεθέντος αὐτοῦ παρὰ τῶν τῆς ἐλευθερίας ἐξεχομένων ὁ Αὔγουστος Ὀκτά‐ βιος Καῖσαρ, ἀδελφιδοῦς ὢν τοῦ ἀνῃρημένου Καίσα‐ ρος καὶ εἰσποιηθεὶς ἐκείνῳ, τοὺς φονεῖς τοῦ θετοῦ | |
20 | μετῆλθε πατρός, ἔχων καὶ τὸν Ἀντώνιον τοῦ ἔργου αὐτῷ συναιρόμενον, μετέπειτα δὲ κἀκείνῳ διενεχθείς, καὶ νικήσας ναυμαχίᾳ περὶ τὸ Ἄκτιον, εἶτα καὶ εἰς Ἀλεξάνδρειαν σὺν τῇ Κλεοπάτρᾳ φυγόντα ἐπικατα‐ λαβών, εἰς τοῦτο περιέστησεν ἀνάγκης τὸν ἄνδρα | |
25 | ὡς διαχειρίσασθαι ἑαυτόν· ὅση τε φθορὰ τῶν Ῥω‐ μαίων ἐν τοῖς ἐμφυλίοις τούτοις πολέμοις ἐγένετο, πρότερον μὲν πρὸς Βροῦτον καὶ Κάσσιον καὶ τοὺς ἄλλους ἀναιρέτας τοῦ Καίσαρος τοῦ Ὀκταβίου καὶ τοῦ Ἀντωνίου ἀντικαθισταμένων, εἶτα καὶ πρὸς ἀλλήλους | |
30 | μαχεσαμένων αὐτῶν· καὶ ὡς ἐζωγρήθη μὲν ἡ Κλεο‐ πάτρα ἡ τῆς Αἰγύπτου βασίλισσα, οὖσα τῶν Πτολε‐ | |
μαίων ἀπόγονος, ἀνεῖλε δὲ ἑαυτὴν κἀκείνη, ὡς εἰ‐ | 9 in vol. 1 | |
1.10 | κάσθη, ἀσπίδος δήγματι· καὶ ὅτι οὕτω μετ’ ἐπινι‐ κίων λαμπρῶν εἰς τὴν Ῥώμην ἐπανελθὼν ὁ Ὀκτά‐ βιος τῆς αὐταρχίας ἀντεποιήσατο καὶ εἰς ἀκριβῆ μο‐ ναρχίαν τὴν τῶν Ῥωμαίων ἡγεμονίαν μετήνεγκε· καὶ | |
5 | τίνες μετ’ αὐτὸν ἐμονάρχησαν, καὶ ὅπως ἕκαστος τῆς ἀρχῆς ἐπέβη, καὶ ὅπως καὶ ὅσον ἦρξε, καὶ οἵῳ τέλει τῆς ζωῆς συνεκύρησε· καὶ τίνες ἐπὶ τούτων μετὰ τοὺς σεπτοὺς ἀποστόλους τοὺς θρόνους ἐκόσμησαν τῶν τεσσάρων μεγάλων ἐκκλησιῶν, τῆς Ῥώμης λέγω | |
10 | καὶ τῆς Ἀλεξανδρείας Ἀντιοχείας τε καὶ τῆς Ἱερου‐ σαλήμ, καὶ ὅσοι τούτων μαρτυρικοῦ τέλους κατηξιώ‐ θησαν· ὅπως τε μᾶλλον τῶν ἄλλων κατὰ Χριστιανῶν ἐξελύττησαν Διοκλητιανὸς καὶ Μαξιμιανὸς ὁ Ἑρκού‐ λιος, καὶ ὡς τὴν ἀρχὴν ἀποθέμενοι ἑτέρους ἀνθ’ | |
15 | ἑαυτῶν ἐχειροτόνησαν Καίσαρας, ὧν εἷς ἦν Κων‐ στάντιος ὁ Χλωρὸς ὁ τοῦ μεγάλου Κωνσταντίνου πα‐ τήρ, τῆς ἀρχῆς τῶν Γαλλιῶν καὶ τῆς Βρεττανίας ἀπονεμηθείσης αὐτῷ· καὶ ὡς θνήσκων ἐκεῖνος τὸν πρωτότοκον υἱὸν ἑαυτοῦ, τοῦτον δὴ τὸν ἰσαπόστολον | |
20 | Κωνσταντῖνον, τῆς οἰκείας ἀρχῆς διάδοχον ἐποιή‐ σατο· καὶ ὡς μόναρχος οὗτος κατέστη, τοὺς λοιποὺς καταγωνισάμενος, ὀφθέντος αὐτῷ τοῦ σταυρικοῦ ση‐ μείου δι’ ἀστέρων ἐν τῷ οὐρανῷ· καὶ ὡς προσεληλύ‐ θει Χριστῷ καὶ τὴν πίστιν ἐπλάτυνε, παρρησίαν | |
25 | δοὺς τῷ κηρύγματι, καὶ ὅπως ἐν τῷ Βυζαντίῳ πόλιν ἑαυτῷ ἐπώνυμον ᾠκοδόμησε, Νέαν Ῥώμην ὀνομάσας αὐτήν, καὶ τὴν βασιλείαν ἐκ τῆς πρεσβυτέρας Ῥώ‐ μης εἰς ταύτην μετήνεγκε· καὶ τίνες μετ’ ἐκεῖνον ἐν αὐτῇ ἐβασίλευσαν, καὶ οἷος ἕκαστος ἦν τοὺς τρόπους, | |
30 | ἀλλὰ μὴν καὶ τὸ σέβας, καὶ ὅσον ἐκράτησε τῆς ἀρ‐ χῆς, καὶ ὅπως μετήλλαξε τὴν ζωήν· τίνες τε τῆς ἐν | |
Κωνσταντινουπόλει προέστησαν ἐκκλησίας, καὶ ἐφ’ | 10 in vol. 1 | |
1.11 | ὅσον ἕκαστος, καὶ τίνες αὐτῶν τοῦ ὀρθοῦ ἀντείχοντο δόγματος, τίνες δὲ γεγόνασιν ἑτερόδοξοι, καὶ ὅπως τῶν τῇδε μετελήλυθεν ἕκαστος· καὶ ἐπὶ τίνων αὐτο‐ κρατόρων καὶ πατριαρχῶν καὶ κατὰ τίνων αἱ σύνο‐ | |
5 | δοι συγκεκρότηνται. οὕτω τε κατιὼν ὁ λόγος μέχρι τῶν καθ’ ἡμᾶς γεγονότων αὐτοκρατόρων, περαίνει τὴν συγγραφήν, πολλῶν ἐν τῷ μέσῳ καὶ ἀποκρύφων ἄλλων μεμνημένος ἱστοριῶν. ἀρκτέον δέ μοι τῆς συγγραφῆς ἀρχὴν ταύτης ποιουμένῳ τὴν πρώτην | |
10 | ἀρχὴν τὴν τῶν ὅλων αἰτίαν τὴν ἄναρχόν τε καὶ ἄχρο‐ νον, καὶ τῶν ὑπ’ ἐκείνης παραχθέντων ἐκ τοῦ μὴ ὄντος εἰς ὑπόστασιν καὶ οὐσίωσιν τήν τε παραγω‐ | |
γὴν καὶ τὴν γένεσιν. | 11 in vol. 1 | |
1.12(t1) | ΑΡΧΗ ΤΟΥ ΠΡΩΤΟΥ ΒΙΒΛΙΟΥ | |
t2 | ΑΡΧΟΜΕΝΟΥ ΑΠ’ ΑΡΧΗΣ ΤΗΣ ΚΟΣΜΟΠΟΙΙΑΣ. | |
1 | Θεός ἐστι μὲν ἀνενδεὴς φύσις, αὐτὴ ἑαυτῇ αὐ‐ τάρκης εἰς δόξαν καὶ εἰς κατάληψιν, οὔτε τῆς παρ’ ἑτέρων δεομένη δόξης οὔθ’ ἑτέρῳ καταληπτή, εἰ μή τις φαίη καταληπτὸν εἶναι τὸ ἄπειρον αὐτῆς καὶ τὸ | |
5 | ἀκατάληπτον. θεὸν δὲ λέγων πατέρα φημὶ καὶ υἱὸν καὶ τὸ πνεῦμα τὸ ἅγιον, ἃ ἡ θεότης κατὰ τὸν μέγαν πατέρα τὸν θεολόγον Γρηγόριον. οὕτω δ’ ἔχον τὸ θεῖον πρῶτον μὲν τὰς ἀγγελικὰς οὐσιοῖ δυνάμεις καὶ οὐρανίους λειτουργούς τε καὶ ὑμνῳδοὺς τῆς ἄνω | |
10 | λαμπρότητος, οὐχ ὡς τούτων δεόμενον, ἀλλ’ ἵνα μὴ τῇ ἑαυτοῦ μόνον θεωρίᾳ κινοῖτο, χεθῇ δὲ καὶ ὁδεύσῃ τὸ ἀγαθόν, καὶ ἡ εὐεργεσία χωρήσῃ πρὸς πλείονας· τοῦτο γὰρ τῆς ἄκρας ἦν ἀγαθότητος· εἶτα καὶ τόνδε τὸν κόσμον ὑφίστησι τὸν ὑλικὸν καὶ ὁρώμενον. καὶ | |
15 | ἐν ἀρχῇ μὲν ἐποίησε τὸν οὐρανὸν καὶ τὴν γῆν. τῆς γῆς δὲ ἀορασίᾳ καλυπτομένης, ἐπεὶ καὶ σκότος ἦν καὶ ὕδωρ αὐτῆ ἐπεπόλαζε, τὸ φῶς παρήγαγεν ὁ θεός. καὶ διεχώρισε τὸ φῶς καὶ τὸ σκότος, καὶ τὸ μὲν φῶς ἡμέραν ἐκάλεσε, τὸ δὲ σκότος νύκτα ὠνό‐ | |
20 | μασεν· οὗ τῇ ἀρχῇ ἑσπέραν, πρωὶ δὲ τῇ πρώτῃ | 12 in vol. 1 |
1.13 | φαύσει τῆς ἡμέρας ὄνομα ἔθετο. καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωὶ ἡμέρα μία. Οἶδα μὲν οὖν ἐν τῇ Λεπτῇ Γενέσει γεγραμμένον ὡς ἐν τῇ πρώτῃ ἡμέρᾳ καὶ αἱ οὐράνιοι δυνάμεις πρὸ | |
5 | τῶν ἄλλων ὑπέστησαν παρὰ τοῦ τῶν ὅλων δημιουρ‐ γοῦ, ἀλλ’ ὅτι μὴ ταῖς παρὰ τῶν θείων πατέρων ἐγ‐ κεκριμέναις βίβλοις τῆς Ἑβραϊκῆς σοφίας καὶ ἡ Λεπτὴ αὕτη συνηρίθμηται Γένεσις, οὐδέν τι τῶν ἐν ἐκείνῃ γεγραμμένων λογίζομαι βέβαιον, οὐδὲ τῷ | |
10 | λόγῳ συντίθεμαι. Εἶτα τὸ στερέωμα ὑπεστήσατο, ἐν μέσῳ τῶν ὑδά‐ των διατείνας αὐτό, ὥστε τὰ μὲν ἄνω αὐτοῦ ἐναπο‐ ληφθῆναι, τὰ δὲ κάτω περικεχύσθαι τῇ γῇ. στερέωμα δ’ ἐκλήθη ὅτι στεγανὸν τὸ σῶμα τούτου, καὶ οὐ λε‐ | |
15 | πτὴν οὐδ’ ἀραιὰν τὴν φύσιν ἔχει κατὰ τὰ ὕδατα, ἐξ ὧν τὴν σύστασιν ἔσχηκεν· ὃ καὶ οὐρανὸς ὠνομάσθη. ταῦτα ἐν τῇ δευτέρᾳ ἡμέρᾳ ἐγένετο. ἐν δὲ τῇ τρίτῃ τὸ ὕδωρ τὸ τῆς γῆς ἅπαν καλύπτον πρόσωπον ἐκέ‐ λευσεν ὁ θεὸς συναχθῆναι, καὶ ὀφθῆναι τὴν ξηράν. | |
20 | καὶ ὁ λόγος ἔργον ἐγένετο καὶ κοιλότητες βαθεῖαι γενόμεναι τὰ ὕδατα εἰσεδέξαντο. καὶ τὴν μὲν γῆν ξηρὰν κατωνόμασε, θαλάσσας δὲ τὰ τῶν ὑδάτων συστή‐ ματα. κατὰ ταύτην δὲ τὴν ἡμέραν φυτά τε γῆθεν ἀνε‐ δόθη καὶ σπέρματα. ἔδει γὰρ ἄκοσμον οὖσαν τὴν γῆν | |
25 | κοσμηθῆναι ταῖς πόαις καὶ τοῖς μυρίοις βλαστήμασι καὶ τοῖς ἄνθεσι καὶ τοῖς παντοίοις καρποῖς καὶ τῶν δένδρων ταῖς χάρισιν. ἡ δὲ τετάρτη ἡμέρα τὴν τῶν φωστή‐ ρων ἔσχηκε γένεσιν, ἡλίου τε καὶ σελήνης καὶ τῶν λοιπῶν ἀστέρων. καὶ τούτοις τὸν οὐρανὸν ὁ δημιουρ‐ | |
30 | γὸς κατηγλάϊσε, καὶ τὸ κατὰ τὴν πρώτην ἡμέραν πα‐ ραχθὲν φῶς τοῖς φωστῆρσι τούτοις ἐνέθετο, κινήσεις | |
αὐτοῖς ἐπιτολάς τε καὶ δρόμους καὶ καταδύσεις δια‐ | 13 in vol. 1 | |
1.14 | ταξάμενος, ἵνα τε φωτίζοιτο δι’ αὐτῶν τὸ περίγειον καὶ ὁ χρόνος ἀπαριθμοῖτο ταῖς τούτων ἀνατολαῖς καὶ ταῖς δύσεσι, καὶ σημεῖα παρέχοιντο δι’ αὐτῶν τοῖς εὐθύτατα ταῖς αὐτῶν προσέχουσι φαύσεσι καὶ μὴ | |
5 | περιεργότερον καταστοχαζομένοις αὐτῶν, ἢ ὡς ἂν εἴποι τις ἀκριβούμενος τὸν λόγον, ἀβέλτερον καὶ τῇ κινήσει τῶν οὐρανίων ἅπαντα δοξάζουσι συμπεριφέ‐ ρεσθαι τὰ ἡμέτερα. τῇ πέμπτῃ δ’ αὖθις τῶν ἡμερῶν θεοῦ κελεύσαντος ἀνῆκε τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζω‐ | |
10 | σῶν καὶ πετεινά· ὧν τὰ μὲν ἐμφιλοχωροῦσι τοῖς ὕδασι καὶ τούτοις ἐννήχονται, τὰ πετεινὰ δὲ τὸν ἀέρα τέμνουσιν ἕρποντα ὥσπερ διὰ τούτου μετάρσια. κατὰ δέ γε τὴν ἕκτην ψυχὴν ζῶσαν, τετράποδα καὶ ἑρπετὰ καὶ θηρία ἐξαγαγεῖν ἡ γῆ προσετέτακτο, καὶ | |
15 | κατὰ τὸ θεῖον ἐξῆκτο σύμπαντα πρόσταγμα. ψυχῆς δὲ ζώσης ἐξαγωγὴν ἡ γραφὴ περιέχει ποιήσασθαι κελευσθῆναι τὴν γῆν, ἵν’ οὕτω τῆς τοῦ ἀνθρώπου ψυχῆς ἐμφήνῃ πρὸς αὐτὴν τὸ διάφορον. ἡ μὲν γὰρ τῶν ἄλλων ζῴων γῆθεν ἐξέφυ κατὰ τὸ κέλευσμα, καὶ | |
20 | γεηρὰ οὖσα εἰκότως ἂν λογίζοιτο καὶ φθαρτή, ἐπεὶ καὶ ἀλλαχοῦ φησιν ἡ γραφή “ψυχὴ παντὸς κτήνους τὸ αἷμα αὐτοῦ,” τὸ δ’ αἷμα πάντως φθειρόμενον· τὴν δὲ τοῦ ἀνθρώπου ψυχὴν οὐχ ἡ γῆ ἀνῆκεν, ἀλλὰ τὸ θεῖον αὐτὴν τῷ Ἀδὰμ ἐνῆκεν ἐμφύσημα· διὸ καὶ | |
25 | χρῆμά τι θεῖον εἶναι πιστεύεται καὶ ἀθάνατον. Ἡ δ’ ἕκτη τῶν ἡμερῶν καὶ τὸν ἄνθρωπον ἔσχηκε χειρὶ διαπεπλασμένον θεοῦ. προϋποστήσας γὰρ ὁ ἀριστοτέχνης τὰ σύμπαντα, καὶ παραγαγὼν τὸν κό‐ | |
σμον ἐν τάξει τε καὶ ῥυθμῷ, διὸ καὶ κόσμος ὠνόμα‐ | 14 in vol. 1 | |
1.15 | σται, καὶ ὡς ἐν ὑποδοχῇ βασιλέως ὥσπερ βασίλεια προετοιμάσας, αὐτὸν οὕτω παράγει τὸν ἄνθρωπον οἷά τινα βασιλέα τῶν ἐπὶ γῆς βασιλευόμενον ἄνωθεν, οὐ προστάγματι καὶ τοῦτον ὑποστησάμενος, ἀλλὰ | |
5 | χερσὶν αὐτὸν διαπλάσας, καὶ δημιουργίαν αὐτοῦ οὐχ ὁμοίαν τοῖς ἄλλοις πεποιηκώς, παρηλλαγμένην δὲ καὶ ἀσύγκριτον. τἄλλα μὲν γὰρ πάντα παρήχθησαν ῥήματι, ὁ δὲ καὶ αὐτουργίας ἠξίωται. χοῦν γὰρ λα‐ βὼν ἀπὸ τῆς γῆς ὁ θεός, ἡ βίβλος φησὶ τῆς Γενέ‐ | |
10 | σεως, τὸν ἄνθρωπον ἔπλασε, καὶ ἐνεφύσησεν αὐτῷ ψυχὴν ζῶσαν, δι’ ἣν καὶ κατ’ εἰκόνα λέγεται θεοῦ γενέσθαι ὁ ἄνθρωπος. τῶν γὰρ τῇ θείᾳ φύσει οὐ‐ σιωδῶς προσόντων τινὰ ἐν τῇ τοῦ ἀνθρώπου ψυχῇ εἰκονίζονται, οὐ φύσει αὐτῇ ἐνόντα, ἀλλὰ χάριτι. | |
15 | φύσει μὲν γὰρ τὸ θεῖον ἀόρατον καὶ ἀθάνατον, ἀκατάληπτόν τε καὶ ἄφθαρτον· ταῦτα δὲ καὶ τῇ ψυχῇ πρόσεισι κατὰ χάριν, οὐ κατὰ φύσιν. οὔτε γὰρ ἡ φύσις ταύτης καὶ ἡ οὐσία καταληπτὴ οὔτε μὴν ὁρατή, καὶ ἄφθαρτος δ’ ἐστὶ καὶ ἀθάνατος. καὶ | |
20 | ἕτερα δὲ τῆς θείας φύσεως χαρακτηριστικὰ κατὰ χά‐ ριν παρὰ τῇ ψυχῇ τεθεώρηνται. Ἀδὰμ δὲ τὸν πλα‐ σθέντα ὠνόμασε, σημαίνει δὲ τοῦτο πυρρὸν κατὰ τὴν Ἑβραΐδα διάλεκτον, ὥς φησιν Ἰώσηπος, ὅτι ἐκ πυρ‐ ρᾶς γῆς διεπέπλαστο· τοιαύτη γὰρ ἡ παρθένος γῆ. | |
25 | οὕτω δ’ ἐν ἓξ ἡμέραις τὸν κόσμον παραγαγὼν ἐν τῇ ἑβδόμῃ κατέπαυσε· διὸ καὶ τοῖς Ἑβραίοις ἡ ἑβδόμη τῶν ἡμερῶν ἄπρακτος εἶναι νενόμισται, ὅθεν καὶ σάββατον κέκληται· τὸ δὲ σάββατον ἡ τῶν Ἑβραίων γλῶττα λέγει ἀνάπαυσιν. | |
30 | Ἔθετο δὲ τὸν Ἀδὰμ ὁ θεὸς ἐν τῷ παραδείσῳ, ὃν αὐτὸς κατεφύτευσεν, ἔνθα τὸ ξύλον ἦν τῆς ζωῆς καὶ | |
τὸ ξύλον τῆς γνώσεως, ἢ κατὰ τὸν Ἰώσηπον τῆς | 15 in vol. 1 | |
1.16 | φρονήσεως. καὶ ἐνετείλατο αὐτῷ τῶν μὲν λοιπῶν ἀπολαύειν, ἀπέχεσθαι δὲ τοῦ ξύλου τῆς γνώσεως, θάνατον δ’ εἶναι προεῖπε τὸ τῆς παραβάσεως ἐπιτί‐ μιον. ἄρδεται δὲ ποταμῷ ὁ παράδεισος, καὶ πρόει‐ | |
5 | σιν ἐκεῖθεν ὁ ποταμὸς οὗτος εἰς τέσσαρα μεριζόμενος. καὶ Φεισὼν μὲν ὄνομα τῷ ἑνί· πληθὺν δὲ τοῦτο δη‐ λοῖ· τοῖς δ’ Ἕλλησι Γάγγης οὗτος ὠνόμασται, τὴν Ἰνδικὴν διιὼν καὶ ἐκδιδοὺς εἰς τὸ πέλαγος. Γηὼν δὲ καλεῖται ὁ δεύτερος· σημαίνει δὲ ἡ κλῆσις τὸν ἀπὸ | |
10 | τῆς ἀνατολῆς ἐκδιδόμενον, ὃν Νεῖλον Ἰώσηπος λέγει προσαγορεύειν τοὺς Ἕλληνας. ὁ δ’ ἐπὶ τούτῳ Τίγρις ἐστίν, ὃν καὶ Διγλὰθ καλεῖσθαί φησιν ὁ αὐτός, καὶ τὸ μετὰ στενότητος ὀξὺ ἐμφαίνεσθαι τῷ ὀνόματι. ὁ δὲ λοιπὸς Εὐφράτης ἐστὶν ἤτοι Φορά, ἢ ἄνθος ἢ | |
15 | σκεδασμός. καὶ ἄμφω δὲ οὗτοι εἰς τὴν Ἐρυθρὰν εἰσβάλλουσι θάλασσαν. παρίστησι δὲ τῷ Ἀδὰμ ὁ θεὸς πάντα τὰ ζῷα· ὃς ἑκάστῳ γένει αὐτῶν ὄνομα τίθησι. κτίζει τε τὴν γυναῖκα ὁ θεός, μίαν τῶν πλευρῶν λαβὼν ὑπνώττοντος τοῦ Ἀδάμ, καὶ προσή‐ | |
20 | γαγεν αὐτὴν αὐτῷ. ὁ δὲ ἐξ ἑαυτοῦ γενομένην ταύ‐ την ἐγνώρισε καὶ γυναῖκα ὠνόμασε· τοῖς γὰρ Ἑβραίοις Εὔα καλεῖται ἡ γυνή, κἀκείνη Εὔα ὠνόμαστο. ἦν μὲν οὖν ἀμφοῖν ἐν τῷ παραδείσῳ μακαρία διαγωγή, γυμνοῖς οὖσι τῇ ἁπλότητι καὶ ζωῇ τῇ ἀτέχνῳ. φθο‐ | |
25 | νοῦνται δὲ παρὰ τοῦ ὄφεως ἢ μᾶλλον παρὰ τοῦ νοη‐ τοῦ δράκοντος. καὶ πρόσεισιν ὁ ὄφις τῇ γυναικί, καὶ συμβουλεύει γεύσασθαι τοῦ φυτοῦ τῆς φρονήσεως. ὁμοφωνεῖν δὲ τότε φησὶν Ἰώσηπος τὰ ζῷα ἅπαντα. ἡ δὲ πείθεται, καὶ ἡδυνθεῖσα τῇ βρώσει πείθει καὶ | |
30 | τὸν ἄνδρα τοῦ καρποῦ μετασχεῖν. καὶ ἔγνωσαν γυ‐ μνοὺς ἑαυτούς, καὶ ἐκ φύλλων συκῆς ἑαυτοῖς ἐποίη‐ | |
σαν περιζώματα, ἐκρύπτοντό τε διὰ τὴν γύμνωσιν | 16 in vol. 1 | |
1.17 | ἀπὸ τοῦ θεοῦ ὁ Ἀδάμ τε καὶ ἡ γυνή. καὶ ὁ θεὸς τὴν αἰτίαν ἠρώτα, καὶ ὁ Ἀδὰμ τὴν γύμνωσιν προε‐ βάλλετο καὶ τὸ αἰτίαμα προσῆπτε τῇ γυναικί· ἡ δ’ ἐξηπατῆσθαι παρὰ τοῦ ὄφεως ἔλεγεν. ὁ δὲ θεὸς τῷ | |
5 | ὄφει καταρασάμενος πρότερον, ποδῶν τε αὐτὸν στε‐ ρήσας καὶ τὴν φωνὴν ἀφελόμενος, κατὰ τὸν Ἰώσηπον, καὶ ἰλυσπᾶσθαι κατὰ γῆς ἐπιτάξας, καὶ πολέμιον ἀποφήνας τῷ σπέρματι τῶν ἀπατηθέντων, πρὸς τὴν γυναῖκα τρέπεται, καὶ τῷ ἀνδρὶ αὐτὴν ὑποχείριον | |
10 | τίθησι, καὶ ταῖς ἐν τῷ τίκτειν ὠδῖσιν ἐπιτιμᾷ. εἶτα καὶ τὸν Ἀδὰμ ὑπάγει ἐπιτιμίῳ· τὸ δ’ ἦν ἡ πρὸς τὴν γῆν ἐξ ἧς ἐλήφθη ἀποστροφή, καὶ τὸ ἐν ἱδρῶτι τὸν ἄρτον ἐσθίειν, καὶ τὸ τὴν γῆν ἀκάνθας καὶ τριβό‐ λους ἀνατέλλειν αὐτῷ. καὶ μετοικίζει αὐτοὺς ἐκ τοῦ | |
15 | παραδείσου, δερμάτινα αὐτοῖς ἐνδύματα περιθέμε‐ νος, ἴσως τὴν παχυτέραν σάρκα καὶ θνητὴν καὶ ἀν‐ τίτυπον. ἐντεῦθεν ἡμῖν ἡ μοχθηρὰ ζωὴ καὶ ἐπώδυ‐ νος καὶ τὸ πρὸς κακίαν εὐόλισθον. Γίνονται τοίνυν παῖδες αὐτοῖς, ὧν Κάϊν μὲν ὁ | |
20 | πρῶτος ἦν, κτῆσιν σημαίνει τὸ ὄνομα, ὅτι ἐκτή‐ σαντο ἄνθρωπον, Ἄβελ δ’ ὁ δεύτερος· δηλοῖ δὲ πέν‐ θος ἡ κλῆσις· ἔσεσθαι γὰρ αὐτοῖς πένθος ἔμελλε δι’ αὐτόν. καὶ ὁ μὲν Ἄβελ νομεὺς ἦν ποιμνίου καὶ ἀρε‐ τῆς ἐπεμέλετο, ὁ δὲ Κάϊν ἐγεώργει τὴν γῆν πονηρό‐ | |
25 | τατος ὤν. δόξαν δὲ αὐτοῖς ἀπαρχὰς ἐκ τῶν ἰδίων πόνων προσαγαγεῖν τῷ θεῷ, ὁ μὲν Ἄβελ τὰ κρείττω τῶν πρωτοτόκων τῶν θρεμμάτων προσήνεγκε, Κάϊν δὲ τὰ τυχόντα προσηγηόχει τῶν τῆς γῆς καρπῶν. καὶ προσέσχεν ὁ θεὸς τοῖς τοῦ Ἄβελ δώροις, τῇ δὲ τοῦ | |
30 | Κάϊν οὐ προσέσχε προσαγωγῇ. ὁ δὲ φθονήσας ἐπὶ | 17 in vol. 1 |
1.18 | τῇ προτιμήσει κτείνει τὸν ἀδελφόν, καὶ ἐπάρατος γί‐ νεται τῷ θεῷ, καὶ στένειν καὶ τρέμειν καταδεδί‐ κασται. ἐκβληθεὶς δὲ ἀπὸ προσώπου τοῦ θεοῦ ἐν γῇ Ναῒδ ᾤκησεν, ἔνθα καὶ παῖδας ἐγείνατο. οὗτος | |
5 | μέτρα τε καὶ στάθμια ἐπενόησε καὶ πρῶτος ὅρους ἐπήξατο γῆς, πονηρίας καθηγητὴς χρηματίσας. καὶ πόλιν εἰς ὄνομα τοῦ πρωτοτόκου υἱοῦ αὐτοῦ Ἐνὼς ᾠκοδόμησεν. υἱὸς δὲ τοῦ Ἐνὼς Γαϊδάδ, παῖς δὲ τού‐ του Μαουιαήλ, τοῦ δὲ Μαθουσάλα, οὗ Λάμεχ υἱός. | |
10 | οὗτος δύο γυναῖκας ἑαυτῷ συνοικίσας, αἳ Ἀδὰ καὶ Σελᾶ ὠνομάζοντο, παῖδας ἐξ ἀμφοῖν ἔσχεν ἑβδομή‐ κοντα καὶ ἑπτά· ὧν Ἰωαβὲλ μὲν κτηνοτρόφος ἦν καὶ προβατείαν ἠγάπησεν, Ἰουβὰλ δὲ μουσικὴν ἐπενόησε καὶ κιθάραν ἐμηχανήσατο καὶ ψαλτήριον, Θόβελ δὲ | |
15 | γεγονὼς ἐκ Σελᾶς σιδηρεὺς ἦν ἤτοι ἐργάτης σιδήρου τε καὶ χαλκοῦ. Τῷ δὲ Ἀδὰμ μετὰ θάνατον Ἄβελ διακοσίων τριά‐ κοντα γεγονότι ἐτῶν ἕτερος ἐγεννήθη υἱός, ὃν ἐκά‐ λεσε Σήθ. τέθνηκε δὲ ὁ Ἀδὰμ ἔτη ζήσας ἐνακόσια | |
20 | καὶ τριάκοντα. Σὴθ δὲ γενόμενος ἐτῶν πέντε καὶ διακοσίων ἐγέννησε τὸν Ἐνώς, ὃς πρῶτος ἤλπισεν ἐπικαλεῖσθαι τὸ ὄνομα κυρίου τοῦ θεοῦ, τοῦτ’ ἔστι θεὸν προσαγορεῦσαι τὸν κύριον. δώδεκα δὲ καὶ ἐνα‐ κόσια ζήσας ἔτη τὰ πάντα Σήθ, καὶ υἱοὺς καὶ θυγα‐ | |
25 | τέρας λιπών, ἐξέλιπεν. ὃς ἀρετὴν μετῄει καὶ μιμη‐ τὰς τοὺς ἀπογόνους κατέλειψεν· οἳ σοφίαν τὴν περὶ τὰ οὐράνια κατενόησαν, καὶ στήλαις δυσί, τῇ μὲν ἐκ λίθων, τῇ δ’ ἐκ πλίνθου πεποιημέναις, τὰ εὑ‐ ρημένα ἐνέγραψαν, ἵνα καὶ τοῖς μετέπειτα σώζων‐ | |
30 | ται· ἔσεσθαι γὰρ ἀφανισμὸν τοῦ παντὸς προειρήκει Ἀδὰμ ἐκ πυρός τε καὶ ὕδατος. ἐξ Ἐνὼς δὲ ἐτέχθη | |
Καϊνᾶν ἄλλοι τε υἱοὶ καὶ θυγατέρες, καὶ ἀπέθανεν | 18 in vol. 1 | |
1.19 | ἔτη ζήσας πέντε καὶ ἐνακόσια. ἐκ δὲ Καϊνᾶν ἐξέφυ Μαλελεὴλ καὶ ἕτεροι παῖδες, καὶ τέθνηκε ζήσας ἀριθ‐ μὸν ἐτῶν ἐνακοσίων καὶ δέκα. παῖς δὲ Μαλελεὴλ ὁ Ἰάρεδ, καὶ ἕτεροι, ὃς κατέλυσε τὴν ζωὴν ἐπ’ ἔτε‐ | |
5 | σιν ὀκτακοσίοις καὶ πέντε πρὸς ἐνενήκοντα. Ἰάρεδ δὲ πατὴρ τοῦ Ἐνὼχ καὶ παίδων ἐπὶ τούτῳ ἑτέρων, καὶ τέθνηκε βιώσας ἐνιαυτοὺς ἐνακοσίους καὶ ἑξή‐ κοντα πρὸς δυσίν. υἱὸς δὲ τοῦ Ἐνὼχ Μαθουσάλα καὶ ἕτεροι. εὐηρέστησε δὲ τῷ κυρίῳ Ἐνὼχ καὶ μετε‐ | |
10 | τέθη καὶ οὐχ εὑρίσκετο, ἐτῶν γεγονὼς τριακοσίων ἑξήκοντα πέντε. παῖς δὲ τοῦ Μαθουσάλα Λάμεχ καὶ ἕτεροι, καὶ θνήσκει ζήσας ἔτη ἐνακόσια ἑξήκοντα καὶ ἐννέα. Νῶε δ’ ἐτέχθη τῷ Λάμεχ, καὶ τέθνηκε Λάμεχ ἑπτακόσια ζήσας ἔτη καὶ πεντήκοντα πρὸς | |
15 | τρισί. τῷ δὲ Νῶε τρεῖς ἐγένοντο παῖδες, Σήμ, Χάμ, Ἰάφεθ. Ἰδόντες δὲ οἱ υἱοὶ τοῦ θεοῦ τὰς θυγατέρας τῶν ἀνθρώπων, ἔλαβον ἑαυτοῖς γυναῖκας. υἱοὺς δὲ τοῦ θεοῦ φησιν ἡ γραφὴ τοὺς ἀπογόνους τοῦ Σὴθ ὡς | |
20 | ἀρετὴν μετιόντας, καθὸ καὶ υἱοὺς ὑψίστου τοὺς ἐνα‐ ρέτους καλεῖ· θυγατέρας δὲ τῶν ἀνθρώπων φησὶ τὰς ἐκ τῶν τοῦ Κάϊν ἀπογόνων καταγομένας. ὁ δὲ Ἰώ‐ σηπος ἀγγέλους λέγει τὰς θυγατέρας τῶν ἀνθρώπων λαβεῖν, οὕτω καλέσας, οἶμαι, αὐτοὺς ὡς εὐαρεστοῦν‐ | |
25 | τας θεῷ καὶ τὴν ἐκείνων πολιτείαν ἐπιτηδεύοντας. πληθυνθέντες δ’ οἱ ἄνθρωποι πρὸς κακίαν ἀπέκλι‐ ναν· οἷς καὶ παῖδες ἐγένοντο ὑβρισταὶ καὶ ἀτάσθαλοι διὰ τὴν ἐν τῇ δυνάμει πεποίθησιν. οἷς τὸ θεῖον προσώχθισε καὶ τὸ μακρόβιον ὑπετέμετο, ἑκατὸν καὶ | |
30 | εἴκοσιν ἔτεσι τὴν τῶν ἀνθρώπων περιγράψας ζωήν. | 19 in vol. 1 |
1.20 | Νῶε δὲ εὗρε χάριν ἐναντίον τοῦ θεοῦ. διὸ καὶ εἰς θάλασσαν τῆς ἠπείρου μεταβληθείσης δι’ ἐπομ‐ βρίας πολυημέρου τε καὶ σφοδρᾶς, πᾶν μὲν τὸ ἀν‐ θρώπινον φθείρεται γένος, Νῶε δὲ μόνος σώζεται | |
5 | προμηθείᾳ θεοῦ ξυλίνῃ λάρνακι, ἣν τετράγωνον κα‐ τεσκεύασε, μῆκος μὲν ἔχουσαν πήχεων τριακοσίων, τὸ δὲ πλάτος πεντήκοντα, καὶ τὸ βάθος τριάκοντα. ἐν ᾗ αὐτός τε καὶ οἱ παῖδες ἐμβέβηκεν καὶ ἡ μήτηρ καὶ αἱ γυναῖκες αὐτῶν, σπέρματά τε παντοῖα ἐν‐ | |
10 | θέμενος καὶ ζῷα ἐκ γένους παντὸς πρὸς διατήρη‐ σιν τῶν γενῶν αὐτῶν, ἀνὰ δύο μὲν τὰ μὴ κα‐ θαρά, ἑπτὰ δ’ ἐξ ἑκάστου γένους τῶν καθαρῶν. δέ‐ κατος δ’ ἦν ὁ Νῶε ἐκ τοῦ Ἀδὰμ ἀριθμούμενος, καὶ μετὰ χιλίους ἑξακοσίους πεντήκοντα καὶ ἓξ ἐνιαυτοὺς | |
15 | ὁ κατακλυσμὸς τῇ γῇ ἐπενήνεκτο ἐφ’ ἡμέρας τεσσα‐ ράκοντα λάβρου καταχεομένου τῆς γῆς ὑετοῦ, ὡς ὑπερβῆναι τὸ ὕδωρ ἐπὶ πεντεκαίδεκα πήχεις τὰ τῶν ὀρῶν ὑψηλότερα. λήξαντος δέ γε τοῦ ὑετοῦ καὶ τοῦ ὕδατος ἐλαττονουμένου μεθ’ ἡμέρας ἑκατὸν καὶ πεν‐ | |
20 | τήκοντα, ἡ λάρναξ ὄρει τινὶ τῆς Ἀρμενίας προσώ‐ κειλε κατὰ μῆνα τὸν ἕβδομον. ὅτε καὶ ἀνοίξας ὁ Νῶε μεθίησι κόρακα· ὁ δὲ οὐκ ἐπανῆλθε. καὶ μεθ’ ἡμέρας ἀφῆκε περιστεράν, ἣ πάλιν ὑπέστρεψεν. ἑπτὰ δὲ διελθουσῶν ἡμερῶν αὖθις ἀφῆκεν αὐτήν, ἡ δὲ | |
25 | κάρφος ἐλαίας φέρουσα ὑπενόστησε. κἀντεῦθεν ἔγνω ἐκλελοιπέναι τὸ ὕδωρ ἀπὸ τῆς γῆς. καὶ ἐξῆλθε Νῶε καὶ ἡ γυνὴ αὐτοῦ καὶ οἱ υἱοὶ αὐτοῦ σὺν ταῖς αὐτῶν γυναιξὶ καὶ τὰ ζῷα ὅσα ἦν μετ’ αὐτῶν ἐν τῇ κιβωτῷ, καὶ ἔθυσε τῷ θεῷ. Ἀποβατήριον δὲ καλεῖσθαι τὸν | |
30 | τόπον τῆς Ἀρμενίας φησὶν ὁ Ἰώσηπος, καὶ λείψανα δείκνυσθαι τῆς λάρνακος ἐκεῖ. μεμνῆσθαι δὲ τοῦ | |
κατακλυσμοῦ καὶ τῆς κιβωτοῦ λέγει πολλοὺς τῶν | 20 in vol. 1 | |
1.21 | τὰς βαρβαρικὰς ἱστορίας συγγραψαμένων, τὸν Χαλ‐ δαῖόν τε Βηρωσὸν καὶ Ἱερώνυμον τὸν Αἰγύπτιον, ὃς τὴν ἀρχαιολογίαν τὴν Φοινικικὴν συνεγράψατο, καὶ τὸν ἐκ Δαμασκοῦ Μνασέαν. ὁ δὲ θεὸς μηκέτι ἐπα‐ | |
5 | γαγεῖν τοιοῦτον πάθος τῇ γῇ ἐπηγγείλατο. ἐνετεί‐ λατο δὲ πρὸς βρῶσιν κεχρῆσθαι τοῖς ζῴοις, πλὴν κρέας ἐν αἵματι ψυχῆς μὴ ἐσθίειν, καὶ φόνου ἀν‐ θρώπων ἀπέχεσθαι. σημεῖον δὲ τοῦ μηκέτι κατα‐ κλύσαι τὴν γῆν ἐν ὄμβρῳ τὸ τόξον ἔθετο τὸ ἐν τῇ | |
10 | νεφέλῃ, τὴν ἶριν διὰ τοῦ τόξου δηλῶν. Νῶε δὲ μετὰ τὸν κατακλυσμὸν βιώσας ἔτη τριακόσια καὶ πεντή‐ κοντα θνήσκει ἐνιαυτῶν γεγονὼς ἐνακοσίων πεντή‐ κοντα. Εἴρηται δὲ περὶ τῆς πολυετίας τῶν τότε ἀνθρώπων | |
15 | ἐκείνων ταῦτα τῷ Ἰωσήπῳ. “μηδεὶς οὖν πρὸς τὸν νῦν βίον καὶ τὴν βραχύτητα τῶν ἐτῶν ψευδῆ νομιζέτω τὰ περὶ τῶν παλαιῶν ἱστορούμενα. οἱ μὲν γὰρ θεο‐ φιλεῖς ὄντες καὶ ὑπ’ αὐτοῦ τοῦ θεοῦ γενόμενοι καὶ διὰ τὸ τὰς τροφὰς ἐπιτηδειοτέρας πρὸς πλείονα χρό‐ | |
20 | νον εἶναι εἰκότως ἔζων πλῆθος ἐτῶν τοσούτων, ἔπειτα καὶ διὰ τὴν εὐχρηστίαν ὧν ἐπενόουν, ἀστρο‐ νομίας τε καὶ γεωμετρίας, ἅπερ οὐκ ἦν αὐτοὺς ἀσφα‐ λῶς κατανοῆσαί τε καὶ εἰπεῖν, μὴ ζήσαντας ἑξακο‐ σίους ἐνιαυτούς· διὰ τοσούτων γὰρ πληροῦται ὁ | |
25 | μέγας ἐνιαυτός.” Οἱ δὲ Νῶε παῖδες, Σήμ, Χάμ, Ἰάφεθ, ἐκ τῶν ὀρῶν εἰς τὰς πεδιάδας κατῴκησαν. Νῶε δὲ φυ‐ τεύσας ἀμπελῶνα ἔπιεν ἐκ τοῦ οἴνου καὶ ἐμεθύσθη καὶ ἐγυμνώθη. Χὰμ δὲ τὴν γύμνωσιν ἰδὼν τοῦ πα‐ | |
30 | τρὸς τοῖς συγγόνοις ἀνήγγειλεν οἷον ἐπεγγελῶν τῷ | 21 in vol. 1 |
1.22 | πατρί. οἱ δὲ κατὰ νώτου θέμενοι τὸ ἱμάτιον τὴν πα‐ τρικὴν ἐκάλυψαν γύμνωσιν, ὀπισθοφανῶς ἰόντες καὶ μὴ προσβλέψαντες τῷ πατρί. διὸ καὶ ἀνανήψας ὁ Νῶε τοὺς μὲν εὐχαῖς ἠμείψατο, τῷ δὲ Χὰμ κατηρά‐ | |
5 | σατο. τὸ δὲ πεδίον, ὃ κατῴκουν οἱ υἱοὶ Νῶε, κέκλη‐ ται Σεναάρ. πολλῶν δὲ γενομένων ἑκάστῳ παίδων καὶ εἰς γενεὰς προελθόντων ἐπληθύνθησαν οἱ τού‐ των ἀπόγονοι. Νεβρὼδ δέ τις τοῦ Χὰμ υἱωνός, ὃς πρῶτος γίγας ὤφθη ἐπὶ τῆς γῆς, τολμηρὸς καὶ κατὰ | |
10 | χεῖρα γενναῖος, τῶν ἄλλων κατάρχων εἰς τυραννίδα τὰ πράγματα περιέστησε, καὶ πύργον οἰκοδομεῖν αὐ‐ τοῖς ὑπέθετο ἐξ ὀπτῆς πλίνθου καὶ ἀσφάλτου δεδο‐ μημένον. οὕτω δὲ μεμηνότας ὁρῶν αὐτοὺς ὁ θεός, ἑτερογλώσσους εἰργάσατο καὶ ἀσυνέτους τῶν παρ’ | |
15 | ἀλλήλων φωνῶν διὰ τοῦ τῶν γλωσσῶν μερισμοῦ. ὁ δὲ τόπος, ἐν ᾧ τὸν πύργον ᾠκοδόμουν, νῦν Βαβυλὼν καλεῖται διὰ τὴν σύγχυσιν τὴν περὶ τὴν διάλεκτον· Ἑβραῖοι γὰρ βαβὲλ καλοῦσι τὴν σύγχυσιν. σκίδναν‐ ται δὲ λοιπὸν ὑπὸ τῆς ἀλλογλωσσίας, ὡς πᾶσαν ἤπει‐ | |
20 | ρον καὶ νῆσον πληρωθῆναι αὐτῶν. Σκεδασθέντων δὲ τῶν ἀπογόνων τοῦ Νῶε ἐξ ἐκείνων τὰ ἔθνη συνέστησάν τε καὶ ὠνομάσθησαν. ἑπτὰ γοῦν υἱοὺς ὁ Ἰάφεθ ἐγέννησεν, οἳ ἀπὸ Ταύ‐ ρου καὶ Ἀμανοῦ τῶν ὀρῶν προῆλθον, ἐπὶ μὲν τῆς | |
25 | Ἀσίας ἄχρι ποταμοῦ Τανάιδος, ἐπὶ δὲ τῆς Εὐρώπης ἕως Γαδείρων· ὧν τοῖς ὀνόμασι καὶ ἔθνη ἐπεκλήθη‐ σαν, Γομαρεῖς μὲν ἀπὸ Γάμερ, οἱ νῦν Γαλάται λε‐ γόμενοι· Μαγώγας δὲ τοὺς ἐξ αὐτοῦ ὠνόμασεν ὁ Μα‐ γώγ, Σκύθαι δὲ νῦν καλοῦνται. ἐκ δὲ Ἰωβὰν Ἴωνες | |
30 | καὶ πάντες Ἕλληνες ἐπεκλήθησαν, ἐκ Μαδαῒ δὲ Μα‐ δαῖοι, οἳ Μῆδοι προσαγορεύονται νῦν. Θοβὲλ δὲ Θο‐ | |
βήλους τοὺς ἐξ αὐτοῦ ἐπωνόμασεν· οὗτοι δ’ εἰσὶν Ἴβη‐ | 22 in vol. 1 | |
1.23 | ρες. ὁ δέ γε Μοσὸχ τοῦ γένους κατῆρξε τῶν Μεσχη‐ νῶν· Καππαδόκαι δ’ οὗτοι νομίζονται. Θειρᾶς δὲ Θείρας τοὺς ἐξ αὐτοῦ προσηγόρευσεν, οἳ Θρᾷκες με‐ τωνομάσθησαν ὕστερον. ἐκ δὲ τῶν ἐκγόνων Ἰάφεθ | |
5 | Ἀσχανάξαι μὲν οἱ κληθέντες Ῥηγῆνες ἐξ Ἀσχανὰξ προήχθησαν, Ῥιφαθαῖοι δέ, οὕτω πρὶν τοὺς Παφλα‐ γόνας ἐκάλουν, ἐκ Ῥιφὰθ τὸ γένος ἕλκειν πιστεύον‐ ται· καὶ Θοργαμαῖοι τὸν Θοργαμᾶ πρόγονον ἑαυτοῖς ἐπιγράφουσιν, οἳ Φρύγες μετεκλήθησαν ὕστερον. | |
10 | Ἐλισὰν δὲ Ἐλισαίων ἀρχηγέτης ἐγένετο, οἵπερ εἰσὶν Αἰολεῖς. καὶ Θαρσεὺς δὲ τῶν Θαρσέων ἐχρημάτισε πρόγονος· τὸ γὰρ πάλαι Θαρσεῖς ἐκαλοῦντο οἱ Κίλι‐ κες· ὅθεν καὶ ἡ τῶν παρ’ αὐτοῖς πόλεων ἀξιολογω‐ τέρα Ταρσὸς καλεῖται, τοῦ θῆτα μεταβληθέντος εἰς | |
15 | ταῦ. οὕτως γὰρ τῷ Ἰωσήπῳ γέγραπται περὶ τῆς Ταρσοῦ. ἕτεροι δὲ τὸν Περσέα φασὶν τῇ τῶν Κιλί‐ κων χώρᾳ ἐπιδημήσαντα καὶ πόλιν βουληθέντα κτί‐ σαι καὶ τὸν τόπον τῆς πόλεως τοῖς οἰκοδόμοις δει‐ κνύοντα τῷ ταρσῷ τοῦ ποδὸς πατάξαι τὴν γῆν, κἀν‐ | |
20 | τεῦθεν ἐπικληθῆναι τὴν πόλιν Ταρσόν. Χέθιμα δὲ τὴν νῆσον συνῴκισεν ὁ Χεθίμ· ἡ Κύπρος αὕτη ἐστί, παρ’ Ἑλλήνων οὕτω κληθεῖσα διὰ τὴν παρ’ αὐτοῖς θεὸν τὴν Ἀφροδίτην, ἣν Κύπριν προσαγορεύουσιν. Οἱ δέ γε παῖδες τοῦ Χὰμ τὴν ἀπὸ Συρίας καὶ | |
25 | Ἀμανοῦ καὶ Λιβάνου τῶν ὀρῶν γῆν κατέσχον, καὶ ὅσα πρὸς θάλασσαν αὐτῆς ἐτέτραπτο μέχρις ὠκεα‐ νοῦ κατειλήφασι. καὶ προήλθοσαν ἐκ μὲν Χοῦς Χου‐ σαῖοι· Αἰθίοπες οὗτοί εἰσι. Μεσρὲμ δὲ Μεστραίων προπάτωρ ἐγένετο· οὕτω δὲ καλοῦνται οἱ Αἰγύπτιοι, | |
30 | καὶ ἡ τῆς Αἰγύπτου χώρα Μεστρὴν ὀνομάζεται. Φοὺτ δὲ τὴν Λιβύην κατῴκησε, καὶ Φούτους τοὺς τῆς χώ‐ | |
ρας ἐκάλεσε, Φούτην δὲ τὴν χώραν αὐτήν. μετε‐ | 23 in vol. 1 | |
1.24 | βλήθη δ’ ἡ κλῆσις αὐτῆς μετέπειτα εἰς Λιβύην ἐκ Λίβυος υἱοῦ Μεσρέμ. Χαναὰν δὲ τὴν κληθεῖσαν ὕστερον Ἰουδαίαν συνοικίσας Χαναναίαν αὐτὴν προσ‐ ηγόρευσε καὶ Χαναναίους τοὺς ἐξ αὐτῆς. οἱ δὲ Μεσ‐ | |
5 | ρὲμ παῖδες τὴν ἀπὸ Γάζης ἕως Αἰγύπτου κατέσχον γῆν. μόνου δὲ Φιλιστιεὶμ τὴν ἐπωνυμίαν διεφύλα‐ ξεν ἡ ἐκείνου μερίς, ἣν Παλαιστίνην Ἕλληνες ὠνο‐ μάκασιν. Σιδώνιος δὲ πρωτότοκος παῖς Χαναὰν ἐν Φοινίκῃ πόλιν ἀνέστησε, Σιδῶνα καλέσας αὐτήν. | |
10 | Ἀμαθὶ δὲ Ἀμάθην ἔκτισε πόλιν, ἣν Μακεδόνες ἀφ’ ἑνὸς τῶν Πτολεμαίων Ἐπιφανοῦς λεγομένου Ἐπιφά‐ νειαν μετωνόμασαν. Σὴμ δὲ τῷ υἱῷ Νῶε πέντε τίκτονται παῖδες, οἳ τὴν μέχρις ὠκεανοῦ τοῦ κατ’ Ἰνδίαν οἰκοῦσιν Ἀσίαν, | |
15 | ἀπ’ Εὐφράτου ἀρξάμενοι. Ἐλὰμ μὲν οὖν Ἐλυμαίους Περσῶν ὄντας ἀρχηγέτας κατέλιπεν, Ἀσοὺρ δὲ Νίνον οἰκίζει πόλιν καὶ τοὺς ὑπ’ αὐτὸν Ἀσσυρίους ὠνόμασε, καὶ Ἀρφαξὰδ Χαλδαίων προπάτωρ ἦν, Ἀρὰμ δὲ τοὺς Σύρους κληθέντας ὕστερον Ἀραμαίους ἐξ ἑαυτοῦ | |
20 | προσηγόρευσεν, ὁ Λοὺδ δὲ Λούδους προήγαγεν, οἳ Λυδοὶ μετέπειτα προσερρήθησαν. τῶν δὲ υἱῶν Ἀρὰμ τεσσάρων ὄντων ὁ μὲν τὴν Τραχωνῖτιν οἰκίζει καὶ τὴν Δαμασκόν, μέση δ’ ἐστὶ Παλαιστίνης καὶ Κοίλης Συρίας, ὁ δὲ Ἀρμενίαν, Βακτριανοὺς δὲ ὁ ἕτερος. | |
25 | τοῦ Ἀρφαξὰδ δὲ υἱὸς Καϊνᾶν, παῖς Καϊνᾶν ὁ Σαλά. οὗτος δὲ πατὴρ Ἕβερ. Ἕβερ δ’ ἔτεκε τὸν Φαλέκ, οὕτω κληθέντα διὰ τὸν τῆς γῆς μερισμόν· ὅτε γὰρ ἡ διαίρεσις γέγονε τῶν τότε ἀνθρώπων, καὶ ὁ τῆς γῆς μερισμὸς τότε ἐτέχθη· φάλεκ γὰρ Ἑβραῖοι τὸν μερι‐ | |
30 | σμὸν ὀνομάζουσιν. Ἑβραῖοι δὲ τὸ ἔθνος ἐκ τοῦ Ἕβερ ἀρχῆθεν ἐκλήθη. τοῦ Φαλὲκ δὲ υἱὸς ὁ Ῥαγαῦ, ὁ δὲ | |
Ῥαγαῦ πατὴρ τοῦ Σερούχ, οὗτος δ’ ἔτεκε τὸν Να‐ | 24 in vol. 1 | |
1.25 | χώρ, ἐκ Ναχὼρ δὲ Θάρρα προῆλθε, Θάρρα δὲ πατὴρ Ἀβραάμ. Τοῦ δὲ τῶν Ἑβραίων γένους προπάτωρ καὶ πα‐ τριάρχης τῶν αὐτοῦ πατριῶν ὁ μέγας οὗτος γέγονεν | |
5 | Ἀβραάμ, ὃς Χαλδαῖος μὲν ἦν τὸ γένος, δέκατος ἀπὸ Νῶε γενόμενος, διακοσίων ἐτῶν καὶ ἐνενήκοντα πρὸς δυσὶ διεληλυθότων ἐξ ὅτου τὴν γῆν ἅπασαν ὁ θεὸς ἐπομβρίᾳ κατέκλυσεν. οὗτος προγόνων ὢν ἀσεβῶν πρῶτος ἔγνω θεὸν ἕνα τὸν τῶν ὅλων δημιουργόν, ἐκ | |
10 | τῶν ποιημάτων καταλαβὼν τὸν ποιητήν, καὶ τούτῳ μόνῳ τὴν τιμὴν ἀπονέμειν δεῖν ἔλεγε. στασιασάντων δὲ διὰ ταῦτα πρὸς αὐτὸν τῶν Χαλδαίων μετῴκησεν ἐκεῖθεν, τοῦ γνωσθέντος αὐτῷ κελεύσει θεοῦ, καὶ τὴν Χαναναίαν ἔσχηκε γῆν. λιμοῦ δὲ τὴν Χαναναίαν | |
15 | πιέζοντος μεταναστεύει εἰς Αἴγυπτον. καὶ θαυμα‐ σθεὶς ἐπὶ συνέσει, τὴν ἀριθμητικὴν τοῖς Αἰγυπτίοις καὶ τὰ περὶ ἀστρονομίας ἀμαθῶς τούτων ἔχουσι παραδίδωσιν. ἐκ Χαλδαίων δὲ λέγεται φοιτῆσαι ταῦτα πρὸς Αἴγυπτον κἀκεῖθεν εἰς Ἕλληνας. Ἀσσυ‐ | |
20 | ρίων δ’ ἐπελθόντων τοῖς Σοδομίταις, οἷς συνῴκει καὶ Λὼτ ἀδελφόπαις ὢν Ἀβραὰμ τῆς Σάρρας τε ἀδελ‐ φός, καὶ πολλῶν μὲν πεσόντων Σοδομιτῶν, αἰχμα‐ λωτισθέντων δὲ τῶν λοιπῶν, καὶ Λὼτ τοῖς Σοδομί‐ ταις συνῃχμαλώτευτο. ὃ μαθὼν Ἀβραὰμ σὺν τρια‐ | |
25 | κοσίοις ὀκτωκαίδεκα οἰκέταις αὐτοῦ καὶ φίλοις τρισὶ κατεδίωξεν ὀπίσω τῶν Ἀσσυρίων, καὶ τούς τε Σοδο‐ μίτας ἔσωσε καὶ τὸν Λώτ. ἐπανιόντα δ’ ἐκ τῆς διώ‐ ξεως ὁ τῆς Σόλυμα πόλεως βασιλεὺς αὐτὸν ὑποδέχε‐ ται, κεκλημένος Μελχισεδέκ· σημαίνει δὲ τοῦτο με‐ | |
30 | θαρμοζόμενον εἰς τὴν Ἑλλήνων διάλεκτον βασιλεὺς | |
δίκαιος· Σόλυμα γὰρ ἦν ὄνομα τότε τῇ πόλει Ἱερου‐ | 25 in vol. 1 | |
1.26 | σαλήμ· οὕτως ἀρχαία ἦν ἡ πόλις καὶ χρόνῳ τὰ πρεσ‐ βεῖα κληρωσαμένη κατὰ πασῶν. τῆς ἀρετῆς δὲ τὸν Ἀβραὰμ ἀποδεξάμενος ὁ θεὸς ἀμοιβὴν ὑπὲρ αὐτῆς ἐπηγγείλατο· τοῦ δὲ φαμένου ἄχαρι πᾶν αὐτῷ δοκεῖν | |
5 | εὐεργέτημα μὴ ἔχοντι τὸν τοῦτο διαδεξόμενον, ἦν γὰρ ἔτι γονῆς ἀμοιρῶν γνησίας, ὅτι τὴν μήτραν ἡ Σάρρα πεπήρωτο, ὁ θεὸς καὶ παῖδα δώσειν αὐτῷ καθυπέσχετο, καὶ ἐξ ἐκείνου μέγα προελθεῖν ἔθνος, τοῖς ἄστρασι τὸν ἀριθμὸν ἐξισούμενον· καὶ περιτμη‐ | |
10 | θῆναι τὰ αἰδοῖα καὶ αὐτὸν καὶ τοὺς ὑπ’ αὐτὸν ἐκέ‐ λευσεν ἄρρενας, ἵν’ εἴη τὸ γένος αὐτοῦ τοῖς ἄλλοις ἔθνεσιν ἀνεπίμικτον· καὶ περιετμήθησαν. Γίνεται τοίνυν τῷ Ἀβραὰμ παῖς ἑκατὸν γεγονότι ἐνιαυτῶν ἐκ τῆς Σάρρας, ὃν ὁ θεὸς Ἰσαὰκ καλέσαι | |
15 | προσέταξε· δηλοῖ δὲ τὸ ὄνομα γέλωτα, ἢ ὅτι μειδίαμα τῇ Σάρρᾳ ἐγένετο, τέξεσθαι αὐτὴν τοῦ θεοῦ χρημα‐ τίσαντος, διὰ τὸ τῆς ὑποσχέσεως δύσελπι, παρήλικι οὔσῃ καὶ μὴ προσδοκώσῃ τεκεῖν, ἐνενήκοντα γὰρ ἐτῶν τὸν Ἰσαὰκ τεκοῦσα ἐτύγχανεν, ἢ ὅτι γέλωτος | |
20 | ὑπόθεσις τοῖς γονεῦσι τὸ παιδίον ἐγένετο, θυμηδίας δηλαδὴ καὶ χαρᾶς. τεχθέντα δὲ τὸν παῖδα τοῦτον κατὰ τὴν ὀγδόην ἡμέραν ὁ πατὴρ περιέτεμεν· ὅθεν οὕτω καὶ τοῖς Ἰουδαίοις νενόμισται περιτέμνεσθαι. Ἄραβες δὲ μετὰ τρισκαιδέκατον ἔτος τοὺς παῖδας περιτέμνειν | |
25 | εἰώθασιν, ὅτι καὶ Ἰσμαὴλ ὁ προπάτωρ αὐτῶν ἐν τούτῳ τῷ χρόνῳ περιετέτμητο· τρισκαίδεκα γὰρ ἦν ἐτῶν ὅτε τῷ Ἀβραὰμ ὁ θεὸς ἐπέταξε τὴν περιτομήν. ση‐ μαίνει δὲ τὸ ὄνομα τοῦτο θεόκλυτον, ὡς τοῦ θεοῦ τῆς ἱκεσίας Ἀβραὰμ εἰσακούσαντος καὶ παῖδα δόντος | |
30 | αὐτῷ. ἐγείνατο δὲ τοῦτον ἐκ παιδίσκης ἣν Σάρρα αὐτῷ συγκατέκλινεν. ἰδίας γὰρ ἀμοιροῦσα τότε γο‐ | |
νῆς, οἰκείᾳ παιδίσκῃ Ἄγαρ ὠνομασμένῃ, Αἰγυπτίᾳ | 26 in vol. 1 | |
1.27 | τὸ γένος, μιγῆναι τὸν ἄνδρα ᾐτήσατο, καὶ τεκούσης ἐκείνης τὸν Ἰσμαήλ, ᾠκειώσατο τὸ παιδίον ἡ Σάρρα. τεκοῦσα δὲ τὸν Ἰσαάκ, τῆς Ἄγαρ σὺν τῷ υἱῷ φυγὴν κατὰ ζηλοτυπίαν κατεψηφίσατο. ἀνδρωθέντος δὲ Ἰσαὰκ | |
5 | κατὰ τὸν Ἑβραῖον Ἰώσηπον, εἴκοσι γὰρ καὶ πέντε ἐνιαυτῶν φησιν εἶναι τὸν Ἰσαὰκ τότε, πεῖραν ὁ θεὸς ἐπάγει τῷ Ἀβραάμ, καὶ καλέσας αὐτὸν θῦμα κελεύει προσαγαγεῖν τὸν υἱόν, καὶ εἰς ἓν τῶν ὀρέων ἀπαγα‐ γόντα τὸν μονογενῆ τὸν ἀγαπητὸν ὁλοκαυτῶσαι. καὶ | |
10 | οὐκ ἀντεῖπεν ὁ Ἀβραάμ, ἀλλὰ τὸν παῖδα προσειλη‐ φὼς καὶ εἰς τὸ ἐπιταχθὲν αὐτῷ ὄρος ἀναγαγών, τὸν θεῖον αὐτῷ κοινοῦται χρησμόν, καὶ γενναίως οἴσειν τὴν καθιέρωσιν παραινεῖ, κελεύοντος τοῦ θεοῦ. ὁ δὲ πείθεται καὶ ἑκὼν ἑαυτὸν παρέχει πρὸς καθιέρω‐ | |
15 | σιν, μὴ δίκαιον φήσας εἶναι θεοῦ καὶ πατρὸς ἀντι‐ τείνειν θελήματι. οὕτω ταῦτα τῷ Ἰωσήπῳ ἱστόρη‐ ται. εἶτα φείσασθαι τοῦ υἱοῦ κελεύεται Ἀβραάμ, καὶ κριὸς αὐτομάτως εἰς ὁλοκαύτωσιν ἀντιδίδοται. μετὰ ταῦτα θνήσκει μὲν Σάρρα ἐτῶν οὖσα ἑκατὸν εἴκοσι | |
20 | πρὸς ἑπτά, ὁ δ’ Ἀβραὰμ ἑτέραν ἠγάγετο κεκλημένην Χεττούραν, ἐξ ἧς υἱεῖς αὐτῷ φύονται ἕξ. τῷ Ἰσαὰκ δὲ περὶ τεσσαρακοστὸν ἔτος γεγονότι μνηστεύεται ὁ πατὴρ Ῥεβέκκαν ἐκ Μεσοποταμίας, θυγατέρα Βα‐ θουὴλ υἱοῦ Ναχὼρ ἀδελφοῦ Ἀβραάμ. ἔπειτα τελευτᾷ | |
25 | μὲν ἔτη ζήσας ἑκατὸν ἑβδομήκοντα καὶ πέντε· γήμας δὲ τὴν Ῥεβέκκαν ὁ Ἰσαὰκ διδύμους ἐκ ταύτης παῖ‐ δας γεννᾷ. ὧν τῷ μὲν πρεσβυτέρῳ καθ’ ὅλου τοῦ σώματος δασεῖα ἐφύετο θρίξ, ὅθεν καὶ Ἡσαῦ ἐκλήθη διὰ τὴν τρίχωσιν· τῷ δὲ νεωτέρῳ ἡ χεὶρ εἴχετο τῆς | |
30 | πτέρνης τοῦ ἀδελφοῦ, τῆς μητρικῆς προεκθορόντος γαστρός, διὸ καὶ Ἰακὼβ ὠνομάσθη· πτερνιστὴν δὲ | |
τὸ ὄνομα καθ’ Ἑβραίους δηλοῖ. | 27 in vol. 1 | |
1.28 | Γηρᾷ ἐπὶ τούτοις Ἰσαὰκ καὶ τὰς ὄψεις πεπήρω‐ ται. καὶ τὸν Ἡσαῦ προσκαλεῖται, προσέκειτο γὰρ ἐκείνῳ διὰ τὰ πρωτοτόκια, καὶ θηρᾶσαι κελεύει καὶ ἑτοιμάσαι δεῖπνον αὐτῷ, “ἵνα” φησί “φαγὼν εὐλο‐ | |
5 | γήσω σε πρὸ τοῦ με ἀποθανεῖν.” καὶ Ἡσαῦ μὲν ἐξῄει πρὸς θήραν, ἡ δὲ Ῥεβέκκα φιλοῦσα μᾶλλον τὸν Ἰακώβ, καὶ τοῦτον καλέσασα, εἶπεν ἃ ὁ πατὴρ ἐπέταξε τῷ Ἡσαῦ, καὶ σπεῦσαι παρεκελεύσατο πρὸς τὸ ποίμνιον καὶ δύο κομίσαι ἁπαλοὺς ἐρίφους αὐτῇ, ὡς ἂν ἐκ | |
10 | τούτων ἐδέσματα ἑτοιμάσῃ τῷ γέροντι οἷα φιλεῖν ἐκεῖνον ἐπίσταται, καὶ φαγὼν εὐλογήσῃ αὐτόν. ὁ δὲ ποιεῖ κατὰ τὰς μητρικὰς ἐντολάς. ἤδη δὲ παρεσκευ‐ ασμένων τῶν ἐδεσμάτων, τοὺς βραχίονας τοῦ παιδὸς περιελίσσει ταῖς τῶν ἐρίφων δοραῖς, καὶ δίδωσι τὸ | |
15 | δεῖπνον ἀπαγαγεῖν τῷ πατρί. Ἰσαὰκ δὲ τῇ φωνῇ τὸν Ἰακὼβ εἶναι τὸν προσιόντα αἰσθόμενος, ἔγγιστα προσκαλεῖται αὐτὸν καὶ τῶν χειρῶν ἐπαφᾶται. τοῦ δὲ θεοῦ πάντως τὸν Ἡσαῦ εὐλογίας ἀνάξιον κρίναν‐ τος, ἔδοξεν Ἰσαὰκ τὸν πρωτότοκον αὐτῷ παρεστάναι | |
20 | υἱόν, ἠπάτητο δὲ τάχα διὰ τὸ βαθὺ τῆς τριχός, καὶ φαγὼν εὐλόγησε τὸν Ἰακώβ. ἐπανῆλθε δὲ καὶ Ἡσαῦ καὶ εἰσήγαγε δεῖπνον τῷ πατρὶ καὶ ᾔτει τὴν εὐλο‐ γίαν. ὁ δὲ ἔγνω τὸ σόφισμα καί “ἐλθών” ἔφη “ὁ ἀδελφός σου ἔλαβε τὴν εὐλογίαν σου.” τοῦ δ’ ὀλο‐ | |
25 | φυρομένου καὶ ἀξιοῦντος εὐλογηθῆναι, μηδὲ γὰρ μίαν εἶναι παρ’ αὐτῷ εὐλογίαν, παρακληθεὶς Ἰσαὰκ ὥρ‐ μησε μὲν εὐλογῆσαι, ὅτι δὲ μὴ τῷ ἐνηχοῦντι ἐκεῖνον ἐδόκει θείῳ πνεύματι εὐλογίας τυχεῖν τὸν Ἡσαῦ, ἐπεὶ μηδ’ ἄξιος ἦν αὐτῆς, εἰς ἀρὰν ἀντ’ εὐλογίας | |
30 | ἐτυποῦτο αὐτῷ τῷ Ἰσαὰκ ἡ φωνή. δυσμενῶς εἶχε διὰ | 28 in vol. 1 |
1.29 | ταῦτα πρὸς τὸν ἀδελφὸν ὁ Ἡσαῦ. ὁ δὲ τὸν ἀδελφὸν δεδοικώς, συμβουλῇ τῆς μητρὸς εἰς Μεσοποταμίαν ἀπέρχεται. ἀπιὼν δὲ ἀξιοῦται καθ’ ὕπνους τοῦ ᾀδο‐ μένου θεάματος τῆς κλίμακος, ἧς τῶν ἄκρων τὸ μὲν | |
5 | τῇ γῇ, τὸ δὲ τῷ οὐρανῷ προσερήρειστο, καὶ μυεῖται τὰ μέλλοντα ἐκ τοῦ κρείττονος, καὶ τὸν τόπον ἐν ᾧ τὸ ὅραμα εἶδε Βαιθὴλ προσηγόρευσε· δηλοῖ δὲ θείαν ἑστίαν καθ’ Ἕλληνας. καταντήσας δὲ εἰς Χαρρὰν κατήχθη πρὸς Λάβαν τὸν τῆς μητρὸς τῆς Ῥεβέκκας | |
10 | ὁμαίμονα, καὶ ξενίας παρ’ ἐκείνου τετύχηκε καὶ τὴν ἐπιμέλειαν τῶν ποιμνίων πιστεύεται. δύο δὲ τῷ Λά‐ βαν θυγατέρες ἐτύγχανον, ὧν ἡ μὲν πρεσβυτέρα Λεία, ἡ δ’ ἑτέρα Ῥαχὴλ ἐπεκέκλητο. εἰς ἔρωτα δὲ τῆς νεωτέρας ἠρέθιστο Ἰακὼβ ἀστείας οὔσης τὸ εἶ‐ | |
15 | δος παρὰ τὴν ἀδελφήν, καὶ προσάγει λόγους τῷ Λά‐ βαν περὶ αὐτῆς. ὁ δ’ ὁμολογεῖ κατεγγυῆσαι τῷ Ἰα‐ κὼβ τὴν Ῥαχήλ, εἰ ἐπὶ ἔτη ἑπτὰ δουλεύσει αὐτῷ. κατανεύει πρὸς τοῦτο ὁ ἐραστής, παρέρχεται ὁ και‐ ρός, ἑτοιμάζει τοὺς γάμους ὁ πενθερός· νυκτὸς δὲ | |
20 | τὴν πρεσβυτέραν τῶν θυγατέρων συνευνάζει τῷ Ἰα‐ κώβ. γνοὺς δὲ μεθ’ ἡμέραν ὡς ἐξηπάτηται, ἀδικίαν ἐπεγκαλεῖ τῷ πενθερῷ. ὁ δὲ καὶ τὴν Ῥαχὴλ αὐτῷ ἐπηγγέλλετο μετὰ δουλείαν ἑτέρας ἑπταετίας. πεί‐ θεται αὖθις δουλεῦσαι ὁ Ἰακώβ, δουλούμενος ἔρωτι, | |
25 | καὶ μεθ’ ἑτέραν ἑπταετίαν καὶ τῇ Ῥαχὴλ συνευνά‐ ζεται. Τῇ μὲν οὖν Λείᾳ παῖδες ἦσαν ἐξ Ἰακώβ. καὶ Ῥουβὶμ μὲν καλεῖ τὸν πρωτότοκον ὅτι κατ’ ἔλεον αὐτῇ γένοιτο τοῦ θεοῦ· ἐδάκνετο γὰρ ἐρωμένης τῆς ἀδελ‐ | |
30 | φῆς τῷ ἀνδρί, καὶ προσεδόκα μᾶλλον ἐντιμοτέρα γε‐ νήσεσθαι, εἰ σχοίη κατὰ γαστρός. τὸν δεύτερον δὲ | |
Συμεὼν ὀνομάζει· δηλοῖ δὲ τοῦτο ἐπήκοον τὸν θεὸν | 29 in vol. 1 | |
1.30 | γενέσθαι αὐτῇ. καὶ ἐπὶ τούτῳ γεννᾶται Λευί· κοι‐ νωνίας τοὔνομα σημαίνει βεβαιωτήν. μεθ’ ὃν Ἰού‐ δας αὐτῇ ἀποτίκτεται· εὐχαριστίας ἡ κλῆσις δηλω‐ τική. τῇ δὲ Ῥαχὴλ παιδίον οὐκ ἦν, καὶ δεδοικυῖα | |
5 | μὴ δι’ ἀτεκνίαν παρευδοκιμηθῇ δέεται τοῦ ἀνδρὸς τῇ θεραπαίνῃ αὐτῆς συνελθεῖν. ὁ δὲ καὶ πείθεται καὶ τῇ Βάλλᾳ συνέρχεται, καὶ παῖδα ἐξ Ἰακὼβ ἡ Βάλλα γεννᾷ, καὶ Δὰν ἐκλήθη ὁ παῖς· θεόκριτον εἴποιεν Ἕλληνες. κἀκ τῆς αὐτῆς αὖθις τίκτεται Νε‐ | |
10 | φθαλείμ, εὐμηχάνητος οἷον διὰ τὸ ἀντιτεχνάσασθαι πρὸς τὴν εὐτεκνίαν τῆς ἀδελφῆς. ζηλοῖ ἐπὶ τούτοις ἡ Λεία, καὶ παρακατακλίνει κἀκείνη τῷ Ἰακὼβ Ζελ‐ φὰν τὴν ἰδίαν θεράπαιναν. υἱὸν δὲ καὶ αὕτη ἐγεί‐ νατο Γάδ· τυχαῖον ἄν τις καλέσει αὐτόν. καὶ ἐπὶ | |
15 | τούτῳ τίκτει καὶ ἕτερον, οὗτος δ’ ἦν ὁ Ἀσήρ· λέ‐ γοιτο δὲ μακαριστής, ὡς εὐκλείας τῇ Λείᾳ καὶ μακα‐ ρισμοῦ διὰ τὴν πολυτεκνίαν γενόμενος αἴτιος. τῇ Λείᾳ δὲ Ῥουβὶμ τοῦ υἱοῦ μανδραγόρου μῆλα κομί‐ σαντος, ᾔτει Ῥαχὴλ μεταδοῦναι τούτων αὐτῇ, καὶ | |
20 | ἀμοιβὴν προυτίθει τῇ ἀδελφῇ τὸ κατ’ ἐκείνην τὴν νύκτα λέκτρον τοῦ Ἰακώβ· ἡ γὰρ νὺξ ἐκείνη τῇ Ῥα‐ χὴλ προσκεκλήρωτο. καὶ συνευνάζεται διὰ τοῦτο τῇ Λείᾳ ὁ Ἰακώβ, καὶ τίκτει παῖδας ἔτι δύο τὸ γύναιον, τὸν Ἰσάχαρ, τὸν ἐκ μισθοῦ δὲ γεγονότα σημαίνει τὸ | |
25 | ὄνομα, καὶ Ζαβουλών, δηλοῖ δὲ τὸν ἠνεχυρασμένον εὐνοίᾳ τῇ πρὸς αὐτήν, καὶ θυγατέρα κληθεῖσαν Δεῖ‐ ναν. γίνεται δὲ καὶ τῇ Ῥαχὴλ υἱὸς Ἰωσήφ· τὸ δ’ ὄνομα προσθήκην τινὸς γενησομένου δηλοῖ. Ἔτη μὲν οὖν εἴκοσιν ἐποίμαινε τῷ πενθερῷ Ἰα‐ | |
30 | κώβ· εἶτα ὑποχωρῆσαι θέλων οὐ συγκεχώρητο. ὅθεν | 30 in vol. 1 |
1.31 | καὶ κρύφα μετὰ τῶν γυναικῶν σὺν ταῖς θεραπαινίσι καὶ τοῖς παισὶν ἀπεδίδρασκεν, καὶ τὴν κτῆσιν προσ‐ επαγόμενος καὶ τῶν βοσκημάτων ἅπερ αὐτῷ τοῦ ποι‐ μαίνειν μισθὸς προσενενέμηντο. Ῥαχὴλ δὲ καὶ τὰ | |
5 | εἴδωλα τοῦ πατρὸς ἐπεφέρετο, οὐχ ὡς τιμῶσα, ἀλλ’ ἵν’ ἔχοι ταῦτα καταφυγήν, εἰ ἐπιδιώξας αὐτοὺς ὁ πατὴρ καταλάβοι. τοῦ δὲ Λάβαν καθ’ ἑβδόμην ἡμέ‐ ραν καταλαβόντος, κατ’ ὄναρ ἐπέταξεν αὐτῷ ὁ θεὸς σπείσασθαι τῷ Ἰακώβ. μεθ’ ἡμέραν δὲ λόγοι ἀμ‐ | |
10 | φοῖν γίνονται, καὶ τοῦ Ἰακὼβ μηδὲν ἀδικεῖν ἀποδεί‐ ξαντος, περὶ τῶν πατρῴων θεῶν ἐπενεκάλει ὁ Λά‐ βαν αὐτῷ. ὁ δὲ μηδὲν περὶ αὐτῶν συνειδὼς ἐρευνᾶν παρεχώρει. καὶ ὃς ἠρεύνα. ἡ Ῥαχὴλ δὲ τὰ εἴδωλα τῇ ἀστράβῃ τῆς φερούσης αὐτὴν καμήλου ἐντίθησι, | |
15 | καὶ αὐτὴ ἐπεκάθητο, φάσκουσα τὴν τῶν ἐμμήνων ῥύ‐ σιν αὐτῇ ἐνοχλεῖν. ὁ δὲ Λάβαν μὴ ἄν ποτε τὴν θυ‐ γατέρα μετὰ τοιούτου πάθους τοῖς θεοῖς αὐτοῦ προσ‐ ελθεῖν οἰηθείς, παρῆλθεν αὐτήν. καὶ ὁ μὲν ἀνέζευ‐ ξεν, ὁ δ’ Ἰακὼβ τὸν ἀδελφὸν δεδιώς, προπέμπει | |
20 | δηλῶν αὐτῷ τὴν ἐπάνοδον, καὶ δῶρα στέλλει αὐτῷ. νυκτὸς δ’ ἐπιγενομένης φαντάσματι συντυχὼν διε‐ πάλαιε καὶ ἐδόκει κρατεῖν. αἰσθόμενος δὲ ἄγγελον εἶναι θεοῦ, εἰπεῖν αὐτῷ παρεκάλει τίνα μοῖραν ἕξει· ὁ δὲ τὸ κρατῆσαι θείου ἀγγέλου μεγάλων ἀγα‐ | |
25 | θῶν σημεῖον ἡγεῖσθαι ἔλεγε δεῖν, καὶ Ἰσραὴλ αὐτὸν καλεῖσθαι ἐκέλευεν. τοῦτο δὲ οἱ μὲν ἄλλοι νοῦς ὁρῶν θεὸν ἑρμηνεύουσιν, Ἰώσηπος δὲ τὸν ἀντιστάντα θείῳ ἀγγέλῳ σημαίνειν φησίν. Ἰακὼβ δὲ τὸν τόπον καλεῖ Φανουήλ, τοῦτ’ ἔστι θεοῦ πρόσωπον. γενομένου δ’ | |
30 | ἐν τῇ πάλῃ τῇ πρὸς τὸν ἄγγελον ἀλγήματος αὐτῷ περὶ τὸ νεῦρον τὸ πλατύ, ἐκεῖνός τε τὴν τούτου βρῶ‐ | |
σιν ἀπείπατο, καὶ δι’ ἐκεῖνον καὶ τῷ ἐκείνου γένει | 31 in vol. 1 | |
1.32 | παντὶ ἀπηγόρευται. ὑπαντήσαντος δὲ τῷ ἀδελφῷ τοῦ Ἡσαῦ, συνέβαλον ἀλλήλοις καὶ ἠσπάσαντο. εἶτα ὁ μὲν Ἡσαῦ ἀπηλλάγη, Ἰακὼβ δ’ ἀφίκετο πρὸς τὰ Σίκιμα. τῶν δὲ Σικιμιτῶν ἑορτὴν ἀγόντων, ἡ θυ‐ | |
5 | γάτηρ αὐτοῦ Δεῖνα εἰς τὴν πόλιν παρῆλθε, τὰ τῆς ἑορτῆς ἱστορήσουσα. θεασάμενος οὖν αὐτὴν Συχὲμ ὁ τοῦ τῆς πόλεως βασιλέως υἱός, φθείρει δι’ ἁρπα‐ γῆς. ἔπειτα ὁ τούτου πατὴρ ἐδέετο τοῦ Ἰακὼβ συ‐ ζεῦξαι τὴν Δεῖναν τῷ Συχέμ· ὁ δὲ οὐ κατένευσε. | |
10 | Συμεὼν δὲ καὶ Λευὶ τῆς κόρης ὁμομήτριοι ἀδελφοί, διὰ τὴν ἑορτὴν εὐωχουμένων τῶν ἐν τῇ πόλει καὶ καρηβαρούντων, νύκτωρ παρελθόντες πᾶν ἄρσεν ἡβηδὸν ἀναιροῦσι καὶ τὸν βασιλέα καὶ τὸν υἱὸν αὐ‐ τοῦ. ταῦτά φησιν Ἰώσηπος. πιθανώτερον δὲ περὶ | |
15 | τούτων ἡ βίβλος ἱστορεῖ τῆς Γενέσεως. λέγει γὰρ ὅτι Ἐμμὸρ τοῦ πατρὸς Συχὲμ ἀξιοῦντος συζευχθῆναι τὴν Δεῖναν τῷ υἱῷ αὐτοῦ Συμεὼν καὶ Λευὶ εἶπον ὡς “εἰ περιτμηθεῖεν οἱ ἐν τῇ πόλει ἄρρενες πάντες, δώσομεν τὴν ἀδελφὴν ἡμῶν τῷ υἱῷ σοῦ,” καὶ ὅτι | |
20 | κατεδέξαντο τὸν λόγον καὶ περιετμήθησαν ἅπαντες. κατὰ δὲ τὴν ἐκ τῆς περιτομῆς τρίτην ἡμέραν πονή‐ ρως τῶν περιτμηθέντων διακειμένων καὶ ὀδυνωμέ‐ νων διὰ τὴν φλεγμονήν, ἐπέθεντο αὐτοῖς καὶ ἀνεῖ‐ λον ἅπαντας, ἀγνοοῦντος τοῦ Ἰακώβ. ᾧ χαλεπαί‐ | |
25 | νοντι διὰ ταῦτα ἐκέλευσε θαρρεῖν ὁ θεός. ἐλθὼν δὲ ἐν Βαιθὴλ ὁ Ἰακώβ, ὅπου τὸν ὄνειρον ἐθεάσατο, ἔθυσεν. καὶ προϊὼν τὴν Ῥαχὴλ ἐκ τοκετοῦ θανοῦ‐ σαν θάπτει ἐν Ἐφρατᾶ. καὶ τὸ ἐξ αὐτῆς παιδίον Βενιαμὶν ἐκάλεσε, διὰ τὴν ἐπ’ αὐτῷ γενομένην τῇ | |
30 | μητρὶ ὀδύνην. ἐλθὼν δ’ εἰς Χεβρὼν πόλιν τῶν Χαναναίων, κατέλαβε τὸν πατέρα αὐτοῦ Ἰσαὰκ ἔτι | |
ζῶντα, ἡ δὲ Ῥεβέκκα ἔφθη θανεῖν. θνήσκει δὲ μετὰ | 32 in vol. 1 | |
1.33 | βραχὺ καὶ ὁ Ἰσαάκ, καὶ θάπτεται σὺν τῇ γυναικὶ ἐν τῷ γονικῷ μνημείῳ, βιώσας ἔτη πέντε καὶ ὀγδοή‐ κοντα πρὸς τοῖς ἑκατόν. Ἡσαῦ δὲ ἦρχε τῆς Ἰδουμαίας, καλέσας τὴν χώ‐ | |
5 | ραν ἀφ’ ἑαυτοῦ. Ἐδὼμ γὰρ ἐκεῖνος ἐκέκλητο, ὅτι ἀπὸ θήρας ποτὲ λιμώττων ἐπανελθών, καὶ τὸν ἀδελ‐ φὸν εὑρὼν φακῆν ἑτοιμάσαντα ἑαυτῷ πρὸς τροφήν, ἠξίου δοῦναι αὐτῷ· ὁ δὲ ἀποδόσθαι τὸ πρεσβεῖον αὐτῷ ἠνάγκασεν ἀντὶ τῆς φακῆς. καὶ παραχωρεῖ | |
10 | τούτου μεθ’ ὅρκων αὐτῷ διὰ τὸν λιμόν· ὅθεν Ἐδὼμ ἐπεκλήθη, διὰ τὴν ξανθότητα τῆς φακῆς· σφόδρα γὰρ ἦν τὴν χροιὰν τοιαύτη. Ἐδὼμ δὲ παρ’ Ἑβραίοις τὸ ἐρυθρὸν ὀνομάζεται. Ἰακὼβ δὲ τὸν ἐκ τῆς Ῥαχὴλ Ἰωσὴφ διά τε τὴν | |
15 | τοῦ σώματος εὐφυΐαν καὶ τὴν τῆς ψυχῆς ἀρετὴν πλέον τῶν ἄλλων παίδων ἠγάπα. ἥ τε γοῦν τοῦ πα‐ τρὸς στοργὴ καὶ οἱ ὄνειροι οὓς ἐθεάσατο εἰς φθόνον αὐτοῦ τοὺς ἀδελφοὺς κεκινήκασι. τῶν δ’ ὀνειράτων τὸ μὲν ἦν τοιοῦτον. ἐν ὥρᾳ θέρους ἐδόκει μετὰ τῶν | |
20 | ἀδελφῶν θερίζων δράγματα δεσμεῖν καὶ τιθέναι, καὶ τὰ μὲν αὐτοῦ ἠρεμεῖν, τὰ δὲ τῶν ἀδελφῶν προστρέ‐ χοντα προσκυνεῖν τοῖς αὐτοῦ. τὸ δέ, τὸν ἥλιον καὶ τὴν σελήνην καὶ τοὺς λοιποὺς ἀστέρας προσκυνεῖν ἐδόκει αὐτῷ. ταύτας τὰς ὄψεις τῷ πατρὶ διηγούμε‐ | |
25 | νος, παρόντων καὶ τῶν συγγόνων, τὴν δήλωσιν ἐζή‐ τει μαθεῖν. ὁ δὲ εὐδαιμονίαν κατήγγειλε τῷ παιδί, καὶ καιρὸν ἥξειν καθ’ ὃν ὑπὸ τῶν γονέων καὶ τῶν ἀδελφῶν τιμηθήσεται καὶ προσκυνηθήσεται. ταῦτα τοὺς ἀδελφοὺς τοῦ Ἰωσὴφ ἐλύπησε, καὶ ὑπεβλέποντο | |
30 | τὸ μειράκιον. νεμόντων δὲ τὰ ποίμνια τῶν παίδων | 33 in vol. 1 |
1.34 | τοῦ Ἰακὼβ ἐν Σικίμοις, ὁ πατὴρ πέμπει τὸν Ἰωσὴφ ἐκείνους ἐπισκεψόμενον. οἱ δὲ τοῦτον ἰδόντες ὥρ‐ μησαν ἀνελεῖν. Ῥουβὶμ δὲ συνεβούλευε μὴ αὐτόχει‐ ρας γενέσθαι τοῦ ἀδελφοῦ, ἀλλ’ εἰς τὸν παρακείμε‐ | |
5 | νον λάκκον ῥῖψαι αὐτόν, ἵν’ ἀποθάνῃ ἐκεῖ, καὶ οὕτω μετριώτερον ἔσοιτο τὸ κακόν. συναινεσάντων δὲ τῷ λόγῳ τῶν νεανίσκων, λαβὼν ὁ Ῥουβὶμ τὸ μειράκιον ἠρέμα καθίμησεν εἰς τὸν λάκκον. Ἰούδας δὲ ἐμπό‐ ρους ἰδὼν Ἄραβας, συνεβούλευσε τοῖς ἀδελφοῖς τὸν | |
10 | Ἰωσὴφ ἀπεμπολῆσαι αὐτοῖς. καὶ δόξαν τοῦτο τοῖς ἐμπόροις αὐτὸν ἀποδίδονται μνῶν εἴκοσιν, ἐτῶν ἑπτακαίδεκα γεγονότα. Ῥουβὶμ δὲ νύκτωρ ἐπὶ τὸν λάκκον ἐλθών, ἵν’ ἐξενέγκῃ τὸν Ἰωσὴφ καὶ σώσῃ τοὺς ἀδελφοὺς λαθών, ἐπεὶ μὴ εὗρεν αὐτόν, πεν‐ | |
15 | θῶν ᾐτιᾶτο τοὺς ἀδελφούς. τῶν δὲ τὸ πραχθὲν φρα‐ σάντων παύεται τοῦ πένθους. τὸν δὲ χιτωνίσκον τοῦ μειρακίου αἵματι τράγου μολύναντες ἧκον πρὸς τὸν πατέρα καὶ εἶπον τὸν μὲν Ἰωσὴφ μήτ’ ἰδεῖν μήθ’ ὅπως διέφθαρται γνῶναι, χιτῶνα δὲ τοῦτον | |
20 | εὑρεῖν ᾑμαγμένον καὶ διερρηγμένον. Ἰακὼβ δὲ ἐπὶ τῷ μειρακίῳ πενθῶν ἐκαθέζετο σάκκον ἐνδύς. τὸν Ἰωσὴφ δὲ ἐκ τῶν ἐμπόρων ὠνήσατο Πετεφρὴς ἀνὴρ Αἰγύπτιος ἐπὶ τῶν βασιλέως Φαραὼ μαγείρων, καὶ εἶχεν αὐτὸν ἐν τιμῇ. τῆς δὲ τοῦ δεσπότου γυναικὸς | |
25 | διά τε εὐμορφίαν καὶ τὴν αὐτοῦ δεξιότητα ἐρωτικῶς διατεθείσης καὶ λόγους περὶ μίξεως προσαγούσης, πα‐ ρέπεμπε τὴν ἀξίωσιν. ἡ δὲ δεινῶς πολιορκουμένη τῷ ἔρωτι, δευτέραν ἐπῆγε πεῖραν, καὶ τὸ πείθειν ἀπογνοῦσα βιάζεσθαι ἤθελεν. ὡς δὲ καὶ τὸ ἱμάτιον | |
30 | καταλιπὼν ὁ νεανίσκος ἐξεπήδησε, καθῆστο κατη‐ φὴς καὶ συγκεχυμένη. ἐλθόντι δὲ τἀνδρὶ κατηγόρει | |
τοῦ Ἰωσὴφ καὶ τὸ ἱμάτιον ἐπεδείκνυεν, ὡς ὅτ’ ἐπε‐ | 34 in vol. 1 | |
1.35 | χείρει βιάζεσθαι καταλιπόντος αὐτό. Πετεφρὴς δὲ εἰς τὴν τῶν κακούργων εἱρκτὴν ἐμβάλλει τὸν Ἰωσήφ, ἐν ᾗ καὶ ὁ οἰνοχόος τοῦ Φαραὼ κατ’ ὀργὴν ἐνεκέ‐ κλειστο καὶ ὁ ἀρχισιτοποιός. οἷς συνήθης γενόμε‐ | |
5 | νος ἠξιοῦτο φράσαι αὐτοῖς τῶν ἐνυπνίων τὴν δήλω‐ σιν. ὁ μὲν γὰρ οἰνοχόος ἄμπελον ὁρᾶν ἔδοξεν, ἐξ ἧς τρία ἐφύοντο κλήματα, ὧν ἀπῃώρηντο μεγάλοι καὶ πέπειροι βότρυες, τούτους δ’ ἀποθλίβειν εἰς φιάλην καὶ προσάγειν τῷ Φαραώ, κἀκεῖνον λαβεῖν προση‐ | |
10 | νῶς. ἀγαθὰ οὖν αὐτῷ σημαίνειν τὸν ὄνειρον ἐξη‐ γεῖτο ὁ Ἰωσήφ· ἐν γὰρ τρισὶν ἡμέραις ταῖς προσα‐ γούσαις εἰς τὸ πρότερον ἀποκαταστήσεσθαι διακό‐ νημα. καὶ ἠξίου μεμνῆσθαι αὐτοῦ εὐπραγήσαντα. ὁ δὲ ἀρχισιτοποιὸς κανᾶ ἔφη δοκεῖν τρία φέρειν ἐπὶ | |
15 | τῆς κεφαλῆς, δύο μὲν ἄρτων πλήρη, τὸ δὲ ἕτερον ὄψου καὶ ποικίλων βρωμάτων, ταῦτα δὲ διαρπαγῆ‐ ναι ὑπὸ πτηνῶν καθιπταμένων. ἔφη δὲ καὶ τούτῳ ὁ Ἰωσὴφ τὰ τρία κανᾶ τριῶν ἡμερῶν εἶναι σημαν‐ τικά, καὶ ἐν τῇ τρίτῃ ἡμέρᾳ μέλλειν αὐτὸν κρεμα‐ | |
20 | σθέντα σαρκοφάγοις ἔσεσθαι βορὰν πετεινοῖς. γέ‐ γονε δ’ ἐπ’ ἀμφοῖν ὡς Ἰωσὴφ ἐξηγήσατο. Εἶτα τῷ Φαραὼ ὁ θεὸς ὄψεις ἐνυπνίων ἐπιπέμ‐ πει διττὰς καὶ τὰς δηλώσεις ἀμφοῖν. ὁ δὲ τῶν μὲν ὄψεων ἐμιμνήσκετο, τῶν δ’ ἐξηγήσεων ἐπελάθετο. | |
25 | συγκαλεῖται τοίνυν τοὺς τῶν Αἰγυπτίων σοφούς, καὶ ἀπαγγέλλει αὐτοῖς τὰ ἐνύπνια, καὶ τὴν δήλωσιν ἀπαιτεῖ· ἀπορούντων δ’ ἐκείνων ὠργίζετο. ὁ δ’ οἰ‐ νοχόος, εἰ καὶ μὴ πρότερον, ἀλλὰ τότε πρὸς μνήμην ἧκε τοῦ Ἰωσήφ, καὶ διδάσκει περὶ ἐκείνου τὸν Φα‐ | |
30 | ραώ. ἄγεται τοίνυν αὐτίκα. ὁ δέ “φράσον μοι” φησί, | 35 in vol. 1 |
1.36 | “νεανία, τὴν κρίσιν τῶν ἐνυπνίων ὧνπερ τεθέαμαι. ἔδοξα βόας εὐτραφεῖς ἑπτὰ προϊόντας τοῦ ποταμοῦ πρὸς τὸ ἕλος χωρεῖν· ἑτέρους δ’ ἑπτὰ ἰσχνοὺς καὶ τετηγμένους λιμῷ τοῦ ἕλους ἐξελθόντας συναντῆσαι | |
5 | τούτοις, καὶ βρωθῆναι παρὰ τῶν δευτέρων τοὺς πρώτους καὶ πίονας, καὶ μένειν ἔτ’ αὐτοὺς ὁμοίως ἰσχνούς. αὖθις δ’ ὁρῶ στάχυας ἑπτὰ ἐκφύντας ῥί‐ ζης μιᾶς θαλεροὺς καὶ κεκλιμένους τῷ βάρει τοῦ καρποῦ. πλησίον δ’ αὐτῶν ἰσαρίθμους ἐδόκουν ὁρᾶν | |
10 | στάχυας ἀδρανεῖς ὑπὸ ἀδροσίας καὶ πρὸς ὅρασιν ἀηδεῖς, οἳ καὶ ἀνήλισκον τοὺς εὐκάρπους τε καὶ ὡραίους.” ὁ δ’ Ἰωσήφ “κἂν διττά” φησίν, “ὦ βασι‐ λεῦ, τὰ ἐνύπνιά εἰσιν, ἀλλὰ μίαν ἔχουσι τῶν μελ‐ λόντων τὴν δήλωσιν. οἵ τε γὰρ βόες, ζῷον ἐπ’ ἀρό‐ | |
15 | τρῳ πονοῦν, ὑπὸ τῶν χειρόνων κατεσθιόμενοι, καὶ οἱ θάλλοντες στάχυες ὑπὸ τῶν ἀδρανῶν δαπανώμε‐ νοι, λιμὸν ἐπὶ τοσαῦτα ἔτη τῇ χώρᾳ σου καταγγέλ‐ λουσιν ἐν ἰσαρίθμοις ἐνιαυτοῖς εὐθηνηθείσῃ πρότερον τοῖς καρποῖς, ὡς τὴν τούτων εὐφορίαν ἀναλωθῆναι | |
20 | ὑπὸ τῶν ἔπειτα. εἰ δὲ σὺ ταμιεύσεις τὰ τῆς προτέ‐ ρας εὐδαιμονίας εἰς τοὺς τῆς ἀφορίας ἐνιαυτούς, θήσεις τοῖς Αἰγυπτίοις ἀνεπαίσθητον τὸ δυστύχημα.” Φαραὼ δὲ τὴν τοῦ Ἰωσὴφ ἐκπλαγεὶς σοφίαν διά τε τὴν ἐξήγησιν καὶ τὴν συμβουλήν “αὐτὸς ὁ τούτων” | |
25 | ἔφη “κριτής τε καὶ σύμβουλος καὶ οἰκονόμος ἔσῃ τῶν βουλευθέντων.” καὶ παρέσχεν αὐτῷ τὴν ἐξουσίαν αὐτοῦ, ὥστε σφραγῖδι χρῆσθαι τῇ Φαραὼ καὶ πορ‐ φύραν ἐνδύεσθαι καὶ ἐλαύνειν ἐφ’ ἅρματος. ἦν δὲ τότε τριάκοντα ἐτῶν γεγονὼς Ἰωσήφ. προσηγόρευσε | |
30 | δὲ αὐτὸν ὁ Φαραὼ Ψοθομφάνηχον· σημαίνει δὲ τὸ ὄνομα κρυπτῶν εὑρετήν. ζεύγνυσι δὲ αὐτῷ καὶ γυ‐ | |
ναῖκα Ἀσενὲθ κεκλημένην, θυγατέρα τοῦ ἐν Ἡλίου | 36 in vol. 1 | |
1.37 | πόλει ἱερέων πρωτεύοντος. ἐξ ἧς αὐτῷ γίνονται παῖ‐ δες πρὸ τοῦ λιμοῦ, ὧν ὁ πρεσβύτερος ἦν Μανασσῆς· ἐπίληθον δὲ δηλοῖ, ὅτι λήθην εὕρατο τῶν ἀτυχη‐ μάτων· Ἐφραῒμ δὲ ὁ νεώτερος· ἀποδιδοὺς δὲ τοῦτο | |
5 | σημαίνει, διὰ τὸ ἀποδοθῆναι αὐτῷ τὴν τῶν προγό‐ νων ἐλευθερίαν. ἐντεῦθεν ἧκεν ὁ τῆς ἐνδείας και‐ ρός. οὐ μόνης δὲ τῆς Αἰγύπτου κατεκράτησεν ὁ λιμός, ἀλλὰ καὶ τῆς χώρας καθ’ ἣν κατῴκει ὁ Ἰα‐ κώβ. πέμπει τοίνυν τοὺς υἱοὺς εἰς Αἴγυπτον σῖτον | |
10 | ὠνησομένους, μόνον παρ’ ἑαυτῷ κατασχὼν τὸν Βεν‐ ιαμὶν ὡς νεώτατον. οἱ μὲν οὖν προσῆλθον τῷ Ἰω‐ σήφ. ὁ δὲ μὴ γνωσθεὶς ἐπέγνω τοὺς ἀδελφούς, καὶ κατασκόπους ἔλεγεν ἥκειν αὐτούς. οἱ δὲ ὅθεν τε ἥκοιεν ἔλεγον, καὶ ὡς ἑνὸς εἶεν πατρὸς ἔτι ζῶντος, | |
15 | καὶ ὡς ἕτερος νεώτερος ἀδελφὸς ἔστι παρὰ τῷ πατρί. πληροφορίαν δ’ ἔλεγεν Ἰωσὴφ δοῦναι αὐτῷ ἀλη‐ θείας, εἰ τὸν νεώτερον ἀδελφὸν κομίσουσι πρὸς αὐ‐ τόν. δίδωσιν οὖν σῖτον αὐτοῖς, καὶ τὸ ἀργύριον τῷ ἑκάστου σάκκῳ λάθρᾳ ἐνθέμενος· κατέσχε δὲ τὸν | |
20 | Συμεὼν τῆς ἐπανόδου ἐσόμενον ὅμηρον. ἐπανῆλ‐ θον πρὸς τὸν Ἰακὼβ οἱ υἱοὶ τὸν σῖτον κομίζοντες, καὶ τὰ συμβάντα ἀπήγγειλαν, καὶ λύπην αὐτῷ ἡ τοῦ Συμεὼν ἐποίει κατάσχεσις, δοῦναί τε τὸν Βενιαμὶν ἀπαχθῆναι εἰς Αἴγυπτον οὐ κατένευεν. ἤδη δὲ τοῦ | |
25 | σίτου δαπανηθέντος, ἐπεὶ μὴ ἄλλως ἐξῆν αὐτοῖς εἰς Αἴγυπτον ἀπελθεῖν, εἰ μὴ καὶ τὸν Βενιαμὶν προσε‐ πάγοιντο, ὑπείκων ἀνάγκῃ δίδωσιν αὐτὸν ὁ πατήρ, καὶ τὴν τοῦ σίτου τιμὴν διπλασίονα, καὶ τῷ Ἰωσὴφ δωρεάς. ὡς δ’ ἦλθον εἰς Αἴγυπτον, προσήγαγον τὰ | |
30 | δῶρα αὐτῷ. ὁ δὲ τὸν Βενιαμὶν ἰδὼν καὶ συνθρυ‐ πτόμενος, ἵνα μὴ δακρύων καταφανὴς γένοιτο, με‐ | |
τέστη. εἶτα ἐπὶ δεῖπνον παραλαμβάνει τοὺς ἀδελφούς, | 37 in vol. 1 | |
1.38 | καὶ διπλασίοσι μοίραις ἐδεξιοῦτο τὸν Βενιαμίν, καὶ τὸν τοῦ σίτου ταμίαν δοῦναι σῖτον αὐτοῖς κελεύει καὶ τὴν τιμὴν ἐνθεῖναι τοῖς σάκκοις, εἰς δὲ τὸ τοῦ Βενιαμὶν φορτίον καὶ σκύφον ἀργύρεον ἐμβαλεῖν. | |
5 | τούτων δὲ γεγονότων ἀπῄεσαν οἱ ἀδελφοὶ λαβόντες τὸν Συμεών. περικυκλοῦσι δὲ ἀπιόντας αὐτοὺς ἱπ‐ πεῖς ἐπεγκαλοῦντες τὴν τοῦ σκύφου κλοπήν, καὶ ἐρευνῶντες εὗρον τὸν σκύφον παρὰ τῷ φορτίῳ Βεν‐ ιαμίν. οἱ μὲν οὖν ἱππεῖς ἦγον πρὸς τὸν Ἰωσὴφ τὸν | |
10 | Βενιαμίν, οἱ ἀδελφοὶ δὲ αὐτοῦ τὰς στολὰς διαρρή‐ ξαντες ἔκλαιον καὶ συνείποντο. Ἰωσὴφ δὲ τούτους ὀνειδίσας ὡς ἀχαρίστους, ἠλευθέρου μὲν τοὺς λοι‐ πούς, μόνῃ δ’ ἠρκεῖτο τῇ τοῦ Βενιαμὶν κατοχῇ. τοὺς δὲ ἀπορία συνεῖχεν. Ἰούδας δὲ διαλεχθεὶς καὶ πολλὰ | |
15 | πρὸς ἔλεον δημηγορήσας ἐπαγωγά, εἰς ἔλεγχον ἤγαγε τοῦ πάθους τὸν Ἰωσήφ. ὁ δὲ μηκέτι δυνάμενος ὑπο‐ κρίνεσθαι τὴν ὀργήν, γνωρίζει τοῖς ἀδελφοῖς ἑαυτόν, καὶ χάριν αὐτοῖς ὡμολόγει ὡς συναιτίοις γενομένοις τῶν τῷ θεῷ βεβουλευμένων περὶ αὐτοῦ. “ἄπιτε οὖν” | |
20 | φησί “καὶ ταῦτα δηλώσατε τῷ πατρί, αὐτόν τε καὶ πᾶσαν τὴν συγγένειαν ἀναλαβόντες ἐνταυθοῖ μετοι‐ κίζεσθε· ἔτι γὰρ ἐπὶ πενταετίαν ἔσται λιμός.” ταῦτ’ εἰπὼν περιβάλλει τοὺς ἀδελφοὺς καὶ δωρεαῖς δε‐ ξιοῦται. | |
25 | Καὶ οἱ μὲν ἀπῆλθον· ὁ δ’ Ἰακὼβ μαθὼν τὰ περὶ Ἰωσήφ, ὥρμησεν εὐθὺς πρὸς αὐτόν, πάντας τοὺς μετ’ αὐτοῦ ἐπαγόμενος· ἦσαν δὲ ἑβδομήκοντα πέντε. ἤδη δὲ τῆς Αἰγύπτου πλησίον ὄντι αὐτῷ προσυπαντᾷ Ἰω‐ σήφ. ὁ δ’ ὑπὸ χαρᾶς μικροῦ δεῖν ἐξέλιπε. παραγε‐ | |
30 | γονότα δὲ τὸν Ἰακὼβ καὶ τοὺς μετ’ αὐτοῦ πρὸς Αἴ‐ | 38 in vol. 1 |
1.39 | γυπτον ἀκούσας Φαραώ, χαίρων ἦν, καὶ παραγενό‐ μενον τὸν Ἰακὼβ πρὸς αὐτὸν ἠσπάσατο. καὶ μαθὼν ποιμένας εἶναι τοὺς μετ’ αὐτοῦ, συνεχώρησεν αὐτοῖς τὴν ἐν Ἡλίου πόλει κατοίκησιν. τοῦ δὲ λιμοῦ ἐπι‐ | |
5 | τεινομένου, χρημάτων τοῖς Αἰγυπτίοις ἀπεδίδου τὸν σῖτον ὁ Ἰωσήφ. τούτων δ’ ἐπιλιπόντων, τῶν βοσκη‐ μάτων ὠνοῦντο αὐτόν, εἶτα καὶ τῆς γῆς παρεχώρουν, ἵνα τραφεῖεν. οὕτω δὲ τοῦ Φαραὼ πάσης περιουσίας κυρίου γενομένου πλὴν τῶν ἱερέων, τούτοις γὰρ ἔμε‐ | |
10 | νεν ἡ χώρα αὐτῶν, ὡς ἤδη ἐλώφησεν ὁ λιμός, συλ‐ λέγων τοὺς Αἰγυπτίους Ἰωσὴφ ἕκαστον εἰς τὴν πό‐ λιν αὐτοῦ, τήν τε γῆν αὐτοῖς ἐχαρίζετο καὶ φιλερ‐ γεῖν παρεκάλει, τὴν πέμπτην τῶν καρπῶν τελοῦντας τῷ Φαραώ. Ἰακὼβ δὲ ἑπτακαίδεκα ἔτη ἐν Αἰγύπτῳ | |
15 | διαγαγὼν νοσήσας ἐξέλιπε, προειπὼν πῶς μέλλοιεν οἱ ἐκ τῆς γενεᾶς αὐτοῦ τὴν Χαναναίαν οἰκεῖν. καὶ τοῖς μὲν ἄλλοις τῶν υἱῶν κτῆσιν ἀγαθῶν ἐπευξάμε‐ νος, τοῦ Ἰωσὴφ δ’ ἐγκώμιον διεξελθών, ὅτι μὴ μνη‐ σικακήσειε τοῖς ἀδελφοῖς, προσέταξε τοῖς υἱοῖς ἵνα | |
20 | τοὺς παῖδας τοῦ Ἰωσὴφ Ἐφραῒμ καὶ Μανασσῆν συν‐ αριθμήσωσιν ἑαυτοῖς, συνδιαιρούμενοι τούτοις τὴν Χαναναίαν. εὐλογηθῆναι δὲ τοὺς υἱοὺς αὐτοῦ Ἰω‐ σὴφ παραστήσας τῷ Ἰακώβ, τὸν μὲν πρεσβύτερον κατὰ τὴν δεξιὰν ἔστησε χεῖρα, τὸν δὲ νεώτερον κατὰ | |
25 | τὴν λαιάν. ὁ δὲ τὰς χεῖρας ἐναλλὰξ ταῖς τῶν παί‐ δων κεφαλαῖς ἐπιθέμενος, τὴν μὲν δεξιὰν τῷ νεω‐ τέρῳ ἀπένειμε, τῷ πρεσβυτέρῳ δὲ τὴν εὐώνυ‐ μον. καὶ τοῦ Ἰωσὴφ μὴ οὕτω χρῆναι τὴν ἐπίθεσιν τῶν χειρῶν ποιήσασθαι φήσαντος τῷ πατρί, ἐκεῖ‐ | |
30 | νος ἀλλοιῶσαι τὸν τῶν χειρῶν οὐκ ἐπείσθη σχημα‐ τισμόν. οὐ γάρ, ὡς ὑπείληφεν Ἰωσήφ, οὐκ ᾔδει ὃ | |
ἐποίει, τοῦ γήρως τῷ βαθεῖ βλαβεὶς τὴν διάνοιαν, | 39 in vol. 1 | |
1.40 | ἀλλ’ ὡς προφήτης τὰ μέλλοντα ὑπῃνίττετο, καὶ τὸν σωτήριον ἐτύπου σταυρόν, καὶ τὸν νέον λαὸν τὸν ἐξ ἐθνῶν δηλαδὴ δεξιὸν ἐδήλου λογισθήσεσθαι τῷ θεῷ καὶ τοῦ πρεσβυτέρου προτιμηθήσεσθαι, φημὶ δῆτα | |
5 | τοῦ Ἰουδαϊκοῦ. τελευτᾷ δὲ Ἰακὼβ βιώσας ἔτη τριῶν δέοντα ἑκατὸν καὶ πεντήκοντα. Ἰωσὴφ δὲ τοῦ Φα‐ ραὼ συγχωρήσαντος ἄπεισιν εἰς Χεβρῶνα καὶ θάπτει τὸν πατέρα πολυτελῶς. τῶν δὲ ἀδελφῶν δεδιότων συνυποστρέφειν αὐτῷ, ἵνα μὴ μνησικακήσας ἀντα‐ | |
10 | ποδοίη αὐτοῖς, πείθει μηδὲν ὑφορᾶσθαι. τελευτᾷ δὲ καὶ οὗτος, ἔτη βιώσας ἑκατὸν δέκα, ἐντειλάμενος, ὅτε μεταναστεύσουσι τῆς Αἰγύπτου οἱ ἐκ τοῦ γένους αὐ‐ τοῦ, ἐκκομίσαι καὶ τὰ ὀστᾶ αὐτοῦ καὶ εἰς τὴν Χανα‐ ναίαν ἀπαγαγεῖν. | |
15 | Αἰγύπτιοι δὲ ἀκμάζοντας τοὺς Ἰσραηλίτας ὁρῶν‐ τες καὶ τοῦ Ἰωσὴφ ἐπιλελησμένοι, ταλαιπωρίας ποικί‐ λας κατ’ αὐτῶν ἐπενόουν. τόν τε γὰρ ποταμὸν εἰς διώρυχας πλείστας κατατεμεῖν αὐτοῖς ἐπέταξαν, καὶ οἰκοδομῆσαι τείχη ταῖς πόλεσι καὶ χώματα ἀνεγεῖραι, | |
20 | ἵνα δι’ αὐτῶν ὁ ποταμὸς λιμνάζειν ἀπείργοιτο, καὶ ἀνιστᾶν πυραμίδας, καὶ τούτοις τοὺς Ἑβραίους ἐξέ‐ τρυχον. χρόνον μὲν οὖν συχνὸν ἐπ’ αὐταῖς διήνυ‐ σαν ταῖς κακώσεσιν. εἶτα τῶν ἱερογραμματέων τις ἀγγέλλει τῷ Φαραὼ τεχθήσεσθαί τινα κατ’ ἐκεῖνον | |
25 | τὸν καιρὸν τοῖς Ἰσραηλίταις, ὃς τραφεὶς ταπεινώσει μὲν τοὺς Αἰγυπτίους, αὐξήσει δὲ τοὺς ὁμογενεῖς. δείσας οὖν Φαραὼ κελεύει πᾶν ἄρσεν γεννώμενον τοῖς Ἑβραίοις ῥιπτοῦντας εἰς τὸν ποταμὸν διαφθεί‐ ρειν, τοὺς δὲ μὴ οὕτω ποιοῦντας τῶν παίδων τοκεῖς | |
30 | παγγενῆ ἀναιρεῖσθαι, καὶ τοὺς τοκετοὺς δὲ τῶν | 40 in vol. 1 |
1.41 | Ἑβραίων γυναικῶν τὰς Αἰγυπτίας μαίας παραφυ‐ λάττειν. Καὶ οἱ μὲν ἦσαν ἐν τούτοις· ἀνὴρ δέ τις τῶν εὖ γεγονότων πρὸς ταῦτα διέκειτο χαλεπῶς, ἐκυοφόρει | |
5 | γὰρ αὐτῷ ἡ γυνή, καὶ ἐδέετο τοῦ θεοῦ· μὴ ἀπογι‐ νώσκειν δὲ καθ’ ὕπνους προσέταξεν αὐτῷ ὁ θεός. “ὅ τε γὰρ παῖς, ὃν ὑφορῶνται Αἰγύπτιοι, σός” ἔλε‐ γεν “ἔσται, καὶ σωθήσεται καὶ τραφήσεται λαθὼν τοὺς ἐπιβουλεύοντας, καὶ λύσει μὲν τῆς παρ’ Αἰγυ‐ | |
10 | πτίοις δουλείας τοὺς ὁμοφύλους, μνήμης δὲ αἰωνίου τεύξεται. ὁ δὲ ἀδελφὸς αὐτοῦ ἱεράσεταί μοι σὺν τοῖς ἐκγόνοις διὰ παντός.” τίκτει τοίνυν αὐτῷ ἡ γυνὴ παιδίον ἄρρεν λαθοῦσα τοὺς φύλακας, καὶ τρέφεται παρὰ τῶν τεκόντων τὸ βρέφος ἐπὶ μῆνας τρεῖς. δε‐ | |
15 | δοικότες δὲ ἐπὶ τῷ θεῷ τὴν ἑαυτοῦ σωτηρίαν πεποί‐ ηνται, καὶ πλέγμα τι μηχανησάμενοι ἀσφάλτῳ τε πε‐ ριχρίσαντες ἐντιθέασι τὸ βρέφος καὶ ἀφιᾶσι κατὰ τοῦ ποταμοῦ. ἡ δὲ τοῦ παιδὸς ἀδελφὴ Μαριάμμη πα‐ ρετήρει τὸ γενησόμενον. παίζουσα δὲ παρὰ ταῖς | |
20 | ὄχθαις τοῦ ποταμοῦ Θέρμουθις ἡ θυγάτηρ Φαραὼ ὁρᾷ τὸ πλέγμα καὶ στείλασα κομίζεται τοῦτο. ἰδοῦσα δὲ τὸ παιδίον ἠγάπησε τοῦτο καὶ διὰ κάλλος καὶ διὰ μέγεθος. καὶ παράγονται γυναῖκες Αἰγύπτιαι θηλά‐ σουσαι αὐτό· τὸ δὲ θηλὴν αὐτῶν οὐ προσίετο. ἡ δὲ | |
25 | Μαριάμμη ὡς τάχα παρατυγχάνουσα “βασίλισσα” εἶ‐ πεν, “εἰ Ἑβραῒς κληθείη γυνή, ἴσως προσήσεται θη‐ λὴν τὸ βρέφος ὁμογενοῦς.” ἡ δέ “κάλεσον” ἔφη. καὶ παρήγαγε τὴν μητέρα, καὶ ἡ Θέρμουθις τὴν τοῦ παιδὸς τροφὴν ἔμμισθον αὐτῇ ἀνατίθησι, καὶ ἐκ τοῦ | |
30 | συμβεβηκότος ὀνομάζει αὐτό. τὸ γὰρ ὕδωρ μῶς κα‐ λοῦσιν Αἰγύπτιοι, ὑσῆς δὲ τοὺς σωθέντας ἐξ ὕδατος· | |
ἄμφω γοῦν συνθεῖσα τὰ ῥήματα εἰς κλῆσιν αὐτοῖς | 41 in vol. 1 | |
1.42 | τοῦ βρέφους ἐχρήσατο. ἦν δ’ ἐξ Ἀβραὰμ ἕβδομος Μωυσῆς· Ἀμαρὰμ μὲν γὰρ αὐτὸς ἦν παῖς, Καὰθ δὲ τῷ Ἀμαρὰμ ὁ πατήρ, ὁ δὲ τοῦ Λευί, καὶ τοῦ Ἰακὼβ ὁ Λευί, Ἰακὼβ δὲ ἐτέχθη τῷ Ἰσαάκ, Ἰσαὰκ δ’ ἐξέφυ | |
5 | τῷ Ἀβραάμ. τριετεῖ δὲ τῷ παιδὶ γεγονότι καὶ τὸ τῆς ἡλικίας ἀνάστημα καὶ τὸ τῆς μορφῆς ἀστεῖον ἐκ θει‐ οτέρας ἐπέπρεπε χάριτος, ἡ δὲ σύνεσις πολὺ κρείτ‐ των τῆς ἡλικίας ἐφύετο. ἡ Θέρμουθις οὖν γνησίας ἀμοιροῦσα γονῆς υἱοθετεῖται αὐτὸν καὶ κομίζει πρὸς | |
10 | τὸν πατέρα, ὁ δὲ τὸν παῖδα προστερνισάμενος ἐπι‐ τίθησιν αὐτῷ κατὰ φιλοφρόνησιν τὸ διάδημα. καὶ ὁ παῖς αὐτὸ κατὰ νηπιότητα δῆθεν ῥιπτεῖ κατὰ γῆς καὶ ἐπέβαινε τοῖς ποσίν. ὅπερ ὁ ἱερογραμματεὺς θεασά‐ μενος, ὃς ἐκ τῶν Ἑβραίων γενέσθαι τινὰ τὸν τὴν Αἰ‐ | |
15 | γυπτίων ἀρχὴν ταπεινώσοντα προεῖπεν, ἀνακραγών “οὗτος” εἶπεν “ἐκεῖνος ὁ παῖς, ὃν ἀνελὼν τοῖς Αἰ‐ γυπτίοις τὸ δέος περίελε,” ἔφθη δ’ αὐτὸν ἡ Θέρ‐ μουθις ἐξαρπάσασα, καὶ τὸν Φαραὼ δὲ νωθρὸν πρὸς τὸν φόνον διέθηκεν ὁ θεός. | |
20 | Παρελθὼν δὲ εἰς ἡλικίαν ὁ Μωυσῆς ἐκ τοιαύ‐ της λαβῆς οἷος τὴν ἀρετὴν ἦν φανερὸς τοῖς Αἰγυ‐ πτίοις ἐγένετο. πρόσοικοι ὄντες τῇ Αἰγύπτῳ Αἰθίο‐ πες ἐσίνοντο τὴν χώραν αὐτῶν, οἱ δ’ Αἰγύπτιοι στρατεύουσιν ἐπ’ αὐτούς· καὶ ἡττήθησαν, Αἰθίοπες | |
25 | δὲ καταφρονήσαντες αὐτῶν τὴν ἅπασαν κατέτρυχον Αἴγυπτον. κατὰ δὲ θεῖον χρησμὸν αἰτεῖ τὴν θυγα‐ τέρα τὸν Μωυσῆν Φαραὼ ἤδη ἀνδρωθέντα, κατὰ τῶν Αἰθιόπων στρατηγὸν αὐτῷ γενησόμενον. ἡ δὲ δίδω‐ σιν, ὁρκώσασα τὸν πατέρα μηδὲν αὐτὸν διαθεῖναι | |
30 | κακόν. Μωυσῆς δὲ τὸν πόλεμον πιστευθεὶς οὐ διὰ συνήθους ὁδοῦ ἄγει ἐπὶ τοὺς πολεμίους τὴν στρα‐ | |
τιάν, ἀλλὰ δι’ ἀστιβήτου ἐκ πλήθους ἑρπετῶν ἰοβό‐ | 42 in vol. 1 | |
1.43 | λων· ἔνθα καὶ τὴν σύνεσιν αὐτοῦ ἐπεδείξατο. πλέγ‐ ματα γὰρ ποιήσας καὶ ταῦτα πληρώσας ἴβεων, πολ‐ λὰς δὲ ταύτας τρέφει καὶ χειροήθεις ἡ Αἴγυπτος, κατὰ τὴν ὁδὸν ἐκείνην ἐκόμιζεν· αἱ δὲ ἴβεις τοῖς ἰο‐ | |
5 | βόλοις τούτοις πολέμιοι· καὶ ταύταις προηγουμέναις τῆς στρατιᾶς προμάχοις κατὰ τῶν ἰοβόλων ἐχρήσατο. καὶ μηδὲν προγνοῦσιν ἔπεισι τοῖς Αἰθίοψι, καὶ τού‐ τους νικᾷ καὶ πόλεις αὐτῶν αἱρεῖ οὐκ ὀλίγας. οἱ δὲ συνελαθέντες εἰς Σαβὰν πόλιν βασίλειον οὖσαν Αἰ‐ | |
10 | θιοπίας, ἣν ὕστερον Καμβύσης Μερόην ὠνόμασε διὰ τὴν ὁμώνυμον ἀδελφήν, ἐπολιορκοῦντο· ἦν δὲ ἡ πό‐ λις δυσπολιόρκητος. Θάρβις δὲ τοῦ Αἰθιόπων κρα‐ τοῦντος θυγάτηρ εἰς ἔρωτα ὤλισθε Μωυσέως καὶ διαπέμπεται πρὸς αὐτὸν περὶ γάμου, ὁ δὲ κατένευεν, | |
15 | εἰ παραδοίη τὴν πόλιν αὐτῷ. φθάνει τὸ ἔργον τοὺς λόγους, καὶ Μωυσῆς ἐτέλει τοὺς γάμους, καὶ τοὺς Αἰγυπτίους ἀπήγαγεν εἰς τὴν ἑαυτῶν. οἱ δ’ ἐμίσουν αὐτὸν καὶ σωζόμενοι, καὶ ἠρέθιζον τὸν Φαραὼ κατ’ αὐτοῦ. ὁ δὲ καὶ τοῖς ἱερογραμματεῦσι πειθόμενος | |
20 | καὶ διὰ τὸν φόνον τοῦ Αἰγυπτίου τοῦ τὸν Ἑβραῖον μαστίζοντος, ὡς τῇ βίβλῳ περιείληπται τῆς Γενέ‐ σεως, εἰ καὶ τοῦτο παρέδραμεν ὁ Ἰώσηπος, ἐπέθετο τῇ ἀναιρέσει τοῦ Μωυσέως. ὁ δὲ καὶ τῶν ὁδῶν φυ‐ λαττομένων λαθὼν ὑπέξεισι διὰ τῆς ἐρήμου, καὶ εἰς | |
25 | πόλιν ἄπεισι Μαδιάμ, καὶ ξενίζεται παρὰ τῷ τῆς πόλεως ἱερεῖ, ὃς καὶ διώνυμος ὢν Ῥαγουὴλ ἐκαλεῖτο καὶ Ἰοθόρ. ὁ δὲ τὴν θυγατέρα αὐτοῦ Σεπφώραν τῷ Μωυσῇ πρὸς γάμον ἐκδίδωσιν καὶ ποιμένα ποιεῖται τῶν ἑαυτοῦ θρεμμάτων. | |
30 | Νέμων δ’ ἐπὶ τὸ Σίναιον ὄρος ὁ Μωυσῆς τοῦ | |
περὶ τὴν βάτον ἀξιοῦται ὁράματος, ἣν ἔφλεγε πῦρ, | 43 in vol. 1 | |
1.44 | οὐ μέντοι κατέκαιεν. εἶτα καὶ φωνῆς ἐκεῖθεν ἀκούει, ἣ μὴ προβαίνειν ἐπέταττεν, ἅτε θείου τοῦ τόπου τυγχάνοντος, καὶ τὰ ἐσόμενα προηγόρευε, καὶ ἀπιέ‐ ναι αὐτῷ εἰς Αἴγυπτον ἐκέλευε, τοὺς ὁμογενεῖς τῆς | |
5 | ἐκεῖ κακώσεως ἀπαλλάξοντι καὶ ἐξάξοντι αὐτοὺς τῆς Αἰγύπτου, θυσίας τε εἰς ἐκεῖνον τὸν τόπον ποιεῖν ἐνετέλλετο. ταῦτα ἐκ τοῦ πυρὸς θεοκλυτεῖται ὁ Μωυ‐ σῆς. ὁ δ’ ἠπόρει πῶς ἢ τοὺς οἰκείους πείσειεν ἢ βιάσαιτο Φαραὼ ἐπιτρέψαι τὴν ἔξοδον. καὶ ὁ θεὸς | |
10 | ῥᾷστα ταῦτα θήσειν αὐτῷ ἐπηγγέλλετο, καὶ εἰς πί‐ στιν τὴν βακτηρίαν εἰς τὴν γῆν ἀφεῖναι κελεύεται, καὶ ἀφέντος δράκων ἐγένετο, εἶτ’ ἐπιλαβομένου πά‐ λιν βάκτρον ἦν. καὶ καθεῖναι τὴν δεξιὰν εἰς τὸν κόλπον προσταχθείς, λευκὴν ὁμοίαν τιτάνῳ τὴν χρόαν | |
15 | ἐξήνεγκεν, εἶτα καὶ εἰς τὸ πρότερον εἶδος ἀποκατέστη. καὶ τοῦ πλησίον ὕδατος λαβεῖν κελευσθεὶς καὶ κατα‐ χέαι τῆς γῆς, ὁρᾷ τὸ χεθὲν αἱματῶδες. θαρρεῖν οὖν ἐπὶ τούτοις παρεκελεύετο καὶ μηκέτι μέλλειν. παραλαβὼν οὖν τὴν γυναῖκα καὶ τοὺς παῖδας τοὺς ἐξ αὐτῆς, Γηρ‐ | |
20 | σών, ὃ σημαίνει ὅτι εἰς τὴν ξένην, καὶ Ἐλεάζαρ, δη‐ λοῖ δὲ ὡς συμμάχῳ χρήσαιτο τῷ πατρῴῳ θεῷ, ὥρ‐ μησεν εἰς Αἴγυπτον. πλησιάσαντι δὲ ὁ ἀδελφὸς ὑπήντησεν Ἀαρών. παραγίνονται οὖν ἄμφω πρὸς Φαραώ, καὶ τὰ ἐκ θεοῦ προστεταγμένα εἰπόντες ἠξί‐ | |
25 | ουν μὴ ἀντιπράττειν τῇ θείᾳ βουλῇ. χλευάσαντος δ’ ἐκείνου, ἔργῳ τὰ σημεῖα ἐδείκνυον, καὶ ἡ ῥάβδος ὄφις ῥιφεῖσα ἐγένετο. τὸ δ’ αὐτὸ καὶ τῶν Αἰγυπτίων ἐπαοιδῶν πεποιηκότων καὶ τὰς σφετέρας βακτηρίας μεταβαλόντων εἰς δράκοντας, Μωυσῆς τὴν βακτη‐ | |
30 | ρίαν αὖθις ῥιπτεῖ κατὰ γῆς, καὶ εἰς ὄφιν μεταβλη‐ θεῖσα τὰς τῶν Αἰγυπτίων βακτηρίας, αἳ δράκοντες | |
ἐδόκουν, κατέφαγεν· εἶτα εἰς τὸ ἑαυτῆς σχῆμα μετα‐ | 44 in vol. 1 | |
1.45 | πεσοῦσαν αὐτὴν κομίζεται. σκληρυνομένου δὲ Φα‐ ραώ, εἰς αἷμα τὰ ὕδατα μετεβέβλητο. εἶτα βάτραχοι πᾶσαν τὴν γῆν Αἰγύπτου ἐκάλυψαν. ἐπὶ τούτοις σκνῖπες ἐκ τῆς γῆς ἀνεδόθησαν. τὰ μὲν οὖν ἄλλα | |
5 | τεράστια καὶ οἱ ἐπαοιδοὶ Φαραὼ ἐδόκουν ποιεῖν, σκνῖπας δὲ φαντάσαι οὐκ ἠδυνήθησαν. εἶπον οὖν πρὸς Φαραὼ ὅτι δάκτυλος θεοῦ τοῦτό ἐστιν· ὁ δ’ ἔτι ἀνένδοτος ἦν. καὶ ἐγένετο κυνόμυια, καὶ ἐπὶ ταύτῃ φθορὰ τῶν κτηνῶν. ἔπειτα τοῦ Μωυσέως καμινιαίαν | |
10 | αἰθάλην τοῦ ἀέρος κατασκεδάσαντος, ἕλκη καὶ φλυ‐ κτίδες ἔν τε τοῖς κτήνεσι καὶ ἐν τοῖς ἀνθρώποις ἀνέ‐ ζεσαν, καὶ αὖθις χάλαζα ὕσθη, καὶ μετ’ αὐτὴν ἐπῆλ‐ θεν ἀκρίς, καὶ ἐπὶ ταύταις σκότος τοὺς Αἰγυπτίους ἐπὶ τρεῖς ἡμέρας ἐκάλυψε, τελευταῖον δ’ ἐπήνεκτο | |
15 | τούτοις ἡ τῶν πρωτοτόκων ἀπώλεια. σκληρυνομένου γὰρ Φαραὼ ἐκέλευσεν ὁ θεὸς Μωυσῇ θυσίαν παρα‐ σκευάσαι εἰς τὴν τεσσαρεσκαιδεκάτην τοῦ μηνὸς ὃς παρὰ μὲν Ἑβραίοις Νισὰν καλεῖται, παρ’ Αἰγυπτίοις δὲ Φαρμουθί, παρὰ Μακεδόσι δὲ Ξανθικός, καὶ παρ’ | |
20 | Ἕλλησιν Ἀπρίλλιος. ἐνστάσης δὲ τῆς τεσσαρεσκαιδε‐ κάτης ἅπαντες ἔθυον καὶ τῷ τοῦ θύματος αἵματι τὰς φλιὰς τῶν οἰκιῶν ἔχριον, καὶ δειπνήσαντες τῶν κρεῶν τὰ περιττὰ ἔκαυσαν. ὅθεν ἔκτοτε ἑορτὴν ἄγου‐ σιν Ἑβραῖοι κατὰ τὸν καιρὸν τοῦτον καὶ θύουσι, | |
25 | πάσχα τὴν ἑορτὴν καλοῦντες. τὸ δὲ πάσχα ἄλλοι μὲν διάβασιν σημαίνειν φασίν, Ἰώσηπος δὲ ὑπερβασίαν, ὅτι κατ’ ἐκείνην τὴν νύκτα τοὺς Ἑβραίους ὁ θεὸς ὑπερβὰς Αἰγυπτίοις ἐνέσκηψε τὴν τῶν πρωτοτόκων φθοράν. ὅθεν συνελθόντες Αἰγύπτιοι ἐδέοντο Φα‐ | |
30 | ραὼ ἀπολύειν τοὺς Ἑβραίους· ὁ δὲ ἀπιέναι προσέτα‐ ξεν. οἱ δ’ ἐξῄεσαν. ἦν δὲ τὸ τῶν μετανισταμένων | |
πλῆθος τὸ στρατεύσιμον ἡλικίαν ἔχον μόνον μυριάδες | 45 in vol. 1 | |
1.46 | ἑξήκοντα. ἐξῆλθον δὲ μηνὸς Ξανθικοῦ πέμπτῃ καὶ δεκάτῃ κατὰ σελήνην, μετὰ ἔτη τετρακόσια τριά‐ κοντα τοῦ τὸν Ἀβραὰμ εἰς Χαναναίαν ἐλθεῖν, ἐκ δὲ τῆς Ἰακὼβ εἰς Αἴγυπτον παροικίας μετὰ ἐνιαυτοὺς | |
5 | διακοσίους καὶ πεντεκαίδεκα. ἦν δὲ Μωυσῇ τότε τῆς ζωῆς ἔτος ὀγδοηκοστόν, Ἀαρὼν δὲ τρισὶν ὑπερ‐ εῖχε. συνεπήγοντο δὲ καὶ τὰ ὀστᾶ τοῦ Ἰωσήφ, πλη‐ ροῦντες τὴν ἐντολὴν τοῦ ἀνδρός. Οἱ μὲν οὖν ἀπῄεσαν, Αἰγύπτιοι δὲ μετεμέλοντο | |
10 | καὶ λαβόντες ὅπλα ἐδίωκον. ἑξακόσια δ’ ἦσαν αὐ‐ τοῖς ἅρματα, ἱππεῖς τε πεντακισμύριοι, καὶ μυριά‐ δες εἴκοσιν ὁπλιτῶν. Ἑβραίους δ’ εἰς ἀπόγνωσιν ἦγον ἐν στενῷ γεγονότα τὰ πράγματα, καὶ λίθοις βάλλειν τὸν Μωυσῆν ἔμελλον. ὁ δὲ παρεκάλει αὐτῷ ἕπεσθαι, | |
15 | καὶ ἦγεν αὐτοὺς ἐπὶ θάλασσαν, καὶ στὰς παρ’ αὐτῇ καὶ τὸν θεὸν ἐπιβοησάμενος τύπτει τὴν θάλασσαν τῇ βακτηρίᾳ· ἡ δὲ ἀνεκόπη καὶ γυμνὴν ἀφῆκε τοῖς Ἑβραίοις τὴν γῆν, κἀκεῖνοι διέβαινον σπεύδοντες. ὁρῶντες δὲ ταῦτα Αἰγύπτιοι, καὶ αὐτοὶ προτάξαντες | |
20 | τὴν ἵππον ἐδίωκον. ἤδη δ’ ἐπὶ τὴν ἀντιπέραν γῆν τῶν Ἑβραίων διασωθέντων ἐπιχεῖται τοῖς Αἰγυπτίοις ἡ θάλασσα, τοῦ Μωυσέως τῇ ῥάβδῳ ἐπιστρεπτικῶς αὖθις τὸ ὕδωρ πατάξαντος καὶ τὰ τούτου ἑνώσαντος τμήματα. ἀπώλοντο οὖν οἱ ἐν τοῖς ὕδασιν Αἰγύπτιοι | |
25 | ξύμπαντες. καὶ οἱ μὲν Ἑβραῖοι ἐν ὕμνοις ἦσαν καὶ ἔχαιρον, Μωυσῇ δὲ ᾠδὴ πεποίηται πρὸς θεὸν ἐν ἑξα‐ μέτρῳ τόνῳ συντεθειμένη, ὥς φησιν Ἰώσηπος. τὰ δ’ ὅπλα τῶν Αἰγυπτίων σὺν τοῖς σώμασιν αὐτῶν | |
ἐκβρασθέντα τῆς θαλάσσης ὑπὸ τοῦ πνεύματος λα‐ | 46 in vol. 1 | |
1.47 | βόντες Ἑβραῖοι, τούτοις ὡπλίσθησαν. καὶ ἦγεν αὐ‐ τοὺς ὁ Μωυσῆς εἰς τὸ ὄρος Σινᾶ, θύσων ἐκεῖ τὰ σῶστρα, ὡς αὐτῷ ἐνετέταλτο. ἀγομένους δ’ ἐκεῖ ἡ τῶν τροφῶν ἐλύπει σπάνις καὶ ἡ τοῦ ὕδατος ἔνδεια. | |
5 | καὶ οὕτως ἔχοντες εἰς τόπον ἀφικνοῦνται ἐν ᾧ φρέαρ ἦν, οὗ τὸ ὕδωρ διὰ πικρίαν ἄποτον. καὶ τὸ ὄνομα τοῦ τόπου ἡ μὲν τῆς Ἐξόδου βίβλος Μερρὰν ὀνομά‐ ζει, ὁ δ’ Ἰώσηπος Μὰρ αὐτὸν κληθῆναι παρὰ τῶν Ἑβραίων συγγράφεται, μὰρ τὸ πικρὸν λέγων τοὺς | |
10 | Ἑβραίους καλεῖν. καὶ τοῦ δημαγωγοῦ κατεγόγγυ‐ ζον, ὁ δὲ τοῦ θεοῦ πρότερον δεηθεὶς ξύλον λαβὼν εἰς τὸ φρέαρ ἐνέβαλε καὶ τὸ ὕδωρ ἐγλύκανεν. ὁ δὲ Ἰώσηπος ἔοικε μὴ πιστεύων ὡς θαύματι τῇ γλυκάν‐ σει τοῦ ὕδατος, ἀλλὰ φυσικῶς αὐτὸ γλυκανθῆναι | |
15 | δοξάζων λέγει ὅτι τὸ ξύλον ὁ Μωυσῆς εἰς τὸ ὕδωρ βαλὼν ἐξαντλεῖν τὸ φρέαρ ἐκέλευε, καὶ οἱ μὲν ἐπό‐ νουν, τὸ δ’ ὑπὸ τῶν συνεχῶν πληγῶν γεγυμνασμέ‐ νον καὶ κεκαθαρμένον ἤδη πότιμον ἦν. τὴν δὲ τῶν τροφῶν ἔνδειαν ἰάσατο, τοῦ θεοῦ δεηθείς, δι’ ὀρτύ‐ | |
20 | γων. ἐφίπταντο γὰρ τῇ τῶν Ἑβραίων παρεμβολῇ πλῆθος ὀρτύγων, οὓς συλλαμβάνοντες ἤσθιον. καὶ ἐπὶ τούτοις τὸ μάννα ὗσεν αὐτοῖς ὁ θεός, μέλιτι μὲν τὴν ἡδονὴν ἐμφερές, τὸ δὲ μέγεθος κοριάνδρου σπέρ‐ ματι ὅμοιον, μάννα δὲ παρ’ ἐκείνων κληθέν, ὡς ἀπο‐ | |
25 | ρούντων τί τοῦτο ἂν εἴη· τὸ γὰρ μὰν καὶ ἐπερώτησιν δηλοῖ κατὰ τὴν ἐκείνων διάλεκτον. οὕτω καὶ ταῦτα Ἰώσηπος. ἐνετέταλτο δὲ ἀσσάρωνα ἕκαστον ἐκ τού‐ του καθ’ ἑκάστην συλλέγειν, ὁ δὲ ἀσσάρων μέτρον ἐστίν, εἰ δέ τις πλέον συνέλεξεν, εἰς τὴν αὔριον | |
30 | ἄβρωτον ἦν, ὑπό τε σκωλήκων καὶ πικρίας διεφθαρ‐ μένον. τοῦτο δὲ ᾠκονόμητο, ἵνα μὴ τῶν ἐρρωμένων | |
πολὺ συναγόντων ἐπιλείπῃ τοῖς ἀσθενέσι. τῇ δὲ | 47 in vol. 1 | |
1.48 | τροφῇ ταύτῃ τεσσαράκοντα ἐχρήσαντο ἔτεσιν, ἐφ’ ὅσον ἦσαν ἐν τῇ ἐρήμῳ. αὖθις οὖν εἰς ἄνυδρον ἦλθον τόπον καλούμενον Ῥαφιδίν, καὶ διψῶντες κατὰ Μωυ‐ σέως κεκίνηντο. ὁ δὲ τοῦ θεοῦ δεηθεὶς κελεύεται | |
5 | ῥάβδῳ τὴν πέτραν πλῆξαι, καὶ πλήττει, ἧς αὐτίκα ὕδωρ ἐξεβλύσθη πολύ τε καὶ διαυγέστατον. οἱ δὲ Ἀμαληκῖται κατὰ τῶν Ἑβραίων ἐχώρουν, τοὺς περι‐ οίκους συμμάχους προσκαλεσάμενοι. Μωυσῆς δὲ τὸ μάχιμον τοῦ λαοῦ τῶν ἄλλων ἀποδιελών, καὶ Ἰη‐ | |
10 | σοῦν τὸν τοῦ Ναυῆ ἐπιστήσας αὐτοῖς, μέρος δέ τι τῆς στρατιᾶς καταλιπὼν εἰς τὴν τοῦ ὕδατος φυλακήν, αὐτὸς μὲν ἀνεχώρει πρὸς τὸ ὄρος, Ἰησοῦ δ’ ἐνετέλ‐ λετο πεποιθέναι θεῷ καὶ τὸ στράτευμα κατὰ τῶν ἐναντίων ἐξάγειν. ἤδη οὖν ὁ πόλεμος συνερρήγνυτο· | |
15 | καὶ μέχρι μὲν Μωυσῆς τὰς χεῖρας εἶχεν ὑψοῦ, τοὺς Ἀμαληκίτας οἱ Ἑβραῖοι κακῶς διετίθεντο, ὁσάκις δὲ τὰς χεῖρας καθίει ὁ Μωυσῆς τῇ ἀνατάσει τούτων πονούμενος, ἡττᾶσθαι τότε τοὺς Ἑβραίους συνέβαι‐ νεν. ἑκατέρωθεν οὖν τὸν ἀδελφὸν Ἀαρὼν καὶ Ὢρ | |
20 | τὸν ἄνδρα τῆς ἀδελφῆς Μαριὰμ στήσας ἀνέχειν τὰς χεῖρας αὐτοῦ ἐνετείλατο. καὶ οὕτω τοὺς Ἀμαληκίτας νικῶντες Ἑβραῖοι πάντας ἀπώλεσαν ἄν, εἰ μὴ νὺξ ἐπέσχεν αὐτούς. Ἑβραίων δὲ τέθνηκεν οὐδὲ εἷς. Ἐκεῖθεν ἀπῄεσαν εἰς τὸ πρόσω, καὶ ἐν τριμήνῳ | |
25 | μετὰ τὴν ἐξ Αἰγύπτου ἐξέλευσιν παρῆσαν ἐπὶ τὸ ὄρος Σινᾶ, καὶ ἔθυσε Μωυσῆς ἐκεῖ τῷ θεῷ. ὅπου καὶ Ῥαγουὴλ ὁ πενθερὸς αὐτοῦ ἀπήντησεν αὐτῷ, θεα‐ σάμενος δὲ τὸν γαμβρὸν αὐτοῦ ἐν ὄχλῳ πραγμάτων | |
ὄντα, πάντων ἐπ’ αὐτὸν βαδιζόντων, συνεβούλευε | 48 in vol. 1 | |
1.49 | τὴν μὲν τῶν δικῶν ζήτησιν ἑτέροις ἐπιτρέπειν, αὐτὸν δὲ τῶν μειζόνων προνοεῖν πραγμάτων καὶ τῆς τοῦ λαοῦ σωτηρίας, καὶ κατὰ μυρίους ἄρχον‐ τας ἀποδεικνύειν, εἶτα κατὰ χιλίους, καὶ κατὰ πεντα‐ | |
5 | κοσίους ἑτέρους ἐφιστᾶν, καὶ ἐπὶ τούτοις ἑκατοντάρ‐ χους καὶ πεντηκοντάρχους ποιεῖν, καὶ ἐν τριάκοντα καὶ εἴκοσι καὶ δέκα ἐφιστᾶν τοὺς διακοσμήσοντας. ταῦτα τοῦ Ῥαγουὴλ συμβουλεύσαντος, Μωυσῆς κατὰ τὴν ὑποθήκην ἐκείνου ποιεῖ. εἶτα πλησίον μετασκη‐ | |
10 | νῶσαι τοῦ ὄρους Σινᾶ τῷ λαῷ ἐντειλάμενος, αὐτὸς εἰς τὸ ὄρος ἀνῄει· καὶ ὁ λαὸς μετεσκήνωσεν, ἁγνεύων τήν τε ἄλλην ἁγνείαν καὶ ἀπὸ γυναικὸς συνουσίας τρίτην ἡμέραν. κατὰ δὲ τὴν τρίτην ἕωθεν νεφέλη πε‐ ριεκύκλου τὸ τῶν Ἑβραίων στρατόπεδον, ἀστραπαί | |
15 | τε ἦσαν φοβεραὶ καὶ πνευμάτων σφοδρότης, ἃ τοὺς Ἑβραίους ἐδείμαινε ταῖς σκηναῖς προσμένοντας. ἐπι‐ φαίνεται δὲ Μωυσῆς ἔμπλεως θάρσους, καὶ ὀφθεὶς ἀπαλλάττει τοῦ δέους αὐτοὺς καὶ μηνύει σφίσιν ἃ ὁ θεὸς ἐνετείλατο καὶ ὅσα φυλάξουσι νόμιμα, καὶ προσ‐ | |
20 | άγει τὸν λαὸν ἅμα γυναιξὶ καὶ τέκνοις, ὡς ἀκούσαιεν τοῦ θεοῦ. καὶ ἤκουον φωνῆς ὑψόθεν γινομένης. εἶτ’ αὖθις ἄνεισιν εἰς τὸ ὄρος· καὶ χρονίσαντος ἐκεῖ ὁ λαὸς ἠθροίσθη πρὸς Ἀαρὼν λέγων “ποίησον ἡμῖν θεούς· ὁ γὰρ Μωυσῆς οὐκ οἴδαμεν τί γέγονεν.” Ἀα‐ | |
25 | ρὼν δὲ βιαζόμενος προσενεγκεῖν προσέταξεν ἕκαστον τὰ ἐνώτια τὰ χρυσᾶ καὶ τὸν κόσμον ὃν αἱ γυναῖκες καὶ αἱ θυγατέρες αὐτῶν περιέκειντο. οἱ δὲ προσή‐ γαγον, καὶ δι’ αὐτῶν μόσχον ἐποίησαν χωνευτὸν καὶ ἔθυσαν αὐτῷ. Μωυσῆς δὲ καταβαίνων ἀπὸ τοῦ ὄρους | |
30 | καὶ τὰς δύο πλάκας τοῦ μαρτυρίου ἐν ταῖς χερσὶ φέρων λιθίνους καταγεγραμμένας ἐπ’ ἀμφοτέρων | |
τῶν μερῶν, ὡς ἤγγισε τῇ παρεμβολῇ, ὁρᾷ τὸν μόσχον, | 49 in vol. 1 | |
1.50 | καὶ ὀργισθεὶς τὰς πλάκας συνέτριψε, καὶ λαβὼν τὸν μόσχον κατέκαυσε καὶ ἐλέπτυνε καὶ βαλὼν εἰς ὕδωρ ἐπότισε τὸν λαόν. καὶ ἐνετείλατο τοῖς υἱοῖς Λευί, καὶ διῆλθον διὰ τῆς παρεμβολῆς καὶ ἀπέκτειναν πολ‐ | |
5 | λούς, ὡς καὶ εἰς τρισχιλίους τοὺς πεσόντας ἀριθμη‐ θῆναι. ὑπέστρεψε δὲ Μωυσῆς πρὸς τὸ ὄρος λέγων “κύριε, ἡμάρτηκεν ὁ λαός σου, καὶ νῦν εἰ μὲν ἀφίης αὐτοῖς τὴν ἁμαρτίαν, ἄφες· εἰ δὲ μή, κἀμὲ ἐξάλει‐ ψον ἐκ τῆς βίβλου σου.” καὶ εἶπεν αὐτῷ κύριος | |
10 | “κατάβηθι, ὁδήγησον τὸν λαὸν τοῦτον εἰς τὸν τόπον ὃν εἶπόν σοι.” καὶ ἐνεφάνισε κύριος τῷ Μωυσῇ αἰ‐ τήσαντι ἰδεῖν αὐτὸν τὰ ὀπίσθια αὐτοῦ. καὶ κατέβη πρὸς τὸν λαὸν αὖθις δύο πλάκας ἐπιφερόμενος τοὺς δέκα λόγους γεγραμμένους ἐχούσας, καὶ ἡ ὄψις τοῦ | |
15 | προσώπου αὐτοῦ ὑπῆρχε δεδοξασμένη, καὶ οὐκ ἠδύ‐ νατο ἀτενίσαι αὐτῷ ὁ λαός, καὶ περιέθετο κάλυμμα περὶ τὴν ὄψιν αὐτοῦ, καὶ οὕτως ὡμίλει αὐτοῖς. καὶ ἀπήγγειλεν αὐτοῖς ἃ ἐνετείλατο ὁ θεὸς περί τε θυ‐ σιῶν καὶ καθαρσίων, καὶ ζῴων ἀκαθάρτων τε καὶ | |
20 | καθαρῶν, ὥστε τῶν μὲν ἀπέχεσθαι, τοῖς δὲ τρέφε‐ σθαι, περί τε μίξεων ἀθέσμων, καὶ τίνας οἱ ἱερεῖς εἰς γάμον ἀγάγωνται, καὶ οἵας οἱ ἀρχιερεῖς, καὶ περὶ σαββάτου καὶ τοῦ ἑβδόμου ἐνιαυτοῦ καὶ τοῦ πεντη‐ κοστοῦ, ὃν ἰωβηλαῖον καλοῦσι· καὶ ὅτι ἐπέταξεν ὁ | |
25 | θεὸς σκηνὴν γενέσθαι εἰς ἣν ἂν παραγίνοιτο συνε‐ παγομένην αὐτοῖς μεταβαίνουσι, καὶ μέτρα τῆς σκη‐ νῆς ἔδειξεν αὐτῷ καὶ σχῆμα καθ’ ὃ ἂν κατασκευα‐ σθείη. ὁ δὲ λαὸς χαίροντες ἐπὶ τούτοις προσῆγον χρυσόν τε καὶ ἄργυρον καὶ λίθους τιμίους καὶ χαλ‐ | |
30 | κὸν καὶ ξύλα καὶ τρίχας αἰγείας καὶ δέρματα κριῶν καὶ λίνον καὶ ἔρια. ἀρχιτέκτονας δ’ ἐφίστησι τῆς | |
σκηνῆς τόν τε τῆς ἀδελφῆς αὐτοῦ τῆς Μαριὰμ υἱὸν | 50 in vol. 1 | |
1.51 | τὸν Βεσελεὴλ καὶ τὸν Ἐλιφάτζ. ἤδη δὲ τῆς σκηνῆς εἰργασμένης ἔστησε ταύτην Μωυσῆς. εἴργαστο δὲ ἡ κιβωτὸς ἐκ ξύλων ἀσήπτων, ἃ πανταχόθεν χρυ‐ σίον περιεκάλυπτεν, ᾗ τὰς δύο πλάκας ἐνέθεντο | |
5 | αἳ τοὺς δέκα λόγους εἶχον ἐγγεγραμμένους. ὧν ὁ πρῶ‐ τος μὲν ἕνα θεὸν εἶναί φησι καὶ τοῦτον μόνον σέβε‐ σθαι δεῖν, ὁ δεύτερος δὲ μηδενὸς εἰκόνα ζῴου ποιεῖν μηδὲ προσκυνεῖν, ὁ τρίτος ἐπὶ μηδενὶ ματαίῳ τὸν θεὸν ὀμνύναι, ὁ τέταρτος τὰς ἑβδομάδας παρατηρεῖν | |
10 | ἀναπαυομένους ἐξ ἔργου παντός, ὁ πέμπτος γονεῖς τιμᾶν, ὁ ἕκτος φόνου ἀπέχεσθαι, ὁ ἕβδομος μὴ μοι‐ χεύειν, ὁ ὄγδοος μὴ κλέπτειν, ὁ ἔνατος μὴ ψευδο‐ μαρτυρεῖν, ὁ δέκατος μηδενὸς ἀλλοτρίου ἐπιθυμεῖν. ταύτην οὖν τὴν κιβωτὸν εἰσάγουσιν εἰς τὸ ἄδυτον. | |
15 | ἐν δὲ τῷ ναῷ τιθέασι τράπεζαν, καὶ ἐπὶ ταύτῃ ἄρ‐ τους ἀζύμους δώδεκα καὶ λυχνίαν χρυσῆν καὶ θυ‐ μιατήριον ξύλινον ἐντός, ἔξωθεν δὲ χρυσίῳ κεκαλυμ‐ μένον. καὶ πρὸ τῆς σκηνῆς βωμὸν ἱδρύσατο ξύλινον χαλκαῖς λεπίσι περιεληλαμένον, οὗ ἄντικρυς φιάλαι | |
20 | καὶ κρατῆρες σὺν θυΐσκοις ἐτίθεντο, καὶ ἄλλα σκεύη ἃ πρὸς ἱερουργίαν ἡτοίμαστο, χρύσεα πάντα. γίνον‐ ται δὲ καὶ τοῖς ἱερεῦσι στολαί, ἀλλὰ μέντοι καὶ τῷ ἀρχιερεῖ. ἀρχιερέα δὲ ὁ θεὸς τὸν Ἀαρὼν ἐψηφίσατο. συναθροίσας δὲ τὸ πλῆθος ὁ Μωυσῆς “ἄνδρες” ἔφη, | |
25 | “τὸ μὲν ἔργον τετέλεσται, τῆς δὲ τοῦ ἱερᾶσθαι τιμῆς ὁ θεὸς τὸν Ἀαρὼν ἀξιοῖ.” προσέταξε δὲ Μωυσῆς εἰσ‐ φέρειν ἕκαστον σίκλου τὸ ἥμισυ, ἵν’ εἰς τὰς περὶ τὴν σκηνὴν χρείας εἴη ἀνάλωμα. ὁ δὲ σίκλος νόμισμα Ἑβραίων ἐστὶν Ἀττικὰς δεχόμενον δραχμὰς τέσσαρας. | |
30 | τὸ δὲ πλῆθος τῶν εἰσφερόντων ἦν μυριάδες ἑξήκοντα καὶ πεντακισχίλιοι πεντακόσιοι πεντήκοντα. τὴν δ’ | |
εἰσφορὰν ἐποιοῦντο τῶν ἐλευθέρων οἱ τὸν εἰκοστὸν | 51 in vol. 1 | |
1.52 | ὑπερβάντες ἐνιαυτὸν ἄχρι πεντηκοστοῦ. ἐποιήθη δὲ ἡ σκηνὴ μησὶν ἑπτά. ἔδειξε δὲ ὁ θεὸς κατὰ γνώμην αὐτοῦ τὸ ἔργον γενόμενον, παρουσιάσας ἐν τῇ σκηνῇ. οὕτω δὲ τὴν παρουσίαν ἐδήλωσεν. ἀχλὺς ὑπὲρ τὴν | |
5 | σκηνὴν μόνην ἐγένετο, οὔτε βαθεῖα καὶ συμπεπιλη‐ μένη καὶ νέφεσιν ἐμφερής, οὔτε πάνυ λεπτή τε καὶ ἀραιά, ὡς δι’ αὐτῆς διικνεῖσθαι τὴν ὅρασιν· ἡδεῖα δὲ ἀπ’ αὐτῆς ἔρρει δρόσος. Μωυσῆς δὲ ἔθυσεν ἐν τῷ τῆς σκηνῆς αἰθρίῳ ἐφ’ ἡμέρας ἑπτά, τῇ δὲ ὀγδόῃ | |
10 | ἑορτὴν ἐκήρυξε τῷ λαῷ καὶ θύειν ἐπέταξεν. οἱ δὲ ἀλλήλοις ἡμιλλῶντο. ἐπικειμένων δὲ τῶν ἱερῶν τῷ βωμῷ πῦρ ἀνήφθη αὐτόματον καὶ πάντα τὰ ἐπὶ τοῦ βωμοῦ ἐδαπάνησεν. οἱ δὲ πρεσβύτεροι τῶν τεσσά‐ ρων υἱῶν Ἀαρών, Ναδὰβ καὶ Ἀβιού, παρὰ τὰ δια‐ | |
15 | τεταγμένα θύσαντες κατεκαύθησαν τὰ στέρνα τε καὶ τὰ πρόσωπα, πυρὸς ἐξαφθέντος αὐτομάτου καὶ φλέξαντος αὐτούς· ὧν τὰ σώματα ἔξω τῆς παρεμ‐ βολῆς κομισθέντα ἐτάφησαν. τὴν δὲ φυλὴν τοῦ Λευὶ τῶν ἄλλων διακρίνας ἥγνισε, καὶ παρέδωκεν | |
20 | αὐτοῖς τὴν σκηνὴν καὶ τὰ σκεύη τὰ ἱερά, ἵνα ὡς ὑφηγοῦνται οἱ ἱερεῖς, ὑπηρετῶσιν αὐτοί. μετὰ ταῦτα ἀριθμῆσαι διέγνωκε τὸν λαόν, καὶ εὑρέθησαν τῶν ὅπλα φέρειν δυναμένων μυριάδες ἑξήκοντα καὶ τρισ‐ χίλιοι πρὸς ἑξακοσίοις καὶ πεντήκοντα. οὗτοι δ’ | |
25 | ἦσαν οἱ τὸν εἰκοστὸν ὑπερβάντες ἐνιαυτὸν καὶ ἄχρι τοῦ πεντηκοστοῦ ἐφθακότες. ἀντὶ δὲ τῆς Λευιτικῆς φυλῆς τοῖς φυλάρχοις κατέλεξαν τοὺς παῖδας τοῦ Ἰω‐ σήφ, τὸν Μανασσῆν καὶ τὸν Ἐφραΐμ, κατὰ τὴν δια‐ ταγὴν τοῦ προπάτορος Ἰακώβ. οἱ δέ γε Λευῖται δισ‐ | |
30 | μύριοι καὶ τρισχίλιοι ἀριθμηθέντες εὑρέθησαν πρὸς ὀκτακοσίοις καὶ ὀγδοήκοντα. | |
Εἶτα στασιάζει τὸ πλῆθος τὸν Μωυσῆν αἰτιώμε‐ | 52 in vol. 1 | |
1.53 | νον ὅτι γῆς αὐτοὺς ἀγαθῆς ἀποστήσας ἐν ἐρήμῳ πλανᾶσθαι πεποίηκεν. ἀγαγὼν δὲ αὐτοὺς ἐκεῖθεν εἰς τὴν καλουμένην Φάραγγα, πλησίον οὖσαν τῆς Χαναναίων γῆς, ἐξ ἑκάστης φυλῆς ἕνα λαβὼν κατα‐ | |
5 | σκοπήσοντας ἔστειλε τήν τε δύναμιν τῶν Χαναναίων καὶ τῆς γῆς τὴν ποιότητα. οἱ δὲ τεσσαράκοντα ἡμέ‐ ραις διελθόντες τὴν γῆν ὑπενόστησαν, καὶ καρποὺς ἐκ τῆς γῆς ἐκείνης κομίζοντες, καὶ τὴν μὲν χώραν ἐπῄνουν ὡς ἀγαθήν, τὸ δὲ πλῆθος ἐφόβουν ὡς οὔσης | |
10 | ἀπόρου τῆς αὐτῆς κατασχέσεως διά τε ποταμῶν με‐ γέθη καὶ ὀρῶν δυσχωρίας καὶ πόλεων ὀχυρότητας. τὸ δὲ πλῆθος πάλιν δι’ ὀργῆς εἶχον τὸν Μωυσῆν, καὶ ἐνενόουν καταλεῦσαι αὐτόν τε καὶ τὸν Ἀαρὼν καὶ ὑποστρέψαι εἰς Αἴγυπτον. μόνοι δὲ τῶν κατα‐ | |
15 | σκόπων Ἰησοῦς ὁ τοῦ Ναυῆ καὶ Χαλὲβ παρεθάρρυναν τὸν λαόν, μηδὲν δυσχερὲς ἀπαντήσειν αὐτοῖς ἀπισχυ‐ ριζόμενοι. Μωυσῆς δὲ καὶ Ἀαρὼν ἱκέτευον τὸν θεὸν ὅπως τῆς ἀπονοίας παύσῃ τὸ πλῆθος. παρῆν δὲ ἡ νεφέλη ἐν τῇ σκηνῇ καὶ ἐσήμαινε τὴν ἐπιφάνειαν τοῦ | |
20 | θεοῦ. καὶ Μωυσῆς θαρσήσας διειλέχθη τῷ πλήθει, καὶ ὀργισθῆναι ἔφησε τὸν θεόν, μὴ ἀπολεῖν μέντοι πάντας μηδὲ τὸ γένος ἐξαφανίσειν, τὴν δὲ Χαναναίαν μὴ παρέξειν αὐτοῖς, ἐᾶσαι δ’ ἐπὶ τῆς ἐρημίας ἐπ’ ἔτη τεσσαράκοντα, παισὶ δὲ τοῖς αὐτῶν παρέξειν τὴν | |
25 | γῆν. ταῦτα τοῦ Μωυσέως εἰπόντος ἐν λύπῃ τὸ πλῆ‐ θος ἐγένετο. εἶτα συμμίξαι τοῖς Χαναναίοις ἤθελον, καὶ ταῦτα κωλύοντος τοῦ θεοῦ· καὶ προσβαλόντες ἡττήθησαν, καὶ οἱ μὲν ἔπεσον, οἱ δὲ εἰς τὴν παρεμ‐ | |
βολὴν συμπεφεύγασι. | 53 in vol. 1 | |
1.54 | Στάσις δὲ τὸ πλῆθος κατέλαβεν ἐξ αἰτίας τοιαύ‐ της. Κορὲ τῆς Λευιτικῆς τυγχάνων φυλῆς, καὶ γένει καὶ πλούτῳ περιφανέστατος καὶ ὁμιλεῖν πιθανώτα‐ τος, φθόνον ἔσχε πρὸς Μωυσῆν καὶ τοῦ ἀνδρὸς κατ‐ | |
5 | εβόα ὡς τυραννίδι χρωμένου. “τίνι γὰρ λόγῳ” ἔλεγεν “Ἀαρὼν καὶ τοῖς αὐτοῦ υἱέσι τὴν ἱερωσύνην προσ‐ ένειμεν; εἰ μὲν ὡς ἐκ τῆς Λευιτικῆς φυλῆς, ἐγὼ ταύτης τυχεῖν δικαιότερος, γένους μὲν ὁμοίως ἔχων, πλούτῳ δὲ καὶ ἡλικίᾳ διάφορος. εἰ δ’ ἑτέρᾳ φυλῇ | |
10 | προσκυρωθῆναι δέον αὐτήν, προτιμηθήσεται ἡ τοῦ Ῥουβὶμ διὰ πρεσβυγένειαν, καὶ λήψονται ταύτην Δαθάν τε καὶ Ἀβειρών.” ταῦτα ἐκεῖνος μὲν κακοή‐ θως ἔλεγεν, ἦσαν δὲ αὐτῷ συντεταγμένοι ἄνδρες τῶν πρώτων διακόσιοι καὶ πεντήκοντα, ἀνηρέθιστο δὲ καὶ | |
15 | τὸ πλῆθος. ὁ δὲ Μωυσῆς εἰς μέσον στὰς εἶπεν “ἐμοί, ὦ Κορέ, καὶ σὺ καὶ τῶν σοι συντεταγμένων ἕκαστος τιμῆς ἄξιοι δοκεῖτε, ὁ δὲ θεὸς τὴν ἱερωσύνην τῷ Ἀαρὼν ἐψηφίσατο, καὶ νῦν αὐτὸς αὖθις κρινεῖ ὃν ἱερᾶσθαι βούλεται. ἕωθεν οὖν, ὅσοι τῆς ἱερωσύνης | |
20 | ἀντιποιεῖσθε, πάριτε, ἕκαστος κομίζων θυμιατήριον οἴκοθεν καὶ πῦρ καὶ θυμίαμα· σὺν ὑμῖν δ’ ὁμοίως παρίτω καὶ Ἀαρών. καὶ θυμιώντων ὑμῶν ἐνώπιον τοῦ λαοῦ, οὗπερ ἂν τὴν θυσίαν ἡδίω κρινεῖ ὁ θεός, οὗτος ἔσται ὑμῖν ἱερεύς.” ἐπῄνεσε ταῦτα τὸ πλῆθος, | |
25 | καὶ τῇ ἐπιούσῃ συνῆλθον εἰς τὴν ἐκκλησίαν. Μωυ‐ σῆς δὲ πέμψας πρὸς Δαθὰν καὶ Ἀβειρὼν ἐνετέλλετο ἥκειν· οἱ δὲ μὴ πεισθέντες κατὰ Μωυσέως ἠπείλη‐ σαν. Μωυσῆς δὲ ἀκολουθεῖν αὐτῷ τοὺς προβούλους κελεύσας ἀπῄει πρὸς τὰς ἐκείνων σκηνάς, καὶ πλη‐ | |
30 | σίον γενόμενος τὰς χεῖρας ἀνέσχεν εἰς οὐρανὸν καὶ μέγα ἐβόησεν “ἐπεὶ κακουργεῖν ὑποπτεύομαι, δέ‐ | |
σποτα, αὐτὸς ἐλθὲ δικαστὴς καὶ παράστησον ὅτι | 54 in vol. 1 | |
1.55 | οὐδὲν αὐτομάτως, ἀλλὰ πάντα σῇ διοικεῖται προνοίᾳ. καὶ εἰ σοῦ κελεύσαντος δέδωκα τὴν ἱερωσύνην τῷ Ἀαρών, χάνοι περὶ Δαθάν τε καὶ Ἀβειρὼν καὶ τὴν αὐτῶν γενεὰν ἐφ’ ἣν ἑστήκασι γῆν· εἰ δ’ ἀληθεύοιεν | |
5 | κατ’ ἐμοῦ, οἷς ἐπηρασάμην αὐτοῖς ἐγὼ περιπέσοιμι.” ταῦτα εἶπε δακρύων. καὶ σείεται μὲν ἀθρόον ἡ γῆ, σκληροῦ δὲ ῥαγέντος ἤχου συνίζησε περὶ τὰς ἐκείνων σκηνὰς καὶ αὐτούς τε καὶ τὰ αὐτῶν εἰς τὸ χάσμα κατήνεγκε, καὶ οὕτως αὖθις συνῆλθε τὸ διεστός. | |
10 | ἐπὶ τούτοις ἔφριξε μὲν ὁ λαός, Μωυσῆς δὲ καλεῖ τοὺς περὶ ἱερωσύνης ἁμιλλωμένους. καὶ συνελθόντες πεντήκοντα καὶ διακόσιοι ἄνδρες τῶν ἐπισήμων καὶ Ἀαρὼν καὶ Κορὲ πρὸ τῆς σκηνῆς ἐπὶ τοῖς θυμιατη‐ ρίοις καθήγιζον ἃ ἐκόμιζον. ἐξέλαμψε δὲ πῦρ πολύ, | |
15 | οἷον ἂν θεοῦ κελεύσαντος ἀναφθείη, ὑφ’ οὗ οἵ τε διακόσιοι πεντήκοντα καὶ Κορὲ διεφθάρησαν, ὡς μηδὲ τὰ σώματα αὐτῶν εὑρεθῆναι· μόνος δὲ Ἀαρὼν εὑρέθη ἀλώβητος. Μωυσῆς δὲ τὰ θυμιατήρια τῶν ἀνδρῶν ἐκείνων περὶ τὸν χάλκεον ἐκέλευσε κατα‐ | |
20 | θέσθαι βωμόν, ἵν’ ὑπόμνησις ὦσι τῶν γεγονότων καὶ τοῖς μετέπειτα. ἐκκλησιάσας δὲ πάλιν προεῖπε τοῖς φυλάρχοις ἥκειν τὰ τῶν φυλῶν ὀνόματα βακτη‐ ρίαις ἐπιγεγραμμένα κομίζοντας, ἐκείνῳ τῆς ἱερω‐ σύνης ἐσομένης οὗπερ ἂν τῇ βακτηρίᾳ σημεῖον γέ‐ | |
25 | νηται ἐκ θεοῦ. κομίζουσιν οὖν οἵ τε ἄλλοι καὶ Ἀαρών, ἐπιγράψας τῇ βακτηρίᾳ Λευῖτιν. ἃς ἐν τῇ σκηνῇ τοῦ θεοῦ κατέθετο Μωυσῆς. τῇ δ’ ἐπιούσῃ προεκόμισε ταύτας. καὶ αἱ μὲν ἄλλαι οἷαίπερ ἐτύγχανον ἔμενον, ἡ δὲ Ἀαρὼν ἐβλάστησε κλάδους τε καὶ καρπούς. τὸν | |
30 | δὲ καρπὸν ἡ μὲν τοῦ Λευιτικοῦ βίβλος κάρυα λέγει, | 55 in vol. 1 |
1.56 | ἀμύγδαλα δὲ Ἰώσηπος. ἐξεπλάγησαν οὖν πάντες, τρὶς τὸν Ἀαρὼν χειροτονήσαντος τοῦ θεοῦ. ἐπεὶ δὲ πολέμων καὶ στρατείας ἡ τῶν Λευιτῶν ἀφεῖτο φυλή, ἵνα μὴ διὰ ἀπορίαν τῶν ἀναγκαίων ἀμελοῖεν τῆς | |
5 | λειτουργίας τοῦ ἱεροῦ, ἐκέλευε Μωυσῆς τὴν Χανα‐ ναίαν κτησαμένους τοὺς Ἑβραίους ὀκτὼ καὶ τεσσα‐ ράκοντα πόλεις κατανεῖμαι τοῖς Λευίταις καὶ γῆν πρὸ αὐτῶν, καὶ δεκάτην τῶν ἐπετείων καρπῶν αὐ‐ τοῖς τε καὶ τοῖς ἱερεῦσι τελεῖν· καὶ ἄλλα δὲ πλεῖστα | |
10 | χορηγεῖν τούτοις τὸν λαὸν διετάξατο, ὧν τὸ καθ’ ἕκαστον ὁ ζητῶν τὴν τοῦ Λευιτικοῦ βίβλον ἀναπτύ‐ ξας εὑρήσει. Ταῦτα δὲ διατάξας Μωυσῆς ἐπὶ τὴν Ἰδουμαίαν ἦλθε μετὰ τῆς στρατιᾶς καὶ ἠξίου παρελθεῖν δι’ αὐ‐ | |
15 | τῆς. τῆς χώρας δ’ ὁ βασιλεὺς προϋπήντα μετὰ ἐνό‐ πλου στρατιᾶς τῷ Μωυσῇ. καὶ ὃς διὰ τῆς ἐρήμου ἐχώρει, μὴ ἄρχειν μάχης συμβουλεύοντος τοῦ θεοῦ. τότε καὶ Μαριάμμη τέθνηκε τοῦ Μωυσέως ἡ σύγ‐ γονος, μετὰ τεσσαρακοστὸν ἔτος τῆς ἐξ Αἰγύπτου | |
20 | ἐξόδου. τὸν δὲ λαὸν ἀπῆγε διὰ τῆς ἐρήμου καὶ τῆς Ἀραβίας· ἔνθα καὶ Ἀαρὼν ἐτελεύτησεν εἰς ὄρος ἀν‐ ελθὼν ὑψηλὸν καὶ τὴν ἀρχιερατικὴν στολὴν παρα‐ δοὺς τῷ υἱῷ Ἐλεάζαρ, τοῦ πλήθους ὁρῶντος, ἔτη βιοὺς ἑκατὸν πρὸς εἴκοσι καὶ τρισίν. ἐλθὼν δὲ Μωυ‐ | |
25 | σῆς ἐπὶ τὴν Μωαβιτῶν καὶ Ἀμορραίων χώραν τῷ στρατῷ δίοδον ᾔτει. Σηὼν δὲ τῆς χώρας ὁ βασιλεὺς διαβαίνειν τοὺς Ἑβραίους ἐκώλυε, καὶ τοῦ θεοῦ ση‐ μήναντος νίκην ἐρομένῳ τῷ Μωυσῇ, τὰς πανοπλίας | |
ἀναλαβόντες Ἑβραῖοι πρὸς μάχην ἐχώρουν. τρέπον‐ | 56 in vol. 1 | |
1.57 | ται δ’ αὐτίκα οἱ Ἀμορραῖοι καὶ ἅπαντες διεφθάρη‐ σαν, πέπτωκε δὲ καὶ Σηὼν ὁ βασιλεὺς αὐτῶν. καὶ τὰς πόλεις εἷλον καὶ τὴν γῆν ἐκείνων παρέλαβον. ἐπιτίθεται δὲ τοῖς Ἰσραηλίταις καὶ Ὢγ ὁ τῆς Γαλα‐ | |
5 | δηνῆς καὶ Γαυλανίτιδος βασιλεὺς σύμμαχος ἐλθὼν τῷ Σηὼν ἤδη ἀπολωλότι. αὐτός τε οὖν θνήσκει κατὰ τὴν μάχην καὶ ὁ στρατὸς αὐτοῦ διαφθείρεται, καὶ αἱ πόλεις ἑάλωσαν καὶ οἱ ἐνοικοῦντες ἀπώλοντο. Ἐκεῖθεν δὲ Μωυσῆς τὴν δύναμιν κατὰ τὸ μέγα | |
10 | πεδίον ἄγει καὶ στρατοπεδεύει Ἱεριχοῦντος ἔναντι. πόλις δ’ ἐστὶν εὐδαίμων αὕτη, φοίνικάς τε φέρουσα καὶ βάλσαμον νεμομένη. Βαλὰκ δὲ ὁ τῶν Μωαβιτῶν βασιλεὺς μετακαλεῖται τὸν μάντεα Βαλαάμ, ὅπως ἐπ’ ὀλέθρῳ τῶν Ἰσραηλιτῶν ἀρὰς ποιήσῃ παραγενόμενος. | |
15 | καὶ ὁ μὲν ἀπῄει, κατὰ δὲ τὴν ὁδὸν ἀγγέλου θείου προσβαλόντος αὐτῷ ἡ ὄνος, ᾗ ὁ Βαλαὰμ ἐπωχεῖτο, συνεῖσα τοῦ θείου πνεύματος οὐ προέβαινεν οὐδὲ ταῖς πληγαῖς ἐνεδίδου, φωνήσασα δ’ ἀνθρωπίνως κατὰ θείαν βούλησιν, ἄδικον ἐκάλει τὸν δεσπότην | |
20 | πληγὰς αὐτῇ ἐπιφέροντα καὶ μὴ συνιέντα ὅτι ἐκ θεοῦ οἷς ἔσπευσεν ὑπηρετεῖν εἴργεται. ταραττομένου δ’ αὐτοῦ διὰ τὴν ἀνθρωπίνην φωνήν, ἐπιφανεὶς ὁ ἄγ‐ γελος αὐτὸς τὴν ὁδὸν ἔλεγε κωλύειν τῷ κτήνει· βου‐ λόμενον δ’ ἀναστρέφειν χωρεῖν προσωτέρω παρώρ‐ | |
25 | μησεν, καὶ ὃ ἂν ἐκ θεοῦ ἐμπνευσθείη, τοῦτο λέγειν. καὶ ὁ μὲν ἥκει πρὸς τὸν Βαλάκ, καὶ εἰς ὄρος ἀχθείς, ἑπτά τε ταύρους ὁλοκαυτώσας καὶ τοσούτους κριούς, ὡς εἶδε τροπὴν σημαινομένην, οὐ μόνον οὐ κατηύ‐ ξατο τῶν Ἑβραίων, ἀλλ’ ἐπιθειάσας αὐτούς τε καὶ | |
30 | τὸ γένος ἅπαν αὐτῶν εὐλόγησε καὶ ἐξύμνησε. τοῦ δὲ Βαλὰκ δυσχεράναντος ἐπὶ τούτοις ἔφη ὁ Βαλαὰμ | |
“οὐκ ἐφ’ ἡμῖν περὶ τῶν τοιούτων σιγᾶν ἢ λέγειν | 57 in vol. 1 | |
1.58 | ἐστίν, ὦ βασιλεῦ, ἀλλ’ ὅτε ἡμᾶς τὸ τοῦ θεοῦ λάβῃ πνεῦμα, ἃς ἐκεῖνο βούλεται φωνὰς ἀφίησι δι’ ἡμῶν. ἐμοὶ δὲ χαρίζεσθαι βουλομένῳ σοι βωμὸν αὖθις ἑτοι‐ μαστέον καὶ θύματα.” θύει τοίνυν καὶ πάλιν, καὶ | |
5 | πεσὼν ἐπὶ στόμα προύλεγεν ὅσα τε βασιλεῦσιν ἔσται πάθη καὶ ὅσα ταῖς πόλεσι. Βαλὰκ δὲ ἀτίμως ἀπο‐ πέμπει τὸν Βαλαάμ. εἶτα τὰς παρθένους ἐπιπέμπει τοῖς Ἰσραηλίταις κατὰ τὴν συμβουλὴν Βαλαάμ, αἷς οἱ τῶν Ἑβραίων νέοι ἡλίσκοντο καὶ ταύταις συνῄε‐ | |
10 | σαν, ὡς διὰ παντὸς ἤδη τοῦ στρατοῦ τὴν παρανο‐ μίαν χωρεῖν, ἔρωτι τῶν Μαδιανιτίδων γυναικῶν θεοῖς αὐτῶν τῶν νέων θυόντων καὶ ἀσυνήθων γευομένων τροφῶν. Μωυσῆς δὲ εἰς ἐκκλησίαν ἀγα‐ γὼν τὸν λαόν, οὐκ ἄξια δρᾶν ἑαυτῶν οὐδὲ τῶν πα‐ | |
15 | τέρων τοὺς νέους ἔλεγε, καὶ ἐπειρᾶτο τούτους ἐπ‐ ανορθοῦν. Ζαμβρὴς δὲ φύλαρχος ὢν φυλῆς τῆς Συμεωνίτιδος, καὶ Μαδιανίτιδι συνοικῶν καὶ περι‐ μανῶς ἐκείνης ἐρῶν, Μωυσέως κατηναιδεύσατο, καὶ μὴ ἄν ποτε τὴν γυναῖκα καταλιπεῖν διωμόσατο. ὁ | |
20 | Φινεὲς δὲ τοῦ ἀρχιερέως ὢν παῖς Ἐλεάζαρ περιαλ‐ γήσας οὐκ ἀνῆκε παίων τῇ ῥομφαίᾳ τὴν Μαδιανῖτιν καὶ τὸν Ζαμβρὴν ἕως καὶ ἄμφω ἀπέκτεινεν. ὃν καὶ ἄλλοι νέοι, οἷς ἀρετῆς ἔμελε, μιμησάμενοι ἀνῄρουν τῶν νέων τοὺς ἐπὶ γυναιξὶν ἀλλοφύλοις παρανομή‐ | |
25 | σαντας. ἀπόλλυνται οὖν ἄνδρες οὐκ ἐλάττους μυρίων καὶ τετρακισχιλίων. ἐντεῦθεν παροξυνθεὶς Μωυσῆς κατὰ τῶν Μαδιανιτῶν ἐξέπεμψε στρατιάν, στρατάρχην αὐτῆς ἀποδείξας τὸν Φινεές. καὶ μάχης συστάσης οἵ τε βασιλεῖς αὐτῶν πίπτουσιν, ὄντες πέντε, καὶ πλῆθος | |
30 | ἄγαν πολύ. οἱ δὲ Ἑβραῖοι τὴν χώραν αὐτῶν διηρ‐ πάκασι, καὶ τοὺς οἰκήτορας σὺν γυναιξὶ διαφθεί‐ | |
ραντες μόνας τὰς παρθένους κατέλιπον εἰς τρισμυ‐ | 58 in vol. 1 | |
1.59 | ρίας καὶ δισχιλίας ἀριθμουμένας, ἃς τοῖς ἱερεῦσί τε καὶ Λευίταις καὶ τῷ λαῷ διένειμε Μωυσῆς. γηραιὸς δὲ τυγχάνων διάδοχον ἑαυτοῦ κατέστησε τὸν τοῦ Ναυῆ Ἰησοῦν, κελεύσαντος τοῦ θεοῦ. | |
5 | Αἱ φυλαὶ δὲ Γάδ τε καὶ Ῥουβὶμ καὶ τῆς τοῦ Μανασσῆ ἡ ἡμίσεια ἐδέοντο Μωυσέως τὴν τῶν Ἀμορραίων γῆν προσκληρῶσαι αὐτοῖς. ὁ δὲ δειλοὺς αὐτοὺς ἀπεκάλει καὶ μὴ θέλοντας τῆς πρὸς Χανα‐ ναίους μάχης κοινωνῆσαι τοῖς ὁμοφύλοις. ἀπελο‐ | |
10 | γοῦντο δ’ ἐκεῖνοι μὴ τοῦτο εἶναι, ἀλλὰ πλήθει βο‐ σκημάτων εὐθηνουμένους βούλεσθαι ταῦτα παρὰ τῇ χώρᾳ καταλιπεῖν, ἀγαθῇ τυγχανούσῃ πρὸς τετραπό‐ δων τροφήν, ἵν’ εἶεν αὐτοὶ πρὸς τοὺς ἀγῶνας τοῖς ὁμογενέσι συναπαίροντες εὔζωνοι. ἐπῄνεσε ταῦτα | |
15 | Μωυσῆς καὶ τὴν Ἀμορῖτιν αὐτοῖς προσεκλήρωσεν ἐπὶ τοιαύταις συνθήκαις. Τεθνηκότος δέ τινος ἐκ τῆς τοῦ Μανασσῆ φυλῆς ἐπὶ θυγατράσι μόναις, ἐρωτηθεὶς Μωυσῆς τίνος ὁ ἐκείνου κλῆρος ἔσοιτο, ἀπεκρίνατο “εἰ μέν τισι τῶν | |
20 | φυλετῶν συνοικήσουσιν αἱ παρθένοι, μετὰ τοῦ κλή‐ ρου πρὸς ἐκείνους χωρείτωσαν· εἰ δὲ μνηστεύοιντό τισιν ἐξ ἑτέρας φυλῆς, τὸν κλῆρον ἐάτωσαν ἐν τῇ πατρῴᾳ φυλῇ,” καὶ οὕτω μένειν ἑκάστου κλῆρον ἐν ταῖς φυλαῖς διετάξατο. | |
25 | Ἤδη δὲ τεσσαράκοντα διεληλυθότων ἐτῶν ἐξότου οἱ Ἰσραηλῖται τῆς Αἰγύπτου ἐξεληλύθασι, τριάκοντα ἐνδεουσῶν ἡμερῶν, ἀθροίσας τὸν λαὸν Μωυσῆς ἑκα‐ τὸν εἴκοσιν ἐνιαυτῶν γεγονὼς τὸ οἰκεῖον αὐτοῖς κατ‐ | |
ήγγειλε τέλος. καὶ πολλὰ παραινέσας, καὶ νόμους ἐν | 59 in vol. 1 | |
1.60 | βίβλοις δοὺς καὶ τῆς σφετέρας πολιτείας διάταξιν, καὶ στρατεῦσαι κατὰ τῶν Ἀμαληκιτῶν ἐντειλάμενος, περὶ τῆς φυλακῆς τε τῶν νόμων ὅρκον ἀπαιτήσας αὐτούς, καὶ τὸν δημαγωγὸν Ἰησοῦν παραθήξας ἐπὶ | |
5 | τοὺς Χαναναίους στρατεῦσαι, “ἰδού” φησίν, “πρὸς τοὺς ἡμετέρους ἄπειμι προγόνους· τήνδε μοι γὰρ τὴν ἡμέραν τῆς πρὸς ἐκείνους ἀφίξεως ἔδειξεν ὁ θεός.” τὸ δὲ πλῆθος ἐδάκρυε, καὶ ἦν ὁ θρῆνος αὐ‐ τῶν ἀπαράκλητος καὶ τοσοῦτος ὡς καὶ αὐτὸν Μωυ‐ | |
10 | σῆν ἐκνικηθῆναι τῷ πάθει καὶ προενεγκεῖν δάκρυα. πορευομένῳ δ’ ὅπου ἔμελλεν ἀφανὴς ἔσεσθαι εἵποντο πάντες κοπτόμενοι. ὁ δὲ τοὺς μὲν πόρρω τῇ χειρὶ κατασείων μένειν ἐκέλευε, μόνη δ’ ἡ γερουσία προ‐ έπεμπεν αὐτὸν καὶ ὁ ἀρχιερεὺς Ἐλεάζαρ καὶ ὁ στρα‐ | |
15 | τηγὸς Ἰησοῦς, ἕως ἐπὶ τὸ ὄρος ἦλθε Ναβαῦ, ἐπὶ κο‐ ρυφὴν Φασγά, ἥ ἐστι κατὰ πρόσωπον Ἱεριχώ· ὅθεν ἔδειξεν αὐτῷ ὁ κύριος τὴν γῆν, ἣν ἔμελλον κληρονο‐ μῆσαι οἱ υἱοὶ Ἰσραήλ, εἰπὼν αὐτῷ “ἴδε ταύτην τοῖς ὀφθαλμοῖς σου, εἰς αὐτὴν δ’ οὐκ εἰσελεύσῃ.” ἐπὶ δὲ | |
20 | τὸ ὄρος τοῦτο ἐλθὼν ὑψηλὸν τυγχάνον, τὴν μὲν γε‐ ρουσίαν ἀπέπεμψε, τὸν δ’ Ἐλεάζαρ καὶ Ἰησοῦν ἐπή‐ γετο. καὶ προσομιλῶν αὐτοῖς νέφους ἀθρόον περιλα‐ βόντος αὐτὸν ἐγένετο ἀφανής. γεγράφασι δ’ αὐτὸν ἐν ταῖς ἱεραῖς βίβλοις τεθνεῶτα, ἵνα μὴ δι’ ὑπερ‐ | |
25 | βολὴν τῆς περὶ αὐτὸν ἀρετῆς τολμήσωσί τινες εἰπεῖν ὡς ἀποτεθέωται. ἐβίωσε δὲ τὴν ὅλην ζωὴν ἐνιαυτοὺς ἑκατὸν εἴκοσιν, ὧν ἦρξε τὸ τρίτον μέρος λείποντος ἑνὸς μηνός. καὶ ἐπένθησαν αὐτὸν ἐπὶ ἡμέραις τριά‐ κοντα. ταῦτα μέν φησιν Ἰώσηπος, ἡ δὲ τοῦ Δευτε‐ | |
30 | ρονομίου βίβλος πρὸς τῷ τέλει οὕτω περιέχει πρὸς | 60 in vol. 1 |
1.61 | ῥῆμα “καὶ ἐτελεύτησε Μωυσῆς οἰκέτης κυρίου, καὶ οὐκ οἶδεν οὐδεὶς τὴν τελευτὴν αὐτοῦ ἕως τῆς ἡμέρας ταύτης.” Ἤδη δὲ τοῦ πένθους λελωφηκότος πέμπει κατα‐ | |
5 | σκόπους εἰς Ἱεριχοῦντα ὁ Ἰησοῦς, μετακαλεσάμενος δὲ τοὺς φυλάρχους τῆς τοῦ Ῥουβὶμ φυλῆς καὶ τῆς Γὰδ καὶ τῆς Μανασσῆ, ὑπεμίμνησκεν αὐτοὺς τῶν πρὸς τὸν Μωυσῆν συνθηκῶν. τῶν δὲ ἑπομένων πεν‐ τακισμυρίοις ὁπλίταις ἐπὶ τὸν Ἰορδάνην προσῄει. οἱ | |
10 | δὲ πεμφθέντες κατάσκοποι εἰς Ἱεριχοῦντα παραγενό‐ μενοι τὴν πόλιν ἅπασαν κατενόησαν, γνωσθέντες δὲ τῷ βασιλεῖ τῆς χώρας μηνύονται· ὁ δ’ εὐθὺς αὐτοὺς συλληφθῆναι ἐκέλευσεν. ὡς δ’ ἔγνω τὴν ἔφοδον τῶν ζητούντων τοὺς ἄνδρας ἡ γυνὴ παρ’ ᾗ προσπεφεύ‐ | |
15 | γασι, Ῥαὰβ καλουμένη, τοὺς μὲν κατέκρυψε λίνου αὐτοῖς ἀγκαλίδας ἐπιθεμένη, τοῖς δὲ ζητοῦσιν ἔλεγεν ὡς οἱ ἀγνῶτες ἄνδρες ἐκεῖνοι πρὶν δῦναι τὸν ἥλιον παρ’ αὐτῇ δειπνήσαντες ἀπηλλάγησαν. οἱ δ’ οὕτως αὐτοὺς ὑπελθούσης τῆς γυναικὸς ὥρμησαν ἄλλος | |
20 | ἀλλαχοῦ τοὺς ἄνδρας διώκοντες. ἡ δὲ Ῥαὰβ χωρεῖν ἐκέλευσεν ἐπὶ τὰ οἰκεῖα τοὺς ἄνδρας καὶ μεμνῆσθαι αὐτῆς καὶ ἀμοιβὴν ἐκτῖσαι τῆς Χαναναίων χώρας ἐπι‐ κρατήσαντας. οἱ δὲ καὶ χάριν ἔχειν ὡμολόγουν, καὶ ἡνίκα ἂν ἡ πόλις ἁλίσκηται, τὴν κτῆσίν τε καὶ τοὺς | |
25 | οἰκείους εἰς τὸ καταγώγιον ἐγκαθεῖρξαι αὐτῇ ἐνετέλ‐ λοντο, καὶ ἀπαιωρῆσαι δὲ φοινικίδα πρὸ τῶν θυρῶν, ἵν’ εἴη γνώριμος ἡ οἰκία καὶ διαφυλαχθῇ. καὶ οἱ μὲν πρὸς τοὺς οἰκείους ἐσώθησαν καὶ ἃ ἔπραξαν ἐδή‐ λουν. τοῦ Ἰορδάνου δὲ πολλοῦ ῥέοντος, οὕτω τοὺς | |
30 | Ἑβραίους ὁ Ἰησοῦς ἐπ’ αὐτοῦ διεβίβαζε. προῄεσαν μὲν οἱ ἱερεῖς τὴν κιβωτὸν αἴροντες, εἶτα οἱ Λευῖται | |
κομίζοντες τὴν σκηνήν, εἵποντο δὲ τούτοις ὁ λαός. | 61 in vol. 1 | |
1.62 | ὡς δὲ τοῖς ἱερεῦσι πρώτοις ἐμβᾶσιν ἀνεκόπη τὸ ῥεῦμα τοῦ ποταμοῦ, πάντες θαρρούντως ἐπεραιοῦντο. ἔστησαν δ’ ἐν μέσῳ οἱ ἱερεῖς ἕως οὗ διαβαίη τὸ πλῆθος· εἶτα κἀκεῖνοι ἐξῄεσαν ἐλεύθερον ἀφέντες | |
5 | τὸ ῥεῦμα χωρεῖν. καὶ πρὸ δέκα σταδίων τῆς Ἱερι‐ χοῦντος στρατοπεδεύονται. καὶ βωμὸν ἐκ τῶν λί‐ θων ὁ Ἰησοῦς ἱδρυσάμενος, οὓς ἕκαστος τῶν φυλάρ‐ χων κατ’ ἐντολὴν αὐτοῦ ἐκ τοῦ βυθοῦ τοῦ Ἰορδάνου ἀνείλετο, ἔθυεν ἐπ’ αὐτοῦ καὶ τὴν ἑορτὴν τοῦ πάσχα | |
10 | ἑώρταζε. τότε δ’ αὐτοὺς καὶ τὸ μάννα ἐπιλελοίπει, χρησαμένους αὐτῷ ἐπὶ τεσσαράκοντα ἔτη· ἤδη γὰρ εὐπόρουν ἐκ τῆς χώρας πάντων ὧνπερ ἐδέοντο. τῇ δὲ πρώτῃ τῆς ἑορτῆς ἡμέρᾳ τῇ πολιορκίᾳ τῆς Ἱερι‐ χοῦντος ὁ Ἰησοῦς ἐπεχείρησεν, οὕτω ταύτην διατι‐ | |
15 | θέμενος. τὴν κιβωτὸν οἱ ἱερεῖς φέροντες περιώδευον τὸ τεῖχος, ἑπτὰ σαλπίζοντες κέρασι, καὶ ἡ γερουσία παρείπετο· εἶθ’ ὑπενόστουν εἰς τὸ στρατόπεδον. καὶ τοῦτο ἐπὶ ἓξ ἐποίουν ἡμέρας. τῇ δὲ ἑβδόμῃ τὰ αὐτὰ ποιησάντων καὶ περιελθόντων ἑπτάκις, τὸ τεῖχος | |
20 | κατέπεσε, καὶ ὁ λαὸς εἰσελθὼν πάντας ἔκτειναν καὶ τὴν πόλιν ἐνέπρησαν. τὴν δὲ Ῥαὰβ μόνην σὺν τοῖς οἰκείοις ἔσωσαν οἱ κατάσκοποι, φοινικίδα πρὸ τῆς οἰκίας ἀπαιωρήσασαν. καὶ Ἰησοῦς ἀγροὺς αὐτῇ ἐδω‐ ρήσατο καὶ ἦγε διὰ τιμῆς. κατὰ δὲ τῶν ἐγείρειν αὖ‐ | |
25 | θις βουλησομένων τὴν πόλιν ἀρὰς ἔθετο, στερηθῆναι μὲν τοῦ πρώτου παιδὸς τὸν θεμελίους βαλλόμενον, τὸν τελειώσαντα δὲ ζημιωθῆναι τὸν νεώτατον. πολὺ δὲ πλῆθος ἐκ τῆς πόλεως ἀθροίζεται ἀργύρου τε καὶ χρυσοῦ, καὶ ἅπαν ἀνετέθη τῷ θεῷ ὡς τῶν κατωρ‐ | |
30 | θωμένων ἐσόμενον ἀπαρχήν· ἀπείρητο γὰρ πᾶσιν ἐκ | 62 in vol. 1 |
1.63 | τούτου τι σφετερίσασθαι. Ἄχαρ δέ τις ἐκ τῆς Ἰούδα φυλῆς ὑφάσματι χρυσοϋφεῖ περιτυχὼν καὶ μάζῃ χρυ‐ σοῦ ἑλκούσῃ σίκλους διακοσίους, ἰδιώσατο ταῦτα κα‐ τορύξας ἐν τῇ σκηνῇ. μετὰ ταῦτα πολέμου συστάντος | |
5 | τρέπονται οἱ Ἑβραῖοι καὶ πίπτουσιν αὐτῶν ἄνδρες ἓξ καὶ τριάκοντα. τοῦτο σφόδρα τὸ πλῆθος ἐλύπησε. καὶ Ἰησοῦς ἐπὶ στόμα πεσὼν ἐδέετο τοῦ θεοῦ. χρηματι‐ σθεὶς δὲ κλοπὴν γενέσθαι τῶν καθιερωμένων χρη‐ μάτων, κλήρῳ τὴν κρίσιν ἐπέτρεψεν. ἐπὶ δὲ τὸν | |
10 | Ἄχαρ τοῦ κλήρου πεσόντος ὁμολογεῖ τὴν κλοπὴν ἐκεῖ‐ νος καὶ παράγει τὰ φώρια. καὶ ὁ μὲν λίθοις ἀναι‐ ρεῖται σὺν τοῖς αὐτοῦ, Ἰησοῦς δὲ πολιορκεῖ τὴν Ναῒν καὶ ταύτην αἱρεῖ. Γαβαωνῖται δὲ καὶ οἱ ἐκείνοις περίοικοι Χανα‐ | |
15 | ναίοις προσήκοντες, φοβηθέντες μὴ τοῖς Ἱεριχουν‐ τίοις καὶ τοῖς περὶ Ναῒν τὰ ὅμοια πείσονται, πρε‐ σβείαν στέλλουσι πρὸς τὸν Ἰησοῦν, πορρωτάτω λέ‐ γοντες κατοικεῖν μηδὲ κατὰ γένος κοινωνεῖν Χανα‐ ναίοις, καὶ σπονδὰς πρὸς αὐτοὺς θέσθαι ζητοῦντες | |
20 | τοὺς Ἰσραηλίτας καὶ συνθήκας φιλίας. Ἰησοῦς οὖν φιλίαν πρὸς αὐτοὺς ἐποιήσατο. γνοὺς δ’ ἔπειτα τού‐ τους τοῦ γένους τῶν Χαναναίων ὄντας, τῆς ἀπάτης αὐτοῖς ἐνεκάλει. οἱ δὲ ἐξ ἀνάγκης ἔφασαν τοῦτο πρᾶξαι, δεδιότες τὸν ὄλεθρον. καὶ Ἰησοῦς, ἵνα μὴ | |
25 | παραβαίη τὸν ὅρκον, δημοσίους αὐτοὺς ἀποδείκνυσιν. οὕτως Ἰώσηπος· ἡ δὲ βίβλος τοῦ Ἰησοῦ περιέχει ὅτι κατέστησαν αὐτοὺς ξυλοκόπους καὶ ὑδροφόρους πάσῃ τῇ συναγωγῇ καὶ τῷ θυσιαστηρίῳ τοῦ θεοῦ. ἐπιθε‐ μένου δὲ τοῖς Γαβαωνίταις τοῦ βασιλέως τῶν Ἱερο‐ | |
30 | σολύμων διὰ τὰς πρὸς τοὺς Ἑβραίους σπονδάς, ὁ | 63 in vol. 1 |
1.64 | Ἰησοῦς αὐτοῖς συμμαχεῖ καὶ τρέπεται τοὺς ἐναντίους καὶ τραπέντας ἐδίωκεν. ὅτε καὶ οὐρανόθεν χάλαζά τε τῆς συνήθους μείζων καὶ κεραυνοὶ τοῖς πολεμίοις ἐπέπεσον, καὶ ἡ ἡμέρα ηὔξητο, τὸν δρόμον τῷ ἡλίῳ | |
5 | στήσαντος τοῦ θεοῦ ἐντεύξει τοῦ Ἰησοῦ, ἵνα μὴ νυ‐ κτὸς ἐπελθούσης διαφύγωσιν οἱ πολέμιοι. καταλαμ‐ βάνονται δὲ καὶ οἱ βασιλεῖς ἔν τινι σπηλαίῳ κρυπτό‐ μενοι, καὶ κτείνονται πάντες. Ἰησοῦς δ’ ἐπανῄει πάλιν τῆς Χαναναίας ἐπὶ τὴν ὀρεινήν, καὶ πολὺν | |
10 | φόνον τῶν ἐν αὐτῇ ἐργασάμενος καὶ λείαν λαβὼν εἰς τὸ ἐν Γαλγάλοις ἦλθε στρατόπεδον. ἐκλήθη δ’ ὁ τό‐ πος τοῦ στρατοπέδου Γάλγαλα, ὡς ἤδη ἑαυτοὺς ἐλευ‐ θέρους τῶν Αἰγυπτίων καὶ τῆς κατὰ τὴν ἔρημον τα‐ λαιπωρίας γνόντων τῶν Ἰσραηλιτῶν· γάλγαλα γὰρ | |
15 | Ἑβραῖοι τὴν ἐλευθερίαν καλοῦσι. στρατεύουσι δ’ ἐπ’ αὐτοὺς οἱ περὶ Λίβανον Χαναναῖοι καὶ οἱ ἐν τοῖς πεδινοῖς, Παλαιστηνοῖς συμμαχούμενοι. ἦν δ’ ὁ στρα‐ τὸς ἐκείνων ὁπλιτῶν μυριάδες τριάκοντα, μύριοι δ’ ἱππεῖς καὶ τρισμύρια ἅρματα. νίκην δὲ τοῦ θεοῦ | |
20 | ἐπαγγειλαμένου καρτερὰ μάχη γίνεται, ὡς πᾶν τὸ στράτευμα τῶν ἐχθρῶν πλὴν ὀλίγων διαφθαρῆναι καὶ τοὺς βασιλεῖς δὲ πεσεῖν. Ἔτος δὲ πέμπτον ἤδη παρεληλύθει καὶ Χανα‐ ναίων οὐκέτι οὐδεὶς ὑπολέλειπτο. Ἰησοῦς δὲ ἱστᾷ | |
25 | τὴν σκηνὴν κατὰ πόλιν Σηλώμ, ἕως οἰκοδομεῖν αὐ‐ τοῖς ναὸν γένηται. συναγαγὼν δὲ τὸν λαὸν εἰς Ση‐ λώμ, τὰς ἑαλωκυίας τε πόλεις ἀπηρίθμει καὶ ὅσαι τῶν ἐναντίων διεφθάρησαν στρατιαί, καὶ ὡς τριά‐ κοντα πρὸς ἑνὶ βασιλεῖ αὐτῶν ἀπεκτάνθησαν. τὰς | |
30 | δὲ περιλειφθείσας ἔτι πόλεις πολυχρονίου δεῖσθαι | 64 in vol. 1 |
1.65 | πολιορκίας δι’ ὀχυρότητα ἔλεγε, καὶ ἠξίου τοὺς ἐκ τῆς περαίας τοῦ Ἰορδάνου συνεξορμήσαντας αὐτοῖς ἀπολύειν ἤδη πρὸς τὰ οἰκεῖα. καὶ προσκαλεσάμενος τοὺς ἐκ τῶν δύο φυλῶν καὶ τῆς ἡμισείας, πεντακισ‐ | |
5 | μυρίους ὄντας, πρὸς τὰς κληρουχίας αὐτῶν ἐπέτρε‐ πεν ἀπελθεῖν. οἱ δὲ διαβάντες τὸν Ἰορδάνην βωμὸν ἐπὶ τῇ ὄχθῃ ἱδρύονται. ὃ θόρυβον καὶ τῷ πλήθει τῶν Ἰσραηλιτῶν ἐνεποίησε. πέμπουσιν οὖν ἐπ’ αὐ‐ τοὺς δέκα τῶν ἐντίμων καὶ Φινεές, αἰτιώμενοι περὶ | |
10 | τοῦ βωμοῦ. οἱ δὲ μὴ κατὰ νεωτερισμὸν ἀναστῆσαι τὸν βωμὸν ἔλεγον, εἰς δὲ τεκμήριον τοῖς ἑξῆς τῆς πρὸς ὑμᾶς οἰκειότητος· ἕνα γὰρ θεὸν γινώσκειν τὸν σύμπασι τοῖς Ἑβραίοις κοινόν. ταῦτα εἰπόντων Φι‐ νεὲς καὶ οἱ σὺν αὐτῷ πρὸς τὸν Ἰησοῦν ὑπενόστησαν. | |
15 | Ἰησοῦς δὲ κληροδοτήσας τῷ πλήθει τὰς χώρας ἐν Σικίμοις διῆγεν. ὑπέργηρως δὲ γεγονὼς καὶ θνή‐ σκειν ἤδη μέλλων παραίνεσιν ἐποιήσατο πρὸς τὸ πλῆ‐ θος, καὶ ἐτελεύτησε βιοὺς ἔτη ἑκατὸν δέκα, ὧν σὺν Μωυσεῖ διέτριψε τεσσαράκοντα, μετὰ δὲ τὴν ἐκείνου | |
20 | τελευτὴν στρατηγῶν πέντε καὶ εἴκοσι. θνήσκει δὲ καὶ ὁ ἀρχιερεὺς Ἐλεάζαρ, Φινεὲς τὴν ἀρχιερωσύνην τῷ υἱῷ λιπών. Μετὰ δὲ ταῦτα Χαναναῖοι ἐλπίσαντες περιγενέ‐ σθαι τοῦ τῶν Ἑβραίων γένους θανόντος Ἰησοῦ, κατ’ | |
25 | αὐτῶν ἐπεστράτευσαν, τῷ βασιλεῖ Ἀδωνιβεζὲκ τὴν ἡγεμονίαν πιστεύσαντες. δηλοῖ δὲ τὸ ὄνομα κύριος Βεζέκ· ἀδωνὶ γὰρ ἑβραϊστὶ κύριος λέγεται. συμμί‐ ξασαι δὲ τοῖς Χαναναίοις αἱ δύο φυλαί, ἡ τοῦ Ἰούδα καὶ ἡ τοῦ Συμεών, τρέπονται αὐτοὺς καὶ τὸν Ἀδω‐ | |
30 | νιβεζὲκ αἱροῦσι καὶ ἀκρωτηριάζουσιν. εἷλον δὲ καὶ πόλεις πολλὰς καὶ τῶν Ἱεροσολύμων τὴν κάτω πόλιν, | |
καὶ τοὺς ἐνοικοῦντας ἀπέκτειναν· τῆς δ’ ἄνω δυσχε‐ | 65 in vol. 1 | |
1.66 | ρὴς ἦν ἡ πολιορκία φύσει τε τοῦ χωρίου καὶ τειχῶν ὀχυρότητι. ἑλόντες δὲ καὶ τὴν Χεβρὼν ἅπαντας διε‐ χειρίσαντο, καὶ ἔδωκαν αὐτὴν τῷ Χάλεβ εἰς κλῆρον, καθὼς Μωυσῆς ἐνετείλατο. καὶ τοῖς τοῦ Ἰοθὸρ ἀπο‐ | |
5 | γόνοις ἀγχιστεῦσιν οὖσι Μωυσέως γῆν προσεκλήρω‐ σαν, ὅτι τὴν πατρίδα καταλιπόντες συνείποντο ἐν τῇ ἐρήμῳ τῷ τῶν Ἑβραίων λαῷ. αἱ δὲ ἐξ Ἰούδα καὶ Συμεὼν φυλαὶ μεγάλως εὐδαιμονήσασαι τὰ ὅπλα κα‐ τέθεντο. τὰ Βαίθηλα δὲ πολιορκοῦσα ἡ φυλὴ τοῦ | |
10 | Ἐφραῒμ οὐδὲν ἤνυε. συλλαβόντες δέ τινα τῶν τῆς πόλεως πίστεις παρέσχον αὐτῷ παραδόντι τὴν πα‐ τρίδα σώσειν καὶ αὐτὸν καὶ τοὺς συγγενεῖς. καὶ ὁ μὲν οὕτως προδοὺς σώζεται μετὰ τῶν οἰκείων, οἱ δὲ κτείναντες τοὺς οἰκοῦντας εἶχον τὴν πόλιν. Βενια‐ | |
15 | μῖται δέ, τῆς Ἱεροσολύμων πόλεως λαχούσης αὐτοῖς, φόρους τοῖς κατοίκοις ἐπέθεντο, ζῆν συγχωρήσαντες παρὰ τὰς θείας διαταγάς. ὁμοίως δ’ ἐποίουν καὶ αἱ ἄλλαι φυλαί. Ἤδη δ’ εὐθηνουμένους τοὺς ἐξ Ἰσραὴλ διέφθει‐ | |
20 | ρεν ἡ τρυφή, καὶ τοὺς θείους παρέβαινον νόμους καὶ πρὸς τὸ πονεῖν διέκειντο ἀηδῶς, καὶ ἡ ἀριστοκρατία ἐξέλιπε, καὶ ἡ γερουσία οὐκ ἀπεδείκνυτο. ὅθεν στά‐ σις αὐτοὺς καταλαμβάνει δεινὴ ἐξ αἰτίας τοιαύτης. ἀνὴρ Λευίτης τὴν σύζυγον ἐπαγόμενος ἐκ Βηθλεὲμ | |
25 | οὖσαν οἴκαδε ἀπῄει. ἤδη δ’ ὀψίας οὔσης ἐπιξενοῦ‐ ται παρὰ πρεσβύτῃ τινὶ ἐν Γαβαὼ πόλει φυλῆς τῆς Βενιαμίτιδος. νεανίαι δὲ Γαβαωνῖταί τινες τὸ γύ‐ ναιον θεασάμενοι ἧκον ἀπαιτοῦντες αὐτό· τοῦ δὲ πρεσβύτου μὴ διδόντος ἀποκτείνειν ἠπείλουν. ὁ δὲ | |
30 | τῆς ἑαυτοῦ θυγατρὸς παρεχώρει αὐτοῖς, ἵνα μή τι | 66 in vol. 1 |
1.67 | βίαιον ὑποσταῖεν οἱ ἐπιξενωθέντες αὐτῷ. ἁρπάσαν‐ τες δ’ ἐκεῖνοι τὸ γύναιον ἀπηλλάγησαν, καὶ δι’ ὅλης τῆς νυκτὸς ἐμφορηθέντες αὐτῆς ἀφῆκαν ἀρχομένης ἡμέρας. ἡ δὲ τῇ τε νυκτερινῇ ταλαιπωρίᾳ καὶ τῇ | |
5 | πρὸς τὸν ἄνδρα αἰσχύνῃ καὶ τῇ λύπῃ καταβληθεῖσα διαπεφώνηκε. καὶ ὁ ταύτης ἀνὴρ εἰς μέρη δώδεκα διελὼν τὴν θανοῦσαν διέπεμψε μέρος εἰς ἑκάστην φυλήν, τό τε πάθος διδάσκων αὐτοὺς καὶ τοὺς αἰ‐ τίους τῆς συμφορᾶς. πέμπουσιν οὖν πρὸς τὴν Γα‐ | |
10 | βαὼ τοὺς παρανομήσαντας ἐξαιτούμενοι· οἱ δὲ οὐκ ἐξέδωκαν. αἱ φυλαὶ δ’ ἐπεστράτευον ἐπ’ αὐτούς, καὶ δὶς συμβαλόντες ἡττῶνται οἱ Ἰσραηλῖται. εἶτα διὰ Φινεὲς τοῦ ἀρχιερέως δέονται τοῦ θεοῦ, καὶ οὕτω συμβαλόντες τοῖς Βενιαμίταις ἐκράτησαν ὡς πάντας | |
15 | πλὴν ἑξακοσίων πεσεῖν, οἳ πρὸς τὰ πλησίον ὄρη κα‐ τέφυγον. οἱ δὲ Ἰσραηλῖται ἐνέπρησάν τε τὴν Γα‐ βαὼ καὶ τὰς γυναῖκας καὶ τοὺς παῖδας διεχειρί‐ σαντο, καὶ ἐπὶ ταῖς ἄλλαις δὲ πόλεσιν αὐτῶν δρῶσι τὰ ὅμοια. καὶ Ἰαβεὶς δὲ Γαλααδίτιδος πόλεως, ὅτι | |
20 | μὴ συνεμάχησεν αὐτοῖς, φονεύουσι τοὺς κατοίκους σὺν γυναιξὶ καὶ παισὶ πλὴν τετρακοσίων παρθένων, ἃς τοῖς περισωθεῖσι τῶν Βενιαμιτῶν παρέσχον, ἵνα συνεύνους σχοῖεν αὐτάς, τῆς συμφορᾶς αὐτοὺς κατοι‐ κτείραντες. ἐσκόπουν δ’ ὅπως καὶ οἱ λοιποὶ δια‐ | |
25 | κόσιοι γυναικῶν εὐπορήσωσιν· ὅρκους γὰρ ἔθεντο πρῴην διὰ τὸ τόλμημα μηδένα δώσειν θυγατέρα πρὸς γάμον Βενιαμίτῃ. καὶ σκοποῦσιν ἔδοξεν αὐτοὺς μὲν μὴ διδόναι διὰ τὸν ὅρκον, τοῖς δὲ Βενιαμίταις ἐξεῖναι παρθένους ἁρπάζουσι συνοικίζειν ἑαυτοῖς, | |
30 | αὐτῶν μήτε κωλυόντων μήτε προτρεπομένων. καὶ τοῖς μὲν οὕτως ἔδοξε περὶ τούτων, οἱ δὲ Βενιαμῖται εἰς | |
ἔργον τὰ δόξαντα ἤγαγον. | 67 in vol. 1 | |
1.68 | Ἤδη δὲ πρὸ μακροῦ τῶν Ἰσραηλιτῶν παυσαμέ‐ νων τοῦ μάχεσθαι, κατεφρόνησαν οἱ Χαναναῖοι αὐ‐ τῶν, καὶ πόλεις ἀφείλοντο ἐξ αὐτῶν. οἱ δὲ τῆς τοῦ Δὰν φυλῆς εἰς τὸ ὄρος κατέφυγον κἀκεῖθεν εἰς τὴν | |
5 | μεσόγειον μετῳκήκασι. τοὺς δ’ Ἰσραηλίτας μεταλα‐ βόντας τῶν παρὰ τοῖς Χαναναίοις ἐθῶν καὶ τῆς σφε‐ τέρας πολιτείας καταφρονήσαντας δι’ ὀργῆς τὸ θεῖον πεποίητο. στρατεύει τοίνυν ἐπ’ αὐτοὺς ὁ τῶν Ἀσ‐ συρίων βασιλεὺς Χουσαρσαθαῒμ καὶ φόρους βαρεῖς | |
10 | ἐπιτάσσει αὐτοῖς, οἷς ἐπὶ ὀκτὼ ἐνιαυτοῖς ἐπιέζοντο. εἶτα δραστήριός τις ἀνὴρ ἐκ τῆς Ἰούδα φυλῆς, Γοθο‐ νιὴλ κεκλημένος, βραχεῖς τινας προσεταιρισάμενος, κατὰ θεῖον χρησμὸν τὴν παρ’ αὐτοῖς τῶν Ἀσσυρίων διαφθείρει φρουράν. συνηγμένων δὲ μετὰ ταῦτα | |
15 | πλειόνων, μάχῃ τοὺς Ἀσσυρίους νικήσας ἀπώσατο, καὶ ἄρχειν ᾑρέθη διὰ τοῦτο τοῦ πλήθους κρίνειν τε τὸν λαόν. ὃς ἐπὶ πεντήκοντα ἔτη τὴν ἀρχὴν ἀνύσας μετήλλαξε τὴν ζωήν. ἄναρχοι δὲ ὄντες οἱ Ἰσραηλῖται καὶ τοῦ θείου καταφρονοῦντες παρὰ τοῦ τῶν Μωα‐ | |
20 | βιτῶν βασιλέως Αἰγλὼμ αὐτοὺς ὑποτάξαντος ἐτησίας εἰσφορὰς ἐπετάχθησαν. ὃς ἐν Ἱεριχοῦντι βασίλεια δομησάμενος ἐπὶ ἐνιαυτοὺς ὀκτωκαίδεκα πολυειδῶς ἐκάκου αὐτούς. νεανίας δέ τις Βενιαμίτης Ἀὼθ τοὔ‐ νομα, Ἰώσηπος δὲ Ἰούδαν τοῦτον λέγει καλεῖσθαι, | |
25 | τολμητίας καὶ ῥωμαλέος, συνήθης γίνεται τῷ Αἰ‐ γλώμ, καὶ συνεχῶς παρ’ αὐτὸν ἐφοίτα θωπεύων τὸν ἄνδρα καὶ ὑπερχόμενος. οὗτος σὺν δυσὶν οἰκέταις ποτὲ δῶρα κομίζων τῷ Αἰγλὼμ ξιφίδιον ἔφερεν ἀφα‐ νῶς. καὶ τῆς ἡμέρας ἤδη μεσούσης καὶ τῶν φυλά‐ | |
30 | κων πρὸς ἑαυτοὺς ἀπεληλυθότων μεμονωμένον εὑ‐ ρὼν αὐτόν, εἴσεισιν ὡς συνήθης, καὶ μόνον ἀπολα‐ | |
βών, ὡς δή τι μυστικώτερον προσομιλήσων αὐτῷ, | 68 in vol. 1 | |
1.69 | πλήττει καιρίως τῷ ξιφιδίῳ καὶ ἀναιρεῖ. ἀπελθὼν δὲ πρὸς τοὺς Ἱεριχουντίους πείθει τῆς ἐλευθερίας ἀντι‐ ποιεῖσθαι. καὶ οἱ μὲν ὡπλίζοντο, οἱ δὲ περὶ τὸν Αἰ‐ γλὼμ νεκρὸν αὐτὸν εὑρόντες εἰς φυγὴν τρέπονται | |
5 | καὶ διωκόμενοι διαφθείρονται. καὶ οὕτως Ἑβραῖοι τῆς τῶν Μωαβιτῶν δουλείας ἐλευθεροῦνται, τῷ δὲ Ἀὼθ ἡ τοῦ πλήθους ἀρχὴ ἐγκεχείριστο. ὃς ἐπ’ ἔτε‐ σιν ὀγδοήκοντα τοῦ λαοῦ ἡγησάμενος τὸν βίον κατέ‐ λυσε. μετὰ δὲ τοῦτον Μεγὰρ ὁ υἱὸς Δινὰχ ἄρξας ἐν | |
10 | τῷ πρώτῳ τῆς ἀρχῆς ἐνιαυτῷ τετελεύτηκε, πατάξας τῶν ἀλλοφύλων πολλούς. Τοῦ δὲ λαοῦ τῶν Ἑβραίων τοὺς θείους παρα‐ βαίνοντος νόμους ὠργίζετο ὁ θεός. καὶ Σισάρας ὁ τοῦ Ἰαβὶν βασιλέως τῆς Χαναὰν ἀρχιστράτηγος ἐπελ‐ | |
15 | θὼν αὐτοῖς ἐκάκωσέ τε σφόδρα καὶ φόροις ὑπέβαλε· καὶ εἶχον οὕτως ἐπὶ ἐνιαυτοὺς εἴκοσι. Δεβώρα δέ τις προφῆτις, δηλοῖ δὲ τὸ ὄνομα μέλισσαν, ἱκέτευσεν ὑπὲρ τοῦ λαοῦ τὸν θεόν. καὶ ὁ θεὸς ἐπένευσε, καὶ στρατηγὸν αἱρεῖσθαι κελεύει Βαράκ· ἀστραπὴν δὲ | |
20 | τοῦτο σημαίνει κατὰ τὴν Ἑβραίων διάλεκτον. ἦν δ’ ἐκ τῆς Νεφθαλίδος φυλῆς ὁ ἀνήρ. καὶ ἡ Δεβώρα τὸν Βαρὰκ προετρέπετο κατὰ τῶν πολεμίων ἰέναι μετὰ νέων μυρίων, τοῦτο κελεύοντος τοῦ θεοῦ. ὁ δὲ κἀ‐ κείνην ἀπῄτει συστρατηγεῖν. πείθεται ἡ γυνή, καὶ | |
25 | μάχης σὺν τοῖς μυρίοις συρραγείσης αὐτοῖς πρὸς τὸν Σισάραν ὄμβρος καταχεῖται πολὺς καὶ χάλαζα κα‐ ταρρήγνυται, ταῦτα δὲ κατὰ πρόσωπον τῶν πολε‐ μίων ὑπὸ τοῦ ἀνέμου ἠλαύνετο, καὶ ταῖς ὄψεσιν ἐπε‐ σκότουν αὐτῶν, κἀντεῦθεν ἐνέκλιναν εἰς φυγήν. | |
30 | φεύγων δὲ καὶ Σισάρας πρός τινα γυναῖκα κατέφυγε, | 69 in vol. 1 |
1.70 | κατακρύψαι αὐτὸν ἀξιῶν· Ἰαὴλ ὠνόμαστο ἡ γυνή. ἡ δὲ δέχεται αὐτὸν καὶ δίδωσι γάλα πιεῖν, καὶ ὃς πιὼν ὕπνωσεν. κοιμωμένῳ δ’ αὐτῷ ἐπέθετο Ἰαήλ, καὶ ἧλον διὰ τοῦ κροτάφου ἐκείνου ἐλάσασα τῷ ἐδά‐ | |
5 | φει προσεπαττάλευσε, καὶ τοῖς περὶ τὸν Βαρὰκ νε‐ κρὸν τὸν πολέμιον δείκνυσι. στρατεύσας δὲ καὶ ἐπὶ Ἰαβεὶν βασιλέα Χαναὰν ὁ Βαρὰκ αὐτόν τε ἔκτεινε καὶ τὴν πόλιν κατέσκαψε. καὶ στρατηγήσας ἐπὶ ἔτη τριάκοντα τελευτᾷ, καὶ Δεβώρας κατὰ τὸν αὐτὸν | |
10 | θανούσης καιρόν. εἶτα Μαδιανῖται σὺν τοῖς Ἀμαλη‐ κίταις καὶ Ἄραψι μάχῃ τοὺς Ἰσραηλίτας ἐτρέψαντο. καὶ ἐπὶ ἔτη ἑπτὰ ἐπιτιθεμένων αὐτοῖς λιμὸς ἦν καὶ σπάνις τῶν ἀναγκαίων, καὶ ἐδέοντο τοῦ θεοῦ. Γε‐ δεὼν δὲ φυλῆς ὢν Μανασσῆ δράγματα σταχύων εἰς τὴν | |
15 | ληνὸν ἔκοπτε κρύφα, καὶ ὁρᾷ τινα ἐν εἴδει νεανίσκου παρεστῶτα αὐτῷ καὶ καλοῦντα αὐτὸν φίλον τῷ θεῷ καὶ εὐδαίμονα. ὁ δ’ εἰρωνευόμενος τεκμήριον ἔλε‐ γεν εἶναι αὐτοῦ τῆς εὐδαιμονίας τὸ κεχρῆσθαι τῷ ληνῷ ἀντὶ ἅλωνος. καὶ ὁ νεανίας θαρρεῖν καὶ σπεύ‐ | |
20 | δειν αὐτῷ παρεκελεύετο ὑπὲρ ἐλευθερίας τῶν φυλε‐ τῶν. Γεδεὼν δὲ ἱκέτευσε τὸν φαινόμενον μὴ μετα‐ ναστῆναι ἐκεῖθεν, καὶ εἰσελθὼν ἐκόμισε θυσίαν. καὶ ὁ ἄγγελος θεῖναι αὐτὴν παρὰ τὴν πέτραν ἐκέλευσε· καὶ τῇ ῥάβδῳ ψαύσας τῆς πέτρας πῦρ ἀνῆψεν αὐτό‐ | |
25 | ματον καὶ τὴν θυσίαν κατέκαυσεν. εἶτα ᾔτησε Γε‐ δεὼν τὸν θεὸν ἐπὶ τὸν πόκον γενέσθαι δρόσον, καὶ ἐγένετο· καὶ αὖθις δρόσον ᾔτησεν ἐπὶ πᾶσαν τὴν γῆν γενέσθαι, ἐπὶ τὸν πόκον δὲ ξηρασίαν, καὶ γέγονεν οὕτως. πείθεται οὖν ὁ Γεδεὼν καὶ σὺν μυρίοις κατὰ | |
30 | τῶν ἐναντίων ὡπλίζετο. εἶτα ἐντολῇ τοῦ θεοῦ ἄγει πάντας κατὰ μεσημβρίαν ἐπὶ τὸν ποταμόν, καὶ τοὺς μὲν | |
λάψαντας ἐν τῷ πίνειν καὶ μετὰ σπουδῆς ὡς περι‐ | 70 in vol. 1 | |
1.71 | φόβους πιόντας, τριακόσιοι δὲ ἦσαν οὗτοι, ἔχων μεθ’ ἑαυτοῦ ἀπῄει πρὸς τὸν πόλεμον, τοὺς δὲ λοιποὺς κα‐ ταλέλοιπεν. νυκτὸς δὲ ἕνα τῶν στρατιωτῶν προσλα‐ βόμενος ἀπῆλθεν εἰς τὸ τῶν ἐναντίων στρατόπεδον. | |
5 | καὶ ἀκούει ἑνός τινος τῶν πολεμίων τῷ συσκηνοῦντι διηγουμένου ὡς ἔδοξεν ὁρᾶν καθ’ ὕπνους μᾶζαν κρι‐ θίνην διὰ τοῦ στρατοπέδου κυλιομένην, ἣ τὴν τοῦ βασιλέως σκηνὴν κατέβαλε καὶ τὰς τοῦ στρατεύμα‐ τος· ὁ δὲ τοῦ στρατοῦ δηλοῦν ὄλεθρον τὸ ἐνύπνιον | |
10 | ἔκρινεν, ἀπεικάζων μάζῃ κριθίνῃ τὸν Γεδεὼν καὶ τοὺς σὺν αὐτῷ διὰ τὴν ὀλιγότητα καὶ τὸ ἀσθενές. τού‐ των ἀκούσας ὁ Γεδεὼν ἀνεθάρσησε, καὶ ὑποστρέψας ἐν τοῖς ὅπλοις εἶναι τοῖς ἑαυτοῦ ἐνετείλατο, καὶ εἰς τρεῖς ἑκατοστύας τὴν στρατιὰν διελὼν ἀμφορέα κε‐ | |
15 | νὸν κομίζειν ἕκαστον καὶ λαμπάδα ἡμμένην καὶ κριοῦ κέρας ἐκέλευσε, κατὰ τετάρτην τε φυλακὴν τῆς νυ‐ κτὸς ἐξῆγεν αὐτοὺς κατὰ τῶν ἐναντίων. καὶ ἤδη πλησίον ὄντες αὐτῶν ἐσάλπισαν μὲν τοῖς κέρασι, τοὺς δ’ ἀμφορέας κατέαξαν, καὶ μετὰ τῶν λαμπά‐ | |
20 | δων ὥρμησαν ἀλαλάξαντες. ταῦτα δὲ τοῖς πολεμίοις πτοίαν ἐνέβαλον, καὶ οἱ μὲν ὑπὸ τῶν ἐναντίων ἐκτεί‐ νοντο, οἱ δέ γε πλείους ὑπ’ ἀλλήλων οὔσης νυκτὸς διεφθάρησαν, καὶ σχεδὸν ἅπαντες ὤλοντο, καὶ δύο τῶν βασιλέων αὐτῶν Ὠρήβ τε καὶ Ζήβ. οἱ δὲ περι‐ | |
25 | λειφθέντες τῶν ἡγεμόνων καὶ τοῦ στρατεύματος φεύ‐ γοντες καταλαμβάνονται παρὰ Γεδεὼν καὶ τῶν μετ’ αὐτοῦ, καὶ πεπτώκασιν ἅπαντες. ἔσχηκε δὲ τὴν ἀρ‐ χὴν ὁ Γεδεὼν ἐν τεσσαράκοντα ἔτεσι, καὶ ἐτελεύτησε γηραιός, καταλιπὼν ἐκ διαφόρων γυναικῶν γνησίους | |
30 | υἱοὺς ἑβδομήκοντα, ἕνα δ’ ἐκ παλλακῆς Ἀβιμέλεχ καλούμενον. ὃς τοὺς ἀδελφοὺς κτείνας ἅπαντας ἄνευ | |
ἑνὸς Ἰωαθάνου φυγόντος τετυράννηκεν. ὁ δὲ λαὸς | 71 in vol. 1 | |
1.72 | ἐπαναστάντες κατὰ τοῦ Ἀβιμέλεχ ἐξελαύνουσιν αὐ‐ τὸν τῆς πόλεως τῶν Σικίμων. ὁ δὲ συνεργούμενος ὑφ’ ἑνὸς τῶν Σικιμιτῶν δόλῳ τὴν πόλιν αἱρεῖ καὶ τοὺς Σικιμίτας ἡβηδὸν ἀναιρεῖ, τὴν πόλιν δὲ κατα‐ | |
5 | σκάπτει. ἤλαυνε δ’ ἐπὶ Θήβας, ἑτέραν πόλιν, καὶ εἷ‐ λεν αὐτὴν ἐξ ἐπιδρομῆς. τὸ δὲ πλῆθος εἰς ἕνα πύρ‐ γον μέγαν συνέδραμον, ὄντα ἐν μέσῳ τῆς πόλεως. πλησιάσαντα δὲ ταῖς πύλαις τούτου τὸν Ἀβιμέλεχ θραύσματι μύλης γύναιον ἄνωθεν κατὰ τῆς κεφαλῆς | |
10 | ἔβαλε καὶ ἀπέκτεινε. τὴν δὲ τῶν Ἑβραίων ἡγεμο‐ νίαν Ἰαεὶρ ἐμπεπίστευτο ἐκ τῆς Μανασσῆ τυγχάνων φυλῆς· δύο δὲ καὶ εἴκοσιν οὗτος ἐνιαυτοὺς ἰθύνας τὴν ἀρχὴν ἐτελεύτησεν. Ἀμμανῖται δὲ σὺν Παλαι‐ στηνοῖς εἰσέπειτα τὴν χώραν διήρπαζον. ληιζομένων | |
15 | δὲ τὴν Γαλαδηνὴν τῶν Ἀμμανιτῶν, ἡγεμόνα τὸν Ἰε‐ φθάε οἱ ἐπιχώριοι εἵλοντο. ὃς συμμίξαι μέλλων τοῖς πολεμίοις εὐχὴν ἐποιήσατο, εἰ νικήσει, πᾶν ὃ πρῶτον αὐτῷ συναντήσει ἐπανιόντι τοῦτο ἱερουργήσειν. καὶ συμβαλὼν νικᾷ· ἀναστρέφοντι δ’ ὑπήντησεν αὐτῷ τὸ | |
20 | θυγάτριον, μονογενὲς ὂν αὐτῷ καὶ ἔτι παρθενευόμε‐ νον. ὁ δ’ ἀνῴμωξεν, ἵνα δὲ μὴ ψεύσηται τὴν ὑπό‐ σχεσιν, ἔθυσε τὴν παῖδα καὶ ὡλοκαύτωσε. τῶν δὲ τῆς Ἐφραῒμ φυλῆς ὀργιζομένων αὐτῷ ὅτι μὴ συμ‐ παρέλαβεν αὐτοὺς ἐπὶ τὸν κατὰ τῶν Ἀμμανιτῶν πό‐ | |
25 | λεμον, ἐπεὶ μὴ ἔπειθεν αὐτοὺς παραιτούμενος, πολ‐ λοὺς ἀνεῖλε μαχεσαμένους αὐτῷ. ἓξ δὲ τὴν ἡγεμονίαν ἀνύσας ἐνιαυτοὺς κατέλυσε τὴν ζωήν. παραλαμβάνει δὲ τὴν ἀρχὴν Ἀμεσὰ ἐκ τῆς Ἰούδα τυγχάνων φυλῆς, καὶ ἐπὶ χρόνον ἑπταετῆ κρίνας τὸν Ἰσραὴλ τετελεύ‐ | |
30 | τηκε. καὶ μετ’ ἐκεῖνον Λαβδὼν τῆς Ἐφραῒμ προελ‐ θὼν φυλῆς ἡγεμὼν ἀπεδείχθη, καὶ τέθνηκε γηραιὸς | |
ἄρξας ἔτη ὀκτώ. | 72 in vol. 1 | |
1.73 | Εἶτα Παλαιστηνοὶ κρατοῦσι τῶν Ἰσραηλιτῶν καὶ ὑποφόρους ἔσχον αὐτοὺς ἐπὶ ἐνιαυτοὺς τεσσαράκοντα. τότε δὲ γεννηθεὶς ὁ Σαμψών, ἰσχύος δὲ ἡ κλῆσις ση‐ μαντική, τοῖς Παλαιστηνοῖς ἐπετίθετο· ἡ δ’ εἰς τὸν | |
5 | βίον αὐτοῦ πρόοδος τοιαύτη ἐγένετο. Μανωὲ τῆς φυ‐ λῆς ὑπάρχων τοῦ Δὰν συνῴκει γυναίῳ στειρεύοντι καὶ ᾔτει τὸν θεὸν παῖδα δοθῆναι αὐτοῖς. ὤφθη γοῦν ποτε μόνῃ οὔσῃ τῇ γυναικὶ νεανίας μέγας τε καὶ κα‐ λός, τόκον παιδὸς αὐτῇ εὐαγγελιζόμενος, καὶ μὴ πιεῖν | |
10 | οἶνον ἢ μέθυσμα αὐτῇ ἐνετείλατο, μηδὲ τὴν κόμην ἀποθρίξαι τὴν τοῦ παιδός· Ναζιραῖον γὰρ ἔλεγεν εἶναι τῷ κυρίῳ τὸν παῖδα, ἅγιον δηλαδή, καὶ τὸν Ἰσραὴλ σωθήσεσθαι δι’ αὐτοῦ ἐκ τῆς τῶν ἀλλοφύ‐ λων χειρός. ἡ δὲ τῷ ἀνδρὶ κατήγγειλε ταῦτα. καὶ | |
15 | ὃς ὀφθῆναι καὶ αὐτῷ τὸν φανέντα τῇ γυναικὶ ἐδέετο τοῦ θεοῦ. αὖθις οὖν ἦλθε πρὸς τὴν γυναῖκα ὁ ἄγ‐ γελος· ἀπῆν δὲ αὖθις ὁ Μανωέ· καὶ ἡ γυνὴ προσ‐ μεῖναι παρεκάλει αὐτὸν τὴν τοῦ ἀνδρὸς παρουσίαν. ἐλθὼν δὲ Μανωὲ ἠρώτα τὸν ἄγγελον τί ἂν τοῦ παι‐ | |
20 | δὸς γεννηθέντος ποιήσειαν. ὁ δέ “οἶνον” ἔφη “οὐ πίεται οὐδὲ μέθυσμα, καὶ ἀκάθαρτόν τι οὐ φάγεται καὶ τὴν κόμην οὐ ξυρηθήσεται.” καὶ ὁ Μανωὲ τὸ ὄνομα τοῦ ὁμιλοῦντος αὐτῷ ἐζήτει μαθεῖν, ὁ δὲ θαυ‐ μαστὸν εἶναι τοῦτο εἰπὼν ἀπεσιώπησεν. ὁ δὲ Μανωὲ | |
25 | ἔριφον ἐνεγκὼν ἔθυσε καὶ ἄρτους προσήνεγκεν. ὁ δὲ θεῖναι τὰ κρέα καὶ τοὺς ἄρτους ἐπὶ τὴν πέτραν προσ‐ έταξεν, τεθέντων δὲ τῇ ῥάβδῳ αὐτοῦ ἅπτεται τού‐ των, καὶ πῦρ ἐξαφθὲν ἐκεῖθεν κατέκαυσεν αὐτά, καὶ εἰς οὐρανὸν διὰ τῆς φλογὸς ἀνῄει ὁ ἄγγελος, | |
30 | ὁρώντων τοῦ Μανωὲ καὶ τῆς αὐτοῦ γυναικός. τίκτε‐ | 73 in vol. 1 |
1.74 | ται οὖν αὐτοῖς μετὰ ταῦτα ὁ παῖς καὶ Σαμψὼν ὀνο‐ μάζεται, ἡδρύνετό τε καὶ πνεῦμα κυρίου συνεπο‐ ρεύετο αὐτῷ. ἰδὼν δ’ ἐν Θαμνᾷ πόλει τῶν Παλαι‐ στηνῶν κόρην τῶν ἀλλοφύλων, ἐρᾷ τῆς παιδός. πα‐ | |
5 | ραιτουμένων δὲ τῶν γονέων αὐτοῦ τὸν γάμον τῆς ἀλλοφύλου, ἐκνικᾷ γῆμαι αὐτήν. συχνάζων δὲ πρὸς τοὺς τῆς κόρης γονεῖς συναντᾷ λέοντι, καὶ μή τι φέ‐ ρων εἰς ἄμυναν ταῖς χερσὶ τὸ θηρίον συνέτριψε, καὶ ἐκκλίνας τῆς ὁδοῦ ἔρριψε πρὸς τὸ ὑλῶδες αὐτό. καὶ | |
10 | μεθ’ ἡμέρας αὖθις πρὸς τὴν μνηστὴν πορευόμενος σμῆνος μελισσῶν ἐν τῷ στόματι συνηγμένον τοῦ λέοντος εὕρηκε. καὶ λαβὼν ἐκεῖθεν μέλιτος κηρίον ἔφαγε καὶ τῷ πατρὶ καὶ τῇ μητρὶ ἀπεκόμισεν. ἀπελ‐ θὼν δ’ εἰς τοὺς ἀλλοφύλους πρόβλημα τοῖς αὐτῷ | |
15 | συνεστιωμένοις ἐν τοῖς γάμοις τριάκοντα νεανίσκοις προτίθησι· καὶ εἰ εὕροιεν ἐφ’ ἡμέρας ἑπτὰ τὴν λύ‐ σιν, δοῦναι συνέθετο σινδόνα καὶ στολὴν ἑκάστῳ αὐ‐ τῶν, εἰ δὲ μὴ λῦσαι δυνηθεῖεν τὸ πρόβλημα, αὐτῷ δοθῆναι παρ’ ἑκάστου στολὴν καὶ ὀθόνην ἀπῄτησε. | |
20 | συνθεμένων δὲ καὶ τῶν νεανίσκων προεβάλετο τὸ ἐρώτημα εἰπών “ἐξ ἔσθοντος ἐξῆλθε βρῶσις, καὶ ἀπὸ ἰσχυροῦ γλυκύ.” οἱ δὲ μὴ δυνάμενοι νοῆσαι τὸ πρό‐ βλημα, τὴν κόρην ἱκέτευσαν μαθεῖν παρὰ τοῦ ἀν‐ δρὸς καὶ ἀπαγγεῖλαι αὐτοῖς. ὁ Σαμψὼν δέ, παρα‐ | |
25 | καλούσης αὐτὸν τῆς κόρης εἰπεῖν αὐτῇ τὸ τοῦ προ‐ βλήματος νόημα, τὸ μὲν πρῶτον ἀντεῖχε, δακρυούσης δ’ ἐκείνης ἐξεῖπε τὸ πᾶν· ἡ δὲ τοῖς νεανίσκοις ἀπήγ‐ γειλε. καὶ κατὰ τὴν ἑβδόμην ἡμέραν εἶπον ἐκεῖνοι τῷ Σαμψών “τί γλυκύτερον μέλιτος ἢ τί λέοντος | |
30 | ἰσχυρότερον;” ὠργίσθη οὖν ὁ Σαμψών, καὶ τοῖς μὲν νεανίσκοις ἔδωκεν ἃ ὑπέσχετο, τὸν δὲ γάμον ἀπεί‐ | |
πατο. καὶ ἔδωκεν ἑτέρῳ τὸ γύναιον ὁ πατήρ. πα‐ | 74 in vol. 1 | |
1.75 | ροξυνθεὶς δὲ ὁ Σαμψὼν διὰ τοῦτο, καὶ συλλαβὼν τριακοσίας ἀλώπεκας, λαμπάδας ἡμμένας ταῖς οὐραῖς ἐκείνων προσέδησε καὶ ταῖς τῶν Παλαιστηνῶν ἐπα‐ φῆκεν ἀρούραις θέρους ἐνισταμένου, καὶ οὕτω τὰ | |
5 | σφῶν κατέκαυσε λήια καὶ τὰς ἀμπέλους. Παλαιστη‐ νοὶ δ’ ἀντὶ τούτων τὴν γενομένην αὐτοῦ γυναῖκα καὶ τοὺς αὐτῇ προσήκοντας ἐνέπρησαν καὶ κατέκαυ‐ σαν. Σαμψὼν δὲ πολλοὺς ἀποκτείνας τῶν ἀλλοφύ‐ λων ἐν πέτρᾳ ἐκάθισεν, οἱ δὲ κατὰ τῶν Ἰσραηλιτῶν | |
10 | ἐξεστράτευσαν λέγοντες “εἰ βούλεσθε ἀναίτιοι εἶναι, δότε ἡμῖν τὸν Σαμψὼν ὑποχείριον.” καὶ ἀπῆλθον ἐπὶ τὴν πέτραν ὁπλῖται τρισχίλιοι. καταβὰς δὲ Σαμ‐ ψὼν ἑκὼν τοῖς φυλέταις παρέδωκεν ἑαυτόν, κἀκεῖνοι δεδεμένον παρέδωκαν τοῖς Παλαιστηνοῖς. ὁ δὲ διαρ‐ | |
15 | ρήξας τὰ δεσμὰ καὶ ὄνου σιαγόνα ἐκεῖ που ἐρριμμέ‐ νην ἁρπάσας χιλίους τῶν ἀλλοφύλων ἀπέκτεινεν ἐν αὐτῇ, τοὺς δ’ ἄλλους ἐτρέψατο. ὅθεν Σιαγὼν ἐξ ἐκείνου ὁ τόπος ἐκλήθη. εἶτα ἐδίψησεν ὡς ἐκλείπειν ἀπὸ τῆς δίψης, καὶ ἔκλαυσε δεόμενος τοῦ θεοῦ. ὁ δὲ | |
20 | θεὸς πηγὴν ὕδατος ἀνῆκεν ἀπὸ τοῦ ῥήγματος ὃ τὴν σιαγόνα ῥίψας κατὰ γῆς πεποίηκεν ὁ Σαμψών. καὶ ἀπῆλθεν εἰς Γάζαν. ἐνήδρευσαν δὲ αὐτῷ οἱ Γαζαῖοι, καὶ ἵνα μὴ λάθῃ αὐτοὺς ἐξιών, τὰς πύλας τῆς πό‐ λεως ἔκλεισαν. ὁ δὲ περὶ μέσας νύκτας ἀναστὰς τάς | |
25 | τε πύλας καὶ τὰς φλιὰς αὐτῶν καὶ τὰς παραστάδας ἐπωμισάμενος εἰς τὴν τοῦ ὄρους ἀνήνεγκε κορυφὴν κἀκεῖσε κατέθετο. ἐρασθεὶς δ’ ἑταίρας Παλαιστηνῆς Δαλιδᾶς καλουμένης συνῆν αὐτῇ. καὶ οἱ προύχον‐ τες τῶν ἀλλοφύλων πολλὰ τῇ γυναικὶ ἐπηγγείλαντο, | |
30 | εἰ μάθοι παρὰ τοῦ Σαμψὼν τί τὸ αἴτιον αὐτῷ τῆς δυνάμεως καὶ ἀπαγγείλαι αὐτοῖς. ἡ δὲ ποικίλως με‐ | |
τῄει τὸν ἄνδρα ζητοῦσα γνῶναι ὅθεν αὐτῷ ἡ τοσαύτη | 75 in vol. 1 | |
1.76 | ἰσχύς, ἐκεῖνος δὲ ἄλλοτε ἄλλας πλαττόμενος αἰτίας τῇ γυναικὶ ἔλεγε. καὶ ἡ γυνὴ πειρωμένη τῶν λόγων ἀπάτας αὐτοὺς εὕρισκεν. ἐγκειμένης δὲ καὶ δεομέ‐ νης θερμότερον, τὸ κρύφιον αὐτῇ ἀνεκάλυψε, κατ’ | |
5 | ἐντολὴν εἰπὼν τοῦ θεοῦ τὴν κόμην τρέφειν, ἐντει‐ λαμένου μὴ κείρειν αὐτήν, καὶ ἐν ταύτῃ προσεῖναι αὐτῷ τὴν ἰσχύν. κείρει τὴν κόμην κοιμωμένου αὐ‐ τοῦ ἡ γυνὴ καὶ παραδίδωσι τοῖς ἐναντίοις αὐτὸν ἀσθενῆ. ἐκκόπτουσιν ἐκεῖνοι τὰ ὄμματα τοῦ ἀνδρός, | |
10 | καὶ ὁ πρὶν φοβερὸς εἰς παίγνιον κατέστη αὐτοῖς. προϊόντος δὲ τοῦ καιροῦ ηὔξετο αὖθις ἡ κόμη αὐτῷ καὶ ἡ ἰσχὺς ἐπανήρχετο. πότου δὲ τοῖς Παλαιστηνοῖς ὄντος, καὶ τῶν ἀρχόντων καὶ μεγιστάνων εὐωχουμέ‐ νων ὁμοῦ ἐν οἴκῳ κίοσιν ἀνεχομένῳ, ἤχθη καὶ ὁ | |
15 | Σαμψὼν παιχθησόμενος, καὶ παιδάριον ἐχειραγώγει αὐτόν. συνήχθη δὲ παρὰ τὸν οἶκον πλῆθος ἀνδρῶν τε καὶ γυναικῶν ὡσεὶ τρισχίλιοι, ἵν’ ὁρῷεν τὸν Σαμ‐ ψὼν παροινούμενον. ὁ δὲ παιζόμενός τε καὶ ῥαπιζό‐ μενος λέγει τῷ χειραγωγοῦντι αὐτόν “ἐπάγαγέ με | |
20 | πρὸς τοὺς κίονας, ὡς ἂν αὐτοῖς ἐπιστηριχθῶ δεόμε‐ νος ἀναπαύσασθαι.” δραξάμενος δὲ τῶν δύο κιόνων ἐπικατέσεισεν ἑαυτῷ τὸν οἶκον, καὶ αὐτός τε καὶ οἱ ἐν τῷ οἴκῳ πάντες ἀπώλοντο. καὶ τῷ μὲν τοιοῦτον τέλος ἐγένετο, ἐπὶ εἴκοσιν ἔτη κρίναντι τὸν τῶν | |
25 | Ἑβραίων λαόν. Οὐκέτι δὲ κριταὶ ἦγον τὸν Ἰσραήλ, ἀλλ’ ὁ ἀρχιε‐ ρεὺς Ἠλεὶ προέστη αὐτῶν· ἐφ’ οὗ λιμὸς γέγονε, καί τις ἀνὴρ ἐκ Βηθλεὲμ Ἀβιμέλεχ καλούμενος σὺν τῇ | |
γυναικὶ καὶ δύο υἱοῖς διὰ τὸν λιμὸν εἰς τὴν Μωαβῖτιν | 76 in vol. 1 | |
1.77 | μεταναστεύει. ἄγεται οὖν τοῖς υἱοῖς γαμετὰς Μωα‐ βίτιδας. ἐν δέκα μέντοι ἐνιαυτοῖς ὅ τε Ἀβιμέλεχ καὶ οἱ παῖδες αὐτοῦ τεθνήκασι, καὶ κατελείφθησαν χῆ‐ ραι ἥ τε Νοεμὶν ἡ συνοικοῦσα τῷ Ἀβιμέλεχ καὶ αἱ | |
5 | γυναῖκες ἄμφω τῶν παίδων αὐτοῦ, Ὀρφά τε καὶ Ῥούθ. ἡ Νοεμὶν δὲ εἰς τὴν πατρίδα ὑπέστρεψε, τῶν δέ γε νυμφῶν αὐτῆς ἡ μὲν Ὀρφὰ παρακληθεῖσα παρὰ τῆς πενθερᾶς ἔμεινε παρὰ Μωαβίταις, ἡ δὲ Ῥοὺθ σὺν τῇ Νοεμὶν ἀπελήλυθε. καὶ ἤδη παραγενομένας | |
10 | εἰς Βηθλεὲμ ξενίζει Βοόζ, Ἀβιμέλεχ ὢν συγγενής. προσαγορευομένη δὲ παρὰ τῶν πολιτῶν ἐξ ὀνόματος ἡ γυνή “μή με Νοεμίν” ἔλεγεν “ἀλλὰ Μάραν κα‐ λεῖτε,” Νοεμὶν δὲ εὐτυχίαν δηλοῖ, Μάρα δὲ ὀδύνην καὶ πικρασμόν· “πλήρης γὰρ πορευθεῖσα κενὴ ὑπε‐ | |
15 | νόστησα.” ἀμήτου δὲ ὄντος ἐξῄει κατὰ γνώμην τῆς πενθερᾶς καλαμησομένη ἡ Ῥοὺθ εἰς τὸν ἀγρὸν τοῦ Βοόζ. ὁ δὲ τὴν κόρην ἰδὼν καὶ μαθὼν τίς ἐστιν, θερίζειν ὃ δύναιτο καὶ ἔχειν ἐπέτρεψεν, ἄριστόν τε παρέχειν αὐτῇ τῷ ἀγροκόμῳ ἐπέταξεν. ἡ δὲ καὶ ἄλ‐ | |
20 | φιτα παρ’ αὐτοῦ λαβοῦσα τῇ πενθερᾷ συνετήρησε, καὶ ἀπῆλθεν ὀψὲ κομίζουσα καὶ τὰς κριθὰς ἃς συνέ‐ λεξε, καὶ τὰ παρὰ τοῦ Βοὸζ αὐτῇ διηγήσατο. καὶ αὖθις ἀπῄει σὺν ταῖς θεραπαινίσι Βοόζ. ἡ Νοεμὶν δὲ συγκατακλίνειν αὐτῷ τὴν Ῥοὺθ ἐβουλεύσατο, καὶ | |
25 | πέμπει τὴν νύμφην ὑποθεμένη παρὰ τοῖς ποσὶ τοῦ ἀνδρὸς ὑπνώττοντος ἐν τῇ ἅλωνι πεσοῦσαν ὑπνῶσαι. καὶ ἡ μὲν οὕτω πεποίηκεν, αἰσθόμενος δ’ ὁ Βοὸζ περὶ μέσην νύκτα ἤρετο τίς ἐστι. καὶ μαθὼν τότε μὲν ἡσύχασεν, ἕωθεν δ’ ἐξεγείρας τὴν Ῥοὺθ πορεύ‐ | |
30 | εσθαι πρὸς τὴν πενθερὰν ἐνετείλατο· “αὐτὸς δ’” εἶπε “τὸν ἐγγύτερον ἐμοῦ ἀγχιστεύοντά σοι ἐρήσομαι, καὶ | |
εἰ μὲν ἐκεῖνος ἀγαγέσθαι σε βούλεται, ἀπελεύσῃ πρὸς | 77 in vol. 1 | |
1.78 | τὸν ἄνδρα, παρατουμένου δὲ νομίμως συνοικήσεις ἐμοί.” ἀπῆλθεν οὖν ἡ γυνὴ καὶ δεδήλωκε πάντα τῇ Νοεμίν. ὁ δέ γε Βοὸζ παρὰ τῇ γερουσίᾳ τήν τε Ῥοὺθ καὶ τὸν συγγενῆ συνεκάλεσε καὶ εἶπεν αὐτῷ | |
5 | “Ἀβιμέλεχ τοῦ συγγενοῦς ἡμῶν καὶ τῶν παίδων αὐ‐ τοῦ κατέχεις κλῆρον;” συνθεμένου δ’ ἔχειν ἐκείνου κατὰ τοὺς νόμους δι’ ἀγχιστείαν, “οὐκοῦν οὐκ ἐξ ἡμισείας” ἔφη “μεμνῆσθαι τῶν νόμων δεῖ, ἐπὶ πᾶσι δὲ ποιεῖν κατ’ αὐτούς. λοιπὸν καὶ τὸ τοῦ Μαλλὼν | |
10 | γύναιον υἱοῦ Ἀβιμέλεχ γῆμαί σε χρή, ἵνα ἀναστήσῃς σπέρμα τῷ συγγενεῖ.” ὁ δὲ παρῃτήσατο, καὶ τοῦ κλήρου καὶ τῆς γυναικὸς παραχωρήσας αὐτῷ. κατὰ γοῦν τὸν νόμον ἐνώπιον τῆς γερουσίας ἡ Ῥοὺθ ὑπε‐ λύσατο τὸ ὑπόδημα τοῦ ἀνδρὸς ἐκείνου καὶ ἔπτυσεν | |
15 | αὐτοῦ εἰς τὸ πρόσωπον. καὶ οὕτως αὐτὴν ἠγάγετο ὁ Βοόζ, καὶ ἔτεκεν ἐξ αὐτοῦ τὸν Ὠβήδ· ἑλληνιστὶ δ’ ἑρμηνεύεται δουλεύων. ἐξ Ὠβὴδ δὲ γίνεται Ἰεσσαί, καὶ ἐκ τούτου Δαβίδ, ὃς τῶν ἐξ Ἰσραὴλ ἐβασίλευσε καὶ τοῖς ἑαυτοῦ παισὶ κατέλιπε τὴν ἀρχὴν ἐπὶ εἴκοσι | |
20 | γενεὰς πρὸς τῇ μιᾷ διαρκέσασαν. Ἠλεὶ δὲ τοῦ ἀρχιερέως, ὡς ἤδη ἱστόρηται, τὸν λαὸν ἄγοντος, οἱ δύο υἱοὶ αὐτοῦ Ὀφνὶ καὶ Φινεὲς ὑπῆρ‐ χον λοιμοί, παρανομοῦντες ἐν ἅπασι, καὶ παραινοῦν‐ τος τοῦ πατρὸς αὐτοῖς μὴ ἐπιστρεφόμενοι. ὁ δὲ θεὸς | |
25 | ὀργισθεὶς διὰ τὰς ἐκείνων παρανομίας, διὰ τοῦ Σα‐ μουὴλ ἔτι παιδὸς ὄντος δεδήλωκε τῷ Ἠλεὶ ἅπερ αὐτός τε καὶ οἱ παῖδες καὶ ὁ οἶκος αὐτοῦ πείσονται. Σα‐ μουὴλ δὲ Ἐλκανᾶ Λευίτου ἀνδρὸς ἐτύγχανε παῖς· ᾧ συνῴκουν διτταὶ γαμεταί, ὧν τῇ μὲν Ἄννα, τῇ δὲ | |
30 | Φεννάνα ἦν τὰ ὀνόματα. καὶ τῇ μὲν παῖδες ἦσαν ἐξ Ἐλκανᾶ, ἡ δὲ Ἄννα ἠμοίρει γονῆς. ἀφικομένου δὲ | |
τοῦ ἀνδρὸς μετὰ τῶν γυναικῶν ἀμφοῖν εἰς Σηλὼμ | 78 in vol. 1 | |
1.79 | καὶ θύσαντος, ἐπεὶ καιρὸς ἦν εὐωχίας καὶ τῇ Φεννάνᾳ οἱ παῖδες αὐτῆς συνεκάθηντο, ὅτι ἡ Ἄννα μεμόνωτο, ἑαυτὴν ἀπεκλαίετο, καὶ εἰς τὴν σκηνὴν τοῦ θεοῦ δραμοῦσα ἐδέετο τοῦ κυρίου γονὴν αὐτῇ παρασχεῖν, | |
5 | εὐξαμένη καθιερώσειν θεῷ τὸ πρωτότοκον. χρονι‐ ζούσης δ’ ἐν ταῖς εὐχαῖς, πρὸ τῆς σκηνῆς Ἠλεὶ καθεζόμενος ὡς μεθύουσαν αὐτὴν ἐλογίσατό τε καὶ ἀπεπέμπετο. ἡ δέ “οὐκ οἶνον” ἔφη “πέπωκα οὐδὲ μέθυσμα, κύριε, ἀλλὰ κατώδυνος οὖσα διὰ τὴν ἀπαι‐ | |
10 | δίαν ἐκτέτηκα.” καὶ ὁ ἱερεύς “πορεύου” εἶπεν αὐτῇ, “καὶ δῴη σοι τὸ αἴτημα ὁ θεός.” ὑποστρέψασα δὲ σὺν τῷ ἀνδρὶ οἴκαδε συλλαμβάνει καὶ τίκτει τὸν Σαμουήλ· θεαίτητον ἄν τις εἴποι. ἁδρυνθέντος δὲ τοῦ παιδὸς προσάγει αὐτὸν τῷ Ἠλεὶ κατὰ τὴν εὐχὴν | |
15 | τῷ θεῷ τραφησόμενον κόμην τε τρέφοντα καὶ ἐν τῷ ἱερῷ διαιτώμενον καὶ ὕδατι κεχρημένον εἰς πόσιν. ἤδη δὲ δωδεκαέτης γενόμενος προεφήτευσε. καί ποτε κοιμώμενον αὐτὸν ἐξ ὀνόματος ἐκάλεσεν ὁ θεός. ὁ δὲ τῷ ἀρχιερεῖ προσελήλυθεν ὡς ὑπ’ ἐκείνου τάχα καλού‐ | |
20 | μενος. καὶ τοῦτο τρισσάκις ἐγένετο. Ἠλεὶ δὲ συνεὶς θεόθεν εἶναι τὴν κλῆσιν, ἔφη τῷ Σαμουήλ “εἰ ἔτι κληθῇς, εἰπέ, ἰδοὺ ἐγὼ κύριε.” οὕτω δὲ ποιήσαντος τοῦ παιδός, ἔφη αὐτῷ ὁ καλῶν συμφορὰν ἔσεσθαι τοῖς Ἰσραηλίταις βαρεῖαν, καὶ τοὺς Ἠλεὶ παῖδας ἅμα | |
25 | τεθνήξεσθαι καὶ τὴν ἱερωσύνην εἰς τὸν οἶκον τοῦ Ἐλεάζαρ μεταπεσεῖν. οὐκ ἤθελε δὲ τοὺς λόγους ὁ Σαμουὴλ ἐκφῆναι τῷ ἱερεῖ, ὅρκοις δ’ ἐκβιασθεὶς ἀπήγ‐ γειλε πάντα καθάπερ ἀκήκοεν. Ἐντεῦθεν Παλαιστηνοὶ κατὰ τῶν Ἰσραηλιτῶν | |
30 | ἐκστρατεύουσι, καὶ ἦσαν τῇ μάχῃ ἐπικρατέστεροι. | 79 in vol. 1 |
1.80 | ὁ δὲ λαὸς κομισθῆναι τὴν κιβωτὸν αἰτοῦσιν εἰς ἀρω‐ γήν. πεμφθείσης δ’ ἐκεῖσε τῆς κιβωτοῦ σὺν τοῖς υἱοῖς τοῦ Ἠλεί, συγκεκρότητο μάχη. καὶ ἥττηντο οἱ Ἑβραῖοι, ἔπεσον δὲ ὡσεὶ τρισμύριοι, καὶ οἱ τοῦ ἀρχιε‐ | |
5 | ρέως υἱοί, καὶ ἡ κιβωτὸς ἐλήφθη τοῖς πολεμίοις. Ἠλεὶ δὲ ὁ ἀρχιερεὺς ἐφ’ ὑψηλοῦ καθῆστο δίφρου, καὶ μα‐ θὼν τὰ τῆς μάχης καὶ τὴν σφαγὴν τῶν υἱῶν καὶ τὴν αἰχμαλωσίαν τῆς κιβωτοῦ, περιαλγήσας ἐξέπεσε τοῦ θρόνου καὶ τέθνηκεν, ἐνενηκοντούτης γενόμενος, | |
10 | τεσσαράκοντα δὲ τούτων ἐνιαυτοὺς τοῦ Ἰσραὴλ ἡγη‐ σάμενος. οἱ δὲ ἀλλόφυλοι εἰς Ἄζωτον πόλιν ἀπαγα‐ γόντες τὴν κιβωτὸν τῷ Δαγών, οὕτω γὰρ τὸν ἑαυτῶν ἐκάλουν θεόν, ἀνέθεντο. ἕωθεν δὲ εἰς τὸν οἶκον Δαγὼν εἰσελθόντες εὗρον κείμενον τὸ ξόανον ἐνώπιον | |
15 | τῆς κιβωτοῦ ἐπὶ τῆς γῆς. καὶ ἀναστήσαντες αὐτὸ ἐπὶ τῆς προτέρας ἔστησαν βάσεως. ὡς δὲ τοῦτο συχνάκις εὗρον γινόμενον, καὶ πολλάκις τὸ εἴδωλον ἀνορθώσαντες τοσαυτάκις κείμενον κατελάμβανον ἐν σχήματι προσκυνοῦντος τὴν κιβωτόν, ἐθαμβοῦντο καὶ | |
20 | διηπόρουν. ἔπειτα δ’ ἐπέσκηψε τῇ τῶν Ἀζωτίων πόλει καὶ τῇ χώρᾳ φθορά, νόσος μὲν τοῖς ἀνθρώ‐ ποις περὶ τὰς ἕδρας, ἣν δυσεντερίαν φησὶν ὁ Ἰώση‐ πος, καὶ ἔθνησκον συχνοὶ ἐξ αὐτῆς, μύες δὲ τῆς γῆς ἀναδοθέντες τὴν χώραν ἅπασαν ἐκεράϊζον. ὀψὲ | |
25 | δὲ συνῆκαν τὴν κιβωτὸν αἰτίαν αὐτοῖς εἶναι τῶν παθῶν οἱ Ἀζώτιοι, καὶ πέμπουσιν αὐτὴν εἰς Ἀσκά‐ λωνα· καὶ ἔπασχον κἀκεῖνοι τὰ ὅμοια. καὶ οὕτω πέντε τῶν Παλαιστηνῶν ἀμείβει πόλεις ἡ κιβωτός, καὶ πάσαις εἰς κάκωσιν γέγονεν. συνῆλθον οὖν οἱ | |
30 | τῶν κακουμένων πέντε πόλεων ἄρχοντες, Γήτης καὶ Ἀκκαρὼν Ἀσκάλωνός τε καὶ Γάζης καὶ Ἀζώτου, καὶ | |
οἱ μὲν ἄλλα περὶ τῆς κιβωτοῦ, οἱ δ’ ἕτερα συνεβού‐ | 80 in vol. 1 | |
1.81 | λευον. καὶ τέλος ἔδοξε πᾶσιν ἕδρας πέντε χρυσᾶς καὶ μύας τοσούτους χρυσοῦς ποιῆσαι καὶ θέσθαι ἐπὶ τῆς κιβωτοῦ, ἅμαξάν τε καινουργῆσαι καὶ βόας πρωτοτο‐ κούσας τῇ ἁμάξῃ ὑπαγαγεῖν, τοὺς δὲ μόσχους αὐτῶν | |
5 | κατασχεῖν, καὶ ἐπιθεῖναι τῇ ἁμάξῃ τὴν κιβωτόν, τὰς βόας δ’ ἀπαγαγόντας ἐπὶ τριόδου καταλιπεῖν, ἵν’ ἐπ’ αὐταῖς εἴη ἀπιέναι καθ’ ἣν ὁρμήσουσι· καὶ εἰ μὲν εὐθὺ τῶν Ἰσραηλιτῶν ἀπελεύσονται, διὰ τὴν κιβωτὸν οἴε‐ σθαι σφίσιν ἐπάγεσθαι τὰ κακὰ καὶ μὴ κωλύειν τὴν εἰς | |
10 | ἐκείνους πορείαν, εἰ δ’ ἄλλοσέ πῃ ἀπίοιεν, ἐπιστρέψαι αὖθις τὰς βόας τε καὶ τὴν ἅμαξαν καὶ τὰ ἐπ’ αὐτῆς. ἐπιτελέσαντες τοίνυν τὰ δόξαντα ἀφῆκαν τὰς βόας, μήκοθεν ἑπόμενοι καὶ αὐτοί, ἵν’ ὁρῷεν τὸ ἐκβησό‐ μενον. αἱ δὲ κατ’ εὐθὺ τῶν Ἑβραίων ἀπῄεσαν καὶ | |
15 | οὐ πρότερον ἔστησαν πρὶν εἰς μέγα πεδίον ἐν Βαιθ‐ σαμοῖς κατηντήκασιν. ὡς οὖν εἶδον οἱ τῆς κώμης ἐκείνης ἄνδρες τὴν κιβωτόν, ὡρμήκασιν ἐπ’ αὐτήν, καὶ καθελόντες ἐκ τῆς ἁμάξης αὐτὴν ἔθυσαν τὰς βόας καὶ τοῖς ξύλοις οἷς ἡ ἅμαξα εἴργαστο αὐτὰς | |
20 | ὡλοκαύτωσαν. ὅπερ ἰδόντες οἱ Παλαιστηνοὶ ὑπενό‐ στησαν. τοὺς δ’ ἁψαμένους τῆς κιβωτοῦ, μὴ ὄντας ἱερεῖς, ὀργισθεὶς ὁ θεὸς ἐθανάτωσεν. οἱ δέ γε λοιποὶ τῷ κοινῷ τῶν Ἑβραίων ἐγνώρισαν τὰ περὶ τῆς κιβω‐ τοῦ· κἀκεῖνοι λαβόντες αὐτὴν ἀπάγουσιν εἰς Καρια‐ | |
25 | θιαρεὶμ καὶ εἰς οἰκίαν Ἀμιναδὰβ ἐκ τῆς Λευιτικῆς ὄντος φυλῆς κατατίθενται. καὶ ἔμεινεν ἐκεῖ ἔτη εἴκοσι, παρὰ δὲ τοῖς ἀλλοφύλοις μῆνας τέσσαρας. Σαμουὴλ δὲ ὁ προφήτης μέγα ἤδη σχὼν ὄνομα καὶ δόξης ἥκων ἐπὶ πολύ, συναγαγὼν τὸν λαὸν περὶ | |
30 | ἐλευθερίας αὐτῷ διειλέχθη καὶ ἔπεισε ταύτης ἀντι‐ ποιήσασθαι. ὃ μαθόντες οἱ Παλαιστηνοὶ ἀπροσδο‐ | |
κήτως τοῖς Ἑβραίοις ἐπίασι, καὶ κατεπτόησαν αὐτούς, | 81 in vol. 1 | |
1.82 | ὡς τῷ Σαμουὴλ προσδραμεῖν, λέγοντας ἀπεγνῶσθαι τὴν σωτηρίαν αὐτοῖς, εἰ μὴ αὐτὸς σφίσι τὴν ἐκ τοῦ θείου ἐπικουρίαν αἰτήσεται. καὶ ὃς θαρρεῖν παρεγ‐ γυᾷ, καὶ τὸν θεὸν ἐπαρῆξαι διαβεβαιοῦται αὐτοῖς, | |
5 | καὶ θύσας ἄρνα δέεται τοῦ θεοῦ. μήπω δὲ τὴν θυσίαν τῆς ἱερᾶς δαπανησάσης φλογὸς προσβάλλουσι τοῖς Ἑβραίοις οἱ ἀντιπόλεμοι, ῥᾷον αὐτῶν κρατήσειν ὡς ἀόπλων οἰόμενοι. σεισμῷ δὲ τῆς γῆς κλονηθείσης ὑπὸ τοῦ θεοῦ, καταρραγεισῶν τε βροντῶν καὶ ἐξαφ‐ | |
10 | θεισῶν ἀστραπῶν, εἰς δειλίαν ἐνέπεσον οἱ πολέμιοι καὶ ἐτράπησαν εἰς φυγήν. κατεδίωξε δὲ Σαμουὴλ καὶ τὸ πλῆθος ὀπίσω αὐτῶν καὶ πολλοὺς διεφθάρ‐ κασι, καὶ οὐκέτι μετὰ τὴν πληγὴν ταύτην ἐπὶ τοὺς Ἰσραηλίτας ἐστράτευσαν, ἀλλὰ καὶ τὴν χώραν ἥνπερ | |
15 | ἀφείλοντο ἐπανεσώσατο αὖθις τοῖς Ἑβραίοις ὁ Σα‐ μουήλ. ἔκρινε δὲ τὸν λαὸν καὶ ἦρχεν αὐτοῦ. Ἤδη δὲ γεγηρακὼς τοῖς υἱοῖς αὐτοῦ τὴν τοῦ λαοῦ προστασίαν καὶ τὸ δικάζειν διένειμεν. ὄνομα τῷ πρεσβυτέρῳ Ἰωήλ, τῷ νεωτέρῳ δὲ Ἀβιά. οἳ οὐκ | |
20 | ἐπορεύθησαν ἐν ταῖς ὁδοῖς τοῦ πατρὸς αὐτῶν, ἀλλ’ ἐκκλίναντες δώρων τὸ δίκαιον προεδίδοσαν καὶ λήμ‐ μασι τὰς κρίσεις ἐδίκαζον. ὁ δὲ λαὸς διὰ ταῦτα πρὸς Σαμουὴλ ἀθροισθείς “ἐπεὶ μὴ οἷός τε εἶ” ἔφασαν “σὺ προεστάναι ἡμῶν διὰ γῆρας, ποίησον ἡμῖν βασι‐ | |
25 | λέα, ὃς καὶ τοῦ ἔθνους ἡγήσεται καὶ τοῖς ἐναντίοις ἀντιστρατεύσεται.” λυπουμένου δ’ ἐπὶ τούτοις τοῦ Σαμουὴλ εἶπε πρὸς αὐτὸν ὁ θεός “οὐ σὲ ἐξουθενή‐ κασιν ὁ λαός, ἀλλ’ ἐμέ. ἄκουσον τοίνυν αὐτῶν, καὶ ὃν ἂν ἀναδείξω σοι, εἰς βασιλέα χρῖσον αὐτόν.” | |
30 | συναθροίσας δὲ τοὺς Ἑβραίους ὁ Σαμουὴλ κατέθετο | 82 in vol. 1 |
1.83 | χειροτονήσειν αὐτοῖς βασιλέα, μεταμελήσειν δὲ προέ‐ φη αὐτοῖς καὶ αἰτεῖσθαι παρὰ θεοῦ μέλλειν τῶν βα‐ σιλέων ἀπαλλαγήν. οἱ δὲ ἐνέκειντο βασιλέα ζητοῦν‐ τες, καὶ ἠξίουν αὐτὸν μὴ φροντίζειν τῶν ἐσομένων. | |
5 | ὁ δὲ προφήτης “ἄπιτε νῦν” εἶπεν, “ὅταν δὲ μάθω τίνα δίδωσιν ὑμῖν ὁ θεὸς βασιλέα, μεταπέμψομαι ὑμᾶς.” Ἀνὴρ δέ τις Βενιαμίτης, Κὶς ὄνομα τῷ ἀνδρί, ὄνους ἀπολέσας, τὸν υἱὸν ὃς ἦν αὐτῷ μέγας τε καὶ | |
10 | ὡραῖος, κεκλημένος Σαούλ, εἰς ἀναζήτησιν τῶν ὄνων σὺν ἑνὶ τῶν δούλων ἀπέστειλεν. ὁ δὲ περιελθὼν καὶ ζητήσας καὶ μὴ εὑρών, εἰς Ἀρμαθαῒμ πρὸς τὸν Σαμουὴλ παραγέγονεν ἐρωτήσων περὶ τῶν ὄνων. δηλοῖ τοίνυν τῷ Σαμουὴλ ὁ θεὸς τοῦτον εἶναι ὃν | |
15 | βούλεται βασιλεῦσαι τοῦ λαοῦ τῶν Ἑβραίων. ἐρωτη‐ θεὶς οὖν περὶ τῶν ὄνων ὁ Σαμουὴλ σεσῶσθαι εἶπεν αὐτάς, καὶ ξενίσας τὸν Σαοὺλ προέπεμψεν ἕωθεν, καὶ ἔξω τοῦ ἄστεος σὺν αὐτῷ πορευθείς, μόνον τε ἰδίᾳ τὸν νεανίσκον ἀπολαβών, ἔλαιον καταχέει τῆς | |
20 | αὐτοῦ κεφαλῆς. καὶ φιλήσας αὐτόν “κέχρικέ σε κύριος ἄρχοντα” ἔφη “ἐπὶ τὸν λαὸν αὐτοῦ Ἰσραήλ, καὶ ἔστω σημεῖον τοῦ χρίσματος τὸ συναντῆσαί σοι περὶ τὸν τάφον Ῥαχὴλ ἄνδρας δύο τὴν εὕρεσιν τῶν ὄνων εὐαγγελιζομένους σοι.” καὶ ἄλλα δὲ σημεῖα τοῦ | |
25 | ἀληθεύειν εἶπεν αὐτῷ καὶ ὅτι προφητεύσει ἐν Γα‐ βαθᾶ γεγονὼς μετὰ τῶν ἐκεῖ προφητῶν, καὶ ἥξειν εἰς Γάλγαλα αὐτῷ ἐνετείλατο ἡνίκα μεταπεμφθῇ παρ’ αὐτοῦ. συνήθροισε δ’ ἔπειτα τὸν λαὸν καὶ κλή‐ ρους ἐκέλευσε βαλεῖν τὰς φυλάς, ἵν’ ἀναδειχθείη ἐκ | |
30 | ποίας ὁ βασιλεύσων ἔσται. ἔπεσεν οὖν ὁ κλῆρος εἰς τὴν Βενιαμίτιδα, εἶτα εἰς τὴν πατριὰν Ματταρί. | |
κατ’ ἄνδρα δὲ τῆς πατριᾶς κληρωθείσης, εἰς τὸν | 83 in vol. 1 | |
1.84 | Σαοὺλ ὁ κλῆρος ἔπεσεν. ὡς δὲ ζητούμενος οὐκ ἦν, μυεῖται ὁ Σαμουὴλ παρὰ τοῦ θεοῦ ὅπου ἐκέκρυπτο, καὶ ἀχθέντα ἔστησε μέσον. καὶ ἦν ὑπερωμίας καὶ πάντων ὑπερέχων κατὰ τὴν ἡλικίαν τοῦ σώματος. | |
5 | καὶ πρὸς τὸ πλῆθος ἔφησεν ὁ προφήτης “τοῦτον ἔχρισεν ὑμῖν εἰς βασιλέα ὁ κύριος, ᾧ οὐκ ἔστιν ὅμοιος ἐν πᾶσιν ὑμῖν.” ὁ δὲ λαὸς ἐπευφήμησε καὶ εἶπεν “ζήτω ὁ βασιλεύς.” οὕτω δὲ τῷ Σαοὺλ βασι‐ λεύσαντι πολλοὶ μὲν προσεῖχον ὡς βασιλεῖ καὶ κατὰ | |
10 | τὸ προσῆκον ἐτίμων αὐτόν, πολλοὶ δὲ κατεφρόνουν τε καὶ ἐχλεύαζον. Μετὰ δὲ μῆνα Νάας ὁ τῶν Ἀμμανιτῶν βασιλεὺς στρατεύει ἐπὶ Ἰαβεὶς Γαλαάδ, μὴ ἄλλως λέγων φεί‐ σασθαι τῶν ἀνδρῶν, εἰ μὴ δῶσιν αὐτῷ τὸν ἑκάστου | |
15 | ἐξελεῖν ὀφθαλμὸν δεξιόν. οἱ δὲ ἀνοχὴν ἐζήτησαν ἑπτὰ ἡμερῶν· καὶ λαβόντες πέμπουσιν ἀγγέλους εἰς Γαβαά. καὶ ἀκούσαντες οἱ ἐκεῖ τοὺς λόγους τοῦ Ἀμμανίτου ἐθρήνησαν· ὁ δὲ Σαοὺλ ἐθυμώθη σφόδρα, καὶ λαβὼν δύο βόας ἐμέλισεν αὐτοὺς καὶ ἀπέστειλεν | |
20 | εἰς πᾶν ὅριον Ἰσραήλ, ἀπειλῶν οὕτω θήσειν τοὺς μὴ κατὰ τῶν Ἀμμανιτῶν συνεκστρατεύσοντας αὐτῷ. συνδραμόντος δὲ τοῦ λαοῦ ἠρίθμησεν αὐτοὺς καὶ εὗρε μυριάδας ἑβδομήκοντα. καὶ ἐφήλατο πνεῦμα κυρίου ἐπὶ Σαούλ, καὶ προεφήτευσεν εἰπὼν ὡς | |
25 | αὔριον ἔσται τοῖς ἀνδράσιν Ἰαβεὶς σωτηρία. καὶ ἀναστὰς ἐπορεύθη αὐτός τε καὶ ὁ λαὸς δι’ ὅλης τῆς νυκτός, καὶ περὶ τὴν πρωινὴν φυλακὴν ἐπῆλθε τοῖς Ἀμμανίταις, τριχῇ τὸ στράτευμα διελών. καὶ κυκλω‐ σάμενος αὐτούς, πολλοὺς μὲν ἀπέκτεινε καὶ αὐτὸν | |
30 | τὸν βασιλέα Νάας, τοὺς δὲ περισωθέντας εἰς φυγὴν ἐτρέψατο· καὶ εἰς τὴν χώραν αὐτῶν ἐμβαλὼν καὶ | |
πλείστην λείαν λαβὼν λαμπρῶς ἐπανέζευξεν. οὐκέτι | 84 in vol. 1 | |
1.85 | γοῦν ἠδόξει παρά τισιν, ἀλλ’ ἐπ’ ἀνδρείᾳ διαβεβόητο καὶ τετίμητο καὶ τοῖς πρῴην αὐτὸν χλευάζουσι. συναγαγὼν δὲ αὖθις ὁ Σαμουὴλ τὸν λαὸν δὶς ἀνα‐ γορεύει τὸν Σαοὺλ βασιλέα, χρίσας τῷ ἐλαίῳ καὶ | |
5 | πάλιν αὐτόν. μετέπεσεν οὖν ἡ τῶν Ἑβραίων πολι‐ τεία εἰς βασιλείαν ἐξ ἀριστοκρατίας· ἐπὶ γὰρ Μωυ‐ σέως καὶ Ἰησοῦ ἀριστοκρατούμενοι ἦσαν, εἶτα ἐπ’ ἔτη δέκα καὶ ὀκτὼ ἄναρχοι διετέλεσαν, εἰσέπειτα δ’ ἤρχθησαν ὑπὸ τῶν καλουμένων κριτῶν, τῷ ἀρίστῳ | |
10 | περὶ τῶν ὅλων δικάζειν καὶ οἰκονομεῖν ἐπιτρέποντες. Τοῦ δὲ Σαμουὴλ ἐξορκίζοντος τὸν λαὸν εἰπεῖν εἴ τι ἄδικον εἰργάσατο εἰς αὐτούς, πάντες δικαίως αὐτὸν καὶ καλῶς προστῆναι τοῦ ἔθνους ἐβόησαν. ὁ δὲ αὐτοῖς ἀπεκρίνατο “ἴστε ὡς μεγάλως ἡμαρτήκατε | |
15 | βασιλέα ἑαυτοῖς αἰτησάμενοι, κἀκ τούτου παρωργί‐ σατε τὸν θεόν. ἔσται δὲ τοῦτο σημεῖον ὑμῖν τὸ θέρους ἐν ἀκμῇ χειμῶνα γενήσεσθαι.” καὶ κατὰ τὸν τοῦ προφήτου λόγον βρονταὶ καὶ ἀστραπαὶ γεγόνασι, κατηνέχθη τε χάλαζα, ὡς δέος ἐμπεσεῖν τῷ λαῷ καὶ | |
20 | ἱκετεύειν τὸν Σαμουὴλ ἱλεώσασθαι τὸν θεὸν αὐτοῖς ἁμαρτήσασι. Τῶν δὲ Παλαιστηνῶν τοὺς Ἑβραίους καταστρε‐ φόντων καὶ τὰ ὅπλα σφῶν ἀφαιρουμένων σιδήρῳ τε κεχρῆσθαι ἀπαγορευόντων, ὁ Σαοὺλ εἰς Γάλγαλα | |
25 | καταβὰς ἐπ’ ἐλευθερίᾳ τὸν λαὸν κατὰ τῶν Παλαιστη‐ νῶν διαναστῆναι ἠρέθιζεν. οἱ δ’ ηὐλαβοῦντο διὰ τὸ πλῆθος τῶν ἐναντίων. ὁ δὲ βασιλεὺς τὸν Σα‐ μουὴλ ἐκάλει πρὸς ἑαυτόν. καὶ ὃς μεθ’ ἡμέρας ἓξ παραγενέσθαι ὑπέσχετο, θύσειν τε τῇ ἑβδόμῃ, ἵν’ | |
30 | οὕτω τοῖς ἀλλοφύλοις συμμίξωσιν. ὁ δέ γε Σαοὺλ | 85 in vol. 1 |
1.86 | ὁρῶν τὸν λαὸν ὑπορρέοντα καὶ καταλιμπάνοντα αὐτόν, ἔθυσεν. ἀκούσας δὲ ἤδη προσιόντα τὸν Σα‐ μουήλ, ἐξῆλθε συναντήσων αὐτῷ. ὁ δὲ “τί τοῦτο ἐποίησας” ἔφη “παραβάς μου τὴν ἐντολήν; ἴσθι τοί‐ | |
5 | νυν ὡς οὐ στήσεταί σου ἡ βασιλεία, ἀλλὰ ζητήσει κύριος ἄνθρωπον κατὰ τὴν καρδίαν αὐτοῦ.” καὶ ἀνε‐ χώρησε Σαμουήλ, Σαοὺλ δὲ καὶ Ἰωνάθαν ὁ υἱὸς αὐτοῦ ἧκεν εἰς Γαβαὼ σὺν στρατιώταις ἑξακοσίοις. εἰς τρία δὲ διαιρεθέντες οἱ ἀλλόφυλοι τὴν χώραν τῶν | |
10 | Ἰσραηλιτῶν ἐληίζοντο. Σαοὺλ δὲ καὶ Ἰωνάθαν καὶ Ἀχιὰ ὁ ἀρχιερεὺς ἀφ’ ὕψους ὁρῶντες τὰ δρώμενα, καὶ ἀμῦναι δι’ ὀλιγανδρίαν μὴ σθένοντες, ἤχθοντο. ὁ δ’ Ἰωνάθαν μηδὲν εἰπὼν τῷ πατρὶ καταβὰς ἀπὸ τοῦ βουνοῦ σὺν μόνῳ τῷ ὁπλοφόρῳ αὐτοῦ “προσβάλ‐ | |
15 | λωμεν” ἔφη “τῇ τῶν ἀλλοφύλων παρεμβολῇ, καὶ εἰ μὲν εἴπωσιν ἡμῖν ἀπόστητε, οὐκ ἀναβησόμεθα πρὸς αὐτούς, εἰ δ’ ἀνάβητε πρὸς ἡμᾶς φήσουσι, σύνθημα νίκης τὸν λόγον νομιστέον ἡμῖν.” καὶ ὥρμησαν ἐπὶ τὸ τῶν πολεμίων στρατόπεδον. καὶ αὐτοῖς οἱ ἀλλόφυλοι | |
20 | “ἀνάβητε” ἔλεγον “πρὸς ἡμᾶς, καὶ γνωριοῦμεν ὑμῖν ῥῆμα.” τοῦτο θάρσος ἐνῆκε τῷ Ἰωνάθαν· καὶ ἀπο‐ στὰς ἐκεῖθεν, ἑτέρωθεν ἀνερπύσας μετὰ τοῦ ἑπομέ‐ νου αὐτῷ ἔπεισι τοῖς πολεμίοις ὑπνώττουσι. καὶ κτείνουσι μὲν ὡς εἴκοσι, τοῖς δὲ λοιποῖς δειλίαν ἐνέ‐ | |
25 | βαλον· οἳ θορυβούμενοί τε καὶ φεύγοντες ὑπ’ ἀλλή‐ λων διώλλυντο. ἰδὼν δὲ ταραττόμενον ὁ Σαοὺλ τὸ τῶν πολεμίων στρατόπεδον, καὶ ἀπόντα τὸν υἱὸν ἅμα τῷ ὁπλοφόρῳ κατανοήσας, προσβάλλει καὶ αὐτὸς τεταραγμένοις τοῖς ἐναντίοις· καὶ οἱ πρὶν δὲ διὰ | |
30 | φόβον κρυβέντες ἀναθαρσήσαντες τῷ βασιλεῖ προσ‐ ετίθεντο. καὶ διώκων τοὺς πολεμίους ἐκτίννυεν. | |
ἐπαρᾶται τοίνυν τοῖς ἑαυτοῦ, εἴ τις ἀποσχόμενος τοῦ | 86 in vol. 1 | |
1.87 | φονεύειν τοὺς ἐχθροὺς φάγοι, εἰ μὴ νὺξ αὐτοὺς παύσοι. ἐν δὲ τῷ διώκειν κατά τινα δρυμὸν ἦλθον, ἐν ᾧ μελισσὼν ἦν, καὶ λαβὼν ὁ Ἰωνάθαν κηρίον μέλιτος ἔφαγεν· οὐ γὰρ ἦν ἀκηκοὼς τῆς ἀρᾶς τοῦ | |
5 | πατρός. ἐπελθεῖν δὲ βουληθεὶς ὁ Σαοὺλ τῇ τῶν ἐναντίων παρεμβολῇ, ἠρώτα διὰ τοῦ ἀρχιερέως τὸν θεὸν εἰ δίδωσι νίκην. τοῦ δὲ θεοῦ μὴ δηλοῦντος, ἐζήτει τὸ αἴτιον, καί “ὄμνυμι” ἔφη “αὐτὸν τὸν θεὸν ἀποκτείνειν τὸν ἁμαρτόντα, κἂν Ἰωνάθαν εἴη ὁ παῖς | |
10 | ὁ ἐμός.” καὶ κληρωσαμένων ἐπὶ Ἰωνάθαν ὁ κλῆρος ἔπεσεν. ὁ δὲ περὶ ἁμαρτίας ἀνακρινόμενος οὐδὲν εἶπεν ἑαυτῷ συνειδέναι ἣ ὅτι χθὲς τὴν ἀρὰν ἀγνοή‐ σας ἐν τῷ διώκειν ἐγευσάμην κηρίου. ἀκούσας δὲ ὁ πατὴρ ἀποκτενεῖν αὐτὸν ὤμοσε. καὶ ὁ λαὸς ἀντώ‐ | |
15 | μοσε μὴ περιόψεσθαι τὸν αἴτιον τῆς νίκης ἀποθανού‐ μενον, καὶ ἐξαρπάσαντες αὐτὸν εὐχαῖς τὸν θεὸν ἐξι‐ λάσκοντο. διαφθείρας δὲ ὁ Σαοὺλ ὡσεὶ μυριάδας ἓξ τῶν Παλαιστηνῶν ἀνθυπέστρεψε. χειροῦται δὲ Ἀμ‐ μανίτας καὶ Μωαβίτας Παλαιστηνούς τε καὶ Ἰδου‐ | |
20 | μαίους καὶ Ἀμαληκίτας καὶ τὸν βασιλέα τῆς Σουβᾶ, καὶ ἐξείλετο τὸν Ἰσραὴλ ἐκ χειρὸς τῶν ἀλλοφύλων. ἦσαν δὲ τῷ Σαοὺλ υἱοὶ τρεῖς, Ἰωνάθαν καὶ Ἰσουὶ καὶ Μελχισουί, καὶ θυγατέρες δύο, Μερὸβ καὶ Μελ‐ χόλ· ἀρχιστράτηγον δὲ εἶχε τὸν Ἀβεννὴρ υἱὸν Νὴρ | |
25 | συγγενοῦς αὐτοῦ. Ἔφη δὲ Σαμουὴλ τῷ Σαοὺλ κελεύειν αὐτῷ τὸν θεὸν πατάξαι τὸν Ἀμαλήκ, καὶ κρατήσαντα μηδενὸς φείσασθαι, μὴ γυναικῶν, μὴ νηπίων, μὴ ὑποζυγίων, μὴ βοσκημάτων, ἐξαλεῖψαι δὲ τὸ ὄνομα αὐτοῦ ἐκ τῆς | |
30 | γῆς. καὶ ὁ Σαοὺλ τῷ Ἀμαλὴκ συμβαλὼν κατὰ κρά‐ | 87 in vol. 1 |
1.88 | τος νικᾷ καὶ κτείνει πάντας, χειροῦται δὲ καὶ τὸν βασιλέα τῆς χώρας Ἄγαγ ὠνομασμένον, καὶ οὐκ ἀπέκτεινεν, ἀγασθεὶς αὐτὸν διὰ κάλλος καὶ μέγεθος· καὶ τὰ τῶν βουκολίων καὶ ποιμνίων καὶ τῶν ἄλλων | |
5 | ἐξαίρετα περιεποιήσατο, ἀμνημονήσας τῆς θείας προσ‐ τάξεως. χρηματισθεὶς δὲ Σαμουὴλ παρὰ τοῦ θεοῦ, εἰπόντος μεταμεμελῆσθαι ὅτι ἐβασίλευσε τὸν Σαούλ, συνήντησε τῷ βασιλεῖ. ὁ δ’ εὐχαριστεῖν ἔλεγε τῷ θεῷ δόντι κράτος αὐτῷ κατὰ τῶν πολεμίων, καὶ | |
10 | πάντα δὲ τὰ κεκελευσμένα ποιῆσαι. καὶ ὁ προφήτης “βοῆς” εἶπεν “ἀκούω ὑποζυγίων καὶ βοσκημάτων ἄλλων. πόθεν ταῦτα;” Σαοὺλ δὲ τὸν λαὸν εἶπεν εἰς θυσίαν τετηρηκέναι αὐτὰ τῷ θεῷ, τοὺς δὲ Ἀμαληκί‐ τας πάντας ἐξαφανισθῆναι ἄτερ τοῦ βασιλέως αὐτῶν. | |
15 | πρὸς ταῦτα ὁ Σαμουήλ “ἐπεὶ τὰ κεκελευσμένα σοι” ἔφη “πρὸς θεοῦ παραβέβηκας, ἴσθι ὅτι τὴν βασιλείαν ἀφαιρεθήσῃ,” ὁ δὲ κατετίθετο ἁμαρτῆσαι, καὶ ἱλα‐ στήριον θῦσαι τὸν προφήτην ἱκέτευε. καὶ ὃς ὑπε‐ χώρει, Σαοὺλ δὲ τῆς διπλοΐδος ἐπιλαμβάνεται αὐτοῦ | |
20 | καὶ διαρρήσσει ταύτην βιαζόμενος αὐτὸν κατασχεῖν. καὶ ὁ προφήτης “οὕτως ἡ βασιλεία σου” ἔφη “διαρ‐ ρηχθήσεται καὶ δοθήσεται ἀνδρὶ δικαίῳ καὶ ἀγαθῷ.” δεομένου δ’ ἔτι τοῦ βασιλέως πείθεται, καὶ ἀχθῆναι τὸν Ἄγαγ αἰτεῖ, καὶ κτανθέντος ἐκείνου κελεύσει | |
25 | αὐτοῦ αὐτίκα εἰς Ἀρμαθαῒμ ὑποχωρεῖ. Καὶ αὐτῷ ἐντέλλεται ὁ θεὸς πρὸς Ἰεσσαὶ ἀπελ‐ θεῖν καὶ χρῖσαι τῷ ἐλαίῳ εἰς βασιλέα ἕνα τῶν ἐκεί‐ νου υἱῶν, ὃν ἂν δείξῃ αὐτῷ. καὶ ἀπελθὼν εἰς Βηθ‐ λεὲμ καὶ θύσας κέκληκε τὸν Ἰεσσαὶ καὶ τοὺς υἱοὺς | |
30 | αὐτοῦ. καὶ ἰδὼν τὸν πρωτότοκον μέγαν τε καὶ καλὸν ᾠήθη ἐπ’ αὐτῷ τὸν θεὸν εὐδοκεῖν. ὁ δὲ θεός “μὴ | |
ἐπιβλέψῃς” εἶπεν “ἐπὶ τὴν ὄψιν αὐτοῦ, μηδ’ εἰς τὸ | 88 in vol. 1 | |
1.89 | τοῦ σώματος μέγεθος· ἄνθρωπος μὲν γὰρ εἰς πρόσω‐ πον ὄψεται, ὁ δὲ θεὸς εἰς καρδίαν.” παρελθόντων δὲ καὶ τῶν ἄλλων παίδων τοῦ Ἰεσσαί, ἐπ’ οὐδενὶ εὐδόκησεν ὁ θεός. καὶ εἶπε Σαμουήλ “οὐκ ἐξελέξατο | |
5 | κύριος ἐν τούτοις, καὶ εἰ ἔστιν ἔτι λοιπός, παρελ‐ θέτω.” καὶ Ἰεσσαί “μικρὸς ἔτι περιλέλειπται” ἔφη “ποιμαίνων.” κληθῆναι οὖν αὐτὸν ὁ προφήτης ἐκέ‐ λευσεν. ὡς δ’ ἧκε κληθεὶς ὁ Δαβίδ, παῖς πυρράκης μετὰ κάλλους ὀφθαλμῶν καὶ τἄλλα καλός, τοῦτον | |
10 | εἶναι τὸν χρισθησόμενον δηλοῖ τῷ Σαμουὴλ ὁ θεός. καὶ λαβὼν ἐκεῖνος τὸ κέρας τοῦ ἐλαίου ἔχρισεν αὐτὸν ἐν μέσῳ τῶν ἀδελφῶν αὐτοῦ. καὶ ἀπῆλθεν εἰς Ἀρ‐ μαθαΐμ. πνεῦμα δὲ θεῖον ἐφήλατο ἐπὶ Δαβίδ, ἐκ δὲ Σαοὺλ ἀπέστη, καὶ πνεῦμα πονηρὸν μετῄει αὐτὸν | |
15 | συμπνῖγον καὶ κακοῦν τὸν ἄνδρα. ἔδοξεν οὖν παρί‐ στασθαί τινα τῷ βασιλεῖ εἰδότα ψάλλειν μετὰ κινύ‐ ρας, ἵν’ ὅτε προσπέσοι αὐτῷ τὸ δαιμόνιον ἐκταράτ‐ τον, ψάλλῃ ἐν τῇ κινύρᾳ καὶ κατευνάζῃ τὸν τάραχον. μεταπέμπεται τοίνυν ὡς τοιοῦτον τὸν Δαβίδ· καὶ | |
20 | ἠγαπήθη ὁ νεανίας σφόδρα παρὰ τοῦ βασιλέως, καὶ εἰς ὁπλοφόρον αὐτῷ ἐχρημάτισε. καὶ ἐν τῷ ἐπιέναι τῷ βασιλεῖ τὸ πνεῦμα τὸ πονηρὸν κατεπῇδεν αὐτοῦ, καὶ ἀφίστατο, καὶ εἰς ἑαυτὸν ὁ Σαοὺλ ἐπανήρχετο. Οἱ δ’ ἀλλόφυλοι κατὰ τῶν Ἰσραηλιτῶν ἐπεστρά‐ | |
25 | τευσαν, ἀντικατέστησαν δὲ αὐτοῖς καὶ οἱ ἐξ Ἰσραήλ. καὶ ἐν μεταιχμίῳ τῶν στρατευμάτων ἀμφοῖν ἀνήρ τις τῶν ἀλλοφύλων στάς, Γολιὰθ ἐκείνῳ τὸ ὄνομα, ἀνὴρ δυνατὸς καὶ πάντων ὑπερανεστηκώς, πήχεων γὰρ ἓξ καὶ σπιθαμῆς τὸ ὕψος αὐτῷ, καὶ ὁ θώραξ | |
30 | αὐτοῦ πεντακισχιλίων σίκλων εἷλκε σταθμόν, καὶ τὸ δόρυ αὐτοῦ ὡς ἀντίον ὑφαινόντων, καὶ ἡ λόγχη τοῦ | |
δόρατος σίκλων ἑξακοσίων, οὗτος ἐν μέσῳ στὰς ἀνε‐ | 89 in vol. 1 | |
1.90 | βόησε πρὸς τοὺς υἱοὺς Ἰσραήλ “καταβήτω τις ἐξ ὑμῶν καὶ ἀντικαταστήτω μοι· καὶ ἐὰν πατάξῃ με, δουλεύ‐ σομεν ὑμῖν, ἐὰν δὲ ἐγὼ καταβαλῶ αὐτόν, ἔσεσθε ἡμῖν εἰς δούλους.” καὶ τοῦτο ἐποίει ἐπὶ τεσσαρά‐ | |
5 | κοντα ἡμέρας. τοῦ δὲ Σαοὺλ τὸν Δαβὶδ πρὸς Ἰεσσαὶ ἀναπέμψαντος, ὁ πατὴρ αὐτὸν εἰς τὸ στρατόπεδον ἔσταλκε τοῖς στρατευομένοις τῶν ἀδελφῶν κομιοῦν‐ τα τὰ ἐπιτήδεια· τρεῖς γὰρ ἦσάν οἱ πρεσβύτεροι τῷ Σαοὺλ συνεπόμενοι. ἐλθόντος δὲ τοῦ Δαβὶδ πρὸς | |
10 | τοὺς ἀδελφούς, ὁ ἀλλόφυλος Γολιὰθ πάλιν, ὡς ἔθος αὐτῷ, εἰς μονομαχίαν προὐκαλεῖτο καὶ τοὺς Ἑβραίους ὠνείδιζεν ὅτι μηδεὶς αὐτῷ συμμίξαι θαρρεῖ. ἀκού‐ σας δὲ τῶν λόγων τούτων ὁ Δαβὶδ ἠγανάκτησε καὶ εἶπε πρὸς τοὺς παρόντας “ἐγὼ μονομαχήσω αὐτῷ.” | |
15 | ἀνηγγέλη τοῦτο τῷ βασιλεῖ, ὁ δὲ παραστάντι αὐτῷ τῷ Δαβίδ “οὐ δυνήσῃ” ἔφη “διὰ μάχης χωρῆσαι πρὸς τοῦτον τὸν ἀπερίτμητον· παῖς γὰρ σὺ ἔτι.” καὶ ὁ Δαβὶδ θαρρεῖν ἔλεγεν ἐπὶ τῷ θεῷ, ὃς αὐτὸν κατὰ τῆς ἄρκτου ἐνίσχυσε καὶ κατὰ τοῦ λέοντος, ἐπερχο‐ | |
20 | μένων τῇ ποίμνῃ καὶ θρέμματα ἁρπαζόντων, οὓς διῶξαι εἶπε καὶ τὰ μὲν ἡρπαγμένα ἐπανασώσασθαι, πατάξαι δὲ τοὺς θῆρας καὶ ἀνελεῖν. ἐπὶ τούτῳ ἔφη θαρρεῖν ὡς καὶ τὸν ἀλλόφυλον πατάξαι δώσει αὐτῷ καὶ ἐξελεῖν ὄνειδος ἐξ υἱῶν Ἰσραήλ. ὁ μὲν οὖν εἶπε | |
25 | ταῦτα, ὁ δὲ βασιλεὺς ἐπέτρεψέν οἱ πορεύεσθαι, καὶ περιέθετο τὰ οἰκεῖα ὅπλα αὐτῷ. καὶ ἦσαν ἄχθος αὐτῷ, καὶ ἀπεδύσατο ταῦτα, ἄρας δὲ τὴν βακτηρίαν καὶ πέντε λίθους ἐν τῷ καδίῳ ἐνθέμενος καὶ τὴν σφενδόνην φέρων ἐν τῇ χειρί, πρὸς τὸν ἀλλόφυλον | |
30 | ὥρμησεν. ὁ δὲ κατεγέλα αὐτοῦ καὶ ἐπυνθάνετο εἰ πρὸς κύνα τῇ βακτηρίᾳ καὶ τοῖς λίθοις πορεύεται. | |
καὶ ὁ Δαβὶδ καὶ χείρω κυνὸς ἡγεῖσθαι αὐτὸν ἀπεκρί‐ | 90 in vol. 1 | |
1.91 | νατο. ἐκεῖνος δὲ ὀργισθείς, καὶ μεγαλαυχήσας δώ‐ σειν τὰς σάρκας αὐτοῦ τοῖς πετεινοῖς τε καὶ τοῖς θηρσίν, ὥρμησεν ἐπ’ αὐτόν. ταχύνας δὲ ὁ Δαβὶδ καὶ λίθον τῇ σφενδόνῃ ἐνθέμενος ἐπὶ μέτωπον ἐπά‐ | |
5 | ταξε τὸν πολέμιον. καὶ ἦν ἡ πληγὴ κραταιά, καὶ ἔπεσεν ἐπὶ πρόσωπον ὁ ἀλλόφυλος. δραμὼν δὲ Δαβὶδ καὶ τὴν ἐκείνου ῥομφαίαν σπασάμενος ἀπο‐ τέμνει τὴν κεφαλὴν Γολιὰθ καὶ σκυλεύει τὰ ὅπλα αὐτοῦ. τοῦτο τοῖς ἀλλοφύλοις δειλίαν ἐνέβαλε, καὶ | |
10 | ἔκλιναν εἰς φυγήν. Σαοὺλ δὲ τὸ οἰκεῖον αὐτοῖς ἐπάγει στράτευμα φεύγουσι· καὶ κτείνεται τῶν Πα‐ λαιστηνῶν πλῆθος πολὺ καὶ πλείονες τραυματίζονται καὶ τὸ στρατόπεδον αὐτῶν διαρπάζεται. τὴν κεφα‐ λὴν δὲ Γολιὰθ προσάγει Δαβὶδ τῷ Σαούλ, τὴν δὲ | |
15 | ῥομφαίαν τῷ θεῷ ἀνατίθησιν. Ἐπανιούσης δὲ τῆς στρατιᾶς αἱ γυναῖκες συνήν‐ των αὐτοῖς καὶ χορεύουσαι χιλιάδας ὀλέσαι τὸν Σαοὺλ ᾖδον, αἱ δὲ παρθένοι μυριάδας τὸν Δαβὶδ ἀφανίσαι· ἀντῇδον. τοῦτο πρὸς φθόνον ἠρέθισε τὸν Σαούλ, | |
20 | φήσαντα “καὶ τί αὐτῷ ὑστερεῖ πλὴν ἡ βασιλεία;” καὶ ὑπεβλέπετο τὸν Δαβίδ. ἐπιπεσόντος δὲ τῷ Σαοὺλ πνεύματος πονηροῦ, καὶ τοῦ Δαβὶδ κατεπᾴδοντος ὡς ἔθος αὐτῷ, τὸ δόρυ ἔβαλε κατ’ αὐτοῦ ὁ Σαούλ· καὶ δὶς τοῦτο ἐποίησε. καὶ ὁ Δαβὶδ ἐξέκλινε· κύριος γὰρ | |
25 | ἦν μετ’ αὐτοῦ. δεδιὼς δὲ αὐτὸν ὁ βασιλεὺς χιλίαρ‐ χον ἐποιήσατο, ἵν’ εἰς τοὺς πολεμίους ἀπιὼν κινδυ‐ νεύσῃ. ὁ δὲ τῷ θεῷ συμμαχούμενος εὐωδοῦτο, καὶ ὁ λαὸς ἠγάπα αὐτόν, καὶ ἡ τοῦ βασιλέως θυγάτηρ Μελχὸλ ἤρα Δαβίδ. προσηγγέλθη οὖν ὁ ἔρως τῷ | |
30 | βασιλεῖ, καὶ ὃς εἰς λαβὴν ἐπιβουλῆς ἐχρᾶτο τῷ ἔρωτι. | 91 in vol. 1 |
1.92 | ἔφη γὰρ δώσειν αὐτῷ τὸ θυγάτριον, εἰ ἑκατὸν ἀκρο‐ βυστίας ἐνέγκοι αὐτῷ, οἰηθεὶς πεσεῖσθαι αὐτὸν τοῖς ἀλλοφύλοις μαχόμενον. τοῦτο μαθὼν ὁ Δαβὶδ ἐπο‐ ρεύθη μετὰ τῶν ὑπ’ αὐτόν, καὶ ἐπάταξεν ἐν τοῖς | |
5 | ἀλλοφύλοις καὶ ἤνεγκεν ἀκροβυστίας τῷ Σαοὺλ ἑκα‐ τόν. ὁ δὲ Ἰώσηπος οὐχ ἑκατὸν ἀκροβυστίας κομίσαι τὸν Δαβίδ, ἀλλὰ ἑξακοσίας κεφαλὰς ἀλλοφύλων. καὶ ζεύγνυσιν αὐτῷ τὴν ἑαυτοῦ θυγατέρα Μελχόλ. ὁρῶν δὲ τὸν Δαβὶδ καὶ τῷ θεῷ συμμαχούμενον καὶ τῷ | |
10 | πλήθει φιλούμενον, ἔτι μᾶλλον ἐδεδίει, καὶ ἐπεβού‐ λευεν αὐτῷ, καὶ κτανεῖν ἐπεχείρει. τῷ οὖν υἱῷ Ἰω‐ νάθαν καὶ τοῖς πιστοτάτοις τῶν οἰκετῶν τὴν ἀναί‐ ρεσιν αὐτοῦ ἐπιτάττει. Ἰωνάθαν δὲ φιλῶν τὸν Δαβὶδ δηλοῖ αὐτῷ τὸ ἐπίταγμα, καὶ φυλάττεσθαι | |
15 | παραινεῖ, καὶ ἐπαγγέλλεται διαλεχθήσεσθαι περὶ αὐτοῦ τῷ πατρὶ καὶ τὸ πᾶν ἐκφῆναι αὐτῷ. καὶ μέντοι καὶ διειλέχθη καὶ μετήνεγκε πρὸς πραότητα· μετα‐ βαλὼν γὰρ μηδὲν ἀδικήσειν ὤμοσε τὸν Δαβὶδ ὁ Σαούλ. Ἰωνάθαν δὲ ταῦτα δεδηλωκὼς τῷ Δαβίδ, | |
20 | εἰσάγει πρὸς τὸν βασιλέα αὐτόν, καὶ ἦν ὡς πρῴην αὐτῷ παραμένων. τῶν δὲ Παλαιστηνῶν κινηθέντων καὶ πάλιν καὶ τοῖς Ἑβραίοις ἐπιόντων, ἀντιταξόμενος αὐτοῖς παρὰ Σαοὺλ ὁ Δαβὶδ ἀποστέλλεται, καὶ μετὰ νίκης ἐπάνεισι. τοῖς δ’ εὐτυχήμασι τοῦ ἀνδρὸς καὶ | |
25 | ὁ κατ’ αὐτοῦ φθόνος συνηύξετο τῷ Σαούλ. καὶ τοῦ πονηροῦ πνεύματος αὖθις ἐπελθόντος αὐτῷ καὶ συμπνίγοντος παρῆν ὁ Δαβὶδ τὴν κινύραν κρούων καὶ κατεπᾴδων αὐτοῦ. ὁ Σαοὺλ δὲ τὸ δόρυ κατέχων ἠκόντισεν αὐτὸ κατὰ τοῦ Δαβίδ· ὁ δὲ προγνοὺς | |
30 | ἐξέκλινέ τε καὶ ἀνεχώρησεν. ἀπέστειλε δὲ Σαοὺλ νυκτὸς φύλακας εἰς τὸν οἶκον Δαβίδ, ἵνα μεθ’ ἡμέ‐ | |
ραν κτείνῃ αὐτόν. γνοῦσα δὲ τοῦτο Μελχὸλ ἡ γυνὴ | 92 in vol. 1 | |
1.93 | αὐτοῦ, διὰ θυρίδος τὸν ἄνδρα κατήγαγε· καὶ ἀπέδρα. ἕωθεν δὲ τοῦ Σαοὺλ πέμψαντος ἐπὶ τὸν Δαβίδ, ἡ Μελχὸλ τὴν κλίνην ἑτοιμάσασα ὥς τινος ἐν αὐτῇ κειμένου, καὶ τοῖς ἐπιβλήμασιν ὑποθεῖσα ἧπαρ | |
5 | αἰγὸς νεοσφαγοῦς, ὡς ἂν τῇ τούτου κινήσει τὸ ἐπί‐ βλημα σαλευόμενον δόκησιν παρέχῃ κεῖσθαι παρὰ τῇ κλίνῃ τινά, εἰσάγει τοὺς σταλέντας καὶ νοσεῖν τὸν ἄνδρα φησίν. οἱ δὲ ἀπήγγειλαν τῷ Σαούλ, καὶ ὃς ἐπὶ τῆς κλίνης αὐτὸν ἀχθῆναι διακελεύεται. ἀπελ‐ | |
10 | θόντες δὲ οἱ πεμφθέντες καὶ τῆς κλίνης ἀράμενοι τὸ ἐπίβλημα, τὸ τέχνασμα κατενόησαν καὶ τῷ βασιλεῖ κατηγγέλκασιν. οὕτω δὲ τὸν θάνατον ὁ Δαβὶδ ἐκφυ‐ γὼν τῷ Σαμουὴλ εἰς Ἀρμαθαῒμ προσελήλυθε καὶ σὺν ἐκείνῳ διῆγεν ἐν Ναβιὼθ εἰς Ῥαμά. πέμπει | |
15 | τοίνυν κἀκεῖ ὁ Σαοὺλ τοὺς ἄξοντας τὸν Δαβίδ. οἱ δ’ ἀπελθόντες καὶ προφητῶν ἐκκλησίαν εὑρόντες καὶ αὐτοὶ προεφήτευον. τοῦτο μαθὼν ὁ βασιλεὺς καὶ ἑτέρους πέμπει, κἀκείνων σχόντων ὁμοίως ἄλλους ἀπέστειλε, καὶ τῶν τρίτων δὲ κατόχων γεγονότων τῷ | |
20 | πνεύματι αὐτὸς ἐξώρμησεν ὑπ’ ὀργῆς, καὶ πλησιάσας προφητεύειν ἤρξατο καὶ αὐτός. ὅτε καὶ τὸ ᾀδόμενον οἱ ἐκεῖ παρόντες ἐφθέγξαντο τό “εἰ καὶ Σαοὺλ ἐν προφήταις;” ἐλθὼν δὲ ὅπου ἦν Σαμουήλ, ἔκφρων ὥσπερ γενόμενος καὶ τὴν ἐσθῆτα περιδυσάμενος γυ‐ | |
25 | μνὸς ἔκειτο δι’ ὅλης ἡμέρας τε καὶ νυκτός. Ὁ δὲ Δαβὶδ ἐκεῖθεν ἀπέδρα καὶ τῷ Ἰωνάθαν τὴν κατ’ αὐτοῦ τοῦ πατρὸς μεμήνυκεν ἐπιχείρησιν· ὁ δὲ ἠπίστει. ἠξίου δὲ ὁ Δαβὶδ αὐτὸν ἀπόπειραν ποιή‐ σασθαι τῆς γνώμης τῆς πατρικῆς καὶ ταύτην δηλῶ‐ | |
30 | σαι αὐτῷ ἔξω προσμενοῦντι τῆς πόλεως. προσαγα‐ | 93 in vol. 1 |
1.94 | γὼν οὖν λόγους ὁ Ἰωνάθαν τῷ πατρὶ περὶ τοῦ Δαβίδ, καὶ τὴν πατρικὴν προαίρεσιν ἐγνωκὼς διψῶσαν τὸν θάνατον τοῦ ἀνδρός, ἀπαγγέλλει πάντα αὐτῷ λάθρᾳ δι’ ἑαυτοῦ, καὶ σώζειν προτρέπεται ἑαυτόν. καὶ | |
5 | ὥρκισε τὸν Δαβὶδ μεμνῆσθαι αὐτοῦ, κἂν τύχῃ θανών, ἐνδείξασθαί τι χρηστὸν εἰς τοὺς ἐξ αὐτοῦ. ταῦτ’ εἰπὼν Ἰωνάθαν ὑπέστρεψε, Δαβὶδ δὲ φεύγων εἰς Ναβὰ παραγίνεται πρὸς Ἀβιμέλεχ τὸν ἀρχιερέα. ὁ δὲ πῶς μόνος ἥκει διεπυνθάνετο. κἀκεῖνος ἐντετάλθαι | |
10 | τι αὐτῷ παρὰ τοῦ βασιλέως εἶπεν ἀπόρρητον, “καὶ ἵνα μή τις γνῷ περὶ τούτου, μεμόνωμαι· ἐνταῦθα δέ μοι συνελθεῖν τοῖς παιδαρίοις ἐπέταξε.” ταῦτα εἰπὼν ἄρτους ᾔτησε. καὶ ὁ ἀρχιερεὺς μὴ ἔχειν εἶπεν ἄλλους ἢ τοὺς ἁγίους, καί “εἰ ἀπὸ γυναικὸς ἐφυλάξασθε, λά‐ | |
15 | βετε τούτους καὶ φάγετε.” ὁ δὲ καὶ ῥομφαίαν αὐτῷ δοθῆναι ἐζήτησε. μὴ ἔχειν μέντοι ὁ ἀρχιερεὺς ὅπλον ἕτερον ἀπεκρίνατο εἰ μὴ τὴν ῥομφαίαν τοῦ Γολιάθ, ἣν αὐτὸς ἀνέθετο τῷ θεῷ. καὶ ταῦτα λαβὼν ὁ Δαβὶδ εἰς Γὲθ ἀπελήλυθε πρὸς βασιλέα τῶν ἀλλοφύλων | |
20 | Ἀγχούς. καὶ γνωσθεὶς ὅστις εἴη καὶ φοβηθείς, μα‐ νίαν ὑπεκρίθη καὶ ὡς ἔκφρων ἐπορεύετό τε καὶ ἔπραττεν. οὕτω δ’ ἐκ τῶν ἀλλοφύλων διασωθεὶς εἰς τὴν Ἰούδα φυλὴν παραγίνεται, καὶ κρύπτεται εἰς τὸ σπήλαιον Ὀδολάμ. ἔνθα οἱ ἀδελφοὶ αὐτοῦ καὶ οἱ | |
25 | συγγενεῖς προσῆλθον αὐτῷ· εἶτα καὶ ἄλλοι ἐκεῖ συνερρύησαν, ὡς γενέσθαι πάντας περὶ τετρακοσίους. ἄπεισι δ’ ἐκεῖθεν εἰς Μωαβίτας, καὶ παρακαλεῖ τὸν βασιλέα Μωὰβ παροικῆσαι παρ’ αὐτῷ τοὺς γονεῖς αὐτοῦ ἕως ἂν εἴς τι τέλος ἥξει τὰ κατ’ αὐτόν. ὁ δὲ | |
30 | πείθεται καὶ προσδέχεται τὸν Ἰεσσαὶ καὶ τὸν οἶκον αὐτοῦ. καὶ ὁ Δαβὶδ εἰς τὴν γῆν ἐπορεύθη Ἰούδα, | |
τοῦτο Γὰδ τοῦ προφήτου κελεύσαντος. ὁ Σαοὺλ δὲ | 94 in vol. 1 | |
1.95 | μαθὼν ὅτι πλῆθος ἤθροισται πρὸς Δαβίδ, συγκαλε‐ σάμενος τοὺς φίλους ὠνείδιζεν αὐτοὺς ὡς ἐκείνῳ προστιθεμένους. δοῦλος δέ τις Σαοὺλ Σύρος τὸ γένος, Δωὴκ ὄνομα, παρατυχὼν ὅτε τοὺς ἄρτους ὁ | |
5 | ἀρχιερεὺς ἔδωκε τῷ Δαβὶδ καὶ τὴν ῥομφαίαν τοῦ Γολιάθ, παρεστηκὼς τότε αὐτῷ, ἀπήγγειλε τῷ βασι‐ λεῖ ὡς εἶδε τὸν Δαβὶδ παραγενόμενον πρὸς τὸν ἀρχιερέα καὶ ἐρωτῶντα δι’ αὐτοῦ τὸν θεὸν καὶ ἐπισι‐ τισμὸν λαβόντα καὶ τὴν ῥομφαίαν. μεταπεμψάμενος | |
10 | δὲ τὸν ἀρχιερέα ὁ βασιλεὺς ἐπενεκάλει αὐτῷ συνω‐ μοσίαν μετὰ Δαβίδ. καὶ προσέταξε τοῖς παρεστηκό‐ σιν αὐτῷ ὁπλίταις κτεῖναι τὸν ἀρχιερέα καὶ πᾶσαν τὴν γενεὰν αὐτοῦ· εὐλαβηθέντων δ’ ἐκείνων ἐπενεγ‐ κεῖν χεῖρα τοῖς τῷ θεῷ ἱερωμένοις, τῷ Δωὴκ ἐπιτάσ‐ | |
15 | σει τοὺς φόνους. καὶ ὃς ἀπέκτεινεν ἅπαντας τρια‐ κοσίους ὄντας καὶ πέντε, καὶ τὴν πόλιν αὐτῶν ἐπά‐ ταξεν, ἡβηδὸν ἅπαντας ἀνελών, οὐ γυναικῶν, οὐ νηπίων, οὐχ ἑτέρας ἡλικίας φεισάμενος. εἷς δὲ μόνος υἱὸς τοῦ ἀρχιερέως διέδρα τὸν θάνατον Ἀβιά‐ | |
20 | θαρ καλούμενος, ὃς φυγὼν πρὸς Δαβὶδ ἀπήγγειλε τὰ γενόμενα. Τῶν δὲ ἀλλοφύλων ἐμβεβληκότων εἰς Κεϊλὰ καὶ τὴν χώραν ληιζομένων, ὁ Δαβὶδ κελεύσαντος τοῦ θεοῦ ἐπῆλθεν αὐτοῖς μετὰ τῶν τετρακοσίων, καὶ | |
25 | ἐπάταξεν αὐτοὺς καὶ τὴν λείαν ἅπασαν ἐπανήγαγεν. Σαοὺλ δὲ στέλλει πλῆθος στρατιωτῶν αὐτὸν ἐκεῖ ἀναιρήσοντας. ὁ δὲ ἀπῆλθεν ἐκ Κεϊλὰ εἰς τὴν ἔρη‐ μον. καὶ Σαοὺλ οὐκ ἐπαύετο ζητῶν θανατῶσαι αὐτόν. Ἰωνάθαν δὲ ἥκει παρὰ τὸν Δαβὶδ καὶ παρε‐ | |
30 | θάρρυνεν αὐτὸν καὶ παρεκάλει ἐλπίδας ἔχειν χρη‐ στάς. ἐπεὶ δὲ Δαβὶδ ἐπὶ τὴν πέτραν κατέφυγε τὴν | |
ἐν τῇ ἐρήμῳ Μαάν, καὶ ὁ Σαοὺλ ἐπῆλθε μετὰ πλή‐ | 95 in vol. 1 | |
1.96 | θους πολλοῦ, ἐκινδύνευε ληφθῆναι Δαβίδ, εἰ μὴ ἄγγελος ἧκε τῷ Σαοὺλ ὡς ἀλλόφυλοι τῇ χώρᾳ ἐπέ‐ θεντο· καταλιπὼν γὰρ τὸν Δαβὶδ ἐπὶ τοὺς πολεμίους ἐξώρμησεν. εἶτα ἀπηγγέλη αὐτῷ ὡς ἐν τῇ ἐρήμῳ | |
5 | Γαδδὶ αὐλίζεται ὁ Δαβίδ, καὶ τρισχιλίους λαβὼν ἐπορεύετο. ἀπιὼν δὲ ὑπὸ τῆς γαστρὸς ἠνωχλήθη. καὶ ἦν τι σπήλαιον ἐκεῖ, ἐν ᾧ Δαβὶδ καὶ οἱ μετ’ αὐτοῦ ἐνδότερον κατεκρύπτοντο· τοῦτο εἰσέδυ Σαοὺλ εἰς ἀπόπατον. καὶ Δαβὶδ ἠρεθίζετο παρὰ τῶν μετ’ | |
10 | αὐτοῦ κτεῖναι Σαούλ. ὁ δὲ οὐκ ἐπείσθη, ἀλλὰ τὸ πτερύγιον τῆς διπλοΐδος αὐτοῦ λάθρᾳ ἐκτεμὼν ἔλαβε. καὶ ἐξελθόντος τοῦ βασιλέως προελήλυθεν ὁ Δαβὶδ καὶ ἐβόησεν ὀπίσω Σαούλ. καὶ ὁ βασιλεὺς ἀπεῖδε πρὸς τὴν φωνήν. καὶ προσεκύνησε Δαβὶδ καὶ εἶπε | |
15 | “μὴ πίστευε ταῖς διαβολαῖς. ἰδοὺ παρέδωκέ σε κύριος εἰς τὰς χεῖράς μου· ὅτε γὰρ ἐν τῷ σπηλαίῳ τὸ τῆς διπλοΐδος σου πτερύγιον ἀπέτεμον, ῥᾷον ἦν μοι καὶ ἀνελεῖν σε.” καὶ ἅμα τὸ τμῆμα αὐτῷ ὑπεδείκνυε καί “δικάσαι κύριος ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ” ἐξεβόησε. | |
20 | καὶ Σαοὺλ πρὸς ταῦτα κατανυγεὶς ἦρε τὴν φωνὴν αὐτοῦ καὶ κλαύσας ἔφη τῷ Δαβίδ “δίκαιος σύ· ἐγὼ μὲν γὰρ αἴτιός σοι κακῶν, σὺ δέ μοι ἀνταπέδωκας ἀγαθά. ὅθεν πείθομαι ὅτι βασιλέα σε Ἰσραὴλ τηρεῖ ὁ θεός. δὸς δή μοι πίστεις ὡς οὐκ ἐξολοθρεύσεις | |
25 | τὸν οἶκόν μου, ἀλλὰ διατηρήσεις τὸ γένος μου.” καὶ ὤμοσε Δαβὶδ τῷ Σαούλ, καὶ ἀπῆλθον ἀπ’ ἀλλήλων. Ἀπέθανε δὲ τότε καὶ Σαμουὴλ ὁ προφήτης, ἀνὴρ δίκαιος καὶ χρηστός· ὃς ἦρξε τοῦ Ἰσραὴλ μετὰ τὸν Ἠλεὶ μόνος μὲν ἔτη δώδεκα, μετὰ δὲ Σαοὺλ ὀκτω‐ | |
30 | καίδεκα. καὶ Δαβὶδ εἰς τὴν ἔρημον ἀπῆλθε Μαάν. | 96 in vol. 1 |
1.97 | καὶ ἀπέστειλε πρὸς Νάβαλ τὸν Καρμήλιον, πλού‐ σιον ἄνδρα, κείροντα τὰ ποίμνια αὐτοῦ, τοὺς προσε‐ ροῦντας αὐτῷ καὶ ἀξιώσοντας δοῦναι τοῖς μετ’ αὐτοῦ καὶ αὐτῷ, καθὼς ἂν προαιροῖτο, ἀνέπαφα τηρήσασι | |
5 | τὰ ποίμνια καὶ τοὺς ποιμένας αὐτοῦ. Νάβαλ δὲ σκλη‐ ρὸς τυγχάνων καὶ ἰταμός, ἀπανθρώπως τοῖς τοῦ Δα‐ βὶδ ἀπεκρίθη καὶ ἀναιδῶς “τίς ὁ Δαβίδ;” εἰπών “καὶ τίς ὁ υἱὸς Ἰεσσαί;” καὶ δραπέτην καλέσας αὐτόν. ἐπὶ τούτοις θυμοῦται Δαβίδ, καὶ ὤμοσεν ἐξολοθρεῦσαι | |
10 | τὰ τοῦ Νάβαλ πάντα, καὶ ἀπῄει πρὸς ἐκεῖνον σὺν τετρακοσίοις ὁπλίταις. ἡ δὲ τοῦ Νάβαλ γυνὴ συνετὴ οὖσα καὶ ὡραία, μαθοῦσα ὅπως τε Δαβὶδ προσεῖπε τῷ ἀνδρὶ αὐτῆς καὶ ὡς ἀσινῆ τὰ αὐτῶν συνετήρησε καὶ ὅσα τῷ Δαβὶδ ὁ Νάβαλ ἀπεκρίθη βλάσφημα, | |
15 | μηδὲν κοινωσαμένη τῷ οἰκείῳ ἀνδρί, λαβοῦσα ἐπὶ τῶν ὄνων ξένια παντοῖά τε καὶ πολλὰ πρὸς τὸν Δαβὶδ ἐπορεύετο. καὶ συναντήσασα τούτῳ προσεκύνησεν, ἐδεῖτό τε μὴ μνησικακῆσαι τῷ ἀνδρὶ αὐτῆς· εἶναι γὰρ ἐκείνῳ κατὰ τὴν κλῆσιν τὸ φρόνημα· ἀφροσύνην | |
20 | γὰρ ὁ Νάβαλ δηλοῖ· ἀφεῖναι δὲ τὴν ὀργὴν καὶ τὰ προσαγόμενα δέξασθαι. ὁ δὲ καὶ ἐπῄνεσε τὴν γυ‐ ναῖκα καὶ συγγνώμην νείμας ὑπέστρεψεν. ἐπανελ‐ θοῦσα δὲ ἡ γυνὴ πρὸς τὸν Νάβαλ τὴν τοῦ Δαβὶδ ἔφοδον ἐκείνῳ μεμήνυκε. καὶ ὃς δείματί τε καὶ λύπῃ | |
25 | κατασχεθεὶς οὐ πλείους τε τῶν δέκα ἐπιβιοὺς ἡμε‐ ρῶν ἀπέρρηξε τὴν ζωήν. καὶ τοῦτο μαθὼν ὁ Δαβὶδ ἀπέστειλε πρὸς Ἀβιγαίαν μνώμενος αὐτὴν ἑαυτῷ. ἡ δὲ οὐκ ἀξίαν εἶπεν ἑαυτὴν εἶναι πρὸς συνοίκησιν τοιούτῳ ἀνδρί, ὅμως μέντοι ἀπῆλθε· καὶ ἔλαβεν αὐ‐ | |
30 | τὴν εἰς γυναῖκα ὁ Δαβίδ. Ὁ δὲ Σαοὺλ ἐπεβούλευεν ἔτι αὐτῷ, καὶ μετὰ | |
τρισχιλίων λογάδων στρατοπεδεύεται παρὰ τὸν βου‐ | 97 in vol. 1 | |
1.98 | νὸν Ἐχελάτ, ὅπου διέτριβεν ὁ Δαβὶδ μετὰ τῶν σὺν αὐτῷ ἑξακοσίων ἀνδρῶν. νυκτὸς δὲ ἐπορεύθη Δα‐ βὶδ αὐτὸς καὶ Ἀμεσὰ εἰς τὴν παρεμβολὴν τοῦ Σαούλ, καὶ εἰσῆλθον ὅπου ἦν καθεύδων Σαούλ. καὶ τοῦ | |
5 | Ἀμεσὰ ἀνελεῖν ὡρμηκότος αὐτὸν οὐκ εἴασεν ὁ Δα‐ βίδ, τὸ δόρυ δὲ τοῦ βασιλέως καὶ τὸ ἀγγεῖον τοῦ ὕδατος λαβόντες ἐξῆλθον μή τινος αἰσθομένου, καὶ ταῦτα τοῦ Ἀβεννὴρ τοῦ ἄρχοντος τῆς δυνάμεως αὐτοῦ καὶ πολ‐ λῶν ἑτέρων κύκλῳ κειμένων τοῦ βασιλέως. ἀνελθὼν | |
10 | δὲ ἐπὶ τὸ ἄκρον τοῦ ὄρους Δαβὶδ ἐβόησε πρὸς τὸν Ἀβεννήρ “τί ὅτι οὐ φυλάσσεις τὸν βασιλέα; ἰδοὺ γὰρ εἰσῆλθόν τινες κτεῖναι αὐτόν, καὶ ὑμεῖς οὐκ ἐγνώ‐ κατε. ζήτησον οὖν τὸ δόρυ καὶ τὸν φακὸν τοῦ ὕδα‐ τος, καὶ εἴσῃ οἷος ὑμᾶς παρελήλυθε κίνδυνος.” ἐπι‐ | |
15 | γνοὺς δὲ τὴν φωνὴν Δαβὶδ ὁ Σαούλ, καὶ ὡς ἐφείσατο καὶ αὖθις αὐτοῦ δυνάμενος αὐτὸν ἀνελεῖν, ἁμαρτεῖν εἶπε καὶ μεματαιῶσθαι, καὶ ἠξίου θαρρεῖν αὐτὸν καὶ ἐπιστρέφειν εἰς τὸν οἶκον αὐτοῦ. ὁ δέ “κύριος” ἔφη “δῴη ἑκάστῳ κατὰ τὴν δικαιοσύνην αὐτοῦ καὶ κατὰ | |
20 | τὴν πίστιν αὐτοῦ.” καὶ ἀπῆλθε μετὰ τῶν σὺν αὐτῷ ἑξακοσίων Δαβὶδ πρὸς Ἀγχοὺς τὸν βασιλέα τῆς Γέθ, καὶ διῆγεν ἐκεῖ τέσσαρας μῆνας. τῶν δὲ Πα‐ λαιστηνῶν ἐπὶ τὸν Ἰσραὴλ ἐκστρατεῦσαι βουλομένων, ἔφη πρὸς Δαβὶδ ὁ Ἀγχούς “συνεξελεύσῃ μοι εἰς τὸν | |
25 | πόλεμον σὺ καὶ οἱ μετὰ σοῦ;” κἀκεῖνος προθύμως αὐτῷ συμμαχήσειν ὑπέσχετο. ἤδη δὲ τῶν ἀλλοφύ‐ λων προσελασάντων τῇ χώρᾳ τῶν Ἰσραηλιτῶν, ὁ Σαοὺλ τεθορύβητο καὶ τοῦ θεοῦ ἐπυνθάνετο εἰ μα‐ χήσεται. μὴ ἀποκρινομένου δέ, ἐγγαστρίμυθον ἐζή‐ | |
30 | τησε καὶ ἐπορεύθη πρὸς αὐτὴν μεταμφιασάμενος, ἵνα μὴ ὅστις εἴη ἐπιγνωσθῇ, καὶ ᾔτησεν ἀναχθῆναι αὐτῷ | |
τοῦ Σαμουὴλ τὴν ψυχήν. καὶ ἐπῳδαῖς τισιν ἀνα‐ | 98 in vol. 1 | |
1.99 | χθῆναι δοξάσῃ εἶπε Σαούλ “θλίβομαι σφόδρα ὅτι συνήχθησαν κατ’ ἐμοῦ οἱ ἀλλόφυλοι καὶ ὁ κύριος ἀφέστηκεν ἀπ’ ἐμοῦ.” τὸ δὲ τοῦ Σαμουὴλ φάν‐ τασμα ἀπεκρίθη ὡς “πεποίηκέ σοι ὁ κύριος ὅσα προ‐ | |
5 | μεμήνυκεν δι’ ἐμοῦ, καὶ ἀφαιρεῖταί σου τὴν βα‐ σιλείαν καὶ δίδωσιν αὐτὴν τῷ Δαβίδ, καὶ τὸν λαὸν ὑποτάσσει τοῖς πολεμίοις· σὺ δὲ καὶ οἱ υἱοί σου αὔ‐ ριον πεσεῖσθε.” καὶ ἐλυπήθη σφόδρα τούτων ἀκού‐ σας Σαοὺλ καὶ ἀπῆλθε. καὶ οἱ ἀλλόφυλοι ἐστρατοπε‐ | |
10 | δεύσαντο, καὶ Δαβὶδ καὶ οἱ μετ’ αὐτοῦ ἑξακόσιοι ὄπισθεν. τοῖς δὲ σατράπαις οὐκ ἤρεσκε συστρατεύ‐ εσθαι αὐτοῖς τὸν Δαβίδ, λέγουσι “μή τι κακὸν ἐρ‐ γάσηται εἰς ἡμᾶς τοῖς ὁμοφύλοις προσθέμενος ἐν τῷ πολέμῳ,” καὶ ἀποστρέφειν αὐτὸν ἠξίουν. καὶ ὁ | |
15 | Ἀγχοὺς τοῖς σατράπαις πειθόμενος ἀπελθεῖν ἐκέλευσε τῷ Δαβίδ. καὶ ὃς ἀπῆλθε μετὰ τῶν σὺν αὐτῷ, καὶ εὗρε τὴν Σικελάγ, ἣν δέδωκεν αὐτῷ Ἀγχοὺς εἰς κα‐ τοίκησιν, ἐμπεπυρισμένην, καὶ τὰς γυναῖκας ἑαυτοῦ ἀμφοτέρας καὶ ὅσοι ἦσαν ἐκεῖ αἰχμαλωτισθέντας παρὰ | |
20 | τῶν Ἀμαληκιτῶν. καὶ ἀνῴμωξεν ἐπὶ τούτῳ Δαβὶδ καὶ οἱ μετ’ αὐτοῦ, καὶ ἠρώτησε τὸν θεὸν διὰ τοῦ ἀρχιερέως Ἀβιάθαρ εἰ καταδιώξεται ὀπίσω αὐτῶν. ἐπιτρέψαντος δὲ τοῦ θεοῦ κατεδίωξε μετὰ τῶν τετρα‐ κοσίων, τοὺς δὲ διακοσίους ἐπὶ φυλακῇ τῶν σκευῶν | |
25 | καταλέλοιπε. καὶ εὑρὼν ἐσκεδασμένους αὐτοὺς ἐσθί‐ οντάς τε καὶ πίνοντας, καὶ αἰφνηδὸν αὐτοῖς ἐπιθέ‐ μενος, πλὴν τετρακοσίων ἐν δρομάσι πεφευγότων καμήλοις πάντας ἀπέκτεινε καὶ τὴν λείαν ἅπασαν διεσώσατο. ἀναστρέψαντες δὲ οἱ μετὰ Δαβὶδ τετρα‐ | |
30 | κόσιοι οὐκ ἤθελον συμμεριστὰς αὐτοῖς καὶ τοὺς δια‐ κοσίους γενέσθαι, ἀρκεῖσθαι δ’ ἠξίουν σεσωσμέναις | |
ταῖς ἑαυτῶν γυναιξίν. ἄδικον δὲ τὴν γνώμην ταύ‐ | 99 in vol. 1 | |
1.100 | την ἔκρινεν ὁ Δαβίδ, καὶ ἐπ’ ἴσης πᾶσι δεῖν μερισθῆ‐ ναι τὴν ὠφέλειαν ἀπεφήνατο. ὃ καὶ νόμος ἔκτοτε γέγονε, συμμερίζειν κελεύων τοῖς μαχομένοις τὰ λά‐ φυρα κατὰ τὸ ἴσον τοὺς τὰ σκεύη φυλάσσοντας. | |
5 | πολέμου δὲ συρραγέντος τοῖς Ἰσραηλίταις καὶ τοῖς Παλαιστηνοῖς, πλεῖστοι μὲν κτείνονται τῶν Ἑβραίων, καὶ οἱ τρεῖς δὲ παῖδες Σαοὺλ ἔπεσον, καὶ αὐτὸς Σα‐ οὺλ ἐτέτρωτο εἰς τὰ ὑποχόνδρια. καὶ γνοὺς καιρίως βε‐ βλημένος καὶ οὐ ζησόμενος, εἶπε τῷ ὁπλοφόρῳ αὐ‐ | |
10 | τοῦ ἐκκεντῆσαι αὐτόν, ἵνα μὴ ζῶν ἔτι τοῖς πολεμίοις ληφθῇ. τοῦ δὲ μὴ πειθομένου ποιῆσαι τὸ κελευόμε‐ νον, αὐτὸς ἐπέπεσεν ἐπὶ τὴν ῥομφαίαν αὐτοῦ καὶ ἀπέθανεν. καὶ ὁ ὁπλοφόρος αὐτοῦ ὡς εἶδε πεσόντα τὸν βασιλέα καὶ αὐτὸς ἀπέκτεινεν ἑαυτόν. τῇ δ’ | |
15 | ἐπαύριον σκυλεύοντες οἱ ἀλλόφυλοι τοὺς πεσόντας τῶν Ἰσραηλιτῶν ἐνέτυχον τοῖς νεκροῖς τοῦ Σαοὺλ καὶ τῶν παίδων αὐτοῦ ἐν τοῖς ὄρεσι Γελβουέ, καὶ ἐκτεμόντες τὰς κεφαλὰς αὐτῶν εἰς τὴν οἰκείαν ἔπεμ‐ ψαν χώραν, πανταχοῦ θεατρίζοντες ταύτας καὶ εὐ‐ | |
20 | αγγελιζόμενοι, καὶ τὰς πανοπλίας αὐτῶν ἀνέθεντο τοῖς οἰκείοις θεοῖς, τὰ δὲ σώματα ἀνεσταύρωσαν παρὰ τὸ τεῖχος Μεθσάμ, ἣ μετέπειτα ἐκλήθη Σκυθόπολις. τῶν δὲ τὴν πόλιν Ἰαβεὶς οἰκούντων ἐν Γαλαὰδ μα‐ θόντων ὅσα συνέπεσον τῷ Σαούλ, ἐξῆλθον οἱ δυνα‐ | |
25 | τώτατοι, καὶ δι’ ὅλης τῆς νυκτὸς συντείναντες τὴν πορείαν καθεῖλον τὰ σώματα Σαοὺλ καὶ Ἰωνάθαν, καὶ ἀπαγαγόντες εἰς Ἰαβεὶς ἔκαυσαν ταῦτα, καὶ τὰ ὀστᾶ συλλέξαντες ἔθαψαν. ἐβασίλευσε δὲ Σαοὺλ ζῶντος ἔτι τοῦ Σαμουὴλ ὀκτωκαίδεκα ἔτη, ἐκείνου | |
30 | δ’ ἀποθανόντος δύο καὶ εἴκοσιν. | 100 in vol. 1 |
1.101 | Ἄρτι δ’ ἐπανῆλθε Δαβὶδ ἐκ τῆς τῶν ἀλλοφύλων κοπῆς καί τις ἀνὴρ προσῆλθεν αὐτῷ ἀπαγγέλλων τὴν ἧτταν τῶν Ἰσραηλιτῶν καὶ τὸν θάνατον τοῦ Σαοὺλ καὶ τοῦ Ἰωνάθαν. ἀνακρινόμενος δὲ εἰ ἀληθῆ | |
5 | ἀπαγγέλλει, εἶπε καιρίαν πληγῆναι τὸν Σαούλ, καὶ μὴ οἷόν τε ὄντα δι’ ἀσθένειαν ἑαυτὸν ἀνελεῖν πα‐ ρακαλέσαι αὐτόν, ἵνα μὴ ζῶν τοῖς πολεμίοις ἁλῷ, ἐπιρρῶσαι αὐτῷ τὴν πληγὴν ἐπιπεσόντι τῇ ἰδίᾳ ῥομ‐ φαίᾳ· καὶ ποιῆσαι κατὰ τὸ ἐπίταγμα, καὶ τὸν βασι‐ | |
10 | λέα διαχειρίσασθαι. καὶ εἰς πίστιν τῶν λόγων προέ‐ τεινε τὸν ἐπὶ τῆς κεφαλῆς ἐκείνου βασίλειον στέφα‐ νον καὶ τὸν ἐπὶ τοῖς βραχίοσι χρυσόν, καὶ ἐδίδου Δαβίδ. ἐθρήνησεν οὖν Δαβὶδ καὶ οἱ μετ’ αὐτοῦ τὸν Σαοὺλ καὶ τὸν Ἰωνάθαν, τὸν δὲ τὸν Σαοὺλ ἀνε‐ | |
15 | λόντα ἐκόλασεν, ὅτι τῷ χριστῷ κυρίου τὴν χεῖρα ἐπή‐ νεγκε. καὶ μετὰ ταῦτα τοῦ θεοῦ κελεύσαντος εἰς Χεβρὼν ἀνέβη, πόλιν Ἰούδα, μετὰ ἀμφοῖν τῶν γυ‐ ναικῶν αὐτοῦ Ἀχινοὸμ καὶ Ἀβιγαίας, καὶ οἱ ἄνδρες οἱ μετ’ αὐτοῦ πανοικί· ἔνθα βασιλεὺς αἱρεῖται παρὰ | |
20 | τῆς Ἰούδα φυλῆς. εὐλόγησε δὲ Δαβὶδ τοὺς ἄνδρας Ἰαβεὶς ὡς θάψαντας τοὺς τοῦ Σαοὺλ καὶ τοῦ Ἰωνά‐ θαν νεκρούς. Ὁ δὲ τοῦ Σαοὺλ ἀρχιστράτηγος Ἀβεννὴρ λαβὼν τὸν περίλοιπον υἱὸν τοῦ κυρίου αὐτοῦ τὸν Ἰεβοσθέ, | |
25 | βασιλέα ἐπὶ πάντα τὸν Ἰσραήλ, τοῦ Ἰούδα χωρίς, ἀνηγόρευσεν. ἦν δὲ τεσσαράκοντα ἐτῶν, ὅτε ἐβα‐ σίλευσεν ὁ Ἰεβοσθέ, καὶ δύο ἔτη τῆς βασιλείας ἐκράτησεν. ὁ δὲ Ἀβεννὴρ δι’ ὀργῆς ἐποιεῖτο τὴν Ἰούδα φυλὴν ὡς βασιλεύσασαν τὸν Δαβίδ, καὶ ὥρ‐ | |
30 | μησε κατ’ αὐτῆς. ἀπήντησε δ’ αὐτῷ μετὰ δυνάμεως | 101 in vol. 1 |
1.102 | Ἰωάβ, ὃς ἦν τοῦ Δαβὶδ ἀρχιστράτηγος. καὶ πρῶτον μὲν δώδεκα ἐξ ἑκάστης ἐμονομάχησαν στρατιᾶς· πάν‐ των δὲ πεπτωκότων ἐκείνων, καὶ ἄμφω αἱ στρατιαὶ ἀλλήλαις προσέβαλον, καὶ ἡττήθησαν οἱ τοῦ Ἀβεν‐ | |
5 | νήρ. Ἀβεσὰ δὲ καὶ Ἀσαὴλ ἀδελφοὶ Ἰωάβ. ὁ δὲ Ἀσαὴλ ἐπὶ ποδῶν ὠκύτητι σεμνυνόμενος ἐδίωκεν ὄπισθεν Ἀβεννήρ. ὁ δὲ ἀναστρέφειν παρῄνει· ἐπεὶ δὲ μὴ ἔπειθε, πλήξας αὐτὸν ἐξόπισθεν καιρίως ἀπέ‐ κτεινε. τοῦ τεθνεῶτος δ’ οἱ σύγγονοι διὰ τὴν τοῦ | |
10 | ἀδελφοῦ σφαγὴν ὀργιζόμενοι μετέθεον τὸν Ἀβεννήρ. ἐκεῖνος δὲ στὰς ἐπὶ κορυφῆς ἑνὸς τῶν βουνῶν ἐβόησε πρὸς Ἰωὰβ λέγων “μὴ παρόξυνε πρὸς μάχην ἄνδρας ὁμοεθνεῖς· καὶ Ἀσαὴλ γὰρ ἡμάρτηκε μὴ πεισθείς μοι συμβουλεύοντι ἀναστρέφειν, κἀντεῦθεν τέτρωταί τε | |
15 | καὶ τέθνηκε.” παράκλησιν οὖν τοὺς λόγους τούτους ὁ Ἰωὰβ ἡγησάμενος ἀνακλητικὸν ἠχῆσαι κελεύει τὴν σάλπιγγα καὶ τὴν δίωξιν ἔστησεν. ἀρχὴν δ’ ἐξ ἐκεί‐ νου παρ’ Ἑβραίοις ἔλαβεν ὁ ἐμφύλιος πόλεμος, καὶ διέμεινεν ἐπὶ πλεῖστον, τῶν μὲν τοῦ Δαβὶδ κραται‐ | |
20 | ουμένων, ἀσθενούντων δέ γε τῶν τοῦ Σαούλ. Ἐτέχθησαν δὲ τῷ Δαβὶδ ἐν Χεβρὼν ὄντι ἐκ γυ‐ ναικῶν διαφόρων υἱοὶ ἕξ, ὧν ἦν πρωτότοκος ὁ Ἀμνών. τοῦ δὲ Ἀβεννὴρ παλλακῇ μιχθέντος Σαούλ, ἠγανά‐ κτησεν Ἰεβοσθὲ κατ’ αὐτοῦ διὰ τὴν παλλακὴν τοῦ | |
25 | πατρὸς αὐτοῦ. τοῦτο γέγονεν αἴτιον τοῦ προσρυῆναι τὸν Ἀβεννὴρ τῷ Δαβίδ. ὁ δὲ Δαβὶδ στείλας πρὸς τὸν Ἰεβοσθὲ τὴν ἰδίαν γυναῖκα ἐζήτει Μελχόλ. ὁ δὲ ἀποσπάσας αὐτὴν τοῦ ἀνδρός, ᾧ μετὰ τὴν φυγὴν τοῦ Δαβὶδ ἡρμόσατο αὐτὴν ὁ Σαούλ, ἀπέστειλε τῷ Δα‐ | |
30 | βίδ. Ἀβεννὴρ δὲ τοῖς γηραιοῖς τοῦ πλήθους τῶν Ἰσραηλιτῶν καὶ τοῖς ταξιάρχαις διαλεχθεὶς μεταθέ‐ | |
σθαι συνῄνεσε πρὸς Δαβίδ, τοῦτο καὶ πάντων προ‐ | 102 in vol. 1 | |
1.103 | θυμουμένων. τοῦτο δὲ ποιήσας ἧκε πρὸς τὸν Δαβὶδ ἐνόρκους πίστεις ληψόμενος. καὶ δεχθεὶς ἀσμένως, ἀπῄει συναθροίσων τὸ πλῆθος, ἵνα παρὰ πάντων ἀναρρηθῇ ὁ Δαβίδ. ἐλθὼν δὲ πρὸς Χεβρὼν Ἰωὰβ | |
5 | καὶ μαθὼν τὰ περὶ Ἀβεννήρ, δείσας μὴ ὑπερέξει ἐκεῖνος αὐτοῦ, κατεῖπε μὲν πολλὰ τοῦ ἀνδρὸς πρὸς Δαβίδ, μὴ πείθων δὲ στέλλει λάθρᾳ τὸν καλέσοντα τὸν Ἀβεννὴρ ὡς ἐκ τοῦ Δαβίδ· κἀκεῖνος ἀνέστρεψε. καὶ ὑπαντήσας αὐτῷ Ἰωάβ, καὶ ὥς τι μυστικώτερον | |
10 | αὐτῷ διαλεξόμενος πόρρω τῶν οἰκείων ἀπαγαγὼν αὐτὸν κτείνει, ξίφει πατάξας ὑπὸ λαγόνα. Δαβὶδ δὲ τοῦτο μαθὼν ἤλγησε σφόδρα καὶ τῷ τὸν ἄνδρα κτεί‐ ναντι κατηράσατο, καὶ ἐθρήνησε τὸν θανόντα καὶ φιλοτίμως ἐνεταφίασεν. Ἰεβοσθὲ δὲ μετὰ μικρὸν ἐπι‐ | |
15 | βουλευθεὶς ἐσφάγη κοιμώμενος. καὶ οἱ τοῦτον ἀνε‐ λόντες, δύο ὄντες, τὴν κεφαλὴν λαβόντες αὐτοῦ τῷ Δαβὶδ ἀπεκόμισαν. ὁ δὲ οὐ μόνον μὴ κεχαρισμένα πρᾶξαι αὐτῷ τοὺς ἄνδρας ἡγήσατο, ἀλλὰ καὶ ἀναι‐ ρεθῆναι προσέταξε, δίκας τοῦ φόνου πραττόμενος. | |
20 | εἶτα πᾶς Ἰσραὴλ πορεύεται πρὸς Δαβίδ, καὶ χρίουσιν αὐτὸν εἰς βασιλέα πασῶν τῶν φυλῶν. ἦν δὲ τρια‐ κονταέτης Δαβὶδ ὅτε ἐπὶ τὸν Ἰούδαν ἐβασίλευσεν, καὶ ἦρξεν ἐν Χεβρὼν τῆς τοῦ Ἰούδα μόνης φυλῆς ἐνιαυτοὺς ἑπτά, τριάκοντα δὲ καὶ τρεῖς τοῦ παντὸς | |
25 | Ἰσραήλ. Ἀπῆρε δ’ ἐκ Χεβρὼν αὐτὸς καὶ οἱ μετ’ αὐτοῦ, καὶ παραγέγονεν εἰς Ἱεροσόλυμα. κατῴκουν δὲ τότε τὴν πόλιν καὶ τὴν γῆν ἐκείνην Ἰεβουσαῖοι, ὅθεν Ἰεβοῦς ἐκαλεῖτο ἡ πόλις· Χαναναίοις δ’ ἦσαν κατὰ | |
30 | γένος προσήκοντες. οἳ τοὺς τυφλοὺς καὶ χωλοὺς καὶ | 103 in vol. 1 |
1.104 | ἄλλως πεπηρωμένους στήσαντες ἐπὶ τῶν ἐπάλξεων ἐπὶ χλεύῃ, μὴ παραχωρεῖν αὐτοὺς ἔλεγον τῷ Δαβὶδ τῆς εἰς τὴν πόλιν εἰσόδου. ὀργισθεὶς δὲ διὰ ταῦτα Δαβὶδ πολιορκίᾳ τὴν πόλιν εἷλε, καὶ τοὺς Ἰεβουσαί‐ | |
5 | ους ἐκεῖθεν ὠσάμενος καὶ ἀνοικοδομήσας αὐτὴν εἰς ὄνομα οἰκεῖον πόλιν Δαβὶδ ἐπωνόμασεν, ἐπὶ Ἀβραὰμ Σόλυμα καλουμένην. καὶ διέτριβεν ἐν αὐτῇ βασί‐ λεια δομησάμενος. ἐγένοντο δὲ ἔτι παῖδες αὐτῷ ἐκ γυναικῶν πλειόνων καὶ παλλακῶν. καὶ οἱ ἀλλόφυ‐ | |
10 | λοι ἐστράτευσαν κατὰ τοῦ Δαβίδ, ὁ δὲ τοῦ θεοῦ ἐπι‐ νεύσαντος ἔξεισι κατ’ αὐτῶν μετὰ τῆς ἑαυτοῦ στρα‐ τιᾶς καὶ νικᾷ. οἱ δὲ πολὺ πλείους συναθροισθέντες πάλιν ἐπῄεσαν. ἐρομένου δὲ καὶ αὖθις τὸν θεὸν τοῦ Δαβίδ, ἐν τοῖς ἄλσεσι τοῦ Κλαυθμῶνος προσέταξεν | |
15 | ὁ θεὸς αὐλίζεσθαι σὺν τῇ στρατιᾷ, καὶ μὴ ἄλλως προσβάλλειν τοῖς ἐναντίοις πρὶν ἂν τὰ ἄλση σαλεύε‐ σθαι ἄρξωνται. καὶ οὕτω ποιήσας τρέπει τοὺς πολε‐ μίους, καὶ ἄχρι τῶν ὁρίων αὐτῶν διώκων αὐτοὺς ἔκτεινε. μετὰ ταῦτα συνεκάλεσε Δαβὶδ τοὺς ἱερεῖς καὶ | |
20 | Λευίτας καὶ ἅπαντα τὸν λαὸν εἰς Καριαθιαρείμ. καὶ ἐπεβίβασαν οἱ ἱερεῖς τὴν κιβωτὸν κυρίου ἐφ’ ἅμαξαν καινήν, κατάγοντες αὐτὴν εἰς Ἱεροσόλυμα. καὶ ὁ λαὸς καὶ ὁ βασιλεὺς ᾖδον ἔμπροσθεν αὐτῆς πορευό‐ μενοι. ἀνατραπῆναι δὲ κινδυνευούσης τῆς κιβωτοῦ, | |
25 | Ὀζὰν ὁ υἱὸς τοῦ Ἀμιναδὰβ ἐκτείνας τὴν χεῖρα κατέσ‐ χεν αὐτὴν καὶ ἐπεστήριξε μὴ πεσεῖν. θνήσκει οὖν αὐτίκα, ὀργισθέντος τοῦ θεοῦ ὅτι ἥψατο τῆς κιβω‐ τοῦ, ἐπεὶ μὴ ἱέρωτο· καὶ ἐκλήθη ὁ τόπος ἐκεῖνος ἐν‐ τεῦθεν Διακοπή. καὶ ηὐλαβήθη Δαβὶδ εἰσαγαγεῖν | |
30 | εἰς τὴν πόλιν τὴν κιβωτόν, κατέθετο δὲ αὐτὴν εἰς τὸν οἶκον Ἀβεδδαρὰ Λευίτου ἀνδρός· καὶ ἦν ἐκεῖ | |
μῆνας τρεῖς, καὶ ἀπήλαυσεν ὁ οἶκος τοῦ ἀνδρὸς | 104 in vol. 1 | |
1.105 | ἐκείνου πολλῶν ἀγαθῶν. καὶ ἀκούσας Δαβὶδ μετε‐ κόμισεν ἐκεῖθεν τὴν κιβωτὸν εἰς τὴν πόλιν τὴν ἑαυ‐ τοῦ, ἑπτὰ χορῶν προαγόντων. καὶ αὐτὸς τὴν κινύ‐ ραν ἔκρουε καὶ ἐχόρευε παίζων. ἰδοῦσα δὲ αὐτὸν | |
5 | ὀρχούμενον καὶ σκιρτῶντα ἡ γυνὴ αὐτοῦ Μελχὸλ ἐμέμψατο αὐτῷ ὡς ἀσχημονοῦντι· ὁ δὲ οὐκ αἰδεῖσθαι εἶπεν, ἐπεὶ μὴ ἀσχημοσύνη ταῦτα, γινόμενα εἰς θεόν. εἰσήνεγκαν δὲ τὴν κιβωτὸν καὶ κατέθεντο εἰς τὴν σκηνὴν ἣν ἔπηξεν αὐτῇ ὁ Δαβίδ. εἶτα οἶκον | |
10 | δομήσασθαι τῇ κιβωτῷ ἠβουλήθη. καὶ ὁ θεὸς τῷ προφήτῃ Νάθαν ἐντέλλεται εἰπεῖν τῷ Δαβὶδ ὅτι “οὐ σὺ οἰκοδομήσεις μοι οἶκον, ἀλλ’ ὁ υἱός σου, ὃς σοῦ θανόντος τὴν βασιλείαν σου διαδέξεται.” ταῦτα τοῦ προφήτου τῷ Δαβὶδ ἀπαγγείλαντος ἐκεῖνος εἰς εὐχα‐ | |
15 | ριστίαν ἐτράπετο. καὶ μετὰ ταῦτα ἐπάταξε τοὺς ἀλ‐ λοφύλους καὶ κατετροπώσατο αὐτοὺς καὶ τοὺς συμ‐ μάχους αὐτῶν, καὶ τὴν Συρίαν ὑπόφορον ἐποιήσατο, φρουρὰν ἐν Δαμασκῷ καταστήσας. καὶ ἐν τῷ ἐπα‐ ναζευγνύειν ἐπάταξε τὴν Ἰδουμαίαν, καὶ ἐγένοντο | |
20 | πάντες Ἰδουμαῖοι δοῦλοι τῷ Δαβίδ. μνησθεὶς δὲ ὁ Δαβὶδ τῶν πρὸς Ἰωνάθαν τὸν τοῦ Σαοὺλ συνθηκῶν, ἐζήτησεν εἴ τις ἐκ τοῦ γένους τοῦ Σαοὺλ ὑπολέλει‐ πται· καὶ μαθὼν περιεῖναι τοῦ Ἰωνάθαν υἱὸν βε‐ βλαμμένον τοὺς πόδας, Μεμφιβοσθὲ κεκλημένον, | |
25 | μετεκαλέσατο αὐτὸν καὶ ἐχαρίσατο τὴν τοῦ πάππου πᾶσαν ὕπαρξιν τῷ ἀνδρί, καὶ ὁμοδίαιτον ἑαυτῷ διό‐ λου εἶναι ἐκέλευσε, καὶ τοὺς πατρῴους οἰκέτας αὐτῷ προσαπένειμεν· ὧν ἑνὶ Σιβὰ καλουμένῳ ἐπιτροπεύειν τῶν δεδωρημένων τῷ αὐτοῦ κυρίῳ ἐπέτρεψε καὶ | |
30 | προσάγειν ἐκείνῳ τὴν ἐκεῖθεν ὠφέλειαν. ὁ δὲ Μεμ‐ φιβοσθὲ ἐν Ἱεροσολύμοις ᾤκει καὶ συνειστιᾶτο τῷ | |
βασιλεῖ. | 105 in vol. 1 | |
1.106 | Κατὰ δὲ τὸν τότε χρόνον τέθνηκεν ὁ τῶν Ἀμμα‐ νιτῶν βασιλεύς, φίλος ὢν τῷ Δαβίδ, ἐπὶ υἱῷ Ἀν‐ νών, ὃς τὴν πατρικὴν ἀρχὴν διεδέξατο. ἔπεμψεν οὖν πρὸς Ἀννὼν ὁ Δαβὶδ τοὺς παρηγορήσοντας τὴν ἐπὶ | |
5 | τῷ πατρὶ λύπην αὐτοῦ καὶ τηρεῖν τὴν φιλίαν ἀπαγ‐ γελοῦντας καὶ ἐπ’ αὐτῷ τὸν Δαβίδ. ὁ δὲ κατασκό‐ πους εἶναι τοὺς πεμφθέντας ὑπειληφώς, ξυρήσας αὐ‐ τῶν παρὰ μέρος τοὺς πώγωνας καὶ περιτεμὼν τὰ ἡμίση τῶν ἐπωμίδων αὐτῶν, ἐξαπέστειλε τοὺς ἄν‐ | |
10 | δρας. οὓς οὕτω διακειμένους ἰδὼν ὁ Δαβὶδ τὸ τῆς στρατιᾶς ἀκμαιότατον τῷ ἀρχιστρατήγῳ δοὺς Ἰωὰβ κατὰ τῶν Ἀμμανιτῶν ἐξαπέστειλε. καὶ συμβαλὼν ἐκείνοις ὁ Ἰωὰβ αὐτούς τε καὶ τοὺς συμμάχους Σύ‐ ρους ἡττᾷ· καὶ τρέπονται εἰς φυγήν. οἱ δὲ καὶ πά‐ | |
15 | λιν συμμάχους προσειληφότες πρὸς πόλεμον ᾔεσαν. καὶ ὁ Δαβὶδ σὺν πάσῃ τῇ στρατιᾷ συμβαλὼν αὐτοῖς πολλοὺς μὲν ἀνεῖλεν, ὁ δ’ ἐξάρχων τῆς τῶν ἐναντίων δυνάμεως Σωβὰκ τρωθεὶς καιρίως ἐν τῷ πολέμῳ τέθνηκεν ἐκ τοῦ τραύματος. οἱ σύμμαχοι δὲ τῶν | |
20 | Ἀμμανιτῶν, Σύροι ὄντες ἐκ Μεσοποταμίας, ἑαυτοὺς παρέδωκαν τῷ Δαβίδ. αὖθις δὲ τὸν Ἰωὰβ ἐκπέπομφε κατὰ τῶν Ἀμμανιτῶν· ὃς συγκλείσας αὐτοὺς εἰς τὴν τῆς χώρας αὐτῶν μητρόπολιν ἐπολιόρκει. Δαβὶδ δὲ ἐν Ἱεροσολύμοις διάγων καὶ ἐκ τῶν | |
25 | βασιλείων ἰδὼν γυναῖκα κατ’ οἶκον λουομένην, Βηρ‐ σαβεὲ καλουμένην, ἠράσθη αὐτῆς. καὶ μεταστειλά‐ μενος τὴν γυναῖκα ἐμίγη αὐτῇ. συλλαβοῦσα δὲ τῷ βασιλεῖ τὸ πρᾶγμα ἐδήλωσεν. ὁ δὲ τὸν ἄνδρα αὐτῆς ἐκ τῆς πολιορκίας ἐκάλεσεν, Οὐρίαν ὠνομασμένον, | |
30 | καὶ ἐρωτήσας περὶ τῆς στρατιᾶς, καὶ ἐκ τοῦ δείπνου | 106 in vol. 1 |
1.107 | αὐτῷ παρασχών, εἰς τὸν οἶκον αὐτοῦ ἐκέλευσεν ἀπελ‐ θεῖν. ὁ δὲ οὐκ ἀπῆλθε, μὴ δίκαιον εἶναι φήσας τὸν στρατηγὸν καὶ τοὺς συστρατιώτας ταλαιπωρεῖσθαι ἐν τῇ παρεμβολῇ, αὐτὸν δὲ μετὰ τῆς γυναικὸς συνευ‐ | |
5 | νάζεσθαι. πάλιν δὲ τοῦ βασιλέως προτρεπομένου αὐτὸν οἴκαδε ἀπελθεῖν, καὶ δεξιωσαμένου αὐτὸν προπόσεσιν, ὡς καὶ εἰς μέθην σχεδὸν προαχθῆναι, ἐκεῖνος πρὸ τῶν θυρῶν τῶν βασιλείων κατέδαρθεν. ἀπέστειλεν οὖν πάλιν εἰς τὸ στρατόπεδον τὸν Οὐρίαν | |
10 | ὁ βασιλεύς, γραφὴν αὐτῷ ἐγχειρίσας πρὸς Ἰωὰβ ἐντελλομένην στῆσαι τὸν Οὐρίαν ἔνθα τῶν πολεμίων τὸ δυσμαχώτατον, καὶ ἀποστραφῆναι τοὺς σὺν αὐτῷ, μόνον λιπόντας ἐκεῖ, ἵν’ οὕτως ἀναιρεθῇ. καὶ γέ‐ γονε κατὰ τὸ τοῦ βασιλέως ἐπίταγμα, καὶ ὁ Οὐρίας | |
15 | ἀπέθανεν. ἡ δὲ γυνὴ αὐτοῦ ἐπένθησεν ἐπὶ τῷ ἀν‐ δρί, παυσαμένην δὲ τοῦ πένθους ὁ Δαβὶδ αὐτὴν ἔλα‐ βεν εἰς γυναῖκα· καὶ ἔτεκεν αὐτῷ υἱόν. ὁ δὲ θεὸς ὠργίσθη, καὶ τὸν Νάθαν ἔστειλε πρὸς Δαβίδ. ὁ δὲ πρὸς τὸν βασιλέα ἐλθὼν ἔφη “δύο ἦσαν ἄνδρες, ὁ | |
20 | μὲν ἔχων ποίμνια καὶ βουκόλια, ὁ δὲ μίαν ἀμνάδα ἐκέκτητο. ξενισθέντος δέ τινος τῷ πλουσίῳ, οὐκ ἐκ τῶν οἰκείων ἔθυσεν, ἀλλὰ τὴν μίαν λαβὼν ἀμνάδα τοῦ πένητος ἔσφαξε καὶ τὸν φίλον εἱστίασεν.” καὶ ὁ Δαβὶδ τὸν τοῦτο ποιήσαντα τὴν μὲν ἀμνάδα εἰς τε‐ | |
25 | τραπλοῦν ἀποδοῦναι, ἐκεῖνον δὲ θανεῖν κατεδίκασε. Νάθαν δέ “καθ’ ἑαυτοῦ τὴν ψῆφον” εἶπεν “ἤνεγκας, βασιλεῦ· σὺ γὰρ εἶ ὁ εἰργασμένος τουτὶ τὸ ἀνόμημα.” καὶ τὴν μοιχείαν αὐτῷ καὶ τὸν φόνον κατέλεγε, καὶ τὴν διὰ ταῦτα ὀργὴν τοῦ θεοῦ, καὶ ὅσα πείσεται | |
30 | προκατήγγειλε, θανεῖσθαι δὲ καὶ τὸν υἱὸν τὸν ἐκ τῆς μοιχείας αὐτῷ γεννηθέντα. ὁ δὲ Δαβίδ “ἡμάρτηκα | |
τῷ κυρίῳ” περιπαθῶς ἀνεβόησε, καὶ ὁ Νάθαν παρα‐ | 107 in vol. 1 | |
1.108 | βιβασθῆναι αὐτῷ παρὰ τοῦ θεοῦ τὸ ἁμάρτημα ἀπε‐ κρίνατο. ἐνόσει μετέπειτα ὁ ἐκ τῆς Βηρσαβεὲ γεννη‐ θείς. καὶ ἤλγει σφόδρα Δαβίδ, ἐφ’ ἡμέραν τε ἑβδό‐ μην ἀπόσιτος ἦν καὶ μελανειμονήσας, καὶ ἐπὶ σάκκου | |
5 | πεσὼν ἐδέετο τοῦ θεοῦ ὑπὲρ τῆς ζωῆς τοῦ παιδός. τῇ δ’ ἑβδόμῃ τέθνηκε μὲν ὁ παῖς, αὐτὸς δὲ τοῦτο μαθὼν ἐξανίσταται καὶ λουσάμενος καὶ μεταμφιασά‐ μενος τῷ θεῷ τε ηὐχαρίστησε καὶ τράπεζαν αὐτῷ ἑτοιμασθῆναι ἐκέλευσεν. ὡς δ’ ἐθαύμαζον ἐπὶ τοῖς | |
10 | γενομένοις οἱ τοῦ βασιλέως θεράποντες, ἐκεῖνος “ἔτι μὲν ζῶντος τοῦ παιδός” εἶπεν, “ἐλπίζων παρακληθή‐ σεσθαι τὸν θεὸν ἐταπείνουν ἑαυτὸν καὶ ἱκέτευον,” ἤδη δὲ θανόντος εἰς μάτην τὴν λύπην καὶ τὴν περὶ ἐκείνου γίνεσθαι δέησιν. ἔτι δὲ ἔτεκε Βηρσαβεὲ τῷ | |
15 | Δαβὶδ υἱόν, καὶ ἐκάλεσεν αὐτὸν Σολομῶντα. Ἰωὰβ δὲ πολιορκῶν τοὺς Ἀμμανίτας ἐν στενῷ κομιδῇ τὴν ἅλωσιν εἶχε τῆς πόλεως, καὶ δηλοῖ τοῦτο τῷ βασιλεῖ. ὁ δὲ ἀπῆλθεν ἐκεῖ καὶ τὴν πόλιν παρέ‐ λαβε καὶ εἰς διαρπαγὴν τῇ στρατιᾷ ἀφῆκεν αὐτήν, τὸν | |
20 | δὲ τοῦ βασιλέως αὐτῆς στέφανον αὐτὸς λαβὼν ἐφό‐ ρει, ἕλκοντα χρυσίου τάλαντον καὶ λίθον ἔχοντα τῶν πολυτίμων· τὸ δὲ τῆς πόλεως πλῆθος διέφθειρεν. οὕτως δὲ καὶ ταῖς ἄλλαις πόλεσι πεποίηκε τῶν Ἀμ‐ μανιτῶν, καὶ εἰς Ἱερουσαλὴμ ἐπανέζευξεν. | |
25 | Ἦν δὲ τῷ Δαβὶδ θυγάτηρ Θάμαρ ὠνομασμένη, ὁμομήτριος ἀδελφὴ τῷ Ἀβεσαλώμ· ταύτης ἤρα Ἀμνὼν ὁ πρωτότοκος υἱὸς τοῦ Δαβίδ, καὶ ἦν ὁ ἔρως πολὺς ὡς καὶ νοσῆσαι τὸν ἐρῶντα. ἀφικομένου δὲ τοῦ πα‐ τρὸς πρὸς ἐπίσκεψιν αὐτοῦ, ἠξίωσεν αὐτὸν παραγε‐ | |
30 | νέσθαι τὴν Θάμαρ εἰς ὑπηρεσίαν αὐτοῦ· ὁ δὲ κατέ‐ | 108 in vol. 1 |
1.109 | νευσεν. ἧκεν οὖν ἡ Θάμαρ καὶ ἡτοίμασεν αὐτῷ κολ‐ λυρίδας. ὁ δὲ πάντας ἐξέπεμψε, μόνην δὲ τὴν ἀδελ‐ φὴν ὑπηρετήσασθαι ἠξίου αὐτῷ. τῆς δὲ κόρης μό‐ νης περιλειφθείσης βιάζεται αὐτήν, καὶ διακορήσας | |
5 | αὐτὴν μῖσος αὐτίκα ἔσχεν ἀντίθετον τοῦ πρὶν ἔρω‐ τος, καὶ ἀπιέναι παραχρῆμα ἐκέλευε, καὶ κελεύει τῷ οἰκέτῃ αὐτὴν ἐκβαλεῖν. ἐκείνη δὲ διά τε τὴν βίαν καὶ τὴν ὕβριν περιαλγήσασα διαρρήγνυσι τὸν χιτῶνα, καὶ κόνιν καταπασσομένη τῆς κεφαλῆς ἐπορεύετο | |
10 | θρηνοῦσα. ὁ δὲ ἀδελφὸς Ἀβεσαλὼμ ἡσυχάσαι αὐτῇ συνεβούλευσεν, ἐμηνία δὲ τῷ Ἀμνὼν διὰ τὴν ἀδελ‐ φήν. ὁ δὲ βασιλεὺς μαθὼν τὸ συμβὰν ἤχθετο μέν, λυπῆσαι δὲ τὸν Ἀμνὼν οὐκ ἤθελεν, ὅτι πρωτότοκος ἦν αὐτῷ. διετηρίδος δὲ παρελθούσης κείρειν ἔμελ‐ | |
15 | λεν ἄρτι τὰ ἴδια ποίμνια ὁ Ἀβεσαλώμ, καὶ εἰς πότον τοὺς ἀδελφοὺς συνεκάλεσεν. ἐνετείλατο δὲ τοῖς ὑπη‐ ρετουμένοις αὐτῷ προχωροῦντος τοῦ πότου πατάξαι τὸν Ἀμνὼν καὶ ἀποκτεῖναι. καὶ ἐποίησαν οὕτως οἱ παῖδες Ἀβεσαλώμ. ἰδόντες δὲ οἱ λοιποὶ τοῦ βασι‐ | |
20 | λέως υἱοὶ τὸ γενόμενον ἔφυγον. φήμης δὲ προελθού‐ σης ὡς ἔκτεινε πάντας τοὺς τοῦ βασιλέως υἱοὺς ὁ Ἀβεσαλώμ, διέρρηξε τὴν ἐσθῆτα αὐτοῦ ὁ Δαβὶδ καὶ ἔπεσεν ἐπὶ τὴν γῆν θρηνῶν. ἐν τοσούτῳ δ’ ἥκασιν οἱ τοῦ βασιλέως υἱοὶ καὶ τὸν φόνον τοῦ Ἀμνὼν πεν‐ | |
25 | θοῦντες ἀπήγγειλαν. Ἀβεσαλὼμ δὲ ἀπέδρα πρὸς τὸν πάππον τὸν πρὸς μητρός, τὸν βασιλέα τῆς Γέθ, καὶ ἐπὶ τριετίαν ἦν διάγων ἐκεῖ. τῆς ὀργῆς δὲ τῷ χρόνῳ λω‐ φησάσης καταλλαγῆναι τὸν βασιλέα τῷ Ἀβεσαλὼμ ἐσοφίσατο ὁ Ἰωάβ. γύναιον γάρ τι παρεσκεύασεν ὡς | |
30 | πενθοῦν τῷ βασιλεῖ προσελθεῖν καὶ ἀποδύρεσθαι, ὅτι δύο παίδων ὄντων αὐτῇ, καὶ θατέρου τὸν ἕτερον | |
κτείναντος, οἱ συγγενεῖς ἀνελεῖν ζητοῦσι τὸν περιόντα | 109 in vol. 1 | |
1.110 | διὰ τὸν φόνον τοῦ ἀδελφοῦ· καὶ δέεσθαι τοῦ βασι‐ λέως χαρίσασθαι αὐτῇ τὴν τοῦ παιδὸς σωτηρίαν. ἡ μὲν οὖν προσελθοῦσα τῷ βασιλεῖ περιπαθῶς εἶπε ταῦτα, ὁ δὲ βασιλεὺς τὴν ζωὴν αὐτῇ χαρίσασθαι τοῦ | |
5 | παιδὸς ἐπηγγείλατο. καὶ ἡ γυνὴ χάριτας ὡμολόγει αὐτῷ· “ἵνα δ’ ἐχέγγυον εἴη μοι τῶν ὑπεσχημένων” εἶπε, “πρῶτος αὐτὸς τῷ οἰκείῳ υἱῷ διαλλάγηθι, καὶ μὴ τῷ φόνῳ τοῦ παρὰ γνώμην σου θανόντος υἱοῦ προσθήσεις ἑκούσιον ἕτερον.” συνῆκεν ὁ βασιλεὺς | |
10 | σκῆψιν εἶναι τοὺς λόγους τῆς γυναικός, καὶ τούτους σοφισθῆναι παρ’ Ἰωάβ, καὶ κατάγειν αὐτῷ ἐπέτρεψε τὸν Ἀβεσαλώμ. καὶ πορευθεὶς Ἰωὰβ ἤγαγεν αὐτὸν εἰς Ἱερουσαλήμ· εἰς ὄψιν δ’ ἐλθεῖν οὐ συγκεχώρητο τῷ πατρί. | |
15 | Μετὰ δὲ ταῦτα κατηλλάγη ὁ βασιλεὺς τῷ Ἀβε‐ σαλώμ, καὶ καλέσας αὐτὸν συγγνώμην αἰτήσαντι δέ‐ δωκε καὶ ἀμνηστίαν τοῦ ἁμαρτήματος ἐπηγγείλατο. ἵππους δὲ καὶ ἅρματα προσκτησάμενος ὁ Ἀβεσαλὼμ καὶ πολλοὺς ὀπαδούς, καθ’ ἑκάστην ἀπῄει πρὸς τὰ | |
20 | βασίλεια, καὶ πρὸς χάριν τοῖς πλήθεσιν ὁμιλῶν εὐ‐ νοεῖν αὐτῷ πολλοὺς παρεσκεύασεν. ἤδη δὲ τετραετίας παραρρυείσης μετὰ τὴν κάθοδον σκήπτεται θυσίας χάριν εἰς Χεβρὼν ἀπελθεῖν, ὡς εὐχὴν τοῦτο πεποιηκὼς τυγχάνων ἐν τῇ φυγῇ· καὶ ἀφείθη πρὸς τοῦ πατρός. | |
25 | ἀπελθὼν δὲ πρὸς πολλοὺς διεπέμψατο, καὶ πλεῖστοι πρὸς αὐτὸν συνερρύησαν, πρὸς δὲ τοῖς ἄλλοις καὶ Ἀχιτόφελ ὁ τοῦ πατρὸς αὐτοῦ σύμβουλος. καὶ ὑπὸ πάντων βασιλεὺς ἀνερρήθη. τοῦτο γνοὺς ὁ Δαβὶδ ἀπῆρε μετὰ τῶν περὶ αὐτὸν ἐξ Ἱερουσαλήμ· καὶ οἱ | |
30 | ἑξακόσιοι ἄνδρες οἱ ἐπὶ Σαοὺλ συνόντες αὐτῷ αὖθις αὐτῷ συνεξώρμησαν. ἠγγέλθη δὲ καὶ Ἀχιτόφελ προσ‐ | |
ρυεὶς τῷ Ἀβεσαλώμ· ὃ καὶ τὸν φόβον αὐτῷ μείζονα | 110 in vol. 1 | |
1.111 | καὶ πλείονα τὴν λύπην ἐποίησεν. ἐπεκαλεῖτο δὲ τὸν θεόν, καὶ τὴν κρίσιν ἐπὶ πᾶσιν ἐκείνῳ ἐπέτρεπε. Χουσὶ δ’ ἑταῖρος ὢν τοῦ Δαβίδ, κατὰ γνώμην αὐ‐ τοῦ ψευδαυτομολεῖ πρὸς Ἀβεσαλώμ. πρόσεισι δὲ τῷ | |
5 | Δαβὶδ ἀπιόντι ὁ δοῦλος τοῦ Μεμφιβοσθὲ Σιβά, ζεῦ‐ γος ἄγων ὄνων φερόντων τὰ ἐπιτήδεια, καὶ τοῦ δε‐ σπότου κατηγορῶν ὡς μείναντος ἐν Ἱεροσολύμοις καὶ προσδοκῶντος αὐτῷ τὴν βασιλείαν περιελεύσεσθαι, οἷα τοῦ πλήθους αἱρησομένου αὐτόν. ἠγανάκτησεν | |
10 | ἐπὶ τούτοις Δαβίδ, καὶ πάντα ὅσα τῷ Μεμφιβοσθὲ πρὶν ἐδωρήσατο τῷ Σιβὰ ἐχαρίσατο. εἶτα ἔπεισιν αὐτῷ κατὰ τὴν ὁδὸν Σεμεεί, ἀνὴρ ἐκ τῆς συγγενείας Σαούλ, καὶ λίθους κατὰ τοῦ βασιλέως ἠκόντιζε καὶ κατηρᾶτο αὐτῷ καὶ ἄνδρα αἱμάτων ὠνόμαζε καὶ πα‐ | |
15 | ράνομον. τῶν δὲ μετὰ Δαβὶδ ὁρμώντων ἀνελεῖν τὸν Σεμεεὶ ὁ βασιλεὺς οὐκ ἀφῆκεν, εἰπών “κύριος εἶπεν αὐτῷ ταῦτα ποιεῖν, ἄφετε αὐτόν.” καὶ ἐλθὼν εἰς τὸν Ἰορδάνην ἐκεῖ τοὺς μετ’ αὐτοῦ κεκοπιακότας ἀνέ‐ ψυξεν. | |
20 | Ἀβεσαλὼμ δὲ παραγενόμενος εἰς Ἱεροσόλυμα, ἐλθόντι πρὸς αὐτὸν τῷ Χουσὶ ἔφη “ἵνα τί ἑταῖρος ὢν τοῦ πατρός μου πρὸς ἐμὲ ἥκεις ἐκεῖνον λιπών;” ὁ δέ “τῷ ἐκλελεγμένῳ παρὰ θεοῦ συνέσομαι” εἶπε, “καὶ συνέψομαι τῷ ᾑρετισμένῳ παρὰ παντὸς τοῦ λαοῦ.” τί | |
25 | δὲ δεῖ πράττειν τὸν Ἀχιτόφελ ἤρετο ὁ Ἀβεσαλώμ. καὶ ὃς συνεβούλευσε ταῖς τοῦ πατρὸς μίσγεσθαι παλ‐ λακαῖς, ἵν’ οὕτω γνοῖεν πάντες ἄσπονδον εἶναί σοι τὴν ἔχθραν πρὸς τὸν πατέρα σου. καὶ ἐποίησε κατὰ τὴν συμβουλὴν ταύτην Ἀβεσαλώμ. αἰτήσαντος δὲ | |
30 | τοῦ Ἀχιτόφελ μυρίους ἄνδρας, ὡς ἂν αὐτίκα κατα‐ | 111 in vol. 1 |
1.112 | διώξῃ ὄπισθεν τοῦ βασιλέως Δαβὶδ καὶ τῶν μετ’ αὐτοῦ ἐκλελυμένων ὄντων ὑπὸ τοῦ κόπου, καὶ τὸν μὲν πατάξῃ, τοὺς δὲ ἐπιστρέψῃ, ὁ Ἀβεσαλὼμ ἠρώ‐ τησε τὸν Χουσὶ περὶ τῆς συμβουλῆς. ὁ δὲ οὐκ ἀγα‐ | |
5 | θὴν αὐτὴν ἀπεφήνατο, λέγων ὡς “οὐκ ἠγνόηταί σοι ἡ τοῦ πατρὸς καὶ τῶν μετ’ αὐτοῦ ἀνδρεία καὶ ἐμπει‐ ρία. δεῖν δὲ νομίζω ἐκ πάσης τῆς χώρας στρατιὰν συλλεξάμενον οὕτως αὐτόν σε κατὰ τοῦ πατρὸς ὁρ‐ μῆσαι καὶ στρατηγῆσαι τὸν πόλεμον, καὶ πάντως | |
10 | νικήσεις, πρὸς βραχεῖς μετὰ πολλῶν συρρηγνύμενος.” καὶ εἶπεν Ἀβεσαλὼμ καὶ οἱ σὺν αὐτῷ “ἀγαθὴ ἡ βουλὴ Χουσὶ ὑπὲρ τὴν βουλὴν Ἀχιτόφελ.” πάντα δὲ ταῦτα Χουσὶ τῷ Σαδὼκ καὶ τῷ Ἀβιάθαρ τοῖς ἱερεῦσι δη‐ λῶσαι τῷ Δαβὶδ ἐνετείλατο. οἱ δὲ ἐστάλκασι πρὸς | |
15 | Δαβὶδ ἄνδρας τοὺς γνωριοῦντας αὐτῷ τὰ γενόμενα. ἀπηγγέλη δὲ τῷ Ἀβεσαλὼμ περὶ τῶν ἀνδρῶν, καὶ κατεδίωκεν αὐτούς. ὃ γνόντες ἐκεῖνοι προσφεύγου‐ σιν ἐν οἰκίᾳ τινός, καὶ εἰς φρέαρ καταδύντες ἐκρύ‐ βησάν τε καὶ ἔλαθον, καὶ τῷ Δαβὶδ ἐκεῖθεν ἐξελ‐ | |
20 | θόντες τὰ μηνυθέντα ἀπήγγειλαν. ὁ δὲ νυκτὸς σὺν τοῖς μετ’ αὐτοῦ διέβη τὸν Ἰορδάνην. Ἀχιτόφελ μέν‐ τοι παρευδοκιμηθείς, καὶ γνοὺς ὅτι κακὰ συναντή‐ σεται τῷ Ἀβεσαλώμ, ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ καὶ ἀπήγξατο. | |
25 | Ἀριθμήσας δὲ τοὺς μετ’ αὐτοῦ ὁ Δαβὶδ τετρα‐ κισχιλίους εὗρε. καὶ εἰς τρεῖς διεῖλε μοίρας τὴν στρα‐ τιάν, ἑκάστῃ τε ἐπέστησε στρατηγόν· αὐτὸς δὲ συν‐ εκστρατεῦσαι παρὰ τῶν φίλων οὐ συγκεχώρητο, λε‐ γόντων ὡς εἰ μετ’ αὐτοῦ τραπεῖεν, πάσης ἐλπίδος | |
30 | ἐκπίπτουσιν, αὐτοῦ δὲ σωζομένου ἔτι σφίσιν ἐλπὶς περιλέλειπται. ἔπεμψεν οὖν τὸν λαὸν αὐτοῦ μαχη‐ | |
σόμενον, καὶ παρεκάλει φείσασθαι τοῦ Ἀβεσαλώμ, εἰ | 112 in vol. 1 | |
1.113 | νικήσειαν. μάχης δὲ συρραγείσης κρατοῦσιν οἱ τοῦ Δαβίδ, καὶ τὸν Ἀβεσαλὼμ ἐδίωκον φεύγοντα. φε‐ ρόμενος δ’ ἐφ’ ἡμιόνου, καὶ εἰς δρυμὸν εἰσελθών, δρυῒ μεγάλῃ τῆς τριχὸς αὐτοῦ ἐμπλακείσης, ἔτρεφε | |
5 | γὰρ τὴν κόμην σφόδρα πολλήν, ἀπῃώρητο τῆς δρυός· ἡ δ’ ἡμίονος παρελήλυθε. καί τις ἀνηρτημένον οὕτω τὸν Ἀβεσαλὼμ θεασάμενος καταμηνύει τῷ Ἰωάβ. ὁ δὲ βέλεσιν αὐτὸν τρισὶ κατὰ τῆς καρδίας βαλὼν ἐθα‐ νάτωσε, καὶ τὸν τὴν νίκην ἀπαγγελοῦντα τῷ βασι‐ | |
10 | λεῖ ἐξαπέστειλε. μηνυθείσης δὲ τῆς νίκης αὐτῷ, εἰ ζῇ ὁ υἱὸς ἐπυνθάνετο· ἀκούσας δὲ τεθνάναι αὐτόν, ἀπωδύρετο. ἐλθὼν δὲ πρὸς τὸν βασιλέα ὁ Ἰωὰβ ἔπει‐ σεν οἷς εἶπε παύσασθαι τοῦ θρηνεῖν· παυσάμενός τε καὶ τοῖς στρατιώταις ἐμφανισθεὶς ἐπῄνεσεν αὐτούς. | |
15 | πάντες δ’ ὡς πρὶν αὐτῷ ὑπετάγησαν. καὶ ἀπῆλθεν εἰς Ἱεροσόλυμα· ἀπιόντι δὲ συνήντησε Σεμεεὶ συγγνώ‐ μην αἰτῶν ἐφ’ οἷσπερ ἡμάρτηκεν. ὁ δὲ κἀκείνῳ τὴν ἁμαρτίαν ὤμοσεν ἀφιέναι καὶ πᾶσι τοῖς εἰς αὐτὸν πλημμελήσασιν. ἀπήντησε δὲ καὶ Μεμφιβοσθέ. καὶ | |
20 | ὁ βασιλεὺς τί δή ποτε μὴ τῆς φυγῆς αὐτῷ κεκοινώ‐ νηκεν ἤρετο. ὁ δὲ τούτου τὸν Σιβὰ αἰτιώτατον ἔλεγε, μὴ ἑτοιμάσαντά οἱ τὰ πρὸς τὴν ἔξοδον· αὐτὸν δὲ τὰς βάσεις ὄντα βεβλαμμένον μὴ οἷόν τ’ εἶναι συνέπεσθαι· τὸν δὲ καὶ προσδιαβαλεῖν αὐτὸν κα‐ | |
25 | κούργως καὶ καταψεύσασθαι. πρὸς ταῦτα Δαβὶδ καὶ συγγνώμην αὐτῷ παρεῖχε καὶ τὰ ἡμίση τῆς ὑποστά‐ σεως αὐτῷ ἀποκαταστῆναι ἐκέλευσε. Παραγενομένου δὲ τοῦ βασιλέως εἰς Γάλγαλα, συνήχθη ἐκεῖ πᾶς ὁ λαὸς Ἰσραήλ, αἰτιώμενοι τὴν | |
30 | Ἰούδα φυλὴν λάθρᾳ πρὸς αὐτὸν ἐλθοῦσαν. οἱ δὲ μὴ | 113 in vol. 1 |
1.114 | δεῖν κακίζειν αὐτοὺς ἔλεγον διὰ τοῦτο, οἰκείους ὄν‐ τας πρὸς γένος τῷ βασιλεῖ. τῷ δὲ λαῷ σκληρὸς ὁ λόγος οὗτος ἐφάνη. καί τις ἀνὴρ Βενιαμίτης στασιώ‐ δης καὶ πονηρός, Σαβεὲ κεκλημένος, “οὐκ ἔστι μερὶς | |
5 | ἡμῖν ἐν Δαβὶδ οὐδὲ κληρονομία ἐν τῷ υἱῷ Ἰεσσαί” ἀνεβόησε, καὶ σαλπίσας ἐν κέρατι ἀπέστησε πάντας ἀπὸ Δαβίδ, μόνης τῆς Ἰούδα φυλῆς παραμεινάσης αὐτῷ. ὁ βασιλεὺς δὲ στρατηγὸν τὸν Ἀμεσὰ προβα‐ λόμενος συλλέξαι στρατιὰν ἐκ τῆς Ἰούδα φυλῆς ἐξα‐ | |
10 | πέστειλε, καὶ μετὰ τρεῖς ἡμέρας ἐπανελθεῖν. χρονί‐ ζοντος δὲ τοῦ Ἀμεσά, τῷ Ἰωὰβ ἐγκελεύεται τὴν ἐκεῖσε παροῦσαν λαβόντα δύναμιν ἐξορμῆσαι κατὰ τοῦ Σα‐ βεέ, “ἵνα μὴ ὑπερτιθεμένων ἡμῶν” φησι “μᾶλλον ὁ ἐχθρὸς παρασκευασθῇ.” καὶ αὐτίκα ὁ Ἰωὰβ ἐχώρει | |
15 | πρὸς πόλεμον. ἀπιόντι δὲ μετὰ μεγάλης δυνάμεως συνηντήκει αὐτῷ Ἀμεσά· καὶ Ἰωάβ, προσιόντος αὐτῷ τοῦ Ἀμεσά, τὸ ξίφος ὃ περιέζωστο πεποίηκε τοῦ κου‐ λεοῦ ἐκπεσεῖν, καὶ ἦρε τοῦτο ἀπὸ τῆς γῆς, καὶ ἀσπά‐ σασθαι προσεγγίσας τῷ Ἀμεσὰ ὦσε κατὰ τῆς γα‐ | |
20 | στρὸς ἐκείνου τὴν μάχαιραν καὶ ἀπέκτεινε. προσλα‐ βόμενος δὲ καὶ τὸν ἐκείνου λαὸν τὸν Σαβεὲ κατεδίω‐ κεν· ὁ δὲ εἰς πόλιν κατέφυγεν ὀχυράν. καὶ ἐπολιόρκει τὴν πόλιν ὁ Ἰωάβ, καί τις ἀπὸ τοῦ τείχους γυνὴ συνετὴ ἐβόησε πρὸς αὐτόν “ἵνα τί καταβαλεῖν ἐθέ‐ | |
25 | λεις μητρόπολιν Ἰσραήλ;” ὁ δέ “διὰ τὸν Σαβεέ” ἀπε‐ κρίνατο. ἡ δὲ πρὸς τοὺς πολίτας ἐλθοῦσα πείθει τεμόντας τὴν κεφαλὴν Σαβεὲ ῥῖψαι εἰς τὸ στρατόπε‐ δον. καὶ τούτου γεγονότος ὁ Ἰωὰβ τὴν πολιορκίαν λύσας ἀπῆλθεν εἰς Ἱερουσαλήμ, καὶ ἀπεδείχθη πά‐ | |
30 | λιν πάσης τῆς δυνάμεως ἀρχιστράτηγος. Ἐγένετο δὲ μετὰ ταῦτα λιμὸς καὶ ἐπὶ ἔτη τρία | |
ἐπίεζε τὸν λαόν. ζητήσαντος δὲ τοῦ βασιλέως περὶ | 114 in vol. 1 | |
1.115 | τούτου, δεδήλωκεν ὁ θεὸς διὰ τοὺς Γαβαωνίτας γίνεσθαι τὸν λιμόν, καὶ δεῖν αὐτοὺς ἐκδικίας τυχεῖν ἀνθ’ ὧν ὁ Σαοὺλ ἀπέκτεινεν ἐξ αὐτῶν, μὴ τηρήσας τοὺς παρὰ Ἰησοῦ καὶ τῆς γερουσίας γεγονότας ὅρκους | |
5 | αὐτοῖς. ἐκάλεσεν οὖν τοὺς Γαβαωνίτας ὁ βασιλεύς, καὶ τί ἂν βούλοιντο γενέσθαι αὐτοῖς ἐπύθετο εἰς ἐξί‐ λασμα· οἱ δὲ ἑπτὰ ἄνδρας ᾔτησαν δοθῆναι αὐτοῖς ἐκ τοῦ οἴκου Σαούλ. καὶ ἔδωκεν αὐτοῖς ὁ βασιλεὺς τοὺς ἑπτὰ ἄνδρας, ὡς ᾔτησαν, τοῦ Μεμφιβοσθὲ φεισάμε‐ | |
10 | νος· οἱ δὲ λαβόντες τοὺς ἄνδρας ἀπέκτειναν. καὶ κατήνεγκεν ὁ θεὸς ἐπὶ τὴν γῆν ὑετόν. Πολέμου δὲ μετὰ ταῦτα γενομένου πρὸς ἀλλοφύ‐ λους ὁ Δαβὶδ μετὰ τῆς οἰκείας στρατιᾶς κατεδίωξε τοὺς πολεμίους. καὶ κατάκοπος γεγονὼς παρεῖτο | |
15 | ἐκλυθείς· καί τις τῶν ἐναντίων οὕτως ἔχοντα ἰδὼν ὥρμησε πατάξαι αὐτόν, Ἀβεσὰ δὲ ὁ ἀδελφὸς Ἰωὰβ ὑπερασπίσας τοῦ βασιλέως τὸν ἀλλόφυλον ἔκτεινε. καὶ διὰ τοῦτο ὤμοσαν οἱ περὶ Δαβὶδ μηκέτι παραχω‐ ρῆσαι εἰς πόλεμον αὐτὸν ἐξελθεῖν. καὶ πάλιν δὲ τῶν | |
20 | ἀλλοφύλων στρατευσαμένων στείλας ὁ βασιλεὺς στρα‐ τὸν ἐπ’ αὐτοὺς πολλοὺς μὲν κτανθῆναι πεποίηκε, τοὺς δὲ περιλειφθέντας φυγεῖν. διαλιπόντες δὲ μι‐ κρὸν οἱ ἀλλόφυλοι ἐπῆλθον ἔτι κατὰ τῆς χώρας τῶν Ἰσραηλιτῶν. καὶ ἦν παρ’ αὐτοῖς γιγαντιαῖος ἀνήρ, | |
25 | ἓξ δακτύλους ἔχων ἐν ἑκατέρᾳ χειρὶ καὶ ὁμοίως ἐν τοῖς ποσίν· ᾧ συμπλακεὶς ὁ Ἰωνάθαν ἀδελφιδοῦς τοῦ Δαβὶδ κατέβαλεν αὐτὸν καὶ ἐσκύλευσε καὶ ῥοπὴν πρὸς νίκην τοῖς ὁμοφύλοις παρέσχετο. οὐκέτι γοῦν προσέθεντο οἱ ἀλλόφυλοι τοῖς Ἑβραίοις μαχέσασθαι. | |
30 | Εἰρήνης δ’ ἔκτοτε τυχὼν ὁ Δαβὶδ ᾠδὰς συνέθετο | 115 in vol. 1 |
1.116 | πρὸς θεόν, καὶ ὄργανα κατασκευάσας μετ’ αὐτῶν ἐδίδαξε τοὺς Λευίτας τοὺς ὕμνους ᾄδειν. τοιαῦτα δ’ ἦσαν τὰ ὄργανα· ἡ μὲν κινύρα δεκάχορδος ἦν καὶ πλήκτρῳ ἐκρούετο, ἡ δὲ νάβλα δώδεκα φθόγγους | |
5 | ἔχουσα τοῖς δακτύλοις ἐπλήττετο· κύμβαλά τε ὑπῆρ‐ χον χάλκεα, μεγάλα τε καὶ πλατέα. ἦν δὲ περὶ τὸν Δαβὶδ καὶ σύστημα γενναίων ἀνδρῶν. οἱ δὲ τούτων ἐπισημότατοι τριάκοντα ἐτύγχανον καὶ ἑπτά, οἳ πολ‐ λάκις ἠρίστευσαν. καί ποτε ἀλλοφύλων ἐπὶ Βηθλεὲμ | |
10 | ἐστρατοπεδευκότων ὁ βασιλεὺς ἐκ τοῦ ἐν Βηθλεὲμ φρέατος ὕδωρ πιεῖν ἐπεθύμησε. καὶ τρεῖς ἐκ τῶν περὶ αὐτὸν ἀνδρείων δραμόντες καὶ μέσην τὴν τῶν ἐναντίων διελθόντες παρεμβολὴν ὑδρεύσαντο ἐξ ἐκεί‐ νου τοῦ φρέατος, καὶ αὖθις διὰ τῶν πολεμίων διελ‐ | |
15 | θόντες καταπλαγέντων τὸ θράσος αὐτῶν καὶ ἠρε‐ μούντων, τῷ βασιλεῖ τὸ ὕδωρ προσκεκομίκασιν. ὁ δέ “ἵλεώς μοι κύριος” εἶπεν, “οὐ πίομαι τοῦτο, αἵ‐ ματι τῶν ἀνδρῶν καὶ κινδύνῳ τῶν ψυχῶν αὐτῶν κομισθέν.” οὐκ ἔπιεν οὖν, ἀλλ’ ἔσπεισεν αὐτὸ τῷ | |
20 | θεῷ. Ἀπαριθμῆσαι δὲ τὸν λαὸν ἅπαντα βουληθεὶς ἐκέ‐ λευσε τῷ Ἰωὰβ ποιῆσαι τὴν ἀπαρίθμησιν. τοῦ δὲ μὴ ἐπαινέσαντος τὴν βουλὴν καὶ τὴν πρᾶξιν οὐκ ἀγαθὴν λέγοντος, ὁ βασιλεὺς οὐκ ἐπείθετο. καὶ ἀπῆλθεν | |
25 | Ἰωὰβ καὶ ἠρίθμησε τὸν λαόν, καὶ ἦν ὁ ἀριθμὸς Ἰσ‐ ραὴλ ὀκτακοσίων χιλιάδων ἀνδρῶν δυνάμεως σπω‐ μένων ῥομφαίαν, καὶ πεντακοσίων χιλιάδων ἀνδρῶν μαχητῶν τῶν ἐξ Ἰούδα φυλῆς. εἶτα μετεμέλετο ὁ Δαβὶδ καὶ ὡμολόγει ἡμαρτηκέναι. Γὰδ δὲ ὁ προφή‐ | |
30 | της κελεύσαντος τοῦ θεοῦ ἐπορεύθη πρὸς τὸν Δαβὶδ καί φησιν “ἐκ τριῶν τούτων ἔκλεξαι ὃ πρὸς βουλῆς | |
σοί ἐστι, πότερον αἱρῇ ἐπὶ ἔτη ἑπτὰ λιμὸν ἔσεσθαί | 116 in vol. 1 | |
1.117 | σοι κατὰ τὴν χώραν, ἢ τρεῖς μῆνας ὑπὸ πολεμίων διώκεσθαι, ἢ θάνατον ἐπὶ τρεῖς ἡμέρας ἐνσκῆψαί σου τῷ λαῷ.” ὁ δέ “στενά μοι πάντοθεν” ἔφη, “ἀλλὰ βέλτιόν μοι εἰς τὰς χεῖρας τοῦ θεοῦ ἐμπεσεῖν.” καὶ | |
5 | ἐπῆλθε θάνατος τῷ λαῷ πρωίθεν ἕως ὥρας ἀρίστου, καὶ ἀπέθανον ἐκ παντὸς τοῦ λαοῦ χιλιάδες ἑβδομή‐ κοντα. καὶ Δαβὶδ ἱκέτευε τὸν θεόν. καὶ ὁ ὀλοθρεύων ἄγγελος τὸν λαὸν ἐξέτεινε τὴν χεῖρα αὐτοῦ ἐπὶ Ἱερου‐ σαλήμ. εἶπεν οὖν ὁ βασιλεύς “ἐγὼ ἡμάρτηκα, κύριε, | |
10 | ὁ ποιμήν, τὰ δὲ ποίμνια ὁ λαὸς οὐχ ἡμάρτοσαν· ἐγώ εἰμι κολάσεως ἄξιος καὶ οὐχ οὗτοι.” δυσωπηθεὶς δὲ τὴν τοῦ βασιλέως κατάνυξιν ὁ θεὸς ἔπαυσε τὴν φθο‐ ράν, καὶ διὰ τοῦ προφήτου Γὰδ ἐν τῇ ἅλωνι τοῦ Ἰεβουσαίου Ὀρνᾶ θυσιαστήριον ἐκέλευσε πήξασθαι | |
15 | καὶ θῦσαι ἐκεῖ. καὶ ἐποίησεν οὕτως Δαβίδ, ὠνησά‐ μενος τὴν ἅλω ἐκ τοῦ Ὀρνᾶ. ὡς δὲ Ἰώσηπος ἔγρα‐ ψεν, ἐν ἐκείνῳ τῷ τόπῳ λέγεται ἀγαγεῖν Ἀβραὰμ τὸν Ἰσαὰκ ὥστε ὁλοκαυτῶσαι αὐτόν. ἠβούλετο δὲ καὶ ναὸν οἰκοδομῆσαι Δαβὶδ ἐκεῖ τῷ θεῷ, ἀλλ’ ἀπείρχθη | |
20 | πρὸς θεοῦ. Πρεσβύτης δὲ σφόδρα γενόμενος ὁ Δαβὶδ δύσ‐ ριγος ὑπὸ τοῦ γήρως ἐτύγχανε. διὸ νεάνιδα ἐξελέ‐ ξαντο· Ἀβισὰκ ὄνομα αὐτῇ· καὶ ἦν ἡ κόρη συγκοιτα‐ ζομένη τῷ βασιλεῖ καὶ θάλπουσα αὐτόν. καὶ οὐκ ἔγνω | |
25 | αὐτήν· ἀφροδισιάζειν γὰρ διὰ γῆρας οὐκ ἠδύνατο. Ἀδωνίας δὲ τέταρτος ὢν ἐν τοῖς τοῦ βασιλέως υἱοῖς, ὡραῖος πάνυ, ὁρῶν τὸν πατέρα γεγηρακότα, τῆς βα‐ σιλείας ἀντεποιεῖτο, συναντιλαμβανομένου αὐτῷ Ἰωὰβ τοῦ ἀρχιστρατήγου καὶ Ἀβιάθαρ τοῦ ἀρχιερέως. καί | |
30 | ποτε θυσίαν δαψιλῆ παρασκευασάμενος τοὺς ἀδελ‐ φοὺς συνεκάλεσε καὶ τοὺς προέχοντας τῆς Ἰούδα φυ‐ | |
λῆς καὶ Ἀβιάθαρ καὶ Ἰωάβ· Σολομῶντα δὲ καὶ τὸν | 117 in vol. 1 | |
1.118 | προφήτην Νάθαν καὶ Βαναίαν τὸν ἄρχοντα τῶν σω‐ ματοφυλάκων οὐ κέκληκεν. εἶπεν οὖν πρὸς Βηρσα‐ βεὲ Νάθαν “ἀκήκοας ὅτι ἐβασίλευσεν Ἀδωνίας;” ἡ δὲ πρὸς τὸν βασιλέα εἰσελθοῦσα “σὺ ὤμοσας” εἶπε, “κύ‐ | |
5 | ριέ μου βασιλεῦ, ὡς Σολομὼν ὁ υἱός σου βασιλεύσει μετὰ σέ, καὶ ἰδοὺ ἐβασίλευσεν Ἀδωνίας, σὺ δὲ ἠγνό‐ ηκας.” ἔτι ταῦτα λεγούσης Βηρσαβεὲ καὶ ὁ προφή‐ της Νάθαν εἰσελθὼν ἠρώτα τὸν βασιλέα εἰ κατὰ γνώ‐ μην αὐτοῦ βεβασίλευκεν Ἀδωνίας. ὁ δὲ τὸν θεὸν | |
10 | ὤμοσεν ὡς “σήμερον βασιλεὺς ἔσται ὁ Σολομών.” καλέσας δὲ τὸν ἀρχιερέα Σαδὼκ καὶ Βαναίαν κελεύει συμπαρειληφότας τὸν προφήτην καὶ τοὺς περὶ τὴν αὐλὴν τὴν βασιλικὴν ὁπλίτας ἀναθέσθαι τὸν Σολο‐ μῶντα ἐπὶ τὴν τοῦ βασιλέως ἡμίονον, καὶ ἀπαγαγόν‐ | |
15 | τας ἔξω τῆς πόλεως ἐπὶ τὴν πηγὴν τὴν καλουμένην Σιὼν χρῖσαι τῷ ἁγίῳ ἐλαίῳ, καὶ βασιλέα ἀναγο‐ ρεῦσαι σαλπίζοντας ἐν τοῖς κέρασι, καὶ διὰ μέσης τῆς πόλεως παραπέμψαι αὐτόν. οἱ δὲ αὐτίκα καθὼς ἐνετάλθησαν πεποιήκασι· καὶ διεβοήθη πανταχοῦ ἡ | |
20 | τοῦ Σολομῶντος ἀνάρρησις. ὡς δ’ ἐγνώσθη καὶ τῷ Ἀδωνίᾳ καὶ τοῖς συνευωχουμένοις αὐτῷ, οἱ μὲν ἄλλοι πρὸς ἑαυτοὺς ἀπῆλθον, Ἀδωνίας δὲ μᾶλλον δεδιὼς τῷ θυσιαστηρίῳ προσπέφευγε καὶ πίστεις τῆς σωτη‐ ρίας ᾔτει παρὰ τοῦ Σολομῶντος. ὁ δὲ τῆς μὲν τότε | |
25 | ἁμαρτίας ἀφῆκεν αὐτόν, “εἰ δ’ εἰσαῦθις” ἔφη “κα‐ κόν τι ποιῶν εὑρεθῇ, θανατωθήσεται.” Ὁρῶν δὲ Δαβὶδ ἐγγίζοντά οἱ τὸν θάνατον, προσ‐ καλεῖται τὸν Σολομῶντα καὶ ἐντέλλεται αὐτῷ φυ‐ λάττειν τὰς τοῦ θεοῦ ἐντολὰς καὶ κατὰ τοὺς νόμους | |
30 | αὐτοῦ πολιτεύεσθαι, “ἵνα τὸ σπέρμα ἡμῶν” φησι, “καθὼς ἐπηγγείλατό μοι ὁ κύριος, ἕως τοῦ αἰῶνος | |
εἴη ἐπὶ τοῦ θρόνου μου.” καὶ προστίθησι μὴ ἐᾶσαι | 118 in vol. 1 | |
1.119 | τὸν Ἰωὰβ ἀτιμώρητον, ἀνελόντα τὸν Ἀβεννὴρ καὶ τὸν Ἀμεσίαν· μηδὲ μέντοι τὸν Σεμεεί, ὃς αὐτῷ κα‐ τηράσατο φεύγοντι. καὶ ἄλλα αὐτῷ ἐντειλάμενος, καὶ ναὸν ἐπισκήψας οἰκοδομῆσαι κυρίῳ, καὶ τὴν διαγρα‐ | |
5 | φὴν τῆς οἰκοδομῆς τοῦ ναοῦ παρέσχεν αὐτῷ, καὶ πρὸς τὸ ἔργον λόγοις διήγειρε καὶ αὐτὸν καὶ τοὺς ἄρχοντας καὶ τὴν φυλὴν Λευί, πολλὰ φήσας κα‐ ταλιπεῖν εἰς τὴν κατασκευὴν τοῦ ναοῦ, τάλαντα μὲν χρυσοῦ μύρια, μυριάδας δὲ ταλάντων ἀργύρου δέκα, | |
10 | σμάραγδόν τε καὶ ἄλλους λίθους πολυτελεῖς, χαλκὸν δὲ καὶ σίδηρον ἀριθμὸν ὑπερβαίνοντα, καὶ ὕλην ἑτέ‐ ραν ἄφθονον· καὶ νῦν δὲ προστιθέναι τοῖς ἤδη συν‐ ειλεγμένοις χρυσοῦ καθαροῦ τρισχίλια τάλαντα εἰς τὸ ἄδυτον, καὶ μυρίους στατῆρας, ἀργύρου δὲ μύρια | |
15 | τάλαντα. καὶ εἴ τινι δὲ λίθος ἦν τῶν τιμίων, ἐκό‐ μισεν ἕκαστος καὶ παρέδωκεν εἰς τοὺς θησαυρούς. μετ’ ὀλίγον δὲ ἐτελεύτησεν ὁ Δαβίδ, βιώσας ἐνιαυ‐ τοὺς ἑβδομήκοντα, βασιλεύσας ἐν Χεβρὼν μὲν ἔτη ἑπτά, ἐν Ἱερουσαλὴμ δὲ τρία πρὸς τριάκοντα, ἀνὴρ | |
20 | πᾶσαν ἀρετὴν κατωρθωκὼς προσήκουσαν βασιλεῖ. ἔθαψε δὲ αὐτὸν ὁ παῖς Σολομὼν ἐν Ἱεροσολύμοις βα‐ σιλικῶς, καὶ πλοῦτον ἄφθονον αὐτῷ συνεκήδευσεν. Σολομὼν δὲ ὅτε τὴν βασιλείαν παρέλαβε νεώτα‐ τος ἦν, δωδέκατον ἔτος ἄγων τῆς ἡλικίας αὐτοῦ. ὁ | |
25 | μέντοι Ἀδωνίας πορευθεὶς πρὸς Βηρσαβεὲ τὴν μη‐ τέρα τοῦ Σολομῶντος “οἶδας” εἶπε “τὴν βασιλείαν ἐμοὶ προσήκειν καὶ διὰ πρεσβυγένειαν καὶ διὰ τὴν αἵρεσιν τοῦ λαοῦ, μετέβη δὲ πρὸς Σολομῶντα τὸν ἀδελφόν μου, καί μοι στερκτέον τὸ γεγονὸς ὡς γνώμῃ | |
30 | θεοῦ γεγονός. μίαν δ’ αἰτῶ αἴτησιν, δοθῆναί μοι | 119 in vol. 1 |
1.120 | πρὸς γάμον τὴν τῷ πατρὶ συγκοιμωμένην κόρην τὴν Ἀβισάκ, ἐπεὶ μηδ’ ἔγνω ταύτην ὁ πατὴρ διὰ γῆρας, ἀλλ’ ἔτι παρθένος ἐστίν.” ἡ δὲ Βηρσαβεὲ κομίσειν τοὺς λόγους ὑπέσχετο τῷ υἱῷ καὶ καταπράξασθαι τὸν | |
5 | γάμον αὐτῷ σπουδαιότατα. καὶ πορευθεῖσα πρὸς τὸν υἱὸν δοῦναι τῷ ἀδελφῷ Ἀδωνίᾳ τὴν Ἀβισὰκ παρε‐ κάλει. ὁ δὲ ὀργισθεὶς ἐπὶ τῷ λόγῳ θαυμάζειν εἶπεν εἰ μὴ καὶ τῆς βασιλείας παραχωρῆσαι Ἀδωνίᾳ ὡς πρεσβυτέρῳ αὐτὸν ἀξιοῖ. καὶ αὐτίκα τῷ ἐπὶ τῶν σω‐ | |
10 | ματοφυλάκων Βαναίᾳ κτεῖναι τὸν Ἀδωνίαν προσέ‐ ταξε. τῷ δὲ Ἀβιάθαρ εἰς τὴν ἐνεγκαμένην πορευ‐ θῆναι ἐπέταξε καὶ διάγειν ἐν τοῖς ἀγροῖς. “θανάτου γάρ” φησι “ῥύεταί σε ὁπόσα μου συνέκαμες τῷ πα‐ τρί.” καθὼς οὖν τῷ Ἠλεὶ προείρηκεν ὁ θεός, ἀφῄ‐ | |
15 | ρητο ἡ τῆς ἱερωσύνης τιμὴ ἐξ οἴκου Ἰθάμαρ καὶ πρὸς Σαδὼκ μεταπέπτωκεν, ἐκ τοῦ γένους ὄντα τοῦ Φι‐ νεές. ὁ δὲ στρατηγὸς Ἰωὰβ ταῦτα μαθὼν καὶ περι‐ δεὴς γεγονὼς τῷ θυσιαστηρίῳ προσπέφευγε, καὶ κα‐ λούμενος οὐκ ἄν ποτε ἐξελθεῖν εἶπεν, ἀλλ’ αὐτοῦ | |
20 | τεθνήξεσθαι καὶ οὐκ ἄλλοθι. τοῦτο τῷ βασιλεῖ ἀγ‐ γελθὲν πέπεικε στεῖλαι κἀκεῖ τὸν Ἰωὰβ ἀνελεῖν. ἐν‐ τεῦθεν Βαναίας μὲν πάσης τῆς δυνάμεως προκεχεί‐ ριστο στρατηγός, Σαδὼκ δὲ τῆς ἀρχιερωσύνης ἠξί‐ ωτο. τὸν δέ γε Σεμεεὶ ὁ βασιλεὺς ἐν Ἱερουσαλὴμ | |
25 | περιώρισεν ὥστε ταύτης μὴ ἐξιέναι· εἰ δ’ οὔ, θάνα‐ τον αὐτῷ τὸ ἐπιτίμιον ἔταξεν. ὁ δὲ μετὰ ἔτη τρία δούλων αὐτοῦ φυγόντων ἐπὶ ζήτησιν αὐτῶν ἐξελή‐ λυθε· καὶ τοῦτο γνοὺς Σολομὼν ἀναιρεθῆναι τὸν ἄν‐ δρα ἐκέλευσεν. | |
30 | Ἄγεται δὲ Σολομὼν εἰς γυναῖκα θυγατέρα Φα‐ ραώ, καὶ τὰ τείχη τῶν Ἱεροσολύμων ἐπὶ μεῖζον ἦρε καὶ | |
ὀχυρώτερα κατεσκεύασε. καθ’ ὕπνους δὲ χρηματίσας | 120 in vol. 1 | |
1.121 | αὐτῷ ὁ θεὸς εἶπεν αὐτῷ αἰτῆσαι ὃ βούλοιτο· ὁ δὲ σύνεσιν καὶ φρόνησιν ᾔτησε δοθῆναι αὐτῷ. καὶ ὁ θεὸς ἀποδεξάμενος αὐτὸν τῆς αἰτήσεως, καὶ σοφίαν δώσειν αὐτῷ καὶ μέγαν νοῦν ἐπηγγείλατο ὡς οὐχ | |
5 | ἑτέρῳ πρὸ αὐτοῦ ἤ τινι τῶν μετ’ αὐτόν, προσθεῖναι δὲ καὶ ἅπερ οὐκ ᾔτησε, πλοῦτον καὶ νίκην καὶ εὔκλειαν, εἰ φυλάξει τὰς αὐτοῦ ἐντολὰς καὶ τὰ δικαιώματα. Μετὰ ταῦτα δύο προσῆλθον αὐτῷ γυναῖκες· ὧν ἡ μία “βασιλεῦ” ἔφη, “ἀλλήλαις ἡμεῖς συνῳκοῦμεν | |
10 | καὶ οὐδεὶς μεθ’ ἡμῶν. ἐτέκομεν δὲ ἄμφω κατὰ τὸν αὐτὸν καιρὸν ἄρρενα. καὶ μετὰ μικρὸν αὕτη τῷ αὐ‐ τῆς ἐπιπεσοῦσα υἱῷ νεκρὸν διυπνισθεῖσα εὗρεν αὐ‐ τόν. καὶ τὸ μὲν τεθνηκὸς ὑπνούσης ἐμοῦ ὑποτίθησι ταῖς ἀγκάλαις μου, τὸ δὲ ζῶν ἐξ ἐμοῦ ἀφελοῦσα ὡς | |
15 | ἑαυτῆς ᾠκειώσατο. καὶ γνοῦσα τὸ δρᾶμα ζητῶ τὸν παῖδα· ἡ δέ μοι οὐ δίδωσιν.” ἡ δ’ ἑτέρα τὸ ζῶν εἶναι τὸ ἑαυτῆς παιδίον ἀπισχυρίζετο, τῆς δ’ ἀντι‐ δίκου τὸ τεθνηκός· καὶ ἐπὶ τοσοῦτον κακουργίας μὴ προβῆναι διώμνυτο. ἀπορούντων δὲ τῶν περιεστη‐ | |
20 | κότων πῶς ἂν διευκρινηθείη τὸ ἀληθές, ὁ βασιλεὺς διχῇ τμηθῆναι μαχαίρᾳ τὸ παιδίον τὸ ζῶν ἐκέλευσε καὶ ἀνὰ μέρος δοθῆναι ἑκατέρᾳ τῶν γυναικῶν. τοῦτο ἡ μὲν ἀληθὴς τοῦ βρέφους μήτηρ βαρέως ἤνεγκε, καὶ παρῃτεῖτο τὴν ψῆφον, καὶ δοθῆναι ζῶν τὸ παιδίον | |
25 | τῇ ἀντιδίκῳ ἱκέτευεν· ἡ δὲ ψευδῶς ἑαυτὴν μητέρα τοῦ παιδὸς ὀνομάζουσα καὶ ἐπῄνει τὴν κρίσιν καὶ ἐπέσπευδε τὴν διαίρεσιν. καὶ ὁ βασιλεὺς δοθῆναι ζῶν τὸ παιδίον προσέταξε τῇ παραιτουμένῃ τὴν ἐκεί‐ νου διαίρεσιν, “αὕτη” φήσας “ἡ τούτου μήτηρ ἐστίν, | |
30 | ἣ τοῦ παιδὸς σφαγῆναι μέλλοντος ὑπερήλγησε.” τοῦτο πᾶς ὁ λαὸς ἀκριβὲς τεκμήριον ἔσχηκε τῆς τοῦ | |
βασιλέως φρονήσεως. | 121 in vol. 1 | |
1.122 | Πάντας δὲ τοὺς πρὶν εἰς σοφίαν καὶ φρόνησιν ὑπερβέβηκε. συνέταξε δὲ τρισχιλίας παραβολὰς καὶ πεντακισχιλίας ᾠδάς, καὶ ἀπὸ τῆς κέδρου ἕως ὑσσώ‐ που συνεγράψατο, καὶ περὶ φύσεως ζῴων τῶν τε πε‐ | |
5 | ζῶν καὶ ἀερίων καὶ τῶν νηκτῶν καὶ τῶν ἰδιωμάτων αὐτῶν ἐξήτασε καὶ ἐφιλοσόφησε, καὶ κατὰ τῶν δαι‐ μόνων ἐξεύρηκεν ἐπῳδὰς εἰς ἀνθρώπων ὠφέλειαν· καὶ τρόπους κατέλιπεν ἐξορκώσεων, αἷς τὰ δαιμόνια ἐδιώκοντο. καὶ ταύτην τὴν θεραπείαν φησὶν ὁ Ἰώ‐ | |
10 | σηπος μέχρις ἐκείνου ἰσχύειν· καί τι διηγεῖται τοι‐ οῦτον, τὸν λόγον πιστούμενος. Ἐλεάζαρ τῶν ὁμοφύ‐ λων λέγει κεκτῆσθαί τινα δακτύλιον ἔχοντα ὑπὸ τὴν σφραγῖδα ῥίζαν ἐξ ὧν ὑπέδειξε Σολομών. καὶ τοῦ‐ τον ταῖς ῥισὶ τοῦ δαιμονῶντος προσφέρειν, καὶ τῇ | |
15 | ὀσφρήσει διὰ τῶν μυκτήρων τοῦ πάσχοντος ἐξέλκε‐ σθαι τὸ δαιμόνιον. εἶτα τοῦ Σολομῶντος μεμνημένον ἐπῳδάς τε λέγειν ἐξ ὧν ἐκεῖνος συνέθετο καὶ ἐξορ‐ κοῦν τὸ δαιμόνιον μηκέτι ἐπανελθεῖν εἰς τὸν ἄνθρω‐ πον. τοῦτο καὶ Οὐεσπασιανοῦ καὶ τῶν υἱῶν ἐκείνου | |
20 | ἐνώπιον λέγει ποιῆσαι τὸν Ἐλεάζαρ· καὶ διδόντα τῆς κατὰ τῶν δαιμόνων ἰσχύος ἀπόδειξιν τιθέναι ποτή‐ ριον πλῆρες ὕδατος, καὶ ἐπιτάσσειν τῷ δαίμονι ἐξερ‐ χομένῳ τοῦ πάσχοντος ἀνατρέψαι αὐτό· καὶ ἀνατρέ‐ πεσθαι τὸ ποτήριον μηδενὸς ὁρῶντος τὸν ἀνατρέ‐ | |
25 | ποντα. Ἤρξατο δὲ τῆς οἰκοδομῆς τοῦ ναοῦ κατὰ τὸ τέ‐ ταρτον ἔτος τῆς βασιλείας αὐτοῦ, μετὰ ἔτη τῆς ἐξ Αἰγύπτου ὑποχωρήσεως τοῦ λαοῦ τετρακόσια τεσσα‐ | |
ράκοντα. περὶ δὲ τῶν μέτρων τοῦ ὕψους αὐτοῦ καὶ | 122 in vol. 1 | |
1.123 | τοῦ μήκους καὶ τῆς τούτου κατασκευῆς οὐχ ὁμοφω‐ νοῦσιν ἥ τε τρίτη τῶν Βασιλειῶν καὶ Ἰώσηπος ἐν τῷ ὀγδόῳ λόγῳ τῆς Ἀρχαιολογίας περὶ τοῦ ναοῦ συγ‐ γραφόμενος, ἀλλ’ ἐν τοῖς πλείοσι διαφέρονται. ᾧ δὲ | |
5 | τὰ περὶ τῆς διαφορᾶς πρὸς βουλῆς ἀκριβώσασθαι, καὶ περὶ τῶν δύο Χερουβὶμ ἃ χρυσοῦ ποιήσας κατὰ τὸ ἄδυτον ἔστησε, καὶ περὶ τῆς κιβωτοῦ καὶ τῆς χαλ‐ κῆς θαλάσσης καὶ τῶν λουτήρων, καὶ πηλίκον ἦν τὸ χάλκεον θυσιαστήριον, οἵα δ’ ἡ τράπεζα ἡ χρυσῆ, | |
10 | καὶ ὅσα σκεύη ἀργύρεά τε καὶ χρύσεα Σολομὼν ἀνέ‐ θετο τῷ ναῷ, καὶ περὶ τῶν ἄλλων, ἡ τρίτη τῶν Βα‐ σιλειῶν βίβλος καὶ ἀρχαιολογῶν ὁ Ἰώσηπος ἀρκέ‐ σουσι παραστήσασθαι τὴν ἐφ’ ἑκάστῳ ἀκρίβειαν. ἐν ἔτεσι δὲ ἑπτὰ συντελέσας ὁ βασιλεὺς τόν τε ναὸν | |
15 | καὶ ὅσα περὶ ἐκεῖνον συνεκάλεσε τὸν λαὸν εἰς Ἱε‐ ροσόλυμα. καὶ ἄραντες τὴν κιβωτὸν οἱ ἱερεῖς καὶ τὴν σκηνὴν ἣν ἐπήξατο Μωυσῆς καὶ τὰ ἐν ταῖς θυσίαις ὑπηρετούμενα σκεύη πρὸς τὸν ναὸν μετεκόμιζον, τοῦ βασιλέως προάγοντος καὶ τοῦ πλήθους παντός, καὶ | |
20 | τῶν Λευιτῶν σπενδόντων καὶ θυμιώντων. καὶ κα‐ τετέθη ἡ κιβωτὸς εἰς τὸ ἄδυτον μεταξὺ τῶν δύο Χε‐ ρουβίμ, τὰς δύο λιθίνας πλάκας ἔχουσα ἔνδοθεν. ἐξελθόντων δ’ ἐκ τοῦ ἀδύτου τῶν ἱερέων, δόξης κυ‐ ρίου ὁ οἶκος ἐπέπληστο καὶ νεφέλη τὸν ναὸν ὅλον | |
25 | περιεκέχυτο· ἐξ ἧς ἐπιδημῆσαι τῷ ναῷ τὸν θεὸν ἐφαν‐ τάζοντο σκηνώσαντα ἐν αὐτῷ. ὁ δὲ βασιλεὺς ἡσθεὶς ἐπὶ τούτοις εὐχαριστίαν τε πρὸς τὸν θεὸν ἐποιήσατο καὶ τὸν λαὸν εὐλόγησε καὶ ἱκέτευσεν ἐπήκοον γίνε‐ σθαι τὸ θεῖον πᾶσι τοῖς ἐν αὐτῷ εὐχομένοις. εἶτα | |
30 | τῷ βωμῷ θυσίας προσήγαγε. καὶ ὁ θεὸς δεικνὺς ὡς εὐμενῶς αὐτὰς προσεδέξατο, πῦρ ἐκλάμψαι δι’ ἀέρος | |
πεποίηκεν ἐπενεχθῆναί τε τῷ βωμῷ καὶ τὴν θυσίαν | 123 in vol. 1 | |
1.124 | ἅπασαν καταδαίσασθαι. ταῦθ’ ὁ λαὸς ἰδὼν εὐλόγησε τὸν θεόν, καὶ ὁ βασιλεὺς ηὐχαρίστησε, καὶ πολυτε‐ λῶς ἑορτάσαντες τὸν σύλλογον διελύσαντο. ὄνειρος δὲ γεγονὼς τῷ βασιλεῖ ἐπακοῦσαι τῆς εὐχῆς αὐτοῦ | |
5 | τὸν θεὸν ἐδήλου, καὶ τὸν ναόν τε συντηρηθῆναι καὶ αὐτὸν εἰς ἄκρον εὐδαιμονίας ἀναχθῆναι, καὶ τῆς χώρας ἄρξειν τοὺς ἐξ αὐτοῦ, εἰ αὐτός τε κἀκεῖνοι καὶ ὁ λαὸς τὰ θεῖα μὴ παραβαῖεν ἐντάλματα· εἰ δ’ οὔ, πρόρριζον ἐκκόψειν ἠπείλει τὸ γένος αὐτοῦ, καὶ τὸν | |
10 | λαὸν δουλείᾳ καὶ κακώσεσι μυρίαις ὑποβαλεῖν, καὶ τὸν ναὸν παραδώσειν εἰς ἐμπρησμὸν καὶ διαρπαγήν, καὶ τὴν πόλιν εἰς κατασκαφήν τε καὶ προνομήν. Οὕτω μὲν οὖν τὰ τοῦ ναοῦ τῷ Σολομῶντι τετέ‐ λεστο· μετὰ δὲ ταῦτα βασίλεια ἑαυτῷ ᾠκοδόμησε πο‐ | |
15 | λυτελῆ καὶ λαμπρά, καὶ τὰ τῶν Ἱεροσολύμων δὲ τείχη προσεπεσκεύασε, καὶ πόλεις ἄλλας προσῳκοδόμησε, καὶ τοὺς ἐν τῷ Λιβάνῳ ὄρει τῶν Χαναναίων ὑφ’ ἑαυτὸν ποιησάμενος, μὴ πρὶν ὑποταγέντας, ὑποφό‐ ρους κατέστησε. σοφίσματα δὲ καὶ λόγους αἰνιγμα‐ | |
20 | τώδεις Χειρὰμ ὁ τῶν Τυρίων βασιλεὺς αὐτῷ πέπομ‐ φεν, ἀξιῶν σαφηνίσαι αὐτά· καὶ πάντα διέλυσε καὶ τὸν νοῦν ἐκείνων δεδήλωκε. μεμνῆσθαι τούτων ἱστο‐ ρεῖ ὁ Ἰώσηπος καὶ συγγραφεῖς ἀρχαίους, τόν τε Δῖον καὶ πρὸς τούτῳ τὸν Μένανδρον. διαβοηθείσης δὲ | |
25 | πανταχοῦ τῆς σοφίας τοῦ Σολομῶντος καὶ τῆς φρονή‐ σεως, βασίλισσά τις Αἰγύπτου καὶ Αἰθιόπων σοφίαν φιλοῦσα καὶ ζητοῦσα εἰς Ἱεροσόλυμα παραγέγονε. καὶ ὁ βασιλεὺς φιλοτίμως αὐτὴν προσεδέξατο, καὶ τὰ σο‐ φίσματα ἃ προετίθει ἐκείνη ῥᾳδίως ἐπέλυεν, ὡς ἐκ‐ | |
30 | πλήττεσθαι τὴν βασίλισσαν καὶ πλέον λέγειν τῶν ἠκου‐ σμένων ὁρᾶν. ἐθαύμαζε δὲ καὶ τὰ βασίλεια καὶ τῶν | |
δείπνων τὴν πολυτέλειαν καὶ τὴν ὑπηρεσίαν ἅπασαν | 124 in vol. 1 | |
1.125 | τὴν βασίλειον καὶ τὰς ἐν τῷ ναῷ θυσίας καὶ τῶν θυόντων τὸ εὔτακτον. ἐδωρήσατο δὲ τὸν βασιλέα χρυσίῳ καὶ λίθοις τῶν πολυτίμων καὶ ἀμυθήτοις ἀρώ‐ μασι καὶ βαλσάμου ῥίζαις, ὡς ἐξ ἐκείνης ἐν Παλαι‐ | |
5 | στίνῃ φυῆναι τὸ βάλσαμον. καὶ Σολομὼν δὲ πολλοῖς ἀγαθοῖς τὴν βασίλισσαν ἀντημείψατο. καὶ ἡ μὲν εἰς τὰ ἑαυτῆς ὑπενόστησεν· ὁ δὲ βασιλεὺς πάντων τῶν πρὸ αὐτοῦ γενόμενος ἐνδοξότατος καὶ φρονήσει καὶ πλούτῳ διενεγκὼν οὐκ ἐνέμεινε τοῖς θείοις θεσμοῖς, | |
10 | ἀκρασίαν δὲ νοσήσας περὶ τὰ ἀφροδίσια καὶ περὶ γυ‐ ναῖκας ἐκμανεὶς οὐ ταῖς ὁμογενέσιν ἠρκεῖτο, ἀλλὰ καὶ ἀλλοφύλους ἔγημε πλείστας, καὶ χαριζόμενος ἐκεί‐ ναις διὰ τὸν ἔρωτα ἐθρήσκευε καὶ τοὺς ἐκείνων θεούς. ἔγημε γὰρ θυγατέρας ἀρχόντων διασήμων ἑπτακο‐ | |
15 | σίας καὶ παλλακὰς τριακοσίας καὶ τὴν θυγατέρα τοῦ βασιλέως τῶν Αἰγυπτίων. εἶπεν οὖν ὁ κύριος πρὸς τὸν Σολομῶντα “ὅτι οὐκ ἐφύλαξας ὅσα ἐνετειλάμην σοι, διαρρήξω τὴν βασιλείαν σου καὶ δώσω αὐτὴν τῷ δούλῳ σου. οὐ σὲ δὲ ζῶντα τὴν ἀρχὴν ἀφαιρή‐ | |
20 | σομαι διὰ τὸν πατέρα σου, θανόντος δέ σου ταῦτα ἐπὶ τῷ υἱῷ σου ποιήσω. καὶ οὐδὲ πᾶσαν ἐξ αὐτοῦ τὴν βασιλείαν ἀφελοῦμαι, δύο δὲ φυλὰς αὐτῷ καταλελοι‐ πὼς καὶ τὴν Ἱερουσαλὴμ διὰ τὸν πάππον Δαβίδ, τὰς δέκα τῷ δούλῳ δώσω αὐτοῦ.” | |
25 | Οὐ συχνὸς καιρὸς διελήλυθε καὶ Ἄδερ εἰς πό‐ λεμον κατέστη τῷ Ἰσραήλ. ἦν δὲ ὁ Ἄδερ Ἰδουμαῖος ἐκ βασιλείου σπορᾶς, ὃς τοῦ Ἰωὰβ καταστρεψαμένου τὴν Ἰδουμαίαν κατὰ τοὺς χρόνους Δαβὶδ παιδάριον ὢν ἀπέδρα εἰς Αἴγυπτον, καὶ φιλοφρόνως δεχθεὶς | |
30 | παρὰ Φαραὼ ἠγαπήθη καὶ τὴν ἀδελφὴν ἔγημε τῆς | 125 in vol. 1 |
1.126 | γυναικὸς Φαραώ. οὗτος οὖν ἀνδρωθεὶς καὶ θανόν‐ τας μαθὼν τὸν Δαβὶδ καὶ τὸν Ἰωάβ, ἐπανελθεῖν ἐζή‐ τει πρὸς τὴν πατρῴαν ἀρχήν· ἀλλ’ οὐ παρεχωρεῖτο πρὸς Φαραώ. ἤδη δὲ τῷ Σολομῶντι τῶν πραγμάτων | |
5 | κακῶς ἐχόντων παρεχωρήθη καὶ Ἄδερ καὶ εἰς τὴν Ἰδουμαίαν ἐπανελήλυθε. ταύτης δ’ ἀσφαλῶς φρου‐ ρουμένης εἰς τὴν Συρίαν ἀφίκετο, καὶ σύστημά τι σχὼν περὶ αὐτὸν λῃστρικὸν ταύτην τε κατέσχε καὶ τὴν τῶν Ἑβραίων ἐληίζετο χώραν. | |
10 | Ἱεροβοὰμ δὲ υἱὸς Ναβὰτ παιδάριον ὢν ὑπηρέτει τῷ βασιλεῖ. ἰδὼν δὲ Σολομὼν αὐτὸν γενναῖον τὸ φρόνημα, ὅτε τῇ Ἱερουσαλὴμ περίβολον ᾠκοδόμει ἐπέστησεν αὐτὸν τῆς οἰκοδομῆς ἐπιμελητήν. ἀπερ‐ χομένῳ δέ που τῷ Ἱεροβοὰμ συνήντησε προφήτης ὁ | |
15 | Σηλωνίτης Ἀχιά, καὶ ἐκκλίνας αὐτὸν τῆς ὁδοῦ διέρ‐ ρηξε τὸ οἰκεῖον ἱμάτιον εἰς δώδεκα ῥήγματα καὶ δέ‐ δωκεν ἐκείνῳ τὰ δέκα, εἰπὼν ὡς “οὕτως διαρρήξει τὴν βασιλείαν Σολομῶντος ὁ κύριος, καὶ τῷ μὲν ἐκείνου υἱῷ δύο καταλείψει φυλὰς διὰ τὸν πάππον, | |
20 | σοὶ δὲ τὰς δέκα δώσει καὶ βασιλεύσει σε ἐν αὐταῖς. σὺ δὲ ἀλλὰ τῶν νόμων ἀντέχου κυρίου καὶ γίνου δί‐ καιος.” τούτοις μέγα φρονήσας Ἱεροβοὰμ νεωτερί‐ ζειν ἐπεχείρει. καὶ γνοὺς τὸ πρᾶγμα ὁ βασιλεὺς ἀνε‐ λεῖν ἐζήτει αὐτόν. ὁ δὲ φεύγει εἰς Αἴγυπτον κἀκεῖ | |
25 | διῆγεν ἕως Σολομὼν ἐτελεύτησε. τέθνηκε δὲ ὁ βα‐ σιλεὺς Σολομών, ὡς μὲν ἡ βίβλος τῶν Βασιλειῶν ἱστορεῖ, ζήσας ἐνιαυτοὺς πεντήκοντα πρὸς δυσί, δω‐ δεκαέτης γὰρ τῆς βασιλείας ἐπιβῆναι ἱστόρηται, βα‐ σιλεῦσαι δὲ ἔτη τεσσαράκοντα, ὡς δ’ ὁ Ἰώσηπος | |
30 | συνεγράψατο, τέσσαρας μὲν ἐνιαυτοὺς ἐβίω καὶ ἐνε‐ νήκοντα, ὀγδοήκοντα δὲ βεβασίλευκεν, εὐτυχῶς μὲν | |
ζήσας καὶ εὐκλεῶς, παρανομήσας μέντοι περὶ τὸ | 126 in vol. 1 | |
1.127 | γῆρας, ὑπ’ ἐρώτων οὐκ εὐαγῶν ἀλλογενέσι πεισθεὶς γυναιξὶ καὶ τοῖς ἐκείνων ἀκολουθήσας θρησκεύμασι. Διάδοχον δ’ ἔσχε τῆς βασιλείας τὸν υἱὸν Ῥοβοάμ. καὶ ὁ λαὸς συνήχθη πᾶς πρὸς αὐτόν, καὶ ἱκέτευον | |
5 | ἐλαφρῦναι αὐτοῖς τὸν τῆς δουλείας ζυγόν, ὃς παρὰ τοῦ Σολομῶντος αὐτοῖς ἐπενήνεκτο, καὶ τοῦ πατρὸς φανῆναι χρηστότερον. ὁ δὲ σκέψασθαι εἶπε καὶ μετὰ τρεῖς ἡμέρας εἰπεῖν. καλέσας οὖν τοὺς γηραιοτέρους τῶν πατρῴων θεραπόντων τί ἂν ἀποκριθείη τῷ λαῷ | |
10 | ἐπυνθάνετο· κἀκεῖνοι διαλεχθῆναι αὐτοῖς συνεβού‐ λευον ἠπιώτερον μηδ’ ὑπερηφάνως καὶ ὀγκηρῶς. μετὰ δὲ τὴν γερουσίαν τοῖς μειρακίσκοις, οἵπερ αὐτῷ συνετρέφοντο, τοῦ σκέμματος κεκοινώνηκε, καὶ τὴν τῶν πρεσβυτέρων εἰπὼν συμβουλήν. οἱ δὲ τραχύτε‐ | |
15 | ρον αὐτῷ προσομιλῆσαι τῷ λαῷ συνεβούλευσαν καὶ τοὺς λόγους ἀναλόγους τῷ τῆς ἀρχῆς ὄγκῳ ποιήσα‐ σθαι καὶ τῷ βασιλικῷ ἀξιώματι. καὶ ὃς τούτοις προσ‐ έθετο, καὶ ἐπεὶ τὸ πλῆθος αὖθις συνεληλύθει “εἰ τὸν ζυγὸν ὑμῖν ἐσκλήρυνεν ὁ πατήρ μου” ἔφη, “τοῦτον | |
20 | αὐτὸς ἐπάξω βαρύτερον· καὶ εἰ μάστιξιν ἐκεῖνος ἐκέ‐ χρητο καθ’ ὑμῶν, σκορπίοις ὑμᾶς κολάσω αὐτός· καί μου τῆς σμικρότητος παχυτέρας τῆς ὀσφύος τοῦ πατρὸς πειραθήσεσθε.” τούτων τὸ πλῆθος ἀκοῦσαν “τίς ἡμῖν μερὶς ἐν Δαβίδ;” ἐξεβόησαν, καὶ ἀποδυσ‐ | |
25 | πετήσαντες ἀπῄεσαν. πέμψαντος δὲ Ῥοβοὰμ τῶν οἰκείων ἕνα διαλεχθῆναι αὐτοῖς καὶ πραῧναι, ἔκτειναν ὑπ’ ὀργῆς τὸν ἄνδρα λιθολευστήσαντες. Ῥοβοὰμ δὲ δείσας εἰς Ἱεροσόλυμα πέφευγε, παραμεινάσης αὐτῷ | |
τῆς Ἰούδα φυλῆς καὶ σὺν αὐτῇ τῆς Βενιαμίτιδος. αἱ | 127 in vol. 1 | |
1.128 | δέ γε λοιπαί, ἤδη τοῦ Ἱεροβοὰμ ἐπανελθόντος ἐκ τῆς Αἰγύπτου μετὰ τελευτὴν Σολομῶντος, καλέσασαι αὐ‐ τὸν εἵλοντο βασιλέα. Ῥοβοὰμ δὲ ἡτοιμάζετο περὶ τῆς βασιλείας μαχέσασθαι τοῖς Ἰσραηλίταις καὶ τῷ Ἱερο‐ | |
5 | βοάμ, ἐκωλύθη δὲ παρὰ τοῦ θεοῦ διὰ τοῦ προφήτου Σαμαία. Καὶ Ἱεροβοὰμ δείσας μὴ τὸ πλῆθος εἰς Ἱεροσό‐ λυμα ἀπιὸν καὶ τοῖς ἐκεῖ συναναμιγνύμενον ἐπι‐ στραφῇ πρὸς τὸν πρότερον αὐτοῦ βασιλέα καὶ κατα‐ | |
10 | λείψει αὐτόν, δύο δαμάλεις εἰργάσατο ἐκ χρυσοῦ, καὶ ἔθετο τὴν μὲν ἐν Βαιθήλ, τὴν δ’ ἑτέραν ἐν Δάν. καὶ ἐκκλησιάσας τὸ πλῆθος “πανταχοῦ ὁ θεός ἐστιν” εἶπεν, “ὦ ἄνδρες, ἀλλ’ οὐ μόνον ἐν Ἱεροσολύμοις. ἰδοὺ οὖν δύο δαμάλεις πεποίηκα εἰς ὄνομα τοῦ θεοῦ, | |
15 | καὶ οὐκέτι ὑμῖν ἀνάγκη πορεύεσθαι εἰς Ἱεροσόλυμα. ἀπερχόμενοι δ’ εἰς αὐτὰς προσκυνεῖτε καὶ θύετε· καὶ ἱερεῖς γὰρ ἐξ ὑμῶν αὐτῶν ἀποδείξω.” τούτοις ἐξα‐ πατηθεὶς ὁ λαὸς τά τε πάτρια παραβέβηκε καὶ πα‐ ρώργισε τὸν θεόν, ὡς καὶ εἰς αἰχμαλωσίαν παραδο‐ | |
20 | θῆναι τοῖς ἀλλοφύλοις τὸν Ἰσραήλ. ποιήσας δὲ ἱε‐ ρεῖς ὁ Ἱεροβοὰμ καὶ θυσιαστήριον ἑώρτασε, καὶ ἀνέβη αὐτὸς ἐπὶ τὸν βωμὸν καὶ περὶ αὐτὸν οἱ ἱερεῖς. καὶ ἤδη μέλλοντι θύειν παρέστη προφήτης σταλεὶς ἐκ θεοῦ καὶ εἶπε “τάδε λέγει κύριος. θυσιαστήριον, | |
25 | ἐκ Δαβὶδ ἔσται τις Ἰωσίας καλούμενος, ὃς θύσει τοὺς ἱερεῖς σου ἐπὶ σὲ καὶ κατακαύσει τὰ ὀστᾶ αὐτῶν. ἵνα δὲ δῆλον εἴη ὡς οἱ λόγοι μου ἀληθεύοιεν, ἰδοὺ ῥαγή‐ σεται τὸ θυσιαστήριον, καὶ ἡ ἐπ’ αὐτὸ πιότης χεθήσε‐ ται κατὰ γῆς.” καὶ αὐτίκα τό τε θυσιαστήριον διερ‐ | |
30 | ράγη καὶ ἡ πιότης τῶν θυμάτων ἐκκέχυτο. ἐξέτεινε δὲ τὴν χεῖρα Ἱεροβοάμ, συσχεθῆναι τὸν προφήτην | |
ἐγκελευόμενος. ἡ δὲ ξηρανθεῖσα ἀκίνητος ἔμεινε. | 128 in vol. 1 | |
1.129 | δεηθεὶς γοῦν Ἱεροβοὰμ τοῦ προφήτου ἔσχεν αὖθις τὴν χεῖρα κινουμένην καὶ ἐνεργόν. καὶ ἠξίου αὐτὸν συν‐ δειπνῆσαι αὐτῷ. ὁ δὲ οὐ κατένευσε, λέγων παρὰ τοῦ θεοῦ κωλυθῆναι ἄρτον ἐν τῇ πόλει ἐκείνῃ φαγεῖν ἢ | |
5 | ὕδωρ πιεῖν ἢ ὑποστρέψαι δι’ ἧς ὁδοῦ εἰς τὴν πόλιν ἐλήλυθε· καὶ ἀπῄει ἑτέραν τραπόμενος. ψευδοπροφή‐ της δέ τις ἦν ἐν τῇ πόλει ἐκείνῃ τὸν Ἱεροβοὰμ ἀπατῶν καὶ πρὸς χάριν αὐτῷ ὁμιλῶν. οὗτος μαθὼν ὅσα ὁ τοῦ θεοῦ προφήτης καὶ εἴρηκε καὶ πεποίηκε καὶ ὡς ἄπεισι, | |
10 | κατεδίωξεν ὀπίσω αὐτοῦ, καὶ καταλαβὼν αὐτὸν ἠξίου ἀναστρέψαι καὶ παρ’ αὐτῷ ξενισθῆναι. τοῦ δὲ ἀπα‐ ναινομένου, ὡς ἀπαγορεύσαντος τοῦ θεοῦ, “ἀλλὰ κἀγὼ προφήτης εἰμί” ὁ πονηρὸς ἐκεῖνος εἶπεν ἀνήρ, “καὶ ἥκω κατ’ ἐντολὴν τοῦ θεοῦ ἐπιστρέψων σε τρα‐ | |
15 | πέζης μοι κοινωνήσοντα.” ἐπίστευσεν ὁ προφήτης τοῖς τοῦ ψευδοπροφήτου λόγοις καὶ ὑπενόστησε. ξε‐ νισθέντι δ’ ἐκεῖ τῷ προφήτῃ λόγος ἐγένετο κυρίου, ἀνθ’ ὧν οὐκ ἐτήρησε τὰ ἐνταλθέντα αὐτῷ ἀναιρε‐ θήσεσθαι κατὰ τὴν ὁδὸν παρὰ λέοντος. καὶ ὑποστρέ‐ | |
20 | φοντα λέων αὐτὸν ἔκτεινε καὶ παρακαθήμενος ἐφύ‐ λαττε τὸν νεκρὸν καὶ τὸ ὑποζύγιον. μαθὼν δὲ τὸ γεγονὸς ὁ ψευδοπροφήτης συνεκόμισε τὸ σῶμα τοῦ τεθνεῶτος καὶ ἔθαψε, καὶ τοῖς ἑαυτοῦ παισὶν ἐνε‐ τείλατο τῷ προφήτῃ συγκηδεῦσαι καὶ αὐτοῦ τὸ σῶμα | |
25 | θανόντος· τί τοῦτο μηχανησάμενος; ἵν’ ὅτε κατὰ τὴν ἐκείνου προφητείαν κατασκαφῇ τὸ θυσιαστήριον, καὶ τῶν ἱερέων καὶ ψευδοπροφητῶν πυρὶ παραδοθῇ τὰ ὀστᾶ, αὐτὸς διαφύγῃ τὴν ὕβριν, εἰ τῷ ἀνθρώπῳ τοῦ θεοῦ συγκατατεθῇ. | |
30 | Ταῦτα μὲν οὖν οὕτως ἐγένετο· Ἱεροβοὰμ δὲ τῆς | 129 in vol. 1 |
1.130 | αὐτῆς εἴχετο ἀσεβείας, ᾗ καὶ ἐπεδίδου καθ’ ἑκάστην παρανομῶν, καὶ χρημάτων τὴν ψευδῆ τῶν ὑψηλῶν ἱερωσύνην παρεῖχε τοῖς θέλουσιν ὤνιον. καὶ εἰς ἁμαρτίαν ἡ πρᾶξις αὕτη ἐλογίσθη αὐτῷ, καὶ εἰς ἀφα‐ | |
5 | νισμὸν τοῦ οἴκου αὐτοῦ γέγονε καὶ εἰς ὄλεθρον. εἰ δὲ τὸ τὴν ἀνίερον ἐκείνην ἱερωσύνην ἀποδίδοσθαι χρημάτων ἁμαρτία λελόγιστο, τί ἄν τις εἴποι περὶ τῶν πωλούντων καὶ ὠνουμένων τὴν θείαν ὄντως ἱε‐ ρωσύνην, τὴν τῆς φρικτῆς καὶ ἀναιμάκτου θυσίας τε‐ | |
10 | λεστικήν; Ἐνόσησε δὲ Ἀβιὰ ὁ υἱὸς Ἱεροβοάμ· καὶ ἔστειλε τὴν γυναῖκα αὐτοῦ ὁ βασιλεὺς πρὸς Ἀχιὰ τὸν προ‐ φήτην, εἰ ζήσεται ἐρωτήσουσαν. ἡ δὲ ἰδιωτικὴν με‐ ταμφιασαμένη στολὴν ἀπῆλθε. καὶ ὁ προφήτης τὸ | |
15 | δρᾶμα γνοὺς “μὴ κρύπτε σαυτήν, γύναι Ἱεροβοάμ” ἔφη, “ἄπιθι δὲ καὶ τῷ ἀνδρί σου εἰπὲ ὅτι, ἐπεὶ κα‐ ταλιπὼν τὸν θεὸν σεαυτῷ θεοὺς ἐποίησας χωνευτούς, προσδόκα τήν τε βασιλείαν ἀφαιρεθήσεσθαι καὶ αὐ‐ τὸς παγγενῆ ἐξολοθρευθήσεσθαι. ὅτι δέ σοι ἀσεβή‐ | |
20 | σαντι καὶ τὸ πλῆθος ἐπηκολούθησεν, οὐδ’ ἐκεῖνο μέ‐ νει ἀτιμώρητον. σὺ δὲ ἄπιθι, γύναι, καὶ θανόντα εὑρήσεις τὸν παῖδά σου, ὃς καὶ ταφήσεται θρηνη‐ θείς· μόνος γὰρ ἐξ Ἱεροβοὰμ οὗτος ἦν ἀγαθός.” ἀπελθοῦσα δὲ ἡ γυνὴ τὸν μὲν παῖδα εὗρε θανόντα, | |
25 | τῷ δὲ ἀνδρὶ τὰ παρὰ τοῦ προφήτου ἀπήγγειλεν. ὁ δ’ οὐδὲν ἐξ ἐκείνων ἐβελτιώθη, τυγχάνων ἀσύνετος. Ῥοβοὰμ δὲ τοῦ υἱοῦ Σολομῶντος βασιλεύοντος ἐν Ἱερουσαλὴμ οἱ παρὰ τοῖς Ἰσραηλίταις ἱερεῖς καὶ Λευῖται καὶ ὅσοι τοῦ πλήθους ἦσαν συνιέντες τὸ ἀγα‐ | |
30 | θόν, ἀποστάντες τῶν ἰδίων πόλεων εἰς Ἱεροσόλυμα παραγίνονται· κἀντεῦθεν ἡ βασιλεία τοῦ Ῥοβοὰμ ηὔ‐ | |
ξητο. ὁ δὲ καὶ αὐτὸς ἠσέβησεν εἰς θεόν, καὶ πᾶς ὁ | 130 in vol. 1 | |
1.131 | οἶκος Ἰούδα τῆς τοῦ θεοῦ θρησκείας κατωλιγώρησε. διὸ καὶ ἀνέβη Σουσακὶμ ὁ βασιλεὺς Αἰγύπτου ἐπὶ Ἱερουσαλὴμ μετὰ βαρείας δυνάμεως ἐν ἔτει πέμπτῳ τῆς βασιλείας τοῦ Ῥοβοάμ. συγκλείσας δὲ αὐτὸν Ῥο‐ | |
5 | βοὰμ ἐν τῇ πόλει καὶ τὸν λαόν, ἐδέετο τοῦ θεοῦ δοῦ‐ ναι σωτηρίαν αὐτοῖς, καὶ ἃ ἥμαρτον εἰς θεὸν ἐξωμο‐ λογοῦντο. παρακληθεὶς δὲ ὁ θεὸς οὐκ ἀπολέσειν αὐ‐ τούς, ἀλλὰ δώσειν εἶπεν ὑποχειρίους τοῖς πολεμίοις. δεξαμένου τοίνυν ἐν τῇ πόλει Ῥοβοὰμ τὸν Αἰγύπτιον | |
10 | ἐπὶ συνθήκαις, παρασπονδήσας ἐκεῖνος τοὺς τοῦ θεοῦ τε θησαυροὺς ἐσύλησε καὶ τοὺς βασιλικοὺς ἐξεκένωσε, καὶ τὰ χρυσᾶ ὅπλα ἃ ἐποίησε Σολομὼν καὶ τὰ δό‐ ρατα τὰ χρυσᾶ ἃ ὁ Δαβὶδ ἀνέθετο πάντα ἀφείλετο. ἐτελεύτησε δὲ Ῥοβοὰμ ζήσας ἔτη πεντήκοντα καὶ ἑπτά, | |
15 | ἐξ ὧν ἑπτακαίδεκα βεβασίλευκε, διάδοχον τὸν υἱὸν καταλιπὼν Ἀβιού. καθ’ οὗ Ἱεροβοὰμ ἐξεστράτευσεν, ἀεὶ καὶ τῷ Ῥοβοὰμ πολεμῶν. Ἀβιοὺ δὲ οὐκ ἔπτηξε τὴν ἔφοδον, ἀλλ’ ἀντιτάξας αὐτῷ τοὺς οἰκείους νί‐ κην νικᾷ περιβόητον, ὡς μηκέτι θαρσῆσαι τὸν Ἱερο‐ | |
20 | βοὰμ ἀντιπαρατάξασθαι. τελευτᾷ δὲ Ἀβιοὺ βασιλεύ‐ σας ἐν Ἱερουσαλὴμ ἔτη τρία, ποιήσας τὸ πονηρὸν ἐνώπιον κυρίου. καὶ ἐβασίλευσεν Ἀσὰ ὁ υἱὸς αὐτοῦ, τοὺς θείους θεσμοὺς τηρήσας κατὰ Δαβὶδ τὸν οἰκεῖον προπάτορα. | |
25 | Τέθνηκε δὲ καὶ Ἱεροβοὰμ ἀνύσας ἐν τῇ ἀρχῇ ἔτη δύο καὶ εἴκοσι. καὶ διεδέξατο αὐτὸν Ναβὰτ ὁ υἱὸς αὐτοῦ, κἀκεῖνος ἀσεβὴς κατὰ τὸν πατέρα γενόμενος. ὃς πόλιν τῶν ἀλλοφύλων πολιορκῶν Γαβαθὼν ἐπε‐ βουλεύθη παρὰ Βαασὰν υἱοῦ Ἀχιά, καὶ τέθνηκε δύο | |
30 | ἄρξας ἐνιαυτούς. Βαασὰν δὲ τῆς τῶν δέκα φυλῶν βασιλείας ἐγκρατὴς γεγονὼς πᾶν τὸ γένος τοῦ Ἱερο‐ | |
βοὰμ ἐξωλόθρευσε. καὶ οὗτος δὲ ὡς Ἱεροβοὰμ παρη‐ | 131 in vol. 1 | |
1.132 | νόμησε καὶ τὸν λαὸν ὁμοίως πεποίηκεν ἁμαρτεῖν. καὶ ἠπείλησεν αὐτῷ ὁ θεὸς διὰ Ἰηοὺ τοῦ προφήτου δια‐ φθερεῖν τὸν οἶκον αὐτοῦ ὡς τὸν οἶκον Ἱεροβοάμ. τέθνηκε δὲ καὶ οὗτος, ἐπὶ τὸν Ἰσραὴλ βασιλεύσας | |
5 | ἔτη ἐπὶ τέσσαρσιν εἴκοσι. καὶ Ἠλὰ ὁ υἱὸς αὐτοῦ γέ‐ γονε τῆς πατρικῆς βασιλείας διάδοχος. ὃν Ζαμβρὴ ὁ ἄρχων τῆς ἵππου αὐτοῦ μεθύοντα κτείνας ἐπὶ δύο ἐνιαυτοὺς βασιλεύσαντα τήν τε βασιλείαν ἀφείλετο καὶ τὸ γένος ἅπαν τοῦ Βαασὰν ἐξωλόθρευσεν. ἡ δὲ | |
10 | τῶν Ἰσραηλιτῶν στρατιὰ πολιορκοῦσα τὴν Γαβαθών, μαθοῦσα ὅτι Ζαμβρὴ κτείνας τὸν Ἠλὰ ἐβασίλευσε, τὸν οἰκεῖον στρατάρχην Ζαμβρὴν ἐν τῇ παρεμβολῇ ἀνηγόρευσε, καὶ τὴν πόλιν Θερσὰ μετ’ αὐτοῦ προ‐ καταλαβοῦσα κρατεῖ ταύτης. Ζαμβρὴ δὲ ὁ πρότερος | |
15 | εἰς τὸ μυχαίτατον τῶν βασιλείων εἰσδὺς καὶ ἐμπρή‐ σας αὐτό, συνδιέφθειρεν ἐκείνῳ καὶ ἑαυτόν, ἑπτὰ ἡμέρας τὴν ἀρχὴν κατασχών. εἶτα μερίζεται ὁ λαός, καὶ τὸ μὲν αὐτοῦ τὸν Ζαμβρὴν ᾑρεῖτο, τὸ δ’ ἕτερον τὸν Θαμνί. ἀλλ’ ὑπερισχύσαντες οἱ τοῦ Ζαμβρῆ, καὶ | |
20 | ἀνελόντες τὸν Θαμνί, ἀστασίαστον τὴν ἀρχὴν τῷ Ζαμβρῇ περιεποιήσαντο. ὃς πρότερον μὲν ἐν Θερσὰ διῆγεν βασιλεύων, ἔπειτα δ’ ἐν Μαρεώνῃ τῷ ὄρει, ἐν ᾧ πόλιν ἐδομήσατο ἣ Σαμάρεια κέκληται, αὐτοῦ Σα‐ μαραιὸν τὸ ὄρος καλέσαντος εἰς ὄνομα Σεμηρών, ἀφ’ | |
25 | οὗ τοῦτο ἐπρίατο· χείρων τῶν πρὸ αὐτοῦ γεγονώς. καὶ κατέστρεψε τὴν ζωὴν ἐν Σαμαρείᾳ, δώδεκα βα‐ σιλεύσας ἐνιαυτούς. ἡ δὲ βασιλεία περιῆλθεν εἰς Ἀχαὰβ τὸν υἱὸν αὐτοῦ. Οἱ μὲν οὖν τῶν Ἰσραηλιτῶν βασιλεῖς ἄλλος ἐπ’ | |
30 | ἄλλῳ διὰ τὴν παρανομίαν αὐτῶν ἐν ὀλίγῳ χρόνῳ διε‐ φθάρησαν, Ἀσὰ δὲ ὁ τῆς Ἱερουσαλὴμ βασιλεὺς θεοφι‐ | |
λὴς ἦν. οὗ τῷ δεκάτῳ τῆς βασιλείας ἔτει ὁ βασιλεὺς | 132 in vol. 1 | |
1.133 | Αἰθιόπων στρατεύει κατ’ αὐτοῦ μετὰ βαρείας δυνά‐ μεως. ὁ δὲ τὸν θεὸν σύμμαχον ἐπεκέκλητο· καὶ συμ‐ πλακεὶς τοῖς Αἰθίοψι πολλοὺς μὲν ἀνεῖλε, τοὺς δὲ λοιποὺς φυγόντας ἐδίωξε καὶ τὴν παρεμβολὴν ἐκεί‐ | |
5 | νων διήρπασε, καὶ πολλὰ αὐτὸς καὶ ὁ λαὸς ἐκομί‐ σαντο λάφυρα. ἀναζευγνύντι δὲ τῷ βασιλεῖ καὶ τῇ στρατιᾷ ὁ προφήτης Ἀζαρίας ὑπαντήσας τῆς νίκης τὸν θεὸν εἶναι αὐτῷ δοτῆρα εἶπε καὶ τῷ λαῷ, δι‐ καιοσύνης ἐπιμελουμένοις. καὶ μετιοῦσι μὲν ἀρετὴν | |
10 | εὐδαιμονίαν καὶ εἰσέπειτα ἐπηγγέλλετο, τῶν δὲ τοῦ θεοῦ ἐντολῶν κατολιγωρήσασι πολλὰ συμβήσεσθαι λυπηρά. Ἀσὰ τοίνυν ἐν εὐσεβείᾳ τὴν ζωὴν ἀνύσας καὶ εἰς γῆρας καταντήσας βαθὺ τέθνηκε, βασιλεύσας ἐνιαυτοὺς ἐφ’ ἑνὶ τεσσαράκοντα, Ἰωσαφὰτ οἰκείῳ | |
15 | υἱῷ τὴν ἡγεμονίαν καταλιπών. Ἀχαὰβ δὲ ἐν Σαμαρείᾳ ἐκέκτητο τὰ βασίλεια, τοὺς πρὸ αὐτοῦ παραδραμὼν εἰς ἀσέβειαν, καὶ ὑπὸ τῆς γυναικὸς Ἰεζάβελ μᾶλλον εἰς κακίαν προβιβασθείς, ἣ τοῦ βασιλέως μὲν Τύρου καὶ Σιδῶνος θυγάτηρ | |
20 | ἦν, ἰταμὸν δὲ καὶ τολμηρὸν γύναιον. αὕτη ναὸν τῷ οἰκείῳ θεῷ Βὴλ ἐδομήσατο καὶ ἄλσος ἐφύτευσε καὶ ἱερεῖς αὐτῷ καὶ ψευδοπροφήτας κατέστησεν. Ἠλιοὺ δὲ ὁ προφήτης ἐκ πόλεως Θέσβης, ζηλώσας ἐπὶ ταῖς ἀσεβείαις τοῦ βασιλέως καὶ τοῦ λαοῦ, εἶπε πρὸς | |
25 | Ἀχαάβ “ζῇ κύριος, εἰ ἔσται ὑετὸς εἰ μὴ διὰ λόγου μου.” καὶ ταῦτα εἰπὼν ἀπῆλθεν ἐν τῷ χειμάρρῳ Χορὰθ κατ’ ἐντολὴν τοῦ θεοῦ· ἔνθα παρὰ κοράκων ἐτρέφετο ἄρτους αὐτῷ κομιζόντων πρωὶ καὶ κρέας τὸ δειλινόν, τὴν δὲ πόσιν αὐτῷ ἐχορήγει ὁ χείμαρρος. | |
30 | οὗ ξηρανθέντος εἰς Σαρεφθὰ πόλιν οὖσαν μεταξὺ | 133 in vol. 1 |
1.134 | Σιδῶνος καὶ Τύρου τῷ θεῷ πειθόμενος ἄπεισι. καὶ πρὸ τῆς πόλεως γυναικί τινι ἐντυχών, ὕδωρ αὐτῷ κομίσαι ἱκέτευεν. ὡς δ’ ἐπορεύετο ἡ γυνή, καὶ ἄρ‐ τον αὐτῷ ἐνεγκεῖν ἠξίου. ἡ δὲ μιᾶς δρακὸς ἀλεύρου | |
5 | ἐξώμνυτο εὐπορεῖν καὶ βραχυτάτου ἐλαίου, καὶ συλ‐ λέξασα ξυλάρια ἀπιέναι ποιήσουσα μικρὰν τροφὴν ἑαυτῇ καὶ τοῖς παισίν, ἧς ἐκλιπούσης καὶ αὐτοὺς λιμῷ ἐκλιπεῖν. ὁ δὲ προφήτης θαρρεῖν αὐτῇ ἐγκε‐ λεύεται· μηδὲ γὰρ ἐκλείψειν ἄλευρον ἐκ τοῦ ἀγγείου | |
10 | τοῦ τοῦτο φέροντος, μηδ’ ἔλαιον ἐκ τῆς ληκύθου, ἕως γένηται ὑετός. ἡ δὲ πορευθεῖσα τόν τε προφή‐ την παρ’ αὐτῇ ξενισθέντα καὶ ἑαυτὴν καὶ τὰ τέκνα ἐκ τοῦ βραχίστου ἐκείνου ἀλεύρου ἔτρεφεν ἕως ὁ λι‐ μὸς παρελήλυθε. νοσήσαντος δὲ τοῦ υἱοῦ τῆς γυναι‐ | |
15 | κὸς ταύτης καὶ θανόντος, ἐβλασφήμει κατὰ τοῦ προ‐ φήτου ἐκείνη. ὁ δὲ δοθῆναι αὐτῷ τὸ τεθνηκὸς παι‐ δίον ᾔτησε. καὶ λαβὼν εἰς τὸ ὑπερῷον ἔνθα ᾤκει ἀνήνεγκε καὶ ἔθετο ἐπὶ τῆς κλίνης αὐτοῦ· καὶ τὸν θεὸν ἱκετεύσας τρισσάκις ἐνεφύσησε τῷ νεκρῷ, καὶ | |
20 | ἀνέζησε. καὶ ἔδωκε τὸν παῖδα ζῶντα τῇ γειναμένῃ· ἡ δ’ ηὐχαρίστει. καὶ μετὰ ταῦτα ἐνετείλατο τῷ Ἠλιοὺ ὁ θεὸς πορευθῆναι καὶ προειπεῖν Ἀχαὰβ ὡς ἔσται ὑετός. ὁ δὲ λιμὸς ἐπὶ Σαμάρειαν καὶ τὴν χώραν ἅπα‐ σαν κεκραταίωτο. Ἀχαὰβ δὲ τὸν οἰκονόμον αὐτοῦ Ἀβ‐ | |
25 | διοὺ ἄνδρα χρηστὸν παραλαβὼν ἀπῄει, εἰ εὕροι τοῖς ἵπποις χιλόν. καὶ ὁ μὲν ἄλλην ἀπῄει ὁδόν, ἑτέραν δὲ Ἀβδιού, ἐρευνῶντες ποῦ ἂν εὕροιεν χόρτον ἐν πηγαῖς ἢ χειμάρροις. συναντᾷ τοίνυν τῷ Ἀβδιοὺ ὁ Ἠλίας καὶ ᾔτει τῷ βασιλεῖ μηνύειν αὐτόν. ὁ δὲ καὶ | |
30 | μάλα ζητεῖσθαι παρὰ τοῦ Ἀχαὰβ αὐτὸν ἔλεγεν, ἵν’ ἀνέλῃ, εἰ εὕροι, καὶ κρύπτεσθαι συνεβούλευεν, ἔλεγέ | |
τε καὶ αὐτὸς ἑκατὸν προφήτας κρύπτειν καὶ τρέφειν | 134 in vol. 1 | |
1.135 | καὶ σώζειν οὕτω, τοὺς ἄλλους πάντας τῆς Ἰεζάβελ ἀνῃρηκυίας. ὁ δὲ ὤμοσε κατ’ ἐκείνην ὀφθήσεσθαι τὴν ἡμέραν τῷ Ἀχαάβ. ἀπῆλθεν οὖν Ἀβδιοὺ καὶ ἀπήγγειλε περὶ τοῦ Ἠλία τῷ βασιλεῖ. καὶ ἰδὼν τὸν | |
5 | προφήτην ἐκεῖνος, εἰ αὐτός ἐστιν ἤρετο ὁ διαστρέ‐ φων τὸν Ἰσραήλ. Ἠλίας δέ “σὺ μᾶλλον” εἶπε “καὶ ὁ οἶκος τοῦ πατρός σου διαστρέφετε τὸν λαόν, κατα‐ λιπόντες τὸν κύριον καὶ ψευδεῖς τιμῶντες θεούς. ἀλλ’ ἄθροισον εἰς τὸ Καρμήλιον τὸν λαὸν καὶ τοὺς σοὺς | |
10 | προφήτας καὶ τοὺς τῆς γυναικός.” πάντων δὲ συνελ‐ θόντων εἶπεν Ἠλίας ὡς “ἐγὼ μόνος ὑπολέλειμμαι τοῦ θεοῦ προφήτης, οἱ δὲ ψευδοπροφῆται σφόδρα πολλοί. δότε οὖν μοι μόνῳ βοῦν, καὶ αὐτοῖς ἅπασιν ἕτερον, καὶ θύσαντες τοὺς βόας ἐπιθῶμεν ξύλοις τὰ | |
15 | θύματα, πῦρ δέ γε μὴ ἐπενέγκωμεν· καὶ ἕκαστος ἐπικαλείσθω τὸν οἰκεῖον θεόν, καὶ ὑφ’ οὗ ἂν αὐτό‐ ματον πῦρ ἐκλάμψῃ καὶ κατακαύσῃ τὰ ξύλα τε καὶ τὰ θύματα, ἐκεῖνος λογιζέσθω θεὸς ἀληθής.” ἐπῄνεσε τὸ πλῆθος τοὺς λόγους, καὶ ἐποίησαν οὕτως οἱ ἱερεῖς | |
20 | τῆς αἰσχύνης, καὶ θύσαντες τὸν μόσχον καὶ ἐπιθέν‐ τες ξύλοις ἄνευ πυρός, ἐπεκαλοῦντο τὸν Βάαλ πρωί‐ θεν εἰς μεσημβρίαν. μυκτηρίζων δὲ αὐτοὺς ὁ προ‐ φήτης μέγα βοᾶν αὐτοῖς συνεβούλευε, μήποτε κα‐ θεύδῃ αὐτοῖς ὁ θεὸς ἤ τις ἀσχολία αὐτῷ ἐστιν. ὡς | |
25 | δ’ οὐδὲν ἐκείνοις δεομένοις πολλὰ ἐπεραίνετο, ὁ προ‐ φήτης δώδεκα λίθους λαβὼν καθ’ ἑκάστην φυλὴν ᾠκοδόμησε θυσιαστήριον, ὤρυξε δεξαμενήν, ἐστοίβασε τὰς σχίδακας ἐπὶ τοῦ βωμοῦ, καὶ αὐταῖς τὰ ἱερεῖα ἐπε‐ νεγκὼν ὕδωρ ἐπιχεθῆναι τῷ θυσιαστηρίῳ ἐκέλευσεν, | |
30 | ὥστε καὶ τὴν δεξαμενὴν πληρωθῆναι. καὶ ἐπὶ τού‐ τοις ἐπεκαλέσατο τὸν θεόν, καὶ πῦρ οὐρανόθεν ἐπὶ | |
τὸν βωμὸν κατενήνεκτο πάντων ὁρώντων, καὶ τὴν | 135 in vol. 1 | |
1.136 | θυσίαν καὶ τὰ ξύλα καὶ τοὺς λίθους κατέφαγε, τὸ ὕδωρ τε καὶ τὸν χοῦν. ὁ λαὸς δ’ ἐκπλαγεὶς ἔπεσεν ἐπὶ τὴν γῆν, ἕνα θεὸν ἀληθῆ τε καὶ μέγαν ὁμολο‐ γοῦντες. καὶ συλλαβόντες τοὺς ψευδοπροφήτας ἀπέ‐ | |
5 | κτειναν τοῦ προφήτου κελεύσαντος. εἶπε δὲ τῷ βα‐ σιλεῖ ὡς ὕσει μετὰ μικρὸν ὁ θεός, καὶ γέγονε κατὰ τὴν πρόρρησιν αὐτοῦ ῥαγδαῖος ὄμβρος. ἀπειλησάσης δὲ τῆς Ἰεζάβελ ἀνελεῖν τὸν Ἠλίαν, φοβηθεὶς ἐκεῖνος ἔφυγεν, καὶ ἐν τῇ ἐρήμῳ γενόμενος ἀθυμῶν ἀπο‐ | |
10 | θανεῖν ἱκέτευε τὸν θεόν. κοιμηθεὶς δὲ διυπνίσθη παρά τινος ἀναστῆναι καὶ φαγεῖν αὐτῷ ἐπιτρέπον‐ τος. ὁρᾷ δὲ ὀλυρίτην ἄρτον ἐκεῖ καὶ ὕδωρ. καὶ φα‐ γὼν ἐκοιμήθη πάλιν, καὶ αὖθις ὁ ἄγγελος φαγεῖν αὐτῷ ἐγκελεύεται, ὡς πολλῆς αὐτῷ προκειμένης ὁδοῦ. | |
15 | καὶ πάλιν δὲ φαγὼν καὶ ἐνισχύσας ἐκ τῆς τροφῆς ἐκείνης, ἐπορεύθη ἡμέρας τεσσαράκοντα. καὶ γενό‐ μενος ἐν τῷ ὄρει Χωρὴβ εἰσῆλθεν εἰς σπήλαιον, καὶ φωνῆς ἤκουσε “τί παραγέγονας ἐνταῦθα;” ὁ δὲ ἔφη “ὅτι ζηλώσας ἔκτεινα τοὺς προφήτας τῆς Ἰεζάβελ, ἡ | |
20 | δὲ ζητεῖ με κτανεῖν.” ὁ δὲ χρηματίζων εἶπεν αὖθις αὐτῷ “ἔξελθε αὔριον καὶ στῆθι ἐνώπιον κυρίου.” καὶ ἐποίησεν οὕτως, καὶ αἰσθάνεται πνεύματός τε καὶ συσσεισμοῦ, καὶ ὁρᾷ καιόμενον πῦρ. εἶτα λεπτῆς γενομένης αὔρας ἀκούει φωνῆς ἐκεῖθεν ἀναστρέψαι | |
25 | κελευούσης αὐτῷ καὶ χρῖσαι βασιλέα τῆς Συρίας τὸν Ἀζαήλ, καὶ τὸν Ἰηοὺ βασιλέα τῷ Ἰσραήλ, καὶ τὸν Ἐλισσαιὲ εἰς προφήτην ἀνθ’ ἑαυτοῦ, οἳ τοὺς ἀσεβεῖς ὀλοθρεύσουσιν. ὑποστρέψας δὲ Ἠλίας ὡς ἐκελεύσθη εὗρε τὸν Ἐλισσαῖον ἀροτριοῦντα, καὶ | |
30 | ἐπέρριψεν αὐτῷ τὴν μηλωτὴν αὐτοῦ. ὁ δὲ κατα‐ λιπὼν πάντα ἠκολούθησεν αὐτῷ προφητεύειν ἀξιω‐ | |
θείς. | 136 in vol. 1 | |
1.137 | Ἀμπελῶνα δὲ πλησίον τῶν ἀγρῶν τοῦ βασιλέως Ἀχαὰβ κεκτημένος ὁ Ναβουθαὶ ἠξιοῦτο πωλῆσαι αὐ‐ τὸν τῷ βασιλεῖ ἢ ἀνταλλάξαι· ὁ δὲ οὐκ ἐπείθετο. καὶ ὁ βασιλεὺς διὰ τοῦτο λελύπητο. μαθοῦσα δὲ Ἰεζάβελ | |
5 | τῆς λύπης τὸ αἴτιον γραφὴν ἐποιήσατο ὡς ἐξ Ἀχαὰβ πρὸς τοὺς προέχοντας τῆς χώρας, ἐν ᾗ κατῴκει ὁ Να‐ βουθαί, ἐγκελευομένην αὐτοῖς κατηγορῆσαι τοῦ ἀν‐ δρὸς ὡς βλασφημήσαντος κατὰ τοῦ θεοῦ καὶ τοῦ βα‐ σιλέως, καί τινας παρασκευάσαι καταμαρτυρῆσαι αὐ‐ | |
10 | τοῦ, καὶ καταλιθάσαι αὐτόν. ταύτην τὴν γραφὴν τῇ σφραγῖδι τοῦ βασιλέως ἐπισημηναμένη ἔστειλε πρὸς τοὺς ἄνδρας. κἀκείνων ποιησάντων ὡς ἐνετάλθησαν, ὁ μὲν Ναβουθαὶ κατελεύσθη καὶ τέθνηκεν, ἡ δ’ Ἰε‐ ζάβελ κληρονομῆσαι τὸν ἀμπελῶνα τοῦ Ναβουθαὶ τῷ | |
15 | Ἀχαὰβ ἐνετέλλετο θανόντος ἐκείνου. ὁ δὲ ἐλυπήθη διὰ τὸν φόνον, τὸν ἀμπελῶνα δὲ ᾠκειώσατο. καὶ Ἠλίας κελεύσαντος τοῦ θεοῦ ἀπῄει πρὸς Ἀχαὰβ λέ‐ γων “ὅτι ἐφόνευσας τὸν Ναβουθαὶ διὰ τὸ σχεῖν τὸν ἀμπελῶνα αὐτοῦ, διὰ τοῦτο τάδε λέγει κύριος. ἔνθα | |
20 | οἱ κύνες τὸ ἐκείνου ἔλειξαν αἷμα, ἐκεῖ καὶ τὸ σὸν αἷμα καὶ τὸ τῆς γυναικός σου λείξουσι, καὶ αἱ πόρ‐ ναι λούσονται ἐν τῷ αἵματί σου, καὶ ἅπαν τὸ γένος σου ἐξολοθρευθήσεται.” Ἀχαὰβ δ’ ἐπὶ τούτοις κατα‐ νυγεὶς ἔκλαυσε καὶ σάκκον περιεβάλετο καὶ ἐνή‐ | |
25 | στευσεν ἐπὶ τοῖς πεπραγμένοις μεταμελόμενος. καὶ ὁ θεὸς διὰ τὴν μετάνοιαν αὐτοῦ μὴ ἐπάξειν αὐτῷ τὰ ἠπειλημένα ἐδήλωσε τῷ προφήτῃ, ἀλλ’ ἐν ταῖς ἡμέ‐ ραις τοῦ παιδὸς αὐτοῦ ταῦτα τελέσειν. | |
Ὁ δὲ τοῦ Ἄδερ υἱὸς βασιλεὺς Συρίας ἐστράτευ‐ | 137 in vol. 1 | |
1.138 | σεν ἐπὶ τὴν Σαμάρειαν μετὰ βαρείας δυνάμεως καὶ συμμάχων πολλῶν. καὶ πολιορκῶν αὐτὴν ἔπεμψε πρὸς Ἀχαὰβ λέγων ὅτι “ὁ πλοῦτός σου καὶ αἱ γυναῖ‐ κές σου καὶ τὰ τέκνα σου ἐμά ἐστι· λήψομαι γὰρ πο‐ | |
5 | λέμῳ αὐτά. ἂν δ’ ὅσα βούλωμαι παραχωρήσῃς μοι λήψεσθαι, λύσω τὴν πολιορκίαν καὶ ἀπελεύσομαι.” Ἀχαὰβ δέ “κἀγώ” ἔφη “καὶ οἱ ἐμοὶ πάντες σοί ἐσμεν.” καὶ συναθροίσας τοὺς πρεσβυτέρους τῆς γῆς, ὅσα πρὸς αὐτὸν διεπέμψατο ὁ πολέμιος ἀνεδίδαξε. τὸ δὲ | |
10 | πλῆθος μὴ πεισθῆναι αὐτῷ συνεβούλευσεν. ὁ δὲ τοῖς πρέσβεσι τῶν πολεμίων εἶπε μὴ δύνασθαι ποιῆ‐ σαι τὸ ἀπαιτούμενον. τοῦτο ἀγγελθὲν τῷ βασιλεῖ τῆς Συρίας εἰς ὀργὴν ἐκεῖνον ἐκίνησε, καὶ χάρακα βαλεῖν περὶ τὴν πόλιν καὶ χώματα ἐγείρειν ἐκέλευσε. | |
15 | προφήτου δέ τινος τῷ Ἀχαὰβ φήσαντος παραδιδό‐ ναι τὸν θεὸν τοὺς πολεμίους αὐτῷ μετὰ τῶν παιδα‐ ρίων τῶν ἡγεμόνων ἐπιόντι αὐτοῖς, ἠρίθμησε τὰ παι‐ δάρια, καὶ εὗρε διακόσια τριάκοντα δύο. τῶν δὲ πολεμίων εὐωχουμένων καὶ μεθυόντων κατὰ μεσημ‐ | |
20 | βρίαν ἐξῆλθεν ὁ Ἀχαὰβ παραλαβὼν τὰ παιδάρια. ὁ βασιλεὺς δὲ Συρίας ἰδὼν αὐτούς, δεδεμένους τοὺς προσιόντας παραστῆσαι αὐτῷ τισι τῶν οἰκείων προσ‐ έταξεν. οἱ δὲ παῖδες τοῖς ἐπιοῦσι προσμίξαντες πολ‐ λοὺς ἀνεῖλον. ἑπομένη δ’ ὄπισθεν τῶν παίδων ἡ | |
25 | πᾶσα δύναμις τοῦ Ἰσραὴλ ἐξαίφνης κατὰ τῶν Σύρων ὁρμήσασα εἰς φυγὴν αὐτοὺς ἔτρεψεν, ὡς καὶ τὸν βασιλέα σφῶν μόλις φυγόντα σωθῆναι. καὶ ἀνα‐ στρέψας ἐκ τῆς διώξεως Ἀχαὰβ τὸ στρατόπεδον τῶν πολεμίων διήρπασε, καὶ ἐπανῆλθε πρὸς τὴν Σαμά‐ | |
30 | ρειαν. ὁ δὲ προφήτης αὖθις τοῦ Σύρου αὐτῷ προ‐ εῖπεν ἐπέλευσιν. ἤδη δὲ ἐπιστάντος τοῦ ἔαρος ἐπε‐ | |
στράτευσεν αὖθις ὁ Σύρος κατὰ τοῦ Ἰσραήλ, καὶ ἐν | 138 in vol. 1 | |
1.139 | πεδίῳ ἐσκήνωσεν. εἶπον γὰρ αὐτῷ οἱ περὶ αὐτὸν ἐν ὄρεσι τὸν θεὸν τῶν Ἑβραίων τὴν δύναμιν ἔχειν, οὐ μέντοι καὶ ἐν κοιλάσι. τοῦ δὲ προφήτου νίκην ἐπαγγελλομένου τῷ Ἀχαάβ, ἵνα, φησί, καὶ ἐν κοι‐ | |
5 | λάσι τὴν ἰσχὺν ἐπιδείξηται ὁ θεός, τὰς μὲν ἄλλας ἡμέρας ἡσύχαζον τὰ στρατόπεδα, τῇ δ’ ἑβδόμῃ μά‐ χης συρραγείσης φεύγουσιν οἱ Σύροι· καὶ Ἀχαὰβ ἐδίωκε καὶ ἀνῄρει αὐτούς. πολλοὶ δὲ περισωθέντες εἰς Ἄφεκκα τὴν πόλιν ἐκεῖ διεφθάρησαν τοῦ τεί‐ | |
10 | χους ἐπιπεσόντος αὐτοῖς. ὁ δὲ τοῦ Ἄδερ υἱὸς μετά τινων ὀλίγων φυγὼν ἐκρύβη. οἱ δὲ περὶ ἐκεῖνον σάκ‐ κους ἐνδύντες καὶ σχοίνους ταῖς κεφαλαῖς περιδή‐ σαντες προσῆλθον τῷ Ἀχαάβ, καὶ σώζειν τὸν ἑαυ‐ τῶν ἱκέτευον κύριον· ὁ δὲ κατένευσε. κἀκεῖνοι προσ‐ | |
15 | ήγαγον τὸν ἀρχηγὸν ἑαυτῶν ἐφ’ ἅρματος ὀχουμένῳ τῷ Ἀχαάβ. ὁ δὲ ἐπὶ τὸ ἅρμα λαμβάνει αὐτὸν καὶ ἀσπάζεται καὶ θαρρεῖν ἐγκελεύεται. εἶτα ἐπὶ συν‐ θήκαις ἀφῆκεν αὐτὸν ἀπελθεῖν, πολλὰ δωρησάμε‐ νος. ὁ προφήτης δὲ Μιχαίας τινὰ τῶν ὁμοφύλων | |
20 | ἠξίου πατάξαι αὐτὸν κατὰ κεφαλῆς. τοῦ δὲ μὴ πει‐ θομένου, ὑπὸ λέοντος αὐτὸν παταχθῆναι προέφη· καὶ γέγονεν εἰς ἔργον ἡ πρόρρησις. εἶθ’ ἑτέρῳ τὴν αὐτὴν προσῆγεν ἀξίωσιν· πλήξαντος δ’ ἐκείνου, κα‐ ταδησάμενος τὴν κεφαλὴν προσῆλθε τῷ Ἀχαάβ, λέ‐ | |
25 | γων ἐπὶ φυλακῇ παραλαβεῖν παρὰ τοῦ ταξιάρχου αἰχ‐ μάλωτον, φυγόντος δ’ ἐκείνου τὸν ταξιάρχην ζητεῖν αὐτὸν ἀνελεῖν. ὡς δὲ δίκαιον εἶναι τοῦτο εἶπεν ὁ Ἀχαάβ, λύσας ἐκεῖνος τὴν κεφαλὴν ἐπεγνώσθη ὡς ὁ προφήτης Μιχαίας ἦν. καὶ ἔφη τῷ Ἀχαάβ “ἐπεὶ τὸν | |
30 | βασιλέα Συρίας ἄνδρα ὀλέθριον ἀτιμώρητον ἀφῆκας, αὐτὸς ἀντ’ ἐκείνου ἀποθανῇ, καὶ ὁ σὸς λαὸς ἀντὶ τοῦ | |
λαοῦ ἐκείνου.” ἐλυπήθη τούτων ἀκούσας ὁ Ἀχαάβ. | 139 in vol. 1 | |
1.140 | ἐπὶ δὲ τριετίαν εἰρήνην ἀγαγών, εἶτα βουληθεὶς τὴν πόλιν Ῥεμμὰθ ὡς αὐτῷ διαφέρουσαν ἀφελέσθαι τῶν Σύρων, ἠξίου καὶ τὸν βασιλέα τῆς Ἱερουσαλὴμ τὸν Ἰωσαφὰτ συνεκστρατεῦσαι αὐτῷ. κἀκεῖνος κατέ‐ | |
5 | νευσε, καὶ συνεβούλευεν ἐρωτῆσαι τὸν θεὸν διὰ προ‐ φήτου εἰ εὐδοκεῖ. Ἀχαὰβ δὲ τοὺς ἑαυτοῦ προφήτας συγκαλεσάμενος εἰ πορεύσεται πρὸς πόλεμον ἤρετο. τῶν δὲ νίκην ἐπαγγελλομένων ὁ βασιλεὺς Ἰωσαφὰτ προφήτην ἐζήτησε τοῦ κυρίου. Ἀχαὰβ δὲ εἶναι μὲν ἔφη, | |
10 | προσωχθικέναι δ’ ἐκείνῳ κακὰ προαγορεύοντι. καὶ ὁ Ἰωσαφὰτ κληθῆναι αὐτὸν ἠξίου. κληθέντα δὲ τὸν Μι‐ χαίαν ἠρώτα ὁ Ἀχαὰβ εἰ μαχήσεται ἢ μή. ὁ δέ “ἑώ‐ ρακα τὸν Ἰσραήλ” ἔφη “διεσπαρμένον ἐν τοῖς ὄρεσιν ὡς ποίμνιον ἀποίμαντον. ὁ δὲ κύριος εἶπέ μοι τοὺς | |
15 | μὲν σωθήσεσθαι καὶ ἀναστρέψαι, σὲ δὲ μόνον πεσεῖ‐ σθαι ἐν Ῥεμμάθ.” ταῦτα τοῦ Μιχαίου εἰπόντος ὁ Ἀχαὰβ πρὸς Ἰωσαφὰτ ἔφη “οὐκ εἶπόν σοι ὡς κακά μοι ἀεὶ προφητεύει;” Σεδεκίας δέ τις τῶν ψευδοπροφητῶν ἐρράπισε τὴν σιαγόνα Μιχαίου. ὁ δὲ ἔφη αὐτῷ “μετ’ | |
20 | ὀλίγον ταμεῖον ἐκ ταμείου ἀμείψεις κρυπτόμενος.” ὁ δὲ βασιλεὺς Ἀχαὰβ καθειρχθῆναι αὐτὸν καὶ φυλάτ‐ τεσθαι μέχρις ἂν αὐτὸς ὑποστρέψῃ προσέταξε. καὶ ὁ Μιχαίας “ἐὰν ὑποστρέψῃς ἐν εἰρήνῃ σύ” εἶπεν, “οὐκ ἐλάλησε κύριος ἐν ἐμοί.” ἤδη δὲ πορευθέντων | |
25 | τῶν βασιλέων καὶ ὁ τῶν Σύρων βασιλεὺς αὐτοῖς ἀντιπαρετάξατο, ἐντειλάμενος τοῖς στρατιώταις αὐ‐ τοῦ μηδενὶ πολεμεῖν τῶν ἄλλων ἀλλ’ ἢ μόνῳ τῷ Ἀχαάβ. ὁ δὲ τὴν βασιλικὴν ἀμείψας στολὴν ἐνεδύ‐ σατο ἰδιωτικήν. ἰδόντες δὲ οἱ τῶν Σύρων στρατάρχαι | |
30 | τὸν Ἰωσαφὰτ κεκοσμημένον βασιλικῶς, ᾠήθησαν εἶ‐ ναι τὸν Ἀχαὰβ καὶ ἐκύκλωσαν αὐτόν. ὡς δ’ ἔγνωσαν | |
μὴ ὄντα τὸν βασιλέα τοῦ Ἰσραήλ, ἀνεχώρησαν. εἷς | 140 in vol. 1 | |
1.141 | δέ τις τὸ τόξον ἐντείνας βάλλει τὸν Ἀχαάβ. γνοὺς δὲ καιρίως πληγῆναι, τῷ ἡνιόχῳ ἐκέλευσε τὸ ἅρμα τῆς μάχης ἐξαγαγεῖν· καὶ περὶ δύσιν ἡλίου ἐξέλιπε. καὶ οἱ μὲν Σύροι γνόντες τεθνηκότα τὸν Ἀχαὰβ | |
5 | ἀπῆλθον πρὸς ἑαυτούς, ὁ δὲ τοῦ βασιλέως νεκρὸς κομισθεὶς εἰς Σαμάρειαν θάπτεται. τὸ δὲ ἅρμα κα‐ θῃμαγμένον τῷ φόνῳ τοῦ βασιλέως ἀπέρρυψαν ἐν τῇ κρήνῃ τῆς Σαμαρείας, καὶ οἵ τε κύνες τὸ αἷμα ἔλειξαν, αἵ τε πόρναι παρὰ τῇ κρήνῃ ἐλούοντο, ὡς | |
10 | Ἠλίας προείρηκεν. ἀπέθανε δὲ Ἀχαὰβ ὅπου ὁ Μι‐ χαίας προηγόρευσε, τὸν ὄλεθρον μὴ φυγὼν καίτοι προρρηθέντα αὐτῷ, βασιλεύσας ἔτη δύο καὶ εἴκοσι. τὴν δὲ βασιλείαν ὁ παῖς αὐτοῦ Ὀχοζίας μετ’ ἐκεῖνον παρέλαβεν. | |
15 | Ἰωσαφὰτ δὲ τῷ βασιλεῖ Ἱερουσαλὴμ ἀπὸ τῆς πρὸς Ἀχαὰβ συμμαχίας ἐπανελθόντι Ἰηοὺ ὁ προφήτης ἐπε‐ νεκάλει ὅτι ἀνθρώπῳ συνεμάχησεν ἀσεβεῖ· ῥυσθῆ‐ ναι δ’ αὐτὸν ἔλεγε παρὰ τοῦ θεοῦ, καίτοι τῷ ἔργῳ αὐτοῦ προσοχθίσαντος. ὁ δὲ βασιλεὺς ηὐχαρίστει. | |
20 | εἶτα τὴν ὑπ’ αὐτὸν περιερχόμενος χώραν τοὺς νό‐ μους τηρεῖν ἐνετέλλετο, καὶ κριτὰς πανταχοῦ κατα‐ στήσας δικαίως κρίνειν προσέταττε. Μωαβιτῶν δὲ καὶ Ἀμμανιτῶν προσλαβομένων καὶ Ἄραβας ἐπελ‐ θόντων αὐτῷ, ἐπεκαλεῖτο τὸν θεὸν εἰς βοήθειαν. | |
25 | προφήτης δέ τις ὑπερμαχῆσαι αὐτοῦ τὸν θεὸν εἶπε, καὶ κελεύει ἐξαγαγεῖν μὲν τὴν στρατιάν, μὴ συμμί‐ ξαι μέντοι τοῖς πολεμίοις, ἑστῶτας δ’ ὁρᾶν τὴν θεό‐ θεν ἐπικουρίαν. ἕωθεν δ’ ἐξελθὼν μετὰ τῆς στρα‐ | |
τιᾶς ὁ βασιλεὺς τῇ μὲν ἵστασθαι ἐνετέλλετο, τοὺς ἱε‐ | 141 in vol. 1 | |
1.142 | ρεῖς δὲ προεστάναι τοῦ στρατεύματος μετὰ τῶν σαλ‐ πίγγων, καὶ τοὺς Λευίτας καὶ τοὺς ὑμνῳδοὺς ᾄδειν εὐχαριστήριον τῷ θεῷ. οἱ δὲ πολέμιοι κατ’ ἀλλήλων κινηθέντες ἀλλήλους ἀπέκτεινον, ὡς μηδένα σωθῆ‐ | |
5 | ναι. Ἰωσαφὰτ δὲ εἰς διαρπαγὴν ἀφῆκε τῇ στρατιᾷ τὴν τῶν ἐναντίων παρεμβολήν. ἐντεῦθεν ὡς τὸ θεῖον ἔχοντα σύμμαχον δείσαντες αὐτὸν οἱ ἀλλόφυλοι ἠρέμουν. Ὀχοζίας δὲ ὁ τῶν Ἰσραηλιτῶν βασιλεὺς τοῖς ἑαυ‐ | |
10 | τοῦ γονεῦσιν εἰς πονηρίαν ὡμοίωτο. περὶ δὲ τὸ δεύ‐ τερον ἔτος τῆς βασιλείας αὐτοῦ ἐπέσχον οἱ Μωαβῖται τοὺς φόρους, οὓς εἰσέφερον τῷ πατρὶ αὐτοῦ. νοσήσας δὲ πρὸς τὴν Ἀκκαρῶν θεόν, Μυῖαν ὠνομασμένην, ἔπεμψεν ἐρωτῶν εἰ ἀναρρωσθήσεται. Ἠλίας δὲ τοῖς | |
15 | ἐσταλμένοις ὑπαντήσας ἀναστρέφειν ἐκέλευε καὶ λέ‐ γειν τῷ πέμψαντι πρὸς τὸν τῶν ἀλλοφύλων θεόν, ὡς τῷ Ἰσραὴλ μὴ ὄντος θεοῦ, ὅτι ἐκ τῆς κλίνης οὐκ ἀνα‐ στήσεται. καὶ οἱ ἄνδρες ἐπανελθόντες εἶπον ἃ ἤκου‐ σαν. Ὀχοζίας δὲ τίς ὁ ταῦτα εἰρηκὼς εἴη ἠρώτα. | |
20 | τῶν δὲ μὴ εἰδέναι φησάντων, τὸ εἶδος τοῦ ἀνδρὸς ἐκείνου λέγειν ἀπῄτει αὐτούς. εἰπόντων δὲ δασὺν εἶναι καὶ ζώνην δερματίνην περιεζῶσθαι, συνῆκεν ὡς Ἠλίας ἦν. καὶ πέμψας πεντηκόνταρχον σὺν τοῖς ὑπ’ αὐτὸν ἀχθῆναι τὸν προφήτην ἐκέλευσε. καὶ ὁ | |
25 | σταλεὶς ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους εὑρὼν αὐτὸν ἥκειν ἐκέλευε πρὸς τὸν βασιλέα. εὐξαμένου δὲ Ἠλιοὺ πῦρ οὐρανόθεν ῥυὲν διέφθειρε τὸν πεντηκόνταρχον καὶ τοὺς σὺν αὐτῷ. καὶ ὁ βασιλεὺς ἕτερον ἔστειλε πεντηκόνταρχον μετὰ τῶν πεντήκοντα· κἀκείνους | |
30 | ὁμοίως πῦρ οὐράνιον ἐδαπάνησε. καὶ αὖθις τρίτος ἐπέμφθη ταξίαρχος σὺν τοῖς ὑπ’ αὐτόν. ὃς ἐπὶ τὸν | |
προφήτην ἐλθών, πεσὼν προσεκύνησε καὶ παρῃτεῖτο | 142 in vol. 1 | |
1.143 | τὴν ἐξ αὐτοῦ τιμωρίαν, λέγων ἄκων ἥκειν βασιλικῷ πεπεισμένος κελεύσματι, καὶ παρεκάλει αὐτὸν ἀπελ‐ θεῖν πρὸς τὸν βασιλέα. Ἠλιοὺ δέ, ἀγγέλου αὐτῷ πορευθῆναι εἰπόντος καὶ μὴ πτοεῖσθαι, κατῆλθεν | |
5 | ἐκ τοῦ ὄρους, καὶ ἀπελθὼν τῷ βασιλεῖ ἔφη “ἐπεὶ πρὸς ἀλλότριον θεὸν ἔστειλας ζητῶν εἰ ζήσεις, ἴσθι ὡς οὐκ ἀναστήσῃ ἐκ τῆς νόσου, ἀλλὰ τεθνήξῃ.” ἀπέ‐ θανεν οὖν Ὀχοζίας κατὰ τὴν τοῦ προφήτου πρόρρη‐ σιν, τῷ ἀδελφῷ Ἰωρὰμ τὴν βασιλείαν καταλιπών. | |
10 | ὃς τὰς μὲν στήλας τοῦ Βάαλ, ἃς ἔστησεν Ἀχαὰβ ὁ πατὴρ αὐτοῦ, συνέτριψε, τἄλλα δὲ ἀσεβὴς καὶ πονη‐ ρὸς ἦν καὶ τοῖς γονεῦσι προσεοικώς. Ἠλιοὺ δὲ ἀναλαμβάνεσθαι μέλλων ἐπορεύθη μετὰ Ἐλισσαιέ. καὶ ἐλθὼν εἰς τὸν Ἰορδάνην τῇ μηλωτῇ | |
15 | αὐτοῦ τὸ ὕδωρ ἐπάταξε, καὶ διῃρέθη τὸ ὕδωρ, καὶ διῆλθον ἄμφω ἐπὶ ξηρᾶς. εἶτα “αἴτησαι” εἶπε τῷ Ἐλισσαιέ “τί ποιήσω σοι.” ὁ δὲ διπλῆν τὴν ἐν αὐτῷ τοῦ πνεύματος χάριν γενέσθαι ᾔτησεν ἐπ’ αὐτόν. Ἠλίας δὲ φορτικὸν εἶπεν εἶναι τὸ αἴτημα, “πλὴν εἰ | |
20 | ὄψει με ἀναλαμβανόμενον, γενήσεταί σοι.” ἔτι δὲ λαλούντων αὐτῶν ἅρμα ἔμπυρον σὺν ἵπποις ὁμοίοις ἐπέστη καὶ ἥρπασε τὸν Ἠλίαν. ἀναφερόμενος δὲ τὴν μηλωτὴν αὐτοῦ ἐπέρριψε τῷ Ἐλισσαιέ. καὶ ὃς λαβὼν αὐτὴν μηκέτι τὸν Ἠλίαν ὁρῶν ὑπέστρεψε. καὶ ἐλ‐ | |
25 | θὼν εἰς τὸν Ἰορδάνην ἀπόπειραν ἐποιεῖτο εἰ ἔλαβε τὴν χάριν ὡς ᾔτησε, καὶ ἐπάταξε τὸ ὕδωρ τῇ μη‐ λωτῇ· τὸ δὲ οὐ διῄρητο. καὶ εἶπε “ποῦ ὁ θεὸς Ἠλίου;” καὶ ἐπάταξε πάλιν· καὶ διέστη τὸ ὕδωρ, καὶ διῆλθεν. ἰδόντες δὲ αὐτὸν υἱοὶ τῶν προφητῶν | |
30 | πεντήκοντα εἶπον “ἐπαναπέπαυται τὸ πνεῦμα Ἠλιοὺ ἐπὶ Ἐλισσαιέ,” καὶ ἠκολούθησαν αὐτῷ. καὶ ἐζήτουν | |
πορευθῆναι, ἐρευνήσοντες μήποτε ἦρε τὸν Ἠλίαν | 143 in vol. 1 | |
1.144 | πνεῦμα κυρίου καὶ ἔρριψεν αὐτὸν ἐφ’ ἓν τῶν ὀρέων ἢ τῶν βουνῶν· Ἐλισσαιὲ δὲ οὐκ ἐπέτρεπεν· ἐγκειμέ‐ νων δ’ ἐκείνων κατένευσε. καὶ ἐπορεύθησαν πεντή‐ κοντα ἄνδρες καὶ ἐζήτησαν τρεῖς ἡμέρας καὶ οὐχ εὗ‐ | |
5 | ρον. Ἐλισσαιὲ δὲ ἐν Ἱεριχῷ ἦν. καὶ ἦλθον οἱ ἄνδρες τῆς πόλεως πρὸς αὐτὸν δεόμενοι μεταβληθῆναι παρ’ αὐτοῦ τὰ ὕδατα τοῦ τόπου ἐκείνου πονηρὰ ὄντα καὶ ἀτεκνοῦντα. ὁ δὲ ἐν ἀγγείῳ καινῷ ἅλας αὐτῷ κομι‐ σθῆναι ἐζήτησε, καὶ κομισθέντος εἰς τὴν πηγὴν τῶν | |
10 | ὑδάτων καθῆκεν ἅλας ἐπικαλούμενος τὸν θεόν, καὶ τὰ ὕδατα ἐκ πικρίας εἰς γλυκύτητα μετεβλήθησαν καὶ οὐδὲν αὐτοῖς ἐναπέμεινε βλαβερόν. ἀπιόντος δέ που τοῦ προφήτου Ἐλισσαιὲ παιδάρια μικρὰ κατέ‐ παιζον αὐτοῦ βοῶντα “ἀνάβαινε, φαλακρέ.” ἀλγήσας | |
15 | δ’ ἐπὶ τούτῳ κατηύξατο αὐτῶν. καὶ ἐξῆλθον ἄρκτοι ἀπὸ τοῦ ὄρους καὶ ἀπέκτειναν ἐκ τῶν παιδίων δύο καὶ τεσσαράκοντα. Ἰωρὰμ δὲ ὁ υἱὸς Ἀχαὰβ μέλλων κατὰ Μωαβιτῶν ἐκ‐ στρατεύειν, Ἰωσαφὰτ τὸν βασιλέα τῆς Ἰουδαίας ἠξίου | |
20 | συμμαχῆσαι αὐτῷ. ὁ δὲ καὶ τὸν Ἰδουμαίων βασιλέα ὑπείκοντα αὐτῷ προσλαβέσθαι σύμμαχον ἐπηγγείλατο. ἑνωθέντες δ’ οἱ τρεῖς βασιλεῖς διὰ τῆς ἐρήμου ἀπῄε‐ σαν ἐπὶ ἡμέρας ἑπτά. καὶ τὸ ὕδωρ ἐπέλειψε τοῖς στρατεύμασιν. ἦλθον οὖν πρὸς Ἐλισσαιὲ οἱ τρεῖς | |
25 | βασιλεῖς καὶ ἐδέοντο σώζειν αὐτοὺς καὶ τὴν στρατιάν. ὁ δὲ τῷ Ἰωρὰμ ἔφη “πρὸς τοὺς τοῦ πατρός σου καὶ τῆς μητρός σου ἄπιθι προφήτας,” καὶ ὤμοσε μὴ ἂν ἀποκριθῆναι αὐτῷ εἰ μὴ διὰ Ἰωσαφάτ. εἶτα ψάλ‐ λοντά τινα κληθῆναι ἐκέλευσε. ψάλλοντος δ’ ἐκείνου | |
30 | πνεῦμα κυρίου ἐνέπνευσε τῷ προφήτῃ, καὶ ἐπέταξε βόθρους πολλοὺς ὀρύξαι παρὰ τὸν χείμαρρον· “ὄψεσθε | |
γάρ” ἔφη “πλήρη τὸν χείμαρρον οὔτε πνεύματος | 144 in vol. 1 | |
1.145 | πνεύσαντος οὔθ’ ὑετοῦ γεγονότος, καὶ πίεσθε εἰς κόρον, καὶ τῶν ἐχθρῶν κυριεύσετε.” καὶ ὁ μὲν οὕ‐ τως προείρηκεν· ἕωθεν δὲ τῇ ἐπαύριον ὁ χείμαρρος ὑδάτων ἐπέπληστο, καὶ πλημμύρας γενομένης ἅπαν | |
5 | τὸ πρόσωπον τῆς γῆς ἐκείνης τὸ ὕδωρ ἐκάλυψεν. ἀνα‐ τείλαντος δὲ τοῦ ἡλίου πυρώδους καὶ προσβαλόντος τοῖς ὕδασιν, ἐρυθρὰ ταῦτα πρὸς τὴν αὐγὴν τοῦ ἡλίου ἐφαίνοντο. οἱ οὖν Μωαβῖται ἐν τοῖς ὄρεσιν ἐστρα‐ τοπεδευκότες καὶ ὑψόθεν κατασκοποῦντες, αἷμα τὸ | |
10 | ὕδωρ ὑπολαβόντες, καὶ νομίσαντες τοὺς βασιλεῖς πρὸς ἀλλήλους μαχέσασθαι καὶ ἀποκτεῖναι ἀλλήλους τοὺς στρατιώτας αὐτῶν, ὥρμησαν ἀσυντάκτως εἰς τὴν τῶν σκύλων διαρπαγήν. καὶ τῶν ἐχθρῶν περι‐ στάντων αὐτούς, οἱ μὲν ἀνῃρέθησαν, οἱ δὲ ἔφυγον. | |
15 | οἱ δὲ Ἰσραηλῖται διώκοντες εἰς τὴν Μωαβῖτιν ἐνέβα‐ λον καὶ τάς τε πόλεις καθεῖλον καὶ τὴν χώραν ἠρή‐ μωσαν. ὁ βασιλεὺς δὲ Μωὰβ εἰς τὴν πόλιν ἐπανελ‐ θών, τὸν πρωτότοκον υἱὸν αὐτοῦ ἐπὶ τὸ τεῖχος ἀνα‐ γαγὼν ἐξ ἀπογνώσεως ἔθυσε καὶ ὡλοκαύτωσε τῷ | |
20 | θεῷ. τοῦτο οἱ βασιλεῖς ἰδόντες καὶ τῆς ἀπογνώσεως ἐκεῖνον οἰκτείραντες ἔλυσαν τὴν πολιορκίαν. Ἰωσα‐ φὰτ δὲ ἐπανελθὼν εἰς Ἱεροσόλυμα τελευτᾷ, ζήσας μὲν ἔτη ἑξήκοντα, βασιλεύσας δ’ ἐκ τούτων πέντε καὶ εἴκοσιν, ἀνὴρ γενόμενος θεοσεβής τε καὶ δίκαιος. | |
25 | πολλοὺς δὲ παῖδας λιπών, διάδοχον τῆς βασιλείας τὸν πρεσβύτατον ἐποιήσατο, Ἰωρὰμ κεκλημένον ὁμωνύμως τῷ Ἰσραηλιτῶν βασιλεῖ μητραδέλφῳ ὄντι αὐτοῦ. Ἐν Σαμαρείᾳ δὲ τῷ Ἐλισσαίῳ διάγοντι πρόσεισι γυνή τις χήρα, ἀποκλαιομένη ὅτι χρεωστοῦσα καὶ μὴ | |
30 | ἔχουσα τὸ χρέος ἀποδοῦναι τοὺς υἱοὺς ἀφαιρεῖται | |
παρὰ τοῦ δανειστοῦ, εἰς δούλους αὐτῷ ἐσομένους. | 145 in vol. 1 | |
1.146 | ὁ δὲ προφήτης τί ἐν τῷ οἴκῳ ἔχει ἠρώτα αὐτήν· ἡ δὲ οὐδὲν ἕτερον ἔφη ἢ βραχύτατον ἔλαιον. καὶ ἐνετεί‐ λατο αὐτῇ χρήσασθαι ἀγγεῖα πολλὰ καὶ ἐπιχεῖν ἐκ τοῦ ἐλαίου ἐν ἅπασι. πεποίηκε τὰ κελευσθέντα τὸ γύναιον, | |
5 | καὶ πάντα ἐλαίου ἐπλήσθησαν· καὶ ἀνήγγειλε τῷ προ‐ φήτῃ τὸ γεγονός. κἀκεῖνος ἀποδόσθαι τὸ ἔλαιον συνε‐ βούλευσε καὶ ἀποτῖσαι τὸ χρέος καὶ τῷ περισσῷ εἰς διοίκησιν χρήσασθαι. ξενισθεὶς δὲ παρὰ τῆς Σουμα‐ νίτιδος καὶ ἐν τῇ οἰκίᾳ αὐτῆς ἀναπαυόμενος μὴ ἐχού‐ | |
10 | σης παῖδα, προεῖπεν αὐτῇ συλλήψεσθαι καὶ τεκεῖν υἱόν. καὶ κατὰ τὴν τοῦ προφήτου πρόρρησιν ἔτεκεν. ἁδρυνθὲν δὲ τὸ παιδίον τέθνηκεν· ἡ δὲ γυνὴ πρὸς τὸν Ἐλισσαῖον εἰς τὸ Καρμήλιον ἀπελήλυθεν, καὶ πεσοῦσα παρὰ τοὺς πόδας αὐτοῦ τὴν συμφορὰν ἀπεκλαίετο. ὁ | |
15 | δὲ τῷ φοιτητῇ αὐτοῦ Γιεζὶ ἐνετείλατο ἀπελθεῖν, δοὺς αὐτῷ τὴν ἑαυτοῦ βακτηρίαν, ἵνα ἐπίθηται αὐτὴν τῷ τεθνεῶτι παιδί. καὶ ἡ γυνὴ ὤμοσε μὴ ὑποστρέψαι, εἰ μὴ αὐτὸς αὐτῇ συμπορεύσεται. ἐπείσθη οὖν ὁ προφή‐ της, καὶ ἀπελθὼν εὗρε τὸ παιδάριον ἀνακεκλιμένον | |
20 | ἐν τῇ κλίνῃ αὐτοῦ· καὶ προσευξάμενος ἀνέβη ἐπὶ τὴν κλίνην καὶ συνανεκλίθη τῷ παιδαρίῳ καὶ ἐνεφύση‐ σεν εἰς αὐτό. καὶ ἑπτάκις οὕτω τοῦ προφήτου ποιή‐ σαντος ἀνεζωώθη ὁ τεθνηκώς, καὶ ἔδωκεν αὐτὸν τῇ μητρὶ αὐτοῦ ζῶντα. ἐκεῖθεν ἀπῆλθεν εἰς Γάλγαλα. | |
25 | καὶ ἦν λιμός, καὶ οἱ υἱοὶ τῶν προφητῶν ἥκασι πρὸς αὐτόν. ὁ δὲ τῷ διακόνῳ αὐτοῦ ἐπέταξεν ἑτοιμάσαι αὐτοῖς ἕψημα. καὶ συνέλεξεν ἐκεῖνος ἐκ τοῦ ἀγροῦ λά‐ χανα, οἷς καὶ τολύπη συναναμέμικτο· ἡ δὲ βοτάνη ἐστὶ δηλητήριος· καὶ ἑψήσας προσήγαγε τοῖς ἀνδράσιν. | |
30 | ἐσθίοντες δὲ ἐπέγνων τὴν τολύπην, καὶ πρὸς τὸν προ‐ φήτην ὡς τεθνηξόμενοι ἐξεβόησαν. ὁ δὲ ἄλευρον | |
κελεύσας ἐμβαλεῖν εἰς τὸν λέβητα ἐπέτρεψε φαγεῖν, | 146 in vol. 1 | |
1.147 | καὶ οὐδενί τι γέγονεν ἐκ τῆς τροφῆς πονηρόν. ἐνεγ‐ κόντος δ’ αὐτῷ τινος ἄρτους εἴκοσι καὶ παλάθας, ἐνετείλατο τῷ ὑπηρέτῃ αὐτοῦ παραθεῖναι τῷ λαῷ ταῦτα. τοῦ δέ, τί ἂν γένοιτο ταῦτα πρὸς ἄνδρας | |
5 | ἑκατόν, εἰρηκότος, “δός” εἶπε “ταῦτα, καὶ ἐσθιέτω‐ σαν· κορεσθήσονται γὰρ καὶ καταλείψουσι περισσεύ‐ ματα.” καὶ εἰς ἔργον ὁ λόγος ἐγένετο. Νεεμὰν δὲ μέγας ὢν παρὰ τῷ βασιλεῖ Συρίας λελέπρωτο. καὶ νεάνιδος αἰχμαλωτισθείσης Ἰσραη‐ | |
10 | λίτιδος ἡ γυνὴ Νεεμὰν δούλην ἔσχεν αὐτήν. ἥτις ἔφη πρὸς τὴν κυρίαν αὐτῆς ὡς “εἰ ἀπῆλθεν ὁ κύριός μου πρὸς τὸν προφήτην Ἐλισσαιέ, ἀπηλλάγη ἂν τῆς νόσου αὐτοῦ.” ἡ δὲ τῷ ἀνδρὶ τοὺς λόγους ἀπήγγειλε τῆς νεάνιδος, καὶ Νεεμὰν τὰ λαληθέντα τῷ βασιλεῖ | |
15 | Συρίας ἀνήνεγκε. καὶ ὁ βασιλεὺς ἐπιστολὴν ἐκτίθε‐ ται περὶ τοῦ θεραπευθῆναι τὸν Νεεμὰν πρὸς τὸν βασιλέα τοῦ Ἰσραήλ. Νεεμὰν δὲ λαβὼν δέκα τά‐ λαντα ἀργυρίου καὶ ἑξακισχιλίους χρυσοῦς καὶ δέκα ἀλλασσομένας στολάς, ἐπορεύθη ἐπὶ Σαμάρειαν καὶ | |
20 | τὴν ἐπιστολὴν τῷ βασιλεῖ ἐνεχείρισεν. ὁ δὲ ἀναγνοὺς αὐτὴν διέρρηξε τὰ ἱμάτια αὐτοῦ, λέγων ὅτι “πρόφα‐ σιν καθ’ ἡμῶν ὁ βασιλεὺς Συρίας ζητεῖ.” Ἐλισσαιὲ δὲ ταῦτα μαθών “ἐλθέτω πρός με ὁ Νεεμάν” μεμή‐ νυκε τῷ βασιλεῖ Ἰσραήλ. καὶ ἐλθόντι στείλας δεδή‐ | |
25 | λωκεν ἀπελθεῖν εἰς τὸν Ἰορδάνην καὶ λούσασθαι ἑπτάκις, καὶ οὕτω τῆς λέπρας ἀπαλλαγήσεσθαι. ὠρ‐ γίσθη δὲ Νεεμὰν ὅτι μὴ ἐξῆλθε πρὸς αὐτὸν ὁ προ‐ φήτης καὶ ηὔξατο καὶ ἐπέθετο αὐτῷ τὴν χεῖρα, καὶ ἀγανακτῶν ὑπεχώρει, λέγων “οὐκ εἰσὶ παρ’ ἡμῖν πο‐ | |
30 | ταμοὶ ὑπὲρ τὸν Ἰορδάνην; πορευθεὶς λούσομαι ἐν αὐτοῖς καὶ καθαρισθήσομαι.” ὑποχωροῦντι δὲ εἶπον | |
αὐτῷ οἱ θεράποντες “ποίησον τὸν τοῦ προφήτου | 147 in vol. 1 | |
1.148 | λόγον, ῥᾴδιον ὄντα.” καὶ κατέβη Νεεμὰν καὶ ἐβα‐ πτίσατο ἐν τῷ Ἰορδάνῃ ἑπτάκις, καὶ ἐκαθαρίσθη· καὶ ἀναστρέψας ηὐχαρίστει τῷ προφήτῃ, καὶ μὴ εἶναι θεὸν ἕτερον ὡμολόγει παρὰ τὸν ἐν τῷ Ἰσραήλ, καὶ | |
5 | ἠξίου αὐτὸν λαβεῖν τι ἐξ ὧν ἐκόμιζεν· ὁ δὲ ἀπηνή‐ νατο. καὶ ὑπέστρεψε Νεεμάν. Γιεζὶ δὲ κατεδίωξεν αὐτὸν καὶ εἶπεν “ὁ προφήτης ἀπέστειλέ με λήψεσθαι ἀπὸ σοῦ τάλαντον ἀργυρίου καὶ δύο στολάς, δοθη‐ σόμενα δεομένοις τισὶν ἄρτι προσελθοῦσιν αὐτῷ.” | |
10 | καὶ ἔδωκεν αὐτῷ Νεεμάν· καὶ ὑπέστρεψε Γιεζὶ πρὸς Ἐλισσαιέ. ἔγνω δὲ ὁ προφήτης ὃ εἴργαστο τῷ Γιεζί, καὶ εἶπεν αὐτῷ “ὅτι ἔλαβες τὸ ἀργύριον καὶ τὰ ἱμά‐ τια ἀπὸ τοῦ Νεεμάν, ἡ λέπρα ἐκείνου κολληθήσεται σοὶ καὶ τῷ σπέρματί σου.” καὶ ἐξῆλθε λελεπρωμένος. | |
15 | Οἱ υἱοὶ δὲ τῶν προφητῶν οἱ μετὰ Ἐλισσαίου ἐπο‐ ρεύθησαν εἰς τὸν Ἰορδάνην τεμεῖν ξύλα, ὡς ἂν ποιή‐ σωσιν ἑαυτοῖς σκηνάς· καὶ ὁ Ἐλισσαῖος αὐτοῖς συμ‐ πεπόρευτο. τεμνόντων δὲ τὰ ξύλα ἑνὸς τὸ τῆς ἀξί‐ νης σιδήριον ἐνέπεσεν εἰς τὸν ποταμόν. καὶ ὁ τῆς | |
20 | ἀξίνης κύριος τὸν προφήτην ἐπεκαλέσατο, καὶ τὸν τόπον ὑπέδειξεν αὐτῷ ἐν ᾧ κατέδυ ὁ σίδηρος. ὁ δὲ ξύλον λαβὼν ἐνέβαλεν ἐκεῖ. καὶ ἀνέδυ τὸ σιδήριον, καὶ ἐπιπολάσαν ἔλαβεν αὐτὸ ὁ ἀπολέσας αὐτό. Ὁ δὲ βασιλεὺς Συρίας ἐνέδραν ἐκάθισεν, ἵν’ ἕλῃ | |
25 | τὸν βασιλέα τὸν Ἰωράμ. ἀπέστειλε δὲ ὁ προφήτης πρὸς Ἰωρὰμ φυλάττεσθαι αὐτῷ ἐντελλόμενος καὶ μὴ ἀπιέναι πρὸς θήραν. καὶ ὁ μὲν οὐκ ἐξῄει, Ἄδερ δὲ τῆς ἐπιβουλῆς ἁμαρτὼν τοὺς οἰκείους ὑπώπτευε γί‐ νεσθαι προδότας τῶν βεβουλευμένων αὐτῷ. φησάν‐ | |
30 | των δ’ ἐκείνων οὐκ αὐτούς, ἀλλὰ τὸν προφήτην Ἐλισ‐ σαῖον μηνύειν αὐτῷ τὰ ἀπόρρητα, στέλλει ἐν Δοθαῒν | |
στράτευμα, ἵν’ αὐτὸν λάβοιεν. ἰδὼν δὲ τὸν λαὸν κύκλῳ | 148 in vol. 1 | |
1.149 | τῆς πόλεως ὁ τοῦ προφήτου διάκονος, περιδεὴς ἀφί‐ κετο πρὸς αὐτὸν ἀπαγγέλλων τὸ πρᾶγμα. ὁ δέ “μὴ δέδιθι” ἔφη, καὶ ἱκέτευσε τὸν θεὸν δεῖξαι τῷ δια‐ κόνῳ αὐτοῦ ὅπως φυλάττεται παρ’ αὐτοῦ. καὶ δέ‐ | |
5 | δωκεν ὁ θεὸς τῷ θεράποντι τοῦ προφήτου χάριν ἰδεῖν αὐτὸν ἅρμασι καὶ ἵπποις πυρίνοις κεκυκλωμένον. ἠμαύρωσε δὲ προσευξάμενος ὁ προφήτης καὶ τὰ ὄμ‐ ματα τῶν ἐχθρῶν, καὶ ἐξελθὼν πρὸς αὐτοὺς ἔφη “ἀκολουθεῖτέ μοι καὶ δώσω τὸν Ἐλισσαῖον ὑμῖν.” οἱ | |
10 | δὲ εἵποντο καὶ τὰς ὄψεις βεβλαμμένοι καὶ τὴν διά‐ νοιαν. ἀπαγαγὼν δὲ αὐτοὺς εἰς Σαμάρειαν περι‐ στῆσαι αὐτοῖς τὴν αὐτοῦ δύναμιν τῷ βασιλεῖ ἐνετεί‐ λατο. καὶ τὸν θεὸν ᾔτει περιαιρεθῆναι τὴν ἀχλὺν ἐκ τῶν ὀμμάτων αὐτῶν. περιαιρεθείσης δὲ εἶδον | |
15 | ἑαυτοὺς οἱ Σύροι μέσον περιειλημμένους τῶν πολε‐ μίων. Ἐλισσαῖος δὲ οὐδένα ἐπιθέσθαι αὐτοῖς παρε‐ χώρησε, ξενίσαι δὲ μᾶλλον καὶ ἀπολῦσαι ἀπαθεῖς συνεβούλευσε. φιλοτίμως οὖν ὁ Ἰωρὰμ ἑστιάσας αὐ‐ τοὺς κατὰ τὸν τοῦ προφήτου λόγον ἀφῆκεν. οἱ δὲ | |
20 | ἀπῆλθον καὶ τὰ γεγονότα τῷ ἑαυτῶν βασιλεῖ διηγή‐ σαντο· καὶ ἐξεπλάγη. Μετὰ ταῦτα δὲ πανστρατιᾷ παρελθὼν εἰς Σαμά‐ ρειαν ὁ βασιλεὺς Συρίας ἐπολιόρκει αὐτήν. καὶ ἐγέ‐ νετο λιμὸς σφοδρότατος ἐν αὐτῇ, ὥστε κεφαλὴν | |
25 | ὄνου πεντήκοντα νομισμάτων ἀργύρου πραθῆναι, καὶ ξέστην κόπρου περιστερῶν πέντε νομισμάτων ὁμοίων. τοῦ δὲ βασιλέως Ἰωρὰμ περιιόντος τὸ τεῖχος ἐβόησε γύναιον “σῶσον, ὦ βασιλεῦ.” ὁ δὲ νομίσας τροφὴν αἰτεῖν τὴν γυναῖκα “πόθεν σε σώσω” βλασ‐ | |
30 | φημήσας αὐτὴν ἔφη “μήτε ἅλωνός μοι μήτε ληνοῦ | 149 in vol. 1 |
1.150 | ὑπαρχούσης;” τῆς δὲ κρίσιν αἰτεῖν εἰπούσης, λέγειν ἐπέτρεψε. καὶ ἡ γυνή “συνθήκας” εἶπεν “ἐθέμην μεθ’ ἑτέρας γυναικὸς γειτνιώσης μοι θῦσαι τὰ τέκνα ἡμῶν καὶ ἀνὰ μίαν ἡμέραν ἀλλήλας θρέψαι. κἀγὼ | |
5 | μὲν τὸ ἐμὸν ἔθυσα, ἡ δὲ παραβαίνει τὰ ὡμολογη‐ μένα.” τούτων ἀκούσας ὁ βασιλεὺς ὑπερήλγησε καὶ τὴν ἐσθῆτα διέρρηξε, καὶ κατὰ τοῦ προφήτου ἐξώρ‐ γιστο, ὅτι μὴ δέοιτο τοῦ θεοῦ λῦσαι τὴν κάκωσιν, καὶ τὸν ἀποκτενοῦντα αὐτὸν ἔπεμψεν. Ἐλισσαῖος δὲ τοῖς | |
10 | φοιτηταῖς ὁμιλῶν προεῖπεν αὐτοῖς ὅτι “ὁ τοῦ φονέως υἱὸς κτανεῖν με ἀπέστειλεν, ἀλλ’ ὑμεῖς τὴν θύραν κλείσαντες κωλύσατε τὴν εἴσοδον τῷ σφαγεῖ· ἕψεται γὰρ μεταμεμελημένος ὁ βασιλεύς.” καὶ οἱ μὲν κατὰ τὸν τοῦ προφήτου λόγον ἐποίησαν, Ἰωρὰμ δὲ μετα‐ | |
15 | βουλευσάμενος σπεύδων πρὸς τὸν προφήτην ἀφίκετο καὶ ᾐτιᾶτο αὐτὸν ὅτι μὴ δέοιτο τοῦ θεοῦ λῦσαι σφίσι τὰ λυπηρά. ὁ δέ “αὔριον” ἔφη “δύο σάτα κριθῆς πραθήσεται σίκλου, καὶ σεμιδάλεως σάτον σίκλου.” καί τις τῶν ἑπομένων τῷ βασιλεῖ “ἄπιστα” ἔφη “λέ‐ | |
20 | γεις, προφῆτα.” ὁ δέ “ὄψει μέν” ἔφη “τὰ ἐπηγγελ‐ μένα, οὐκ ἀπολαύσεις δὲ αὐτῶν διὰ τὴν ἀπιστίαν.” κατὰ δὲ τὴν νύκτα ἐκείνην κτύπον ἁρμάτων, ἵππων τε καὶ ὅπλων, καὶ πλήθους ἀλαλαγμὸν ἐνεποίησεν ὁ θεὸς τῶν Σύρων ταῖς ἀκοαῖς. οἱ δὲ συμμαχικὸν | |
25 | προσλαβέσθαι πολὺ τὸν Ἰωρὰμ οἰηθέντες καὶ ἐπέρ‐ χεσθαι σφίσι, λιπόντες τὸ στρατόπεδον περιδεῶς ἀπε‐ δίδρασκον. λεπροὶ δὲ τέσσαρες ἄνδρες ἔξω τῆς πό‐ λεως ἦσαν, τοῦ νόμου τοὺς λεπροὺς κελεύοντος ἐξω‐ θεῖσθαι τῶν πόλεων. οἱ γοῦν λεπροὶ ἐκεῖνοι ἤδη | |
30 | φθειρόμενοι τῷ λιμῷ προσελθεῖν τῇ τῶν Σύρων πα‐ ρεμβολῇ ἐβουλεύσαντο, λέγοντες ὡς “ἢ φείσονται | |
ἡμῶν καὶ τραφέντες ζησόμεθα, ἢ ἀναιρεθέντες τῶν | 150 in vol. 1 | |
1.151 | κακῶν ἀπαλλαγησόμεθα.” ἧκον οὖν ὄρθρου πρὸς τὸ τῶν Σύρων στρατόπεδον, καὶ οὐδεὶς αὐτοῖς ἑωρᾶτο· παρῆλθον εἰς μίαν σκηνήν, καὶ κενὴν ἀνθρώπων κατέλαβον· ἐξ ἐκείνης εἰς ἑτέραν μετέβησαν, κἀκεί‐ | |
5 | νην ἔρημον οὖσαν εὑρήκασι· καὶ εἰς πλείους δὲ με‐ ταβάντες ὡς οὐδενὶ ἐνετύγχανον, πρῶτον μὲν ἔφα‐ γόν τε καὶ ἔπιον, εἶτα χρυσίον τε καὶ ἀργύριον καὶ ἱμάτια λαβόντες ἐκεῖθεν ἔκρυψαν, καὶ οὕτως εἰς τὴν πόλιν ἐλθόντες τὸ γεγονὸς ἀνεκήρυττον. ὁ δὲ βασι‐ | |
10 | λεὺς ἀκούσας ἐνέδραν εἶπεν εἶναι τοῦτο τῶν πολε‐ μίων, καὶ μὴ προϊέναι διεκελεύετο, τοὺς δὲ κατασκο‐ πήσοντας ἔπεμψεν. οἳ ἀπελθόντες ἐνέτυχον μὲν οὐδενὶ παρὰ τὴν ὁδόν, πλήρη δὲ αὐτὴν ἱματίων καὶ σκευῶν εὕρισκον. ταῦτα μαθὼν ὁ βασιλεὺς διαρπά‐ | |
15 | σαι τὴν παρεμβολὴν τῷ πλήθει ἐπέτρεψεν. ὅθεν τοσαύτη ἀφθονία ἐγένετο τῶν ἀναγκαίων ὡς δύο σάτα κριθῆς σίκλου πωλεῖσθαι, σάτον δὲ σεμιδά‐ λεως· τὸ δὲ σάτον ἐστὶν Ἰταλικὸν ἡμιμέδιμνον. μό‐ νος δὲ τῆς ἀφθονίας ἐκείνης οὐκ ἀπώνατο ὁ τοῦ βα‐ | |
20 | σιλέως τριστάτης, κατὰ τὸν τοῦ προφήτου λόγον, ὃς τῇ αὐτοῦ προρρήσει ἠπίστησε· συρρεύσαντος γὰρ τοῦ πλήθους ἐπὶ τὴν πύλην τῆς πόλεως συνεπατήθη καὶ τέθνηκεν. Ὁ δὲ βασιλεὺς Δαμασκοῦ μετὰ ταῦτα ἐνόσησε. | |
25 | καὶ ὁ Ἐλισσαῖος ἀπῆλθε τότε πρὸς Δαμασκόν· καὶ ἤκουσεν ὁ νοσῶν περὶ τοῦ προφήτου, καὶ ἀπέστειλεν Ἀζαὴλ τὸν ἐντιμότερον τῶν θεραπόντων αὐτοῦ πρὸς αὐτόν, ἐρωτῶντα εἰ ζήσεται. ἔπεμψε δὲ αὐτῷ καὶ δῶρα πολλά. ἐρωτηθεὶς δὲ ὁ προφήτης τεθνήξεσθαι | |
30 | μὲν τὸν νοσοῦντα βασιλέα προεῖπε, τῷ δὲ Ἀζαὴλ ἐνε‐ τέλλετο μηδὲν ἐκείνῳ εἰπεῖν· αὐτὸς δὲ ἔκλαιε. καὶ | |
ἐρωτηθεὶς παρὰ τοῦ Ἀζαὴλ τοῦ κλαυθμοῦ τὴν αἰτίαν, | 151 in vol. 1 | |
1.152 | θρηνεῖν ἔφη προορῶν ὅσα ἐκ σοῦ συμβήσεται τοῖς Ἰσ‐ ραηλίταις δεινά· σὺ γὰρ βασιλεὺς ἔσῃ Συρίας. ὑπο‐ στρέψας δὲ Ἀζαὴλ πρὸς τὸν κύριον αὐτοῦ ἀπήγγειλε φάναι τὸν προφήτην ὡς ζήσεται. τῇ δ’ ἐπιούσῃ δί‐ | |
5 | κτυον αὐτῷ ἐπιβαλὼν διάβροχον, τὸν μὲν ἀπέπνιξεν, αὐτὸς δὲ τῆς βασιλείας ἐπείληπτο. Ὁ δὲ τοῦ Ἰούδα βασιλεὺς Ἰωράμ, ἡ γὰρ αὐτὴ κλῆσις ἀμφοῖν τοῖν βασιλέοιν προσῆν, εἰς ἀσέβειαν ἐξεκυλίσθη παρὰ τῆς γυναικὸς αὐτοῦ Γοθολίας, θυγα‐ | |
10 | τρὸς οὔσης τοῦ Ἀχαάβ, καὶ τοὺς ἀδελφοὺς αὐτοῦ ἀνεῖλε καὶ τοὺς πατρῴους θεράποντας, καὶ τὸν λαὸν συνα‐ σεβεῖν αὐτῷ κατηνάγκαζεν. οὕτω δὲ βιοῦντι ὁ προ‐ φήτης ἐπέστειλε, μηνύων αὐτῷ τὸν ἐσόμενον ὄλεθρον καὶ τὴν τῶν γυναικῶν αὐτοῦ καὶ τῶν τέκνων φθο‐ | |
15 | ρὰν διὰ τὴν ἀσέβειαν καὶ τὴν τοῦ λαοῦ κάκωσιν· ἃ καὶ εἰς ἔργον ἐξέβησαν, Ἀράβων ἐπιστρατευσάντων τῇ Ἰουδαίᾳ, ἑνὸς τῶν υἱῶν αὐτοῦ περισωθέντος τοῦ Ὀχοζίου. Ἰωρὰμ δὲ μετὰ ταῦτα νοσήσας, ὡς ὁ προ‐ φήτης προείρηκε, βιαίως ἐξέψυξε, ζήσας μὲν ἐνιαυ‐ | |
20 | τοὺς τεσσαράκοντα, βασιλεύσας δὲ ὀκτώ. ἡ δ’ ἀρχὴ τῷ υἱῷ αὐτοῦ Ὀχοζίᾳ περιελήλυθεν. Ἰωρὰμ δὲ τῷ ἑτέρῳ, τῷ τῶν Ἰσραηλιτῶν βασιλεῖ, κατὰ τῶν Σύρων στρατεύσαντι συνέβη τοξευθῆναι ἐν τῷ πολέμῳ. καὶ ὁ μὲν ἀνεχώρησε θεραπευθησό‐ | |
25 | μενος τὴν πληγήν, ἡγεμόνα τῆς στρατιᾶς καταλείψας Ἰηοῦν τὸν τοῦ Ἀμασῆ· Ἐλισσαῖος δ’ ἕνα τῶν μαθη‐ τῶν ἔπεμψε χρίσοντα εἰς βασιλέα τὸν Ἰηοῦν, ὡς τοῦ θεοῦ αὐτὸν ᾑρημένου. ὁ δ’ ἐλθὼν ἰδίᾳ τῶν ἄλλων | |
ἀπολαβὼν τὸν Ἰηοῦν, ὡς δή τι λέξων αὐτῷ μυστι‐ | 152 in vol. 1 | |
1.153 | κώτερον, εἰς τὸ ταμιεῖον εἰσδὺς τὸ ἔλαιον κατέχεε τῆς αὐτοῦ κεφαλῆς, φήσας αἱρεῖσθαι τὸν θεὸν εἰς βα‐ σιλέα αὐτόν, ἵν’ ἀφανίσῃ τὸ γένος τοῦ Ἀχαάβ. καὶ ὁ μὲν ἅμα τε εἶπε καὶ ἐκ τοῦ ταμιείου σπουδαίως ἐξέ‐ | |
5 | δραμε, πυνθανομένων δὲ τῶν σὺν αὐτῷ τί ἂν βού‐ λοιτο ὁ καλέσας αὐτόν, καὶ μεμηνότι παρεικαζόντων ἐκεῖνον, “ὀρθῶς ἐκρίνατε” ἔφη, “ἐπεὶ καὶ λόγους μοι μεστοὺς μανίας ἀπήγγειλεν· εἴρηκε γὰρ βασιλέα με χειροτονεῖν τὸν θεόν.” καὶ ὁ λαὸς ἀκούσας ταῦτα | |
10 | σαλπίζων ἀνηγόρευε βασιλέα τὸν Ἰηοῦν. ὁ δὲ αὐτίκα τοὺς λογάδας τῶν ἱππέων παραλαβὼν ἐξώρμησεν, ἵν’ ἀθρόον ἐπέλθῃ τοῖς περὶ τὸν Ἰωράμ. τοῦ δὲ σκοποῦ τῷ Ἰωρὰμ ἱππεῖς ἥκειν φήσαντος, ἔστειλέ τινα ἐκεῖ‐ νος ἐρωτῶντα τί ἂν βούλοιντο. Ἰηοῦς δὲ μηδὲν ἀπο‐ | |
15 | κριθεὶς ἕπεσθαι αὐτῷ προετρέπετο. εἶτα καὶ δεύτε‐ ρον ἔστειλεν· οὐδ’ ἐκείνου δὲ ἀναστρέψαντος, αὐτὸς ὁ Ἰωρὰμ τοῦ ἅρματος ἐπιβάς, σὺν Ὀχοζίᾳ ἐλθόντι πρὸς ἐπίσκεψιν αὐτοῦ, ἀδελφῆς αὐτοῦ ὄντι υἱῷ, συν‐ ήντησεν ἐν ἀγρῷ Ναβουθαὶ τῷ Ἰηοῦ, καὶ ἤρετο περὶ | |
20 | τῆς στρατιᾶς ὅπως ἔχει· ὁ δὲ βλασφημίας αὐτοῦ κα‐ τέχεεν. Ἰωρὰμ δὲ στραφεὶς ἀπεδίδρασκε δεδιώς. καὶ Ἰηοῦς τὸ τόξον ἐντείνας βάλλει αὐτόν. καὶ τοῦ ἅρ‐ ματος ἐκπεσὼν τέθνηκε, καὶ ἐρρίφη εἰς τὸν τοῦ Να‐ βουθαὶ ἀγρὸν κατὰ τὴν πρόρρησιν Ἠλιού, ἣν πρὸς | |
25 | Ἀχαὰβ ἐποιήσατο. καὶ Ὀχοζίαν δὲ φεύγοντα ἐτόξευ‐ σεν Ἰηού, καὶ ἐκ τῆς πληγῆς μετὰ μικρὸν ἐτελεύτη‐ σεν, ἕνα βασιλεύσας ἐνιαυτόν. Ἰεζάβελ δ’ ἐκ τοῦ πύργου προκύπτουσα, κεκαλλωπισμένη πρὸς τὸ ἐπα‐ γωγότερον, “ἀγαθός” εἶπε “δοῦλος ὃς τὸν δεσπότην | |
30 | ἀνεῖλεν.” Ἰηοὺ δὲ ἄνωθεν αὐτὴν ῥῖψαι τοῖς εὐνού‐ χοις προσέταξε. καὶ καταφερομένης αὐτῆς περιερ‐ | |
ράνθη τὸ τεῖχος τῷ αἵματι· ἡ δὲ τέθνηκεν. Ἰηοὺ δὲ | 153 in vol. 1 | |
1.154 | ταφῆναι αὐτὴν προστάξαντος διὰ τὸ γένος αὐτῆς τὸ βασίλειον, οἱ προσταγέντες οὐδὲν εὗρον ἐκ τοῦ σώ‐ ματος αὐτῆς ἢ μόνα ὀστᾶ· ὑπὸ γὰρ κυνῶν διεσπά‐ ρακτο, ὡς Ἠλιοὺ προεφήτευσεν. | |
5 | Ἦσαν δ’ ἐν Σαμαρείᾳ τῷ Ἀχαὰβ υἱοὶ ἑβδομή‐ κοντα. ἐπέστειλεν οὖν Ἰηοὺ τοῖς ἄρχουσι Σαμαρείας καὶ τοῖς παιδαγωγοῖς τῶν υἱῶν Ἀχαάβ, δηλῶν τὸν κρείττω τούτων βασιλεῦσαι αὐτούς. πειρώμενος δὲ τῶν ἀνδρῶν ἔγραψε ταῦτα. οἱ δὲ αὐτὸν ἔχειν δε‐ | |
10 | σπότην ἀντέγραψαν. καὶ αὖθις ἐπέστειλεν Ἰηού, εἰ δουλείαν ὁμολογοῦσιν αὐτῷ, τὰς κεφαλὰς πάντων τῶν παίδων τοῦ Ἀχαὰβ κομίσειν αὐτῷ. κἀκεῖνοι τὸ ἐπι‐ ταχθὲν πεποιήκασιν. ὁ δὲ πρὸ τῆς πύλης τῆς πόλεως τεθῆναι τὰς κεφαλὰς ἐν δυσὶ τόποις ἐκέλευσε. καὶ | |
15 | τούτου γενομένου προελθών “ἐγὼ μὲν” εἶπε “τὸν βασιλέα ἀνῄρηκα, οὗτοι δὲ κατὰ τὴν πρόρρησιν τοῦ προφήτου ἀπώλοντο·” καὶ πάντας δὲ τοὺς συγγενεῖς Ἀχαὰβ ἐρευνήσας ἀπέκτεινεν Ἰηού. ἀπιόντι δὲ αὐτῷ εἰς Σαμάρειαν συναντᾷ Ἰωναδάβ, καὶ προσειπὼν εὐ‐ | |
20 | λόγησεν αὐτὸν ὅτι ἐξωλόθρευσε τὸ γένος τοῦ Ἀχαάβ. Εἶτα ἵνα μή τις λάθῃ τῶν ψευδοπροφητῶν καὶ τῶν ἱερέων τοῦ Βάαλ, θυσίαν ἐκήρυξε μέλλειν θῦ‐ σαι πολυτελῆ, καὶ πάντας τοὺς ἱερεῖς τοῦ Βάαλ καὶ τοὺς προφήτας παρεῖναι ἐκέλευσεν· εἰ δέ τις μὴ πα‐ | |
25 | ρείη, θάνατον εἶναί οἱ ἔφη τὸ ἐπιτίμιον. ἀθροι‐ σθεῖσι δὲ ἐνδύματα δούς, καὶ μετ’ αὐτῶν εἰς τὸν οἶκον ἀπελθὼν τοῦ Βάαλ, μή τινα αὐτοῖς ἕτερον ἀναμεμῖχθαι προσέταξεν. τῶν δὲ μηδένα παρεῖναι φησάντων ἕτερον, στρατιώτας περιέστησεν ἔξω, κε‐ | |
30 | λεύσας ἀποκτεῖναι τοὺς ἔνδον. οἳ ἐκείνους τε πάν‐ τας ἀνεῖλον καὶ τὸν οἶκον τοῦ Βάαλ ἐνέπρησαν καὶ | |
τὴν στήλην αὐτοῦ· τὰς δὲ χρυσᾶς δαμάλεις οὐ περι‐ | 154 in vol. 1 | |
1.155 | εῖλεν. ὁ δὲ θεὸς αὐτῷ ἐπηγγείλατο τὸν οἶκον ἐξα‐ φανίσαντι Ἀχαὰβ ἐπὶ τετάρτην γενεὰν τῶν παίδων αὐτοῦ διαρκέσειν τὴν βασιλείαν. Οὕτω μὲν οὖν τὸ γένος ἐξωλοθρεύθη τοῦ Ἀχαάβ· | |
5 | ἡ δὲ θυγάτηρ ἐκείνου Γοθολία, ἣ Ὀχοζίᾳ συνῴκει τῷ τῆς Ἱερουσαλὴμ βασιλεῖ, θανόντος ἐκείνου τῆς βασιλείας Ἰούδα ἐγκρατὴς οὖσα, σπούδασμα ἔθετο καὶ αὐτὴ τὸ γένος ἐξολοθρεῦσαι τὸ τοῦ Δαβίδ. καὶ χωρὶς ἑνὸς ἀπέκτεινεν ἅπαντας. ἡ γὰρ ἀδελφὴ Ὀχο‐ | |
10 | ζίου Ἰωσαβεὲ καλουμένη, ἀναιρουμένων τῶν υἱῶν τοῦ ἀδελφοῦ αὐτῆς, ἠδυνήθη ἕνα νήπιον ὄντα, ὄνομα Ἰωάς, ἀποκρύψαι, καὶ ἔτρεφεν αὐτὸν ἐπὶ ἔτη ἓξ λε‐ ληθότως. ἐν δὲ τῷ ἑβδόμῳ Ἰωδαὲ ὁ ἀρχιερεύς, ᾧ συνῴκει ἡ Ἰωσαβεέ, προσκαλεσάμενός τινας τῶν ἑκα‐ | |
15 | τοντάρχων, ὑπέδειξεν ἐκείνοις τὸν Ἰωάς, καὶ κοινο‐ λογησάμενος τοῖς ἀνδράσι πείθει τῇ μὲν Γοθολίᾳ ἐπα‐ ναστῆναι, τῷ δὲ παιδὶ τὴν πατρῴαν βασιλείαν ἐπα‐ νασώσασθαι. οἳ καὶ ὅρκοις τὰς ὁμολογίας πιστώσαντες ἀπῆλθον καὶ συνήθροισαν τοὺς ἱερεῖς καὶ Λευίτας | |
20 | καὶ φυλάρχους πρὸς τὸν Ἰωδαέ. ὁ δὲ αὐτοῖς τὸν Ἰωὰς ἐνεφάνισε λέγων “οὗτος ὑμῖν βασιλεὺς ἐκ σπέρ‐ ματος τοῦ Δαβίδ.” καὶ τὸ ἱερὸν περιεκύκλωσε τῷ λαῷ, μέσον δὲ στήσας τὸν Ἰωὰς διάδημά τε αὐτῷ περιέθετο καὶ τὸ τῆς χρίσεως ἔλαιον καταχέας αὐτοῦ | |
25 | βασιλέα ἀπέδειξε· καὶ ὁ λαὸς ἐπευφήμησε. τῆς δὲ βοῆς ἡ Γοθολία ἀκούσασα, τῶν βασιλείων τεθορυ‐ βημένη ἐξέθορεν, ἑπομένης αὐτῇ καὶ τῆς στρατιᾶς. ἐλθοῦσαν δὲ εἰς τὸ ἱερὸν τὴν μὲν ἐντὸς οἱ ἱερεῖς εἰσ‐ | |
εδέξαντο, τοῖς δὲ περὶ αὐτὴν τὸ πλῆθος ἀπεῖρξε τὴν | 155 in vol. 1 | |
1.156 | εἴσοδον. ἡ δὲ τὸν παῖδα ἐστεμμένον ἰδοῦσα ἠπεί‐ λησεν ἀνελεῖν τοὺς τὴν ἀρχὴν αὐτῆς ἐπικεχειρηκό‐ τας. Ἰωδαὲ δὲ τοῖς ἑκατοντάρχαις ἐπέτρεψεν ἔξω τὴν Γοθολίαν ἑλκύσαντας ἀναιρῆσαι. καὶ οἱ μὲν οὕτως | |
5 | ἐποίησαν, Ἰωδαὲ δὲ τόν τε βασιλέα καὶ τὸν λαὸν ὥρ‐ κωσε τιμᾶν τὸν θεὸν καὶ τοὺς νόμους τηρεῖν. καὶ ἐπελθόντες αὐτίκα τῷ τοῦ Βάαλ ναῷ κατέσκαψάν τε αὐτὸν καὶ τὰ ἰνδάλματα τοῦ Βάαλ συνέτριψαν καὶ τὸν ἱερέα ἀπέκτειναν. τὸν δὲ βασιλέα ἐγκαθιστᾶσιν | |
10 | εἰς τὰ βασίλεια, ἑπταέτη τότε τυγχάνοντα. τῷ δὲ ἀρχιερεῖ Ἰωδαὲ τήν τε πρὸς τὸ θεῖον πίστιν τηρεῖ‐ σθαι καὶ τοὺς νόμους φυλάττεσθαι σφόδρα ἐμέλησεν. Ἡβήσας μέντοι ὁ βασιλεὺς καὶ γυναῖκας ἠγάγετο δύο. τοῦ δὲ ναοῦ καθαιρεθέντος ἔν τισι μέρεσι παρὰ | |
15 | Γοθολίας, ὁ Ἰωὰς ἀνακαινίσαι αὐτὸν προτεθύμητο. καὶ τὸν ἱερέα καλέσας Ἰωδαὲ ἐκέλευσε πέμψαι τοὺς αἰτήσοντας ἐκ πάσης τῆς χώρας εἰς τὴν ἐπισκευὴν τοῦ ναοῦ ὑπὲρ ἑκάστης κεφαλῆς ἀργυρίου ἡμίσικλον. Ἰωδαὲ δὲ φορτικὸν τοῦτο τῷ λαῷ συνεὶς λογισθήσε‐ | |
20 | σθαι, ἑτέρως μέτεισι τῶν χρημάτων τὸν ἔρανον. κι‐ βώτιον γάρ τι κατασκευάσας πάντοθεν κεκλεισμένον, τρῆμά τι πεποίηκεν ἄνωθεν ἐν αὐτῷ, καὶ ἔθετο αὐτὸ παρὰ τὸν ναόν, καὶ ἠξίου ἐμβάλλειν διὰ τοῦ τρήμα‐ τος ὅσον ἑκάστῳ ἦν πρὸς βουλῆς εἰς ἀνακαινισμὸν | |
25 | τοῦ ναοῦ. ὅτι γοῦν εἰς τὴν ἑκάστου προαίρεσιν ἀνεῖτο τὸ δοθησόμενον, ἀνεπαχθῶς τε τὴν δόσιν πεποίηντο καὶ ἐφιλοτιμοῦντο περὶ τὴν τῶν χρημάτων καταβο‐ λήν, ὥστε πολὺ χρυσίον ἀθροισθῆναι καὶ πλεῖστον ἀργύριον, ἐξ ὧν ὅ τε ναὸς ἐπεσκευάσθη καὶ σκεύη | |
30 | πολλὰ πρὸς τὰς θυσίας εἰργάσθησαν, αἳ φιλότιμοι μέχρις ἐβίω Ἰωδαὲ προσήγοντο τῷ θεῷ. ἐκείνου δὲ | |
δικαίως καὶ κατὰ νόμον ζήσαντος ἔτη ἑκατὸν πρὸς | 156 in vol. 1 | |
1.157 | τριάκοντα καὶ οὕτω τὸν βίον ἐκλελοιπότος, ἀμελῶς περὶ τὴν εἰς τὸ θεῖον διετέθη τιμὴν ὁ βασιλεὺς Ἰωάς, καί οἱ καὶ οἱ φύλαρχοι καὶ οἱ ἄλλως ἐξάρ‐ χοντες τοῦ πλήθους συνδιεφθάρησαν, καὶ προφητῶν | |
5 | δὲ διαμαρτυρομένων αὐτοῖς περὶ τῆς εἰς θεὸν ἀσε‐ βείας, οἱ δὲ οὐκ ἐπαύσαντο. Ζαχαρίου δὲ τοῦ υἱοῦ τοῦ ἀρχιερέως Ἰωδαὲ προφητεύοντος καὶ παραινοῦν‐ τος τὸν βασιλέα καὶ τὸν λαὸν κατὰ νόμους ζῆν, ὁ Ἰωὰς χαλεπήνας καταλευσθῆναι αὐτὸν ἐκέλευσεν. | |
10 | ἀναιρούμενος δὲ ὁ προφήτης δικάσαι τὸν θεὸν ηὔ‐ ξατο ἀνθ’ ὅτου τῆς ζωῆς στερεῖται παρὰ τοῦ εὐερ‐ γετηθέντος ἐκ τοῦ πατρὸς αὐτοῦ. καὶ μέντοι καὶ τα‐ χέως ἐδίκασεν· ὁ γὰρ τῶν Σύρων βασιλεὺς Ἀζαὴλ ἐπελθὼν ἐπολιόρκει τὴν Ἱερουσαλήμ. ὁ δὲ πάντας | |
15 | τοὺς θησαυροὺς τούς τε θείους καὶ τοὺς βασιλικοὺς ἀφελόμενος καὶ ὅσα ἐν ἀναθήμασι, τῷ Ἀζαὴλ παρέσ‐ χετο· ὃς τῷ πλήθει τῶν χρημάτων ἡσθεὶς τῆς πο‐ λιορκίας ἀπέσχετο. Τοῖς δὲ Ἰσραηλίταις ὁ Σύρος οὗτος ἐπιτιθέμενος | |
20 | ἐκάκου αὐτοὺς σφόδρα. Ἰηοὺ δὲ ὁ τῶν Ἰσραηλιτῶν βασιλεύς, παραβάτης τῶν θείων γεγονὼς ἐντολῶν, καὶ βασιλεύσας ἔτη εἴκοσι καὶ ἑπτά, τέθνηκεν· τῆς βασιλείας δὲ ἐπελάβετο Ἰωάχαζ ὁ υἱὸς αὐτοῦ. οὗ βα‐ σιλεύοντος ὁ τῶν Σύρων ἀρχηγὸς τὴν χώραν ἐκά‐ | |
25 | κωσε, πόλεις τε πολλὰς αὐτοῦ κατασχὼν τὴν στρα‐ τιὰν αὐτοῦ μαχαίρας ἔργον πεποίηκεν. ἐν τούτῳ δὲ ὁ Ἰωάχαζ τοῦ θεοῦ δεηθεὶς σωτηρίαν εὕρατο καὶ ἀνα‐ κωχὴν τῶν δεινῶν. ἑπτακαίδεκα δὲ βασιλεύσας ἔτη | |
θνήσκει, διάδοχον τῆς βασιλείας ἐσχηκὼς Ἰωὰς τὸν | 157 in vol. 1 | |
1.158 | υἱόν, ὁμωνυμοῦντα τῷ τῆς Ἰούδα φυλῆς βασιλεύοντι. οὐχ ὅμοιος δὲ τῷ πατρὶ ὁ Ἰωὰς οὗτος ἐγένετο, ἀγα‐ θὸς δέ. ὃς καὶ τοῦ Ἐλισσαίου νοσήσαντός τε καὶ θνήσκοντος ἐθρήνει, πατέρα αὐτὸν καὶ ὅπλον καλῶν, | |
5 | ὡς δι’ αὐτοῦ κρατῶν τῶν ἐχθρῶν. ὁ δὲ προφήτης παρεμυθεῖτο αὐτόν· καὶ τόξον ἐκέλευε λαβόντα βέλη βαλεῖν. τρισσάκις δὲ τοῦ βασιλέως τοξεύσαντος καὶ παυσαμένου, εἶπεν ὁ Ἐλισσαῖος “εἰ μὲν πλείω ἀφῆ‐ κας βέλη, ἐξέκοψας ἂν ῥιζόθεν τὴν τῶν Σύρων ἀρ‐ | |
10 | χήν· νῦν δ’ ἰσαρίθμους τοῖς βέλεσι νίκας νικήσεις αὐτούς, καὶ τὴν χώραν ἣν ἐκεῖνοι ἀφείλοντο ἐπανα‐ σώσεις σου τῇ ἀρχῇ.” εἶτα ὁ προφήτης ἐξέλιπε καὶ ἔτυχε ταφῆς μεγαλοπρεποῦς. λῃσταὶ δέ τινα ἀνελόν‐ τες εἰς τὸν τάφον τοῦ προφήτου αὐτὸν ἔρριψαν· καὶ | |
15 | ἀνέζησεν ὁ ῥιφεὶς καὶ ἀνέστη. ἀπέθανε δὲ καὶ Ἀζαὴλ ὁ βασιλεὺς Συρίας ἐπὶ διαδόχῳ τῷ υἱῷ Ἄδερ· ᾧ συμβαλὼν Ἰωὰς ὁ τῶν Ἰσραηλιτῶν βασιλεύς, καὶ τρισσάκις ἡττήσας, ἐπανεσώσατο τῷ Ἰσραὴλ τὴν χώ‐ ραν καὶ τὰς πόλεις ἃς Ἀζαὴλ ἀφείλετο ὁ τοῦ Ἄδερ | |
20 | πατήρ. Ἰωὰς δὲ ὁ βασιλεὺς Ἰούδα ἐτῶν μὲν ὢν ἑπτὰ ὅτε ἀνερρήθη, βασιλεύσας δὲ ἐνιαυτοὺς τεσσαράκοντα, ἐτελεύτησεν, ἀναιρεθεὶς παρὰ τῶν θεραπόντων αὐ‐ τοῦ. καὶ τὴν βασιλείαν τῆς Ἱερουσαλὴμ ὁ υἱὸς αὐ‐ | |
25 | τοῦ Ἀμεσίας περιεζώσατο, εὐσεβὴς γεγονώς, ἐτῶν ὢν ὅτε τῆς ἀρχῆς ἐπέβη πέντε καὶ εἴκοσιν, ἠνυκὼς δὲ τὴν βασιλείαν ἐπ’ ἐνιαυτοὺς ἐννέα καὶ εἴκοσι. καὶ τοὺς ἀνελόντας τὸν πατέρα αὐτοῦ κολάσας, τοὺς ἐκεί‐ νων παῖδας ἀθῴους ἀφῆκε κατὰ τὸν νόμον, λέγοντα | |
30 | “οὐκ ἀποθανοῦνται πατέρες ὑπὲρ υἱῶν, οὐδὲ μέντοι διὰ πατέρας υἱοί.” ὃς καὶ κατὰ τῶν Ἰδουμαίων καὶ | |
Ἀμαληκιτῶν στρατεύσας συμμάχους ἐκ τῶν Ἰσραη‐ | 158 in vol. 1 | |
1.159 | λιτῶν ἐμισθώσατο. προφήτης δέ τις καταλιπεῖν τοὺς συμμάχους αὐτῷ συνεβούλευε καὶ μετὰ μόνων τῶν οἰκείων διαθέσθαι τὸν πόλεμον. ᾧ πεισθεὶς ἀπέλυσε τοὺς Ἰσραηλίτας, καὶ τὸν μισθὸν αὐτοῖς χαρισάμε‐ | |
5 | νος. συμβαλὼν οὖν τοῖς ἀλλοφύλοις ἐνίκησεν. οἱ δ’ ἀπολυθέντες σύμμαχοι ὀργισθέντες τήν τε χώραν τῶν Ἰουδαίων κατέδραμον καὶ πολλοὺς ἀνεῖλον. Ἀμεσίας δὲ διὰ τὸ εὐτύχημα φρονηματισθείς, καὶ ἀσεβήσας εἰς θεόν, διεπέμψατο πρὸς Ἰωὰς τὸν βασιλέα τοῦ Ἰσ‐ | |
10 | ραήλ, ἀπαιτῶν πρὸς αὐτὸν ἥξειν, ὡς ὑποκεῖσθαί οἱ ὀφείλοντα, ἀπογόνῳ Δαβὶδ καὶ Σολομῶντος τυγχά‐ νοντι. ὁ δὲ ἀνταπέστειλε μηνύων αὐτῷ ὡς “τὴν κέ‐ δρον ἡ ἄκνος ἠξίου κῆδος ἐπὶ τοῖς παισὶ τοῖς οἰκείοις ποιήσασθαι. ἐν τοσούτῳ δὲ τὰ θηρία τοῦ ἀγροῦ πα‐ | |
15 | ρερχόμενα συνεπάτησαν τὴν ἄκνον, καὶ ἀπώλετο. τοῦτό σοι ἀρκετὸν εἰς παράδειγμα· καὶ μὴ ὅτι εὐ‐ τύχησας πατάξας τοὺς ἀλλοφύλους μέγα φρόνει, μηδὲ τὸν λαόν σου καὶ ἑαυτὸν εἰς κινδύνους συνώ‐ θει.” πρὸς ταῦτα ὀργισθεὶς Ἀμεσίας στρατεύει κατὰ | |
20 | τοῦ Ἰωάς. φόβος δ’ ἐμπίπτει τῇ αὐτοῦ στρατιᾷ, καὶ τρέπεται εἰς φυγήν· μονωθεὶς δὲ Ἀμεσίας συλλαμ‐ βάνεται παρὰ τῶν πολεμίων καὶ ἀπάγεται πρὸς τὸν Ἰωάς. ὁ δὲ δέσμιον ἄγων αὐτὸν ἦλθεν εἰς Ἱερου‐ σαλήμ, καὶ καθελὼν τοῦ τείχους μέρος, εἰσήλασε διὰ | |
25 | τοῦ καθαιρεθέντος εἰς τὴν πόλιν ἐφ’ ἅρματος, καὶ ἀφείλετο τούς τε ἱεροὺς θησαυροὺς καὶ ὅσα ἐν τοῖς βασιλείοις ἀπέκειτο. καὶ λύσας τὸν Ἀμεσίαν ἐπα‐ νῆλθεν εἰς τὴν Σαμάρειαν. καὶ βασιλεύσας τὰ πάντα ἔτη ἑξκαίδεκα τελευτᾷ. καὶ ἐβασίλευσεν Ἱεροβοὰμ | |
30 | ὁ υἱὸς αὐτοῦ. Ἀμεσίας δὲ μετὰ ταῦτα ἐπιβουλευ‐ θεὶς ἀνῃρέθη, ζήσας τέσσαρας ἐνιαυτοὺς καὶ πεντή‐ | |
κοντα, βασιλεύσας δὲ εἴκοσι καὶ ἐννέα. ἐχρίσθη δὲ | 159 in vol. 1 | |
1.160 | βασιλεὺς ὁ υἱὸς αὐτοῦ Ὀζίας, ἐτῶν ὑπάρχων ἑξκαί‐ δεκα. Ἱεροβοὰμ δὲ ὁ υἱὸς Ἰωὰς ἀσεβὴς ἐγένετο καὶ πα‐ ράνομος. καὶ τοιοῦτος δὲ ὤν, τοῦ θεοῦ τὸν Ἰσραη‐ | |
5 | λίτην λαὸν ἐλεήσαντος ταπεινωθέντα, τοῖς Σύροις πολεμήσας ἐνίκησε, τοῦ προφήτου Ἰωνᾶ αὐτῷ τὴν νίκην προαγορεύσαντος. Τοῦτον τὸν προφήτην ἀπέστειλεν ὁ θεὸς εἰς Νι‐ νευὶ τὴν πόλιν κηρύξοντα καταστροφὴν αὐτῆς καὶ τὴν | |
10 | τῶν Νινευιτῶν ἐξολόθρευσιν. ὁ δὲ οὐκ ἀπῄει, ἀλλ’ ἀπεδίδρασκεν εἰς πλοῖον ἐμβάς. κλύδωνος δὲ γεγο‐ νότος ἡ ναῦς ἐκινδύνευε. καὶ κλήρῳ τῶν ἐμπλεόν‐ των πειρωμένων γνῶναι τὸν αἴτιον, κληροῦται ὁ Ἰω‐ νᾶς. καὶ ὅστις εἴη ἀνακρινόμενος ἐκεῖνος τὰ καθ’ | |
15 | ἑαυτὸν διηγήσατο, καὶ ἐμβαλεῖν αὐτὸν εἰς τὴν θά‐ λασσαν προετρέπετο· “οὐ γὰρ ἂν ἄλλως” ἔλεγε “τὸν κίνδυνον διαφύγοιτε.” ὁ μὲν οὖν ἐρρίφη, ὁ δὲ κλύ‐ δων ἐκόπασε. κῆτος δὲ τὸν προφήτην καταπιὸν μετὰ τρεῖς ἡμέρας καὶ ἴσας νύκτας ζῶντα καὶ σῷον αὐτὸν | |
20 | ἐξήμεσεν. ὁ δὲ συγγνώμην ᾔτει τὸν θεὸν διὰ τὴν πα‐ ρακοήν, καὶ ἐπέμφθη πάλιν κηρύξαι ἃ προσετέτακτο. ὁ δὲ ἀπελθὼν μετὰ τρεῖς ἡμέρας τὴν Νινευὶ κατα‐ στραφῆναι ἐκήρυξεν. ὁ δὲ τῆς πόλεως βασιλεὺς καὶ ὁ λαὸς ἅπας τῷ προφήτῃ πιστεύσαντες ἀπέκλιναν εἰς | |
25 | μετάνοιαν καὶ τὸν θεὸν ἱκέτευον ἐλεῆσαι αὐτούς. καὶ ὃς τῇ μετανοίᾳ τοῦ πλήθους καμφθεὶς ἀπέστρεψε τὸν ὄλεθρον ἀπ’ αὐτῶν. Ἱεροβοὰμ δὲ τεσσαράκοντα πρὸς τῷ ἑνὶ βασιλεύ‐ σας ἐνιαυτοὺς θνήσκει. καὶ μετ’ αὐτὸν ἐκράτησε τῆς | |
30 | ἀρχῆς Ἀζαρίας ὁ παῖς αὐτοῦ. | 160 in vol. 1 |
1.161 | Ὁ δὲ βασιλεὺς Ἱερουσαλὴμ Ὀζίας εὐσεβὴς τὰ πρὸς θεὸν καὶ τὰ πρὸς τοὺς ὑπηκόους δίκαιος ἦν· διὸ καὶ πολλοὺς τῶν ἀλλοφύλων ἐνίκησε καὶ ὑποφό‐ ρους ἐποίησεν. εὐδαιμονήσας δὲ καὶ τυφωθεὶς ἐκ‐ | |
5 | πέπτωκε τοῦ καθήκοντος. καὶ ὡς ἱερεὺς στολισθεὶς ἐπὶ τοῦ χρυσοῦ βωμοῦ θυμιᾶσαι τῷ θεῷ ἐπεχείρη‐ σεν· κωλυόντων δ’ αὐτὸν τοῦ ἀρχιερέως Ἀζαρίου καὶ τῶν ἱερέων καὶ μὴ παρανομεῖν παραινούντων, θά‐ νατον αὐτοῖς ἠπείλησεν, εἰ μὴ ἡσυχάσαιεν. ἐν τούτῳ | |
10 | φῶς οἷον ἐπιλάμψαν ἐν τῷ ναῷ καὶ τῇ τοῦ βασιλέως ὄψει προσβαλὸν λέπραν ἐποίησε κατ’ αὐτῆς ἐξαν‐ θῆσαι. οἱ δ’ ἱερεῖς τὴν συμφορὰν ἐδήλουν τῷ βα‐ σιλεῖ καὶ ἐξιέναι τῆς πόλεως συνεβούλευον. καὶ οὕ‐ τως ζήσας χρόνον τινά, ὑπ’ ἀθυμίας ἀπέθανε, βασι‐ | |
15 | λεύσας ἔτη δύο καὶ πεντήκοντα, ζήσας δὲ τὰ πάντα ἑξήκοντα πρὸς ὀκτώ, τὴν ἀρχὴν παραδοὺς τῷ υἱῷ αὐτοῦ Ἰωάθαμ. Ἀζαρίας δὲ ὁ τοῦ Ἱεροβοὰμ ἐπὶ ἓξ βασιλεύσας μῆνας τῶν Ἰσραηλιτῶν ἀπέθανεν ἀσεβῶς βιούς, δολο‐ | |
20 | φονηθεὶς ὑπὸ Σελούμ. Σελοὺμ δὲ ἐφ’ ἡμέρας βασι‐ λεύσας τριάκοντα ἀνῃρέθη παρὰ Μαναΐμ, βασιλεύ‐ σαντος ἐπὶ τὸν Ἰσραὴλ ἀντ’ αὐτοῦ. ἀραμένου δὲ πό‐ λεμον πρὸς αὐτὸν Φουὰ τοῦ τῶν Ἀσσυρίων βασι‐ λέως, χίλια δοὺς αὐτῷ τάλαντα ἀργυρίου, ἃ ἐκ τοῦ | |
25 | λαοῦ ἠρανίσατο, τὸν πόλεμον διελύσατο. ἐπὶ ἔτη δὲ βασιλεύσας δέκα ὁ Μαναΐμ, ἀσεβής τε καὶ ἀπηνὴς γεγονώς, τέθνηκε, τὴν βασιλείαν διαβιβάσας εἰς τὸν υἱὸν Φακεσίαν. ἀσεβὴς δὲ καὶ οὗτος καὶ ὠμὸς γεγο‐ νὼς ἀνῃρέθη δολοφονηθεὶς παρὰ Φακεὲ τοῦ υἱοῦ | |
30 | Ῥομελίου, βασιλεύσαντος ἀντὶ τοῦ ἀναιρεθέντος, ἀσε‐ βῶς καὶ αὐτοῦ καὶ παρανόμως ἀνύσαντος τὴν ἀρχήν. | |
ὅτε καὶ Θαιγλαφαλασὰρ ὁ τῶν Ἀσσυρίων βασιλεὺς | 161 in vol. 1 | |
1.162 | τῇ χώρᾳ τῶν Ἰσραηλιτῶν ἐπελθὼν πόλεις τε πολλὰς κατεστρέψατο καὶ αἰχμαλωσίαν ἀπήγαγεν εἰς τὴν ἑαυ‐ τοῦ χώραν οὐκ εὐαρίθμητον. ὁ δὲ τοῦ Ὀζίου υἱὸς Ἰωάθαμ βασιλεὺς Ἱερουσαλὴμ εὐσεβὴς τυγχάνων καὶ | |
5 | δίκαιος, τῆς τε πόλεως καὶ τοῦ ναοῦ ἐπεμέλετο καὶ τοὺς Ἀμμανίτας ὑποφόρους ἔθετο, μάχῃ νικήσας αὐ‐ τούς. Ναοὺμ δὲ τότε προφητεύων περὶ τῆς τῶν Ἀσ‐ συρίων προεῖπε καταστροφῆς· καὶ ἡ πρόρρησις ἐκεί‐ νου ἔργον ἐγένετο ἑκατὸν καὶ πεντεκαίδεκα παρελ‐ | |
10 | θόντων ἐνιαυτῶν. τῷ δ’ Ἰωάθαμ ἐπέλιπε τὸ βιώσιμον ζήσαντι μὲν ἔτη πρὸς ἑνὶ τεσσαράκοντα, δέκα δ’ ἐπὶ ἓξ βασιλεύσαντι. Μετέπεσε δὲ τῆς Ἱερουσαλὴμ ἡ ἀρχὴ εἰς Ἄχαζ τὸν ἐκείνου υἱόν, ἀσεβήσαντα πρὸς θεὸν καὶ τοὺς αὐ‐ | |
15 | τοῦ νόμους παραβάντα· εἰδώλοις γὰρ προσεκύνει καὶ βωμὸν αὐτοῖς ἐν Ἱεροσολύμοις ἀνέστησε καὶ παῖδα οἰκεῖον αὐτοῖς ὡλοκαύτωσε. καθ’ οὗ Ῥαασὼν ὁ τῶν Σύρων ἡγεμονεύων καὶ ὁ τῶν Ἰσραηλιτῶν βασιλεὺς Φακεὲ συμπνεύσαντες ἐπολιόρκουν αὐτὸν ἐν Ἱερου‐ | |
20 | σαλὴμ ἐπὶ μακρόν. καὶ ὁ μὲν Ῥαασών, πόλεων ἑτέ‐ ρων κρατήσας, τοὺς αὐτῶν οἰκήτορας ἀνελὼν καὶ Σύρους ἐγκατοικίσας αὐταῖς ἐπανῆλθεν εἰς Δαμα‐ σκόν· Ἄχαζ δέ, μόνου περιλειφθέντος τοῦ Φακεέ, συμμίξας αὐτῷ ἥττητο, δώδεκα μυριάδας ἀποβαλὼν | |
25 | τοῦ λαοῦ καὶ πολλοὺς τῶν ἐπισήμων καὶ τὸν υἱόν. Φακεὲ δὲ ἀνέζευξεν εἰς Σαμάρειαν αὐτὸς καὶ ἡ στρα‐ τιὰ αὐτοῦ, αἰχμαλώτων πλῆθος πολὺ εἰς τὴν ἑαυτῶν μετοικίσαντες. προφήτης δέ τις ἐν Σαμαρείᾳ πρὸ | |
τῶν τειχῶν ὑπαντήσας αὐτοῖς ἐμέμφετο ὡς συγγενεῖς | 162 in vol. 1 | |
1.163 | αἰχμαλωτίσασι καὶ συνεβούλευεν ἐλευθερῶσαι αὐ‐ τούς· οἱ δὲ πεισθέντες ἀφῆκαν τοὺς αἰχμαλώτους. Ἄχαζ δὲ τὸν Ἀσσυρίων βασιλέα ἠξίου συμμαχῆσαι αὐτῷ κατὰ τῶν Σύρων καὶ τῶν Ἰσραηλιτῶν. ὁ δ’ | |
5 | ἧκε καὶ τήν τε χώραν τῶν Σύρων ἐπόρθησε καὶ τὴν Δαμασκὸν εἷλε καὶ τὸν Ῥαασὼν ἀνεῖλε καὶ τὴν τῶν Ἰσραηλιτῶν χώραν καταδραμὼν πλείστους αἰχμαλώ‐ τους ἀπήγαγεν. ὁ δὲ Ἄχαζ ἀμοιβὴν ὑπὲρ τούτων τῷ Θαιγλαφαλασὰρ τούς τε βασιλικοὺς δέδωκε θησαυ‐ | |
10 | ροὺς καὶ ὅσα τῷ ἱερῷ ἐναπέκειντο. εἰς τοσοῦτον δ’ ἠσέβησεν ὡς μὴ μόνον τοὺς τῶν ἀλλοφύλων σέβειν θεούς, ἀλλὰ καὶ τὸν ναὸν ἀποκλεῖσαι καὶ συλῆσαι τὰ αὐτοῦ ἀναθήματα. οὕτω δὲ βιοὺς ἐτελεύτησεν ἓξ καὶ τριάκοντα ζήσας ἔτη, βασιλεύσας δ’ ἑξκαίδεκα, Ἐζε‐ | |
15 | κίᾳ τῷ υἱῷ τὴν βασιλείαν λιπών. συνέβη δὲ καὶ τῶν Ἰσραηλιτῶν βασιλέα τότε θανεῖν κατ’ ἐπιβουλὴν Ὠσηέ. καὶ οὗτος δὲ πονηρὸς ἦν· διὸ καὶ στρατεύ‐ σαντος κατ’ αὐτοῦ τοῦ τῶν Ἀσσυρίων βασιλέως Σαλ‐ μανασὰρ ἐδουλώθη αὐτῷ, φόρους τελεῖν ἐτησίως ἐπι‐ | |
20 | ταχθείς. Ἐζεκίας δὲ εὐσεβὴς ὢν καὶ δίκαιος, ἐκκλησιάσας τοὺς ἱερεῖς καὶ Λευίτας ἀνοῖξαι τὸ ἱερὸν ἐνετείλατο καὶ θύειν ὡς νόμος αὐτοῖς, καὶ τὸν λαὸν μηδὲν τῆς τοῦ θείου τιμῆς ἐκέλευε προτιμᾶν. ἔστειλε μέντοι | |
25 | καὶ πρὸς πᾶσαν τὴν χώραν μετακαλούμενος ἅπαντας τὴν τῶν ἀζύμων ἑορτὴν ἑορτάσοντας, ἐπὶ μακρὸν μὴ τελεσθεῖσαν διὰ τὰς τῶν κρατούντων παρανομίας. καὶ τοῖς Ἰσραηλίταις προυτρέπετο τὸν πατρῷον σέ‐ βειν θεὸν κατὰ τὴν πάλαι συνήθειαν. οἱ δὲ οὐκ | |
30 | ἐπείσθησαν, ἀλλὰ καὶ τοὺς προφήτας ταὐτὰ παραι‐ νοῦντας ἐφόνευσαν. τινὲς δὲ πεισθέντες μετηνέχθη‐ | |
σαν εἰς εὐσέβειαν καὶ εἰς Ἱερουσαλὴμ συνέδραμον εἰς | 163 in vol. 1 | |
1.164 | προσκύνησιν τοῦ θεοῦ. καὶ ὁ βασιλεὺς Ἐζεκίας μετὰ τῶν ἡγεμόνων τοῦ λαοῦ ἀπελθὼν εἰς τὸ ἱερόν, ἔθυσε διὰ τῶν ἱερέων θυσίας πολυτελεῖς, καὶ τῷ λαῷ μετέ‐ δωκε ζῴων πρὸς εὐωχίαν πολλῶν, καὶ τοῖς ἱερεῦσιν | |
5 | ἐξελθεῖν εἰς τὴν χώραν καὶ ἁγνίσαι αὐτὴν ἐνετείλατο. εἶτα κατὰ τῶν ἀλλοφύλων πόλεμον ἦρε καὶ πόλεις εἷλεν αὐτῶν. Ὁ δὲ τῶν Ἰσραηλιτῶν βασιλεὺς Ὠσηὲ εἰς συμμα‐ χίαν προσεκαλέσατο Σωβὰ τὸν βασιλέα Αἰγύπτου | |
10 | κατὰ τῶν Ἀσσυρίων. ὃ γνοὺς Σαλμανασὰρ ὠργί‐ σθη· καὶ ἐπὶ τρισὶν ἔτεσιν ἐπολιόρκησε τὴν Σαμά‐ ρειαν, καὶ κατέσχε τὴν πόλιν καὶ τὴν βασιλείαν ἠφά‐ νισε, καὶ τὸν λαὸν αἰχμαλωτίσας μετῴκισεν εἰς τὴν ἰδίαν χώραν, καὶ αὐτὸν τὸν βασιλέα τῶν Ἰσραηλιτῶν | |
15 | Ὠσηέ. καὶ μεταναστεύσας ἐκ τῆς οἰκείας χώρας ἕτερα ἔθνη ἀπό τινος τόπου Χούθου καλουμένου μετῴκι‐ σεν εἰς Σαμάρειαν καὶ εἰς τὴν χώραν αὐτῆς. μετή‐ χθησαν οὖν αἱ δέκα φυλαὶ τῶν Ἰσραηλιτῶν μετὰ ἐνακόσια τεσσαράκοντα ἑπτὰ ἔτη ἐξ ὅτου τὴν Αἴγυ‐ | |
20 | πτον λιπόντες ἐξήλθοσαν, μετὰ δὲ διακόσια τεσσα‐ ράκοντα καὶ μῆνας ἑπτὰ ἐξ ὅτου καταλιπόντες τὸν Ῥοβοὰμ εἵλοντο ἑαυτοῖς εἰς βασιλέα τὸν Ἱεροβοάμ. οἱ δὲ μετοικισθέντες εἰς τὴν Σαμάρειαν, Χουθαῖοι καλούμενοι ἐκ τοῦ τόπου ἐν ᾧ κατῴκουν τὸ πρὶν ἐν | |
25 | Περσίδι, πέντε ὄντες ἔθνη, τοὺς ἰδίους θεοὺς καὶ αὖθις ἐθρήσκευον. ὡς μὲν οὖν ἡ τετάρτη τῶν Βασι‐ λειῶν λέγει, λέοντας ἐξήγειρεν ὁ θεὸς καὶ διέφθειρε πολλοὺς ἐξ αὐτῶν· ὡς δὲ Ἰώσηπος ἱστορεῖ, λοιμὸς αὐτοῖς ἐνέσκηψε. γνόντες δὲ κατ’ ὀργὴν τοῦ θεοῦ | |
30 | ἐπιέναι αὐτοῖς τὰ κακά, τοῦ σφετέρου βασιλέως ἐδέ‐ οντο ἱερεῖς στεῖλαι αὐτοῖς ἐκ τῶν Ἰσραηλιτῶν, ἵν’ | |
αὐτοὺς τὴν τῶν Ἑβραίων θρησκείαν μυήσωσιν· οὗ | 164 in vol. 1 | |
1.165 | γενομένου ἐπαύσατο ἡ φθορά. καλοῦνται δὲ παρὰ μὲν τῶν Ἑβραίων Χουθαῖοι, πρὸς δὲ τῶν Ἑλλήνων Σαμαρεῖται. Ἐν δὲ τῷ τεσσαρεσκαιδεκάτῳ ἔτει τῆς βασιλείας | |
5 | Ἐζεκίου τοῦ τῆς Ἱερουσαλὴμ βασιλέως ὁ τῶν Ἀσσυ‐ ρίων βασιλεύων Σεναχηρεὶμ ἐπῆλθε τῇ Ἰουδαίᾳ καὶ πάσας εἷλε τὰς πόλεις τῶν δύο φυλῶν. δείσας δὲ Ἐζεκίας περὶ τῇ Ἱερουσαλήμ, διαπέμπεται πρὸς αὐ‐ τὸν ὑπισχνούμενος διδόναι φόρον ὃν ἂν ἐπενέγκοι. | |
10 | Σεναχηρεὶμ δὲ τριακόσια μὲν ἀργύρου τάλαντα, χρυ‐ σοῦ δὲ τριάκοντα ᾔτησε, καὶ πίστεις ἐνωμότους πα‐ ρέσχεν ἦ μὴν ἀναχωρήσειν, εἰ ταῦτα λάβοι. λαβὼν δὲ αὐτὸς μὲν ἐπ’ Αἰγυπτίους ὥρμησε καὶ Αἰθίοπας, τὸν δ’ ἀρχιστράτηγον αὐτοῦ Ῥαψάκην σὺν δυσὶ στρα‐ | |
15 | τηγοῖς ἑτέροις καὶ δυνάμει βαρείᾳ κατέλιπε τὴν Ἱε‐ ρουσαλὴμ ἐκπορθήσοντας. οἱ δὲ πρὸ τῶν τειχῶν βα‐ λόμενοι χάρακα ἐντυχεῖν ἐζήτουν τῷ Ἐζεκίᾳ. ἀλλ’ ἐκεῖνος μὲν ἀπεδειλίασεν ἐξελθεῖν, τρεῖς δὲ τιμωμέ‐ νους τῶν ὑπ’ αὐτὸν ἔπεμψε. κἀκεῖνοι “εἰ ἐπὶ τοὺς | |
20 | Αἰγυπτίους πέποιθεν Ἐζεκίας” ἔφησαν, “μωραίνει ἐπ’ ἴσης ἀνθρώπῳ καλαμίνῃ ῥάβδῳ ἐρειδομένῳ, καὶ αὐτῇ τεθλασμένῃ, ἣ οὐδὲν ἤμυνε τῷ κατέχοντι, ἀλλ’ αὐτός τε συμπέπτωκε καὶ ὁ κάλαμος τὴν αὐτοῦ χεῖρα διέτρησε. τοιοῦτός ἐστι Φαραὼ ὁ Αἰγύπτιος.” ταῦτα | |
25 | ἑβραϊστὶ ὁ Ῥαψάκης τοῖς πεμφθεῖσιν ὡμίλει. οἱ δὲ τῇ τῶν Σύρων διαλέκτῳ ὁμιλεῖν αὐτοῖς ἠξίουν αὐ‐ τόν, ἵνα μὴ τὸ πλῆθος τῶν λεγομένων συνίησιν. ὁ δὲ μᾶλλον τὴν φωνὴν ἐπάρας ἑβραϊστὶ πάλιν ἔλεγεν | |
εἰς ἐπήκοον πάντων “μὴ ἀπατάτω ὑμᾶς Ἐζεκίας λέ‐ | 165 in vol. 1 | |
1.166 | γων, κύριος ῥύσεται ἡμᾶς. μὴ ἐρρύσατο Σαμά‐ ρειαν;” καὶ ἀπήγγειλαν ταῦτα τῷ Ἐζεκίᾳ. ὁ δὲ ἀκού‐ σας διέρρηξε τὰ ἱμάτια αὐτοῦ καὶ περιεβάλετο σάκκον, καὶ πεσὼν ἐδέετο τοῦ θεοῦ, βοήθειαν ἐπ’ ἀνελπίστοις | |
5 | αἰτῶν· καὶ πρὸς Ἡσαΐαν τὸν προφήτην πέμψας πα‐ ρεκάλει αὐτὸν δέεσθαι τοῦ θεοῦ ἵν’ ἵλεως ἔσοιτο τῷ λαῷ. ὁ δὲ ἀμαχητὶ τοὺς πολεμίους προέλεγεν ἡττη‐ θήσεσθαι καὶ τὸν Σεναχηρεὶμ κτανθῆναι ἄπρακτον ἀπ’ Αἰγύπτου ἐπανελθόντα. ἐπέστειλε δὲ καὶ Σενα‐ | |
10 | χηρεὶμ τῷ Ἐζεκίᾳ “μὴ ἐπαιρέτω σε ὁ θεός σου ἐφ’ ᾧ πέποιθας μὴ παραδοθῆναι τὴν Ἱερουσαλὴμ εἰς χεῖ‐ ράς μου· ἀναλόγισαι ποῦ εἰσιν οἱ βασιλεῖς τῶν ἐθ‐ νῶν οὓς διέφθειραν οἱ πατέρες μου.” ταύτην τὴν ἐπιστολὴν ἀναγνοὺς Ἐζεκίας κατέθετο εἰς τὸ ἱερὸν | |
15 | καὶ ἱκέτευσε τὸν θεόν “ἴδε” λέγων “κύριε, καὶ ἄκου‐ σον τοὺς λόγους Σεναχηρείμ, οὓς ἔστειλεν ὀνειδί‐ ζων σε τὸν ζῶντα θεόν, καὶ σῶσον ἡμᾶς ἐκ χειρὸς αὐτοῦ.” Ἡσαΐας δὲ παρεθάρρυνε τὸν βασιλέα, ἐπα‐ κοῦσαι φάσκων αὐτοῦ τὸν θεόν. καὶ τῇ νυκτὶ ἄγγελος | |
20 | ἐν τῇ παρεμβολῇ τῶν Ἀσσυρίων ἀνεῖλεν ἑκατὸν ὀγδοή‐ κοντα πέντε χιλιάδας, καὶ μεθ’ ἡμέραν νεκρὰ τὰ τού‐ των σώματα εὑρέθησαν. καὶ ἀπῆρε τὸ περιλειφθὲν τῆς στρατιᾶς ἐξ Ἱερουσαλήμ. Σεναχηρεὶμ δὲ πολιορ‐ κῶν τὸ Πηλούσιον ἔλυσε τὴν πολιορκίαν, μυῶν ἐν | |
25 | νυκτὶ μιᾷ καταφαγόντων τὰ τόξα τῶν Ἀσσυρίων καὶ τὰ λοιπὰ τῶν ὅπλων αὐτῶν. τοῦτο ἐν μὲν τῇ τῶν Βασιλειῶν οὐκ ἀναγράφεται βίβλῳ, Ἰώσηπος δὲ ἱστο‐ ρεῖ ἐν Ἡροδότῳ εὑρών. τὸν δὲ Βηρωσὸν τὰ Χαλ‐ δαϊκὰ συγγραψάμενον φάσκειν φησὶν ὡς ἐπανελθὼν | |
30 | ὁ Σεναχηρεὶμ ἀπὸ τοῦ τῶν Αἰγυπτίων πολέμου κα‐ τέλαβε τὴν σὺν τῷ Ῥαψάκῃ στρατιὰν εἰς Ἱεροσόλυμα· | |
καὶ τοῦ θεοῦ λοιμώδη νόσον ἐνσκήψαντος τοῖς Ἀσσυ‐ | 166 in vol. 1 | |
1.167 | ρίοις, ἐν μιᾷ νυκτὶ μυριάδες ὀκτωκαίδεκα φθείρονται καὶ πεντακισχίλιοι σὺν ἡγεμόσι καὶ ταξιάρχαις. δεί‐ σας οὖν ἐκεῖνος περὶ τῇ λοιπῇ στρατιᾷ, ἀπαίρει ἐκεῖ‐ θεν μετὰ τῆς περιλειφθείσης δυνάμεως καὶ ἄπεισιν | |
5 | εἰς Νινευί. καὶ μετ’ ὀλίγον ἐπιβουλευθεὶς παρὰ τῶν πρεσβυτέρων παίδων ἀνῃρέθη, τῶν μὲν ἀνῃρηκότων αὐτὸν φυγόντων, Ναχορδὰν δὲ τοῦ υἱοῦ αὐτοῦ τὴν ἀρχὴν διαδεξαμένου. Ἐζεκίας δὲ τοῦ φόβου ἀπαλλα‐ γεὶς τῷ θεῷ ηὐχαρίστει. καὶ μετ’ ὀλίγον νοσήσαντι | |
10 | αὐτῷ προσελθὼν Ἡσαΐας κατ’ ἐντολὴν τοῦ θεοῦ εἶπε “τάξαι τῷ οἴκῳ σου· οὐ γὰρ ζήσῃ.” τῷ δὲ ἡ τοῦ θνήσκειν ἐλπίς, καὶ ὅτι παῖδας μὴ ἔχων ἔρημον ἔμελλε τὴν βασιλείαν καταλιπεῖν γνησίας διαδοχῆς, ἐποίει μείζω τὴν συμφοράν, καὶ ἀθυμῶν ἐπὶ τούτοις | |
15 | ἔκλαυσε, ζωὴν ἐπιδαψιλευθῆναι αὐτῷ ἐξαιτούμενος τὸν θεόν. ἐλθὼν δὲ αὖθις Ἡσαΐας ὑγείαν αὐτῷ μετὰ τρίτην ἡμέραν εὐαγγελίζεται καὶ προσθήκην ζωῆς ἐτῶν πεντεκαίδεκα. ὁ δὲ τὸ ὑπερφυὲς τοῦ θαύματος λογι‐ ζόμενος, σημεῖον ᾔτει τὸν προφήτην δεῖξαι αὐτῷ εἰς | |
20 | πίστωσιν τῶν ἐπηγγελμένων. τοῦ δὲ προφήτου τὸν θεὸν ἱκετεύσαντος σημεῖον γενέσθαι, ἤδη ἐπὶ δέκα βαθμοὺς ἀποκλίνας ὁ ἥλιος καὶ σκιὰν ποιήσας, ἐπέ‐ στρεψεν εἰς τὰ ὀπίσω δέκα ἀναβαθμούς. ἐντεῦθεν Ἐζεκίας τῆς νόσου ἀπήλλακτο. ὁ δὲ τῶν Βαβυλωνίων | |
25 | βασιλεὺς Βαλαδὰν πρὸς Ἐζεκίαν πρεσβείαν ποιησά‐ μενος καὶ δῶρα στείλας, σύμμαχον αὐτὸν ἔχειν καὶ φίλον ἠξίου. ὁ δὲ τοῖς πρέσβεσι τοὺς θησαυροὺς ὑπέδειξε καὶ τὰ ὅπλα καὶ πᾶσαν τὴν βασιλικὴν πο‐ λυτέλειαν, καὶ ἀνταποστείλας δῶρα τῷ Βαβυλωνίῳ | |
30 | ἀπέλυσεν αὐτούς. Ἡσαΐας δὲ εἶπε τῷ Ἐζεκίᾳ “ἐλεύ‐ σονται ἡμέραι, καὶ ὁ πλοῦτος ὃν ἐθεάτρισας εἰς Βα‐ | |
βυλῶνα μετατεθήσεται, καὶ οἱ υἱοί σου ἔσονται εἰς | 167 in vol. 1 | |
1.168 | εὐνούχους τῷ βασιλεῖ Βαβυλῶνος.” Ἐζεκίας δέ, ἐπεὶ μὴ διαπεσεῖν τὸν λόγον τοῦ θεοῦ δυνατόν, “ἔστω” φησίν “εἰρήνη ἐν ταῖς ἡμέραις μου.” ἐπιβιοὺς δὲ τὸν προστεθέντα αὐτῷ χρόνον εἰρηνικῶς θνήσκει, πεντη‐ | |
5 | κοστὸν καὶ τέταρτον ἔτος ἀνύσας ἐν τῇ ζωῇ, ἐννέα δὲ βασιλεύσας καὶ εἴκοσι. Διαδεξάμενος δὲ τὴν ἀρχὴν ὁ υἱὸς αὐτοῦ Μα‐ νασσῆς πᾶν εἶδος κακίας καὶ ἀσεβείας πρότερον ἐπε‐ δείξατο, μιάνας τε τὸν ναὸν καὶ μηδὲ τῶν προφητῶν | |
10 | φεισάμενος. ὀργισθεὶς δὲ διὰ ταῦτα ὁ θεὸς τὴν τῶν Βαβυλωνίων στρατιὰν κατὰ τῆς Ἰουδαίας ἐκίνησεν, ἣ τήν τε χώραν ἐληίσατο καὶ τὸν Μανασσῆν ἐχειρώ‐ σατο. ὁ δὲ συνεὶς ἑαυτὸν τῆς συμφορᾶς αἴτιον, ἀπέ‐ κλινεν εἰς μετάνοιαν καὶ ἱκέτευε τὸν θεὸν λῦσαί οἱ | |
15 | τὰ δυσχερῆ. καὶ ὁ θεὸς ἐπακούσας αὐτοῦ λύει τε τῆς αἰχμαλωσίας αὐτὸν καὶ εἰς τὴν βασιλείαν ἀποκαθί‐ στησιν. ἐπανελθὼν δὲ ἐκεῖνος εὐσέβειαν αὐτός τε μετῄει καὶ τὸν λαὸν μετιέναι ἀνέπειθεν. οὕτω δὲ ζήσας ζηλωτὸς ἐγένετο διὰ τὴν εὐσέβειαν, καὶ ἐτε‐ | |
20 | λεύτησε βασιλεύσας ἐνιαυτοὺς πέντε πρὸς πεντή‐ κοντα, βιώσας δὲ τοὺς πάντας ἑξήκοντα καὶ ἑπτά. Ἡ βασιλεία δὲ πρὸς Ἀμὼς μετῆλθε τὸν παῖδα αὐτοῦ, μιμησάμενον τὰ τῆς νεότητος τοῦ πατρὸς αὐ‐ τοῦ. ἀπέθανε δὲ ἐπιβουλευθείς, ζήσας ἐνιαυτοὺς | |
25 | ἐπὶ τέσσαρσιν εἴκοσι, δύο δὲ βασιλεύσας. τοὺς δὲ αὐτὸν ἀνελόντας ἐτιμωρήσατο ἡ πληθὺς καὶ βασιλέα τὸν υἱὸν ἐκείνου ἀνέδειξεν Ἰωσίαν, ὄγδοον τῆς ἡλι‐ κίας ἀνύοντα χρόνον· ὃς εὐσεβὴς ἐγένετο καὶ τὸν | |
λαὸν ἀνέπειθεν εὐσεβεῖν. ἐπισκευάσαι δὲ βουληθεὶς | 168 in vol. 1 | |
1.169 | τὸν ναὸν παρῄνει τοῖς ὑπὸ χεῖρα διδόναι εἰς τὴν ἐπι‐ σκευὴν ὅσον ἕκαστος βούλεται. καὶ οὕτω συναχθέν‐ των χρημάτων ὅ τε ναὸς ἀνεκαινίσθη καὶ τοῖς περιτ‐ τεύσασιν εἰς κρατῆρας καὶ σπονδεῖα καὶ φιάλας ἐχρή‐ | |
5 | σατο, τοῦ ἀρχιερέως Χελκίου τούτοις ἐπιστατοῦντος. ὃς ἐντυγχάνει ταῖς ἱεραῖς τοῦ Μωυσέως βίβλοις ἐν τῷ ἐξάγειν τοῦ ἱεροῦ ταμείου τὸ ἀργύριον, ἀποκει‐ μέναις ἐκεῖ, καὶ στέλλει ταύτας διὰ τοῦ γραμματέως τῷ βασιλεῖ. ὡς δ’ ἀνεγνώσθησαν αὐτῷ, τὴν ἐσθῆτα | |
10 | διέρρηξε καὶ πρὸς τὴν προφῆτιν Ὀλδὰν γυναῖκα Σε‐ λοὺμ ἔπεμψε τὸν ἀρχιερέα Χελκίαν καὶ ἄλλους, ἱλε‐ ώσασθαι τὸν θεὸν ἀξιῶν αὐτήν. ἡ δὲ τὸ μὲν θεῖον ἤδη ψῆφον εἶπεν ἐξενεγκεῖν κατὰ τῆς χώρας καὶ τοῦ λαοῦ ἀσεβήσαντος, διὰ δὲ τὸν βασιλέα δίκαιον ὄντα | |
15 | οὐκ ἐπάξει νῦν τὰ κακά, ἀλλ’ αὐτοῦ παρελθόντος γενήσεται τὰ ἐψηφισμένα. ὁ δὲ τούτων ἀκούσας συν‐ ήγαγε τὸν λαὸν εἰς Ἱεροσόλυμα, καὶ εἰς ἐπήκοον πάν‐ των τὰς ἱερὰς βίβλους ἀναγνωσθῆναι πεποίηκεν. εἶτα ὅρκους ἐκ πάντων ἀπῄτησε φυλάττειν τοὺς νόμους | |
20 | καὶ σέβεσθαι τὸν θεόν. καὶ θύων ὁ λαὸς ἐξιλεοῦτο τὸν κύριον. ἐνέπρησε δὲ καὶ τὰ ἀναθήματα τῶν εἰ‐ δώλων, καὶ τοὺς ἱερεῖς αὐτῶν ἐθανάτωσε, καὶ τὰ τῶν ψευδοπροφητῶν ὀστᾶ κατέκαυσεν ἐπὶ τοῦ βω‐ μοῦ ὃν ἀνέστησεν Ἱεροβοὰμ κατὰ τὴν πρόρρησιν τοῦ | |
25 | προφήτου, ὃς θυσιάζοντι προσῆλθεν ἐκείνῳ καὶ προ‐ εῖπε ταῦτα ποιήσειν ἀπόγονον τοῦ Δαβὶδ Ἰωσίαν μετὰ τριακόσια ἔτη καὶ ἑξήκοντα πρὸς τῷ ἑνί. καὶ πρὸς τοὺς Ἰσραηλίτας δὲ πορευθεὶς Ἰωσίας, ὅσοι τὴν αἰχμαλωσίαν διέφυγον, τὸν πάτριον παρῄνει θρη‐ | |
30 | σκεύειν θεὸν καὶ κατὰ νόμους βιοῦν. καὶ ἐξ ἁπάσης τῆς χώρας ἀφανίσας τὰ εἴδωλα, εἰς Ἱερουσαλὴμ τὸ | |
πλῆθος συνήγαγε, καὶ τὴν τῶν ἀζύμων ἑορτήν, ἣν | 169 in vol. 1 | |
1.170 | πάσχα καλοῦσιν, ἑώρτασε. βίον δὲ εἰρηνικὸν διαγα‐ γών, τοξευθεὶς ἐπὶ τέλει τὸν βίον κατέστρεψεν. ὁ γὰρ τῶν Αἰγυπτίων βασιλεὺς Νεχαὼ Μήδους πολεμή‐ σων ἀπῄει, εἶργε δὲ αὐτὸν Ἰωσίας διὰ τῆς χώρας αὐ‐ | |
5 | τοῦ παρελθεῖν. ὁ δὲ μὴ ἐπ’ αὐτὸν στρατεύειν ἐδήλου αὐτῷ. Ἰωσίας δὲ οὐ μεθίετο. ἤδη οὖν παρετάσσοντο μαχεσόμενοι, καὶ Ἰωσίαν διατάσσοντα τὸν οἰκεῖον λαὸν τοξεύσας Αἰγύπτιος τὸν πόλεμον ἔλυσεν. ὁ δὲ βασιλεὺς ἀναζεύξας εἰς Ἱεροσόλυμα τελευτᾷ, βασι‐ | |
10 | λεύσας ἔτη τριάκοντα πρὸς ἑνί, ζήσας δὲ πρὸ τῆς βασιλείας ὀκτώ. ἐπὶ τούτου Ἱερεμίας ἦν ὁ προφήτης, ὃς καὶ τὰ συμβήσεσθαι μέλλοντα τῇ Ἱερουσαλὴμ δεινὰ προηγόρευσε καὶ τὴν ὑπὸ Ῥωμαίων αὐτῆς ἅλωσιν. οὐ μόνον δὲ οὗτος περὶ τούτων προέγραψεν, ἀλλὰ | |
15 | καὶ Ἰεζεκιὴλ πρῶτος περὶ τούτων δύο βιβλία κατέ‐ λιπεν. ἦσαν δὲ ἄμφω τῆς ἱερατικῆς φυλῆς. Τελευτήσαντος δὲ Ἰωσίου Ἰωάχαζ ὁ παῖς αὐτοῦ ἦρξεν, εἴκοσιν ἐπὶ τρισὶν ἐνιαυτῶν ὤν, ἀσεβὴς γε‐ γονώς· ὃν ἀπὸ τοῦ πολέμου ἀναζευγνὺς ὁ τῶν Αἰ‐ | |
20 | γυπτίων βασιλεὺς ἔδησε, καὶ τὴν μὲν βασιλείαν τῷ πρεσβυτέρῳ ἀδελφῷ Ἐλιακεὶμ δέδωκεν, Ἰωακεὶμ με‐ τονομάσας αὐτόν, καὶ εἰσφορὰν τῇ χώρᾳ ἐπιτάξας ἑκατὸν ἀργυρίου τάλαντα, ἓν δὲ χρυσοῦ. τὸν Ἰωά‐ χαζ δὲ ἀπήγαγεν εἰς Αἴγυπτον, ὅπου καὶ ἐτελεύ‐ | |
25 | τησεν. ὁ δὲ χρόνος τῆς βασιλείας αὐτοῦ τρεῖς ἦσαν μῆνες ἐπὶ δέκα ἡμέραις. Ἰωακεὶμ δὲ ἀσεβεῖ τε ὄντι καὶ κακούργῳ ἔτος ἤδη τῆς βασιλείας ἠνύετο τέταρτον καὶ τὴν Βαβυ‐ λωνίων ἀρχὴν Ναβουχοδονόσορ περιεζώσατο. οὗτος | |
30 | τὸν Αἰγύπτιον Νεχαὼ νικήσας πολὺ μέρος τῆς χώρας αὐτοῦ παρεσπάσατο. ἐν ὀγδόῳ δ’ ἔτει τῆς βασιλείας | |
Ἰωακεὶμ ἐπιστρατεύει τῇ Ἰουδαίᾳ μετὰ βαρείας δυ‐ | 170 in vol. 1 | |
1.171 | νάμεως. Ἰωακεὶμ δὲ δείσας ὑπόφορον ἔθετο τῷ Βα‐ βυλωνίῳ τὴν χώραν τὴν ἑαυτοῦ. καὶ τρισὶ μὲν ἔτεσι προσῆγε τοὺς φόρους, εἶτα τοὺς Αἰγυπτίους χωρεῖν ἀκούσας κατὰ τοῦ Βαβυλωνίου, ἐπέσχε τὴν τῶν φό‐ | |
5 | ρων καταβολήν, καίτοι τοῦ προφήτου Ἱερεμίου προ‐ λέγοντος τὴν ὑπὸ τοῦ Βαβυλωνίου τῆς πόλεως ἅλω‐ σιν καὶ τὴν τοῦ βασιλέως Ἰωακεὶμ ἀναίρεσιν, καὶ οὐ μόνον εἰπόντος, ἀλλὰ καὶ γράψαντος καὶ εἰς ἐπήκοον τοῦ πλήθους ἀναγνόντος τὴν συγγραφήν. ἣν λαβόν‐ | |
10 | τες οἱ ἡγεμόνες τῷ βασιλεῖ προσήνεγκαν· ὁ δὲ ἐπὶ τοῖς γεγραμμένοις χολωθεὶς πυρὶ τὸ σύγγραμμα κα‐ τῃθάλωσε, τὸν δὲ προφήτην καὶ Βαροὺχ τὸν γραμ‐ ματέα αὐτοῦ κολάσαι ἐζήτει. ἀλλ’ οἱ μὲν φυγόντες ἐξέκλιναν τὴν ὀργὴν αὐτοῦ· μετ’ οὐ πολὺ δὲ κατ’ | |
15 | αὐτοῦ στρατεύει ὁ Βαβυλώνιος, Ἰωακεὶμ δὲ ἀπραγμό‐ νως αὐτὸν εἰς τὴν πόλιν εἰσδέχεται. ὁ δὲ τούς τε κρείττους τῶν πολιτῶν καὶ αὐτὸν τὸν βασιλέα ἐφό‐ νευσε, τρισχιλίους δὲ τοὺς καλλίστους αἰχμαλώτους ἀπήγαγεν, ἐν οἷς ἦν καὶ ὁ προφήτης Ἰεζεκιὴλ παῖς | |
20 | ὤν, τὸν δὲ υἱὸν τοῦ κτανθέντος βασιλέως, Ἰωακεὶμ ὀνομαζόμενον καὶ αὐτόν, ἀναδείξας βασιλέα τῆς Ἰου‐ δαίας. Οὕτω μὲν ἔσχε τέλους Ἰωακείμ, ἐνιαυτοὺς βιώ‐ σας ἓξ καὶ τριάκοντα, βασιλεύσας δὲ ἕνδεκα. ὁ δὲ | |
25 | Βαβυλώνιος ὑποπτεύσας μνησικακῆσαι τὸν ἐκείνου υἱὸν διὰ τὸν φόνον τὸν τοῦ πατρὸς καὶ ἀποστατῆσαι, πέμψας ἐπολιόρκει αὐτόν. ὁ δὲ μὴ θέλων τὴν πόλιν δι’ αὐτὸν κινδυνεῦσαι, παραδίδωσιν ἑαυτὸν καὶ τοὺς προσήκοντας αὐτῷ τοῖς πολεμίοις ἐπὶ συνθήκαις μή | |
30 | τι κακῶσαι τὴν πόλιν ἢ αὐτούς· ἃς παρέβη ὁ Βαβυ‐ λώνιος, κελεύσας τὴν ἐν τῇ πόλει πᾶσαν νεότητα καὶ | |
τοὺς τεχνίτας ἀπαγαγεῖν πρὸς αὐτόν, οἳ πρὸς ὀκτα‐ | 171 in vol. 1 | |
1.172 | κοσίοις τριάκοντα δύο εἰς δέκα χιλιάδας ἠρίθμηντο. τὸν Ἰωακεὶμ δὲ καὶ τὴν μητέρα αὐτοῦ καὶ τοὺς φί‐ λους καθείρξας ἐφύλαττε, μῆνας τρεῖς βασιλεύσαντα καὶ ἡμέρας δέκα. τὴν δὲ τῆς Ἱερουσαλὴμ βασιλείαν | |
5 | τῷ τοῦ Ἰωακεὶμ πατραδέλφῳ τῷ Σεδεκίᾳ παρέδωκεν, ὀμόσαντι μὴ εὐνοήσειν τοῖς Αἰγυπτίοις, ἀλλ’ αὐτῷ φυλάξειν τὴν χώραν. ὁ δὲ νέος ὤν, εἴκοσι γὰρ καὶ ἑνὸς ἦν ἐτῶν ὅτε παρέλαβε τὴν ἀρχήν, καὶ ὑπερό‐ πτης τοῦ δικαίου τε καὶ τοῦ δέοντος, παραινοῦντι τῷ | |
10 | Ἱερεμίᾳ τὰς ἀσεβείας καὶ τὰς παρανομίας λιπεῖν οὐκ ἐπείθετο, οὐδ’ ἐπίστευε λέγοντι τὰς μελλούσας ἔσε‐ σθαι συμφορὰς αὐτῷ τε καὶ τῷ λαῷ· ἃς καὶ Ἰεζεκιὴλ ἐν Βαβυλῶνι προέλεγε καὶ γράψας ἀπέσταλκεν εἰς Ἱεροσόλυμα. ἠπίστησε δὲ ἀμφοῖν τοῖν προφήταιν ὁ | |
15 | Σεδεκίας ὡς τάχα διαφωνοῦσι. περὶ μὲν γὰρ τῶν ἄλλων συνεφώνουν, περὶ δὲ αὐτοῦ Σεδεκίου ἐδό‐ κουν ἐναντιοῦσθαι. Ἰεζεκιὴλ μὲν γὰρ μὴ ὄψεσθαι τὴν Βαβυλῶνα αὐτὸν προεφήτευεν, Ἱερεμίας δὲ δέσ‐ μιον αὐτὸν ἀπαχθῆναι πρὸς Βαβυλῶνα προέλεγε. | |
20 | συνῳδὰ δὲ τοῖς προφήταις καὶ τὰ περὶ τούτου προεί‐ ρηντο· τυφλωθεὶς γὰρ ἐν Ἰουδαίᾳ καὶ δέσμιος ἀπα‐ χθεὶς τὴν Βαβυλῶνα οὐκ ἐθεάσατο. Οὗτος ὁ Σεδεκίας ἐπὶ ἔτη ὀκτὼ τηρήσας τὴν πί‐ στιν τὴν πρὸς τὸν Βαβυλώνιον, πρὸς τοὺς Αἰγυπτίους | |
25 | ἀπέκλινε. διὸ στρατεύσας ὁ Ναβουχοδονόσορ ἐπο‐ λιόρκει τὴν Ἱερουσαλήμ. τῶν δ’ Αἰγυπτίων εἰς συμ‐ μαχίαν ἡκόντων τοῖς Ἰουδαίοις, προϋπαντήσας σφίσιν ὁ Βαβυλώνιος καὶ τρεψάμενος αὐτοὺς διώκει. οἱ δὲ ψευδοπροφῆται μηκέτι τοὺς πολεμίους πολιορκήσειν | |
30 | αὐτοὺς ἔλεγον· Ἱερεμίας δὲ καὶ ὑποστρέψαι αὐτοὺς | 172 in vol. 1 |
1.173 | καὶ τὴν πόλιν αἱρήσειν καὶ κατασκάψειν καὶ τὸν ναὸν ἐμπρήσειν καὶ τὸν λαὸν τὸν τέως περιλειφθησόμενον ἀπάξειν προηγόρευε δορυάλωτον, ἐπ’ ἔτη δουλεύ‐ σοντα ἑβδομήκοντα, μέχρις οὗ Πέρσαι καὶ Μῆδοι τὴν | |
5 | Βαβυλωνίων ἀρχὴν καταλύσουσι· τότε δὲ λυθῆναι τῆς αἰχμαλωσίας αὐτούς, καὶ τὸν ναὸν αὖθις καὶ τὴν πόλιν ἀνοικοδομῆσαι. ταῦτ’ ἔλεγεν Ἱερεμίας· ὁ δὲ βασιλεὺς καὶ οἱ περὶ αὐτὸν τοὺς λόγους αὐτοῦ ἐμυ‐ κτήριζον. ἀπιόντι δὲ τῷ προφήτῃ πρὸς Ἀναθὼθ τὴν | |
10 | πατρίδα συναντήσας τις τῶν ἀρχόντων καὶ κατασχὼν ὡς αὐτόμολον ἤγαγε πρὸς τοὺς ἄρχοντας· οἳ αἰκισά‐ μενοι αὐτὸν ἐτήρουν εἰς κόλασιν. Κατὰ δὲ τὸ ἔνατον ἔτος τῆς βασιλείας Σεδεκίου ἔπεισι τὸ δεύτερον κατὰ τῶν Ἱεροσολύμων ὁ Βαβυ‐ | |
15 | λώνιος, καὶ ἐφ’ ἕνα πρὸς τῷ ἡμίσει ἐνιαυτὸν κρα‐ ταιῶς τὴν πόλιν πολιορκεῖ. τῇ δὲ πολιορκίᾳ λιμὸς συνηνέχθη καὶ ἐπὶ τούτοις λοιμός. Ἱερεμίας δὲ κα‐ θειργμένος δέξασθαι τὸν Βαβυλώνιον παρεκάλει τὸ πλῆθος· σωθήσεσθαι γὰρ οὕτως· εἰ δ’ οὔ, μένοντας | |
20 | ἀπολεῖσθαι ἢ λιμῷ ἢ μαχαίρᾳ· “εἰ δέ τις προσχωρή‐ σει τοῖς πολεμίοις, τὸν θάνατον” ἔλεγε “διαφεύξεται.” οὐδενὶ μέντοι πιστὸς ὁ προφήτης λελόγιστο, οἱ δ’ ἡγε‐ μόνες καὶ προσηρέθιζον κατ’ ἐκείνου τὸν βασιλέα. ὁ δὲ διὰ τὸν καιρὸν αὐτοὺς θεραπεύων ἐνέδωκεν αὐ‐ | |
25 | τοῖς χρήσασθαι τῷ προφήτῃ ὡς βούλονται. κἀκεῖνοι αὐτὸν εἰς λάκκον βορβορώδη ἐνέβαλον. Σεδεκίας δὲ τοῦτο μαθὼν ἀνελκυσθῆναι αὐτὸν ἐκεῖθεν ἐκέ‐ λευσε, καὶ λάθρᾳ καλέσας ἤρετο τί φησι πρὸς τὰ παρόντα δεινά. ὁ δὲ παραδοῦναι τὴν πόλιν συνεβού‐ | |
30 | λευε τῷ Βαβυλωνίῳ. Σεδεκίας δὲ δεδιέναι ἔλεγε μὴ ἀναιρεθῇ. ὁ δὲ προφήτης οὐδενὸς αὐτὸν οὕτω | |
ποιοῦντα πειραθήσεσθαι δυσχεροῦς ἰσχυρίζετο. τὸν | 173 in vol. 1 | |
1.174 | μὲν οὖν ὁ βασιλεὺς ἀπέλυσεν, ὁ δέ γε Βαβυλώνιος ἐπολιόρκει τὴν πόλιν μετὰ σφοδρᾶς ἐπιθέσεως, καὶ εἷλε ταύτην τῷ ἑνδεκάτῳ ἐνιαυτῷ τῆς ἀρχῆς Σεδε‐ κίου. Σεδεκίας δὲ μετὰ τῶν γυναικῶν καὶ τῶν τέ‐ | |
5 | κνων καὶ τῶν προσηκόντων καὶ τῶν φίλων ἔφευγεν ἐκ τῆς πόλεως. οἱ δὲ πολέμιοι κατεδίωξαν αὐτὸν καὶ κατέλαβον μονωθέντα· οἱ γὰρ ἡγεμόνες καὶ οἱ φίλοι αὐτοῦ διεσπάρησαν. ζωγρήσαντες οὖν αὐτὸν καὶ τὰ τέκνα καὶ τὰς γυναῖκας ἤγαγον εἰς τὸν Βαβυλώνιον. | |
10 | ὁ δὲ ὠνείδισεν αὐτὸν εἰς ἀχαριστίαν καὶ ἀπιστίαν, ἐκέλευσέ τε τοὺς υἱοὺς αὐτοῦ καὶ τοὺς φίλους κταν‐ θῆναι ἐν ὀφθαλμοῖς αὐτοῦ· εἶτα καὶ τὰ ὄμματα πη‐ ρώσας αὐτοῦ δέσμιον εἰς Βαβυλῶνα ἀπήγαγεν. καὶ τότε συνῆκε καὶ ἄμφω τοὺς προφήτας ἀληθῆ προει‐ | |
15 | πεῖν. οὗτος τέλος ἐγένετο τῶν ἐκ τοῦ σπέρματος τοῦ Δαβὶδ βεβασιλευκότων. εἴκοσι δὲ καὶ εἷς ἐτύγχανον ἅπαντες, ἐτῶν διελθόντων ἐξ ὅτου τῆς βασιλείας ἐπέβη Σαοὺλ πεντακοσίων δέκα καὶ τεσσάρων, μη‐ νῶν ἕξ, ἡμερῶν δεκαέξ. | |
20 | Πεμφθεὶς δὲ Ναβουζαρδὰν ὁ ἀρχιμάγειρος τοῦ Βαβυλωνίου τόν τε ναὸν καὶ τὰ βασίλεια ἐνέπρησε καὶ τὴν πόλιν κατέσκαψε καὶ τὰ τοῦ ναοῦ πάντα ἐσύ‐ λησεν. ἐμπέπρηστο δὲ ὁ ναὸς μετὰ τετρακόσια ἔτη καὶ ἑβδομήκοντα μῆνάς τε ἓξ καὶ ἡμέρας δέκα ἀφ’ | |
25 | οὗ ἐδομήθη καιροῦ, ἐκ δὲ τῆς ἐξ Αἰγύπτου τῶν Ἑβραίων μεταναστεύσεως μετὰ ἑξήκοντα δύο ἔτη καὶ χίλια καὶ μῆνας ἓξ καὶ ἡμέρας δέκα, ἀπὸ δὲ τοῦ κα‐ τακλυσμοῦ μετὰ χιλίους ἐνακοσίους πεντήκοντα ἑπτὰ ἐνιαυτοὺς καὶ μῆνας ἓξ καὶ ἡμέρας δέκα· ἐκ δὲ τῆς | |
30 | παραγωγῆς τοῦ πρώτου ἀνθρώπου μέχρι τότε τρισ‐ χίλια πεντακόσια δέκα καὶ τρία ἔτη παρήλθοσαν, μῆ‐ | |
νες ἓξ καὶ ἡμέραι δέκα. | 174 in vol. 1 | |
1.175 | Ναβουζαρδὰν δὲ κατασκάψας τὴν Ἱερουσαλὴμ τόν τε λαὸν καὶ τὸν ἀρχιερέα Σαβαῖον καὶ τὰ σκεύη τὰ ἱερὰ εἰς Βαβυλῶνα ἐκόμισε. Ναβουχοδονόσορ δὲ τὰ σκεύη τοῦ θεοῦ τοῖς ἑαυτοῦ θεοῖς ἀνατέθεικε, | |
5 | τοὺς δὲ αἰχμαλώτους εἰς τὴν οἰκείαν χώραν κατῴκισε. τοὺς δ’ αὐτομολήσαντας ἐν τῇ πολιορκίᾳ πρὸς τοὺς Βαβυλωνίους ἐν Ἰουδαίᾳ καταλιπὼν ὁ Ναβουζαρδὰν καὶ τοὺς πένητας, ἡγεμόνα τούτοις ἐπέστησε Γοδο‐ λίαν, ἄνδρα τῶν εὖ γεγονότων ἐπιεικῆ τε καὶ δί‐ | |
10 | καιον, καὶ τὴν χώραν ἐργάζεσθαι αὐτοῖς ἐνετείλατο, καὶ δασμοφορεῖν τῷ Ναβουχοδονόσορ ἐπέταξε. τῷ δὲ προφήτῃ Ἱερεμίᾳ εἰς Βαβυλῶνα ἀπελθεῖν προε‐ τρέπετο· ὁ δὲ ἐν τοῖς ἐρειπίοις τῆς πατρίδος ἤθελε διατρίβειν. καὶ ἀφῆκεν αὐτὸν ἐκεῖ, τῷ Γοδολίᾳ ἐπι‐ | |
15 | τάξας πᾶσαν αὐτοῦ ποιεῖσθαι πρόνοιαν. ἀπέλυσε δὲ αὐτῷ καὶ τὸν φοιτητὴν Βαρούχ, τῇ πατρίῳ γλώττῃ διαφερόντως πεπαιδευμένον. ὅσοι δ’ ἐκ τῆς Ἱερου‐ σαλὴμ διὰ τὴν πολιορκίαν ἀπέδρασαν ἧκον πρὸς Γο‐ δολίαν. ὁ δὲ γεωργεῖν τὴν χώραν αὐτοῖς συνεβού‐ | |
20 | λευε καὶ κατοικεῖν ἣν ἕκαστος βούλεται πόλιν καὶ ἀνοικοδομεῖν τὰ ἐρείπια. γνόντες δὲ τὸν Γοδολίαν ἄνδρα χρηστόν, ὑπερηγάπησαν αὐτόν. Ἐπανῆλθε δὲ σὺν τοῖς ἄλλοις καί τις καλούμενος Ἰσμαήλ, ἐκ τοῦ βασιλείου γένους ὑπάρχων, ὃς πρὸς | |
25 | τοὺς Ἀμμανίτας ἀπέδρα κατὰ τὸν τῆς πολιορκίας και‐ ρόν. τοῦτον προσελθόντα τῷ Γοδολίᾳ τινὲς ἐπιβου‐ | |
λεύειν αὐτῷ ἔλεγον· εἰ δ’ ἐπιτρέψει αὐτοῖς κτεῖναι | 175 in vol. 1 | |
1.176 | τὸν ἄνδρα, διαφεύξεται τὴν ἐπιβουλήν. ὁ δ’ ἠπίστει, ἢ καὶ βέλτιον ἔλεγεν ἡγεῖσθαι αὐτὸς ἀποθανεῖν ἢ ἄν‐ θρωπον κτεῖναι πιστεύσαντα αὐτῷ ἑαυτόν. μετὰ και‐ ρὸν δὲ σὺν ἑτέροις ὁ Ἰσμαὴλ οὗτος πρὸς Γοδολίαν | |
5 | ἐλθὼν καὶ ξενισθεὶς ἀπέκτεινε τόν τε Γοδολίαν καὶ τοὺς συμποσιάζοντας. εἶτα νυκτὸς ἐπιθέμενος τοῖς καταλειφθεῖσιν ἐν τῇ πόλει Βαβυλωνίοις αὐτούς τε ἀνεῖλε καὶ πάντας τοὺς ἐκεῖ Ἰουδαίους. τῇ ἐπαύριον δὲ ὀγδοήκοντα ἀνδρῶν ἐκ τῆς χώρας σὺν δώροις | |
10 | πρὸς Γοδολίαν ἐλθόντων, καὶ τούτους ἀνεῖλεν ὁ Ἰσ‐ μαήλ, ἄνευ ὀλίγων τινῶν, οἳ κεκρυμμένα ἐν τοῖς ἀγροῖς ἔπιπλά τε καὶ ἐσθῆτας καὶ σῖτον ὑπέσχοντο δείξειν αὐτῷ. λαβὼν δὲ καὶ αἰχμαλωσίαν πολλὴν ἀπῄει πρὸς Ἀμμανίτας. ταῦτα δὲ μαθόντες ἡγεμόνες | |
15 | τῶν Ἰουδαίων τινές, καὶ τοὺς σὺν αὐτοῖς παραθή‐ ξαντες, κατεδίωξαν αὐτόν· καὶ τὴν μὲν αἰχμαλωσίαν ἐπανεσώσαντο, Ἰσμαὴλ δὲ σὺν ἀνδράσιν ὀκτὼ δια‐ πέφευγεν. Οἱ δὲ περισωθέντες τοὺς Βαβυλωνίους δεδοικό‐ | |
20 | τες ἀπιέναι πρὸς Αἴγυπτον ἐβουλεύοντο. καὶ τοῦ Ἱερεμίου μένειν αὐτοῖς συμβουλεύοντος, μένουσι γὰρ τὸ θεῖον αὐτοῖς προμηθεύσεσθαι μή τι πείσεσθαι κα‐ κόν, ἀπιοῦσι δὲ μὴ συνέσεσθαι αὐτοῖς, οὐκ ἐπί‐ στευον, ἀλλ’ ἀπειθήσαντες ἀπῆραν εἰς Αἴγυπτον, | |
25 | ἄγοντες καὶ τὸν Ἱερεμίαν καὶ τὸν Βαρούχ. ἀπελθόντι δ’ ἐκεῖ τῷ προφήτῃ δηλοῖ τὸ θεῖον τὰ μέλλοντα. ὁ δὲ προύλεγε τοῖς ὁμοφύλοις ὡς ἐπὶ τοὺς Αἰγυπτίους στρατεύσει ὁ Βαβυλώνιος καὶ τῆς Αἰγύπτου κρατή‐ σει, καὶ ὡς τοὺς μὲν αὐτῶν κτενεῖ, τοὺς δὲ δορυα‐ | |
30 | λώτους ἀπάξει. δι’ ἃ καὶ καταλευσθεὶς ὑπὸ τῶν συμφυλετῶν τέθνηκεν. ἃ δὲ προείρηκε γέγονε· πέμ‐ | |
πτον γὰρ ἔτος μετὰ τὴν τῶν Ἱεροσολύμων ἠνύετο | 176 in vol. 1 | |
1.177 | πόρθησιν καὶ Ναβουχοδονόσορ κατὰ τῆς Κοίλης Συρίας ἐξώρμησε, καὶ κατασχὼν αὐτὴν Ἀμμανίταις ἐπῆλθε καὶ Μωαβίταις, κἀκεῖθεν ἐπ’ Αἴγυπτον ἐξε‐ στράτευσε, καὶ ὑποτάξας αὐτὴν κτείνει τὸν βασιλεύ‐ | |
5 | οντα, ἕτερον δ’ ἐγκαθίστησι, τοὺς δ’ ἐκεῖ Ἰουδαίους εἰς Βαβυλῶνα μετήνεγκεν. Ἱερεμίου δ’ ἐν Αἰγύπτῳ ταφέντος, λέγεται ὁ βασιλεὺς Ἀλέξανδρος, κυριεύσας τῆς Αἰγύπτου μετὰ τῶν ἄλλων, ἐξυμνούντων τὸν προφήτην τῶν Αἰγυπτίων, μετενεγκεῖν τὰ ὀστᾶ ἐκεί‐ | |
10 | νου εἰς τὴν παρ’ αὐτοῦ κτισθεῖσαν πόλιν τὴν Ἀλε‐ ξάνδρειαν. Ὁ μὲν οὖν προφήτης προεῖπεν, ὡς εἴρηταί μοι, τὰ συμβησόμενα· τὸ δὲ τῶν Ἑβραίων γένος τοιοῦτον εὕρατο τέλος, πέραν Εὐφράτου μετενεχθέν. αἱ μὲν | |
15 | γὰρ δέκα φυλαὶ Ὠσηὲ βασιλεύοντος εἰς Σαμάρειαν παρὰ τῶν Ἀσσυρίων ᾐχμαλωτίσθησαν, αἱ δὲ δύο φυ‐ λαὶ μετὰ ταῦτα παρὰ Ναβουχοδονόσορ ἐλήφθησαν δορυάλωτοι, καὶ ὅσοι μετὰ τὴν τῶν Ἱεροσολύμων ἅλω‐ σιν ὑπελείφθησαν. καὶ ὁ μὲν Σαλμανασὰρ τὸ τῶν | |
20 | Χουθαίων ἔθνος ἐκ Περσίδος μετῴκισεν εἰς Σαμά‐ ρειαν, ὁ δὲ Ναβουχοδονόσορ ἔρημον ἀφῆκε τὴν Ἰου‐ δαίαν, καὶ ἔμεινεν οὕτως ἐπὶ ἐνιαυτοὺς ἑβδομήκοντα. ὁ μεταξὺ δὲ τῆς τῶν δέκα φυλῶν αἰχμαλωσίας ἐκ Σαμαρείας καὶ τῆς τῶν δύο ἐξ Ἱερουσαλὴμ χρόνος | |
25 | ἑκατὸν τριάκοντα ἔτη καὶ μῆνες ἓξ πρὸς ἡμέραις δέκα ἐγένοντο. Τοὺς δ’ εὐγενεστέρους τῶν αἰχμαλώτων παῖδας καὶ τῷ βασιλεῖ Σεδεκίᾳ προσήκοντας καὶ τῶν ἄλλων | |
ἀκμαιοτέρους καὶ ὡραιοτέρους ἐκτομίας ποιήσας ὁ | 177 in vol. 1 | |
1.178 | Βαβυλώνιος, καὶ παιδαγωγοῖς παραδούς, τά τε τῶν Χαλδαίων ἐδίδασκε γράμματα καὶ τὰ ἐπιχώρια, ἐκ τῆς ἰδίας τραπέζης ἀποτάξας σφίσι τὴν δίαιταν. τέσ‐ σαρες δὲ τῶν παίδων ἦσαν ἐκ τοῦ βασιλικοῦ γεγο‐ | |
5 | νότες γένους, καλοὶ τὰς ὄψεις καὶ ἀγαθοὶ τὰς φύσεις· ὧν τὸν μὲν Δανιὴλ καλούμενον Βαλτάσαρ ὁ Βαβυ‐ λώνιος μετωνόμασε, τὸν δὲ Ἀνανίαν ὠνομασμένον Σεδράχ, Μισαὴλ δὲ τὸν ἕτερον κεκλημένον Μισάκ, καὶ τὸν λοιπὸν Ἀζαρίαν Ἀβδεναγώ· οὓς καὶ τῶν ἄλ‐ | |
10 | λων ἦγεν ἐντιμοτέρους, δι’ εὐφυΐαν ἐπὶ σοφίᾳ προ‐ κόπτοντας. οὗτοι τοίνυν οἱ νεανίαι τοῦ προεστῶτος αὐτῶν εὐνούχου ἐδέοντο μὴ τοῖς ἐκ τῆς βασιλικῆς τραπέζης χορηγουμένοις αὐτοῖς διαιτᾶν σφᾶς, ἀλλ’ ὀσπρίοις καὶ φοίνιξι καὶ τοιούτοις ἄλλοις. ὁ δὲ δε‐ | |
15 | διέναι ἔλεγε μὴ τοιούτοις τρεφόμενοι λεπτυνθῶσι τὰ σώματα, καὶ παρὰ τοῦ βασιλέως διὰ τοῦτο αὐτὸς κα‐ κωθῇ. οἱ δὲ ἐφ’ ἡμέρας δέκα οὕτω διαιτῆσαι αὐτοὺς παρεκάλουν, καὶ εἰ μὲν μὴ μεταβάλοιτο ἡ τῶν σω‐ μάτων ἕξις αὐτοῖς, οὕτω διαιτᾶν αὐτοὺς καὶ εἰς τὸ | |
20 | ἑξῆς, εἰ δ’ ἴδοι τὰ σώματα αὐτῶν ἰσχναινόμενα, τῆς προτέρας ἔχεσθαι διαιτήσεως. πείθεται τούτοις ὁ τῶν παίδων προεστηκώς, καὶ οὕτω ποιήσας ὡς οὐδὲν αὐ‐ τοὺς ἐκ τῶν τοιούτων τροφῶν παθόντας εἶδε, μᾶλ‐ λον μὲν οὖν καὶ τῶν ἄλλων θαλερωτέρους γεγονότας, | |
25 | ἀψύχους αὐτοῖς προσῆγε τροφάς. οἱ δὲ λεπτυνθέντος αὐτοῖς τοῦ νοός, πᾶσαν κατώρθωσαν παιδείαν Χαλ‐ δαϊκὴν καὶ Ἀσσύριον. ὁ δέ γε Δανιὴλ καὶ περὶ κρί‐ σεις ὀνείρων κατέτεινε τὴν σπουδήν. Εἶτα ἐνύπνιον ὁ Ναβουχοδονόσορ ἐξαίσιον θεα‐ | |
30 | σάμενος, καὶ τὴν κρίσιν τούτου κατὰ τοὺς ὕπνους μαθών, τοῦ τε ὀνείρου καὶ τῆς κρίσεως αὐτοῦ ἐπε‐ | |
λάθετο. ἕωθεν οὖν μεταπεμψάμενος τοὺς Χαλδαίους | 178 in vol. 1 | |
1.179 | καὶ τοὺς μάντεις καὶ μάγους, ἀπῄτει τούτους τὸ ὄναρ τε εἰπεῖν αὐτῷ καὶ τὴν τούτου δήλωσιν. οἱ δὲ αὐ‐ τὸν ἤθελον πρότερον εἰπεῖν τὸ ἐνύπνιον, καὶ οὕτως αἰτεῖν ἐξ ἐκείνων τὸ σημαινόμενον. ὠργίσθη ἐπὶ τού‐ | |
5 | τοις ὁ βασιλεὺς καὶ θάνατον ἁπάντων κατεψηφίσατο μὴ δύνασθαι λεγόντων εὑρηκέναι τὸν ὄνειρον. τού‐ τοις ὡς σοφοὶ καὶ Δανιὴλ καὶ οἱ τρεῖς παῖδες καὶ συνεκλήθησαν καὶ συγκατεκρίθησαν. πρόσεισι τοί‐ νυν ὁ Δανιὴλ τῷ τῶν βασιλικῶν σωματοφυλάκων | |
10 | ἐξάρχοντι, καὶ ἠξίωσεν ἐπὶ μίαν νύκτα τὴν ἀναίρε‐ σιν τῶν κατακριθέντων ὑπερτεθῆναι· “ἴσως γάρ” ἔφη “δι’ αὐτῆς δεηθησόμεθα τοῦ θεοῦ καὶ γνωσό‐ μεθα τὸ ἐνύπνιον.” ἐνέδωκεν ὁ βασιλεὺς πρὸς τὴν αἴτησιν. καὶ συμπαραλαβὼν ὁ Δανιὴλ καὶ τοὺς τρεῖς | |
15 | αὐτοῦ συγγενεῖς παῖδας ἱκέτευσε διὰ τῆς νυκτὸς τὸν θεόν. δηλοῦται οὖν αὐτῷ θεόθεν καὶ τὸ ἐνύπνιον καὶ τὰ δι’ αὐτοῦ σημαινόμενα. καὶ μεθ’ ἡμέραν ἀπῄει πρὸς τὸν βασιλέα καί οἱ παρὰ τοῦ θεοῦ ἔφη γνωρισθῆναι αὐτῷ καὶ τὸ ὄναρ καὶ τὴν αὐτοῦ δήλω‐ | |
20 | σιν, ἐλεήσαντος τοὺς ἀδίκως διὰ τοῦτο ἀποθανεῖν κινδυνεύοντας, “οὐδὲν δ’ ἧττον καὶ σὲ τὸν θέλοντα ἀναιτίως τοσούτους κτεῖναι ἐξ ὧν ἀπῄτεις ἀδύνατα, ἃ μόνῃ τῇ θείᾳ φύσει γνωστά. ἃ δ’ ἐθεάσω τοιαῦτά εἰσιν. ἐδόκεις ὁρᾶν ἀνδριάντα μέγαν ἑστῶτα, οὗ | |
25 | χρυσῆ μὲν ἡ κεφαλή, οἱ δὲ ὦμοι καὶ οἱ βραχίονες ἀργυροῖ, ἡ δέ γε γαστὴρ μετὰ τῶν μηρῶν ἐκ χαλκοῦ, αἱ κνῆμαι δὲ καὶ οἱ πόδες ἦσαν μέρος μέν τι σιδή‐ ρεοι, μέρος δέ τι ὀστράκινοι. εἶτα λίθος ἐξ ὄρους ἀπορραγεὶς τῷ ἀνδριάντι ἔδοξεν ἐμπεσεῖν καὶ συν‐ | |
30 | τρῖψαι αὐτόν, καὶ λεπτῦναι τὸν χρυσὸν καὶ τὸν ἄργυ‐ ρον καὶ τὸν χαλκὸν καὶ τὸν σίδηρον καὶ τὸν ὄστρακον | |
ἐς τοσοῦτον ὡς ὑπ’ ἀνέμου ἐκλικμηθῆναι καὶ σκεδα‐ | 179 in vol. 1 | |
1.180 | σθῆναι αὐτά. ὁ δὲ λίθος ἐδόκει αὐξῆσαι καὶ εἰς το‐ σοῦτον μέγεθος προελθεῖν ὡς πᾶσαν ὑπ’ αὐτοῦ πε‐ πληρῶσθαι τὴν γῆν. οὗτος μὲν οὖν σοι ὁ ὄνειρος· ἃ δὲ δηλοῦταί σοι δι’ αὐτοῦ, φροντίζοντι περὶ τῆς | |
5 | βασιλείας καὶ τίς ἄρξει μετὰ σέ, ταῦτά εἰσιν. ἡ μὲν χρυσῆ κεφαλὴ σύ τε εἶ καὶ οἱ λοιποὶ βασιλεῖς τῶν Βαβυλωνίων, τὸ πολύολβον δ’ ὁ χρυσὸς τῆς ἀρχῆς σου παραδηλοῖ· αἱ δὲ δύο χεῖρες καὶ οἱ ὦμοι διττὰς εἰκονίζουσι βασιλείας, ὑφ’ ὧν ἡ ὑμῶν ἡγεμονία κατα‐ | |
10 | λυθήσεται· ἡ χαλκῆ δὲ γαστὴρ καὶ οἱ τοιοῦτοι μηροὶ βασιλέα δηλοῦσι χαλκὸν ἐνδεδυμένον, ὃς τοὺς ὑμᾶς καταλύσοντας καθαιρήσει· τὴν δ’ ἐκείνου βασιλείαν αὖθις ἑτέρα καταπαύσει δυνατωτέρα· τοῦ τε γὰρ χρυ‐ σοῦ καὶ τοῦ ἀργύρου καὶ τοῦ χαλκοῦ ὁ σίδηρος δυ‐ | |
15 | νατώτερος.” ὁ μὲν γὰρ χρυσός, καὶ μᾶλλον ὁ καθαρώ‐ τατος, τοῦ ἀργύρου ἐστὶ μαλακώτερος· ὁ δ’ ἄργυρος τοῦ μὲν χρυσοῦ στεγανώτερος, τοῦ δὲ χαλκοῦ τυγχά‐ νει χαυνότερος· ὁ δὲ σίδηρος αὖθις καὶ τοῦ χαλκοῦ στερεώτερος. κεφαλῇ μὲν οὖν ἡ τῶν Ἀσσυρίων βα‐ | |
20 | σιλεία ἀπείκασται, ὡς προγενεστέρα τῶν ἄλλων καὶ τῷ χρόνῳ προάγουσα. δευτέραν δὲ τὴν τῶν Μήδων καὶ τῶν Περσῶν ἐκάλεσεν, αἳ τὴν τῶν Ἀσσυρίων ἀρχὴν καθῃρήκασιν. ὁ γὰρ Κῦρος, ὥσπερ ἱστορη‐ θήσεται, Πέρσης μὲν ἦν πατρόθεν, τοῖς δὲ Μήδοις | |
25 | προσῆκεν ἐκ τῆς μητρός· ὃς ἄμφω τὰ ἔθνη συμπα‐ ραλαβὼν καὶ πολεμήσας τοῖς Ἀσσυρίοις τὴν αὐτῶν βασιλείαν κατέλυσε. τῇ δυάδι δὲ τῶν χειρῶν ἡ τῶν ἐθνῶν τούτων ἀμφοῖν δυὰς εἰκονίζεται. τρίτην δὲ βασιλείαν τὴν τῶν Μακεδόνων καλεῖ. τῷ χαλκῷ δὲ | |
30 | ταύτην ἀπείκασεν ὡς δυνατωτέραν, οἷα καὶ τὴν Περ‐ σικὴν ἀρχὴν καταλύσασαν. καὶ διὰ μὲν τῆς κοιλίας | |
ἡ Ἀλεξάνδρου μοναρχία ὑποτυποῦται, διὰ δὲ τῶν | 180 in vol. 1 | |
1.181 | μηρῶν ἡ μετὰ θάνατον ἐκείνου τῆς βασιλείας διαί‐ ρεσις καὶ ὁ αὐτῆς μερισμός. τετάρτην δὲ βασιλείαν τὴν τῶν Ῥωμαίων ἐκάλεσεν, ᾗ τὸν σίδηρον ἀπένειμε διὰ τὸ στερέμνιον. ταῖς δὲ κνήμαις αὐτὴν εἰκόνισεν | |
5 | διὰ τὸ μετάχρονον· τῶν γὰρ ἄλλων μεγάλων βασι‐ λειῶν μεταγενεστέρα ἡ τῶν Ῥωμαίων, καὶ αἱ κνῆμαι δὲ καὶ οἱ πόδες τελευταῖα μέρη τοῦ σώματος. τὸ δὲ τῷ σιδήρῳ ἀναμεμῖχθαι τὸ ὄστρακον αἰνίττεται τὸ ἰσχυρὰν μὲν εἶναι τὴν βασιλείαν, ἔχειν δὲ παρ’ | |
10 | ἑαυτῇ καὶ εὔθραυστόν τι καὶ ἄναλκι· τοιοῦτον γὰρ τὴν φύσιν τὸ ὄστρακον, συγκείμενον ἐκ πηλοῦ. Εἰ μὲν οὖν πρὸς τὴν προτέραν κατάστασιν τῆς Ῥω‐ μαίων ἡγεμονίας ἀναγαγεῖν τις βουληθείη τὸ ὅραμα, ὅτε ἡ γερουσία καὶ οἱ δικτάτωρες καὶ οἱ ὕπατοι καὶ οἱ | |
15 | δήμαρχοι καὶ ὁ δῆμος τῆς τῶν πολιτικῶν πραγμάτων ἀντείχοντο διοικήσεως, εὑρήσει πολλαχοῦ τὸν δῆμον τῇ γερουσίᾳ διαφερόμενον καὶ στάσεις ἐγειρομένας, ἄλλα μὲν τῶν τῆς βουλῆς διαταττομένων, ἄλλα δὲ τῶν τοῦ πλήθους ἀντεισαγόντων, ὡς ἐκ τούτου μάχε‐ | |
20 | σθαί τε ἀλλήλοις καὶ σφίσι τὰ πράγματα διὰ τὴν δι‐ χόνοιαν ἔστιν οὗ ῥέπειν ἐπὶ τὸ χεῖρον καὶ ἀσθενέ‐ στερον. σιδήρῳ μὲν οὖν ἄν τις εἰκονίσαι τὴν σύγ‐ κλητον διὰ τὸ τῆς γνώμης στερέμνιον, ὀστράκῳ δ’ ἂν εἰκασθείη τὸ πλῆθος, ἀναμεμιγμένον ὂν τοῖς ἐν | |
25 | τέλει καὶ τῇ βουλῇ, διά τε τὸ συρφετῶδες καὶ τὸ χαμαίζηλον, τοιοῦτον γὰρ ὁ πηλὸς ὅθεν τὸ ὄστρακον γίνεται, καὶ διὰ τὸ εὐμετάβολον καὶ τὴν ἀσθένειαν τοῦ φρονήματος. εἴωθεν γὰρ τὸ πλῆθος ἀστατεῖν | |
ῥᾳδίως τε μετάγεσθαι καὶ μεταβουλεύεσθαι· ταῦτα | 181 in vol. 1 | |
1.182 | δέ τις εὑρήσει πλειστάκις τῇ Ῥωμαϊκῇ πολιτείᾳ συμ‐ βεβηκότα, ἐπιὼν τὰ περὶ ταύτης ἀρχαῖα συγγράμ‐ ματα. Εἰ μὲν οὖν πρὸς τὴν προτέραν κατάστασιν τῆς | |
5 | Ῥωμαϊκῆς πολιτείας ἀναφέροι τις τὴν διαφορὰν τῶν ὑλῶν καὶ τὴν μίξιν αὐτῶν, ταῦτ’ ἂν ἴσως λογίσαιτο, εἰ δὲ πρὸς τὴν ὑστέραν, ὅτε πρὸς μοναρχίαν ἐξ ἀρι‐ στοκρατίας μετήνεκτο Ῥωμαίοις τὰ πράγματα, καὶ πρὸς τὴν εἰσέπειτα τῆς βασιλείας κατάστασιν, καὶ | |
10 | τότε πλείστην ἂν καταλάβοι τῇ πολιτείᾳ προξενήσα‐ σαν βλάβην τὴν πρὸς ἀλλήλους τῶν Ῥωμαίων διχό‐ νοιαν. ὅ τε γὰρ Καῖσαρ τῆς μοναρχίας ὀριγνηθεὶς ἐμφυλίους πολέμους πρὸς τὸν Μάγνον Πομπήιον καὶ πρὸς τοὺς ἄλλους, οἳ τῆς ἐλευθερίας ἀντεποιοῦντο | |
15 | τῆς παλαιᾶς, συνεστήσατο, καὶ πρὸς τοὺς ἀνελόντας αὖθις αὐτὸν ὁμοίας μάχας ὁ Καῖσαρ ὁ Αὔγουστος καὶ ὁ Ἀντώνιος συνεκρότησαν, εἶτ’ αὖθις ἄμφω πρὸς ἀλλήλους οὗτοι περὶ τῆς αὐταρχίας διαφερόμενοι πο‐ λέμους βαρεῖς κεκινήκασιν, ἀμφοτέρωθεν ἐν πάσαις | |
20 | ταῖς μάχαις φθειρομένων ὁμογενῶν, κἀντεῦθεν τῆς Ῥωμαϊκῆς ἐλαττουμένης δυνάμεως. καὶ οὐδ’ ἐν τοῖς μετέπειτα τὰς στάσεις λωφησάσας ἴδοι τις ἄν. Εἰ δέ τις πρὸς τὰς ὕστερον βασιλείας τὴν τοῦ σιδήρου καὶ τοῦ ὀστράκου φύσιν παραβαλεῖ, εὑρήσει | |
25 | πῇ μὲν ἰσχυρὰν τὴν τῶν Ῥωμαίων ἀρχήν, πῇ δ’ ἀσθενοῦσαν καὶ τὸ πλεῖστον τῆς παλαιᾶς ἀποβεβλη‐ κυῖαν ἐπικρατείας, καὶ πολλοστῷ νῦν μέρει τῆς πα‐ λαιᾶς ἐκείνης περιγεγραμμένην ἡγεμονίας. Τὰ μὲν οὖν τῶν τεσσάρων βασιλειῶν ἐν τούτοις· | |
30 | ἡ δὲ λοιπή τε καὶ ἀκατάλυτος, ἣν ὁ λίθος εἰκόνιζεν ὃς ἄνευ χειρῶν ἐτμήθη καὶ τὰς ὕλας ἐλέπτυνεν ἐξ | |
ὧν συντέθειτο ἡ εἰκών, καὶ τὴν γῆν ἐπλήρωσεν | 182 in vol. 1 | |
1.183 | ἅπασαν, ἣν εἰς τοὺς αἰῶνας ὁ προφήτης εἴρηκε μὴ διαφθαρήσεσθαι, ἡ μέλλουσα ἐπιφάνεια εἴη ἂν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἥτις, τῆς σιδηρᾶς βα‐ σιλείας γενομένης ἀσθενεστέρας διὰ τὴν τοῦ ὀστρά‐ | |
5 | κου ἐπιμιξίαν, ἀναφανήσεται· ὅτε αὐτῷ τὰ πάντα ὑποταγήσεται, καὶ βασιλείας ἀτελευτήτου τε καὶ ἀδια‐ φθόρου ἀξιώσει τοὺς ταύτης ἀξίους ἑαυτοὺς κατα‐ στήσαντας. λίθον γὰρ εἴωθεν ἡ γραφὴ καλεῖν τὸν Χριστόν. ὅ τε γὰρ Δαβίδ “λίθον ὃν ἀπεδοκίμασαν | |
10 | οἱ οἰκοδομοῦντες” ἔφη, “οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας,” καὶ ὁ Ἡσαΐας ἐκ προσώπου φησὶ τοῦ θεοῦ “ἰδοὺ τίθημι ἐν Σιὼν λίθον ἀκρογωνιαῖον.” καὶ ὁ μέγας Παῦλος ἀκρογωνιαῖον καλεῖ τὸν Χριστόν, ἐφ’ ᾧ ἐποικοδομηθῆναι τοὺς πιστεύσαντας ἔγραψε. καὶ | |
15 | πάλιν λέγει “θεμέλιον ἕτερον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστιν Ἰησοῦς Χριστός.” καὶ αὖθις ἑτέρωθι “ἔπινον ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας, ἡ δὲ πέτρα ἦν ὁ Χριστός.” καὶ πέτρα δὲ σκανδάλου καὶ λίθος προσκόμματος λέγεται, καὶ πολ‐ | |
20 | λαχοῦ ἂν εὑρεθείη λίθος καὶ πέτρα κεκλημένος ὁ κύ‐ ριος. τὸ δ’ ἄνευ χειρῶν τμηθῆναι τὴν ὑπὲρ φύσιν αὐτοῦ γέννησιν προεδήλου, τὴν ἄνευ σπορᾶς, τὴν γαμικῆς ὁμιλίας χωρίς. ὄρος μὲν γὰρ ἡ τοῦ Ἰούδα νομισθείη φυλή, ἐξ ἧς ὁ Δαβίδ· λίθος δὲ ὁ Χριστός, | |
25 | τμηθεὶς ἐξ αὐτῆς κατὰ τὸ ἀνθρώπινον· ἄνευ δὲ χει‐ ρῶν, ὅτι μὴ κατὰ τοὺς φυσικοὺς προῆλθε θεσμούς, ἀλλ’ ἐξ ἀπειράνδρου καὶ ἁγίας γαστρός. ὃς μικρὸς | |
μὲν ἐδόκει πρότερον διὰ τὴν φύσιν τῆς ἀνθρωπότη‐ | 183 in vol. 1 | |
1.184 | τος, προϊὼν δὲ τὴν οἰκουμένην πᾶσαν τῆς οἰκείας δόξης ἐπλήρωσε, καὶ ἔτι μᾶλλον πληρώσει κατὰ τὴν μέλλουσαν αὐτοῦ ἐπιφάνειαν. Ὁ μὲν οὖν προφήτης τό τε ἐνύπνιον τῷ Ναβου‐ | |
5 | χοδονόσορ ἀπήγγειλε καὶ τὴν τούτου σύγκρισιν ἀνε‐ κάλυψεν, ὁ δὲ θαυμάσας ἐπὶ πρόσωπον ἔπεσε καὶ τῷ Δανιὴλ προσεκύνησε καὶ θύειν αὐτῷ διετάξατο, οὐκ ἐκείνῳ τὴν ἅπασαν ἀπονέμων τιμὴν ὁ ἀλαζὼν ἐκεῖ‐ νος καὶ ὑπερήφανος, ἀλλὰ τῷ παρ’ ἐκείνου θρησκευ‐ | |
10 | ομένῳ θεῷ. ἔφη γάρ “ἐπ’ ἀληθείας ὁ θεὸς ὑμῶν οὗτός ἐστι θεὸς θεῶν καὶ κύριος βασιλέων καὶ ἀπο‐ καλύπτων μυστήρια.” δώματά τε αὐτῷ παρέσχε πολλά, καὶ πάσης τῆς Βαβυλῶνος κατέστησεν ἄρχοντα, καὶ Βαλτάσαρ αὐτὸν ἐπωνόμασε, τὴν προσηγορίαν αὐτῷ | |
15 | θέμενος τοῦ οἰκείου θεοῦ. Εἶτα χρύσεον ἀνδριάντα στήσας πήχεων μὲν τὸ ὕψος ἑξήκοντα, πλάτος δὲ ἕξ, συνεκάλεσεν ἐξ ἁπάσης αὐτοῦ τῆς ἀρχῆς τοὺς πρώτους, προστάξας, ὅταν ἀκούσωσι τῆς σάλπιγγος, τότε πεσόντας προσκυνεῖν | |
20 | τὸν ἀνδριάντα, τοὺς δ’ ἀπειθήσαντας εἰς τὴν τοῦ πυρὸς ἐμβληθῆναι κάμινον, ἣν ἐκεῖ μεγάλην ἐξέκαυσε καὶ σφοδράν. πάντων οὖν προσκυνούντων οἱ τρεῖς νεανίαι, οὓς συγγενεῖς τοῦ Δανιὴλ ἡ ἱστορία παρέ‐ δωκε, μὴ παραβῆναι τὰ πάτρια θέλοντες οὐ προσε‐ | |
25 | κύνησαν. καὶ οἱ μὲν εἰς τὴν κάμινον αὐτίκα ἐβλή‐ θησαν· τὸ δὲ πῦρ ἐκείνων οὐχ ἥψατο, ἀλλ’ ἑστῶτες ἐν μέσῳ τῆς ἀνυποστάτου φλογὸς ἐκείνης ὕμνον ἀνέ‐ πεμπον τῷ θεῷ. συνειστήκει δὲ τοῖς τρισὶν ἐκείνοις | |
καὶ τέταρτος· ἄγγελος δ’ ἦν συγκαταβὰς αὐτοῖς καὶ | 184 in vol. 1 | |
1.185 | τὸν φλογερὸν ἐκεῖνον ἀέρα μετατρέπων εἰς αὔραν δροσώδη. ταῦτα ἐξέστησαν τὴν θηριώδη ψυχὴν τοῦ βασιλέως ἐκείνου καὶ ἀτεράμονα, καὶ τὸν τῦφον ἀφεὶς πρόσεισι καὶ ἐξ ὀνόματος τοὺς νεανίας καλεῖ καὶ τὸν | |
5 | θεὸν αὐτῶν εὐλογεῖ, καὶ τοὺς ἄνδρας ἐκείνους τιμῆς ἀξιοῖ καὶ ἡγεμόνας τῶν ἐν Βαβυλῶνι πάντων Ἰου‐ δαίων καθίστησιν. Ὁρᾷ δὲ μετ’ ὀλίγον ὁ Ἀσσύριος ἐκεῖνος ἐνύπνιον ἕτερον. δένδρον ἑώρα μέγα τε καὶ τῆς γῆς περιέχον | |
10 | τὰ πέρατα, φύλλοις ὡραϊζόμενον καὶ βρῖθον καρπῷ. ὑπ’ αὐτὸ δὲ κατεσκήνουν τὰ θηρία τὰ ἄγρια, καὶ τὰ πετεινὰ ἐν τοῖς κλάδοις κατῴκει αὐτοῦ. εἶτα Ἲρ εἶδεν οὐρανόθεν ἐλθόντα καὶ ἐν ἰσχύϊ φωνήσαντα “ἐκκό‐ ψατε τὸ δένδρον, καὶ τοὺς κλάδους αὐτοῦ ἐκτίλατε, | |
15 | καὶ τὰ φύλλα ἐκτινάξατε, καὶ διασκορπίσατε τὸν καρ‐ πὸν αὐτοῦ, πλὴν ἐάσατε τὴν φυὴν τῶν ῥιζῶν αὐτοῦ· καὶ ἐν δεσμῷ σιδηρῷ καὶ ἐν τῇ χλόῃ τῆς γῆς καὶ ἐν τῇ δρόσῳ τοῦ οὐρανοῦ αὐλισθήσεται, καὶ μετὰ τῶν θηρίων ἡ μερὶς αὐτοῦ, καὶ ἡ καρδία αὐτοῦ ἀπὸ τῶν | |
20 | ἀνθρώπων ἀλλοιωθήσεται, καὶ καρδία θηρίου δοθή‐ σεται αὐτῷ, καὶ ἑπτὰ καιροὶ ἀλλαγήσονται ἐπ’ αὐ‐ τόν.” ταύτην ἰδὼν τὴν ὄψιν συγκαλεῖ πάλιν τοὺς μάγους καὶ τοὺς σοφοὺς Βαβυλῶνος καὶ ζητεῖ μα‐ θεῖν τὰ δι’ αὐτῆς σημαινόμενα. ἠπόρουν δ’ ἐκεῖνοι | |
25 | καὶ οὐκ εἶχον λέγειν τοῦ ἐνυπνίου τὴν δήλωσιν. εἶτα πάλιν καταφεύγει ἐπὶ τὸν Δανιὴλ καὶ διηγεῖται αὐτῷ τὸ ἐνύπνιον καὶ ἠξίου λέγειν τὸ σύγκριμα· “δύνασαι γάρ” φησίν, “ὅτι πνεῦμα θεοῦ ἅγιον ἐν σοί.” ὁ δέ “κύριέ μου” φησί “βασιλεῦ, τὸ ἐνύπνιον τοῦτο τοῖς | |
30 | μισοῦσί σε.” εἶτα τὴν σημασίαν ἐξηγεῖται αὐτῷ καί φησι “τὸ δένδρον τὸ μέγα, ὃ ἑώρακας, σὺ εἶ, ὦ βα‐ | |
σιλεῦ, ὅτι ἐμεγαλύνθης καὶ ἴσχυσας, καὶ ἡ μεγαλω‐ | 185 in vol. 1 | |
1.186 | σύνη σου ἔφθασεν εἰς τὸν οὐρανόν, καὶ ἡ κυρεία σου εἰς τὰ πέρατα τῆς γῆς,” μεγαλωσύνην δὲ τὴν τοῦ νοὸς ἐκάλεσεν ἔπαρσιν καὶ τοῦ φρονήματος τὸ ὑπέρογκον· “ὅτι δὲ Ἲρ εἶδες ἅγιον ἐκ τοῦ οὐρανοῦ | |
5 | καταβαίνοντα,” τουτέστιν ἄγγελον θεῖον· τὸ γὰρ Ἲρ ἐξελληνιζόμενον τὸν ἐγρηγορότα δηλοῖ, δι’ οὗ τὸ ἀσώ‐ ματον ὑπαινίττεται· ὁ γὰρ σῶμα περικείμενος ὕπνῳ δουλοῦται, ὁ τούτῳ δὲ μὴ δουλεύων ἀσώματον ἔχει φύσιν, “ὅτι τοίνυν τὸν ἐγρηγορότα” φησίν “ἐκεῖνον | |
10 | εἶδες φωνήσαντα ἐκκοπῆναι τὸ δένδρον, ἐαθῆναι δὲ τὴν φυὴν τῶν ῥιζῶν αὐτοῦ, καὶ τὰ λοιπά, ἔλπιζε τῆς βασιλείας μὲν ἐκπεσεῖν καὶ τῆς πρὸς ἀνθρώπους κοι‐ νωνίας ἐκδιωχθῆναι, θηρίοις δὲ συναυλίζεσθαι καὶ χόρτον ἐσθίειν, μὴ μέντοι πάντῃ τῆς βασιλείας στε‐ | |
15 | ρηθῆναι, ἐπανασωθῆναι δέ σοι αὖθις αὐτήν·” τού‐ του γὰρ εἶναι σημαντικὸν τὸ τὴν φυὴν τῶν ῥιζῶν ἐαθῆναι τοῦ δένδρου. τοιαύτην τῷ Ναβουχοδονόσορ ὁ Δανιὴλ τὴν ἐξήγησιν τοῦ ὁράματος ἐποιήσατο. καὶ γέγονε πάντα κατὰ τὸν θεῖον χρηματισμόν, καὶ μα‐ | |
20 | νίαν νοσήσας ὁ βασιλεὺς ἐκεῖνος διὰ τὸ ἀλαζονικόν τε καὶ ὑπερήφανον καὶ ἐπὶ τῆς ἐρήμου διατρίψας ἑπταετίαν, οὐδενὸς ἐπιθεμένου τῇ βασιλείᾳ αὐτοῦ πάλιν ἀπολαμβάνει αὐτὴν ἱλεωσάμενος τὸν θεόν. ἔτη δὲ τρία βασιλεύσας καὶ τεσσαράκοντα τελευτᾷ. με‐ | |
25 | μνῆσθαι δὲ αὐτοῦ ὁ Ἰώσηπος λέγει καὶ πολλοὺς τῶν ἀρχαίων ἱστορικῶν, τόν τε Βηρωσὸν καὶ τὸν Μεγα‐ σθένη καὶ τὸν Διοκλέα καὶ τὸν Φιλόστρατον. Τούτου δὲ τελευτήσαντος Εὐιλὰδ Μαροδὰχ ὁ υἱὸς αὐτοῦ ὁ πρεσβύτερος τὴν ἀρχὴν διαδέχεται. ὃς αὐ‐ | |
30 | τίκα λύει μὲν τῶν δεσμῶν τὸν βασιλέα Ἰωακεὶμ τὸν | 186 in vol. 1 |
1.187 | καὶ Ἰεχονίαν καλούμενον, ὃν καθειργμένον εἶχεν ὁ Ναβουχοδονόσορ, καὶ τιμῆς ἀξιοῖ, δίδωσι δὲ καὶ δω‐ ρεὰς αὐτῷ καὶ ὁμοδίαιτον εἶχε διὰ παντός. Καὶ τούτου δὲ παρελθόντος εἰς τὸν ἀδελφὸν αὐ‐ | |
5 | τοῦ μετῆλθεν ἡ βασιλεία Βαλτάσαρ καλούμενον, καθ’ οὗ Κῦρος μετὰ Περσῶν τε καὶ Μήδων ἐστράτευσεν. οὗτος γοῦν πότον ποιήσας τοῖς μεγιστᾶσιν αὐτοῦ, καὶ μετὰ τῶν παλλακῶν κατακείμενός τε καὶ μεθυσκόμε‐ νος, ἐκέλευσεν ἐνεχθῆναι τὰ σκεύη τὰ ἱερὰ ἃ ἐξ Ἱε‐ | |
10 | ροσολύμων ὁ Ναβουχοδονόσορ ἐσύλησεν καὶ τοῖς οἰκείοις θεοῖς ἀνατέθεικε· κομισθέντων δ’ ἐκείνων, οἷς ὁ πατὴρ αὐτοῦ οὐκ ἐχρήσατο, αὐτὸς ἐκέχρητο τούτοις, καὶ μεταξὺ πίνων ἐβλασφήμει κατὰ τοῦ θεοῦ. ὁρᾷ τοίνυν ἀστράγαλον ἐκ τοῦ τοίχου προϊ‐ | |
15 | όντα χειρὸς ἀνθρωπίνης καὶ γράφοντα ἐπὶ τὸ κονί‐ αμα τοῦ τοίχου· καὶ ἐξέστη, καὶ ἡ μορφὴ αὐτοῦ ἠλ‐ λοιώθη. καὶ τοὺς Χαλδαίους καὶ τοὺς μάγους καλέσας τὴν τῶν γραμμάτων ἀπῄτει δήλωσιν, καὶ ἀμοιβὰς μεγάλας δώσειν ἐκήρυξε τῷ σαφηνίσοντι τὴν σημα‐ | |
20 | σίαν αὐτῶν· ἀλλ’ ἦσαν ἄγνωστα πᾶσι τὰ γεγραμ‐ μένα. ἀθυμοῦντα δὲ τὸν βασιλέα καὶ τεταραγμένον ἰδοῦσα ἡ μάμμη αὐτοῦ ἔφη ὡς “εἰ μεταπεμφθῇ Βαλ‐ τάσαρ ὁ Ἰουδαῖος, ὃς καὶ τῷ Ναβουχοδονόσορ πολλὰ ἐσήμανεν ἃ ἕτερος οὐδεὶς ἐκφράσαι ἠδύνατο, ἐκεῖνός | |
25 | σοι τὸ ἀπόρρητον τούτων τῶν συλλαβῶν σημανεῖ· ἔστι γὰρ πνεῦμα ἅγιον θεοῦ ἐν αὐτῷ.” αὐτίκα τοίνυν καλέσας Βαλτάσαρ τὸν Δανιὴλ ὁ κρατῶν ἠξίου δηλοῦν αὐτῷ περὶ τῶν γραμμάτων, καὶ μὴ ὑποσταλῆναι, κἂν εἴη σκυθρωπὸν τὸ ὑπ’ αὐτῶν σημαινόμενον· καὶ γέρας | |
30 | δώσειν αὐτῷ ἐπηγγέλλετο πορφύραν ἐνδεδύσθαι καὶ περιαυχένιον χρύσεον, καὶ τὸ τρίτον τῆς ἀρχῆς μέρος. | |
Δανιὴλ δὲ τὰς μὲν δωρεὰς παρῃτεῖτο, μηνύειν δ’ | 187 in vol. 1 | |
1.188 | ἔλεγε τὰ γεγραμμένα αὐτῷ τοῦ βίου καταστροφήν, ὅτι μηδ’ οἷς ὁ πατὴρ αὐτοῦ δι’ ἀσέβειαν ἐκολάσθη ἐσωφρονίσθη αὐτός, ἀλλὰ τοῖς σκεύεσι τοῦ θεοῦ μετὰ τῶν παλλακῶν εἰς διακονίαν ἐχρήσατο. τὰ μὲν οὖν | |
5 | γράμματα ἀνεγίνωσκεν οὕτως “μανὴ θεκὲλ φαρές,” τὴν δὲ τούτων σημασίαν ἑρμηνεύων ἔλεγεν “ἠρίθμη‐ σεν ὁ θεὸς τὸν χρόνον τῆς ζωῆς σου καὶ τῆς ἀρχῆς σου, καὶ εἰς ἄγαν βραχὺ περιέστη.” ἐξελληνιζομένη γὰρ ἡ λέξις λέγοιτ’ ἂν ἀριθμός. οὕτω μὲν οὖν ἡρμή‐ | |
10 | νευσε τὸ μανή, τὸ δέ γε θεκὲλ σημαίνειν ἔφη σταθμόν. “στήσας οὖν τὸν ὅρον τῆς βασιλείας σου ὁ θεός, κα‐ ταφέρεσθαι ταύτην δηλοῖ καὶ κεκλάσθαι·” καὶ κλάσμα γὰρ τὸ θεκὲλ σημαίνει καθ’ Ἑλλάδα διάλεκτον. τὸ δὲ φαρὲς διαίρεσιν ἑρμηνεύων ὁ προφήτης, τοῦτο | |
15 | γὰρ εἰς Ἕλληνα φωνὴν ἡ λέξις μεταγομένη δηλοῖ, διαιρεθῆναι τὴν βασιλείαν αὐτοῦ ἔλεγεν εἰς Πέρσας καὶ Μήδους παρὰ θεοῦ. τὰ μὲν οὖν ἐν τῷ τοίχῳ γεγραμμένα οὕτως ἀνέγνω ὁ Δανιήλ, καὶ τοιαύτην τὴν τῶν συλλαβῶν ἐκείνων ἐποιήσατο σύγκρισιν, τὴν | |
20 | ἑρμηνείαν δηλαδή· τὸν δὲ βασιλέα λύπη κατέσχε. καὶ μετ’ ὀλίγον ἡ τοῦ προφήτου ἐκβέβηκε πρόρρησις, Κύρου τοῦ Περσῶν βασιλέως ἐπ’ αὐτὸν ἐλάσαντος, ὑφ’ οὗ ἥ τε Βαβυλὼν ἐλήφθη καὶ ὁ Βαλτάσαρ ἐν τῇ ἁλώσει ἀνῄρητο. εἰσὶ δ’ οἳ κατὰ τὴν νύκτα ἐκείνην, | |
25 | καθ’ ἣν τὸν ἀστράγαλον τὸν γράφοντα ἐθεάσατο, φασὶ καὶ τὴν πόλιν αἱρεθῆναι κἀκεῖνον ἀναιρεθῆναι. Μετὰ δὲ τὴν τῆς Βαβυλῶνος ἅλωσιν ὁ προφήτης Δανιὴλ παρὰ Δαρείου τοῦ Μήδου, ὃς καὶ Κυαξάρης | |
ὠνόμαστο καὶ μητράδελφος ἦν τοῦ Κύρου, υἱὸς ὢν | 188 in vol. 1 | |
1.189 | Ἀστυάγους τοῦ βασιλεύσαντος Μήδων, εἰς Μηδίαν μετήνεκτο καὶ πάσης ἠξιοῦτο τιμῆς. οὕτω δ’ ἔχων ἐφθονήθη παρὰ τῶν ἐν Μήδοις ὑπερεχόντων, καὶ μηχανῶνται τρόπον καθ’ ὃν ἤλπισαν ἀπολέσαι αὐτόν. | |
5 | ὁρῶντες γὰρ αὐτὸν τρὶς τῆς ἡμέρας προσευχόμενον τῷ θεῷ, προσίασι τῷ Κυαξάρῃ τῷ καὶ Δαρείῳ, ἀξι‐ οῦντες αὐτὸν θεῖναι νόμον ἵν’ ἐπὶ τριάκοντα ἡμέρας μή τις ἢ τοῖς θεοῖς προσευχόμενος εἴη μήτ’ αὐτοῦ τοῦ βασιλέως δεόμενος, καὶ τὸν μὴ τὸν νόμον φυ‐ | |
10 | λάξαντα εἰς τὸν τῶν λεόντων λάκκον ἐμβάλλεσθαι. ὁ δὲ τὸ κατὰ τοῦ Δανιὴλ παρ’ αὐτῶν τυρευόμενον ἀγνοήσας προυτεθείκει πρόγραμμα τὰ εἰρημένα δια‐ ταττόμενον. οἱ μὲν οὖν ἄλλοι ἠρέμουν κατὰ τὸ θέ‐ σπισμα, Δανιὴλ δὲ κατὰ τὸ ἔθος αὐτοῦ ηὔχετο τῷ | |
15 | θεῷ. καὶ οἱ σατράπαι κατεῖπον αὐτοῦ πρὸς τὸν βα‐ σιλέα, καὶ κατὰ τὸν νόμον ἀπῄτουν εἰς τὸν λάκκον αὐτὸν τῶν λεόντων ἐμβάλλεσθαι. βληθέντος δ’ ἐκεῖ τοῦ προφήτου, τὸν ἐπὶ τοῦ στομίου λίθον σφραγίσας ὁ βασιλεὺς ἀνεχώρησεν. ἀγωνιῶν δὲ καὶ ἀλγῶν | |
20 | ἄϋπνος τὴν νύκτα διήγαγεν· ἤλπιζε μὲν γὰρ μὴ βλα‐ βήσεσθαι τὸν Δανιὴλ ὑπὸ τῶν θηρίων, εἰδὼς ὅτι πνεῦμα ἅγιον θεοῦ ἐστιν ἐν αὐτῷ, ἀλλ’ ὅμως δει‐ λιῶν ἠγωνία μή τι αὐτῷ συμβαίη κακόν, μὴ πάνυ γινώσκων οἷα βάρβαρος τὴν δύναμιν τοῦ θεοῦ. ἄρτι | |
25 | δ’ ἡμέρας ἀναλαμψάσης τῷ λάκκῳ ἐπέστη καὶ ἐκάλει τὸν Δανιήλ· ὁ δὲ ἀπεκρίνατο· καὶ ὁ βασιλεὺς ἀνελ‐ κυσθῆναι τὸν προφήτην αὐτίκα ἐκέλευσε, καὶ ἀθιγῆ τοῦτον καὶ σῷον βλέπων ἐξίστατο. τῶν δὲ κατειπόν‐ των αὐτοῦ τροφῆς κεκορεσμένους εἶναι λεγόντων τοὺς | |
30 | λέοντας καὶ διὰ τοῦτο μὴ θίξαι τοῦ Δανιήλ, μισή‐ σας αὐτοὺς τῆς πονηρίας ὁ βασιλεύς, καὶ τὸ κατὰ τοῦ | |
προφήτου μηχάνημα καὶ τὸν δόλον ἐκείνων συνείς, | 189 in vol. 1 | |
1.190 | δαψιλῆ παρατεθῆναι τροφὴν τοῖς θηρίοις προσέταξε, κεκορεσμένων δ’ ἤδη τοὺς τοῦ προφήτου κατηγόρους εἰς τὸν λάκκον τῶν θηρῶν ἐμβληθῆναι προσέταξεν, “ἵνα γνῶμεν” εἰπών “εἰ διὰ κόρον αὐτῶν οἱ λέοντες | |
5 | οὐ προσψαύσουσι.” διασπαραχθέντων δ’ εὐθὺς τῶν πονηρῶν ἐκείνων ἀνδρῶν δῆλον ἅπασι γέγονεν ὡς θεία τις δύναμις τὸν Δανιὴλ συνετήρησε, τοὺς θῆ‐ ρας φιμώσασα. διὸ καὶ τὸν τοῦ προφήτου θεὸν ὁ βασιλεὺς ἐμεγάλυνε, κἀκεῖνον ἐν τιμῇ πεποίητο | |
10 | πλείονι. Ταῦτα μὲν οὖν συμβέβηκεν ὕστερον· ἐν δὲ τῷ πρώτῳ ἔτει τῆς βασιλείας Βαλτάσαρ ἐνύπνιον ὁ προ‐ φήτης εἶδεν. ἦν δὲ τοιοῦτον τὸ ὅραμα. τέσσαρα ἐδό‐ κει θηρία ἀνιέναι ἐκ τῆς θαλάσσης, ὧν τὸ πρῶτον | |
15 | λεαίνης εἶχε μορφὴν καὶ πτερὰ ὡσεὶ ἀετοῦ, ὃ καὶ ἐξήρθη ἀπὸ τῆς γῆς καὶ ἐπὶ ποδῶν ἀνθρώπου ἐστάθη, καὶ καρδία ἀνθρώπου ἐδόθη αὐτῷ. ἡ μὲν οὖν θά‐ λασσα τὸν ἀνθρώπινον ἐδήλου βίον τὸν πολυκύμαν‐ τον καὶ πλείστας καὶ συνεχεῖς μεταβολὰς δεχόμενον | |
20 | καὶ περιτροπάς, τὸ δὲ θηρίον ἡ λέαινα τὴν τῶν Ἀσ‐ συρίων βασιλείαν εἰκόνιζε, τὸ δ’ ἐξαρθῆναι ἀπὸ τῆς γῆς τὴν τῆς ἀρχῆς ἐκείνης ἐδήλου κατάπαυσιν καὶ τῆς ἐξουσίας τὴν περιαίρεσιν. καὶ τὸ ἐπὶ ποδῶν ἀν‐ θρώπου στῆναι τὸ ἴσην τοῖς ὑπηκόοις γενήσεσθαι | |
25 | ὑπῃνίττετο, τὸ δὲ καρδίαν ἀνθρώπου δοθῆναι αὐτῇ τὸ διὰ τῆς πείρας ἀνθρώπινα φρονεῖν διδαχθῆναι καὶ μή τι τῶν ὑπὲρ τὴν ἀνθρωπίνην φύσιν ἐξ ἀλα‐ | |
ζονείας φαντάζεσθαι· καὶ τὰ πτερὰ γὰρ ἃ τῷ θηρίῳ | 190 in vol. 1 | |
1.191 | παρὰ φύσιν προσεπεφύκεσαν τὴν ἔπαρσιν ἐδήλουν τῶν βασιλέων ἐκείνων καὶ τὸ ἐξ ὑπερηφανίας τοῦ νοὸς αὐτῶν ὑπερνέφελον. Τὸ δὲ δεύτερον θηρίον ἄρκῳ ὡμοίωτο, καὶ εἰς | |
5 | μέρος ἓν ἔστη, καὶ τρία εἶχε πλευρὰ καὶ πτερὰ ἐν τῷ στόματι. καὶ ἐλέγετο αὐτῇ “ἀνάστα, φάγε σάρκας πολλάς.” τῆς Περσῶν δὲ βασιλείας ἡ ἄρκος ἐγένετο τύπωσις, διὰ τὸ ὠμὸν τοῦ ἔθνους καὶ ἀπηνές· πάν‐ των γὰρ τῶν βαρβάρων οἱ Πέρσαι τιμωρήσασθαι | |
10 | ἀπηνέστεροι, σκαφεύσεσί τε καὶ δορᾶς ἀφαιρέσει πι‐ κροτάτας καὶ μακροτάτας τὰς κολάσεις τιθέμενοι. Εἰκὸς δέ τισιν ἀγνοεῖσθαι τὴν κόλασιν τῆς σκα‐ φεύσεως· καλὸν οὖν καὶ ταύτην δήλην θέσθαι τοῖς ἀγνοοῦσι. δύο σκάφας ἴσας ἀλλήλαις προσαρμόσαν‐ | |
15 | τες, καὶ ταύτας ἐγκόψαντες, ὥστε τὴν κεφαλὴν τοῦ κολαζομένου ἐκτὸς περιλελεῖφθαι τῶν σκαφῶν καὶ τὰς χεῖρας, ἀλλὰ μὴν καὶ τοὺς πόδας, ὕπτιον ἐντὸς τὸν τιμωρούμενον ἀνακλίνουσι, καὶ οὕτω τὰς σκά‐ φας προσηλοῦσιν ἀλλήλαις. εἶτα κρᾶμα ἐκ μέλιτός τε | |
20 | καὶ γάλακτος κερασάμενοι ἐγχέουσιν εἰς τὸ στόμα τοῦ ἀθλίου ἐκείνου, μέχρις ἂν ὑπερκορὴς ὁ ἄνθρωπος γένηται· καὶ ἐκ τοῦ τοιούτου κράματος τοῦ προσώπου αὐτοῦ καὶ τῶν ποδῶν καὶ τῶν χειρῶν καταχέουσιν, ὕπαιθρόν τε θέντες αὐτὸν εἱληθερεῖσθαι τῷ ἡλίῳ | |
25 | ποιοῦσι, καὶ οὕτως ἑκάστης ἡμέρας πράττουσιν ἐπ’ αὐτῷ. μυῖαι μὲν οὖν καὶ σφῆκες καὶ μέλισσαι διὰ τὴν τῶν καταχεθέντων γλυκύτητα ἀθροιζόμεναι τῷ τε προσώπῳ αὐτοῦ καὶ τοῖς ἄλλοις ἐφιζάνουσι μέλε‐ σιν, ἃ τῶν σκαφῶν ἐκτός, ὡς εἴρηται, περιλέλειπται, | |
30 | ἐνοχλοῦσαι, αἱ δὲ τὸν ἄθλιον καὶ τιτρώσκουσαι. ἡ δέ γε γαστὴρ ἐκείνου πληρωθεῖσα τοῦ μέλιτος καὶ | |
τοῦ γάλακτος ὑγρὰ προΐησι σκύβαλα, ὧν ἐνσηπομένων | 191 in vol. 1 | |
1.192 | εὐλαί τε καὶ σκώληκες ἀναζέουσιν· ὁ δ’ ἐγκατακεί‐ μενος τῇ ὑγρότητι καὶ τὰς σάρκας αὐτῇ ἐνσηπόμε‐ νος καὶ ὑπὸ τῶν σκωλήκων αὐτὸς δαπανώμενος οὕτως οἰκτρότερόν τε θνήσκει καὶ χρονιώτερον. ταύτῃ | |
5 | τῇ κολάσει χρήσασθαι ἱστορεῖται καὶ ἡ Παρύσατις ἡ Κύρου καὶ Ἀρταξέρξου μήτηρ κατὰ τοῦ ἀνελεῖν τὸν Κῦρον αὐχήσαντος, μαχόμενον περὶ τῆς βασιλείας τῷ ἀδελφῷ, ἐπὶ τεσσαρεσκαιδεκάτην ἡμέραν τῇ τι‐ μωρίᾳ διαρκέσαντος τῆς σκαφεύσεως. | |
10 | Ἡ μὲν οὖν σκάφευσις τοιάδε τις εἶναι ἱστόρηται. τὸ δέ “ἀνάστα, φάγε σάρκας” οὐκ ἐπιτρέποντός ἐστιν, ἀλλὰ προλέγοντος τὰ ἐσόμενα· πολλὴ γὰρ φθορὰ τῶν Ἀσσυρίων καὶ τῶν συμμαχούντων ἐκείνοις ὑπὸ Περ‐ σῶν τε καὶ Μήδων ἐγένετο. εἴποι δ’ ἄν τις καὶ τό | |
15 | “φάγε σάρκας πολλάς” τῆς ὠμότητος τοῦ ἔθνους ση‐ μαντικόν. τὰ δὲ τρία πλευρὰ ἢ πτερά, ἃ ἐν τῷ στό‐ ματι κατεῖχε, τὴν τῶν τριῶν τμημάτων ἀρχὴν τῆς οἰκουμένης ἦν προχαράττοντα. Κῦρος μὲν γὰρ ὁ τὴν Ἀσσυρίων βασιλείαν καθῃρηκὼς τὸ ἑῷον ἅπαν μέχρι | |
20 | τοῦ Ἑλλησπόντου ὑπέταξεν. ὁ δὲ τούτου υἱὸς Καμ‐ βύσης καὶ τὴν Αἴγυπτον καὶ τὴν Αἰθιοπίαν ἔσχεν ὑφ’ ἑαυτόν· νότιοι δ’ αἱ χῶραι αὗταί εἰσι. Δαρεῖος δὲ ὁ Ὑστάσπου καὶ τοὺς νομάδας ἐχειρώσατο Σκύ‐ θας· οὗτοι δ’ οἰκοῦσι τὸ κλίμα τὸ βόρειον. ὁ δέ γε | |
25 | Ξέρξης ὁ τοῦ Δαρείου ὥρμησε μὲν κατὰ τῆς Εὐρώ‐ πης, κρατῆσαι καὶ ταύτης πειρώμενος, ἀπεκρούσθη δέ γε ναυμαχίᾳ πρὸς Ἀθηναίων ἡττηθεὶς καὶ ἀνα‐ ζεύξας κατῃσχυμμένος. τὸ δ’ ἐν μέρει στῆναι τὸ θη‐ ρίον σημαντικὸν τοῦ μὴ πάντῃ τῆς ἀρχῆς ἐκπεσεῖν, | |
30 | ὀλίγῳ δὲ μέρει ταύτης περιγραφῆναι. πάσης γὰρ τῆς Ἀσίας πρῴην κρατοῦσα ἡ βασιλεία ἐκείνη καὶ Αἰ‐ | |
θιόπων καὶ Αἰγυπτίων Παλαιστίνης τε καὶ Φοινίκης | 192 in vol. 1 | |
1.193 | καὶ τῆς Λιβύης αὐτῆς ἐξέπεσε μὲν τῶν λοιπῶν, πε‐ ριελείφθη δ’ αὐτῇ Μηδία τε καὶ Περσίς. ἢ καὶ ἄλλως τὸ ἐν μέρει στῆναι τὸ θηρίον ἐκληφθήσεται, ἐπὶ καιρόν τινα δηλαδὴ σχολάσαι τὴν τῶν Περσῶν | |
5 | βασιλείαν καὶ ἀπρακτῆσαι. τοῦ γὰρ Ἀλεξάνδρου κα‐ θῃρηκότος αὐτήν, εἶτα θανόντος, εἰς τέσσαρας ἀρ‐ χὰς ἡ ἐκείνου μοναρχία διῄρητο. κατ’ ἀλλήλων δὲ τῶν διαδόχων αὐτοῦ χωρησάντων καὶ ἐν ταῖς πρὸς ἀλλήλους μάχαις ἠσθενηκότων, οἱ Πέρσαι πάλιν και‐ | |
10 | ροῦ λαβόμενοι ἀνεθάρσησαν καὶ πολλὰ τῆς σφετέρας ἀρχῆς ἀνεκτήσαντο. Τὸ δὲ τρίτον θηρίον παρδάλει ἦν ἐμφερές, καὶ πτερὰ εἶχε τέσσαρα πετεινοῦ ὑπεράνω αὐτῆς, καὶ τέσσαρες κεφαλαὶ τούτῳ τῷ θηρίῳ ἐπεφύκεσαν, καὶ | |
15 | ἐξουσίαν λέγει δοθῆναι αὐτῷ. τοῦτο δὲ τὸ θηρίον τὴν Μακεδονικὴν εἰκόνιζε βασιλείαν. παρδάλει μὲν γὰρ εἰκάσθη Ἀλέξανδρος διὰ τὸ ὀξύρροπον καὶ εὐκί‐ νητον, ὃ καὶ τὰ πτερὰ ἐδήλουν. ἡ δὲ τούτων τετρα‐ κτὺς τὰ τέσσαρα τῆς οἰκουμένης μέρη ᾐνίττετο, ἃ | |
20 | πτηνοῦ διῆλθε τρόπον καὶ σχεδὸν ἁπάντων ἐκράτη‐ σεν. αἱ δέ γε τέσσαρες κεφαλαὶ τὴν μετὰ θάνατον ἐκείνου διαίρεσιν ἐσήμαινον τῆς ἀρχῆς. εἰς γὰρ τέσ‐ σαρας βασιλείας ἡ ἐκείνου διῄρητο ἐπικράτεια, καὶ τῆς μὲν Αἰγύπτου Πτολεμαῖος ὁ Λάγου κεκράτηκε | |
25 | καὶ οἱ ἐξ ἐκείνου μέχρι τῆς Κλεοπάτρας, τῆς δὲ Συ‐ ρίας καὶ τῶν αὐτῇ προσεχῶν ὁ Σέλευκος ἐκυρίευσεν, Ἀντίγονος δὲ τὴν Ἀσίαν ὑφ’ ἑαυτὸν ἐποιήσατο, τῆς δὲ Μακεδονίας ἦρξεν ὁ Ἀντίπατρος, ὡς δέ τινες ἱστοροῦσιν, Ἀριδαῖος ἀδελφὸς ἑτεροθαλὴς ἐκ πα‐ | |
30 | τρὸς ὢν Ἀλεξάνδρου. φησὶ γὰρ ὁ Χαιρωνεὺς τὸν Περδίκκαν μετὰ θάνατον Ἀλεξάνδρου ἐν μεγίστῃ | |
δυνάμει ὄντα εὐθὺς τὸν Ἀριδαῖον ὥσπερ δορυφόρημα | 193 in vol. 1 | |
1.194 | βασιλείας ἐφέλκεσθαι, γεγονότα μὲν ἐκ γυναικὸς ἀδό‐ ξου καὶ κοινῆς, ἀτελῆ δὲ τὴν φρόνησιν ὄντα, οὐ φύ‐ σει τοιοῦτον προαχθέντα, ἀλλὰ τῆς Ὀλυμπιάδος φαρ‐ μάκοις διαφθειράσης αὐτῷ τὴν διάνοιαν. | |
5 | Τοῦ δὲ τετάρτου θηρίου εἶδος μὲν οὐκ ἐσήμανεν ὁ προφήτης, φοβερὸν δ’ εἶπε τοῦτο καὶ ἔκθαμβον περισσῶς, ὀδόντας ἔχον μεγάλους καὶ σιδηροῦς, ἐσθίον τε καὶ λεπτῦνον καὶ τὰ ἐπίλοιπα συμπατοῦν, καὶ τὸ διάφορον αὐτοῦ πρὸς τὰ προηγησάμενα θηρία | |
10 | ἔφη τυγχάνειν πολύ. ἡ τῶν Ῥωμαίων δὲ διὰ τούτου βασιλεία σημαίνεται. διὸ οὐδὲ εἶδος ὁ προφήτης τούτῳ οὐδ’ ὄνομα ἔθετο. πολυειδὴς γὰρ ἡ τῶν Ῥω‐ μαίων ἀρχή, πρότερον μὲν βασιλεῦσιν ἰθυνομένη ἀπὸ Ῥωμύλου μέχρι τῶν Ταρκυνίων, τῆς δ’ ἐκείνων τυ‐ | |
15 | ραννίδος καταλυθείσης ἀριστοκρατουμένη, τῆς συγ‐ κλήτου καὶ τῶν ὑπάτων διοικούντων τὰ πράγματα, ἔστι δ’ ὅτε καὶ δημοκρατουμένη, τοῦ δήμου πολλάκις πρὸς τὴν σύγκλητον στασιάσαντος, μετέπειτα δ’ αὖ‐ θις εἰς μοναρχίαν μεταπεσοῦσα, κἀκ ταύτης εἰς βα‐ | |
20 | σιλείας κλῆσιν ἐπανακάμψασα. φοβερὸν δὲ τὸ θηρίον καὶ ἔκθαμβον εἶπεν ὅτι δυνατωτέρα τῶν ἄλλων βα‐ σιλειῶν αὕτη γεγένηται, καὶ ὅσα ἡ Μακεδονικὴ μὴ ὑπέταξε βασιλεία, ὑφ’ ἑαυτὴν αὕτη ποιησαμένη, τὴν Ἑλλάδα δηλαδὴ πᾶσαν, τὴν Καρχηδόνα σὺν τῇ Λι‐ | |
25 | βύῃ, τὴν Σικελίαν, τὴν Σαρδώ τε καὶ νήσους ἄλλας καὶ ἔθνη ἑσπέρια διάφορα ἕτερα, ὧν οὐκ ἦρξεν Ἀλέ‐ ξανδρος· ἅπερ ὁ βουλόμενος γνῶναι τὰς βίβλους τοῦ Ῥωμαίου Δίωνος ἀναγνώτω καὶ τὰ τοῦ Πολυβίου συγ‐ | |
γράμματα. φοβερὸν δὲ τὸ θηρίον ἔφη καὶ ἔκθαμβον | 194 in vol. 1 | |
1.195 | καὶ σιδηροῦς ὀδόντας ἔχον, ὡς τῆς τῶν Ῥωμαίων ἡγεμονίας τῶν ἄλλων βασιλειῶν ἁπασῶν φρικωδε‐ στέρας γεγενημένης. καὶ ἐν τῇ εἰκόνι γὰρ τῇ κατ’ ὄναρ ὀφθείσῃ τῷ Ναβουχοδονόσορ τὸν σίδηρον τέ‐ | |
5 | θεικε τῆς τετάρτης βασιλείας εἰκόνισμα. τοῖς οὖν σιδηροῖς ὀδοῦσιν ἐσθίειν τὸ θηρίον εἶπε καὶ λεπτύ‐ νειν, καὶ τὰ λοιπὰ συμπατεῖν τοῖς ποσί. τὸ μὲν οὖν ἐσθίειν καὶ λεπτύνειν εἰς τὴν τῶν δασμῶν ἐξείληπται εἰσφοράν, ὡς βαρυτέρων τοῖς ὑπηκόοις φόρων ἐπι‐ | |
10 | τεθέντων, οἳ τοὺς βασιλεύοντας τρέφουσι καὶ πιαί‐ νουσι, τοὺς δ’ εἰσπραττομένους αὐτοὺς ἐκλεπτύνουσι πενητεύοντας. οἳ δὲ δασμοφορεῖν οὐκ ἠνείχοντο, τῆς ἐλευθερίας ἀντιποιούμενοι, τούτους τοῖς ποσὶ συνε‐ πάτει τὸ θηρίον καὶ ἐξωλόθρευε. διὰ τῶν ποδῶν δὲ | |
15 | τὸ στρατιωτικὸν ὑπαινίττεται, ὡς ἐν τούτῳ τῆς βα‐ σιλείας ἐρειδομένης καὶ βεβηκυίας καὶ ἐξ ἑτέρων με‐ ταβαινούσης εἰς ἕτερα. καὶ κέρατα δ’ εἶναι τῷ θηρίῳ δέκα φησίν, ὑπεμφαίνων ὡς εἰς πολλὰς ἡγεμονίας ἐπ’ ἐσχάτων ἡ βασιλεία διαιρεθήσεται. ἐν μέσῳ δὲ | |
20 | τῶν δέκα μικρὸν ἀνιέναι κέρας, καὶ ἐκριζωθῆναι τῶν κεράτων τρία παρ’ αὐτοῦ, καὶ ὀφθαλμοὺς ἔχειν τὸ κέ‐ ρας ἐκεῖνο καὶ στόμα λαλοῦν μεγάλα, καὶ πολεμεῖν τοῖς ἁγίοις. τοῦτο τὸ κέρας εἰς τὸν ἀντίχριστον ἐξειλή‐ φασί τινες. μικρὸν δ’ ἐκλήθη ὡς ἀπὸ μικρᾶς φυλῆς | |
25 | τῶν Ἑβραίων μέλλον φυήσεσθαι. τρεῖς δὲ τῶν δέκα βασιλέων καταλύσει. διὰ δὲ τῶν ὀφθαλμῶν τὴν πο‐ νηρίαν αὐτοῦ καὶ τὸ πανοῦργον ᾐνίξατο, ὡς διὰ τού‐ των ἐξαπατῆσον πολλούς. διὰ δὲ τοῦ μεγάλα λαλοῦν‐ τος στόματος τὴν ἀλαζονείαν αὐτοῦ καὶ τὸ ἐπηρμένον | |
30 | ὑπενέφηνε τοῦ φρονήματος. τὸ δὲ πόλεμον μετὰ τῶν ἁγίων ποιεῖν τὸ πᾶσαν ἐνδείξασθαι σπουδὴν δηλοῖ | |
τῆς οἰκείας κακίας καὶ βλασφημίας ἅπαντας λαβεῖν | 195 in vol. 1 | |
1.196 | κοινωνούς. τῆς δὲ κατὰ τοῦ θεοῦ βλασφημίας ἐκεί‐ νου ἐμφαντικὸν τό “λόγους εἰς τὸ ὕψος λαλήσει.” Ἐπὶ τούτοις ὁ προφήτης ἐπήγαγεν “ἐθεώρουν ἕως οὗ θρόνοι ἐτέθησαν καὶ παλαιὸς ἡμερῶν ἐκάθισε, καὶ | |
5 | τὸ ἔνδυμα αὐτοῦ λευκὸν ὡσεὶ χιών, καὶ ἡ θρὶξ τῆς κεφαλῆς αὐτοῦ ὡσεὶ ἔριον καθαρόν, ὁ θρόνος αὐτοῦ φλὸξ πυρός, οἱ τροχοὶ αὐτοῦ πῦρ φλέγον, ποταμὸς πυρὸς εἷλκεν ἐκπορευόμενος ἔμπροσθεν αὐτοῦ, χίλιαι χιλιάδες ἐλειτούργουν αὐτῷ καὶ μύριαι μυριάδες πα‐ | |
10 | ρειστήκεισαν αὐτῷ. κριτήριον ἐκάθισε καὶ βίβλοι ἀνεῴχθησαν.” ἃ μὲν οὖν εἴρηται ποιοῦν τὸ κέρας οὐκ ἐπὶ μακρὸν διαρκέσειν ἐδείχθη τῷ Δανιήλ, ἕως δὲ ὁ αἰώνιος κριτήριον ἐκάθισεν, ἀντὶ τοῦ κρίσεως καιρὸν ἔστησε καὶ τὴν μνήμην τῶν ἑκάστῳ πεπραγ‐ | |
15 | μένων ἀνέπτυξε. βίβλους γὰρ τὰς ἀναμνήσεις ἐκά‐ λεσε καὶ παλαιὸν ἡμερῶν τὸν αἰώνιον. ἡ δὲ λευκό‐ της τῶν τριχῶν καὶ τοῦ ἐνδύματος τὸ καθαρὸν αὐτοῦ πανταχόθεν καὶ ἄμωμον δείκνυσιν. ἵνα δὲ κατὰ συγχώρησιν θεοῦ δείξῃ γενήσεσθαι τὰ παρὰ τοῦ ἀν‐ | |
20 | τιχρίστου ἐσόμενα, καὶ οὐχ ὡς ἀδυνατούσης τῆς θείας φύσεως ταῦτα παῦσαι ἢ μηδὲ τὴν ἀρχὴν συγ‐ χωρῆσαι γενέσθαι, τὰς χιλίας χιλιάδας τῶν λειτουρ‐ γῶν καὶ τὰς μυρίας μυριάδας τῶν παρισταμένων εἰσήγαγε, καὶ τὸν πύρινον θρόνον καὶ τοὺς ὁμοίους | |
25 | τροχοὺς καὶ τὸν φλογόεντα ποταμόν. καὶ ἐθεώρει ἕως οὗ ἀνῃρέθη τὸ θηρίον καὶ τὸ σῶμα αὐτοῦ εἰς καῦσιν ἐδόθη πυρός. διὰ γὰρ τὴν μανίαν τοῦ ἀντι‐ χρίστου ἡ ὅλη βασιλεία περιαιρεθήσεται. καὶ οὐκ αὐτὸ τὸ θηρίον εἰς καῦσιν δοθήσεται, ἀλλὰ τὸ σῶμα | |
30 | αὐτοῦ. τοῦ γὰρ θηρίου τὴν βασιλείαν αἰνιττομένου εἰκός ἐστιν ἐν τῇ βασιλείᾳ πολλοὺς εἶναι καὶ τὸν | |
θεὸν σέβοντας καὶ ἀρετὴν μετιόντας. οὐ τούτους οὖν | 196 in vol. 1 | |
1.197 | φησιν εἰς καῦσιν δοθῆναι, ἀλλὰ τοὺς κακίας ἐργάτας καὶ ταῖς τοῦ σώματος ἐπιθυμίαις ἐγκειμένους διὰ παντὸς καὶ μή τι φρονήσαντας πνευματικόν. Μετὰ δὲ τὴν τοῦ θηρίου ἀπώλειαν ὁρᾶν ὁ προ‐ | |
5 | φήτης φησὶν ὡς υἱὸν ἀνθρώπου ἐρχόμενον ἐπὶ νεφε‐ λῶν καὶ ἕως τοῦ παλαιοῦ τῶν ἡμερῶν φθάσαντα, ᾧ καὶ δοθῆναι λέγει τὴν ἀρχὴν καὶ τὴν τιμὴν καὶ τὴν βασιλείαν, καὶ αὐτῷ δουλεῦσαι τοὺς λαοὺς πάντας καὶ τὰς γλώσσας καὶ τὰς φυλάς, καὶ τὴν ἐξουσίαν | |
10 | αὐτοῦ αἰώνιον ἔσεσθαι καὶ μὴ παρελεύσεσθαι, καὶ τὴν βασιλείαν αὐτοῦ μὴ διαφθαρήσεσθαι. ταῦτα σα‐ φῶς τὴν δευτέραν ἐπιφάνειαν τοῦ σωτῆρος ἡμῶν Ἰη‐ σοῦ Χριστοῦ προθεσπίζουσιν. υἱὸς μὲν γὰρ ἀνθρώ‐ που καλεῖται διὰ τὴν ἡμετέραν φύσιν, ἣν προσελά‐ | |
15 | βετο, ἐπὶ δὲ τῶν νεφελῶν ἐρχόμενος κατὰ τὴν ἐπαγ‐ γελίαν αὐτοῦ εἰπόντος “ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώ‐ που ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ.” Ταῦτα μὲν οὖν ἐν τῷ πρώτῳ ἔτει τῆς βασιλείας Βαλτάσαρ ἐμυήθη ὁ Δανιήλ, ἐν δὲ τῷ τρίτῳ ἑτέραν | |
20 | ὀπτασίαν ἑώρακεν. “ἐν Σούσοις γὰρ ὢν ἦρα” λέγει “τοὺς ὀφθαλμούς μου, καὶ ἰδοὺ κριὸς ἑστηκὼς ἐπὶ τοῦ Οὐβάλ, καὶ αὐτῷ κέρατα ὑψηλά, καὶ τὸ ἓν ὑψη‐ λότερον τοῦ ἑτέρου, καὶ τὸ ὑψηλότερον ἀνέβαινεν ἐπ’ ἐσχάτου. καὶ ἦν κερατίζων κατὰ θάλασσαν καὶ | |
25 | βορρᾶν καὶ νότον, καὶ πάντα τὰ θηρία στῆναι ἐνώ‐ πιον αὐτοῦ οὐκ ἠδύναντο, καὶ ἐποίησε κατὰ τὸ θέ‐ λημα αὐτοῦ, καὶ ἐμεγαλύνθη.” πάλιν κἀνταῦθα τὰ περὶ τῶν βασιλειῶν ὁ προφήτης διδάσκεται. καὶ κριῷ | |
μὲν ἀπεικάσθη ἡ ἀρχὴ τῶν Περσῶν διὰ τὸν περικεί‐ | 197 in vol. 1 | |
1.198 | μενον αὐτῇ πλοῦτον, ἑστὼς δ’ ἦν ὁ κριὸς ἐπὶ τοῦ Οὐβὰλ ἤγουν ἐπὶ τῆς πύλης τῶν Σούσων· αὕτη γὰρ ἦν ἡ πόλις μητρόπολις τῶν Περσῶν, καὶ ἐκεῖ τοῖς βασιλεῦσιν ἦν τὰ βασίλεια, καὶ ὁ προφήτης ἐν ταύτῃ | |
5 | τῇ πόλει διάγων εἶδε τὸ ὅραμα. τὰ δὲ δύο κέρατα τὰ τὴν βασιλείαν ταύτην ἰθύναντα δύο γένη ἐτύπουν. τὸ μὲν γὰρ ἧττον κέρας τὸν Κῦρον καὶ τὸν ἐκείνου υἱὸν τὸν Καμβύσην εἰκόνιζε, μέχρις αὐτῶν γὰρ ἡ τῆς βασιλείας ἔστη ἀρχή, καὶ οὐ προῆλθε περαιτέρω τὸ | |
10 | Κύρου γένος, τὸ δὲ μεῖζον κέρας τὸ Δαρείου γένος ᾐνίττετο, ὃ μέχρι τοῦ τελευταίου Δαρείου προέκο‐ ψεν, ὃν κατεπολέμησεν ὁ Ἀλέξανδρος. Καμβύσου γὰρ τοῦ Κύρου παιδὸς θανόντος οἱ μάγοι μετὰ δόλου τὴν βασιλείαν ἐσφετερίσαντο· οὓς ἐπ’ ὀλίγον κρατή‐ | |
15 | σαντας, καὶ γνωσθέντας οἵτινες ἦσαν, οἱ ἑπτὰ τῶν Περσῶν οἶκοι καθεῖλον. ἐξ ὧν ἐβασίλευσεν ὁ Ὑστά‐ σπου Δαρεῖος, οὗ τὸ γένος μέχρι τέλους τῆς βασι‐ λείας διήρκεσε. τοῦτο γὰρ ἐμφαίνει ὁ προφήτης προσθεὶς ὅτι τὸ ὑψηλότερον ἀνέβαινεν ἐπ’ ἐσχάτου, | |
20 | τὸ ἐπὶ μακρὸν δηλαδὴ διαρκέσαι καὶ ἕως τέλους τῆς Περσικῆς βασιλείας τῶν κεράτων τὸ ἕτερον. ἐκερά‐ τιζε δὲ ὁ κριὸς κατὰ νότον καὶ βορρᾶν καὶ θάλασσαν· τό τε γὰρ νότιον κλίμα καὶ τὸ βόρειον ἐχειρώσατο, καὶ τῶν νήσων τὰς πλείους, ταύτας γὰρ διὰ τῆς θα‐ | |
25 | λάσσης ᾐνίξατο, ὑπὸ δουλείαν πεποίητο· καὶ συνεμά‐ χουν τῷ Ξέρξῃ κατὰ τῆς Ἑλλάδος στρατεύοντι οἱ τὰς νήσους οἰκοῦντες· διὸ καὶ κατὰ θάλασσαν τὸν κριὸν κερατίζειν ὁ προφήτης ἑώρακεν. οὐδέν τε τῶν θη‐ ρίων ἐνώπιον αὐτοῦ στῆναι ὑπέμενε. θηρία δὲ τὰς | |
30 | μερικὰς βασιλείας ἐκάλεσεν, ὡς φοβερὰς τοῖς ὑπη‐ κόοις. εἶεν δ’ ἂν αὗται ἡ Σύρων, ἡ Κιλίκων, ἡ | |
Ἀράβων, ἡ Αἰγυπτίων, ἡ Ἰουδαίων, καὶ ἕτεραι· | 198 in vol. 1 | |
1.199 | οὐδεμία γοῦν τούτων ἀντιστῆναι εἰς τέλος ἠδυνήθη τῇ Περσῶν ἀρχῇ, ἀλλ’ ἅπαντας οἷς προσέβαλεν ὑπέ‐ ταξε. “καὶ ἐμεγαλύνθη” ἢ ὅτι μεγάλη γέγονεν ἡ ἀρχὴ πολλῶν ἐθνῶν καὶ χωρῶν κυριεύσασα, ἢ ὅτι μεγάλα | |
5 | καὶ ὑπὲρ ἀνθρωπίνην ἐφαντάσθη φύσιν ὀγκωθεῖσα τῇ εὐτυχίᾳ. Ἀπορῶν δὲ ὁ προφήτης περὶ τῶν ὁρωμένων, ὁρᾷ τράγον ἀπὸ λιβὸς ἐρχόμενον ἐπὶ πᾶσαν τὴν γῆν, καὶ αὐτῷ κέρας ἦν ἓν θεωρητὸν ἀνὰ μέσον τῶν ὀφθαλ‐ | |
10 | μῶν αὐτοῦ. καὶ ἕως τοῦ κριοῦ φθάσας ἐξηγριώθη πρὸς αὐτὸν καὶ ἔπαισεν αὐτὸν καὶ συνέτριψε τὰ κέ‐ ρατα αὐτοῦ καὶ ἔρριψεν αὐτὸν ἐπὶ τὴν γῆν καὶ συνε‐ πάτησεν αὐτόν, καὶ οὐκ ἦν ὁ ἐξαιρούμενος τὸν κριὸν ἐκ τῆς χειρὸς αὐτοῦ. τὴν Μακεδονικὴν βασιλείαν ὑπε‐ | |
15 | τύπου ὁ τράγος· ὀξύτερος γὰρ τοῦ κριοῦ καὶ μᾶλλον εὐκίνητος. ἀπὸ λιβὸς δ’ ἤρχετο, ὅτι τὴν Αἴγυπτον πρότερον ὑφ’ ἑαυτὸν ποιησάμενος ὁ Ἀλέξανδρος οὕτω πρὸς Δαρεῖον τὸ δεύτερον ὥρμησε, καὶ κατατροπω‐ σάμενος αὐτὸν τὴν τῶν Περσῶν βασιλείαν κατέλυ‐ | |
20 | σεν. ἐν Ἰσσῷ γὰρ πρῴην τῆς Κιλικίας αὐτῷ συμβα‐ λὼν ἥττησεν αὐτόν, καὶ τὴν μὲν γυναῖκα καὶ τὰς θυγατέρας αὐτοῦ καὶ τὸ ἅρμα καὶ τὸ τόξον κατέσχε καὶ διήρπασε τὸ στρατόπεδον τὸ Περσικόν, ἔφυγε δ’ ἐκεῖθεν ὁ Δαρεῖος καὶ αὖθις δυνάμεις συναγαγὼν | |
25 | ἐμαχέσατο τῷ Ἀλεξάνδρῳ ἐξ Αἰγύπτου πρὸς ἐκεῖνον ὁρμήσαντι, καὶ πάλιν ἡττήθη ἐν Ἀρβήλοις καὶ φεύ‐ γων ἀπώλετο. θεωρητὸν δὲ τὸ κέρας φησὶν ἀντὶ τοῦ ἐπίσημον καὶ περίβλεπτον· τὴν Ἀλεξάνδρου δὲ καὶ διὰ τούτου αἰνίττεται βασιλείαν. καὶ ἀνὰ μέσον τῶν | |
30 | ὀφθαλμῶν αὐτοῦ ἐκφῦναι τὸ κέρας λέγει διὰ τὸ ἀγχί‐ νουν καὶ τὴν σύνεσιν καὶ τὸ γενναῖον τοῦ φρονήμα‐ | |
τος τοῦ Ἀλεξάνδρου. καί “ἦλθε” φησίν “ὁ τράγος | 199 in vol. 1 | |
1.200 | ἕως τοῦ κριοῦ τοῦ τὰ κέρατα ἔχοντος, καὶ εἶδον αὐ‐ τὸν φθάσαντα ἕως τοῦ κριοῦ, καὶ ἐξηγριώθη πρὸς αὐτὸν καὶ ἔπαισε τὸν κριὸν καὶ συνέτριψεν ἀμφότερα τὰ κέρατα αὐτοῦ, καὶ οὐκ ἦν ἰσχὺς τῷ κριῷ τοῦ στῆ‐ | |
5 | ναι ἐνώπιον αὐτοῦ, καὶ ἔρριψεν αὐτὸν εἰς γῆν καὶ συνεπάτησεν αὐτόν.” συνετρίβη δέ, φησί, καὶ ἄμφω τὰ κέρατα τοῦ κριοῦ, προσαράξαντος τοῦ τράγου αὐτῷ· τοῦτ’ ἔστι, καὶ ἄμφω αἱ δυνάμεις αὐτοῦ αἷς ἐπεποίθει, ἥ τε Περσικὴ καὶ ἡ Μηδική. Περσῶν | |
10 | γὰρ καὶ Μήδων ἦρχον οἱ βασιλεῖς τῶν Περσῶν, ὡς τοῦ Κύρου ἐξ ἀμφοῖν, ὡς εἴρηται, φύντος καὶ τὴν ἀμ‐ φοῖν βασιλείαν σχόντος ὑφ’ ἑαυτόν, καὶ ἄμφω ταῦτα τὰ γένη τὴν Ἀσσυρίων βασιλείαν κατέλυσαν. “καὶ ὁ τράγος ἐμεγαλύνθη σφόδρα.” οὐ γὰρ μόνα τὰ ὑπή‐ | |
15 | κοα τῇ τῶν Ἀσσυρίων ἀρχῇ ὑφ’ ἑαυτὸν ἐποιήσατο, ἀλλὰ καὶ ἄλλα πολλὰ ἐχειρώσατο. τῇ τε γὰρ Ἰνδίᾳ προσέβαλε καὶ τὸν Πῶρον ἐνίκησε καὶ τὸν Ταξίλην ᾠκειώσατο καὶ ἄλλα μέρη τῆς Ἰνδικῆς κατέσχεν. εἶτα δηλῶν ὁ προφήτης ὅτι καὶ οὗτος εὐδαιμονήσας μι‐ | |
20 | κρὸν παρελεύσεται, ἐπήγαγε “καὶ ἐν τῷ ἰσχῦσαι αὐ‐ τὸν συνετρίβη τὸ κέρας τὸ μέγα, καὶ τέσσαρα κέρατα ὑποκάτωθεν ἐξέφυ αὐτοῦ.” τοῦ γὰρ Ἀλεξάνδρου μετὰ τὴν εὐτυχίαν ἐκείνην συντόμως θανόντος εἰς τέσσαρα ἡ ἐκείνου διῃρέθη ἀρχή, ὡς εἴρηται ἤδη ἐν | |
25 | τῷ τρίτῳ θηρίῳ, ὃ τῷ Δανιὴλ καθ’ ὕπνους ἔδο‐ ξεν ἐκ τῆς θαλάσσης ἐξέρχεσθαι, ἔχον τέσσαρας κε‐ φαλάς. “Καὶ ἐκ τοῦ ἑνὸς τῶν κεράτων ἐξῆλθε κέρας φο‐ βερόν, καὶ ἐμεγαλύνθη περισσῶς πρὸς νότον καὶ πρὸς | |
30 | ἀνατολὴν καὶ πρὸς λίβα καὶ πρὸς τὴν δύναμιν. καὶ ἐμεγαλύνθη ἕως τῆς δυνάμεως τοῦ οὐρανοῦ, καὶ ἔπε‐ | |
σον ἐπὶ τὴν γῆν ἀπὸ τῆς δυνάμεως καὶ ἀπὸ τῶν | 200 in vol. 1 | |
1.201 | ἀστέρων, καὶ συνεπάτησεν αὐτούς.” τὰ περὶ τοῦ Ἐπιφανοῦς Ἀντιόχου διὰ τούτων ὁ Δανιὴλ προδιδά‐ σκεται, ὃς Ἀντιόχου μὲν τοῦ μεγάλου υἱὸς ἦν, μᾶλ‐ λον δὲ τῶν πρὸ αὐτοῦ κρατυνθεὶς βασιλέων, τῶν | |
5 | ἀπὸ Σελεύκου δηλαδή, καὶ τῆς Αἰγύπτου κρατήσας καὶ ἑτέρων χωρῶν καὶ ἐπὶ Ἰουδαίους ἐστράτευσε καὶ τῆς τῶν Ἱεροσολύμων ἐκυρίευσε πόλεως, ἀλλὰ καὶ τοῦ ἔθνους παντός, καὶ τόν τε ναὸν ἐσύλησε καὶ ἐμίανε σύας ἐν αὐτῷ θύσας, καὶ τῷ Διὶ βωμὸν ἱδρυ‐ | |
10 | σάμενος τὸ ἔθνος ὅλον ἑλληνίζειν ἠνάγκαζε, κωλύων αὐτοὺς περιτέμνειν τὰ ἄρρενα. τὴν γὰρ κατὰ θεοῦ μανίαν αὐτοῦ τό “ἐμεγαλύνθη ἕως τῆς δυνάμεως τοῦ οὐρανοῦ” ὑπαινίττεται. τὸ δέ “ἔπεσον ἀπὸ τῆς δυ‐ νάμεως καὶ ἀπὸ τῶν ἀστέρων ἐπὶ τὴν γῆν, καὶ συνε‐ | |
15 | πάτησεν αὐτούς” τοὺς ἐκ τοῦ Ἰουδαϊκοῦ λαοῦ ἀσε‐ βήσαντας διὰ τὴν ἐξ ἐκείνου ἐπαγομένην αὐτοῖς ἀνάγκην δηλοῖ, οἳ τῆς νομίμου καὶ θείας διαγωγῆς ἐκπεπτώκασι, τῷ τυράννῳ ὑπείξαντες καὶ ὑπ’ ἐκεί‐ νου συμπατηθέντες. ἀστέρες δ’ ἐκλήθησαν διὰ τὸ | |
20 | τῆς εὐσεβείας καθαρὸν καὶ ὑπέρλαμπρον, ἢ ὅτι τῷ Ἀβραὰμ ὁ θεὸς ἐπηγγείλατο πληθῦναι τὸ σπέρμα αὐτοῦ ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ. “Καὶ ἕως τοῦ ἄρχοντος τῆς δυνάμεως ἱδρύθη.” καὶ κατ’ αὐτοῦ γὰρ τοῦ θεοῦ ἐλύττησε τοῦ ἄρχοντος τῶν | |
25 | ἄνω δυνάμεων. “καὶ θυσία ἐταράχθη πτώματι, καὶ ἐγενήθη καὶ εὐωδώθη, καὶ ἐδόθη ἐπὶ τὴν θυσίαν ἁμαρτία, καὶ ἐρρίφη χαμαὶ δικαιοσύνη.” ἀπηγορευ‐ μένα γὰρ θύσας ἐτάραξε τὴν θυσίαν, ἀντὶ τοῦ συνέ‐ χεεν, ἐμίανε. πτώματα δὲ τοὺς σύας λέγει, καὶ ἁμαρ‐ | |
30 | τίαν ἐπὶ τὴν θυσίαν τὴν ἐπ’ αὐτῇ παρανομίαν. διὰ δὲ τοῦ “ἐρρίφη χαμαὶ δικαιοσύνη” ἡ τῶν νομίμων | |
ἀθέτησις καὶ οἱ ἄδικοι φόνοι δηλοῦνται τῶν ἀσεβῆσαι | 201 in vol. 1 | |
1.202 | μὴ καταδεξαμένων. ἀλλὰ καὶ ταῦτα πράττων καὶ οὕτως ἀσεβῶν ὁ Ἀντίοχος εὐωδοῦτο, φησί. Ἐπὶ τούτοις ἐπάγει ὁ Δανιήλ “καὶ εἶπεν εἷς ἅγιος τῷ φελμουνί, ἕως πότε ἡ ὅρασις στήσεται καὶ ἡ θυ‐ | |
5 | σία ἡ ἀρθεῖσα καὶ ἡ ἁμαρτία τῆς ἐρημώσεως ἡ δο‐ θεῖσα; καὶ εἶπεν αὐτῷ, ἕως ἑσπέρας καὶ πρωὶ ἡμέ‐ ραι δισχίλιαι καὶ τριακόσιαι, καὶ καθαρισθήσεται τὸ ἅγιον.” ἀγωνιῶντι τῷ προφήτῃ διὰ τὰ ὁρώμενα ἐπι‐ πέμπονται ἄγγελοι δηλοῦντες αὐτῷ ὅτι τέλος ἕξουσι | |
10 | τὰ δυσχερῆ καὶ τὸν καιρὸν διδάσκοντες τῆς αὐτῶν παρελεύσεως. καὶ ἠρώτα ἕτερος τὸν ἕτερον· τὸ γὰρ φελμουνὶ ἐξελληνιζόμενον τινὰ σημαίνει. ἠρώτα δὲ οὐχ ὡς ἀγνοῶν, ἀλλ’ ἵνα μάθῃ ὁ Δανιήλ. ὁ δ’ ἐρω‐ τώμενος ἀπεκρίνατο “ἡμέραι δισχίλιαι καὶ τριακόσιαι | |
15 | ἕως ἑσπέρας καὶ πρωί, καὶ καθαρισθήσεται τὸ ἅγιον.” ἑσπέραν μὲν οὖν ἐκάλεσε τὴν ἀρχὴν τῶν ἀνιαρῶν ἢ καὶ ὅλον τὸν χρόνον αὐτῶν, νυκτὶ γὰρ καὶ σκότῳ τὰ λυπηρὰ ἔοικε, πρωὶ δὲ τὴν μετὰ τὰς συμφορὰς εἰρη‐ ναίαν κατάστασιν. τοῦτο τοίνυν σημαίνει δι’ ὧν φη‐ | |
20 | σιν ὅτι ἀπὸ τῆς τῶν κακῶν ἀρχῆς μέχρι τέλους αὐτῶν τόσος καιρὸς παρελεύσεται. αἱ δὲ ἡμέραι πρὸς ἐνι‐ αυτοὺς ἀριθμούμεναι ἓξ ἀποτελοῦσι μῆνας καὶ ἰσα‐ ρίθμους ἐνιαυτοὺς κατὰ τὴν τῶν Ἑβραίων ψῆφον· ἐπὶ τοσοῦτον γὰρ ἡ ἐπ’ Ἀντιόχου τοῖς Ἰουδαίοις ἐπε‐ | |
25 | νεχθεῖσα συμφορὰ ἐπεκράτησε. ταῦτα παρὰ τοῦ ἀρ‐ χαγγέλου Γαβριὴλ τῷ προφήτῃ ζητοῦντι σύνεσιν ἐμυήθη. Εἶτα διὰ τὴν τῶν ὁμοφύλων αἰχμαλωσίαν ἐπὶ | |
Δαρείου πάλιν τοῦ Μήδων ἄρχοντος, ὃς καὶ Κυα‐ | 202 in vol. 1 | |
1.203 | ξάρης ὠνόμαστο καὶ Ἀσούηρος, Ἀστυάγους ὢν υἱός, τοῦ προφήτου θρηνοῦντος καὶ τοῦ θεοῦ δεομένου ἥψατό τις ἀνὴρ ᾧ ὄνομα Γαβριήλ. ἥψατο δὲ αὐτοῦ ὡσεὶ ὥραν θυσίας ἑσπερινῆς, ἢ κατὰ τὸν καιρὸν τῆς | |
5 | ἐν ἑσπέρᾳ λατρείας, ἢ ἐπὶ τοσαύτην ὥραν ἐφ’ ὅσην ἡ ἑσπερινὴ ἐτελεῖτο λατρεία. καὶ εἶπε τῷ Δανιήλ “νῦν ἐξῆλθον συμβιβάσαι σοι σύνεσιν καὶ ἀναγγεῖλαί σοι ὅτι ἀνὴρ ἐπιθυμιῶν εἶ σύ. καὶ ἐννοήθητι ἐν τῷ ῥήματι καὶ σύνες ἐν τῇ ὀπτασίᾳ” ἀντὶ τοῦ, ἀκριβῶς | |
10 | πρόσσχες τοῖς λεγομένοις αἰνιγματώδεσιν οὖσι καὶ πλείονος δεομένοις σπουδῆς. ἐνίοτε δὲ καὶ δι’ αἰνιγ‐ μάτων τὰ θεῖα δηλοῦται, ἵνα μὴ πᾶσι γίνοιντο δῆλα καὶ διὰ τοῦτο εὐκαταφρόνητα. ἀνὴρ δ’ ἐπιθυμιῶν ἐκλήθη ὁ Δανιὴλ ἢ ὡς κατὰ τῶν σαρκικῶν ἐπιθυ‐ | |
15 | μιῶν ἀνδριζόμενος καὶ γενναίως αὐταῖς ἀνθιστάμε‐ νος, ἢ ὡς ἐπιθυμῶν μαθεῖν τὰ τῷ λαῷ καὶ τοῖς αὐ‐ τοῦ συμφυλέταις ἐσόμενα, ἢ ὅτι ἐπιθυμητὸς ἦν καὶ ἐπέραστος δι’ ἣν μετήρχετο ἀρετήν. Εἶτα ἐπάγει ὁ ἄγγελος “ἑβδομήκοντα ἑβδομάδες | |
20 | συνετμήθησαν ἐπὶ τὸν λαόν σου καὶ ἐπὶ τὴν πόλιν τὴν ἁγίαν σου ἕως τοῦ παλαιωθῆναι τὸ παράπτωμα καὶ τοῦ τελεσθῆναι τὴν ἁμαρτίαν καὶ τοῦ σφραγίσαι ἁμαρτίαν καὶ τοῦ ἐξιλάσασθαι ἀδικίαν καὶ τοῦ ἀγα‐ γεῖν δικαιοσύνην αἰώνιον καὶ τοῦ σφραγίσαι ὅρασιν | |
25 | καὶ προφήτην καὶ τοῦ χρῖσαι ἅγιον ἁγίων.” ὁ μὲν προφήτης προσευχόμενος “ὁ λαός σου” πρὸς τὸν θεὸν ἔλεγε “καὶ ἡ πόλις σου·” ὁ δὲ ἄγγελος πρὸς τὸν Δα‐ νιήλ φησιν “ὁ λαός σου καὶ ἡ πόλις σου,” ὡς μὴ ἀξίου ὄντος τοῦ λαοῦ τοῦ θεοῦ καλεῖσθαι. εὕρηται | |
30 | δὲ ὁμοίως καὶ ἐπὶ Μωυσέως, ὅτε τὸν μόσχον ποιή‐ σαντες οἱ Ἰσραηλῖται θυσίαν αὐτῷ προσήνεγκαν· καὶ | |
τότε γὰρ τοῦ προφήτου δεομένου ὁ θεὸς ἔφη ὡσαύτως. | 203 in vol. 1 | |
1.204 | φησὶν οὖν ὁ ἄγγελος ὅτι καὶ ἡ Ἱερουσαλὴμ οἰκοδο‐ μηθήσεται καὶ ὁ λαός σου ἐπανελεύσεται καὶ ἐπὶ ἔτη τετρακόσια ἐνενήκοντα διαμενοῦσιν· αἱ γὰρ ἑβδομή‐ κοντα ἑβδομάδες εἰς τοσοῦτον συμψηφίζονται ἀρι‐ | |
5 | θμόν· ἑκάστην δ’ ἡμέραν εἰς ἐνιαυτὸν ἐλογίσατο. τὸ δὲ συνετμήθησαν ἀντὶ τοῦ ἐκρίθησαν καὶ ὡρίσθησαν κεῖται. ἕως τοῦ παλαιωθῆναι τὸ παράπτωμα καὶ τοῦ τελεσθῆναι τὴν ἁμαρτίαν, τοῦτ’ ἔστιν ἕως τοῦ χρονί‐ σαι καὶ αὐξηθῆναι· τοῦτο γὰρ δηλοῖ τὸ παλαιωθῆναι | |
10 | καὶ τελείαν γενέσθαι τὴν ἁμαρτίαν. διὰ τούτων δὲ τὴν κατὰ τοῦ κυρίου τόλμαν καὶ λύτταν τῶν Ἰου‐ δαίων παρίστησιν. πολλὰ μὲν γὰρ καὶ πρὸ τούτου ἡμάρτοσαν καὶ δίκας ἔτισαν, ἀλλ’ ἀνεκλήθησαν αὖ‐ θις· ἐπεὶ δὲ κατὰ τοῦ σωτῆρος ἐμάνησαν καὶ εἰς ἔσχα‐ | |
15 | τον κακίας ἀφίκοντο καὶ ἐντελῆ τὴν ἁμαρτίαν εἰργά‐ σαντο, οὐκέτι ἀνακλήσεως ἔτυχον. τὸ δὲ σφραγίσαι ἁμαρτίαν καὶ ἐξιλάσασθαι ἀδικίαν τὴν ἄφεσιν δηλοῖ τῶν πταισμάτων τὴν παρὰ τοῦ κυρίου δεδωρημένην τοῖς πιστεύουσιν εἰς αὐτόν· οὗτος γάρ ἐστιν ὁ αἴρων | |
20 | τὴν ἁμαρτίαν τοῦ κόσμου· τὸ γὰρ σφραγίσαι τοῦ παυ‐ θῆναι σημαντικόν. τὸ δὲ ἀγαγεῖν δικαιοσύνην αἰώ‐ νιον τὸ αὐτὸν εἰς τὸν κόσμον ἐλθεῖν, ὅς ἐστι δικαιο‐ σύνη καὶ ἀπολύτρωσις καὶ ἁγιασμός. τὸ μέντοι σφρα‐ γίσαι ὅρασιν καὶ προφήτην τὸ τέλος ἐσχηκέναι τὰς | |
25 | προφητείας δηλοῖ, ἢ ὅτι τὰ παρ’ ἐκείνων περὶ τοῦ Χριστοῦ λαληθέντα ἤδη ἐκβέβηκεν, ἢ ὅτι τὸ τῆς προ‐ φητείας χάρισμα τοῖς Ἰουδαίοις ἐκλέλοιπεν, ἢ καὶ ἀμφότερα. ἐλθὼν γὰρ ὁ Χριστὸς τὰς προφητείας ἐσφράγισεν, ἐπλήρωσε δηλαδὴ καὶ ἐβεβαίωσε καὶ μέν‐ | |
30 | τοι καὶ ἔπαυσεν· οὐκέτι γὰρ παρ’ αὐτοῖς ἄρχων καὶ προφήτης καὶ ἡγούμενος. καὶ ἀγαγεῖν δικαιοσύνην | |
αἰώνιον, ἥτις αὐτός ἐστιν ὁ κύριος ἡμῶν καὶ σωτήρ. | 204 in vol. 1 | |
1.205 | ὁ μὲν γὰρ ἀπόστολος “ἐδόθη σοφία” φησιν “ἡμῖν ἀπὸ θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις.” καὶ ἀλλαχοῦ περὶ τοῦ εὐαγγελίου γράφων “δικαιο‐ σύνη ἐν αὐτῷ ἀποκαλύπτεται” λέγει. ὁ δὲ κύριος | |
5 | “αἰτεῖτε” διδάσκει “τὴν βασιλείαν τοῦ θεοῦ καὶ τὴν δικαιοσύνην αὐτοῦ, ἣν αὐτὸς ἤγαγε φανερώσας ἡμῖν διὰ τῆς αὐτοῦ διδαχῆς. καὶ τὸ χρῖσαι δὲ ἅγιον ἁγίων αὐτὸν δηλοῖ τὸν δεσπότην παραγενέσθαι Χριστόν. τίς γὰρ ἕτερος ἅγιος ἁγίων κληθείη ἂν εἰ μὴ ὁ κύριος | |
10 | ἡμῶν καὶ σωτήρ; ὃς ἁγιωσύνης ὑπάρχων πηγὴ χρίεται μὲν τῷ ἁγίῳ πνεύματι κατὰ τὸ ἀνθρώπινον, ὡς Ἡσαΐας προανεφώνησε λέγων “πνεῦμα κυρίου ἐπ’ ἐμέ, οὗ εἵνεκεν ἔχρισέ με,” καὶ ὡς Δαβὶδ ἐμελῴδησεν εἰπών “ἔχρισέ σε ὁ θεός, ὁ θεός σου, ἔλαιον ἀγαλλιάσεως, | |
15 | παρὰ τοὺς μετόχους σου,” καὶ ὡς ἡ κορυφαία τῶν ἀποστόλων ἀκρότης ὁ Πέτρος ἐδίδαξε περὶ τοῦ σω‐ τῆρος γράψας ὡς “ἔχρισεν αὐτὸν ὁ θεὸς πνεύματι ἁγίῳ καὶ δυνάμει,” σφραγίζει δὲ καὶ βεβαιοῖ τὰς πα‐ λαιὰς γραφάς, ποιῶν ἅπαντα καὶ πάσχων ὅσα δι’ | |
20 | ἐκείνων προείρητο, καὶ ἐξιλάσκεται ἀδικίαν καταλ‐ λάσσων τοὺς ἁμαρτήσαντας τῷ θεῷ καὶ πατρὶ καὶ αὐτὸν τοῖς πταίσασαν ἱλεούμενος. Εἶτα ἐπάγει ὁ θεῖος ἀρχάγγελος “καὶ γνώσῃ καὶ συνήσεις, ἀπὸ ἐξόδου λόγων τοῦ ἀποκριθῆναι καὶ τοῦ | |
25 | οἰκοδομῆσαι Ἱερουσαλὴμ ἕως Χριστοῦ ἡγουμένου ἑβ‐ δομάδες ἑπτὰ καὶ ἑβδομάδες ἑξήκοντα δύο.” ἤρξατο μὲν οὖν ὁ ναὸς ἐπὶ Κύρου οἰκοδομεῖσθαι· Κῦρος γὰρ πρῶτος τῆς ἐπανόδου παρεχώρησε τῷ ἔθνει τῶν Ἰου‐ | |
δαίων, ἀλλ’ ἐπεσχέθη παρὰ Καμβύσου τοῦ Κύρου | 205 in vol. 1 | |
1.206 | παιδὸς φθόνῳ τῶν αὐτοῖς ὁμορούντων ἐθνῶν, ἐπε‐ τράπη δ’ αὖθις τοῖς Ἰουδαίοις ἡ τούτου ἀνέγερσις ὅτε Δαρεῖος ὁ Ὑστάσπου ἐκράτησε τῆς βασιλείας Περ‐ σῶν. ἐξ οὐδενὸς δὲ τούτων ἀριθμούμενος ὁ καιρὸς | |
5 | εὑρίσκεται σώζων [κατὰ] τὴν τοῦ ἀρχαγγέλου φω‐ νήν, ἀλλ’ ὑπερβάλλων· εἰ δ’ ἐκ τῶν χρόνων τῆς Ἀρταξέρξου βασιλείας ὁ καιρὸς ἀριθμοῖτο, εὑρε‐ θείη ἂν οὔτε περιττεύων οὔτ’ ἐλαττούμενος. κἀκ τούτου δέον ἀριθμεῖσθαι αὐτόν, ὅτι τότε καὶ τῇ πό‐ | |
10 | λει περιεβλήθη περίβολος καὶ τῷ ναῷ προσετέθη τὰ λείποντα καὶ οἰκητόρων ἡ πόλις πεπλήρωτο, ὅτε Νεε‐ μίας οἰνοχοεύων τῷ Ἀρταξέρξῃ ἐδεήθη αὐτοῦ ἐπιτρα‐ πῆναι αὐτῷ τὴν εἰς τὴν πατρίδα ἐπάνοδον, καὶ ἀπελ‐ θὼν τήν τε πόλιν περιετείχισε καὶ συνῴκισε καὶ τὸν | |
15 | ναὸν ἀτελῆ ὄντα ἀπήρτισεν. εἰ γοῦν ἀπὸ τῆς τοῦ σωτῆρος ἐπιφανείας, δι’ οὗ μόνου ἄφεσις ἁμαρτημά‐ των ἐδόθη καὶ δικαιοσύνη εἰσήνεκται καὶ τῶν προ‐ φητῶν αἱ προρρήσεις πεπλήρωνται, ἀναποδίζων τις ἀριθμήσει τὸν χρόνον, εὑρήσει τοῦτον συμπληρού‐ | |
20 | μενον ἕως τοῦ εἰκοστοῦ ἔτους τῆς βασιλείας Ἀρτα‐ ξέρξου, ὅτε δηλαδὴ ὁ Νεεμίας παραχωρηθεὶς εἰς Ἱε‐ ρουσαλὴμ ἐπανῆλθεν· ἃ προϊοῦσα καθ’ εἱρμὸν ἡ ἱστορία πλατύτερον διηγήσεται. ὃν δὲ ἅγιον εἶπεν ἀνωτέρω ἁγίων, τοῦτον αὖθις Χριστὸν ἡγούμενον | |
25 | εἴρηκεν, ὀνομάζων αὐτὸν κατὰ τὸ ἀνθρώπινον. ὡς γὰρ πρωτότοκος τῆς κτίσεως τῆς καινῆς καὶ πρωτότο‐ κος ἐκ νεκρῶν λέγεται, οὕτω καὶ ἡγούμενος προση‐ γόρευται. καὶ ὁ θεῖος δὲ ἀπόστολος Πέτρος ἀρχηγὸν τῆς ζωῆς ὠνόμασε τὸν σωτῆρα, τοῖς Ἰουδαίοις δια‐ | |
30 | λεγόμενος, ὡς ἐν ταῖς Πράξεσιν ὁ θεῖος Λουκᾶς συν‐ | 206 in vol. 1 |
1.207 | εγράψατο. ὥσπερ δὲ πρωτότοκος ἡμῶν καὶ πρωτεύων κατὰ τὸν μέγαν Παῦλον εἴρηται κατὰ τὸ ἀνθρώπι‐ νον, οὕτω δὴ καὶ ἡγούμενος τῷ ἀρχαγγέλῳ Γαβριὴλ προσηγόρευται. | |
5 | Ἀπορήσειε δ’ ἄν τις ὅτου χάριν διῃρημένως, ἀλλ’ οὐχ ὁμοῦ αἱ ἑβδομάδες ἠρίθμηνται, εἰς ἑπτὰ δὲ καὶ ἑξήκοντα δύο διῄρηνται καὶ εἰς μίαν ἑτέραν. οὐχ ὡς ἔτυχε δὲ τοῦτο πεποίηκεν ὁ ἀρχάγγελος, ἀλλά τινα καινὰ διὰ τούτων διδάσκων ἐν ταῖς τῶν χρόνων δι‐ | |
10 | αιρέσεσι συμβησόμενα. εἰ γὰρ ἀπὸ τῆς τῶν Ἱεροσο‐ λύμων οἰκοδομῆς τῆς ἐπὶ Νεεμίου, ὡς εἴρηται, γενο‐ μένης ἀριθμοῖντο οἱ χρόνοι μέχρις Ὑρκανοῦ ἀρχιε‐ ρέως, ἐφ’ οὗ τὸ τῶν Ἀσαμωναίων γένος ἐπαύθη τοῦ ἱερᾶσθαι, ὁ τῶν ἑξήκοντα δύο ἑβδομάδων ἀριθμὸς | |
15 | συμπεραίνεται. ἀπὸ μὲν γὰρ τοῦ εἰκοστοῦ ἔτους τῆς βασιλείας Ἀρταξέρξου, ὃς τῷ Νεεμίᾳ τὴν εἰς Ἱερου‐ σαλὴμ ἐπάνοδον ἔδωκε τῷ ταύτην τειχίσαντι, ἕως Δαρείου τοῦ Ἀρσάμου, ὃν καθεῖλεν Ἀλέξανδρος, ἑκα‐ τὸν ἔτη εἰσὶ καὶ τεσσαρεσκαίδεκα· ἐκ δὲ τῆς καθαι‐ | |
20 | ρέσεως τῆς τῶν Περσῶν βασιλείας, ἐν ἕκτῳ γενο‐ μένης ἔτει τῆς Ἀλεξάνδρου πρὸς τὴν Ἀσίαν στρατείας, μέχρις Ἰουλίου Καίσαρος Γαΐου, ὃς πρῶτος τῇ μο‐ ναρχίᾳ τῶν Ῥωμαίων ἐπικεχείρηκεν, ἔτη παρήλθοσαν διακόσια ὀγδοήκοντα καὶ δύο· ἐκ δὲ τῆς αὐταρχίας | |
25 | τοῦ Καίσαρος ἕως ἔτους πεντεκαιδεκάτου Τιβερίου Καίσαρος, ἡνίκα ὁ Χριστὸς ὑπὸ Ἰωάννου ἐβαπτίσθη καὶ τῶν σημείων ἀπήρξατο, ἔτη ἑβδομήκοντα καὶ τρία· ὡς συμποσοῦσθαι ταῦτα εἰς ἐνιαυτοὺς ἐπὶ τετρακο‐ | |
σίοις ἑξήκοντα καὶ ἐννέα. οἱ δὲ τοσοῦτοι ἐνιαυτοὶ | 207 in vol. 1 | |
1.208 | ἀποτελοῦσιν ἔτη τετρακόσια ὀγδοήκοντα τρία κατὰ τὴν Ἑβραϊκὴν ἀρίθμησιν τῶν ἐτῶν. οὐ γὰρ ὡς ἡμεῖς οἱ Ἑβραῖοι ψηφίζουσι τὸν ἐνιαυτόν, ἀλλὰ κατὰ σεληνια‐ κὸν δρόμον ἀριθμοῦντες αὐτὸν τριακοσίων πεντήκοντα | |
5 | καὶ τεσσάρων ἡμερῶν λογίζονται αὐτόν, ὡς περιττεύ‐ ειν ἀφ’ ἑκάστου ἐνιαυτοῦ ἡμέρας ἕνδεκα. καὶ τούτων γοῦν τῶν περιττῶν ἡμερῶν εἰς ἔτη συμποσουμένων τὰ τετρακόσια ὀγδοήκοντα καὶ τρία Ἑβραϊκὰ συνί‐ στανται ἔτη. Ἑβραίῳ δὲ τῷ Δανιὴλ ὁ ἄγγελος ὁμι‐ | |
10 | λῶν πάντως τὰ αὐτῷ γνώριμα ἔλεγεν ἔτη. ἄχρι μὲν οὖν τῆς τοῦ ἀρχιερέως Ὑρκανοῦ ἀναιρέσεως, ὃν ὁ βασιλεὺς ἀνεῖλεν Ἡρώδης, εἰρήσεται δὲ τὰ περὶ τού‐ του πλατύτερον, αἱ ἑξήκοντα δύο ἑβδομάδες ἐξεμε‐ τρήθησαν. ἔκτοτε δὲ τῆς ἀρχιερωσύνης οὐ διὰ βίου | |
15 | προσπεπηγυίας κατὰ τὸν νόμον τοῖς ταύτης ἀξιουμέ‐ νοις, ἀλλ’ ἐνιαυσιαίας παρανόμως διδομένης ἢ βρα‐ χυτέρῳ χρόνῳ περιοριζομένης, καὶ χρημάτων αὐτὴν ὠνουμένων τῶν βουλομένων, ὃ καὶ ὁ Ἰώσηπος ἱστο‐ ρεῖ, αἱ ἑπτὰ παρήλθοσαν ἑβδομάδες. τοῦτο δὲ δη‐ | |
20 | λῶν ὁ θεῖος ἀρχάγγελος ἔλεγε “καὶ μετὰ τὰς ἑβδομά‐ δας τὰς ἑξήκοντα δύο ἐξολοθρευθήσεται χρίσμα, καὶ κρίμα οὐκ ἔστιν ἐν αὐτῷ,” ἀντὶ τοῦ διαφθαρήσεται τὸ χρίσμα τῆς ἀρχιερωσύνης. παρανόμως γὰρ χριο‐ μένων τῶν εἰς αὐτὴν προβιβαζομένων, οὐδὲ τὸ χρίσμα | |
25 | τὴν οἰκείαν εἶχεν ἰσχύν, ἀλλὰ παρεφθαρμένον ὂν ἠμοίρει τῆς θείας χάριτος. διὸ καὶ ἐπήγαγε “καὶ κρίμα οὐκ ἔστιν ἐν αὐτῷ,” τοῦτ’ ἔστιν, οὐ κατὰ κρί‐ σιν καὶ δοκιμασίαν γινόμενοι ἔσονται, ἀλλ’ ἀκρίτως ἢ διὰ χάριν ἢ διὰ χρήματα. τούτων δ’ οὕτω γινο‐ | |
30 | μένων καὶ αἱ ἑπτὰ παρερρύησαν ἑβδομάδες, μέχρι τῆς τοῦ κυρίου ἐπιφανείας δηλαδὴ διαρκέσασαι. | |
Ἡ μὲν οὖν διαίρεσις τῶν ἑξήκοντα δύο ἑβδο‐ | 208 in vol. 1 | |
1.209 | μάδων καὶ τῶν ἑπτὰ διὰ ταῦτα γέγονεν· ἐπεὶ δὲ πρὸς τὰς ἐξ ἀρχῆς εἰρημένας ἑβδομήκοντα ἑβδομάδας ἔτι μία περιλέλειπται, καὶ περὶ ἐκείνης εἴρηκεν ὁ ἀρχάγ‐ γελος ταῦτα “καὶ δυναμώσει τὴν διαθήκην πολλοῖς | |
5 | ἑβδομὰς μία, καὶ ἐν τῷ ἡμίσει τῆς ἑβδομάδος ἀρθή‐ σεται θυσία καὶ σπονδή, καὶ ἐπὶ τούτοις ἐπὶ τὸ ἱε‐ ρὸν βδέλυγμα τῆς ἐρημώσεως, καὶ ἕως συντελείας καιροῦ συντέλεια δοθήσεται ἐπὶ τὴν ἐρήμωσιν.” ἡ λοιπή, φησίν, ἑβδομὰς ἡ μετὰ τὰς ἑξήκοντα καὶ ἐν‐ | |
10 | νέα τὴν καινὴν διαθήκην εἰσάξει ἰσχυρὰν οὕτως ὡς δι’ αὐτῆς ἀρθῆναι, τοῦτ’ ἔστιν ἐκ μέσου γενέσθαι, τὰς θυσίας καὶ τὰς σπονδὰς ἐν τῷ ἡμίσει τῆς ἑβδομάδος. μετὰ γὰρ τὸ βάπτισμα ὁ Χριστὸς ἐπὶ τριετίαν καὶ ἐπέκεινα διδάξας καὶ σημεῖα ἐπιδειξάμενος οὕτως ἐπὶ | |
15 | τὸ πάθος ἦλθε, καὶ αὐτοῦ τυθέντος ὑπὲρ τοῦ κόσμου παντός, τοῦ ἀμνοῦ τοῦ θεοῦ τοῦ αἴροντος τὴν ἁμαρ‐ τίαν τοῦ κόσμου, ἡ κατὰ νόμον θυσία ἐπαύθη καὶ ἡ σπονδή. καὶ ἔθυον ἔκτοτε οἱ Ἰουδαῖοι, ἐπεὶ καὶ ἔτι θύουσι, παρανόμως, ἀλλ’ ἀπρόσδεκτος ἦν τῷ θεῷ ἡ | |
20 | ἐκείνων θυσία καὶ ἡ σπονδή. καὶ ἄλλως δὲ τό “δυ‐ ναμώσει διαθήκην πολλοῖς” ἐκληφθήσεται ἀντὶ τοῦ δυνατοὺς τοὺς ἱεροὺς ἀποστόλους εἰς τὸ κήρυγμα ἡ ἑβδομὰς ἐκείνη ἐργάσεται. εἰς δύο γὰρ τὴν ἑβδο‐ μάδα φαίνεται διαιρῶν ὁ ἀρχάγγελος, εἰς τὸν πρὸ | |
25 | τοῦ πάθους καὶ τὸν μετὰ τὸ πάθος καιρόν. περὶ γὰρ τὰ τρία ἔτη πρὸς τῷ ἡμίσει κηρύξας ὁ κύριος, κατὰ τὸ τοῦ υἱοῦ τῆς βροντῆς εὐαγγέλιον, καὶ στηρίξας εἰς τὴν αὐτοῦ πίστιν τοὺς θείους αὐτοῦ ἀποστόλους τῇ τῶν λόγων ἀληθείᾳ καὶ τῇ τῶν θαυμασίων ἔργων | |
30 | ἐπιδείξει, οὕτω πρὸς τὸ πάθος ἐχώρησε καὶ τὸν σταυ‐ ρὸν κατεδέξατο καὶ ὑπέμεινε θάνατον. εἶτα τὸν λοι‐ | |
πὸν τῆς ἑβδομάδος χρόνον μετὰ τὴν ἐκ νεκρῶν ἀνά‐ | 209 in vol. 1 | |
1.210 | στασιν καὶ τὴν πρὸς τοὺς κόλπους τοὺς πατρικοὺς ἄνοδον, ὧν οὐ κεχώριστο πώποτε, καὶ τὴν τοῦ πα‐ ρακλήτου ἐπιφοίτησιν καὶ θείαν ἐπίπνοιαν οἱ ἱεροὶ αὐτοῦ μαθηταὶ ἐν Ἱερουσαλὴμ τὸ θεῖον διαγγέλλον‐ | |
5 | τες εὐαγγέλιον καὶ τὸ κήρυγμα πιστούμενοι θαύμασι καὶ πλήθη ἀνθρώπων ἐπισπώμενοι πρὸς τὴν ἐπίγνω‐ σιν τοῦ ὄντως θεοῦ διεσπάρησαν εἰς τὰ ἔθνη καὶ ταῦτα ἐφώτισαν. τοῦτο τοίνυν ὁ ἀρχάγγελος προδη‐ λῶν τῷ προφήτῃ Δανιὴλ ἔλεγε “δυναμώσει διαθήκην | |
10 | πολλοῖς ἑβδομὰς μία,” ἀντὶ τοῦ δύναμιν περιζώσει πολλούς, τοὺς μαθητὰς δηλαδή. τόν τε πρὸ τοῦ πά‐ θους τοῦ κυρίου χρόνον καὶ τὸν μετὰ τὸ πάθος, καθ’ ὃν πρότερον μὲν ἐν Ἱερουσαλὴμ προσέμενον καὶ ἐκή‐ ρυσσον οἱ ἀπόστολοι, εἶτα καὶ εἰς τὰ τῆς οἰκουμένης | |
15 | περιῄεσαν τέρματα καὶ ἐδίδασκον, συνάψας, αὖθις διαιρεῖ τὴν ἑβδομάδα ταύτην λέγων “καὶ ἐν τῷ ἡμί‐ σει τῆς ἑβδομάδος ἀρθήσεται θυσία καὶ σπονδή,” διὰ τούτου προσημαίνων τὴν παῦλαν τῆς τοῦ νόμου σκιᾶς. εἶτα ἐπάγει “καὶ ἐπὶ τὸ ἱερὸν βδέλυγμα τῆς | |
20 | ἐρημώσεως.” τούτων γάρ, φησί, γινομένων τὸ πρὶν ἅγιον ἱερὸν καὶ σεβάσμιον βδέλυγμα λογισθήσεται· ἢ ὅτι μετὰ τὴν τελευταίαν ἑβδομάδα ταύτην βδέ‐ λυγμά τι ἐπὶ τὸ ἱερὸν εἰσαχθήσεται, σημεῖον τῆς αὐ‐ τοῦ τε καὶ τῆς πόλεως ἐρημώσεως. ὃ ἐπὶ τοῦ Πι‐ | |
25 | λάτου γέγονε, σημαίας νύκτωρ εἰσαγαγόντος εἰκόνας ἐχούσας βασιλικάς, αἳ τοῖς Ἰουδαίοις βδέλυγμα ἐλο‐ γίζοντο· ἀπείρητο γὰρ αὐτοῖς ἀνθρωπίνην εἰκόνα ἢ ζῴου τινὸς κεκτῆσθαι ἢ καὶ σεβάζεσθαι. καὶ ὁ κύ‐ ριος δέ “ὅταν ἴδητε” εἶπε “τὸ βδέλυγμα τῆς ἐρημώ‐ | |
30 | σεως ἑστὸς ἐν τόπῳ ἁγίῳ, γινώσκετε ὅτι ἤγγικεν ἡ ἐρήμωσις αὐτῆς,” τῆς Ἱερουσαλὴμ δηλαδή. καὶ ἀλ‐ | |
λαχοῦ δ’ ἔφη ὁ κύριος “ἰδοὺ ἀφίεται ὁ οἶκος ὑμῶν | 210 in vol. 1 | |
1.211 | ἔρημος.” ταῦτα προδιδάσκων τὸν Δανιὴλ ὁ ἀρχάγ‐ γελος ἐπιφέρει, μετὰ τὸ προθεσπίσαι ὡς ἐκ μέσου γενήσεται ἡ νομικὴ λατρεία, τό “καὶ ἐπὶ τὸ ἱερὸν βδέλυγμα τῆς ἐρημώσεως.” ἵνα δὲ μὴ νομίζηται τοῖς | |
5 | Ἰουδαίοις πρόσκαιρος ἡ ἐρήμωσις, ὡς αὖθις τῆς πό‐ λεως αὐτοῖς ἀνοικοδομηθησομένης καὶ τοῦ ἱεροῦ ἀνε‐ γερθησομένου, οἷα καὶ ἄλλοτε πλειστάκις συμβέβη‐ κεν ἐπί τε τῷ ναῷ καὶ τῇ πόλει, ἐπήγαγε “καὶ ἕως συντελείας καιροῦ συντέλεια δοθήσεται ἐπὶ τὴν ἐρή‐ | |
10 | μωσιν,” τοῦτ’ ἔστιν, ἕως συντελεσθῆ ὁ αἰὼν μενεῖ καὶ ἡ ἐρήμωσις, καὶ τότε καὶ ταύτῃ τέλος ἔσται ὅτε οὐ‐ κέτι καιρὸς ἢ τὴν πόλιν ἀναστῆναι ἢ τὸν ναόν. Ταῦθ’ ὁ Δανιὴλ περὶ τῶν ὁμοφύλων αὐτοῦ τε‐ θέαται καὶ μεμύηται. ἀλλὰ καὶ ἑτέρας ὀπτασίας ἑώ‐ | |
15 | ρακε καὶ ἐνύπνια, θεόθεν αὐτῷ προδηλουμένης δι’ αὐτῶν τῆς μελλούσης ἔσεσθαι τῶν κοσμικῶν πραγ‐ μάτων μεταβολῆς. καὶ οὐ τῆς ἀλλοιώσεως μόνης ἐμυεῖτο τὴν πρόγνωσιν, ἀλλὰ καὶ τοὺς καιροὺς καθ’ οὓς ἀποτελεσθήσεται ἕκαστον αὐτῶν ἐδιδάσκετο· ἃ | |
20 | γνώσεται πάντως ὁ βουλόμενος τελεώτερον ἐπιὼν τὴν βίβλον τῶν τοῦ προφήτου ὁράσεων, καὶ βεβαίαν σχοίη κατάληψιν ἐντεῦθεν ὡς οὐδὲν ἀπρονόητον οὐδ’ εἰκῇ φερόμενον καὶ ὡς ἔτυχεν, ἀλλὰ πάντα τῇ θείᾳ προνοίᾳ καὶ κυβερνῶνται καὶ διεξάγονται. | |
25 | Ταῦτα μὲν οὖν οὕτως ἔχουσι καὶ τοῖς εὐσεβέσι δοξάζονται· ἡμῖν δὲ μηδὲ τὰ κατὰ τὴν ἀρρενόφρονα παραλειπτέον γυναῖκα τὴν Ἰουδήθ, ἣ τὸν Ὀλοφέρνην ὠλόθρευσε καὶ τὴν πόλιν αὐτῆς καὶ τὸ ἔθνος ἅπαν διέσωσεν. ἔχει δ’ οὕτω τὰ κατ’ αὐτήν. ἐν ἔτει δω‐ | |
30 | δεκάτῳ τῆς βασιλείας αὐτοῦ ὁ τῶν Ἀσσυρίων ἀρχηγὸς | 211 in vol. 1 |
1.212 | Ναβουχοδονόσορ πρὸς Ἀρφαξὰδ τὸν βασιλέα Μήδων ἤρατο πόλεμον, καὶ τὰ πέριξ ἔθνη πρὸς συμμαχίαν αὐτοῦ μετεκέκλητο. πολλῶν δ’ ἑτέρων καὶ τῶν Ἰου‐ δαίων τὴν πρόσκλησιν μὴ καταδεξαμένων καὶ τὸ συμ‐ | |
5 | μαχῆσαί οἱ ἀπειπαμένων, ὁ Ναβουχοδονόσορ ἐξώρ‐ γιστο, καὶ ὤμοσεν ἦ μὴν τὸν πρὸς τοὺς Μήδους ἀνύ‐ σας πόλεμον ἐπελθεῖν κατά τε Κιλικίας καὶ Δαμασκοῦ καὶ Συρίας καὶ Ἰουδαίας καὶ τῆς Αἰγύπτου καὶ δῃῶσαι αὐτὰς καὶ ἐκπορθῆσαι καὶ εἰς ἐρήμωσιν ἀγα‐ | |
10 | γεῖν. ἀντιταξάμενος οὖν πρὸς Ἀρφαξὰδ τὸν Μῆδον καὶ κατὰ κράτος τούτου περιγενόμενος, τῶν ἄλλων τε πόλεων αὐτοῦ κρατήσας καὶ τῶν Ἐκβατάνων αὐ‐ τῶν, ἔνθα ἦσαν τῷ Ἀρφαξὰδ τὰ βασίλεια, κἀκεῖνον ἑλών τε καὶ ἀνελών, τὸν ἀρχιστράτηγον τῆς οἰκείας | |
15 | δυνάμεως καλέσας Ὀλοφέρνην ἐνετείλατό οἱ τὸν ὅρ‐ κον ὃν ὤμοσεν ἐκπληρῶσαι, καὶ κατὰ τῶν μὴ θελη‐ σάντων συμμαχῆσαι αὐτῷ ἐπιόντι κατὰ τῶν Μήδων ἐκστρατεῦσαι μετὰ βαρείας δυνάμεως, καὶ τοὺς μὲν ὅσοι ἑαυτοὺς αὐτῷ ὑποτάσσουσι διατηρῆσαι καὶ τὰς | |
20 | πόλεις αὐτῶν ἀπορθήτους ἐᾶσαι, τῶν δ’ ἀπειθούντων μὴ φείσασθαι, ἀλλὰ τοὺς μὲν ἀνθρώπους τῷ ξίφει ὑπαγαγεῖν, τὰς δὲ πόλεις αὐτῶν ἐκδοῦναι εἰς διαρ‐ παγὴν καὶ εἰς ὄλεθρον. Ὁ μὲν οὖν Ναβουχοδονόσορ τοιαῦτα τῷ ἀρχισα‐ | |
25 | τράπῃ αὐτοῦ ἐνετείλατο, Ὀλοφέρνης δὲ ἐκστρατεύσας καὶ τοῖς ἔθνεσι καθ’ ὧν ἀπέσταλτο ἐπελθὼν τοὺς μὲν ἄλλους κατὰ τὰ ἐντεταλμένα διέθετο, ἐπὶ δὲ τοὺς Ἰσραηλίτας μέλλων στρατεύειν καὶ ὅπλα κατ’ αὐτῶν αἴρειν, οὐ γὰρ προσῄεσαν αὐτῷ οὐδ’ ὑπέκυπτον, | |
30 | ἤρετο τίνες οὗτοι καὶ ὅτῳ θαρροῦντες ἀνθίστανται. καὶ εἶπεν αὐτῷ Ἀχιὼρ ὁ τῶν υἱῶν Ἀμμὼν ἀρχηγὸς | |
τήν τε γενεαλογίαν αὐτῶν, καὶ ὅπως εἰς τὰς πόλεις | 212 in vol. 1 | |
1.213 | ἐκείνας ἐξ ἀρχῆς κατῳκίσθησαν, καὶ τοῦ σφῶν θεοῦ τὴν ἰσχύν. εἶτα ἐπήγαγε “νῦν οὖν σκεπτέον· καὶ εἰ μὲν εἰς τὸν θεὸν αὐτῶν ἁμαρτάνουσιν, ἀναβησόμεθα καὶ ἐκπολεμήσομεν αὐτούς, εἰ δ’ οὐ τοῦτο, παρελ‐ | |
5 | θέτω ὁ κύριός μου μήποτε ὑπερασπίσῃ αὐτῶν ὁ θεὸς αὐτῶν καὶ ἡττηθῶμεν.” ταῦτα τοῦ Ἀχιὼρ εἰπόντος ὁ Ὀλοφέρνης θυμῷ ληφθεὶς ἐκέλευσε τοῖς παρεστηκό‐ σιν αὐτῷ δῆσαι τὸν Ἀχιὼρ καὶ ἀπαγαγεῖν καὶ παρα‐ δοῦναι τοῖς υἱοῖς Ἰσραήλ, ἵνα σὺν ἐκείνοις ληφθεὶς | |
10 | κολασθῇ. οἱ δὲ συλλαβόντες τὸν ἄνδρα ἀπήγαγον εἰς Βαιτουλούα, καὶ οἱ τῆς πόλεως σφενδόναις τοὺς προσιόντας καὶ βέλεσιν ἔβαλλον. κἀκεῖνοι τὸν Ἀχιὼρ δεδεμένον ἔρριψαν ὑπὸ τὴν ὑπώρειαν, καὶ ὑπέστρε‐ ψαν. οἱ δὲ τῆς πόλεως ἄνδρες καταβάντες ἔλυσαν | |
15 | τὸν Ἀχιὼρ καὶ εἰς τὴν σφετέραν πόλιν ἀπήγαγον, καὶ τί τὸ συμβεβηκὸς ἐπυνθάνοντο· καὶ ὃς αὐτοῖς ἅπαντα διηγήσατο. οἱ δὲ τὸν θεὸν ἐκάλουν εἰς ἄμυ‐ ναν. τῇ δ’ ἑξῆς Ὀλοφέρνης ἦγεν ἐπὶ Βαιτουλούα τὴν στρατιάν, χιλιάδας οὖσαν πεζῶν ἑκατὸν ἑβδομήκοντα | |
20 | καὶ ἱππέων χιλιάδας δώδεκα, χωρὶς τῶν τῆς ἀπο‐ σκευῆς· καὶ ἐστρατοπεδεύσατο παρ’ αὐτῇ. εἶτα ἔγνω μὴ πολεμεῖν, ἀλλὰ τὰ ὕδατα προκαταλαβεῖν ὅθεν ὑδρεύοντο, ἵν’ ἐκλιπόντες τῇ δίψῃ διαφθαρῶσιν ἢ τὴν πόλιν αὐτῶν παραδώσουσι. καὶ περιέστησε μέρος | |
25 | τῆς στρατιᾶς τοῖς ὕδασι φύλακας. ἐπὶ δὲ τέσσαρσι καὶ τριάκοντα ἡμέραις περικαθημένων τῶν ἐναντίων αὐτούς, ἐξέλιπε σφίσι τὸ ὕδωρ, καὶ ἠθροίσθη πρὸς τοὺς ἄρχοντας ὁ λαός, καὶ ἠξίουν ἐκδοῦναι τὴν πόλιν τοῖς ἐναντίοις καὶ ἑαυτούς, ἵν’ ἢ δουλεύσωσιν ἐκεί‐ | |
30 | νοις καὶ ζήσονται ἢ κατασφαγέντες ἀπαλλαγῶσι τῶν ἀλγεινῶν. Ὀζίας δὲ ὁ τῶν τῆς πόλεως πρόκριτος | |
“ἔτι” εἶπεν, “ἀδελφοί, μείνωμεν πέντε ἡμέρας, καὶ | 213 in vol. 1 | |
1.214 | εἰ μὲν ἥξει ἡμῖν βοήθεια ἐκ θεοῦ· εἰ δ’ οὔ, ποιήσω κατὰ τὴν συμβουλίαν ὑμῶν.” Ἦν δὲ ἐν τῇ πόλει ἐκείνῃ γυνὴ ᾗ ὄνομα Ἰουδήθ, καὶ ἡ γυνὴ χήρα, καὶ αὕτη σώφρων καὶ συνετὴ καὶ | |
5 | ὡραία τῇ ὄψει. ἀκούσασα τοίνυν τὰ δεδογμένα τῷ λαῷ καὶ τοῖς ἄρχουσι, μετεπέμψατο τὸν Ὀζίαν καὶ τοὺς λοιποὺς τῆς πόλεως ἄρχοντας, καὶ ἐμέμψατο αὐτοῖς ὡς πειράζουσι τὸν θεὸν ὅτι εἶπον παραδώσειν τὴν πόλιν τοῖς ἐναντίοις μετὰ πέντε ἡμέρας, εἰ μὴ | |
10 | ἐν αὐταῖς ἥξει τις αὐτοῖς βοήθεια ἐκ θεοῦ. οἱ δὲ καλῶς μὲν αὐτὴν συνέθεντο λέγειν, ἀντέθεντο δὲ τὴν δίψαν τοῦ λαοῦ καὶ τὴν βίαν τὴν ἐξ αὐτοῦ. κἀκείνη στῆναι αὐτοὺς τὴν νύκτα ἐπὶ τὴν πύλην τῆς πόλεως ἐνετέλλετο, αὐτὴ δὲ ἔλεγεν ἐξελεύσεσθαι μετὰ τῆς | |
15 | ἅβρας αὐτῆς, μὴ μέντοι αὐτοῖς ἐρεῖν τὸ παρ’ αὐτῆς μελετώμενον, ἕως οὗ πρὸς πρᾶξιν κατευθυνθῇ. καὶ εἶπον αὐτῇ “πορεύου.” καὶ οἱ μὲν ἀπῆλθον, ἡ δὲ πρὸς παράκλησιν ἐτράπη τὴν πρὸς θεόν. εἶτα ἀπο‐ θεμένη τὴν πενθήρη στολὴν τῆς χηρεύσεως, καὶ τὸ | |
20 | σῶμα περικλύσασα ὕδατι καὶ μύρῳ χρισαμένη, στο‐ λὴν μετενέδυ εὐφρόσυνον καὶ κόσμον ἑαυτῇ περιέ‐ θετο. καὶ καλλωπισθεῖσα πρὸς τὸ ἐπαγωγότερον ἔδωκε τῇ θεραπαίνῃ φέρειν ἐν ἀγγείοις οἶνον καὶ ἔλαιον καὶ πήραν ἀλφίτων πλήρη καὶ παλάθης καὶ | |
25 | ἄρτων, καὶ ἐξῆλθε τῆς πόλεως αὐτὴ καὶ ἡ παιδίσκη αὐτῆς ἀπιοῦσα πρὸς τὴν τῶν ἐναντίων παρεμβολήν. καὶ ἐντυχοῦσα τῇ τῶν Ἀσσυρίων προφυλακῇ κατε‐ σχέθη καὶ ἤχθη πρὸς Ὀλοφέρνην. ὁ δὲ αὐτῆς τὸ κάλλος ἐθαύμασε καὶ εἶπεν αὐτῇ “μὴ φοβοῦ· ἥκεις | |
30 | γὰρ εἰς σωτηρίαν.” ἔφη δὲ αὐτῷ ἡ γυνή “δέξαι τοὺς | 214 in vol. 1 |
1.215 | λόγους μου, κύριε, καὶ ὁ λόγος ὃν ἐλάλησεν Ἀχιὼρ ἤτω ἐν τῇ καρδίᾳ σου· ἔστι γὰρ ἀληθής· ὅτι ἐὰν μὴ ἁμάρτωσιν οἱ υἱοὶ Ἰσραήλ, οὐ κατισχύσει ῥομφαία αὐτῶν, νῦν δὲ ἐπεὶ ἐξέλιπεν αὐτοὺς τὰ βρώματα καὶ | |
5 | τὸ ὕδωρ, ἐβουλεύσαντο καὶ τῶν τῷ νόμῳ ἀπηγορευ‐ μένων ἅψασθαι, καὶ τὰς ἀπαρχὰς τοῦ σίτου καὶ τὰς δεκάτας τοῦ οἴνου τὰς τοῖς ἱερεῦσι τετηρημένας, ὧν οὐδὲ ψαῦσαι θεμιτὸν ἑτέρῳ, δαπανῆσαι κεκρίκασι. ταῦτα δὲ καὶ τῶν τὴν Ἱερουσαλὴμ οἰκούντων βεβου‐ | |
10 | λευμένων ἐστάλκασι πρὸς τὴν ἐκεῖ γερουσίαν, ἄφε‐ σιν ἐπὶ τούτοις αἰτούμενοι. κἂν οὕτω παρανομήσω‐ σιν, οὐκ ἔσται σφίσιν ἄμυνα ἐκ θεοῦ, καὶ εἰς ὄλε‐ θρον ἐκδοθήσονται. ἅπερ αὐτὴ ἐπιγνοῦσα ἀποδι‐ δράσκω τῆς πόλεως, ἵν’ ἐκφύγω τὸν ὄλεθρον. καὶ | |
15 | νῦν μενῶ παρὰ σοί, δέσποτα, καὶ ἐξελεύσομαι κατὰ νύκτα εἰς τὴν φάραγγα, καὶ προσεύξομαι πρὸς τὸν θεόν, καὶ ἐρεῖ μοι πότε ἡμάρτοσαν, κἀγώ σοι ἀναγ‐ γελῶ, καὶ ἄξω σε διὰ τῆς Ἰουδαίας ἕως Ἱερουσαλήμ, καὶ θήσω τὸν θρόνον σου ἐν μέσῳ αὐτῆς.” καὶ ἤρε‐ | |
20 | σαν Ὀλοφέρνῃ οἱ λόγοι αὐτῆς, καὶ ἐκέλευσεν εἰσα‐ χθῆναι αὐτὴν εἰς τὴν σκηνὴν τοῦ ταμείου αὐτοῦ καὶ δοθῆναι αὐτῇ φαγεῖν. ἡ δέ “οὐ φάγομαι” ἔφη “ἐκ τῶν ἐδεσμάτων ὑμῶν, μή μοι γένηται σκάνδαλον, ἀλλ’ ἐξ ὧν ἐπιφέρομαι τραφήσομαι.” καὶ εἶπεν αὐτῇ | |
25 | Ὀλοφέρνης “εἰ δὲ ἐκλίποι ταῦτα, πόθεν σοι τοιαῦτα χορηγηθήσεται;” ἡ δέ “ζῇ ἡ ψυχή σου, κύριέ μου” ἀνταπεκρίνατο, “ὅτι οὐ πρότερον ἐκλείψει μοι τὰ ἐδώδιμα πρὶν ἂν ὁ θεὸς ἐν χειρί μου ποιήσῃ ἃ ἐβου‐ λεύσατο.” μεσούσης δὲ νυκτὸς ᾐτήσατο ἐπὶ τὴν φά‐ | |
30 | ραγγα πρὸς προσευχὴν ἐξελθεῖν, καὶ Ὀλοφέρνης ἐπέ‐ τρεψε· καὶ ἐπὶ τρεῖς ἡμέρας οὕτως ἐποίει. καὶ τῇ | |
τετάρτῃ ἡμέρᾳ πότον ἡτοίμασεν Ὀλοφέρνης, καὶ εἶπε | 215 in vol. 1 | |
1.216 | τῷ εὐνούχῳ Βαγώᾳ, ὃς ἦν ἐφεστηκὼς ἐπὶ πάντων τῶν αὐτοῦ, “πεῖσον δὴ τὴν γυναῖκα τὴν Ἑβραίαν τοῦ ἐλθεῖν πρὸς ἡμᾶς· αἰσχρὸν γὰρ ἡμῖν, εἰ γυναῖκα τοιαύτην παρήσομεν μὴ αὐτῇ ὁμιλήσαντες.” καὶ ὁ | |
5 | Βαγώας εἶπε πρὸς Ἰουδήθ “ἐλθὲ πρὸς τὸν κύριόν μου δοξασθῆναι κατὰ πρόσωπον αὐτοῦ, καὶ πίεσαι μεθ’ ἡμῶν οἶνον, καὶ γενηθήσῃ ὡς μία τῶν παρε‐ στηκυιῶν ἐν τῷ οἴκῳ Ναβουχοδονόσορ.” καὶ Ἰουδὴθ κοσμηθεῖσα ἀπῆλθε, καὶ εἰσελθοῦσα πρὸς Ὀλοφέρ‐ | |
10 | νην ἀνέπεσε, καὶ ἔφαγε καὶ ἔπιεν ἃ ἡτοίμασεν αὐτῇ ἡ παιδίσκη αὐτῆς. ἡ δὲ καρδία Ὀλοφέρνου ἐξέστη καὶ πρὸς ἔρωτα τῆς γυναικὸς ἐξεκέκαυτο. καὶ τοῦ πότου παραταθέντος ἔπιεν ἐκεῖνος οἶνον σφόδρα πο‐ λὺν καὶ ἐμεθύσθη. καὶ ὁ μὲν ἐπὶ τῆς κλίνης αὐ‐ | |
15 | τοῦ καρηβαρῶν ἐκ τῆς μέθης κατέκειτο, πάντες δὲ ᾤχοντο, καὶ Βαγώας συνέκλεισε τὴν σκηνήν, μόνην τὴν Ἰουδὴθ ἐντὸς καταλελοιπώς. ἡ δὲ τῇ θεραπαίνῃ αὐτῆς ἐνετείλατο τὴν ἔξοδον αὐτῆς ἐπιτηρεῖν· ἐξε‐ λεύσεσθαι γὰρ ἐπὶ τὴν προσευχήν. ὁ μὲν οὖν Ὀλο‐ | |
20 | φέρνης τῇ μέθῃ καταβεβαπτισμένος κατέκειτο καὶ ὕπνον θανάτου ὕπνωττεν ἀδελφόν, ἡ δὲ τὸν θεὸν ἐπικαλεσαμένη καὶ τὸν ἀκινάκην αὐτοῦ σπασαμένη τὴν αὐτοῦ ἀπέτεμε κεφαλήν, καὶ ἐξελθοῦσα τῇ θε‐ ραπαίνῃ παρέσχεν αὐτήν, καὶ ἀπῄει ὡς δὴ προσευ‐ | |
25 | ξομένη κατὰ τὸ σύνηθες. ἐγγίσασα δὲ τῇ πόλει αὐ‐ τῆς ἐβόησε τοῖς ἐπὶ τῶν πυλῶν ἀνοῖξαι αὐτῇ. καὶ εἰσελθοῦσα διηγήσατο ὅσα ἐθαυμάστωσεν δι’ αὐτὴν ὁ θεός, καὶ τὴν κεφαλὴν Ὀλοφέρνου προήγαγε, καὶ συνεβούλευσεν ἀπαιωρῆσαι ταύτην ἐκ τῶν ἐπάλξεων, | |
30 | αὐτοὺς δὲ τὰς πανοπλίας ἐνδυσαμένους ἅμα πρωὶ ἐξελθεῖν· “ἰδόντες γάρ” φησίν “ὑμᾶς οἱ Ἀσσύριοι | |
δραμοῦνται ἐπὶ τὴν τοῦ σφῶν ἀρχιστρατήγου σκη‐ | 216 in vol. 1 | |
1.217 | νήν, καὶ εὑρόντες αὐτὸν ἀνῃρημένον ἐκστήσονται, καὶ φόβος ἐπιπεσεῖται αὐτοῖς, καὶ τραπήσονται εἰς φυγήν, καὶ ὑμεῖς ἕψεσθε ὀπίσω αὐτῶν καὶ συγκό‐ ψετε αὐτούς, καὶ πληρωθήσεται τὰ πεδία νεκρῶν.” | |
5 | ταῦτα τοῖς πολίταις αὐτῆς συμβουλεύσασα “καλέσατέ μοι” ἔφη “τὸν Ἀχιώρ·” καὶ ἐλθόντι τὴν κεφαλὴν τοῦ Ὀλοφέρνου ὑπέδειξε. καὶ ἐξέστη ὁ ἄνθρωπος, καί “ἀνάγγειλόν μοι” ἔφη “ὅσα ἐποίησας.” κἀκείνη πάντων ἐνώπιον διηγήσατο ἃ ὁ θεὸς πεποίηκε δι’ | |
10 | αὐτῆς, καὶ ὡς ἀμίαντον τὴν αὐτῆς σωφροσύνην καὶ χηρείαν ἐτήρησε. καὶ ὁ Ἀχιὼρ ἐπίστευσε τῷ θεῷ καὶ περιετμήθη. οἱ δὲ τῆς πόλεως ἄρχοντες καὶ τὸ πλῆθος αὐτῆς καὶ τὴν κεφαλὴν Ὀλοφέρνου τοῦ τείχους ἀπῃ‐ ωρήκασι καὶ τἄλλα κατὰ τὴν συμβουλὴν Ἰουδὴθ πε‐ | |
15 | ποιήκασι. καὶ τοὺς Ἀσσυρίους ὡς χόρτον συνέκοψαν, καὶ τὴν παρεμβολὴν αὐτῶν διαρπάσαντες λαφύρων πολλῶν ἐνεπλήσθησαν. τῇ δὲ Ἰουδὴθ ἡ σκηνὴ Ὀλο‐ φέρνου ἐξῄρητο καὶ πάντα τὰ ἐν αὐτῇ, ἃ καὶ ἀνά‐ θημα τῷ θεῷ ἐν Ἱερουσαλὴμ ἀπελθοῦσα ἀνέθετο. | |
20 | καὶ ᾖσεν ᾠδὴν αὐτῷ ἐστεφανωμένη ἐλαίας θαλλῷ, καὶ πᾶς Ἰσραήλ, καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς, καὶ κατεγήρασεν ἐν σωφροσύνῃ, καὶ τέθνηκε ζήσασα ἔτη πέντε καὶ ἑκατόν. Τὰ μὲν οὖν κατὰ τὴν Ἰουδὴθ ἐν τούτοις· ἑξῆς δ’ | |
25 | ἱστορητέον ἐπιτετμημένως καὶ τὰ κατὰ τὸν Τωβίτ. Τωβὶτ τοίνυν ἐκ τῆς φυλῆς μὲν κατήγετο Νεφθα‐ λείμ, ᾐχμαλώτιστο δὲ ἐν ἡμέραις Ἐνεμεσὰρ βασιλέως τῶν Ἀσσυρίων. ἦν δὲ τὰ πρὸς θεὸν εὐσεβὴς καὶ τὰ πρὸς ἀνθρώπους δίκαιος, καὶ τῶν συμφυλετῶν αὐ‐ | |
30 | τοῦ θυόντων τῇ Βάαλ αὐτὸς ἔθυε τῷ θεῷ πορευό‐ | 217 in vol. 1 |
1.218 | μενος εἰς Ἱερουσαλήμ, καὶ κατὰ τὰς τοῦ νόμου δια‐ ταγὰς τὴν ζωὴν ἐρρύθμιζεν ἑαυτοῦ, καὶ αἰχμαλωτι‐ σθεὶς οὐκ ἐχράνθη βρώμασιν ἐθνικοῖς. γέγονε δὲ τῷ Ἐνεμεσὰρ ἔντιμος, καὶ ἐκτήσατο περιουσίαν πολ‐ | |
5 | λήν, καὶ ταύτης μετεδίδου τῶν οἰκείων τοῦ γένους τοῖς χρῄζουσι. πορευόμενος δὲ εἰς Μηδίαν παρέθετο ἑνὶ τῶν ἐκεῖ κατοικούντων ὁμοεθνῶν τῷ Γαμαὴλ ἀρ‐ γυρίου δέκα τάλαντα. καὶ λαβὼν γυναῖκα τῶν ὁμο‐ φύλων Ἄνναν, υἱὸν ἐξ αὐτῆς Τωβίαν ἐγείνατο. | |
10 | Ἐνεμεσὰρ δὲ θανόντος, καὶ τοῦ υἱοῦ αὐτοῦ Σε‐ ναχηρεὶμ τὴν ἀρχὴν διαδεξαμένου τῶν Ἀσσυρίων, καὶ κατὰ τῆς Ἰουδαίας στρατεύσαντος καὶ αἰσχρῶς φυγόντος ἐκεῖθεν ἐπανελθόντος τε εἰς τὰ οἰκεῖα, καὶ θυμῷ διὰ τὴν ἧτταν ἀποκτιννύντος πλείστους τῶν | |
15 | Ἰσραηλιτῶν, ἔθαπτεν αὐτοὺς νυκτὸς ὁ Τωβίτ. γνω‐ σθεὶς δὲ τοῦτο ποιῶν καὶ ζητούμενος ἔφυγε, καὶ τὰ τῆς οἰκίας αὐτοῦ διήρπαστο ξύμπαντα. οὔπω δὲ πεν‐ τήκοντα παρελθουσῶν ἡμερῶν ὁ μὲν Σεναχηρεὶμ παρὰ τῶν υἱέων ἀνῄρητο, καὶ οἱ μὲν πατροκτόνοι | |
20 | δείσαντες ἔφυγον, ἕτερος δὲ παῖς ἐκείνου ὁ Ναχορ‐ δὰν τὴν βασιλείαν τὴν πατρικὴν διεδέξατο. ὃς συγ‐ γενῆ τοῦ Τωβὶτ κατέστησε τῶν αὐτοῦ πραγμάτων διοικητήν, Ἀχιάχαρ καλούμενον. κἀκεῖνος ἐδεήθη τοῦ βασιλέως περὶ Τωβίτ, καὶ ἐπανῆλθεν εἰς Νινευί. | |
25 | ἐνστάσης δὲ πεντηκοστῆς, ἣν καθ’ ἑπτὰ ἑβδομάδας ἑώρταζον Ἰουδαῖοι, ἄριστον ἡτοίμαστο τῷ Τωβὶτ δα‐ ψιλές. λέγει οὖν τῷ υἱῷ αὐτοῦ Τωβίᾳ “πορεύθητι, τέκνον, καὶ ἄγαγε ὃν ἂν εὕρῃς τῶν ἀδελφῶν ἡμῶν ἐνδεῆ μεμνημένον τοῦ κυρίου, μεθέξοντα τραπέζης | |
30 | ἡμῖν.” ὁ δὲ πορευθεὶς ἀνέστρεψε λέγων “εἷς ἐκ τοῦ γένους ἡμῶν ἐστραγγαλωμένος ἔρριπται ἐν τῇ ἀγορᾷ.” | |
καὶ ὁ Τωβὶτ εὐθὺς ἀπῆλθε, καὶ ἀνελόμενος τὸν | 218 in vol. 1 | |
1.219 | νεκρὸν εἰς τὴν οἰκίαν ἐκόμισε, δύντος δὲ τοῦ ἡλίου ἔθαψεν αὐτόν. καὶ ἐπανελθὼν οὐκ εἰσῆλθεν εἰς τὴν οἰκίαν, οἷα κατὰ τὸν νόμον ἀκάθαρτος ὡς ἁψάμενος τοῦ νεκροῦ, ἀλλ’ ἐκοιμήθη παρὰ τὸν τοῖχον ἐν τῇ | |
5 | αὐλῇ. στρουθία δὲ ἐν τῷ τοίχῳ διανυκτερεύοντα ἀφώδευσαν εἰς τοὺς ὀφθαλμοὺς αὐτοῦ, ἐξ ὧν λευ‐ κώματα συνέβησαν ἐν αὐτοῖς, κἀκ τούτων πεπήρωτο ὁ Τωβίτ. ἐν ἐνδείᾳ δὲ γεγονὼς ὑπὸ τῆς γυναικὸς μισθῷ νηθούσης ἐτρέφετο. καί ποτε μισθὸν λαβοῦσα, | |
10 | καὶ ἐπ’ αὐτῷ προσειληφυῖα καὶ ἔριφον, ἧκε πρὸς τὸν Τωβίτ. καὶ ἀκούσας τῆς κραυγῆς τοῦ ἐρίφου, ἠρώτα μήποτε κλοπιμαῖος εἴη. ἡ δέ “δῶρον” εἶπέ “μοι δέ‐ δοται ἐπὶ τῷ μισθῷ.” καὶ ὃς ἐνέκειτο λέγων “εἰ κλο‐ πιμαῖόν ἐστιν, ἀποδοθήτω τοῖς κυρίοις αὐτοῦ.” πε‐ | |
15 | ριαλγήσασα δὲ ἡ γυνὴ καὶ οἱονεὶ τὸν ἄνδρα ἐπὶ τῇ ἀκριβείᾳ τοῦ δικαίου χλευάζουσα “ποῦ εἰσιν αἱ ἐλεη‐ μοσύναι σου καὶ αἱ δικαιοσύναι σου;” ἔφη. καὶ ὁ Τωβὶτ ἐδάκρυσε συγχυθεὶς καὶ ᾔτει τὸν θεὸν ἀπαλ‐ λαγῆναι τοῦ ζῆν. | |
20 | Καὶ κατ’ αὐτὴν τὴν ἡμέραν ἐν Ἐκβατάνοις τῆς Μηδίας συνέπεσεν ὀνειδισθῆναι Σάρραν τὴν θυγα‐ τέρα Ῥαγουὴλ ὑπὸ παιδισκῶν τοῦ πατρὸς αὐτῆς, ὡς τοὺς ἄνδρας αὐτῆς ἀποπνίγουσαν, καὶ ἑπτὰ μὲν συ‐ ζευχθεῖσαν, οὐδενὶ δὲ αὐτῶν γενομένην. δαιμόνιον | |
25 | γάρ τι Ἀσμοδαῖος καλούμενον ἐθανάτου αὐτοὺς πρὸς αὐτὴν εἰσιόντας. ἡ δὲ μὴ φέρουσα τὸν ὀνειδισμὸν ἀπάγξασθαι ἐβουλεύσατο. ἀλλ’ ἵνα μὴ πένθος καὶ ὄνειδος δῷ τῷ πατρὶ αὐτῆς, τοῦτο μὲν οὐκ ἐποίησεν, εἰς προσευχὴν δὲ στᾶσα ἐπεκαλέσατο τὸν θεόν, αἰ‐ | |
30 | τουμένη θανεῖν καὶ ἀπαλλαγῆναι τῶν ὀνειδῶν ἢ οἰκτειρηθῆναι καὶ οὕτως αὖθις τὸ ὄνειδος ἐκφυγεῖν. | |
Εἰσηκούσθη οὖν ἡ προσευχὴ καὶ ἀμφοῖν, καὶ | 219 in vol. 1 | |
1.220 | ἀπεστάλη πρὸς τοῦ θεοῦ Ῥαφαὴλ ὁ ἀρχάγγελος ἰάσα‐ σθαι μὲν τὴν πήρωσιν τῷ Τωβίτ, τὴν Σάρραν δὲ τῷ Τωβίᾳ μνηστεύσασθαι, καὶ δῆσαι τὸν Ἀσμοδαῖον τὸ πονηρὸν δαιμόνιον, ὥστε μή τι κακὸν τῷ Τωβίᾳ | |
5 | ἐργάσασθαι, εἰ τὴν Σάρραν ἀγάγοιτο. καλέσας δὲ ὁ Τωβὶτ τὸν Τωβίαν τὸν παῖδα αὐτοῦ καὶ παραινέσας πολλά, τέλος ἔφη αὐτῷ “δέκα τάλαντα ἀργυρίου πα‐ ρεθέμην Γαμαὴλ τῷ τοῦ Γαβρία ἐν Ῥάγοις τῆς Μη‐ δίας· πορευθεὶς οὖν λάβε ταῦτα.” καὶ ἔδωκεν αὐτῷ | |
10 | τὸ περὶ τούτων χειρόγραφον, καὶ ἐνετείλατο ζητῆσαι ἄνθρωπον ὃς μισθοῦ συμπορεύσεται αὐτῷ. καὶ ζη‐ τῶν συνοδοιπόρον ἐντυγχάνει τῷ ἀρχαγγέλῳ Ῥαφαὴλ ἐν εἴδει ἀνδρὸς φανέντι αὐτῷ καὶ ἐπαγγελλομένῳ εἰδέναι τὴν ὁδὸν καὶ τὸν οἶκον τοῦ Γαμαὴλ καὶ σὺν | |
15 | αὐτῷ πορευθῆναι. καὶ παραλαβὼν αὐτὸν ὡς ἄνθρω‐ πον Ἀζαρίαν καλούμενον ἀπῄει. καὶ ἦλθον ἑσπέρας ἐπὶ τὸν Τίγρην τὸν ποταμόν, καὶ ηὐλίσθησαν ἐκεῖ. Τωβίας δὲ εἰσέδυ τὸν ποταμὸν περικλύσασθαι, καὶ ἀνέθορεν ἐκεῖθεν ἰχθὺς καταπιεῖν τὸ μειράκιον. ὁ | |
20 | δὲ ἄγγελος ἐπιλαβέσθαι αὐτῷ τοῦ ἰχθύος παρεκελεύ‐ σατο, καὶ ἑλκυσθέντα αὐτὸν εἰς τὴν γῆν ἀνατμη‐ θῆναι εἶπε, καὶ λαβεῖν ὑπέθετο τῷ Τωβίᾳ τὴν καρ‐ δίαν αὐτοῦ καὶ τὸ ἧπαρ καὶ τὴν χολήν, καὶ διατηρεῖν ἀσφαλῶς. | |
25 | Ὡς δ’ ἐπορεύοντο καὶ ἤγγιζον Ἐκβατάνοις, ἔφη Τωβίας “ἀδελφὲ Ἀζαρία, εἰς τί χρησιμεύσουσιν ἡμῖν ἡ καρδία τοῦ ἰχθύος καὶ τὸ ἧπαρ καὶ ἡ χολή; ὁ δὲ ἀπεκρίνατο “ἡ καρδία καὶ τὸ ἧπαρ θυμιώμενα διώ‐ κουσι δαίμονας, ἐάν τινι ἐνοχλῶσιν, ἡ δὲ χολὴ ἐγχριο‐ | |
30 | μένη ὄμμασι λευκώματα ἔχουσι καθαίρει ταῦτα καὶ | 220 in vol. 1 |
1.221 | δίδωσι τὸ ὁρᾶν.” ἤδη δὲ τοῖς Ἐκβατάνοις προσήγγι‐ σαν, καί φησι τῷ Τωβίᾳ ὁ ἄγγελος “σήμερον αὐλι‐ σθησόμεθα παρὰ Ῥαγουὴλ συγγενεῖ σου τυγχάνοντι, ᾧ θυγάτηρ Σάρρα ἐστὶ φρονίμη τε καὶ καλή, καὶ | |
5 | λαλήσω περὶ αὐτῆς δοθῆναί σοι εἰς γυναῖκα.” ὁ δέ “ἀκήκοα” ἔφη “τὸ κοράσιον ἐκδεδόσθαι ἀνδράσιν ἑπτά, καὶ πάντας ἐν τῷ νυμφῶνι θανεῖν, ὅτι ἐρᾷ τούτου δαιμόνιον καὶ τοὺς αὐτὸ μνηστευσαμένους ἀπόλλυσι· καὶ δέδοικα μὴ καὶ αὐτὸς ἀναιρεθῶ παρ’ | |
10 | αὐτοῦ.” καὶ ὁ ἄγγελος “ἄκουσόν μου” φησί, “καὶ μηδείς σοι τοῦ δαιμονίου λόγος. ἐὰν γὰρ ἔλθῃς εἰς τὸν νυμφῶνα, ἄνθραξιν ἐπίθες ἐκ τῆς καρδίας τοῦ ἰχθύος καὶ ἐκ τοῦ ἥπατος, καὶ φεύξεται τὸ δαι‐ μόνιον τὴν ὀσμὴν αὐτῶν ὀσφρανθέν, καὶ οὐκέτι ἐπα‐ | |
15 | νελεύσεται.” καὶ εἰσῆλθον εἰς τὸν οἶκον Ῥαγουήλ. καὶ μαθὼν ἐκεῖνος περὶ Τωβία ὅτι υἱός ἐστι τοῦ Τω‐ βίτ, κατεφίλησεν αὐτόν, καὶ ἀκούσας ὅτι πεπήρωται ὁ Τωβίτ, ἔκλαυσε· καὶ ἀσμένως αὐτοὺς ἐδέξατο. ὁ δὲ ἄγγελος ἔφη τῷ Ῥαγουὴλ συζεῦξαι αὐτῷ τὴν Σάρ‐ | |
20 | ραν· κἀκεῖνος κατένευσε, καὶ καλέσας τὴν θυγατέρα καὶ τῆς χειρὸς αὐτῆς λαβόμενος παρέδωκεν αὐτὴν τῷ Τωβίᾳ, καὶ λαβὼν βιβλίον ἔγραψε συγγραφήν. μετὰ δὲ τὸ δεῖπνον εἰσήγαγον εἰς τὸ ταμιεῖον πρὸς αὐτὴν τὸν Τωβίαν. ὁ δὲ ἀπιὼν ἔλαβεν ἄνθρακας, | |
25 | καὶ ἐπιθεὶς ἐκ τῆς καρδίας καὶ τοῦ ἥπατος τοῦ ἰχθύος ἐκάπνισε, καὶ ἡ ὀσμὴ τούτων ἐφυγάδευσε τὸ δαι‐ μόνιον. Ῥαγουὴλ δὲ μεθ’ ἡμέραν ἔστειλε μίαν τῶν παιδισκῶν ἰδεῖν εἰ ζῇ ὁ Τωβίας. τῆς δὲ ἀνα‐ στρεψάσης καὶ ζῆν λεγούσης αὐτόν, εὐλόγησεν ὁ | |
30 | Ῥαγουὴλ τὸν θεόν. εἶπε δὲ πρὸς Τωβίαν “ἑορτά‐ σωμεν τοὺς γάμους ἐφ’ ἡμέρας δέκα καὶ τέσσαρας, | |
καὶ οὐκ ἐξελεύσῃ ἐντεῦθεν πρὸ τοῦ ταύτας παρελθεῖν. | 221 in vol. 1 | |
1.222 | καὶ τότε λαβὼν τὴν ἡμίσειαν μοῖραν τῶν ὑπαρχόν‐ των μοι πορεύου, τὰ δέ γε λοιπὰ λήψεσθε θανόντος ἐμοῦ καὶ τῆς τοῦ βίου μοι κοινωνοῦ.” φησὶν οὖν ὁ Τωβίας πρὸς Ῥαφαήλ “ἀδελφὲ Ἀζαρία, λάβε μοι | |
5 | τὸ χειρόγραφον καὶ πορεύθητι ἐν Ῥάγοις παρὰ Γα‐ μαὴλ καὶ κόμισον τὸ ἀργύριον· εἰ γὰρ χρονίσομεν, ὁ πατήρ μου σφόδρα ὀδυνηθήσεται.” καὶ ἀπῆλθεν ὁ ἄγγελος καὶ ἐνεχείρισε τῷ Γαμαὴλ τὸ χειρόγραφον καὶ ἔλαβε τὸ ἀργύριον καὶ ὑπέστρεψεν. | |
10 | Ἤδη δὲ παρελθουσῶν τῶν τοῦ γάμου ἡμερῶν “ἐξαπόστειλόν με” τῷ Ῥαγουὴλ ὁ Τωβίας φησί· καὶ λαβὼν τὴν γυναῖκα αὐτοῦ καὶ τὸ ἥμισυ τῶν ὑπαρ‐ χόντων τῷ Ῥαγουὴλ ἀπῄει. ἄρτι δὲ πλησίον γενομέ‐ νων τῆς Νινευί, φησὶν ὁ ἄγγελος πρὸς αὐτόν “προ‐ | |
15 | δράμωμεν ἔμπροσθεν, ἑτοιμάσωμεν τὴν οἰκίαν. λάβε δὲ μετὰ χεῖρας τὴν χολὴν τοῦ ἰχθύος, καὶ ἀνοίξει τοὺς ὀφθαλμοὺς αὐτοῦ ὁ πατήρ σου, σὺ δὲ ἔγχρισον αὐτοὺς τῇ χολῇ, καὶ δηχθεὶς διατρίψει αὐτούς, καὶ ἀποβαλεῖ τὰ λευκώματα.” ἡ δὲ μήτηρ αὐτοῦ ἐκάθητο | |
20 | τηροῦσα τὴν ὁδόν· καὶ ὡς ἔγνω τὸν υἱὸν αὐτῆς ἐρ‐ χόμενον, σπεύσασά φησι τῷ Τωβίτ “ἔρχεται ὁ υἱός σου,” καὶ προσδραμοῦσα κατεφίλησεν αὐτὸν καὶ εἶ‐ πεν “εἶδόν σε παῖ, καὶ νῦν εἰ θανοῦμαι, οὐ μέλον μοι.” Τωβὶτ δὲ ἐξῄει πρὸς τὴν θύραν προσκόπτων. | |
25 | καὶ ὁ Τωβίας αὐτοῦ ἐπελάβετο καὶ ἐπέχρισε τὴν χο‐ λὴν ἐπὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ, καὶ συνεδήχθησαν, καὶ διέτριψεν αὐτούς, καὶ ἐλεπίσθη ἀπ’ αὐτῶν τὰ λευκώματα. καὶ ἰδὼν τὸν υἱὸν αὐτοῦ εὐλόγησε τὸν θεόν. καὶ ὡς ἀπηγγέλη τῷ Τωβὶτ τὰ γεγονότα τῷ | |
30 | Τωβίᾳ ἐν Μηδίᾳ, ἐξῆλθε Τωβὶτ εἰς συνάντησιν τῆς νύμφης αὐτοῦ, καὶ ἰδὼν αὐτὴν εὐλόγησεν αὐτήν. οἱ | |
δὲ ἐν τῇ Νινευὶ ὁρῶντες αὐτὸν βλέποντα, καὶ ἀκη‐ | 222 in vol. 1 | |
1.223 | κοότες ὅσα ἐποίησεν ὁ θεὸς μεγαλεῖα, ἐθαύμαζον. εἶπε δὲ Τωβὶτ τῷ υἱῷ αὐτοῦ “δὸς δή, τέκνον, τὸν μισθὸν τῷ ἀνθρώπῳ τῷ συνελθόντι σοι, μᾶλλον μέν‐ τοι καὶ προσθεῖναι αὐτῷ δεῖ.” ὁ δέ “πάτερ” ἔφη, | |
5 | “δίκαιόν ἐστι τὰ ἡμίση λαβεῖν ὧν ἐνήνοχα.” καὶ εἶπε τῷ Ῥαφαήλ “λάβε μοι, ἀδελφὲ Ἀζαρία, τὸ ἥμισυ πάντων ὧν ἐνηνόχαμεν, καὶ πορεύου ὑγιαίνων.” τότε καλέσας κατὰ μόνας τοὺς δύο ὁ ἄγγελος ἀπήγγειλεν ἅπαν τὸ μεγαλεῖον ὃ ἐποίησε μετ’ αὐτῶν ὁ θεός, καὶ | |
10 | εἶπεν εἶναι ὁ Ῥαφαήλ, καὶ μὴ ἀφ’ ἑαυτοῦ παραγε‐ νέσθαι, ἀλλὰ σταλῆναι ὑπὸ θεοῦ. καὶ παρῄνεσεν αὐ‐ τοὺς εὐλογεῖν τὸν θεὸν καὶ ἐξομολογεῖσθαι ὅσα ἐποί‐ ησε μετ’ αὐτῶν. “μυστήριον μὲν γὰρ βασιλέως” ἔφη “κρύπτειν καλόν, τὰ δὲ ἔργα τοῦ θεοῦ ἀνακηρύττειν | |
15 | ἐνδόξως.” οἱ δὲ ἀκούσαντες ταῦτα ἔπεσον ὑπὸ τοὺς πόδας αὐτοῦ, καὶ ἀναστάντες οὐκέτι αὐτὸν εἶδον, καὶ ἀνθωμολογοῦντο τῷ θεῷ ἀνθ’ ὧν ἐποίησε μετ’ αὐτῶν θαυμασίων. Ἦν δὲ Τωβίτ, ὅτε τὴν ὅρασιν αὐτοῦ ἀπώλεσεν, | |
20 | ἐτῶν πεντήκοντα καὶ ὀκτώ, καὶ μετὰ ἔτη ὀκτὼ ἀπο‐ κατέστη πάλιν εἰς τὸ ὁρᾶν· καὶ ἦν μᾶλλον ἔκτοτε φοβούμενος τὸν θεὸν καὶ τὸ ἀγαθὸν ἐργαζόμενος. γεγηρακὼς δὲ εἰς ἔσχατον λέγει τῷ υἱῷ αὐτοῦ “τέ‐ κνον, ἰδοὺ γεγήρακα καὶ πρὸς τῷ θανεῖν εἰμι, σὺ | |
25 | δὲ λάβε τοὺς υἱούς σου καὶ ἄπελθε εἰς Μηδίαν· πέ‐ πεισμαι γὰρ ὅτι ὅσα προεῖπεν Ἰωνᾶς περὶ Νινευί, ὡς καταστραφήσεται, γενήσονται, καὶ ὅτι Ἱεροσό‐ λυμα ἔρημα ἔσται καὶ ὁ ναὸς κατακαυθήσεται, καὶ πάλιν ἐλεήσει τὴν πόλιν ὁ θεός, καὶ ἐπιστρέψει ὁ | |
30 | λαὸς καὶ οἰκοδομήσει αὐτήν. σὺ δὲ τήρησον τὸν νό‐ μον καὶ γίνου ἐλεήμων καὶ δίκαιος.” καὶ τοιαῦτα | |
ἐντειλάμενος τῷ υἱῷ αὐτοῦ ἐξέλιπεν, ἐτῶν γενόμενος | 223 in vol. 1 | |
1.224 | ἑκατὸν πεντήκοντα καὶ ὀκτώ. καὶ ἔθαψεν αὐτὸν ἐν‐ τίμως Τωβίας καὶ τὴν μητέρα αὐτοῦ, καὶ ἀπῆλθε μετὰ τῆς γυναικὸς αὐτοῦ εἰς Ἐκβάτανα πρὸς Ῥαγουὴλ τὸν πενθερὸν αὐτοῦ· καὶ ἔθαψε κἀκεῖνον γηρά‐ | |
5 | σαντα, καὶ ἐκληρονόμησεν αὐτόν. ἀπέθανε δὲ καὶ Τωβίας ἐτῶν ἑκατὸν εἴκοσι καὶ ἑπτὰ ἐν Ἐκβατάνοις τῆς Μηδίας, καὶ ἤκουσε πρὸ τοῦ θανεῖν τὴν ἀπώ‐ λειαν Νινευὶ αἰχμαλωτισθείσης ὑπὸ Ναβουχοδονόσορ καὶ Ἀσουήρου. | |
10 | Τὸ μὲν οὖν σύμπαν τῶν Ἑβραίων ἔθνος, ὡς ἤδη ἱστόρηται, δορυάλωτον παρὰ τῶν Ἀσσυρίων γενόμε‐ νον μετῳκίσθη, καὶ ἔρημος ἡ Ἱερουσαλὴμ καταλέ‐ λειπτο, οὐ πρότερόν τε τῆς αἰχμαλωσίας ἐλύθη πρὶν ἡ τῶν Ἀσσυρίων κατελύθη ἀρχὴ κατὰ τὴν προφητι‐ | |
15 | κὴν προαγόρευσιν ὑπὸ Μήδων τε καὶ Περσῶν, καὶ οἱ ἑβδομήκοντα παρῆλθον ἐνιαυτοί, οὓς ὁ προφήτης Ἱερεμίας προανεφώνησεν. οὐκ ἄκαιρον δ’ ἂν εἴη καὶ τῆς τῶν Ἀσσυρίων βασιλείας ἐπιτετμημένως διεξελ‐ θεῖν τὴν καθαίρεσιν, καὶ δεῖξαι τὴν προφητικὴν ἀλη‐ | |
20 | θεύουσαν πρόρρησιν, τὴν ὑπὸ Μήδων καὶ Περσῶν μέλλειν αὐτὴν καταλυθήσεσθαι προθεσπίσασαν· ἔχει δὲ οὕτως. Βασιλεῖαι καθ’ ἑαυτὰς ἦσαν ἡ τῶν Μήδων καὶ ἡ τῶν Περσῶν. καὶ τῆς μὲν ἦρχεν ὁ Ἀστυάγης, ὁ | |
25 | Καμβύσης δὲ τῆς Περσῶν. συνῴκει δ’ οὗτος τῇ Ἀστυάγους θυγατρὶ καλουμένῃ Μανδάνῃ, ἥτις παῖδα τῷ Καμβύσῃ τὸν Κῦρον ἐγείνατο· ὃς τοῖς τῶν Περ‐ σῶν νόμοις τραφεὶς ἀνδρειότατός τε καὶ σωφρονέ‐ | |
στατος νουνεχής τε καὶ δικαιότατος γέγονε. τὰ δὲ | 224 in vol. 1 | |
1.225 | νόμιμα τῶν Περσῶν τοιάδε ἦσαν, ὡς Ξενοφῶν συνε‐ γράψατο. ἦν αὐτοῖς ἀγορὰ ἐλευθέρα κεκλημένη, καθ’ ἣν τά τε βασίλεια σφίσι καὶ τὰ ἄλλα ἀρχεῖα πεποί‐ ηντο, ὧν τὰ ὤνια καὶ οἱ ἀγοραῖοι καὶ ἡ τούτων τύρβη | |
5 | καὶ αἱ φωναὶ ἀπελήλαντο, ἵνα μὴ τῇ τῶν πεπαιδευ‐ μένων εὐκοσμίᾳ μιγνύηται. διῄρητο δὲ ἡ ἐλευθέρα ἀγορὰ εἰς τετρακτὺν ἀρχείων· τούτων τὸ ἓν παισίν, ἄλλο δ’ ἐφήβοις ἀφώριστο, τελείοις δ’ ἀνδράσι τὸ ἕτερον, τοῖς δ’ ὑπὲρ τὰ στρατεύσιμα γεγονόσιν ἔτη | |
10 | ἀπονενέμητο τὸ λοιπόν, καὶ εἰς τὰς ἑαυτῶν χώρας παρῆσαν ἕκαστοι. τοὺς δ’ ἐφήβους καὶ περὶ τὰ ἀρ‐ χεῖα καταδαρθάνειν σὺν τοῖς ὅπλοις τοῖς γυμνητικοῖς ἐνενόμιστο πλὴν τῶν γεγαμηκότων· οὗτοι δὲ οὔτε ἐπεζητοῦντο, εἰ μὴ προείρητο, οὔτ’ ἀπεῖναι συχνάκις | |
15 | αὐτοῖς συγκεχώρητο. ἦσαν δ’ ἑκάστοις ἄρχοντες δώ‐ δεκα· εἰς γὰρ δώδεκα φυλὰς οἱ Πέρσαι διῄρηντο. οἱ μὲν δὴ παῖδες εἰς τὰ διδασκαλεῖα φοιτῶντες δικαιο‐ σύνην ἐμάνθανον, τῶν ἀρχόντων αὐτῶν τὸ πλεῖστον τῆς ἡμέρας δικαζόντων αὐτοῖς. ἐγίνοντο γὰρ δὴ καὶ | |
20 | παισὶ πρὸς ἀλλήλους ὥσπερ ἀνδράσιν ἐγκλήματα καὶ κλοπῆς καὶ βίας καὶ ἁρπαγῆς καὶ ἀπάτης καὶ ὕβρεως καὶ ἄλλων τινῶν. οὓς δ’ ἂν ἔγνων τούτων ἀδικοῦν‐ τας, ἐτιμωροῦντο· καὶ οὓς δ’ ἂν εὕρισκον ἀδίκως ἐγκαλοῦντας, ἐκόλαζον. ἐδίδασκον δὲ τοὺς παῖδας | |
25 | σωφροσύνην, προσέχοντας τοῖς πρεσβυτέροις σωφρό‐ νως διάγουσιν, ἐδίδασκον δὲ καὶ τροφῆς ἐγκράτειαν καὶ ποτοῦ. καὶ ὅτε τραφήσεσθαι ἔμελλον οἱ παῖδες, παρὰ τῷ διδασκάλῳ ἦσαν σιτούμενοι, ἄρτον φέρον‐ τες οἴκοθεν καὶ κάρδαμον ὄψον· καὶ ποτὸν ἐλάμβα‐ | |
30 | νον ποταμίου ὕδατος κώθωνα. ἐμάνθανον δὲ πρὸ τοῦ σιτεῖσθαι τοξεύειν καὶ ἀκοντίζειν. μέχρι δὴ ἓξ | |
ἐτῶν ἢ ἑπτὰ πρὸς τοῖς δέκα ταῦτα οἱ παῖδες ἔπραττον, | 225 in vol. 1 | |
1.226 | ἐκ τούτου δ’ εἰς τοὺς ἐφήβους ἐτάττοντο, καὶ δέκα ἔτη περὶ τὰ ἀρχεῖα ἐκάθευδον, παρεῖχον δὲ καὶ τὴν ἡμέραν ἑαυτοὺς τοῖς ἄρχουσι κεχρῆσθαι ὅπῃ ἐδέοντο σφῶν ὑπὲρ τοῦ κοινοῦ. ὅταν δ’ ἐπὶ θήραν ἐξῄει ὁ | |
5 | βασιλεύς, ἐξῆγε τῆς μοίρας αὐτῶν τὴν ἡμίσειαν. ἐθήρων δὲ κοινῇ, ὅτι συγγενὴς αὐτοῖς ἐδόκει αὕτη ἡ μελέτη τῇ ἀσκήσει τῇ πρὸς τὸν πόλεμον, καὶ εἴθιζεν ἀνίστασθαι πρωιαίτερον καὶ ψύχους καὶ θάλπους ἀνέχεσθαι, καὶ ὁδοιπορίαις καὶ δρόμοις ἐγύμναζε, | |
10 | καὶ τοξεῦσαι θηρίον καὶ ἀκοντίσαι ἐδίδασκε, καὶ πρός τι τῶν ἀλκίμων θηρίων ἀνταγωνίσασθαι παρεσκεύα‐ ζεν. ἐφέροντο δὲ θηρῶντες ἄριστον πλεῖον μὲν τῶν παίδων, τἄλλα δὲ ὅμοιον. καὶ οὐκ ἠρίστων θηρῶν‐ τες, εἰ μὴ ἐδέησεν ἢ θηρὸς ἕνεκα ἐπιμεῖναι ἢ ἄλ‐ | |
15 | λως διατρῖψαι περὶ τὴν θήραν ἠθέλησαν. τὸ οὖν ἄριστον τοῦτο δειπνήσαντες τὴν ὑστέραν μέχρι τοῦ δείπνου ἐθήρευον, καὶ μίαν τὰς ἡμέρας ταύτας ἐλο‐ γίζοντο ἄμφω. τοῦτο δ’ ἐποίουν ἵνα κἂν ἐν πολέμῳ δεήσῃ, δύνωνται τοῦτο ποιεῖν. ὄψον δὲ εἶχον ὃ ἂν ἐθή‐ | |
20 | ρασαν, εἰ δ’ οὔ, τὸ κάρδαμον. αἱ δὲ μένουσαι φυλαὶ διέτριβον μελετῶσαι πρὸς τοῖς ἄλλοις καὶ τοξεύειν καὶ ἀκοντίζειν καὶ πρὸς ἀλλήλους ταῦτα διαγωνίζε‐ σθαι. τοῖς δὲ μένουσι τῶν ἐφήβων ἐκέχρηντο αἱ ἀρ‐ χαὶ πρὸς ἰσχύος ἢ τάχους ἔργα δημόσια. ἐπειδὰν δ’ | |
25 | ἐπὶ τούτοις οἱ ἔφηβοι δέκα ἔτη διήγαγον, ἐτέλουν εἰς τοὺς τελείους ἄνδρας, καὶ ἔκτοτε πέντε καὶ εἴ‐ κοσιν οὕτω διῆγον ἐνιαυτούς. καὶ εἰ ἔδει στρατεύε‐ σθαι, τόξα μὲν οὐκέτι ἔχοντες οὐδὲ παλτὰ ἐστρατεύ‐ οντο, τὰ δὲ ἀγχέμαχα ὅπλα καλούμενα, θώρακα περὶ | |
30 | τοῖς στέρνοις καὶ γέρρον ἐν τῇ ἀριστερᾷ, ἐν δὲ τῇ δεξιᾷ μάχαιραν ἢ κοπίδα. καὶ αἱ ἀρχαὶ δὲ πᾶσαι ἐκ | |
τούτων καθίσταντο. ἐπειδὰν δὲ τὰ πέντε καὶ εἴκοσι | 226 in vol. 1 | |
1.227 | διετέλεσαν ἔτη, ἦσαν μὲν πλειόνων γεγονότες ἐνιαυ‐ τῶν ἢ πεντήκοντα ἀπὸ γενεᾶς, ἐξήρχοντο δὲ τηνι‐ καῦτα εἰς τοὺς γεραιτέρους. οἱ δὲ γεραίτεροι ἐστρα‐ τεύοντο μὲν οὐκέτι ἔξω τῆς ἑαυτῶν, μένοντες δ’ οἴ‐ | |
5 | κοι ἐδίκαζον τά τε κοινὰ καὶ τὰ ἰδιωτικὰ ξύμπαντα, καὶ τὰ θανατικὰ δ’ ἐκεῖνοι ἔκρινον, καὶ τὰς ἀρχὰς ἁπάσας ᾑροῦντο. καὶ ἤν τις ἢ ἐν ἐφήβοις ἢ ἐν ἀν‐ δράσι παρέβη τι τῶν νομίμων, οἱ γεραίτεροι αὐτὸν ἐξέκρινον. ὁ δ’ ἐκκριθεὶς ἄτιμος διετέλει τὸ λοιπὸν | |
10 | τοῦ βίου. αἰσχρὸν δὲ παρὰ Πέρσαις λελόγιστο καὶ τὸ ἀποπτύειν καὶ τὸ ἀπομύττεσθαι καὶ τὸ φύσης ὦφθαι μεστοὺς καὶ τὸ φανερὸν τινὰ γενέσθαι οὐ‐ ροῦντα ἢ κοιλίας ποιούμενον ἔκκρισιν. ταῦτα δὲ οὐκ ἠδύναντο ποιεῖν, εἰ μὴ μετρίᾳ διαίτῃ ἐχρῶντο καὶ τὸ | |
15 | ὑγρὸν ἐκπονοῦντες ἀνήλισκον. Ταῦτα μὲν τὰ ἔθη τῶν Περσῶν καὶ τὰ νόμιμα· Κῦρος δὲ τούτοις τραφείς τε καὶ παιδευθείς, καὶ τὴν ἔφηβον ὑπερβὰς ἡλικίαν καὶ τοῖς ἀνδράσι καταλε‐ γείς, ἐν ἅπασιν εὐδοκίμησεν. ἤδη δὲ τοῦ μητροπά‐ | |
20 | τορος αὐτοῦ τοῦ τῶν Μήδων βασιλεύοντος Ἀστυά‐ γους τὴν ζωὴν μεταλλάξαντος ὁ παῖς ἐκείνου Κυα‐ ξάρης, ὃς καὶ Δαρεῖος ὠνόμαστο, τὴν πατρικὴν ἀρχὴν διεδέξατο, τοῦ Κύρου τυγχάνων μητράδελφος. Ὁ δὲ τῶν Ἀσσυρίων κρατῶν, εἰς μέγα τῆς βασι‐ | |
25 | λείας αὐξηθείσης αὐτῷ, καὶ ἄρχων μὲν τοῦ φύλου τῶν Ἀσσυρίων ὄντος πολυπληθοῦς, ὑφ’ ἑαυτὸν δὲ πεποιημένος τοὺς Ἄραβας, ὑπηκόους δὲ καὶ τοὺς Ὑρ‐ κανίους κτησάμενος καὶ τοὺς Σύρους ὑποφόρους, τούς γε μὴν Βακτρίους πολιορκῶν καὶ τὸ τῶν Ἑβραίων | |
30 | γένος ἤδη καταστρεψάμενος, καὶ ἄλλα δὲ πλεῖστα | 227 in vol. 1 |
1.228 | τῶν ἐθνῶν θέμενος ὑποχείρια, ᾤετο, εἰ τοὺς Μήδους ἀσθενώσειε, πάντων γε τῶν πέριξ ῥᾷον κρατήσειν. ταῦτα δὲ διανοηθεὶς τούς τε ὑφ’ ἑαυτὸν ἡτοίμαζεν, ἔπεμψε δὲ καὶ πρὸς Κροῖσον τὸν βασιλέα Λυδῶν καὶ | |
5 | πρὸς ἄμφω τοὺς Φρύγας, πρὸς Παφλαγόνας τε καὶ Ἰνδοὺς καὶ πρὸς Κᾶρας καὶ Κίλικας, αἰτῶν συμμα‐ χήσειν αὐτῷ κατὰ Μήδων ὡρμημένῳ, ὡς καὶ αὐτοῖς τοῦ πολέμου συμφέροντος, δυνατὸν εἶναι λέγων τὸ ἔθνος, ἐπιγαμίαν τε πρὸς Πέρσας πεποιημένον καὶ | |
10 | τὴν παρ’ ἐκείνων προσκτήσασθαι ἀρωγήν, καὶ θάτε‐ ρον συγκροτεῖσθαι παρὰ θατέρου, ὥστε εἰ μή τις αὐ‐ τοὺς φθάσας ἀσθενώσει, ἑκάστῳ τῶν ἐθνῶν ἐπιόν‐ τας κρατήσειν αὐτῶν. ὁ μὲν οὖν τοιούτους λόγους πρὸς ἕκαστον τῶν ἐθνῶν διεπέμπετο· τῶν δὲ τὰ μὲν | |
15 | τοῖς λόγοις τούτοις παρακινούμενα, τὰ δὲ καὶ χρή‐ μασι καὶ δώροις ἀναπειθόμενα, ἔνια δὲ καὶ φόβῳ τοῦ Ἀσσυρίου κρατούμενα συμμαχήσειν κατέθεντο. Κυαξάρης δὲ ταῦτα μαθὼν αὐτός τε παρεσκευά‐ ζετο καὶ εἰς Πέρσας ἀπέστειλε πρός τε τὸ κοινὸν καὶ | |
20 | πρὸς τὸν σφῶν βασιλέα Καμβύσην, συμμαχίαν αἰτῶν καὶ τὸν Κῦρον τὸν ἀδελφιδοῦν ἄρχοντα τῶν συμμά‐ χων ἐλεύσεσθαι ἀξιῶν· ἤδη γὰρ ἐν τοῖς τελείοις ἠρί‐ θμητο. συμμαχήσειν οὖν τῶν Περσῶν καταθεμένων οἱ γεραίτεροι ἄρχοντα τὸν Κῦρον αἱροῦνται τῆς εἰς | |
25 | Μήδους στρατιᾶς, καὶ τρισμυρίους αὐτῷ ἔδοσαν πελ‐ ταστὰς καὶ τοξότας καὶ σφενδονήτας. ὡς οὖν ᾑρέθη, τῷ πατρὶ συνταξάμενος ἀπῄει πρὸς Μήδους σὺν τῷ στρατεύματι. ἐπεὶ δὲ ἀφίκετο, οὔπω δὲ παρῆν ὁ Ἀσσύριος, ἀσκεῖν ἐπέταττε τοῖς ἑαυτοῦ τὰ πολέμια. | |
30 | ἐν τούτοις δὲ παρὰ Κυαξάρου ἧκεν ἄγγελος λέγων ὅτι Ἰνδῶν παρείη πρεσβεία, καί “δεῖ παρεῖναι καὶ | |
σέ. φέρω δέ σοι καὶ στολὴν τὴν καλλίστην· βούλεται | 228 in vol. 1 | |
1.229 | γάρ σε προσάγειν ἐστολισμένον λαμπρότατα, ἵν’ οὕτω τοῖς Ἰνδοῖς ὀφθείης.” ὡς δ’ ἀφίκετο ἐπὶ τὰς Κυα‐ ξάρου θύρας μετὰ τῆς στρατιᾶς, καὶ περσικῶς ἐσταλ‐ μένος εἰσῄει πρὸς αὐτόν, ἠχθέσθη ἐκεῖνος τῇ λιτό‐ | |
5 | τητι τῆς στολῆς. κληθέντες δὲ οἱ Ἰνδοὶ εἶπον ἐστάλ‐ θαι παρὰ τοῦ σφετέρου βασιλέως ἐρωτῶντος ἐξ οὗ ὁ πόλεμος εἴη Μήδοις τε καὶ τῷ Ἀσσυρίῳ, τὰ αὐτὰ δὲ πυθέσθαι κἀκείνου, καὶ ἀμφοτέροις εἰπεῖν ὅτι ὁ Ἰν‐ δῶν βασιλεὺς τὸ δίκαιον σκεψάμενος μετὰ τοῦ ἠδι‐ | |
10 | κημένου ἔσται. πρὸς ταῦτα ὁ Κυαξάρης ἔφη “ἡμεῖς μὲν ἀδικοῦμεν οὐδὲν τὸν Ἀσσύριον, ἐκείνου δὲ ὅ,τι λέγει πυνθάνεσθε.” ὁ δὲ Κῦρος εἶπεν “εἰ παρ’ ἡμῶν ἀδικεῖσθαί φησιν ὁ Ἀσσύριος, ὦ Ἰνδοί, αὐτὸν αἱ‐ ρούμεθα δικαστὴν τὸν βασιλέα ὑμῶν.” | |
15 | Οἱ μὲν δὴ ταῦτα ἀκούσαντες ᾤχοντο· ὁ δὲ Κῦρος μὴ θέλων ἄπρακτον καθῆσθαι τὴν ἑαυτοῦ στρατιάν, τῷ Κυαξάρῃ φησίν “ἔναγχος μέμνημαί σου ἀκούσας ὡς ὁ Ἀρμένιος οὔτε στράτευμα πέμπει σοι οὔτε τὸν δασμὸν δίδωσι, τὰς συνθήκας ἠθετηκώς. εἰ οὖν βού‐ | |
20 | λει, πέμψον ἐμέ, ἱππέας μοι μετρίους προσθέμενος· καὶ οἶμαι σὺν τοῖς θεοῖς ὡς καὶ τὸ στράτευμα πέμψει καὶ ἀποδοίη καὶ τὸν δασμόν.” ὡς δὲ ἐφῆκεν ὁ Κυαξά‐ ρης, ὑποσχόμενος, ὅτε τοῖς ὅροις πλησιάσει τῆς Ἀρ‐ μενίας, πέμψειν αὐτῷ τοὺς ἱππέας, ἀπῄει ὁ Κῦρος | |
25 | ὡς πρὸς θήραν ἐξιών· καὶ γὰρ εἰώθει θηρᾶν μέσον τῶν ὁρίων ἀμφοῖν, τῶν τε Μήδων φημὶ καὶ τῶν Ἀρ‐ μενίων. καὶ ἀπελθὼν ἐθήρα καὶ ἐπέβαινε τῶν ὀρῶν τῆς Ἀρμενίας ἐπὶ τὸ πρόσω χωρῶν ἠρέμα. ὡς δ’ ᾔσθετο ταῦτα ὁ Κυαξάρης, ἀπέστειλεν αὐτῷ τοὺς ἱπ‐ | |
30 | πεῖς. ἐλθόντων δ’ ἐκείνων συγκαλέσας τοὺς ταξιάρ‐ χας ἐξέφηνε τὸ ἀπόρρητον, καὶ ἥκειν ἔφη διὰ τὸν | |
Ἀρμένιον ἀγνωμονήσαντα πρὸς τὸν Κυαξάρην. καὶ | 229 in vol. 1 | |
1.230 | τῷ μὲν Χρυσάντᾳ ἐνετέλλετο τοὺς ἡμίσεις λαβεῖν τῶν Περσῶν καὶ εἰς τὰ ὄρη τῶν Ἀρμενίων γενέσθαι, φυ‐ λάττεσθαί τε μὴ γνωρισθῆναι ὅτι στράτευμα εἴη ἐν τούτοις, ἀλλά τινας προπέμπειν λῃσταῖς ἐοικότας καὶ | |
5 | τὸ πλῆθος καὶ τὰς στολάς, ὥστε εἴ τινες ἴσως τού‐ τοις ἐντύχοιεν, κλῶπας νομίζειν εἶναι. καὶ ὁ μὲν Χρυσάντας μετὰ τῶν Περσῶν ἐπὶ τὰ ὄρη ἐχώρει, ὁ δὲ Κῦρος πέμψας πρὸς τὸν Ἀρμένιον ἐκέλευεν ὡς τάχιστα οἴσειν καὶ τὸν δασμὸν καὶ τὸ στράτευμα, καὶ | |
10 | αὐτὸς ἀπῄει συντεταγμένος. ὡς δ’ ἤκουσε ταῦτα ὁ Ἀρμένιος, ἐξεπλάγη, καὶ ἔπεμπε μὲν ἀθροίζων τὴν ἑαυτοῦ στρατιάν, ἔπεμπε δὲ καὶ τὰς γυναῖκας τόν τε νεώτερον υἱὸν καὶ τὰ χρήματα εἰς τὰ ὄρη· οὐ γὰρ τεῖχος τῇ σφῶν κατοικίᾳ περιεβέβλητο. ἐπεὶ δὲ οἱ | |
15 | πρὸς τὰ ὄρη πεμφθέντες ἐνέπεσον τοῖς ἐκεῖ ἐφεδρεύ‐ ουσι, καὶ αἵ τε γυναῖκες καὶ ὁ υἱὸς καὶ αἱ θυγατέ‐ ρες τοῦ Ἀρμενίου ἑάλωσαν, ἀπορῶν αὐτὸς καὶ ἑαυ‐ τὸν τῷ Κύρῳ παρέδωκεν. Ἐν τούτοις δὲ ὁ πρεσβύτερος τοῦ Ἀρμενίου παῖς | |
20 | Τιγράνης ἀπόδημος ὢν προσῄει, ὅς ποτε σύνθηρος τῷ Κύρῳ ἐγένετο, καὶ γνοὺς τὰ συμβάντα εὐθὺς ὡς εἶχε πρὸς τὸν Κῦρον ἀπῄει· καὶ ἰδὼν τόν τε πατέρα καὶ τὴν μητέρα καὶ τὰς ἀδελφὰς καὶ τὴν ἑαυτοῦ γυ‐ ναῖκα αἰχμαλώτους, ἐδάκρυσεν. ὁ δὲ Κῦρος “εἰς και‐ | |
25 | ρὸν ἥκεις” ἔφη. καὶ πολλὰ τῷ Ἀρμενίῳ διαλεχθεὶς καὶ ἀδικοῦντα ἐλέγξας, τέλος ἔφη “λέγε μοι πόση σοι δύναμίς ἐστι, πόσα δὲ χρήματα.” τοῦ δὲ εἰπόντος ἱππεῖς μὲν ὀκτακισχιλίους εἶναι, πεζῶν δὲ μυριάδας τέσσαρας, χρήματα δὲ εἰς ἀργύριον λογισθέντα πλείω | |
30 | τρισχιλίων ταλάντων, ὁ Κῦρος “τῆς μὲν στρατιᾶς” | 230 in vol. 1 |
1.231 | ἔφη “τοὺς ἡμίσεις μοι σύμπεμψον, τῶν δὲ χρημάτων ἀντὶ μὲν τῶν πεντήκοντα ταλάντων τοῦ ἐτησίου δα‐ σμοῦ διπλάσια Κυαξάρῃ ἀπόδος· ἐμοὶ δ’” ἔφη “ἄλλα ἑκατὸν δάνεισον.” καὶ ταῦτα εἰπὼν τήν τε γυναῖκα | |
5 | τῷ Ἀρμενίῳ καὶ τοὺς παῖδας δῶρον ἔδωκε, καὶ τῷ Τιγράνῃ τὴν οἰκείαν νεογάμῳ ὄντι, καὶ ἀφῆκε πάντας. Ἀρμενίοις δὲ καὶ Χαλδαίοις ὁμοροῦσι διαφοραὶ ἦσαν ἀεὶ καὶ μάχαι· τούτους δ’ ἀλλήλοις ὁ Κῦρος κα‐ | |
10 | τήλλαξε, καὶ οὕτως ἀπῄει. καὶ τὸ μὲν στράτευμα ὃ ἐκ τοῦ Ἀρμενίου ἔλαβεν ἔπεμψε πρὸς Κυαξάρην, ἐπεὶ δ’ ἀφίκετο εἰς Μήδους, μετέδωκε τῶν χρημά‐ των τοῖς αὐτοῦ ταξιάρχαις. εἶτα σὺν τῷ Κυαξάρῃ ἐνέβαλεν εἰς τὴν πολεμίαν, καὶ ἐστρατοπεδεύσαντο | |
15 | καὶ λείαν πολλὴν ἐκεῖθεν συνήγαγον. ὡς δὲ προσι‐ όντας καὶ τοὺς Ἀσσυρίους ἐπύθοντο, συντεταγμένοι προσῄεσαν, καὶ ἐστρατοπεδεύσαντο ἀλλήλων παρα‐ σάγγην ἀπέχοντες. τῇ δ’ ὑστεραίᾳ ἐξαγαγὼν ὁ Κῦ‐ ρος τὸ ἑαυτοῦ στράτευμα παρετάξατο, καὶ καθ’ ἕτε‐ | |
20 | ρον κέρας σὺν τοῖς Μήδοις ὁ Κυαξάρης, ἑτέρωθεν δ’ οἱ Ἀσσύριοι καὶ οἱ συμμαχοῦντες αὐτοῖς. καὶ πα‐ ραθήξαντες ἀλλήλους οἱ Πέρσαι ὁμόσε δρόμῳ ἐφέ‐ ροντο καὶ ὁ Κῦρος αὐτός. οἵ γε μὴν πολέμιοι οὐκέτ’ ἔμενον, ἀλλ’ ἔφευγον εἰς τὸ ἔρυμα. καὶ οἱ Πέρσαι | |
25 | αὐτοῖς ἐφεπόμενοι ὠθουμένων αὐτῶν πολλοὺς κατε‐ στρώννυσαν, τοὺς δὲ εἰς τὰς τάφρους ἐμπίπτοντας ἐπεισπηδῶντες ἐφόνευον. καὶ οἱ τῶν Μήδων δὲ ἱπ‐ πεῖς εἰς τοὺς τῶν πολεμίων ἱππέας ἤλαυνον· οἱ δ’ ἐνέκλινον· ἔνθα δὴ καὶ ἵππων διωγμὸς ἦν καὶ ἀν‐ | |
30 | δρῶν καὶ φόνος ἐξ ἀμφοτέρων. ἰδοῦσαι δὲ αἱ γυναῖ‐ κες τῶν Ἀσσυρίων καὶ τῶν συμμάχων ταῦτα, ἀνέ‐ | |
κραγον καὶ ἔθεον ἐκπεπληγμέναι, καὶ τοὺς πέπλους | 231 in vol. 1 | |
1.232 | περιρρηγνύμεναι καὶ δρυπτόμεναι ἱκέτευον πάντας ἀμῦναι καὶ αὐταῖς καὶ τέκνοις καὶ σφίσιν αὐτοῖς. ἔνθα δὴ καὶ οἱ βασιλεῖς αὐτοὶ σὺν τοῖς πιστοτάτοις στάντες ἐπὶ τὰς εἰσόδους ἐμάχοντο καὶ τοῖς ἄλλοις | |
5 | παρεκελεύοντο. δείσας δ’ ὁ Κῦρος μὴ ὀλίγοι ὄντες, εἰ βιάσαιντο εἰς τὸ χαράκωμα εἰσελθεῖν, ὑπὸ πολ‐ λῶν σφαλεῖεν, παρηγγύησεν ὑπὸ πόδα ἀνάγειν ἔξω βελῶν· καὶ ταχὺ τὸ κεκελευσμένον ἐποίησαν. εἶτ’ ἀπήγαγε τοὺς οἰκείους ὅσον ἐδόκει καλῶς ἔχειν, καὶ | |
10 | ἐστρατοπεδεύσατο. οἱ δ’ Ἀσσύριοι, καὶ τεθνηκότος τοῦ ἄρχοντος καὶ σχεδὸν σὺν αὐτῷ τῶν βελτίστων, ἠθύμουν. ὁρῶντες δὲ ταῦτα ὅ τε Κροῖσος καὶ οἱ ἄλ‐ λοι σύμμαχοι σφῶν πάντες ἤλγουν. ἐντεῦθεν ἐκλεί‐ πουσι τὸ στρατόπεδον καὶ ἀπέρχονται τῆς νυκτός. | |
15 | ὡς δὲ μεθ’ ἡμέραν ἔρημον ἐφάνη τὸ τῶν πολεμίων χαράκωμα, διαβιβάζει τοὺς Πέρσας ὁ Κῦρος πρώ‐ τους, εἶτα καὶ οἱ ἀμφὶ Κυαξάρην διέβαινον. τῷ μὲν οὖν Κύρῳ διώκειν τοὺς πολεμίους ἐδόκει, τῷ δέ γε Κυαξάρῃ τοὐναντίον ἅπαν ἦν αἱρετόν. καὶ ὁ Κῦρος | |
20 | “δὸς δή μοι τῶν Μήδων” ἔφη “τινὰς συμπορευομέ‐ νους μοι, ἐκείνους δὴ ὅσοι μοι ἐθελονταὶ συνέψεσθαι προθυμήσονται.” καὶ ὁ Κυαξάρης ἐφῆκε, καὶ τὸν ἀγγελοῦντα ταῦτα τοῖς Μήδοις τῷ Κύρῳ συνέ‐ πεμψεν. | |
25 | Ἐν τοσούτῳ δὲ ἄγγελοι ἐκ τῶν Ὑρκανίων ἀφί‐ κοντο. οἱ δ’ Ὑρκάνιοι ὅμοροι τῶν Ἀσσυρίων εἰσίν, ἔθνος οὐ πολύ, διὸ καὶ ἦσαν τῶν Ἀσσυρίων ὑπή‐ κοοι· ἐχρῶντο δ’ αὐτοῖς οὔτ’ ἐν πόνοις οὔτ’ ἐν κιν‐ δύνοις αὐτῶν φειδόμενοι. καὶ τότε δὲ οὐραγεῖν ἐτε‐ | |
30 | τάχατο, ἱππεῖς ὄντες ὡς χίλιοι, ὅπως εἴ τι ὄπισθεν εἴη δεινόν, ἐκείνοις τοῦτ’ ἐνσκήψειε πρὸ αὐτῶν. οἱ | |
δὲ οἷα πάσχουσιν ἐννοούμενοι, ἔπεμψαν ἀγγέλους | 232 in vol. 1 | |
1.233 | πρὸς Κῦρον ἐροῦντας ὡς μισοῖντο δικαίως παρ’ αὐ‐ τῶν οἱ Ἀσσύριοι, καὶ εἰ βούλοιτο ἰέναι ἐπ’ αὐτούς, καὶ σφεῖς ἔσοιντο σύμμαχοι καὶ ἡγήσοιντο. ὁ δὲ ἤρετο εἰ καταλήψοιντο αὐτούς· καὶ οἱ Ὑρκάνιοι εἶπον ὅτι | |
5 | κἂν αὔριον ἕωθεν πορεύοιντο εὔζωνοι, καταλήψοιντο σφᾶς. καὶ ὁ Κῦρος πίστεις ᾔτει ὡς ἀληθεύοιεν· οἱ δὲ ὁμήρους κατέθεντο παρασχεῖν, εἰ καὶ αὐτὸς δεξιὰν δοίη καὶ πιστὰ θεῶν ποιήσαιτο. καὶ ὁ μὲν Κῦρος δίδωσιν αὐτοῖς πιστά, ἦ μὴν ἐὰν ἃ λέγουσιν ἐμ‐ | |
10 | πεδώσωσιν, ὡς φίλοις καὶ πιστοῖς χρῆσθαι αὐτοῖς, καὶ μήτε Περσῶν μήτε Μήδων μεῖον ἔχειν τι παρ’ αὐτῷ. Ἐπὶ τούτοις ὁ Κῦρος ἔτι φάους ὄντος ἐξῆγε τὸ στράτευμα, καὶ ὁ Τιγράνης μετὰ τῶν Ἀρμενίων | |
15 | συνῆν, καὶ τοὺς Ὑρκανίους δὲ περιμένειν ἐκέλευσεν, ἵν’ ἅμα ἴοιεν. τῶν δὲ Μήδων σχεδὸν ἅπαντες συνεξ‐ ῄεσαν τῷ Κύρῳ. ἡγεῖσθαι οὖν τοὺς Ὑρκανίους ἐκέ‐ λευε· καὶ πολλὴν ὁδὸν διανύσας πλησίον γίνεται τοῦ τῶν Ὑρκανίων στρατεύματος. καὶ οἱ ἄγγελοι τοῦτο | |
20 | τὸν Κῦρον ἐδίδασκον, καὶ ὃς ἐκέλευσεν, εἰ φίλοι εἰσίν, ὡς τάχιστα ὑπαντᾶν τὰς δεξιὰς ἀνατείναντας. καὶ οἱ Ὑρκάνιοι ταῦτα ἐνωτισάμενοι παρῆσαν εὐθύς, τὰς δεξιὰς ὥσπερ εἴρητο ἀνατείνοντες. δεξιωσάμενος δὲ αὐτούς “εἴπατέ μοι” φησί, “πόσον ἀπέχει ἐνθένδε | |
25 | ἔνθα αἱ ἀρχαὶ τῶν πολεμίων εἰσὶ καὶ τὸ ἀθρόον αὐ‐ τῶν;” οἱ δ’ ἔφασαν ὀλίγῳ πλέον ἢ παρασάγγην. ἡγεῖσθαι οὖν τοὺς Ὑρκανίους ἐπέταττε. καὶ οἱ μὲν ἡγοῦντο, αὐτὸς δὲ σὺν τοῖς Πέρσαις τὸ μέσον ἔχων ἐπορεύετο, τοὺς δὲ ἱππεῖς ἑκατέρωθεν ἔταξεν. ἐπεὶ | |
30 | δὲ φάος ἐγένετο καὶ ἔγνων τὰ δρώμενα οἱ πολέμιοι, οὐδεὶς ἐμάχετο, ἀλλ’ οἱ μὲν ἔφευγον, οἱ δὲ καὶ ἀμα‐ | |
χεὶ ἀπώλλυντο. | 233 in vol. 1 | |
1.234 | Κροῖσος δὲ ὁ Λυδῶν βασιλεὺς τὰς γυναῖκας σὺν ταῖς ἁρμαμάξαις νυκτὸς προέπεμψεν, ὡς ῥᾷον κατὰ ψῦχος πορεύοιντο, θέρος γὰρ ἦν, καὶ αὐτὸς τοὺς ἱπ‐ πεῖς ἔχων ἐπηκολούθει. καὶ τὸν τῆς παρ’ Ἑλλήσπον‐ | |
5 | τον ἄρχοντα Φρυγίας τὰ αὐτὰ ποιῆσαί φασιν. ὡς δ’ οἱ φεύγοντες αὐτοὺς κατελάμβανον, καὶ τὸ γινόμε‐ νον ἔγνων, ἔφευγον καὶ αὐτοί. τὸν δὲ τῶν Καππα‐ δοκῶν βασιλέα ἔτι ἐγγὺς ὄντα κατακαίνουσιν οἱ Ὑρ‐ κάνιοι. καὶ οἱ μὲν ἄλλοι ἐδίωκον, ὁ δὲ Κῦρος τοὺς | |
10 | σὺν αὐτῷ περιελαύνειν ἐκέλευε τὸ στρατόπεδον, καὶ κτείνειν μὲν τοὺς ἐξιόντας σὺν ὅπλοις, τοῖς δὲ μέ‐ νουσιν ἐκήρυξεν ἀποφέρειν τὰ ὅπλα συνδεδεμένα, τοὺς δ’ ἵππους ἐπὶ ταῖς σκηναῖς καταλείπειν· τὸν δὲ μὴ οὕτω ποιοῦντα τῆς κεφαλῆς στερεῖσθαι. οἱ μὲν | |
15 | δὴ τὰ ὅπλα ἔχοντες ἐρρίπτουν ἀποφέροντες εἰς ἓν χωρίον, καὶ ταῦτα οἱ τεταγμένοι κατέκαιον. ὁ δὲ Κῦρος ἐννοήσας ὡς ἦλθον οὔτε σῖτα οὔτε ποτὰ ἔχον‐ τες, ἐκήρυξε τοὺς τῶν σκηνῶν ἐπιτρόπους παρεῖναι πάντας, καὶ ὡς παρῆσαν “ἄγετε, ὦ ἄνδρες” ἔφη, “δι‐ | |
20 | πλάσια ἐν ἑκάστῃ σκηνῇ σῖτα παρασκευάσατε ἢ τοῖς δεσπόταις καὶ τοῖς οἰκέταις αὐτῶν καθ’ ἡμέραν ἐποι‐ εῖτε.” καὶ οἱ μὲν ὡς παρηγγέλθησαν ἔπραττον. τῶν δὲ Μήδων τινὲς οἱ μὲν ἁμάξας προωρμημένας κατα‐ λαβόντες καὶ ἀποστρέψαντες μεστὰς ὧν δεῖται στρα‐ | |
25 | τιὰ προσήλαυνον, οἱ δὲ καὶ ἁρμαμάξας γυναικῶν τῶν βελτίστων προσῆγον, καὶ ἐπιδεικνύντες Κύρῳ ἃ ἦγον πάλιν ἀπήλαυνον. ὁ δὲ Κῦρος ἐπὶ τούτοις ἐδάκνετο καὶ κατεμέμφετο ἑαυτοῦ, καὶ συγκαλέσας τοὺς τα‐ ξιάρχας συνεβούλευεν ἱππικὸν καὶ τοὺς Πέρσας κτή‐ | |
30 | σασθαι, ἵνα τούτῳ τοὺς ἱππότας διώκοιεν καὶ τοὺς | 234 in vol. 1 |
1.235 | φεύγοντας καταλαμβάνοιεν· καὶ οἱ ἄλλοι συνῄνεσαν. ἤδη δ’ ὑπερμεσούσης ἡμέρας προσήλαυνον οἱ ἱππεῖς οἱ Μῆδοι καὶ Ὑρκάνιοι ἵππους τε ἄγοντες αἰχμα‐ λώτους καὶ ἄνδρας. τοῖς μὲν οὖν αἰχμαλώτοις ἀν‐ | |
5 | δράσιν “ἄπιτε” εἶπε “τήν τε χώραν ὑμῶν ἐργαζόμενοι καὶ τὰς οἰκίας οἰκοῦντες καὶ γυναιξὶ ταῖς ὑμετέραις συνοικοῦντες καὶ παίδων τῶν ὑμετέρων ἀπολαύοντες, καὶ τοῖς ἄλλοις δὲ διαγγέλλετε ταῦτα· ἓν γάρ τι και‐ νὸν ἔσται ὑμῖν ὅτι οὐχ ὁ αὐτὸς ὑμῶν ἄρξει ὅσπερ | |
10 | καὶ πρότερον, τὰ δ’ ἄλλα τὰ αὐτὰ ἔσται πάντα ὑμῖν.” οἱ μὲν οὖν προσκυνοῦντες ἀπῄεσαν· ὁ δὲ Κῦρος “ὥρα δή,” ἔφη “ὦ Μῆδοί τε καὶ Ἀρμένιοι, δειπνεῖν· πα‐ ρεσκεύασται δὲ ὑμῖν δεῖπνα ὡς ἡμεῖς, ὦ βέλτιστοι, ἠδυνάμεθα. καὶ ὑμεῖς δέ, ὦ Ὑρκάνιοι” ἔφη, “δια‐ | |
15 | γάγετε αὐτοὺς ἐπὶ τὰς σκηνάς, τοὺς μὲν ἄρχοντας ἐπὶ τὰς μεγίστας, τοὺς δ’ ἄλλους ὡς ἂν δοκῇ κάλ‐ λιστα ἔχειν, καὶ αὐτοὶ δὲ δειπνεῖτε· σῷαι γὰρ ὑμῖν αἱ σκηναὶ καὶ ἀκέραιοι.” καὶ οἱ μὲν ἐποίουν ὡς ἐκε‐ λεύσθησαν· ὁ δὲ Κῦρος πολλοὺς τῶν Περσῶν διέ‐ | |
20 | πεμψε κύκλῳ τηρεῖν τὸ στρατόπεδον, ἵνα εἴ τίς τε ἔξωθεν προσίοι, μὴ λάθοι, καὶ εἴ τις τῶν ἐντὸς ἀπο‐ διδράσκοι, ἁλώσοιτο. καὶ οἱ μὲν Πέρσαι οὕτω διῆ‐ γον. τῇ δ’ ἑξῆς ἡμέρᾳ τὰ λάφυρα τοῖς στρατιώταις διανεμηθῆναι προσέταξε, τοὺς δ’ ἵππους τοῖς Πέρ‐ | |
25 | σαις δοθῆναι, ἵνα ἱππεῖς καὶ αὐτοὶ ἔσοιντο. καί “τῷ Κυαξάρῃ δὲ ἐκλέξασθε” ἔφη “ὁποῖα οἴδατε κεχαρι‐ σμένα αὐτῷ· Πέρσαις δέ” ἔφη “τοῖς μετ’ ἐμοῦ ὅσα ἂν περισσὰ γένηται, ταῦτα ἀρκέσει· οὐ γὰρ ἡμεῖς ἐν χλιδῇ τεθράμμεθα, ὥστε ἴσως ἂν καταγελάσαιτε | |
30 | ἡμῶν, εἴ τι σεμνὸν ἡμῖν περιθείητε· ὥσπερ οἶδ’ ὅτι πολὺν ὑμῖν γέλωτα παρέξομεν καὶ ἐπὶ τῶν ἵππων κα‐ | |
θήμενοι, οἶμαι δὲ καὶ ἐπὶ τῆς γῆς καταπίπτοντες.” καὶ | 235 in vol. 1 | |
1.236 | τοὺς ταξιάρχας καλέσας τοὺς ἵππους λαμβάνειν ἐκέ‐ λευσε καὶ κληρωσαμένους ἴσους λαμβάνειν ἑκάστους. Ἐν τούτῳ δὲ παρῆν Γωβρύας Ἀσσύριος πρεσβύ‐ της ἀνὴρ σὺν ἱππικῇ θεραπείᾳ, καὶ τὸν Κῦρον ᾔτει | |
5 | θεάσασθαι. ἤχθη οὖν πρὸς αὐτὸν καὶ εἶπεν “ὦ δέ‐ σποτα, ἐγώ εἰμι τὸ μὲν γένος Ἀσσύριος, ἔχων καὶ τεῖχος ὀχυρόν, καὶ χώρας ἄρχω πολλῆς· ἔχω δὲ καὶ ἵππον εἰς χιλίαν, ἣν τῷ τῶν Ἀσσυρίων βασιλεῖ πα‐ ρειχόμην, καὶ φίλος ἦν ἐκείνῳ ὡς μάλιστα. ἐπεὶ δ’ | |
10 | ὁ μὲν τέθνηκεν ὑφ’ ὑμῶν, ὁ δὲ παῖς ἐκείνου τὴν ἀρ‐ χὴν ἔχει, ἔχθιστος ὢν ἐμοὶ ὅτι τὸν μόνον μοι καὶ φίλον παῖδα φθονήσας ἀπέκτεινεν, ἥκω πρὸς σὲ καὶ δίδωμί σοι ἐμαυτὸν δοῦλον καὶ σύμμαχον, σὲ δὲ τι‐ μωρὸν αἰτοῦμαι γενέσθαι μοι.” Κῦρος δὲ ἀπεκρί‐ | |
15 | νατο “ἤνπερ, ὦ Γωβρύα, ὅσα φὴς καὶ φρονῇς, δέ‐ χομαί τε ἱκέτην σε καὶ τιμωρήσειν σοι τοῦ παιδὸς τὸν φόνον σὺν θεοῖς ὑπισχνοῦμαι.” ὁ δέ “ἐπὶ τού‐ τοις” ἔφη “ἀληθεύων ἐγὼ δίδωμί σοι τὴν ἐμὴν καὶ λαμβάνω τὴν σὴν δεξιάν.” | |
20 | Ἐπεὶ δὲ ταῦτα ἐπράχθη, ἀπιέναι κελεύει τὸν Γω‐ βρύαν ἔχοντα καὶ τὰ ὅπλα. καὶ ὁ μὲν ἀπῄει· οἱ δὲ Μῆδοι παρῆσαν ἐξῃρηκότες Κύρῳ τὴν καλλίστην σκηνὴν καὶ τὴν Σουσίδα γυναῖκα, ἣ καλλίστη λέγε‐ ται ἐν τῇ Ἀσίᾳ γυνὴ γενέσθαι, καὶ μουσουργοὺς δὲ | |
25 | δύο τὰς κρατίστας, καὶ Κυαξάρῃ τὰ δεύτερα· τὰς δὲ περισσὰς σκηνὰς Κύρῳ παρέδοσαν, ὡς τοῖς Πέρσαις γένοιντο. ὁ δὲ Κῦρος τὰ μὲν τοῦ Κυαξάρου φυλάτ‐ τειν ἐκέλευσε τοὺς ἐκείνου οἰκειοτάτους, καί “ὅσα ἐμοὶ δίδοται, ἡδέως” ἔφη “δέχομαι.” καλέσας δὲ | |
30 | Ἀράσπην Μῆδον, ὃς ἦν αὐτῷ ἐκ παίδων ἑταῖρος, | 236 in vol. 1 |
1.237 | ἐκέλευσε διαφυλάξαι αὐτῷ τὴν γυναῖκα καὶ τὴν σκη‐ νήν. ἦν δὲ αὕτη μὲν γυνὴ Ἀβραδάτου τοῦ Σούσων βασιλέως, ὃς ἁλισκομένου τοῦ στρατοπέδου οὐ πα‐ ρῆν, πεμφθεὶς περὶ συμμαχίας παρὰ τοῦ Ἀσσυρίου | |
5 | πρὸς τὸν Βακτρίων βασιλέα, ξένος ὢν ἐκείνῳ. Πρωὶ δὲ ἀναστάντες ἐπορεύοντο πρὸς Γωβρύαν Κῦρος ἔφιππος καὶ οἱ Περσῶν ἱππεῖς γενόμενοι εἰς δισχιλίους. δευτεραῖοι δὲ ἀμφὶ δείλην γίνονται εἰς τὸ Γωβρύα χωρίον αὐτοὶ καὶ οἱ σύμμαχοι. μαθὼν | |
10 | οὖν ἐκεῖ ὅτι τοῖς Ἀσσυρίοις ἐν Βαβυλῶνι πολλαπλα‐ σία τῆς πρῴην δυνάμεως παρεσκεύασται, “ἄγε ἡμᾶς εὐθὺ τὴν ἐπὶ Βαβυλῶνος” ἔφη. ὡς δὲ πορευόμενοι τεταρταῖοι πρὸς τοῖς ὁρίοις τῆς Γωβρύου χώρας ἐγέ‐ νοντο, καὶ ἐν τῇ πολεμίᾳ ἤδη ἐτύγχανον, τοὺς μὲν | |
15 | πεζοὺς καί τινας τῶν ἱππέων κατέσχε πρὸς ἑαυτόν, τοὺς δ’ ἄλλους ἱππεῖς ἀφῆκε καταθεῖν, κελεύσας τοὺς μὲν ὅπλα ἔχοντας τῶν ἐντυγχανόντων αὐτοῖς κατακαίνειν, τοὺς δ’ ἄλλους καὶ λείαν ὅσην ἂν λά‐ βωσι πρὸς αὐτὸν ἄγειν. ἐκέλευσε δὲ καὶ τοὺς Πέρ‐ | |
20 | σας συγκαταθεῖν. καὶ ἧκον πολλοὶ μὲν αὐτῶν κα‐ τακεκυλισμένοι ἀπὸ τῶν ἵππων, πολλοὶ δὲ λείαν ὅτι πλείστην ἄγοντες. εἶτα πρὸς Βαβυλῶνα ᾔει ὥσπερ ἐν μάχῃ παραταξάμενος. ὡς δ’ οὐκ ἀντεξῄεσαν οἱ Ἀσσύριοι, ἐκέλευσεν ὁ Κῦρος τὸν Γωβρύαν προσε‐ | |
25 | λάσαντα εἰπεῖν, εἰ βούλεται ὁ βασιλεὺς ἐξιὼν ὑπὲρ τῆς χώρας μάχεσθαι, καὶ αὐτὸς σὺν ἐκείνῳ μάχοιτο ἄν· εἰ δὲ μὴ ἀμυνεῖ τῇ χώρᾳ, ὅτι ἀνάγκη τοῖς κρα‐ τοῦσι πείθεσθαι. ὁ μὲν δὴ Γωβρύας προσελάσας ταῦτα εἶπεν· ὁ δ’ Ἀσσύριος πέμψας ἔλεγεν “ὁ δεσπό‐ | |
30 | της ὁ σός, ὦ Γωβρύα, ἀνταποκρίνεται, ἐὰν βούλησθε μάχεσθαι, ἥκετε εἰς τριακοστὴν ἡμέραν· νῦν δ’ οὔπω | |
ἡμῖν σχολή· ἔτι γὰρ παρασκευαζόμεθα.” | 237 in vol. 1 | |
1.238 | Καὶ ὁ μὲν ἀπήγγειλε ταῦτα τῷ Κύρῳ· ὁ δὲ ἀπή‐ γαγε τὸ στράτευμα, καὶ τὸν Γωβρύαν περὶ τοῦ Γα‐ δάτου ἠρώτα. ὁ δὲ Γαδάτας βασιλέως τινὸς ἦν υἱός, ἑταῖρος τοῦ Ἀσσυρίου, ὃν συμπίνοντα αὐτῷ συλλα‐ | |
5 | βὼν ἐξέτεμε καὶ ἐκτομίαν ἐποίησεν· ὃς τοῦ πατρὸς αὐτοῦ τελευτήσαντος τότε τὴν βασιλείαν εἶχεν εὐ‐ νοῦχος ὤν. πρὸς τοῦτον οὖν ἀπιέναι τὸν Γωβρύαν ἤθελε καὶ ἄγειν πρὸς ἑαυτόν. ὁ δὲ ἀπῆλθε. καὶ ἐν‐ τυχὼν καὶ ὅσα παρὰ Κύρου ἐνετάλθη εἰπὼν ὁ μὲν | |
10 | ἐπανῆλθεν, ὁ δὲ Γαδάτας τῷ Ἀσσυρίῳ συμμαχεῖν προσποιούμενος, καὶ φρούριόν τι τοῦ Ἀσσυρίου πρό‐ βολον ὂν τοῦ πολέμου δόλῳ κατασχών, καὶ τῷ Κύρῳ αὐτὸ παραδούς, ἦλθε καὶ αὐτὸς πρὸς Κῦρον. καὶ δεξιωθείς “ὦ Γαδάτα” ἤκουσε, “παῖδας μέν, ὡς ἔοικε, | |
15 | ποιεῖσθαί σε ἀφείλετο ὁ Ἀσσύριος, οὐ μέντοι καὶ κτᾶσθαι φίλους ἐστέρησεν.” ὁ μὲν οὖν τοιαῦτα εἶπε. τοῦ δὲ φρουρίου ὑπὸ τὸν Κῦρον γεγενημένου, καὶ Καδούσιοι καὶ Σάκαι καὶ Ὑρκάνιοι πλείους συνε‐ στρατεύοντο αὐτῷ· καὶ ἐπὶ τούτοις προσέρχεται Κύρῳ | |
20 | ὁ Γαδάτας λέγων ὡς ὁ Ἀσσύριος περὶ τοῦ φρουρίου πυθόμενος καὶ χαλεπήνας συσκευάζοιτο εἰς τὴν ἐμὴν ἐμβαλεῖν χώραν. “ἐὰν οὖν ἀφῇς με, τὰ τείχη ἂν πει‐ ραθείην διασῶσαι, τῶν δ’ ἄλλων μείων μοι λόγος.” ἤρετο οὖν ὁ Κῦρος “ἐὰν ἴῃς, πότε ἔσῃ οἴκοι;” ὁ δέ | |
25 | “εἰς τρίτην” ἔφη “δειπνήσω ἐν τῇ ἡμετέρᾳ.” “ἐγὼ δέ” ἔφη ὁ Κῦρος “ποσταῖος ἂν ἐκεῖσε ἀφικοίμην σὺν τῷ στρατεύματι;” καὶ ὁ Γαδάτας “οὐκ ἂν δύναιο” ἀπεκρίνατο “δέσποτα, εἰ μὴ ἐν ἓξ ἢ ἑπτὰ ἡμέραις ἐλθεῖν.” καὶ ὁ Κῦρος “σὺ τοίνυν” ἔφη “ἄπιθι τά‐ | |
30 | χιστα, ἐγὼ δ’ ὡς ἂν δυναίμην πορεύσομαι.” καὶ ὁ μὲν Γαδάτας ἀπῄει, ὁ δὲ Κῦρος τοῖς ἄρχουσι τῶν | |
συμμάχων εἶπε δεῖν τῷ Γαδάτᾳ ἐπαμῦναι παρὰ τοῦ | 238 in vol. 1 | |
1.239 | Ἀσσυρίου πολεμουμένῳ, ἀνδρὶ εὐεργέτῃ. καὶ πάν‐ τες συνέφασαν. ὁ δέ “ἐπεὶ καὶ ὑμῖν συνδοκεῖ” ἔφη, “ἄγετε πορευσώμεθα, ἵππων τε καὶ ἀνδρῶν τοὺς δυνατωτάτους λαβόντες καὶ τριῶν ἡμερῶν τὰ ἐπιτή‐ | |
5 | δεια, ἵν’ εὔζωνοι ἴωμεν.” οὕτω δὲ συσκευασάμενοι μέσων νυκτῶν τῆς ὁδοῦ εἴχοντο, τοῦ Γωβρύου σφῶν ἡγουμένου. Καὶ ὁ μὲν Κῦρος οὕτως ἀπῄει· ἀπιόντι δὲ τῷ Γαδάτᾳ τῶν τις παρ’ αὐτῷ δυνατῶν ἐπεβούλευσεν | |
10 | ἐκείνῳ, καὶ πέμψας πρὸς τὸν Ἀσσύριον ἐδήλου τὴν τοῦ Γαδάτου δύναμιν καὶ ὡς ἥκει, καὶ ἐνεδρεῦσαι αὐτῷ ἐνετέλλετο, ἵν’ οὕτως αὐτόν τε συλλάβοι τὸν Γαδάταν καὶ τοὺς σὺν αὐτῷ. ἐπεὶ δὲ ταῦτα ἤκουσεν ὁ Ἀσσύριος, ἐνήδρευσεν. ὡς δ’ ἐγγὺς ὁ Γαδάτας τῆς | |
15 | ἐνέδρας ἐγένετο καὶ ἤδη ἐδόκει εἶναι ἁλώσιμος, ἀνί‐ σταται ἐκ τῆς ἐνέδρας. ὁ δὲ τῷ Γαδάτᾳ ἐπιβουλεύων ἐν τούτῳ παίει αὐτὸν καὶ πλήττει κατὰ τὸν ὦμον, οὐ μέντοι καιρίως· ποιήσας δὲ τοῦτο πρὸς τὸν Ἀσσύριον παραχρῆμα ἀποχωρεῖ καὶ ἐδίωκε σὺν αὐτῷ. οἱ μὲν | |
20 | οὖν τοῦ Γαδάτου ἡλίσκοντο, οἱ δ’ ἔφευγον τοὺς χα‐ λινοὺς τρέψαντες· καὶ ἤδη προσιόντα καθορῶσι τὸν Κῦρον. ὁ δὲ ὡς ἔγνω τὸ πρᾶγμα, ἐναντίος αὐτοῖς ἦγε τὴν στρατιάν. καὶ οἱ πολέμιοι τοῦτον ἰδόντες ἐτράπησαν εἰς φυγήν, καὶ ὁ Κῦρος διώκειν ἐκέλευ‐ | |
25 | σεν. ἡλίσκοντο τοίνυν καὶ ἄνδρες καὶ ἅρματα, καὶ πολλοὶ δὲ ἐκτείνοντο, καὶ αὐτὸς ὁ τὸν Γαδάταν πλή‐ ξας· οἱ δ’ ἄλλοι καὶ αὐτὸς ὁ Ἀσσύριος εἰς πόλιν αὐ‐ τοῦ τινα μεγάλην κατέφυγον. καὶ ὁ Κῦρος ταῦτα διαπραξάμενος εἰς τὴν Γαδάτου χώραν ἀναχωρεῖ, καὶ | |
30 | ᾔει τὸν Γαδάταν ἐπισκεψόμενος. καί οἱ ὁ Γαδάτας | 239 in vol. 1 |
1.240 | ἀπήντησεν ἐπιδεδεμένος τὸ τραῦμα, καὶ χάριτας ὡμο‐ λόγει λέγων ὡς “ἔγωγε τὸ μὲν ἐπ’ ἐμοὶ οἴχομαι, τὸ δὲ ἐπὶ σοὶ σέσωσμαι, προθύμως οὕτω μοι βοηθήσαντι.” Οἱ δέ γε Καδούσιοι ὀπισθοφυλακεῖν τεταγμένοι | |
5 | τότε παρὰ τοῦ Κύρου, καὶ μὴ μετασχόντες τῆς διώ‐ ξεως, βουλόμενοι δὲ καὶ αὐτοὶ λαμπρόν τι ποιῆσαι, οὐδὲν τῷ Κύρῳ κοινωσάμενοι καταθέουσι τὴν Βα‐ βυλωνίαν. ἀπιὼν δὲ ὁ Ἀσσύριος ἐκ τῆς πόλεως οὗ κατέφυγε, συντυγχάνει αὐτοῖς· καὶ γνοὺς μόνους ὄν‐ | |
10 | τας ἐπιτίθεται, καὶ τόν τε ἄρχοντα σφῶν ἀποκτείνει καὶ ἄλλους πολλούς, καὶ διώξας μέχρι τινὸς ἀπετρά‐ πετο. οἳ δὲ τῶν Καδουσίων ἐσώζοντο, περὶ δείλην ἦλθον εἰς τὸ στρατόπεδον. ὁ δὲ Κῦρος τοὺς μὲν τε‐ τρωμένους τοῖς θεραπεύσουσι παρεδίδου, τοῖς δ’ | |
15 | ἄλλοις αὐτὸς προσῆγεν ἐν λόγοις παράκλησιν, καὶ ἄρχοντα ἑαυτοῖς ἐξ ἑαυτῶν παρῄνει αἱρήσεσθαι. καὶ οἱ μὲν εἵλοντο. ὁ δὲ Γαδάτας ἧκε κομίζων τῷ Κύρῳ δῶρα παντοῖά τε καὶ πολλὰ καὶ πλείστους ἵππους. ὁ δὲ Κῦρος τοὺς μὲν ἵππους ἔφη δέχεσθαι, ἵν’ ἐκπλη‐ | |
20 | ρώσῃ τὸ Περσικὸν ἱππικὸν καὶ εἰς μυρίους περι‐ σταῖεν αὐτῷ οἱ ἱππεῖς, τὰ δὲ χρήματα ἀπαγαγεῖν αὐτῷ ἐνετέλλετο καὶ φυλάττειν ἔστ’ ἂν καὶ αὐτὸν ἀντιδωρεῖσθαι γνοίη δυνάμενον. καὶ παρῄνει τὴν πόλιν αὐτοῦ ὑπὸ φυλακὴν ποιήσασθαι ἀσφαλῆ, αὐ‐ | |
25 | τὸν δὲ αὐτῷ συστρατεύσασθαι. καὶ ὁ Γαδάτας ἥσθη τῇ συμβουλῇ, συσκευασάμενός τε τῷ Κύρῳ συνεί‐ πετο. ἐπεὶ δὲ πορευόμενος οὕτως εἰς τὰ μεθόρια τῶν Σύρων καὶ Μήδων ἀφίκετο, ἐνταῦθα τρία ὄντα τῶν Σύρων φρούρια τὸ μὲν ἓν αὐτὸς προσβαλὼν καὶ βια‐ | |
30 | σάμενος ἔλαβε, τὰ δὲ δύο φοβῶν μὲν ὁ Κῦρος, πεί‐ θων δὲ ὁ Γαδάτας παρεσκεύασαν παραδοῦναι τοὺς | |
φυλάσσοντας. | 240 in vol. 1 | |
1.241 | Εἶτα πέμπει πρὸς Κυαξάρην ἀξιῶν ἥκειν εἰς τὸ στρατόπεδον, ὅπως περὶ ὧν ἂν δέοιντο βουλεύσαιντο. καὶ ὁ μὲν ἄγγελος ᾤχετο· ὁ δὲ Κῦρος ἐκέλευσε τὴν σκη‐ νὴν ἣν οἱ Μῆδοι τῷ Κυαξάρῃ ἐξεῖλον κατασκευάσαι ὡς | |
5 | βέλτιστα τῇ τε ἄλλῃ παρασκευῇ καὶ τῷ γυναῖκα εἰσα‐ γαγεῖν εἰς τὸν γυναικῶνα τῆς σκηνῆς, καὶ σὺν ταύτῃ τὰς μουσουργοὺς αἵπερ τῷ Κυαξάρῃ ἐξῄρηντο. ἐν τοσούτῳ δὲ ὁ ἄγγελος τὰ παρὰ τοῦ Κύρου τῷ Κυα‐ ξάρῃ ἀπήγγειλε, καὶ ὃς ἐπορεύετο σὺν τοῖς παραμεί‐ | |
10 | νασιν αὐτῷ τῶν Μήδων ἱππεῦσιν. ὡς δ’ ἔγνω προσ‐ ιόντα αὐτὸν ὁ Κῦρος, λαβὼν τούς τε τῶν Περσῶν ἱππέας, πολλοὺς ἤδη ὄντας, καὶ τοὺς Μήδους πα‐ ρόντας καὶ τοὺς Ἀρμενίους καὶ τῶν ἄλλων συμμάχων τοὺς εὐιπποτάτους, ἀπήντα, ἐπιδεικνὺς τῷ Κυαξάρῃ | |
15 | τὴν δύναμιν. ὁ δὲ ἰδὼν τῷ Κύρῳ μὲν πολλούς τε καὶ ἀγαθοὺς ἑπομένους, ἑαυτῷ δὲ ὀλίγην τε καὶ ὀλί‐ γου ἀξίαν θεραπείαν, ἄτιμόν τι αὐτῷ ἔδοξεν εἶναι, καὶ ἄχος αὐτὸν ἔλαβε, καὶ εἰς φανερὰ κατήνεκτο δά‐ κρυα. ὁ δὲ Κῦρος ἰδίᾳ τοῦτον ἀπολαβόμενος καὶ | |
20 | παρακαθίσας διειλέχθη, καὶ τῆς ὀργῆς καὶ τῆς λύπης ἠρώτα τὸ αἴτιον. καὶ πολλά τε εἰπὼν καὶ ἀκούσας, τέλος “πρὸς θεῶν” ἔφη, “ὦ θεῖε, παῦσαι τὸ νῦν ἔχον μεμφόμενός μοι, ἐπειδὰν δὲ πεῖραν ἡμῶν λάβῃς πῶς ἔχομεν πρὸς σέ, τότε μοι ἢ χάριτας ὁμολόγει ἢ μέμ‐ | |
25 | φου.” καὶ ὁ Κυαξάρης κατέθετο· ὁ δ’ ἐφίλησεν αὐ‐ τὸν προσελθών. καὶ ὡς εἶδον οἱ Μῆδοί τε καὶ οἱ Πέρσαι καὶ οἱ λοιποί, ὑπερήσθησαν. ἀναβάντες οὖν τοὺς ἵππους ὁ Κῦρος καὶ ὁ Κυαξάρης ἀπῄεσαν ἐπὶ τὸ στρατόπεδον, καὶ ἐπὶ τὴν ἐξῃρημένην αὐτῷ σκη‐ | |
30 | νὴν τὸν Κυαξάρην ἀπήγαγον. οἱ δὲ Μῆδοι ᾔεσαν πρὸς αὐτὸν δῶρα ἄγοντες, ἕκαστος ἕν γέ τι ὧν εἰλή‐ | |
φει τὸ κάλλιστον. ἐπεὶ δὲ ὥρα δείπνου ἦν, ὁ μὲν | 241 in vol. 1 | |
1.242 | Κυαξάρης ἀμφὶ δεῖπνον εἶχε, ὁ δὲ Κῦρος ὡς ἂν αὐτῷ παραμείναιεν οἱ σύμμαχοι ἐφρόντιζε, καὶ συλλέξας τῶν φίλων τοὺς ἱκανοὺς τὰ δέοντα συμπράττειν αὐτῷ μηχανᾶσθαι ἠξίου ὅπως πείσαιεν τοὺς συμμάχους μὴ | |
5 | ἀποστῆναι αὐτῶν, ἀλλ’ ἐπαρήγειν ἔτι. τῇ δ’ ὑστεραίᾳ πρὸς Κυαξάρην ἅπαντες συνελέγησαν. καὶ πρὶν ἐν‐ τυχεῖν ἐκείνῳ προσῆγον οἱ φίλοι τῷ Κύρῳ ἄλλος ἄλλο τῶν ἐθνῶν τῶν συμμάχων, δεομένων αὐτοῦ μέ‐ νειν καὶ συμμετέχειν τοῦ πολέμου αὐτῷ. | |
10 | Ἐν τούτῳ δὲ Κυαξάρης τῆς σκηνῆς ἐξελθών “ἄν‐ δρες σύμμαχοι” ἔφη, “σκοπεῖν δέον πότερον στρα‐ τεύεσθαι ἔτι καιρὸς εἶναι δοκεῖ ἢ διαλύειν ἤδη τὴν στρατιάν.” ἕκαστος οὖν παριὼν ἔλεγε, καὶ πάντες στρατεύεσθαι δεῖν γνώμην ἔδοσαν. ἐπὶ πᾶσι δὲ ὁ | |
15 | Κῦρος εἶπεν “οὐδ’ ἐμὲ λανθάνει, ὦ ἄνδρες, ὡς εἰ διαλύσομεν τὸ στράτευμα, τὰ μὲν ἡμέτερα γίνοιντ’ ἂν ἀσθενέστερα, τὰ δὲ τῶν πολεμίων αὐξήσεται. ἀλλ’ ὁρῶ ἡμῖν ἀντιπάλους προσιόντας οἷς οὐ δυνη‐ σόμεθα μάχεσθαι. προσέρχεται γὰρ χειμὼν καὶ τῶν | |
20 | ἐπιτηδείων ἔλλειψις. τὰ μὲν γὰρ ἀνήλωται παρ’ ἡμῶν, τὰ δὲ δι’ ἡμᾶς ὑπὸ τῶν ἐναντίων ἀνακεκόμι‐ σται εἰς ἐρύματα. τίς οὖν λιμῷ καὶ ῥίγει μαχόμενος στρατεύεσθαι δύναιτ’ ἄν; δοκῶ δὲ χρῆναι τὰ μὲν τῶν ἐναντίων παραιρεῖν ὀχυρώματα, ἑαυτοῖς δὲ πλεῖστα | |
25 | ποιήσασθαι ὀχυρά. ἐὰν γὰρ φρούρια ἡμῖν γένηται, ταῦτα τοῖς μὲν πολεμίοις ἀλλοτριώσει τὴν χώραν, ἡμῖν δὲ εἰς λυσιτέλειαν ἔσται.” ὡς δὲ ταῦτά τε καὶ πλείω τοιαῦτα ἐρρήθη, πάντες συμπροθυμήσεσθαι ταῦτ’ ἔφασαν, καὶ ὁ Κυαξάρης αὐτός, καὶ μηχανὰς | |
30 | ποιήσειν κατέθεντο πολιορκητικάς. Κῦρος δὲ γνοὺς | 242 in vol. 1 |
1.243 | διατριβὴν ἔσεσθαι ἀμφὶ ταῦτα, τὸ μὲν στράτευμα ἐν ἀσφαλεῖ ἐποιήσατο, ἐξῆγε δὲ εἰς προνομάς, ἵνα τε ἄφθονα ἔχοιεν τὰ χρειώδη καὶ ἵνα μᾶλλον ὑγιαί‐ νοιεν κοπιῶντες, καὶ ὅπως τῆς εὐταξίας ὑπομιμνή‐ | |
5 | σκοιντο. Ἐκ δὲ Βαβυλῶνος ἰόντες αὐτόμολοι ἔλεγον ὡς ὁ Ἀσσύριος οἴχοιτο ἐπὶ Λυδίαν πολλὰ τάλαντα χρυσίου καὶ ἀργυρίου ἄγων καὶ κόσμον παντοδαπόν. ὁ μὲν οὖν ὄχλος ὁ στρατιωτικὸς ἔλεγεν ὑπεκτίθεσθαι αὐ‐ | |
10 | τὸν ἤδη δεδιότα τὰ χρήματα, ὁ δὲ Κῦρος ἔλεγεν οἴ‐ χεσθαι τὸν Ἀσσύριον συμμάχους ζητοῦντα, καὶ ὡς μάχης ἔτι δεῆσον ἀντιπαρεσκευάζετο. ἔδοξε δ’ αὐτῷ καὶ κατάσκοπον ἐπὶ Λυδίαν πέμψαι, ἵν’ ὅ,τι πράττει ὁ Ἀσσύριος γνῷ. καὶ πρὸς τοῦτο ἐπιτήδειος αὐτῷ ὁ | |
15 | Ἀράσπας ἐδόκει ὁ τὴν καλὴν γυναῖκα φυλάττων, ὃς ληφθεὶς ἔρωτι τῆς γυναικὸς προσήγαγε λόγους αὐτῇ· ἡ δὲ ἀπέφησε καὶ ἦν πιστὴ τῷ ἀνδρὶ καὶ ἀπόντι, οὐ μέντοι κατεῖπε τοῦ Ἀράσπου πρὸς Κῦρον. ἐπεὶ δὲ ὁ ἐρῶν ἠπείλει αὐτῇ ὡς εἰ μὴ ἑκοῦσα ἐνδοίη, ἄκουσα | |
20 | ποιήσει τοῦτο, δείσασα τὴν βίαν πέμπει τὸν εὐνοῦ‐ χον πρὸς τὸν Κῦρον καὶ κελεύει πάντα εἰπεῖν. ὁ δὲ ἀκούσας ἐγέλασε, καὶ πέμπει Ἀρτάβαζον σὺν τῷ εὐ‐ νούχῳ, κελεύσας εἰπεῖν αὐτῷ μὴ βιάζεσθαι τοιαύτην γυναῖκα, πείθειν δὲ εἰ δύναιτο, οὐκ ἔφη κωλύειν. | |
25 | ὁ δὲ Ἀράσπας ἀκούσας ταῦτα τὸ μὲν ὑπ’ αἰσχύνης, τὸ δ’ ὑπὸ φόβου τῇ λύπῃ καταβεβάπτιστο. ὁ οὖν Κῦρος γνοὺς τοῦτο ἐκάλεσεν αὐτὸν ἰδίᾳ καὶ ἔφη “παῦσαι, Ἀράσπα, φοβούμενός τε καὶ αἰσχυνόμενος. ἐγὼ γὰρ θεούς τε ἀκούω ἔρωτος ἡττᾶσθαι καὶ ἀν‐ | |
30 | θρώπους οἶδα καὶ μάλα φρονίμους οἷα πεπόνθασιν ὑπὸ ἔρωτος. καὶ σοὶ δὲ τούτου ἐγώ εἰμι αἴτιος, ὅς | |
σε τοιούτῳ ἀμάχῳ συγκαθεῖρξα πράγματι.” καὶ ὁ | 243 in vol. 1 | |
1.244 | Ἀράσπας ὑπολαβὼν εἶπεν “ἀλλὰ σὺ μέν, ὦ Κῦρε, καὶ ταῦτα πρᾷος εἶ καὶ συγγνώμων τῶν ἀνθρωπίνων ἁμαρτημάτων, ἐμὲ δὲ οἱ ἄλλοι ἄνθρωποι καταδύουσι τῷ ἄχει. οἱ μὲν γὰρ ἐχθροὶ ἐφήδονταί μοι, οἱ δὲ | |
5 | φίλοι συμβουλεύουσιν ἐκποδὼν γενέσθαι, μή τι καὶ πάθω ὑπὸ σοῦ.” καὶ ὁ Κῦρος εἶπεν “εὖ τοίνυν ἴσθι ὅτι ταύτῃ τῇ δόξῃ ἐμοί τε χαρίσασθαι δυνήσῃ καὶ τοὺς συμμάχους ὠφελῆσαι.” εἴθε γάρ” ὁ Ἀράσπας ἔφη “γενοίμην σοι χρήσιμος ἐν καιρῷ.” “εἰ τοίνυν” | |
10 | ἔφη “προσποιησάμενος ἐμὲ φεύγειν εἰς τοὺς πολε‐ μίους ἔλθοις, πιστευθήσῃ ὑπ’ ἐκείνων.” “ναὶ μὰ Δί’” ἔφη ὁ Ἀράσπας “καὶ ὑπὸ τῶν φίλων.” “ἔλθοις ἂν τοίνυν” ἔφη “πάντα ἡμῖν τὰ τῶν πολεμίων ἀγ‐ γέλλων.” | |
15 | Ἀράσπας μὲν οὖν οὕτως ἐξελθὼν καὶ παραλα‐ βὼν τοὺς πιστοτάτους θεράποντας ᾤχετο, ἡ δὲ Πάν‐ θεια μαθοῦσα τοῦτο πέμψασα πρὸς τὸν Κῦρον εἶπε “μὴ λυποῦ, ὦ Κῦρε, ὅτι Ἀράσπας τοῖς πολεμίοις προσῆλθεν· εἰ γὰρ ἐμὲ ἐάσεις πέμψαι πρὸς τὸν ἐμὸν | |
20 | ἄνδρα, ἥξει σοι φίλος Ἀράσπου πιστότερος.” καὶ ὁ Κῦρος ἐκέλευσε πέμπειν· ἡ δὲ ἔπεμψε. καὶ ὁ Ἀβρα‐ δάτας ὡς ἔγνω τὰ παρὰ τῆς γυναικὸς σύμβολα, ἄσμε‐ νος πρὸς τὸν Κῦρον ἐχώρησεν. ὡς δ’ ἦν πρὸς τοῖς σκοποῖς, πέμπει πρὸς τὸν Κῦρον εἰπὼν ὃς ἦν. ὁ δὲ | |
25 | Κῦρος ἄγειν αὐτὸν πρὸς τὴν γυναῖκα ἐκέλευσεν. ὡς δ’ εἰδέτην ἀλλήλω ἡ γυνὴ καὶ ὁ Ἀβραδάτας, ἠσπά‐ ζοντο ἀλλήλους ἐκ δυσελπίστων. εἶτα ἔφη ἡ Πάν‐ θεια τοῦ Κύρου τὴν ὁσιότητα καὶ τὴν σωφροσύνην καὶ τὴν πρὸς αὐτὴν κατοίκτισιν. ἐκ τούτου ἔρχε‐ | |
30 | ται πρὸς Κῦρον ὁ Ἀβραδάτας, καὶ λαβόμενος τῆς αὐτοῦ δεξιᾶς εἶπεν “ἀνθ’ ὧν εὖ πεποίηκας ἡμᾶς, | |
ὦ Κῦρε, φίλον σοι ἐμαυτὸν δίδωμι καὶ θεράποντα | 244 in vol. 1 | |
1.245 | καὶ σύμμαχον.” καὶ ὁ Κῦρος εἶπε “κἀγὼ δέ σε δέ‐ χομαι.” Ἦλθον δὲ τῷ Κύρῳ παρὰ τοῦ Ἰνδοῦ χρήματα, καὶ οἱ ἄγοντες αὐτὰ ἀπήγγελλον αὐτῷ ὅτι ὁ Ἰνδὸς | |
5 | λέγει ὡς “ἥδομαι, ὦ Κῦρε, ὅτι μοι περὶ ὧν ἐδέου ἐδήλωσας, καὶ βούλομαί σοι ξένος εἶναι, καὶ πέμπω σοι χρήματα, κἂν ἄλλων δέῃ, μεταπέμπου· ἐντέταλται δὲ τοῖς παρ’ ἐμοῦ ποιεῖν ἃ ἂν σὺ κελεύῃς.” ὁ δὲ Κῦρος “κελεύω τοίνυν” εἶπε “τοὺς μὲν ἄλλους μένον‐ | |
10 | τας ἔνθα κατεσκηνώσατε φυλάττειν τὰ χρήματα, τρεῖς δέ μοι ἐλθόντες ὑμῶν εἰς τοὺς πολεμίους ὡς παρὰ τοῦ Ἰνδοῦ περὶ συμμαχίας, καὶ τὰ ἐκεῖ μαθόντες ὅ, τι ἂν λέγωσί τε καὶ ποιῶσιν ὡς τάχιστα ἀπαγγείλατε ἐμοί τε καὶ τῷ Ἰνδῷ.” οἱ μὲν δὴ Ἰνδοὶ συσκευασά‐ | |
15 | μενοι τῇ ὑστεραίᾳ ἐπορεύοντο, ὁ δὲ Κῦρος τὰ πρὸς τὸν πόλεμον παρεσκευάζετο μεγαλοπρεπῶς. καὶ γὰρ οἱ Πέρσαι ἱππεῖς ἔκπλεῳ ἤδη ἦσαν εἰς τοὺς μυρίους, καὶ ἅρματα δρεπανηφόρα εἰς ἑκατόν, καὶ ὁ Ἀβρα‐ δάτας ἕτερα κατεσκεύασεν ἑκατόν, καὶ τὰ Μηδικὰ | |
20 | ἅρματα ἕτερα συνέστησαν ἑκατὸν μετασκευασθέντα εἰς τὸν αὐτὸν τρόπον ἐκ τῆς Τρωικῆς καὶ Λιβυκῆς διφρείας· καὶ ἐπὶ τὰς καμήλους δὲ τεταγμένοι ἦσαν δύο ἐφ’ ἑκάστην τοξόται. οὕτω δὲ διατιθεμένων τῷ Κύρῳ τῶν τοῦ πολέμου ἧκον οἱ Ἰνδοὶ ἐκ τῶν πολε‐ | |
25 | μίων καὶ ἔλεγον ὅτι Κροῖσος ἡγεμὼν καὶ στρατηγὸς ᾕρηται, καὶ πολλοὶ μὲν βασιλεῖς, πολλὰ δ’ ἔθνη καὶ Ἕλληνες συμμαχήσειν ἡτοίμασται. ὡς οὖν ταῦτα ἤκουσεν ὁ τοῦ Κύρου στρατός, ἐν φροντίδι ἐγένετο. ὡς δὲ ᾔσθετο ὁ Κῦρος φόβον διαθέοντα ἐν τῇ στρα‐ | |
30 | τιᾷ, διειλέχθη αὐτοῖς καὶ μετέβαλε πρὸς τὸ εὐθυμό‐ | 245 in vol. 1 |
1.246 | τερον. εἶτα εἶπε “δοκεῖ μοι, ὦ ἄνδρες, ἐπ’ αὐτοὺς ἰέναι ὡς τάχιστα.” καὶ ἅπαντες συνηγόρευον. Κυα‐ ξάρης μὲν οὖν τῶν Μήδων ἔχων τὸ τρίτον μέρος κα‐ τέμενεν, ὡς μηδὲ τὰ οἴκοι ἔρημα εἴη, ὁ δὲ Κῦρος ἐπο‐ | |
5 | ρεύετο ὡς ἠδύνατο τάχιστα. ὡς δ’ οἱ προϊόντες σκοποὶ ἐδόκουν μανθάνειν μετεωριζόμενον καπνὸν ἢ κονιορτὸν καὶ ἀνθρώπους ὁρᾶν χιλὸν καὶ ξύλα λαμ‐ βάνοντας, εἴκαζον εἶναί που πλησίον τῶν πολεμίων τὸ στράτευμα, καὶ τῷ Κύρῳ κατήγγελλον. ὁ δὲ ἐκεί‐ | |
10 | νους μὲν ἐκέλευσεν ἐπὶ ταῖς σκοπαῖς μένοντας ὅ,τι ἂν ὁρῷεν ἀπαγγέλλειν, τάγμα δ’ ἱππέων ἔπεμψεν εἰς τὸ πρόσθεν, ἵνα τινὰς συλλάβοιεν. οἳ καταδραμόν‐ τες εἰς τὸ πεδίον συνέλαβον ἀνθρώπους καὶ ἤγαγον. καὶ ἔλεγον οἱ συλληφθέντες ὡς ἐκ τοῦ στρατοπέδου | |
15 | εἶεν. καὶ ὁ Κῦρος “πόσον” ἔφη “ἄπεστιν ἐντεῦθεν τὸ στράτευμα;” οἱ δ’ ἔλεγον ὡς δύο παρασάγγας. καὶ προσεπήρετο “ἡμῶν δὲ λόγος τις ἦν παρ’ αὐ‐ τοῖς;” “ναὶ νὴ Δί’” ἔφασαν, “καὶ πολύς γε, ὡς ἐγ‐ γὺς ἤδη ἦτε προσιόντες.” “τί οὖν;” ἔφη ὁ Κῦρος, | |
20 | “καὶ ἔχαιρον ἀκούοντες ἡμᾶς ἰόντας;” “οὐ μὰ Δί’” εἶπον ἐκεῖνοι, “ἀλλὰ καὶ μάλα ἠνιῶντο.” “τίς δὲ ὁ τούτους τάσσων ἐστίν;” ὁ Κῦρος εἶπεν. οἱ δέ “αὐ‐ τός τε Κροῖσος” ἀπεκρίναντο “καί τις Ἕλλην ἀνὴρ καὶ Μῆδός τις, ὃς ἐλέγετο φυγὰς εἶναι παρ’ ὑμῶν.” | |
25 | καὶ ὁ Κῦρος πρὸς τοῦτο “ἀλλ’, ὦ Ζεῦ, λαβεῖν μοι γέ‐ νοιτο αὐτὸν ὡς ἐγὼ βούλομαι.” τοὺς μὲν οὖν αἰχμα‐ λώτους ἀπάγειν ἐκέλευσεν. οὐ πολὺ δὲ τὸ ἐν μέσῳ καὶ ὁ πεμφθεὶς πάλαι κατάσκοπος, ὁ Ἀράσπας δη‐ λαδή, ἀγγέλλεται προσελαύνων. ὁ μὲν οὖν Κῦρος | |
30 | ὡς ἤκουσεν, ἀναπηδήσας ὑπήντα αὐτῷ καὶ ἐδεξιοῦτο, οἱ δ’ ἄλλοι τῷ πράγματι ἐξεπλήττοντο, ἕως ὁ Κῦρος | |
ἔφη “ἄνδρες φίλοι, ἥκει ἡμῖν ἀνὴρ ἄριστος, ὃς οὐκ | 246 in vol. 1 | |
1.247 | αἰσχροῦ τινος ἡττηθεὶς ᾤχετο ὡς ἐμὲ δεδιώς, ἀλλ’ ὑπ’ ἐμοῦ πεμφθείς, ὅπως μαθὼν τὰ τῶν πολεμίων σαφῶς ἡμῖν ἐξαγγείλειε. δεῖ οὖν πάντας τοῦτον τι‐ μᾶν. ἐπὶ γὰρ τῷ ἡμετέρῳ ἀγαθῷ καὶ ἀτιμίαν ὑπέσχε | |
5 | καὶ ἐκινδύνευσεν.” ἐντεῦθεν πάντες ἠσπάζοντο τὸν Ἀράσπαν. καὶ ὁ Κῦρος “διηγοῦ” ἔφη, “Ἀράσπα, ὁπόσα ἑώρακας.” κἀκεῖνος διηγεῖτο τό τε πλῆθος τῶν πολεμίων καὶ τὸν τόπον τῆς παρατάξεως καὶ τὰ τῶν ἐναντίων βουλεύματα. καὶ ὁ Κῦρος ἀπελθεῖν ἕκα‐ | |
10 | στον ἐκέλευσε καὶ τά τε ὅπλα καὶ τοὺς ἵππους ἑαυ‐ τῶν ἐπισκέψασθαι, ἕωθεν δὲ πρὸς πόλεμον ἑτοιμά‐ σασθαι. Τότε μὲν οὖν ἀπῆλθον· τῇ δ’ ὑστεραίᾳ ἐξωπλί‐ ζοντο ἕκαστοι, καὶ ὁ Ἀβραδάτας, κλήρῳ λαχὼν ἀν‐ | |
15 | τίος τετάχθαι τοῖς Αἰγυπτίοις. ὁπλιζομένῳ δὲ προσ‐ ῆγεν ἡ Πάνθεια χρυσοῦν κράνος καὶ περιβραχιόνια καὶ ψέλλια περὶ τοὺς καρποὺς τῶν χειρῶν καὶ χιτῶνα ποδήρη πορφύρεον καὶ λόφον ὑακινθινοβαφῆ, ἃ αὐτὴ πεποίηκε τῷ ἀνδρί. ὁ δὲ ἰδὼν ἔφη “σὺ δήπου, ὦ γύ‐ | |
20 | ναι, συγκόψασα τὸν σαυτῆς κόσμον τὰ ὅπλα μοι ἐποι‐ ήσω;” “νὴ Δί’” ἔφη ἡ Πάνθεια· “σὺ γὰρ ἔμοιγε μέγιστος κόσμος εἶ.” καὶ ταῦτα λέγουσα ἐνέδυε τὸν ἄνδρα τὰ ὅπλα, καὶ λανθάνειν κλαίουσα ἐπειρᾶτο, ἐλείβετο δὲ τὰ δάκρυα κατὰ τῶν αὐτῆς παρειῶν. ὡς | |
25 | δὲ ἤδη ἐπὶ τὸ ἅρμα ἀναβῆναι ἡτοίμαστο ὁ Ἀβραδά‐ τας, ἀποχωρῆσαι κελεύσασα τοὺς παρόντας ἡ Πάν‐ θεια εἶπεν “ὅτι μέν, ὦ Ἀβραδάτα, καὶ τῆς ἑαυτῆς προτιμῶ σε ψυχῆς, οἶμαί σε γινώσκειν· ὅμως οὕτως ἔχουσα πρὸς σέ, ἐπόμνυμι τὴν ἐμὴν καὶ σὴν φιλίαν | |
30 | ἦ μὴν βούλεσθαι μετὰ σοῦ ἀνδρὸς ἀγαθοῦ γενομένου κοινῇ γῆν ἐπιέσασθαι μᾶλλον ἢ ζῆν μετὰ αἰσχυνομέ‐ | |
νου αἰσχυνομένη. καὶ Κύρῳ δὲ δοκῶ μεγάλην ἡμᾶς | 247 in vol. 1 | |
1.248 | χάριν ὀφείλειν, ὅτι μοι γενομένῃ αἰχμαλώτῳ καὶ ἐξαι‐ ρεθείσῃ αὐτῷ οὔτε ὡς δούλῃ ἐχρήσατο οὔτε ὡς ἐλευ‐ θέρᾳ ἐν ἀτίμῳ ὀνόματι, διεφύλαξε δέ σοι ὥσπερ ἀδελφοῦ γυναῖκα λαβών. πρὸς δὲ καὶ ὅτε Ἀράσπας | |
5 | ἀπέστη ἀπ’ αὐτοῦ ὁ ἐμὲ φυλάσσων, ὑπεσχόμην αὐτῷ, εἴ με ἐάσειε πρὸς σὲ πέμψαι ὥστε σε ἥξειν, πολὺ Ἀράσπου καὶ πιστότερόν σε καὶ ἀμείνονα ἔσεσθαι.” ἡ μὲν οὖν ταῦτα εἶπεν, ὁ δὲ Ἀβραδάτας ἀγασθεὶς τοῖς λόγοις ἐπηύξατο “δός μοι, ὦ Ζεῦ, φανῆναι ἀξίῳ | |
10 | μὲν Πανθείας ἀνδρί, ἀξίῳ δὲ Κύρου φίλῳ.” ταῦτ’ εἰπὼν ἐπὶ τὸ ἅρμα ἀνέβαινεν. Ὁ δὲ Κῦρος συγκαλέσας τοὺς ἡγεμόνας ἐδημη‐ γόρησε παραθαρρύνων αὐτοὺς εἰς τὸν πόλεμον, καὶ οὕτως ὡρμᾶτο ἀπιέναι. ἐπεὶ δὲ προσήγγισαν τοῖς | |
15 | ἀντιπολέμοις ὡς ἀλλήλους ὁρᾶν, συνέταξε τοὺς οἰ‐ κείους ὁ Κῦρος ὡς κάλλιστα, καὶ παριὼν τὰς τάξεις λόγοις τοὺς ἄνδρας πρὸς τὴν μάχην παρέθηγεν. ὁ δὲ Κροῖσος τὴν αὐτοῦ στρατιὰν ἀντίαν στήσας πρὸς τὸ τοῦ Κύρου στράτευμα, ἐσήμαινεν αὐτοῖς πρὸς τοὺς | |
20 | πολεμίους πορεύεσθαι. καὶ προσῄεσαν τρεῖς φάλαγ‐ γες, ἡ μὲν μία κατὰ πρόσωπον, τῶν δὲ δύο ἡ μὲν κατὰ τὸ δεξιόν, ἡ δὲ κατὰ τὸ εὐώνυμον, ὥστε φόβον παρεῖναι πάσῃ τῇ Κύρου στρατιᾷ· πάντοθεν γὰρ πε‐ ριείχετο ὑπὸ τῶν πολεμίων πλὴν ἐξόπισθεν. ὅμως | |
25 | δὲ καὶ οἱ τοῦ Κύρου, ἐπεὶ παρήγγειλε, πάντες ἐστρά‐ φησαν ἀντιπρόσωποι τοῖς πολεμίοις. καὶ ἦν μὲν πολλὴ τέως πανταχόθεν σιγή· ἡνίκα δὲ ἔδοξε τῷ Κύρῳ καιρὸς εἶναι, ἐξῆρχε παιᾶνα, συνεπήχησε δὲ πᾶς ὁ στρατός. καὶ ἐξανίσταται ὁ Κῦρος καὶ μετὰ | |
30 | τῶν ἱππέων τοῖς ἐναντίοις συνεμίγνυεν, οἱ δὲ πεζοὶ | 248 in vol. 1 |
1.249 | αὐτῷ συντεταγμένοι ἐφείποντο. καὶ Ἀρταγέρσης δὲ ὁ τῶν ἐπὶ ταῖς καμήλοις ἄρχων ἐπιτίθεται κατὰ τὰ εὐώνυμα, προεὶς τὰς καμήλους, ὡς Κῦρος ἐκέλευσεν. οἱ δ’ ἵπποι πόρρωθεν αὐτὰς οὐκ ἐδέχοντο, ἀλλ’ οἱ | |
5 | μὲν ἔφευγον, οἱ δὲ ἐξήλλοντο, οἱ δ’ ἀλλήλοις ἐνέπι‐ πτον. καὶ τὰ ἅρματα δὲ κατὰ τὸ δεξιὸν καὶ τὸ εὐώ‐ νυμον ἅμα ἐνέβαλλε, καὶ πολλοὶ ταῦτα φεύγοντες ἡλίσκοντο ὑπ’ αὐτῶν. καὶ Ἀβραδάτας βοήσας “ἄν‐ δρες φίλοι, ἕπεσθε” ἐνίει οὐδὲν τῶν ἵππων φειδόμε‐ | |
10 | νος· συνεξώρμησαν δὲ καὶ οἱ ἄλλοι ἁρματηλάται. καὶ ὁ μὲν Ἀβραδάτας εἰς τὴν τῶν Αἰγυπτίων φάλαγγα ἐμβάλλει, συνεισέβαλον δὲ αὐτῷ καὶ οἱ ἐγγύτατα τε‐ ταγμένοι, οἱ δ’ ἄλλοι ἐξέκλιναν κατὰ τὰ φεύγοντα ἅρματα. οἱ δὲ ἀμφὶ Ἀβραδάτην τοὺς μὲν τῇ ῥύμῃ | |
15 | τῶν ἵππων παίοντες ἀνέτρεπον, τοὺς δὲ πίπτοντας κατηλόων· ὅσων δὲ τὰ δρέπανα ἐπελάβοντο, πάντα βίᾳ διεκόπτετο καὶ ὅπλα καὶ σώματα. ἐν δὲ τῷ ἀδι‐ ηγήτῳ τούτῳ ταράχῳ ὑπὸ τῶν παντοδαπῶν σωρευ‐ μάτων ἐξαλλομένων τῶν τροχῶν ἐκπίπτει ὁ Ἀβραδά‐ | |
20 | τας, καὶ ἄλλοι δὲ τῶν συνεισβαλόντων. καὶ οὗτοι μὲν κατεκόπησαν, οἱ δὲ Πέρσαι συνεπισπόμενοι τοὺς μὲν τεταραγμένους τῶν Αἰγυπτίων ἐφόνευον, οἱ δὲ συνεστηκότες ἐναντίον τοῖς Πέρσαις ἐχώρουν· ἔνθα δὴ δεινὴ μάχη ἦν. ἐπλεονέκτουν δὲ οἱ Αἰγύπτιοι | |
25 | καὶ πλήθει καὶ τοῖς ὅπλοις. οἱ δὲ Πέρσαι οὐκ ἠδύ‐ ναντο ἀντέχειν, ἀλλ’ ἐπὶ πόδα ἀνεχάζοντο παίοντες καὶ παιόμενοι, ἕως ὑπὸ ταῖς μηχαναῖς ἐγένοντο. ἐπεὶ δ’ ἐνταῦθα ἦλθον, ἐπαίοντο αὖθις οἱ Αἰγύπτιοι ἐκ τῶν πύργων. ἦν δὲ πολὺς μὲν ἀνδρῶν φόνος, πο‐ | |
30 | λὺς δὲ κτύπος ὅπλων, πολλὴ δὲ βοή. ἐν δὲ τούτῳ Κῦρος διώκων τοὺς κατ’ αὐτὸν παραγίνεται. καὶ | |
ἰδὼν τοὺς Πέρσας ἐκ τῆς χώρας ἐωσμένους, ἤλγησε, | 249 in vol. 1 | |
1.250 | καὶ παραγγείλας τοῖς μετ’ αὐτοῦ ἕπεσθαι, παρήλαυ‐ νεν εἰς τὸ ὄπισθεν· καὶ εἰσπεσόντες πολλοὺς κατέ‐ καινον. ὡς δ’ ᾔσθοντο οἱ Αἰγύπτιοι, ἐστρέφοντο. καὶ φύρδην ἐμάχοντο καὶ πεζοὶ καὶ ἱππεῖς· πεπτω‐ | |
5 | κὼς δέ τις ὑπὸ τῷ Κύρου ἵππῳ καὶ πατούμενος παίει μαχαίρᾳ κατὰ τὴν γαστέρα τὸν ἵππον αὐτοῦ, ὁ δὲ ἵππος ἐκ τῆς πληγῆς σφαδάζων ἀποσείεται τὸν Κῦ‐ ρον. καὶ εὐθὺς ἀνεβόησάν τε ἅπαντες καὶ προσπε‐ σόντες ἐμάχοντο. καί τις τῶν τοῦ Κύρου ὑπηρετῶν | |
10 | καταπηδήσας ἀναβάλλει αὐτὸν ἐπὶ τὸν ἑαυτοῦ ἵππον. ὡς δ’ ἀνέβη, κατεῖδε πάντοθεν ἤδη παιομένους τοὺς Αἰγυπτίους. ὡς δ’ ἐγένετο παρελαύνων παρὰ τὰς μηχανάς, ἐπί τινα τῶν πύργων ἀνέβη, καὶ κατεῖδε μεστὸν τὸ πεδίον ἵππων, ἀνθρώπων, ἁρμάτων, φευ‐ | |
15 | γόντων, διωκόντων, κρατούντων, κρατουμένων, μένον δὲ οὐδαμοῦ οὐδὲν ἔτι ἰδεῖν ἠδύνατο πλὴν τὸ τῶν Αἰγυπτίων. οὗτοι δὲ πάντοθεν κυκλωθέντες ὑπὸ ταῖς ἀσπίσιν ἐκάθηντο, ποιοῦντες μὲν οὐδὲν ἔτι, πάσ‐ χοντες δὲ πολλὰ καὶ δεινά. ἀγασθεὶς δὲ ὁ Κῦρος | |
20 | αὐτοὺς καὶ οἰκτείρων ὅτι ἄνδρες ἀγαθοὶ ὄντες ἀπώλ‐ λυντο, μάχεσθαι οὐδένα ἔτι εἴα αὐτοῖς, διακηρυκεύ‐ εται δὲ πρὸς αὐτοὺς ἐρωτῶν πότερον βούλονται ἀπο‐ λέσθαι πάντες ἢ σωθῆναι. οἱ δέ “ὅ,τι καλὸν ἂν ποι‐ οῦντες σωθείημεν;” ἔφασαν. καὶ ὁ Κῦρος “εἰ τὰ | |
25 | ὅπλα ἡμῖν παραδοίητε, τοῖς αἱρουμένοις ὑμᾶς σῶσαι, ἐξὸν ἀπολέσαι.” ἀκούσαντες δὲ ταῦτα οἱ Αἰγύπτιοι ἔδοσαν πίστεις καὶ ἔλαβεν. Ταῦτα διαπραξάμενος ὁ Κῦρος ἤδη σκοταῖος ἀναγαγὼν ἐστρατοπεδεύσατο. καὶ οἱ ἀμφὶ τὸν Κῦ‐ | |
30 | ρον δειπνήσαντες ἐκοιμήθησαν, Κροῖσος μέντοι εὐ‐ θὺς ἐπὶ Σάρδεις σὺν τῷ στρατεύματι ἔφευγε, τὰ δ’ | |
ἄλλα φῦλα ἐν τῇ νυκτὶ ὅπῃ ἠδύναντο ἀπεχώρουν. | 250 in vol. 1 | |
1.251 | ἕωθεν δὲ ἐπὶ Σάρδεις καὶ ὁ Κῦρος ἦγε, καὶ πρὸς τῇ πόλει γενόμενος τάς τε μηχανὰς ἀνίστη καὶ ἡτοίμαζε κλίμακας. τῆς δ’ ἐπιούσης νυκτὸς ἀναβιβάζει Χαλ‐ δαίους τε καὶ Πέρσας κατὰ τὰ ἀποτομώτατα δοκοῦντα | |
5 | εἶναι τοῦ Σαρδιανῶν ἐρύματος. ἡγήσατο δὲ τῆς ὁδοῦ τούτοις Πέρσης ἀνήρ, δοῦλος τῶν ἐν τῇ ἀκροπόλει φρουρῶν ἑνός. ὡς δὲ τὰ ἄκρα εἴχετο, ἔφευγον οἱ Λυδοὶ ἀπὸ τῶν τειχῶν. Κῦρος δὲ ἅμα τῇ ἡμέρᾳ εἰσῄει εἰς τὴν πόλιν, παραγγείλας ἐκ τῆς τάξεως μηδένα κινεῖσθαι. | |
10 | ὁ δὲ Κροῖσος κατακλεισάμενος ἐν τοῖς βασιλείοις Κῦ‐ ρον ἐβόα. ὁ δὲ Κῦρος τοῦ μὲν Κροίσου κατέλιπε φύλακας, καταστρατοπεδεύσας δὲ τοὺς ἑαυτοῦ ἀπῄει πρὸς Κροῖσον. καὶ ἰδὼν αὐτὸν ὁ Κροῖσος “χαῖρε, ὦ δέσποτα” ἔφη. “καὶ σύ γε” ὁ Κῦρος εἶπεν “ὦ | |
15 | Κροῖσε. ἀτὰρ ἐθελήσαις ἂν συμβουλεῦσαί μοί τι;” “βουλοίμην ἄν” ἔφη “ὦ Κῦρε.” ἔφη τοίνυν “ἐγώ, Κροῖσε, τοὺς στρατιώτας ὁρῶν πεπονηκότας καὶ πλεῖ‐ στα κινδυνεύοντας καὶ νῦν νομίζοντας πόλιν ἔχειν τὴν πλουσιωτάτην τῶν ἐν Ἀσίᾳ μετὰ Βαβυλῶνα, ἀξιῶ | |
20 | ὠφεληθῆναι τοὺς στρατιώτας, ἐφεῖναι δ’ αὐτοῖς διαρ‐ πάσαι τὴν πόλιν οὐ βούλομαι.” ὁ δὲ Κροῖσος “ἀλλ’ ἐμέ” ἔφη “ἔασον λέξαι πρὸς οὓς ἂν ἐγὼ Λυδῶν ἐθέλω ὅτι μὴ γενέσθαι ἁρπαγὴν παρὰ σοῦ διαπέπραγμαι, καὶ ἴσθι σοι ἔσεσθαι παρ’ ἑκόντων Λυδῶν πᾶν ὅ,τι | |
25 | ἐν Σάρδεσι τίμιον. πρῶτον δὲ ἐπὶ τοὺς ἐμούς” εἶπε “θησαυροὺς πέμπε καὶ λάμβανε ὅσα βούλει.” Ταῦτα μὲν οὖν οὕτω ποιήσειν ὁ Κῦρος κατέθετο, καὶ τότε ἐπὶ τούτοις τὴν ἡμέραν διήγαγον· τῇ δ’ ἑξῆς καλέσας ὁ Κῦρος τῶν φίλων τινάς, τοὺς μὲν τοὺς | |
30 | θησαυροὺς παραλαμβάνειν ἐκέλευσε, τοὺς δὲ ὁπόσα | 251 in vol. 1 |
1.252 | παραδοίη ὁ Κροῖσος χρήματα. εἶτα εἴ τις ἑώρακε τὸν Ἀβραδάταν ἤρετο· εἰπόντος δέ τινος τῶν ὑπη‐ ρετῶν ὅτι ἐν τῇ μάχῃ ἀπέθανεν, ἐπαίσατο τὸν μη‐ ρόν, καὶ ἀναπηδήσας ἐπὶ τὸν ἵππον ἤλαυνεν ἐπ’ | |
5 | ἐκεῖνον. καὶ ὡς εἶδε τὴν Πάνθειαν χαμαὶ καθημέ‐ νην καὶ τὸν νεκρὸν κείμενον, ἐδάκρυσε καὶ εἶπε “φεῦ, ὦ ἀγαθὴ καὶ πιστὴ ψυχή.” ἡ δὲ γυνή “οἶδ’ ὅτι δι’ ἐμέ” ἔφη “ταῦτα ἔπαθεν, ἴσως δ’, ὦ Κῦρε, καὶ διὰ σέ. ἐγώ τε γὰρ ἡ μωρὰ πολλὰ διεκελευόμην | |
10 | αὐτῷ ὅπως σοι φίλος ἄξιος λόγου φανείη, αὐτός τε τί ἂν ποιήσας χαρίσοιτό σοι ἐνενόει. καὶ οὗτος μὲν ἀμέμπτως τετελεύτηκεν, ἐγὼ δ’ ἡ παρακελευομένη ζῶσα παρακάθημαι.” καὶ ὁ Κῦρος χρόνον μέν τινα σιωπῇ κατεδάκρυεν, ἔπειτα πολλὰ τοῦ πάθους εἶπε | |
15 | παρηγορήματα, εἶτ’ ἀπῄει. ἡ δὲ γυνὴ τοὺς μὲν εὐ‐ νούχους ἐκέλευσεν ἀποστῆναι, τῇ δὲ τροφῷ εἶπε πα‐ ραμένειν καὶ ἀποθανοῦσαν περικαλύψαι αὐτήν τε καὶ τὸν ἄνδρα ἑνὶ ἱματίῳ. ἡ μὲν οὖν τροφὸς ἐκάθητο κλαίουσα· ἡ δὲ σφάττει ἑαυτήν, καὶ ἐπιθεῖσα ἐπὶ τὰ | |
20 | στέρνα τοῦ ἀνδρὸς τὴν ἑαυτῆς κεφαλὴν ἀπέθνησκεν. ἡ δὲ τροφὸς ἀνωλοφύρατό τε καὶ περιεκάλυπτεν ἄμφω. καὶ οἱ εὐνοῦχοι γνόντες τὸ γεγενημένον τρεῖς ὄντες σπασάμενοι τοὺς ἀκινάκας σφάττονται. ὁ δὲ Κῦρος ὡς ᾔσθετο τὸ ἔργον τῆς γυναικός, ἠγάσθη τε | |
25 | αὐτὴν καὶ κατωλοφύρατο, καὶ μνῆμα αὐτοῖς ἔχωσεν ὑπερμέγεθες θάψας αὐτοὺς μεγαλοπρεπῶς. Οἱ δὲ Κᾶρες στασιάσαντες καὶ πολεμοῦντες ἀλ‐ λήλοις παρέδοσαν ἑαυτοὺς τῷ Κύρῳ ἑκάτεροι, καὶ οἱ | |
ἐπὶ Φρυγίαν δὲ τὴν ἐπὶ Ἑλλήσποντον δῶρα πλεῖστα | 252 in vol. 1 | |
1.253 | τῷ Κύρῳ παρέσχον, ὥστε μὴ εἰς τὰ τείχη βαρβάρους εἰσδέξασθαι, δασμὸν δὲ ἀποφέρειν αὐτῷ καὶ στρατεύ‐ ειν ὅπῃ Κῦρος κελεύει. ὁ δὲ τῶν Φρυγῶν βασιλεὺς παρεσκευάζετο ὡς οὐ σπεισόμενος· ἐπεὶ δὲ ἀφίσταντο | |
5 | αὐτοῦ οἱ ὕπαρχοι, εἰς χεῖρας ἦλθεν Ὑστάσπᾳ. καὶ ὁ Ὑστάσπας καταλιπὼν ἐν ταῖς ἄκραις φρουρὰς Περ‐ σῶν, ἀπῄει ἄγων σὺν τοῖς ἑαυτοῦ καὶ Φρυγῶν πολ‐ λοὺς ἱππέας καὶ πελταστάς. Ὁ δὲ Κῦρος ὡρμᾶτο ἐκ Σάρδεων, φρουρὰν μὲν | |
10 | λιπὼν ἐν Σάρδεσι, Κροῖσον δ’ ἔχων σὺν ἑαυτῷ ἄγοντα πλείστας ἁμάξας μεστὰς πολλῶν καὶ παντο‐ δαπῶν χρημάτων, καὶ γεγραμμένα ἔχοντα ἀκριβῶς ὅσα ἦν ἐν ἑκάστῃ ἁμάξῃ. ὃς καὶ ἐδίδου τῷ Κύρῳ τὰ γράμματα· ὁ δὲ Κῦρος εἶπε “σὺ μὲν καλῶς ἐποίησας, | |
15 | ὦ Κροῖσε, οἱ δὲ τὰ χρήματα εἰληφότες πάντως μοι ἄξουσι ταῦτα, ἢν δέ τι καὶ κλέψωσι, τὰ ἑαυτῶν κλέ‐ ψονται.” ἦγε δὲ καὶ Λυδῶν ὁ Κροῖσος πολλοὺς καὶ λαμπρῶς ὡπλισμένους. Ἰὼν δ’ ὁ Κῦρος τὴν ἐπὶ Βαβυλῶνα κατεστρέ‐ | |
20 | ψατο Φρύγας τοὺς ἐν τῇ μεγάλῃ Φρυγίᾳ, κατεστρέ‐ ψατο δὲ Καππαδόκας, ὑποχειρίους δὲ ἐποιήσατο Ἀρα‐ βίους· ἐξώπλισε δὲ ἀπὸ πάντων τούτων Περσῶν μὲν ἱππέας οὐ μεῖον τετρακισμυρίων, καὶ πᾶσι δὲ τοῖς συμμάχοις ἵππους πολλοὺς τῶν αἰχμαλώτων διέδω‐ | |
25 | κεν. ἀφίκετο μέντοι πρὸς Βαβυλῶνα πολλοὺς μὲν ἱππέας ἄγων, πολλοὺς δὲ τοξότας καὶ ἀκοντιστάς, σφενδονήτας δὲ ἀναρίθμους. ἐπεὶ δ’ ἐν Βαβυλῶνι ἐγένετο, περιέστησε μὲν τὴν στρατιάν, αὐτὸς δ’ ἐπιὼν σὺν τοῖς ἄρχουσι τῶν συμμάχων καὶ τοῖς φί‐ | |
30 | λοις κατεθεᾶτο τὰ τείχη. εἶτα ἐπήγαγε τὴν στρατιὰν καὶ περὶ τὴν πόλιν ἐστρατοπεδεύσατο. ἰδὼν δὲ τὸν | |
ἐκεῖ ποταμὸν ἔνδον τῆς πόλεως εἰσρέοντα καὶ μέσην | 253 in vol. 1 | |
1.254 | διιόντα τὴν Βαβυλῶνα, οὐδενὶ μὲν τὸ βούλευμα ἐξε‐ κάλυψε, τάφρον δ’ ἐκέλευσεν ὀρύσσειν περὶ τὸ στρα‐ τόπεδον εὐρεῖαν καὶ βαθυτάτην, ἵν’ ἐλαχίστων τάχα τῶν φυλάκων ἐν τῷ στρατοπέδῳ δέοιντο. οἱ μὲν οὖν | |
5 | τὴν τάφρον ποιοῦντες ὤρυσσον μέτριόν τι τοῦ ποτα‐ μοῦ ἀφιστάμενοι, τὸν δὲ χοῦν ἀνέβαλον πρὸς τὸ στρατόπεδον· οἱ δέ γε Βαβυλώνιοι κατεγέλων τῆς πολιορκίας, ὡς πλέον ἢ ἐτῶν εἴκοσι τὰ ἐπιτήδεια ἔχοντες. ἤδη δὲ τῆς τάφρου ὀρωρυγμένης, φυλάξας ὁ | |
10 | Κῦρος νύκτα, ἐν ᾗ ἑορτὴν ἔγνω τοὺς Βαβυλωνίους ἄγειν ὅλην τὴν νύκτα πίνοντας καὶ κωμάζοντας, ἐν ταύτῃ πλῆθος ἀθροίσας ἀνεστόμωσε τὰς τάφρους πρὸς τὸν ποταμόν· Εὐφράτης οὗτός ἐστιν, ὡς Ἡρόδο‐ τος ἱστορεῖ· καὶ τὸ ὕδωρ εἰς τὰς τάφρους ἐχώρει ἐν | |
15 | τῇ νυκτί, ἡ δὲ διὰ τῆς πόλεως τοῦ ποταμοῦ ὁδὸς πο‐ ρεύσιμος ἀνθρώποις ἐγίνετο μετοχετευθέντος τοῦ ὕδατος. τότε δὴ καταβιβάσας εἰς τὸ ξηρὸν τοῦ πο‐ ταμοῦ ὑπηρέτας καὶ πεζοὺς καὶ ἱππέας ἐκέλευσε σκέ‐ ψασθαι εἰ πορεύσιμον εἴη. ἐν τούτῳ δὲ διαλεχθεὶς | |
20 | τοῖς ἡγεμόσι τοῦ πλήθους καὶ διεγείρας πρὸς τοὔρ‐ γον, τέλος ἔφη “ἀλλ’ ἄγετε, λαμβάνετε ὅπλα, ἡγή‐ σομαι δ’ ἐγώ· ὑμεῖς δ’, ὦ Γαδάτα καὶ Γωβρύα, δει‐ κνύετε τὰς ὁδούς, εἰδότες ταύτας. ὅταν δ’ ἐντὸς γενώμεθα, τὴν ταχίστην ἄγετε ἐπὶ τὰ βασίλεια.” ἐπὶ | |
25 | τούτοις ἐπορεύοντο. καὶ ἰόντες ὡς ἠδύναντο τάχιστα ἐπὶ τοῖς βασιλείοις ἐγένοντο οἱ σὺν τῷ Γωβρύᾳ καὶ τῷ Γαδάτᾳ, καὶ τὰς πύλας κεκλεισμένας εὑρίσκουσι, πίνουσι δὲ τοῖς φύλαξιν ἐπεισπίπτουσιν. ὡς δὲ κραυγὴ καὶ θροῦς ἤρθη, αἰσθόμενοι οἱ ἔνδον, κελεύ‐ | |
30 | σαντος τοῦ βασιλέως σκέψασθαι τί εἴη τὸ πρᾶγμα, ἤνοιξαν τὰς πύλας, εἰς ἃς εἰσπίπτουσιν οἱ πολέμιοι | |
καὶ ἀφικνοῦνται πρὸς τὸν βασιλέα. καὶ ἤδη ἑστη‐ | 254 in vol. 1 | |
1.255 | κότα αὐτὸν καὶ ἐσπασμένον ὃν εἶχεν ἀκινάκην εὑρί‐ σκουσι. καὶ τοῦτον μὲν οἱ σὺν Γαδάτᾳ καὶ Γωβρύᾳ ἐχειροῦντο, οἱ δὲ σὺν αὐτῷ ἔθνησκον οἱ μὲν ἀμυνό‐ μενοι, οἱ δὲ χάζοντες. ὁ δὲ Κῦρος διέπεμπε τὰς τῶν | |
5 | ἱππέων τάξεις κατὰ τὰς ὁδούς, προειπὼν οὓς μὲν ἔξω λαμβάνοιεν κτείνειν, τοὺς δ’ ἐν ταῖς οἰκίαις κη‐ ρύττειν τοὺς συριστὶ ὁμιλεῖν ἐπισταμένους ἔνδον μέ‐ νειν, εἰ δέ τις ἔξω ληφθείη, ὅτι θανεῖται. ἐν το‐ σούτῳ δὲ Γαδάτας καὶ Γωβρύας ἧκον, καὶ ὅτι τὸν | |
10 | ἀνόσιον βασιλέα ἐτιμωρήσαντο, πρῶτον μὲν θεοὺς προσεκύνουν, ἔπειτα Κύρου κατεφίλουν χεῖρας καὶ πόδας. Ὁ μὲν οὖν Ξενοφῶν τὰ περὶ τοῦ Κύρου ἱστορῶν τὸ ὄνομα τοῦ ἁλόντος βασιλέως τῶν Ἀσσυρίων οὐ | |
15 | λέγει, ὁ δὲ Ἰώσηπος ἐν τῷ δεκάτῳ λόγῳ τῆς Ἀρχαι‐ ολογίας τὸν Βαλτάσαρ τοῦτον εἶναι ἱστορεῖ, ᾧ καὶ ἡ χεὶρ ἐφάνη ἐκ τοῦ τείχους προϊοῦσα καὶ γράφουσα τὰ ἤδη προγραφέντα γράμματα, ὧν τὴν δήλωσιν ἡρ‐ μήνευσεν ὁ Δανιήλ. | |
20 | Ἡμέρας δὲ γενομένης ὡς ᾔσθοντο οἱ τὰς ἄκρας ἔχοντες ἑαλωκυῖαν τὴν πόλιν καὶ τὸν βασιλέα σφῶν τεθνηκότα, παραδιδόασι καὶ τὰς ἄκρας. ὁ δὲ Κῦρος εἰς αὐτὰς φρουράρχους καὶ φρουροὺς ἔπεμπεν. εἶτα τοὺς μάγους καλέσας, ὡς δορυαλώτου τῆς πόλεως | |
25 | οὔσης ἀκροθίνια τοῖς θεοῖς ἐκέλευσεν ἐξελεῖν, καὶ οἰκίας δὲ διεδίδου καὶ ἀρχεῖα τοῖς κοινωνήσασι τῶν πεπραγμένων αὐτῷ, καὶ ἑαυτῷ δὲ κατασκευάσαι δια‐ νενόητο δίαιταν πρέπουσαν βασιλεῖ. ἵνα δὲ μὴ τοῖς | |
φίλοις ἐπίφθονος γένηται, σὺν γνώμῃ αὐτῶν τοῦτο | 255 in vol. 1 | |
1.256 | ποιῆσαι ἠθέλησε, καὶ διαλεχθεὶς αὐτοῖς, δι’ ὧν εἶπεν ἔπεισεν ἐκείνους τοῦτο αἰτήσασθαι. κἀντεῦθεν εἰς τὰ βασίλεια εἴσεισι, καὶ φύλακας περὶ ἑαυτὸν ποιεῖ‐ ται, καὶ τοὺς μὲν περὶ τὸ ἑαυτοῦ σῶμα θεραπευτῆ‐ | |
5 | ρας ἐξέτεμε καὶ εὐνούχους πεποίηκε, δορυφόρους δ’ εἵλετο Πέρσας περὶ μυρίους, καὶ ἐν τῇ πόλει δὲ φρουροὺς ἔταξεν ἱκανούς. ταῦτα δὲ ποιήσας τοὺς ἐν‐ τιμοτέρους τῆς στρατιᾶς ἐξήσκει μὴ ἀπόνως βιοῦν καὶ καθ’ ἡδυπάθειαν· καὶ τῶν μὲν ἄλλων πραγμάτων | |
10 | ἄλλους ἐπιμελητὰς κατεστήσατο, προσόδων ἀποδε‐ κτῆράς φημι καὶ δοτῆρας δαπανημάτων, ἔργων τε ἐπιστάτας καὶ κτήσεων φύλακας, καὶ τῶν ἐπιτηδείων ἐπιμελητὰς τῶν πρὸς δίαιταν, καὶ ἵππων καὶ κυνῶν φροντιστάς· οὓς δ’ ᾤετο χρῆναι φύλακας τῆς εὐδαι‐ | |
15 | μονίας ἔχειν, ἑαυτῷ τὴν τούτων προσέταττεν ἐπιμέ‐ λειαν. ἐπεὶ δὲ καὶ χρήμασιν εὐεργετεῖν αὐτῷ προσ‐ εγένετο, ἔγνω ὡς οὐδέν ἐστιν εὐεργέτημα ἀνθρώποις εὐχαριτώτερον ἢ σίτων καὶ ποτῶν μετάδοσις· διὸ καὶ ἐπέταξε πολλὰ αὐτῷ παρατίθεσθαι ὅμοια οἷς αὐτὸς | |
20 | σιτοῖτο καὶ ἱκανὰ παμπόλλοις ἐσόμενα, καὶ τὰ παρα‐ τιθέμενα, πλὴν οἷς αὐτὸς καὶ οἱ σύνδειπνοι χρή‐ σαιντο, διεδίδου. καὶ φιλοδωρότατος ἀνθρώπων ἐγέ‐ νετο. ἀλλὰ τὸ μὲν μεγέθει δώρων ὑπερβάλλειν πλου‐ σιώτατον ὄντα οὐ θαυμαστόν, τὸ δὲ τῇ θεραπείᾳ καὶ | |
25 | τῇ ἐπιμελείᾳ τῶν φίλων βασιλεύοντα περιγίνεσθαι, τοῦτο ἀξιολογώτερον. καὶ λόγος δὲ αὐτοῦ ἀπομνη‐ μονεύεται, παραπλήσια ἔργα εἶναι νομέως ἀγαθοῦ καὶ βασιλέως· τόν τε γὰρ νομέα ἔλεγε χρῆναι εὐ‐ τραφῆ τὰ κτήνη ποιοῦντα χρῆσθαι αὐτοῖς ἤδη, τόν | |
30 | τε βασιλέα ὡσαύτως εὐδαίμονας πόλεις καὶ ἀνθρώ‐ πους ποιοῦντα χρῆσθαι αὐτοῖς. | |
Λέγεται δὲ καὶ τὸν Κροῖσον εἰπόντα ποτὲ πρὸς | 256 in vol. 1 | |
1.257 | αὐτὸν ὡς διὰ τὸ πολλὰ διδόναι πένης ἔσοιτο, ἐρωτη‐ θῆναι παρὰ Κύρου “πόσα ἂν ἤδη μοι χρήματα οἴει εἶ‐ ναι, εἰ χρυσίον ὡς σὺ κελεύεις συνέλεγον ἐξ ὅτου ἐν τῇ ἀρχῇ εἰμι;” καὶ τὸν Κροῖσον εἰπεῖν πολύν τινα ἀρι‐ | |
5 | θμόν. τὸν δὲ Κῦρον φάναι “ἄγε δή, ὦ Κροῖσε, σύμ‐ πεμψον ἄνδρα σὺν Ὑστάσπᾳ τούτῳ. σὺ δέ, Ὑστάσπα, περιελθὼν τοὺς φίλους λέγε αὐτοῖς ὅτι δέομαι χρυ‐ σίου πρὸς πρᾶξίν τινα, καὶ κέλευε αὐτοὺς ὁπόσα ἂν ἕκαστος δύναιτο πορίσαι μοι χρήματα, καὶ γράψαντας | |
10 | καὶ κατασημηναμένους δοῦναι τὰς ἐπιστολὰς τῷ Κροί‐ σου θεράποντι.” ταῦτα δὲ ὅσα ἐνετέλλετο τῷ Ὑστά‐ σπᾳ γράψας καὶ σημηνάμενος δέδωκεν αὐτῷ φέρειν πρὸς τοὺς φίλους. ἔγραψε δὲ πρὸς πάντας καὶ Ὑστά‐ σπαν ὡς φίλον αὐτοῦ δέχεσθαι. ἐπεὶ δὲ περιῆλθε καὶ | |
15 | ἤνεγκεν ὁ Κροίσου θεράπων τὰς ἐπιστολάς, ὁ Ὑστά‐ σπας εἶπεν “ὦ Κῦρε βασιλεῦ, καὶ ἐμοὶ ἤδη ὡς πλου‐ σίῳ χρῶ· πάμπολλα γὰρ ἔχων πάρειμι δῶρα διὰ τὰ σὰ γράμματα.” καὶ ὁ Κῦρος “εἷς μὲν τοίνυν, ὦ Κροῖσε, καὶ οὗτος ἡμῖν θησαυρός” εἶπε, “τοὺς δ’ | |
20 | ἄλλους καταθεῶ, καὶ λόγισαι πόσα μοί ἐστιν ἕτοιμα χρήματα, ἤν τι δέωμαι χρῆσθαι.” λέγεται δὴ λογιζό‐ μενος ὁ Κροῖσος πολλαπλάσια εὑρεῖν ἢ ἔφη Κύρῳ ἂν εἶναι ἐν τοῖς θησαυροῖς, εἰ συνέλεγεν, ἐπὶ τούτοις δὲ τὸν Κῦρον εἰπεῖν “ὁρᾷς, ὦ Κροῖσε, ὡς εἰσὶ καὶ ἐμοὶ | |
25 | θησαυροί;” Δόξαν δὲ αὐτῷ εἰς τὰ τοῖς θεοῖς ἐξῃρημένα τε‐ μένη ποιήσασθαι προπομπήν, καλέσας τοὺς τὰς ἀρχὰς ἔχοντας Περσῶν τε καὶ τῶν ἄλλων, διέδωκεν αὐτοῖς στολὰς Μηδικάς· καὶ τότε πρῶτον Πέρσαι Μηδικὴν | |
30 | στολὴν ἐνεδύσαντο. ἐπεὶ δὲ τοῖς κρατίστοις διέδωκε τὰς κρατίστας στολάς, ἐξέφερε καὶ ἄλλας Μηδικὰς | |
στολάς, παμπόλλας γὰρ παρεσκευάσατο, οὔτε πορφυ‐ | 257 in vol. 1 | |
1.258 | ρίδων φειδόμενος οὔτε ὀρφνίνων οὔτε φοινικίδων οὔτε καρυκίνων ἱματίων, νείμας δ’ ἑκάστῳ τῶν ἡγεμόνων μέρος αὐτῶν ἐκέλευσε τούτοις τοὺς ὑπ’ αὐτοὺς κο‐ σμεῖν. καί τις τῶν παρόντων ἐπήρετο αὐτόν “σὺ δέ, | |
5 | ὦ Κῦρε, πότε κοσμήσῃ;” ὁ δέ “οὐ γὰρ νῦν” ἔφη “δοκῶ ὑμῖν αὐτὸς κοσμεῖσθαι ὑμᾶς κοσμῶν; ἢν γὰρ δύνωμαι τοὺς φίλους ποιεῖν εὖ, ὁποίαν ἂν ἔχω στο‐ λὴν ἐγώ, ἐν ταύτῃ καλὸς φανοῦμαι.” ποιήσας δὲ τὴν προπομπὴν καὶ θύσας τοῖς θεοῖς μετὰ τῶν φίλων | |
10 | ἐδείπνει, οὓς μὲν μάλιστα ἐτίμα παρὰ τὴν ἀριστερὰν χεῖρα καθίσας, ὡς εὐεπιβουλευτοτέρας ταύτης οὔσης ἢ τῆς δεξιᾶς, τοὺς δ’ ἄλλους παρὰ τὴν δεξιάν. μετὰ δέ γε τὸ δεῖπνον τοὺς ἐθελουσίους αὐτῷ συμμαχή‐ σαντας ἀπέπεμψεν οἴκαδε πλὴν τῶν βουληθέντων | |
15 | παρ’ αὐτῷ καταμεῖναι· τούτοις δὲ καὶ χώραν καὶ οἴ‐ κους ἔδωκε. τοῖς δ’ ἀπιοῦσι καὶ στρατιώταις καὶ ἄρ‐ χουσι πολλὰ ἐδωρήσατο. εἶτα καὶ τοῖς περὶ αὐτὸν στρατιώταις καὶ ἡγεμόσι διένειμεν ὅσα ἐκ Σάρδεων ἔλαβε χρήματα πρὸς τὴν ἀξίαν ἑκάστῳ. ὡς δὲ εἰ‐ | |
20 | λήφεσαν τὰ δοθέντα, ἔλεγον περὶ τοῦ Κύρου “ἦπου αὐτός γε πολλὰ ἔχει, ὅτι καὶ ἡμῶν ἑκάστῳ τοσαῦτα δέδωκεν.” οἱ δ’ ἔλεγον “οὐχ ὁ Κύρου τρόπος τοιοῦ‐ τος ὡς χρηματίζεσθαι, ἀλλὰ διδοὺς μᾶλλον ἢ κτώμε‐ νος ἥδεται.” αἰσθόμενος δὲ ταῦτα ὁ Κῦρος συνέλεξε | |
25 | τοὺς φίλους καὶ τοὺς ἐπικαιρίους ἅπαντας καὶ εἶπεν “ἁπλουστάτου μοι δοκεῖ εἶναι ἤθους τὸ τὴν δύναμιν τὸν ἄρχοντα φανερὰν ποιησάμενον ἐκ ταύτης ἀγωνί‐ ζεσθαι περὶ καλοκἀγαθίας. κἀγὼ οὖν” ἔφη “βούλο‐ μαι ὑμῖν ὅσα μὲν οἷόν τέ ἐστι τῶν ἐμοὶ ὄντων ἰδεῖν | |
30 | δεῖξαι, ὅσα δὲ μὴ οἷόν τε ἰδεῖν, διηγήσασθαι.” ταῦτα εἰπὼν τὰ μὲν ἐδείκνυ πολλὰ καὶ καλὰ χρήματα, τὰ | |
δὲ κείμενα ὡς μὴ ῥᾴδιον εἶναι ἰδεῖν διηγήσατο. καὶ | 258 in vol. 1 | |
1.259 | εἶπεν “ὦ ἄνδρες, ταῦτα οὐδὲν μᾶλλον ἐμὰ δέον ἡγεῖ‐ σθαι ἢ καὶ ὑμέτερα· ἐγὼ γὰρ ταῦτα ἀθροίζω, ὅπως ἔχω τῷ καλόν τι ὑμῶν ποιοῦντι διδόναι, καὶ ὅπως, ἤν τις ὑμῶν τινος δέηται, λάβῃ πρός με ἰών.” | |
5 | Ὅτε δὲ τὰ ἐν Βαβυλῶνι εὖ κατεστήσατο, εἰς Πέρ‐ σας ἀπελθεῖν ἡτοιμάζετο. ἐπεὶ δὲ πορευόμενος γίνε‐ ται κατὰ τὴν Μηδικήν, τρέπεται ὁ Κῦρος πρὸς Κυα‐ ξάρην, καὶ ἀσπασάμενος αὐτὸν εἶπεν ὅτι οἶκος αὐτῷ ἐν Βαβυλῶνι ἐξῃρημένος εἴη, καὶ δῶρα παρέσχεν | |
10 | αὐτῷ πολλὰ καὶ καλά. ὁ δὲ Κυαξάρης προσέπεμψεν αὐτῷ τὴν θυγατέρα στέφανόν τε χρυσοῦν καὶ ψέλια φέρουσαν καὶ στρεπτὸν καὶ στολὴν Μηδικὴν καλλί‐ στην. καὶ ἡ μὲν παῖς ἐστεφάνου τὸν Κῦρον, ὁ δὲ Κυαξάρης “δίδωμί σοι” ἔφη, “ὦ Κῦρε, καὶ αὐτὴν | |
15 | ταύτην γυναῖκα, θυγατέρα οὖσαν ἐμήν, ἐπιδίδωμι δὲ αὐτῇ καὶ φερνὴν Μηδίαν πᾶσαν· οὐδὲ γὰρ ἔστι μοι ἄρρην παῖς γνήσιος.” ὁ δὲ Κῦρος “τὸ μὲν γένος, ὦ Κυαξάρη, ἐπαινῶ” εἶπε, “καὶ τὴν παῖδα καὶ τὰ δῶρα, βούλομαι δὲ σὺν γνώμῃ τοῦ πατρός τε καὶ τῆς | |
20 | μητρὸς γῆμαι αὐτήν.” καὶ ταῦτα εἰπὼν εἰς Πέρσας ἐπορεύετο. ἐν δὲ τοῖς Περσῶν ὁρίοις ἐλθὼν τὸ μὲν στράτευμα ἐκεῖ κατέλιπεν, αὐτὸς δὲ σὺν τοῖς φίλοις τὴν πόλιν εἰσῄει, ἱερεῖα ἄγων πᾶσι Πέρσαις ἱκανὰ θύειν καὶ ἑστιᾶσθαι. δῶρα δὲ τῷ πατρὶ καὶ τῇ μητρὶ | |
25 | ἔφερεν οἷα εἰκὸς ἦν καὶ τοῖς φίλοις, οἷα δ’ ἔπρεπεν ἀρχαῖς καὶ γεραιτέροις· ἔδωκε δὲ καὶ πᾶσι Πέρσαις, ἀλλὰ μὴν καὶ Περσίσι. καὶ χρόνον τινὰ τοῖς τεκοῦσι συνδιατρίψας ἀπῄει. καὶ γενόμενος ἐν Μήδοις συν‐ δόξαν τῷ πατρὶ γαμεῖ τὴν Κυαξάρου θυγατέρα· γή‐ | |
30 | μας δ’ εὐθὺς ἔχων αὐτὴν ἀνεζεύγνυεν. | 259 in vol. 1 |
1.260 | Ὡς δ’ ἧκεν εἰς Βαβυλῶνα, σατράπας ἐπὶ τὰ κα‐ τεστραμμένα ἔπεμπεν ἔθνη, εἰς Ἀραβίαν δηλαδὴ καὶ Καππαδοκίαν, εἰς Φρυγίαν τε τὴν μεγάλην, εἰς Λυ‐ κίαν τε καὶ Ἰωνίαν, εἰς Καρίαν, εἰς Φρυγίαν τὴν | |
5 | παρ’ Ἑλλήσποντον καὶ Αἰολίδα. Κίλιξι δὲ καὶ Κυ‐ πρίοις καὶ Παφλαγόσιν οὐκ ἔπεμψε σατράπας, ὅτι ἑκόντες ἐδόκουν αὐτῷ συστρατεύεσθαι· δασμοὺς μέν‐ τοι καὶ οὗτοι ἀπέφερον. ἵνα δέ, μεγάλης αὐτῷ τῆς ἀρχῆς οὔσης, ταχέως καὶ πόρρωθέν οἱ κομίζοιντο ἀγ‐ | |
10 | γελίαι, ἐσκέψατο πόσην ἂν ὁδὸν ἵππος ἐλαυνόμενος ἀνύοι, καὶ ἱππῶνας τοσοῦτον ἀλλήλων διέχοντας ἐποιήσατο, καὶ ἵππους κατέστησεν ἐν αὐτοῖς καὶ τοὺς αὐτῶν ἐπιμελομένους, καὶ ἄνδρα ἐφ’ ἑκάστῳ ἔταξε τὸν ἐπιτήδειον παραδέχεσθαι τὰ φερόμενα γράμματα καὶ | |
15 | παραδιδόναι καὶ παραλαμβάνειν τοὺς ἀπειρηκότας ἵππους καὶ ἄλλους πέμπειν νεαλεῖς. Ἤδη δὲ παρελθόντος ἐνιαυτοῦ στρατείαν ἐποιή‐ σατο, ἐν ᾗ λέγεται καταστρέψασθαι πάντα τὰ ἔθνη ὅσα Συρίαν εἰσβάντι οἰκεῖ μέχρις Ἐρυθρᾶς θαλάσ‐ | |
20 | σης. μετὰ δὲ ταῦτα στρατεύει ἐπ’ Αἴγυπτον καὶ κα‐ ταστρέφεται καὶ αὐτήν· ὡς ἐντεῦθεν ὁρίζειν αὐτῷ τὴν ἀρχὴν πρὸς ἕω μὲν τὴν Ἐρυθρὰν θάλασσαν, πρὸς ἄρκτον δὲ τὸν πόντον τὸν Εὔξεινον, πρὸς δ’ ἑσπέραν Κύπρον καὶ Αἴγυπτον, τὴν δ’ Αἰθιοπίαν πρὸς με‐ | |
25 | σημβρίαν. αὐτὸς δ’ ἐν μέσῳ τούτων πεποιημένος τὴν δίαιταν, ἐν Βαβυλῶνι μὲν μῆνας διῆγεν ἑπτὰ τὸν χρόνον δὴ τὸν χειμέριον, ἀλεεινὴ γὰρ αὕτη ἡ χώρα, τρεῖς δὲ μῆνας τοὺς ἀμφὶ τὸ ἔαρ ἐν Σούσοις, ἐν δ’ Ἐκβατάνοις δύο διῆγε μῆνας τὴν τοῦ θέρους ἀκμήν. | |
30 | Οὕτω δὲ ζήσας ὁ Κῦρος καὶ μάλα πρεσβύτης γε‐ νόμενος ἀφικνεῖται εἰς Πέρσας τὸ ἕβδομον, πάλαι | |
τῶν τοκέων τετελευτηκότων αὐτῷ. καὶ κοιμωμένῳ | 260 in vol. 1 | |
1.261 | κατὰ τὰ βασίλεια ἔδοξεν αὐτῷ κατ’ ὄναρ τις προσ‐ ελθεῖν κρείττων ἢ κατὰ ἄνθρωπον, λέγων “συσκευά‐ ζου, ὦ Κῦρε· ἤδη γάρ σε μεταπέμπονται οἱ θεοί.” ἐκ τούτου δ’ εἴκαζεν ὅτι παρείη τοῦ βίου ἡ τελευτή, καὶ | |
5 | τριταῖος τοὺς παῖδας ἐκάλεσε, συνείποντο γὰρ αὐτῷ, καὶ τοὺς φίλους καὶ τὰς Περσῶν ἀρχάς, καὶ εἶπεν “ἐμοὶ μὲν τοῦ βίου τὸ τέλος ἤδη πάρεστι, δεῖ δὲ σα‐ φηνίσαι περὶ τῆς βασιλείας τίνι ἔσται μετ’ ἐμέ, ἵνα μὴ πράγματα ὑμῖν παράσχῃ γενομένη ἀμφίλογος. σὺ | |
10 | μὲν οὖν, ὦ Καμβύση, πρεσβύτερος ὢν τὴν βασιλείαν ἔχε, θεῶν διδόντων κἀμοῦ· σοὶ δέ, ὦ Ταναοξάρη, εἶναι σατράπῃ δίδωμι Μήδων τε καὶ Ἀρμενίων καὶ Καδουσίων.” ταῦτα τοῖς παισὶν ἐντειλάμενος καὶ παραινέσας πολλά, καὶ προσειπὼν τοὺς παρόντας καὶ | |
15 | πάντας δεξιωσάμενος, συνεκαλύψατο καὶ οὕτως ἐξέ‐ λιπεν. ἐπεὶ δ’ ἐκεῖνος ἀπῄει, εὐθὺς οἱ παῖδες αὐτοῦ ἐστασίαζον, πόλεις δὲ καὶ ἔθνη ἀφίσταντο, πάντα δ’ ἐπὶ τὸ χεῖρον ἐτράπετο. Ταῦτα μὲν οὖν τῷ Ξενοφῶντι περὶ Κύρου ἱστό‐ | |
20 | ρηται· ὁ δ’ Ἁλικαρνασσεὺς Ἡρόδοτος ἄλλα περὶ τῆς Κύρου φησὶν ἀγωγῆς τε καὶ τελευτῆς καὶ τῆς λοιπῆς βιοτῆς, ἃ μακρὸν ἂν εἴη διηγεῖσθαι. ἐμοὶ δ’ ἐπιτο‐ μὴν ἱστορίας πεποιημένῳ οὐκ ἐπέοικε τὴν πραγμα‐ τείαν θέσθαι πολύστιχον, ἀλλ’ αὐτὸς μὲν τὰ πιθα‐ | |
25 | νώτερα ἔγραψα, ὅτῳ δ’ εἰδέναι βούλημα καὶ ἅπερ Ἡρόδοτος περὶ αὐτοῦ συνεγράψατο, τὴν ἐκείνου μετα‐ χειρισάμενος βίβλον εὑρήσει ταῦτα κατὰ τὸν πρῶτον λόγον, ᾧ τὴν πρώτην τῶν Μουσῶν ἐπέγραψε τὴν Κλειώ. | |
30 | Κῦρος μὲν οὖν οὕτω τὴν τῶν Ἀσσυρίων ἀρχὴν | 261 in vol. 1 |
1.262 | καταλέλυκε. τῷ δὲ πρώτῳ ἔτει τῆς βασιλείας αὐτοῦ, ἑβδομηκοστῷ ὄντι ἐξ ὅτου Ἑβραῖοι εἰς Βαβυλῶνα ἐξ Ἱερουσαλὴμ μετηνέχθησαν, ἐπέτρεψε τοῖς ἐν Βαβυ‐ λῶνι οὖσιν Ἰουδαίοις ἀπελθεῖν εἰς Ἱεροσόλυμα καὶ | |
5 | ἀνοικοδομῆσαι τήν τε πόλιν καὶ τὸν ναόν, ὡς ὁ προ‐ φήτης Ἱερεμίας προανεφώνησε, καὶ πρὸ ἐκείνου ὁ Ἠσαΐας προείρηκεν. ὁ μὲν γὰρ ἦν ὅτε ἡ πόλις ἥλω καὶ ὁ ναὸς κατεσκάφη, ὁ δ’ Ἠσαΐας ἔτεσιν ἑκατὸν καὶ τεσσαράκοντα πρότερον ἦν ἢ τὴν πόλιν ἁλῶναι | |
10 | καὶ κατασκαφῆναι τὸ ἱερόν. οὐ μόνον δ’ ἐφῆκε τοῖς αἰχμαλώτοις τὴν ἐπάνοδον καὶ τὴν τῆς πόλεως καὶ τοῦ ναοῦ ἐξανάστασιν, ἀλλὰ καὶ τὰ σκεύη τὰ τοῦ ναοῦ, ἃ Ναβουχοδονόσορ εἰς Βαβυλῶνα ἐκόμισε, συνέπεμψε, παραδοὺς ταῦτα φέρειν Μιθριδάτῃ τῷ | |
15 | αὐτοῦ γαζοφύλακι καὶ τῷ Ζοροβάβελ. ἐπέστειλε δὲ καὶ τοῖς ἐν Συρίᾳ σατράπαις συναίρεσθαι αὐτοῖς ἐπὶ τῇ τῶν ἔργων οἰκοδομῇ καὶ τὴν δαπάνην αὐτοὺς χορηγεῖν πᾶσαν ἐκ τῶν βασιλικῶν χρημάτων. ταῦτα τοῦ Κύρου θεσπίσαντος ἐξώρμησαν οἱ τῶν δύο φυ‐ | |
20 | λῶν ἄρχοντες τῆς τε τοῦ Ἰούδα καὶ τῆς Βενιαμίτιδος, οἵ τε Λευῖται καὶ οἱ ἱερεῖς· πολλοὶ δὲ ἐν τῇ Βαβυ‐ λῶνι κατέμειναν, τὰς κτήσεις καταλιπεῖν οὐχ αἱρού‐ μενοι. παραγενομένοις δὲ εἰς Ἱεροσόλυμα οἱ τοῦ Κύ‐ ρου πάντες συνήργουν αὐτοῖς εἰς τὰς οἰκοδομὰς καὶ | |
25 | συνέπραττον. ἦσαν δ’ οἱ ἐπανελθόντες μυριάδες τέσσαρες δισχίλιοί τε καὶ ἑξακόσιοι. Ἤδη δὲ περὶ τὴν οἰκοδομὴν τῆς πόλεως σπευ‐ δόντων καὶ τοῦ ναοῦ, τὰ πέριξ ἔθνη, καὶ μάλιστα τὸ Χουθαίων, οὓς Σαλμανασὰρ μετῴκισεν εἰς Σαμά‐ | |
30 | ρειαν, ὅτε τοὺς Ἰσραηλίτας ἐξῃχμαλώτισε, φθονοῦν‐ τες τοὺς σατράπας ἐδεξιώσαντο πρότερον μὴ ἐπαρή‐ | |
γειν τοῖς Ἰουδαίοις εἰς τὴν οἰκοδομήν. εἶτα τοῦ Κύρου | 262 in vol. 1 | |
1.263 | τὴν ζωὴν καταλύσαντος, Καμβύσου δὲ τοῦ παιδὸς ἐκείνου τὴν ἀρχὴν διαδεξαμένου, γράφουσι τῷ Καμ‐ βύσῃ διαβάλλοντες τοὺς Ἑβραίους ὡς ἔθνος ἀποστα‐ τικόν τε καὶ ἀνυπότακτον, καί “εἰ τὴν πόλιν καὶ τὸν | |
5 | ναὸν ἐκτελέσουσι” λέγοντες “οὔτε φόρους δώσουσιν οὔθ’ ὑπακούσονται.” ταῦτα καὶ πλείω τοιαῦτα γρά‐ ψαντες ἔπεισαν αὐτὸν κωλῦσαι τὴν τῆς πόλεως καὶ τοῦ ναοῦ ἀνοικοδόμησιν· καὶ ἐπεσχέθη τὰ ἔργα μέχρι τοῦ δευτέρου ἔτους τῆς βασιλείας Δαρείου τοῦ Ὑστά‐ | |
10 | σπου ἐπ’ ἔτη ἐννέα. Καμβύσης γὰρ ἑπτὰ βασιλεύσας ἔτη, καὶ καταστρεψάμενος ἐν τούτοις τὴν Αἴγυπτον, ὑποστρέψας ἐν Δαμασκῷ ἐτελεύτησε, τῶν μάγων τῆς βασιλείας ἐγκρατῶν γενομένων. καλὸν δὲ καὶ τὰ περὶ τούτων ἐν ἐπιτομῇ διηγήσασθαι. | |
15 | Τῷ Καμβύσῃ ἦν ἀδελφός, κατὰ μὲν τὸν Ξενο‐ φῶντα Ταναοξάρης, κατὰ δὲ τὸν Ἡρόδοτον Σμέρδης ὀνομαζόμενος. ἔδοξεν οὖν ἐν Αἰγύπτῳ τῷ Καμβύσῃ τυγχάνοντι καθ’ ὕπνους τις ἐπιστὰς λέγειν ὡς ἐς τὸν βασιλικὸν καθίσας θρόνον ὁ Σμέρδης τῇ κεφαλῇ τοῦ | |
20 | πόλου προσψαύσειε. δείσας οὖν περὶ τῇ βασιλείᾳ, τὸν Πρηξάσπην αὐτίκα πέμπει ἐς Σοῦσα, κτενοῦντα λάθρᾳ τὸν ἀδελφόν. καὶ ὁ μὲν οὕτω διέφθαρτο, ὁ δὲ Καμβύσης τὸ χρεὼν οὐκ ἐξέφυγε. δύο γὰρ ἦσαν ἀδελφοὶ Μῆδοι, μάγοι κεκλημένοι, ὧν τῷ μὲν Κατι‐ | |
25 | ζίθης, τῷ δὲ Σμέρδης ἦν τὰ ὀνόματα. ὁ δὲ Σμέρδης οὐ τοῦ ὀνόματος ἐκοινώνει μόνον Σμέρδῃ τῷ τοῦ Κύρου παιδί, ἀλλὰ καὶ τοῦ εἴδους. τούτων τὸν ἕτε‐ ρον φροντιστὴν τῶν ἑαυτοῦ πραγμάτων ὁ Καμβύσης ἐκέκτητο. χρονίζοντος δ’ ἐν Αἰγύπτῳ αὐτοῦ, γνοὺς | |
30 | τὸν φόνον τοῦ Σμέρδου τοῦ τοῦ Κύρου παιδὸς ὁ Κα‐ τιζίθης, καὶ ὡς ὀλίγοις ὁ ἐκείνου θάνατος ἔγνωσται, | |
ἐπιθέσθαι τῇ βασιλείᾳ ἐσκέψατο· καὶ τὸν ἀδελφὸν | 263 in vol. 1 | |
1.264 | ὁμωνυμοῦντα τῷ Σμέρδῃ καὶ πολλὴν πρὸς ἐκεῖνον ἐμφέρειαν ἔχοντα εἰς τὸν θρόνον ἐκάθισε τὸν βασί‐ λειον, οὐχ ὡς οἰκεῖον ὁμαίμονα, ἀλλ’ ὡς τοῦ Κύρου υἱὸν καὶ τοῦ Καμβύσου ὁμόγνιον· καὶ κήρυκας διέ‐ | |
5 | πεμψε πανταχοῦ βασιλέα τὸν Κύρου Σμέρδην ἀγγέλ‐ λοντας. μαθὼν οὖν ταῦτα καὶ ὁ Καμβύσης τὸν Πρηξάσπην ἀνέκρινεν ὡς μὴ πληρώσαντά οἱ τὸ κε‐ λευσθέν. ὁ δὲ διεβεβαίου μὴ τὸν ἀδελφὸν ἐπαναστῆναι αὐτῷ. “ἐκεῖνον γὰρ ἐγώ” ἔλεγεν, “ὡς σὺ ἐνετείλω, | |
10 | ἔκτανόν τε καὶ ἔθαψα.” συλληφθῆναι τοίνυν κελεύει Καμβύσης τὸν ἐν τῷ στρατῷ κηρύσσοντα τὸν τοῦ Κύρου Σμέρδην βασιλεῦσαι Περσῶν. καὶ συλληφθεὶς ἠρωτᾶτο εἰ αὐτὸς τὸν Σμέρδην ἑώρακε, καὶ εἰ ἐκεῖνος αὐτῷ ἐνετείλατο λέγειν ἅπερ φησίν· ὁ δὲ μὴ θεάσα‐ | |
15 | σθαι τὸν Σμέρδην ἀνταπεκρίνατο, παρὰ δὲ τοῦ μάγου τοῦ τῶν βασιλείων ἐπιτροπεύοντος ταῦτα λέγειν ἐπι‐ ταχθῆναι. γνοὺς οὖν ἐντεῦθεν ὁ Καμβύσης τὸ ἀληθὲς ἐθρήνησε μὲν ὡς μάτην κτείνας τὸν ἀδελφόν, ὥρμησε δ’ αὐτίκα κατὰ τῶν μάγων στρατεύεσθαι. ἀναθρώ‐ | |
20 | σκοντι δέ οἱ ἐπὶ τὸν ἵππον τοῦ κουλεοῦ τοῦ ξίφους ὁ μύκης ἐξέπεσε, καὶ γυμνωθὲν τὸ ξίφος παίει αὐτοῦ τὸν μηρὸν καιρίως. ἤρετο οὖν ὅπως ἡ πόλις καλοῖτο, καὶ μαθὼν ὡς Ἐκβάτανα, εἶπεν ὡς “ἐνταῦθά μοι πέπρωται τελευτᾶν.” ἐκέχρηστο γὰρ αὐτῷ ἐν Ἐκβα‐ | |
25 | τάνοις μέλλειν θανεῖν· καὶ ὁ μὲν παρὰ τοῖς ἐν Μηδίᾳ Ἐκβατάνοις ἐδόκει πρῴην τὸ τέλος αὐτὸν καταλή‐ ψεσθαι, ὁ δὲ χρησμὸς οὐκ ἐκεῖνα ἐδήλου, ἀλλὰ τὰ ἐν Συρίᾳ Ἐκβάτανα. Ὁ μὲν οὖν μεθ’ ἡμέρας τινὰς τελευτᾷ ἄπαις, | |
30 | βασιλεύσας ἐπ’ ἔτη ἑπτὰ ἐπὶ πέντε μησίν, ὁ δὲ μάγος | 264 in vol. 1 |
1.265 | τοῦ Καμβύσου θανόντος ἀδεῶς ἐβασίλευσεν, ἑαυτῷ τὸν τοῦ Κύρου Σμέρδην ἐπιγραφόμενος. καὶ πέμψας εἰς πᾶν ἔθνος ὧν ἦρχεν ἀτέλειαν πᾶσιν ἐπ’ ἔτη τρία ἐκήρυξεν. ἤδη δὲ μῆνας ἄρξας ἑπτὰ ὅστις ἦν ἐγνώ‐ | |
5 | σθη· ἐγνώσθη δ’ οὕτως. Ὀτάνης ἦν γένει καὶ πλού‐ τῳ Περσῶν τοῖς πρώτοις ἐνάμιλλος. τούτου θυγατέρα Καμβύσης ἔσχεν, ἣ Φαιδυμίη ἐκέκλητο. ταύτῃ καὶ ὁ μάγος ἐκέχρητο ὥσπερ καὶ ταῖς λοιπαῖς ἃς εὗρεν εἰς τὰ βασίλεια. πέμψας οὖν ὁ πατὴρ ἠρώτα λάθρᾳ | |
10 | αὐτὴν εἰ τῷ τοῦ Κύρου Σμέρδῃ εἴθ’ ἑτέρῳ τινὶ συνευ‐ νάζοιτο. ἡ δὲ μήτ’ ἰδέσθαι τὸν Κύρου Σμέρδην ἀντα‐ πεκρίνατο μήτ’ εἰδέναι ᾧτινι συγκοιτάζοιτο. ὁ δὲ καὶ πάλιν στέλλει παρ’ αὐτήν, κινδυνεύειν αὐτῇ ἐν‐ τελλόμενος, εἰ δεήσειεν, ἵνα πληρώσῃ πατρικὴν ἐντο‐ | |
15 | λήν, καὶ ὑποτιθείς, ὁπηνίκα συγκοιμῷτο τῷ βασιλεῖ καὶ ὑπνώττοντα αὐτὸν γνῷ, ψαῦσαι τῶν ὤτων αὐτοῦ, καὶ εἰ μὲν ἔχοντα ὦτα γνοίη, εἰδέναι ὡς τῷ Κύρου Σμέρδῃ συγγίνεται· εἰ δὲ μὴ ἔχοι, τὸν μάγον Σμέρδην αὐτὸν νομίζειν. πείθεται τῷ πατρὶ ἡ Φαιδυμίη, καὶ | |
20 | γνοῦσα τὸν αὐτῇ συγγινόμενον ὦτα μὴ ἔχοντα, ἐσή‐ μηνε τῷ πατρί. οὐκ εἶχε δ’ ὦτα ὅτι ὁ Κῦρός ποτε ταῦτα δι’ ἁμάρτημά τι ἀπέτεμεν. ὁ δὲ Ὀτάνης Ἀσπα‐ θίνῃ καὶ Γωβρύᾳ πρωτεύουσι τῶν Περσῶν καὶ αὐτῷ φιλουμένοις κοινοῦται δὴ τὸ ἀπόρρητον. οἱ δὲ καὶ | |
25 | πρῴην ἐν ὑποψίᾳ ὄντες τοῦ πράγματος εὐθὺς τοὺς λόγους ἐδέξαντο. ἔδοξεν οὖν αὐτοῖς καὶ ἑτέρους προσ‐ εταιρίσασθαι. καὶ Ὀτάνης μὲν ἐπάγεται Ἰνταφέρνην, Γωβρύας δὲ Μεγάβυζον, Ὑδάρνην δὲ Ἀσπαθίνης· καὶ Δαρείῳ δὲ τῷ Ὑστάσπου υἱῷ ἄρτι πρὸς Σοῦσα | |
30 | ἐκ Περσίδος ἐλθόντι τὸ ἀπόρρητον ἐκοινώσαντο. ὁ δὲ καὶ ἐδέξατο τὸν λόγον, καὶ πρὸς τὴν πρᾶξιν αὐτίκα | |
ὁρμᾶν συνεβούλευεν, ἢ τῆς παρούσης ἡμέρας διακε‐ | 265 in vol. 1 | |
1.266 | νῆς παρερχομένης αὐτὸς ἔλεγε γενέσθαι τῷ μάγῳ μηνυτὴς τῆς ἐπιβουλῆς. ἐπείσθησαν τῇ συμβουλῇ τοῦ Δαρείου καὶ οἱ λοιποί, καὶ τοῦ ἔργου εἴχοντο. Συνέβη δέ τι καὶ ἕτερον ὃ ἐπισπεῦσαι αὐτοὺς | |
5 | ἠρέθισε τὴν ἐγχείρησιν. εἰδότες γὰρ οἱ μάγοι ὅτι Πρηξάσπης ἐχειρούργησε τοῦ Σμέρδου τὸν φόνον τοῦ Κύρου παιδός, καὶ ὅτι διὰ τοῦτο καὶ ἐν αἰτίᾳ τοῖς Πέρσαις ἐστίν, προσκαλεσάμενοι αὐτὸν φίλον τε ἐποι‐ οῦντο καὶ ὅρκοις προκατελάμβανον καὶ λαμπραῖς | |
10 | ὑποσχέσεσι μή τινι αὐτῶν ἐκφῆναι τὸ σόφισμα. κα‐ ταθεμένου δ’ ἐκείνου ποιήσειν ταῦτα, προσεπῆγον συγκαλέσειν τὸ πλῆθος ὑπὸ τὸ τεῖχος τῶν βασιλείων, αὐτὸν δ’ ἐπὶ πύργον ἀναβάντα εἰς ἐπήκοον ἅπασιν ἐκβοῆσαι ὡς ὑπὸ Σμέρδου τοῦ Κύρου υἱέος, οὐχ | |
15 | ὑφ’ ἑτέρου δὲ βασιλεύονται· φείσασθαι γὰρ αὐτοῦ, καὶ μὴ κτεῖναι αὐτὸν ὡς ὁ Καμβύσης αὐτῷ ἐνετεί‐ λατο. συνθεμένου δὲ καὶ ταῦτα ποιήσειν, συνῆκτο μὲν τὸ πλῆθος, Πρηξάσπης δὲ ἐπὶ τὸν πύργον ἀνῄει, καὶ ἔλεξεν ὅσα τοῖς Πέρσαις ἀγαθὰ παρὰ Κύρου γε‐ | |
20 | γόνασι, προσετίθει δὲ ὡς τὸν ἐκείνου παῖδα τὸν Σμέρδην αὐτὸς ἀνέλοι, τοῦ Καμβύσου βιάσαντος. τοὺς μάγους δὲ τὴν βασιλείαν ἔχειν ἐπληροφόρει, καὶ ἐπηρᾶτο Πέρσαις, εἰ μὴ αὐτοὺς τίσαιντο. ταῦτα εἰπὼν ἑαυτὸν κατεκρήμνισε καὶ ἀπέθανεν. | |
25 | Οἱ δὲ ἑπτὰ ἄνδρες ἐν τῇ ὁδῷ τὰ κατὰ τὸν Πρη‐ ξάσπην μαθόντες ὥρμησαν εὐθὺς ἐπὶ τὰ βασίλεια καὶ εἰσῄεσαν, παρὰ τῶν φυλάκων μὴ κωλυόμενοι· ᾐδοῦντο γὰρ τὴν ὑπεροχὴν τῶν ἀνδρῶν. παρελθόντες δ’ εἰς τὴν αὐλὴν ἐνέτυχον τοῖς ἀγγελιαφόροις εὐνούχοις, | |
30 | οἳ σφᾶς ἠρώτων ὅτου χρῄζοντες ἥκοιεν, ἐκώλυόν τε προσωτέρω ἰέναι. οἱ δὲ τοὺς μὲν ἐκεῖ διεχειρίσαντο, | |
αὐτοὶ δὲ δρομαίως εἰσῄεσαν. οἱ μάγοι δ’ ὄντες ἐντός, | 266 in vol. 1 | |
1.267 | καὶ τῶν εὐνούχων γνόντες τὸν θόρυβον, ἐτράποντο πρὸς ἀλκήν, καὶ ὁ μὲν τὴν αἰχμήν, ὁ δὲ τὸ τόξον με‐ τεχειρίσαντο. καὶ θάτερος μὲν τῇ αἰχμῇ Ἀσπαθίνην παίει κατὰ μηρόν, τὸν δ’ Ἰνταφέρνην κατ’ ὄψιν, ὅθεν | |
5 | ἐκεῖνος ἐβλάβη τὸν ὀφθαλμόν· τὰ τόξα δ’ ἦν ἄπρακτα χερσὶν ἐγγύθεν αὐτοῖς χρωμένοις. καὶ ὁ ταῦτα κατέ‐ χων εἰσέδυ πρὸς θάλαμον, συνεισπίπτουσι δ’ αὐτῷ Δαρεῖός τε καὶ Γωβρύας. καὶ ὁ μὲν συνεπλάκη τῷ μάγῳ, Δαρεῖος δὲ ἀπορῶν διὰ σκότος καὶ δεδιὼς μὴ | |
10 | τὸν ἑταῖρον πλήξῃ, ἵστατο ἄπρακτος. Γωβρύας δὲ ἤρετο ὅτου χάριν ἀργὸς ἵσταται· ὁ δ’ εἶπε τὸ αἴτιον. καὶ ὅς “ὤθει τὸ ξίφος καὶ δι’ ἀμφοῖν” ἔφησε. καὶ ὁ Δαρεῖος ὦσε τὸ ἐγχειρίδιον, καὶ τοῦ μάγου ἐπέτυχε. κτείναντες οὖν καὶ τὸν ἕτερον οἱ λοιποὶ ἔτεμον τὰς | |
15 | κεφαλὰς καὶ ἀμφοῖν, καὶ τοὺς μὲν δύο τοὺς τραυμα‐ τίας αὐτῶν διά τε τὰ τραύματα καὶ τὴν τῆς ἀκροπό‐ λεως φυλακὴν κατέλιπον ἐν αὐτῇ, οἱ λοιποὶ δὲ τὰς κεφαλὰς ἐπιφερόμενοι τῶν μάγων ἐξέθεον καὶ Πέρσαις ταύτας ἐδείκνυον καὶ ἐξηγοῦντο τὸ γεγονός. | |
20 | οἱ δὲ τὴν ἀπάτην μαθόντες ἔκτεινον ᾧ ἂν τῶν μάγων ἐνέτυχον. Ἐπεὶ δὲ κατέστη ὁ θόρυβος καὶ ἤδη τινὲς ἡμέραι παρήλθοσαν, ἐβουλεύοντο περὶ τῆς τῶν πραγμάτων οἰκονομίας. καὶ Ὀτάνης μὲν δημοκρατίαν ἑλέσθαι | |
25 | παρῄνει, ἀριστοκρατίαν δὲ ὁ Μεγάβυζος, ὁ δέ γε Δαρεῖος βασιλείαν καὶ αὖθις αἱρήσεσθαι συνεβού‐ λευε. συνέθεντο οὖν τῇ τούτου γνώμῃ καὶ οἱ τέσσα‐ ρες οἱ λοιποί· καὶ ἔδοξεν αὐτοῖς ἐπιβῆναι τῶν ἵππων, καὶ ὅτου ἂν ὁ ἵππος ἡλίου ἀνατείλαντος χρεμετίσῃ | |
30 | ἐν τῷ προαστείῳ γενομένων, τοῦτον ἔχειν τὴν βασι‐ | 267 in vol. 1 |
1.268 | λείαν. Δαρεῖος δὲ τὴν βουλὴν τῷ ἱπποκόμῳ αὐτοῦ ἐξηγήσατο. ἦν δὲ σοφὸς ὁ ἀνὴρ καί “θάρρει, ὦ δέ‐ σποτα” ἔφη “ὡς σὴ ἔσται ἡ βασιλεία.” γενομένης οὖν νυκτὸς θήλειαν ἵππον λαβών, ἣν ὁ Δαρείου | |
5 | ἔστεργεν ἵππος, καὶ δήσας εἰς τὸ προάστειον ἐπήγαγε τὸν ἵππον καὶ περιῆγεν αὐτὸν ἀγχοῦ τῇ θηλείᾳ, καὶ τέλος ἐφῆκεν ὀχεῦσαι τὴν ἵππον. ἕωθεν δὲ τῶν ἑπτὰ παραγενομένων εἰς τὸ προάστειον καὶ διεξελαυνόντων ἐν αὐτῷ, ὡς ἐκεῖσε γεγόνασιν ἔνθαπερ ἡ θήλεια | |
10 | ἵππος ἐδέδετο, εἰς μνήμην ταύτης ὁ Δαρείου ἵππος ἰὼν ἐχρεμέτισεν· κἀκ τούτου τῷ Δαρείῳ ἡ βασιλεία προσγέγονεν. οἱ μὲν οὖν τοῦτό φασι μηχανήσασθαι τὸν Οἰβάρεα, τοῦτο γὰρ τῷ τοῦ Δαρείου ἱπποκόμῳ ὄνομα ἦν, οἱ δ’ ἑτεροῖον εἶναί φασι τὸ τούτου μηχά‐ | |
15 | νημα. τῆς γὰρ ἵππου ἐκείνης, ἣν ὁ Δαρείου ἵππος ἐφίλει, τῶν ἄρθρων ἐπιψαῦσαι τῇ χειρί, καὶ τὴν χεῖρα κρύπτειν ἐν τῇ ἀναξυρίδι. ἤδη δὲ τοῦ ἡλίου ἀνίσχοντος, καὶ τοὺς ἵππους ἀναβαινόντων τῶν ἑπτὰ ἐκείνων ἀνδρῶν, προσαγαγεῖν αὐτὸν τὴν χεῖρα τοῖς | |
20 | τοῦ ἵππου τοῦ Δαρείου μυκτῆρσι, καὶ τὸν αὐτίκα αἰσθόμενον φριμάξασθαί τε καὶ χρεμετίσαι. εἴτ’ οὖν οὕτως εἴτ’ ἐκείνως ὁ Δαρεῖος τῆς βασιλείας ἐπέτυχεν. Οὗτος οὖν ἰδιώτης ὢν ηὔξατο τῷ θεῷ, εἰ γένοιτο βασιλεύς, πάντα τὰ σκεύη τοῦ θεοῦ ὅσα ἦν ἔτι ἐν | |
25 | Βαβυλῶνι πέμψειν εἰς τὸν ἐν Ἱεροσολύμοις ναόν. ἦν δὲ αὐτῷ πάλαι καὶ πρὸς τὸν Ζοροβάβελ φιλία, δι’ ἣν καὶ σωματοφυλακεῖν μεθ’ ἑτέρων δύο ἠξίωτο ἄρτι ἐξ Ἱεροσολύμων πρὸς αὐτὸν ἀφικόμενος. τῷ δὲ πρώτῳ ἔτει τῆς αὐτοῦ βασιλείας πότον τοῖς μεγιστᾶ‐ | |
30 | σιν αὐτοῦ Δαρεῖος ἡτοίμασεν· ὡς δ’ εὐωχηθέντες ἀνέλυσαν, καὶ αὐτὸς παρὰ τῇ κοίτῃ κατέδαρθε. μικρὸν | |
οὖν ὑπνώσας ἀφύπνωσε καὶ μετὰ τῶν σωματοφυλά‐ | 268 in vol. 1 | |
1.269 | κων ὡμίλει. καὶ τούτων ἑκάστῳ ἀγῶνα λόγου προ‐ τίθησι· τῷ πρώτῳ μὲν εἰ ὁ οἶνος πάντων κρατεῖ, τῷ δευτέρῳ δὲ εἰ οἱ βασιλεῖς, τῷ δέ γε λοιπῷ, οὗτος δ’ ὁ Ζοροβάβελ ἦν, εἰ αἱ γυναῖκες καὶ αὐτῶν ἡ ἀλή‐ | |
5 | θεια· καὶ τῷ νικήσαντι γέρας δώσειν ὑπέσχετο νικη‐ τήριον πορφύραν φορεῖν καὶ κίδαριν βυσσίνην καὶ περιαυχένιον χρύσεον, καὶ ἐν ἐκπώμασι πίνειν χρυ‐ σοῖς καὶ ἐπὶ χρυσίου καθεύδειν καὶ ἅρμα χρυσοχά‐ λινον ἔχειν καὶ μετ’ αὐτὸν προεδρεύειν καὶ συγγενῆ | |
10 | καλεῖσθαι αὐτοῦ. ὄρθρου τοίνυν τοὺς μεγιστᾶνας μεταπεμψάμενος τῶν σωματοφυλάκων ἕκαστον ἐκέ‐ λευσε περὶ τοῦ προβλήματος ἀποφαίνεσθαι. καὶ ὁ μὲν τὴν ἰσχὺν ἐξῆρε τοῦ οἴνου, ὡς τὴν τῶν καταχρω‐ μένων ἀπατῶντος διάνοιαν καὶ τὰς τῶν ψυχῶν δια‐ | |
15 | θέσεις μεταποιοῦντος καὶ ἄλλους ἐξ ἄλλων ἐργαζομέ‐ νου τοὺς οἰνωθέντας· ὁ δὲ τὸν βασιλέα πάντων ὑπερισχύειν ἐφιλοσόφησεν, ὡς τῶν ἀνθρώπων κρα‐ τούντων τῶν ἄλλων ἁπάντων διὰ σοφίας, τούτων δ’ αὖ οἷς ἅπαντα ὑποτάσσεται κυριευόντων τῶν βασι‐ | |
20 | λέων· ὁ δέ γε Ζοροβάβελ τὰς γυναῖκας κρειττονεύειν τὴν ἰσχὺν ἀπεφήνατο, ὡς καὶ τῶν βασιλέων δι’ αὐτῶν γενομένων καὶ τῶν τὰς ἀμπέλους φυτευόντων, καὶ πάντων αὐτὰς γονέων τε προτιμώντων καὶ τῶν πα‐ τρίδων καὶ τῶν φιλτάτων αὐτῶν· καὶ τῶν βασιλέων | |
25 | δ’ αὐτῶν κρατεῖν τὰς γυναῖκας κολακευόντων αὐτὰς καὶ ταπεινουμένων, εἰ κατά τι δυσχεραινούσας γνοῖεν αὐτάς· μᾶλλον δὲ τούτων δύνασθαι τὴν ἀλήθειαν, ἐπεὶ καὶ ὁ θεὸς ἀληθής ἐστι καὶ οὕτω καλεῖται, καὶ τὰ μὲν ἄλλα θνητά, ἀθάνατον δὲ χρῆμά ἐστιν ἡ ἀλή‐ | |
30 | θεια καὶ ἀΐδιον. πάντων δὲ τῇ γνώμῃ τούτου θεμέ‐ νων ὡς ἄριστα περὶ τῆς ἀληθείας φιλοσοφήσαντος, | |
ὁ Δαρεῖος αἰτήσασθαι ὃ βούλεται πάρεξ τῶν ὑπε‐ | 269 in vol. 1 | |
1.270 | σχημένων ἐπέτρεψεν. ὁ δὲ τῆς εὐχῆς αὐτὸν ἀνέμνη‐ σεν, ἥν, εἰ λάβοι τὴν βασιλείαν, πεποίητο. αὕτη δὲ ἦν, τὸν ἐν Ἱεροσολύμοις τοῦ θεοῦ κατασκευάσαι ναόν, ἀποκαταστῆσαι δὲ καὶ τὰ σκεύη ὅσα ἔτι ἐν Βαβυλῶνι | |
5 | περιελέλειπτο. καί “τοῦτο” ἔφη “τὸ αἴτημα τὸ ἐμόν.” ἡσθεὶς δ’ ἐπὶ τούτοις ὁ βασιλεὺς γράφει τοῖς σατρά‐ παις κέδρινα ξύλα χορηγεῖν εἰς τὴν οἰκοδομὴν τοῦ ναοῦ, καὶ συγκατασκευάζειν τὴν πόλιν τῷ Ζοροβάβελ, καὶ πάντας τοὺς εἰς τὴν Ἰουδαίαν ἀπελθόντας αἰχμα‐ | |
10 | λώτους τῶν Ἰσραηλιτῶν ἐλευθέρους εἶναι καὶ ἀτελεῖς, καὶ τάλαντα δοθῆναι πεντήκοντα εἰς τὴν ἀνέγερσιν τοῦ ναοῦ. καὶ τὰ σκεύη δὲ πάντα ὅσα ἔτι ἦν παρ’ αὐτῷ ἔπεμψε· καὶ ὅσα Κῦρος περὶ τῶν Ἰουδαίων ἐθέσπισε, ταῦτα καὶ Δαρεῖος προσδιετάξατο. | |
15 | Ἧκεν οὖν τούτων γεγονότων εἰς Βαβυλῶνα ὁ Ζοροβάβελ καὶ τοῖς ὁμοφύλοις τὰ παρὰ τοῦ βασιλέως εὐηγγελίσατο· καὶ ὅσοι προτεθύμηντο ἐπανελθεῖν εἰς Ἱεροσόλυμα, ἀπῄεσαν. τὸ δὲ κεφάλαιον τῶν ἀπι‐ όντων ἦν μυριάδες τετρακόσιαι ἑξήκοντα δύο καὶ | |
20 | ὀκτακισχίλιοι, ἄτερ Λευιτῶν τε καὶ πυλωρῶν καὶ δούλων ἱερῶν καὶ θεραπόντων, οἳ τοῖς ἀναβαίνουσιν εἵποντο. ἡγεμὼν δὲ τούτων ἦν ὁ Ζοροβάβελ, Σαλα‐ θιὴλ παῖς ἐκ τῆς Ἰούδα φυλῆς, ἀπόγονος τοῦ Δαβίδ, καὶ Ἰησοῦς υἱὸς Ἰωσεδὲκ τοῦ ἀρχιερέως· πρὸς τού‐ | |
25 | τοις δὲ Μαρδοχαῖος καὶ Σερὲβ ἐκ τοῦ πλήθους κεχρι‐ σμένοι ἄρχοντες ἦσαν. ἀπελθόντες δ’ εἰς Ἱεροσόλυμα ἔθυσαν καὶ τῆς οἰκοδομῆς ἀπήρξαντο τοῦ ναοῦ. καὶ ὁ μὲν ναὸς θᾶττον ἔλαβε τέλος· ἀπαρτισθέντος δ’ ἤδη τοῦ ἱεροῦ οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ οἱ Ἀσὰφ | |
30 | παῖδες ὕμνουν τὸν θεόν. τῶν δὲ πατριῶν οἱ πρε‐ | 270 in vol. 1 |
1.271 | σβύτεροι τὸν πρὶν ναὸν ταῖς μνήμαις ἀναπολοῦντες, καὶ τὸν ἄρτι γεγενημένον ἐνδεέστερον ὁρῶντες τοῦ πάλαι, εἰς δάκρυα καὶ θρήνους προήγοντο, καὶ ἡ τούτων οἰμωγὴ ὑπερεφώνει τὴν τῶν σαλπίγγων ἠχήν. | |
5 | Προσίασι δ’ οἱ Σαμαρεῖται τῷ Ζοροβάβελ ἔτι τοῦ ναοῦ ἀνεγειρομένου, ἀξιοῦντες συγκοινωνῆσαι αὐτοῖς τῆς οἰκοδομῆς τοῦ ναοῦ. ὁ δὲ τῆς μὲν οἰκοδομῆς αὐτοὺς μετασχεῖν οὐ προσήκατο, προσκυνεῖν δ’ ἐν τῷ ναῷ ἔλεγεν αὐτοῖς ἐφιέναι. πρὸς ταῦτα οἱ Σαμα‐ | |
10 | ρεῖται ἠχθέσθησαν, καὶ πείθουσι τὰ ἐν Συρίᾳ ἔθνη δεηθῆναι τῶν σατραπῶν ἐπισχεῖν τοῦ ναοῦ τὴν ἀνέ‐ γερσιν. ἀναβάντες δὲ εἰς Ἱεροσόλυμα οἱ Συρίας ἐπάρχοντες καὶ Φοινίκης ἠρώτων τίνος συγχωρή‐ σαντος ὡς φρούριον τὸν ναὸν ἀνεγείρουσι καὶ τῇ | |
15 | πόλει τείχη σφόδρα περιβάλλουσιν ἰσχυρά. Ζοροβά‐ βελ δὲ καὶ ὁ ἀρχιερεὺς Ἰησοῦς ἐκ Κύρου πρῶτον ἐπι‐ τραπῆναι τὴν οἰκοδομὴν ἔφασαν, εἶτ’ αὖθις ἐκ τοῦ Δαρείου. οἱ δ’ ἔπαρχοι τῶν τῆς Συρίας καὶ Φοινί‐ κης χωρῶν τὴν μὲν τῶν ἔργων οἰκοδομὴν ἐπισχεῖν | |
20 | οὐκ ἔκριναν, Δαρείῳ δὲ παραχρῆμα ἔγραψαν. τῶν δὲ Ἰουδαίων κατεπτηχότων μὴ μεταδόξῃ τῷ βασιλεῖ περὶ ὧν ᾠκονόμησεν, Ἀγγαῖος καὶ Ζαχαρίας οἱ προ‐ φῆται θαρρεῖν αὐτοὺς παρώρμων καὶ μηδὲν ὑφορᾶ‐ σθαι ἀβούλητον. πιστεύοντες οὖν τοῖς προφήταις | |
25 | ἐντεταμένως εἴχοντο τῆς οἰκοδομῆς. Δαρεῖος δὲ τὰς ἐπιστολὰς δεξάμενος καὶ τὰς τῶν Σαμαρειτῶν κατη‐ γορίας, ὅτι τήν τε πόλιν ὀχυροῦσιν Ἰουδαῖοι καὶ τὸν ναὸν οἰκοδομοῦσιν ὡς φρούριον, καὶ ὅτι Καμβύσης τὴν τούτων ἐκώλυσεν οἰκοδομήν, προσέταξεν ἐν τοῖς | |
30 | βασιλικοῖς ὑπομνήμασι ζητηθῆναι τὰ περὶ τούτου. καὶ εὑρέθη ἐν Ἐκβατάνοις τῇ βάρει τῇ ἐν Μηδίᾳ γε‐ | |
γραμμένον ὡς τῷ πρώτῳ ἔτει τῆς αὐτοῦ βασιλείας | 271 in vol. 1 | |
1.272 | Κῦρος ἐκέλευσε τὸν ναὸν οἰκοδομηθῆναι τὸν ἐν Ἱερο‐ σολύμοις καὶ τὸ θυσιαστήριον, καὶ τὴν εἰς ταῦτα δαπάνην ἐκ τῶν βασιλικῶν διετάξατο γίνεσθαι, καὶ τὰ τοῦ ναοῦ σκεύη ἀποδοθῆναι, καὶ συλλαβέσθαι | |
5 | πρὸς τὸ ἔργον τοῖς ἐκεῖσε ἄρχουσιν ἐκέλευσε καὶ τε‐ λεῖν τοῖς Ἰουδαίοις εἰς θυσίαν ταύρους καὶ κριοὺς καὶ ἄρνας καὶ ἐρίφους σεμίδαλίν τε καὶ οἶνον καὶ ἔλαιον. ταῦτα ἐν τοῖς ὑπομνήμασι Δαρεῖος εὑρὼν ἀντέγραψε τοῖς ἐπεσταλκόσι “τὸ ἀντίγραφον ὑμῖν τῆς | |
10 | ἐπιστολῆς ἐν τοῖς ὑπομνήμασιν εὑρὼν τοῖς Κύρου ἀπέσταλκα, καὶ βούλομαι γενέσθαι πάντα ὡς αὐτὴ περιέχει. ἔρρωσθε.” γνόντες δὲ τὴν τοῦ βασιλέως προαίρεσιν οἱ τῶν χωρῶν ἐκείνων ἐπιτροπεύοντες συνήργουν τοῖς Ἰουδαίοις. καὶ ᾠκοδομήθη ἐν ἔτεσιν | |
15 | ἑπτὰ ὁ ναός, καὶ ἔθυσαν οἱ Ἰσραηλῖται θυσίας ἀνα‐ νεωτικὰς τῶν προτέρων ἀγαθῶν. τῆς δὲ τῶν ἀζύμων ἑορτῆς ἐνστάσης συνερρύη πᾶς ὁ λαὸς ἐκ τῶν κωμῶν εἰς τὴν πόλιν, καὶ τὴν ἑορτὴν ἤγαγον καὶ τὴν πάσ‐ χα προσαγορευομένην θυσίαν ἐτέλεσαν. | |
20 | Κατῴκησαν δ’ ἐν Ἱεροσολύμοις πολιτείᾳ χρώμενοι ἀριστοκρατικῇ μετὰ ὀλιγαρχίας. οἱ γὰρ ἱερεῖς προε‐ στήκεσαν τῶν πραγμάτων ἄχρις οὗ τοὺς Ἀσαμωναίου συνέβη βασιλεύειν ἐκγόνους. πρὸ μὲν γὰρ τῆς αἰχμα‐ λωσίας ἐβασιλεύοντο ἐπὶ ἔτη πεντακόσια τριάκοντα | |
25 | δύο, μῆνας ἕξ, ἡμέρας δέκα· πρὸ δὲ τῶν βασιλέων ἄρχοντες αὐτοὺς διεῖπον οἱ προσαγορευόμενοι κριταὶ καὶ μόναρχοι. καὶ τοῦτον πολιτευόμενοι τὸν τρόπον ἐπ’ ἔτεσι πλείοσιν ἢ πεντακοσίοις διήγαγον μετὰ Μωυσῆν τε καὶ Ἰησοῦν. | |
30 | Οἱ δέ γε Σαμαρεῖς ἀπεχθῶς πρὸς αὐτοὺς διακεί‐ μενοι πολλὰ κακὰ τοὺς Ἰουδαίους εἰργάζοντο. πρέ‐ | |
σβεις οὖν ἐξ Ἱεροσολύμων πρὸς Δαρεῖον ἐστάλησαν | 272 in vol. 1 | |
1.273 | Ζοροβάβελ καὶ τῶν ἀρχόντων ἕτεροι τέσσαρες. μα‐ θὼν δὲ ὁ βασιλεὺς τὰ κατὰ τῶν Σαμαρέων αἰτιάματα, ἔγραψε πρὸς τοὺς ἱππάρχους τῆς Σαμαρείας καὶ τὴν βουλὴν μήτι ἐνοχλεῖν Ἰουδαίοις, ἀλλὰ καὶ χορηγεῖν | |
5 | αὐτοῖς ἐκ τοῦ βασιλικοῦ γαζοφυλακίου τῶν φόρων τῆς Σαμαρείας πάνθ’ ὅσα πρὸς τὰς θυσίας αὐτοῖς ἐστι χρήσιμα. Δαρείου δὲ τελευτήσαντος παραλαβὼν τὴν βα‐ σιλείαν ὁ παῖς αὐτοῦ Ξέρξης καὶ τὴν πρὸς θεὸν εὐ‐ | |
10 | σέβειαν διεδέξατο, καὶ πρὸς τοὺς Ἰουδαίους ἔσχε φι‐ λοτιμότατα. ἦν δ’ ἐν Βαβυλῶνι τότε Ἔζρας ἀνὴρ ἀγαθὸς καὶ τῶν νόμων Μωυσέως εἰς ἐμπειρίαν ἀκρι‐ βέστατος. οὗτος φίλος τῷ Ξέρξῃ γίνεται, καὶ ἀνα‐ βῆναι θελήσας εἰς Ἱεροσόλυμα καί τινας ἐπαγαγέσθαι | |
15 | τῶν ἐν Βαβυλῶνι Ἑβραίων, ἐδεήθη τοῦ βασιλέως διὰ γραμμάτων αὐτοῦ γνωρίσαι τοῖς σατράπαις αὐτόν. ὁ δὲ γράφει ταῦτα. “τῆς ἐμαυτοῦ φιλανθρωπίας ἔρ‐ γον εἶναι νομίσας τὸ τοὺς βουλομένους τῶν Ἰσραη‐ λιτῶν συναπαίρειν εἰς Ἱεροσόλυμα, Ἔζρᾳ ἱερεῖ καὶ | |
20 | ἀναγνώστῃ τοῦ θείου νόμου τοῦτο προσέταξα, καὶ ὁ βουλόμενος ἀπίτω. καὶ ἄργυρος καὶ χρυσὸς ὅσος ἂν εὑρεθείη ἐν τῇ χώρᾳ τῶν Βαβυλωνίων ὠνομασμένος τῷ θεῷ, τοῦτον πάντα κελεύω εἰς Ἱεροσόλυμα κομι‐ σθῆναι. καὶ ὅσα ἂν ἐννοήσῃς, ὦ Ἔζρα, καὶ ταῦτα ἔρ‐ | |
25 | γασαι, τὴν εἰς αὐτὰ δαπάνην ἐκ τοῦ βασιλικοῦ γαζο‐ φυλακίου ποιούμενος. καὶ τοῖς ἱερεῦσι δὲ καὶ Λευί‐ ταις καὶ πᾶσι τοῖς τοῦ ἱεροῦ δουλευταῖς μήτε φόρους μήτε ἄλλο τι φορτικὸν ἐπιταγῆναι κελεύω. καὶ σὺ δέ, Ἔζρα, κατὰ τὴν τοῦ θεοῦ σοφίαν ἀπόδειξον κριτάς, | |
30 | ὅπως δικάζωσιν ἐν Συρίᾳ καὶ Φοινίκῃ πάσῃ, τοὺς ἐπι‐ | 273 in vol. 1 |
1.274 | σταμένους τὸν νόμον· καὶ τοῖς ἀγνοοῦσι παρέξεις αὐ‐ τὸν μαθεῖν.” λαβὼν δὲ ταύτην Ἔζρας τὴν ἐπιστολὴν ἀνέγνω ἐν Βαβυλῶνι τοῖς ἐκεῖ Ἰουδαίοις, καὶ τὸ ἀν‐ τίγραφον αὐτῆς παρὰ πάντας ἔπεμψε τοὺς ὁμοεθνεῖς· | |
5 | οἳ ἅπαντες ὑπερήσθησαν. πολλοὶ δὲ αὐτῶν καὶ τὰς κτήσεις ἀναλαβόντες ἦλθον εἰς Βαβυλῶνα, ἵν’ ἐπα‐ νέλθωσιν εἰς Ἱεροσόλυμα· ὁ δὲ πᾶς λαὸς τῶν Ἰσραη‐ λιτῶν κατὰ χώραν ἔμεινε. διὸ καὶ δύο φυλὰς ἐπί τε τῆς Ἀσίας καὶ τῆς Εὐρώπης Ῥωμαίοις ὑπηκόους εἶ‐ | |
10 | ναί φησιν ὁ Ἰώσηπος, τὰς δὲ δέκα φυλὰς πέραν εἶναι τοῦ Εὐφράτου, μυριάδας οὔσας ἀπείρους καὶ ἀριθμῷ γνωσθῆναι μὴ δυναμένας. πρὸς Ἔζραν δὲ πολλοὶ τὸν ἀριθμὸν ἀφικνοῦνται καὶ σὺν αὐτῷ παραγίνονται εἰς Ἱεροσόλυμα. καὶ παραδέδωκεν ὁ Ἔζρας τοῖς γα‐ | |
15 | ζοφύλαξιν ἃ ὁ Ξέρξης καὶ οἱ σύμβουλοι αὐτοῦ καὶ οἱ ἐν Βαβυλῶνι Ἰσραηλῖται τῷ θεῷ ἐδωρήσαντο, εἰς πολλὰ τάλαντα ἀργυρίου καὶ χαλκοῦ συμποσούμενα, καὶ τοῖς τῶν χωρῶν ἐπιτροπεύουσι τὰ γράμματα τοῦ βασιλέως ἐπέδωκεν. οἱ δὲ τὸ ἔθνος ἐτίμησαν καὶ | |
20 | πρὸς πᾶσαν χρείαν συνήργησαν. γνοὺς δ’ ἔπειτα ὥς τινες τοῦ πλήθους καὶ τῶν ἱερέων καὶ τῶν Λευιτῶν ἀλλοεθνεῖς γυναῖκας ἠγάγοντο, ἔπεισεν αὐτοὺς δά‐ κρυσι πολλοῖς καὶ πυκναῖς παραινέσεσιν ἐκβαλεῖν τὰς ἀλλοεθνεῖς καὶ τὰ ἐξ αὐτῶν γεννηθέντα. τῆς | |
25 | ἑορτῆς δὲ τῆς σκηνοπηγίας ἐπιστάσης σχεδὸν ἅπαν τὸ τοῦ λαοῦ πλῆθος συνεληλυθὸς εἰς αὐτὴν ἠξίωσαν τὸν Ἔζραν τοὺς νόμους ἀναγνωσθῆναι τοῦ Μωυσέως. καὶ ἀκούσαντες τούτων εἰς δάκρυα προήχθησαν, δυσφοροῦντες περὶ τῶν παρελθόντων. Ἔζρας δὲ μὴ | |
30 | δεῖν ἔφη θρηνεῖν ἑορτῆς οὔσης, ἑορτάζειν δὲ καὶ εὐ‐ ωχεῖσθαι καὶ τηρεῖν τοὺς νόμους εἰς τὸ μέλλον. | |
Καὶ ὁ μὲν γηραιὸς ἐτελεύτησεν· τῶν δ’ αἰχμα‐ | 274 in vol. 1 | |
1.275 | λώτων τις Νεεμίας τὴν κλῆσιν, οἰνοχόος ὢν τοῦ Ξέρ‐ ξου, πρὸ τῶν Σούσων περιπατῶν ξένους εἶδέ τινας εἰσιόντας τὴν πόλιν, καὶ ἀκούσας αὐτῶν ἑβραϊστὶ ὁμι‐ λούντων, προσελθὼν ἐπυνθάνετο πόθεν εἶεν. ἥκειν | |
5 | δ’ ἐκ τῶν Ἱεροσολύμων εἰπόντων, πῶς αὐτῶν ἔχει τὸ πλῆθος καὶ ἡ μητρόπολις Ἱεροσόλυμα προσηρώτησεν. ἀποκριναμένων δὲ κακῶς ἔχειν, πολλὰ γὰρ δεινὰ τὰ πέριξ ἔθνη αὐτοῖς ἐπάγειν, ἐδάκρυσεν ὁ Νεεμίας· καὶ τῆς ὥρας ἐπιστάσης, ὡς εἶχε διακονήσων τῷ βα‐ | |
10 | σιλεῖ εἰσελήλυθεν. ὁ δὲ βασιλεὺς σκυθρωπὸν αὐτὸν θεασάμενος ἤρετο διότι κατηφιᾷ. ὁ δὲ τῆς λύπης αἴτια εἶπε τὰ τῆς πατρίδος αὐτοῦ δυστυχήματα, καὶ ἐδέετο συγχωρηθῆναι αὐτῷ πορευθῆναι καὶ τό τε τεῖ‐ χος ἀνεγεῖραι καὶ τοῦ ἱεροῦ τὸ λεῖπον ἀναπληρῶσαι. | |
15 | καὶ ὁ βασιλεὺς κατένευσε πρὸς τὴν αἴτησιν καὶ δί‐ δωσιν αὐτῷ τῇ ἐπιούσῃ ἐπιστολὴν πρὸς τὸν τῆς Φοι‐ νίκης καὶ Συρίας καὶ Σαμαρείας ἐπίτροπον, ἐντελ‐ λομένην αὐτῷ τιμῆσαι τὸν Νεεμίαν καὶ χορηγῆσαι τὰς εἰς τὴν οἰκοδομίαν δαπάνας. ἧκεν οὖν εἰς Ἱε‐ | |
20 | ροσόλυμα, πολλῶν αὐτῷ ἐκ τῶν ὁμοφύλων συνεπο‐ μένων, πέμπτον καὶ εἰκοστὸν ἔτος βασιλεύοντος Ξέρ‐ ξου, καὶ τὴν ἐπιστολὴν τῷ ἐπιτρόπῳ τῶν ῥηθεισῶν χωρῶν ἐπιδέδωκε. τὴν δὲ τοῦ τείχους οἰκοδομὴν διέ‐ νειμε τῷ λαῷ κατὰ κώμας καὶ πόλεις, ἵν’ ὅτι τάχιστα | |
25 | ἀνυσθῇ. καὶ Ἰουδαῖοι μὲν πρὸς τὸ ἔργον παρεσκευά‐ ζοντο, οὕτω κληθέντες ἐξ ἧς ἡμέρας ἐκ Βαβυλῶνος ἀνέβησαν, ἀπὸ γὰρ τῆς Ἰούδα φυλῆς πρώτης ἐλθού‐ σης εἰς ἐκείνους τοὺς τόπους αὐτοί τε Ἰουδαῖοι καὶ ἡ χώρα ὁμοίως ἐξ αὐτῶν μετωνόμαστο, Ἀμμανῖται | |
30 | δὲ καὶ Μωαβῖται καὶ Σαμαρεῖται τῇ τῶν τειχῶν οἰ‐ κοδομῇ ἤχθοντο, καὶ αὐτοῖς ἐπετίθεντο καὶ πλεί‐ | |
στους ἐκτίννυον, καὶ αὐτῷ τῷ Νεεμίᾳ ἐπεβούλευον. | 275 in vol. 1 | |
1.276 | καὶ τὸ μὲν πλῆθος τούτοις ἐκταραττόμενον μικροῦ τῆς οἰκοδομῆς ἂν ἀπέστη. Νεεμίας δὲ στῖφός τι φυ‐ λακῆς ἕνεκα τοῦ σώματος προστησάμενος ἀτρύτως ἐπέμενε νύκτωρ τε καὶ μεθ’ ἡμέραν τῆς πόλεως τὸν | |
5 | κύκλον περιιών· καὶ ταύτην τὴν ταλαιπωρίαν ὑπέ‐ μεινεν ἐπὶ διετίαν καὶ μῆνας τέσσαρας. ἐν τοσούτῳ γὰρ χρόνῳ τοῖς Ἱεροσολύμοις τὸ τεῖχος ἀπήρτιστο, ὀγδόῳ καὶ εἰκοστῷ τῆς Ξέρξου βασιλείας ἔτει, μηνὶ ἐνάτῳ. Νεεμίας δὲ τὴν πόλιν ὀλιγανδροῦσαν ὁρῶν, | |
10 | παρεκάλεσε τοὺς ἱερεῖς καὶ Λευίτας τὴν χώραν ἐκλι‐ πόντας εἰς τὴν πόλιν μεταναστεῦσαι. ἐτελεύτησε δὲ Νεεμίας γηραιός, ἀνὴρ χρηστὸς τὸν τρόπον καὶ δί‐ καιος καὶ φιλοτιμότατος πρὸς τοὺς ὁμοεθνεῖς. Τελευτήσαντος δὲ Ξέρξου ἡ βασιλεία εἰς τὸν υἱὸν | |
15 | αὐτοῦ Κῦρον, ὃν καὶ Ἀρταξέρξην καλοῦσι, μετέπεσε. τῷ γοῦν τρίτῳ ἔτει τῆς βασιλείας αὐτοῦ τοὺς ἡγεμό‐ νας καὶ τοὺς σατράπας τῶν οἰκείων καλέσας ἐθνῶν ἐφ’ ἡμέρας πολλὰς εἱστία τούτους πολυτελῶς· καὶ ἡ βασίλισσα δὲ Οὐάστη ταῖς γυναιξὶν ὁμοίως συνεκρό‐ | |
20 | τει συμπόσιον. ἣν κάλλει πάσας νικῶσαν ἠθέλησεν ὁ βασιλεὺς τοῖς αὐτῷ συμποσιάζουσιν ἐπιδεῖξαι, καὶ πέμψας ἥκειν αὐτὴν ἐκέλευε παρὰ τὸ συμπόσιον· ἡ δὲ οὐκ ἐπείθετο, καὶ πολλάκις στείλαντος ἀνένδοτος ἦν. ὠργίσθη οὖν ὁ βασιλεὺς διὰ τὴν ἀπείθειαν. καὶ | |
25 | κοινοῦται τοῖς ἑπτὰ τῶν Περσῶν συμβούλοις τῆς γυ‐ ναικὸς τὴν ἀπείθειαν· οἱ δ’ ἐκβαλεῖν αὐτὴν δεῖν ἔκριναν. καὶ ἡ μὲν ἐκβέβλητο· ὁ δ’ ἤχθετο, πρὸς αὐτὴν ἐρωτικῶς διακείμενος. οὕτω δ’ ἔχοντι συνε‐ βούλευον οἱ φίλοι παρθένους εὐπρεπεῖς πανταχόθεν | |
30 | συναγαγεῖν καὶ τὴν προκριθεῖσαν ἕξειν γυναῖκα. | 276 in vol. 1 |
1.277 | πείθεται τῇ συμβουλῇ ταύτῃ, καὶ πολλῶν παρθένων ἀθροισθεισῶν εὑρέθη τις ἐν Βαβυλῶνι κόρη Ἰου‐ δαία τὸ γένος ἐκ φυλῆς τῆς Βενιαμίτιδος, ὀρφανὴ καὶ ἀμφοῖν τῶν γονέων, παρὰ τῷ θείῳ Μαρδοχαίῳ | |
5 | τρεφομένη, τῶν πρώτων παρὰ τοῖς Ἰουδαίοις· Ἐσθὴρ ἦν τῇ κόρῃ τὸ ὄνομα. ἡσθεὶς οὖν ταύτῃ ὁ βασιλεὺς εἰς γυναῖκα ταύτην ἠγάγετο, καὶ περιτίθησιν αὐτῇ τὸ διάδημα. καὶ ὁ θεῖος αὐτῆς ἐκ Βαβυλῶνος εἰς Σοῦσα μετῴκησε, περὶ τὰ βασίλεια διατρίβων καὶ | |
10 | περὶ τῆς ἀδελφιδῆς πυνθανόμενος. οὔτε γὰρ ἐκείνη δῆλον τὸ ἔθνος ἐξ οὗπερ ἐτύγχανεν ἔθετο οὔτε ὁ Μαρδοχαῖος τὴν πρὸς αὐτὴν ὡμολόγει συγγένειαν. Ἔθετο δὲ νόμον ὁ βασιλεὺς ὥστε μηδένα οἱ ἐπὶ τοῦ θρόνου καθημένῳ ἄκλητον προσιέναι, ἢ θνή‐ | |
15 | σκειν τὸν οὕτω προσιόντα ὑπὸ τῶν αὐτῷ παρισταμέ‐ νων πελεκυφόρων, εἰ μὴ ἐκεῖνος ὃν ἐν χερσὶ κατεῖχε λύγον ἐξέτεινε πρὸς αὐτόν· ὁ γὰρ τοῦ λύγου ἁπτό‐ μενος ἀκίνδυνος ἦν. ἐπιβουλευσάντων δὲ τῷ βασι‐ λεῖ Ἀρταξέρξῃ δύο εὐνούχων αὐτοῦ, Βαρνάβαζος οἰ‐ | |
20 | κέτης τοῦ ἑτέρου, τὸ γένος ὢν Ἰουδαῖος, συνεὶς τὴν ἐπιβουλὴν τῷ Μαρδοχαίῳ ἀπήγγειλε, καὶ ὃς διὰ τῆς Ἐσθὴρ τῷ βασιλεῖ τοὺς ἐπιβούλους ἐμήνυσεν. ὁ δὲ τοὺς μὲν εὐνούχους ἀνεσταύρωσε, τοῦ δὲ Μαρδοχαίου τὸ ὄνομα ἐκέλευσεν ἐγγραφῆναι τοῖς ὑπομνήμασι καὶ | |
25 | προσμένειν τοῖς βασιλείοις αὐτόν. Ἀμὰν δὲ φίλον ὄντα τῷ βασιλεῖ ἐς τὰ μάλιστα ἅπαντες προσεκύνουν. Μαρδοχαίου δὲ μὴ προσκυ‐ νοῦντος διὰ τὸν νόμον αὐτόν, μαθὼν ὡς Ἰουδαῖός ἐστιν ἠγανάκτησε καὶ εἶπεν αὐτῷ ὡς οἱ μὲν ἐλεύθε‐ | |
30 | ροι Πέρσαι προσκυνοῦσιν αὐτόν, ὁ δὲ δοῦλος ὢν ἀπαξιοῖ τοῦτο ποιεῖν. προσελθὼν οὖν τῷ βασιλεῖ | |
κατηγόρει τοῦ ἔθνους παντός, καὶ ᾔτει κελεῦσαι | 277 in vol. 1 | |
1.278 | πρόρριζον ἀπολέσθαι αὐτὸ καὶ μή τι λείψανον αὐτοῦ καταλιπεῖν· ἵνα μέντοι μὴ ζημιωθῇ τοὺς φόρους αὐ‐ τῶν, αὐτὸς ἐπηγγείλατο δώσειν μυριάδας ἀργυρίου τέσσαρας. ὁ μὲν οὖν Ἀμὰν ᾔτει ταῦτα· ὁ δὲ βασι‐ | |
5 | λεὺς καὶ τὸ ἀργύριον αὐτῷ χαρίζεται καὶ τοὺς ἀν‐ θρώπους, ὥστε χρῆσθαι τούτοις ὡς βούλεται. αὐ‐ τίκα οὖν διάταγμα παρὰ τοῦ Ἀμὰν ἐπέμφθη εἰς πάντα τὰ ἔθνη ὡς ἐκ τοῦ βασιλέως, περιέχον ταῦτα. “τοὺς δηλουμένους ὑπὸ τοῦ δευτέρου μου πατρὸς Ἀμὰν κε‐ | |
10 | λεύω πάντας σὺν γυναιξὶ καὶ τέκνοις ἀπολέσθαι, καὶ τοῦτο γενέσθαι βούλομαι τῇ τετάρτῃ καὶ δεκάτῃ τοῦ δωδεκάτου μηνὸς τοῦ ἐνεστῶτος ἔτους.” τούτου κο‐ μισθέντος τοῦ γράμματος εἰς τὰς πόλεις καὶ τὰς χώ‐ ρας, ἡ τῶν Ἰουδαίων ἀπώλεια ἡτοιμάζετο. εἶχον δὲ | |
15 | καὶ οἱ ἐν τοῖς Σούσοις ὁμοίως. Ὁ δὲ Μαρδοχαῖος μαθὼν τὸ γενόμενον, σάκκον ἐνδὺς καὶ καταχεάμενος σποδιὰν ἐβόα ὅτι μηδὲν ἀδι‐ κῆσαν ἔθνος ἀναιρεῖται. καὶ πρὸς τὰ βασίλεια ἐλ‐ θὼν ἐκτὸς ἵστατο· οὐ γὰρ ἐξῆν μετὰ τοιούτου σχή‐ | |
20 | ματος εἰσελθεῖν. γνοῦσα δὲ τοῦτο Ἐσθὴρ ἡ βασί‐ λισσα, εὐνοῦχον πρὸς Μαρδοχαῖον ἀπέστειλε γνω‐ σόμενον ὅτου χάριν πενθεῖ· ὁ δὲ τὰ συμβάντα τῷ εὐνούχῳ ἐγνώρισε, καὶ περὶ τούτων δεηθῆναι τοῦ βασιλέως τῇ Ἐσθὴρ ἐνετέλλετο. ἡ δὲ μαθοῦσα ταῦτα | |
25 | δηλοῖ αὐτῷ ὅτι, μὴ κληθεῖσα παρὰ τοῦ βασιλέως, δέδοικεν ὡς ἀποθανεῖται, εἰ ἄκλητος αὐτῷ προσέλ‐ θοι. Μαρδοχαῖος δὲ ἐδήλου αὐτῇ μὴ τὴν ἰδίαν σω‐ τηρίαν σκοπεῖν, ἀλλὰ τὴν τοῦ ἔθνους· εἰ δ’ οὔ, ἔσε‐ σθαι μὲν πάντως ἐκείνῳ βοήθειαν ἐκ θεοῦ, αὐτὴν | |
30 | δὲ καὶ τὸν πατρῷον οἶκον αὐτῆς διαφθαρήσεσθαι. ἡ δὲ ἐνετέλλετο αὐτῷ εἰς Σοῦσα πορευθέντι παρασκευ‐ | |
άσαι τοὺς ἐκεῖ Ἰουδαίους νηστεῦσαι τρεῖς ἡμέρας | 278 in vol. 1 | |
1.279 | ὑπὲρ αὐτῆς. καὶ Μαρδοχαῖος μὲν οὕτως ἐποίησεν, ἡ δ’ Ἐσθὴρ ῥίψασα κατὰ γῆς ἑαυτὴν μετὰ πενθίμου ἐσθῆτος καὶ ἄτροφος ἐπὶ τρισὶν ἡμέραις διαμείνασα ἐδέετο τοῦ θεοῦ. μετὰ δὲ τὰς τρεῖς ἡμέρας κόσμον | |
5 | μεταμφιασαμένη βασίλειον, σὺν δυσὶ θεραπαινίσιν, ὧν τῇ μὲν κούφως ἦν ἐπερειδομένη, ἡ δὲ τὸ βαθὺ τοῦ χιτῶνος καὶ μέχρι τῆς γῆς κεχυμένον ἄκροις ἀπῃ‐ ώρει δακτύλοις, ἧκε πρὸς τὸν κρατοῦντα, εἰσῄει δὲ μετὰ δέους. ὡς δὲ κατὰ πρόσωπον αὐτοῦ ἐπὶ τοῦ | |
10 | θρόνου βασιλικῶς καθεζομένου ἐγένετο, προσιδόντος αὐτὴν βλοσυρῶς, πάρεσις ὑπὸ δέους λαμβάνει αὐ‐ τήν, καὶ τῇ παρὰ πλευρὰν ἰούσῃ ἐπέπεσεν ἀχανής. ὁ δὲ βασιλεὺς δείσας περὶ τῇ γυναικί, τοῦ θεοῦ προ‐ μηθευσαμένου τοῦτο, ἀνεπήδησεν ἐκ τοῦ θρόνου, καὶ | |
15 | ταῖς ἀγκάλαις αὐτὴν ὑπολαβὼν ἀνεκτᾶτο κατασπαζό‐ μενος καὶ θαρρεῖν ἐγκελευόμενος καὶ τὴν ῥάβδον ἐκτείνας αὐτοῦ τὴν χρυσῆν καὶ τὸ σκῆπτρον ἐνθέ‐ μενος ταῖς χερσὶν αὐτῆς. ἡ δὲ ἐντεῦθεν ἀναθαρσή‐ σασα ἐφ’ ἑστίασιν αὐτὸν μετὰ τοῦ Ἀμὰν πρὸς αὐτὴν | |
20 | ἠξίου ἐλθεῖν. ὡς δὲ ἐπένευσε, καὶ παρῆσαν, ἐκέ‐ λευεν ἐκείνῃ ὁ βασιλεὺς δηλοῦν ὅ,τι βούλεται· μηδε‐ νὸς γὰρ ἀτευκτήσειν. ἡ δὲ εἰς τὴν ἐπιοῦσαν φράζειν αὐτῷ τὴν βούλησιν ἔλεγεν, εἰ πάλιν πρὸς αὐτὴν μετὰ τοῦ Ἀμὰν ἐφ’ ἑστίασιν ἔλθοι. τοῦ δὲ βασιλέως ὑπο‐ | |
25 | σχομένου περιχαρὴς ὁ Ἀμὰν ἐξῄει· καὶ ἰδὼν τὸν Μαρδοχαῖον ἐν τῇ αὐλῇ ἠγανάκτησεν ὅτι μὴ αὐτῷ προσεκύνησε. καὶ οἴκοι ἐλθὼν πρὸς τὴν γυναῖκα καὶ τοὺς φίλους διηγεῖτο οἵας καὶ παρὰ τῆς βασιλίσσης ἀπολαύει τιμῆς καὶ ὡς ἄχθεται τὸν Μαρδοχαῖον | |
30 | βλέπων ἐν τῇ αὐλῇ. τῆς δὲ γυναικὸς αὐτοῦ φησά‐ σης κελεῦσαι κοπῆναι ξύλον πεντήκοντα πήχεων, καὶ | |
πρωὶ παρὰ τοῦ βασιλέως αἰτησάμενον ἀνασταυρῶσαι | 279 in vol. 1 | |
1.280 | τὸν Μαρδοχαῖον, τὴν γνώμην ἀποδεξάμενος προσέ‐ ταξε τοῖς οἰκέταις ξύλον ἑτοιμάσαι καὶ στῆσαι τοῦτο ἐν τῇ αὐλῇ πρὸς τιμωρίαν Μαρδοχαίου. Καὶ τὸ μὲν ἦν ἕτοιμον· ὁ δὲ θεὸς τῆς νυκτὸς | |
5 | ἐκείνης ἀφαιρεῖται τὸν ὕπνον τοῦ βασιλέως. ὁ δὲ ἀγρυπνῶν τὸν γραμματέα κομίσαντα τῶν ἰδίων πρά‐ ξεων τὰ ὑπομνήματα ἀναγινώσκειν ἐκέλευσε. καὶ ἀναγινωσκομένων εὑρέθη μηνυτὴς Μαρδοχαῖος γε‐ νόμενος τῷ βασιλεῖ ἐπιβουλῆς εὐνούχων. φράσαν‐ | |
10 | τος δὲ τοῦτο μόνον τοῦ γραμματέως καὶ μεταβάντος ἐφ’ ἑτέραν πρᾶξιν, ἐπέσχεν ὁ βασιλεύς, πυθόμενος εἰ ἔχει γέρας αὐτῷ δοθὲν ἀναγεγραμμένον. ὡς δ’ ἤκουσε μηδὲν εἶναι, τίς εἴη τῆς νυκτὸς ὥρα ἤρετο· μαθὼν δὲ ὡς ὄρθρος ἤδη ἐστίν, ἐκέλευσε τῶν φίλων | |
15 | ὃν ἂν πρὸ τῆς αὐλῆς εὕρωσιν εἰσκαλεῖν. εὑρέθη δὲ ὁ Ἀμάν, ταχύνας ἵνα τὸν Μαρδοχαῖον αἰτήσηται. κληθέντι δὲ εἶπεν ὁ βασιλεύς “συμβούλευσόν μοι πῶς ἂν τιμήσαιμί τινα στεργόμενον ὑπ’ ἐμοῦ.” ὁ δὲ λο‐ γισάμενος, ἣν ἂν δῷ γνώμην, ὑπὲρ ἑαυτοῦ ταύτην | |
20 | δώσειν, στέργεσθαι γὰρ αὐτὸν ὑπὸ τοῦ βασιλέως τῶν ἄλλων μᾶλλον, “εἰ βούλοιο” ἔφη “τοῦτον δοξά‐ σαι, ποίησον ἐφ’ ἵππου βαδίζειν τὴν αὐτήν σοι ἐσθῆτα φοροῦντα καὶ περιαυχένιον χρυσοῦν ἔχοντα, καὶ προϊόντα τῶν ἀναγκαίων σου φίλων ἕνα κηρύσ‐ | |
25 | σειν δι’ ὅλης τῆς πόλεως ὅτι ταύτης τυγχάνει τῆς τιμῆς ὃν ἂν βασιλεὺς τιμήσῃ.” ἡσθεὶς οὖν τῇ πα‐ ραινέσει ὁ βασιλεύς “ἐπιζήτησον” φησί “Μαρδοχαῖον τὸν Ἰουδαῖον, καὶ δοὺς ἐκείνῳ τὸν ἵππον καὶ τὴν στολὴν καὶ τὸ στρεπτόν, προάγων αὐτοῦ κήρυττε· | |
30 | σὺ γάρ μοι φίλος ἀναγκαιότατος. ταῦτα δὲ αὐτῷ παρ’ ἐμοῦ ἔσται σώσαντί μου τὴν ψυχήν.” τούτων | |
ἀκούσας συνεχύθη, καὶ πληγεὶς ὑπὸ ἀμηχανίας ὅμως | 280 in vol. 1 | |
1.281 | ἔξεισιν ἄγων τὸν ἵππον καὶ τὴν πορφύραν καὶ τὸ στρεπτόν. καὶ τὸν Μαρδοχαῖον πρὸ τῆς αὐλῆς εὑρὼν σάκκον ἐνδεδυμένον ἐκέλευεν ἐνδύσασθαι τὴν πορ‐ φύραν. ὁ δέ “κάκιστε” εἶπεν “ἀνθρώπων, οὕτως | |
5 | ἡμῶν ταῖς συμφοραῖς ἐγγελᾷς;” γνοὺς δὲ ὡς γέρας αὐτῷ ταῦτα ἀντὶ τῆς σωτηρίας παρέσχεν ὁ βασι‐ λεύς, μηνύσαντι τὴν τῶν εὐνούχων ἐπιβουλήν, ἐν‐ δύεται τὴν πορφύραν καὶ περιτίθεται τὸ περιαυχέ‐ νιον, καὶ ἐπιβὰς τὸν ἵππον ἐν κύκλῳ περιῄει τὴν | |
10 | πόλιν, προϊόντος Ἀμὰν καὶ κηρύσσοντος ὅτι οὕτως τιμᾷ βασιλεὺς ὃν ἂν στέρξῃ. Ὁ μὲν οὖν τὴν πόλιν περιελθὼν πρὸς τὸν βασι‐ λέα ἐπάνεισιν, Ἀμὰν δὲ οἴκοι ὑπέστρεψε καὶ τὰ συμ‐ βάντα κλαίων τῇ γυναικὶ διηγεῖτο. ἐν τούτοις ἧκον | |
15 | ἐκ τῆς Ἐσθὴρ εὐνοῦχοι, ἐπὶ τὸ δεῖπνον τὸν Ἀμὰν ἐπισπεύδοντες. εἷς δὲ τούτων ἰδὼν τὸν σταυρὸν ἐν τῇ οἰκίᾳ αὐτοῦ, καὶ μαθὼν παρά του τῶν οἰκετῶν ὡς ἐπὶ Μαρδοχαῖον τοῦτον ἡτοίμασαν πρὸς τιμωρίαν αἰτηθησόμενον, τότε μὲν ἀπῆλθεν, ὡς δ’ ἡ εὐωχία | |
20 | πρὸς τέλος ἦν, ἐπέτρεπε τῇ βασιλίσσῃ λέγειν ὁ βα‐ σιλεὺς τίνα αἰτεῖ, ἡ δὲ τὸν τοῦ λαοῦ κίνδυνον ἀπω‐ δύρετο, καὶ μετὰ τοῦ ἔθνους ἔλεγεν ἐκδεδόσθαι καὶ αὐτὴ πρὸς ἀπώλειαν, καὶ τὸν Ἀμὰν ταῦτα ἐπῆγεν αἰτήσασθαι. ταραχθέντος δὲ πρὸς τοῦτο τοῦ βασι‐ | |
25 | λέως καὶ ἐκπεπηδηκότος τοῦ συμποσίου, τῆς Ἐσθὴρ ὁ Ἀμὰν ἐδέετο· καὶ ἐπὶ τῆς κλίνης πεσόντος καὶ ἱκε‐ τεύοντος τὴν βασίλισσαν, ἐπεισελθὼν ὁ βασιλεύς “ὦ κάκιστε” εἶπε, “καὶ βιάζεσθαί μου τὴν γυναῖκα ἐπι‐ χειρεῖς;” ἐν τούτοις παρὼν ὁ εὐνοῦχος περὶ τοῦ | |
30 | σταυροῦ εἶπεν ὃν εἶδεν ἐπὶ Μαρδοχαῖον ἡτοιμασμένον. | 281 in vol. 1 |
1.282 | καὶ ὁ βασιλεὺς αὐτίκα κελεύει τὸν Ἀμὰν ἐπ’ ἐκείνου τοῦ σταυροῦ κρεμασθῆναι. καὶ ὁ μὲν οὕτως ἀπώ‐ λετο, τὴν δὲ οὐσίαν αὐτοῦ δῶρον ἔσχηκεν ἡ βασί‐ λισσα. γνοὺς δὲ τὴν πρὸς Ἐσθὴρ τοῦ Μαρδοχαίου | |
5 | συγγένειαν ὁ βασιλεὺς δίδωσιν αὐτῷ τὸν δακτύλιον ὃν ἔδωκε πρὶν τῷ Ἀμάν. καὶ ἡ βασίλισσα τὴν ἐκεί‐ νου κτῆσιν τῷ Μαρδοχαίῳ παρέσχετο, καὶ τοῦ κιν‐ δύνου ἀπαλλάξαι τὸ τῶν Ἑβραίων ἔθνος τοῦ βασι‐ λέως ἐδέετο. καὶ ὃς γράφειν ἃ βούλεται ἐξ ὀνόματος | |
10 | αὐτοῦ ἐφῆκε περὶ τοῦ ἔθνους. τὰ δὲ γραφέντα ἦσαν τοιαῦτα. τοῦ μὲν Ἀμὰν κατηγόρουν ὡς πονηροῦ καὶ ἀγνώμονος καὶ αἰτησαμένου ἔθνους ἀπώλειαν μηδὲν ἀδικήσαντος, τὸν δέ γε Μαρδοχαῖον σωτῆρα ἐκά‐ λουν, καὶ τοὺς Ἰουδαίους τὸν ἄριστον πολιτευομέ‐ | |
15 | νους τρόπον καὶ τὸν θεὸν σεβομένους, καὶ οὐ μόνον σφᾶς τῆς τιμωρίας ἀπέλυον εἰς ἣν ὁ Ἀμὰν αὐτοὺς ἐξῃτήσατο, ἀλλὰ καὶ τιμῆς ἠξίουν καὶ τοῖς ἰδίοις νόμοις χρωμένους ζῆν μετ’ εἰρήνης ἐπέτρεπον, καὶ ἐδίδουν ἀμύνεσθαι τῇ τρισκαιδεκάτῃ ἡμέρᾳ τοῦ | |
20 | δωδεκάτου μηνός, ὅς ἐστιν Ἄδαρ, τοὺς αὐτοὺς ἀδικήσαντας, καὶ τοῖς τῶν χωρῶν σατράπαις ἐκέ‐ λευον βοηθεῖν αὐτοῖς, ἵνα τοὺς ἐχθροὺς μετελεύ‐ σονται. Οἱ δὲ ἐν Σούσοις Ἰουδαῖοι τὰ κατὰ τὸν Μαρδο‐ | |
25 | χαῖον γνόντες, κοινὴν τὴν εὐπραγίαν ἡγήσαντο, καὶ κατὰ τὴν τρισκαιδεκάτην τοῦ Ἄδαρ μηνός, ὃς κατὰ Μακεδόνας Δύστρος ὠνόμασται, οἵ τε ἐν Σούσοις Ἰουδαῖοι περὶ πεντακοσίους ἀπέκτειναν τῶν ἐχθρῶν, καὶ οἱ ἐν ταῖς ἄλλαις πόλεσί τε καὶ χώραις ἑπτακισ‐ | |
30 | μυρίους καὶ πεντακισχιλίους ἀπώλεσαν. οἱ δ’ ἐν Σούσοις καὶ τῇ ἑξῆς ἡμέρᾳ τριακοσίους διέφθειραν, | |
τοῦτο αἰτησαμένης Ἐσθήρ· καὶ οἱ δέκα τοῦ Ἀμὰν | 282 in vol. 1 | |
1.283 | παῖδες ἀνεσταυρώθησαν, χαρισαμένου καὶ τοῦτο τοῦ βασιλέως αὐτῇ. τὴν δὲ τεσσαρεσκαιδεκάτην τοῦ μη‐ νὸς ἑορτάσιμον τὸ ἔθνος ἅπαν ἐποίησε. καὶ ἔκτοτε τὰς ἡμέρας καὶ ἄμφω ἑορτάζουσι, φρουραίας ταύτας | |
5 | προσαγορεύοντες. ὁ δὲ Μαρδοχαῖος μέγας τε ἦν καὶ συνδιεῖπε τῷ βασιλεῖ τὴν ἀρχήν. Τῆς δ’ ἀρχιερωσύνης εἰς Ἰωάνναν μεταπεσούσης τὸν υἱὸν Ἰωδαέ, ὁ ἀδελφὸς αὐτοῦ Ἰησοῦς, φίλος ὢ Βαγώα τοῦ στρατηγοῦ τῆς Ἀρταξέρξου δυνάμεως, | |
10 | ὑπόσχεσιν ἔσχε τὴν ἀρχιερωσύνην λαβεῖν. διὰ ταύ‐ την γοῦν τὴν αἰτίαν ὁ Ἰωάννας παροξυνθεὶς ἐν τῷ ναῷ ἀνεῖλε τὸν ἀδελφόν. καὶ ὁ Βαγώας εὐθὺς ἐπι‐ στὰς εἰς τὸν ναόν τε εἰσῆλθεν εἰπὼν ὡς “εἰ οἱ τὸν φόνον ἐν τῷ ναῷ τολμήσαντες εἰσέρχονται ἐν αὐτῷ, | |
15 | κἀγὼ εἰσελεύσομαι καθαρώτερος τυγχάνων αὐτῶν,” καὶ ἐπ’ ἔτεσιν ἑπτὰ τοὺς Ἰουδαίους ἐκάκωσε. τοῦ Ἰωάννα δὲ τὴν ζωὴν καταστρέψαντος διαδέχεται τὴν ἀρχιερωσύνην ὁ υἱὸς αὐτοῦ Ἰωάδ. ἦν δὲ καὶ τούτῳ ἀδελφὸς Μανασσῆς, ᾧ Σαναβαλέτης σατράπης Δα‐ | |
20 | ρείου τοῦ τελευταίου βασιλέως Περσῶν τὴν ἑαυτοῦ θυγατέρα συνῴκισε, Νικασὼ καλουμένην. οἱ δὲ τῶν Ἱεροσολυμιτῶν λογάδες ἐστασίαζον, ὅτι ἀλλοφύλῳ συνῴκησεν ὁ τοῦ ἀρχιερέως ἀδελφός, καὶ ἢ διαζεύ‐ γνυσθαι ταύτης ἐκέλευον ἢ τοῦ θυσιαστηρίου ἀπέ‐ | |
25 | χεσθαι. ὁ δὲ πρὸς τὸν πενθερὸν ἀφικόμενος διηγή‐ σατο ταῦτα. τοῦ δὲ Σαναβαλέτου καὶ τὴν ἱερωσύνην αὐτῷ τηρήσειν ὑπισχνουμένου καὶ ἀρχιερέα ἀποδεί‐ ξειν καὶ ἡγεμόνα ὧν αὐτὸς ἦρχε τόπων, εἰ τῆς αὐτοῦ θυγατρὸς μὴ ἀπόσχοιτο, καὶ ναὸν οἰκοδομήσειν ἐπὶ | |
30 | τοῦ Γαριζὶν ὄρους, ὃ τῶν κατὰ Σαμάρειαν ὀρῶν ἐστιν ὑψηλότατον, τοῦ ἐν Ἱεροσολύμοις κρείττονα | |
ἐπαγγελλομένου μετὰ γνώμης τοῦ βασιλέως Δαρείου, | 283 in vol. 1 | |
1.284 | ἐπαρθεὶς τούτοις ὁ Μανασσῆς κατέμενε παρὰ τῷ Σαναβαλέτῃ. πολλῶν δὲ καὶ ἄλλων ἱερέων καὶ Ἰσρα‐ ηλιτῶν τοιούτοις γάμοις ἐμπεπλεγμένων πάντες συν‐ ῄεσαν πρὸς τὸν Μανασσῆν. ὁ μὲν οὖν Σαναβαλέ‐ | |
5 | της τῷ βασιλεῖ Δαρείῳ τὴν περὶ τῆς οἰκοδομῆς τοῦ ναοῦ ἐν Γαριζὶν ἀξίωσιν προσάγειν ἡτοίμαστο, ὁ δὲ τῷ Ἀλεξάνδρῳ συμβαλὼν ἐν Ἰσσῷ τῆς Κιλικίας καὶ ἡττηθεὶς ἔφυγεν. ἀπογνοὺς οὖν ὁ Σαναβαλέτης Δα‐ ρεῖον τῷ Ἀλεξάνδρῳ πρόσεισι σὺν ὀκτακισχιλίοις | |
10 | τῶν ὑπ’ αὐτόν, καὶ ἑαυτὸν καὶ τοὺς τόπους ὧν ἦρχεν ἔλεγε παραδιδόναι αὐτῷ. προσδεξαμένου δὲ τοῦ Ἀλεξάνδρου αὐτόν, θαρρῶν ἤδη περὶ τοῦ γαμβροῦ καὶ τῆς τοῦ ναοῦ ἀνεγέρσεως ἐν τῷ Γαριζὶν προσῆ‐ γεν ἀξίωσιν. καὶ ἐπιτραπεὶς τὴν οἰκοδομήν, σὺν | |
15 | πάσῃ σπουδῇ τὸν ναὸν ᾠκοδόμησε, καὶ Μανασσῆν τὸν γαμβρὸν ἀρχιερέα κατέστησεν. Ἐπεὶ δὲ μνείαν τοῦ Ἀλεξάνδρου ὁ τῆς ἱστορίας λόγος πεποίηται, καλὸν καὶ τούτου τὰς πράξεις τε καὶ τὰ ἤθη καὶ ὅθεν κἀκ τίνων ἔφυ κατ’ ἐπιδρομὴν | |
20 | διηγήσασθαι, καὶ οὕτως αὖθις ἐπαναγαγεῖν τὸν λό‐ γον πρὸς τὴν συνέχειαν· καὶ μᾶλλον ὅτι καὶ τοῖς Ἱεροσολύμοις οὗτος ὁ βασιλεὺς ἐπεδήμησε, καί τι θαύ‐ ματος ἄξιον γέγονε πρὸς τὸν ἀρχιερέα καὶ τὸν λαὸν ἐξ αὐτοῦ, καὶ αὐτός τι θεῖον ὅραμα διηγήσατο, ὡς | |
25 | Ἰώσηπος ἱστορεῖ· ἃ προϊὼν ὁ λόγος μετὰ τὴν περὶ αὐτοῦ ἱστορίαν διδάξει. Οὗτος Φιλίππου μὲν ἦν τοῦ Μακεδόνων βασι‐ λέως υἱὸς ἐξ Ὀλυμπιάδος αὐτῷ γεννηθείς, μυθεύεται | |
δὲ Ἄμμωνος εἶναι υἱός, ἐν εἴδει δράκοντος τῇ Ὀλυμ‐ | 284 in vol. 1 | |
1.285 | πιάδι συνευνασθέντος· Ἄμμωνα δὲ τὸν Δία φασίν. ἀλλὰ τοῦτο μὲν μῦθος· λέγεται δὲ τὴν μητέρα αὐτοῦ πρὸ τῆς νυκτὸς ᾗ τῷ Φιλίππῳ συγκατηυνάσθη ἐν ὀνείρῳ δόξαι κεραυνὸν ἐμπεσεῖν αὐτῆς τῇ γαστρί, | |
5 | κἀκ τούτου πῦρ ἐξαφθῆναι πολύ, καὶ τοῦτο πάντῃ φερόμενον διαλυθῆναι. μετὰ δὲ τὸν γάμον ὁ Φίλιπ‐ πος καθ’ ὕπνους ἐδόκει σφραγῖδα τῇ γαστρὶ τῆς γυναικὸς ἐπιβαλεῖν, ἐγγεγλύφθαι δὲ τῇ σφραγῖδι λέοντα. οἱ μὲν οὖν ἄλλοι μάντεις ἄλλως τὸν ὄνειρον | |
10 | ἔκρινον, Ἀρίστανδρος δὲ κύειν ἔφη τὴν σφραγισθεῖ‐ σαν· μὴ γὰρ δὴ σφραγίζεσθαι τὰ κενά· θυμοειδῆ δ’ ἀποβήσεσθαι καὶ λεοντώδη τὸν τεχθησόμενον. ἐγεννήθη δὲ καθ’ ἣν ἡμέραν ἐν Ἐφέσῳ ὁ ναὸς τῆς Ἀρτέμιδος ἐνεπέπρηστο· ὅτε καί τινες ἐκεῖ παρόντες | |
15 | τῶν μάγων διαθέοντες ἄτην καὶ συμφορὰν βαρεῖαν τῆν ἡμέραν ἐκείνην τῇ Ἀσίᾳ τεκεῖν ἔλεγον. Ἦν δὲ τὴν χρόαν λευκὸς ὁ Ἀλέξανδρος, ἡ λευ‐ κότης δ’ ἐφοινίσσετο περὶ τὸ στῆθος μάλιστα καὶ τὸ πρόσωπον, καὶ ἡδεῖά τις ἐκ τοῦ χρωτὸς αὐτοῦ ἀπέ‐ | |
20 | πνει ἀποφορὰ κἀκ τοῦ στόματος. τούτου δ’ αἴτιον ἡ θερμότης ἂν εἴη τοῦ σώματος· πυρῶδες γὰρ ὂν καὶ πολύθερμον ἀνήλισκε τὰ ὑγρὰ καὶ οὐδὲν ἐπιπο‐ λάζειν αὐτοῦ τῷ σώματι σηπεδονῶδες εἴα. παρενέ‐ φαινε δὲ παιδόθεν τὴν ἐμβρίθειαν τοῦ φρονήματος. | |
25 | ποδώκης γὰρ ὤν, πρὸς τοὺς ἐρομένους εἰ Ὀλυμπία‐ σιν ἀγωνίσεται στάδιον εἶπεν “εἰ βασιλεῦσιν ἀντα‐ γωνίσασθαι ἔμελλον.” εἰ δὲ πόλις τις τῶν ἐπιφανῶν ἁλοῦσα παρὰ τοῦ πατρὸς αὐτῷ ἀπηγγέλη ἢ ἐν μάχῃ νίκη γεγονυῖα περιφανής, ὥσπερ ἀχθόμενος τοῖς | |
30 | ἥλιξιν ἔλεγεν ὡς “οὐδὲν ἐμοὶ σὺν ὑμῖν ὁ πατὴρ ἀπο‐ λείψει λαμπρόν τι ἔργον ἐνδείξασθαι.” τοῦ Βουκε‐ | |
φάλα δ’ ἵππου κομισθέντος Φιλίππῳ τρισκαίδεκα | 285 in vol. 1 | |
1.286 | ταλάντων τιμῆς, καὶ μήτε ἀναβάτην προσιεμένου, ὡς τῷ Φιλίππῳ ἐδείκνυτο, μήτε φωνὴν ὑπομένοντος, κἀντεῦθεν δυσχρήστου δόξαντος κομιδῇ, “οἷον ἵππον” ὁ Ἀλέξανδρος ἔφη “μὴ εἰδότες χρήσασθαι ἀποπέμπον‐ | |
5 | ται.” καὶ ὁ πατὴρ ἐπιτιμῶν αὐτῷ εἶπε “σὺ δὲ χρή‐ σασθαι δυνήσῃ αὐτῷ;” ὁ δ’ ἀπεκρίθη “βέλτιον ἂν ἑτέρου τούτῳ χρησαίμην.” καὶ χρήσασθαι τῷ ἵππῳ ἐπιτραπείς, παραλαβὼν τὴν ἡνίαν ἐπέστρεψε πρὸς τὸν ἥλιον, συνεὶς ἴσως ὅτι τῇ σκιᾷ πρὸ αὐτοῦ σαλευ‐ | |
10 | ομένῃ ἐταράττετο. βραχὺ δὲ καταψήσας αὐτὸν ἀνέ‐ θορε καὶ ἐπέβη αὐτοῦ, καὶ παρακαλπάσας μικρὸν ἀφῆκε πρὸς δρόμον· ἠγωνίων δ’ οἱ βλέποντες. ἤδη δ’ ἐπιστραφέντος σὺν φρονήματι καὶ χαρᾷ, οἱ μὲν περὶ Φίλιππον ἀνεβόησαν, ἐκεῖνος δὲ χαρμόσυνα | |
15 | προήνεγκε δάκρυα, καὶ φιλήσας τὸν παῖδα “ζήτει, τέκνον” ἔφη, “σοὶ βασιλείαν ἀνάλογον· Μακεδονία γάρ σε οὐ χωρεῖ.” ἦν δὲ ἡ φύσις αὐτῷ δυσκίνητος μὲν ἐπιτασσομένῳ, εἰ δὲ λόγῳ τις αὐτὸν καὶ πειθοῖ μετῄει, πειθήνιος. ὡμίλησε δὲ τῷ Ἀριστοτέλει, με‐ | |
20 | τασχὼν οὐ μόνον τοῦ ἠθικοῦ καὶ πολιτικοῦ λόγου, ἀλλὰ καὶ τῶν ἀπορρητοτέρων, οὓς οὐκ ἐκοινοῦντο πολλοῖς, ἐποπτικοὺς καὶ ἀκροαματικοὺς καλοῦντες αὐτούς. φέρεται γὰρ πρὸς Ἀριστοτέλην αὐτοῦ ἐπι‐ στόλιον οὕτως ἔχον “οὐκ ὀρθῶς ἐποίησας ἐκδοὺς τοὺς | |
25 | ἀκροαματικοὺς τῶν λόγων· τίνι γὰρ τῶν ἄλλων διοί‐ σομεν, εἰ καθ’ οὓς ἐπαιδεύθημεν λόγους οὗτοι πάν‐ των ἔσονται κοινοί;” ὁ δὲ ἀντεπέστειλεν ὡς “ἐκδέ‐ δονται καὶ οὐκ ἐκδέδονται,” διὰ τούτων δηλῶν τὴν ἀσάφειαν καὶ τὸ δυσκατάληπτον. καὶ τῆς ἰατρικῆς | |
30 | δὲ οὐ τὸ θεωρητικὸν μετῄει μόνον, ἀλλὰ καὶ τὴν πρᾶ‐ ξιν αὐτήν. ἑξκαιδεκέτης δὲ γεγονώς, καὶ τοῦ φρο‐ | |
νήματος καὶ τῆς ἀνδρείας ἀπόπειραν ἤδη διδούς, | 286 in vol. 1 | |
1.287 | ὑπερηγαπᾶτο πρὸς τοῦ πατρός· διὰ δὲ τοὺς παρ’ ἡλικίαν ἔρωτας τοῦ Φιλίππου καὶ τὸ τῆς μητρὸς ζηλότυπον καὶ βαρύθυμον ὁ Ἀλέξανδρος ἔσχε πρὸς τὸν πατέρα διαφοράς. | |
5 | Παυσανίου δὲ τὸν Φίλιππον κτείναντος παρέλαβε τὴν βασιλείαν εἴκοσι τυγχάνων ἐτῶν. καὶ τεταραγμέ‐ νων πάντοθεν τῇ ἀρχῇ τῶν πραγμάτων, τόλμῃ καὶ βάρει φρονήματος αὐτὰ ταχὺ κατεστήσατο, τὰς μὲν Θήβας ἑλὼν καὶ κατασκάψας καὶ τοὺς ἁλόντας τῶν Θη‐ | |
10 | βαίων ἀποδόμενος, Ἀθηναίοις δέ γε σπεισάμενος. ὅτε καὶ Τιμόκλειαν γυναῖκα Θηβαίαν καὶ τῶν ἐπιφανῶν Θρᾷξ τις τῶν ἡγεμόνων κατῄσχυνε βιασάμενος, εἶτα περὶ χρημάτων ἀνέκρινεν. ἡ δὲ μόνον αὐτὸν ἀπολα‐ βοῦσα εἰς φρέαρ ἀπήγαγεν, ἐν τούτῳ φαμένη τῶν | |
15 | κειμηλίων κατακρύψαι τὰ κάλλιστα. τοῦ δ’ ἡγεμόνος ἐπικλιθέντος τῷ στομίῳ τοῦ φρέατος, ὦσεν αὐτὸν ἡ γυνὴ κατ’ αὐτοῦ καὶ λίθους ἄνωθεν βαλοῦσα ἔκτει‐ νεν. ἣν δέσμιον πρὸς αὐτὸν ἀχθεῖσαν ἠρώτησεν ὁ Ἀλέξανδρος ἥτις εἴη. ἡ δὲ ἀτρέστως “Θεαγένους | |
20 | εἰμὶ ἀδελφή” ἀπεκρίνατο, “ὃς πρὸς Φίλιππον ᾑρέθη στρατηγὸς καὶ ὑπὲρ τῆς Ἑλλήνων ἐλευθερίας ἀγωνι‐ ζόμενος ἔπεσεν.” ἀγάμενος οὖν τήν τε μεγαλοφρο‐ σύνην τῆς γυναικὸς ὁ Ἀλέξανδρος καὶ τὸ παράστημα τῆς ψυχῆς ἐλευθέραν σὺν τοῖς τέκνοις ἀπέλυσε. | |
25 | πρὸς Διογένην δὲ τὸν Σινωπέα περὶ Κόρινθον δια‐ τρίβοντα ἀπελθών, καὶ ἡλίῳ θαλπόμενον εὑρηκώς, ἠσπάσατό τε τὸν ἄνδρα καὶ εἴ τινος δέοιτο ἤρετο. ὁ δὲ τῆς τοῦ ἡλίου εἶπεν ἀλέας δεῖσθαι, καὶ μεταστῆ‐ ναι αὐτὸν ἠξίου. ἀπιόντος δὲ τοῦ Ἀλεξάνδρου οἱ | |
30 | περὶ αὐτὸν κατεγέλων τοῦ Διογένους· ὁ δὲ πρὸς | 287 in vol. 1 |
1.288 | αὐτοὺς ἔφη, θαυμάζων τὸ ὑπεροπτικὸν τοῦ ἀνδρός, ὡς “εἰ μὴ Ἀλέξανδρος ἤμην, Διογένης ἂν ἤμην.” Ὁρμήσας δὲ εἰς τὴν ἐν τῇ Ἀσίᾳ στρατείαν οὐ πρότερον τῆς νηὸς ἐπέβη πρὶν τῷ μὲν τῶν ἑταίρων | |
5 | ἀγρὸν ἀπονεῖμαι, τῷ δὲ κώμην, τῷ δὲ πρόσοδον ἄλλην. τοῦ δὲ Περδίκκου “τί δ’, ὦ βασιλεῦ, σεαυτῷ καταλείπεις;” εἰπόντος, “τὰς ἐλπίδας” ἐκεῖνος ἀντέ‐ φησε. διαβάντι δὲ τὸν Ἑλλήσποντον οἱ τοῦ Δαρείου σατράπαι μετὰ βαρείας δυνάμεως περὶ τὴν τοῦ Γρα‐ | |
10 | νίκου διάβασιν αὐτῷ συνηντήκεισαν. τῶν δὲ περὶ αὐτὸν τὸ βάθος δεδιότων τοῦ ποταμοῦ, τοῦ ῥοθίου τε τὴν φορὰν καὶ τὴν ἐπὶ τούτοις τῶν πολεμίων ἐπί‐ θεσιν, ἐκεῖνος σὺν ἴλαις ἱππέων τρισκαίδεκα ἐμβάλ‐ λει τῷ ῥεύματι, πρὸς αὐτὸ ἀποκινδυνεύων καὶ πρὸς | |
15 | τοὺς ἐναντίους καὶ πρὸς ἀποβάσεις ὀχθώδεις καὶ ἀπορ‐ ρῶγας. διὸ καὶ μανικῶς μᾶλλον, ἀλλ’ οὐ στρατηγικῶς ἔδοξε τότε ποιήσασθαι τὴν διάβασιν. οὕτω δὲ διαβὰς φύρδην ἠναγκάζετο μάχεσθαι. καὶ πολλῶν πρὸς αὐτὸν ὡρμηκότων, ἦν γὰρ ἐκ τῶν ὅπλων διάδηλος, | |
20 | ἀκοντισθεὶς μὲν οὐκ ἐτρώθη, κοπίδι δὲ τὸ κράνος αὐτοῦ πλήξαντός τινος, μέχρι τοσούτου τοῦ κράνους καθίκετο ἡ πληγὴ ὡς καὶ τῶν τριχῶν αὐτοῦ παρα‐ ψαῦσαι τὴν κοπίδα. τῆς μάχης δ’ οὕτω συνισταμέ‐ νης τὸν Γράνικον αἱ Μακεδονικαὶ δυνάμεις διαβε‐ | |
25 | βήκασι· καὶ οἱ τοῦ Δαρείου οὐκέτι ἀντεῖχον, ἀλλ’ ἔκλιναν εἰς φυγήν. ἐκ γοῦν τῆς μάχης ταύτης πολλή τις ἐγένετο πρὸς εὐτυχίαν τῷ Ἀλεξάνδρῳ φορά· αἵ τε γὰρ Σάρδεις οἱ προσεχώρησαν καὶ τἄλλα προσέ‐ θεντο. ἐντεῦθεν εἰς τὴν παραλίαν ἐτράπετο, καὶ | |
30 | τήν τε Παμφυλίαν ἔσχε καὶ Κιλικίαν τε καὶ Φοινίκην Πισιδίαν τε καὶ Φρυγίαν· εἶτα Παφλαγόνας καὶ | |
Καππαδόκας ἐχειρώσατο. | 288 in vol. 1 | |
1.289 | Δαρεῖος δὲ ἐκ Σούσων σὺν ἑξήκοντα μυριάσιν ὥρμησε, τῷ τε πλήθει τῆς στρατιᾶς ἐπηρμένος καὶ θράσος ἔχων ὡς δειλιῶντος Ἀλεξάνδρου, ὅτι ἐπὶ μα‐ κρὸν ἐκεῖνος ἐν Κιλικίᾳ διέτριβε. τὸ δὲ διὰ νόσον | |
5 | ἦν, ὅτε πρὸς τῶν ἄλλων μὲν ἀπέγνωστο ἰατρῶν, Φίλιππος δὲ μόνος ὁ Ἀκαρνὰν ἐθάρσησε φαρμακεῦ‐ σαι αὐτόν. τοῦ δὲ Παρμενίωνος φθάσαντος ἐπιστεῖ‐ λαι αὐτῷ ὑπὸ Δαρείου διεφθάρθαι τὸν Φίλιππον δωρεαῖς μεγάλαις καὶ ὑποσχέσεσιν, εἰ αὐτὸν ἀνέλοι, | |
10 | τὴν ἐπιστολὴν ἐπῆλθε καὶ μηδενὶ περὶ αὐτῆς ἐκφήνας εἶχε παρ’ ἑαυτῷ. ἄρτι δὲ τοῦ Φιλίππου τὴν κύλικα τοῦ φαρμάκου προσαγαγόντος αὐτῷ, αὐτὸς μὲν θαρ‐ ρῶν ἐδέξατο ταύτην, ἐκείνῳ δὲ τὴν ἐπιστολὴν ἐνε‐ χείρισε. καὶ ὁ μὲν ἔπινεν, ὁ δὲ ἀνεγίνωσκεν, ἐνορῶν‐ | |
15 | τες ἀλλήλοις, ὁ μὲν Ἀλέξανδρος ἐν ὄψει χαριέσσῃ καὶ ἱλαρᾷ, ὁ δὲ Φίλιππος ἐν περιδεεῖ καὶ τεθορυβη‐ μένῃ. τοῦ δὲ Δαρείου σπεύδοντος ἐπ’ Ἀλέξανδρον, ἵν’, ὡς ἔλεγε, μὴ ἀποδράσωσιν οἱ πολέμιοι, Μακε‐ δὼν Ἀμύντας ὢν αὐτόμολος παρ’ αὐτῷ “θάρρει” | |
20 | ἔφη, “ὦ βασιλεῦ· οὐ γὰρ φεύξεται ὁ Ἀλέξανδρος, ἀλλ’ ὅσον ἤδη βαδιεῖται πρὸς σέ.” Ἐν Ἰσσῷ δὲ τῆς Κιλικίας τῆς μάχης συγκροτη‐ θείσης, πολλὴν μὲν καὶ ὁ τόπος διὰ τὴν στένωσιν παρέσχε τῷ Ἀλεξάνδρῳ ῥοπήν, πλείω δ’ αὐτὸς ἑαυτῷ | |
25 | δεξιῶς στρατηγήσας. ὅτε καὶ τὸν μηρὸν ἐπλήγη ξίφει, ἐν τοῖς προμάχοις ἀγωνιζόμενος. περιφανῶς δὲ νική‐ σας Δαρεῖον μὲν οὐχ εἷλε φυγόντα, τὸ ἅρμα δὲ καὶ τὸ τόξον αὐτοῦ ἔλαβε. τὸ δὲ Δαρείου στρατόπεδον διηρπάγη παρὰ τῶν Μακεδόνων, ἡ μέντοι τοῦ Δα‐ | |
30 | ρείου σκηνὴ τῷ Ἀλεξάνδρῳ ἐξῄρητο μετὰ τῆς θερα‐ πείας καὶ τοῦ πλούτου καὶ τῆς ἄλλης παρασκευῆς. | |
εἶτα τὴν μητέρα καὶ τὴν γυναῖκα Δαρείου καὶ δύο | 289 in vol. 1 | |
1.290 | θυγατέρας αἰχμαλώτους ἄγεσθαί τις ἀγγέλλει αὐτῷ, ὀλολυζούσας ὡς τεθνηκότος Δαρείου, ἐπεὶ τὸ ἅρμα ἐκείνου καὶ τὰ τόξα ληφθέντα τεθέανται. περιπαθή‐ σας δὲ πρὸς τὴν ἀγγελίαν διὰ τὸ τῆς τύχης ἀστάθμη‐ | |
5 | τον, πέμπει τινὰ πρὸς τὰς γυναῖκας ἐροῦντα ὅτι τε ζῇ Δαρεῖος καὶ ὅτι αὐταῖς οὐδὲν ἀηδὲς ἀπαντήσεται· οὐ γὰρ ἐχθρὸν ἡγεῖσθαι Δαρεῖον, ἀλλ’ ὑπὲρ τῆς βα‐ σιλείας αὐτῷ διαφέρεσθαι. οὔτε δὲ τῆς θεραπείας ἧς εἶχον ἀφείλετό τι οὔτε εἰς ὄψιν ἦλθεν αὐταῖς | |
10 | οὔτε παρά του ἀνάξιόν τι ταύτας παθεῖν ἢ προσδο‐ κῆσαι ἠνέσχετο. Ἤδη δὲ νενικηκὼς ἐν Ἰσσῷ γέγονεν ἐγκρατὴς καὶ τῆς Δαμασκοῦ, ἔνθα οἱ Πέρσαι καὶ Δαρεῖος αὐτὸς τά τε χρήματα καὶ τῆς ἀποσκευῆς τὰ πλείω κατέλιπον. | |
15 | μετὰ δὲ ταῦτα ἥ τε Κύπρος καὶ ἡ Φοινίκη, τῆς Τύ‐ ρου χωρίς, αὐτῷ ἐγκεχείριστο. ἡ δὲ Τύρος πολιορ‐ κίᾳ ἑάλω, διττοὺς ὀνείρους ἐν τῷ ταύτην πολιορκεῖν τοῦ Ἀλεξάνδρου θεασαμένου· ἐδόκει γὰρ ὁ Ἡρακλῆς καλῶν αὐτὸν ἐκ τοῦ τείχους καὶ δεξιούμενος· ὁ δ’ | |
20 | ἕτερος ὄνειρος Σάτυρον αὐτῷ ἐδείκνυ προσπαίζοντα, καὶ βουλομένου συσχεῖν διαφεύγοντα, ὀψὲ δὲ εἰς χεῖρας ἐλθόντα αὐτῷ. ἐκρίθη δ’ οὗτος ὁ ὄνειρος δηλοῦν αὐτῷ κατὰ διαίρεσιν τοῦ ὀνόματος ὡς “σὰ Τύρος ἔσται.” εἶτα τὴν Γάζαν πολιορκῶν, πόλιν τῆς | |
25 | Συρίας μεγάλην, ἐπλήγη τὸν ὦμον λίθῳ, τὴν δὲ πόλιν κατέσχε. κυριεύσας δὲ τῆς Αἰγύπτου ἠβουλήθη πόλιν ἐν αὐτῇ Ἑλληνίδα εἰς ὄνομα οἰκεῖον ἱδρύσα‐ σθαι, καί τινα τόπον ἤδη τῇ πόλει ἀφώρισε. κοιμω‐ μένῳ δὲ ἀνὴρ ἔδοξεν ἐπιστῆναι πολιός τε καὶ γερα‐ | |
30 | ρός, εἶναι δὲ τὸν φανέντα τὸν Ὅμηρον, καὶ λέγειν | |
τὰ ἔπη ταῦτα, | 290 in vol. 1 | |
1.291 | νῆσος ἔπειτά τις ἔστι πολυκλύστῳ ἐνὶ πόντῳ Αἰγύπτου προπάροιθε· Φάρον δέ ἑ κικλήσκουσιν. ἀναθορὼν οὖν αὐτίκα πρὸς τὴν Φάρον ἀφίκετο, καὶ τῇ τοῦ τόπου ἀρεσθεὶς εὐφυΐᾳ ἐκεῖ τὴν πόλιν ἱδρύ‐ | |
5 | σατο, ἠπειρώσας αὐτὴν διὰ χώματος, νῆσον οὖσαν τὸ πρότερον. λέγεται δὲ ὡς ἡσθεὶς τῇ τοῦ τόπου φυσικῇ ἐπιτηδειότητι ἔφη ὡς Ὅμηρος ἄρα τἄλλα τε μέγας ἦν καὶ ἀρχιτέκτων σοφός. εἰς Ἄμμωνος δὲ ἱερὸν ἀπιὼν δι’ ἀνύδρου καὶ ἀμμώδους τόπου, τὴν | |
10 | αὐτῷ παρομαρτοῦσαν ἐν ἅπασιν εὐτυχίαν εὗρε κἀκεῖ τὸ ἐργῶδες τῆς πορείας ἐκείνης ἐπικουφίζουσαν. ὑετοὶ γὰρ γενόμενοι τὸν ἐκ τῆς ἀνυδρίας κίνδυνον διεκρούσαντο καὶ τὸν ἀέρα εὐκραῆ πεποιήκασιν, ὑγρανθείσης τῆς ἄμμου καὶ συμπιληθείσης ἐκ τῆς | |
15 | ὑγρότητος. τῶν δὲ τῆς ὁδοῦ γνωρισμάτων συγχυ‐ θέντων οἱ ταύτης ἡγεμόνες πεπλάνηντο· κόρακες δὲ ὑπεριπτάμενοι τῆς πορείας ἡγοῦντο τοῖς μετ’ αὐτοῦ, καὶ εἴ τινες βραδυποροῦντες ὑπελιμπάνοντο, νυκτὸς ἐκείνους ταῖς κλαγγαῖς ἀνεκόμιζον. οὕτω δὲ διελ‐ | |
20 | θόντι τῆς πορείας τὸ δύσεργον, καὶ εἰς Ἄμμωνος φθάσαντι, ὁ ἐκεῖ προφήτης Ἕλληνι φωνῇ θέλων προσφωνῆσαι αὐτῷ, ἐβαρβάρισε περὶ τὸ τέλος τὸ πρόσρημα, ὦ παιδίος ἀντὶ τοῦ παιδίον εἰπών. καὶ ὁ βαρβαρισμὸς δόξαν πολλοῖς παρέσχε τοῦ ἐκ θεῶν τοῦ | |
25 | Ἀλεξάνδρου γεγονέναι τὴν γένεσιν, διαδοθέντος λό‐ γου ὅτι παῖ Διὸς ὁ προφήτης εἶπεν αὐτῷ. κἀκεῖνος πρὸς μὲν τοὺς βαρβάρους ἐμεγαλαύχει τὴν γένεσιν τὴν ἐκ τοῦ θεοῦ, ὡς καὶ τὴν Ὀλυμπιάδα λέγειν “οὐ παύσεται διαβάλλων με πρὸς τὴν Ἥραν ὁ Ἀλέξαν‐ | |
30 | δρος;” πρὸς δὲ τοὺς Ἕλληνας τοῦ λόγου ἐφείδετο. | 291 in vol. 1 |
1.292 | βέλει δέ ποτε τρωθείς, αἵματος ἐκ τῆς πληγῆς καταρ‐ ρέοντος “τὸ ῥέον” εἶπεν “αἷμα καὶ οὐκ ἰχὼρ οἷός πέρ τε ῥέει μακάρεσσι θεοῖσιν.” ὡς δὲ ὁ Δαρεῖος ἐπέστειλεν αὐτῷ, μύρια μὲν τάλαντα | |
5 | διδοὺς λύτρον τῶν φιλτάτων αὐτοῦ καὶ τῆς ἐντὸς Εὐφράτου πάσης αὐτῷ ἐξιστάμενος καὶ φίλον αὐτὸν ποιούμενος μίαν τῶν θυγατέρων αὐτοῦ γήμαντα, ὁ Παρμενίων “εἰ Ἀλέξανδρος” εἶπεν “ἤμην, ἔλαβον ἂν ταῦτα·” “κἀγώ” ἔφη “νὴ Δία, εἰ Παρμενίων.” | |
10 | ἀντεπέστειλε δὲ τῷ Δαρείῳ, εἰ πρὸς αὐτὸν ἀφίκηται, μή τινος ἀτυχῆσαι τῶν φιλανθρώπων. ἀποδρὰς δέ τις τῶν εὐνούχων τῆς γυναικὸς Δαρείου, καὶ πρὸς ἐκεῖνον διασωθείς, τὸν θάνατον τῆς βασιλίσσης ἀπήγγειλεν· ἔφθη γὰρ θανοῦσα ἐκ τοκετοῦ. Δαρεῖος | |
15 | δὲ ἀνεκλαύσατο, φήσας ὅτι οὐ μόνον αἰχμάλωτος ἡ βασίλισσα γέγονεν, ἀλλὰ καὶ ταφῆς βασιλικῆς οὐ τετύχηκε. καὶ ὁ εὐνοῦχος “ἀλλὰ θάρρει, ὦ δέ‐ σποτα,” ἔφη. οὔτε γὰρ ζῶσά μου ἡ δέσποινα καὶ ἡ μήτηρ ἡ σὴ καὶ τὰ τέκνα κακοῦ τινος ἐπειράθησαν, | |
20 | οὔτ’ ἀποθανοῦσα ταφῆς ἐκείνη πρεπούσης ἠμοίρησεν, ἀλλὰ καὶ πολεμίων τετίμηται δάκρυσι.” τούτοις ὁ Δαρεῖος εἰς ὑποψίας ἀτόπους ἐνέπεσε, καὶ τὸν εὐνοῦ‐ χον ἰδίᾳ παραλαβών, ὅρκοις προκατελάμβανεν εἰπεῖν, εἴ τις περὶ τὴν γυναῖκα γέγονε τῷ Ἀλεξάνδρῳ ἐμπά‐ | |
25 | θεια. “πῶς γάρ” ἔλεγε “παρ’ ἐχθροῦ καὶ νέου ἀνδρὸς πολεμίου γυνή, ὡς ἔφης, οὕτω τετίμηται;” ὁ δ’ εὐνοῦχος τὸν λόγον ἐγκόψας “εὐφήμει, δέσποτα,” ἔφη “καὶ μήτε τὴν γυναῖκα καταίσχυνε μήτ’ αὖ κα‐ κηγόρει Ἀλέξανδρον, ὃς πλέον ταῖς Περσίσι τὸ σῶ‐ | |
30 | φρον ἢ τοῖς Πέρσαις τὸ γενναῖον ἐνέφηνε·” καὶ | 292 in vol. 1 |
1.293 | ὅρκοις τοὺς λόγους ἐβεβαίου, περὶ τῆς ἐγκρατείας Ἀλεξάνδρου καὶ τῆς ἄλλης ἀρετῆς διηγούμενος. καὶ ὁ Δαρεῖος ηὔχετο δυνηθῆναι ἀμείψασθαι τὸν Ἀλέ‐ ξανδρον ὧν εἰς τὰ φίλτατα καλῶν ἐνεδείξατο, ἢ μὴ | |
5 | ἄλλον εἰς τὸν Κύρου καθίσαι θρόνον ἢ τὸν Ἀλέ‐ ξανδρον. Ἤδη δὲ τὴν ἐντὸς Εὐφράτου χώραν παρειληφὼς ὁ Ἀλέξανδρος ἐπὶ Δαρεῖον ἀπῄει ἑκατὸν μυριάδας στρατοῦ ἐπαγόμενον. ὡς δ’ ἐν ὄψει ἀλλήλων ἐγέ‐ | |
10 | νοντο τὰ στρατεύματα, καὶ νὺξ ἦν, καὶ τὸ μεταξὺ πεδίον τὰ πυρὰ τῶν βαρβάρων κατέλαμπον, καὶ θό‐ ρυβος ἐκ τοῦ στρατοπέδου προσήχει πολύς, Παρμε‐ νίων καὶ ἄλλοι τῶν ἑταίρων τινὲς ἐκπλαγέντες τὸ πλῆθος συνεβούλευον Ἀλεξάνδρῳ νυκτὸς ἐπιθέσθαι | |
15 | τοῖς πολεμίοις· μὴ γὰρ ἂν δυνηθῆναι κατὰ συστάδην ἀντιστῆναι τοσούτῳ στρατεύματι. ὁ δέ “οὐ κλέπτω τὴν νίκην” εἶπε· τῇ δ’ ἐπιούσῃ τῆς μάχης συγκρο‐ τηθείσης, ὡς μέν τινές φασιν, ἐν Ἀρβήλοις, ὡς δ’ ἕτεροι, ἐν Γαυσαμήλοις, οἱ βάρβαροι ἐνέκλιναν, καὶ | |
20 | ἦν αὐτῶν διωγμός. Ἀλέξανδρος δὲ πόρρωθεν τὸν Δαρεῖον ἰδὼν ἐφ’ ἅρματος ὑψηλοῦ, ἱππόταις πλεί‐ στοις καὶ λαμπρῶς ὡπλισμένοις περικυκλούμενον, ἐκεῖ συνώθει τοὺς φεύγοντας, ὥστε τούτοις συντα‐ ράξαι τοὺς μένοντας καὶ πολλοὺς σκεδάσαι αὐτῶν. | |
25 | πολλῶν δὲ πεσόντων τοῦ Δαρείου ἐνώπιον, ὡς οὐκ ἦν ἐξελάσαι τὸ ἅρμα τοῖς πτώμασι συνεχόμενον, τούτου μὲν ἀπέβη Δαρεῖος, θήλειαν δ’ ἵππον ἀνα‐ βεβηκὼς ἔφυγεν. ἑάλω δ’ ἄν, εἰ μὴ Παρμενίων τὸν Ἀλέξανδρον μετεπέμψατο ἐπαρήξοντα τῷ κατ’ αὐτὸν | |
30 | κέρατι πονουμένῳ. | 293 in vol. 1 |
1.294 | Ἡ μὲν οὖν νίκη λαμπρὰ τῷ Ἀλεξάνδρῳ προσγέ‐ γονεν, ἡ δὲ Περσῶν βασιλεία ἐντεῦθεν καθῄρητο, Ἀλέξανδρος δὲ τῆς Ἀσίας βασιλεὺς ἀνηγόρευτο καὶ ἐπ’ αὐτῷ ἡ Βαβυλωνία πᾶσα ἐγένετο. Σούσων δὲ | |
5 | κρατήσας τετρακισμύρια τάλαντα νομίσματος κατὰ τὰ βασίλεια εὕρηκε καὶ ἄλλων χρημάτων ἀμυθήτων πολυτέλειαν. κυριεύσας δὲ καὶ τῆς Περσίδος νομί‐ σματος εὗρε πλῆθος ὅσον ἐν Σούσοις. τὸν ἄλλον δὲ πλοῦτον ἱστοροῦσιν ἐκκομισθῆναι μυρίοις ὀρικοῖς | |
10 | ζεύγεσι καὶ πεντακισχιλίαις καμήλοις. ἐμπρήσας δὲ τὰ βασίλεια, ταχὺ μετεμελήθη καὶ κατασβεσθῆναι ταῦτα προσέταξε. μεγαλόδωρος δὲ τυγχάνων, ἔτι μᾶλλον ἐπεδίδου πρὸς τοῦτο τῶν πραγμάτων αὐξο‐ μένων αὐτῷ. ὁρῶν δὲ τοὺς περὶ αὐτὸν τρυφῶντας | |
15 | καὶ ταῖς διαίταις πολυτελεῖς, καθήψατο πρᾴως αὐ‐ τῶν, θαυμάζειν εἰπὼν εἰ μὴ ἔμαθον ἐκ συγκρίσεως τοῦ Περσῶν βίου πρὸς τὸν σφέτερον ὅτι δουλικώ‐ τατον μέν ἐστι τὸ τρυφᾶν, τὸ δὲ πονεῖν ἀρχικώτατον. αὐτὸς μέντοι οὐκ ἐνεδίδου καὶ στρατείαις καὶ θήραις | |
20 | πονῶν. οἱ δ’ ἑταῖροι αὐτοῦ διὰ πλοῦτον τρυφᾶν βουλόμενοι, συνέπεσθαι δέ οἱ ἀναγκαζόμενοι, εἰς τὸ βλασφημεῖν αὐτὸν προῄεσαν. ὁ δὲ πρᾴως ἔφερε τὴν ἀρχὴν τὰς βλασφημίας, λέγων βασιλικὸν εἶναι τὸ κακῶς ἀκούειν εὐεργετοῦντα. ὕστερον μέντοι | |
25 | αὐτὸν αἱ πολλαὶ διαβολαὶ ἐξετράχυναν καὶ πρὸς τοὺς βλασφημοῦντας αὐτὸν χαλεπὸν γενέσθαι καὶ ἀπα‐ ραίτητον παρεσκεύασαν. καίτοι πρῴην, ὅτε θανατι‐ κῶν ἠκροᾶτο δικῶν, εἰώθει τῷ ἑνὶ τῶν ὤτων τὴν χεῖρα ἐπιτιθέναι, ὡς ἄψαυστον αὐτὸ τῷ κατηγορου‐ | |
30 | μένῳ τηρῶν καὶ τῆς κατηγορίας ἀμέθεκτον. Ἐξελαύνων δ’ ἐπὶ Δαρεῖον μετὰ τρισχιλίων ἐφ’ | |
ἡμέρας πλείους ἐδίωκεν, ὡς ἀπαγορεῦσαι τοὺς πλείο‐ | 294 in vol. 1 | |
1.295 | νας διά τε τὴν χαλεπότητα τῆς ὁδοῦ καὶ τὴν ἀνυ‐ δρίαν. ὅτε Μακεδόνες τινὲς ἐν ἀσκοῖς ὕδωρ κομί‐ ζοντες αὐτῷ συνήντησαν, καὶ πλήσαντες κράνος προσ‐ ήνεγκαν αὐτῷ κακῶς ὑπὸ δίψους διακειμένῳ· ὁ δὲ τὸ | |
5 | κράνος λαβών, καὶ τοὺς περὶ αὐτὸν πρὸς αὐτὸν ἰδὼν ἀποβλέποντας, οὐκ ἔπιεν, ἀλλ’ ἐπέδωκε τοῖς δοῦσιν αὐτό, εἰπὼν ὡς “εἰ ἐγὼ πίομαι μόνος, ἀθυμήσουσιν οὗτοι.” ἐμβαλὼν δὲ ἤδη τοῖς πολεμίοις, τὸ μὲν στρα‐ τόπεδον αὐτῶν παρῆλθε, τὸν δὲ Δαρεῖον ἠπείγετο | |
10 | καταλήψεσθαι. ὁ δ’ ἔκειτο ἐν ἁρμαμάξῃ τραυμάτων κατάπλεως καὶ ἤδη ἐκλείπων. αἰτήσας δὲ ὕδωρ καὶ πιὼν εἶπε πρὸς τὸν δόντα Πολύστρατον “τοῦτό μοι πέρας δυστυχίας ἁπάσης, ὅτι εὖ παθὼν ἀμείψασθαί σε οὐ δύναμαι· Ἀλέξανδρος δέ σοι τὴν χάριν ἀνταπο‐ | |
15 | δοίη, Ἀλεξάνδρῳ δὲ οἱ θεοὶ τῆς εἰς μητέρα καὶ γυ‐ ναῖκα καὶ παῖδας τοὺς ἐμοὺς ἐπιεικείας.” καὶ ἐπὶ τούτοις ἐξέλιπεν. ἐπιστὰς δὲ αὐτῷ θανόντι Ἀλέξαν‐ δρος τῇ ἑαυτοῦ χλαμύδι τὸν ἐκείνου νεκρὸν περι‐ έστειλε καὶ πρὸς τὴν μητέρα βασιλικῶς κεκοσμημένον | |
20 | ἀπέστειλε. τὸν δὲ Βῆσσον, ὃς ἐκεῖνον ἀνεῖλε, διε‐ σφενδόνησε, δυσὶ βίᾳ κλιθεῖσι δένδροις προσαρτη‐ θῆναι κελεύσας αὐτόν, εἶτα μεθεῖναι τὰ δένδρα καὶ οὕτω διασπασθῆναι τὸν ἄνθρωπον, ἑκάστου τῶν δένδρων μετὰ σφοδρότητος εἰς τὴν κατὰ φύσιν ὡρμη‐ | |
25 | κότος ἀνάτασιν. εἰς Ὑρκανίαν δὲ ἀπιὼν περὶ τὸ Ὑρκάνιον πέλαγος, ὃ καὶ Κάσπιον λέγεται, βαρβάρων τινῶν τὸν ἵππον αὐτοῦ τὸν Βουκεφάλαν ἀφελομένων ἐβαρυθύμησε, καὶ πέμψας ἠπείλησε πάντας ἀποκτε‐ νεῖν, εἰ μὴ τὸν ἵππον αὐτῷ ἀναπέμψειαν· οἱ δὲ καὶ | |
30 | τὸν ἵππον ἐκόμισαν καὶ ἑαυτοὺς αὐτῷ ἐνεχείρισαν. | |
Ἐντεῦθεν εἰς τὴν Παρθικὴν ἀναζεύγνυσιν, ἔνθα | 295 in vol. 1 | |
1.296 | πρῶτον βαρβαρικὴν στολὴν ἐνεδύσατο, τῆς μὲν Μη‐ δικῆς ἀτυφοτέραν, τῆς δὲ Περσικῆς σοβαρωτέραν· ἐδόκει δὲ τοῖς Μακεδόσι τὸ θέαμα φορτικόν. ἐπιλε‐ ξάμενος δὲ τρισμυρίους παῖδας τῶν αἰχμαλώτων | |
5 | ἐκέλευσε γράμματα σφᾶς Ἑλληνικὰ ἐκδιδάσκεσθαι καὶ κατὰ Μακεδόνας ὁπλίζεσθαι. τῆς Ῥωξάνης δὲ ὡραίας ἐρασθεὶς γυναικὸς οὐκ ἄλλως αὐτῇ προσῆλθεν ἢ κατὰ νόμον. τῶν δὲ φίλων αὐτοῦ τὸν μὲν Ἡφαι‐ στίωνα, ἐπαινοῦντα τὴν στολὴν ἣν ἐνέδυ καὶ ὁμοίως | |
10 | αὐτῷ μεταμφιασάμενον, φιλαλέξανδρον ἐκάλει, τὸν δὲ Κρατερόν, μὴ παρεξιόντα τὰ πάτρια, φιλοβασιλέα· καὶ τῷ μὲν πρὸς τοὺς βαρβάρους ἐκέχρητο, διὰ δὲ τοῦ Κρατεροῦ τοῖς Μακεδόσι καὶ τοῖς Ἕλλησιν ἐχρη‐ μάτιζε. Φιλώταν δὲ τὸν υἱὸν Παρμενίωνος, μεγα‐ | |
15 | λαυχοῦντα ὡς παρ’ αὐτοῦ καὶ τοῦ πατρὸς αὐτοῦ τῶν κατορθωμάτων γινομένων, καὶ μειράκιον τὸν Ἀλέ‐ ξανδρον ὀνομάζοντα, εἶτα καὶ ἐπιβουλεύοντα γνοὺς ἀνεῖλε. πέμψας δὲ εἰς Μηδίαν καὶ τὸν πατέρα αὐτοῦ, ἐκεῖ γὰρ ἦν, προσαπέκτεινε. καὶ τὸν Κλεῖτον | |
20 | δὲ τῶν ἑταίρων ἕνα τυγχάνοντα, παρὰ πότον ᾀδομέ‐ νων ποιημάτων εἴς τινας στρατηγοὺς πεποιημένων ἔναγχος ἡττηθέντας ὑπὸ βαρβάρων, καὶ τοῦ Ἀλεξάν‐ δρου ἡδέως αὐτῶν ἀκούοντος, τραχυνόμενον καὶ ἀγανακτοῦντα καὶ μεγαλαυχοῦντα ὑπ’ αὐθαδείας καὶ | |
25 | μέθης καὶ κατ’ αὐτοῦ βλασφημοῦντα πρῶτον μὲν μήλῳ ἔβαλεν, ἔτι δ’ ἀναιδευόμενόν τε καὶ θρασυνό‐ μενον καὶ τὰ τοῦ Εὐριπίδου ἰαμβεῖα λέγοντα οἴμοι, καθ’ Ἑλλάδ’ ὡς κακῶς νομίζεται καὶ τὰ λοιπὰ ὑπερζέσας θυμῷ ὁ Ἀλέξανδρος αἰχμῇ | |
30 | διελάσας ἀπέκτεινεν. αὐτίκα δὲ τοῦ θυμοῦ παυ‐ | 296 in vol. 1 |
1.297 | θέντος μεταμεληθεὶς ὥρμησε καὶ ἑαυτὸν ἀνελεῖν, ἐπεσχέθη μέντοι παρὰ τῶν σωματοφυλάκων, καὶ εἰσηνέχθη πρὸς θάλαμον, ἔνθα τὴν νύκτα καὶ τὴν μετ’ αὐτὴν ἡμέραν ἐν θρήνοις διαγαγὼν ἀπειρηκὼς | |
5 | ἔκειτο ἄναυδος, στένων μόνον βαρύτατα. καὶ τῶν φίλων εἰσιόντων πρὸς αὐτὸν οὐ προσίετο τοὺς λό‐ γους αὐτῶν. Ἀριστάνδρου δὲ τοῦ μάντεως ὄψεως αὐτὸν ἀναμνήσαντος ἣν εἶδε περὶ τοῦ Κλείτου καί τινων σημείων ἐκείνῳ γενομένων, καὶ εἱμαρτὸν εἶναι | |
10 | τὸ γενόμενον λέγοντος, ἤρξατο ἐνδιδόναι. Μέλλων δὲ εἰς τὴν Ἰνδικὴν ἐμβάλλειν, συνε‐ σκευασμένων τῶν ἁμαξῶν πρώταις μὲν ταῖς οἰκείαις ἐνῆκε πῦρ, εἶτα καὶ ταῖς τῶν φίλων, καὶ μετὰ ταῦτα καὶ τὰς τῶν Μακεδόνων καταπρῆσαι ἐκέλευσε. τοῦτο | |
15 | δὲ γεγονὸς ὀλίγους μὲν ἐλύπησεν, οἱ δὲ λοιποὶ βοῇ καὶ ἐνθουσιασμῷ πρὸς τὸ ἔργον ὡρμήκασι καὶ τὸν Ἀλέξανδρον προθυμίας πρὸς τὴν στρατείαν ἐνέπλη‐ σαν. ἤδη δὲ καὶ φοβερὸς ἦν καὶ ἀπαραίτητος κολα‐ στὴς τῶν πλημμελούντων. πολλοὶ μὲν οὖν κατὰ τὰς | |
20 | μάχας αὐτῷ συνέπεσον κίνδυνοι καὶ νεανικοῖς ἀπήν‐ τησε τραύμασι, τὴν δὲ πλείστην φθορὰν τῆς στρα‐ τιᾶς ἀπορίαι τῶν ἀναγκαίων καὶ δυσκρασίαι τοῦ περιέχοντος ἀπειργάσαντο. αὐτὸς δὲ διὰ τόλμαν οὐδὲν ᾤετο τοῖς θαρσαλέοις ἀνάλωτον οὐδέ τι ὀχυρὸν | |
25 | τοῖς ἀτόλμοις. πέτρᾳ δέ τινι ἀποτόμῳ προσβαλὼν σὺν τοῖς νεωτέροις τῶν Μακεδόνων, Ἀλέξανδρόν τινα ἐν τούτοις καλούμενον προσαγορεύσας “ἀλλὰ σοί γε” εἶπε “καὶ διὰ τὴν κλῆσιν ἀνδραγαθεῖν προσ‐ ήκει.” ποταμὸν δὲ βαθὺν τῶν Μακεδόνων περᾶν | |
30 | ὀκνούντων “τί γάρ” εἶπεν “ὁ κάκιστος ἐγὼ νεῖν οὐκ ἔμαθον;” ὡς δὲ παρῆσαν ἀπὸ τῶν πολιορκουμένων | |
πόλεων πρέσβεις πρὸς αὐτόν, ὁ πρεσβύτατος αὐτῶν | 297 in vol. 1 | |
1.298 | Ἄκουφις τοὔνομα ἠρώτησε τί ἂν ποιοῦντες φίλοι αὐτοῦ λογίζοιντο· ὁ δὲ Ἀλέξανδρος “εἰ σὲ μέν” εἶπεν “αἱρήσονται ἄρχοντα, ἐμοὶ δὲ πέμψουσιν ἄνδρας ἑκα‐ τὸν τοὺς ἀρίστους.” γελάσας οὖν πρὸς ταῦτα ὁ Ἄκου‐ | |
5 | φις “ἀλλὰ βέλτιον” εἶπεν “ἄρξω, ὦ βασιλεῦ, εἰ τοὺς κακίστους σοι καὶ μὴ τοὺς ἀρίστους στελῶ.” Ὁ μέντοι Ταξίλης μοίρας ἄρχων τῆς Ἰνδικῆς παμ‐ φόρου τε καὶ εὐδαίμονος, οὐκ ἀποδεούσης Αἰγύπτου, σοφὸς δὲ ὢν ἀνήρ, πέμψας ἠσπάσατο τὸν Ἀλέξαν‐ | |
10 | δρον καί “τί δεῖ πολέμων ἡμῖν” ἔφη, “εἰ μήτε ὕδωρ ἀφαιρησόμενος ἡμῶν ἀφῖξαι μήτε τροφὴν ἀναγκαίαν; τοῖς δ’ ἄλλοις εἰ μὲν κρείττων ὦ, ἕτοιμός εἰμι εὖ ποιεῖν, εἰ δὲ ἥττων, οὐ φεύγω χάριν ἔχειν εὖ πα‐ θών.” ἡσθεὶς οὖν ἐπὶ τούτοις ὁ Ἀλέξανδρος “ἐγώ” | |
15 | φησίν “ἀγωνιοῦμαι πρὸς σὲ καὶ διαμαχοῦμαι ταῖς χάρισιν, ὥς μου χρηστὸς ὢν μὴ περιγένῃ.” λαβὼν δὲ δῶρα πολλὰ καὶ πλείονα παρασχὼν τέλος χίλια τάλαντα νομίσματος αὐτῷ ἐδωρήσατο. σπεισάμενος δέ τινι πόλει τῶν Ἰνδικῶν, ἀπιόντας ἐκεῖθεν τοὺς | |
20 | ἐν αὐτῇ μισθοφοροῦντας τῶν μαχιμωτάτων Ἰνδῶν ἀπέκτεινεν ἅπαντας· ὃ τοῖς αὐτοῦ πολεμικοῖς ἔργοις οἷά τις κηλὶς πρόσεστιν. εἶτα πρὸς Πῶρον ἐμαχέ‐ σατο, καὶ τοῦτον χώρας Ἰνδικῆς βασιλεύοντα, τὸ μέ‐ γεθος τοῦ σώματος ἔχοντα εἰς τέσσαρας πήχεις ἀνα‐ | |
25 | τρέχον καὶ σπιθαμήν. τοῦτον νικήσας καὶ ζῶντα λα‐ βὼν ὁ Ἀλέξανδρος ἠρώτησε πῶς ἂν αὐτῷ χρήσαιτο, ὁ δέ “βασιλικῶς” ἀπεκρίνατο· πυνθανομένου δ’ ἔτι τοῦ Ἀλεξάνδρου εἴ τι καὶ ἕτερον λέγει, ὁ Πῶρος “πάντα” ἔφη “τῷ βασιλικῶς ἔνεστιν.” ἀφῆκεν οὖν αὐτὸν καὶ | |
30 | ἄρχειν δέδωκε, σατράπην ὀνομαζόμενον, οὐ μόνον | 298 in vol. 1 |
1.299 | ὧν ἦρχε πρῴην, ἀλλὰ καὶ ἄλλων πολλῶν. ἐν ταύτῃ τῇ μάχῃ καὶ ὁ Βουκεφάλας τρωθεὶς μετὰ καιρὸν ἐτε‐ λεύτησεν, ἤδη ὑπέργηρως γεγονώς. ὁ δὲ Ἀλέξαν‐ δρος ἤλγησεν ὥς τινα φίλον ἀποβαλών. | |
5 | Οἱ μέντοι Μακεδόνες ἐν τῇ πρὸς Πῶρον μάχῃ πεπονηκότες οὐκ ἐπείθοντο Ἀλεξάνδρῳ καὶ τὸν Γάγ‐ γην ποταμὸν περᾶσαι βιαζομένῳ, εὖρος μὲν ἔχοντα σταδίους τριάκοντα πρὸς δυσί, βάθος δὲ ὀργυιὰς ἑκατόν. ὁ δὲ δυσθυμήσας ἀπρόϊτος ἐν τῇ σκηνῇ ἔμε‐ | |
10 | νεν, ἥττης λογιζόμενος συγκατάθεσιν τὸ τὸν Γάγγην μὴ παρελθεῖν. τῶν δὲ φίλων παρακαλούντων καὶ τῶν στρατιωτῶν ἀντιβολούντων μετὰ κλαυθμοῦ, ἐν‐ δέδωκέ τε καὶ ἀνεζεύγνυε. πολλὰ δὲ πορθμεῖα καὶ σχεδίας πηξάμενος ἐκομίζετο διὰ τῶν ποταμῶν, θέ‐ | |
15 | λων τὴν ἔξω θάλασσαν ἐπιδεῖν· καὶ παραπλέων ἀπέ‐ βαινε καὶ πόλεις ἐχειροῦτο. ἐν δὲ Μαλλοῖς γεγονώς, μαχιμωτάτοις οὖσιν Ἰνδῶν, μικροῦ ἐκινδύνευσε. πρῶτος γὰρ διὰ κλίμακος ἐπὶ τὸ τεῖχος ἀναβάς, τῆς κλίμακος συντριβείσης καὶ τῶν πολεμίων ἐπιτιθεμέ‐ | |
20 | νων καὶ βαλλόντων αὐτόν, συστρέψας ἑαυτὸν εἰς μέ‐ σους ἄνωθεν ἀφῆκε τοὺς ἐναντίους· καὶ κατὰ τύχην ὀρθὸς ἔστη. καὶ τὸ μὲν πρῶτον οἱ βάρβαροι ἐσκε‐ δάσθησαν, ἰδόντες δὲ αὐτὸν καὶ δύο μόνους ὑπασπι‐ στάς, ἐπαναστραφέντες ἠμύνοντο καὶ ἀγχεμάχοις | |
25 | ὅπλοις ἐτίτρωσκον. εἷς δ’ ἀποστὰς βέλει ἐκ τόξου βαλὼν αὐτὸν τοῖς περὶ τὸν μαζὸν ὀστέοις τὸ βέλος ἐνέπειρε, καὶ οὕτως αὐτοῦ καθίκετο ἡ πληγὴ ὡς ἐνδοῦναί τε καὶ καμφθῆναι· ὅθεν ὁ βαλὼν αὐτὸν μετὰ ξίφους ἐπέδραμε. Πευκέστας δὲ καὶ Λιμναῖος | |
30 | ὑπερασπίσαντες καὶ ἄμφω ἐτρώθησαν· καὶ ὁ μὲν τέθνηκε, Πευκέστας δὲ ἔτι ἠμύνετο, τὸν δὲ τρώ‐ | |
σαντα αὐτὸν βάρβαρον ἀνεῖλεν Ἀλέξανδρος. πολλα‐ | 299 in vol. 1 | |
1.300 | χοῦ δὲ τρωθείς, εἶτα καὶ κατὰ τοῦ τένοντος ὑπέρῳ βληθείς, τῷ τείχει προσερεισθεὶς πρὸς τοὺς βαρβά‐ ρους ἀπέβλεπεν. ἐν τοσούτῳ δ’ ἀθροισθέντων τῶν Μακεδόνων ἁρπασθεὶς εἰς τὴν σκηνὴν ἀναισθητῶν | |
5 | ἐκομίζετο. ἑνὶ δὲ τῶν ὀστέων τῆς ἀκίδος ἐμπαγείσης τοῦ οἰστοῦ ἑλκομένου ὀδύναι δριμεῖαι καὶ λιποθυ‐ μίαι ἐγίνοντο, ὡς καὶ θανεῖν ἐκεῖνον ἐλπίζεσθαι. ὅμως μέντοι τὸν κίνδυνον διαδρὰς καὶ χρόνον πλείω θεραπευόμενος εἰς θόρυβον τοὺς Μακεδόνας ἐνέβαλε | |
10 | ποθοῦντας ἰδεῖν αὐτόν· καὶ προῆλθεν. Ἀναρρωσθεὶς δὲ αὖθις παρεκομίζετο χώραν τε πολλὴν καὶ πόλεις χειρούμενος. τῶν δὲ γυμνοσο‐ φιστῶν τινας συλλαβὼν καὶ ἐρωτήσεις αὐτοῖς ἀπό‐ ρους προθέμενος ἐδωρήσατο καὶ ἀφῆκεν. ἕνα δὲ τῶν | |
15 | ἐν δόξῃ παρ’ αὐτοῖς ὄντων Κάλανον κεκλημένον ἔπεισεν ὁ Ταξίλης πρὸς Ἀλέξανδρον ἀφικέσθαι. οὗ‐ τος βύρσαν ξηρὰν ἐνώπιον τοῦ βασιλέως καταβαλὼν περιῄει τὰ ἄκρα ταύτης πατῶν. ἡ δὲ ἐν μέρει τῶν ἄκρων πιεζομένη τῇ συμπατήσει τοῖς ἄλλοις ᾔρετο | |
20 | μέρεσιν. εἶτα μέσον αὐτὴν πατήσαντος καὶ συσχόν‐ τος ἡ ὅλη βύρσα ἠτρέμει καὶ ἀκίνητος ἦν. παρῄνει δὲ διὰ τοῦ ὑποδείγματος τὸν Ἀλέξανδρον μὴ τοῖς ἄκροις τῆς ἀρχῆς ἐμφιλοχωρεῖν, τὰ μέσα δὲ κατέχειν, ἵν’ οὕτω καὶ τὰ πέριξ ἠρέμα ᾖ. | |
25 | Ἑπτὰ δὲ μησὶ διὰ τῶν ποταμῶν εἰς τὴν θάλασ‐ σαν ὑπαχθεὶς λέγεται ταῖς ναυσὶν εἰς τὸν ὠκεανὸν ἐμβαλεῖν. εἶτα ἀναστρέφων τὰς μὲν ναῦς παραπλεῖν ἐν δεξιᾷ τὴν Ἰνδικὴν ἐχούσας ἐκέλευσεν, αὐτὸς δὲ | |
πεζῇ πορευόμενος εἰς ἐσχάτην ἀπορίαν κατήντησε καὶ | 300 in vol. 1 | |
1.301 | πλῆθος τοσοῦτον ἀπώλεσεν ὥστε τῆς στρατιᾶς μηδὲ τὸ τέταρτον ἐκ τῆς Ἰνδικῆς ἀνακομισθῆναι διὰ νό‐ σους καὶ πονηρὰς διαίτας καὶ καύματα καὶ λιμόν. ἄπορον γὰρ διῄει χώραν, ὀλίγα πρόβατα ἔχουσαν, | |
5 | καὶ ταῦτα θαλαττίοις ἰχθύσι τρεφόμενα καὶ σάρκα μοχθηρὰν ἔχοντα καὶ δυσώδη. ἐν ἑξήκοντα δ’ ἡμέ‐ ραις διελθὼν τὴν χώραν ἐκείνην καὶ τῆς Γεδρωσίας ἁψάμενος ἐν ἀφθόνοις ἐγένετο, καὶ τήν τε δύναμιν ἀνεκτᾶτο καὶ αὐτὸς ἐκώμαζε. καταβαίνων δ’ ἐπὶ θά‐ | |
10 | λασσαν ἐκόλαζε τοὺς πονηροὺς τῶν στρατηγῶν. ἡ γὰρ ἄνω στρατεία καὶ τὸ περὶ Μαλλοὺς τραῦμα καὶ ἡ τοῦ πλήθους φθορὰ ἀπιστεῖν τῇ σωτηρίᾳ αὐτοῦ παρεσκεύασε, καὶ τοὺς στρατηγοὺς καὶ σατράπας εἰς ὕβριν καὶ ἀδικίαν ἠρέθισεν· οἱ δὲ πρὸς ἀποστασίαν | |
15 | τοὺς ὑποφόρους ἐκίνησαν. Ἀβουλήτου δὲ τῶν σα‐ τραπευόντων ἑνὸς μή τι τῶν ζωαρκῶν ἑτοιμάσαντος, νομίσματος δὲ προσαγαγόντος αὐτῷ τρισχίλια τά‐ λαντα, παραθεῖναι ταῦτα τοῖς ἵπποις ἐκέλευσε, μὴ ἐσθιόντων δέ “τί ὄφελος” ἔφη “τούτων ἡμῖν;” ἐν δὲ | |
20 | Πέρσαις γενόμενος καὶ τὸν Κύρου τάφον ὀρωρυγμέ‐ νον ἰδών, ἀπέκτεινε τὸν ὀρύξαντα, Πελλαῖον ὄντα καὶ οὐδὲ τῶν ἀσήμων. εἶχε δὲ ὁ τάφος Κύρου ἐπι‐ γεγραμμένα ταυτί “ὦ ἄνθρωπε ὅστις εἶ καὶ πόθεν ἥκεις, ὅτι γὰρ ἥξεις οἶδα, ἐγὼ Κῦρός εἰμι ὁ Πέρσαις | |
25 | κτησάμενος τὴν ἀρχήν. μὴ οὖν τῆς ὀλίγης μοι ταύ‐ της γῆς φθονήσῃς, ἣ τοὐμὸν σῶμα περικαλύπτει.” ταῦτα δ’ ἀναγνωσθέντα τὸν Ἀλέξανδρον περιπαθῆ πεποιήκασι λογισάμενον τὸ τῶν πραγμάτων ἀστάθ‐ μητον. | |
30 | Τὴν δὲ Δαρείου θυγατέρα τὴν Στάτειραν ἑαυτῷ μνηστευσάμενος καὶ τοὺς γάμους τελῶν ἑκάστῳ τῶν | |
ἑστιωμένων ἐνακισχιλίων ὄντων φιάλην χρυσῆν ἐδω‐ | 301 in vol. 1 | |
1.302 | ρήσατο, καὶ τἄλλα τε ἐλαμπρύνατο καὶ τὰ χρέα ὑπὲρ τῶν ὀφειλόντων κατέβαλεν, ὀλίγῳ δέοντα μυρίων τα‐ λάντων. ὅτε καὶ Ἀντιγένης τῶν ἡγεμόνων εἷς ὀφεί‐ λειν πλασάμενος καί τινα παραγαγὼν ψευδῶς δανει‐ | |
5 | στὴν καὶ λαβὼν τὸ ἀργύριον ἐφωράθη. ὀργισθεὶς οὖν ὁ βασιλεὺς ἀπήλασεν αὐτὸν τῆς αὐλῆς καὶ τὴν ἡγεμονίαν ἀφείλετο. τοῦ δὲ ὑπὸ λύπης ἑαυτὸν ὑπο‐ πτευομένου διαχειρίσεσθαι, δείσας ὁ Ἀλέξανδρος καὶ τὴν ὀργὴν ἀνῆκεν αὐτῷ καὶ ἀφῆκε τὰ χρήματα. | |
10 | Τῶν δὲ παίδων τῶν τρισμυρίων, οὓς διδάσκε‐ σθαι ἐκέλευσε, καὶ γενναίων ἀποβάντων καὶ εὐπρε‐ πῶν καὶ οὐκ ἀφυῶν ταῖς ἀσκήσεσιν, ὁ μὲν Ἀλέξαν‐ δρος ἥδετο, οἱ δὲ Μακεδόνες ἐδάκνοντο. καταπέμ‐ ποντος δὲ τοὺς ἀσθενεῖς καὶ πεπηρωμένους ὡς εἰς | |
15 | θάλασσαν, ὕβριν ἡγεῖσθαι τοῦτ’ ἔλεγον καὶ προπη‐ λακισμόν, καὶ πάντας ἐκέλευον ἀφιέναι καὶ τοῖς νέοις ἀρκεῖσθαι πυρριχισταῖς. ὀργισθεὶς δ’ ἐπὶ τούτοις Ἀλέξανδρος τοῖς Πέρσαις τὰς φυλακὰς παραδέδωκε. ταπεινωθέντας δ’ αὖθις τοὺς Μακεδόνας προσήκατο, | |
20 | καὶ ἀπέλυσε τοὺς ἀχρήστους δωρησάμενος μεγαλο‐ πρεπῶς, καὶ τῷ Ἀντιπάτρῳ ἐπέστειλε παρὰ τοὺς ἀγῶνάς τε καὶ τὰ θέατρα προεδρεύειν αὐτοὺς καὶ ἐστεφανωμένους καθέζεσθαι. Ἐν Ἐκβατάνοις δὲ γενομένου αὐτοῦ Ἡφαιστίων | |
25 | ἐπύρεττε καὶ ἐξ ἀκολάστου διαίτης τῆς νόσου κρα‐ τυνθείσης ἐξέλιπεν. οὐκ ἤνεγκεν οὖν λογισμῷ τὸ πά‐ θος Ἀλέξανδρος, ἀλλὰ τὸν μὲν ἰατρὸν ἀνεσταύρωσεν, ἵππους δὲ κεῖραι καὶ ἡμιόνους ἐκέλευσε, καὶ τὰς ἐπάλξεις περιεῖλε τῶν πόλεων, καὶ μουσικὴν καὶ αὐ‐ | |
30 | λοὺς ἐν τῷ στρατοπέδῳ πολὺν χρόνον κατέπαυσεν. ἀπιόντος δὲ εἰς Βαβυλῶνα Νέαρχος ἐπανῆλθεν, εἰσ‐ | |
πλεύσας αὖθις εἰς τὸν Εὐφράτην ἐκ τῆς μεγάλης | 302 in vol. 1 | |
1.303 | θαλάσσης, λέγων Χαλδαίους αὐτῷ συγγενέσθαι βου‐ λεύοντας ἀπέχεσθαι τῆς Βαβυλῶνος Ἀλέξανδρον. ὁ δὲ μὴ προσσχὼν τῷ λόγῳ ἀπῄει. καὶ πρὸς τοῖς τεί‐ χεσι γενομένου κόρακες ἀλλήλοις μαχόμενοι ἐνώπιον | |
5 | αὐτοῦ ἔπεσον. ἠγγέλη δ’ αὐτῷ ὡς Ἀπολλόδωρος ὁ στρατηγὸς Βαβυλῶνος εἴη περὶ αὐτοῦ θύσας· τοῦ δὲ θύσαντος μάντεως, ὃς Πυθαγόρας ὠνόμαστο, μὴ ἀρ‐ νησαμένου, ἠρώτησε τὸν τρόπον τοῦ θύματος. τοῦ δὲ φήσαντος ἄλοβον εἶναι τὸ ἧπαρ, “παπαῖ” εἶπεν, | |
10 | “ἰσχυρὸν τὸ σημεῖον,” καὶ τὸν μάντιν ἀθῷον ἀφῆκε. σημεῖα δ’ αὐτῷ καὶ ἄλλα γεγόνασι καὶ τοῦτο δέ· ἀποδυσαμένου γὰρ πρὸς ἄλειμμα καὶ σφαῖραν αὐτοῦ, οἱ νεανίσκοι οἱ σφαιρίζοντες ἐνδύεσθαι μέλλοντες ὁρῶσί τινα ἐν τῷ τοῦ βασιλέως θρόνῳ καθήμενον | |
15 | σιωπῇ, ἐνδεδυμένον τὴν στολὴν τὴν βασίλειον καὶ τὸ διάδημα περικείμενον. ὃς ἀνακρινόμενος ὅστις εἴη ἐπὶ πολὺ μὲν ἄφωνος ἦν, μόλις δέ ποτε Διονύ‐ σιος ἔφη καλεῖσθαι, τὸ δὲ γένος εἶναι Μεσσήνιος, δέσμιος δ’ ἀχθῆναι διὰ κατηγορίαν, λῦσαι δέ οἱ τὸν | |
20 | Σάραπιν τὰ δεσμά, καὶ ἀγαγόντα δεῦρο κελεῦσαι τὴν στολὴν καὶ τὸ διάδημα περιθέσθαι καὶ καθέζε‐ σθαι σιωπῇ. τὸν μὲν οὖν ἄνθρωπον ὁ Ἀλέξανδρος, ὡς οἱ μάντεις ὑπετίθουν, ἠφάνισεν, αὐτὸς δὲ ἠθύ‐ μει καὶ περιδεὴς καὶ ταραχώδης γενόμενος οὐδὲν ἦν | |
25 | ὃ μὴ τέρας πεποίητο. λουσάμενος δέ, καὶ πρὸς Μη‐ δίαν πορευθεὶς κωμασόμενος, κἀκεῖ τὴν νύκτα δια‐ γαγὼν ἐν τῷ κώμῳ καὶ τὴν ἐπιοῦσαν ἡμέραν, ἤρ‐ ξατο πυρέσσειν. πυρέττων δὲ καὶ διψήσας σφοδρῶς, ἔπιεν οἶνον, καὶ φρενιτιάσας ἀπέθανεν. εἷς μὲν οὖν | |
30 | ὁ τῆς ἐκείνου τελευτῆς λόγος οὗτος· ἕτερος δ’ ἔχει ἐφ’ ἡμέρας αὐτὸν πυρέττειν πλείους καὶ λούεσθαι, | |
οὕτω δὲ κραταιωθῆναι τὸν πυρετὸν ὡς ἄφωνον κεῖ‐ | 303 in vol. 1 | |
1.304 | σθαι αὐτόν· τοὺς δὲ Μακεδόνας θορυβεῖσθαι ὡς θα‐ νόντος αὐτοῦ, καὶ καταβοᾶν τῶν ἡγεμόνων, ἕως αὐ‐ τοῖς αἱ θύραι ἠνοίχθησαν καὶ τὸν Ἀλέξανδρον ἐν τῇ κλίνῃ κατεῖδον· καὶ μετὰ ταῦτα ἐξέλιπε. φασὶ δέ | |
5 | τινες μετέπειτα λόγον γενέσθαι ὡς ὑπὸ φαρμάκου διέφθαρτο, καὶ τὸν Ἀριστοτέλην Ἀντιπάτρῳ σύμβου‐ λον γενέσθαι τῆς πράξεως, καὶ δι’ ἐκείνου κομισθῆ‐ ναι τὸ φάρμακον. τὸ δὲ ὕδωρ εἶναι ψυχρὸν καὶ πα‐ γετῶδες ἀπὸ πέτρας τινὸς ἐν Νωνάκριδι οὔσης, ὃ | |
10 | δρόσον ὥσπερ λεπτὴν ἀναλαμβάνοντες εἰς ὄνου χη‐ λὴν ἀποτίθενται· οὐδὲν γὰρ ἕτερον ἀγγεῖον στέγει αὐτό, ἀλλ’ ὑπὸ ψυχρότητος καὶ δριμύτητος διακόπτε‐ ται. οἱ δὲ πλείους πεπλάσθαι φασὶ τὸ φαρμάκῳ θα‐ νεῖν τὸν Ἀλέξανδρον, καὶ τοῦτο τεκμηριοῦνται ἐκ | |
15 | τοῦ τὸ σῶμα ἐφ’ ἡμέρας πλείονας κείμενον ἐν τόποις θερμοῖς ἀτημέλητον, τῶν ἡγεμόνων πρὸς ἀλλήλους στασιασάντων, μηδὲν ἐμφῆναι τοιαύτης φθορᾶς ση‐ μεῖον, ἀλλὰ καθαρὸν διαμεῖναι καὶ δοκεῖν πρόσ‐ φατον. | |
20 | Λέγεται δὲ ὡς γνοὺς ἤδη ἐκλείπειν αὐτῷ τὸ βιώ‐ σιμον ἠβουλήθη ἐς τὸν Εὐφράτην καταποντῶσαι λα‐ θρηδὸν ἑαυτόν, ἵνα γενόμενος ἀφανὴς παράσχῃ δόξαν ὡς εἰς θεοὺς μετελήλυθεν, ἐξ ἐκείνων γενόμενος, ἡ δὲ Ῥωξάνη τοῦτο γνοῦσα εἶργεν αὐτῷ τὸ ἐγχείρημα, | |
25 | ὁ δὲ μετ’ οἰμωγῆς ἔφη ὡς “ἐφθόνησας ἄρα, γύναι, μοι δόξης τοῦ θεωθῆναι καὶ μὴ θανεῖν.” Ὁ μὲν οὖν Ἀλέξανδρος οὕτως εἰς μέγα τύχης προαχθεὶς ἐτελεύτησεν. ὅτε δὲ τὴν Τύρον ἐπολιόρ‐ κει, ἐπιστείλας τῷ τῶν Ἰουδαίων ἀρχιερεῖ ἠξίου συμ‐ | |
30 | μαχίαν αὐτῷ πέμπειν καὶ ἀγορὰν τῷ στρατεύματι καὶ | 304 in vol. 1 |
1.305 | ὅσα Δαρείῳ ἐδασμοφόρουν αὐτῷ διδόναι. τοῦ δὲ ἀρχιερέως ὅρκους Δαρείῳ δοῦναι φήσαντος μὴ ἆραι κατ’ αὐτοῦ ὅπλα, καὶ τούτους ζῶντος Δαρείου μὴ παραβήσεσθαι, ὠργίσθη Ἀλέξανδρος καὶ ἠπείλησε | |
5 | στρατεύσειν κατὰ τῆς Ἰουδαίας. ἄρτι δὲ τὴν Τύρον παρειληφὼς ἐπὶ τὰ Ἱεροσόλυμα ὥρμησεν. ὁ δὲ ἀρ‐ χιερεὺς Ἰωὰδ ἐν ἀγωνίᾳ ἦν διὰ τὴν τοῦ βασιλέως ὀργήν, καὶ τοῦ θεοῦ ἐδεῖτο προστῆναι τοῦ ἔθνους. ὁ δὲ θεὸς καθ’ ὕπνους αὐτῷ ἐχρημάτισε θαρρεῖν, | |
10 | καὶ κοσμήσαντας τὴν πόλιν ἀνοῖξαι τὰς πύλας, καὶ αὐτὸν μὲν μετὰ τῶν ἱερέων ταῖς συνήθεσι στολαῖς ὑπαντῆσαι τῷ βασιλεῖ, τὸ δὲ πλῆθος ἐσθῆσι λευκαῖς. καὶ ὁ μὲν ἐποίησεν ὡς αὐτῷ κεχρημάτιστο, καὶ ἤδη τοῦ Ἀλεξάνδρου τῇ πόλει προσάγοντος πρόεισι μετὰ | |
15 | τῶν ἱερέων καὶ τοῦ πλήθους τῆς πόλεως εἰς τόπον τινὰ ὅθεν ἡ πόλις καὶ ὁ ναὸς καθωρᾶτο· τῶν δ’ ἑπο‐ μένων τῷ βασιλεῖ διαρπάζειν κελεῦσαι αὐτὸν τὴν πόλιν λογιζομένων καὶ τὸν ἀρχιερέα διαφθεῖραι, ὁ Ἀλέξανδρος πόρρωθεν ἰδὼν τὸ πλῆθος καὶ τοὺς ἱε‐ | |
20 | ρεῖς κεκοσμημένους ὡς εἴρηται, τὸν δὲ ἀρχιερέα ἐν‐ δεδυμένον τὴν ὑακίνθινον στολὴν καὶ διάχρυσον καὶ ἐπὶ τῆς κεφαλῆς τὴν κίδαριν ἔχοντα καὶ τὸ χρυσοῦν ἐπ’ αὐτῆς ἔλασμα ᾧ τὸ τοῦ θεοῦ ὄνομα ἐπεγέγραπτο, μόνος προσελθὼν προσεκύνησε καὶ τὸν ἀρχιερέα | |
25 | ἠσπάσατο. ἐπὶ τούτῳ οἱ μὲν ἄλλοι ξύμπαντες κατε‐ πλάγησαν, Παρμενίων δὲ καὶ ἠρώτησε τί δήποτε τὸν τῶν Ἰουδαίων προσεκύνησεν ἀρχιερέα. ὁ δέ “οὐ τοῦ‐ τον” εἶπε, “τὸν δὲ θεὸν προσεκύνησα, οὗ τῇ ἀρχιε‐ ρωσύνῃ οὗτος τετίμηται. τοῦτον γὰρ ἐν τοῖς ὕπνοις | |
30 | εἶδον, ἐγγὺς ὢν ἔτι Μακεδονίας, ἐν τῇ στολῇ ταύτῃ· καί μοι φροντίζοντι πῶς ἂν τῆς Ἀσίας κρατήσαιμι | |
μὴ μέλλειν παρεκελεύετο, καὶ αὐτὸς ἡγεῖσθαί μοι | 305 in vol. 1 | |
1.306 | τῆς στρατιᾶς ἐπηγγέλλετο καὶ τὴν Περσῶν παραδώ‐ σειν ἀρχήν. οὐδένα οὖν ἐν τοιαύτῃ στολῇ θεασάμε‐ νος ἀλλ’ ἢ τοῦτον, ἄρτι τῆς ὄψεώς τε τοῦ ἐνυπνίου ἐμνήσθην, καὶ σὺν θεῷ τὴν στρατείαν νομίζω πε‐ | |
5 | ποιημένος τὸν Δαρεῖον ἡττήσειν καὶ τὴν Περσῶν ἀρ‐ χὴν κατακτήσασθαι.” ταῦτα εἰπὼν καὶ τὸν ἀρχιερέα δεξιωσάμενος τὴν πόλιν εἰσελήλυθε· καὶ εἰς τὸ ἱερὸν ἀναβὰς ἔθυσε τῷ θεῷ ὡς ὑφηγεῖτο ὁ ἀρχιερεύς. καὶ τὴν Δανιὴλ εἶδε βίβλον, ἐν ᾗ τινα τῶν Ἑλλήνων | |
10 | τὴν Περσῶν βασιλείαν καταλύσειν ἐγγέγραπται, καὶ ἥσθη ἐπ’ αὐτῇ· καὶ ὅσα ᾐτήσαντο Ἰουδαῖοι ἐπλήρωσε. Ταῦτα ἰδόντες οἱ Σαμαρεῖται, καὶ αὐτοὶ οὐ πόρρω τῶν Ἱεροσολύμων τῷ Ἀλεξάνδρῳ ὑπήντησαν ἐσκευ‐ ασμένοι λαμπρῶς, καὶ παρεκάλουν τιμῆσαι αὐτὸν τῇ | |
15 | παρουσίᾳ καὶ τὸ παρ’ αὐτοῖς ἱερόν. ὁ δέ “ἥξω” ἔφη “ὅθ’ ὑποστρέφω.” αἰτουμένων δὲ χαρίσασθαι αὐτοῖς ὅσα τοῖς Ἰουδαίοις, τίνες εἰσὶν ἐπυνθάνετο. οἱ δὲ Ἑβραῖοι ἔφασαν εἶναι, χρηματίζειν δὲ οἱ ἐν Σικίμοις Σιδώνιοι. καὶ ὃς εἰ Ἰουδαῖοι εἶεν πάλιν ἠρώτησεν. ὡς | |
20 | δ’ οὐκ εἶναι κατέθεντο, “ἔγωγε” εἶπεν “Ἰουδαίοις ἐχαρισάμην ἃ αἰτεῖσθε ὑμεῖς.” τὸ δὲ ἐν τῷ Γαριζὶν ὄρει ἱερὸν εἰς καταφύγιον τῶν παρανομούντων ἐγέ‐ νετο· εἰ γάρ τις κοινοφαγήσας ἢ ἄλλο τι παρανομή‐ σας ὑπὸ αἰτίαν ἐγίνετο, παρὰ τοὺς Σικιμίτας κατέ‐ | |
25 | φευγε. τοῦ δὲ ἀρχιερέως Ἰωδαὲ τελευτήσαντος Ὀνίας ὁ παῖς αὐτοῦ τὴν ἀρχιερωσύνην παρείληφε. Θανόντος δὲ Ἀλεξάνδρου εἰς τέσσαρας ἀρχὰς ἡ | |
ἐκείνου βασιλεία διῄρητο, καὶ τῆς μὲν Ἀσίας Ἀντί‐ | 306 in vol. 1 | |
1.307 | γονος ἦρξε, τῶν δὲ λοιπῶν οἱ προγεγραμμένοι. τού‐ των δὲ πρὸς ἀλλήλους στασιαζόντων πόλεμοί τε συνε‐ χεῖς ἦσαν καὶ ἐκακοῦντο αἱ πόλεις. ὁ δὲ Πτολεμαῖος ὁ Λάγου ὁ τῆς Αἰγύπτου βασιλεύων, ὃς καὶ σωτὴρ | |
5 | ἐχρημάτιζε, τῇ τε Συρίᾳ τἀναντία τῇ ἐπικλήσει αὐ‐ τοῦ γέγονε, καὶ τὰ Ἱεροσόλυμα δόλῳ κατέσχεν. εἰσ‐ ελθὼν γὰρ εἰς τὴν πόλιν σαββάτῳ ὡς θύσων, ἀπό‐ νως ταύτης ἐκράτησεν· οἱ γὰρ Ἰουδαῖοι μήτε τὴν διάνοιαν εἰδότες αὐτοῦ καὶ διὰ τὴν ἡμέραν ἐν ἀργίᾳ | |
10 | ὄντες, οὐκ ἀντέστησαν. κρατήσας δ’ οὕτω τοῦ ἔθνους πικρότατα ἦρχε, καὶ πολλοὺς λαβὼν αἰχμαλώτους εἰς Αἴγυπτον ἀπήγαγε καὶ κατῴκισε. τοῖς δ’ ἐν Ἱερο‐ σολύμοις στάσεις πρὸς τοὺς Σαμαρείτας ἐγένοντο, τῶν μὲν Ἱεροσολυμιτῶν τὸ παρ’ αὐτοῖς ἱερὸν καλούν‐ | |
15 | των ἅγιον καὶ τὰς θυσίας ἐν αὐτῷ γίνεσθαι δεῖν λε‐ γόντων, τῶν δὲ Σικιμιτῶν τὸν ἐν τῷ Γαριζὶν ὄρει σεμνυνόντων ναόν. Τεσσαράκοντα δ’ ἔτη τοῦ Λάγου Πτολεμαίου βα‐ σιλεύσαντος τῆς Αἰγύπτου καὶ τελευτήσαντος ὁ παῖς | |
20 | αὐτοῦ Πτολεμαῖος ὁ Φιλάδελφος διεδέξατο τὴν ἀρ‐ χήν. ὃς τάς τε γραφὰς τὰς Ἑβραϊκὰς ἐκ τῆς πατρίου γλώττης εἰς Ἑλλάδα μεταβληθῆναι διάλεκτον ἔσπευσε, καὶ τοὺς δουλεύοντας ἐν Αἰγύπτῳ τῶν Ἱεροσολυμι‐ τῶν ἠλευθέρωσε. συλλογὴν γὰρ βιβλίων ποιήσασθαι | |
25 | βουληθεὶς καὶ περὶ ταύτην φιλοτιμούμενος, τὸν Φα‐ ληρέα Δημήτριον ἐπὶ τῶν βιβλιοθηκῶν εἶχε. καί ποτε τοῦ Πτολεμαίου τὸν Δημήτριον ἐρωτήσαντος πόσας ἤδη ἔχει μυριάδας βιβλίων, περὶ εἴκοσιν εἶπεν εἶναι τὰ συνειλεγμένα ἐκεῖνος· εἶναι δὲ καὶ παρ’ | |
30 | Ἑβραίοις τῶν παρ’ αὐτοῖς νομίμων συγγράμματα σπουδῆς ἄξια, καὶ δεῖν καὶ ταῦτα κτήσασθαι. γρά‐ | |
φει τοίνυν ὁ βασιλεὺς τῷ ἀρχιερεῖ περὶ τούτων. | 307 in vol. 1 | |
1.308 | Ἀρισταῖος δὲ φίλος τυγχάνων τῷ βασιλεῖ “τοὺς τῶν Ἰουδαίων νόμους” εἶπεν “οὐ μεταγράψαι μόνον, ἀλλὰ καὶ ἑρμηνεῦσαι διεγνωκότες, πῶς ἂν τοῦτο διαπρα‐ ξώμεθα, πολλῶν Ἰουδαίων ἐν τῇ σῇ βασιλείᾳ δού‐ | |
5 | λων ὄντων; ἀπόλυσον οὖν αὐτούς, βασιλεῦ, τῆς δου‐ λείας, καὶ οὕτω πρόθυμον τὸ ἔθνος ποιήσεις εἰς τὸ τὰς γραφὰς καὶ μεταγράψασθαι καὶ ἑρμηνεῦσαι.” ὁ γοῦν βασιλεὺς τῷ λόγῳ τοῦ Ἀρισταίου πεισθεὶς ἐκέ‐ λευσε πάντας τοὺς ἐν Αἰγύπτῳ δουλεύοντας Ἰουδαί‐ | |
10 | ους ἐλευθέρους ἀπολυθῆναι, πριάμενος ἕκαστον ἐκ τῶν δεσποτῶν αὐτῶν δραχμῶν ἑκατὸν εἴκοσι. τὸ δὲ τῶν ἐλευθερωθέντων πλῆθος εἰς μυριάδας ἠρίθμητο ὑπὲρ δέκα. τὰ δὲ ὑπὲρ τιμήματος αὐτῶν δοθέντα τετρακόσια καὶ ἑξήκοντα γεγόνασι τάλαντα. | |
15 | Γράφει γοῦν Πτολεμαῖος πρὸς Ἐλεάζαρ τὸν ἀρ‐ χιερέα. τελευτήσαντος γὰρ τοῦ ἀρχιερέως Ὀνίου ὁ παῖς αὐτοῦ Σίμων αὐτὸν διεδέξατο, ὃς καὶ δίκαιος ἐπεκέκλητο, τούτου δὲ θανόντος ἐπὶ νηπίῳ υἱῷ Ὀνίᾳ καλουμένῳ ὁ τοῦ Σίμωνος ἀδελφὸς Ἐλεάζαρ τὴν ἀρ‐ | |
20 | χιερωσύνην εἶχε. τούτῳ τοίνυν ὁ Πτολεμαῖος ἐπέ‐ στειλε, τήν τε τῶν δουλευόντων Ἰουδαίων ἐλευθε‐ ρίαν καταγγέλλων καὶ τὴν εἰς τὸ ἔθνος διάθεσιν, καὶ ἀξιῶν τούς τε νόμους αὐτοὺς πεμφθῆναι καὶ ἄνδρας ἓξ ἀφ’ ἑκάστης φυλῆς τήν τε πάτριον ἠσκημένους | |
25 | διάλεκτον εἰς ἀκρίβειαν καὶ τὴν Ἑλληνίδα φωνήν, ἵνα παρ’ ἐκείνων εἰς τὴν Ἑλλάδα γλῶτταν μεταβλη‐ θεῖεν αἱ παρ’ αὐτοῖς γραφαί. ἔστειλε δὲ καὶ εἰς τὸ ἱερὸν ἀναθήματα, ἀργυρίου τάλαντα ἑκατόν, φιάλας χρυσᾶς εἴκοσι καὶ ἀργυρᾶς τριάκοντα, καὶ κρατῆρας | |
30 | πέντε καὶ τράπεζαν χρυσῆν. ὁ οὖν Ἐλεάζαρ τὴν ἐπιστολὴν τοῦ Πτολεμαίου καὶ τὰ ἀναθήματα κομι‐ | |
σάμενος, ἐπελέξατο ἄνδρας ἐκ φυλῆς ἑκάστης ἕξ, καὶ | 308 in vol. 1 | |
1.309 | πέπομφε φέροντας καὶ τὸν νόμον. ὧν εἰς Ἀλεξάν‐ δρειαν παραγενομένων, καὶ τῷ βασιλεῖ τάς τε διφθέ‐ ρας χρυσοῖς γράμμασι τὸν νόμον ἐχούσας ἐγγεγραμ‐ μένον καὶ τὰ παρὰ τοῦ ἀρχιερέως αὐτῷ σταλέντα | |
5 | δῶρα προσκεκομικότων, ὁ βασιλεὺς ἥσθη διαφερόν‐ τως, καὶ ἠσπάσατο τοὺς ἄνδρας, καὶ συνειστιάθη αὐτοῖς, καὶ ἀνὰ τρία δέδωκε τάλαντα, καὶ καταλύ‐ σεις αὐτοῖς ἡτοίμασε καλλίστας. εἶτα παραλαβὼν αὐτοὺς ὁ Δημήτριος, καὶ εἰς ἕνα οἶκον ἀπαγαγὼν | |
10 | ἤρεμον ἔργου ἔχεσθαι παρεκάλει. οἱ δὲ ὡς ἐνῆν φιλοτίμως ἀκριβῆ τὴν ἑρμηνείαν ἐτίθεντο. τοῦ δ’ ἔργου ἐν ἑβδομήκοντα καὶ δυεῖν ἡμέραις τετελεσμέ‐ νου, καὶ τῶν μεταγραφέντων ἀναγνωσθέντων τῷ βασιλεῖ, ἐκεῖνος καὶ ἔχαιρεν ὅτι εἰς ἔργον ἤχθη τὸ | |
15 | αὐτοῦ βούλημα καὶ τὴν διάνοιαν τοῦ νομοθέτου καὶ τὴν σοφίαν ὑπερεθαύμαζε. καὶ ἠπόρει πῶς οὐδεὶς οὔτε τῶν ἱστορικῶν οὔτε τῶν ἄλλων σοφῶν αὐτῆς ἐπεμνήσθη. ἔφη δὲ αὐτῷ ὁ Δημήτριος μηδένα τολ‐ μῆσαι τῆς τῶν νόμων τούτων ἀναγραφῆς ἅψασθαι | |
20 | διὰ τὸ θείαν αὐτὴν εἶναι, καὶ ὅτι τινὲς ἐγχειρήσαν‐ τες τούτοις ἐβλάβησαν ὑπὸ τοῦ θεοῦ. Θεόπεμπτός τε γὰρ βουληθεὶς περὶ τούτων συγγράψασθαι ἐβλάβη τὰς φρένας ἐφ’ ἡμέραις πλείοσι τῶν τριάκοντα· καὶ συνεὶς ὅθεν αὐτῷ ἡ παραφροσύνη ἐγένετο, ἐν τοῖς | |
25 | διαλείμμασιν ἐξιλάσκετο τὸν θεόν· ὄναρ τε εἶδεν ὡς αὐτῷ τὸ πάθος συμβέβηκε περιεργαζομένῳ τὰ θεῖα καὶ εἰς κοινοὺς ἀνθρώπους ἐκφέρειν ταῦτα θελή‐ σαντι. ἀποσχόμενος οὖν τοῦ ἔργου κατέστη τὸν νοῦν. “ἀλλὰ καὶ Θεόδεκτος” εἶπεν “ὁ τῶν τραγῳδιῶν ποιη‐ | |
30 | τής, θέλων ἔν τινι δράματι τῶν ἐν τῇ ἱερᾷ βίβλῳ γεγραμμένων μνησθῆναι, ἀλγήσας τὰ ὄμματα ἐπη‐ | |
ρώθη· καὶ τὸ αἴτιον γνοὺς ἀπηλλάγη τῆς συμφορᾶς, | 309 in vol. 1 | |
1.310 | δεηθεὶς τοῦ θεοῦ.” λαβὼν οὖν τὰς βίβλους ὁ βασι‐ λεὺς καὶ προσκυνήσας αὐταῖς, καὶ δωρησάμενος τοῖς ἀνδράσι φιλοτιμότατα, καὶ ἀναθήματα στείλας ἐν τῷ ναῷ καὶ δῶρα κάλλιστα τῷ ἀρχιερεῖ, ἐπανελθεῖν | |
5 | ἀφῆκεν εἰς Ἱερουσαλήμ. Οὕτω μὲν τὴν ἑρμηνείαν τῶν Ἑβραϊκῶν γραφῶν γενέσθαι ἱστόρησεν ὁ Ἰώσηπος· ἕτεροι δὲ μὴ ὁμοῦ συνελθόντας φασὶ τοὺς ἑρμηνεῖς τῶν γραφῶν ποιή‐ σασθαι τὴν παράφρασιν, ἀλλ’ ἀνὰ δύο διαιρεθῆναι | |
10 | αὐτοὺς καὶ ἐν ἰδιαζούσαις διαίταις ὄντας ἐκθέσθαι τὴν ἑρμηνείαν, καὶ μετὰ τὸ τέλος ὁμοῦ συνελθεῖν, καὶ τὰς ἑκάστων συγγραφὰς παραβληθείσας ἀλλή‐ λαις εὑρεθῆναι μήτε κατὰ νοῦν μήτε μὴν κατὰ λέξεις διαφωνούσας, ἀλλὰ συμφώνους ἐν ἅπασιν. | |
15 | Ἡ μὲν οὖν ἑρμηνεία ἐπὶ Πτολεμαίου τοῦ Φιλα‐ δέλφου οὕτως ἢ ἐκείνως ἐγένετο. οἱ δὲ Ἰουδαῖοι, Ἀντιόχου τοῦ μεγάλου βασιλεύοντος τῆς Ἀσίας καὶ μαχομένου πρὸς τὸν Εὐπάτορα Πτολεμαῖον καὶ πρὸς τὸν ἐκείνου υἱὸν τὸν Ἐπιφανῆ Πτολεμαῖον, σφοδρῶς | |
20 | ἐκακώθησαν. νικήσας δὲ ὁ Ἀντίοχος τὴν Ἰουδαίαν προσάγεται. τοῦ δ’ Ἐπιφανοῦς Πτολεμαίου μετὰ θά‐ νατον τοῦ πατρὸς αὐτοῦ ἐπὶ τὴν Κοίλην Συρίαν μεγάλην στείλαντος δύναμιν καὶ πολλὰς λαβόντος πόλεις, καὶ τὸ τῶν Ἰουδαίων ἔθνος πολεμούμενον | |
25 | προσέθετο τῷ Ἐπιφανεῖ. αὖθις δὲ τοῦ Ἀντιόχου νι‐ κήσαντος, ἑκουσίως Ἰουδαῖοι πρὸς αὐτὸν μετετέθη‐ σαν, καὶ εἰς τὴν πόλιν αὐτὸν εἰσεδέξαντο, καὶ τοὺς ἐν τῇ ἀκροπόλει φυλάσσοντας τοῦ Πτολεμαίου στρα‐ τιώτας πολιορκοῦντι συνεμάχησαν· κἀντεῦθεν φί‐ | |
30 | λιον αὐτῷ τὸ ἔθνος ἐγένετο. εἶτα σπένδεται μὲν τῷ | 310 in vol. 1 |
1.311 | Πτολεμαίῳ Ἀντίοχος καὶ κῆδος τίθεται πρὸς αὐτόν, τὴν θυγατέρα δοὺς αὐτῷ Κλεοπάτραν, καὶ εἰς φερ‐ νὴν παρέσχε τήν τε Κοίλην Συρίαν καὶ Φοινίκην καὶ Ἰουδαίαν, ἀλλὰ μὴν καὶ Σαμάρειαν. ταῦτα δὲ συνέβη | |
5 | ἐπὶ ἀρχιερέως Ὀνίου. τὸν γὰρ Ἐλεάζαρ θανόντα ὁ θεῖος αὐτοῦ διεδέξατο Μανασσῆς, μεθ’ ὃν τῆς ἀρ‐ χιερωσύνης Ὀνίας ἠξίωτο Σίμωνος ὢν υἱὸς τοῦ δι‐ καίου. Σίμων δὲ τοῦ Ἐλεάζαρ ἦν ἀδελφός, ὡς ἱστό‐ ρηται. | |
10 | Ὁ γοῦν εἰρημένος Ὀνίας, διὰ φιλοχρηματίαν καὶ διανοίας ἀσθένειαν μὴ δοὺς τῷ Πτολεμαίῳ τὸν δα‐ σμὸν τὸν ἐτήσιον ὃν οἱ πρὸ αὐτοῦ τοῖς βασιλεῦσιν ἐδασμοφόρουν, ἠρέθισεν αὐτὸν εἰς ὀργήν. πέμψας οὖν ὁ Πτωλεμαῖος ἠπείλει κακῶς διαθήσειν καὶ τὸ | |
15 | ἔθνος καὶ τὴν πόλιν· ὁ δὲ ἀρχιερεὺς ἡττώμενος χρη‐ μάτων ἀδυσώπητος ἦν. Ἰωσὴφ δὲ υἱὸς Τωβίου, τοῦ δ’ ἀρχιερέως ἀδελφιδοῦς, ἠρώτησε τὸν θεῖον εἰ δί‐ δωσιν αὐτῷ πρὸς τὸν Πτολεμαῖον πρεσβεῦσαι. τοῦ δὲ ἐπιτρέψαντος, τὸν ἐκ τοῦ Πτολεμαίου σταλέντα | |
20 | ξενίζει φιλοτιμότατα, καὶ δωρεὰς αὐτῷ πολυτελεῖς παρασχὼν προέπεμψεν, ἕψεσθαι καὶ αὐτὸς ὑποσχό‐ μενος. καὶ ὁ μὲν ἐπανῆλθε πρὸς Πτολεμαῖον, τὰ γεγονότα μηνύων καὶ τὴν τοῦ Ἰωσὴφ χρηστότητα διηγούμενος, καὶ λέγων τὸν ἄνδρα ἀφίξεσθαι πρεσ‐ | |
25 | βευσόμενον, καὶ πολλὰ τούτου πρὸς τὸν βασιλέα καὶ τὴν βασίλισσαν διεξιὼν ἐγκώμια· ὁ δὲ Ἰωσὴφ παρα‐ σκευασάμενος μετὰ ταῦτα εἰς Ἀλεξάνδρειαν παραγέ‐ γονεν. ἀκούσας δὲ ἐν Μέμφει τὸν Πτολεμαῖον εἶναι, ἀπῄει ὑπαντήσων αὐτῷ. ἔτυχε δὲ ὁ βασιλεὺς ἐπὶ | |
30 | ὀχήματος μετὰ τῆς γυναικὸς καθεζόμενος, παρῆν δὲ καὶ ὁ παρ’ αὐτοῦ τοῦ Ἰωσὴφ ξενισθείς. ὃς ἰδὼν αὐ‐ | |
τόν “οὗτος” ἔφη τῷ βασιλεῖ “περὶ οὗ σοι ἀπήγγειλα | 311 in vol. 1 | |
1.312 | ὡς ἀγαθός ἐστι καὶ φιλότιμος νεανίας.” καὶ ὁ Πτο‐ λεμαῖος ἀκούσας πρῶτός τε αὐτὸν προσηγόρευσε καὶ ἀναβῆναι ἐπὶ τὸ ὄχημα παρεκέλευσεν. αἰτιωμένου δὲ τὸν ἀρχιερέα τοῦ βασιλέως “συγγίνωσκε” ἔλεγε “διὰ | |
5 | τὸ γῆρας αὐτῷ· τοῖς τε γὰρ πρεσβύταις καὶ τοῖς νη‐ πίοις ὁμοία ἐστὶν ἡ διάνοια· ἡμεῖς δέ σοι οἱ νέοι πᾶ‐ σαν τὴν ὀφειλὴν καταθήσομεν.” ἐκ τούτων ἐπὶ πλέον ἡ πρὸς αὐτὸν ἐπέδωκε τοῦ βασιλέως διάθεσις. γενο‐ μένου δὲ ἐν Ἀλεξανδρείᾳ τοῦ βασιλέως, ἰδόντες οἱ | |
10 | πρῶτοι τῆς Συρίας, ἔτυχον γὰρ ἐλθόντες ἵνα τὰ τέλη τῶν πόλεων ἐξωνήσωνται, κατ’ ἔτος τοῦ βασιλέως ταῦτα τοῖς τῶν πόλεων πιπράσκοντος δυνατοῖς, τὸν Ἰωσὴφ αὐτῷ συγκαθήμενον, ἐδυσχέραινον. εἰς ὀκτα‐ κισχίλια δὲ τάλαντα τὰ τῆς Κοίλης Συρίας τέλη καὶ | |
15 | τὰ τῆς Φοινίκης καὶ Ἰουδαίας καὶ Σαμαρείας ὠνου‐ μένων τῶν ἐν ταῖς πόλεσι δυνατῶν, ὁ Ἰωσὴφ διπλα‐ σίονα δώσειν ὑπισχνεῖτο. τοῦ δὲ βασιλέως κατανεύ‐ σαντος, ἐρομένου δὲ εἰ τοὺς ἐγγυησομένους αὐτὸν ἔχει, “δώσω” εἶπεν “ἀνθρώπους οἷς οὐκ ἀπιστή‐ | |
20 | σετε.” καί “τίνες οὗτοι” προσερομένου, “σέ” εἶπεν, “ὦ βασιλεῦ, καὶ τὴν γυναῖκα τὴν σὴν ἐγγυησομένους δίδωμι.” γελάσας δὲ ὁ Πτολεμαῖος συνεχώρησεν αὐτῷ τῶν φόρων τὴν εἴσπραξιν. λαβὼν οὖν στρατιώτας ὡς δισχιλίους εἰς Συρίαν ἐξώρμησε. γενόμενος δ’ | |
25 | ἐν Ἀσκάλωνι, ὡς οὐδὲν ἐδίδουν αὐτῷ, ἀλλὰ καὶ προσύβριζον, συλλαβὼν τοὺς πρωτεύοντας ἔκτεινε, καὶ τὰς οὐσίας δημεύσας αὐτῶν τῷ βασιλεῖ ἔπεμψεν ὡς χίλια τάλαντα. ὁ δὲ τὰ πεπραγμένα ἐπαινέσας ἐφίησιν αὐτῷ ποιεῖν ὅ τι βούλεται. τοῦτο φόβον τοῖς | |
30 | Σύροις ἐνέβαλε, καὶ ἐδέχοντο προθύμος τὸν Ἰωσήφ, καὶ τοὺς φόρους ἐδίδουν. κερδήσας δ’ ἐκ τούτων | |
πολλά, μεγάλα τῷ βασιλεῖ καὶ τῇ Κλεοπάτρᾳ ἔστελλε | 312 in vol. 1 | |
1.313 | δῶρα καὶ πᾶσι τοῖς περὶ αὐτούς, ὅθεν ἐπὶ ἔτη δύο καὶ εἴκοσι τῆς εὐτυχίας ταύτης ἀπήλαυσε. Γυναιξὶ δὲ δυεῖν συνοικήσας, ἐκ μὲν τῆς μιᾶς παῖδας ἔσχεν ἑπτά, ἐκ δὲ τῆς λοιπῆς ἕνα. ἦν δ’ | |
5 | αὕτη ἀδελφόπαις αὐτοῦ· ᾗπερ οὕτως συνῴκησε. ὀρχηστρίδος ἠράσθη τινὸς καὶ τῷ ταύτης ἔκαμνεν ἔρωτι. μηνύει δὲ τὸ πάθος τῷ ἀδελφῷ. ὁ δὲ διακο‐ νήσασθαί οἱ πρὸς τὸν ἔρωτα ἐπηγγείλατο, καὶ νυκτὸς τὴν ἑαυτοῦ θυγατέρα πρὸς τὸν ἀδελφὸν ἀγαγὼν | |
10 | συγκατέκλινε. καὶ τούτου γενομένου πολλάκις, ἤρα σφοδρότερον. τοῦ δὲ ἀδελφοῦ τὸ κεκρυμμένον αὐτῷ φανερώσαντος, συνῴκησε τῇ ἀδελφιδῇ, καὶ ἐξ αὐτῆς υἱὸν ἔσχεν, Ὑρκανὸν καλέσας αὐτόν. τρισκαίδεκα δὲ γεγονὼς ἐτῶν οὗτος τήν τε σύνεσιν ἐδείκνυ καὶ τὴν | |
15 | ἐντρέχειαν. δοὺς γὰρ αὐτῷ ὁ πατὴρ ζεύγη βοῶν τρια‐ κόσια ἐξέπεμψεν εἰς χώραν δυεῖν ἡμέραιν ἀπέχουσαν τὴν γῆν ἐργασόμενον, τοὺς ἱμάντας τῶν ζυγῶν παρα‐ κατασχών. ὁ δὲ γενόμενος ἐκεῖ καὶ μὴ ἔχων ἱμάντας, τῶν βοηλατῶν στέλλειν πρὸς τὸν πατέρα τοὺς αἰτή‐ | |
20 | σοντας αὐτοὺς δεῖν λεγόντων, τῇ μὲν ἐκείνων συμ‐ βουλῇ οὐ προσέσχεν, αὐτὸς δὲ δέκα ζεύγη καταθύσας τὰ μὲν κρέα τοῖς ἐργάταις διένειμε, τὰς δὲ δορὰς κατατεμὼν τούτοις προσέδησε τοὺς ζυγούς, καὶ οὕτω τὴν ἐργασίαν ποιήσας ἐπανελήλυθεν. ὁ δὲ πατὴρ τὴν | |
25 | ἐπίνοιαν αὐτοῦ γνοὺς καὶ ἐθαύμασεν αὐτὸν καὶ ἠγάπησε καὶ τῶν ἄλλων προετίμα υἱῶν· οἱ δὲ ἤχθοντο. τῷ δὲ Πτολεμαίῳ γεννηθέντος υἱοῦ οἱ πρῶτοι τῶν ὑπ’ αὐτὸν χωρῶν ἑώρταζον τὰ γενέθλια ἀπιόντες εἰς Ἀλεξάνδρειαν, Ἰωσὴφ δὲ τῷ γήρᾳ δυσκόμιστος γεγο‐ | |
30 | νὼς τῶν παίδων ἕνα ἐκεῖ ἀπελθεῖν προετρέπετο. τῶν | 313 in vol. 1 |
1.314 | δὲ πρεσβυτέρων παραιτουμένων ὁ Ὑρκανὸς κατέθετο ἀπελθεῖν. καὶ συνεβούλευε τῷ πατρὶ μὴ πέμπειν αὐτόθεν δῶρα τῷ βασιλεῖ, ἐπιστεῖλαι δὲ τῷ ἐν Ἀλε‐ ξανδρείᾳ οἰκονόμῳ παρασχεῖν αὐτῷ χρυσίον, ἵνα δι’ | |
5 | αὐτοῦ πρίηται δῶρα. ὁ δὲ τὸν υἱὸν ἐπαινέσας τῆς συμβουλῆς, γράφει τῷ οἰκονόμῳ τῶν ἐν Ἀλεξαν‐ δρείᾳ χρημάτων οὐκ ἐλαττόνων ὄντων τρισχιλίων ταλάντων, δοῦναι τῷ υἱῷ χρήματα ὅσων ἂν δεηθῇ, ἐλπίσας μὴ πλείω δέκα ἔσεσθαι ταλάντων τὴν ἐπὶ τῇ | |
10 | δωρεᾷ τοῦ βασιλέως δαπάνην. λαβὼν οὖν τὴν ἐπι‐ στολὴν Ὑρκανὸς ἀπῄει πρὸς Ἀλεξάνδρειαν. οἱ δὲ λοι‐ ποὶ τοῦ Ἰωσὴφ παῖδες γράφουσι τοῖς πατρικοῖς ἑταί‐ ροις ἐπιβουλεῦσαι τῷ Ὑρκανῷ καὶ διαφθεῖραι αὐτόν. γενόμενος δ’ ἐν Ἀλεξανδρείᾳ τὴν ἐπιστολὴν τοῦ πα‐ | |
15 | τρὸς τῷ οἰκονόμῳ ἐπέδωκεν. ὁ δὲ ἤρετο πόσων χρῄζει ταλάντων· καὶ ὅς “χιλίων” ἔφη. ὁ δ’ οἰκο‐ νόμος οὐ πλείω δέκα παρεῖχεν. ὀργισθεὶς δὲ ὁ παῖς τὸν οἰκονόμον ἐδέσμησε. καὶ ὁ Πτολεμαῖος στείλας πρὸς Ὑρκανόν, θαυμάζειν ἔλεγε πῶς οὔτε ὤφθη | |
20 | αὐτῷ καὶ τὸν τοῦ πατρὸς ἔδησεν οἰκονόμον. ὁ δὲ μὴ ἐλθεῖν ἔφη περιμένων ἑτοιμάσαι τὰ δῶρα, τὸν δὲ δοῦλον κολάσαι οἷς ἐπέταξεν ἀπειθήσαντα. διὰ ταῦτα ὁ βασιλεὺς καὶ ἐγέλασε καὶ τὴν τοῦ παιδὸς μεγαλοφροσύνην ἐθαύμασεν. ὁ δὲ Ἀρίων ὁ οἰκονό‐ | |
25 | μος γνοὺς ὡς οὐκ ἔστιν αὐτῷ ἀρωγή, δοὺς τὰ χίλια τάλαντα τῶν δεσμῶν ἐλύθη. ὁ Ὑρκανὸς δὲ παῖδας ἑκατὸν ἀκμαιοτάτους καὶ γράμματα εἰδότας ὠνήσατο, ταλάντου πριάμενος ἕκαστον, καὶ παρθένους τοσαύ‐ τας ἰσοταλάντου τιμῆς. τῶν γοῦν ἄλλων ἁπάντων | |
30 | τῶν μὲν ἀνὰ δέκα τάλαντα προσαγόντων τῷ βασιλεῖ, τῶν δὲ μείζω δωρουμένων οὐχ ὑπερβάντων τὰ | |
εἴκοσιν, ὁ Ὑρκανὸς τοὺς παῖδας καὶ τὰς παρθένους | 314 in vol. 1 | |
1.315 | τῷ βασιλεῖ καὶ τῇ Κλεοπάτρᾳ προσήνεγκεν, ὧν ἕκαστος καὶ τάλαντον ἔφερε· καὶ τοῖς φίλοις δὲ τοῦ βασιλέως καὶ τοῖς περὶ τὴν θεραπείαν αὐτοῦ πολλῶν ταλάντων δῶρα παρέσχετο. θαυμάσας δὲ Πτολεμαῖος | |
5 | τὸν παῖδα αἰτεῖν ἃ βούλεται προετρέπετο. ὁ δὲ οὐδὲν ᾔτησεν ἢ τῷ πατρὶ καὶ τοῖς ἀδελφοῖς γράψαι περὶ αὐτοῦ. ὃ ποιήσας ὁ βασιλεύς, καὶ βασιλικῶς αὐτῷ δωρησάμενος, ἐξέπεμψεν. οἱ δὲ ἀδελφοὶ μαθόντες ἐπανιόντα μετὰ τιμῆς, ἐξῆλθον ὑπαντήσοντες αὐτῷ | |
10 | καὶ διαφθεροῦντες, μηδὲ τοῦ πατρὸς κωλύσαντος ὑπ’ ὀργῆς τῆς διὰ τὴν τῶν χρημάτων δαπάνην. ἐπιθεμένων δέ οἱ τῶν ἀδελφῶν πολλοί τε τῶν σὺν αὐτοῖς ἔπεσον, καὶ ἐξ αὐτῶν δύο. δείσας οὖν διὰ ταῦτα εἰς τὸ πέραν ἀπῆλθε τοῦ Ἰορδάνου καὶ ἐπο‐ | |
15 | λέμει τοῖς Ἄραψι, καὶ βᾶριν ἐκεῖ πολυτελῆ ᾠκοδό‐ μησε, καὶ κατέσχε τὰ ἐκεῖ μέρη ἐπὶ ἔτη ἑπτά, ἐφ’ ὅσον ὁ τοῦ μεγάλου Ἀντιόχου υἱὸς Σέλευκος τῆς Συρίας ἐκράτησε. τούτου δὲ θανόντος, καὶ τοῦ ἀδελφοῦ αὐτοῦ Ἀντιόχου τὴν ἀρχὴν διαδεξαμένου | |
20 | τοῦ Ἐπιφανοῦς καλουμένου, φοβηθεὶς ὁ Ὑρκανὸς αὐτὸν αὐτόχειρ ἑαυτοῦ γίνεται· καὶ τὰ χρήματα αὐτοῦ ὁ Ἀντίοχος ἔλαβε. Τελευτᾷ δὲ καὶ ὁ Ἐπιφανὴς Πτολεμαῖος ὁ τῆς Αἰγύπτου κρατῶν, δύο παῖδας νεωτάτους πάνυ κατα‐ | |
25 | λιπών, ὧν ὁ μὲν Φιλομήτωρ ἐκέκλητο, Φύσκων δέ γε ὁ ἕτερος. τούτων καταφρονήσας Ἀντίοχος στρα‐ τεύει ἐπ’ Αἴγυπτον· ἀλλ’ ἀπεκρούσθη ταύτης, τῶν Ῥωμαίων ἀπέχεσθαι τῆς χώρας ἐντειλαμένων αὐτῷ. ἐκεῖθεν δ’ ἐπανιὼν ἐπὶ τὰ Ἱεροσόλυμα ὥρμησε, καὶ | |
30 | κατέσχε τὴν πόλιν ἀμαχητί, ἀνοιξάντων αὐτῷ τὰς | 315 in vol. 1 |
1.316 | πύλας ὅσοι τῆς ἐκείνου γνώμης ἐτύγχανον. θανόντος γὰρ Ὀνίου τοῦ ἀρχιερέως τῷ ἀδελφῷ αὐτοῦ Ἰησοῦ Ἀντίοχος τὴν τιμὴν παρέσχεν. ὀργισθεὶς δὲ αὐτῷ αὖθις τῷ νεωτέρῳ τὴν ἀρχιερωσύνην ἀπένειμεν | |
5 | ἀδελφῷ Ὀνίᾳ καλουμένῳ. Σίμωνι γὰρ τριῶν γενο‐ μένων παίδων, καὶ εἰς τοὺς τρεῖς ἡ ἀρχιερωσύνη περιελήλυθε. καὶ ὁ μὲν Ἰησοῦς Ἰάσωνα μετωνό‐ μασεν ἑαυτόν, ὁ δὲ Ὀνίας Μενέλαον. στασιάσαντος οὖν τοῦ Ἰησοῦ πρὸς τὸν Ὀνίαν τὸν καὶ Μενέλαον | |
10 | καὶ ὁ λαὸς ἐμερίσθη· καὶ οἱ μὲν πλείους τῷ Ἰάσωνι προσετίθεντο, οἱ δ’ ἄλλοι τῷ Μενελάῳ, ᾧ καὶ οἱ Τωβίου παῖδες ἦσαν συνεπαρήγοντες. καταπονού‐ μενοι δὲ τοῖς πλείοσιν οὗτοί τε καὶ ὁ Μενέλαος πρὸς Ἀντίοχον ἀνεχώρησαν, καὶ τοὺς πατρίους νό‐ | |
15 | μους λιπόντες ἡλλήνισαν, καὶ τὴν τῶν αἰδοίων περι‐ τομὴν ἐπεκάλυψαν ἐπισπάσαντες. τῶν γοῦν τῆς τούτων μοίρας ἀνοιξάντων τὰς πύλας τῆς πόλεως τῷ Ἐπιφανεῖ Ἀντιόχῳ, ἐγκρατὴς ἐκεῖνος τῆς πόλεως γέγονε, καὶ πολλοὺς μὲν ἀπέκτεινε, χρήματα δὲ | |
20 | πολλὰ συλήσας εἰς Ἀντιόχειαν ἐπανέξευζε. Μετὰ δὲ δύο ἔτη αὖθις εἰς Ἱεροσόλυμα ἀνέβη Ἀντίοχος, καὶ ἀπάτῃ κρατήσας τῆς πόλεως οὐδὲ τῶν εἰσδεξαμένων αὐτὸν ἐφείσατο, ἀλλὰ καὶ τὸν ναὸν συλήσας καὶ τοὺς ἀποκρύφους θησαυροὺς ἀφελό‐ | |
25 | μενος, τάς τε νομίμους θυσίας κωλύσας, καὶ τὴν πόλιν διαρπάσας, καὶ τοὺς μὲν τοῦ λαοῦ κτείνας, τοὺς δ’ αἰχμαλώτους ἀπαγαγών, καὶ ἐμπρήσας τὰ τῆς πόλεως κάλλιστα, καὶ σύας θύσας ἐν τῷ ναῷ, τέλος καὶ τὰ τείχη καθεῖλε, καὶ τὴν ἐν τῇ κάτω πόλει | |
30 | ἄκραν οἰκοδομήσας φρουρὰν Μακεδόνων ἐν ταύτῃ κατέστησεν. ἠνάγκαζε δὲ καὶ τὸ πλῆθος τοὺς ὑπ’ | |
αὐτοῦ νομιζομένους θεοὺς σέβεσθαι καὶ τὰ τέκνα μὴ | 316 in vol. 1 | |
1.317 | περιτέμνειν, καὶ τοὺς βιαζομένους ταῦτα πράττειν κατέλιπεν. ὅτε καὶ Ἐλεάζαρ ὁ ἱερεὺς καὶ οἱ τούτου φοιτηταὶ οἱ Μακκαβαῖοι δηλαδὴ σὺν τῇ σφετέρᾳ μητρὶ τῆς τῶν θείων νόμων φυλακῆς ὑπερήθλησαν. | |
5 | οἱ μὲν οὖν τῇ βίᾳ νικώμενοι τοῖς ἐπιτεταγμένοις ἐπείθοντο, ὅσοι δὲ τὰς ψυχὰς ἐτύγχανον εὐγενεῖς, μὴ ὑπείκοντες ταῖς παρανόμοις ἐπιταγαῖς, πικρῶς ἐν βασάνοις ἀπέθνησκον ἢ ἔτι μικρὸν ἐμπνέοντες ἀνεσταυροῦντο· τὰς δὲ γυναῖκας αὐτῶν καὶ τοὺς | |
10 | παῖδας, οὓς περιέτεμνον, ἐκ τῶν τραχήλων αὐτῶν ἐξαρτῶντες ἀπῆγχον οἱ τοῦ τυράννου ὑπηρέται. καὶ εἴ που βίβλος εὑρέθη τῆς Ἑβραϊκῆς γραφῆς, αὐτήν τε ἠφάνιζον καὶ τοὺς ἔχοντας οἰκτρῶς ἀπώλλυον. διὰ ταῦτα οἱ Σαμαρεῖται οὐκέτι ἑαυτοὺς τῶν Ἰου‐ | |
15 | δαίων συγγενεῖς ὡμολόγουν, ἀλλὰ Σιδωνίους ὠνό‐ μαζον ἑαυτούς, καὶ τὸ ἐν τῷ Γαριζὶν παρ’ αὐτοῖς ἱερὸν Ἑλληνίου Διὸς προσηγόρευσαν. Ἦν δέ τις τότε ἱερεὺς ὀνόματι Ματταθίας, υἱὸς Ἰωάννου τοῦ Συμεὼν τοῦ Ἀσαμωναίου, ᾧ ἦσαν υἱοὶ | |
20 | πέντε, Ἰωάννης ὁ καλούμενος Γαδδής, Σίμων ὁ κλη‐ θεὶς Θαθής, Ἰούδας ὁ καλούμενος Μακκαβαῖος, Ἐλεάζαρ ὁ λεγόμενος Αὔραν, καὶ Ἰωνάθας ὁ κεκλη‐ μένος Ἀφφούς. ἐλθόντων οὖν εἰς τὴν κώμην αὐτῶν τῶν βασιλικῶν καὶ θύειν κελευόντων καθ’ Ἕλληνας | |
25 | τὸν Ματταθίαν πρῶτον ὡς τῶν ἄλλων πρωτεύοντα, ἐκεῖνος ἀνένευεν. ὡς δ’ ἕτερος ἔθυσεν, ζήλου πλη‐ σθεὶς ὁ Ματταθίας σὺν τοῖς υἱέσι τὸν θύσαντά τε ἀπέκτεινε καὶ τὸν στρατηγὸν Ἀπελλῆν, ὃς θύειν ἠνάγκαζε, καὶ τὸν βωμὸν καθελὼν μετὰ τῶν υἱῶν | |
30 | ἐξώρμησεν εἰς τὴν ἔρημον. πολλοὶ δὲ καὶ ἄλλοι τού‐ τους ζηλώσαντες μετὰ τῶν γυναικῶν καὶ τῶν τέκνων | |
ἔφυγον εἰς τὴν ἔρημον καὶ ἐν σπηλαίοις διῆγον. οἱ | 317 in vol. 1 | |
1.318 | τοῦ Ἀντιόχου δὲ στρατηγοὶ δύναμιν ἀθροίσαντες ἐπῆλθον αὐτοῖς, καὶ προσβάλλουσιν ἐν σαββάτῳ, καὶ πολλοὺς ἐν τοῖς σπηλαίοις κατέφλεξαν οὐδὲ ἀμυνο‐ μένους διὰ τὸ τῆς ἡμέρας ἀργόν· οἱ δὲ διασωθέντες | |
5 | τῷ Ματταθίᾳ προσέθεντο. ὁ δὲ καὶ ἐν σαββάτοις αὐτοὺς παρῄνει μάχεσθαι, ἵνα μὴ ἀπόνως αὐτοὺς διαφθείρωσιν οἱ πολέμιοι ἐπιόντες κατὰ τὰ σάββατα. συναγαγὼν οὖν δύναμιν ὁ Ματταθίας τούς τε βω‐ μοὺς καθεῖλε καὶ τοὺς ἀσεβήσαντας ἔκτεινε καὶ τοὺς | |
10 | μὴ περιτμηθέντας τῶν παίδων ἐκέλευσε περιτέμνε‐ σθαι. ἄρξας δὲ ἐπ’ ἐνιαυτὸν καὶ νοσήσας τοῖς παισὶ τὸν αὐτοῦ ζῆλον μιμεῖσθαι παρῄνεσε καὶ ὑπὲρ τῶν νό‐ μων, εἰ δεήσει, θανεῖν καὶ ἀλλήλοις ὁμονοεῖν. ταῦτα αὐτοῖς ἐντειλάμενος ἐτελεύτησε. | |
15 | Τὴν δὲ τῶν πραγμάτων προστασίαν ὁ παῖς αὐτοῦ Ἰούδας ὁ καὶ Μακκαβαῖος περιεζώσατο, καὶ συναρα‐ μένων αὐτῷ τῶν τε συγγόνων καὶ ἄλλων τοὺς πολε‐ μίους ἐκ τῆς χώρας ἀπώσατο καὶ τοὺς παρανομή‐ σαντας τῶν ὁμοφύλων ἐκόλασεν. Ἀπολλώνιος δὲ ὁ | |
20 | τῆς Σαμαρείας στρατηγὸς κατὰ τοῦ Ἰούδα στρατεύ‐ σας αὐτός τε πίπτει καὶ πλεῖστοι τῶν σὺν αὐτῷ. ἅπερ ὁ τῆς Κιλικίας μαθὼν στρατηγὸς ἐπῆλθε κατὰ τοῦ Μακκαβαίου, καὶ συμβαλὼν τρέπεται καὶ θνή‐ σκει, οἱ δ’ ὑπ’ αὐτὸν ἔφυγον· ἐπιδιώξας δὲ ὁ Ἰού‐ | |
25 | δας πολλοὺς αὐτῶν ἔκτεινε. διὰ ταῦτα τοίνυν ὀργι‐ σθεὶς ὁ Ἀντίοχος Λυσίᾳ τῷ τῶν πραγμάτων αὐτοῦ ἐπιτρόπῳ καταστρέψασθαι τὴν Ἰουδαίαν ἐκέλευσε καὶ τὸ ἔθνος ἀνδραποδίσασθαι καὶ κατασκάψαι τὴν Ἱερουσαλήμ. ὁ δὲ τρεῖς ἐπιλεξάμενος στρατηγοὺς | |
30 | ἔπεμψε μετὰ βαρείας δυνάμεως. Ἰούδας δὲ τὸ πλῆ‐ | 318 in vol. 1 |
1.319 | θος τῶν ἐναντίων ἰδὼν ἐπὶ τὸν θεὸν τιθέναι τὰς ἐλπίδας παρῄνει τοῖς μετ’ αὐτοῦ. καὶ δειπνήσας ἑσπέρας πυρά τε πολλὰ ἐν τῷ στρατοπέδῳ λιπών, διὰ τῆς νυκτὸς ὁδεύσας ἐπιτίθεται τοῖς τοῦ Ἀντιόχου | |
5 | περὶ τὸν ὄρθρον· καὶ πολλοὺς μὲν μαχόμενος ἀπέ‐ κτεινε, τοὺς δὲ λοιποὺς διώκων, ὡς ὑπὲρ τρισχι‐ λίους πεσεῖν. καὶ μετὰ τὴν ἧτταν τῶν ἐναντίων ἐπανελθὼν ὁ Ἰούδας ἐσκύλευσε τὸ τούτων στρατό‐ πεδον, καὶ λείαν πολλὴν πλοῦτόν τε λαβὼν ἄφθο‐ | |
10 | νον εἰς τὴν οἰκείαν ὑπέστρεψε χαίρων. τῷ δ’ ἐπιόντι ἐνιαυτῷ στράτευμα πλεῖον ὁ Λυσίας ἀθροίσας ἐνέ‐ βαλεν εἰς τὴν Ἰουδαίαν. καὶ τοῖς προδρόμοις τούτου συμμίξας ὁ Ἰούδας νικᾷ. διὸ τὴν λοιπὴν δύναμιν ὁ Λυσίας ἀναλαβὼν εἰς Ἀντιόχειαν ἐπανέζευξε, καὶ | |
15 | παρεσκευάζετο μετὰ μείζονος στρατιᾶς εἰς τὴν Ἰου‐ δαίαν ἐμβαλεῖν. ὅ γε μὴν Ἰούδας εἰς Ἱεροσόλυμα ἀναβὰς ὥστε τὸν ναὸν ἐκκαθᾶραι, καὶ ἔρημον αὐτὸν εὑρηκὼς καὶ ἔν τισι καταπεπρησμένον, ἐθρήνησε. καθάρας δὲ αὐτὸν σκεύη καινὰ εἰσεκόμισε λυχνίαν, | |
20 | τράπεζαν, βωμὸν χρύσεα, καὶ θυσιαστήριον καινὸν ἐκ λίθων οὐ σιδήρῳ τετμημένων ἀνῳκοδόμησεν, ἐθυμίασέ τε καὶ ὡλοκαύτωσε καὶ ἄρτους ἐπὶ τὴν τράπεζαν ἔθηκε. γέγονε δὲ ταῦτα κατὰ τὴν ἡμέραν καθ’ ἣν ὁ ναὸς ἐμιάνθη καὶ ἡ θρησκεία ἐβεβηλώθη, | |
25 | τριῶν παρελθόντων ἐνιαυτῶν, κατὰ τὴν τοῦ Δανιὴλ πρόρρησιν πρὸ τετρακοσίων καὶ ὀκτὼ γενομένην ἐτῶν. καὶ ἔκτοτε ἑορτάζουσιν οἱ Ἰουδαῖοι τὴν ἀνά‐ κτησιν τῆς θρησκείας, φῶτα καλοῦντες αὐτήν. τει‐ χίσας δὲ τὴν πόλιν φύλακας ἐγκατέστησεν. ὡς δὲ τὰ | |
30 | πέριξ ἔθνη πολλοὺς τῶν Ἰουδαίων διέφθειρεν, ἐνε‐ δρεύοντα διὰ βασκανίαν, πολέμοις αὐτοὺς ὁ Ἰούδας | |
ἠμύνετο καὶ ἀνέστελλεν. | 319 in vol. 1 | |
1.320 | Ὁ δ’ Ἀντίοχος μαθὼν πόλιν εἶναι ἐν τῇ Περσίδι πλούτῳ κομῶσαν Ἐλυμαΐδα ὠνομασμένην, καὶ ἱερὸν Ἀρτέμιδος ἐν αὐτῇ πλῆρες ἀναθημάτων πολυτελῶν, ὥρμησεν ἐπ’ αὐτὴν καὶ ἐπολιόρκει. ἀποκρουσθεὶς | |
5 | δὲ παρὰ τῶν ἐν τῇ πόλει ἐπεξελθόντων φεύγων ἧκεν εἰς Βαβυλῶνα καὶ τῆς στρατιᾶς πλείστους ἀπέ‐ βαλεν. ἀλγοῦντι δὲ διὰ τοῦτο τῷ Ἀντιόχῳ ἀγγέλλε‐ ται ἡ τῶν στρατηγῶν ἧττα ἡ ὑπὸ Ἰουδαίων. καὶ τοῦ ἀλγήματος προστεθέντος ἐνόσησε· καὶ γνοὺς ὡς | |
10 | ἀποβιώσεται τοὺς ὑπ’ αὐτὸν συνεκάλεσε, καὶ πάσ‐ χειν οὕτως εἶπεν ὅτι τὸ τῶν Ἰουδαίων ἔθνος ἐκά‐ κωσε καὶ ἐσύλησε τὸν ναόν. ταῦτα λέγων ἐξέπνευσε, Φίλιππον τῶν φίλων ἕνα καταλιπὼν τῆς βασιλείας ἐπίτροπον, καὶ δοὺς αὐτῷ τὸ διάδημα καὶ τὸν δακτύ‐ | |
15 | λιον, ἵνα ταῦτα κομίσῃ τῷ υἱῷ Ἀντιόχῳ. ὁ δὲ Λυ‐ σίας θανόντα μαθὼν τὸν Ἀντίοχον, τὸν ἐκείνου υἱὸν ἀπέδειξε βασιλέα, καλέσας Εὐπάτορα. Οἱ δ’ ἐν τῇ ἄκρᾳ τῶν Ἱεροσολύμων Μακεδόνες ἐκάκουν τοὺς Ἰουδαίους ἀνιόντας εἰς τὸ ἱερὸν ἐπὶ τῷ | |
20 | θῦσαι. διὸ ἐξελεῖν ἔσπευδε τὴν φρουρὰν ὁ Ἰούδας καὶ καρτερῶς ἐπολιόρκει αὐτήν. ὃ μαθὼν ὁ παῖς Ἀντίοχος ὠργίσθη, καὶ μετὰ μεγάλης δυνάμεως ἐξώρ‐ μησε κατὰ τῆς Ἰουδαίας καὶ Ἱερουσαλήμ. Ἰούδας δὲ ἀπαντήσας αὐτῷ τῶν προδρόμων περὶ ἑξακοσίους | |
25 | ἀναιρεῖ. καὶ Ἐλεάζαρ ὁ τοῦ Ἰούδα ὁμαίμων ὁ καὶ Αὔραν καλούμενος, τῶν ἐλεφάντων τὸν ὑψηλότατον ἰδὼν ὡπλισμένον θώραξι βασιλικοῖς, καὶ οἰηθεὶς αὐτῷ ἐποχεῖσθαι τὸν βασιλέα, μετὰ σφοδρᾶς ὁρμῆς ἐπῆλθεν αὐτῷ, καὶ ὑπὸ τὴν γαστέρα τοῦ θηρίου γε‐ | |
30 | νόμενος ἔπληξεν αὐτὸν καὶ ἀπέκτεινεν. ὁ δ’ ἐπικα‐ | 320 in vol. 1 |
1.321 | τασεισθεὶς τῷ Ἐλεαζάρῳ καὶ πιέσας αὐτὸν τῷ βάρει τοῦ σώματος ἔφθειρεν. ὁρῶν δὲ τὴν τῶν πολεμίων ἰσχὺν ὁ Ἰούδας εἰς Ἱεροσόλυμα ἐπανῆλθε καὶ πρὸς πολιορ‐ κίαν παρεσκευάζετο. Ἀντίοχος δὲ εἰς Ἱεροσόλυμα | |
5 | ἐλθὼν ἐπολιόρκει τὸ ἱερόν, καρτερῶς τῶν ἔνδον ἀμυ‐ νομένων, ἀλλὰ τροφῆς ἐπιλιπούσης αὐτοῖς πολλοὶ ἀπεδίδρασκον. τοῦ μέντοι Φιλίππου, ὃν ἐπίτροπον τῆς βασιλείας θνήσκων ὁ Ἀντίοχος εἴασε, σφετεριζο‐ μένου τὴν βασιλείαν, Λυσίας ὁ στρατηγὸς καὶ Ἀν‐ | |
10 | τίοχος γνόντες τοῦτο τοῖς πολιορκουμένοις ἐσπεί‐ σαντο ὥστε αὐτοὺς τοῖς πατρῴοις κεχρῆσθαι νόμοις. εἰσδεχθεὶς οὖν εἰς τὴν πόλιν Ἀντίοχος καὶ ἰδὼν τὸν ναὸν ὀχυρώτατον, τοὺς ὅρκους ἠθέτησε καὶ τὸ τεῖχος κατέσκαψε· καὶ οὕτως ὑπέστρεψε, καὶ τὸν ἀρχιερέα | |
15 | Ὀνίαν ἐπαγόμενος, ὃς καὶ Μενέλαος ἐκαλεῖτο, ὡς πείσαντα τὸν πατέρα αὐτοῦ τοὺς Ἰουδαίους βιάζε‐ σθαι παραβῆναι τὰ ἔθη τὰ πάτρια καὶ πολλῶν κα‐ κῶν γενόμενον αἴτιον. ὃν καὶ πέμψας εἰς Βέρροιαν τῆς Συρίας διέφθειρεν, ἔτη δέκα τῆς ἀρχιερωσύνης | |
20 | κρατήσαντα, γεγονότα δὲ ἀσεβῆ. ἀρχιερεὺς δὲ γέγο‐ νεν Ἄλκιμος, ὃς καὶ Ἰωακεὶμ ἐκαλεῖτο. ὁ δ’ Ἀντίο‐ χος πολεμήσας πρὸς Φίλιππον καὶ χειρωσάμενος αὐτὸν ἔκτεινεν. ἰδὼν δὲ ὁ τοῦ ἀρχιερέως [Σίμωνος τοῦ δι‐ καίου] υἱὸς Ὀνίας, ὃν παιδίον ὁ πατὴρ τελευτῶν, ὡς | |
25 | εἴρηται, καταλέλοιπεν, ὅτι τὴν ἀρχιερωσύνην Ἀλ‐ κίμῳ δέδωκεν ὁ Ἀντίοχος, μὴ τῷ γένει τῷ τῶν ἀρ‐ χιερέων προσήκοντι, φεύγει πρὸς Πτολεμαῖον εἰς Αἴγυπτον· καὶ τιμηθεὶς λαμβάνει τόπον ἐν τῷ Ἡλι‐ ουπολίτῃ νομῷ, καὶ ἱερὸν ἐκεῖ ᾠκοδόμησε τῷ ἐν Ἱε‐ | |
30 | ροσολύμοις παρεμφερές. Δημήτριος δὲ φυγὼν ἐκ Ῥώμης ὁ Σελεύκου υἱός, | |
καὶ καταντήσας τῆς Συρίας εἰς Τρίπολιν, τόν τε | 321 in vol. 1 | |
1.322 | Ἀντίοχον καὶ τὸν Λυσίαν συλλαβὼν καὶ ἄμφω διέ‐ φθειρεν, ἐπὶ δύο ἐνιαυτοὺς τοῦ Ἀντιόχου βασιλεύ‐ σαντος. τούτῳ τῷ Δημητρίῳ ὁ ἀρχιερεὺς Ἄλκιμος προσελθών, καὶ τῶν Ἰουδαίων πολλοὶ φυγάδες καὶ | |
5 | πονηροί, κατηγόρουν Ἰούδα τοῦ Μακκαβαίου καὶ τοῦ ἔθνους παντὸς ὡς τοὺς αὐτοῦ φίλους ἀπεκτονότων. ὁ δὲ παροξυνθεὶς πέμπει Βακχίδην αὐτῷ οἰκειότατον μετὰ μεγίστης δυνάμεως, ἐντειλάμενος αὐτῷ κτεῖναι καὶ τὸν Ἰούδαν καὶ τοὺς σὺν αὐτῷ. ὃς εἰς τὴν Ἰου‐ | |
10 | δαίαν ἐλθὼν ἔπεμψε πρὸς τὸν Ἰούδαν καὶ τοὺς αὐτοῦ ἀδελφούς, ἐπὶ εἰρήνην αὐτοὺς καλῶν. οἱ δὲ οὐκ ἐπίστευσαν αὐτῷ. τινὲς δὲ τῶν τοῦ δήμου λαβόντες ὅρκους παρὰ Βακχίδου προσῆλθον αὐτῷ· ὃς τῶν ὅρ‐ κων καταφρονήσας ἑξήκοντα τούτων ἀπέκτεινε καὶ | |
15 | οὕτω τῶν λοιπῶν τὴν ὁρμὴν τοῦ αὐτῷ προσιέναι ἀνέ‐ κοψε. τοῖς δ’ ἐν τῇ χώρᾳ πᾶσι προσέταξεν ὑπακούειν τοῦ ἀρχιερέως Ἀλκίμου. καὶ ταῦτα διαπραξάμενος εἰς Ἀντιόχειαν ἐπανῆλθε. Ἄλκιμος δὲ πρὸς χάριν ὁμιλῶν ἑκάστῳ, καὶ πάντας ὑποποιούμενος, ταχὺ | |
20 | πολλὴν συνέλεξε δύναμιν, ὧν οἱ πλείους ἐκ τῶν φυ‐ γάδων ἦσαν καὶ ἀσεβῶν, δι’ ὧν τοὺς τὰ Ἰούδα φρο‐ νοῦντας ἐκτίννυε· καὶ Ἰούδας δ’ ἑτέρωθεν τοὺς τὰ Ἀλκίμου πράττοντας διέφθειρεν· ὁ δὲ τὸν Δημήτριον κατὰ τοῦ Ἰούδα ἠρέθιζε. πέμπει τοίνυν αὖθις ὁ βα‐ | |
25 | σιλεὺς Νικάνορα μετὰ μεγίστης χειρός, ἐντειλάμενος τοῦ ἔθνους μὴ φείσασθαι. κἀκεῖνος ἀπελθὼν δόλῳ κατασχεῖν ἐπεχείρησε τὸν Ἰούδαν καὶ πρὸς εἰρήνην προεκαλεῖτο αὐτόν· ὁ δὲ πίστεις δοὺς καὶ λαβὼν τὸν Νικάνορα μετὰ τῆς δυνάμεως εἰσεδέξατο. καὶ ἀσπα‐ | |
30 | σάμενος αὐτὸν ὁ Νικάνωρ καὶ προσομιλῶν σημεῖον τοῖς ἑαυτοῦ δέδωκε συλλαβεῖν τὸν Ἰούδαν. γνοὺς | |
δὲ τὴν ἐπιβουλὴν ὁ ἀνὴρ πρὸς τοὺς Ἰουδαίους ἐκπη‐ | 322 in vol. 1 | |
1.323 | δήσας ἐξέφυγε. γνωσθείσης δὲ τῆς ἐνέδρας φανερὰν μάχην συνεκρότησεν ὁ Νικάνωρ, καὶ νενίκηκεν. ἐν‐ τεῦθεν Ἰούδας εἰς τὴν τῶν Ἱεροσολύμων ἀκρόπολιν κατέφυγε. Νικάνωρ δὲ ἠπείλησε τῷ λαῷ, εἰ μὴ πα‐ | |
5 | ραδῴη αὐτῷ τὸν Ἰούδαν, καταβαλεῖν τὸν ναόν. ὁ δὲ Ἰούδας τοῖς μετ’ αὐτοῦ χιλίοις οὖσι διαλεχθεὶς πα‐ ρώρμησε σφᾶς εἰς ἀλκήν, καὶ συμβαλὼν τοῖς πολε‐ μίοις ἐνίκησε, πολλῶν πεσόντων καὶ αὐτοῦ τοῦ Νι‐ κάνορος· οἱ δὲ λοιποὶ ἔφευγον, καὶ πάντες ἐφθάρησαν | |
10 | καταλαμβανόμενοι. καὶ οὕτω πρὸς ὀλίγον Ἰουδαῖοι ἐκ τῶν πολέμων ἀνεπαύσαντο. Τοῦ δὲ ἀρχιερέως Ἀλκίμου τοῦ καὶ Ἰωακεὶμ θεη‐ λάτῳ βληθέντος πληγῇ καὶ οὕτω τὴν ζωὴν ἀπορρή‐ ξαντος μετὰ ἔτη τέσσαρα τοῦ ἀρχιερατεῦσαι, τῷ Ἰούδᾳ | |
15 | τὴν ἀρχιερωσύνην ἀπένειμεν ὁ λαός. ἀκούσας δὲ ὁ Ἰούδας μέγα δύνασθαι τοὺς Ῥωμαίους, καὶ χειρώσα‐ σθαι Γαλάτας καὶ Ἴβηρας καὶ Καρχηδονίους καὶ Λί‐ βυας καὶ τὴν Ἑλλάδα πᾶσαν καὶ τοὺς βασιλεῖς Περ‐ σέα καὶ Φίλιππον καὶ Ἀντίοχον, ἔπεμψε φιλίαν | |
20 | αἰτῶν, καὶ Δημητρίῳ γράψαι ἠξίου μὴ πολεμεῖν Ἰου‐ δαίοις. ἡ δὲ σύγκλητος καὶ φιλίαν ὡμολόγησε καὶ συμμαχεῖν Ἰουδαίοις κατένευσε. Δημήτριος δὲ τὸν θάνατον μαθὼν τοῦ Νικάνορος καὶ τῆς στρατιᾶς τὴν ἀπώλειαν, πάλιν τὸν Βακχίδην ἀπέστειλεν. ὁ δὲ | |
25 | πρὸς τὸν Ἰούδαν ἠπείγετο, ἐστρατοπεδευκότα ἔν τινι κώμῃ μετὰ χιλίων. οἳ τὸ μετὰ Βακχίδου δείσαντες στράτευμα, συνεβούλευον αὐτῷ ἀναχωρεῖν καὶ σώ‐ ζεσθαι. ὡς δ’ ἐκεῖνος “μὴ τοῦτο” εἶπεν “ἴδοι γινό‐ μενον ἥλιος ὥστε με νῶτα δοῦναι τοῖς ἐναντίοις,” | |
30 | πολλοὶ τῶν μετ’ αὐτοῦ ἔφυγον. συμβαλὼν δὲ τῷ | 323 in vol. 1 |
1.324 | Βακχίδῃ μέχρι πολλοῦ ἀγχωμάλως ἐμάχετο, περὶ δέ γε δυσμὰς ἐπιβρίσας μετὰ τῶν εὐψυχοτάτων ἐν τῷ δεξιῷ κέρατι, ὅπου καὶ ὁ Βακχίδης ἦν, τὴν φάλαγγα διασπᾷ καὶ ἐτρέψατο εἰς φυγήν. ἐπελθόντες δ’ οἱ | |
5 | κατὰ τὸ εὐώνυμον ἐκύκλωσαν τὸν Ἰούδαν. ὁ δὲ στὰς ἐμάχετο μετὰ τῶν σὺν αὐτῷ, καὶ πολλοὺς κτείνας τέλος καὶ αὐτὸς ἔπεσεν· οὗ πεσόντος οἱ σὺν αὐτῷ ἔφυγον. ἐπὶ τρίτον δ’ ἔτος τῇ ἀρχιερωσύνῃ ἐμπρέ‐ ψας, καὶ γενναῖος ἀνὴρ γεγονώς, καὶ ὑπὲρ τῆς ἐλευ‐ | |
10 | θερίας τοῦ ἔθνους πάντα καὶ δρᾶσαι καὶ παθεῖν ἕτοι‐ μος γεγονώς, ἀπέθανε. Θανόντος δ’ ἐκείνου τοῖς ἀσεβήσασι τῶν Ἰου‐ δαίων καὶ παραβεβηκόσι τὰ πάτρια τὴν τῆς χώρας ἐπιμέλειαν ὁ Βακχίδης ἀνέθετο. οἱ δὲ παντοίως τοὺς | |
15 | ὁμοφύλους ἐκάκουν, καὶ τοὺς Ἰούδα ὁμόφρονας συλ‐ λαμβάνοντες τῷ Βακχίδῃ προσῆγον, καὶ ὃς αἰκίζων αὐτοὺς πρότερον εἶτα διέφθειρεν. οἱ οὖν περίλοιποι τῶν ἑταίρων Ἰούδα Ἰωνάθην τὸν ἀδελφὸν ἐκείνου πείσαντες τῶν Ἰουδαίων ἀποδεικνύουσι στρατηγόν. | |
20 | καὶ ὁ Βακχίδης ἀποκτεῖναι δόλῳ τὸν Ἰωνάθην ἐζή‐ τει· ὁ δὲ μετὰ τοῦ ἀδελφοῦ Σίμωνος καὶ τῶν ἑταί‐ ρων εἰς ἔρημον ἔφυγε. καὶ ἐπ’ αὐτοὺς ὁ Βακχίδης ὡρμήκει· ὁ δ’ Ἰωνάθης τὸν ἀδελφὸν Ἰωάννην πρὸς τοὺς Ναβαταίους Ἄραβας ἔπεμψεν, ἦσαν γὰρ φίλοι, | |
25 | παραθησόμενον αὐτοῖς τὴν ἀποσκευήν. ἀπιόντα δὲ τοῦτον οἱ Ἀμαραίου παῖδες λοχήσαντες κτείνουσι σὺν τοῖς ἑπομένοις καὶ τὰ κομιζόμενα διηρπάκασι. Βακ‐ χίδης δὲ ἐν σαββάτῳ τῷ Ἰωνάθαν ἐπῆλθεν ὡς τάχα διὰ τὸν νόμον μὴ μαχουμένῳ. ὁ δὲ περὶ ψυχῶν εἶναι | |
30 | φήσας τὸν κίνδυνον, ἀντετάξατο, καὶ πολλοὺς ἀπο‐ κτείνας καὶ κατὰ Βακχίδου ὁρμήσας ὡς πλήξων αὐ‐ | |
τόν, καὶ ἀποτυχών, εἰς τὸν ποταμὸν ἥλατο μετὰ τῶν | 324 in vol. 1 | |
1.325 | ἑταίρων καὶ διενήξατο. καὶ ὁ Βακχίδης εἰς τὴν ἐν Ἱεροσολύμοις ἄκραν ὑπέστρεψε, καὶ τῶν πρώτων τῆς Ἰουδαίας παῖδας ὁμήρους λαβὼν εἰς τὴν ἄκραν ἐνέ‐ κλεισεν. Ἰωνάθῃ δ’ ἐμέλησε τὸν φόνον τιμωρῆσαι | |
5 | τοῦ ἀδελφοῦ Ἰωάννου. γάμον οὖν τῶν τοῦ Ἀμαραίου παίδων τελούντων, καὶ ἐκ πόλεως εἰς ἑτέραν τὸν νυμφίον καὶ τὴν νύμφην ἀγόντων μετὰ πολυτελοῦς προπομπῆς, ἐνεδρεύσας ἐκεῖνος ἐν ὄρει μετὰ τῶν περὶ αὐτὸν ἐπιτίθεται τοῖς ἐν τῇ πομπῇ, καὶ διέφθει‐ | |
10 | ρεν ἅπαντας, καὶ ἃ ἔφερον διήρπασε ξύμπαντα. διῆ‐ γον δ’ Ἰωνάθης καὶ Σίμων μετὰ τῶν περὶ αὐτοὺς εἰς τὰ ἕλη τοῦ ποταμοῦ. Βακχίδης δὲ φρουρὰν εἰς Ἰου‐ δαίαν καταλιπὼν πρὸς τὸν Δημήτριον ἐπανῆλθεν. ἠρεμοῦντος δ’ ἔκτοτε τοῦ ἔθνους ἐπ’ ἔτη δύο, Ἰω‐ | |
15 | νάθης καὶ οἱ περὶ αὐτὸν σὺν ἀδείᾳ ἐν τῇ χώρᾳ διέ‐ τριβον. οἱ οὖν ἀσεβήσαντες Ἰουδαῖοι πρὸς τὸν βασι‐ λέα Δημήτριον πέμπουσι, δηλοῦντες ἀπόνως τὸν Ἰω‐ νάθαν, εἰ πεμφθείη τις ἐπ’ αὐτόν, συλληφθήσεσθαι. καὶ πέμπει τὸν Βακχίδην ὁ βασιλεύς. ὁ δὲ εἰς τὴν | |
20 | Ἰουδαίαν ἐλθὼν καὶ συλλαβέσθαι τὸν Ἰωνάθαν καί‐ τοι σπουδάσας οὐχ οἷός τε ὤν, πεντήκοντα ἐκ τῶν περὶ Ἰωνάθαν τῷ βασιλεῖ τὴν ἀναφορὰν ποιησάντων τοὺς προκρίτους ὡς ψευσαμένους ἀπέκτεινεν. Ἰωνά‐ θης δὲ καὶ Σίμων καὶ οἱ περὶ αὐτοὺς εἰς τὴν ἔρημον | |
25 | ἀνεχώρησαν, ἔνθα πύργους οἰκοδομήσας προσέμενε. καὶ ὁ Βακχίδης ἐλθὼν ἐπολιόρκει αὐτόν. Ἰωνάθης δὲ τὸν ἀδελφὸν ἐκεῖ λιπὼν Σίμωνα, αὐτὸς λάθρᾳ ἐξελθὼν καὶ πολλοὺς ἐκ τῆς χώρας συναγαγὼν νύ‐ κτωρ τῷ Βακχίδῃ καὶ τῇ αὐτοῦ προσέβαλε στρατιᾷ. | |
30 | καὶ πολλοὺς μὲν αὐτὸς ἀνεῖλε, πολλοὺς δὲ καὶ ὁ Σί‐ μων, ὑπεξελθὼν κἀκεῖνος ἀπὸ τῶν ἐρυμάτων, ἐμ‐ | |
πρήσαντες καὶ τὰς πολιορκητικὰς μηχανάς. ἀθυμήσας | 325 in vol. 1 | |
1.326 | δὲ διὰ ταῦτα ὁ Βακχίδης ἤθελεν ἀναζεῦξαι, ἐζήτει δ’ αἰτίαν τῆς ἀναζυγῆς εὐπρεπῆ. καὶ ὁ Ἰωνάθης τοῦτο μαθὼν πρεσβεύεται περὶ φιλίας, ἵνα ἑκάτεροι ἀλλήλοις ἀντιδῶσιν οὓς εἶχον αἰχμαλώτους. δεξάμε‐ | |
5 | νος οὖν τὴν πρεσβείαν ὁ Βακχίδης σπένδεται. καὶ ὤμοσαν μηκέτι κατ’ ἀλλήλων στρατεύειν, καὶ τοὺς αἰχμαλώτους ἠλλάξαντο. καὶ ὁ μὲν Βακχίδης ὑπο‐ στρέψας οὐκέτι κατὰ τῆς Ἰουδαίας ἐπῆλθεν, ὁ δ’ Ἰω‐ νάθης ἀδείας τυχὼν τὰ τῶν ὁμοεθνῶν διίθυνε πράγ‐ | |
10 | ματα ἐκόλαζέ τε τοὺς ἀσεβήσαντας. Ἀλέξανδρος δὲ τοῦ Ἐπιφανοῦς Ἀντιόχου υἱὸς τὴν Πτολεμαΐδα ἐκ προδοσίας παρειληφὼς ἐτάραξε τὸν Δημήτριον, ὥστε καὶ τὰς δυνάμεις ἀθροίζειν καὶ πέμ‐ ψαι πρὸς Ἰωνάθην περὶ εὐνοίας καὶ συμμαχίας. ἐπέ‐ | |
15 | τρεπέ τε αὐτῷ στράτευμα συνιστᾶν, καὶ οὓς ἐν τῇ ἄκρᾳ κατέκλεισεν ὁ Βακχίδης παῖδας ὡς ὁμηρεύοντας παρεχώρει ἀπολαβεῖν. δεξάμενος οὖν τὴν ἐπιστολὴν Ἰωνάθης τοῦ βασιλέως εἰς Ἱεροσόλυμα παραγέγονε, καὶ ταύτην εἰς ἐπήκοον τοῦ λαοῦ καὶ τῶν φυλάκων | |
20 | ἀνέγνω, καὶ τοὺς παῖδας λαβὼν ἐκ τῆς ἀκροπόλεως τοῖς γονεῦσιν ἀπέδωκεν ἑκάστῳ τὸν ἴδιον, καὶ αὐ‐ τὸς ἐν Ἱεροσολύμοις διέτριβε καινίζων τὴν πόλιν καὶ τὰ τείχη αὐτῆς ἀνοικοδομῶν. γράφει δὲ καὶ Ἀλέξαν‐ δρος Ἰωνάθῃ, εἰς συμμαχίαν καλῶν αὐτὸν καὶ φίλον | |
25 | ποιούμενος καὶ τὴν ἀρχιερωσύνην αὐτῷ παρασχὼν καὶ δῶρα πεπομφώς. ὁ δὲ δεξάμενος τὴν ἐπιστολὴν τὴν ἀρχιερατικὴν στολὴν περιβάλλεται κατὰ τὴν τῆς σκηνοπηγίας ἑορτήν, τεσσάρων ἐκμετρηθέντων ἐνι‐ αυτῶν ἐξ ὅτου τέθνηκεν Ἰούδας ὁ ἀδελφὸς αὐτοῦ, | |
30 | δύναμίν τε συνήγαγε καὶ ὅπλα ἡτοίμασε. συμμίξας | 326 in vol. 1 |
1.327 | δὲ τῷ Δημητρίῳ Ἀλέξανδρος νικᾷ, τοῦ Δημητρίου εἰς τέλμα βαθὺ ἐμπεσόντος μετὰ τοῦ ἵππου καὶ δυσ‐ εκπόρευτον, ἔνθα περιστάντων τῶν πολεμίων αὐτὸν κατατρωθεὶς ἔπεσε, πολλοὺς καὶ αὐτὸς ἀνελών. ἔτη | |
5 | δὲ ἐβασίλευσεν ἕνδεκα. Τὴν δὲ τῆς Συρίας παραλαβὼν βασιλείαν Ἀλέ‐ ξανδρος τὴν τοῦ Πτολεμαίου τοῦ Φιλομήτορος θυγα‐ τέρα ἑαυτῷ εἰς γυναῖκα μνηστεύεται. καὶ τῶν γάμων τελουμένων ἔγραψεν Ἰωνάθῃ εἰς Πτολεμαΐδα παρα‐ | |
10 | γενέσθαι. ἀφικόμενος δ’ ἐτιμήθη καὶ παρὰ Πτολε‐ μαίου καὶ παρὰ Ἀλεξάνδρου. Δημητρίου δὲ τοῦ υἱοῦ τοῦ τελευτήσαντος Δημητρίου καταπλεύσαντος ἐκ Κρήτης εἰς Κιλικίαν μετὰ βαρείας δυνάμεως, ἐνα‐ γώνιος ἦν ὁ Ἀλέξανδρος, καὶ ὁ μὲν εἰς Ἀντιόχειαν | |
15 | ἔσπευσεν ἀσφαλισόμενος τὰ ἐκεῖ, τῆς δὲ Συρίας ἐπί‐ τροπον Ἀπολλώνιον τὸν Δάον κατέλιπεν. ὃς πρὸς Ἰωνάθην στείλας ἄδικον ἔλεγεν εἶναι μόνον αὐτὸν μὴ ὑπείκειν τῷ βασιλεῖ, καὶ πρὸς μάχην προεκαλεῖτο αὐτόν, καὶ εἰς ἀνανδρίαν τὸ ἔθνος ὠνείδιζε. τούτοις | |
20 | παροξυνθεὶς ὁ ἀρχιερεὺς συνάπτει πρὸς Ἀπολλώνιον πόλεμον, καὶ νικᾷ καὶ πολλοὺς τῶν ἐναντίων ἀναι‐ ρεῖ καὶ πόλεις τῆς Συρίας αἱρεῖ, καὶ μετὰ λείας πολ‐ λῆς ἀναζεύγνυσιν εἰς Ἱεροσόλυμα. ὁ δὲ βασιλεὺς Ἀλέξανδρος ταῦτα μαθὼν πέμπει πρὸς Ἰωνάθαν, χαί‐ | |
25 | ρειν λέγων ἐπὶ τῇ ἥττῃ Ἀπολλωνίου, ὡς παρὰ γνώ‐ μην αὐτοῦ μαχεσαμένου αὐτῷ φίλῳ καὶ συμμάχῳ ὄντι. ὅ γε μὴν Πτολεμαῖος ὁ Φιλομήτωρ πρὸς συμ‐ μαχίαν ἀπιὼν Ἀλεξάνδρου σὺν δυνάμει ναυτικῇ καὶ πεζῇ, καὶ εἰς Πτολεμαΐδα γενόμενος, μικροῦ ἂν ἐκιν‐ | |
30 | δύνευσε, τοῦ Ἀλεξάνδρου αὐτῷ διά τινος τῶν φίλων Ἀμμωνίου ἐπιβουλεύσαντος. διαδρὰς δὲ τὴν ἐπιβου‐ | |
λήν, ᾔτει πρὸς κόλασιν τὸν Ἀμμώνιον· οὐκ ἐξεδίδου | 327 in vol. 1 | |
1.328 | δὲ αὐτὸν ὁ Ἀλέξανδρος. ὅθεν γνοὺς ὁ Πτολεμαῖος συνίστορα τῆς ἐπιβουλῆς τὸν Ἀλέξανδρον, τῆς τε συμμαχίας ἀπέσχετο καὶ τὴν ἀγχιστείαν διέλυσε. τὴν γὰρ θυγατέρα ἀποσπάσας αὐτοῦ διαπέμπεται πρὸς | |
5 | Δημήτριον, συμμαχήσειν αὐτῷ ὑπισχνούμενος καὶ συζεῦξαι τὴν θυγατέρα καὶ εἰς τὴν πατρῴαν βασι‐ λείαν ἐγκαθιδρῦσαι. καὶ ὁ Δημήτριος ἀσμένως τὸν γάμον καὶ τὴν συμμαχίαν προσίεται. Πτολεμαίῳ δὲ σπούδασμα ἦν πεῖσαι τοὺς Ἀντιοχεῖς δέξασθαι τὸν | |
10 | Δημήτριον. καὶ ἤνυσε ῥᾳδίως τὸ σπουδαζόμενον, τῶν Ἀντιοχέων μισούντων τὸν Ἀλέξανδρον διά τε τὸν πατέρα αὐτοῦ παρανομήσαντα εἰς αὐτοὺς καὶ διὰ τὸν Ἀμμώνιον· οἳ ταχέως αὐτὸν ἐκ τῆς Ἀντιοχείας ἐξέβαλον. καὶ ὁ μὲν ἐκβληθεὶς ἐκεῖθεν εἰς Κιλικίαν | |
15 | ἧκεν, οἱ δ’ Ἀντιοχεῖς βασιλέα τὸν Πτολεμαῖον ἀνέ‐ δειξαν, καὶ δύο περιθέσθαι ἠνάγκασαν διαδήματα, ἅτε δὴ τῆς Συρίας καὶ τῆς Αἰγύπτου ἄρχοντα. ὁ δὲ λογίσασθαι τὰ μέλλοντα οἷός τε ὢν διὰ σύνεσιν, ἵνα μὴ δόξῃ τοῖς Ῥωμαίοις ἤδη μέγα δυναμένοις ἐπίφθο‐ | |
20 | νος, πείθει τοὺς Ἀντιοχεῖς δέξασθαι τὸν Δημήτριον. τοῦ δὲ Ἀλεξάνδρου κατὰ τῆς Συρίας ἐπιόντος σὺν πολλῇ στρατιᾷ καὶ τὴν τῶν Ἀντιοχέων χώραν δῃώ‐ σαντος, ὁ Πτολεμαῖος σὺν Δημητρίῳ, ἤδη αὐτῷ τὴν θυγατέρα γαμικῶς ἁρμοσάμενος, ἐστράτευσεν ἐπ’ αὐ‐ | |
25 | τόν. καὶ ὁ μὲν Ἀλέξανδρος ἡττηθεὶς εἰς Ἀραβίαν προσπέφευγεν, ὁ δέ γε Πτολεμαῖος ἐκ τοῦ ἵππου ἐκ‐ πεπτωκὼς δι’ ἐλέφαντος βοὴν ταραχθέντος καὶ ἀπο‐ σεισαμένου αὐτόν, πολλὰ κατὰ τῆς κεφαλῆς ἐδέξατο τραύματα τῶν πολεμίων περιστάντων αὐτόν, μόλις | |
30 | δ’ ὑπὸ τῶν σωματοφυλάκων ἐξαρπασθεὶς ἐφ’ ἡμέρας ἔκειτο τέσσαρας, μήτε συνιεὶς μήτε μέντοι φθεγγό‐ | |
μενος. ἀνενεγκὼν δὲ τῇ πέμπτῃ τῶν ἡμερῶν, καὶ | 328 in vol. 1 | |
1.329 | τὴν Ἀλεξάνδρου δεξάμενος κεφαλὴν παρὰ τοῦ τῶν Ἀράβων δυνάστου πεμφθεῖσαν αὐτῷ, καὶ ἡδυνθεὶς ἐπὶ τῇ ἐκείνου φθορᾷ, καὶ αὐτὸς μετὰ μικρὸν ἐτε‐ λεύτησε. | |
5 | Παραλαβὼν δὲ τὴν τῆς Ἀσίας βασιλείαν Δημή‐ τριος ὁ Νικάνωρ μετὰ Ἀλέξανδρον ἔτη βασιλεύσαντα πέντε, ἤρξατο διαφθείρειν τὸ τοῦ Πτολεμαίου στρα‐ τιωτικόν, τῆς τε συγγενείας καὶ τῆς συμμαχίας ἀμνη‐ μονήσας. οἱ μὲν οὖν στρατιῶται τὴν πεῖραν ἐκείνου | |
10 | διακρουσάμενοι εἰς Ἀλεξάνδρειαν ἀνεχώρησαν, τῶν δ’ ἐλεφάντων ἐκράτησεν. Ἰωνάθης δὲ ὁ ἀρχιερεὺς ἐπολιόρκει τὴν τῶν Ἱεροσολύμων ἀκρόπολιν, ἔχουσαν ἔνδον Μακεδόνας φρουροὺς καὶ τῶν ἀσεβησάντων Ἰουδαίων τινάς· ὧν τινες νυκτὸς ἐξελθόντες τῷ Δη‐ | |
15 | μητρίῳ τὴν πολιορκίαν ἀπήγγειλαν. καὶ ὃς ἧκε σὺν δυνάμει πρὸς Ἰωνάθην, καὶ ἐν Πτολεμαΐδι γενόμε‐ νος γράφει αὐτῷ πρὸς αὐτὸν ἀφικέσθαι. ὁ δὲ τὴν πολιορκίαν οὐκ ἔπαυσε, τοὺς ἱερεῖς δὲ καὶ τοὺς τοῦ λαοῦ πρεσβυτέρους παραλαβὼν καὶ χρήματα πολλὰ | |
20 | κομίζων ἧκε πρὸς τὸν Δημήτριον. καὶ τούτοις αὐτὸν θεραπεύσας ἐτιμήθη παρ’ αὐτοῦ καὶ τὴν ἀρχιερωσύ‐ νην ἐβεβαιώσατο. Ὡς δὲ μή τινος ἐπικειμένου πολέμου τὸν μισθὸν τῶν στρατιωτῶν ἠλάττωσεν ὁ Δημήτριος, κἀντεῦθεν | |
25 | ἦν αὐτοῖς μισητός, γνοὺς τὸ πρὸς αὐτὸν μῖσος Ἀλε‐ ξάνδρου τις στρατηγὸς Τρύφων ἐπικληθείς, πρὸς Μάλχον τὸν Ἄραβα παραγίνεται, καὶ τὸν παῖδα τοῦ Ἀλεξάνδρου Ἀντίοχον τρεφόμενον παρ’ αὐτῷ ἐζήτει, λέγων ἀποκαταστήσειν αὐτῷ τὴν πατρῴαν ἀρχήν· | |
30 | καὶ ὃς δίδωσι. Δημήτριος δὲ πρὸς Ἰωνάθην στείλας | 329 in vol. 1 |
1.330 | συμμαχίαν ἐζήτει, πολλὰς αὐτῷ ἐπαγγελλόμενος χά‐ ριτας. πέμπει τοίνυν αὐτῷ τρισχιλίους, δι’ ὧν ἐπα‐ ναστάντας αὐτῷ τοὺς Ἀντιοχεῖς δι’ ἀπέχθειαν, ἣν ἔτρεφον ὅτι κακῶς ἔπασχον ὑπ’ αὐτοῦ, ἐτρέψατο, καὶ | |
5 | τὴν πόλιν ἐνέπρησε καὶ πολλοὺς αὐτῶν ἔκτεινε, μέ‐ χρις ἐβιάσθησαν ἀποθέσθαι τὰ ὅπλα καὶ ἑαυτοὺς αὐτῷ παραδοῦναι. ἡ μὲν οὖν στάσις οὕτως ἐπαύθη, ὁ δὲ τοὺς Ἰουδαίους ἀνέπεμψε πρὸς Ἰωνάθην, αὐτοῖς μὲν δωρησάμενος, ἐκείνῳ δὲ χάριτας ὁμολογῶν. ὕστε‐ | |
10 | ρον δὲ καὶ τὰς ὑποσχέσεις ἐψεύσατο, καὶ πόλεμον ἠπείλησεν αὐτῷ. καὶ ἤγαγεν ἂν εἰς ἔργον τὰς ἀπει‐ λάς, εἰ μὴ Τρύφων ἐκ τῆς Ἀραβίας εἰς τὴν Συρίαν ἐπανελθὼν τῷ Ἀντιόχῳ μειρακίῳ τότε τυγχάνοντι διάδημα περιέθετο, καὶ πόλεμον πρὸς τὸν Δημήτριον | |
15 | συνεκρότησε, προσχωρησάντων αὐτῷ τῶν στρατιω‐ τῶν ὅσοι διὰ τὴν μείωσιν τοῦ μισθώματος καταλε‐ λοίπασι τὸν Δημήτριον. ἐπικρατέστερος οὖν ὁ Τρύ‐ φων ἐν τῇ μάχῃ γενόμενος καὶ τὴν Ἀντιόχειαν λαμ‐ βάνει καὶ τοὺς ἐλέφαντας. ὁ δὲ Δημήτριος εἰς Κιλικίαν | |
20 | ἀπῆλθε, καὶ ὁ παῖς Ἀντίοχος εἰς συμμαχίαν τὸν Ἰω‐ νάθην μετεκαλέσατο. ὁ δὲ φίλος εἶναι καὶ σύμμαχος ὡμολόγει, καὶ πολεμήσειν τῷ Δημητρίῳ κατέθετο, καὶ ὥρμησε πρὸς ἔργον εὐθύς. καὶ πρῶτον πόλεις πολλὰς προσχωρῆσαι τῷ Ἀντιόχῳ πεποίηκεν ἀποστά‐ | |
25 | σας τοῦ Δημητρίου, εἶτα τὸν ἀδελφὸν Σίμωνα ἐν τῇ Ἰουδαίᾳ καταλιπὼν κατὰ τῶν τοῦ Δημητρίου ἐχώ‐ ρησε στρατηγῶν. καὶ ὁ Σίμων Βέσουρα ἐπολιόρκει, τῆς Ἰουδαίας χωρίον ὑπὸ τῶν τοῦ Δημητρίου κατε‐ χόμενον, οἳ τῇ πολιορκίᾳ στενοχωρηθέντες, πίστεις | |
30 | λαβόντες ἐξέλιπον τὸ χωρίον· καὶ φρουρὰν ἰδίαν ὁ Σίμων κατέστησεν ἐν αὐτῷ. Ἰωνάθης δὲ τοῖς στρα‐ | |
τηγοῖς συμμίξας τοῦ Δημητρίου εἰς φυγήν τε αὐτοὺς | 330 in vol. 1 | |
1.331 | τρέπεται καὶ περὶ δισχιλίους ἀνελὼν ὑπέστρεψεν εἰς Ἱεροσόλυμα. καὶ εἰς Ῥώμην πρεσβείαν ἐποιήσατο, τὴν προτέραν φιλίαν ἣν πρὸς τὸ ἔθνος εἶχον ἀνανεώ‐ σασθαι. οἱ δὲ τῆς βουλῆς τὰ πρότερον ἐψηφισμένα | |
5 | καὶ αὖθις ἐκύρωσαν. ἐπανερχόμενοι δὲ οἱ πρέσβεις καὶ εἰς τὴν Σπάρτην ἀφίκοντο, καὶ τοῦτο ἐντεταλ‐ μένον ἔχοντες παρὰ τοῦ Ἰωνάθου. καὶ οἱ Σπαρτιᾶ‐ ται δὲ τοὺς πρεσβευτὰς φιλοφρόνως προσήκαντο, καὶ ψήφισμα περὶ φιλίας καὶ συμμαχίας πρὸς Ἰουδαίους | |
10 | ἔθεντο. τοῦ Δημητρίου μέντοι οἱ στρατηγοὶ τὴν ἧτ‐ ταν ἀναμαχέσασθαι σπεύδοντες μετὰ δυνάμεως πλεί‐ ονος ἦλθον κατὰ τοῦ Ἰωνάθου. ὁ δὲ αὐτοῖς ὀξέως ἀπήντησεν. ἀποδειλιάσαντες δὲ πρὸς φανερὰν μά‐ χην ἀντικαταστῆναι αὐτῷ, νυκτὸς ἔφυγον. μεθ’ | |
15 | ἡμέραν δὲ γνοὺς τὴν φυγὴν Ἰωνάθης, ἐπεδίωξε μέν, οὐ κατέλαβε δέ· ἀλλ’ εἰς Ἀραβίαν ἐλθὼν καὶ τοῖς Ναβατηνοῖς ἐπελθὼν καὶ λείαν ἐκεῖθεν ἀπελάσας πολλὴν καὶ αἰχμαλώτους λαβὼν ἐπανῆλθε. συναγα‐ γὼν δὲ τὸν λαὸν συνεβούλευε τὰ τείχη τῶν Ἱεροσο‐ | |
20 | λύμων ἀνακαινίσαι καὶ ἀνορθῶσαι ὅσον τοῦ περιβό‐ λου τοῦ ἱεροῦ καθῄρητο. καὶ ἀρεσάσης πᾶσι τῆς συμβουλῆς, αὐτὸς μὲν ἔργου εἴχετο, τὸν δὲ ἀδελφὸν Σίμωνα ἔπεμψε τὴν χώραν ἀσφαλισόμενον. Ὁ δέ γε Δημήτριος εἰς Μεσοποταμίαν ἧκεν ὡς | |
25 | τὴν Βαβυλῶνα καὶ τὰς ἄνω σατραπείας παραληψό‐ μενος. οἱ γὰρ ταύτας κατοικοῦντες Ἕλληνες καὶ Μα‐ κεδόνες παραδώσειν ἑαυτοὺς αὐτῷ ἐπηγγέλλοντο καὶ συγκαταπολεμήσειν Ἀρσάκην τὸν Πάρθων βασιλέα. καὶ ἐδέξαντο τοίνυν αὐτόν. καὶ τῷ Ἀρσάκῃ συμβα‐ | |
30 | λὼν τὴν ἅπασαν ἀπέβαλε στρατιὰν καὶ αὐτὸς ἐλήφθη. Τρύφων δὲ γνοὺς τοιαῦτα τὰ περὶ τὸν Δημήτριον, | |
ἐπεβούλευεν Ἀντιόχῳ, ἀποκτεῖναι αὐτὸν μελετῶν καὶ | 331 in vol. 1 | |
1.332 | τὴν ἀρχὴν σφετερίσασθαι. ἐδεδοίκει μέντοι τὸν Ἰω‐ νάθην, ὄντα φίλον τῷ Ἀντιόχῳ. καὶ ἔσπευδεν αὐ‐ τὸν πρῶτον ἀπάτῃ ἑλὼν οὕτως ἐπιχειρῆσαι τοῖς κατὰ τὸν Ἀντίοχον. διὸ καὶ εἰς Σκυθόπολιν ἄπεισιν, ἔνθα | |
5 | καὶ Ἰωνάθης αὐτῷ σὺν τέσσαρσι μυριάσι μαχίμων ἀπήντησεν. ὁ δὲ ὑπούλως αὐτὸν ὑπέρχεται, δώροις τε καὶ τιμαῖς δεξιούμενος, πᾶσαν θέλων ὑπόνοιαν ἐξελεῖν, ἵν’ αὐτὸν ἀφύλακτον λήψοιτο. καὶ συνεβού‐ λευε τὴν μὲν στρατιὰν ἀπολῦσαι, αὐτὸς δὲ μετ’ ὀλί‐ | |
10 | γων εἰς Πτολεμαΐδα συναφικέσθαι αὐτῷ, τὴν πόλιν παραληψόμενος καὶ πάντα τὰ ἐκεῖ ὀχυρώματα. καὶ Ἰωνάθης μηδὲν ὑποτοπήσας τὸ στράτευμα ἔστρεψε, χιλίους δ’ ἔχων μόνους ἀπῄει. εἰς δὲ Πτολεμαΐδα κατακλεισθεὶς αὐτὸς μὲν ζωγρεῖται, οἱ δὲ σὺν αὐτῷ | |
15 | διαφθείρονται. ἅπερ οἱ ἐν Ἱεροσολύμοις μαθόντες εἰς δέος ἐνέπεσον διὰ τὰ πέριξ ἔθνη, ἃ γνόντα τὴν Ἰωνάθου σύλληψιν κατὰ τῶν Ἰουδαίων κεκίνηντο. Σίμων δὲ τῷ πλήθει ὡμιληκὼς καὶ παραθαρρύνας αὐτὸ ἡγεμὼν ὑπ’ αὐτοῦ αἱρεῖται, καὶ συναθροίσας | |
20 | τὸ μάχιμον τοῦ λαοῦ τῶν τειχῶν ἐπεμελεῖτο τῆς πό‐ λεως, καὶ παντὸς τοῦ πρὸς ἀσφάλειαν τῶν πραγμά‐ των ἐφρόντιζεν. ὁ μέντοι Τρύφων εἰς Ἰουδαίαν ἀφί‐ κετο, καὶ τὸν Ἰωνάθην δέσμιον ἄγων. καὶ ὁ Σίμων αὐτῷ σὺν δυνάμει ἀπήντησεν· ὁ δὲ πρὸς αὐτὸν | |
25 | ἔπεμψε δηλῶν ἑκατὸν ἀργυρίου τάλαντα δοῦναι καὶ δύο τῶν Ἰωνάθου παίδων ὁμήρους, εἰ βούλεται λυ‐ θῆναι τὸν ἀδελφόν. ὁ Σίμων δὲ συνῆκε μὲν τὴν κακουργίαν τοῦ Τρύφωνος, ἵνα δὲ μὴ αἰτίαν σχοίη ὡς μὴ θέλων σῶσαι τὸν ἀδελφόν, καὶ τὰ χρήματα | |
30 | ἔπεμψε καὶ τοὺς παῖδας. ἃ λαβὼν ὁ Τρύφων οὐκ ἐτήρησε τὰς συνθήκας, ἀλλὰ μετὰ τῆς στρατιᾶς ἀνῄει | |
πρὸς τὰ Ἱεροσόλυμα. παρωμάρτει δὲ καὶ ὁ Σίμων, | 332 in vol. 1 | |
1.333 | ἀεὶ ἐναντίον καταστρατοπεδευόμενος. χιὼν δὲ πολλὴ πεσοῦσα διεκώλυσεν αὐτῷ τὴν εἰς Ἱεροσόλυμα ἄφιξιν· καὶ εἰς Συρίαν ἐτράπετο, καὶ ἀπιὼν τὸν Ἰωνάθην ἀπέκτεινε. | |
5 | Σίμων δέ, θανόντος τοῦ ἀδελφοῦ Ἰωνάθου μετὰ τετραετίαν τῆς ἀρχιερωσύνης, αὐτὸς ἀρχιερεὺς ὑπὸ τοῦ πλήθους προυβέβλητο, καὶ οὐκέτι φόρους τοῖς Μακεδόσι παρέσχετο. εὐτύχησε δὲ τὸ ἔθνος ἐπ’ αὐ‐ τοῦ σφόδρα, καὶ τῶν τε περιοίκων ἐθνῶν ἐκυρίευ‐ | |
10 | σαν, καὶ πολλὰς τῶν πόλεων κατεστρέψαντο, ἵνα μὴ εἶεν τοῖς ἐχθροῖς ὁρμητήρια. καὶ τὸ ὄρος ἐφ’ οὗ ἡ ἀκρόπολις ᾠκοδόμητο, λίαν ὂν ὑψηλόν, ἐν τρισὶν ἔτεσιν ἐνδελεχῶς πονοῦντες εἰς πεδιάδα μετήνεγκαν, ὡς ἂν εἴη τὸ ἱερὸν ὑπερκείμενον. | |
15 | Ὁ δέ γε Τρύφων τὸν Ἀντίοχον, ὃς καὶ θεὸς ἐπε‐ κλήθη, τέσσαρα βασιλεύσαντα ἔτη διέφθειρεν, ἐπι‐ τροπεύων αὐτοῦ. καὶ τὸν μὲν ὡς ἀποθάνοι διήγ‐ γελλε, τοῖς δὲ στρατιώταις ἐπηγγέλλετο χρήματα, εἰ αὐτὸν βασιλεύσουσιν. οἳ κερδῆσαι πολλὰ ἠλπικότες | |
20 | εἵλοντο αὐτὸν ἄρχοντα. λαβὼν δὲ τὴν βασιλείαν ὁ Τρύφων ἀπεδύσατο τὴν ὑπόκρισιν· καὶ μισῆσαν αὐ‐ τὸν τὸ στρατιωτικὸν πρὸς Κλεοπάτραν ἀφίστατο τὴν τοῦ Δημητρίου γυναῖκα, ἐγκεκλεισμένην ἐν Σελευ‐ κείᾳ τυγχάνουσαν. ἀλωμένου δὲ Ἀντιόχου, ὃς ἐκα‐ | |
25 | λεῖτο σωτήρ, Δημητρίου δὲ ἦν ἀδελφός, καὶ ἐγκε‐ κλεισμένου πάντοθεν διὰ Τρύφωνα, πέμπει πρὸς αὐτὸν ἡ Κλεοπάτρα, καλοῦσα ἐπὶ γάμῳ καὶ βασιλείᾳ· ἐδεδίει γὰρ μὴ τὴν πόλιν οἱ Σελευκεῖς τῷ Τρύφωνι δώσουσι. γενόμενος οὖν ἐν τῇ Σελευκείᾳ ὁ Ἀντίοχος | |
30 | κατὰ τοῦ Τρύφωνος ὥρμησε, καὶ νικήσας αὐτὸν τῆς | 333 in vol. 1 |
1.334 | ἄνω Συρίας ἐξέβαλε, καὶ εἴς τι καταφυγόντα φρού‐ ριον ἐπολιόρκει, καὶ τὸν ἀρχιερέα Σίμωνα εἰς φιλίαν προεκαλεῖτο. ὁ δὲ ἐδέξατο τὴν πρόκλησιν, καὶ τοῖς πολιορκοῦσι τὸν Τρύφωνα τροφὰς ἐχορήγησε. φυ‐ | |
5 | γὼν δ’ ἐκεῖθεν ὁ Τρύφων καὶ γενόμενος εἰς Ἀπά‐ μειαν, πολιορκηθεὶς ἐλήφθη καὶ διεφθάρη, ἐπ’ ἔτεσι βασιλεύσας τρισίν. Ὁ Ἀντίοχος δὲ λήθην τῶν ὑπὸ Σίμωνος αὐτῷ γενομένων ποιησάμενος, στέλλει Κενδεβαῖον, τὴν | |
10 | Ἰουδαίαν πορθῆσαι καὶ τὸν Σίμωνα κατασχεῖν ἐντει‐ λάμενος. Σίμων δὲ αὐτῷ ἀντικαταστὰς νικᾷ. καὶ εἰρηνικῶς τὸ λοιπὸν διήγαγε τῆς ζωῆς, ἄρξας τῆς Ἰουδαίας ἔτη ὀκτώ. τελευτᾷ δὲ παρὰ Πτολεμαίου τοῦ γαμβροῦ ἐπιβουλευθείς. καὶ ἡ γυνὴ τοῦ Σίμω‐ | |
15 | νος καὶ οἱ δύο παῖδες συλληφθέντες ἐδέθησαν, ὁ δὲ τρίτος Ἰωάννης διέφυγεν, ὃς καὶ Ὑρκανὸς ἐκαλεῖτο, καὶ προσεδέχθη παρὰ τῶν Ἱεροσολυμιτῶν διὰ τὰς τοῦ πατρὸς εὐεργεσίας, ἀπωσαμένων ἐλθόντα τὸν Πτο‐ λεμαῖον. | |
20 | Ἀπολαβὼν δὲ τὴν πάτριον ἱερωσύνην ὁ Ὑρκανὸς ἐπὶ τὸν Πτολεμαῖον ἐστράτευσεν, εἰς ἔρυμά τι Δα‐ γὼν λεγόμενον ὄντα. καὶ ἐκράτει μὲν τῇ πολιορκίᾳ, ἡττᾶτο δὲ τῷ πρὸς τὴν μητέρα καὶ τοὺς ἀδελφοὺς οἴκτῳ· ὁ γὰρ Πτολεμαῖος ἀνάγων ἐπὶ τὸ τεῖχος αὐ‐ | |
25 | τοὺς ἐξ ἀπόπτου ᾐκίζετο. ἡ μέντοι μήτηρ ἱκέτευε μὴ μαλακίζεσθαι δι’ αὐτήν. τριβομένης δ’ οὕτω τῆς πολιορκίας ἐνίσταται τὸ ἕβδομον ἔτος, καθ’ ὃ εἴθι‐ σται τοῖς Ἰουδαίοις ἀργεῖν. καὶ διὰ τοῦτο Πτολε‐ μαῖος ἀνεθεὶς τοῦ πολέμου, κτείνει τὴν μητέρα τοῦ | |
30 | Ὑρκανοῦ καὶ τοὺς ἀδελφούς, καὶ φεύγει πρὸς Ζή‐ νωνα τὸν Κοτύλαν τὸν τῆς Φιλαδελφείας τύραννον. | |
Ἀντίοχος δὲ χαλεπαίνων τῷ Σίμωνι δι’ ἃ πέπονθε, | 334 in vol. 1 | |
1.335 | τῇ Ἰουδαίᾳ ἐπῆλθε, καὶ τὴν χώραν καταδραμὼν ἐπο‐ λιόρκει τὸν Ὑρκανόν· καὶ πύργους ἀνεγείρας ὑψηλο‐ τάτους κατὰ τὸ βόρειον μέρος τῆς πόλεως, ἐξ αὐτῶν τῷ τείχει προσέβαλλεν. ἤνυε δ’ οὐδὲν διά τε γεν‐ | |
5 | ναιότητα τῶν ἐντὸς καὶ διὰ ὀχυρότητα τῶν τειχῶν καὶ ὕδατος ἀφθονίαν ἐξ ἐπομβρίας ἄρτι συμβᾶσαν. δείσας δὲ ὁ Ὑρκανὸς μὴ ἐπιλίποιεν αὐτοῖς τὰ ἀναγ‐ καῖα, μόνον τὸ μάχιμον τοῦ πλήθους ἀπολεξάμενος, τοὺς ἄλλους ἐξῶσε τῆς πόλεως· οὓς ὁ Ἀντίοχος ἀπελ‐ | |
10 | θεῖν ἐκεῖθεν οὐκ εἴα· οἳ καὶ ἔξω τῶν τειχῶν προσ‐ μένοντες διὰ τοῦτο ἀπέθνησκον. οἱ δ’ ἐντὸς ἐλεοῦν‐ τες αὐτοὺς εἰσεδέξαντο αὖθις. τῆς σκηνοπηγίας δὲ ἐνστάσης ὁ Ὑρκανὸς στείλας πρὸς τὸν Ἀντίοχον ἀνο‐ χὴν ἐζήτει γενέσθαι διὰ τὴν ἑορτὴν ἐφ’ ἡμέρας ἑπτά. | |
15 | ὁ δὲ καὶ τὴν ἀνοχὴν ἔδωκε καὶ θυσίαν πολυτελῆ σὺν ἀναθήμασιν ἔπεμψεν· ὃν διὰ τὴν πρὸς τὸ θεῖον εὐ‐ σέβειαν καὶ Εὐσεβῆ ἐκάλεσαν. γνοὺς δὲ τὴν πρὸς θεὸν τοῦ Ἀντιόχου αἰδῶ Ὑρκανὸς ἐπρεσβεύσατο τὴν πάτριον αὐτοῖς ἀποδοθῆναι πολιτείαν αἰτούμενος. ὁ | |
20 | δέ, εἰ παραδοῖεν τὰ ὅπλα, εἶπε, καὶ φόρους τελεῖν ὑπὲρ τῶν ἄλλων κατάθοιντο πόλεων ἄτερ τῆς Ἰου‐ δαίας, καὶ φρουρὰν δέξαιντο, καὶ τοῦ πολέμου ἀφέ‐ ξεσθαι καὶ τἄλλα ποιήσειν ἃ ἀξιοῦσιν. Ἰουδαῖοι δὲ τὰ μὲν ἄλλα ἐδέχοντο, ἐπὶ δὲ τῇ φρουρᾷ οὐ κατένευον, | |
25 | ἀλλ’ ἀντὶ ταύτης ὁμήρους ἐδίδοσαν καὶ ἀργυρίου τάλαντα πεντακόσια. ἐνδόντος δ’ ἐπὶ τούτοις τοῦ Ἀντιόχου, ἡ πολιορκία ἐλύθη. Ὑρκανὸς δὲ τὸν τοῦ Δαβὶδ ἀνοίξας τάφον τρισχίλια ἐκεῖθεν ἀργυρίου τά‐ λαντα ἔλαβε. φιλίαν δὲ πρὸς Ἀντίοχον ποιησάμενος, ἐν | |
30 | τῇ πόλει αὐτὸν εἰσεδέξατο, καὶ ἐπὶ Πάρθους στρατεύ‐ οντι συνεξώρμησεν· ἔνθα τῷ Ἀρσάκῃ πολεμήσας Ἀν‐ | |
τίοχος τῷ πλείονι τῆς στρατιᾶς καὶ αὐτὸς συναπώλετο. | 335 in vol. 1 | |
1.336 | Γίνεται δὲ τῆς τῶν Σύρων βασιλείας διάδοχος ὁ ἀδελφὸς αὐτοῦ Δημήτριος, λύσαντος Ἀρσάκου αὐτὸν ἡνίκα τοῖς Πάρθοις ἐπῆλθεν Ἀντίοχος. Ὑρκανὸς δὲ Ἀντιόχου θανόντος πολλὰς τῶν τῆς Συρίας πόλεων | |
5 | εἷλε καὶ τῆς Ἰδουμαίας ἑτέρας. καὶ ὑποτάξας τοὺς Ἰδουμαίους ἐπέτρεπεν αὐτοῖς τὴν ἐν τῇ χώρᾳ δια‐ τριβήν, εἰ περιτέμνοιντο καὶ χρῶνται ἔθεσιν Ἰου‐ δαϊκοῖς. οἱ δὲ διὰ τὰς πατρίδας καὶ τὴν περιτομὴν καὶ τἄλλα ὑπήνεγκαν. Δημήτριος δὲ στρατεύειν | |
10 | ἐγνωκὼς ἐπὶ Ὑρκανόν, ἀνεκόπη, τῶν Σύρων καὶ τῶν στρατιωτῶν μισούντων αὐτὸν διὰ πονηρίαν, καὶ δια‐ κηρυκευσαμένων πρὸς Πτολεμαῖον τὸν Φύσκωνα, δοῦναι αὐτοῖς τινα τῶν τῷ Σελεύκῳ προσηκόντων τῆς βασιλείας ἀντιληψόμενον. ὃς Ἀλέξανδρον ἔπεμψε | |
15 | τὸν λεγόμενον Ζεβινᾶν. μάχης οὖν μέσον αὐτοῦ καὶ Δημητρίου συγκροτηθείσης τρέπεται Δημήτριος καὶ φεύγει εἰς Πτολεμαΐδα, μὴ δεχθεὶς δὲ παρὰ Κλεο‐ πάτρας τῆς γυναικὸς εἰς Τύρον ἀπέδρα, ἁλοὺς δὲ καὶ πολλὰ παθὼν διεφθάρη. Ἀλέξανδρος δὲ τὴν βα‐ | |
20 | σιλείαν παραλαβὼν φιλίαν ποιεῖται πρὸς Ὑρκανόν. ἐπαναστάντος δὲ αὐτῷ Ἀντιόχου τοῦ Γρυποῦ τοῦ παι‐ δὸς Δημητρίου, ἡττηθεὶς ἐν τῇ μάχῃ ἀπώλετο. Βασιλεὺς δὲ Συρίας ὁ Ἀντίοχος οὗτος γενόμε‐ νος, ἐπὶ πολλοῖς ἔτεσι μετὰ τοῦ ἀδελφοῦ Ἀντιόχου, | |
25 | τοῦ ἐπικληθέντος Κυζικηνοῦ ὅτι ἐν Κυζίκῳ ἐτράφη, περὶ τῆς βασιλείας ἐμάχετο. ἦν δὲ οὗτος υἱὸς Ἀντιό‐ χου τοῦ θανόντος ἐν Πάρθοις τοῦ ἀδελφοῦ Δημη‐ τρίου, ὡς ἑτεροθαλὴς ἀδελφὸς ὑπάρχειν τοῦ Γρυποῦ | |
Ἀντιόχου· ἡ γὰρ Κλεοπάτρα τοῖς δυσὶ συνῴκησεν | 336 in vol. 1 | |
1.337 | ἀδελφοῖς, τῷ Δημητρίῳ τε πρότερον καὶ τῷ Ἀντιόχῳ μετέπειτα, ὡς προγέγραπται, καὶ ἐκ μὲν Δημητρίου τὸν Γρυπὸν Ἀντίοχον τέτοκεν, ἐξ Ἀντιόχου δὲ τοῦ Σωτῆρος τοῦ ἀδελφοῦ Δημητρίου τὸν Κυζικηνὸν | |
5 | Ἀντίοχον ἐγείνατο. ἐν ὅσῳ δ’ οὗτοι πρὸς ἀλλήλους ἐμάχοντο, ὁ Ὑρκανὸς ἠρέμει, καὶ καταφρονήσας τῶν Ἀντιόχων ἀπέστη, μηδὲν ἔτι παρέχων αὐτοῖς· καὶ κατὰ σχολὴν ἐκαρποῦτο τὴν Ἰουδαίαν, ὡς ἄπειρόν τι πλῆθος χρημάτων συναγαγεῖν. στρατεύσας δὲ καὶ | |
10 | ἐπὶ Σαμάρειαν ἐπολιόρκει αὐτὴν διὰ τῶν υἱῶν αὐτοῦ Ἀριστοβούλου καὶ Ἀντιγόνου. λιμοῦ δὲ τὴν πόλιν πιέζοντος οἱ Σαμαρεῖς εἰς συμμαχίαν μετεκαλέσαντο τὸν Ἀντίοχον τὸν Κυζικηνόν. ὃς τοῖς περὶ Ἀριστό‐ βουλον συμβαλὼν ἡττᾶται· εἶτ’ αὖθις συλλέξας πλῆ‐ | |
15 | θος τὴν χώραν ἐπόρθει τοῦ Ὑρκανοῦ, ἵν’ οὕτως ἀναγκάσῃ αὐτὸν λῦσαι τὴν πολιορκίαν. πολλοὺς δὲ τῶν σὺν αὐτῷ ἀποβάλλων ἀπῆρεν εἰς Τρίπολιν. Ὑρ‐ κανὸς δὲ τὴν Σαμάρειαν ἑλὼν πᾶσαν ἠφάνισε. Λέγεται δέ, καθ’ ἣν ἡμέραν οἱ υἱοὶ αὐτοῦ τῷ | |
20 | Ἀντιόχῳ ἐμάχοντο, αὐτὸς ὡς ἀρχιερεὺς μόνος ἐν τῷ ναῷ θυμιῶν ἀκοῦσαι φωνῆς ὡς οἱ παῖδες αὐτοῦ ἄρτι νενικήκασι τὸν Ἀντίοχον· καὶ ἐξελθὼν ἀπήγγειλε τῷ πλήθει τὸ ἀκουσθέν. καὶ γέγονεν οὕτως. εὐπραγή‐ σας δὲ Ὑρκανὸς ἐφθονήθη παρὰ τῶν Ἰουδαίων, μά‐ | |
25 | λιστα δ’ ἐμισεῖτο παρὰ τῶν Φαρισαίων· οἱ δ’ εἰσὶ μία τῶν παρὰ Ἰουδαίοις αἱρέσεων, τριῶν οὐσῶν. οὗ‐ τοι μὲν οὖν οἱ Φαρισαῖοι εἱμαρμένην δοξάζουσι, τινὰ δὲ καὶ ἐφ’ ἡμῖν εἶναι συμβαίνειν τε καὶ μὴ γίνεσθαι. Ἐσσηνοὶ δὲ πάντων κυρίαν εἶναι τὴν εἱμαρμένην δο‐ | |
30 | ξάζουσι καὶ πάντα τοῖς ἀνθρώποις ἐξ ἐκείνης συμ‐ βαίνειν. Σαδδουκαῖοι δὲ τὴν μὲν εἱμαρμένην ἐκβάλ‐ | |
λουσι, πάντα δὲ ἐφ’ ἡμῖν τίθενται, καὶ τῶν ἀγαθῶν | 337 in vol. 1 | |
1.338 | ἡμᾶς ἑαυτοῖς αἰτίους εἶναι διδάσκοντες καὶ τὰ χείρω δι’ ἀβουλίαν ἀφ’ ἑαυτῶν αἱρεῖσθαι. τῶν γοῦν Φα‐ ρισαίων πρότερον φιλίως ἐχόντων πρὸς Ὑρκανόν, μα‐ θητὴς γὰρ αὐτῶν ἐγεγόνει, συνέβη ἐξ αἰτίας τινὸς | |
5 | ἔχθραν κτήσασθαι πρὸς αὐτόν. ἠδύναντο δὲ οὗτοι παρὰ τῷ πλήθει σφόδρα. Ὑρκανὸς δὲ τῇ τῶν Σαδ‐ δουκαίων προσετέθη μοίρᾳ, τῶν Φαρισαίων ἀπορ‐ ραγείς, καὶ τὰ ὑπ’ αὐτῶν παραδοθέντα νόμιμα κα‐ ταλῦσαι προέθετο. οἱ Σαδδουκαῖοι γὰρ ἐκεῖνα δεῖν | |
10 | ἡγεῖσθαι νόμιμα ἔλεγον τὰ γεγραμμένα, τὰ δὲ ἐκ παραδόσεως μὴ τηρεῖν. διὰ ταῦτα μεμίσητο παρὰ τῶν Φαρισαίων ὁ Ὑρκανός. βιώσας δὲ εὐτυχῶς ἐπ’ ἔτη τριάκοντα πρὸς ἑνὶ ἐτελεύτησεν ἐφ’ υἱοῖς πέντε. λέγεται δὲ καὶ προφητείας ἀξιωθῆναι, καὶ προειπεῖν | |
15 | περὶ τῶν δύο αὐτοῦ παίδων τῶν πρεσβυτέρων ὡς οὐ μενοῦσι τῶν πραγμάτων κύριοι. Τελευτήσαντος δὲ Ὑρκανοῦ Ἀριστόβουλος τὴν ἀρχὴν διεδέξατο· καὶ εἰς βασιλείαν μεταθεῖναι ταύ‐ την δόξαν αὐτῷ διάδημα περιτίθεται, μετὰ τετρα‐ | |
20 | κόσια ἔτη καὶ ὀγδοήκοντα πρὸς ἑνὶ ἐξ ὅτου ἐκ Βα‐ βυλῶνος ὁ λαὸς πρὸς Ἱερουσαλὴμ ἐπανῆλθεν. οὗτος τοὺς μὲν ἄλλους τῶν ἀδελφῶν καὶ τὴν μητέρα περὶ τῆς ἀρχῆς αὐτῷ διενεχθεῖσαν καθεῖρξε, τὸν δὲ μετ’ αὐτὸν Ἀντίγονον ἠγάπα καὶ τῶν ὁμοίων ἠξίου. τὴν | |
25 | μὲν οὖν μητέρα λιμῷ διέφθειρε, προσέθετο δὲ καὶ τὸν ἀδελφὸν τὸν Ἀντίγονον διαβολαῖς πιστεύσας. λαμπρῶς γὰρ αὐτοῦ ἀπὸ στρατείας ἐπανελθόντος ἐνό‐ σει ὁ Ἀριστόβουλος· ἑορταζομένης δὲ τῆς σκηνοπη‐ γίας ἀνέβη εἰς τὸ ἱερὸν ὁ Ἀντίγονος μετὰ τῶν περὶ | |
30 | αὐτὸν ὁπλιτῶν κεκοσμημένος λαμπρῶς. οἱ δὲ τοῦτον | 338 in vol. 1 |
1.339 | πρὸς τὸν ἀδελφὸν διαβάλλοντες μὴ κατ’ ἰδιώτην αὐ‐ τὸν ἔλεγον ἐλθεῖν εἰς τὴν ἑορτήν, ἀλλὰ βασιλικῇ κε‐ χρημένον λαμπρότητι, καὶ ὅτι μετὰ τοσαύτης δορυ‐ φορίας στρατιωτῶν ἀνελθὼν βουλεύεται κατ’ αὐτοῦ. | |
5 | Ἀριστόβουλος δέ, καὶ τῆς οἰκείας ἀσφαλείας φροντί‐ ζων καὶ τοῦ ἀδελφοῦ προνοῶν, ἔν τινι τῶν ὑπογείων ἀφεγγεῖ τοὺς σωματοφύλακας ἵστησιν, ἐντειλάμενος ἀόπλου μὲν τοῦ ἀδελφοῦ φείδεσθαι, κτείνειν δὲ αὐ‐ τὸν μετὰ τῶν ὅπλων ἐρχόμενον· πέμπει δὲ καὶ πρὸς | |
10 | τὸν Ἀντίγονον, ἄοπλον αὐτὸν κελεύων ἥκειν. ἡ δὲ τοῦ Ἀριστοβούλου γυνὴ καὶ οἱ ταύτῃ συμφρονοῦντες κατὰ τοῦ Ἀντιγόνου ἔπεισαν τὸν σταλέντα λέγειν τῷ Ἀντιγόνῳ ὡς “ἀκούσας ὁ ἀδελφός σου ὅτι ὅπλα καινὰ κατεσκεύασας, ἀξιοῖ ὡπλισμένον ἐλθεῖν σε, ἵν’ ἴδοι | |
15 | αὐτά.” ὁ δὲ μηδὲν ὑποτοπάσας, ἐνδεδυμένος τὴν πανοπλίαν ἀπῄει. καὶ γενόμενος κατὰ τὸν Στράτω‐ νος πύργον, ὅπου ὁ τόπος ἀφώτιστος ἦν, κτείνεται παρὰ τῶν σωματοφυλάκων. Ἰούδας δέ τις Ἐσσαῖος τὸ γένος πολλὰ προλέγων καὶ ἀληθεύων, ἰδὼν τότε | |
20 | τὸν Ἀντίγονον παριόντα τὸ ἱερόν, ἀνεβόησεν ἀπο‐ θανεῖν ἐπευχόμενος ὡς διεψευσμένος ζῶντος τοῦ Ἀν‐ τιγόνου· προεῖπε γὰρ αὐτὸν κατ’ ἐκείνην θανούμενον τὴν ἡμέραν ἐν τῷ Στράτωνος πύργῳ· τὸν δὲ στα‐ δίους ἀπέχειν ἑξακοσίους, ὡς ἀδύνατον εἶναι ἐκεῖ | |
25 | γενήσεσθαι τὸν Ἀντίγονον, ἤδη τῆς ἡμέρας κλινού‐ σης. ταῦτα λέγοντος τοῦ Ἰούδα ἀγγέλλεται κταν‐ θεὶς Ἀντίγονος ἐν τῷ ὑπογείῳ, ὃ καὶ αὐτὸ Στράτω‐ νος ὠνόμαστο πύργος, ὁμωνύμως τῇ παραλίῳ Και‐ σαρείᾳ. | |
30 | Τῷ μὲν οὖν Ἀντιγόνῳ τοιοῦτον γέγονε τέλος, τὸν δὲ Ἀριστόβουλον εὐθὺς ἡ δίκη μετῆλθε τῆς ἀδελφο‐ | |
κτονίας. καὶ διαφθαρέντων αὐτῷ τῶν ἐντὸς αἷμα | 339 in vol. 1 | |
1.340 | ἀνέφερεν, ὅ τις τῶν ἐκείνῳ ὑπηρετούντων ἐκκομί‐ ζων ὤλισθεν εἰς τὸν τόπον οὗ ὁ Ἀντίγονος ἐσφάγη, ἔτι τοῦ αἵματος ἐκείνου ἔχοντα σπίλους, καὶ ἐξέχεεν, ὡς ἀναμεμῖχθαι ἀμφοτέρων τὰ αἵματα. γενομένης | |
5 | δὲ βοῆς παρὰ τῶν ἰδόντων, μαθὼν τὸ συμβὰν Ἀρι‐ στόβουλος οἰμώξας προήχθη εἰς δάκρυα καί “οὐκ ἄρα λήσειν” εἶπεν “ἔμελλον τὸν θεὸν ἐπ’ ἀσεβέσιν οὕτω τολμήμασι.” καὶ ἄλλα δὲ ἐπειπὼν ἀποθνήσκει, βα‐ σιλεύσας ἐνιαυτόν. | |
10 | Σαλώμη δὲ ἡ ἐκείνου γυνή, ἣ καὶ Ἀλεξάνδρα ἐκέκλητο, λύσασα τοὺς ἀδελφοὺς τοῦ ἀνδρός, δεδε‐ μένους γὰρ εἶχεν αὐτοὺς Ἀριστόβουλος, βασιλέα κα‐ θίστησιν Ἰαννέαν τὸν καὶ Ἀλέξανδρον, προύχοντα καθ’ ἡλικίαν καὶ μετριώτατον. ὃς τὴν βασιλείαν | |
15 | παραλαβὼν κτείνει μὲν νεωτερίζοντα τὸν ἕνα τῶν ἀδελφῶν, τὸν δ’ ἕτερον ἀπραγμόνως ζῶντα ἐτίμα. πολέμους δέ τινας ποιησάμενος πρός τινας, καὶ πῇ μὲν κρατήσας, ἔστι δ’ ὅπου καὶ ἡττηθείς, τέλος καὶ πρὸς τοὺς ὁμοφύλους ἦρεν ὅπλα κατ’ αὐτοῦ στασιά‐ | |
20 | σαντας. ἑορτῆς γὰρ οὔσης καὶ αὐτοῦ ἐπὶ τοῦ βωμοῦ ἀνελθόντος ὡς θύσοντος, κιτρίοις αὐτὸν τὸ πλῆθος ἔβαλλον, ἔθους ὄντος ἐν τῇ σκηνοπηγίᾳ θύρσους φοι‐ νίκων καὶ κιτρίων ἐν χεροῖν ἔχειν, καὶ ὕβρεις αὐτοῦ κατέχεον. οἷς παροξυνθεὶς ὁ Ἀλέξανδρος κτείνει | |
25 | περὶ ἑξακισχιλίους αὐτῶν. εἶτα συνάψας μάχην πρὸς Ἄραβας καὶ ἡττηθεὶς φεύγων εἰς Ἱεροσόλυμα παρα‐ γίνεται, καὶ πρὸς τὴν κακοπραγίαν αὐτῷ τοῦ ἔθνους ἐπιθεμένου, ἔτεσιν ἓξ μαχόμενος πρὸς αὐτό, ἔτρεφε γὰρ Πισίδας καὶ Κίλικας, οὐκ ἐλάττους ἀναιρεῖ μυ‐ | |
30 | ριάδων πέντε. δι’ ἃ ἔτι μᾶλλον μεμίσητο, ὥστε πρὸς | 340 in vol. 1 |
1.341 | αὐτόν, τί δεῖ γενέσθαι πυνθανόμενον ὥστε παύσα‐ σθαι τὴν δυσμένειαν, τὸ πλῆθος ἀποθανεῖν αὐτὸν ἐξεβόησε. καὶ μετὰ ταῦτα δὲ Ἰουδαῖοι τῷ Ἀλεξάνδρῳ ἐμάχοντο, καὶ πλεῖστοι ἀπώλλυντο. κατακλείσας δὲ | |
5 | τοὺς δυνατωτάτους αὐτῶν ἔν τινι πόλει ἐπολιόρκει, καὶ κρατήσας αὐτῶν ἀπήγαγεν εἰς Ἱεροσόλυμα. καὶ ἐν ἀπόπτῳ μετὰ τῶν γυναικῶν ἑστιώμενος ὠμότατον ἔργον πεποίηκεν, ἀνασταυρώσας αὐτῶν ὀκτακοσίους, καὶ τοὺς παῖδας αὐτῶν καὶ τὰς γυναῖκας ἐπ’ ὄψεσι | |
10 | σφῶν ἔτι ζώντων ἀπέσφαττε. τοῦτο τὸ ἀπηνὲς ἔργον ἔπεισε τοὺς ἀντιστασιώτας αὐτοῦ περὶ ὀκτακισχιλίους ὄντας φυγεῖν. καὶ ὁ Ἀλέξανδρος ἔκτοτε ἠρεμίας ἀπή‐ λαυσεν. Ἔπειτα Ἀντίοχος ὁ κληθεὶς Διονύσιος κατὰ τῆς | |
15 | Ἰουδαίας ἐστράτευσε. καὶ μάχης καρτερᾶς γενομένης πρὸς Ἰουδαίους ἀπέθανεν ἐν τῷ πολέμῳ Ἀντίοχος νικῶν καὶ τῷ πονοῦντι μέρει συνεπαρήγων. θανόν‐ τος δ’ ἐκείνου τὸ στράτευμα φεύγει καὶ λιμῷ δια‐ φθείρεται. βασιλεύει δὲ μετ’ Ἀντίοχον τῆς Κοίλης | |
20 | Συρίας Ἀρέτας, καὶ στρατεύσας ἐπὶ τὴν Ἰουδαίαν, καὶ μάχῃ νικήσας Ἀλέξανδρον, ἐπὶ συνθήκαις ἀνεκε‐ χώρηκεν. Ὁ μέντοι Ἀλέξανδρος μετὰ ταῦτα πόλεις ἑλὼν πολλὰς Ἰδουμαίων καὶ Κιλίκων καὶ Φοινίκων καὶ | |
25 | Σύρων, καὶ τρίτον ἔτος ἐν τῇ στρατείᾳ διηνυκώς, ἐπανῆλθε, προθύμως αὐτὸν διὰ τὴν εὐπραγίαν δε‐ χομένων τῶν Ἰουδαίων. εἶτα ἐκ μέθης νοσήσας, καὶ τρισὶν ἔτεσι τεταρταίῳ πυρετῷ προσπαλαίων, τῶν στρατειῶν οὐκ ἀπέσχετο. ὁρῶσα δὲ αὐτὸν ἡ βασί‐ | |
30 | λισσα ἤδη ἀπεγνωσμένον, ἑαυτήν τε καὶ τοὺς παῖδας ὠδύρετο. ὁ δὲ κρύψαι τὸν θάνατον αὐτοῦ πρὸς τοὺς | |
στρατιώτας ταύτῃ ὑπέθετο, ἕως ἂν ἐξέλῃ τὸ χωρίον, | 341 in vol. 1 | |
1.342 | ἔτυχε γάρ τι πολιορκῶν, ἔπειτα ὡς ἀπὸ νίκης εἰς Ἱεροσόλυμα παραγενομένην τοῖς Φαρισαίοις ἐξουσίας μεταδοῦναί τινος. δύνασθαι γὰρ αὐτοὺς θέσθαι τὸ ἔθνος εὔνουν αὐτῇ· καὶ αὐτὸς δὲ διὰ τούτους ἔλεγε | |
5 | τῷ ἔθνει προσκροῦσαι, ὑβρισθέντας ὑπ’ αὐτοῦ. “σὺ τοίνυν” ἔφη “μεταπεμψαμένη τοὺς ἄρχοντας σφῶν ἐπίτρεπε χρῆσθαί μου ὡς βούλονται τῷ νεκρῷ, ὡς πολλὰ εἰς αὐτοὺς ἐξυβρίσαντος, καὶ μηδὲν παρὰ τὴν ἐκείνων γνώμην ποιεῖν ὑπισχνοῦ. οὕτω δέ σου εἰ‐ | |
10 | πούσης ἐγώ τε πολυτελῶς ταφήσομαι καὶ σὺ βεβαίως ἄρξεις.” ταῦτα τῇ γυναικὶ ὑποθέμενος τετελεύτηκεν, ἄρξας ἔτη εἴκοσι καὶ ἑπτά, πεντήκοντα δέ γε ζήσας ἑνὸς δέοντος. ἡ δὲ Ἀλεξάνδρα πάντα κατὰ τὴν τοῦ ἀνδρὸς συμβουλὴν θεμένη τούς τε Φαρισαίους εὔ‐ | |
15 | νους ἐποίησεν ἑαυτῇ καὶ τὴν βασιλείαν ἐβεβαιώ‐ σατο, καὶ τὴν ταφὴν τοῦ ἀνδρὸς λαμπροτέραν τῶν πρὸ αὐτοῦ βασιλέων εἰργάσατο. Δύο δὲ παίδων γενομένων τῷ Ἀλεξάνδρῳ, Ὑρ‐ κανοῦ καὶ Ἀριστοβούλου, ὁ μὲν Ὑρκανὸς νωθὴς τὸ | |
20 | ἦθος ἦν καὶ πρὸς πραγμάτων διοίκησιν ἀποπεφυκώς, ὁ δὲ νεώτερος δραστήριος ἦν. ἡ δὲ τούτων μήτηρ ἀρχιερέα τὸν Ὑρκανὸν διὰ τὸ ἄπραγμον ἀποδείκνυσι, καὶ πάντα τοῖς Φαρισαίοις ἐπιτρέπει, καὶ τῷ πλήθει τούτοις ἐκέλευσε πείθεσθαι, καὶ αὐτὴ μὲν εἶχε τῆς | |
25 | βασιλείας τὸ ὄνομα, οἱ Φαρισαῖοι δὲ τὴν ἰσχύν. ἠρέ‐ μει δὲ ἡ χώρα, μόνων τῶν Φαρισαίων τὴν βασίλισ‐ σαν ταραττόντων καὶ πειθόντων κτείνειν τοὺς συμ‐ βουλεύσαντας Ἀλεξάνδρῳ τὴν τῶν ὀκτακοσίων δια‐ φθοράν. ἕνα δὲ τέως αὐτοὶ σφάττουσι, καὶ ἐπ’ ἐκείνῳ | |
30 | ἄλλους ἐπ’ ἄλλοις, ἕως οἱ δυνατοὶ παρελθόντες εἰς | 342 in vol. 1 |
1.343 | τὰ βασίλεια καὶ Ἀριστόβουλος σὺν αὐτοῖς, οὐ γὰρ ἠρέσκετο τοῖς δρωμένοις, πολλὰ εἰπόντες καὶ τοὺς ἤδη φθαρέντας ἀποκλαυσάμενοι εἰς οἶκτον τῶν κιν‐ δυνευόντων τοὺς παρόντας ἐκίνησαν καὶ εἰς δάκρυα. | |
5 | Ἀριστόβουλος δὲ τὴν μητέρα διὰ ταῦτα κατῃτιᾶτο· ἡ δὲ οὐκ εἶχεν ὅ,τι καὶ πράξειε. Κατὰ τοῦτον τὸν καιρὸν ἀγγέλλεται Τιγράνης σὺν στρατιᾷ μεγάλῃ εἰς τὴν Συρίαν ἐμβεβληκὼς καὶ ἐπὶ τὴν Ἰουδαίαν ἀφιξόμενος. τοῦτο ἐφόβησε καὶ τὸ | |
10 | ἔθνος καὶ τὴν βασίλισσαν, καὶ δῶρα πολλὰ καὶ πολ‐ λοῦ ἄξια καὶ πρέσβεις αὐτῷ πέμπουσι τὴν Πτολε‐ μαΐδα πολιορκοῦντι. ὁ δὲ ταῦτά τε ἐδέξατο καὶ χρη‐ στὰ ἐπηγγέλλετο. ἄρτι δὲ τὴν Πτολεμαΐδα πορθή‐ σαντι ἀγγέλλεταί οἱ Ἀκέλαος εἰς Ἀρμενίαν ὁρμήσας, | |
15 | καὶ διὰ τοῦτο ἀνεχώρει πρὸς τὴν οἰκείαν. τῆς δὲ βασιλίσσης δεινῶς νοσησάσης, Ἀριστόβουλος λάθρᾳ ὑπεξελθὼν ᾔει ἐπὶ τὰ φρούρια, ὅπου οἱ πατρῷοι κα‐ τετάχθησαν φίλοι, μόνης τῆς γυναικὸς αὐτοῦ συνει‐ δυίας τῇ πράξει, καὶ ὑπεδέχθη παρ’ αὐτῶν. αἰσθο‐ | |
20 | μένη δὲ ἡ μήτηρ αὐτοῦ τὴν ἀπόδρασιν καὶ ὅτι πάντα τὰ φρούρια ὑπηγάγετο, ἐν μεγάλῃ ἦν ταραχῇ καὶ αὐτὴ καὶ τὸ ἔθνος· ἔθεντο δὲ τὴν γυναῖκα αὐτοῦ καὶ τοὺς παῖδας εἰς τὸ ὑπὲρ τοῦ ἱεροῦ φρούριον. Ὑρκα‐ νὸς δὲ καὶ οἱ τῶν Ἰουδαίων πρεσβύτεροι μαθόντες | |
25 | ὅτι ἐν ἡμέραις πεντεκαίδεκα χωρίων εἴκοσι καὶ δύο ἐκράτησεν ὁ Ἀριστόβουλος καὶ πολλὰ συνήγαγε χρή‐ ματα καὶ συνήθροισε στράτευμα, ἐδέοντο τῆς βασι‐ λίσσης ὑποθέσθαι γνώμην περὶ Ἀριστοβούλου. ἡ δὲ οὐκέτι μέλειν αὐτῇ τῶν πραγμάτων εἰποῦσα, ὡς ἤδη | |
30 | ἐκλείπουσα, ἐφῆκε πράττειν αὐτοῖς ὃ συμφέρον κρι‐ | 343 in vol. 1 |
1.344 | νοῦσι. καὶ μετ’ οὐ πολὺ τετελεύτηκε, βασιλεύσασα ἔτη ἐννέα, βιώσασα δὲ τρία καὶ ἑβδομήκοντα. Τῆς Ἀλεξάνδρας μέντοι θανούσης εὐθὺς πόλε‐ μον κατὰ τοῦ ἀδελφοῦ ὁ Ἀριστόβουλος ἤρατο, καὶ | |
5 | πολλοὶ τῶν στρατιωτῶν τοῦ Ὑρκανοῦ αὐτομολοῦσι πρὸς Ἀριστόβουλον. ὁ δὲ φεύγει πρὸς τὴν ἀκρόπο‐ λιν, ἔνθα καὶ ἡ Ἀριστοβούλου γυνὴ καὶ οἱ παῖδες πρὶν κατεκλείσθησαν. εἰς λόγους δ’ ἐλθόντες οἱ ἀδελφοὶ λύουσι τὴν ἔχθραν, ὥστε βασιλεύειν μὲν | |
10 | Ἀριστόβουλον, Ὑρκανὸν δὲ ζῆν ἀπραγμόνως. ὅρκοις οὖν ἐμπεδώσαντες τὰς συνθήκας ἀνεχώρησεν ὁ μὲν εἰς τὰ βασίλεια, εἰς δὲ τὴν οἰκίαν Ἀριστοβούλου ὁ Ὑρκανός. Ἀντίπατρος δέ τις Ἰδουμαῖος, φίλος ὢν Ὑρκα‐ | |
15 | νοῦ, στασιώδης δὲ καὶ δραστήριος καὶ εὐπορῶν χρη‐ μάτων πολλῶν, λάθρᾳ τοῖς δυναστεύουσι τῶν Ἰου‐ δαίων διαλεγόμενος, καὶ πρὸς Ὑρκανὸν διαβάλλων τὸν Ἀριστόβουλον ὡς κτεῖναι αὐτὸν βουλευόμενον, πείθει πρὸς Ἀρέταν τὸν Ἀράβων βασιλέα φυγεῖν. | |
20 | καὶ πέμπει τὸν Ἀντίπατρον πρὸς Ἀρέταν ὁ Ὑρκανός, πίστεις ληψόμενον ὡς οὐκ ἐκδώσει αὐτὸν τοῖς ἐχθροῖς προσελθόντα αὐτῷ. λαβὼν δὲ πίστεις ὑπέστρεψεν ὁ Ἀντίπατρος, καὶ συμπαρειληφὼς τὸν Ὑρκανὸν νύ‐ κτωρ ἧκεν ἄγων αὐτὸν εἰς τὴν καλουμένην Πέτραν | |
25 | πρὸς τὸν Ἀρέταν. παρεκάλει οὖν ὁ Ὑρκανὸς αὐτὸν καταχθῆναι παρ’ αὐτοῦ εἰς τὴν Ἰουδαίαν καὶ εἰς τὴν βασιλείαν ἀποκαταστῆναι, ὑπισχνούμενος, εἰ ταῦτα γένοιτο, δώσειν αὐτῷ τήν τε χώραν καὶ τὰς δώδεκα πόλεις ἃς Ἀλέξανδρος ὁ πατὴρ αὐτοῦ τῶν Ἀράβων | |
30 | ἀφείλετο. καὶ ὁ Ἀρέτας ἐστράτευσεν ἐπὶ τὸν Ἀρι‐ στόβουλον, καὶ τῆς μάχης κρατεῖ. πολλῶν οὖν πρὸς | |
Ὑρκανὸν αὐτομολησάντων εἰς Ἱεροσόλυμα ὁ Ἀριστό‐ | 344 in vol. 1 | |
1.345 | βουλος ἔφυγε. καὶ ὁ Ἄραψ τῷ ἱερῷ προσβαλὼν ἐπο‐ λιόρκει τὸν Ἀριστόβουλον, προστιθεμένου καὶ τοῦ δήμου τῷ Ὑρκανῷ, μόνων τῶν ἱερέων τῷ Ἀριστο‐ βούλῳ παραμενόντων. Ὀνίαν δέ τινα δίκαιον ἄνδρα | |
5 | καὶ θεοφιλῆ, ὃς αὐχμοῦ ποτε γενομένου εὐχῇ τὸν θεὸν δυσωπήσας ἔλυσε τὴν ἀνομβρίαν, ἠξίουν οἱ Ἰουδαῖοι εὔξασθαι κατὰ Ἀριστοβούλου καὶ τῶν μετ’ αὐτοῦ· ὁ δ’ οὐκ ἐπείθετο. ὡς δὲ ἐβιάσθη, “ὦ θεὲ βασιλεῦ τῶν ὅλων” εἶπεν, “ὅτι καὶ οἱ μετ’ ἐμοῦ | |
10 | ἑστηκότες σοί εἰσι, σοὶ δὲ καὶ οἱ πολιορκούμενοι ἱε‐ ρεῖς, δέομαι μήτε κατὰ τούτων ἐκείνοις ἐπαρήξῃς μήτε μὴν κατ’ ἐκείνων τούτοις.” καὶ αὐτίκα τὸν ἄνδρα περιστάντες κατέλευσαν. οὐκ εἰς μακρὰν δὲ τὸ θεῖον δίκας τῆς ἀσεβείας αὐτοὺς εἰσεπράξατο, | |
15 | πνεύματος βιαίου πνεύσαντος καὶ τὸν τῆς χώρας καρ‐ πὸν διαφθείραντος. Πεμφθεὶς δὲ παρὰ Πομπηίου ἐν Ἀρμενίᾳ πολε‐ μοῦντος Τιγράνῃ Σκαῦρος εἰς Συρίαν πρέσβεις ἐδέ‐ ξατο παρά τε Ἀριστοβούλου καὶ Ὑρκανοῦ, συμμαχεῖν | |
20 | ἀξιοῦντος ἑκατέρου. λαβὼν οὖν ὑπ’ Ἀριστοβούλου τε‐ τρακόσια τάλαντα αὐτῷ προσετέθη. καὶ κελεύσας ἀνα‐ χωρεῖν τὸν Ἀρέταν ἢ πολέμιον Ῥωμαίων κριθήσεσθαι, ἔλυσε τὴν πολιορκίαν. ἧς λυθείσης ὁ Ἀριστόβουλος ἐπὶ Ἀρέταν καὶ Ὑρκανὸν ἐξεστράτευσε, καὶ συμβαλὼν | |
25 | νικᾷ. μετ’ οὐ πολὺ δὲ Πομπηίου ἀφικομένου εἰς Δαμασκόν, ἧκον πρέσβεις πολλαχόθεν τε καὶ ἐξ Ἰου‐ δαίας, δῶρον ἐξ Ἀριστοβούλου μέγα κομίζοντες, ἄμ‐ πελον χρυσῆν ἐκ πεντακοσίων ταλάντων. ταύτην | |
φησὶν ὁ Ἰώσηπος ἐν Ῥώμῃ θεάσασθαι, τῷ Καπιτω‐ | 345 in vol. 1 | |
1.346 | λίῳ ἀνατεθειμένην Διί. καὶ αὖθις ἧκον πρὸς αὐτὸν Ἀντίπατρος μὲν ὑπὲρ Ὑρκανοῦ, ὑπὲρ δὲ Ἀριστοβού‐ λου Νικόδημος. ὁ δὲ αὐτοὺς ἐλθεῖν τοὺς διαμφισβη‐ τοῦντας ἐκέλευσεν. ἀφικομένων δέ γε εἰς Δαμασκὸν | |
5 | τῶν Ἰουδαίων καὶ τῶν ἡγεμόνων αὐτῶν, οἱ μὲν ἠξίουν μὴ βασιλεύεσθαι· πάτριον γὰρ εἶναι αὐτοῖς παρὰ τῶν ἀρχιερέων ἄρχεσθαι, τούτους δὲ τοῦ γέ‐ νους ὄντας ἐκείνου εἰς βασιλείαν τὴν ἀρχὴν μετα‐ θεῖναι· Ὑρκανὸς δὲ κατηγόρει τοῦ ἀδελφοῦ, ὅτι τῆς | |
10 | ἀρχῆς αὐτῷ νεμηθείσης διὰ τὴν πρεσβυγένειαν ὑπ’ ἐκείνου ταύτην ἀφῄρητο, καὶ ἄλλα κατ’ αὐτοῦ συν‐ είρων πολλὰ αἰτιάματα. συνεφθέγγοντο δὲ αὐτῷ ταῦτα λέγοντι καὶ τῶν δοκιμωτάτων Ἰουδαίων πλεί‐ ους ἢ χίλιοι, Ἀντιπάτρου παρασκευάσαντος. Ἀρι‐ | |
15 | στόβουλος δὲ τοῦ μὲν ἐκπεσεῖν τὸν Ὑρκανὸν τῆς ἀρχῆς τὴν ἐκείνου φύσιν αἰτίαν εἰσῆγεν, ἄπρακτον οὖσαν καὶ διὰ τοῦτο εὐκαταφρόνητον· αὐτὸς δ’ ἐξ ἀνάγκης ἔλεγεν αὐτὴν ὑπελθεῖν, φόβῳ τοῦ μὴ πρὸς ἄλλους γενέσθαι αὐτήν· ὀνομάζεσθαι δὲ ὅπερ καὶ ὁ | |
20 | πατήρ. Πομπήιος δὲ βίαν μὲν κατέγνω Ἀριστοβού‐ λου, πρᾴως δὲ τότε προσομιλήσας αὐτοῖς ἡσυχίαν τέως ἄγειν ἐκέλευσεν, ἐλθὼν δ’ εἰς τὴν χώραν δια‐ τάξειν ἕκαστα ἐπηγγέλλετο. οὐκ ἀναμείνας μέντοι ὁ Ἀριστόβουλος εἰς τὴν Ἰουδαίαν ἀπῆρε. καὶ ὀργισθεὶς | |
25 | ὁ Πομπήιος ἐστράτευσε κατ’ αὐτοῦ. συμπεφευγότος δ’ εἰς ἔρυμα καλούμενον Ἀλεξάνδριον, ἐκέλευε πρὸς αὐτὸν ἥκειν. ὁ δὲ τῶν φίλων μὴ πολεμεῖν Ῥωμαίοις ἀξιούντων κάτεισι, καὶ δικαιολογησάμενος πάλιν ὅθεν ἧκεν ὑπέστρεψε. κελεύοντος δὲ Πομπηίου παραδι‐ | |
30 | δόναι τὰ ἐρύματα καὶ αὐτοχείρως ἐπιστεῖλαι τοῖς φρουράρχοις, ἀπείρητο γὰρ ἄλλως τούτων ἀφίστα‐ | |
σθαι, πείθεται μέν, δυσανασχετῶν δὲ ἀνεχώρησεν | 346 in vol. 1 | |
1.347 | εἰς Ἱεροσόλυμα καὶ πολεμεῖν ἡτοιμάζετο. Πομπηίῳ δὲ στρατεύοντι ἐπ’ αὐτὸν ἡ Μιθριδάτου μεμήνυτο τελευτὴ ἐκ Φαρνάκου τοῦ παιδὸς αὐτοῦ γενομένη. περὶ Ἱεριχοῦντα δὲ γεγονότι, οὗ τὸ ὀποβάλσαμον τρέ‐ | |
5 | φεται τῶν μύρων τὸ ἀκρότατον, ὃ τῶν θάμνων τεμνομένων ὀξεῖ λίθῳ ἀναπιδύει ὥσπερ ὀπός, πρόσ‐ εισιν ὁ Ἀριστόβουλος αὐτῷ καὶ ἱκέτευε παύσασθαι τοῦ πολέμου, χρήματά τε διδοὺς καὶ εἰς τὰ Ἱεροσό‐ λυμα αὐτὸν εἰσδεχόμενος, ὥστε πράττειν ὃ βούλεται. | |
10 | ὁ δὲ συγγνοὺς αὐτῷ πέμπει Γαβήνιον ἐπὶ τὰ χρήματα καὶ τὴν πόλιν. τῶν δὲ Ἀριστοβούλου στρατιωτῶν οὐκ ἐώντων τὰς συνθήκας πληρωθῆναι, ἄπρακτος ἐπανῆλθεν ὁ Γαβήνιος. ἥκει γοῦν ἐπὶ τὴν πόλιν Πομπήιος καθείρξας τὸν Ἀριστόβουλον. οἱ δ’ ἔνδον | |
15 | οὐχ ὡμονόουν. τοῖς μὲν γὰρ ἐδόκει δέχεσθαι τὸν Πομπήιον, τοῖς δ’ Ἀριστοβούλου τοὐναντίον· οἳ καὶ τὸ ἱερὸν κατειληφότες εἰς πολιορκίαν παρεσκευά‐ ζοντο. οἱ δ’ ἄλλοι τὴν πόλιν ἐγχειρίζουσι Πομπηίῳ καὶ τὰ βασίλεια. ὁ δὲ ἐντὸς στρατοπεδευσάμενος ἐπο‐ | |
20 | λιόρκει τὸ ἱερόν. ἁλόντος δὲ περὶ τρίτον μῆνα, ἐπεισ‐ φρήσαντες οἱ πολέμιοι ἔσφαζον τοὺς ἐν αὐτῷ· οἱ δὲ οὐδὲν ἧττον ἦσαν ἱερουργοῦντες καὶ θύοντες. φό‐ νου δὲ πάντα μεμέστωτο· οἱ μὲν γὰρ τῶν Ἰουδαίων ὑπὸ Ῥωμαίων, οἱ δ’ ὑπ’ ἀλλήλων ἐσφάττοντο ἢ καὶ | |
25 | ἑαυτοὺς κατεκρήμνιζον. παρῆλθε δὲ εἰς τὸ ἐντὸς τοῦ ναοῦ τὸ ἄβατον ὁ Πομπήιος καὶ τῶν περὶ αὐτόν τι‐ νες, καὶ εἶδον ὅσα τοῖς ἄλλοις πλὴν τῶν ἀρχιερέων ἦσαν ἀθέατα. οὐδενὸς μέντοι τῶν ἐν αὐτῷ ἀναθη‐ μάτων ἢ τῶν χρημάτων ἥψατο δι’ εὐσέβειαν. τῇ δ’ | |
30 | ὑστεραίᾳ καθᾶραι παραγγείλας τὸ ἱερὸν καὶ θύειν νομίμως, τὴν ἀρχιερωσύνην παρέδωκεν Ὑρκανῷ, τοὺς | |
αἰτίους τοῦ πολέμου πελέκει διαχρησάμενος καὶ τὰ | 347 in vol. 1 | |
1.348 | Ἱεροσόλυμα ποιήσας Ῥωμαίοις ὑπόφορα. Πομπήιος δὲ ἐπὶ Ῥώμην ἀπιὼν ἐπήγετο τὸν Ἀριστόβουλον δε‐ δεμένον καὶ τοὺς παῖδας αὐτοῦ. ἦσαν δὲ αὐτῷ δύο θυγατέρες καὶ τοσοῦτοι υἱοί, ὧν ὁ πρεσβύτερος Ἀλέ‐ | |
5 | ξανδρος ἀπέδρα καὶ τὴν Ἰουδαίαν κατέτρεχεν ὕστε‐ ρον, μὴ δυναμένου τοῦ Ὑρκανοῦ αὐτῷ ἀντικαθί‐ στασθαι. Ὡς δὲ Γαβήνιος εἰς Συρίαν ἧκε, πέμπει πρὸς τὸν Ἀλέξανδρον Ἀντώνιον Μάρκον μετὰ στρατεύματος. | |
10 | καὶ γενομένης μάχης κτείνουσιν οἱ Ῥωμαῖοι τῶν πο‐ λεμίων περὶ τρισχιλίους καὶ οὐκ ἐλάττους ζωγροῦσι. καταφυγόντος δὲ τοῦ Ἀλεξάνδρου ἐπί τι ἔρυμα λεγό‐ μενον Ἀλεξάνδριον, ἐπολιόρκει τοῦτο. διαπρεσβεύε‐ ται οὖν πρὸς Γαβήνιον ὁ Ἀλέξανδρος συγγνώμην αἰ‐ | |
15 | τῶν, καὶ παραδίδωσιν ἃ κατεῖχεν ἐρύματα. ὁ δὲ ἀρχιερεὺς Ὑρκανὸς εἰς Ἱεροσόλυμα κατήχθη παρὰ τοῦ Γαβηνίου. ὁ μέντοι Ἀριστόβουλος διαδρὰς ἐκ Ῥώμης καὶ εἰς τὴν Ἰουδαίαν ἐλθὼν τειχίζειν ἐπειρᾶτο τὸ Ἀλεξάνδριον ἄρτι κατεσκαμμένον. ὁ δὲ Γαβήνιος στέλ‐ | |
20 | λει τοὺς κωλύσοντας αὐτὸν ἢ καὶ συλληψομένους. πολλοὶ δὲ τῷ Ἀριστοβούλῳ τῶν Ἰουδαίων προσέρ‐ ρεον, ὧν οἱ πλείους ἐτύγχανον ἄοπλοι. τούτους μὲν οὖν ἀπέλυσεν Ἀριστόβουλος, τοὺς δ’ ὡπλισμένους ὄντας περὶ ὀκτακισχιλίους εἶχε μεθ’ ἑαυτοῦ. καὶ μά‐ | |
25 | χης αὐτοῖς πρὸς Ῥωμαίους συγκροτηθείσης ἡττῶνται Ἰουδαῖοι καὶ φεύγουσι· καὶ οἱ μὲν κτείνονται, σκε‐ δάννυνται δὲ οἱ λοιποί. Ἀριστόβουλος δὲ μετὰ χι‐ λίων εἰς Μαχαιροῦντα συνέφυγε μετὰ τοῦ παιδὸς Ἀντιγόνου συναποδράντος ἐκ Ῥώμης αὐτῷ. μετὰ δὲ | |
30 | δύο ἡμέρας τραυματισθεὶς ἑάλω, καὶ σὺν τῷ υἱῷ | 348 in vol. 1 |
1.349 | Ἀντιγόνῳ αἰχμάλωτος πρὸς Γαβήνιον ἄγεται, καὶ ἀνα‐ πέμπεται αὖθις εἰς Ῥώμην, καὶ δεθεὶς κατείχετο, βασιλεύσας καὶ ἀρχιερατεύσας ἔτη τρία. Γαβήνιος δὲ ἀπῄει εἰς Αἴγυπτον. ἐπανελθὼν δ’ ἐκεῖθεν εὗρε τὸν | |
5 | Ἀριστοβούλου παῖδα Ἀλέξανδρον στρατεύματι με‐ γάλῳ τὴν χώραν ἐπιόντα καὶ ὅσοις ἐντύχοι τῶν Ῥω‐ μαίων πάντας κτιννύοντα. συμβαλὼν οὖν τούτῳ περὶ τὸ Ἰταβύριον ὄρος τρισμυρίους ἄγοντι Ἰουδαίους κτείνει περὶ μυρίους. καταστησάμενος δὲ τὰ ἐν Ἱε‐ | |
10 | ροσολύμοις ὡς Ἀντίπατρος ἤθελε, καὶ ἄλλα δὲ στρα‐ τηγήσας ἔργα μεγάλα, εἰς Ῥώμην ἀπῆρε, Κράσσῳ παραδοὺς τὴν ἀρχήν. οὗτος δ’ ὁ Κράσσος εἰς τὴν Ἰου‐ δαίαν ἐλθὼν καὶ τὰ ἐν τῷ ἱερῷ χρήματα, ὧν οὐχ ἥψατο ὁ Πομπήιος, ἦσαν δὲ δισχίλια τάλαντα, πάντα ἀφεί‐ | |
15 | λετο, καὶ τὸν ναὸν περιδύσας τὸν κόσμον πάντα ἐσύ‐ λησεν, εἰς τάλαντα χρυσοῦ ὀκτακισχίλια ἀριθμούμε‐ νον. ἔλαβε δὲ καὶ δοκὸν σφυρήλατον ἐκ χρυσοῦ μνῶν τριακοσίων πεποιημένην. ἡ δὲ μνᾶ παρ’ Ἰουδαίοις ἕλκει λίτρας δύο καὶ ἡμίσειαν. ταῦτα λαβὼν ἐπὶ | |
20 | Πάρθους ἐξώρμησε· καὶ ἐφθάρη σὺν τῷ στρατεύματι. Κάσσιος δὲ εἰς Συρίαν ἐκεῖθεν φυγὼν καὶ εἰς τὴν Ἰουδαίαν ἀνέβη. μέγα γοῦν παρ’ αὐτῷ δεδύνητο ὁ Ἀντίπατρος, καὶ παρὰ Ἰδουμαίοις, παρ’ οἷς ἄγεται γυναῖκα ἐξ Ἀραβίας, Κύπρον ὄνομα, ἐξ ἧς αὐτῷ τέσ‐ | |
25 | σαρες ἐγένοντο υἱοί, Φασάηλος καὶ Ἡρώδης, Ἰωσὴφ καὶ Φερώρας, καὶ θυγάτηρ Σαλώμη. χρόνῳ δὲ ὕστε‐ ρον Καῖσαρ Ἰούλιος Γάιος, κατασχὼν τὴν Ῥώμην μετὰ τὸ Πομπήιον καὶ τὸ πλέον τῆς συγκλήτου ἐκεῖ‐ θεν φυγεῖν, λύσας τὸν Ἀριστόβουλον εἰς Συρίαν | |
30 | ἔπεμπε σὺν στρατεύματι. ἀλλὰ φθάσαντες οἱ τὰ Πομπηίου φρονοῦντες φαρμάκῳ τὸν Ἀριστόβουλον | |
διαφθείρουσι. Σκιπίων δέ, ἐπιστείλαντος αὐτῷ Πομ‐ | 349 in vol. 1 | |
1.350 | πηίου, τὸν Ἀριστοβούλου Ἀλέξανδρον ἐπελέκισε. μετὰ δὲ τὸν Πομπηίου θάνατον Καίσαρι πολεμοῦντι κατ’ Αἴγυπτον εἰς πολλὰ χρήσιμον ἑαυτὸν παρέσχεν Ἀντίπατρος, ὥστε τὸν Καίσαρα κεχρῆσθαι αὐτῷ εἰς | |
5 | πάντα τὸν πόλεμον· ὅπου καὶ τρωθῆναι συμβέβηκεν αὐτόν. ἐλθὼν δὲ καὶ Ἀντίγονος τότε ὁ Ἀριστοβού‐ λου πρὸς Καίσαρα ἐδεῖτο λαβεῖν οἶκτον αὐτοῦ τῆς ἀρχῆς ἐκβεβλημένου, καὶ τοῦ πατρὸς ἀνεμίμνησκε καὶ ὡς δι’ αὐτὸν ἀποθάνοι. παρὼν δὲ καὶ ὁ Ἀντί‐ | |
10 | πατρος ἀπελογεῖτο. δοξάντων δὲ τῶν λόγων αὐτοῦ ἐπικρατεστέρων, ὁ Καῖσαρ Ὑρκανῷ μὲν τὴν ἀρχιερω‐ σύνην ἐπεβεβαίωσεν, Ἀντίπατρον δὲ ἀπέδειξε τῆς Ἰουδαίας ἐπίτροπον. ὡς δὲ Καῖσαρ εἰς τὴν Ῥώμην ἀπῄει, ὁ Ἀντίπατρος τὰ κατὰ τὴν Ἰουδαίαν καθίστα. | |
15 | βραδὺν δὲ ὁρῶν καὶ νωθῆ τὸν Ὑρκανόν, Φασάηλον μὲν τὸν πρεσβύτατον τῶν παίδων Ἱεροσολυμιτῶν καὶ τῶν πέριξ στρατηγὸν ἀποδείκνυσι, τὸν δὲ μετ’ αὐτὸν Ἡρώδην, ὄντα λίαν νεώτατον, τῆς Γαλιλαίας πρου‐ στήσατο. | |
20 | Γενναῖος δ’ ὢν ὁ Ἡρώδης τὸ φρόνημα, ἀφορμὴν εἰς ἐπίδειξιν ἀρετῆς τὴν ἀρχὴν ἐποιήσατο, καὶ τὸν ἀρχιλῃστὴν Ἐζεκίαν σὺν μεγάλῳ στίφει τὰ προσεχῆ τῆς Συρίας ληιζόμενον συλλαβὼν κτείνει, καὶ πλεί‐ στους τῶν σὺν αὐτῷ· ὅθεν τοῖς Σύροις πεφίλητο. | |
25 | ἐγένετο δὲ διὰ τοῦτο καὶ Σέξτῳ Καίσαρι γνώριμος, ὄντι τοῦ μεγάλου Καίσαρος συγγενεῖ καὶ ἄρχοντι τῆς Συρίας. ζηλοῖ δὲ τὸν ἀδελφὸν καὶ Φασάηλος. ταῦτα δὲ ἐποίει τιμῆς ὑπὸ τοῦ ἔθνους τυγχάνειν βασιλικῆς τὸν Ἀντίπατρον. οἱ δ’ ἐν τέλει τῶν Ἰουδαίων διὰ | |
30 | ταῦτα ἐβάσκαινον τῷ Ἀντιπάτρῳ καὶ τοῖς υἱοῖς αὐ‐ τοῦ, καὶ ἐδεδίεσαν ὁρῶντες βίαιον καὶ τολμηρὸν τὸν | |
Ἡρώδην καὶ τυραννίδος ἐρῶντα, καὶ κατηγόρουν | 350 in vol. 1 | |
1.351 | Ἀντιπάτρου πρὸς Ὑρκανόν, καὶ ἠρέθιζον κατ’ αὐτοῦ καὶ τῶν παίδων αὐτοῦ, λέγοντες μὴ ἐπιτρόπους εἶναι τῶν τῆς βασιλείας πραγμάτων, ἀλλὰ δεσπότας. καὶ γὰρ τὸν Ἡρώδην κτεῖναι τὸν Ἐζεκίαν καὶ πολλοὺς | |
5 | τῶν σὺν ἐκείνῳ, τοῦ νόμου ἀπειρηκότος ἄνθρωπον ἀναιρεῖσθαι, κἂν πονηρὸς εἴη, εἰ μὴ πρότερον ὑπὸ τοῦ συνεδρίου κατακριθείη. Ὑρκανὸς δὲ τούτοις ἠρέ‐ θιστο εἰς ὀργήν. προσεξῆψαν δὲ τὴν ὀργὴν καὶ αἱ μητέρες τῶν ὑπὸ Ἡρώδου πεφονευμένων, παρακα‐ | |
10 | λοῦσαι ἵνα δίκας ὑπόσχῃ τῶν πεπραγμένων. κινη‐ θεὶς οὖν ὁ Ὑρκανὸς Ἡρώδην ἐκάλει δικασόμενον. ὁ δὲ ἧκε μετὰ στίφους ἀποχρῶντος αὐτῷ, ὥστε μὴ γυμνὸν καὶ ἀφύλακτον ἰέναι πρὸς δίκην. ἐλθὼν δὲ ἐν τῷ συνεδρίῳ μετὰ τοῦ στίφους κατέπληξεν ἅπαν‐ | |
15 | τας, καὶ οὐδεὶς ἐθάρρει κατηγορεῖν αὐτοῦ, ἀλλ’ ἦν ἀπορία τοῦ τί χρὴ ποιεῖν. εἷς δέ τις Σαμαῖος ὀνό‐ ματι, δίκαιος ἀνὴρ καὶ πεποιθὼς ὡς λέων, εἶπεν “ὦ ἄνδρες, οὐκ οἶδά τινα τῶν κεκλημένων εἰς δίκην οὕτω παραστάντα, οὔτε ὑμεῖς, οἶμαι, ἀλλὰ πᾶς κρι‐ | |
20 | θησόμενος δεδιότος παρίσταται σχήματι. ὁ δὲ βέλτι‐ στος Ἡρώδης φόνων δίκην φεύγων ἕστηκε περὶ αὐ‐ τὸν ἔχων ὁπλίτας, εἰ κατακριθείη κατὰ τὸν νόμον, κτενοῦντας ἡμᾶς. ἀλλ’ Ἡρώδην μὲν οὐ μεμψαίμην, ὑμᾶς δὲ τοσαύτην ἄδειαν παρασχόντας αὐτῷ. ἴστε | |
25 | τοίνυν δίκαιον τὸν θεόν, καὶ ὡς οὗτος, ὃν νῦν δι’ Ὑρκανὸν ἀπολῦσαι βούλεσθε, κολάσει ὑμᾶς ποτε καὶ αὐτὸν Ὑρκανόν.” ὅτι δὲ ταῦτα εἰς ἔργον ἐξέβη δη‐ λώσει προϊὼν ὁ λόγος. Ὑρκανὸς δὲ εἰς ἄλλην ἡμέ‐ ραν τὴν δίκην ὑπερέθετο, καὶ λάθρᾳ ὑπέθετο τῷ | |
30 | Ἡρώδῃ τὴν πόλιν ὑπεξελθεῖν. καὶ ὁ μὲν ἀπῄει, οἱ δὲ τοῦ συνεδρίου ἠγανάκτουν. Σέξτου δὲ τὴν στρα‐ | |
τηγίαν τῆς Κοίλης Συρίας χρημάτων τῷ Ἡρώδῃ ἀπο‐ | 351 in vol. 1 | |
1.352 | δομένου, οὐ πολὺ τὸ ἐν μέσῳ παρῆλθε καὶ ἧκεν Ἡρώδης σὺν στρατιᾷ, ὀργιζόμενος κατὰ Ὑρκανοῦ ὅτι ὅλως εἰς δίκην ἐκλήθη. ἐκώλυσαν δὲ αὐτὸν τοῖς Ἱεροσολύμοις προσβαλεῖν ὁ πατὴρ καὶ ὁ ἀδελφός. | |
5 | Καὶ τὰ μὲν κατὰ τὴν Ἰουδαίαν ἐν τούτοις ἦν, τὰ δὲ κατὰ τὴν Συρίαν τετάρακτο ἐξ αἰτίας τοιαύτης. Βάσσος Καικίλιος, εἷς τῶν τὰ Πομπηίου φρονούντων, κτείνει μὲν Σέξτον Καίσαρα δι’ ἐπιβουλῆς, αὐτὸς δὲ τῶν πραγμάτων ἐκράτει. τῶν δὲ Καίσαρος Ἰουλίου | |
10 | στρατηγῶν κατὰ Βάσσου ὡρμηκότων, ὁ Ἀντίπατρος αὐτοῖς διὰ τῶν υἱῶν συνεμάχησε, μεμνημένος ὧν ὑπὸ τοῦ Καίσαρος εὐηργέτητο. τριβομένου δὲ τοῦ καιροῦ ἐν τῷ πολέμῳ, Μάρκος ἦλθεν ἐκ Ῥώμης εἰς τὴν τοῦ Σέξτου ἀρχήν. ὁ δέ γε Καῖσαρ ὑπὸ τῶν περὶ Βροῦ‐ | |
15 | τον καὶ Κάσσιον ἐν Ῥώμῃ κτείνεται. πολέμου δὲ συνερρωγότος ἐπὶ τῷ θανάτῳ τοῦ Καίσαρος, καὶ τῶν ἐν τέλει ἐπὶ στρατιᾶς συλλογὴν ἄλλων ἀλλαχῇ διε‐ σπαρμένων, Κάσσιος ἀφικνεῖται εἰς Συρίαν, καὶ πε‐ ριιὼν ταύτην ὅπλα καὶ στρατιώτας συνήθροιζε, καὶ | |
20 | ἐφορολόγει βαρύτατα, καὶ ἐξ Ἰουδαίας ἑπτακόσια τά‐ λαντα ἀργυρίου ἐπράξατο, ὧν τὴν εἴσπραξιν ὁ Ἀντί‐ πατρος τοῖς υἱοῖς ἀμφοῖν κατεμέρισεν. ὁ οὖν Ἡρώ‐ δης πρῶτος ὅσα ἦν αὐτῷ προστεταγμένον Κασσίῳ προσενεγκών, φίλος ἦν αὐτῷ ἐς τὰ μάλιστα. ἀνῃ‐ | |
25 | ρέθη δ’ ἂν ὑπὸ Κασσίου ὁ Μάλιχος, εἰ μὴ ὁ Ὑρκα‐ νὸς ἐπέσχεν αὐτῷ τὴν ὁρμήν, ἑκατὸν ταλάντοις δε‐ ξιωσάμενος δι’ Ἀντιπάτρου αὐτόν. ἤδη δὲ Κασσίου μεταστάντος τῆς Ἰουδαίας Ἀντιπάτρῳ Μάλιχος ἐπε‐ βούλευεν, ὡς εἰ οὗτος φθαρείη, ἀσφαλείας ἐσομένης | |
30 | τῷ Ὑρκανῷ περὶ τὴν ἀρχήν. ταῦτα δ’ οὐκ ἔλαθε τὸν | 352 in vol. 1 |
1.353 | Ἀντίπατρον, ἀλλ’ ἠσφαλίζετο ἑαυτόν· καὶ ὁ Μάλιχος ἠρνεῖτο μεθ’ ὅρκων. Μάρκος δ’ ἐν τῇ Συρίᾳ στρα‐ τηγῶν μικροῦ ἀνεῖλεν ἂν τὸν Μάλιχον, εἰ μὴ Ἀντί‐ πατρος παρακαλέσας αὐτὸν περιέσωσε. Κάσσιός γε | |
5 | μὴν καὶ Μάρκος ἀθροίσαντες στρατιὰν τῷ Ἡρώδῃ τὴν ἐπιμέλειαν ἐνεχείρισαν, στρατηγὸν αὐτὸν Κοίλης Συρίας ποιήσαντες, ὑποσχόμενοι καὶ βασιλέα τῆς Ἰουδαίας ἀναδείξειν μετὰ τὸν πόλεμον, ὃς τότε πρὸς Ἀντώνιον καὶ τὸν νέον Καίσαρα συγκεκρότητο. ὅτε | |
10 | καὶ Μάλιχος τὸν Ὑρκανοῦ οἰνοχόον χρήμασιν ὑπελ‐ θὼν φαρμάκῳ κτείνει Ἀντίπατρον· παρὰ γὰρ Ὑρ‐ κανῷ εἱστιῶντο ἑκάτεροι. γνόντων δὲ τὴν ἐπιβουλὴν τῶν Ἀντιπάτρου υἱῶν, ὁ Μάλιχος ἔξαρνος ἦν. τῷ μὲν οὖν Ἡρώδῃ εὐθὺς ἐδόκει τὸν φόνον τοῦ πατρὸς | |
15 | ἐκδικεῖν, ὁ δέ γε Φασάηλος δόλῳ μᾶλλον ἤθελε τὸν Μάλιχον μετελθεῖν, ἵνα μὴ ἐμφυλίου πολέμου γέ‐ νωνται αἴτιοι. πιστεύειν οὖν τῇ ἀρνήσει τοῦ Μαλί‐ χου ὑπεκρίνοντο. ἐνστάσης δὲ ἑορτῆς ἐν Ἱεροσολύ‐ μοις ἧκεν Ἡρώδης μετὰ στρατιᾶς εἰς τὴν πόλιν· | |
20 | Ὑρκανὸς δὲ Μαλίχῳ πεισθεὶς ἐκώλυεν αὐτῷ τὴν εἰς τὴν πόλιν εἰσέλευσιν, προφάσει τοῦ μὴ δεῖν ὄχλον ἀλλοδαπὸν ἀναμίγνυσθαι τῷ πλήθει ἁγνεύοντι. ὁ δὲ μὴ φροντίσας τῶν λόγων εἴσεισι νυκτὸς εἰς τὴν πό‐ λιν. Μάλιχος δ’ ἔτι τῆς ὑποκρίσεως εἴχετο, δακρύων | |
25 | τὸν Ἀντίπατρον καὶ ὡς φίλον ἀνακαλούμενος, κρύφα δὲ ἐποιεῖτο τοῦ σώματος φυλακήν. ἑλόντος δὲ Κασ‐ σίου τὴν Λαοδίκειαν, ἄμφω πρὸς αὐτὸν ἀπῄεσαν. καὶ Ἡρώδης μὲν ἐκεῖ τῖσαι δίκας τὸν Μάλιχον ἐτα‐ μίευεν· ὁ δὲ ὑποπτεύσας τὸ πρᾶγμα, τοῦ παιδὸς | |
30 | αὐτῷ ὁμηρεύοντος ἐν Τύρῳ, ἐμελέτησε τοῦτον ὑπο‐ κλέψαι, καὶ εἰς τὴν Ἰουδαίαν ἀπᾶραι καὶ τὴν ἀρχὴν | |
κατασχεῖν. Ἡρώδης δὲ τὴν γνώμην τοῦ Μαλίχου | 353 in vol. 1 | |
1.354 | ὑπονοήσας, προεισπέμψας εἰς Τύρον λάθρᾳ πείθει τοὺς χιλιάρχους πρὸς Μάλιχον ἐξελθεῖν καὶ διαφθεῖ‐ ραι αὐτόν. ἤδη γὰρ αὐτοῖς παρὰ Κασσίου προώ‐ ριστο συμπράττειν Ἡρώδῃ ἐπὶ δικαίᾳ πράξει. οἱ δὲ | |
5 | πλησίον τῆς πόλεως αὐτῷ ὑπαντήσαντες κατακεντοῦ‐ σιν αὐτόν. Ὑρκανὸς δὲ ὑπὸ φόβου ἄφωνος ἦν. ἀνε‐ νεγκὼν δὲ ἠρώτα ὅπως ἀνῄρηται Μάλιχος· καὶ ἀκού‐ σας ὅτι Κασσίου προστάξαντος, ἐπῄνεσε τὴν πρᾶξιν, πονηρὸν εἰπὼν εἶναι καὶ τῆς πατρίδος ἐπίβουλον. | |
10 | Κασσίου δὲ ἐκ Συρίας ἀπάραντος πρὸς Ἀντώ‐ νιον, ὁ Ἡρώδης ἐν διαφόροις ἠρίστευσε, καὶ τῷ Ἀρι‐ στοβούλου δὲ υἱῷ Ἀντιγόνῳ ἄρτι τῶν ἄκρων ἐπι‐ βάντι τῆς Ἰουδαίων γῆς ὑπαντήσας μάχῃ ἐνίκησε καὶ τῶν ὁρίων ταύτης ἐξέωσεν. ὅθεν ἀφικόμενον | |
15 | εἰς Ἱεροσόλυμα ἐστεφάνου ὅ τε δῆμος καὶ Ὑρκανός. μνηστεύεται δὲ καὶ τὴν Ὑρκανοῦ θυγατριδῆν, Ἀλε‐ ξάνδρου δὲ θυγατέρα τοῦ Ἀριστοβούλου παιδός. εἶχε δὲ πρότερον ἑτέραν γυναῖκα δημότιν, Δωρίδα κα‐ λουμένην, ἐξ ἧς αὐτῷ παῖς Ἀντίπατρος γίνεται τῶν | |
20 | ἄλλων πρεσβύτερος. Ἀντωνίου δὲ καὶ Καίσαρος Κάσσιον καὶ Βροῦτον περὶ Φιλίππους νενικηκότων, ὁ μὲν ἐπὶ Γαλλίας ἐχώ‐ ρει, πρὸς δὲ τὴν Ἀσίαν Ἀντώνιος. γενομένῳ δ’ ἐν Βιθυνίᾳ πανταχόθεν ἀπήντων πρεσβεῖαι. παρῆσαν | |
25 | δὲ καὶ Ἰουδαῖοι κατηγοροῦντες Φασαήλου τε καὶ Ἡρώδου. ἐλθόντα δὲ τὸν Ἡρώδην ἐπὶ ἀπολογίᾳ διὰ τιμῆς ἦγεν Ἀντώνιος, καὶ οὐδὲ λόγου ἠξίωντο οἱ κα‐ τήγοροι, χρήμασι ταῦτα τοῦ Ἡρώδου πριαμένου παρ’ Ἀντωνίου. ἐλθόντι δ’ εἰς Ἔφεσον Ἀντωνίῳ ἔπεμ‐ | |
30 | ψεν Ὑρκανὸς στέφανον χρυσοῦν, καὶ ἠξίου τοὺς Ἰου‐ | 354 in vol. 1 |
1.355 | δαίους, οὓς ᾐχμαλώτισε Κάσσιος οὐ νόμῳ πολέμου, ἐλευθέρους ἀπολυθῆναι καὶ τὴν χώραν ἀποδοθῆναι, ἣν αὐτοὺς ἀφείλετο Κάσσιος. δικαίαν οὖν εἶναι κε‐ κρικὼς τὴν ἀξίωσιν εἰς ἔργον ἐκβῆναι προσέταξε. | |
5 | μετὰ ταῦτα εἰς Συρίαν παραγενομένῳ τῷ Ἀντωνίῳ καὶ ὑπὸ τῶν τῆς Κλεοπάτρας ἐρώτων κεκρατημένῳ προσίασιν ἄνδρες ἑκατὸν Ἰουδαίων οἱ δυνατώτατοι, καὶ κατηγόρουν Ἡρώδου καὶ τῶν περὶ αὐτόν, πα‐ ρόντος καὶ Ὑρκανοῦ. Ἀντώνιος δὲ πυνθάνεται Ὑρ‐ | |
10 | κανοῦ πότεροι τοῦ ἔθνους προΐστανται ἄμεινον· καὶ ὃς τοὺς περὶ Ἡρώδην εἶπεν, ὢν αὐτοῦ κηδεστής. ὁ γοῦν Ἀντώνιος οἰκείως πρὸς αὐτοὺς ἔχων διὰ τὴν τοῦ πατρὸς αὐτῶν ξενίαν καὶ ἄμφω τετράρχας ὠνό‐ μασε καὶ τὰ Ἰουδαίων αὐτοῖς ἐπέτρεψε πράγματα· | |
15 | καὶ δέκα δήσας τῶν κατηγόρων ἔκτεινεν ἂν αὐτούς, εἰ μὴ οἱ ἀδελφοὶ παρῃτήσαντο. αὖθις δὲ χίλιοι τῷ Ἀντωνίῳ περὶ Τύρον ὑπήντησαν. ὁ δὲ δώροις προ‐ κατειλημμένος τῷ κατὰ τόπον ἄρχοντι κολάσαι τοὺς Ἰουδαίους ἐκέλευσεν, ὡς νεωτερίζοντας. ὁ δὲ Ἡρώ‐ | |
20 | δης ἀπιέναι ταχὺ αὐτοῖς συνεβούλευεν, ἵνα μὴ με‐ γάλου πειραθῶσι κακοῦ. ὡς δ’ οὐχ ὑπήκουον, ἐκ‐ δραμόντες οἱ Ῥωμαῖοι τινὰς μὲν ἀπέκτειναν, πολλοὺς δ’ ἐτραυμάτισαν· καὶ οἱ λοιποὶ διαφυγόντες ἡσύχα‐ ζον. τοῦ δὲ δήμου καταβοῶντος Ἡρώδου, παροξυν‐ | |
25 | θεὶς ὁ Ἀντώνιος τοὺς δεδεμένους ἀπέκτεινεν. Ἀντίγονος δὲ Πακόρῳ τῷ Πάρθων βασιλεῖ ὑπισ‐ χνεῖται χίλια δώσειν τάλαντα καὶ γυναῖκας πεντα‐ κοσίας, ἢν τὴν ἀρχὴν Ὑρκανὸν ἀφέλωνται καὶ παρα‐ δῶσιν αὐτῷ καὶ τοὺς περὶ Ἡρώδην ἀνέλοιεν. διὰ | |
30 | ταῦτα ἐπὶ τὴν Ἰουδαίαν κατάγοντες Ἀντίγονον οἱ Πάρθοι ἐστράτευσαν· οἷς πολλάκις οἱ περὶ Ἡρώδην | |
συμμίξαντες ἐκράτουν. ὁ δὲ τῶν Πάρθων στρατηγὸς | 355 in vol. 1 | |
1.356 | σὺν ὀλίγοις ἱππεῦσιν εἰς τὴν πόλιν ἧκεν, ὡς τάχα κατευνάσων τὴν στάσιν, τὸ δ’ ἀληθὲς ὡς Ἀντιγόνῳ συμπράξων. Φασαήλου δὲ ξενίσαντος αὐτόν, πείθει τὸν Φασάηλον παρὰ Βαρζαφαρμάνην ἐλθεῖν πρεσ‐ | |
5 | βεύοντα. καὶ ᾤχοντο Ὑρκανὸς καὶ Φασάηλος πρεσ‐ βεύοντες, Ἡρώδου μὴ συναινοῦντος· ὁ δὲ στρατη‐ γὸς προύπεμπε σφᾶς. καὶ ὁ Βαρζαφαρμάνης τὸ μὲν πρῶτον γνησίως αὐτοὺς ὑπεδέξατο, ἔπειτα ἐπεβού‐ λευε. καὶ οἱ περὶ Φασάηλον ἐν ὑποψίαις ἦσαν κατὰ | |
10 | τῶν βαρβάρων, ἔγνων δὲ καὶ νύκτωρ λάθρᾳ παρ’ αὐτῶν φυλασσόμενοι. μεμήνυτο δ’ αὐτοῖς ὅτι καὶ συνελήφθησαν ἄν, εἰ μὴ ὑπερετίθεντο οἱ βάρβαροι μέχρις ἂν Ἡρώδης τοῖς ἐκεῖ Πάρθοις ληφθείη, μὴ τὰ περὶ αὐτῶν μαθὼν διαφύγοι. Φασαήλῳ μὲν οὖν | |
15 | τινες συνεβούλευον εὐθὺς παριππάσασθαι, Ὀφέλλιος δὲ καὶ πλοῖα πρὸς τὴν φυγὴν ὑπισχνεῖτο· ἐγγὺς γὰρ ἡ θάλασσα ἦν. ὁ δὲ Ὑρκανὸν ἀπολιπεῖν οὐκ ἐβού‐ λετο. συλλαμβάνονται οὖν καὶ δεσμοῦνται. Ἡρώδης δὲ ταῦτα μαθών, οὓς εἶχεν ὁπλίτας λαβὼν νυκτὸς | |
20 | καὶ τὴν μητέρα καὶ τὴν ἀδελφὴν καὶ τὴν ἐγγεγυημέ‐ νην αὐτῷ παῖδα τῆς Ὑρκανοῦ θυγατρὸς καὶ τὴν τῆς μνηστῆς ταύτης μητέρα τήν τε θεραπείαν πᾶσαν τὴν ἐπὶ Ἰδουμαίαν ἀπῄει, τοὺς πολεμίους λαθών. τοῦ ζεύγους δὲ περιτραπέντος ἐν τῇ ὁδῷ, καὶ τῆς μητρὸς | |
25 | αὐτοῦ κινδυνευούσης ἀποθανεῖν, μικροῦ ἑαυτὸν διε‐ χρήσατο. ἀνακτησάμενος οὖν τὴν μητέρα καὶ θερα‐ πείας ὡς ὁ καιρὸς ἤπειγεν ἀξιώσας, ἐβάδιζε συντο‐ νώτερον πρὸς Μασάδαν τὸ ἔρυμα. ἐν τῷ μέσῳ δὲ καὶ πρὸς Πάρθους διώκοντας μαχεσάμενος καὶ πρὸς | |
30 | Ἰουδαίους αὖθις ἐπιθεμένους αὐτῷ, ἐνίκησε καὶ ἐκράτησε. τοῦ μέντοι πλήθους τοῦ συνεπομένου αὐτῷ | |
πολλοῦ ὄντος, τοῦ δὲ τῆς Μασάδας φρουρίου, πρὸς | 356 in vol. 1 | |
1.357 | ὅπερ ἠπείγοντο, οὐκ ἐξαρκοῦντος ἅπαντας ὑποδέξα‐ σθαι, τοὺς μὲν πλείους ἀπέλυσε, δοὺς σφίσιν ἐφό‐ δια, ὅσοι δὲ ἦσαν κοῦφοι καὶ τοὺς ἀναγκαιοτάτους ἔχων εἰς τὸ ἔρυμα παραγίνεται. καὶ ἀφεὶς αὐτόθι | |
5 | τάς τε γυναῖκας καὶ τὴν θεραπείαν ἀρκοῦντα τὰ ἐπι‐ τήδεια ἔχοντας, αὐτὸς ἐπὶ τὴν Πέτραν τῆς Ἀραβίας ἐξώρμησεν. ἕωθεν δὲ τὰ μὲν ἄλλα τῶν Ἱεροσολυμι‐ τῶν οἱ Πάρθοι διήρπαζον καὶ αὐτὰ τὰ βασίλεια, μό‐ νων δὲ ἀπείχοντο τῶν Ὑρκανοῦ χρημάτων, ὄντων | |
10 | εἰς ὀγδοήκοντα τάλαντα· καὶ τὴν χώραν δὲ ἐκάκουν οἱ Πάρθοι. Ἀντίγονος μὲν οὖν οὕτω καταχθεὶς εἰς τὴν Ἰου‐ δαίαν Ὑρκανὸν καὶ Φασάηλον δεσμώτας παραλαμβά‐ νει. φοβούμενος δὲ τὸν Ὑρκανὸν μὴ τὸ πλῆθος αὐτῷ | |
15 | τὴν βασιλείαν ἀποκαταστήσῃ, ἀποτέμνει αὐτοῦ τὰ ὦτα, τοῦ νόμου τοὺς ἱερᾶσθαι μέλλοντας ὁλοκλήρους εἶναι κελεύοντος. Φασάηλος δὲ γνοὺς ἑαυτὸν μέλ‐ λοντα σφάττεσθαι, ἐπεὶ τὰς χεῖρας δεδέσμητο, πέτρᾳ προσαράξας τὴν κεφαλὴν ἑαυτὸν μὲν ἐξήγαγε τοῦ | |
20 | βίου, τὴν δ’ ἐκ τοῦ κτεῖναι αὐτὸν ἡδονὴν ἐστέρησε τὸν πολέμιον. πρὸ δέ γε τοῦ πάνυ ἐκλιπεῖν ἀκούσας ὡς διέδρα τοὺς πολεμίους Ἡρώδης ὁ ἀδελφός, εὐθύ‐ μως ἀπέθανε, καταλιπὼν ἐκδικητὴν καὶ τῶν ἐχθρῶν τιμωρόν. Ἡρώδης δὲ πρὸς Μάλχον τὸν Ἀράβων | |
25 | ἔσπευδε βασιλέα, εὐεργετηθέντα πρόσθεν ὑπ’ αὐτοῦ, ὡς παρ’ αὐτοῦ ληψόμενος χρήματα εἰς λύτρον τοῦ ἀδελφοῦ· οὔπω γὰρ ἦν τὰ κατ’ ἐκεῖνον μαθών. ἀγ‐ γείλαντος δὲ τοῦ Μάλχου αὐτῷ διά τινων ἀναχωρεῖν, ὡς τῶν Πάρθων παραγγειλάντων μὴ δέχεσθαι αὐ‐ | |
30 | τόν, ἀπεκρίνατο μηδὲν ἐνοχλήσων ἥκειν, διαλεξό‐ | 357 in vol. 1 |
1.358 | μενος δὲ περὶ τῶν ἀναγκαιοτάτων. καὶ ταῦτα εἰπὼν ἀπῄει ἐπ’ Αἴγυπτον, καὶ ἀπιὼν τὰ κατὰ τὸν ἀδελ‐ φὸν ἤκουσε. Μάλχῳ δὲ μετεμέλησε, καὶ ἔστειλε τοὺς ἀναστρέψοντας τὸν Ἡρώδην· ὁ δὲ πορρωτάτω ἦν. | |
5 | καὶ εἰς Αἴγυπτον καταχθεὶς κἀκεῖθεν εἰς Ῥώμην ἀφι‐ κόμενος Ἀντωνίῳ φράζει τὰ αὐτῷ καὶ τῷ Φασαήλῳ συμβεβηκότα, καὶ ὡς Ἀντίγονος ὑπὸ Πάρθων εἰς τὴν βασιλείαν εἰσήχθη χρημάτων ὑποσχέσει καὶ γυναι‐ κῶν, καὶ τἄλλα ὅσα ἔδρασέ τε καὶ ἔπαθεν. Ἀντώ‐ | |
10 | νιον δὲ οἶκτος εἰσέρχεται τῆς Ἡρώδου μεταβολῆς. καὶ Καῖσαρ δὲ διά τε ἄλλα καὶ χαριζόμενος Ἀντω‐ νίῳ τοῦ Ἡρώδου ὑπεραλγοῦντι πρὸς συνεργίαν ἑτοι‐ μότερος ἦν. παραστησάμενοι οὖν τῇ βουλῇ τὸν Ἡρώ‐ δην τάς τε τοῦ πατρὸς αὐτοῦ διεξῄεσαν εὐεργεσίας | |
15 | καὶ τὴν αὐτοῦ πρὸς Ῥωμαίους ἔλεγον εὔνοιαν· κατη‐ γόρουν δὲ Ἀντιγόνου, καὶ πολέμιον ὠνόμαζον καὶ ἄλλοθεν μὲν καὶ ὅτι παρὰ Πάρθων ἔλαβε τὴν ἀρχήν, τοὺς Ῥωμαίους ὑπεριδών. προσεπῆγε δὲ ὁ Ἀντώνιος ὅτι καὶ πρὸς τὸν κατὰ Πάρθων πόλεμον Ἡρώδην | |
20 | βασιλεύειν συμφέρει. καὶ δόξαν πᾶσι τοῦτο ψηφί‐ ζονται. Καὶ ὁ μὲν οὕτω τὴν βασιλείαν εἰλήφει, Ἀντίγο‐ νος δὲ τὴν Μασάδαν ἐπολιόρκει διόλου. οἱ δὲ ἐντὸς αὐτῆς ἐσπάνιζον ὕδατος, ὡς καὶ τὸν ἀδελφὸν Ἡρώ‐ | |
25 | δου τὸν Ἰωσὴφ ἀποδρᾶναι βουλεύεσθαι σὺν διακοσίοις πρὸς Ἄραβας· ἀλλ’ ἐπεσχέθη, γενομένου νυκτὸς ὑε‐ τοῦ. Βενδίδιος δὲ ὁ Ῥωμαίων στρατηγὸς πεμφθεὶς ἐκ Συρίας Πάρθους ἀνείργειν, εἰς Ἰουδαίαν παρέ‐ βαλεν, ὡς συμμαχήσων δῆθεν τοῖς πολιορκουμένοις, | |
30 | τὸ δ’ ὅλον ὡς παρὰ Ἀντιγόνου χρηματισόμενος. ὁ μὲν οὖν πληρώσας τὸ βούλημα ἀνεχώρησε, Σίλωνα | |
δὲ μετὰ μέρους τῆς στρατιᾶς καταλέλοιπεν, ἵνα μὴ | 358 in vol. 1 | |
1.359 | γένηται τὸ λῆμμα κατάφωρον. Ἡρώδης δὲ ἐκ τῆς Ἰταλίας εἰς Πτολεμαΐδα καταπεπλευκὼς ἤλαυνεν ἐπ’ Ἀντίγονον, δύναμιν ἀθροίσας. ἑλὼν δ’ ἐν τῷ μέσῳ τὴν Ἰόπην, ἵνα μηδὲν εἴη τοῖς ἐχθροῖς ἔρυμα, ἔσπευ‐ | |
5 | δεν εἰς Μασάδαν, τοὺς οἰκείους ῥυσόμενος· καὶ τού‐ τους ἀναλαβὼν πρὸς τὰ Ἱεροσόλυμα ἐπορεύετο· συνῆν δὲ αὐτῷ καὶ τὸ μετὰ Σίλωνος στρατιωτικόν. καὶ ἐκτὸς ἐστρατοπεδεύσατο· οἱ δ’ ἐντὸς ἀπὸ τοῦ τεί‐ χους μαχόμενοι ἀνεῖργον αὐτοὺς ἀπὸ τῶν πύργων. | |
10 | καὶ ὁ Σίλων δὲ τῶν οἰκείων στρατιωτῶν τινας κατα‐ βοᾶν τοῦ Ἡρώδου ἐποίησε διὰ σπάνιν τῶν ἀναγ‐ καίων, ἐκίνει τε τὸ στρατόπεδον ὡς ἀναχωρήσων. ταῦτα δ’ ἐποίει τὸν Ἀντίγονον διὰ τὴν δωροδοκίαν αἰδούμενος. Ἡρώδης δὲ ἠξίου μένειν αὐτόν, καὶ | |
15 | ἐξορμήσας πλῆθος ἐπιτηδείων ἐκόμισεν, ὥστε μηκέτι ὑπολιπεῖν Σίλωνι τῆς ἀναχωρήσεως πρόφασιν. καὶ οἱ μὲν ἐν ἀφθόνοις ἦσαν, Ἡρώδης δὲ παραγενόμε‐ νος εἰς Σαμάρειαν ἐκεῖ τήν τε μητέρα καὶ τοὺς ἄλ‐ λους οἰκείους κατέθετο, αὐτὸς δὲ ἐπὶ Γαλιλαίαν | |
20 | ᾤχετο. καὶ προσάγεται πᾶσαν αὐτὴν πλὴν τῶν ἐν τοῖς σπηλαίοις κατοικούντων. ἦν δὲ τὰ σπήλαια ἐν ὄρεσι πάντῃ ἐξερρωγόσι καὶ πέτραις ὀξείαις ἐμπεριε‐ χόμενα. καὶ τούτων δὲ δυσχερῶς μέν, ἀλλ’ ὅμως ἐκράτησε. καταστήσας δὲ τὰ αὐτόθι ὁ βασιλεὺς εἰς | |
25 | Σαμάρειαν ὥρμησεν, ὡς μάχῃ κριθησόμενος πρὸς Ἀντίγονον. ἐν τούτοις δὲ Πακόρου πεσόντος ἐν πο‐ λέμῳ, καὶ τῶν Πάρθων τραπέντων ὑπὸ Ῥωμαίων, πέμπει τῷ Ἡρώδῃ βοηθὸν Μαχαιρᾶν σὺν στρατιᾷ ὁ Βενδίδιος. καὶ τούτῳ μὲν ὁ Ἡρώδης τὸν ἀδελφὸν | |
30 | Ἰωσὴφ καταλέλοιπεν, ἐντειλάμενος μὴ ἀποκινδυνεύειν μηδὲ τῷ Μαχαιρᾷ διαφέρεσθαι, αὐτὸς δὲ πρὸς Ἀν‐ | |
τώνιον ἔσπευδε πολιορκοῦντα Σαμόσατα, πόλιν τῶν | 359 in vol. 1 | |
1.360 | παρευφρατιδίων. ὡς δὲ ἤγγιζεν ὁ Ἡρώδης, πέμπει τὸ στράτευμα ὑπαντησόμενον αὐτῷ ὁ Ἀντώνιος, καὶ παρόντα ἠσπάζετο, καὶ Σοσσίῳ συμμαχεῖν αὐτῷ ἐνε‐ τέλλετο· καὶ ὃς τὸ κεκελευσμένον ἐπλήρου. Ἰωσὴφ | |
5 | δὲ ὁ ἀδελφὸς Ἡρώδου ἐπὶ Ἱεριχοῦντα σπεύδων περι‐ πίπτει τοῖς Ἀντιγόνου, καὶ ἐν δυσχωρίαις ἀπολη‐ φθεὶς θνήσκει γενναίως μαχόμενος, καὶ ἅπαν ἀπέ‐ βαλε τὸ στράτευμα. Ἀντίγονος δὲ τὴν αὐτοῦ τεμὼν κεφαλὴν τῷ ἀδελφῷ αὐτοῦ Φερώρᾳ ἀποδίδωσι τα‐ | |
10 | λάντων πεντήκοντα. Ἀποστάντες δὲ οἱ Γαλιλαῖοι τοὺς τὰ Ἡρώδου φρονοῦντας ἐν τῇ λίμνῃ κατεπόντωσαν, καὶ τῆς Ἰου‐ δαίας ἐνεωτερίσθη πολλά. ἠγγέλη δὲ ταῦτα Ἡρώδῃ καὶ ἡ τοῦ ἀδελφοῦ τελευτὴ ἐν Δάφνῃ τῆς Ἀντιοχείας. | |
15 | ἐπειγομένῳ οὖν, ὡς κατὰ Γαλιλαίαν ἐγένετο, συνήν‐ τησαν αὐτῷ οἱ πολέμιοι. καὶ ἡττηθέντες κατεκλεί‐ σθησαν εἴς τι χωρίον, ὁ δὲ ἔσπευδεν εἰς Ἱεριχοῦντα τιμωρήσασθαι θέλων αὐτοὺς διὰ τὸν ἀδελφόν. Ἀν‐ τίγονος δὲ ἐπὶ τὴν Σαμάρειαν πέμπει στρατηγὸν | |
20 | Πάππον ὄνομα σὺν δυνάμει, παρέχων τοῖς ἐναντίοις δόξαν πολεμοῦντος ἐκ περιουσίας. καὶ Ἡρώδης ἦλ‐ θεν ἐπὶ τὸν Πάππον, καὶ συμβαλὼν τοῖς πολεμίοις κρατεῖ, καὶ εἵπετο φεύγουσιν εἰς τὴν κώμην, κτεί‐ νων οὓς ἂν καταλάβοι. πεπληρωμένων δὲ τῶν οἰ‐ | |
25 | κιῶν ὁπλιτῶν, καὶ πολλῶν ἐπὶ τὰς στέγας ἀναφευ‐ γόντων, τοὺς ὀρόφους τῶν οἴκων καθαιρῶν ἐκράτει τούτων. καθαιρουμένων δὲ τῶν ὀρόφων ἔμπλεα ὡρῶντο τὰ κάτω στρατιωτῶν, οὓς λίθοις ἄνωθεν βάλλοντες ἔκτεινον. τοῦτο τὰ τῶν πολεμίων φρονή‐ | |
30 | ματα ἔθραυσε· καὶ ἧκεν ἂν εἰς Ἱεροσόλυμα ὁ Ἡρώδης | 360 in vol. 1 |
1.361 | μετὰ τῆς στρατιᾶς αὐτίκα καὶ τὸ πᾶν ἐξειργάσατο, εἰ μὴ χειμὼν ἐπέσχε βαθύς. τότε ὀψίας οὔσης ὁ βα‐ σιλεὺς Ἡρώδης εἴς τι δωμάτιον εἰσελθὼν περὶ λου‐ τρὸν ἦν, καὶ ἀποδυσάμενος ἐλούετο, ἑνὸς αὐτῷ ὑπη‐ | |
5 | ρετουμένου παιδός. κατὰ δέ γε τὸ ἐνδότερον οἴκημα τῶν πολεμίων τινὲς συμπεφευγότες ὡπλισμένοι ἐκεῖ διὰ φόβον ἐκρύπτοντο. καὶ μεταξὺ λουομένου τοῦ βασιλέως εἷς τις ἐπεξέρχεται ξίφος ἔχων γυμνόν, καὶ μετ’ αὐτὸν ἄλλος καὶ αὖθις ἕτερος ὁμοίως ὡπλισμέ‐ | |
10 | νοι, οὐδένα πλήξαντες ὑπὸ δέους, ἀγαπῶντες δὲ εἰ αὐτοὶ σωθεῖεν. τοιοῦτον ἔφυγε κίνδυνον ὁ Ἡρώδης. τῇ δὲ ὑστεραίᾳ τὴν τοῦ Πάππου τεμὼν κεφαλὴν ἤδη ἀνῃρημένου ἔπεμψε Φερώρᾳ τῷ ἀδελφῷ ἀντὶ τῆς κε‐ φαλῆς Ἰωσήφ· οὗτος γὰρ ἦν ὁ Πάππος αὐτόχειρ ἐκεί‐ | |
15 | νου γενόμενος. Λήξαντος δὲ τοῦ χειμῶνος ἀφίκετο πρὸς Ἱεροσό‐ λυμα καὶ στρατοπεδεύεται τῆς πόλεως ἔγγιστα· καὶ καταλιπὼν ἐκεῖ τοὺς τὰ πρὸς τὴν πολιορκίαν ἑτοι‐ μάσοντας αὐτὸς εἰς Σαμάρειαν ᾤχετο, τῇ Ἀλεξάν‐ | |
20 | δρου θυγατρὶ συνευνασθησόμενος, ἤδη κατεγγυη‐ θείσῃ αὐτῷ, ὡς ἱστόρηται. μετὰ δὲ τοὺς γάμους ἀφίκετο ἐκ Σαμαρείας· ἧκε δὲ σὺν στρατιᾷ καὶ ὁ Σόσ‐ σιος. καὶ πρὸς τὸ τεῖχος τῶν Ἱεροσολύμων ἠθροί‐ ζοντο, καὶ χώματα ἐγείραντες καὶ πολιορκητικὰς μη‐ | |
25 | χανὰς προσάγοντες τὸ τεῖχος κατέσειον. καὶ οἱ ἐντὸς δὲ ἀπονοίᾳ μᾶλλον ἢ προνοίᾳ ἀντικαθίσταντο στρα‐ τηγούμενοι. ἀναβαίνουσι δὲ ἐπὶ τὸ τεῖχος πρῶτον μὲν λογάδες εἴκοσιν, εἶτα ἑκατοντάρχαι Σοσσίου. ᾑρέθη γὰρ τὸ μὲν πρῶτον τεῖχος ἡμέραις τεσσαρά‐ | |
30 | κοντα, τὸ δὲ δεύτερον πεντεκαίδεκα. ἁλόντος δὲ τοῦ ἔξωθεν ἱεροῦ καὶ τῆς κάτω πόλεως, εἰς τὸ ἐντὸς ἱε‐ | |
ρὸν καὶ τὴν ἄνω πόλιν Ἰουδαῖοι συνέφυγον. ἑάλω | 361 in vol. 1 | |
1.362 | δὲ καὶ ταῦτα, καὶ ἦν ἅπαντα φόνων μεστά. ὁ δ’ Ἀντίγονος, μήτε τῆς τότε τύχης μήτε τῆς πάλαι με‐ μνημένος, κάτεισιν ἐκ τῆς βάρεως καὶ προσπίπτει τοῖς Σοσσίου ποσί. κἀκεῖνος μηδὲν αὐτὸν οἰκτείρας | |
5 | πρὸς τὴν μεταβολὴν καὶ ἐπεκρότησε καὶ Ἀντιγόνην ἐκάλεσε καὶ δήσας ἐφύλαττεν. ὡρμηκότων δὲ τῶν συμμάχων ἐπὶ θέαν τοῦ ἱεροῦ καὶ τῶν κατὰ τὸν ναὸν ἁγίων, ὁ βασιλεὺς Ἡρώδης τοὺς μὲν παρακαλῶν, τοῖς δὲ ἀπειλῶν, ἐνίους δὲ καὶ τοῖς ὅπλοις ἀνέστελλεν, | |
10 | ἐκώλυέ τε καὶ τὰς κατὰ τὴν πόλιν ἁρπαγάς, αὐτὸς τοὺς μισθοὺς διανεμεῖν ἑκάστοις οἴκοθεν ὑπισχνού‐ μενος. καὶ οὕτω τὸ λοιπὸν περισώσας τῆς πόλεως τὰς ὑποσχέσεις ἐπλήρωσεν. αὐτῷ δὲ Σοσσίῳ βασι‐ λικώτατα ἐδωρήσατο. ὃς ἀνέζευξεν ἐξ Ἱεροσολύμων | |
15 | τῷ Ἀντωνίῳ δεσμώτην ἄγων Ἀντίγονον. δείσας δ’ Ἡρώδης μὴ κομισθεὶς εἰς Ῥώμην Ἀντίγονος δικαιο‐ λογήσηται πρὸς τὴν σύγκλητον, ἑαυτὸν μὲν ἐκ βα‐ σιλέων ἀποδεικνύων, Ἡρώδην δὲ ἰδιώτην, καὶ ὡς, κἂν αὐτὸς εἰς Ῥωμαίους ἐξήμαρτε, προσῆκεν ἡ βα‐ | |
20 | σιλεία τοῖς αὐτοῦ παισί, πείθει χρήμασι πολλοῖς τὸν Ἀντώνιον ἀνελεῖν τὸν Ἀντίγονον. καὶ ὁ μὲν ἀνῄ‐ ρητο, ἡ δὲ ἀρχὴ ἐκ τοῦ τῶν Ἀσαμωναίων γένους ἀφῄρητο, ἐπ’ ἔτεσιν ἑκατὸν καὶ εἴκοσι διαρκέσασα, μετέβη δὲ εἰς Ἡρώδην τὸν Ἀντιπάτρου, ἰδιωτικοῦ | |
25 | τυγχάνοντα γένους καὶ οἰκίας δημότιδος. Οὕτω δὲ τῆς ὅλης Ἰουδαίας Ἡρώδης ἀναθέμενος τὴν ἀρχήν, τοὺς μὲν τὰ αὐτοῦ φρονοῦντας προσή‐ γετο, τοὺς δ’ ἐναντιουμένους ἐκόλαζεν. ἐτίμα δὲ μάλιστα Πολλίωνα τὸν Φαρισαῖον καὶ Σαμαίαν τὸν | |
30 | τούτου μαθητήν· τῆς γὰρ πολιορκίας συνισταμένης | 362 in vol. 1 |
1.363 | συνεβούλευον οὗτοι δέξασθαι τὸν Ἡρώδην. ὁ δὲ Σαμαίας οὗτος, ὡς ἤδη ἔμπροσθεν εἴρηται, καὶ προ‐ εῖπεν Ὑρκανῷ τε καὶ τοῖς δικάζουσιν ὡς περισωθεὶς Ἡρώδης ἅπαντας αὐτοὺς μετελεύσεται. ἀπέκτεινε δὲ | |
5 | τῶν περὶ τὸν Ἀντίγονον τεσσαράκοντα τοὺς πρώτους καὶ τὰς αὐτῶν οὐσίας ἀφείλετο, πέρας τε κακῶν ἦν οὐδέν. Ὑρκανὸς μέντοι παρὰ Πάρθοις αἰχμάλωτος ὢν ἐπιεικοῦς ἔτυχε τοῦ Πάρθων βασιλέως Φραάτου, καὶ | |
10 | λυθεὶς τῶν δεσμῶν ἐν Βαβυλῶνι διάγειν παρεχω‐ ρήθη, ἔνθα καὶ πλῆθος ἦν Ἰουδαίων, οἳ τὸν Ὑρκα‐ νὸν ὡς ἀρχιερέα καὶ βασιλέα ἐτίμων. μαθὼν δὲ τὸν Ἡρώδην παρειληφέναι τὴν βασιλείαν, διενοεῖτο με‐ ταχωρῆσαι πρὸς αὐτόν, διά τε τὸ κῆδος καὶ μνησθή‐ | |
15 | σεσθαι οἰηθεὶς αὐτὸν ὅτι κρινόμενον ἐπὶ φόνοις τοῦ κινδύνου ἐρρύσατο. οἱ δ’ ἐν Βαβυλῶνι Ἰουδαῖοι μέ‐ νειν ἠξίουν αὐτόν, ὡς ἀρχιερέα καὶ βασιλέα τιμώμε‐ νον παρ’ αὐτῶν, καὶ ὅτι καὶ ἀπελθὼν τυχεῖν τῆς ἀρχιερωσύνης ἀδυνατεῖ, λελωβημένος τὸ σῶμα ὑπ’ | |
20 | Ἀντιγόνου. οἱ μὲν οὖν ἐκώλυον, ὁ δ’ οὐκ ἐπείθετο, αὐτός τε ποθῶν ἐπανελθεῖν καὶ παρὰ Ἡρώδου πα‐ ρακαλούμενος. Ἡρώδης δὲ καὶ πρὸς Φραάτην πρε‐ σβείαν ἐποιήσατο καὶ δῶρα ἔπεμψεν, ἀξιῶν μὴ κω‐ λῦσαι τὰς εἰς τὸν εὐεργέτην αὐτοῦ χάριτας. ἦν δὲ | |
25 | οὐχ ὑπὲρ Ὑρκανοῦ ἡ σπουδή, ἀλλ’ ὅτι μὴ κατ’ ἀξίαν ἦρχεν, ἐδεδοίκει τὰς ἐξ εὐλόγων μεταβολάς, καὶ ἔσπευδεν ἢ ἐκποδὼν θέσθαι τὸν Ὑρκανόν, ἢ τέως ἐν χερσὶν ἔχειν. ἐνδεδωκότος δὲ τοῦ Πάρθου τὴν ἀνα‐ χώρησιν, ἀπελθὼν Ὑρκανὸς διὰ πάσης ἤγετο τιμῆς | |
30 | πρὸς Ἡρώδου, πατήρ τε καλούμενος καὶ παρὰ τὰς ἑστιάσεις προκατακλινόμενος καὶ παντοίως ἐξαπατώ‐ | |
μενος, ἵνα μὴ ἐπιβουλευόμενος αἴσθηται. | 363 in vol. 1 | |
1.364 | Εὐλαβούμενος δ’ ὁ Ἡρώδης τῶν ἐπισήμων τινὰ ἀποδεῖξαι ἀρχιερέα, ἐκ Βαβυλῶνος μεταπεμψάμενος ἱερέα τῶν ἀσημοτέρων Ἀναὴλ ὄνομα, τούτῳ τὴν ἀρχιερωσύνην ἀπένειμεν. Ἀλεξάνδρα δὲ ἡ πενθερὰ | |
5 | Ἡρώδου, παῖδα ἔχουσα ἐξ Ἀλεξάνδρου τοῦ Ἀριστο‐ βούλου ὥρᾳ κάλλιστον, καλούμενον Ἀριστόβουλον, χαλεπῶς ἔφερε τὴν παρόρασιν τοῦ υἱοῦ· καὶ γράφει τῇ Κλεοπάτρᾳ αἰτήσασθαι τῷ παιδὶ παρ’ Ἀντωνίου τὴν ἀρχιερωσύνην. Ἀντωνίου δὲ νωθέστερον δια‐ | |
10 | τεθέντος περὶ τὴν αἴτησιν, εἰς Ἰουδαίαν ἐλθὼν Δέλ‐ λιος καὶ ἰδὼν τὸν Ἀριστόβουλον ἠγάσθη, οὐχ ἧττον δὲ τὴν Μαριάμμην τὴν συνοικοῦσαν τῷ βασιλεῖ· καὶ πείθει τὴν Ἀλεξάνδραν ἀμφοτέρων τῶν παίδων εἰ‐ κόνας τῷ Ἀντωνίῳ στεῖλαι· θεασαμένου γὰρ εἶπε μή | |
15 | τινος ἀτευκτήσειν ὧν ἀξιοῖ. ἡ μὲν οὖν πέμπει τὰς εἰκόνας τῷ Ἀντωνίῳ, ὁ δὲ τὴν μὲν κόρην ᾐδέσθη μεταπέμψασθαι γεγαμημένην Ἡρώδῃ, καὶ ἅμα τὰς εἰς Κλεοπάτραν διαβολὰς ὑπεξέκλινεν. ἐπέστειλε δὲ τῷ Ἡρώδῃ πέμπειν τὸν παῖδα, προσθέμενος, εἰ μὴ | |
20 | δοκοίη βαρύ. Ἡρώδης δὲ ἀσύμφορον ἑαυτῷ κρίνας ὡραιότατον ὄντα τὸν Ἀριστόβουλον καὶ γένει πρού‐ χοντα πρὸς Ἀντώνιον ἥκειν, ἰσχύοντα ὡς οὐδεὶς Ῥω‐ μαίων, ἕτοιμον δὲ πρὸς ἔρωτας καὶ πρὸς ἡδονὰς εὐ‐ κατάφορον, ἀντέγραψεν ὡς, εἰ ἐξέλθῃ τῆς χώρας τὸ | |
25 | μειράκιον, ἅπαντα ταραχῆς ἐμπλησθήσεται. καὶ οὕτω μὲν παρῃτήσατο τὸν Ἀντώνιον, τοὺς δὲ φίλους ἀθροί‐ σας ᾐτιᾶτο τὴν Ἀλεξάνδραν ὡς ἐπιβουλεύουσαν ἵν’ αὐτὸς ἀφαιρεθῇ τὴν ἀρχήν. “ἀλλ’ οὐκ αὐτός” ἔφη “διὰ τοῦτο ἄδικος ἔσομαι, ἀλλὰ νῦν δίδωμι τὴν ἱε‐ | |
30 | ρωσύνην τῷ μείρακι· παιδὸς γὰρ ὄντος παντάπασι πρῴην διὰ τοῦτο ἕτερον ἀρχιερέα ἐποίησα.” οὕτως | |
εἰπόντος χαρά τε ἅμα καὶ δέος τὴν Ἀλεξάνδραν εἶχε, | 364 in vol. 1 | |
1.365 | χαρὰ μὲν διὰ τὴν τιμὴν τοῦ παιδός, δέος δὲ διὰ τὴν ὑποψίαν Ἡρώδου. καὶ ἀπελογεῖτο δακρύουσα, περὶ μὲν τῆς ἱερωσύνης σπουδάσαι, βασιλείᾳ δὲ μὴ ἐπι‐ χειρῆσαι· καὶ νῦν δέχεσθαι εἰς τὸν υἱὸν τὴν τιμήν, | |
5 | ἔσεσθαι δὲ πρὸς πᾶν ὑπήκοος διεβεβαιοῦτο. Οὕτως ὁμιλήσαντες διελύοντο, ὡς πάσης δῆθεν ὑποψίας ἐξῃρημένης. τῆς δ’ ἀρχιερωσύνης τῷ παιδὶ δοθείσης Ἀριστοβούλῳ, ἔδοξε τὰ κατὰ τὴν οἰκίαν θεραπευθῆναι. Ἡρώδῃ δὲ ἡ Ἀλεξάνδρα ὕποπτος ἦν, | |
10 | καὶ ἐν τοῖς βασιλείοις διατρίβειν αὐτὴν ἀπῄτει καὶ μηδὲν ἐπ’ ἐξουσίας δρᾶν, καὶ ἐπιμελῶς αὐτὴν ἦσάν τινες φυλάσσοντες. ἡ δ’ ἐξηγριοῦτο, πᾶν ὁτιοῦν ὑπο‐ μεῖναι προκρίνουσα ἢ μετὰ δουλείας καὶ φόβων βιοῦν· καὶ τὴν Κλεοπάτραν παρεκάλει ἐπικουρεῖν, τὰ ἐν οἷς | |
15 | εἴη δηλώσασα. ἡ δὲ σὺν τῷ παιδὶ πρὸς αὐτὴν ἀπο‐ διδράσκειν ἐκέλευε. δύο γοῦν λάρνακας παρασκευα‐ σαμένη ὡς εἰς ἐκκομιδὴν σωμάτων νεκρῶν, ταύταις ἔμελλεν ἑαυτὴν καὶ τὸν υἱὸν ἐμβαλεῖν, ἐπιτάξασα τοῖς συνειδόσι τῶν οἰκετῶν νυκτὸς ἐκφέρειν καὶ κο‐ | |
20 | μίζειν πρὸς θάλασσαν, ὅπου καὶ πλοῖον αὐτοῖς ᾧ πλεῖν ἐπ’ Αἴγυπτον ἔμελλον παρεσκεύαστο. ταῦτα ὁ Ἡρώδης ἔκ τινος τῶν οἰκετῶν ἐκείνης μαθών, καὶ προελθεῖν ἐάσας μέχρι τῆς ἐγχειρήσεως, ἐπ’ αὐτῇ τῇ πράξει τοῦ δρασμοῦ συνέλαβε. παρῆκε δὲ τὸ ἁμάρ‐ | |
25 | τημα φόβῳ τῆς Κλεοπάτρας, ἀλλ’ οὐκ ἐπιεικείᾳ. ἐδέ‐ δοκτο δ’ αὐτῷ ἐκποδὼν ποιήσασθαι τὸ μειράκιον. ἕβδομον οὖν καὶ δέκατον γεγονὸς ἔτος ἀνῆλθεν ἐπὶ τὸν βωμόν, θῦσον κατὰ τὴν τῆς σκηνοπηγίας ἑορ‐ τήν, ἐστολισμένον ἀρχιερατικῶς. ὁρμὴ δὲ τῷ πλή‐ | |
30 | θει πρὸς αὐτὸ εὐνοίας ἐγένετο διά τε τὸ κάλλος καὶ | 365 in vol. 1 |
1.366 | τὸ τοῦ σώματος μέγεθος καὶ τὸ τοῦ γένους ἀξίωμα, ἔχαιρόν τε ἅμα καὶ συνεχέοντο, καὶ φωνὰς εὐφήμους ἠφίουν εὐχαῖς μεμιγμένας. τούτοις κινηθεὶς Ἡρώ‐ δης μᾶλλον ἔθετο τῷ κατὰ τοῦ μειρακίου σκοπῷ. καὶ | |
5 | τῆς ἑορτῆς παρελθούσης μεθ’ ἑστίασιν φιλοφρονού‐ μενος τὸ μειράκιον ἐνεανιεύετο καὶ προσέπαιζεν αὐτῷ χαριζόμενος. κἀν ταῖς κολυμβήθραις ἐνήχοντο· οἱ δ’ Ἡρώδου φίλοι συννηχόμενοι ὡς ἐν παιδιᾷ, οἳ συνῄ‐ δεσαν τὸ ἀπόρρητον, οὐκ ἀνῆκαν συμπιέζοντες ἀεὶ | |
10 | τὸν Ἀριστόβουλον καὶ βαπτίζοντες μέχρι τοῦ ἀποπνί‐ ξαι. καὶ ὁ μὲν οὕτως ὤλετο οὔπω τὸν ὀκτωκαιδέκα‐ τον ἀνύσας ἐνιαυτόν, πᾶσι δὲ τὸ πάθος οἰκεία νενό‐ μισται συμφορά. καὶ Ἀλεξάνδρα συνεῖσα καὶ τὴν αἰτίαν τῆς ἀπωλείας, ἔτι μᾶλλον τῷ πάθει συνείχετο, | |
15 | ἐνεκαρτέρει δὲ φόβῳ κακῶν ἑτέρων. Ἡρώδης δὲ πάντα ἐπετήδευεν ἀποσκευαζόμενος τὴν ὑπόνοιαν, καὶ δακρύων καὶ συγχεόμενος καὶ πολυτελῆ τὴν ἐκ‐ φορὰν ἐνδεικνύμενος. Ἀλεξάνδρα δὲ τούτων οὐδενὶ ἐμαλάττετο, ἀλλὰ τῇ Κλεοπάτρᾳ γράφει τὴν ἐξ ἐπι‐ | |
20 | βουλῆς Ἡρώδου τοῦ υἱέος ἀπώλειαν· ἡ δὲ τὸν Ἀν‐ τώνιον ἠρέθιζε τίσασθαι τὸν τοῦ παιδὸς φόνον. πέμ‐ πει τοίνυν Ἀντώνιος κελεύων ἐλθεῖν Ἡρώδην εἰς Λαοδίκειαν καὶ ἀπολογήσασθαι. ὁ δὲ τὴν αἰτίαν δε‐ δοικὼς καὶ τὴν Κλεοπάτρας δυσμένειαν, ἀπιὼν Ἰω‐ | |
25 | σὴφ τὸν θεῖον αὐτοῦ ἐπίτροπον τῶν ἐκεῖ πραγμάτων κατέλιπεν, ἐντειλάμενος λάθρᾳ, εἰ πάθοι τι παρ’ Ἀντωνίου αὐτός, αὐτίκα τὴν Μαριὰμ ἀνελεῖν, ἵνα μὴ τεθνηκότος αὐτοῦ ἑτέρῳ διὰ τὴν ὡραιότητα γέ‐ νηται. Ἡρώδης μὲν οὖν ἀπῄει, Ἰωσὴφ δὲ τὰ τῆς ἀρ‐ | |
30 | χῆς διοικῶν, καὶ συνεχῶς ἐντυγχάνων τῇ Μαριὰμ καὶ τῇ Ἀλεξάνδρᾳ, τὴν πρὸς τὴν Μαριὰμ διηγεῖτο | |
τοῦ βασιλέως διάθεσιν. εἰρωνευομένων δ’ ἐκείνων | 366 in vol. 1 | |
1.367 | πρὸς τοὺς λόγους, προήχθη καὶ τὸ τῆς ἐντολῆς ἐκ‐ φῆναι ἀπόρρητον. τὸ δὲ μᾶλλον εἰς πλείω τὰς γυ‐ ναῖκας ἐνῆγεν ἀπόνοιαν. γίνεται δὲ καὶ λόγος παρὰ τῶν ἀπεχθανομένων Ἡρώδῃ ὡς κτείνειεν αὐτὸν ὁ | |
5 | Ἀντώνιος. ἐν τούτοις γράμματα ἐξ Ἡρώδου ἀφίκετο τὴν Ἀντωνίου τιμὴν τὴν πρὸς αὐτὸν διηγούμενα, καὶ ὡς συνεδρεύει αὐτῷ ἐν ταῖς διαγνώσεσι καὶ ὡς συν‐ εστιᾶται, καὶ ὅτι τούτων τυγχάνει καὶ ταῦτα τῆς Κλεοπάτρας χαλεπῆς οὔσης αὐτῷ πρὸς διαβολήν. | |
10 | τούτων τῶν γραμμάτων κομισθέντων ἡ ψευδὴς ἐπαύ‐ σατο φήμη. Ἐπεὶ δὲ προπέμψας ὁ βασιλεὺς Ἡρώδης τὸν Ἀν‐ τώνιον ἐπὶ Πάρθους εἰς τὴν Ἰουδαίαν ὑπέστρεψεν, εὐθὺς ἡ ἀδελφὴ Σαλώμη καὶ ἡ μήτηρ αὐτῶν κατη‐ | |
15 | γόρουν Ἀλεξάνδρας καὶ Μαριάμ. ἡ δὲ Σαλώμη καὶ κατὰ τοῦ ἀνδρὸς ἑαυτῆς λόγον εἰσῆγεν ὡς μιγνυμέ‐ νου τῇ Μαριάμ· οὗτος δ’ ἦν Ἰωσὴφ ὁ τῶν τῆς βασι‐ λείας πραγμάτων ἐπίτροπος. ἔλεγε δὲ ταῦτα ἐκ πλεί‐ ονος αὐτῇ χαλεπαίνουσα ὅτι τὴν αὐτῶν δυσγένειαν | |
20 | ἐξωνείδιζεν. Ἡρώδης δὲ εὐθὺς ἐταράττετο, καὶ ζη‐ λοτυπῶν ἰδίᾳ τὴν Μαριὰμ ἀνέκρινεν. ἀπομνυμένης δ’ ἐκείνης ἐχάλα τὴν ὀργήν, καὶ τοῦ ἔρωτος ἥττητο, καὶ τὴν εἰς αὐτὴν ἐπιστοῦτο φιλοστοργίαν. ἡ δὲ οὐ στέργοντος εἶπεν εἶναι τὸ κἀμὲ ἀπολέσθαι ἐντείλασθαι, | |
25 | εἴ γέ σοι παρ’ Ἀντωνίου χαλεπόν τι ἐπενεχθῇ. οὗτος ὁ λόγος ἐτάραξε τὸν Ἡρώδην, καὶ ἐβόα σαφῶς ἐκ τούτου πεφωρᾶσθαι τὸν τοῦ Ἰωσὴφ πρὸς αὐτὴν ἔρωτα. οὐ γὰρ ἂν ἐξεῖπεν, ἔλεγε, τὸ ἀπόρρητον, μὴ μεγάλης συναψάσης αὐτοὺς διαθέσεως. καὶ ἀπέκτεινεν ἂν τὴν | |
30 | γυναῖκα αὐτίκα, εἰ μὴ τῷ αὐτῆς ἐδεδούλωτο ἔρωτι. | 367 in vol. 1 |
1.368 | τὸν Ἰωσὴφ δὲ μηδ’ εἰς ὄψιν αὐτοῦ ἀγαγὼν προσέ‐ ταξε διαχρήσασθαι, καὶ τὴν Ἀλεξάνδραν ὡς ἁπάν‐ των αἰτίαν δήσας ἐφύλαττεν. Ἀντώνιος δὲ τῷ Κλεοπάτρας ἔρωτι, μᾶλλον δὲ | |
5 | φαρμακείαις διεφθαρμένος, ταῖς ἐκείνης θελήσεσιν ἐδεδούλωτο. ἣ τὸν μὲν ἀδελφόν, ᾧ ἡ βασιλεία διέ‐ φερε, φαρμάκῳ διέφθειρε, τὴν δ’ ἀδελφὴν Ἀρσι‐ νόην δι’ Ἀντωνίου ἀπέκτεινε· τὸν μέντοι Ἀντώνιον ἐβιάζετο τὴν Ἰουδαίαν αὐτῇ καὶ τὴν Ἀραβίαν προσ‐ | |
10 | νεῖμαι. ὁ δὲ τὸ προφανὲς τῆς ἀδικίας δυσωπούμε‐ νος, ἐκείνῃ τε χαρίζεσθαι διὰ τοὺς ἔρωτας καὶ τὰς γοητείας ἀναγκαζόμενος, ἐξ ἑκατέρων τῶν χωρῶν μέρη ἀποτεμόμενος, τούτοις αὐτῆς τὴν ἀπληστίαν παρεμυθήσατο. ὁ μὲν οὖν Ἀντώνιος εἰς Ἀρμενίαν | |
15 | ἐστράτευσεν, ἡ δὲ ὑποστρέφουσα εἰς τὴν Ἰουδαίαν ἐγένετο, συντυχόντος αὐτῇ τοῦ Ἡρώδου. συνηθείας δὲ αὐτῇ πρὸς Ἡρώδην γενομένης προσεκαλεῖτο αὐ‐ τὸν εἰς εὐνήν, ἀκρατῶς πρὸς μίξιν διακειμένη, τάχα δέ τι καὶ παθοῦσα πρὸς ἐκεῖνον ἐρωτικόν, ἢ τὸ πι‐ | |
20 | θανώτερον, ἀρχὴν ἐνέδρας τὴν ἐπ’ αὐτῇ ὁμιλίαν κατὰ τοῦ ἀνδρὸς συσκευάζουσα. Ἡρώδης δὲ τοὺς μὲν λόγους αὐτῆς διεκρούσατο, δωρεαῖς δὲ θεραπεύσας ἐπ’ Αἴγυπτον προύπεμψεν. Ἑβδόμου δὲ ἤδη ἔτους Ἡρώδου τῆς βασιλείας | |
25 | ἐνεστηκότος ἐσείσθη τῶν Ἰουδαίων ἡ γῆ ὡς οὐκ ἄλ‐ λοτε, καὶ τῶν τε κτηνῶν φθορὰ πολλὴ γέγονε καὶ τῶν ἀνθρώπων ὡσεὶ τρισμύριοι ἐν ταῖς καταπεπτω‐ κυίαις οἰκίαις συγκατεχώσθησαν. τοὺς φόρους δὲ τῶν ἀπονεμηθεισῶν τῇ Κλεοπάτρᾳ χωρῶν ἐξ Ἀρα‐ | |
30 | βίας καὶ Ἰουδαίας Ἡρώδου μισθωσαμένου, ὁ Ἄραψ περὶ τὴν τοῦ δασμοῦ καταβολὴν ἠγνωμόνει. ἔγνω | |
οὖν ὁ βασιλεὺς χωρῆσαι κατὰ τοῦ Ἄραβος, καὶ ὑπ’ | 368 in vol. 1 | |
1.369 | Ἀντωνίου τοῦτο ἐπιτραπείς, καὶ συμβαλὼν πολλά‐ κις τελευταῖον νικᾷ, καὶ προστατεῖν τοῦ ἔθνους ὑπὸ τῶν Ἀράβων ᾑρέθη. καὶ ὑπέστρεφεν εἰς τὰ οἰκεῖα, μέγα διὰ τὰ ἀνδραγαθήματα κτησάμενος ὄνομα καὶ | |
5 | φρονήματος ἔμπλεως. Ἄρτι δὲ Καίσαρος τὸν Ἀντώνιον ἐν Ἀκτίῳ μάχῃ νικήσαντος Ἡρώδῃ τὰ πράγματα τεθορύβητο ἢ ἀπέ‐ γνωστο τέλεον. οὐ γὰρ ἦν ἐλπίς, τοσαύτης αὐτῷ πρὸς Ἀντώνιον φιλίας γενομένης, μὴ κακωθῆναι ὑπὸ | |
10 | τοῦ Καίσαρος. ὅθεν τὸν Ὑρκανὸν ἐκ μέσου ποιῆσαι διανοούμενος, τότε μᾶλλον ᾤετο συμφέρειν αὐτῷ τὴν ἐγχείρησιν, ἵνα μὴ ἀνὴρ περισώζοιτο τυχεῖν τῆς βα‐ σιλείας αὐτοῦ ἀξιώτερος. Ἡρώδης μὲν οὖν οὕτω δια‐ νενόητο, ἠρέθισε δέ τι συμβὰν πρὸς τὴν πρᾶξιν | |
15 | πλέον αὐτόν. ἡ γὰρ Ἀλεξάνδρα φιλόνεικον τυγχά‐ νουσα γύναιον οὐκ ἀνίει ἀναπείθουσα τὸν πατέρα Μάλχῳ προσχωρῆσαι τῷ τὴν Ἀραβίαν ἔχοντι. ὁ δὲ πρῶτον μὲν διωθεῖτο τοὺς λόγους, ἐγκειμένης δ’ ἐκείνης τέλος ἐπιστολὴν πρὸς τὸν Μάλχον ἐγχαράττει | |
20 | περὶ τοῦ δέξασθαι σφᾶς, καὶ Δοσιθέῳ τινὶ τῶν φί‐ λων δίδωσι ταύτην. καὶ ὃς Ἡρώδῃ τὴν ἐπιστολὴν ἐνεχείρισεν, ὁ δὲ ἀποδοῦναι τῷ Μάλχῳ τὴν γραφὴν ἠξίωσε τὸν Δοσίθεον καὶ τὰ παρ’ ἐκείνου γράμ‐ ματα ἐνεγκεῖν. ταῦτα δὲ τοῦ Δοσιθέου πληρώσαν‐ | |
25 | τος ἀντεπέστειλεν ὁ Ἄραψ αὐτόν τε τὸν Ὑρκανὸν δέ‐ ξασθαι καὶ πάντας τοὺς σὺν αὐτῷ. ταύτην οὖν Ἡρώδης δεξάμενος τὴν ἐπιστολὴν μεταπέμπεται Ὑρ‐ κανόν, καὶ περὶ τῶν πρὸς τὸν Μάλχον ἀνέκρινε συν‐ θηκῶν· ἀρνουμένου δὲ τὰς ἐπιστολὰς δείξας τῷ συν‐ | |
30 | εδρίῳ τὸν ἄνδρα διεχειρίσατο. πολλοὶ δὲ σκῆψιν Ἡρώδου τὰ κατὰ τὸν Ὑρκανὸν γενέσθαι φασί, βου‐ | |
λομένου αὐτὸν ποιήσασθαι ἐκποδών, καὶ τούτου ποι‐ | 369 in vol. 1 | |
1.370 | οῦνται τεκμήριον τὴν τοῦ ἀνδρὸς ἐπιείκειαν ἢ ἀφέ‐ λειαν καὶ τὸ μηδὲ ἐν νεότητι θράσους τι ἢ προπετείας ἐνδείξασθαι· τότε δὲ ἦν ἐτῶν ὀγδοήκοντα πρὸς ἑνί. Ἡρώδης δὲ σπεύδων πρὸς Καίσαρα τὴν μὲν μη‐ | |
5 | τέρα καὶ τὴν ἀδελφὴν καὶ πᾶσαν τὴν γενεὰν ἐν Μα‐ σάδοις κατέστησε, Μαριὰμ δὲ τὴν γυναῖκα σὺν Ἀλε‐ ξάνδρᾳ τῇ μητρὶ εἰς Ἀλεξάνδριον ἤγαγε, προφάσει τιμῆς φρουροὺς ἐγκαταστήσας αὐταῖς Ἰωσὴφ τὸν τα‐ μίαν καὶ τὸν Ἰτουραῖον Σόεμον πιστοτάτους αὐτῷ, | |
10 | ἐντειλάμενος αὐτοῖς, εἴ τι περὶ αὐτοῦ πύθοιντο δυσ‐ χερές, ἐξ αὐτῆς καὶ ἄμφω διαχειρίσασθαι, τὴν δὲ βασιλείαν τοῖς παισὶν αὐτοῦ καὶ τῷ ἀδελφῷ Φερώρᾳ διατηρεῖν. τοιαύτας δοὺς ἐντολὰς εἰς Ῥόδον ἠπεί‐ γετο πρὸς τὸν Καίσαρα. καταπλεύσας δὲ περιεῖλε | |
15 | μὲν τὸ διάδημα, τοῦ ἄλλου δ’ ἀξιώματος οὐδὲν ὑφῆ‐ κεν, ἀλλὰ καὶ κοινωνήσας λόγου τῷ Καίσαρι τὸ με‐ γαλεῖον ἐνέφηνε τοῦ φρονήματος, οὔτε πρὸς ἱκεσίας τραπόμενος καὶ τὸν λογισμὸν τῶν πεπραγμένων οὐ μεθ’ ὑποστολῆς ἀποδούς. οὐ μετρίως οὖν ἐπεσπά‐ | |
20 | σατο τὸν Καίσαρα, καὶ τό τε διάδημα πάλιν ἀποκα‐ τέστησεν αὐτῷ καὶ ἦγε διὰ τιμῆς. οὕτω δὲ παρ’ ἐλ‐ πίδα ἐσχηκὼς βεβαιοτέραν τὴν βασιλείαν παρέπεμ‐ ψεν ἐπ’ Αἴγυπτον Καίσαρα, δωρησάμενος αὐτόν τε καὶ τοὺς φίλους φιλοτιμότατα· ἐπανῄει δὲ πρὸς τὴν | |
25 | Ἰουδαίαν πλείονι τιμῇ καὶ παρρησίᾳ, καὶ τεταραγ‐ μένην αὐτῷ τὴν οἰκίαν κατέλαβεν. οἰηθεῖσαι γὰρ ἥ τε Μαριὰμ καὶ ἡ Ἀλεξάνδρα, ὅπερ ἦν, ὅτι ὡς ἐν φρουρᾷ κατεκλείσθησαν εἰς τὸ Ἀλεξάνδριον, ἵνα μηδ’ ἑαυτῶν ἐξουσίαν ἔχοιεν, χαλεπῶς ἔφερον, καὶ διὰ | |
30 | θεραπείας τοὺς φρουροὺς ἐπεποίηντο, καὶ μᾶλλον | 370 in vol. 1 |
1.371 | τὸν Σόεμον, λόγοις αὐτὸν καὶ δωρεαῖς θεραπεύου‐ σαι. ὁ δ’ ἡττᾶτο κατὰ μικρόν, καὶ τὰς ἐντολὰς τοῦ βασιλέως ταύταις ἐξέφηνεν. αἱ δὲ χαλεπῶς πρὸς ταύ‐ τας διέκειντο, καὶ μᾶλλον ἡ Μαριάμ. Ἡρώδου γὰρ | |
5 | πρώτῃ τῇ γυναικὶ περὶ τῶν κατ’ αὐτὸν ὡς εἰκὸς εὐ‐ αγγελιζομένου καὶ πρὸ τῶν ἄλλων ἀσπαζομένου, ἡ δὲ πρὸς μὲν τοὺς ἀσπασμοὺς ἔστενε, πρὸς δὲ τὰς εὐ‐ τυχίας ἀχθομένῃ ἐῴκει, ὡς ἐκταράττεσθαι τὸν βασι‐ λέα καὶ ἀδημονεῖν διὰ τὸ τοῦ μίσους παράλογον, καὶ | |
10 | ὁρμῆσαι μὲν πολλάκις πρὸς ἄμυναν τῆς ὑπεροψίας αὐτῆς, ἀνακόπτεσθαι δὲ ὅτι προκατείληπτο ὑπὸ ἔρω‐ τος. τὸ δὲ σύμπαν ἐδεδοίκει μὴ λάθῃ κολάσας ἐκεί‐ νην μᾶλλον ἑαυτὸν κακῶς διαθέμενος, τῆς ἐρωμένης οὐκ οὔσης. ἡ δέ γε μήτηρ αὐτοῦ καὶ ἡ ἀδελφὴ πα‐ | |
15 | ρώξυνον τὸν Ἡρώδην διαβολαῖς ζηλοτυπίαν αὐτῷ καὶ μῖσος ἐνιείσαις. καὶ ὃς χεῖρον εἶχεν ἀεὶ πρὸς αὐτήν, τῆς μὲν οὐκ ἀποκρυπτούσης τὴν πρὸς ἐκεῖνον διάθεσιν, τοῦ δὲ τὸν ἔρωτα πρὸς ὀργὴν ἀεὶ μεταβάλ‐ λοντος. καὶ εἰ μὴ πρὸς Καίσαρα ἔσπευδεν ἤδη κε‐ | |
20 | κρατηκότα, Ἀντωνίου καὶ Κλεοπάτρας θανόντων, εἰς Αἴγυπτον, τάχα εὐθὺς ἂν ἐπράχθη τὸ δεινόν. νῦν δὲ τὰ περὶ τὴν οἰκίαν ὡς εἶχε κατέλιπε, καὶ εἰς Αἴ‐ γυπτον ἀφικόμενος μεγίστων ἠξιώθη παρὰ τοῦ Καί‐ σαρος, καὶ ἐπανῄει λαμπρότερος. ἤρα δὲ τῆς Μα‐ | |
25 | ριὰμ καὶ σφόδρα διακαῶς· ἡ δὲ τὰ μὲν ἄλλα σώφρων ἦν αὐτῷ καὶ πιστή, κατατρυφῶσα δὲ τοῦ ἀνδρὸς δε‐ δουλωμένου διὰ τὸν ἔρωτα πολλάκις μὲν ἐξύβριζεν εἰς αὐτόν, καὶ τὴν αὐτοῦ δὲ μητέρα καὶ τὴν ἀδελ‐ φὴν ἐπὶ δυσγενείᾳ ἐχλεύαζεν. ἐξερράγη δὲ τὸ μῖσος | |
30 | εἰς τοὐμφανὲς ἐκ τοιαύτης λαβῆς. μεσημβρίας οὔσης ὁ βασιλεὺς εἰς τὸν θάλαμον εἰσῄει ἀναπαυσόμενος | |
καὶ ἐκάλει τὴν Μαριάμ, ἡ δὲ εἰσελθοῦσα ἐλοιδορεῖτο | 371 in vol. 1 | |
1.372 | αὐτῷ ὡς τὸν πάππον αὐτῆς καὶ τὸν ἀδελφὸν ἀπο‐ κτείναντι. ἐχαλέπαινε δὲ ἐπὶ τούτοις ὁ βασιλεύς. καὶ ἡ Σαλώμη τοῦ καιροῦ δραξαμένη, τὸν οἰνοχόον προ‐ διαφθείρασα κατηγορῆσαι τῆς Μαριάμ, πείθει τοῦ‐ | |
5 | τον τότε τῷ βασιλεῖ προσελθεῖν καὶ ἃ παρ’ ἐκεί‐ νης ἐδιδάχθη αὐτῷ διαλέξασθαι. ὁ δὲ δώροις ἔλεγε παρὰ τῆς Μαριὰμ δεξιωθῆναι, ἀναπειθούσης φίλ‐ τρον αὐτῷ δοῦναι· τὸ δ’ εἶναί τι φάρμακον οὗ τὴν δύναμιν ἰσχυρίζετο ἀγνοεῖν. τούτων ἀκούσας ὁ βα‐ | |
10 | σιλεὺς ἔτι μᾶλλον κεκίνητο εἰς ὀργήν, καὶ τὸν τῆς γυναικὸς οἰνοχόον, πιστότατον ὄντα αὐτῇ, ἐβασάνι‐ ζεν. ὁ δὲ οὐδὲν περὶ ὧν ἐβασανίζετο οὔτ’ ᾔδει οὔτ’ ἔλεγεν, ἀλλὰ τὸ μῖσος τῆς γυναικὸς ἔφασκε γενέσθαι διὰ τοὺς λόγους οὓς ὁ Σόεμος αὐτῇ φράσειεν. οὔπω | |
15 | τὸν λόγον εἰς τέλος ἐκεῖνος ἤνεγκε καὶ μέγα βοήσας Ἡρώδης “οὐκ ἄν’ ἔφη “Σόεμος τὰς ἐντολὰς ἐξεφαύ‐ λισεν, εἰ μή τις αὐτῷ πρὸς τὴν γυναῖκα κοινωνία ἐγένετο.” τὸν μὲν οὖν Σόεμον εὐθὺς κτανθῆναι ἐκέ‐ λευσε, τῆς δὲ γυναικὸς κατηγόρει τοὺς οἰκειοτάτους | |
20 | συναγαγὼν περὶ φίλτρων καὶ φαρμάκων, καὶ ὀργί‐ λως κατ’ αὐτῆς διέκειτο. οὕτω δ’ ἔχοντα ὁρῶντες αὐτὸν οἱ παρόντες θάνατον ἐκείνης κατεψηφίσαντο. καὶ ἡ μὲν ἤγετο τὴν ἐπὶ θανάτῳ, Ἀλεξάνδρα δ’ ἡ μήτηρ αὐτῆς ἤδη καὶ περὶ ἑαυτῇ δεδοικυῖα, καὶ τὴν | |
25 | ἄγνοιαν ὧν ἡ Μαριὰμ κατηγορήθη ἐμφαίνουσα, ἐκ‐ πηδήσασα κακὴν καὶ ἀχάριστον πρὸς τὸν ἄνδρα τὴν θυγατέρα ἐκάλει, καὶ δίκαια πάσχειν ἔλεγεν. ἡ δὲ οὔτε ταραχθεῖσα πρὸς ταῦτα οὔτε λόγον δοῦσα ἀπῄει πρὸς τὸν θάνατον ἀτρεμαίῳ τῷ καταστήματι καὶ γεν‐ | |
30 | ναίῳ φρονήματι καὶ τὴν εὐγένειαν κἀν τοῖς ἐσχά‐ τοις ἐμφαίνουσα. | |
Καὶ ἡ μὲν οὕτως ἀπέθανε τῆς Σαλώμης αὐτῇ | 372 in vol. 1 | |
1.373 | κατεπειξάσης τὸν θάνατον, Ἡρώδης δὲ τότε μᾶλλον ἐξῆπτο πρὸς τὸν ἐκείνης ἔρωτα, καὶ πολλάκις ἀνα‐ κλήσεις ἦσαν αὐτῆς καὶ θρῆνοι ἀσχήμονες. καὶ οὕ‐ τως αὐτοῦ τὸ πάθος ἐκράτησεν ὡς καὶ καλεῖν τὴν | |
5 | Μαριὰμ κελεύειν τοῖς ὑπηρέταις. καὶ τέλος ταῖς ἐρή‐ μοις ἐκδοὺς ἑαυτόν, καὶ ταύταις ἐναδημονῶν, δεινῇ περιπίπτει νόσῳ· ἡ δὲ φλόγωσις ἦν καὶ πεῖσις ἰνίου καὶ τῆς διανοίας παραλλαγή. καὶ ὁ μὲν οὕτως ἐνο‐ σηλεύετο, ἡ Ἀλεξάνδρα δὲ ἐν Ἱεροσολύμοις διάγουσα | |
10 | καὶ τὰ τῶν νόσων πυθομένη τοῦ βασιλέως, τῶν περὶ τὴν πόλιν δύο φρουρίων ἐπειρᾶτο κρατῆσαι. ὃ μα‐ θὼν ὁ Ἡρώδης αὐτίκα αὐτὴν ἀποκτεῖναι προσέταξεν, αὐτὸς δὲ μόλις διαφυγὼν τὸν ἐκ τοῦ νοσεῖν κίνδυ‐ νον χαλεπὸς ἦν καὶ δυσάρεστος καὶ πρὸς τιμωρίας | |
15 | καὶ φόνους ἕτοιμος· καὶ οὐ τῶν πολλῶν μόνον ἐγί‐ νοντο φόνοι, ἀλλὰ καὶ τῶν ἀναγκαιοτάτων φίλων αὐτοῦ. παρέβαινε δὲ καὶ τὰ ἔθη τὰ πάτρια καὶ ξε‐ νικοῖς ἐπιτηδεύμασι διέφθειρε τὴν πάλαι κατάστα‐ σιν. πρὸς ἃ τὸ πλῆθος τετάρακτό τε καὶ ἐχαλέπαινε. | |
20 | δέκα δὲ ἄνδρες τῶν πολιτῶν συνομοσάμενοι καὶ ξι‐ φίδια τοῖς ἱματίοις ὑποβαλόντες εἰς τὸ θέατρον ἐχώ‐ ρουν ἀπὸ συνθήματος ἢ καὶ αὐτὸν τὸν Ἡρώδην δια‐ χρησόμενοι ἢ τέως τῶν περὶ ἐκεῖνον πολλούς. φωρα‐ θέντες δέ, καὶ μηδ’ ἀρνησάμενοι τὸ βούλευμα, ἀλλὰ | |
25 | καὶ τὰ ξίφη ἀναδείξαντες, πᾶσαν αἰκίαν ὑπομείναν‐ τες διεφθάρησαν. τὸν δὲ τούτους καταμηνύσαντα μετὰ μικρόν τινες διαρπάσαντες καὶ μελιστὶ διελόν‐ τες κυσὶν ἐπέρριψαν. οὓς εὑρηκὼς Ἡρώδης ἐτιμω‐ ρήσατο πανοικί. ἡ δὲ τοῦ πλήθους μῆνις ἐπέμενε. | |
30 | Συνέβη δὲ τότε κατὰ τὴν χώραν πάθη δεινότατα, | 373 in vol. 1 |
1.374 | λιμός τε καὶ νόσοι σωμάτων ἐξ ἀσυνήθους διαίτης δι’ ἔνδειαν σιτίων γινομένης, καὶ ἐπὶ τούτοις πᾶσι λοιμός. Ἡρώδης δὲ τῷ καιρῷ βοηθεῖν προθυμούμε‐ νος οὔτε χρημάτων ηὐπόρει, προκαταναλώσας αὐτὰ | |
5 | δι’ ἐπίδειξιν εἰς πόλεων ἐπισκευάς, οὔτε αἱ πλησιά‐ ζουσαι χῶραι σῖτον εἶχον, τῆς αὐτῆς ἐνδείας καὶ ἐν ἐκείναις ἐπικρατούσης. τέως δὲ ὡς ἂν δύναιτο βοη‐ θεῖν ἐγνωκώς, τὸν ὄντα κατὰ τὰ βασίλεια κόσμον συγκόψας εἰς νόμισμα, ἔπεμπεν εἰς Αἴγυπτον καὶ | |
10 | σῖτον ἐκεῖθεν ὠνεῖτο. οὗ κομισθέντος τοῖς μὲν δι’ ἑαυτῶν δυναμένοις τὰ περὶ τὰς τροφὰς ἐκπονεῖν σῖ‐ τον διένειμεν, οἳ δὲ διὰ γῆρας ἢ δι’ ἑτέραν ἀσθέ‐ νειαν οὐχ οἷοί τε ἦσαν ἑαυτοῖς ἑτοιμάζειν σιτία, τού‐ των προυνόει καταστήσας ἀρτοποιοὺς καὶ τὰς τροφὰς | |
15 | ἑτοίμους πορίζων αὐτοῖς. ταῦτα δὲ οὐ μόνον τὰς γνώμας μετέβαλε τῶν πρὶν χαλεπαινόντων αὐτῷ, ἀλλὰ καὶ πρὸς εὔνοιαν αὐτὰς μετεστήσατο. καὶ οὕ‐ τως κακωθεῖσαν αὐτῷ ἀνακτησάμενος τὴν ἀρχήν, οὐχ ἧττον καὶ τοὺς πέριξ δυσπραγοῦντας ἐπ’ ἴσης τῆς συμ‐ | |
20 | φορᾶς ἐπεκούφισεν, ὥστε γενέσθαι τοὺς μὲν ἔξω τῆς ἀρχῆς δοθέντας σίτου κόρους μυρίους, τοὺς δὲ εἰς τὴν αὐτοῦ βασιλείαν περὶ ὀκτακισμυρίους. ὁ δὲ κόρος δύναται κατὰ τὸν Ἰώσηπον μεδίμνους Ἀττικοὺς δέκα. τοῦτο τὸ φιλοτίμημα καὶ τὸ τῆς χάριτος εὔκαιρον καὶ | |
25 | τοὺς Ἰουδαίους εἰς ἀγάπην ἐξ ἀπεχθείας μετήνεγκε, καὶ παρὰ τῶν ἔξωθεν αὐτῷ προυξένησεν εὔκλειαν. Προσκατειργάσατο δὲ καὶ γάμον ἑαυτῷ ἐξ ἐρω‐ τικῆς ἐπιθυμίας. ἱερεὺς γάρ τις Σίμων ἐν Ἱεροσο‐ λύμοις θυγατέρα εἶχε καλλίστην· ταύτης ὁ Ἡρώδης | |
30 | ἧκεν εἰς ἔρωτα. ὄντος δὲ τοῦ Σίμωνος ἀνοικείου | 374 in vol. 1 |
1.375 | πρὸς κῆδος δι’ ἀδοξίαν, ἀφαιρεῖται μὲν τὴν ἱερωσύ‐ νην τὸν ταύτην ἔχοντα τότε Ἰησοῦν τὸν τοῦ Φάβη‐ τος, ἀρχιερέα δὲ ποιεῖται τὸν Σίμωνα καὶ τὴν αὐ‐ τοῦ θυγατέρα γαμεῖ. πάντων δὲ αὐτῷ προκεχωρη‐ | |
5 | κότων εἰς δέον, περιεβάλλετο τὴν ἔξωθεν ἀσφάλειαν, πόλεσί τε δεξιῶς ὁμιλῶν καὶ τοὺς δυνάστας θερα‐ πεύων, ὥστε αὐτῷ πάντα διὰ πάντων αὔξεσθαι. ὑπὸ δὲ τῆς εἰς τοῦτο φιλοτιμίας καὶ τῆς εἰς Καίσαρα καὶ τοὺς εἰς πλεῖστον δυναμένους Ῥωμαίων θεραπείας καὶ | |
10 | τὰ ἔθη παρέβαινε καὶ τὰ νόμιμα παρεχάραττε, πό‐ λεις τε κτίζων καὶ ναοὺς ἐγείρων οὐκ ἐν τῇ τῶν Ἰου‐ δαίων, τῇ δ’ ἔξω χώρᾳ, Ἰουδαίοις μὲν ἀπολογούμενος ἐκ προσταγμάτων ταῦτα ποιεῖν, ἀλλ’ οὐκ ἀφ’ ἑαυτοῦ, Καίσαρι δὲ καὶ Ῥωμαίοις χάριτας νέμων τῷ καὶ τῶν | |
15 | πατρίων ἐκβαίνειν ἐθῶν διὰ τὴν ἐκείνων τιμήν. ἀγάλματά τε γὰρ ἀνίστη καὶ τύπους μεμορφωμένους καὶ πόλεις ᾠκοδόμει καὶ λιμένας εὐρεῖς καὶ ἀκλύ‐ στους καὶ βασίλεια πολυτελῆ καὶ διαίτας λαμπράς. Ἐν τοιούτοις δὲ ὢν τοὺς παῖδας Ἀλέξανδρόν τε | |
20 | καὶ Ἀριστόβουλον εἰς Ῥώμην ἀπέστειλεν ἐντευξομέ‐ νους τῷ Καίσαρι. τούτους ὁ Καῖσαρ φιλανθρώπως ἐδέξατο, καὶ δίδωσιν Ἡρώδῃ ὅτῳ βούλεται τῶν ἐξ αὐτοῦ γεγονότων ἀπονεῖμαι τὴν βασιλείαν, καὶ χώ‐ ραν ἔτι προσέθετο, ἐγκαταμίγνυσι δὲ αὐτὸν καὶ τοῖς | |
25 | τῆς Συρίας ἐπιτροπεύουσιν, ἐντειλάμενος πάντα μετὰ τῆς ἐκείνου γνώμης ποιεῖν. τοσαῦτα δ’ εὐτυχήσας τῷ μὲν ἀδελφῷ Φερώρᾳ τετραρχίαν ᾐτήσατο παρὰ Καίσαρος, τὸ δὲ τρίτον μέρος τῶν φόρων ἀφῆκε τοῖς ἐν τῇ βασιλείᾳ, ὡς μὲν ἐκεῖνος ἔλεγεν, ἵνα ἀνακτη‐ | |
30 | θεῖεν ἐκ τῆς ἀφορίας, ὡς δὲ τοῖς ἄλλοις ἐδόκει, ἵνα | 375 in vol. 1 |
1.376 | τὴν τοῦ πλήθους εἰς ἑαυτὸν θεραπεύσῃ δυσμένειαν· μετακινουμένων γὰρ αὐτοῖς τῶν ἐθῶν χαλεπῶς ἔφε‐ ρον. διὸ καὶ ἀφῃρεῖτο τὰς ἀδείας αὐτῶν, ἀεὶ καμά‐ τους ἐπιτάττων αὐτοῖς καὶ τὰς συνόδους κωλύων καὶ | |
5 | τοὺς περιπάτους καὶ τὰς διαίτας ἐπιτηρῶν καὶ τοὺς φωραθέντας κολάζων βαρύτατα, κἀν τῇ πόλει κἀν ταῖς ὁδοιπορίαις ἦσαν οἱ τοὺς εἰς ταὐτὸν συνιόντας ἐπισκοποῦντες. τινὲς δέ φασι καὶ αὐτὸν ἰδιώτου σχῆμα λαμβάνοντα ἐνίοτε νύκτωρ τοῖς ὄχλοις ἐγκα‐ | |
10 | ταμίγνυσθαι καὶ ἀποπειρᾶσθαι αὐτῶν τὴν διάνοιαν ἣν περὶ τῆς ἀρχῆς εἶχον. καὶ τοὺς μὲν ἐξαυθαδιζο‐ μένους ἐπεξῄει ἅπασι τρόποις, τὸ δὲ πλῆθος ὅρκοις ἠξίου τὴν πίστιν αὐτῷ βεβαιοῦν. οἱ μὲν οὖν πολλοὶ εἶκον, τούς γε μὴν δυσχεραίνοντας ἠφάνιζεν ἐκ παν‐ | |
15 | τός. συνέπειθε δὲ καὶ τοὺς περὶ Πολλίωνα τὸν Φα‐ ρισαῖον καὶ Σαμαίαν καὶ τῶν συμφοιτώντων αὐτοῖς τοὺς πλείστους ὀμνύειν. οἱ δὲ οὔτε ἐπείσθησαν οὔτ’ ἐκολάσθησαν διὰ τὸν Πολλίωνα ὑπὸ τοῦ βασιλέως αἰδούμενον. ἀφείθησαν δὲ ταύτης τῆς ἀνάγκης καὶ | |
20 | οἱ Ἐσσαῖοι καλούμενοι· γένος δὲ τοῦτο διαίτῃ χρώ‐ μενον Πυθαγορικῇ. ἐτίμα δὲ τούτους διὰ τὸν Μα‐ ναΐμ. ἦν δ’ οὗτος εἷς ἐξ αὐτῶν, ἀνὴρ τἄλλα τε ἀγα‐ θὸς καὶ τὰ μέλλοντα προορῶν, ὃς ἔτι παῖδα τὸν Ἡρώδην ἐς διδασκάλου φοιτῶντα ἰδὼν βασιλέα Ἰου‐ | |
25 | δαίων προσεῖπεν. ὁ δὲ ἰδιώτης ἔλεγεν εἶναι. Μαναῒμ δὲ μειδιάσας καὶ τύπτων αὐτὸν ἠρέμα “ἀλλὰ καὶ βα‐ σιλεύσεις” ἔφη “καὶ τὴν ἀρχὴν ἀνύσεις εὐδαιμονέ‐ στατα, καὶ μέμνησο τῶν ἐμῶν τούτων πληγῶν. ἄρι‐ στος δ’ ἔσῃ, εἰ δικαιοσύνην ἀγαπήσειας καὶ εὐσέβειαν | |
30 | πρὸς θεὸν καὶ πρὸς τοὺς πολίτας ἐπιείκειαν. ἀλλ’ οὐ γὰρ οἶδά σε τοιοῦτον ἔσεσθαι.” βασιλεύσας δὲ | |
ὁ Ἡρώδης μετακαλεῖται τὸν Μαναῒμ καὶ περὶ τοῦ | 376 in vol. 1 | |
1.377 | χρόνου τῆς ἀρχῆς ἐπυνθάνετο. ὡς δέ, σιωπῶντος ἐκείνου, αὐτὸς εἰ δέκα γενήσονται ἠρώτα τῆς βασι‐ λείας ἐνιαυτοὶ ἢ εἴκοσιν ἢ τριάκοντα, ὁ δὲ ὅρον οὐκ ἐπέθηκε τῷ τέλει τῆς προθεσμίας, Ἡρώδης καὶ τού‐ | |
5 | τοις ἀρκεσθεὶς τόν τε Μαναῒμ ἀφῆκε δεξιωσάμενος καὶ πάντας δι’ ἐκεῖνον ἐτίμα τοὺς Ἐσσηνούς. Ἤδη δὲ ὀκτωκαιδέκατον ἀνύων ἐνιαυτὸν τὸν νεὼν ἔγνω μετασκευάσαι καὶ πρὸς ὕψος ἆραι μεῖζον καὶ ἀξιοπρεπέστερον ἐκτελέσαι. τὸ δὲ πλῆθος ὤκνει | |
10 | πρὸς τὴν ἐγχείρησιν. ὁ δὲ οὐ πρότερον ἔφη τὸν ναὸν καθαιρήσειν, πρὶν ἂν πάντα ὧν ἂν δέοιτο εἰς τὸ ἔρ‐ γον παρασκευάσηται. ἤδη δὲ ἡτοιμασμένων αὐτῷ πάντων, καθελὼν αὐτὸν καὶ θεμελίους ἄλλους κατα‐ βαλόμενος τὸν ναὸν ἤγειρε μήκει πήχεων ἑκατόν, | |
15 | τὸ δ’ ὕψος ἐπέκεινα εἴκοσιν. ᾠκοδομήθη δὲ λίθοις λευκοῖς τε καὶ κραταιοῖς, ὧν ἑκάστῳ περὶ πέντε καὶ εἴκοσι τὸ μῆκος πήχεις, τὸ δ’ ὕψος ὀκτώ, εὖρος δὲ περὶ δώδεκα. κατὰ δὲ τὴν βόρειον πλευρὰν ἀκρό‐ πολις ἐγγώνιος εὐερκὴς ἐντετείχιστο, διάφορος ὀχυ‐ | |
20 | ρότητι, ἣν οἱ ἐκ τοῦ γένους τῶν Ἀσαμωναίων γεγο‐ νότες βασιλεῖς ὁμοῦ καὶ ἀρχιερεῖς ᾠκοδόμησαν καὶ βᾶριν ἐκάλεσαν, ὥστε τὴν ἀρχιερατικὴν ἀποκεῖσθαι στολὴν ἐν αὐτῇ. καὶ ταύτην οὖν τὴν βᾶριν Ἡρώδης ἐπισκευάσας ὀχυρωτέραν ἐπ’ ἀσφαλείᾳ τοῦ ἱεροῦ εἰς | |
25 | μνήμην Ἀντωνίου προσηγόρευσεν Ἀντωνίαν. αὐτὸς δὲ ὁ ναὸς καὶ πάντα τὰ περὶ τὸν ναὸν ἐν ὀκτὼ δεδό‐ μητο ἔτεσι. παραδέδοται δὲ κατ’ ἐκεῖνον τὸν καιρὸν ὅτε αὐτὸς ὁ ναὸς ἀνηγείρετο, ἐν ἐνιαυτῷ γὰρ ἑνὶ καὶ μησὶν ἓξ ᾠκοδομήθη, τὰς μὲν ἡμέρας μὴ ὕειν, γίνε‐ | |
30 | σθαι δὲ τοὺς ὄμβρους ἐν ταῖς νυξίν, ἵνα μὴ τὰ ἔργα κωλύωνται. | |
Τὰς ἀδικίας δὲ ἀναστέλλειν πειρώμενος ὁ Ἡρώδης | 377 in vol. 1 | |
1.378 | τίθησι νόμον τοὺς τοιχωρύχους ἐπ’ ἐξαγωγῇ τῆς χώ‐ ρας πιπράσκεσθαι· ὃ καὶ πρὸς τιμωρίαν τῶν πασχόν‐ των ἦν φορτικόν, οὐχ ἥκιστα δὲ καὶ τῶν νόμων κα‐ τάλυσις. τὸ γὰρ ἀλλοφύλοις δουλεύειν καὶ βιάζεσθαι | |
5 | κατὰ τὰ ἐκείνων ἔθη βιοῦν τῆς θρησκείας ἦν, ὅσον ἐπ’ ἐκείνοις, κατάλυσις. πιπράσκεσθαι μὲν γὰρ οἱ νόμοι τοὺς φῶρας ἐκέλευον, εἰ μὴ ἔχοιεν κατὰ τὸ τε‐ τραπλοῦν ἐκτιννύειν τὰ φώρια, ἀλλ’ οὐ πρὸς ἀλλο‐ φύλους, πρὸς δέ γε ὁμοεθνεῖς, ἵνα μήτε τῆς θρη‐ | |
10 | σκείας ἐκπίπτοιεν μήτε παρ’ ὅλον τὸν βίον δουλεύ‐ οιεν, ἀλλὰ τυγχάνοιεν μετὰ ἑξαετίαν ἀφέσεως. ταῦτα μέρος ἦν τῶν κατ’ ἐκείνου διαβολῶν καὶ τῆς δυσνοίας τοῦ πλήθους τῆς ἐπ’ αὐτῷ. Εἰς τὴν Ἰταλίαν δὲ κατὰ τὸν καιρὸν ἐκεῖνον πα‐ | |
15 | ραγενόμενος Ἡρώδης, ἵνα Καίσαρί τε προσομιλήσῃ καὶ τοὺς παῖδας ἐν τῇ Ῥώμῃ διατρίβοντας ὄψεται, φιλοφρόνως τε ὑπεδέχθη παρὰ τοῦ Καίσαρος καὶ τοὺς παῖδας ὡς ἤδη τελειωθέντας ἐν τοῖς μαθήμασιν ἔλαβεν ἄγειν εἰς τὰ οἰκεῖα. ὡς δ’ ἐπανῆλθον, περί‐ | |
20 | οπτοι γεγόνασι τῷ τε τῆς ψυχῆς παραστήματι καὶ τῇ κατὰ τὰς μορφὰς ὡραιότητι, ἐπίφθονοί τε ἦσαν Σα‐ λώμῃ τῇ τοῦ βασιλέως ὁμαίμονι καὶ τοῖς τὴν αὐτῶν μητέρα κατεργασαμένοις διαβολαῖς. καὶ ἤδη καὶ κατ’ ἐκείνων τὰ ὅπλα ἡτοίμαζον δι’ ὧν καὶ τὴν αὐτοὺς | |
25 | γειναμένην κατηγωνίσαντο, λογοποιοῦντες ἀηδῶς τῷ πατρὶ προσφέρεσθαι τὰ μειράκια διὰ τὸν φόνον τὸν τῆς μητρός, κἀντεῦθεν μῖσος φυῆναι τῷ πατρὶ πρὸς τοὺς παῖδας ὡς ἐνὸν κατεσκεύαζον. τέως μέντοι φι‐ λοστόργως ἔτι πρὸς αὐτὰ ὁ πατὴρ διακείμενος καὶ | |
30 | τιμῆς μετεδίδου καὶ γυναῖκας ἐν ἡλικίᾳ γεγονόσιν | 378 in vol. 1 |
1.379 | ἐζεύγνυεν, Ἀριστοβούλῳ μὲν τὴν Σαλώμης θυγατέρα Βερνίκην, Ἀρχελάου δὲ τοῦ Καππαδοκῶν βασιλέως τὴν παῖδα Γλαφύραν τῷ Ἀλεξάνδρῳ. τῇ δὲ Σαλώμῃ ταῦτα τὴν κατὰ τῶν νεανίσκων δυσμένειαν μᾶλλον | |
5 | ὑπέτρεφεν, οἰκειουμένῃ καὶ πάντας ὅσοιπερ αὐτῇ τὸν τῆς Μαριὰμ φόνον συνεξειργάσαντο. διδόντων δέ τινας καὶ τῶν νεανίσκων λαβὰς μνήμῃ τε τῆς μητρὸς καὶ τῇ τοῦ κράτους ἐπιθυμίᾳ, βλασφημίαι μὲν ἐκεί‐ νων εἰς τὴν Σαλώμην καὶ τὸν Φερώραν ἐγίνοντο, | |
10 | πρὸς ἐκείνους δ’ ἡ τούτων ἐπηύξητο δυσμένεια, καὶ διαβολαὶ κακοήθεις κατ’ αὐτῶν προύβαινον, παρ’ αὐτῶν ἐκείνων τὰς αἰτίας λαμβάνουσαι. κακῶς γὰρ τῆς μιαρᾶς Σαλώμης καὶ σφᾶς καὶ τὴν μητέρα λεγού‐ σης καὶ πρὸς λόγους ἐκκαλουμένης αὐτούς, ἐκεῖνοι | |
15 | ἐλεεινὴν ἀπέφαινον τὴν καταστροφὴν τῆς μητρός, ἀθλίους δ’ ἑαυτοὺς ἐκάλουν τοῖς ἐκείνης φονεῦσιν ἀναγκαζομένους συζῆν. ταῦτα ἦν ἀποδημοῦντος τοῦ βασιλέως. ἐπανελθόντι δ’ εὐθὺς παρά τε Φερώρα καὶ τῆς Σαλώμης οἱ λόγοι προσήγοντο, λεγόντων μέ‐ | |
20 | γαν αὐτοῖς ἐπηρτῆσθαι τὸν κίνδυνον, ἀναφανδὸν ἀπειλουμένων τῶν νεανίσκων τὸν φόνον τίσασθαι τῆς μητρός. Ἡρώδης δὲ ταῦτα καὶ ἄλλων ἀπαγγελ‐ λόντων τετάρακτο. οὕτω δὲ διατεθεὶς ἔγνω ἐπὶ κα‐ θαιρέσει τῶν νέων ἕτερον υἱὸν Ἀντίπατρον ὄνομα, | |
25 | ἰδιωτεύοντι ἔτι αὐτῷ γεγονότα, προσοικειώσασθαι· καὶ τοῦτον ἐδόκει τιμᾶν, ἵνα καταστείλῃ τὸ θράσος τοῖς ἐκ τῆς Μαριάμ, γνοῦσιν ὡς οὐ μόνοις αὐτοῖς οὐδ’ ἐξ ἀνάγκης ἡ διαδοχὴ τῆς βασιλείας ὀφείλεται. ὅθεν ὡς ἔφεδρόν τινα τὸν Ἀντίπατρον ἐπεισήγαγεν. | |
30 | ὁ δὲ δεινὸς ὤν, ἐπεὶ παρρησίας ἐλάβετο, μίαν ἔσχεν ὑπόθεσιν ἔχεσθαι τοῦ πατρὸς καὶ τῶν ἀδελφῶν ἀλ‐ | |
λοτριοῦν ταῖς διαβολαῖς. κἀκεῖνοι δ’ ἔτι ἐδίδοσαν | 379 in vol. 1 | |
1.380 | ἀφορμάς, καὶ δακρύοντες ὡς ἀτιμαζόμενοι καὶ τὴν μητέρα ἀνακαλούμενοι καὶ τὸν πατέρα φανερῶς οὐ δίκαιον λέγοντες. ἅπερ κακοήθως οἱ περὶ τὸν Ἀντί‐ πατρον Ἡρώδῃ μετὰ προσθήκης ἐξαγγέλλοντες μεί‐ | |
5 | ζονα τὴν πρὸς ἐκείνους ἐνεποίουν ἀπέχθειαν. βου‐ λόμενος δὲ ὁ πατὴρ ταπεινῶσαι τοὺς ἐκ τῆς Μαριάμ, πλείονος Ἀντιπάτρῳ μετεδίδου τιμῆς· τέλος δὲ καὶ τὴν μητέρα αὐτοῦ ἐπεισήγαγε. καὶ Καίσαρι συνίστη αὐτὸν γράφων ὑπὲρ αὐτοῦ καὶ εἰς Ῥώμην αὐτὸν μετὰ | |
10 | πολλῶν δώρων ἀπέστειλεν, ὥστε ἤδη πάντα ἐπ’ ἐκείνῳ δοκεῖν, παρεῶσθαι δ’ ἐκ τῆς ἀρχῆς παντάπασι τὰ μειράκια. Ἀντίπατρος δὲ δεδοικὼς μὴ αὐτοῦ ἐκ‐ δημήσαντος ἐπιεικέστερος εἰς τοὺς ἐκ Μαριὰμ γένη‐ ται ὁ πατήρ, καὶ ἀποδημῶν οὐκ ἀνίει συνεχῶς ἐπι‐ | |
15 | στέλλων κατὰ τῶν ἀδελφῶν τῷ πατρὶ καὶ προσερε‐ θίζων πρὸς τὴν δυσμένειαν, ἕως εἰς τοῦτο προήγαγεν αὐτὸν εἰς τὸ πλεῦσαι πρὸς Ῥώμην κἀκεῖ τῶν παίδων κατηγορεῖν παρὰ Καίσαρι. ἀπελθὼν δ’ εἰς Ῥώμην σὺν τοῖς παισί, παρεστήσατο μὲν αὐτοὺς τῷ Καίσαρι, | |
20 | ᾐτιᾶτο δὲ τῆς ἀπονοίας, ὡς τὸν ἑαυτῶν πατέρα μι‐ σοῦντας καὶ διαχειρίσασθαι μελετῶντας αὐτὸν καὶ οὕτω τὴν βασιλείαν λαβεῖν. τῶν δὲ νεανίσκων καὶ λέγοντος ἔτι τοῦ πατρὸς δάκρυα ἦν καὶ τέλος οἰμωγή, δεδοικότων ὡς εἰ σιγῷεν, δόξουσιν ἐκ τοῦ συνειδότος | |
25 | μὴ εὐπορεῖν ἀπολογίας. ὡς δ’ ἔγνων εὐμένειαν παρὰ Καίσαρος, τῶν δ’ ἄλλων τοὺς μὲν συνδακρύοντας, συναλγοῦντας δὲ ἅπαντας, ὁ Ἀλέξανδρος ἐπεχείρει διαλύειν τὰς αἰτίας, πρὸς τὸν πατέρα λόγους ποιού‐ μενος. καὶ διαλεχθέντος πρὸς τὸ ἐπαγωγότερον ὁ | |
30 | Καῖσαρ, οὐδὲ πρότερον ταῖς κατ’ αὐτῶν πιστεύων διαβολαῖς, ἔτι μάλιστα ἐξηλλάττετο, καὶ συνεχῶς εἰς | |
τὸν Ἡρώδην ἀπέβλεπεν, ὁρῶν κἀκεῖνον ὑποσυγκε‐ | 380 in vol. 1 | |
1.381 | χυμένον. καὶ ἠγωνία τὸ θέατρον· Καῖσαρ δὲ τοὺς μὲν νεανίσκους, εἰ καὶ τῶν διαβολῶν πόρρω δοκοῦ‐ σιν, αὐτὸ τοῦτο ἁμαρτεῖν ἔφη τὸ μὴ τοιούτους ἑαυ‐ τοὺς τῷ πατρὶ παρασχεῖν ὡς μηδὲ γενέσθαι τὸν ἐπ’ | |
5 | αὐτοῖς λόγον, Ἡρώδην δὲ παρεκάλει διαλλάττεσθαι τοῖς παισὶν ἀφελόντα πᾶσαν ὑπόνοιαν· καὶ τὸ πιστὰ γὰρ ἡγεῖσθαι ταῦτα κατὰ τῶν παίδων οὐ δίκαιον ἔκρινε. τοιαῦτα συμβουλεύων ἔνευσε τοῖς νεανίσκοις προσπεσεῖν τῷ πατρί. κἀκείνων ὡρμηκότων προλα‐ | |
10 | βὼν αὐτοὺς ὁ πατὴρ δακρύοντας ἠσπάζετο ἀγκαλιζό‐ μενος ἕκαστον. τότε μὲν οὖν εὐχαριστήσαντες Καί‐ σαρι μετ’ ἀλλήλων ἀπῄεσαν, καὶ Ἀντίπατρος μετ’ αὐτῶν, ταῖς διαλλαγαῖς ὑποκρινόμενος ἥδεσθαι· τῇ δ’ ὑστεραίᾳ περὶ τῆς βασιλείας τῷ Ἡρώδῃ τὴν ἐξου‐ | |
15 | σίαν ἀφῆκεν ὁ Καῖσαρ ὃν ἂν αἱροῖτο τῶν παίδων διάδοχον καθιστᾶν ἢ καὶ διανέμειν ἅπασι ταύτην, μετὰ θάνατον μέντοι· ζῶντι δὲ οὐκ ἐπέτρεπε τὴν διανομήν, ἀλλὰ καὶ τῶν παίδων ἤθελεν αὐτὸν καὶ τῆς βασιλείας κρατεῖν. ἐπανιόντι δὲ περὶ Κιλικίαν | |
20 | Ἀρχέλαος ὁ πενθερὸς Ἀλεξάνδρου συναντᾷ τῷ Ἡρώδῃ, συνηδόμενος ἐπὶ ταῖς τῶν παίδων διαλλαγαῖς. ἐν‐ τεῦθεν Ἡρώδης ἐπὶ τὴν Ἰουδαίαν ἐλθών, καὶ συνα‐ γαγὼν ἐκκλησίαν, τὰ κατὰ τὴν ἀποδημίαν αὐτῷ πε‐ πραγμένα διηγεῖτο, καὶ ἐπὶ νουθεσίᾳ τῶν παίδων | |
25 | τὸν λόγον κατέστρεψε, καὶ τοῖς υἱοῖς προεῖπε τὴν βασιλείαν καταλιμπάνειν, πρώτῳ μὲν Ἀντιπάτρῳ, εἶτα καὶ τοῖς ἐκ Μαριάμ. ταῦτα εἰπὼν τὸν σύλλογον διελύσατο. Ὑπῆρχε δὲ τὴν γνώμην πρὸς μὲν τοὺς ἄλλους | |
30 | φιλοτιμότατός τε καὶ εὐεργετικώτατος, πρὸς δὲ τοὺς | 381 in vol. 1 |
1.382 | ὑπηκόους ἐπαχθής τε καὶ ἀδικώτατος καὶ πρὸς τοὺς οἰκείους καὶ φίλους κολαστὴς ἀπαραίτητος. αἱ δὲ αἰτίαι τούτων φιλοδοξία καὶ φιλαρχία. ὑπὸ μὲν γὰρ φιλοδοξίας, εἰ μνήμης ἔμελλε τυγχάνειν εἰσαῦθις ἢ | |
5 | εὐφημίας κατὰ τὸ ἐνεστός, οὐκ ἐφείδετο δαπανῶν, πολυδάπανος δ’ ὢν βαρείαις εἰσπράξεσι τοὺς ὑποτε‐ ταγμένους ἐπίεζε καὶ χαλεπὸς ἦν αὐτοῖς· ὑπὸ δὲ φι‐ λαρχίας, εἰ κατά τινος ὑπόνοιαν ἔσχεν ἐφίεσθαι τῆς ἀρχῆς ἤ τι περὶ αὐτὴν παρακινεῖν, ἴσα πολεμίοις | |
10 | αὐτῷ προσεφέρετο, κἀντεῦθεν συγγενεῖς τε καὶ φί‐ λους ἐτιμωρήσατο ἀφειδῶς, μόνος θέλων τετιμῆσθαι. τεκμήριον δὲ τοῦ πάντοθεν χρηματίζεσθαι θέλειν διὰ τὸ πολυδάπανον, ὅτι ἀκηκοὼς ὡς Ὑρκανὸς ὁ πρὸ αὐ‐ τοῦ βασιλεύσας ἀνοίξας τὸν τάφον Δαβὶδ ἀργυρίου | |
15 | λάβοι τρισχίλια τάλαντα, νυκτὸς ἀνοίξας τὸν τάφον εἰσέρχεται, τοὺς πιστοτάτους τῶν φίλων παρειληφώς, ἵν’ ἀνέκφορον εἴη τὸ δρώμενον. καὶ χρήματα μὲν οὐχ εὗρεν ἀργύρια δηλαδή, κόσμον δὲ πολὺν κειμη‐ λίων χρυσῶν, ὃν ἀνείλετο πάντα. ἔσπευδεν οὖν καὶ | |
20 | ἐνδοτέρω χωρεῖν κατὰ τὰς θήκας, ἐν αἷς τῶν βασι‐ λέων Δαβὶδ καὶ Σαλομῶντος τὰ σώματα τεθησαύ‐ ριστο. ὡς δ’ ἐβιάζετο εἰσιέναι, δύο μὲν αὐτῷ τῶν δορυφόρων ἐφθάρησαν φλογὸς ἔνδοθεν ἀπαντησάσης, ὡς λόγος, αὐτοῖς, αὐτὸς δὲ περιδεὴς ἐξῄει. καὶ | |
25 | διὰ τὴν ἐπιχείρησιν χεῖρον ἔχειν ἐδόκει τὰ κατὰ τὴν οἰκίαν αὐτῷ· ἐμφυλίῳ γὰρ ἐῴκει πολέμῳ τὰ κατὰ τὴν αὐλὴν τὴν βασιλικήν. ἐστρατήγει δὲ ἀεὶ κατὰ τῶν ἀδελφῶν ὁ Ἀντίπατρος, δεινὸς ὤν, δι’ ἄλλων μὲν αὐτοὺς περιβάλλων αἰτίαις, αὐτὸς δὲ πολλάκις ὑπερ‐ | |
30 | απολογούμενος, ἵνα δοκῶν εὔνους ἐκείνοις ἀνύ‐ ποπτος εἴη τῷ πατρὶ πρὸς τὰς ἐγχειρήσεις καὶ μόνος | |
τῆς ἐκείνου σωτηρίας φροντίζειν δοκῇ. καὶ ὁ μὲν τὰ | 382 in vol. 1 | |
1.383 | πάντα ἦν τῷ πατρί, οἱ δ’ ἐκ τῆς Μαριὰμ χαλεπώτε‐ ρον ἀεὶ διετίθεντο, καὶ τὴν ἀτιμίαν οὐκ ἔφερον ὑπ’ εὐγενείας, παρεωσμένοι καὶ τάξιν ἀτιμοτέραν ἔχον‐ τες. αἵ τε γυναῖκες, ἡ μὲν Ἀλεξάνδρῳ συνοικοῦσα | |
5 | Γλαφύρα ἡ Ἀρχελάου μῖσος εἶχεν εἰς τὴν Σαλώμην διά τε τὴν πρὸς τὸν ἄνδρα διάθεσιν καὶ διὰ τὴν ἐκείνης θυγατέρα συνοικοῦσαν Ἀριστοβούλῳ, ᾗπερ ὑπερη‐ φάνως προσεφέρετο ἡ Γλαφύρα καὶ τὴν ἰσοτιμίαν αὐτῆς ἀνηξιοπάθει. γέγονε δέ τις ὑπόθεσις καὶ τὸν | |
10 | τοῦ βασιλέως ἀδελφὸν Φερώραν εἰς ὑποψίαν καὶ μῖ‐ σος τῷ ἀδελφῷ φέρουσα. κατηγγυήθη μὲν γὰρ αὐτῷ ἡ τοῦ βασιλέως θυγάτηρ, ὁ δὲ δουλευούσης αὐτῷ γυναικὸς ἡττώμενος καὶ περιμανῶς τοῦ γυναίου ἐρῶν τῇ τοῦ ἀδελφοῦ θυγατρὶ οὐ προσεῖχε, τῇ δὲ δούλῃ | |
15 | προσέκειτο. ἤχθετο δὲ διὰ τοῦτο Ἡρώδης καὶ τὴν μὲν κόρην υἱῷ Φασαήλου συζεύγνυσι, χρόνου δὲ διελθόντος περί τε τῶν πρώτων ᾐτιᾶτο τὸν ἀδελφὸν καὶ τὴν δευτέραν ἠξίου λαμβάνειν, παρηκμακέναι ἤδη αὐτῷ οἰόμενος τῆς δούλης τὸν ἔρωτα. ὁ δὲ τὴν | |
20 | μὲν δούλην καὶ παῖδα ἐξ αὐτῆς σχὼν ἀποπέμπεται, τὴν δὲ τοῦ βασιλέως θυγατέρα μετὰ τριακοστὴν ἡμέ‐ ραν κατέθετο λήψεσθαι. διελθούσης δὲ τῆς προθε‐ σμίας τοσοῦτον πρὸς τὸν τῆς δούλης ἔρωτα ἐμεμήνει ὡς ἀθετῆσαι τὰ ὡμολογημένα, τῇ δὲ προτέρᾳ συμ‐ | |
25 | φθείρεσθαι. ταῦτα τὸν Ἡρώδην ἐξέμαινε· καὶ ἀεὶ δέ τι καινὸν προσπῖπτον ἀτρεμεῖν αὐτὸν οὐκ εἴα. καὶ ἡ Σαλώμη δὲ χαλεπὴ τοῖς ἐκ Μαριὰμ οὖσα καὶ τὴν ἑαυτῆς θυγατέρα Ἀριστοβούλῳ συνοικοῦσαν ἀνέπειθε μὴ εὐνοϊκῶς πρὸς τὸν ἄνδρα διακεῖσθαι, ἀπαγγέλ‐ | |
30 | λειν δὲ αὐτῇ, εἴ τι κατ’ ἰδίαν λαλήσειεν. ἡ δὲ μεμνῆ‐ σθαι τοὺς νεανίσκους ἔλεγε τῆς μητρός, τὸν δὲ πα‐ | |
τέρα στυγεῖν, ἀπειλεῖν δὲ τῆς ἀρχῆς τυχόντες τοὺς | 383 in vol. 1 | |
1.384 | μὲν ἐκ τῶν ἄλλων γυναικῶν παῖδας Ἡρώδου κωμο‐ γραμματεῖς καταστήσειν, τὰς δὲ γυναῖκας καθείρξειν ὡς μηδὲ τὸν ἥλιον βλέπειν. ταῦτα διὰ τῆς κακίστης Σαλώμης τῷ βασιλεῖ ἀπηγγέλλετο. κἀκεῖνος ἤκουεν | |
5 | ἀλγεινῶς, ἐπειρᾶτο δὲ διορθοῦν· τῶν δὲ παίδων ἀπολογησαμένων ῥᾴων ἐγίνετο. Φερώρας δ’ αὖθις τὰ πράγματα συνετάραξεν, εἰπὼν Ἀλεξάνδρῳ ἀκηκοέναι Σαλώμης λεγούσης ἐρᾶν τὸν Ἡρώδην Γλαφύρας. Ἀλέξανδρος δὲ πρὸς τὸν | |
10 | λόγον ἐκ ζηλοτυπίας τετάρακτο, καὶ τὴν ὀδύνην οὐκ ἐνεγκὼν τὰ ὑπὸ τοῦ Φερώρα λεχθέντα τῷ πατρὶ κα‐ τεμήνυσεν. ὁ δ’ Ἡρώδης περιπαθήσας καὶ τὸ τῆς διαβολῆς ἐψευσμένον οὐ φέρων θορυβηθείς τε μετα‐ πέμπεται τὸν Φερώραν, καί “κάκιστε” εἶπε, “τοι‐ | |
15 | αῦτα καθ’ ἡμῶν λαλήσας πότερον οἴει λόγον εἰς τὴν ψυχὴν τοῦ παιδὸς ἢ ξίφος εἰς τὴν δεξιὰν αὐτοῦ ἐμ‐ βαλεῖν;” Φερώρας δὲ Σαλώμην ἔφη ταῦτα συμπεί‐ σειν, κἀκείνης εἶναι τοὺς λόγους. ἡ δὲ ἀπηρνεῖτο καὶ τῶν τριχῶν ἐπεδράττετο καὶ ἐστερνοτυπεῖτο, διὰ | |
20 | δὲ τὴν τῶν τρόπων οὐκ ἐπιστεύετο κακοήθειαν. τέ‐ λος δὲ ὁ βασιλεὺς καὶ τὸν ἀδελφὸν καὶ τὴν ἀδελφὴν ἀπεπέμπετο, τὸν υἱὸν δὲ τῆς ἐγκρατείας ἐπῄνεσε καὶ τοῦ πρὸς αὐτὸν τοὺς λόγους ἀνενεγκεῖν. Ἕτερον δέ τι συνέπεσε ταραχὰς αὖθις ἐγεῖραν | |
25 | κατὰ τὴν οἰκίαν τῷ βασιλεῖ. ἦσαν αὐτῷ εὐνοῦχοι σπουδαζόμενοι διὰ κάλλος, ὧν ὁ μὲν οἰνοχοεῖν, ὁ δὲ δεῖπνον προσφέρειν, ὁ δὲ κατευνάζειν αὐτὸν ἐτέτακτο. τούτους ὑπ’ Ἀλεξάνδρου χρήμασι διαφθαρῆναι μη‐ νύεται. καὶ βασάνοις ἐκδοθέντες οἱ ἐκτομίαι μίξιν | |
30 | μὲν αὐτῶν γενέσθαι πρὸς τὸν νεανίαν ἀνωμολόγουν, | 384 in vol. 1 |
1.385 | ἄλλο δὲ οὐδὲν κατὰ τοῦ πατρὸς συνειδέναι τῷ Ἀλε‐ ξάνδρῳ. ἐπιτεινόντων δὲ τῶν βασανιζόντων τὰς μά‐ στιγας ἔλεγον ὡς εἴη δυσμένεια καὶ μῖσος Ἀλεξάν‐ δρῳ πρὸς τὸν πατέρα, παραινοίη δὲ Ἡρώδην μὲν | |
5 | ἀπεγνωκέναι διὰ τὸ γῆρας, αὐτῷ δὲ προσέχειν, ὡς τῆς βασιλείας αὐτῷ περιελευσομένης, κἂν μὴ βούλη‐ ται ὁ πατήρ, καὶ διὰ τὸ γένος καὶ διὰ τὴν τῶν ἡγε‐ μόνων καὶ τῶν φίλων διάθεσιν. τούτων ἀκούσας Ἡρώδης περίφοβος ἦν καὶ πρὸς πάντας ὑποψίας εἶχε | |
10 | καὶ μίση, πολλοῖς δὲ τῶν φίλων καὶ τὴν εἰς τὰ βα‐ σίλεια πρόσοδον ἀπηγόρευσε. πάντων δ’ αἴτιος ἐτύγ‐ χανεν ὁ Ἀντίπατρος. πρῶτον μὲν οὖν ὅσους ᾤετο πιστοὺς Ἀλεξάνδρῳ βασάνοις ὁ Ἡρώδης ἐξήταζεν, εἴ τι κατ’ αὐτοῦ τολμηθὲν εἰδείησαν· οἱ δὲ ἀπέθνησκον | |
15 | οὐδὲν ἔχοντες λέγειν. εἷς δέ τις τὰς βασάνους μὴ φέρων εἶπε λέγειν Ἀλέξανδρον, ἐπαινούμενον διὰ τὸ τοῦ σώματος μέγεθος καὶ τὸ εὐστόχως βάλλειν ἐκ τόξου καὶ τἄλλα, ὅτι εἴ τι παρὰ τῆς φύσεως αὐτῷ δέδοται καλὸν ἢ ἐξ ἀσκήσεως προσεγένετο, εἰς δυσ‐ | |
20 | τύχημα περιίσταται· ἄχθεσθαι γὰρ ἐπὶ τοῖς καλοῖς αὐτοῦ τὸν πατέρα. προσετίθει δὲ ὡς καὶ βουλεύσαιτο σὺν Ἀριστοβούλῳ ἐν κυνηγεσίῳ ἀνελεῖν τὸν πατέρα καὶ εἰς Ῥώμην φυγεῖν τὴν βασιλείαν μετελευσόμενος. εὑρέθη δὲ καὶ γράμματα Ἀλεξάνδρου πρὸς τὸν ὁμαί‐ | |
25 | μονα μὴ δίκαια λέγοντα ποιεῖν τὸν πατέρα προτι‐ μῶντα τὸν Ἀντίπατρον. ἐπὶ τούτοις συλλαβὼν ἔδησε τὸν Ἀλέξανδρον. ἔσπευδε δὲ καὶ μεῖζόν τι λαβεῖν τεκμήριον κατὰ τοῦ υἱοῦ, ἵνα μὴ προπετῶς δόξῃ αὐ‐ τὸν δεδεκώς. πολλοὺς οὖν καὶ τῶν ἐν τέλει βασανί‐ | |
30 | ζων διέφθειρε, μηδὲν εἰπόντας οἷον ἐκεῖνος ᾤετο. ὡς δέ τις τῶν νεωτέρων ἐν ταῖς ἀνάγκαις ἐγένετο, | |
ἐπιστέλλειν ἔλεγε τὸν Ἀλέξανδρον τοῖς ἐν Ῥώμῃ | 385 in vol. 1 | |
1.386 | φίλοις, ἀξιοῦντα κληθῆναι ὑπὸ τοῦ Καίσαρος, μη‐ νύσοντα Μιθριδάτην τὸν βασιλέα Πάρθων τῷ πατρὶ φιλιωθέντα κατὰ Ῥωμαίων· εἶναι δὲ αὐτῷ καὶ φάρ‐ μακον κατεσκευασμένον ἐν Ἀσκάλωνι. ταῦτα Ἡρώ‐ | |
5 | δης τῆς προπετείας ἐλογίζετο παραμύθιον. τὸ μέντοι φάρμακον εὐθὺς ζητηθὲν οὐχ εὑρέθη. διὰ δὲ τὴν τῶν κακῶν ὑπερβολὴν ὁ Ἀλέξανδρος φιλονείκως δια‐ τεθείς, καὶ βουληθεὶς ἀμύνασθαι τοὺς ἐχθρούς, ἵν’ αὐτῷ συναπόλωνται, γράμματα πέπομφε τῷ πατρὶ | |
10 | ὡς οὐδὲν δεῖ βασανίζειν· μελετηθῆναι γὰρ τὴν ἐπι‐ βουλήν, καὶ ταύτης μετέχειν τόν τε Φερώραν καὶ τοὺς πιστοτάτους αὐτῷ τῶν φίλων· Σαλώμην δὲ καὶ νύκτωρ ἐπεισελθοῦσαν αὐτῷ μιγῆναι καὶ ἄκοντι· ἀλλὰ καὶ πάντας εἰς ταὐτὸν ἥκειν, ἵν’ ἐκ μέσου γε‐ | |
15 | γονότος αὐτοῦ ἀπαλλαγεῖεν τοῦ ἀεὶ φθαρήσεσθαι προσδοκᾶν. Ἀρχέλαος δὲ ὁ τῶν Καππαδοκῶν βασιλεὺς ταῦτα μαθών, καὶ ἀγωνιῶν ὑπέρ τε τῆς θυγατρὸς καὶ τοῦ κηδεστοῦ, παραγέγονε, καὶ εὐφυῶς μετῄει τῶν λυ‐ | |
20 | πούντων τὴν ἐπανόρθωσιν, τοῦ μὲν νεανίσκου κατα‐ γινώσκων, ἐπιεικῆ δὲ τὸν Ἡρώδην ἀποκαλῶν, τόν τε γάμον διαλύειν ἔλεγε. τοιαῦτα δὲ λέγοντος τοῦ Ἀρχελάου ἐνεδίδου τῆς χαλεπότητος ὁ Ἡρώδης καὶ κατήνεκτο πρὸς λύπην καὶ δάκρυα, ἐδεῖτό τε μὴ λύειν | |
25 | τὸν γάμον, ἀλλὰ χαλᾶν τὴν ὀργὴν ἐφ’ οἷς ὁ νεανί‐ σκος ἡμάρτηκεν. Ἀρχέλαος δὲ ἤδη μαλαχθέντα τὸν Ἡρώδην θεώμενος εἰς ἄλλους τὰς αἰτίας μετέφερε, καὶ μᾶλλον εἰς τὸν Φερώραν. ὁ δὲ πρὸς Ἀρχέλαον ἐτράπετο, ἵν’ ἔσοιτο αὐτῷ πρὸς Ἡρώδην διαλλακτής. | |
30 | καὶ ὃς συνεβούλευεν αὐτῷ βέλτιον εἶναι δι’ ἑαυτοῦ προσιέναι τῷ ἀδελφῷ καὶ δεῖσθαι, πάντων ὁμολο‐ | |
γοῦντα αἴτιον ἑαυτόν· μαλάξαι γὰρ οὕτω τὸ σκληρὸν | 386 in vol. 1 | |
1.387 | τῆς ὀργῆς· καὶ αὐτὸς δὲ παρὼν συλλήψεσθαι ἐπηγ‐ γέλλετο. πείθεται ὁ Φερώρας. καὶ Ἀλέξανδρος μὲν τῶν αἰτιῶν ἀπελύετο, Ἀρχέλαος δὲ τῷ Ἡρώδῃ τὸν Φερώραν διήλλαξε. | |
5 | Μετὰ καιρὸν δὲ πολὺ χεῖρον ἔσχε τὰ κατὰ τοὺς παῖδας καὶ τὴν οἰκίαν Ἡρώδῃ. Εὐρυκλῆς γὰρ ἀπὸ Λακεδαίμονος οὐκ ἄσημος τῶν ἐκεῖ, κάκιστος δὲ τὴν προαίρεσιν ἄνθρωπος, ἐπιδημήσας πρὸς Ἡρώδην δί‐ δωσιν αὐτῷ δῶρα, καὶ πλείω λαβὼν γέγονε φίλος ἐν | |
10 | τοῖς μάλιστα τοῦ βασιλέως. ἦν δὲ αὐτῷ καταγωγὴ ἐν τοῖς Ἀντιπάτρου· προσῄει δὲ καὶ Ἀλεξάνδρῳ, γνω‐ στὸς εἶναι λέγων καὶ Ἀρχελάῳ, ὅθεν καὶ τὴν Γλα‐ φύραν τιμᾶν ὑπεκρίνετο. τούτῳ συνήθει γεγονότι Ἀλέξανδρος τὰ καθ’ ἑαυτὸν ἐξετραγῴδει, καὶ τὰ κατὰ | |
15 | τὴν μητέρα ἐδίδασκε, καὶ ἔλεγε μὴ δοκεῖν ἀνεκτά. καὶ ὁ μὲν ἀλγῶν τοιούτους λόγους πεποίητο πρὸς τὸν Εὐρυκλῆν, ὁ δὲ πάντα τῷ Ἀντιπάτρῳ ἀνέφερεν. Ἀντίπατρος δὲ δώροις αὐτὸν ἐδεξιοῦτο καὶ ἠξίου πρὸς τὸν πατέρα τοὺς λόγους φράζειν. ὁ δὲ οὕτω | |
20 | τὸν βασιλέα διέθηκεν ὡς ἀμετάγνωστον ποιῆσαι τὸ μῖσος. καὶ ὁ μὲν ἀπῄει χρηματισάμενος, Ἡρώδης δὲ τοσοῦτον πρὸς τοὺς παῖδας ἐξώργιστο ὡς μηκέτι δεῖ‐ σθαι διαβολῶν, ἀλλ’ αὐτὸς περιεργάζεσθαι τὰ ἐκεί‐ νων καὶ παρατηρεῖν ἕκαστα. | |
25 | Δύο γοῦν τῶν σωματοφυλάκων τοῦ βασιλέως κατ’ ὀργὴν αὐτοῦ ἀπεωσμένοι τοῖς περὶ Ἀλέξανδρον συνιππάζοντο καὶ δῶρα ἐξ ἐκείνου ἐλάμβανον. ὑπο‐ πτεύσας οὖν τούτους Ἡρώδης εὐθὺς ἐβασάνιζεν. οἱ δὲ τὸ μὲν πρῶτον διεκαρτέρουν, εἶτ’ ἀπήγγελλον ὡς | |
30 | πείθοι αὐτοὺς κτεῖναι θηρῶντα τὸν Ἡρώδην Ἀλέ‐ | 387 in vol. 1 |
1.388 | ξανδρος. καὶ ὁ φρούραρχος δὲ τοῦ Ἀλεξανδρίου ἠτά‐ ζετο ὡς ἐπαγγειλάμενος δέξασθαι τοὺς νεανίσκους ἐν τῷ φρουρίῳ. κἀκεῖνος μὲν οὐδὲν ὡμολόγει, ὁ δὲ υἱὸς αὐτοῦ ταῦτα γενέσθαι κατέθετο, καὶ γράμματα | |
5 | ἐπέδωκε περὶ τούτων, ὡς εἰκάσαι, τῆς τοῦ Ἀλεξάν‐ δρου χειρός. ὁ μὲν οὖν Ἡρώδης οὐκέτι ἐνδοιάσιμος ἦν περὶ τῆς τῶν παίδων ἐπιβουλῆς, Ἀλέξανδρος δὲ δι’ Ἀντιπάτρου τὸ γραμματίδιον κακουργηθῆναι ἀπισχυρίζετο. τότε μὲν οὖν φυλακὴ τῶν νεανίσκων | |
10 | ἐγίνετο, καὶ καταδίκων εἶχον ἀδοξίαν καὶ δέος. ὁ δ’ Ἀριστόβουλος τὴν ἑαυτοῦ πενθερὰν Σαλώμην συναλ‐ γεῖν οἰόμενος καὶ μισεῖν τὸν τὰ τοιαῦτα πειθόμενον, “ταῦτα καὶ σοί” ἔφη “κίνδυνον προμηνύει, διαβε‐ βλημένῃ κατ’ ἐλπίδα γάμου Συλαίου.” τούτους | |
15 | ἐκείνη τοὺς λόγους εὐθὺς προσφέρει τῷ ἀδελφῷ. ὁ δὲ δεθῆναι κελεύει καὶ ἄμφω τοὺς υἱοὺς καὶ ἀπ’ ἀλ‐ λήλων διαστῆναι, γράψαι τε ἕκαστον ὅσα κατὰ τοῦ πατρὸς ἐμελέτησαν. οἱ δὲ γράφουσιν ἐπιβουλὴν μὲν οὔτ’ ἐννοῆσαι κατὰ τοῦ πατρὸς οὔτε μὴν συσκευάσα‐ | |
20 | σθαι, δρασμὸν δὲ μελετῆσαι, καὶ τοῦτον δι’ ἀνάγκην, ὑπόπτου καὶ περιδεοῦς οὔσης αὐτοῖς τῆς ζωῆς. τότε τοίνυν ἥκοντος ἐξ Ἀρχελάου πρεσβευτοῦ ἐξῆγε τὸν Ἀλέξανδρον δεσμώτην, καὶ περὶ τῆς φυγῆς ἐπυνθά‐ νετο ἐπ’ ἀκροάσει τοῦ πρεσβευτοῦ, ὅπου καὶ πῶς | |
25 | ἐγνώκασιν ἀποχωρεῖν· ὁ δὲ πρὸς Ἀρχέλαον ἔφη ἐκεῖ‐ θεν εἰς Ῥώμην συνθέμενον διαπέμψειν, ἄλλο δὲ οὐ‐ δὲν ἄτοπον ἢ δυσχερὲς λογίσασθαι κατὰ τοῦ πατρός. τούτων οὕτω ῥηθέντων ὁ βασιλεὺς γράμματα πρὸς Καίσαρα δοὺς δύο τῶν ὑπ’ αὐτὸν ἐκέλευσεν ἐν πα‐ | |
30 | ράπλῳ τῇ Κιλικίᾳ προσσχόντας ἐντυχεῖν Ἀρχελάῳ καὶ μέμψασθαι ὅτι τῆς ἐπιβουλῆς τοῖς παισὶ συνε‐ | |
φάψαιτο. Ἀρχέλαος μέντοι ἀπελογεῖτο δέξασθαι τοὺς | 388 in vol. 1 | |
1.389 | νεανίας συνθέσθαι διὰ τὸ συμφέρον κἀκείνοις καὶ τῷ πατρί, οὐ μὴν πρὸς Καίσαρα πέμψειν. εἰς Ῥώ‐ μην δὲ ἀποκομισθέντες οἱ τῶν ἐπιστολῶν κομισταὶ ταύτας δεδώκασι Καίσαρι. ὁ δὲ ἀντεπέστειλεν ἄχθε‐ | |
5 | σθαι ἐπὶ τοῖς παισίν, ἐπ’ ἐκείνῳ δὲ τὴν πᾶσαν ἐξου‐ σίαν ποιεῖν. καὶ εἰ μέν τι ἀνόσιον πεποιήκασιν, ἐπεξ‐ ιέναι ὡς πατραλοίας, εἰ δὲ δρασμὸν ἐνενόησαν, ἄλ‐ λως νουθετήσαντα μηδὲν ἀνήκεστον διαπράξασθαι. συμβουλεύειν δ’ αὐτῷ περὶ Βηρυτὸν συναγαγόντα | |
10 | συνέδριον, καὶ παραλαβόντα τοὺς ἡγεμόνας καὶ τὸν τῶν Καππαδοκῶν βασιλέα Ἀρχέλαον καὶ ὅσους τῶν ἄλλων οἶδεν ἐπιφανεῖς ἀξιώμασι, μετ’ ἐκείνων τὸ δέον σκοπεῖν. Ταύτην δεξάμενος τὴν ἐπιστολὴν ὁ Ἡρώδης ἐκά‐ | |
15 | λει πρὸς τὸ συνέδριον οὓς ἐβούλετο, Ἀρχέλαον δι’ ἔχθραν παραιτησάμενος, ἢ καὶ ἐναντιωθήσεσθαι νο‐ μίζων τῇ γνώμῃ αὐτοῦ. ἤδη δὲ συνηγμένων τῶν τε ἡγεμόνων καὶ τῶν ἄλλων, κατηγόρει τῶν παίδων ὁ βασιλεύς, καὶ τὰ δι’ αὐτῶν ἐκείνων γραφέντα ὑπα‐ | |
20 | νεγίνωσκεν· ἐν οἷς οὐδὲν ἐγέγραπτο ἕτερον ἢ ὅτι φυ‐ γεῖν βουλεύοιντο καὶ λοιδορίαι τινὲς εἰς αὐτὸν ὀνείδη διὰ τὴν δύσνοιαν ἔχουσαι. καὶ τέλος εἰπὼν καὶ ἐκ τῆς φύσεως καὶ ἐκ τοῦ Καίσαρος αὐτῷ τὴν ἐξουσίαν δοθῆναι, καὶ νόμον προσέθηκε πάτριον, ὃς ἐκέλευεν, | |
25 | εἴ του κατηγορήσαντες οἱ γονεῖς ἐπιθεῖεν τὰς χεῖρας τῇ κεφαλῇ, τοὺς περιεστῶτας τοῦτον ὀφείλειν λιθο‐ λευστεῖν καὶ οὕτως ἀποκτείνειν. ὅπερ ἔλεγε δύνα‐ σθαι καὶ αὐτὸς ἐν τῇ πατρίδι καὶ τῇ βασιλείᾳ ποι‐ εῖν, ἀναμεῖναι δὲ τὴν ἐκείνων κρίσιν. ταῦτα τοῦ | |
30 | Ἡρώδου εἰπόντος οἱ συνεδριάζοντες τὴν ἐξουσίαν | 389 in vol. 1 |
1.390 | ἐκύρουν αὐτῷ, τῶν νεανίσκων μηδὲ παρηγμένων εἰς τὸ συνέδριον· καὶ τινὲς μὲν κατεψηφίζοντο τῶν τοῦ Ἡρώδου υἱῶν, ἀλλ’ οὐ μέντοι καὶ κτείνειν, οἱ δέ γε πλείους καὶ θανάτῳ κολάζειν αὐτοὺς ἀπεφαίνοντο. | |
5 | καὶ ἐπὶ τούτοις διελύετο τὸ συνέδριον. Ἡρώδης δὲ ἧκεν εἰς Τύρον καὶ τοὺς παῖδας ἄγων. ὡς δὲ ἦλ‐ θον εἰς Καισάρειαν, μετέωροι πάντες ἦσαν, ποῖ τὰ κατὰ τοὺς νεανίας χωρήσειεν ἐκδεχόμενοι· καὶ τοῖς μὲν γινομένοις ἐδυσχέραινον, οὐκ ἦν δὲ ἀκίνδυνον | |
10 | οὔτε τι ὑπὲρ ἐκείνων εἰπεῖν οὔτ’ ἀκούειν ἑτέρου λέ‐ γοντος, ἀλλ’ ὀδυνηρῶς μέν, ἀναύδως δὲ τοῦ πάθους ἔφερον τὴν ὑπερβολήν. Στρατιώτης δέ τις ὄνομα Τήρων, υἱοῦ αὐτῷ καθ’ ἡλικίαν ὄντος Ἀλεξάνδρῳ φίλου, πολλὰ καὶ πρὸς τὸ | |
15 | πλῆθος ἔλεγε, καὶ πρὸς τὸν βασιλέα δὲ παρρησιασά‐ μενος μόνος μόνῳ ἐντυχεῖν ἠξίου. καὶ ἐνδόντος “ποῖ ποτέ σοι” ἔφη “ὁ περιττὸς ἐκεῖνος νοῦς; τίς δὲ ἡ τῶν φίλων καὶ συγγενῶν ἐρημία; εἶτα οὐ σκέψῃ τί τὸ πραττόμενον, εἰ δύο νεανίας ἐκ βασιλίδος σοι γυναι‐ | |
20 | κὸς γενομένους εἰς πᾶσαν ἀρετὴν ἄκρους ἀναιρήσεις, σεαυτὸν ἐν γήρᾳ καταλιπὼν ἐφ’ ἑνὶ παιδὶ καὶ συγ‐ γενέσιν ὧν αὐτὸς τοσαυτάκις κατέγνως θάνατον; οὐκ ἐννοήσεις ὅτι καὶ τῶν ὄχλων ἡ σιωπὴ διὰ μέγεθος τοῦ πάθους ἐστί, καὶ πᾶσα ἡ στρατιὰ ἔλεον μὲν | |
25 | τῶν ἀτυχούντων, μῖσος δὲ τῶν ταῦτα ἐξεργαζομένων ἐσχήκασιν;” ἤκουε ταῦτα ὁ βασιλεὺς ἐν ἀρχῇ οὐκ ἀγνωμόνως. ὁ δὲ Τήρων ἀμέτρῳ καὶ στρατιωτικῇ χρώμενος παρρησίᾳ τὸν Ἡρώδην ἐτάραξε. καὶ πρὸς τὴν τῶν στρατιωτῶν κεκίνητο ἀγανάκτησιν, καὶ | |
30 | προστάττει τὸν Τήρωνα δήσαντας ἔχειν ἐν φυλακῇ. ἐπιτίθεται δὲ τῷ καιρῷ καὶ Τρύφων τοῦ βασιλέως | |
κουρεύς, εἰπὼν ὡς ἀναπείθοιτο πολλάκις ὑπὸ τοῦ | 390 in vol. 1 | |
1.391 | Τήρωνος ξυρῷ τὸν λαιμὸν τοῦ βασιλέως τεμεῖν· ἔσε‐ σθαι γὰρ ἐν τοῖς πρώτοις τῷ Ἀλεξάνδρῳ. ταῦτα εἰπὼν καὶ αὐτὸς συλλαμβάνεται. καὶ ἐν βασάνοις ἦσαν ὁ Τήρων τε καὶ ὁ παῖς αὐτοῦ καὶ αὐτὸς ὁ κου‐ | |
5 | ρεύς. διακαρτεροῦντος δ’ ἐν ταῖς βασάνοις τοῦ Τή‐ ρωνος, ὁρῶν ὁ παῖς τὸν πατέρα χαλεπῶς διακείμε‐ νον, ἔφη μηνύσειν τῷ βασιλεῖ τὴν ἀλήθειαν, εἰ μέλλει ῥύσασθαι τῶν βασάνων τὸν πατέρα καὶ ἑαυτόν. λα‐ βὼν δὲ πίστεις, ἔλεγεν εἶναι συνθήκην ἐπιθέσθαι | |
10 | τῷ βασιλεῖ δι’ αὐτοχειρίας τὸν Τήρωνα. ταῦτα εἰπὼν ἐξαιρεῖται τὸν πατέρα τῆς ἀνάγκης. ὁ δ’ Ἡρώδης οὐδὲν ἔτι ἐνδοιάσιμον τῇ ψυχῇ καταλελοιπὼς περὶ τὴν τεκνοκτονίαν, τέλος τῇ προαιρέσει ἐπέθετο. καὶ ἀχθέντες εἰς Σεβαστὴν Ἀλέξανδρός τε καὶ Ἀριστό‐ | |
15 | βουλος ἐπιτάξαντος τοῦ πατρὸς στραγγάλῃ ἀπηγχο‐ νήθησαν. προαγαγὼν δ’ εἰς τὸ πλῆθος τριακοσίους τῶν ἡγεμόνων τοὺς ἐν αἰτίᾳ γενομένους καὶ τὸν Τήρωνα σὺν τῷ παιδὶ καὶ τὸν κουρέα κατηγόρει αὐτῶν· οὓς οἱ τοῦ πλήθους βάλλοντες τοῖς παρατυχοῦσιν ἀπέκτειναν. | |
20 | Ἀντιπάτρῳ δὲ κατεργασαμένῳ τοὺς ἀδελφοὺς ἐρ‐ γωδεστέρα ἦν ἡ τῆς βασιλείας ἐπιτυχία, μίσους τῷ ἔθνει φυέντος πρὸς αὐτόν, καὶ μάλιστα τῷ ὁπλιτικῷ. τέως δὲ συνῆρχε τῷ πατρὶ καὶ ἐπιστεύετο παρ’ αὐ‐ τοῦ. τὴν δὲ Ἀλεξάνδρου γυναῖκα Ἡρώδης πρὸς τὸν | |
25 | πατέρα ἀπέπεμψεν, ἔτρεφε δὲ τὰ τῶν θανόντων τέκνα πάνυ ἐπιμελῶς. ἦσαν δὲ Ἀλεξάνδρῳ μὲν ἐκ Γλα‐ φύρας ἄρσενες δύο, Ἀριστοβούλῳ δὲ ἐκ Βερνίκης υἱοὶ τρεῖς καὶ δύο θυγάτρια. γέγονε δὲ τῷ βασιλεῖ καὶ ἐκ τῆς ἀρχιερέως θυγατρὸς Ἡρώδης υἱός. ἐννέα | |
30 | γὰρ τῷ βασιλεῖ συνῴκουν γυναῖκες, πάτριον ὂν καὶ πλείοσι κατὰ ταὐτὸν συνοικεῖν. ἦσαν δὲ ἥ τε τοῦ | |
Ἀντιπάτρου μήτηρ καὶ ἡ τοῦ ἀρχιερέως θυγάτηρ, | 391 in vol. 1 | |
1.392 | ἐξ ἧς, ὡς εἴρηται, παῖς ἐγεννήθη αὐτῷ ὁμώνυμος. ἦν δὲ καὶ ἀδελφοῦ παῖς αὐτῷ μία γεγαμημένη, καὶ ἀνεψιὰ σὺν αὐτῇ, ἐξαδέλφη δηλαδή· τὰς γὰρ ἐξαδέλ‐ φας ἀνεψιὰς ἐκάλουν οἱ παλαιοί, ὡς ἔστιν εὑρεῖν | |
5 | πολλαχοῦ καὶ παρὰ τῷ Πλουτάρχῳ καὶ παρὰ ταῖς βίβλοις ταῖς νομικαῖς. ἦν δ’ ἐν ταῖς γυναιξὶν Ἡρώ‐ δου κἀκ τοῦ ἔθνους τῶν Σαμαρέων μία, ἧς ἦσαν παῖδες Ἀντίπας τε καὶ Ἀρχέλαος καὶ θυγάτηρ Ὀλυμ‐ πιάς. καὶ Κλεοπάτρα δὲ Ἱεροσολυμῖτις ταῖς τούτου | |
10 | γυναιξὶ συνηρίθμητο· καὶ ταύτης παῖδες Ἡρώδης καὶ Φίλιππος. καὶ Παλλὰς δὲ ἦν ἐν ταῖς αὐτοῦ γαμε‐ ταῖς, Φασάηλον πεποιημένη παῖδα αὐτῷ. καὶ ἐπὶ ταῖς λοιπαῖς Φαίδρα καὶ Ἐλπὶς συνῴκουν αὐτῷ. ἦσαν δὲ Ἡρώδῃ καὶ δύο θυγατέρες ἐκ Μαριάμ, καὶ ἐκ Φαί‐ | |
15 | δρας δὲ καὶ Ἐλπίδος ἔφυσαν αὐτῷ θυγατέρες Ῥωξάνη καὶ Σαλώμη. Τοῦτο μὲν οὖν τὸ γένος Ἡρώδου· τὰ δὲ πράγ‐ ματα πρὸς μόνον τὸν Ἀντίπατρον ἀφεώρων. καὶ ἦν ἅπασι φοβερός, οὐ τοσοῦτον τῇ δυναστείᾳ ὅσον | |
20 | τῇ τῶν τρόπων κακότητι· μάλιστα δὲ αὐτὸν Φερώ‐ ρας ἐθεράπευε καὶ ἀντεθεραπεύετο. ἠναντίωτο δὲ αὐτοῖς ἡ Σαλώμη, ἐναντίως ἀεὶ πρὸς τὴν τῆς κλή‐ σεως αὐτῆς σημασίαν διακειμένη· ἡ μὲν γὰρ εἰρήνης σημαντικὸν καὶ εἰρηνικὴν εἶναι τὴν οὕτω κεκλημέ‐ | |
25 | νην ἐδήλου, ἡ δὲ καὶ σφόδρα μάχιμος ἦν καὶ ἑτέρους πρὸς μάχας καὶ στάσεις καὶ συγγενείας ἀλλοτρίωσιν διεγείρουσα. αὕτη κατασκοποῦσα τὴν Ἀντιπάτρου καὶ Φερώρου οἰκείωσιν, ἔλεγε τῷ Ἡρώδῃ ἐπὶ κακῷ τῷ αὐ‐ τοῦ τὴν τούτων γίνεσθαι εὔνοιαν. γνόντες οὖν ἐκεῖνοι | |
30 | τὴν τῆς Σαλώμης διαβολήν, ἐν τῷ φανερῷ μὲν μῖσος | 392 in vol. 1 |
1.393 | κατ’ ἀλλήλων καὶ λοιδορίας ἦσαν ἐπιτηδεύοντες, κε‐ κρυμμένως δὲ τὴν πρὸς ἀλλήλους ἐτήρουν ὁμόνοιαν. τὴν Σαλώμην δ’ οὐκ ἐλάνθανον, πάντα τε ἀνιχνεύ‐ ουσαν καὶ τῷ βασιλεῖ ἀπαγγέλλουσαν συνόδους λα‐ | |
5 | θραίας συμπόσιά τε καὶ ἀνέκφορα βουλευτήρια. ὁ δὲ καὶ αὐτὸς τὰ πολλὰ συνίει. Φαρισαῖοι δὲ τὴν γυ‐ ναικωνίτιδα οἰκειούμενοι, ἄνθρωποι μέγα φρονοῦν‐ τες ἐπ’ ἀκριβώσει τοῦ πατρίου νόμου καὶ βασιλεῖ ἀντιπράττοντες, οἳ πάντων ὀμωμοκότων Καίσαρι εὐ‐ | |
10 | νοεῖν καὶ τῷ βασιλεῖ Ἡρώδῃ αὐτοὶ οὐκ ἐπείσθησαν, ὄντες ὑπερεξακισχίλιοι, τῇ δὲ γυναικὶ Φερώρου εὐ‐ νοοῦντες, προύλεγον Ἡρώδῃ τέλος τῆς ἀρχῆς κατε‐ ψηφίσθαι παρὰ θεοῦ, νεμηθῆναι δὲ αὐτὴν Φερώρᾳ τε καὶ τοῖς ἐξ αὐτοῦ. οὐδὲ ταῦτα τὴν τῆς Σαλώμης | |
15 | μοχθηρίαν διέδρα, καὶ αὐτίκα τῷ βασιλεῖ ἀπηγγέλ‐ λοντο. τῶν μὲν οὖν Φαρισαίων οἱ ἐπὶ τούτοις ἐλη‐ λεγμένοι ἀνῄρηντο, καὶ εὐνοῦχος Βαγώας, Κᾶρός τέ τις ἐπὶ σώματος κάλλει διαπρεπὴς καὶ Ἡρώδου ὢν παιδικά, καὶ ἕτεροι τῶν περὶ τὸν βασιλέα, ὡς | |
20 | συνίστορες. εἶτα συνέδριον καθίσας ὁ βασιλεὺς τῆς Φερώρου γυναικὸς κατηγόρει καὶ ἀπηρίθμει πολλὰ αἰτιάματα, καὶ τέλος πρὸς τὸν Φερώραν τὸν λόγον τρέψας “δεῖν” ἔλεγε “καὶ πρὶν αὐτοκέλευστόν σε διὰ ταῦτα τὸ γύναιον ἀποπέμψασθαι. νῦν γοῦν εἰ τῆς | |
25 | ἐμῆς ἀντιποιῇ συγγενείας, τὴν μετ’ αὐτῆς συμβίωσιν παραιτοῦ.” ὁ δὲ πρότερον θανεῖν αἱρεῖσθαι ἀπεκρί‐ νατο ἢ ζῶν ἀποστερεῖσθαι τῆς γυναικός. ἐντεῦθεν Ἡρώδης Ἀντιπάτρῳ καὶ τῇ ἐκείνου μητρὶ Φερώρᾳ συνομιλεῖν ἀπηγόρευσεν ἢ ταῖς γυναιξὶ συνιέναι. οἱ | |
30 | δὲ κατετίθεντο, συνῄεσαν δὲ ἀλλήλοις καὶ συνεκώ‐ μαζον ᾗ καιρός. Ἀντίπατρος δὲ τὴν ὀργὴν τοῦ πα‐ | |
τρὸς ὑφορώμενος γράφει τοῖς ἐν Ῥώμῃ φίλοις ἐπι‐ | 393 in vol. 1 | |
1.394 | στέλλειν Ἡρώδῃ στέλλειν πρὸς Καίσαρα τὸν Ἀντί‐ πατρον. πέμπεται γοῦν εἰς Ῥώμην μετὰ δώρων Ἀν‐ τίπατρος, φέρων καὶ διαθήκην Ἡρώδου αὐτῷ τὴν ἀρχὴν διδοῦσαν, εἰ δὲ φθάσει θανών, Ἡρώδῃ τῷ ἐκ | |
5 | τῆς ἀρχιερέως γενομένῳ θυγατρός. Φερώραν δέ, μὴ ἀφιέντα τὴν γυναῖκα, ἀναχωρεῖν ἐπέταττεν ὁ Ἡρώ‐ δης. καὶ ὃς ἐπὶ τὴν τετραρχίαν ἀπῆρεν, ὀμόσας οὐ πρότερον ἥξειν ἢ πύθοιτο τελευτῆσαι τὸν ἀδελφόν. ὥστε καὶ νοσήσαντος τοῦ βασιλέως κληθεὶς οὐχ ὑπή‐ | |
10 | κουσεν, ἵνα μὴ παραβαίη τὸν ὅρκον. Ἡρώδης δ’ ὕστερον Φερώρα νοσήσαντος ἧκε πρὸς ἐκεῖνον αὐτό‐ κλητος, καὶ θανόντα ἐτίμησεν. Ἡ δὲ Φερώρου τελευτὴ ἀρχὴ κακῶν Ἀντιπά‐ τρῳ ἐγένετο, τιννυμένου τοῦ θείου τῆς ἀδελφοκτο‐ | |
15 | νίας αὐτόν. ἀπελεύθεροι γὰρ δύο τῶν Φερώρᾳ τιμίων ἠξίουν Ἡρώδην μὴ ἐᾶσαι τὸν ἀδελφὸν ἀνεκδίκητον φαρμάκῳ διαφθαρέντα. ταῦτα πιστὰ δοκοῦντα εἰς ἐξέτασιν τὸν βασιλέα ἐκίνησαν, καὶ ἐβασανίζοντο γυ‐ ναῖκες δοῦλαί τε καὶ ἐλεύθεραι. αἱ μὲν οὖν ἄλλαι | |
20 | ἐνεκαρτέρουν ἐχεμυθοῦσαι, μία δέ τις ἄλλο μὲν ἔφη οὐδέν, θεὸν δ’ ἐπεκαλεῖτο, τοιαύταις ἀνάγκαις τὴν Ἀντιπάτρου μητέρα περιπεσεῖν, ὡς κακῶν αἰ‐ τίαν. τοῦτο εἰς πλείονα τὸν Ἡρώδην ἐκίνησεν ἔρευ‐ ναν· καὶ πάντα σφοδροτέραις βασάνοις αἱ γυναῖκες | |
25 | περιβληθεῖσαι πεποιήκασιν ἔκπυστα, τοὺς κώμους καὶ τὰς κρυπτὰς συνόδους, καὶ λόγους Ἀντιπάτρου πρὸς τὰς γυναῖκας γενομένους Φερώρου, μῖσος πρὸς τὸν πατέρα, ὀλοφύρσεις πρὸς τὴν μητέρα, ὅτι ἐπὶ μή‐ κιστον ἡ ζωὴ παρατέταται τῷ πατρί, ὡς μηδ’ αἰσθέ‐ | |
30 | σθαι τῶν τῆς βασιλείας ἡδέων, εἴποτε αὐτῷ γένηται, διὰ γῆρας ἤδη αὐτῷ ἐπικείμενον· καὶ ἄλλα δὲ πλείω | |
καὶ τοῦ πατρὸς καθαπτόμενα αἱ γυναῖκες ἔλεγον. | 394 in vol. 1 | |
1.395 | τούτοις ἤδη καταγνοὺς Ἀντιπάτρου ὁ βασιλεὺς ἀφαι‐ ρεῖται μὲν τὴν ἐκείνου μητέρα τὴν Δωρίδα τὸν περὶ αὐτὴν πάντα κόσμον ταλάντων ὄντα πολλῶν, αὐτὴν δὲ ἀποπέμπεται. μάλιστα δ’ ἐξώτρυνε κατὰ τοῦ υἱοῦ | |
5 | τὸν Ἡρώδην ἐπίτροπος ἐκείνου Ἀντίπατρος, ἄλλα τε κατειπὼν ἐν τῷ βασανίζεσθαι καὶ ὅτι φάρμακον δοίη Φερώρᾳ, ἐντειλάμενος δοῦναι αὐτὸ τῷ πατρὶ παρὰ τὴν ἀποδημίαν αὐτοῦ, ἵν’ εἴη ἀνύποπτος μὴ παρών, καὶ τοῦτο τὸν Φερώραν φυλάσσειν δοῦναι τῇ γυ‐ | |
10 | ναικί. ἡ γυνὴ δὲ ὡμολόγει, καὶ ἀπιοῦσα κομίσαι τὸ φάρμακον ἐκ τοῦ τέγους ἔρριψεν ἑαυτήν, οὐ μὴν ἐτελεύτησε. καὶ ἀνακτηθεῖσαν ἠρώτα πάλιν ὁ βασι‐ λεύς· ἡ δὲ ὤμοσε πάντα ἐρεῖν ὡς ἐπέπρακτο. καὶ λαβεῖν ἔφη τὸ φάρμακον παρὰ τοῦ ἀνδρός, ἡτοιμα‐ | |
15 | σμένον ἐπ’ αὐτὸν τὸν πατέρα ὑπ’ Ἀντιπάτρου. νο‐ σήσαντος δὲ Φερώρα, ἐπεὶ ἐλθὼν αὐτὸς ἐθεράπευε τὸν ἀδελφόν, ὁρῶν σου τὴν εὔνοιαν ἐκεῖνος “πρὸς ἐμέ” ἔφη “κόμισον, ὦ γύναι, τὸ φάρμακον, καὶ κατά‐ καυσον ἐπ’ ὄψει ἐμῇ.” κἀγὼ αὐτίκα ὡς ἐκεῖνος ἐνε‐ | |
20 | τέλλετο ἔπραττον, τὸ μὲν πλεῖστον πυρὶ παραδοῦσα, ἑαυτῇ δ’ ὑπολειπομένη ὀλίγον, ἵν’ αὐτῷ χρησαίμην, εἰ μεταστάντος Φερώρα κακά μοι παρὰ σοῦ ἀπαντᾷ. παρῆγε δὲ εἰς τὸ μέσον τὴν πυξίδα τε καὶ τὸ φάρμα‐ κον. κατηγορεῖτο δὲ καὶ ἡ τοῦ βασιλέως γυνή, ἡ τοῦ | |
25 | ἀρχιερέως θυγάτηρ, ὡς συνίστωρ ἁπάντων· ἣν αὐ‐ τίκα ἐξέβαλε, καὶ τὸν υἱὸν αὐτῆς ἀπήλειψε τῶν δια‐ θηκῶν, εἰς τὸ βασιλεῦσαι μεμνημένων ἐκείνου. καὶ τὸν πενθερὸν Σίμωνα τὸν τοῦ Βοηθοῦ τὴν ἀρχιερω‐ σύνην ἀφείλετο, ἕτερον δὲ καθιστᾷ τὸν τοῦ Θεοφί‐ | |
30 | λου Ματθίαν. | |
Ἐν τούτῳ δὲ ἀπελεύθερος Ἀντιπάτρου Βάθυλος | 395 in vol. 1 | |
1.396 | ἀπὸ Ῥώμης παρῆν φάρμακον κομίζων τῇ τοῦ Ἀντι‐ πάτρου μητρὶ καὶ Φερώρᾳ· ὃς ἐξεταζόμενος ἔλεγε πεμφθῆναι αὐτό, ἵν’ εἰ μὴ τὸ πρότερον ἅπτοιτο τοῦ πατρός, τούτῳ γοῦν κατεργασθείη. ἐπεφέρετο δὲ καὶ | |
5 | γράμματα παρὰ τῶν ἐν Ῥώμῃ τῷ Ἡρώδῃ φίλων, κατηγορίαν ποιούμενα Ἀρχελάου καὶ Φιλίππου, ἐν Ῥώμῃ διαγόντων ἐπὶ μαθήμασιν, ὡς τάχα τὸν πατέρα κατηγορούντων ἐπὶ τῷ φόνῳ τῶν ἀδελφῶν, καὶ δε‐ δοικότων καὶ περὶ ἑαυτοῖς. ταῦτα δὲ μεγάλων μι‐ | |
10 | σθῶν τῷ Ἀντιπάτρῳ ἐπράττετο. Ἡρώδης δ’ ἐπικρυ‐ ψάμενος τὴν ὀργὴν ἐκέλευε μὴ βραδύνειν· καὶ τῇ μητρὶ αὐτοῦ μέμψεις ἐπάγων, ἐπηγγέλλετο ἀναθή‐ σεσθαι ταύτας αὐτῷ, ὁπότε ἀφίκοιτο. τούτοις τοῖς γράμμασι περὶ Κιλικίαν ἐνέτυχεν. ἐν Τάραντι δὲ | |
15 | τὴν Φερώρου μαθὼν τελευτὴν δεινῶς ἤνεγκεν, οὐ δι’ εὔνοιαν, ἀλλ’ ὅτι μὴ φθάσας, ὡς ὑπέσχετο, τὸν Ἡρώδην ἀναιρῆσαι, ἀπέθανε. καταχθεὶς δὲ εἰς τὸν λεγόμενον Σεβαστὸν λιμένα, ἐπ’ ὀνόματι τοῦ Καίσα‐ ρος οὕτω καλούμενον, ἐν προύπτοις ἦν ἤδη τοῖς κα‐ | |
20 | κοῖς, μή τινος αὐτῷ προσιόντος μήτε προσαγορεύον‐ τος. παρῆν δ’ ἐν Ἱεροσολύμοις, Οὐάρου τοῦ τῆς Συρίας ἡγεμονεύοντος συνεδρεύοντος Ἡρώδῃ, κλη‐ θέντος ἐπὶ συμβουλῇ περὶ τῶν ἐνεστηκότων. καὶ εἰσῄει τὰ βασίλεια πορφυρίδα ἔτι φορῶν. οἱ γοῦν | |
25 | ἐπὶ ταῖς θύραις δέχονται μὲν τὸν Ἀντίπατρον, τοὺς δὲ φίλους ἀνείργουσιν. ἐθορυβεῖτο δὲ ἤδη κατανοῶν οἷ ἐληλύθει, ἐπεὶ καὶ ὁ πατὴρ αὐτὸν ἀσπάσασθαι προσιόντα ἀπώσατο, ἀδελφοκτόνον τε καλῶν καὶ ἐπί‐ βουλον αὐτοῦ τῇ ζωῇ, ἀκροατήν τε τούτων καὶ δικα‐ | |
30 | στὴν ἔσεσθαι τὴν αὔριον τὸν Οὔαρον ἔλεγε. καὶ ὁ μὲν ἐπὶ τοιούτοις κακοῖς ᾤχετο, ὑπαντῶσι δ’ αὐτῷ | |
ἥ τε μήτηρ καὶ ἡ γυνή, αὕτη δὲ ἦν παῖς Ἀντιγόνου | 396 in vol. 1 | |
1.397 | τοῦ πρὸ Ἡρώδου βασιλεύσαντος· παρ’ ὧν ἅπαντα ἐκμαθὼν πρὸς τὸν ἀγῶνα παρεσκευάζετο. τῇ δ’ ἑξῆς συνήδρευον Ἡρώδης καὶ Οὔαρος, συνῆλθον δὲ καὶ οἱ ἀμφοῖν φίλοι καὶ οἱ συγγενεῖς Ἡρώδου καὶ οἱ μη‐ | |
5 | νυταὶ τῶν Ἀντιπάτρῳ μελετωμένων καὶ δοῦλοι μη‐ τρῷοι τοῦ Ἀντιπάτρου, ἐπιστολὴν φέροντες αὐτῆς μὴ ἐπανήκειν, ὡς πάντων τῷ πατρὶ ἐκπύστων γενο‐ μένων, μόνην τε ἂν καταφυγὴν αὐτῷ λείπεσθαι Καί‐ σαρα καὶ τὸ μὴ γενέσθαι τῷ πατρὶ ὑποχείριον. Ἀν‐ | |
10 | τιπάτρου δὲ προσπεσόντος τῷ πατρὶ καὶ δεομένου ἀκροάσασθαι αὐτοῦ καὶ οὕτω ψηφίσασθαι, τοῦτον μὲν εἰς μέσον ἀπάγειν ἐκέλευσεν, αὐτὸς δὲ ὠλοφύρατο τὴν τῶν παίδων διάθεσιν καὶ ὅτι τὸ γῆρας αὐτοῦ περιέστηκεν εἰς Ἀντίπατρον, τεθηπέναι τε ἔλεγεν | |
15 | ὅπως Ἀντίπατρος ἐπὶ τοιαῦτα χωρήσειε, διάδοχος μὲν τῆς ἀρχῆς γεγραμμένος, ζῶντος δ’ αὐτοῦ τὰ πάντα δυνάμενος, καὶ ἀντὶ τούτων πρὸς τὸν αὐτοῦ φόνον ἐρεθίζων τοὺς συγγενεῖς. ταῦθ’ ἅμα λέγων εἰς δάκρυα τρέπεται. καὶ Νικόλαος ὁ Δαμασκηνὸς | |
20 | τοῦ βασιλέως ἐπιτρέψαντος κατηγόρει τοῦ Ἀντιπά‐ τρου, πάντα ἑξῆς διηγούμενος. πολλοὶ δὲ καὶ ἄλλοι κατ’ Ἀντιπάτρου αὐτεπάγγελτοι ἔλεγον. Οὔαρος δὲ Νικολάου παυσαμένου τῶν λόγων ἐκέλευε τὸν Ἀντί‐ πατρον ἀπολογεῖσθαι. ὁ δ’ ἐπὶ στόμα ἔκειτο ἀνατε‐ | |
25 | τραμμένος, τὸν θεὸν ἐπικαλούμενος ἐπιμαρτυρῆσαι αὐτῷ μηδὲν ἀδικεῖν. ὡς δ’ οὐδὲν παρ’ Ἀντιπάτρου ἐλέγετο πλὴν τῆς ἀνακλήσεως τοῦ θεοῦ, τὸ φάρμα‐ κον εἰς τὸ μέσον ἐνεχθῆναι ἐκέλευσε. καὶ κομισθέν‐ τος, τῶν ἐπὶ θανάτῳ τις ἑαλωκότων πίνειν κεκέλευ‐ | |
30 | στο, καὶ πιὼν εὐθὺς ἔθανε. καὶ Οὔαρος ἐξαναστὰς | |
ἀπῄει τοῦ συνεδρίου, Ἡρώδης δὲ αὐτίκα ἔδησε τὸν | 397 in vol. 1 | |
1.398 | Ἀντίπατρον, καὶ εἰς Ῥώμην ὡς Καίσαρα γράμματα πέμπει περὶ αὐτοῦ. Ἑάλω δὲ τότε καὶ ἐπιστόλιον ὑπ’ Ἀντιφίλου στα‐ λὲν πρὸς Ἀντίπατρον, φράζον “ἔπεμψά σοι τὴν παρὰ | |
5 | Ἀκμῆς ἐπιστολήν, μὴ φεισάμενος τῆς ἐμῆς ψυχῆς. οἶσθα γὰρ ὅτι αὖθις κινδυνεύω ὑπὸ δύο οἰκιῶν, εἰ γνωσθείην. σὺ δ’ εὐτυχοίης περὶ τὸ πρᾶγμα.” ὁ δὲ βασιλεὺς καὶ τὴν ἑτέραν ἐζήτει ἐπιστολήν. καὶ ὁ τοῦ Ἀντιφίλου δοῦλος μὴ λαβεῖν ἑτέραν ἀπισχυρίζετο. | |
10 | ἰδὼν δέ τις τὸν ἐντὸς τοῦ δούλου χιτῶνα ὑπερραμ‐ μένον, εἴκασεν ἐκεῖ κεκρύφθαι τὸ γραμμάτιον· καὶ εἶχεν οὕτως. λαμβάνουσιν οὖν τὴν ἐπιστολὴν δηλοῦ‐ σαν ὡς “Ἀκμὴ Ἀντιπάτρῳ. ἔγραψα τῷ πατρί σου οἵαν ἤθελες ἐπιστολήν, καὶ ἀντίγραφον ποιήσασα τῆς | |
15 | πρὸς τὴν ἐμὴν κυρίαν ὡς παρὰ Σαλώμης ἐσταλμέ‐ νης, ἔπεμψα, ὃ ἐπελθὼν οἶδα ὡς τιμωρήσεται Σα‐ λώμην.” ἡ δὲ πρὸς Ἡρώδην ἐπιστολὴ τοιάδε ἦν “ἔργον ἐγὼ ποιουμένη μηδέν σε λανθάνειν τῶν κατὰ σοῦ γινομένων, εὑροῦσα ἐπιστολὴν Σαλώμης πρὸς | |
20 | τὴν ἐμὴν κυρίαν κατὰ σοῦ, τὸ ἀντίγραφόν σοι αὐτῆς ἔστειλα, ἐπικινδύνως ἐμοί, ὠφελίμως δὲ σοί.” ἦν δὲ ἡ Ἀκμὴ Ἰουδαία τὸ γένος, ἐδούλευε δὲ Ἰουλίᾳ τῇ Καίσαρος γυναικί, καὶ ἔπρασσε ταῦτα χρήμασι πολ‐ λοῖς ὠνηθεῖσα ὑπ’ Ἀντιπάτρου. Ἡρώδης δὲ ὥρμησε | |
25 | μὲν εὐθὺς ἀνελεῖν τὸν Ἀντίπατρον ὡς κύκηθρον με‐ γάλων πραγμάτων, ἐξώτρυνε δὲ αὐτὸν ἡ Σαλώμη στερνοτυπουμένη καὶ κτείνειν αὐτὴν ἀξιοῦσα, εἰ εὕ‐ ροι πίστιν τινὰ ἐπὶ τοῖς κατ’ αὐτῆς ἀξιόχρεων, κατα‐ σχὼν δ’ ἑαυτὸν μετεπέμψατο τὸν υἱόν, κελεύων ἀντ‐ | |
30 | ειπεῖν μηδὲν ὑπιδόμενον. ὁ δὲ Ἀντιφίλῳ τὴν πάντων | 398 in vol. 1 |
1.399 | αἰτίαν ἀνετίθει. Ἡρώδης δ’ αὖθις γράμματα πρὸς Καίσαρα ἔστειλεν ἐπὶ κατηγορίᾳ τοῦ Ἀντιπάτρου, δηλοῦντα καὶ ὅσα ἡ Ἀκμὴ συγκακουργήσασα εὕρητο· ἔστειλε δὲ καὶ τῶν ἐκείνης ἐπιστολῶν τὰ ἀντίγραφα. | |
5 | Εἰς νόσον δὲ μεταξὺ ὁ βασιλεὺς ἐμπεσὼν διαθή‐ κας γράφει, τῷ νεωτάτῳ τῶν υἱῶν τὴν βασιλείαν διδούς, μίσει τῷ πρὸς Ἀρχέλαον καὶ Φίλιππον ἐκ τῶν Ἀντιπάτρου διαβολῶν. ἀπεγνωκὼς δὲ βιῶναι ἔτι περὶ ἔτος ὢν ἑβδομηκοστὸν ἐξηγρίωτο· αἴτιον δ’ ἦν | |
10 | ὅτι καταφρονεῖσθαι ἐδόκει καὶ ἥδεσθαι πάντας ἐπὶ τοῖς αὐτοῦ δυστυχήμασιν. εἰς τοῦτο δ’ ἐκ τοιοῦδε παρώρμητο. πολλὰ παρὰ τὸν νόμον Ἡρώδῃ πεποίη‐ το, ὧν ἓν ἦν καὶ ὁ παρὰ τὸν μέγαν τοῦ ναοῦ πυλῶνα ἀνατεθεὶς χρυσοῦς ἀετός. κωλύει δὲ ὁ νόμος εἰκόνων | |
15 | ἀναθέσεις ἢ ζῴων ἐπιτηδεύεσθαι. τοῦτον τὸν ἀετὸν Ἰούδας καὶ Ματθίας Ἰουδαίων λογιώτατοι καὶ δήμῳ προσφιλεῖς διὰ παιδείαν τῶν νεωτέρων ἐκέλευον κατασπᾶν. κἂν γάρ τινι κίνδυνος διὰ τοῦτο γένηται, ἔλεγον, μακάριός ἐστιν ἐκεῖνος ὑπὲρ τῶν νόμων θα‐ | |
20 | νούμενος. τοιούτοις οὖν λόγοις ἐπαλειφόντων τὴν νεότητα, γίνεται λόγος τεθνάναι τὸν βασιλέα. καὶ αὐτίκα μεσούσης ἡμέρας κατέσπων τὸν ἀετὸν καὶ συνέκοπτον τοῖς πελέκεσι. συλλαμβάνονται τοίνυν καὶ τῶν νέων πολλοὶ καὶ Ἰούδας καὶ Ματθίας οἱ τοῦ | |
25 | τολμήματος εἰσηγηταὶ καὶ ἀλεῖπται τῶν τοῦτο ἐργα‐ σαμένων, καὶ ἀνήχθησαν πρὸς Ἡρώδην. ὁ δὲ ἤρετο εἰ ἐτόλμησαν καθελεῖν αὐτοῦ τὸ ἀνάθημα. καὶ οἱ ἄνδρες “πέπρακται” εἶπον, “καὶ θαυμάζειν οὐ χρὴ εἰ τῶν σῶν δογμάτων τοὺς νόμους οὓς Μωυσῆς ἡμῖν | |
30 | καταλέλοιπεν ἐκ θεοῦ διδαχθεὶς προτιμώμεθα.” τοὺς μὲν οὖν δεδεμένους ἔπεμψεν εἰς Ἱεριχώ, καλέσας δὲ | |
τοὺς ἐν τέλει τῶν Ἰουδαίων, κατακεκλιμένος ἐν κλι‐ | 399 in vol. 1 | |
1.400 | νιδίῳ τῶν εἰς αὐτοὺς εὐποιιῶν ἀνεμίμνησκε καὶ τῆς δομήσεως τοῦ ναοῦ, καὶ κατεβόα ὅτι καὶ ἔτι ζῶντα ἐξυβρίζοιεν καθαιροῦντες τὰ αὐτοῦ ἀναθήματα, ὡς δοκεῖν μὲν αὐτὸν ὑβρίζειν, κατὰ δέ γε τὸ ἀληθὲς | |
5 | ἱεροσυλεῖν. οἱ δὲ δεδιότες τὴν ἐκείνου ὠμότητα, τοὺς τοῦτο τολμήσαντας ἀξίους εἶναι κολάσεως ἔφα‐ σκον. καὶ ὁ βασιλεὺς τοῖς μὲν ἄλλοις πρᾳότερον προσεφέρετο, Ματθίαν δὲ τὸν ἀρχιερέα τὴν τιμὴν ἀφελόμενος, ἕτερον εἰς τὸ ἱερᾶσθαι κατέστησεν, Ἰώ‐ | |
10 | ζαρον ἀδελφὸν γυναικὸς ἰδίας· Ματθίαν δὲ τὸν τὴν στάσιν ἐγείραντα καί τινας τῶν στασιαστῶν κατέ‐ καυσε ζῶντας. Ἡ μέντοι νόσος ἐπὶ μᾶλλον ἐκείνῳ ἐνεπικραίνετο, δίκην ὧν παρηνόμησε τίνοντι. πῦρ γὰρ μαλθακὸν | |
15 | τὰ ἐντὸς ἐκάκου αὐτοῦ, καὶ τῶν ἐντέρων ἦσαν ἑλκώ‐ σεις, καὶ μάλιστα τοῦ κώλου ἀλγήματα, καὶ φλέγμα περὶ τοὺς πόδας ὑγρόν τε καὶ διαυγές, τοῦ ἤτρου τε κάκωσις καὶ τοῦ αἰδοίου σῆψις γεννῶσα σκώληκας, καὶ ἐπὶ τούτοις ὀρθόπνοια τῇ τε ἀποφορᾷ ἀηδὴς καὶ | |
20 | τῷ τοῦ ἄσθματος συνεχεῖ, καὶ σπασμοὶ περὶ πᾶν μέ‐ λος αὐτοῦ ἐγίνοντο. ὁ δὲ καὶ οὕτω κακῶς διακείμε‐ νος ἐν ἐλπίδι ζωῆς ἦν, οὐδὲ ἀποτετραμμένοις κεχρῆ‐ σθαι ἀπαναινόμενος. περάσας δὲ καὶ τὸν Ἰορδάνην τοῖς κατὰ Καλλιρρόην ἐχρῆτο θερμοῖς, ἃ σὺν τῇ | |
25 | λοιπῇ ἀρετῇ τυγχάνει καὶ πότιμα. ἔνθα εἰς πύελον ἐλαίου πλέων παρὰ τῶν ἰατρῶν ἐμβληθεὶς ἔδοξεν ἐκλιπεῖν. ἀνενεγκὼν δὲ εἰς Ἱεριχοῦντα κεκόμιστο, ἔνθα μέλαινα αὐτὸν ἐπὶ πᾶσιν ᾕρει χολή. Τελευτῶν δὲ ἀνοσίαν πρᾶξιν ἐπινοεῖ. προστάγ‐ | |
30 | ματι γὰρ αὐτοῦ ἐκ παντὸς τοῦ ἔθνους τῶν ἐντιμοτέ‐ | 400 in vol. 1 |
1.401 | ρων ἀφικομένων ἐκεῖ, συγκλείσας πάντας ἐν τῷ ἱπποδρόμῳ τῇ ἀδελφῇ Σαλώμῃ καὶ τῷ ἀνδρὶ αὐτῆς Ἀλεξᾷ ἐνετέλλετο, ἐπὰν αὐτὸς ἀφῇ τὴν ψυχήν, τοὺς καθειργμένους ἅπαντας ἀνελεῖν, “ἵνα μὴ ἐφήδοιντό | |
5 | μου” λέγων “οἱ δῆμοι τῇ τελευτῇ, μηδ’ ἐπικροτοῖεν, ἀλλ’ ἑκάστων θρηνούντων τοὺς ἑαυτῶν οὕτως καὶ αὐτὸς δόξω θρηνεῖσθαι καὶ πολλοῖς ἡ ἔξοδός μου τιμηθείη τοῖς δάκρυσι.” καὶ ὁ μὲν ἐπέσκηπτε ταῦτα δακρύων καὶ ποτνιώμενος, οἱ δὲ μὴ παραβήσεσθαι | |
10 | τὴν ἐντολὴν ἐπηγγέλλοντο. Ἐν τούτοις γράμματα ὑπὸ τῶν ἐν Ῥώμῃ ἀπεσταλ‐ μένα κεκόμιστο, τήν τε Ἀκμὴν ἀνῃρημένην δηλοῦντα καὶ τὰ περὶ τὸν Ἀντίπατρον τῇ τοῦ πατρὸς γνώμῃ ἀνατιθέμενα. τούτων ἀκούσας Ἡρώδης ἥσθη καὶ | |
15 | βραχύ τι ἀνήνεγκε. τῶν δ’ ἀλγηδόνων εἰς μέγα ἠρ‐ μένων ἀπείχετο μὲν σιτίων, μῆλον δ’ αἰτήσας καὶ μάχαιραν γνώμης ἦν ἑαυτὸν ἀναιρήσων. καὶ πέπρα‐ χεν ἂν τὸ ἐνθύμημα, εἰ μή τις αὐτοῦ προγνοὺς κατέ‐ σχε τὴν δεξιάν. καὶ μέγα ἀνακραγόντος οἰμωγή τε | |
20 | ἦν καὶ θόρυβος μέγας ὡς οἰχομένου τοῦ βασιλέως. καὶ ὁ Ἀντίπατρος ὡς ἤδη θανόντος ἀνεθάρσησε, καὶ τῷ δεσμοφύλακι ἀφεῖναι αὐτὸν ἠξίου μεγάλα ὑπισ‐ χνούμενος. ὁ δὲ τῷ βασιλεῖ γνωρίζει τὴν ἐκείνου διάνοιαν. καὶ ὃς ἀνεβόησέ τε καὶ πέμπει τινὰς τοὺς | |
25 | αὐτίκα κτενοῦντας αὐτόν. μεταποιεῖ δὲ αὖθις τὰς διαθήκας, Ἀντίπᾳ μὲν τετραρχίαν διδοὺς Γαλιλαίαν τε καὶ Περαίαν, Ἀρχελάῳ δ’ ἀπονέμων τὴν βασι‐ λείαν, τὴν δὲ Γαυλανῖτιν καὶ Τραχωνῖτιν καὶ Βατα‐ ναίαν καὶ Πανεάδα Φιλίππῳ παιδὶ μὲν αὐτοῦ, Ἀρ‐ | |
30 | χελάου δὲ ἀδελφῷ γνησίῳ τετραρχίαν ἀποκληρῶν, Ἰάμνειαν δὲ καὶ Ἄζωτον καὶ Φασαηλίδα Σαλώμῃ τῇ | |
ἀδελφῇ χαριζόμενος. ταῦτα πράξας, καὶ Καίσαρι καὶ | 401 in vol. 1 | |
1.402 | τῇ ἐκείνου γαμετῇ Ἰουλίᾳ δωρεὰς πολυταλάντους κα‐ ταλιπών, ἡμέρᾳ πέμπτῃ μεθὸ Ἀντίπατρον κτείνειε τελευτᾷ, βασιλεύσας μεθὸ μὲν ἀνεῖλεν Ἀντίγονον ἔτη τέσσαρα καὶ τριάκοντα, μεθὸ δ’ ὑπὸ Ῥωμαίων ἀπο‐ | |
5 | δέδεικτο βασιλεὺς ἑπτὰ καὶ τριάκοντα. Σαλώμη δὲ καὶ Ἀλεξᾶς, πρὶν ἔκπυστον γενέσθαι τὸν αὐτοῦ θάνατον, τοὺς ἐν τῷ ἱπποδρόμῳ κατακε‐ κλεισμένους ἐκπέμπουσι, λέγοντες τὸν βασιλέα κε‐ λεύειν ἀπιοῦσιν αὐτοῖς ἐπὶ τοὺς ἀγροὺς νέμεσθαι τὰ | |
10 | οἰκεῖα. καὶ μεγίστη αὕτη εὐεργεσία παρ’ αὐτῶν εἰς τὸ ἔθνος ἐγένετο. εἶτα ὁ θάνατος τοῦ βασιλέως δε‐ δημοσίευτο, καὶ αἱ διαθῆκαι ἀνεγινώσκοντο, τὴν βα‐ σιλείαν ἀποκληροῦσαι τῷ υἱῷ Ἀρχελάῳ. Πτολεμαῖος δὲ τὸν σημαντῆρα τοῦ βασιλέως πεπιστευμένος δα‐ | |
15 | κτύλιον οὐκ ἄλλως ἔλεγε κυροῦσθαι τὰς διαθήκας ἢ διὰ Καίσαρος. βοὴ δὲ ἦν εὐθὺς εὐφημούντων Ἀρ‐ χέλαον βασιλέα. καὶ ἐπὶ τούτοις ἡ τοῦ βασιλέως ἐκ‐ | |
φορὰ ἐτελεῖτο πολυτελῶς. | 402 in vol. 1 | |
2.1 | Καὶ Ἡρώδης μὲν οὕτως ἀπέτισε τὸ χρεών, Ἀρ‐ χέλαος δὲ εἰς τὸ ἱερὸν ἀνελθὼν καὶ εὐφημηθεὶς ἐπὶ θρόνου τε καθίσας χρυσοῦ ἐδεξιοῦτο τὸ πλῆθος. τοῦ μέντοι στρατεύματος καὶ τὸ διάδημα περιτιθέντος | |
5 | αὐτῷ, οὐκ ἐδέξατο, εἰ μὴ πρότερον Καῖσαρ τὰς πα‐ τρικὰς διαθήκας ἐπικυρώσειε· καὶ θύσας ἐπ’ εὐωχίαν ἐτράπετο. Συνελθόντες οὖν τῶν Ἰουδαίων τινὲς Ματθίαν καὶ τοὺς σὺν αὐτῷ κολασθέντας ὑπὸ Ἡρώδου διὰ | |
10 | τὴν τοῦ χρυσοῦ ἀετοῦ κατάσπασιν ὠλοφύροντο, ἐπὶ μέγα τὴν οἰμωγὴν αἴροντες· συνόδου τε αὐτοῖς γε‐ νομένης ἠξίουν τοὺς ὑφ’ Ἡρώδου τιμωμένους κολά‐ σαντα τὸν Ἀρχέλαον ἐκδικῆσαι τοὺς τεθνεῶτας, καὶ πρὸ τῶν ἄλλων τὸν ἀρχιερέα παῦσαι, ἕτερον δὲ κα‐ | |
15 | ταστήσασθαι νομιμώτερον. τούτοις Ἀρχέλαος καίπερ ἀχθόμενος τὴν ὁρμὴν αὐτῶν ἐπέχων ἐπένευε· καὶ τὸν στρατηγὸν τῷ πλήθει διαλεξόμενον ἔστειλεν, ὡς οὐ νῦν τούτων καιρός, ἀλλ’ ὅταν αὐτῷ ἡ ἀρχὴ βε‐ βαιωθῇ ἐπινεύσει τοῦ Καίσαρος. οἱ δὲ βοῶντες καὶ | |
20 | θορυβοῦντες οὐκ εἴων λέγειν τὸν στρατηγόν, οὐδέ του ἄλλου ἠνείχοντο ἐπὶ σωφρονισμῷ καὶ ἀποτροπῇ τῶν στάσεων ὡρμημένου λέγειν αὐτοῖς. ἄρτι δὲ τῆς τῶν ἀζύμων ἑορτῆς ἐνεστηκυίας, καὶ πλήθους πάν‐ | |
τοθεν συρρεύσαντος εἰς τὸ ἱερόν, ἐπὶ μέγα τὴν στά‐ | 1 in vol. 2 | |
2.2 | σιν ἐξᾶραι προεθυμοῦντο. ὃ δείσας Ἀρχέλαος χιλίαρ‐ χον μετὰ σπείρας ἐξέπεμψε τὴν ὁρμὴν καταστελοῦντα τοῦ δήμου τοῦ στασιάζοντος. καὶ οἱ στασιασταὶ πα‐ ραχρῆμα ἐπὶ τοὺς στρατιώτας ὡρμήκασι καὶ κατέ‐ | |
5 | λευσαν τοὺς πλείστους αὐτῶν, ὀλίγοι δέ τινες καὶ ὁ χιλίαρχος τραυματίαι διέφυγον. Ἀρχέλαος δὲ συνι‐ δὼν ὡς εἰ μὴ τὸ τῆς πληθύος ὅρμημα κωλυθῇ, εἰς μέγα κακὸν τὰ τῆς στάσεως ἀποβήσεται, ἐκπέμπει πᾶν τὸ στρατόπεδον· καὶ εἰς μὲν τρισχιλίους ἀνῃρέ‐ | |
10 | θησαν, οἱ δέ γε λοιποὶ ἐπὶ τὰ ὄρη διεσκεδάσθησαν. καὶ κήρυγμα γέγονε πάντας ἀναχωρεῖν ἐπὶ τὰ οἰ‐ κεῖα· οἱ δὲ τὴν ἑορτὴν λιπόντες ἀπῄεσαν. Ἀρχέλαος δὲ ἐπὶ Ῥώμην ἐξέπλει σὺν τῇ μητρί, Φιλίππῳ τῷ ἀδελφῷ πιστεύσας τὰ πράγματα· συνεξ‐ | |
15 | ῄει δὲ αὐτῷ καὶ Σαλώμη ἡ ἀδελφὴ Ἡρώδου. καὶ Ἀντίπας δὲ ὁ Ἡρώδου υἱὸς ἑτέρωθεν ἐπὶ Ῥώμην ὥρ‐ μητο, καὶ αὐτὸς τῆς βασιλείας ἀντιληψόμενος, ὡς ἐν προτέραις διαθήκαις καταγεγραμμένης αὐτῷ· ἐπτέ‐ ρου δὲ τοῦτον πρὸς τὰς ἐλπίδας Σαλώμη. ἐπεὶ δὲ | |
20 | εἰς Ῥώμην ἀφίκοντο καὶ παρέστησαν Καίσαρι, οἱ μὲν ὑπὲρ Ἀρχελάου τοὺς λόγους πεποίηντο, οἱ δὲ ὑπὲρ Ἀντίπα, τοῦ Ἀρχελάου κατηγοροῦντες. Καῖσαρ δὲ μᾶλλον ὑπὲρ Ἀρχελάου ῥοπὴν ἐδείκνυ. Ἐν τούτοις δὲ ἀγγέλλεται Καίσαρι τὸ τῶν Ἰου‐ | |
25 | δαίων ἔθνος στασιάσαν καὶ τοὺς ἐκεῖ Ῥωμαίους πο‐ λιορκοῦν. κατὰ γὰρ τὴν τῆς πεντηκοστῆς ἑορτὴν μυριάδων πολλῶν συναθροισθεισῶν πανταχόθεν, ὑπ’ αὐτῶν οἱ Ῥωμαῖοι συγκατεκλείσθησαν καὶ αὐτὸς Σα‐ βῖνος· στρατηγὸς δὲ ἦν οὗτος Ῥωμαίων. καὶ μάχη | |
30 | ἦν καρτερά, καὶ οἱ Ῥωμαῖοι ἐκράτουν. περιοδεύσαν‐ τες οὖν οἱ Ἰουδαῖοι ἐπὶ τὰς στοὰς ἀνῆλθον τὰς ἔξω | |
τοῦ ἱεροῦ, κἀντεύθεν ἐξ ὑπερδεξίων βάλλοντες με‐ | 2 in vol. 2 | |
2.3 | γάλα ἔβλαπτον τοὺς Ῥωμαίους. οἱ δὲ πῦρ ταῖς στο‐ αῖς ἐνιᾶσι καὶ τοῦτο ὑπέτρεφον ὕλαις ἐγείρειν φλόγα πεφυκυίαις· καὶ ταχὺ ἥπτετο τοῦ ὀρόφου, καὶ οἱ ἐπὶ τῶν στοῶν οἱ μὲν τῷ ὀρόφῳ καταρρηγνυμένῳ συγκα‐ | |
5 | τεφέροντο, τοὺς δὲ περισταδὸν ἔβαλλον οἱ πολέμιοι, οἱ δὲ εἰς τὸ πῦρ ἐνίεσαν ἑαυτούς, οἱ δὲ τοῖς ἑαυτῶν ἐκτείνοντο ξίφεσιν, ἐσώθη τε τῶν ἐν ταῖς στοαῖς ἀνελθόντων οὐδ’ ὁστισοῦν. καὶ οἱ Ῥωμαῖοι ἐκρά‐ τουν τοῦ ἱεροῦ θησαυροῦ, καὶ πολλὰ μὲν ὑπὸ τῶν | |
10 | στρατιωτῶν διήρπαστο, Σαβῖνος δὲ εἰς τὸ φανερὸν τετρακόσια περιέσωσε τάλαντα. οἵ γε μὴν περιλε‐ λειμμένοι τῶν μαχομένων τὸ βασίλειον περισχόντες πῦρ αὐτῷ ἐμβαλεῖν ἠπείλουν καὶ ἅπαντας κτεῖναι, εἰ δ’ ἀπίοιεν, ἄδειαν τοῖς Ῥωμαίοις ἐπηγγέλλοντο | |
15 | καὶ Σαβίνῳ· καὶ πολλοὶ τῶν βασιλικῶν πρὸς αὐτοὺς ηὐτομόλησαν. Ῥοῦφος δὲ καὶ Γράτος, τρισχιλίους τοῦ Ἡρώδου στρατεύματος ἔχοντες ἄνδρας ἐρρωμέ‐ νους τοῖς σώμασι, Ῥωμαίοις προστίθενται. Ἰουδαῖοι δὲ οὐ μεθίεντο τῆς πολιορκίας, καὶ ὁ Σαβῖνος ἐκαρ‐ | |
20 | τέρει πολιορκούμενος. Ἐπὶ τούτοις καὶ ἕτεροι θόρυβοι τὴν Ἰουδαίαν κατέλαβον. Ἰούδας γὰρ Ἐζεκίου τοῦ ἀρχιλῃστοῦ υἱὸς τοῦ ὑφ’ Ἡρώδου μεγάλοις ληφθέντος πόνοις, συστησάμενος πλῆθος τῷ περὶ Σέπφωριν τῆς Γαλι‐ | |
25 | λαίας ἐπέδραμε βασιλείῳ, καὶ τῶν ἐκεῖ κρατήσας ὅπλων ὥπλισε τοὺς περὶ αὐτόν, φοβερός τε ἅπασιν ἦν. ἀλλὰ καὶ Σίμων, δοῦλος μὲν Ἡρώδου τοῦ βα‐ σιλέως, ἀνὴρ δ’ εὐπρεπὴς καὶ μεγέθει καὶ ῥώμῃ σώ‐ ματος προύχων, ἀρθεὶς τῇ ταραχῇ τῶν πραγμάτων | |
30 | ἐτόλμησε περιθέσθαι διάδημα. καὶ πλήθους συστάν‐ τος περὶ αὐτόν, βασιλεὺς καὶ αὐτὸς ἀναρρηθεὶς τὸ | |
ἐν Ἱεριχοῦντι βασίλειον πίμπρησι, καὶ ἄλλους δὲ τῶν | 3 in vol. 2 | |
2.4 | βασιλικῶν οἴκων, διαρπάσας τὰ ἐν αὐτοῖς. ἀλλὰ τούτῳ Γράτος μάχην συνάψας τό τε πολὺ τοῦ μετ’ αὐτοῦ πλήθους διέφθειρε καὶ αὐτοῦ τοῦ Σίμωνος τὴν κεφαλὴν κρατήσας ἀπέτεμε. καὶ ἄλλοι δὲ στα‐ | |
5 | σιασταὶ κατὰ τὸν καιρὸν ἐκεῖνον ἐγένοντο, κακοῦν‐ τες καὶ Ῥωμαίους καὶ τοὺς βασιλικούς. Οὔαρος δ’ ἐν Συρίᾳ μαθὼν τὰ κατὰ τὸν Σαβῖ‐ νον, ἠπείγετο τοῖς ἐν Ἰουδαίᾳ πολιορκουμένοις ἀλέ‐ ξασθαι. ἀθροισθείσης δὲ ἐν Πτολεμαΐδι τῆς αὐτοῦ | |
10 | δυνάμεως πάσης, μέρος τι ταύτης τῷ υἱῷ παραδοὺς Γαλιλαίους ἐξέπεμψε πολεμεῖν· ὃς συμβαλὼν ἐκεί‐ νοις ἐκράτησεν. Οὔαρος δὲ τῷ λοιπῷ τοῦ στρατεύ‐ ματος προσιὼν εἰς Ἱεροσόλυμα, εἰς δειλίαν τοὺς πο‐ λιορκοῦντας τῶν Ἰουδαίων ἐνέβαλε· καὶ λιπόντες | |
15 | τὴν πολιορκίαν ἡμίεργον ᾤχοντο. Οὐάρου δὲ τοῖς Ἱεροσολυμίταις ἐγκαλοῦντος διὰ τὸν πόλεμον, ἐκεῖνοι τὴν τοῦ πλήθους σύνοδον διὰ τὴν ἑορτὴν ἔλεγον γε‐ γονέναι, τὸν δὲ πόλεμον παρὰ τῶν ἐπηλύδων. καὶ ὁ Οὔαρος πέμψας κατὰ τὴν χώραν ἐπεζήτει τοὺς αἰ‐ | |
20 | τίους τῆς στάσεως, καὶ εὑρὼν ἐνίους ἐκόλασε· δισχί‐ λιοι γὰρ ἐσταυρώθησαν. καὶ ἕτεροι δὲ περὶ μυρίους Οὐάρῳ κατ’ αὐτῶν ὡρμηκότι παρέδωκαν ἑαυτούς· ὁ δὲ πρὸς Καίσαρα πέμπει τοὺς ἡγεμόνας αὐτῶν· Καῖ‐ σαρ δὲ μόνους ἐκόλασεν ὅσοι συγγενεῖς ὄντες Ἡρώ‐ | |
25 | δου συνεστρατεύοντο τοῖς στασιασταῖς. Εἰς δὲ Ῥώμην ἐξ Ἰουδαίας πρέσβεις ἀφίκοντο, καὶ τοῦ Καίσαρος συστησαμένου συνέδριον οἱ πρέσ‐ βεις συνισταμένους ἔχοντες τῶν ἐπὶ Ῥώμης Ἰουδαίων περὶ ὀκτακισχιλίους αὐτονομίαν ᾔτουν. καὶ ἐπὶ κα‐ | |
30 | τηγορίαν τῶν Ἡρώδου τρέπονται παρανομημάτων· | 4 in vol. 2 |
2.5 | οὐ γὰρ βασιλέα, τύραννον δ’ ἐκεῖνον ἐκάλουν. πολ‐ λῶν γὰρ πολλάκις κακώσεων τῷ ἔθνει ἔφησαν συμ‐ βεβηκυιῶν οὐδεμίαν ἐξισοῦσθαι ταῖς αὐτῷ ἐπενη‐ νεγμέναις παρ’ ἐκείνου κακώσεσιν. οἰόμενοι οὖν | |
5 | πάντα τῆς βασιλείας κρατήσοντα Ἡρώδου ἔσεσθαι μετριώτερον, ἀσμένως τὸν Ἀρχέλαον προσειπεῖν βα‐ σιλέα. ὁ δὲ δείσας μὴ ὥσπερ οὐχ Ἡρώδου νομίζοιτο παῖς, εἰ τοῖς Ἰουδαίοις ἠπιώτερος φαίνοιτο, τρισχι‐ λίων ἀνδρῶν κατὰ τὸ τέμενος σφαγὴν ἐποιήσατο, | |
10 | καὶ ταῦτα μηδέπω σοῦ, Καῖσαρ, τὴν ἀρχὴν αὐτῷ βεβαιώσαντος. καὶ ταῦτα λέγοντες ἠξίουν βασιλείας καὶ τοιῶνδε ἀρχῶν ἀπηλλάχθαι, προσθήκην δὲ γε‐ γονέναι Συρίας καὶ τοῖς ἐκεῖ στελλομένοις Ῥωμαίων στρατηγοῖς ὑποκεῖσθαι. | |
15 | Οἱ μὲν οὖν ταῦτα ᾐτοῦντο, οἱ δὲ περὶ τὸν Ἀρχέ‐ λαον ἀπολογούμενοι τούς τε βασιλεῖς, τὸν πατέρα λέγω καὶ τὸν υἱόν, τῶν ἐγκλημάτων ἀπέλυον, καὶ Ἰουδαίοις ἐπενεκάλουν στάσεις καὶ νεωτερισμούς. ὁ μέντοι Καῖσαρ βασιλέα μὲν οὐκ ἀποδείκνυσι τὸν Ἀρ‐ | |
20 | χέλαον, τὸ δ’ ἥμισυ δίδωσι τῆς πατρικῆς ἀρχῆς, ἐπαγγελλόμενος ὀνομάσειν καὶ βασιλέα αὐτόν, εἰ καλῶς ἄρχοι· ἦν δὲ ὁ τῆς αὐτῷ νεμηθείσης χώρας δασμὸς ὁ ἐτήσιος ἑξακόσια τάλαντα. τὴν δ’ ἑτέραν ἡμίσειαν μοῖραν διχῇ διελὼν Ἀντίπᾳ καὶ Φιλίππῳ | |
25 | παισὶν ἑτέροις Ἡρώδου διένειμε· καὶ τῷ μὲν Ἀντί‐ πᾳ ἡ νεμηθεῖσα χώρα εἰσφορὰν ἐποιεῖτο διακόσια τάλαντα, Φιλίππῳ δὲ ἡ παραδοθεῖσα μερὶς ἑκατὸν εἰσέφερε τάλαντα. τῇ δὲ Σαλώμῃ ἐφ’ οἷς ὁ Ἡρώ‐ δης κατέλιπε καὶ τὸ ἐν Ἀσκάλωνι βασίλειον δίδωσιν· | |
30 | ἐκ πάντων δ’ εἰσήγετο ταύτῃ δασμὸς ἑξήκοντα τά‐ λαντα. | |
Καὶ ταῦτα μὲν οὕτως διῴκητο· νεανίας δέ τις | 5 in vol. 2 | |
2.6 | Ἰουδαῖος εἰσῴκισεν ἑαυτὸν εἰς τὴν Ἡρώδου συγγέ‐ νειαν, ἐπεὶ τὴν μορφὴν ὡμοίωτο Ἀλεξάνδρῳ τῷ ἀνῃ‐ ρημένῳ Ἡρώδου υἱῷ. καί τινα παραλαβὼν ὁμόφυ‐ λον ἄνδρα πονηρόν τε καὶ συγχέαι δυνάμενον πράγ‐ | |
5 | ματα, Ἀλέξανδρον ὠνόμαζεν ἑαυτὸν τὸν Ἡρώδου υἱόν, ὡς ὑπό τινων τῶν ἀνελεῖν ἄμφω τοὺς ἀδελ‐ φοὺς ἐσταλμένων ἄλλων ἀνῃρημένων, αὐτῶν δὲ περισωθέντων καὶ διακεκλεμμένων. καὶ λόγοις τοι‐ ούτοις ἠπάτα τοὺς ἐντυγχάνοντας, κἀντεῦθεν πλεῖ‐ | |
10 | στα συναγαγὼν χρήματα εἰς Ῥώμην ἠπείγετο. Καῖ‐ σαρ δὲ ἠπίστει μὲν ῥᾳδίως ἀπατηθῆναι Ἡρώδην, ἀγαγὼν δ’ εἰς ὄψιν αὐτὸν τὸν ψευδαλέξανδρον οὐκ ἠπάτητο. τὸ μὲν γὰρ εἶδος εἶχεν ἐμφερὲς πρὸς τὸν Ἡρώδου Ἀλέξανδρον, ὑπ’ αὐτουργίας δ’ ἐτετρύχωτο, | |
15 | καὶ πρὸς τὸ σκληρότερον αὐτῷ ἐπεφύκει τὸ σῶμα, ἀλλ’ οὐχ ὡς τὸ ἐκείνου ὑπὸ τρυφῆς μεμαλάκιστο. ἐξήταζεν οὖν ὁ Καῖσαρ περὶ Ἀριστοβούλου ποῖ ἂν εἴη· φαμένου δ’ ἐκείνου ἐν Κύπρῳ καταλελεῖφθαι, ἵν’ εἴ τι περὶ ἐμὲ συμβαίη δεινόν, μὴ πάντῃ τὸ τῆς | |
20 | Μαριὰμ ἐπιλίπῃ γένος, κατὰ μόνας ὁ Καῖσαρ τὸν ψευδαλέξανδρον ἀπολαβὼν τἀληθὲς ἐρεῖν αὐτῷ προε‐ τρέπετο ἐπὶ μισθῷ τοῦ τυχεῖν σωτηρίας. ὁ δὲ ἐκφαί‐ νει τῷ Καίσαρι τὸ σκαιώρημα. ὁ Καῖσαρ δὲ ἐρρω‐ μένον αὐτὸν πρὸς αὐτουργίαν ὁρῶν, τοῖς ἐρέταις | |
25 | συνέταξε· τὸν δ’ ἐπὶ τούτοις ἐκείνῳ συμπνέοντα ἔκτεινεν. Ἀρχέλαος δὲ τὴν ἐθναρχίαν παραλαβὼν ἀφαι‐ ρεῖται τὴν ἀρχιερωσύνην ἐξ Ἰωαζάρου τοῦ Βοηθοῦ, καὶ ἀντικαθίστησιν Ἐλεάζαρ τὸν ἐκείνου ἀδελφόν. | |
30 | καὶ Γλαφύραν ἄγεται πρὸς γάμον τὴν Ἀρχελάου παῖδα, Ἀλεξάνδρου δὲ τοῦ ἀδελφοῦ αὐτοῦ γαμετήν, | |
ἀφ’ οὗ καὶ τέκνα ἦν αὐτῇ, ἀπειρημένου τῷ νόμῳ | 6 in vol. 2 | |
2.7 | ἀδελφῶν ἄγεσθαι γυναῖκας παῖδας ἐκ τῶν τεθνεώ‐ των ἐχούσας. καὶ τὸν Ἐλεάζαρ δὲ μετὰ μικρὸν ἐκ‐ βαλὼν Ἰησοῦν ἀντεισήγαγε τὸν παῖδα Σεέ. ἀνύων δ’ ἔτος ἐν τῇ ἀρχῇ δέκατον κατηγορήθη παρὰ Καί‐ | |
5 | σαρι πρὸς τῶν ὑπηκόων ὡς ὠμῶς καὶ τὸ ὅλον τυ‐ ραννικῶς κεχρημένος τοῖς πράγμασιν. ὁ τοίνυν Καῖ‐ σαρ μετακαλεῖται ταχέως αὐτόν, καὶ ἀκροασάμενος τῶν κατηγόρων κἀκείνου, ἐκείνου μὲν φυγαδείαν καταψηφίζεται, τὰ δὲ χρήματα ἀπηνέγκατο. | |
10 | Ὀνείρῳ δὲ τὸ μέλλον ἐδηλώθη τῷ Ἀρχελάῳ. ἐδόκει γὰρ ἀστάχυας ὁρᾶν δέκα ἀκμαίους καὶ πλή‐ ρεις σίτου βιβρωσκομένους ὑπὸ βοῶν. ἄλλοι μὲν οὖν ἄλλως ἐξηγοῦντο τὸν ὄνειρον, Σίμων δὲ τὸ γέ‐ νος Ἐσσαῖος μεταβολὴν πραγμάτων ἔλεγε φέρειν Ἀρ‐ | |
15 | χελάῳ τὴν ὄψιν, οὐ μέντοι ἐπ’ ἀγαθῷ. τοὺς μὲν γὰρ βόας κακοπαθείας σύμβολον εἶναι, ζῷα ἐπ’ ἔργοις ταλαιπωρούμενα καὶ δηλωτικὰ πραγμάτων μεταβο‐ λῆς ὅτι δι’ αὐτῶν ἀρουμένη ἡ γῆ οὐκ ἐᾶται μένειν ἀκίνητος, τοὺς δὲ δέκα στάχυας σημαίνειν ἐτῶν | |
20 | ἀριθμόν· περιόδῳ γὰρ ἐνιαυτοῦ πληροῦσθαι τούτους καὶ ἀπαρτίζεσθαι θέρος, καὶ τὸν τῆς ἡγεμονίας χρό‐ νον ἐξήκειν τῷ Ἀρχελάῳ. Καὶ τῇ γυναικὶ δὲ τοῦ Ἀρχελάου Γλαφύρᾳ ὄνει‐ ρος τεθέαται ἕτερος. αὕτη γάρ, ὡς ἱστόρηται, Ἀλε‐ | |
25 | ξάνδρῳ πρότερον συνῴκει Ἀρχελάου ὁμαίμονι· ἀναι‐ ρεθέντος δ’ ἐκείνου Ἰόβᾳ τῷ Λιβύων γεγάμητο βα‐ σιλεῖ· κἀκείνου δὲ τὴν ζωὴν μεταλλάξαντος Ἀρχελάῳ γίνεται τὴν συνοικοῦσαν αὐτῷ Μαριὰμ ἀποπεμψα‐ μένῳ, καὶ ταῦτα παῖδας ἐξ Ἀλεξάνδρου ἔχουσα. | |
30 | ἐδόκει γοῦν ἡ γυνὴ τὸν Ἀλέξανδρον αὐτῇ ἐπιστάντα μέμφεσθαί τε αὐτῇ καὶ λέγειν “Γλαφύρα, ἀληθεύειν | |
ἄρα τὸν λόγον ἀπέδειξας ὃς ἀπίστους εἶναι τὰς γυ‐ | 7 in vol. 2 | |
2.8 | ναῖκας τοῖς ἀνδράσι φησί. παρθένος γάρ μοι συνοι‐ κήσασα, καὶ παῖδας γεννήσασα ἐξ ἐμοῦ, λήθῃ τῶν ἐμῶν ἐρώτων δευτέροις γάμοις ὡμίλησας· καὶ οὐδ’ οὕτως σοι κόρος τῆς εἰς ἡμᾶς ἐγένετο ὕβρεως, ἀλλὰ | |
5 | καὶ τρίτον σαυτῇ νυμφίον παρακατέκλινας, καὶ ταῦτα ἐμὸν ἀδελφόν. ἀλλ’ ἐγώ σε αὖθις ἐμὴν ποιησάμενος τῆς ἐπὶ τούτῳ ἀπαλλάξω αἰσχύνης.” ταῦτα διηγη‐ σαμένη πρὸς τὰς συνήθεις τῶν γυναικῶν μετὰ μι‐ κρὸν τελευτᾷ. | |
10 | Ἡ δὲ Ἀρχελάῳ ὑπήκοος χώρα τῇ Συρίᾳ προσενε‐ μήθη. ἐπέμφθη δὲ καὶ Κυρήνιος ἀπογραψόμενος τὴν Συρίαν καὶ αὐτὴν Ἰουδαίαν προσθήκην ἐκείνης γε‐ γενημένην. Ἰουδαῖοι δέ, καίπερ πρότερον καὶ μέχρις ἀκοῆς τὴν ἀπογραφὴν δυσχεραίνοντες, τότε τοῦ ἀρ‐ | |
15 | χιερέως Ἰωαζάρου πείσαντος αὐτοὺς ἐνέδοσαν. Γαυ‐ λανίτης δέ τις ἀνήρ, Σαδὼκ Φαρισαῖον προσεταιρι‐ σάμενος, πολέμων καὶ λῃστηρίων τὸ ἔθνος ἐνέπλη‐ σαν, λέγοντες οὐδὲν ἕτερον εἶναι τὴν τῶν οὐσιῶν ἀποτίμησιν ἢ δουλείαν ἄντικρυς· καὶ ἐδόκουν μὲν | |
20 | ἐπὶ διορθώσει τῶν κοινῶν κεκινῆσθαι, τῇ δ’ ἀλη‐ θείᾳ δι’ οἰκείων ἔσπευδον κερδῶν ἀφορμάς. ἐξ ὧν στάσεις ἐφύησαν καὶ φόνος πολλῶν καὶ αὐτῶν τῶν πρώτων ἀνδρῶν, ὁ μὲν ἐμφυλίοις σφαγαῖς, ὁ δὲ τῶν πολεμίων, λιμός τε καὶ πόλεων ἁλώσεις καὶ κατα‐ | |
25 | σκαφαὶ καὶ τοῦ ἱεροῦ ἐμπρησμός. Τριῶν γὰρ οὐσῶν ἐκ παλαιοῦ τοῖς Ἰουδαίοις φι‐ λοσοφίας ὁδῶν, ὡς καὶ πρόσθεν εἴρηται, τῆς τῶν Ἐσσηνῶν, τῆς τῶν Φαρισαίων, καὶ τῆς τῶν Σαδδου‐ | |
καίων, τετάρτη αὕτη ἐπείσακτος παρὰ Σαδὼκ καὶ | 8 in vol. 2 | |
2.9 | Ἰούδα κεκαίνισται. οἱ μὲν γὰρ Φαρισαῖοι εὐτελῶς διαιτῶνται, οὐδ’ ἐπικλίνονται πρὸς τὸ μαλακώτερον, περί τε τὴν τῶν νομίμων φυλακήν εἰσιν ἀκριβεῖς, καὶ τοῖς ἐν γήρᾳ παραχωροῦσι τιμῆς, οὐδ’ ἀντιλέ‐ | |
5 | γουσι θρασέως τοῖς παρ’ ἐκείνων εἰσηγουμένοις. εἱμαρμένην τε δογματίζοντες καὶ τοῖς ἀνθρώποις διδόασι μὴ εἴκειν ταῖς ταύτης ὁρμαῖς μετὰ σπουδῆς ἀντιπράττουσιν. ἀθανασίαν τε ταῖς ψυχαῖς ἀπονέ‐ μουσι, καὶ δικαιώσεις ὑποχθονίους τῶν βεβιωμένων | |
10 | δοξάζουσι. δι’ ἃ τοῖς τε δήμοις εἰσὶ πιθανώτατοι καὶ ἐν εὐχαῖς καὶ ποιήσεσιν ἱερῶν ἐκείνοις χρῶνται ἐξηγηταῖς. Σαδδουκαῖοι δὲ θνητὰς δοξάζουσι τὰς ψυχάς, καὶ ταύτας τοῖς σώμασι συνδιαφθείρεσθαι λέγουσι. | |
15 | καὶ ἡ τῶν νόμων αὐτοῖς οὐ παρατηρεῖται παράβασις, καὶ τὸ πρὸς τοὺς γεραιτέρους καὶ τοὺς διδασκάλους αὐτοὺς ἀντιλέγειν ἀρετὴν οἴονται. εἰ δέ τινες αὐ‐ τῶν εἰς ἀρχὰς ἔλθοιεν, προσχωροῦσι τοῖς τῶν Φαρι‐ σαίων λόγοις καὶ ἄκοντες· οὐ γὰρ ἄλλως ἀνεκτοὶ δο‐ | |
20 | κοῦσι τοῖς πλήθεσιν. Ἐσσηνοὶ δὲ ἐπὶ θεῷ τὰ πάντα πεποίηνται· ἀθα‐ νάτους ἥγηνται τὰς ψυχάς· τοῦ δικαίου ἀντέχονται. ἀναθήματα μὲν εἰς τὸ ἱερὸν στέλλουσιν, οὐ μήν γε καὶ θύουσι, διαφερόμενοι τοῖς ἄλλοις περὶ ἁγνισμῶν· | |
25 | διὸ καὶ εἰργόμενοι τοῦ κοινοῦ τεμενίσματος, ἐφ’ ἑαυ‐ τῶν θύουσι. καὶ ἐπὶ πόνους γεωργικοὺς τρέπονται. κοινὰ τὰ χρήματα ἔχουσιν· ὅθεν οὐδέν τι πλέον ὁ πλούσιος τῶν οἰκείων ἀπολαύει παρὰ τὸν πάνυ πε‐ νέστατον. καὶ οὔτε γαμετὰς εἰσάγονται οὔτε δούλους | |
30 | κτῶνται, τὸ μὲν ἀδικίαν οἰόμενοι, τὴν δὲ τῶν γυναι‐ κῶν ἐπεισαγωγὴν στάσεως ἀφορμήν· καθ’ ἑαυτοὺς | |
δὲ βιοῦντες ἀλλήλοις ὑπηρετοῦσι. καὶ ἀποδέκτας | 9 in vol. 2 | |
2.10 | τῶν τῆς γῆς καρπῶν καὶ τῶν ἄλλοθεν κομιζομένων αὐτοῖς προχειρίζονται. Ἡ δὲ τετάρτη, ἧς ὁ Γαλιλαῖος Ἰούδας γέγονεν ἡγεμών, τὰ μὲν ἄλλα τοῖς Φαρισαίοις ὁμογνώμων | |
5 | ἐστί, τῆς δ’ ἐλευθερίας αὐτῇ δριμὺς ἔρως ἐντέτηκεν, ἧς οἱ τρόφιμοι μόνον ἡγεμόνα καὶ δεσπότην τὸν θεὸν ὀνομάζουσιν, ἀνθρώπῳ τῶν ὀνομάτων τούτων μετα‐ διδόναι μὴ ἀνεχόμενοι, ἀλλὰ καὶ θανάτους καὶ τιμω‐ ρίας ποικίλας τε καὶ δεινὰς ὑφίστασθαι μὴ ἀπαναι‐ | |
10 | νόμενοι, ἵνα μὴ τῆς σφετέρας ἐκσταῖεν ἐνστάσεως. Ἐντεῦθεν οὖν ἤρξατο τὸ τῶν Ἰουδαίων ἔθνος νοσεῖν ἐξ ἀνοίας ἀπόνοιαν, Γεσσίου Φλώρου τοῦ ἡγεμόνος εἰς ταύτην αὐτοὺς ἐρεθίσαντος ὕβρεσιν. ὁ μέντοι Κυρήνιος, τῆς ἀπογραφῆς καὶ τῶν ἀποτιμή‐ | |
15 | σεων περαιωθεισῶν, αἳ ἐγένοντο ἐν ἔτει τριακοστῷ καὶ ἑβδόμῳ μετὰ τὴν ἐν Ἀκτίῳ ἧτταν τοῦ Ἀντωνίου ὑπὸ τοῦ Καίσαρος, Ἰωάζαρον τὸν ἀρχιερέα καταστα‐ σιασθέντα ὑπὸ τοῦ πλήθους ἀφελόμενος τὴν τιμήν, Ἄνναν τὸν Σεθὶ ἀρχιερέα καθίστησι. Κυρηνίου δὲ | |
20 | εἰς Ῥώμην ἀπάραντος Κοπώνιος τὴν Ἰουδαίαν διεῖπε. τούτῳ δὲ διάδοχος γίνεται Μάρκος Ἀμβιβοῦχος. καὶ τὸν Μάρκον Ῥοῦφος διαδέχεται Ἄννινος. ἐφ’ οὗ δὴ τελευτᾷ Καῖσαρ αὐτοκράτωρ Ῥωμαίων, ἄρξας ἔτη ἑπτὰ καὶ πεντήκοντα μῆνάς τε ἓξ ἐφ’ ἡμέραιν δυοῖν, | |
25 | ἀφ’ ὧν τεσσαρεσκαίδεκα ἔτη αὐτῷ συνῆρξεν Ἀντώ‐ νιος, ὡς εἶναι τὸν τῆς μοναρχίας αὐτοῦ χρόνον ἐνι‐ αυτοὺς τεσσαράκοντα πρὸς τρισί, κατὰ δέ τινας τέσ‐ σαρσιν. ἐβίω δὲ ἔτη ἑβδομήκοντα καὶ ἑπτά. Ἡ δὲ μοναρχία μετήνεκτο εἰς Τιβέριον τῆς τοῦ | |
30 | Καίσαρος γυναικὸς Ἰουλίας υἱόν. ὑφ’ οὗ Γράτος Οὐαλλέριος εἰς Ἰουδαίαν ἔσταλτο ἡγεμών· ὃς παύ‐ | |
σας τὸν Ἄνναν τῆς ἀρχιερωσύνης Ἰσμαὴλ ἀποδεί‐ | 10 in vol. 2 | |
2.11 | κνυσι τὸν τοῦ Φαβί, καὶ τοῦτον δὲ μεταστήσας μετ’ οὐ πολὺ Ἐλεάζαρ τῷ τοῦ Ἄννα υἱῷ ἀπονέμει τὴν τοῦ ἱερᾶσθαι τιμήν, καὶ μετ’ ἐνιαυτὸν ἀντεισάγει Σί‐ μωνα τὸν Καμίθου. καὶ τούτῳ τὸν ἴσον χρόνον ἱε‐ | |
5 | ρασαμένῳ Ἰωσὴφ ὁ Καϊάφας διάδοχος ἦν. Καὶ Γράτος ἐπὶ ἕνδεκα ἔτη τῆς Ἰουδαίας ἄρξας, καὶ ταῦτα πράξας, εἰς Ῥώμην ὑπανεχώρησε· Πόν‐ τιος δ’ ἧκε Πιλάτος τὴν ἡγεμονίαν ἀναδεξάμενος. ὁ δὲ τετράρχης Ἡρώδης φίλος τῷ Τιβερίῳ χρηματίζων | |
10 | πρὸ τῆς ἀρχῆς, οἰκοδομεῖ μετὰ τὴν μοναρχίαν πόλιν αὐτῷ ἐπώνυμον ἐν τῇ Γαλιλαίᾳ ἐπὶ τῇ λίμνῃ Γεννη‐ σαρέτ, Τιβεριάδα καλέσας αὐτήν. Πιλάτος δὲ στρα‐ τιὰν ἐκ Καισαρείας μεθιδρύσας χειμαδιοῦσαν ἐν Ἱεροσολύμοις, σημαίας εἰς τὴν πόλιν ὑπὸ νύκτα | |
15 | εἰσήγαγεν εἰκόνας ἐχούσας Καίσαρος, ἀπαγορεύον‐ τος Ἰουδαίοις τοῦ νόμου εἰκόνας ἔχειν. ἐπεὶ δ’ ἐγνώ‐ σθη τὸ πεπραγμένον, πλῆθος ὥρμησεν εἰς Καισά‐ ρειαν αἰτούμενον τὴν τῶν εἰκόνων μετάθεσιν, καὶ πενθημέρους ἱκετείας διὰ τοῦτο πεποίηντο. μὴ συγ‐ | |
20 | χωροῦντος δὲ Πιλάτου, ὡς ἐντεῦθεν δῆθεν ὑβριζο‐ μένου τοῦ Καίσαρος, ἐπεὶ τὸ πλῆθος οὐκ ἀνίει δεό‐ μενον, κατὰ τὴν ἕκτην ἡμέραν περιστήσας στρατιώτας ἐνόπλους σφίσιν ἠπείλει θάνατον, εἰ μὴ παύσοιντο θορυβεῖν. οἱ δὲ πρηνεῖς καταβαλόντες ἑαυτοὺς σὺν | |
25 | ἡδονῇ δέξασθαι τὸν θάνατον ἔλεγον. καὶ θαυμάσας Πιλάτος τὸ γενναῖον αὐτῶν καὶ πρόθυμον ἐπὶ τηρή‐ σει τῶν νόμων, παραχρῆμα τὰς εἰκόνας ἐπανεκόμισεν | |
εἰς Καισάρειαν. | 11 in vol. 2 | |
2.12 | Ὑδάτων δ’ εἰσαγωγὴν ποιούμενος εἰς Ἱεροσόλυ‐ μα τὰ ἱερὰ πρὸς ταύτην ἀνήλισκε χρήματα. συνελ‐ θόντες οὖν πολλοὶ κατεβόων Πιλάτου, παύσασθαι ἀξιοῦντες, τινὲς δὲ καὶ λοιδορίαις ἐκέχρηντο κατ’ | |
5 | αὐτοῦ. ὁ δὲ στολαῖς Ἰουδαϊκαῖς πλῆθος στρατιωτῶν κεχρημένον σκυτάλας τε ὑπὸ ταῖς στολαῖς ἔχον πε‐ ριελθεῖν κύκλῳ τῶν θορυβούντων ἐκέλευσε, καὶ οὕ‐ τως ἀναχωρεῖν τοῖς Ἰουδαίοις ἐπέταττεν. ὡς δ’ ἤρ‐ ξαντο λοιδορεῖν, τοῖς στρατιώταις δίδωσι σύνθημα· | |
10 | οἱ δὲ πληγαῖς τοὺς θορυβοῦντας ἐκόλαζον. ἐκεῖνοι δὲ ἄοπλοι ὄντες καὶ πληττόμενοι οὐδὲν ἐνδόσιμον ἐφρόνουν, ἀλλὰ πολλοὶ μὲν ἔπιπτον, οἱ δ’ ἄλλοι τραυματίαι ἀπῄεσαν. Κατὰ τοῦτον τὸν καιρὸν καὶ ὁ κύριος ἡμῶν καὶ | |
15 | θεὸς Ἰησοῦς Χριστὸς ἐν Ἰουδαίᾳ ἐφάνη, περὶ οὗ ταῦτα κατὰ λέξιν φησὶν ὁ Ἰώσηπος ἐν τῷ ὀκτωκαι‐ δεκάτῳ λόγῳ τῆς Ἀρχαιολογίας. “γίνεται δὴ κατὰ τοῦτον τὸν χρόνον Ἰησοῦς, σοφὸς ἀνήρ, εἴγε ἄνδρα αὐτὸν λέγειν χρή· ἦν γὰρ παραδόξων ἔργων ποιητής, | |
20 | διδάσκαλος ἀνθρώπων τῶν σὺν ἡδονῇ τἀληθῆ δε‐ χομένων· καὶ πολλοὺς μὲν Ἰουδαίους, πολλοὺς δὲ καὶ τοῦ Ἑλληνικοῦ ἐπηγάγετο. ὁ Χριστὸς οὗτος ἦν. καὶ αὐτὸν ἐνδείξει τῶν πρώτων ἀνδρῶν παρ’ ἡμῖν σταυρῷ ἐπιτετιμηκότος Πιλάτου, οὐκ ἐπαύσαντο οἱ | |
25 | τὸ πρῶτον αὐτὸν ἀγαπήσαντες. ἐφάνη γὰρ αὐτοῖς τρίτην ἔχων ἡμέραν πάλιν ζῶν, τῶν θείων προφη‐ τῶν ταῦτά τε καὶ ἄλλα μυρία περὶ αὐτοῦ θαυμάσια εἰρηκότων. εἰσέτι νῦν τῶν Χριστιανῶν ἀπὸ τοῦδε ὠνομασμένων οὐκ ἐπέλιπε τὸ φῦλον.” | |
30 | Καὶ ταῦτα μὲν ἀρχαιολογῶν ὁ Ἰώσηπος ἔγραψε | |
περὶ τοῦ Χριστοῦ· ἐν δὲ τῷ πρὸς Ἕλληνας αὐτοῦ | 12 in vol. 2 | |
2.13 | λόγῳ, ὃς κατὰ Πλάτωνος ἐπιγέγραπται περὶ τῆς τοῦ παντὸς αἰτίας, οὗ καὶ ὁ ἅγιος Ἰωάννης ὁ Δαμασκη‐ νὸς μνείαν πεποίηται ἐν τῇ πονηθείσῃ αὐτῷ βίβλῳ τῇ καλουμένῃ Παράλληλα, ταῦτά φησι. “πάντες γὰρ | |
5 | δίκαιοί τε καὶ ἄδικοι ἐνώπιον τοῦ θεοῦ λόγου ἀχθή‐ σονται. τούτῳ γὰρ ὁ πατὴρ τὴν κρίσιν δέδωκε, καὶ αὐτὸς βουλὴν πατρὸς ἐπιτελῶν κριτὴς παραγίνεται, ὃν Χριστὸν προσαγορεύομεν. οὐδὲ γὰρ Μίνως καὶ Ῥαδάμανθυς κριταὶ καθ’ ὑμᾶς, Ἕλληνες, ἀλλ’ ὃν ὁ | |
10 | θεὸς καὶ πατὴρ ἐδόξασε· περὶ οὗ ἐν ἑτέροις λεπτο‐ μερέστερον διεληλύθαμεν πρὸς τοὺς ζητοῦντας τὴν ἀλήθειαν. οὗτος τὴν πατρὸς ἑκάστῳ δικαιοκρισίαν ποιούμενος, πᾶσι κατὰ τὰ ἔργα παρασκευάσει τὸ δί‐ καιον. οὗ κρίσει παραστάντες πάντες ἄνθρωποί τε | |
15 | καὶ ἄγγελοι καὶ δαίμονες μίαν ἀποφθέγξονται φωνὴν οὕτω λέγοντες, δικαία σου ἡ κρίσις. ἧς φωνῆς τὸ ἀνταπόδομα ἐπ’ ἀμφοτέροις ἐπάγει τὸ δίκαιον, τοῖς μὲν εὖ πράξασι δικαίως τὴν ἀΐδιον ἀπόλαυσιν παρα‐ σχόντος, τοῖς δὲ τῶν φαύλων ἐρασταῖς τὴν αἰώνιον | |
20 | κόλασιν ἀπονείμαντος. καὶ τούτοις μὲν τὸ πῦρ ἄσβε‐ στον διαμένει καὶ ἀτελεύτητον, σκώληξ δέ τις ἔμπυ‐ ρος μὴ τελευτῶν μηδὲ σῶμα διαφθείρων, ἀπαύστῳ δ’ ὀδύνῃ ἐκ σώματος ἐκβράσσων παραμένει.” καὶ ἄλλα δ’ ἐπὶ τούτοις φησίν. | |
25 | Οὕτω μὲν οὖν περὶ Χριστοῦ γέγραφεν ὁ Ἰώση‐ πος. ἐν δὲ Ῥώμῃ τότε Παυλῖνά τις ἦν καὶ γένους | |
περιφανείᾳ καὶ τρόπων σεμνυνομένη χρηστότητι καὶ | 13 in vol. 2 | |
2.14 | πλούτου περιττῶς ἔχουσα· οὖσα δὲ καὶ τὴν ὄψιν χα‐ ρίεσσα καὶ τῆς ἡλικίας ἐν ᾗ γυναῖκες ἀγάλλονται, σωφροσύνῃ κεκόσμητο. συνῴκει δὲ Σατορνίνῳ, ἀν‐ δρὶ μηδὲν αὐτῆς εἰς ἕκαστον τῶν καλῶν ἀποδέοντι. | |
5 | ταύτης ἑάλω τῷ ἔρωτι Δέκιος Μοῦνδος, ἐν ἀξιώματι ὢν μεγάλῳ τῶν τότε ἱππέων, καὶ ἐπείρα δώροις· εἴ‐ κοσι γὰρ μυριάδας δραχμῶν Ἀττικῶν εὐνῆς ἐδίδου μιᾶς. ἡ δὲ οὐκ ἠνείχετο. κἀκεῖνος ἐξῆπτο πλέον εἰς ἔρωτα, ὥστε βρώσεως ἀποχῇ ἑαυτῷ μνηστεύεσθαι | |
10 | θάνατον. ἦν δὲ τούτῳ ἀπελευθέρα πατρῴα Ἴδη κα‐ λουμένη, παντοίων ἴδρις κακῶν. αὕτη οὕτως ἔχοντα τὸν νεανίαν ὁρῶσα ἀναθαρσύνει λόγοις καὶ ἀναζωπυ‐ ρεῖ ὑποσχέσεσι, πέντε μυριάδων αὐτῇ δεήσειν λέ‐ γουσα μόνων ὥστε τὴν πρᾶξιν αὐτῷ κατεργάσασθαι. | |
15 | καὶ λαβοῦσα τὸ αἰτηθὲν ἀργύριον, ἐπεὶ οὐχ ἁλωτὴν ἑώρα τὴν Παυλῖναν τοῖς χρήμασι, τῇ δὲ θεραπείᾳ τῆς Ἴσιδος, θεὸς δ’ αὕτη τοῖς Ῥωμαίοις τότε νενό‐ μιστο, ᾔδει ταύτην προσκειμένην θερμότατα, πρόσ‐ εισι τῶν τῆς ψευδοῦς ἐκείνης θεοῦ ἱερέων τισί, καὶ | |
20 | χρήμασιν ἀναπείθει τὴν Παυλῖναν ἐξαπατῆσαι αἷς δύναιντο μηχαναῖς καὶ τῷ Μούνδῳ συγκατακλῖναι. οἱ δὲ θελχθέντες τοῖς χρήμασι τῇ πράξει ἐπέβαλον. καὶ αὐτῶν ὁ γεραίτατος πρὸς τὴν Παυλῖναν ἐλθών, καὶ ἰδίᾳ αὐτῇ ἐντυχών, ἔλεγεν ἥκειν πεμπτὸς ὑπὸ | |
25 | τοῦ Ἀννούβιδος, κελεύοντος τοῦ θεοῦ πρὸς αὐτὸν ἥκειν αὐτῆς ἐρῶντα. τῇ δὲ ὁ λόγος ἔδοξεν εὐκταιό‐ τατος, εἰ ἐρῷτο ὑπὸ θεοῦ· καὶ τῷ ἀνδρὶ κοινοῦται τὸ ἀγγελθέν, κἀκεῖνος συνεχώρει, τὴν σωφροσύνην γινώσκων τῆς γυναικός. ἀπῆλθεν οὖν εἰς τὸ τέμε‐ | |
30 | νος· καὶ ὡς ὕπνου καιρὸς ἦν, ἔνδον ἐν τῷ ναῷ τῇ γυναικὶ καθευδῆσαι ἡτοίμαστο, καὶ τὰ λύχνα κατέ‐ | |
σβεστο. ὁ γοῦν Μοῦνδος, ἐκέκρυπτο γὰρ ἐκεῖ, παν‐ | 14 in vol. 2 | |
2.15 | νύχιον ἐνεφορήθη αὐτῆς, ὡς Ἄννουβις αὐτῇ προσ‐ φερόμενος. εἶτα ὁ μὲν ἀπῆλθεν, ἡ δὲ πρὸς τὸν ἄν‐ δρα φοιτήσασα διηγεῖτο τὴν ἐπιφάνειαν τοῦ Ἀννού‐ βιδος, καὶ πρὸς τὰς συνήθεις ἐνελαμπρύνετο ὡς | |
5 | ὁμιλίας ἀξιωθεῖσα θεοῦ. τρίτῃ δὲ μετὰ τὴν πρᾶξιν ἡμέρᾳ συναντήσας ὁ Μοῦνδος αὐτῇ “Παυλῖνα,” φησί, “καὶ τὰς εἴκοσι μυριάδας ἔχω, καὶ σύ μοι τούτων διηκονήσω χωρίς. ἃ δὲ πρὸς Μοῦνδον ἐξύβριζες, τούτων οὐδέν μοι προσήπτετο, Ἄννουβιν ὄνομα θε‐ | |
10 | μένῳ αὑτῷ.” ἐκ τούτων εἰς ἔννοιαν ἐλθοῦσα τοῦ τολμήματος ἡ γυνὴ περιρρήγνυται τὴν στολήν, καὶ τῷ ἀνδρὶ ἐδήλου τὸ ἐπιβούλευμα· ὁ δὲ τῷ Τιβερίῳ προσῆλθε. καὶ ὁ αὐτοκράτωρ ἐξετάσας τὸ γεγονός, τοὺς μὲν ἱερεῖς ἀνεσταύρωσε καὶ τὴν Ἴδην, τόν τε | |
15 | ναὸν καθεῖλε, καὶ τὸ τῆς Ἴσιδος ἄγαλμα εἰς τὸν Θύ‐ βριν ποταμὸν κατεπόντισε, τὸν δὲ Μοῦνδον φυγῇ ἐδικαίωσε, συγγνώμην νείμας αὐτῷ ὥστε μὴ μεῖζον κολασθῆναι διὰ τὴν βίαν τοῦ ἔρωτος. Ἀλλὰ ταῦτα μὲν ἐν τῇ Ῥώμῃ ἐπέπρακτο, ἐν δὲ | |
20 | Σαμαρείᾳ συμβέβηκε θόρυβος. ἀνὴρ γάρ τις ἐκέ‐ λευε τοὺς Σαμαρεῖς ἐπὶ τὸ Γαριζὶν ὄρος αὐτῷ συν‐ ελθεῖν· ἁγνότατον δὲ τοῦτο αὐτοῖς ὑπείληπται τῶν ὀρῶν· καὶ ἀφικομένοις ἐπηγγέλλετο ἱερὰ σκεύη ἐμ‐ φανίσαι κατορωρυγμένα ἐκεῖ ὑπὸ Μωυσέως· οἱ δὲ | |
25 | ἠθροίζοντο καὶ ἐν ὅπλοις ἦσαν. Πιλάτος δὲ στρα‐ τιώτας πέμψας τοὺς μὲν ἔκτεινε, τοὺς δὲ ἐτρέψατο εἰς φυγήν, καὶ τῶν ζωγρηθέντων τοὺς κορυφαίους διέφθειρεν. οἱ δὲ Σαμαρεῖς πρὸς Οὐιτέλλιον ἦλθον Συρίας ἡγεμονεύοντα, Πιλάτου κατηγοροῦντες ἐπὶ | |
30 | τῇ τῶν ὁμοφύλων σφαγῇ. καὶ Οὐιτέλλιος Μάρκελ‐ λον πέμψας τῶν Ἰουδαίων προνοησόμενον, ἐπὶ Ῥώ‐ | |
μην ἀπιέναι τὸν Πιλάτον ἐκέλευεν ἐπὶ τοῦ αὐτοκρά‐ | 15 in vol. 2 | |
2.16 | τορος ἀπολογησόμενον ἐφ’ οἷς ἐγκαλεῖται. καὶ ὁ μὲν ἀπῄει ἐπὶ δέκα ἔτεσιν ἡγεμονεύσας τῆς Ἰουδαίας, πρὶν δὲ τῇ Ῥώμῃ ἐγγίσαι αὐτόν, ἔφθη Τιβέριος με‐ ταστάς. | |
5 | Οὐιτέλλιος δὲ εἰς Ἱεροσόλυμα ἐλθὼν τῆς τοῦ πάσχα ἑορτῆς τελουμένης ὑπεδέχθη μεγαλοπρεπῶς, καὶ τὰ τέλη τῶν γεωργουμένων καρπῶν τοῖς Ἱεροσο‐ λυμίταις ἀνίησι, καὶ τὴν στολὴν τοῦ ἀρχιερέως εἰς τὸ ἱερὸν συνεχώρησε κεῖσθαι καὶ παρὰ τοῖς ἱερεῦσιν | |
10 | εἶναι καθάπερ καὶ πρότερον· τότε δὲ ἐν τῇ Ἀντωνίᾳ ἀπέκειτο. τῶν γὰρ ἀρχιερέων τις, ὁ πρῶτος δηλαδὴ Ὑρκανός, ἔγγιστα τοῦ ἱεροῦ βᾶριν ἐγείρας, καὶ ἐν αὐτῇ διαιτώμενος, ἐκεῖ καὶ τὴν ἀρχιερατικὴν στολὴν αὐτῷ ἀνήκουσαν εἶχεν, ὡς ἀρχιερεῖ. τὰ αὐτὰ δὲ | |
15 | ἐκείνῳ καὶ τοῖς μετ’ ἐκεῖνον ἐπράσσετο. Ἡρώδης δὲ τὴν βᾶριν ἐκείνην ἐπικατασκευάσας ἐπὶ τὸ πολυτε‐ λέστερον, φίλος ὢν Ἀντωνίου, ἐπὶ τῷ ἐκείνου ταύ‐ την ὀνόματι μετωνόμασε· καὶ τὴν στολὴν ἐν αὐτῇ εὑρηκὼς κατεῖχεν ἐκεῖ. τοῦτο δ’ ἐποίει καὶ ὁ Ἀρχέ‐ | |
20 | λαος, καὶ μετ’ ἐκεῖνον οἱ Ῥωμαῖοι τὰ αὐτὰ ἐπὶ τῇ στολῇ ἔπραττον, ἀποκειμένῃ ἐκεῖ ὑπὸ σφραγῖσι τῶν ἱερέων καὶ τῶν γαζοφυλάκων. ἑορτῆς δ’ ἐφεστώσης ἀπεδίδοτο τοῖς ἀρχιερεῦσιν ὑπὸ τοῦ φρουράρχου, καὶ μετὰ μίαν τῆς ἑορτῆς ἡμέραν αὖθις ἐκεῖ ἀπετίθετο. | |
25 | Οὐιτέλλιος δὲ παραχωρεῖ τῆς στολῆς τῷ ἔθνει. τὸν δὲ ἀρχιερέα Ἰωσὴφ τὸν καὶ Καϊάφαν ἀφῃρηκὼς τὴν ἱερωσύνην, Ἰωνάθῃ δίδωσι ταύτην τῷ Ἄννα τοῦ ἀρχιερέως υἱῷ. Κατ’ ἐντολὰς δὲ Τιβερίου σπένδεται Οὐιτέλλιος | |
30 | Ἀρταβάνῳ τῷ Πάρθων βασιλεῖ, πέμψαντι τὸν υἱὸν Δαρεῖον μετὰ δώρων πολλῶν ὁμηρεύσοντα. παρὼν | |
δ’ ἐν ταῖς σπονδαῖς καὶ ὁ τετράρχης Ἡρώδης ἐκ‐ | 16 in vol. 2 | |
2.17 | πέμπει πρὸς Καίσαρα παραχρῆμα γράψας τὰ γεγο‐ νότα. εἶτα τοῦ Οὐιτελλίου περὶ τούτων ἐπιστείλαν‐ τος Τιβερίῳ, ἐκεῖνος ἀντέγραψε μαθεῖν πάντα παρὰ Ἡρώδου. τοῦτο εἰς ὀργὴν τὸν Οὐιτέλλιον κατὰ τοῦ | |
5 | Ἡρώδου κεκίνηκεν· ἐβυσσοδόμευε δὲ τὸν θυμόν, καὶ μετῆλθεν αὐτὸν Γαΐου κρατήσαντος. Τότε καὶ Φίλιππος Ἡρώδου τούτου ὢν ἀδελφὸς τετελεύτηκεν, εἰκοστῷ ἐνιαυτῷ τῆς Τιβερίου ἀρχῆς, ἄρξας ἑπτὰ καὶ τριάκοντα ἔτη. ἦν δὲ τὸν τρόπον | |
10 | ἀπράγμων καὶ μέτριος τοῖς ἀρχομένοις, προόδους σὺν ὀλίγοις τῶν ἐπιλέκτων ποιούμενος· καὶ προϊόντι εἴ τις προσῄει δεόμενος βοηθείας, εὐθὺς αὐτῷ κατὰ τὸν τόπον τοῦ θρόνου τιθεμένου, εἵποντο γὰρ οἱ τοῦτον φέροντες, καθήμενος ἠκροᾶτο καὶ ἐποινηλάτει | |
15 | τοὺς ἀδικοῦντας καὶ τοὺς ἀδίκως αἰτιωμένους ἀπέ‐ λυε. τὴν δὲ ἀρχὴν ὁ Τιβέριος, παῖδες γὰρ Φιλίππῳ οὐκ ἦσαν, τῇ τῶν Σύρων ἐπαρχίᾳ προσέθετο. Ἡρώδης δὲ ὁ τετράρχης ἐπὶ Ῥώμην στελλόμενος κατέλυσεν ἐν Ἡρώδου τοῦ ἀδελφοῦ αὐτοῦ, ὃν ἡ τοῦ | |
20 | Σίμωνος τοῦ ἀρχιερέως θυγάτηρ τῷ βασιλεῖ Ἡρώδῃ ἐγείνατο. ἐρασθεὶς δὲ Ἡρωδιάδος τῆς τοῦ ἀδελφοῦ γυναικός, θυγατρὸς Ἀριστοβούλου τοῦ ἀδελφοῦ αὐ‐ τῶν, ἀδελφῆς δὲ τοῦ μεγάλου Ἀγρίππα, λόγους περὶ γάμων πρὸς αὐτὴν ἐποιήσατο. καὶ δεξαμένη συν‐ | |
25 | έθετο μετοικίσασθαι πρὸς αὐτόν, εἰ τὴν Ἀρέτα θυ‐ γατέρα ἐκβάλοι. καὶ ὁ μὲν ἐπὶ Ῥώμην ἔπλει ἐπὶ τοι‐ αύταις συνθήκαις· ὡς δ’ ἐπανῆλθε, γνοῦσα ἡ γυνὴ αὐτοῦ, τοῦ δὲ Ἀρέτα θυγάτηρ, τὰς πρὸς Ἡρωδιάδα συνθήκας, ᾔτει πρὸς Μαχαιροῦντα πεμφθῆναι τὸ | |
30 | φρούριον· μεθόριον δὲ τοῦτο ἦν τῆς Ἀρέτα καὶ τῆς | 17 in vol. 2 |
2.18 | Ἡρώδου ἀρχῆς. καὶ ὁ Ἡρώδης ἐξέπεμψε, μὴ γινώ‐ σκων ὅ,τι ἐστὶν αὐτῇ τὸ βουλόμενον· ἡ δὲ ἐκεῖθεν πρὸς Ἀραβίαν πρὸς τὸν πατέρα ἐξώρμησε, καὶ τὴν Ἡρώδου διηγεῖτο γνώμην περὶ αὐτήν. κἀκεῖνος ἔσχε | |
5 | τοῦτο ἔχθρας ὑπόθεσιν· καὶ μάχη μέσον ἀμφοῖν συγ‐ κεκρότητο διὰ στρατηγῶν, καὶ οἱ Ἡρώδου ἡττήθησαν καὶ ἅπαν τὸ ἐκείνου στράτευμα πέπτωκε. ταῦτα διὰ γραφῆς Ἡρώδης μηνύει τῷ Τιβερίῳ· ὁ δὲ γράφει πρὸς Οὐιτέλλιον, πόλεμον πρὸς Ἀρέταν ποιήσασθαι | |
10 | καὶ ἢ ζωγρηθέντα δέσμιον ἀναπέμψαι εἰς Ῥώμην ἢ ἀνῃρημένου στεῖλαι τὴν κεφαλήν. Τισὶ δὲ ὑπὸ θεοῦ τὴν Ἡρώδου στρατιὰν ὀλέσθαι ἐδόκει, δίκας τιννύντος διὰ τὸν φόνον τοῦ προφήτου καὶ βαπτιστοῦ Ἰωάννου. ταῦτα γὰρ καὶ περὶ τούτου | |
15 | κατὰ λέξιν ὁ Ἰώσηπος ἔγραψε. “κτείνει γὰρ τοῦτον Ἡρώδης ἀγαθὸν ἄνδρα καὶ τοὺς Ἰουδαίους κελεύοντα ἀρετὴν ἐπασκοῦντας καὶ τὰ πρὸς ἀλλήλους δικαιο‐ σύνῃ καὶ τὰ πρὸς θεὸν εὐσεβείᾳ χρωμένους βαπτι‐ σμῷ συνιέναι· οὕτω γὰρ καὶ τὴν βάπτισιν αὐτῷ | |
20 | φανεῖσθαι ἀποδεκτήν. δείσας δὲ Ἡρώδης τὸ ἐπὶ τοσοῦτον πιθανὸν αὐτοῦ τοῖς ἀνθρώποις μὴ ἐπὶ στά‐ σει φέροι τινί, πάντα γὰρ ἐοίκασι συμβουλῇ τῇ ἐκεί‐ νου πράξοντες, πολὺ κρεῖττον ἡγεῖται, πρίν τι νεώ‐ τερον ἐξ αὐτοῦ γενέσθαι, προλαβὼν ἀνελεῖν, τοῦ | |
25 | μεταβολῆς γενομένης μὴ εἰς πράγματα ἐμπεσὼν με‐ τανοεῖν. καὶ ὁ μὲν ὑποψίᾳ τοῦ Ἡρώδου δέσμιος εἰς Μαχαιροῦντα πεμφθεὶς ταύτῃ κτίννυται, τοῖς δὲ Ἰουδαίοις δόξαν ἐπὶ τιμωρίᾳ τῇ ἐκείνου τὸν ὄλεθρον τοῦ στρατοῦ γενέσθαι, τοῦ θεοῦ κακῶσαι Ἡρώδην | |
30 | θέλοντος.” | 18 in vol. 2 |
2.19 | Οὐιτέλλιος δὲ πρὸς Ἀρέταν πολεμήσων ἠπείγετο. ὡρμημένῳ δὲ διὰ τῆς Ἰουδαίων διέρχεσθαι παρῃ‐ τοῦντο οἱ πρῶτοι αὐτῶν τὴν διὰ τῆς χώρας ὁδόν· οὐ γὰρ πάτριον εἶναι αὐτοῖς εἰκόνας φέρεσθαι διὰ τῆς | |
5 | χώρας αὐτῶν, πολλὰς δ’ ἐπικεῖσθαι ταῖς σημαίαις εἰκόνας. πεισθεὶς οὖν διὰ τοῦ μεγάλου πεδίου διε‐ βίβαζε τὸ στρατόπεδον, αὐτὸς δὲ μετὰ Ἡρώδου εἰς Ἱεροσόλυμα ἀνῄει θύσων τῷ θεῷ. καὶ τρεῖς ἐπι‐ μείνας ἡμέρας ἐκεῖ, Ἰωνάθην μὲν τῆς ἀρχιερωσύνης | |
10 | μεθίστησι, τὸν δὲ ἀδελφὸν αὐτοῦ Θεόφιλον ἐγκαθί‐ στησιν εἰς αὐτήν. τῇ τετάρτῃ δὲ γραμμάτων αὐτῷ κομισθέντων περὶ τῆς Τιβερίου τελευτῆς, ὥρκισε τὸ πλῆθος εὐνοεῖν τῷ Γαΐῳ, ἀνεκάλει δὲ καὶ τὸ στρά‐ τευμα. λέγεται δὲ καὶ τὸν Ἀρέταν οἰωνοσκοπησάμε‐ | |
15 | νον φάναι ἀμήχανον εἶναι τῷ στρατῷ πολεμῆσαι· τεθνήξεσθαι γὰρ τῶν ἡγεμόνων ἢ τὸν κελεύσαντα πολεμεῖν ἢ τὸν κελευσθέντα ἢ καθ’ οὗ τὸ κέλευσμα γέγονε. Καὶ Οὐιτέλλιος μὲν εἰς Ἀντιόχειαν ἀνεχώρησεν, | |
20 | Ἀγρίππας δὲ ὁ Ἀριστοβούλου υἱὸς ἐπὶ Ῥώμης ἔτυχεν ὢν τοῦ Τιβερίου θνήσκοντος. οὗτος γὰρ πρὸ μικροῦ τῆς Ἡρώδου τοῦ μεγάλου τοῦ πάππου αὐτοῦ τελευ‐ τῆς ἐν τῇ Ῥώμῃ τρεφόμενος συνήθης ἐγένετο Δρού‐ σῳ τῷ Τιβερίου υἱῷ, καὶ Ἀντωνίᾳ τῇ Δρούσου τοῦ | |
25 | μεγάλου γυναικὶ γνωστὸς γέγονε, Βερνίκης τῆς αὐ‐ τοῦ μητρὸς τιμωμένης παρ’ αὐτῆς. μεγαλοπρεπὴς δὲ ὢν Ἀγρίππας καὶ δωρεῖσθαι πολυτελής, τῆς μη‐ τρὸς αὐτοῦ θανούσης τὰ μὲν τῶν χρημάτων εἰς ἑαυ‐ τὸν ἀνάλωσε πολυτελῶς διαιτώμενος, τὰ δὲ εἰς | |
30 | δωρεάς, τὰ πλείω δ’ εἰς τοὺς ἀπελευθέρους τοῦ | 19 in vol. 2 |
2.20 | Καίσαρος. καὶ ταχὺ ἐν ἐνδείᾳ ἐγένετο. θανόντος δὲ τοῦ υἱοῦ Τιβερίου, ἀπείρηκεν εἰς ὄψιν αὐτοῦ φοιτᾶν τοὺς συνήθεις τοὺς τοῦ παιδός, ἵνα μὴ δι’ αὐτῶν εἰς ἀνάμνησιν ἐκείνου ἰὼν εἰς λύπην ἀνερεθίζηται. διά | |
5 | τε γοῦν τοῦτο καὶ ὅτι χρημάτων ἠπόρησεν εἰς Ἰου‐ δαίαν ἐπανῆλθε κακοπραγῶν. ἀποτῖσαι δὲ καὶ τοῖς δανεισταῖς τὰς ὀφειλὰς βιαζόμενος πολλοῖς οὖσι, καὶ μὴ ἔχων, εἰς ἔννοιαν ἦλθεν αὐτοχειρίας. συνῆκε δὲ τὸ ἐννόημα ἡ γυνὴ αὐτοῦ Κύπρος, ἣ θυγάτηρ ἦν | |
10 | Φασαήλου τοῦ ἀδελφόπαιδος τοῦ βασιλέως Ἡρώδου, ἐκ Σαλαμψιοῦς αὐτῷ γεννηθεῖσα τῆς Ἡρώδου θυ‐ γατρός, ἣν ἔσχεν ἐκ Μαριὰμ τῆς ὑπ’ ἐκείνου ἀνῃρη‐ μένης, ὡς δεδιήγηται. αὕτη γοῦν ἡ Κύπρος συνοι‐ κοῦσα τῷ Ἀγρίππᾳ, καὶ αἰσθομένη τὸ βούλευμα, | |
15 | ἀπεῖργε τοῦτον αὐτοῦ, διαπέμπεται δὲ πρὸς Ἡρωδιά‐ δα τὴν τῷ τετράρχῃ συνοικοῦσαν Ἡρώδῃ, Ἀγρίππα τυγχάνουσαν ἀδελφήν, δηλοῦσα τὴν ἔννοιαν τοῦ συγ‐ γόνου, καὶ βοηθεῖν ἀξιοῦσα καὶ τὸν οἰκεῖον ἄνδρα πρὸς ἐπικουρίαν παρακαλεῖν. οἱ δὲ μετεπέμψαντό τε | |
20 | αὐτὸν καὶ οἰκητήριον τὴν Τιβεριάδα δεδώκασι, καί τι καὶ ἀργύριον ἀπέταξαν αὐτῷ εἰς τὴν δίαιταν. μετὰ καιρὸν δὲ διαφορᾶς γενομένης Ἡρώδῃ τε καὶ Ἀγρίππᾳ, πρὸς Φλάκκον Συρίας ἡγούμενον ὁ Ἀγρίπ‐ πας μεθίσταται, φιλίως ἐκ Ῥώμης πρὸς αὐτὸν δια‐ | |
25 | κείμενον, κἀκεῖ διέτριβε δεξαμένου τοῦ Φλάκκου. ὢν δὲ ἐκεῖ καὶ ὁ Ἀγρίππα ἀδελφὸς Ἀριστόβουλος, διαφερόμενός τε τῷ ἀδελφῷ, διαβολαῖς αὐτὸν πρὸς τὸν Φλάκκον ἐξεπολέμωσε· καὶ ἐξωθεῖται ἐκεῖθεν Ἀγρίππας. ὁ δὲ εἰς ἐσχάτην περιστὰς ἀπορίαν εἰς | |
30 | Ἰταλίαν ἐκπλεῖν ἐβούλετο, καὶ ἠξίου Μαρσύαν αὐ‐ τοῦ ἀπελεύθερον χρήματά οἱ πορίσαι ποθὲν δανει‐ | |
σάμενον. ἐκεῖνος δὲ Πέτρῳ πρόσεισιν ἀπελευθέρῳ | 20 in vol. 2 | |
2.21 | Βερνίκης τῆς Ἀγρίππα μητρός, καὶ ὁ Πέτρος συμ‐ βόλαιον ἔλεγε ποιησάμενον δύο μυριάδων Ἀτθίδων λαβεῖν τὰς μυριάδας πεντακοσίαις καὶ δισχιλίαις ἐλασσουμένας. καὶ ὁ Ἀγρίππας συνέθετο, καὶ λα‐ | |
5 | βὼν τὸ δάνεισμα ἀποπλεῖν ἔμελλεν. Ἐρρένιος δὲ Καπίτων Ἰαμνείας ἐπίτροπος τριάκοντα μυριάδας ἀργυρίου ὀφειλομένας τῷ Καίσαρι ἔπραττεν ἀπ’ αὐ‐ τοῦ, καὶ διὰ τοῦτο μένειν ἐκέλευεν. Ἀγρίππας δὲ προσποιησάμενος πείθεσθαι, νυκτὸς ᾤχετο. καὶ κα‐ | |
10 | ταπλεύσας εἰς Ἀλεξάνδρειαν Ἀλεξάνδρου δεῖται τοῦ ἀλαβάρχου μυριάδας εἴκοσι δάνειον αὐτῷ παρασχεῖν. ὁ δ’ ἐκείνῳ μὲν οὐκ ἂν ἔφη παρασχεῖν, Κύπρῳ δὲ τῇ αὐτοῦ γυναικὶ παρεῖχε διά τε τὴν φιλανδρίαν αὐτῆς καὶ τὴν λοιπὴν ἀρετήν. δεξαμένης δ’ ἐκείνης | |
15 | τὸ δάνειον ὁ μὲν Ἀγρίππας εἰς Ἰταλίαν ἀπέπλευσε, Κύπρος δὲ μετὰ τῶν τέκνων εἰς Ἰουδαίαν ἀνέζευξε. καὶ Καίσαρι Τιβερίῳ προσελθὼν φιλανθρώπως ἐδέ‐ χθη. γραφῆς δὲ Καπίτωνος Ἐρρενίου κομισθεί‐ σης τῷ Καίσαρι ὡς ἀπέδρα Ἀγρίππας τριάκοντα | |
20 | μυριάδας πραττόμενος δάνειον, ὠργίσθη, καὶ μὴ συγχωρεῖσθαι αὐτῷ τὴν πρὸς αὐτὸν ἐκέλευσεν εἴσο‐ δον ἄχρι δὴ τὸ χρέος καταβαλεῖ. ὁ δὲ δανεισάμενος ἀπέδοτο τὸ ὀφείλημα, καὶ αὖθις εἰσῄει πρὸς τὸν Τιβέριον. καὶ ὁ Καῖσαρ ἐκέλευε τῷ υἱωνῷ αὐτοῦ | |
25 | παρατυγχάνειν καὶ θεραπεύειν αὐτόν. Ἀγρίππας δὲ πρὸς Γάιον μᾶλλον ἀπένευεν, Ἀντωνίας τυγχάνοντα υἱωνὸν τῆς Γερμανικοῦ μητρὸς καὶ Κλαυδίου τοῦ μετὰ Γάιον μοναρχήσαντος. τοῦτον θεραπεύων πε‐ φίλητο ὑπ’ αὐτοῦ. καί ποτε συμπροϊοῦσιν ἀμφοῖν | |
30 | περὶ Τιβερίου λόγος ἐγένετο. καὶ ὁ Ἀγρίππας θεο‐ κλυτῶν τάχος ὑπεκστῆναι Τιβέριον τῆς ἀρχῆς Γαΐῳ | |
ἐπηύχετο. Εὔτυχος δὲ ἀπελεύθερος Ἀγρίππου τῶν | 21 in vol. 2 | |
2.22 | λόγων ἀκροασάμενος Καίσαρι πρόσεισιν ὡς δή τι λέξων αὐτῷ σωτήριον. ὁ δὲ βραδὺς εἰς πάντα γενό‐ μενος, καὶ τῶν ὑπὲρ αὐτοῦ τι προσαγγελλόντων κα‐ τεφρόνει. οὔτε γὰρ πρέσβεσι τάχιστα ἐχρημάτιζε, | |
5 | λέγων, ἵνα μὴ ἐπανιόντων συντόμως προσίοιεν ἕτε‐ ροι καὶ ὄχλος αὐτῷ γίνοιτο, οὔτε μὴν ἡγεμόσι καὶ ἐπιτρόποις παρ’ αὐτοῦ σταλεῖσι διαδόχους ἀντικα‐ θίστα, εἰ μὴ φθάσαιεν τελευτήσαντες. τοῦτο δὲ ποι‐ εῖν ἔφασκε προμηθείᾳ τῶν ὑπηκόων, ἵνα αὐτάρκως | |
10 | τῷ χρόνῳ σχόντες κερδῶν ἀμβλύτεροι πρὸς ἀδική‐ ματα εἶεν. παράδειγμά τε τραυματίαν πεποίητο ᾧ μυῖαι περιεκάθηντο τὰς πληγάς, καί τις οἰκτείρων αὐτὸν ἀποδιώκειν αὐτὰς ἐπεχείρει, ἀποτρέψαντος δὲ ἐκείνου ἤρετο τὴν αἰτίαν ὁ διώκειν τὰς μυίας πειρώ‐ | |
15 | μενος, ὁ δέ γε τραυματίας “αὗται μέν” ἀπεκρίνατο “τοῦ αἵματος ἐμπλησθεῖσαι οὐ πάνυ μοι δι’ ὄχλου εἰσίν, εἰ δ’ ἀποσοβηθεῖεν αὗται, ἥξουσι νεαλεῖς καὶ λιμώττουσαι μᾶλλόν με ὀδυνήσουσι.” τῆς δὲ πρὸς ταῦτα βραδυτῆτος τοῦ Τιβερίου καὶ τόδε μαρτύριον | |
20 | ὅτι δύο καὶ εἴκοσιν ἐπὶ τῆς αὐταρχίας ἀνύσας ἐνιαυ‐ τοὺς δύο τοῖς Ἰουδαίοις ἐξέπεμψεν ἄρξοντας τοῦ ἔθνους αὐτῶν, Γράτον τε καὶ Πιλάτον. τοιοῦτος οὖν τυγχάνων ἐν ἅπασιν οὐδὲ τὸν Εὔτυχον ἠξίου ἀκροάσεως. | |
25 | Ἀγρίππας δὲ τὴν Ἀντωνίαν ἱκέτευε παρασκευά‐ σαι τὸν Καίσαρα ἀκροάσασθαι τοῦ Εὐτύχου. ἡ δ’ Ἀντωνία διὰ τιμῆς ἦν Τιβερίῳ καὶ ὡς γαμετὴ γενο‐ μένη Δρούσου τοῦ ἀδελφοῦ αὐτοῦ καὶ διὰ τὸ σῶφρον ὡς μάλιστα. νέα γὰρ χηρεύσασα τῇ χηρείᾳ παρέ‐ | |
30 | μεινε καὶ γάμον ἀπείπατο δεύτερον, καίπερ τοῦ αὐ‐ | 22 in vol. 2 |
2.23 | τοκράτορος αὐτὸν ἐπιτρέποντος, καὶ οὕτω τὸν βίον διήνυσεν ὡς καὶ λοιδοριῶν ἀνωτέρω γενέσθαι. διὰ δὴ ταῦτα τῷ Τιβερίῳ τετίμητο καὶ ὅτι καὶ εὐεργέτις αὐτοῦ γέγονεν, ἐπιβουλὴν παρὰ πολλῶν καὶ δυνα‐ | |
5 | τῶν συστᾶσαν μηνύσασα. ὑπὸ ταύτης οὖν ἀξιούμε‐ νος ἐξετάσαι τὸν Εὔτυχον, ἔφη “ἴστωσαν οἱ θεοί, Ἀντωνία, ὅτι οὐ κατὰ γνώμην ἐμὴν τὰ πραχθησό‐ μενα ἔσονται, ἐκ δέ γε σῆς παρακλήσεως.” καὶ τὸν Εὔτυχον ἀχθῆναι κελεύει. καὶ παραστὰς ἔλεγεν ὡς | |
10 | “Γάιός τε καὶ Ἀγρίππας, ὦ δέσποτα, συνωμίλουν, καὶ Ἀγρίππας ἔφη, εἰ γὰρ ἀφίκοιτό ποτε ἡμέρα ᾗ μεταστὰς οὗτος ὁ γέρων χειροτονοίη σε ἡγεμόνα τῆς οἰκουμένης· οὐδὲν γὰρ ἔσται ἡμῖν ἐμποδὼν Τιβέριος ὁ αὐτοῦ υἱωνός, ὑπὸ σοῦ τελευτῶν. καὶ ἥ τε οἰκου‐ | |
15 | μένη γένοιτ’ ἂν μακαρία, καὶ πρὸ ταύτης ἐγώ.” Τι‐ βερίῳ δὲ οἱ λόγοι ἥγηντο ἀληθεῖς· ἅμα δὲ καὶ μῆνιν Ἀγρίππᾳ τηρῶν ὅτι μὴ τὸν υἱωνὸν αὐτοῦ θεραπεύ‐ ειν εἵλετο, ὅλος δὲ μετέπεσε πρὸς τὸν Γάιον, ἑνὶ τῶν παρεστηκότων δῆσαι αὐτὸν ἐκέλευσε. καὶ ἤγετο δέ‐ | |
20 | σμιος ἐν πορφυρίσιν ὢν ἔτι, καὶ πρὸ τοῦ βασιλείου εἱστήκει δένδρῳ ὑπ’ ἀθυμίας ἐπικλιθείς. ἦσαν δ’ ἐκεῖ καὶ ἕτεροι ἐν δεσμοῖς. καὶ ὀρνέου πρὸς τὸ δέν‐ δρον ἐκεῖνο καταπταμένου, βουβῶνα τὸν ὄρνιν Ῥω‐ μαῖοι καλοῦσι, τῶν δεσμωτῶν τις θεασάμενος ἤρετο | |
25 | τὸν αὐτὸν τηροῦντα στρατιώτην ὅστις εἴη ὁ ἐν τῇ πορφυρίδι· καὶ μαθὼν ἠξίωσε τὸν συνδεδεμένον αὐτῷ στρατιώτην πλησίον ἐλθεῖν. καὶ τυχών “ὦ νεανία” φησίν, “ἀπαλλαγήν τέ σοι τῶν δεσμῶν τα‐ χίστην εὐαγγελίζομαι καὶ προκοπὴν ἐπὶ μήκιστον | |
30 | ἀξιώματος καὶ δυνάμεως, καὶ ὡς ζηλωτὸς ἔσῃ τοῖς ἄρτι οἰκτιζομένοις σε, καὶ ἐν εὐδαιμονίᾳ τελευτήσεις, | |
παισὶ τὸν ὄλβον λιπών. ὅτε δ’ εἰσαῦθις τὸν ὄρνιν | 23 in vol. 2 | |
2.24 | τοῦτον θεάσαιο, ἴσθι σου τηνικαῦτα μετὰ πέντε ἡμέ‐ ρας ἐσομένην τὴν τελευτήν. εὐδαιμονήσας μέντοι κατὰ τὴν ἡμετέραν πρόρρησιν, μνήμην ποιοῦ καὶ ἡμῶν, ὡς διαφευξόμεθα τὴν δυστυχίαν ᾗ τανῦν | |
5 | σύνεσμεν.” καὶ ὁ μὲν ταῦτα εἰπὼν τότε μὲν γέλωτα ὦφλεν, ὕστερον δ’ ἐφάνη θαύματος ἄξιος. Ἦν οὖν ἐν τοῖς δεσμοῖς ὁ Ἀγρίππας ἐπὶ μῆνας ἕξ. Τιβέριος δὲ μαλακιζόμενος τῆς νόσου κραταιου‐ μένης Εὔοδον κελεύει, ὃς τῶν ἀπελευθέρων ἦν αὐτῷ | |
10 | τιμιώτατος, τὰ τέκνα προσαγαγεῖν αὐτῷ διαλεξομένῳ σφίσι πρὶν τελευτῆς. οὐκ ἦσαν δὲ παῖδες αὐτῷ· ὁ γὰρ υἱὸς αὐτοῦ Δροῦσος ἔτυχε τεθνεώς· υἱωνὸς δ’ ἐξ ἐκείνου αὐτῷ ἦν Τιβέριος Γέμελλος, καὶ ἀδελφι‐ δοῦς Γάιος Γερμανικοῦ παῖς συγγόνου αὐτοῦ, νεα‐ | |
15 | νίας ἤδη καὶ παιδείᾳ ἐσχολακὼς καὶ παρὰ τοῦ δή‐ μου φιλούμενος καὶ τιμώμενος διὰ τὴν τοῦ πατρὸς ἀρετήν. κελεύσας οὖν ὁ Τιβέριος ἕωθεν τοὺς παῖδας εἰσαγαγεῖν εἰς τὴν αὔριον· ἦν δ’ αὐτῷ τὸ βουλόμε‐ νον τῷ υἱωνῷ μάλιστα καταλιπεῖν τὴν ἀρχήν, τέως | |
20 | δ’ οὖν οἰώνισμα ἔθετο εἰς ἐκεῖνον βούλεσθαι τὸ θεῖον περιελθεῖν τὴν ἀρχὴν ὃς ἂν πρὸς αὐτὸν ἀφίκοιτο πρότερος, πέμπει κελεύων τῷ παιδαγωγῷ τοῦ υἱω‐ νοῦ πρωιαίτερον ἄγειν τὸν παῖδα. καὶ ἤδη γεγονυίας ἡμέρας πέμπει τὸν Εὔοδον εἰσκαλεῖν τὸν παρόντα | |
25 | τῶν παίδων· ἐκεῖνος δὲ τὸν Γάιον πρὸ δωματίου καταλαβὼν εἰσήγαγε πρὸς Τιβέριον. ὁ δὲ τῆς τοῦ θείου δυνάμεως εἰς ἔννοιαν ἐλθὼν κατωλοφύρατο ὡς ἐπ’ ἀπολωλότι τῷ υἱωνῷ. καίπερ δὲ διὰ τοῦτο τεταραγμένος, φησὶ πρὸς τὸν Γάιον “ὦ παῖ, εἰ καὶ | |
30 | Τιβέριος συγγενέστερός μοί ἐστιν ἢ σύ, ἀλλ’ αὐτὸς καὶ κατὰ γνώμην ἐμὴν καὶ κατὰ ψῆφον θεῶν σοι τὴν | |
τῶν Ῥωμαίων ἐγχειρίζω ἀρχήν, καὶ ἀξιῶ μὴ ἀμνημο‐ | 24 in vol. 2 | |
2.25 | νῆσαι τῆς συγγενείας τῆς πρὸς Τιβέριον, κήδεσθαι δὲ τούτου ὡς συγγενοῦς· οὐ γὰρ ἀτιμώρητα τῇ θείᾳ προνοίᾳ ὅσα παρὰ δίκην πράσσοιτο.” Τιβέριος μὲν οὖν τὸν Γάιον ἀποδείξας τῆς ἡγε‐ | |
5 | μονίας διάδοχον, ὀλίγας ἐπιβιοὺς ἡμέρας θνήσκει, ἄρξας ἐπὶ ἐνιαυτοῖς δύο καὶ εἴκοσι μῆνας ἑπτὰ καὶ ἡμέρας ἴσας, Γάιος δὲ αὐτοκράτωρ περιελέλειπτο. ἠγγέλλετο δὲ Ῥωμαίοις τοῦ Τιβερίου ἡ ἀποβίωσις· οἱ δὲ ἠπίστουν τῷ λόγῳ ὑπὸ τοῦ πάνυ τὸ πρᾶγμα | |
10 | βούλεσθαι. πλεῖστα γὰρ ἐκεῖνος δεινὰ Ῥωμαίων τοὺς εὐπατρίδας εἰργάσατο, δύσοργος ὢν καὶ θανάτῳ καὶ τὰ κουφότατα τῶν πταισμάτων τιμώμενος. Μαρσύας δὲ τοῦ Ἀγρίππου ἀπελεύθερος, πυθό‐ μενος τοῦ Τιβερίου τὴν τελευτήν, ἔδραμε πρὸς αὐ‐ | |
15 | τὸν καὶ Ἑβραΐδι φωνῇ “τέθνηκεν ὁ λέων” φησίν. ὁ δὲ χάριτας ὡμολόγει αὐτῷ, εἰ κατήγγειλεν ἀληθῆ. καὶ ὁ ἑκατόνταρχος ὁρῶν τὸν Ἀγρίππαν ἐν χάρματι, ὑπε‐ τόπησέ τι γεγονέναι καινόν, καὶ ἤρετο τί ἂν εἴη τὸ ἀγγελθέν· καὶ ὁ Ἀγρίππας ἤδη συνήθης γενόμενος | |
20 | τῷ ἀνδρὶ τὸ ἀπόρρητον ἀπεκάλυψεν· ὁ δὲ ἐκοινοῦτο τὴν ἡδονήν, καὶ προυτίθει δεῖπνον. εὐωχουμένων δὲ παρῆν τις περιεῖναι λέγων Τιβέριον. καὶ ὁ ἑκα‐ τόνταρχος δείσας ὅτι συνδιῃτᾶτο δεσμώτῃ τοῦ αὐτο‐ κράτορος, κελεύει δῆσαι αὐτόν, λελυκὼς ἤδη. τῇ δ’ | |
25 | ὑστεραίᾳ λόγος τε ἦν πλατὺς περὶ τῆς τελευτῆς Τι‐ βερίου, καὶ ἐπιστολαὶ παρὰ Γαΐου ἐπέμφθησαν, ἡ μὲν πρὸς τὴν σύγκλητον, τὸν Τιβερίου θάνατον κα‐ ταγγέλλουσα καὶ τὴν αὐτοῦ τῆς ἡγεμονίας διαδοχήν, | |
ἡ δὲ πρὸς Πείσωνα τὸν τῆς πόλεως φύλακα, ἐπιτρέ‐ | 25 in vol. 2 | |
2.26 | πουσα τὸν Ἀγρίππαν ἐκ τοῦ στρατοπέδου μεταγαγεῖν εἰς τὴν οἰκίαν ἐν ᾗ πρὸ τοῦ δεθῆναι ἦν. Γάιος δὲ εἰς Ῥώμην τὸν τοῦ Τιβερίου νεκρὸν ἀγαγὼν καὶ θά‐ ψας πολυτελῶς, αὐτίκα λῦσαι τὸν Ἀγρίππαν ἐβού‐ | |
5 | λετο· ἡ δ’ Ἀντωνία κεκώλυκεν, οὐ μίσει τοῦ λυθη‐ σομένου, φροντίδι δέ γε τοῦ λύσοντος, ἵνα μὴ δοκῇ τῇ μεταστάσει τοῦ αὐτοκράτορος ἐφηδόμενος ἐκ τοῦ λῦσαι τὸν ἐκείνου δέσμιον τάχιστα. ἡμερῶν δὲ με‐ τρίων παρελθουσῶν μεταπέμπεται τὸν Ἀγρίππαν, | |
10 | κείρει τε τὸ περιττὸν τῆς τριχὸς καὶ μεταμφιέννυσιν, εἶτα καὶ τὸ διάδημα περιτίθησι καὶ βασιλέα τῆς Φι‐ λίππου τετραρχίας καθίστησι, προσθέμενος καὶ τὴν Λυσανίου τετραρχίαν εἰς αὔξησιν, καὶ χρύσεα χαλ‐ κείων ἀλλάττει, ἀντὶ τῆς σιδηρᾶς ἁλύσεως μεθ’ ἧς | |
15 | ἐδέδετο χρυσῆν ἰσόρροπον αὐτῷ παρασχόμενος. Τῷ δὲ δευτέρῳ ἐνιαυτῷ τῆς μοναρχίας Γαΐου ἠξίου Ἀγρίππας ἐκχωρηθῆναι αὐτῷ ἀφικέσθαι πρὸς τὰ οἰκεῖα, καὶ αὖθις ἐπανελθεῖν κατετίθετο, οἰκονο‐ μησάμενος εἰς δέον τὰ τῆς ἀρχῆς· καὶ ἐνδόντος Γαΐου | |
20 | ἐξέπλευσεν. Ἡρωδιὰς δὲ ἡ αὐτοῦ ἀδελφὴ ἐφθόνει τῆς εὐπραγίας τῷ ἀδελφῷ, καὶ μάλιστα ὁπότε μετὰ τῶν τῆς βασιλείας παρασήμων ἑώρα αὐτὸν τοῖς πλή‐ θεσι χρηματίζοντα, ἐξηρέθιζέ τε τὸν ἄνδρα ἐπὶ Ῥώ‐ μης πλεῖν καὶ ἴσην ἀρχὴν μνηστεύσασθαι ἑαυτῷ· ὁ | |
25 | δὲ ἡσυχάζειν ἐβούλετο. καὶ ἡ γυνὴ σφοδρότερον ἠνώχλει τἀνδρί, πάντα πράσσειν ἐπὶ τῇ βασιλείᾳ κελεύουσα, καὶ οὐκ ἀνῆκεν ἕως καὶ ἄκοντα τὸν Ἡρώ‐ δην ἑαυτῇ πεποίηκεν ὁμογνώμονα. ἀνήγετο οὖν σὺν τῇ γυναικὶ ἐπὶ Ῥώμης. Ἀγρίππας δὲ καὶ αὐτὸς εἰς | |
30 | τὴν Ῥώμην παρεσκευάζετο, προύπεμψε δὲ τῶν ἀπε‐ λευθέρων ἕνα δῶρα τῷ αὐτοκράτορι κομίζοντα καὶ | |
ἐπιστολὰς κατὰ τοῦ Ἡρώδου. καὶ καταλαμβάνουσι | 26 in vol. 2 | |
2.27 | τὸν Γάιον ἐν Βαίαις πολιχνίῳ τῆς Καμπανίας. ἅμα τε τῷ Ἡρώδῃ εἰς ὄψιν ἧκεν ὁ Γάιος καὶ ἅμα τὰς Ἀγρίππου ἐπιστολὰς ἐπῄει, κατηγορούσας ἐκείνου πρὸς Σηιανὸν ὁμολογίαν κατὰ τῆς Τιβερίου ἀρχῆς, | |
5 | καὶ πρὸς Ἀρτάβανον αὖθις τὸν Πάρθον τότε κατὰ τῆς αὐτοῦ Γαΐου. τεκμήριον δ’ ἐποιεῖτο τοῦ λόγου ὅπλων ἀπόθεσιν ἐν ταῖς ὁπλοθήκαις Ἡρώδου, μυριά‐ σιν ὁπλιτῶν ἀρκούντων ἑπτά. ἐκινεῖτο δ’ ὑπὸ τῶν ἐπεσταλμένων ὁ Γάιος, καὶ ἠρώτα τὸν Ἡρώδην εἰ | |
10 | ἀληθὴς ὁ περὶ τῶν ὅπλων λόγος. τοῦ δὲ καταθεμέ‐ νου, πιστεύσας τῇ ἀποστάσει αὐτοῦ τὴν τετραρχίαν ἀφαιρεῖται καὶ τῇ βασιλείᾳ τοῦ Ἀγρίππου προστί‐ θησι, καὶ τὰ χρήματα αὐτῷ ὁμοίως δωρεῖται, τὸν δὲ Ἡρώδην ἀειφυγία κατέκρινεν. Ἡρωδιάδι δὲ ὡς Ἀγρίπ‐ | |
15 | που ὁμαίμονι τά τε χρήματα ὅσα ἐκείνῃ διέφερεν ἐδί‐ δου, καὶ μηδὲ κοινωνεῖν ἐκέλευε τῆς φυγῆς τῷ ἀν‐ δρί, διὰ τὸν Ἀγρίππαν. ἡ δὲ χάριτας μὲν ὡμολόγει Γαΐῳ, οὐ δίκαιον δ’ ἔλεγεν εἶναι τῆς εὐδαιμονίας τῷ ἀνδρὶ κοινωνήσασαν ἐγκαταλιπεῖν ἐπὶ ταῖς δυσ‐ | |
20 | πραγίαις αὐτόν. Ὁ μέντοι Γάιος τὸν μὲν πρῶτον ἐνιαυτὸν καὶ τὸν ἐφεξῆς μετριώτερον ἐχρῆτο τοῖς πράγμασι, προϊὼν δὲ ἐξεθείαζεν ἑαυτὸν καὶ θεοῦν ἐπεχείρει. καὶ δὴ στάσεως γεγονυίας τοῖς ἐν Ἀλεξανδρείᾳ Ἰουδαίοις | |
25 | καὶ Ἕλλησι τρεῖς ἀφ’ ἑκατέρου μέρους παρῆσαν πρὸς τὸν Γάιον πρεσβευταί. Ἀπίων δὲ τῶν Ἀλεξαν‐ δρέων πρέσβεων εἷς ἄλλα τε κατηγόρει τῶν Ἰουδαίων καὶ ὡς πάντων τῶν ὑπὸ Ῥωμαίους βωμοὺς τῷ Γαΐῳ καὶ ναοὺς ἀνιστώντων καὶ ὡς θεὸν τιμώντων οὗτοι | |
30 | μόνοι ἄδοξον ἥγηνται ἀνδριᾶσι τιμᾶν αὐτὸν καὶ ὅρ‐ | 27 in vol. 2 |
2.28 | κιον αὐτοῦ ποιεῖσθαι τὸ ὄνομα. ἐπὶ τούτοις Φίλων τῆς τῶν Ἰουδαίων πρεσβείας προεστηκώς, ἀνὴρ ἔν‐ δοξος καὶ φιλοσοφίας οὐκ ἄπειρος, ἕτοιμος ἦν ὑπερ‐ απολογήσασθαι τῶν ὁμοεθνῶν. ὁ δὲ Γάιος οὐκ ἠν‐ | |
5 | έσχετο, κελεύσας ἐκποδὼν ἀπελεύσεσθαι, δῆλός τε ἦν κακώσων αὐτούς. καὶ ὁ Φίλων ἐξελθὼν περιυβρι‐ σμένος φησὶ πρὸς τοὺς περὶ αὐτὸν Ἰουδαίους ὡς χρὴ θαρρεῖν· οὐ γὰρ εἰς αὐτοὺς ὁ Γάιος πεπαρῴνηκεν, εἰς δὲ τὸ θεῖον αὐτό. | |
10 | Ὁ δ’ αὐτοκράτωρ δεινὸν ἡγούμενος ὑπὸ Ἰου‐ δαίων μὴ ὡς θεὸς σεβασθῆναι, Πετρώνιον ἐκπέμπει διάδοχον τῆς Οὐιτελλίου ἀρχῆς, κελεύσας χειρὶ πολλῇ ἐμβαλεῖν εἰς τὴν Ἰουδαίαν καὶ ἱστᾶν αὐτοῦ ἀνδριάν‐ τα ἐν τῷ ναῷ τοῦ θεοῦ· εἰ δὲ μὴ ἑκόντες παραχω‐ | |
15 | ροῖεν, πολέμῳ κρατήσαντα τοῦτο ποιεῖν. καὶ ὁ Πε‐ τρώνιος τὴν τῆς Συρίας παρειληφὼς ἀρχὴν ἠπείγετο πληρώσων τὰς τοῦ Καίσαρος ἐντολάς. καὶ εἰς Πτο‐ λεμαΐδα γενομένῳ προσῆλθον Ἰουδαίων πολλαὶ μυ‐ ριάδες δεόμεναι μὴ βιάζεσθαι σφᾶς ἐπὶ παραβάσει | |
20 | τῶν πατρίων, “Εἰ δ’ ἀπαραίτητος εἶ,” ἔλεγον, “ἡμᾶς πρότερον διαχειρισάμενος οὕτως ἵστα τὸ ἄγαλμα.” Πετρώνιος δ’ ἀπεκρίνατο ὡς εἰ μὲν ἀφ’ ἑαυτοῦ ταῦτ’ ἔπραττον, δίκαιος ἦν πρός με ὑμῖν ὁ λόγος· Καίσα‐ ρος δὲ κελεύσαντος πᾶσα ἀνάγκη τὰ ἐκείνῳ δεδογ‐ | |
25 | μένα πληροῦν. ταῦτα εἰπὼν ἐπὶ Τιβεριάδα ἀφίκετο, κατανοήσων ὡς γνώμης ἔχουσιν Ἰουδαῖοι. καὶ πολ‐ λαὶ μυριάδες συνήντων αὐτῷ ἱκετεύουσαι μὴ εἰς ἀνάγκας αὐτοὺς καθιστᾶν μηδὲ μιαίνειν ἀνδριάντι τὴν πόλιν. καὶ ὁ Πετρώνιος ἔφη “πολεμήσετε ἄρα;” | |
30 | οἱ δ’ “οὐ πολεμήσομεν” ἔφασαν, “τεθνηξόμεθα δὲ πρότερον ἢ παραβῆναι τὰ πάτρια,” καὶ παρεῖχον ἑαυ‐ | |
τοὺς ἀποσφάττεσθαι. καὶ ταῦτα ἐφ’ ἡμέρας ἐπράτ‐ | 28 in vol. 2 | |
2.29 | τετο τεσσαράκοντα. Ἀριστόβουλος δὲ ὁ Ἀγρίππου ἀδελφὸς καὶ ἄλλοι τῶν ἐκκρίτων ἐδέοντο Πετρωνίου μηδὲν εἰς ἀπόνοιαν τὸ πλῆθος παρακινεῖν, ἀλλὰ γρά‐ φειν πρὸς Γάιον τὸ ἀνήκεστον αὐτῶν πρὸς τὴν τοῦ | |
5 | ἀνδριάντος ὑποδοχήν· ἴσως γὰρ μαλαχθέντα αὐτὸν ἀποστῆναι τοῦ δόξαντος· εἰ δ’ ἐμμένοι καὶ αὖθις τῇ ψήφῳ, τότε καὶ αὐτὸν τοῦ πράγματος ἅπτεσθαι. Πετρώνιος δὲ πεισθεὶς ἐπέστειλε τῷ Γαΐῳ περὶ τῆς πράξεως. | |
10 | Ἀγρίππας δὲ ὁ βασιλεὺς ἐν Ῥώμῃ διάγων προ‐ έκοπτε τῇ πρὸς Γάιον οἰκειώσει. θαυμασθείς τε ἐν τῷ δειπνίζειν τὸν αὐτοκράτορα τῆς πολυτελείας χά‐ ριν καὶ τοῦ μεγαλοπρεποῦς, αἰτήσασθαι προετρέπετο ὃ ἂν αὐτῷ πρὸς βουλῆς. ὁ δέ “αἰτήσομαί σε” ἔφη | |
15 | “τῶν μὲν ὄλβον περιποιούντων οὐδέν, ὃ δ’ ἂν σοί τε πρὸς δόξαν εὐσεβείας κἀμοὶ πρὸς εὔκλειαν γένη‐ ται. ἀξιῶ σε γὰρ τὴν τοῦ ἀνδριάντος ἀνάθεσιν, ἣν ποιήσασθαι κελεύεις Πετρώνιον εἰς τὸ Ἰουδαίων ἱε‐ ρόν, δι’ ἐμὲ καταλείψειν.” Γάιος δὲ αἰσχυνθεὶς ἐπὶ | |
20 | τοσῶνδε μαρτύρων δόξαι ψευδόμενος, συνεχώρει. καὶ γράφει πρὸς τὸν Πετρώνιον, εἰ μὲν ἤδη τὸν ἀν‐ δριάντα ἔφθασε στῆσαι, μὴ καθελεῖν, εἰ δὲ μήπω πεποίηται τὴν ἀνάθεσιν, μηκέτι πειρᾶσθαι ποιήσα‐ σθαι· “οὐ γὰρ ἔτι τοῦτον βούλομαι στῆναι, διὰ τὸν | |
25 | Ἀγρίππαν, ἄνδρα τιμώμενον παρ’ ἐμοί.” Γάιος μὲν οὖν ταῦτα πρὸς Πετρώνιον γράφει πρὶν ἐντυχεῖν ταῖς ἐκείνου ἐπιστολαῖς ἐμφαινούσαις πρὸς ἀποστα‐ σίαν τοὺς Ἰουδαίους διὰ τὸν ἀνδριάντα ἐπείγεσθαι· περιαλγήσας δὲ διὰ ταῦτα γράφει τῷ Πετρωνίῳ | |
30 | “Ἐπεί σοι τὰ τῶν Ἰουδαίων δῶρα ἐν μείζονι γε‐ γόνασι λόγῳ τῶν ἐμῶν ἐντολῶν, σὺ περὶ τῶν σεαυ‐ | |
τοῦ τὸ ποιητέον συλλόγισαι. παράδειγμα γάρ σε | 29 in vol. 2 | |
2.30 | ποιήσομαι τοῖς τε νῦν καὶ τοῖς ἔπειτα μὴ ἀκυροῦν ἐντολὰς αὐτοκράτορος.” ταύτην τὴν ἐπιστολὴν οὐκ ἔφθη ζῶντος Γαΐου δεδεγμένος Πετρώνιος, ἀλλὰ πρότερον τὰ περὶ τῆς ἐκείνου τελευτῆς ἐδέξατο | |
5 | γράμματα, καὶ οὕτω τὰ πρὸς αὐτὸν τοῦ Γαΐου. Ὁ μὲν οὖν Γάιος κάκιστος γεγονὼς ὤλετο ἐξ ἐπι‐ βουλῆς ἀνῃρημένος· τὸν δὲ τρόπον τῆς κατ’ ἐκείνου ἐπιβουλῆς, καὶ παρὰ τίνων ἀνῄρηται, ὅτε τὰ περὶ τῶν αὐτοκρατόρων ὁ λόγος διέξεισι διηγήσεται. ἤδη | |
10 | δὲ φθαρέντος, Κλαύδιος κρυπτόμενος διὰ φόβον ὑπὸ τῶν στρατιωτῶν ἐξάγεται καὶ αὐτοκράτωρ ἀνακηρύτ‐ τεται, πολλὰ πρὸς τὴν ἀνάρρησιν αὐτοῦ καὶ τοῦ Ἀγρίππα σπουδάσαντος. ἄρτι δὲ βεβαιωθείσης τῆς αὐταρχίας αὐτῷ, τήν τε ἀρχὴν ἐκύρωσε τῷ Ἀγρίππᾳ | |
15 | καὶ δι’ ἐγκωμίων ἐποιεῖτο αὐτόν, προσθήκην τε αὐτῷ ἔθετο πᾶσαν ἧς ἦρξεν Ἡρώδης ὁ βασιλεὺς καὶ πάπ‐ πος αὐτοῦ. ὁ δὲ καὶ τῷ ἀδελφῷ Ἡρώδῃ τὴν βασι‐ λείαν Χαλκίδος παρὰ Κλαυδίου ᾐτήσατο· καὶ ἐδόθη ἐκείνῳ παρὰ τοῦ Καίσαρος. | |
20 | Κατὰ τοῦτον τὸν χρόνον στασιάζουσιν πρὸς τοὺς Ἀλεξανδρεῖς οἱ ἐκεῖ Ἰουδαῖοι. ὃν γὰρ εἴρηται τρό‐ πον κακῶς πρὸς αὐτοὺς Γαΐου διατεθέντος, ἐκακοῦντο μοναρχοῦντος ἐκείνου παρὰ τῶν ἐν τῇ πόλει Ἑλλή‐ νων, Γαΐου δὲ τελευτήσαντος ἀνεθάρσησαν καὶ ἦσαν | |
25 | ἐν ὅπλοις. Κλαύδιος δὲ τῷ ἱππαρχοῦντι κατὰ τὴν Αἴγυπτον ἐπέστειλε καταστεῖλαι τὴν στάσιν, ἔπεμψε δὲ καὶ διάταγμα ἐκ παρακλήσεως τοῖν βασιλέοιν Ἀγρίππου τε καὶ Ἡρώδου εἰς Συρίαν καὶ εἰς Ἀλε‐ ξάνδρειαν καὶ εἰς τὴν ἄλλην οἰκουμένην ὅση Ῥωμαί‐ | |
30 | οις ὑπήκοος, φράζον ὅτι “τῶν Ἰουδαίων ἀνέκαθεν | 30 in vol. 2 |
2.31 | ἴσης πολιτείας τοῖς Ἀλεξανδρεῦσι καὶ τοῖς τῶν λοι‐ πῶν πόλεων πολίταις ἀξιωθέντων, ὁ Γάιος ἐξ ἀπο‐ νοίας ὅτι μὴ θεὸν προσαγορεύειν αὐτὸν τὸ Ἰουδαίων ἔθνος ἠνέσχετο αὐτοὺς ἐταπείνωσεν. ἐγὼ δὲ μηδε‐ | |
5 | νὸς διὰ τὴν ἐκείνου παραφροσύνην τῶν παλαιῶν δι‐ καίων τὸ ἔθνος ἐκπεσεῖν διατάττομαι, συντηρεῖσθαι δὲ σφίσι τὰ πρότερον δίκαια τοῖς Ἰουδαίων νομίμοις ἐμμένουσι, ταῦτά με αἰτησαμένων τῶν βασιλέων Ἀγρίππου καὶ Ἡρώδου τῶν φιλτάτων μοι.” ἐξέ‐ | |
10 | πεμψε δὲ καὶ Ἀγρίππαν ἐπὶ τὴν βασιλείαν αὐτοῦ, λαμπροτέραν γεγενημένην. κἀκεῖνος ἐλθὼν εἰς Ἱε‐ ροσόλυμα χαριστήρια ἔθυσε, καὶ τὴν χρυσῆν ἅλυσιν τὴν ὑπὸ Γαΐου δοθεῖσαν αὐτῷ ὑπὲρ τὸ γαζοφυλά‐ κιον ἀπῃώρησε, δεῖγμα τῆς τοῦ θεοῦ δυναστείας καὶ | |
15 | τῆς τῶν πραγμάτων μεταβολῆς, καὶ ὅτι καὶ τὰ με‐ γάλα πίπτει ποτὲ καὶ ὑψοῦται τὰ ταπεινά. θύσας οὖν πολυτελῶς, Θεόφιλον μὲν τὸν Ἄννα τῆς ἀρχιε‐ ρωσύνης μεθίστησι, τῷ δὲ Βοηθοῦ Σίμωνι, ᾧ Καν‐ θηρᾶς ἡ ἐπίκλησις, ἀπένειμε τὴν τιμήν. δύο δ’ ἦσαν | |
20 | τῷ Σίμωνι ἀδελφοί, καὶ πατὴρ ὁ Βοηθός, οὗ τῇ θυ‐ γατρὶ ὁ βασιλεὺς Ἡρώδης συνῴκησεν, ὡς ἱστόρηται. τοὺς δ’ Ἱεροσολυμίτας τῆς πρὸς αὐτὸν εὐνοίας ἠμεί‐ ψατο, ἀφεὶς αὐτοῖς τὰ ὑπὲρ ἑκάστης οἰκίας. ἵππαρ‐ χον δὲ παντὸς τοῦ στρατεύματος τὸν Σίλαν ἀπέδειξεν, | |
25 | ἄνδρα πόνων αὐτῷ συμμετασχόντα πολλῶν. Νεανίσκοι μέντοι Δωρῖται παράβολοι καὶ θρα‐ σεῖς Καίσαρος ἀνδριάντα εἰς τὴν τῶν Ἰουδαίων συν‐ αγωγὴν κομίσαντες ἔστησαν. τοῦτο τὸν Ἀγρίππαν ἐτάραξε· καὶ αὐτίκα πρὸς τὸν τῆς Συρίας ἡγεμονεύ‐ | |
30 | οντα Πούπλιον Πετρώνιον παραγίνεται καὶ κατηγο‐ ρεῖ τῶν Δωριτῶν. ὁ δ’ ἑκατόνταρχον στείλας, τοὺς | |
μὲν τὸ τόλμημα πράξαντας ἐπ’ αὐτὸν ἀχθῆναι προσ‐ | 31 in vol. 2 | |
2.32 | έταξε, τοῖς δὲ τῶν Δωριτῶν ἄρχουσιν ἐπιδεῖξαι τῷ ἑκατοντάρχῳ τοὺς αἰτίους ἐπέστειλεν, εἰ μὴ βού‐ λοιντο δοκεῖν συνεργάται τῆς πράξεως. Ἀγρίππας δὲ ἀφελόμενος τὴν ἱερωσύνην τὸν | |
5 | Κανθηρᾶν Σίμωνα, Ἰωνάθην αὖθις ἐπ’ αὐτὴν ἦγε τὸν Ἀνανίου. ὁ δὲ παρῃτεῖτο, ἀρκεῖσθαι λέγων ἅπαξ τὴν ἀρχιερωσύνην λαχών, τὸν δὲ ἀδελφὸν Ματθίαν πρὸς ταύτην ἠξίου προάγεσθαι ὡς ἄξιον τῆς τιμῆς. πεισθεὶς οὖν ὁ βασιλεὺς τῷ Ματθίᾳ τὴν ἀρχιερω‐ | |
10 | σύνην ἀπένειμε. Σίλας δὲ ὁ Ἀγρίππου ἵππαρχος, πεποιθὼς οἷς ὑπὲρ αὐτοῦ κεκινδύνευκεν, ἀκαίρου παρρησίας ἀντε‐ ποιεῖτο, καὶ ἦν φορτικός, τὰ στυγνὰ τῆς τύχης εἰς μνήμην ἄγων αὐτῷ καὶ ἑαυτὸν σεμνύνων ἐκ τῆς τότε | |
15 | σπουδῆς τε καὶ πίστεως. ἀηδῶς οὖν πρὸς τὴν ἀτα‐ μίευτον αὐτοῦ παρρησίαν ὁ Ἀγρίππας διέκειτο. τοῦ δὲ Σίλα μὴ ἐνδιδόντος εἰς ὀργὴν ὁ βασιλεὺς ἀνηρέ‐ θιστο, καὶ οὐ μόνον τῆς ἱππαρχίας αὐτὸν μετέστη‐ σεν, ἀλλὰ μέντοι καὶ δέδεκε. χρόνῳ δὲ τὸν θυμὸν | |
20 | ἀμβλυνθείς, καὶ λογισάμενος ὅσους ὑπὲρ ἐκείνου ἀνέτλη πόνους, ἡμέραν ἑορτάζων ἑαυτοῦ γενέθλιον ἐκάλει τὸν Σίλαν αὐτῷ συνεστιαθησόμενον. ὁ δὲ οὐκ ἐπείθετο “ἐπὶ τίνα” λέγων “ὁ βασιλεὺς ἀνακα‐ λεῖ με τιμὴν τὴν ὅσον ἤδη ἀπολουμένην; ἢ πεπαῦ‐ | |
25 | σθαί με νομίζει τῆς παρρησίας; νῦν βοήσομαι μᾶλ‐ λον ὅσων αὐτὸν ἐξερρυσάμην δεινῶν, ὅσους ἤνεγκα πόνους ἐκείνῳ πορίζων σωτηρίαν καὶ τιμήν· ὧν γέ‐ ρας μοι δεσμὰ καὶ σκότιος εἱρκτή, ὧν οὔποτε λήσο‐ μαι.” ὁ δὲ βασιλεὺς ταῦτα μαθών, καὶ ἀνιάτως | |
30 | συνιδὼν διακείμενον, αὖθις εἴασεν ἐν φρουρᾷ. Ἦν δὲ εὐεργετικὸς οὗτος ὁ βασιλεὺς ἐν δωρεαῖς | |
οὐδὲν ἧττον Ἡρώδου τοῦ πάππου· ἐκείνου μέντοι εἰς | 32 in vol. 2 | |
2.33 | ἀλλοφύλους τὸ φιλότιμον ἐπιδεικνυμένου, οὐ μὴν καὶ εἰς τοὺς Ἰουδαίους, οὗτος πρὸς πάντας ὁμοίως ἦν εὐεργετικὸς καὶ τὸν τρόπον πραΰς. ἡδεῖα γοῦν αὐτῷ δίαιτα συνεχὴς ἐν τοῖς Ἱεροσολύμοις ἦν, καὶ τὰ πά‐ | |
5 | τρια καθαρῶς ἐτήρει. καὶ δή τις Σίμων ἦν ἐν Ἱερο‐ σολύμοις ἀκριβὴς δοκῶν τὰ νόμιμα· οὗτος πλῆθος ἀθροίσας ἐτόλμησε τοῦ βασιλέως κατειπεῖν ἀποδη‐ μήσαντος εἰς Καισάρειαν. τοῦτο τὸν Ἀγρίππαν οὐκ ἔλαθε. μεταπέμπεται οὖν τὸν Σίμωνα καί φησιν | |
10 | “εἰπέ μοι τί τῶν γινομένων ἐστὶ παράνομον;” ὁ δὲ μὴ ἔχων εἰπεῖν ἐδεῖτο συγγνώμης τυχεῖν. καὶ ὁ βα‐ σιλεὺς παρὰ προσδοκίαν αὐτῷ διηλλάττετο, καὶ ἐξ‐ έπεμψε δωρησάμενος. τὴν ἀρχιερωσύνην δὲ Ματ‐ θίαν ἀφελόμενος Ἐλιωναίῳ τῷ τοῦ Κιθαίρου παιδὶ | |
15 | παρέσχεν αὐτήν. Βασιλεύσας οὖν ἐπὶ τρεῖς ἐνιαυτοὺς τῆς ὅλης Ἰουδαίας, εἰς πόλιν Καισάρειαν, ἣ πρότερον Στρά‐ τωνος ἐκαλεῖτο πύργος, θεωρίας ἐτέλει. δευτέρᾳ δὲ τῶν θεωριῶν ἡμέρᾳ στολὴν ἐνδὺς ἐξ ἀργύρου πε‐ | |
20 | ποιημένην παρῆλθεν εἰς τὸ θέατρον ἀρχομένης ἡμέ‐ ρας. καὶ ταῖς πρώταις τῶν ἡλιακῶν ἀκτίνων ἐπιτο‐ λαῖς ὁ ἄργυρος καταυγασθεὶς θαυμασίως ἀπέστιλβε, μαρμαίρων τι φοβερὸν τοῖς εἰς αὐτὸν ἀτενίζουσιν. εὐθύς τε οἱ κόλακες ἄλλος ἄλλοθεν ἀνεβόων, θεὸν | |
25 | προσαγορεύοντες, εὐμενής τε εἴης, ἐπιλέγοντες· εἰ γὰρ καὶ μέχρι νῦν ὡς ἄνθρωπον ἐφοβήθημεν, ἀλλὰ τοὐντεῦθεν ὁμολογοῦμεν θνητῆς σε φύσεως κρείτ‐ τονα. οὐκ ἐπέπληξε τούτοις ὁ βασιλεύς, οὐδὲ τὴν κολακείαν ἀσεβοῦσαν ἀπετρίψατο. ἀνακύψας οὖν | |
30 | μετ’ ὀλίγον ὁρᾷ τὸν βουβῶνα τὸν ὄρνιν τῆς ἑαυτοῦ κεφαλῆς ὕπερθεν, ἄγγελόν τε κακῶν τοῦτον ἐνενόησε | |
τότε, ὡς ποτὲ τῶν ἀγαθῶν μηνυτήν. καὶ διακάρδιον | 33 in vol. 2 | |
2.34 | ἔσχεν ὀδύνην, καὶ τῆς κοιλίας ἀθρόον ἐπιγέγονεν ἄλγημα. καὶ πρὸς τοὺς φίλους φησίν “ὁ θεὸς ὑμῖν ἐγὼ ἤδη καταστρέφω τὸν βίον, καὶ ὁ κληθεὶς ἀθά‐ νατος παρ’ ὑμῶν θανεῖν ἐπείγομαι.” ταῦτα λέγων | |
5 | τῆς ὀδύνης ἐπιτεινομένης κατεπονεῖτο, καὶ μετὰ σπουδῆς ἀνεκομίσθη πρὸς τὸ βασίλειον. λόγου δὲ γενομένου θνήσκειν αὐτόν, ἡ πληθὺς αὐτίκα σὺν γυναιξὶ καὶ παισὶν ἐπὶ σάκκου καθεσθεῖσα τῷ πα‐ τρίῳ νόμῳ τὸν θεὸν ὑπὲρ τοῦ βασιλέως ἱκέτευε, καὶ | |
10 | πάντες ἐθρήνουν. ἐν ὑψηλῷ δὲ ὁ Ἀγρίππας κατα‐ κείμενος δωματίῳ, καὶ κάτω βλέπων αὐτοὺς πρηνεῖς προσπίπτοντας, οὐδὲ αὐτὸς ἄδακρυς ἦν. ἐφ’ ἡμέρας δὲ πέντε τῷ τῆς γαστρὸς ἀλγήματι κατεργασθεὶς κα‐ τέστρεψε τὴν ζωήν, βιώσας ἔτη τέσσαρα καὶ πεντή‐ | |
15 | κοντα, βασιλεύσας δ’ ἑπτά, ἐπὶ Γαΐου μὲν τέσσαρα, τρία δ’ ἐπὶ Κλαυδίου. ἀγνοουμένης γε μὴν ἔτι τοῖς πλήθεσι τῆς αὐτοῦ τελευτῆς, συμφρονήσαντες Ἡρώ‐ δης ὁ ἀδελφὸς αὐτοῦ ὁ τῆς Χαλκίδος ἄρχων καὶ Ἑλκίας ὁ ἵππαρχος, πέμψαντες τὸν Σίλαν ἐχθρὸν | |
20 | αὐτοῖς ὄντα κατέσφαξαν, ὡς τάχα τοῦ βασιλέως κε‐ λεύσαντος. Οὕτω μὲν οὖν ὁ Ἀγρίππας ἀπεβίω, υἱὸν Ἀγρίπ‐ παν καταλιπὼν ἐτῶν ἑπτακαίδεκα, τρεῖς δὲ θυγατέ‐ ρας· ὧν ἡ μὲν Ἡρώδῃ τοῦ πατρὸς ἀδελφῷ γεγάμητο, | |
25 | Βερνίκη δ’ ἐκέκλητο, παρθένοι δ’ ἦσαν αἱ δύο Μα‐ ριὰμ καὶ Δρούσιλλα. γνωσθέντος δὲ τοῦ θανάτου τοῦ βασιλέως, Καισαρεῖς καὶ Σεβαστηνοὶ ἐπιλελη‐ σμένοι τῶν αὐτοῦ εὐποιιῶν ἐβλασφήμουν τε εἰς αὐτὸν καὶ τὰ τῶν τοῦ βασιλέως θυγατέρων ἀγάλ‐ | |
30 | ματα ἁρπάσαντες εἰς τὰ πορνεῖα ἐκόμισαν καὶ ἀφύ‐ | |
βριζον εἰς αὐτά, καὶ πανδήμους ἑστιάσεις ἐποίουν | 34 in vol. 2 | |
2.35 | στεφανούμενοι καὶ μυριζόμενοι καὶ σπένδοντες τῷ Χάροντι. ὁ δὲ τοῦ τεθνεῶτος υἱὸς Ἀγρίππας ἐν Ῥώμῃ τότε διῆγε παρὰ Κλαυδίῳ τρεφόμενος Καίσαρι. ὃν αὐτίκα πέμπειν ὥρμητο τὴν βασιλείαν διαδεξόμε‐ | |
5 | νον· ἀπήγαγον δ’ αὐτὸν τοῦ σκοποῦ οἱ περὶ αὐτόν, σφαλερὸν εἶναι λέγοντες κομιδῇ νέῳ βασιλείας ἐπι‐ τρέπειν μέγεθος τόσον. ἀπέστειλεν οὖν Κούσπιον Φάδον τῆς Ἰουδαίας καὶ τῆς βασιλείας ἁπάσης ἐπι‐ τροπεύσοντα, ἐντειλάμενος αὐτῷ Καισαρεῦσι καὶ Σε‐ | |
10 | βαστηνοῖς ἐπιπλῆξαι τῆς εἰς τὸν κατοιχόμενον ὕβρεως. ἀφικόμενος δὲ Φάδος εἰς τὴν Ἰουδαίαν, στάσιν τε γενομένην κατέστειλε, καὶ λῃστηρίων τὴν χώραν ἐκά‐ θηρε, καὶ τὴν τοῦ ἀρχιερέως στολὴν εἰς τὴν Ἀντω‐ νίαν τὸ φρούριον ἀποτεθῆναι προσέταξεν ὡς καὶ | |
15 | πρότερον. οἱ δ’ ἱερεῖς καὶ οἱ πρῶτοι τῶν ἐν Ἱερο‐ σολύμοις ἀντιλέγειν μὲν οὐκ ἐτόλμων, παρεκάλουν δὲ ὅμως ἐπιτρέψαι αὐτοῖς πρέσβεις πέμψαι πρὸς τὸν Καίσαρα τοὺς αἰτησομένους τὴν ἱερὰν στολὴν παρ’ αὐτοῖς εἶναι· καὶ ἐπετράπησαν. παραγενομένων δὲ | |
20 | εἰς τὴν Ῥώμην τῶν πρέσβεων, ὁ τοῦ Ἀγρίππου παῖς ὁ νεώτερος Ἀγρίππας ἐκεῖ διάγων, ὡς εἴρηται, παρεκάλεσε τὸν Καίσαρα συγχωρηθῆναι τοῖς Ἰου‐ δαίοις ἔχειν τὴν ἱερὰν στολήν. καὶ ὁ Κλαύδιος συν‐ εχώρησε, καὶ τῷ Φάδῳ περὶ τούτων ἐπέστειλε. καὶ | |
25 | Ἡρώδης δὲ ὁ τοῦ Ἀγρίππου ἀδελφός, τῆς δὲ Χαλκί‐ δος ἄρχων, ᾐτήσατο παρὰ Καίσαρος τὴν τοῦ νεὼ ἐξουσίαν καὶ τῶν ἱερῶν χρημάτων καὶ τὴν τῶν ἀρ‐ χιερέων χειροτονίαν. καὶ ἔτυχε τῆς αἰτήσεως, καὶ ἐξ ἐκείνου πᾶσι τοῖς ἀπογόνοις αὐτοῦ ἡ ἐξουσία παρ‐ | |
30 | έμεινε μέχρι τῆς τῶν Ἱεροσολύμων ἁλώσεως. καὶ δὴ μεθίστησι τῆς ἀρχιερωσύνης τὸν Κανθηρᾶν, Ἰωσὴφ | |
ἀντεισαγαγὼν τὸν τοῦ Καμεί. | 35 in vol. 2 | |
2.36 | Ἐν τούτῳ τῷ χρόνῳ ἡ τῶν Ἀδιαβηνῶν βασιλὶς Ἑλένη καὶ ὁ παῖς αὐτῆς Ἰζάτης εἰς τὰ Ἰουδαίων τὴν διαγωγὴν μετέβαλον νόμιμα. Μονόβαζος γὰρ ὁ τῶν Ἀδιαβηνῶν βασιλεύς, ᾧ καὶ Βαζαῖος ἐπίκλησις ἦν, | |
5 | τῆς ἀδελφῆς Ἑλένης ἁλοὺς ἔρωτι, ἄγεται ταύτην. καί ποτε συγκαθεύδων αὐτῇ οὔσῃ ἐγκύμονι τῇ ἐκεί‐ νης γαστρὶ τὴν χεῖρα ἐπέθετο. καὶ ὑπνώσας ἔδοξεν ἀκούειν φωνῆς ἆραι κελευούσης ἐκ τῆς νηδύος τὴν χεῖρα καὶ μὴ θλίβειν τὸ ἐν αὐτῇ βρέφος, θεοῦ προ‐ | |
10 | νοίᾳ καὶ ἄρξον καὶ τέλους τευξόμενον εὐτυχοῦς. τα‐ ραχθεὶς οὖν ὑπὸ τῆς φωνῆς ἔφραζε ταῦτα τῇ γυ‐ ναικί. καὶ τὸν υἱὸν τεχθέντα Ἰζάτην ὠνόμασεν. ἦν δ’ ἕτερος τούτου πρεσβύτερος ἐκ τῆς Ἑλένης αὐτῷ γεννηθεὶς ἄλλοι τε παῖδες ἐκ γυναικῶν ἑτέρων, | |
15 | ἔστεργε δὲ τὸν Ἰζάτην ὥσπερ μονογενῆ. ἐφθόνουν τοίνυν οἱ ἀδελφοί. ὁ δὲ πατὴρ δεδοικὼς περὶ τούτῳ, ἐκπέμπει πρὸς Ἀβεννήριγον τὸν Σπασίνου χάρακος βασιλέα. καὶ ὃς ἀσμένως τὸν Ἰζάτην ἐδέξατο καὶ κηδεστὴν ἐπὶ θυγατρὶ ἐποιήσατο καὶ χώραν αὐτῷ | |
20 | παρέσχε. γεγηρακὼς δὲ ὁ Μονόβαζος ἰδεῖν ἐπεθύ‐ μει τὸν Ἰζάτην πρὸ τοῦ θανεῖν. μεταπεμψάμενος οὖν αὐτὸν φιλοφρόνως ἀσπάζεται, καὶ χώραν αὐτῷ ἀπεκλήρωσεν, ἐν ᾗ καὶ διέτριβε μέχρι τελευτῆς τοῦ πατρός. | |
25 | Ἐκλιπόντος δὲ Μονοβάζου ἡ βασιλὶς Ἑλένη με‐ τεπέμψατο τοὺς μεγιστᾶνας καὶ τοὺς σατράπας· οἷς ἀφικομένοις “οὐ λέληθεν” εἶπεν “ὑμᾶς ὅτι ὁ ἀνὴρ ὁ ἐμὸς τὸν Ἰζάτην ἤθελε τῆς βασιλείας γενέσθαι διά‐ δοχον. εἰδυῖα δὲ μακάριον τὸν μὴ παρ’ ἑνός, ἀλλὰ τῶν | |
30 | πλειόνων καὶ τούτων ἑκόντων τὴν βασιλείαν λαμ‐ | 36 in vol. 2 |
2.37 | βάνοντα, καὶ ὑπὸ τὴν ὑμῶν τὸ πρᾶγμα κρίσιν πε‐ ποίημαι.” οἱ δὲ καὶ τὴν τοῦ βασιλέως κρίσιν βεβαι‐ οῦν ἔλεγον, καὶ ὑπείξειν ἑκόντες Ἰζάτῃ δικαίως προ‐ κεκριμένῳ τῶν ἀδελφῶν κατὰ τὰς ἁπάντων εὐχάς, | |
5 | καὶ δεῖν προαποκτεῖναι τοὺς ἀδελφοὺς αὐτοῦ καὶ τοὺς συγγενεῖς, ἵν’ ἀσφαλῶς ἐκεῖνος ἄρχοι. ἡ δὲ βα‐ σιλὶς τὴν περὶ τῆς ἀναιρέσεως τῶν προσηκόντων τῷ Ἰζάτῃ γνώμην ἐπισχεῖν συνεβούλευε μέχρις ἂν ἐκεῖνος συνδοκιμάσῃ παραγενόμενος. οἱ δὲ δεσμεῖν | |
10 | τέως αὐτοὺς παρῄνουν μέχρι τῆς ἐκείνου ἐπιδημίας. καθίστησι δὲ τὸν πρεσβύτατον υἱὸν ἡ βασίλισσα ἐπὶ τῶν πραγμάτων, ἕως ἂν ἐπανέλθῃ ὁ ἀδελφός, δί‐ δωσι δὲ καὶ τὸν τοῦ πατρὸς σημαντῆρα δακτύλιον. ἧκεν οὖν ὁ Ἰζάτης, καὶ ὁ ἀδελφὸς ὑπεδέξατο καὶ | |
15 | ὑπεξέστη αὐτῷ τῆς ἀρχῆς. Ὄντι δ’ αὐτῷ ἐν τῇ ἀποδημίᾳ Ἰουδαῖός τις Ἀνα‐ νίας καλούμενος γνωστὸς γεγονὼς ἐδίδασκεν αὐτὸν τὸν θεὸν καὶ τὰ τῶν Ἰουδαίων νόμιμα. συνέβη δὲ καὶ τὴν Ἑλένην ὑφ’ ἑτέρου Ἰουδαίου κατηχηθεῖσαν | |
20 | εἰς τὰ Ἰουδαϊκὰ ἔθη μετατεθῆναι. ἐλθὼν οὖν ὁ Ἰζά‐ της καὶ δεδεμένους τοὺς συγγενεῖς εὑρηκὼς ἐδυσχέ‐ ρανε, καὶ ἔλυσε μέν, ἔπεμψε δέ, ἵνα μὴ ὕποπτοι πα‐ ρόντες εἶεν, τοὺς μὲν εἰς Ῥώμην ὁμηρεύσοντας, τοὺς δὲ πρὸς Πάρθους. γνοὺς δὲ τὴν μητέρα τὰ Ἰουδαίων | |
25 | ἀσπασαμένην, ἔσπευσε καὶ αὐτὸς εἰς ἐκεῖνα μετατε‐ θῆναι, καὶ περιτμηθῆναι ἕτοιμος ἦν. ἡ δὲ μήτηρ ἐκώλυε, λέγουσα εἰς δυσμένειαν τοὺς ὑπηκόους διὰ τοῦτο ἐλθεῖν, οὐκ ἀνέξεσθαί τε ὑπὸ ἰουδαΐζοντος βασιλεύεσθαι. ὁ δὲ εἰς τὸν Ἀνανίαν παρόντα τοὺς | |
30 | λόγους ἀνέφερε. τοῦ δὲ τὰ αὐτὰ συμβουλεύσαντος ἐπείσθη μὲν τότε ὁ βασιλεύς· ἕτερος δ’ αὖθις Ἰου‐ | |
δαῖος ἐκ Γαλιλαίας Ἐλεάζαρ ἀφικόμενος, καὶ κατα‐ | 37 in vol. 2 | |
2.38 | λαβὼν αὐτὸν τὸν Μωυσέως νόμον ἀναγινώσκοντα, Οὐ λόγους μόνον ἀναγινώσκειν σε δεῖ, βασιλεῦ, ἔφη, ἀλλὰ καὶ τὰ ὑπ’ αὐτῶν διατεταγμένα ποιεῖν. μέχρι τίνος ἀπερίτμητος μένεις; ὁ δὲ οὐχ ὑπερεβάλετο τὴν | |
5 | πρᾶξιν, ἀλλὰ περιετμήθη· καὶ τῇ μητρὶ καὶ τῷ Ἀνα‐ νίᾳ πεπρᾶχθαι τὸ ἔργον ἐδήλου. οἱ δ’ εἰς φόβον ἐνέπεσον μὴ καὶ ὁ βασιλεὺς καὶ αὐτοὶ κινδυνεύσω‐ σιν. ὁ δὲ θεὸς τὸν φόβον ἐλθεῖν εἰς τέλος οὐ συνε‐ χώρησεν. | |
10 | Ἑλένη δὲ ἐπιθυμίαν ἔσχεν εἰς Ἱεροσόλυμα ἀφι‐ κέσθαι καὶ προσκυνῆσαι τὸ τοῦ θεοῦ ἱερόν. καὶ τοῦ υἱοῦ ἐπιτρέψαντος καὶ χρήματα πλεῖστα δόντος ἄπει‐ σιν εἰς Ἱεροσόλυμα. καὶ λιμῷ φθειρομένους πολλοὺς εὑροῦσα ἐκεῖ, σῖτόν τε ἐξ Ἀλεξανδρείας ἐκόμισε | |
15 | καὶ ἰσχάδων φόρτον ἐκ Κύπρου πολλῶν χρημάτων πριαμένη τοῖς ἀπορουμένοις διένειμε. καὶ ὁ παῖς δὲ αὐτῆς πολλὰ χρήματα τοῖς πρώτοις τῶν Ἱεροσολυμι‐ τῶν ἔπεμψεν, ἵν’ οἱ λιμώττοντες διὰ τούτων ὡς ἐνὸν ἐπικουρηθῶσι. | |
20 | Καὶ ταῦτα μὲν οὕτως· Ἀρταβάνης δὲ ὁ τῶν Πάρ‐ θων βασιλεύς, ἐπιβουλὴν γνοὺς τοὺς σατράπας κατ’ αὐτοῦ μελετήσαντας, ἀφικνεῖται πρὸς Ἰζάτην, συγ‐ γενῶν τε καὶ οἰκετῶν περὶ χιλίους ἐπαγόμενος. καὶ καθ’ ὁδὸν τῷ Ἰζάτῃ ἐνέτυχε, καί φησι Μή με παρί‐ | |
25 | δῃς, ὦ βασιλεῦ, ταπεινὸν ἐκ μεταβολῆς γεγονότα καὶ ἰδιώτην ἐκ βασιλέως, ἀλλ’ ἐπικούρησον. ταῦτα σὺν δάκρυσιν ἔλεγεν. ὁ δὲ Ἰζάτης ἀκούσας τὸ ὄνομα, κατεπήδησε τοῦ ἵππου καὶ Θάρσει, ἔφη, ὦ βασιλεῦ· ἢ γὰρ εἰς τὴν Πάρθων βασιλείαν σε καταστήσω ἢ | |
30 | τῆς ἐμῆς σοι ἐκστήσομαι. ταῦτα εἶπε καὶ ἐπὶ τὸν ἵππον αὐτὸν ἀνεβίβασεν, αὐτὸς δὲ πεζὸς παρείπετο. | |
καὶ ὁ Ἀρταβάνης ὤμοσεν, εἰ μὴ κἀκεῖνος ἀναβαίη | 38 in vol. 2 | |
2.39 | τὸν ἵππον καὶ προηγοῖτο, ἀποβήσεσθαι καὶ αὐτός. πεισθεὶς δ’ ὁ Ἰζάτης ἐπὶ τὸν ἵππον ἥλατο, καὶ πᾶ‐ σαν τιμὴν ἀπένειμε τῷ Πάρθῳ, εἰς τὰ βασίλεια ἀγα‐ γών. γράφει τε πρὸς τοὺς Πάρθους τὸν Ἀρταβάνην | |
5 | δέξασθαι. τῶν δὲ Πάρθων δέξασθαι μὲν συντιθε‐ μένων, μὴ δύνασθαι δὲ καὶ τὴν ἀρχὴν ἀπονεῖμαι ἤδη ἑτέρῳ πεπιστευμένην, ὁ Κινάμωνος, τοῦτο γὰρ ὠνόμαστο ὁ τὴν βασιλείαν παρειληφώς, γράφει τῷ Ἀρταβάνῳ, ὑπ’ αὐτοῦ γὰρ ἐτέθραπτο καὶ ἦν ἀγαθός, | |
10 | παρακαλῶν αὐτὸν ἀφικέσθαι πιστεύσαντα καὶ τὴν ἀρχὴν παραλήψεσθαι. καὶ ὁ Ἀρτάβανος πιστεύσας ἀπῄει. ὑπήντα οὖν αὐτῷ ὁ Κινάμωμος· ὃς δὴ προσ‐ κυνήσας καὶ βασιλέα προσαγορεύσας περιτίθησιν αὐ‐ τοῦ τῇ κεφαλῇ τὸ διάδημα, τῆς ἑαυτοῦ ἀφελόμενος. | |
15 | οὕτω δὲ χρόνῳ ἑξαετεῖ εἰς τὴν ἀρχὴν ἀποκαταστὰς ὁ Ἀρτάβανος οὐκ ἠμνημόνησε τῶν Ἰζάτου καλῶν, ἀλλ’ ἀμείβεται τοῦτον. Μετὰ δέ τινα χρόνον Ἀρταβάνου θανόντος Οὐ‐ αρδάνης ὁ παῖς ἐκείνου τὴν βασιλείαν περιεζώσατο. | |
20 | καὶ πρὸς Ἰζάτην ἐλθὼν συμμαχῆσαι αὐτῷ ἠξίου κατὰ Ῥωμαίων· ὁ δὲ οὐκ ἐπείθετο, ἀλλὰ καὶ συνεβούλευε παύσασθαι τῆς ἐπ’ ἐκείνους στρατείας καὶ μὴ ἀδυ‐ νάτοις ἐπιχειρεῖν. ὁ δὲ πόλεμον τῷ Ἰζάτῃ μὴ πει‐ θομένῳ κατήγγειλεν. ἀλλ’ οἱ Πάρθοι μαθόντες ὡς | |
25 | ἐπὶ Ῥωμαίους στρατεύσειν βούλεται, αὐτὸν μὲν ἀναι‐ ροῦσι, τὴν δὲ βασιλείαν τῷ ἀδελφῷ Ἰκοτάρδῃ διδόα‐ σιν· ὃν ἐξ ἐπιβουλῆς τελευτήσαντα διαδέχεται Οὐο‐ λογέσης ὁ ἀδελφός. Ὁ δὲ τοῦ Ἰζάτου ἀδελφὸς Μονόβαζος καὶ οἱ συγ‐ | |
30 | γενεῖς ἰουδαΐσαι καὶ αὐτοὶ ἐπεθύμησαν, καὶ τὴν ἔφε‐ σιν εἰς ἔργον ἐξήνεγκαν. γίνεται δ’ ἡ πρᾶξις αὐτῶν | |
τοῖς ὑπηκόοις κατάφωρος. καὶ γράφουσι πρὸς Ἀβίαν | 39 in vol. 2 | |
2.40 | τὸν Ἀράβων βασιλέα, εἰ στρατεύσοιτο κατὰ τοῦ σφε‐ τέρου βασιλέως, χρήματα πολλὰ παρασχεῖν αὐτῷ, ἐπαγγελλόμενοι περὶ τὴν πρώτην συμβολὴν καὶ αὐ‐ τοὶ καταλείψειν αὐτόν. πείθεται τούτοις ὁ Ἄραψ, | |
5 | καὶ πολλὴν ἐπαγόμενος δύναμιν ἧκεν ἐπὶ τὸν Ἰζά‐ την. καὶ συμβολῆς γενομένης καταλείπουσι τὸν Ἰζά‐ την οἱ αὐτοῦ ἐκ συνθήματος καὶ νῶτα τρέψαντες ἔφευγον. γνοὺς δὲ τὴν προδοσίαν Ἰζάτης γενομένην ὑπὸ τῶν μεγιστάνων, εἰς τὸ στρατόπεδον ὑπεχώρησε, | |
10 | καὶ εὑρὼν τοὺς αἰτίους ἐκόλασε. τῇ δ’ ἐπιούσῃ συμβαλὼν νικᾷ, καὶ εἰς φυγὴν τοὺς Ἄραβας ἔτρεψε, τὸν δὲ βασιλέα αὐτῶν εἰς φρούριόν τι συνήλασε διω‐ κόμενον. καὶ ὁ μὲν ἑαυτὸν ἀνεῖλεν ἁλισκόμενος ἤδη, τὸ δὲ φρούριον ἑάλω καὶ τὰ ἐν αὐτῷ διηρπάγη. καὶ | |
15 | Ἰζάτης εἰς τὰ οἰκεῖα ὑπέστρεψεν. Οἱ δὲ τῶν Ἀδιαβηνῶν μεγιστᾶνες Οὐολογέσῃ τῷ Πάρθων γράφουσι βασιλεῖ, ἀξιοῦντες ἀποκτεῖναι μὲν τὸν Ἰζάτην, καταστῆσαι δὲ σφίσι δυνάστην ἐκ Πάρθων· μισεῖν γὰρ τὸν ἑαυτῶν βασιλέα ξένῃ θρη‐ | |
20 | σκείᾳ προσηλυτεύσαντα. ὁ γοῦν Πάρθος αὐτίκα μετὰ πλείστης δυνάμεως ὥρμησε, καὶ ὁ Ἰζάτης ἀντεστρα‐ τοπεδεύσατο. σταλεὶς δέ τις ἐκ τοῦ Πάρθου ἔλεγε τῷ Ἰζάτῃ ὁπόση ἐστὶ τῶν Πάρθων ἡ δύναμις, καὶ ὡς Οὐολογέσης ἀπειλεῖ δίκας εἰσπράξειν αὐτόν, ἀχά‐ | |
25 | ριστον περὶ δεσπότας γενόμενον· ῥύσασθαι γὰρ αὐ‐ τὸν τῶν αὐτοῦ χειρῶν οὐδὲ τὸν θεὸν ὃν σέβει δυνή‐ σεσθαι. πρὸς ταῦτα ὁ Ἰζάτης τὴν μὲν δύναμιν τῶν Πάρθων γινώσκειν ἀνταπεκρίνατο, εἰδέναι δ’ ἀν‐ θρώπων τὸν θεὸν δυνατώτερον. ταῦτα εἶπε καὶ | |
30 | ἱκέτευε τὸν θεόν. κατ’ ἐκείνην οὖν τὴν νύκτα ἐπι‐ στολὰς ὁ Οὐολογέσης δεξάμενος πολεμίους ἐμβαλόν‐ | |
τας τῇ Παρθυηνῇ ταύτην πορθεῖν, αὐτίκα σπεύδων | 40 in vol. 2 | |
2.41 | ἀνέζευξεν ἄπρακτος. καὶ οὕτως Ἰζάτης προμηθείᾳ θεοῦ τὰς ἀπειλὰς τοῦ Πάρθου διέφυγε. μετὰ δέ τινα χρόνον θνήσκει, πεντήκοντα καὶ πέντε ζήσας ἐνιαυ‐ τούς, εἴκοσι δὲ καὶ τέσσαρας ἀνύσας ἐν τῇ ἀρχῇ· | |
5 | θνήσκει δ’ ἐπὶ παισὶν εἴκοσι καὶ τέσσαρσιν ἄρρεσι καὶ τοσαύταις θηλείαις. τὴν δ’ ἀρχὴν τῷ ἀδελφῷ Μονοβάζῳ κατέλιπεν. Φάδου μέντοι τῆς Ἰουδαίας ἐπιτροπεύοντος ἀνήρ τις γόης Θευδᾶς ὄνομα πείθει τὸν πλεῖστον ὄχλον | |
10 | ἀναλαβόντα τὰς κτήσεις ἕπεσθαι πρὸς τὸν Ἰορδάνην αὐτῷ· προφήτης γὰρ ἔλεγεν εἶναι καὶ σχίσαι τὸν πο‐ ταμὸν προστάγματι δύνασθαι· καὶ πλείστους ἠπά‐ τησε. πέμψας δ’ ἐπ’ αὐτοὺς ἴλην ἱππέων ὁ Φάδος πολλοὺς μὲν ἀνεῖλεν, οὐ μείους δ’ ἐζώγρησε, καὶ | |
15 | αὐτὸν τὸν Θευδᾶν, οὗ τὴν κεφαλὴν ἐκτεμόντες ἐκό‐ μισαν εἰς Ἱεροσόλυμα. Φάδον δὲ Τιβέριος Ἀλέξαν‐ δρος διεδέξατο, Ἀλεξάνδρου τοῦ ἀλαβαρχήσαντος ἐν Ἀλεξανδρείᾳ υἱός. καὶ οἱ παῖδες δὲ τοῦ Γαλιλαίου Ἰούδα Ἰάκωβος καὶ Σίμων, τοῦ τὸν λαὸν ἀποστή‐ | |
20 | σαντος Κυρηνίου τιμητεύοντος, ἀνῃρέθησαν, οὓς ἀνεσταύρωσεν ὁ Ἀλέξανδρος. ὁ δὲ τῆς Χαλκίδος βα‐ σιλεύων Ἡρώδης μεταστήσας τῆς ἀρχιερωσύνης Ἰω‐ σὴφ τὸν τοῦ Κεμεδῆ, Ἀνανίᾳ τῷ τοῦ Νεδεβαίου παρέσχεν αὐτήν. Τιβερίῳ δὲ Ἀλεξάνδρῳ Κούμανος | |
25 | ἦλθε διάδοχος. ἐν ὀγδόῳ δ’ ἔτει τῆς Κλαυδίου μον‐ αρχίας Ἡρώδης ὁ τοῦ μεγάλου Ἀγρίππου ἀδελφὸς τελευτᾷ ἐφ’ υἱέσι τρισί· τὴν δ’ ἀρχὴν αὐτοῦ τῷ νεωτέρῳ Ἀγρίππᾳ δέδωκε Κλαύδιος. Κουμάνου δὲ τῆς Ἰουδαίας ἐπιτροπεύοντος πλῆ‐ | |
30 | θος κατὰ τὴν ἑορτὴν τοῦ πάσχα εἰς Ἱεροσόλυμα | 41 in vol. 2 |
2.42 | ἤθροιστο. ἵνα γοῦν μή τι νεωτερισθείη παρὰ τοῦ πλήθους ὄντος πολλοῦ, στρατιώτας ἐνόπλους ἐπὶ τῶν τοῦ ἱεροῦ στοῶν ὁ Κούμανος ἔστησε καταστε‐ λοῦντας τὸν θόρυβον, ἐὰν γένηται· τοῦτο δὲ καὶ | |
5 | οἱ πρὸ αὐτοῦ ἐποίουν. τετάρτῃ δ’ ἡμέρᾳ τῆς ἑορ‐ τῆς στρατιώτης τῶν ἐν ταῖς στοαῖς ἀνακαλυψάμενος τὴν αἰδῶ τοῖς πλήθεσιν ἐπεδείκνυεν. οἱ δ’ ἐθυ‐ μοῦντο ὡς εἰς τὸν θεὸν τοῦ στρατιώτου ἠσεβηκότος, καὶ οἱ θρασύτεροι τὸν Κούμανον ἐβλασφήμουν. καὶ | |
10 | ὃς πρὸς τὰς βλασφημίας ἠρέθιστο, καὶ κελεύει τὸ στράτευμα πᾶν ἥκειν εἰς τὴν Ἀντωνίαν τὸ φρούριον τῷ ἱερῷ ἐπικείμενον. τὸ πλῆθος οὖν τοὺς ὁπλίτας θεασάμενον εἰς φυγὴν ὥρμησε, καὶ τῶν ἐξόδων στε‐ νῶν οὐσῶν συνωθούμενοι κατὰ τὴν φυγὴν πολλοὶ | |
15 | ὑπ’ ἀλλήλων συνθλιβόμενοι καὶ συμπατούμενοι διε‐ φθάρησαν, ὡς δύο μυριάδας ἀριθμηθῆναι τοὺς τότε διαφθαρέντας· καὶ πένθος ἦν ἀντὶ πανηγύρεως. Οὔπω τὸ πένθος τοῦτο κατηύναστο καὶ κακὸν προστίθεται ἕτερον. τινὲς γὰρ τῶν ἐπὶ νεωτερισμοῖς | |
20 | ἡδομένων Στέφανόν τινα δοῦλον τοῦ Καίσαρος ὁδοι‐ ποροῦντα λῃστεύσαντες ἅπασαν αὐτοῦ τὴν κτῆσιν ἁρπάζουσι. διὸ πέμπει στρατιώτας ὁ Κούμανος, κε‐ λεύσας αὐτοῖς τὰς πλησίον χώρας ληίσασθαι καὶ τοὺς ἐπιφανεστάτους αὐτῶν δεσμίους ἐπ’ αὐτὸν ἀγα‐ | |
25 | γεῖν. τῆς δὲ τῶν χωρίων ἐκείνων πορθήσεως γινο‐ μένης νεανίας τις τῶν στρατιωτῶν θρασὺς καὶ ἀτά‐ σθαλος τοῖς Μωυσέως ἐντυχὼν νόμοις ἔν τινι κώμῃ σεβασμίως κειμένοις ἐπ’ ὄψεσι πολλῶν διέρρηξεν αὐ‐ τοὺς βλασφημῶν καὶ κατακερτομῶν. προσίασιν οὖν | |
30 | τῷ Κουμάνῳ οἱ Ἰουδαῖοι, ἱκετεύοντες μὴ αὐτούς, ἀλλὰ τὸν θεόν, οὗπερ οἱ νόμοι καθυβρίσθησαν ἐκδι‐ | |
κῆσαι. καὶ ὁ Κούμανος δείσας μὴ τὸ πλῆθος πάλιν | 42 in vol. 2 | |
2.43 | νεωτερίσειε, τὸν ἐνυβρίσαντα τοῖς νόμοις πελεκίσας τὴν στάσιν κατέπαυσεν. Ἀλλὰ καὶ Σαμαρείταις ἔχθρα πρὸς Ἰουδαίους ἐγένετο· ἡ δ’ αἰτία ἦν αὕτη. Γαλιλαῖοι εἰς Ἱεροσό‐ | |
5 | λυμα πορευόμενοι διά τινος κώμης ὥδευον τῶν Σα‐ μαρειτῶν, καί τινες αὐτοῖς ἐπιθέμενοι πολλοὺς ἀνεῖ‐ λον. οἱ πρῶτοι τοίνυν τῶν Γαλιλαίων τῷ Κουμάνῳ προσίασι, παρακαλοῦντες τοὺς ἀνῃρημένους ἐκδικη‐ θῆναι. ὁ δὲ δωροδοκηθεὶς τῆς ἐκδικήσεως οὐκ ἐφρόν‐ | |
10 | τισεν. ἀγανακτήσαντες οὖν οἱ Γαλιλαῖοι πρὸς ὅπλα ἐχώρησαν, καὶ κώμας τινὰς τῶν Σαμαρέων ἐμπρή‐ σαντες διαρπάζουσι. Κούμανος δὲ σὺν δυνάμει τοῖς Γαλιλαίοις ἐπῆλθε, καὶ πολλοὺς μὲν αὐτῶν ἀπέκτεινε, πλείους δὲ ζῶντας εἷλεν. οἱ πρῶτοι δέ γε τῶν Ἱερο‐ | |
15 | σολύμων μεταμφιασάμενοι σάκκους καὶ τὰς κεφαλὰς σποδῷ καταπάσαντες παρεκάλουν τοὺς ἀφεστῶτας μεταθέσθαι τὸν λογισμὸν καὶ τὰ ὅπλα ῥίψαντας ἠρε‐ μεῖν· καὶ ἔπεισαν. οἱ μὲν οὖν διελύθησαν, ἡ χώρα δ’ ἐξ ἐκείνου λῃστηρίων πεπλήρωτο. Σαμαρεῖς δὲ | |
20 | πρὸς Κουαδράτον τῆς Συρίας ἡγεμονεύοντα κατηγό‐ ρουν τῶν Ἰουδαίων ὡς ἐμπρησάντων κώμας αὐτῶν. Ἰουδαῖοι δὲ Σαμαρεῖς ᾐτιῶντο ὡς αἰτίους τῆς στά‐ σεως, καὶ πρὸ αὐτῶν Κούμανον, δώροις διεφθαρμέ‐ νον καὶ τοὺς ἀνῃρημένους μὴ ἐκδικήσαντα. Κουα‐ | |
25 | δράτος δὲ ὑπερέθετο τὴν κρίσιν, εἰπὼν ἥξειν εἰς τὴν Ἰουδαίαν κἀκεῖ τὴν ἀλήθειαν γνοὺς ἀποφήνασθαι. ἧκεν οὖν εἰς Σαμάρειαν, καὶ ἐξετάσας τὰ πεπραγμένα, αἰτίους τῆς ταραχῆς διέγνω τοὺς Σαμαρεῖς· Ἰουδαί‐ ους δὲ οὓς δεδεμένους εἶχεν ὁ Κούμανος, ἀνεσταύ‐ | |
30 | ρωσεν ὡς νεωτερίσαντας. τοὺς δὲ περὶ Ἀνανίαν τὸν | 43 in vol. 2 |
2.44 | ἀρχιερέα καὶ τὸν στρατηγὸν Ἄνανον δήσας εἰς Ῥώ‐ μην ἀπέστειλε, λόγον περὶ τῶν πεπραγμένων Κλαυ‐ δίῳ ὑφέξοντας. κελεύει δὲ καὶ τοῖς Σαμαρέων καὶ Ἰουδαίων πρώτοις καὶ Κουμάνῳ τῷ ἡγεμόνι καὶ τῷ | |
5 | χιλιάρχῳ Κέλερι ἀφικέσθαι καὶ αὐτοὺς πρὸς τὸν αὐ‐ τοκράτορα, κριθησομένους περὶ τῶν πρὸς ἀλλήλους ζητήσεων. ἀπελθόντων δέ, δικαστὴς καθίσας ὁ Κλαύ‐ διος, καὶ γνοὺς τοὺς Σαμαρεῖς τῶν κακῶν ἀρχηγούς, τοὺς ἀναβάντας πρὸς αὐτὸν ἀναιρεθῆναι ἐκέλευσε, | |
10 | φυγὴν δὲ τοῦ Κουμάνου κατεψηφίσατο, τὸν μέντοι Κέλερα τὸν χιλίαρχον εἰς Ἱεροσόλυμα ἀπαχθῆναι ἐκέλευσε καὶ συρέντα πάντων ὁρώντων διὰ τῆς πό‐ λεως οὕτως ἀναιρεθῆναι. Πέμπει δὲ ὁ Καῖσαρ Φήλικα τῶν Ἰουδαίων ἐπι‐ | |
15 | τροπεύσοντα· Ἀγρίππᾳ δὲ δωρεῖται τὴν Φιλίππου τετραρχίαν καὶ Βαταναίαν καὶ τὴν Τραχωνῖτιν σὺν Ἀβέλλᾳ, αὗται δὲ Λυσανίου ἦσαν τετραρχίαι, τὴν δὲ Χαλκίδα ἀφαιρεῖται αὐτόν, ἔτη τέσσαρα ταύτης ἄρ‐ ξαντα. ὁ δ’ Ἀγρίππας ἐκδίδωσι πρὸς γάμον Ἀζίζῳ | |
20 | τῷ Ἐμέσων βασιλεῖ, περιτμηθῆναι θελήσαντι, Δρού‐ σιλλαν τὴν ἀδελφήν, τοῦ Ἐπιφανοῦς Ἀντιόχου πα‐ ραιτησαμένου τὸν γάμον, ὅτι μὴ ἰουδαΐσαι ἐβούλετο. καὶ Μαριὰμ κατηγγύησεν Ἀρχελάῳ τῷ Ἑλκίου παιδί, ὑπ’ Ἀγρίππα τοῦ πατρὸς πρῴην μνηστευθεῖσαν αὐτῷ. | |
25 | Φῆλιξ δὲ τῆς Ἰουδαίας ἐπιτροπεύων, καὶ τὴν Δρού‐ σιλλαν ἰδὼν κάλλους περιττῶς ἔχουσαν, ἑάλω τῷ ταύτης ἔρωτι, καὶ πείθει καταλιποῦσαν τὸν ἄνδρα αὐτῷ γαμηθῆναι. τεκοῦσα δ’ ἐξ αὐτοῦ παῖδα Ἀγρίπ‐ παν αὐτὸν ὠνόμασε. λέγεται δὲ κατὰ τοὺς Τίτου | |
30 | χρόνους ἡ γυνὴ σὺν τῷ παιδὶ νεανίᾳ γεγενημένῳ ἀφανισθῆναι κατὰ τὸ Βέσβιον ὄρος, πυρφόρον ὂν | |
καὶ τότε μᾶλλον ἐκπυρωθέν. Βερνίκη δὲ ἑτέρα | 44 in vol. 2 | |
2.45 | ἀδελφὴ τοῦ Ἀγρίππου, συνοικοῦσα Ἡρώδῃ τῷ θείῳ, θανόντος ἐκείνου Πολέμωνι συνηρμόσθη, περιτμη‐ θῆναι θελήσαντι, διὰ τὴν φήμην τὴν λέγουσαν αὐτὴν τῷ ἀδελφῷ συνιέναι κατ’ ἔρωτα, ἵν’ οὕτω τὴν δια‐ | |
5 | βολὴν ἀποφήνῃ ψευδῆ. οὐ μὴν ἔμεινεν ὁ γάμος ἐπὶ πολύ, τῆς Βερνίκης καταλιπούσης τὸν Πολέμωνα. Τελευτᾷ δὲ Κλαύδιος Καῖσαρ βασιλεύσας ἔτη τρισκαίδεκα καὶ μῆνας ὀκτὼ ἐφ’ ἡμέραις εἴκοσι. λό‐ γος δὲ ἦν ὡς ὑπὸ τῆς γυναικὸς Ἀγριππίνης φαρμά‐ | |
10 | κοις ἀνῄρητο· ἧς πατὴρ ἦν Γερμανικὸς ὁ Καίσαρος ἀδελφός, ἀνὴρ δὲ Δομέτιος Αἰνόβαρβος τῶν ἐπισή‐ μων ἐν Ῥώμῃ, οὗ τελευτήσαντος χηρεύουσαν αὐτὴν ὁ Κλαύδιος ἄγεται ἔχουσαν καὶ παῖδα Δομέτιον ὁμώ‐ νυμον τῷ πατρί. προανῃρήκει γὰρ τὴν γυναῖκα Μεσ‐ | |
15 | σαλῖναν διὰ ζηλοτυπίαν, ἐξ ἧς παῖδας εἶχε Βρεττα‐ νικὸν καὶ Ὀκτάβιον. καὶ Ὀκταβίαν δὲ πρεσβυτάτην τῶν ἀδελφῶν ἐκ προτέρας ἑτέρας γυναικὸς εἶχεν, ἣν τῷ Νέρωνι ἥρμοσε· τοῦτο γὰρ τὸν τῆς Ἀγριππίνης υἱὸν τὸν Δομέτιον μετωνόμασεν ὕστερον ὁ Καῖσαρ, | |
20 | εἰσποιησάμενος αὐτόν. ἵνα τοίνυν τούτῳ τὴν αὐταρ‐ χίαν περιποιήσηται ἡ μήτηρ Ἀγριππῖνα, κτείνει φαρ‐ μάκῳ τὸν Κλαύδιον. ἀλλὰ ταῦτα μὲν ἐν τοῖς οἰκεί‐ οις καιροῖς καὶ τόποις εἰρήσεται, ὁ δὲ λόγος τῆς ἀκο‐ λουθίας ἐχέσθω. | |
25 | Εἶχε μὲν οὖν ὁ Νέρων μετὰ Κλαύδιον τὴν τῶν Ῥωμαίων ἀρχήν, τὰ δὲ κατὰ τὴν Ἰουδαίαν ἐπεδίδου πρὸς τὸ χεῖρον διηνεκῶς, καὶ λῃστηρίων ἡ χώρα ἐμ‐ πέπληστο καὶ γοήτων ἀπατώντων τὸν ὄχλον, ὧν πολ‐ λοὺς ὁ Φῆλιξ συλλαμβάνων ἀνῄρει. ἔχων δὲ ἀπε‐ | |
30 | χθῶς πρὸς Ἰωνάθην τὸν ἀρχιερέα ὁ Φῆλιξ, πολλάκις | 45 in vol. 2 |
2.46 | αὐτὸν νουθετοῦντα περὶ τοῦ κρειττόνως προΐστασθαι τῶν κατὰ τὴν Ἰουδαίαν, πρόφασιν ἐζήτει δι’ ἣν τὸν ἐνοχλοῦντα συνεχῶς μεταστήσεται· καὶ διὰ τῶν λῃ‐ στῶν αὐτὸν ἀναιρεῖ, οἳ ἐν τῷ ναῷ παραγεγονότες ὡς | |
5 | προσκυνήσοντες καὶ ξιφίδια φέροντες ὑπὸ τὰς ἐσθῆ‐ τας ἀνεμίχθησαν τῷ πλήθει καὶ τὸν Ἰωνάθην ἀνεῖλον. ἀνεκδικήτου δὲ τοῦ τολμήματος μείναντος, ἀδεῶς οἱ λῃσταὶ ἀναβαίνοντες οὓς μὲν οἰκείους ἐχθροὺς ἀνῄ‐ ρουν, οὓς δ’ ἑτέρων ἐπὶ μισθῷ. γόητες δὲ καὶ ἀπα‐ | |
10 | τεῶνες ἄνθρωποι τὸν ὄχλον ἀνέπειθον ἕπεσθαι σφί‐ σιν εἰς τὴν ἐρημίαν, δείξουσιν ἐναργῆ σημεῖα καὶ τέρατα γινόμενα ἐκ θεοῦ· ὧν πολλοὺς ὁ Φῆλιξ ἐκό‐ λαζεν. οἱ δέ γε λῃσταὶ τὸν δῆμον εἰς τὸν πρὸς Ῥω‐ μαίους ἠρέθιζον πόλεμον, θέλοντες μὴ ὑπακούειν | |
15 | αὐτῶν, καὶ τὰς τῶν μὴ πειθομένων κώμας ἐμπι‐ πρῶντες διέφθειρον. Σύρων δὲ καὶ Ἰουδαίων τὴν Καισάρειαν οἰκούν‐ των οἱ μὲν Ἰουδαῖοι πρωτεύειν ἠξίουν ὡς Ἡρώδου τοῦ σφῶν βασιλέως τὴν πόλιν ἐγείραντος, Σύροι δὲ | |
20 | τὰ μὲν περὶ τὸν Ἡρώδην ὡμολόγουν, ἔφασαν δὲ καὶ πρῴην πόλιν εἶναι Στράτωνος καλουμένην πύργον, καὶ μηδένα τότε τὴν πόλιν Ἰουδαῖον οἰκεῖν. διὰ ταῦτα τοίνυν τῶν Καισαρέων στασιαζόντων, οἱ τῆς χώρας ἐπιμελούμενοι πληγαῖς τοὺς αἰτίους ᾐκίσαντο, | |
25 | καὶ πρὸς ὀλίγον τὸν θόρυβον κατεκοίμισαν. πλούτῳ δὲ τῶν Σύρων οἱ Ἰουδαῖοι προέχοντες, καὶ διὰ τοῦτο καταφρονοῦντες αὐτῶν, ἐβλασφήμουν αὐτούς. οἱ δὲ χρήμασι μὲν ἡττώμενοι, θαρροῦντες δὲ ὅτι πλεῖστοι τῶν ὑπὸ Ῥωμαίους στρατευομένων Καισαρεῖς ἦσαν, | |
30 | μέχρι μέν τινος καὶ αὐτοὶ λόγοις τοὺς Ἰουδαίους ἀν‐ θύβριζον· εἶτα λίθοις ἀλλήλους ἔβαλλον, ἕως πολλοὶ | |
ἐτρώθησάν τε καὶ ἔπεσον ἀμφοτέρωθεν· νικῶσι δὲ | 46 in vol. 2 | |
2.47 | Ἰουδαῖοι. ὁ μέντοι Φῆλιξ παύσασθαι τοὺς Ἰουδαίους ἐκέλευε, καὶ μὴ πειθομένοις τοὺς στρατιώτας ἐπα‐ φίησι· καὶ πολλοὺς μὲν ἀνεῖλε, πλείους δὲ ζῶντας συνέσχε, καὶ οἰκίας διαρπάζειν τοῖς στρατιώταις ἐπέ‐ | |
5 | τρεψεν. οἱ δὲ τῶν Ἰουδαίων ἐπιεικέστεροι καὶ οἱ προύχοντες παρεκάλουν τὸν Φήλικα τοὺς στρατιώτας ἀνακαλέσασθαι καὶ φείσασθαι αὐτῶν, δοῦναί τε ἐπὶ τοῖς πεπραγμένοις μετάνοιαν. καὶ ὁ Φῆλιξ ἐπείσθη. Ὁ δὲ βασιλεὺς Ἀγρίππας δίδωσι τὴν ἀρχιερω‐ | |
10 | σύνην Ἰσμαὴλ υἱῷ τοῦ Φαβεί. ἔσχον δὲ πρὸς ἀλλή‐ λους στάσιν οἵ τε ἀρχιερεῖς καὶ ἱερεῖς σὺν τοῖς πρώ‐ τοις τῶν Ἱεροσολυμιτῶν, καὶ ἐκακολόγουν ἀλλήλους καὶ λίθοις ἔβαλλον, καὶ ὁ ἐπιπλήξων καὶ τὴν στάσιν κωλύσων οὐκ ἦν. ἐς τοσοῦτον δὲ οἱ ἀρχιερεῖς ἠναι‐ | |
15 | δεύσαντο ὡς καὶ πέμπειν ἐπὶ τὰς ἅλωνας καὶ βίᾳ λαμβάνειν τὰς τοῖς ἱερεῦσιν ὀφειλομένας δεκάτας, ὅθεν οἱ ἄποροι τῶν ἱερέων ὑπ’ ἐνδείας ἀπέθνησκον. Πορκίου δὲ Φήστου ὑπὸ Νέρωνος σταλέντος δια‐ δόχου τῷ Φήλικι, οἱ Καισαρεῖς Ἰουδαῖοι κατηγόρη‐ | |
20 | σαν τοῦ Φήλικος παρὰ Νέρωνι· καὶ τάχα ἂν ἔτισε δίκας τῶν εἰς αὐτοὺς ἀδικημάτων, εἰ μὴ Πάλλας ὁ ἀδελφὸς αὐτοῦ μέγα δυνάμενος παρὰ Νέρωνι τὴν αὐτοῦ ὀργὴν παρῃτήσατο. καὶ οἱ ἐν Καισαρείᾳ δὲ Σύροι Βήρυλλον τὸν Νέρωνος παιδαγωγὸν δεξιωσά‐ | |
25 | μενοι χρήμασιν, ἐπιστολὴν κομίζονται Καίσαρος δι’ αὐτοῦ τὴν Ἰουδαίαν ἰσοπολιτείαν τοῖς ἐν Καισαρείᾳ Σύροις ἄκυρον ἀποφαίνουσαν. ἐξ ἧς τὰ μετὰ ταῦτα κακὰ τῷ ἔθνει ἐφύησαν· διὰ ταύτην γὰρ τὴν ἐπι‐ στολὴν Ἰουδαῖοι πρὸς τοὺς Σύρους μᾶλλον στάσεως | |
30 | εἴχοντο, μέχρις ἂν ἀνήφθη ὁ πόλεμος. | |
Φῆστος δὲ εἰς τὴν Ἰουδαίαν ἐλθὼν κακουμένην | 47 in vol. 2 | |
2.48 | εὗρε ταύτην ὑπὸ λῃστῶν. καὶ οἱ σικάριοι γὰρ κα‐ λούμενοι, λῃσταὶ δὲ καὶ οὗτοι ἦσαν, τότε μᾶλλον εἰς πλῆθος συνέστησαν, χρώμενοι ξιφιδίοις ἐπικαμπέσι καὶ ὁμοίοις ταῖς ὑπὸ Ῥωμαίων καλουμέναις σίκαις, | |
5 | ἀφ’ ὧν καὶ σικάριοι ὠνομάσθησαν· οἳ κατὰ τὰς ἑορ‐ τὰς τῷ πλήθει ἀναμιγνύμενοι οὓς ἐβούλοντο ῥᾳδίως ἀπέσφαττον, καὶ τὰς κώμας δὲ διήρπαζόν τε καὶ ἐνε‐ πίμπρασαν. πέμπει δὲ Φῆστος δύναμιν ἐπὶ τοὺς ἀπατηθέντας ὑπό τινος γόητος, σωτηρίαν ἐπαγγελ‐ | |
10 | λομένου τοῖς ἕπεσθαι θέλουσι μέχρι τῆς ἐρημίας αὐτῷ· κἀκεῖνόν τε τὸν ἀπατεῶνα καὶ τοὺς ἀκολου‐ θήσαντας οἱ πεμφθέντες διέφθειραν. Ὁ μέντοι βασιλεὺς Ἀγρίππας οἴκημά τι μέγα δο‐ μησάμενος ἐν τοῖς βασιλείοις, ἐκεῖθεν ἐθεᾶτο τὰ ἐν | |
15 | τῷ ἱερῷ ἐνεργούμενα. πρὸς τοῦτο δ’ ἐχαλέπαινον οἱ τῆς πόλεως. τοῖχον οὖν ἐγείρουσιν, ὃς οὐ τῆς βασι‐ λικῆς οἰκίας μόνης τὴν ἄποψιν ὑπετέμνετο, ἀλλὰ καὶ τῆς πρὸς δύσιν στοᾶς, ἔνθα τὰς φυλακὰς οἱ Ῥωμαῖοι ταῖς ἑορταῖς ἐποιοῦντο διὰ τὸ ἱερόν. ἐπὶ τούτοις | |
20 | ἠγανάκτησεν ὁ Ἀγρίππας, καὶ πλέον ὁ Φῆστος, καὶ καθελεῖν τὸν τοῖχον ἐβούλετο. οἱ δὲ παρεκάλεσαν ἐνδοθῆναι αὐτοῖς δεηθῆναι τοῦ Καίσαρος. καὶ συγ‐ χωρήσαντος Φήστου, πέμπουσι δέκα ἐκ τῶν πρώτων πρὸς Νέρωνα καὶ Ἰσμαὴλ τὸν ἀρχιερέα καὶ Ἑλκίαν | |
25 | τὸν γαζοφύλακα. καὶ ὁ Νέρων τῇ γυναικὶ Ποππαίᾳ ὑπὲρ Ἰουδαίων ἀξιούσῃ χαριζόμενος ἐκέλευσεν ἐᾶν τὴν οἰκοδομήν. καὶ ἡ Ποππαία τοὺς μὲν ἄλλους ἀφῆκεν ἐπανελθεῖν, τὸν δὲ Ἰσμαὴλ καὶ τὸν Ἑλκίαν κατέσχε παρ’ ἑαυτῇ ὁμηρεύσοντας. καὶ ὁ βασιλεὺς | |
30 | Ἀγρίππας ταῦτα πυθόμενος δίδωσι τὴν ἀρχιερω‐ σύνην Ἰωσὴφ τῷ καλουμένῳ Δεκαβί, υἱῷ τοῦ ἀρ‐ | |
χιερατεύσαντος Σίμωνος· εἶτα τῷ Ἄννᾳ υἱῷ τοῦ | 48 in vol. 2 | |
2.49 | Ἄννα ταύτην ἐξ Ἰωσὴφ ἀφελόμενος προσεκλή‐ ρωσεν. Οὗτος οὖν ὁ νέος Ἄννας τὴν ἀρχιερωσύνην παρειληφὼς τολμητίας ἦν καὶ θρασύς. Φήστου τοί‐ | |
5 | νυν θανόντος, καὶ Ἀλβίνου μήπω καταλαβόντος τὴν Ἰουδαίαν, ὃς ἀντὶ Φήστου παρὰ Νέρωνος ἐστάλη τῆς Ἰουδαίας ἐπίτροπος, καθίσας συνέδριον, ἵν’ αὐτοῖς τοῖς Ἰωσήπου χρήσωμαι ῥήμασι, παράγει τὸν ἀδελ‐ φὸν Ἰησοῦ τοῦ λεγομένου Χριστοῦ, Ἰάκωβος ὄνομα | |
10 | αὐτῷ, καί τινας ἑτέρους, ὡς παρανομησάντων κα‐ τηγορῶν αὐτῶν, καὶ παρέδωκε λευσθησομένους. ὅσοι δὲ τῶν κατὰ τὴν πόλιν ἐδόκουν ἐπιεικέστατοι καὶ περὶ τοὺς νόμους ἀκριβεῖς, βαρέως ἤνεγκαν ἐπὶ τού‐ τῳ, καὶ κατεῖπον αὐτοῦ καὶ πρὸς Ἀλβῖνον καὶ πρὸς | |
15 | Ἀγρίππαν. διὸ τὴν ἀρχιερωσύνην ἀφελόμενος ὁ βα‐ σιλεὺς ἐξ αὐτοῦ, μῆνας ἄρξαντος τρεῖς, Ἰησοῦν τὸν τοῦ Μνασέα κατέστησεν. Ἀλβῖνος δ’ ἐλθὼν εἰς Ἱεροσόλυμα σπουδὴν εἰσ‐ ήνεγκεν εἰρηνεύειν τὴν χώραν, καὶ πολλοὺς τῶν | |
20 | σικαρίων διέφθειρεν. Ἀγρίππας δὲ τὴν ἀρχιερωσύ‐ νην δίδωσι Ἰησοῦ τῷ τοῦ Γαμαλιήλ, παύσας τὸν τοῦ Μνασέα Ἰησοῦν. στάσις οὖν τῶν ἀρχιερέων ἐγένετο, προσεταιρισαμένων τοὺς θρασυτάτους, καὶ μέχρι λί‐ θων ἡ στάσις ἐξ ὕβρεων τῶν πρὸς ἀλλήλους πρου‐ | |
25 | χώρησεν. ὅθεν ἐξ ἐκείνου τοῦ χρόνου μάλιστα κα‐ κῶς ἔχειν τὴν τῶν Ἱεροσολύμων πόλιν συμβέβηκε, καὶ πάντα ἐπὶ τὸ χεῖρον προέκοπτον. Ἀλβῖνος δὲ Γέσσιον Φλῶρον μαθὼν ἀφικνεῖσθαί οἱ διάδοχον, προαγαγὼν τοὺς δεσμώτας, ὅσοι ἦσαν αὐτῷ προδή‐ | |
30 | λως θανεῖν ἄξιοι, τούτους μὲν ἀναιρεθῆναι προσ‐ | 49 in vol. 2 |
2.50 | έταξε, τοὺς δ’ ἐκ μικρῶν αἰτιῶν καθειργμένους χρή‐ ματα λαμβάνων ἀπέλυε. καὶ οὕτως ἡ μὲν εἱρκτὴ τῶν δεσμωτῶν ἐκενώθη, ἡ χώρα δὲ λῃστῶν ἐπλη‐ ρώθη. ὁ δ’ Ἀγρίππας τὸν τοῦ Γαμαλιὴλ Ἰησοῦν τῆς | |
5 | ἀρχιερωσύνης ἐκβαλὼν Ματθίᾳ τῷ Θεοφίλου προσέ‐ νειμεν, ἐφ’ οὗ ὁ πρὸς Ῥωμαίους ἤρξατο πόλεμος. Ἤρξατο μὲν οὖν ἡ ἀρχιερωσύνη ἐξ Ἀαρών, τε‐ λευτήσαντος δὲ ἐκείνου οἱ παῖδες αὐτοῦ αὐτὴν διε‐ δέξαντο, καὶ ἐξ ἐκείνων τοῖς ἀπ’ αὐτῶν διέμεινεν ἡ | |
10 | τιμή. ὅθεν πάτριον ἦν Ἰουδαίοις μηδένα τὴν ἀρχιε‐ ρωσύνην λαμβάνειν, κἂν βασιλεὺς ἦν αὐτῆς ἐφιέμε‐ νος, εἰ μὴ τοὺς ἐξ αἵματος Ἀαρών· εἰ καὶ οὐ μέχρι παντὸς τὸ ἔθος τοῦτο τετήρητο. ἐγένοντο οὖν πάν‐ τες ἀπὸ Ἀαρὼν μέχρι Φινεὲς τοῦ κατὰ τὸν πόλεμον | |
15 | ὑπὸ τῶν στασιασάντων ἀναδειχθέντος ὀγδοήκοντα καὶ τρεῖς. Γέσσιος δὲ Φλῶρος εἰς Ἰουδαίαν Ἀλβίνου διάδο‐ χος ἀφικόμενος πολλῶν ἐνέπλησεν Ἰουδαίους κακῶν, τοσοῦτον δὲ γέγονε κάκιστος ὥστε διὰ τὴν ὑπερβο‐ | |
20 | λὴν τῆς αὐτοῦ κακίας ἐπαινεῖσθαι τὸν Ἀλβῖνον ὡς εὐεργέτην. ὁ μὲν γὰρ τὴν πονηρίαν ἐπέκρυπτε καὶ ἀδικῶν μὴ γίνεσθαι κατάφωρος ἔσπευδε, Φλῶρος δὲ ἀπαρακαλύπτως καὶ ἀναιδῶς τὰς εἰς τὸ ἔθνος παρα‐ νομίας ἐποίει, ὥσπερ ἐπιδεικνύμενος. καὶ τί δεῖ τῶν | |
25 | ἐκείνου κακῶν ἀπαριθμεῖν τὸ καθ’ ἕκαστον; τοσοῦ‐ τον δ’ εἰπὼν δηλώσω τὸ πᾶν, ὅτι ὁ τοὺς Ἰουδαίους τὸν πρὸς Ῥωμαίους ἄρασθαι πόλεμον βιασάμενος Φλῶρος ἦν. ἔλαβε δὲ τὴν ἀρχὴν ὁ πόλεμος δευ‐ τέρῳ μὲν ἔτει τῆς Φλώρου ἐπιτροπῆς, δωδεκάτῳ δὲ | |
30 | τῆς μοναρχίας τοῦ Νέρωνος. | |
Ἐντεῦθεν οὖν ἡ τῶν Ἰουδαίων ἀποστασία εἰς | 50 in vol. 2 | |
2.51 | προῦπτον ἀνερράγη καὶ ὁ πόλεμος ἤρξατο. διηγή‐ σασθαι δὲ τούτου ἕκαστα πλείονος ἂν γένοιτο πραγ‐ ματείας ἢ κατὰ τὴν παροῦσαν ἐγχείρησιν. ἀλλὰ τὰ μὲν ἄλλα ἐᾶσαί μοι κέκριται, μόνα δ’ ἐπιτεμεῖν τὰ | |
5 | περὶ τῆς ἁλώσεως τῶν Ἱεροσολύμων αὐτῶν. Οὐε‐ σπασιανὸς γὰρ παρὰ Νέρωνος, μαθόντος τὴν Ἰου‐ δαίων ἀποστασίαν, τὴν τοῦ πολέμου διοίκησιν πι‐ στευθείς, οὐ πρώτοις τοῖς Ἱεροσολύμοις προσέβαλεν, ἀλλὰ τὰς ὑπὸ τὴν μητρόπολιν ἔσπευσε πρότερον | |
10 | ἑλεῖν πόλεις, καὶ οὕτως αὐτὴν χειρώσασθαι τὴν μη‐ τρόπολιν. καταλαβὼν οὖν τὴν Πτολεμαΐδα, καὶ ἑνω‐ θεὶς ἐν αὐτῇ τῷ υἱῷ Τίτῳ ἐξ Ἀλεξανδρείας ἀφικο‐ μένῳ καὶ τὸ πεντεκαιδέκατον τάγμα κομίζοντι, στα‐ λέντι παρ’ αὐτοῦ ἐξ Ἀχαΐας, ὅπου τοῦ πολέμου | |
15 | στρατηγὸς κεχειροτόνητο παρὰ Νέρωνος, ἐν Ἀχαΐᾳ γὰρ ἐτύγχανεν ὢν ἐκεῖνος ὅτε ἡ τῶν Ἰουδαίων ἀπο‐ στασία κατηγγέλθη αὐτῷ, κατὰ τῆς Γαλιλαίας πρό‐ τερον ὥρμησε, καὶ τῇ πόλει τῶν Ἰωταπάτων πρώτῃ προσβαλών, καὶ ἐπὶ τεσσαράκοντα πολιορκήσας ἡμέ‐ | |
20 | ρας, πορθεῖ μὲν αὐτήν, αἱρεῖ δὲ καὶ τὸν Ἰώσηπον στρατηγοῦντα τῆς Γαλιλαίας καὶ τῆς εἰρημένης ὑπερ‐ μαχοῦντα πόλεως. ἐκεῖθεν δὲ καθ’ ἑτέρων ἐχώρει φρουρίων καὶ πολισμάτων, καὶ τὰ μὲν ὁμολογίᾳ, τὰ δὲ πολιορκίᾳ ὑπὸ Ῥωμαίους πεποίητο. καὶ ταῦτα | |
25 | ἤδη κατεργασάμενος ἡτοιμάζετο καὶ αὐτῇ προσμίξαι τῇ μητροπόλει, διακειμένῃ κακῶς ἐκ τοῦ πρὸς ἀλλή‐ λους στασιάζειν τοὺς ἐν αὐτῇ, καὶ εἰς ἐμφυλίους ἐκ‐ κυλισθῆναι μάχας καὶ ἀλλήλων σφαγάς, κἀντεῦθεν τὸ μάχιμον διαφθείρεσθαι. ἐπέσχε δὲ τῷ Οὐεσπα‐ | |
30 | σιανῷ τὴν ὁρμὴν ἀγγελθεὶς ὁ Νέρων τῆς αὐταρχίας ἐκπεπτωκὼς καὶ τῆς Ῥώμης λαθραίως ἐκδρὰς καὶ | |
ἑαυτὸν ἀνελών. εἶτα Γάλβαν μαθὼν γενόμενον αὐ‐ | 51 in vol. 2 | |
2.52 | τοκράτορα, Τίτον πέμπει πρὸς αὐτόν, προσεροῦντά τε καὶ ὅ,τι περὶ Ἰουδαίων κελεύει πευσόμενον. ἔτι δὲ καθ’ ὁδὸν ὄντος Τίτου καὶ ὁ Γάλβας ἀνῄρητο. ὅπερ ἀκούσας ὁ Τίτος πρὸς τὸν πατέρα παλινοστεῖ. | |
5 | καὶ διὰ τὸ περὶ τῆς Ῥωμαίων ἀρχῆς ἀμφίβολον οὐκ ἐπεχείρουν τῇ κατὰ τῆς Ἱερουσαλὴμ προσβολῇ, ἀλλ’ ἠρέμουν ἐν Καισαρείᾳ. Γάλβου δὲ ἀνῃρημένου Ὄθων τὴν ἀρχὴν διεδέξατο. τὰ δ’ ἐν Γερμανίᾳ τυγχάνοντα τάγματα Οὐιτέλλιον ἀνηγόρευσαν αὐτοκράτορα. στεί‐ | |
10 | λας οὖν Ὄθων ἐπολέμει Οὐιτελλίῳ. ἡττημένων δὲ τῶν ἀπεσταλμένων Ὄθων ἑαυτὸν διεχρήσατο. καὶ Οὐιτέλλιος εἰς Ῥώμην ἀπῄει σὺν τοῖς στρατεύμασιν· ἤδη γὰρ αὐτῷ καὶ οἱ τοῦ Ὄθωνος προσεχώρησαν. Οὐεσπασιανὸς δέ, εἴ τινα ἦσαν περίλοιπα τῶν Ἰου‐ | |
15 | δαίων πολίχνια μήπω ἑαλωκότα, στείλας ἐπόρθει καὶ ταῦτα, ὡς μόνην ἤδη τὴν τῶν Ἱεροσολύμων πόλιν σκοπὸν Ῥωμαίοις περιλιμπάνεσθαι. ἐνόσει δὲ δεινῶς, ὡς εἴρηται, τὰ τῆς πόλεως. ἔξωθεν μὲν γὰρ ὁ Σί‐ μων καὶ οἱ περὶ αὐτὸν τοῖς Ἰουδαίοις Ῥωμαίων | |
20 | ἐτύγχανον φοβερώτεροι, ἔνδον δ’ οἱ ζηλωταὶ καλού‐ μενοι καὶ ὁ τούτων ἐξάρχων Ἰωάννης καὶ Ῥωμαίων ἦσαν καὶ τοῦ Σίμωνος χαλεπώτεροι. σφοδρότατα δὲ βιαζομένων τοὺς ἐν τῇ πόλει τῶν ζηλωτῶν, ἠναγκά‐ σθησαν οἱ τοῦ δήμου τὸν Σίμωνα μετὰ τοῦ περὶ αὐ‐ | |
25 | τὸν πλήθους εἰς τὴν πόλιν παρακαλοῦντες εἰσαγα‐ γεῖν, ὡς τάχα τῆς τῶν ζηλωτῶν τυραννίδος αὐτοὺς ἀπαλλάξοντα· ἔλαθον δὲ χείρονα καθ’ ἑαυτῶν εἰσ‐ δεξάμενοι τύραννον. τούτων δ’ ἐν Ἱεροσολύμοις πραττομένων Οὐιτέλλιος τὴν Ῥώμην κατέλαβεν αὐ‐ | |
30 | τοκράτωρ ἀναρρηθείς. Οὐεσπασιανῷ δὲ μαθόντι ταῦ‐ τα οὐκ ἤρεσκε, καὶ ἀπηξίου δεσπότην ἔχειν τὸν Οὐι‐ | |
τέλλιον. οἱ δ’ ἡγεμόνες τῶν σὺν αὐτῷ ταγμάτων, | 52 in vol. 2 | |
2.53 | ἀλλὰ μὴν καὶ οἱ στρατιῶται συνελθόντες ἀναγορεύ‐ ουσι τὸν Οὐεσπασιανὸν αὐτοκράτορα. Ὁ δὲ μέλλων ἤδη ἐκπλεῖν τῷ υἱῷ Τίτῳ τὴν τῶν Ἱεροσολύμων πολιορκίαν ἀνέθετο. ὃς τὰς δυνάμεις | |
5 | συναγαγὼν ἀπῄει πρὸς τὰ Ἱεροσόλυμα, καὶ πρὸ τριά‐ κοντα σταδίων ἐστρατοπεδευκώς, ἐκεῖθεν ἑξακοσίους τῶν ἐπιλέκτων ἱππέων παραλαβὼν ᾔει τὴν πόλιν κατασκεψόμενος καὶ τὰ φρονήματα τῶν ἐντός. ἐπεκ‐ θέουσι δὲ τῆς πόλεως ἄπειροι· καὶ οἱ μὲν πλεῖστοι | |
10 | τῶν μετὰ Τίτου μανιώδη τὴν ὁρμὴν τῶν Ἰουδαίων ὁρῶντες ἀνεκόπησαν τοῦ πρόσω χωρεῖν, ὁ Τίτος δὲ μετ’ ὀλίγων τῶν ἄλλων ἀποτμηθεὶς εἰς μέσους τοὺς πολεμίους ἐμπεριείληπτο. καὶ γνοὺς ἐν κινδύνῳ τὰ κατ’ αὐτόν, ἐπιστρέφει τὸν ἵππον, καὶ τοῖς περὶ αὐ‐ | |
15 | τὸν ἐμβοήσας ἕπεσθαι ἐμβάλλει τοῖς Ἰουδαίοις, καὶ τῷ ξίφει τοὺς ἐπιόντας ἀναστέλλων ἐπὶ τὸ στρατό‐ πεδον διασώζεται, δύο πεσόντων ἐκ τῶν ἑπομένων αὐτῷ. Μεθ’ ἡμέραν οὖν ἐπὶ τὸν σκοπὸν ἐλθών, τόπος | |
20 | δ’ ἐστὶν οὕτω καλούμενος διέχων τῆς πόλεως στα‐ δίους ἑπτά, ὅθεν ἥ τε πόλις καὶ ὁ ναὸς καταφαίνε‐ ται, περιβαλέσθαι κελεύει στρατόπεδον. τῶν δ’ ἐν τῇ πόλει συρρηγνυμένων ἀλλήλοις ἀεί, τότε πολὺς ἐπελθὼν ὁ ἔξωθεν πόλεμος τὴν ἔριν ἀνέπαυσεν. | |
25 | ἐμάχοντο οὖν τοῖς βαλλομένοις στρατόπεδον οἱ Ἰου‐ δαῖοι τῆς πόλεως ἐκτρέχοντες καὶ ἐκάκουν τοὺς ἐναν‐ τίους, μᾶλλον δ’ ἐκακοῦντο αὐτοί. λωφήσαντος δὲ πρὸς βραχὺ τοῦ θύραθεν πολέμου, πάλιν τοῖς ἔνδον ἡ στάσις ἠγείρετο. καὶ δόλῳ τὸ ἱερὸν ὁ Ἰωάννης | |
30 | σὺν τοῖς ζηλωταῖς κατασχών, πολλῶν ἀναιρεθέντων, | |
κατεθάρρει τοῦ Σίμωνος. | 53 in vol. 2 | |
2.54 | Ὁ δὲ Τίτος ἐξομαλίσαι προσέταξε τὸ ἀπὸ τοῦ σκοποῦ μέχρι τοῦ τείχους διάστημα. καὶ τὸ μὲν ἐγί‐ νετο, Ἰουδαίοις δὲ κατὰ Ῥωμαίων ἐνέδρα τις μεμη‐ χάνητο. οἱ γὰρ τολμηρότεροι τῶν στασιαστῶν προ‐ | |
5 | ελθόντες τῆς πόλεως, ὡς ἐκβεβλημένοι δῆθεν ὑπὸ τῶν τὰ εἰρηνικὰ φρονούντων, περὶ τὸ τεῖχος ἦσαν εἰλούμενοι· ἄλλοι δὲ στάντες ἐπὶ τοῦ τείχους, ὡς ἐκ τοῦ δήμου τυγχάνοντες, εἰρήνην ἐβόων καὶ δεξιὰν ᾐτοῦντο, καλοῦντες τοὺς Ῥωμαίους ὡς τὰς πύλας | |
10 | ἀνοίξοντες. τοῖς μὲν οὖν στρατιώταις οὐδὲν ὑπω‐ πτεύετο, καὶ ἐχώρουν ἐπὶ τὸ ἔργον, Τίτῳ δὲ δι’ ὑπο‐ ψίας ἦν τῆς ἐπικλήσεως τὸ παράλογον. πρὸ μιᾶς γὰρ ἡμέρας διὰ τοῦ Ἰωσήπου ἐπὶ συμβάσεις αὐτοὺς προ‐ καλούμενος, οὐδὲν φρονοῦντας εὕρισκε μέτριον. μέ‐ | |
15 | νειν οὖν κατὰ χώραν τοὺς στρατιώτας ἐκέλευε. φθα‐ σάντων δέ τινων πρὸς τὰς πύλας δραμεῖν, τὸ μὲν πρῶτον οἱ ἐκβεβλῆσθαι δοκοῦντες ὑπέφευγον, ὡς δὲ μεταξὺ τῶν τῆς πόλεως ἐγένοντο πύργων, ἐξέθεον καὶ ἐκύκλουν αὐτούς. καὶ οἱ ἐπὶ τοῦ τείχους βέλη | |
20 | κατ’ αὐτῶν ἠφίεσαν καὶ λίθους ἠκόντιζον καὶ ἀνεῖ‐ λον συχνοὺς καὶ πλείους κατέτρωσαν. καὶ οἱ μὲν Ἰουδαῖοι ἐσκίρτων τοὺς θυρεοὺς ἀνασείοντες, τοῖς δὲ στρατιώταις ὁ Τίτος ἠπείλει καὶ οἱ ταξίαρχοι. Ἤδη δὲ τοῦ πρὸ τῶν τειχῶν χώρου ἐξισωθέντος, | |
25 | ἐκεῖ μεταθεῖναι βουλόμενος τὸ στρατόπεδον, τὸ καρ‐ τερώτατον τῆς δυνάμεως ἀντιπαρεξέτεινε τῷ τείχει, καὶ οὕτω πεφραγμένων Ἰουδαίοις τῶν ἐκδρομῶν, ἐστρατοπεδεύσαντο οἱ Ῥωμαῖοι ἐκεῖ. τρισὶ δὲ τείχε‐ σιν ἡ πόλις περιεβέβλητο· ὅπου δ’ ἡ φύσις τοῦ τό‐ | |
30 | που ταύτην ὠχύρου, ἑνὶ περιβόλῳ διέζωστο. οὕτω δ’ ἐχούσης τῆς πόλεως ἄπορος ἐδόκει τῷ Τίτῳ ἡ | |
προσβολή. τέως δ’ οὖν ἔδοξε κατὰ τὸ Ἰωάννου τοῦ | 54 in vol. 2 | |
2.55 | ἀρχιερέως μνημεῖον προσβάλλειν. καὶ τοῖς τάγμασι δῃοῦν τὰ πρὸ τῆς πόλεως ἐγκελεύεται, συμφορεῖν τε τὴν ὕλην, ἵν’ ἐγείροιεν χώματα. καὶ οἱ μὲν εἰς ἔρ‐ γον ἦγον τὸ κέλευσμα, τῶν δὲ χωμάτων ἐγηγερμέ‐ | |
5 | νων προσάγειν τοὺς κριοὺς ὁ Τίτος προσέταττε καὶ τύπτειν τὸ τεῖχος. Ἤδη τῶν κριῶν ἠργμένων τριχόθεν, ἐξαισίου τε κτύπου τὴν πόλιν περιηχήσαντος, κραυγὴ παρὰ τῶν ἔνδον ἤρθη, καὶ οἱ στασιασταὶ δείσαντες ὡμο‐ | |
10 | νόησαν, κοινὴν τὴν ἄμυναν πρὸς τοὺς πολεμίους ποιεῖσθαι συνθέμενοι. τῶν γε μὴν κριῶν τυπτόντων οὐχ ὑπεδίδου τὸ τεῖχος πληττόμενον, γωνία δέ τις μόνον ἑνὸς τῶν πύργων παρακεκίνητο, τὸ δὲ τεῖχος ἀκέραιον ἦν. Ἰουδαῖοι δὲ τοὺς Ῥωμαίους ἐσκεδασμέ‐ | |
15 | νους παρατηρήσαντες κατὰ τὸ στρατόπεδον, ἐκθέουσι πάντες, πῦρ ταῖς μηχαναῖς ἐπιφέροντες. δεινὴ δὲ περὶ τὰς ἑλεπόλεις μάχη συνέπεσε, τῶν μὲν ὑποπιμ‐ πρᾶν, τῶν δὲ κωλύειν βιαζομένων· Ἰουδαῖοι δὲ ὑπερ‐ εῖχον ἐξ ἀπονοίας. καὶ τὸ πῦρ τῶν ἑλεπόλεων ἥπτετο, | |
20 | καὶ εἰ μὴ ὁ Τίτος σὺν τοῖς ἱππεῦσιν ἐπεβοήθησε, καὶ κατεφλέγησαν ἄν. νῦν δὲ τῶν προμάχων τῶν Ἰου‐ δαίων πεσόντων ὡς δώδεκα, οἱ λοιποὶ ἐνέκλιναν καὶ συνηλάθησαν εἰς τὴν πόλιν. ζωγρηθεὶς δὲ τῶν Ἰου‐ δαίων εἷς πρὸ τοῦ τείχους ἀνεσταυρώθη, εἰ πρὸς | |
25 | τὴν ὄψιν οἱ λοιποὶ καταπλαγέντες ἐνδοῖεν. πύργους δὲ πεντήκοντα πήχεων ἕκαστον ἐκ ξύλων τοῦ Τίτου κατασκευάσαντος καὶ τοῖς χώμασιν αὐτοὺς ἐπιστή‐ σαντος οὐκέτι ἐκώλυον Ἰουδαῖοι τὰς ἐμβολὰς τῶν κριῶν, ἐκ τῶν πύργων βαλλόμενοι καὶ κακούμενοι. | |
30 | ἤδη δὲ τῷ Νίκωνι τοῦ τείχους ἐνδιδόντος, αὐτοὶ γὰρ Ἰουδαῖοι τὴν μεγίστην ἑλέπολιν τῶν Ῥωμαίων οὕτως | |
ἐκάλεσαν, μαλακισθέντες ἀνεχώρουν οἱ πολλοί. καὶ | 55 in vol. 2 | |
2.56 | τῶν Ῥωμαίων ἐπιβάντων αὐτοῦ, πάντες εἰς τὸ δεύ‐ τερον ἀναφεύγουσι τεῖχος. Καὶ οὕτως οἱ Ῥωμαῖοι τοῦ πρώτου τείχους ἐν πεντεκαίδεκα ἡμέραις ἐκράτησαν. ἐντεῦθεν αὐτοῖς | |
5 | κατὰ τοῦ δευτέρου τείχους ἐγένοντο προσβολαί. καὶ προσάγεται ἡ ἑλέπολις· σαλευομένου δὲ τοῦ πύργου καθ’ οὗ τὰς ἐμβολὰς ἐποιεῖτο, οἱ μὲν ἄλλοι πεφεύ‐ γασι, Κάστωρ δέ τις ἀνὴρ γόης μεθ’ ἑτέρων δέκα προτείνων τὰς χεῖρας ὡς ἱκετεύων ἐκάλει τὸν Τίτον. | |
10 | ὁ δὲ πιστεύσας ἐπέχει τὴν ἐμβολὴν τοῦ κριοῦ. καὶ ὁ Κάστωρ καταβῆναι βούλεσθαι ἐπὶ δεξιᾷ ἔλεγε, καὶ τῶν σὺν αὐτῷ δέκα οἱ μὲν τὴν ἱκεσίαν συνυπεκρί‐ νοντο, οἱ δ’ οὐκ ἄν ποτε δουλεύσειν Ῥωμαίοις ἐβόων. τριβομένης δ’ ἐν τούτοις τῆς ὥρας, ὁ Κάστωρ ἐδή‐ | |
15 | λου τῷ Σίμωνι περὶ τῶν ἐπειγόντων βουλεύεσθαι, ὡς ἐμπαίζοντος Ῥωμαίοις αὐτοῦ καὶ τὸ σφῶν ἐπέ‐ χοντος ὅρμημα. τέλος δὲ γνωσθεὶς ἀπάτῃ τὸν και‐ ρὸν παρέλκων, παρώξυνε τοὺς Ῥωμαίους τὰς ἐμβολὰς τοῦ κριοῦ ποιεῖσθαι δυνατωτέρας. ἑάλω τοίνυν καὶ | |
20 | τὸ δεύτερον τεῖχος ἡμέρᾳ πέμπτῃ μετὰ τὸ πρῶτον. παρελθὼν δ’ ἐντὸς ὁ Τίτος κτείνειν τε τοὺς κατα‐ λαμβανομένους ἐκώλυσε, καὶ μηδὲ τὰς οἰκίας ὑπο‐ πιμπρᾶν τοῖς στρατιώταις ἐκέλευσεν, ἀλλ’ οὐδὲ τοῦ τείχους πολὺ μέρος καθαιρεθῆναι ἠθέλησε· περὶ | |
25 | πλείονος γὰρ ἐποιεῖτο τὴν μὲν πόλιν ἑαυτῷ περισῶ‐ σαι, τῇ πόλει δὲ τὸν ναόν. ἐπιτίθενται τοίνυν οἱ στασιασταὶ τοῖς ἐπελθοῦσιν εἰς τὴν πόλιν Ῥωμαίοις, καὶ οἱ μὲν κατὰ τοὺς στενωπούς, οἱ δ’ ἐκ τῶν οἰ‐ κιῶν, οἱ δ’ ἐκ τοῦ τείχους αὐτοὺς ἔβαλλον. καὶ οἱ | |
30 | τούτου φρουροὶ Ῥωμαῖοι καθαλλόμενοι τῶν πύργων | 56 in vol. 2 |
2.57 | ἀνεχώρουν εἰς τὸ στρατόπεδον. Ἰουδαῖοι δὲ κατ’ ἐμπειρίαν τῶν στενωπῶν ἐτίτρωσκόν τε πολλοὺς καὶ προσπίπτοντες ἐξώθουν. Ῥωμαῖοι μὲν οὖν κρατή‐ σαντες καὶ τοῦ δευτέρου τείχους, αὖθις ἐξώσθησαν, | |
5 | ἐπῆρτο δὲ τοῖς στασιασταῖς τὰ φρονήματα. ἤδη δὲ καὶ ὁ λιμὸς ὑφέρπων τὴν πόλιν πολλοὺς τῶν ἀγα‐ θῶν ἀνδρῶν ἐνδείᾳ τῶν ἐπιτηδείων διέφθειρε. τοῦτο δὲ τοῖς στασιασταῖς καταθύμιον ἦν, μόνους ἀξιοῦσι σώζεσθαι τοὺς τὴν εἰρήνην μὴ θέλοντας, τὴν δὲ τῶν | |
10 | ἄλλων φθορὰν οἰομένοις κουφισμὸν ἑαυτῶν. Ῥωμαῖοι δὲ αὖθις ἀπεπειρῶντο κατασχεῖν τὸ τεῖχος τὸ δεύ‐ τερον, οἱ δὲ διεκώλυον· καὶ ἐπὶ τρισὶ μὲν ἡμέραις ἀντέσχον, τῇ δὲ τετάρτῃ μὴ ἐνεγκόντες τὴν προσβο‐ λὴν εἰς τὸ ἐνδότερον μετεχώρησαν. | |
15 | Καὶ πάλιν ὁ Τίτος τοῦ τείχους κρατήσας αὐτίκα τούτου καθῄρησε τὸ προσάρκτιον· τῷ λοιπῷ δ’ ἐγκα‐ ταστήσας φρουράν, τῷ τρίτῳ προσβαλεῖν ἡτοιμάζετο. καὶ διχῇ τὰ τάγματα διελὼν ἐγείρειν ἤρχετο χώματα. τῶν δ’ ἐντὸς οἱ μὲν στασιασταὶ ἦσαν ἄτεγκτοι καὶ | |
20 | ἀνένδοτοι, ὁ δὲ δῆμος πρὸς αὐτομολίαν κεκίνητο, καὶ πολλοὶ λανθάνοντες ηὐτομόλουν. οὓς δὲ τοῦτο βουλομένους οἱ στασιάζοντες εὕρισκον, ἢ καὶ μόνην ἔσχον ὑπονοίας σκιάν, εὐθέως ἀπέσφαττον· τοῖς δ’ εὐπόροις καὶ ψευδῆ τὴν τῆς αὐτομολίας κατηγορίαν | |
25 | προσάπτοντες τοὺς μὲν αὐτίκα διέφθειρον, τὰς δὲ ἐκείνων οὐσίας διήρπαζον. ὁ λιμὸς δ’ ἀκμάζων τὴν τῶν στασιαστῶν ὠμότητα ηὔξανε. δι’ ἔνδειαν γὰρ τῶν τροφῶν εἰσπηδῶντες τὰς οἰκίας ἠρεύνων, καὶ τοὺς οἰκοῦντας ἀρνουμένους ἔχειν, εἰ μὲν εὕρισκον, | |
30 | ᾔκιζον, εἰ δὲ οὐχ εὕρισκον, ὡς κρύψαντας ἐπιμελέ‐ στερον ἤταζον. ἐποιοῦντο μέντοι τοῦ ἔχειν τροφὰς ἢ | |
μὴ τὰ σώματα τῶν ἀθλίων τεκμήριον. οἷς μὲν γὰρ | 57 in vol. 2 | |
2.58 | ἔτι μετῆν ἰσχύος, ἔχειν ἐδόκουν, οἷς δ’ ἐξετάκη τὰ σώματα, παρωδεύοντο. εἰ δέ τις εὐπόρησε πυ‐ ρῶν ἢ κριθῆς, κατακλείσας τὴν οἰκίαν ἤσθιε· τινὲς δ’ ὑπὸ βίας τῆς τοῦ λιμοῦ καὶ ἀνέργαστον τὸν σῖ‐ | |
5 | τον προσίεντο· καὶ ἀφήρπαζον ἐξ αὐτοῦ τοῦ στό‐ ματος τὰς τροφὰς μητέρες βρεφῶν, παῖδες πατέρων, γυναῖκες ἀνδρῶν. καὶ οὕτω δ’ ἐσθίοντες, ὅμως τοὺς στασιαστὰς οὐκ ἐλάνθανον. ὅπου δὲ κεκλει‐ σμένην οἰκίαν κατίδοιεν ἢ καπνὸν ἀποθρώσκοντα, | |
10 | σημεῖον ταῦτ’ ἐποιοῦντο τοῦ τοὺς ἐντὸς ἐσθίειν, καὶ ῥήσσοντες τὰς θύρας ἐκ τῶν φαρύγων αὐτῶν ἀνέφερον τὰς τροφάς· οὐδέ τις ἦν οἶκτος ἢ πο‐ λιᾶς ἢ νεότητος. τοῖς δὲ φθάσασι προβεβρωκέναι τὸ ἐσθιόμενον δεινὰς ἐπῆγον ὡς ἀδικοῦσι καὶ ἀπη‐ | |
15 | νεῖς τιμωρίας, ὀρόβοις τοὺς αἰδοίων πόρους ἐμφράτ‐ τοντες καὶ τὰς ἕδρας ῥάβδοις ὀξείαις ὠμῶς ἀνα‐ πείροντες. τὰ φρικτὰ δὲ καὶ ἀκοαῖς ἔπασχέ τις εἰς ἑνὸς ἄρτου ἐξομολόγησιν, ἢ ἵνα δράκα μίαν ἀλφί‐ των τοῖς λῃσταῖς καταπρόηται. καθ’ ἕκαστον μὲν | |
20 | οὖν ἐπεξιέναι τὰ τότε γενόμενα δυσχερὲς ἢ καὶ ἀδύ‐ νατον, συνελόντα δ’ εἰπεῖν, μήτε πόλιν ἄλλην τοι‐ αῦτα παθεῖν μήτε γένος ἕτερον ἐξ αἰῶνος γενέσθαι κακίας γονιμώτερον. Τοιαῦτα μὲν οὖν ἔπασχον Ἰουδαῖοι, Τίτῳ δὲ τὰ | |
25 | χώματα προύκοπτε, καίτοι κακουμένων ἀπὸ τοῦ τεί‐ χους τῶν στρατιωτῶν. οἱ δὲ πρὸς συλλογὴν ἐξιόντες τροφῆς ἐνηδρεύοντο, ἦσαν δὲ οὐ δημόται μόνον, ἀλλὰ καὶ τῶν μαχίμων τινὲς οὐκέτι ταῖς ἁρπαγαῖς ἀρκού‐ μενοι, καὶ συλλαμβανόμενοι ὑπὸ τῶν Ῥωμαίων μετὰ | |
30 | πᾶσαν βάσανον πρὸ τοῦ τείχους ἀνεσταυροῦντο. Τίτῳ | 58 in vol. 2 |
2.59 | μέντοι οἰκτρὸν τὸ πάθος ἐδόκει, πεντακοσίων ἑκά‐ στης ἡμέρας ἢ καὶ πλειόνων ἁλισκομένων. οὔτε δὲ φυλάττειν αὐτοὺς οὔτ’ ἀφιέναι ἔκρινεν ἀσφαλές, καὶ ἅμα πρὸς τὴν ὄψιν ἐνδοῦναι τοὺς λοιποὺς ἤλπιζεν. | |
5 | οἱ στασιασταὶ δὲ τοὺς τῶν αὐτομόλων οἰκείους ἐπὶ τὸ τεῖχος ἕλκοντες, καὶ τῶν δημοτῶν τοὺς ἐπὶ πύστιν ὡρμημένους, οἷα πάσχουσιν οἱ Ῥωμαίοις προσφεύ‐ γοντες ἐπεδείκνυον, καταψευδόμενοι καὶ τῶν πολε‐ μίων καὶ τῶν οἰκείων. | |
10 | Ἤδη δὲ τῶν χωμάτων συντελεσθέντων αἱ ἑλε‐ πόλεις προσήγοντο. ὑπορύξαντες δ’ ἔνδοθεν Ἰου‐ δαῖοι τὸ κατὰ τὴν Ἀντωνίαν μέχρι τῶν χωμάτων διάστημα, καὶ τοὺς ὑπονόμους ξύλοις ὑποστηρίξαν‐ τες, μετέωρα τὰ χώματα πεποιήκασιν. εἶτα ὕλης τὸ | |
15 | ὄρυγμα πλήσαντες, πῦρ τῇ ὕλῃ ἐνέβαλον, καὶ τῶν ὑποστηριζόντων ξύλων καυθέντων ἡ διῶρυξ ἀθρόον ἐνέδωκε καὶ κατεσείσθη τὰ χώματα· καὶ τοῖς Ῥω‐ μαίοις ἔκπληξις καὶ ἀθυμία πρὸς τὴν ἐπίνοιαν γίνε‐ ται. κατὰ δὲ τὰ λοιπὰ τὰς ἑλεπόλεις οἱ Ῥωμαῖοι | |
20 | προσάγοντες διέσειον τὸ τεῖχος. ἀλλά τινες παραβό‐ λως ὁρμήσαντες πῦρ κατ’ αὐτῶν ἐνῆκαν καὶ πάντα κατέπρησαν. διεφθαρμένων δὲ τῶν χωμάτων Ῥω‐ μαῖοι μὲν ἠθύμουν, Τίτος δὲ μετὰ τῶν ἡγεμόνων ἐβουλεύετο. καὶ οἱ μὲν αὖθις ἕτερα ἐγείρειν ἐκέ‐ | |
25 | λευον, οἱ δὲ χωμάτων ἄνευ προσκαθέζεσθαι καὶ φυ‐ λάττειν τὰς ἐξόδους αὐτῶν καὶ τὰς τῶν ἐπιτηδείων εἰσαγωγάς, καὶ οὕτως ἔλεγον λιμῷ τὴν πόλιν ἔσεσθαι ἁλωτήν, τοῖς δὲ πᾶσαν ἐδόκει προσάγειν τὴν δύνα‐ μιν καὶ ἀποπειρᾶσθαι τοῦ τείχους· μηδὲ γὰρ οἴσειν | |
30 | Ἰουδαίους τὴν ἔφοδον. τῷ γε μὴν Τίτῳ τούτων οὐδὲν ἤρεσκεν, ἐδόκει δὲ περιβόλῳ τὴν πόλιν κυκλῶσαι, | |
ἵν’ οὕτω πᾶσαν ἐμφράξῃ τοῖς ἔνδον διέξοδον. καὶ τὸ | 59 in vol. 2 | |
2.60 | ἔργον τῇ στρατιᾷ κατεμέρισε. τοῖς δέ τις ἔρις ἐμ‐ πίπτει ἐπὶ τὴν ἐργασίαν καὶ ὁρμή τις δαιμόνιος, ταχύ τε τὸ ἔργον ἐξῳκοδόμητο. περικλείσας δὲ τῷ τείχει τὴν πόλιν, τὴν μὲν πρώτην φυλακὴν τῆς νυκτὸς πε‐ | |
5 | ριιὼν αὐτὸς ἐπεσκέπτετο, τὰς δὲ λοιπὰς ἑτέροις ἐπέ‐ τρεψε· διεκληροῦντο δὲ τὸν ὕπνον οἱ φύλακες. Ἰουδαίοις δὲ μετὰ τῶν ἐξόδων ἀπεκλείσθη πᾶσα σωτηρίας ἐλπίς, καὶ ὁ λιμὸς κατ’ οἴκους καὶ γενεὰς τὸν δῆμον ἐβόσκετο, καὶ τὰ μὲν τέγη γυναικῶν καὶ | |
10 | βρεφῶν ἐκλελυμένων πεπλήρωτο, οἱ στενωποὶ δὲ γερόντων νεκρῶν· παῖδες δὲ καὶ νεανίαι διῳδηκότες ὡς εἴδωλα κατὰ τὰς ἀγορὰς περιῄεσαν, καὶ κατέπι‐ πτον ὅπῃ ἕκαστος ἀτονήσας ἔτυχε. θάπτειν δὲ τοὺς προσήκοντας οἱ ἔτι ζῶντες οὐκ ἴσχυον· πολλοὶ δὲ καὶ | |
15 | θάπτειν ὁρμήσαντες τοῖς θαπτομένοις ἐπαπέθνησκον. οἱ δὲ στασιασταὶ καὶ τῶν ἐκ τοῦ λιμοῦ κακῶν ἐγί‐ νοντο χαλεπώτεροι, τυμβωρυχοῦντες καὶ τὰς οἰκίας συλῶντες. καὶ τὸ μὲν πρῶτον ἐκ τοῦ δημοσίου θη‐ σαυροῦ θάπτειν ἐκέλευον τοὺς νεκρούς, τὴν δυσω‐ | |
20 | δίαν μὴ φέροντες, εἶτ’ ἐρρίπτουν αὐτοὺς ἐκ τῶν τειχῶν εἰς τὰς φάραγγας. περιιὼν δ’ ὁ Τίτος καὶ θεασάμενος νεκρῶν πεπληρωμένας αὐτὰς καὶ βαθὺν ἰχῶρα μυδώντων σωμάτων ἐκρέοντα, ἐστέναξε καὶ τὰς χεῖρας ἀνατείνας ἐμαρτύρετο τὸν θεὸν ὡς οὐκ | |
25 | εἴη τὸ ἔργον αὐτῷ πρὸς βουλῆς. καὶ πάλιν ἥπτετο χωμάτων, χαλεπῶς αὐτῷ τῆς ὕλης ποριζομένης· πρὸ γὰρ σταδίων κεκόμιστο ἐνενήκοντα. Πολλοὶ δ’ ηὐτομόλουν τοῦ δήμου, οἱ μὲν ἐκ τῶν τειχῶν κρημνίζοντες ἑαυτούς, οἱ δὲ προϊόντες ὡς ἐπὶ | |
30 | μάχην μετὰ χερμάδων πρὸς Ῥωμαίους κατέφευγον. καὶ οὕτω δ’ οἱ πλείους ἀπώλλυντο· λιμώττοντες γὰρ | |
καὶ ἀφθονίᾳ τροφῶν ἐντυγχάνοντες ἀπλήστως τε κο‐ | 60 in vol. 2 | |
2.61 | ρεννύμενοι διερρήγνυντο. συνέβη δέ τι καὶ ἕτερον τοὺς αὐτομόλους φθεῖρον. τινὲς γὰρ αὐτῶν κεκτη‐ μένοι χρυσοῦς ἐν τῷ μέλλειν πρὸς Ῥωμαίους αὐτο‐ μολεῖν κατέπινον σφᾶς, ἵνα μὴ ἁλόντες ἀφαιρεθῶσιν | |
5 | αὐτούς. παρὰ δὲ τοῖς Ῥωμαίοις γενόμενοι τοῖς τῆς γαστρὸς σκυβάλοις τοὺς χρυσοῦς συνεξέκρινον, καὶ ἐκλέγοντες αὐτοὺς ἐλάμβανον. φωρᾶται τοίνυν τῶν αὐτομόλων τις τοῦτο ποιῶν· καὶ φήμης γεγονυίας εἰς τὸ στρατόπεδον ὡς μεστοὶ χρυσίου προσίασιν οἱ αὐτό‐ | |
10 | μολοι, ἀνετέμνοντο τὰς γαστέρας οἱ ἄθλιοι, ὡς ἐν‐ τεῦθεν πολλὴν γενέσθαι τῶν Ἰουδαίων φθοράν· μιᾷ γὰρ νυκτὶ ὑπὲρ τρισχιλίους ἀνασχισθῆναι συνέβη. ὃ γνοὺς ὁ Τίτος ἠπείλησε τῷ στρατεύματι· ἀλλὰ μι‐ κρὸν ἢ οὐδὲν τοῖς αὐτομόλοις ἐπήμυνεν ἡ τοῦ Τίτου | |
15 | ὀργή. ἐν ὀλίγοις δ’ εὑρίσκετο τὰ ἀργύρια, τοὺς δὲ λοιποὺς ἐλπίδες μόναι ἀπώλλυον. λέγεται δὲ τοὺς ἐκ τῆς πόλεως διὰ τῶν πυλῶν ἐκκομισθέντας καὶ ῥιφέντας νεκροὺς τῶν ἀπόρων γενέσθαι μυριάδας ἑξήκοντα, τῶν δ’ ἄλλων ἀνεξεύρετον εἶναι τὸν ἀριθ‐ | |
20 | μόν, τοῦ μέντοι σίτου τὸ μέδιμνον πραθῆναι ταλάν‐ του. περιτειχισθείσης δὲ τῆς πόλεως παρὰ τῶν Ῥω‐ μαίων, ὡς ἄνω μοι εἴρηται, οὐδὲ ποηλογεῖν οἷόν τε ἦν· ὅθεν τὰς τῶν ζῴων κόπρους τὰς παλαιὰς ἀνερευ‐ νῶντες ἐποιοῦντο τροφήν. | |
25 | Ῥωμαίοις δὲ ἤδη ἠγέρθη τὰ χώματα, καὶ ταῖς ἑλεπόλεσι τὸ τεῖχος τῆς Ἀντωνίας ἐτύπτετο, οὐ μὴν καθῃρεῖτο τυπτόμενον. τινὲς δὲ τῶν στρατιωτῶν ὑπὲρ τῶν σωμάτων τοὺς θυρεοὺς ὀροφώσαντες, μο‐ χλοῖς τοὺς θεμελίους ὑπώρυττον, καὶ τέσσαρας τῶν | |
30 | λίθων ἐξέσεισαν. νὺξ δ’ ἐπελθοῦσα τοὺς πολέμους | 61 in vol. 2 |
2.62 | ἑκατέρωθεν ἔπαυσε· καὶ τὸ τεῖχος ὑπὸ τῶν κριῶν σαλευθὲν κατ’ αὐτὴν αἰφνίδιον κατερείπεται. ὤφθη δ’ ἄλλο τεῖχος ἀνῳκοδομημένον ἐντός, ὃ τὴν ἐπὶ τῷ πεσόντι χαρὰν τοῖς Ῥωμαίοις εἰς ἀθυμίαν μετέβαλεν. | |
5 | ὁ Τίτος δὲ τοῖς στρατιώταις διαλεχθεὶς ἐπήγειρεν αὐτῶν τὰ φρονήματα. καί τις ἀπὸ Συρίας ἀνὴρ Σαβῖνος τὸ ὄνομα, ὑπὲρ τῆς κεφαλῆς τῇ λαιᾷ τὸν θυρεὸν ἐπανατεινάμενος, τῇ δεξιᾷ δὲ τὸ ξίφος σπα‐ σάμενος, ἐπὶ τὸ τεῖχος ἐχώρησεν· εἵποντο δὲ αὐτῷ | |
10 | καὶ ἕτεροι ἕνδεκα, τὴν ἀνδρείαν ζηλώσαντες. οἱ δ’ ἐν τῷ τείχει κατηκόντιζόν τε αὐτοὺς καὶ βέλεσιν ἔβαλ‐ λον, καὶ λίθους ὑπερμεγέθεις ἐκύλιον, δι’ ὧν τῶν ἕνδεκα παρεσύρησαν ἔνιοι. ὁ δὲ Σαβῖνος οὐ πρότε‐ ρον ἐπέσχε τὴν ὁρμὴν ἢ ἀνελθεῖν εἰς τὸ τεῖχος καὶ | |
15 | τρέψασθαι τοὺς πολεμίους. ὅτε γοῦν ἐκράτησε τῆς ἐπιχειρήσεως, ἐσφάλη προσπταίσας πέτρᾳ τινί, καὶ πρηνὴς ἐν αὐτῇ μετὰ ψόφου τῶν ὅπλων κατέπεσε. πρὸς γοῦν τὸν ψόφον ἐπιστραφέντες οἱ Ἰουδαῖοι, καὶ μόνον αὐτὸν ἰδόντες καὶ κείμενον, ἔβαλλον πάντο‐ | |
20 | θεν. ὁ δ’ εἰς γόνυ διαναστὰς ἠμύνετο, ὑπὸ δὲ πλή‐ θους τραυμάτων παρείθη τὴν δεξιὰν καὶ κατεχώσθη τοῖς βέλεσι. τῶν δὲ λοιπῶν τρεῖς μὲν ἤδη πρὸς τοῖς ἄκροις γενομένους τοῖς λίθοις ἀπέκτειναν, οἱ δ’ ὀκτὼ τραυματίαι πρὸς τὸ στρατόπεδον ἐκομίσθησαν. | |
25 | Μετὰ δὲ δύο ἡμέρας νυκτός τινες ἡσυχῇ διὰ τῶν ἐρειπίων εἰς τὴν Ἀντωνίαν προσβαίνουσι, καὶ τοὺς ἐκεῖ φρουροῦντας ἀποσφάξαντες κοιμωμένους, ἐσάλ‐ πισαν. καὶ φυγὴ τῶν ἄλλων φρουρῶν ἦν, Τίτος δὲ μετὰ τῶν ἐπιλέκτων ἀνέβη, καὶ τὰ τάγματα εἵπετο. | |
30 | τῶν Ἰουδαίων δὲ καταπεφευγότων εἰς τὸ ἱερόν, καὶ οἱ τοῦ Τίτου εἰσέπιπτον διὰ τῆς διώρυγος, ἣν ὑπὸ | |
τὰ χώματα τῶν Ῥωμαίων ὑπώρυξαν. συρρήγνυται | 62 in vol. 2 | |
2.63 | δὲ περὶ τὰς εἰσόδους μάχη καρτερά, καὶ τὰ ξίφη σπασάμενοι συνεπλέκοντο, φόνος δὲ ἦν πολὺς ἑκα‐ τέρωθεν. κλινομένης δὲ ἤδη τῆς Ῥωμαϊκῆς παρα‐ τάξεως, Ἰουλιανός τις ἑκατοντάρχης, ἄριστος ἀνήρ, | |
5 | προπηδᾷ καὶ νικῶντας τοὺς Ἰουδαίους τρέπεται μό‐ νος. ἔφευγε δὲ τὸ πλῆθος καὶ διεσκέδαστο. κατα‐ διώκων οὖν τοὺς σκεδαννυμένους ὁ γενναῖος ἐκεῖνος ἀνὴρ κατολισθαίνει κατὰ τοῦ λιθοστρώτου, ἥλους πυκνοὺς ἐν τοῖς ὑποδήμασιν ἔχων, ὡς καὶ οἱ λοιποὶ | |
10 | στρατιῶται. καὶ Ἰουδαῖοι περιστάντες αὐτὸν ἐτίτρω‐ σκον πάντοθεν. ὁ δὲ καὶ κείμενος ἠμύνετο, μέχρι κατατρωθεὶς ἐνέδωκε, καὶ τοῖς πολεμίοις αὐτοῖς θαυ‐ μαζόμενος. Ἰουδαῖοι μὲν οὖν τοὺς Ῥωμαίους ὠσάμενοι κατα‐ | |
15 | κλείουσιν εἰς τὴν Ἀντωνίαν, ὁ Τίτος δὲ πολλὰ καὶ διὰ Ἰωσήπου παρακαλέσας τοὺς στασιαστὰς καὶ δι’ ἑαυτοῦ, ὡς ἀμειλίκτους ἑώρα, πάλιν ἐχώρει καὶ ἄκων πρὸς πόλεμον. καὶ τοὺς ἀρίστους ἐπιλεξάμενος περὶ ὥραν τῆς νυκτὸς ἐνάτην ταῖς φυλακαῖς ἐπιθέσθαι | |
20 | προσέταξεν. οὐ μὴν κοιμωμένους εὗρον τοὺς φύλα‐ κας, ἀλλὰ γνόντες τὴν ἐπίθεσιν συνεπλέκοντο, καὶ πρὸς τὴν βοὴν καὶ οἱ ἄλλοι συνῄεσαν. ἐξ ἐνάτης δὲ τῆς νυκτὸς ὥρας εἰς πέμπτην τῆς ἡμέρας τοῦ πολέ‐ μου συνισταμένου ἀγχώμαλος ἦν ἡ μάχη, μηδενὶ τῆς | |
25 | νίκης ἐπιβρισάσης. καὶ οὕτω τότε διελύθησαν οἱ μαχόμενοι. τὸ δὲ λοιπὸν τῆς τῶν Ῥωμαίων δυνά‐ μεως ἡμέραις ἑπτὰ τοὺς τῆς Ἀντωνίας θεμελίους καταστρεψάμενον πλατεῖαν πρὸς τὸ ἱερὸν ηὐτρέπι‐ σαν ἄνοδον. καὶ πλησιάσαντα τῷ πρώτῳ περιβόλῳ | |
30 | τὰ τάγματα χωμάτων κατήρχετο. καὶ ταῦτα μὲν ἠγεί‐ ρετο σὺν μόχθῳ πολλῷ· Ἰουδαῖοι δὲ τῆς βορείου καὶ | |
κατὰ δύσιν στοᾶς τὸ συνεχὲς πρὸς τὴν Ἀντωνίαν | 63 in vol. 2 | |
2.64 | ἐμπρήσαντες ἀπέρρηξαν ὅσον πήχεις εἴκοσι, ταῖς ἑαυ‐ τῶν χερσὶν ἀρξάμενοι καίειν τὰ ἅγια. ὑποπιμπρᾶσι δὲ καὶ Ῥωμαῖοι τὴν πλησίον στοάν· καὶ μέχρι πεντε‐ καίδεκα πήχεων προκόψαντος τοῦ πυρός, ἀποκόπτου‐ | |
5 | σιν Ἰουδαῖοι τὴν ὀροφήν. οἱ δ’ ἀνὰ τὸ ἱερὸν στασια‐ σταὶ καὶ φανερῶς τοῖς ἐπὶ τῶν χωμάτων ἐπετίθεντο στρατιώταις, καὶ μετὰ δόλων ἠμύνοντο. ὑπὸ δὲ τοῦ λιμοῦ ἄπειρόν τι πλῆθος ἦσαν οἱ θνήσκοντες. πάθη δὲ τοῖς περιοῦσιν ἔτι συνέβαινε καὶ φρικτὰ διηγήσα‐ | |
10 | σθαι καὶ δύσπιστα τοῖς ἀκούουσιν· ὧν ἓν διηγήσομαι. Γυνή τις ὑπὲρ τὸν Ἰορδάνην διὰ γένος καὶ πλοῦ‐ τον οὐκ ἄσημος εἰς τὰ Ἱεροσόλυμα καταφυγοῦσα συνεπολιορκεῖτο. ταύτης πολλάκις ἑαυτῇ τροφὰς ποριζομένης οἱ λῃστεύοντες ἐν τῇ πόλει ταύτας διήρ‐ | |
15 | παζον. ἡ δὲ πρὸς ταῦτα ἀγανακτοῦσα, θυμῷ τε καὶ λιμῷ στρατηγουμένη, ὃ ἦν αὐτῇ ὑπομάζιον τέκνον καταθύσασα καὶ ὀπτήσασα, τὸ μὲν ἔφαγε, τὸ δὲ λοι‐ πὸν εἰς δευτέραν ἐτήρει τροφήν. οἱ δὲ στασιασταί, τῆς κνίσης προσβαλλούσης αὐτοῖς, παρῆσαν εὐθύς, | |
20 | καὶ εἰ μὴ δοίη τὸ παρασκευασθέν, ἀποσφάξειν ἠπεί‐ λουν αὐτήν. ἡ δὲ τὰ τοῦ παιδὸς ἀνεκάλυψε λείψανα· κἀκεῖνοι ἐξέστησάν τε πρὸς τὴν θέαν καὶ ἔφριξαν, καὶ τρέμοντες ὑπεχώρησαν, μόλις ταύτης τέως τῆς τροφῆς παραχωρήσαντες τῇ μητρί. | |
25 | Ἤδη δὲ τῶν χωμάτων τετελεσμένων προσήγοντο οἱ κριοί· ἤνυον δ’ οὐδὲν διὰ τὴν τοῦ τείχους στερ‐ ρότητα. ἕτεροι δὲ τοὺς θεμελίους ὑπώρυττον· καὶ οὐδ’ οὕτως τὸ τεῖχος κατασέσειστο. ἀπογνόντες οὖν τῶν ἄλλων, κλίμακας προσέφερον ταῖς στοαῖς. οἱ δὲ | |
30 | Ἰουδαῖοι κωλῦσαι μὲν οὐκ ἔφθασαν, τοῖς δ’ ἀναβᾶσι συμπεσόντες ἐμάχοντο· καὶ ἦν οὐκ ὀλίγος αὐτῶν | |
φόνος. | 64 in vol. 2 | |
2.65 | Ὁ δέ γε Τίτος ὡς ἑώρα τὴν ἐπὶ τῷ ἱερῷ φειδὼ πρὸς βλάβην γινομένην τοῖς στρατιώταις, τὰς πύλας ὑφάπτειν προσέταξε. προσαχθέντος δ’ αὐταῖς τοῦ πυρός, τηκόμενος ὁ ἄργυρος ᾧ ἐνεδέδυντο παρεχώ‐ | |
5 | ρει τῇ φλογὶ τῶν ξύλων ἐφάπτεσθαι, κἀντεῦθεν ἐπε‐ λαμβάνετο τῶν στοῶν. τοῖς δ’ Ἰουδαίοις ὁρῶσι τὸ πῦρ ἐν κύκλῳ μετὰ τῶν σωμάτων παρείθησαν αἱ ψυχαί. ἐκείνην μὲν οὖν τὴν ἡμέραν καὶ τὴν ἐπιοῦ‐ σαν νύκτα τὸ πῦρ ἐπεκράτει· παρὰ μέρος δέ, οὐχ | |
10 | ὁμοῦ πάντοθεν ἴσχυσαν ὑφάψαι τὰς στοάς· τῇ δ’ ἐπιούσῃ μέρει τῆς δυνάμεως ὁ Τίτος τὸ πῦρ σβεν‐ νύειν κελεύσας καὶ παρὰ τὰς πύλας ὁδοποιεῖν εἰς εὐμαρεστέραν τῶν ταγμάτων ἄνοδον, αὐτὸς ἓξ τοὺς κορυφαιοτάτους τῶν ἡγεμόνων προσκαλεσάμενος περὶ | |
15 | τοῦ ναοῦ ἐβουλεύετο. τοῖς μὲν οὖν ἐδόκει τῷ τοῦ πολέμου κεχρῆσθαι νόμῳ καὶ μή τινος φείδεσθαι, τινὲς δὲ παρῄνουν, εἰ μὲν πολεμοῖεν ἐπιβάντες αὐ‐ τοῦ Ἰουδαῖοι, καταφλέγειν, φρούριον γὰρ καταφλε‐ γήσεσθαι, οὐκέτι ναόν, εἰ δὲ μὴ τοῦτο, σώζειν. ὁ | |
20 | δὲ Τίτος οὐδ’ ἂν ἐπιβάντες ἐπ’ αὐτοῦ πολεμῶσιν Ἰουδαῖοι ἔφησεν ἀντὶ τῶν ἀνδρῶν τοῖς ἀψύχοις ἐπά‐ γειν τὴν ἄμυναν οὐδὲ καταφλέξειν τηλικοῦτον ἔρ‐ γον· Ῥωμαίοις γὰρ ἔσεσθαι πρὸς βλάβην φθαρέν, ὥσπερ καὶ κόσμον τῆς ἡγεμονίας, εἰ σώζοιτο. | |
25 | Τῷ μὲν οὖν Τίτῳ σκοπὸς ἦν τῇ ἐπιούσῃ ἡμέρᾳ μετὰ πάσης ἐμβαλεῖν τῆς δυνάμεως καὶ τὸν ναὸν περικατασχεῖν, τοῦ δὲ ἄρα πάλαι ὁ θεὸς φθορὰν κατεψήφιστο. οἱ γὰρ στασιασταὶ ἐπιτίθενται τοῖς φύλαξι τοῦ ἔξω ἱεροῦ, οἱ δὲ πλήθει τε τῶν ἐκτρε‐ | |
30 | χόντων καὶ θυμοῖς ἡττώμενοι ἐνεδίδοσαν. καὶ ὁρῶν | 65 in vol. 2 |
2.66 | ταῦτα Τίτος ἄνωθεν ἐκ τῆς Ἀντωνίας, ἐπαμύνει μετὰ τῶν ἐπιλέκτων ἱππέων. καὶ Ἰουδαῖοι τὴν ἔφοδον οὐχ ὑπέμειναν, ἀλλ’ εἰς τὸ ἔνδον συνεκλείσθησαν ἱερόν. ὑποχωρήσαντος δὲ Τίτου πρὸς ὀλίγον λωφήσαντες | |
5 | οἱ στασιασταὶ πάλιν Ῥωμαίοις ἐπιτίθενται. καὶ τρε‐ ψάμενοι αὐτοὺς οἱ Ῥωμαῖοι μέχρι τοῦ ναοῦ παρῆλθον. καί τις τῶν στρατιωτῶν ἐκ τῆς φλεγομένης ὕλης μέ‐ ρος ἁρπάσας, καὶ ὑφ’ ἑτέρου ἀνακουφισθεὶς στρα‐ τιώτου, ἐνίησι τὸ πῦρ θυρίδι χρυσῇ. αἰρομένης δὲ | |
10 | τῆς φλογὸς Ἰουδαίων μὲν ἐγείρεται κραυγή, καὶ συνέθεον πρὸς τὴν ἄμυναν, Τίτος δὲ γνοὺς ἔθει πρὸς τὸν ναὸν κωλύσων τὸ πῦρ, καὶ τῇ φωνῇ καὶ τῇ δεξιᾷ διεσήμαινε τοῖς μαχομένοις τὸ πῦρ σβεν‐ νύειν. οὔτε δὲ βοῶντος ἤκουον οὔτε τῆς χειρὸς | |
15 | προσεῖχον τοῖς νεύμασι. τὰ δὲ τάγματα εἰσιόντα καὶ τῷ ναῷ πλησιάζοντα τῶν μὲν τοῦ Τίτου παραγγελ‐ μάτων προσεποιοῦντο μηδὲ ἀκούειν, τοῖς πρὸ αὐτῶν δὲ πῦρ ἐνιέναι παρεκελεύοντο. ἀμηχανία δ’ ἦν τοῖς στασιασταῖς, ἀπειρηκόσι πρὸς ἄμυναν, καὶ φόνος | |
20 | πανταχοῦ καὶ τροπή. Τίτος γε μὴν ὡς οὔτε τὰς ὁρ‐ μὰς τῶν στρατιωτῶν ἐνθουσιώντων οἷός τε ἦν κατα‐ σχεῖν καὶ τὸ πῦρ ἐπεκράτει, παρελθὼν μετὰ τῶν ἡγεμόνων ἐθεάσατο τοῦ θεοῦ τὸ ἅγιον καὶ τὰ ἐν αὐτῷ. τῆς δὲ φλογὸς οὐδέπω διικνουμένης εἴσω, | |
25 | τοὺς δὲ περὶ τὸν ναὸν νεμομένης οἴκους, ἔτι δύνα‐ σθαι σωθῆναι τὸ ἔργον οἰόμενος, αὐτός τε παρακα‐ λεῖν ἐπειρᾶτο τοὺς στρατιώτας τὸ πῦρ σβεννύειν καί τινα τῶν περὶ αὐτὸν ξύλοις παίοντα τοὺς ἀπειθοῦν‐ τας ἐκέλευσεν εἴργειν. οἱ δὲ νικώμενοι τῷ θυμῷ καὶ | |
30 | τῷ πρὸς Ἰουδαίους μίσει, οὔτε τῇ πρὸς Τίτον αἰδοῖ ἀνεκόπτοντο οὔτε φόβῳ τῷ τοῦ κωλύοντος. τοὺς δὲ | |
πολλοὺς καὶ ἐλπὶς παρέθηγεν ἁρπαγῆς, μεστὰ χρη‐ | 66 in vol. 2 | |
2.67 | μάτων εἶναι τὰ ἔνδον δοξάζοντας. ἔφθη δέ τις καὶ εἰς τοὺς στροφέας τῆς πύλης πῦρ ἐμβαλών· καὶ φλο‐ γὸς ἔνδοθεν ἐκφανείσης ἐξάπινα, οἵ τε ἡγεμόνες ἀνε‐ χώρουν καὶ ὁ Τίτος αὐτός, καὶ τοὺς ὑφάπτοντας | |
5 | οὐδεὶς ἔτι ἐκώλυεν. Ὁ μὲν οὖν ναὸς οὕτως τὸ πῦρ ἐδέξατο, τῶν ἐν αὐτῷ τελουμένων ἐναγῶς καθαρτήριον ἢ τῶν τε‐ λούντων αὐτὰ κολαστήριον. θαυμάσειε δ’ ἄν τις ὅτι καὶ μὴν ὁ αὐτὸς καὶ ἡμέρα συνέπεσε τῷ ἐμπρησμῷ | |
10 | τοῦ ναοῦ, καθ’ ἣν καὶ ὁ πρότερος ὑπὸ Βαβυλωνίων κατεφλέγη ναός. καὶ ἀπὸ μὲν τῆς πρώτης οἰκοδο‐ μῆς ἣν Σολομὼν ἐποιήσατο μέχρι τῆς ἱστορουμένης νῦν καθαιρέσεως, ἣ γέγονεν ἔτει δευτέρῳ τῆς Οὐε‐ σπασιανοῦ μοναρχίας, ἔτη γίνεται χίλια ἑκατὸν καὶ | |
15 | τριάκοντα καὶ μῆνες ἑπτὰ ἡμέραι τε πεντεκαίδεκα· ἀπὸ δὲ τῆς ὕστερον, ἥτις ἔτει δευτέρῳ τῆς Κύρου βασιλείας ἤρξατο γίνεσθαι, μέχρι τῆς τελευταίας ἁλώσεως ἔτη ἑξακόσια καὶ τριάκοντα καὶ ἐννέα καὶ ἡμέραι πέντε καὶ τεσσαράκοντα. | |
20 | Καιομένου δὲ τοῦ ναοῦ τῶν μὲν προσπιπτόντων ἦν ἁρπαγή, τῶν δὲ καταλαμβανομένων σφαγή. οὐ‐ δαμοῦ δὲ ἡ γῆ ἐκ τῶν νεκρῶν διεφαίνετο, ἀλλὰ σω‐ ροῖς οἱ στρατιῶται σωμάτων ἐπεμβαίνοντες ἐπὶ τοὺς φεύγοντας ἔθεον. τὸ μὲν οὖν λῃστρικὸν πλῆθος | |
25 | ὠσάμενοι τοὺς Ῥωμαίους διεξέπεσον εἰς τὴν πόλιν, τοῦ δημοτικοῦ δὲ τὸ περιλειφθὲν εἰς τὴν ἔξω στοὰν κατέφυγε. τῶν δ’ ἱερέων τινὲς ἐπὶ τὸν τοῖχον ἀνα‐ χωρήσαντες, ὄντα τὸ εὖρος ὀκτάπηχυν, ἔμενον. δύο γε μὴν τῶν ἐπισήμων ῥίψαντες ἑαυτοὺς εἰς τὸ πῦρ | |
30 | συγκατεφλέγησαν τῷ ναῷ. Ῥωμαῖοι δὲ ματαίαν τὴν | 67 in vol. 2 |
2.68 | ἐπὶ τοῖς πέριξ τοῦ ναοῦ φειδὼ κρίναντες, ἤδη αὐτοῦ φλεγομένου, πᾶσιν ἐπῆγον τὸ πῦρ· τὸ δὲ καὶ τῶν γαζοφυλακίων ἐπιλαμβάνεται, ἐν οἷς ἄπειρον μὲν πλῆθος τεθησαύριστο χρημάτων, ἄπειροι δ’ ἐσθῆτες | |
5 | πολυτελεῖς καὶ ἄλλα κειμήλια. ἅπας γὰρ ὁ Ἰουδαίων πλοῦτος πανταχόθεν ἐκεῖ σεσώρευτο, τῶν κεκτημέ‐ νων ἀποτιθεμένων ταῦτα ἐκεῖ ὡς ἐπ’ ἀσφαλοῦς τα‐ μιείου. Ἄπειρον δέ τι πλῆθος διεφθάρη δημοτικόν, οἷς | |
10 | αἴτιος ἀπωλείας ἐγένετό τις ψευδοπροφήτης, κηρύξας τοῖς ἐν τῇ πόλει ὡς ὁ θεὸς ἐπὶ τὸ ἱερὸν ἀναβῆναι κελεύει, δεξομένους τὰ σημεῖα τῆς σωτηρίας. πολλοὶ δὲ τοιοῦτοι παρὰ τῶν τυράννων ταῦτα λέγειν καθί‐ εντο, ἵν’ ἧττον αὐτομολοῖεν· δι’ ὧν ὁ δείλαιος ὄχλος | |
15 | παραβουκολούμενος τοῖς ἐναργέσι σημείοις ὡς ἐμ‐ βρόντητοι οὐκ ἐπίστευον. πολλὰ δὲ σημεῖα γεγόνα‐ σιν. ἔστη μὲν γὰρ ὑπὲρ τὴν πόλιν ἄστρον ῥομφαίᾳ παραπλήσιον, καὶ κομήτης φανεὶς παρετάθη ἐπ’ ἐνι‐ αυτόν. καὶ φῶς πρὸ τοῦ πολέμου ποτὲ τὸν ναὸν καὶ | |
20 | τὸν βωμὸν περιέλαμψεν, ὡς δοκεῖν ἡμέραν εἶναι λαμ‐ πράν, παραμεῖναν ἐπὶ ἡμίσειαν ὥραν. καὶ βοῦς εἰς θυσίαν ἀναχθεῖσα ἔτεκεν ἄρνα. ἡ δὲ ἀνατολικὴ πύλη τοῦ ἐνδοτέρω ναοῦ χαλκῆ οὖσα καὶ στιβαρά, ὡς μό‐ λις ὑπὸ ἀνδρῶν εἴκοσιν ἀνοίγνυσθαί τε καὶ κλείε‐ | |
25 | σθαι, καὶ μοχλοὺς καὶ καταπῆγας ἔχουσα βαθυτά‐ τους, ὤφθη νύκτωρ αὐτομάτως ἠνεῳγμένη. ἐδήλου δὲ λυομένην τὴν τοῦ ναοῦ ἀσφάλειαν, καὶ τοῖς πο‐ λεμίοις ἐσομένην τὴν εἴσοδον εὐμαρῆ. καὶ φάσμα τι δαιμόνιον ἄλλοτε ὤφθη πρὸ ἡλίου δυσμῶν, ἅρματα | |
30 | κατὰ πᾶσαν τὴν χώραν διιόντα μετέωρα, καὶ φάλαγ‐ γες ἔνοπλοι διᾴττουσαι τῶν νεφῶν. κατὰ δὲ τὴν τῆς | |
πεντηκοστῆς ἑορτὴν εἰς τὸ ἔνδον ἱερὸν οἱ ἱερεῖς παρ‐ | 68 in vol. 2 | |
2.69 | ελθόντες κινήσεως ᾔσθοντο καὶ κτύπου· εἶτα φωνῆς ἤκουσαν λεγούσης Μεταβαίνωμεν ἐντεῦθεν. πρὸ δὲ τεσσάρων ἐνιαυτῶν τοῦ πολέμου, ἐν τῇ τῆς σκηνο‐ πηγίας ἑορτῇ, Ἰησοῦς τις ἀγροῖκος ἀνὴρ ἐλθὼν εἰς | |
5 | τὴν ἑορτὴν βοᾶν ἤρξατο Φωνὴ ἀπὸ ἀνατολῆς, φωνὴ ἀπὸ δύσεως, φωνὴ ἀπὸ τῶν τεσσάρων ἀνέμων, φωνὴ ἐπὶ Ἱεροσόλυμα καὶ τὸν ναόν, φωνὴ ἐπὶ νυμφίους καὶ νύμφας, φωνὴ ἐπὶ πάντα τὸν λαόν. καὶ περιῄει τὴν πόλιν ταῦτα κεκραγὼς μεθ’ ἡμέραν καὶ νύκτωρ. | |
10 | παιόμενος δὲ διὰ τὸ κακόφημον, ὁ δὲ οὐδὲν ἕτερον ἢ τὰς αὐτὰς ἐβόα φωνάς. ἀναχθεὶς δὲ καὶ πρὸς τὸν τῆς χώρας ἐπιτροπεύοντα τότε Ῥωμαῖον, καὶ κατα‐ ξανθεὶς μάστιξιν, οὔθ’ ἱκέτευσεν οὔτ’ ἐδάκρυσεν, ἀλλὰ τὴν φωνὴν ὀλοφυρτικῶς παρακλίνων πρὸς ἑκά‐ | |
15 | στην πληγὴν Αἰαῖ Ἱεροσολύμοις ἐβόα, μέχρι κατα‐ γνοὺς μανίαν αὐτοῦ ὁ Ἀλβῖνος, οὗτος γὰρ ἐπετρό‐ πευε τότε, ἀπέλυσεν αὐτόν. ὁ δ’ ἔκτοτε μέχρι τοῦ πολέμου Αἰαῖ Ἱεροσολύμοις ἐθρήνει. ἐν δὲ ταῖς ἑορ‐ ταῖς μάλιστα τὴν σκυθρωπὴν ἐκεκράγει κληδόνα. καὶ | |
20 | τοῦτ’ ἐποίει ἐπὶ ἔτη ἑπτὰ καὶ μῆνας πέντε, μέχρις οὗ κατὰ τὴν πολιορκίαν περιιὼν ἐπὶ τοῦ τείχους Αἰαῖ πάλιν τῇ πόλει καὶ τῷ ναῷ καὶ τῷ λαῷ διαπρυσίως ἐβόα. ὡς δὲ τελευταῖον προσέθηκεν Αἰαῖ κἀμοί, λί‐ θος ἐκ τοῦ πετροβόλου πλήξας αὐτὸν ἔκτεινε. | |
25 | Ῥωμαῖοι δὲ τῶν μὲν στασιαστῶν καταπεφευγό‐ των εἰς τὴν πόλιν, καιομένου δὲ τοῦ ναοῦ καὶ τῶν πέριξ ἁπάντων, κομίσαντες τὰς σημαίας εἰς τὸ ἱερὸν μετὰ μεγίστων εὐφημιῶν τὸν Τίτον ἀπέφηναν αὐ‐ τοκράτορα. οὕτω δὲ ταῖς ἁρπαγαῖς οἱ στρατιῶται | |
30 | πάντες ἐχρηματίσαντο ὥστε κατὰ τὴν Συρίαν πρὸς | 69 in vol. 2 |
2.70 | ἥμισυ τῆς πάλαι τιμῆς τὸν σταθμὸν τοῦ χρυσίου πι‐ πράσκεσθαι. Οἱ δὲ ἀνὰ τὸν τοῖχον τοῦ ναοῦ, ὡς εἴρηται, ἀνελ‐ θόντες ἱερεῖς, ἐπὶ πέντε ἡμέραις προσκαρτερήσαντες | |
5 | καὶ λιμώξαντες, κατέβησαν ἱκετεύοντες τυχεῖν σωτη‐ ρίας. ὁ δὲ Τίτος καὶ τὸν τῆς συγγνώμης καιρὸν παρελθεῖν ἔφησε, καὶ τοῦ ναοῦ οἰχομένου καὶ τοὺς ἱερεῖς συναπολέσθαι αὐτῷ δεῖν εἰπὼν κολασθῆναι τοὺς ἄνδρας ἐκέλευσεν. | |
10 | Οἱ δὲ περὶ τοὺς τυράννους διαδρᾶναι μὴ ἰσχύ‐ οντες προσκαλοῦνται τὸν Τίτον εἰς λόγους. καὶ ὃς ἧκε, καὶ τὴν ἀπόνοιαν αὐτοῖς ἐξωνείδισε, καὶ ῥίψασι τὰ ὅπλα καὶ παραδοῦσι τὰ σώματα χαρίζεσθαι τὴν ζωὴν ἐπηγγέλλετο. καὶ οἱ λῃσταὶ δεξιὰν μὲν μὴ δύ‐ | |
15 | νασθαι παρ’ αὐτοῦ λαβεῖν ἔφησαν, ὀμωμοκότες μη‐ δέποτε τοῦτο ποιήσειν, ἔξοδον δὲ ᾐτοῦντο μετὰ γυ‐ ναικῶν καὶ τέκνων, καὶ καταλείψειν τὴν πόλιν αὐτῷ. ἠγανάκτησε πρὸς ταῦτα ὁ Τίτος, καὶ μήτε αὐτομο‐ λεῖν ἔτι τινὰ σφῶν ἐκέλευσε μήτε δεξιᾶς ἐλπίζειν | |
20 | τυχεῖν, φείσεσθαι γὰρ οὐδενός, μάχεσθαι δὲ καὶ σώ‐ ζειν ὡς δύναιντο ἑαυτούς. τοῖς δὲ στρατιώταις ἐμ‐ πιπρᾶν τὴν πόλιν καὶ διαρπάζειν ἐκέλευσεν· οἱ δὲ τὸ πῦρ ἐνίεσαν πανταχοῦ. οἱ στασιασταὶ δὲ ἐπὶ τὴν βα‐ σιλικὴν οἰκίαν ὁρμήσαντες, εἰς ἣν δι’ ὀχυρότητα πολ‐ | |
25 | λοὶ τὰς κτήσεις ἀπέθεντο, τούς τε Ῥωμαίους ἀπ’ αὐ‐ τῆς τρέπονται καὶ τὸ συνηθροισμένον αὐτόθι τοῦ δήμου πᾶν φονεύσαντες, εἰς ὀκτακισχιλίους καὶ τε‐ τρακοσίους ἀριθμουμένους, τὰ χρήματα διήρπασαν. τῇ δ’ ἑξῆς Ῥωμαῖοι τρεψάμενοι τοὺς λῃστὰς ἐκ τῆς | |
30 | κάτω πόλεως, τὰ μέχρι τοῦ Σιλωὰμ πάντα ἐνέπρησαν. καιομένην δὲ τὴν πόλιν ὁρῶντες οἱ στασιασταί, ἱλα‐ | |
ροῖς τοῖς προσώποις εὔθυμοι τὴν τελευτὴν προσδέ‐ | 70 in vol. 2 | |
2.71 | χεσθαι ἔλεγον. οὔτε δὲ παραδοῦναι ἑαυτοὺς ὑπέμε‐ νον οὔτε πολεμεῖν Ῥωμαίοις οἷοί τε ἦσαν, σκιδνά‐ μενοι δὲ κατὰ τὰ ἔμπροσθεν τῆς πόλεως, εἴ τινας αὐτομολεῖν ἐθέλοντας εὕρισκον, ἀπέσφαττον. καὶ | |
5 | οὐδεὶς ἐν τῇ πόλει τόπος γεγύμνωτο, ἀλλ’ ἅπας ἢ λιμοῦ νεκρὸν εἶχεν ἢ στάσεως. ἔθαλπε δὲ τούς τε τυράννους καὶ τὸ σὺν αὐτοῖς λῃστρικὸν ἐλπὶς ἐσχάτη τῶν ὑπονόμων, εἰς οὓς εἰ καταφύγοιεν, οὐ προσεδό‐ κων ἐρευνηθήσεσθαι· ἀναζευξάντων δὲ τῶν Ῥωμαίων | |
10 | ἐθάρρουν προελθεῖν τε καὶ ἀποδρᾶναι. τὸ δὲ ἦν ἄρα ὄνειρος· οὔτε γὰρ τὸν θεὸν οὔτε Ῥωμαίους λήσειν ἔμελλον. ἦν δὲ καὶ πρὸς ἀλλήλους ἐν ταῖς ἁρπαγαῖς πόλεμος αὐτοῖς. Καῖσαρ δέ, ὡς ἀμήχανον ἦν τὴν ἄνω πόλιν ἑλεῖν χωμάτων ἄτερ, οὖσαν περίκρημνον, | |
15 | διανέμει τοῖς ἔργοις τὴν δύναμιν. Κατὰ ταύτας οὖν τὰς ἡμέρας οἱ τῶν Ἰδουμαίων ἡγεμόνες πέμψαντες ἄνδρας πέντε πρὸς Τίτον ἱκέ‐ τευον δοῦναι αὐτοῖς δεξιάν. ὁ δὲ καὶ τοὺς τυράν‐ νους ἐνδώσειν ἐλπίσας ἀποσπασθέντων τῶν Ἰδου‐ | |
20 | μαίων κατανεύει τὴν σωτηρίαν αὐτοῖς. καὶ ὁ Σίμων γνοὺς τὴν γνώμην αὐτῶν, τοὺς μὲν πέντε τοὺς ἐν‐ τυχόντας τῷ Τίτῳ αὐτίκα ἀναιρεῖ, τοὺς δ’ ἡγεμόνας συλλαβὼν εἵργνυσιν· Ἰδουμαίους δὲ οὐκ ἀφυλάκτους εἶχε, καὶ τὸ τεῖχος φρουραῖς ἐπιμελεστέραις διελάμ‐ | |
25 | βανε διὰ τοὺς αὐτομολοῦντας. πολλῶν δὲ φονευο‐ μένων, πλείους ἦσαν οἱ διαφεύγοντες. ἐδέχοντο δὲ οἱ Ῥωμαῖοι πάντας κόρῳ τοῦ κτείνειν καὶ κέρδους ἐλπίδι. τοὺς γὰρ δημοτικοὺς ἐῶντες μόνους τοὺς ἄλλους ἐπώλουν σὺν γυναιξὶ καὶ τέκνοις, ἐλαχίστης | |
30 | τιμῆς ἕκαστον, διὰ πλῆθος τῶν πωλουμένων καὶ ὀλι‐ | 71 in vol. 2 |
2.72 | γότητα τῶν ὠνουμένων. καὶ τῶν μὲν ἀπεμποληθέν‐ των ἄπειρόν τι πλῆθος ἦν, οἱ δημοτικοὶ δὲ διεσώθη‐ σαν ὑπὲρ τετρακισμυρίους. τῶν ἱερέων δέ τις ὄνομα Ἰησοῦς, λαβὼν περὶ σωτηρίας ὅρκον ὥστε τινὰ παρα‐ | |
5 | δοῦναι τῶν κειμηλίων, ἔξεισι καὶ παραδίδωσι λυχνίας δύο τράπεζάν τε καὶ κρατῆρας καὶ φιάλας, πάντα ὁλόχρυσα, καὶ τὰ καταπετάσματα καὶ τὰ τῶν ἀρχιε‐ ρέων ἐνδύματα καὶ πολλὰ τῶν σκευῶν ἕτερα. ὁ δέ γε γαζοφύλαξ τοῦ ἱεροῦ Φινεὲς συλληφθεὶς τούς τε | |
10 | χιτῶνας καὶ τὰς ζώνας τῶν ἀρχιερέων ὑπέδειξε καὶ τῶν ἄλλων κειμηλίων πολλά. Συντετελεσμένων δὲ ἤδη τῶν χωμάτων προσῆ‐ γον οἱ Ῥωμαῖοι τῷ τείχει τὰς μηχανάς. τῶν δὲ στα‐ σιαστῶν οἱ μὲν ἀνεχώρουν εἰς τὴν ἄκραν, οἱ δ’ ἐγ‐ | |
15 | κατεδύοντο τοῖς ὑπονόμοις, πολλοὶ δὲ καὶ ἠμύνοντο. ὡς δὲ περιερράγη μέρος τοῦ τείχους, δέος καὶ τοῖς τυράννοις ἐμπίπτει, καὶ μετέωροι πρὸς φυγὴν ἦσαν. ἐπεὶ δὲ τοὺς μὲν πάλαι πιστοὺς οὐκ εἶχον, ἐσκεδά‐ σθησαν γάρ, οἱ δὲ πολέμιοι πλησίον εἶναι ἠγγέλ‐ | |
20 | λοντο, ἐπὶ στόμα πεσόντες ἀνῴμωξαν τὴν ἑαυτῶν φρενοβλάβειαν, κἀκ τῶν πύργων ἑκόντες κατέβησαν, ἀφ’ ὧν βίᾳ μὲν οὐδέποτε ἁλῶναι ἠδύναντο, λιμῷ δὲ μόνῳ, καὶ εἰς τὴν Σιλωὰμ φάραγγα καταφεύγουσιν, εἶτα κατέδυσαν εἰς τοὺς ὑπονόμους. Ῥωμαῖοι δὲ τῶν | |
25 | τειχῶν κρατήσαντες ἀναιμωτί, τοὺς καταλαμβανομέ‐ νους ἐφόνευον καὶ τὰς οἰκίας ὑφῆπτον. ἐπαύσαντο δὲ πρὸς ἑσπέραν. τῇ δ’ ἐπιούσῃ παρελθὼν ὁ Τίτος εἴσω, τῆς τε ὀχυρότητος τὴν πόλιν καὶ τῶν πύργων ἐθαύμασε, καὶ Σὺν θεῷ ἐπολεμήσαμεν, ἔφη, καὶ θεὸς | |
30 | ἦν ὁ τῶνδε τῶν ἐρυμάτων Ἰουδαίους καθελών. τὴν ἄλλην τε πόλιν ἀφανίζων καὶ τὰ τείχη κατασκάπτων | |
τούτους τοὺς πύργους κατέλιπε μνημεῖον εἶναι τῆς | 72 in vol. 2 | |
2.73 | αὐτοῦ τύχης, ᾗ συστρατιώτιδι χρησάμενος ἐκράτησε τῶν ἁλῶναι μὴ δυναμένων. Τῶν μὲν οὖν αἰχμαλώτων πάντων, οἳ δι’ ὅλου τοῦ πολέμου ἐλήφθησαν, ὁ ἀριθμὸς εἰς ἐννέα μυριά‐ | |
5 | δας καὶ ἑπτακισχιλίους συνήχθη, τῶν δὲ ἀπολλυμέ‐ νων κατὰ πᾶσαν τὴν πολιορκίαν μυριάδες ἑκατὸν καὶ δέκα. τούτων τὸ πλέον ὁμόφυλον μέν, ἀλλ’ οὐκ ἐπι‐ χώριον· ἀπὸ γὰρ τῆς χώρας ὅλης ἐπὶ τὴν τῶν ἀζύ‐ μων ἑορτὴν συνεληλυθότες ἐξαπίνης τῷ πολέμῳ πε‐ | |
10 | ριεσχέθησαν, καὶ μεστὴν ὁ πόλεμος τὴν πόλιν ἀν‐ δρῶν ἐκυκλώσατο. Ἐπεὶ δὲ τῶν φανερῶν οὓς μὲν ἀνεῖλον, οὓς δ’ ᾐχμαλώτισαν Ῥωμαῖοι, τοὺς ἐν τοῖς ὑπονόμοις ἀνη‐ ρεύνων, καὶ ἀναρρηγνύντες τὸ ἔδαφος, ὅσοις ἐνετύγ‐ | |
15 | χανον, ἔκτεινον. εὑρέθησαν δὲ κἀκεῖ νεκροὶ δισχι‐ λίων ἐπέκεινα. δεινὴ δὲ ὑπήντα τοῖς ἐπικύπτουσι τῶν σωμάτων ὀδμή, ὡς πολλοὺς εὐθέως ἀναχωρεῖν. ἄλλοι δ’ ὑπὸ πλεονεξίας εἰσεδύοντο, σωρείαις ἐμπα‐ τοῦντες νεκρῶν· εὕρισκον γὰρ πολλὰ τῶν κειμηλίων | |
20 | ἐν ταῖς διώρυξιν. ἀνήγοντο δὲ καὶ πολλοὶ ὑπὸ τῶν τυράννων κατεχόμενοι δεσμῶται καὶ ἀπελύοντο. Τούτων δὲ τῶν ἀλαστόρων ὁ μὲν Ἰωάννης ἐν τοῖς ὑπονόμοις μετὰ τῶν ἀδελφῶν λιμώττων δεξιὰν παρὰ Ῥωμαίων λαβεῖν ἱκέτευε, Σίμων δὲ μετέπειτα | |
25 | συνελήφθη, τοῦ Τίτου διάγοντος εἰς τὴν Φιλίππου λεγομένην Καισάρειαν. πολιορκουμένων γὰρ Ἱερο‐ σολύμων ἐπὶ τῆς ἄνω πόλεως ὤν, τῶν Ῥωμαίων ἐν‐ τὸς γενομένων τῆς πόλεως, ὁ Σίμων τοὺς πιστοτά‐ τους παραλαβὼν τῶν φίλων, καὶ σὺν αὐτοῖς λιθο‐ | |
30 | τόμους καὶ τὸν πρὸς τὴν ἐργασίαν ἐπιτήδειον τούτοις σίδηρον, εἴς τινα τῶν ὑπονόμων σὺν ἐκείνοις καθί‐ | |
ησιν ἑαυτόν, καὶ τὸ παλαιὸν ὄρυγμα διελθὼν τὴν | 73 in vol. 2 | |
2.74 | γῆν ὑπενόμευεν, ἵνα πορρωτέρω προελθόντες ἐν ἀσφαλείᾳ ποιήσωνται τὴν ἀνάδυσιν. ὀλίγον μέντοι τῶν μεταλλευόντων προχωρησάντων ἡ τροφὴ αὐτοῖς ἐπιλέλοιπε. τότε δὴ λευκοὺς ἐνδύεται χιτωνίσκους, | |
5 | καὶ χλαμύδα πορφυρᾶν ἐμπερονησάμενος ἀνέδυ τῆς γῆς κατ’ ἐκεῖνον τὸν τόπον ἐν ᾧ πρόσθεν τὸ ἱερὸν ἦν. πρῶτον μὲν οὖν θάμβος τοῖς ἰδοῦσι προσέπεσεν, εἶτα δ’ ἐγγυτέρω προσιόντες ὅστις εἴη ἠρώτων. Σί‐ μων δὲ καλεῖν τὸν ἄρχοντα σφῶν προσέταττε. καὶ | |
10 | ἧκε κληθεὶς Τερέντιος Ῥοῦφος, ὃς ἄρχων τῆς στρα‐ τιᾶς κατελέλειπτο. ᾧ γνωρίσας ὅστις ἦν ὁ Σίμων συνελήφθη καὶ δεθεὶς ἐφυλάττετο. τῷ δέ γε Τίτῳ ἡ σύλληψις αὐτοῦ ἐδηλοῦτο. καὶ ὁ μὲν εἰς τὸν θρί‐ αμβον ἐτηρεῖτο, καθ’ ὃν καὶ ἀνῃρέθη ἀγχόνῃ συρεὶς | |
15 | ἐν τῇ κατὰ τὴν Ῥώμην ἀγορᾷ, ὅπου κτείνειν Ῥωμαί‐ οις εἴθισται τοὺς ἐπὶ κακουργίᾳ θανατουμένους. Τοῦτο μὲν οὖν γέγονε τέλος τῷ τοῦ Γιώρα Σί‐ μωνι· Ἰωάννης δέ, ἡ λοιπὴ τῶν Ἰουδαίων ἐρινύς, δεσμὰ κατεκρίθη διηνεκῆ. τὸ δὲ τῶν αἰχμαλώτων | |
20 | πλῆθος τὸ μὲν εἰς τὰ κατ’ Αἴγυπτον ἔργα ἐστάλη, τὸ δὲ ἐν ταῖς κατὰ πόλεις τελουμέναις θεωρίαις ἐφθείρετο ἢ θηριομαχίαις ἐκδιδόμενον ἢ ἀλληλοκτο‐ νούμενον. ἡ δὲ τοῦ Σίμωνος γῆθεν ἀνάδυσις πολὺ καὶ τῶν ἄλλων στασιαστῶν πλῆθος εὑρίσκεσθαι κατὰ | |
25 | τοὺς ὑπονόμους ἐποίησεν, ὡς ἐντεῦθεν καὶ τὰ τοῦ ναοῦ ἀνορυχθῆναι θεμέλια. Οὐ μόνον δὲ τοῖς ἐν Ἱεροσολύμοις Ἰουδαίοις ἐπῆ‐ κτο κίνδυνος, ἀλλὰ καὶ τοῖς ἐν ταῖς ἄλλαις πόλεσι. πάντα δὲ διηγήσασθαι δύσεργον· τὰ δ’ ἐπ’ Ἀντι‐ | |
30 | οχείας τοῖς ἐκείνην οἰκοῦσιν Ἰουδαίοις συμβεβηκότα | 74 in vol. 2 |
2.75 | διηγητέον. πολὺ μὲν γὰρ ἀνὰ πᾶσαν τὴν οἰκουμέ‐ νην τὸ Ἰουδαίων ἔθνος κατέσπαρται, πολλάκις αἰχμα‐ λωτισθέν, ὡς ἤδη ἱστόρηται, καὶ σκεδασθὲν παντα‐ χοῦ· πλεῖστον δὲ τῇ Συρίᾳ ἐγκαταμέμικται κατὰ τὴν | |
5 | γειτνίασιν, μᾶλλον δὲ τῶν ἄλλων ταύτης πόλεων ἡ Ἀντιόχεια κατοίκους Ἰουδαίους ἐκέκτητο διά τε τὸ τῆς πόλεως μέγεθος καὶ ὅτι ἀδεᾶ τὴν κατοίκησιν ἐν αὐτῇ παρέσχον αὐτοῖς οἱ μετ’ Ἀντίοχον βασιλεῖς. ὁ μὲν γὰρ Ἐπιφανὴς Ἀντίοχος τά τε Ἱεροσόλυμα ἐξε‐ | |
10 | πόρθησε καὶ τὸν ναὸν ἐσύλησεν, οἱ δὲ μετ’ αὐτὸν βασιλεῖς ἐξ ἴσου τοῖς Ἕλλησι μετέχειν τῆς πόλεως αὐτοῖς συνεχώρησαν. διὸ καὶ εἰς πλῆθος ἐπέδωκαν, πολὺ πλῆθος Ἑλλήνων προσαγόμενοι τῇ θρησκείᾳ. Καθ’ ὃν δὲ καιρὸν ὁ τῶν Ἱεροσολύμων πόλεμος | |
15 | ἐξερράγη καὶ εἰς τὴν Συρίαν κατέπλευσεν Οὐεσπα‐ σιανός, τὸ δὲ μῖσος κατὰ τοῦ ἔθνους παρὰ πᾶσιν ἤκμαζε, τότε δή τις Ἰουδαῖος Ἀντίοχος, υἱὸς τῶν ἐπ’ Ἀντιοχείας Ἰουδαίων τοῦ πρώτου, εἰς τὸν δῆμον τῶν Ἀντιοχέων παρελθὼν κατηγόρει μὲν τοῦ πατρός, κα‐ | |
20 | τηγόρει δὲ καὶ τῶν λοιπῶν Ἰουδαίων, ὅτι κατα‐ πρῆσαι τὴν πόλιν ἅπασαν ἐβουλεύσαντο, καὶ παρε‐ δίδου ξένους Ἰουδαίους τινὰς ὡς τοῦ βουλεύματος κοινωνούς. τὸ δὲ τῶν Ἀντιοχέων δημοτικὸν τοὺς μὲν παραδοθέντας αὐτίκα κατέκαυσαν, κατὰ δὲ τῶν | |
25 | αὐθιγενῶν Ἰουδαίων ὥρμηντο κἀκείνους τιμωρη‐ σόμενοι. ὁ δὲ τῶν ὁμοφύλων κατήγορος Ἀντίοχος, ἀποστῆναι τῆς πατρίου λέγων θρησκείας, ἔθυεν ὡς νόμος τοῖς Ἕλλησι, παρῄνει δὲ καὶ τοὺς ἄλλους ποιεῖν ὁμοίως βιάζεσθαι· ἔσεσθαι γὰρ φανεροὺς | |
30 | τοὺς ἐπιβουλεύσαντας τῷ μὴ τὴν σφετέραν θρη‐ σκείαν ἀπόμνυσθαι. χρωμένων δὲ τῇ πείρᾳ τῶν | |
Ἀντιοχέων, ὀλίγοι μὲν ὑπέκυψαν, οἱ δὲ μὴ ἑλληνί‐ | 75 in vol. 2 | |
2.76 | σαι ἀνασχόμενοι διεφθάρησαν. ὁ δ’ εἰρημένος Ἀντί‐ οχος καὶ στρατιώτας παρὰ τοῦ Ῥωμαίων ἡγεμόνος λαβών, χαλεπὸς ἦν τοῖς ὁμοφύλοις, ἀργεῖν τὴν ἑβδό‐ μην οὐκ ἐπιτρέπων· οὕτω τε τὴν ἀνάγκην ἔθετο ἰσχυ‐ | |
5 | ρὰν ὡς μὴ μόνον ἐπ’ Ἀντιοχείας τὴν τοῦ σαββάτου ἀργίαν καταλελύσθαι, ἀλλὰ κἀν ταῖς ἄλλαις πόλεσιν ἐπί τινα χρόνον τοῦτο ἐπικρατῆσαι. Οὐ ταῦτα δὲ μόνα τοῖς ἐν Ἀντιοχείᾳ συμβέβηκεν Ἰουδαίοις, ἀλλὰ καὶ δευτέρα προσεγένετο συμφορά. | |
10 | συνέβη μὲν γὰρ καταπρησθῆναι τὴν τῆς πόλεως τε‐ τράγωνον ἀγοράν, ἀρχεῖά τε καὶ χαρτοφυλάκια. ὁ δ’ εἰρημένος Ἀντίοχος τοῖς Ἰουδαίοις προσῆπτε τὸν ἐμ‐ πρησμόν, καὶ τοὺς Ἀντιοχεῖς ὑπόπτους ἔχοντας ἤδη αὐτοὺς ἠρέθισε κατ’ αὐτῶν· καὶ ὥσπερ ἐμμανεῖς | |
15 | πρὸς τοὺς διαβεβλημένους ἅπαντες ὥρμηντο. μόλις δ’ αὐτοὺς κατέσχον τινές, συμβουλεύσαντες Τίτῳ τὴν ὑπόθεσιν ἀναθεῖναι. ἐν τῷ μέσῳ δέ τινες ποι‐ ούμενοι ἐπιμελῆ τοῦ πράγματος ζήτησιν εὗρον τὸ μὲν τῶν Ἰουδαίων γένος ἀναίτιον, πονηροὺς δ’ ἀν‐ | |
20 | θρώπους τὸ ἔργον τολμήσαντας διὰ χρεῶν ἀνάγκας, οἰηθέντας, εἰ τὴν ἀγορὰν καὶ τὰ δημόσια γραμματεῖα ἐμπρήσειαν, ἕξειν ἀπαλλαγὴν τῆς εἰσπράξεως. Ἐν τούτοις δὲ καὶ ὁ Τίτος ἀφικνεῖτο εἰς Ἀντι‐ όχειαν. καὶ ὁ τῶν Ἀντιοχέων δῆμος προϋπήντα αὐτῷ | |
25 | καὶ εὐφήμει, ταῖς δ’ εὐφημίαις συνεῖρε καὶ δέησιν ἐκβαλεῖν ἀξιοῦσαν τοὺς Ἰουδαίους τῆς πόλεως. ὁ δὲ τότε τῶν λεγομένων ἡσυχῇ κατακούων παρῄει, ὕστε‐ ρον δ’ αὖθις σφόδρα λιπαρῶς ἐγκειμένων τῶν Ἀντι‐ οχέων ἐξελαθῆναι τοὺς Ἰουδαίους τῆς πόλεως, “ἀλλ’ | |
30 | ἥ γε πατρὶς αὐτῶν” ἔφη, “εἰς ἣν ἀναχωρεῖν αὐτοὺς ἐχρῆν, ἀνῄρηται, καὶ δέξαιτ’ ἂν αὐτοὺς οὐδεὶς ἔτι | |
τόπος.” ἀποτυχόντες οὖν τῆς αἰτήσεως ταύτης, ἐπὶ | 76 in vol. 2 | |
2.77 | δευτέραν ἐτράποντο, καὶ τὰς χαλκᾶς ἠξίουν δέλτους ἀναιρεθῆναι, αἷς τὰ δίκαια τῶν Ἰουδαίων ἐγέγραπτο. ἀλλ’ οὐδὲ πρὸς τοῦτο Τίτος ἐπένευσε, πάντα δὲ τοῖς ἐπ’ Ἀντιοχείας Ἰουδαίοις εἴασεν ὡς πρότερον εἶχον | |
5 | αὐτά. αὐτὸς δ’ εἰς Ἀλεξάνδρειαν ἀπιών, καὶ κατὰ τὴν πορείαν τὰ Ἱεροσόλυμα θεασάμενος, ᾤκτειρε τὸν τῆς πόλεως ὄλεθρον, ἐπαρώμενος τοῖς αἰτίοις τῆς ἀποστάσεως, ὡς αἰτίοις τῆς τῆς πόλεως ἐρημώσεως, πόλεως ἀρχαίας τε καὶ εὐδαίμονος. εὑρίσκοντο δ’ | |
10 | ἔτι κἀν τοῖς ἐρειπίοις αὐτοῖς μέρη τοῦ βαθυτάτου πλούτου αὐτῆς. πολλὰ μὲν γὰρ οἱ Ῥωμαῖοι ἀνέσκα‐ πτον, τὰ πλείω δὲ οἱ αἰχμάλωτοι ὑπεδείκνυον, ἅπερ οἱ κεκτημένοι πρὸς τὰς ἀδήλους τοῦ πολέμου ῥοπὰς κατὰ γῆς ἐθησαύριζον. | |
15 | Τίτος δ’ ἐπ’ Αἴγυπτον πορευθεὶς καὶ καταντή‐ σας εἰς Ἀλεξάνδρειαν, κἀκεῖθεν πλεῖν ἐπὶ τὴν Ἰτα‐ λίαν μέλλων, τῶν αἰχμαλώτων τοὺς ἡγεμόνας Ἰωάν‐ νην καὶ Σίμωνα, καὶ ἄλλους ἄνδρας ἑπτακοσίους μεγέθει τε καὶ κάλλει σώματος διαπρέποντας εἰς τὴν | |
20 | Ἰταλίαν αὐτίκα μάλα ἐκέλευσεν ἄγεσθαι, ἵν’ ἐν τῷ θριάμβῳ πληρώσωσι τὴν πομπήν. Μετὰ δὲ τὴν εἰς Ῥώμην τοῦ Τίτου ἄφιξιν πεμ‐ φθεὶς στρατηγὸς εἰς Ἰουδαίαν Λούκιος Βάσσος τὸ μὲν ἐν τῷ Ἡρωδίῳ φρούριον μετὰ τῶν κατεχόντων | |
25 | αὐτὸ προσηγάγετο· εἶτα πᾶν ὅσον ἦν ἐκεῖ στρατιωτι‐ κὸν συναγαγὼν ἐπὶ Μαχαιροῦντα στρατεύει. ἦν δὲ τὸ φρούριον τοῦτο λίαν δυσάλωτον, πετρώδης ὢν ὄχθος τετειχισμένος· οὕτω δ’ ὑπὸ τῆς φύσεως κατε‐ σκεύαστο ὡς μηδὲ προσιτὸς εἶναι· φάραγξι γὰρ πάν‐ | |
30 | τοθεν βαθείαις ἐτετάφρευτο. οὕτω δ’ ὀχυρότητος | 77 in vol. 2 |
2.78 | ἔχον καὶ βασίλειον εἶχεν ἐντὸς μεγέθει τε καὶ κάλ‐ λει τῶν οἰκήσεων θαυμαστόν, πολλὰς δὲ καὶ δεξα‐ μενὰς εἰς ὑποδοχὴν ὕδατος ἐν τοῖς ἐπιτηδειοτάτοις τῶν τόπων ἐκέκτητο. πρὸς δὲ τοῖς ἄλλοις ἐν τοῖς | |
5 | βασιλείοις καὶ πήγανον ἦν ἄξιον διὰ τὸ μέγεθος θαύ‐ ματος· συκῆς γὰρ οὐδεμιᾶς ὕψους καὶ πάχους ἐλεί‐ πετο· λόγος δ’ ἦν ἀπὸ τῶν Ἡρώδου χρόνων αὐτὸ διαρκέσαι, καὶ ἐπὶ πλεῖστον ἴσως ἔμεινεν ἄν, εἰ μὴ ὑπὸ τῶν παραλαβόντων τὸν τόπον Ἰουδαίων ἐκκέ‐ | |
10 | κοπτο. ἐν δὲ τῇ κατὰ τὴν ἄρκτον τοῦ φρουρίου φά‐ ραγγι ὀνομάζεταί τις τόπος Βαάρ, καὶ φύει ῥίζαν ὁμωνύμως καλουμένην αὐτῷ. αὕτη φλογὶ μὲν ἔοικε τὴν χροιάν, περὶ δὲ τὰς ἑσπέρας σέλας ἀπαστράπτει· τοῖς δὲ βουλομένοις λαβεῖν αὐτὴν οὐκ ἔστιν εὐχεί‐ | |
15 | ρωτος, ἀλλ’ ὑποφεύγει καὶ οὐ πρότερον ἵσταται πρὶν ἄν τις οὖρον γυναικὸς ἢ τὸ ἔμμηνον αἷμα καταχέῃ αὐτῆς. καὶ τότε δὲ τοῖς ἁψαμένοις θάνατός ἐστι προ‐ φανής, εἰ μὴ τύχῃ τις αὐτὴν ἐκείνην ἀπενεγκάμενος τὴν ῥίζαν ἀπηρτημένην ἐκ τῆς χειρός. ἁλίσκεται δὲ | |
20 | καὶ καθ’ ἕτερον τρόπον ἀκινδύνως. κύκλῳ γὰρ αὐ‐ τὴν περιορύσσουσιν, ὡς εἶναι τὸ τῇ γῇ κρυπτόμενον τῆς ῥίζης βραχύτατον, εἶτ’ ἐξ αὐτῆς ἀποδοῦσι κύνα, κἀκείνου τῷ δήσαντι συνακολουθεῖν ὁρμήσαντος, ἡ μὲν ἀνασπᾶται ῥᾳδίως, θνήσκει δ’ εὐθὺς ὁ κύων· | |
25 | φόβος δ’ οὐδεὶς τοῖς μετὰ ταῦτα λαμβάνουσιν. ἔστι δὲ διὰ μίαν ἰσχὺν περισπούδαστος. τὰ γὰρ καλού‐ μενα δαιμόνια καί τισιν εἰσδυόμενα αὕτη ταχέως ἐξελαύνει, κἂν μόνον τοῖς νοσοῦσι προσενεχθῇ. Τοῦτο τὸ φρούριον ὁ Βάσσος παραστήσασθαι θέ‐ | |
30 | λων, τὴν πρὸς ἀνατολὰς αὐτοῦ φάραγγα χῶσαι ἀπε‐ πειρᾶτο. οἱ δ’ ἐναπειλημμένοι τῶν Ἰουδαίων ἔνδον | |
ἀπὸ τῶν ξένων διακριθέντες ἐκείνους μὲν ἠνάγκασαν | 78 in vol. 2 | |
2.79 | ἐν τῇ κάτω πόλει παραμένειν, τὸ δ’ ἄνω φρούριον εἶχον αὐτοί. ἐποιοῦντο μέντοι τὰς ἐξόδους προθύ‐ μως ἀνὰ πᾶσαν ἡμέραν, καὶ τοῖς τυχοῦσι συμπλεκό‐ μενοι πολλοὶ μὲν ἔθνησκον, πολλοὺς δὲ τῶν Ῥωμαίων | |
5 | ἀνῄρουν πονοῦντας ἐπὶ τοῖς χώμασιν. Ἐκ δέ τινος συντυχίας ἡ τοῦ φρουρίου παράδο‐ σις γέγονε καὶ τῶν χωμάτων χωρίς. νεανίας τις ἦν ἐν τοῖς πολιορκουμένοις τόλμῃ θρασὺς καὶ κατὰ χεῖρα δραστήριος Ἐλεάζαρ καλούμενος, ὃς ἐξιέναι καὶ κω‐ | |
10 | λύειν τὴν χῶσιν παρακαλῶν τοὺς πολλούς, ἐν ταῖς μάχαις ἐπιφανέστατος γέγονε, πολλὰ δεινὰ τοὺς Ῥω‐ μαίους διατιθείς. καί ποτε τῆς μάχης διακριθείσης αὐτὸς μείνας ἔξω τῶν πυλῶν τοῖς ἐπὶ τοῦ τείχους ὡμίλει. Ῥοῦφος δέ τις τοῦ Ῥωμαϊκοῦ στρατοπέδου, | |
15 | τὸ γένος Αἰγύπτιος, ἐξαίφνης ἐπιδραμών, σὺν ὅπλοις αὐτοῖς τὸν Ἐλεάζαρ ἀράμενος φθάνει μεταθεὶς εἰς τὸ Ῥωμαίων στρατόπεδον. τοῦ δὲ στρατηγοῦ γυμνω‐ θῆναι κελεύσαντος αὐτὸν καὶ μαστίζεσθαι βλεπόντων τῶν ἐκ τῆς πόλεως, ἀθρόα ἡ πόλις ἀνῴμωξε. τοῦτο | |
20 | κατὰ τῶν πολεμίων ὁ Βάσσος στρατήγημα ἐποιήσατο, καὶ σταυρὸν προσέταξε καταπήγνυσθαι, ὡς αὐτίκα κρεμάσων τὸν Ἐλεάζαρον. οἱ δ’ ἀπὸ τοῦ φρουρίου ὁρῶντες ὠδυνῶντο μᾶλλον καὶ ἀνῴμωζον διωλύγιον. καὶ ὁ Ἐλεάζαρ ἱκέτευε σφᾶς μήτ’ αὐτὸν περιιδεῖν | |
25 | οὕτω θνήσκοντα καὶ ἑαυτοῖς τὴν σωτηρίαν προμη‐ θεύσασθαι, εἴξασι τῇ Ῥωμαίων ἰσχύϊ καὶ τύχῃ. οἱ δὲ καὶ πρὸς τοὺς ἐκείνου κατακλώμενοι λόγους, καὶ πολλῶν ἔνδον ὑπὲρ αὐτοῦ δεομένων, ἦν γὰρ ἐκ με‐ γάλης καὶ σφόδρα πολυανθρώπου συγγενείας, εἰς | |
30 | οἶκτον ἐνέδωκαν. καὶ στείλαντες τὴν τοῦ φρουρίου παράδοσιν ἐπηγγέλλοντο, ἵνα ἀδεεῖς ἀπαλλάττωνται, | |
τὸν Ἐλεάζαρ λαβόντες. | 79 in vol. 2 | |
2.80 | Δεξαμένου δὲ τοῦ στρατηγοῦ ταῦτα, οἱ ἐν τῇ κάτω πόλει τὴν γινομένην ἰδίᾳ τοῖς Ἰουδαίοις πυθό‐ μενοι σύμβασιν, ἀποδρᾶναι νυκτὸς αὐτοὶ ἐβουλεύ‐ σαντο. καὶ τὰς πύλας αὐτῶν ἀνοιξάντων, παρὰ τῶν | |
5 | τὴν ὁμολογίαν πεποιημένων πρὸς τὸν Βάσσον ἧκε μήνυσις. οἱ μὲν οὖν τῶν ἐξιόντων ἐρρωμενέστατοι ἔφθασαν διεκπεσεῖν, τῶν δ’ ἔνδον καταληφθέντων ἄνδρες μὲν ἀνῃρέθησαν ἐπὶ χιλίοις ἑπτακόσιοι, γύ‐ ναια δὲ καὶ παῖδες ἠνδραποδίσθησαν. τὰς δὲ πρὸς | |
10 | τοὺς παραδόντας τὸ φρούριον ὁμολογίας φυλάσσων ὁ Βάσσος αὐτούς τε ἀφῆκε καὶ τὸν Ἐλεάζαρ ἀπέ‐ δωκε. Ταῦτα διαπραξάμενος ἠπείγετο ἐπὶ τὸν λεγόμε‐ νον Ἰάρδην δρυμόν· πολλοὶ γὰρ πρὸς αὐτὸν ἦσαν | |
15 | τῶν κατὰ τὰς πολιορκίας πρότερον ἀποδράντων. ἐλ‐ θὼν οὖν ἐπὶ τὸν τόπον, κυκλοῦται αὐτὸν τοῖς ἱπ‐ πεῦσιν ἅπαντα, τοὺς δὲ πεζοὺς δενδροτομεῖν τὴν ὕλην ἐκέλευσεν. οἱ δ’ ἐκεῖ προσπεφευγότες Ἰουδαῖοι ἀθρόοι μετὰ βοῆς ᾄξαντες ἐνέπιπτον τοῖς κυκλωσα‐ | |
20 | μένοις αὐτούς. ὡς δὲ καρτερῶς αὐτοὺς ἐκεῖνοι ἐδέ‐ χοντο, χρόνος μὲν οὐ βραχὺς τῇ μάχῃ ἐτρίβη, τέλος δὲ αὐτῇ οὐχ ὅμοιον τοῖς ἐναντίοις ἀπέβη μέρεσι. Ῥωμαίων μὲν γὰρ ἔπεσον δώδεκα, ὀλίγοι δ’ ἐτρώθη‐ σαν, τῶν δὲ Ἰουδαίων ἐκ τῆς μάχης ταύτης οὐδεὶς | |
25 | διέφυγεν, ἁλόντες δὲ καὶ τρισχιλίων οὐχ ἥττους πάντες ἀπέθανον. Βάσσος μέντοι καὶ Λεβέριος Μάξιμος, ὃς ἦν ἐπί‐ τροπος, πᾶσαν τὴν γῆν ἀποδόσθαι τῶν Ἰουδαίων παρὰ Καίσαρος ἐκελεύσθησαν. ὀκτακοσίοις δὲ μό‐ | |
30 | νοις ἀπὸ τῆς στρατείας διαφειμένοις χωρίον ἔδωκεν εἰς κατοίκησιν, ὃ καλεῖται μὲν Ἀμαοῦς, ἀπέχει δὲ | |
τῶν Ἱεροσολύμων σταδίους τριάκοντα. φόρον δὲ τοῖς | 80 in vol. 2 | |
2.81 | ὁπουδήποτε οὖσιν Ἰουδαίοις ἐπέταξε δύο δραχμὰς ἕκαστον ἐτησίως εἰσφέρειν εἰς τὸ Καπιτώλιον, ὥσπερ πρότερον εἰς τὸν ἐν Ἱεροσολύμοις ναὸν συνετέλουν. Βάσσου δὲ τελευτήσαντος Φλάβιος Σίλβας δια‐ | |
5 | δέχεται τὴν ἡγεμονίαν. ὃς ἐπὶ Μασάδαν τὸ φρού‐ ριον ἐστράτευσε, μόνον ἔτι τῶν ἀφεστηκότων περι‐ λειφθέν. κατεῖχον δὲ τοῦτο σικάριοι, ὧν προειστήκει δυνατὸς ἀνὴρ Ἐλεάζαρ, ἀπόγονος Ἰούδα τοῦ πείσαν‐ τος πολλοὺς Ἰουδαίων μὴ πείθεσθαι ταῖς ἀπογρα‐ | |
10 | φαῖς ἐπὶ Κυρηνίου. καὶ τῆς μὲν χώρας εὐθὺς ἐκρά‐ τει, τὸ δὲ φρούριον τείχει περιεκύκλωσε, τὴν εἰς φυγὴν ἔξοδον τοῖς ἔνδον ἀποφραγνύς. εἶτα πρὸς πολιορκίαν ἐτράπετο, καὶ χῶμα χώσας ἔνθα δυνατὸν ἦν, ἐπὶ πέτρας γὰρ ὑψηλῆς τὸ φρούριον ᾠκοδόμητο, | |
15 | φάραγξι βάθος ἐχούσαις ἄπειρον ἐστεφανωμένης, ἐπήγαγε τὴν ἑλέπολιν καὶ διέρρηξε μέρος τοῦ τείχους. ὤφθη δ’ ἕτερον ἐντὸς ὑπὸ τῶν σικαρίων ἀντοικοδο‐ μηθὲν τοιοῦτον οἷον μηδὲ ταῖς ἐμβολαῖς εἴξειν μέλ‐ λον τῶν ἑλεπόλεων. ἐκ ξύλων γὰρ ἦν δύο στίχους | |
20 | παραλλήλους ἐχόντων, ὧν μέσον συνεφόρουν τὸν χοῦν. αἱ γοῦν τῶν μηχανημάτων ἐμβολαὶ οὐ μόνον οὐ διερρήγνυον τοῦτο, ἀλλὰ καὶ στερρότερον τῷ σάλῳ συνιζάνον εἰργάζοντο· διὸ τοῖς στρατιώταις ὁ Σίλβας λαμπάδας καιομένας ἀκοντίζειν ἀθρόους παρ‐ | |
25 | εκελεύσατο. τὸ δὲ πεποιημένον ἐκ ξύλων τοῦ πυρὸς ἀντελάβετο καὶ φλόγα πολλὴν ἀνῆκε. τὸ μὲν οὖν πρῶτον πνέων βορρᾶς ἄνωθεν εἰς τοὺς Ῥωμαίους τὴν φλόγα ἐπήλαυνε, καὶ μικροῦ τῶν μηχανημάτων | |
ἥψατο ἄν· ἔπειτα νότος ἀντιπνεύσας πολὺς τῷ τείχει | 81 in vol. 2 | |
2.82 | ταύτην προσέβαλε, καὶ ἅπαν ἤδη κατέφλεκτο. ἐπὶ τούτοις οἱ μὲν Ῥωμαῖοι κατὰ τὴν ἐπιοῦσαν τοῖς πο‐ λεμίοις ἐπιχειρεῖν ἔμελλον, Ἐλεάζαρ δὲ τοῖς ἐν τῷ φρουρίῳ διαλεχθεὶς ἔπεισε πάντας τάς τε γυναῖκας | |
5 | ἑαυτῶν καὶ τὰ τέκνα ἀνῃρηκότας ἐκείνοις ἐπαπελθεῖν ἕκαστον. καὶ δὴ τούτου δόξαντος, ὁμοῦ τε τὰς γυ‐ ναῖκας ἠσπάζοντο καὶ τὰ τέκνα προσηγκαλίζοντο, τοῖς φιλήμασιν ἐμφυόμενοι καὶ δακρύοντες, καὶ διεχειρί‐ ζοντο τὰ φίλτατα ταῖς χερσίν, ὡς μή τι σφίσι προσ‐ | |
10 | ήκοντα. εἶτα τὴν κτῆσιν ἅπασαν συναθροίσαντες πῦρ ἐνέβαλλον εἰς αὐτήν. κλήρῳ δ’ ἑλόμενοι δέκα τοὺς ἐσομένους σφαγεῖς ἁπάντων, ὑπ’ αὐτῶν ἕκα‐ στος ἐπὶ τοῖς φιλτάτοις ἐκτίννυτο. εἶτ’ αὖθις ὁ κλή‐ ρῳ λαχὼν τοὺς ἐννέα διαχειρισάμενος, καὶ κύκλῳ πε‐ | |
15 | ριαθρήσας μήπου τις ζωὸς περιλέλειπται, ὡς ἔγνω πάντας ἀνῃρημένους, πῦρ μὲν τοῖς βασιλείοις ἐνίη‐ σιν, ὅλον δὲ τὸ ξίφος ἐλάσας δι’ ἑαυτοῦ πλησίον τῶν οἰκείων κατέπεσε. καὶ οἱ μὲν ἐτεθνήκεσαν ὑπειλη‐ φότες μή τινα ζῶντα καταλειφθῆναι, ἔλαθεν δὲ γυνὴ | |
20 | πρεσβῦτις καί τις ἑτέρα καὶ πέντε παιδία τοῖς ὑπο‐ νόμοις κατακρυφθέντα. ἦν δὲ τὸ τῶν σφαγέντων πλῆ‐ θος σὺν γυναιξὶ καὶ παισὶ διακόσιοι πρὸς ἑξήκοντα. Οἱ δὲ Ῥωμαῖοι προσβολὴν ἕωθεν ἐποιοῦντο· βλέποντες δ’ οὐδένα τῶν πολεμίων, πολλὴν δ’ ἔν‐ | |
25 | δον ἠρεμίαν καὶ πῦρ ἀναπτόμενον, διηπόρουν. καὶ τέλος ἠλάλαξαν, εἴ τινα τῶν ἐντὸς προσκαλέσαιντο. τῆς δὲ βοῆς αἴσθησις τοῖς γυναίοις ἐγένετο, κἀκ τῶν ὑπονόμων ἀναδῦσαι τὰ πραχθέντα τοῖς Ῥωμαίοις ἐμήνυον· οἱ δ’ ἠπίστουν. ὡς δὲ τῶν βασιλείων | |
30 | παρῆλθον ἔνδον καὶ τοῖς ἀνῃρημένοις ἐνέτυχον, ἐθαύμαζον τὴν γενναιότητα τῶν ἀνδρῶν καὶ τοῦ | |
θανάτου τὴν καταφρόνησιν. | 82 in vol. 2 | |
2.83 | Τοιαύτη μὲν οὖν ἡ τῆς Μασάδας ἐγένετο ἅλωσις· καὶ κατὰ τὴν ἐν Αἰγύπτῳ Ἀλεξάνδρειαν πολλοὺς ἀποθανεῖν Ἰουδαίους συμβέβηκεν. οἱ γὰρ ἐκ τῆς στάσεως τῶν σικαρίων καταφυγόντες ἐκεῖ πολλοὺς | |
5 | τῶν ὑποδεξαμένων ἔπειθον τῆς ἐλευθερίας ἀντιποι‐ εῖσθαι. εἰ δέ τινες αὐτοῖς τῶν οὐκ ἀφανῶν Ἰου‐ δαίων ἀντέβαινον, τοὺς μὲν ἔκτεινον, τοὺς δ’ ἄλλους πρὸς ἀποστασίαν προεκαλοῦντο. οἱ δὲ τῆς γερουσίας πρωτεύοντες εἰς ἐκκλησίαν τοὺς Ἰουδαίους ἀθροί‐ | |
10 | σαντες ἤλεγχον τὴν τῶν σικαρίων ἀπόνοιαν, καὶ φυ‐ λάξασθαι τὸ πλῆθος παρεκάλουν τὸν ἐξ αὐτῶν ὄλε‐ θρον, παραδοῦναι δὲ Ῥωμαίοις αὐτούς. ἐπείσθη τοίνυν τὸ πλῆθος τοῖς λεγομένοις, καὶ πρὸς τοὺς σι‐ καρίους ᾄξαντες συνήρπαζον αὐτούς. καὶ ἑάλωσαν | |
15 | μὲν περὶ ἑξακοσίους, ὅσοι δὲ τότε διέφυγον οὐκ εἰς μακρὰν συλληφθέντες ἐπανήχθησαν. καὶ πάσης αὐ‐ τοῖς ἐπενεχθείσης βασάνου, ὅπως Καίσαρα δεσπότην ὁμολογήσωσιν, οὐδεὶς ἐνέδωκεν, ἀλλὰ πάντες τὴν γνώμην ὑπερτέραν τῆς ἀνάγκης ἐτήρησαν. μάλιστα | |
20 | δ’ ἡ τῶν παίδων ἡλικία τοὺς θεωμένους ἐξέπληξεν· οὐδὲ γὰρ ἐκείνων τις ἐξενικήθη Καίσαρα δεσπότην ἐξονομάσαι. Ἥψατο δὲ καὶ τῶν περὶ Κυρήνην πόλεων ἡ τῶν σικαρίων ἀπόνοια. διεκπεσὼν γὰρ εἰς αὐτὴν Ἰωνά‐ | |
25 | θης πονηρότατος ἄνθρωπος, τὴν τέχνην ὑφάντης, τι‐ νὰς τῶν ἀπόρων ἀνέπεισε προσέχειν αὐτῷ, καὶ προ‐ ήγαγεν εἰς τὴν ἔρημον, σημεῖα δείξειν καὶ τέρατα ὑπισχνούμενος. οἱ δὲ τῶν ἐπὶ Κυρήνης Ἰουδαίων πρωτεύοντες Κατύλλῳ τῷ τῆς Κυρήνης ἡγεμόνι ταῦτα | |
30 | ἀγγέλλουσιν. ὁ δὲ στρατιώτας ἀποστείλας συνέσχε τοὺς μετὰ Ἰωνάθου. αὐτὸς δὲ ὁ Ἰωνάθης τότε μὲν | |
διέφυγεν, ἐπιμελῶς δὲ ζητηθεὶς ἥλω, καὶ ἀναχθεὶς | 83 in vol. 2 | |
2.84 | πρὸς τὸν ἡγεμόνα ἑαυτῷ μὲν ἐμηχανᾶτο τῆς τιμω‐ ρίας ἐξάλυξιν, τῷ Κατύλλῳ δὲ ἀφορμὰς ἀδίκων κερ‐ δῶν περιεποιήσατο. τοὺς γὰρ πλουσιωτάτους τῶν Ἰουδαίων ἔλεγε, καταψευδόμενος αὐτῶν, διδασκά‐ | |
5 | λους αὐτῷ τῶν δρωμένων γενέσθαι· καὶ ὁ ἡγεμὼν προθύμως ἐδέχετο τὰς διαβολάς. πρὸς δὲ τῷ πι‐ στεύειν ῥᾳδίως καὶ τὴν ψευδῆ κατηγορίαν τοὺς σι‐ καρίους ἐδίδασκε· καὶ πολλῶν κατεῖπον ὑπ’ ἐκείνου ὑποβαλλόμενοι. | |
10 | Ἐνταῦθα μὲν οὖν τότε τὰ τῶν Ἰουδαίων ἐτελεύ‐ τησε πάθη, ὑπὸ Ῥωμαίων τῆς Ἱερουσαλὴμ τὴν τε‐ λευταίαν ὑποστάσης ἅλωσιν. καὶ αὖθις δὲ Αἰλίου τῶν Ῥωμαίων κρατοῦντος Ἀδριανοῦ ἐστασίασαν Ἰου‐ δαῖοι καὶ κατὰ Ῥωμαίων ὡπλίσθησαν. ἀλλὰ καὶ τότε | |
15 | ἡττήθησάν τε καὶ ἐξετρίβησαν, πολλῶν φθαρεισῶν μυριάδων, ὡς λίαν περιλειφθῆναι βραχεῖς, περὶ ὧν ἐν τοῖς ἰδίοις τόποις ἱστορηθήσεται. Ῥωμαίων δὲ μνησθείσης τῆς ἱστορίας καὶ τού‐ τοις κράτος ἀναθεμένης ἀήττητον, ἀναγκαῖον πάν‐ | |
20 | τως εἰπεῖν καὶ διδάξαι ἢ ἀναμνῆσαι τοὺς ἐντευξομέ‐ νους τούτῳ δὴ τῷ συγγράμματι τίνες τε οἱ Ῥωμαῖοι καὶ ὅθεν τὸ τούτων ἔθνος συνέστη τὸ ἐξ ἀρχῆς, καὶ πόθεν τὴν κλῆσιν ἔσχε, καὶ τίσι πολιτείαις ἐχρήσατο, καὶ οἵαις τύχαις ἐνέκυρσε, καὶ ὅπως προύκοψεν εἰς | |
25 | εὐδαιμονίας ἀκρότητα ὡς μικροῦ κυριεῦσαι τῆς οἰ‐ κουμένης ἁπάσης καὶ τὸ κράτος κατὰ πάντων σχε‐ δὸν ἀναδήσασθαι, καὶ ὅπως βασιλευθὲν ἐξ ἀρχῆς εἰς ἀριστοκρατίαν ἤτοι δικτατωρείας καὶ ὑπατείας μετέπεσε, καὶ εἰς δημοκρατίαν αὖθις μετήνεκτο, | |
30 | εἶτα εἰς μοναρχίαν ἐπανελήλυθεν. ῥητέον μοι τοί‐ | 84 in vol. 2 |
2.85 | νυν καὶ περὶ τούτων καὶ διηγητέον ὡς ἐνὸν ἐπι‐ τέμνοντι τὸ πλάτος τῆς διηγήσεως καὶ τὴν μακρη‐ γορίαν συστέλλοντι, ἵν’ εἶεν εὐσύνοπτα τὰ τῆς ἱστορίας καὶ τὴν τῶν ἐπιόντων μνήμην μὴ δια‐ | |
5 | φεύγοιεν. Αἰνείας μετὰ τὸν Τρωικὸν πόλεμον ἀφῖκτο πρὸς Ἀβορίγινας, οἳ πρῴην τὴν χώραν ᾤκουν καθ’ ἣν ἡ Ῥώμη πεπόλισται, Λατίνου τοῦ Φαύνου τότε τὴν τούτων ἀρχὴν ἔχοντος, καὶ προσέσχε Λαυρεντῷ κατὰ | |
10 | τὸν Νουμίκιον ποταμόν, ἔνθα κατά τι δὴ θεοπρόπιον λέγεται παρασκευάζεσθαι ποιήσασθαι τὴν κατοίκησιν. ὁ δὲ τῆς χώρας ἄρχων Λατῖνος ἀπεῖργε τῷ Αἰνείᾳ τὴν ἐν τῇ χώρᾳ καθίδρυσιν. καὶ συμβαλὼν ἡττᾶται· εἶτα δι’ ὀνειράτων φανέντων ἀμφοῖν καταλλάττονται· | |
15 | καὶ τῆς κατοικίας αὐτῷ παραχωρεῖ, καὶ τὴν θυγα‐ τέρα Λαουινίαν εἰς γάμον ἐκδίδωσιν. ἔνθα πόλιν ὁ Αἰνείας οἰκοδομήσας ὠνόμασε Λαουίνιον· ἥ τε χώρα Λάτιον ἐπεκλήθη καὶ οἱ ἄνθρωποι οἱ ἐκεῖ Λατῖνοι προσηγορεύθησαν. | |
20 | Ῥουτοῦλοι δὲ ὁμοροῦντες τῇ χώρᾳ ἐκ πόλεως Ἀρδέας ὁρμώμενοι, καὶ πρόσθεν δυσμενῶς ἔχοντες πρὸς Λατίνους, καὶ τότε πόλεμον ἤραντο, ἐπαρήγον‐ τος αὐτοῖς καὶ Τούρνου ἀνδρὸς ἐπιφανοῦς καὶ τῷ Λατίνῳ προσήκοντος, ὃς δι’ ὀργῆς τὸν Λατῖνον πε‐ | |
25 | ποίητο διὰ τὸν Λαουινίας γάμον· ἐκείνῳ γὰρ ἡ κόρη προωμολόγητο. μάχης οὖν γενομένης πίπτουσιν ὅ τε Τοῦρνος καὶ ὁ Λατῖνος, τὴν δὲ νίκην ὁ Αἰνείας κε‐ | |
κόμιστο καὶ τὴν τοῦ πενθεροῦ βασιλείαν. μετὰ δέ | 85 in vol. 2 | |
2.86 | τινα χρόνον συμμαχίας ἐκ Τυρσηνῶν οἱ Ῥουτοῦλοι τυχόντες ἐπῆλθον τῷ Αἰνείᾳ, καὶ τὸν πόλεμον νενι‐ κήκασιν· ἀφανὴς δὲ ὁ Αἰνείας γενόμενος, οὔτε γὰρ ζῶν ὤφθη ἔτι οὔτε μὴν τεθνεώς, ὡς θεὸς παρὰ Λα‐ | |
5 | τίνοις τετίμητο. ἐντεῦθεν καὶ τοῖς Ῥωμαίοις τοῦ σφετέρου γένους ἀρχηγέτης νενόμισται, καὶ Αἰνειά‐ δαι καλεῖσθαι αὐχοῦσι. τὴν δὲ τῶν Λατίνων ἀρχὴν ὁ ἐκείνου υἱὸς Ἀσκάνιος διεδέξατο, ὃς οἴκοθεν συνεί‐ πετο τῷ πατρί· οὐδέπω γὰρ ἐκ τῆς Λαουινίας παῖδα | |
10 | ἐγείνατο, ἔγκυον δ’ αὐτὴν καταλέλοιπε. τὸν δὲ Ἀσκά‐ νιον κατακλείσαντες οἱ πολέμιοι ἐπολιόρκουν· νυκτὸς δ’ οἱ Λατῖνοι αὐτοῖς ἐπιθέμενοι τήν τε πολιορκίαν ἔλυσαν καὶ τὸν πόλεμον. Χρόνου δὲ διεληλυθότος πληθυνθέντες οἱ Λατῖ‐ | |
15 | νοι τὴν μὲν πόλιν τὸ Λαουίνιον οἱ πλείονες ἐκλελοί‐ πασιν, ἑτέραν δ’ ἐν ἀμείνονι χώρᾳ ἀντῳκοδόμησαν, ἣν Ἄλβαν ἐκ τῆς λευκότητος καὶ ἀπὸ τοῦ μήκους Λόγγαν ἐπωνόμασαν· εἴποιεν ἂν Ἕλληνες λευκὴν καὶ μακράν. Ἀσκανίου δὲ τελευτήσαντος οἱ Λατῖνοι | |
20 | τὸν ἐκ τῆς Λαουινίας τεχθέντα τῷ Αἰνείᾳ υἱὸν εἰς τὴν βασιλείαν προετιμήσαντο τοῦ Ἀσκανίου παιδός, διὰ τὸν πάππον τὸν Λατῖνον τοῦτον προκρίναντες, Σιλούιον κεκλημένον. ἐκ Σιλουίου δὲ Αἰνείας ἐτέ‐ χθη, ἐξ Αἰνείου δὲ Λατῖνος ἐγένετο, Λατῖνον δὲ | |
25 | διεδέξατο Πάστις. Τιβερῖνος δ’ ἄρξας μετέπειτα ἐν ποταμῷ καλουμένῳ Ἀλβούλῳ πεσὼν διεφθάρη· ὃς δὴ ποταμὸς Τίβερις ἐξ ἐκείνου μετωνομάσθη, ῥέων διὰ τῆς Ῥώμης καὶ ὢν τῇ πόλει πολυαρκέστατος καὶ Ῥωμαίοις ἐς τὰ μάλιστα χρησιμώτατος. ἔκγονος δὲ | |
30 | τοῦ Τιβερίνου Ἀμούλιος, ὃς ὑπερφρονήσας καὶ θεοῦν ἑαυτὸν τολμήσας, ὡς βροντάς τε ταῖς βρονταῖς ἐκ | |
μηχανῆς ἀντεπάγειν καὶ ἀνταστράπτειν ταῖς ἀστρα‐ | 86 in vol. 2 | |
2.87 | παῖς ἐνσκήπτειν τε κεραυνούς, διεφθάρη, τῆς λί‐ μνης παρ’ ᾗ τὰ αὐτοῦ βασίλεια ἵδρυτο ἐπιρρυείσης αἰφνίδιον καὶ καταποντισάσης κἀκεῖνον καὶ τὰ βα‐ σίλεια. Ἀουεντῖνος δὲ ὁ υἱὸς αὐτοῦ ἐν πολέμῳ ἀπέ‐ | |
5 | θανε. Καὶ ταῦτα μὲν περὶ Λαουινίου καὶ Ἀλβανῶν· τὰ δὲ τῶν Ῥωμαίων ἀρχὴν ἐσχήκασι τὸν Νομίτωρά τε καὶ τὸν Ἀμούλιον, οἳ Ἀουεντίνου μὲν ἐγένοντο υἱω‐ νοί, τοῦ δ’ Αἰνείου ἀπόγονοι. τῆς γοῦν ἐν Ἄλβῃ | |
10 | βασιλείας κατὰ διαδοχὴν περιελθούσης αὐτοῖς, νεί‐ μασθαι ταύτην ἠθέλησαν καὶ τὰ χρήματα. τοῦ Ἀμου‐ λίου τοίνυν ἰδίᾳ μὲν τὰ χρήματα θέντος, ἰδίᾳ δέ γε τὴν βασιλείαν, καὶ ἐξ ἀμφοῖν τὸν ἀδελφὸν προτρε‐ ψαμένου ὃ πρὸς βουλῆς αὐτῷ ἐπιλέξασθαι, τὴν βα‐ | |
15 | σιλείαν εἵλετο ὁ Νομίτωρ, ἅτε καὶ πρεσβύτερος ἀδελ‐ φός· λαβὼν δὲ τὰ χρήματα ὁ Ἀμούλιος, καὶ δύναμιν ἐκ τούτων περιβαλλόμενος, καὶ τὴν βασιλείαν ἀφεί‐ λετο. θυγατρὸς δὲ τῷ Νομίτωρι οὔσης, δεδιὼς μὴ παῖδες ἐξ αὐτῆς γένοιντο καὶ κατεξανασταῖεν αὐτοῦ, | |
20 | ἱέρειαν τῆς Ἑστίας ἐκείνην ἀπέδειξεν, ἄγαμον διὰ τοῦτο καὶ παρθένον διὰ βίου μέλλουσαν ἔσεσθαι. ἡ δὲ κύουσα ἐφωράθη μετέπειτα ὑπὸ Ἄρεος, ὡς μυ‐ θεύεται, ὑπ’ ἀνθρώπων δὲ πάντως τινός. εἵρχθη οὖν διὰ τοῦτο, ἵνα μὴ λάθῃ τεκοῦσα. καὶ ἔτεκε διδύ‐ | |
25 | μους παῖδας μεγάλους τε καὶ καλούς. μᾶλλον οὖν φοβηθεὶς ὁ Ἀμούλιος ἐκέλευσε τὰ βρέφη ῥιφῆναι. καὶ ὁ ταῦτα λαβὼν σκάφῃ ἐνθέμενος ἐμβάλλει τῷ ποταμῷ τῷ Τιβέριδι. παρασῦραν δὲ τὴν σκάφην τὸ ῥεῦμα εἴς τινα χῶρον κατήνεγκε μαλθακόν· ἔνθα | |
30 | κειμένοις τοῖς βρέφεσι λύκαιναν ἱστοροῦσι προσιοῦ‐ | 87 in vol. 2 |
2.88 | σαν θηλὴν παρέχειν αὐτοῖς, καὶ ὄρνιν δρυοκολάπτην παρεῖναι ταῦτα ψωμίζοντα καὶ φυλάττοντα. ἐκεῖ δὲ κείμενα τὰ βρέφη λαθὼν ἀφείλετό τις Ἀμουλίου συο‐ φορβὸς Φαυστοῦλος καλούμενος· καὶ παρὰ τῆς ἐκεί‐ | |
5 | νου ἐτράφησαν γυναικός, ᾗ ὄνομα Λαρεντία· καὶ ὁ μὲν Ῥωμύλος, ὁ δ’ ἕτερος Ῥῶμος ἐκλήθησαν. τινὲς δὲ μὴ λύκαιναν εἶναι τὴν τῶν παίδων φασὶ τροφόν, ὃ καὶ πιθανώτερον ἢ ἀληθέστερον μάλιστα, ἀρχὴν δὲ τὸν λόγον οὕτω λαβεῖν. λούπας καλοῦσι Ῥωμαῖοι | |
10 | τάς τε λυκαίνας καὶ τὰς ἑταίρας· πορνευομένη δ’ ἡ Λαρεντία, ἣ τοὺς παῖδας ἐθρέψατο, καὶ λοῦπα διὰ τοῦτο καλουμένη, χώραν τῷ μύθῳ παρέσχετο. Αὐξανόμενοι δὲ θυμοειδεῖς ἦσαν καὶ ἀνδρώδεις ἀμφότεροι· ὁ δὲ Ῥωμύλος ἐδόκει συνέσει διαφορώτε‐ | |
15 | ρος καὶ ἡγεμονικὸς μᾶλλον τὴν φύσιν ἢ πειθαρχικός. γενομένης δέ ποτε πρὸς τοὺς Νομίτωρος βουκόλους τοῖς τοῦ Ἀμουλίου διαφορᾶς, συγκόπτουσιν αὐτοὺς οἱ ὁμαίμονες καὶ τῆς ἀγέλης συχνὴν ἀποτέμνονται μοῖραν. μόνῳ δὲ τῷ Ῥώμῳ σὺν ὀλίγοις ἄλλοις βα‐ | |
20 | δίζοντι οἱ τοῦ Νομίτωρος βουκόλοι λοχήσαντες συν‐ έλαβον αὐτὸν καὶ ἀπήγαγον πρὸς Νομίτωρα· καὶ ὃς πρὸς Ἀμούλιον ἐλθὼν ἐδεῖτο τυχεῖν δίκης, ἀδελ‐ φὸς ὢν καὶ ὑπὸ τῶν οἰκείων αὐτοῦ ὑβρισμένος. ὁ δὲ παραδίδωσι τῷ Νομίτωρι τὸν Ῥῶμον ὡς βού‐ | |
25 | λοιτο χρήσασθαι. ὃς οἴκοι ἐλθὼν καὶ τὸν νεανίσκον ὁρῶν ὑπερφέροντα μεγέθει καὶ ῥώμῃ, καὶ τὸ θαρ‐ ραλέον αὐτοῦ καὶ ἀδούλωτον τῆς ψυχῆς θαυμά‐ ζων, ἀνέκρινεν ὅστις εἴη καὶ ὅθεν γένοιτο, φωνῇ πραείᾳ. ὁ δὲ θαρρῶν ἔλεγεν ὡς “δίδυμοι μέν ἐσμεν | |
30 | ἀδελφοί, γοναὶ δὲ ἡμῶν ἀπόρρητοι λέγονται καὶ τρο‐ | 88 in vol. 2 |
2.89 | φαὶ καὶ τιθηνήσεις θαυμασιώτεραι, θηρίοις καὶ οἰω‐ νοῖς τραφέντων παρὰ τὸν μέγαν ποταμὸν ἐν σκάφῃ τινὶ κειμένων, ἣ ἔτι σώζεται, χαλκοῖς ὑποζώμασι γραμμάτων ἀμυδρῶν ἐγκεχαραγμένων.” | |
5 | Ὁ μὲν οὖν Νομίτωρ τοῖς τε λόγοις τοῦ Ῥώμου καὶ τῇ ὄψει πρὸς ἔννοιαν τῆς ἐκθέσεως τῶν τῆς θυ‐ γατρὸς ἐνήγετο παίδων, ὁ δὲ Φαυστοῦλος τὴν τοῦ Ῥώμου μαθὼν σύλληψιν τὸν μὲν Ῥωμύλον βοηθεῖν παρεκάλει, τότε σαφῶς διδάξας αὐτὸν περὶ τῆς γενέ‐ | |
10 | σεως, πρότερον γὰρ ὑπῃνίττετο, ὥστ’ αὐτοὺς μὴ μι‐ κροφρονεῖν, αὐτὸς δὲ τὴν σκάφην κομίζων ἐχώρει πρὸς τὸν Νομίτωρα σπουδῆς καὶ δέους μεστός. τοῖς δὲ περὶ τὰς πύλας τοῦ Ἀμουλίου φρουροῖς ὑφορώ‐ μενος, καὶ ταραττόμενος περὶ τὰς ἀποκρίσεις, οὐκ | |
15 | ἔλαθε τὴν σκάφην τῷ χλανιδίῳ περικαλύπτων. ὑπο‐ λαβόντες δὲ κλοπιμαῖόν τι φέρειν αὐτόν, εἰς μέσον τὴν σκάφην προήγαγον. ἔτυχε δέ τις παρὼν ἐκεῖ τῶν τὰ παιδάρια ἐκθεμένων· ὃς τὴν σκάφην γνωρί‐ σας, δραμὼν φράζει τῷ Ἀμουλίῳ. καὶ ὁ Φαυστοῦλος | |
20 | ἀνακρινόμενος παρὰ τοῦ βασιλέως σώζεσθαι μὲν τοὺς παῖδας κατέθετο, πόρρω δὲ τῆς Ἄλβης νέμοντας εἶ‐ ναι· τὴν δὲ σκάφην πρὸς τὴν Ἰλίαν κομίζειν τὴν τῶν παίδων μητέρα, ποθοῦσαν ἰδεῖν. τεταραγμένος δὲ τούτοις Ἀμούλιος ἄνδρα πρὸς τὸν Νομίτωρα πέ‐ | |
25 | πομφε πυνθανόμενος εἴ τι μάθοι περὶ τῶν παίδων ὡς περιόντων. ἦν δὲ τῶν φίλων ὁ πεμφθεὶς τοῦ Νομίτωρος. ἀπελθὼν οὖν καὶ ἐν περιπλοκαῖς τοῦ Ῥώμου εὑρηκὼς τὸν Νομίτωρα, παρεθάρρυνέ τε καὶ μὴ μέλλειν αὐτοῖς συνεβούλευε, καὶ αὐτὸς δὲ συνέ‐ | |
30 | πραττεν. ἄρτι δὲ καὶ ὁ Ῥωμύλος ἐγγὺς ἦν, χεῖρα συχνὴν ἀγροικικὴν ἐπαγόμενος· καὶ τῶν πολιτῶν | |
δὲ αὐτῷ οὐκ ὀλίγοι προσῄεσαν μίσει τοῦ Ἀμουλίου. | 89 in vol. 2 | |
2.90 | ὃς οὕτω τῶν πραγμάτων συνενεχθέντων οὐδὲν οὔτε πράξας οὔτε βουλεύσας σωτήριον ἀνῃρέθη. Ῥωμύλος μέντοι καὶ Ῥῶμος τὴν τῆς Ἄλβης ἡγε‐ μονίαν τῷ μητροπάτορι νείμαντες, καὶ τῇ μητρὶ τι‐ | |
5 | μὴν πρέπουσαν, καθ’ ἑαυτοὺς εἶναι ἔκριναν· οὔτε γὰρ ἠνείχοντο ἄρχεσθαι καὶ πόλιν ἀναστῆσαι ἔνθα προετράφησαν ἤθελον. ὡρμημένοις δὲ πρὸς τὴν τῆς πόλεως δόμησιν διαφορὰ συνέβη τοῖς ἀδελφοῖς περί τε τῆς ἀρχῆς καὶ περὶ τῆς πόλεως, καὶ διὰ μάχης | |
10 | ἐχώρησαν, ἐν ᾗ ὁ Ῥῶμος ἀπέθανεν. ἕτερος δὲ λόγος ἔχει ὡς τοῦ Ῥωμύλου τάφρον ἤδη ὀρύττοντος, ἣ τῆς πόλεως ἔμελλεν εἶναι προτείχισμα, πῇ μὲν ἀπεῖργε τὸ ἔργον ὁ Ῥῶμος, πῇ δέ γε ἐχλεύαζε· καὶ τέλος διαλ‐ λόμενον αὐτὴν ὡς εὐεπιχείρητον οἱ μὲν Ῥωμύλου | |
15 | πατάξαντος, οἱ δ’ ἑτέρου τινὸς ἱστοροῦσι πεσεῖν. ὅθεν καὶ ἐνομίσθη τὸν στρατοπέδου τάφρον τολμή‐ σαντα διελθεῖν παρὰ τὰς συνήθεις ὁδούς, θανα‐ τοῦσθαι. Ὁ δὲ Ῥωμύλος θάψας τὸν ἀδελφὸν ᾤκιζε τὴν | |
20 | πόλιν καὶ βοῦν ἄρρενα συζεύξας θηλείᾳ, καὶ ἀρότρῳ ὕννιν χαλκῆν ἐμβαλών, αὐτὸς μὲν αὔλακα βαθεῖαν κυκλοτερῆ περιέγραψεν, οἱ δ’ ἑπόμενοι τὰς βώλους, ἃς ἀνίστη τὸ ἄροτρον, εἴσω πάσας τῆς αὔλακος περι‐ έστρεφον. καὶ ὅπου μὲν ἔμελλε τὸ τεῖχος ἀνίστα‐ | |
25 | σθαι, καθὼς εἴρηται, ἡ αὖλαξ ἐτέτμητο, ἔνθα δὲ πύ‐ λας στῆσαι διενοοῦντο, διάλειμμα ἐποιοῦντο τῆς αὔ‐ λακος, τὸ ἄροτρον ἀνέχοντες ὕπερθεν. πᾶν μὲν γὰρ | |
τεῖχος νομίζουσιν ἱερόν· τὰς δὲ πύλας εἴπερ ἥγηντο | 90 in vol. 2 | |
2.91 | ἱεράς, οὐκ ἦν τὰ μὲν δι’ αὐτῶν εἰσάγειν, τὰ δὲ ἀπο‐ πέμπειν τῶν ἀναγκαίων καὶ μὴ καθαρῶν. Ἡ δὲ κτίσις τῆς πόλεως ταύτης ἡμέρᾳ τετέλεστο τῇ πρὸ ἕνδεκα καλανδῶν Μαΐων, ἣ ἂν εἴη μᾶλλον | |
5 | εἰκοστὴ Ἀπριλλίου· καὶ τὴν ἡμέραν ταύτην ἑορτά‐ ζουσι Ῥωμαῖοι, γενέθλιον τῆς πατρίδος ὀνομάζοντες. ὀκτωκαίδεκα δ’ εἶναι Ῥωμύλος ἐνιαυτῶν ἀναγέγρα‐ πται ὅτε τὴν Ῥώμην συνῴκισεν. ἔκτισε δὲ αὐτὴν περὶ τὴν τοῦ Φαυστούλου οἴκησιν· ὠνόμαστο δ’ ὁ | |
10 | χῶρος Παλάτιον. Κτισθείσης μέντοι τῆς πόλεως, ὅσον μὲν ἐν ἡλι‐ κίᾳ στρατευσίμῳ πλῆθος ἐτύγχανεν, εἰς στρατιωτικὰ διεῖλε συντάγματα, ἕκαστον δὲ σύνταγμα πεζῶν τρισ‐ χιλίων ἦν καὶ τριακοσίων ἱππέων, ἐκλήθη δὲ λεγεών, | |
15 | ὅτι λογάδες ἦσαν ἐκ πάντων οἱ μάχιμοι, τοῖς δ’ ἄλ‐ λοις δήμῳ ἐκέχρητο. καὶ τὸν δῆμον ποπούλους ὠνό‐ μασεν· ὅθεν καὶ παρὰ ταῖς βίβλοις ταῖς νομικαῖς ποπουλαρία κέκληται ἡ δημοτικὴ ἀγωγή. τῶν μέντοι περιφανεστέρων γένει τε καὶ συνέσει καὶ βίου αἱρέ‐ | |
20 | σει ἑκατὸν ἀπέδειξε βουλευτάς, πατρικίους ὀνομά‐ σας αὐτούς· τὸ δὲ λοιπὸν σύστημα σενάτον προση‐ γόρευσεν, ὅ ἐστι γερουσία. πατρίκιοι μέντοι οἱ βου‐ λευταὶ ἐπεκλήθησαν ἢ ὅτι παίδων ἦσαν γνησίων πατέρες, ἢ μᾶλλον ὅτι αὐτοὶ πατέρας ἑαυτῶν ἀπο‐ | |
25 | δεικνύειν ἠδύναντο ἕκαστος ἐκ γένους ὄντες γνωρί‐ μου, ἢ ἀπὸ τῆς πατρωνίας· οὕτω δ’ ἐκάλουν τὴν προστασίαν· πάτρωνας γὰρ τοὺς κηδεμονικοὺς καὶ βοηθητικοὺς προσηγόρευον. μάλιστα δ’ ἄν τις κατα‐ στοχάσαιτο τῆς τοῦ Ῥωμύλου διανοίας, εἰ οἴοιτο διὰ | |
30 | τῆς κλήσεως ταύτης ἐμφαίνειν χρῆναι τοὺς πρώτους | 91 in vol. 2 |
2.92 | καὶ δυνατωτάτους τῆς πόλεως πατρικῇ κηδεμονίᾳ κήδεσθαι τῶν ταπεινοτέρων, ἅμα δὲ καὶ τὸν δῆμον ἐνάγειν διὰ τῆς τῶν πατρικίων προσηγορίας εἰς τὸ μὴ ἄχθεσθαι ταῖς τῶν κρειττόνων τιμαῖς, ἀλλ’ εὐνοϊ‐ | |
5 | κῶς διακεῖσθαι, νομίζοντας πατέρας αὐτοὺς καὶ προσαγορεύοντας. Πολλῶν δὲ τῇ πόλει ἐνοικισθέντων, ὧν ὀλίγοι γυναιξὶ συνεζεύγνυντο, φροντὶς τῷ Ῥωμύλῳ ἐγένετο ἵνα κἀκεῖνοι γυναῖκας ἑαυτοῖς συνοικίσωσι. σύγκλυ‐ | |
10 | δες γὰρ καὶ ἐξ ἀπόρων ὄντες καὶ ἀφανῶν, ὑπερω‐ ρῶντο πρὸς κῆδος παρὰ τῶν γειτνιώντων ἐθνῶν. βουλεύεται τοίνυν ἐξ ἁρπαγῆς λαβεῖν γυναῖκας τοὺς πολίτας αὐτοῦ, καὶ κηρύσσει θυσίαν καὶ ἀγῶνα καὶ θέαν μέλλειν τελεῖν πανηγυρικήν, ὡς βωμοῦ εὑρη‐ | |
15 | μένου θεοῦ καινοῦ. καὶ πολλοὶ συνῆλθον. αὐτὸς δὲ προυκάθητο μετὰ τῶν ἀρίστων, ἁλουργίδι κεκοσμη‐ μένος· δέδωκε δὲ τῷ δήμῳ τῆς ἐπιχειρήσεως σύμβο‐ λον τὴν τῆς ἁλουργίδος διάπτυξιν καὶ αὖθις ταύτης περιβολήν. οὗ γενομένου σπασάμενοι τὰ ξίφη μετὰ | |
20 | βοῆς ὥρμησαν καὶ ἥρπαζον τὰς θυγατέρας τῶν Σα‐ βίνων παρθένους, οὐ μέντοι γυναῖκάς τινων. Τολμηθείσης δὲ τῆς ἁρπαγῆς οἱ Σαβῖνοι, πολλοὶ καὶ πολεμικοὶ ὄντες καὶ κώμας ἀτειχίστους οἰκοῦντες διὰ τὸ μέγα φρονεῖν ὡς Λακεδαιμονίων ἄποικοι, | |
25 | πρεσβείαν πρὸς τὸν Ῥωμύλον πεποίηνται, λῦσαι τὸ τῆς βίας ἔργον ζητοῦντες, πειθοῖ δὲ καὶ νόμῳ πράτ‐ τειν τοῖς γένεσι φιλίαν καὶ οἰκειότητα. τοῦ δὲ Ῥω‐ μύλου τὰς μὲν κόρας μὴ προϊεμένου, ἀξιοῦντος δὲ τὴν κοινωνίαν δέχεσθαι τοὺς Σαβίνους, οἱ μὲν ἄλλοι | |
30 | βουλευόμενοι διέτριβον, Ἄκρων δὲ ὁ βασιλεὺς τῶν Καινηνιτῶν, θυμοειδὴς ἀνὴρ καὶ πολεμικώτατος, | |
προεξανέστη καὶ μετὰ πολλῆς ἐχώρει δυνάμεως ἐπὶ | 92 in vol. 2 | |
2.93 | τὸν Ῥωμύλον. ὁμοῦ δὲ γεγονότες ἀλλήλους προυκα‐ λοῦντο μάχεσθαι, ἀτρεμούντων τῶν στρατευμάτων. τῆς γοῦν μονομαχίας ἀμφοῖν γενομένης καταβάλλει μὲν ὁ Ῥωμύλος τὸν Ἄκρωνα, τρέπεται δὲ καὶ τὸ ἐκεί‐ | |
5 | νου στράτευμα μάχης συγκροτηθείσης· καὶ τὴν πό‐ λιν αἱρεῖ, οὐ μέντοι τοὺς ἐν αὐτῇ κακόν τι διέθετο, ἀλλ’ ἢ μόνον ἐκέλευσε τὰς οἰκίας καθελόντας ἀκο‐ λουθεῖν εἰς Ῥώμην αὐτῷ, ὡς πολίτας ἐσομένους καὶ τῶν ἴσων ἀξιωθησομένους. | |
10 | Εἶτα καὶ ἄλλοι τῶν Σαβίνων τοῖς Ῥωμαίοις ἐμα‐ χέσαντο καὶ ἡττήθησαν. ἐπὶ τούτοις οἱ λοιποὶ τῶν Σαβίνων στρατηγὸν τὸν Τάτιον ἀποδείξαντες ἐπὶ τὴν Ῥώμην ἐστράτευσαν καὶ τὸ Καπιτώλιον εἷλον προδεδομένον ὑπὸ Ταρπηίας τῆς θυγατρὸς τοῦ φρου‐ | |
15 | ράρχου. ἐκείνη γὰρ ἐφ’ ὕδωρ κατελθοῦσα συνελή‐ φθη καὶ ἤχθη πρὸς Τάτιον, καὶ ἀνεπείσθη προδοῦ‐ ναι τὸ ἔρυμα, τῶν χρυσῶν βραχιονιστήρων ἐρασθεῖσα, οὓς ἐν ταῖς ἀριστεραῖς ἐφόρουν χερσὶν οἱ Σαβῖνοι, καὶ μισθὸν ὑπὲρ τῆς προδοσίας λαβεῖν αὐτοὺς ἀπαι‐ | |
20 | τήσασα. συνθεμένου δὲ τοῦ Τατίου νύκτωρ μίαν πύλην ἀνοίξασα τοὺς Σαβίνους ἐδέξατο. εἰσελθὼν δὲ ὁ Τάτιος ἐκέλευσε τοὺς ὑπ’ αὐτὸν ὅσα ἐν ταῖς ἀριστεραῖς χερσὶν ἔφερον διδόναι αὐτῇ, καὶ πρῶτος αὐτὸς τὸν βραχιονιστῆρα τῇ Ταρπηίᾳ ἐπέρριψε καὶ | |
25 | τὸν θυρεόν. πάντων δὲ ὁμοίως ποιούντων βαλλο‐ μένη τε τῷ χρυσῷ καὶ καταχωσθεῖσα τοῖς θυρεοῖς ὑπὸ πλήθους καὶ βάρους ἀπέθανεν. Ἔργῳ οὖν οὗτος ἐποίησεν ὃ λόγοις ὕστερον εἶ‐ πον ὁ Καῖσαρ καὶ ὁ Ἀντίγονος· ὁ μὲν γὰρ προδοσίαν | |
30 | ἔφη φιλεῖν, προδότην δὲ μισεῖν· ὁ δὲ Ἀντίγονος προδιδόντας μὲν ἀσπασίως εἶπε προσίεσθαι, προδε‐ | |
δωκόσι δὲ ἀπεχθάνεσθαι. | 93 in vol. 2 | |
2.94 | Ληφθείσης δὲ τῆς ἄκρας ὑπὸ τῶν Σαβίνων, μάχη καρτερὰ συνερράγη μέσον αὐτῶν καὶ Ῥωμαίων, ἐν ᾗ πολλοὶ μὲν ἔπεσον, ὁ δὲ Ῥωμύλος ἐπλήγη λίθῳ τὴν κεφαλήν. ἔτι δὲ μάχεσθαι παρασκευαζομένους | |
5 | τοὺς Σαβίνους ἐπέσχον αἱ ἡρπασμέναι θυγατέρες αὐτῶν, ἄλλοθεν ἄλλαι μετὰ βοῆς καὶ ὀλολυγμοῦ ὀφθεῖσαι αὐτοῖς, αἱ μὲν νήπια πρὸς ταῖς ἀγκάλαις κομίζουσαι, αἱ δὲ τὴν κόμην προϊσχόμεναι λελυμέ‐ νην, πᾶσαι δὲ ἀνακαλούμεναι τοῖς φιλτάτοις ὀνόμασι | |
10 | ποτὲ μὲν τοὺς Σαβίνους, ποτὲ δὲ τοὺς Ῥωμαίους. ἐπεκλάσθησαν οὖν οἱ ἐναντίοι καὶ διέστησαν αὐταῖς ἐν μέσῳ στῆναι τῆς παρατάξεως, καὶ κλαυθμὸς ἅμα διὰ πάντων ἐχώρει. διαλεχθέντων δὲ τῶν γυναίων συνῆλθον εἰς λόγους οἱ ἡγεμόνες καὶ συνέθεντο | |
15 | τῶν μὲν γυναικῶν αἳ βούλονται τοῖς ἔχουσι συνοι‐ κεῖν, παντὸς ἔργου καὶ πάσης λατρείας πλὴν ταλα‐ σίας ἀφειμένας, οἰκεῖν δὲ τὴν πόλιν Ῥωμαίους καὶ Σαβίνους κοινῇ, καὶ καλεῖσθαι αὐτὴν Ῥώμην ἐπὶ Ῥωμύλῳ, Κυρίτας δὲ Ῥωμαίους ἐπὶ τῇ Τατίου πα‐ | |
20 | τρίδι Κυρίτα, βασιλεύειν δὲ κοινῇ καὶ στρατηγεῖν ἀμφοτέρους. ὁ δὲ τόπος ἐν ᾧ τὰς συνθήκας ἔθεντο καλεῖται κομίτιον, τόπος δηλαδὴ συνελεύσεως· κό‐ μιρε γὰρ Ῥωμαίοις τὸ συνελθεῖν λέγεται. προσ‐ κατελέχθησαν δὲ τοῖς πατρικίοις ἐκ τῶν Σαβίνων | |
25 | ἕτεροι ἑκατόν. ἐβουλεύοντο δὲ οἱ βασιλεῖς οὐκ εὐ‐ θὺς ἐν κοινῷ μετ’ ἀλλήλων, ἀλλ’ ἑκάτερος πρότερον ἰδίᾳ μετὰ τῶν ἑκατόν· εἶτα εἰς τὸ αὐτὸ πάντες συν‐ ήγοντο. | |
Ἔτει δὲ πέμπτῳ τοῦ Τατίου Ῥωμύλῳ συμβασι‐ | 94 in vol. 2 | |
2.95 | λεύοντος συγγενεῖς αὐτοῦ πρέσβεσι καθ’ ὁδὸν ἐν‐ τυχόντες εἰς Ῥώμην ἀπὸ Λαυρεντοῦ βαδίζουσιν ἐπε‐ χείρουν ἀφαιρεῖσθαι βίᾳ τὰ χρήματα ἃ ἐπήγοντο, καὶ μὴ προϊεμένους, ἀλλ’ ἀμυνομένους ἀνεῖλον. ὁ μὲν | |
5 | οὖν Ῥωμύλος κολάζεσθαι τοὺς ἀδικήσαντας ἐψηφί‐ ζετο, ὁ δὲ Τάτιος ἐξέκρουε καὶ παρῆγε· καὶ τοῦτο μόνον ὑπῆρξεν αἴτιον σφίσι διαφορᾶς ἐμφανοῦς. οἱ δὲ τῶν ἀνῃρημένων οἰκεῖοι μὴ τυγχάνοντες δίκης, ἐν Ἀλβανῷ θύοντα μετὰ Ῥωμύλου τὸν Τάτιον προσ‐ | |
10 | πεσόντες κτιννύουσι· τὸν δὲ Ῥωμύλον ὡς δίκαιον ἄνδρα σὺν εὐφημίαις προέπεμψαν. οὐ μὴν ἐτάραξε τοὺς Σαβίνους ὁ φόνος τοῦ σφῶν ἄρχοντος, ἀλλ’ οἱ μὲν εὐνοίᾳ τῇ πρὸς Ῥωμύλον, οἱ δὲ φόβῳ τῆς δυνά‐ μεως εἴκοντες διετέλουν. εἶτα λοιμὸς ἐμπίπτει τῇ | |
15 | πόλει θανάτους αἰφνιδίους ἀνθρώποις ἐπιφέρων νό‐ σων χωρίς, καὶ ἀφορία καρπῶν καὶ θρεμμάτων ἀγο‐ νία· ὕσθη δὲ καὶ σταγόσιν αἵματος ἡ πόλις. ὅμοια δὲ καὶ τοῖς Λαυρεντίοις συνέβαινεν. ἐδόκει τοίνυν διὰ τὸν Τατίου φόνον καὶ τοὺς παρὰ τῶν Σαβίνων | |
20 | ἀνῃρημένους πρέσβεις ποινηλατεῖν τὰς πόλεις δαι‐ μόνιον μήνιμα. ἐκδοθέντων δὲ τῶν φονέων καὶ κο‐ λασθέντων ἐλώφησαν τὰ δεινά. Ῥωννυμένων δὲ τῶν πραγμάτων Ῥωμαίοις οἱ μὲν ἀσθενέστεροι τῶν προσοίκων ὑπέκυπτον, οἱ δυ‐ | |
25 | νατοὶ δὲ οὐκ ᾤοντο δεῖν περιορᾶν, ἀλλὰ κολούειν τὴν αὔξησιν. πρῶτοι δὲ Τυρρηνῶν Οὐήιοι ἀρχὴν ἐποιήσαντο πολέμου. συμβαλόντες οὖν καὶ πολλοὺς ἀποβαλόντες ὁμολογίαν ἐποιήσαντο καὶ φιλίαν ἐπὶ ἐνιαυτοὺς ἑκατόν, καὶ τῶν παρ’ αὐτοῖς ἀρίστων παρ‐ | |
30 | έσχον εἰς ὁμηρείαν πεντήκοντα. Ἐθριάμβευσεν οὖν τούτους νικήσας Ῥωμύλος. | |
εἶτα ἐπαρθεὶς ταῖς παραλόγοις εὐτυχίαις καὶ βαρυ‐ | 95 in vol. 2 | |
2.96 | τέρῳ φρονήματι χρώμενος ἐξίστατο τοῦ δημοτικοῦ καὶ παρήλλαττε καὶ εἰς ἐπαχθῆ μοναρχίαν καὶ λυ‐ ποῦσαν ἀπὸ τοῦ σχήματος ἑαυτὸν ἐσχημάτιζεν. ἁλουρ‐ γῆ μὲν γὰρ ἐνεδύετο χιτῶνα καὶ τήβεννον ἠμπίσχετο | |
5 | περιπόρφυρον καὶ πεδίλοις ἐκέχρητο ἐρυθροῖς καὶ ἐν θρόνῳ ἀνακλίτῳ καθήμενος ἐχρημάτιζεν· ἦσαν δὲ περὶ αὐτὸν ἀεὶ καὶ τῶν νέων συχνοί, οὓς Κέλερας προσηγόρευεν, ὃ κατὰ τὴν τῶν Ῥωμαίων διάλεκτον δηλοῖ τοὺς ταχεῖς, καὶ πρόσθεν ἐβάδιζον ἕτεροι βα‐ | |
10 | κτηρίαις τὸν ὄχλον ἀνείργοντες, ὑπεζωσμένοι ἱμάν‐ τας, ὥστε συνδεῖν οὓς κελευσθῶσιν. Ἐπεὶ δὲ Νομίτωρος τοῦ πάππου αὐτοῦ ἐν Ἄλβῃ τελευτήσαντος, Ῥωμύλῳ προσηκούσης τῆς βασιλείας, αὐτὸς εἰς μέσον ἔθηκε τὴν πολιτείαν δημαγωγῶν, καὶ | |
15 | κατ’ ἐνιαυτὸν ἀπεδείκνυεν ἄρχοντα τοῖς Σαβίνοις, ἠρέθισε τοὺς ἐν Ῥώμῃ δυνατοὺς ἀβασίλευτον ζητεῖν καὶ αὐτόνομον πολιτείαν. οὐδὲ γὰρ οἱ καλούμενοι πατρίκιοι πραγμάτων μετεῖχον, ἀλλ’ ὄνομα καὶ σχῆ‐ μα ἦν αὐτοῖς, ἔθους ἕνεκα μᾶλλον ἢ γνώμης ἀθροι‐ | |
20 | ζομένοις εἰς τὸ βουλευτήριον· εἶτα Ῥωμύλου πράτ‐ τοντος ἠκροῶντο σιγῇ, καὶ τὸ πρὸ τῶν ἄλλων τὸ δεδογμένον ἐκείνῳ μαθεῖν πλέον ἔχοντες τῶν λοιπῶν ἀπηλλάττοντο. ὅθεν ἐδόκει τὴν γερουσίαν προπηλα‐ κίζειν· διὸ αὕτη ὕποπτος ἔδοξεν ἀφανοῦς μετ’ ὀλίγον | |
25 | γενομένου Ῥωμύλου. λέγεται γὰρ ἐκκλησίαν ἄγοντος αὐτοῦ περὶ τὸ καλούμενον Αἰγὸς ἕλος τοῦ μὲν ἡλίου τὸ φῶς ἐπιλιπεῖν, νύκτα δὲ κατασχεῖν βροντάς τε δεινὰς συμβῆναι καὶ πνοὰς ἀνέμων ζάλην ἐλαυνού‐ σας. ἐν δὲ τούτῳ τὸν μὲν ὄχλον φεύγειν, τοὺς δὲ | |
30 | δυνατοὺς συστραφῆναι μετ’ ἀλλήλων. τῆς δ’ ἐν τῷ ἀέρι ταραχῆς λωφησάσης καὶ αὖθις πολλῶν ὁμοῦ γε‐ | |
νομένων ζητεῖσθαι τὸν βασιλέα· τοὺς δὲ δυνατοὺς | 96 in vol. 2 | |
2.97 | οὐκ ἐᾶν ἐξετάζειν περὶ αὐτοῦ, τιμᾶν δὲ παρακελεύε‐ σθαι πᾶσι καὶ σέβεσθαι Ῥωμύλον ὡς ἀνηρπασμένον εἰς θεούς, καὶ θεὸν ἐσόμενον σφίσιν ἀντὶ χρηστοῦ βασιλέως. | |
5 | Οἱ μὲν οὖν πολλοὶ πεπεισμένοι τοῖς λόγοις ἀπηλλάττοντο ἐλπίσι χρησταῖς αἰωρούμενοι, ἔνιοι δὲ ἐν ὑπονοίαις τοὺς πατρικίους πεποίηντο καὶ ἐτάρατ‐ τον ὡς τὸν δῆμον ἀβέλτερα πείθοντας, αὐτοὺς τοῦ βασιλέως γεγονότας αὐτόχειρας. καὶ πράγματα ἂν | |
10 | παρέσχον τοῖς δυνατοῖς, εἰ μή τις τῶν ἱππέων Ἰού‐ λιος Πρόκλος, γένει τε δοκιμώτατος καὶ ἤθει χρηστὸς καὶ Ῥωμύλῳ πιστός, εἰς ἀγορὰν ἐλθὼν ἐνόρκως εἶ‐ πεν ὡς ὀφθείη Ῥωμύλος αὐτῷ καλὸς καὶ μέγας ὡς οὔποτε πρόσθεν καὶ ὅπλοις λαμπροῖς κεκοσμημένος | |
15 | καὶ φλέγουσι, καὶ ὡς αὐτὸς μὲν πύθοιτο “τί δὴ πα‐ θών, ὦ βασιλεῦ, ἡμᾶς μὲν ἐν αἰτίαις πεποίηκας πο‐ νηραῖς, πᾶσαν δὲ τὴν πόλιν ἐν πένθει προλέλοιπας;” ἐκεῖνος δὲ πρὸς ταῦτα ἀμείψαιτο “θεοῖς ἔδοξεν, ὦ Πρόκλε, τοσοῦτον ἡμᾶς μετ’ ἀνθρώπων γενέσθαι | |
20 | χρόνον, αὖθις δ’ οὐρανὸν οἰκεῖν, ἐκεῖθεν ὄντας. ἀλλὰ χαῖρε καὶ φράζε Ῥωμαίοις ὅτι σωφροσύνην καὶ ἀνδρείαν ἀσκοῦντες ἐπὶ πλεῖστον δυνάμεως ἀνθρω‐ πίνης ἀφίξονται. ἐγὼ δὲ ὑμῖν εὐμενὴς ἔσομαι Κυ‐ ρῖνος.” ταῦτα διά τε τὸν ὅρκον τοῦ λέγοντος καὶ | |
25 | τὸν τρόπον πιστὰ Ῥωμαίοις ἐδόκει τοσοῦτον ὡς μή τινα ἀντειπεῖν, πάσης δὲ ἀφεμένους ὑποψίας τε καὶ διαβολῆς εὔχεσθαι Κυρίνῳ καὶ θεοκλυτεῖν. ταύτην δὲ τὴν ἐπωνυμίαν φασὶ τῷ Ῥωμύλῳ γενέσθαι ἢ ὅτι τοὺς πολίτας Κυρίτας ὠνόμαζον ἢ ὅτι τὴν αἰχμὴν ἢ | |
30 | τὸ δόρυ κυρῖνον ἐκάλουν οἱ παλαιοί· ὡς οὖν ἀρήιόν τινα τὸν Ῥωμύλον ἢ αἰχμητὴν θεὸν ὀνομασθῆναι Κυ‐ | |
ρῖνον. λέγεται δὲ τέσσαρα μὲν ἔτη καὶ πεντήκοντα | 97 in vol. 2 | |
2.98 | βιῶναι, ὄγδοον δ’ ἐπὶ τριακοστῷ βασιλεύων ἐνιαυ‐ τὸν ἐξ ἀνθρώπων ἀφανισθῆναι. Τούτων δὲ περὶ τὸν Ῥωμύλον συμβεβηκότων βασιλεύεσθαι μὲν ἐδόκει πᾶσιν, ἔρις δέ τις καὶ στά‐ | |
5 | σις ἐφύετο τοῖς ἐν Ῥώμῃ οὐχ ὑπὲρ ἀνδρὸς μόνον ἡγε‐ μονεύσοντος, ἀλλὰ καὶ πότερον τῶν γενῶν παρέξει τὸν ἄρξοντα. τοῖς τε γὰρ μετὰ Ῥωμύλου πρώτοις συνοικίσασι τὴν πόλιν οὐκ ἀνεκτὸν ἐδόκει παρ’ αὐ‐ τῶν προσληφθέντας τοὺς Σαβίνους εἰς πολιτείαν | |
10 | ἄρχειν τῶν δεξαμένων βιάζεσθαι· οἱ Σαβῖνοι δὲ ἑτέ‐ ρωθεν, ὅτι τοῦ Τατίου θανόντος μόνον εἴασαν τὸν Ῥωμύλον ἄρχειν, ἐξ ἑαυτῶν ἠξίουν αἱρεθῆναι τὸν ἄρξοντα. Ἤριζον μὲν οὖν οὕτω τὰ μέρη ἑκάτερα, μετεώ‐ | |
15 | ρου δ’ ἐπὶ τούτοις ὄντος τοῦ πολιτεύματος οἱ πατρί‐ κιοι πεντήκοντα καὶ ἑκατὸν ὄντες ἔταξαν ἕκαστον ἐν μέρει τοῖς βασιλικοῖς παρασήμοις κοσμούμενον θύειν τε τοῖς θεοῖς καὶ χρηματίζειν, ἓξ μὲν τῆς νυκτὸς ὥρας, ἓξ δὲ τῆς ἡμέρας. ἡ γὰρ διανομὴ τῶν καιρῶν | |
20 | κατὰ τὸ ἴσον ἑκάστου καὶ πρὸς τοὺς ἄρχοντας καλῶς ἔχειν ἐδόκει καὶ πρὸς τοὺς ἀρχομένους αὐτούς· ἀφῄ‐ ρει γὰρ τὸν φθόνον ἡ ταχίστη τῆς ἐξουσίας ἀπόθεσις, ὁρώντων τῶν ἀρχομένων τῆς αὐτῆς ἡμέρας τε καὶ νυκτὸς τὸν αὐτὸν ἰδιώτην ἐκ βασιλέως γινόμενον. | |
25 | οἶδα μὲν οὖν καὶ ἕτερά τινα περὶ τῆς τοιαύτης εἰρη‐ μένα ἀρχῆς, ἀλλ’ αὐτὸς τῷ πιθανωτέρῳ ἐθέμην. τὸ δὲ σχῆμα τῆς ἀρχῆς τοῦτο μεσοβασιλεία Ῥωμαίοις ὠνόμαστο. Ἀλλὰ καὶ οὕτως ἐξ ὑπονοίας ἐφύοντο θόρυβοι, | |
30 | ὑποπτευομένων τῶν πατρικίων εἰς ὀλιγαρχίαν τὴν | 98 in vol. 2 |
2.99 | πολιτείαν περιιστᾶν καὶ μὴ βούλεσθαι βασιλεύεσθαι· ἐκ δὲ τούτου κατεστασίαζον. ὁμονοησάντων δὲ πάν‐ των αἱρεθῆναι τὸν βασιλεύσοντα, οἱ Σαβῖνοι τοῖς Ῥωμαίοις προτέροις τὴν αἵρεσιν ἔδοσαν· οἱ δ’ ἐκ | |
5 | Σαβίνων εἵλοντο Νόμαν Πομπίλιον, ὄντα ἄνδρα γνώριμον πᾶσι δι’ ἀρετήν. στέλλονται γοῦν πρὸς ἐκεῖνον ἐκ Ῥώμης πρέσβεις· οὐ γὰρ ἐν τῇ Ῥώμῃ με‐ τῴκιστο, ἀλλ’ ἐν Σαβίνοις ἦν καὶ πόλιν ᾤκει τὴν Κυριτῶν, πατρὸς ὢν Πομπωνίου ἀνδρὸς εὐδοκίμου, | |
10 | πᾶσαν ἀρετὴν φύσει τε καὶ παιδείᾳ ἐξησκημένος. ὅθεν καὶ ὄνομα μέγα καὶ δόξαν εἶχεν, ὡς καὶ Τάτιον τὸν τῷ Ῥωμύλῳ συμβασιλεύσαντα κηδεστὴν αὐτὸν ἐπὶ Τατίᾳ θέσθαι τῇ θυγατρί, ἣν μίαν ἐκεῖνος ἐγεί‐ νατο· ἣ δέκα ἐπὶ τρισὶν ἐνιαυτοὺς τῷ Νόμᾳ συνοι‐ | |
15 | κήσασα μετήλλαξε τὴν ζωήν. ὁ δὲ Νόμας ἐκλιπὼν τὰς ἐν ἄστει διατριβὰς ἀγραυλεῖν τὰ πολλὰ καὶ δια‐ τρίβειν ἤθελεν ἐν λειμῶσι καὶ ἄλσεσιν. Ἧκον οὖν ἀπὸ Ῥώμης οἱ πρέσβεις καλοῦντες ἐπὶ τὴν βασιλείαν αὐτὸν ἤδη τεσσαρακοστὸν ἔτος ἀνύ‐ | |
20 | οντα· ὁ δὲ ἀπείπατο. οἱ πρέσβεις δ’ ἐνέκειντο, πάντα τρόπον πείσειν αὐτὸν μηχανώμενοι, καὶ δεόμενοι μὴ τὴν πόλιν αὖθις εἰς στάσιν ἐμβαλεῖν καὶ ἐμφύλιον πόλεμον, οὐκ ὄντος ἑτέρου πρὸς ὃν ἄμφω τὰ μέρη συννεύσουσιν. ἰδίᾳ μέντοι καὶ ὁ πατὴρ παρεκίνει | |
25 | τὸν Νόμαν δέξασθαι τὴν ἀρχὴν ὡς θεῖον δῶρον καὶ ὑπηρεσίαν θεοῦ καὶ πράξεων καλῶν καὶ μεγάλων ἀνδρὶ φρονίμῳ τε καὶ χρηστῷ ἐσομένην αἰτίαν, σύν‐ δεσμόν τε τῇ πατρίδι καὶ παντὶ τῷ Σαβίνων ἔθνει εὐνοίας τε καὶ φιλίας πρὸς πόλιν δυνατὴν καὶ ἀκ‐ | |
30 | μάζουσαν. Τούτοις ἐνδεδωκὼς ὁ Νόμας θύσας τοῖς θεοῖς | |
προῆγεν εἰς Ῥώμην· ὑπήντα δὲ ἡ βουλὴ καὶ ὁ δῆ‐ | 99 in vol. 2 | |
2.100 | μος εὐφημοῦντες καὶ χαίροντες. ἐπεὶ δὲ κατέστησαν εἰς τὴν ἀγοράν, προσφερομένων αὐτῷ τῶν βασιλι‐ κῶν παρασήμων, ἐπισχεῖν κελεύσας ἔφη δεῖσθαι καὶ θεοῦ τὴν βασιλείαν ἐμπεδοῦντος αὐτῷ. ἄνεισιν οὖν | |
5 | εἰς τὸ Καπιτώλιον, καὶ θύσας, οὕτω τε τὴν βασιλι‐ κὴν ἀναλαβὼν ἐσθῆτα, κατέβαινε. Παραλαβὼν δὲ τὴν ἀρχὴν πρῶτον μὲν τὸ τῶν τριακοσίων διέλυσε σύστημα, οὓς περὶ τὸ σῶμα Ῥω‐ μύλος εἶχεν ἀεί· οὐ γὰρ δεῖν ἀπιστεῖν πιστεύουσιν | |
10 | ἔλεγεν, οὐδὲ βασιλεύειν ἀπιστούντων ἠξίου· εἶτα τὴν πόλιν ἐκ σκληρᾶς καὶ πολεμικῆς ἐπεχείρει μα‐ λακωτέραν ποιῆσαι καὶ εἰρηνικωτέραν. ἀνθρωποειδῆ τε καὶ ζωόμορφον εἰκόνα θεοῦ ἀνιστᾶν Ῥωμαίοις ἀπείρηκεν· ὅθεν οὐδ’ ἦν παρ’ αὐτοῖς οὔτε γραπτὸν | |
15 | οὔτε πλαστὸν εἶδος θεοῦ, ἐν ἑκατὸν δὲ πρὸς ἑβδο‐ μήκοντα ἔτεσι ναῶν αὐτοῖς ἀνεγειρομένων οὐδὲν ἔμ‐ μορφον ἐποίουν ἀφίδρυμα, ὡς οὔτε ὅσιον ἀφομοι‐ οῦν τοῖς χείροσι τὰ βελτίονα οὔτε ἐφάπτεσθαι ἄλλως θεοῦ δυνατὸν ἢ νοήσει. καὶ τὰς θυσίας δὲ ἀναιμά‐ | |
20 | κτους ποιεῖσθαι ἐθέσπισε δι’ ἀλφίτων τε καὶ σπον‐ δῆς· δεῖν γὰρ τοὺς θεούς, εἰρήνης καὶ δικαιοσύνης φύλακας ὄντας, φόνου καθαροὺς εἶναι· μήτε δὲ ἀκούειν τι τῶν θείων μήτε ὁρᾶν ἐν παρέργῳ καὶ ἀμελῶς, ἀλλὰ σχολὴν ἄγοντας ἀπὸ τῶν ἄλλων καὶ | |
25 | προσέχοντας τὴν διάνοιαν ὡς πράξει μεγίστῃ τῇ περὶ τὴν εὐσέβειαν. ἐκ δὲ τούτων καὶ ἄλλων πλειόνων, ἃ διὰ τὸ πλῆθος παρήκαμεν, διάθεσιν πρὸς τὸ θεῖον τοῖς τότε ἀνθρώποις ἐξ ἐθισμοῦ ὁ Νόμας ἐνεποίησεν. αὐτὸν δὲ οὕτω φασὶν εἰς τὸ θεῖον ἀνηρτῆσθαι ταῖς | |
30 | ἐλπίσιν ὥστε προσαγγελίας αὐτῷ θύοντί ποτε γινο‐ μένης ὡς ἐπέρχονται πολέμιοι μειδιᾶσαι καὶ εἰπεῖν | |
“ἐγὼ δὲ θύω.” καὶ τὴν χώραν δὲ ἣν αἰχμῇ Ῥωμύλος | 100 in vol. 2 | |
2.101 | ἐκτήσατο διένειμεν οὗτος τοῖς ἀπόροις τῶν πολιτῶν, ἀφαιρῶν ἐξ αὐτῶν τὴν ἀπορίαν, ὡς ἀνάγκην τῆς ἀδικίας ποιητικήν, καὶ τρέπων εἰς γεωργίαν, ὡς ταύ‐ της ἐξημερούσης τὸν δῆμον καὶ δριμὺν εἰρήνης δυ‐ | |
5 | ναμένης ἐμποιεῖν ἔρωτα. Λέγεται δὲ καὶ τὸν Ἰανουάριον καὶ τὸν Φεβρου‐ άριον παρ’ αὐτοῦ τοῖς μησὶ προστεθῆναι, δωδεκά‐ μηνον κατὰ τὸν τῆς σελήνης δρόμον νομοθετήσαντος λογίζεσθαι τὸν ἐνιαυτόν, δεκάμηνον πρόσθεν ὄντα, | |
10 | ὡς ἐνίοις τῶν βαρβάρων τρίμηνον, καὶ τῶν Ἑλλή‐ νων Ἀρκάσι μὲν τετράμηνον, τοῖς δὲ Ἀκαρνᾶσιν ἑξάμηνον. Αἰγυπτίοις δὲ μηνιαῖος ἦν ὁ ἐνιαυτός, εἶτα τετράμηνος· διὸ καὶ ἀρχαιότατοι δοκοῦσιν εἶναι, καίτοι μὴ ὄντες, πλῆθος ἀμήχανον ἐτῶν ἐπὶ ταῖς γε‐ | |
15 | νεαλογίαις εἰσάγοντες, ἅτε δὴ τοὺς μῆνας εἰς ἐτῶν τιθέμενοι ἀριθμόν. καὶ τὸν Ἰανουάριον δὲ Νόμας εἰς ἀρχὴν τοῦ ἔτους ἀπένειμεν. Οὕτω δὲ δικαιοσύνῃ καὶ εὐσεβείᾳ συνεθίσαντος τὸ ὑπήκοον, ἐξῄρητο πάντῃ τὰ τοῦ πολέμου. οὐ γὰρ | |
20 | μόνον ὁ Ῥωμαίων δῆμος ἡμέρωτο τῇ τοῦ βασιλέως εὐνομίᾳ καὶ πρᾳότητι, ἀλλὰ καὶ τὰς κύκλῳ πόλεις ἀρχὴ μεταβολῆς ἔλαβε, καὶ πόθος εἰσερρύη πάντας εἰρήνης καὶ τοῦ δικαίου, γῆν φυτεύειν καὶ τέκνα τρέφειν ἐν ἡσυχίᾳ καὶ σέβεσθαι θεούς. οὔτε γὰρ | |
25 | πόλεμος οὔτε στάσις οὔτε νεωτερισμὸς περὶ πολιτείας ἱστόρηται Νόμα βασιλεύοντος, οὐδ’ ἐπ’ ἐκεῖνον ἔχθρα τις ἢ φθόνος ἢ σύστασις ἀνδρῶν καὶ ἐπιβουλὴ δι’ ἔρωτα βασιλείας γενέσθαι ποι ἀναγέγραπται. θυγα‐ τέρα δ’ ἐσχηκὼς Πομπιλίαν, Μαρκίῳ ταύτην ἐξέ‐ | |
30 | δοτο· ἐξ ἧς Μάρκιος Ἄγκος θυγατριδοῦς ἐτέχθη αὐτῷ, ὃς μετὰ Τοῦλλον Ὁστίλλιον ἐβασίλευσε. τοῦ‐ | |
τον πενταετῆ καταλιπὼν ὁ Νόμας ἐτελεύτησεν, κατὰ | 101 in vol. 2 | |
2.102 | μικρὸν ὑπὸ γήρως καὶ νόσου μαλακῆς ἀπομαραινό‐ μενος, χρόνον τριετῆ τοῖς ὀγδοήκοντα προσβιώσας, βασιλεύσας ἔτη ἐπὶ τρισὶ τεσσαράκοντα. Τοῦ δὲ Νόμα τελευτήσαντος καὶ μηδένα κατα‐ | |
5 | λιπόντος διάδοχον, Ὁστίλλιος Τοῦλλος ᾑρέθη παρὰ τοῦ δήμου καὶ τῆς βουλῆς. ὃς τὰ πλεῖστα τῶν τοῦ Νόμα χλευάσας ἠθῶν τὸν Ῥωμύλον ἐζήλωσε, καὶ πρὸς μάχας αὐτός τε ὥρμα καὶ τὸν δῆμον ἠρέθιζεν. ἁρπαγῆς γοῦν γενομένης παρὰ Ῥωμαίων ἐξ Ἀλβανῶν, | |
10 | ὥρμησαν πρὸς μάχην ἑκάτεροι· πρὸ δὲ τοῦ συμβα‐ λεῖν κατηλλάγησαν, καὶ ἐς μίαν πόλιν ἀμφοῖν ἐδόκει συνοικῆσαι τοῖς γένεσιν. ἑκάστου δὲ τῆς οἰκείας ἐχομένου καὶ τὸ ἕτερον εἰς ταύτην ἀξιοῦντος μετα‐ ναστεῦσαι, ἀπέστησαν τοῦ σκοποῦ. εἶτα περὶ τῆς | |
15 | ἡγεμονίας διηνέχθησαν· ὡς δὲ οὐδεὶς τῷ ἑτέρῳ παρ‐ εχώρει αὐτῆς, ἀγωνίσασθαι συνέθεντο περὶ τῆς ἀρ‐ χῆς. οὔτε δὲ τοῖς στρατοπέδοις ὅλοις ἐδόκει μαχέ‐ σασθαι οὔτε μὴν μονομαχίᾳ κριθήσεσθαι. ἦσαν δὲ παρ’ ἀμφοῖν τρίδυμοι ἀδελφοί, ἐκ μητέρων γεγονό‐ | |
20 | τες διδύμων, ἰσήλικές τε καὶ ἰσοπαλεῖς τὴν ἰσχύν· ἐκαλοῦντο δὲ οἱ μὲν τῶν Ῥωμαίων Πουπλιοράτιοι, οἱ δὲ τῶν Ἀλβανῶν Κουριάται. τούτους εἰς μάχην προεβάλοντο, παρ’ οὐδὲν τὴν πρὸς ἀλλήλους αὐτῶν συγγένειαν θέμενοι. οἱ δὲ ὁπλισάμενοι καὶ ἐν τῷ | |
25 | μεταιχμίῳ τῶν στρατοπέδων ἀντιπαραταξάμενοι θε‐ ούς τε ὁμογνίους ἀνεκαλοῦντο καὶ συνεχῶς ἀνέβλεπον πρὸς τὸν ἥλιον. συμβαλόντες δὲ ποτὲ μὲν ἀθρόοι, ποτὲ δὲ καὶ καθ’ ἕνα ἐμάχοντο. τέλος δὲ τῶν μὲν Ῥωμαίων τῶν δύο πεσόντων, τῶν δὲ Ἀλβανῶν ἁπάν‐ | |
30 | των τρωθέντων, ὁ Ὁράτιος ὁ κατάλοιπος, ὅτι τοῖς | 102 in vol. 2 |
2.103 | τρισὶν ἅμα, εἰ καὶ ἄτρωτος ἦν, οὐκ ἠδύνατο ἀντι‐ τάξασθαι, ἐνέκλινεν, ὡς ἂν διώκοντες αὐτὸν σκεδα‐ σθῶσι· κἀπειδὴ πρὸς τὴν δίωξιν διεσπάρησαν, ἑκά‐ στῳ ἐπιτιθέμενος ἅπαντας διεχρήσατο. κἀντεῦθεν | |
5 | τετίμητο· ὅτι δὲ καὶ τὴν ἀδελφὴν προσαπέκτεινεν, ὀλοφυρομένην, ἐπεὶ τὰ τῶν ἀνεψιῶν σκῦλα ἑώρα φέ‐ ροντα τὸν Ὁράτιον, φόνου ἐκρίθη· ἐς δὲ τὸν δῆμον ἔκκλητον αἰτήσας ἀφείθη. Οἱ δὲ Ἀλβανοὶ τότε μὲν ὑπήκοοι τῶν Ῥωμαίων | |
10 | ἐγένοντο, ὕστερον δὲ τὰς συνθήκας ἀθετήσαντες, καὶ ὡς ὑπήκοοι πρὸς συμμαχίαν κληθέντες, μεταθέσθαι δὲ πρὸς τοὺς πολεμίους ἐν τῷ καιρῷ τῆς μάχης ἐπι‐ χειρήσαντες καὶ συνεπιθέσθαι Ῥωμαίοις, γνωσθέν‐ τες ἐκολάσθησαν· καὶ πολλοὶ μὲν ἐκτάνθησαν καὶ ὁ | |
15 | αὐτῶν ἐξηγούμενος Μέττιος, οἱ ἄλλοι δὲ μετανάστα‐ σιν ἔπαθον, καὶ ἡ πόλις αὐτῶν Ἄλβα κατεσκάφη, πεντακόσιά που ἔτη Ῥωμαίοις νομισθεῖσα μητρό‐ πολις. Πρὸς μὲν οὖν τοὺς πολεμίους ὁ Τοῦλλος κρά‐ | |
20 | τιστος ἔδοξε, τοῦ θείου δὲ παρημέλει. νόσου δ’ ἐν‐ σκηψάσης λοιμώδους καὶ αὐτὸς νοσήσας εἰς δεισι‐ δαιμονίαν ἀπέκλινεν. ἐσχηκέναι μέντοι τοῦ βίου λέγεται τέλος καταφλεχθεὶς ὑπὸ κεραυνῶν, ἢ ἐπι‐ βουλευθεὶς ὑπὸ Μαρκίου Ἄγκου, ὃς θυγατριδοῦς | |
25 | ἐτύγχανεν, ὡς εἴρηται, τοῦ Νόμα. ἐβασίλευσε δὲ Ῥωμαίων ἔτη δύο ἐπὶ τριάκοντα. Ἐπεὶ δ’ Ὁστίλλιος ἐτελεύτησε, διεδέξατο τὴν βα‐ | |
σιλείαν ὁ Μάρκιος, παρ’ ἑκόντων τῶν Ῥωμαίων ταύ‐ | 103 in vol. 2 | |
2.104 | την λαβών. ἦν δὲ τὴν χεῖρα οὐκ ἄρτιος· τὴν γὰρ ἀγκύλην πεπήρωτο, ὅθεν καὶ Ἄγκος ἐπώνυμον ἔσχη‐ κεν. ἐπιεικὴς δὲ ὢν ἠναγκάσθη μεταβαλέσθαι, καὶ πρὸς στρατείας ἐτράπετο. οἱ γὰρ λοιποὶ Λατῖνοι | |
5 | διά τε τὸν τῆς Ἄλβης ὄλεθρον καὶ περὶ ἑαυτῶν δε‐ δοικότες μή τι πάθωσιν ὅμοιον δι’ ὀργῆς μὲν εἶχον Ῥωμαίους, ἕως δὲ περιῆν ὁ Τοῦλλος, δεδιότες ἐκεῖ‐ νον ὡς μάχιμον, συνεστέλλοντο. τὸν δὲ Μάρκιον εὐεπίθετον ἡγησάμενοι διὰ τὸ εἰρηναῖον τῆς γνώμης, | |
10 | τῇ τε χώρᾳ ἐπῆλθον καὶ αὐτὴν ἐληίσαντο. συνεὶς δ’ ἐκεῖνος εἰρήνης εἶναι τὸν πόλεμον αἴτιον, ἐπιτίθεται τοῖς ἐπιθεμένοις καὶ ἀντημύνατο, καὶ πόλεις εἷλεν αὐτῶν, ὧν μίαν κατέσκαψεν, καὶ πολλοῖς τῶν ἁλόν‐ των ὡς αἰχμαλώτοις ἐχρήσατο, καὶ ἐς τὴν Ῥώμην δὲ | |
15 | συχνοὺς ἑτέρους μετῴκισεν. αὐξανομένων δὲ τῶν Ῥωμαίων καὶ τῆς χώρας σφίσι προστιθεμένης οἱ πλη‐ σιόχωροι ἤχθοντο καὶ ἑαυτοὺς Ῥωμαίοις ἐξεπολέμω‐ σαν· ὅθεν αὐτῶν Φιδηνάτας μὲν πολιορκίᾳ ἐκράτη‐ σαν, Σαβίνους δ’ ἐκάκωσαν, αὐτοῖς τε προσπεσόντες | |
20 | ἐσκεδασμένοις καὶ τὸ σφῶν ἑλόντες στρατόπεδον, ἑτέρους δ’ ἐκφοβήσαντες εἰρηνεῖν καὶ ἄκοντας παρε‐ σκεύασαν. καὶ ἐπὶ τούτοις Μαρκίῳ ἐπέλιπε τὸ βιώ‐ σιμον, εἴκοσιν ἐνιαυτοὺς καὶ τέσσαρας ἄρξαντι, καὶ πολλὴν τοῦ θείου κατὰ τὸν πάππον Νόμαν ποιου‐ | |
25 | μένῳ τὴν ἐπιμέλειαν. Λούκιος δὲ Ταρκύνιος τὴν ἀρχὴν ᾠκειώσατο, ὃς Δημαράτου μὲν ἦν παῖς Κορινθίου, φυγόντος δὲ καὶ εἰς πόλιν Τυρσηνίδα Ταρκυνίαν ἐγκατοικήσαντος ἐξ αὐθιγενοῦς γυναικὸς ἐκείνῳ ἐτέχθη, Λουκούμων | |
30 | ὀνομασθείς. πολλὰ μέντοι πατρόθεν διαδεξάμενος, | 104 in vol. 2 |
2.105 | ὅτι μὴ τῶν πρωτείων παρὰ τῶν Ταρκυνησίων ὡς ἔπηλυς κατηξίωτο, πρὸς τὴν Ῥώμην μεταναστεύει, τῇ πόλει καὶ τὴν κλῆσιν συμμεταθέμενος, καὶ μετω‐ νομάσθη Λούκιος Ταρκύνιος ἐκ τῆς πόλεως, ἐν ᾗ | |
5 | παρῴκει. λέγεται δὲ μετοικιζομένου ἀετὸς καταπτὰς ἁρπάσαι τὸν πῖλον ὃν εἶχεν ἐπὶ τῆς κεφαλῆς, καὶ μετεωρισθεὶς καὶ κλάγξας ἐπὶ πολὺ αὖθις αὐτὸν ἐφαρμόσαι τῇ αὐτοῦ κεφαλῇ, ὡς ἐντεῦθεν μηδὲν ἐλ‐ πίσαι μικρὸν καὶ προθύμως τῇ Ῥώμῃ ἐγκατοικῆσαι· | |
10 | ὅθεν τοῖς πρώτοις οὐ μετὰ πολὺ συνηρίθμητο. τῷ τε γὰρ πλούτῳ χρώμενος ἀφειδέστερον, συνέσει τε καὶ εὐτραπελίᾳ τοὺς δυνατοὺς οἰκειούμενος, ἐς τοὺς εὐπατρίδας καὶ τὴν βουλὴν κατελέχθη παρὰ Μαρ‐ κίου, καὶ στρατηγὸς ἀπεδείχθη, καὶ τὴν τῶν παίδων | |
15 | ἐκείνου ἐπιτροπείαν καὶ τῆς βασιλείας πεπίστευτο. ἐδείκνυε γὰρ ἑαυτὸν ἀγαθὸν ἄνδρα, χρημάτων τε τοῖς δεομένοις μεταδιδοὺς καὶ ἑαυτὸν ἕτοιμον παρέ‐ χων εἴ τις δέοιτο αὐτοῦ εἰς βοήθειαν· φαῦλον δέ τι οὔτ’ ἔπραττεν οὔτ’ ἔλεγεν οὐδενί. καὶ εἴ τι πρός | |
20 | τινων εὖ ἔπασχεν, ἐξῆρε τὸ γινόμενον, εἰ δέ τι καὶ ἐπαχθέστερον αὐτῷ γένοιτο, ἢ οὐδ’ ἐλογίζετο τὸ λυ‐ ποῦν ἢ καὶ φαυλίσας παρελογίζετο, οὐ μόνον τε οὐκ ἠμύνετο τὸν λελυπηκότα, ἀλλὰ καὶ εὐηργέτει. τού‐ τοις αὐτόν τε τὸν Μάρκιον καὶ τοὺς περὶ αὐτὸν ἐχει‐ | |
25 | ρώσατο, καὶ δόξαν ἀνδρὸς ἐκτήσατο σοφοῦ τε καὶ ἀγαθοῦ. Ἀλλ’ οὐ προσέμεινε μέχρι τέλους αὐτῷ ἡ ὑπό‐ ληψις. τοῦ Μαρκίου γὰρ τελευτήσαντος κακῶς περὶ τοὺς ἐκείνου διετέθη δύο υἱεῖς, καὶ τὴν βασιλείαν | |
30 | ἐσφετερίσατο. τῆς τε γὰρ βουλῆς καὶ τοῦ δήμου τοὺς τοῦ Μαρκίου παῖδας χειροτονεῖν μελλόντων, | |
ἐκεῖνος τῶν βουλευτῶν τε τοὺς δυνατωτάτους με‐ | 105 in vol. 2 | |
2.106 | τῆλθε, καὶ τοὺς ὀρφανοὺς πόρρω ποι πέμψας εἰς θήραν, οἷς τε εἶπε καὶ οἷς ἔπραξεν αὐτῷ τὴν βασι‐ λείαν ψηφίσασθαι παρεσκεύασεν, ὡς ἀνδρωθεῖσιν αὐτὴν δῆθεν τοῖς παισὶν ἀποδώσοντι. ἐγκρατὴς δὲ | |
5 | καταστὰς τῶν πραγμάτων οὕτω τοὺς Ῥωμαίους διέ‐ θετο ὥστε μηδέποτε ἐθελήσειν ἀνθελέσθαι τοὺς παῖ‐ δας ἐκείνου· καὶ τὰ μειράκια δὲ πρὸς ῥᾳστώνην ἐθί‐ ζων τάς τε ψυχὰς αὐτῶν καὶ τὰ σώματα σὺν χάριτι δή τινι ἔφθειρε. δεδιὼς δὲ καὶ οὕτως ἔχων, ἰσχὺν | |
10 | ἑαυτῷ ἐν τῷ συνεδρίῳ περιεποιήσατο. τοὺς γὰρ φι‐ λίως αὐτῷ ἐκ τοῦ δήμου διακειμένους περὶ διακο‐ σίους ἐς τοὺς εὐπατρίδας ἐνέγραψε καὶ τοὺς βουλευ‐ τάς, καὶ οὕτω τήν τε γερουσίαν ὑφ’ ἑαυτὸν καὶ τοὺς πολλοὺς ἐποιήσατο. καὶ τὴν στολὴν πρὸς τὸ μεγαλο‐ | |
15 | πρεπέστερον ἤμειψεν· ἡ δὲ ἦν ἱμάτιον καὶ χιτὼν ὁλο‐ πόρφυρα καὶ χρυσόπαστα, στέφανός τε λίθων χρυσο‐ δέτων καὶ σκῆπτρον δίφρος τε ἐλεφάντινα, οἷς καὶ μετὰ ταῦτα οἵ τε ἄλλοι καὶ οἱ τὴν αὐτοκράτορα ἔχον‐ τες ἡγεμονίαν ἐχρήσαντο. καὶ τεθρίππῳ ἐν τοῖς ἐπι‐ | |
20 | νικίοις ἐπόμπευσε, καὶ ῥαβδούχους διὰ βίου δώδεκα ἔσχε. Πάντως δὲ καὶ ἄλλα πλείω ἐκαινοτόμησεν ἄν, εἰ μή τις Ἄττος Ναούιος τὰς φυλὰς αὐτὸν βουληθέντα μετακοσμῆσαι κεκώλυκεν, ὃς οἰωνιστὴς ἦν οἷος οὐχ | |
25 | ἕτερος γέγονε. τοῦτον ὑβρίσαι, διὰ τὴν ἐναντίωσιν ὀργισθείς, καὶ τὴν τέχνην ἐξουθενῆσαι διεμελέτησεν ὁ Ταρκύνιος. λαβὼν οὖν ἐν τῷ κόλπῳ ἀκόνην τε καὶ ξυρὸν ἐς τὸν δῆμον παρῆλθεν, ἔχων ἐν νῷ τμη‐ θῆναι τῷ ξυρῷ τὴν ἀκόνην, πρᾶγμα τῶν ἀδυνάτων· | |
30 | εἰπών τε ὅσα ἐβούλετο, ἐπεὶ Ἄττος ἀντέλεγεν ἐντο‐ νώτατα, μηδὲν ὑφιέμενος “εἰ μὴ φιλονείκως ἀντιλέ‐ | |
γεις” ἔφη “ἀλλ’ ἀληθῆ λέγεις, ἐπὶ πάντων τούτων | 106 in vol. 2 | |
2.107 | ἀπόκριναί μοι εἰ ὃ κατὰ νοῦν ἔχω ποιῆσαι γενήσε‐ ται.” ὁ δὲ Ἄττος αὐτοῦ που οἰωνισάμενος παραυ‐ τίκα “καὶ πάνυ γε” εἶπεν “ὦ βασιλεῦ, ὃ διανοῇ ἔσται ἐπιτελές.” “οὐκοῦν” ἔφη “τὴν ἀκόνην ταύτην | |
5 | λαβὼν τῷ ξυρῷ τούτῳ διάτεμε· τοῦτο γὰρ γενέσθαι διανενόημαι.” ὁ δὲ ἔλαβέ τε αὐτὴν εὐθὺς καὶ διέ‐ κοψε. θαυμάσας δὲ ὁ Ταρκύνιος ἄλλας τε τιμὰς ἐκείνῳ παρέσχε καὶ χαλκῆς εἰκόνος ἠξίωσε, καὶ οὐ‐ δὲν ἔτι τῆς πολιτείας ἠλλοίωσε, πρὸς πάντα τε συμ‐ | |
10 | βούλῳ τῷ Ἄττῳ ἐκέχρητο. Μαχεσάμενος δὲ Λατίνοις ἀποστατήσασιν, ἔπειτα καὶ Σαβίνοις εἰς τὴν Ῥωμαΐδα ἐμβαλοῦσι συμμαχου‐ μένοις ὑπὸ Τυρσηνῶν, ἁπάντων ἐκράτησε. τῶν δὲ τῆς Ἑστίας ἱερειῶν, ἃς παρθενεύειν διὰ βίου νενό‐ | |
15 | μισται, φωράσας τινὰ συμφθαρεῖσαν ἀνδρί, ὑπό‐ γεών τινα κατασκευάσας ὑποδρομὴν προμήκη, κλί‐ νην τε θεὶς ἐν αὐτῇ καὶ λύχνον καὶ τράπεζαν σιτίων ὑπόπλεων, ἐκεῖ τὴν φθαρεῖσαν προπεμπομένην ἐκό‐ μισε, καὶ ζῶσαν εἰσαγαγὼν ἐγκατῳκοδόμησε. καὶ | |
20 | οὕτω τὰς τὴν παρθενίαν μὴ τηρησάσας τῶν ἱερειῶν ἐξ ἐκείνου τιμωρεῖσθαι κεκράτηκεν· οἱ δὲ ταύτας αἰσχύνοντες εἰς ξύλον τὸν αὐχένα δίκρουν ἐμβάλλον‐ ται ἐν τῇ ἀγορᾷ, καὶ μετὰ τοῦτο γυμνοὶ αἰκιζόμενοι ἀποψύχουσιν. | |
25 | Ἐπέθεντο μέντοι τῷ Ταρκυνίῳ οἱ τοῦ Μαρκίου παῖδες, ἐπεὶ μὴ τῆς ἀρχῆς αὐτοῖς παρεχώρει, ἀλλά τινα Τούλλιον τεχθέντα οἱ ἐξ αἰχμαλωτίδος προῆγε πάντων· ὃ δὴ μάλιστα τοὺς εὐπατρίδας ἐλύπει. ὧν τινας προσεταιρισάμενοι αὐτῷ ἐπεβούλευσαν, δύο | |
30 | τινὰς χωριτικῶς ἐσταλμένους, ἀξίναις καὶ δρεπάνοις ὡπλισμένους, αὐτῷ ἐπιθέσθαι παρασκευάσαντες. οἳ | |
ἐπεὶ μὴ ἀγοράζοντι τῷ Ταρκυνίῳ ἐνέτυχον, ἐπὶ τὰς | 107 in vol. 2 | |
2.108 | θύρας τῶν βασιλείων ἧκον, ἀλλήλοις δῆθεν διαμα‐ χόμενοι, καί οἱ ἐλθεῖν εἰς ὄψιν ἐδέοντο. καὶ τυχόν‐ τες τούτου εἰς λόγους ἀλλήλοις ἀντικατέστησαν, καὶ δικαιολογουμένῳ τῷ ἑνὶ προσέχοντα τὸν Ταρκύνιον | |
5 | ὁ ἕτερος κατειργάσατο. Ὁ μὲν οὖν Ταρκύνιος τοιοῦτον ἔσχε τέλος, τριά‐ κοντα καὶ ὀκτὼ βασιλεύσας ἐνιαυτούς, τὴν δὲ τῆς Ῥώ‐ μης βασιλείαν ὁ Τούλλιος διεδέξατο, συνεργίᾳ τῆς τοῦ Ταρκυνίου γυναικὸς Τανακυιλίδος. τοῦτον δὲ γυνή | |
10 | τις Ὀκρισία καλουμένη, Σερουίου Τουλλίου ἀνδρὸς Λατίνου εὐνέτειρα ἐν τῷ πολέμῳ ἁλοῦσα καὶ τῷ Ταρ‐ κυνίῳ ἐξαιρεθεῖσα, τέτοκεν, ἢ ἐγκύμων οἴκοθεν οὖσα ἢ συλλαβοῦσα μετὰ τὴν ἅλωσιν· λέγεται γὰρ ἀμφό‐ τερα. οὗτος ἐς παῖδας ἤδη τελῶν ἐπὶ δίφρου μεθ’ | |
15 | ἡμέραν κατέδαρθε, καὶ πῦρ ἀπὸ τῆς αὐτοῦ κεφαλῆς πολὺ ἐδόκει ἐξάλλεσθαι. ὅπερ ἰδὼν ὁ Ταρκύνιος διὰ σπουδῆς ἦγε τὸν παῖδα, καὶ εἰς ἡλικίαν ἀφιγμένον τοῖς εὐπατρίδαις καὶ τῇ γερουσίᾳ συνέταξε. Συλληφθέντων οὖν τῶν τοῦ Ταρκυνίου φονέων, | |
20 | μαθοῦσα ἡ ἐκείνου γυνὴ καὶ ὁ Τούλλιος τὴν παρα‐ σκευὴν τῆς ἐπιβουλῆς οὐ φανερὸν αὐτίκα τὸν τοῦ Ταρκυνίου θάνατον ἔθεντο, ἀλλ’ ἀνελόμενοι αὐτὸν ὡς ἔτι ἐμπνέοντα ἐθεράπευον δῆθεν, κἀν τούτῳ πί‐ στεις ἀλλήλοις ἔδοσαν ὥστε τὸν Τούλλιον τὴν ἀρχὴν | |
25 | εἰληφότα τοῖς παισὶν αὐτῆς ἀνδρωθεῖσιν ἐκστῆναι ταύτης. ἐπεὶ δὲ τὸ πλῆθος συνδραμὸν ἐθορύβει, προκύψασα ἐκ τῶν ὑπερῴων ἡ Τανακυιλὶς “μὴ φο‐ βεῖσθε” ἔφη· “ὁ γὰρ ἀνήρ μου καὶ ζῇ καὶ ὑμῖν μετ’ | |
ὀλίγον ὀφθήσεται. ἵνα δὲ αὐτός τε σχολάζων ὑγια‐ | 108 in vol. 2 | |
2.109 | σθῇ καὶ μή τι τοῖς πράγμασιν ἐκ τῆς αὐτοῦ ἀσθε‐ νείας εἴη ἐμπόδιον, Τουλλίῳ κατά γε τὸ παρὸν τὴν τῶν κοινῶν ἐπιτρέπει διοίκησιν.” εἶπεν ἐκείνη ταῦτα· οἱ δὲ τὸν Τούλλιον οὐκ ἀκουσίως ἐδέξαντο· ἀγαθὸς | |
5 | γὰρ ἀνὴρ ἐδόκει. Ἐγχειρισθεὶς οὖν ἐκεῖνος τὴν τῶν κοινῶν οἰκο‐ νομίαν, τὰ πλείω κατ’ ἐντολὰς δῆθεν διῴκει τοῦ Ταρκυνίου. ὡς δ’ ἐν πᾶσιν ἑώρα πειθαρχοῦντας αὐτῷ, τοὺς αὐτόχειρας τοῦ Ταρκυνίου πρὸς τὴν γε‐ | |
10 | ρουσίαν παρήγαγε, διὰ τὴν ἐπιβουλὴν τάχα· ἔτι γὰρ ζῆν ἐκεῖνον προσεποιεῖτο. καὶ οἱ μὲν καταψηφι‐ σθέντες ἀπέθανον, οἱ δὲ τοῦ Μαρκίου υἱοὶ φοβη‐ θέντες εἰς Οὐολούσκους κατέφυγον. κἀκεῖνος τότε τόν τε θάνατον τοῦ Ταρκυνίου ἐξέφηνε καὶ φανε‐ | |
15 | ρῶς τῆς βασιλείας ἐπείληπτο. καὶ πρῶτον μὲν τοὺς τοῦ Ταρκυνίου παῖδας προυβάλλετο ὡς αὐτὸς τὴν ἡγεμονίαν ἐπιτροπεύων, εἶτα πρὸς θεραπείαν τοῦ δήμου ἐτράπετο, ὡς ῥᾷστα μᾶλλον τὸν ὅμιλον ἢ τοὺς εὐπατρίδας ὑποποιησόμενος, χρήματά τε αὐτοῖς ἐδί‐ | |
20 | δου καὶ γῆν ἑκάστῳ προσένειμε καὶ τοὺς δούλους ἐλευθεροῦσθαι καὶ φυλετεύεσθαι παρεσκεύασεν. ἀχθομένων δ’ ἐπὶ τούτοις τῶν δυνατῶν, ἔταξέ τινα τοὺς ἐλευθερωθέντας τοῖς ἐλευθερώσασι σφᾶς ἀνθυ‐ πουργεῖν. ὡς δὲ χαλεπῶς εἶχον οἱ εὐπατρίδαι αὐτῷ, | |
25 | καὶ διεθρόουν ἄλλα τε καὶ ὅτι μηδενὸς αὐτὸν ἑλομέ‐ νου τὴν ἀρχὴν ἔχει, συναγαγὼν τὸν δῆμον ἐδημη‐ γόρησε· καὶ πολλὰ ἐπαγωγὰ διαλεχθεὶς αὐτῷ οὕτω διέθετο ὡς αὐτίκα πᾶσαν αὐτῷ τὴν βασιλείαν ἐπι‐ ψηφίσασθαι. ὁ δὲ αὐτοὺς ἀμειβόμενος ἄλλα τε ἐφι‐ | |
30 | λοτιμήσατο καὶ ἐς τὸ συνέδριόν τινας αὐτῶν ἐνέγρα‐ ψεν· οἳ πάλαι μὲν ἐν πλείστοις ἧττον ἔφερον τῶν | |
εὐπατριδῶν, τοῦ χρόνου δὲ προϊόντος, πλὴν τῆς με‐ | 109 in vol. 2 | |
2.110 | σοβασιλείας καὶ τῶν ἱερωσυνῶν, τῶν ἴσων μετεῖχον τοῖς εὐπατρίδαις, καὶ διέφερον ἄνευ τῶν ὑποδημά‐ των οὐδέν. τοῖς γὰρ εὐπατρίδαις τὰ ὑποδήματα ἀστικὰ τῇ τε ἐπαλλαγῇ τῶν ἱμάντων καὶ τῷ τύπῳ | |
5 | τοῦ γράμματος ἐκεκόσμηντο, ἵν’ ἐκ τούτων δοκοῖεν ἀπὸ τῶν ἑκατὸν ἀνδρῶν τῶν κατ’ ἀρχὰς βουλευσάν‐ των κατιέναι. τὸ γράμμα δὲ ῥῶ φασιν εἶναι, ἢ τοῦ ἀριθμοῦ τῶν ἑκατὸν ἐκείνων ἀνδρῶν δηλωτικὸν ὂν ἢ ὡς τοῦ τῶν Ῥωμαίων κατάρχον ὀνόματος. | |
10 | Τὸν μὲν οὖν ὅμιλον οὕτως ὁ Τούλλιος ᾠκειώ‐ σατο, δείσας δὲ μή τις στάσις συμβῇ, τὰ πλεῖστα καὶ ἰσχυρότατα τῶν κοινῶν τοῖς δυνατωτέροις ἐπέ‐ τρεψε· καὶ οὕτω σφίσιν αὐτοῖς συνεφρόνησαν καὶ τὸ δημόσιον διήγαγον ἄριστα. καὶ πολέμους δέ τινας | |
15 | πρός τε τοὺς Οὐιέντας καὶ πρὸς ἅπαντας τοὺς Τυρ‐ σηνοὺς ἐπολέμησεν, ἐν οἷς οὐδὲν ἐπράχθη συγγράμ‐ ματος ἄξιον. τοὺς Λατίνους δ’ ἐπὶ μᾶλλον Ῥωμαίοις βουληθεὶς οἰκειώσασθαι, νεών τινα ἐκ χρημάτων κοινῶν ἐν τῇ Ῥώμῃ κατασκευάσαι πέπεικε. καὶ τοῦ‐ | |
20 | τον ἀνέθεσαν τῇ Ἀρτέμιδι. περὶ δὲ τῆς νεωκορίας αὐτοῦ διεφέροντο. κἀν τούτῳ Σαβῖνος ἀνὴρ βοῦν ἦγε περικαλλῆ πρὸς τὴν Ῥώμην, ὡς ἔκ τινος χρη‐ σμοῦ θύσων αὐτὴν τῇ Ἀρτέμιδι. ὁ δὲ χρησμὸς τὸν ἐκείνην θύσαντα ἔλεγε τὴν πατρίδα ἐπαυξήσειν. | |
25 | τοῦτο δέ τις τῶν Ῥωμαίων μαθὼν προσῆλθεν αὐτῷ καὶ πρότερον εἶπε δεῖν ἐν τῷ ποταμῷ ἁγνισθῆναι, καὶ εἰπὼν ἔπεισε, καὶ πείσας ἔλαβε τὴν βοῦν ὡς φυ‐ λάξων, καὶ λαβὼν ἔθυσεν. ἐκφήναντος δὲ τοῦ Σα‐ βίνου τὸ λόγιον οἱ Λατῖνοι καὶ τῆς τοῦ ἱεροῦ προ‐ | |
30 | στασίας τοῖς Ῥωμαίοις ἐξέστησαν καὶ ἐς τἄλλα ὡς κρείττονας σφῶν ἐτίμων αὐτούς. | |
Καὶ ταῦτα μὲν οὕτως· ὁ Τούλλιος δὲ τοῖς Ταρ‐ | 110 in vol. 2 | |
2.111 | κυνίοις τὰς θυγατέρας συνῴκισε, καὶ τὴν βασιλείαν αὐτοῖς ἀποδώσειν ἐπαγγειλάμενος ἄλλοτε ἄλλο τι προφασιζόμενος ἀνεβάλλετο. οἱ δὲ οὐδὲν ὑγιὲς ἐφρό‐ νουν, ἀλλὰ ἤχθοντο. ὁ δ’ ἐν οὐδενὶ λόγῳ τούτους | |
5 | πεποίητο, καὶ τοὺς Ῥωμαίους πρὸς τὸ δημοκρατικὸν ἐνῆγε καὶ τὸ ἐλεύθερον. ἔτι δὲ μᾶλλον ἐπὶ τούτοις ἤσχαλλον οἱ Ταρκύνιοι. ἀλλ’ ὁ μὲν νεώτερος, κἂν ἐχαλέπαινεν, ἔφερεν, τῷ δὲ τῷ χρόνῳ προήκοντι οὐκ‐ έτι τοῦ Τουλλίου ἐδόκει ἀνέχεσθαι. ἐπεὶ δὲ μὴ συν‐ | |
10 | ευδοκοῦσαν εὕρισκε τὴν γυναῖκα καὶ τὸν ὁμαίμονα, αὐτὸς μὲν τὴν γυναῖκα, τὸν δ’ ἀδελφὸν διὰ τῆς γυ‐ ναικὸς ἐκείνου φαρμάκοις διέφθειρε, καὶ συναφθεὶς τῇ συνεύνῳ τοῦ ἀδελφοῦ τῷ Τουλλίῳ σὺν αὐτῇ ἐπε‐ βούλευε. καὶ πολλοὺς τῶν τε βουλευτῶν καὶ τῶν | |
15 | εὐπατριδῶν αἰτίας ἔχοντας κατὰ τοῦ Τουλλίου πεί‐ σας συνάρασθαί οἱ, ἐξαπιναίως μετ’ αὐτῶν εἰς τὸ συνέδριον παραγέγονεν, ἑπομένης αὐτῷ καὶ τῆς γυ‐ ναικὸς Τουλλίας· καὶ πολλὰ μὲν εἶπε τῆς τοῦ πα‐ τρὸς ἀξίας τοὺς παρόντας ἀναμιμνήσκων, πολλὰ δ’ | |
20 | ἀπέσκωψε πρὸς τὸν Τούλλιον. ἐπεὶ δ’ ἐκεῖνος ταῦτα μαθὼν ἐπέστη σπουδῇ, καί τι δὴ καὶ ἐφθέγξατο, συνήρπασεν αὐτὸν καὶ ἐξάρας ὦσε κατὰ τῶν πρὸ τοῦ βουλευτηρίου ἀναβαθμῶν. καὶ ὁ μέν, ταραχθεὶς πρὸς τὴν τοῦ Ταρκυνίου τόλμαν καὶ ὅτι οὐδέ τις | |
25 | αὐτῷ ἐπεκούρησεν, οὔτ’ εἶπεν ἔτι οὐδὲν οὔτ’ ἐποίησε· Ταρκύνιος δὲ τήν τε βασιλείαν εὐθὺς παρὰ τῆς βου‐ λῆς ἔλαβε καὶ πέμψας τινὰς τὸν Τούλλιον κομιζό‐ μενον οἴκαδε διεχρήσατο. ἡ δὲ θυγάτηρ ἐκείνου ἐν τῷ βουλευτηρίῳ τὸν ἄνδρα καταφιλήσασα καὶ βασι‐ | |
30 | λέα προσαγορεύσασα καὶ ἀπιοῦσα πρὸς τὰ βασίλεια τὸ ὄχημα κατὰ τοῦ νεκροῦ τοῦ πατρὸς ὡς εἶχεν ἐπή‐ | |
λασεν. | 111 in vol. 2 | |
2.112 | Οὕτω μὲν οὖν ὁ Τούλλιος ἦρξε καὶ οὕτως ἀπέ‐ θανε βασιλεύσας τέσσαρας ἐνιαυτοὺς ἐπὶ τεσσαρά‐ κοντα, ὁ Ταρκύνιος δὲ τὴν βασιλείαν παρειληφὼς δορυφόρους κατὰ Ῥωμύλον ἑαυτῷ περιέστησεν, καὶ | |
5 | νύκτωρ καὶ μεθ’ ἡμέραν αὐτοῖς καὶ οἰκουρῶν καὶ ἀγοράζων ἐκέχρητο. ἐξ ὧν γὰρ αὐτὸς εἰς τὸν κηδε‐ στὴν καὶ ἡ γυνὴ πρὸς τὸν πατέρα ἐποίησαν, καὶ τοὺς λοιποὺς ἐδεδίεσαν. ἐπεὶ δὲ ὡς τυραννήσων παρε‐ σκευάσατο, τοὺς δυνατωτάτους τῶν βουλευτῶν καὶ | |
10 | τῶν ἄλλων συλλαμβάνων ἐκτίννυεν, οἷς μὲν αἰτίαν εἶχεν ἐπενεγκεῖν φανερῶς ἀναιρῶν, οὓς δὲ λάθρᾳ· ἐνίους δέ γε καὶ ὑπερώριζεν. οὐ γὰρ τοὺς τῷ Τουλ‐ λίῳ προσκειμένους μόνους, ἀλλὰ καὶ τοὺς πρὸς τὴν μοναρχίαν συναραμένους αὐτῷ προσαπώλλυε, καὶ | |
15 | οὕτω τὸ κράτιστον τῆς βουλῆς καὶ τῆς ἱππάδος ἀνά‐ λωσε. μισεῖσθαί τε ὑπὸ παντὸς τοῦ δήμου ἐπίστευε· διὸ οὐ δὲ ἀντικαθίστη τὸ παράπαν ἀντὶ τῶν ἀπολλυ‐ μένων τινάς, ἀλλὰ καὶ τὴν γερουσίαν καταλῦσαι παντελῶς ἐπιχειρήσας οὔτε ἀντεισῆγεν ἐς αὐτὴν οὐ‐ | |
20 | δένα οὔτε τοῖς οὖσιν ἐπεκοίνου τι λόγου ἄξιον. συνε‐ κάλει μὲν γὰρ αὐτούς, οὐ μὴν ὥστε τι τῶν ἀναγκαίων συνδιοικεῖν, ἀλλ’ ἵνα δήλη αὐτῶν ἡ βραχύτης γί‐ νοιτο ἅπασι, κἀντεῦθεν καταφρονοῖντο· τὰ δὲ πλεῖ‐ στα καθ’ ἑαυτὸν ἢ καὶ μετὰ τῶν υἱέων ἔπραττε. | |
25 | δυσπρόσιτός τε καὶ δυσπροσήγορος ἦν, καὶ τῇ ὑπερ‐ οψίᾳ καὶ τῇ ὠμότητι ὁμοίως ἐχρῆτο πρὸς ἅπαντας, καὶ τυραννικώτερον αὐτός τε καὶ οἱ παῖδες αὐτοῦ προσεφέροντο ἅπασι. διὰ ταῦτα δὲ καὶ τοὺς δορυ‐ φόρους ὑπόπτους ἔχων, ἐκ τῶν Λατίνων προσηται‐ | |
30 | ρίσατο δορυφορικόν, καὶ ἐς τὰς τῶν Ῥωμαίων τάξεις | 112 in vol. 2 |
2.113 | Λατίνους ἐνέμιξεν, ἵνα οἱ μὲν Λατῖνοι ἰσομοιρίας τοῖς Ῥωμαίοις τυχόντες εὔνοιαν αὐτῷ ἐντεῦθεν ὀφεί‐ λωσι, καὶ οἱ Ῥωμαῖοι ἧττον ἐκφοβῶσιν αὐτόν, μηκέτι κατὰ σφᾶς ὄντες, ἀλλὰ τοῖς Λατίνοις συνοπλιτεύοντες. | |
5 | Γαουίνοις δὲ μάχην συνῆψε, καὶ κακῶς μὲν ἠγω‐ νίσατο, δόλῳ δὲ αὐτοὺς ἐχειρώσατο. αὐτομολῆσαι γὰρ αὐτοῖς Σέξτῳ ὑπέθετο τῷ υἱῷ· ἵνα δ’ εὐπρόσω‐ πος αὐτῷ τῆς αὐτομολίας πρόφασις γένηται, ἐκεῖνος μὲν τὸν πατέρα φανερῶς ὡς τύραννον καὶ παρά‐ | |
10 | σπονδον ἐλοιδόρησεν, ὁ δὲ τὸν υἱὸν ἐμαστίγωσέ τε καὶ ἀντημύνατο. εἶτα κατὰ συνθήκας πρὸς Γαουί‐ νους ἐψευδαυτομόλησε, χρήματά τε καὶ ἑταίρους παρ‐ ειληφώς. οἱ δέ, πιστεύσαντες τῇ σκηνῇ διά τε τὴν τοῦ Ταρκυνίου ὠμότητα καὶ ὅτι καὶ τότε πολλὰ καὶ | |
15 | ἀληθῆ τὸν πατέρα ἐκακηγόρει κἀντεῦθεν ἐκπεπολε‐ μῶσθαι αὐτῷ ἐδόκει, ἐδέξαντό τε αὐτὸν ἀσμενέστατα καί τινας ἐπελεύσεις κατὰ τῆς Ῥωμαϊκῆς χώρας σὺν αὐτῷ ἐποιήσαντο καὶ οὐ μετρίως αὐτῇ ἐλυμήναντο. διὰ ταῦτα γοῦν, καὶ ὅτι χρήματα ἰδίᾳ τέ τισι παρ‐ | |
20 | εῖχε καὶ ἐς τὸ κοινὸν ἀνήλισκε δαψιλῶς, ᾑρέθη παρ’ αὐτῶν στρατηγὸς καὶ τὴν τῶν πολιτικῶν ἐν αὐτοῖς πραγμάτων ἐπετράπη διοίκησιν. ἐπὶ τούτοις λάθρᾳ πέμψας τινὰ τὰ συμβάντα τε ἐγνώρισε τῷ πατρὶ καὶ πρὸς τὸ μέλλον γνώμην ᾔτησεν ἐξ αὐτοῦ. ὁ δὲ εἶπε | |
25 | μὲν τῷ πεμφθέντι οὐδέν, ἵνα μὴ ἴσως γνωσθεὶς ἑκών τι ἢ ἄκων ἐξείποι, εἰς δὲ κῆπον εἰσαγαγὼν αὐ‐ τόν, ἐν ᾧ μήκωνες ἦσαν, τὰς κωδύας αὐτῶν τὰς ὑπερεχούσας ῥάβδῳ κατέκλασε καὶ εἰς γῆν κατεστό‐ ρεσε, καὶ οὕτω τὸν ἀγγελιαφόρον ἀπέπεμψε. καὶ ὁ | |
30 | μὲν τὸ πραχθὲν τῷ Σέξτῳ ἀπήγγειλεν, ἀσυνέτως ἔχων τῆς πράξεως, ὁ δὲ τὸν νοῦν συνῆκε τῆς ὑπο‐ | |
θέσεως, καὶ τοὺς ἀξιολογωτέρους τῶν Γαουίνων τοὺς | 113 in vol. 2 | |
2.114 | μὲν λάθρᾳ φαρμάκοις διέφθειρε, τοὺς δὲ διά τινων δῆθεν λῃστῶν, ἄλλους δὲ καὶ ἐκ δικαστηρίων ἀπέ‐ κτεινε, συκοφαντίας κατ’ αὐτῶν πρὸς τὸν πατέρα προδοσίας πλαττόμενος. | |
5 | Ὅμοιον δέ τι τούτῳ καὶ ὁ Ἡρόδοτος ἱστορεῖ. Περίανδρον γὰρ τὸν Κυψέλου τύραννον Κορίνθου γενόμενόν φησι πρὸς Θρασύβουλον τὸν Μιλήτου τύ‐ ραννον διαπέμψασθαι πυνθανόμενον ὅπως αὐτῷ τὰ τῆς ἀρχῆς ἀσφαλῶς ἕξει. τὸν δὲ Θρασύβουλον τῷ | |
10 | ἀπαγγείλαντι ταῦτα μηδὲν ἀποκρίνασθαι, ἀπαγα‐ γόντα δ’ εἰς λήιον τῶν ἀσταχύων τοὺς ὑπερέχοντας ἐκτέμνειν τε καὶ ῥιπτεῖν, καὶ οὕτως ἀποπέμψαι τὸν ἐσταλμένον. τὸν δὲ ἐπανελθόντα καὶ τὴν Θρασυ‐ βούλου συμβουλὴν ἐρωτώμενον εἰπεῖν εἰς παρα‐ | |
15 | πλῆγα πεμφθῆναι, καὶ διηγεῖσθαι ὅσα ἐκεῖνος ἐποί‐ ησε, μή τι πρὸς ὃ ἠρωτήθη φθεγξάμενος· τὸν δὲ Περίανδρον συνεικέναι τὸν τοῦ Θρασυβούλου λο‐ γισμόν, καὶ τοὺς ὑπερέχοντας τῶν Κορινθίων ἅπαν‐ τας ἀπολέσαι. | |
20 | Καὶ ὁ Σέξτος οὖν οὕτω τοὺς Γαουίνους μετῆλθε, καὶ τοὺς μὲν κρείττους ἀπώλλυε, τῷ πλήθει δὲ τὰ σφῶν διένειμε χρήματα. καὶ μετὰ τοῦτο τῶν μὲν διαφθαρέντων ἤδη, τῶν δὲ λοιπῶν ἠπατημένων καὶ πάντα πιστευόντων αὐτῷ, μετὰ τῶν αἰχμαλώτων | |
25 | Ῥωμαίων καὶ τῶν αὐτομόλων, οὓς πολλοὺς διὰ τοῦτο συνήθροισε, κατέσχε τὴν πόλιν καὶ τῷ πατρὶ παρα‐ δέδωκε. καὶ ὃς ἐκείνης τῷ υἱῷ παρεχώρησεν, αὐτὸς δὲ πρὸς ἄλλα ἐπολέμησεν ἔθνη. Τοὺς δὲ τῆς Σιβύλλης χρησμοὺς Ῥωμαίοις καὶ | |
30 | ἄκων προσεποιήσατο. γυνὴ γάρ τις θεόμαντις, ἣν | 114 in vol. 2 |
2.115 | Σίβυλλαν ὠνόμαζον, ἐς τὴν Ῥώμην ἐλήλυθε βιβλία τρία ἢ ἐννέα φέρουσα, καὶ ταῦτα πρίασθαι τῷ Ταρ‐ κυνίῳ ἐδίδου καὶ τὴν τιμὴν τῶν βιβλίων ὡρίσατο. ἐκείνου δὲ μὴ προσεσχηκότος αὐτῇ, τὸ ἓν ἢ τὰ τρία | |
5 | τῶν βιβλίων κατέκαυσεν. ὡς δ’ αὖθις ὠλιγώρει αὐ‐ τῆς ὁ Ταρκύνιος, κἀκ τῶν λοιπῶν ὁμοίως διέφθειρε. μελλούσης δὲ καὶ τὰ ἔτι λοιπὰ καταφλέξειν, ἠνάγκα‐ σαν αὐτὸν οἱ οἰωνισταὶ τὰ γοῦν σωζόμενα πρία‐ σθαι. καὶ ὠνήσατο ταῦτα ὅσου τὰ πάντα κτήσασθαι | |
10 | ἔμελλε, καὶ δύο βουλευταῖς ἀνδράσι φυλάσσειν παρ‐ έδωκεν. ὡς δ’ οὐ πάνυ τῶν γεγραμμένων συνίεσαν, εἰς τὴν Ἑλλάδα στείλαντες δύο ἄνδρας ἐκεῖθεν μι‐ σθοῦ ἤγαγον τοὺς ἀναγνωσομένους ταῦτα καὶ ἑρμη‐ νεύσοντας. οἱ δὲ περίοικοι μαθεῖν ἐθελήσαντες ὅ,τι | |
15 | ποτὲ τὸ διὰ τῶν βιβλίων εἴη δηλούμενον, τὸν ἕτερον τῶν φυλασσόντων αὐτὰ Μάρκον Ἀκίλλιον χρήμασιν ἀναπείσαντες μετεγράψαντό τινα. γνωσθέντος δὲ τοῦ ἔργου ὁ Μάρκος βύρσαις δύο συρραφείσαις ἐμβλη‐ θεὶς κατεποντώθη, ὃ ἐξ ἐκείνου μετέπειτα κατὰ τῶν | |
20 | πατροκτόνων ἐπεκράτησε γίνεσθαι, ἵνα μήτε ἡ γῆ μήτε τὸ ὕδωρ μήτε ὁ ἥλιος μιανθῇ αὐτοῦ θνήσκοντος. Τὸν δὲ νεὼν τὸν ἐν τῷ Ταρπηίῳ ὄρει κατὰ τὴν τοῦ πατρὸς εὐχὴν ᾠκοδόμει. τῆς δὲ γῆς εἰς τὴν τῶν θεμελίων καταβολὴν ἀναρρηγνυμένης, ἀνδρὸς νεο‐ | |
25 | θνῆτος κεφαλὴ ἀνεφάνη ἔναιμος ἔτι. ἔπεμψαν οὖν Ῥωμαῖοι πρὸς ἄνδρα Τυρσηνὸν τερατοσκόπον ἐρω‐ τῶντες τὸ διὰ τοῦ φανέντος δηλούμενον. ὁ δὲ τὸ σημεῖον εἰς τὴν Τυρσηνίδα μεταθεῖναι μηχανησάμε‐ νος, διάγραμμα ἐπὶ τῆς γῆς ἐποιήσατο, καὶ εἰς αὐτὸ | |
30 | τήν τε τῆς Ῥώμης θέσιν ἐντείνας καὶ τὸ Ταρπήιον | 115 in vol. 2 |
2.116 | ὄρος, ἔμελλε τοὺς πρέσβεις ἀνερέσθαι “ἡ Ῥώμη αὕτη ἐστί; τὸ ὄρος τοῦτό ἐστιν; ἡ κεφαλὴ ἐνταῦθα εὑ‐ ρέθη;” ἵν’ ἐκείνων μηδὲν ὑποτοπησάντων καὶ συμ‐ φησάντων ἡ δύναμις τοῦ σημείου εἰς τὸ χωρίον ἐν | |
5 | ᾧ διεγέγραπτο μετασταίη. καὶ ὁ μὲν ταῦτα ἐτεχνά‐ σατο, οἱ δὲ πρέσβεις παρὰ τοῦ υἱέος ἐκείνου μαθόν‐ τες τὸ τέχνασμα, ἐρωτώμενοι “οὐκ ἐνταῦθα” εἶπον “οἰκεῖται ἡ Ῥώμη, ἀλλ’ ἐν τῷ Λατίῳ, καὶ τὸ ὄρος ἐν τῇ Ῥωμαίων ἐστί, καὶ ἡ κεφαλὴ ἐν τῷ ὄρει ἐκείνῳ | |
10 | εὑρέθη.” οὕτω δὲ τῷ τερατοσκόπῳ διακρουσθέντος τοῦ μηχανήματος πᾶσαν ἐκεῖνοι τὴν ἀλήθειαν ἔμα‐ θον καὶ τοῖς πολίταις ἀνήγγειλαν ὅτι κράτιστοι ἔσον‐ ται καὶ πλείστων ἄρξουσιν. ἐλπὶς οὖν κἀκ τούτου αὐτοῖς προσεγένετο. κἀντεῦθεν τὸ ὄρος μετωνομάσθη | |
15 | παρ’ αὐτῶν Καπιτώλιον· καπίτα γὰρ τῇ Ῥωμαίων διαλέκτῳ ἡ κεφαλὴ ὀνομάζεται. Δεηθεὶς δὲ χρημάτων εἰς τὴν οἰκοδομὴν τοῦ ναοῦ ὁ Ταρκύνιος Ἀρδεάταις ἐπήνεγκε πόλεμον· ὅθεν οὔτε χρήματα προσεκτήσατο καὶ τῆς βασιλείας | |
20 | ἐξέπεσε. γεγόνασι δ’ αὐτῷ καὶ σημεῖά τινα δηλω‐ τικὰ τῆς ἐκπτώσεως. ἔκ τε γὰρ τοῦ κήπου αὐτοῦ γῦπες νεοσσοὺς ἐξήλασαν ἀετῶν, καὶ ἐξ ἀνδρῶνος, ἐν ᾧ συνειστιᾶτο φίλοις, ὄφις μέγας ἐπιφανεὶς αὐτόν τε καὶ τοὺς συσσίτους ἐξέβαλε. διά τοι ταῦτα ἐς | |
25 | Δελφοὺς Τίτον τε καὶ Ἀρροῦντα τοὺς υἱοὺς ἔπεμψε. τοῦ δὲ Ἀπόλλωνος χρήσαντος τότε τῆς ἀρχῆς ἐκπε‐ σεῖσθαι αὐτὸν ὅτε κύων φωνῇ ἀνθρωπίνῃ χρήσαιτο, ἀγαθαῖς ἐλπίσιν ᾐώρητο, μὴ οἰηθείς ποτε γενέσθαι τὸ μάντευμα. | |
30 | Ἦν δὲ Λούκιος Ἰούνιος ἀδελφῆς τοῦ Ταρκυνίου | 116 in vol. 2 |
2.117 | υἱός, οὗ τὸν πατέρα καὶ τὸν ἀδελφὸν ὁ Ταρκύνιος ἔκτεινεν. οὗτος οὖν καὶ περὶ ἑαυτῷ δεδοικὼς μω‐ ρίαν προσεποιήσατο, ταύτην ἑαυτοῦ προστησάμενος σώτειραν· διὸ καὶ Βροῦτος ἐπεκλήθη· τοὺς γὰρ εὐή‐ | |
5 | θεις οὕτω τοῖς Λατίνοις ἔθος καλεῖν. πλαττόμενος οὖν τὸν μωραίνοντα, τοῖς τοῦ Ταρκυνίου παισὶν εἰς Δελφοὺς ἀπιοῦσι συμπαρελήφθη ὡς ἄθυρμα. ὁ δὲ καὶ ἀνάθημα φέρειν ἔλεγε τῷ θεῷ· τὸ δ’ ἦν βάκτρον τι μηδὲν ἐκ τοῦ φαινομένου ἔχον χρηστόν, ὅθεν καὶ | |
10 | ἐπὶ τούτῳ ὠφλίσκανε γέλωτα. τὸ δ’ ἦν οἷον εἰκών τις τῆς κατ’ αὐτὸν προσποιήσεως· κοιλάνας γὰρ αὐτὸ λάθρᾳ χρυσίον ἐνέχεεν, ἐνδεικνύμενος δι’ αὐτοῦ ὡς καὶ τὸ φρόνημα αὐτῷ τῷ τῆς μωρίας ἀτίμῳ σῷον καὶ ἔντιμον κατακρύπτεται. ἐρομένων δὲ τῶν Ταρ‐ | |
15 | κυνίου υἱῶν τίς τὴν βασιλείαν τοῦ πατρὸς διαδέξε‐ ται, ἔχρησεν ὁ θεὸς τὸν πρῶτον τὴν μητέρα φιλή‐ σαντα τὸ κράτος ἕξειν. καὶ συνεὶς ὁ Βροῦτος ὡς τυ‐ χαίως καταπεσὼν τὴν γῆν κατεφίλησεν, αὐτὴν μη‐ τέρα πάντων ὑπάρχειν κρίνας ὀρθῶς. | |
20 | Οὗτος ὁ Βροῦτος τοὺς Ταρκυνίους κατέλυσεν, αἰτίαν τὸ περὶ τὴν Λουκρητίαν συμβεβηκὸς προ‐ στησάμενος, καὶ ἄλλως μισουμένους παρὰ πάντων διὰ τὸ τυραννικόν τε καὶ βίαιον. ἡ δὲ Λουκρητία θυγά‐ τηρ μὲν ἦν Λουκρητίου Σπουρίου, ἀνδρὸς τῶν τῆς | |
25 | συγκλήτου ἑνός, γαμετὴ δὲ Κολλατίνου Ταρκυνίου τῶν ἐπιφανῶν, ἐπί τε κάλλει καὶ σωφροσύνῃ τυγχά‐ νουσα περιβόητος. ταύτην Σέξτος ὁ τοῦ Ταρκυνίου υἱὸς αἰσχῦναι σπούδασμα ἔθετο, οὐχ οὕτω τοῦ κάλ‐ λους αὐτῆς ἐρασθεὶς ὅσον τῇ ἐπὶ τῷ σώφρονι δόξῃ | |
30 | ἐπιβουλεύων αὐτῆς. τηρήσας οὖν τὸν Κολλατῖνον | 117 in vol. 2 |
2.118 | τῆς οἰκίας ἀποδημοῦντα, νυκτὸς ἐλθὼν πρὸς αὐτὴν ὡς πρὸς γαμετὴν συγγενοῦς κατέλυσε παρ’ αὐτῇ. καὶ πρῶτον μὲν λόγοις ἐπείρα συγγενέσθαι αὐτῇ, εἶτα καὶ βίαν προσῆγεν· ὡς δ’ οὐδὲν ἐπέραινεν, | |
5 | ἀποσφάξειν ἠπείλησεν· ὡς δὲ καὶ τοῦ θανάτου κα‐ τωλιγώρει, δοῦλον παρακατακλινεῖν αὐτῇ ἐπηπείλησε καὶ ἄμφω κτανεῖν καὶ λόγον διαδώσειν ὡς εὑρὼν αὐτοὺς συγκαθεύδοντας ἔκτεινε. τοῦτο τὴν Λουκρη‐ τίαν ἐτάραξε, καὶ φοβηθεῖσα μὴ πιστευθείη ταῦθ’ | |
10 | οὕτω γενέσθαι, ἐνέδωκε. καὶ μοιχευθεῖσα ξιφίδιον ὑπὸ τὸ προσκεφάλαιον ἔθετο, καὶ μεταπεμψαμένη τόν τε ἄνδρα καὶ τὸν πατέρα, συνεπομένων αὐτοῖς τοῦ τε Βρούτου καὶ Ποπλίου Οὐαλερίου, κατεδάκρυσε καὶ στενάξασα τὸ δρᾶμα πᾶν διηγήσατο· εἶτα ἐπή‐ | |
15 | γαγε “καὶ ἐγὼ μὲν τὰ πρέποντα ἐμαυτῇ ποιήσω, ὑμεῖς δὲ εἴπερ ἄνδρες ἐστέ, τιμωρήσατε μὲν ἐμοί, ἐλευθερώθητε δὲ αὐτοί, καὶ δείξατε τοῖς τυράννοις οἵων ὑμῶν ὄντων οἵαν γυναῖκα ὕβρισαν.” τοιαῦτα εἰποῦσα εὐθὺς τὸ ξιφίδιον ὑφελκύσασα κατέκτεινεν | |
20 | ἑαυτήν. Ἀκούσαντες δ’ ἐκεῖνοι ταῦτα καὶ θεασάμενοι ὑπερήλγησαν. καὶ τῷ Ποπλίῳ συμβούλῳ καὶ προ‐ θύμῳ πρὸς τοὔργον ὁ Βροῦτος χρησάμενος τήν τε γυναῖκα πολλοῖς τῶν τοῦ δήμου κειμένην ὑπέδειξε, | |
25 | καὶ πρὸς τοὺς λοιποὺς δημηγορήσας τὸ πρὸς τοὺς τυράννους μῖσος ἐκφῆναι πεποίηκε· καὶ μηκέτι δέ‐ ξασθαι συνέθεντο τὸν Ταρκύνιον. ταῦτα δὲ πράξας, καὶ τὴν πόλιν ἐπιτρέψας τοῖς ἄλλοις, αὐτὸς πρὸς τὸ στρατόπεδον ἐξιππάσατο, καὶ τὰ αὐτὰ τῷ δήμῳ συν‐ | |
30 | έπεισε καὶ τοὺς στρατιώτας ψηφίσασθαι. ὁ δέ γε Ταρκύνιος τὰ συμβεβηκότα μαθὼν καὶ πρὸς τὴν πό‐ | |
λιν ἐπειχθεὶς ἀπεώσθη, καὶ πρὸς τοὺς Ταρκυνη‐ | 118 in vol. 2 | |
2.119 | σίους μετὰ τῶν παίδων καὶ τῶν ἄλλων ὁμοφρόνων κατέφυγε, μόνης τῆς Τουλλίας, ὡς λόγος, ἑαυτὴν ἀνελούσης. Ὁ μὲν οὖν Ταρκύνιος πέντε καὶ εἴκοσι τυραν‐ | |
5 | νήσας ἐνιαυτοὺς οὕτως ἐξέπεσε τῆς ἀρχῆς, οἱ Ῥω‐ μαῖοι δὲ πρὸς τὸν Βροῦτον ἀπέκλιναν καὶ αὐτὸν εἵλοντο ἄρχοντα. ἵνα δὲ μὴ ἡ μοναρχία βασιλεία δοκῇ, καὶ συνάρχοντα αὐτῷ ἐψηφίσαντο τὸν τῆς Λουκρητίας ἐκείνης ἄνδρα τὸν Κολλατῖνον Ταρκύ‐ | |
10 | νιον, ὡς ἀπεχθῶς πρὸς τοὺς τυράννους πιστευόμε‐ νον ἔχειν διὰ τὴν βίαν τῆς γυναικός. ἐκ δέ γε Ταρκυνίου πρέσβεις εἰς Ῥώμην ἧκον περὶ καθόδου διαλεγόμενοι· ὡς δ’ οὐδὲν ἤνυον, ἕτεροι αὖθις ἐπέ‐ στησαν, ἀφίστασθαι τῆς βασιλείας καὶ παύειν τὸν | |
15 | πόλεμον λέγοντες τὸν Ταρκύνιον, εἰ τὰ χρήματα δο‐ θεῖεν αὐτῷ καὶ τοῖς φίλοις καὶ τοῖς οἰκείοις, ἀφ’ ὧν διαβιώσονται φεύγοντες. ἐπικλωμένων δὲ πολλῶν καὶ αὐτοῦ Κολλατίνου τοῦ τῷ Βρούτῳ συνάρχοντος, εἰς ἀγορὰν ὁ Βροῦτος ἐκ τοῦ βουλευτηρίου ἐξέδραμε, | |
20 | προδότην τὸν Κολλατῖνον ἀποκαλῶν, πολέμου καὶ τυραννίδος ἀφορμὰς χαριζόμενον. Οἱ πρέσβεις δὲ ἐπὶ τῇ τῶν χρημάτων προφάσει τῇ Ῥώμῃ ἐνδιατρίβοντες ἴσχυσαν διαφθεῖραι τῶν ἐπισήμων τινάς, μεθ’ ὧν καὶ δύο τοῦ Βρούτου παῖ‐ | |
25 | δας ἔπεισαν ἐν τῇ προδοσίᾳ γενέσθαι. ὡς οὖν συν‐ έπεισαν τὰ μειράκια, ἔδοξε καὶ ὅρκον προβῆναι, καὶ ἐπὶ τούτοις εἰς οἰκίαν συνῆλθον. ἦν δὲ ὁ οἶκος ὑπέ‐ ρημος καὶ σκοτώδης. ἔλαθεν οὖν ἔνδον ὢν οὐκ ἐκ προνοίας, ἀλλὰ τυχαίως οἰκέτης ὄνομα Οὐινδίκιος, | |
30 | καὶ κατακρυφθεὶς ἐκεῖ θεατής τε τῶν δρωμένων ἦν | 119 in vol. 2 |
2.120 | καὶ τῶν βεβουλευμένων ἐπήκοος· ἅπερ ἦσαν τοὺς ὑπάτους ἀνελεῖν καὶ τὴν πόλιν προδοῦναι· καὶ ταῦ‐ τα τῷ Ταρκυνίῳ διὰ τῶν πρέσβεων ἐπεστάλκασιν. ἀπελθόντων δὲ τοῦ οἰκήματος τῶν συνωμοτῶν, ἐξελ‐ | |
5 | θὼν ὁ οἰκέτης ἅπαντα κατεμήνυσε. καὶ οἵ τε τὴν προδοσίαν μελετήσαντες συνελήφθησαν, καὶ τὰ γράμ‐ ματα ἐκομίσθησαν· καὶ εἰς τὴν ἀγορὰν προαχθέντων αὐτῶν καὶ τὸν Οὐίνδικα παρεστήσαντο. τά τε γράμ‐ ματα ἀνεγνώσθησαν· καὶ οἱ μὲν ἄλλοι ἐν κατηφείᾳ | |
10 | ἦσαν καὶ σιωπῇ, ὁ δὲ Βροῦτος ὀνομαστὶ τῶν υἱέων ἑκάτερον προσειπών “οὐκ ἀπολογεῖσθε” ἔφη “πρὸς τὴν κατηγορίαν;” τῶν δὲ σιωπώντων στραφεὶς πρὸς τοὺς ὑπηρέτας “ὑμέτερον” εἶπεν “ἤδη λοιπὸν τὸ ἔρ‐ γον.” οἱ δὲ συλλαβόντες τοὺς νεανίσκους ῥάβδοις | |
15 | κατέξαινον. καὶ τῶν ἄλλων ἐπικλωμένων τοῖς πάσ‐ χουσιν ὁ πατὴρ οὔτ’ ἀλλαχόσε τὰς ὄψεις ἀπήγαγεν οὔτε μὴν οἴκτου τι ἐνεδείξατο μέχρι πελέκει τὰς κε‐ φαλὰς τῶν παίδων ἀπέκοψαν. τοῦτο δὲ οὔτ’ ἐπαι‐ νεῖν οὔτε ψέγειν ἐστὶ ῥᾴδιον· ἢ γὰρ ἀρετῆς ὕψος εἰς | |
20 | ἀπάθειαν ἐξέστησεν αὐτοῦ τὴν ψυχὴν ἢ πάθους μέγεθος εἰς ἀναλγησίαν· οὐδέτερον δὲ μικρὸν οὐδ’ ἀνθρώπινον, ἀλλ’ ἢ θεῖον ἢ θηριῶδες. Οὕτω δὲ τούτων θανόντων καὶ περὶ τῶν ἄλλων συνωμοτῶν ψῆφον ἐνεγκεῖν ὁ Βροῦτος ἀπῄτητο. ὁ | |
25 | δέ “τοῖς μὲν υἱέσιν” εἶπεν “αὐτὸς ἀποχρῶν εἰμι δι‐ καστής, περὶ δὲ τῶν ἄλλων τοῖς πολίταις ἐλευθέροις οὖσι τῆς ψήφου παραχωρῶ.” ψήφου τοίνυν δοθεί‐ σης πάντες ἐπελεκίσθησαν. ἦσαν δὲ τούτων τινὲς τῷ Κολλατίνῳ προσήκοντες· δι’ οὓς καὶ ὠργίζετο. | |
30 | ὅθεν ὁ Βροῦτος οὕτω κατ’ αὐτοῦ τὸν δῆμον παρώ‐ ξυνεν ὡς μικροῦ καὶ αὐτοχειρίᾳ αὐτὸν ἀνελεῖν. ἀλλὰ | |
τοῦτο μὲν οὐκ ἐποίησαν, τὴν δ’ ἀρχὴν ἠνάγκασαν | 120 in vol. 2 | |
2.121 | αὐτὸν ἀπειπεῖν. εἵλοντο δὲ ἀντ’ ἐκείνου συνάρχοντα Πόπλιον Οὐαλέριον, ὃς Ποπλικόλας προσωνομάσθη· δηλοῖ δ’ ἡ κλῆσις ἐξελληνιζομένη δημοκηδῆ ἢ δημο‐ τικώτατον. | |
5 | Ταρκύνιος δὲ ἀπογνοὺς τὴν ἐκ προδοσίας τῆς βασιλείας ἀνάληψιν, προσῄει τοῖς Τυρσηνοῖς. οἱ δὲ δυνάμει βαρείᾳ κατῆγον αὐτόν. ἀντεξῆγον δὲ καὶ τοὺς Ῥωμαίους οἱ ὕπατοι. ἀρχομένης δὲ τῆς μάχης Ἄρρων ὁ Ταρκυνίου παῖς καὶ Βροῦτος ὁ Ῥωμαίων | |
10 | ὕπατος ἀλλήλοις περιπεσόντες ἐμάχοντο, καὶ ἀφειδή‐ σαντες ὑπὸ θυμοῦ ἑαυτῶν συναπέθανον. μεγάλης δὲ τῆς μάχης γενομένης καὶ πολλῶν ἑκατέρωθεν πεσόν‐ των ἄκριτος ἦν ἡ νίκη. νυκτὸς δ’ ἐπελθούσης λέγεται σεισθῆναι τὸ ἄλσος παρ’ ᾧ ἐστρατοπεδεύοντο, καὶ φω‐ | |
15 | νὴν ἐκπεσεῖν ἐκεῖθεν μεγάλην φράζουσαν ἑνὶ πλείους τεθνάναι Τυρρηνῶν ἢ Ῥωμαίων. ἅμα δὲ τῇ φωνῇ Ῥωμαῖοι μὲν μέγα καὶ θαρσαλέον ἠλάλαξαν, πτοία δ’ ἐνέπεσε Τυρρηνοῖς· καὶ θορυβηθέντες τοῦ στρατο‐ πέδου ἐξέπεσον· εἷλον δ’ οἱ Ῥωμαῖοι τοῦτο καὶ διηρ‐ | |
20 | πάκασιν. ἀριθμηθέντες δὲ οἱ νεκροὶ τῶν ἐν τῇ μάχῃ θανόντων εὑρέθησαν οἱ μὲν τῶν Τυρρηνῶν ἐπὶ μυ‐ ρίοις χίλιοι τριακόσιοι, οἱ δὲ Ῥωμαῖοι παρ’ ἕνα τοσ‐ οῦτοι. ἐθριάμβευσε δὲ Οὐαλέριος Ποπλικόλας πρῶ‐ τος ὑπατεύων. | |
25 | Ὁ δὲ Ταρκύνιος μετὰ τὴν μεγάλην μάχην, ἐν ᾗ καὶ τὸν υἱὸν ἀπέβαλε μαχεσάμενον Βρούτῳ, κατα‐ φυγὼν εἰς τὸ Κλούσιον ἱκέτευε Κλάραν Πορσίναν, ἄνδρα μεγίστην ἔχοντα δύναμιν τῶν Ἰταλικῶν βα‐ σιλέων· καὶ ὃς αὐτῷ βοηθήσειν ὑπέσχετο. καὶ πρῶ‐ | |
30 | τον μὲν ἔπεμψεν εἰς Ῥώμην κελεύων δέχεσθαι τὸν Ταρκύνιον, ὡς δὲ οὐχ ὑπήκουσαν, ἀφίκετο μετὰ βα‐ | |
ρείας δυνάμεως. Ποπλικόλας δὲ Οὐαλέριος εἰς ἀρ‐ | 121 in vol. 2 | |
2.122 | χὴν τὸ δεύτερον αἱρεθεὶς καὶ μάχην συνάψας καὶ τραυματισθεὶς φοράδην τῆς μάχης ἐξεκομίσθη. ἐπι‐ κειμένου δὲ τοῦ Πορσίνα τῇ πόλει λιμὸς ἥπτετο τῶν Ῥωμαίων. ἔκ τινος δὲ συμβεβηκότος ἢ μᾶλλον ἐκ | |
5 | προνοίας γενομένου ὁ Πορσίνας τὸν πρὸς Ῥωμαίους κατέλυσε πόλεμον. ἀνὴρ γάρ τις Μούκιος Κόρδος, εἰς πᾶσαν ἀρετὴν ἀγαθός, ἐν δὲ τοῖς πολεμικοῖς ἄρι‐ στος, Σκαιόλας τὴν ἐπίκλησιν, ὃ δηλοῖ τὸν μονό‐ χειρα ἢ μὴ ἀρτιόχειρα, τὸν Πορσίναν ἀνελεῖν βου‐ | |
10 | λευσάμενος παρῆλθεν εἰς τὸ ἐκείνου στρατόπεδον, Τυρσηνίδα φορῶν ἐσθῆτα καὶ ὁμοίᾳ κεχρημένος φωνῇ. καὶ σαφῶς μὲν τὸν Πορσίναν οὐκ εἰδώς, ἐρέσθαι δὲ δεδιώς, τὸν γραμματέα αὐτοῦ συγκαθή‐ μενον αὐτῷ καὶ ὁμοίως ἔχοντα τῆς στολῆς σπασάμε‐ | |
15 | νος τὸ ξίφος ἀπέκτεινε, καὶ συλληφθεὶς ἀνεκρίνετο· ἐσχαρίδος δέ τινος τῷ Πορσίνᾳ μέλλοντι θύειν τότε κεκοσμημένης, ὑπερσχὼν τὴν χεῖρα καιομένης τῆς σαρκὸς εἱστήκει πρὸς τὸν Πορσίναν ἀποβλέπων ἀτρέπτῳ προσώπῳ, ὅθεν αὐτῷ τῆς χειρὸς φθαρεί‐ | |
20 | σης ἐγένετο ἡ ἐπίκλησις, μέχρι θαυμάσας ἐκεῖνος ἀφῆκεν αὐτόν. ὁ δὲ Σκαιόλας ἕτερον τρόπον ἐσοφί‐ σατο τὸν ἐχθρόν, καὶ εἶπε “τὸν φόβον σου, Πορσίνα, νενικηκὼς ἥττημαί σου τῆς ἀρετῆς, καὶ χάριτι μη‐ νύω ἃ πρὸς ἀνάγκην οὐκ ἂν ἐξηγόρευσα. τριακό‐ | |
25 | σιοι Ῥωμαίων τὴν αὐτὴν ἐμοὶ γνώμην ἔχοντες ἐν τῷ στρατοπέδῳ σου διατρίβουσιν, ὧν ἐγὼ προεπιχειρή‐ σας κλήρῳ λαχὼν οὐκ ἄχθομαι τῇ τύχῃ, διαμαρτὼν ἀνδρὸς ἀγαθοῦ καὶ φίλου μᾶλλον ἢ πολεμίου Ῥω‐ μαίοις εἶναι προσήκοντος.” ἐντεῦθεν ὁ Πορσίνας | |
30 | πρὸς τὰς συμβάσεις ἐγένετο προθυμότερος. Ὁ δὲ Ποπλικόλας τὸ τρίτον ὑπατεύων τότε πρου‐ | |
καλεῖτο συνεχῶς τὸν Ταρκύνιον ἐπὶ δίκῃ, ὡς ἐξε‐ | 122 in vol. 2 | |
2.123 | λέγξων κάκιστον καὶ ἐκπεπτωκότα τῆς ἀρχῆς ἐνδι‐ κώτατα, τοῦ Πορσίνου δικάζοντος. ἀποκριναμένου δὲ Ταρκυνίου μὴ αἱρεῖσθαι Πορσίναν διαιτητήν, εἰ σύμμαχος ὢν μεταβάλλεται, καταγνοὺς ὁ Πορσίνας | |
5 | τὸν πόλεμον κατελύσατο. καὶ μετὰ ταῦτα δὲ πολλά‐ κις μὲν ἐπεχείρησαν οἱ Ταρκύνιοι τὴν βασιλείαν ἀνα‐ λαβεῖν, τοῖς ὁμοροῦσι Ῥωμαίοις ἔθνεσι συμμαχούμε‐ νοι, πάντες δὲ ἐν ταῖς μάχαις ἐφθάρησαν, πλὴν τοῦ γέροντος, ὃς καὶ Σούπερβος ἐκαλεῖτο· εἴποι ἄν τις | |
10 | Ἕλλην ἀνήρ, ὑπερήφανος. κἀκεῖνος δὲ μετέπειτα εἰς Κύμην τὴν ἐν Ὀπικίᾳ γενόμενος ἐτελεύτησεν. Οὕτω μὲν οὖν τοῖς Ταρκυνίοις τὰ πράγματα ἐπε‐ ράνθησαν· ἐκείνων δ’ ἐξωσθέντων τῆς βασιλείας ὕπατοι, ὡς εἴρηται, παρὰ τῶν Ῥωμαίων ᾑρέθησαν. | |
15 | ὧν εἷς ἦν καὶ Πόπλιος Οὐαλέριος, ὃς τετράκις ὑπά‐ τευσεν, ὁ καὶ Ποπλικόλας ἐπικληθείς. οὗτος οὖν μό‐ νος ἄρχων καὶ μὴ συνάρχοντα εἰληφὼς Ῥωμαίοις προσέκρουσε, λέγουσι μὴ τῆς τοῦ Βρούτου κληρονό‐ μον ὑπατείας εἶναι, τῆς δὲ τοῦ Ταρκυνίου τυραννί‐ | |
20 | δος διάδοχον, ὑπὸ ῥάβδοις ὁμοῦ πάσαις καὶ πελέκεσι προϊόντα ἐξ οἰκίας τοσαύτης τὸ μέγεθος καὶ τὸ κάλ‐ λος. καὶ γὰρ πολυτελεστέραν εἶχεν οἰκίαν ἐπικειμέ‐ νην τῇ ἀγορᾷ. ταῦτα ὁ Ποπλικόλας μαθών, τεχνίτας πλείστους συναγαγὼν νυκτὸς κατέβαλε τὴν οἰκίαν | |
25 | καὶ ταύτην κατέσκαψεν, ὥστε μεθ’ ἡμέραν τοὺς Ῥω‐ μαίους βλέποντας τὸ γενόμενον τὴν μὲν τοῦ ἀνδρὸς μεγαλοφροσύνην θαυμάζειν, ἄχθεσθαι δ’ ὑπὲρ τῆς οἰκίας διὰ τὸ μέγεθος καὶ τὸ κάλλος. καὶ τοὺς πελέ‐ κεις δὲ τῶν ῥάβδων ἀπέλυσεν, αὐτάς τε τὰς ῥάβδους | |
30 | εἰς ἐκκλησίαν παριὼν ἀφῆκε τῷ δήμῳ. καὶ τὴν τῶν | 123 in vol. 2 |
2.124 | χρημάτων διοίκησιν ἄλλοις ἀπένειμεν, ἵνα μὴ τού‐ των ἐγκρατεῖς ὄντες οἱ ὑπατεύοντες μέγα δύνωνται. ὅτε πρῶτον οἱ ταμίαι ἤρξαντο γίνεσθαι· κοιαίστωρας δ’ ἐκάλουν αὐτούς. οἳ πρῶτον μὲν τὰς θανασίμους | |
5 | δίκας ἐδίκαζον, ὅθεν καὶ τὴν προσηγορίαν ταύτην διὰ τὰς ἀνακρίσεις ἐσχήκασι καὶ διὰ τὴν τῆς ἀλη‐ θείας ἐκ τῶν ἀνακρίσεων ζήτησιν· ὕστερον δὲ καὶ τὴν τῶν κοινῶν χρημάτων διοίκησιν ἔλαχον, καὶ τα‐ μίαι προσωνομάσθησαν. μετὰ ταῦτα δ’ ἑτέροις μὲν | |
10 | ἐπετράπη τὰ δικαστήρια, ἐκεῖνοι δὲ τῶν χρημάτων ἦσαν διοικηταί. ἀπέδειξε δὲ ἑαυτῷ συνάρχοντα τὸν τῆς Λουκρητίας πατέρα Λουκρήτιον. ταχὺ δὲ τού‐ του θανόντος ᾑρέθη Μάρκος Ὁράτιος συνάρχειν αὐτῷ τὸν ὑπόλοιπον καιρὸν τοῦ ἐνιαυτοῦ. αἱρεθεὶς | |
15 | δὲ καὶ αὖθις ὕπατος ὁ Ποπλικόλας ἔσχε συνυπατεύ‐ οντα Τίτον Λουκρήτιον. Μετὰ δὲ ταῦτα Σαβίνων ἐμβαλόντων εἰς τὴν χώραν ὕπατος ἀνεδείχθη Μάρκος Οὐαλέριος ἀδελ‐ φὸς Ποπλικόλα καὶ Ποστούμιος Τούβερτος. πραττο‐ | |
20 | μένων δὲ τῶν πολέμων γνώμῃ καὶ παρουσίᾳ τοῦ Ποπλικόλα, δυσὶ μάχαις ὁ Μάρκος ἐνίκησεν, ὧν ἐν τῇ δευτέρᾳ μηδένα Ῥωμαίων ἀποβαλὼν τρισχιλίους ἐπὶ μυρίοις τῶν πολεμίων ἀνεῖλε. Τῷ δ’ ἑξῆς ἔτει πάλιν ὑπάτευε Ποπλικόλας. καὶ | |
25 | προσεδοκᾶτο Σαβίνων τε καὶ Λατίνων ὁμονοησάν‐ των κατὰ τῆς Ῥώμης προσέλασις. ἦν δ’ ἐν Σαβίνοις ἀνὴρ Ἄππιος Κλαύδιος ἔν τε χρήμασι καὶ ῥώμῃ σώ‐ ματος πρωτεύων, ἐν ἀρετῆς δὲ μάλιστα δόξῃ ἐπιφα‐ νὴς καὶ λόγου δεινότητι· ὃς διὰ ταῦτα φθονούμενος | |
30 | ἐπεβουλεύετο παρὰ τῶν ὁμογενῶν ὅτι συνεβούλευε καταπαύειν τὸν πόλεμον. διὸ αὐτός τε τῇ Ῥώμῃ | |
προσεληλύθει καὶ πολλοὺς τῶν φίλων τε καὶ οἰκείων | 124 in vol. 2 | |
2.125 | συνέπεσθαί οἱ συνέπεισεν. οὓς ὁ Ποπλικόλας φιλο‐ φρόνως ἐδέξατο, τῇ βουλῇ τὸν Κλαύδιον προσγραψά‐ μενος. ὅθεν καὶ ἐμφρόνως πολιτευόμενος ἀνέδραμεν εἰς τὸ πρῶτον ἀξίωμα, καὶ γένος μέγα τὸ Κλαυδίων | |
5 | κατέλιπεν ἐπὶ πλεῖστον ἀνθῆσαν καὶ προεληλυθὸς εἰς δόξης ἀκρότητα. οἱ δὲ Σαβῖνοι καὶ τοῦτο τοῦ πολέμου ποιησάμενοι πρόφασιν στρατῷ μεγάλῳ κατὰ τῆς Ῥώμης ἐπήλασαν. οἷς τοὺς Ῥωμαίους ὁ Ποπλι‐ κόλας ἀντεπαγαγών, καὶ στρατηγήσας ὡς ἄριστα, μι‐ | |
10 | κροῦ πάντας ἀπώλεσε· καὶ τὸν δῆμον ἐκ τῶν λαφύ‐ ρων καὶ τῶν αἰχμαλώτων ὠφέλησεν. ἀγαγὼν δ’ ἐπὶ τῇ νίκῃ θρίαμβον, καὶ τοῖς μετ’ αὐτὸν ὑπάτοις παρα‐ δοὺς τὴν πόλιν, εὐθὺς ἐτελεύτησε, δημοσίᾳ ταφεὶς καὶ θρηνηθεὶς ἐφ’ ὅλον ἐνιαυτόν. | |
15 | Οἱ μέντοι Σαβῖνοι δι’ ὀργὴν ὧν ἔπαθον οὐδὲ τὸν χειμῶνα ἠρέμησαν, ἀλλὰ τὴν Ῥωμαΐδα χώραν κατέδραμον, καὶ τὸν Ποστούμιον ἐκάκωσαν τὸ δεύ‐ τερον ὑπατεύοντα· καὶ εἷλον ἂν αὐτὸν πανσυδί, εἰ μὴ Μενήνιος Ἀγρίππας ὁ συνάρχων αὐτῷ ἐπεκού‐ | |
20 | ρησε. προσπεσόντες δὲ αὐτοῖς πολλοὺς ἔφθειραν, ὥστε τοὺς λοιποὺς ἀναχωρῆσαι. μετὰ δὲ ταῦτα Σπού‐ ριός τε Κάσσιος καὶ Ὀπιτώριος Οὐεργίνιος ὑπατεύ‐ οντες τοῖς Σαβίνοις ἐσπείσαντο. Καμέριον δὲ τὸ ἄστυ ἑλόντες τοὺς μὲν πλείους ἀπέκτειναν, τοὺς δὲ λοιποὺς | |
25 | ζωγρήσαντες ἀπέδοντο, καὶ τὴν πόλιν κατέσκαψαν. Ποστούμιος δὲ Κομίνιος καὶ Τίτος Λάρκιος δού‐ λους τινὰς ἐπὶ καταλήψει τοῦ Καπιτωλίου συνωμο‐ σίαν θεμένους συλλαβόντες ἔφθειραν. Σερούιός τε Σουλπίκιος καὶ Μάρκος Τούλλιος ἑτέραν αὖθις συν‐ | |
30 | ωμοσίαν δούλων καὶ ἄλλων δή τινων συστάντων αὐ‐ τοῖς προκατέλαβον, ἀγγελθεῖσαν αὐτοῖς πρός τινων | |
τῆς ἐπιβουλῆς μετεχόντων. οὓς καὶ συσχόντες περι‐ | 125 in vol. 2 | |
2.126 | σταδὸν κατέκοψαν. τοῖς δὲ μηνυταῖς ἄλλα τε καὶ πολιτεία ἐδόθη. Αὖθις δὲ πολέμου παρὰ Λατίνων κατὰ Ῥώμης κεκινημένου οὐκ ἤθελον οἱ πολλοὶ τὰ ὅπλα λαβεῖν, | |
5 | ἀποκοπὴν τῶν χρεῶν ἀξιοῦντες γενέσθαι. καὶ διὰ τοῦτο καινήν τινα ἀρχὴν ἐπ’ ἀμφοτέροις αὐτοῖς τότε πρῶτον οἱ δυνατοὶ κατεστήσαντο· δικτάτωρ ὁ ταύ‐ της ἠξιωμένος ὠνόμαστο, ἠδύνατο δὲ πάντα ἐξ ἴσου τοῖς βασιλεῦσι. τὴν μὲν γὰρ τοῦ βασιλέως ἐπωνυ‐ | |
10 | μίαν διὰ τοὺς Ταρκυνίους ἐμίσησαν, τὴν δ’ ἐκ τῆς μοναρχίας ὠφέλειαν θέλοντες, ὡς πολὺ ἰσχυούσης ἐς τὰς τῶν πολέμων καὶ τῶν στάσεων περιστάσεις, ἐν ἄλλῳ ταύτην ὀνόματι εἵλοντο. ἦν οὖν, ὡς εἴ‐ ρηται, ἡ δικτατωρεία κατά γε τὴν ἐξουσίαν τῇ βα‐ | |
15 | σιλείᾳ ἰσόρροπος, πλὴν ὅτι μὴ ἐφ’ ἵππον ἀναβῆναι ὁ δικτάτωρ ἠδύνατο, εἰ μὴ ἐκστρατεύεσθαι ἔμελλεν, οὔτε ἐκ τῶν δημοσίων χρημάτων ἀναλῶσαί τι ἐξῆν αὐτῷ, εἰ μὴ ἐψηφίσθη· δικάζειν δὲ καὶ ἀποκτείνειν καὶ οἴκοι καὶ ἐν στρατείαις ἠδύνατο, καὶ οὐ τοὺς τοῦ | |
20 | δήμου μόνους, ἀλλὰ καὶ ἐκ τῶν ἱππέων καὶ ἐξ αὐτῆς τῆς βουλῆς. καὶ οὔτ’ ἐγκαλέσαι τις αὐτῷ οὔτ’ ἐναν‐ τίον τι διαπράξασθαι ἴσχυεν, οὐδὲ οἱ δήμαρχοι, οὔτε δίκη ἐφέσιμος ἐγίνετο ἀπ’ αὐτοῦ. οὐκ ἐπὶ πλέον δὲ τῶν ἓξ μηνῶν ἡ τῆς δικτατωρείας ἀρχὴ παρετείνετο, | |
25 | ἵνα μή τις αὐτῶν ἐν τοσούτῳ κράτει καὶ ἐξουσίᾳ ἀκράτῳ χρονίσας ὑπερφρονήσῃ καὶ πρὸς ἔρωτα μον‐ αρχίας ἐκκυλισθῇ. ὅπερ ἐς ὕστερον καὶ ὁ Καῖσαρ Ἰούλιος ἔπαθεν, ἐπεὶ παρὰ τὰ νενομισμένα τῆς δικτα‐ τωρείας ἠξίωτο. | |
30 | Τότε μὲν οὖν δικτάτωρος γενομένου Λαρκίου οὐ‐ | 126 in vol. 2 |
2.127 | δὲν ὁ δῆμος ἐνεωτέρισεν, ἀλλὰ καὶ ἐν τοῖς ὅπλοις ἐγένοντο. τῶν δὲ Λατίνων ἡσυχίαν ἀγόντων ἐπὶ συνθήκαις, οἱ δανεισταὶ τοὺς ὀφειλέτας μετεχειρί‐ ζοντο βιαιότερον, καὶ ὁ δῆμος αὖθις ἐστασίαζε διὰ | |
5 | τοῦτο, ὥστε καὶ εἰς τὸ συνέδριον συνδραμεῖν· καὶ πάντες ἂν ὑπὸ τῶν εἰσπεσόντων ἐν αὐτῷ διεφθάρη‐ σαν, εἰ μή τινες τοὺς Οὐολούσκους εἰς τὴν χώραν ἐμβαλεῖν ἤδη κατήγγειλαν. πρὸς δὲ τὴν τοιαύτην ἀγγελίαν ὁ δῆμος ἠρέμησεν, οὐχὶ φεισάμενος τῆς | |
10 | βουλῆς, ἀλλ’ ὡς ὑπὸ τῶν πολεμίων ὅσον οὔπω φθα‐ ρησομένης. διὸ οὔτε τοῦ τείχους ἔθεντο φυλακὴν οὔτε τινὰ παρεῖχον βοήθειαν, μέχρις ὁ Σερουίλιος τούς τε ἐξ ὑπερημερίας κρατουμένους ἀφῆκε, καὶ ἄδειαν τῶν εἰσπράξεων καθ’ ὅσον στρατεύοιντο ἐψη‐ | |
15 | φίσατο, καὶ κουφίσαι τὰ χρέα ὑπέσχετο. τότε μὲν οὖν διὰ ταῦτα τοῖς πολεμίοις ἐπεξελθόντες ἐνίκησαν· μήτε δὲ τῶν χρεῶν κουφισθέντες μήτ’ ἄλλου μηδε‐ νὸς τυχόντες ἐπιεικοῦς, καὶ πάλιν ἐθορύβουν τε καὶ ὠργίζοντο, καὶ κατὰ τῆς βουλῆς καὶ τῶν στρατηγῶν | |
20 | ἐστασίαζον. Πολέμου δὲ αὖθις ἐπενεχθέντος οἱ μὲν στρατη‐ γοὶ χρεῶν ἀποκοπὰς ἐψηφίζοντο, ἠναντιώθησαν δ’ ἕτεροι· διὸ καὶ δικτάτωρ ἐρρήθη Οὐαλέριος Μάρκος, ἐκ τῆς Ποπλικόλα συγγενείας γενόμενος καὶ τῷ πλή‐ | |
25 | θει φιλούμενος· ἔνθεν τοι τοσοῦτοι καὶ οὕτω προ‐ θύμως, ἐπεὶ αὐτοῖς καὶ ἆθλα ὑπέσχετο, συνελέγησαν, ὡς καὶ τῶν Σαβίνων κρατῆσαι καὶ τῶν συμμαχούν‐ των αὐτοῖς Οὐολούσκων καὶ Αἰκουῶν. ἐπὶ τούτοις ἄλλας τε τῷ Οὐαλερίῳ ὁ δῆμος τιμὰς ἐψηφίσατο καὶ | |
30 | Μάξιμον ἐπωνόμασεν· ἐξελληνιζόμενον δὲ μέγιστον | 127 in vol. 2 |
2.128 | σημαίνει τὸ ὄνομα. ὁ δὲ θέλων τῷ δήμῳ χαρίσα‐ σθαι πολλὰ διειλέχθη τῇ γερουσίᾳ, ἀλλ’ οὐκ ἔσχε ταύτην πειθήνιον. διὸ σὺν ὀργῇ ἐκπηδήσας τοῦ συνεδρίου, δημηγορήσας τε πρὸς τὸν δῆμον πολλὰ | |
5 | κατὰ τῆς βουλῆς τὴν ἡγεμονίαν ἀπείπατο. καὶ ὁ δῆμος ἔτι μᾶλλον εἰς στάσιν ἠρέθιστο. οἱ γὰρ δα‐ νεισταί, τῆς περὶ τὰ συμβόλαια ἀκριβείας ἐχόμενοι καὶ μή τι τοῖς ὄφλουσιν ἐνδιδόντες, τοῦ ἀκριβοῦς τε διήμαρτον καὶ πολλῶν ἑτέρων ἀπέτυχον. ἡ γὰρ πε‐ | |
10 | νία καὶ ἡ ἐκ ταύτης ἀπόνοια κακόν ἐστι βίαιον, εἰ δὲ καὶ τὸ πλῆθος προσλάβοι, καὶ δυσμαχώτατον. πλεί‐ στων γοῦν δεινῶν τοῖς Ῥωμαίοις αἰτία ἡ τότε τῶν δυνατωτέρων πρὸς τοὺς ὑποδεεστέρους ἀκρίβεια γέ‐ γονεν. ὡς γὰρ ταῖς στρατείαις τε τὸ στρατιωτικὸν | |
15 | ἐπιέζετο καὶ πολλὰ πολλάκις ἐλπίσαν σαφῶς ἐξηπά‐ τητο, καὶ παρὰ τῶν δανειστῶν οἱ ὀφειλέται ὑβρί‐ ζοντο καὶ ᾐκίζοντο, ἐς τοσοῦτον ὀργῆς ἐξεκαύθησαν ὡς καὶ τὴν πόλιν τῶν ἀπόρων πολλοὺς ἐκλιπεῖν καὶ ἐκ τοῦ στρατοπέδου ἀναχωρῆσαι καὶ ἐκ τῆς χώρας | |
20 | ὡς πολεμίους τὰς τροφὰς ἐρανίζεσθαι. Οὕτω δὲ τούτων συνενεχθέντων, ἐπεὶ πολλοὶ πρὸς τοὺς ἀποστάντας συνέρρεον, δείσαντες οἱ βου‐ λευταὶ μὴ ἐπὶ πλέον οὗτοί τε ἐκπολεμωθῶσι καὶ τῇ στάσει συνεπίθωνται οἱ περίοικοι, διεκηρυκεύσαντο | |
25 | πρὸς αὐτούς, ὅσα πρὸς βουλῆς ἦσαν αὐτοῖς ποιεῖν ὑπισχνούμενοι. ὡς δὲ μάλιστα ἐθρασύνοντο καὶ οὐ‐ δένα λόγον ἐδέχοντο, εἷς τῶν πρέσβεων Ἀγρίππας Μενήνιος μύθου τινὸς σφᾶς ἀκοῦσαι ἠξίωσε· καὶ | |
τυχὼν εἶπε στασιάσαι πρὸς τὴν γαστέρα τὰ μέλη | 128 in vol. 2 | |
2.129 | πάντα τοῦ σώματος, καὶ φάναι τοὺς ὀφθαλμοὺς ὡς ἡμεῖς τάς τε χεῖρας ἐνεργοὺς εἰς ἔργα καὶ τοὺς πό‐ δας πρὸς πορείαν τιθέαμεν, τὴν γλῶσσαν δὲ καὶ τὰ χείλη ὅτι δι’ ἡμῶν τὰ τῆς καρδίας βουλεύματα δι‐ | |
5 | αγγέλλονται, τὰ ὦτα δ’ αὖ ὡς δι’ ἡμῶν οἱ ἑτέρων λόγοι τῷ νοῒ παραπέμπονται, τὰς δὲ χεῖρας ὅτι ἐργά‐ τιδες οὖσαι ἡμεῖς περιποιούμεθα πορισμούς, τοὺς πό‐ δας δ’ αὖθις ὅτι ἅπαν ἡμεῖς τὸ σῶμα φέροντες κο‐ πιῶμεν κἀν ταῖς πορείαις κἀν ταῖς ἐργασίαις καὶ ἐν | |
10 | ταῖς στάσεσιν· ἡμῶν δ’ ἐνεργούντων οὕτω σὺ μόνη ἀσυντελὴς οὖσα καὶ ἀεργὸς ὑπὸ πάντων ἡμῶν ὡς δέσποινά τις ὑπηρετῇ καὶ τῶν ἐκ καμάτου πάντων ἡμῶν πορισμῶν ἀπολαύεις αὐτή. ἡ δὲ γαστὴρ συνέ‐ θετο καὶ αὐτὴ οὕτω ταῦτ’ ἔχειν, καὶ εἰ δοκεῖ, ἔφησεν, | |
15 | ἀχορήγητόν με ἐάσατε, μηδέν μοι προσφέροντες. ἔδοξε ταῦτα, καὶ μή τι τοῦ λοιποῦ χορηγεῖσθαι τῇ γαστρὶ κοινῶς ἐψηφίσθη τοῖς μέλεσι. τροφῆς δὲ μὴ προσφερομένης αὐτῇ οὔθ’ αἱ χεῖρες πρὸς ἔργον ἦσαν εὐκίνητοι διὰ τὴν ἔνδειαν τῆς γαστρὸς ἀτονήσασαι, | |
20 | οὔθ’ οἱ πόδες ἔρρωντο, οὔτε τι ἕτερον τῶν μελῶν τὴν οἰκείαν ἐνέργειαν παρεῖχεν ἀπρόσκοπον, ἀλλ’ ἄπρακτα πάντα δυσκίνητά τε ἢ καὶ τέλεον ἦσαν ἀκί‐ νητα. καὶ τότε συνῆκαν ὅτι τὰ τῇ γαστρὶ προσφερό‐ μενα οὐ μᾶλλον ἐκείνῃ, ἀλλ’ αὐτοῖς κεχορήγηνται | |
25 | καὶ αὐτῶν ἕκαστον τῶν ἐκείνῃ προσαγομένων παρα‐ πολαύει. Τούτοις τοῖς λόγοις τὸ πλῆθος συνῆκεν ὡς αἱ τῶν εὐπόρων οὐσίαι καὶ τοῖς πένησίν εἰσιν εἰς ὠφέ‐ λειαν, καὶ εἰ κἀκεῖνοι ὠφελοῖντο ἐκ δανεισμάτων καὶ | |
30 | τὰς οὐσίας αὔξουσιν, οὐκ εἰς βλάβην τοῦτο τῶν πολ‐ λῶν ἀποβαίνει, ὡς εἴ γε μὴ ἔχοιεν οἱ πλουτοῦντες, | |
οὐδ’ οἱ πένητες ἂν ἐν καιροῖς ἀναγκαίοις ἕξουσι τοὺς | 129 in vol. 2 | |
2.130 | δανείσοντας, καὶ ἀπολοῦνται χρείας κατεπειγούσης. ἐντεῦθεν ἠπιώτεροι γενόμενοι κατηλλάγησαν, κου‐ φισμὸν τῶν ὀφειλῶν καὶ τῶν ὑπερημεριῶν ἄφεσιν τῆς βουλῆς ψηφισαμένης αὐτοῖς. | |
5 | Φοβηθέντες δὲ μὴ σκεδασθείσης αὐτοῖς τῆς συ‐ στάσεως ἢ τὰς συνθήκας οὐκ ἐπιτελεῖς ἕξουσιν ἢ κακωθῶσι διαλυθέντες καὶ ἄλλος κατ’ ἄλλην πρό‐ φασιν κολάζοιτο συνεχόμενος, συνέθεντο ἐπαρήγειν ἀλλήλοις, ἄν τίς τι ἀδικοῖτο, καὶ ὅρκους ἐπὶ τούτῳ | |
10 | ὑπέσχον, καὶ προστάτας αὐτίκα ἐξ ἑαυτῶν δύο προε‐ χειρίσαντο, εἶτα καὶ πλείους, ἵν’ εἶεν αὐτοῖς κατὰ συμμορίαν βοηθοί τε καὶ τιμωροί. καὶ τοῦτο οὐχ ἅπαξ ἐποίησαν, ἀλλ’ ἔκτοτε τὸ πρᾶγμα ἀρξάμενον οὕτω προέβαινε, καὶ ἐπ’ ἐνιαυτὸν τοὺς προστάτας | |
15 | ὡς ἀρχήν τινα ἀπεδείκνυσαν, τῇ μὲν τῶν Λατίνων γλώσσῃ καλουμένους τριβούνους, οὕτω γὰρ οἱ χιλί‐ αρχοι κέκληνται, δημάρχους δὲ προσαγορευομένους τῇ Ἑλληνίδι φωνῇ. ἵνα δὲ διαστέλληται ἡ τῶν τρι‐ βούνων προσηγορία, τοῖς μὲν τὸ τῶν στρατιωτῶν, | |
20 | τοῖς δὲ τὸ τοῦ πλήθους προσέθεντο πρόσρημα. οὗτοι δὴ τοῦ πλήθους οἱ τριβοῦνοι ἢ δήμαρχοι μεγάλων κακῶν αἴτιοι τῇ Ῥώμῃ γεγόνασι. τὸ μὲν γὰρ τῶν ἀρχόντων ὄνομα οὐκ ἔσχον εὐθύς, ἰσχὺν δ’ ὑπὲρ πάντας τοὺς ἄλλους ἐκτήσαντο, ἤμυνόν τε δεομένῳ | |
25 | παντί, καὶ πάντα τὸν ἐπιβοησάμενον σφᾶς ἀφῃ‐ ροῦντο οὐκ ἐκ μόνων ἰδιωτῶν, ἀλλὰ καὶ ἀπ’ αὐτῶν τῶν ἀρχόντων, πλὴν τῶν δικτατώρων. εἰ δέ τις καὶ ἀπόντας αὐτοὺς ἐπεκαλέσατο, κἀκεῖνος ἀπὸ τοῦ συν‐ έχοντος αὐτὸν ἀπηλλάττετο καὶ ἢ ἐς τὸ πλῆθος ὑπ’ | |
30 | αὐτῶν εἰσήγετο ἢ καὶ ἀπελύετο. ἀλλὰ καὶ εἴ τί που | 130 in vol. 2 |
2.131 | ἔδοξεν αὐτοῖς μὴ γενέσθαι, ἐκώλυον, κἂν ἰδιώτης ἦν ὁ ποιῶν κἂν ἄρχων· κἂν ὁ δῆμος κἂν ἡ βουλὴ πράττειν ἔμελλέ τι κἂν ψηφίζεσθαι, εἷς δέ τις ἠναντίωτο δήμαρ‐ χος, ἄπρακτος καὶ ἡ πρᾶξις καὶ ἡ ψῆφος ἐγίνετο. τοῦ | |
5 | χρόνου δὲ προϊόντος καὶ τὴν γερουσίαν ἀθροίζειν καὶ ζημιοῦν τὸν μὴ πειθαρχοῦντα καὶ μαντείᾳ χρῆσθαι καὶ δικάζειν ἐπετράπησαν ἢ ἑαυτοῖς ἐπέτρεψαν. καὶ ὃ γὰρ ποιεῖν αὐτοῖς οὐκ ἐξῆν, κατώρθουν ἐκ τῆς ἀνανταγωνίστου πρὸς πᾶν τὸ πραττόμενον ὑφ’ ἑτέ‐ | |
10 | ρων ἐναντιώσεως. καὶ γὰρ καὶ νόμους εἰσήγαγον ἵν’ ὅστις αὐτοῖς ἔργῳ ἢ λόγῳ προσκρούσῃ, κἂν ἰδιώτης εἴη κἂν ἄρχων, ἱερός τε ᾖ καὶ τῷ ἄγει ἐνέχηται. τὸ δὲ ἱερὸν εἶναι ἀπολωλέναι ἦν· οὕτω γὰρ πᾶν ὅπερ ἂν ὥσπερ τι θῦμα εἰς σφαγὴν καθιερώθη, ὠνόμαστο. | |
15 | καὶ αὐτοὺς δὲ τοὺς δημάρχους τὸ πλῆθος σακρο‐ σάγκτους ὠνόμασαν, οἷον τείχη ἅγια εἰς φρουρὰν τῶν σφᾶς ἐπικαλουμένων τυγχάνοντας. σάκρα γὰρ παρὰ Ῥωμαίοις τὰ τείχη καὶ σάγκτα τὰ ἅγια. ἔδρων οὖν πολλὰ ἄτοπα· καὶ γὰρ καὶ ὑπάτους ἔβαλλον εἰς | |
20 | τὸ δεσμωτήριον καὶ ἐθανάτουν τινὰς μηδὲ λόγου τυγχάνοντας. καὶ οὐδεὶς αὐτοῖς ἐναντιωθῆναι ἐτόλ‐ μα· εἰ δὲ μή, καὶ αὐτὸς ἱερὸς ἐγίνετο. εἰ μέντοι τι‐ νὲς μὴ παρὰ πάντων τῶν δημάρχων κατεδικάζοντο, τοὺς μὴ ὁμογνωμονοῦντας ἐπεκαλοῦντο εἰς ἀρωγήν, | |
25 | καὶ οὕτως εἰς δίκην καθίσταντο ἢ παρ’ αὐτοῖς ἐκεί‐ νοις ἢ παρά τισι δικασταῖς ἢ καὶ παρὰ τῷ πλήθει, καὶ τῆς νικώσης ἐγίνοντο. εἰς δέκα δὲ προϊόντος τοῦ χρόνου οἱ δήμαρχοι κατέστησαν· ὅθεν αὐτοῖς τὸ πολὺ τῆς ἰσχύος κατεβέβλητο. φύσει γὰρ ὥσπερ, | |
30 | φθόνῳ δὲ μᾶλλον, ἀλλήλοις οἱ συνάρχοντες διαφέ‐ ρονται· καὶ χαλεπὸν πολλοὺς ἐν δυνάμει μάλιστα | |
ὄντας συμφρονῆσαι. ἅμα δὲ καὶ οἱ ἄλλοι διασπᾶν | 131 in vol. 2 | |
2.132 | τὴν αὐτῶν δύναμιν μηχανώμενοι, ὅπως ἀσθενέστε‐ ροι διχογνωμονοῦντες ὦσιν, ἐστασίαζον, καὶ οἱ μὲν τοῖσδε, οἱ δὲ τοῖσδε προσετίθεντο. εἰ δὲ καὶ εἷς σφῶν ἀντεῖπε, τὰς τῶν ἄλλων διαγνώσεις ἀπράκτους ἀπέ‐ | |
5 | φαινε. τὸ μὲν οὖν πρῶτον οὐκ εἰσῄεσαν εἰς τὸ βου‐ λευτήριον, καθήμενοι δὲ ἐπὶ τῆς εἰσόδου τὰ ποιού‐ μενα παρετήρουν, καὶ εἴ τι μὴ αὐτοῖς ἤρεσκε, παρα‐ χρῆμα ἀνθίσταντο· εἶτα καὶ εἰσεκαλοῦντο ἐντός. εἰσέπειτα μέντοι καὶ μετέλαβον τῆς βουλείας οἱ δη‐ | |
10 | μαρχήσαντες, καὶ τέλος κἀκ τῶν βουλευτῶν τινες ἠξίωσαν δημαρχεῖν, εἰ μή τις εὐπατρίδης ἐτύγχα‐ νεν· οὐ γὰρ ἐδέχετο τοὺς εὐπατρίδας ὁ ὅμιλος. κατὰ γὰρ τῶν εὐπατριδῶν ἑλόμενοι τοὺς δημάρχους, καὶ πρὸς τοσαύτην δύναμιν προσαγαγόντες, ἐδεδοίκεσαν | |
15 | μή τις αὐτῶν τῇ ἰσχύϊ ἐς τοὐναντίον κατ’ αὐτῶν χρήσηται. εἰ δέ τις τὸ τοῦ γένους ἀξίωμα ἐξωμό‐ σατο καὶ πρὸς τὴν τοῦ πλήθους μετέστη νόμισιν, ἀσμένως αὐτὸν προσεδέχοντο. καὶ συχνοὶ τῶν σφό‐ δρα εὐπατριδῶν ἀπείπαντο τὴν εὐγένειαν ἔρωτι τοῦ | |
20 | μέγα δυνηθῆναι, καὶ ἐδημάρχησαν. Οὕτω μὲν οὖν ἡ τῶν δημάρχων δυναστεία συν‐ έστη. οἷς καὶ ἀγορανόμους δύο προσείλοντο, οἷον ὑπηρέτας σφίσιν ἐσομένους πρὸς γράμματα. πάντα γὰρ τά τε παρὰ τῷ πλήθει καὶ τὰ παρὰ τῷ δήμῳ καὶ | |
25 | τῇ βουλῇ γραφόμενα λαμβάνοντες, ὥστε μηδὲν σφᾶς τῶν πραττομένων λανθάνειν, ἐφύλασσον. τὸ μὲν οὖν ἀρχαῖον ἐπὶ τούτῳ ᾑροῦντο καὶ ἐπὶ τῷ δικάζειν, ὕστερον δὲ καὶ ἄλλ’ ἄττα καὶ τὴν τῶν ὠνίων ἀγο‐ ρὰν ἐπετράπησαν, ὅθεν καὶ ἀγορανόμοι τοῖς ἑλληνί‐ | |
30 | ζουσιν ὠνομάσθησαν. | 132 in vol. 2 |
2.133 | Ἡ μὲν οὖν στάσις ἡ πρώτη οὕτω τοῖς Ῥωμαίοις κατέπαυσεν· ἐκ δὲ τῶν περιοίκων σφίσι διὰ τὴν στά‐ σιν πολλῶν κατ’ αὐτῶν κινηθέντων, μετὰ τὴν σύμ‐ βασιν ὁμονοήσαντες ἐρρωμένως τοὺς ἐξ ἐκείνων πο‐ | |
5 | λέμους διήνεγκαν καὶ πάντας ἐνίκησαν. ὅτε καὶ Κοριόλους πολιορκοῦντες ἐκπεσεῖν καὶ τοῦ στρατο‐ πέδου μικροῦ ἐκινδύνευον, εἰ μὴ Γναῖος Μάρκιος εὐπατρίδης ἀνὴρ ἠρίστευσε καὶ τοὺς ἐπιόντας ἀπώ‐ σατο· ὃς διὰ τοῦτο ἄλλως τε ἐδοξάσθη καὶ Κοριολᾶ‐ | |
10 | νος ἐκ τοῦ ἔθνους οὗ ἐτρέψατο ἐπεκλήθη. καὶ τότε μὲν οὕτως ἤρθη, οὐ πολλῷ δ’ ὕστερον στρατηγῆσαι σπεύδων καὶ μὴ τυχών, ἠγανάκτησε κατὰ τοῦ ὁμί‐ λου, καὶ τοὺς δημάρχους ἐβαρύνετο. οἱ οὖν δήμαρ‐ χοι, οὓς καταλῦσαι ἐγλίχετο, αἰτίας τινὰς κατ’ αὐτοῦ | |
15 | συμφορήσαντες τυραννίδος αὐτῷ προσῆψαν αἰτίαμα καὶ τῆς Ῥώμης ἐξήλασαν. ἐκπεσὼν οὖν τοῖς Οὐο‐ λούσκοις εὐθὺς προσεχώρησεν. ὧν οἱ μὲν πρῶτοι καὶ οἱ ἐν τοῖς τέλεσιν αὐτῶν ὄντες ἔχαιρόν τε αὐτῷ καὶ αὖθις πρὸς πόλεμον ἡτοιμάζοντο, Ἀττίου Τουλ‐ | |
20 | λίου πρὸς τοῦτον ἐρεθίζοντος ἅπαντας· ὁ δὲ ὅμιλος ἀπρόθυμος ἦν. ὡς οὖν οὔτε παραινοῦντες οὔτ’ ἐκ‐ φοβοῦντες αὐτοὺς οἱ δυνατοὶ κινῆσαι πρὸς ὅπλων ἄρσιν ἠδύναντο, τοιόνδε τι ἐμηχανήσαντο. ἱπποδρο‐ μίαν τῶν Ῥωμαίων ἀγόντων ἄλλοι τε τῶν προσχώ‐ | |
25 | ρων αὐτοῖς καὶ Οὐολοῦσκοι πλήθει πολλῷ κατὰ θέαν συνήλθοσαν. ὁ δὲ Τούλλιος τοὺς τῶν Ῥωμαίων στρα‐ τηγοὺς ἔπεισεν, ὡς εὐνοῶν δῆθεν αὐτοῖς, τοὺς Οὐο‐ λούσκους φυλάσσεσθαι, παρεσκευασμένους ἐπιθέσθαι σφίσιν ἀνελπίστως ἐν τῇ ἱπποδρομίᾳ. οἱ δὲ στρατη‐ | |
30 | γοὶ καὶ τοῖς ἄλλοις τὸ μήνυμα κοινωσάμενοι τοὺς | 133 in vol. 2 |
2.134 | Οὐολούσκους αὐτίκα πρὸ τοῦ ἀγῶνος ἅπαντας ἐξε‐ κήρυξαν. οἱ δὲ δυσανασχετοῦντες ὅτι μόνοι ἐκ πάν‐ των ἐξελήλαντο, ἕτοιμοι πρὸς μάχην ἐγένοντο. καὶ προστησάμενοι τὸν Κοριολᾶνόν τε καὶ τὸν Τούλλιον | |
5 | ἐπὶ τὴν Ῥώμην, καὶ τοὺς Λατίνους προσειληφότες, πλήθει ἐχώρησαν πλείονι. ὃ οἱ Ῥωμαῖοι πυθόμενοι πρὸς τὰ ὅπλα μὲν οὐκ ἐρρώσθησαν, ἐν αἰτίαις δ’ ἀλλήλους πεποίηντο, οἱ μὲν τοῦ ὁμίλου τοὺς εὐπα‐ τρίδας ὅτι ἐξ αὐτῶν ὁ Κοριολᾶνος τυγχάνων μετὰ | |
10 | τῶν ἐχθρῶν ἐπὶ τὴν πατρίδα στρατεύοιτο, οἱ δὲ τὸν ὅμιλον ὅτι μὴ ἐνδίκως αὐτὸν ἐξελάσαντες πολέμιον πεποιήκασιν. οὕτω δὲ στασιάζοντες ἐς μέγα τι κακὸν ἐνέπεσον ἄν, εἰ μὴ αἱ γυναῖκες αὐτοῖς ἐπεκούρησαν. ὡς γὰρ ἡ γερουσία κάθοδον τῷ Κοριολάνῳ ἐψηφί‐ | |
15 | σατο, καὶ ἐπὶ τούτῳ πρέσβεις πρὸς ἐκεῖνον ἐστάλη‐ σαν, ἐκεῖνος καὶ τὴν χώραν τοῖς Οὐολούσκοις ἀπο‐ δοθῆναι ἀπῄτει ἧς ἐν τοῖς πρὶν πολέμοις ἐστέρηντο. τὸ δὲ πλῆθος τῆς χώρας οὐ μεθίετο. πάλιν οὖν ἑτέρα πρεσβεία. ὁ δὲ περιθύμως ἔφερεν ὅτι καὶ περὶ τῆς | |
20 | ἑαυτῶν κινδυνεύοντες οὐδ’ οὕτω τῶν ἀλλοτρίων ἀφίστανται. καὶ τούτων δὲ ἀγγελθέντων αὐτοῖς οὔτ’ ἔτι κεκίνηντο οὔθ’ ὑπὸ τῶν κινδύνων οἱ ἄνδρες τοῦ στασιάζειν ἐξίσταντο. αἱ δὲ γυναῖκες, ἥ τε γαμετὴ τοῦ Κοριολάνου Οὐολουμνία καὶ ἡ μήτηρ Οὐετου‐ | |
25 | ρίνα, καὶ τὰς λοιπὰς τὰς ἐπιφανεστάτας παραλαβοῦ‐ σαι, ἦλθον ἐς τὸ στρατόπεδον πρὸς αὐτόν, καὶ τὰ παιδία αὐτοῦ ἐπαγόμεναι. καὶ αἱ μὲν ἄλλαι σιωπῶ‐ σαι ἐδάκρυον, ἡ δὲ Οὐετουρίνα “οὐκ ηὐτομολήκα‐ μεν” ἔφη “τέκνον, ἀλλ’ ἡ πατρὶς ἡμᾶς ἔπεμψέ σοι, | |
30 | εἰ μὲν πείθοιο, μητέρα καὶ γυναῖκα καὶ τέκνα, εἰ δὲ μή, λάφυρα. καὶ εἰ καὶ νῦν ἔτι ὀργίζῃ, πρώτας | |
ἡμᾶς ἀπόκτεινον. καταλλάγηθι καὶ μηκέτι ὀργίζου | 134 in vol. 2 | |
2.135 | τοῖς πολίταις, τοῖς φίλοις, τοῖς ἱεροῖς, τοῖς τάφοις, μηδὲ ἐκπολιορκήσῃς τὴν πατρίδα, ἐν ᾗ ἐγεννήθης καὶ ἐτράφης καὶ τὸ μέγα τοῦτο ὄνομα Κοριολᾶνος ἐγένου. μή με ἄπρακτον ἀποπέμψῃς, ἵνα μὴ καὶ νεκράν με | |
5 | αὐτοχειρίᾳ θεάσῃ.” ἐπὶ τούτοις ἀνέκλαυσε, καὶ τοὺς μαστοὺς προδείξασα τῆς τε γαστρὸς ἁψαμένη “αὕτη σε ἔτεκεν” ἔφη “τέκνον, οὗτοί σε ἐξέθρεψαν.” ἡ μὲν εἶπε ταῦτα, ἡ δὲ γαμετὴ αὐτοῦ καὶ τὰ παιδία καὶ αἱ ἄλλαι γυναῖκες συνεθρήνησαν, ὥστε κἀκεῖνον εἰς | |
10 | πένθος κινῆσαι. μόλις δ’ ἀνενεγκὼν περιέπλεξε τὴν μητέρα, καὶ φιλῶν ἅμα “ἴδε” ἔφη “μῆτερ, πείθομαί σοι· σὺ γάρ με νικᾷς. καὶ σοὶ πάντες ταύτην τὴν χάριν ἐχέτωσαν· ἐγὼ γὰρ οὐδὲ ἰδεῖν αὐτοὺς ὑπομένω οἳ τηλικαῦτα παρ’ ἐμοῦ εὐεργετηθέντες τοιαῦτά μοι | |
15 | ἀνταπέδωκαν, οὐδ’ ἀφίξομαι εἰς τὴν πόλιν· ἀλλὰ σὺ μὲν ἀντ’ ἐμοῦ τὴν πατρίδα ἔχε, ὅτι τοῦτο ἠθέλησας, ἐγὼ δὲ ἀπαλλαγήσομαι.” ταῦτα εἰπὼν ἀπανέστη· καὶ οὐδὲ τὴν κάθοδον κατεδέξατο, ἀναχωρήσας δὲ εἰς τοὺς Οὐολούσκους ἐκεῖ γηράσας ἀπήλλαξεν. | |
20 | Οἱ δὲ δήμαρχοι χώραν ἐκ πολεμίων προσκτηθεῖ‐ σαν Ῥωμαίοις ἀπῄτουν διανεμηθῆναι τῷ πλήθει· ὅθεν πρὸς ἀλλήλων τε καὶ πρὸς τῶν πολεμίων πολλὰ ἐκακώθησαν. οἱ γὰρ δυνατοὶ μὴ ἄλλως κατέχειν αὐ‐ τοὺς δυνάμενοι, πολέμους ἐκ πολέμων ἐξεπίτηδες | |
25 | ἐκίνουν, ἵν’ αὐτοῖς ἀσχολούμενοι μηδὲν περὶ τῆς γῆς πολυπραγμονῶσι. χρόνῳ δέ ποτε ὑποτοπήσαντές τι‐ νες τὸ πραττόμενον, οὐκ εἴων καὶ ἄμφω τοὺς ὑπά‐ τους ἢ στρατηγοὺς ὑπὸ τῶν δυνατῶν ἀποδείκνυσθαι, ἀλλ’ ἤθελον καὶ αὐτοὶ τὸν ἕτερον ἐκ τῶν εὐπατρι‐ | |
30 | δῶν αἱρεῖσθαι. ὡς δὲ τοῦτο κατειργάσαντο, προεί‐ | 135 in vol. 2 |
2.136 | λοντο Σπούριον Φούριον, καὶ μετ’ ἐκείνου στρατευ‐ σάμενοι πάντα ἐφ’ ὅσα ὥρμησαν προθύμως κατέπρα‐ ξαν. οἱ δὲ τῷ συνάρχοντι αὐτοῦ Φαβίῳ Καίσωνι συνεξελθόντες οὐ μόνον οὐκ ἐρρώσθησαν, ἀλλὰ καὶ | |
5 | τὸ στρατόπεδον ἐκλιπόντες εἰς τὴν πόλιν ἦλθον καὶ ἐθορύβουν, ἕως οἱ Τυρσηνοὶ τοῦτο μαθόντες ἐπεχεί‐ ρησαν αὐτοῖς. καὶ τότε μέντοι οὐ πρότερον ἐξῆλθον τῆς πόλεως πρὶν τῶν δημάρχων τινὰς συμφρονῆσαι τοῖς δυνατοῖς. ἠγωνίσαντο δὲ προθύμως, καὶ πολ‐ | |
10 | λοὺς μὲν τῶν πολεμίων διέφθειραν, συχνοὶ δὲ καὶ αὐτῶν ἀπέθανον· ἔπεσε δὲ καὶ ὁ εἷς τῶν ὑπάτων ὁ Μάλιος. ὁ δὲ ὅμιλος στρατηγὸν τὸ τρίτον τὸν Μά‐ λιον εἵλετο. Καὶ πόλεμος αὖθις αὐτοῖς ἐπενήνεκτο πρὸς τῶν | |
15 | Τυρσηνῶν· ἀθυμοῦσι δὲ Ῥωμαίοις καὶ ἀποροῦσι πῶς τοῖς ἐχθροῖς ἀντικαταστῶσιν, οἱ Φάβιοι ἐπεκούρησαν. ἓξ γὰρ ὄντες καὶ τριακόσιοι, ὡς ἀθυμοῦντας εἶδον αὐτοὺς καὶ μήτε τι βουλευομένους λυσιτελὲς καὶ ἀπογινώσκοντας ἅπαντα, τὸν πρὸς τοὺς Τυρσηνοὺς | |
20 | ὑπεδέξαντο πόλεμον αὐτοὶ δι’ ἑαυτῶν προθυμηθέν‐ τες μαχέσασθαι καὶ τοῖς σώμασι καὶ τοῖς χρήμασι. καί τι χωρίον καταλαβόντες ἐπίκαιρον ἐτειχίσαντο, ὅθεν ὁρμώμενοι πάντα τὰ τῶν πολεμίων ἦγον, τῶν Τυρσηνῶν μηδὲ ἐς χεῖρας αὐτοῖς ἰέναι θαρρούντων, | |
25 | εἰ δὲ καί ποτε συμμίξειαν, ἐλαττουμένων παρὰ πολύ. προσλαβόμενοι δὲ καὶ συμμάχους οἱ Τυρσηνοὶ ἐν ὑλώδει χωρίῳ ἐλόχησαν, καὶ ἀφυλάκτους ἐπελθόντας αὐτοῖς τοὺς Φαβίους ὑπὸ τοῦ πάντα νικᾶν περιε‐ στοίχισαν καὶ πάντας ἐφόνευσαν. καὶ παντελῶς τὸ | |
30 | γένος αὐτῶν ἐξέλιπεν ἄν, εἰ μὴ εἷς τις οἴκοι κατε‐ λείφθη διὰ νεότητα, ἀφ’ οὗπερ αὖθις εἰσέπειτα ἤν‐ | |
θησαν. | 136 in vol. 2 | |
2.137 | Τῶν δὲ Φαβίων οὕτω φθαρέντων οἱ Ῥωμαῖοι μάλα παρὰ τῶν Τυρσηνῶν ἐκακώθησαν. εἶτα πρὸς μὲν τοὺς πολεμίους σπονδὰς ἐποιήσαντο, τραπόμενοι δ’ ἐπ’ ἀλλήλους ἔπραξαν πολλὰ καὶ δεινά, ὡς μηδὲ | |
5 | τῶν στρατηγῶν ἀποσχέσθαι τὸ πλῆθος. τούς τε γὰρ ὑπηρέτας αὐτῶν ἔπαιον καὶ τὰς ῥάβδους κατέκλων, αὐτούς τε τοὺς στρατηγοὺς ὑπ’ εὐθύνην ἦγον ἐπὶ πάσῃ προφάσει καὶ μείζονι καὶ ἐλάττονι. Ἄππιον οὖν Κλαύδιον καὶ παρ’ αὐτὴν τὴν ἀρχὴν εἰς τὸ δε‐ | |
10 | σμωτήριον ἐμβαλεῖν ἐβουλεύσαντο, ὅτι τε αὐτοῖς ἠναντιοῦτο εἰς ἅπαντα καὶ ὅτι τοὺς συστρατευσαμέ‐ νους αὐτῷ ἐδεκάτευσεν, ἐπειδὴ τοῖς Οὐολούσκοις ἐν μάχῃ ἐνέδοσαν. ἡ δεκάτευσις δὲ τοιόνδε τι ἦν. ὅτε τι οἱ στρατιῶται μέγα ἡμάρτησαν, ὁ στρατηγὸς εἰς | |
15 | δεκάδας αὐτοὺς ἀριθμῶν, ἕνα λαβὼν ἐξ ἑκάστης δε‐ κάδος τὸν κλήρῳ λαχόντα θανάτῳ ἐκόλαζεν. ἀπελ‐ θόντα δ’ ἐκ τῆς ἀρχῆς τὸν Κλαύδιον εὐθὺς οἱ τοῦ πλήθους εἰς ἀγῶνα κατέστησαν, καὶ οὐ κατεψηφί‐ σαντο μέν, τὴν ψῆφον δὲ ὑπερθέμενοι ἐς ἀνάγκην | |
20 | αὐτὸν αὐτοχειρίας κατέστησαν. καί τινες δὲ τῶν δη‐ μάρχων ἄλλα τε κατὰ τῶν εὐπατριδῶν συνέγραψαν καὶ τὸ ἐξεῖναι τῷ πλήθει καὶ καθ’ ἑαυτὸ συνιέναι καὶ ἄνευ ἐκείνων βουλεύεσθαι καὶ χρηματίζειν πάνθ’ ὅσα ἂν ἐθελήσῃ. κἄν τις ἐπ’ αἰτίᾳ τινὶ παρὰ τῶν | |
25 | στρατηγῶν προστιμηθῇ, ἔκκλητον ἐπὶ τούτοις τὸν δῆμον δικάζειν ἔταξαν. καὶ τοὺς ἀγορανόμους δὲ καὶ τοὺς δημάρχους ἐπηύξησαν, ἵνα πλείστους τοὺς αὐτῶν προϊσταμένους ἔχωσι. Πραττομένων δὲ τούτων οἱ εὐπατρίδαι φανερῶς | |
30 | μὲν οὐ πάνυ ἀντέπραττον πλὴν βραχέων, λάθρᾳ δὲ συχνοὺς τῶν θρασυτάτων ἐφόνευον. ἀλλ’ οὔτε τοῦτο | |
τοὺς λοιποὺς ἐπέσχεν οὔθ’ ὅτι ποτὲ ἐννέα δήμαρχοι | 137 in vol. 2 | |
2.138 | πυρὶ ὑπὸ τοῦ δήμου ἐδόθησαν. οὐ μόνον γὰρ οἱ μετὰ ταῦτα δημαρχοῦντες οὐκ ἠμβλύνοντο, ἀλλὰ μᾶλλον καὶ ἐθρασύνοντο. εἰς τοῦτο ὑπὸ τῶν εὐπα‐ τριδῶν προήχθη ὁ ὅμιλος. οὔτε γὰρ στρατεύειν ἐπεί‐ | |
5 | θοντο πολέμων ἐπικειμένων, εἰ μὴ ὧν ὠρέγοντο ἔτυ‐ χον, καὶ εἴ ποτε δ’ ἐξῆλθον, ἀπροθύμως ἐμάχοντο, εἰ μὴ πάνθ’ ὅσα ἐβούλοντο ἤνυσαν. κἀντεῦθεν πολ‐ λοὶ τῶν προσοίκων αὐτοῖς, τῇ ἐκείνων διχοστασίᾳ ἢ τῇ ἑαυτῶν θαρροῦντες ἰσχύϊ, ἐνεωτέρισαν. ὧν ἦσαν | |
10 | καὶ Αἰκουοί, οἳ Μάρκον Μινούκιον στρατηγοῦντα τότε νικήσαντες ἐφρονηματίσθησαν. μαθόντες δὲ τὸν Μινούκιον ἡττημένον οἱ ἐν τῇ Ῥώμῃ δικτάτωρα Λούκιον Κυΐντιον εἵλοντο, πένητα μὲν ἄνδρα καὶ γεωργίᾳ συνεζηκότα, ἐς ἀρετὴν δὲ καὶ σωφροσύνην | |
15 | διαπρεπῆ, καίτοι τὰς κόμας ἐς πλοκάμους ἀνιέντα, ὅθεν καὶ Κικινάτος ὠνόμαστο. οἷοι νῦν πολλοὶ περὶ τὰ βασίλεια· ἐκεῖθεν δὲ τοῦ κακοῦ παρεισφθαρέντος εἰς τὸ πολίτευμα καὶ ἁπανταχοῦ κικινάτους ἔστιν ὁρᾶν. οὗτος οὖν δικτάτωρ προχειρισθείς, καὶ αὐθη‐ | |
20 | μερὸν ἐκστρατεύσας, καὶ τάχει σὺν ἀσφαλείᾳ χρησά‐ μενος, καὶ τοῖς Αἰκουοῖς προσβαλὼν μετὰ τοῦ Μι‐ νουκίου, πλείστους μὲν διέφθειρε, τοὺς δ’ ἄλλους ἐζώγρησεν· οὓς ὑπὸ ζυγὸν διαγαγὼν ἀφῆκεν. ἡ δὲ πρᾶξις ἡ τοῦ ζυγοῦ τοιάδε τις ἦν. σταυροὺς δύο, | |
25 | ὄρθια δηλαδὴ ξύλα διέχοντα ἀλλήλων, εἰς τὴν γῆν κατεπήγνυον, καὶ αὐτοῖς ἐπετίθουν ἐγκάρσιον ἕτε‐ ρον, καὶ διὰ μέσου τούτων τοὺς ἁλόντας διῆγον γυ‐ μνούς· ὃ τοῖς μὲν δρῶσι λαμπρότητα, πολλὴν δ’ ἀτι‐ μίαν τοῖς πάσχουσιν ἔφερεν, ὥστε τινὰς τοῦ τοιοῦτόν | |
30 | τι παθεῖν προαιρεῖσθαι θανεῖν. καὶ πόλιν δὲ αὐτῶν | |
Κορουῖνον καλουμένην ἑλὼν ἐπανῆλθε, καὶ τὸν Μι‐ | 138 in vol. 2 | |
2.139 | νούκιον διὰ τὴν ἧτταν τὴν στρατηγίαν ἀφείλετο, καὶ αὐτὸς ἀπέθετο τὴν ἀρχήν. Οἱ μέντοι Ῥωμαῖοι οἰκεῖον ἐσχήκασι πόλεμον, ὃς ἐκ δούλων συνέστη καὶ φυγάδων τινῶν, οἳ νυκτὸς | |
5 | ἐπελθόντες ἐξαπιναίως τοῦ Καπιτωλίου ἐκράτησαν. ὁ δ’ ὅμιλος καὶ τότε οὐ πρότερον ἐν τοῖς ὅπλοις ἐγέ‐ νετο πρίν τι πλέον σχεῖν τῶν εὐπατριδῶν. ἐπελθόν‐ τες δέ γε τοῖς στασιάσασιν ἐκράτησαν μὲν αὐτῶν, πολλοὺς δὲ τῶν σφετέρων ἀπέβαλον. | |
10 | Διὰ ταῦτα τοίνυν οἱ Ῥωμαῖοι καὶ διά τινα ση‐ μεῖα εὐλαβηθέντες τῶν τε πρὸς ἀλλήλους ἀπηλλάγη‐ σαν ἐγκλημάτων καὶ τὴν πολιτείαν ἰσωτέραν ποιή‐ σασθαι ἐψηφίσαντο. καὶ τρεῖς ἄνδρας εἰς τὴν Ἑλλάδα διὰ τοὺς νόμους καὶ τὰ παρ’ ἐκείνοις ἔθη πεπόμφασι. | |
15 | καὶ κομισθέντων αὐτῶν τάς τε ἄλλας ἀρχὰς καὶ τὰς τῶν δημάρχων κατέλυσαν, καὶ ἄνδρας ὀκτὼ ἐκ τῶν πρώτων ἀνθείλοντο, καὶ Ἄππιον Κλαύδιον Τίτον τε Γενούκιον ἀπέδειξαν κατὰ τὸν ἐνιαυτὸν ἐκεῖνον στρα‐ τηγοὺς αὐτοκράτορας. καὶ νόμους αὐτοῖς συγγράψαι | |
20 | ἐπέτρεψαν, μηδεμίαν τε δίκην ἐφέσιμον ἀπ’ αὐτῶν γενέσθαι προσεψηφίσαντο· ὃ πρῴην οὐδενὶ τῶν ἀρ‐ χόντων πλὴν τῶν δικτατώρων ἐδέδοτο. ἦρξάν τε οὗ‐ τοι ἐφ’ ἡμέραν ἕκαστος, ἐναλλὰξ τὸ πρόσχημα τῆς ἡγεμονίας λαμβάνοντες. καὶ νόμους συγγράψαντες | |
25 | εἰς τὴν ἀγορὰν ἐξέθηκαν· οἳ ἐπεὶ πᾶσιν ἤρεσαν, ἐς τὸν δῆμον εἰσήχθησαν, καὶ κυρωθέντες σανίσιν ἐνε‐ γράφησαν δέκα· ὅσα γὰρ φυλακῆς ἐκρίθησαν ἄξια, ἐν σανιδίοις ἐθησαυρίζοντο. Ἐκεῖνοι μὲν οὖν τὸν ἐνιαυτὸν ἀνύσαντες ἀφῆκαν | |
30 | τὴν ἀρχήν, ἕτεροι δ’ αὖθις αἱρεθέντες δέκα ὥσπερ | 139 in vol. 2 |
2.140 | ἐπὶ καταλύσει τῆς πολιτείας χειροτονηθέντες ἐξώκει‐ λαν. πάντες γὰρ ἅμα ἀπὸ τῆς ἴσης ἦρχον, καὶ νεα‐ νίσκους ἐκ τῶν εὐπατριδῶν θρασυτάτους ἐκλεξάμε‐ νοι πολλὰ δι’ αὐτῶν ἐποίουν καὶ βίαια· ὀψὲ δέ ποτε | |
5 | ἐπ’ ἐξόδῳ τοῦ ἔτους ὀλίγα ἄττα ἐν δύο σανίσι προσ‐ έγραψαν, ἐς πάντα δὴ αὐτογνωμονήσαντες. ἀφ’ ὧν οὐχ ὁμόνοια, ἀλλὰ καὶ διαφοραὶ μείζους Ῥωμαίοις γενήσεσθαι ἔμελλον. Αἱ μὲν οὖν λεγόμεναι δώδεκα δέλτοι οὕτως τότε | |
10 | ἐγένοντο· οἱ δὲ νομοθέται ἐκεῖνοι οὐ μόνον ταῦτ’ ἔπραξαν, ἀλλὰ καὶ τοῦ ἐνιαυτοῦ τῆς ἀρχῆς αὐτοῖς διελθόντος ἔτι τοῖς πράγμασιν ἐνέμειναν, βίᾳ τὴν πόλιν κατέχοντες, καὶ μηδὲ τὴν βουλὴν ἢ τὸν δῆμον ἀθροίζοντες, ἵνα μὴ συνελθόντες παύσωσιν αὐτούς. | |
15 | Αἰκουῶν δὲ καὶ Σαβίνων πόλεμον αἰρομένων κατὰ Ῥωμαίων, τότε τοὺς ἐπιτηδείους αὐτοῖς παρασκευά‐ σαντες διεπράξαντο σφίσι τοὺς πολέμους ἐπιτραπῆ‐ ναι. ἐκ γοῦν τῆς δεκαρχίας αὐτῶν Σερούιος μὲν Ὄππιος καὶ Ἄππιος Κλαύδιος κατὰ χώραν ἔμειναν, | |
20 | οἱ δὲ ὀκτὼ ἐπὶ τοὺς πολεμίους ἐστράτευσαν. Πάντα μέντοι ἁπλῶς καὶ τὰ ἐν τῷ ἄστει καὶ τὰ ἐν τοῖς στρατοπέδοις τετάρακτο, κἀντεῦθεν στάσις αὖθις συνηνέχθη. ἐμβαλόντες γὰρ εἰς τὴν τῶν Σα‐ βίνων γῆν οἱ στρατιάρχαι Λούκιόν τινα Σίκιον, | |
25 | ἄκρον τε τὰ πολέμια καὶ ἐν τοῖς πρώτοις τοῦ ὁμίλου καταριθμούμενον, μεθ’ ἑτέρων ὥς τι χωρίον καταλη‐ ψόμενον ἔπεμψαν, καὶ διὰ τῶν συνεκπεμφθέντων αὐτῷ τὸν ἄνδρα διέφθειραν. λόγου δ’ εἰς τὸ στρατό‐ πεδον γεγονότος ὡς παρὰ πολεμίων τοῦ ἀνδρὸς σὺν | |
30 | ἄλλοις ἀνῃρημένου, οἱ στρατιῶται ἀνελέσθαι τοὺς νεκροὺς ὁρμήσαντες οὐδὲν σῶμα τῶν ἐναντίων εὑ‐ | |
ρήκασι, συχνοὺς δὲ τῶν ὁμοφύλων, οὓς ὁ Σίκιος | 140 in vol. 2 | |
2.141 | ἐπιθεμένους αὐτῷ ἀπέκτεινεν ἀμυνόμενος. ὡς οὖν κύκλῳ τε αὐτοῦ κειμένους καὶ τετραμμένους πρὸς αὐτὸν εἶδον, ὑπετόπασαν τὸ γενόμενον καὶ μέντοι καὶ ἐθορύβησαν· πρὸς δὲ τοῖς καὶ διά τι τοιοῦτον. | |
5 | Λούκιός τις Οὐεργίνιος ἐκ τοῦ πλήθους ὢν καὶ θυγατέρα ἔχων περικαλλῆ Λουκίῳ Ἰκιλλίῳ τῶν ὁμοίων αὐτῷ ἐκδώσειν ἔμελλε. ταύτης ὁ Κλαύδιος ἐρασθεὶς καὶ μὴ τυχών, παρεσκεύασέ τινας δουλα‐ γωγῆσαι αὐτήν· καὶ δικαστὴς ἦν ἐκεῖνος. ἐλθὼν | |
10 | οὖν ὁ τῆς κόρης πατὴρ ἐκ τοῦ στρατοπέδου ἐδικαιο‐ λογεῖτο. ὡς δὲ ὁ Κλαύδιος ταύτης κατεψηφίσατο καὶ τοῖς δουλαγωγοῦσιν αὐτὴν ἡ κόρη παρεδόθη καὶ οὐ‐ δεὶς ἐπήμυνεν, ὑπερήλγησεν ὁ ταύτης πατήρ, καὶ τὴν θυγατέρα κοπίδι διαχειρισάμενος πρὸς τοὺς στρα‐ | |
15 | τιώτας ὡς εἶχεν ἐξώρμησεν. οὓς οὐδὲ πρὶν εὖ δια‐ κειμένους οὕτως ἐτάραξεν ὥστε εὐθὺς ἐπὶ τὴν πόλιν πρὸς τὸν Κλαύδιον ἐπειχθῆναι. καὶ οἱ ἕτεροι δὲ οἱ ἐπὶ τοὺς Σαβίνους ἐστρατευμένοι, ἐπεὶ τοῦτ’ ἔμα‐ θον, τό τε τάφρευμα ἐξέλιπον, καὶ συμμίξαντες τοῖς | |
20 | λοιποῖς ἄνδρας εἴκοσιν ἑαυτῶν προεστήσαντο, καὶ οὐδὲν μικρὸν ἐλογίζοντο πρᾶξαι. καὶ τὸ ἄλλο δὲ πλῆθος τὸ ἐν τῇ πόλει προσεχώρησεν αὐτοῖς καὶ μετ’ αὐτῶν ἐθορύβει. Ἐν τούτοις ὁ μὲν Κλαύδιος φοβηθεὶς ἐκρύβη, | |
25 | Ὄππιος δὲ τήν τε βουλὴν ἤθροισε καὶ πέμψας ἐπύ‐ θετο τοῦ πλήθους τί βούλονται. οἱ δὲ τὸν Οὐαλέ‐ ριον Λούκιον καὶ τὸν Ὁράτιον Μάρκον, ἄνδρας ἐκ τῶν βουλευτῶν αὐτοῖς προσκειμένους, πεμφθῆναι σφίσιν ἐζήτουν, ὥς τι δι’ ἐκείνων ἀποκρινούμενοι. | |
30 | ἐπεὶ δὲ οὐκ ἐπέμφθησαν, φοβηθέντων τῶν δέκα ἀρ‐ χόντων, ἤδη γὰρ πάντες παρῆσαν, μὴ στρατηγοῖς | |
αὐτοῖς κατ’ αὐτῶν χρήσαιντο, ἔτι μᾶλλον ὠργίζοντο. | 141 in vol. 2 | |
2.142 | φόβος οὖν τοῖς βουλευταῖς ἐνέπεσεν ἐντεῦθεν οὐ μέ‐ τριος, καὶ διὰ τοῦτο καὶ παρὰ γνώμην τῶν ἀρχόντων τόν τε Οὐαλέριον σφίσι καὶ τὸν Ὁράτιον ἔπεμψαν. κἀκ τούτου συναλλαγῆς γενομένης τοῖς μὲν θορυβή‐ | |
5 | σασιν ἄδεια τῶν πραχθέντων ἐδόθη καὶ ἡ δεκαρχία κατελύθη, αἱ δὲ ἐπέτειοι ἀρχαὶ αἵ τε λοιπαὶ καὶ αἱ τῶν δημάρχων ἐπὶ τοῖς αὐτοῖς προνομίοις ἐπανῆλθον ἐφ’ οἷσπερ ἦσαν καὶ πρότερον. ἀποδειχθέντες δὲ ἄρχοντες ἄλλοι τε καὶ Οὐεργίνιος τὸν μὲν Ὄππιον | |
10 | τόν τε Κλαύδιον εἰς δεσμωτήριον ἐνέβαλον, οἳ πρὶν εὐθυνθῆναι ἑαυτοὺς διεχειρίσαντο, τοὺς δὲ λοιποὺς ἐγράψαντο καὶ ἑλόντες ἐξήλασαν. Οἱ δ’ ὕπατοι, τότε γὰρ λέγεται πρῶτον ὑπάτους αὐτοὺς προσαγορευθῆναι, στρατηγοὺς καλουμένους | |
15 | τὸ πρότερον· ἦσαν δὲ Οὐαλέριος καὶ Ὁράτιος, καὶ τότε καὶ μετέπειτα τῷ πλήθει προσέκειντο καὶ μᾶλ‐ λον αὐτοὺς ἢ τοὺς εὐπατρίδας ἐκράτυναν. ἐλαττού‐ μενοι οὖν οἱ εὐπατρίδαι οὔτε ῥᾴδιον συνελέγοντο οὔτε τὰ πράγματα ἐπ’ αὐτοῖς ἐποίουν παντάπασιν, | |
20 | ἀλλὰ καὶ τοὺς δημάρχους οἰωνοσκοπίᾳ ἐν συλλόγοις χρῆσθαι δεδώκασιν· ὃ λόγῳ μὲν τιμὴν αὐτοῖς ἔφερε καὶ ἀξίωμα, μόνοις γὰρ τοῦτο ἐκ τοῦ πάνυ ἀρχαίου τοῖς εὐπατρίδαις ἐπετέτραπτο, ἔργῳ δὲ κώλυμα ἦν, ἵνα μὴ ῥᾳδίως οἱ δήμαρχοι καὶ τὸ πλῆθος ὅσα βού‐ | |
25 | λοιντο πράττοιεν, ἀλλὰ προφάσει τῆς οἰωνοσκοπίας ἔστιν οὗ ἐμποδίζοιντο. ἀχθόμενοι δὲ τοῖς ὑπάτοις οἵ τε εὐπατρίδαι καὶ ἡ βουλή, ὡς τὰ τοῦ πλήθους φρο‐ νοῦσιν, οὐκ ἐψηφίσαντο σφίσι τὰ ἐπινίκια, πόλεμον ἑκατέρου νικήσαντος, οὐδ’ ἡμέραν ἑκάστῳ ἀπένει‐ | |
30 | μαν, ὥσπερ εἴθιστο. τὸ μέντοι πλῆθος ἐπὶ δύο τε | 142 in vol. 2 |
2.143 | ἡμέρας ἑώρτασε καὶ τοῖς ὑπάτοις τὰ νικητήρια ἐψη‐ φίσαντο. Οὕτως οὖν ἐς διαφορὰς τῶν Ῥωμαίων ἐλθόντων οἱ ἐναντίοι σφίσιν ἀναθαρσήσαντες ἐπῄεσαν αὐτοῖς. | |
5 | τῷ δ’ ἑξῆς ἔτει Μάρκου Γενουκίου καὶ Γαΐου Κουρ‐ τίου ὑπατευόντων ἐπ’ ἀλλήλους ἐτράποντο. οἵ τε γὰρ τοῦ πλήθους καὶ ὑπατεύειν ἤθελον, ἐπείπερ ἐδημάρχουν οἱ εὐπατρίδαι πρὸς αὐτοὺς μεθιστάμε‐ νοι, καὶ οἱ εὐπατρίδαι λίαν τῆς ὑπάτου ἀρχῆς περι‐ | |
10 | είχοντο. καὶ πολλὰ κατ’ ἀλλήλων καὶ βίαια ἔλεγόν τε καὶ ἔπραττον. ἵνα δὲ μὴ πρός τι χεῖρον χωρή‐ σωσι, τοῦ μὲν ἔργου τῆς ἡγεμονίας οἱ δυνατοὶ αὐ‐ τοῖς παρεχώρησαν, τοῦ δὲ ὀνόματος οὐ μετέδωκαν, ἀλλ’ ἀνθ’ ὑπάτων χιλιάρχους ὠνόμασαν, ἵνα μὴ τὸ | |
15 | τῆς κλήσεως ἔντιμον τῷ σύρφακι ὁμίλῳ καταρρυπαί‐ νοιτο. καὶ τρεῖς ἀφ’ ἑκατέρων χιλιάρχους ἀντὶ τῶν δύο ὑπάτων αἱρεῖσθαι συνέδοξεν. οὐ μέντοι τὸ τῶν ὑπάτων ἐξέλιπε τέλεον ὄνομα, ἀλλὰ ποτὲ μὲν ὕπατοι καθίσταντο, ποτὲ δέ γε χιλίαρχοι. οὕτω μὲν οὖν | |
20 | ταῦτα παραδέδοται γίνεσθαι, καίτοι οὐ μόνον τῶν ὑπάτων δικτάτωρας ἀνειπόντων, καὶ ταῦτα πολὺ τῆς ἀρχῆς ἐκείνης ἐλαττουμένων, ἀλλὰ καὶ χιλιάρχων τοῦτο πεποιηκότων ἐνίοτε· λέγεται δὲ ὅτι οὐδεὶς τῶν χιλιάρχων, καίτοι πολλῶν πολλάκις νικησάντων, ἐπι‐ | |
25 | νίκια ἔπεμψεν. Οἱ μὲν οὖν χιλίαρχοι οὕτω τότε ᾑρέθησαν, οἱ δὲ τιμηταὶ τῷ ἐχομένῳ ἔτει Βαρβάτου καὶ Μάρκου Μα‐ κρίνου ὑπατευόντων κατεδείχθησαν· καὶ ᾑρέθησαν Λούκιός τε Παπείριος καὶ Λούκιος Σεμπρώνιος. κε‐ | |
30 | χειροτόνηντο δὲ ὅτι οἱ ὕπατοι ἀδύνατοι ἐπὶ πάντας διὰ τὸ πλῆθος ἐξαρκεῖν ἦσαν· τὰ γὰρ τοῖς τιμηταῖς | |
ἀπονεμηθέντα προνόμια ἐκεῖνοι μέχρι τότε ἐποίουν. | 143 in vol. 2 | |
2.144 | δύο τε ἦσαν οἱ τιμηταὶ ἐξ ἀρχῆς καὶ ἐκ τῶν εὐπατρι‐ δῶν. ἦρχον δὲ τὰ μὲν πρῶτα καὶ τὰ τελευταῖα ἐπὶ πενταετίαν, ἐν δὲ τῷ μέσῳ χρόνῳ ἐπὶ τρεῖς ἑξαμή‐ νους· καὶ ἐγένοντο τῶν ὑπάτων μείζους, καίτοι μέ‐ | |
5 | ρος τῆς ἐκείνων λαβόντες ἀρχῆς. ἐξῆν δὲ αὐτοῖς τάς τε προσόδους τὰς κοινὰς ἐκμισθοῦν, καὶ τῶν ὁδῶν καὶ τῶν δημοσίων οἰκοδομημάτων ἐπιμελεῖσθαι, καὶ τὰς ἀπογραφὰς τῆς ἑκάστου εὐπορίας διατελεῖν, καὶ τὸν βίον τῶν πολιτῶν ἐπισκοπεῖν τε καὶ ἐξετάζειν, | |
10 | καὶ τοὺς μὲν ἀξίους ἐπαίνου ἐς τὰς φυλὰς καὶ ἐς τὴν ἱππάδα καὶ τὴν γερουσίαν ἐγγράφειν, καθὼς ἑκά‐ στοις προσήκειν ἐνομίζετο, τοὺς δ’ οὐκ εὖ βιοῦντας ἁπανταχόθεν ὁμοίως ἀπαλείφειν· ὃ μεῖζον πάντων ἦν τῶν τοῖς ὑπάτοις καταλειφθέντων. πίστεις δ’ | |
15 | ἐνόρκους ἐφ’ ἑκάστῳ πεποίηντο ὡς οὔτε πρὸς χάριν οὔτε πρὸς ἔχθραν τι ποιοῦσιν, ἀλλ’ ἐξ ὀρθῆς γνώ‐ μης τὰ συμφέροντα τῷ κοινῷ καὶ σκοποῦσι καὶ πράτ‐ τουσι. καὶ τὸν δῆμον ἐπί τε νόμων εἰσφοραῖς καὶ τοῖς ἄλλοις συνήθροιζον, καὶ τῷ τῶν μειζόνων ἀρ‐ | |
20 | χῶν κόσμῳ πλὴν ῥαβδούχων ἐχρῶντο. τοιαύτη ἡ τῶν τιμητῶν ὑπῆρχεν ἀρχή. τῶν μέντοι μὴ ἀπογρα‐ ψαμένων τὰς οὐσίας ἐν ταῖς ἀπογραφαῖς καὶ ἑαυτοὺς τὰς μὲν οὐσίας οἱ τιμηταί, αὐτοὺς δ’ ἐκείνους οἱ ὕπατοι ἐπίπρασκον. χρόνῳ μὲν οὖν τινι ταῦθ’ οὕ‐ | |
25 | τως ἐπράχθη, ὕστερον δὲ τὸν ἅπαξ τῇ βουλῇ κατα‐ λεχθέντα διὰ βίου βουλεύειν ἔδοξε, μηδ’ ἀπαλείφε‐ σθαι, εἰ μή τις ἀδικήσας καὶ κριθεὶς ἠτίμωτο ἢ κακῶς ζῶν ἠλέγχθη· τοὺς γὰρ τοιούτους ἀπήλειφον καὶ ἀντ’ αὐτῶν ἑτέρους ἐνέγραφον. | |
30 | Τῶν δὲ προσκαίρως ἀρχόντων πρεσβεῖα μὲν ἐδί‐ δοτο τοῖς δικτάτωρσι, δευτερεῖα δέ γε τοῖς τιμηταῖς, | |
ἡ δὲ τρίτη τάξις τοῖς ἱππάρχοις νενέμητο· καὶ οὕτω | 144 in vol. 2 | |
2.145 | ταῦτα ἐτέτακτο, κἂν ἐν ταῖς ἀρχαῖς ἦσαν κἂν ἀπηλ‐ λάγησαν. εἰ γάρ τις ἐκ μείζονος ἀρχῆς εἰς ὑποδε‐ εστέραν κατέστη, τὸ τῆς προτέρας ἀξίωμα εἶχεν ἀκέ‐ ραιον. εἷς δέ τις, ὃν πρίγκιπα μὲν τῆς γερουσίας | |
5 | ὠνόμαζον, λέγοιτο δ’ ἂν καθ’ Ἕλληνας πρόκριτος, συμπάντων προεῖχε τὸν χρόνον ὃν προεκρίνετο, οὐ γὰρ διὰ βίου τις εἰς τοῦτο προεχειρίζετο, καὶ προέ‐ φερε τῶν ἄλλων τῷ ἀξιώματι, οὐ μὴν καὶ δυνάμει ἐχρῆτό τινι. | |
10 | Χρόνον μὲν οὖν τινα εἰρήνην πρὸς ἀλλήλους καὶ πρὸς τοὺς περιοίκους ἤγαγον· εἶτα λιμοῦ ἐπικρατή‐ σαντος, ὥστε τινὰς καὶ εἰς τὸν ποταμὸν ἑαυτοὺς ἐμ‐ βαλεῖν μὴ φέροντας τὸν λιμόν, ἐστασίασαν. οἱ μὲν γὰρ τοὺς εὐπόρους ὡς περὶ τὸν σῖτον κακουργοῦντας | |
15 | ἐν αἰτίᾳ πεποίηντο, οἱ δὲ τοὺς πένητας ὡς τὴν γῆν μὴ βουλομένους ἐργάζεσθαι. ἰδὼν δὲ τοῦτο Σπού‐ ριος Μάλιος, ἀνὴρ ἱππεὺς πλούσιος, τυραννίδι ἐπι‐ κεχείρηκε, καὶ σῖτον ἐκ τῆς περιχώρου πριάμενος πολλοῖς μὲν ἐπευωνίζων, πολλοῖς δὲ καὶ προῖκα ἐδί‐ | |
20 | δου, κἀκ τούτου συχνοὺς προσοικειωσάμενος, ὅπλα τε ἐπορίσατο καὶ φρουρούς· καὶ ἐκράτησεν ἂν τῆς πό‐ λεως, εἰ μὴ Μινούκιος Αὐγουρῖνος, ἀνὴρ εὐπατρί‐ δης, ἐπὶ τῇ σιτοδοσίᾳ τεταγμένος καὶ αἰτιώμενος ἐπὶ τῇ σιτοδείᾳ, εἰσήγγειλε τῇ βουλῇ τὸ πραττόμενον. ἡ | |
25 | δὲ γερουσία μαθοῦσα τὸ μήνυμα δικτάτωρα παραυ‐ τίκα ἐν τῷ συνεδρίῳ ἀνεῖπε τὸν Κυΐντιον τὸν Λού‐ κιον τὸν Κικινάτον, καὶ ταῦτα παρήλικα ὄντα· ὀγδο‐ ηκοντούτης γὰρ ἦν. κἀκεῖ τὴν ἡμέραν πᾶσαν ἀνά‐ λωσαν συγκαθήμενοι, ὥς τι δὴ βουλευόμενοι, ἵνα | |
30 | μὴ τὸ γεγονὸς ἐκφοιτήσῃ. νυκτὸς δ’ ὁ δικτάτωρ τὸ | 145 in vol. 2 |
2.146 | Καπιτώλιον καὶ τὰ λοιπὰ τὰ ἐπικαιρότατα διὰ τῶν ἱππέων προκαταλαβών, ἕωθεν ἐπὶ τὸν Μάλιον ἔπεμψε Γάιον Σερουίλιον τὸν ἵππαρχον, ὡς δι’ ἄλλο τι ἐκεῖνον μετακαλούμενος. ὁ δέ, ὑποτοπήσαντός τι | |
5 | τοῦ Μαλίου καὶ διαμέλλοντος, δείσας μὴ ὑπὸ τοῦ πλήθους ἐξαρπασθῇ, ἤδη γὰρ συνέτρεχον, ἔκτεινε τὸν ἄνδρα, ἢ αὐτογνωμονήσας ἢ τοῦτο κεκελευσμέ‐ νος πρὸς τοῦ δικτάτωρος. θορυβηθέντος δ’ ἐπὶ τού‐ τῳ τοῦ πλήθους ὁ Κυΐντιος δημηγορήσας καὶ σῖτον | |
10 | σφίσι παρασχὼν καὶ μή τινα ἕτερον ἢ κολάσας ἢ ἐπαιτιασάμενος τὸν θόρυβον ἔπαυσε. Πολέμων δὲ τοῖς Ῥωμαίοις ἐκ διαφόρων ἐθνῶν ἐπενηνεγμένων, τοὺς μὲν ἐν ὀλίγαις ἡμέραις ἐνίκη‐ σαν, τοῖς δὲ Τυρσηνοῖς ἐπὶ μακρὸν ἐπολέμησαν. | |
15 | Ποστουμίου δὲ νενικηκότος τοὺς Αἰκουοὺς καὶ μεγά‐ λην πόλιν ἑλόντος αὐτῶν, ὅτι μήτ’ ἐκείνην οἱ στρα‐ τιῶται εἰς προνομὴν ἐξεχωρήθησαν μήτε τι τῆς λείας αἰτήσαντες ἔλαβον, τόν τε ταμίαν τὸν διατιθέμενον αὐτὴν περιστάντες ἐφόνευσαν καὶ τὸν Ποστούμιον | |
20 | ἐπιτιμῶντα αὐτοῖς ἐπὶ τούτῳ καὶ ζητοῦντα τοὺς αὐ‐ τόχειρας προσαπέκτειναν, καὶ τὴν χώραν οὐ τὴν αἰχ‐ μάλωτον μόνον, ἀλλὰ καὶ πᾶσαν προσένειμαν ἑαυ‐ τοῖς τὴν ἐν τῷ δημοσίῳ τότε τυγχάνουσαν. κἂν ἐπὶ πλεῖστον ἡ στάσις διήρκεσεν, εἰ μὴ πόλεμος αὖθις | |
25 | Ῥωμαίοις παρὰ τῶν Αἰκουῶν ἐπενήνεκτο. φοβηθέν‐ τες γὰρ διὰ τοῦτο ἡσύχασαν, καὶ τὴν τιμωρίαν τῶν φόνων εἰς ὀλίγους ἐλθοῦσαν ὑπέμειναν, καὶ ἐπὶ τοὺς ἐναντίους στρατεύσαντες μάχῃ αὐτοὺς νενικήκασι. διὸ τήν τε λείαν αὐτοῖς οἱ δυνατοὶ διέδοσαν καὶ μι‐ | |
30 | σθὸν τοῖς πεζοῖς, εἶτα καὶ τοῖς ἱππεῦσιν ἐψηφίσαντο· ἀμισθὶ γὰρ μέχρι τότε καὶ οἰκόσιτοι ἐστρατεύοντο· | |
τότε δὲ πρῶτον μισθοφορεῖν ἤρξαντο. | 146 in vol. 2 | |
2.147 | Πολέμου δὲ αὐτοῖς πρὸς Οὐιέντας συστάντος, ἕως μὲν κατὰ σφᾶς ἐπολέμουν ἐκεῖνοι, πολλάκις αὐ‐ τοὺς οἱ Ῥωμαῖοι ἐνίκησαν, καὶ ἐς πολιορκίαν κατέ‐ στησαν· προσγενομένων δὲ αὐτοῖς συμμάχων ἐπεξῆλ‐ | |
5 | θον τοῖς Ῥωμαίοις καὶ ἐπεκράτησαν. ἐν τούτοις δὲ ἡ πρὸς τῷ ὄρει τῷ Ἀλβανῷ οὖσα λίμνη, ὑπὸ τῶν πέριξ αὐτῆς περικλειομένη λόφων καὶ μὴ ἔχουσα ἐκροήν, κατὰ τὸν τῆς πολιορκίας τῶν Οὐιεντῶν και‐ ρὸν ἐς τοσοῦτον ἐπλήμμυρεν ὡς ὑπερεκχεῖσθαι καὶ | |
10 | τῶν ὀρῶν καὶ κατιέναι πρὸς θάλασσαν. κρίναν‐ τες δ’ οἱ Ῥωμαῖοι πάντως τι διὰ τούτου θεῖον ση‐ μαίνεσθαι, ἔπεμψαν εἰς Δελφοὺς περὶ τούτου χρη‐ σόμενοι. ἦν δέ τις καὶ παρὰ τοῖς Οὐιένταις Τυρ‐ σηνὸς ἀνὴρ μαντικός. ἐς ταὐτὸν οὖν ἥ τε Πυθία | |
15 | καὶ ἡ ἐκείνου μαντεία συνέδραμον· καὶ ἄμφω γὰρ ἁλώσεσθαι τὴν πόλιν εἶπον ὅταν τὸ ὕδωρ τὸ πλημ‐ μυρῆσαν μὴ ἐς θάλασσαν ἐκπέσῃ, ἀλλ’ ἀναλωθείη ἑτέρωθι, καί τινας ἱερουργίας διὰ τοῦτο γενέσθαι ἐκέλευσαν. ἀλλ’ ὁ μὲν Πύθιος οὔτε τίσι θεῶν οὔθ’ | |
20 | ὅπως αὐτὰς ποιήσουσι διεσάφησεν, ὁ δὲ Τυρσηνὸς ἐῴκει μὲν εἰδέναι, οὐδὲν δὲ ἐδήλου. οἱ γοῦν περὶ τὸ τεῖχος, ὅθεν ἐκεῖνος ὡμίλει, τεταγμένοι Ῥωμαῖοι, φιλίαν πρὸς ἐκεῖνον ὑποκριθέντες, τά τε ἄλλα θαρ‐ ρεῖν αὐτῷ ἐνεδίδουν καὶ ἀδεῶς ἐπέτρεπον ἐκφοιτᾶν· | |
25 | καὶ οὕτω συλλαβόντες αὐτὸν πάντα τὰ καθήκοντα ἠνάγκασαν ἐξειπεῖν. καὶ κατὰ τὴν ὑποθήκην ἐκεί‐ νου τάς τε θυσίας ἐποίησαν καὶ τὸν λόφον διέτρησαν καὶ τὸ πλεονάζον ὕδωρ εἰς τὸ πεδίον κρυπτῇ διώ‐ ρυχι μετωχέτευσαν, ὥσθ’ ἅπαν ἐν αὐτῷ ἀναλίσκε‐ | |
30 | σθαι καὶ μή τι καταρρέειν εἰς θάλασσαν. | |
Ἄρτι μὲν οὖν τοῦτο ἐγένετο καὶ δικτάτωρ ᾑρέθη | 147 in vol. 2 | |
2.148 | Μάρκιος Φούριος Κάμιλλος. ὃς προσβαλὼν τῇ πόλει ἐπεὶ οὐδὲν ἤνυεν, ὑπόγειον ὠρύξατο δίοδον πόρρω‐ θεν ἀρξάμενος ἐς τὴν ἀκρόπολιν φέρουσαν. παρε‐ σκευασμένου δὲ ἤδη τοῦ ὑπονόμου, ἐπεὶ πολλοὶ καὶ | |
5 | ἀπὸ τῆς Ῥώμης αὐτῷ προσεχώρησαν ἐθελονταί, πα‐ ραλαβὼν κἀκείνους προσέβαλε τῇ πόλει καὶ πανταχό‐ θεν τὸ τεῖχος ἐκύκλωσε· τῶν δ’ ἐντὸς περὶ πάντα τὸν περίβολον σκεδασθέντων, ἔλαθον ἕτεροι διὰ τῶν ὑπονόμων γεγονότες ἐντός. ἁλούσης δὲ τῆς πόλεως | |
10 | καὶ τῶν Ῥωμαίων διαρπαζόντων τὰ ἐν αὐτῇ, ὁρῶν ἀπὸ τῆς ἄκρας ὁ Κάμιλλος τὰ πραττόμενα ἐστέναξε καὶ ἐδάκρυσε καί “ὦ θεοί,” ἔφη, “εἴ τις Ῥωμαίοις ὀφείλεται νέμεσις τῆσδε τῆς εὐπραγίας ἀντίστροφος, εὔχομαι ταύτην εἰς ἐμαυτὸν τελευτῆσαι.” τὴν δὲ | |
15 | τῆς λείας δεκάτην ἐξελὼν ἀκόντων τῶν στρατιωτῶν ἀνέθετο τῷ Ἀπόλλωνι, εὐχὴν τοῦτο πρὶν ποιησάμε‐ νος. ἀνέθετο δὲ καὶ κρατῆρα χρυσοῦν ἐκ τοῦ τῶν γυναικῶν κόσμου πεποιημένον· ἀνθ’ οὗ τιμὴ αὐ‐ ταῖς παραχρῆμα ἐψήφιστο· ἡ δὲ ἦν τὸ ἐπ’ ὀχημάτων | |
20 | αὐτὰς ἐς τὰς πανηγύρεις φοιτᾶν, αὐτοποδίᾳ βαδι‐ ζούσαις πρότερον ἐς αὐτάς. τῷ δὲ Καμίλλῳ προσ‐ ώχθισεν ὁ δῆμος καὶ ἐνεμέσησε, τὸ μὲν ὅτι τὴν δε‐ κάτην τῶν λαφύρων οὐκ ἐν τῷ διαρπάζεσθαι ταῦτα, ἀλλὰ καιροῦ παρελθόντος ἐξείλετο τῷ θεῷ, τὸ δ’ ὅτι | |
25 | τά τε ἄλλα σοβαρῶς ἐθριάμβευσε καὶ πρῶτος Ῥω‐ μαίων λευκῷ τεθρίππῳ τὰ ἐπινίκια ἔπεμψεν. Ἡ δὲ τῶν ἐπινικίων πομπή, ἣν καὶ θρίαμβον ἐκάλουν, τοιάδε τις ἐγίνετο. ὅτε τι κατωρθώθη μέγα | |
καὶ ἐπινικίων ἐπάξιον, αὐτοκράτωρ αὐτίκα ὁ στρα‐ | 148 in vol. 2 | |
2.149 | τηγὸς ὑπὸ τῶν στρατιωτῶν ὠνομάζετο, καὶ κλῶνας δάφνης περιέδει ταῖς ῥάβδοις καὶ τοῖς δρομοκήρυξι τοῖς τὴν νίκην καταγγέλλουσι τῇ πόλει κομίζειν ἐδί‐ δου. ἐλθὼν δὲ οἴκαδε τὴν γερουσίαν συνήθροιζε καὶ | |
5 | ᾔτει ψηφίσασθαί οἱ τὰ ἐπινίκια. καὶ εἰ ἔτυχε ψήφου παρά τε τῆς βουλῆς καὶ τοῦ δήμου, ἐβεβαιοῦτο αὐτῷ καὶ ἡ ἐπωνυμία τοῦ αὐτοκράτορος. καὶ εἰ μὲν ἐν τῇ ἀρχῇ ἦν ἔτι, ἐν ᾗ τυγχάνων ἐνίκησε, ταύτῃ καὶ πα‐ νηγυρίζων ἐκέχρητο, εἰ δ’ ὁ χρόνος παρελήλυθε τῆς | |
10 | ἀρχῆς, ἄλλο τι πρόσφορον αὐτῇ ἐλάμβανεν ὄνομα· ἰδιώτῃ γὰρ νικητήρια πέμψαι ἀπείρητο. ἐνσκευασά‐ μενος δὲ τῇ ἐπινικίῳ σκευῇ, καὶ περιβραχιόνια λα‐ βὼν στέφανόν τε δάφνης ἀναδησάμενος καὶ κλάδον κρατῶν ἐν τῇ δεξιᾷ, τὸν δῆμον συνεκάλει· καὶ ἐπαι‐ | |
15 | νέσας τοὺς συστρατευσαμένους αὐτῷ καὶ κοινῇ καὶ ἰδίᾳ τινάς, ἐδωρεῖτο μὲν σφίσι χρήματα, ἐτίμα δὲ καὶ κόσμῳ, περιβραχιόνιά τέ τισι καὶ δόρατα ἀσί‐ δηρα παρεῖχε, καὶ στεφάνους τοῖς μὲν χρυσοῦς, τοῖς δὲ ἀργυροῦς ἐδίδου, τοὔνομά τε ἑκάστου καὶ τῆς | |
20 | ἀριστείας φέροντας τὸ ἐκτύπωμα. εἰ γὰρ τείχους τις πρῶτος ἐπέβη, καὶ τείχους ὁ στέφανος εἶδος ἔφερεν· ἢ καὶ ἐξεπολιόρκησέ τι, καὶ τοῦτο κἀκεῖνο εἰκόνιστο. ἐναυκράτησέ τις, ναυσὶν ὁ στέφανος ἐκεκόσμητο· ἱπποκράτησέ τις, ἱππικόν τι ἐξετετύπωτο. ὁ δὲ πο‐ | |
25 | λίτην τινὰ ἐκ μάχης ἢ ἑτέρου κινδύνου ἢ ἐκ πολιορ‐ κίας σώσας μέγιστόν τε εἶχε τὸν ἔπαινον καὶ ἐλάμ‐ βανε στέφανον γινόμενον ἐκ δρυός, ὃς πολὺ πάντων καὶ τῶν ἀργυρῶν καὶ τῶν χρυσῶν ὡς ἐντιμότερος προτετίμητο. καὶ οὐ κατ’ ἄνδρα μόνον ἀριστεύσαντα | |
30 | ταῦτα ἐδίδοτο, ἀλλὰ καὶ λόχοις καὶ στρατοπέδοις ὅλοις παρείχετο. καὶ τῶν λαφύρων πολλὰ μὲν τοῖς | |
στρατευσαμένοις διανενέμητο· ἤδη δέ τινες καὶ παντὶ | 149 in vol. 2 | |
2.150 | τῷ δήμῳ διέδοσαν καὶ ἐδαπάνων εἰς τὴν πανήγυριν καὶ ἐδημοσίευον, καὶ εἴ τι περιελέλειπτο, εἰς ναούς, εἰς στοὰς ἢ καί τι ἕτερον δημόσιον ἔργον ἀνήλισκον. Ταῦθ’ ὁ πομπεὺς ποιήσας εἰς τὸ ἅρμα ἀνέβαινε. | |
5 | τὸ δὲ δὴ ἅρμα οὔτ’ ἀγωνιστηρίῳ οὔτε πολεμιστηρίῳ ἦν ἐμφερές, ἀλλ’ ἐς πύργου περιφεροῦς τρόπον ἐξείρ‐ γαστο. καὶ οὐ μόνος ἦν ἐν τῷ ἅρματι, ἀλλ’ ἄν γε καὶ παῖδας ἢ συγγενεῖς τινας εἶχε, κἀκείνων τὰς μὲν κόρας καὶ τὰ ἄρρενα τὰ νεογνὰ ἐν αὐτῷ ἀνεβίβαζε, | |
10 | τοὺς δὲ ἁδροτέρους ἐπὶ τοὺς ἵππους τούς τε ζυγίους καὶ τοὺς σειραφόρους ἀνετίθετο· εἰ δὲ πλείους ἦσαν, ἐπὶ κελήτων τῷ πομπεῖ παριππεύοντες συνεπόμπευον. τῶν δ’ ἄλλων οὐδεὶς ὠχεῖτο, ἀλλ’ ἐστεμμένοι δάφνῃ πάντες ἐβάδιζον. οἰκέτης μέντοι δημόσιος ἐπ’ αὐτοῦ | |
15 | παρωχεῖτο τοῦ ἅρματος, τὸν στέφανον τῶν λίθων τῶν χρυσοδέτων ὑπερανέχων αὐτοῦ, καὶ ἔλεγε πρὸς αὐτόν “ὀπίσω βλέπε,” τὸ κατόπιν δηλαδὴ καὶ τὰ ἐφε‐ ξῆς προσκόπει τοῦ βίου, μηδ’ ὑπὸ τῶν παρόντων ἐπαρθῇς καὶ ὑπερφρονήσῃς. καὶ κώδων ἀπήρτητο | |
20 | καὶ μάστιξ τοῦ ἅρματος, ἐνδεικτικὰ τοῦ καὶ δυστυ‐ χῆσαι αὐτὸν δύνασθαι, ὥστε καὶ αἰκισθῆναι ἢ καὶ δικαιωθῆναι θανεῖν. τοὺς γὰρ ἐπί τινι ἀτοπήματι καταδικασθέντας θανεῖν νενόμιστο κωδωνοφορεῖν, ἵνα μηδεὶς βαδίζουσιν αὐτοῖς ἐγχριπτόμενος μιάσμα‐ | |
25 | τος ἀναπίμπληται. οὕτω δὲ σταλέντες εἰσῄεσαν εἰς τὴν πόλιν, ἔχοντες προπέμποντα σφῶν τὰ σκῦλά τε καὶ τὰ τρόπαια, καὶ ἐν εἰκόσι τά τε αἰχμάλωτα φρού‐ ρια ἠσκημένα, πόλεις τε καὶ ὄρη καὶ ποταμούς, λί‐ μνας, θαλάσσας, τά τε σύμπαντα ὅσα ἑαλώκεσαν. | |
30 | καὶ εἰ μὲν μία ἡμέρα ἦν ἐξαρκοῦσα πρὸς τὴν τούτων πομπήν· εἰ δὲ μή, καὶ ἐν δευτέρᾳ καὶ τρίτῃ ἐπέμ‐ | |
πετο. προδιελθόντων δ’ ἐκείνων οὕτως ὁ πομπεὺς | 150 in vol. 2 | |
2.151 | εἰς τὴν Ῥωμαίαν κομισθεὶς ἀγοράν, καὶ τῶν αἰχμα‐ λώτων τινὰς εἰς τὸ δεσμωτήριον ἀπαχθῆναι καὶ θα‐ νατωθῆναι κελεύσας, ἀνήλαυνεν εἰς τὸ Καπιτώλιον, καί τινας ἐκεῖ τελετὰς πληρώσας, καὶ προσαγαγὼν | |
5 | ἀναθήματα, καὶ παρὰ ταῖς ἐκεῖ δειπνήσας στοαῖς, πρὸς ἑσπέραν οἴκαδε μετ’ αὐλῶν καὶ συρίγγων ἀπήρ‐ χετο. τοιαῦτα μὲν ἦσαν πάλαι τὰ νικητήρια· αἱ δὲ στάσεις αἵ τε δυναστεῖαι πλεῖστα ἐνεωτέρισαν ἐπ’ αὐτοῖς. | |
10 | Εἰ δὲ καί, ὡς ἤδη ἱστόρηται, ὁ δῆμος ἐμίσει τὸν Κάμιλλον, ἀλλ’ ὁ πρὸς Φαλίσκους πόλεμος ἠνάγκασε χιλίαρχον ψηφισθῆναι αὐτόν. καὶ αὐτοὺς μὲν ἐνίκη‐ σαν μαχεσάμενοι, πολιορκοῦντες δὲ πόλιν αὐτῶν ἐρυμνὴν Φαλερίους ὠνομασμένην οὐδὲν ἤνυον. οὕτω | |
15 | γὰρ τῆς πολιορκίας οἱ τῆς πόλεως κατεφρόνουν ὡς καὶ τοὺς παῖδας αὐτῶν παρὰ τὰ τείχη περιπατήσον‐ τας μετὰ τοῦ διδασκάλου καὶ γυμνασομένους φοιτᾶν. καὶ κἂν ἀπέστησαν τῆς πολιορκίας, εἰ μή τι συμβέ‐ βηκεν. οὗτος γὰρ ὁ διδάσκαλος ἐπιβουλεύων τοῖς | |
20 | πολίταις ἢ δι’ ὀργήν τινα ἢ κέρδους ἐλπίδι ἡμέρας ἑκάστης ἐξῆγε τοὺς παῖδας ἐπὶ τὸ τεῖχος, ἐγγὺς τὸ πρῶτον, καὶ εἰσῆγεν αὖθις αὐτοὺς γυμνασαμένους εὐθύς· τέλος δ’ εἰς τοὺς προφύλακας τῶν Ῥωμαίων ἐνέβαλεν ἅπαντας καὶ ἄγειν ἐκέλευσε πρὸς τὸν Κά‐ | |
25 | μιλλον, καὶ παραστὰς αὐτῷ πᾶσαν εἶπε παραδιδόναι τὴν πόλιν διὰ τῶν παίδων. ἐκεῖνος δὲ δεινὸν τὸ ἔργον ἡγησάμενος, καὶ ἀρετῇ φήσας ἰδίᾳ τὸν μέγαν | |
στρατηγόν, ἀλλ’ οὐκ ἀλλοτρίᾳ κακίᾳ θαρροῦντα χρῆ‐ | 151 in vol. 2 | |
2.152 | ναι στρατεύειν, προσέταξε γυμνῶσαι μὲν τὸν διδά‐ σκαλον καὶ δεσμῆσαι τὰς χεῖρας ὄπισθεν, τοῖς δὲ παισὶ ῥάβδους δοῦναι καὶ μάστιγας, ἵνα ταύταις τὸν προδότην τύπτοντες εἰς τὴν πόλιν ἐλαύνωσι. τῶν δὲ | |
5 | πολιτῶν ἄρτι γνόντων τὴν προδοσίαν δρόμος ἦν ἐπὶ τὰ τείχη καὶ θρῆνος ἀνδρῶν τε καὶ γυναικῶν. οὕτω δὲ διακειμένων αὐτῶν προσῆγον οἱ παῖδες γυμνὸν τὸν διδάσκαλον. ὅπερ ἰδόντες οἱ Φαλίσκοι καὶ μα‐ θόντες ὅπως ἐγένετο, φέροντες ἑαυτοὺς ἐθελονταὶ | |
10 | τῷ Καμίλλῳ παρέδοσαν, τὴν ἧτταν ἀγαπῆσαι πρὸ τῆς ἐλευθερίας διὰ τὴν δικαιοσύνην αὐτοῦ λέγοντες. Χρήματα οὖν λαβὼν καὶ σπεισάμενος ἀνεχώρη‐ σεν. οἱ δὲ στρατιῶται, διαρπάσειν προσδοκήσαντες τοὺς Φαλερίους, ὡς μισοδήμου κατηγόρουν αὐτοῦ. | |
15 | φθονηθεὶς δ’ ἐπὶ πλέον κατηγορήθη ὡς μηδὲν τὸ δημόσιον ἐκ τῶν Τυρρηνικῶν ὠφελήσας χρημάτων, αὐτὸς δ’ ἐκ τούτων σφετερισάμενος. οὕτω δὲ ὠργί‐ ζοντο κατ’ αὐτοῦ ὡς μηδ’ οἶκτον αὐτοῦ τινα λαβεῖν ἐπὶ τῇ συμβάσῃ αὐτῷ συμφορᾷ· τέθνηκε γὰρ αὐτοῦ | |
20 | νοσήσας ὁ ἕτερος τῶν υἱῶν. δεόμενος δὲ τῶν φίλων μὴ περιιδεῖν αὐτὸν ἀδίκως κατακρινόμενον, ἐπείπερ ἐκεῖνοι πρὸς μὲν τὴν ψῆφον αὐτῷ βοηθήσειν ἀπεί‐ παντο, τὴν δὲ ζημίαν ὄφλοντι συνεκτίσειν ὑπέσχοντο, οὐκ ἀνασχόμενος ἔγνω φυγεῖν ἐκ τῆς πόλεως. καὶ | |
25 | ἐξιὼν ηὔξατο, εἰ μὴ δικαίως, ὕβρει δὲ δήμου ἐκπί‐ πτει καὶ φθόνῳ, ταχὺ τοὺς αὐτοὺς πολίτας αὐτοῦ δεηθῆναι καὶ ζητῆσαι αὐτόν. Ἐκεῖνος μὲν οὖν πρὸς Ῥουτούλους μετέστη, ἐρή‐ μην δ’ ἑάλω, καὶ ψῆφος ἠνέχθη κατ’ αὐτοῦ τίμημα | |
30 | μυρίων καὶ πεντακισχιλίων ἀσσαρίων ἔχουσα, ὃ γί‐ | 152 in vol. 2 |
2.153 | νεται πρὸς ἀργυρίου λόγον δραχμαὶ χίλιαι πεντακό‐ σιαι. οἱ δ’ Εὐρωπαῖοι Γαλάται, ὧν οἱ Ἀσιᾶται νο‐ μίζονται ἄποικοι, Κελτικὸν ὄντες γένος, λιπόντες τὴν ἑαυτῶν ὡς οὐκ αὐτάρκη τρέφειν αὐτούς, οἱ μὲν ἐπὶ | |
5 | τὰ ὄρη τὰ Ῥιπαῖα ὡρμήκεσαν, οἱ δὲ τῶν Ἄλπεων ἱδρυθέντες ἐγγὺς χρόνον ἐκεῖ διήγαγον πλείονα. τότε δὲ οἴνου κομισθέντος ἐξ Ἰταλίας, τούτου γευσά‐ μενοι καὶ ὑπερθαυμάσαντες, ἀράμενοι τὰ ὅπλα καὶ γονέας ἐπαγόμενοι τὴν γῆν ἐκείνην ἐζήτουν, ἣ τοιοῦ‐ | |
10 | τον καρπὸν ἀναδίδωσι. καὶ πρὸς πόλιν Τυρρηνίδα Κλούσιον καλουμένην στρατεύσαντες ἐπολιόρκουν αὐτήν. οἱ δὲ Κλουσῖνοι πρὸς τοὺς Ῥωμαίους κατέ‐ φυγον αἰτοῦντες βοήθειαν. πρέσβεις δ’ ἐκ Ῥώμης πρὸς ἐκείνους ἐπέμφθησαν· οὓς οἱ Γαλάται διὰ τὸ | |
15 | τῶν Ῥωμαίων ὄνομα ἐντίμως ἐδέξαντο, καὶ τοῦ τει‐ χομαχεῖν παυσάμενοι εἰς λόγους συνεληλύθασιν. ἐν τούτοις δὲ λοχήσαντες οἱ Κλουσῖνοι μετὰ τῶν ἐκ Ῥώμης πρέσβεων ἐπέθεντο τοῖς Γαλάταις. ὁ δὲ τῶν Γαλατῶν βασιλεὺς Βρέννος ὀργισθεὶς ἐπὶ τούτῳ, τῶν | |
20 | Κλουσίνων ἀμελήσας εὐθὺς ὡς εἶχε τὸ στράτευμα κατὰ τῆς Ῥώμης ἐκίνησεν, ἐπεὶ μὴ ἐπὶ τιμωρίᾳ οἱ πρέσβεις αὐτῷ ἐξεδίδοντο· καὶ τοσούτῳ τάχει ἐχρή‐ σατο ὥστ’ ἐπελθεῖν αὐτοὺς τῇ πόλει μὴ προμαθόν‐ των Ῥωμαίων τὴν ἔφοδον. τὸ μέντοι δαιμόνιον προ‐ | |
25 | αγγεῖλαι αὐτοῖς τὴν ἔφοδον λέγεται. Μάρκος γὰρ Καίδικος νυκτός ποι βαδίζων φωνῆς ἤκουσε λεγού‐ σης “Γαλάται ἔρχονται.” εἰρηκότος δὲ τοῦτο Μάρ‐ | |
κου τῷ δήμῳ καὶ τῇ βουλῇ, ἐν παιδιᾷ τὸν λόγον | 153 in vol. 2 | |
2.154 | ἐποιοῦντο καὶ γέλωτι, ἕως αὐτάγγελοι οἱ Γαλάται σφῶν πλησίον ἐγένοντο. τότε δὲ σπουδῇ ἐξελθόντες καὶ ἀτάκτως ἀγωνισάμενοι αἰσχρότατα ἥττηντο. καὶ πολλοὶ μὲν ἐν τῇ μάχῃ πεπτώκασι, πολλοὶ δὲ φεύ‐ | |
5 | γοντες ἔθνησκον καταλαμβανόμενοι, πλεῖστοι δὲ καὶ εἰς ποταμὸν τὸν Τίβεριν συνωθήθησαν καὶ ἐφθάρη‐ σαν· οἱ δὲ λοιποὶ σκεδασθέντες οἱ μὲν εἰς τὴν Ῥώ‐ μην ἐλθεῖν ἠδυνήθησαν, οἱ δὲ ἀλλαχοῦ. Οἱ δ’ ἐν τῇ Ῥώμῃ γνόντες τὸ γεγονὸς ἐν ἀμηχα‐ | |
10 | νίᾳ ἐγένοντο, καὶ ἀπογνόντες οὔτε τῶν τειχῶν φυ‐ λακὴν ἔθεντο οὔτε τῆς πόλεως τὰς πύλας ἔκλεισαν, ἀλλ’ οἱ μὲν αὐτὴν ἐκλιμπάνοντες ἔφευγον, οἱ δὲ σὺν γυναιξὶ καὶ τέκνοις ἀνέδραμον εἰς τὸ Καπιτώλιον. μόνοι δὲ ὀγδοήκοντα ἄνδρες, οὓς οἱ μὲν ἱερεῖς εἶναί | |
15 | φασιν, οἱ δὲ τοὺς πρώτους Ῥωμαίων καθ’ ἡλικίαν καὶ πλοῦτον καὶ γένος, ἐνδύντες ἱερὰς ἢ πολυτελε‐ στάτας στολάς, ἐν ἀγορᾷ ἐπὶ τῶν ἐλεφαντίνων δί‐ φρων ἐκάθηντο, τὴν ἐπιοῦσαν προσμένοντες τύχην. οἱ δὲ Γαλάται τῇ ὑστεραίᾳ ἦλθον μὲν ἐπὶ τὴν Ῥώ‐ | |
20 | μην, ἰδόντες δὲ τὰς πύλας ἠνεῳγμένας καὶ τὸ τεῖχος ἀφύλακτον, ἐπέσχον καὶ οὐκ εἰσῄεσαν, ἐνέδραν ὑπο‐ τοπήσαντες. τῇ δὲ τρίτῃ θαρσήσαντες εἰσεπήδησαν καὶ εἷλον τὴν πόλιν. καὶ τῷ μὲν Καπιτωλίῳ φρου‐ ρὰν ὁ τῶν βαρβάρων ἐπέστησε βασιλεύς, αὐτὸς δὲ | |
25 | διιὼν τὴν ἀγορὰν ἐθαύμαζε τοὺς προκαθημένους ἐκείνους ἄνδρας, ὁρῶν ἐν κόσμῳ αὐτοὺς ἀτρεμοῦν‐ τας καὶ σιωπῇ. τοὺς δὲ Γαλάτας εἶχεν ἔκπληξις πρὸς τὸ ἄτοπον, ὤκνουν τε αὐτοῖς προσελθεῖν. ὀψὲ δὲ τολμήσας τις ἑνὶ παρέστη, καὶ τῆς ὑπήνης ἁψάμενος | |
30 | τοῦ ἀνδρὸς κατῆγε ταύτην βαθεῖαν οὖσαν· ὁ δὲ τῇ βακτηρίᾳ τὴν κεφαλὴν ἐκείνου ἐπάταξε. καὶ ὁ βάρ‐ | |
βαρος σπασάμενος τὴν μάχαιραν τὸν ἄνδρα κατέκτει‐ | 154 in vol. 2 | |
2.155 | νεν. οὕτω δὲ καὶ τοὺς λοιποὺς ἀνῄρουν προσπεσόν‐ τες οἱ βάρβαροι, καὶ τὰς οἰκίας ἐπόρθουν καὶ κατε‐ πίμπρασαν. εἶτα καὶ τῷ Καπιτωλίῳ προσέβαλον· ὡς δ’ ἐπὶ πολλὰς ἐπιχειροῦντες ἡμέρας οὐδὲν ἤνυον, οἱ | |
5 | μὲν ἐφρούρουν τὸ Καπιτώλιον, οἱ δὲ τὴν χώραν κα‐ τέτρεχον τροφὰς ποριζόμενοι, σκιδνάμενοι καὶ σπο‐ ράδην ἐπιόντες, ἀλλ’ οὐχ ὁμοῦ, ἅτε μέγα φρονοῦντες τῷ εὐτυχήματι, καὶ ὑπὸ μέθης ἐσφάλλοντο· οἴνῳ γὰρ ἐντυχόντες πολλῷ ἀκρατέστερον ἐχρῶντο αὐτῷ, | |
10 | μήπω πρότερον πόματος τοιούτου γευσάμενοι. Οὕτω δ’ ἔχοντας ὁρῶν τοὺς Γαλάτας ὁ Κάμιλλος, ἐπεὶ καὶ τὴν τῶν Ἀρδεατῶν ἐληίζοντο χώραν, αὐτοὺς δὲ τοὺς Ἀρδεάτας πλήθει μὲν ἱκανοὺς ὄντας, τόλμης δὲ δεομένους δι’ ἀπειρίαν καὶ τὸ πρὸς μάχας ἀνά‐ | |
15 | σκητον, λόγον πρὸς τοὺς νεωτέρους ἐνέβαλεν ὡς οὐκ ἀνδρείᾳ τῶν βαρβάρων τὴν εὐπραγίαν αὐτῶν ἐπι‐ γράφεσθαι δεῖ, ἀλλ’ ἀτυχίᾳ Ῥωμαίων, καὶ εἰ προθυ‐ μοῖντο καὶ θαρροῦσιν αὐτοί, ἀκινδύνως νικήσειν τοὺς πολεμίους διισχυρίζετο. οὕτω πείσας τοὺς νέ‐ | |
20 | ους, εἶτα καὶ τοὺς λοιπούς, ὥπλισε τοὺς ἐν ἡλικίᾳ, καὶ νυκτὸς βαθείας μεθύουσιν αὐτὸς μετὰ τῶν Ἀρ‐ δεατῶν τοῖς βαρβάροις προσέμιξε. καὶ τοὺς πλείονας ἐκεῖ κατέκοψεν, εἰ δέ τινες καὶ φυγεῖν ἠδυνήθησαν ἐν τῷ σκότει, μεθ’ ἡμέραν διέφθειρον ἱππεῖς αὐτοὺς | |
25 | καταλαμβάνοντες. Τῆς δὲ φήμης ταχὺ κηρυξάσης ἁπανταχοῦ τὸ κατόρθωμα, ὅσοι τῶν Ῥωμαίων φυγόντες ἐκ τῆς πρώτης πρὸς τοὺς Γαλάτας μάχης ἐσώζοντο, τὰ ὅπλα λαβόντες ἀπῄεσαν πρὸς τὸν Κάμιλλον, δέχεσθαι δεό‐ | |
30 | μενοι τὴν ἀρχὴν αὐτῶν. ὁ δ’ οὐκ ἔφη πεισθήσεσθαι, | 155 in vol. 2 |
2.156 | μὴ πρότερον τῶν ἐν τῷ Καπιτωλίῳ σωζομένων ψη‐ φισαμένων αὐτῷ τὴν ἀρχήν. ἦν δὲ ἀπορία τοῦ ταῦτα διαγγελοῦντος τοῖς εἰς τὸ Καπιτώλιον. εἷς δέ τις τῶν νέων Κομίνιος Πόντιος, δόξης ἐρῶν, ὑπέστη τὸν | |
5 | ἆθλον, καὶ λαθὼν διὰ μέσων διέβη τῶν πολεμίων, καὶ τῷ λόφῳ τοῦ Καπιτωλίου προσπελάσας καὶ χα‐ λεπῶς ἀνερπύσας μόλις τε ἀναρριχησάμενος πρὸς τοὺς ἐν τέλει τῶν Ῥωμαίων παρὰ τῶν φυλαττόντων εἰσήχθη, καὶ τήν τε νίκην τοῦ Καμίλλου κατήγγειλε, | |
10 | καὶ τὰ δόξαντα τοῖς στρατιώταις εἰπὼν βεβαιῶσαι τῷ Καμίλλῳ τὴν ἀρχὴν παρεκάλει. οἱ δὲ δικτάτωρα τὸν Κάμιλλον ἐψηφίσαντο. καὶ ὃς τοὺς ἔξω ὄντας Ῥωμαίους περὶ δισμυρίους συναγαγὼν καὶ ἀπὸ τῶν συμμάχων πολλούς, παρεσκευάζετο πρὸς ἐπίθεσιν. | |
15 | οἱ δὲ βάρβαροι μεθ’ ἡμέραν διιόντες, καὶ καταμα‐ θόντες ὅθεν ὁ Πόντιος προσέβη τῷ Καπιτωλίῳ, τοῦτο δ’ ὑπετόπασαν ἔκ τε τῶν ἀπερρωγότων τῆς πέτρας θραυσμάτων καὶ τῆς πόας, ἣ πολλὴ ἐπ’ αὐτῆς ἦν, τῆς μὲν ἀνεσπασμένης, τῆς δὲ συμπεπιλημένης, ἐκεῖ‐ | |
20 | θεν ἀναβῆναι νυκτὸς καὶ αὐτοὶ ἐβουλεύσαντο. καὶ ἐπεχείρησαν τῷ ἔργῳ, καὶ δυσχερῶς μέν, ἀνῄεσαν δ’ ὅμως, καὶ ἔλαθον ἂν ἡμμένοι τοῦ προτειχίσματος καὶ τοῖς φύλαξιν ἐπιθέμενοι, εἰ μὴ χῆνες ἦσαν περὶ τὸν νεὼν τῆς Ἥρας τρεφόμενοι, οἳ φύσει ὄντες εὐαίσθη‐ | |
25 | τοι καὶ ψοφοδεεῖς, ταχὺ τῶν Γαλατῶν τὴν ἔφοδον ᾔσθοντο, καὶ ταραχώδει κλαγγῇ φερόμενοι πρὸς τοὺς φύλακας ἐπήγειραν ἅπαντας. οὕτω δὲ τοῖς ἀνιοῦσιν οἱ Ῥωμαῖοι προσμίξαντες τοὺς μὲν ἀπέκτειναν, τοὺς δὲ κατὰ τῆς πέτρας ἀπώσαντο, καὶ τὸν κίνδυνον ἐκ‐ | |
30 | πεφεύγασιν. Ἐντεῦθεν ἦσαν οἱ Κελτοὶ ἀθυμότεροι, ἐφ’ ἑπτὰ | |
μησὶ τῇ πολιορκίᾳ ταλαιπωρούμενοι. διὸ καὶ περὶ | 156 in vol. 2 | |
2.157 | συμβάσεων ὅ τε τῶν βαρβάρων βασιλεὺς Βρέννος καὶ ὁ τῶν Ῥωμαίων χιλίαρχος ὁ Σουλπίκιος διειλέ‐ χθησαν. καὶ συνέδοξε χιλίας λίτρας χρυσίου τοῖς Γαλάταις τοὺς Ῥωμαίους καταβαλεῖν, τοὺς δὲ τὸ χρυ‐ | |
5 | σίον λαβόντας αὐτίκα τῆς πόλεως καὶ τῆς χώρας ἀπα‐ ναστῆναι. κομισθέντος δὲ τοῦ χρυσίου, καὶ τῶν βαρ‐ βάρων περὶ τὸν σταθμὸν κακουργούντων λάθρᾳ, ὁ Βρέννος τὸ ξίφος ἅμα καὶ τὸν ζωστῆρα λύσας ἐπέ‐ θηκε τοῖς σταθμοῖς. πυθομένου δὲ τοῦ χιλιάρχου τί | |
10 | τὸ γινόμενον, “τί ἄλλο” εἶπεν “ἢ τοῖς νενικημένοις ὀδύνη;” ἐν τούτοις ὁ Κάμιλλος ἄγων τὸν στρατὸν ταῖς πύλαις ἐπέστη τῆς πόλεως· καὶ μαθὼν τὰ γινό‐ μενα πρὸς τοὺς Ῥωμαίους ἐπειγόμενος ἐπορεύετο. καὶ ἐλθὼν τὸ μὲν χρυσίον ἄρας ἀπὸ τοῦ ζυγοῦ τοῖς | |
15 | ὑπηρέταις ἔδωκε, τὸν δὲ ζυγὸν καὶ τὰ σταθμὰ τοὺς Κελτοὺς λαβόντας ἀποχωρεῖν ἐκέλευσεν, εἰπὼν ὡς σιδήρῳ πάτριόν ἐστι Ῥωμαίοις καὶ οὐ χρυσῷ τὴν πα‐ τρίδα σώζειν. τοῦ δὲ Βρέννου ἀδικεῖσθαι φάσκοντος, λυομένης τῆς ὁμολογίας ἀντεῖπεν ὁ Κάμιλλος μὴ | |
20 | κυρίας εἶναι τὰς συνθήκας αὐτοῦ μὴ συμπράξαντος, ἤδη δικτάτωρος ᾑρημένου. ταραχθεὶς οὖν ὁ Βρέν‐ νος μέχρι ξιφουλκίας προῆλθεν, ὅμως δὲ εἰς τὸ στρα‐ τόπεδον ἀπήγαγε τοὺς Κελτούς· εἶτ’ ἐκλιπὼν τὴν πόλιν καὶ σταδίους ἑξήκοντα προελθὼν ἐστρατοπέ‐ | |
25 | δευσεν. ἅμα δ’ ἡμέρᾳ παρῆν ὁ Κάμιλλος ἐπ’ αὐτὸν τεθαρρηκότας ἤδη ἐπαγόμενος τοὺς Ῥωμαίους, καὶ τρέπεται τοὺς βαρβάρους φόνῳ πολλῷ καὶ λαμβάνει σφῶν τὸ στρατόπεδον. Οὕτως ἡ Ῥώμη παραλόγως ἥλω καὶ ἐσώθη πα‐ | |
30 | ραλογώτερον· ὁ δὲ Κάμιλλος ἐθριάμβευσε. τῆς οὖν πόλεως διεφθαρμένης παντάπασι τὸ πλῆθος ἀνοικο‐ | |
δομεῖν αὐτὴν οὐκ ἠβούλετο, οὔτε χρήμασιν οὔτε σώ‐ | 157 in vol. 2 | |
2.158 | μασιν ἐρρωμένοι, καὶ μικροῦ ἐξέλιπον ἂν αὐτήν. οὐδὲ γὰρ ἐπείθοντο οὔτε τοῖς ἐν τέλει οὔτε τῇ γε‐ ρουσίᾳ παρακαλοῦσι καὶ συμβουλεύουσι μὴ ἐκλιπεῖν τὸ ἄστυ, ὃ ἐκ τῶν πολεμίων ἤδη ἐσέσωστο, εἰ μὴ ἐν | |
5 | τῇ ἀγορᾷ πάντων περὶ τούτου βουλευομένων ἑκατόν‐ ταρχος φρουρὰν ἄγων τινὰ καὶ παρ’ αὐτὴν τὴν ἐκ‐ κλησίαν διιὼν τυχαίως “ἐνταῦθα στῆτε” πρὸς τοὺς ἑπομένους αὐτῷ ἐβόησεν· “ἐνταῦθα γὰρ δεῖ ὑμᾶς μεῖναι.” θείᾳ γὰρ προνοίᾳ ἐνόμισαν ταῦτ’ εἰρῆσθαι, | |
10 | καὶ τοῦ μεταναστεῦσαι ἀπέσχοντο, πρὸς δὲ τὸν ἀνα‐ καινισμὸν τῆς Ῥώμης σὺν προθυμίᾳ ἐτράποντο, καὶ τά τε τείχη καὶ τὰς ἰδιωτικὰς οἰκίας ἐντὸς ἐνιαυτοῦ ἀνεκαίνισαν. Οὔπω δὲ τῆς περὶ ταῦτα παυθεῖσιν ἀσχολίας | |
15 | πόλεμοι προσέπεσον διαφόρων ἐθνῶν, Αἰκουῶν τε καὶ Οὐολούσκων καὶ Λατίνων. Τυρρηνοὶ δὲ Σού‐ τριον ἐπολιόρκουν συμμαχίδα Ῥωμαίων πόλιν. ἀπο‐ δείκνυται οὖν τὸ τρίτον δικτάτωρ ὁ Κάμιλλος· καὶ στρατεύσας ἐπ’ αὐτοὺς κατετροπώσατο τοὺς λοιπούς, | |
20 | ἐπὶ δὲ τὸ Σούτριον ἦγε τὴν στρατιάν. οἱ δὲ Σου‐ τρῖνοι, ἔτυχον γὰρ τὴν πόλιν τοῖς πολεμίοις ἐκδεδω‐ κότες καὶ ταύτης ἀποχωρήσαντες, καθ’ ὁδὸν ἔτι ὄντι τῷ Καμίλλῳ μετὰ γυναικῶν καὶ παίδων ὑπήντων. οὓς ἰδὼν ὁ Κάμιλλος, καὶ τὰ συμβεβηκότα πυθόμε‐ | |
25 | νος, αὐτίκα πρὸς τὸ Σούτριον ὡς εἶχεν ἠπείγετο· καὶ ἀπροσδοκήτως αὐτῷ προσβαλών, ἀφύλακτόν τε εὑρών, ἀπαθὲς κακῶν αὐθημερὸν τοῖς πολίταις αὐτὸ ἀνεσώσατο. ἐθριάμβευσεν οὖν ἐπὶ τούτοις ἄγων τὰ ἐπινίκια καὶ ἐπὶ μέγα δόξης ᾔρετο. | |
30 | Μάρκος δὲ Μάλλιος ὁ πρῶτος τοὺς Κελτοὺς τῷ | 158 in vol. 2 |
2.159 | Καπιτωλίῳ προσβαλόντας ἐκ τῆς ἄκρας ὠσάμενος, ὅθεν καὶ Καπιτωλῖνος προσωνομάσθη, φθονῶν τῷ Καμίλλῳ μᾶλλον τῶν ἄλλων τυραννίδι ἐπέθετο, καὶ διὰ τοῦτο ᾠκειοῦτο τὸν ὅμιλον δημαγωγῶν καὶ πάντα | |
5 | πράττων εἰς θεραπείαν αὐτοῦ. παραλαβὸν οὖν αὐ‐ τὸν τὸ πλῆθος ἀνήγαγεν εἰς τὸ Καπιτώλιον· καὶ κα‐ τέσχον αὐτό. διὸ καὶ δικτάτωρ ᾑρέθη τὸ τέταρτον ὁ Κάμιλλος. τῶν δὲ τῆς γερουσίας καὶ τῶν ἐν τέλει ἐς μέγα δέος ἐμπεπτωκότων καὶ ἀπορούντων τί ἂν | |
10 | πράξαιεν, δοῦλός τις αὐτοῖς προσελθὼν ζῶντα τὸν Καπιτωλῖνον παραδοῦναι σφίσιν ὑπέσχετο. λαβὼν οὖν ὁπλίτας καὶ τάξας αὐτοὺς ἀφανῶς ἐνεδρεύειν ὑπὸ τὸ Καπιτώλιον, ὡς αὐτόμολος τῷ Καπιτωλίνῳ προσκεχωρήκει, ἐπῄνει τε αὐτὸν τῆς ἐπιχειρήσεως καὶ | |
15 | βοήθειαν παρὰ τῶν ὁμοδούλων αὐτῷ ἐπηγγέλλετο. καὶ ταῦτά οἱ διαλεγόμενος ἀπήγαγε τὸν ἄνδρα πόρρω τῶν περιεστηκότων, ὡς δή τι κοινολογούμενος αὐτῷ ἰδιαίτατα, καὶ ἠρέμα κατ’ ἐκεῖνο τοῦ Καπιτωλίου προσῄει καθ’ ὃ ἡ ἐνέδρα ἐλελόχιστο, κἀκεῖθεν αὐτὸν | |
20 | κάτω ἀπώσατο· ὃς καὶ ληφθεὶς ἀποκεκόμιστο πρὸς τὸ δικαστήριον. ὁ δὲ τάς τε ἀριστείας κατέλεγε καὶ τὸ Καπιτώλιον τοῖς τε δικάζουσι καὶ τοῖς περιεστῶ‐ σιν ἐδείκνυ, ἄποπτον ὂν ἐκεῖθεν, καὶ τῆς σωτηρίας αὐτοῦ τε καὶ τῶν ἐν αὐτῷ προσπεφευγότων πολιτῶν | |
25 | ἀνεμίμνησκεν, ὡς ἐντεῦθεν κατακλᾶσθαι τοὺς δικα‐ στὰς καὶ ὑπερτίθεσθαι τὴν ψῆφον, μήτ’ ἀφιέντας μήτε καταδικάζοντας. τοῦτο δὴ νοήσας ὁ Κάμιλλος εἰς ἄλλον τόπον τὸ δικαστήριον συνεστήσατο, ὅθεν οὐκ ἦν τὸ Καπιτώλιον ἄποπτον. καὶ καταψηφισθεὶς | |
30 | ὁ Καπιτωλῖνος ἐκεῖ ἀπήχθη τε εἰς τὸ Καπιτώλιον | 159 in vol. 2 |
2.160 | καὶ κατὰ τῆς πέτρας ὠσθεὶς ἀπώλετο, καθ’ ἧς ἐκεῖνος τὸν Κελτὸν κατεκρήμνισεν. Εἶτα πολλῶν πολέμων κατά τε τῆς Ῥώμης αὐτῆς καὶ τῶν ὑποκειμένων αὐτῇ πόλεων κινηθέντων, | |
5 | ἐπεξελθόντες τοῖς ἐναντίοις οἱ Ῥωμαῖοι διά τε τοῦ Καμίλλου καὶ δι’ ἑτέρων, ἤδη ἐκείνου ὑπεργηράσαν‐ τος, τούς τε πολέμους κατέπαυσαν καὶ εἰρήνην βα‐ θεῖαν ἔσχον πρὸς τοὺς ἐκτός, πρὸς ἀλλήλους δὲ ἐστα‐ σίαζον. Μάρκος γάρ τις Φάβιος εὐπατρίδης, θυγα‐ | |
10 | τέρων δύο τυγχάνων πατήρ, τὴν μὲν πρεσβυτέραν Λικινίῳ τινὶ Στόλωνι κατηγγύησε πολὺ αὐτοῦ κα‐ ταδεεστέρῳ, τὴν δὲ νεωτέραν Σουλπικίῳ Ῥούφῳ, ἀνδρὶ ὁμοτίμῳ, συνῴκισε. χιλιαρχοῦντος οὖν τοῦ Ῥούφου καὶ ὄντος ἐν ἀγορᾷ, πρὸς τὴν γυναῖκα αὐ‐ | |
15 | τοῦ ἡ ἀδελφὴ αὐτῆς παραγέγονεν. ἀφικομένου δ’ ἐκείνου τὴν θύραν ὁ ῥαβδοῦχος κατά τι ἔθος ἀρχαῖον ἔκρουσε. διεπτοήθη δὲ πρὸς τὸν πάταγον ἡ γυνὴ οὔπω τούτου πεπειραμένη· καὶ γέλως ἐπὶ τούτῳ καὶ παρὰ τῆς ἀδελφῆς καὶ τῶν παρόντων ἐγένετο, καὶ | |
20 | ὡς ἰδιῶτις ἐσκώφθη. τῇ δ’ ἐν δεινῷ τὸ πρᾶγμα πε‐ ποίητο, καὶ τὸν ἄνδρα ἐς ἀρχὴν παραγγεῖλαι ἠρέθι‐ ζεν. ὁ γοῦν Στόλων ὑπὸ τῆς γυναικὸς παρακινηθεὶς Λουκίῳ τινὶ Σεξτίῳ, ἀνδρὶ τῶν ὁμοίων, τὰ τοῦ πρά‐ γματος κοινωσάμενος, ἄμφω δημαρχῆσαι κατεβιά‐ | |
25 | σαντο, καὶ τὸν κόσμον τῆς πολιτείας συνέχεον, ὡς καὶ ἐπὶ τέσσαρσιν ἔτεσιν ἀναρχίαν γενέσθαι τῷ δήμῳ· τὰς γὰρ τῶν εὐπατριδῶν ἀρχαιρεσίας ἐνεπόδιζον. καὶ ἐπὶ πλέον ἂν ἔτι τοῦτο ἐγένετο, εἰ μή τις ἀγγελία κεκόμιστο ἐπὶ τὴν Ῥώμην αὖθις ἐλαύνειν Κελτούς. | |
30 | ἅπαν οὖν πρὸς ἀλλήλους ἀφέντες διάφορον, δικτά‐ | 160 in vol. 2 |
2.161 | τωρα τὸ πέμπτον τὸν Κάμιλλον εἵλοντο καὶ πρὸς τοὺς βαρβάρους ἐστράτευσαν. οὐ μάχη μέντοι κοινή, μο‐ νομαχία δὲ γέγονε πρότερον. Τίτος γάρ τις Μάλλιος, ἀνὴρ εὐπατρίδης. προσκεκρουκὼς τῷ πατρὶ παρημε‐ | |
5 | λεῖτο καὶ διέτριβεν ἐν ἀγρῷ· εἶτα τῷ πατρὶ διηλλάγη, καὶ χιλίαρχος στρατοπέδου γενόμενος τῷ τε προκα‐ λουμένῳ Κελτῷ πρὸς μονομαχίαν ἀντέστη καὶ νική‐ σας αὐτὸν τὸν στρεπτὸν αὐτοῦ χρυσοῦν ὄντα ἐσκύ‐ λευσε, καὶ Τουρκουάτος φορῶν αὐτὸν ἐπεκέκλητο. | |
10 | συμμιξάντων δὲ καὶ τῶν στρατευμάτων ἥττηντο οἱ Κελτοί, καὶ τῆς μὲν ἐπὶ τὴν Ῥώμην ὁρμῆς ἀπέσχοντο, τὴν δ’ Ἀλβανίδα ἐλεηλάτουν, ἐάσαντες οὖν αὐτοὺς οἱ Ῥωμαῖοι διαρπάσαι τὴν χώραν, ὡς κατακορεῖς γενόμενοι βρωμάτων καὶ μέθης εὐεπιχειρητότε‐ | |
15 | ροι εἶεν, ἐπέθεντο σφίσι, καὶ αὐτῶν τε πολλοὺς διέφθειραν καὶ τὸ σφῶν εἷλον στρατόπεδον. ὁ δὲ Κάμιλλος εἰς τὴν Ῥώμην ἐπανελθὼν ἀπέθετο τὴν ἀρχήν. Ἔκτοτε οὖν οἱ μὲν χιλίαρχοι, οἳ ἀντὶ τῶν ὑπάτων | |
20 | ἐγίνοντο, ἐσχολάκασιν, ὕπατοι δὲ ἀπεδείκνυντο ἐνίοτε μὲν εὐπατρίδαι, ἐκ δὲ τοῦ πλήθους ἐνίοτε, ποτὲ δὲ καὶ ἐξ ἀμφοτέρων ὁμοῦ. νόσου δ’ ἐνσκηψάσης τῇ Ῥώμῃ καὶ ὁ Κάμιλλος τέθνηκε, καὶ οἱ Ῥωμαῖοι πλεῖ‐ στα θανόντος τοῦ ἀνδρὸς ἠνιάθησαν. | |
25 | Μετὰ δὲ ταῦτα καί τι συμβεβηκέναι πάθος περὶ τὴν Ῥώμην ἱστόρηται. διαστῆναι γὰρ λέγεται τὸ πε‐ δίον τὸ μεταξὺ τοῦ Παλατίου καὶ τοῦ Καπιτωλίου | |
ἐξάπινα, μήτε σεισμοῦ προηγησαμένου μήτ’ ἄλλου τι‐ | 161 in vol. 2 | |
2.162 | νός, οἷα συμβαίνειν εἴωθε φυσικῶς ἐπὶ τοῖς τοιούτοις παθήμασι. καὶ ἦν τὸ χάσμα διαμένον ἐπὶ μακρόν, οὔτε συνερχόμενον οἵως δή ποτε οὔτε μέντοι πληρού‐ μενον, καὶ ταῦτα χοῦν τε τῶν Ῥωμαίων ἐς αὐτὸ συμ‐ | |
5 | φορούντων πολὺν καὶ λίθους καὶ ἄλλην ὕλην παντο‐ δαπήν. ἀποροῦσιν οὖν τοῖς Ῥωμαίοις χρησμὸς ἐδόθη μὴ ἄλλως τὸ διεστὸς συνελθεῖν, εἰ μὴ τὸ κρεῖττον αὐτῶν καὶ δι’ οὗ μάλιστα πλεῖστον ἰσχύουσιν εἰς τὸ χάσμα ἐμβάλλουσιν· οὕτω γὰρ ἐκεῖνό τε παύσεται | |
10 | καὶ τῇ πόλει ἔσται δύναμις ἀκατάλυτος. ἔμενεν οὖν καὶ πάλιν τὸ ἄπορον ἀπορούμενον, ἀσαφοῦς τυγχά‐ νοντος τοῦ χρησμοῦ. Μάρκος δὲ Κούρτιος, ἀνὴρ εὐ‐ πατρίδης, νέος τὴν ἡλικίαν, ὡραιότατος τὴν μορφήν, ῥωμαλεώτατος τὴν ἰσχύν, ἀνδρειότατος τὴν ψυχήν, | |
15 | φρονήσει διαπρεπής, τὸν νοῦν συνεὶς τοῦ χρησμοῦ παρελθὼν εἰς μέσον ἐδημηγόρησε λέγων “τί τῶν λο‐ γίων ἀσάφειαν, ὦ Ῥωμαῖοι, ἢ ἀμαθίαν ἡμῶν αὐτῶν καταψηφιζόμεθα; ἡμεῖς ἐσμεν τοῦτο δὴ τὸ ζητούμε‐ νόν τε καὶ ἀπορούμενον. οὐ γάρ τι ἄψυχον ἐμψύχου | |
20 | λογισθήσεται βέλτιον, οὐδὲ τοῦ ἔννου καὶ ἔμφρονος καὶ λόγῳ κεκοσμημένου τὸ ἄνουν ἄλογόν τε καὶ ἄφρον προτιμηθήσεται. τί γὰρ ἄν τις ἀνθρώπου προ‐ κρίνειεν, ἵνα τοῦτο ἐς τὴν τῆς γῆς βαλόντες διάστα‐ σιν αὐτὴν συναγάγοιμεν; οὐκ ἔστιν οὐδὲν ζῷον | |
25 | θνητὸν οὐδ’ ἄμεινον οὐδ’ ἰσχυρότερον ἀνθρώπου. εἰ γάρ τι δεῖ καὶ θρασυνόμενον εἰπεῖν, οὔτ’ ἄνθρω‐ πος οὐδὲν ἄλλο ἐστὶν ἢ θεὸς σῶμα θνητὸν ἔχων οὔτε θεὸς ἄλλο τι ἢ ἄνθρωπος ἀσώματος κἀντεῦθεν ἀθά‐ νατος, καὶ οὐ πόρρω τῆς θείας δυνάμεως ἀπηρτήμεθα. | |
30 | ταῦτα ἐγὼ μὲν οὕτω φρονῶ, ἀξιῶ δὲ καὶ ὑμᾶς τῇ | 162 in vol. 2 |
2.163 | γνώμῃ προσθέσθαι ταύτῃ. καὶ μή τις οἰήσαιτο ὅτι κλῆρον ποιήσομαι ἢ κόρην κελεύσω θανεῖν ἢ μειρά‐ κιον· αὐτὸς γὰρ ἐγὼ ἑκὼν ἐμαυτὸν ὑμῖν ἐπιδίδωμι, ἵνα σήμερον αὐτίκα κήρυκα πέμψητέ με καὶ πρεσβευ‐ | |
5 | τὴν τοῖς χθονίοις θεοῖς, ἐσόμενον ὑμῖν ἀεὶ προστά‐ την καὶ σύμμαχον.” ταῦτα εἰπὼν ὁ Κούρτιος τὰ ὅπλα ἐνεδιδύσκετο, εἶτα καὶ τοῦ ἵππου ἐπέβη. οἱ δ’ ἄλλοι περιαλγεῖς ἐγίνοντο καὶ περιχαρεῖς, καὶ κοσ‐ μήματά τινα συμφορήσαντες οἱ μὲν αὐτὸν ἐκεῖνον | |
10 | αὐτοῖς ἐκόσμουν ὡς ἥρωα, οἱ δέ τινα καὶ ἐς τὸ χάσμα ἐνέβαλλον. ἄρτι δ’ ἐς αὐτὸ ἐνήλατο ὁ Κούρτιος ἔφιπ‐ πος καὶ ἡ τῆς γῆς συνήχθη διάστασις, καὶ οὐδεὶς οὐκέτι οὔτε τὸ χάσμα οὔτε τὸν Κούρτιον ἐθεά‐ σατο. ταῦθ’ οὕτω Ῥωμαίοις ἱστόρηται· εἰ δέ τῳ μυ‐ | |
15 | θώδη κριθείη καὶ μὴ πιστά, ἔξεστίν οἱ μὴ προσέχειν αὐτοῖς. Τοῖς Ῥωμαίοις δὲ πόλεμοι αὖθις καὶ παρὰ Γαλα‐ τῶν καὶ ὑφ’ ἑτέρων ἐθνῶν ἐπηνέχθησαν, ἀλλ’ ἀπε‐ κρούσαντο πάντας, πῇ μὲν ὑπάτους, πῇ δὲ δικτά‐ | |
20 | τωρας ψηφιζόμενοι. ὅτε καί τι τοιοῦτον συμβέβηκε. δικτάτωρ ἐλέχθη Λούκιος Κάμιλλος, Γαλατῶν κατα‐ τρεχόντων τὰ ὑπὸ Ῥώμην. ὃς ἐπὶ τοὺς βαρβάρους ὁρμήσας γνώμην εἶχε τρίβειν τὸν καιρὸν καὶ μὴ δια‐ κινδυνεύειν πρὸς ἀνθρώπους ἀπονοίᾳ χρωμένους· | |
25 | ῥᾷον γὰρ αὐτοὺς καὶ ἀσφαλέστερον ἀπορίᾳ τροφῶν ἐκτρυχώσειν ἤλπισε. Γαλάτης δέ τις εἰς μονομαχίαν τινὰ τῶν Ῥωμαίων προεκαλεῖτο. καὶ ἀντέστη αὐτῷ Οὐαλέριος Μάρκος χιλιαρχῶν, ὁ τοῦ Μαξίμου ἐκείνου ἔγγονος. καὶ λαμπρὰ μὲν ἡ μάχη προέβη ἀμφοῖν· ὁ | |
30 | μὲν γὰρ τῇ σοφίᾳ καὶ τῇ περιτεχνήσει προέφερεν, ὁ δὲ | 163 in vol. 2 |
2.164 | Γαλάτης τῇ ἰσχύϊ καὶ τῇ τόλμῃ· ἐπὶ πλέον δ’ ἐθαυμα‐ στώθη ὅτι τῷ τοῦ Οὐαλερίου κράνει κόραξ ἐφιπτάμενος καὶ κρώζων εἰς τὸν βάρβαρον ἐνεχρίμπτετο, καὶ τήν τε ὄψιν αὐτοῦ ἐπετάρασσε καὶ τὴν ὁρμὴν ἐνεπόδιζε, μέ‐ | |
5 | χρις οὗ κατειργάσθη. διὸ ἀγανακτήσαντες οἱ Γαλά‐ ται ὡς ὑπὸ ὄρνιθος ἠλαττωμένοι, θυμῷ αὐτίκα συνέ‐ μιξαν τοῖς Ῥωμαίοις, καὶ κακῶς ἀπηλλάγησαν. ὁ δ’ Οὐαλέριος ὑπὸ τῆς τοῦ κόρακος συμμαχίας Κορουῗνος ἐπωνομάσθη. | |
10 | Εἰσέπειτα δὲ τῶν στρατευμάτων στασιασάντων καὶ ἐμφυλίου πολέμου γενέσθαι μέλλοντος, κατηλλά‐ γησαν οἱ στασιάσαντες, νόμων τεθέντων μήτ’ ἄκοντά τινα τοῦ καταλόγου ἀπαλείφεσθαι μήτε τὸν χιλιαρ‐ χήσαντα ἑκατονταρχεῖν, καὶ τοὺς ὑπάτους καὶ ἄμφω | |
15 | ἐξὸν εἶναι καὶ ἐκ τοῦ πλήθους καθίστασθαι καὶ τὸν αὐτὸν μήτε δύο ἅμα ἀρχὰς μήτε τὴν αὐτὴν δὶς ἐντὸς δέκα ἄρχειν ἐτῶν. Λατῖνοι δὲ καίπερ ἔνσπονδοι τοῖς Ῥωμαίοις ὄντες ἀπέστησαν καὶ πόλεμον ἤραντο, ἐν φρονήματι γεγο‐ | |
20 | νότες ὅτι τε νεότητι ἤκμαζον καὶ τὰ πολεμικὰ ἐκ τῆς ἀεὶ σὺν αὐτοῖς στρατείας ἀκριβῶς ἤσκηντο. οἱ δὲ τοῦτο γνόντες ἐξῆλθον, ὕπατον τόν τε Τουρκουάτον τὸ τρίτον ἑλόμενοι καὶ τὸν Δέκιον, καὶ ἐμαχέσαντο αὐτοῖς κραταιὰν μάχην, κρίσιν τὴν ἡμέραν ἐκείνην | |
25 | ἑκάτεροι νομίζοντες ἀκριβῆ τῆς σφετέρας τύχης τε καὶ τῆς ἀρετῆς. ἔδοξε δὲ περιφανεστέρα ἡ μάχη καὶ διά τι συμβεβηκός. τοὺς γὰρ Λατίνους οἱ ὕπατοι καὶ ὁμοσκεύους καὶ ὁμοφώνους τοῖς Ῥωμαίοις ὁρῶντες | |
ἐφοβήθησαν μὴ τῶν στρατιωτῶν τινες σφαλῶσι, τό | 164 in vol. 2 | |
2.165 | τε οἰκεῖον καὶ τὸ πολέμιον μὴ ῥᾷστα διαγινώσκοντες. καὶ διὰ τοῦτο προεῖπον σφίσι τά τε ἄλλα παρατηρεῖν ἀκριβῶς, καὶ καθ’ ἑαυτὸν μηδένα μηδενὶ τῶν ἐναντίων συμβαλεῖν. τοῦτο δὴ τὸ παράγγελμα οἱ μὲν ἐτήρη‐ | |
5 | σαν, ὁ δὲ Τουρκουάτου παῖς, στρατευόμενος ἐν τοῖς ἱππεῦσι, καὶ πεμφθεὶς πρὸς κατασκοπὴν τῶν ἐναν‐ τίων, παρεῖδεν οὐκ αὐθαδείᾳ, ἀλλὰ μέντοι φιλοτιμίᾳ. ἐπεὶ γὰρ ὁ ἵππαρχος τῶν Λατίνων ἰδὼν αὐτὸν προσ‐ ιόντα πρὸς μονομαχίαν προεκαλέσατο, καὶ μὴ δεξά‐ | |
10 | μενον ταύτην διὰ τὴν πρόρρησιν, παρώξυνεν εἰπών “οὐ σὺ μέντοι Τουρκουάτου υἱὸς εἶ; οὐ σεμνύνει τῷ στρεπτῷ τοῦ πατρός; ἢ πρὸς μὲν Γαλάτας ἀνθρώ‐ πους φθόρους ἔρρωσθε καὶ ἀνδρίζεσθε, τοὺς δὲ δὴ Λατίνους ἡμᾶς φοβεῖσθε; τί οὖν ἄρχειν ἡμῶν ἀξιοῦτε; | |
15 | τί δ’ ὡς χείροσιν ὑμῶν ἐπιτάσσετε;” ἔκφρων ἐγένετο ὑπὸ τοῦ θυμοῦ, καὶ τῆς παραγγέλσεως ἑκὼν ἐπελά‐ θετο, καὶ μονομαχήσας ἐνίκησε, καὶ τὰ σκῦλα μέγα φρονῶν ἐκόμισε τῷ πατρί. καὶ ὃς ἀθροίσας τὸ στρά‐ τευμα “γενναίως μέν” ἔφη “ὦ παῖ, ἐμαχέσω, καὶ διὰ | |
20 | τοῦτό σε στεφανώσω· ὅτι δὲ τὸ προσταχθὲν οὐ πα‐ ρετήρησας, καίτοι καὶ ὡς υἱὸς πειθαρχεῖν καὶ ὡς στρατιώτης ἀναγκαζόμενος, διὰ τοῦτό σε δικαιώσω, ἵνα καὶ τὸ τῆς ἀριστείας ἆθλον καὶ τὸ τῆς ἀνηκου‐ στίας τίμημα λήψῃ.” ταῦτ’ εἰπὼν ἅμα τόν τε στέφα‐ | |
25 | νον τῇ κεφαλῇ αὐτοῦ ἐπέθετο καὶ αὐτὴν ἐκείνην ἀπέ‐ τεμεν. Εἶτα ὄναρ ἀμφοῖν τοῖς ὑπάτοις ἐν τῇ αὐτῇ νυκτὶ ὁμοίως φανὲν ἔδοξε λέγειν τῶν ἐναντίων κρατήσειν, ἂν ὁ ἕτερος τῶν ὑπάτων ἑαυτὸν ἐπιδῷ. μεθ’ ἡμέραν | |
30 | οὖν ἀλλήλοις διηγησάμενοι τὸ ὄναρ συνέθεντο θεῖον εἶναι, καὶ πεισθῆναι δεῖν αὐτῷ ὡμολόγησαν. καὶ | |
ἠμφισβήτησαν δὲ πρὸς ἀλλήλους, οὐχ ὃς ἂν σωθείη, | 165 in vol. 2 | |
2.166 | ἀλλ’ ὃς ἂν μᾶλλον ἑαυτὸν ἐπιδῷ· καὶ παρὰ τοῖς πρώ‐ τοις τοῦ στρατοπέδου ἐδικαιολογήσαντο. καὶ τέλος ἤρεσε σφίσι τὸν μὲν ἐπὶ τοῦ δεξιοῦ κέρως, τὸν δὲ ἐπὶ τοῦ λαιοῦ παρατάξασθαι, καὶ ὁπότερον ἂν ἐκεί‐ | |
5 | νων ἐλαττωθῇ, τὸν ἐπ’ αὐτῷ τεταγμένον ἀποθανεῖν. τοσαύτη δ’ ἦν φιλοτιμία αὐτοῖς περὶ τὴν ἐπίδοσιν ὡς εὔχεσθαι ἕκαστον τῶν ὑπάτων ἡττηθῆναι, ἵνα τύχῃ τῆς ἐπιδόσεως καὶ τῆς εὐκλείας τῆς ἐξ αὐτῆς. συμβαλόντες δὲ τοῖς Λατίνοις μέχρι μὲν πολλοῦ ἰσο‐ | |
10 | παλῶς ἠγωνίσαντο, εἶτα τὸ κατὰ τὸν Δέκιον κέρας μικρόν τι τοῖς Λατίνοις ἐνέκλινεν. ὃ γνοὺς ὁ Δέκιος ἑαυτὸν ἐπιδέδωκε· καὶ τὰ ὅπλα ἐκδὺς τὴν ἐσθῆτα ἐνέδυ τὴν περιπόρφυρον. καὶ οἱ μὲν οὕτω φασὶν ἐφ’ ἵππον ἀναπηδῆσαι αὐτὸν καὶ εἰσελάσαι πρὸς τοὺς | |
15 | πολεμίους καὶ ὑπ’ ἐκείνων ἀποθανεῖν, οἱ δὲ ὑπὸ συ‐ στρᾳτιώτου πολιτικοῦ σφαγῆναι. τέως δὲ τελευτή‐ σαντος τοῦ Δεκίου τοῖς Ῥωμαίοις ἡ νίκη καθαρῶς συνηνέχθη, καὶ οἱ Λατῖνοι πάντες ἐτράπησαν, οὐ πάντως δὲ διὰ τὸν θάνατον τοῦ Δεκίου· πῶς γὰρ | |
20 | ἄν τις πιστεύσειεν ἐξ ἑνὸς ἀνδρὸς τοιᾶσδε τελευτῆς τοσοῦτον πλῆθος ἀνθρώπων τὸ μὲν φθαρῆναι, τὸ δὲ σωθῆναι καὶ νικῆσαι περιφανῶς; οἱ μὲν οὖν Λατῖνοι οὕτως ἥττηντο, ὁ δέ γε Τουρκουάτος καὶ τὸν υἱὸν ἀποκτείνας καὶ τοῦ συνάρχοντος τεθνηκότος ἑώρτασεν | |
25 | ὅμως τὰ ἐπινίκια. Εἶτ’ αὖθις αὐτούς τε τοὺς Λατίνους ἐπαναστάν‐ τας κατεπολέμησαν, καὶ ἕτερα ἔθνη μάχαις ὑπέταξαν, ποτὲ μὲν ὑπάτοις κεχρημένοι, ποτὲ δὲ δικτάτωρσιν. ὧν εἷς ἦν καὶ Λούκιος Παπείριος ὁ καὶ Κούρσωρ ὀνο‐ | |
30 | μαζόμενος διά τε τὴν ἕξιν, ἦν γὰρ δρομικώτατος, καὶ διὰ τὴν ἄσκησιν τοῦ δρόμου. μετὰ δὲ ταῦτα δικτάτωρ | |
ὁ Παπείριος ἐπὶ τοὺς Σαυνίτας ἐξεπέμφθη μετὰ Φαβίου | 166 in vol. 2 | |
2.167 | Ῥούλλου ἱππάρχου, καὶ ἡττήσας αὐτοὺς ἠνάγκασεν ἐπὶ συνθήκαις συμβῆναι αἷς ἐκεῖνος ἐβούλετο. ἀποθεμένου δὲ τὴν ἡγεμονίαν αὐτοῦ ἐπανέστησαν αὖθις. ὑπὸ δὲ Κορνηλίου Αὔλου δικτάτωρος καὶ πάλιν πολεμηθέν‐ | |
5 | τες καὶ ἡττηθέντες διεκηρυκεύσαντο πρὸς τοὺς ἐν τῇ Ῥώμῃ, τοὺς αἰχμαλώτους τε ὅσους εἶχον πέμψαντες αὐτοῖς, καὶ τὴν αἰτίαν τοῦ πολέμου Ῥουτούλῳ, ἀνδρὶ δυνατῷ παρ’ αὐτοῖς, ἐπιγράφοντες· οὗ τὰ ὀστᾶ, ἐπεὶ φθάσας ἐκεῖνος διεχειρίσατο ἑαυτόν, διέρριψαν. οὐ | |
10 | μέντοι καὶ ἔτυχον τῆς εἰρήνης ὡς ἄπιστοι, ἀλλ’ ἄσπονδον σφίσιν ἐψηφίσαντο πόλεμον, καίτοι τοὺς αἰχμαλώτους λαβόντες. ὑπεραυχήσαντες οὖν οἱ Ῥω‐ μαῖοι καὶ αὐτοβοεὶ πάντας αὐτοὺς αἱρήσειν ἐλπίσαν‐ τες, δεινῷ παθήματι περιέπεσον. ὑπερδείσαντες γὰρ | |
15 | οἱ Σαυνῖται καὶ ἐν συμφορᾷ ποιούμενοι τὸ μὴ σπεί‐ σασθαι, καὶ ὡς ἀπεγνωσμένοι μαχόμενοι, καὶ λοχή‐ σαντες ἔν τινι χώρᾳ κοιλοτέρᾳ καὶ στενῇ, τό τε στρατόπεδον εἷλον καὶ τοὺς Ῥωμαίους ἐζώγρησαν πανσυδὶ καὶ πάντας ὑπήγαγον ὑπὸ τὸν ζυγόν, τί δ’ | |
20 | ἦν τὸ τοῦ ζυγοῦ ἤδη μοι ἄνωθί που ἱστόρηται, οὐ‐ δένα μέντοι ἀπέκτειναν, ἀλλὰ τά τε ὅπλα καὶ τοὺς ἵππους καὶ τὰ ἄλλα ὅσα εἶχον πλὴν ἑνὸς ἱματίου ἀφείλοντο, καὶ γυμνοὺς σφᾶς ἀφῆκαν ἐπὶ συνθήκαις τοῦ τὴν χώραν αὐτῶν ἐκλιπεῖν καὶ συμμάχους σφί‐ | |
25 | σιν ἀπὸ τῆς ἴσης εἶναι. ἵνα δὲ τὰ τῆς ὁμολογίας καὶ παρὰ τῆς γερουσίας βεβαιωθῶσι, τῶν ἱππέων ἑξακο‐ σίους εἰς ὁμηρείαν κατέσχον. Οἱ δ’ ὕπατοι Σπούριός τε Ποστούμιος καὶ Τιβέ‐ ριος Καλουῗνος μετὰ τῆς στρατιᾶς εὐθὺς ἀνεχώρησαν, | |
30 | καὶ νυκτὸς αὐτοί τε καὶ τῶν ἄλλων οἱ ἀξιολογώτατοι | 167 in vol. 2 |
2.168 | εἰς τὴν Ῥώμην εἰσήλθοσαν, οἱ δὲ λοιποὶ στρατιῶται κατὰ τοὺς ἀγροὺς ἐσκεδάσθησαν. οἱ δ’ ἐν τῇ πόλει τὰ πεπραγμένα μαθόντες οὔτε ἡσθῆναι τῇ τῶν στρατιωτῶν σωτηρίᾳ οὔτ’ ἀχθεσθῆναι ἠδύναντο. πρὸς μὲν γὰρ | |
5 | τὸ δεινὸν ὑπερήλγουν, καὶ ὅτι παρὰ τῶν Σαυνιτῶν τοιαῦτα πεπόνθασι, μεῖζον σφίσι τὸ ἄλγος ἐγίνετο· λογιζόμενοι δὲ ὡς εἰ πάντας ἀπολέσθαι συνέβη, καὶ περὶ πάντα ἂν ἐκινδύνευσαν, ἐπὶ τῇ σφῶν ἥδοντο σωτηρίᾳ. ἐπικρύπτοντες δὲ τέως τὸ ἥδεσθαι, πένθος | |
10 | ἐπεποιήκεσαν, καὶ οὐδὲν ἐν τῷ καθεστηκότι τρόπῳ ἔπραξαν, οὔτ’ αὐτίκα οὔθ’ ὕστερον, ἕως ἀντεπεκρά‐ τησαν· τοὺς δ’ ὑπάτους μὲν παραχρῆμα ἔπαυσαν, ἑτέρους δ’ ἀνθελόμενοι βουλὴν ἐποιήσαντο. καὶ ἐδό‐ κει μὲν σφίσι μὴ δέξασθαι τὴν σύμβασιν, ἐπεὶ δὲ | |
15 | ἀδύνατον ἦν τοῦτο δρᾶσαι μὴ οὐχὶ πρὸς τοὺς πρά‐ ξαντας αὐτὴν τρέψαντας τὴν αἰτίαν, ὤκνουν μὲν τῶν ὑπάτων καταψηφίσασθαι καὶ τῶν ἄλλων, οἳ μετ’ αὐτῶν ὡς ἀρχάς τινας ἄρχοντες τὰς σπονδὰς ἐποιή‐ σαντο, ὤκνουν δὲ καὶ ἀφεῖναι, ἵνα μὴ ἐφ’ ἑαυτοὺς | |
20 | τὸ παρασπόνδημα περιστήσωσιν. αὐτοῖς οὖν ἐκείνοις τοῖς ὑπάτοις ἐπεκοινώσαντο, καὶ πρώτῳ γε τῷ Πο‐ στουμίῳ τὴν ψῆφον ἐπήγαγον, ὅπως αὐτὸς καθ’ ἑαυ‐ τοῦ γνώμην ἀποφήνηται, αἰσχύνῃ τοῦ μὴ πάντας ἀδοξίας ἀναπλῆσαι. ὁ δὲ παρελθὼν εἰς τὸ μέσον | |
25 | ἔφη μὴ δεῖν κυρωθῆναι τὰ ὑπ’ αὐτῶν πεπραγμένα παρὰ τῆς γερουσίας καὶ τοῦ δήμου· μηδὲ γὰρ αὐτοὺς ἑκουσίως πρᾶξαι αὐτά, ἀλλ’ ἀνάγκῃ συνεχομένους, ἣν αὐτοῖς ἐπήγαγον οἱ πολέμιοι οὐκ ἐξ ἀρετῆς, ἀλλ’ ἐκ δόλου καὶ ἐξ ἐνέδρας. οἱ γοῦν ἀπατήσαντες, εἰ ἀντη‐ | |
30 | πατήθησαν, οὐκ ἂν δύναιντο δικαίως ἐπεγκαλεῖν τοῖς ἀνταπατήσασι. ταῦτα τοίνυν εἰπόντος καὶ τοιαῦτα | |
πολλά, ἐν ἀμηχανίᾳ ἡ γερουσία ἐγένετο· τοῦ δὲ Πο‐ | 168 in vol. 2 | |
2.169 | στουμίου καὶ τοῦ Καλουίνου εἰς ἑαυτοὺς τὴν αἰτίαν ἀναδεχομένων, ἐψηφίσθη μήτε κυρωθῆναι τὰ ὡμολο‐ γημένα ἐκείνους τε ἐκδοθῆναι. Ἀπήχθησαν οὖν καὶ ἄμφω οἱ ὕπατοι καὶ οἱ λοι‐ | |
5 | ποὶ ἄρχοντες οἱ ἐπὶ τοῖς ὅρκοις παρουσιάσαντες εἰς τὸ Σαύνιον. οὐ μέντοι αὐτοὺς οἱ Σαυνῖται ἐδέξαντο, ἀλλὰ τοὺς ἁλόντας ἀπῄτουν ἅπαντας, καὶ τοὺς θεοὺς ἐπεβοῶντο καὶ ἐπεθείαζον, καὶ τέλος τοὺς ἐκδοθέντας ἀντέπεμψαν. οἱ δὲ Ῥωμαῖοι ἐκείνους μὲν ἀσμένως | |
10 | ἀπέλαβον, τοῖς δὲ Σαυνίταις ὀργῇ τὴν μάχην ἐπήγα‐ γον. καὶ κρατήσαντες τὰ ὅμοια σφίσιν ἐποίησαν, καὶ ὑπὸ τὸν ζυγὸν αὐτοὺς ἀνθυπήγαγον, καὶ ἀφῆκαν, μηδὲν ἄλλο κακὸν δράσαντες. καὶ τοὺς σφετέρους ἱππεῖς, οὓς ὡς ὁμήρους κατεῖχον οἱ Σαυνῖται, ἀπα‐ | |
15 | θεῖς ἐκομίσαντο. Μετὰ δὲ χρόνους πλείονας αὖθις· τοῖς Σαυνίταις πολεμοῦντες οἱ Ῥωμαῖοι, Γαΐου Ἰουνίου ἡγουμένου αὐτῶν, συμφορᾷ περιέπεσον. πορθοῦντος γὰρ τοῦ Ἰουνίου τὴν χώραν αὐτῶν, εἰς τὰς ὕλας τὰς Ἀόρνους | |
20 | τὰ προσόντα οἱ Σαυνῖται ἀνεκομίσαντο, οὕτω καλου‐ μένας ἀπὸ τοῦ μηδ’ ὄρνις εἰσπέτεσθαι εἰς αὐτὰς τῇ τῶν δένδρων πυκνότητι. ἐκεῖ δὲ ὄντες, ποίμνιά τινα ποιμένων ἢ φρουρῶν ἄνευ προκαθιστάντες καὶ ψευ‐ δαυτομόλους ὑποπέμποντες, ὡς ἐφ’ ἑτοίμην λείαν | |
25 | αὐτοὺς ὑπηγάγοντο. εἴσω δὲ γενομένους τῆς ὕλης περιέσχον τε σφᾶς καὶ οὐ πρότερον ἐπαύσαντο κτεί‐ νοντες πρὶν τέλεον ἐκκαμεῖν. καὶ ἄλλοτε δὲ πολλά‐ κις τοῖς Ῥωμαίοις πολεμήσαντες οἱ Σαυνῖται καὶ ἡτ‐ τηθέντες οὐκ ἐφησύχασαν, ἀλλὰ καὶ συμμάχους ἄλ‐ | |
30 | λους τε προσλαβόμενοι καὶ Γαλάτας, ὡς καὶ πρὸς τὴν | 169 in vol. 2 |
2.170 | Ῥώμην αὐτὴν ἐλάσοντες ἡτοιμάζοντο. ὃ οἱ Ῥωμαῖοι μαθόντες ἐς δέος κατέστησαν, καὶ σημείων πολλῶν ἐς τοῦτο αὐτοὺς ἐναγόντων. ἐν γὰρ τῷ Καπιτωλίῳ ἐκ τοῦ βωμοῦ τοῦ Διὸς αἷμα τρισὶν ἡμέραις, μιᾷ | |
5 | δὲ μέλι καὶ ἐν ἑτέρᾳ γάλα θρυλεῖται ἀναδοθῆναι, εἴ τῳ ταῦτα πιστά· καὶ ἐν τῇ ἀγορᾷ Νίκης τι ἄγαλμα χάλκεον ἱδρυμένον ἐπὶ βάθρου λιθίνου αὐτομάτως εὑ‐ ρέθη κάτω ἑστὸς ἐπὶ γῆς· ἐτύγχανε δὲ ἐκεῖ ἀποβλέ‐ πον ὅθεν οἱ Γαλάται ἤδη ἐπῄεσαν. ταῦτ’ οὖν καὶ | |
10 | ἄλλως ἐξεφόβει τὸν δῆμον, πλέον δ’ ὑπὸ τῶν μάν‐ τεων κεκριμένα ἀπαίσια. Μάνιος δέ τις Τυρσηνὸς τὸ γένος ἐθάρσυνεν αὐτούς, εἰπὼν τήν τε Νίκην, εἰ καὶ κατέβη, ἀλλ’ εἰς τὸ πρόσθεν προχωρήσασαν καὶ βεβαιότερον ἐπὶ τῆς γῆς ἱδρυθεῖσαν τὸ κράτος σφίσι | |
15 | προδηλοῦν τοῦ πολέμου· κἀκ τούτου καὶ θυσίας πολλὰς γενήσεσθαι τοῖς θεοῖς· τοὺς γὰρ βωμούς, καὶ μάλιστα τοὺς ἐν τῷ Καπιτωλίῳ, ἐν ᾧ τὰ νικητήρια θύουσιν, ἐν ταῖς εὐπραγίαις αὐτῶν, ἀλλ’ οὐκ ἐν ταῖς συμφοραῖς κατ’ ἔθος αἱμάττεσθαι. ἐκ μὲν οὖν τού‐ | |
20 | των ἀγαθόν τι σφᾶς ἔπειθε προσδοκᾶν, ἐκ δὲ τοῦ μέλιτος νόσον, ὅτι αὐτοῦ οἱ κάμνοντες δέονται, ἐκ δὲ τοῦ γάλακτος λιμόν· ἐς γὰρ τοσαύτην σιτοδείαν ἀφίξεσθαι ὥστε καὶ τὴν αὐτόφυτον τήν τε αὐτόνομον ζητῆσαι τροφήν. | |
25 | Ὁ μὲν οὖν Μάνιος οὕτω τὰ τῶν σημείων ἡρμή‐ νευσε, καὶ ἐπὶ τῶν πραγμάτων δ’ ἐσύστερον τῆς αὐ‐ τοῦ μαντείας ἐκβάσης, σοφίας ἐκομίσατο δόξαν καὶ προγνώσεως· ὁ δὲ Οὐολούμνιος τοῖς Σαυνίταις πολε‐ μεῖν ἐκελεύσθη, τοῖς δὲ Γαλάταις καὶ τοῖς ἄλλοις | |
30 | τοῖς μετ’ αὐτῶν ἀντικαταστῆναι ὕπατοι αἱρεθέντες ἐπέμφθησαν ὅ τε Ῥοῦλλος ὁ Φάβιος ὁ Μάξιμος καὶ | |
ὁ Δέκιος ὁ Πούπλιος. οἳ πρὸς τὴν Τυρσηνίδα | 170 in vol. 2 | |
2.171 | σπουδῇ ἀφικόμενοι, καὶ τὸ τοῦ Ἀππίου στρατόπεδον ἰδόντες διπλῷ σταυρώματι κατωχυρωμένον, τοὺς σταυροὺς ἀνέσπασάν τε καὶ διεφόρησαν, ἐν τοῖς ὅπλοις ποιεῖσθαι τὴν ἐλπίδα τῆς σωτηρίας τοὺς στρα‐ | |
5 | τιώτας διδάσκοντες. προσέβαλον οὖν τοῖς πολεμίοις· κἀν τούτῳ λύκος ἔλαφον διώκων εἰς τὸ μεταίχμιον εἰσπεσὼν αὐτὸς μὲν πρὸς τοὺς Ῥωμαίους ὁρμήσας διεξῆλθε καὶ αὐτοὺς ἐπεθάρσυνε, προσήκειν αὐτὸν νομίζοντας ἑαυτοῖς ὡς λυκαίνης θρεψαμένης τὸν Ῥω‐ | |
10 | μύλον, καθάπερ ἱστόρηται· ἡ δ’ ἔλαφος πρὸς τοὺς ἑτέρους χωρήσασα κατεκόπη, καὶ τόν τε φόβον αὐτοῖς καὶ τὴν συντυχίαν τοῦ πάθους κατέλιπε. συμπεσόν‐ των οὖν τῶν στρατευμάτων ὁ μὲν Μάξιμος ῥᾷον τοὺς κατ’ αὐτὸν ἐνίκησεν, ἥττητο δέ γε ὁ Δέκιος. | |
15 | ἐνθυμηθεὶς δὲ τὴν ἐπίδοσιν τοῦ πατρός, ἣν διὰ τὸ ἐνύπνιον ἐποιήσατο, ἑαυτὸν ὁμοίως ἐπέδωκε, μή τινι περὶ τῆς πράξεως κοινωσάμενος. ἄρτι δὲ ἔσφακτο καὶ οἱ συντεταγμένοι αὐτῷ τὸ μὲν ἐκείνου αἰδοῖ ὡς δι’ αὐτοὺς θανόντος ἐθελοντοῦ, τὸ δὲ καὶ ἐλπίδι τοῦ | |
20 | πάντως ἐκ τούτου κρατήσειν, τῆς τε φυγῆς ἐπέσχον καὶ τοῖς διώκουσι σφᾶς γενναίως ἀντικατέστησαν. κἀν τούτῳ καὶ ὁ Μάξιμος κατὰ νώτου τε αὐτοῖς προσ‐ έπεσε καὶ παμπόλλους ἐφόνευσεν· οἱ δὲ περιλει‐ φθέντες ἀποδιδράσκοντες διεφθάρησαν. Μάξιμος δὲ | |
25 | Φάβιος τὸν μὲν τοῦ Δεκίου νεκρὸν κατέκαυσε σὺν τοῖς σκύλοις, τοῖς δὲ εἰρήνης δεηθεῖσι σπονδὰς ἐποιήσατο. Τῷ δ’ ἑξῆς ἔτει αὖθις τοῖς Σαυνίταις ἐπολέμη‐ σεν Ἀτίλιος Ῥήγουλος. καὶ μέχρι μέν τινος ἰσορρό‐ | |
30 | πως ἐμάχοντο· εἶτα κρατησάντων τῶν Σαυνιτῶν αὖθις οἱ Ῥωμαῖοι ἀντεπεκράτησαν, καὶ ἑλόντες αὐ‐ | |
τοὺς ὑπήγαγον ὑπὸ τὸν ζυγόν, καὶ οὕτως ἀφῆκαν. | 171 in vol. 2 | |
2.172 | Σαυνῖται δὲ ἐπὶ τοῖς γεγονόσιν ἀγανακτήσαντες πρὸς ἀπόνοιαν ὥρμησαν, ὡς ἢ κρατήσοντες ἢ παντελῶς ἀπολούμενοι, θάνατον ἀπειλήσαντες τῷ οἴκοι με‐ νοῦντι. καὶ οἱ μὲν ἐς τὴν Καμπανίαν ἐνέβαλον, οἱ | |
5 | δ’ ὕπατοι ἔρημον ὂν στρατιωτῶν τὸ Σαύνιον ἐπόρ‐ θουν καὶ πόλεις εἷλόν τινας. ὅθεν οἱ Σαυνῖται τὴν Καμπανίαν λιπόντες εἰς τὴν οἰκείαν ἠπείχθησαν, καὶ τῷ ἑνὶ τῶν ὑπάτων συμμίξαντες ἔκ τινος ἥττηντο στρατηγήματος, καὶ φυγόντες δεινῶς ἔπταισαν, καὶ | |
10 | τὸ στρατόπεδον ἀπέβαλον, πρὸς δὲ καὶ τὸ πόλισμα, ᾧ ἐπεβοήθουν. ὁ δὲ ὕπατος τά τε ἐπινίκια ἔπεμψε καὶ τὰ ἀθροισθέντα ἐκ τῶν λαφύρων ἐδημοσίωσεν. ὁ δ’ ἕτερος ὕπατος κατὰ τῶν Τυρσηνῶν στρατεύσας, καὶ καταστήσας αὐτοὺς δι’ ὀλίγου, σῖτόν τε καὶ χρή‐ | |
15 | ματα παρ’ αὐτῶν εἰσπράξας, τὰ μὲν τοῖς στρατιώταις διέδωκε, τὰ δ’ εἰσήνεγκεν εἰς τοὺς θησαυρούς. Συμβεβηκότος δὲ λοιμοῦ ἰσχυροῦ, οἱ Σαυνῖται καὶ Φαλίσκοι καταφρονήσαντες τῶν Ῥωμαίων διά τε τὴν νόσον καὶ ὅτι τοὺς ὑπάτους οὐ κατ’ ἀρετὴν | |
20 | ᾕρηντο, ὡς μὴ πολέμων ὄντων, παρεκίνησαν. μαθόν‐ τες οὖν τοῦθ’ οἱ Ῥωμαῖοι, Ἰουνίῳ μὲν Βρούτῳ τὸν Κα‐ ρουίλιον, Κυίντῳ δὲ Φαβίῳ τὸν πατέρα τὸν Ῥοῦλλον τὸν Μάξιμον ὑποστρατήγους ἢ πρεσβευτὰς συνεξέπεμ‐ ψαν. ὁ μὲν οὖν Βροῦτος Φαλίσκους ἐνίκησε καὶ τὰ | |
25 | τούτων καὶ τὰ τῶν ἄλλων Τυρσηνῶν ἐληίζετο, Φά‐ βιος δὲ τῆς Ῥώμης πρὸ τοῦ πατρὸς ἐξελάσας, καὶ τοὺς Σαυνίτας ληίζεσθαι τὴν Καμπανίδα πυθόμενος, ἠπείγετο. προσκόποις τέ τισιν αὐτῶν ἐντυχών, καὶ ταχέως ἀποχωροῦντας σφᾶς θεασάμενος, πάντας τε | |
30 | πολεμίους τυγχάνειν ἐκεῖ ἐνόμισε καὶ φεύγειν ἐπί‐ στευσε· κἀκ τούτου σπεύσας αὐτοῖς συμβαλεῖν πρὸ | |
τοῦ τὸν πατέρα αὐτοῦ ἀφικέσθαι, ἵν’ αὐτοῦ τὸ κατόρ‐ | 172 in vol. 2 | |
2.173 | θωμα, ἀλλὰ μὴ ἐκείνου δοκῇ, προεχώρησεν ἀσυντά‐ κτως. καὶ περιπεσὼν ἀθρόοις τοῖς πολεμίοις πανσυδὶ ἂν διεφθάρη, εἰ μὴ νὺξ ἐγένετο. πολλοὶ δ’ οὖν καὶ μετὰ ταῦτα τεθνήκασι, μήτ’ ἰατροῦ μήτ’ ἐπιτηδείου | |
5 | τινὸς παρόντος, διὰ τὸ πολὺ πρὸ τῶν σκευοφόρων αὐτοὺς ἐπειχθῆναι ὡς αὐτίκα νικήσοντας· καὶ πάν‐ τως ἂν καὶ τῆς ὑστεραίας ἀπώλοντο, εἰ μὴ οἱ Σαυ‐ νῖται τὸν πατέρα αὐτοῦ ἐγγὺς εἶναι νομίσαντες ἔδει‐ σάν τε καὶ ἀνεχώρησαν. | |
10 | Πυθόμενοι δὲ ταῦθ’ οἱ ἐν τῷ ἄστει δεινῶς ἠγα‐ νάκτησαν, καὶ μεταπεμψάμενοι τὸν ὕπατον εὐθύνειν ἤθελον. ὁ δὲ γέρων ὁ τούτου πατὴρ καταριθμήσας τά τε οἰκεῖα καὶ τὰ τῶν προγόνων ἀνδραγαθήματα, καὶ ὑποσχόμενος μηδὲν αὐτῶν πράξειν ἀνάξιον τὸν | |
15 | υἱόν, καὶ τὴν τούτου νεότητα πρὸς τὸ ἀτύχημα προ‐ βαλόμενος, τῆς ὀργῆς αὐτοὺς αὐτίκα παρέλυσε. καί οἱ συνεξελθὼν μάχῃ τοὺς Σαυνίτας ἐνίκησε καὶ τὸ στρατόπεδον αὐτῶν εἷλε τήν τε χώραν ἐπόρθησε καὶ λείαν πολλὴν ἤλασε· καὶ τὰ μὲν αὐτῆς ἐδημοσίωσε, | |
20 | τὰ δὲ τοῖς στρατιώταις κατένειμε. διά τοι ταῦτα οἱ Ῥωμαῖοι ἐκεῖνόν τε ἐμεγάλυνον καὶ τὸν υἱὸν καὶ εἰς τὸ ἔπειτα ἀντὶ ὑπάτου ἄρξαι ἐκέλευσαν, ὑποστρα‐ τήγῳ καὶ τότε τῷ πατρὶ χρώμενον. καὶ ὃς πάντα μὲν αὐτὸς διῴκει καὶ διῆγε μηδὲν τοῦ γήρως φειδόμενος, | |
25 | οὐ μέντοι καὶ ἔνδηλος ἦν δι’ ἑαυτοῦ τὰ πράγματα πράττων, ἀλλὰ τὴν δόξαν τῶν ἔργων τῷ παιδὶ προσῆπτε. Μετὰ δὲ ταῦτα δημάρχων τινῶν χρεῶν ἀποκο‐ | |
πὴν εἰσηγησαμένων, ἐπεὶ μὴ καὶ παρὰ τῶν δανει‐ | 173 in vol. 2 | |
2.174 | στῶν αὕτη ἐδίδοτο, ἐστασίασε τὸ πλῆθος· καὶ οὐ πρό‐ τερον τὰ τῆς στάσεως κατηυνάσθη ἕως πολέμιοι τῇ πόλει ἐπήλθοσαν. ἦρξαν δὲ τῶν πολέμων οἱ Ταραν‐ τῖνοι, Τυρσηνοὺς καὶ Γαλάτας καὶ Σαυνίτας καὶ ἄλ‐ | |
5 | λους προσεταιρισάμενοι πλείονας. ἀλλὰ τοὺς μὲν ἄλ‐ λους οἱ Ῥωμαῖοι συμβαλόντες διαφόροις μάχαις ἐνί‐ κησαν καὶ ὑπάτοις ἄλλοτε ἄλλοις· οἱ δὲ Ταραντῖνοι, καίτοι αὐτοὶ τὸν πόλεμον παρασκευάσαντες, ὅμως οὔπω πρὸς μάχην ἀντικατέστησαν φανερῶς. ναυαρ‐ | |
10 | χοῦντος δὲ Λουκίου Οὐαλερίου, καὶ τριήρεσι προσ‐ ορμίσαι βουληθέντος ἐς Τάραντα, ἐπεὶ ἀπῄει ὅπῃ σὺν αὐταῖς ἀπεστάλη, φίλιον τὴν χώραν ἡγούμενος, οἱ Ταραντῖνοι κατ’ αὐτῶν ὑποτοπήσαντες τὸν Οὐα‐ λέριον πλεῖν ἐκ τοῦ συνειδότος ὧν ἔδρων, μετ’ ὀργῆς | |
15 | ἀντανήχθησαν, καὶ προσπεσόντες αὐτῷ μηδὲν πολέ‐ μιον ἐλπίσαντι κατέδυσαν ἐκεῖνόν τε καὶ ἄλλους πολλούς· καὶ τοὺς ἁλόντας τοὺς μὲν καθεῖρξαν, τοὺς δὲ καὶ ἀπέκτειναν. πυθόμενοι δὲ ταῦθ’ οἱ Ῥωμαῖοι ἠγανάκτησαν μέν, πρέσβεις δ’ ὅμως ἀπέστειλαν ἐπεγ‐ | |
20 | καλοῦντες αὐτοῖς καὶ δίκας ἀπαιτοῦντες. οἱ δὲ οὐ μόνον αὐτοῖς οὐδὲν ἐπιεικὲς ἀπεκρίθησαν, ἀλλὰ καὶ ἐτώθαζον, ὡς καὶ τὴν ἐσθῆτα τοῦ Λουκίου Ποστου‐ μίου τοῦ προέχοντος κηλιδῶσαι τῶν πρέσβεων. θο‐ ρύβου δὲ ἐπὶ τούτῳ γενομένου, καὶ τῶν Ταραντίνων | |
25 | ἐπικαγχαζόντων, ὁ Ποστούμιος “γελᾶτε” ἔφη, “γε‐ λᾶτε ἕως ἔξεστιν ὑμῖν· κλαυσεῖσθε γὰρ ἐπὶ μακρότα‐ τον ὅταν τὴν ἐσθῆτα ταύτην τῷ αἵματι ὑμῶν ἀπο‐ πλύνητε.” Ἐπανελθόντων οὖν τῶν πρέσβεων οἱ Ῥωμαῖοι τὰ | |
30 | πραχθέντα μαθόντες ἤλγησαν, καὶ στρατεῦσαι ἐπὶ τοὺς Ταραντίνους Λούκιον Αἰμίλιον τὸν ὕπατον ἐψη‐ | |
φίσαντο. ὃς εἰς Τάραντα προσχωρήσας λόγους αὐτοῖς | 174 in vol. 2 | |
2.175 | ἐπιτηδείους ἔπεμψε, νομίζων εἰρήνην ἐπί τισι με‐ τρίοις αἱρήσεσθαι. οἱ δὲ ταῖς γνώμαις ἀλλήλοις ἠναντιώθησαν· καὶ τῶν μὲν πρεσβυτέρων καὶ εὐπό‐ ρων τὴν εἰρήνην σπευδόντων, τῶν δ’ ἐν ἡλικίᾳ καὶ | |
5 | ὀλίγα ἢ μηδὲν ἐχόντων πόλεμον αἱρουμένων, ἐκράτη‐ σαν οἱ νεώτεροι. φοβούμενοι δὲ ὅμως, τὸν Πύρρον τὸν Ἠπειρώτην εἰς συμμαχίαν ἐβουλεύσαντο προσκα‐ λέσασθαι, καὶ πρέσβεις αὐτῷ καὶ δῶρα πεπόμφασιν. Αἰμίλιος δὲ ταῦτα μαθὼν τὴν χώραν αὐτῶν ἐλεη‐ | |
10 | λάτει καὶ ἔφθειρεν. οἱ δὲ ἐπεξῆλθον μέν, ἀλλ’ ἐτρά‐ πησαν, ὥστε τοὺς Ῥωμαίους τήν τε χώραν αὐτῶν ἀδεῶς πορθῆσαι καί τινα χειρώσασθαι φρούρια. πολ‐ λὴν δὲ τῶν ἁλόντων τοῦ Αἰμιλίου πεποιηκότος πρό‐ νοιαν, καί τινας τῶν δυνατωτέρων ἐλευθερώσαντος, | |
15 | οἱ Ταραντῖνοι τήν τε φιλανθρωπίαν αὐτοῦ θαυμά‐ σαντες, καὶ εἰς ἐλπίδας προαχθέντες σπονδῶν, Ἆγιν τοῖς Ῥωμαίοις ἐπιτήδειον ὄντα εἵλοντο στρατηγὸν αὐτοκράτορα. ἄρτι δ’ οὗτος κεχειροτόνητο καὶ Κι‐ νέας ὑπὸ τοῦ Πύρρου προπεμφθεὶς ἐμποδὼν τοῖς | |
20 | πραττομένοις ἐγένετο. ὁ γὰρ Πύρρος τῆς καλουμένης βασιλεύων Ἠπείρου φύσεώς τε δεξιότητι καὶ παιδείας ἰσχύϊ καὶ ἐμπειρίᾳ πάντων προέφερε, καὶ τοῦ Ἑλλη‐ νικοῦ τὸ πλεῖστον τὸ μὲν εὐποιίαις, τὸ δὲ φόβῳ, προσεπεποίητο. οὗτος τοίνυν τοῖς τῶν Ταραντίνων | |
25 | πρέσβεσιν ἐντυχών, ἕρμαιον τὴν συμμαχίαν ἡγήσατο, ἐκ πλείονος τῆς Σικελίας καὶ τῆς Καρχηδόνος καὶ τῆς Σαρδοῦς ἐφιέμενος, ὀκνῶν δ’ ὅμως ἔχθρας πρὸς Ῥωμαίους αὐτὸς προκατάρξασθαι· καὶ βοηθήσειν μὲν αὐτοῖς ἐπηγγείλατο, ἵνα δὲ μὴ ὑποπτευθείη δι’ | |
30 | ἅπερ εἴρηται, οἴκαδε αὐτίκα ἀνακομισθήσεσθαι ἔφη, καὶ ἐν ταῖς συνθήκαις προστεθῆναι πεποίηκε τὸ μὴ | |
περαιτέρω τῆς χρείας ἐν τῇ Ἰταλίᾳ παρ’ αὐτῶν κατα‐ | 175 in vol. 2 | |
2.176 | σχεθῆναι. συνθέμενος δὲ ταῦτα, τοὺς μὲν πλείους τῶν πρέσβεων ὡς τὰ στρατεύματα αὐτῷ συμπαρα‐ σκευάσοντας ἐν ὁμηρείᾳ κατέσχεν, ὀλίγους δ’ ἐξ αὐ‐ τῶν καὶ τὸν Κινέαν προέπεμψε σὺν στρατῷ. ἐλθόν‐ | |
5 | των δ’ αὐτῶν οἱ Ταραντῖνοι θαρσήσαντες τῶν τε καταλλαγῶν τῶν πρὸς Ῥωμαίους ἀπέσχοντο καὶ τὸν Ἆγιν παύσαντες τῆς στρατηγίας ἕνα τῶν πρέσβεων ἐχειροτόνησαν στρατηγόν. μετ’ οὐ πολὺ δὲ Μίλων ὑπὸ τοῦ Πύρρου σὺν δυνάμει πεμφθεὶς τήν τε ἀκρό‐ | |
10 | πολιν αὐτῶν ἐς τὴν ἐκείνου ὑποδοχὴν κατειλήφει καὶ τὴν τοῦ τείχους φρουρὰν ὑφ’ ἑαυτὸν ἐποιήσατο. καὶ οἱ Ταραντῖνοι ἐπὶ τούτοις ἔχαιρον, ὡς μήτε φρουρεῖν μήτ’ ἄλλο τι ἐπίπονον ὑπομένειν ἀναγκαζόμενοι, καὶ αὐτοῖς τροφὰς ἐχορήγουν καὶ τῷ Πύρρῳ χρήματα | |
15 | ἔπεμπον. Ὁ οὖν Αἰμίλιος τέως μὲν κατὰ χώραν ἔμενεν, ἐπεὶ δὲ τούς τε Πυρρείους ἥκοντας ἔγνω, καὶ διὰ τὸν χειμῶνα προσκαρτερεῖν οὐχ οἷός τε ἦν, ἐς Ἀπου‐ λίαν ὥρμησεν. οἱ δὲ Ταραντῖνοι ἔν τινι στενοπόρῳ | |
20 | χωρίῳ, δι’ οὗ διελθεῖν ἀνάγκην εἶχε, λοχήσαντες, ἄπορον αὐτῷ τὴν πορείαν ἐποίουν τοξεύμασιν ἀκον‐ τίσμασί τε καὶ σφενδονήμασιν. ὁ δὲ τοὺς αἰχμαλώ‐ τους σφῶν, οὓς ἐπήγετο, προήγαγε. φοβηθέντες δ’ οἱ Ταραντῖνοι μὴ τοὺς σφετέρους ἀντὶ τῶν Ῥωμαίων | |
25 | ἀπολέσωσιν, ἐπαύσαντο. Ὁ δὲ Πύρρος οὐδὲ τὸ ἔαρ ἀναμείνας ἀπῄει, στράτευμά τε πολὺ καὶ ἔκκριτον ἐπαγόμενος καὶ ἐλέ‐ φαντας εἴκοσι, ζῷα μήπω πρότερον τοῖς ἐν τῇ Ἰτα‐ λίᾳ ὀφθέντα· ὅθεν ἐξεπλήσσοντο καὶ ἐθαύμαζον. χει‐ | |
30 | μῶνι δὲ περιπεσὼν τὸ Ἰόνιον περαιούμενος πολλοὺς ἀπώλεσε τοῦ στρατεύματος, οἱ δὲ λοιποὶ τῷ κλύδωνι | |
ἐσκεδάσθησαν. μόλις δ’ οὖν πεζεύσας ἦλθεν εἰς | 176 in vol. 2 | |
2.177 | Τάραντα. καὶ αὐτίκα τοὺς μὲν ἀκμάζοντας τοῖς ἑαυτοῦ στρατιώταις συνέταξεν, ὅπως μὴ καθ’ ἑαυ‐ τοὺς λελοχισμένοι νεωτερίσωσι, καὶ τὸ θέατρον ἔκλεισε, τάχα διὰ τὸν πόλεμον, ὅπως μὴ ἐς αὐτὸ | |
5 | συνερχόμενοι νεοχμώσωσί τι, ἀπεῖπε δ’ αὐτοῖς καὶ πρὸς συμπόσια καὶ κώμους ἀθροίζεσθαι, καὶ τοὺς νεωτέρους ἐν τοῖς ὅπλοις ἀσκεῖσθαι ἐκέλευεν ἢ διη‐ μερεύειν κατὰ τὴν ἀγοράν. ὡς δέ τινες ἀχθόμενοι τούτοις ὑπεχώρησαν, φρουροὺς ἐκ τῶν οἰκείων κατ‐ | |
10 | έστησεν, ὥστε μηδένα ἐξιέναι τῆς πόλεως. οἱ δὲ τούτοις τε καὶ τῇ χορηγίᾳ τῶν τροφῶν βαρυνόμενοι, καὶ τοὺς δορυφόρους εἰς τὰς οἰκίας αὐτῶν ἀναγκα‐ ζόμενοι δέχεσθαι, μετεγίνωσκον, δεσπότου καὶ οὐχὶ συμμάχου τοῦ Πύρρου πειρώμενοι. ὁ δὲ διὰ ταῦτα | |
15 | μὴ πρὸς τοὺς Ῥωμαίους ἀποκλίνωσι φοβηθείς, τῶν τὰ πολιτικὰ δυναμένων πράττειν καὶ προστατεῖν τοῦ ὁμίλου τοὺς μὲν εἰς τὴν Ἤπειρον πρὸς τὸν υἱὸν ἐπί τισι προφάσεσιν ἔπεμπε, τοὺς δὲ καὶ ἀφανῶς διώλ‐ λυεν. Ἀρίσταρχον δέ τινα ἐν τοῖς ἀρίστοις τῶν Τα‐ | |
20 | ραντίνων ἐξεταζόμενον καὶ εἰπεῖν πιθανώτατον προσηταιρίσατο, ἵν’ ὕποπτος τῷ δήμῳ ὡς τὰ τοῦ Πύρρου φρονῶν γένηται· ὡς δ’ ἔτι πιστεῦον ἐκείνῳ τὸ πλῆθος ἑώρα, ἔπεμπεν αὐτὸν εἰς τὴν Ἤπειρον· καὶ ὃς ἀντειπεῖν μὴ θαρρῶν ἐξέπλευσε μέν, ἐς δὲ | |
25 | τὴν Ῥώμην ἀφίκετο. Καὶ τοιαῦτα μὲν ὁ Πύρρος τοῖς Ταραντίνοις ἐποίει· οἱ δ’ ἐν τῇ Ῥώμῃ μαθόντες τὸν Πύρρον ἐλ‐ θόντα εἰς Τάραντα κατέδεισαν τῷ τε ἐκπεπολεμῶ‐ σθαι τὰ ἐν τῇ Ἰταλίᾳ αὐτοῖς καὶ τῷ θρυλεῖσθαι | |
30 | ἐκεῖνον εὐπόλεμόν τε τυγχάνειν καὶ δύναμιν ἔχειν | 177 in vol. 2 |
2.178 | ἀνανταγώνιστον. στρατιώτας τε οὖν κατέλεγον καὶ χρήματα ἤθροιζον φρουρούς τε ἐς τὰς συμμαχίδας πόλεις διέπεμπον, ἵνα μὴ καὶ ἐκεῖναι ἀποστῶσι, καί τινας προαισθόμενοι νεωτεριοῦντας τοὺς πρώτους | |
5 | αὐτῶν ἐκόλασαν. καί τινες τῶν Πραινεστίνων ἐς τὴν Ῥώμην ἀχθέντες περὶ δείλην ὀψίαν εἰς τοὺς θησαυροὺς ἐπὶ φυλακῇ ἐνεβλήθησαν, καί τις αὐτοῖς ἐκ τούτου χρησμὸς ἐπεπλήρωτο· ἐχρήσθη γὰρ αὐτοῖς ποτε ὅτι τοὺς τῶν Ῥωμαίων καθέξουσι θησαυρούς. | |
10 | καὶ ὁ μὲν χρησμὸς εἰς τοῦτο ἀπέβη, ἐκεῖνοι δέ γε ἀπώλοντο. Οὐαλέριον δὲ Λαουίνιον ἐπὶ τὸν Πύρρον καὶ τοὺς Ταραντίνους καὶ τοὺς ἄλλους τοὺς σὺν αὐτοῖς ἀπεστάλκασι, καί τι καὶ ἐν τῷ ἄστει τοῦ στρατεύ‐ | |
15 | ματος κατέσχον. ὁ γοῦν Λαουίνιος εὐθὺς ἐξεστρά‐ τευσεν, ἵνα πορρωτάτω τὸν πόλεμον τῆς οἰκείας ποιήσηται· καὶ τὸν Πύρρον καταπλήξειν ἤλπισεν, εἰ αὐτοῖς ἐθελονταὶ ἐπίοιεν, οὓς ἐκεῖνος πολιορκεῖν προσεδόκησε. καὶ ἀπιὼν χωρίον τι τῶν Λευκανῶν | |
20 | εἷλεν ἰσχυρὸν καὶ ἐπίκαιρον, καὶ δύναμίν τινα ἐν τῇ Λευκανίᾳ κατέλιπεν, εἴρξουσαν αὐτοὺς τοῦ ἐπαρῆξαι τοῖς ἐναντίοις. Καὶ ὁ Πύρρος μαθὼν τὸν Λαουίνιον πλησιά‐ ζοντα προεξώρμησε, καὶ στρατοπεδευσάμενος τρίβειν | |
25 | ἤθελε τὸν καιρόν, ἀναμένων τοὺς συμμαχήσοντας. καὶ τῷ Λαουινίῳ ἐπέστειλεν ὑπερηφάνως, ὡς κατα‐ πλήξων αὐτόν· εἶχε δὲ ἡ γραφὴ ὧδε. “Βασιλεὺς Πύρρος Λαουινίῳ χαίρειν. πυνθάνομαί σε στρά‐ τευμα ἐπὶ Ταραντίνους ἄγειν. τὸ μὲν οὖν ἀπόπεμ‐ | |
30 | ψον, αὐτὸς δὲ μετ’ ὀλίγων ἧκε πρὸς ἐμέ· δικάσω γὰρ ὑμῖν ἐγὼ εἴ τι ἀλλήλοις ἐγκαλεῖτε, καὶ ἄκοντας | |
τὰ δίκαια ποιεῖν ἀναγκάσω.” Λαουίνιος δὲ τάδε τῷ | 178 in vol. 2 | |
2.179 | Πύρρῳ ἀντέγραψε. “Πάνυ μοι δοκεῖς, ὦ Πύρρε, τετυφῶσθαι, δικαστὴν ἡμῖν ἑαυτὸν καθιστὰς καὶ Ταραντίνοις πρὶν δίκην ἡμῖν ὑποσχεῖν ὅτι καὶ τὴν ἀρχὴν εἰς Ἰταλίαν ἐπεραιώθης. ἥξω τε οὖν μετὰ | |
5 | παντὸς τοῦ στρατοῦ καὶ τὴν προσήκουσαν τιμωρίαν καὶ παρὰ Ταραντίνων καὶ παρὰ σοῦ λήψομαι. τί γὰρ δεῖ μοι λήρου καὶ φλυαρίας, ἐξὸν παρὰ τῷ Ἄρει τῷ προπάτορι ἡμῶν κριθῆναι;” τοιαῦτα ἀντεπιστεί‐ λας ἠπείγετο, καὶ ηὐλίσατο διὰ μέσου τὸ ῥεῦμα τοῦ | |
10 | ἐκεῖ ποταμοῦ ποιησάμενος. κατασκόπους τέ τινας συλλαβών, δείξας τὴν δύναμιν αὐτοῖς καὶ ἐπειπὼν πολλαπλασίαν ἄλλην ἔχειν, ἀπέπεμψεν. καὶ ἐπὶ τού‐ τοις ὁ Πύρρος καταπλαγεὶς οὐ μάχεσθαι ἤθελεν, ὅτι καὶ τῶν συμμάχων οὔπω τινὲς συνῆλθον αὐτῷ, ἐπι‐ | |
15 | λείψειν τε τοῖς Ῥωμαίοις τὰ ἐπιτήδεια ἤλπιζεν ἐν πολεμίᾳ διάγουσι. ταῦτα δὲ καὶ ὁ Λαουίνιος λογι‐ ζόμενος ἔσπευδε συμμίξαι. τῶν δὲ στρατιωτῶν πρὸς τὴν τοῦ Πύρρου φήμην καὶ διὰ τοὺς ἐλέφαντας ἐκπε‐ πληγμένων, συγκαλέσας αὐτοὺς πολλὰ πρὸς θάρσος | |
20 | παρακαλοῦντα ἐδημηγόρησε, καὶ παρεσκευάζετο καὶ ἄκοντι τῷ Πύρρῳ συμμίξαι. ὁ δὲ γνώμην μὲν οὐκ εἶχε μάχεσθαι, ὅπως δὲ μὴ δόξῃ τοὺς Ῥωμαίους φοβεῖσθαι, καὶ αὐτὸς τοῖς οἰκείοις διαλεχθεὶς ἐπώ‐ τρυνεν εἰς τὸν πόλεμον. Λαουίνιος δὲ τὸν ποταμὸν | |
25 | πειρώμενος κατὰ τὸ στρατόπεδον διαβῆναι ἐκωλύθη. ἐπαναγαγὼν οὖν αὐτὸς μὲν κατὰ χώραν μετὰ τοῦ πεζοῦ ἔμεινε, τοὺς δ’ ἱππεῖς ὡς ἐπὶ λείαν τάχα τινὰ ἔπεμψεν, ἐντειλάμενος πόρρω ποι βαδίσαντας πε‐ ραιωθῆναι. καὶ οὕτως ἐκεῖνοί τε κατὰ νώτου τοῖς | |
30 | πολεμίοις προσέπεσον ἀπροσδόκητοι, καὶ ὁ Λαουίνιος ταραχθέντων αὐτῶν τόν τε ποταμὸν διέβη καὶ τῆς | |
μάχης συνεπελάβετο. φεύγουσιν οὖν τοῖς ἑαυτοῦ ὁ | 179 in vol. 2 | |
2.180 | Πύρρος ἐπικουρήσας τρωθέντα τὸν ἵππον ἀπέβαλε, καὶ ἔδοξεν αὐτοῖς τεθνηκέναι. κἀκ τούτου τῶν μὲν ἀθυμησάντων, τῶν δὲ καταφρονησάντων, τὸ ἔργον ἠλλοίωτο. συνεὶς δὲ τοῦτο τὴν μὲν στολὴν ἐκπρεπε‐ | |
5 | στέραν τῶν ἄλλων οὖσαν ἔδωκε Μεγακλεῖ, κελεύσας ἐνδῦναι αὐτὴν καὶ πανταχόσε περιελαύνειν, ὅπως σώζεσθαι αὐτὸν νομίσαντες οἱ μὲν ἐναντίοι πρὸς δέος, οἱ δ’ οἰκεῖοι πρὸς θάρσος ἀφίκωνται, αὐτὸς δὲ στειλάμενος ἰδιωτικῶς συνέμιξεν αὐτοῖς παντὶ τῷ | |
10 | στρατῷ πλὴν ἐλεφάντων, καὶ τοῖς ἀεὶ πονουμένοις ἐπαμύνων πλεῖστον τοὺς σφετέρους ὠφέλησε. τὰ μὲν οὖν πρῶτα ἐπὶ πολὺ τῆς ἡμέρας ἰσορρόπως ἐμάχοντο, ὡς δὲ τὸν Μεγακλέα τις ἀποκτείνας ᾠήθη τὸν Πύρ‐ ρον ἀπεκτονέναι, καὶ τοῖς ἄλλοις δόκησιν τούτου | |
15 | παρέσχεν, οἵ τε Ῥωμαῖοι ἐπερρώσθησαν καὶ οἱ ἐναν‐ τίοι ἐνέδοσαν. γνοὺς δὲ ὁ Πύρρος τὸ γινόμενον, τὸν πῖλον ἀπέρριψε καὶ γυμνῇ τῇ κεφαλῇ περιῄει· καὶ εἰς τοὐναντίον περιέστη ἡ μάχη. ἰδὼν δὲ τοῦτο ὁ Λαουίνιος, καὶ ἱππέας ἔχων ἐνεδρεύοντάς που τῆς | |
20 | μάχης ἐκτός, κατὰ νώτου προσπεσεῖν αὐτοὺς τοῖς πολεμίοις ἐκέλευσε. πρὸς τοῦτο δὲ ἀντιστρατηγῶν ὁ Πύρρος τὸ σημεῖον τοῖς ἐλέφασιν ἦρεν· ἔνθα ἔκ τε τῆς τῶν θηρίων θέας ἀλλοκότου οὔσης καὶ τῆς βοῆς φρικώδους, καὶ ἐκ τοῦ τῶν ὅπλων πατάγου, ὃν οἱ | |
25 | ἐπιβεβηκότες ἐποίουν ἐν τοῖς πύργοις φερόμενοι, αὐτοί τε οἱ Ῥωμαῖοι ἐξεπλάγησαν, καὶ οἱ σφῶν ἵπ‐ ποι ἐκταραχθέντες οἱ μὲν ἀποσειόμενοι τοὺς ἀναβά‐ τας, οἱ δὲ καὶ φέροντες ἔφευγον. ἀθυμῆσαν οὖν ἐκ τούτων τὸ Ῥωμαϊκὸν ἐτράπετο στράτευμα, καὶ φεύ‐ | |
30 | γοντες ἀνῃροῦντο οἱ μὲν παρὰ τῶν ἐν τοῖς πύργοις ἀνδρῶν τοῖς ἐπὶ τῶν ἐλεφάντων, οἱ δὲ καὶ παρ’ | |
αὐτῶν τῶν θηρίων ταῖς προβοσκίσι καὶ τοῖς κέρασιν | 180 in vol. 2 | |
2.181 | ἢ καὶ ὀδοῦσι φθειρόντων πολλούς· καὶ τοῖς ποσὶ δὲ οὐ μείους κατηλόων συμπατουμένους. καὶ οἱ ἱππεῖς δὲ ἐφεπόμενοι πολλοὺς ἔφθειρον· οὐδ’ ἂν ὑπελεί‐ φθη τις, εἰ μὴ ἐλέφας τρωθεὶς αὐτός τε ἐσφάδαζεν | |
5 | ἐκ τοῦ τραύματος καὶ οἱ ἄλλοι πρὸς τὰς ἐκείνου βοὰς ἐταράσσοντο. διὰ τοῦτο γὰρ ὁ Πύρρος ἐπέσχε τὴν δίωξιν, καὶ οὕτως οἱ Ῥωμαῖοι διαβεβηκότες τὸν πο‐ ταμὸν εἰς Ἀπουλίδα πόλιν τινὰ ἀπεσώθησαν. πολ‐ λοὶ δὲ καὶ τῶν τοῦ Πύρρου στρατιωτῶν καὶ τῶν | |
10 | ἡγεμόνων πεπτώκασιν, ὥστε συγχαιρόντων αὐτῷ τῆς νίκης τινῶν “εἰ καὶ αὖθίς ποτε ὁμοίως” ἔφη “κρατήσομεν, ἀπολούμεθα.” τοὺς μέντοι Ῥωμαίους καὶ νικηθέντας ἐθαύμασεν, εἰπὼν ὅτι “τὴν οἰκουμέ‐ νην ἂν πᾶσαν ἐχειρωσάμην, εἰ Ῥωμαίων ἐβασί‐ | |
15 | λευον.” Ὁ μὲν οὖν Πύρρος ἐπὶ τῇ νίκῃ μέγα ἔσχηκεν ὄνομα, καὶ πολλοὶ αὐτῷ προσεχώρησαν, οἵ τε σύμ‐ μαχοι ἀφίκοντο πρὸς αὐτόν· οἷς ὀλίγα ἐπιτιμήσας διὰ τὴν μέλλησιν, τῶν σκύλων μετέδωκεν· οἱ δ’ ἐν | |
20 | τῇ Ῥώμῃ ἤλγησαν ἐπὶ τῇ ἥττῃ, τῷ δέ γε Λαουινίῳ στράτευμα ἔπεμψαν, καὶ τὸν Τιβέριον ἐκ τῶν Τυρ‐ σηνῶν μετεπέμψαντο, καὶ τὴν πόλιν διὰ φυλακῆς ἐποιήσαντο, πυνθανόμενοι ἐπ’ αὐτὴν τὸν Πύρρον ἐπείγεσθαι. ὁ μέντοι Λαουίνιος τοὺς οἰκείους τε | |
25 | τραυματίας ἐξακεσάμενος, καὶ τοὺς σκεδασθέντας συναγαγών, ἤδη καὶ τῶν ἐκ Ῥώμης πεμφθέντων ἀφικομένων, τὸν Πύρρον παρεπόμενας ἐλύπει· καὶ τὴν Καπύην μαθὼν ἑλεῖν γλιχόμενον, προκατέλαβε καὶ ἐφύλαξεν. ἁμαρτὼν δ’ ἐκείνης ὁ Πύρρος ἐπὶ | |
30 | τὴν Νεάπολιν ὥρμησεν. ὡς δ’ οὐδὲν οὐδ’ ἐν αὐτῇ | 181 in vol. 2 |
2.182 | δρᾶσαι ἴσχυσε, σπεύδων τὴν Ῥώμην καταλαβεῖν καὶ διὰ τῆς Τυρσηνίδος παριὼν ὡς κἀκείνους προσλάβοι, ἐπεὶ ἔμαθεν αὐτούς τε τοῖς Ῥωμαίοις ὁμολογίας πε‐ ποιημένους καὶ τὸν Τιβέριον αὐτῷ ἀντιπροσιόντα | |
5 | τόν τε Λαουίνιον ἐφεπόμενον, ἐφοβήθη μὴ ὑπ’ αὐ‐ τῶν πανταχόθεν ἐν χωρίοις ἀγνώστοις ἀποληφθῇ, καὶ περαιτέρω οὐ προεχώρησεν. ὡς δὲ ἀναχωροῦντι καὶ γενομένῳ περὶ Καμπανίαν ὁ Λαουίνιος ἐπεφάνη, καὶ τὸ στράτευμα αὐτοῦ πολλῷ πλεῖον τοῦ πρόσθεν | |
10 | ἦν, ὕδρας ἔφη δίκην τὰ στρατόπεδα τῶν Ῥωμαίων κοπτόμενα ἀναφύεσθαι. καὶ ἀντιπαρετάξατο μέν, οὐκ ἐμαχέσατο δέ, ὅτι ἐκέλευσεν, ὡς καταπλήξων πρὸ τῆς συμπλοκῆς τοὺς Ῥωμαίους, τοὺς ἑαυτοῦ στρατιώτας τὰς ἀσπίδας τοῖς δόρασι πλήξαντας ἐκ‐ | |
15 | βοῆσαι καὶ τοὺς σαλπιγκτὰς καὶ τοὺς ἐλέφαντας συνηχῆσαι, ἐπεὶ δὲ κἀκεῖνοι πολὺ μεῖζον ἀντεβόησαν, ὡς ἐκπλαγῆναι τοὺς τοῦ Πύρρου, οὐκέτ’ ἠθέλησε συμμίξαι, ἀλλ’ ὡς δυσιερῶν ἐπανήγαγε. καὶ ἀφί‐ κετο ἐς Τάραντα. ἔνθα πρέσβεις τῶν Ῥωμαίων ὑπὲρ | |
20 | τῶν αἰχμαλώτων ἀφίκοντο ἄλλοι τε καὶ ὁ Φαβρίκιος. οὓς φιλοτίμως ἐξένισε καὶ ἐδεξιώσατο, ἐλπίσας αὐ‐ τοὺς σπείσασθαι καὶ ὁμολογίαν ὡς ἡττημένους ποιή‐ σασθαι. τοῦ δὲ Φαβρικίου τοὺς ἑαλωκότας ἐν τῇ μάχῃ κομίσασθαι αἰτοῦντος ἐπὶ λύτροις τοῖς ἀμφοῖν | |
25 | συναρέσουσι, διηπορήθη ὅτι μὴ καὶ περὶ εἰρήνης πρεσβεύειν ἔφη, καὶ ἰδίᾳ μετὰ τῶν φίλων ἐβου‐ λεύετο, ὡς εἰώθει, περὶ τῆς τῶν αἰχμαλώτων ἀπο‐ δόσεως καὶ περὶ τοῦ πολέμου καὶ ὅπως τοῦτον μετα‐ χειρίσηται. ὁ μὲν οὖν Μίλων μήτε τοὺς αἰχμαλώτους | |
30 | ἀποδόσθαι μήτε σπείσασθαι συνεβούλευεν, ἀλλ’ ἤδη τῶν Ῥωμαίων ἡττημένων καὶ τὰ λοιπὰ πολέμῳ | |
προσκατεργάσασθαι, ὁ δὲ Κινέας τοὐναντίον ἅπαν | 182 in vol. 2 | |
2.183 | αὐτῷ συνεβούλευε· τούς τε γὰρ αἰχμαλώτους προῖκα ἀποδοῦναι συνῄνει καὶ πρέσβεις εἰς Ῥώμην καὶ χρή‐ ματα πέμψαι τῆς εἰρήνης ἕνεκα καὶ σπονδῶν. οὗ τῇ γνώμῃ καὶ οἱ λοιποὶ συνετίθεντο. οὕτω δὲ φρονῶν | |
5 | καὶ ὁ Πύρρος ἐτύγχανε. καλέσας οὖν τοὺς πρέσβεις “οὔτε πρῴην, ὦ Ῥωμαῖοι,” ἔφη “ἑκὼν ὑμῖν ἐπολέμησα οὔτε νῦν πολεμήσαιμι· φίλος γὰρ ὑμῖν γενέσθαι βε‐ βούλημαι· διὸ καὶ τοὺς αἰχμαλώτους ὑμῖν ἄνευ λύ‐ τρων ἀφίημι καὶ σπείσασθαι ἀξιῶ.” | |
10 | Ταῦτα μὲν πᾶσιν εἰρήκει τοῖς πρέσβεσι, καὶ χρήματα σφίσι τὰ μὲν δέδωκε, τὰ δὲ ἐπηγγείλατο, τῷ δὲ Φαβρικίῳ κατὰ μόνας διαλεχθεὶς “φίλος” εἶπεν “ἡδέως καὶ πᾶσιν ἂν Ῥωμαίοις γενοίμην, μά‐ λιστα δὲ σοί· ὁρῶ γάρ σε ἀγαθὸν ἄνδρα, καὶ τὴν | |
15 | εἰρήνην συμπρᾶξαί μοι ἀξιῶ.” ταῦτα λέγων καὶ δῶρα αὐτῷ πολλὰ ἐδίδου. ὁ δέ “ἐπαινῶ σε” εἶπεν, “ὦ Πύρρε, ὅτι τῆς εἰρήνης ἐπιθυμεῖς, καί σοι αὐ‐ τήν, ἄν γε συμφέρῃ ἡμῖν, καταπράξομαι. οὐ γὰρ κατὰ τῆς πατρίδος τι πρᾶξαί με, ἀγαθόν, ὡς φής, | |
20 | ἄνδρα ὄντα, ἀξιώσεις. ἀλλ’ οὐδὲ τούτων ὧν δίδως τι λάβοιμι ἄν. πυνθάνομαι γάρ σου, πότερον ἐλλό‐ γιμόν με ὡς ἀληθῶς νομίζεις ἄνδρα ἢ οὔ; εἰ μὲν γὰρ φαῦλός εἰμι, πῶς με δώρων ἄξιον κρίνεις; εἰ δὲ χρηστός, πῶς με λαβεῖν αὐτὰ κελεύεις; ἴσθι γοῦν | |
25 | ὡς ἐγὼ καὶ πάνυ πολλὰ ἔχω, τοῖς παροῦσιν ἀρκού‐ μενος, καὶ πλειόνων οὐ δέομαι· σὺ δ’ εἰ καὶ σφό‐ δρα πλουτεῖς, ἐν πενίᾳ μυρίᾳ καθέστηκας. οὐ γὰρ ἂν οὔτε τὴν Ἤπειρον οὔτε τὰ ἄλλα ἃ ἔχεις καταλι‐ πὼν δεῦρο ἐπεραιώθης, εἴ γε ἐκείνοις ἠρκοῦ καὶ μὴ | |
30 | πλειόνων ὠρέγου.” Τούτων οὕτω λεχθέντων οἱ πρέσβεις τοὺς αἰχμα‐ | |
λώτους λαβόντες ἀπῄεσαν. καὶ ὁ Πύρρος τὸν Κινέαν | 183 in vol. 2 | |
2.184 | εἰς τὴν Ῥώμην ἀπέστειλε μετὰ χρυσίου πολλοῦ καὶ κόσμου γυναικείου παντοδαποῦ, ἵνα εἰ καί τινες τῶν ἀνδρῶν ἀντίσχοιεν, ἀλλ’ αἱ γυναῖκες αὐτῶν τοῖς κόσμοις ἀναπεισθεῖσαι κἀκείνους συνδιαφθείρωσιν. | |
5 | ἐλθὼν δὲ πρὸς τὴν πόλιν ὁ Κινέας οὐ προσῄει τῇ γερουσίᾳ, ἀλλὰ διῆγεν ἄλλοτε ἄλλην αἰτίαν σκηπτό‐ μενος. περιφοιτῶν δὲ καὶ τὰς τῶν δυνατῶν οἰκίας λόγοις τε σφᾶς καὶ δώροις ὑπήγετο· καὶ ἐπειδὴ πολ‐ λοὺς ᾠκειώσατο, εἰσῆλθεν εἰς τὸ συνέδριον καὶ εἶπεν | |
10 | ὡς “Πύρρος ὁ βασιλεὺς ἀπολογεῖται ὅτι οὐχ ὡς πο‐ λεμήσων ὑμῖν ἧκεν, ἀλλ’ ὡς καταλλάξων Ταραντί‐ νους αὐτὸν ἱκετεύοντας· ἀμέλει καὶ τοὺς ἁλόντας ὑμῶν λύτρων ἀφῆκεν ἄτερ, καὶ δυνάμενος πορθῆσαι τὴν χώραν καὶ τῇ πόλει προσβαλεῖν, ἀξιοῖ τοῖς φίλοις | |
15 | καὶ τοῖς συμμάχοις ὑμῶν ἐγγραφῆναι, πολλὰ μὲν ὠφελήσεσθαι ἀφ’ ὑμῶν ἐλπίζων, πλείω δ’ ἔτι καὶ μείζω εὐεργετήσειν ὑμᾶς.” Ἐπὶ τούτοις οἱ πλείους τῶν βουλευτῶν ἠρέσκοντο διὰ τὰ δῶρα καὶ διὰ τοὺς αἰχμαλώτους· οὐ μέντοι | |
20 | καὶ ἀπεκρίναντο, ἀλλ’ ἐσκόπουν ἔτι πλείους ἡμέρας ὅ,τι χρὴ πρᾶξαι. καὶ πολλὰ μὲν ἐλέγετο, ἐπεκράτει δὲ ὅμως σπείσασθαι. μαθὼν δὲ τοῦτο Ἄππιος ὁ τυ‐ φλὸς ἐκομίσθη ἐπὶ τὸ βουλευτήριον, ὑπὸ γὰρ τοῦ γήρως καὶ τοῦ πάθους οἰκουρῶν ἦν, καὶ εἶπε μὴ | |
25 | συμφέρειν τὰς πρὸς τὸν Πύρρον συμβάσεις τῇ πολι‐ τείᾳ, παρῄνεσε δὲ καὶ αὐτίκα τὸν Κινέαν ἐξελάσαι τῆς πόλεως, καὶ δι’ αὐτοῦ δηλῶσαι τῷ Πύρρῳ οἴ‐ καδε ἀναχωρήσαντα ἐκεῖθεν ἐπικηρυκεύσασθαι περὶ εἰρήνης αὐτοῖς ἢ καὶ περὶ ἑτέρου ὅτου δέοιτο. ταῦτα | |
30 | ὁ Ἄππιος συνεβούλευσεν· ἡ δὲ γερουσία οὐκέτι ἐμέλ‐ λησεν, ἀλλ’ εὐθὺς ὁμοθυμαδὸν ἐψηφίσαντο αὐθη‐ | |
μερὸν τὸν Κινέαν ἔξω τῶν ὅρων ἐκπέμψαι καὶ τῷ | 184 in vol. 2 | |
2.185 | Πύρρῳ πόλεμον ἀκήρυκτον, ἕως ἂν ἐν τῇ Ἰταλίᾳ διάγῃ, ποιήσασθαι. τοῖς δ’ αἰχμαλώτοις ἀτιμίαν τινὰ ἐν ταῖς στρατείαις ἐπέθεσαν, καὶ οὔτε πρὸς τὸν Πύρρον αὐτοῖς ἔτι ἐχρήσαντο οὔτ’ ἄλλοσέ ποι ἀθρόοις, | |
5 | ἵνα μή τι ὁμοῦ ὄντες νεωτερίσωσιν, ἀλλ’ ἄλλους ἄλλῃ φρουρήσοντας ἔπεμψαν. Ἐν μὲν οὖν τῷ χειμῶνι παρεσκευάζοντο ἄμφω, ἔαρος δ’ ἤδη ἐφεστηκότος ὁ Πύρρος εἰς τὴν Ἀπου‐ λίαν ἐνέβαλε, καὶ πολλὰ μὲν βίᾳ, πολλὰ δὲ ὁμολογίᾳ | |
10 | προσεποιήσατο, μέχρις οὗ Ῥωμαῖοι πρὸς Ἀσκούλῳ πόλει ὄντι αὐτῷ ἐπελθόντες ἀντεστρατοπεδεύσαντο. ἐπὶ πλείους δ’ ἡμέρας διέτριψαν ὀκνοῦντες ἀλλή‐ λους· οἱ μὲν γὰρ Ῥωμαῖοι τοὺς προνενικηκότας οὐκ ἐθάρρουν, οἱ δὲ ὡς ἀπονενοημένους ἐδεδίεσαν τοὺς | |
15 | Ῥωμαίους. κἀν τούτῳ λογοποιούντων τινῶν ὅτι ὁ Δέκιος ἐπιδοῦναι ἑαυτὸν κατὰ τὸν πατέρα καὶ τὸν πάππον ἑτοιμάζοιτο, καὶ τοὺς τοῦ Πύρρου δεινῶς ἐκφοβούντων ὡς ἐκ τοῦ θανεῖν ἐκεῖνον πάντως ἀπο‐ λουμένους, συνήγαγε τοὺς στρατιώτας ὁ Πύρρος καὶ | |
20 | διειλέχθη περὶ τούτου, συμβουλεύων μήτ’ ἀθυμεῖν μήτ’ ἐκπλήττεσθαι τοιούτοις λόγοις· μήτε γὰρ ἕνα ἄνθρωπον δύνασθαι θνήσκοντα πολλοὺς καταγωνί‐ σασθαι μήτ’ ἐπῳδὴν ἢ μαγγανείαν τινὰ κρείττω τῶν ὅπλων καὶ τῶν ἀνδρῶν γενέσθαι. ταῦτ’ εἰπὼν καὶ | |
25 | λογισμοῖς ἐπικρατύνας τοὺς λόγους ὁ Πύρρος τὸ οἰ‐ κεῖον ἐθάρσυνε στράτευμα. καὶ πολυπραγμονήσας τὴν στολὴν ᾗ ἐχρήσαντο οἱ Δέκιοι ἐπιδιδόντες ἑαυ‐ τούς, παρήγγειλε τοῖς οἰκείοις, ἄν τινα οὕτως ἐσκευασμένον ἴδωσι, μὴ κτεῖναι αὐτόν, ἀλλὰ ζωὸν | |
30 | συλλαβεῖν. τῷ δὲ Δεκίῳ πέμψας ἔφη οὔτε προχω‐ | 185 in vol. 2 |
2.186 | ρήσειν αὐτῷ τοῦτο πρᾶξαι θελήσαντι καὶ ζωγρη‐ θέντα κακῶς ἀπολεῖσθαι ἠπείλησε. πρὸς ἅπερ οἱ ὕπατοι ἀπεκρίναντο μηδενὸς τοιούτου ἔργου σφᾶς δεῖσθαι· πάντως γὰρ αὐτοῦ καὶ ἄλλως κρατήσειν. | |
5 | ποταμοῦ δὲ διὰ μέσου τῶν στρατοπέδων οὐκ εὐδια‐ βάτου ῥέοντος, ἤροντο πότερον αὐτὸς περαιωθῆναι βούλεται ἀδεῶς, αὐτῶν ἀναχωρησάντων, ἢ ἐκείνοις ἐπιτρέψαι τοῦτο ποιῆσαι, ἵν’ ἐξ ἀντιπάλου μάχης ἀκεραίων τῶν δυνάμεων εἰς χεῖρας ἐλθουσῶν ὁ τῆς | |
10 | ἀνδρείας ἔλεγχος γένοιτο ἀκριβής. οἱ μὲν οὖν Ῥω‐ μαῖοι πρὸς κατάπληξιν τὸν λόγον ἐποίησαν, ὁ δὲ Πύρρος αὐτοῖς ἐφῆκε διαβῆναι τὸν ποταμόν, μέγα φρονῶν ἐπὶ τοῖς ἐλέφασιν. οἱ δὲ Ῥωμαῖοι τά τε ἄλλα παρεσκευάσαντο καὶ πρὸς τοὺς ἐλέφαντας κεραίας | |
15 | ἐφ’ ἁμαξῶν σεσιδηρωμένας καὶ πανταχόθεν προε‐ χούσας ἡτοίμασαν, ἵνα τοξεύοντες ἀπ’ αὐτῶν ἄλλα τε καὶ πῦρ ἐμποδὼν σφίσι γίνωνται. προσμίξαντες δέ, χρόνῳ μὲν οἱ Ῥωμαῖοι τοὺς Ἕλληνας, ἐώσαντο δ’ οὖν, μέχρις ὁ Πύρρος τοῖς ἐλέφασιν οὐ κατὰ τὰς | |
20 | ἁμάξας, ἀλλ’ ἐπὶ θάτερα προσβοηθήσας αὐτοῖς τὴν ἵππον σφῶν καὶ πρὶν προσμίξαι φόβῳ τῶν θηρίων ἐτρέψατο. τῷ μέντοι πεζῷ οὐδὲν μέγα ἐλυμήνατο. κἀν τούτῳ τῶν Ἀπούλων τινὲς ἐπὶ τὸ τῶν Ἠπειρω‐ τῶν ὡρμηκότες στρατόπεδον τῆς νίκης αἴτιοι τοῖς | |
25 | Ῥωμαίοις ἐγένοντο. τινὰς γὰρ τῶν μαχομένων ἐπ’ αὐτοὺς τοῦ Πύρρου πέμψαντος πάντες οἱ λοιποὶ ἐταράχθησαν, καὶ τάς τε σκηνὰς ἑαλωκέναι καὶ ἐκεί‐ νους φεύγειν ὑποτοπήσαντες ἐνέδοσαν· καὶ συχνοὶ αὐτῶν ἔπεσον, ὅ τε Πύρρος καὶ ἄλλοι τῶν ἐν τέλει | |
30 | πολλοὶ ἐτρώθησαν, καὶ μετὰ ταῦτα διά τε τὴν τῆς τροφῆς καὶ τὴν τῶν ἐπιτηδείων πρὸς ἄκεσιν ἀπορίαν | |
σφόδρα ἐκακώθησαν. ὅθεν ἀπῆρεν εἰς Τάραντα πρὶν | 186 in vol. 2 | |
2.187 | τοὺς Ῥωμαίους αἰσθέσθαι. οἱ δ’ ὕπατοι διέβησαν μὲν τὸν ποταμὸν ἐπὶ μάχῃ, ὡς δὲ πάντας ἐσκεδάσθαι ἐπύθοντο, εἰς τὰς οἰκείας ἀνεχώρησαν πόλεις· ἐπι‐ διῶξαι γὰρ διὰ τοὺς σφετέρους τραυματίας οὐκ ἠδυ‐ | |
5 | νήθησαν. εἶτα οἱ μὲν εἰς τὴν Ἀπουλίαν ἐχείμασαν, ὁ δὲ Πύρρος τἄλλα τε ἡτοιμάζετο καὶ οἴκοθεν στρα‐ τιώτας καὶ χρήματα μετεπέμψατο. μαθὼν δὲ τὸν Φαβρίκιον καὶ τὸν Πάππον ὑπάτους ᾑρημένους καὶ εἰς τὸ στρατόπεδον ἀφιγμένους, οὐκ ἐπὶ τῆς αὐτῆς | |
10 | μεμένηκε γνώμης. Ἤδη δὲ τῶν ῥηθέντων ὑπάτων ἐν τῷ στρατεύ‐ ματι ὄντων, Νικίας τις τῶν Πύρρῳ πιστῶν δοκούν‐ των ἦλθε πρὸς τὸν Φαβρίκιον καὶ ὑπέσχετο αὐτῷ τὸν Πύρρον δολοφονήσειν. δυσχεράνας οὖν ἐπὶ | |
15 | τούτῳ ἐκεῖνος, ἀρετῇ γὰρ καὶ ταῖς δυνάμεσιν ἠξίου τῶν πολεμίων κρατεῖν ὡς ὁ Κάμιλλος, κατεμήνυσε τῷ Πύρρῳ τὸ ἐπιβούλευμα· καὶ οὕτως αὐτὸν ἐκ τούτου κατέπληξεν ὥστε καὶ τοὺς ἑαλωκότας τῶν Ῥωμαίων προῖκα αὖθις ἀφεῖναι καὶ πρέσβεις πάλιν | |
20 | ὑπὲρ εἰρήνης ἀποστεῖλαι. ἐπεὶ δὲ οἱ Ῥωμαῖοι περὶ τῆς εἰρήνης οὐδὲν ἀπεκρίναντο, ἀλλὰ καὶ τότε ἀπᾶ‐ ραι τῆς Ἰταλίας ἐκέλευον καὶ οὕτως αὐτοῖς διακηρυ‐ κεύεσθαι καὶ τὰς συμμαχίδας αὐτῷ πόλεις κατέ‐ τρεχόν τε καὶ ᾕρουν, ἐν ἀμηχανίᾳ ἐγένετο, πρὶν | |
25 | δὴ Συρακουσίων τινές, ἐτύγχανον δὲ ἐξ οὗ Ἀγαθο‐ κλῆς ἐτελεύτησε στασιάζοντες, ἐπεκαλέσαντο αὐτόν, παραδιδόντες οἱ καὶ ἑαυτοὺς καὶ τὴν πόλιν. ἀνα‐ πνεύσας γὰρ ἐπὶ τούτῳ καὶ προσελπίσας πᾶσαν τὴν Σικελίαν καταστρέψασθαι, τὸν μὲν Μίλωνα ἐν Ἰτα‐ | |
30 | λίᾳ κατέλιπεν, ἐν φυλακῇ τόν τε Τάραντα καὶ τὰ | 187 in vol. 2 |
2.188 | ἄλλα ποιησόμενον, αὐτὸς δὲ ὡς διὰ βραχέος ἐπαν‐ ήξων ἀπέπλευσε. καὶ τῶν Συρακουσίων δεξαμένων αὐτὸν καὶ πάντα αὐτῷ ἀναθεμένων μέγας ἐν βραχεῖ αὖθις ἐγένετο, ὥστε τοὺς Καρχηδονίους φοβηθέντας | |
5 | μισθοφόρους ἐκ τῆς Ἰταλίας προσλαβεῖν. ἀλλὰ ταχὺ πρὸς τοὐναντίον αὐτῷ περιέστη τὰ πράγματα τῷ τε πολλοὺς τῶν ἐν τέλει τοὺς μὲν ἐξελάσαι, τοὺς δὲ διαφθεῖραι ὑποπτευομένους αὐτῷ. οἱ γὰρ Καρχη‐ δόνιοι, ἰδόντες αὐτὸν μήτε ταῖς οἰκείαις δυνάμεσιν | |
10 | ἐρρωμένον μήτε τοὺς ἐπιχωρίους δι’ εὐνοίας ἔχοντα, τοῦ πολέμου προθύμως ἀντελάβοντο, καὶ τοὺς ἐκπί‐ πτοντας τῶν Συρακουσίων δεχόμενοι δεινὰ αὐτὸν εἰργάσαντο, ὥστε μὴ τὰς Συρακούσας μόνον, ἀλλὰ καὶ τὴν Σικελίαν καταλιπεῖν. | |
15 | Οἱ Ῥωμαῖοι δὲ τὴν ἀπουσίαν αὐτοῦ πυθόμενοι ἀνεθάρσησαν καὶ πρὸς ἄμυναν τῶν ἐπικαλεσαμένων αὐτὸν ἐτράπησαν. καὶ τοὺς Ταραντίνους εἰς ἄλλον καιρὸν ὑπερθέμενοι εἰσέβαλον εἰς τὸ Σαύνιον μετὰ καὶ ὑπάτων τοῦ Ῥουφίνου καὶ τοῦ Ἰουνίου, καὶ τήν | |
20 | τε χώραν ἐπόρθουν καὶ τείχη τινὰ ἐκλειφθέντα ἔλα‐ βον. οἱ γὰρ Σαυνῖται εἰς τὰ ὄρη τὰ Κρανιτὰ λεγό‐ μενα, ὅτι κρανίαν πολλὴν ἔχουσι, τά τε φίλτατα καὶ τὰ τιμιώτατα ἀνεκόμισαν. καταφρονήσαντες οὖν οἱ Ῥωμαῖοι εἰς τὰ εἰρημένα ὄρη ἀναβῆναι ἐτόλμησαν. | |
25 | λασίων οὖν αὐτῶν καὶ δυσπροσβάτων ὄντων, πολλοὶ μὲν ἀπέθανον, πολλοὶ δὲ καὶ ἑάλωσαν. Οἱ δ’ ὕπατοι οὐκέτι κοινῇ τὸν πόλεμον ἐποιή‐ σαντο, ἀλλήλους αἰτιώμενοι διὰ τὸ ἀτύχημα, ἀλλ’ Ἰούνιος μὲν ἐδῄου μέρος τι τῆς Σαυνίτιδος, Ῥουφῖ‐ | |
30 | νος δὲ Λευκανοῖς καὶ Βρεττίοις ἐλυμήνατο. καὶ ἐπὶ | 188 in vol. 2 |
2.189 | Κρότωνα ὥρμησεν ἀποστάντα Ῥωμαίων, μεταπεμψα‐ μένων αὐτὸν τῶν ἐπιτηδείων, φθασάντων δὲ τῶν λοιπῶν ἐπαγαγέσθαι παρὰ τοῦ Μίλωνος φρουράν, ἧς ἦρχε Νικόμαχος. ἀγνοήσας οὖν τοῦτο καὶ ἀμελῶς τοῖς | |
5 | τείχεσι προσιὼν ὡς πρὸς φίλους, ἔπταισεν, ἐξαίφνης ἐπεκδραμόντων αὐτῷ. εἶτά τι ἐπινοήσας στρατήγημα τὴν πόλιν εἷλε· δύο γὰρ ἄνδρας αἰχμαλώτους ψευ‐ δαυτομόλους ἐς τὸν Κρότωνα ἔπεμψε, τὸν μὲν εὐθὺς λέγοντα ὅτι ἀπεγνωκὼς τὴν ἅλωσιν αὐτῶν ἐς τὴν | |
10 | Λοκρίδα προδιδομένην αὐτῷ μέλλει ἀπαρεῖν, τὸν δ’ ἕτερον μετὰ τοῦτο ὡς ἐν ὁδῷ ἐστι διαβεβαιούμενον. καὶ γὰρ ἵνα πίστιν ὁ λόγος ἔχῃ, ἀνεσκευάσατο καὶ προσεποιεῖτο ἐπείγεσθαι. ὁ οὖν Νικόμαχος πιστεύ‐ σας τούτοις, καὶ οἱ κατάσκοποι γὰρ τὰ αὐτὰ ἀνήγ‐ | |
15 | γελλον, τὸν Κρότωνα λιπὼν ἐς τοὺς Λοκροὺς ἀπῄει σπουδῇ δι’ ἐπιτομωτέρας ὁδοῦ. καὶ ἐν τῇ Λοκρίδι γενομένου αὐτοῦ ὁ Ῥουφῖνος ὑπέστρεψε πρὸς τὸν Κρότωνα, καὶ λαθὼν διά τε τὸ ἀπροσδόκητον καὶ δι’ ὁμίχλην τότε συμβᾶσαν εἷλε τὴν πόλιν. μαθὼν δὲ | |
20 | τοῦτο Νικόμαχος ἀπῄει εἰς Τάραντα· καὶ ἐν ὁδῷ τῷ Ῥουφίνῳ περιπεσὼν πολλοὺς ἀπέβαλε. καὶ οἱ Λοκροὶ τοῖς Ῥωμαίοις προσεχώρησαν. Τῷ δ’ ἑξῆς ἔτει Ῥωμαῖοι ἐστράτευσαν εἰς τὸ Σαύνιον καὶ ἐς Λευκανίδα καὶ Βρεττίοις ἐπολέμη‐ | |
25 | σαν. ὁ δὲ Πύρρος τῆς Σικελίας ἐκπεσὼν καὶ ἐπαν‐ ελθὼν ἤδη δεινῶς αὐτοὺς ἐλύπει, καὶ τοὺς μὲν Λο‐ κροὺς ἐκομίσατο, τὴν γὰρ φρουρὰν τῶν Ῥωμαίων ἀποκτείναντες μετέστησαν, ἐπὶ δὲ τὸ Ῥήγιον στρα‐ τεύσας ἀπεκρούσθη καὶ αὐτὸς ἐτρώθη καὶ πλείστους | |
30 | ἀπέβαλε. μεταστὰς δὲ εἰς τὴν Λοκρίδα, καὶ τῶν αὐτῷ ἐναντία φρονησάντων δικαιώσας τινάς, παρὰ | |
τῶν λοιπῶν σῖτον καὶ χρήματα ἔλαβε, καὶ εἰς Τά‐ | 189 in vol. 2 | |
2.190 | ραντα ἀνεκομίσθη. κακῶς δὲ πάσχοντες ὑπὸ Ῥω‐ μαίων οἱ Σαυνῖται ἐξαναστῆναι αὐτὸν ἐποίησαν. ἐλθὼν δὲ εἰς ἐπικουρίαν αὐτῶν ἐτράπη. τρωθέντος γὰρ πώλου ἐλέφαντος καὶ ἀποσεισαμένου τοὺς ἀνα‐ | |
5 | βάτας περιπλανωμένου τε κατὰ ζήτησιν τῆς μητρός, κἀκείνης ἐπὶ τούτῳ ταραχθείσης καὶ τῶν ἄλλων ἐλεφάντων θορυβηθέντων, φύρδην ἀνεμίχθησαν ἅπαντα. τέλος δὲ οἱ Ῥωμαῖοι ἐπεκράτησαν, συχνοὺς ἀποκτείναντες καὶ ὀκτὼ ἑλόντες ἐλέφαντας, καὶ τὸ | |
10 | χαράκωμα κατέσχον αὐτῶν. ὁ δὲ Πύρρος σὺν ὀλί‐ γοις ἱππεῦσι διέφυγεν εἰς τὸν Τάραντα, ἐκεῖθεν δὲ εἰς τὴν Ἤπειρον ἀπέπλευσεν ὡς αὖθις ἐπανήξων, τὸν Μίλωνα μετὰ φρουρᾶς εἰς Τάραντα καταλείψας, δοὺς αὐτοῖς δίφρον ἱμᾶσιν ἐκ τοῦ δέρματος τοῦ Νι‐ | |
15 | κίου ἐνδεδεμένον, ὃν ἐπὶ τῇ προδοσίᾳ ἀπέκτεινεν. τὸν μὲν οὖν Νικίαν οὕτως ἐτιμωρήσατο, νεανίσκους δέ τινας ἐν συμποσίῳ σκώψαντας αὐτὸν τιμωρήσα‐ σθαι ἔμελλεν, ἐρωτήσας δ’ αὐτοὺς διὰ τί ἔσκωπτον, ἐπεὶ ἀπεκρίθησαν ὅτι “πολὺ πλείω καὶ χαλεπώτερα | |
20 | εἰρήκειμεν ἂν εἰ μὴ ὁ οἶνος ἡμᾶς ἐπιλέλοιπε,” γελάσας ἀφῆκεν αὐτούς. Πύρρος μὲν οὖν ἐπιφανέστατος ἐν στρατηγοῖς γενόμενος καὶ φόβον πολὺν τοῖς Ῥωμαίοις ἐμβαλὼν καὶ πέμπτῳ ἔτει τὴν Ἰταλίαν λιπὼν καὶ ἐπὶ τὴν Ἑλ‐ | |
25 | λάδα στρατεύσας οὐ πολλῷ ὕστερον ἐν Ἄργει ἀπέ‐ θανε. γυνὴ γάρ τις, ὡς λόγος ἔχει, παριόντα αὐτὸν ἰδεῖν ἀπὸ τοῦ τέγους ἐπιθυμήσασα ἐσφάλη καὶ ἐμ‐ πεσοῦσα διέφθειρεν αὐτόν. ἐν δὲ τῷ αὐτῷ ἔτει ὅ τε Φαβρίκιος καὶ ὁ Πάππος ἐτιμήτευσαν καὶ ἄλλους | |
30 | τε τῶν ἱππέων ἀπήλειψαν καὶ τῶν βουλευτῶν καὶ τὸν Ῥουφῖνον, καίπερ δικτατωρεύσαντα καὶ δὶς ὑπα‐ | |
τεύσαντα. αἴτιον δ’ ὅτι σκεύη ἀργυρᾶ λιτρῶν δέκα | 190 in vol. 2 | |
2.191 | εἶχεν· οὕτως οἱ Ῥωμαῖοι πενίαν οὐ τὸ μὴ πολλὰ κε‐ κτῆσθαι, ἀλλὰ τὸ πολλῶν δεῖσθαι εἶναι ἐνόμιζον. καὶ διὰ τοῦτο τοῖς τε ἄρχουσι τοῖς ἐκδημοῦσι καὶ τοῖς ἄλλοις τοῖς κατά τι πρᾶγμα τῇ πόλει διαφέρον ἐξιοῦσι | |
5 | τά τε ἄλλα τὰ ἀναγκαῖα καὶ δακτύλιος ἐκ τοῦ δημο‐ σίου ἐδίδοτο. Τῶν Ταραντίνων δέ τινες κακωθέντες ὑπὸ τοῦ Μίλωνος ἐπέθεντο αὐτῷ, Νίκωνα προστησάμενοι. ὡς δ’ οὐδὲν ἤνυσαν, τεῖχός τι τῆς σφετέρας χώρας | |
10 | κατέσχον, κἀκεῖθεν ὁρμώμενοι τῷ Μίλωνι ἐπῄεσαν. ἐπεὶ δὲ ᾔσθοντο τοὺς Ῥωμαίους πολεμῆσαι σφίσι βουλομένους, πρέσβεις εἰς τὴν Ῥώμην ἔστειλαν· καὶ εἰρήνης ἔτυχον. Καὶ Πτολεμαῖος δὲ ὁ Φιλάδελφος ὁ τῆς Αἰγύ‐ | |
15 | πτου βασιλεύς, τόν τε Πύρρον κακῶς ἀπηλλαχότα μαθὼν καὶ τοὺς Ῥωμαίους αὐξανομένους, δῶρά τε αὐτοῖς ἔπεμψε καὶ ὁμολογίαν ἐποιήσατο. καὶ οἱ Ῥω‐ μαῖοι ἐπὶ τούτῳ ἡσθέντες πρέσβεις πρὸς αὐτὸν ἀν‐ ταπέστειλαν· οἳ μεγαλοπρεπῆ δῶρα παρ’ ἐκείνου | |
20 | λαβόντες εἰς τὸ δημόσιον ταῦτα εἰσῆγον. ἡ δὲ βουλὴ οὐ προσήκατο, ἀλλ’ εἴασεν αὐτοὺς ταῦτα ἔχειν. Μετὰ δὲ ταῦτα τούς τε Σαυνίτας διὰ Καρουι‐ λίου ὑπέταξαν, καὶ Λευκανῶν καὶ Βρεττίων διὰ Παπειρίου ἐκράτησαν. καὶ τοὺς Ταραντίνους ὁ αὐ‐ | |
25 | τὸς Παπείριος ἐχειρώσατο. ἀχθόμενοι γὰρ τῷ Μί‐ λωνι, καὶ πρὸς τῶν σφετέρων κακούμενοι τῶν, ὡς εἴρηται, ἐπιθεμένων τῷ Μίλωνι, Καρχηδονίους ἐπε‐ καλέσαντο, ἐπεὶ καὶ τὸν Πύρρον τεθνάναι ἔμαθον. ὁ δὲ Μίλων ἐν στενῷ ἑαυτῷ τὰ πράγματα συνηγμένα | |
30 | ὁρῶν, τῶν Ῥωμαίων ἐκ τῆς ἠπείρου ἐφεδρευόντων, τῶν δέ γε Καρχηδονίων ἐκ τῆς θαλάσσης, παρέδωκε | |
τῷ Παπειρίῳ τὴν ἄκραν, ἐπὶ τῷ ἀβλαβὴς μετὰ τῶν | 191 in vol. 2 | |
2.192 | περὶ αὐτὸν καὶ τῶν χρημάτων ἀποχωρῆσαι. ἐντεῦθεν οἱ μὲν Καρχηδόνιοι ὡς ἔνσπονδοι τοῖς Ῥωμαίοις ἀπέ‐ πλευσαν, ἡ δὲ πόλις προσεχώρησε τῷ Παπειρίῳ· καὶ τὰ ὅπλα καὶ τὰς ναῦς αὐτῷ παρέδοσαν, καὶ τὰ | |
5 | τείχη καθεῖλον καὶ δασμοφορεῖν ὡμολόγησαν. Οὕτω δὲ τοὺς Ταραντίνους ὑφ’ ἑαυτοὺς οἱ Ῥω‐ μαῖοι ποιησάμενοι ἐτράποντο πρὸς τὸ Ῥήγιον, ὅτι τὸν Κρότωνα προδοσίᾳ λαβόντες τήν τε πόλιν κατ‐ έσκαψαν καὶ τοὺς ἐν αὐτῇ Ῥωμαίους διέφθειραν. | |
10 | τοὺς μὲν οὖν Μαμερτίνους τοὺς τὴν Μεσσήνην ἔχον‐ τας, οὓς συμμάχους οἱ ἐν τῷ Ῥηγίῳ προσεδέχοντο, ὁμολογίᾳ διεκρούσαντο, ἐκακοπάθησαν δὲ πολιορ‐ κοῦντες τὸ Ῥήγιον σπάνει τε τροφῆς καὶ ἄλλοις τισίν, ἕως Ἱέρων ἐκ Σικελίας σῖτόν τε Ῥωμαίοις πέμψας | |
15 | καὶ στρατιώτας ἐπέρρωσε σφᾶς, καὶ τὴν πόλιν συν‐ εῖλεν. ἣ τοῖς περιοῦσι τῶν ἀρχαίων πολιτῶν ἀπε‐ δόθη· οἱ δ’ ἐπιβουλεύσαντες αὐτῇ ἐκολάσθησαν. Ὁ δέ γε Ἱέρων οὔτε πατρόθεν ἐπιφάνειαν ἔχων τινά, μητρόθεν δὲ καὶ δουλείᾳ προσήκων, Σικελίας | |
20 | ἁπάσης ἦρξε μικροῦ, καὶ φίλος Ῥωμαίοις ἐνομίσθη καὶ σύμμαχος. οὗτος οὖν τῶν Συρακουσίων κρατή‐ σας μετὰ τὴν τοῦ Πύρρου φυγὴν καὶ τοὺς Καρχηδο‐ νίους εὐλαβηθεὶς ἐγκειμένους τῇ Σικελίᾳ, πρὸς τοὺς Ῥωμαίους ἀπέκλινε, καὶ πρώτην χάριν αὐτοῖς τὴν | |
25 | εἰρημένην συμμαχίαν καὶ τὴν σιτοπομπίαν ἀπ‐ ένειμε. Μετὰ ταῦτα δὲ χειμῶνος γεγονότος πολλοῦ, ὥστε τὸν Τίβεριν εἰς πολὺ τοῦ βάθους κρυσταλλωθῆναι καὶ αὐανθῆναι τὰ δένδρα, οἱ ἐν τῇ Ῥώμῃ ἐταλαιπώ‐ | |
30 | ρησαν, καὶ τὰ βοσκήματα τῆς πόας ἐπιλιπούσης | |
ἐφθάρησαν. | 192 in vol. 2 | |
2.193 | Τῷ δ’ ἑξῆς ἔτει Λόλιός τις ἀνὴρ Σαυνίτης ὁμη‐ ρεύων ἐν Ῥώμῃ καὶ ἐκδρὰς δύναμιν συνελέξατο, καὶ χωρίον τι καρτερὸν ἐν τῇ οἰκείᾳ καταλαβὼν ἐλῄστευεν. ἐφ’ ὃν Κύιντός τε Γάλλος καὶ Γάιος Φάβιος στρα‐ | |
5 | τεύσαντες αὐτὸν μὲν καὶ τοὺς σὺν αὐτῷ σύγκλυδας καὶ ἀόπλους τοὺς πλείονας ὄντας συνέσχον, χωρή‐ σαντες δ’ ἐπὶ Καρκίνους, παρ’ οἷς τὴν λείαν ἐκεῖνοι ἀπετέθειντο, πράγματα ἔσχον. καὶ τέλος νυκτὸς ὑπ’ αὐτομόλων ὑπερβάντες πῃ τοῦ τείχους ἐκινδύνευσαν | |
10 | ἀπολέσθαι διὰ σκότος, οὐχ ὡς ἀσελήνου τῆς νυκτὸς οὔσης, ἀλλ’ ὅτι σφοδρότατα ἔνιφεν· ἐκφανείσης δὲ τῆς σελήνης ἀθρόον ἐκράτησαν τοῦ χωρίου. Πολλὰ δὲ χρήματα τότε τῇ Ῥώμῃ ἐγένετο, ὥστε καὶ ἀργυραῖς δραχμαῖς χρήσασθαι. | |
15 | Εἶτα εἰς τὴν νῦν καλουμένην Καλαβρίαν ἐστρά‐ τευσαν, προφάσει μὲν ὅτι τὸν Πύρρον ὑπεδέξαντο καὶ τὴν συμμαχίδα κατέτρεχον, τῇ δ’ ἀληθείᾳ ὅτι ἐβούλοντο οἰκειώσασθαι τὸ Βρεντέσιον, ὡς εὐλίμενον καὶ προσβολὴν καὶ κάταρσιν ἐκ τῆς Ἰλλυρίδος καὶ | |
20 | τῆς Ἑλλάδος τοιαύτην ἔχον ὥσθ’ ὑπὸ τοῦ αὐτοῦ πνεύματος καὶ ἐξανάγεσθαί τινας καὶ καταίρειν. καὶ εἷλον αὐτό, καὶ ἀποίκους ἔπεμψαν εἰς αὐτό τε καὶ εἰς ἕτερα. ταῦτα δ’ ἀνύοντες καὶ ἐπὶ μεῖζον αἰρόμε‐ νοι οὐχ ὑπερεφρόνουν, ἀλλὰ Κύιντον Φάβιον βου‐ | |
25 | λευτὴν Ἀπολλωνιάταις τοῖς ἐν τῷ Ἰονίῳ κόλπῳ ἐξέ‐ δωκαν, ὅτι πρέσβεις αὐτῶν ὕβρισεν. οἱ δὲ λαβόντες αὐτὸν ἀπέπεμψαν οἴκαδε ἀπαθῆ. Ἐπὶ δὲ Κυΐντου Φαβίου καὶ Αἰμιλίου ὑπάτων πρὸς Οὐλσινίους ἐστράτευσαν ἐπ’ ἐλευθερίᾳ αὐτῶν· | |
30 | ἔνσπονδοι γὰρ ἦσαν αὐτοῖς. οἳ ἀρχαιότατοι Τυρση‐ | 193 in vol. 2 |
2.194 | νῶν ὄντες ἰσχύν τε περιεποιήσαντο καὶ τεῖχος κατε‐ σκεύασαν ὀχυρώτατον, πολιτείᾳ τε εὐνομουμένῃ ἐκέ‐ χρηντο, καὶ δι’ αὐτὰ πολεμοῦντές ποτε τοῖς Ῥω‐ μαίοις ἐπὶ πλεῖστον ἀντέσχον. ὡς δ’ ἐχειρώθησαν, | |
5 | αὐτοὶ μὲν ἐξώκειλαν εἰς ἁβρότητα, τὴν δὲ διοίκησιν τῆς πόλεως τοῖς οἰκέταις ἐπέτρεψαν, καὶ τὰς στρα‐ τείας δι’ ἐκείνων ὡς τὸ πολὺ ἐποιοῦντο· καὶ τέλος ἐς τοῦτο προήγαγον σφᾶς ὡς καὶ δύναμιν τοὺς οἰκέ‐ τας καὶ φρόνημα ἔχειν καὶ ἐλευθερίας ἑαυτοὺς ἀξιοῦν. | |
10 | προϊόντος δὲ τοῦ χρόνου καὶ ἔτυχον ταύτης δι’ ἑαυ‐ τῶν, καὶ τὰς σφῶν δεσποίνας ἠγάγοντο καὶ τοὺς δε‐ σπότας διεδέχοντο, καὶ εἰς τὴν βουλὴν ἐνεγράφοντο καὶ τὰς ἀρχὰς ἐλάμβανον καὶ αὐτοὶ τὸ σύμπαν κῦρος εἶχον, καὶ τά τε ἄλλα καὶ τὰς ὕβρεις τὰς ὑπὸ τῶν | |
15 | δεσποτῶν αὐτοῖς γινομένας ἰταμώτερον εἰς αὐτοὺς ἐκείνους ἀνταπεδείκνυντο. οὔτ’ οὖν φέρειν σφᾶς οἱ ἀρχαῖοι πολῖται οὔτε καθ’ ἑαυτοὺς δεδυνημένοι ἀμύνασθαι, λάθρᾳ πρέσβεις εἰς τὴν Ῥώμην ἀπέστει‐ λαν. οἳ καὶ δι’ ἀπορρήτων νυκτὸς τὴν γερουσίαν | |
20 | εἰς ἰδιωτικὴν οἰκίαν ἐλθεῖν, ἵνα μηδὲν ἐξαγγελθῇ, παρεκάλεσαν· καὶ ἔτυχον. καὶ οἱ μὲν ὡς οὐδενὸς ἐπακούοντος ἐβουλεύοντο, Σαυνίτης δέ τις παρὰ τῷ κυρίῳ τῆς οἰκίας ἐπιξενούμενος καὶ νοσῶν ἔλαθε κατὰ χώραν μείνας, καὶ ἔμαθεν ἃ ἐψηφίσαντο καὶ | |
25 | ἐμήνυσε τοῖς τὴν αἰτίαν ἔχουσι. κἀκεῖνοι τοὺς πρέ‐ σβεις ἐπανιόντας κατέσχον καὶ ἐβασάνισαν· καὶ μα‐ θόντες τὰ δρώμενα αὐτούς τε ἀπέκτειναν καὶ τῶν ἄλλων τοὺς πρώτους. δι’ οὖν ταῦθ’ οἱ Ῥωμαῖοι τὸν Φάβιον ἐπ’ αὐτοὺς ἔστειλαν. καὶ ὃς τούς τε ἀπαν‐ | |
30 | τήσαντας αὐτῷ ἐξ ἐκείνων ἐτρέψατο καὶ πολλοὺς ἐν τῇ φυγῇ φθείρας κατέκλεισε τοὺς λοιποὺς εἰς τὸ | |
τεῖχος, καὶ προσέβαλε τῇ πόλει. καὶ ὁ μὲν ἐνταῦθα | 194 in vol. 2 | |
2.195 | τρωθεὶς ἀπέθανε, θαρσήσαντες δ’ ἐπὶ τούτῳ ἐπεξ‐ ῆλθον. καὶ ἡττηθέντες αὖθις ἀνεχώρησαν καὶ ἐπο‐ λιορκοῦντο· καὶ εἰς ἀνάγκην λιμοῦ ἐμπεσόντες παρ‐ έδωκαν ἑαυτούς. ὁ δὲ ὕπατος τοὺς μὲν ἀφελομένους | |
5 | τὰς τῶν κυρίων τιμὰς αἰκισάμενος ἔκτεινε καὶ τὴν πόλιν κατέσκαψε, τοὺς δὲ αὐθιγενεῖς, καὶ εἴ τινες τῶν οἰκετῶν χρηστοὶ περὶ τοὺς δεσπότας ἐγένοντο, ἐν ἑτέρῳ κατῴκισε τόπῳ. Ἐντεῦθεν ἤρξαντο οἱ Ῥωμαῖοι διαποντίων ἀγώ‐ | |
10 | νων· ναυτικῶν γὰρ οὔτι πάνυ πεπείραντο· θαλατ‐ τουργοὶ δὲ γενόμενοι καὶ ἐπὶ τὰς νήσους τάς τε ἄλ‐ λας ἠπείρους ἐπεραιώθησαν. Καρχηδονίοις δὲ πρώ‐ τοις ἐπολέμησαν, οὐδὲν αὐτῶν οὖσιν ἥττοσιν οὔτε πλούτῳ οὔτε ἀρετῇ χώρας, καὶ ἠσκημένοις τὰ ναυτικὰ | |
15 | πρὸς ἀκρίβειαν, καὶ παρεσκευασμένοις ἱππικαῖς τε δυνάμεσι καὶ πεζαῖς καὶ ἐλέφασι, καὶ ἄρχουσι Λι‐ βύων, τήν τε Σαρδὼ καὶ τῆς Σικελίας τὰ πλείω κατέχουσιν· ὅθεν καὶ τὴν Ἰταλίαν χειρώσασθαι δι’ ἐλπίδων πεποίηντο. τά τε γὰρ ἄλλα σφᾶς φρονη‐ | |
20 | ματίζεσθαι ἔπειθον, καὶ τῷ αὐτονόμῳ λίαν ἐτύγχα‐ νον ἐπαιρόμενοι, τὸν γὰρ βασιλέα ἑαυτοῖς κλῆσιν ἐτησίου ἀρχῆς, ἀλλ’ οὐκ ἐπὶ χρονίῳ δυναστείᾳ πρου‐ βάλλοντο, καὶ ὡς αὐτοῖς πονούμενοι προθυμότατα ὤργων. | |
25 | Σκήψεις δὲ τοῦ πολέμου ἐγένοντο Ῥωμαίοις μὲν ὅτι Καρχηδόνιοι τοῖς Ταραντίνοις ἐβοήθησαν, Καρ‐ χηδονίοις δὲ ὅτι φιλίαν Ῥωμαῖοι συνέθεντο τῷ Ἱέ‐ ρωνι· τὸ δ’ ἀληθές, ὅτι ἀλλήλους ὑφωρῶντο, καὶ μίαν σωτηρίαν τῶν οἰκείων ἑκάτεροι ᾤοντο εἰ τὰ | |
30 | τῶν ἄλλων προσκτήσαιντο. οὕτω διανοουμένοις αὐ‐ | 195 in vol. 2 |
2.196 | τοῖς συμπεσόν τι τὰς σπονδάς τε διέλυσε καὶ ἐς τὸν πόλεμον αὐτοὺς ἐξηρέθισε· τὸ δ’ ἦν τοιοῦτον. Οἱ Μαμερτῖνοι ἐκ Καμπανίας ποτὲ πρὸς Μεσ‐ σήνην ἀποικίαν στειλάμενοι, τότε δ’ ὑπὸ Ἱέρωνος | |
5 | πολιορκούμενοι, ἐπεκαλέσαντο τοὺς Ῥωμαίους οἷα σφίσι προσήκοντας. κἀκεῖνοι ἑτοίμως ἐπικουρῆσαι αὐτοῖς ἐψηφίσαντο, εἰδότες ὅτι, ἂν τῆς συμμαχίας αὐτῶν οἱ Μαμερτῖνοι μὴ τεύξωνται, πρὸς τοὺς Καρ‐ χηδονίους τραπήσονται, κἀκεῖνοι τῆς τε Σικελίας | |
10 | ὅλης κρατήσουσι καὶ ἐς τὴν Ἰταλίαν ἐξ αὐτῆς διαβή‐ σονται. ἡ γὰρ νῆσος αὕτη βραχὺ τῆς ἠπείρου διέχει, ὡς μυθεύεσθαι ὅτι ποτὲ καὶ αὐτὴ ἠπείρωτο. ἥ τε οὖν νῆσος οὕτω τῇ Ἰταλίᾳ ἐπικειμένη ἐδόκει τοὺς Καρχηδονίους ἐκκαλέσασθαι καὶ τῶν ἀντιπέραν ἀν‐ | |
15 | τιποιήσασθαι, ἄν γε ταύτην κατάσχωσι, καὶ ἡ Μεσ‐ σήνη παρεῖχε τοῖς κρατοῦσιν αὐτῆς καὶ τοῦ πορθμοῦ κυριεύειν. Ψηφισάμενοι δὲ βοήθειαν οἱ Ῥωμαῖοι τοῖς Μα‐ μερτίνοις, οὐ ταχέως αὐτοῖς ἐπεκούρησαν διά τινας | |
20 | ἐπισυμβάσας αἰτίας. ὅθεν ἀνάγκῃ πιεζόμενοι οἱ Μα‐ μερτῖνοι Καρχηδονίους ἐπεκαλέσαντο. οἱ δὲ καὶ ἑαυτοῖς καὶ τοῖς ἐπικαλεσαμένοις εἰρήνην κατεπρά‐ ξαντο πρὸς Ἱέρωνα, ἵνα μὴ οἱ Ῥωμαῖοι ἐς τὴν νῆσον περαιωθῶσι, καὶ τὸν πορθμὸν δὲ καὶ τὴν πόλιν | |
25 | ἐφύλασσον, Ἄννωνος σφῶν ἡγουμένου. κἀν τούτῳ Γάιος Κλαύδιος χιλιαρχῶν ναυσὶν ὀλίγαις ὑπὸ Ἀπ‐ πίου Κλαυδίου προπεμφθεὶς εἰς τὸ Ῥήγιον ἀφίκετο. διαπλεῦσαι δὲ οὐκ ἐθάρρησε, πολὺ πλεῖον τὸ τῶν Καρχηδονίων ὁρῶν ναυτικόν. ἀκατίῳ δ’ ἐμβὰς | |
30 | προσέσχε τῇ Μεσσήνῃ καὶ διειλέχθη αὐτοῖς ὅσα ὁ καιρὸς ἐδίδου. ἀντειπόντων δὲ τῶν Καρχηδονίων, | |
τότε μὲν μηδὲν πράξας ἀνεκομίσθη, μετὰ ταῦτα δὲ | 196 in vol. 2 | |
2.197 | γνοὺς τοὺς Μαμερτίνους ἐν στάσει ὄντας, οὔτε γὰρ τοῖς Ῥωμαίοις ὑπείκειν ἐβούλοντο καὶ τοὺς Καρχη‐ δονίους ἐβαρύνοντο, ἔπλευσεν αὖθις, καὶ ἄλλα τε εἶπεν ἐπαγωγὰ καὶ ὡς ἐπ’ ἐλευθερώσει τῆς πόλεως | |
5 | ἥκει, καὶ ἐπειδὰν κατασταῖεν τὰ πράγματα, ἀπο‐ πλεύσει· καὶ τοὺς Καρχηδονίους ἢ ἀποχωρῆσαι ἐκέλευσεν ἤ, εἴ τι δίκαιον ἔχοιεν, τοῦτο εἰπεῖν. ὡς δ’ οὔτε τῶν Μαμερτίνων τις ὑπὸ δέους ἐφθέγγετο, καὶ οἱ Καρχηδόνιοι βίᾳ τὴν πόλιν κατέχοντες οὐδὲν | |
10 | αὐτοῦ ἐφρόντιζον, “αὔταρκες” ἔφη “μαρτύριον παρ’ ἀμφοτέρων ἡ σιωπή, τῶν μὲν ὅτι ἀδικοῦσιν, εἰ γάρ τι ὑγιὲς ἐφρόνουν, ἐδικαιολογήσαντο ἄν, τῶν δὲ ὅτι τῆς ἐλευθερίας ἐφίενται· ἐπαρρησιάσαντο γὰρ ἄν, εἰ τὰ τῶν Καρχηδονίων προῄρηντο.” καὶ ἐπηγγέλ‐ | |
15 | λετο βοηθήσειν αὐτοῖς. θορύβου δὲ καὶ ἐπαίνου παρὰ τῶν Μαμερτίνων ἐπὶ τούτοις γενομένου εὐθὺς ἀνέπλευσε πρὸς τὸ Ῥήγιον, καὶ μετ’ ὀλίγον παντὶ τῷ ναυτικῷ βιασάμενος τὸν διάπλουν, τὸ μέν τι ὑπὸ τοῦ πλήθους καὶ τῆς τέχνης τῶν Καρχηδονίων, τὸ δὲ | |
20 | πλεῖστον διὰ τὴν τοῦ ῥοῦ χαλεπότητα καὶ χειμῶνα ἐξαίφνης γενόμενον, τινάς τε τῶν τριήρων ἀπέβαλε καὶ ταῖς λοιπαῖς μόλις εἰς τὸ Ῥήγιον ἀπεσώθη. Οὐ μέντοι τῆς θαλάσσης οἱ Ῥωμαῖοι διὰ τὴν ἧτταν ἀπέσχοντο, ἀλλ’ ὁ μὲν Κλαύδιος τὰς ναῦς | |
25 | ἐπεσκεύαζεν, Ἄννων δὲ τὴν αἰτίαν τῆς τῶν σπονδῶν διαλύσεως εἰς τοὺς Ῥωμαίους τρέψαι βουλόμενος καὶ τὰς ἁλούσας τριήρεις τῷ Κλαυδίῳ ἔπεμψε καὶ τοὺς αἰχμαλώτους ἀπεδίδου καὶ πρὸς τὴν εἰρήνην προεκαλεῖτο αὐτόν. ἐπεὶ δ’ οὐδὲν ἐδέξατο, ἠπείλησε | |
30 | μηδ’ ἀπονίψασθαί ποτε τὰς χεῖρας ἐν τῇ θαλάσσῃ | 197 in vol. 2 |
2.198 | τοὺς Ῥωμαίους ἐᾶσαι. ὁ Κλαύδιος δὲ τὴν τοῦ πορθμοῦ φύσιν κατανοήσας ἐτήρησε τὸν ῥοῦν καὶ τὸν ἄνεμον ἐκ τῆς Ἰταλίας εἰς τὴν Σικελίαν ἅμα φέροντας, καὶ οὕτως ἔπλευσεν εἰς τὴν νῆσον, μη‐ | |
5 | δενὸς ἐναντιωθέντος. εὑρὼν οὖν ἐν τῷ λιμένι τοὺς Μαμερτίνους, ὁ γὰρ Ἄννων προϋποπτεύσας αὐτοὺς ἐν τῇ ἀκροπόλει καθῆστο φυλάττων αὐτήν, ἐκκλη‐ σίαν συνήγαγε, καὶ διαλεχθεὶς αὐτοῖς ἔπεισε μετα‐ πέμψασθαι τὸν Ἄννωνα. ὁ δὲ καταβῆναι οὐκ ἤθελε· | |
10 | φοβηθεὶς δὲ μὴ οἱ Μαμερτῖνοι ὡς ἀδικοῦντος αὐτοῦ νεωτερίσωσιν, ἦλθεν εἰς τὴν ἐκκλησίαν. καὶ πολ‐ λῶν ὑπ’ ἀμφοῖν μάτην λεχθέντων συνήρπασέ τις τῶν Ῥωμαίων αὐτὸν καὶ ἐνέβαλεν εἰς τὸ δεσμωτή‐ ριον, συνεπαινούντων τῶν Μαμερτίνων. | |
15 | Καὶ ὁ μὲν οὕτως ὅλην ἀνάγκῃ τὴν Μεσσήνην ἐξέλιπεν, οἱ Καρχηδόνιοι δὲ ἐκόλασαν μὲν τὸν Ἄν‐ νωνα, κήρυκα δὲ τοῖς Ῥωμαίοις ἔπεμψαν τήν τε Μεσσήνην ἐκλιπεῖν κελεύοντες καὶ ἐκ πάσης ἀπελ‐ θεῖν Σικελίας ἐν ἡμέρᾳ ῥητῇ· καὶ στρατιὰν ἀπεστάλ‐ | |
20 | κασιν. ὡς δ’ οὐκ ἐπείθοντο οἱ Ῥωμαῖοι, τούς τε μισθοφοροῦντας παρ’ αὐτοῖς ἐξ Ἰταλίας ἀπέκτειναν καὶ τῇ Μεσσήνῃ προσέβαλον, συνῆν δὲ καὶ ὁ Ἱέρων αὐτοῖς, καὶ τὴν πόλιν ἐπολιόρκουν καὶ τὸν πορθμὸν ἐφύλασσον, ὡς μήτε στράτευμα μήτε σῖτος αὐτοῖς | |
25 | κομισθῇ. ὃ μαθὼν ὁ ὕπατος ἤδη πλησιάζων, ὡς εὗρε συχνοὺς αὐτῶν πολλαχῇ κατὰ πρόφασιν ἐμπο‐ ρίας ἐλλιμενίζοντας, ἐξηπάτησε σφᾶς ὅπως διέλθῃ τὸν πορθμὸν ἀσφαλῶς, καὶ ἔλαθε νυκτὸς τῇ Σικε‐ λίᾳ προσορμισάμενος. καὶ προσπλεύσας οὐ πόρρω | |
30 | τοῦ στρατοπέδου τοῦ Ἱέρωνος αὐτίκα συνέμιξε, νο‐ μίζων φοβερώτατος αὐτοῖς ἐκ τοῦ ἀθρόου φανήσε‐ | |
σθαι. ἀντεπεξελθόντων δ’ αὐτῶν τὸ μὲν τῶν Ῥω‐ | 198 in vol. 2 | |
2.199 | μαίων ἱππικὸν ἠλαττώθη, τὸ δ’ ὁπλιτικὸν ὑπερέσχε. καὶ ὁ Ἱέρων τότε μὲν εἰς τὰ ὄρη, ἐς δὲ τὰς Συρα‐ κούσας ὕστερον ἀπεχώρησεν. Ὁ οὖν Κλαύδιος, ἀποχωρήσαντος τοῦ Ἱέρωνος | |
5 | καὶ τῶν Μαμερτίνων διὰ τὴν παρουσίαν αὐτοῦ ἀνα‐ θαρσησάντων, ἐπῆλθε τοῖς Καρχηδονίοις μονωθεῖσιν ἤδη, καὶ τῷ σφῶν προσέβαλε χαρακώματι, ὄντι οἷον ἐν χερρονήσῳ. ἐντεῦθεν μὲν γὰρ ἡ θάλασσα τοῦτο συνεῖχεν, ἐντεῦθεν δ’ ἕλη τινὰ δυσδιάβατα· ἐπὶ δὲ | |
10 | τὸν αὐχένα, δι’ οὗπερ μόνου εἰσῄεσαν στενοτάτου τυγχάνοντος, ἐπεποίητο διατείχισμα. βιαζόμενοι οὖν πρὸς ταῦτα οἱ Ῥωμαῖοι ἐταλαιπώρησαν καὶ βαλλό‐ μενοι ἀνεχώρησαν. οἱ δὲ Λίβυες θαρσήσαντες ἐπεξ‐ ῆλθον, καὶ ὡς φεύγοντας ἐπιδιώκοντες ἔξω προεληλύ‐ | |
15 | θεισαν τῶν στενῶν· κἀνταῦθα ἐπιστραφέντες οἱ Ῥω‐ μαῖοι αὐτοὺς ἐτρέψαντο καὶ πολλοὺς ἀπέκτειναν, ὥστε αὐτοὺς μηκέτι τοῦ στρατοπέδου προελθεῖν παρ’ ὅσον ἦν ἐν Μεσσήνῃ ὁ Κλαύδιος. ὁ δὲ βιάσασθαι τὴν πρόσοδον μὴ τολμῶν, πρὸς τὰς Συρακούσας καὶ τὸν | |
20 | Ἱέρωνα ἐτράπετο, φυλακὴν ἐν τῇ Μεσσήνῃ καταλι‐ πών. καὶ προσέβαλλέ τε αὐτὸς τῷ ἄστει κἀκεῖνοί ποτε ἐπεξῄεσαν· καὶ ὅτε μὲν ἐκράτουν, ὅτε δ’ ἐκρα‐ τοῦντο ἑκάτεροι. καί ποτε ἐν χωρίῳ στενῷ ὁ ὕπατος γεγονὼς ἑάλω ἄν, εἰ μὴ πρὸ τοῦ περισχεθῆναι ἔπεμ‐ | |
25 | ψε πρὸς τὸν Ἱέρωνα, εἰς συμβάσεις δή τινας αὐτὸν προκαλούμενος. οὕτω γὰρ ἐλθόντος τινὸς πρὸς ὃν ἔμελλε συμβήσεσθαι, διελέγετό τε αὐτῷ καὶ ὑπαπῄει, μέχρις οὗ πρὸς τὸ ἀσφαλὲς ἀπεχώρησε. τῆς δὲ πό‐ λεως ῥᾳδίως ἁλῶναι μὴ δυναμένης, καὶ τῆς προσε‐ | |
30 | δρείας ἀπόρου διὰ σπάνιν οὔσης σιτίων καὶ διὰ νό‐ σον τῆς στρατιᾶς, ἀπανέστη· καὶ οἱ Συρακούσιοι | |
εἵποντο καὶ ἐς λόγους τοῖς σκεδαννυμένοις ᾔεσαν, | 199 in vol. 2 | |
2.200 | καὶ ἐσπείσαντο ἄν, εἰ καὶ ὁ Ἱέρων συμβῆναι ἠθέλη‐ σεν. ὁ δὲ ὕπατος φρουρὰν ἐν τῇ Μεσσήνῃ κατα‐ λιπὼν ἀπέπλευσεν εἰς τὸ Ῥήγιον. Οἱ Ῥωμαῖοι δέ, ἐπεὶ τὰ Τυρσηνικὰ καθειστήκει | |
5 | καὶ τὰ ἐν τῇ Ἰταλίᾳ ἀκριβῶς εἰρήνουν, τὰ δὲ τῶν Καρχηδονίων ἐπὶ πλέον συνίστατο, ἄμφω τοὺς ὑπά‐ τους ἐς τὴν Σικελίαν ἐκστρατεῦσαι ἐκέλευσαν. πε‐ ραιωθέντες οὖν ὅ τε Μάξιμος Οὐαλέριος καὶ Ὀτα‐ κίλιος Κράσσος, καὶ διὰ τῆς νήσου ὁμοῦ τε καὶ διχῇ | |
10 | πορευόμενοι, πολλοὺς ὁμολογίᾳ παρεστήσαντο. ὡς δὲ τὰ πλείω ᾠκείωντο, πρὸς τὰς Συρακούσας ὥρμησαν. καὶ ὁ Ἱέρων φοβηθεὶς διεκηρυκεύσατο σφίσι, τὰς πόλεις τε ἃς ἀφῄρηντο ἀποδιδοὺς καὶ χρήματα ὑπισ‐ χνούμενος καὶ τοὺς αἰχμαλώτους ἐλευθερῶν. καὶ | |
15 | ἔτυχεν ἐπὶ τούτοις σπονδῶν· οἱ γὰρ ὕπατοι ῥᾷον μετ’ αὐτοῦ καταστρέψασθαι τοὺς Καρχηδονίους ἐνό‐ μισαν. συμβάντες δ’ αὐτῷ πρὸς τὰς λοιπὰς πόλεις ὑπὸ Καρχηδονίων φρουρουμένας ἐτράποντο. καὶ τῶν μὲν ἄλλων ἀπεκρούσθησαν, Ἔγεσταν δ’ ἑκουσίαν | |
20 | ἔλαβον. διὰ γὰρ τὴν πρὸς Ῥωμαίους οἰκείωσιν οἱ ἐν αὐτῇ, ἀπὸ τοῦ Αἰνείου λέγοντες γεγονέναι, προσε‐ χώρησαν αὐτοῖς, τοὺς Καρχηδονίους φονεύσαντες. Καὶ οἱ μὲν ὕπατοι διὰ τὸν χειμῶνα εἰς τὸ Ῥήγιον ἀπῆραν, Καρχηδόνιοι δὲ εἰς Σαρδὼ τὸ πλεῖον ἐκό‐ | |
25 | μισαν τοῦ στρατοῦ, ἵν’ ἐκεῖθεν τῇ Ῥώμῃ ἐπίθωνται, καὶ ἢ τέλεον οὕτω τῆς Σικελίας ἐκστήσωσιν ἢ δια‐ περαιωθέντας ἀσθενεστέρους ποιήσωσιν. ἀλλ’ οὔτε τούτου οὔτε μὴν ἐκείνου ἐπέτυχον· οἱ γὰρ Ῥωμαῖοι τήν τε οἰκείαν ἐφύλαττον, καὶ ἀξιόμαχον εἰς Σικελίαν | |
30 | δύναμιν ἔπεμψαν μετὰ Ποστουμίου Ἀλβίνου καὶ | 200 in vol. 2 |
2.201 | μετὰ Αἰμιλίου Κυΐντου. ἐλθόντες δὲ εἰς Σικελίαν οἱ ὕπατοι ἐπ’ Ἀκράγαντα ὥρμησαν, κἀνταῦθα Ἀν‐ νίβαν τὸν Γίσγωνος ἐπολιόρκουν. ὃ οἱ ἐν Καρχηδόνι πυθόμενοι Ἄννωνα αὐτῷ σὺν πολλῇ χειρὶ συμμαχή‐ | |
5 | σοντα ἔπεμψαν. ὁ δὲ ἐς Ἡράκλειαν ἐλθὼν οὐ πόρ‐ ρω οὖσαν Ἀκράγαντος ἐπολέμει. καὶ μάχαι πλείους, οὐ μεγάλαι δ’ ἐγίνοντο· καὶ τὰ μὲν πρῶτα ὁ Ἄννων τοὺς ὑπάτους προυκαλεῖτο εἰς πόλεμον, εἶθ’ ὕστερον ἐκεῖνον οἱ Ῥωμαῖοι προυκέκληντο. ἕως μὲν γὰρ | |
10 | ἄφθονον εἶχον οἱ Ῥωμαῖοι τροφήν, οὐκ ἐτόλμων μάχεσθαι, τῷ πλήθει ἐλαττούμενοι, λιμῷ δὲ τὴν πό‐ λιν αἱρήσειν ἤλπιζον· ἐπεὶ δὲ σίτου ἐσπάνιζον, αὐ‐ τοὶ μὲν ἀποκινδυνεύειν προεθυμοῦντο, ὁ Ἄννων δὲ ὤκνει, ὑποπτεύσας διὰ τὴν προθυμίαν ἐνεδρευθή‐ | |
15 | σεσθαι. διὸ οἵ τε ἄλλοι τὰ τῶν Ῥωμαίων θεραπεύειν ἠξίουν ὡς ἀκμὴν νενικηκότων, καὶ ὁ Ἱέρων, ἀπρο‐ θύμως αὐτοῖς συναιρόμενος πρότερον, τότε σῖτον αὐτοῖς ἔπεμψεν, ὥστε καὶ τοὺς ὑπάτους ἀναθαρσῆσαι. Ἄννων δὲ ἐπεχείρησε μάχην συνάψαι, ἐλπίσας | |
20 | καὶ τὸν Ἀννίβαν ἐκ τοῦ τείχους κατὰ νώτου τοῖς Ῥω‐ μαίοις προσπεσεῖσθαι. ὃ μαθόντες οἱ ὕπατοι ἡσύχαζον, ὥστε τὸν Ἄννωνα καταφρονήσαντα τῷ ταφρεύματι προσελθεῖν. ἔπεμψαν δέ τινας κατόπιν αὐτοῦ ἐνε‐ δρεύσοντας. ἐκείνου δὲ πρὸς ἑσπέραν ἀδεῶς καὶ | |
25 | καταφρονητικῶς ἐπανάγοντος, ἔκ τε τῆς ἐνέδρας καὶ ἐκ τοῦ χαρακώματος αὐτῷ οἱ Ῥωμαῖοι προσέμιξαν, καὶ φόνον πολὺν καὶ αὐτῶν καὶ τῶν ἐλεφάντων εἰρ‐ γάσαντο. ὁ δ’ Ἀννίβας ἐν τούτῳ ταῖς σκηναῖς τῶν Ῥωμαίων ἐπελθὼν ἐξεκρούσθη ὑπὸ τῶν φυλαττόν‐ | |
30 | των αὐτάς. ὁ δ’ Ἄννων εἰς τὴν Ἡράκλειαν κατέφυγε, τὸ στρατόπεδον ἐκλιπών. καὶ ὁ Ἀννίβας νυκτὸς ἐκ‐ | |
δρᾶναι τοῦ Ἀκράγαντος βουλευσάμενος αὐτὸς μὲν | 201 in vol. 2 | |
2.202 | ἔλαθεν, οἱ δ’ ἄλλοι γνωσθέντες οἱ μὲν ὑπὸ τῶν Ῥω‐ μαίων, συχνοὶ δὲ καὶ ὑπὸ τῶν Ἀκραγαντίνων ἐκτάν‐ θησαν. οὐ μέντοι συγγνώμης ἔτυχον οἱ Ἀκραγαντῖ‐ νοι, ἀλλὰ καὶ τὰ χρήματα σφῶν διηρπάσθησαν καὶ | |
5 | αὐτοὶ ἐπράθησαν ἅπαντες. Καὶ οἱ μὲν ὕπατοι πρὸς τὴν Μεσσήνην διὰ τὸν χειμῶνα ἀνεχώρησαν· ὠργίζοντο δ’ οἱ Καρχηδόνιοι κατὰ Ἄννωνος, καὶ Ἀμίλκαν ἀντ’ αὐτοῦ τὸν Βαρχί‐ δην ἀπέστειλαν, ἄνδρα τῶν ὁμοφύλων πλὴν τοῦ | |
10 | Ἀννίβου τοῦ υἱέος ἐν στρατηγίᾳ κρείττονα. καὶ αὐ‐ τὸς μὲν τὴν Σικελίαν ἐφύλαττεν, Ἀννίβαν δὲ ναυαρ‐ χοῦντα ἐς Ἰταλίαν ἔπεμψε τὰ παράλια αὐτῆς κα‐ κουργήσοντα, ἵνα τοὺς ὑπάτους πρὸς ἑαυτὸν ἐπι‐ σπάσηται. ἀλλ’ οὐκ ἔτυχε τοῦ σκοποῦ· καταστή‐ | |
15 | σαντες γὰρ ἐκεῖνοι φρουρὰς ἑκασταχόθι τῆς παραλίας, εἰς Σικελίαν ἦλθον. οὐδὲν δὲ μνήμης ἔπραξαν ἄξιον. ὁ δὲ Ἀμίλκας τοὺς Γαλάτας τοὺς μισθοφόρους, ὅτι μὴ ἐντελῆ δέδωκεν αὐτοῖς τὸν μισθὸν ἀγανακτήσαν‐ τας, φοβηθεὶς μὴ προσχωρήσωσι τοῖς Ῥωμαίοις διέ‐ | |
20 | φθειρε, πέμψας αὐτοὺς εἴς τινα τῶν ὑπὸ Ῥωμαίους πόλιν παραληψομένους αὐτὴν ὡς τάχα προδιδομένην καὶ διαρπάσαι αὐτὴν ἐπιτρέψας, στείλας δὲ πρὸς τοὺς ὑπάτους ψευδαυτομόλους τὴν τῶν Γαλατῶν προμηνύοντας ἔλευσιν· ὅθεν οἱ Γαλάται μὲν πάντες | |
25 | ἐνεδρευθέντες ἐφθάρησαν, πολλοὶ δὲ καὶ τῶν Ῥω‐ μαίων ἀπέθανον. Ἀπελθόντων δὲ τῶν ὑπάτων οἴκαδε ὁ Ἀμίλκας καὶ τὴν Ἰταλίαν ἐπόρθει προσπλέων καὶ ἐν τῇ Σικε‐ λίᾳ πόλεις τινὰς ὑπηγάγετο. πυθόμενοι δὲ ταῦτα οἱ | |
30 | Ῥωμαῖοι ναυτικὸν συνεστήσαντο, καὶ Γάιον αὐτῷ Δουί‐ λιον τὸν ἕτερον τῶν ὑπάτων ἐπέστησαν, τὸν δὲ τούτου | |
συνάρχοντα Κορνήλιον Γάιον εἰς Σικελίαν ἔπεμψαν. | 202 in vol. 2 | |
2.203 | ὃς τοῦ κατὰ γῆν πολέμου ὃν ἐκεκλήρωτο ἀμελήσας ταῖς προσούσαις αὐτῷ ναυσὶν ἐς Λιπάραν ἔπλευσεν ὡς προδιδομένην αὐτῷ· τοῦτο δ’ ἐκ δόλου τῶν Καρχηδονίων ἐγένετο. ὡς οὖν ἐς τὴν Λιπάραν κα‐ | |
5 | θωρμίσατο, Βόδης αὐτὸν ὁ τοῦ Ἀννίβου περιεστοί‐ χισεν ὑποστράτηγος. παρασκευαζομένου δὲ τοῦ Γαΐου πρὸς ἄμυναν, δείσας ἐκεῖνος τὴν ἀπόνοιαν αὐτῶν προεκαλέσατο αὐτοὺς εἰς σπονδάς· καὶ πείσας ἀνε‐ βίβασεν εἰς τὴν ἑαυτοῦ τριήρη τόν τε ὕπατον καὶ | |
10 | τοὺς χιλιάρχους ὡς τῷ ναυάρχῳ ἐντευξομένους. καὶ τούτους μὲν εἰς Καρχηδόνα ἀπέπεμψαν, τοὺς δὲ λοι‐ ποὺς οὐδὲ ἀραμένους τὰ ὅπλα εἷλον. Εἶτα Ἀννίβας μὲν τὴν Ἰταλίαν ἐπόρθει, Ἀμίλ‐ κας δὲ εἰς Ἔγεσταν ἐστράτευσεν, ἐν ᾗ τὸ πλεῖστον | |
15 | τοῦ πεζοῦ τοῖς Ῥωμαίοις ἦν· οἷς ἐπικουρῆσαι Γάϊον Καικίλιον χιλίαρχον ἐθελήσαντα λοχήσας πολλοὺς ἐφόνευσε τῶν αὐτοῦ. ταῦτα δὲ μαθόντες οἱ ἐν Ῥώμῃ τὸν μὲν ἀστυνόμον εὐθὺς ἐξέπεμψαν καὶ τὸν Δουί‐ λιον ἐπέσπευσαν· ὁ δὲ ἐς τὴν Σικελίαν ἐλθών, καὶ | |
20 | καταμαθὼν τὰς ναῦς τῶν Καρχηδονίων τῇ μὲν πα‐ χύτητι καὶ τῷ μεγέθει τῶν σφῶν ἐλαττουμένας, τῷ τάχει δὲ τῆς εἰρεσίας καὶ τῇ ποικιλίᾳ τοῦ πλοῦ προεχούσας, μηχανὰς ἐπὶ τῶν τριήρων ἀγκύρας τε καὶ χεῖρας περικόντους σιδηρᾶς καὶ ἄλλα τοιαῦτα | |
25 | κατεσκεύασεν, ὅπως ταῖς πολεμίαις ναυσὶν ἐπιρρι‐ πτοῦντες αὐτὰ συνάπτοιντο σφίσι, καὶ μεταβαίνον‐ τες εἰς αὐτὰς εἰς χεῖρας ἴοιεν τοῖς Καρχηδονίοις καὶ ὡς ἐν πεζῇ μάχῃ τούτοις συρρήγνυνται. συμμίξαν‐ τες οὖν οἱ Καρχηδόνιοι ταῖς τῶν Ῥωμαίων ναυσὶ | |
30 | περιέπλεον σφᾶς, συντόνῳ χρώμενοι εἰρεσίᾳ, καὶ ἐκ | 203 in vol. 2 |
2.204 | τοῦ αἰφνιδίου προσέβαλλον. χρόνον μὲν οὖν τινα ἰσοπαλὴς ἡ ναυμαχία ἐγίνετο, εἶθ’ οἱ Ῥωμαῖοι ἐπι‐ κρατέστεροι γεγονότες πολλοὺς μὲν κατέδυσαν, συν‐ έσχον δὲ καὶ πολλούς. ὁ δ’ Ἀννίβας ἐπὶ ἑπτήρους | |
5 | ναυμαχῶν, συσχεθείσης τῆς αὐτοῦ νηὸς τριήρει τινί, φοβηθεὶς μὴ ἁλῷ, τὴν ἑπτήρη τε ἐγκατέλιπε καὶ με‐ ταβὰς εἰς ἑτέραν διέφυγε. Τῆς μὲν οὖν ναυμαχίας τοῦτο τέλος ἐγένετο καὶ λάφυρα πολλὰ ἐλήφθη· τὸν δ’ Ἀννίβαν οἱ Καρχηδό‐ | |
10 | νιοι διὰ τὴν ἧτταν ἀπέκτειναν ἄν, εἰ μὴ εὐθὺς ἐπη‐ ρώτησε σφᾶς, ὡς ἀκεραίων ἔτι τῶν πραγμάτων ὄν‐ των, εἰ ναυμαχῆσαι κελεύουσιν ἢ μή. συνθεμένων γὰρ αὐτῶν ναυμαχῆσαι, ὡς τῷ ναυτικῷ προέχειν ἐπαιρομένων, ὑπεῖπεν ὅτι “οὐδὲν ἄρα ἠδίκηκα ὅτι | |
15 | τὰ αὐτὰ ὑμῖν ἐλπίσας συνέβαλον· τῆς γὰρ γνώμης, ἀλλ’ οὐ τῆς τύχης ἐτύγχανον κύριος.” καὶ ὁ μὲν ἐσώθη, τὴν δὲ ἡγεμονίαν ἀφῃρέθη· Δουίλιος δὲ τὸ πεζὸν προσλαβὼν τούς τε Ἐγεσταίους ἐρρύσατο, μηδ’ εἰς χεῖρας αὐτῷ τοῦ Ἀμίλκου ἐλθεῖν ὑπομείναντος, | |
20 | καὶ τὰ φίλια τὰ ἄλλα ἐβεβαιώσατο, καὶ εἰς τὴν Ῥώ‐ μην τοῦ θέρους παρελθόντος ἀνεκομίσθη. ἀπάραντος δ’ αὐτοῦ ὁ Ἀμίλκας τό τε Δρέπανον κεκλημένον, ἔστι δὲ λιμὴν ἐπίκαιρος, ἐκρατύνατο καὶ ἐς αὐτὸν τὰ πλείστου κατέθετο ἄξια, καὶ τοὺς Ἐρυκίνους | |
25 | ἅπαντας μετανέστησε, καὶ τὴν πόλιν αὐτῶν κατέσκα‐ ψεν, ἵνα μὴ οἱ Ῥωμαῖοι καρτερὰν αὐτὴν οὖσαν κα‐ ταλαβόντες ὁρμητήριον τοῦ πολέμου ποιήσωνται, καὶ πόλεις εἷλε τὰς μὲν βίᾳ, τὰς δὲ προδοσίᾳ· καὶ εἰ μὴ Γάιος Φλῶρος αὐτὸν ἐπέσχεν ἐκεῖ χειμάσας, τὴν Σι‐ | |
30 | κελίαν ἂν κατεστρέψατο ἅπασαν. Λούκιος δὲ Σκιπίων ὁ συνάρχων αὐτῷ ἐπὶ Σαρδὼ | |
καὶ ἐπὶ Κύρνον ἐστράτευσε, κεῖνται δὲ ἐν τῷ Τυρ‐ | 204 in vol. 2 | |
2.205 | σηνικῷ πελάγει ἀλλήλων ὀλίγον ἀπέχουσαι, ὡς μίαν αὐτὰς πόρρωθεν εἶναι δοκεῖν, καὶ προτέρᾳ τῇ Κύρ‐ νῳ προσβαλὼν τὴν μὲν Οὐαλερίαν τὴν κρατίστην αὐτῆς πόλιν βίᾳ εἷλεν, ἀπόνως δὲ τὰ λοιπὰ ἐχειρώ‐ | |
5 | σατο. ἐς δὲ τὴν Σαρδὼ πλέων κατεῖδέ τι ναυτικὸν Καρχηδόνιον, καὶ ἐπ’ αὐτὸ ἐτράπετο. καὶ οἱ μὲν ἔφυγον πρὶν ἢ συμμίξαι, αὐτὸς δ’ ἐπὶ πόλιν Ὀλβίαν ἦλθεν· ἔνθα τῶν Καρχηδονίων μετὰ τῶν νεῶν ἐπι‐ φανέντων φοβηθείς, οὐ γὰρ εἶχε τὸ πεζὸν ἀξιόμαχον, | |
10 | ἐπ’ οἴκου ἀπῆρεν. Ἐν δὲ τῷ τότε χρόνῳ ἄλλοι τε τῶν ἁλόντων καὶ ἐν τῷ ἄστει δουλευόντων, καὶ οἱ Σαυνῖται, συχνοὶ γὰρ πρὸς τὴν τοῦ ναυτικοῦ παρασκευὴν ἀφίκοντο, συνέθεντο τῇ Ῥώμῃ ἐπιβουλεῦσαι. μαθὼν δὲ τοῦτο | |
15 | Ἕριος Ποτίλιος ὁ τῆς βοηθείας ἄρχων προσεποιήσατο συμφρονεῖν αὐτοῖς, ἵνα ἀκριβώσῃ πᾶν τὸ δεδογμένον αὐτοῖς, καὶ ἐπεὶ μὴ οἷός τ’ ἦν καταμηνῦσαι τὸ βού‐ λευμα, πάντες γὰρ περὶ αὐτὸν ἦσαν οἱ Σαυνῖται, ἔπεισεν αὐτοὺς βουλῆς ἀγομένης εἰς τὴν ἀγορὰν | |
20 | ἀθροισθῆναι καὶ καταβοῆσαι αὐτοῦ ὡς περὶ τὸν σῖτον ἀδικουμένους ὅνπερ ἐλάμβανον. τῶν δὲ τοῦτο ποιησάντων μεταπεμφθεὶς ὡς αἴτιος τοῦ θορύβου ἐξέφηνεν αὐτοῖς τὴν ἐπιβουλήν. καὶ τότε μὲν ἡσυ‐ χάσαντας ἀπέπεμψαν, νυκτὸς δὲ συνέλαβον ἕκαστοι | |
25 | τῶν ἐχόντων δούλους τινὰς ἐξ αὐτῶν· καὶ οὕτως ἡ πᾶσα ἐλύθη συνωμοσία. Τῷ δ’ ἐπιγενομένῳ θέρει ἔν τε τῇ Σικελίᾳ καὶ τῇ Σαρδοῖ ἅμα ἐπολέμησαν οἱ Ῥωμαῖοί τε καὶ οἱ Καρχηδόνιοι. καὶ μετὰ τοῦτ’ Ἀτίλιος Λατῖνος ἐς | |
30 | τὴν Σικελίαν ἐλθών, καὶ Μουτίστρατον πόλιν ὑπὸ τοῦ Φλώρου πολιορκουμένην εὑρών, τῇ παρασκευῇ | |
ἐκείνου ἐχρήσατο. καὶ προσβολὰς περὶ τὸ τεῖχος | 205 in vol. 2 | |
2.206 | αὐτοῦ ποιουμένου πρῶτον μὲν οἱ ἐπιχώριοι μετὰ τῶν Καρχηδονίων ἠμύνοντο κραταιῶς, τῶν δὲ γυναικῶν καὶ τῶν παίδων ἐς δάκρυα καὶ ἐς οἰμωγὰς προαχθέν‐ των οὐκ ἀντέσχον. ὑπεξελθόντων δὲ νυκτὸς τῶν | |
5 | Καρχηδονίων ἅμα τῇ ἕῳ τὰς πύλας ἐθελονταὶ οἱ ἐπιχώριοι ἀνεπέτασαν. εἰσιόντες δὲ οἱ Ῥωμαῖοι πάν‐ τας ἐφόνευον, ἕως ἐκήρυξεν ὁ Ἀτίλιος τὴν λοιπήν τε λείαν καὶ τοὺς ἀνθρώπους τοῦ λαβόντος εἶναι· ἔκ‐ τοτε γὰρ τοὺς λοιπούς τε ἐζώγρησαν καὶ τὴν πόλιν | |
10 | προδιαρπάσαντες κατέπρησαν. Ἐκεῖθεν δ’ ἐπὶ Καμάριναν ἀπερισκέπτως γενό‐ μενοι ἐς χωρία προλελοχισμένα ἐνέπεσον· καὶ παν‐ συδὶ ἂν ἐφθάρησαν, εἰ μὴ Μάρκος Καλπούρνιος χιλιαρχῶν σοφίᾳ μετῆλθε τὸ δυστύχημα. ἰδὼν γάρ | |
15 | τινα τῶν πέριξ λόφων μόνον ὑπὸ τοῦ κρημνώδους μὴ προκατειλημμένον, ὁπλίτας τριακοσίους παρὰ τοῦ ὑπάτου ᾐτήσατο, καὶ σὺν αὐτοῖς ἐπ’ ἐκεῖνον ὥρμη‐ σεν, ἵν’ οἱ πολέμιοι πρὸς αὐτοὺς τράπωνται, κἀντεῦ‐ θεν οἱ λοιποὶ διαφύγωσι. καὶ ἔσχεν οὕτως· ὡς γὰρ | |
20 | τὴν ὁρμὴν αὐτῶν εἶδον οἱ ἐναντίοι, ἐκπλαγέντες τὸν μὲν ὕπατον καὶ τοὺς περὶ αὐτὸν ὡς ἤδη ἑαλωκότας κατέλιπον, ἐπὶ δὲ τὸν Καλπούρνιον συνέδραμον. καὶ μάχης ἰσχυρᾶς γεγονυίας πολλοὶ μὲν κἀκείνων, πάντες δ’ οἱ τριακόσιοι ἔπεσον· μόνος δὲ περιεσέ‐ | |
25 | σωστο ὁ Καλπούρνιος, τρωθεὶς μέν, λαθὼν δ’ ἐν τοῖς νεκροῖς κείμενος ὑπὸ τῶν τραυμάτων ὡς τεθνη‐ κώς, ἔνθα ζωὸς εὑρεθεὶς ἐσώθη. ἐν ᾧ δ’ οἱ τρια‐ κόσιοι ἐμάχοντο, ὁ ὕπατος ἀπεχώρησε. διαφυγὼν δ’ οὕτως τήν τε Καμάριναν καὶ ἄλλας πόλεις τὰς | |
30 | μὲν βίᾳ, τὰς δὲ καὶ ὁμολογίᾳ παρεστήσατο. ἐντεῦθεν | 206 in vol. 2 |
2.207 | ἐπὶ τὴν Λιπάραν ὥρμησεν ὁ Ἀτίλιος. νυκτὸς δὲ λαθὼν προκατέσχεν αὐτὴν ὁ Ἀμίλκας, καὶ ἐπεξελ‐ θὼν αἰφνιδίως πολλοὺς διέφθειρε. Γάιος δὲ Σουλπίκιος τῆς τε Σαρδοῦς τὰ πλεῖστα | |
5 | κατέδραμε καὶ ὑπερφρονήσας ἐκ τούτου ὥρμησεν ἐπὶ τὴν Λιβύην. καὶ ἀπῆραν μὲν καὶ οἱ Καρχηδό‐ νιοι σὺν τῷ Ἀννίβᾳ περὶ τοῖς οἴκοι δεδιότες, ἀντι‐ πνεύσαντος δὲ πνεύματος σφίσιν ἄμφω ἐπέστρεψαν. καὶ μετὰ ταῦτα ἔσφηλε διά τινων ψευδαυτομόλων | |
10 | τὸν Ἀννίβαν ὁ Ἀτίλιος ὡς ἐς τὴν Λιβύην αὖθις πλευσόμενος. σπουδῇ τε οὖν αὐτῷ ἐξαναχθέντι ἐπι‐ πλεύσας ὁ Σουλπίκιος τὰς μὲν πλείους τῶν νεῶν ἀγνοούσας ὑπὸ ὁμίχλης ἐπὶ πολὺ τὸ γινόμενον καὶ ταραττομένας κατέδυσε, τὰς δὲ λοιπὰς καταφυγού‐ | |
15 | σας ἐς τὴν γῆν κενὰς εἷλεν. ὁ γὰρ Ἀννίβας οὐκ ἀσφαλῆ τὸν λιμένα ὁρῶν, καταλιπὼν αὐτὰς ὑπεχώ‐ ρησεν εἰς πόλιν Σουλκούς· ἔνθα στασιασάντων πρὸς αὐτὸν Καρχηδονίων προῆλθέ τε ἐς αὐτοὺς μόνος καὶ ἀπώλετο. ἀδεέστερον δ’ ἐκ τούτου τὴν χώραν κατα‐ | |
20 | τρέχοντες οἱ Ῥωμαῖοι ἡττήθησαν ὑπὸ Ἄννωνος. ταῦτα ἐν τῷ ἔτει τούτῳ ἐγένετο. καὶ συνεχῶς λίθοι ἐξ οὐρανοῦ ἐς τὴν Ῥώμην ἅμα πολλοί, ὡς καὶ χαλάζῃ ἐοικέναι, ἔπεσον· καὶ ἐς τὸ Ἀλβανὸν καὶ ἄλλοθι λί‐ θους ὁμοίως συνέβη κατενεχθῆναι. | |
25 | Οἱ δ’ ὕπατοι ἐπὶ Σικελίαν ἐλθόντες ἐπὶ Λιπά‐ ραν ἐστράτευσαν. ἐπεὶ δ’ ὑπὸ τὴν ἄκραν τὴν Τυν‐ δαρίδα καλουμένην ναυλοχοῦντας ᾔσθοντο τοὺς Καρ‐ χηδονίους, διχῇ τὸν πλοῦν ἐποιοῦντο. καὶ θατέρου τῶν ὑπάτων τῷ ἡμίσει τοῦ ναυτικοῦ τὸ ἀκρωτήριον | |
30 | περιβαλόντος, νομίσας ὁ Ἀμίλκας μόνους εἶναι, ἐξα‐ νήχθη· ὡς δὲ καὶ οἱ λοιποὶ ἐπεγένοντο, πρὸς φυγὴν | |
ἐχώρησε καὶ τοῦ ναυτικοῦ πλεῖστον ἀπέβαλεν. ἐπαρ‐ | 207 in vol. 2 | |
2.208 | θέντες δ’ οἱ Ῥωμαῖοι Σικελίαν μὲν ὡς ἤδη σφετέ‐ ραν οὖσαν κατέλιπον, τῇ δὲ Λιβύῃ τῇ τε Καρχη‐ δόνι ἐπιχειρῆσαι ἐτόλμησαν. ἡγοῦντο δὲ αὐτῶν ὅ τε Ῥηγοῦλος ὁ Μάρκος καὶ Λούκιος Μάλλιος, ἐξ | |
5 | ἀρετῆς προκριθέντες. καὶ οἱ μὲν εἰς τὴν Σικελίαν πλεύσαντες τὰ ἐκεῖ τε καθίστων καὶ τὸν ἐς τὴν Λι‐ βύην ηὐτρέπιζον πλοῦν, Καρχηδόνιοι δὲ οὐκ ἀνέ‐ μειναν αὐτοὺς ἐπιπλεῦσαι σφίσιν, ἀλλὰ παρασκευα‐ σάμενοι πρὸς Σικελίαν ἠπείχθησαν. καὶ παρὰ τῇ | |
10 | Ἡρακλειώτιδι ἐς χεῖρας ἀλλήλοις ἦλθον. ἰσορρόπου δὲ τῆς ναυμαχίας ἐπὶ πολὺ γινομένης, τέλος ὑπερέσ‐ χον Ῥωμαῖοι· Ἀμίλκας δὲ ἀντιστῆναι αὐτοῖς οὐκέτι ἐτόλμα, Ἄννωνα δὲ πρὸς αὐτοὺς ἔπεμψεν ὡς ὑπὲρ εἰρήνης, βουλόμενος τὸν καιρὸν τρίβειν· ἤλπιζε γὰρ | |
15 | στράτευμά οἱ πεμφθήσεσθαι οἴκοθεν. Ἄννων δέ, βοώντων τινῶν συλλαβεῖν αὐτὸν ὅτι καὶ Καρχηδό‐ νιοι ἀπάτῃ συνέλαβον τὸν Κορνήλιον, “ἂν τοῦτο ποιήσητε” εἶπεν, “οὐδὲν ἔτι κρείττους τῶν Λιβύων ἔσεσθε.” ἐκεῖνος μὲν οὖν εὐκαιρότατα θωπεύσας | |
20 | οὐδὲν ἔπαθεν, οἱ δὲ καὶ αὖθις τοῦ πολέμου εἴχοντο. καὶ οἱ μὲν ὕπατοι ἐκ τῆς Μεσσήνης ἔπλεον, Ἀμίλκας δὲ καὶ Ἄννων διαιρεθέντες ἀμφοτέρωθεν αὐτοὺς περισχεῖν ἐμελέτων. ἀλλ’ ὁ μὲν Ἄννων οὐχ ὑπέστη προσιόντας αὐτούς, προκαταπλεύσας δ’ εἰς Καρχη‐ | |
25 | δόνα ταύτην ἐφύλασσεν· ὁ δὲ Ἀμίλκας πυθόμενος τοῦτο κατὰ χώραν ἔμενεν. ἐκβάντες δ’ εἰς τὴν γῆν οἱ Ῥωμαῖοι ἐπὶ τὴν Ἀσπίδα τὴν πόλιν ἐχώρησαν. οὓς ἰδόντες προσιόντας οἱ ἐπιχώριοι προϋπεξῆλθον· καὶ ἀμαχεὶ κατασχόντες αὐτὴν οἱ Ῥωμαῖοι τοῦ πολέ‐ | |
30 | μου ὁρμητήριον ἐποιήσαντο, κἀντεῦθεν τήν τε γῆν ἐπόρθουν καὶ πόλεις τὰς μὲν ἐθελουσίας, τὰς δὲ | |
φόβῳ προσεκτῶντο, λείαν τε πολλὴν ἐλάμβανον καὶ | 208 in vol. 2 | |
2.209 | αὐτομόλους πλείστους ἐδέχοντο, καὶ τῶν οἰκείων συχνοὺς τῶν ἐν τοῖς πρὶν πολέμοις ἁλόντων ἐκομί‐ ζοντο. Χειμῶνος δὲ ἐπιγενομένου Μάλλιος μὲν εἰς Ῥώμην | |
5 | σὺν τῇ λείᾳ ἀπέπλευσε, Ῥηγοῦλος δ’ ἐν τῇ Λιβύῃ ὑπέμεινε. καὶ οἱ Καρχηδόνιοι ἐν παντὶ κακοῦ γεγό‐ νασι, τῆς χώρας τε πορθουμένης αὐτῶν καὶ τῶν πε‐ ριοίκων ἀλλοτριουμένων, καὶ κατειληθέντες εἰς τὸ τεῖχος ἡσύχαζον. Ῥηγούλῳ δὲ παρὰ τὸν Βαγράδαν | |
10 | ποταμὸν στρατοπεδευομένῳ δράκων ἐπεφάνη ὑπερ‐ μεγέθης, οὗ τὸ μῆκος λέγεται εἶναι ποδῶν ἑκατὸν πρὸς τοῖς εἴκοσι· καὶ γὰρ ἡ λεβηρὶς αὐτοῦ εἰς τὴν Ῥώμην κεκόμιστο δι’ ἐπίδειξιν· ἀνάλογον δὲ καὶ τὸν ἄλλον ὄγκον εἶχε τοῦ σώματος. ὃς συχνοὺς τῶν | |
15 | στρατιωτῶν τοὺς μὲν πελάζοντας αὐτῷ, τοὺς δὲ καὶ πίνοντας ἐκ τοῦ ποταμοῦ διέφθειρε. κατειργάσατο δ’ αὐτὸν ὁ Ῥηγοῦλος πλήθει στρατιωτῶν καὶ μηχα‐ ναῖς λιθοβόλοις. καὶ τὸν μὲν οὕτως ἔφθειρεν, τῷ δὲ Ἀμίλκᾳ ἐπὶ μετεώρου καὶ ὑλώδους στρατοπεδευομένῳ | |
20 | χωρίου νύκτωρ προσέμιξε, καὶ πολλοὺς μὲν ἐν ταῖς εὐναῖς, πολλοὺς δ’ ἐξεγερθέντας διώλεσεν· εἰ δέ τινες καὶ διέφυγον, τοῖς τὰς ὁδοὺς τηροῦσιν ἐμπί‐ πτοντες ὤλλυντο. καὶ οὕτω τῶν τε Καρχηδονίων μέρος ἀναλώθη πολὺ καὶ πόλεις αὐτῶν συχναὶ πρὸς | |
25 | Ῥωμαίους μεθίσταντο. φοβηθέντες δ’ οἱ ἐν τῇ πόλει μὴ ἁλῶσι διεκηρυκεύσαντο πρὸς τὸν ὕπατον, ὅπως ὁμολογίᾳ τινὶ ἐπιεικεῖ ἀποπέμψαντες αὐτὸν τὸ παραυ‐ | |
τίκα δεινὸν ὑπεκφύγωσιν. ἐπεὶ δὲ πολλὰ ἀπῃτοῦντο | 209 in vol. 2 | |
2.210 | καὶ φορτικά, ὡς ἅλωσιν αὐτῶν ἀκριβῆ νομίζεσθαι τὰς σπονδάς, πολεμεῖν μᾶλλον εἵλοντο. Ὁ μέντοι Ῥηγοῦλος μέχρι τότε εὐτυχῶν αὐχήμα‐ τος μεστὸς ἐγένετο καὶ φρονήματος, ὥστε καὶ γράφειν | |
5 | εἰς τὴν Ῥώμην ὅτι κατεσφραγισμένας ἔχει τὰς τῶν Καρχηδονίων πύλας ὑπὸ τοῦ φόβου· τὰ ἴσα δὲ καὶ οἱ σὺν αὐτῷ καὶ οἱ ἐν τῇ Ῥώμῃ ἐφρόνουν. ὅθεν καὶ ἐσφάλησαν. ἦλθον μὲν γὰρ τοῖς Καρχηδονίοις καὶ ἕτεροι σύμμαχοι, ἦλθε δὲ καὶ ἐκ Λακεδαίμονος Ξάν‐ | |
10 | θιππος. οὗτος τὴν αὐτοκράτορα τῶν Καρχηδονίων ἀρχὴν εἰληφώς· ὅ τε γὰρ δῆμος αὐτῷ τὰ πράγματα προθύμως ἐπέτρεψε καὶ ὁ Ἀμίλκας καὶ οἱ λοιποὶ οἱ ἐν τέλει ἑκουσίως ἐξέστησαν· τά τε ἄλλα παρεσκεύ‐ ασεν εὖ, καὶ ἀπὸ τῶν μετεώρων τοὺς Καρχηδονίους, | |
15 | ἐν οἷς ὑπὸ δέους ἦσαν, κατήγαγεν εἰς τὸ ὁμαλόν, ἐν ᾧ ἥ τε ἱππεία αὐτῶν καὶ οἱ ἐλέφαντες πλεῖστον ἰσχύ‐ σειν ἔμελλον. καὶ τὸν μὲν ἄλλον χρόνον ἡσύχαζε, τηρήσας δέ ποτε τοὺς Ῥωμαίους καταφρονητικῶς αὐλιζομένους, μέγα γὰρ τῇ νίκῃ φρονοῦντες καὶ τὸν | |
20 | Ξάνθιππον ὡς Γραικὸν ὑπερορῶντες· οὕτω γὰρ καλοῦσι τοὺς Ἕλληνας, καὶ εἰς ὄνειδος δυσγενείας τῷ προσρήματι κατ’ αὐτῶν χρῶνται· τὰς στρατο‐ πεδείας ἀπερισκέπτως πεποίηντο, οὕτως οὖν τοῖς Ῥωμαίοις διακειμένοις ὁ Ξάνθιππος ἐπελθών, καὶ τὸ | |
25 | ἱππικὸν αὐτῶν διὰ τῶν ἐλεφάντων τρεψάμενος, πολ‐ λοὺς μὲν κατέκοψε, πολλοὺς δὲ καὶ ἐζώγρησε καὶ αὐτὸν τὸν Ῥηγοῦλον. καὶ ἐν φρονήματι διὰ ταῦτα ἦσαν οἱ Καρχηδόνιοι· τοὺς δὲ ἁλόντας περιέσωσαν, ἵνα μὴ καὶ οἱ παρὰ τῶν Ῥωμαίων πρότερον ἐξ αὐτῶν | |
30 | αἰχμαλωτισθέντες κτανθῶσι. τοὺς μὲν οὖν ἄλλους | 210 in vol. 2 |
2.211 | τῶν ἑαλωκότων Ῥωμαίων ἐν θεραπείᾳ εἶχον, τὸν δὲ Ῥηγοῦλον ἐν πάσῃ κακουχίᾳ πεποίηντο, τροφήν τε αὐτῷ ὅσον ἀποζῆν προσῆγον, καὶ ἐλέφαντα προσέ‐ φερον συνεχῶς, ὅπως ὑπ’ αὐτοῦ δειματούμενος μήτε | |
5 | τῷ σώματι μήτε τῇ διανοίᾳ ἡσυχάζοι. ἐπὶ συχνὸν δὲ κακώσαντες οὕτως αὐτὸν εἰς δεσμωτήριον ἔθεντο. Τοὺς δὲ σφετέρους συμμάχους οἱ Καρχηδόνιοι δεινότατα μετεχειρίσαντο. οὐ γὰρ εὐποροῦντες ἀπο‐ δοῦναι αὐτοῖς ἃ προϋπέσχοντο, ἀπέπεμψαν αὐτοὺς | |
10 | ὡς καὶ τὸν μισθὸν αὐτοῖς οὐκ ἐς μακρὰν ἀποδώσον‐ τες. ἐκέλευσαν δὲ τοῖς κομίζουσι σφᾶς εἰς ἐρήμην τινὰ νῆσον ἐκβιβάσαι καὶ λάθρᾳ ἀποπλεῦσαι. καὶ τὸν Ξάνθιππον δὲ οἱ μέν φασι καταποντίσαι αὐτοὺς ἀποπλεύσαντι ἐπιπλεύσαντας, οἱ δὲ ναῦν αὐτῷ δοῦναι | |
15 | παλαιὰν μηδὲν στέγουσαν, νέον καταπιττώσαντας ἔξωθεν, ἵν’ αὐτὴ ἐφ’ ἑαυτῆς καταποντισθῇ· τὸν δὲ γνόντα τοῦτο εἰς ἑτέραν ἐμβῆναι καὶ οὕτω διασωθῆναι. ταῦτα δ’ ἐποίουν, ἵνα μὴ δοκοῖεν πρὸς ἐκείνου σεσῶ‐ σθαι· ἐνόμισαν γὰρ ἀπολωλότος αὐτοῦ καὶ τὴν τῶν | |
20 | ἔργων δόξαν συναπολέσθαι. Οἱ δ’ ἐν τῇ Ῥώμῃ ἤλγουν μὲν διὰ τὸ συμβάν, καὶ πλέον ὅτι τοὺς Καρχηδονίους ἐπὶ τὴν Ῥώμην αὐτὴν προσεδόκων πλευσεῖσθαι. διὰ ταῦτα τήν τε Ἰταλίαν ἐν φυλακῇ ἐποιήσαντο καὶ ἐπὶ τοὺς ἐν Σι‐ | |
25 | κελίᾳ τῇ τε Λιβύῃ ὄντας Ῥωμαίους σπουδῇ τοὺς ὑπά‐ τους ἔπεμψαν, Μάρκον Αἰμίλιον καὶ Φούλβιον Πλαί‐ τινον. οἳ ἐς Σικελίαν πλεύσαντες, καὶ φρουρήσαντες τὰ ἐκεῖ, πρὸς Λιβύην ὡρμήκεσαν· καὶ χειμῶνι λη‐ φθέντες κατηνέχθησαν ἐς Κόρσουραν· πορθήσαντες | |
30 | δὲ τὴν νῆσον καὶ φρουρᾷ παραδόντες ἔπλεον αὖθις. | 211 in vol. 2 |
2.212 | κἀν τούτῳ ἰσχυρὰ ναυμαχία πρὸς Καρχηδονίους ἐγέ‐ νετο. ἠγωνίζοντο γὰρ οἱ μὲν παντελῶς τοὺς Ῥωμαί‐ ους ἐκ τῆς οἰκείας ἐκβαλεῖν, Ῥωμαῖοι δὲ τοὺς ἐγκα‐ ταλειφθέντας σφῶν ἐν τῇ πολεμίᾳ ἀνασώσασθαι. | |
5 | ἀγχωμάλως δὲ μαχομένων οἱ ἐν τῇ Ἀσπίδι ὄντες Ῥωμαῖοι κατὰ νώτου τοῖς Καρχηδονίοις ἐξαίφνης ἐπέ‐ πλευσαν, καὶ ἀμφιβόλους αὐτοὺς καταλαβόντες ἐνί‐ κησαν. καὶ μετὰ τοῦτο καὶ τῷ πεζῷ οἱ Ῥωμαῖοι ἐκρά‐ τησαν, καὶ εἷλον πολλούς· οὓς διὰ τὸν Ῥηγοῦλον καὶ | |
10 | τοὺς μετ’ αὐτοῦ ἁλόντας περιεσώσαντο. ἁρπαγὰς δέ τινας ποιησάμενοι ἐς Σικελίαν ἔπλεον. χειμῶνι δὲ περιπεσόντες καὶ πολλοὺς ἀποβαλόντες, οἴκοι ταῖς ναυσὶ ταῖς περισωθείσαις ἀπέπλευσαν. Οἱ δὲ Καρχηδόνιοι καὶ τὴν Κόρσουραν ἔλαβον | |
15 | καὶ ἐς Σικελίαν ἐπεραιώθησαν· καὶ εἰ μὴ τὸν Κολλα‐ τῖνον καὶ Γναῖον Κορνήλιον ἔμαθον πολλῷ προσπλέ‐ οντας ναυτικῷ, πᾶσαν ἂν αὐτὴν ἐχειρώσαντο. οἱ γὰρ Ῥωμαῖοι ναυτικόν τε ἄριστον ταχέως ἐξήρτυσαν καὶ καταλόγους βελτίστους ἐπεποιήκεσαν, καὶ οὕτως | |
20 | ἐρρώσθησαν ὥστε τρίτῳ μηνὶ ἐς τὴν Σικελίαν ἐπα‐ νελθεῖν. πεντακοσιοστὸν δ’ ἦν ἔτος ἀφ’ οὗπερ ἡ Ῥώμη συνέστη. καὶ τὴν μὲν κάτω τοῦ Πανόρμου πόλιν οὐ χαλεπῶς εἷλον, τῇ δὲ ἄκρᾳ προσεδρεύοντες ἐκακοπάθησαν, μέχρις οὗ τοὺς ἐν αὐτῇ ἐπέλιπεν ἡ | |
25 | τροφή. τότε γὰρ προσεχώρησαν τοῖς ὑπάτοις. οἱ δὲ Καρχηδόνιοι τὰς ναῦς αὐτῶν οἴκαδε πλεούσας τηρή‐ σαντες εἷλον συχνὰς χρημάτων μεστάς. Εἶτα Σερουίλιός τε Καιπίων καὶ Γάιος Σεμπρώ‐ νιος ὕπατοι τοῦ μὲν Λιλυβαίου πειράσαντες ἀπεκρού‐ | |
30 | σθησαν, ἐς δὲ τὴν Λιβύην ἐπεραιώθησαν, καὶ τὴν παραλίαν ἐπόρθουν. ὡς δ’ ἐκομίζοντο οἴκαδε, χει‐ | |
μῶνι ἐνέτυχον καὶ ἐβλάβησαν. διὸ νομίσας ὁ δῆμος | 212 in vol. 2 | |
2.213 | ἐξ ἀπειρίας τῶν ναυτικῶν βλάπτεσθαι, τῆς μὲν ἄλλης θαλάσσης ἀπέχεσθαι ἐψηφίσαντο, ναυσὶ δ’ ὀλίγαις τὴν Ἰταλίαν φρουρεῖν. Τῷ δ’ ἐπιγενομένῳ ἔτει Πούπλιος Γάιος καὶ | |
5 | Αὐρήλιος Σερουίλιος ἐς τὴν Σικελίαν ἦλθον, καὶ ἄλλα τέ τινα κατεστρέψαντο καὶ Ἱμέραν· οὐ μέντοι τινὰ συνέσχον τῶν ἐν αὐτῇ· νυκτὸς γὰρ αὐτοὺς οἱ Καρχηδόνιοι ἐξεκόμισαν. μετὰ δὲ τοῦτο Αὐρήλιος ναῦς τε παρὰ Ἱέρωνος εἰληφὼς καὶ ὅσοι τῶν Ῥω‐ | |
10 | μαίων ἦσαν ἐκεῖ συμπαραλαβὼν ἔπλευσεν εἰς Λιπά‐ ραν, καὶ ἐν αὐτῇ χιλίαρχον Κύιντον Κάσσιον κατα‐ λιπὼν προσεδρεύσοντα μάχης ἄνευ, ἀπῆρεν οἴκαδε. Κύιντος δὲ μὴ φροντίσας τῆς ἐντολῆς προσέμιξε τῇ πόλει καὶ πολλοὺς ἀπέβαλεν. ὁ μέντοι Αὐρήλιος μετὰ | |
15 | ταῦτα ἐκείνους ἑλὼν πάντας ἀπέκτεινε καὶ τὸν Κάσ‐ σιον τῆς ἀρχῆς ἔπαυσε. Καρχηδόνιοι δὲ τὰ δόξαντα τοῖς Ῥωμαίοις περὶ τοῦ ναυτικοῦ μαθόντες, ἔπεμψαν εἰς Σικελίαν, πᾶσαν ὑποτάξαι τότε ἐλπίσαντες. καὶ ἕως μὲν ἄμφω παρῆ‐ | |
20 | σαν οἱ ὕπατοι Καικίλιος Μέτελλος καὶ Γάιος Φού‐ ριος, ἠρέμουν· ὡς δὲ πρὸς τὴν Ῥώμην ἀπῆρεν ὁ Φούριος, κατεφρόνησαν τοῦ Μετέλλου καὶ πρὸς τὸ Πάνορμον ἦλθον. ὁ δὲ Μέτελλος κατασκόπους ἐλθεῖν μαθὼν ἐκ τῶν πολεμίων, ἤθροισε τοὺς ἐν τῇ πόλει | |
25 | πάντας, καὶ διαλεχθεὶς αὐτοῖς ἀλλήλων λαβέσθαι σφίσιν ἐκέλευσε· καὶ οὕτως ἕκαστον ἀνακρίνων ὅστις τε εἴη καὶ ὅ,τι πράττοι, κατεφώρασε τοὺς πολεμίους. Καρχηδόνιοι δὲ παρετάξαντο ὡς μαχούμενοι, καὶ | |
Μέτελλος δεδιέναι προσεποιεῖτο. τούτου δ’ ἐπὶ πλεί‐ | 213 in vol. 2 | |
2.214 | ους ἡμέρας γινομένου οἱ Καρχηδόνιοι ἐφρονηματί‐ σθησαν καὶ προσέβαλλον θρασύτερον. καὶ τότε ὁ Μέτελλος σημεῖον τοῖς Ῥωμαίοις ἦρε· κἀκ τούτου ἐξαπιναίως ἐκεῖνοι κατὰ πάσας τὰς πύλας ἐπεκδρα‐ | |
5 | μόντες ῥᾳδίως ἐκράτησαν, καὶ ἐς στενὸν αὐτοὺς κατέ‐ κλεισαν, ὥστε μηκέτ’ ἀναχωρῆσαι δι’ αὐτοῦ δυνη‐ θῆναι. στενοχωρούμενοι γάρ, ἅτε καὶ αὐτοὶ πολλοὶ ὄντες καὶ πολλοὺς ἐλέφαντας ἔχοντες, ἐταράττοντο. κἀν τούτῳ τὸ ναυτικὸν τὸ Λιβυκὸν προσπλεῦσαν | |
10 | αὐτοῖς ἐγένετο φθορᾶς αἰτιώτατον. ἰδόντες γὰρ τὰς ναῦς ὥρμησαν εἰς αὐτὰς καὶ ἐμβαίνειν ἐξεβιάζοντο, καὶ οἱ μὲν εἰς τὴν θάλασσαν ἐνέπιπτον καὶ ἐφθεί‐ ροντο, οἱ δὲ ὑπὸ τῶν ἐλεφάντων ἐμπελαζομένων ἀλλήλοις τε καὶ τοῖς ἀνθρώποις ἀπώλλυντο, οἱ δὲ | |
15 | ὑπὸ τῶν Ῥωμαίων ἐκτείνοντο, πολλοὶ δὲ καὶ ζῶντες ἑάλωσαν ἄνδρες τε καὶ ἐλέφαντες. ἐπειδὴ γὰρ ἄνευ τῶν συνήθων σφίσιν ἀνδρῶν ὄντες ἠγριαίνοντο, κήρυγμα τοῖς αἰχμαλώτοις ὁ Μέτελλος ἐποιήσατο σωτηρίαν καὶ ἄδειαν τοῖς συλλαβοῦσιν αὐτοὺς διδοῦν· | |
20 | καὶ οὕτως προσελθόντες τινὲς τοῖς σφῶν πρᾳοτάτοις ἐκείνους τε διὰ τὴν συνήθειαν ἐχειρώσαντο καὶ τοὺς ἄλλους προσεπεσπάσαντο. οὓς καὶ εἰς τὴν Ῥώμην ἐκόμισαν ἑκατὸν ὄντας καὶ εἴκοσιν, οὕτως αὐτοὺς τὸν πορθμὸν περαιώσαντες. πίθους πολλοὺς συνδή‐ | |
25 | σαντες ἀλλήλοις καὶ ξύλοις διαλαβόντες σφᾶς, ὥστε μήτ’ ἀπαρτᾶσθαι σφᾶς μήτε συμπίπτειν, δοκοὺς ἐπ’ αὐτῶν ἐπέτειναν καὶ ὕλην καὶ γῆν ἐπεφόρησαν, φρά‐ ξαντές τε πέριξ τὸ χωρίον, ὡς αὐλῇ τινι ἐοικέναι, εἰς τοῦτο αὐτοὺς ἐπεβίβασαν, καὶ διεπόρθμευσαν | |
30 | οὐδ’ αἰσθανομένους ὅτι πλέοιεν. ὁ μὲν οὖν Μέτελλος | |
οὕτως ἐνίκησεν, ὁ δ’ Ἀσδρούβας ὁ τῶν Καρχηδονίων | 214 in vol. 2 | |
2.215 | στρατηγὸς σωθεὶς τότε ὕστερον ὑπὸ τῶν οἴκοι Καρ‐ χηδονίων ἐκλήθη καὶ ἀνεσκολοπίσθη. Οἱ Καρχηδόνιοι δὲ διεκηρυκεύσαντο τοῖς Ῥωμαί‐ οις διά τε τἄλλα καὶ τὸ πλῆθος τῶν αἰχμαλώτων, καὶ | |
5 | τοῖς πρέσβεσι καὶ αὐτὸν τὸν Ῥηγοῦλον συνέπεμψαν, πᾶν δι’ αὐτοῦ οἰηθέντες κατωρθωκέναι διὰ τὴν ἀρε‐ τὴν καὶ τὸ ἀξίωμα τοῦ ἀνδρός, ὥρκωσάν τε αὐτὸν ἦ μὴν ἐπανήξειν. καὶ ὃς τά τε ἄλλα ὡς εἷς τῶν Καρ‐ χηδονίων ἔπραττε καὶ οὔτε τὴν γυναῖκα εἰς λόγους | |
10 | ἐδέξατο οὔτε τὴν πόλιν εἰσῆλθε, καὶ ταῦτα καλού‐ μενος, ἀλλ’ ἔξω τοῦ τείχους τῆς βουλῆς ἀθροισθεί‐ σης, ὡς ἔθος ἦν χρηματίζειν τῶν πολεμίων τοῖς πρέ‐ σβεσιν, εἰσαχθεὶς εἰς τὸ συνέδριον εἶπεν “ἡμᾶς, ὦ πατέρες, πρὸς ὑμᾶς Καρχηδόνιοι ἔπεμψαν· ἐκεῖνοι | |
15 | γάρ με ἐστάλκασι, ἐπεὶ δοῦλος αὐτῶν νόμῳ πολέμου γεγένημαι· καὶ ἀξιοῦσι μάλιστα μὲν καὶ τὸν πόλεμον λύσασθαι ἐπὶ συνθήκαις ταῖς δοκούσαις ἀμφοῖν, εἰ δὲ μή, τῶν αἰχμαλώτων ποιήσασθαι ἄλλαγμα.” ταῦτα εἰπὼν μετέστη μετὰ τῶν πρέσβεων, ὡς ἂν καθ’ ἑαυ‐ | |
20 | τοὺς οἱ Ῥωμαῖοι βουλεύσωνται. κελευόντων δὲ αὐτὸν τῶν ὑπάτων συμμετασχεῖν σφίσι τῆς διαγνώμης, οὐ πρὶν ἐπείσθη πρὸ τοῦ παρὰ τῶν Καρχηδονίων ἐπι‐ τραπῆναι. ὁ δὲ τέως μὲν ἐσιώπα· ἐπεὶ δ’ οἱ βου‐ λευταὶ εἰπεῖν αὐτὸν γνώμην ἐκέλευον, εἶπεν “εἰμὶ | |
25 | μὲν εἷς ἐξ ὑμῶν, ὦ πατέρες, κἂν μυριάκις ἁλῶ· τὸ μὲν γὰρ σῶμά μου Καρχηδονίων, ἡ δὲ ψυχή μου ὑμετέρα ἐστίν· ἐκεῖνο μὲν γὰρ ὑμῶν ἠλλοτρίω‐ ται, ταύτην δὲ οὐδεὶς δύναται μὴ οὐχὶ Ῥωμαίαν | |
εἶναι ποιῆσαι· καὶ ὡς μὲν αἰχμάλωτος Καρχηδονίοις | 215 in vol. 2 | |
2.216 | προσήκω, ἐπεὶ δ’ οὐκ ἐκ κακίας, ἀλλ’ ἐκ προθυμίας ἐδυστύχησα, καὶ Ῥωμαῖός εἰμι καὶ φρονῶ τὰ ὑμέτερα. καὶ οὐδ’ ἐξ ἑνὸς τρόπου λυσιτελεῖν ὑμῖν τὰς καταλ‐ λαγὰς νομίζω.” | |
5 | Ταῦτα ὁ Ῥηγοῦλος εἰπὼν καὶ τὰς αἰτίας προσέ‐ θηκε δι’ ἃς τὰς συμβάσεις ἀπηγόρευε, καὶ ἐπήγαγεν ὡς “οἶδα μὲν ὅτι προὖπτός μοι ὄλεθρος πρόκειται· ἀδύνατον γὰρ λαθεῖν αὐτοὺς ἃ συνεβούλευσα· ἀλλὰ καὶ οὕτως τῆς ἐμαυτοῦ σωτηρίας τὸ κοινῇ συμφέρον | |
10 | προτίθημι. εἰ δέ τις φήσει, τί οὖν οὐκ ἐκδιδράσκεις ἢ ἐνταῦθα καταμένεις; ἀκούσεται ὅτι ὀμώμοκα αὐτοῖς ἐπανήξειν, καὶ οὐκ ἂν παραβαίην τοὺς ὅρκους, οὐδ’ εἰ πρὸς πολεμίους γεγόνασι, καὶ δι’ ἄλλα, μάλιστα δὲ ὅτι τὸ δεινὸν ἐμπεδορκήσας μὲν μόνος πείσομαι, | |
15 | ἂν δ’ ἐπιορκήσω, πᾶσα ἡ πόλις ἀναπλησθήσεται.” Ἡ γερουσία δὲ τῆς ἐκείνου σωτηρίας ἕνεκεν καὶ τὴν εἰρήνην ποιήσασθαι καὶ τοὺς αἰχμαλώτους ἀντι‐ δοῦναι προτεθύμητο. γνοὺς οὖν τοῦτο αὐτός, ἵνα μὴ τὸ συμφέρον δι’ αὐτὸν καταπρόωνται, ἐπλάσατο | |
20 | πεπωκέναι φάρμακον δηλητήριον, καὶ μέλλειν πάντως ὑπ’ αὐτοῦ ἀπολέσθαι. καὶ οὔτε ἡ σύμβασι γέγονεν οὔτε τῶν αἰχμαλώτων ἡ ἀμοιβή. ἀπιόντος δ’ αὐτοῦ σὺν τοῖς πρέσβεσιν ἀντελάβοντο ἄλλοι τε καὶ οἱ παῖδες καὶ ἡ γυνή· οἱ δ’ ὕπατοι μήτ’ ἐθέλοντα κατα‐ | |
25 | μεῖναι αὐτὸν ἐκδώσειν ἔφασαν μήτ’ ἀπιόντα κατα‐ σχεῖν. καὶ οὕτω προτιμήσας μὴ παραβῆναι τοὺς ὅρκους ἀνεκομίσθη. καὶ αἰκισθεὶς ὑπ’ αὐτῶν, ὡς ἡ φήμη λέγει, ἀπέθανε. τὰ γὰρ βλέφαρα αὐτοῦ περι‐ τεμόντες, καὶ χρόνον τινὰ ἐν σκότει καθείρξαντες, | |
30 | εἶτα εἰς σκεῦός τι σύμπηκτον κέντρα πανταχόθεν ἔχον ἐμβαλόντες αὐτὸν καὶ τρέψαντες πρὸς τὸν ἥλιον, | |
οὕτως ὑπὸ κακοπαθείας καὶ ἀγρυπνίας μὴ δυνάμε‐ | 216 in vol. 2 | |
2.217 | νόν πῃ κλιθῆναι διὰ τὰ κέντρα διέφθειραν. ἃ πυ‐ θόμενοι οἱ Ῥωμαῖοι τοὺς πρώτους τῶν παρ’ αὐτοῖς αἰχμαλώτων παρέδοσαν τοῖς ἐκείνου παισὶ καὶ ἀνται‐ κίσασθαι καὶ ἀνταποκτεῖναι. | |
5 | Τοὺς δ’ ὑπάτους ἐς τὴν Λιβύην στρατεύσασθαι ἐψηφίσαντο τόν τε Γάιον τὸν Ἀτίλιον τὸν τοῦ Ῥηγού‐ λου ἀδελφὸν καὶ τὸν Μάλλιον τὸν Λούκιον. οἳ ἐς τὴν Σικελίαν ἐλθόντες τῷ Λιλυβαίῳ προσέβαλον, καί τι μέρος τῆς τάφρου συγχῶσαι εἰς τὴν τῶν μη‐ | |
10 | χανημάτων προσαγωγὴν ἐπεχείρησαν. καὶ οἱ Καρχη‐ δόνιοι ὑπορύσσοντες τὸν χοῦν ὑφεῖλκον. ἐπεὶ δ’ ἠλαττοῦντο τῇ πολυχειρίᾳ, τεῖχος ἕτερον ἔνδον μη‐ νοειδὲς ᾠκοδόμησαν. καὶ οἱ μὲν ὑπονόμους ὑπὸ τὸν κύκλον εἰργάζοντο, ὅπως κατὰ τὸ διάκενον αὐτῶν | |
15 | ἱζήσαντος τοῦ τείχους εἰσπέσωσιν· οἱ Καρχηδόνιοι δὲ ἀντορύσσοντες πολλοὺς μὲν ἀγνοοῦντας τὸ γινό‐ μενον ἐκδεχόμενοι ἔκτεινον, πολλοὺς δὲ καὶ πῦρ ἐν φρυγάνοις εἰς τὰ ὀρύγματα ἐμβάλλοντες ἔφθειρον. ἐπεὶ δέ τινες τῶν συμμάχων, τῇ τε παρατάσει τῆς | |
20 | πολιορκίας ἀχθόμενοι καὶ τῷ μὴ τὸν μισθὸν αὐτοῖς ἐντελῆ καταβάλλεσθαι, προδοῦναι τὸ χωρίον τοῖς Ῥωμαίοις διεκηρυκεύοντο, ἐφώρασεν ὁ Ἀμίλκας τὸ βουλευόμενον, οὐκ ἐξέφηνε δέ, ἵνα μὴ πολεμώσῃ αὐτούς· χρήματα δὲ τοῖς ἄρχουσιν αὐτῶν παρασχὼν | |
25 | καὶ τῷ πλήθει προσυποσχόμενος ἕτερα, οὕτως αὐτοὺς ᾠκειώσατο ὥστε μηδ’ ἀρνήσασθαι τὴν προδοσίαν, ἀλλὰ καὶ τοὺς τελευταίους πρέσβεις ἐπανιόντας ἀπώ‐ σασθαι. οἳ πρὸς τοὺς ὑπάτους αὐτομολήσαντες γῆν τε ἐν Σικελίᾳ καὶ ἕτερ’ ἄττα ἔλαβον. | |
30 | Ἀκούσαντες δὲ ταῦτα οἱ οἴκοι Καρχηδόνιοι πέμ‐ πουσιν Ἀρδέβαν σὺν ναυσὶ πλείσταις εἰς τὸ Λιλύβαιον | |
σῖτον ἀγούσαις καὶ χρήματα. καὶ ὃς χειμῶνα ἐπιτη‐ | 217 in vol. 2 | |
2.218 | ρήσας εἰσέπλευσε. κἀκ τούτου καὶ ἄλλοι συχνοὶ κα‐ ταίρειν ὁμοίως ἐτόλμων· καὶ οἱ μὲν ἐπετύγχανον, οἱ δὲ ἀπώλλυντο. Ἕως μὲν οὖν ἄμφω παρῆσαν οἱ ὕπατοι, ἰσοπαλεῖς | |
5 | οἱ ἀγῶνες ἐγίνοντο· νόσου δὲ καὶ λιμοῦ τρυχόντων αὐτούς, καὶ τοῦ ἑτέρου οἴκαδε διὰ ταῦτα σὺν τοῖς ἀμφ’ αὐτὸν στρατιώταις ἀναχωρήσαντος, Ἀμίλκας θαρρήσας ἐπεξῄει καὶ τὰς μηχανὰς ἐνεπίμπρα καὶ τοὺς ἐπαμύνοντας αὐταῖς ἔφθειρε, καὶ ἡ ἵππος αὐτοῦ | |
10 | ἐκ τοῦ Δρεπάνου ὁρμωμένη τά τε ἐπιτήδεια κομί‐ ζεσθαι τοὺς Ῥωμαίους ἐκώλυε καὶ τὴν αὐτῶν συμμα‐ χίδα κατέτρεχε, καὶ ὁ Ἀρδέβας ποτὲ μὲν τῆς Σικε‐ λίας, ποτὲ δὲ τῆς Ἰταλίας τὰ παράλια ἔκειρεν· ὅθεν οἱ Ῥωμαῖοι ἐν ἀπορίᾳ κατέστησαν. τέως μέντοι Λού‐ | |
15 | κιος Ἰούνιος ἡτοίμαζε ναυτικόν, Κλαύδιος δὲ Ποῦλ‐ χρος εἰς τὸ Λιλύβαιον ἐπειχθεὶς καὶ τριήρεις πληρώ‐ σας συνέλαβε δι’ αὐτῶν Ἄννωνα τὸν Καρχηδόνιον ἐκπλέοντα πεντήρει· καὶ παράδειγμα τοῖς Ῥωμαίοις τῆς κατασκευῆς τῶν νηῶν ἐγένετο. | |
20 | Πολλάκις δὲ τοῦ ναυτικοῦ κινδυνεύοντος ἐβα‐ ρύνοντο οἱ Ῥωμαῖοι τῇ συνεχεῖ τῶν νεῶν φθορᾷ· ἄνδρας γὰρ συχνοὺς καὶ χρήματα πλεῖστα ἐν ταύταις ἀπώλλυσαν· οὐ μέντοι γε καὶ ἐνέδοσαν, ἀλλὰ καί τινα φθεγξάμενον περὶ καταλλαγῶν πρὸς Καρχηδονίους | |
25 | ἐν τῇ βουλῇ διεχρήσαντο, καὶ λεχθῆναι δικτάτωρα ἐψηφίσαντο. καὶ δικτάτωρ μὲν ὁ Κολλατῖνος ἐλέχθη, ἱππάρχησε δέ γε ὁ Μέτελλος· οὐδὲν δὲ μνήμης ἔπρα‐ ξαν ἄξιον. ἐν ᾧ δ’ ὁ Κολλατῖνος δικτάτωρ ἐλέγετο, ἐν τούτῳ τὸν Ἔρυκα παρεστήσατο ὁ Ἰούνιος, καὶ ὁ | |
30 | Καρθάλων κατέσχεν Αἰγίθαλλον καὶ ἐζώγρησε τὸν | |
Ἰούνιον. | 218 in vol. 2 | |
2.219 | Τῷ δ’ ἑξῆς ἔτει Αὐρήλιος Γάιος καὶ Σερουίλιος Πούπλιος τὴν ἀρχὴν λαβόντες τό τε Λιλύβαιον καὶ τὸ Δρέπανον ἐλύπουν καὶ τοὺς Καρχηδονίους τῆς γῆς ἀπεῖργον καὶ τὴν αὐτῶν συμμαχίδα κατέκειρον. ὁ | |
5 | οὖν Καρθάλων πολυτρόπως ἐπιχειρήσας κατ’ αὐτῶν, ὡς οὐδὲν ἤνυσεν, εἰς Ἰταλίαν ὥρμησεν, ἵν’ οὕτω τοὺς ὑπάτους μεταγάγῃ ἐκεῖ ἢ τέως τὴν χώραν κακώσῃ καὶ πόλεις αἱρήσῃ. ἀλλ’ οὐδ’ ἐνταῦθά τι αὐτῷ προ‐ εχώρησε· τὸν γὰρ στρατηγὸν τὸν ἀστυνόμον μαθὼν | |
10 | πλησιάζοντα, εἰς Σικελίαν ἀνέπλευσεν. ἔνθα τῶν μισθοφόρων στασιασάντων διὰ τὸν μισθόν, συχνοὺς μὲν ἐς νήσους ἐρήμους ἐκβιβάσας κατέλιπε, πολλοὺς δὲ καὶ ἐς τὴν Καρχηδόνα ἀπέστειλεν. ὃ γνόντες οἱ λοιποὶ ἠγανάκτησαν καὶ νεωτερίσειν ἔμελλον. ὧν | |
15 | Ἀμίλκας, διαδεξάμενος τὸν Καρθάλωνα, πολλοὺς μὲν νυκτὸς κατέκοψε, πολλοὺς δὲ καὶ κατεπόντωσεν. ἐν τοσούτῳ δ’ οἱ Ῥωμαῖοι φιλίαν ἀίδιον πρὸς Ἱέρωνα διεπράξαντο, καὶ προσαφῆκαν ὅσα παρ’ αὐτοῦ ἐπε‐ τείως ἐλάμβανον. | |
20 | Τῷ δ’ ἑξῆς ἔτει τοῦ θαλαττίου πολέμου δημοσίᾳ μὲν οἱ Ῥωμαῖοι ἀπέσχοντο διὰ τὰς ἀτυχίας καὶ διὰ τὰ ἀναλώματα, ἰδίᾳ δέ τινες νῆας αἰτήσαντες, ὥστ’ ἐκείνας μὲν ἀποκαταστῆσαι, τὴν λείαν δὲ οἰκειώ‐ σασθαι, ἄλλα τε τοὺς πολεμίους ἐκάκωσαν, καὶ ἐς | |
25 | Ἱππῶνα Λιβυκὴν πόλιν εἰσπλεύσαντες τά τε πλοῖα πάντα καὶ πολλὰ τῶν οἰκοδομημάτων κατέπρησαν. τῶν δ’ ἐπιχωρίων τὸ στόμα τοῦ λιμένος διαλαβόντων ἁλύσεσιν, ἐν περιστάσει ἐγένοντο, σοφίᾳ δὲ καὶ τύχῃ περιεγένοντο. σπουδῇ γὰρ ταῖς ἁλύσεσι προσπεσόν‐ | |
30 | τες, ἐπεὶ προσάψασθαι αὐτῶν ἔμελλον οἱ ἔμβολοι τῶν | 219 in vol. 2 |
2.220 | νηῶν, μετέστησαν ἐς τὰς πρύμνας οἱ τοῦ πληρώματος, καὶ οὕτως αἱ πρῷραι κουφισθεῖσαι ὑπερῆραν τὰς ἁλύσεις, αὖθις δ’ ἐς τὰς πρῴρας αὐτῶν μεταπηδη‐ σάντων αἱ πρύμναι τῶν σκαφῶν ἐμετεωρίσθησαν. | |
5 | καὶ διεξέδραμον, καὶ μετὰ τοῦτο περὶ τὸ Πάνορμον ναυσὶ Καρχηδονίους ἐνίκησαν. Οἱ δ’ ὕπατοι, Μέτελλος μὲν Καικίλιος περὶ τὸ Λιλύβαιον ἦν, Νουμέριος δὲ Φάβιος τῷ Δρεπάνῳ προσήδρευε καὶ ἐπεβούλευσε τῇ νησῖδι τῇ Πελιάδι κα‐ | |
10 | λουμένῃ, προκατειλημμένῃ παρὰ Καρχηδονίων, στρα‐ τιώτας πέμψας νυκτός, οἳ τοὺς φρουροὺς κτείναντες τὴν νῆσον εἷλον. ὃ μαθὼν Ἀμίλκας ἕωθεν τοῖς δια‐ βεβηκόσιν ἐπέθετο· οἷς οὐκ ἔχων ἀμῦναι ὁ Φάβιος τῷ Δρεπάνῳ προσέμιξεν, ὡς ἢ τὴν πόλιν δι’ ἐρημίαν | |
15 | αἱρήσων ἢ τῆς νήσου τὸν Ἀμίλκαν ἀπάξων. καὶ ἠνύ‐ σθη τὸ ἕν· φοβηθεὶς γὰρ ὁ Ἀμίλκας ἀνεχώρησεν εἰς τὸ τεῖχος. καὶ ὁ Φάβιος τὴν Πελιάδα κατέσχε, καὶ τὸ μεταξὺ ταύτης καὶ τῆς ἠπείρου στενὸν καὶ τεναγῶ‐ δες τυγχάνον συγχώσας ἠπείρωσε, καὶ ῥᾷον προσε‐ | |
20 | πολέμει τοῦ τείχους ἐκεῖ ὄντος ἀσθενεστέρου. καὶ οἱ Καρχηδόνιοι συχνὰ παρελύπουν αὐτοὺς εἰς Σικε‐ λίαν τε περιπλέοντες καὶ εἰς τὴν Ἰταλίαν περαιού‐ μενοι. τοὺς δ’ αἰχμαλώτους ἀλλήλων ἄνδρα ἀντ’ ἀνδρὸς ἠλλάξαντο· τοὺς δὲ λοιπούς, ἐπεὶ μὴ ἦσαν | |
25 | ἰσοπληθεῖς, ἀργυρίου οἱ Καρχηδόνιοι ἐκομίσαντο. Ἔκτοτε δὲ διάφοροι μὲν ὑπάτευσαν, οὐδὲν δὲ ἱστορίας ἔπραξαν ἄξιον· μέγιστον γὰρ οἱ Ῥωμαῖοι ἐσφάλλοντο ὅτι κατ’ ἐνιαυτὸν ἄλλους, εἶθ’ ἑτέρους ἄρχοντας ἔπεμπον, ἄρτι δὲ τὴν στρατηγίαν μανθά‐ | |
30 | νοντας τῆς ἀρχῆς ἔπαυον, ὥσπερ εἰς ἄσκησιν σφᾶς, ἀλλ’ οὐκ εἰς χρῆσιν αἱρούμενοι. | |
Οἱ Γαλάται δὲ τοῖς Καρχηδονίοις συμμαχοῦντες, | 220 in vol. 2 | |
2.221 | καὶ μισοῦντες αὐτοὺς ὅτι κακῶς μετεχειρίζοντο σφᾶς, φρουρίου τινὸς φυλακὴν ἐμπιστευθέντες, τοῖς Ῥωμαί‐ οις αὐτὸ προήκαντο ἐπὶ χρήμασι. μεταστάντας δὲ ἀπὸ τῶν Καρχηδονίων Γαλάτας καὶ ἄλλους τῶν σφῶν | |
5 | συμμάχων τινὰς οἱ Ῥωμαῖοι ἐπὶ μισθοφορᾷ προσελά‐ βοντο, μήπω πρότερον τρέφοντες ξενικόν. τούτοις οὖν ἐπαιρόμενοι, καὶ ὅτι οἱ τὰς ναῦς ἔχοντες ἰδιῶται τὴν Λιβύην ἐπόρθησαν, οὐκέτι ἀμελεῖν τῆς θαλάσσης ἤθελον, ἀλλὰ καὶ αὖθις ναυτικὸν συνεστήσαντο. | |
10 | Καὶ Λουτάτιος Κατύλος ὕπατος ᾑρέθη, καὶ τούτῳ συνεξεπέμφθη Κύιντος Οὐαλέριος Φλάκκος ἀστυ‐ νομῶν. οἳ ἐς Σικελίαν ἐλθόντες καὶ κατὰ γῆν καὶ κατὰ θάλασσαν τῷ Δρεπάνῳ προσέβαλον, καί τι τοῦ τείχους κατήρειψαν· καὶ εἷλον ἂν αὐτό, εἰ μὴ τοῦ | |
15 | ὑπάτου τρωθέντος περὶ ἐκεῖνον οἱ στρατιῶται ἀπη‐ σχολήθησαν. κἀν τούτῳ μαθόντες τοὺς πολεμίους οἴκοθεν ἥκειν ναυτικῷ πλήθει, Ἄννωνος ναυαρχοῦν‐ τος, πρὸς ἐκείνους ἐτράποντο. καὶ ἀντιπαραταξα‐ μένων αὐτῶν ἄστρον τι λαμπαδῶδες ὕπερθεν τῶν | |
20 | Ῥωμαίων φανὲν ἐξ ἀριστερᾶς εἰς τοὺς Καρχηδονίους ἀρθὲν ἐγκατέσκηψεν. ἐγένετο δ’ ἡ ναυμαχία καὶ ἐπ’ ἀμφοῖν καρτερὰ δι’ ἄλλα τε καὶ ἵνα οἱ μὲν Καρχη‐ δόνιοι ἐς τελείαν ἀπόγνωσιν τοὺς Ῥωμαίους τοῦ ναυ‐ τικοῦ καταστήσωσιν, οἱ δ’ ἵνα καὶ τὰς προτέρας ἀνα‐ | |
25 | καλέσωνται συμφοράς. ὅμως δ’ οὖν οἱ Ῥωμαῖοι τὴν νίκην ἤραντο· τὰ γὰρ τῶν Καρχηδονίων σκάφη, φορτία φέροντα πρὸς τοῖς ἄλλοις καὶ σῖτον καὶ χρή‐ ματα, ἐβαρύνοντο. Ὁ δ’ Ἄννων διαφυγὼν εὐθὺς εἰς τὴν Καρχηδόνα | |
30 | ἠπείχθη. οἱ Καρχηδόνιοι δὲ θυμῷ ληφθέντες καὶ | 221 in vol. 2 |
2.222 | φόβῳ τὸν μὲν ἀνεσταύρωσαν, πρέσβεις δὲ πρὸς εἰρή‐ νην τῷ Κατύλῳ πεπόμφασι. καὶ τῷ πρὸς βουλῆς ἦν τὸν πόλεμον καταλύσασθαι, ὅτι ἐπ’ ἐξόδῳ οὔσης αὐτῷ τῆς ἀρχῆς οὔτε δι’ ὀλίγου ἐξαιρήσειν τὴν Καρχηδόνα | |
5 | ἤλπιζεν οὔτε τοῖς διαδόχοις τὴν δόξαν τῶν ἑαυτοῦ πόνων καταλιπεῖν ἤθελε. διὸ ἀνακωχὴν ἐποιήσαντο, καὶ χρήματα καὶ σῖτον καὶ ὁμήρους αὐτῷ δόντες, ἵν’ ἐς τὴν Ῥώμην πρεσβεύσωνται ἐπὶ τῷ τῆς Σικελίας τε αὐτοὺς πάσης ἐκστῆναι Ῥωμαίοις καὶ πάσας τὰς | |
10 | πέριξ νήσους ἐκλιπεῖν καὶ μήτε τῷ Ἱέρωνι πολεμεῖν καὶ χρήματα τὰ μὲν ἅμα τῷ σπείσασθαι δοῦναι, τὰ δὲ καὶ ὕστερον, καὶ τοὺς μὲν ἐκείνων αὐτομόλους καὶ αἰχμαλώτους προῖκα ἐκπέμψαι, τοὺς δ’ ἑαυτῶν πρίασθαι. | |
15 | Τοιαύτη μὲν οὖν ἡ σύμβασις ὡμολόγητο· μόνην γὰρ τὴν τοῦ ζυγοῦ ἀτιμίαν ὁ Ἀμίλκας παρῃτήσατο. καὶ ὁ μὲν ταῦτα συνθέμενος καὶ τοὺς στρατιώτας ἐκ τῶν τειχῶν ἐξαγαγὼν ἀπέπλευσεν οἴκαδε πρὶν τοὺς ὅρκους ἐπενεχθῆναι, οἱ δ’ ἐν τῇ Ῥώμῃ τήν τε νίκην | |
20 | διὰ βραχέος ἔμαθον καὶ ἐπήρθησαν ὡς παντάπασι κεκρατηκότες. καὶ τῶν πρέσβεων ἐλθόντων οὐκέτι κατέχειν ἑαυτοὺς ἠδύναντο, καὶ τὴν Λιβύην ἔχειν ἅπασαν ἤλπιζον. διὸ οὐδὲ ταῖς τοῦ ὑπάτου ὁμολο‐ γίαις ἐνέμειναν, ἀλλὰ καὶ χρήματα αὐτοὺς πολλῷ | |
25 | πλείω τῶν ὑπεσχημένων ἐπράξαντο· καὶ ἀπηγόρευσαν σφίσι μήτε τὴν Ἰταλίαν μήτε τὴν ἔξω συμμαχίδα σφῶν μακραῖς ναυσὶ παραπλεῖν ἢ μισθοφόροις τισὶν ἀπ’ αὐτῶν κεχρῆσθαι. Ὁ μὲν οὖν πρῶτος τοῖς Καρχηδονίοις πόλεμος | |
30 | τοῖς Ῥωμαίοις εἰς τοῦτο κατέληξε τετάρτῳ ἔτει καὶ εἰκοστῷ, καὶ ἐπ’ αὐτῷ ἤγαγεν ὁ Κατύλος τὰ ἐπινίκια, | |
Κύιντος δὲ Λουτάτιος ὑπατεύσας ἀπῆλθεν ἐς Σικε‐ | 222 in vol. 2 | |
2.223 | λίαν καὶ μετὰ τοῦ ἀδελφοῦ Κατύλου πάντα τὰ ἐκεῖ κατεστήσατο· καὶ τὰ ὅπλα τῶν ἐν αὐτῇ ἀφείλοντο. Σικελία μὲν οὖν οὕτως ὑπὸ Ῥωμαίων δεδούλωτο πλὴν τῆς ἀρχῆς τοῦ Ἱέρωνος, ἐκ δὲ τούτου πρὸς τοὺς | |
5 | Καρχηδονίους φιλία ἦν αὐτοῖς. Ἄμφω δ’ αὖθις εἰς πολέμους ἑτέρους χωρὶς μετ’ ὀλίγον κατέστησαν. τοῖς γὰρ Καρχηδονίοις οἵ τε περίλοιποι τῶν μισθοφορησάντων σφίσι καὶ τὸ δου‐ λεῦον τὸ ἐν τῇ πόλει καὶ τῶν ὁμορούντων πολλοὶ | |
10 | πρὸς τὰς συμφορὰς αὐτῶν συνεπέθεντο. οἵ γε μὴν Ῥωμαῖοι, ἐπικαλεσαμένων αὐτοὺς τῶν πολεμούντων ἐκείνοις, οὔθ’ ὑπήκουσαν, ἀλλὰ καὶ ἀντιπρεσβευσά‐ μενοι καὶ μὴ δυνηθέντες καταλλάξαι αὐτούς, καὶ τοὺς αἰχμαλώτους τῶν Καρχηδονίων ὅσους εἶχον | |
15 | ἀφῆκαν προῖκα, καὶ σῖτον ἔπεμψαν καὶ μισθοφόρους ἐκ τῆς οἰκείας συμμαχίδος αὐτοῖς ἐπαγαγέσθαι ἐπέ‐ τρεψαν, δόξαν ἐπιεικείας θηρώμενοι μᾶλλον ἢ τοῦ συμφέροντος αὐτοῖς προμηθούμενοι. ὅθεν πράγματα ἔσχον εἰσέπειτα· ὁ γὰρ Ἀμίλκας ἐκεῖνος ὁ Βαρχίδης, | |
20 | ἐπεὶ τοὺς ἐναντίους ἐνίκησεν, ἐπὶ μὲν τοὺς Ῥωμαίους, καίπερ κάρτα μισῶν αὐτούς, οὐκ ἐτόλμησε στρατεῦ‐ σαι, ἐς δὲ τὴν Ἰβηρίαν παρὰ γνώμην τῶν οἴκοι τελῶν ἀπῆρεν. Ἀλλὰ ταῦτα μὲν ἐγένετο ὕστερον, τότε δὲ καὶ οἱ | |
25 | Ῥωμαῖοι Φαλίσκοις ἐπολέμησαν, καὶ Μάλλιος Τουρ‐ κουάτος τὴν χώραν αὐτῶν ἐδῄωσε. καὶ συμμίξας αὐτοῖς ἐσφάλη μὲν τῷ ὁπλιτικῷ, τοῖς δ’ ἱππεῦσιν ἐκράτησε. καὶ αὖθις αὐτοῖς μαχεσάμενος ἐνίκησε, καὶ τά τε ὅπλα αὐτῶν καὶ τὴν ἵππον καὶ τὰ ἔπιπλα | |
30 | καὶ τὸ δουλεῦον καὶ τὸ ἥμισυ τῆς χώρας ἀφείλετο. | 223 in vol. 2 |
2.224 | ὕστερον δὲ ἡ μὲν ἀρχαία πόλις εἰς ὄρος ἐρυμνὸν ἱδρυ‐ μένη κατεσκάφη, ἑτέρα δ’ ᾠκοδομήθη εὐέφοδος. μετὰ δὲ τοῦτο ἐπολέμησαν αὖθις πολέμους πρός τε Βοου‐ ίους καὶ πρὸς Γαλάτας ἐκείνοις πλησιοχώρους καὶ | |
5 | πρὸς Λιγύων τινάς. τοὺς μὲν οὖν Λίγυας Σεμπρώ‐ νιος Γράκχος μάχῃ νικήσας ἐκάκου, καὶ τοῖς Γαλάταις Πούπλιος Οὐαλέριος συμβαλὼν τὸ μὲν πρῶτον ἡτ‐ τήθη, εἶτα πυθόμενος εἰς ἐπικουρίαν αὐτοῦ τινας ἐκ τῆς Ῥώμης ἥκειν, ὁμόσε αὖθις τοῖς Γαλάταις ἐχώ‐ | |
10 | ρησεν, ἵν’ ἢ καθ’ ἑαυτὸν νικήσῃ ἢ ἀποθάνῃ· τοῦτο γὰρ μᾶλλον ἢ ζῶν αἰσχύνην ὄφλειν προείλετο· καί πως κατὰ τύχην ἐκράτησε. Τότε μὲν οὖν ταῦθ’ οὕτως τοῖς Ῥωμαίοις συνήν‐ τησαν, καὶ Σαρδὼ παρὰ τῶν Καρχηδονίων ἀμαχεὶ | |
15 | χρήματά τε αὖθις ἔλαβον, ἐγκαλέσαντες αὐτοῖς βλά‐ πτειν σφῶν τοὺς πλέοντας· οὔπω γὰρ κρατυνθέντες οἱ Καρχηδόνιοι τὰς ἀπειλὰς αὐτῶν ἐδεδοίκεσαν· τῷ δ’ ἑξῆς ἔτει Λούκιος Λέντουλος καὶ Κύιντος Φλάκκος ἐπὶ τοὺς Γαλάτας στρατεύσαντες, ἕως μὲν ὁμοῦ διῆ‐ | |
20 | γον, ἦσαν ἀνανταγώνιστοι, ἐπεὶ δὲ διχῇ πορθεῖν τινα ἤρξαντο, ὡς οὕτω πλείω λείαν περιβαλούμενοι, ἐς κίνδυνον τὸ τοῦ Φλάκκου κατέστη στρατόπεδον, νυκτὸς κυκλωθέν. ἀλλὰ τότε μὲν οἱ βάρβαροι ἀνε‐ κόπησαν, προσλαβόμενοι δὲ συμμάχους χειρὶ πολλῇ | |
25 | ἐπὶ τοὺς Ῥωμαίους αὖθις ἐχώρησαν. ἀπαντησάντων δὲ σφίσι Πουπλίου τε Λεντούλου καὶ Λικινίου Οὐά‐ ρου ἤλπισαν αὐτοὺς διὰ τὸ πλῆθος τὸ σφέτερον καὶ ἄνευ μάχης καταπλήξειν· καὶ πέμψαντες τήν τε χώραν τὴν περὶ τὸ Ἀρίμινον ἀπῄτουν καὶ τῆς πόλεως ὡς | |
30 | αὐτῶν οὔσης ἐξοικισθῆναι ἐκέλευον. οἱ δ’ ὕπατοι μήτε συμβαλεῖν θαρροῦντες δι’ ὀλιγότητα μήτε τι | |
προέσθαι τολμῶντες ἀνοχὰς ἔπραξαν, ὡς ἐς τὴν | 224 in vol. 2 | |
2.225 | Ῥώμην πρεσβεύσωνται. οἱ δ’ ἐπὶ τὴν βουλὴν ἐλ‐ θόντες τὰ αὐτὰ εἶπον. ὡς δ’ οὐδενὸς οἱ πρέσβεις ὧν ᾔτουν ἐτύγχανον, εἰς τὸ στρατόπεδον ἀνεχώρη‐ σαν. καὶ εὗρον ἐφθαρμένα σφίσι τὰ πράγματα· τινὲς | |
5 | γὰρ τῶν συμμάχων αὐτῶν μεταγνόντες καὶ διὰ φό‐ βου τοὺς Ῥωμαίους πεποιημένοι ἐτράποντο ἐπὶ τοὺς Βοουίους, καὶ συχνοὶ ἀπώλοντο ἀμφοτέρωθεν, κἀν‐ τεῦθεν ἀπῆλθον οἴκαδε οἱ λοιποί, καὶ οἱ Βοούιοι σπονδὰς ἐπὶ μέρει πολλῷ τῆς χώρας σφῶν ἐποιή‐ | |
10 | σαντο. Ἤδη δὲ τῶν Γαλατικῶν λυθέντων πολέμων ὁ Λέντουλος ἐστράτευσεν ἐπὶ Λίγυας, καὶ τοὺς προσ‐ πίπτοντας ἠμύνετο καί τινα ἐρύματα παρεστήσατο. Οὔαρος δὲ ἐπὶ Κύρνον ὁρμήσας, καὶ μὴ δυνηθεὶς | |
15 | ἀπορίᾳ πλοίων περαιωθῆναι, Κλαύδιόν τινα Κλινέαν σὺν δυνάμει προέπεμψε. κἀκεῖνος τοὺς Κυρνίους καταπλήξας ἐς λόγους ἦλθε, καὶ ὡς αὐτοκράτωρ τυγ‐ χάνων ἐσπείσατο. Οὔαρος δὲ τῶν συνθηκῶν μὴ φροντίσας ἐπολέμησε τοῖς Κυρνίοις ἕως αὐτοὺς ἐχει‐ | |
20 | ρώσατο. οἱ δὲ Ῥωμαῖοι τὸ παρασπόνδημα ἀποπροσ‐ ποιούμενοι ἔπεμψαν αὐτοῖς ἐκδιδόντες τὸν Κλαύ‐ διον· ὡς δ’ οὐκ ἐδέχθη, ἐξήλασαν αὐτόν. ἐπὶ δὲ Καρχηδονίους μέλλοντες στρατεύσειν, ὡς τοῖς σφῶν ἐμπόροις λυμαινομένους, τοῦτο μὲν οὐκ ἐποίησαν, | |
25 | χρήματα δ’ ἐπιπραξάμενοι ἀνενεώσαντο τὰς σπονδάς. ἔμελλον δὲ μηδ’ ὣς ἐς μακρὰν αἱ συνθῆκαι μένειν. τὰ μὲν οὖν τῶν Καρχηδονίων ἀνεβέβλητο, ἐπὶ δὲ τοὺς Σαρδονίους μὴ πειθομένους αὐτοῖς ἐστράτευ‐ σαν· καὶ ἐνίκησαν. μετὰ ταῦτα δὲ ἔπεισαν τοὺς | |
30 | Σαρδονίους οἱ Καρχηδόνιοι κρύφα τοῖς Ῥωμαίοις ἐπαναστῆναι. καὶ τούτοις οἱ Κύρνιοι προσαπέστη‐ | |
σαν καὶ οἱ Λίγυες οὐχ ἡσύχασαν. | 225 in vol. 2 | |
2.226 | Τῷ δ’ ἐπιγενομένῳ ἔτει τριχῇ τὰς δυνάμεις διελόμενοι οἱ Ῥωμαῖοι, ἵν’ ἅμα πολεμούμενοι πάντες μὴ συμβοηθοῖεν ἀλλήλοις, Ποστούμιον μὲν Ἀλβῖνον εἰς τὴν Λιγυστικήν, Σπούριον δὲ Καρουίλιον ἐπὶ | |
5 | τοὺς Κυρνίους, ἐς δὲ τὴν Σαρδὼ τὸν ἀστυνόμον Πούπλιον Κορνήλιον ἔπεμψαν. καὶ οἱ μὲν ὕπατοι οὐκ ἀπόνως μέν, οὐ βραδέως δὲ τὰ προσταχθέντα σφίσι κατέπραξαν· τοὺς δὲ Σαρδονίους μή τι φρο‐ νοῦντας μέτριον ἰσχυρᾷ μάχῃ ὁ Καρουίλιος κατε‐ | |
10 | στρέψατο· ὁ γὰρ Κορνήλιος καὶ τῶν στρατιωτῶν πολλοὶ ὑπὸ νόσου ἐφθάρησαν. ἐπεὶ δ’ οἱ Ῥωμαῖοι ἐκ τῆς χώρας αὐτῶν ἀπηλλάγησαν, ἀπέστησαν αὖθις οἱ Σαρδόνιοι καὶ οἱ Λίγυες. Κύιντος μὲν οὖν Φάβιος Μάξιμος ἐπέμφθη πρὸς Λίγυας, ἐς δέ γε τὴν Σαρδὼ | |
15 | Πομπώνιος Μάνιος. τούς γε μὴν Καρχηδονίους ὡς αἰτίους αὐτοῖς τῶν πολέμων ὄντας πολεμίους ἔκρι‐ ναν, καὶ πέμψαντες πρὸς αὐτοὺς χρήματά τε ἀπῄτουν καὶ ἁπασῶν ἐκπλεῖν τῶν νήσων ἐπέταττον ὡς αὐτοῖς διαφερουσῶν. ἐκφαίνοντες δὲ καὶ τὴν σφετέραν | |
20 | διάνοιαν δόρυ αὐτοῖς ἐπέστειλαν καὶ κηρύκιον, ἓν ἑλέσθαι κελεύοντες ὁποῖον ἂν ἐθελήσωσιν. οἱ δὲ μηδὲν ὑποπτήξαντες τά τε ἄλλα τραχύτερον ἀπεκρί‐ ναντο καὶ τῶν πεμφθέντων σφίσιν αἱρεῖσθαι μὲν εἶπον οὐδέτερον, δέχεσθαι δ’ ἑτοίμως ὁπότερον κατα‐ | |
25 | λείψουσιν. ἐντεῦθεν ἐμίσουν μὲν ἀλλήλους, ὤκνουν δὲ πολέμου κατάρξασθαι. Κινηθέντων δ’ αὖθις τῶν Σαρδονίων ἐπ’ αὐτοὺς οἱ ὕπατοι ἄμφω ἐστρατεύσαντο Μάρκος τε Μαλέολος καὶ Μάρκος Αἰμίλιος. καὶ πολλὰ μὲν λάφυρα ἔλαβον, | |
30 | παρὰ δὲ τῶν Κυρνίων προσσχόντες αὐτοῖς αὐτὰ ἀφῃρέθησαν. διὸ μετὰ ταῦτα ἐπ’ ἀμφοτέρους οἱ | |
Ῥωμαῖοι ἐτράποντο. καὶ Μάρκος μὲν Πομπώνιος | 226 in vol. 2 | |
2.227 | Σαρδόνας ἔφερε, καὶ μαθὼν τοὺς πλείονας αὐτῶν ἐς σπήλαια ὑλώδη καὶ δυσεξεύρετα καταδύντας, μὴ δυνάμενός τε αὐτοὺς εὑρεῖν, κύνας ἐκ τῆς Ἰταλίας μετεπέμψατο εὔρινας, καὶ δι’ ἐκείνων τὴν στίβον | |
5 | καὶ τῶν ἀνθρώπων καὶ τῶν βοσκημάτων εὑρὼν πολλὰ ἀπετέμετο· Γάιος δὲ Παπείριος ἐκ μὲν τῶν πεδίων τοὺς Κυρνίους ἀπήλασε, βιαζόμενος δὲ πρὸς τὰ ὄρη συχνοὺς ἐξ ἐνέδρας ἀπέβαλε, πλείους τε ἂν ὕδατος ἀπορίᾳ ἀπώλεσεν, εἰ μή που ὕδωρ ὀψέ ποτε | |
10 | ἀνεφάνη καὶ ἔπεισε τοὺς Κυρνίους ὁμολογῆσαι. Κατὰ τοῦτον τὸν χρόνον καὶ Ἀμίλκας ὁ τῶν Καρ‐ χηδονίων στρατηγὸς πρὸς Ἰβήρων νικηθεὶς ἔθανεν. ἀντιπαραταξαμένου γὰρ σφίσιν ἁμάξας δᾴδων καὶ πίσσης μεστὰς πρὸ τοῦ στρατοῦ τῶν Καρχηδονίων | |
15 | προήγαγον, καὶ πλησιάσαντες ἀνῆψαν αὐτάς, καὶ τὰ ἕλκοντα αὐτὰς ὑποζύγια ἐπισπέρχοντες οἴστρησαν. κἀκ τούτου συνταραχθέντων τῶν ἐναντίων διασπα‐ σθέντων τε καὶ τραπομένων ἑπόμενοι κἀκεῖνον καὶ ἄλλους πλείστους ἐφόνευσαν. καὶ ὁ μὲν ἐπὶ πλεῖστον | |
20 | ἀνθήσας οὕτως ἐτελεύτησε, τελευτήσαντα δὲ αὐτὸν Ἀσδρούβας ὁ γαμβρὸς διεδέξατο. καὶ τῆς Ἰβηρίας πολλὰ προσεκτήσατο, πόλιν τε ἐν αὐτῇ Καρχηδόνα ὁμώνυμον τῇ πατρίδι ἔκτισε. Τῶν δέ γε Βοουίων καὶ τῶν ἄλλων Γαλατῶν | |
25 | πολλὰ μὲν καὶ ἄλλα, πλείστους δὲ καὶ αἰχμαλώτους πωλούντων, δείσαντες οἱ Ῥωμαῖοι μήποτε κατ’ αὐτῶν τοῖς χρήμασι χρήσονται, ἀπεῖπον μηδένα ἀνδρὶ Γα‐ λάτῃ μήτ’ ἀργύριον μήτε χρυσίον διδόναι. ἐντεῦθεν οἱ Καρχηδόνιοι μαθόντες τοὺς ὑπάτους Μάρκον Αἰ‐ | |
30 | μίλιον καὶ Μάρκον Ἰούνιον εἰς τὴν Λιγυστικὴν ἀπά‐ | 227 in vol. 2 |
2.228 | ραντας, παρεσκευάζοντο εἰς τὴν Ῥώμην ἐλάσαι. γνόντων δὲ τοῦτο τῶν ὑπάτων, καὶ ἐπ’ αὐτοὺς ἀθρόον ὡρμηκότων, ἐξεπλάγησαν καὶ ἀπήντησαν αὐ‐ τοῖς ὡς φίλιοι. κἀκεῖνοι δὲ ὑπεκρίθησαν ὅτι οὐκ ἐπ’ | |
5 | ἐκείνους ἀπῄεσαν, ἀλλὰ διὰ τῆς χώρας αὐτῶν ἐς τοὺς Λίγυας. Ῥωμαῖοι δὲ τόν τε Ἰόνιον ἐπεραιώθησαν καὶ τῆς ἠπείρου τῆς Ἑλληνικῆς ἥψαντο· πρόφασις δ’ αὐτοῖς τοῦ πλοῦ ἐγένετο ἥδε. Ἴσσα νῆσός ἐστιν ἐν τῷ | |
10 | Ἰονίῳ κόλπῳ κειμένη. οἱ γοῦν ταύτης κάτοικοι Ἰσ‐ σαῖοι καλούμενοι ἐθελονταὶ τοῖς Ῥωμαίοις παραδε‐ δώκασιν ἑαυτούς, τῷ σφῶν κρατοῦντι ἀχθόμενοι Ἀγρῶνι τῷ τῶν Σαρδιαίων βασιλεῖ, γένους Ἰλλυρι‐ κοῦ. πρὸς ὃν οἱ ὕπατοι πρέσβεις ἔπεμψαν. ἐκείνου | |
15 | δὲ τεθνεῶτος ἐπὶ υἱῷ διαδόχῳ παιδὶ ἔτι, ἡ ἐκείνου γυνή, τοῦ δὲ παιδὸς μητρυιά, τὴν τῶν Σαρδιαίων διεῖπεν ἀρχήν. ἣ τοῖς πρέσβεσιν οὐδὲν μέτριον ἐχρη‐ μάτισε, παρρησιασαμένους δὲ τοὺς μὲν ἔδησε, τοὺς δὲ ἀπέκτεινε. τῶν δὲ Ῥωμαίων πόλεμον ψηφισα‐ | |
20 | μένων αὐτῇ κατέπτηξε, καὶ τούς τε σωζομένους τῶν πρέσβεων ἀποδώσειν ὑπέσχετο καὶ τοὺς θανόντας ἔλεγεν ὑπὸ λῃστῶν πεφονεῦσθαι. τῶν δὲ Ῥωμαίων τοὺς αὐτόχειρας ἐξαιτησαμένων οὔτε τινὰ ἐκδώσειν ἔφη καὶ ἐπὶ τὴν Ἴσσαν ἔστειλε στράτευμα. εἶτα | |
25 | αὖθις δείσασα Δημήτριόν τινα πρὸς τοὺς ὑπάτους ἔπεμψεν, ὡς ἑτοίμη πρὸς πᾶν ὑπακοῦσαι αὐτῶν. καὶ σπονδαὶ πρὸς τὸν πεμφθέντα ἐγένοντο, τὴν Κέρκυ‐ ραν αὐτοῖς παρασχόμενον. τῶν δὲ πρὸς τὴν νῆσον περαιωθέντων ἀνεθάρσησεν αὖθις, οἷα γυνὴ κούφην | |
30 | ἔχουσα γνώμην καὶ εὐμετάβολον, καὶ πρὸς Ἐπίδα‐ μνον καὶ Ἀπολλωνίαν ἐξέπεμψε στρατιάν. τῶν δὲ | |
Ῥωμαίων τὰς πόλεις τε ῥυσαμένων καὶ πλοῖα αὐτῆς | 228 in vol. 2 | |
2.229 | κατασχόντων μετὰ χρημάτων ἐκ Πελοποννήσου προσ‐ πλέοντα, καὶ τὰ χωρία πορθησάντων τὰ πάραλα, καὶ τοῦ Δημητρίου διὰ τὴν ἐμπληξίαν ἐκείνης πρὸς Ῥωμαίους μεθεστηκότος καὶ ἄλλους αὐτομολῆσαι πε‐ | |
5 | πεικότος, κατέδεισε καὶ ἀπέσχετο τῆς ἀρχῆς. καὶ τὴν μὲν ὁ Δημήτριος ὡς τῷ παιδὶ ἐπιτροπεύσων εἰλή‐ φει, οἱ δὲ Ῥωμαῖοι διὰ ταῦτα παρὰ Κορινθίων ἐπῃ‐ νέθησαν, καὶ τοῦ Ἰσθμικοῦ μετέσχον ἀγῶνος, καὶ στάδιον ἐν αὐτῷ ὁ Πλαῦτος ἐνίκησε. καὶ πρὸς Ἀθη‐ | |
10 | ναίους δὲ φιλίαν ἐπεποιήκεσαν καὶ τῆς πολιτείας σφῶν τῶν τε μυστηρίων μετέσχον. Τὸ δ’ Ἰλλυρικὸν ὄνομα πάλαι μὲν ἐν ἄλλοις ἐπε‐ κέκλητο, ὕστερον δὲ ἐς τὴν ἄνω μεταβέβηκεν ἤπει‐ ρον καὶ ὑπὲρ τὴν Μακεδονίαν τήν τε Θρᾴκην τὴν | |
15 | ἐντὸς τοῦ Αἵμου καὶ τὴν πρὸς τῇ Ῥοδόπῃ, καὶ ἔστιν ἐν τῷ μέσῳ τούτων τῶν ὀρῶν καὶ τῶν Ἄλπεων τοῦ τε Αἴνου ποταμοῦ καὶ τοῦ Ἴστρου μέχρι τοῦ Εὐξεί‐ νου πόντου καί πῃ καὶ ἐπέκεινα τοῦ Ἴστρου νέμεται. Λογίου δέ ποτε τοῖς Ῥωμαίοις ἐλθόντος καὶ | |
20 | Ἕλληνας καὶ Γαλάτας τὸ ἄστυ καταλήψεσθαι, Γαλά‐ ται δύο καὶ Ἕλληνες ἕτεροι ἔκ τε τοῦ ἄρρενος καὶ τοῦ θήλεος γένους ζῶντες ἐν τῇ ἀγορᾷ κατωρύγησαν, ἵν’ οὕτως ἐπιτελὲς τὸ πεπρωμένον γενέσθαι δοκῇ, καί τι κατέχειν τῆς πόλεως κατορωρυγμένοι νομίζωνται. | |
25 | Μετὰ δὲ τοῦτο Σαρδόνιοι ἐν δεινῷ ποιούμενοι ὅτι στρατηγὸς Ῥωμαίων ἀεὶ καθειστήκει αὐτοῖς, ἐπα‐ νέστησαν· αὖθις δὲ ἐδουλώθησαν. Ἰνσοῦβροι δὲ Γαλατικὸν γένος, συμμάχους ἐκ | |
τῶν ὑπὲρ τὰς Ἄλπεις ὁμοφύλων προσειληφότες, ὅπλα | 229 in vol. 2 | |
2.230 | τοῖς Ῥωμαίοις ἐπήνεγκαν· διὸ καὶ αὐτοὶ ηὐτρεπίζοντο. ληισαμένων δὲ τῶν βαρβάρων τινά, τελευταῖον χει‐ μῶνος μεγάλου νυκτὸς συμβάντος ὑπετόπησαν τὸ θεῖον ἐναντιοῦσθαι αὐτοῖς καὶ ἠθύμησαν, καὶ κατα‐ | |
5 | πτήξαντες φυγῇ τὴν σωτηρίαν πορίσασθαι ἐπεχείρη‐ σαν. καὶ ὁ Ῥηγοῦλος αὐτοὺς κατεδίωξε, καὶ τοῖς ὀπισθοφυλακοῦσι προσμίξας ἡττήθη τε καὶ ἀπέθανεν· Αἰμίλιος δὲ λόφον τινὰ κατασχὼν ἡσύχαζεν. ἀντι‐ κατασχόντων δὲ καὶ τῶν Γαλατῶν ἕτερον, ἐπί τινας | |
10 | μὲν ἡμέρας ἠρέμουν, ἔπειτα οἱ μὲν ὀργῇ τοῦ γεγο‐ νότος, αὐχήματι δὲ τῆς νίκης οἱ βάρβαροι, κατα‐ δραμόντες ἀπὸ τῶν μετεώρων συνέβαλον. καὶ ἐπὶ πολὺ μὲν ἰσορρόπως ἐμάχοντο, τέλος δ’ οἱ Ῥωμαῖοι τῷ ἱππικῷ περισχόντες αὐτοὺς κατέκοψαν, καὶ τὸ | |
15 | στρατόπεδον αὐτῶν εἷλον καὶ τὰ λάφυρα ἐκομίσαντο. καὶ μετὰ ταῦτα τοῖς τῶν Βοουίων ὁ Αἰμίλιος ἐλυμή‐ νατο, καὶ τὰ ἐπινίκια ἤγαγε, τούς τε πρώτους τῶν ἁλόντων ὡπλισμένους ἐπὶ τὸ Καπιτώλιον ἀνεκόμισεν, ἐπισκώπτων αὐτοῖς ὡς ὀμωμοκόσι μὴ πρότερον τοὺς | |
20 | θώρακας ἀποδύσασθαι πρὶν ἀνελθεῖν εἰς τὸ Καπι‐ τώλιον. ἐκ δὲ τούτου τήν τε τῶν Βοουίων ἅπασαν προσεκτήσαντο καὶ τὸν Ἠριδανὸν τότε πρῶτον ἐπὶ τοὺς Ἰνσούβρους διέβησαν καὶ τὴν χώραν αὐτῶν ἐπόρθουν. | |
25 | Τεράτων δ’ ἐν τούτῳ γενομένων ἐς μέγα δέος οἱ ἐν τῇ Ῥώμῃ κατέστησαν· ποταμός τε γὰρ ἐν τῷ Πι‐ κηνῷ αἱματώδης ἐρρύη κἀν τῇ Τυρσηνίδι καίεσθαι τοῦ οὐρανοῦ πολὺ ἔδοξε, καὶ ἐν τῷ Ἀριμίνῳ φῶς νύκτωρ ἡμέρᾳ προσεοικὸς ἔλαμψε, καὶ πολλαχόθι | |
30 | τῆς Ἰταλίας τρεῖς σελῆναι νυκτὸς ἐφαντάσθησαν, κἀν τῇ ἀγορᾷ γὺψ ἐφ’ ἡμέρας πλείονας ἐνιδρύθη. διά | |
τε γοῦν τὰ τέρατα ταῦτα καὶ ὅτι τινὲς παρανόμως | 230 in vol. 2 | |
2.231 | ἔλεγον τοὺς ὑπάτους αἱρεθῆναι, μετεπέμψαντο αὐτούς. δεξάμενοι δὲ τὰ γράμματα οἱ ὕπατοι οὐκ εὐθὺς αὐτὰ ἀνέγνων, ἄρτι πρὸς πόλεμον καθιστάμενοι, ἀλλὰ προσυμβαλόντες ἐκράτησαν. μετὰ δὲ τὴν μάχην ἀνα‐ | |
5 | γνωσθείσης τῆς ἐπιστολῆς ὁ μὲν Φούριος ἑτοίμως ἐπείθετο, ὁ δέ γε Φλαμίνιος ἐπαιρόμενος τῇ νίκῃ τήν τε αἵρεσιν αὐτῶν ἀπεδείκνυ δι’ αὐτῆς ὀρθῶς ἔχου‐ σαν καὶ διὰ τὸν πρὸς αὐτὸν φθόνον ἐνέκειτο καὶ τοῦ θείου τοὺς δυνατοὺς καταψεύδεσθαι. οὔτ’ οὖν | |
10 | ἀπαναστῆναι πρὶν τὸ πᾶν καταστήσασθαι ἤθελε καὶ διδάξειν καὶ τοὺς οἴκοι ἔφη μήτ’ ὄρνισι μήτ’ ἄλλῳ δή τινι τοιούτῳ προσέχοντας ἀπατᾶσθαι. καὶ ὁ μὲν κατὰ χώραν μένειν ἤθελε καὶ τὸν συνάρχοντα κατέ‐ χειν ἐπειρᾶτο, Φούριος δ’ οὐκ ἐπείθετο. τῶν δὲ | |
15 | μετὰ τοῦ Φλαμινίου μελλόντων καταλειφθήσεσθαι φοβηθέντων μὴ μονωθέντες πάθωσί τι παρὰ τῶν ἐναντίων, καὶ δεηθέντων ἡμέρας τινὰς προσμεῖναι, ἐπείσθη, οὐ μέντοι καὶ ἔργου ἥψατο. Φλαμίνιος δὲ περινοστῶν τὴν χώραν ἔτεμνε καὶ ἐρύματά τινα κατε‐ | |
20 | στρέψατο, τά τε λάφυρα πάντα τοῖς στρατιώταις, θεραπεύων αὐτούς, ἐχαρίσατο. ὀψὲ δ’ οἴκαδε ἐπα‐ νελθόντες ὑπὸ μὲν τῆς γερουσίας αἰτίαν τῆς ἀπει‐ θείας ἔσχον, διὰ γὰρ τὴν πρὸς τὸν Φλαμίνιον ὀργὴν ἠτίμασαν καὶ τὸν Φούριον, τὸ δὲ πλῆθος ἀντιφιλο‐ | |
25 | νεικῆσαν ὑπὲρ τοῦ Φλαμινίου ἐψηφίσαντο τὰ νικη‐ τήρια. καὶ ἀγαγόντες αὐτὰ ἐξέστησαν τῆς ἀρχῆς. Ἕτεροι δὲ ὕπατοι Κλαύδιος Μάρκελλος καὶ Γναῖος Σκιπίων ἀνθαιρεθέντες ἐστράτευσαν ἐπὶ τοὺς Ἰνσού‐ βρους· εἰρήνην γὰρ αὐτοῖς αἰτήσασιν οὐκ ἐψηφί‐ | |
30 | σαντο. καὶ ἄμφω μὲν πρῶτον πολεμοῦντες τὰ πλείω ἐκράτουν, ἔπειτα τὴν συμμαχίδα λεηλατουμένην μα‐ | |
θόντες διῃρέθησαν. καὶ Μάρκελλος μὲν ἐπὶ τοὺς | 231 in vol. 2 | |
2.232 | ληιζομένους τὴν σύμμαχον διὰ ταχέων ἐλθὼν οὐ κα‐ τέλαβε σφᾶς ἐκεῖ, φεύγοντας δ’ ἐπεδίωξε καὶ ὑπο‐ στάντας ἐνίκησε, Σκιπίων δὲ κατὰ χώραν μείνας Ἀκέρας ἐπολιόρκει, καὶ λαβὼν αὐτὰς ὁρμητήριον τοῦ | |
5 | πολέμου πεποίηκεν, οὔσας ἐπικαίρους καὶ εὐερκεῖς. κἀντεῦθεν ὁρμώμενοι τό τε Μεδιόλανον καὶ κωμό‐ πολιν ἑτέραν ἐχειρώσαντο. ἁλόντων δὲ τούτων καὶ οἱ λοιποὶ Ἰνσοῦβροι ὡμολόγησαν αὐτοῖς, χρήματα καὶ μέρος τῆς γῆς δόντες. | |
10 | Εἶτα Πούπλιός τε Κορνήλιος καὶ Μάρκος Μι‐ νούκιος ἐπ’ Ἴστρου ἐστράτευσαν, καὶ πολλὰ τῶν ἐκεῖ ἐθνῶν τὰ μὲν πολέμῳ, τὰ δὲ ὁμολογίαις ὑπέταξαν. Λούκιος δὲ Οὐετούριος καὶ Γάιος Λουτάτιος ἦλθον μέχρι τῶν Ἄλπεων, ἄνευ δὲ μάχης πολλοὺς ᾠκειώ‐ | |
15 | σαντο. ὁ μέντοι τῶν Σαρδιαίων ἄρχων Δημήτριος, ὡς ἄνω που εἴρηται, τοῖς ἐπιχωρίοις ἐπαχθὴς ἦν καὶ τὰ τῶν πλησιοίκων ἐκακούργει καὶ ἐδόκει τῇ Ῥω‐ μαίων φιλίᾳ ἀποχρώμενος ἀδικεῖν. αἰσθόμενοι δὲ τοῦτο οἱ ὕπατοι Αἰμίλιος Παῦλος καὶ Μάρκος Λιούιος | |
20 | μετεπέμψαντο αὐτόν. ὡς δ’ οὐχ ὑπήκουσεν, ἀλλὰ καὶ τῆς συμμαχίδος σφῶν ἥπτετο, ἐστράτευσαν ἐπ’ αὐ‐ τὸν ἐν τῇ Ἴσσῃ ὄντα. καὶ προμαθόντες ὅτι ὑφώρμει που τῶν κατάρσεων, μέρος τῶν νεῶν εἰς τὰ ἐπὶ θά‐ τερα τῆς νήσου προσμίξαι ἔπεμψαν. κἀκ τούτου τῶν | |
25 | Ἰλλυριῶν ἐπ’ ἐκείνους ὡς καὶ μόνους ὄντας τραπο‐ μένων, αὐτοὶ κατὰ σχολὴν προσπλεύσαντες ἐν ἐπι‐ τηδείῳ τε ἐστρατοπεδεύσαντο καὶ προσπεσόντας σφί‐ σιν αὐθημερὸν τοὺς ἐπιχωρίους ὀργῇ τῆς ἀπάτης ἀπεώσαντο. τοῦ δὲ Δημητρίου ἐς Φάρον ἑτέραν | |
30 | νῆσον διαφυγόντος, καὶ ἐπ’ ἐκείνην ἔπλευσαν καὶ | 232 in vol. 2 |
2.233 | τῶν ἀντικαταστάντων ἐκράτησαν καὶ τὴν πόλιν ἐκ προδοσίας εἷλον, τοῦ Δημητρίου διαδράντος. ὃς τότε μὲν εἰς Μακεδονίαν μετὰ πολλῶν χρημάτων πρὸς Φίλιππον τὸν βασιλέα αὐτῆς ἐλθὼν ὑπ’ ἐκείνου μὲν | |
5 | οὐκ ἐξεδόθη, πρὸς δὲ τοὺς Ἰλλυριοὺς ἐπανελθὼν συνελήφθη ὑπὸ Ῥωμαίων καὶ ἐδικαιώθη. Τῷ δ’ ἐχομένῳ ἔτει περιφανῶς οἱ Ῥωμαῖοι τοῖς Καρχηδονίοις ἐξεπολεμώθησαν, καὶ ὁ πόλεμος οὗτος τῷ μὲν χρόνῳ πολὺ ἐλάσσων τοῦ προτέρου συμβέ‐ | |
10 | βηκε, τοῖς δ’ ἔργοις τοῖς τε παθήμασι καὶ μείζων καὶ χαλεπώτερος. ἐπῆρε δὲ τοῦτον μάλιστα ὁ Ἀννί‐ βας στραταρχῶν τῶν Καρχηδονίων. ὁ δ’ Ἀννίβας οὗτος παῖς τοῦ Ἀμίλκου τοῦ Βαρχίδου ἐγένετο, καὶ ἐκ παίδων εὐθὺς ἐπὶ τοὺς Ῥωμαίους ἠσκήθη. πάν‐ | |
15 | τας γὰρ τοὺς υἱεῖς ὁ Ἀμίλκας ὥσπερ τινὰς σκύμνους ἐπ’ αὐτοὺς τρέφειν ἔλεγεν, ἐκεῖνον δὲ πολὺ τῇ φύ‐ σει προφέροντα ὁρῶν καὶ ὥρκωσε πολεμήσειν αὐτοῖς καὶ διὰ τοῦτο τά τε ἄλλα καὶ τὰ πολέμια ἔτι μᾶλλον αὐτὸν ἐξεδίδασκε, πεντεκαιδεκαέτη ὄντα· ὅθεν οὐκ | |
20 | ἠδυνήθη θανόντος αὐτῷ τοῦ πατρὸς τὴν στρατηγίαν διαδέξασθαι. ἐπεὶ δὲ ὁ Ἀσδρούβας ἐτελεύτησεν, οὐκέτι ἐμέλλησεν, ἓξ τότε καὶ εἴκοσιν ἐτῶν γεγονώς, ἀλλὰ τό τε στράτευμα ἐν τῇ Ἰβηρίᾳ αὐτίκα προκατέ‐ λαβε καὶ στρατηγὸς ὑπ’ αὐτῶν ἀναδειχθεὶς διῳκή‐ | |
25 | σατο καὶ παρὰ τῶν οἴκοι τελῶν βεβαιωθῆναι αὐτῷ τὴν ἡγεμονίαν. πράξας δὲ ταῦτα προφάσεως εὐπρε‐ ποῦς ἐδεῖτο εἰς τὴν κατὰ Ῥωμαίων ὁρμήν, καὶ ταύ‐ την ἐποιήσατο τοὺς ἐν τῇ Ἰβηρίᾳ Ζακυνθίους. οὗτοι γὰρ οὐ πόρρω τοῦ ποταμοῦ οἰκοῦντες τοῦ Ἴβηρος, | |
30 | ἄνω τῆς θαλάσσης βραχύ, τοῖς Ῥωμαίοις προσέ‐ | 233 in vol. 2 |
2.234 | κειντο, κἀκεῖνοι καὶ ἐτίμων αὐτοὺς καὶ ἐν ταῖς πρὸς τοὺς Καρχηδονίους συνθήκαις ἐξαιρέτους ἐπεποιή‐ κεσαν. διὰ ταῦτ’ οὖν ὁ Ἀννίβας πόλεμον ἤρατο πρὸς αὐτούς, εἰδὼς ὅτι ἢ ἐπικουρήσουσιν οἱ Ῥωμαῖοι τοῖς | |
5 | Ζακυνθίοις ἢ καί τι παθοῦσι τιμωρήσουσι. διά τε οὖν ταῦτα καὶ ὅτι καὶ μέγαν πλοῦτον κεκτῆσθαι αὐ‐ τοὺς ἐγίνωσκεν, οὗ καὶ μάλιστα ἔχρῃζε, καὶ δι’ ἕτερα αἴτια κατὰ Ῥωμαίων αὐτῷ συμβαλλόμενα τοῖς Ζακυν‐ θίοις ἐπέθετο. | |
10 | Ἡ δ’ Ἰβηρία, ἐν ᾗ οἱ Ζακύνθιοι οἰκοῦσι, καὶ ἡ προσεχὴς αὐτῇ πᾶσα ἔν τε τῇ Εὐρώπῃ πρὸς δυσμάς ἐστι καὶ ἐπὶ πολὺ μὲν παρὰ τὴν ἔσω θάλασσαν καὶ παρὰ τὰς Ἡρακλείους στήλας τόν τε Ὠκεανὸν αὐτὸν προήκει, καὶ προσέτι καὶ τὴν ἤπειρον τὴν ἄνω διὰ | |
15 | πλείστου μέχρι τοῦ Πυρηναίου νέμεται. τὸ γὰρ ὄρος τοῦτο ἐκ τῆς θαλάσσης τῆς πάλαι μὲν Βεβρύκων, ὕστερον δὲ Ναρβωνησίων, ἀρξάμενον ἐς τὴν ἔξω τὴν μεγάλην διατείνει, πολλὰ μὲν ἐντὸς αὐτοῦ καὶ σύμμικτα ἔθνη ἔχον, πᾶσαν δὲ τὴν Ἰβηρίαν ἀπὸ τῆς | |
20 | προσοίκου Γαλατίας ἀφορίζον. οὔτε δ’ ὁμόφωνοι ἦσαν οὔτε κοινῇ ἐπολιτεύοντο. ὅθεν οὐδὲ εἰς ἓν ὄνομα ἐτέλουν· οἱ μὲν γὰρ Ῥωμαῖοι Ἱσπανούς, οἱ δ’ Ἕλληνες Ἴβηρας ἀπὸ τοῦ ποταμοῦ τοῦ Ἴβηρος αὐτοὺς ἐπεκάλεσαν. | |
25 | Οἱ μὲν οὖν Ζακύνθιοι οὗτοι ἐπολιορκοῦντο, καὶ ἔπεμψαν πρὸς τοὺς περιοίκους καὶ πρὸς τοὺς Ῥω‐ μαίους ἐπικουρίας δεόμενοι. ἀλλὰ τοὺς μὲν ὁ Ἀννί‐ βας ἐκώλυσεν, οἱ δὲ Ῥωμαῖοι πρέσβεις πρὸς ἐκεῖνον πέμψαντες μὴ πελάζειν τοῖς Ζακυνθίοις ἐκέλευον, | |
30 | καὶ εἰ μὴ πείθοιτο, ἐς τὴν Καρχηδόνα πλεῦσαι εὐθὺς καὶ κατηγορῆσαι αὐτοῦ ἐπηπείλησαν. ὁ δ’ Ἀννίβας | |
ἐκ τῶν ἐπιχωρίων πέμψας τινὰς ὡς εὔνοιαν τηροῦν‐ | 234 in vol. 2 | |
2.235 | τας τοῖς πρέσβεσιν ἤδη πλησίον οὖσι παρεσκεύασε λέγειν αὐτοῖς μὴ παρεῖναι τὸν στρατηγόν, πόρρω που ἐς ἄγνωστα χωρία ἀποδημήσαντα. καὶ παρῄνουν ἀπαλλαγῆναι ὡς τάχιστα, πρὶν καταγγελθεῖεν ὡς | |
5 | πάρεισιν, ἵνα μὴ διὰ τὴν ἀναρχίαν, τοῦ στρατηγοῦ μὴ παρόντος, ἀπόλωνται. οἱ μὲν οὖν πιστεύσαντες αὐτοῖς εἰς τὴν Καρχηδόνα ἀπῄεσαν· γενομένης δὲ ἐκκλησίας οἱ μὲν τῶν Καρχηδονίων εἰρήνην ἄγειν πρὸς τοὺς Ῥωμαίους συνεβούλευον, οἱ δὲ τῷ Ἀννίβᾳ | |
10 | προσκείμενοι τοὺς μὲν Ζακυνθίους ἀδικεῖν, τοὺς δὲ Ῥωμαίους τὰ μηδὲν σφίσι προσήκοντα πολυπραγμο‐ νεῖν ἔλεγον. καὶ τέλος ἐπεκράτησαν οἱ πολεμῆσαι σφᾶς ἀναπείθοντες. Ἐν τούτῳ δὲ ὁ Ἀννίβας σπουδῇ τὰς προσβολὰς | |
15 | τῆς τειχομαχίας ἐποιεῖτο. πολλῶν δὲ πιπτόντων καὶ πλειόνων τιτρωσκομένων ἐκ τῶν τοῦ Ἀννίβου, καί ποτε τῶν Καρχηδονίων κατασεισάντων τι τοῦ περι‐ βόλου καὶ κατὰ τὸ ῥῆγμα εἰσελθεῖν τολμησάντων, ἐπεξέδραμον οἱ Ζακύνθιοι καὶ ἀπεσόβησαν σφᾶς· | |
20 | ὅθεν αὐτοὶ μὲν ἐπερρώσθησαν, οἱ Καρχηδόνιοι δὲ ἐνέδοσαν ἀθυμήσαντες. οὐκ ἀπέστησαν δὲ πρὶν τὴν πόλιν ἑλεῖν, καίτοι ἐπ’ ὄγδοον μῆνα τῆς πολιορκίας παραταθείσης· ἐν οἷς ἄλλα τε πολλὰ συνηνέχθη καὶ ἄτοπα καὶ ὁ Ἀννίβας δεινῶς ἐτρώθη. ἥλω δὲ οὕτως. | |
25 | μηχάνημα τῷ τείχει προσήγαγον πολύ τε αὐτοῦ ὑπερ‐ αῖρον καὶ ὁπλίτας τοὺς μὲν ἐμφανεῖς ἔχον, τοὺς δὲ λανθάνοντας. τῶν οὖν Ζακυνθίων τοῖς ὁρωμένοις ὡς μόνοις οὖσι μαχομένων ἐρρωμενέστερον, οἱ κε‐ κρυμμένοι τὸ τεῖχος ὑπορύξαντες εἰσεβιάσαντο καὶ | |
30 | ἔνδον ἐγένοντο. τῷ γοῦν παραδόξῳ οἱ Ζακύνθιοι ἐκπλαγέντες εἰς τὴν ἀκρόπολιν ἀνέδραμον, καὶ εἰς | |
λόγους ἦλθον, εἴ πως ἐπιεικεῖ τινι ὁμολογίᾳ περισω‐ | 235 in vol. 2 | |
2.236 | θεῖεν. ὡς δ’ οὐδὲν ὁ Ἀννίβας προΐσχετο μέτριον οὐδέ τις αὐτοῖς ὠφέλεια πρὸς τῶν Ῥωμαίων ἐγίνετο, ἐπισχεθῆναι τὰς προσβολὰς ἐξῃτήσαντο, ὥς τι περὶ τῶν κατὰ σφᾶς βουλευσόμενοι· κἀν τούτῳ τὰ τιμιώ‐ | |
5 | τατα συμφορήσαντες τῶν χρημάτων ἐς πῦρ ἐνέβαλον, καὶ οἱ μὲν ἀπόμαχοι διεχειρίσαντο ἑαυτούς, οἱ δ’ ἐν ἡλικίᾳ ἀθρόοι πρὸς τοὺς ἐναντίους ὡρμήκεσαν καὶ προθύμως ἀγωνιζόμενοι κατεκόπησαν. Καὶ δι’ αὐτοὺς οἵ τε Ῥωμαῖοι καὶ οἱ Καρχηδόνιοι | |
10 | ἐπολέμησαν. ὁ γὰρ Ἀννίβας καὶ συμμάχους συχνοὺς προσλαβὼν εἰς τὴν Ἰταλίαν ἠπείγετο. πυθόμενοι δὲ ταῦθ’ οἱ Ῥωμαῖοι συνῆλθον εἰς τὸ συνέδριον, καὶ ἐλέχθη μὲν πολλά, Λούκιος δὲ Κορνήλιος Λέντουλος ἐδημηγόρησε καὶ εἶπε μὴ μέλλειν, ἀλλὰ πόλεμον κατὰ | |
15 | τῶν Καρχηδονίων ψηφίσασθαι, καὶ διχῇ διελεῖν καὶ τοὺς ὑπάτους καὶ τὰ στρατεύματα, καὶ τοὺς μὲν εἰς τὴν Ἰβηρίαν, τοὺς δὲ εἰς τὴν Λιβύην πέμψαι, ἵν’ ὑπὸ τὸν αὐτὸν χρόνον ἥ τε χώρα αὐτῶν πορθῆται καὶ οἱ σύμμαχοι κακουργῶνται καὶ μήτε τῇ Ἰβηρίᾳ | |
20 | βοηθῆσαι δύνωνται μήτ’ ἐκεῖθεν αὐτοὶ ἐπικουρηθῶσι. πρὸς ταῦτα Κύιντος Φάβιος Μάξιμος ἀντέθετο μὴ οὕτως ἐκ παντὸς τρόπου τὸν πόλεμον δεῖν ψηφί‐ σασθαι, ἀλλὰ πρεσβείᾳ χρήσασθαι πρότερον, κἂν μὲν πείσωσιν ὅτι οὐδὲν ἀδικοῦσιν, ἡσυχίαν ἄγειν, | |
25 | ἂν δ’ ἀδικοῦντες ἁλῶσι, τότε πολεμῆσαι αὐτοῖς, ἵνα καὶ τὴν αἰτίαν τοῦ πολέμου ἐς αὐτοὺς ἀπωσώμεθα. αἱ μὲν οὖν ἀμφοῖν δόξαι τοιαῦται ἦσαν ὡς ἐν κεφα‐ λαίῳ εἰπεῖν, τῇ δὲ βουλῇ παρασκευάζεσθαι μὲν ἔδοξε | |
πρὸς τὴν μάχην, πρέσβεις δὲ εἰς τὴν Καρχηδόνα | 236 in vol. 2 | |
2.237 | στεῖλαι καὶ τοῦ Ἀννίβου κατηγορῆσαι, καὶ εἰ μὲν μὴ ἐπαινοῖεν τὰ πραχθέντα, δικάσαι, εἰ δ’ εἰς ἐκεῖ‐ νον αὐτὰ ἀναφέροιεν, ἐξαιτήσασθαι αὐτόν, κἂν μὴ ἐκδῶσι, τὸν πόλεμον ἐπαγγεῖλαι αὐτοῖς. | |
5 | Τῶν γοῦν πρέσβεων ἀπελθόντων οἱ Καρχηδό‐ νιοι τὸ ποιητέον ἐσκόπουν. καί τις Ἀσδρούβας, εἷς τῶν ὑπὸ τοῦ Ἀννίβου προπαρεσκευασμένων, συνε‐ βούλευσε σφίσι χρῆναι τήν τε ἀρχαίαν ἐλευθερίαν ἀνακτήσασθαι καὶ τὴν ἐκ τῆς εἰρήνης δουλείαν ἀπο‐ | |
10 | τρίψασθαι καὶ χρήμασι καὶ δυνάμεσι καὶ συμμάχοις συγκεκροτημένοις, ἐπαγαγὼν ὅτι “κἂν τῷ Ἀννίβᾳ μόνῳ ὅσα βούλεται πρᾶξαι ἐπιτρέψητε, καὶ τὰ προσ‐ ήκοντα ἔσται καὶ οὐδὲν αὐτοὶ πονήσετε.” τοιαῦτα δὲ αὐτοῦ εἰπόντος Ἄννων ὁ μέγας ἐναντιούμενος | |
15 | τοῖς τοῦ Ἀσδρούβου λόγοις γνώμην εἰσήνεγκε μήτε ῥᾳδίως μήτε μικρῶν καὶ ἀλλοτρίων ἐγκλημάτων ἕνεκα τὸν πόλεμον ἐφ’ ἑαυτοὺς ἐπισπάσασθαι, παρὸν τὰ μὲν λῦσαι, τὰ δὲ ἐς τοὺς δράσαντας αὐτὰ τρέψαι. καὶ ὁ μὲν ταῦτα εἰπὼν ἐπαύσατο, τῶν δὲ Καρχηδονίων | |
20 | οἱ μὲν πρεσβύτεροι καὶ τοῦ πρὶν μεμνημένοι πολέμου αὐτῷ συνετίθεντο, οἱ δ’ ἐν ἡλικίᾳ καὶ μάλισθ’ ὅσοι τὰ τοῦ Ἀννίβου ἔπραττον ἰσχυρῶς ἀντέλεγον. ὡς δ’ οὐδὲν σαφὲς ἀπεκρίναντο καὶ ἐν ὀλιγωρίᾳ τοὺς πρέ‐ σβεις εἶχον, ὁ Μάρκος ὁ Φάβιος τὰς χεῖρας ὑπὸ τὰ | |
25 | ἱμάτια ὑποβαλὼν καὶ ὑπτιάσας αὐτὰς ἔφη “ἐγὼ μὲν ἐνταῦθ’, ὦ Καρχηδόνιοι, καὶ τὸν πόλεμον καὶ τὴν εἰρήνην φέρω, ὑμεῖς δ’ ὁπότερον αὐτῶν βούλεσθε ἕλεσθε.” ἀποκριθέντων δὲ μηδέτερον μὲν αἱρεῖσθαι, δέχεσθαι δ’ ἑτοίμως ὁπότερον καταλείψουσιν, ἐπήγ‐ | |
30 | γειλεν αὐτοῖς αὐτίκα τὸν πόλεμον. Οὕτω μὲν οὖν καὶ διὰ ταῦτα οἵ τε Ῥωμαῖοι καὶ | |
οἱ Καρχηδόνιοι τὸ δεύτερον ἐπολέμησαν. καὶ τὸ δαι‐ | 237 in vol. 2 | |
2.238 | μόνιον τὰ γενησόμενα προεσήμηνεν. ἐν γὰρ τῇ Ῥώμῃ ἀνθρωπίνως ἐλάλησε βοῦς, καὶ ἕτερος ἐν τῇ τῶν Ῥωμαίων πανηγύρει ἐξ οἰκίας εἰς τὸν Τίβεριν ἑαυ‐ τὸν ἔρριψε καὶ ἐφθάρη, κεραυνοί τε πολλοὶ ἐφέροντο, | |
5 | καὶ αἷμα τὸ μὲν ἐξ ἀγαλμάτων ὤφθη, τὸ δὲ ἐξ ἀσπί‐ δος στρατιώτου ἐρρύη, ἑτέρου τε ξίφος ἐξ αὐτοῦ τοῦ στρατοπέδου λύκος ἥρπασε. τῷ δ’ Ἀννίβᾳ θηρία πολλὰ καὶ ἄγνωστα τὸν Ἴβηρα διαβαίνοντι προκα‐ θηγήσατο, καὶ ὄψις ὀνείρου ἐφάνη. ἔδοξε γάρ ποτε | |
10 | τοὺς θεοὺς ἐν ἐκκλησίᾳ καθημένους μεταπέμψασθαί τε αὐτὸν καὶ στρατεῦσαι ὅτι τάχιστα εἰς τὴν Ἰταλίαν προστάξαι καὶ λαβεῖν παρ’ αὐτῶν τῆς ὁδοῦ ἡγεμόνα, καὶ ἀμεταστρεπτὶ ὑπ’ αὐτοῦ κελευσθῆναι ἕπεσθαι· μεταστραφῆναι δὲ καὶ ἰδεῖν χειμῶνα μέγαν χωροῦντα | |
15 | καὶ δράκοντα αὐτῷ ἐπακολουθοῦντα ἀμήχανον, καὶ θαυμάσαι ἐρέσθαι τε τὸν ἀγωγὸν τί ταῦτα εἶεν· καὶ τὸν εἰπεῖν “ὦ Ἀννίβα, ταῦτα συμπορθήσοντά σοι τὴν Ἰταλίαν ἔρχεται.” Ταῦτα τῷ μὲν Ἀννίβᾳ χρηστὴν ἐλπίδα, τοῖς δὲ | |
20 | Ῥωμαίοις δεινὴν ἐνεποίει ἐκφόβησιν. διχῇ δὲ τὰς δυνάμεις οἱ Ῥωμαῖοι διελόντες καὶ τοὺς ὑπάτους, Σεμπρώνιον μὲν Λόγγον ἐς Σικελίαν ἔπεμψαν, ἐς δὲ τὴν Ἰβηρίαν Σκιπίωνα Πούπλιον. ὁ δὲ Ἀννίβας εἰς τὴν Ἰταλίαν ὡς τάχιστα ἐπιθυμῶν εἰσβαλεῖν, σπουδῇ | |
25 | ἐχώρει, καὶ πᾶσαν τὴν Γαλατίαν τὴν μεταξὺ τοῦ Πυρηναίου καὶ τοῦ Ῥοδανοῦ οὖσαν ἀμαχεὶ διῆλθε. καὶ μέχρι μὲν τοῦ ποταμοῦ τοῦ Ῥοδανοῦ οὐδεὶς εἰς χεῖρας ἧκεν αὐτῷ, ἐκεῖ δ’ ὁ Σκιπίων ἐπεφάνη, καί‐ περ μὴ παρούσης αὐτῷ τῆς δυνάμεως. ὅμως μετὰ | |
30 | τῶν ἐπιχωρίων καὶ τῶν αὐτοῖς προσοίκων τά τε | 238 in vol. 2 |
2.239 | πλοῖα τὰ ἐν τῷ ποταμῷ προδιέφθειρε καὶ τὸ ῥεῦμα αὐτοῦ διὰ φυλακῆς ἐποιήσατο. ὁ οὖν Ἀννίβας ἔτριψε μέν τινα χρόνον καὶ σχεδίας καὶ σκάφη ἄλλα τε καὶ μονόξυλα κατασκευάζων, ἔφθη δ’ οὖν ὑπὸ πολυχει‐ | |
5 | ρίας τὰ πρὸς περαίωσιν ἀναγκαῖα πάντα, πρὶν τῷ Σκιπίωνι τὸ οἰκεῖον ἀφικέσθαι στράτευμα, προετοι‐ μασάμενος. καὶ τὸν ἀδελφὸν Μάγωνα σὺν τοῖς ἱπ‐ πεῦσι καὶ ψιλοῖς τισιν, ᾗ σκεδάννυται ὁ ποταμὸς ἐπὶ πολὺ καὶ νήσοις διαλαμβάνεται, διαβησόμενον | |
10 | ἔπεμψεν, αὐτὸς δὲ κατὰ τὸν ἐμφανῆ πόρον ἐχώρει δῆθεν, ἵν’ οἱ Γαλάται ἀπατηθεῖεν, πρὸς αὐτὸν ἀντι‐ ταττόμενοι, καὶ ἀμελέστερον ἐν ἄλλοις τοῦ ποταμοῦ τὴν φυλακὴν θῶνται· ὃ καὶ γέγονε. καὶ ὁ Μάγων διέβη τὸν ποταμόν, ὁ δὲ Ἀννίβας καὶ οἱ περὶ αὐτὸν | |
15 | κατὰ τὸν πόρον ἐπεραιοῦντο. καὶ γενόμενοι κατὰ τὸ μέσον ἠλάλαξαν, καὶ οἱ σαλπιγκταὶ δὲ συνήχησαν· καὶ ὁ Μάγων κατὰ νώτου τοῖς ἀνθεστηκόσι προσέ‐ πεσε· καὶ οὕτως οἵ τε ἄλλοι καὶ οἱ ἐλέφαντες ἀκιν‐ δύνως ἐπεραιώθησαν. ἄρτι δὲ περαιωθέντων αὐτῶν | |
20 | καὶ τῷ Σκιπίωνι ἡ οἰκεία ἀφίκετο δύναμις. πέμ‐ ψαντες οὖν εἰς προσκοπὴν ἱππέας ἀμφότεροι τοιούτῳ τέλει τῆς ἱππομαχίας ἐχρήσαντο ὁποῖον ὁ σύμπας ἔσχηκε πόλεμος· οἱ γὰρ Ῥωμαῖοι καὶ ἔλαττον τὴν πρώτην ἐνεγκάμενοι καὶ συχνοὺς ἀποβαλόντες ἐνί‐ | |
25 | κησαν. Ἐντεῦθεν Ἀννίβας ἀπιέναι πρὸς Ἰταλίαν σπεύ‐ δων, ὑποπτεύων δὲ τὰς ἐπιτομωτέρας τῶν ὁδῶν, ἐκείνας μὲν παρεξῆλθεν, ἑτέραν δὲ πορευθεὶς ἰσχυ‐ ρῶς ἐπόνησε. τά τε γὰρ ὄρη ἐκεῖνα ἀποτομώτατά | |
30 | ἐστι καὶ ἡ χιὼν πολλὴ γενομένη καὶ τὰς φάραγγας ὑπ’ ἀνέμων πληρώσασα καὶ ὁ κρύσταλλος ἰσχυρό‐ | |
τατα παγεὶς δεινῶς σφᾶς ἐταλαιπώρησε· καὶ πολλοὶ | 239 in vol. 2 | |
2.240 | τῶν αὐτοῦ στρατιωτῶν ὑπό τε τοῦ χειμῶνος καὶ ὑπὸ σιτοδείας ἀπώλοντο, πολλοὶ δὲ καὶ οἴκαδε ἀνεχώρη‐ σαν. ἔχει δὲ λόγος ὅτι καὶ αὐτὸς ἀνέστρεψεν ἄν, εἰ μὴ πλείων καὶ ἀπορωτέρα ἡ προδιηνυσμένη ὁδὸς | |
5 | τῆς λειπομένης ἐτύγχανε. διὰ μὲν δὴ τοῦτο οὐκ ἀπε‐ τράπετο, ἐξαπίνης δὲ ἐκτὸς τῶν Ἄλπεων ἐκφανεὶς θαῦμα καὶ δέος τοῖς Ῥωμαίοις ἐνέβαλε. Καὶ ὁ μὲν προεχώρει τὰ ἐν ποσὶ προσποιούμενος, Σκιπίων δὲ τὸν μὲν ἀδελφὸν Γάιον Σκιπίωνα ὑπο‐ | |
10 | στρατηγοῦντα αὐτῷ εἰς τὴν Ἰβηρίαν ἔπεμψεν ὡς καταληψόμενον αὐτὴν ἢ τὸν Ἀννίβαν ἐπανάξοντα, αὐτὸς δ’ ἐπὶ τὸν Ἀννίβαν ἤλασε. καὶ ἡμέρας μέν τινας ἐπέσχον, ἔπειτα ἄμφω πρὸς τὴν μάχην ὥρμη‐ σαν. πρὶν δὲ δὴ ἔργου ἔχεσθαι, συγκαλέσας τοὺς | |
15 | στρατιώτας ὁ Ἀννίβας παρήγαγε τοὺς αἰχμαλώτους, οὓς κατὰ τὴν ὁδὸν εἰλήφει, καὶ ἤρετο αὐτοὺς πότε‐ ρον δεδέσθαι καὶ δουλεύειν κακῶς βούλοιντο ἢ μονο‐ μαχῆσαι ἀλλήλοις, ὥστ’ ἀφεθῆναι προῖκα τοὺς νική‐ σαντας. καὶ ὡς τὸ δεύτερον εἵλοντο, συνέβαλεν | |
20 | αὐτούς. καὶ μαχεσαμένων ἐδημηγόρησε, τοὺς οἰκείους στρατιώτας ἐπιρρωννὺς καὶ παραθήγων εἰς πόλεμον· τοῦτο δ’ ἑτέρωθεν καὶ ὁ Σκιπίων ἐποίησεν. εἶτα συνῆλθον μὲν ὡς ὅλοις τοῖς στρατοπέδοις μαχούμενοι, ὁ Σκιπίων δέ, προσυμμίξας τῷ ἱππικῷ καὶ ἡττηθεὶς | |
25 | συχνούς τε ἀποβαλὼν καὶ αὐτὸς τρωθείς, ἀποθανών τ’ ἄν, εἰ μή περ αὐτῷ Σκιπίων ὁ υἱὸς καίπερ ὢν ἑπτακαιδεκαέτης ἐπήμυνε, κατέδεισε μὴ καὶ τῷ πεζῷ σφαλῇ, καὶ αὐτίκα τε ἐπανήγαγε καὶ τῆς νυκτὸς ὑπεχώρησεν. | |
30 | Ἀννίβας δὲ μεθ’ ἡμέραν τὴν ἀποχώρησιν αὐτοῦ | 240 in vol. 2 |
2.241 | μαθὼν πρὸς τὸν Ἠριδανὸν ἦλθε, καὶ μήτε σχεδίας ἢ πλοῖα εὑρών, ἐνεπέπρηστο γὰρ παρὰ τοῦ Σκι‐ πίωνος, τὸν μὲν ἀδελφὸν Μάγωνα σὺν τοῖς ἱππεῦσι διανήξασθαι καὶ ἐπιδιῶξαι τοὺς Ῥωμαίους ἐκέλευσεν, | |
5 | αὐτὸς δὲ ἄνω πρὸς τὰς πηγὰς χωρήσας τοῦ ποταμοῦ τοὺς ἐλέφαντας κατὰ τὸν ἐπίρρουν διαβῆναι προσέ‐ ταξε. καὶ οὕτω τοῦ ὕδατος περὶ τοῖς ὄγκοις τῶν ζῴων ἐμποδιζομένου καὶ σκεδαννυμένου, ῥᾷον κάτω σφῶν διεπεραιώθη. καταληφθεὶς οὖν ὁ Σκιπίων κατὰ χώραν | |
10 | ἔμεινε, καὶ ἐμαχέσατ’ ἄν, εἰ μὴ νυκτὸς οἱ Γαλάται οἱ μετ’ αὐτοῦ ηὐτομόλησαν. ὁ δ’ οὖν Σκιπίων ἐπὶ τούτῳ ταραχθεὶς καὶ ὑπὸ τοῦ τραύματος ταλαιπωρήσας ὑπὸ νύκτα αὖθις ἐξανέστη καὶ ἐπὶ μετεώρου τὸ τάφρευμα ἐποιήσατο· δίωξις δὲ αὐτοῦ οὐκ ἐγένετο. μετὰ δὲ | |
15 | τοῦτο ἀφίκοντο καὶ οἱ Καρχηδόνιοι, καὶ τὸν ποταμὸν διὰ μέσου ποιησάμενοι ἐστρατοπεδεύσαντο. Ὁ μὲν οὖν Σκιπίων διά τε τὸ τραῦμα καὶ διὰ τὰ συμβεβηκότα ἀνεῖχε καὶ δύναμιν μετεπέμπετο, Ἀννί‐ βας δὲ πολλὰ πειράσας παρακινῆσαι πρὸς μάχην | |
20 | αὐτόν, ἐπεὶ οὔτε τοῦτ’ ἠδυνήθη καὶ τροφῆς ἐσπά‐ νισε, φρουρίῳ προσέβαλεν ἐν ᾧ σῖτος πολὺς τῶν Ῥωμαίων ἔκειτο. καὶ μηδὲν περαίνων, τὸν φρού‐ ραρχον διέφθειρε χρήμασι, κἀκεῖνό τε προδοθὲν ἔλαβε καὶ τὰ ἄλλα σχεῖν τὰ μὲν ὅπλοις, τὰ δὲ χρυσίῳ | |
25 | ἐπήλπισε. κἀν τούτῳ ὁ Λόγγος τὴν Σικελίαν τῷ ὑποστρατήγῳ πιστεύσας πρὸς τὸν Σκιπίωνα κεκλη‐ μένος ἀφίκετο. καὶ οὐ πολλῷ ὕστερον ὑπὸ φιλοτι‐ μίας, καὶ ὅτι τινὰς κατατρέχοντας τὴν χώραν ἐκρά‐ τησεν, εἰς παράταξιν ὥρμησεν. καὶ ἐσφάλη ἐνέδραις | |
30 | περιπεσών· καὶ τοῦ Ἀννίβου ἐπεξελθόντος μετὰ τῶν | 241 in vol. 2 |
2.242 | πεζῶν καὶ τῶν ἐλεφάντων, οἱ μετ’ αὐτοῦ ἐτράπησαν εἰς φυγήν, καὶ πολλοὶ διεφθάρησαν φόνῳ, πολλοὶ δὲ καὶ εἰς τὸν ποταμὸν ἀπερισκέπτως ἐμπεσόντες ἐπνίγησαν, ὡς ὀλίγους μετὰ τοῦ Λόγγου περισω‐ | |
5 | θῆναι. νικήσας μέντοι ὁ Ἀννίβας οὐκ ἔχαιρεν, ὅτι στρατιώτας τε πολλοὺς καὶ τοὺς ἐλέφαντας πλὴν ἑνὸς ὑπὸ τοῦ χειμῶνος καὶ τῶν τραυμάτων ἀπέβαλεν. Ἀνοχὴν οὖν ἄσπονδον ποιησάμενοι πρὸς τὴν συμμαχίδα σφῶν ἑκάτεροι ἐχώρησαν, κἀν ταῖς πό‐ | |
10 | λεσιν αὐτῶν ἐχείμαζον. καὶ τοῖς μὲν Ῥωμαίοις ἄφθο‐ να ἐφοίτα τὰ ἐπιτήδεια, ὁ δ’ Ἀννίβας οὐκ ἀρκού‐ μενος τοῖς παρὰ τῶν συμμάχων διδομένοις ταῖς τε κώμαις καὶ ταῖς πόλεσι τῶν Ῥωμαίων προσπίπτων τὰ μὲν ἐκράτει, τὰ δ’ ἀπεκρούετο. καί ποτε τῷ ἱπ‐ | |
15 | πικῷ ὑπὸ τοῦ Λόγγου νικηθεὶς ἐτρώθη. θαρσήσαν‐ τες οὖν ἐκ τούτου τινὲς τῶν Ῥωμαίων καὶ καθ’ ἑαυ‐ τοὺς προσβάλλοντι αὐτοῖς ἐπεξῆλθον. κἀκείνους τε ἔφθειρε καὶ τοῦ χωρίου ὁμολογίᾳ ἐκράτησε· καὶ αὐτὸ μὲν κατέσκαψε, τῶν δ’ αἰχμαλώτων τοὺς μὲν | |
20 | Ῥωμαίους ἀπέκτεινε, τοὺς δ’ ἄλλους ἀφῆκε. τοῦτο δὲ καὶ ἐφ’ ἅπασι τοῖς ζωγρουμένοις ἐποίει, τὰς πό‐ λεις δι’ αὐτῶν οἰκειούμενος. ἀμέλει καὶ τῶν λοιπῶν Γαλατῶν πολλοὶ καὶ Λιγύων καὶ Τυρσηνῶν τοὺς Ῥωμαίους τοὺς παρ’ αὐτοῖς ὄντας οἱ μὲν φονεύσαν‐ | |
25 | τες, οἱ δὲ ἐκδόντες μετέστησαν. Ἐς δὲ τὴν Τυρσηνίδα τῷ Ἀννίβᾳ πορευομένῳ ὁ Λόγγος ἐπέθετο, χειμῶνος πολλοῦ γενομένου. πε‐ σόντων δὲ ἀμφοτέροις πολλῶν ὁ Ἀννίβας ἐς τὴν Λιγυστικὴν ἐλθὼν ἐνδιέτριψεν. ὑποπτεύων δὲ καὶ | |
30 | τοὺς σφετέρους, οὐδενὶ ῥᾳδίως ἐπίστευεν, ἀλλὰ τὴν ἐσθῆτά τε μεταβάλλων καὶ κόμαις χρώμενος περι‐ | |
θέτοις τήν τε διάλεξιν ἄλλοτε ἄλλην ποιούμενος, ᾔδει | 242 in vol. 2 | |
2.243 | γὰρ πλείους καὶ τὴν τῶν Λατίνων, καὶ νύκτωρ καὶ μεθ’ ἡμέραν πολλὰ ἐπεσκόπει ἤκουέ τε πλεῖστα ὡς οὐκ Ἀννίβας καί τινα ὡς ἕτερός τις ἐφθέγγετο. Ἐν μὲν οὖν τῇ Ἰταλίᾳ ταῦτα ἐγίνετο, ὁ δ’ ἕτερος | |
5 | Σκιπίων ὁ Γάιος εἰς τὴν Ἰβηρίαν παρέπλευσε, καὶ τὰ παραθαλάσσια αὐτῆς μέχρι τοῦ Ἴβηρος πάντα καὶ τῶν ἄνω συχνὰ τὰ μὲν βίᾳ, τὰ δ’ ἑκόντα προσεί‐ ληφε, καὶ τὸν Βάννωνα μάχῃ νικήσας ἐζώγρησεν. ὁ δὲ τοῦ Ἀννίβου ὁμαίμων Ἀσδρούβας μαθὼν ταῦτα | |
10 | διέβη τὸν Ἴβηρα, καὶ τῶν μεταστάντων τινὰς ὑπηγά‐ γετο· τοῦ δὲ Σκιπίωνος ἐπελθόντος αὐτῷ ἀνεχώρησεν. Οἱ δ’ ἐν τῇ Ῥώμῃ τὸν Φλαμίνιον καὶ τὸν Γέμι‐ νον ὑπάτους αὖθις εἵλοντο. Ἀννίβας δ’ ἄρτι τοῦ ἔαρος ἐπιστάντος ὡς ἔγνω τὸν Φλαμίνιον μετὰ | |
15 | Σερουιλίου Γεμίνου χειρὶ πολλῇ ἐπ’ αὐτὸν ἰόντα, πρὸς ἐξαπάτην αὐτῶν ἐτράπη, καὶ πλαττόμενος ἐν‐ διατρίψειν ἐκεῖ καὶ μάχην συνάψειν, ἐπεὶ νομίσαν‐ τες αὐτὸν οἱ Ῥωμαῖοι κατὰ χώραν μένειν ἀμελῶς τῶν ὁδῶν ἔσχον, ἐπὶ τοῦ στρατοπέδου τοὺς ἱππέας κατέ‐ | |
20 | λιπεν, αὐτὸς δ’ ὑπὸ νύκτα ἄρας τά τε στενόπορα μεθ’ ἡσυχίας διῆλθε καὶ πρὸς Ἀρήτιον ἠπείγετο· καὶ οἱ ἱππεῖς δέ, ἐπεὶ πολὺ προῆλθεν, ἀπῄεσαν αὐτῷ ἐφεπόμενοι. οἱ δ’ ὕπατοι γνόντες ἠπατημένοι, Γέ‐ μινος μὲν αὐτοῦ ὑπέμεινε τούς τ’ ἀφεστηκότας κα‐ | |
25 | κώσων καὶ κωλύσων ἐπικουρῆσαι Καρχηδονίοις, Φλα‐ μίνιος δὲ μόνος ἐδίωκεν, ἵν’ αὐτοῦ μόνου τὸ ἔργον τῆς νίκης, ὡς ᾤετο, γένηται. καὶ τὸ Ἀρήτιον προ‐ κατέλαβεν· ὁ γὰρ Ἀννίβας συντομωτέραν τραπόμενος δυσόδοις ἐνέτυχε, καὶ ἀνθρώπους συχνοὺς καὶ πολλὰ | |
30 | ὑποζύγια καὶ τὸν ἕτερον τῶν ὀφθαλμῶν ἀπέβαλεν. | 243 in vol. 2 |
2.244 | ὀψὲ δ’ οὖν πρὸς τὸ Ἀρήτιον ἐλθών, καὶ εὑρὼν ἐκεῖ τὸν Φλαμίνιον, κατεφρόνησεν αὐτοῦ, καὶ μάχῃ μὲν οὐ συνέβαλε, τὸ γὰρ χωρίον ἀνεπιτήδειόν οἱ ἐδόκει, πεῖραν δὲ αὐτοῦ ποιούμενος ἔκειρε τὴν χώραν. κἀν | |
5 | τούτῳ ἐπεκδραμόντων τῶν Ῥωμαίων ἐπανήγαγεν, ἵνα φοβεῖσθαι δόξῃ. τῆς δὲ νυκτὸς ἐξαναστάς, ἐπι‐ τήδειόν τι χωρίον πρὸς τὴν μάχην εὑρὼν ἔμεινε. καὶ τοῦ μὲν πεζοῦ τὸ πλεῖον κατὰ τὰ ὄρη λοχᾶν ἔταξε, τὸ δ’ ἱππικὸν σύμπαν ἔξω τῶν στενῶν ἀφανῶς ἐφε‐ | |
10 | δρεύειν ἐκέλευσε, καὶ αὐτὸς ἐπὶ τοῦ γηλόφου μετ’ ὀλίγων ἐστρατοπεδεύσατο. ὁ δὲ Φλαμίνιος ἐν φρο‐ νήματι ὤν, καὶ ἐπὶ μετεώρου σὺν ὀλίγοις αὐτὸν ἰδών, τήν τε λοιπὴν στρατιὰν πόρρω ποι πεπομ‐ φέναι νομίσας, ῥᾳδίως μεμονωμένον αἱρήσειν ἤλ‐ | |
15 | πισε, καὶ ἐς τὸ στενὸν ἀπερισκέπτως εἰσῆλθε, κἀν‐ ταῦθα, ὀψὲ γὰρ ἦν, ηὐλίσατο. καὶ ὑπὸ μέσας νύκτας ὑπὸ καταφρονήσεως αὐτοὺς ἀφυλάκτως καθεύδοντας πανταχόθεν ὁμοῦ περιέσχον οἱ Καρχηδόνιοι, καὶ πόρρωθεν ἀκοντίοις καὶ σφενδόναις καὶ τοξεύμασι | |
20 | τοὺς μὲν εὐναζομένους ἔτι, τοὺς δὲ τὰ ὅπλα λαμβά‐ νοντας ἔκτεινον, αὐτοὶ μή τι δεινὸν ἀντιπάσχοντες. οἱ γὰρ Ῥωμαῖοι, μηδενὸς αὐτοῖς συμπλεκομένου, σκότους τε καὶ ὁμίχλης οὔσης, οὐκ εἶχον τῇ σφετέρᾳ χρήσασθαι ἀρετῇ. τοσοῦτος δ’ ἐγένετο θόρυβος καὶ | |
25 | τοιαύτη ταραχώδης ἔκπληξις κατέσχεν αὐτοὺς ὡς μηδὲ τῶν σεισμῶν τῶν τότε γενομένων αἰσθέσθαι, καίπερ πολλὰ μὲν οἰκοδομήματα κατερράγη, πολλὰ δὲ καὶ τῶν ὀρῶν τὰ μὲν διέσχε, τὰ δὲ καὶ συνέπεσεν, ὡς καὶ τὰς φάραγγας ἐμφράξαι, καὶ ποταμοὶ δὲ τῆς | |
30 | ἀρχαίας ἐξόδου ἀποκλεισθέντες ἄλλην ἐτράποντο. τοιοῦτοι μὲν σεισμοὶ τὴν Τυρσηνίδα κατέσχον, οὐ | |
μέντοι καὶ οἱ μαχόμενοι ἐν ἐννοίᾳ σφῶν ἐγένοντο. | 244 in vol. 2 | |
2.245 | αὐτός τε οὖν ὁ Φλαμίνιος καὶ ἄλλοι παμπληθεῖς ἔπε‐ σον, συχνοὶ δὲ ἐπί τινα λόφον ἀνέβησαν· ἐπεὶ δ’ ἡμέρα ἐγένετο, εἰς φυγὴν ὥρμησαν, καὶ καταλη‐ φθέντες τά τε ὅπλα καὶ ἑαυτοὺς ἐπ’ ἀδείᾳ παρέδοσαν. | |
5 | ὅ γε μὴν Ἀννίβας βραχὺ τῶν ὀμωμοσμένων ἐφρόν‐ τισε, πάντων δὲ τῶν ἐν τῷ στρατοπέδῳ ἁλόντων τὸ μὲν ὑπήκοον τό τε συμμαχικὸν τῶν Ῥωμαίων ἀφῆκεν, αὐτοὺς δὲ ἐκείνους δήσας ἐφύλασσε. πράξας δὲ ταῦτα ἐπὶ τὴν Ῥώμην ἠπείγετο, καὶ μέχρι μὲν Ναρ‐ | |
10 | νίας τήν τε γῆν τέμνων καὶ τὰς πόλεις προσαγόμενος πλὴν Σπωλητίου προῆλθε, Γάιόν τε ἐνταῦθα Κεν‐ τήνιον στρατηγὸν ἐνεδρεύοντα περισχὼν ἔφθειρεν· ὡς δὲ τῷ Σπωλητίῳ προσβαλὼν ἀπεκρούσθη, καὶ τὴν τοῦ Ναείρου γέφυραν καθῃρημένην εἶδε, καὶ | |
15 | περὶ τοὺς ἄλλους ποταμοὺς οὓς ἀναγκαῖον ἦν διελ‐ θεῖν τοῦτο γεγονὸς ἐπύθετο, τῆς μὲν ἐπὶ τὴν Ῥώμην ὁρμῆς ἐπέσχεν, ἐς δὲ τὴν Καμπανίαν ἐτράπετο, τήν τε χώραν ἀρίστην καὶ τὴν πόλιν τὴν Καπύην μεγί‐ στην οὖσαν ἀκούων, ἐνόμιζεν, εἰ σφᾶς προκαταλάβοι, | |
20 | καὶ τἄλλα δι’ ὀλίγου προσκτήσασθαι. Οἱ δ’ ἐν τῇ Ῥώμῃ πυθόμενοι περὶ τῆς ἥττης ἤλγησαν, καὶ δι’ ἐκείνους καὶ δι’ ἑαυτοὺς ὀδυρόμενοι, καὶ ἐν ἀπόρῳ ἦσαν, τάς τε γεφύρας τοῦ Τιβέριδος πλὴν μιᾶς καθεῖλον καὶ τὰ τείχη πολλαχῇ πεπονη‐ | |
25 | κότα σπουδῇ ἐπεσκεύαζον. δικτάτωρά τε προχει‐ ρίσασθαι βουληθέντες αὐτοὶ ἐν ἐκκλησίᾳ αὐτὸν ἀνεῖ‐ πον. ἀγαπῶντες δὲ εἰ αὐτοὶ μόνοι σωθεῖεν, οὐκ ἔστειλαν τοῖς συμμάχοις βοήθειαν. πυθόμενοι δὲ τὸν Ἀννίβαν ἐς Καμπανίαν ὁρμηθῆναι, τότε καὶ τοῖς | |
30 | συμμάχοις ἐπικουρῆσαι ἔγνωσαν. τῷ δ’ Ἀννίβᾳ τὸν | |
δικτάτωρα τὸν Φάβιον καὶ τὸν ἵππαρχον τὸν Μάρκον | 245 in vol. 2 | |
2.246 | τὸν Μινούκιον ἀντικατέστησαν. οἳ ἐπ’ ἐκεῖνον ἐλ‐ θόντες ἐς μὲν χεῖρας αὐτῷ οὐκ ᾔεσαν, παρεπόμενοι δὲ ἐπετήρουν εἴ που καιρὸς μάχης παραπέσοι· ἀπο‐ κινδυνεῦσαι γὰρ ὁ Φάβιος κατεπτηχόσι στρατιώταις | |
5 | καὶ ἡττημένοις πρὸς πλείους καὶ νενικηκότας οὐκ ἤθελε, καὶ ἅμα ὅσῳ μᾶλλον τὴν χώραν κακώσειαν, τοσούτῳ θᾶσσον ἀπορῆσαι τροφῆς αὐτοὺς ἤλπισε. τοιούτοις χρώμενος λογισμοῖς οὔτ’ ἄλλῃ χώρᾳ ἐπή‐ μυνεν οὔτε τῇ Καμπανίᾳ. κατέκλεισεν οὖν διὰ ταῦτα | |
10 | πᾶν τὸ πολέμιον εἰς τὴν Καμπανίαν· περισχὼν γὰρ αὐτοὺς ἁπανταχόθεν οὐκ εἰδότας ἐν φυλακῇ ἐποιή‐ σατο. αὐτὸς μὲν γὰρ κἀκ τῆς θαλάσσης καὶ ἐκ τῆς συμμαχίδος τῶν ἐπιτηδείων εὐπόρει, ἐκείνοις δὲ μόνα τὰ ἐκ τῆς γῆς ἣν ἔκειρον ὑπάρχοντα ᾔδει. καὶ | |
15 | διὰ τοῦτο ἀνεῖχε καὶ τῆς μελλήσεως οὐκ ἐφρόντιζε. διὸ καὶ παρὰ τῶν πολιτῶν αἰτίαν εἶχεν, ὡς καὶ μελ‐ λητὴς ἐπονομασθῆναι. Ὁ δ’ Ἀννίβας, ἐπεὶ πρὸς χειμῶνα ἐγίνετο, καὶ οὔτε κατὰ χώραν χειμάσαι σπάνει τῶν ἀναγκαίων | |
20 | ἠδύνατο καὶ πολλαχῇ πειράσας ἐξιέναι τῆς Καμ‐ πανίας κεκώλυτο, τοιοῦτόν τι ἐμηχανήσατο. τοὺς αἰχμαλώτους πάντας, ἵνα μή τις αὐτῶν διαφύγῃ καὶ τὸ γινόμενον γνωρίσῃ τοῖς Ῥωμαίοις, κατέσφαξε· καὶ τὰς ἐν τῷ στρατοπέδῳ βοῦς ἀθροίσας δᾷδας τοῖς | |
25 | αὐτῶν προσέδησε κέρασι, καὶ πρὸς τὰ κατὰ τοὺς Σαυνίτας ὄρη ὑπὸ νύκτα χωρήσας τάς τε δᾷδας ἀνῆψε καὶ τὰς βοῦς ἐπετάραξεν. οἰστρηθεῖσαι δ’ ἐκεῖναι διὰ τὸ πῦρ καὶ τὴν ἔλασιν πολλαχῇ τὴν ὕλην ἐνέπρησαν, κἀκ τούτου ῥᾳδίαν παρέσχον αὐτῷ τὴν | |
30 | ὑπέρβασιν. οἱ γὰρ ἐν τῷ πεδίῳ Ῥωμαῖοι καὶ οἱ ἐν | 246 in vol. 2 |
2.247 | τοῖς μετεώροις, ἐνέδρας πτοηθέντες, οὐκ ἐκινήθησαν. καὶ οὕτως ὁ Ἀννίβας διῆλθε καὶ ἐς τὴν Σαυνίτιδα ἐκομίσθη. Ὁ οὖν Φάβιος μεθ’ ἡμέραν τὸ γενόμενον γνοὺς | |
5 | κατεδίωξε, καὶ τούς τε καταλελειμμένους ἐν τῇ ὁδῷ, ἵνα σφᾶς εἴρξωσι, τρεψάμενος, καὶ τοὺς βοηθήσαντας αὐτοῖς κρατήσας, ἐστρατοπεδεύσατο μὲν οὐ πόρρω τῶν πολεμίων, οὐ μέντοι καὶ ἐς χεῖρας ἐκείνοις ἦλθεν, ἀλλ’ ἀποσκίδνασθαί τε αὐτοὺς καὶ προνο‐ | |
10 | μεύειν ἐκώλυεν· ὥστε τὸν Ἀννίβαν ἀπορήσαντα τὸ μὲν πρῶτον ἐπὶ τὴν Ῥώμην ὁρμῆσαι· ὡς δ’ οὐκ ἐμάχετο, δι’ ἡσυχίας δὲ παρηκολούθει ὁ Φάβιος, αὖθις ὑπέστρεψεν εἰς τὸ Σαύνιον. καὶ ὁ Φάβιος αὐτῷ ἐφεπόμενος δι’ ἀσφαλείας προσήδρευε, προ‐ | |
15 | μηθούμενος μήτε τῶν οἰκείων ἀποβαλεῖν τινας, καὶ αὐτὸς μὲν τῶν ἀναγκαίων ἐν εὐπορίᾳ τυγχάνων, ἐκείνῳ δὲ τῶν ὅπλων ἐκτὸς οὐδὲν προσεῖναι ὁρῶν, καὶ μηδ’ οἴκοθεν προσιοῦσαν ἐπικουρίαν. οἱ γὰρ Καρχηδόνιοι καὶ ἐν γέλωτι αὐτὸν ἐποιοῦντο, γρά‐ | |
20 | φοντα εὖ πράττειν καὶ πολλὰ κατορθοῦν, καὶ στρα‐ τιώτας παρ’ αὐτῶν αἰτοῦντα καὶ χρήματα, λέγοντες μὴ συμφωνεῖν τὰς αἰτήσεις ταῖς κατορθώσεσι. τοὺς γὰρ νικῶντας προσήκειν καὶ τῷ παρόντι ἀρκεῖσθαι στρατεύματι, καὶ χρήματα στέλλειν οἴκαδε, ἀλλ’ οὐ | |
25 | προσαιτεῖν. Ἕως μὲν οὖν ἐνεδήμει ὁ Φάβιος, δεινὸν οὐδὲν τοῖς Ῥωμαίοις ἐγένετο, ὡς δ’ ἐκεῖνος εἰς τὴν Ῥώμην ἀπῆρε κατά τι δημόσιον, ἔπταισαν. ὁ γὰρ Ῥοῦφος ὁ ἵππαρχος, φρόνημα κενὸν ὑπὸ νεότητος ἔχων καὶ | |
30 | τῶν πολεμικῶν σφαλμάτων ἀπερίοπτος ὢν καὶ τῇ μελλήσει τοῦ Φαβίου ἀχθόμενος, ἐπεὶ τὴν προστα‐ | |
σίαν τῆς στρατιᾶς μόνος ἔσχε, τῶν μὲν ἐντολῶν τοῦ | 247 in vol. 2 | |
2.248 | δικτάτωρος ὠλιγώρησεν, ὁρμήσας δ’ εἰς παράταξιν τὸ μὲν πρῶτον νικᾶν ἔδοξεν, εἶτα ἡττήθη. κἂν παν‐ συδὶ διεφθάρη, εἰ μή τινες Σαυνιτῶν κατὰ τύχην τοῖς Ῥωμαίοις ἐπίκουροι ἀφικνούμενοι δόξαν τοῖς | |
5 | Καρχηδονίοις παρέσχον προσιέναι τὸν Φάβιον. ἀνα‐ χωρησάντων οὖν διὰ τοῦτο κεκρατηκέναι ἐνόμισε, καὶ ἐς τὴν Ῥώμην τὸ ἔργον μεγαλύνων καὶ τὸν δικτάτωρα προσδιαβάλλων ἐπέστειλεν, ὀκνηρὸν καὶ μελλητὴν αὐτὸν καλῶν καὶ τὰ τῶν ἐναντίων φρο‐ | |
10 | νοῦντα. Οἱ δ’ ἐν τῇ Ῥώμῃ νενικηκέναι τὸν Ῥοῦφον ὄντως ἐνόμισαν, καὶ οἷα παρὰ δόξαν θαρσήσαντες καὶ ἐπῄ‐ νουν αὐτὸν καὶ ἐτίμων, καὶ τὸν Φάβιον ἐν ὑποψίᾳ σχόντες διὰ ταῦτα καὶ ὅτι τὰ ἐν Καμπανίᾳ χωρία | |
15 | αὐτοῦ οὐκ ἐδῄωσαν, μικροῦ καὶ τῆς ἀρχῆς ἂν παρέ‐ λυσαν. ἀλλ’ ἐκεῖνον μὲν χρήσιμον νομίζοντες εἶναι οὐκ ἔπαυσαν, τῷ δ’ ἱππάρχῳ τὴν αὐτὴν ἐξουσίαν προσένειμαν, ὥστ’ ἄμφω ἀπὸ τῆς ἴσης ἄρχειν. δοξάν‐ των δὲ τούτων ὁ μὲν Φάβιος οὔτε τοῖς πολίταις οὔτε | |
20 | τῷ Ῥούφῳ ἔσχεν ὀργήν, ὁ δὲ Ῥοῦφος, οὐδὲ πρὶν ὀρθῶς φρονῶν, τότε μάλιστα ἐπεφύσητο καὶ κατέ‐ χειν ἑαυτὸν οὐκ ἠδύνατο, ἀλλ’ ἡμέραν ἠξίου παρ’ ἡμέραν ἢ καὶ πλείους ἐφεξῆς ἐναλλὰξ μόνος ἄρχειν. δείσας δ’ ὁ Φάβιος μή τι κακὸν ἐξεργάσηται, εἰ πάσης | |
25 | τῆς δυνάμεως γένοιτο ἐγκρατής, πρὸς οὐδέτερον αὐτῷ συνῄνεσεν, ἀλλ’ ἐνείματο τὸ στρατόπεδον, ὥστε τοῖς ὑπάτοις ἐπ’ ἴσης ἰδίαν ἑκάτερον ἰσχὺν ἔχειν. καὶ πα‐ ραχρῆμα ὁ Ῥοῦφος ἀπεστρατοπεδεύσατο, ἵνα διά‐ δηλος ᾖ ὅτι καθ’ ἑαυτὸν ἄρχει, ἀλλ’ οὐχ ὑπὸ τῷ δικτά‐ | |
30 | τωρι. ὁ οὖν Ἀννίβας τοῦτο αἰσθόμενος ἐς μάχην αὐτὸν ὑπηγάγετο, ὡς ἐπὶ καταλήψει χωρίου προσ‐ | |
ελθών· καὶ περιστοιχισάμενος ἐξ ἐνέδρας εἰς κίν‐ | 248 in vol. 2 | |
2.249 | δυνον κατέστησεν ὡς πανστρατιᾷ ἐξελεῖν, εἰ μὴ ὁ Φάβιος κατὰ νώτου αὐτῷ προσπεσὼν ἐκώλυσε. Παθὼν οὖν τοῦτο ὁ Ῥοῦφος μετεβάλετο, καὶ τὸ στράτευμά τε τὸ περίλοιπον ἐς τὸν Φάβιον εὐθὺς | |
5 | ἤγαγε, καὶ τὴν ἀρχὴν παραδέδωκεν, οὐδ’ ἀνέμεινε τὸν δῆμον ἀναψηφίσασθαι, ἀλλ’ ἐθελοντὴς τὴν ἡγε‐ μονίαν, ἣν παρ’ αὐτοῦ μόνος ἱππάρχων ἔλαβεν, ἀφῆκε. καὶ αὐτὸν ἐπὶ τούτῳ πάντες ἐπῄνεσαν. καὶ ὁ Φάβιος αὐτίκα μηδὲν ἐνδοιάσας πᾶσαν ἐδέξατο, | |
10 | καὶ ὁ δῆμος αὐτὸ ἀπεδέξατο. καὶ μετὰ ταῦτα αὐτός τε ἀσφαλέστατα προέστη τοῦ στρατεύματος, καὶ μέλ‐ λων ἀπαλλαγήσεσθαι τῆς ἀρχῆς τοὺς ὑπάτους μετε‐ πέμψατο καὶ τὸ στράτευμα σφίσι παρέδωκε καὶ πάνθ’ ὅσα πραχθῆναι ἐχρῆν παρῄνεσεν ἀφθονώτατα. | |
15 | κἀκεῖνοι θρασέως οὐδέν, ἀλλὰ κατὰ τὴν ὑποθήκην τοῦ Φαβίου ἅπαντα ἔπραξαν, καίπερ ὁ Γέμινος καὶ προκατωρθώκει τι. τὸ γὰρ ναυτικὸν τῶν Καρχη‐ δονίων ἰδὼν ὁρμῆσαν μὲν ἐπὶ τὴν Ἰταλίαν, διὰ δὲ τὴν ἀντιπαρασκευὴν αὐτῶν μὴ προσμίξαν αὐτῇ, | |
20 | ἐπεκπλεύσας τά τε τῶν Κυρνίων καὶ τὰ τῶν Σαρ‐ δονίων ἐν τῷ παράπλῳ ἐβεβαιώσατο, καὶ ἐς τὴν Λιβύην ἐκβὰς ἐλεηλάτησε τὴν παραλίαν αὐτῆς. ταῦτα μὲν ἔπραξεν, οὐ μέντοι δι’ αὐτὰ ἐπεφύσητο ὥστε πρὸς τὸν Ἀννίβαν διακινδυνεῦσαι, ἀλλὰ ταῖς ἐντο‐ | |
25 | λαῖς τοῦ Φαβίου ἐνέμεινεν. ὅθενπερ καὶ αἱ πόλεις οὐκέθ’ ὁμοίως τοῖς Καρχηδονίοις προσετίθεντο. ἐφο‐ βοῦντο γὰρ μὴ ὁ Ἀννίβας τῆς Ἰταλίας ἐκπέσῃ, καὶ κακόν τι αὐτοὶ ὑπὸ Ῥωμαίων ἅτε προσοίκων πάθωσι. καὶ οἱ μὲν πλείους τὸ ἀποβησόμενον ἐσκόπουν, | |
30 | ὀλίγοι δὲ πρὸς τοὺς Ῥωμαίους αὖθις μετέστησαν, καὶ ἀναθήματά τινες αὐτοῖς ἔπεμψαν. καὶ τοῦ Ἱέρωνος | |
πολλὰ πεπομφότος, σῖτον καὶ Νίκης ἄγαλμα οἱ Ῥω‐ | 249 in vol. 2 | |
2.250 | μαῖοι μόνα ἔλαβον, καίπερ ἐν ἀχρηματίᾳ ὄντες, ὥστε τὸ ἀργυροῦν νόμισμα, ἀμιγὲς καὶ καθαρὸν γινόμενον πρότερον, χαλκῷ προσμίξαι. Ταῦτα ἐν τῇ Ἰταλίᾳ τότε ἐπράχθη· καί τινες | |
5 | δοῦλοι συνωμοσίαν ἐπὶ τῇ Ῥώμῃ πεποιηκότες προ‐ κατελήφθησαν· κατάσκοπός τέ τις ἁλοὺς ἐν αὐτῇ τὰς χεῖρας ἀπεκόπη καὶ ἀφείθη, ἵνα τοῖς Καρχη‐ δονίοις γένηται τοῦ πάθους αὐτάγγελος. ἐν δὲ τῇ Ἰβηρίᾳ ναυμαχίᾳ πρὸς τῇ τοῦ Ἴβηρος ἐκβολῇ ὁ Σκι‐ | |
10 | πίων ἐνίκησεν· ἰσοπαλῶς γὰρ ἀγωνιζομένων τὰ ἱστία τῶν νεῶν ὑπετέμετο, ὅπως ἀπογνόντες προθυμό‐ τερον ἀγωνίσωνται. καὶ τήν τε χώραν ἐπόρθησε καὶ τείχη συχνὰ ἐχειρώσατο καὶ διὰ τοῦ ἀδελφοῦ Που‐ πλίου Σκιπίωνος πόλεις τῶν Ἰβήρων προσεκτήσατο. | |
15 | Ἄβελος γάρ τις Ἴβηρ, δοκῶν μὲν τοῖς Καρχηδονίοις πιστός, τὰ τῶν Ῥωμαίων δὲ θεραπεύων, ἀνέπεισε τὸν φρουροῦντα τοὺς τῶν Ἰβήρων ὁμήρους οἴκαδε αὐτοὺς ἀποπέμψαι, ἵν’ ἐς εὔνοιαν τάχα ὑπ’ αὐτῶν αἱ πόλεις ὑπαχθῶσι· καὶ παραλαβὼν σφᾶς, ἅτε καὶ τῆς | |
20 | ἐπινοίας εἰσηγητὴς γεγονώς, πρὸς τοὺς Σκιπίωνάς τε πρότερον πέμψας καὶ κοινολογησάμενος περὶ ὧν ἠξίου, εἶτα νυκτὸς ὑπεκκομίζων αὐτοὺς ἑάλω δῆθεν. καὶ οὕτως ἐκείνων τε ἐγκρατεῖς ἐγένοντο οἱ Ῥωμαῖοι καὶ τὰς πατρίδας αὐτῶν ἀνακομισθέντων οἴκαδε | |
25 | κατεκτήσαντο. Ἐν μὲν οὖν τούτοις εὐτύχουν, συμφορᾷ δ’ αὖ περιέπεσον ἧς οὔτε πρόσθεν οὔθ’ ὕστερον δεινοτέρᾳ οὐδεμιᾷ. προηγήσατο δὲ ταύτης καί τινα τέρατα καὶ | |
τὰ τῆς Σιβύλλης λόγια, ἥτις πρὸ τοσούτων ἐτῶν τὴν | 250 in vol. 2 | |
2.251 | συμφορὰν αὐτοῖς ἐμαντεύσατο. θαυμαστὸν δὲ καὶ τὸ τοῦ Μάρκου προμάντευμα· χρησμολόγος γάρ τις καὶ οὗτος γενόμενος ἐν τῷ Διομηδείῳ πεδίῳ πταίσειν αὐτούς, ἅτε καὶ Τρῶας τὸ ἀρχαῖον ὄντας, ἐφοίβασε. | |
5 | τοῦτο δ’ ἐν Ἀπουλίᾳ τῇ Δαυνίων ἐστί, καὶ τὸ ὄνομα ἀπὸ τῆς τοῦ Διομήδους κατοικήσεως, ἣν ἐκεῖ ἀλητεύ‐ σας ἐποιήσατο, ἔσχηκεν. ἐν γὰρ τῷ πεδίῳ ἐκείνῳ καὶ αἱ Κάνναι, ἔνθα τότε ἐδυστύχησαν, παρά τε τῷ Ἰονίῳ κόλπῳ καὶ περὶ τὰς τοῦ Αὐφιδίου ἐκβολάς | |
10 | εἰσιν. ἡ δὲ Σίβυλλα φυλάττεσθαι μὲν τὸ χωρίον παρῄνεσεν, οὐ μέντοι καὶ πλεῖόν τι γενήσεσθαι ἔφη οὐδ’ εἰ διὰ πάσης αὐτὸ ποιήσαιντο φυλακῆς. Τοιαῦτα μὲν οὖν ἦσαν τὰ χρησμῳδήματα, τὰ δὲ τοῖς Ῥωμαίοις συμβάντα οὕτως ἐγένετο. ἦρχον μὲν | |
15 | Παῦλος Αἰμίλιος καὶ Τερέντιος Οὐάρρων, ἄνδρες οὐχ ὁμοιότροποι· ὁ μὲν γὰρ εὐπατρίδης ἦν καὶ παι‐ δείᾳ κεκόσμητο καὶ τὸ ἀσφαλὲς προετίμα τοῦ προ‐ πετοῦς, Τερέντιος δὲ ἐν τῷ ὁμίλῳ ἐτέθραπτο καὶ ἐν βαναυσικῇ θρασύτητι ἤσκητο καὶ τἄλλα τε ἐξεφρόνει | |
20 | καὶ τὴν ἡγεμονίαν μόνος ἔχειν ἡγεῖτο διὰ τὴν τοῦ συνάρχοντος ἐπιείκειαν. ἦλθον οὖν ἄμφω εἰς τὸ στρατόπεδον εὐκαιρότατα· οὔτε γὰρ τροφὴ ἔτι ἦν τῷ Ἀννίβᾳ, καὶ τὰ τῶν Ἰβήρων κεκίνητο, τά τε τῶν συμμάχων αὐτοῦ ἠλλοτριοῦτο· καὶ εἴ γε καὶ τὸ βρα‐ | |
25 | χύτατον ἐπεσχήκεσαν, ἀπόνως ἐκράτησαν ἄν. νῦν δέ γε τοῦ Τερεντίου τὸ ἀπερίοπτον καὶ τὸ τοῦ Παύ‐ λου ἐπιεικὲς ἥττησεν αὐτούς. ὁ γὰρ Ἀννίβας ἐπε‐ χείρησε μὲν καὶ παραχρῆμα πρὸς μάχην αὐτοὺς ὑπα‐ γαγέσθαι, καὶ σὺν ὀλίγοις προσπελάσας αὐτῶν τῷ | |
30 | ἐρύματι, ἐπεὶ ἐκδρομὴ ἐγένετο, ἑκὼν ὑπεχώρησεν, ὅπως δεδιέναι νομισθεὶς ἐπισπάσαιτο μᾶλλον αὐτοὺς | |
εἰς παράταξιν· τοῦ δὲ Παύλου τοῖς οἰκείοις στρα‐ | 251 in vol. 2 | |
2.252 | τιώταις ἐπισχόντος τὴν δίωξιν ὁ Ἀννίβας προσεποιή‐ σατο φοβεῖσθαι, καὶ τῆς νυκτὸς ἀνασκευασάμενος ὡς ἀπιὼν σκεύη τε συχνὰ κατέλιπεν ἐν τῷ χαρακώματι καὶ τὰ λοιπὰ ἀμελέστερον κομίζεσθαι ἐνετείλατο, ἵνα | |
5 | τῶν Ῥωμαίων ἐφ’ ἁρπαγὴν αὐτῶν τραπομένων ἐπί‐ θηται σφίσι. καὶ εἰς ἔργον ἂν τὸ βούλευμα ἤγαγεν, εἰ μὴ ὁ Παῦλος καὶ ἄκοντας κατεσχήκει τοὺς στρα‐ τιώτας καὶ τὸν Τερέντιον. Ὁ οὖν Ἀννίβας καὶ τούτου διαμαρτὼν νυκτὸς | |
10 | πρὸς τὰς Κάννας ἀφίκετο. καὶ γνοὺς τὸ χωρίον καὶ πρὸς ἐνέδρας καὶ πρὸς παράταξιν ἐπιτήδειον, ἐστρα‐ τοπεδεύσατο. καὶ προήροσε πάντα τὸν τόπον ὑπό‐ ψαμμον ὄντα, ἵνα κονιορτὸς ἐν τῇ μάχῃ ἀρθῇ· τὸν γὰρ ἄνεμον, ὃς ἐν θέρει ἐκεῖσε περὶ τὴν μεσημβρίαν | |
15 | εἰώθει γίνεσθαι, κατὰ νώτου ἔχειν ἐμηχανήσατο. οἱ δ’ ὕπατοι ἕωθεν κενὸν ἀνδρῶν ἰδόντες αὐτοῦ τὸ χαράκωμα, πρῶτον μὲν ἐπέσχον, ἐνεδρεύεσθαι δόξαν‐ τες, εἶτα μεθ’ ἡμέρας πρὸς τὰς Κάννας ἀφίκοντο. καὶ παρὰ τῷ ποταμῷ ἑκάτερος ἰδίᾳ ηὐλίσατο· οὐκ | |
20 | ὄντες γὰρ ὁμοήθεις τὴν πρὸς ἀλλήλους συνουσίαν ἐξέκλινον. καὶ ὁ μὲν Παῦλος ἡσύχαζεν, ὁ δέ γε Τερέντιος ἤθελε συμβαλεῖν· ἀμβλυτέρους δὲ τοὺς στρατιώτας ὁρῶν ἀνεκόπτετο. ὁ δὲ Ἀννίβας καὶ ἄκοντας αὐτοὺς εἰς μάχην παρακινῶν τῆς τε ὑδρείας | |
25 | εἶργε καὶ ἀποσκεδάννυσθαι σφᾶς ἐκώλυε καὶ τὰ σώ‐ ματα τῶν φονευομένων ἄνω πρὸ τῶν ταφρευμάτων ἐνέβαλλεν, ὅπως σφίσι τὸ ποτὸν δυσχεραίνηται. κἀν‐ τεῦθεν καὶ οἱ Ῥωμαῖοι πρὸς παράταξιν ὥρμησαν. τοῦτο δὲ προγνοὺς ὁ Ἀννίβας λόχους μὲν ὑπὸ τοὺς | |
30 | ὄχθους ἐκάθισε, τὴν δὲ λοιπὴν στρατιὰν συνέταξε, καί τινας ψευδαυτομολῆσαι ὅταν σημήνῃ ἐκέλευσε, | |
τὰς μὲν ἀσπίδας καὶ τὰ δόρατα καὶ τὰ μείζω τῶν | 252 in vol. 2 | |
2.253 | ξιφῶν ἀπορρίψαντας, τὰ δ’ ἐγχειρίδια κρύφα φέ‐ ροντας, ἵνα δεξαμένων αὐτοὺς τῶν ἀντικαθεστηκότων ὡς ἀόπλους ἐπίθωνται αὐτοῖς ἀπροσδοκήτως. Οἱ δὲ δὴ Ῥωμαῖοι ἰδόντες πρωίθεν τοὺς περὶ τὸν | |
5 | Ἀννίβαν παρατεταγμένους ὡπλίζοντό τε καὶ παρε‐ τάττοντο. καὶ οἱ σαλπιγκταὶ ἀμφοτέρους ἐξώτρυναν, καὶ τὰ σημεῖα ἤρθη, καὶ συμπεσόντες πολυτρόπως ἠγωνίσαντο. καὶ μέχρι τῆς μεσημβρίας οὐδετέροις τὸ κράτος ἀπονενέμητο· ἐπεὶ δὲ τὸ πνεῦμα ἐπῆλθε, | |
10 | καὶ οἱ ψευδαυτόμολοι δεχθέντες ὡς ὅπλων γυμνοὶ ὄπισθεν τῶν Ῥωμαίων ἐγένοντο, ἵνα μὴ σφίσιν ἐπι‐ τιθῶσι δῆθεν οἱ Καρχηδόνιοι, τότε καὶ οἱ λόχοι ἑκα‐ τέρωθεν ἐπανέστησαν, καὶ ὁ Ἀννίβας κατὰ πρόσω‐ πον σὺν τοῖς ἱππεῦσι προσέμιξε, καὶ οἵ τε πολέμιοι | |
15 | τοὺς Ῥωμαίους πανταχόθεν ἐθορύβουν, καὶ ὁ ἄνεμος ὅ τε κονιορτὸς ἐς τὰς ὄψεις αὐτῶν βιαίως ἐμπίπτων ἐτάραττε καὶ τὸ ἄσθμα γινόμενον συνεχὲς ἐκ τοῦ καμάτου ἀπέφραττεν, ὥστ’ ἀπεστερημένοι μὲν τῆς ὄψεως, ἀπεστερημένοι δὲ καὶ φωνῆς, φύρδην καὶ ἐν | |
20 | οὐδενὶ κόσμῳ ἐφθείροντο. καὶ τοσοῦτον ἔπεσε πλῆ‐ θος ὥστε τὸν Ἀννίβαν τῶν μὲν ἐκ τοῦ ὁμίλου μηδὲ πειραθῆναι ἐξευρεῖν ἀριθμόν, περὶ δὲ τῶν ἱππέων καὶ τῶν ἐκ τῆς βουλῆς ἀριθμὸν μὲν μὴ γράψαι τοῖς οἴκοι Καρχηδονίοις, διὰ δὲ τῶν δακτυλίων ἐνδεί‐ | |
25 | ξασθαι τοῦτον· χοίνιξι γὰρ σφᾶς ἀπομετρήσας ἀπέ‐ στειλε. μόνοι γὰρ οἱ βουλευταὶ καὶ οἱ ἱππεῖς δακτυ‐ λίοις ἐκέχρηντο. συχνοὶ δ’ οὖν ὅμως καὶ τότε διέφυ‐ γον καὶ ὁ Τερέντιος· ὁ γὰρ Παῦλος ἀπέθανεν. ὁ δ’ Ἀννίβας οὐκ ἐπεδίωξεν οὐδ’ εἰς τὴν Ῥώμην ἠπείχθη. | |
30 | δυνάμενος γὰρ ἢ παντὶ τῷ στρατεύματι ἢ καὶ μέρει τούτου πρὸς τὴν Ῥώμην παραυτίκα ὁρμῆσαι καὶ τα‐ | |
χέως διαπολεμῆσαι, οὐκ ἐποίησε τοῦτο, καίτοι τοῦ | 253 in vol. 2 | |
2.254 | Μαάρβου συναινοῦντος τοῦτο ποιῆσαι. διὸ καὶ αἰτίαν ἔσχεν ὡς νικᾶν μὲν δυνάμενος, χρῆσθαι δὲ ταῖς νίκαις οὐκ ἐπιστάμενος. ἐπεὶ δὲ τότε ἐμέλλησαν, οὐκέτι οὐδ’ αὖθις ἠπείχθησαν. διὸ καὶ ὁ Ἀννίβας | |
5 | ὡς ἁμαρτὼν μετεμέλετο, συνεχῶς ἀναβοῶν “ὦ Κάν‐ ναι Κάνναι.” Οἱ δὲ δὴ Ῥωμαῖοι παρὰ βραχὺ κινδυνεύσαντες ἀπολέσθαι ἀντεπεκράτησαν διὰ τοῦ Σκιπίωνος· ὃς υἱὸς μὲν ἦν τοῦ Πουπλίου τοῦ ἐν τῇ Ἰβηρίᾳ, καὶ | |
10 | τὸν πατέρα ὅτε ἐτρώθη περιέσωσε, τότε δὲ στρα‐ τευόμενος εἰς τὸ Κανύσιον ἔφυγε, καὶ ὕστερον εὐδο‐ κίμησε. παρ’ ἑκόντων γὰρ τῶν συμφυγόντων εἰς τὸ Κανύσιον τὴν ἡγεμονίαν λαβὼν τά τε ἐκεῖ κατεστή‐ σατο καὶ τοῖς πλησιοχώροις φρουρὰς ἔπεμψε καὶ | |
15 | πάντα καλῶς ἐβούλευσέ τε καὶ ἔπραξεν. Οἱ δ’ ἐν τῇ Ῥώμῃ τὴν ἧτταν μὲν ἤκουσαν, οὐ μὴν καὶ ἐπίστευον. πιστεύσαντες δ’ ἐπένθουν καὶ συνιόντες εἰς τὸ συνέδριον μή τι πράσσοντες ἀπηλ‐ λάσσοντο. ὀψὲ δ’ οὖν ὁ Φάβιος γνώμην ἔδωκε κα‐ | |
20 | τασκόπους πέμψαι τοὺς ἀγγελοῦντας τὸ γεγονὸς καὶ τί ὁ Ἀννίβας πράττει, αὐτοὺς δὲ μὴ κλαίειν, σιγῇ δὲ βαδίζειν, ἵν’ ἐν καιρῷ τὰ προσήκοντα γίνοιτο, δύναμίν τε συλλέξαι ὅσην ἂν δύναιντο καὶ τοὺς πε‐ ριοίκους ἐπικαλέσασθαι. μετὰ δὲ ταῦτα ὡς τὸν | |
25 | Ἀννίβαν ἐν τῇ Ἀπουλίᾳ ὄντα ἔμαθον, καὶ γράμματα παρὰ τοῦ Τερεντίου ἐδέξαντο ὅτι περιείη καὶ ὅσα πράττοι, μικρὸν ἀνεθάρσησαν. καὶ δικτάτωρ μὲν Μάρκος Ἰούνιος, ἵππαρχος δὲ Τιβέριος Σεμπρώνιος | |
Γράκχος ἐλέχθησαν. καὶ παραχρῆμα τῶν τε πολιτῶν | 254 in vol. 2 | |
2.255 | οὐ τοὺς ἡβῶντας μόνον, ἀλλὰ καὶ παρηβηκότας ἤδη κατέλεξαν, καὶ δεσμώτας ἐπ’ ἀδείᾳ καὶ δούλους ἐπ’ ἐλευθερίᾳ λῃστάς τέ τινας προσελάβοντο, καὶ τοὺς συμμάχους προσπαρεκάλουν, ἀναμιμνήσκοντες εἴ τί | |
5 | που εὐηργέτηντο καὶ προσυπισχνούμενοι δώσειν τοῖς μὲν σῖτον, τοῖς δὲ ἀργύρια, ὅπερ οὔπω πρόσθεν ἐποίησαν· καὶ ἐς τὴν Ἑλλάδα πεπόμφασιν ἢ πείσον‐ τές τινας συμμαχῆσαι αὐτοῖς ἢ μισθωσόμενοι. Ἀννίβας δὲ συνεστηκέναι τοὺς Ῥωμαίους καὶ | |
10 | παρασκευάζεσθαι μαθὼν ἐν ταῖς Κάνναις διέτριβε, τὴν ἐξ ἐπιδρομῆς ἅλωσιν ἀπεγνωκώς· καὶ τῶν αἰχμα‐ λώτων τὸ μὲν συμμαχικὸν ἄνευ λύτρων ἀφῆκεν, ὡς καὶ πρότερον, τοὺς δὲ Ῥωμαίους ἐτήρει, ἀποδόσθαι ἐλπίζων αὐτούς, ἵν’ ἑαυτὸν εὐπορώτερον ἐντεῦθεν | |
15 | ποιήσῃ, τοὺς δὲ Ῥωμαίους ἀπορωτέρους. ἐπεὶ δὲ μηδεὶς ἐξ αὐτῶν ἀφίκετο τοὺς αἰχμαλώτους ζητῶν, ἐκέλευσεν αὐτοῖς πέμψαι τινὰς οἴκαδε ἐπὶ λύτρα, προομόσαντας ἐπανήξειν. ὡς δὲ οὐδ’ οὕτω λύσασθαι σφᾶς ἠθέλησαν, τοὺς μὲν λόγου τινὸς ἀξίους ἐς τὴν | |
20 | Καρχηδόνα ἀπέστειλε, τῶν δ’ ἄλλων τοὺς μὲν αἰκι‐ σάμενος ἀπέκτεινε, τοὺς δὲ μονομαχῆσαι ἠνάγκασε, τοὺς φίλους καὶ τοὺς συγγενεῖς ἀλλήλοις συμβαλών. οἱ δὲ πεμφθέντες ἐπὶ τὰ λύτρα, ἐπανελθόντες, ἵν’ εὐορκήσωσι, φυγόντες δὲ μετὰ τοῦτο, ἄτιμοι ὑπὸ | |
25 | τῶν τιμητῶν ἐγένοντο, καὶ ἑαυτοὺς κατεχρήσαντο. Μάγωνα δὲ τὸν ἀδελφὸν ὁ Ἀννίβας ἀγγελοῦντα τοῖς Καρχηδονίοις ἔπεμψε τὰ γενόμενα, καὶ χρήματα παρ’ αὐτῶν καὶ δυνάμεις αἰτήσοντα. καὶ ὁ μὲν ἀπελ‐ θὼν τούς τε δακτυλίους ἠρίθμησε καὶ ἐπὶ μεῖζον | |
30 | ἐξῆρε δὴ τὸ κατόρθωμα, καὶ ἐψηφίσθη πάντα ὅσα | |
ᾐτήσατο, τῷ γὰρ Ἄννωνι τἀναντία λέγοντι καὶ κατα‐ | 255 in vol. 2 | |
2.256 | λύσασθαι τὸν πόλεμον ἕως καθυπέρτεροι δοκοῦσι συμβουλεύοντι οὐκ ἐπείσθησαν, οὐ μέντοι τὰ ψηφι‐ σθέντα καὶ εἰς ἔργον ἤγαγον, ἀλλ’ ἐμέλλησαν. Ἀννί‐ βας δ’ ἐν τούτῳ εἰς τὴν Καμπανίαν προυχώρησε, | |
5 | καὶ πόλισμά τι εἷλε Σαυνιτικόν, καὶ ἐπὶ Νέαν ὥρ‐ μησε πόλιν, προπέμψας μετὰ τῆς λείας ὀλίγους τινάς. πρὸς οὓς ὡς μόνους ὄντας τῶν τῆς πόλεως ἐκδρα‐ μόντων ἐπεφάνη αὐτὸς ἀπροσδόκητος καὶ συχνοὺς ἀπέκτεινε, τὴν δὲ πόλιν οὐχ εἷλεν, οὔτ’ ἐπὶ πολὺ | |
10 | ταύτῃ προσήδρευσεν. οἱ γὰρ τὴν Καπύην οἰκοῦντες Καμπανοὶ οἱ μὲν τῇ Ῥωμαίων φιλίᾳ ἐνέμειναν, οἱ δὲ πρὸς τὸν Ἀννίβαν ἀπέκλιναν. ἐπεὶ δ’ ἐν ταῖς Κάνναις εὐτύχησε, καί τινες ἄνδρες αὐτῶν ἁλόντες ἀφείθησαν, τὸ μὲν πλῆθος ὥρμησε μεταστῆναι πρὸς | |
15 | τὸν Ἀννίβαν, οἱ δὲ δυνατοὶ χρόνον μέν τινα ἐπέσχον, εἶτ’ ἐπ’ αὐτοὺς τὸ πλῆθος ὁρμῆσαν συνηγμένους ἐν τῷ βουλευτηρίῳ πάντας ἂν κατεχρήσατο, εἰ μή τις ἐκ τοῦ πλήθους τὸ μέγεθος συνιδὼν τοῦ κακοῦ κα‐ τηγόρησε μὲν τῶν βουλευτῶν ὡς πάντως φθαρῆναι | |
20 | ἀξίων, ἔφη δὲ πρότερον ἄλλους ἀντ’ ἐκείνων ἀνθε‐ λέσθαι προσήκειν· τὴν γὰρ πόλιν μὴ δύνασθαι μὴ προβουλευόντων τινῶν σώζεσθαι. πεισθέντων δὲ τῶν ἐν τῇ Καπύῃ ἐκβάλλων ἕνα ἕκαστον ἐκ τοῦ συνε‐ δρίου ἠρώτα τὸ πλῆθος ὅντινα αὐτοῦ ἀνθαιρεῖται· | |
25 | καὶ οὕτω, μὴ δυνηθέντων αὐτῶν ἑτέρους δι’ ὀλίγου ἀνθελέσθαι, πάντας ἐκείνους ὡς ἀναγκαίους ἀφῆκε. καὶ καταλλαγέντες ἀλλήλοις ἐσπείσαντο τῷ Ἀννίβᾳ. καὶ ὃς διὰ ταχέων ἀπαναστὰς ἐκ τῆς Νεαπόλεως ἦλθεν εἰς τὴν Καπύην, καὶ διαλεχθεὶς αὐτοῖς ἄλλα τε πολλὰ | |
30 | εἶπεν ἐπαγωγὰ καὶ τὴν ἡγεμονίαν σφίσι τῆς Ἰταλίας δώσειν ὑπέσχετο, ἵν’ ἐν ἐλπίσι γενόμενοι ὡς καὶ | |
ἑαυτοῖς πονήσοντες προθυμότερον ἀγωνίσωνται. | 256 in vol. 2 | |
2.257 | Μεταστάσης δὲ τῆς Καπύης καὶ ἡ ἄλλη Καμ‐ πανία κεκίνητο· καὶ οἱ Ῥωμαῖοι τὴν ἀπόστασιν αὐτῆς μαθόντες ἤχθοντο. ὅ γε μὴν Ἀννίβας ἐπὶ Νουκερί‐ νους ἐστράτευσεν. οἱ δὲ πολιορκούμενοι τὴν ἄχρη‐ | |
5 | στον σφῶν ἡλικίαν ἀπορίᾳ τροφῶν ἐξεώσαντο· οὓς ὁ Ἀννίβας οὐ προσήκατο, ἀλλὰ καὶ εἰς τὴν πόλιν ἀπιοῦσι μόνον ἀσφάλειαν ἔδωκε. διὸ καὶ οἱ λοιποὶ μεθ’ ἑνὸς ἱματίου ἐκχωρῆσαι τοῦ ἄστεος ὡμολόγησαν. ἐπεὶ δ’ ἐγκρατὴς αὐτῶν ἐγένετο, τοὺς μὲν βουλευτὰς | |
10 | ἐς βαλανεῖα κατακλείσας ἀπέπνιξε, τοῖς δ’ ἄλλοις ἀπελθεῖν εἰπὼν ὅπῃ βούλοιντο, πολλοὺς ἐν τῇ ὁδῷ κἀκείνων ἐφόνευσε. συχνοὶ δ’ οὖν αὐτῶν καὶ πε‐ ριεγένοντο εἰς ὕλας προκαταφυγόντες. ἐκ τούτου δὲ οἱ λοιποὶ φοβηθέντες οὐ συνέβαινον ἔτι αὐτῷ, ἀλλ’ | |
15 | ἀντεῖχον ἕως ἠδύναντο. καὶ οἱ Νωλανοὶ βουλευό‐ μενοι προσχωρῆσαι αὐτῷ, ἐπεὶ τὸ εἰς ἐκείνους εἶδον πραχθέν, ἐπηγάγοντο λάθρᾳ τὸν Μάρκελλον, καὶ τὸν Ἀννίβαν προσβαλόντα τῇ πόλει μετὰ ταῦτα ἀπώ‐ σαντο. ἀποκρουσθεὶς δὲ τῆς Νώλης Ἀκερανοὺς εἷλε | |
20 | λιμῷ ἐπὶ ταῖς αὐταῖς τοῖς Νουκερίνοις συνθήκαις, καὶ τὰ αὐτὰ εἰργάσατο καὶ αὐτούς. εἶτα καὶ ἐπὶ Βασιλίνας ἐστράτευσεν, ἐν ᾧ Ῥωμαῖοί τε καὶ συμ‐ μάχων ὡσεὶ χίλιοι συγκατέφυγον. οἳ τοὺς μὲν ἐπι‐ χωρίους προδοῦναι σφᾶς μελετήσαντας ἀπέκτειναν, | |
25 | καὶ τὸν Ἀννίβαν πολλάκις ἀπώσαντο, καὶ πρὸς λιμὸν γενναίως διεκαρτέρησαν· ἐπιλιπούσης δὲ τῆς τροφῆς αὐτούς, ἐπ’ ἀσκοῦ τινα διὰ τοῦ ποταμοῦ πρὸς τὸν δικτάτωρα ἔπεμψαν· ὁ δὲ πίθους ἀλεύρων πλήρεις ἐνέβαλλεν εἰς τὸν ποταμὸν νυκτός, ἐντειλάμενος | |
30 | αὐτοῖς παρατηρεῖν ἐν τῷ σκότει τὸ ῥεῦμα. καὶ χρό‐ νον μέν τινα ἐλάνθανεν οὕτως τὰς τροφὰς αὐτοῖς | |
χορηγῶν, ἔπειτα πίθου τινὸς προσραγέντος ποι καὶ | 257 in vol. 2 | |
2.258 | συντριβέντος ἔγνων οἱ Καρχηδόνιοι τὸ γινόμενον, καὶ ἁλύσεσι τὸν ποταμὸν διειλήφασιν. ὡς δὲ τῷ λιμῷ καὶ τοῖς τραύμασι συχνοὶ διεφθάρησαν, τὸ ἕτε‐ ρον τῆς πόλεως μέρος ἐξέλιπον κἀν τῷ λοιπῷ διεκαρ‐ | |
5 | τέρουν, τὴν γέφυραν διακόψαντες. εἶτα σπέρμα γογγυλίδος ἀπὸ τοῦ τείχους εἴς τι χωρίον ἔξωθεν αὐτοῦ κατέβαλον. ἐποίησαν δὲ τοῦτο ἵνα καταπλή‐ ξωσι τοὺς πολεμίους ὡς καὶ ἐπὶ πολὺ ἀνταρκέσοντες. ὅθεν ὁ Ἀννίβας ἄφθονον αὐτοὺς ἔχειν τὴν τροφὴν | |
10 | οἰηθεὶς καὶ ἐπὶ τῇ καρτερίᾳ θαυμάσας εἰς ὁμολογίαν προεκαλέσατο, καὶ χρημάτων ἀπέδοτο σφᾶς. ἐλύ‐ σαντο γὰρ αὐτοὺς οἱ ἔξω Ῥωμαῖοι ἀσμένως, ἀλλὰ μὴν καὶ ἐτίμησαν. Ἐν ᾧ δὲ ταῦτα ἐγένετο, καὶ ἐκ Δελφῶν οἱ πεμ‐ | |
15 | φθέντες ἀνεκομίσθησαν, λέγοντες τὴν Πυθίαν χρῆ‐ σαι αὐτοῖς παύσασθαι τῆς ῥᾳθυμίας καὶ τῷ πολέμῳ προσέχειν. ἐντεῦθεν ἀνερρώσθησαν. καὶ κατέλαβον τὸν Ἀννίβαν καί οἱ παρεστρατοπεδεύσαντο, ὅπως τὰ πραττόμενα παρ’ αὐτοῦ παρατηρῶσι. καὶ ὅ γε | |
20 | Ἰούνιος ὁ δικτάτωρ τὰ τοῖς Καρχηδονίοις παραγγελ‐ λόμενα καὶ τοὺς Ῥωμαίους ποιεῖν ὁμοίως ἐκέλευε. καὶ σῖτα καὶ ὕπνον ἐν τῷ αὐτῷ καιρῷ ᾑροῦντο, καὶ τὰς φυλακὰς ὁμοίως ἐπεσκόπουν, καὶ τἄλλα ἐπ’ ἴσης ἔπραττον. καταμαθὼν οὖν τοῦτο ὁ Ἀννίβας χειμέ‐ | |
25 | ριον ἐτήρησε νύκτα, καὶ τοῖς μὲν τῶν στρατιωτῶν ἐπέξοδον ἀφ’ ἑσπέρας ἀνεῖπε, τοῦ δὲ Ἰουνίου τὸ αὐτὸ ποιήσαντος ἐκ διαδοχῆς ἄλλοτε ἄλλους αὐτῷ προσβάλλειν ἐκέλευσεν, ἵν’ ἐν συνεχεῖ πόνῳ ἐκ τῆς ἀγρυπνίας καὶ τοῦ χειμῶνος εἴησαν· αὐτὸς δὲ μετὰ | |
30 | τῶν λοιπῶν ἀνεπαύετο. ἐπεὶ δ’ ἡμέρα ἐπιλάμψειν | 258 in vol. 2 |
2.259 | ἔμελλε, τὸ στράτευμά τε δῆθεν ἀνεκαλέσατο καὶ τῶν Ῥωμαίων τὰ ὅπλα ἀποθεμένων καὶ πρὸς ἀνάπαυλαν τραπομένων ἐπῆλθεν αὐτοῖς ἄφνω καὶ συχνοὺς ἀπέκτεινε καὶ τὸ τάφρευμα ἐκλειφθὲν εἷλε. | |
5 | Τὰ δ’ ἐν τῇ Σικελίᾳ καὶ τῇ Σαρδοῖ ἐκινεῖτο, οὐ μέντοι καὶ ἐπιστροφῆς τινος παρὰ τῶν Ῥωμαίων ἔτυχον. ὕπατοι δὲ ὅ τε Γράκχος ὁ ἵππαρχος καὶ Ποστούμιος Ἀλβῖνος ᾑρέθησαν. καὶ ὁ μὲν Ἀλβῖνος μετὰ παντὸς τοῦ στρατοῦ ὑπὸ τῶν Βοουΐων ἐφθάρη, | |
10 | δι’ ὄρους ὑλώδους πορευόμενος καὶ ἐνεδρευθείς· οὗ τὴν κεφαλὴν ἀποτεμόντες οἱ βάρβαροι καὶ ἐκκαθάραν‐ τες καὶ περιχρυσώσαντες πρὸς τὰ ἱερὰ αὐτῶν ἀντὶ φιάλης ἐκέχρηντο. γεγόνασι δὲ τότε τέρατα· βοῦς τε γὰρ ἵππον τέτοκε καὶ ἐν θαλάσσῃ ἐξέλαμψε πῦρ. | |
15 | οἱ δ’ ὕπατοι Γράκχος καὶ Φάβιος στρατοπεδευσά‐ μενοι τόν τε Ἀννίβαν ἐν Καπύῃ ὄντα ἐπετήρουν ὅ,τι πράσσει καὶ διεπέμποντο ἑκασταχόσε, τοῖς τε συμ‐ μάχοις ἐπήμυνον, καὶ τοὺς ἀφεστηκότας οἰκειοῦσθαι ἐπειρῶντο, τά τε τῶν ἀνθισταμένων ἐκάκουν. ὁ δ’ | |
20 | Ἀννίβας ἕως μὲν τῆς τροφῆς ἐνδεῶς ηὐπόρει καὶ διακινδυνεύων, σωφρόνως μετὰ τοῦ στρατοῦ διῆγεν, ὡς δὲ τὴν Καπύην ἔλαβον καὶ πολλοῖς ἐπιτηδείοις ἐν ῥᾳστώνῃ διεχείμασαν, τήν τε ἰσχὺν τῶν σωμάτων μὴ πονούμενοι καὶ τὴν ῥώμην τῆς γνώμης ὑπὸ τῆς | |
25 | εὐθυμίας ἠλαττώθησαν, καὶ τὴν πάτριον ἀμείψαντες δίαιταν μετέμαθον ἡττᾶσθαι μαχόμενοι. ἐπεὶ δὲ ὁ πόλεμος ἤδη ἐπέκειτο, ἐς ὄρη μετέστη καὶ ἐγύμναζε τὸ στράτευμα. οἱ δ’ οὐχ οἷοί τε δι’ ὀλίγου ῥωσθῆναι γεγόνασι. βοηθείας δὲ αὐτῷ οἴκοθεν ἄλλης τε καὶ | |
30 | ἐλεφάντων ἐλθούσης ἀνεθάρσησε. καὶ ἐπὶ τὴν Νῶλαν ὡς αἱρήσων αὐτὴν ἢ τόν γε Μάρκελλον τὴν Σαυνί‐ | |
τιδα πορθοῦντα ταύτης ἀπάξων ὥρμησεν. ὡς δ’ | 259 in vol. 2 | |
2.260 | οὐδὲν ἐπέραινε, τῆς μὲν πόλεως ἀπέστη, τὴν δὲ χώραν ἔκειρε, μέχρις οὗ μάχῃ κατὰ τὸ ἰσχυρὸν ἡτ‐ τήθη, ἐφ’ ᾧ καὶ ἤλγησε. πολλοὶ μὲν γὰρ Ἴβηρες, πολλοὶ δὲ καὶ τῶν Λιβύων ἐγκατέλιπον αὐτὸν καὶ | |
5 | πρὸς τοὺς Ῥωμαίους ηὐτομόλησαν, ὃ οὔπω πρῴην ἔπαθε. καταγνοὺς δ’ ἐκ τούτου καὶ ἑαυτοῦ καὶ τῶν στρατιωτῶν, πᾶσαν τὴν γῆν ἐκείνην ἐξέλιπε καὶ εἰς τὴν Καπύην ἀνεχώρησεν· εἶτα κἀκεῖθεν μετέστη. Οἱ δὲ Σκιπίωνες τόν τε Ἴβηρα ποταμὸν διέβη‐ | |
10 | σαν καὶ τὴν χώραν ἐπόρθουν καὶ πόλεις προσήγοντο καὶ τὸν Ἀσδρούβαν διὰ ταῦτα σπουδῇ ἐπελθόντα μάχῃ ἐνίκησαν. οἱ Καρχηδόνιοι δὲ ταῦτα μαθόντες, καὶ νομίσαντες πλείονος τὸν Ἀσδρούβαν ἢ τὸν Ἀννί‐ βαν δεῖσθαι βοηθείας, καὶ φοβηθέντες μὴ καὶ ἐς | |
15 | τὴν Λιβύην οἱ Σκιπίωνες διαβῆναι ἐπιχειρήσωσι, τῷ μὲν Ἀννίβᾳ βραχεῖαν δύναμιν ἔπεμψαν, τὴν πλείστην δὲ μετὰ τοῦ Μάγωνος εἰς τὴν Ἰβηρίαν τά‐ χιστα ἀπεστάλκασι, κελεύσαντες μετὰ τὴν τῆς Ἰβη‐ ρίας κατάστασιν τὸν μὲν ἐπὶ τῇ τῶν ἐκεῖ φυλακῇ | |
20 | καταμεῖναι, τὸν δὲ Ἀσδρούβαν ἐπὶ τὴν Ἰταλίαν σὺν δυνάμει σταλῆναι. ὃ γνόντες οἱ Σκιπίωνες οὐκέτ’ ἐμαχέσαντο, ἵνα μὴ κρατήσας ἴσως ὁ Ἀσδρούβας εἰς τὴν Ἰταλίαν ἐπειχθῇ. ὡς δὲ τὸ τῶν Ῥωμαίων φίλιον ἐκάκουν οἱ Καρχηδόνιοι, Πούπλιος μὲν ὁμόσε τοῖς | |
25 | προσπεσοῦσιν αὐτῷ τῶν ἐναντίων ἐχώρησέ τε καὶ ἐπεκράτησε, Γναῖος δὲ τοὺς ἀποχωροῦντας σφῶν ἐκ τῆς μάχης ὑπολαβὼν προσδιέφθειρεν. ἐκ δὲ τῆς συμφορᾶς ταύτης, καὶ ὅτι καὶ πόλεις συχναὶ πρὸς τοὺς Ῥωμαίους μεθίσταντο καὶ τῶν Λιβύων τινὲς | |
30 | αὐτοῖς προσεχώρησαν, πλέον ἢ διενοεῖτο ὁ Ἀσδρού‐ βας κατέμεινεν. οἱ δὲ Σκιπίωνες εἰς τὴν Ἰταλίαν | |
εὐθὺς τοὺς προσχωρήσαντας ἔστειλαν, αὐτοὶ δὲ τὰ | 260 in vol. 2 | |
2.261 | ἐν τῇ Ἰβηρίᾳ καθίστων, καὶ τοὺς τῶν Ζακυνθίων ὑπηκόους τοὺς καὶ τοῦ πολέμου καὶ τῆς συμφορᾶς αἰτίους αὐτοῖς γενομένους ἑλόντες τό τε πόλισμα κατέσκαψαν καὶ τοὺς ἀνθρώπους ἐπώλησαν καὶ τὴν | |
5 | Ζάκυνθον μετὰ τοῦτο κομισάμενοι τοῖς ἀρχαίοις πο‐ λίταις ἀπέδοσαν. τοσαύτῃ τε ἀκριβείᾳ περὶ τὴν λείαν ἐχρήσαντο ὡς μηδὲν οἴκοι πέμψαι· τοῖς μὲν γὰρ συστρατευομένοις ἐπέτρεπον τοῦτο ποιεῖν, αὐτοὶ δὲ ἀστραγάλους τοῖς τέκνοις ἔπεμψαν. ὅθεν ἡ γερουσία, | |
10 | παραιτουμένου τοῦ Γναίου ἵν’ ἀπελθὼν οἴκαδε προῖκα τῇ θυγατρὶ ἐρανίσῃ ὡραίᾳ οὔσῃ ἀνδρός, ἐψηφίσαντο ἐκ τοῦ δημοσίου προῖκα δοθῆναι αὐτῇ. Ἐν δὲ τῷ αὐτῷ καιρῷ καὶ ἡ Σικελία καὶ ἡ Σαρδὼ ἄντικρυς ἐπολεμώθησαν. καὶ τὰ μὲν ἐν ταύταις δι’ | |
15 | ὀλίγου κατέστη, καὶ ὁ Ἀσδρούβας ἐπικουρῶν αὐταῖς ἑάλω, καὶ τὴν νῆσον μικροῦ πᾶσαν ἀνεκτήσατο Μάλλιος Τορκουάτος. καὶ τότε μὲν τὰ ἐν τῇ Σικελίᾳ ἡσύχασε, μετὰ δὲ ταῦτα ἐταράχθη. ὁ δὲ τῆς Μακε‐ δονίας βασιλεὺς Φίλιππος φανερώτατος τῶν Καρχη‐ | |
20 | δονίων ἐγένετο σπουδαστής. τῆς γὰρ Ἑλλάδος προσ‐ επάρξαι θέλων συνθήκας πρὸς τὸν Ἀννίβαν ἔθετο ὥστε κοινῇ πολεμῆσαι, καὶ τὴν μὲν Ἰταλίαν τοὺς Καρχηδονίους λαβεῖν, τὴν δ’ Ἑλλάδα καὶ τὴν Ἤπει‐ ρον μετὰ τῶν νήσων ἐκεῖνον. ἡ μὲν οὖν ὁμολογία | |
25 | ἐπὶ τούτοις ἐγένετο, τοῦ κήρυκος δὲ τοῦ ὑπὸ τοῦ Φιλίππου πεμφθέντος πρὸς τὸν Ἀννίβαν ἁλόντος ἔμαθον οἱ Ῥωμαῖοι τὸ γινόμενον, καὶ παραχρῆμα στρατηγὸν ἐπ’ αὐτὸν Μάρκον Οὐαλέριον Λαουίνιον ἔστειλαν, ὅπως περὶ τοῖς οἴκοι δείσας κατὰ χώραν | |
30 | μείνῃ. καὶ ἔσχεν οὕτως· προῆλθε μὲν γὰρ μέχρι | 261 in vol. 2 |
2.262 | τῆς Κερκύρας ὁ Φίλιππος ὡς ἐς τὴν Ἰταλίαν πλευ‐ σόμενος, μαθὼν δὲ τὸν Λαουίνιον ἐς τὸ Βρεντέσιον ἤδη παρόντα οἴκαδε ἀνεκομίσθη. τοῦ Λαουινίου δὲ μέχρι τῆς Κερκύρας πλεύσαντος, εἰς τοὺς τῶν Ῥω‐ | |
5 | μαίων συμμάχους ὥρμησε, καὶ εἷλεν Ὤρικον, Ἀπολ‐ λωνίαν τ’ ἐπολιόρκει. ἐπιστρατεύσας δ’ αὖθις αὐτῷ Λαουίνιος καὶ Ὤρικον ἀνεκτήσατο καὶ τὴν Ἀπολλω‐ νίαν ἐρρύσατο. κἀντεῦθεν ὁ Φίλιππος τὰς ναῦς αἷς ἐκέχρητο καταπρήσας πεζῇ ἐπ’ οἴκου ἀνεχώρησεν. | |
10 | Οἱ δ’ ἐν τῇ Ῥώμῃ ὑπάτους εἵλοντο τὸν Φάβιον καὶ τὸν Μάρκελλον. οἳ τὸν μὲν Ἀννίβαν τὴν νῦν Καλαβρίαν καλουμένην καὶ τὰ περὶ αὐτὴν περιπο‐ ρευόμενον τῷ Γράκχῳ τῷ πρὸ αὐτῶν ἄρξαντι ἐπέ‐ ταξαν· καὶ ὃς Ἄννωνα περὶ Βενεβεντὸν ἀπαντή‐ | |
15 | σαντά οἱ ἐκ Βρεττίων ἐτρέψατο, κἀντεῦθεν προϊὼν τόν τε Ἀννίβαν παρεφύλαττε καὶ τὰ τῶν ἀφεστη‐ κότων ἐπόρθει, πόλεις τέ τινας ἀνεσώσατο· αὐτοὶ δὲ οἱ ὕπατοι πρὸς τὴν Καμπανίαν ἐτράποντο, ἵν’ αὐτὴν χειρωσάμενοι μηδὲν κατόπιν πολέμιον ὑπολί‐ | |
20 | πωσιν, οὕτω τε ἐπὶ τὸν Ἀννίβαν χωρήσωσιν. εἶτα διαιρεθέντες Φάβιος μὲν τά τε ἐκείνων τά τε τοῦ Σαυνίου κατέτρεχε, Μάρκελλος δὲ εἰς τὴν Σικελίαν ἐπεραιώθη καὶ τὰς Συρακούσας ἐπολιόρκει, προσχω‐ ρησάσας μὲν αὐτῷ, εἶτ’ ἀποστάσας δόλῳ τινῶν ὑπὸ | |
25 | ψευδοῦς ἀγγελίας. καὶ δι’ ἐλαχίστου ἂν αὐτὰς ἐχει‐ ρώσατο καὶ κατὰ γῆν καὶ κατὰ θάλασσαν ἅμα προσ‐ βαλὼν τῷ τείχει, εἰ μὴ ὁ Ἀρχιμήδης μηχαναῖς ἐπὶ πλεῖστον αὐτοὺς ἐποίησεν ἀντισχεῖν. καὶ λίθους γὰρ καὶ ὁπλίτας μηχανήμασιν ἀπαρτῶν καθίει τε | |
30 | ἐξαπιναίως αὐτοὺς καὶ ἀνέσπα δι’ ὀλίγου. ταῖς δὲ ναυσὶ καὶ ταῖς πυργοφόροις ἑτέρας ἐπιρρίπτων | |
ἀνεῖλκέ τε αὐτὰς καὶ μετεωρίζων ἀθρόως ἠφίει, | 262 in vol. 2 | |
2.263 | ὥστε ἐμπιπτούσας εἰς τὸ ὕδωρ ῥύμῃ βαπτίζεσθαι. καὶ τέλος σύμπαν τὸ ναυτικὸν τῶν Ῥωμαίων παρα‐ δόξως κατέπρησε. κάτοπτρον γάρ τι πρὸς τὸν ἥλιον ἀνατείνας τήν τε ἀκτῖνα αὐτοῦ ἐς αὐτὸ εἰσεδέξατο | |
5 | καὶ τὸν ἀέρα ἀπ’ αὐτῆς τῇ πυκνότητι καὶ τῇ λει‐ ότητι τοῦ κατόπτρου πυρώσας φλόγα τε μεγάλην ἐξέκαυσε καὶ πᾶσαν αὐτὴν ἐς τὰς ναῦς ὑπὸ τὴν τοῦ πυρὸς ὁδὸν ὁρμούσας ἐνέβαλε καὶ πάσας κατέκαυσεν. ἀπογνοὺς οὖν ὁ Μάρκελλος τὴν πόλιν αἱρήσειν διὰ | |
10 | τὸ τοῦ Ἀρχιμήδους εὐμήχανον, λιμῷ αὐτοὺς κατα‐ σχεῖν ἐκ προσεδρείας διεμελέτησε. καὶ ταύτας μὲν τῷ Πούλχρῳ ἐπέτρεψεν, αὐτὸς δ’ ἐπὶ τοὺς συνα‐ ποστάντας σφίσιν ἐτράπετο· καὶ τοῖς μὲν γνωσιμα‐ χοῦσι συγγνώμην ἔνεμε, τοὺς δ’ ἀνθισταμένους με‐ | |
15 | τεχειρίζετο χαλεπῶς, καὶ συχνὰς μὲν τῶν πόλεων βίᾳ, τινὰς δὲ καὶ προδοσίᾳ ᾕρει. ἐν τούτοις δ’ Ἱμίλ‐ κων ἐκ Καρχηδόνος σὺν στρατῷ ἧκε, τὸν Ἀκράγαντά τε κατέσχε καὶ τὴν Ἡράκλειαν, καὶ πρὸς Συρακούσας ἐλθὼν ἡττήθη τε καὶ ἀντεπεκράτησε, καὶ τοῦ Μαρ‐ | |
20 | κέλλου ἐξαπίνης αὐτῷ προσπεσόντος αὖθις ἐνικήθη. Ἐντεῦθεν ὁ Μάρκελλος ταῖς Συρακούσαις ἐφή‐ δρευεν. ὁ δ’ Ἀννίβας ἐν τῇ Καλαβρίᾳ διέτριβεν. οἱ μέντοι Ῥωμαῖοι πολλὰ αὖθις καὶ δυσχερῆ πεπόν‐ θασιν· οἵ τε γὰρ ὕπατοι πρὸς τῇ Καπύῃ ἔπταισαν, | |
25 | καὶ ὁ Γράκχος ἐν τῇ Λευκανίᾳ ἀπώλετο, καὶ οἱ Ταραντῖνοι καὶ ἄλλαι πόλεις ἀπέστησαν, καὶ ὁ Ἀν‐ νίβας κατεπτηχὼς πρότερον ἐν τῇ Ἰταλίᾳ τε ἔμεινε καὶ ἐπὶ τὴν Ῥώμην ἐστράτευσε, καὶ οἱ Σκιπίωνες ἄμφω διώλοντο. ἐπαρθεὶς οὖν ἐπὶ τούτοις ὁ Ἀννίβας | |
30 | ἐπεχείρησε τῇ Καπύῃ βοηθῆσαι. καὶ ἦλθε μέχρι | 263 in vol. 2 |
2.264 | Βενεβεντοῦ· τὸν δὲ Κλαύδιον εἰς τὴν Λευκανίαν ἐκ τοῦ Σαυνίου διὰ τὸν τοῦ Γράκχου θάνατον ἀπε‐ ληλυθέναι πυθόμενος, καὶ φοβηθεὶς μή τινα αὐτῆς σφετερίσηται, οὐκέτι περαιτέρω προεχώρησεν, ἐπ’ | |
5 | ἐκεῖνον δ’ ἐτράπετο. τῶν Σκιπιώνων δὲ θανόντων πᾶσα ἡ Ἰβηρία τετάρακτο, καὶ οἱ μὲν ἑκουσίως πρὸς τοὺς Καρχηδονίους ἀπέκλινον, οἱ δὲ καὶ ἀναγκαζό‐ μενοι, εἰ καὶ ὕστερον αὖθις πρὸς τοὺς Ῥωμαίους ἀπένευσαν. | |
10 | Ὁ δὲ Μάρκελλος ἐπεὶ μηδὲν προσβάλλων ταῖς Συρακούσαις ἐπέραινε, τοιοῦτόν τι ἐπενόησεν. ἦν τι τοῖς Συρακουσίοις τοῦ τείχους ἐπίμαχον ὃ Γαλεά‐ γραν ὠνόμαζον, ὃ πρὶν μὲν ἐλάνθανε τοιοῦτον ὄν, τότε δὲ ἐφωράθη. τηρήσας οὖν τοὺς Συρακουσίους | |
15 | παννυχίδα τῇ Ἀρτέμιδι ἄγοντας πανδημεί, ἐκέλευσε στρατιώταις τισὶ κατ’ ἐκεῖνο τὸ χωρίον ὑπερβῆναι τὸ τεῖχος. κἀκ τούτου πύλαι τέ τινες ὑπ’ αὐτῶν ἀνεῴχθησαν καὶ εἰσελθόντων καὶ ἑτέρων ἅμα πάν‐ τες ἀπὸ σημείου καὶ οἱ ἔσω καὶ οἱ ἔξω συνεβόησαν | |
20 | καὶ τοῖς δόρασι τὰς ἀσπίδας συνέκρουσαν καὶ οἱ σαλπιγκταὶ προσεπήχησαν, ὥστε ἀθρόαν τὴν ἔκ‐ πληξιν τοῖς Συρακουσίοις μηδ’ ἄλλως εὖ ἔχουσιν ὑπὸ μέθης συμβῆναι, καὶ τὴν πόλιν ἁλῶναι πλὴν τῆς Ἀχραδίνης καὶ τῆς Νήσου καλουμένης. ὁ οὖν | |
25 | Μάρκελλος τά τε ἑαλωκότα διήρπασε καὶ τοῖς μὴ ἁλοῦσι προσέβαλε, καὶ σὺν πόνῳ μὲν καὶ χρόνῳ, ὅμως δ’ οὖν καὶ τῶν λοιπῶν τῆς Συρακούσης ἐκρά‐ τησεν. ἐγκρατεῖς δὲ τούτων οἱ Ῥωμαῖοι γενόμενοι ἄλλους τε πολλοὺς καὶ τὸν Ἀρχιμήδην ἀπέκτειναν. | |
30 | διάγραμμα γάρ τι διαγράφων, καὶ ἀκούσας τοὺς πολεμίους ἐφίστασθαι, “πὰρ κεφαλάν” ἔφη “καὶ μὴ | |
παρὰ γραμμάν.” ἐπιστάντος δὲ αὐτῷ πολεμίου βραχύ | 264 in vol. 2 | |
2.265 | τε ἐφρόντισε καὶ εἰπών “ἀπόστηθι, ἄνθρωπε, ἀπὸ τῆς γραμμῆς” παρώξυνέ τε αὐτὸν καὶ κατεκόπη. Ὁ μὲν οὖν Μάρκελλος τὰς Συρακούσας ἑλὼν καὶ τῆς ἄλλης Σικελίας τὰ πλείω προσαγαγόμενος καὶ | |
5 | ἐπῃνεῖτο μεγάλως καὶ ὕπατος ἀποδέδεικτο. προεβά‐ λοντο μὲν γὰρ τὸν Τορκουάτον, ὅς ποτε τὸν υἱὸν ἀπέκτεινεν· ἐπεὶ δ’ ἐκεῖνος ἀπηνήνατο, εἰπὼν ὡς “οὔτ’ ἂν ἐγὼ τὰ ὑμέτερα ἁμαρτήματα οὔτ’ ἂν ὑμεῖς τὴν ἐμὴν ἀκρίβειαν ἐνέγκοιτε,” τὸν Μάρκελλον καὶ | |
10 | Λαουίνιον τὸν Οὐαλέριον ἐχειροτόνησαν. ἀπελ‐ θόντος δὲ τοῦ Μαρκέλλου ἐκ Σικελίας, δύναμιν ἱπ‐ πέων ἐς αὐτὴν ὁ Ἀννίβας ἀπέστειλε, καὶ ἑτέραν οἱ Καρχηδόνιοι ἔπεμψαν· καὶ μάχαις τισὶν ἐνίκησαν καὶ πόλεις προσεποιήσαντο· καὶ εἴ γε μὴ Κορνήλιος | |
15 | Δολοβέλλας στρατηγὸς ἐπελήλυθε, πᾶσαν τὴν Σικε‐ λίαν ἐχειρώσαντο ἄν. Καὶ ἡ Καπύη δὲ τότε ἑάλω παρὰ Ῥωμαίων, καίτοι τοῦ Ἀννίβου ἐς τὴν Ῥώμην ὁρμήσαντος, ἵν’ ἀπὸ τῆς Καπύης τοὺς πολιορκοῦντας αὐτὴν ἀπάξῃ, | |
20 | καὶ διὰ τῶν Λατίνων ἐλάσαντος καὶ πρὸς τὸν Τίβεριν ἐλθόντος καὶ πορθοῦντος τὰ πρὸ τοῦ ἄστεος. οἱ γὰρ ἐν τῇ Ῥώμῃ ἐφοβήθησαν μέν, ἐψηφίσαντο δὲ τὸν ἕτερον τῶν ὑπάτων ἐν Καπύῃ μεῖναι, τὸν δ’ ἕτερον αὐτοῖς ἐπαμῦναι. καὶ Κλαύδιος μὲν ἐν τῇ Καπύῃ | |
25 | κατέμεινεν, ἐτέτρωτο γάρ, Φλάκκος δὲ πρὸς τὴν Ῥώμην ἠπείχθη. Τοῦ δ’ Ἀννίβου τάς τε καταδρομὰς ἐν τοῖς ὀφθαλ‐ μοῖς αὐτῶν ἀεὶ ποιουμένου καὶ πολλὰ δεινὰ δρῶντος, | |
τὸν μὲν ἄλλον χρόνον ἠγάπων, εἰ τά γε ἐντὸς τῶν | 265 in vol. 2 | |
2.266 | τειχῶν περισώσαιντο, ἐπεὶ δὲ καὶ τῇ πόλει καὶ τοῖς στρατοπέδοις ἅμα προσβαλεῖν ἔμελλεν, ἀνερρίψαντο, τὸ τοῦ λόγου, κύβον, καὶ ἐπεξέδραμον. καὶ ἀκρο‐ βολιζομένων ἤδη χειμὼν ἐξ αἰθρίας ἐξαίσιος ἐπε‐ | |
5 | γένετο μετὰ πνεύματος ἀμηχάνου βροντῶν τε καὶ χαλάζης καὶ ἀστραπῶν, ὥστ’ ἄμφω ἀγαπητῶς ὡς ἐκ συνθήματος ἀναφυγεῖν ὅθεν ὥρμησαν. ἄρτι τε τὰ ὅπλα κατετίθεντο καὶ αἰθρία ἐγένετο. ὁ γοῦν Ἀννί‐ βας, καίτοι οὐκ ἀθεεὶ λογισάμενος παρὰ τὸν τῆς συν‐ | |
10 | όδου καιρὸν συνενεχθῆναι τὰ γεγονότα, ὅμως οὐκ ἀπέστη τῆς πολιορκίας, ἀλλὰ καὶ αὖθις μετὰ τοῦτο συμβαλεῖν ἐπεχείρησεν. ὡς δὲ καὶ τότε τὰ αὐτὰ συνέβη, κατέδεισε. καὶ προσεκπλαγεὶς ὅτι ἐν τηλι‐ κούτῳ κινδύνῳ ὄντες οὔτε τῆς Καπύης ἀπέστησαν | |
15 | καὶ ἐς τὴν Ἰβηρίαν καὶ στρατιώτας καὶ στρατηγὸν πέμψειν ἔμελλον, καὶ ὅτι χρημάτων δεηθέντες ἐπώ‐ λησαν ἄλλα τε καὶ τὸ χωρίον ἐν ᾧ ἐστρατοπεδεύετο δημόσιον ὄν, καὶ ἀπογνούς, ἀπανέστη, πολλάκις ἀναβοήσας “ὦ Κάνναι Κάνναι.” καὶ οὐδὲ τῇ Καπύῃ | |
20 | ἔτ’ ἐπικουρῆσαι ἠθέλησεν. Οἱ δὲ καίπερ ἐν ἀσθενεστάτοις ὄντες, ὅμως ἀπο‐ γνόντες ὡς οὐ τευξόμενοι συγγνώμης παρὰ Ῥωμαίων ἀντεῖχον, καὶ τῷ Ἀννίβᾳ ἐπέστειλαν, βοηθήσειν αὐτοῖς ἀξιοῦντες. συλληφθέντες δὲ οἱ τῶν ἐπιστο‐ | |
25 | λῶν κομισταὶ παρὰ τοῦ Φλάκκου, ὁ γὰρ Κλαύδιος ἔφθη τεθνηκὼς ἐκ τοῦ τραύματος, τὰς χεῖρας ἀπε‐ τμήθησαν. οὓς ἰδόντες οἱ Καμπανοὶ δεινῶς κατεπλά‐ γησαν καὶ ὅ,τι πράξουσιν ἐβουλεύοντο. λεχθέντων δὲ πολλῶν, Ἰούβιός τις Οὐίριος ἐν τοῖς πρώτοις | |
30 | αὐτῶν ὢν καὶ τῆς ἀποστάσεως αἰτιώτατος “μία ἡμῖν ἐστιν” ἔφη “καταφυγὴ καὶ ἐλευθερία ὁ θάνατος. καί | |
μοι ἀκολουθήσατε οἴκαδε· ἔχω γάρ τι φάρμακον | 266 in vol. 2 | |
2.267 | παρεσκευασμένον.” καὶ ὁ μὲν παραλαβὼν τοὺς αὐτῷ πεισθέντας ἑκούσιος ἀπέθανε σὺν αὐτοῖς, καὶ οἱ λοιποὶ τὰς πύλας τοῖς Ῥωμαίοις ἀνέῳξαν· ὁ δὲ Φλάκ‐ κος τά τε ὅπλα αὐτῶν καὶ τὰ χρήματα πάντα ἀφεί‐ | |
5 | λετο, καὶ τῶν ἀνδρῶν τῶν κορυφαίων τοὺς μὲν ἀπέκτεινε, τοὺς δὲ ἐς τὴν Ῥώμην ἔπεμψε, μόνων δ’ ἀπέσχετο τῶν ἐκ τοῦ ὁμίλου περιλειφθέντων ἐπὶ τῷ καὶ ἄρχοντα αὐτοὺς Ῥωμαῖον λαμβάνειν καὶ μήτε βουλὴν ἔχειν μήτε σύνοδον ποιεῖσθαι. | |
10 | Ὕστερον δὲ καὶ ἄλλα τινὰ προσεπῶφλον, κατη‐ γορῆσαι τοῦ Φλάκκου τολμήσαντες. ἐπεχείρησαν δὲ καὶ οἱ Καμπανοὶ τοῦ Φλάκκου κατηγορῆσαι, καὶ τοῦ Μαρκέλλου οἱ Συρακούσιοι ὑπατεύοντος ἤδη. καὶ ἀπελογήσατο· οὐ γὰρ ἠθέλησε πρᾶξαί τι τῶν τῇ | |
15 | ἀρχῇ προσηκόντων πρὶν ἀπολογήσασθαι. οἱ Συρα‐ κούσιοι δὲ καταστάντες εἰς λόγους οἰκονομικώτερον τῇ διαλέξει ἐχρήσαντο, οὐκ εἰς κατηγορίαν τοῦ Μαρ‐ κέλλου, ἀλλ’ εἰς ἱκετείαν τραπέντες καὶ ἀπολογίαν τοῦ μὴ ἑκόντες ἀποστῆναι Ῥωμαίων, καὶ συγγνώμης | |
20 | τυχεῖν ἀξιοῦντες. καὶ ταῦτα λέγοντες εἰς τὴν γῆν πεσόντες ὠλοφύροντο. καὶ διαγνώμης γενομένης ἔδοξε τὸν Μάρκελλον μὲν μηδὲν ἀδικεῖν, τοὺς μέντοι Συρακουσίους φιλανθρωπίας τινὸς ἀξίους εἶναι, οὐκ ἐξ ὧν ἐποίησαν, ἀλλ’ ἐξ ὧν εἶπόν τε καὶ ἱκέτευσαν. | |
25 | τοῦ δὲ Μαρκέλλου παραιτησαμένου τὸ ἀπελθεῖν εἰς Σικελίαν, τὸν Λαουίνιον ἔπεμψαν. καὶ οἱ μὲν Συρα‐ κούσιοι οὕτως τινὸς συγγνώμης ἔτυχον, οἱ δὲ Καμπα‐ νοὶ ὑπ’ ἀπαιδευσίας θρασύτερον τῇ κατηγορίᾳ χρησά‐ μενοι καὶ ἐπετιμήθησαν, μηδὲ παρόντος τοῦ Φλάκ‐ | |
30 | κου, ἀλλά τινος τῶν ὑπεστρατηγηκότων αὐτῷ ἀπο‐ | |
λογησαμένου. | 267 in vol. 2 | |
2.268 | Ἁλούσης δὲ τῆς Καπύης καὶ τἄλλα τὰ πέριξ πο‐ λίσματα τοῖς Ῥωμαίοις προσκεχωρήκασι πλὴν Ἀτε‐ λανῶν· οὗτοι γὰρ ἐκλιπόντες τὴν πόλιν αὐτῶν παν‐ δημεὶ πρὸς τὸν Ἀννίβαν ἐχώρησαν. καὶ ἡ ἄλλη δὲ | |
5 | Ἰταλία ἡ τὰ τῶν Καρχηδονίων φρονοῦσα ἠλλοιοῦτο, καὶ περιιόντες οἱ ὕπατοι προσεποιοῦντο αὐτήν. Τα‐ ραντῖνοι δὲ φανερῶς μὲν οὐδέπω τὰ τῶν Ῥωμαίων ᾑροῦντο, λάθρᾳ δὲ τοῖς Καρχηδονίοις ἤχθοντο. Οἱ δ’ ἐν τῇ Ῥώμῃ διεκηρυκεύσαντο τῷ Ἀννίβᾳ | |
10 | ἀνταπόδοσιν τῶν αἰχμαλώτων ποιήσασθαι. οὐ κατηλ‐ λάξαντο δὲ αὐτούς, ἐπεὶ οὐκ ἐδέξαντο τὸν Καρθά‐ λωνα τοῦ τείχους ἐντός, ὡς πολέμιον· οὐδ’ ἐς λό‐ γους γὰρ αὐτοῖς ἐλθεῖν ἠθέλησεν, εὐθὺς δὲ ὠργι‐ σμένος ἀνέστρεψε. | |
15 | Τότε μέντοι καὶ ὁ Λαουίνιος τοὺς Αἰτωλοὺς συμ‐ μαχοῦντας Φιλίππῳ προσηταιρίσατο, καὶ τὸν Φίλιπ‐ πον μέχρι Κερκύρας προχωρήσαντα αὖθις ἐξεφόβη‐ σεν, ὥστε καὶ ἐς τὴν Μακεδονίαν τάχει ἐπανελθεῖν. Οἱ δὲ ἐν τῇ Ῥώμῃ Γάιον Κλαύδιον Νέρωνα εἰς | |
20 | τὴν Ἰβηρίαν μετὰ στρατιωτῶν ἔπεμψαν. καὶ ὃς παρε‐ κομίσθη τῷ ναυτικῷ μέχρι τοῦ Ἴβηρος, ἔνθα καὶ τὰ λοιπὰ στρατεύματα εὑρηκὼς ἐπῆλθε τῷ Ἀσδρούβᾳ πρὶν γνωσθῆναι ὅτι πάρεστι. καὶ περιστοιχισάμενος αὐτὸν ἠπατήθη. ἰδὼν γὰρ ὁ Ἀσδρούβας ὡς ἀπεί‐ | |
25 | ληπται, προεκηρυκεύσατο πρὸς τὸν Νέρωνα ὥστε τὴν Ἰβηρίαν πᾶσαν ἀφεθεὶς ἐκλιπεῖν. ὡς δ’ ἐκεῖνος ἀσμένως τοὺς λόγους ἐδέξατο, ἀναβαλλόμενος ἵνα τὰς συνθήκας τῇ ὑστεραίᾳ ποιήσηται, ὑπεξέπεμψε | |
τῆς νυκτὸς ἄλλους ἄλλῃ τῶν ὀρῶν. διεξελθόντων | 268 in vol. 2 | |
2.269 | δ’ ἐκείνων, ἅτε μὴ φυλακῆς οὔσης παρὰ τῶν Ῥω‐ μαίων διὰ τὰς τῶν σπονδῶν ἐλπίδας, ἦλθε μὲν τῇ ἐπιούσῃ ἐς λόγους τῷ Νέρωνι, κατέτριψε δὲ πᾶσαν αὐτὴν πρίν τι ἐπικυρωθῆναι. καὶ ἄλλους αὖθις τῆς | |
5 | νυκτὸς ὁμοίως ἀπέπεμψε. τοῦτο δὲ καὶ ἐν ἄλλαις τισὶν ἡμέραις ὁμοίως πεποίηκεν, ἀμφισβητῶν τινα ἐν τῇ συμβάσει. προελθόντων δὲ τῶν πεζῶν ἁπάν‐ των, τέλος καὶ αὐτὸς σὺν τοῖς ἱππεῦσι καὶ τοῖς ἐλέ‐ φασιν ὑπεξεχώρησε. καὶ διασωθεὶς φοβερὸς αὖθις | |
10 | τῷ Νέρωνι ἐγένετο. Μαθόντες δὲ ταῦτα οἱ ἐν τῇ Ῥώμῃ τοῦ Νέρωνος μὲν κατέγνων, ἄλλῳ δέ τινι τὴν ἡγεμονίαν ἐψηφί‐ σαντο ἐγχειρίσαι. ἀπορούντων οὖν τίνα ἂν ἀποστεί‐ λωσιν, οὐ γὰρ τοῦ τυχόντος ἀνδρὸς ἐδεῖτο τὰ πράγ‐ | |
15 | ματα, καὶ πολλοὶ διὰ τὸ τῶν Σκιπιώνων πάθος ἐξίσταντο, ὁ Σκιπίων ἐκεῖνος ὁ Πούπλιος ὁ τὸν πα‐ τέρα τρωθέντα σώσας ἑαυτὸν ἐθελοντὴς εἰς τὴν στρατείαν ἐπέδωκεν. ἦν δὲ καὶ ἀρετῇ κράτιστος καὶ παιδείᾳ λογιμώτατος. καὶ παραχρῆμα μὲν ᾑρέθη· | |
20 | μεταμέλον δὲ οὐ πολλῷ ὕστερον διά τε τὴν ἡλικίαν αὐτοῦ, τέταρτον γὰρ καὶ εἰκοστὸν ἔτος τῆς ζωῆς ἦγε, καὶ ὅτι καὶ ἡ οἰκία αὐτοῦ διὰ τὸν τοῦ πατρὸς καὶ τοῦ θείου ὄλεθρον ἐπένθει, ἦλθεν αὖθις εἰς τὸ κοι‐ νὸν καὶ ἐδημηγόρησε, καὶ οἷς εἶπε καταιδέσας τοὺς | |
25 | τῆς βουλῆς, τὴν μὲν ἀρχὴν οὐκ ἀφῃρέθη, Μάρκος δὲ Ἰούνιος ἀνὴρ γηραιὸς προσεπέμφθη αὐτῷ. Τοῖς Ῥωμαίοις δὲ μετὰ ταῦτα τὰ πράγματα οὐκ ἀταλαιπώρως ἐχώρησεν εἰς τὸ βέλτιον. ὁ γὰρ Μάρ‐ κελλος, ἐπειδὴ κατηγορηθεὶς ἀπελύθη, ὥρμησεν ἐπὶ | |
30 | τὸν Ἀννίβαν, καὶ τὰ μὲν πλεῖστα δι’ ἀσφαλείας | 269 in vol. 2 |
2.270 | ἐποιεῖτο, δεδιὼς πρὸς ἀπονενοημένους διακινδυνεῦ‐ σαι· εἰ δέ ποτε ἠναγκάσθη προσμίξαι, κρείττων ἐκ φρονήσεως εὐτολμίᾳ κεκραμένης ἐγένετο. ὁ οὖν Ἀν‐ νίβας διά τε ταῦτα καὶ ὅτι αἱ πόλεις αἱ συμμαχοῦ‐ | |
5 | σαι αὐτῷ αἱ μὲν ἐγκαταλελοίπεσαν αὐτόν, αἱ δὲ διενοοῦντο, καὶ δι’ ἕτερ’ ἄττα, κακῶσαι τὰ χωρία ἃ μὴ κατέχειν οἷος ἦν ἐπεχείρησε. καὶ πολλοῖς ἐλυμή‐ νατο, καὶ πλείους διὰ τοῦτο ἀφίσταντο. Περὶ δὲ Σαλπίαν πόλιν τοιόνδε τι συνέπεσε. δύο | |
10 | ἄνδρες τὰ πράγματα αὐτῶν εἶχον, διάφοροί τε ἀλλή‐ λοις ἦσαν. καὶ Ἀλίνιος μὲν τὰ τῶν Καρχηδονίων ἐφρόνει, Πλαύτιος δὲ τὰ τῶν Ῥωμαίων, ὃς καὶ διει‐ λέχθη τῷ Ἀλινίῳ περὶ προδοσίας τῆς εἰς Ῥωμαίους. μηνύσαντός τε εὐθὺς ἐκείνου τῷ Ἀννίβᾳ ταῦτα, ἐς | |
15 | δίκην ὑπήχθη ὁ Πλαύτιος. βουλευομένου δὲ τοῦ Ἀννίβου μετὰ τῶν συνέδρων ὅπως αὐτὸν κολάσει, ἐτόλμησεν ἐπ’ ὄψει αὐτοῦ τῷ Ἀλινίῳ πέλας που ὄντι περὶ προδοσίας αὖθις εἰπεῖν. ἀναβοήσαντος δ’ ἐκεί‐ νου “ἴδε ἴδε, καὶ νῦν μοι περὶ αὐτοῦ τούτου λαλεῖ,” | |
20 | οὐκ ἐπίστευσεν ὁ Ἀννίβας διὰ τὸ ἄτοπον, ἀλλὰ καὶ ὡς συκοφαντούμενον αὐτὸν ἀπέλυσεν. ἀφεθέντος δὲ ὡμονόησαν ἄμφω, καὶ στρατιώτας παρὰ τοῦ Μαρ‐ κέλλου ἐπαγαγόμενοι τήν τε φρουρὰν τῶν Καρχη‐ δονίων κατέκοψαν καὶ τὴν πόλιν τοῖς Ῥωμαίοις πα‐ | |
25 | ρέδοσαν. Καὶ οὕτω μὲν ἐν τῇ Ἰταλίᾳ ἔσχον τοῖς Καρχη‐ δονίοις τὰ πράγματα· καὶ οὐδ’ ἡ Σικελία ἦν εὐ‐ νοοῦσα αὐτοῖς, ἀλλὰ τῷ ὑπάτῳ τῷ Λαουινίῳ προσε‐ χώρουν. ἡγεῖτο μὲν γὰρ τῶν ἐν τῇ Σικελίᾳ Καρχη‐ | |
30 | δονίων Ἄννων, συνεστρατεύετο δὲ αὐτῷ καὶ Μου‐ τίνας. ὃς συνὼν τῷ Ἀννίβᾳ πρῴην, καὶ φθονηθεὶς | |
ὅτι μεγάλα ἔργα ἀρετῆς ἐπεδείκνυτο, ἐς Σικελίαν | 270 in vol. 2 | |
2.271 | ἐπέμφθη. ὡς οὖν κἀκεῖ λαμπρῶς ἱππάρχει, φθόνον καὶ πρὸς τοῦ Ἄννωνος ὦφλε, καὶ διὰ τοῦτο τῆς ἱπ‐ παρχίας ἐπαύθη. περιαλγὴς γοῦν διὰ ταῦτα γενό‐ μενος πρὸς τοὺς Ῥωμαίους ἀπέκλινε. καὶ πρῶτον | |
5 | μὲν προδοσίαν Ἀκράγαντος συνέπραξε σφίσιν, εἶτα καὶ τἄλλα συγκατειργάσατο, ὥστε πᾶσαν αὖθις τὴν Σικελίαν ὑπ’ αὐτοὺς ἄνευ μεγάλου πόνου γενέσθαι. Ὁ δὲ Φάβιος καὶ ὁ Φλάκκος ἄλλας τε πόλεις πολλὰς καὶ τὸν Τάραντα, τοῦ Ἀννίβου κατέχοντος | |
10 | αὐτόν, ἐχειρώσαντο. κελεύσαντες γάρ τισι τὴν Βρετ‐ τίαν κατατρέχειν, ἵν’ ὁ Ἀννίβας εἰς ἐπικουρίαν αὐτῆς ἀπάρῃ ἐκ Τάραντος, ἐπεὶ τοῦτο ἐγένετο, Φλάκ‐ κος μὲν ἐκεῖνον ἐπετήρει, Φάβιος δὲ ἐν τούτῳ νυκτὸς τῷ Τάραντι ταῖς τε ναυσὶν ἅμα καὶ τῷ πεζῷ προσβα‐ | |
15 | λών, τῇ τε προσβολῇ καὶ τῇ προδοσίᾳ εἷλε τὴν πόλιν. ὁ οὖν Ἀννίβας διὰ τὴν ἀπάτην ἀχθόμενος ἀντεπι‐ βουλεῦσαι τῷ Φαβίῳ ἐσπούδασε. καὶ ἐπιστολὴν αὐτῷ ἐκ Μεταποντίου ὡς παρὰ τῶν ἐπιχωρίων ἐπὶ προδοσίᾳ τῆς πόλεως ἔπεμψεν, ἐλπίσας ἀπερισκέπτως | |
20 | αὐτὸν προσιόντα ἐνεδρεύσειν. καὶ ὃς ὑπετόπησε τὸ πραττόμενον, καὶ παραβαλὼν τὰ γράμματα ταῖς ἐπιστολαῖς ἃς τοῖς Ταραντίνοις ποτὲ ἐγεγράφει, κα‐ τεφώρασεν ἐκ τῆς αὐτῶν ὁμοιότητος τὸ ἐπιβούλευμα. Σκιπίων δὲ τὸν ἄλλον χρόνον, εἰ καὶ τιμωρῆσαι | |
25 | τῷ πατρὶ καὶ τῷ θείῳ ἐγλίχετο καὶ τῆς τοῦ πολέμου δόξης ὠρέγετο, ἀλλ’ οὐκ ἠπείγετο, διὰ τὸ πλῆθος τῶν ἐναντίων. ἐπεὶ δ’ ᾔσθετο αὐτοὺς χειμάζοντας πόρρω ποι, ἐκείνους μὲν εἴα, ἐς δὲ τὴν Καρχηδόνα | |
τὴν ταύτῃ ὥρμησεν· οὐ μέντοι τις τὸ παράπαν τὴν | 271 in vol. 2 | |
2.272 | ὁρμὴν αὐτοῦ ἔγνωκε πρὶν πρὸς αὐτῇ τῇ Καρχηδόνι γενέσθαι· καὶ ἔλαβε σὺν πόνῳ τὴν πόλιν. Ἁλούσης δὲ τῆς Καρχηδόνος στάσις μεγίστη μι‐ κροῦ τῶν στρατιωτῶν ἐγένετο ἄν. τοῦ γὰρ Σκιπίωνος | |
5 | στέφανον ὑποσχομένου δώσειν τῷ πρώτῳ τοῦ τείχους ἐπιβάντι, δύο ἄνδρες, ὁ μὲν Ῥωμαῖος, ὁ δ’ ἐκ τῶν συμμάχων, περὶ αὐτοῦ ἠμφισβήτησαν. διαφερομέ‐ νων δ’ ἐκείνων καὶ τὸ ἄλλο πλῆθος ἐθορυβήθη, καὶ ἐπὶ πλεῖστον ἐταράχθησαν, ὥστε καὶ δεινόν τι δρᾶ‐ | |
10 | σαι, εἰ μὴ ὁ Σκιπίων καὶ ἄμφω ἐστεφάνωσε, καὶ συχνὰ μὲν τοῖς στρατιώταις διέδωκε, συχνὰ δὲ καὶ τοῖς δημοσίοις προσένειμε, καὶ τοὺς ἐκεῖ κατεχο‐ μένους ὁμήρους προῖκα πάντας τοῖς οἰκείοις ἀπέ‐ δωκεν. ὅθεν πολλοὶ μὲν δῆμοι, πολλοὶ δὲ καὶ δυνά‐ | |
15 | σται αὐτῷ προσεχώρησαν, καὶ τὸ τῶν Κελτιβήρων ἔθνος πρὸς τοῖς λοιποῖς. παρθένον γὰρ ἐν τοῖς αἰχμαλώτοις λαβὼν κάλλει ἐπιφανῆ, ἐνομίσθη μὲν ἔσεσθαι αὐτῆς ἐν ἔρωτι, μαθὼν δὲ ὅτι τινὶ τῶν ἐν τέλει Κελτιβήρων ἐγγεγύηται, μετεπέμψατο αὐτὸν | |
20 | καὶ τὴν νεᾶνιν αὐτῷ παραδέδωκε, προσεπιδοὺς καὶ τὰ λύτρα ἃ οἱ προσήκοντες αὐτῇ προσεκόμισαν. κἀκ τούτου καὶ ἐκείνους καὶ τοὺς λοιποὺς ἀνηρτήσατο. Μαθὼν δὲ τὸν Ἀσδρούβαν τὸν τοῦ Ἀννίβου ἀδελφὸν σπουδῇ ἐπιόντα καὶ ἀγνοοῦντα ἔτι τὴν τῆς | |
25 | πόλεως ἅλωσιν καὶ μηδὲν προσδοκῶντα κατὰ τὴν πορείαν πολέμιον, προσαπήντησεν αὐτῷ, καὶ ἐν τῷ στρατοπέδῳ αὐτοῦ κρατήσας ἐνηυλίσατο, καὶ πολ‐ λοὺς τῶν ἐκεῖ προσεποιήσατο. ἦν μὲν γὰρ ἐν ταῖς στρατηγίαις δεινός, ἐν δὲ ταῖς ὁμιλίαις ἐπιεικής, καὶ | |
30 | ἐς μὲν τοὺς ἀνθισταμένους φοβερός, ἐς δὲ τοὺς ὑπεί‐ | 272 in vol. 2 |
2.273 | κοντας καὶ μάλα φιλάνθρωπος. μάλιστα δ’ ὅτι καὶ ἐθείασε, προειπὼν ὡς ἐν τῇ τῶν πολεμίων στρατο‐ πεδεύσοιτο, πάντες ἐτίμων αὐτόν· οἱ δ’ Ἴβηρες καὶ βασιλέα μέγαν ὠνόμαζον. | |
5 | Ὁ δ’ Ἀσδρούβας ἀπελπίσας τὴν Ἰβηρίαν ἀπᾶραι πρὸς τὴν Ἰταλίαν ἐβούλετο. καὶ ἐν τῷ χειμῶνι συ‐ σκευασάμενος ὁ μὲν ὥρμητο, οἱ δὲ συστράτηγοι αὐτοῦ κατὰ χώραν μείναντες ἀσχολίαν τῷ Σκιπίωνι παρεῖ‐ χον, ὥστε μὴ τὸν Ἀσδρούβαν ἐπιδιῶξαι μήτε τοῖς | |
10 | ἐν τῇ Ἰταλίᾳ Ῥωμαίοις ἐπικουφίσαι τὸν πόλεμον γενομένῳ ἐκεῖ, ἢ πρὸς τὴν Καρχηδόνα πλεῦσαι. ὁ δὲ Σκιπίων τὸν μὲν Ἀσδρούβαν οὐκ ἐπεδίωξε, πέμ‐ ψας δὲ δρομοκήρυκας τὴν πρόσοδον αὐτοῦ τοῖς ἐν τῇ Ῥώμῃ δι’ αὐτῶν προεκήρυξεν, αὐτὸς δὲ τῶν ἐν | |
15 | χερσὶν εἴχετο. καὶ ὁρῶν τοὺς ἐναντίους πολλαχῇ τῆς χώρας ὄντας, ἐδεδίει μή τισιν αὐτῶν προσμίξας εἰς ἓν ἅπαντας συναγάγῃ ἀλλήλοις ἐπικουρήσοντας. αὐτὸς μὲν οὖν ἐστράτευσεν ἐπ’ Ἀσδρούβαν τὸν Γίσ‐ γωνος, Σιλανὸν δὲ ἐς Κελτιβηρίαν ἐπὶ Μάγωνα, | |
20 | καὶ Λούκιον Σκιπίωνα τὸν ἀδελφὸν ἐς Βαστιτανίαν ἔπεμψεν. ὃς ἐκείνην τε πολέμῳ κατέσχε, καὶ τὸν Μάγωνα ἐνίκησε, καὶ φεύγοντι αὐτῷ πρὸς τὸν Ἀσ‐ δρούβαν ἐπακολουθήσας ἦλθε πρὸς τὸν Σκιπίωνα, μήπω μηδὲν διαπεπραγμένον. | |
25 | Ἐλθόντων οὖν τοῦ τε Μάγωνος πρὸς τὸν Ἀσδρού‐ βαν καὶ τοῦ Λουκίου πρὸς τὸν ἀδελφὸν τὸν Σκι‐ πίωνα, τὰ μὲν πρῶτα τῷ ἱππικῷ καταθέοντες εἰς τὰ πεδία διεμάχοντο, εἶτα καὶ ὅλῳ τῷ στρατεύματι ἀντι‐ παρετάσσοντο, οὐ μὴν καὶ ἐμάχοντο. καὶ ἐπὶ πλείους | |
30 | ἡμέρας τοῦτο ἐγίνετο· συμβολῆς δέ ποτε γενομένης οἵ τε σύμμαχοι τῶν Καρχηδονίων καὶ αὐτοὶ ἐκεῖνοι | |
ἡττήθησαν, καὶ τὸ ἔρυμα αὐτῶν παρὰ τῶν Ῥωμαίων | 273 in vol. 2 | |
2.274 | ἑάλω, καὶ τοῖς ἐν αὐτῷ ἐπιτηδείοις οἱ Ῥωμαῖοι ἐχρή‐ σαντο· ὃ πρὸ τριῶν ἡμερῶν ὁ Σκιπίων, ὡς λόγος ἐστίν, ἀπεφοίβασεν. ἐπιλιπόντων γὰρ αὐτοῖς τῶν πρὸς τροφήν, προεῖπεν, ὅθεν δ’ ἠγνόηται, ὡς “κατὰ | |
5 | τήνδε τὴν ἡμέραν τοῖς τῶν πολεμίων χρησόμεθα.” μετὰ ταῦτα δὲ τοῖς περιλειφθεῖσι τῶν ἐναντίων τὸν Σιλανὸν καταλιπὼν αὐτὸς πρὸς τὰς ἄλλας ἀπῄει πό‐ λεις, καὶ πολλὰς προσηγάγετο. καταστήσας δὲ τὰ ἑαλωκότα αὐτὸς μὲν ἐκεῖ διεχείμασε, τὸν δὲ Λούκιον | |
10 | τὸν ὁμαίμονα ἐπὶ Ῥώμην ἀπέστειλε καταγγελοῦντά τε τὰ γενόμενα καὶ τοὺς αἰχμαλώτους κομίσοντα καὶ ὅπως οἱ ἐν τῇ Ῥώμῃ φρονοῦσι περὶ αὐτοῦ πολυ‐ πραγμονήσοντα. Οἱ δ’ ἐν τῇ Ἰταλίᾳ καὶ ἐκ νόσου ἐπόνησαν καὶ | |
15 | μάχαις ἐταλαιπώρησαν, Τυρσηνῶν νεωτερισάντων τινῶν. μεῖζον δὲ τῶν ἄλλων αὐτοὺς ἐλύπησεν ὅτι τὸν Μάρκελλον ἀπέβαλον. ἐπιστρατεύσαντες γὰρ κατὰ τοῦ Ἀννίβου τυγχάνοντος ἐν Λοκροῖς καὶ ἄμφω οἱ ὕπατοι περιστοιχισθέντες ἐξ ἐνέδρας ὁ μὲν Μάρ‐ | |
20 | κελλος αὐτίκα ἀπώλετο, Κρισπῖνος δὲ τρωθεὶς ἀπέ‐ θανεν οὐ μετὰ πολύ. εὑρηκὼς δὲ τὸ τοῦ Μαρκέλλου σῶμα ὁ Ἀννίβας, καὶ τὸν δακτύλιον αὐτοῦ εἰληφὼς ᾧ ἐκεῖνος τὰς γραφὰς ἐπεσφράγιζε, γράμματα ἐς τὰς πόλεις ὡς παρ’ ἐκείνου στελλόμενα ἔπεμπε, καὶ ὅσα | |
25 | ἐβούλετο διεπράττετο· μέχρις οὗ τοῦτο γνοὺς ὁ Κρι‐ σπῖνος ἀντιπαρήγγειλεν αὐτοῖς φυλάσσεσθαι· ὅθεν ἀντιπεριέστη τῷ Ἀννίβᾳ τὸ πρᾶγμα. ἐπεὶ γὰρ τοῖς ἐν τῇ Σαλπίᾳ δι’ αὐτομόλου δῆθεν ἦν ἐπιστείλας, ὡς ὁ Μάρκελλος νυκτὸς προσῄει τοῖς τείχεσι, τῇ τε | |
30 | τῶν Λατίνων κεχρημένος φωνῇ σὺν ἄλλοις ἐπιστα‐ | 274 in vol. 2 |
2.275 | μένοις αὐτήν, ἵνα Ῥωμαῖοι δόξωσιν εἶναι. μαθόντες δὲ οἱ Σαλπηνοὶ τὴν ἐπιτέχνησιν αὐτοῦ ἀντετεχνή‐ σαντο πιστεύειν ὄντως προσιέναι τὸν Μάρκελλον, καὶ ἀνασπάσαντες τὸν καταρράκτην εἰσήγαγον ὅσους | |
5 | αὐτοῖς ἱκανοὺς ἔδοξεν εἶναι κατεργασθῆναι παρ’ αὐτῶν, καὶ πάντας ἀπέκτειναν. ὁ δὲ Ἀννίβας ἀπῆ‐ ρεν αὐτίκα, μαθὼν τοὺς Λοκροὺς πολιορκουμένους ὑπὸ Ῥωμαίων ἐκ Σικελίας ἐπιπλευσάντων. Καὶ Πόπλιος δὲ Σουλπίκιος μετὰ Αἰτωλῶν καὶ | |
10 | συμμάχων ἑτέρων πολλὰ τῆς Ἀχαΐας ἐπόρθησε. τοῦ δὲ Φιλίππου τοῦ Μακεδόνος τοῖς Ἀχαιοῖς συμμα‐ χήσαντος παντελῶς ἂν τῆς Ἑλλάδος ἐξηλάθησαν οἱ Ῥωμαῖοι, εἰ μὴ τοῦ κράνους τοῦ Φιλίππου περιρ‐ ρυέντος οἱ Αἰτωλοὶ τοῦτο ἔσχον, καὶ φήμης εἰς τοὺς | |
15 | Μακεδόνας γενομένης ὡς τέθνηκε, στάσις τε γέγονεν ἐκεῖ καὶ ἐφοβήθη μὴ τῆς βασιλείας στερηθῇ, καὶ πρὸς Μακεδονίαν ἠπείχθη. ἐντεῦθεν οἱ Ῥωμαῖοι τῇ Ἑλλάδι προσέμειναν καί τινων ἐκράτησαν πόλεων. Τῷ δ’ ἐπιόντι ἔτει ὡς ὁ Ἀσδρούβας ἠγγέλλετο | |
20 | προσιών, οἱ ἐν τῇ Ῥώμῃ τὰς δυνάμεις τε ἤθροιζον καὶ τοὺς συμμάχους σφῶν μετεπέμποντο, ὑπάτους Κλαύδιόν τε Νέρωνα καὶ Λιούιον τὸν Μάρκον ἑλό‐ μενοι. καὶ Νέρωνα μὲν ἐπὶ τὸν Ἀννίβαν, Λιούιον δὲ ἐπὶ τὸν Ἀσδρούβαν ἔπεμψαν. ὃς αὐτῷ πρὸς τῇ | |
25 | Σένᾳ τῇ πόλει ἀπήντησεν· οὐ μέντοι καὶ εἰς χεῖρας εὐθὺς ἦλθον. ἐπὶ πολλὰς δὲ ἡμέρας κατὰ χώραν ἔμεινεν· ἀλλ’ οὐδὲ ὁ Ἀσδρούβας τὴν μάχην κατή‐ πειξεν, ἡσύχαζε δὲ τὸν ἀδελφὸν ἀναμένων. ὁ Νέρων δὲ καὶ ὁ Ἀννίβας εἰς Λευκανίαν ἐστρατοπεδεύοντο, | |
30 | καὶ οὐδέτερος πρὸς παράταξιν ὥρμησεν, ἄλλως δὲ ἐς χεῖρας ἀλλήλοις ᾔεσαν. καὶ ὁ Ἀννίβας πυκνὰ | |
μετανίστατο, καὶ ὁ Νέρων ἀκριβῶς αὐτὸν παρετήρει. | 275 in vol. 2 | |
2.276 | κρείττων οὖν ἀεὶ αὐτοῦ γινόμενος, καὶ τὰ γράμματα τὰ παρὰ τοῦ Ἀσδρούβα αὐτῷ πεμφθέντα ἑλών, τοῦ μὲν Ἀννίβου κατεφρόνησε, δείσας δὲ μὴ τὸν Λιούιον ὁ Ἀσδρούβας τῷ πλήθει καταβιάσηται, μέγα πρᾶγμα | |
5 | ἐτόλμησε. καὶ κατέλιπε μὲν μοῖραν ἐκεῖ ἀποχρῶσαν εἴργειν τὸν Ἀννίβαν, εἴ πῃ κινηθείη, ἐντειλάμενος πάντα ποιεῖν ἵνα καὶ αὐτὸς νομίζοιτο ἐνδημεῖν, τὸ δὲ καθαρώτατον τοῦ στρατοῦ ἀπολέξας ὥρμησεν ὡς πόλει τινὶ πλησιοχώρῳ προσμίξων, οὐδ’ ᾔδει τις | |
10 | τὴν διάνοιαν αὐτοῦ. καὶ ἠπείχθη ἐπὶ τὸν Ἀσδρούβαν, καὶ ἀφίκετο νυκτὸς πρὸς τὸν συνάρχοντα, καὶ ἐν τῇ ταφρείᾳ τῇ αὐτοῦ κατεσκήνωσε. καὶ παρεσκευάζοντο ἄμφω ἵν’ αἰφνίδιον αὐτῷ συνεπίθωνται. οὐκ ἔλαθον δέ, ἀλλ’ ἐτεκμήρατο τὸ γεγενημένον ὁ Ἀσδρούβας | |
15 | ἀπὸ τῶν παραγγέλσεων διττῶν γινομένων· ἰδίᾳ γὰρ ἕκαστος τῶν ὑπάτων παρήγγελλέ τι τοῖς ἑαυτοῦ. ὑποπτεύσας οὖν ἡττῆσθαι τὸν Ἀννίβαν καὶ ἀπο‐ λέσθαι, περιόντος γὰρ ἐκείνου οὐκ ἂν ἐπ’ αὐτὸν ὁρμῆσαι τὸν Νέρωνα ἐλογίζετο, ἔγνω πρὸς τοὺς | |
20 | Γαλάτας ἀπαναχωρῆσαι καὶ ἐκεῖ τὰ περὶ τὸν ἀδελφὸν ἀκριβώσασθαι καὶ οὕτω κατὰ σχολὴν πολεμῆσαι. Καὶ ὁ μὲν παραγγείλας τῷ στρατεύματι ἀναστῆναι νυκτὸς ἀπῆρεν, οἱ δ’ ὕπατοι ἐκ τοῦ θορύβου ὑπώπ‐ τευσαν τὸ γινόμενον, οὐ μέντοι εὐθὺς ἐκινήθησαν διὰ | |
25 | τὸ σκότος. ἅμα δ’ ἠοῖ τούς τε ἱππέας προέπεμψαν ἐπιδιῶξαι αὐτούς, καὶ αὐτοὶ εἵποντο. καὶ τοῦ Ἀσδρού‐ βου τοῖς ἱππεῦσιν ἀντιταξαμένου ὡς μόνοις οὖσιν, οἱ ὕπατοι ἐπελθόντες τροπὴν αὐτοῦ ἐποιήσαντο, καὶ φεύγουσιν ἐπακολουθήσαντες πολλοὺς ἐφόνευσαν. | |
30 | καὶ οὐδ’ οἱ ἐλέφαντες αὐτοῖς ἐβοήθησαν· ὅτι γὰρ αὐτῶν τινες τραυματισθέντες κακὰ πλείω τοὺς ἐπι‐ | |
τεταγμένους σφίσιν ἔδρων ἢ οἱ πολέμιοι, παρήγγει‐ | 276 in vol. 2 | |
2.277 | λεν ὁ Ἀσδρούβας τοῖς ἐπ’ αὐτῶν καθημένοις τοὺς τιτρωσκομένους τῶν θηρίων παραυτίκα σφάζειν· ῥᾷστα δὲ σιδηρίῳ τινὶ ὑπὸ τὸ οὖς νυττόμενοι ἐκτιν‐ νύοντο. καὶ ἐκεῖνοι μὲν ὑπὸ τῶν Καρχηδονίων, οἱ | |
5 | ἄνδρες δὲ ὑπὸ τῶν Ῥωμαίων ἐφθείροντο. ἔπεσον δὲ τοσοῦτοι ὥστε τοὺς Ῥωμαίους διακορεῖς τοῦ φόνου γενομένους μὴ θελῆσαι τοὺς ἄλλους ἐπιδιῶξαι. φθεί‐ ραντές τε ἄλλους πολλοὺς καὶ τὸν Ἀσδρούβαν, καὶ λάφυρα πλεῖστα λαβόντες, καὶ Ῥωμαίους αἰχμα‐ | |
10 | λώτους ἐς τετρακισχιλίους ἐν τῷ στρατοπέδῳ εὑρόν‐ τες, ἱκανῶς τὴν Καννηίδα συμφορὰν ἀνειληφέναι ἐνόμισαν. Πραχθέντων δὲ τούτων ὁ μὲν Λιούιος κατὰ χώ‐ ραν ἔμεινεν, ὁ δὲ Νέρων ἑκταῖος εἰς τὴν Ἀπουλίαν | |
15 | ἐπανελήλυθε, λαθὼν μέχρι τότε ὡς ἀπεδήμησε. καὶ τῶν ἁλόντων τινὰς ἐς τὸ Ἀννίβου στρατόπεδον ἔπεμψε τὰ πεπραγμένα δηλώσοντας, καὶ τὴν κεφαλὴν τοῦ Ἀσδρούβου πλησίον που ἀνεσταύρωσε. μαθὼν οὖν ἐκεῖνος τόν τε ἀδελφὸν ἡττημένον καὶ τεθνη‐ | |
20 | κότα καὶ τὸν Νέρωνα νενικηκότα καὶ ἐπανήκοντα, πολλὰ μὲν ὠλοφύρατο, πολλάκις δὲ καὶ τὴν τύχην καὶ τὰς Κάννας ἀνεκάλεσε. καὶ ἐς τὴν Βρεττίαν ἀνεχώρησε, κἀκεῖ διῆγεν ἡσυχάζων. Ὁ δὲ Σκιπίων μέχρις ἂν πάντα τὰ ἐν τῇ Ἰβηρίᾳ | |
25 | καταστήσῃ ἄρχειν τῶν ἐκεῖ προσετάχθη. καὶ πρῶ‐ τον μὲν ἐς τὴν Λιβύην δύο πεντήρεσιν ἔπλευσε, καὶ ὁ τοῦ Γίσγωνος Ἀσδρούβας ἐκεῖ κατὰ τύχην αὐτῷ συγκατῆρε. δεξιουμένου οὖν καὶ ἄμφω τοῦ Σύφακος, | |
ἔνσπονδος γὰρ τοῖς Καρχηδονίοις ἐγένετο, μέρους | 277 in vol. 2 | |
2.278 | τῆς Λιβύης βασιλεύων, καὶ καταλλάσσοντος σφᾶς, ὁ Σκιπίων οὐκ ἰδίαν ἔχθραν ἔχειν εἶπεν οὔτε μὴν ὑπὲρ τῶν κοινῶν δύνασθαι καθ’ ἑαυτὸν καταλύ‐ σασθαι. | |
5 | Ἐπανῆλθεν οὖν αὖθις· καὶ Ἰλιτεργίταις ἐπολέ‐ μησεν, ὅτι τοὺς πρὸς αὐτοὺς καταφυγόντας Ῥωμαίους μετὰ τὸν τῶν Σκιπιώνων θάνατον τοῖς Καρχηδονίοις ἐξέδωκαν. καὶ οὐ πρότερον τῆς πόλεως αὐτῶν ἐκρά‐ τησε πρὶν αὐτὸς τοῦ τείχους ἐπιβῆναι ἐτόλμησε καὶ | |
10 | ἐτρώθη. αἰδεσθέντες γὰρ οἱ στρατιῶται καὶ δείσαν‐ τες περὶ ἐκείνῳ τότε προσέβαλον προθυμότατα. καὶ κρατήσαντες τοὺς μὲν ἀνθρώπους πάντας ἀπέκτειναν, τὴν δὲ πόλιν κατέπρησαν ἅπασαν. καὶ τῷ φόβῳ τούτῳ πολλοὶ μὲν ἑκόντες αὐτῷ προσεχώρησαν, πολ‐ | |
15 | λοὶ δὲ καὶ βίᾳ κεχείρωντο· τινὲς δὲ πολιορκούμενοι τάς τε πόλεις ἑαυτῶν ἔκαιον καὶ τοὺς οἰκείους ἐφό‐ νευον, ἐπὶ δὲ τούτοις καὶ ἑαυτούς. Τὰ πλείω δὲ καταστρεψάμενος ὁ Σκιπίων εἰς Καρχηδόνα ἀνέζευξεν· ἔνθα τῷ τε πατρὶ καὶ τῷ | |
20 | θείῳ ἐπιταφίους ἀγῶνας ὁπλομαχίας ἔθετο. ὅτε πολλοὶ μὲν καὶ ἕτεροι ἠγωνίσαντο, καὶ ἀδελφοὶ δὲ δύο περὶ βασιλείας διαφερόμενοι, καίτοι τοῦ Σκιπίω‐ νος συναλλάξαι αὐτοὺς σπουδάσαντος· καὶ ὁ πρε‐ σβύτερος τὸν νεώτερον καίτοι ἰσχυρότερον ὄντα | |
25 | ἀπέκτεινεν. Ἠρρώστησε δὲ μετέπειτα ὁ Σκιπίων, κἀν τούτῳ ἐνεωτέρισαν οἱ Ἴβηρες. στράτευμα γὰρ τοῦ Σκι‐ πίωνος περὶ Σογκρῶνα χειμάζον ἐκινήθη, καὶ πρῴην οὐκ εὐπειθὲς ὄν, οὐ μὴν φανερὰν ἀποστασίαν ἐπι‐ | |
30 | δειξάμενον· τότε δ’ αἰσθόμενον τὸν Σκιπίωνα κά‐ μνοντα, ἐπεὶ καὶ ἡ μισθοφορὰ αὐτοῖς ἐβραδύνθη, | |
ἀναφανδὸν ἀπέστησαν, καὶ τοὺς χιλιάρχους σφῶν | 278 in vol. 2 | |
2.279 | ἀπελάσαντες ὑπάτους ἑαυτοῖς κεχειροτονήκασιν· ἦσαν δὲ ὡς ὀκτακισχίλιοι. γνόντες οὖν ταῦτα οἱ Ἴβηρες ἀφίσταντο προχειρότερον, καὶ τὴν συμμαχίδα τῶν Ῥωμαίων ἐκάκουν. καὶ ὁ Μάγων ἐκλιπεῖν ἤδη τὰ | |
5 | Γάδειρα βουληθεὶς οὔτ’ ἐξέλιπε καὶ εἰς τὴν ἤπειρον διαβαίνων πολλὰ ἐκακούργει. Μαθὼν δὲ ταῦθ’ ὁ Σκιπίων, πέμψας πρὸς τὸ ἀποστατῆσαν στρατόπεδον ἐπέστειλεν αὐτοῖς συγγνω‐ μονῶν δῆθεν ὅτι διὰ ἔνδειαν τῶν ἀναγκαίων ἐνεω‐ | |
10 | τέρισαν, καὶ μηδὲν ὑποπτεῦσαι διὰ τοῦτο ἀξιῶν, ἐπαινῶν δὲ καὶ τοὺς τὴν ἀρχὴν ἀναδεξαμένους αὐτῶν ἵνα μηδὲν δεινὸν ἢ πάθωσιν ἢ δράσωσι διὰ ἀναρχίαν. τοιαῦτα τοῦ Σκιπίωνος γράψαντος οἱ στρατιῶται μαθόντες ὅτι περιείη καὶ οὐδ’ ὀργίζοιτο σφίσιν, οὐδὲν | |
15 | ἔτι διεκίνησαν. ὡς δ’ ἀνερρώσθη, τραχὺ μὲν οὐδὲ τότε αὐτοῖς ἐπηπείλησε, πέμψας δὲ τήν τε τροφὴν ἀποδώσειν ὑπέσχετο, καὶ πάντας πρὸς αὐτὸν ἀφι‐ κέσθαι ἐκάλεσεν ὡς ἂν βούλωνται, ἢ ἀθρόοι ἢ ἐν μέρει κατὰ διαδοχάς. οἱ δέ γε στρατιῶται κατ’ ὀλί‐ | |
20 | γους ἀπελθεῖν οὐκ ἐθάρσησαν, ὁμοῦ δ’ ἀπῆλθον. καὶ ὁ Σκιπίων ἔξω τοῦ τείχους αὐτοὺς αὐλίσασθαι, πρὸς ἑσπέραν γὰρ ἦν, διετάξατο, καὶ παρέσχεν αὐτοῖς ἀφθόνως τὰ ἐπιτήδεια. καὶ οἱ μὲν ἐστρατοπεδεύοντο, αὐτὸς δὲ τοὺς θρασυτάτους αὐτῶν εἰς τὴν πόλιν εἰσελ‐ | |
25 | θεῖν κατεσκεύασε, καὶ τῆς νυκτὸς αὐτοὺς κατασχὼν ἔδησε. ἅμα δ’ ἡμέρᾳ, ὡς ἔξω ποι στρατεύσων, πάντα τὸν αὐτοῦ στρατὸν προεξέπεμψεν. εἶτα τοὺς ἄρτι ἐλθόντας εἴσω τοῦ τείχους ἄνευ τῶν ὅπλων ἐκάλε‐ σεν, ἵν’ αὐτῷ συστρατεύσωνται, λαβόντες τὸ σιτηρέ‐ | |
30 | σιον. καὶ οὕτως εἰσελθόντων αὐτῶν ἐσήμηνε τοῖς ἐκκεχωρηκόσιν ὥσπερ εἶχον ἐπανελθεῖν. καὶ περι‐ | |
σχὼν αὐτοὺς πολλὰ καὶ ὠνείδισε καὶ ἠπείλησε, καὶ | 279 in vol. 2 | |
2.280 | τέλος “πάντες μέν” ἔφη “θανεῖν ἐστε ἄξιοι, οὐ μέντοι πάντας θανατώσω αὐτός, ἀλλ’ ὀλίγους οὓς καὶ ἤδη συνείληφα δικαιώσω, τοὺς δὲ ἄλλους ἀφίημι.” ταῦτα εἰπὼν εἰς τὸ μέσον τοὺς δεδεμένους παρήγαγε, καὶ | |
5 | σταυροῖς προσδήσας καὶ αἰκισάμενος ἀπέκτεινεν. ὡς δέ τινες τῶν παρεστηκότων ἀγανακτήσαντες ἐθορύβη‐ σαν, συχνοὺς καὶ ἐκείνων ἐκόλασε. καὶ μετὰ τοῦτο τὴν μισθοφορὰν τοῖς ἄλλοις δοὺς ἐπὶ τὸν Ἰνδίβιλιν καὶ ἐπὶ τὸν Μανδόνιον ἐστράτευσε. καὶ μὴ τολμώντων | |
10 | ἐκείνων συμμίξαι αὐτῷ, αὐτὸς ἐπέθετο καὶ ἐνίκησεν. Ὁμολογησάντων δ’ ἐκείνων, καὶ τῆς ἄλλης Ἰβη‐ ρίας τὰ πλείω αὖθις ἐδουλώθη, καὶ ὁ Μάγων τὰ Γάδειρα ἐξέλιπε, καὶ ὁ Μασινίσσας τοῖς Ῥωμαίοις προσεχώρησεν. οἱ Καρχηδόνιοι γάρ, τελευτήσαντος | |
15 | Ἀσδρούβα τοῦ Ἀννίβου ὁμαίμονος, ἐψηφίσαντο τῆς μὲν Ἰβηρίας ἐκστῆναι, τὰ δὲ ἐν τῇ Ἰταλίᾳ ἀνακτή‐ σασθαι· καὶ ἔπεμψαν ἀργύριον τῷ Μάγωνι, ἵν’ ἐπι‐ κουρικὸν ἀθροίσας στρατεύσηται ἐπ’ αὐτήν. καὶ ὃς πρὸς τὴν Ἰταλίαν αὖθις ὁρμήσας ἀφίκετο πρὸς τὰς | |
20 | Γυμνησίας νήσους. καὶ τῆς μὲν μείζονος ἥμαρτε, μὴ δυνηθεὶς εἰς αὐτὴν κατᾶραι, οἱ γὰρ ἐπιχώριοι πόρ‐ ρωθεν ἐς τὰς ναῦς ἐσφενδόνων, κράτιστοι τοῦτο ποι‐ εῖν ὄντες, εἰς δὲ τὴν μικροτέραν προσορμισάμενος ἐκεῖ διὰ τὸν χειμῶνα κατέμεινεν. αἱ νῆσοι δ’ αὗται | |
25 | τῇ περὶ τὸν Ἴβηρα ἠπείρῳ ἐπίκεινται· εἰσὶ δὲ τρεῖς, ἃς Ἕλληνες μὲν καὶ Ῥωμαῖοι κοινῇ Γυμνησίας καλοῦ‐ σιν, Οὐαλερίας δὲ καὶ Ὑασούσας οἱ Ἴβηρες, ἰδίᾳ δ’ ἑκάστην, τὴν μὲν Ἔβεσον, τὴν δὲ μείζω, μικροτέραν δὲ τὴν τρίτην φερωνυμώτατα. τὰ Γάδειρα δὲ οἱ Ῥωμαῖοι | |
30 | κατέσχον. Ὁ δὲ Μασινίσσας ἀνὴρ ἦν ἐν τοῖς κρατίστοις | |
ἐξεταζόμενος· καὶ χειρὶ γὰρ καὶ βουλεύμασιν ἄριστος | 280 in vol. 2 | |
2.281 | ἐτύγχανε τὰ πολέμια. πρὸς δὲ τοὺς Ῥωμαίους ἐκ τῶν Καρχηδονίων ἐξ αἰτίας τοιᾶσδε μετήνεκτο. ὁ Ἀσ‐ δρούβας ὁ τοῦ Γίσγωνος φίλος τε ἦν αὐτῷ καὶ Σο‐ φωνίδα τὴν ἑαυτοῦ θυγατέρα αὐτῷ ἐνηγγύησε. τῷ | |
5 | Σύφακι δὲ συγγενόμενος, καὶ τὰ τῶν Ῥωμαίων αὐτὸν φρονοῦντα αἰσθόμενος, οὐκέτι τὰ ὡμολογημένα πρὸς τὸν Μασινίσσαν ἐφύλαξεν, ἀλλὰ θέλων τοῖς Καρχη‐ δονίοις τὸν Σύφακα προσποιήσασθαι, οὐκ ἐλαχίστης δυνάμεως ἄρχοντα, τήν τε ἀρχὴν αὐτῷ συγκατέπραξεν, | |
10 | ἣ τῷ Μασινίσσᾳ προσῆκε, τοῦ πατρὸς αὐτοῦ τότε θανόντος, καὶ τὴν Σοφωνίδα συνῴκισεν. ἡ δὲ τό τε κάλλος ἐπιφανὴς ἦν καὶ παιδείᾳ πολλῇ καὶ γραμ‐ μάτων καὶ μουσικῆς ἤσκητο, ἀστεία τε καὶ αἱμύλος ἦν, καὶ οὕτως ἐπαφρόδιτος ὡς ὀφθεῖσα ἢ καὶ ἀκου‐ | |
15 | σθεῖσα μόνον καὶ τὸν πάνυ δυσέρωτα κατεργάσασθαι. Ὁ μὲν οὖν Σύφαξ διὰ ταῦτα τοῖς Καρχηδονίοις προσέθετο, καὶ ὁ Μασινίσσας τὰ τῶν Ῥωμαίων ἀν‐ θείλετο καὶ χρησιμώτατος αὐτοῖς διὰ πάντων ἐγένετο· Σκιπίων δὲ πάντα τὰ ἐντὸς τοῦ Πυρηναίου τὰ μὲν | |
20 | βίᾳ, τὰ δὲ ὁμολογίᾳ προσποιησάμενος ἐς τὴν Λιβύην στείλασθαι ἡτοιμάζετο. οἱ δ’ ἐν τῇ Ῥώμῃ τὰ μὲν φθόνῳ τῶν κατορθωμάτων αὐτοῦ, τὰ δὲ φόβῳ μὴ ὑπερφρονήσας τυραννήσῃ, ἀνεκαλέσαντο αὐτόν, δύο τῶν στρατηγῶν διαδόχους αὐτῷ πέμψαντες. | |
25 | Καὶ ὁ μὲν οὕτω τῆς ἀρχῆς ἐπαύθη, ὁ δέ γε Σουλ‐ πίκιος μετὰ τοῦ Ἀττάλου κατὰ τὸν αὐτὸν χρόνον Ὠρεὸν μὲν προδοσίᾳ, Ὀποῦντα δὲ ἰσχύϊ κατέσχεν. ὁ γὰρ Φίλιππος οὐκ ἠδυνήθη αὐτοῖς ἐπαμῦναι διὰ | |
ταχέων, τὰς διόδους προκατασχόντων τῶν Αἰτωλῶν. | 281 in vol. 2 | |
2.282 | ὀψὲ δέ ποτε ἐπελθών, εἰς τὰς ναῦς αὐτοῦ τὸν Ἄτ‐ ταλον καταφυγεῖν ἐβιάσατο. ὁ μέντοι Φίλιππος σπεί‐ σασθαι τοῖς Ῥωμαίοις ἠθέλησε. καί τινων λόγων αὐτοῖς γενομένων τὰ μὲν τῆς εἰρήνης ἀφείθη, τοὺς | |
5 | δ’ Αἰτωλοὺς ἀπὸ τοῦ συμμαχεῖν τοῖς Ῥωμαίοις μετα‐ θέμενος φίλους ἑαυτοῦ ἐποιήσατο. Ὁ δ’ Ἀννίβας τέως ἡσυχίαν ἦγεν, ἀγαπῶν εἰ τὰ ὑπάρχοντά οἱ διασώσαιτο. καὶ οἱ ὕπατοι νομίζοντες αὐτὸν καὶ ἄνευ μάχης ἐκτρυχωθῆναι, ἀνεῖχον. | |
10 | Τῷ δ’ ἐπιόντι ἔτει ὅ τε Σκιπίων ὁ Πούπλιος καὶ Λικίνιος Κράσσος ὑπάτευσαν. καὶ ὁ μὲν ἐν τῇ Ἰταλίᾳ ἔμεινεν, ὁ δὲ Σκιπίων ἐς Σικελίαν ἀπελθεῖν καὶ ἐς Λιβύην προσετέτακτο, ἵνα εἰ μὴ τὴν Καρχη‐ δόνα αἱρήσει, τόν γε Ἀννίβαν ἀπὸ τῆς Ἰταλίας | |
15 | τέως ἀνθελκύσῃ. οὔτε δὲ στράτευμα ἀξιόλογον οὔτε πρὸς τριήρεις ἀνάλωμα ἔλαβε, διὰ τὰς ἀριστείας φθονούμενος· μόλις δὲ καὶ τὰ πάνυ ἀναγκαῖα παρέ‐ σχον αὐτῷ. καὶ ὁ μὲν σὺν τῷ ναυτικῷ τῶν συμ‐ μάχων καί τισιν ἐθελονταῖς ἐκ τοῦ δήμου ἀπῇρεν, ὁ | |
20 | δὲ Μάγων ἐκ τῆς νήσου παραπλεύσας εἰς τὴν Λιγυ‐ στικὴν ἀπέβη. ὁ Κράσσος δ’ ἐν τῇ Βρεττίᾳ τῷ Ἀννίβᾳ προσήδρευεν. ὁ μέντοι Φίλιππος κατηλλάγη Ῥωμαίοις· Πούπλιον γὰρ Σεμπρώνιον εἰς Ἀπολλωνίαν ἐλθόντα σὺν πολλῇ δυνάμει αἰσθόμενος ἀσμένως ἐσπείσατο. | |
25 | Σκιπίων δ’ ὁ ὕπατος εἰς Σικελίαν κατάρας παρε‐ σκευάζετο μὲν ὡς ἐς Λιβύην πλεύσων, οὐκ ἠδυνήθη δέ, μήτε δύναμιν ἐντελῆ καὶ αὐτὴν ἀσυγκρότητον ἔχων. διὸ πάντα τὸν χειμῶνα ἐκεῖ διήγαγε, τοὺς σὺν αὐτῷ ἐξασκῶν καὶ ἄλλους προσκαταλέγων. μέλλοντι | |
30 | δὲ περαιώσασθαι ἀγγελία αὐτῷ ἐκ Ῥηγίου ἧκε τὴν πόλιν τῶν Λοκρῶν τινας προδώσειν. τοῦ γὰρ φρου‐ | |
ράρχου καταβοήσαντες καὶ μηδεμιᾶς ἐκδικίας παρὰ | 282 in vol. 2 | |
2.283 | τοῦ Ἀννίβου τυχόντες πρὸς τοὺς Ῥωμαίους ἀπέκλι‐ ναν. δύναμιν οὖν πέμψας ἐκεῖ, πολλὰ τῆς πόλεως νυ‐ κτὸς μετὰ τῶν προδιδόντων κατέλαβε. τῶν δὲ Καρ‐ χηδονίων εἰς τὴν ἄκραν συνειληθέντων καὶ τὸν Ἀν‐ | |
5 | νίβαν μετακαλεσαμένων, κατὰ τάχος ἐξανήχθη καὶ ὁ Σκιπίων, καὶ πλησιάσαντα τῇ πόλει αἰφνιδίῳ ἐπεκ‐ δρομῇ ἀπεώσατο. εἶτα λαβὼν τὴν ἀκρόπολιν καὶ ἐπι‐ τρέψας τὴν πᾶσαν πόλιν δύο χιλιάρχοις ἀνέπλευσεν. οὐκ ἠδυνήθη μέντοι τῇ Λιβύῃ προσπλεῦσαι. οὕτω | |
10 | δ’ οἱ Καρχηδόνιοι τὴν ὁρμὴν αὐτοῦ ἔδεισαν, ὥστε χρήματα μὲν τῷ Φιλίππῳ στεῖλαι, ἵν’ εἰς τὴν Ἰτα‐ λίαν στρατεύσῃ, καὶ τῷ Ἀννίβᾳ καὶ σῖτον πέμψαι καὶ στρατιώτας, καὶ ναῦς τῷ Μάγωνι καὶ χρήματα, ἵνα τὸν Σκιπίωνα κωλύσῃ περαιωθῆναι. ἐκ δὲ σημείων | |
15 | τινῶν νίκην οἱ Ῥωμαῖοι λαμπρὰν ἐλπίσαντες, τήν τε ἐν τῇ Λιβύῃ στρατιὰν τῷ Σκιπίωνι καὶ δύναμιν ἄλλην ὡς ἂν ἐθελήσῃ καταλέξασθαί οἱ ἐπέτρεψαν. τῶν γὰρ ὑπάτων Μάρκον μὲν Κέθηγον τῷ Μάγωνι, Πούπλιον δὲ Σεμπρώνιον τῷ Ἀννίβᾳ ἀντέταξαν. | |
20 | Οἱ δέ γε Καρχηδόνιοι δείσαντες τὸν Μασινίσσαν μὴ Σκιπίωνι πρόσθηται, ἔπεισαν τὸν Σύφακα τὴν ἀρχὴν αὐτῷ ἀποδοῦναι, ὡς καὶ αὖθις αὐτὴν ἀνα‐ κτησόμενον. ὁ οὖν Μασινίσσας ὑπώπτευε μὲν τὸ πρατ‐ τόμενον, κατηλλάγη δὲ δῆθεν, ἵνα πιστὸς νομισθεὶς | |
25 | μέγα τι σφῆλαι αὐτοὺς δυνηθῇ· μᾶλλον γὰρ ὑπὲρ τῆς Σοφωνίδος ἢ τῆς βασιλείας ὠργίζετο. διὸ καὶ τοῖς Ῥωμαίοις προσέκειτο, ὑποκρινόμενος τὰ τῶν Καρχηδονίων αἱρεῖσθαι. ὁ δέ γε Σύφαξ τὰ τῶν Λιβύων πράττων ἐπλάττετο Ῥωμαίοις ἔνσπονδος εἶναι, | |
30 | καὶ στείλας πρὸς τὸν Σκιπίωνα παρῄνει μὴ ποιήσα‐ | 283 in vol. 2 |
2.284 | σθαι τὴν διάβασιν. ἀκούσας δὲ ταῦτα δι’ ἀπορρήτων ὁ Σκιπίων, ἵνα μὴ γνῶσιν οἱ στρατιῶται, τόν τε κήρυκα αὐθημερὸν ἀπέπεμψε μηδενὶ ἄλλῳ προσομιλήσαντα, καὶ τὸ στράτευμα συγκαλέσας ἐπέσπευδε τὴν διάβα‐ | |
5 | σιν, ἔτι τοὺς Καρχηδονίους ἀπαρασκεύους λέγων εἶναι, καὶ πρότερον μὲν τὸν Μασινίσσαν, τότε δὲ καὶ τὸν Σύφακα μετακαλεῖσθαι αὐτοὺς καὶ χρονίζουσιν ἐγκαλεῖν. ταῦτα εἰπὼν μηδὲν ἔτι μελλήσας ἐξανήχθη· καὶ πρὸς τὸ ἀκρωτήριον τὸ καλούμενον Ἀπολλώνιον | |
10 | προσορμίσας τὰς ναῦς ἐστρατοπεδεύσατο καὶ τὴν χώραν ἐπόρθει, προσέμισγέ τε ταῖς πόλεσι καὶ εἷλέ τινας. ἐγκειμένων δὲ τῶν Ῥωμαίων τῇ χώρᾳ, Ἄννων ὁ ἵππαρχος, υἱὸς ὢν τοῦ Ἀσδρούβου τοῦ Γίσγωνος, ἀνεπείσθη πρὸς τοῦ Μασινίσσου ἐπιθέσθαι αὐτοῖς. | |
15 | ὁ οὖν Σκιπίων ἱππέας πέμψας τινὰς χωρία πρὸς καταδρομὴν ἐπιτήδεια ἐληίζετο, ἵν’ ὑποφεύγοντες ἐπισπάσωνται τοὺς ἐπιδιώκοντας. τῶν οὖν Καρχηδο‐ νίων ἐπισπομένων αὐτοῖς κατὰ τὰ ξυγκείμενα τρα‐ πομένοις, ὁ Μασινίσσας τε κατὰ νώτου γενόμενος | |
20 | μετὰ τῶν ἀμφ’ αὐτὸν ἐπέθετο τοῖς διώκουσι, καὶ ὁ Σκιπίων ἐκ τοῦ λόχου ἐπεκδραμὼν προσέμιξεν αὐτοῖς. καὶ πολλοὶ μὲν ἐφθάρησαν, πολλοὶ δὲ καὶ ἑάλωσαν καὶ ὁ Ἄννων αὐτός. διὸ ὁ Ἀσδρούβας τὴν μητέρα τοῦ Μασινίσσου συνέλαβε· καὶ ἀνταπεδόθησαν. ὁ δὲ Σύ‐ | |
25 | φαξ τῆς πρὸς Ῥωμαίους φιλίας τὴν δόκησιν ἀπειπὼν φανερῶς τοῖς Καρχηδονίοις συνήρατο. οἱ δὲ Ῥωμαῖοι καὶ ἐληίζοντο τὴν χώραν, καὶ συχνοὺς τῶν ἐκ τῆς Ἰταλίας ὑπὸ τοῦ Ἀννίβου πρὸς τὴν Λιβύην πεμφθέν‐ των ἀνεκομίσαντο, καὶ κατὰ χώραν ἐχείμασαν. | |
30 | Μετὰ δὲ ταῦτα Γναίου Σκιπίωνος καὶ Γαΐου Σερουιλίου ὑπατευσάντων οἵ τε Καρχηδόνιοι ἐλατ‐ | |
τωθέντες τῷ πολέμῳ συμβῆναι ἠθέλησαν, καὶ ὁ | 284 in vol. 2 | |
2.285 | Ἀννίβας καὶ ὁ Μάγων ἐκ τῆς Ἰταλίας ἐξέπεσον. οἱ μὲν γὰρ ὕπατοι τῷ Ἀννίβᾳ καὶ τῷ Μάγωνι ἀντι‐ καθίσταντο, Σκιπίων δὲ τήν τε Λιβύην ἐκάκου καὶ ταῖς πόλεσι προσέβαλλε. κἀν τούτῳ ναῦν Καρχηδο‐ | |
5 | νίαν λαβὼν ἀφῆκεν, ἐπεὶ πρὸς αὐτὸν ἐπὶ πρεσβείᾳ ἀφικνεῖσθαι ἐπλάσαντο. ᾔδει μὲν γὰρ τὸ πλάσμα, προετίμησε δὲ τὸ μὴ διαβληθῆναι ὡς πρέσβεις κατε‐ σχηκώς. καὶ τοῦ Σύφακος πράττοντος ἔτι διαλλαγάς, ὥστε ἐκ τῆς Λιβύης μὲν τὸν Σκιπίωνα, τὸν δ’ Ἀν‐ | |
10 | νίβαν ἐκ τῆς Ἰταλίας ἀπᾶραι, ἐδέξατο τὸν λόγον, οὐχ ὡς πιστεύων αὐτῷ, ἵνα δὲ σφήλῃ αὐτόν. τῶν γὰρ στρατιωτῶν ἄλλοτε ἄλλους κατὰ τὴν τῶν σπονδῶν πρόφασιν ἐς τὸ στρατόπεδον τὸ τῶν Καρχηδονίων πέμπων καὶ τὸ τοῦ Σύφακος, ἐπεὶ ἐκεῖνοι πάντα τὰ | |
15 | παρ’ αὐτοῖς κατεσκέψαντο, τὴν σύμβασιν ἀπ’ εὐλόγου δή τινος σκήψεως, ἄλλως τε καὶ ὅτι ὁ Σύφαξ ἐπιβου‐ λεύων ἐφωράθη τῷ Μασινίσσᾳ, διεκρούσατο. νυκτὸς δ’ ἦλθεν εἰς τὰ στρατόπεδα αὐτῶν οὐ πάνυ ἀλλήλων διέχοντα, καὶ πῦρ ἐς τὸ τοῦ Ἀσδρούβου πολλαχόθεν | |
20 | ἅμα ὑπέβαλε. καὶ ἐμπρησθέντος ῥᾷστα αὐτοῦ, ἐκ γὰρ καλάμης καὶ ἐκ φυλλάδων ἐπεποίηντο αὐτοῖς αἱ σκηναί, οἵ τε Καρχηδόνιοι κακῶς ἀπήλλαξαν, καὶ οἱ περὶ τὸν Σύφακα βοηθῆσαι αὐτοῖς ἐθελήσαντες τοῖς τε Ῥωμαίοις τοῖς περιέχουσιν περιέπεσον καὶ | |
25 | αὐτοὶ ἀπώλοντο, καὶ τὸ στρατόπεδον προσενεπρήσθη αὐτῶν, καὶ ἐφθάρησαν πολλοὶ καὶ ἵπποι καὶ ἄνθρω‐ ποι. οἱ Ῥωμαῖοι δὲ ταῦτα πεποιηκότες νυκτὸς μὲν οὐδὲν ἔπαθον, ἡμέρας δ’ ἐπιφαυσάσης Ἴβηρες ἄρτι Καρχηδονίοις ἐπὶ συμμαχίᾳ ἐλθόντες προσέπεσον | |
30 | αὐτοῖς ἀπροσδόκητοι καὶ πολλοὺς ἀπέκτειναν. Εὐθὺς οὖν Ἀσδρούβας μὲν εἰς τὴν Καρχηδόνα, | |
Σύφαξ δὲ οἴκαδε ἀπεχώρησεν. ὁ δέ γε Σκιπίων | 285 in vol. 2 | |
2.286 | Σύφακι μὲν τὸν Μασινίσσαν καὶ Γάϊον ἀντέταξε Λαίλιον, αὐτὸς δ’ ἐπὶ τοὺς Καρχηδονίους ἤλασεν. οἱ δ’ αὖ Καρχηδόνιοι πρὸς τὸ ἔρυμα τῶν Ῥωμαίων, ᾧ χειμαδίῳ ἐχρῶντο καὶ ἐς ὃ ἀπετίθεντο πάντα, ναῦς | |
5 | ἔπεμψαν, ἵνα ἢ αὐτὸ αἱρήσωσιν ἢ ἀφ’ ἑαυτῶν ἀπάξωσι τὸν Σκιπίωνα. καὶ ἔσχεν οὕτως· μαθὼν γὰρ τὸ γινόμενον ἀπανέστη, καὶ ἐπειχθεὶς πρὸς τὸν ναύ‐ σταθμον διὰ φυλακῆς αὐτὸν ἐποιήσατο. καὶ τῇ μὲν πρώτῃ ἡμέρᾳ ῥᾳδίως τοὺς προσμίξαντας αὐτοῖς ἀπεώ‐ | |
10 | σαντο οἱ Ῥωμαῖοι, τῇ δ’ ὑστεραίᾳ πολὺ ἠλαττώθησαν· καὶ ναῦς γὰρ τῶν Ῥωμαίων χειρῶν σιδηρῶν ἐπιβολῇ ἀπέσπασαν. ἀποβῆναι δ’ ἐς τὴν γῆν οὐκ ἐτόλμησαν, ἀλλ’ ἀναπλεύσαντες οἴκαδε τὸν Ἀσδρούβαν ἀπεχειροτό‐ νησαν, Ἄννωνα δέ τινα ἀνθείλοντο. κἀκ τούτου | |
15 | Ἄννων μὲν στρατηγὸς ἦν, ἐκεῖνος δὲ καθ’ ἑαυτὸν δούλους τινὰς καὶ αὐτομόλους παραλαβὼν δύναμιν οὐκ ἀσθενῆ συνεκρότησε, καί τινας τῶν Ἰβήρων τῶν συστρατευομένων τῷ Σκιπίωνι κρύφα ἀναπείσας ἐπεχείρησε νυκτὸς ἐπιβουλεῦσαι τῷ στρατοπέδῳ αὐ‐ | |
20 | τοῦ. κἂν ἐξειργάσατό τι, εἰ μὴ οἵ τε μάντεις ὑπὸ ὀρνίθων ἐκταραχθέντες καὶ ἡ τοῦ Μασινίσσου μήτηρ θειάσασα ζήτησιν αὐτῶν γενέσθαι ἐποίησαν. καὶ οἱ μὲν προκαταληφθέντες ἐκολάσθησαν, καὶ ὁ Σκι‐ πίων αὖθις ἐπὶ τὴν Καρχηδόνα ἐστράτευσε καὶ τὴν | |
25 | γῆν αὐτῶν ἐδῄου, Σύφαξ δὲ ἐπολέμει τοῖς περὶ τὸν Λαίλιον. καὶ χρόνον τινὰ ἀντέσχον· εἶτα ὑπερέσχον οἱ Ῥωμαῖοι, καὶ πολλοὺς μὲν ἐφόνευσαν, πολλοὺς δὲ ἐζώγρησαν, καὶ τὸν Σύφακα εἷλον. καὶ τὴν Κίρταν τὰ βασίλεια αὐτοῦ παρέλαβον ἀμάχως, τοῖς ἔνδον | |
30 | δεδεμένον αὐτὸν ἐπιδείξαντες. | 286 in vol. 2 |
2.287 | Ἦν δ’ ἐκεῖ καὶ ἡ Σοφωνίς. καὶ πρὸς αὐτὴν ὁ Μασινίσσας εὐθὺς εἰσεπήδησε, καὶ περιλαβὼν αὐτήν “ἔχω μὲν Σύφακα” εἶπε “τὸν ἀφαρπάσαντά σε, ἔχω δὲ καὶ σέ. ἀλλὰ μὴ δέδιθι· οὐδὲ γὰρ αἰχμάλωτος | |
5 | γέγονας, ἐμὲ σύμμαχον ἔχουσα.” ταῦτ’ εἰπὼν ἔγημεν αὐτὴν παραυτίκα, προκαταλαβὼν τοὺς Ῥωμαίους, μή πως αὐτῆς ἁμάρτῃ γενομένης ἐν τοῖς λαφύροις. εἶτα καὶ τὰς ἄλλας πόλεις τοῦ Σύφακος προσεποιήσαντο. καὶ πρὸς τὸν Σκιπίωνα ἦλθον ἄγοντες τά τε λοιπὰ | |
10 | καὶ τὸν Σύφακα. καὶ ὃς ἰδὼν αὐτὸν δεδεμένον οὐκ ἤνεγκεν, ἀλλὰ τῆς παρ’ αὐτῷ μνημονεύσας ξενίας καὶ τὰ ἀνθρώπεια ἀναλογισάμενος ἀνεπήδησεν ἐκ τοῦ δίφρου ἔλυσέ τε αὐτὸν καὶ ἐδεξιώσατο καὶ ἐντίμως ἦγε. καί ποτε ἤρετο “τί σοι δόξαν ἐπολέμησας ἡμῖν;” | |
15 | ὁ δὲ ἑαυτόν τε σοφῶς ἐξῃτήσατο ἅμα καὶ τὸν Μασι‐ νίσσαν ἠμύνατο, εἰπὼν αἰτίαν αὐτῷ τὴν Σοφωνίδα γενέσθαι. τῷ γὰρ πατρὶ τῷ Ἀσδρούβᾳ χαριζομένην καταδῆσαι αὐτὸν μαγγανείαις, ὥστε καὶ ἄκοντα τὰ τῶν Καρχηδονίων πρᾶξαι· “ἀλλ’ ὅτι ὑπὸ γυναικὸς | |
20 | ἠπάτημαι, ἀξίαν ἔδωκα δίκην· ἔχω δ’ οὖν τι ἐν κακοῖς παραμύθιον, ὅτι ὁ Μασινίσσας αὐτὴν ἔγημε· πάντως γὰρ καὶ ἐκεῖνον ὁμοίως διολέσει.” Ὁ δὲ Σκιπίων ὑποπτεύσας ταῦτα περὶ τοῦ Μα‐ σινίσσου ἐκάλεσέ τε αὐτὸν καὶ ᾐτιάσατο ὅτι γυναῖκα | |
25 | πολεμίαν καὶ αἰχμάλωτον ἄνευ τῆς αὐτοῦ γνώμης οὕτω ταχέως ἔγημε, καὶ παραδοῦναι τοῖς Ῥωμαίοις αὐτὴν ἐκέλευσεν. ὁ δὲ περιαλγήσας μέν, εἰσπηδήσας δ’ εἰς τὴν σκηνὴν ἔφη τῇ Σοφωνίδι “εἰ μὲν οἷός τ’ ἦν τῷ ἑαυτοῦ θανάτῳ ἐλευθέραν φυλάξαι σε καὶ | |
30 | ἀνύβριστον, προθύμως ἄν σου ὑπεραπέθανον· ἐπεὶ δὲ τοῦτο ἀδύνατον, προπέμπω σε ἔνθα κἀγὼ καὶ | |
ἅπαντες ἀφιξόμεθα.” καὶ ταῦτα εἰπὼν φάρμακον | 287 in vol. 2 | |
2.288 | αὐτῇ ὤρεξεν. ἡ δὲ οὔτ’ ἀνωλοφύρατο οὔτ’ ἐστέναξεν, ἀλλὰ καὶ πάνυ γενναίως “εἰ τοῦτό σοι,” ἔφη “ἄνερ, δοκεῖ, κἀγὼ πείθομαι· τῆς γὰρ ψυχῆς μου μετὰ σὲ οὐδεὶς ἄλλος κυριεύσει· εἰ δὲ τοῦ σώματός μου | |
5 | Σκιπίων δεῖται, νεκρὸν αὐτὸ λαβέτω.” καὶ ἡ μὲν οὕτως ἀπέθανε, Σκιπίων δὲ τὸ ἔργον ἐθαύμασεν. Οἱ δ’ ἐν τῇ Ῥώμῃ, τοῦ Λαιλίου τὸν Σύφακα καὶ τὸν υἱὸν ἐκείνου Οὐερμίναν ἀγαγόντος ἐκεῖ καὶ τῶν ἄλλων τινὰς τῶν πρώτων, τὸν μὲν Σύφακα εἰς τὴν | |
10 | Ἄλβαν κατέθεντο καὶ τελευτήσαντα δημοσίᾳ ἔθαψαν, τῷ δὲ Οὐερμίνᾳ τὴν βασιλείαν τοῦ πατρὸς ἐπεκύρωσαν καὶ τοὺς ζωγρηθέντας Νομάδας ἐχαρίσαντο. Οἱ δὲ Καρχηδόνιοι περὶ σπονδῶν ἐπικηρυκευ‐ σάμενοι τῷ Σκιπίωνι χρήματά τε εὐθὺς ἔδοσαν καὶ | |
15 | τοὺς αἰχμαλώτους πάντας ἀπέδωκαν καὶ ὑπὲρ τῶν λοιπῶν πρεσβείαν εἰς τὴν Ῥώμην ἀπέστειλαν. τοὺς δέ γε πρέσβεις οἱ Ῥωμαῖοι τότε οὐ προσεδέξαντο, λέγοντες οὐκ εἶναι πάτριον σφίσι στρατοπέδων ἐν τῇ Ἰταλίᾳ ὄντων τισὶ πρεσβείαν προσίεσθαι ἐξ αὐτῶν | |
20 | καὶ χρηματίζειν ὑπὲρ εἰρήνης. ὕστερον δέ, ἀπάραν‐ τος τοῦ τε Ἀννίβου καὶ τοῦ Μάγωνος, λόγου σφίσι μετέδωκαν καὶ ἐψηφίσαντο τὰς σπονδάς. ἐξεχώρησαν δὲ τῆς Ἰταλίας ὅ τε Ἀννίβας καὶ ὁ Μάγων οὐ διὰ τὴν σύμβασιν, ἀλλὰ πρὸς τὸν οἴκοι πόλεμον ἐπειγόμενοι. | |
25 | Οἱ δ’ ἐν τῇ Λιβύῃ Καρχηδόνιοι οὐδὲ πρότερον εἰρηναῖόν τι φρονοῦντες, καὶ περὶ σπονδῶν ἐπὶ τῇ τοῦ χρόνου τριβῇ διὰ τὴν τοῦ Ἀννίβου παρουσίαν ἐπικηρυκευσάμενοι, ὡς τὸν Ἀννίβαν πλησιάζοντα ἔμα‐ θον, ἀνεθάρσησαν, καὶ ἐπέθεντο τῷ Σκιπίωνι κατὰ | |
30 | γῆν τε καὶ κατὰ θάλασσαν. κἀκείνου περὶ τούτου | 288 in vol. 2 |
2.289 | αὐτοῖς ἐγκαλέσαντος, οὔτε μέτριόν τι τοῖς πρέσβεσιν ἀπεκρίναντο καὶ ἐπεβούλευσαν αὐτοῖς ἀποπλεύσασι· καὶ εἰ μὴ πνεῦμα τυχαίως συμβὰν αὐτοῖς ἐβοήθησεν, ἀπώλοντο ἄν. ὅθεν καὶ ὁ Σκιπίων ἐν τούτῳ τῆς ψήφου | |
5 | τῆς περὶ τῆς εἰρήνης κομισθείσης οὐκέτι αὐτὴν ἐποι‐ ήσατο. οἱ οὖν Καρχηδόνιοι τὸν μὲν Μάγωνα εἰς τὴν Ἰταλίαν ἀνέπεμψαν, τὸν δ’ Ἀννίβαν αὐτοκράτορα στρατηγὸν ἀπέδειξαν, τὸν Ἄννωνα τῆς ἀρχῆς παύ‐ σαντες. τὸν δ’ Ἀσδρούβαν καὶ ἀποκτεῖναι ἐψηφί‐ | |
10 | σαντο, φαρμάκῳ δὲ ἑκουσίως φθαρέντα καὶ νεκρὸν ᾐκίσαντο. Ἀννίβας μὲν οὖν πᾶσαν τὴν ἡγεμονίαν λαβὼν εἰς τὴν Μασινίσσου χώραν ἐνέβαλε καὶ ἐκάκου αὐτὴν καὶ τοῖς Ῥωμαίοις μάχεσθαι ἡτοιμάζετο· ἀνθη‐ τοιμάζοντο δὲ καὶ οἱ τοῦ Σκιπίωνος. | |
15 | Οἱ δ’ ἐν τῇ Ῥώμῃ μετεμέλοντο ὅτι μὴ ἐκώλυσαν τὸν Ἀννίβαν ἐκπλεῦσαι· ὡς μέντοι τὰ ἐν τῇ Λιβύῃ συγκροτοῦντα αὐτὸν ἔμαθον, οὐ μετρίως αὖθις ἐδε‐ δίεσαν. διὸ καὶ Κλαύδιον μὲν Νέρωνα τὸν ἕτερον τῶν ὑπάτων ἐπ’ αὐτὸν ἔπεμψαν, Μάρκῳ δὲ Σερουι‐ | |
20 | λίῳ τὴν τῆς Ἰταλίας φυλακὴν ἐπεκλήρωσαν. ἀλλ’ οὐκ ἠδυνήθη ὁ Νέρων εἰς τὴν Λιβύην ἐλθεῖν, ὑπὸ χει‐ μῶνος ἐν Ἰταλίᾳ χρονίσας καὶ ἐν Σαρδοῖ. εἶτα οὐδὲ περαιτέρω τῆς Σικελίας ἐχώρησε, κεκρατηκότα μαθὼν τὸν Σκιπίωνα. ὁ γὰρ Σκιπίων, δείσας μὴ ἐπειχθεὶς | |
25 | ὁ Νέρων τῶν αὐτοῦ πόνων τὴν εὔκλειαν σφετερίση‐ ται, τοῦ ἔαρος ἐπιλάμψαντος ἐπὶ τὸν Ἀννίβαν ἐχώ‐ ρησε, μαθὼν ὅτι τὸν Μασινίσσαν ἐνίκησε. καὶ ὁ Ἀννίβας ὡς ᾔσθετο προσιόντα τὸν Σκιπίωνα, προα‐ | |
πήντησεν αὐτῷ. καὶ ἀντιστρατοπεδευσάμενοι οὐκ | 289 in vol. 2 | |
2.290 | εὐθὺς εἰς χεῖρας ἦλθον, συχνὰς δ’ ἡμέρας διέτριψαν, καὶ ἕκαστος τῷ οἰκείῳ διειλέχθη στρατεύματι καὶ πρὸς τὴν μάχην αὐτὸ παρεθάρρυνεν. Ὡς δ’ ἔδοξε τῷ Σκιπίωνι μὴ διατρίβειν ἔτι, | |
5 | ἀλλὰ καὶ ἄκοντα τὸν Ἀννίβαν εἰς τὸν ἀγῶνα προα‐ γαγεῖν, ἐπὶ τὴν Οὐτικὴν ὥρμησεν, ἵνα δεδιέναι καὶ φεύγειν δόξας σχοίη καιρὸν ἐπιθέσεως· ὃ καὶ ἐγένετο. ὁ γὰρ Ἀννίβας φεύγειν αὐτὸν οἰηθεὶς καὶ ἐπὶ πλέον ἐντεῦθεν θαρσήσας ἐπεδίωξε μόνοις τοῖς ἱππεῦσι. καὶ | |
10 | ὁ Σκιπίων ἀντέστη τε αὐτοῖς παρὰ δόξαν καὶ συμβα‐ λὼν ἐνίκησε. τρέψας δ’ αὐτοὺς οὐκ ἐπὶ τὸ διώκειν σφᾶς, ἀλλὰ ἐπὶ τὰ σκευοφόρα αὐτῶν καθ’ ὁδὸν τυγχά‐ νοντα ὥρμησε, καὶ πάντα συνέλαβε. ταῦτα τὸν Ἀννί‐ βαν ἐτάραξε, καὶ ἔτι ὅτι κατασκόπους αὐτοῦ τρεῖς ἐν | |
15 | τῷ στρατοπέδῳ ὁ Σκιπίων εὑρὼν οὐδὲν δεινὸν αὐτοῖς πεποίηκεν. μαθὼν γὰρ παρ’ ἑνὸς αὐτῶν ὁ Ἀννίβας τὸ πεπραγμένον, οἱ γὰρ δύο παρὰ τοῖς Ῥωμαίοις μεῖ‐ ναι ἠθέλησαν, κατεπλάγη, καὶ διακινδυνεῦσαι οὐκέτι θαρρήσας σπείσασθαι ὅτι τάχιστα ἔγνω, ἵν’ εἰ μὴ | |
20 | τοῦτο συμβαίη, τριβὴν τέως τινὰ πορίσηται καὶ δια‐ κωχήν. πέμψας οὖν πρὸς τὸν Μασινίσσαν, δι’ ἐκείνου ὡς ὁμοφύλου τὰς σπονδὰς ᾔτησε. καὶ ἦλθε μὲν ἐς λόγους τῷ Σκιπίωνι, ἔπραξε δὲ οὐδέν. ὁ γὰρ Σκι‐ πίων οὔτε τραχὺ οὔτε τι σαφὲς ἀπεκρίνατο, ἀλλὰ τὸ | |
25 | μὲν ὅλον ἐμέσευσεν, ἐπιεικέστερον δ’ ὅμως διειλέχθη, ὅπως αὐτὸν ὡς καὶ σπεισόμενος εἰς ἀμέλειαν προα‐ γάγῃ· ὃ καὶ συμβέβηκε. μάχης μὲν γὰρ πέρι οὐδὲν ὁ Ἀννίβας ἐνενόησε, μεταστρατοπεδεύσασθαι δὲ εἰς χωρίον ἐπιτηδειότερόν τι ἠθέλησεν. ἐξ αὐτομόλων | |
30 | δὲ τοῦτο μαθὼν ὁ Σκιπίων προεξανέστη νυκτὸς καὶ κατέσχε τὸν τόπον εἰς ὃν ἐκεῖνος ἠπείγετο· ἐν χωρίῳ | |
δέ τινι κοίλῳ καὶ ἀνεπιτηδείῳ πρὸς στρατοπέδευσιν | 290 in vol. 2 | |
2.291 | γενομένοις τοῖς Καρχηδονίοις ἐπεφάνη αἰφνίδιον. ὁ δ’ Ἀννίβας συμβαλεῖν οὐκ ἠθέλησε, στρατοπεδευό‐ μενος δ’ ἐκεῖ καὶ φρεωρυχῶν ἐταλαιπώρησε διὰ πά‐ σης τῆς νυκτός. καὶ οὕτως κακῶς αὐτοὺς ἔχοντας ὑπὸ | |
5 | καμάτου καὶ δίψης κατηνάγκασε καὶ ἄκοντας ὁ Σκι‐ πίων συμμίξαι αὐτῷ. Συνέβαλον οὖν οἱ μὲν Ῥωμαῖοι συντεταγμένοι καὶ πρόθυμοι, Ἀννίβας δὲ καὶ οἱ Καρχηδόνιοι ἀπρό‐ θυμοί τε καὶ καταπεπληγμένοι καὶ δι’ ἕτερα καὶ ὅτι | |
10 | καὶ ὁ ἥλιος σύμπας ἐξέλιπεν. ἐκ γὰρ τῶν ἄλλων καὶ τοῦτο οὐκ αἴσιόν τι σφίσι προμηνύειν ὁ Ἀννίβας ὑπώπτευσεν. οὕτω δ’ ἔχοντες τοὺς ἐλέφαντας ἑαυ‐ τῶν προεβάλοντο. καὶ οἱ Ῥωμαῖοι μέγα ἐξαίφνης καὶ καταπληκτικὸν ἀνεβόησαν, καὶ τὰς ἀσπίδας τοῖς δό‐ | |
15 | ρασι κρούσαντες θυμῷ καὶ δρόμῳ ἐπὶ τοὺς ἐλέφαντας ὥρμησαν. ὑφ’ ὧν ταραχθέντες ἐκεῖνοι οἱ μὲν πλείους οὐκ ἐδέξαντο σφᾶς, ἀλλ’ ἀπετράποντο καὶ τιτρωσκό‐ μενοι μείζω τοῖς ἐπιτεταγμένοις ἐνεποίουν τὸν θόρυ‐ βον, οἱ δὲ καὶ ὁμόσε σφίσι χωρήσαντες, τῶν Ῥωμαίων | |
20 | διισταμένων διὰ μέσου αὐτῶν διεξέτρεχον, καὶ πα‐ ριόντες ἐβάλλοντό τε καὶ ἐκ χειρὸς ἐτιτρώσκοντο. καὶ ἐπί τινα μὲν χρόνον ἀντέσχον οἱ Καρχηδόνιοι, ἔπειτα τοῦ Μασινίσσου καὶ τοῦ Λαιλίου τοῖς ἱππεῦσι κατὰ νώτου προσπεσόντων αὐτοῖς πάντες ἔφυγον. οἱ δὲ | |
25 | πλείους ἐφθάρησαν, καὶ ὁ Ἀννίβας μικροῦ ἂν ἀπώ‐ λετο. φεύγοντα γὰρ αὐτὸν ὁ Μασινίσσας ἐπεδίωκεν ἀκρατῶς τῇ τοῦ ἵππου ῥύμῃ ὑπενδιδούς. μεταστρα‐ φεὶς δ’ ὁ Ἀννίβας, καὶ ἰδὼν αὐτὸν οὕτω διώκοντα, ἠρέμα ἐξέκλινε καὶ τὸν δρόμον ἐπέστησε καὶ οὕτω | |
30 | παρελάσαντα τὸν Μασινίσσαν κατὰ νώτου γενόμενος ἔτρωσε· κἀκ τούτου μετ’ ὀλίγων ἐξέφυγε. | |
Σκιπίων δὲ νικήσας ἐπὶ τὴν Καρχηδόνα ἠπείχθη, | 291 in vol. 2 | |
2.292 | καὶ ἐπολιόρκει αὐτὴν ἐκ γῆς ἅμα καὶ θαλάσσης. οἱ δὲ Καρχηδόνιοι πρῶτον μὲν ὡς τὴν πολιορκίαν καρτερή‐ σοντες ἡτοιμάζοντο, ἔπειτα ἐξαπορηθέντες πρὸς τὸν Σκιπίωνα διεκηρυκεύσαντο. καὶ ὁ Σκιπίων τοὺς | |
5 | λόγους σφῶν προσεδέξατο καὶ περὶ τῶν συνθηκῶν διειλέχθη αὐτοῖς. ἦν δὲ τὰ ὡμολογημένα ὁμήρους τε παρὰ τῶν Καρχηδονίων καὶ τοὺς αἰχμαλώτους καὶ τοὺς αὐτομόλους δοθῆναι, καὶ πάντας μὲν τοὺς ἐλέ‐ φαντας, τὰς δὲ τριήρεις πλὴν δέκα παρασχεθῆναι, | |
10 | καὶ τοῦ λοιποῦ μήτε ναῦς μακρὰς πλείους ἔχειν τῶν δέκα μήτε πόλεμον παρὰ τὴν τῶν Ῥωμαίων γνώμην πρὸς μηδένα ποιεῖσθαι, καί τινα ἕτερα. Τοιούτων δὲ γενομένων τῶν ὁμολογιῶν πρέσβεις οἱ Καρχηδόνιοι ἐπὶ Ῥώμην ἐστάλκασι. καὶ οἱ μὲν | |
15 | ἀπῆλθον, οὐ μέντοι καὶ ἡ γερουσία τὴν πρεσβείαν ἑτοίμως ἐδέξατο, ἀλλ’ ἐπὶ πολὺ ἠμφισβήτησαν ἀλλή‐ λοις ἐναντιούμενοι. ὁ δὲ δῆμος τὴν εἰρήνην ὁμοθυ‐ μαδὸν ἐψηφίσατο, καὶ τὰς ὁμολογίας ἐδέξαντο, καὶ ἔπεμψαν δέκα ἄνδρας, ἵνα μετὰ τοῦ Σκιπίωνος ἅπαντα | |
20 | διοικήσωσι. καὶ αἱ συμβάσεις ἐπράχθησαν, καὶ αἱ τριήρεις ἐδόθησαν καὶ ἐκαύθησαν, καὶ τῶν ἐλεφάν‐ των οἱ μὲν πλείους εἰς τὴν Ῥώμην ἀπήχθησαν, τῷ Μασινίσσᾳ δὲ οἱ λοιποὶ ἐδωρήθησαν. καὶ Ῥωμαῖοι μὲν τὴν Λιβύην ἐξέλιπον, τὴν δ’ Ἰταλίαν οἱ Καρχη‐ | |
25 | δόνιοι. Ὁ μὲν οὖν δεύτερος πόλεμος τῶν Καρχηδονίων ἔτει ἑκκαιδεκάτῳ ἐς τοῦτο κατήντησε· κἀντεῦθεν ὁ Σκιπίων λελάμπρυστο καὶ Ἀφρικανὸς ἐπεκέκλητο· Ἀφρικὴ γὰρ ἥδε ἡ περὶ Καρχηδόνα Λιβύη ὠνό‐ | |
30 | μαστο· πολλοῖς δὲ καὶ ἐλευθερωτὴς προσηγόρευτο, πολλοὺς πολίτας κομίσας αἰχμαλώτους. καὶ ὁ μὲν | |
μέγας ἐκ τούτων ᾔρετο, Ἀννίβας δὲ κατηγόρητο παρὰ | 292 in vol. 2 | |
2.293 | τοῖς οἰκείοις ὡς τήν τε Ῥώμην λαβεῖν δυνηθεὶς καὶ μὴ θελήσας καὶ τὴν λείαν τὴν ἐκ τῆς Ἰταλίας σφε‐ τερισάμενος. οὐ μὴν καὶ ἑάλω, ἀλλὰ καὶ τὴν με‐ γίστην τῶν Καρχηδονίων ἀρχὴν οὐκ εἰς μακρὰν | |
5 | ἐπετράπη. Εἰς ἑτέρους δ’ αὖθις πολέμους οἱ Ῥωμαῖοι κατέ‐ στησαν, γενομένους πρὸς Φίλιππόν τε τὸν Μακεδόνα καὶ τὸν Ἀντίοχον. μέχρι γὰρ ἡ πρὸς Καρχηδονίους ἤκμαζε μάχη, κἂν μὴ φίλια σφίσι τὰ περὶ τὸν Φίλιπ‐ | |
10 | πον ἦν, ἐθεράπευον αὐτόν, ἵνα μὴ τοῖς Καρχηδονίοις συνάροιτο ἢ εἰς τὴν Ἰταλίαν στρατεύσοιτο· ἐπεὶ δὲ τὰ κατ’ ἐκείνους ἠρέμησαν, οὐκέτ’ ἐμέλλησαν, ἀλλ’ ἐς πόλεμον αὐτῷ κατέστησαν φανερόν, πολλὰ ἐγκα‐ λοῦντες αὐτῷ. πρέσβεις οὖν οἱ Ῥωμαῖοι πρὸς αὐτὸν | |
15 | πέμψαντες, ἐπεὶ μηδὲν ὧν ἐπετάττετο ἔπραττε, τὸν πόλεμον ἐψηφίσαντο, χρώμενοι μὲν τῇ τῶν Ἑλλήνων ἐπιβασίᾳ λαβῇ, τὸ δ’ ἀληθὲς ἀγανακτοῦντες ἐφ’ οἷς ἐδεδράκει, καὶ προκαταλαμβάνοντες αὐτόν, ἵνα μὴ καταδουλωσάμενος ἐκείνους ἐπὶ τὴν Ἰταλίαν στρα‐ | |
20 | τεύσῃ κατὰ τὸν Πύρρον. ψηφισάμενοι δὲ τὸν πόλε‐ μον τά τε ἄλλα παρεσκευάσαντο εὖ καὶ στρατηγὸν ἐπὶ τοῦ ναυτικοῦ Λούκιον Ἀπούστιον Σουλπικίῳ Γάλβᾳ δεδώκασι. καὶ ὁ Γάλβας τὸν Ἰόνιον κόλπον διαβαλὼν ἐπὶ πολὺ ἐνόσησε. παραλαβόντες οὖν τὴν | |
25 | δύναμιν πᾶσαν ὅ τε ῥηθεὶς στρατηγὸς καὶ Κλαύδιος Κέντων ὁ ὑποστράτηγος, αὐτὸς μὲν τῷ ναυτικῷ τὰς Ἀθήνας ὑπὸ τῶν Μακεδόνων πολιορκουμένας ἐρρύ‐ σατο καὶ Χαλκίδα κατεχομένην ὑπ’ αὐτῶν ἐπόρθησε, κἀν τούτῳ Φιλίππου ταῖς Ἀθήναις ἐπιστρατεύσαντος | |
30 | ἐπανελθὼν τότε αὐτὸν ἀπεώσατο καὶ μετὰ τοῦτο | 293 in vol. 2 |
2.294 | αὖθις προσβαλόντα ἀπεκρούσατο, Ἀπούστιος δ’ ἐς τὴν Μακεδονίαν, ἀσχόλου περὶ τὴν Ἑλλάδα τοῦ Φιλίππου ὄντος, ἐμβαλὼν τήν τε γῆν ἐληίζετο καὶ φρούρια καὶ πόλεις ἐχειρώσατο. Φίλιππος δὲ διὰ | |
5 | ταῦτα ἐν ἀμηχανίᾳ γενόμενος τέως μὲν ἄνω καὶ κάτω περιέθει ἄλλοτε ἄλλοις ἀμύνων, ὡς δὲ ὁ Ἀπούστιος τῇ χώρᾳ αὐτοῦ ἰσχυρῶς ἐνέκειτο καὶ οἱ Δάρδανοι τὴν πρόσορον σφίσι Μακεδονίαν ἐκακούργουν, οἰ‐ κοῦσι δ’ οὗτοι ὑπέρ τε Ἰλλυριῶν καὶ ὑπὲρ Μακε‐ | |
10 | δόνων, Ἰλλυριοί τέ τινες καὶ Ἀμύνανδρος Ἀθαμα‐ νίας Θεσσαλικοῦ γένους βασιλεὺς ὤν, σύμμαχοι πρό‐ τερον ὄντες αὐτοῦ, πρὸς τοὺς Ῥωμαίους μετέστησαν, ἐκ τούτου καὶ τὰ τῶν Αἰτωλῶν ὑπώπτευσε καὶ περὶ τοῖς οἴκοι ἔδεισε καὶ ἐκεῖ μετὰ τοῦ πλείονος στρα‐ | |
15 | τεύματος ἔσπευσε. γνοὺς δὲ τὴν πρόσοδον αὐτοῦ ὁ Ἀπούστιος ἀνεχώρησεν· ἤδη γὰρ καὶ χειμὼν ἦν. Ῥαΐσας δ’ ἐκ τῆς νόσου ὁ Γάλβας πλείω παρε‐ σκευάσατο δύναμιν καὶ ἅμα ἔαρι εἰς τὴν Μακεδονίαν ἠπείγετο. ἐπεὶ δ’ ἐπλησίασαν ἀλλήλοις, ἀντεστρα‐ | |
20 | τοπεδεύσαντο, καὶ ἀκροβολισμοῖς ἐχρῶντο τῶν ἱπ‐ πέων καὶ τῶν ψιλῶν. μεταστάντων δὲ τῶν Ῥωμαίων ἔς τι χωρίον ὅθεν ῥᾷον ἦν αὐτοῖς ἐπισιτίσασθαι, νομίσας ὁ Φίλιππος ὡς φοβουμένους αὐτὸν μετα‐ στῆναι, ἐπῆλθεν αὐτοῖς ποιουμένοις ἁρπαγὰς ἀπροσ‐ | |
25 | δόκητος καί τινας διέφθειρε. καὶ ὁ Γάλβας τοῦτο αἰσθόμενος ἐπεξέδραμεν ἐκ τοῦ στρατοπέδου καὶ προσπεσὼν αὐτῷ πολλῷ πλείους ἀνταπέκτεινεν. ὁ δέ γε Φίλιππος ἡττηθεὶς καὶ τρωθεὶς ὑπὸ νύκτα ἀπανέστη. οὐ μέντοι αὐτὸν ὁ Γάλβας ἐπεδίωξεν, | |
30 | ἀλλ’ εἰς τὴν Ἀπολλωνίαν ἀνεκομίσθη. καὶ ὁ Ἀπού‐ | 294 in vol. 2 |
2.295 | στιος δὲ μετὰ τῶν Ῥοδίων καὶ τοῦ Ἀττάλου περι‐ πλέων νήσους συχνὰς ἐχειρώσατο. Κατὰ δὲ τὸν αὐτὸν χρόνον καί τις Ἀμίλκας Καρ‐ χηδόνιος, τῷ Μάγωνι συστρατεύσας ἐν Ἰταλίᾳ κἀκεῖ | |
5 | ὑπομείνας, τέως μὲν ἡσυχίαν ἦγεν, ὡς δ’ ὁ Μακε‐ δονικὸς πόλεμος ἐνέστη, τούς τε Γαλάτας τῶν Ῥω‐ μαίων ἀπέστησε καὶ μετ’ αὐτῶν ἐπὶ Λίγυας στρα‐ τεύσας τινὰς κἀκείνων προσεποιήσατο. Λουκίῳ δὲ Φουρίῳ στρατηγοῦντι πολεμηθέντες ἡττήθησαν καὶ | |
10 | περὶ σπονδῶν ἐπρεσβεύσαντο. καὶ οἱ μὲν Λίγυες ἔτυχον αὐτῶν, τοῖς ἄλλοις δὲ οὐκ ἐδόθησαν, ἀλλ’ ἀντεστράτευσεν ἐπ’ αὐτοὺς Αὐρήλιος ὁ ὕπατος, φθο‐ νήσας τῆς νίκης τῷ στρατηγῷ. Τῷ δ’ ἑξῆς ἔτει πρὸς τοῦ Ἀμίλκα καὶ τῶν Γα‐ | |
15 | λατῶν συνηνέχθη πολλὰ καὶ δεινά. Γναῖόν τε γὰρ Βαίβιον στρατηγὸν ἐνίκησαν, καὶ τὴν συμμαχίδα τῶν Ῥωμαίων κατέτρεχον, καὶ Πλακεντίαν ἐπολιόρκουν καὶ ἑλόντες κατέσκαψαν. Ἐν δὲ τῇ Ἑλλάδι καὶ τῇ Μακεδονίᾳ Πούπλιος | |
20 | Οὐίλλιος ὁ ὕπατος ἀντεκάθητο τῷ Φιλίππῳ, τὰ τῆς Ἠπείρου προκαταλαβόντι στενά, δι’ ὧν εἰς τὴν Μακεδονίαν εἰσὶν εἰσβολαί. μετὰ δὲ τὸν χειμῶνα Τίτος Φλαμίνιος ὕπατος, τοῦ Φιλίππου πᾶν τὸ με‐ ταξὺ τῶν ὀρῶν διατειχίσαντος καὶ ὄντος δυσπολε‐ | |
25 | μήτου, διά τινος ἐκπεριῆλθε στενῆς ἀτραποῦ μετ’ ὀλίγων τὸ περιτείχισμα. καὶ φανεὶς ἐξ ὑπερδεξίων αἰφνίδιον ἐφόβησε τὸν Φίλιππον, νομίσαντα πᾶν τὸ τοῦ Τίτου στράτευμα εἴσω τῶν στενῶν παρελθεῖν· | |
ὅθεν καὶ εἰς τὴν Μακεδονίαν ἀπῆρεν εὐθύς. ὁ δ’ | 295 in vol. 2 | |
2.296 | ὕπατος ἐκεῖνον μὲν οὐκ ἐδίωξε, τὰς δ’ ἐν τῇ Ἠπείρῳ πόλεις προσεποιήσατο. καὶ ἐς Θεσσαλίαν ἐλθὼν πολλὰ παρεσπάσατο τοῦ Φιλίππου, καὶ εἰς τὴν Φω‐ κίδα τὴν Βοιωτίαν τε ἀνεχώρησε. καὶ ὁ μὲν Ἐλά‐ | |
5 | τειαν ἐπολιόρκει, Λούκιος δὲ Φλαμίνιος ὁ ἀδελφὸς αὐτοῦ μετὰ τοῦ Ἀττάλου καὶ τῶν Ῥοδίων τὰς νήσους ἐχειροῦτο. καὶ τέλος Κέγχρειαν ἑλόντες, καὶ πυθό‐ μενοι πρέσβεις πρὸς τοὺς Ἀχαιοὺς ἐπὶ συμμαχίᾳ πε‐ πέμφθαι, ἀπέστειλαν καὶ αὐτοί· καὶ Ἀθηναῖοι συνε‐ | |
10 | πρεσβεύσαντο. καὶ πρότερον μὲν ἐμερίσθησαν αἱ γνῶμαι τῶν Ἀχαιῶν, τῶν μὲν τῷ Φιλίππῳ τὴν συμ‐ μαχίαν ψηφιζομένων, τῶν δὲ τοῖς Ῥωμαίοις, ὀψὲ δ’ οὖν ποτε τὴν βοήθειαν αὐτοῖς ἐψηφίσαντο. καὶ ἐπὶ τὴν Κόρινθον συνεστράτευσαν, καὶ τοῦ μὲν τείχους | |
15 | κατήρειψάν τινα, πονήσαντες δ’ ἐπεκδρομαῖς ἀπα‐ νέστησαν. Εἶτα δείσας ὁ Φίλιππος μὴ πολλαὶ πόλεις ἁλῶσιν, ὑπὲρ εἰρήνης πρὸς τὸν ὕπατον ἐπεκηρυκεύσατο. καὶ ὁ μὲν ἐδέξατο τοὺς λόγους αὐτοῦ, καὶ συνῆλθον | |
20 | αὐτοὶ καὶ οἱ σύμμαχοι, ἐπράχθη δ’ οὐδὲν ἢ ὅτι πρέσβεις εἰς Ῥώμην πέμψαι τῷ Φιλίππῳ ἐπετράπη. καὶ οὐδὲ ἐκεῖ τι ἐγένετο· τῶν γὰρ Ἑλλήνων ἀποστῆ‐ ναι αὐτὸν ἀξιούντων τῆς Κορίνθου καὶ τῆς Χαλκίδος τῆς τε Δημητριάδος τῆς Θεσσαλικῆς, οὐδὲν περὶ | |
25 | τούτων οἱ τοῦ Φιλίππου πρέσβεις ἐντετάλθαι ἔφα‐ σαν, καὶ ἄπρακτοι ἀπηλλάγησαν. Οἱ δ’ ἐν τῇ Ῥώμῃ τῷ Φλαμινίῳ τὴν ἐν τῇ Ἑλ‐ λάδι ἡγεμονίαν καὶ εἰς τὸ ἐπιὸν ψηφισάμενοι ἔτος, αὐτῷ ἀνέθεντο καὶ τὰ κατὰ Φίλιππον. ὁ δέ, ὅτι | |
30 | κατὰ χώραν ἔμελλε μένειν, πρὸς πόλεμον ἡτοιμάζετο, καὶ μᾶλλον ὅτι καὶ Νάβις ὁ τῶν Λακεδαιμονίων τύ‐ | |
ραννος ἐσπείσατό οἱ, καίτοι φίλος ὢν τοῦ Φιλίππου | 296 in vol. 2 | |
2.297 | καὶ τὸ Ἄργος λαβὼν παρ’ αὐτοῦ. ἀδυνατῶν γὰρ ὁ Μακεδὼν πολλὰ διέπειν ὁμοῦ, καὶ δείσας μὴ τοῖς Ῥωμαίοις ἡ πόλις ληφθῇ, τῷ Νάβιδι αὐτήν, ἵν’ αὖθις ἀποδοίη, παρακατέθετο. | |
5 | Αἰλίου δὲ Πέτου τοῦ ὑπάτου στρατεύσαντος ἐπὶ τοὺς Γαλάτας, πολλοὶ ἀπ’ ἀμφοτέρων ἀπώλλυντο προσμιγνύντες ἀλλήλοις, καίριον δέ τι ἐπράχθη οὐ‐ δέν. οἱ δ’ ὅμηροι τῶν Καρχηδονίων οἵ τε δοῦλοι οἱ μετ’ αὐτῶν καὶ οἵ τισι πεπραμένοι αἰχμάλωτοι, κα‐ | |
10 | τασχεῖν τὰς πόλεις ἐν αἷς ἕκαστοι τὰς διατριβὰς ἐποι‐ οῦντο τολμήσαντες, καὶ πολλοὺς τῶν ἐπιχωρίων φο‐ νεύσαντες, καθῃρέθησαν ὑπὸ Κορνηλίου Λεντούλου στρατηγοῦ πρὶν μεῖζόν τι ἐξεργάσασθαι. οἱ μέντοι Γαλάται εὐτυχίαις τε ἐπαιρόμενοι καὶ τοὺς Ῥωμαίους | |
15 | ἐν παρέργῳ σφίσι πολεμοῦντας αἰσθόμενοι παρε‐ σκευάσαντο ὡς καὶ ἐπὶ τὴν Ῥώμην ἐλάσοντες. δεί‐ σαντες οὖν οἱ Ῥωμαῖοι ἄμφω τοὺς ὑπάτους Κορνή‐ λιον Κέθηγον καὶ Μινούκιον Ῥοῦφον ἐπὶ τοὺς Γα‐ λάτας ἔπεμψαν· οἳ διαιρεθέντες ἄλλος ἄλλην ἐπόρ‐ | |
20 | θουν χώραν. πρὸς οὖν τοὺς ὑπάτους καὶ οἱ πολέμιοι διῃρέθησαν, καὶ οἱ μὲν τῷ Κεθήγῳ μετὰ τοῦ Ἀμίλ‐ κου συμβαλόντες ἡττήθησαν, οἱ λοιποὶ δὲ τοῦτο γνόντες ἀπεδειλίασαν καὶ οὐκέτι τῷ Ῥούφῳ συνέ‐ βαλον, ἀλλ’ ἀδεῶς ἐκεῖνος τὴν χώραν κατέτρεχε. καὶ | |
25 | οἱ μὲν τῷ Κεθήγῳ πολεμήσαντες σπονδὰς ἐποιή‐ σαντο, οἱ δ’ ἄλλοι ἐν τοῖς ὅπλοις ἔτι ἐτύγχανον. Τότε δὲ καὶ ὁ Φλαμίνιος μετὰ τοῦ Ἀττάλου τὴν Βοιωτίαν ἅπασαν ὑπηγάγετο. καὶ ὁ μὲν Ἄτταλος ἐν τῷ δημηγορεῖν αὐτοῖς ὑπὸ γήρως ἀπέψυξεν, ὁ δέ | |
30 | γε Φλαμίνιος ἐς τὴν Θεσσαλίαν ἐλθὼν τῷ Φιλίππῳ προσέμιξε. καὶ ἱππομαχίαν ἐποιήσαντο· τὸ γὰρ χω‐ | |
ρίον οὐκ ἐπιτήδειον πρὸς μείζω μάχην ἦν· διὸ καὶ | 297 in vol. 2 | |
2.298 | ἄμφω ἀπανέστησαν. καὶ πρός τινα λόφον γενόμενοι, οὗ τὴν ἀκρωνυχίαν Κυνὸς κεφαλὴν ὀνομάζουσιν, οἱ μὲν ἔνθεν οἱ δ’ ἐκεῖθεν ηὐλίσαντο. καὶ μαχεσάμενοι τοῖς στρατεύμασιν ἅπασιν ἰσοπαλεῖς ἂν ἀπηλλάγη‐ | |
5 | σαν, εἰ μὴ οἱ Αἰτωλοὶ ἐπικρατεστέρους τοὺς Ῥω‐ μαίους ἐποίησαν. ἡττηθεὶς οὖν ὁ Φίλιππος καὶ φυγών, εἶτα μαθὼν τήν τε Λάρισαν καὶ τὰς περὶ αὐτὴν πόλεις τὰ τοῦ νικήσαντος ᾑρημένας, ἐπεκηρυ‐ κεύσατο τῷ Φλαμινίῳ. καὶ ὃς ἐσπείσατο, χρήματά | |
10 | τε τοῦ Φιλίππου δόντος καὶ ὁμήρους ἄλλους τε καὶ τὸν οἰκεῖον υἱὸν Δημήτριον, καὶ πρέσβεις ὑπὲρ τῆς εἰρήνης εἰς τὴν Ῥώμην ἐκπέμψαντος. Ἐν ᾧ δὲ ταῦτα ἐπράττετο, καὶ Ἀνδροσθένης ἐνικήθη ὑπὸ τῶν Ἀχαιῶν καὶ τὴν Κόρινθον ἀπέβαλε. | |
15 | καὶ ὁ Φλαμίνιος ὁ Λούκιος ἐπὶ τοῦ ναυτικοῦ ὤν, ἐπεὶ μὴ ἔπειθε τοὺς Ἀκαρνᾶνας μὴ συμμαχεῖν τῷ Φιλίππῳ, τήν τε Λευκάδα πολιορκίᾳ εἷλε κἀκείνους μετὰ τοῦτο τὴν ἧτταν τοῦ Φιλίππου γνόντας ῥᾷον συμπαρεστήσατο. | |
20 | Οὕτω μὲν οὖν ὁ Μακεδονικὸς ἐλέλυτο πόλεμος, καὶ οἱ ἐν τῇ Ῥώμῃ τῷ Φιλίππῳ ἑτοιμότατα συνηλ‐ λάγησαν ἐπὶ τῷ τοὺς αἰχμαλώτους καὶ τοὺς αὐτομό‐ λους ἀποδοῦναι καὶ τοὺς ἐλέφαντας τάς τε τριήρεις πλὴν πέντε καὶ τῆς στρατηγίδος αὐτῆς οὔσης ἑκκαι‐ | |
25 | δεκήρους, καὶ χρήματα τὰ μὲν αὐτίκα δοῦναι, τὰ δὲ καὶ ἐν τάξεσί τισι, καὶ μόνης τῆς Μακεδονίας βασι‐ λεύειν, μὴ πλείους τ’ ἔχειν στρατιώτας τῶν πεντα‐ κισχιλίων, μήτε πόλεμον ἔξω τῆς ἑαυτοῦ χώρας ποιεῖσθαί τινι. τὰς γὰρ ἄλλας πόλεις τάς τε ἐν τῇ | |
30 | Ἀσίᾳ καὶ ἐν τῇ Εὐρώπῃ τὰς πρὶν δουλευούσας αὐτῷ | |
ἐλευθέρας ἀφῆκαν. | 298 in vol. 2 | |
2.299 | Οἱ δ’ ὕπατοι τοῖς Γαλάταις αὖθις οὐκ ἀταλαι‐ πώρως ἐπολέμησαν, ὅμως μέντοι καὶ τούτους ὑπέ‐ ταξαν. Πόρκιος δὲ Κάτων ὕπατος αἱρεθεὶς τὴν Ἰβηρίαν | |
5 | μικροῦ πᾶσαν ἀλλοτριωθεῖσαν ἀνεκτήσατο, ἀνὴρ ἀρετῇ πάσῃ τοὺς τότε νικῶν. νόμου δὲ τεθέντος μετὰ τὴν ἐν Κάνναις τοῖς Ῥωμαίοις συμβᾶσαν ἧτταν μήτε χρυσοφορεῖν τὰς γυναῖκας μήτε διφροφορεῖσθαι μήθ’ ὅλως ἐσθῆτι καταστίκτῳ κεχρῆσθαι, ὁ δῆμος, | |
10 | εἰ χρὴ καταλῦσαι τὸν νόμον, βουλὴν ἐποιεῖτο. καὶ περὶ τούτου ὁ Κάτων ἐδημηγόρησε, δεῖν κατα‐ σκευάζων τὸν νόμον κρατεῖν, καὶ τέλος ταῦτα ἐπή‐ γαγε. “κοσμείσθωσαν οὖν αἱ γυναῖκες μὴ χρυσῷ μηδὲ λίθοις ἤ τισιν ἀνθηροῖς καὶ ἀμοργίνοις ἐσθήμα‐ | |
15 | σιν, ἀλλὰ σωφροσύνῃ, φιλανδρίᾳ, φιλοτεκνίᾳ, πειθοῖ, μετριότητι, τοῖς νόμοις τοῖς κειμένοις, τοῖς ὅπλοις τοῖς ἡμετέροις, ταῖς νίκαις, τοῖς τροπαίοις.” Λούκιος δὲ Οὐαλέριος δήμαρχος ἀντιλέγων τῷ Κάτωνι διει‐ λέχθη, ἀποδοθῆναι συμβουλεύων ταῖς γυναιξὶ τὸν | |
20 | κόσμον τὸν πάτριον. καὶ πολλὰ περὶ τούτου πρὸς τὸν δῆμον εἰπών, εἶτα πρὸς τὸν Κάτωνα τὸν λόγον ἀπέτεινε καὶ ἔφη “σὺ δ’, ὦ Κάτων, εἰ ἄχθῃ τῷ κόσμῳ τῶν γυναικῶν καὶ βούλει φιλόσοφόν τι ποιῆσαι καὶ μεγαλοπρεπές, ἀπόκειρον αὐτὰς περιτρόχαλα, καὶ | |
25 | χιτωνίσκους καὶ ἐξωμίδας ἔνδυσον, καὶ νὴ Δία σύ γε καὶ ὅπλισον ἐφ’ ἵππους τε ἀναβίβασον, καὶ εἰ δοκεῖ σοι καὶ εἰς τὴν Ἰβηρίαν ἀνάγαγε· ὅπως τε καὶ τῶν ἐκκλησιῶν κοινωνῶσιν ἡμῖν, καὶ δεῦρο αὐτὰς εἰσφερώμεθα.” καὶ ὁ μὲν Οὐαλέριος ταῦτα ἐπισκώ‐ | |
30 | πτων εἶπεν, ἀκούσασαι δὲ αἱ γυναῖκες, ἐγγὺς γὰρ | |
τῆς ἀγορᾶς πολλαὶ διέτριβον πολυπραγμονοῦσαι τὸ | 299 in vol. 2 | |
2.300 | γενησόμενον, εἰσεπήδησαν εἰς τὴν ἐκκλησίαν κατα‐ βοῶσαι τοῦ νόμου, καὶ οὕτω σπουδῇ λυθέντος αὐτοῦ ἀνεδήσαντο ἐκεῖ εὐθὺς ἐν τῇ ἐκκλησίᾳ κόσμον τινὰ καὶ ἐξῆλθον χορεύουσαι. | |
5 | Ὁ δὲ Κάτων ἀποπλεύσας εἰς τὴν Ἰβηρίαν ἀφί‐ κετο, καὶ μαθὼν πάντας τοὺς μέχρι τοῦ Ἴβηρος οἰκοῦντας συνεστράφθαι, ἵνα καθ’ ἓν αὐτῷ πολεμή‐ σωσι, συγκροτήσας τὸ στράτευμα προσέβαλε σφίσι, καὶ ἡττήσας αὐτοὺς ἠνάγκασε προσχωρῆσαί οἱ, φο‐ | |
10 | βηθέντας ἵνα μὴ καὶ τὰς πόλεις αὐτοβοεὶ ἀποβάλωσι. καὶ τότε μὲν δεινὸν αὐτοῖς οὐδὲν εἰργάσατο, ὕστερον δὲ ὑπόπτων τινῶν γενομένων τά τε ὅπλα πάντων ἀφείλετο καὶ τὰ τείχη σφῶν δι’ αὐτῶν τῶν ἐπιχω‐ ρίων κατέσκαψε. γράμματα γὰρ ἑκασταχόσε δια‐ | |
15 | πέμψας, καὶ ἐν τῇ αὐτῇ ἡμέρᾳ ἅπασιν αὐτὰ ἀποδο‐ θῆναι κελεύσας, προσέταξε τοὺς περιβόλους αὐθημε‐ ρὸν καθελεῖν, θάνατον ἀπειλήσας τοῖς ἀπειθήσασιν. ἃ ἀναγνόντες οἱ ἐν ταῖς ἀρχαῖς ὄντες, καὶ νομίσαν‐ τες ἕκαστοι μόνοις αὐτοῖς γεγράφθαι, καὶ μηδὲ και‐ | |
20 | ρὸν λαβόντες βουλῆς, κατέβαλον πάντες τὰ τείχη. Ὁ δὲ Κάτων διέβη τὸν Ἴβηρα, καὶ τοῖς Κελτί‐ βηρσι συμμαχοῦσι τοῖς πολεμίοις αὐτοῦ διὰ τὸ πλῆθος συμβαλεῖν μὴ θαρσήσας, μετεχειρίσατο θαυμασίως αὐτούς, ποτὲ μὲν μεταπείθων πρὸς αὐτὸν μεταστῆναι | |
25 | δόσει μείζονος μισθοῦ, ποτὲ δὲ παραινῶν σφίσιν ἐπανελθεῖν οἴκαδε, ἔστι δ’ ὅτε καὶ μάχην αὐτοῖς ἐς ἡμέραν ἐπαγγέλλων ῥητήν. ἐκ γὰρ τούτου ἐστασίασαν πρὸς ἀλλήλους, καὶ φοβηθέντες οὐκέτι αὐτῷ πολε‐ μῆσαι ἐτόλμησαν. | |
30 | Τότε δὲ καὶ Φλαμίνιος ἐπὶ τὸ Ἄργος ἐστράτευσε. | 300 in vol. 2 |
2.301 | τὸν γὰρ Νάβιν οὔτε σφίσιν πιστὸν καὶ τοῖς Ἕλλησι φοβερὸν ὁρῶντες οἱ Ῥωμαῖοι πολέμιον ἐποιήσαντο. προσγενομένων δὲ καὶ συμμάχων ἐκ τοῦ Φιλίππου αὐτῷ, ἐπὶ τὴν Σπάρτην ἤλασεν ὁ Φλαμίνιος, καὶ | |
5 | ἀπόνως τὰ Ταΰγετά τε ὑπερέβη καὶ πρὸς τὴν πόλιν προσῆλθε μηδενὸς ἐναντιουμένου. ὁ γὰρ Νάβις, τούς τε Ῥωμαίους δείσας καὶ τοὺς ἐπιχωρίους ὑπο‐ πτεύσας, οὐκ ἐκινήθη ὥστε προαπαντῆσαι τῷ Φλα‐ μινίῳ· πλησιάσαντι δὲ ἐπεξέδραμε, καταφρονήσας | |
10 | διά τε τὸν κάματον τὸν ἐκ τῆς πορείας καὶ ὅτι περὶ τὴν στρατοπέδευσιν ἀπησχόλητο, καί τινας συνετά‐ ραξε. τῇ δ’ ὑστεραίᾳ ἐπεξῆλθε τοῖς προσβάλλουσι, καὶ πολλοὺς ἀποβαλὼν οὐκέτι ἐπεξῆλθε. καταλιπὼν οὖν μέρος τοῦ στρατοῦ ἐκεῖ ὁ Φλαμίνιος, ὅπως μη‐ | |
15 | δαμοῦ κινηθείη, τοῖς λοιποῖς ἐπὶ τὴν χώραν ἐτρά‐ πετο· κἀκεῖνός τε καὶ ὁ ἀδελφὸς αὐτοῦ καὶ οἱ Ῥόδιοι καὶ ὁ τοῦ Ἀττάλου παῖς Εὐμένης ἐπόρθουν αὐτήν. ἀπογνοὺς οὖν διὰ ταῦτα ὁ Νάβις κήρυκα τῷ Φλα‐ μινίῳ ὑπὲρ εἰρήνης ἀπέστειλε. καὶ ὃς τοὺς μὲν | |
20 | λόγους αὐτοῦ προσήκατο, οὐκ αὐτίκα δὲ κατελύσατο. τὰς γὰρ ὁμολογίας, ἃς ἀπῃτεῖτο ὁ Νάβις ποιήσασθαι, οὔτ’ ἀπαγορεῦσαι ἐθάρρει οὔτε ποιῆσαι συγκατετί‐ θετο. τὸ δὲ πλῆθος ἐκώλυσαν αὐτὸν συμβῆναι. καὶ τότε μὲν οὐκ ἐσπείσατο, προσβαλόντων δὲ τῶν Ῥω‐ | |
25 | μαίων αὖθις καὶ τὴν Σπάρτην ὀλίγου πᾶσαν, καὶ γὰρ ἀτείχιστος ἦν ἐν μέρει, ἑλόντων οὐκέτ’ ἐπέσχεν, ἀλλὰ πρός τε τὸν Φλαμίνιον σπονδὰς ἐποιήσατο καὶ πρὸς τὴν Ῥώμην πρεσβευσάμενος συνηλλάγη. Ὁ δὲ Φλαμίνιος τότε μὲν πάντας τοὺς Ἕλληνας | |
30 | ἐλευθέρους ἀφῆκεν, ὕστερον δὲ συγκαλέσας αὐτοὺς | |
καὶ ὑπομνήσας ὧν εὐηργέτηντο, παρῄνεσεν εὔνοιαν | 301 in vol. 2 | |
2.302 | τῇ Ῥώμῃ τηρεῖν, καὶ τὰς φρουρὰς ἁπάσας ἐξήγαγε, καὶ ἀπῆρε μετὰ παντὸς τοῦ στρατοῦ. Ἀφικομένου δ’ ἐς Ῥώμην τοῦ Φλαμινίου ὁ Νάβις ἐνεωτέρισε. κἀκ τούτου καὶ τὸ Ἑλληνικὸν | |
5 | ἅπαν ὡς εἰπεῖν ἐταράχθη, τῶν Αἰτωλῶν σφᾶς ἐνα‐ γόντων· παρεσκευάζοντό τε ὡς πολεμήσοντες, καὶ πρὸς τὸν Φίλιππον καὶ τὸν Ἀντίοχον ἐπρεσβεύοντο. καὶ ἔπεισαν αὐτὸν ἐκπολεμωθῆναι Ῥωμαίοις, ὡς καὶ τῆς Ἑλλάδος τῆς Ἰταλίας τε βασιλεύσοντα. τοῖς δὲ | |
10 | Ῥωμαίοις τῶν πραγμάτων τεταραγμένων οὐχὶ περι‐ γενέσθαι τοῦ Ἀντιόχου ἐλπὶς ἦν, ἀλλ’ ἠγάπων εἴ γε τὰ ἑαυτῶν διασώσαιντο. ὁ γὰρ Ἀντίοχος μέγας μὲν καὶ ἐπὶ τῇ οἰκείᾳ δυνάμει ἐδόκει δι’ ἄλλα τε καὶ ὅτι τὴν Μηδίαν κατεστρέψατο, πολλῷ δ’ ἔτι μείζων | |
15 | ἐγένετο ὅτι τὸν Πτολεμαῖον τὸν τῆς Αἰγύπτου βασι‐ λέα καὶ τὸν Ἀριαράθην τὸν τῆς Καππαδοκίας κη‐ δεστὴν προσετέθειτο. Τοιοῦτον τὸν Ἀντίοχον νομιζόμενον οἱ Ῥωμαῖοι, μέχρι μὲν τῷ Φιλίππῳ ἐπολέμουν, ἐθεράπευον, φι‐ | |
20 | λίως τε διὰ πρέσβεων ὁμιλοῦντες καὶ δῶρα πέμπον‐ τες· ἐπεὶ δ’ ἐκεῖνον ἐνίκησαν, καὶ τούτου, ὃν πρόσ‐ θεν ἐδεδίεσαν, κατεφρόνουν. ὁ δὲ ἐς τὴν Θρᾴκην ἐπεραιώθη καὶ ἄλλα τε παρεστήσατο καὶ τὴν Λυ‐ σιμαχίαν ἀνεστηκυῖαν συνῴκισεν, ὡς ὁρμητηρίῳ | |
25 | ταύτῃ χρησόμενος· καὶ γὰρ αὐτὸν καὶ ὁ Φίλιππος καὶ ὁ Νάβις ἐπηγάγοντο. ὅ τε Ἀννίβας αὐτῷ συγ‐ γενόμενος ἐλπίσαι πεποίηκεν ἐς τὴν Καρχηδόνα κἀκεῖθεν εἰς τὴν Ἰταλίαν πλεῦσαι, καὶ τὰ τοῦ Ἰονίου κόλπου ἔθνη προσκαταστρέψασθαι, καὶ μετ’ αὐτῶν | |
30 | ἐπὶ τὴν Ῥώμην ὁρμῆσαι. ἔφθη γοῦν ὁ Ἀντίοχος καὶ δὶς ἐς τὴν Εὐρώπην διαβὰς εἴς τε τὴν Ἑλλάδα ἀφι‐ | |
κόμενος. πυθόμενος δὲ τὸν Πτολεμαῖον τεθνηκέναι, | 302 in vol. 2 | |
2.303 | καὶ περὶ παντὸς τῆς Αἰγύπτου κρατῆσαι ποιούμενος, τὸν μὲν υἱὸν Σέλευκον ἐν τῇ Λυσιμαχίᾳ σὺν δυνά‐ μει κατέλιπεν, αὐτὸς δὲ ἀναζεύξας, καὶ ζῶντα τὸν Πτολεμαῖον μαθών, τῆς μὲν Αἰγύπτου ἀπέσχετο, | |
5 | ἐπιχειρήσας δ’ ἐς Κύπρον πλεῦσαι ἔπταισεν ὑπὸ χειμῶνος, καὶ οἴκαδε ἀνεχώρησε. καὶ πρέσβεις οἱ Ῥωμαῖοι κἀκεῖνος ἀντεπέστελλον ἀλλήλοις ἀντεγκα‐ λοῦντες, ὅπως πρόφασίν τε τοῦ πολέμου λάβωσι καὶ ὅπως τὰ παρ’ ἀλλήλοις προκατασκέψωνται. | |
10 | Ἀννίβας δὲ τὴν μεγίστην τῶν παρὰ Καρχηδο‐ νίοις ἀρχῶν εἰληφώς, καὶ προσκρούσας ἀπ’ αὐτῆς τοῖς δυνατωτάτοις, ἐμισήθη τε ὑπ’ αὐτῶν καὶ πρὸς τοὺς Ῥωμαίους διεβλήθη ὡς τά τε τῶν Καρχηδονίων νεωτερίζων καὶ τῷ Ἀντιόχῳ κοινολογούμενος. καὶ | |
15 | μαθών τινας ἐκ τῆς Ῥώμης παρόντας, καὶ δείσας μὴ συλληφθῇ, ἀπέδρα νυκτὸς ἐκ τῆς Καρχηδόνος. καὶ πρὸς τὸν Ἀντίοχον ἐλθὼν ἑαυτῷ τε τὴν εἰς τὴν πατρίδα κάθοδον καὶ τὸν πρὸς τοὺς Ῥωμαίους πόλε‐ μον ἔπραττεν, ὑπισχνούμενος ἐκείνῳ περιποιήσειν | |
20 | τό τε τῆς Ἑλλάδος κράτος καὶ τὸ τῆς Ἰταλίας· μέχρις οὗ σφίσιν ὁ Σκιπίων ὁ Ἀφρικανὸς συνεγένετο. οὗτος γὰρ δικαστὴς ἐς τὴν Λιβύην πεμφθεὶς τῷ τε Μασι‐ νίσσᾳ καὶ τοῖς Καρχηδονίοις περὶ ὅρων γῆς διαφε‐ ρομένοις, μετέωρον τὴν ἔχθραν αὐτῶν κατέλιπεν, | |
25 | ἵν’ ἀλλήλοις τε διαφέροιντο καὶ μηδεὶς αὐτῶν διὰ τὴν κρίσιν κατὰ Ῥωμαίων ὀργίζοιτο. ἐντεῦθεν δ’ εἰς τὴν Ἀσίαν διέβη, λόγῳ μὲν ὡς πρεσβεύσων πρὸς τὸν Ἀντίοχον, ἔργῳ δὲ ἵνα κἀκεῖνον καὶ τὸν Ἀννί‐ βαν ἐπιφανεὶς καταπλήξῃ καὶ πράξῃ τὰ τοῖς Ῥωμαίοις | |
30 | συμφέροντα. ἀφικομένου δ’ αὐτοῦ οὐχ ὁμοίως ἔτι προσεῖχεν ὁ Ἀντίοχος τῷ Ἀννίβᾳ· ὑπώπτευσε γὰρ | |
αὐτὸν δι’ ἀπορρήτων ὁμιλήσαντα τῷ Σκιπίωνι, καὶ | 303 in vol. 2 | |
2.304 | ἄλλως δὲ αὐτὸν ἐβαρύνετο, ὅτι ἅπαν βούλευμα τῷ Ἀννίβᾳ πᾶς ἐπεγράφετο καὶ τὴν τοῦ πολέμου κα‐ τόρθωσιν ἐν τούτῳ πάντες ἐπήλπιζον. διὰ γοῦν ταῦτα καὶ ἐφθόνησε τῷ Ἀννίβᾳ καὶ ἐφοβήθη αὐτὸν | |
5 | ἵνα μή τι δυνηθεὶς μεταβάληται· καὶ οὔτε στρά‐ τευμα παρέσχεν αὐτῷ οὔτ’ ἐς τὴν Καρχηδόνα ἔπεμ‐ ψεν· οὐδ’ ἐν ταῖς συνουσίαις αὐτῷ κατακόρως ἐκέ‐ χρητο, ἀλλὰ καὶ ἐπετήδευε μηδὲν τῶν πραττομένων αὐτοῦ δοκεῖν εἶναι. | |
10 | Ἡ δὲ περὶ τοῦ Ἀντιόχου φήμη πολλὴ τὴν Ῥώμην κατέσχε καὶ ἐς φροντίδα τοὺς Ῥωμαίους οὐκ ἐλα‐ χίστην κατέστησε. συχνῶν δὲ περὶ τοῦ Ἀντιόχου θρυλουμένων, καὶ τῶν μὲν ὅτι τὴν Ἑλλάδα πᾶσαν ἤδη κατέχει, τῶν δ’ ὅτι ἐπὶ τὴν Ἰταλίαν ἐπείγεται | |
15 | λογοποιούντων, οἱ Ῥωμαῖοι πρέσβεις εἰς τὴν Ἑλλάδα ἄλλους τε καὶ Φλαμίνιον οἰκείως αὐτοῖς ἔχοντα ἔστει‐ λαν, ὅπως τόν τε Φίλιππον καὶ ἐκείνους ἐπίσχῃ μηδὲν νεοχμῶσαι, καὶ στρατηγοὺς Μάρκον μὲν Βαί‐ βιον εἰς Ἀπολλωνίαν, εἰ ταύτῃ ἐς τὴν Ἰταλίαν πε‐ | |
20 | ραιωθῆναι τολμήσειεν ὁ Ἀντίοχος, Αὖλον δὲ Ἀτί‐ λιον ἐπὶ τὸν Νάβιν. καὶ οὗτος μὲν οὐδὲν ἔπραξεν, ἔφθη γὰρ ὁ Νάβις ὑπὸ τῶν Αἰτωλῶν φθαρεὶς ἐξ ἐπιβουλῆς, καὶ ἡ Σπάρτη ἥλω ὑπὸ τῶν Ἀχαιῶν, ὁ δὲ Βαίβιος καὶ ὁ Φίλιππος πολλὰ τῆς Θεσσαλίας | |
25 | ἐβεβαιώσαντο. ταῖς γὰρ πρὸς τοὺς Ῥωμαίους ὁμο‐ λογίαις ὁ Μακεδὼν ἐμμεμένηκε, διά τε ἄλλα καὶ ὅτι ὁ Ἀντίοχος χωρία αὐτοῦ ἐν τῇ Θρᾴκῃ τινὰ ἐπε‐ σπάσατο. | |
Ὁ δέ γε Φλαμίνιος περιιὼν τὴν Ἑλλάδα τοὺς | 304 in vol. 2 | |
2.305 | μὲν μηδ’ ἀποστῆναι ἔπεισε, τοὺς δὲ καὶ ἀποστάντας ἤδη μετέστησε, πλὴν Αἰτωλῶν καὶ ἑτέρων τινῶν. αὐτοί τε γὰρ τῷ Ἀντιόχῳ προσεχώρησαν καὶ ἄλλους τοὺς μὲν ἑκόντας συνίστων, ἐνίους δέ γε καὶ ἄκον‐ | |
5 | τας. καὶ ὁ Ἀντίοχος, καίτοι χειμῶνος ὄντος, ὅμως πρὸς τὰς τῶν Αἰτωλῶν ἐλπίδας ἔσπευσε· διὸ οὐδὲ ἀξιόμαχον ἐπήγετο δύναμιν. τὴν μέντοι Χαλκίδα μετ’ αὐτῶν ἔλαβε, τήν τε ἄλλην Εὔβοιαν προσε‐ ποιήσατο. καὶ ἐν τοῖς αἰχμαλώτοις Ῥωμαίους τινὰς | |
10 | εὑρών, πάντας αὐτοὺς ἀφῆκε. καὶ ἐς τὴν Χαλκίδα διεχείμασεν· ὅθεν αὐτός τε καὶ οἱ στρατηγοὶ οἵ τε στρατιῶται αὐτοῦ τὰς γνώμας προδιεφθάρησαν. τῇ τε γὰρ ἄλλῃ ῥᾳστώνῃ καὶ ἔρωτι κόρης τινὸς ἐς τὸ ἁβροδίαιτον ἐξώκειλε, καὶ τοὺς ἄλλους ἀπολέμους | |
15 | ἐποίησεν. Οἱ δ’ ἐν τῇ Ῥώμῃ, μαθόντες αὐτὸν ἐς τὴν Ἑλ‐ λάδα παρόντα τὴν Χαλκίδα τε ᾑρηκότα, τὸν πόλεμον φανερῶς ἀνείλοντο· καὶ τῶν ὑπάτων Σκιπίωνα μὲν τὸν Νασικᾶν ἐπὶ φυλακῇ τῆς Ἰταλίας κατέσχον, | |
20 | Μάνιον δὲ Γλαβρίωνα μετὰ στρατοῦ πολλοῦ ἐς τὴν Ἑλλάδα πεπόμφασι. καὶ ὁ μὲν Νασικᾶς τοὺς Βοουΐους προσεπολεμώσατο, ὁ δὲ Γλαβρίων τὸν Ἀντίοχον ἐκ τῆς Ἑλλάδος ἐξήλασε. καὶ ἐς τὴν Θεσσαλίαν ἐλθὼν πολλὰ τῶν ταύτῃ μετὰ τοῦ Βαιβίου καὶ τοῦ Φιλίπ‐ | |
25 | που παρεστήσατο. τόν τε γὰρ Μεγαλοπολίτην Φίλιπ‐ πον ἑλὼν εἰς τὴν Ῥώμην ἀπέστειλε, καὶ τὸν Ἀμύ‐ νανδρον ἐκ τῆς ἀρχῆς ἐκβαλὼν τῷ Μακεδόνι αὐτὴν ἔδωκεν. Ὁ δ’ Ἀντίοχος ἐν τούτοις ἡσυχίαν ἄγων ἐν τῇ | |
30 | Χαλκίδι διέτριβεν· εἶτα εἰς τὴν Βοιωτίαν ἐλήλυθε | 305 in vol. 2 |
2.306 | καὶ ἐν ταῖς Θερμοπύλαις ἀντιπροσιόντας οἱ τοὺς Ῥωμαίους ὑπέμεινε· πρὸς γὰρ τὴν τῶν στρατιωτῶν ὀλιγότητα σύμμαχον τὴν τοῦ χωρίου φύσιν ἕξειν ἐνό‐ μισε. καὶ ἵνα μή τι καὶ αὐτὸς πάθῃ οἷον οἱ Ἕλληνες | |
5 | οἱ πρὸς τὸν Μῆδον ἀντιταχθέντες ἐκεῖ, μέρος τι τῶν Αἰτωλῶν ἐπὶ τὰ ἄκρα τῶν ὀρῶν ἀνεβίβασεν, ὥστε φρουρῆσαι αὐτά. ὁ δὲ Γλαβρίων βραχύ τε τῶν χω‐ ρίων ἐφρόντισε καὶ τὴν μάχην οὐκ ἀνεβάλετο, ἀλλὰ Πόρκιον μὲν Κάτωνα καὶ Οὐαλέριον Φλάκκον ὑπο‐ | |
10 | στρατήγους νυκτὸς ἐπὶ τοὺς Αἰτωλοὺς τοὺς ἐν τοῖς ἄκροις ἀπέστειλεν, αὐτὸς δὲ τῷ Ἀντιόχῳ ὑπὸ τὴν ἕω συνέμιξε. καὶ ἕως μὲν ἐν τῷ ὁμαλῷ ἐμάχετο, ἐπεκράτει, ἀναχωρήσαντος δὲ τοῦ Ἀντιόχου πρὸς τὰ μετέωρα ἠλαττοῦτο, μέχρις ὁ Κάτων κατὰ νώτου οἱ | |
15 | ἐγένετο. τοῖς γὰρ Αἰτωλοῖς καθεύδουσιν ἐπελθὼν τοὺς μὲν πλείους ἀπέκτεινε καὶ τοὺς λοιποὺς διεσκέ‐ δασε, κἀντεῦθεν καταδραμὼν καὶ τῆς κάτω μάχης μετέσχε. καὶ τόν τε Ἀντίοχον ἔτρεψαν καὶ τὸ στρα‐ τόπεδον αὐτοῦ εἷλον. καὶ ὁ μὲν ἐς τὴν Χαλκίδα | |
20 | εὐθὺς ἀπεχώρησε, μαθὼν δὲ τὸν ὕπατον προσιόντα, ἐς τὴν Ἀσίαν ἀνεκομίσθη λαθών. Καὶ τὴν μὲν Βοιωτίαν καὶ τὴν Εὔβοιαν ὁ Γλα‐ βρίων αὐτίκα κατέσχε, τῇ δ’ Ἡρακλείᾳ, μὴ βουλη‐ θέντων αὐτῷ προσχωρῆσαι τῶν Αἰτωλῶν, προσβολὰς | |
25 | ἐποιεῖτο· καὶ τὴν μὲν κάτω πόλιν πολιορκίᾳ εἷλε, τοὺς δ’ ἐς τὴν ἀκρόπολιν ἀναφυγόντας ὁμολογίᾳ παρεστήσατο. ἐν δὲ τοῖς τότε ζωγρηθεῖσι καὶ Δημό‐ κριτος ὁ στρατηγὸς τῶν Αἰτωλῶν ἐγένετο, ὃς τῷ Φλαμινίῳ ποτὲ τὴν συμμαχίαν ἠρνήσατο, καὶ ψή‐ | |
30 | φισμα ἐκείνου αἰτήσαντος, ἵν’ ἐς τὴν Ῥώμην πέμψῃ, “θάρρει” ἔφη· “ἐγὼ γὰρ αὐτὸ κομιῶ μετὰ τοῦ στρα‐ | |
τοῦ καὶ παρὰ τῷ Τιβέριδι ὑμῖν ἀναγνώσομαι.” τοῦ | 306 in vol. 2 | |
2.307 | Φιλίππου δὲ τὴν Λάμιαν πολιορκοῦντος ἐπῆλθεν ἐπ’ αὐτὴν ὁ Γλαβρίων, καὶ τήν τε νίκην καὶ τὴν λείαν ἐσφετερίσατο. τῶν μέντοι Αἰτωλῶν οἱ λοιποὶ συναλ‐ λαγῆναι μὲν ἠθέλησαν, οὐκ ἐσπείσαντο δέ, τοῦ Ἀν‐ | |
5 | τιόχου πρέσβεις αὐτοῖς καὶ χρήματα πέμψαντος, ἀλλὰ πρὸς πόλεμον ἡτοιμάζοντο. καὶ ὁ Φίλιππος ὑπεκρί‐ νετο μὲν τὴν πρὸς τοὺς Ῥωμαίους φιλίαν, τὰ δὲ τοῦ Ἀντιόχου ἐφρόνει. ἐν τούτῳ δὲ Ναύπακτον ὁ Γλα‐ βρίων τῶν Αἰτωλῶν οὖσαν ἐπολιόρκει· οὓς ἐλθὼν | |
10 | ὁ Φλαμίνιος ἔπεισε σπείσασθαι, γνωρίμως αὐτοῖς ἔχων. καὶ πρέσβεις εἰς τὴν Ῥώμην ἐκεῖνοί τε καὶ οἱ Ἠπειρῶται ἐστάλκασι. καὶ ὁ Φίλιππος στέφανον νικητήριον τῷ Διὶ τῷ Καπιτωλίῳ πέμψας ἄλλα τε ἀντειλήφει καὶ τὸν υἱὸν τὸν Δημήτριον ἐν Ῥώμῃ | |
15 | ὁμηρεύοντα. τοῖς δ’ Αἰτωλοῖς σπονδαὶ οὐκ ἐγένοντο· οὐ γὰρ ἐλαττωθῆναί τι κατεδέξαντο. Ἐπὶ δὲ τὸν Ἀντίοχον οἱ Ῥωμαῖοι τοὺς Σκιπίωνας ἔταξαν τόν τε Ἀφρικανὸν καὶ τὸν ἀδελφὸν αὐτοῦ Λούκιον. οἳ τοῖς μὲν Αἰτωλοῖς ἀνοχὴν ἔδοσαν, ἵν’ ἐς | |
20 | τὴν Ῥώμην αὖθις ὑπὲρ τῆς εἰρήνης πρεσβεύσωνται, ἠπείγοντο δ’ ἐπὶ τὸν Ἀντίοχον, καὶ ἐπὶ Μακεδονίαν ἐλθόντες, συμμάχους τε λαβόντες ἐκ τοῦ Φιλίππου, ἐπὶ τὸν Ἑλλήσποντον ἤλασαν. καὶ ἐς τὴν Ἀσίαν περαιωθέντες τὰ πλεῖστα τῶν παραθαλασσίων κατέ‐ | |
25 | λαβον προκατειλημμένα παρὰ τῶν ἐκεῖ προαπελθόν‐ των Ῥωμαίων, πρὸς δὲ καὶ τοῦ Εὐμένους καὶ τῶν Ῥοδίων, οἳ καὶ τὸν Ἀννίβαν ναῦς τινας ἐκ Φοινίκης ἄγοντα περὶ Παμφυλίαν ἐνίκησαν. καὶ Εὐμένης δὲ καὶ Ἄτταλος ὁ ἀδελφὸς αὐτοῦ τὴν χώραν ἐκάκουν τοῦ | |
30 | Ἀντιόχου, καὶ πόλεις αἱ μὲν βίᾳ, αἱ δ’ ἑκούσιαι πρὸς | 307 in vol. 2 |
2.308 | τοὺς Ῥωμαίους μεθίσταντο, ὥστε ἐκ τούτων ἀναγ‐ κασθῆναι τὸν Ἀντίοχον τὴν Εὐρώπην τε παντελῶς ἐκλιπεῖν καὶ τὸν υἱὸν Σέλευκον ἀπὸ τῆς Λυσιμαχίας ἀπαγαγεῖν. ὃν ἐπανελθόντα σὺν δυνάμει ἐπὶ τὴν | |
5 | Πέργαμον ἔπεμψεν. ὡς δὲ προσεδρεύσας τῇ πόλει οὐδὲν ἐπέρανε, καὶ οἱ Σκιπίωνες ἐπῆλθον, εὐθὺς αὐτοῖς ἐπεκηρυκεύσατο, προσδοκήσας τεύξεσθαι τῆς εἰρήνης, ὅτι τὸν Ἀφρικανοῦ υἱὸν συλλαβὼν ἐν θερα‐ πείᾳ εἶχε πολλῇ· καὶ τέλος, καίπερ τῶν σπονδῶν | |
10 | ἁμαρτών, ἄνευ λύτρων ἀφῆκεν αὐτόν. οὐκ ἐγένετο δὲ ἡ εἰρήνη, τοῦ Ἀντιόχου ἃ οἱ Ῥωμαῖοι ἀπῄτουν μὴ συνθεμένου ποιῆσαι. Τέως μέντοι ἐπὶ πολὺ ἡσύχασαν, εἶτα καὶ ἐπο‐ λέμησαν. ὁ δὲ ἀγὼν οὕτως ἐγένετο. πρῶτα τὰ ἅρ‐ | |
15 | ματα, εἶτα τοὺς ἐλέφαντας ὁ Ἀντίοχος ἔταξε, καὶ μετὰ ταῦτα τοὺς σφενδονήτας καὶ τοὺς τοξότας. τὴν μὲν οὖν ἐκδρομὴν τῶν ἁρμάτων προεκδραμόντες οἱ Ῥωμαῖοι καὶ μετὰ κραυγῆς σφίσι πολλῆς ἀντιμέ‐ τωποι προσπεσόντες ἀνέκοψαν, ὥστε τὰ πολλὰ αὐτῶν | |
20 | ἐς τοὺς ἐλέφαντας τραπόμενα πάλιν τὸ οἰκεῖον συνε‐ τάραξαν, αὐτοί τε γὰρ ἐπλανῶντο καὶ τοὺς ἐπιτεταγ‐ μένους σφίσιν ἐκφοβήσαντες διεσκέδασαν, τὴν δὲ τοξείαν καὶ τὴν σφενδόνησιν ὄμβρος πολὺς ἐπιγενό‐ μενος ἀσθενῆ ἐποίησεν· ὁμίχλη τε πλείστη καὶ βα‐ | |
25 | θεῖα συμβᾶσα τοὺς μὲν Ῥωμαίους ἅτε κρατοῦντας καὶ ἀγχεμάχως ἐκ χειρὸς μαχομένους οὐδὲν ἐνεπόδισε, τοὺς δ’ ἐναντίους, οἷα πεφοβημένους ἵππῳ τε καὶ τοξείᾳ τὸ πλεῖστον χρωμένους, τήν τε πρόοψιν εἰς τὰ τοξεύματα ἀφείλετο, καὶ περὶ ἀλλήλους ὡς ἐν | |
30 | σκότῳ πλανωμένους ἔσφηλεν. ὅμως δ’ οὖν ἴσχυσεν | 308 in vol. 2 |
2.309 | ὁ Ἀντίοχος τοῖς καταφράκτοις ἱππεῦσι τοὺς ἀντιστάν‐ τας αὐτῷ τρεψάμενος μέχρι τοῦ στρατοπέδου ἐλθεῖν ἐπιδιώκων αὐτούς. καί γε εἷλεν ἂν αὐτό, εἰ μὴ Μάρκος Αἰμίλιος Λέπιδος ὁ τὴν φρουρὰν αὐτοῦ ἔχων | |
5 | τοὺς πρώτους προσιόντας τῶν Ῥωμαίων ἀπέκτεινεν, ἐπεὶ μὴ ἔπεισεν αὐτοὺς τῆς φυγῆς ἐπισχεῖν. ἐκ γὰρ τούτου ἐκείνων τε οἱ λοιποὶ ὑποστρέψαντες καὶ αὐτὸς ἀκραιφνέσιν ἐπεκδραμὼν τοῖς φρουροῖς ἀπεώσαντο τὸν Ἀντίοχον. ἐν ᾧ δὲ τοῦτ’ ἐγίνετο, Ζεῦξις καθ’ | |
10 | ἕτερον μέρος τῷ ταφρεύματι προσβαλὼν εἴσω τε αὐτοῦ εἰσῆλθε καὶ ἁρπαγὴν ἐποιεῖτο, μέχρις οὗ ὁ Λέπιδος ᾔσθετο. τότε γὰρ κἀκεῖνος τὸ σφέτερον ἐρρύσατο, καὶ ὁ Σκιπίων τὸ τοῦ Ἀντιόχου εἷλε, καὶ ἐν αὐτῷ πολλοὺς μὲν ἀνθρώπους, πολλοὺς δ’ ἵππους, | |
15 | ὑποζύγια, ἀργύριον, χρυσίον, ἐλέφαντα ἄλλα τε πολλὰ καὶ πολυτελῆ εὗρε. καὶ ὁ μὲν Ἀντίοχος ἡττηθεὶς αὐτίκα ἐς τὴν Συρίαν ἀνεχώρησεν, οἱ δ’ Ἕλληνες οἱ ἐν τῇ Ἀσίᾳ τοῖς Ῥωμαίοις προσέθεντο. Μετὰ δὲ ταῦτα ἀνακωχή τις ἐπικηρυκευσαμένου | |
20 | τοῦ Ἀντιόχου ἐσπείσθη. ὅ τε γὰρ Ἀφρικανὸς εὐνοϊκῶς οἱ διὰ τὸν υἱὸν εἶχε, καὶ ὁ ὕπατος οὐκ ἤθελε τὴν νίκην τῷ διαδόχῳ πλησιάζοντι καταλελοιπέναι. οὔκουν οὐδὲ ἐπέταξαν τῷ Ἀντιόχῳ πλέον οὐδὲν ἢ ὅσα καὶ πρὸ τῆς μάχης ᾔτουν. διὸ καὶ Γναῖος Μάλλιος ὁ τὴν | |
25 | ἀρχὴν σφῶν διαδεξάμενος οὐκ ἠρκέσθη τοῖς συγκει‐ μένοις, ἀλλὰ πλείω αὐτὸν ἀπῄτησε, πρὸς δὲ καὶ ὁμή‐ ρους δοῦναι ἐκέλευσεν ἄλλους τε καὶ τὸν υἱὸν Ἀν‐ τίοχον, καὶ τοὺς αὐτομόλους πάντας ἐκδοῦναι, ἐν οἷς καὶ ὁ Ἀννίβας ἦν. καὶ ὁ Ἀντίοχος καὶ ἄκων πρὸς | |
30 | ἅπαντα ἐπειθάρχησεν. οὐ μέντοι καὶ τὸν Ἀννίβαν ἐκδοῦναι ἠδυνήθη· πρὸς γὰρ Προυσίαν τὸν βασιλέα | |
τῶν Βιθυνῶν προκατέφυγε. καὶ ὁ μὲν Ἀντίοχος | 309 in vol. 2 | |
2.310 | πρέσβεις ἐπὶ τούτοις εἰς τὴν Ῥώμην πέμψας ἐσπείσατο, Σκιπίων δὲ Λούκιος ἐπῃνεῖτο ἐπὶ τῇ νίκῃ καὶ τὴν τοῦ Ἀσιατικοῦ ἐπωνυμίαν δι’ αὐτὴν ἔσχεν, ὥσπερ ὁ ἀδελφὸς αὐτοῦ Ἀφρικανὸς ἐπεκλήθη, τῆς Καρχη‐ | |
5 | δόνος κρατήσας μέγιστον ἐν τῇ Ἀφρικῇ δυνηθείσης. Τοιοῦτοι δ’ οὖν ἄνδρες οὗτοι γενόμενοι καὶ ἐπὶ τοσοῦτον δόξης ἐλθόντες ἐξ ἀρετῆς, δικαστηρίῳ καὶ τῷ δήμῳ οὐ πολλῷ ὕστερον παρεδόθησαν· καὶ ὁ μὲν Λούκιος κατεψηφίσθη ὡς τάχα πολλὰ ἐκ τῆς λείας | |
10 | σφετερισάμενος, Ἀφρικανὸς δὲ ὡς ἐπιεικεστέρας τὰς συνθήκας διὰ τὸν υἱὸν ποιησάμενος, τὸ δ’ ἀληθὲς διὰ φθόνον. ὅτι δ’ οὐδὲν ἠδίκουν δηλοῦται μὲν καὶ ἄλλοθεν, οὐχ ἥκιστα δὲ ὅτι καὶ τῆς οὐσίας τοῦ Ἀσια‐ τικοῦ δημευθείσης οὐδὲν πλέον τῶν αὐτῷ προϋπαρ‐ | |
15 | χόντων εὑρέθη, ὅτι δὲ τοῦ Ἀφρικανοῦ ἐς τὸ Λίτερ‐ νον πρὸ ψήφου ἀναχωρήσαντος καὶ μέχρι τελευτῆς ἐκεῖ καταμείναντος οὐδεὶς αὐτοῦ ἔτι κατεψηφίσατο. Ὁ δέ γε Μάλλιος τότε Πισιδίαν Λυκαονίαν τε καὶ Παμφυλίαν τῆς τε Γαλατίας τῆς Ἀσιανῆς πολλὰ | |
20 | προσηγάγετο. ἔστι γάρ τι κἀνταῦθα γένος αὐτῶν, ἐκ τοῦ Εὐρωπαίου ἀποδάσμιον. Βρέννον γάρ ποτε βασιλέα σφῶν προστησάμενοι τήν τε Ἑλλάδα καὶ τὴν Θρᾴκην ἐπέδραμον, κἀκεῖθεν εἰς τὴν Βιθυνίαν δια‐ βάντες μέρη τινὰ τῆς τε Φρυγίας καὶ τῆς Παφλαγο‐ | |
25 | νίας τῆς τε Μυσίας τῆς πρὸς τῷ Ὀλύμπῳ καὶ Καπ‐ παδοκίας ἀπετέμοντο καὶ ἐν αὐτοῖς κατῴκησαν, καὶ νῦν ἔθνος ἴδιόν εἰσι τὸ ὄνομα τῶν Γαλατῶν φέρον‐ τες. οὗτοι δὴ πράγματα τῷ Μαλλίῳ παρέσχον. ἀλλὰ καὶ τούτων ἐκράτησε, τὴν μὲν Ἄγκυραν τὴν πόλιν | |
30 | ἑλὼν ἐξ ἐπιδρομῆς, τὰς δ’ ἄλλας ὁμολογίᾳ παραστη‐ | 310 in vol. 2 |
2.311 | σάμενος. πράξας δὲ ταῦτα καὶ συχνὸν παρὰ Ἀρια‐ ράθους τοῦ Καππαδοκῶν βασιλέως ἀργύριον ἐπὶ εἰρήνῃ λαβὼν ἀπῆρεν οἴκαδε. Οἱ δ’ Αἰτωλοὶ πρέσβεις τὸ δεύτερον ὑπὲρ εἰρή‐ | |
5 | νης ἐς τὴν Ῥώμην πέμψαντες αὐτοὶ αὖθις ἐνεωτέριζον. διὸ οἱ Ῥωμαῖοι τούς τε πρέσβεις εὐθὺς ἀπεπέμψαντο καὶ Μάρκῳ Φουλουίῳ τὴν Ἑλλάδα ἀνέθεντο. ὁ δὲ ἐς Ἀμβρακίαν τὴν πόλιν πρῶτον ὥρμησε μεγάλην οὖσαν, ἦν γάρ ποτε τοῦ Πύρρου βασίλειον, τότε δὲ | |
10 | κατείχετο πρὸς τῶν Αἰτωλῶν, καὶ ἐπολιόρκει αὐτήν· οἱ οὖν Αἰτωλοὶ πρὸς αὐτὸν ὑπὲρ εἰρήνης διειλέχθη‐ σαν· ὡς δ’ οὐκ ἠθέλησε σπείσασθαι, μέρος τι τοῦ στρατοῦ ἐς τὴν Ἀμβρακίαν εἰσέπεμψαν. οἱ δὲ Ῥω‐ μαῖοι δι’ ὑπονόμου τινὸς ἐπεχείρησαν τὴν πόλιν | |
15 | ἑλεῖν, καὶ διώρυσσον πόρρωθεν· καὶ τέως μὲν ἐλάν‐ θανον τοὺς πολιορκουμένους, ἐπεὶ δ’ ὁ χοῦς ἠθροίσθη, ὑπετόπησαν τὸ γινόμενον. ἀγνοοῦντες δ’ ὅπῃ ὀρύσ‐ σοιτο, χαλκῆν ἀσπίδα κατὰ τὸν περίβολον πρὸς αὐτὸ ἐτίθουν τὸ δάπεδον· καὶ διὰ τῆς ἠχῆς τὸν τόπον | |
20 | γνόντες καὶ αὐτοὶ ἀντώρυσσον ἔνδοθεν, καὶ πελάσαν‐ τες τοῖς Ῥωμαίοις ᾔεσαν εἰς μάχας κρυπτάς. τέλος δέ τι τοιοῦτον ἀντετεχνήσαντο. πίθον μέγαν πτίλων πληρώσαντες πῦρ ἐς αὐτὸν ἐνῆκαν, καὶ πῶμα χαλ‐ κοῦν αὐτῷ πολλαχῇ τετρημένον ἐνέθηκαν, καὶ εἰς | |
25 | τὸν ὑπόνομον τὸν πίθον κομίσαντες καὶ πρὸς τοὺς πολεμίους τρέψαντες τὸ στόμα αὐτοῦ ἀκροφύσιόν οἱ κατὰ τὸν πυθμένα ἐνέβαλον, καὶ τούτῳ φύσας προσ‐ φέροντες πλεῖστον καὶ δυσχερῆ καπνὸν οἷα ἐκ πτίλων ἐκθορεῖν ἐποίουν, ὃν οὐδεὶς τῶν Ῥωμαίων ὑπέμενεν. | |
30 | ὅθεν ἀπογνόντες οἱ Ῥωμαῖοι ἐσπείσαντο καὶ τὴν πο‐ | 311 in vol. 2 |
2.312 | λιορκίαν κατέλυσαν. ὁμολογησάντων δ’ αὐτῶν καὶ οἱ Αἰτωλοὶ μετεβάλοντο· καὶ διεπράξαντο ἀνοχήν, εἶτα καὶ εἰρήνην παρὰ τοῦ δήμου, πολλὰ μὲν χρήματα, πολλοὺς δὲ καὶ ὁμήρους δόντες. καὶ ὁ Φουλούιος | |
5 | τὴν Κεφαλληνίαν ὁμολογίᾳ παρεστήσατο καὶ τὴν Πελοπόννησον στασιάζουσαν κατεστήσατο. Γαΐου δὲ Φλαμινίου καὶ Αἰμιλίου Λεπίδου ὑπα‐ τευόντων μετέπειτα ὁ Ἀντίοχος ἔθανε, καὶ αὐτὸν ὁ υἱὸς ὁ Σέλευκος διεδέξατο· τελευτήσαντος δὲ κἀ‐ | |
10 | κείνου πολλῷ ὕστερον ὁ εἰς τὴν Ῥώμην ὁμηρεύων Ἀντίοχος ἐβασίλευσεν. ὁ δέ γε Φίλιππος ἐτόλμησε μὲν νεωτερίσαι ὅτι πόλεών τινων ἐστερήθη ἐν Θεσ‐ σαλίᾳ καὶ πρὸς ταῖσδε καὶ Αἴνου καὶ Μαρωνείας, οὐκ ἠδυνήθη δὲ διὰ τὸ γῆρας καὶ διὰ τὰ περὶ τοὺς | |
15 | παῖδας συνενεχθέντα αὐτῷ. καὶ Γαλάται τινὲς τὰς Ἄλπεις ὑπερβάντες πόλιν ἐντὸς αὐτῶν κτίσαι ἠθέλη‐ σαν. ὧν ὁ Μάρκος ὁ Μάρκελλος τά τε ὅπλα ἀφείλετο καὶ τἄλλα ὅσα ἐπεκομίζοντο· οἱ δ’ ἐν τῇ Ῥώμῃ πρεσβευσαμένοις σφίσιν ἐπὶ τῷ εὐθὺς ἀναχωρῆσαι | |
20 | πάντα ἀπέδωκαν. Τότε δὲ καὶ ὁ Ἀννίβας ἀπέθανε. πρέσβεων γὰρ πρὸς τὸν Προυσίαν τὸν τῆς Βιθυνίας κρατοῦντα πεμ‐ φθέντων ἐκ Ῥώμης δι’ ἄλλα τέ τινα καὶ ὅπως καὶ τὸν Ἀννίβαν ἐκδοίη παρ’ αὐτῷ ὄντα, προμαθὼν τοῦτ’ | |
25 | ἐκεῖνος καὶ διαδρᾶναι μὴ οἷός τε ὢν ἑαυτὸν διεχρή‐ σατο. χρησμοῦ δέ ποτε αὐτῷ γενομένου ἐν γῇ Λι‐ βύσσῃ τεθνήξεσθαι, ὁ μὲν ἐν τῇ πατρίδι τῇ Λιβύῃ προσεδόκα θανεῖν, ἔτυχε δὲ θνήσκων ἐν χωρίῳ τινὶ τυγχάνων καλουμένῳ Λιβύσσῃ. καὶ ὁ Ἀφρικανὸς δὲ | |
30 | Σκιπίων τότε μετήλλαξε. | 312 in vol. 2 |
2.313 | Φίλιππος δὲ ὁ Μακεδόνων βασιλεύς, τὸν υἱὸν Δημήτριον ἀποκτείνας καὶ τὸν ἕτερον υἱὸν τὸν Περ‐ σέα μελλήσας φονεύσειν, ἀπέθανεν. ἐπεὶ γὰρ προσ‐ φιλὴς τοῖς Ῥωμαίοις ἐκ τῆς ὁμηρείας ἐγένετο ὁ Δη‐ | |
5 | μήτριος, καὶ αὐτός τε καὶ οἱ λοιποὶ τῶν Μακεδόνων ἤλπιζον ὅτι μετὰ τὸν Φίλιππον τὴν βασιλείαν λήψε‐ ται, ἐφθόνησεν αὐτῷ ὁ Περσεύς, ἅτε καὶ πρεσβύτερος αὐτοῦ ὤν, καὶ διέβαλεν αὐτὸν ὡς ἐπιβουλεύοντα τῷ πατρί. καὶ ὁ μὲν φάρμακον πιεῖν ἀναγκασθεὶς ἐτελεύ‐ | |
10 | τησεν, ὁ δὲ Φίλιππος οὐ πολλῷ ὕστερον τὸ ἀληθὲς γνοὺς ἀμύνασθαι τὸν Περσέα ἠθέλησεν, οὐ μέντοι καὶ ἴσχυσεν, ἀλλ’ αὐτός τε ἀπέθανε καὶ τὴν βασι‐ λείαν ὁ Περσεὺς διεδέξατο. καὶ οἱ Ῥωμαῖοι ταύτην τε αὐτῷ ἐβεβαίωσαν καὶ τὴν πατρῴαν φιλίαν ἀνε‐ | |
15 | νεώσαντο. Ἐν δὲ τοῖς μετὰ ταῦτα χρόνοις συνηνέχθησαν μέν τινα, οὐ μέντοι καὶ ἀναγκαῖα πάνυ ὥστε καὶ συγγραφῆς νομίζεσθαι ἄξια. ὕστερον δὲ ὁ Περσεὺς πολέμιον ἑαυτὸν τοῖς Ῥωμαίοις ἐποίησεν. ἵνα δὲ | |
20 | ἀναβολὴν τοῦ πολέμου σχοίη μέχρις ἂν παρασκευά‐ σηται, πρέσβεις εἰς τὴν Ῥώμην ἔπεμψεν ἀπολογησο‐ μένους τάχα περὶ ὧν ἐνεκαλεῖτο. οὓς οἱ Ῥωμαῖοι οὔτ’ εἴσω τοῦ τείχους ἐδέξαντο, καὶ πρὸ τοῦ ἄστεος αὐτοῖς χρηματίσαντες οὐδὲν ἀπεκρίναντο ἕτερον ἢ | |
25 | ὅτι ὕπατον πέμψουσι πρὸς ὃν ὅσα βούλεται διαλεχ‐ θήσεται. καὶ αὐθημερὸν αὐτοὺς ἀπιέναι ἐποίησαν, δόντες σφίσι καὶ ἀγωγοὺς ὥστε μή τινι συγγένων‐ ται· καὶ τῷ Περσεῖ τῆς Ἰταλίας ἐπιβαίνειν τοῦ λοιποῦ ἀπειρήκασιν. | |
30 | Οἱ μὲν οὖν Ῥωμαῖοι μετὰ ταῦτα Γναῖον Σικίνιον | 313 in vol. 2 |
2.314 | στρατηγὸν μετὰ δυνάμεως ὀλίγης ἐξέπεμψαν, οὐ γάρ πω τὴν μείζω παρεσκευάσαντο, καὶ ὁ Περσεὺς εἰς Θεσσαλίαν παρεμβάλλων τά γε πλεῖστα αὐτῆς ᾠκειώ‐ σατο· ἐπεὶ δὲ τὸ ἔαρ ἐπέστη, πέμπουσιν ἐπ’ αὐτὸν | |
5 | Λικίνιον Κράσσον, καὶ στρατηγὸν ἐπὶ τοῦ ναυτικοῦ Γάιον Λουκρήτιον. συμμίξας οὖν πρῶτον περὶ Λάρι‐ σαν τῷ Περσεῖ ἐν ἱππομαχίᾳ ἔπταισεν· ὕστερον μέν‐ τοι περιεγένετο, ὥστε καὶ ἀναχωρῆσαι τὸν Περσέα εἰς τὴν Μακεδονίαν. ὁ Κράσσος δὲ ταῖς πόλεσι ταῖς | |
10 | Ἑλληνικαῖς ταῖς ὑπὸ τοῦ Φιλίππου κατεχομέναις προσέβαλε, καὶ τῶν μὲν πλειόνων ἀπεκρούσθη, ἔστι δ’ ἃς ἐχειρώσατο· καί τινας κατασκάψας τοὺς ἁλόν‐ τας ἀπέδοτο. ἅπερ οἱ ἐν τῇ Ῥώμῃ πυθόμενοι ἠγα‐ νάκτησαν, καὶ τόν τε Κράσσον ὕστερον ἐζημίωσαν | |
15 | χρήμασι καὶ τὰς ἑαλωκυίας πόλεις ἠλευθέρωσαν καὶ τοὺς πραθέντας ἐξ αὐτῶν καὶ εὑρεθέντας ἐν τῇ Ἰταλίᾳ τότε παρὰ τῶν ἐωνημένων αὐτοὺς ἐξεπρίαντο. Ταῦτα μὲν οὖν οὕτως ἔπραξαν οἱ Ῥωμαῖοι, ἐν δὲ τῷ πρὸς τὸν Περσέα πολέμῳ πολλὰ καὶ μεγάλα | |
20 | ἠτύχησαν, καὶ πολλαχόθι ἐπόνησε τὰ αὐτῶν, καὶ ὁ Περσεὺς τῆς Ἠπείρου καὶ τῆς Θεσσαλίας κατέσχε τὰ πλείονα. τήν τε γὰρ ἄλλην δύναμιν πολλὴν συνε‐ κρότησε, καὶ πρὸς τοὺς ἐλέφαντας τῶν Ῥωμαίων φάλαγγα ὁπλιτῶν ἠσκήκει, ὀξέσιν ἥλοις τὰς ἀσπίδας | |
25 | καὶ τὰ κράνη σιδηρώσας αὐτῶν. ὅπως δὲ μήτε τοῖς ἵπποις φοβεροὶ εἶεν, εἴδωλα ἐλεφάντων σκευάσας δεινὴν μὲν ὑπὸ χρίσματός τινος ὀσμὴν ἔχοντα, φοβερὰ δὲ καὶ ὀφθῆναι καὶ ἀκουσθῆναι ὄντα, βροντώδη γὰρ ἠφίει ἠχήν τινα ἐξ ἐπιτηδεύσεως, πρὸς ἐκεῖνα | |
30 | προσῆγεν αὐτοὺς συνεχῶς, μέχρις οὗ καὶ ἐθάρσησαν. ὁ μὲν οὖν Περσεὺς μέγα ἐκ τούτων ἐκέκτητο φρό‐ | |
νημα καὶ τὸν Ἀλέξανδρον τῇ δόξῃ καὶ τῷ μεγέθει | 314 in vol. 2 | |
2.315 | τῆς ἀρχῆς ὑπεροίσειν ἐπήλπισεν, οἱ δ’ ἐν τῇ Ῥώμῃ ταῦτα μαθόντες τὸν Μάρκιον Φίλιππον ὑπατεύοντα σπουδῇ ἐξέπεμψαν. καὶ ὃς εἰς τὴν Θεσσαλίαν πρὸς τὸ στρατόπεδον ἀφικόμενος τούς τε Ῥωμαίους καὶ | |
5 | τοὺς συμμάχους ἐξήσκει, ὥστε δείσαντα τὸν Περσέα ἐν τῷ Δίῳ τῷ Μακεδονικῷ καὶ πρὸς τοῖς Τέμπεσιν ἡσυχίαν ἄγειν καὶ τὰ στενὰ τηρεῖν. θαρσήσας δὲ διὰ ταῦτα ὁ Φίλιππος διὰ μέσων ὀρῶν ὑπερέβαλε καί τινα τοῦ Περσέως κατέσχε. προϊὼν δ’ ἐπὶ τῆς | |
10 | Πύδνης τῶν ἐπιτηδείων ἐσπάνισε, καὶ εἰς τὴν Θεσ‐ σαλίαν ἀνέστρεψε. καὶ αὖθις ὁ Περσεὺς ἀνεθάρσησε καὶ ἃ κατέσχεν ὁ Φίλιππος ἀνεκτήσατο καὶ τῷ ναυ‐ τικῷ συχνὰ τοὺς Ῥωμαίους ἐλύπει, συμμάχους τε προσηγάγετο καὶ πάντῃ τοὺς Ῥωμαίους ἐκ τῆς Ἑλλά‐ | |
15 | δος ἤλπισεν ἐκβαλεῖν. τῇ δὲ πολλῇ καὶ ἀκαίρῳ φει‐ δωλίᾳ καὶ τῇ δι’ αὐτὴν τῶν συμμάχων ὀλιγωρίᾳ ἀσθενὴς αὖθις ἐγένετο. ὡς γὰρ τὰ τῶν Ῥωμαίων ὑπεδίδου, τὰ δ’ ἐκείνου ἐπηύξετο, κατεφρόνησεν ὡς οὐδὲν ἔτι τῶν συμμάχων δεόμενος, καὶ οὐκ ἐδίδου | |
20 | χρήματα σφίσιν ἃ ἐπηγγείλατο. τῶν μὲν οὖν ἀμ‐ βλυνθέντων τὸ πρόθυμον, τῶν δὲ καὶ τέλεον αὐτὸν ἐκλιπόντων, τοσοῦτον ἀπέγνω ὥστε καὶ σπονδῶν δεηθῆναι. καὶ κἂν ἔτυχε τούτων διὰ τοῦ Εὐμένους, εἰ μὴ καὶ Ῥόδιοι συνεπρέσβευσαν· ὑπερηφάνως γὰρ | |
25 | οὗτοι τοῖς Ῥωμαίοις διαλεχθέντες τυχεῖν αὐτὸν ἐκώ‐ λυσαν τῶν σπονδῶν. Ἐντεῦθεν ὁ κατ’ αὐτοῦ πόλεμος Παύλῳ ἀνετέθη τῷ Αἰμιλίῳ τὸ δεύτερον ὑπατεύοντι. ὃς σπουδῇ | |
κομισθεὶς εἰς τὴν Θεσσαλίαν καὶ τὰ τῶν στρατιωτῶν | 315 in vol. 2 | |
2.316 | προκαταστησάμενος, βιασάμενος διὰ τῶν Τεμπῶν, ὀλίγοι γὰρ ἐφρούρουν αὐτά, ἐπὶ τὸν Περσέα ὥρμη‐ σεν. ἐπεὶ δ’ ἐκεῖνος τὸν Ἔλπιον ποταμὸν προσαπέ‐ φραξεν ὄντα ἐν μέσῳ, προκαταλαβὼν δὲ καὶ πᾶν τὸ | |
5 | μεταξὺ τοῦ τε Ὀλύμπου καὶ τῆς θαλάσσης αἱμασιαῖς καὶ σταυρώμασι καὶ οἰκοδομήμασιν ἄπορον ἀπειρ‐ γάσατο, ἐθάρρει δὲ καὶ τῇ ἀνυδρίᾳ τοῦ τόπου, ἐπεί‐ ρασε μὲν καὶ οὕτως ὁ ὕπατος διελθεῖν, καὶ τῆς ἀνυδρίας ἐπορίσατο ἐπικούρημα. διαμησάμενος γὰρ | |
10 | τὴν ἐν τῇ ὑπωρείᾳ τοῦ Ὀλύμπου ἄμμον ὕδωρ εὗρε δαψιλές τε καὶ πότιμον. κἀν τούτῳ τῶν Ῥοδίων πρέσβεις ἀφίκοντο πρὸς αὐτὸν ἀπὸ τῆς αὐτῆς θρα‐ σύτητος ἀφ’ ἧς καὶ ἐς τὴν Ῥώμην πρὶν ἐπρεσβεύ‐ σαντο. ὁ δὲ οὐδὲν εἰπὼν πλέον αὐτοῖς ἢ ὅτι μετ’ | |
15 | ὀλίγας ἡμέρας ἀπόκρισιν δώσει, ἀπέπεμψεν αὐτούς. ὡς δὲ προσβάλλων οὐδὲν ἐπέραινεν, ἔμαθε δὲ τὰ ὄρη ὄντα που πορεύσιμα, μέρος τι τοῦ στρατοῦ ἐπὶ τὴν δυσπροσοδωτέραν αὐτῶν ὑπερβολὴν ἔπεμψε, κα‐ ταληψόμενον τὰ ταύτῃ ἐπίκαιρα, διὰ γὰρ τὸ δυσπρόσ‐ | |
20 | ιτον καὶ ἐλαχίστην εἶχε φρουράν, αὐτὸς δὲ τῷ λοιπῷ τοῦ στρατεύματος προσέμιξε τῷ Περσεῖ, ἵνα μή τι ὑποτοπήσας φυλακὴν τῶν ὀρῶν ἀκριβεστέραν ποιή‐ σαιτο. καὶ μετὰ τοῦτο καταληφθέντων τῶν ἄκρων νυκτὸς πρὸς τὰ ὄρη ὥρμησε, καὶ πῇ μὲν λαθὼν, πῇ | |
25 | δὲ βιασάμενος ὑπερέβαλεν αὐτά. ὃ μαθὼν ὁ Περ‐ σεύς, καὶ δείσας μὴ κατὰ νώτου αὐτῷ προσπέσῃ ἢ καὶ τὴν Πύδναν προκατάσχῃ, καὶ γὰρ τὸ ναυτικὸν ἅμα τὸ τῶν Ῥωμαίων παρέπλει, τό τε ἔρυμα τὸ πρὸς τῷ ποταμῷ ἐξέλιπε, καὶ πρὸς τὴν Πύδναν ἐπειχθεὶς | |
30 | πρὸ τῆς πόλεως ἐστρατοπεδεύσατο. καὶ ἦλθε μὲν καὶ ὁ Παῦλος ἐκεῖ, οὐ μέντοι καὶ παραχρῆμα προσέ‐ | |
μιξαν, ἀλλὰ καὶ διέτριψαν οὐκ ὀλίγας ἡμέρας. προ‐ | 316 in vol. 2 | |
2.317 | μαθὼν δὲ ὁ Παῦλος ὡς ἡ σελήνη ἐκλείψειν μέλλει, συνηθροίκει πρὸς ἑσπέραν τὸ στράτευμα, ὅτε τὴν ἔκλειψιν γενέσθαι ἐχρῆν, καὶ προεῖπε τὸ συμβησό‐ μενον, καὶ μή τι διὰ τοῦτο ταραχθῆναι παρῄνεσεν. | |
5 | οἱ μὲν οὖν Ῥωμαῖοι τὴν ἔκλειψιν θεασάμενοι οὐδὲν κακὸν ἐξ αὐτῆς ὑπετόπησαν, οἱ δέ γε Μακεδόνες δέος ἔσχον ἐκ τούτου καὶ ἐς τὸν Περσέα τὸ τέρας τείνειν ἐνόμισαν. οὕτω δ’ ἑκατέρων ἐχόντων συμ‐ βάν τι κατὰ τύχην τῇ ὑστεραίᾳ συνέρρηξεν αὐτοὺς | |
10 | εἰς μάχην ἀκήρυκτον καὶ τέλος τῷ πολέμῳ ἐπέθηκεν. ἐπεὶ γὰρ ὑποζύγιόν τι τῶν Ῥωμαίων εἰς τὸ ὕδωρ εἰσέπεσεν ἐξ οὗπερ ὑδρεύοντο, καὶ οἵ τε Μακεδόνες αὐτοῦ ἐπελάβοντο καὶ οἱ ὑδροφόροι ἀντείχοντο, τὸ μὲν πρῶτον οὗτοι καθ’ ἑαυτοὺς ἐμαχέσαντο, ἔπειτα | |
15 | καὶ οἱ λοιποὶ ἐπικουροῦντες τοῖς οἰκείοις κατ’ ὀλίγους ἐκ τῶν στρατοπέδων ἐξῄεσαν, καὶ πάντες συνέμιξαν ἀπ’ ἀμφοῖν. καὶ μάχης ἀσυντάκτου μέν, ὀξείας δὲ γενομένης, οἱ Ῥωμαῖοι ἐκράτησαν, καὶ καταδιώξαντες τοὺς Μακεδόνας μέχρι τῆς θαλάσσης πολλοὺς μὲν | |
20 | αὐτοὶ ἐφόνευσαν, πολλοὺς δὲ τῷ ναυτικῷ προσπλεύ‐ σαντι ἀποκτεῖναι παρέδοσαν. οὐδ’ ἄν τις ὑπελείφθη αὐτῶν, εἰ μὴ νὺξ αὐτοῖς ἐβοήθησε· περὶ δείλην γὰρ ὀψίαν ἡ μάχη ἐγένετο. Διαφυγὼν οὖν εἰς Ἀμφίπολιν ὁ Περσεὺς ὡς | |
25 | τούς τε περιλιπεῖς ἀναληψόμενος καὶ συστήσων αὖ‐ θις τὰ πράγματα, ἐπεὶ οὔτ’ ἦλθόν τινες πρὸς αὐτὸν πλὴν μισθοφόρων Κρητῶν καὶ τὴν Πύδναν ἄλλας τε πόλεις τὰ τῶν Ῥωμαίων ᾑρῆσθαι ἔμαθε, κἀκεῖ‐ θεν μετέστη καὶ εἰς πλοῖα τὰ χρήματα ὅσα ἐπήγετο | |
30 | θέμενος νυκτὸς ἐς Σαμοθρᾴκην ἀπέπλευσε. καὶ πυ‐ θόμενος οὐ πολλῷ ὕστερον τὸν Ὀκταούιον, ὃς τοῦ | |
ναυτικοῦ προΐστατο, προσπλέοντα, καὶ τὸν Παῦλον | 317 in vol. 2 | |
2.318 | ἐς Ἀμφίπολιν παρόντα, ἐπέστειλεν αὐτῷ συμβῆναι δεόμενος. καὶ ἐπεὶ βασιλέα ἑαυτὸν ἐν τῇ ἐπιστολῇ ὠνόμασεν, οὐδ’ ἀποκρίσεως ἔτυχεν. ὕστερον δὲ ἄνευ τινὸς τοιαύτης προσρήσεως ἐπιστείλαντος προσεδέ‐ | |
5 | ξατο μὲν τὸν ὑπὲρ τῶν σπονδῶν λόγον, οὐκ ἄλλως μέντοι συμβήσεσθαι ἔφη εἰ μὴ καὶ ἑαυτὸν καὶ τὰ ἑαυτοῦ πάντα τοῖς Ῥωμαίοις ἐπιτρέψειε. καὶ διὰ ταῦτα οὐ συνέβησαν. μετὰ τοῦτο δὲ ἐξαιτηθεὶς παρὰ τῶν Ῥωμαίων Εὔανδρόν τινα Κρῆτα πολλὰ κατ’ | |
10 | αὐτῶν ὑπουργηκότα καὶ πιστότατον αὐτῷ, οὐκ ἐξέ‐ δωκε μέν, φοβηθεὶς μὴ κατείπῃ ὅσα αὐτῷ συνῄδει, λάθρᾳ δὲ αὐτὸν ἀποκτείνας ἑαυτὸν διαχειρίσασθαι ἐφήμισε. τότε μὲν οὖν οἱ συνόντες αὐτῷ φοβηθέντες τὴν ἀπιστίαν αὐτοῦ, οὐ γὰρ ἠγνόησαν τὸ γενόμενον, | |
15 | μεθίστασθαι ἤρξαντο. κἀκεῖνος δείσας μὴ τοῖς Ῥω‐ μαίοις παραδοθῇ, ἐκδρᾶναι νυκτὸς ἐπεχείρησε. καὶ ἔλαθεν ἂν πρὸς Κότυν Θρᾷκα δυνάστην κομισθείς, εἰ μὴ οἱ Κρῆτες αὐτὸν ἐγκατέλιπον· ἐνθέμενοι γὰρ τὰ χρήματα εἰς τὰ πλοῖα οἴκαδε ἀπῆραν. ὁ δὲ ἡμέρας | |
20 | μέν τινας αὐτοῦ μετὰ Φιλίππου ἑνὸς τῶν υἱέων κρυ‐ πτόμενος ἔλαθεν, ἐπεὶ δὲ τοὺς ἄλλους παῖδας καὶ τὴν θεραπείαν ἔγνω κατεσχηκότα τὸν Ὀκταούιον, εὑρέθη ἐθελοντής. καὶ ἀχθέντα εἰς τὴν Ἀμφίπολιν οὐδὲν ὁ Παῦλος ἐκάκωσεν, ἀλλὰ καὶ ἐδεξιώσατο καὶ | |
25 | ὁμόσιτον ἐποιήσατο καὶ ἐν ἀδέσμῳ φυλακῇ ἐτήρει καὶ ἐν θεραπείᾳ ἦγε. μετὰ δὲ ταῦτα εἰς τὴν Ἰταλίαν διὰ τῆς Ἠπείρου ἀνεκομίσθη. Ὁ δὲ Πλούταρχος ἀχθῆναι λέγει τὸν Περσέα πρὸς τὸν Αἰμίλιον, καὶ τὸν δεδακρυμένον προσυ‐ | |
30 | παντῆσαι αὐτῷ, ἐκεῖνον δ’ ἐπὶ στόμα καταβαλεῖν | 318 in vol. 2 |
2.319 | ἑαυτὸν καὶ γονάτων δραξάμενον ἀφεῖναι φωνὰς ἀγεν‐ νεῖς. καὶ τὸν Αἰμίλιον ἀλγοῦντι προσώπῳ προσι‐ δόντα αὐτὸν εἰπεῖν “τί, ὦ ταλαίπωρε, ταῦτα πράτ‐ τεις; ἀφ’ ὧν δόξεις οὐκ ἀναξίως ἀτυχεῖν, οὐδὲ τοῦ | |
5 | νῦν, ἀλλὰ τοῦ πάλαι δαίμονος ἀνάξιος γεγονέναι. τί δέ μου καταβάλλεις τὴν νίκην καὶ σμικρύνεις μου τὸ κατόρθωμα, ἐπιδεικνύμενος ἑαυτὸν οὐ γενναῖον οὐδὲ πρέποντα Ῥωμαίοις ἀνταγωνιστήν; ἀρετή τοι δυστυ‐ χοῦσι μεγάλην ἔχει μοῖραν καὶ παρὰ πολεμίοις, δειλία | |
10 | δὲ Ῥωμαίοις, κἂν εὐποτμῇ, πάντῃ ἀτιμότατον.” Κατὰ δὲ τὸν αὐτὸν χρόνον καὶ Λούκιος Ἀνίκιος στρατηγὸς πεμφθεὶς ἐπὶ τὸν Γέντιον τοὺς προσμί‐ ξαντάς τε αὐτῷ ἐνίκησε καὶ τὸν Γέντιον φυγόντα ἐπιδιώξας ἐς Σκόδραν κατέκλεισεν, ὅπου ἦν αὐτῷ | |
15 | τὰ βασίλεια. καὶ διακενῆς ἂν προσήδρευεν αὐτῇ, ἐπὶ γὰρ ἀκρωνυχίας ὄρους πεπόλισται καὶ φάραγξι βαθείαις ποταμοὺς ῥοώδεις ἐχούσαις περιειλεῖται, τείχει τε ὀχυρῷ περιέζωσται, εἰ μὴ ὁ Γέντιος μέγα ἐπὶ τῇ δυνάμει ἐλπίσας ἑκὼν εἰς μάχην ἐχώρησε. | |
20 | κἀκ τούτου τήν τε ἀρχὴν αὐτοῦ πᾶσαν ὁ Ἀνίκιος προσηγάγετο καὶ μέχρι τῆς Ἠπείρου προελθών, πρὶν τὸν Παῦλον ἐλθεῖν, κἀκείνην ταραττομένην ἡμέρωσεν. Οἱ δ’ ἐν τῇ Ῥώμῃ ἔμαθον μὲν τὴν τοῦ Παύλου νίκην τετάρτῃ μετὰ τὴν μάχην ἡμέρᾳ ἔκ τινος φή‐ | |
25 | μης, οὐ μέντοι καὶ ἀκριβῶς ἐπίστευον. εἶτα γραμ‐ μάτων ὑπὲρ ταύτης κομισθέντων τοῦ Παύλου, ὑπερ‐ ήσθησαν, καὶ οὐχ ὡς τὸν Περσέα νενικηκότες καὶ τὴν Μακεδονίαν κτησάμενοι, ἀλλ’ ὡς τὸν Φίλιππον ἐκεῖνον τὸν πάνυ καὶ αὐτὸν τὸν Ἀλέξανδρον μετὰ | |
30 | πάσης τῆς ἀρχῆς ἐκείνης, ἣν ἔσχηκε, νικήσαντες ἐσε‐ | 319 in vol. 2 |
2.320 | μνύνοντο. ἐλθόντι δ’ ἐς Ῥώμην τῷ Παύλῳ πολλὰ ἐψηφίσθη, καὶ ἡ πομπὴ τῶν νικητηρίων αὐτῷ λαμ‐ προτάτη ἐγένετο. ἔπεμψε μὲν γὰρ καὶ τἄλλα ὅσα ἑαλώκει πάντα, ἔπεμψε δὲ καὶ Βίθυν τὸν τοῦ Κότυος | |
5 | υἱόν, τόν τε Περσέα καὶ τὴν γυναῖκα αὐτοῦ τούς τε παῖδας τρεῖς ὄντας ἐν τῷ τῶν αἰχμαλώτων σχήματι. δείσας δὲ διὰ τὴν τῆς εὐτυχίας ὑπερβολὴν μή τι νεμεσήσῃ αὐτοῖς τὸ δαιμόνιον, ηὔξατο καὶ οὗτος κατὰ τὸν Κάμιλλον μή τι κακὸν τῇ πόλει ἐκ τούτων, | |
10 | ἀλλ’ ἑαυτῷ, εἴ τι δέοι, γενήσεσθαι· καὶ δύο υἱεῖς, τὸν μὲν πρὸ τοῦ θριάμβου μικρόν, τὸν δὲ ἐν αὐτῇ τῇ τῶν ἐπινικίων ἀπέβαλεν ἑορτῇ. ἦν δὲ οὐ στρα‐ τηγῆσαι μόνον ἀγαθός, ἀλλὰ καὶ ὑπερόπτης χρη‐ μάτων. τεκμήριον δέ, δεύτερον τότε ὑπατεύσας καὶ | |
15 | λαφύρων ἀμυθήτων κρατήσας ἐν τοσαύτῃ πενίᾳ διεβίω ὥστε χαλεπῶς τῇ γυναικὶ αὐτοῦ τὴν προῖκα τελευτήσαντος ἀποδοθῆναι. Τῶν δ’ ἁλόντων τῷ πατρὶ μὲν ὁ Βίθυς προῖκα ἐδόθη, Περσεὺς δὲ εἰς Ἄλβαν σὺν τοῖς παισὶ καὶ τῇ | |
20 | θεραπείᾳ κατετέθη· κἀκεῖ ἕως μὲν ἤλπιζε τὴν βασι‐ λείαν κομίσασθαι ἀντεῖχεν, ἐπεὶ δ’ ἀπέγνω, ἑαυτὸν διεχειρίσατο. καὶ ὁ Φίλιππος ὁ υἱὸς αὐτοῦ ἥ τε θυ‐ γάτηρ αὐτοῦ οὐκ εἰς μακρὰν ἀπέθανον· μόνος δ’ ὁ νεώτατος τοῖς τῶν Ἀλβανῶν ἄρχουσιν ὑπογραμμα‐ | |
25 | τεύων ἐπί τινα χρόνον διήρκεσεν. οὕτως ὁ Περσεὺς ὁ δι’ εἴκοσι βασιλέων αὐχῶν γεγονέναι, καὶ πολὺν μὲν τὸν Φίλιππον, πλείω δὲ θρυλῶν τὸν Ἀλέξαν‐ δρον καὶ τὴν βασιλείαν ἀπώλεσε καὶ αἰχμάλωτος γέγονε καὶ ἐν τοῖς ἐπινικίοις ἐπόμπευσε, δεσμὰ μετὰ | |
30 | τοῦ διαδήματος περικείμενος. | 320 in vol. 2 |
2.321 | Οἱ δέ γε Ῥόδιοι, μετὰ φρονήματος πρῴην τοῖς Ῥωμαίοις προσφερόμενοι, τότε μὴ μνησικακεῖν αὐτοῖς ἠξίουν, καὶ σύμμαχοι πρόσθεν αὐτῶν καλεῖσθαι μὴ προσδεχόμενοι, τότε καὶ πάνυ τούτου τυχεῖν ἐσπού‐ | |
5 | δαζον· καὶ ἔτυχον τῆς σπουδῆς, ἀλλ’ ὀψέ. καὶ τοῖς Κρησὶν ὠργίζοντο μὲν οἱ Ῥωμαῖοι, ἱκετείαις δὲ χρω‐ μένοις πολλαῖς ἀφῆκάν ποτε τὴν ὀργήν. καὶ ὁ Πρου‐ σίας δὲ καὶ ὁ Εὐμένης, ὁ μὲν δι’ ἑαυτοῦ εἰς τὴν πόλιν ἐλθὼν καὶ εἰς τὸ βουλευτήριον εἰσελθὼν καὶ | |
10 | τὸν οὐδὸν φιλήσας καὶ προσκυνήσας τοὺς βουλευτὰς ἠλεήθη τε καὶ ἠθώωτο, Εὐμένης δὲ δι’ Ἀττάλου τοῦ ἀδελφοῦ τὸ μή τι μνησικακεῖν αὐτῷ εἴληφε. Τότε δὲ καὶ τὰ τῆς Καππαδοκίας οὕτω διῳκήθη. Ἀριαράθης ὁ ταύτης κρατῶν παῖδα γνήσιον ἔσχεν | |
15 | Ἀριαράθην. πρὶν δ’ ἐσχηκέναι αὐτόν, ἐπεὶ πολὺν χρόνον ἡ γυνὴ αὐτοῦ οὐκ ἐκύισκε, παῖδα προσε‐ ποιήσατο Ὀροφέρνην καλέσασα. γεννηθέντος δ’ ἔπειτα τοῦ γνησίου φωραθεὶς ἐκεῖνος ἐξηλάθη. ὃς μετὰ τὸν Ἀριαράθου θάνατον τῷ ἀδελφῷ δῆθεν ἐπα‐ | |
20 | νέστη. καὶ συνεμάχουν Ἀριαράθῃ μὲν Εὐμένης, Ὀροφέρνῃ δὲ Δημήτριος ὁ τῶν Σύρων βασιλεύς. ἐλαττωθεὶς δὲ Ἀριαράθης πρὸς τοὺς Ῥωμαίους κατέ‐ φυγε, καὶ κοινωνὸς τῷ Ὀροφέρνῃ τῆς βασιλείας ὑπ’ αὐτῶν ἀποδέδεικτο. ὅτι δὲ ὁ Ἀριαράθης τοῖς Ῥω‐ | |
25 | μαίοις φίλος καὶ σύμμαχος προσηγόρευτο, πᾶσαν ἐκεῖνος τὴν ἀρχὴν ἐκ τούτου προσῳκειώσατο. καὶ ὁ Ἄτταλος δὲ τὸν Εὐμένη θανόντα διαδεξάμενος τόν τε Ὀροφέρνην καὶ τὸν Δημήτριον παντελῶς ἐκ τῆς Καππαδοκίας ἀπήλασεν. | |
30 | Ὁ δὲ τῆς Αἰγύπτου κρατῶν Πτολεμαῖος ἐπὶ δυσὶν | 321 in vol. 2 |
2.322 | υἱέσι καὶ μιᾷ ἐξέλιπε θυγατρί. ὡς δὲ πρὸς ἀλλήλους οἱ ἀδελφοὶ περὶ τῆς ἀρχῆς ἐστασίασαν, Ἀντίοχος ὁ τοῦ Ἀντιόχου τοῦ μεγάλου υἱὸς τὸν νεώτατον ἐκπε‐ σόντα ἐδέξατο, ἵνα προφάσει τοῦ αὐτῷ ἀμύνειν εἰς | |
5 | τὰ τῶν Αἰγυπτίων παρέλθοι. καὶ στρατεύσας ἐπὶ τὴν Αἴγυπτον τῆς τε πλείονος χώρας ἐκράτησε καὶ ἐπολιόρκει τὴν Ἀλεξάνδρειαν. καταφυγόντων δὲ τῶν ἄλλων πρὸς τοὺς Ῥωμαίους, πεμφθεὶς πρὸς τὸν Ἀν‐ τίοχον ὁ Ποπίλιος ἀποσχέσθαι αὐτὸν τῆς Αἰγύπτου | |
10 | ἐκέλευσεν· οἱ γὰρ ἀδελφοὶ συνέντες τὴν τοῦ Ἀν‐ τιόχου διάνοιαν κατηλλάγησαν. ὡς δ’ ἐκεῖνος ὑπερ‐ έθετο τὴν ἀπόκρισιν, κύκλον ῥάβδῳ πέριξ αὐτοῦ περιέγραψε, κἀνταῦθα αὐτὸν ἑστηκότα ἀπῄτησε βου‐ λεύσασθαί τε καὶ ἀποκρίνασθαι. ἐντεῦθεν δείσας ὁ | |
15 | Ἀντίοχος τὴν πολιορκίαν κατέλυσεν. ἀπαλλαγέντες δὲ τοῦ ἔξωθεν φόβου οἱ Πτολεμαῖοι, οὕτω γὰρ ἐκα‐ λοῦντο ἀμφότεροι, αὖθις ἐστασίασαν. εἶτα συνηλ‐ λάγησαν αὖθις ὑπὸ τῶν Ῥωμαίων ἐφ’ ᾧ τὸν μὲν πρεσβύτερον τὴν Αἴγυπτον καὶ τὴν Κύπρον, τὰ δὲ | |
20 | περὶ τὴν Κυρήνην ἔχειν τὸν ἕτερον· καὶ ταῦτα γὰρ τότε τῶν Αἰγυπτίων ἦν. ἀγανακτῶν δ’ ὁ νεώτερος διὰ τὴν ἐλάττωσιν ἐς τὴν Ῥώμην ἀφίκετο· καὶ εὕρατο παρ’ αὐτῶν καὶ τὴν Κύπρον. ὁ δὲ πρεσβύτερος συμ‐ βάσεις ἔθετο αὖθις πρὸς τὸν νεώτερον, πόλεις τέ | |
25 | τινας ἀντὶ τῆς Κύπρου δοὺς καὶ χρήματα καὶ σῖτον ταξάμενος συντελεῖν. Τοῦ δ’ Ἀντιόχου τελευτῶντος μετὰ τοῦτο καὶ παιδὶ ὁμωνύμῳ τὴν βασιλείαν καταλιπόντος, ταύτην τε αὐτῷ ἐβεβαίωσαν καὶ τρεῖς ἄνδρας ἐπιτρόπους | |
30 | δῆθεν, μικρὸς γὰρ ἦν, ἔπεμψαν. οἳ παρὰ τὰς συν‐ θήκας εὑρόντες ἐλέφαντας καὶ τριήρεις, τούς τε ἐλέ‐ | |
φαντας σφαγῆναι πάντας ἐκέλευσαν καὶ τἄλλα πρὸς | 322 in vol. 2 | |
2.323 | τὸ τῇ Ῥώμῃ συμφέρον διῴκουν. δι’ ἅπερ Λυσίας ὁ τοῦ βασιλέως τὴν κηδεμονίαν ἐγκεχειρισμένος πα‐ ρώξυνε τὸ πλῆθος ἐκβαλεῖν τοὺς Ῥωμαίους, τὸν δὲ Γάιον τὸν Ὀκτάβιον καὶ ἀποκτεῖναι. καὶ τούτων | |
5 | γενομένων ὁ μὲν πρέσβεις εὐθὺς εἰς τὴν Ῥώμην ἀπέστειλεν ὑπὲρ τῶν πεπραγμένων ἀπολογούμενος, Δημήτριος δὲ ὁ Σελεύκου υἱὸς τοῦ παιδὸς Ἀντιόχου ὁμηρεύων ἐν τῇ Ῥώμῃ κατὰ τὸν τοῦ πατρὸς θάνατον καὶ ὑπὸ Ἀντιόχου τοῦ θείου τῆς βασιλείας ἐστερη‐ | |
10 | μένος, ὡς τὸν τοῦ Ἀντιόχου θάνατον ἔγνω, ᾔτει μὲν τὴν πατρῴαν ἀρχήν, οἱ δὲ οὔτε ταύτην αὐτῷ συνέ‐ πραξαν οὔτ’ ἀπᾶραι τῆς Ῥώμης ἐπέτρεψαν. καὶ ὃς καὶ δυσχεραίνων ὅμως ἡσύχαζεν. ἐπεὶ δὲ τὰ κατὰ τὸν Λυσίαν ἐγένετο, οὐκέτ’ ἐμέλλησεν, ἀλλ’ ἀπέδρα· | |
15 | καὶ ἐκ Λυκίας τῇ γερουσίᾳ ἐπέστειλε μὴ ἐπὶ τὸν ἀνεψιὸν τὸν Ἀντίοχον, οὕτω γὰρ οἱ πάλαι τοὺς ἐξα‐ δέλφους ἐκάλουν, ἀλλ’ ἐπὶ τὸν Λυσίαν τὴν ὁρμὴν ἔχειν, ὥστε τῷ Ὀκταβίῳ τιμωρήσειν. ἐς Τρίπολιν δὲ τῆς Συρίας ἐπειχθεὶς καὶ ταύτην προσαγαγόμενος | |
20 | ὡς ὑπὸ τῶν Ῥωμαίων ἐπὶ τὴν βασιλείαν σταλείς, τὴν γὰρ ἀπόδρασιν αὐτοῦ οὐδεὶς ἐνενόει, καὶ Ἀπαμείας κρατήσας δύναμίν τε συναγαγὼν ἐπὶ τὴν Ἀντιόχειαν ἤλασε, καὶ τό τε παιδίον καὶ τὸν Λυσίαν φιλικῶς ἀπαντήσαντας αὐτῷ, δεδιότες γὰρ τοὺς Ῥωμαίους | |
25 | οὐκ ἀντῆραν, διέφθειρε, καὶ τὴν βασιλείαν ἀνεκο‐ μίσατο, κἀν τῇ Ῥώμῃ στέφανον καὶ τοὺς τοῦ Ὀκτα‐ βίου αὐτοέντας ἀπέστειλεν. οἱ δὲ χαλεπαίνοντες αὐτῷ οὐδέτερον ἐδέξαντο. Μετὰ ταῦτα δ’ ἐπὶ Δαλμάτας οἱ Ῥωμαῖοι ἐστρά‐ | |
30 | τευσαν. τὸ δ’ ἔθνος τοῦτο ἔστι μὲν Ἰλλυριῶν τῶν παρὰ τὸν Ἰόνιον κόλπον, ὧν τινας Ταυλαντίους ὠνό‐ | |
μαζον Ἕλληνες, ἔχονται δὲ τοῦ Δυρραχίου ἐν μέρει. | 323 in vol. 2 | |
2.324 | αἴτιον δὲ τοῦ πολέμου ὅτι τινὰς τῶν προσχώρων αὐ‐ τοῖς ἐν φιλίᾳ τοῖς Ῥωμαίοις ὄντας ἠδίκουν, συμ‐ πρεσβευσαμένοις τε ὑπὲρ αὐτῶν τοῖς Ῥωμαίοις οὐδὲν μέτριον ἀπεκρίναντο, ἀλλὰ καὶ τοὺς τῶν ἄλλων | |
5 | πρέσβεις συλλαβόντες ἀπέκτειναν. τούτους ὁ Σκι‐ πίων ὁ Νασικᾶς ὑπέταξεν, ἐπ’ αὐτοὺς στρατεύσας· τάς τε γὰρ πόλεις αὐτῶν εἷλε καὶ τοὺς αἰχμαλώτους ἐπίπρασκε. καὶ ἄλλα δὲ κατ’ ἐκείνους συνέβη τοὺς χρόνους, οὐ μνήμης μέντοι οὐδ’ ἱστορίας ἄξια. | |
10 | Ἐντεῦθεν αὖθις ὁ πρὸς τοὺς Καρχηδονίους τὸ τρίτον ἀνερριπίζετο πόλεμος. οἱ μὲν γὰρ οὐκ ἔφερον ἐλαττούμενοι, ἀλλὰ καὶ συμμαχικὰ καὶ ναυτικὸν ἐπὶ τῇ τοῦ Νομαδικοῦ πολέμου παρασκευῇ παρὰ τὰς συνθήκας ἡτοίμαζον· οἱ δὲ Ῥωμαῖοι ὡς τὰ ἄλλα | |
15 | κατὰ γνώμην ἔθεντο, οὐχ ἡσύχασαν, ἀλλὰ πέμψαν‐ τες τὸν Σκιπίωνα τὸν Νασικᾶν ταῦτά τε αὐτοῖς ἐνε‐ κάλουν καὶ τὴν παρασκευὴν διαλῦσαι ἐκέλευον. καὶ ἐπεὶ τὸν Μασινίσσαν ᾐτιῶντο ἐκεῖνοι καὶ διὰ τὸν πρὸς ἐκεῖνον πόλεμον ἀπειρήκασι ποιῆσαι τὸ κελευό‐ | |
20 | μενον, σύμβασίν τινα πρὸς τὸν Μασινίσσαν αὐτοῖς ἔπραξαν καί τινος αὐτοῖς ἀποστῆναι χώρας αὐτὸν ἔπεισαν. ὡς δ’ οὐδὲν μᾶλλον εἰσήκουον, μικρὸν ἐπισχόντες Ῥωμαῖοι, ἐπεὶ τάχιστα νικηθέντας σφᾶς μεγάλῃ μάχῃ πρὸς τοῦ Μασινίσσου ἐπύθοντο, εὐθὺς | |
25 | αὐτοῖς τὸν πόλεμον ἐψηφίσαντο. ὃ μαθόντες οἱ Καρ‐ χηδόνιοι, οὐκ εὖ ὑπὸ τῆς συμφορᾶς ἔχοντες, κατέ‐ δεισαν, καὶ πρέσβεις ἐς τὴν Ῥώμην διὰ συμμαχίαν ἐστάλκασι, καὶ ἄλλοι γὰρ τῶν προσχώρων αὐτοῖς | |
ἐπετίθεντο, καὶ ἐς πᾶν τοῖς Ῥωμαίοις ὑπείξειν ἐπλάτ‐ | 324 in vol. 2 | |
2.325 | τοντο. μὴ γὰρ ταῖς σπονδαῖς ἐμμένειν μέλλοντες, ῥᾷον ἅπαντα ἐπηγγέλλοντο. Τῆς δὲ γερουσίας βουλὴν περὶ τούτου συναγα‐ γούσης, ὁ μὲν Σκιπίων ὁ Νασικᾶς δέξασθαι τὴν τῶν | |
5 | Καρχηδονίων πρεσβείαν καὶ σπονδὰς αὐτοῖς ποιή‐ σασθαι συνεβούλευεν, ὁ δὲ Κάτων ὁ Μάρκος μήτε σπείσασθαι τούτοις δεῖν εἶπε μήτε λῦσαι τοῦ πολέ‐ μου τὸ ψήφισμα. οἱ δέ γε βουλευταὶ τήν τε τῶν πρέσβεων ἱκετείαν ἐδέξαντο καὶ σπονδὰς αὐτοῖς | |
10 | ὑπέσχοντο παρασχεῖν καὶ ἐπὶ τούτοις ὁμήρους ᾔτησαν. οὓς Λούκιος Μάρκιος καὶ Μάρκος Μανίλιος, εἰς τὴν Σικελίαν ἐλθόντες, ἐκεῖσε πεμφθέντας ἔλαβον. καὶ τοὺς μὲν εἰς τὴν Ῥώμην ἔπεμψαν, αὐτοὶ δὲ σπουδῇ τὴν Ἀφρικὴν κατειλήφασι. καὶ στρατοπεδευσάμενοι | |
15 | τὰ τέλη τῶν Καρχηδονίων ἐκεῖ μετεπέμψαντο· καὶ ὡς ἀφίκοντο, οὐ πάντα ἅμα σφίσιν ὅσα ᾔτουν ἐξέ‐ φηναν, δείσαντες μὴ ταῦτα προμαθόντες ἀκεραίοις τοῖς πράγμασι σφῶν καταστῶσιν εἰς πόλεμον. καὶ τὸ μὲν πρῶτον σῖτον ᾔτησαν καὶ ἔλαβον, εἶτα τὰς | |
20 | τριήρεις καὶ ἐπὶ ταύταις τὰ μηχανήματα, εἶτα τὰ ὅπλα προσῄτησαν. λαβόντες οὖν πάντα, οἱ γὰρ Καρ‐ χηδόνιοι πολλὴν ἑτέραν παρασκευὴν κεκρυμμένην εἶχον, τέλος ἐκέλευον αὐτοὺς κατασκάψαι μὲν τὴν πόλιν αὐτῶν, ἑτέραν δ’ ἐν μεσογείῳ οἰκοδομῆσαι | |
25 | ἀτείχιστον, ὀγδοήκοντα σταδίους τῆς θαλάσσης διέ‐ χουσαν. πρὸς τοῦτο δ’ οἱ Καρχηδόνιοι ἐς δάκρυα κατηνέχθησαν καὶ ὡς ἑαλωκότες ἀνωλοφύροντο καὶ ἐδέοντο τῶν ὑπάτων μὴ καταναγκάσαι σφᾶς γενέσθαι τῆς πατρίδος αὐτόχειρας. ὡς δ’ οὐδὲν ἤνυον, ἀλλ’ ἢ | |
30 | πρᾶξαι τὸ προσταττόμενον ἐκελεύοντο ἢ ἀναρρῖψαι τὸν πόλεμον, συχνοὶ μὲν αὐτοῦ παρὰ τοῖς Ῥωμαίοις ὡς | |
ἤδη κεκρατηκόσι κατέμειναν, οἱ δὲ λοιποὶ ἀπαναχωρή‐ | 325 in vol. 2 | |
2.326 | σαντες τῶν τε σφετέρων ἀρχόντων ἐνίους ἀπέκτει‐ ναν, ὅτι μὴ κατ’ ἀρχὰς τὸν πόλεμον εἵλοντο, καὶ τοὺς ἐντὸς τοῦ τείχους εὑρεθέντας Ῥωμαίους διέφθει‐ ραν, καὶ πρὸς τὸν πόλεμον ὥρμησαν. διὸ τούς τε | |
5 | δούλους ἅπαντας ἠλευθέρωσαν καὶ τοὺς φυγάδας κατήγαγον, καὶ τὸν Ἀσδρούβαν στρατηγὸν αὖθις εἵλοντο, καὶ ὅπλα καὶ μηχανὰς τριήρεις τε ἡτοιμά‐ σαντο. ὡς γὰρ τοῦ πολέμου ἐπικειμένου, καὶ περὶ ἀνδραποδισμοῦ κινδυνεύοντες, δι’ ἐλαχίστου πάνθ’ | |
10 | ὅσων ἔχρῃζον κατεσκεύαζον. ἐφείδοντο γὰρ οὐδενός, ἀλλὰ καὶ τοὺς ἀνδριάντας πρὸς τὴν χρείαν τοῦ χαλ‐ κοῦ συνεχώνευσαν καὶ ἐς τὰς σχοίνους τῶν γυναι‐ κῶν ταῖς κόμαις ἐχρήσαντο. οἱ δ’ ὕπατοι τὸ μὲν πρῶτον αὐτοὺς ὡς ἀόπλους ταχέως αἱρήσειν ἐλπί‐ | |
15 | σαντες μόνας ἡτοιμάσαντο κλίμακας, ὡς δι’ αὐτῶν τοῦ τείχους εὐθὺς ἐπιβησόμενοι, ἔπειτα δὲ προσβα‐ λόντες καὶ ὡπλισμένους σφᾶς καὶ τὰ πρὸς πολιορ‐ κίαν ἔχοντας ἰδόντες πρὸς μηχανῶν ἐργασίαν ἐτρά‐ ποντο, καὶ αὐτὰς ἐπικινδύνως κατασκευάσαντες, ὁ | |
20 | γὰρ Ἀσδρούβας ὑλαγωγοῦντας ἐνεδρεύων ἐλύπει, προσέμισγον τῇ πόλει. καὶ Μανίλιος μὲν ἐκ τῆς ἠπεί‐ ρου αὐτῇ προσβαλὼν οὐδὲν αὐτοὺς ἔβλαψε, Μάρκιος δ’ ἐκ θαλάσσης κατὰ τὸ λιμνῶδες προσπεσὼν κατέ‐ σεισε μέν τι τοῦ τείχους, οὐ μέντοι καὶ εἰσῆλθεν. | |
25 | οἱ γὰρ Καρχηδόνιοι τούς τε βιαζομένους εἰσελθεῖν ἐξεκρούσαντο καὶ νύκτωρ διὰ τῶν ἐρειπίων ἐπεξελ‐ θόντες ἀνθρώπους τε συχνοὺς ἔκτειναν καὶ μηχανή‐ ματα πλεῖστα κατέπρησαν. ἀλλ’ οὐδὲ ἐπὶ πολὺ τῆς χώρας παρὰ τοῦ Ἀσδρούβου καὶ τῶν ἱππέων εἰῶντο | |
30 | σκεδάννυσθαι, οὔτε μὴν ὁ Μασινίσσας αὐτοῖς ἐπε‐ | 326 in vol. 2 |
2.327 | κούρησεν. οὐ γὰρ ἐν ἀρχῇ τοῦ πολέμου προσεκέ‐ κλητο, καὶ πρὸς τὸν Ἀσδρούβαν τότε πολεμήσειν ὑποσχομένῳ οὐκ ἐπέτρεψαν. Οἱ δ’ ὕπατοι διά τε τὰ συμβάντα καὶ ὅτι τὸ | |
5 | ναυτικὸν αὐτοῖς ἐκ τῆς ἐν τῇ λίμνῃ διατριβῆς ἐνό‐ σησεν ἔλυσαν τὴν πολιορκίαν. καὶ Μάρκιος μὲν ἐπιχειρήσας κατὰ θάλασσάν τι πρᾶξαι ἢ τὴν παρα‐ λίαν κακῶσαι, ὡς οὐδὲν ἤνυεν, ἀπέπλευσεν οἴκαδε· καὶ ἀνθυποστρέψας Αἰγίμουρον ἐχειρώσατο· Μανί‐ | |
10 | λιος δὲ ὥρμησε μὲν εἰς τὴν μεσόγειον, κακούμενος δ’ ὑπὸ Ἱμίλκωνος τοῦ τῶν Καρχηδονίων ἱππάρχου, ὃν καὶ Φαμέαν ἐκάλουν, πρὸς τὴν Καρχηδόνα ἐπαν‐ ελήλυθε. κἀκεῖ δὲ ἔξωθεν ὁ Ἀσδρούβας, ἔνδοθεν δ’ ἐπεξιόντες οἱ ἐν τῇ πόλει, καὶ νύκτωρ καὶ μεθ’ | |
15 | ἡμέραν αὐτὸν ἐκάκουν. καταφρονήσαντες οὖν οἱ Καρχηδόνιοι καὶ μέχρι τοῦ στρατοπέδου αὐτῶν ἐπῆλ‐ θον, καὶ συχνοὺς ἀποβαλόντες, ἄοπλοι γὰρ οἱ πλείους ἦσαν, εἰς τὸ τεῖχος αὖθις συνεκλείσθησαν. ὁ δὲ Μανίλιος τῷ Ἀσδρούβᾳ συμμίξαι μάλιστα εἵλετο, | |
20 | καὶ εἰ ἐκεῖνον νικήσει, ῥᾷον τοῖς λοιποῖς προσπολε‐ μήσειν ἐνόμιζε. καί οἱ προσέμιξε· πρὸς δέ τι φρού‐ ριον ἀναχωροῦντι ἐπακολουθήσας, ἔλαθεν εἴσω χώ‐ ρας τραχείας καὶ στενοπόρου γενόμενος, καὶ δεινῶς ἐκακώθη. καὶ πανσυδὶ ἂν διεφθάρη, εἰ μὴ Σκιπίων | |
25 | ὁ τοῦ Ἀφρικανοῦ χρησιμώτατος αὐτῷ ἐγένετο, ἀνὴρ ἄριστος μὲν νοῆσαι καὶ προβουλεῦσαι τὰ κράτιστα, ἄριστος δὲ χειρουργῆσαι· καὶ γὰρ τῷ σώματι ἔρρωτο, ἐπιεικής τε καὶ μέτριος ἦν· δι’ ἃ καὶ τὸν φθόνον | |
ἐξέφυγεν. ἴσος μὲν γὰρ τοῖς ὑποδεεστέροις, οὐκ | 327 in vol. 2 | |
2.328 | ἀμείνων δὲ τῶν ὁμοτίμων, ἐχιλιάρχει γάρ, ἀσθε‐ νέστερος δὲ τῶν μειζόνων ἠξίου εἶναι. ὁ οὖν Μανί‐ λιος καὶ εἶπε τὰ περὶ αὐτοῦ καὶ ἐπέστειλε τοῖς ἐν τῇ Ῥώμῃ μή τι ἀποκρυψάμενος καὶ τἄλλα καὶ τὰ κατὰ | |
5 | Μασινίσσαν καὶ τὸν Φαμέαν· ἃ ἔσχον οὕτως. Θνήσκων ὁ Μασινίσσας ἠπόρει ὅπως περὶ τῆς βασιλείας διάθηται, διά τε τὸ τῶν υἱέων πλῆθος καὶ τὸ διάφορον τοῦ κατὰ τὰς μητέρας γένους αὐτῶν. διὸ πρὸς συμβουλίαν τὸν Σκιπίωνα μετεπέμψατο· | |
10 | ὃν ὁ ὕπατος ἔστειλεν. ἀλλ’ ὁ Μασινίσσας πρὶν ἐλ‐ θεῖν τὸν Σκιπίωνα ἐκλείπων τὸν μὲν δακτύλιον τῷ Μικίψᾳ τῷ υἱῷ ἔδωκε, τὰ δ’ ἄλλα πάντα τὰ τῇ ἀρχῇ προσήκοντα τῷ Σκιπίωνι ἄρτι ἐλθόντι παρέσχεν καὶ ἐνετείλατο. ὁ οὖν Σκιπίων κατανοήσας τὰς | |
15 | προαιρέσεις τῶν υἱέων αὐτοῦ, οὐδενὶ μὲν αὐτῶν μόνῳ τὴν βασιλείαν ἀπένειμε, τριῶν δὲ τῶν ἐλλογι‐ μωτάτων ὄντων, πρεσβυτάτου μὲν Μικίψου, νεωτά‐ του δὲ Γουλούσσου, μέσου δὲ Μαστανάβου, τούτοις τὰ πράγματα, μεμερισμένως μέντοι, κατένειμε. τῷ | |
20 | μὲν γὰρ πρεσβυτάτῳ χρηματιστῇ τε ὄντι καὶ φιλο‐ πλούτῳ τὴν διοίκησιν ἐνεχείρισε, τῷ δὲ μετ’ αὐτὸν τὰς διαφορὰς κρίνειν ἐπέτρεψε δικαστῇ ὄντι, τῷ δὲ Γουλούσσᾳ πολεμικῷ τυγχάνοντι τὰς δυνάμεις παρέ‐ δωκε. τοῖς δ’ ἀδελφοῖς αὐτῶν πολλοῖς οὖσι πόλεις | |
25 | τινὰς καὶ χώρας ἔνειμε. καὶ τὸν Γουλούσσαν παρα‐ λαβὼν πρὸς τὸν ὕπατον ἤγαγεν. Ἀρχομένου δὲ τοῦ ἔαρος ἐπὶ τοὺς τῶν Καρχη‐ δονίων συμμάχους ἐστράτευσαν, καὶ πολλοὺς μὲν αὐτῶν βίᾳ, πολλοὺς δὲ ὁμολογίᾳ, καὶ μάλιστα ὁ | |
30 | Σκιπίων, παρεστήσαντο. ὡς δὲ ὁ Φαμέας ἀπογνοὺς | 328 in vol. 2 |
2.329 | τὰ τῶν Καρχηδονίων πρὸς τοὺς Ῥωμαίους ἀπέκλινε καὶ εἰς λόγους τῷ Σκιπίωνι ἦλθε, τότε καὶ ἐπὶ τὸν Ἀσδρούβαν ἅπαντες ὥρμησαν. καὶ προσέμιξαν μὲν τῷ φρουρίῳ συχναῖς ἡμέραις, ἐπιλιπόντων δὲ αὐτοὺς | |
5 | τῶν ἀναγκαίων ἀνεχώρησαν εὐπρεπῶς. προσέβαλε γὰρ αὐτοῖς ὁ Φαμέας προσεδρεύουσιν ἔτι ὡς πολε‐ μήσων καὶ ἐν τῷ ἔργῳ μεθ’ ἱππέων τινῶν ηὐτομό‐ λησε. κἀντεῦθεν Μανίλιος μὲν εἰς τὴν Οὐτικὴν ἐλθὼν ἡσύχαζε, Σκιπίων δὲ τὸν Φαμέαν εἰς τὴν | |
10 | Ῥώμην ἀνήγαγε· καὶ αὐτός τε ἐπῃνεῖτο καὶ ὁ Φα‐ μέας τετίμητο ὥστε καὶ ἐν τῷ βουλευτηρίῳ συγκα‐ θῆσθαι τῇ γερουσίᾳ. Τότε δὲ συνηνέχθη καὶ τὰ κατὰ τὸν Προυσίαν. ὃς γέρων ὢν καὶ τοὺς τρόπους τραχὺς ἐφοβήθη τοὺς | |
15 | Βιθυνοὺς μὴ τῆς βασιλείας αὐτὸν ἐκβάλωσι, τὸν Νικομήδη τὸν υἱὸν ἀνθελόμενοι. καὶ κατά τινα πρόφασιν ἔπεμψεν εἰς τὴν Ῥώμην αὐτὸν κἀκεῖ διά‐ γειν ἐκέλευσεν. ὡς δὲ κἀν τῇ Ῥώμῃ διαιτωμένῳ τῷ υἱῷ ἐπεβούλευσε καὶ ἔσπευδε κτεῖναι αὐτόν, Βιθυνοί | |
20 | τινες εἰς Ῥώμην φοιτήσαντες ἐξήγαγον λάθρᾳ τὸν Νικομήδη, καὶ ἐς τὴν Βιθυνίαν κομίσαντες, τὸν μὲν γέροντα ἐφόνευσαν, βασιλέα δ’ ἐκεῖνον ἀπέδειξαν. ταῦτα ἠνίασε μὲν τοὺς Ῥωμαίους, οὐ μὴν καὶ εἰς πόλεμον ἐξηρέθισε. | |
25 | Τὴν δὲ Μακεδονίαν Ἀνδρίσκος τις ἐξ Ἀτραμυ‐ τίου φύς, τῷ Περσεῖ δ’ ἐμφερὴς τὸ εἶδος γενόμενος καὶ παῖς εἶναι ἐκείνου πλαττόμενος καὶ Φίλιππον ἑαυτὸν ὀνομάζων, ἐπὶ πλεῖστον ἀπέστησε. τὸ μὲν γὰρ πρῶτον ἐς τὴν Μακεδονίαν ἐλθὼν ταράττειν | |
30 | αὐτὴν ἐπειρᾶτο, ὡς δὲ οὐδεὶς προσεῖχεν αὐτῷ, πρὸς | 329 in vol. 2 |
2.330 | τὸν Δημήτριον εἰς τὴν Συρίαν ἐτράπετο, ὡς ἐξ ἐκεί‐ νου διὰ τὸ γένος βοηθείας τευξόμενος. συλληφθεὶς δὲ παρ’ ἐκείνου καὶ εἰς τὴν Ῥώμην πεμφθείς, ὅτι τε μὴ ὢν τοῦ Περσέως υἱὸς ἠλέγχθη καὶ ὅτι οὐδέ τι | |
5 | ἕτερον εἶχεν ἄξιον λόγου, κατεφρονήθη. καὶ ἀφεθεὶς χεῖρά τε συνήγαγεν ἀνθρώπων νεωτεροποιῶν καὶ πόλεις πολλὰς ἐπηγάγετο, καὶ τέλος βασιλικὴν στολὴν περιθέμενος καὶ δύναμιν συγκροτήσας εἰς Θρᾴκην ἀφίκετο, καὶ συχνοὺς μὲν τῶν αὐτονόμων, συχνοὺς | |
10 | δὲ καὶ τῶν δυναστῶν τοῖς Ῥωμαίοις ἀχθομένους παραλαβὼν εἰς Μακεδονίαν ἐνέβαλε καὶ αὐτὴν κα‐ τέσχε, καὶ ἐπὶ τὴν Θεσσαλίαν ὁρμήσας οὐκ ὀλίγα ταύτης προσεποιήσατο. Οἱ δὲ Ῥωμαῖοι κατεφρόνουν μὲν πρότερον τοῦ | |
15 | Ἀνδρίσκου, εἶτα τὸν Σκιπίωνα τὸν Νασικᾶν ἔπεμ‐ ψαν εἰρηνικῶς πως τὰ ἐκεῖ διοικήσοντα. ὃς εἰς τὴν Ἑλλάδα ἐλθὼν καὶ μαθὼν τὰ γενόμενα, τοῖς μὲν Ῥωμαίοις δηλῶν ταῦτα ἐπέστειλε, δύναμιν δὲ παρὰ τῶν ἐκεῖ συμμάχων ἀθροίσας ἔργου εἴχετο, καὶ | |
20 | προῆλθε μέχρι Μακεδονίας. οἱ δ’ ἐν τῇ Ῥώμῃ γνόν‐ τες τὰ κατὰ τὸν Ἀνδρίσκον, στράτευμα ἔπεμψαν καὶ στρατηγὸν Πούπλιον Ἰουβέντιον. ᾧ περὶ Μακεδο‐ νίαν γενομένῳ συμβαλὼν ὁ Ἀνδρίσκος ἐκεῖνόν τε ἀπέκτεινε καὶ τοὺς ἄλλους πάντας ἂν κατειργάσατο, | |
25 | εἰ μὴ τῆς νυκτὸς ἀπεχώρησαν. καὶ εἰς τὴν Θεσσα‐ λίαν μετὰ ταῦτα εἰσέβαλε καὶ πλεῖστα αὐτῆς ἐκά‐ κωσε, καὶ τὰ τῶν Θρᾳκῶν προσηταιρίσατο. πάλιν οὖν διὰ ταῦτα οἱ ἐν τῇ Ῥώμῃ Κύιντον Καικίλιον Μέτελλον στρατηγὸν σὺν δυνάμει πολλῇ ἔστειλαν. | |
30 | καὶ ὃς εἰς τὴν Μακεδονίαν ἦλθε, καί οἱ ὁ Ἄτταλος προσήμυνε ναυτικῷ. διὸ δείσας ὁ Ἀνδρίσκος περὶ | |
τῶν παραθαλασσίων οὐκ ἐτόλμησε περαιτέρω προελ‐ | 330 in vol. 2 | |
2.331 | θεῖν· ὀλίγον δὲ τῆς Πύδνης ἔξω προχωρήσας ἱππο‐ μαχίᾳ μὲν ὑπερέσχε, φοβηθεὶς δὲ τὸ πεζὸν ἀνέ‐ στρεψε. καὶ ἐπαρθεὶς διχῇ τὸν στρατὸν διεῖλε, καὶ τοῖς μὲν αὐτὸς κατὰ χώραν προσήδρευε, τοὺς δὲ | |
5 | πορθῆσαι τὴν Θεσσαλίαν ἀπέστειλε. καταφρονήσας οὖν ὁ Μέτελλος τῶν παρόντων συνέμιξε· καὶ τῶν πρῶτον αὐτῷ εἰς χεῖρας ἐλθόντων περιγενόμενος ῥᾷον καὶ τοὺς λοιποὺς παρεστήσατο· ἑτοίμως γὰρ ὡς ἐξήμαρτον αὐτῷ ὡμολόγησαν. ὁ δὲ Ἀνδρίσκος | |
10 | εἰς τὴν Θρᾴκην ἀπέδρα, καὶ δύναμιν ἀθροίσας συν‐ έβαλε τῷ Μετέλλῳ προϊόντι οὗ προεχώρει. καὶ τῶν προμάχων αὐτοῦ τραπέντων τό τε συμμαχικὸν αὐτοῦ ἐσκεδάσθη καὶ αὐτὸς ὑπὸ Βύζου Θρᾳκὸς δυνάστου προδοθεὶς ἐδικαιώθη. | |
15 | Καὶ Ἀλέξανδρος δέ τις Περσέως καὶ αὐτὸς λέ‐ γων εἶναι υἱὸς καὶ χεῖρα συναγαγὼν κατέλαβε τὴν περὶ τὸν Μέστον καλούμενον ποταμὸν χώραν· ὃν ὁ Μέτελλος ἐπεδίωξεν ὑποφυγόντα μέχρι τῆς Δαρ‐ δανίας. | |
20 | Ἐπὶ δὲ τοὺς Καρχηδονίους οἱ Ῥωμαῖοι Πείσωνα τὸν ὕπατον ἔστειλαν. ὃς τῇ μὲν Καρχηδόνι καὶ τῷ Ἀσδρούβᾳ οὐ προσέμιξεν, ἐπὶ δὲ τὰς παραλίους πό‐ λεις ἐτράπετο· καὶ τῆς μὲν Ἀσπίδος ἀπεκρούσθη, τὴν δὲ Νέαν πόλιν ἑλὼν κατέσκαψεν· ἐπὶ δὲ Ἱπ‐ | |
25 | πῶνα πόλιν ὁρμήσας κατέτριψε τὸν καιρὸν μηδὲν περάνας. οἱ δὲ Καρχηδόνιοι ἀνεθάρσησαν διὰ ταῦτα καὶ ὅτι καί τινες αὐτοῖς προσεγένοντο σύμμαχοι. μαθόντες οὖν ταῦτα οἱ Ῥωμαῖοι οἵ τε ἐν τῷ στρατο‐ πέδῳ καὶ οἱ ἐν τῇ πόλει, ἐπὶ τὸν Σκιπίωνα ὥρμη‐ | |
30 | σαν καὶ ὕπατον αὐτὸν ἐψηφίσαντο, καίτοι τῆς ἡλι‐ | 331 in vol. 2 |
2.332 | κίας μὴ ἐφιείσης αὐτῷ τὴν ἀρχήν· ἀλλὰ τά τε ἔργα αὐτοῦ καὶ ἡ ἀρετὴ τοῦ πατρὸς Παύλου καὶ τοῦ πάπ‐ που Ἀφρικανοῦ ἐλπίδα παρεῖχον ἅπασι βεβαίαν καὶ τῶν πολεμίων δι’ αὐτοῦ κρατήσειν καὶ τὴν Καρχη‐ | |
5 | δόνα παντελῶς ἐξαιρήσειν. Ἐν ᾧ δ’ ὁ Σκιπίων εἰς τὴν Λιβύην ἐκομίζετο, Μαγκῖνος παραπλέων τὴν Καρχηδόνα χωρίον τι τοῦ τείχους αὐτῆς ἐντὸς ὂν Μεγαλία ὀνομαζόμενον καὶ ἐπὶ πέτρας ἀποτόμου καθῆκον πρὸς θάλασσαν πολύ | |
10 | τε τῆς ἄλλης πόλεως ἀπηρτημένον καὶ μηδὲ πολλοὺς φρουροὺς ἔχον ὡς τῇ φύσει ὂν ἐρυμνὸν κατανοήσας, κλίμακας ἐξαπιναίως προσθεὶς ἀπὸ τῶν νεῶν ἐπαν‐ έβη. ἤδη δὲ ἀνελθόντος συνέδραμον μὲν τῶν Καρ‐ χηδονίων τινές, οὐ μέντοι καὶ ἐκκροῦσαι αὐτὸν ἠδυ‐ | |
15 | νήθησαν. ὁ δὲ πέμψας πρὸς τὸν Πείσωνα τά τε γεγονότα ἐδήλωσε καὶ αὐτῷ ἐπαμῦναι ἠξίωσε. πόρρω δ’ ὢν ἐν τῇ μεσογείῳ οὐδὲν αὐτῷ χρήσιμος ὁ Πείσων ἐγένετο. ὁ δὲ Σκιπίων ὑπ’ αὐτὴν τὴν ἀγγελίαν νυκτὸς κατὰ τύχην ἐλθὼν εὐθὺς ἐβοήθησεν. εἷλον | |
20 | γὰρ ἂν τὸν Μαγκῖνον οἱ Καρχηδόνιοι ἢ καὶ διέφθει‐ ραν, εἰ μὴ παραπλεούσας εἶδον τὰς ναῦς τοῦ Σκι‐ πίωνος. τότε δ’ ἠθύμησαν μέν, οὐκ ἀπέστησαν δέ. αἰχμαλώτους οὖν τινας ἔπεμψεν ὁ Σκιπίων ἐροῦντας ὅτι πάρεστι. καὶ τοῦτο γνόντες οὐχ ὑπέμειναν ἔτι, | |
25 | ἀλλ’ ἀνεχώρησαν καὶ τὸν Ἀσδρούβαν μετεπέμψαντο καὶ ταφρεύμασι καὶ σταυρώμασι τὸ πρὸ τῶν οἰκιῶν διατείχισμα διεφύλαξαν. ὁ μέντοι Σκιπίων τὰ μὲν Μεγαλία τὸν Μαγκῖνον φρουρεῖν κατέλιπεν, αὐτὸς δὲ πρὸς τὸν Πείσωνα καὶ πρὸς τὰς δυνάμεις ἀπῆρεν, | |
30 | ὡς ἂν μετ’ αὐτῶν ἔργου ἔχηται. καὶ ἐπανῆλθε τα‐ χέως σὺν τῷ κουφοτάτῳ τῆς στρατιᾶς, καὶ κατέλαβε | |
τὸν Ἀσδρούβαν εἰς τὴν Καρχηδόνα εἰσελθόντα καὶ | 332 in vol. 2 | |
2.333 | δεινῶς τῷ Μαγκίνῳ ἐπιτιθέμενον· καὶ ἐλθὼν ὁ Σκιπίων τὴν ἐπίθεσιν ἔλυσεν. ἀφικομένου δὲ καὶ τοῦ Πείσωνος ἤδη, ἐκεῖνον μὲν ἔξω τοῦ τείχους αὐλίζεσθαι κατά τινας πύλας ἐκέλευσε, καὶ στρα‐ | |
5 | τιώτας ἑτέρους πρὸς πυλίδα τινὰ πολὺ ἀφ’ ἑαυτῶν ἀπέχουσαν περιέπεμψε, παραγγείλας αὐτοῖς ἅττα πράξειν ἐχρῆν, αὐτὸς δὲ τὸ κράτιστον τοῦ στρατοῦ κατὰ μέσας νύκτας λαβὼν ἔνδον τοῦ περιβόλου ἐγέ‐ νετο, αὐτομόλοις χρησάμενος ἄγουσι, καὶ ὑπὸ τὴν | |
10 | πυλίδα παραδραμὼν καὶ τὸν μοχλὸν διακόψας τούς τε ἔξωθεν ἐφεδρεύοντας εἰσήγαγε καὶ τοὺς φύλακας ἔφθειρε. καὶ πρὸς τὰς πύλας ἠπείχθη καθ’ ἃς ὁ Πείσων προσήδρευε, τοὺς φρουροὺς τοὺς τὰ μέσα φυλάττοντας ὀλίγους καθ’ ἑκάστους ὄντας τρέπων, | |
15 | ὥστε τὸν Ἀσδρούβαν ἅμα τε πυνθάνεσθαι τὰ γενό‐ μενα καὶ ὁρᾶν τὴν τῶν Ῥωμαίων δύναμιν μικροῦ πᾶσαν οὖσαν ἐντός. καὶ χρόνον μέν τινα ἀντέσχον, ἔπειτα τὴν μὲν ἄλλην πόλιν ἐξέλιπον, εἰς δὲ τὸν Κώθωνα τήν τε Βύρσαν κατέφυγον. εἶτα ὁ Ἀσδρού‐ | |
20 | βας πάντας τοὺς τῶν Ῥωμαίων αἰχμαλώτους ἀπέκτει‐ νεν, ὅπως ἀπόγνωσιν συγγνώμης σχόντες οἱ Καρ‐ χηδόνιοι προθυμότερον ἀντικαρτερήσωσι· πολλοὺς δὲ καὶ τῶν ἐπιχωρίων ὡς προδιδόντας ἑαυτοὺς διε‐ χρήσατο. καὶ ὁ Σκιπίων περιεσταύρωσε μὲν αὐτοὺς | |
25 | καὶ ἀπετείχισεν, οὐ μὴν καὶ ταχέως εἷλε. τά τε γὰρ τείχη καρτερὰ ἦν καὶ οἱ ἐντὸς πολλοὶ ὄντες ἰσχυρῶς ἐν ὀλίγῳ χώρῳ ἠμύνοντο καὶ σίτου ἀφθόνως εἶχον. ὁ γὰρ Βιθίας ὁλκάδας ἀπὸ τῆς ἀντικρὺ τῆς πόλεως ἠπείρου κατὰ κῦμα καὶ ἄνεμον, ὁσάκις σφοδρῶς | |
30 | ἔπνει, ἐς τὸν λιμένα αὐτοῖς εἰσέπεμπε. πρὸς ὅπερ ὁ Σκιπίων μέγα ἔργον καὶ ἐπενόησε καὶ ἐπετέλεσε· | |
τὸν γὰρ εἴσπλουν τοῦ λιμένος στενὸν ὄντα συνέχωσε, | 333 in vol. 2 | |
2.334 | χαλεπῶς μὲν καὶ ἐπιπόνως, ὅμως μέντοι ὑπὸ πολυ‐ χειρίας τὸ ἔργον ἐξείργαστο. εἴργειν μὲν γὰρ αὐτοὺς ἐπεχείρουν οἱ Καρχηδόνιοι, καὶ πολλαὶ μάχαι ἐν τούτῳ ἐγίνοντο, οὐ μέντοι καὶ κωλῦσαι τὸ χῶσαι | |
5 | ἠδυνήθησαν. Οἱ οὖν Καρχηδόνιοι, τοῦ στόματος τοῦ λιμένος χωσθέντος, τῇ τοῦ σίτου σπάνει δεινῶς ἐπιέσθησαν· καὶ οἱ μὲν ηὐτομόλουν, οἱ δὲ ἐγκαρτεροῦντες ἔθνη‐ σκον, οἱ δὲ τῶν νεκρῶν ἐγεύοντο. ὅθεν ἀθυμήσας | |
10 | Ἀσδρούβας πρέσβεις πρὸς τὸν Σκιπίωνα περὶ σπον‐ δῶν ἔπεμψε· καὶ ἔτυχεν ἂν τῆς ἀδείας, εἰ μὴ καὶ τοῖς λοιποῖς ἅπασι καὶ τὴν σωτηρίαν καὶ τὴν ἐλευ‐ θερίαν πρᾶξαι ἠθέλησε. διαμαρτὼν οὖν αὐτῆς εἰς τὴν ἀκρόπολιν τὴν γυναῖκα κατέκλεισεν, ἐπεὶ τῷ | |
15 | Σκιπίωνι ὑπὲρ ἑαυτῆς καὶ τῶν τέκνων διεκηρυκεύ‐ σατο· καὶ τἄλλα διῴκει τολμηρότερος γενόμενος διὰ τὴν ἀπόγνωσιν. αὐτός τε οὖν καὶ ἄλλοι ἀπονοίᾳ κρατούμενοι καὶ νυκτὸς καὶ ἡμέρας ἐμάχοντο, καὶ τὰ μὲν ἡττῶντο, τὰ δ’ ἐπεκράτουν, καὶ ἀντεμηχα‐ | |
20 | νῶντο πρὸς τὰς Ῥωμαϊκὰς μηχανάς. καὶ ὁ Βιθίας δὲ φρούριόν τι ἐρυμνὸν ἔχων καὶ ἐπὶ πολλὰ τῆς ἠπείρου προϊὼν τούς τε Καρχηδονίους ὠφέλει καὶ τοὺς Ῥωμαίους ἐκάκου. διὸ καὶ ὁ Σκιπίων τὸ στρά‐ τευμα διελὼν τὸ μὲν τῇ Καρχηδόνι προσεδρεύειν | |
25 | ἔταξε, τὸ δὲ ἐπὶ τὸν Βιθίαν ἔπεμψεν, ἐπιστήσας αὐτῷ τὸν ὑποστράτηγον τὸν Γάιον Λαίλιον· καὶ αὐτὸς ἑκατέρωσε διεφοίτα ἄμφω ἐπισκοπῶν. καὶ ἥλω τὸ φρούριον. εἶτ’ αὖθις πάσῃ τῇ στρατιᾷ ἐπο‐ λιορκεῖτο ἡ Καρχηδών. | |
30 | Ἀπογνόντες οὖν οἱ Καρχηδόνιοι μηκέτι ἑκάτερον | 334 in vol. 2 |
2.335 | τεῖχος διασώσασθαι δύνασθαι, εἰς τὸν τῆς Βύρσης περίβολον ἅτε καὶ ἐρυμνότερον ἀνεσκευάσαντο, καὶ μετακομίσαντες ὅσα ἠδύναντο, κατέπρησαν νυκτὸς τὸ νεώριον καὶ τῶν ἄλλων τὰ πλείω, ἵνα τῆς ἐξ | |
5 | αὐτῶν ὠφελείας τοὺς πολεμίους στερήσωσιν. ὡς δ’ ἔγνων τὸ ἔργον οἱ Ῥωμαῖοι, τὸν λιμένα κατέσχον καὶ ἐπὶ τὴν Βύρσαν ἐχώρησαν, καὶ κατασχόντες τὰς ἑκατέρωθεν αὐτῆς οἰκίας οἱ μὲν ἐπὶ τῶν τεγῶν αὐτῶν ἐπὶ τὰς ἀεὶ ἐχομένας ἐβάδιζον, οἱ δὲ τοὺς | |
10 | τοίχους διορύσσοντες κάτωθεν διῄεσαν, ἕως πρὸς αὐτὴν τὴν ἄκραν ἀφίκοντο. ἐνταῦθα δὲ γενομένοις οὐκέτι ἀντῆραν οἱ Καρχηδόνιοι, ἀλλ’ ἐπεκηρυκεύ‐ σαντο, πλὴν τοῦ Ἀσδρούβου. ἐκεῖνος δὲ μετὰ τῶν αὐτομόλων, ὁ γὰρ Σκιπίων οὐκ ἐσπείσατο αὐτοῖς, | |
15 | εἰς τὸ Ἀσκληπιεῖον ἀνειλήθη μετὰ τῆς γυναικὸς καὶ τῶν παίδων, κἀντεῦθεν ἠμύνετο τοὺς προσβάλλον‐ τας, μέχρις οὗ ἐμπρήσαντες τὸν νεὼν οἱ αὐτόμολοι ἐπὶ τὸ τέγος αὐτοῦ ἀνέβησαν, τὴν ἐσχάτην τοῦ πυρὸς ἀνάγκην ἀναμένοντες· τότε γὰρ ἡσσηθεὶς πρὸς τὸν | |
20 | Σκιπίωνα ἦλθεν ἱκετηρίαν ἔχων. ἰδοῦσα δὲ αὐτὸν ἡ γυνὴ ἀντιβολοῦντα ὀνομαστὶ ἀνεκάλεσεν, καὶ ἐξο‐ νειδίσασα ὅτι ἑαυτῷ τὴν σωτηρίαν πράξας οὐκ ἐπέ‐ τρεψεν ἐκείνῃ σπείσασθαι, τὰ τέκνα ἐνέβαλεν εἰς τὸ πῦρ καὶ ἑαυτὴν προσεπέρριψεν. | |
25 | Ἑλὼν οὖν οὕτω τὴν Καρχηδόνα Σκιπίων τῇ γερουσίᾳ ἐπέστειλε τάδε “Καρχηδὼν ἑάλω· τί οὖν κε‐ λεύετε;” ἀναγνωσθέντων οὖν τούτων βουλὴν ἔθεντο περὶ τοῦ τί δέον ποιεῖν. καὶ ὁ μὲν Κάτων κατα‐ σκάψαι τὴν πόλιν καὶ τοὺς Καρχηδονίους ἐξαφανίσαι | |
30 | δεῖν ἐγνωμάτευσεν, ὁ δὲ Νασικᾶς φείσασθαι τῶν Καρχηδονίων καὶ ἔτι συνεβούλευε. κἀντεῦθεν εἰς | |
ἀντιλογίαν πολλὴν προήχθη καὶ ἀμφισβήτησιν τὸ | 335 in vol. 2 | |
2.336 | συνέδριον, ἕως ἔφη τις ὅτι εἰ καὶ δι’ οὐδὲν ἕτερον, ἀλλά γε ἑαυτῶν ἕνεκα φείσασθαι αὐτῶν ἀναγκαῖον νομίζοιτο ἄν, ἵν’ ἀνταγωνιστὰς αὐτοὺς ἔχοντες ἀρε‐ τὴν ἀσκῶσι, καὶ μὴ πρὸς ἡδονὰς καὶ τρυφὴν τρά‐ | |
5 | πωνται, τῶν δυναμένων αὐτοὺς καταναγκάζειν εἰς ἄσκησιν τῶν πολεμικῶν περιαιρεθέντων, καὶ χείρους ὑπ’ ἀνασκησίας γένωνται, ἀξιοχρέους ἀντιπολέμους μὴ ἔχοντες. ἐκ τούτων οὖν τῶν λόγων πάντες κατα‐ σκάψαι τὴν Καρχηδόνα ὡμογνωμόνησαν, μήποτε | |
10 | εἰρηνήσειν ἐκείνους πιστεύσαντες ἀκριβῶς. καὶ πᾶσα ἄρδην ἀνάστατος γέγονε, καὶ ἐπάρατον ἐψηφίσθη τὸ ἐπ’ αὐτὴν κατοικῆσαί τινα. καὶ τῶν ἀνδρῶν τῶν ἁλόντων οἱ μὲν πλείους εἰς τὸ δεσμωτήριον ἐνεβλή‐ θησαν κἀκεῖ διεφθάρησαν, ὀλίγοι δέ τινες πλὴν τῶν | |
15 | πάνυ πρώτων ἐπράθησαν· οὗτοι γὰρ οἵ τε ὅμηροι καὶ ὁ Ἀσδρούβας καὶ ὁ Βιθίας ἄλλοι ἄλλῃ τῆς Ἰτα‐ λίας ἐν φρουραῖς ἀδέσμοις κατεβίωσαν. ὁ δὲ Σκι‐ πίων δόξης τε ἔτυχε καὶ τιμῆς, καὶ Ἀφρικανὸς οὐκ ἀπὸ τοῦ πάππου, ἀλλ’ ἀπὸ τῶν οἰκείων ἐπεκέκλητο | |
20 | πράξεων. Τότε δὲ καὶ ἡ Κόρινθος κατεσκάφη. ἐπεὶ γὰρ οἱ τῶν Ἑλλήνων κορυφαιότατοι ὑπὸ Παύλου τοῦ Αἰμι‐ λίου μετῳκίσθησαν εἰς τὴν Ἰταλίαν, οἱ λοιποὶ τὸ μὲν πρῶτον πρεσβείαις τοὺς ἄνδρας ἀπῄτουν, ὡς δ’ | |
25 | οὐκ ἔτυχον, καί τινες ἐκείνων τὴν οἴκαδε ἀπογνόν‐ τες ἐπάνοδον ἑαυτοὺς διεχρήσαντο, χαλεπῶς διέ‐ κειντο καὶ πένθος δημόσιον ἐποιήσαντο, τοῖς τε τὰ Ῥωμαίων φρονοῦσι παρὰ σφίσιν ὠργίζοντο, οὐ μέντοι καὶ πολέμιόν τι ἐπεδείξαντο, μέχρις οὗ τοὺς περι‐ | |
30 | λιπεῖς τῶν ἀνδρῶν ἐκείνων ἐκομίσαντο. τότε δὲ | 336 in vol. 2 |
2.337 | διενεχθέντες ἀλλήλοις οἵ τ’ ἠδικημένοι καὶ οἱ τὰ ἀλλότρια ἔχοντες ἐπολέμησαν. ἤρξαντο δὲ τῆς δια‐ φορᾶς οἱ Ἀχαιοί, τοῖς Λακεδαιμονίοις ἐγκαλοῦντες ὡς αἰτίοις τῶν συμβεβηκότων αὐτοῖς· καὶ τῶν Ῥω‐ | |
5 | μαίων διαλλακτὰς αὐτοῖς στειλάντων οὐκ ἐπείσθη‐ σαν, ἀλλὰ πρὸς πόλεμον ὥρμησαν, Κριτόλαον προ‐ στησάμενοι. δείσας οὖν ὁ Μέτελλος μὴ καὶ τῆς Μακε‐ δονίας ἅψωνται, ἤδη γὰρ εἰς τὴν Θεσσαλίαν παρῆλ‐ θον, προαπήντησεν αὐτοῖς καὶ ἐτρέψατο. | |
10 | Καὶ τοῦ Κριτολάου πεσόντος διχῇ διῄρητο τὸ Ἑλληνικόν. οἱ μὲν γὰρ πρὸς εἰρήνην ἀπέκλιναν καὶ τὰ ὅπλα κατέθεντο, οἱ δὲ καὶ ἔτι ἐστασίαζον τῷ Διαίῳ τὰ πράγματα ἐπιτρέψαντες. ἃ μαθόντες οἱ ἐν τῇ Ῥώμῃ ἐπ’ αὐτοὺς τὸν Μόμμιον ἔπεμψαν. ὃς | |
15 | τὸν μὲν Μέτελλον ἀπήλλαξεν, αὐτὸς δὲ τοῦ πολέμου εἴχετο. καί τινα πληγὴν μέρει τῆς στρατιᾶς λαβὼν ἐξ ἐνέδρας, τοῦ Διαίου καταδιώξαντος μέχρι τοῦ σφῶν στρατοπέδου τοὺς φεύγοντας, ἀντεπεξῆλθε, καὶ τρεψάμενος αὐτὸν πρὸς τὸ τῶν Ἀχαιῶν ἦλθε | |
20 | χαράκωμα. ἀθροίσας δὲ δύναμιν ὁ Δίαιος πλείονα συμβαλεῖν αὐτοῖς ἐπεχείρησεν. ὡς δ’ οὐκ ἀντεξώρ‐ μησαν οἱ Ῥωμαῖοι, κατεφρόνησεν αὐτῶν, καὶ εἰς τὸ μέσον τῶν στρατοπέδων κοῖλον ὂν προῆλθεν. ἰδὼν οὖν τοῦθ’ ὁ Μόμμιος, τῶν ἱππέων τινὰς λάθρᾳ ἔπεμ‐ | |
25 | ψεν, ἵν’ ἐκ πλαγίου αὐτοῖς ἐπιγένωνται. καὶ ἐπεὶ ἐκεῖνοι προσβαλόντες αὐτοὺς συνετάραξαν, ἐπήγαγε τὴν φάλαγγα κατὰ πρόσωπον, καὶ πολλοὺς ἐφόνευ‐ σεν. ἐκ δὲ τούτου Δίαιος μὲν ἀπογνοὺς ἑαυτὸν ἀπέ‐ κτεινε, τῶν δ’ ἐκ τῆς μάχης περισωθέντων οἱ μὲν | |
30 | Κορίνθιοι κατὰ τὴν χώραν ἐσκεδάσθησαν, οἱ δ’ ἄλλοι | 337 in vol. 2 |
2.338 | οἴκαδε ἔφυγον. ὅθεν καὶ οἱ ἐν τῷ τείχει Κορίνθιοι πάντας ἀπολωλέναι νομίσαντες ἐξέλιπον τὴν πόλιν· καὶ κενὴν αὐτὴν ἀνδρῶν ὁ Μόμμιος ἔλαβε. καὶ μετὰ ταῦτα κἀκείνους καὶ τοὺς ἄλλους Ἕλληνας ἀπόνως | |
5 | προσεποιήσατο. καὶ τότε μὲν τά τε ὅπλα αὐτῶν καὶ ὅσα πρὸς τοῖς ἱεροῖς ἀνέκειντο καὶ τοὺς ἀνδριάντας τάς τε γραφὰς καὶ εἴ τι ἄλλο πρὸς κόσμον εἶχον παρείλετο, πεμφθέντων δέ οἱ τοῦ τε πατρὸς καὶ ἄλλων ἐπὶ καταστάσει τῶν ἁλόντων, τείχη τέ τινων | |
10 | περιεῖλε καὶ ἐλευθέρους πάντας καὶ αὐτονόμους πλὴν τῶν Κορινθίων ἀφῆκε. τῆς δὲ Κορίνθου τούς τε οἰκήτορας ἀπέδοτο καὶ τὴν χώραν ἐδημοσίωσε, τά τε τείχη καὶ τὰ ἄλλα οἰκοδομήματα πάντα κατέσκαψε, φοβηθεὶς μὴ καὶ αὖθις τινὲς πρὸς αὐτὴν οἷα μεγί‐ | |
15 | στην συστῶσιν. ἵνα δὲ μήτε τις ἐκείνων λάθῃ μήτε τῶν λοιπῶν τις Ἑλλήνων πραθῇ ὡς Κορίνθιος, συν‐ εκάλεσε, πρὶν ἐκφῆναι τὸ ποιητέον, πάντας τοὺς παρόντας, καὶ αὐτοὺς ἀφανῶς πως τοῖς στρατιώταις ἐγκυκλωσάμενος ἐκήρυξε τήν τε τῶν ἄλλων ἐλευθε‐ | |
20 | ρίαν καὶ τὴν τῶν Κορινθίων δούλωσιν. ἔπειτα προσέταξε πᾶσι τῶν παρεστηκότων σφίσι λαβέσθαι, καὶ οὕτω σαφῆ τὴν διάκρισιν αὐτῶν ἐποιήσατο. Καὶ ἡ μὲν Κόρινθος οὕτως ἀνάστατος γέγονε, τὸ δ’ ἄλλο Ἑλληνικὸν παραχρῆμα μὲν καὶ σφαγαῖς καὶ | |
25 | χρημάτων ἐκλογαῖς ἐκακώθη, ἔπειτα ἔν τε ἀδείᾳ καὶ ἐν εὐδαιμονίᾳ τοσαύτῃ ἐγένετο ὥστε λέγειν ὅτι, εἰ μὴ θᾶττον ἑαλώκεισαν, οὐκ ἂν ἐσέσωντο. Ἡ μὲν οὖν Καρχηδὼν ἥ τε Κόρινθος αἱ ἀρχαῖαι ἐκεῖναι τοῦτο τέλος ἅμα ἔσχον, χρόνῳ δὲ πολλῷ | |
30 | ὕστερον ἀποικίαν Ῥωμαίων λαβοῦσαι ἤνθησαν αὖθις καὶ εἰς τὴν παλαιὰν ἐπανῆλθον κατάστασιν. | |
Τὰ μὲν οὖν μέχρι τοῦδε πεπραγμένα Ῥωμαίοις, | 338 in vol. 2 | |
2.339 | βίβλων τυχὼν τῶν πάλαι ταῦτα ἱστορησάντων ἀρ‐ χαίων ἀνδρῶν, ἐκεῖθεν ἐξείληφα κατ’ ἐπιτομὴν καὶ τῷ συγγράμματι τούτῳ ἐντέθεικα, ἐπὶ δὲ τοῖς ἑξῆς ἃ τοῖς ὑπάτοις καὶ τοῖς δικτάτωρσιν ἐπράχθη μέχρις | |
5 | ἂν ταῖς ἀρχαῖς ταύταις τοῖς ἐν τῇ Ῥώμῃ διῳκεῖτο τὰ πράγματα, μή μέ τις αἰτιῷτο ὡς ἢ καταφρονήσει ἢ ῥᾳθυμίᾳ ἢ ὄκνῳ ταῦτα παρελθόντα καὶ ἀτελὲς οἷον εἰακότα τὸ σύγγραμμα. οὐ γὰρ ῥᾳστώνῃ μοι τὰ λεί‐ ποντα παρεώραται, οὐδ’ ἡμιτελὲς ἑκὼν τὸ πόνημα | |
10 | καταλέλοιπα, ἀλλ’ ἀπορίᾳ βίβλων αἵπερ αὐτὰ διεξ‐ ίασι, καὶ ταῦτα πολλάκις ζητήσαντί μοι ταύτας, μὴ εὑρηκότι δ’ ὅμως, οὐκ οἶδα εἴθ’ ὅτι μὴ σώζοιντο, τοῦ χρόνου διεφθαρκότος αὐτάς, εἴθ’ ὅτι μὴ φρον‐ τιστικώτερον τὴν τούτων ἴσως ζήτησιν ἐποιήσαντο | |
15 | οἷς αὐτὴν ἀνεθέμην, αὐτὸς ὑπερόριος ὢν καὶ πόρρω τοῦ ἄστεος ἐν νησιδίῳ ἐνδιαιτώμενος. ὅτι γοῦν μοι ταῖς βίβλοις ταύταις νῦν οὐκ ἐξεγένετο ἐντυχεῖν, ἡμίεργος ἐντεῦθεν ὅσον ἐπὶ τοῖς τῶν ὑπάτων ἔργοις, ἀλλὰ μέντοι καὶ τοῖς τῶν δικτατώρων ἡ ἱστορία γε‐ | |
20 | γένηται. παρελθὼν οὖν αὐτὰ καὶ ἄκων, τὰ τῶν αὐτοκρατόρων συγγράψομαι, μικρά τινα προδιηγη‐ σάμενος, ἵν’ ὅθεν εἰς αὐταρχίαν ἐξ ἀριστοκρατίας ἢ καὶ δημοκρατίας οἱ Ῥωμαῖοι μετηνέχθησαν δῆλον εἴη τοῖς ἀναγνωσομένοις τὸ σύγγραμμα, ἅμα τε πρὸς | |
25 | τούτῳ καὶ ἀκολουθίας ἔχοιτο ἡ γραφή. | 339 in vol. 2 |
2.340(t1) | ΒΙΒΛΟΣ ΔΕΥΤΕΡΑ ΙΩΑΝΝΟΥ ΤΟΥ | |
t2 | ΖΩΝΑΡΑ. | |
t3 | ΕΠΙΤΟΜΗ ΙΣΤΟΡΙΩΝ ΣΥΛΛΕΓΕΙΣΑ ΚΑΙ ΣΥΓΓΡΑΦΕΙΣΑ | |
t4 | ΠΑΡΑ ΙΩΑΝΝΟΥ ΜΟΝΑΧΟΥ ΤΟΥ ΖΩΝΑΡΑ. Η ΜΕΝ | |
t5 | ΠΡΟΤΕΡΑ ΒΙΒΛΟΣ ΠΕΡΙΕΧΕΙ ΤΑ ΕΒΡΑΙΚΑ ΚΑΙ ΤΑ | |
t6 | ΤΗΣ ΡΩΜΗΣ ΚΑΙ ΤΑ ΤΩΝ ΥΠΑΤΕΙΩΝ, ΑΥΤΗ ΔΕ ΤΑΣ | |
t7 | ΠΕΡΙ ΤΩΝ ΑΥΤΟΚΡΑΤΟΡΩΝ ΙΣΤΟΡΙΑΣ. | |
1 | Ἐξ ἀρχῆς μὲν οὖν, ὡς ἐν τῇ προτέρᾳ βίβλῳ μοι προϊστόρηται, βασιλεῦσιν ἡ τῶν Ῥωμαίων ἀνεῖτο ἀρχὴ μέχρι τῆς τῶν Ταρκυνίων τυραννίδος καὶ καταλύ‐ σεως, ἔκτοτε δὲ στρατηγοῖς καὶ δικτάτωρσιν ὑπά‐ | |
5 | τοις τε καὶ χιλιάρχοις, ἀλλὰ μὴν καὶ δημάρχοις ἡ τῶν κοινῶν διοίκησις ἀνετίθετο, καὶ τοιαύταις πολι‐ τείαις τὰ Ῥωμαίων ἰθύνετο μέχρι Πομπηίου Μάγνου καὶ Γαΐου Ἰουλίου τοῦ Καίσαρος. υἱὸς δὲ ἦν ὁ Πομ‐ πήιος Στράβωνος, ἑνὸς τῶν ἐπισήμων Ῥωμαίων καὶ | |
10 | στρατηγίας ἠξιωμένου, τῷ Κίννᾳ τε ἀντιτεταγμένου τυραννικώτερον τῇ ἀρχῇ χρωμένῳ. ἤδη γὰρ ἐνόσει Ῥωμαίοις τὰ πράγματα, καὶ ἐπὶ τυραννίδα οἱ σφῶν ἀπέκλινον ἄρχοντες, ἀλλ’ οὐ νομίμως ἄρχειν ἐβού‐ λοντο. ὁ μὲν οὖν πατὴρ αὐτοῦ Στράβων διὰ φιλο‐ | |
15 | χρηματίαν ὑπὸ Ῥωμαίων μεμίσητο, ὁ δὲ Πομπήιος | |
ἐφιλεῖτο διά τε πίστιν ἤθους καὶ τὸ εὐέντευκτον καὶ | 340 in vol. 2 | |
2.341 | τὸ σῶφρον τὸ περὶ δίαιταν καὶ τὴν ἐν ὅπλοις ἄσκη‐ σιν. καὶ τοσοῦτον ἦν τὸ πρὸς αὐτὸν φίλτρον ὡς δείσαντος αὐτοῦ τὸν Κίνναν ἐκ διαβολῆς καὶ τοῦ στρατοπέδου λάθρᾳ διεκπεσόντος, ἐπεί τε μὴ ἦν | |
5 | ἐμφανὴς λόγου διαδοθέντος ὅτι ἀνῄρηται παρὰ Κίννα, ὥρμησαν κατ’ αὐτοῦ οἱ μισοῦντες καὶ ἄλλως αὐτόν, καὶ ἀνῃρέθη Κίννας φεύγων καταληφθεὶς ὑπό του τῶν λοχαγῶν. Οὕτω δὲ Κίννα φθαρέντος Κάρβων τὰ πράγματα | |
10 | διεδέξατο, ἐμπληκτότερος ἐκείνου τύραννος. τοῦ Σύλλα δ’ ἀντικαθισταμένου τῷ Κάρβωνι, τούτῳ προσετέθη καὶ ὁ Πομπήιος· οὐ πρότερον μέντοι προσῆλθε πρὶν ἄν τινος χάριτος πρὸς ἐκεῖνον κατήρ‐ ξατο. ἦν μὲν οὖν τότε εἴκοσι καὶ τρία γεγονὼς ἔτη, | |
15 | καὶ στρατιωτικὸν καταλέξας περιῄει τὰς πόλεις, τοὺς τὰ Κάρβωνος φρονοῦντας ἐξελαύνων αὐτῶν, καὶ πρὸς Σύλλαν ἀπιών. ἐν δὲ τῷ ἀπιέναι τρεῖς αὐτὸν στρατηγοὶ τῶν προσκειμένων τῷ Κάρβωνι ἐκυκλώ‐ σαντο. ὁ δὲ τούτους τρεψάμενος τὰς πόλεις αὐτῷ | |
20 | προσχωρούσας ἐδέχετο. εἶτ’ αὖθις Σκιπίωνος τοῦ ὑπάτου ἐπιόντος αὐτῷ τὸ Σκιπίωνος στρατιωτικὸν ἀσπασάμενον τοὺς τοῦ Πομπηίου αὐτῷ προσερρύ‐ ησαν, ὁ δὲ Σκιπίων ἔφυγε. καὶ Κάρβωνος δὲ ἱπ‐ πέων ἴλας συχνὰς πέμψαντος κατ’ αὐτοῦ, καὶ ταύ‐ | |
25 | τας ἐτρέψατο, ὡς δι’ ἀπόγνωσιν σωτηρίας ἑαυτοὺς αὐτῷ ἐγχειρίσαι. οὕτω δὲ αὐτὸν ὁ Σύλλας ἐδέξατο ὡς ἀποπηδῆσαι τοῦ ἵππου καὶ προσαγορευθεὶς αὐτο‐ κράτωρ ὑπὸ Πομπηίου καὶ αὐτὸς ἀντιπροσερεῖν αὐτο‐ κράτορα τὸν Πομπήιον. καὶ τἄλλα δὲ ταῖς πρώταις | |
30 | φιλοφροσύναις συνέβαινεν· ὑπεξανίστατο γὰρ προσ‐ ιόντι τῷ Πομπηίῳ καὶ ἄλλα πρὸς τιμὴν ἐκείνου ἐποίει | |
ἃ πρὸς ἄλλους οὐκ ὦπτο ῥᾳδίως ποιῶν. ἐπεὶ δ’ | 341 in vol. 2 | |
2.342 | ἐκράτησε τῆς Ἰταλίας ὁ Σύλλας καὶ δικτάτωρ ἀνη‐ γορεύθη, τοὺς μὲν ἄλλους ἡγεμόνας καὶ στρατηγοὺς ἠμείβετο πλουτίζων καὶ ἐπ’ ἀρχὰς καθιστῶν, Πομ‐ πήιον δὲ οἰκειώσασθαι ἔσπευσεν ἑαυτῷ· καὶ πείθει | |
5 | αὐτὸν τὴν γαμετὴν ἣν εἶχεν ἀποπεμψάμενον ἀγα‐ γέσθαι τὴν ἑαυτοῦ πρόγονον Αἰμιλίαν, ἣν ἡ Μετέλλα, ἣ τῷ Σύλλᾳ συνῴκει, ἐκ Σκαύρου ἐγείνατο τοῦ προ‐ τέρου ἀνδρός. ἦν δὲ τὰ τοῦ γάμου τυραννικά· ἀνδρὶ γὰρ ἡ Αἰμιλία ἤδη ἐκδέδοτο καὶ ἐκύει. | |
10 | Οὕτω δ’ ὁ Σύλλας οἰκειωσάμενος τὸν Πομπήιον εἰς Σικελίαν ἀπέστειλε μετὰ βαρείας δυνάμεως· ἦν γὰρ ἡ νῆσος τοῖς τοῦ Κάρβωνος ὁρμητήριον. καὶ ἀπελθόντος ἐκεῖ Πομπηίου οἱ μὲν ἐναντίοι τῆς νήσου ἐξέστησαν, αὐτὸς δὲ τὰς πόλεις ἀνελάμβανε τετρυ‐ | |
15 | χωμένας καὶ φιλανθρώπως ἐκέχρητο. κατασχὼν δὲ καὶ τὸν Κάρβωνα ἀνεῖλεν. ἀκούων μέντοι τοὺς στρατιώτας ἐν ταῖς ὁδοιπορίαις ἀτακτεῖν, σφραγῖδας ταῖς αὐτῶν μαχαίραις ἐπέβαλεν, ἣν ὁ μὴ φυλάξας ἐκολάζετο. | |
20 | Ταῦτα δὲ πράττων ἐν Σικελίᾳ ἐδέξατο γράμματα τῆς συγκλήτου καὶ Σύλλα κελεύοντα πλεῖν εἰς Λιβύην καὶ πολεμεῖν Δομιτίῳ. καὶ ὁ μὲν ἐξέπλει, ἑπτακισχίλιοι δὲ αὐτῷ τῶν ὑπὸ τὸν Δομίτιον προσ‐ εχώρησαν. ἀντιτεταγμένου δὲ Δομιτίου συρρήγνυν‐ | |
25 | ται τὰ στρατεύματα, καὶ νικῶσιν οἱ Πομπηίου, καὶ ὁ Δομίτιος κτείνεται. τῶν δὲ πόλεων αἱ μὲν εὐθὺς προσεχώρησαν, αἱ δὲ κατὰ κράτος ἑάλωσαν. καὶ εἰς τὴν Νομαδικὴν ἐμβαλών, καὶ πάντων κρατήσας οἷς ἐνέτυχε τεσσαράκοντα ταῖς πάσαις ἡμέραις, γράμ‐ | |
30 | ματα δέχεται Σύλλα, ἀφεῖναι μὲν τὴν ἄλλην στρα‐ | 342 in vol. 2 |
2.343 | τιάν, αὐτὸν δὲ μεθ’ ἑνὸς τάγματος περιμένειν εἰς Ἰτύκην τὸν διαδεξόμενον στρατηγόν. ἐπὶ τούτοις αὐτὸς μὲν καθ’ ἑαυτὸν ἤχθετο, ὁ δὲ στρατὸς εἰς τοὐμφανὲς ἠγανάκτει. καὶ θέλοντος προελθεῖν Πομ‐ | |
5 | πηίου, τοῦ τε Σύλλα κακῶς ἐμνημόνευον κἀκεῖνον οὐκ εἴων πιστεύειν τῷ τυράννῳ ἑαυτόν. καὶ ὁ μὲν ἐπειρᾶτο πραΰνειν αὐτούς, οἱ δὲ μένειν αὐτὸν καὶ ἄρχειν ἐκέλευον, ἄχρις οὗ προσλιπαρούντων καὶ καταβοώντων ὤμοσεν ἀναιρήσειν ἑαυτόν, εἰ βιά‐ | |
10 | ζοιντο· καὶ μόλις οὕτως ἐπαύσαντο. Πρῶτον μὲν οὖν ἠγγέλη τῷ Σύλλᾳ ἀφεστάναι Πομπήιον, εἶτα πυθόμενος τἀληθὲς ἀπήντησεν αὐτῷ προσιόντι καὶ δεξιωσάμενος Μάγνον προσεῖπε μεγάλῃ φωνῇ· σημαίνει δὲ μέγαν ὁ Μάγνος. θρίαμβον δὲ | |
15 | Πομπηίου αἰτοῦντος ὁ Σύλλας ἀντέλεγεν ὡς ὑπάτῳ ἢ στρατηγῷ θριαμβεύειν νενόμισται, ἄλλῳ δὲ οὐ‐ δενί· εἰ δὲ Πομπήιος οὔπω γενειῶν ἀκριβῶς θριαμ‐ βεύσει, ᾧ βουλῆς διὰ τὴν ἡλικίαν οὐ μέτεστιν, ἐπίφθονος ἔσται αὐτῷ ἡ τιμή. ταῦτα τοῦ Σύλλα | |
20 | λέγοντος ὁ Πομπήιος οὐχ ὑπέπτηξεν, ἀλλ’ ἐννοεῖν ἔφη δεῖν ὅτι τὸν ἥλιον ἀνατέλλοντα πλείονες ἢ δυό‐ μενον προσκυνοῦσι, δηλῶν ἐντεῦθεν ὡς αὐτῷ μὲν ἡ δύναμις αὔξεται, ἐκείνῳ δὲ μειοῦταί τε καὶ μαραί‐ νεται. πρὸς ταῦτα ὁ Σύλλας καταπλαγείς, δὶς ἐφε‐ | |
25 | ξῆς “θριαμβευσάτω” ἐβόησεν. ὡς δὲ οἱ στρατιῶται ἐνοχλεῖν ἐβούλοντο καὶ θορυβεῖν, μὴ τυχόντες ἡλί‐ κων προσεδόκησαν, ὁ Πομπήιος ἀφήσειν ἔφη μᾶλλον τὸν θρίαμβον ἢ κολακεύσειν τοὺς στρατιώτας. πρὸς ὃ Σερουίλιος ἀνὴρ ἐπιφανὴς καὶ ἀντιλέγων πρὶν πρὸς | |
30 | τὸν θρίαμβον “νῦν,” ἔφη, “Πομπήιος καὶ Μάγνος ἀληθῶς καὶ ἄξιος θριαμβεῦσαι.” | |
Σύλλας δὲ ἠνιᾶτο μὲν ὁρῶν εἰς ὅσον πρόεισι | 343 in vol. 2 | |
2.344 | δόξης καὶ δυνάμεως ὁ Πομπήιος, αἰσχυνόμενος δὲ κωλύειν ἡσυχίαν ἦγε. Λέπιδος μέντοι σπουδῇ Πομ‐ πηίου ὑπατείας τυχών, εἰς τὴν Σύλλα δύναμιν ἐκεί‐ νου τελευτήσαντος ἑαυτὸν εἰσεποίει, καὶ εὐθὺς ἔνο‐ | |
5 | πλος ἦν, τὰ τῶν στάσεων ἀνακινῶν ὑπολείμματα. καὶ ὁ Πομπήιος ἡγεμὼν στρατεύματος ἀπεδείχθη κατὰ Λεπίδου, ἤδη πολλὰ τῆς Ἰταλίας κεκινηκότος καὶ τὴν ἐντὸς Ἄλπεων Γαλατίαν διὰ Βρούτου κατέ‐ χοντος. τῶν μὲν οὖν ἄλλων ῥᾳδίως ἐκράτησεν ὁ | |
10 | Πομπήιος, ἀντικαθήμενος δὲ τῷ Βρούτῳ ἐχρόνισεν. εἶτα ἑαυτὸν ὁ Βροῦτος αὐτῷ ἐνεχείρισεν, ἢ μεταβαλ‐ λόμενος ἢ προδοθείς. καὶ ὁ μὲν ἀνῃρέθη, οὗπερ υἱὸς ἦν ὁ τὸν Καίσαρα ὕστερον διαχειρισάμενος Βροῦτος, Λέπιδος δὲ τῆς Ἰταλίας ἐκπεπτωκὼς νόσῳ ἀπέθανεν. | |
15 | Ὁ μέντοι Σερτώριος τὴν Ἰβηρίαν ἔχων φοβερὸς ἦν. καὶ πρὸς τοῦτον οὖν ὁ Πομπήιος ἐστάλη, συμ‐ μαχήσων Ὀππίῳ Μετέλλῳ μαχομένῳ πρὸς τὸν Σερ‐ τώριον. εἰς Ἰβηρίαν δὲ ἀφικόμενος πρῶτον μὲν δυσὶ στρατηγοῖς ἀντικατέστη τοῦ Σερτωρίου, καὶ νικήσας | |
20 | ὑπὲρ μυρίους ἀπέκτεινεν· εἶτα καὶ αὐτῷ Σερτωρίῳ προσμίξας ἀμφίδοξον ἔσχηκε τὸν ἀγῶνα. ἐπελθόν‐ τος δὲ Πομπηίῳ ὄντι ἱππότῃ ἀνδρὸς μεγάλου πεζοῦ, ὁ μὲν Πομπήιος ὑπ’ ἐκείνου ἐπλήγη τὴν χεῖρα, ἐκεῖ‐ νος δὲ ὑπὸ Πομπηίου αὐτὴν ἀπεκόπη. ἑνωθεὶς δὲ | |
25 | τῷ Μετέλλῳ ἐτίμησε τὸν ἄνδρα καὶ ἐτιμήθη. Ἀλλὰ τοῦ Σερτωρίου δολοφονηθέντος ὑπὸ τῶν φίλων, Περπέννας ὁ τῶν αὐτοῦ ἡγεμόνων κορυ‐ φαιότατος ἐπεχείρησεν ἐκείνῳ ποιεῖν ὁμοίως, τὰς ἐκείνου δυνάμεις περιβαλόμενος. ἀλλ’ ὁ Πομπήιος | |
30 | ἀντιταξάμενος αὐτῷ ἐκράτησε πάντων· καὶ διεφθάρη‐ σαν οἱ πλεῖστοι τῶν ἡγεμόνων ἐν τῇ μάχῃ, αὐτὸν | |
δὲ τὸν Περπένναν ἑαλωκότα ζωὸν ἀπέκτεινε. καὶ | 344 in vol. 2 | |
2.345 | προσμείνας ἐκεῖ καὶ καταστήσας τὰ πράγματα καὶ κατασβέσας τὰς ταραχὰς εἰς Ἰταλίαν ἀπήγαγε τὸν στρατόν. ἦν δ’ ὑποψία καὶ δέος ὡς οὐ προήσεται τὸ στράτευμα, δι’ ὅπλων δὲ βαδιεῖται μοναρχίας | |
5 | κατάρχων. ὁ δὲ καὶ ταύτην ἀνεῖλε τὴν ὑπόνοιαν, ἀφήσειν τὸ στράτευμα φήσας μετὰ τὸν θρίαμβον. ἓν δ’ ἔτι οἱ βασκαίνοντες αὐτὸν ᾐτιῶντο, ὅτι τῷ δήμῳ μᾶλλον ἢ τῇ βουλῇ προσένεμεν ἑαυτόν· ὅπερ ἦν ἀληθές. οὐ γὰρ ἔστιν οὗτινος ἐμμανέστερον ὁ Ῥω‐ | |
10 | μαίων ἠράσθη δῆμος. ἐψηφίσθη γοῦν αὐτῷ ὑπατεία καὶ δεύτερος θρίαμβος· συνυπατεύειν δὲ αὐτῷ καὶ ὁ Κράσσος ἐψηφίσθη αὐτοῦ σπουδάσαντος. ἀλλ’ ἀποδειχθέντες ὕπατοι διεφέροντο, καὶ ἐν μὲν τῇ βουλῇ ὁ Κράσσος ἴσχυε μᾶλλον, παρὰ δὲ τῷ δήμῳ | |
15 | ἐκράτει Πομπήιος. παρῃτήσατο δὲ καὶ τὴν στρατη‐ γίαν· καὶ ἔθους ὄντος τοῖς Ῥωμαίοις ἱππεῦσιν, ὅταν στρατεύσωνται τὸν νόμιμον χρόνον, ἄγειν τὸν ἵππον εἰς ἀγορὰν ἐπὶ τοὺς τιμητάς, καταριθμεῖσθαί τε τῶν στρατηγῶν καὶ αὐτοκρατόρων ἕκαστον ὑφ’ οἷς ἐστρα‐ | |
20 | τεύσαντο, καὶ εὐθύνας διδόναι τῆς στρατείας καὶ οὕτως ἀφίεσθαι, νεμομένης τιμῆς ἢ ἀτιμίας προση‐ κούσης τοῖς βίοις ἑκάστων, τότε προεκάθηντο μὲν οἱ τιμηταὶ καὶ οἱ ἱππεῖς παρῄεσαν ἐξεταζόμενοι, ὤφθη δὲ καὶ Πομπήιος εἰς τὴν ἀγορὰν τὰ μὲν ἄλλα πα‐ | |
25 | ράσημα τῆς ἀρχῆς ἔχων, αὐτὸς δ’ ἄγων τὸν ἵππον διὰ χειρός. ἦν δὲ τοῦ δήμου θαῦμα καὶ σιωπή. εἶτα ὁ εἷς τῶν τιμητῶν “πυνθάνομαί σου” εἶπεν “ὦ Πομ‐ πήιε Μάγνε, εἰ πάσας ἐστράτευσαι τὰς κατὰ νόμον στρατείας.” ὁ δὲ μεγάλῃ φωνῇ “ἐστράτευμαι” ἀπε‐ | |
30 | κρίνατο, “καὶ πάσας ὑπ’ ἐμαυτῷ αὐτοκράτορι.” πρὸς τοῦτο ὁ δῆμος ἐξέκραγε, καὶ οἱ τιμηταὶ τοῖς πολίταις | |
χαριζόμενοι ἀναστάντες προέπεμπον αὐτὸν οἴκαδε. | 345 in vol. 2 | |
2.346 | Ἤδη δὲ τῆς ἀρχῆς περανθείσης ἀπέθετο αὐτὴν ὁ Πομπήιος. καὶ μετὰ ταῦτα ὁ πειρατικὸς αὐτῷ ἀνε‐ τέθη πόλεμος. ὥρμητο μὲν γὰρ ἡ πειρατικὴ δύναμις ἐκ Κιλικίας, ἐν τῷ Μιθριδατικῷ πολέμῳ ταῖς βασι‐ | |
5 | λικαῖς ὑπηρεσίαις χρήσασα ἑαυτήν· εἶτα Ῥωμαίων ἐν τοῖς ἐμφυλίοις πολέμοις συμπεσόντων ἀλλήλοις, ἀφύλακτος οὖσα ἡ θάλασσα κατ’ ὀλίγον αὐτοὺς ἐφειλ‐ κύσατο· καὶ δύναμιν σχόντες οὐ τοῖς πλέουσιν ἐπε‐ τίθεντο μόνον, ἀλλὰ καὶ νήσους καὶ πόλεις παραλίους | |
10 | παρεσπῶντο. ἐγένοντο δ’ οὖν αἱ μὲν λῃστρικαὶ νῆες ὑπὲρ χιλίας, αἱ δὲ ἁλοῦσαι ὑπ’ αὐτῶν πόλεις ὑπὲρ τετρακοσίας. πολλὰ δὲ καὶ τῶν ἀβάτων ἐξέκοψαν ἱερῶν, ἐνύβριζον δὲ καὶ τοῖς Ῥωμαίοις. ὁπότε γάρ τις ἁλοὺς ἀνεβόησε Ῥωμαῖος εἶναι, ἐκπεπλῆχθαι προσ‐ | |
15 | ποιούμενοι καὶ δεδιέναι, τούς τε μηροὺς ἐπαίοντο καὶ προσέπιπτον αὐτῷ· καὶ οἱ μὲν ὑπέδουν αὐτὸν κάλτια, οἱ δὲ τήβεννον περιέβαλλον, οὕτω τε κατει‐ ρωνευσάμενοι τέλος ἐν μέσῳ πελάγει κλίμακα προ‐ βαλόντες ἐκέλευον ἐκβαίνειν καὶ ἀπιέναι χαίροντα· | |
20 | εἰ δὲ μὴ βούλοιτο, ὠθοῦντες αὐτὸν κατέδυον. Πάσης δὲ θαλάσσης ἀπλώτου τοῖς ἐμπόροις οὔσης, σπάνις ἦν τῶν ἀναγκαίων ἐν τῇ ἀγορᾷ. δόξαν δὲ τὸν Πομπήιον ἐκπέμψαι κατὰ τῶν πειρατῶν, Γαβίνιος εἷς τῶν Πομπηίου συνήθων ἔγραψε νόμον οὐ ναυαρ‐ | |
25 | χίαν, ἄντικρυς δὲ μοναρχίαν αὐτῷ διδόντα. ἐδίδου γὰρ ὁ νόμος αὐτῷ ἀρχὴν τῆς ἐντὸς Ἡρακλείων στη‐ λῶν θαλάσσης, ἠπείρου δὲ πάσης ἀπὸ θαλάσσης ἐπὶ τετρακόσια στάδια, καὶ πεντεκαίδεκα πρεσβευτὰς ἐκ τῆς βουλῆς ἑλέσθαι ἐπὶ τὰς κατὰ μέρος ἡγεμονίας, | |
30 | χρήματα δὲ λαμβάνειν ἐκ τῶν ταμιείων καὶ τῶν τελῶν | 346 in vol. 2 |
2.347 | ὅσα βούλοιτο, καὶ ναῦς διακοσίας. ταῦτα ὁ μὲν δῆμος προθύμως ἐδέξατο· οἱ δὲ τῆς συγκλήτου περιφανέ‐ στεροι φόβου ἄξιον ἐνόμιζον τὸ τῆς ἐξουσίας ἀπερί‐ ληπτον καὶ ἀόριστον, καὶ ἀντέλεγον, πλὴν Καίσαρος· | |
5 | οὗτος δὲ συνηγόρει τῷ νόμῳ, οὐ διὰ τὸν Πομπήιον, τὸν δῆμον δὲ θεραπεύων καὶ οἰκειούμενος ἑαυτῷ. τέως μέντοι ἐκυρώθη τὸ ψήφισμα. καὶ ὁ Πομπήιος εἰς ἐκκλησίαν ἐλθὼν διπλάσια τὰ ἐψηφισμένα λαβεῖν διεπράξατο. διελὼν οὖν τὰ πελάγη καὶ διαστήματα | |
10 | τῆς θαλάσσης εἰς μέρη τρισκαίδεκα, καὶ νεῶν ἀριθμὸν ἐφ’ ἑκάστῳ καὶ ἄρχοντα τάξας, ἐκάθηρε τῶν λῃστη‐ ρίων τὸ Τυρρηνικὸν πέλαγος, τὸ Λιβυκόν, τὸ περὶ Σαρδόνα καὶ Κύρνον καὶ Σικελίαν, ἡμέραις τεσσα‐ ράκοντα. εἶτα παραπλέων τὰς πόλεις μετὰ σπουδῆς | |
15 | οὐ παρῆλθε τὰς Ἀθήνας. ἀναβὰς δὲ καὶ θύσας καὶ προσαγορεύσας τὸν δῆμον, εὗρεν ἐπιγραφὰς εἰς αὐτὸν πεποιημένας, ὧν ἡ μὲν ἐντὸς τῆς πύλης ἔλεγεν Ἐφ’ ὅσον ὢν ἄνθρωπος οἶδας, ἐπὶ τοσοῦτον εἶ θεός· ἡ δ’ ἐκτὸς | |
20 | Προσεδοκῶμεν, προσεκυνοῦμεν, εἴδομεν, προπέμ‐ πομεν. Κατελύθη μὲν οὖν ὁ πειρατικὸς πόλεμος καὶ τὰ πανταχοῦ τῆς θαλάσσης ἐξῃρέθη λῃστήρια οὐκ ἐν πλείονι χρόνῳ μηνῶν τριῶν· τούτων δὲ εἰς Ῥώμην | |
25 | ἀπαγγελθέντων γράφει νόμον εἷς τῶν δημάρχων ὁ Μάλλιος, παραλαβόντα Πομπήιον πᾶσαν τὴν χώραν ὅσης ὁ Λεύκολλος ἦρχε, προσλαβόντα δὲ καὶ Βιθυνίαν, πολεμεῖν Μιθριδάτῃ καὶ Τιγράνῃ τοῖς βασιλεῦσιν, ἔχοντα καὶ τὴν ναυτικὴν δύναμιν καὶ τὸ κράτος τῆς | |
30 | θαλάσσης, ὡς ἤδη τοῦτο εἰλήφει· τοῦτο δὲ ἦν ἐφ’ | 347 in vol. 2 |
2.348 | ἑνὶ συλλήβδην γενέσθαι τὴν Ῥωμαίων ἡγεμονίαν. τὸ μὲν οὖν ψήφισμα ἐκυρώθη φοβηθέντων τὸν δῆμον τῶν ἀριστοκρατικῶν καὶ σιωπησάντων, Πομπήιος δὲ δεξάμενος τὰ γράμματα λέγεται τὰς ὀφρῦς συναγα‐ | |
5 | γεῖν καὶ τὸν μηρὸν πατάξαι ὡς δυσχεραίνων καὶ βαρυνόμενος τὴν ἀρχήν. τὴν δ’ εἰρωνείαν οὐδ’ οἱ πάνυ συνήθεις αὐτῷ ῥᾷον ἤνεγκαν. τέως δὲ τὴν μεταξὺ Φοινίκης καὶ Βοσπόρου θάλασσαν ἐπὶ φρουρᾷ τῷ στόλῳ διαλαβὼν αὐτὸς ἐβάδιζεν ἐπὶ Μιθριδάτην. | |
10 | ἐκείνου δ’ ἐκλιπόντος ὄρος δύσμαχον ὡς ἄνυδρον, ἐν ᾧ ἐστρατοπεδεύετο, ὁ Πομπήιος κατέσχεν αὐτό, καὶ τῇ φύσει τῶν βλαστανόντων καὶ ταῖς συγκλινίαις τῶν τόπων τεκμαιρόμενος ἔχειν πηγὰς τὸ χωρίον, ὀρύσσειν ἐκέλευσε φρέατα. καὶ ταχὺ μεστὸν ἦν ὕδα‐ | |
15 | τος τὸ στρατόπεδον. ἔπειτα περιστρατοπεδεύσας ἀπετείχιζεν αὐτόν. ὁ δὲ πέντε καὶ τεσσαράκοντα πολιορκηθεὶς ἡμέρας ἔλαθεν ἀποδρὰς μετὰ τῆς ἐρρω‐ μενεστέρας δυνάμεως, ἀποκτείνας τοὺς ἀχρήστους καὶ τοὺς νοσοῦντας. καταλαβὼν δὲ αὐτὸν περὶ τὸν | |
20 | Εὐφράτην ὁ Πομπήιος, ἵνα μὴ φθάσῃ περάσας τὸν ποταμόν, ἐκ μέσων νυκτῶν ἐπῆγε τὴν στρατιάν. ἦν οὖν ἀνάγκη ὑπὲρ τοῦ χάρακος μάχεσθαι. σελήνη δ’ ἦν καταφερομένη, ὃ τοὺς βασιλικοὺς ἔσφηλεν· εἶχον μὲν γὰρ κατὰ νώτου τὴν σελήνην Ῥωμαῖοι, ἤδη δὲ | |
25 | περὶ δύσιν οὔσης αἱ σκιαὶ τῶν σωμάτων πρόσθεν προϊοῦσαι πολὺ δόκησιν παρεῖχον τοῖς πολεμίοις ἐγγίζειν τοὺς Ῥωμαίους αὐτοῖς, καὶ τοὺς ὑσσοὺς ἀφέντες ἐφίκοντο οὐδενός· ὃ συνιδόντες Ῥωμαῖοι μετὰ κραυγῆς ἐπέδραμον καὶ φεύγοντας ἔκτεινον, ὡς | |
30 | πολὺ πλείους μυρίων ἀποθανεῖν. αὐτὸς δὲ Μιθρι‐ δάτης μετὰ πλειόνων διέφυγε. | |
Πομπήιος δὲ εἰς Ἀρμενίαν ἐνέβαλε, τοῦ νέου | 348 in vol. 2 | |
2.349 | Τιγράνου καλοῦντος αὐτόν· ἤδη γὰρ ἀφειστήκει τοῦ πατρός. ὁ δὲ βασιλεὺς Τιγράνης ὑπὸ Λευκόλλου συν‐ τετριμμένος, ἥμερον δὲ πυνθανόμενος τὸν Πομπήιον, ἑαυτόν τε παρέδωκε καὶ φρουρὰν ἐδέξατο περὶ τὰ | |
5 | βασίλεια. προσιὼν δὲ τῷ Πομπηίῳ τήν τε κίταριν ἀφεῖλε τῆς κεφαλῆς καὶ ὥρμησε πρὸ ποδῶν αὐτὴν ἐκείνου θεῖναι καὶ καταβαλεῖν ἑαυτόν. ἀλλ’ ὁ Πομ‐ πήιος τῆς δεξιᾶς αὐτοῦ λαβόμενος προσηγάγετο καὶ πλησίον ἱδρύσατο, τὸν δ’ ἐκείνου υἱὸν ἐπὶ θάτερα, | |
10 | καὶ εἶπε τῶν μὲν ἄλλων δεῖν αἰτιᾶσθαι Λεύκολλον, ὑπ’ ἐκείνου γὰρ ἀφῃρῆσθαι Συρίαν, Φοινίκην, Κιλι‐ κίαν, Γαλατίαν, Σωφηνήν, ἃ δὲ ἄχρις αὐτοῦ διατε‐ τήρηται ἕξειν, Σωφηνῆς δὲ βασιλεύσειν τὸν υἱόν. ἐπὶ τούτοις ὁ μὲν Τιγράνης ἠγάπησεν, ὁ δὲ υἱὸς | |
15 | ἐδυσφόρει, καὶ κληθεὶς ἐπὶ δεῖπνον οὐκ ἔφη Πομ‐ πηίου δεῖσθαι τοιαῦτα τιμῶντος· καὶ γὰρ αὐτὸς ἄλλον εὑρήσειν Ῥωμαῖον. ἐκ τούτου δεθεὶς εἰς τὸν θρίαμ‐ βον ἐφυλάττετο. Καταλιπὼν δὲ Πομπήιος φρουρὸν Ἀρμενίας Ἀφρά‐ | |
20 | νιον αὐτὸς διὰ τῶν περιοικούντων τὸν Καύκασον ἐθνῶν ἐπὶ Μιθριδάτην ἐβάδιζε. μέγιστα δὲ αὐτῶν εἰσιν ἔθνη Ἀλβανοί τε καὶ Ἴβηρες, οἱ μὲν ἐπὶ τὰ Μεσχικὰ ὄρη καὶ τὸν Πόντον καθήκοντες, Ἀλβανοὶ δ’ ἐπὶ τὴν ἕω καὶ τὴν Κασπίαν θάλασσαν. οὗτοι | |
25 | πρῶτον μὲν αἰτήσαντι Πομπηίῳ δίοδον ἔδοσαν, εἶτα γενόμενοι τετρακισμυρίων οὐκ ἐλάττους προσέβαλον αὐτῷ, καὶ τραπέντες ἐφθάρησαν παμπληθεῖς. τῷ δὲ βασιλεῖ αὐτῶν πέμψαντι πρέσβεις σπεισάμενος ἀπῄει ἐπὶ τοὺς Ἴβηρας μαχιμωτέρους ὄντας τῶν Ἀλ‐ | |
30 | βανῶν καὶ μήτε Μήδοις μήτε Πέρσαις ὑπείξαντας, διαφυγόντας δὲ καὶ τὴν Μακεδόνων δυναστείαν, | |
Ἀλεξάνδρου ταχέως ἐκ τῆς Ὑρκανίας ἀπάραντος. | 349 in vol. 2 | |
2.350 | ἀλλὰ καὶ τούτους μεγάλῃ μάχῃ τρεψάμενος πολλοὺς ἀνεῖλε καὶ πλείους ἐζώγρησεν. ἐντεῦθεν εἰς τὴν Κόλχων ἐνέβαλεν. αὖθις δὲ Ἀλβανῶν ἀποστάντων ἤλαυνεν ἐπ’ αὐτοὺς δι’ ἀνύδρου καὶ ἀργαλέας ὁδοῦ, | |
5 | ὕδωρ ἐν ἀσκοῖς πολλοῖς ἐπικομιζόμενος. καὶ συμβα‐ λὼν αὐτοῖς ὑπὸ τοῦ ἀδελφοῦ τοῦ σφῶν βασιλέως στρατηγουμένοις ἐνίκησε· καὶ αὐτὸν ἐπελθόντα οἱ καὶ βαλόντα ἐκ χειρὸς διελάσας ἀπέκτεινεν. ὅτε καὶ Ἀμαζόνες λέγονται συμμαχῆσαι τοῖς Ἀλβανοῖς. μετὰ | |
10 | γὰρ τὴν μάχην σκυλευομένων τῶν νεκρῶν, πέλταις Ἀμαζονικαῖς οἱ Ῥωμαῖοι καὶ κοθόρνοις ἐνέτυχον, σῶμα δὲ γυναικεῖον οὐδὲν εὑρέθη. νέμονται δὲ αὗται τὰ καθήκοντα πρὸς Ὑρκανίαν θάλασσαν τοῦ Καυκάσου. μέσον δὲ τῶν Ἀλβανῶν καὶ αὐτῶν | |
15 | οἰκοῦσι Γέλλαι καὶ Λίγυες. οἷς ἔτους ἑκάστου περὶ τὸν Θερμώδοντα ποταμὸν εἰς ταὐτὸν φοιτῶσαι ὁμι‐ λοῦσιν ἐπὶ δύο μῆνας· εἶτα καθ’ ἑαυτὰς ἀπαλλα‐ γεῖσαι βιοῦσι· τεκοῦσαι δὲ τὰ μὲν ἄρρενα κομίσασαι περὶ τὴν τῶν πατέρων ἐκτίθενται γῆν, τὰ δέ γε | |
20 | θήλεα τρέφουσι. Τῶν δὲ τοῦ Μιθριδάτου παλλακῶν ἀναχθεισῶν πρὸς αὐτὸν οὐδεμίαν ἔγνω Πομπήιος. Στρατονίκη δέ, ἣ καὶ μέγιστον παρὰ Μιθριδάτῃ ἔσχεν ἀξίωμα καὶ τὸ πολυχρυσότατον τῶν φρουρίων ἐφύλαττε, | |
25 | δῶρά τε πολλὰ τῷ Πομπηίῳ προσήγαγε καὶ τὸ φρού‐ ριον παρεδίδου. ὁ δὲ τῶν προσαχθέντων ὅσα κόσμον ἱεροῖς καὶ λαμπρότητα τῷ θριάμβῳ παρεῖχον λαβὼν μόνα, τὰ λοιπὰ τὴν Στρατονίκην ἔχειν ἐκέλευσε. καὶ τοῦ βασιλέως δὲ τῶν Ἰβήρων κλίνην καὶ τράπεζαν | |
30 | καὶ θρόνον χρυσᾶ πάντα πεπομφότος αὐτῷ, καὶ ταῦτα | 350 in vol. 2 |
2.351 | τοῖς ταμίαις εἰς τὸ δημόσιον παραδέδωκεν. ὡς δὲ τὸν Μιθριδάτην ἑώρα φεύγοντα χαλεπώτερον ἢ μα‐ χόμενον, τούτῳ μὲν εἶπεν ἰσχυρότερον ἑαυτοῦ πολέ‐ μιον τὸν λιμὸν ἀπολείψειν, αὐτὸς δὲ προῆγε σὺν | |
5 | στρατιᾷ. χειρωσάμενος δὲ δι’ Ἀφρανίου τοὺς περὶ Ἀμανὸν Ἄραβας, καταβὰς εἰς Συρίαν ταύτην μὲν ἐπαρχίαν καὶ κτῆμα Ῥωμαίων ἀπέφηνε, τὴν δὲ Ἰου‐ δαίαν ὑπέταξε καὶ τὸν βασιλέα αὐτῆς Ἀριστόβουλον συνέλαβεν, ὡς ἐν τοῖς Ἰουδαϊκοῖς ἤδη ἱστόρηται. | |
10 | μέγα δ’ ἦν ὄνομα τῆς αὐτοῦ δυνάμεως καὶ μεῖζον τῆς ἀρετῆς καὶ πρᾳότητος. ὁ δὲ τῶν περὶ τὴν Πέτραν Ἀράβων βασιλεὺς δείσας ἔγραψε Πομπηίῳ πάντα πείθεσθαι. ἠγγέλη μέντοι αὐτῷ τεθνεὼς καὶ ὁ Μι‐ θριδάτης, Φαρνάκου τοῦ υἱοῦ διαχρησαμένου αὐτόν. | |
15 | εἰς Ἀμινσὸν οὖν ἀφικομένῳ Πομπηίῳ πολλὰ μὲν δῶρα παρὰ Φαρνάκου κεκόμιστο, πολλὰ δέ γε προσήνεκτο σώματα, καὶ αὐτὸς ὁ Μιθριδάτου νεκρός. Ἐπανιὼν δὲ λυπηρὰν τὴν ἐπάνοδον ἔσχηκε διὰ τὴν γυναῖκα Μουκίαν ἐξυβρίσασαν παρὰ τὴν ἀποδη‐ | |
20 | μίαν αὐτοῦ· καὶ πλησιάσας τῇ Ἰταλίᾳ ἔπεμψεν ἐκείνῃ τὴν ἄφεσιν. εἰς δὲ τὴν Ῥώμην λόγοι περὶ αὐτοῦ ἐγίνοντο καὶ θόρυβος ἦν ὡς τὸ στράτευμα τῇ πόλει ἐπάξοντός τε καὶ μοναρχήσοντος. ὁ δὲ τῆς Ἰταλίας τε ἅμα ἐπέβη καὶ ἐκκλησιάσας τοὺς στρατιώτας ἐκέ‐ | |
25 | λευσεν ἕκαστον πρὸς τὰ οἰκεῖα τρέπεσθαι, αὖθις δὲ συναθροισθῆναι διὰ τὸν θρίαμβον. σκεδασθείσης δ’ οὕτω τῆς στρατιᾶς ἄνοπλον αἱ πόλεις ὁρῶσαι Πομ‐ πήιον καὶ μετ’ ὀλίγων ἀπιόντα, ὑφ’ ἡδονῆς ἐκχεό‐ μεναι καὶ προπέμπουσαι συγκατῆγον εἰς τὴν Ῥώμην | |
30 | μετὰ δυνάμεως πλείονος. τοῦ δὲ νόμου μὴ συγχω‐ | 351 in vol. 2 |
2.352 | ροῦντος πρὸ τοῦ θριάμβου παρελθεῖν εἰς τὴν πόλιν, πέμψας ἠξίου τὴν βουλὴν ὑπερθέσθαι τὰς τῶν ὑπά‐ των ἀρχαιρεσίας. Κάτωνος δ’ ἐναντιωθέντος οὐκ ἔτυχε· διὸ καὶ οἰκειώσασθαι τὸν ἄνδρα ἠθέλησε. | |
5 | δυεῖν οὖν ἀδελφιδῶν οὐσῶν ἐκείνῳ, τὴν μὲν αὐτὸς ἐζήτει λαβεῖν, τὴν δὲ τῷ υἱῷ συνοικίσαι. παραιτου‐ μένου δὲ τὴν ἀγχιστείαν τοῦ Κάτωνος, ὡς διαφθορὰν ἐσομένην αὐτῷ τοῦ τρόπου, ἡ ἀδελφὴ καὶ ἡ γυνὴ ἐχαλέπαινον. Ἀφρανίῳ δὲ Πομπηίου ὑπατείαν μετι‐ | |
10 | όντος, καὶ διὰ τοῦτο πρὸς τὰς φυλὰς ἀργύριον ἀνα‐ λίσκοντος, καὶ κακῶς ἐντεῦθεν ἀκούοντος ὡς ὤνιον τὴν ἀρχὴν ποιουμένου τοῖς μὴ ταύτης ἀξίοις, ὁ Κάτων πρὸς τὰς γυναῖκας “τούτων” ἔφη “τῶν ὀνειδῶν κοινω‐ νητέον ἡμῖν οἰκείοις γενομένοις πρὸς τὸν Πομπήιον.” | |
15 | Τοῦ δὲ θριάμβου τῷ μεγέθει καίπερ εἰς δύο ἡμέρας μερισθέντος ὁ χρόνος οὐκ ἐξήρκεσεν, ἀλλὰ τῶν παρεσκευασμένων πολλὰ τῆς θέας ἐξέπεσε. γράμμασι δὲ προηγουμένοις ἐδηλοῦτο τὰ γένη καθ’ ὧν ἐθριάμβευεν. ἦν δὲ ταῦτα, Πόντος, Ἀρμενία, | |
20 | Παφλαγονία, Καππαδοκία, Μηδία, Κόλχοι, Ἴβηρες, Ἀλβανοί, Συρία, Κιλικία, Μεσοποταμία, τὰ περὶ Φοινίκην καὶ Παλαιστίνην, Ἰουδαία, Ἀραβία, τὸ πειρατικὸν ἅπαν ἐν γῇ καὶ θαλάττῃ καταπεπολεμη‐ μένον· ἐν δὲ τούτοις φρούρια μὲν ἡλωκότα χιλίων | |
25 | οὐκ ἐλάττω, πόλεις δὲ οὐ πολὺ τῶν ἐνακοσίων ἀπο‐ δέουσαι, πειρατικαὶ δὲ νῆες ὀκτακόσιαι, κατοικίαι δὲ πόλεων μιᾶς δέουσαι τεσσαράκοντα. πρὸς δὲ τούτοις ἔφραζε διὰ τῶν γραμμάτων ὅτι πεντακισχί‐ λιαι μὲν μυριάδες ἐκ τῶν τελῶν ὑπῆρχον, ἐκ δὲ ὧν | |
30 | αὐτὸς προσεκτήσατο μυρίας ὀκτακισχιλίας πεντακο‐ σίας Ῥωμαῖοι λαμβάνουσιν, ἀναφέρεται δὲ εἰς τὸ | |
δημόσιον ταμιεῖον ἐν νομίσματι καὶ κατασκευαῖς ἀρ‐ | 352 in vol. 2 | |
2.353 | γυρίου καὶ χρυσίου δισμύρια τάλαντα, πάρεξ τῶν τοῖς στρατιώταις δεδομένων. αἰχμάλωτοι δὲ ἐπομ‐ πεύθησαν ἄνευ τῶν ἀρχιπειρατῶν υἱὸς Τιγράνου τοῦ Ἀρμενίου μετὰ γυναικὸς καὶ θυγατέρων, αὐτοῦ | |
5 | τε Τιγράνου τοῦ βασιλέως γυνὴ Ζωσίμη καὶ βασι‐ λεὺς Ἰουδαίων Ἀριστόβουλος, καὶ συγγενεῖς Μιθρι‐ δάτου, ἄλλοι τε πλείους. μέγιστον δὲ ὑπῆρξε πρὸς δόξαν αὐτῷ ὅτι τρὶς τεθριαμβευκώς, τὸν μὲν πρῶτον ἐκ Λιβύης, τὸν δὲ δεύτερον ἐξ Εὐρώπης, τὸν δὲ | |
10 | τελευταῖον ἀπὸ τῆς Ἀσίας κατάγων, τρόπον τινὰ τὴν οἰκουμένην ἐδόκει τοῖς τρισὶν ἐπῆχθαι θριάμβοις. ἦν δὲ τότε ἐτῶν τεσσαράκοντα. Σιτοδείας δὲ μετὰ ταῦτα τὴν Ῥώμην καὶ τὰ περὶ αὐτὴν κατασχούσης πλεύσας εἰς Σικελίαν καὶ | |
15 | Σαρδὼ καὶ Λιβύην ἤθροισε σῖτον. καὶ ἀνάγεσθαι μέλλων, τῶν κυβερνητῶν ὀκνούντων διὰ πνεύματα βίαια, πρῶτος αὐτὸς ἐμβὰς τὰς ἀγκύρας αἴρειν ἐκέ‐ λευσε καὶ ἀνεβόησε “πλεῖν ἀνάγκη, ζῆν δὲ οὐκ ἀνάγκη.” τοιαύτῃ δὲ τόλμῃ χρώμενος καὶ ἀγαθῇ τύχῃ ἐνέπλησε | |
20 | τὰ ἐμπόρια σίτου, πλοίων δέ γε τὴν θάλασσαν. καὶ ὤνητο μὲν ἂν ἐνταῦθα τοῦ βίου παυσάμενος· ὁ δὲ ἐπέκεινα χρόνος αὐτῷ τὰς μὲν εὐτυχίας ἤνεγκεν ἐπι‐ φθόνους, ἀνήκεστα δέ γε τὰ δυστυχήματα. προστε‐ θεὶς γὰρ Καίσαρι, καὶ διὰ τῆς οἰκείας δόξης τε καὶ | |
25 | δυνάμεως ἐξάρας αὐτόν, ὑπ’ ἐκείνου ἀνατέτραπτό τε καὶ καταβέβλητο. Ἵνα δὲ μὴ δὶς τὰ αὐτὰ ἱστορῆται, ἐν τοῖς περὶ Καίσαρος τὰ λοιπὰ τοῦ Πομπηίου εἰρήσεται, τῇ περὶ ἐκείνου συνεμπίπτοντα ἱστορίᾳ. | |
30 | Εὐτυχὴς δὲ ὁ Καῖσαρ ἐν στρατηγίαις γενόμενος | 353 in vol. 2 |
2.354 | καὶ πολλοὺς κατωρθωκὼς πολέμους, μνηστευόμενος δ’ ἑαυτῷ τὴν ἐκ τοῦ δήμου ῥοπὴν αὐτὸν ἐθεράπευε· καὶ μοναρχίας ἐρῶν, ἐπεὶ ἑώρα τινὰς ἐναντιουμένους αὐτῷ, καὶ μάλιστα τὸν Πομπήιον μέγα τότε δυνά‐ | |
5 | μενον, τῇ Ῥώμῃ ἐξ Ἰβηρίας ἐπιδεδήμηκεν. ἣν πρὸ τούτου λαχών, ὡς ταύτης ἐπέβη, ἐπὶ Λυσιτανοὺς καὶ Καλαίκους ἐστράτευσε· καὶ κρατήσας τούτων ἄχρι τῆς ἔξω προῆλθε θαλάσσης, τὰ μὴ πρὶν ὑπείκοντα Ῥωμαίοις ἔθνη καταστρεφόμενος. καὶ ἀπηλλάγη τῆς | |
10 | ἐπαρχίας εὐδοκιμῶν αὐτός τε πλούσιος γεγονὼς καὶ τοὺς στρατιώτας ὠφεληκώς. θέλων δ’ ἐπὶ τῇ νίκῃ θριαμβεῦσαι, πρὸς αὐτάς τε τὰς ὑπατικὰς ἀφιγμένος ἀρχαιρεσίας, καὶ μνώμενος ἑαυτῷ ὑπατείαν, ἐν ἀντι‐ νομίᾳ ἐγένετο. τοὺς μὲν γὰρ θριαμβεύειν μέλλοντας | |
15 | ἔξω νενόμιστο διατρίβειν τῆς πόλεως, τοὺς δὲ μετι‐ έναι θέλοντας ὑπατείαν δι’ ἑαυτῶν τοῦτο πράττειν, τοῖς ἀρχαιρεσιάζουσιν ἐντυγχάνοντας. καταφρονεῖ τοίνυν τοῦ θριάμβου, καὶ παρελθὼν εἰς τὴν πόλιν εἰς ὑπατείαν παρήγγειλε. | |
20 | Τῶν δὲ μέγα δυναμένων ἐν τῇ βουλῇ καὶ ὁ Κράσσος ὤν, πρὸς ὃν ὁ Καῖσαρ ᾠκείωτο, ἀντιπολι‐ τευόμενος τῷ Πομπηίῳ ἐτύγχανε. τούτους ὁ Καῖσαρ ἐκ διαφορᾶς εἰς φιλίαν μετήνεγκε, καὶ ὑπ’ ἀμφοῖν ὥσπερ δορυφορούμενος εἰς ὑπατείαν προήχθη· καὶ | |
25 | αὐτίκα νόμους εἰσέφερε δι’ ὧν ᾠκειοῦτο τὸν δῆμον. ἔτι δὲ τὴν Πομπηίου ἰσχὺν ὁ Καῖσαρ ἑαυτῷ προσά‐ πτων, τὴν οἰκείαν θυγατέρα Ἰουλίαν αὐτῷ κατηγ‐ γύησε. γήμας οὖν αὐτὴν ὁ Πομπήιος ὅπλων τὴν ἀγορὰν αὐτίκα ἐνέπλησε, καὶ τούς τε νόμους τῷ | |
30 | δήμῳ συνεπεκύρου, καὶ Καίσαρι τὴν ἐντὸς Ἄλπεων καὶ τὴν ἐκτὸς ἅπασαν Κελτικὴν καὶ τὸ Ἰλλυρικὸν | |
μετὰ ταγμάτων τεσσάρων εἰς πενταετίαν προσέθετο. | 354 in vol. 2 | |
2.355 | τῶν δ’ ἀντειπόντων ἐκ τῆς βουλῆς πρὸς ταῦτα περι‐ υβρισθέντων, ὀλίγοι παντάπασιν ὑπατεύοντι τῷ Καί‐ σαρι συνῄεσαν εἰς βουλήν. εἰπόντος δέ τινος τῶν σφόδρα γερόντων ὡς φόβῳ τῶν ὅπλων καὶ τῶν στρα‐ | |
5 | τιωτῶν οὐ συνέρχονται, “τί οὖν” ἔφη ὁ Καῖσαρ “οὐ καὶ σὺ ταῦτα δεδιὼς οἰκουρεῖς;” ὁ δὲ “ὅτι με ποιεῖ μὴ φοβεῖσθαι τὸ γῆρας” εἶπε· “βράχιστος γὰρ ὁ βίος ὃς ἔτι μοι λείπεται.” Τοὺς δὲ Κελτικοὺς πολέμους μαχόμενος Ἑλβητίους | |
10 | μὲν καὶ Τιγυρηνοὺς κατεπολέμησε καὶ ὑπέταξε, Γερ‐ μανοῖς δὲ συμμίξαι μέλλων, ὁρῶν τοὺς ἡγεμόνας ἀποδειλιῶντας, καὶ μάλιστα ὅσοι τῶν ἐπιφανῶν ἦσαν καὶ νέων, ἐκέλευσεν ἀπιέναι καὶ μὴ κινδυνεύειν παρὰ γνώμην οὕτως ἀνάνδρως καὶ μαλακῶς ἔχοντας, αὐτὸς | |
15 | δὲ ἔφη τὸ δέκατον τάγμα παραλαβὼν ἐπὶ τοὺς βαρ‐ βάρους πορεύεσθαι, μήτε κρείττοσι μέλλων Κίμβρων μάχεσθαι πολεμίοις μήτε αὐτὸς Μαρίου χείρων ὢν στρατηγός. ἐκ τούτου ὁρμῆς καὶ προθυμίας γενό‐ μενοι πλήρεις ἅπαντες ἠκολούθουν, καὶ μαχεσάμενοι | |
20 | λαμπρῶς τοὺς ἐναντίους ἐτρέψαντο, ὥστε νεκρῶν μυριάδας ὀκτὼ γενέσθαι. ὁ δὲ τούτων βασιλεὺς Ἀριόυστος φθάσας μετ’ ὀλίγων διεπέρασε τὸν Ῥῆνον. Ταῦτα διαπραξάμενος εἰς τὴν περὶ Πάδον Γαλα‐ τίαν κατέβη, ἔνθα διατρίβων ἐδημαγώγει πολλῶν | |
25 | ἀπὸ Ῥώμης πρὸς αὐτὸν ἀφικνουμένων, τοῖς ἀπὸ τῶν πολεμίων χρήμασι τοὺς πολίτας χειρούμενος. ἐκεῖθεν δὲ ἄλλοις ἔθνεσιν ἐπελθών, καὶ νικήσας περιφανῶς, αὖθις ἐν τοῖς περὶ Πάδον χωρίοις διαχειμάσων ὑπέ‐ στρεψε, τοὺς περὶ τὴν Ῥώμην εὔνους ἑαυτῷ τιθέμενος | |
30 | χρήμασιν, ἃ τοῖς τὰς ἀρχὰς ἑαυτοῖς μνωμένοις χορη‐ γῶν ἐκεῖνος τὸν δῆμον τούτοις διαφθείρειν ἐποίει | |
καὶ τοῖς τὰ χρήματα διδοῦσι ψηφίζεσθαι τὰς ἀρχάς. | 355 in vol. 2 | |
2.356 | οἱ δὲ πᾶν ὃ τὴν ἐκείνου δύναμιν αὔξειν ἔμελλεν ἔπραττον. εἶτα καὶ ἕτερα Κελτικὰ νικήσας ἔθνη καὶ τὸν Ῥῆνον γεφυρώσας στρατῷ διέβη. ἐκεῖθεν δ’ ἐπα‐ ναζεύξας τὴν τῆς παιδὸς αὐτοῦ τελευτήν, ἣ τῷ Πομ‐ | |
5 | πηίῳ συνῴκει μεμάθηκε, καὶ ὅτι τίκτουσα τέθνηκε, καὶ ὡς μετ’ ὀλίγον καὶ τὸ τεχθὲν ἐπαπῆλθε τῇ μητρί. ὁ μὲν οὖν Καῖσαρ καὶ ὁ Πομπήιος πένθος ἔσχον ἐπὶ τῇ συμφορᾷ, καὶ οἱ φίλοι δ’ ἀμφοῖν βαρέως τὸ πάθος ἤνεγκαν, ὡς τοῦ συνδέσμου λελυμένου τῆς αὐτῶν | |
10 | οἰκειότητος. Ἤδη δὲ μέγας ὁ Καῖσαρ γενόμενος καὶ τὴν οἰκείαν δόξαν ἐπάρας ἐκ τῶν κατορθωμάτων, ἀνταγωνιστὴν Πομπηίῳ ἑαυτὸν κατεστήσατο. καὶ Κράσσου ἐν Πάρθοις ἀπολωλότος, ὃς ἔφεδρος αὐτῷ τε καὶ Πομ‐ | |
15 | πηίῳ ἐλέλειπτο, καταλύειν ἐμελέτα Πομπήιον, κἀκεῖ‐ νος αὖθις τὸν Καίσαρα. τῆς δὲ πολιτείας νοσούσης, καὶ τῶν ἀρχὰς μετιόντων ὠνουμένων αὐτάς, τοῦ δὲ δήμου ὑπὲρ τῶν δεδωκότων οὐ ψήφοις χρωμένων, ἀλλ’ ὅπλοις, καὶ τῆς πόλεως ὡς ἀκυβερνήτου κακῶς | |
20 | φερομένης, τοῖς νουνεχεστέροις ἀγαπητὸν ἐδόκει εἰ πρὸς μοναρχίαν ἐκ τοσούτου κλύδωνος καὶ μή τι χεῖρον περισταίη τὸ τῆς Ῥώμης πολίτευμα, ὡς ἄλλως ἀνήκεστα σφίσιν εἶναι τὰ πράγματα· χρῆναι δὲ τοῦ πρᾳοτάτου τῶν ἰατρῶν ἀνασχέσθαι τὸ πάθος τουτὶ | |
25 | φαρμακεύοντος, ὑποδηλοῦντες δὴ τὸν Πομπήιον. κἀκεῖνος μέντοι, εἰ καὶ λόγῳ παραιτεῖσθαι τὴν ἀρχὴν ὑπεκρίνετο, ἀλλ’ οἷς ἐποίει ἔσπευδε δικτάτωρ ἀνα‐ δειχθήσεσθαι. ἵνα γοῦν μὴ βιάσαιτο ψηφισθῆναι δικτάτωρ, ὕπατον αὐτὸν μόνον ἡ γερουσία προυβά‐ | |
30 | λετο, τῇ μοναρχίᾳ παρηγορουμένη τούτου τὴν ἔφεσιν. | 356 in vol. 2 |
2.357 | Ἐκ τούτου πέμπων ὁ Καῖσαρ καὶ αὐτὸς ἐπὶ ὑπα‐ τείαν παρήγελλεν. ἐναντιουμένων δ’ ἑτέρων ἐσιώπα Πομπήιος. ὡς δ’ ὁ Καῖσαρ πολλοὺς τὰ αὐτοῦ φρο‐ νεῖν ἀνέπεισε χρήμασι, δείσας τὴν σύστασιν ὁ Πομ‐ | |
5 | πήιος ἀναφανδὸν δι’ ἑαυτοῦ καὶ τῶν φίλων ἐπραγ‐ ματεύετο παυθῆναι τὸν Καίσαρα τῆς ἀρχῆς ψηφιζό‐ μενος· ὧν ἐκεῖνος οὐδ’ ὅλως ἐφρόντιζεν. ἠξίου δὲ ὁ Καῖσαρ αὐτόν τε ἅμα καὶ τὸν Πομπήιον καταθε‐ μένους τὰ ὅπλα ἰδιωτεῦσαι καὶ ἄμφω· εἰ δ’ αὐτὸν | |
10 | μὲν ἀφαιροῦνται τὴν ἀρχήν, ἐκείνῳ δὲ βεβαιοῦσι, τὸν ἕτερον κατασκευάζουσι τύραννον. λέγεται δέ τινα τῶν παρὰ Καίσαρος σταλέντων ταξιαρχῶν, μαθόντα μὴ διδόναι τὴν γερουσίαν τῆς ἀρχῆς χρόνον τῷ Καί‐ σαρι, “ἀλλ’ αὕτη” φάναι “δώσει,” κρούσαντα τῇ | |
15 | χειρὶ τὴν τοῦ ξίφους λαβήν. εἶτα γνώμη εἰσήνεκτο, εἰ μὴ ἐν ὡρισμένῃ ἡμέρᾳ Καῖσαρ τὰ ὅπλα κατάθηται, ἡγεῖσθαι τὸν ἄνδρα πολέμιον. Ἀντωνίου δὲ καὶ τῶν πραττόντων τὰ Καίσαρος ἀξιούντων καὶ Καίσαρα καὶ Πομπήιον τὰς ἀρχὰς ἀποθέσθαι, τῇ γνώμῃ πάν‐ | |
20 | τες συνέθεντο. ἐπεὶ δὲ παρὰ Καίσαρος ἧκον ἐπιστο‐ λαὶ τῶν μὲν ἄλλων ἐξισταμένου, τὴν δ’ ἐντὸς Ἄλπεων ἐπαρχίαν καὶ τὸ Ἰλλυρικὸν ἀξιοῦντος αὐτῷ δοθῆναι μετὰ δυεῖν ταγμάτων, τἄλλα μὲν ἐδίδου Πομπήιος, τοὺς δέ γε στρατιώτας ἀφῄρει. οἱ δ’ ὑπατεύοντες | |
25 | καὶ τῆς βουλῆς ἐξήλασαν τὸν Ἀντώνιον καὶ τοὺς σὺν αὐτῷ. οἱ δὲ διὰ φόβον ἐν δουλικαῖς ἐσθῆσι μετημ‐ φιεσμένοι ἐπὶ ζευγῶν μισθίων τῆς Ῥώμης ἐξῄεσαν. ὃ τοὺς στρατιώτας παρώξυνεν, ἄνδρας ἐλλογίμους καὶ ἄρχοντας περιυβρισμένους ὁρῶντας. Καῖσαρ δὲ | |
30 | πολλοὺς λογισμοὺς κινήσας καὶ διαφόρων γνωμῶν γεγονώς, τέλος τοῦτο δὴ τὸ κοινὸν ὑπειπὼν “ἐρρί‐ | |
φθω κύβος” ὥρμησε, καὶ τὸν ποταμὸν Ῥουβίκον διέβη, | 357 in vol. 2 | |
2.358 | καὶ τὸ Ἀρίμινον κατέσχε, μεγάλην πόλιν τῆς Κελ‐ τικῆς. λέγεται δὲ τῇ πρὸ τῆς διαβάσεως νυκτὶ ὄναρ ἰδεῖν ἔκθεσμον· ἐδόκει γὰρ αὐτὸς τῇ ἑαυτοῦ μητρὶ μίγνυσθαι τὴν ἄρρητον μίξιν. | |
5 | Ἐπεὶ δὲ τὸ Ἀρίμινον κατελήφθη, ὡς ὑπὸ πνευ‐ μάτων ἡ Ῥώμη πιμπλαμένη σάλου καὶ κλύδωνος, μι‐ κροῦ αὐτὴ ὑφ’ ἑαυτῆς ἀνετέτραπτο. οἵ τε γὰρ ὕπα‐ τοι καὶ οἱ πλείους τῶν βουλευτῶν ἔφευγον, καὶ αὐτὸν δὲ Πομπήιον ἔκπληξις εἶχε, καὶ ἄλλος ἀλλα‐ | |
10 | χόθεν τὸν ἄνδρα ἐτάραττον αἰτιώμενοι ὡς καθ’ ἑαυ‐ τοῦ καὶ τῆς πολιτείας αὐξήσαντα Καίσαρα, καὶ οὐδεὶς εἴα αὐτὸν τοῖς οἰκείοις χρήσασθαι λογισμοῖς. διὸ καὶ τὴν πόλιν ἐξέλιπεν, ἕπεσθαι τὴν γερουσίαν κελεύσας. εἵποντο δ’ οἱ πλείους, τὴν μὲν φυγὴν ὡς πατρίδα | |
15 | αἱρούμενοι διὰ τὸν Πομπήιον, τὴν δὲ Ῥώμην ὡς Καίσαρος στρατόπεδον φεύγοντες. ὅτε καὶ Λαβιηνός, ἀνὴρ τοῖς φίλοις Καίσαρος ἀριθμούμενος καὶ συνη‐ γωνισμένος ἐν πολέμοις αὐτῷ προθυμότατα, ἀφεὶς ἐκεῖνον ἀφίκετο πρὸς Πομπήιον. ᾧ καὶ καταλιπόντι | |
20 | αὐτὸν ὁ Καῖσαρ τά τε χρήματα καὶ τὰς ἀποσκευὰς ἐξαπέστειλε. Δομίτιος δὲ κατέχων Κορφίνιον ἐπελ‐ θόντος αὐτῷ Καίσαρος ἀπογνοὺς τὰ καθ’ ἑαυτὸν φάρμακον ἔπιεν ὡς θανούμενος· εἶτα θαυμαστῇ φι‐ λανθρωπίᾳ μαθὼν πρὸς τοὺς ἁλισκομένους τὸν Καί‐ | |
25 | σαρα χρώμενον, ἑαυτὸν ἐθρήνει. ὑπνωτικὸν δ’ εἶναι τὸ φάρμακον καὶ οὐ θανάσιμον εἰπόντος τοῦ ἰατροῦ, ἀπῄει πρὸς Καίσαρα, καὶ λαβὼν δεξιὰν αὖθις διεξέ‐ πεσε πρὸς Πομπήιον. Ταῦτα εἰς τὴν Ῥώμην ἀπαγγελλόμενα τοὺς ἀν‐ | |
30 | θρώπους ἡδίους ἐποίει, καί τινες ἐπανέστρεφον. | 358 in vol. 2 |
2.359 | πολὺς δὲ γεγονὼς ὁ Καῖσαρ ἤδη ἐπ’ αὐτὸν ἐχώρει Πομπήιον. ὁ δὲ φυγὼν εἰς Βρεντέσιον ἐξέπλευσεν. ἀπορῶν δὲ νηῶν ὁ Καῖσαρ εἰς τὴν Ῥώμην ἀνέστρεψε, καὶ πάσης τῆς Ἰταλίας ἀναιμωτὶ κύριος γέγονεν ἡμέ‐ | |
5 | ραις ἑξήκοντα. εὑρὼν δὲ καὶ τὴν πόλιν καθεστῶσαν, καὶ τῶν ἀπὸ τῆς βουλῆς συχνοὺς ἐν αὐτῇ, τούτοις ἐπιεικῆ διειλέχθη, ἀξιῶν αὐτοὺς πρὸς Πομπήιον ἀποστέλλειν ἐπὶ συμβάσεσιν. ἐπείσθη δ’ οὐδείς. τοῦ δὲ δημάρχου Μετέλλου κωλύοντος αὐτὸν ἐκ τῶν ἀπο‐ | |
10 | θέτων χρημάτων λαμβάνειν, καὶ νόμους προσφέρον‐ τος, ἔφη μὴ τὸν αὐτὸν ὅπλων καὶ νόμων εἶναι και‐ ρόν· “σὺ δὲ νῦν μὲν ἐκποδὼν ἄπιθι· παρρησίας γὰρ οὐ δεῖται πόλεμος. ὅταν δὲ τὰ ὅπλα κατάθωμαι, τότε δημαγωγήσεις. καὶ ταῦτα” ἔφη “λέγω τῶν ἑαυτοῦ | |
15 | δικαίων ὑφιέμενος· ἐμὸς γὰρ εἶ καὶ σὺ καὶ πάντες ὅσους τῶν πρὸς ἐμὲ στασιασάντων συνέλαβον.” μὴ φαινομένων δὲ τῶν κλειδῶν ἐκκόπτειν ἐκέλευεν. αὖθις δὲ τοῦ Μετέλλου κωλύοντος, καί τινων ἐπαι‐ νούντων, ἠπείλησεν ἀποκτενεῖν αὐτόν, εἰ μὴ παύ‐ | |
20 | σαιτο, εἰπών “μειράκιον, ἀγνοεῖς ὅτι δυσκολώτερόν ἐστί μοι εἰπεῖν ἢ πρᾶξαι;” Ἐστράτευσε δ’ εἰς Ἰβηρίαν, καὶ τὰς ἐκεῖ δυνά‐ μεις καὶ τὰς ἐπαρχίας ὑφ’ ἑαυτὸν ποιησάμενος οὕτως ἐπὶ Πομπήιον ἤλαυνεν. αἱρεθεὶς δὲ δικτάτωρ ὑπὸ | |
25 | τῆς βουλῆς φυγάδας τε κατήγαγε καὶ ἄλλων ἥψατο πολιτευμάτων. ἐν ἡμέραις δὲ ἕνδεκα τὴν μὲν μοναρ‐ χίαν ἀπειπάμενος, ὕπατον δὲ ἀναδείξας ἑαυτὸν καὶ Σερουίλιον Ἰσαυρικόν, εἴχετο τῆς στρατείας. καὶ διαβὰς τὸν Ἰόνιον Ὤρικον καὶ Ἀπολλωνίαν αἱρεῖ. | |
30 | ἐξ Ἀπολλωνίας δὲ κρύφα πάντων εἰς πλοῖον ἐμβὰς δωδεκάσκαλμον ἐν ἐσθῆτι θεράποντος ἀναχθῆναι | |
πρὸς τὸ Βρεντέσιον ἐβουλεύσατο, τοῦ πελάγους ὑπὸ | 359 in vol. 2 | |
2.360 | τῶν πολεμίων περιεχομένου στόλοις μεγάλοις. χειμῶ‐ νος δὲ ὄντος ὁ πλοῦς ἄπορος ἐδόκει τῷ κυβερνήτῃ, καὶ μεταβαλεῖν ἐκέλευσε τοὺς ναύτας ὡς ἀποστρέψων τὸ πλοῖον. ὁ δὲ Καῖσαρ ἀναδείκνυσιν ἑαυτόν. καὶ | |
5 | τοῦ κυβερνήτου πρὸς τὴν ὄψιν ἐκπεπληγμένου “τόλμα καὶ μὴ δέδιθι” ἔφη, “Καίσαρα φέρεις καὶ τὴν Καί‐ σαρος τύχην συμπλέουσαν.” Κατέπλευσε δὲ καὶ Ἀντώνιος τὰς δυνάμεις ἄγων. καὶ θαρρήσας Καῖσαρ προυκαλεῖτο Πομπήιον. ἀεὶ | |
10 | δέ τινες περὶ τοῖς ἐρύμασι Πομπηίου μάχαι σπορά‐ δες ἐγίνοντο, καὶ περιῆν ὁ Καῖσαρ πάσαις πλὴν μιᾶς, ἐν ᾗ τροπῆς γενομένης μεγάλης ἐκινδύνευσε μὲν ἀπολέσαι τὸ στρατόπεδον, καὶ αὐτὸς δὲ παρὰ μικρὸν ἦλθεν ἀποθανεῖν. φεύγοντι γὰρ ἀνδρὶ με‐ | |
15 | γάλῳ καὶ ῥωμαλέῳ τὴν χεῖρα ἐπιβαλὼν μένειν ἐκέ‐ λευε καὶ στρέφεσθαι πρὸς τοὺς πολεμίους· ὁ δὲ μεστὸς ὢν ταραχῆς ἐπῆρε τὴν μάχαιραν ὡς πλήξων αὐτόν, καὶ ἔπληξεν ἄν, εἰ μὴ ὁ τοῦ Καίσαρος ὑπασ‐ πιστὴς τὸν ὦμον ἐκείνου φθάσας ἀπέκοψεν. οὕτω | |
20 | δ’ ἀπέγνω τότε Καῖσαρ τὰ καθ’ ἑαυτὸν ὥστε τοῦ Πομπηίου ἔργῳ μεγάλῳ μὴ ἐπιθέντος τέλος, ἀλλὰ καθείρξαντος τοὺς φεύγοντας εἰς τὸν χάρακα καὶ ἀνα‐ χωρήσαντος, εἶπεν ὁ Καῖσαρ “σήμερον ἡ νίκη παρὰ τοῖς πολεμίοις ἐγένετο ἄν, εἰ τὸν νικῶντα εἶχον. | |
25 | Ἐκεῖθεν δὲ μεταστὰς τὸν στρατὸν εἰς Μακε‐ δονίαν προῆγεν ἐπὶ Σκιπίωνα. τοῦτο τὴν Πομπηίου στρατιὰν ἐπῆρε καὶ τοὺς περὶ αὐτὸν ἡγεμόνας ὡς ἡττημένου καὶ φεύγοντος Καίσαρος διώκοντας ἕπε‐ σθαι. εὐλαβῶς δ’ εἶχε πρὸς τοῦτο Πομπήιος, καὶ | |
30 | ἠξίου τρίβειν καὶ μαραίνειν τὴν τῶν πολεμίων ἀκμήν. τὴν δὲ γνώμην μόνος ἐπῄνει Κάτων, φειδοῖ τῶν | |
πολιτῶν. ὅς γε καὶ τοὺς πεσόντας τῶν πολεμίων ὡς | 360 in vol. 2 | |
2.361 | εἰς χιλίους ὄντας ἰδὼν ἀπῆλθεν ἐγκαλυψάμενος καὶ καταδακρύσας. οἱ δ’ ἄλλοι πάντες ἐκάκιζον φυγο‐ μαχοῦντα Πομπήιον. ἐντεῦθεν καὶ ἄκων εἰς μάχην ἐχώρει, διώκων τὸν Καίσαρα. ὡς δὲ εἰς τὴν Φαρ‐ | |
5 | σαλίαν ἐμβαλόντες ἀμφότεροι ἐστρατοπεδεύσαντο, ὁ μὲν Πομπήιος αὖθις τῆς πρῴην εἴχετο γνώμης, φασ‐ μάτων οὐκ αἰσίων αὐτῷ γενομένων καὶ καθ’ ὕπνον ὄψεώς τινος, ἐδόκει γὰρ ἑαυτὸν ὁρᾶν ἐν τῷ θεάτρῳ ὑπὸ Ῥωμαίων κροτούμενον, οἱ δὲ περὶ αὐτὸν θρα‐ | |
10 | σεῖς ἦσαν καὶ τὴν νίκην ταῖς ἐλπίσι προειληφότες. Ὁ δὲ Καῖσαρ ἠρώτα τοὺς οἰκείους στρατιώτας εἰ καθ’ ἑαυτοὺς αἱροῦνται μαχέσασθαι ἢ περιμένειν καὶ ἑτέρους ἤδη ὄντας ἐγγύς· οἱ δὲ μὴ περιμένειν ἐδέ‐ οντο. θύσαντι δὲ τῷ Καίσαρι ὁ μάντις ἐσήμαινε | |
15 | τριῶν ἡμερῶν πρὸς τοὺς πολεμίους κριθήσεσθαι. ἐρομένου δὲ Καίσαρος περὶ τοῦ τέλους τί προορᾷ, μεγάλην εἶπεν ἐπὶ τὰ ἐναντία δηλοῦσθαι μεταβολὴν καὶ μετάπτωσιν· “εἰ μὲν οὖν εὖ πράττεις ἐν τῷ παρόντι, τὴν χείρονα προσδόκα τύχην, εἰ δὲ κακῶς, | |
20 | τὴν ἀμείνονα.” Τῇ δὲ πρὸ τῆς μάχης νυκτὶ τὰς φυλακὰς πε‐ ριιόντος περὶ τὸ μεσονύκτιον Καίσαρος ὤφθη λαμ‐ πὰς οὐρανίου πυρός, ἣν τὸ αὐτοῦ ὑπερενεχθεῖσαν στρατόπεδον ἔδοξε λαμπρὰν καὶ φλογώδη γενομένην | |
25 | εἰς τὸ τοῦ Πομπηίου πεσεῖν. ἤδη δὲ διαλαμψάσης ἡμέρας οἱ σκοποὶ καταβαίνειν ἀπήγγελλον ἐπὶ μάχῃ τοὺς πολεμίους. περιχαρὴς δὲ γενόμενος ὥρμησεν εἰς μάχην, καὶ συμβαλὼν τοῖς τοῦ Πομπηίου τρέπε‐ ται τούτους. Πομπήιος δὲ κατιδὼν τοὺς ἱππεῖς φυγῇ | |
30 | σκεδασθέντας οὐκέτι ἦν ὁ αὐτὸς οὐδ’ ἐμέμνητο Πομ‐ | 361 in vol. 2 |
2.362 | πήιος ὢν Μάγνος, ἀλλ’ ὡς ὑπὸ θεοῦ βλαπτόμενος ᾤχετο ἄφθογγος ἀπιὼν ἐπὶ σκηνήν, καὶ καθήμενος ἐκαραδόκει τὸ μέλλον. ὡς δὲ τοῦ χάρακος ἐπέβαι‐ νον οἱ πολέμιοι, φεύγοντι πρέπουσαν στολὴν ἐνδὺς | |
5 | ὑπεξῆλθεν. Ὁ δὲ Καῖσαρ καὶ τοῦ χάρακος τῶν πολεμίων ἐκράτησε καὶ τοὺς ἁλόντας ζωοὺς τοῖς ἑαυτοῦ κατέ‐ μιξε τάγμασι, πολλοῖς δὲ καὶ τῶν ἐπιφανῶν ἄδειαν ἔδωκεν· ὧν καὶ Βροῦτος ἦν ὁ κτείνας αὐτὸν ὕστε‐ | |
10 | ρον. ἐδίωκε δὲ τὸν Πομπήιον. ὁ δὲ πλοίου ἐπιβὰς φορτηγοῦ καὶ παραπλεύσας ἐπ’ Ἀμφιπόλεως εἰς Μι‐ τυλήνην κατήχθη, βουλόμενος τὴν γυναῖκα Κορνη‐ λίαν ἀναλαβεῖν ἐκεῖθεν καὶ τὸν υἱόν. ἡ δὲ ἦν θυ‐ γάτηρ Μετέλλου Σκιπίωνος, συνοικήσασα μὲν ἐκ | |
15 | παρθενίας Ποπλίῳ τῷ Κράσσου παιδί, ἐκείνου δὲ τεθνηκότος ἐν Πάρθοις γαμηθεῖσα τῷ Πομπηίῳ. ἦν δὲ ἡ κόρη καὶ τὴν ὥραν διαπρεπής, οὐ μὴν ἀλλὰ καὶ περὶ γράμματα καλῶς ἤσκητο καὶ περὶ λύραν καὶ γεωμετρίαν, καὶ λόγων φιλοσόφων εἴθιστο χρησίμως | |
20 | ἀκούειν, καὶ προσῆν τούτοις ἦθος περιεργίας κα‐ θαρόν. ἀκούσασα τοίνυν ἥκειν Πομπήιον μετὰ νηὸς μιᾶς καὶ αὐτῆς ἀλλοτρίας φεύγοντα, κατέπεσε χαμᾶζε καὶ ἄναυδος ἔκειτο. μόλις δ’ οὖν εἰς ἑαυτὴν ἐλθοῦσα ἐξέδραμεν ἐπὶ θάλασσαν. ἀπαντήσαντος δὲ τοῦ Πομ‐ | |
25 | πηίου καὶ ἐναγκαλισαμένου “ὁρῶ σε” εἶπεν “ἄνερ, οὐ τῆς σῆς τύχης ἔργον, ἀλλὰ τῆς ἐμῆς, προσερριμ‐ μένον ἑνὶ σκάφει, τὸν πρὸ τῶν τῆς Κορνηλίας γάμων πεντακοσίαις ναυσὶ ταύτην παραπλεύσαντα τὴν θά‐ λασσαν. ὡς εὐτυχὴς μὲν ἂν ἤμην γυνὴ πρὸ τοῦ | |
30 | Πόπλιον ἐν Πάρθοις ἀκοῦσαι τὸν παρθένιον ἄνδρα κείμενον ἀποθανοῦσα, σώφρων δὲ μετ’ ἐκεῖνον, | |
ὥσπερ ὥρμησα, τὸν ἑαυτῆς προεμένη βίον. ἐσωζό‐ | 362 in vol. 2 | |
2.363 | μην δὲ καὶ σοί, Πομπήιε Μάγνε, γενήσεσθαι συμ‐ φορά.” ὁ δὲ πρὸς ταῦτα “μίαν ἄρα, Κορνηλία, τύχην ᾔδεις” ἔφη “τὴν ἀμείνονα, ἣ καὶ σὲ ἴσως ἐξηπάτησεν, ὅτι μοι πλέον τοῦ συνήθους παρέμεινεν. ἀλλὰ καὶ | |
5 | ταῦτα δεῖ φέρειν ἀνθρώπους ὄντας, καὶ τῆς τύχης ἔτι πειρατέον. οὐ γὰρ ἀνέλπιστον ἐκ τούτων εἰς ἐκεῖνα μεταπεσεῖν τὸν ἐξ ἐκείνων ἐν τούτοις γενόμενον.” Ἀναλαβὼν δὲ τὴν γυναῖκα καὶ τοὺς φίλους ἐκο‐ μίζετο. καὶ εἰς Ἀττάλειαν ἐλθών, πόλιν τῆς Παμ‐ | |
10 | φυλίας, εὗρε καὶ τριήρεις ἐκ Κιλικίας καὶ στρατιώ‐ τας, καὶ πολλοὶ τῶν συγκλητικῶν περὶ αὐτὸν συνε‐ λέγησαν. πολλῶν δὲ γενόμενος λογισμῶν, ἐνίκησε τελευταῖον φεύγειν εἰς Αἴγυπτον. καὶ μαθὼν Πτο‐ λεμαῖον διάγειν εἰς τὸ Πηλούσιον, ἐκεῖ κατηνέχθη. | |
15 | Πτολεμαίου δὲ ὄντος κομιδῇ νέου διεῖπε τὰ πράγματα Ποθεινὸς ὁ εὐνοῦχος. καὶ μαθὼν περὶ Πομπηίου ἤθροισε βουλὴν τῶν παρ’ αὐτῷ δυναμένων τὰ μέ‐ γιστα. καὶ οἱ μὲν ἀπελαύνειν Πομπήιον συνεβού‐ λευον, οἱ δὲ δέχεσθαι· ὁ δὲ Χῖος Θεόδοτος ὁ ῥήτωρ | |
20 | γνώμην εἰσήνεγκεν ἀνελεῖν αὐτόν, ἐπειπὼν ὅτι νε‐ κρὸς οὐ δάκνει. ἐστάλησαν οὖν τινες τὸν ἄνδρα μετακαλούμενοι. ὡς δ’ εἶδον οἱ μετ’ αὐτοῦ οὐ βασι‐ λικὴν οὐδὲ λαμπρὰν τὴν ὑποδοχήν, ἀλλ’ ἐπὶ μιᾶς ἁλιάδος προσπλέοντας ὀλίγους ἀνθρώπους, ὑπώπ‐ | |
25 | τευσαν τὴν ὀλιγωρίαν, καὶ τῷ Πομπηίῳ παρῄνουν τὴν ναῦν εἰς πέλαγος ἀνακρούεσθαι. πελαζούσης δὲ τῆς ἁλιάδος μετελθεῖν εἰς αὐτὴν ἠξίουν αὐτὸν ἑλ‐ ληνιστὶ ἀσπασάμενοι, τέναγος λέγοντες εἶναι πολύ, καὶ βάθος οὐκ ἔχειν οὐδὲ πλώιμον εἶναι τριήρει τὴν | |
30 | θάλασσαν, ὑπόψαμμον οὖσαν. ἀσπασάμενος οὖν τὴν Κορνηλίαν προαποθρηνοῦσαν αὐτοῦ τὸ τέλος, καὶ | |
δύο ἑκατοντάρχους προσεμβῆναι κελεύσας καὶ τῶν | 363 in vol. 2 | |
2.364 | ἀπελευθέρων ἕνα Φίλιππον καὶ θεράποντα Σκύθην ὄνομα, στραφεὶς πρὸς τὴν γυναῖκα καὶ τὸν υἱὸν εἶπε Σοφοκλέους ἰαμβεῖα ὅστις δὲ πρὸς τύραννον ἐμπορεύεται | |
5 | κείνου ’στὶ δοῦλος, κἂν ἐλεύθερος μόλῃ. ταῦτα φθεγξάμενος ἐνέβη. καὶ συχνοῦ διαστήματος ὄντος ἐπὶ τὴν γῆν, ὁ Πομπήιος ἔχων ἐν βιβλίῳ μι‐ κρῷ λόγον ὑπ’ αὐτοῦ γεγραμμένον Ἑλληνικόν, ᾧ παρεσκεύαστο χρήσασθαι πρὸς τὸν Πτολεμαῖον, ἀνε‐ | |
10 | γίνωσκεν. ὡς δὲ τῇ γῇ προσεπέλαζον, ἡ μὲν Κορ‐ νηλία μετὰ τῶν φίλων ἐκ τῆς τριήρους περιπαθὴς οὖσα τὸ μέλλον ἀπεσκόπει, ἐν τούτῳ δὲ τὸν Πομ‐ πήιον, τῆς τοῦ Φιλίππου λαμβανόμενον χειρὸς ὡς ἐξανασταίη, Σεπτίμιος ὄπισθεν τῷ ξίφει διελαύνει | |
15 | πρῶτος, εἶτα καὶ Ἀχιλλᾶς καὶ ἕτεροι. ὁ δὲ ταῖς χερσὶ τὴν τήβεννον ἐφελκυσάμενος κατὰ τοῦ προσώ‐ που, μόνον στενάξας, μηδὲν δ’ εἰπὼν ἀνάξιον ἑαυ‐ τοῦ, ἐνεκαρτέρησε ταῖς πληγαῖς, ἑξήκοντα ἑνὸς δέ‐ οντα βεβιωκὼς ἔτη. | |
20 | Οἱ δ’ ἀπὸ τῶν νεῶν ὡς ἐθεάσαντο τὴν σφαγήν, θρῆνον ἐξάκουστον ἄχρι τῆς γῆς ἐκχέαντες ἔφυγον. τοῦ δὲ Πομπηίου τὴν μὲν κεφαλὴν ἀποτέμνουσι, τὸ δὲ ἄλλο σῶμα γυμνὸν ἐκβαλόντες ἀπὸ τῆς ἁλιάδος τοῖς δεομένοις ἀπέλιπον τοιούτου θεάματος. παρέ‐ | |
25 | μεινε δὲ αὐτῷ Φίλιππος ἕως ἐγένοντο μεστοὶ τῆς ὄψεως· εἶτα περιλούσας τῇ θαλάσσῃ τὸ σῶμα καὶ χιτωνίῳ τινὶ τῶν ἑαυτοῦ περιστείλας, μικρᾶς ἁλιάδος εὑρὼν λείψανα, τούτοις αὐτὸ κατέκαυσε, καί τινος ἀνδρὸς Ῥωμαίου γηραιοῦ ἤδη, τὰς δὲ πρώτας στρα‐ | |
30 | τείας ἔτι νέῳ Πομπηίῳ συστρατευσαμένου, συνεπι‐ λαβομένου αὐτῷ. ὃς ἐπιστὰς τῷ Φιλίππῳ εἶπε “τίς | |
ὤν, ὦ ἄνθρωπε, θάπτειν διανοῇ Μάγνον Πομπήιον;” | 364 in vol. 2 | |
2.365 | ἐκείνου δὲ φήσαντος ὡς ἀπελεύθερος, “ἀλλ’ οὐ μόνῳ σοί” ἔφη “τοῦτο τὸ καλὸν ὑπάρξει, κἀμὲ δὲ ὥσπερ εὑρήματος εὐσεβοῦς δέξαι κοινωνόν, ἅψασθαι καὶ περιστεῖλαι ταῖς ἐμαῖς χερσὶ τὸν μέγιστον αὐτοκρά‐ | |
5 | τορα Ῥωμαίων.” Οὕτω μὲν ἐκηδεύθη Πομπήιος· οὐ πολλῷ δ’ ὕστερον Καῖσαρ ἐλθὼν εἰς Αἴγυπτον τὸν μὲν προσ‐ φέροντα τὴν κεφαλὴν Πομπηίου ὡς παλαμναῖον ἀπε‐ στράφη, τὴν δὲ σφραγῖδα τοῦ ἀνδρὸς δεξάμενος | |
10 | ἐδάκρυσεν, Ἀχιλλᾶν δὲ καὶ Ποθεινὸν ἔκτεινεν. αὐτὸς δὲ ὁ βασιλεὺς Πτολεμαῖος μάχῃ λειφθεὶς παρὰ τὸν ποταμὸν ἠφανίσθη. Θεόδοτος δὲ ὁ σοφιστὴς τὴν μὲν ἐκ Καίσαρος δίκην διέφυγεν ὑπεξελθὼν Αἴγυπτον καὶ ταπεινὰ πράττων καὶ μισούμενος, Βρούτῳ δὲ | |
15 | Μάρκῳ τῷ Καίσαρα κτείναντι περιπεσὼν ἐν Ἀσίᾳ καὶ πᾶσαν αἰκίαν ὑπ’ αὐτοῦ αἰκισθεὶς ἀπεκτάνθη. ὅσοι δὲ τῶν Πομπηίου φίλων ἑαλώκεσαν ὑπὸ τοῦ τῆς Αἰγύπτου κρατοῦντος, πάντας εὐηργέτησεν ὁ Καῖσαρ καὶ προσηγάγετο. | |
20 | Κἀκεῖ δὲ πόλεμον συνεστήσατο, καὶ κρύφα τὴν Κλεοπάτραν ἀπὸ τῆς χώρας μετεπέμπετο, ἐκβληθεῖ‐ σαν ἤδη τῆς βασιλείας τε καὶ τῆς πόλεως παρὰ τοῦ εὐνούχου Ποθεινοῦ. ἣ σὺν μόνῳ τῷ Σικελιώτῃ Ἀπολλοδώρῳ εἰς ἀκάτιον μικρὸν ἐμβᾶσα τοῖς βασι‐ | |
25 | λείοις προσέσχε, καὶ εἰς στρωματόδεσμον ἐνδῦσα προτείνει μακρὰν ἑαυτήν, ὁ δὲ Ἀπολλόδωρος ἱμάντι συνδήσας τὸ στρωματόδεσμον εἰσκομίζει διὰ θυρῶν πρὸς τὸν Καίσαρα. καὶ διὰ τοῦτο τὸ τέχνημα λαμυ‐ ρᾶς φανείσης, καὶ τῆς ἄλλης ὁμιλίας καὶ χάριτος | |
30 | αὐτῆς ἡττηθείς, διήλλαξε πρὸς τὸν ἀδελφὸν ὡς συμ‐ | |
βασιλεύσουσαν. | 365 in vol. 2 | |
2.366 | Ἑστιωμένων δ’ ἐπὶ ταῖς διαλλαγαῖς, ἐπιβουλὴν φωράσας ὁ Καῖσαρ τυρευομένην ὑπ’ Ἀχιλλᾶ τοῦ στρατηγοῦ καὶ Ποθεινοῦ τοῦ εὐνούχου, τὸν μὲν Πο‐ θεινὸν ἀνεῖλεν, Ἀχιλλᾶς δὲ φυγὼν εἰς τὸ στρατό‐ | |
5 | πεδον βαρὺν αὐτῷ περιίστησι πόλεμον. ὅτε πῦρ ἐμβαλόντος Καίσαρος τῷ στόλῳ καὶ ἡ μεγάλη βιβλι‐ οθήκη ἐμπέπρηστο. μάχης δὲ συνεστώσης κατεπή‐ δησε μὲν ἀπὸ τοῦ χώματος εἰς ἀκάτιον, ἐπιπλεόντων δὲ πολλαχόθεν αὐτῷ τῶν Αἰγυπτίων ῥίψας ἑαυτὸν | |
10 | εἰς τὴν θάλασσαν ἀπενήξατο μόλις. ὅτε λέγεται καὶ βιβλίδια κρατῶν πολλὰ μὴ προέσθαι νηχόμενος, ἀλλ’ ἀνέχειν αὐτὰ ὑπὲρ τῆς θαλάσσης τῇ ἑτέρᾳ χειρί, καὶ ταῦτα βαλλόμενος. τέλος δὲ τοῦ βασιλέως πρὸς τοὺς πολεμίους ἀποχωρήσαντος, ἐπελθὼν καὶ συνά‐ | |
15 | ψας μάχην ἐνίκησε, πολλῶν πεσόντων καὶ τοῦ βασι‐ λέως ἀφανοῦς γενομένου. Καταλιπὼν δὲ τὴν Κλεοπάτραν βασιλεύουσαν Αἰγύπτου καὶ μικρὸν ὕστερον ἐξ αὐτοῦ τεκοῦσαν υἱόν, ὃν Ἀλεξανδρεῖς Καισαρίωνα προσηγόρευον, | |
20 | ὥρμησεν ἐπὶ Συρίαν. καὶ Φαρνάκῃ τῷ Μιθριδάτου παιδὶ πολεμήσας αὐτὸν μὲν τοῦ Πόντου ἐξέβαλε, τὴν δὲ στρατιὰν ἄρδην ἀνεῖλε. καὶ τῆς μάχης ταύ‐ της τὸ τάχος καὶ τὴν ὀξύτητα δηλῶν εἰς Ῥώμην ἔγραψε τρεῖς λέξεις “ἦλθον εἶδον ἐνίκησα.” ἐντεῦ‐ | |
25 | θεν εἰς Ἰταλίαν ἀπελθὼν εἰς Ῥώμην ἀνέβαινε, τοῦ μὲν ἐνιαυτοῦ καταστρέφοντος εἰς ὃν ᾕρητο δικτάτωρ τὸ δεύτερον, οὐδέποτε πρότερον τῆς ἀρχῆς ταύτης γενομένης ἐνιαυσίου· εἰς δὲ τὸ ἐπιὸν ἔτος ὕπατος ἀνεδείχθη. | |
30 | Τῶν δὲ περὶ Κάτωνα καὶ Σκιπίωνα μετὰ τὴν ἐν Φαρσάλῳ μάχην εἰς Λιβύην φυγόντων καὶ δυνάμεις | |
ἠθροικότων ἀξιολόγους, ἐπ’ αὐτοὺς ὁ Καῖσαρ ἐστρά‐ | 366 in vol. 2 | |
2.367 | τευσε· καὶ μικρῷ μέρει μιᾶς ἡμέρας τριῶν στρατο‐ πέδων ἐκράτησε, καὶ πεντακισμυρίους τῶν πολεμίων ἀνῃρηκὼς οὐδὲ πεντήκοντα τῶν ἰδίων ἀπέβαλε. τῶν δὲ πεφευγότων ἐκ τῆς μάχης ὑπατικῶν καὶ στρατη‐ | |
5 | γικῶν ἀνδρῶν οἱ μὲν ἑαυτοὺς διέφθειραν ἁλισκό‐ μενοι, συχνοὺς δὲ Καῖσαρ ἔκτεινεν ἁλόντας. Κάτω‐ νος δὲ ἑαυτὸν διεργασαμένου δῆλος ἦν δηχθείς· οὗ δ’ ἕνεκα λελύπητο ἄδηλον· εἶπε δ’ οὖν “ὦ Κάτων, φθονῶ σοι τοῦ θανάτου· καὶ γὰρ σύ μοι τῆς σωτη‐ | |
10 | ρίας ἐφθόνησας.” ἀλλὰ γὰρ ἐπανελθὼν εἰς Ῥώμην ἀπὸ Λιβύης θριάμβους κατήγαγε καὶ θέας ἐτέλεσε ναυμάχων καὶ μονομάχων ἀνδρῶν. τιμήσεων δὲ γενομένων ἀντὶ τῶν προτέρων δυεῖν καὶ τριάκοντα μυριάδων αἱ πᾶσαι πεντεκαίδεκα περισωθεῖσαι εὑρέ‐ | |
15 | θησαν· τηλικαύτην φθορὰν τοῦ δήμου ὁ ἐμφύλιος εἰργάσατο πόλεμος. Εἶτα ὕπατος τὸ τέταρτον αἱρεθεὶς εἰς Ἰβηρίαν ἐστράτευσεν ἐπὶ τοὺς Πομπηίου υἱούς, νέους μὲν ὄντας ἔτι, τόλμαν δ’ ἐπιδεικνυμένους ἀξιόχρεων πρὸς | |
20 | ἡγεμονίαν. ὅτε καὶ εἰς κίνδυνον περιέστη ὁ Καῖσαρ, ὡς βοᾶν διὰ τῶν τάξεων περιθέων τῶν ἑαυτοῦ, εἰ μὴ αἰδοῦνται λαβόντας αὐτὸν ἐγχειρίσαι τοῖς παιδα‐ ρίοις. πρὸς δὲ τοὺς φίλους μετὰ τὴν μάχην εἶπεν ὡς πολλάκις μὲν ἀγωνίσαιτο περὶ νίκης, νῦν δὲ | |
25 | πρῶτον περὶ ψυχῆς. νικήσαντος δὲ Καίσαρος ὁ μὲν νεώτερος τῶν Πομπηίου παίδων διέδρα, ἀνηνέχθη δ’ αὐτῷ μεθ’ ἡμέρας τοῦ πρεσβυτέρου ἡ κεφαλή. τοῦτον ἔσχατον Καῖσαρ ἐπολέμησε πόλεμον. Ἐπανελθὼν δ’ εἰς Ῥώμην δικτάτωρ διὰ βίου | |
30 | ἐψήφιστο, ὃ τυραννὶς ἐτύγχανεν ἄντικρυς, τῷ ἀνυ‐ | 367 in vol. 2 |
2.368 | πευθύνῳ τῆς μοναρχίας προσλαβοῦσα τὸ ἀδιάδοχον. οὕτω δὲ καταστὰς εἰς μοναρχίαν πολλοὺς ἀφῆκε τῶν πεπολεμηκότων αὐτῷ, ἐνίοις δὲ καὶ ἀρχὰς καὶ τιμὰς ἔδωκεν, ὧν ἦσαν καὶ Βροῦτος καὶ Κάσσιος, καὶ τὰς | |
5 | Πομπηίου δὲ στήλας καταβεβλημένας ἀνέστησεν. ἀξιούντων δὲ τῶν φίλων δορυφορεῖσθαι αὐτὸν παρῃ‐ τήσατο “βέλτιόν ἐστιν” εἰπών “ἅπαξ ἀποθανεῖν ἢ ἀεὶ προσδοκᾶν.” μειζόνων δ’ ἐρῶν πραγμάτων καὶ καινοτέρας δόξης, γνώμην ἔσχε στρατεύειν ἐπὶ Πάρ‐ | |
10 | θους καὶ δι’ Ὑρκανίας εἰς τὴν Σκυθικὴν ἐμβαλεῖν. Μῖσος μέντοι τοῖς ἀνθρώποις κατ’ αὐτοῦ καὶ ἕτερα ἐνεποίησαν, τὸ δέ γε μεῖζον ὁ τῆς βασιλείας ἔρως εἰργάσατο, δι’ ὃν οἱ περὶ αὐτὸν καὶ λόγον εἰς τὸν δῆμον ἐνέσπειραν ὡς ἐκ γραμμάτων Σιβυλλείων | |
15 | φαίνοιτο μὴ ἄλλως ἔσεσθαι τὰ Πάρθων Ῥωμαίοις ἁλώσιμα, εἰ μὴ βασιλεὺς αὐτοῖς συστρατεύσοιτο. καὶ ἐκ τῆς Ἄλβης δὲ πρὸς τὴν Ῥώμην ἰόντα τὸν Καί‐ σαρα ἐτόλμησάν τινες προσειπεῖν βασιλέα. τοῦ δὲ δήμου θορυβηθέντος ἐκεῖνος οὐ βασιλεύς, ἀλλὰ Καῖ‐ | |
20 | σαρ ἔφη καλεῖσθαι. Ἐλέγετο δὲ Καῖσαρ, ὥς τινες οἴονται, οἷα δὴ τάχα τῆς μητρὸς αὐτοῦ ἐν τῷ τίκτειν θανούσης, καὶ αὐτοῦ δι’ ἀνατομῆς προαχθέντος εἰς φῶς. οὐκ ἀλη‐ θὲς δὲ τοῦτό ἐστι· τὴν γὰρ μητέρα αὐτοῦ ζῆν οἱ | |
25 | περὶ αὐτοῦ συγγεγραφότες ἱστόρησαν καὶ αὐτοῦ ἀν‐ δρωθέντος. τὸ δ’ ἐξ ἀνατομῆς εἰς τὸν βίον ἐλθεῖν οὐκ ἐπ’ αὐτῷ γέγονεν, ἀλλ’ ἐπί τινι τῶν αὐτοῦ προγόνων, καὶ ἐξ ἐκείνου τὴν κλῆσιν ἔσχον οἱ ἐκεί‐ νου ἀπόγονοι. | |
30 | Προσιόντων δέ ποτε τῶν ὑπάτων αὐτῷ καὶ τῶν στρατηγῶν καὶ τῆς βουλῆς ἁπάσης ἑπομένης, ὅτι μὴ | |
ἐξανέστη καθήμενος, οὐ μόνον ἐλύπησε τὴν βουλήν, | 368 in vol. 2 | |
2.369 | ἀλλὰ καὶ τὸν δῆμον, ὡς ἐν τῇ βουλῇ προπηλακιζο‐ μένης τῆς πόλεως, καὶ μετὰ κατηφείας οἱ πλείους ἀπῆλθον εὐθύς. ἐπιγίνεται δὲ τοῖς προσκρούσμασι τούτοις καὶ ὁ τῶν δημάρχων προπηλακισμός. ἐτε‐ | |
5 | λεῖτο μὲν γὰρ τῇ πόλει ἑορτή, Καῖσαρ δ’ ἐπὶ δίφρου χρυσέου καθήμενος κόσμῳ κατεκοσμεῖτο θριαμβικῷ· Ἀντώνιος δὲ ὑπατεύων εἰς ἀγορὰν ἐνέβαλε φέρων διάδημα στεφάνῳ δάφνης περιπεπλεγμένον, καὶ ἐδί‐ δου τῷ Καίσαρι. καὶ γίνεται κρότος οὐ λαμπρὸς ἐκ | |
10 | παρασκευῆς· ἀπωσαμένου δὲ τοῦ Καίσαρος ἅπας ὁ δῆμος ἀνεκρότησε· καὶ τούτου δὶς γεγονότος ἡ πεῖρα ἐξηλέγχετο καὶ ὁ Καῖσαρ ἀνέστη. ἐπεὶ δὲ καὶ ἀν‐ δριάντες αὐτοῦ διαδήμασιν ὤφθησαν ἀναδεδεμένοι βασιλικοῖς, ἀπέσπασαν ταῦτα οἱ δήμαρχοι, καὶ τοὺς | |
15 | προσειπόντας βασιλέα τὸν Καίσαρα ἀπῆγον εἰς δεσ‐ μωτήριον. καὶ ὁ δῆμος ἐπὶ τούτοις ἐκρότει καὶ Βρού‐ τους ἐκάλει τοὺς ἄνδρας· Βροῦτος γὰρ ἦν, ὡς ἱστό‐ ρηται ἄνωθι, ὁ καταλύσας Ταρκύνιον καὶ τὸ κράτος εἰς τὸ κοινὸν περιστήσας ἐκ μοναρχίας. ἐπὶ τούτοις | |
20 | ὁ Καῖσαρ παροξυνθεὶς τὴν μὲν ἀρχὴν τοὺς δημάρ‐ χους ἀφείλετο, ἐν δὲ τῷ κατηγορεῖν αὐτῶν, ἅμα καὶ τὸν δῆμον ἐφυβρίζων, πολλάκις Βρούτους ἀπεκάλει τοὺς ἄνδρας. Ἐντεῦθεν πρὸς Μάρκον Βροῦτον τρέπονται οἱ | |
25 | πολλοί, ἐκ Βρούτου τοῦ πάλαι δοκοῦντα τὸ γένος ἕλκειν· καὶ πρὸς μόνον ἐκεῖνον ἢ πρῶτον οἱ μετα‐ βολῆς ἐφιέμενοι ἀποβλέποντες αὐτῷ μὲν οὐκ ἐτόλ‐ μων προσομιλεῖν, νύκτωρ δὲ γράμματα περὶ τὸ βῆμα καὶ τὸν δίφρον ἐρρίπτουν ἐφ’ οὗ στρατηγῶν ἐχρη‐ | |
30 | μάτιζε, λέγοντα “καθεύδεις, ὦ Βροῦτε” καί “οὐκ εἶ | |
Βροῦτος.” καὶ Κάσσιος δὲ παρώξυνεν αὐτόν. | 369 in vol. 2 | |
2.370 | Καὶ τῷ Καίσαρι δὲ πολλὰ λέγεται σημεῖα γενέ‐ σθαι δηλοῦντα τὸν ὄλεθρον, ὧν ἓν καὶ τοῦτό ἐστι. παριαύων τῇ γυναικὶ φωνὰς ἀσαφεῖς καὶ στεναγμοὺς ἀνάρθρους ἐκείνην ἀναπέμπουσαν ᾔσθετο· ἐδόκει | |
5 | δὲ κλαίειν ἐκεῖνον ἐπὶ ταῖς ἀγκάλαις ἔχουσα κατ‐ εσφαγμένον. ἣ καὶ μεθ’ ἡμέραν ἐδεῖτο τοῦ ἀνδρὸς μὴ προελθεῖν εἰς τὴν σύγκλητον. ὡς δὲ καὶ θύσαν‐ τες οἱ μάντεις δυσιερεῖν ἔλεγον, ἔγνω πέμψας Ἀν‐ τώνιον ἀφεῖναι τὴν σύγκλητον. Βροῦτος μέντοι Ἀλ‐ | |
10 | βῖνος, πιστευόμενος μὲν ὑπὸ Καίσαρος, τοῖς δὲ περὶ Μάρκον Βροῦτον καὶ Κάσσιον μετέχων τῆς συνω‐ μοσίας, τούς τε μάντεις ἐχλεύαζε καὶ καθήπτετο Καίσαρος ὡς διαβολὰς ἑαυτῷ προστρίβοντος κατα‐ φρονήσεως πρὸς τὴν σύγκλητον. ἥκειν γὰρ αὐτὴν | |
15 | ἐκείνου κελεύσαντος, καὶ πάντας ἑτοίμους εἶναι ψηφίζεσθαι ὥστε τῶν ἐκτὸς Ἰταλίας ἐπαρχιῶν ἀνα‐ γορεύεσθαι βασιλέα καὶ τὴν ἄλλην ἐπιόντα γῆν τε καὶ θάλασσαν ἑαυτῷ περιτιθέναι διάδημα. ταῦθ’ ἅμα λέγων ὁ Βροῦτος ἦγε τὸν Καίσαρα λαβόμενος | |
20 | τῆς χειρός. οἰκέτης δέ τις ἀλλότριος ἐντυχεῖν αὐτῷ προθυμούμενος ἀπιόντι μὴ δυνηθεὶς παρέδωκεν ἑαυ‐ τὸν τῇ τοῦ Καίσαρος γυναικὶ φυλάττειν, εἰπὼν ἔχειν μεγάλα πράγματα ἐπανιόντι καταγγεῖλαι τῷ Καίσαρι. σοφιστὴς δέ τις Ἀρτεμίδωρος Κνίδιος βιβλίον περὶ | |
25 | τῆς συνωμοσίας γράψας καὶ ἐγγίσας αὐτῷ “τοῦτο” ἔφη “Καῖσαρ μόνος καὶ ταχέως ἀνάγνωθι· μεγάλα γάρ σοι καταγγελεῖ καί σοι διαφέροντα.” ὃ δεξάμενος ἐκεῖνος ὥρμησε μὲν ἀναγνῶναι, μὴ μέντοι δυνηθεὶς ὑπὸ τῶν ἐντυγχανόντων, κατεῖχε τῇ χειρί, καὶ πα‐ | |
30 | ρῆλθεν οὕτω πρὸς τὴν σύγκλητον. ἡ δὲ ὑπεξανέστη. τῶν δὲ περὶ Βροῦτον οἱ μὲν ἐξόπισθεν τοῦ δίφρου | |
αὐτοῦ περιέστησαν, οἱ δὲ ἀπήντησαν ὡς περί τινος | 370 in vol. 2 | |
2.371 | φυγάδος δεόμενοι. τὸν δὲ Ἀντώνιον πιστὸν ὄντα Καίσαρι καὶ ῥωμαλέον ἔξω παρακατεῖχε Βροῦτος Ἀλβῖνος. ὡς δὲ καθίσας ὁ Καῖσαρ διεκρούετο τὰς δεήσεις, ξίφει παρὰ τοῦ Κάσκα πρώτου πλήττεται | |
5 | τὸν αὐχένα, πληγὴν οὐ θανατηφόρον. ὡς δὲ καὶ τῶν συνωμοτῶν ἕκαστος τὸ ξίφος ἐγύμνωσε, λέγεται πρὸς μὲν τοὺς λοιποὺς ἀπομάχεσθαι ἐνειλούμενος καὶ κεκραγώς, ὅτε δὲ καὶ Βροῦτον εἶδεν ἐσπασμένον τὸ ξίφος, ἐφελκύσασθαι κατὰ τῆς κεφαλῆς τὸ ἱμάτιον | |
10 | μηκέτι ἀπομαχόμενος. εἴκοσι μέντοι καὶ τρία λαβὼν τραύματα, ἀνδριάντος ὄντος ἐκεῖ Πομπηίου, περὶ τὴν βάσιν εὑρέθη κείμενος καὶ καθαιμάξας αὐτόν, ὡς δοκεῖν αὐτὸν ἐφεστάναι τῷ φόνῳ τοῦ πολεμίου Πομπήιον. | |
15 | Ὁ μὲν οὖν Γάιος Ἰούλιος Καῖσαρ οὕτως ὑπὸ φιλοτιμίας καὶ φιλαρχίας ἀπώλετο. οἱ γὰρ θωπεύ‐ οντες αὐτὸν τὸ φιλόπρωτον αὐτοῦ καὶ φιλόδοξον κατανοοῦντες οὐκ ἐπαύοντο ἄλλα ἐπ’ ἄλλοις αὐτῷ ψηφιζόμενοι. ἦσαν δὲ τοιαῦτα τὰ ψηφιζόμενα, τὴν | |
20 | ἐπινίκιον στολὴν ἀεὶ φορεῖν, καὶ ἐπὶ τοῦ ἀρχικοῦ δίφρου καθέζεσθαι, τοῖς τε ῥαβδούχοις δαφνηφο‐ ροῦσιν ἀεὶ κεχρῆσθαι, πατέρα τε αὐτὸν τῆς πατρίδος ἐπονομάζεσθαι, καὶ ἐς τὸ νόμισμα ἐγχαράττεσθαι, δημοσίᾳ τε ἑορτάζειν αὐτοῦ τὰ γενέθλια, ἐν τοῖς | |
25 | ναοῖς τε τῆς Ῥώμης καὶ ἐν πάσαις ταῖς πόλεσιν ἀν‐ δριάντας αὐτοῦ ἵστασθαι. ἐπὶ δέ γε τοῦ βήματος δύο αὐτοῦ ἀνδριάντας ἱδρύσαντο, τὸν μὲν ὡς τοὺς πολίτας σεσωκότος, τὸν δ’ ὡς ἐκ πολιορκίας ῥυσα‐ μένου τὴν πόλιν· ἐστεφάνωντο δὲ καὶ ἄμφω στε‐ | |
30 | φάνοις τοῖς ἐπὶ τοιούτοις νενομισμένοις. βουλευτή‐ | |
ριόν τε καινὸν οἰκοδομηθῆναι ἐπέταξαν, ἵν’ Ἰουλιανὸν | 371 in vol. 2 | |
2.372 | ἐπὶ τῷ αὐτοῦ κληθείη ὀνόματι. τιμητήν τε καὶ διὰ βίου καὶ μόνον αὐτὸν ἐψηφίσαντο εἶναι, ἔχειν δὲ καὶ τὰ τῶν δημάρχων προνόμια· καὶ εἴ τις αὐτὸν ἔργῳ ἢ λόγῳ ὑβρίσειεν, ἱερὸν εἶναι ἐθέσπισαν καὶ | |
5 | τῷ ἄγει ἐνέχεσθαι. τί δὲ τὸ ἱερὸν εἶναι νενόμιστο ἤδη μοι προαφήγηται. χαίροντα δὲ τούτοις ὁρῶντες αὐτόν, ἐπίχρυσόν τε δίφρον αὐτῷ ἔδοσαν καὶ στολὴν ᾗπερ οἱ βασιλεῖς πάλαι ἐκέχρηντο καὶ φρουρὰν ἐκ τῶν ἱππέων καὶ ἐκ τῶν βουλευτῶν, εὔχεσθαί τε δη‐ | |
10 | μοσίᾳ ὑπὲρ αὐτοῦ καὶ τὴν τύχην αὐτοῦ ὀμνύναι καὶ τὰ πραχθησόμενα παρ’ αὐτοῦ πάντα κύρια τυγχάνειν ἐνομοθέτησαν, Δία τε αὐτὸν Ἰούλιον προσηγόρευ‐ σαν, καὶ ἄλλα πλείονα, ἵνα μὴ τὸ καθ’ ἕκαστον ἀπ‐ αριθμοῦντες τὸν ἀκροατὴν ἀποκναίωμεν, αὐτῷ ἐψη‐ | |
15 | φίσαντο. ἐξ ὧν ἐπίφθονος ἔδοξεν ἢ μᾶλλον νεμε‐ σητός, καὶ καθ’ ἑαυτοῦ πολλοὺς διηρέθισε, μέχρις ἂν εἰς τὸ ἐπελθὸν αὐτῷ κατηντήκει τέλος. Καὶ ὁ μὲν οὕτω σφαγεὶς ἔκειτο, οἱ δὲ ἐκεῖ παρόντες ἅπαντες ἐταράττοντο, τὴν τῶν σφαγέων | |
20 | ἀγνοοῦντες διάνοιαν, καὶ ὡς αὐτίκα κινδυνεύσοντες ἔφευγον, καὶ τοὺς συναντῶντας ἐξέπλησσον, καὶ θρήνων τὴν πόλιν ἐπλήρουν. καὶ ἡ μὲν πόλις οὕτω διέκειτο, οἱ δὲ σφαγεῖς δεδιότες μή τις σφίσιν ἐπί‐ θηται, γυμνοῖς καὶ ᾑμαγμένοις τοῖς ξίφεσι διὰ τῆς | |
25 | ἀγορᾶς διελθόντες ἀνέδραμον εἰς τὸ Καπιτώλιον, ἐκεῖ τε τὴν ἡμέραν καὶ τὴν νύκτα διήγαγον. ὁ δὲ Λέπι‐ δος ἐν τῷ στρατοπέδῳ μαθὼν τὰ γεγενημένα, νυκτὸς σὺν τοῖς στρατιώταις κατέλαβε, καὶ κατὰ τῶν σφα‐ γέων ἐδημηγόρει. Ἀντώνιος δὲ τοῦ Καίσαρος ἀναι‐ | |
30 | ρεθέντος φοβηθεὶς ἐκρύβη· τὸν δὲ Λέπιδον ἐλθόντα | 372 in vol. 2 |
2.373 | μαθὼν καὶ τοὺς φονεῖς εἰς τὸ Καπιτώλιον ὄντας, θαρρήσας ἐξῆλθε, καὶ τὴν γερουσίαν ἀθροίσας ὡμί‐ λει αὐτῇ, καὶ γνώμας εἰσῆγε πρὸς τὰ γενόμενα. ὁ δὲ Κικέρων δημηγορήσας ἔπεισε πάντας μὴ μνησι‐ | |
5 | κακεῖν ἀλλήλοις, ἀλλὰ κἄν τισιν ἡμάρτηταί τι, πα‐ ρόψεσθαι τοῦτο, ἵνα μὴ ἐμφύλιος καὶ αὖθις γένηται πόλεμος καὶ τῶν πολιτῶν ὄλεθρος ὑπ’ ἀλλήλων ὀλλυ‐ μένων, ὁμονοῆσαι δὲ ὁμοφύλους ὄντας καὶ συγγενεῖς. καὶ προσέθετο δεῖν καὶ τὰ παρὰ τοῦ Καίσαρος πρα‐ | |
10 | χθέντα, εἴτε ἐν δωρεαῖς ἢ τιμαῖς εἶεν ἢ ἐν ἀρχαῖς, φυλάξαι, καὶ μή τι τούτων πολυπραγμονῆσαι ἢ ἀνα‐ τρέψαι. πεισθέντες οὖν αὐτῷ μηδενὶ μνησικακεῖν ἐψηφίσαντο. καὶ οἱ σφαγεῖς δὲ τοῖς στρατιώταις ὁμιλοῦντες ἐκ τοῦ Καπιτωλίου μηδὲν τῶν τῷ Καί‐ | |
15 | σαρι πραχθέντων ἀκυρῶσαι ὑπέσχοντο μήτ’ ἀφαιρή‐ σεσθαί τινα μηδὲν τῶν ἑκάστῳ δεδομένων· καὶ οὕτως ἐς καταλλαγὰς ἧκον. οὐ πρότερον δὲ οἱ ἐν τῷ Καπι‐ τωλίῳ κατέβησαν ἢ τόν τε τοῦ Λεπίδου παῖδα καὶ τὸν τοῦ Ἀντωνίου ὁμήρους λαβεῖν. | |
20 | Μετὰ ταῦτα τῆς διαθήκης τοῦ Καίσαρος ἀνα‐ γνωσθείσης μαθὼν ὁ δῆμος ὅτι υἱὸν πεποίηται τὸν Ὀκτάβιον, καὶ ὅτι τῇ τε πόλει δωρεὰς καὶ ἑκάστῳ δραχμάς, ὡς μὲν Ὀκτάβιος γράφει, τριάκοντα, ὡς δ’ ἕτεροι, πέντε καὶ ἑβδομήκοντα καταλέλοιπεν, | |
25 | ἐταράχθησαν. καὶ ὁ Ἀντώνιος τὸν νεκρὸν εἰς τὴν ἀγορὰν προθέμενος ᾑματωμένον καὶ λόγον ἐπὶ τῷ κειμένῳ εἰπὼν τὸ πλῆθος παρώξυνε πρὸς ὀργήν. εἶπε γὰρ πολλὰ μὲν πρὸς ἔπαινον τοῦ ἀνδρὸς καὶ πρὸς ἔλεον τοῦ πάθους τοὺς ἀκροατὰς ἐρεθίζοντα, εἶτα | |
30 | καὶ τὰ ψηφισθέντα αὐτῷ καταλέξας ὀνόματα ἐπή‐ γαγεν “ἀλλ’ οὗτος ὁ πατήρ, οὗτος ὁ ἀρχιερεύς, ὁ | |
ἄσυλος, ὁ ἥρως, ὁ θεὸς τέθνηκεν, οἴμοι, οὐ νόσῳ | 373 in vol. 2 | |
2.374 | βιασθεὶς οὐδὲ γήρᾳ μαρανθεὶς οὐδὲ ἔξω που ἐν πο‐ λέμῳ τρωθεὶς οὐδὲ ἐκ δαιμονίου τινὸς αὐτομάτως ἁρπαχθείς, ἀλλ’ ἐνταῦθα τοῦ τείχους ἐντὸς ἐπιβου‐ λευθεὶς ὁ καὶ εἰς Βρεττανίαν ἀσφαλῶς στρατεύσας, | |
5 | ἐν τῇ πόλει ἐνεδρευθεὶς ὁ τὸ πωμήριον αὐτῆς ἐπαυ‐ ξήσας, ἐν τῷ βουλευτηρίῳ κατασφαγεὶς ἄοπλος ὁ εὐπόλεμος, γυμνὸς ὁ εἰρηνοποιός, πρὸς τοῖς δικαστη‐ ρίοις ὁ δικαστής, πρὸς ταῖς ἀρχαῖς ὁ ἄρχων, ὑπὸ τῶν πολιτῶν ὃν μηδεὶς τῶν πολεμίων μηδ’ εἰς τὴν | |
10 | θάλασσαν ἐκπεσόντα κτεῖναι δεδύνητο, ὑπὸ τῶν ἑταίρων ὁ πολλάκις αὐτοὺς ἐλεήσας. ποῦ δῆτά σοι, Καῖσαρ, ἡ φιλανθρωπία, ποῦ δ’ ἡ ἀσυλία, ποῦ δ’ οἱ νόμοι; ἀλλὰ σὺ μὲν ὅπως μηδ’ ὑπὸ τῶν ἐχθρῶν τις φονεύηται πολλὰ ἐνομοθέτησας, σὲ δὲ οὕτως | |
15 | οἰκτρῶς ἀπέκτειναν οἱ φίλοι· καὶ νῦν ἐν τῇ ἀγορᾷ πρόκεισαι ἐσφαγμένος, δι’ ἧς πολλάκις ἐπόμπευσας ἐστεφανωμένος· καὶ ἐπὶ τοῦ βήματος ἔρριψαι κατα‐ τετρωμένος, ἀφ’ οὗ πολλάκις ἐδημηγόρησας. οἴμοι πολιῶν ᾑματωμένων· ὢ στολῆς ἐσπαραγμένης, ἣν | |
20 | ἐπὶ τούτῳ μόνον, ὡς ἔοικεν, ἔλαβες, ἵνα ἐν ταύτῃ σφαγῇς.” Ἐπὶ τούτοις ὁ δῆμος ἐξοργισθεὶς τοὺς μὲν σφα‐ γεῖς ἐζήτει, τὸ δὲ σῶμα τοῦ Καίσαρος ἁρπάσαντες ἐν τῇ ἀγορᾷ ἔκαυσαν, καὶ ἐπὶ τὰς τῶν φονέων οἰκίας | |
25 | ὥρμησαν, καὶ Ἕλβιον Κίνναν δημαρχοῦντα διεχει‐ ρίσαντο, πλανηθέντες τῇ ὁμωνυμίᾳ· οὐ γὰρ οὗτος τῷ Καίσαρι ἐπεβούλευσεν, ὁ στρατηγὸς δὲ Κίννας Κορνήλιος. βωμὸν δὲ ἔνθα κατέκαυσαν τὸ σῶμα τοῦ Καίσαρος ἤγειρε τὸ πλῆθος, ἵν’ ἐπ’ αὐτοῦ θύοιεν | |
30 | ὡς θεῷ τῷ Καίσαρι. οἱ δ’ ὕπατοι αὐτὸν ἀνέτρεψαν, καὶ νόμον εἰσήνεγκαν μηδένα αὖθις γενέσθαι δικτά‐ | |
τωρα, θάνατον θέντες τὸ ἐπιτίμιον, εἴ τις εἰσηγήσεται | 374 in vol. 2 | |
2.375 | τοῦτο καὶ εἴ τίς που δέξεται. Ἀντώνιος δὲ τότε πολλὰ ἐναυθεντῶν διεπράξατο, ἀρχάς τε διδοὺς καὶ χώραν καὶ ἐλευθερίαν καὶ ἀτέλειαν, καὶ φυγάδας κατάγων, ὡς τῆς δυναστείας τοῦ Καίσαρος τάχα διά‐ | |
5 | δοχος, καὶ πολλὰ ἐκ τούτων ἠργυρολόγησε χρήματα. Ὀκτάβιος δὲ Γάιος, ὃς Καιπίας ὠνόμαστο, ἀδελ‐ φῆς τοῦ Καίσαρος ἦν υἱὸς συνοικούσης Ὀκταβίῳ τῷ ἐκ Βελιτρῶν τῶν Οὐολουσκίδων, ἐτράφη δὲ παρὰ τῇ μητρὶ καταλειφθεὶς ὀρφανός. αὐξηθεὶς δὲ διῆγε | |
10 | παρὰ τῷ Καίσαρι ἄπαιδι ὄντι. διὸ καὶ ἔστεργε τὸν ἀδελφιδοῦν καὶ μεγάλας εἶχεν ἐπ’ αὐτῷ τὰς ἐλπίδας. ἥ τε γὰρ μήτηρ αὐτοῦ Ἀττία ἐγκυμονοῦσα αὐτὸν ἔδοξε κατ’ ὄναρ τὰ σπλάγχνα αὐτῆς εἰς τὸν οὐρανὸν ἀναφέρεσθαι καὶ ἐπὶ πᾶσαν ἐκτετάσθαι τὴν γῆν, καὶ | |
15 | ὁ ἐκείνης ἀνὴρ κατὰ τὴν αὐτὴν νύκτα ἐδόκει ὁρᾶν ἥλιον ἐκ τῆς νηδύος αὐτῆς ἀνατέλλοντα. ἄρτι δὲ τοῦ παιδὸς τεχθέντος, Νιγίδιος Φίγουλος βουλευτής, διαγινώσκειν τὰς τῶν ἀστέρων κινήσεις ἄριστα πιστευ‐ όμενος, βραδύτερον εἰς τὸ συνέδριον τοῦ Ὀκταβίου | |
20 | ἀπηντηκότος, ἤρετο αὐτὸν τὴν αἰτίαν τῆς βραδυτῆτος. ὡς δὲ διὰ τὸν τοῦ παιδὸς τόκον ἐκεῖνος ἔφη, ἀνεβόη‐ σεν ὅτι “δεσπότην ἡμῖν ἐγέννησας.” τρεφομένου δὲ τοῦ παιδὸς ἐν ἀγρῷ, ἀετὸς ἐκ τῶν χειρῶν αὐτοῦ ἐξαρπάσας ἄρτον, καὶ μετεωρισθείς, αὖθις ἀπέδωκεν | |
25 | αὐτὸν καταπτάς. παιδίσκου τε αὐτοῦ ὄντος καὶ ἐν Ῥώμῃ διατρίβοντος, ἔδοξεν ὁ Κικέρων καθ’ ὕπνους ὁρᾶν αὐτὸν ἁλύσεσι χρυσαῖς ἐκ τοῦ πόλου πρὸς τὸ Καπιτώλιον καθιμώμενον καὶ παρὰ τοῦ Διὸς μαστι‐ ζόμενον. Κάτουλος δὲ καὶ αὐτὸς ἐν ὕπνοις ἐδόκει | |
30 | τὸν Δία τῆς Ῥώμης εἰκόνα εἰς τὸν κόλπον τοῦ Ὀκτα‐ | 375 in vol. 2 |
2.376 | βίου παιδὸς ἔτι ὄντος ἐμβεβληκέναι. ἐκ τούτων τοίνυν ὁ Καῖσαρ μεγάλα ἐπ’ αὐτῷ ἐπελπίσας εἰσεποιήσατό τε τὸν παῖδα καὶ κληρονόμον κατέλιπε, καὶ ἐπιμελῶς ἐπαίδευε λόγοις ῥητορικοῖς τῇ τε τῶν Λατίνων καὶ τῇ | |
5 | Ἑλληνίδι φωνῇ, καὶ ἤσκει πρός τε τὰς στρατείας καὶ πρὸς πραγμάτων διοίκησιν πολιτικῶν τε καὶ ἀρχικῶν. Οὗτος οὖν ὁ Ὀκτάβιος, ὅτε ὁ Καῖσαρ ἐσφάγη, ἐν Ἀπολλωνίᾳ ἔτυχεν ὤν, ἐπὶ παιδείᾳ σταλείς. ἔνθα μαθὼν τὸ συμβεβηκὸς ἐπεραιώθη πρὸς τὸ Βρεντέσιον. | |
10 | καὶ τάς τε διαθήκας τοῦ Καίσαρος γνοὺς καὶ ὡς ὁ δῆμος τετάρακται, τὸ ὄνομά τε τοῦ Καίσαρος ᾠκειώ‐ σατο καὶ τὸν κλῆρον ἐδέξατο καὶ τῶν πραγμάτων εἴχετο, ὀκτωκαιδεκέτης ὤν. εἰσιόντος δὲ αὐτοῦ εἰς τὴν Ῥώμην ἶρις πάντα τὸν ἥλιον ποικίλη καὶ πολλὴ | |
15 | περιέσχεν, ἣ προεδήλου τὴν μέλλουσαν ἔσεσθαι ταρα‐ χήν. εἰσελθὼν δὲ δημαρχῆσαι μὲν ἐπεχείρησεν, ἀλλ’ ἐκωλύθη ὑπὸ τῶν περὶ τὸν Ἀντώνιον. ὁ δ’ οὐχ ἡσύχασεν, ἀλλὰ τὸν δήμαρχον ὑπελθὼν καὶ παρ’ αὐ‐ τοῦ ἐς τὸν δῆμον εἰσαχθεὶς ἐδημηγόρησέ τε καὶ τὴν | |
20 | καταλειφθεῖσαν ὑπὸ τοῦ Καίσαρος δωρεὰν εὐθὺς ἐκτίσειν ὑπέσχετο, ἄλλων τέ τινων αὐτοῖς ἐλπίδας ὑπέτεινε. καὶ οὕτω τὸν δῆμον ἐφελκυσάμενος, ἐπεί τις ἀστὴρ τότε ἐφάνη ἐξ ἄρκτου πρὸς ἑσπέραν, ὃν οἱ μὲν κομήτην ἔλεγον προσημαίνοντα οἷά που εἴωθεν, | |
25 | οἱ δὲ τῷ Καίσαρι αὐτὸν ἀνετίθεσαν ὡς ἐς τὸν τῶν ἀστέρων ἀριθμὸν ἐγκατειλεγμένῳ, θαρσήσας ὁ πρῴην μὲν Ὀκτάβιος, ἤδη δὲ Καῖσαρ κληθείς, μετὰ ταῦτα μέντοι καὶ Αὔγουστος, χάλκεον ἀνδριάντα τοῦ Καί‐ σαρος ἀστέρα φέροντα ὑπὲρ κεφαλῆς εἰς τὸ Ἀφρο‐ | |
30 | δίσιον ἔστησεν. ὡς δὲ παρ’ οὐδενὸς τοῦτο κεκώλυτο, φόβῳ τοῦ δήμου, καὶ ἄλλα τινὰ εἰς τιμὴν τοῦ Καί‐ | |
σαρος διεπράξατο. | 376 in vol. 2 | |
2.377 | Ἀντώνιος δὲ τὸν νέον Καίσαρα τοῦτον περιύ‐ βριζέ τε καὶ ἀδικῶν ἦν. δι’ ἅ ποτε θροῦς πρὸς τοῦ πλήθους ἐγένετο, καὶ σφόδρα πάντες σχεδὸν ἠγανά‐ κτησαν. φοβηθεὶς οὖν ὁ Ἀντώνιος εἰς λόγους ἦλθεν | |
5 | αὐτῷ· καὶ ἔδοξαν κατηλλάχθαι, ἀλλ’ αὖθις ἐξ ὑπο‐ ψίας τινὸς διηνέχθησαν. ὁρῶν οὖν ὁ Ἀντώνιος τὸν Καίσαρα αὐξανόμενον, ἐπεχείρησεν εἰς ἑαυτὸν τὸν ὅμιλον ἐπισπάσασθαι τινὰ αὐτοῖς χαριζόμενος. ἠδύ‐ νατο γὰρ αὐτὸς ὑπατεύων, θατέρου τῶν ἀδελφῶν | |
10 | αὐτοῦ δημαρχοῦντος, τοῦ Λουκίου δηλαδή, τοῦ δέ γε λοιποῦ τοῦ Γαΐου στρατηγοῦντος. τὰ δέ γε τῆς πόλεως ἐν ἀκαταστασίᾳ ἦσαν. ἐδόκει δὲ ὁ Ἀντώνιος, ἅτε καὶ ὑπατεύων, πλεονεκτεῖν. ὁ δὲ Καῖσαρ ὑπὸ τοῦ πλήθους μάλιστα ἐσπουδάζετο, καὶ διὰ τὸν πατέρα | |
15 | καὶ διὰ τὰς ὑποσχέσεις ἃς ἐποιεῖτο, τὸ δὲ μεῖζον, ὅτι πολὺ δυναμένῳ τῷ Ἀντωνίῳ ἤχθοντο καὶ ταπεινῶσαι αὐτὸν ἐβούλοντο. Ἀντωνίου δὲ εἰς τὸ Βρεντέσιον ἀπελθόντος πρὸς τοὺς ἐκ Μακεδονίας περαιωθέντας στρατιώτας, ὁ | |
20 | Καῖσαρ ἐκεῖ μὲν φίλους μετὰ χρημάτων, ἵνα σφᾶς σφετερίσωνται, προαπέστειλεν, αὐτὸς δὲ μέχρι Καμ‐ πανίας ἐλθὼν πλῆθος συνέλεξεν ἐκ διαφόρων χωρῶν, τῷ πατρὶ τιμωρεῖν λέγων, χρήματα τὰ μὲν διδούς, τὰ δὲ ὑπισχνούμενος, καὶ σὺν αὐτοῖς εἰς τὴν Ῥώμην | |
25 | ἠπείχθη πρὶν ἐπανελθεῖν τὸν Ἀντώνιον, καὶ τῷ δήμῳ ὁμιλήσας ἐπαίνων ἔτυχε, καὶ αὖθις ἀπεδήμησε δύ‐ ναμιν ἀθροίσων. Ἀντώνιον δὲ οἱ στρατιῶται ἐν Βρεντεσίῳ φιλοφρόνως ἐδέξαντο· εἶτα πικρῶς αὐτοῖς | |
προσφερομένου, ὡς καὶ πολλοὺς αὐτῶν ἀποκτεῖναι, | 377 in vol. 2 | |
2.378 | ἐνεωτέρισαν, καὶ συχνοὶ μετέστησαν πρὸς τὸν Καί‐ σαρα. Ἀντώνιος δὲ ἐκ τῆς Ῥώμης εἰς τὴν Γαλατίαν ἐξώρμησε, φοβηθεὶς μὴ αὐτή τι νεοχμώσῃ· καὶ ὁ | |
5 | Καῖσαρ δ’ ἐπηκολούθησεν. ἦρχε δὲ τότε τῆς Γαλα‐ τίας ὁ Βροῦτος ὁ Δέκιμος, εἷς ὢν τῶν συνομοσάντων κατὰ τοῦ Καίσαρος· καὶ ὃς μίσει τῷ πρὸς Ἀντώνιον οὐχ ὑπεῖξεν αὐτῷ. τοῦτο μαθὼν ὁ Καῖσαρ τὸν Βροῦ‐ τον προσηταιρίσατο· οὔπω γὰρ ἑώρα καιρὸν τοῦ τι‐ | |
10 | μωρήσασθαι τοὺς φονεῖς τοῦ πατρός. ἐν δὲ τῇ Ῥώμῃ ἡ σύγκλητος ἐβουλεύετο θορυβουμένη διὰ τὸν πόλε‐ μον. καὶ πολλοὶ μὲν γνώμας ἄλλας καὶ ἄλλας εἰσή‐ νεγκαν, Κικέρων δὲ πολέμιον δεῖν εἶπε ψηφίσασθαι τὸν Ἀντώνιον, τὸν Καίσαρα μέντοι καὶ τὸν Βροῦτον | |
15 | τὸν Δέκιμον αὐτῷ ἐναντιουμένους καὶ ἐπαινέσαι ἐφ’ οἷς ἰδιογνωμονήσαντες πεποιήκασι, καὶ ἐπικουρῆσαι αὐτοῖς καὶ ἐξουσίαν νεῖμαι πρὸς τὸ μέλλον, καὶ τοὺς ὑπάτους ἄμφω πρὸς τὸν πόλεμον πεπομφέναι καὶ πολεμῆσαι αὐτῷ μηδὲ διατρίβειν καὶ μέλλειν. ταῦτα | |
20 | τοῦ Κικέρωνος συμβουλεύσαντος ὁ Καληνὸς ὁ Κύιν‐ τος ἐναντιούμενος αὐτῷ συνεβούλευε πέμψαι πρὸς ἅπαντας τὴν βουλὴν κελεύουσαν ὁμοίως αὐτοῖς κατα‐ θέσθαι τὰ ὅπλα καὶ ἐπ’ αὐτῇ καὶ ἑαυτοὺς καὶ τοὺς στρατιώτας ποιήσασθαι, καὶ πεισθέντας μὲν ἐπαι‐ | |
25 | νέσαι, εἰ δ’ ἀπειθήσουσι πολεμῆσαι, τὸν πόλεμον δὲ τοῖς ὑπάτοις πιστεύσασθαι. ὁ μὲν οὖν εἶπε ταῦτα, οἱ πράττοντες δὲ τὰ τοῦ Καίσαρος ἐπεκράτησαν. καί τινες πρὸς τὸν Ἀντώνιον ἐκ τῆς βουλῆς ἀπεστάλησαν κελευούσης αὐτῷ τά τε στρατόπεδα καὶ τὴν Γαλατίαν | |
30 | ἀφεῖναι καὶ ἀπελθεῖν εἰς Μακεδονίαν, τοῖς αὐτῷ τε συστρατευομένοις προσταττούσης οἴκαδε ἀναχωρῆσαι | |
ῥητῆς ἡμέρας ἐντός, ἢ γινώσκειν ὡς ἐν μοίρᾳ πολε‐ | 378 in vol. 2 | |
2.379 | μίων αὐτοῖς λογισθήσονται. πρὸ δὲ τοῦ τὴν γνώμην τοῦ Ἀντωνίου μαθεῖν τὸν πρὸς αὐτὸν πόλεμον τοῖς ὑπάτοις καὶ τῷ Καίσαρι, ἀρχὴν αὐτῷ στρατηγοῦ δόντες, ἐμπεπιστεύκασι. | |
5 | Ταῦτα μαθὼν ὁ Ἀντώνιος τοὺς μὲν πρὸς αὐτὸν σταλέντας ἐξωνείδισεν, ἀντιστείλας δ’ ἑτέρους τὴν αἰτίαν τοῦ πολέμου δι’ ὧν προετείνετο εἰς τοὺς κατ’ αὐτοῦ ψηφισαμένους ἀντιπεριίστα. οἱ δ’ ἐν τῇ Ῥώμῃ πολέμιον αὖθις τὸν Ἀντώνιον ἐψηφίσαντο καὶ τοὺς | |
10 | αὐτῷ συστρατευομένους, εἰ μὴ αὐτὸν καταλίποιεν, ἑτέραν ἡμέραν εἰς τοῦτο αὐτοῖς ὁρισάμενοι. ὁ δὲ ἐπολιόρκει τὸν Δέκιμον ἐν τῇ Μουτίνῃ, οὐ μέντοι λόγου τι κατώρθωσεν ἄξιον. ὁ Δέκιμος δὲ πρῶτον μὲν ἰσχυρῶς ἠμύνετο τὸν Ἀντώνιον, ἔπειτα παντελῶς | |
15 | ἀπετειχίσθη. δείσας οὖν ὁ Καῖσαρ μὴ ἢ ἁλῴη ἢ ἀπορίᾳ τῶν ἐπιτηδείων ἐνδοίη, σύν γε τῷ Ἱρτίῳ ἐπε‐ στράτευσε πρὸς Μουτίνην. τὸν δὲ πρὸς αὐτῇ ποτα‐ μὸν περαιωθῆναι οὐκ ἠδυνήθησαν διὰ τὴν ἐν αὐτῷ φρουράν· σπεύδοντες δὲ τὴν ἑαυτῶν παρουσίαν τῷ | |
20 | Δεκίμῳ γνωρίσαι, ἀπὸ τῶν ὑψηλοτάτων δένδρων ἐφρυκτώρουν. ὡς δ’ οὐ συνίει, μολίβδου λεπτὸν ἄγαν ποιήσαντες ἔλασμα ἔγραψαν ἐν αὐτῷ, καὶ ὡς χάρτην τοῦτο ἑλίξαντες κολυμβητῇ διενεγκεῖν ἔδω‐ καν· καὶ οὕτως ὁ Δέκιμος τὴν παρουσίαν αὐτῶν | |
25 | μαθὼν ἀντεπέστειλε σφίσι τὸν αὐτὸν τρόπον. Ὁ οὖν Ἀντώνιος ὁρῶν οὐκ ἐνδιδόντα τὸν Δέκι‐ μον, ἐκείνῳ τὸν ἀδελφὸν κατέλιπε Λούκιον, αὐτὸς δ’ ἐπὶ τὸν Καίσαρα καὶ τὸν Ἵρτιον ὥρμησε. καὶ πρό‐ τερον μὲν ἰσοπαλεῖς ἐγίνοντο μάχαι, ὑπερέσχε δ’ | |
30 | ὕστερον ὁ Ἀντώνιος. καὶ τὸν Ἰούνιον αἰσθόμενος πλησιάζοντα, ἀπῆρε λαθὼν νυκτὸς ἐπ’ αὐτόν, καὶ | |
ἐνεδρεύσας αὐτόν τε κατέτρωσε καὶ τῶν στρατιωτῶν | 379 in vol. 2 | |
2.380 | τοὺς πλείους ἀπέκτεινε, τοὺς δέ γε λοιποὺς εἰς τὰ ταφρεύματα κατέκλεισε· καὶ πρὸς τὸν Καίσαρα καὶ τοὺς ἄλλους ἐτράπετο. καί οἱ ὁ Ἵρτιος κἀκ τῆς πο‐ ρείας καὶ τῆς μάχης πεπονηκότι ἀνελπίστως ἀπαν‐ | |
5 | τήσας πολὺ ἐκράτησε. τὴν δ’ ἧτταν τοῦ Ἀντωνίου μαθοῦσα ἡ βουλὴ αὐτοκράτορας τόν τε Ἵρτιον καὶ τὸν Ἰούνιον καὶ τὸν Καίσαρα ὠνόμασαν, καίτοι τοῦ μὲν Ἰουνίου κακῶς ἀπαλλάξαντος, Καίσαρος δὲ μηδὲ μαχεσαμένου· ἐπὶ γὰρ τῇ τοῦ στρατοπέδου κατέμεινε | |
10 | φυλακῇ, τοῦ Ἱρτίου κατὰ τοῦ Ἀντωνίου ὁρμήσαντος. Οὕτω μὲν οὖν ὁ Ἀντώνιος ἥττητο· καὶ Τίτος δὲ Μουνάτιος Πλάγκος, τῶν Ἀντωνίου ὢν καὶ Ποντίῳ Ἀκύλᾳ τῷ Δεκίμῳ ὑποστρατηγοῦντι προσπολεμῶν, ἐνικήθη. κἀντεῦθεν οἵ τε τοῦ Ἀντωνίου στρατιῶται | |
15 | οὐχ ὡς πρῴην διέκειντο πρὸς αὐτόν, καί τινες τῶν αὐτῷ προσκειμένων δήμων πρότερον ἐστασίαζον. ὁ δὲ τέως μὲν κατεπέπληκτο καὶ ἡσύχαζεν, ὡς δέ τις ἐκ τοῦ Λεπίδου δύναμις αὐτῷ παρεγένετο, ἀνεθάρ‐ σησεν καὶ αἰφνιδίαν ἐπεκδρομὴν ἐποιήσατο· φόνου | |
20 | δὲ ἐξ ἀμφοῖν τῶν στρατευμάτων γενομένου πολλοῦ τραπεὶς ἔφυγεν. ἡ δὲ γερουσία τὰ πραχθέντα μα‐ θοῦσα, τῇ μὲν ἥττῃ τοῦ Ἀντωνίου ἔχαιρε, τοὺς δὲ αὐτῷ συνεξετασθέντας πολεμίους πάντας ἀπέφηνε, καὶ τὰς οὐσίας αὐτῶν καὶ τὴν ἐκείνου ἀφείλετο. τὸν | |
25 | δὲ Καίσαρα οὔτε τινὸς μεγάλου ἠξίωσαν καὶ κατα‐ λύειν προσεπεχείρησαν, πάντα ὅσα ἐκεῖνος ἤλπιζε λήψεσθαι τῷ Δεκίμῳ δόντες. ἵνα δὲ μὴ δυνηθῇ τι δρᾶσαι κακόν, τοὺς ἐχθροὺς αὐτῷ ἐς ἀρχὰς ἐψηφί‐ σαντο, τῷ μὲν Πομπηίῳ Σέξτῳ τὸ ναυτικὸν ἀναθέ‐ | |
30 | μενοι, τῷ δὲ Βρούτῳ τῷ Μάρκῳ τὴν Μακεδονίαν, | 380 in vol. 2 |
2.381 | Κασσίῳ δὲ τὴν Συρίαν καὶ τὸν πρὸς Δολοβέλλαν πόλεμον ἐπιτρέψαντες. τοὺς δὲ τοῦ Καίσαρος στρα‐ τιώτας συγκρούσειν ἀλλήλοις αὐτοὺς μηχανώμενοι τοὺς μὲν ἐπῄνεσαν καὶ χρήματα καὶ στεφάνους αὐ‐ | |
5 | τοῖς παρέσχον ἐξ ἐλαιῶν, τοῖς δ’ οὐδὲν ἐψηφίσαντο. ἀλλ’ ἐκεῖνοι καὶ οὕτως ὡμονόουν, τοῦ Καίσαρος αὐ‐ τοὺς πρὸς τοῦτο ἐνάγοντος. μαθόντες οὖν οἱ ἐν τῇ πόλει ταῦτα, καὶ φοβηθέντες, ὕπατον μὲν αὐτὸν οὐδ’ οὕτως ἀπέδειξαν, ἄλλας δέ οἱ τιμὰς ἐψηφίσαντο. ὡς | |
10 | δ’ ἐν οὐδενὶ λόγῳ ταύτας ἔσχε, στρατηγὸν τὸ πρῶτον καὶ μετὰ τοῦτο καὶ ὕπατον ἐψηφίσαντο. Καὶ οἱ μὲν οὕτω τὸν Καίσαρα ἐδόκουν μεταχει‐ ρίζεσθαι ὡς παῖδα καὶ ὡς μειράκιον, ἅπερ καὶ διε‐ θρύλουν· ἐκεῖνος δὲ ἐπί τε τοῖς ἄλλοις καὶ ὅτι παῖς | |
15 | ἤκουε δεινῶς ἀγανακτῶν ἐπὶ τὰ ὅπλα ἐτράπετο, καὶ πρός τε τὸν Ἀντώνιον λάθρᾳ διεκηρυκεύσατο, καὶ τοὺς διαφυγόντας ἐκ τῆς μάχης, οὓς πολεμίους ἡ βουλὴ ἐψηφίσατο, συνήθροιζε, καὶ κατηγόρει παρ’ αὐτοῖς τῆς γερουσίας τε καὶ τοῦ δήμου. ταῦτα δὲ οἱ | |
20 | ἐν τέλει τέως μὲν ἐν ὀλιγωρίᾳ πεποίηντο, ἐπεὶ δὲ συμπεφρονηκότας ἔμαθον τὸν Ἀντώνιον καὶ τὸν Λέ‐ πιδον, θεραπεύειν τὸν Καίσαρα ἤρξαντο, καὶ τὸν πρὸς ἐκείνους αὐτῷ ἀνέθεντο πόλεμον, ἀγνοοῦντες τοὺς λόγους οὓς ἐπεποιήκει πρὸς τὸν Ἀντώνιον. ὁ δὲ | |
25 | τὸν πόλεμον ὑπεδέξατο, ὕπατος δι’ αὐτὸν ἀποδειχ‐ θῆναι πειρώμενος, πάνυ γὰρ ἦν αὐτῷ ἡ ὑπατεία δι’ ἔρωτος, καὶ τὴν μάχην ἀναδεξάμενος ἡτοιμάζετο μὲν ὡς πολεμήσων, τοὺς στρατιώτας δὲ λάθρᾳ παρε‐ σκεύασεν ὀμόσαι δῆθεν ἀφ’ ἑαυτῶν πρὸς μηδὲν τῶν | |
30 | στρατοπέδων μαχέσασθαι τῶν ἐκείνου γενομένων τοῦ Καίσαρος. τοῦτο δ’ ἦν μήτε πρὸς Ἀντώνιον | |
μήτε πρὸς Λέπιδον ἀντιτάξασθαι· πλεῖστοι γὰρ αὐ‐ | 381 in vol. 2 | |
2.382 | τοῖς ἐξ ἐκείνων συνεστρατεύοντο. πρέσβεις οὖν διὰ τοῦτο πρὸς τὴν βουλὴν ἐξ αὐτῶν τῶν στρατιωτῶν τετρακοσίους ἐκπέπομφε· τοῦτο δὲ σκηνὴ μὲν ἦν πρεσβείας, τὸ δὲ πᾶν τῶν ἐψηφισμένων αὐτοῖς εἴσ‐ | |
5 | πραξις καὶ σπουδὴ τοῦ ἀποδειχθῆναι τὸν Καίσαρα ὕπατον. ἀναβαλλομένων δὲ αὐτῶν τὴν ἀπόκρισιν οἱ στρατιῶται ὠργίζοντο· εἷς δέ τις αὐτῶν ἐξελθὼν τοῦ βουλευτηρίου καὶ τὸ ξίφος λαβών, ἄοπλοι γὰρ εἰσελθεῖν ἐκελεύσθησαν, εἶπεν “ἂν ὑμεῖς τὴν ὑπα‐ | |
10 | τείαν μὴ δοίητε Καίσαρι, τοῦτο δώσει.” ὁ Καῖσαρ μέντοι, ὅτι εἰς τὸ συνέδριον εἰσιόντες ἠναγκάσθησαν ἀποθέσθαι τὰ ὅπλα, καὶ ὅτι ἐπύθετό τις πότερον παρὰ τῶν στρατοπέδων ἐπέμφθησαν ἢ πρὸς τοῦ Καίσαρος, ἔγκλημα ἐποιεῖτο, καὶ τὸν Ἀντώνιον καὶ | |
15 | τὸν Λέπιδον σπουδῇ μετεπέμψατο, καὶ αὐτὸς ἐπὶ τὴν Ῥώμην μετὰ τῶν στρατιωτῶν, ὡς ὑπ’ αὐτῶν τάχα ἐκβιασθείς, ὥρμησε. καί τινας τῶν ἱππέων ἀπέκτει‐ ναν, ὡς κατασκόπους αὐτῶν. οἱ δὲ τῆς βουλῆς τὴν ἔφοδον γνόντες αὐτῶν, τά τε χρήματα αὐτοῖς μήπω | |
20 | πλησιάσασιν ἔπεμψαν καὶ ὕπατον τὸν Καίσαρα ἐψη‐ φίσαντο. ἀλλ’ οἱ στρατιῶται ἀνάγκῃ ταῦτα πράξαντας εἰδότες αὐτοὺς καὶ ἐξεφόβουν καὶ ἐθρασύνοντο. πρὸς δὲ ταῦτα ἡ γερουσία μεταβαλλομένη ἀπηγόρευσε τῇ στρατιᾷ πλησιάσαι τῇ πόλει, καὶ τοῖς στρατηγοῖς τὴν | |
25 | φρουρὰν αὐτῆς ἐνεχείρισε. τῷ Καίσαρι δὲ σὺν τῇ στρατιᾷ πρὸ τοῦ ἄστεος γενομένῳ τῶν τε βουλευτῶν τινες καὶ τῶν τοῦ δήμου πολλοὶ προσεχώρησαν, καὶ οἱ στρατηγοὶ ἑαυτοὺς καὶ τοὺς στρατιώτας ἐκείνῳ παρέδοσαν· καὶ οὕτω τὴν πόλιν ἀμαχεὶ κατασχὼν | |
30 | ὕπατος καὶ παρὰ τοῦ δήμου προυβέβλητο, μηδ’ ἀπαντήσας εἰς τὴν συνάθροισιν, ἵνα μὴ δοκῇ βιάζε‐ | |
σθαι τούτους. καὶ συνάρχων αὐτῷ ἐδόθη ὁ Κύιντος | 382 in vol. 2 | |
2.383 | ὁ Πέδιος, εἴγε οὕτω καλέσαι αὐτόν, ἀλλὰ μὴ ὕπαρ‐ χον δεῖ. Οὕτω δ’ ὕπατος αἱρεθεὶς ὁ Καῖσαρ τά τε ἐν τῇ πόλει πρὸς τὸ δοκοῦν αὐτῷ κατεστήσατο καὶ χρή‐ | |
5 | ματα τοῖς στρατιώταις παρέσχετο, λόγῳ μὲν οἴκοθεν, ἔργῳ δ’ ἐκ τῶν κοινῶν, καὶ τούτοις χάριν ὡμολόγει. παρὰ δὲ τῆς βουλῆς αὐτῷ πολλὰ πρὸς τιμὴν ἐψηφί‐ σθησαν, δοκήσει μὲν ἑκούσης, τῇ δ’ ἀληθείᾳ φόβῳ βιαζομένης. πρὸς δὲ τοῖς ἄλλοις καὶ εἰς τὸ τοῦ Καί‐ | |
10 | σαρος γένος κατὰ τὰ νομιζόμενα εἰσεποιήθη, καὶ τὴν ἐπίκλησιν εἴληφεν. ὠνόμαζε μὲν γὰρ καὶ πρότερον αὐτὸς ἑαυτὸν Καίσαρα, ὡς μετὰ τοῦ κλήρου καὶ τὴν προσηγορίαν διαδεξάμενος, οὐ μέντοι βεβαίως αὐτὴν εἶχε πρὸ τοῦ ταύτην κατὰ τὰ πάτρια βεβαιώσασθαι. | |
15 | ἔκτοτε δὲ Γάιος Ἰούλιος Καῖσαρ Ὀκταβιανὸς ἐπε‐ κλήθη· νενόμισται γὰρ τοὺς υἱοθετουμένους τὴν μὲν ἄλλην πρόσρησιν ἀπὸ τοῦ εἰσποιησαμένου λαμ‐ βάνειν, ἓν δέ τι τῶν προτέρων ὀνομάτων τηρεῖν. Ἐπεὶ οὖν τούς τε στρατιώτας ᾠκειώσατο καὶ τὴν | |
20 | βουλὴν ἐδουλώσατο, τὴν τῶν καταλειφθέντων τῷ δήμῳ διανομὴν παρὰ τοῦ πατρὸς ἐποιήσατο, ἵνα καὶ τούτους ἐφ’ ἑαυτὸν ἐπισπάσηται καὶ μὴ ἐναντιουμέ‐ νους ἕξει πρὸς τὴν τῶν φονέων τοῦ πατρὸς τιμωρίαν τραπόμενος. δικαστήρια μὲν οὖν ἐκάθισεν, ἵνα μὴ | |
25 | δοκῇ βιαίως τι πράττειν, καὶ ταῦτα τῶν πλειόνων ἀπόντων, τινῶν δὲ καὶ ἡγεμονίας ἐχόντων ἐθνῶν. εἰ δέ τινες καὶ παρῆσαν, οὔτε ἀπήντησαν δεδιότες, ἀλλὰ καὶ λάθρᾳ που ἐξεχώρησαν. ἐρήμην οὖν οὐχ | |
οἱ αὐτόχειρες οὐδ’ οἱ συνομόσαντες μόνον ἥλωσαν, | 383 in vol. 2 | |
2.384 | ἀλλὰ καὶ συχνοὶ ἕτεροι μὴ μετασχόντες τῆς ἐπιβου‐ λῆς, τινὲς δὲ μηδ’ ἐνδημοῦντες τότε τῇ πόλει, ὧν εἷς ἦν καὶ ὁ Πομπήιος Σέξτος· οἳ πυρός τε καὶ ὕδατος εἴρχθησαν καὶ αἱ οὐσίαι σφῶν ἐδημεύθησαν. | |
5 | Ταῦτα τοίνυν πράξας ὁ Καῖσαρ ἐπὶ τὸν Λέπιδον καὶ τὸν Ἀντώνιον δῆθεν ἐστράτευσεν· ἔργον δ’ οὐ‐ δὲν ἔπραξεν, οὐχ ὅτι τῷ Ἀντωνίῳ κεκοινολόγητο καὶ δι’ ἐκείνου καὶ τῷ Λεπίδῳ, ἀλλ’ ὅτι ἰσχυροὺς αὐ‐ τοὺς ἑώρα καὶ ὁμογνώμονας, καὶ ἤλπισε δι’ αὐτῶν | |
10 | τόν τε Κάσσιον καὶ τὸν Βροῦτον μέγα δυνηθέντας ἤδη καταγωνίσασθαι καὶ μετὰ τοῦτο κἀκείνους δι’ ἀλλήλων χειρώσασθαι. διὰ ταῦτα τὰς συνθήκας ὁ Καῖσαρ καὶ ἄκων ἐτήρησε, καὶ καταλλαγὰς αὐτοῖς πρὸς τὴν βουλὴν καὶ πρὸς τὸν ὅμιλον ἐπρυτάνευσεν, | |
15 | οὐκ αὐτὸς ταύτας εἰσηγησάμενος διὰ τὸ ἀνύποπτον, ἀλλὰ τὸν Κύιντον τοῦτο συμβουλεῦσαι παρασκευά‐ σας. αὐτὸς δὲ τῶν ἐν τῇ πόλει κοινωσαμένων αὐτῷ περὶ τούτου ἄκων προσεποιεῖτο τῇ πράξει συγκατατί‐ θεσθαι, παρὰ τῶν στρατιωτῶν βιαζόμενος. ψηφι‐ | |
20 | σθείσης δὲ τῆς καταλλαγῆς αὐτοῖς, ὥρμησαν καὶ ἄμφω ἐπὶ τὸν Καίσαρα, τὸ πλεῖστον καὶ τὸ κράτιστον τοῦ στρατοῦ ἐπαγόμενοι. οὔτε γὰρ βεβαίως ἐπί‐ στευον αὐτῷ οὔτε δι’ ἐκεῖνον ἤθελον δοκεῖν τὴν ἄδειαν ψηφισθῆναι αὐτοῖς καὶ τὴν κάθοδον, δι’ ἑαυ‐ | |
25 | τοὺς δὲ καὶ τὴν σφετέραν ἰσχύν, καὶ τυχεῖν ἤλπιζον ὧν ἐβούλοντο διὰ τὰ στρατόπεδα. καὶ ὁ Καῖσαρ δ’ αὐτοῖς μετὰ πλήθους στρατιωτῶν προσυπήντησε. καὶ συνῆλθον εἰς ὁμιλίαν, διαλεξάμενοί τέ τινα ἡσυχῇ τὸ μὲν σύμπαν ἐπί τε τῇ δυναστείᾳ καὶ κατὰ | |
30 | τῶν ἐχθρῶν συνώμοσαν, ἐς δὲ τὸ φανερὸν διωμολο‐ γήσαντο κοινῇ τοὺς τρεῖς ἐπιμελητὰς καὶ διοικητὰς | |
τῶν πραγμάτων γενέσθαι ἐπὶ πενταετίᾳ, ἵνα μὴ ὀλι‐ | 384 in vol. 2 | |
2.385 | γαρχίας δοκῶσιν ἐφίεσθαι. ἰδίᾳ δὲ καὶ ἀρχὰς ἐθνῶν ἑαυτοῖς προσενείμαντο, ἵνα μὴ πᾶσαν τὴν ἀρχὴν νομίζωνται σφετερίζεσθαι. καὶ τῶν ἐχθρῶν σφαγὰς ἀλλήλοις ἀντέδοσαν. καὶ Λεπίδῳ μὲν τῆς τε Ῥώμης | |
5 | τὴν φυλακὴν καὶ τῆς λοιπῆς Ἰταλίας ἀνέθεσαν, Καῖ‐ σαρ δὲ καὶ Ἀντώνιος ἐπὶ τὸν Μάρκον Βροῦτον στρα‐ τεύσασθαι συνέθεντο καὶ τὸν Κάσσιον. καὶ ὅρκοις τὰ δόξαντα ἐπιστώσαντο, καὶ τοὺς στρατιώτας συγ‐ καλέσαντες ἐδημηγόρησαν ὅσα ἐπὶ τούτοις εἰκός. οἱ | |
10 | δὲ τοῦ Ἀντωνίου στρατιῶται ἐξ ὑποθήκης αὐτοῦ τὴν θυγατέρα τῆς γυναικὸς Ἀντωνίου Φουλβίας, ἣν εἶχεν ἐκ τοῦ Κλωδίου, λαβεῖν ἠξίουν τὸν Καίσαρα. κἀ‐ κεῖνος οὐ παρῃτήσατο, καίτοι ἑτέρας αὐτῷ προμε‐ μνηστευμένης. | |
15 | Ἐντεῦθεν εἰς τὴν Ῥώμην ἠπείγοντο. σημεῖα δέ τινα τῷ τε Ἀντωνίῳ καὶ τῷ Λεπίδῳ ἀπαίσια συμβε‐ βήκασι, τῷ Καίσαρι δὲ ἀετὸς ὑπὲρ τῆς σκηνῆς ἱδρυ‐ θεὶς δύο κόρακας προσπεσόντας αὐτῷ καὶ τίλλειν τινὰ τῶν πτερῶν αὐτοῦ πειρωμένους ἀπέκτεινεν· ὃ | |
20 | τὴν νίκην κατ’ ἀμφοτέρων τῶν συνιόντων αὐτῷ προεσήμαινε. καὶ οἱ μὲν οὕτως εἰς τὴν Ῥώμην ἤλ‐ θοσαν μετὰ τῶν στρατευμάτων, καὶ παραχρῆμα τὰ σφίσι δόξαντα ἔπραττον· καὶ σφαγαὶ πολλῶν ἐποιή‐ θησαν, ὡς πληρωθῆναι τὴν πόλιν νεκρῶν. οἱ μὲν | |
25 | γὰρ ἐν ταῖς οἰκίαις, οἱ δὲ ἐν ταῖς ὁδοῖς κἀν ταῖς ἀγοραῖς καὶ πρὸς τοῖς ἱεροῖς ἀπεκτίννυντο, καὶ αἱ μὲν κεφαλαὶ αὐτῶν ἐπὶ τὸ βῆμα αὐτοῖς ἀνετίθεντο, τὰ δὲ λοιπὰ σώματα τὰ μὲν αὐτοῦ που ἐρριπτεῖτο βορὰ κυσί τε καὶ ὄρνισι, τὰ δὲ εἰς τὸν ποταμὸν ἐνε‐ | |
30 | βάλλετο. καὶ οὐχ οἱ ἐχθροὶ αὐτῶν, ἀλλὰ καὶ οἱ φίλοι ἀπώλλυντο. πάντας γὰρ τοὺς ἑκάστῳ τῶν τριῶν | |
συναραμένους ἢ συμπράξαντας ἐν πολεμίων μοίρᾳ | 385 in vol. 2 | |
2.386 | οἱ ἄλλοι ἐτίθεντο. καὶ οὕτω συνέβαινε τοὺς αὐτοὺς καὶ φίλους τινὶ αὐτῶν καὶ ἐχθροὺς τοῖς ἑτέροις εἶναι, ὥστε ἐν ᾧ ἰδίᾳ ἕκαστος τοὺς ἐπιβουλεύσαντας αὐτῷ ἠμύνετο, καὶ τοὺς φιλτάτους κοινῇ συναπώλλυσαν. | |
5 | οὐ γάρ τις τὸν ἑαυτοῦ ἐχθρὸν τιμωρήσασθαι φίλον ἑτέρου ὄντα ἠδύνατο, μὴ ἀντιδιδοὺς ἕτερον φίλον ἑαυτοῦ νομιζόμενον, ἢ καὶ πλείους, εἰ ὁ αἰτούμενος εἰς σφαγὴν ἔντιμος ἦν ἐξ ἀρετῆς ἢ γένους ἢ ἀξιώμα‐ τος. καὶ τοὺς πλουσίους δέ, κἂν μηδὲν εἶχον αὐτοῖς | |
10 | ἐγκαλεῖν, προσαπώλλυον, πολλῶν χρημάτων δεό‐ μενοι, ἵνα τὰς ἐπιθυμίας τῶν στρατιωτῶν ἀποπλή‐ σωσι. Ταῦτα δὲ ὑπὸ τοῦ Λεπίδου καὶ τοῦ Ἀντωνίου ἐπράττετο μάλιστα. τιμηθέντες γὰρ ὑπὸ τοῦ προτέ‐ | |
15 | ρου Καίσαρος, καὶ ἐπὶ πλεῖστον ἄρξαντες καὶ ἡγεμο‐ νεύσαντες, καὶ πλείστους εἶχον ἐχθρούς. ἐδόκει δὲ καὶ ὑπὸ τοῦ νέου Καίσαρος γίνεσθαι διὰ τὴν τῆς δυναστείας κοινωνίαν. αὐτὸς γὰρ οὐ συχνοὺς ἀπέ‐ κτεινε, φύσει τε οὐκ ὠμὸς ὢν καὶ τεθραμμένος τοῖς | |
20 | ἤθεσι τοῦ πατρός, καὶ μήτε πολλοῖς μῖσος τρέφων σφοδρὸν καὶ φιλεῖσθαι πραγματευόμενος. καὶ οὐ μόνον οὐ πολλοὺς ἔφθειρεν, ἀλλὰ καὶ ἔσωσε πλεί‐ στους· καὶ τοῖς κρύψασί τινας ἐπιεικέστατα ἐχρή‐ σατο, ἐπεὶ θάνατος καὶ τούτοις προείρητο. | |
25 | Ὁ δὲ Λέπιδος ἀπαραίτητος ἦν, καὶ ὁ Ἀντώνιος ὠμῶς καὶ ἀνηλεῶς ἔκτεινε καὶ τοὺς ἐπικουρῆσαι τοῖς κτεινομένοις ἐπιχειροῦντας, καὶ τὰς κεφαλὰς τῶν σφαττομένων καὶ σιτούμενος ἐπεσκόπει, καὶ τῆς ἀνο‐ σίου θέας αὐτῶν ἐνεπίμπλατο. καὶ ἡ γυνὴ αὐτοῦ ἡ | |
30 | Φουλβία πολλοὺς καὶ αὐτὴ καὶ δι’ ἔχθραν καὶ διὰ | 386 in vol. 2 |
2.387 | χρήματα ἐθανάτωσεν, ἔστι δ’ οὓς οὐδὲ γινωσκομέ‐ νους ὑπὸ τοῦ ἀνδρὸς αὐτῆς. ποτὲ γοῦν καὶ τῆς τοῦ Κικέρωνος κεφαλῆς κομισθείσης, φεύγων γὰρ κατε‐ λήφθη καὶ ἐσφάγη, ὁ μὲν Ἀντώνιος πολλὰ αὐτὸν | |
5 | βλασφημήσας ἐκέλευσεν αὐτὴν ἐκφανέστερον τῶν ἄλλων ἐν τῷ βήματι προτεθῆναι, ἵν’ ὅθεν ἠκούετο δημηγορῶν κατ’ αὐτοῦ, ἐκεῖ μετὰ τῆς χειρὸς τῆς δεξιᾶς ὁρῷτο· οὕτως γὰρ ἀπετέτμητο. ἡ δὲ δὴ Φουλβία ἔς τε τὰς χεῖρας αὐτὴν ἔλαβε, καὶ ἐμπικρα‐ | |
10 | ναμένη καὶ ἐμπτύσασα ἐπὶ τὰ γόνατα ἔθηκε, καὶ τὸ στόμα αὐτῆς διανοίξασα τὴν γλῶσσαν ἐξείλκυσε, καὶ ταῖς βελόναις, αἷς εἰς τὴν κεφαλὴν ἐκέχρητο, κατε‐ κέντησε, πολλὰ καὶ μιαρὰ ἐπισκώπτουσα. Πολλοὶ μὲν οὖν ἀπώλοντο, τινὲς δὲ καὶ ἐσώθη‐ | |
15 | σαν. δοῦλοι γὰρ τὰς τῶν δεσποτῶν ἐσθῆτας περι‐ βαλλόμενοι, ἐκείνους κατακρύψαντες, ὡς οἱ δεσπόται ἐσφάγησαν. καί τις στιγματίας δοῦλος οὐ μόνον οὐ προέδωκε τὸν στίξαντα αὐτὸν δεσπότην, ἀλλὰ καὶ περιέσωσεν. ὡς γὰρ συναπεδίδρασκε τῷ δεσπότῃ | |
20 | καὶ διώκεσθαι ἔγνω, ἀπέκτεινέ τινα συναντήσαντα σφίσι, καὶ τὴν στολὴν ἐκείνου τῷ δεσπότῃ δούς, ἀπιέναι ἀφῆκεν· αὐτὸς δὲ πυρὰν ἀνάψας τὸν νεκρὸν ἐπέθηκεν ἐπ’ αὐτήν, τὴν δ’ ἐσθῆτα τοῦ δεσπότου καὶ τὸν δακτύλιον φέρων ἀπήντησε τοῖς διώκουσι, | |
25 | καὶ εἰπὼν φεύγοντα τὸν δεσπότην ἀποκτεῖναι ἐπι‐ στεύθη διὰ τὰ σκῦλά τε καὶ τὰ στίγματα, καὶ ἐκεῖ‐ νον ἔσωσε, καὶ αὐτὸς ἐτιμήθη. Κύιντον δὲ Κικέ‐ ρωνα τὸν τοῦ Μάρκου ἀδελφὸν ὁ παῖς ἐξέκλεψε, καὶ στρεβλωθεὶς ἐπὶ τούτῳ οὐκ ἐξελάλησεν. ὁ δὲ πατὴρ | |
30 | αὐτοῦ μαθὼν τὸ γινόμενον καὶ ἐλεήσας τὸν παῖδα ἐθελοντὴς αὐτὸς ἑαυτὸν τοῖς σφαγεῦσι παρέδωκε. | |
πολλοὶ δὲ καὶ λανθάνοντες ἀπεδίδρασκον καὶ πρὸς | 387 in vol. 2 | |
2.388 | τὸν Βροῦτον ἀπῄεσαν καὶ τὸν Κάσσιον. οἱ δέ γε πλείους τῷ Σέξτῳ προσεχώρουν. ναυαρχεῖν γὰρ πρότερον αἱρεθείς, καὶ χρόνον τινὰ ἐν τῇ θαλάσσῃ δυνηθείς, ἰσχὺν οἰκείαν, καίτοι τῆς ἀρχῆς ὕστερον | |
5 | ὑπὸ τοῦ Καίσαρος στερηθείς, περιεβάλλετο, καὶ τὴν Σικελίαν κατέσχεν. εἶτα, ὡς καὶ ἐκείνῳ ἐπεκηρύχθη αἵ τε ἄλλαι σφαγαὶ ἐγένοντο, πλεῖστον τοῖς ὁμοίοις συνήρατο, ὑποδεχόμενος τοὺς ἐς αὐτὸν ἰόντας καὶ παντοίως ἐπικουρῶν· ὅθεν καὶ συχνοὶ πρὸς αὐτὸν | |
10 | ἦλθον. Τοιαῦτα μὲν περὶ τὰς σφαγὰς ἐγίνετο, πολλὰ δὲ καὶ ἄτοπα καὶ περὶ τὰς τῶν ἄλλων οὐσίας συνέβαινε, καὶ αἱ τῶν εὐπόρων οἰκίαι ἐπορθοῦντο, καὶ ἐνοίκιον ἐνιαύσιον πασῶν τῶν ἐν τῷ ἄστει οἰκιῶν καὶ τῶν ἐν | |
15 | τῇ λοιπῇ Ἰταλίᾳ ἐπράξαντο, τῶν μὲν μισθωθεισῶν καθ’ ὁλόκληρον, ὧν δ’ οἱ δεσπόται ᾤκουν, ἐξ ἡμι‐ σείας, πρὸς τὴν τῆς καταγωγῆς ἀξίαν· καὶ τοὺς τῶν χωρίων κτήτορας τὸ ἥμισυ τῶν προσόδων ἀφείλοντο, καὶ τὰ κτήματα τῶν κτεινομένων τοῖς στρατιώταις | |
20 | παρεῖχον, τὰ μὲν δῶρον, τὰ δὲ ἐπευωνίζοντες· ἀπεί‐ ρητο γὰρ μηδένα τῶν ἄλλων ἀπαντᾶν εἰς τὸ πρατή‐ ριον ὠνησόμενον· θάνατον τάξαντες τῷ ἀπαντήσαντι ἐπιτίμιον. καὶ ἀρχὰς καὶ τιμὰς καὶ ἀρχιερωσύνας ἐδίδοσαν, καὶ νόμους τοὺς μὲν ἀπήλειψαν, τοὺς δὲ | |
25 | ἀντενέγραψαν, καὶ πᾶν κατὰ τὸ δοκοῦν αὐτοῖς ἔπρασσον, ὥστε χρηστὴν τὴν τοῦ ἀνῃρημένου Καί‐ σαρος μοναρχίαν νομίζεσθαι. Τὸν μὲν οὖν ἐνιαυτὸν ἐκεῖνον ταῦτα ἐποίησαν· τοῦ δὲ Λεπίδου τοῦ Μάρκου τοῦ τε Πλάγκου τοῦ | |
30 | Λουκίου τῷ ἐπιόντι ἔτει ὑπατευσάντων τέλη τε ἤδη | 388 in vol. 2 |
2.389 | ἐσχολακότα ἀνενεώθησαν καὶ ἐκ καινῆς προσκατέ‐ στησαν ἕτερα, καὶ πολλὰ μὲν ἐπὶ τῇ γῇ, πολλὰ δὲ καὶ ἐπὶ τοῖς οἰκέταις ἐπράττοντο. ὃ δὲ πλέον τῶν ἄλλων πάντας ἠνίασεν, ἦν τὸ παντὸς οὐσίαν δεκα‐ | |
5 | τευθῆναι ὁποσονοῦν εὐποροῦντος ἀνδρὸς ὁμοίως καὶ γυναικός. λόγῳ μὲν γὰρ τὸ δέκατον τῆς οὐσίας παρ’ ἑκάστου σφῶν εἰσεπράχθη, ἔργῳ μέντοι οὐδὲ τὸ δέ‐ κατον κατελείφθη τινί. καὶ ἕτερον δέ τι ἐπινενόητο. τῷ γὰρ βουλομένῳ ἐνεδόθη πάσης τῆς οὐσίας ἐκ‐ | |
10 | στάντι τὸ τρίτον μετὰ ταῦτα αὐτῆς ἀπαιτῆσαι, του‐ τέστι μήτε τι λαβεῖν καὶ πράγματα σχεῖν. οἱ γὰρ βίᾳ τὰ δύο μέρη συλώμενοι προφανῶς, πῶς ἂν τὸ τρίτον ἀπέλαβον; καὶ ἄλλα δὲ πλεῖστα τοῖς ἀνθρώ‐ ποις τότε πρὸς πενίαν αὐτοὺς συνελαύνοντα ἐπενή‐ | |
15 | νεκτο, μόνοι δὲ οἱ τὰ ὅπλα ἔχοντες ὑπερεπλούτησαν. Οὕτως οἱ ἄνδρες οἱ τρεῖς ἐκεῖνοι ἐποίουν, καὶ ἅμα τὸν Καίσαρα ἐκεῖνον τὸν πρότερον ἀπεσέμνυνον, καὶ τιμὰς ποικίλας τε καὶ πολλὰς αὐτῷ ἐψηφίσαντο. πράξαντες δὲ ταῦτα, Λέπιδος μὲν ἐν Ῥώμῃ τήν τε | |
20 | πόλιν καὶ τὴν ἄλλην Ἰταλίαν διάξων ὑπέμεινε, Καῖ‐ σαρ δὲ καὶ Ἀντώνιος κατὰ τοῦ Βρούτου καὶ τοῦ Κασσίου ἐστράτευσαν. ἐκεῖνοι γὰρ τὸν Καίσαρα τὸν Ὀκτάβιον μαθόντες τῶν πραγμάτων ἀντιλαμβάνεσθαι καὶ τὸν ὅμιλον σφετερίζεσθαι, τήν τε δημοκρατίαν | |
25 | ἀπέγνων καὶ ἐκεῖνον φοβηθέντες ἐν Ἀθήναις ἐγέ‐ νοντο. καὶ οἱ Ἀθηναῖοι σφᾶς λαμπρῶς ὑπεδέξαντο, καὶ εἰκόνας χαλκᾶς αὐτοῖς ἐψηφίσαντο, ὡς ζηλώσασι τοὺς παρ’ αὐτοῖς τυραννοκτόνους, τὸν Ἁρμόδιον λέγω καὶ τὸν Ἀριστογείτονα. εἶτα πυθόμενοι ἐπὶ μεῖζον | |
30 | τὸν Καίσαρα αἴρεσθαι, ὁ μὲν Κάσσιος πρὸς τοὺς Σύρους ὥρμησε συνήθεις ὄντας αὐτῷ, Βροῦτος δὲ | |
τήν τε Ἑλλάδα καὶ τὴν Μακεδονίαν συνίστη. καὶ | 389 in vol. 2 | |
2.390 | προσεῖχον αὐτῷ ἔκ τε τῆς δόξης τῶν πεπραγμένων καὶ ὅτι καὶ στρατιώτας συχνούς, τοὺς μὲν ἐκ τῆς πρὸς Φαρσάλῳ μάχης ἐκεῖ που περιπλανωμένους, τοὺς δὲ καὶ ἐκ τῶν τῷ Δολοβέλλᾳ συνεξελθόντων | |
5 | ὑπολειφθέντας, προσλαβὼν εἶχε, καὶ χρήματα δέ οἱ ἐκ τῆς Ἀσίας παρὰ τοῦ Τρεβωνίου ἀπέσταλτο. τὸ μὲν οὖν Ἑλληνικὸν ἀπόνως προσεποιήσατο, καὶ τὴν Μακεδονίαν δὲ μετὰ τοῦτο πᾶσαν καὶ τὴν Ἤπειρον προσλαβὼν τῇ γερουσίᾳ ἐπέστειλε τὰ πεπραγμένα | |
10 | δηλῶν. οἱ δέ, ἔτυχον γὰρ τότε ὑπόπτως πρὸς τὸν Καίσαρα ἔχοντες, καὶ ἐπῄνεσαν αὐτὸν καὶ πάντων ἄρχειν τῶν ἐκεῖσε ἐκέλευσαν. κἀντεῦθεν αὐτός τε γέγονε προθυμότερος καὶ ὑπεῖκον ἀπροφασίστως ἔσχηκε τὸ ὑπήκοον. ἐπεὶ δ’ ὁ Καῖσαρ ἐν τῇ Ῥώμῃ | |
15 | τε ἐνηυθέντησε καὶ τοὺς τοῦ πατρὸς ἐτιμωρεῖτο σφα‐ γεῖς φανερῶς, ἐσκόπει ὅπῃ αὐτὸν ἐπιόντα ἀμύναιτο, καί τινας ἐπιβουλὰς πρός τινων αὐτῷ γενομένας ἀπεκρούσατο. καὶ ἐς τὴν ἄνω Μακεδονίαν ἀνεχώ‐ ρησεν, ἔχων τὸ ἰσχυρότατον τοῦ στρατοῦ, κἀκεῖθεν | |
20 | εἰς τὴν Ἀσίαν ἔπλευσεν, ἵνα μὴ τὰ ἐν τῇ Ῥώμῃ πραττόμενα ἐπὶ τὸ φοβερώτερον ἀγγελλόμενα μαθόν‐ τες οἱ στρατιῶται μεταβάλωνται. εἶτ’ αὖθις εἰς τὴν Εὐρώπην ἠπείχθη, δείσας μή τι νεωτερισθῇ. Κατὰ τὸν αὐτὸν δὲ καιρὸν καὶ ὁ Κάσσιος εἰς | |
25 | τὴν Ἀσίαν ἐπεραιώθη πρὸς τὸν Τρεβώνιον, καὶ λα‐ βὼν παρ’ αὐτοῦ χρήματα καὶ ἱππέας συχνοὺς καὶ ἑτέρους πολλοὺς τῶν τε Κιλίκων καὶ τῶν Ἀσιανῶν, τοὺς Ταρσέας καὶ ἄκοντας εἰς τὸ συμμαχικὸν προση‐ γάγετο. καὶ εἰς τὴν Συρίαν ἐλθών, ἀμαχεὶ πάντα | |
30 | τά τε τῶν δήμων καὶ τὰ τῶν στρατευμάτων προσε‐ ποιήσατο. παραλαβὼν οὖν τὴν Συρίαν εἰς τὴν Ἰου‐ | |
δαίαν ὥρμησε, πυθόμενος τοὺς στρατιώτας τοὺς ἐν | 390 in vol. 2 | |
2.391 | τῇ Αἰγύπτῳ ὑπὸ τοῦ Καίσαρος καταλειφθέντας προσ‐ ιέναι. ἐκείνους τε οὖν ἑτοίμως καὶ τοὺς Ἰουδαίους παρεστήσατο. οὕτω δὴ καὶ ὁ Κάσσιος διὰ ταχέων ἐγένετο ἰσχυρός, καὶ τῇ γερουσίᾳ τὰ ὅμοια τῷ | |
5 | Βρούτῳ ἐπέστειλε· καί οἱ τήν τε τῆς Συρίας ἀρχὴν ἡ βουλὴ ἐβεβαίωσε καὶ τὸν κατὰ τοῦ Δολοβέλλου πόλεμον ἐψηφίσατο. οὗτος γὰρ ἐτέτακτο μὲν τῆς Συρίας ἄρχειν, εἰς δὲ τὴν Ἀσίαν ἐνδιατρίβων τὸ δόγμα ἐμεμαθήκει, καὶ πρὸς μὲν τὴν Συρίαν οὐκ | |
10 | ἀπῆλθεν, αὐτοῦ δὲ καταμείνας τὸν Τρεβώνιον δόλῳ ἐν τῇ Σμύρνῃ ἀνεῖλε καὶ πᾶσαν τὴν Ἀσίαν κατέσχεν. οὕτω δὲ τῆς Ἀσίας γενόμενος ἐγκρατὴς εἰς τὴν Κιλι‐ κίαν ἦλθε, τοῦ Κασσίου ἐν Παλαιστίνῃ τυγχάνοντος, καὶ τοὺς μὲν Ταρσεῖς ἑκουσίους προσλαβών, φρου‐ | |
15 | ροὺς τοῦ Κασσίου ἐν Αἰγαῖς ὄντας ἐνίκησεν· ἐς δὲ τὴν Συρίαν ἐνέβαλε, καὶ τῆς μὲν Ἀντιοχείας ἀπε‐ κρούσθη, τὴν δὲ Λαοδίκειαν προσεποιήσατο. καὶ τὸ ναυτικὸν αὐτῷ προσῆλθε· κἀντεῦθεν ἰσχύσας εἰς Ἄραδον ἀπελήλυθεν, ἔνθα μετ’ ὀλίγων ἀπολειφθεὶς | |
20 | ἐκινδύνευε. διαφυγὼν οὖν ἀπήντησε τῷ Κασσίῳ, καὶ συμβαλὼν αὐτῷ ἡττήθη, καὶ εἰς τὴν Λαοδίκειαν ἐπολιορκεῖτο. ἐνδείᾳ δὲ τῶν ἐπιτηδείων ἀναγκα‐ σθείς, καὶ φοβηθεὶς μὴ ζῶν ἁλῷ, ἑαυτὸν διεχρήσατο. ὃ καὶ ὁ ὑποστράτηγος αὐτοῦ Μάρκος Ὀκτάβιος | |
25 | ἔπραξε. Κάσσιος δὲ ἐπεὶ τὰ ἐν τῇ Συρίᾳ καὶ τῇ Κιλικίᾳ κατεστήσατο, εἰς τὴν Ἀσίαν πρὸς τὸν Βροῦτον ἀφί‐ κετο. ὡς γὰρ τὴν συνωμοσίαν τῶν τριῶν ἀνδρῶν ἔμαθον, καθ’ ἑαυτῶν εἰδότες ἐκείνους πάντα ποιεῖν, | |
30 | προθυμότερον καὶ αὐτοὶ κοινῇ πάντα καὶ ἐβουλεύ‐ οντο καὶ ἔπραττον. καὶ αὐτοί τε περιιόντες καὶ | |
ἑτέρους διαπέμποντες τοὺς μὴ ἐκείνοις ὁμοφρονοῦν‐ | 391 in vol. 2 | |
2.392 | τας προσήγοντο καὶ χρήματα καὶ στρατιώτας συνή‐ θροιζον, τινῶν δὲ μὴ συμμαχῆσαι πειθομένων αὐτοῖς, ἐπ’ ἐκείνους ἐτράπησαν. καὶ Κάσσιος μὲν ναυμαχίᾳ τοὺς Ῥοδίους ἐνίκησε καὶ τὰς ναῦς αὐτῶν ἀφείλετο | |
5 | καὶ τὰ χρήματα, μετὰ δὲ ταῦτα καὶ τὸν Ἀριοβαρζά‐ νην συλλαβὼν ἀπέκτεινε· Βροῦτος δὲ τῶν Λυκίων ἐκράτησε, καὶ τῶν πόλεων τὰς μὲν πλείους ἀμαχεὶ προσηγάγετο, Ξάνθον δὲ εἰς πολιορκίαν κατέστησε, καὶ εἷλεν αὐτὴν καὶ κατέπρησεν. εἶτα πρὸς Πάταρα | |
10 | ἦλθε, καὶ προσεκαλεῖτο αὐτοὺς ὡς φίλους· ὡς δ’ οὐχ ὑπήκουσαν, τοὺς αἰχμαλώτους τῶν Ξανθίων συγγενεῖς αὐτοῖς ὄντας ἔπεμψεν, ἐλπίζων δι’ ἐκείνων αὐτοὺς προσαγαγέσθαι. οἱ δ’ οὐδ’ οὕτως ἐνέδοσαν. πωλήσας οὖν τινας τῶν αἰχμαλώτων τοὺς λοιποὺς | |
15 | ἠλευθέρωσεν. ἰδόντες δὲ τοῦτο οἱ Παταρεῖς εὐθὺς αὐτῷ ὡς ἀρετὴν ἔχοντι προσέθεντο. τοῦτο δὲ καὶ οἱ Μυρεῖς ἐποίησαν, ἐπειδὴ τὸν στρατηγὸν αὐτῶν ἐν τῷ ἐπινείῳ λαβὼν ἀπέλυσε. καὶ τἄλλα δὲ δι’ ὀλίγου παρεστήσατο. | |
20 | Ἐντεῦθεν ἄμφω εἰς τὴν Ἀσίαν ἦλθον, καὶ εἰς τὴν Μακεδονίαν ἠπείγοντο. Γάιος δὲ ὁ Νωρβανὸς καὶ Δεκίλλιος Σάξας παρὰ τοῦ Καίσαρος καὶ τοῦ Ἀντωνίου εἰς Μακεδονίαν ἐστάλησαν, καὶ πρὸς τοῖς Φιλίπποις στρατοπεδευσάμενοι τὴν σύντομον ὁδὸν | |
25 | προκατέλαβον. διὸ ὁ Βροῦτός τε καὶ ὁ Κάσσιος ἑτέ‐ ραν μακροτέραν περιελθόντες, καὶ βιασάμενοι τὴν ἐκεῖ φρουράν, πρὸς τὴν πόλιν κατὰ τὰ μετέωρα πα‐ ρῆλθον κἀκεῖ ἐστρατοπεδεύσαντο. ὑπερτεροῦντες δὲ | |
τῷ πλήθει τῶν ἐναντίων τό τε ὄρος τὸ Σύμβολον | 392 in vol. 2 | |
2.393 | κατέλαβον καὶ τὰ ἐπιτήδεια ἔκ τε τῆς θαλάσσης ἐπή‐ γοντο καὶ ἐκ τοῦ πεδίου καταθέοντες ἐλάμβανον. Νωρβανὸς δὲ καὶ Σάξας συμβαλεῖν αὐτοῖς οὐκ ἐτόλ‐ μων, τὸν Καίσαρα δὲ καὶ τὸν Ἀντώνιον μετεπέμ‐ | |
5 | ποντο. οἱ δὲ μέρος μέν τι τοῦ στρατοῦ πρὸς φυλα‐ κὴν τῆς Ἰταλίας κατέλιπον, τῷ δὲ πλείονι ἐπεραιώ‐ θησαν τὸν Ἰόνιον. καὶ Καῖσαρ μὲν νοσήσας ἐν Δυρραχίῳ κατέμεινεν, Ἀντώνιος δ’ ἐπὶ Φιλίππους ἤλασε, καί τινας τῶν ἐναντίων ἐνεδρεύσας σιταγω‐ | |
10 | γοῦντας ἐσφάλη. ὁ δὲ Καῖσαρ καθ’ ἑκάτερον δείσας, εἴτε τι ἐλαττωθείη κατὰ μόνας συμβαλὼν Ἀντώνιος, εἴτε καὶ κρατήσει, ἐκ μὲν γὰρ τοῦ τὸν Βροῦτόν τε καὶ τὸν Κάσσιον, ἐκ δὲ τοῦ τὸν Ἀντώνιον πάντως ἐφ’ ἑαυτὸν ἰσχύσειν ἐνόμισεν, ἠπείχθη καὶ ἔτι ἀρρω‐ | |
15 | στῶν· καὶ οἱ περὶ τὸν Ἀντώνιον ἀνεθάρσησαν. Ἀντικαθημένων δ’ ἀλλήλοις τῶν ἀντιπολέμων ἐκδρομαὶ μὲν παρ’ ἀμφοτέρων ἐγίνοντο, μάχη δὲ οὐ‐ δεμία ἐκ παρατάξεως, καίτοι τοῦ τε Καίσαρος καὶ τοῦ Ἀντωνίου συμβαλεῖν σπουδαζόντων. ὁ δὲ δὴ | |
20 | Κάσσιος καὶ ὁ Βροῦτος ἀνεβάλλοντο, οὐκ ὀκνοῦντες τὴν μάχην, ἀλλ’ εἴ πως ἄνευ κινδύνων καὶ φθόρου τινῶν ἐπικρατήσειαν. ὡς δὲ τὰ στρατεύματα τῇ τε τριβῇ βαρυνόμενα καὶ τῶν ἀντικειμένων καταφρο‐ νήσαντα, ὅτι τὸ καθάρσιον πρὸ τῶν ἀγώνων γινό‐ | |
25 | μενον ἐντὸς τοῦ ἐρύματος ὡς δεδιότες ἐποιήσαντο οἱ περὶ Καίσαρα καὶ Ἀντώνιον, εἰς τὴν μάχην τε ὥρ‐ μησαν οἱ Βρούτου καὶ διελάλουν ὅτι, ἂν ἐπὶ πλέον ὑπερτιθῇ, ἐκλιπόντες τὸ στρατόπεδον σκεδασθήσον‐ ται, οὕτω δὴ καὶ ἄκοντες συνέμιξαν. | |
30 | Μέγιστος δὲ Ῥωμαίοις διαφανῶς ὁ ἀγὼν οὗτος ἐγένετο. τοῦτο δὲ καὶ ἐκ τῶν γεγονότων σημείων ἔν | |
τε τῇ Ῥώμῃ καὶ ἐν τῇ Μακεδονίᾳ τεκμήραιτό τις. | 393 in vol. 2 | |
2.394 | ἐν γὰρ τῷ ἄστει ὁ ἥλιος τοτὲ μὲν ἠλαττοῦτο, τοτὲ δὲ μέγας ἐφαίνετο, ἐξέλαμψε δέ ποτε καὶ νυκτός, λαμ‐ πάδες τε ἄλλοσέ πῃ καὶ ἄλλοσε ᾄττειν ἐδόκουν, καὶ σαλπίγγων ἠχαὶ καὶ ὅπλων κτύποι καὶ βοαὶ στρατο‐ | |
5 | πέδων νυκτὸς ἐκ τῶν τοῦ Καίσαρος καὶ τῶν τοῦ Ἀντωνίου ὁμορούντων ἀλλήλοις παρὰ τῷ Τιβέριδι ἐξηκούοντο, καί τι παιδάριον δεκαδακτύλους χεῖρας ἔχον ἐγεννήθη, ἡμίονός τε ἔτεκε τέρας· τὰ μὲν γὰρ πρόσθια ἵππῳ, τὰ δὲ λοιπὰ ἡμιόνῳ ἐῴκει. ἐν μὲν | |
10 | οὖν τῇ Ῥώμῃ ταῦτά τε καὶ ἄλλα ἐγένετο, ἐν δὲ τῇ Μακεδονίᾳ περὶ τὸ στρατόπεδον τοῦ Κασσίου μέλισ‐ σαί τε πολλαὶ αὐτὸ περιέσχον, καὶ ἐν τῷ καθαρσίῳ τὸν στέφανον αὐτῷ κατεστραμμένον ὁ ῥαβδοῦχος προσήνεγκε, καὶ ἐν πομπῇ τινι παῖς Νίκην φέρων | |
15 | χρυσῆν ὀλισθήσας ἔπεσε, καὶ γῦπες πολλοὶ καὶ ἄλλοι ὄρνιθες νεκροφάγοι εἰς τὰ ἐκείνων διεφοίτων στρα‐ τόπεδα ἔκλαζόν τε φρικῶδές τι καὶ δεινόν. τοῦ δὲ νέου Καίσαρος ἰατρὸς ἔδοξε τὴν Ἀθηνᾶν ἐν ὕπνοις λέγειν αὐτῷ ἐκ τῆς σκηνῆς τὸν Καίσαρα ἐξαγαγεῖν | |
20 | καὶ καταστῆσαι εἰς τὴν παράταξιν, καίτοι ἔτι κακῶς ἀρρωστοῦντα· ὃ καὶ περιέσωσεν αὐτόν, ὡς εἰρήσεται. Τὴν μὲν οὖν ἡμέραν τῆς μάχης οὐχ ὡρίσαντο, ὥσπερ δὲ ἀπὸ συγκειμένου τινὸς ἕωθεν ἐξοπλισάμε‐ νοι προῆλθον, καὶ ἐν κόσμῳ καὶ ἡσυχῇ παρετάξαντο. | |
25 | εἶτα συμμίξαντες πολλῷ μὲν ἐχρήσαντο ὠθισμῷ, πολλῷ δὲ ξιφισμῷ καὶ προθυμίᾳ πολλῇ· καὶ οὔθ’ ὑπαγωγαῖς οὔτε διώξεσιν οὐδένες ἐχρήσαντο, ἀλλ’ αὐτοῦ ὥσπερ εἶχον ἐτίτρωσκον, ἐτιτρώσκοντο, ἐφό‐ νευον, ἐφονεύοντο. καὶ ὁ μὲν Βροῦτος τοῖς περὶ τὸν | |
30 | Καίσαρα ἀντιμαχόμενος ἐκράτει, Κάσσιος δὲ ἀντιτε‐ ταγμένος τοῖς περὶ τὸν Ἀντώνιον ἥττητο, καὶ τὰ | |
στρατόπεδα ἀμφοτέρωθεν ἑάλω. οὐκ ἔγνων μέντοι | 394 in vol. 2 | |
2.395 | οὔτε τὴν νίκην τῶν ἑτέρων οἱ ἡττημένοι οὔτε τὴν ἧτταν οἱ νενικηκότες· τά τε γὰρ στρατόπεδα πολὺ ἀφεστήκασι καὶ ἀπλέτου κονιορτοῦ γενομένου ἠγνόη‐ σαν τὸ τέλος τῆς μάχης. τέως δὲ τό τε τοῦ Καίσαρος | |
5 | τάφρευμα καὶ τὸ τοῦ Ἀντωνίου ἐπορθήθη, καὶ τὰ ἐν αὐτῷ πάντα ἑάλω, ὥστ’ εἰ μὴ κατὰ τὸ ὄναρ τοῦ ἰα‐ τροῦ ὑπεξῆλθεν ὁ Καῖσαρ τοῦ χαρακώματος, ἐν αὐτῷ ἂν καταληφθεὶς κεκινδύνευκεν. Ὁ δὲ Κάσσιος ἐκ μὲν τῆς μάχης ἐσώθη, τοῦ δὲ | |
10 | ἐρύματος καὶ αὐτοῦ πορθηθέντος ἐπὶ λόφον ἀνεχώ‐ ρησεν ἔχοντα πρὸς τὸ πεδίον σκοπάς, ὑποτοπήσας δὲ καὶ τὸν Βροῦτον ἐσφάλθαι, ἔπεμψεν ἑκατόνταρχον κατασκεψόμενον καὶ ἀγγελοῦντα αὐτῷ ὅπου τε ὁ Βροῦτος εἴη καὶ ὅ,τι πράττοι. ἐπεὶ δὲ ὁ σταλεὶς | |
15 | συναντήσας ἱππεῦσιν, οὓς ἀπεστάλκει ὁ Βροῦτος μαθησομένους περὶ τῶν κατὰ Κάσσιον, παρ’ αὐτῶν ἐκυκλώθη ἀσπαζομένων αὐτὸν καὶ δεξιουμένων, ἔδο‐ ξεν ὁ Κάσσιος πολεμίους εἶναι τοὺς προσιόντας καὶ ὑπ’ αὐτῶν ἐνσχεθῆναι τὸν ἑκατόνταρχον, καί τινι | |
20 | Πινδάρῳ ἐξελευθέρῳ τὸν ἑαυτοῦ φόνον προσέταξε. Καὶ ὁ μὲν τοιοῦτον ἔσχε τέλος, καὶ ὁ ἑκατόνταρ‐ χος ἐπανελθὼν καὶ γνοὺς τὸ δρᾶμα κακίσας τε διὰ τὴν βραδυτῆτα ἑαυτὸν ἐπαπέκτεινεν· ὁ δέ γε Βροῦ‐ τος τήν τε ἧτταν τοῦ Κασσίου μαθὼν καὶ τὸν θάνα‐ | |
25 | τον ἐπεδάκρυσε, τοὺς δὲ περισωθέντας τῶν ἐκείνου στρατιωτῶν συναγαγὼν καὶ λόγοις καὶ δόσει χρημά‐ των παρεμυθήσατο. ἔπεσον δ’ ἐν τῇ μάχῃ τούτων μὲν περὶ ὀκτακισχιλίους, τῶν δὲ περὶ Καίσαρα καὶ Ἀντώνιον πλείους ἢ διπλάσιοι. διὸ καὶ ἠθύμουν | |
30 | ἐκεῖνοι, πρὶν ἢ Δημήτριός τις Κασσίου θεράπων ἑσπέρας ἀφίκετο πρὸς Ἀντώνιον, τὰς χλαμύδας καὶ | |
τὸ ξίφος ἐκείνου φέρων. ὧν κομισθέντων οὕτως | 395 in vol. 2 | |
2.396 | ἀνεθάρσησαν, ὥστε ἅμ’ ἡμέρᾳ προάγειν ὡπλισμένην ἐπὶ μάχῃ τὴν δύναμιν. Βροῦτος δ’ ἐκ παρατάξεως μαχέσασθαι οὐκ ἐβούλετο, θορυβεῖν δὲ καὶ ταράττειν νύκτωρ ἐπειρᾶτο τοὺς πολεμίους. καί ποτε καὶ τὸν | |
5 | ποταμὸν παρατρέψας πολὺ τοῦ ἐρύματος αὐτῶν κα‐ τέκλυσεν. ἐπεὶ δ’ ἔγνω τινὰς αὐτομολοῦντας τῶν αὐτοῦ πρὸς τοὺς ἐναντίους, δείσας μὴ καὶ πλέον τι νεωτερισθῇ, συμμίξαι ἔγνω αὐτοῖς. πολλῶν δ’ αἰχ‐ μαλώτων ἐν τῷ στρατοπέδῳ αὐτοῦ ὄντων, μὴ ἔχων | |
10 | ὅπως αὐτοὺς διάθηται κατὰ τὸν τῆς μάχης καιρόν, τὸ μὲν δουλικὸν πλῆθος ἀναιρεθῆναι κεκέλευκε, τῶν δ’ ἐλευθέρων τοὺς μὲν φανερῶς ἀπέλυσε, τοὺς δὲ κρύπτων καὶ συνεκπέμπων ἔσωζεν, ὁρῶν τοὺς ἡγε‐ μόνας ἀδιαλλάκτως ἔχοντας, καίτοι τῶν ἐναντίων | |
15 | τοὺς ζωγρηθέντας τῶν αὐτοῦ στρατιωτῶν ἀποκτει‐ νάντων. Κατὰ δὲ τὴν ἑσπέραν, ὅτε τῇ ἐπιούσῃ μαχέσα‐ σθαι ἔμελλον, τὸ φάσμα ἐφάνη τῷ Βρούτῳ ὃ καὶ πρῴην ἐξ Ἀσίας διαβαίνων νυκτὸς ἐθεάσατο· ἦν δὲ | |
20 | τοιοῦτον. νὺξ ἦν βαθεῖα καὶ φῶς οὐ πάνυ λαμπρὸν ἐν τῇ σκηνῇ αὐτοῦ ὑπανῆπτο· ὁ δ’ ἠγρύπνει σκοπῶν τι καὶ λογιζόμενος. ἔδοξεν οὖν εἰσιέναι τινὰ τὴν σκηνήν, καὶ ἀπιδὼν πρὸς τὴν εἴσοδον ὁρᾷ δεινὴν καὶ ἀλλόκοτον ὄψιν ἐκφύλου σώματος σιωπῇ παρε‐ | |
25 | στῶτος αὐτῷ. ἐρόμενος δέ “τίς ποτ’ ὢν ἢ τί βουλό‐ μενος ἥκεις;” ἤκουσεν ἐξ ἐκείνου “ὁ σός εἰμι, Βροῦτε, δαίμων κακός, ὄψει δέ με περὶ Φιλίππους.” καὶ ὁ Βροῦτος ἀπτοήτως “ὄψομαι” εἶπε. τοῦτο οὖν | |
αὖθις τὸ φάσμα ἑώρακε τὴν αὐτὴν ἐπιδειξάμενον | 396 in vol. 2 | |
2.397 | ὄψιν, οὐδὲν μέντοι φθεγξάμενον, ἀλλ’ οἰχόμενον. καὶ ἀετοὺς δύο φασὶν ἐν μεταιχμίῳ τῶν στρατοπέδων συμπεσόντας ἀλλήλοις μάχεσθαι τότε, εἶξαι δὲ καὶ φυγεῖν τὸν κατὰ Βροῦτον. | |
5 | Συμβαλὼν οὖν τοῖς ἐναντίοις καὶ αὐτὸς ἡττήθη. τό τε γὰρ ὁπλιτικὸν αὐτοῦ ἀγχώμαλα ἐπὶ πλεῖστον ἀγωνισάμενον ἐνέκλινε, κἀκ τούτου καὶ τὸ ἱππικὸν καίτοι γενναίως μαχόμενον ἐνέδωκεν. ἐνταῦθα καὶ Μάρκος ὁ Κάτωνος υἱὸς ἐν τοῖς ἀρίστοις καὶ γεν‐ | |
10 | ναιοτάτοις τῶν νέων ταττόμενος οὐκ εἶξε καταπονού‐ μενος οὐδὲ ἔφυγεν, ἀλλὰ χρώμενος τῇ χειρὶ καὶ φράζων ὅστις εἴη καὶ πατρόθεν ἑαυτὸν ὀνομάζων ἔπεσεν ἐπὶ πολλοῖς τῶν πολεμίων νεκροῖς. ἔπιπτον δὲ καὶ τῶν ἄλλων οἱ κράτιστοι τοῦ Βρούτου προκιν‐ | |
15 | δυνεύοντες. Λουκίλλιος δέ τις ἀνὴρ ἀγαθὸς ὁρῶν βαρβάρους τινὰς ἱππέας ἐλαύνοντας ῥύδην ἐπὶ τὸν Βροῦτον, αὐτὸς ἔφη Βροῦτος εἶναι καὶ ἄγειν ἐδεῖτο ἐπὶ τὸν Ἀντώνιον, ὡς τάχα τὸν Καίσαρα δεδοικώς. οἱ δὲ | |
20 | ἦγον τὸν ἄνδρα, ἀγγέλους προπέμψαντες. ἐπεὶ δ’ ἐγγὺς ἦσαν, ὁ μὲν Ἀντώνιος διηπόρει ὅπως χρὴ δέ‐ ξασθαι τὸν Βροῦτον, ὁ δὲ Λουκίλλιος προσαχθείς “Μάρκον μὲν” εἶπε “Βροῦτον, Ἀντώνιε, οὐδεὶς ᾕρηκεν οὐδ’ ἂν ἕλοι πολέμιος. μὴ τοσοῦτον κρατή‐ | |
25 | σειεν ἡ τύχη τῆς ἀρετῆς. εὑρεθήσεται δὲ ζῶν ἐκεῖ‐ νος ἤπου καὶ νεκρὸς ἀξίως κείμενος ἑαυτοῦ.” θαυ‐ μάσας δὲ ὁ Ἀντώνιος τοῖς αὐτὸν ἄγουσι στρατιώταις ἔφη “χαλεπῶς, ὦ συστρατιῶται, φέρετε τὴν ἀπάτην ἴσως· ἀλλ’ ἴστε κρείττονα τῆς ζητουμένης ἄγρας | |
30 | ᾑρηκότες· πολέμιον γὰρ ζητοῦντες φίλον ἡμῖν κο‐ μίζετε.” | |
Βροῦτος δὲ πρός τι χωρίον ὑλῶδες κατηντηκὼς | 397 in vol. 2 | |
2.398 | ἤδη σκότους ὄντος, ὀλίγων περὶ αὐτὸν ἡγεμόνων ὄντων, εἰς τὸν οὐρανὸν ἀναβλέψας ἀνεφθέγξατο Ζεῦ, μὴ λάθῃ σε τῶνδ’ ὃς αἴτιος κακῶν. τοῦτον τὸν στίχον εἰπεῖν αὐτὸν ὁ Πλούταρχος ἀνα‐ | |
5 | γράφει· ὁ δέ γε Δίων ταῦθ’ ἱστορεῖ τότε τὸν Βροῦ‐ τον εἰπεῖν “ὦ τλᾶμον ἀρετά, ἄλλως ἄρ’ ἦσθα λόγος, ἐγὼ δέ σε ὡς ἔργον ἤσκουν, σὺ δ’ αὖ ἐδούλευες τύχῃ.” εἰπόντος δέ τινος ὡς δεῖ φεύγειν, “πάνυ μὲν οὖν” ἔφη “φευκτέον, ἀλλὰ διὰ τῶν χειρῶν, οὐ | |
10 | διὰ τῶν ποδῶν.” καὶ τοῦτο εἰπὼν καὶ τῷ ξίφει γυμνῷ ἐπιπεσὼν ἐτελεύτησε. τὸν δὲ τούτου νεκρὸν Ἀντώνιος ἀνευρὼν τῇ πολυτελεστάτῃ τῶν ἑαυτοῦ φοινικίδων περιέβαλε. Πορκία δὲ ἡ τοῦ Βρούτου γυνή, Κάτωνος δὲ | |
15 | θυγάτηρ, φυλαττομένη καὶ μὴ ἐωμένη ἑαυτὴν ἀνε‐ λεῖν, ἄνθρακας ἐκ τοῦ πυρὸς ἁρπάσασα καὶ κατα‐ πιοῦσα ἀπέθανε. περὶ ἧς ὁ Πλούταρχος ἔγραψεν ὡς πρὸ τῆς τοῦ Καίσαρος τοῦ προτέρου σφαγῆς ὁρῶσα τὸν ἄνδρα σύννουν καὶ μεστὸν ταραχῆς ἀήθους, καί | |
20 | τι βούλευμα κατανοήσασα παρ’ ἑαυτῷ θάλποντα δυσ‐ εξέλικτον, οὐ πρότερον αὐτὸν περὶ τῶν ἀπορρήτων ἀνήρετο πρὶν ἢ λαβεῖν διάπειραν ἑαυτῆς. λαβοῦσα γάρ, φησί, μαχαίριον, τομὴν βαθεῖαν λάθρᾳ ἐπήνεγκε τῷ μηρῷ, ὡς μετὰ μικρὸν ὀδύνας ἐπιγενέσθαι νεανι‐ | |
25 | κὰς καὶ φρικώδεις ἀναφθῆναι πυρετοὺς ἐκ τοῦ τραύ‐ ματος. ἀγωνιῶντος δὲ τοῦ Βρούτου ἐν ἀκμῇ τῆς ἀλγηδόνος οὖσα ἔφη αὐτῷ “ἐγώ, Βροῦτε, οὐχ ὡς αἱ παλλακευόμεναι κοίτης μεθέξουσα καὶ τραπέζης μό‐ νον ἐδόθην σοι, ἀλλὰ κοινωνὸς εἶναι καὶ ἀγαθῶν | |
30 | καὶ ἀνιαρῶν. τὰ μὲν οὖν σὰ πάντα περὶ τὸν γάμον | |
ἄμεμπτα, τῶν δὲ παρ’ ἐμοῦ τίς ἀπόδειξις ἢ χάρις εἰ | 398 in vol. 2 | |
2.399 | μήτε πάθος ἀπόρρητον συνδιοίσω σοι μήτε φροντίδα πίστεως δεομένην; οἶδ’ ὅτι γυναικεία φύσις ἀσθενὴς δοκεῖ λόγον ἐνεγκεῖν ἀπόρρητον· ἀλλ’ ἔστι τις καὶ τροφῆς ἀγαθῆς καὶ ὁμιλίας χρηστῆς εἰς ἦθος ἰσχύς. | |
5 | ἐμοὶ δὲ τὸ Κάτωνος εἶναι θυγατέρα καὶ τὸ Βρούτου γυναῖκα πρόσεστιν. οἷς πρότερον μὲν ἧττον ἐπεποί‐ θειν, νῦν δ’ ἐμαυτὴν ἔγνωκα καὶ πρὸς πόνον ἀήττη‐ τον εἶναι.” ταῦτ’ εἰποῦσα δείκνυσιν αὐτῷ τὸ τραῦμα καὶ διηγεῖται τὴν πεῖραν. ὁ δ’ ἐκπλαγεὶς ἐπηύξατο | |
10 | δοῦναι τοὺς θεοὺς κατορθοῦντα τὴν πρᾶξιν ἄνδρα Πορκίας ἄξιον φανῆναι. Τῷ μὲν οὖν Βρούτῳ ὃν εἴρηται τρόπον ἐπέλιπε τὸ βιώσιμον, τῶν δὲ μετ’ αὐτοῦ γενομένων ἐπισήμων ἀνδρῶν οἱ μὲν πλείους ἑαυτοὺς αὐτίκα ἀπέκτειναν ἢ | |
15 | ἁλόντες ἐφθάρησαν, οἱ δὲ λοιποὶ τότε διαφυγόντες ἐπὶ τὴν θάλασσαν μετὰ τοῦτο τῷ Σέξτῳ προσέθεντο. Καὶ ὁ μὲν Βροῦτος καὶ ὁ Κάσσιος οὕτως ἀπώλοντο τοῖς ξίφεσι σφαγέντες οἷς τὸν Καίσαρα διεχρήσαντο, Καῖσαρ δὲ καὶ Ἀντώνιος αὐτίκα τὴν ἀρχὴν ἀνεδά‐ | |
20 | σαντο· καὶ τῷ μὲν ἥ τε Ἰβηρία καὶ ἡ Νουμιδία προσ‐ εκεκλήρωτο, Ἀντωνίῳ δὲ ἡ Γαλατία τε καὶ ἡ Ἀφρική, συνθεμένοις, εἰ ἐπὶ τούτοις ἀγανακτοίη ὁ Λέπιδος, ἐκστῆναί οἱ τῆς Ἀφρικῆς. ταῦτα δὲ μόνα ἐδάσαντο, ὅτι Σαρδὼ μὲν καὶ Σικελίαν Σέξτος κα‐ | |
25 | τεῖχε, τὰ δ’ ἔξω τῆς Ἰταλίας ἐν ταραχῇ ἔτι ἦν. καὶ ἐπὶ τούτοις Ἀντώνιος μὲν εἰς τὴν Ἀσίαν, καταστή‐ σων τοὺς αὐτοῖς ἀντιπολεμήσαντας καὶ ἀργυρολογή‐ σων, ἀπῄει· Καῖσαρ δ’ εἰς τὴν Ἰταλίαν ὡρμήθη, τὸν Λέπιδον κωλύσων, ἄν τι παρακινῇ, καὶ τῷ Σέξτῳ | |
30 | ἀντιταξόμενος. νοσῶν δὲ καὶ διὰ τοῦτο βραδύτερον | |
ἰὼν εἰς τὴν Ῥώμην ἀφίκετο, καὶ τὰ νενομισμένα ἐπὶ | 399 in vol. 2 | |
2.400 | τῇ νίκῃ τελέσας πρὸς τὴν τῶν πραγμάτων ἐτράπη διοίκησιν. ὁ γὰρ Λέπιδος φόβῳ καὶ νωθείᾳ ἡσύχα‐ σεν, ἡ δὲ τοῦ Ἀντωνίου γυνὴ Φουλβία καὶ ὁ Λού‐ κιος Ἀντώνιος ὑπατεύων τῶν πραγμάτων ἀντελαμ‐ | |
5 | βάνοντο καὶ τῷ Καίσαρι διηνέχθησαν, ὥστε τὸν Καίσαρα τὴν τῆς Φουλβίας θυγατέρα πέμψαι αὐτῇ, τὴν ἐκ τῆς ἐπιγαμίας συγγένειαν λύσαντα. Καὶ διὰ ταῦτα οὖν καὶ διὰ τὸν λιμόν, ὃς τότε τοὺς Ῥωμαίους ἐπίεζεν, ὁ Καῖσαρ ἐν ἀμηχανίᾳ ἐγέ‐ | |
10 | νετο. ἡ μὲν γὰρ κατὰ Σικελίαν θάλασσα ὑπὸ τοῦ Σέξτου κατείχετο, ὁ δ’ Ἰόνιος κόλπος ὑπὸ Δομιτίου Γναίου, ὃς τῶν μὲν σφαγέων τοῦ Καίσαρος ἦν, ἐκ δὲ τῆς ἐν Φιλίπποις μάχης διαφυγὼν ναυτικὸν συνε‐ κρότησε, καὶ τοῦ τε κόλπου χρόνον τινὰ ἐκράτησε | |
15 | καὶ τὰ τῶν ἐναντίων ἔφθειρε. διὰ γοῦν τὸν λιμὸν τοῦτον καὶ δι’ αἰτίας ἑτέρας καὶ ἐστασίασαν πρὸς ἀλλήλους ὅ τε δῆμος καὶ τὸ στρατιωτικόν, καὶ εἰς μάχας ἡ στάσις περιέστη, ὥστε καὶ τιτρώσκεσθαι καὶ θνήσκειν ἐξ ἀμφοτέρων καὶ οἰκίας καταπρησθῆναι | |
20 | συχνάς. ἐντεῦθεν δείσας ὁ Καῖσαρ καταλλαγῆναι τῇ τε Φουλβίᾳ καὶ τῷ ὑπάτῳ τῷ Λουκίῳ ἠθέλησεν. ἐπεὶ δὲ διὰ πολλῶν ἄλλων καὶ τῶν ἐστρατευμένων πρεσβευσάμενος πρὸς αὐτοὺς οὐδὲν ἤνυεν, βουλευ‐ τὰς ἔστειλε, τάς τε συνθήκας τὰς πρὸς τὸν Ἀντώνιον | |
25 | αὐτῷ γενομένας ἐκφήνας σφίσι καὶ δικαστὰς τῶν διαφορῶν αὐτοὺς ποιήσας. ὡς δ’ οὐδὲν οὐδ’ οὗτοι πρᾶξαι ἴσχυσαν, πρὸς τὸ στρατιωτικὸν αὖθις ἀπέ‐ κλινε. καὶ εἰς τὴν Ῥώμην οἱ στρατιῶται, ὡς καὶ τῷ δήμῳ καὶ τῇ βουλῇ κοινωσόμενοί τι, συνελθόντες, | |
30 | τούτων μὲν οὐκ ἐφρόντισαν, ἐς δὲ τὸ Καπιτώλιον ἀθροισθέντες τάς τε συνθήκας ἃς ὁ Ἀντώνιος καὶ | |
ὁ Καῖσαρ ἔθεντο ἀναγνωσθῆναι σφίσιν ἐκέλευσαν | 400 in vol. 2 | |
2.401 | καὶ ἐκείνας τε ἐπεκύρωσαν καὶ περὶ ὧν διεφέροντο ἑαυτοὺς ἐκάθισαν δικαστάς. καὶ ἐπειδὴ ὁ μὲν Καῖ‐ σαρ ἕτοιμος δικασθῆναι κατὰ τὴν ὡρισμένην ἡμέραν ἐγένετο, ἡ Φουλβία δὲ καὶ ὁ ὕπατος οὐ παρῆν, ὡς | |
5 | ἀδικούντων ἐκείνων κατεψηφίσαντο, καὶ τὰ τοῦ Καί‐ σαρος ἐπρέσβευσαν. καὶ μάχη μεταξὺ αὐτῶν συγ‐ κεκρότητο, καθ’ ἣν ὑπερέσχεν ὁ Καῖσαρ, ὥστε πολ‐ λοὺς τῶν τε βουλευτῶν καὶ τῶν ἱππέων φθαρῆναι, καὶ τὸν ὕπατον ἁλῶναι τὸν Λούκιον, ἀπολυθῆναι δέ. | |
10 | ἡ δὲ Φουλβία πρὸς τὸν Ἀντώνιον μετὰ τῶν τέκνων ἀπέδρα. Καῖσαρ δὲ τά τε ἐν τῇ Ἰταλίᾳ κατεργασάμενος καὶ τοῦ Ἰονίου κόλπου ἠλευθερωμένου, ὁ γὰρ Δομί‐ τιος ἀπογνοὺς ἀπέπλευσε πρὸς Ἀντώνιον, παρε‐ | |
15 | σκευάζετο ὡς πρὸς τὸν Σέξτον ὁρμήσων. διὰ δὲ τὴν δύναμιν αὐτοῦ, καὶ ὅτι τῷ Ἀντωνίῳ διὰ τῆς μητρὸς ἐκοινολογήσατο, ἔδεισε μὴ καὶ ἀμφοῖν ἅμα πολεμήσῃ· καὶ τὸν Σέξτον προτιμήσας, ἅτε τοῦ Ἀντωνίου πι‐ στότερόν τε καὶ ἰσχυρότερον, τήν τε μητέρα Μου‐ | |
20 | κίαν αὐτῷ ἔπεμψε καὶ τὴν τοῦ πενθεροῦ αὐτοῦ Λουκίου Σκριβωνίου Λίβωνος ἀδελφὴν ἔγημεν, εἴ πως ἐκ τῆς εὐεργεσίας καὶ τῆς συγγενείας φίλον αὐτὸν ποιήσαιτο. ὁ γὰρ Σέξτος τῆς ἀρχῆς ἧς εἶχεν ὑπὸ τοῦ Καίσαρος πρῴην παραλυθείς, τοῦ δὲ ναυτι‐ | |
25 | κοῦ ἀντεχόμενος, ἅτε μὴ τοῦ φόνου τοῦ Καίσαρος ἐκείνου μετεσχηκὼς ἤλπιζε καὶ καταχθήσεσθαι πρὸς τοῦ νέου Καίσαρος. ὡς δ’ ἔγνω καὶ ἐπ’ αὐτῷ τὸν ἐκείνου φόνον ἐπικεκηρυγμένον, ἀπέγνω καὶ πρὸς πόλεμον ἡτοιμάζετο, ναυπηγῶν τριήρεις καὶ τοὺς | |
30 | αὐτομολοῦντας δεχόμενος καὶ τοὺς καταποντιστὰς προσεταιριζόμενος. καὶ ἐν ὀλίγῳ ἐγένετο ἰσχυρὸς | |
καὶ τῆς πρὸς τῇ Ἰταλίᾳ θαλάσσης ἐκράτησε. προχω‐ | 401 in vol. 2 | |
2.402 | ρούντων δ’ αὐτῷ τῶν πραγμάτων ἐς Σικελίαν ἔπλευσε, καὶ ταύτην κατέσχε, καὶ στρατιώτας ἐκεῖθεν πλείους καὶ ναυτικὸν ἰσχυρότατον συνήγαγε. διὰ ταῦτά τε καὶ ἵνα μὴ τῷ Ἀντωνίῳ φιλιωθῇ, καταλλα‐ | |
5 | γῆναί οἱ ὁ Καῖσαρ ἱμείρετο. διαμαρτὼν δὲ τούτου, ἐκείνῳ μὲν Μάρκον Ἀγρίππαν πολεμήσοντα ἔπεμψεν, αὐτὸς δ’ ἐς Γαλατίαν ἀπῆρε. μαθὼν οὖν ὁ Σέξτος ταῦτα ἐς τὴν Ἰταλίαν ἀνέπλευσε καὶ ἐνέμεινεν αὐτὴν ληιζόμενος. ὁ δὲ δὴ Καῖσαρ τὴν Γαλατίαν κατέσχε, | |
10 | τὸν μέντοι Λέπιδον ἐς τὴν Ἀφρικὴν ἔπεμψεν, ἵν’ ὡς παρ’ αὐτοῦ ταύτην λαβών, καὶ οὐχὶ καὶ παρὰ τοῦ Ἀντωνίου, αὐτῷ μόνῳ τὴν χάριν ὁμολογῇ. Ἀντώνιος δὲ Μάρκος εἰς τὴν Ἀσίαν ἐλθών, τὰ μὲν αὐτὸς περιιών, ἐς δέ τινα στέλλων ἑτέρους, τάς | |
15 | τε πόλεις ἠργυρολόγει καὶ τὰς δυναστείας ἐπίπρασκε. τῆς δέ γε Κλεοπάτρας ἐν Κιλικίᾳ ὀφθείσης αὐτῷ, ἔρωτι τῆς γυναικὸς οὐκέτ’ οὐδεμίαν φροντίδα τοῦ καλοῦ ἐποιήσατο, ἀλλὰ τῇ Αἰγυπτίᾳ ἐδούλευε· καὶ ἄλλα τε διὰ τοῦτο ἔπραξεν ἄτοπα καὶ τοὺς ἀδελφοὺς | |
20 | αὐτῆς ἀπέκτεινε· καὶ τέλος ἀπῆρεν εἰς Αἴγυπτον. ὅθεν οἱ Πάρθοι, καὶ πρὶν κινούμενοι, τότε δὴ καὶ μᾶλλον τοῖς Ῥωμαίοις ἐπέθεντο, τοῦ Λαβιηνοῦ πρὸς τοῦτο σφᾶς ἐρεθίσαντος· ὃς τῷ Βρούτῳ μὲν καὶ τῷ Κασσίῳ συνεστρατεύετο, πεμφθεὶς δὲ παρ’ ἐκείνων | |
25 | εἰς Πάρθους συμμαχίαν αἰτουμένων, ὡς τὴν ἐκείνων ἧτταν ἔγνω, κατέμεινε παρὰ τοῖς βαρβάροις, καὶ τότε τοῦ πολέμου τε ἡγεμὼν γενέσθαι ὑπέσχετο, καὶ πολλὰ μεταστήσειν τῶν ἐθνῶν ἐπηγγείλατο. ὅθεν καὶ δύναμιν πολλὴν πρὸς τοῦ τῶν Πάρθων βασιλέως | |
30 | Ὀρώδου ἔλαβε, καὶ τῷ υἱῷ αὐτοῦ τῷ Πακόρῳ συνα‐ | 402 in vol. 2 |
2.403 | πεστάλη. καὶ ὁ μὲν Πάκορος τὴν Συρίαν ἐχειρώσατο πλὴν Τύρου, καὶ εἰς Παλαιστίνην εἰσέβαλεν, ὁ δὲ Λαβιηνὸς τήν τε Κιλικίαν κατέσχε καὶ τῆς Ἀσίας τὰς ἠπειρώτιδας πόλεις. | |
5 | Ἀντώνιος δὲ ἐπυνθάνετο μὲν καὶ ταῦτα, ὥσπερ δὴ καὶ τἄλλα τὰ ἐν τῇ Ἰταλίᾳ δρώμενα, ὑπὸ δὲ τοῦ ἔρωτος καὶ τῆς μέθης οὔτε τῶν πολιτῶν οὔτε τῶν συμμάχων ἐφρόντιζε, τῇ Κλεοπάτρᾳ δὲ καὶ τοῖς Αἰ‐ γυπτίοις συνετρύφα, μέχρις οὗ παντελῶς κατελύθη. | |
10 | ὀψὲ δ’ οὖν ποτε ἐξαναστὰς ἔπλευσεν εἰς Τύρον· τὸν δὲ τοῦ Σέξτου προφασισάμενος πόλεμον ἀπέλιπεν αὐτούς, καὶ παρὰ τὴν ἤπειρον μέχρι τῆς Ἀσίας πα‐ ρακομισθεὶς εἰς τὴν Ἑλλάδα διῆλθεν. ἔνθα τῇ τε μητρὶ καὶ τῇ γυναικὶ ἐντυχών, τόν τε Καίσαρα πο‐ | |
15 | λέμιον ἐποιήσατο καὶ τῷ Σέξτῳ ἐσπείσατο. εἶτα εἰς τὴν Ἰταλίαν περαιωθείς, τινὰ μὲν ταύτης κατέσχε, τινὰ δ’ ἐπολιόρκει. καὶ ὁ Καῖσαρ τὰς δυνάμεις ἤθροιζε. συνερρωγότων οὖν αὐτῶν ἐς τὸν πόλεμον ἥ τε ἄλλη Ἰταλία ἐταράσσετο καὶ ἡ Ῥώμη δὲ μάλιστα. | |
20 | ἐν τούτοις ἡ Φουλβία ἐν Σικυῶνι διάγουσα ἐτελεύ‐ τησεν. ὡς δὲ τοῦτο ἠγγέλθη, τά τε ὅπλα κατέθεντο ἄμφω καὶ συνηλλάγησαν. καὶ Καῖσαρ μὲν Σαρδώ τε καὶ Δαλματίαν τήν τε Ἰβηρίαν καὶ τὴν Γαλατίαν ἐκληρώσατο, Ἀντωνίῳ δὲ πάντα τὰ ἄλλα τὰ ὑπὲρ | |
25 | τὸν Ἰόνιον τά τε ἐν τῇ Εὐρώπῃ καὶ τὰ ἐν τῇ Ἀσίᾳ Ῥωμαίοις ὄντα ἐπέλαχε· τὰ δ’ ἐν τῇ Λιβύῃ ἔθνη ὁ Λέπιδος καὶ τὴν Σικελίαν ὁ Σέξτος εἶχον. Τὴν μὲν οὖν ἀρχὴν οὕτως αὖθις ἐδάσαντο, τὸν δὲ πρὸς τὸν Σέξτον πόλεμον ἐκοινώσαντο· καὶ ἐπὶ | |
30 | ταῖς καταλλαγαῖς εἱστίασαν ἀλλήλους ἐν τοῖς περὶ τὸ Βρεντέσιον στρατοπέδοις, Καῖσαρ μὲν ῥωμαϊκῶς τε | |
καὶ στρατιωτικῶς, Ἀντώνιος δὲ ἀσιανῶς τε καὶ αἰ‐ | 403 in vol. 2 | |
2.404 | γυπτίως. κατηλλαγμένων δ’ αὐτῶν ὡς ἐδόκουν, πε‐ ριστάντες τὸν Ἀντώνιον οἱ τότε συνόντες τῷ Καίσαρι ἀπῄτουν παρ’ αὐτοῦ τὰ χρήματα ἃ ἀπὸ τῆς μάχης τῆς ἐν Φιλίπποις ὑπέσχοντο σφίσι, δι’ ἃ καὶ ἐς τὴν | |
5 | Ἀσίαν, ὅπως πλεῖστα ἀθροίσειεν, ἔσταλτο. κἂν ἐξειργάσαντό τι αὐτὸν μηδὲν διδόντα, εἰ μὴ σφᾶς ὁ Καῖσαρ κατέσχεν, ἐλπίσι μετεωρίσας αὐτούς. καὶ μετὰ τοῦτο τοῦ πρὸς τὸν Σέξτον πολέμου ἥπτοντο. λιμοῦ δὲ τοὺς ἐν τῇ Ῥώμῃ τοῦ Σέξτου θαλασσοκρατοῦν‐ | |
10 | τος πιέζοντος, τελῶν τε πολλῶν καὶ παντοίων ἐπιτασ‐ σομένων αὐτοῖς, δεινῶς ἤσχαλλον, καὶ οὐκέθ’ ἡσύχα‐ ζον, ἀλλὰ παρεκάλουν σφᾶς σπείσασθαι τῷ Σέξτῳ. ὡς δ’ οὐκ ἔπειθον, πρὸς τὸν Σέξτον ἀπέκλιναν, καὶ τοὺς ἐν ταῖς ἀρχαῖς ὄντας λίθοις ἐξήλασαν ἐκ τῆς | |
15 | ἀγορᾶς, τάς τε τοῦ Καίσαρος καὶ τοῦ Ἀντωνίου εἰ‐ κόνας κατέβαλον, καὶ ἐπ’ αὐτοὺς ὡς ἀποκτενοῦντες σφᾶς ὥρμησαν. ὅθεν ἠναγκάσθησαν τῷ Σέξτῳ καὶ ἄκοντες ἐπικηρυκεύσασθαι. καὶ πρῶτον μὲν διὰ τῶν ἑταίρων αὐτῷ διειλέχθησαν, ἔπειτα καὶ αὐτοὶ ἐς λό‐ | |
20 | γους ἦλθον. καὶ ἐσπείσαντο ἐπὶ συνθήκαις, ὥστε τοὺς αὐτομολήσαντας τῶν δούλων ἐλευθέρους εἶναι, καὶ τοὺς ἐκπεσόντας πλὴν τῶν σφαγέων κατελθεῖν, καί τισιν αὐτῶν δημαρχίας τε καὶ στρατηγίας καὶ ἱερωσύνας εὐθὺς δοθῆναι, αὐτὸν δὲ τὸν Σέξτον ὕπα‐ | |
25 | τόν τε αἱρεθῆναι καὶ οἰωνιστὴν ἀποδειχθῆναι κἀκ τῆς πατρῴας οὐσίας χιλίας πεντακοσίας πεντήκοντα μυριάδας δραχμῶν κομίσασθαι, καὶ Σικελίας καὶ Σαρδοῦς τῆς τε Ἀχαΐας ἐπὶ πέντε ἔτη ἄρξαι, μὴ αὐ‐ τομόλους δεχόμενον, μὴ ναῦς ἐπικτώμενον, μή τινα | |
30 | ἐν τῇ Ἰταλίᾳ ἔχοντα φρούρια, ἀλλὰ τήν τε εἰρήνην τὴν ἐν τῇ θαλάσσῃ αὐτῇ πρυτανεύοντα καὶ σῖτον | |
τοῖς ἐν τῇ πόλει τακτὸν πέμποντα. | 404 in vol. 2 | |
2.405 | Τὰς γοῦν συνθήκας ταύτας συγγραψάμενοι, καὶ τὰ γραμματεῖα ταῖς ἱερείαις ταῖς ἀειπαρθένοις παρα‐ θέμενοι, δεξιάς τε σφίσιν ἔδοσαν καὶ ἀλλήλους ἐφί‐ λησαν· καὶ ἐπὶ τούτοις ἄπλετος ἠγέρθη βοὴ κἀκ τῆς | |
5 | ἠπείρου κἀκ τῶν νεῶν, ὥστε καὶ τὰ ὄρη συνηχῆσαι. μετὰ ταῦτα μέντοι οἵ τε ἄλλοι ὑπεδέχοντο ἀλλήλους καὶ ἀνθειστίων καὶ αὐτοὶ ἐκεῖνοι, πρότερος μὲν ὁ Σέξτος ἐν τῇ νηί, ἔπειτα καὶ ὁ Καῖσαρ ὅ τε Ἀντώ‐ νιος ἐν τῇ ἠπείρῳ. δυνηθεὶς δὲ ὁ Σέξτος ἄμφω σὺν | |
10 | ὀλίγοις ἐν τῷ σκάφει ὄντας κτανεῖν, ὡς καὶ ὁ ἐξε‐ λεύθερος αὐτῷ Μηνᾶς συνεβούλευσε, τεμεῖν εἰπὼν εἰ βούλοιτο τὸ πρυμνήσιον καὶ ἀποπλεῦσαι, οὐκ ἠθέ‐ λησεν, ἀλλὰ καὶ τὴν θυγατέρα Μάρκῳ Μαρκέλλῳ τῷ τοῦ Καίσαρος ἀδελφιδῷ ἐνηγγύησε. | |
15 | Καὶ οὗτος μὲν ὁ πόλεμος ἀνεβέβλητο· ἐς τὴν Ἑλλάδα δὲ ὁ Ἀντώνιος ἀπὸ τῆς Ἰταλίας ἐπανελθὼν ἐπὶ πλεῖστον ἐν ταύτῃ διέτριψε, τάς τε ἐπιθυμίας ἀποπιμπλὰς καὶ τὰς πόλεις κακῶν, ὡς ἀσθενέσταται τῷ Σέξτῳ παραδοθῶσι, καὶ ἄλλα δὲ πολλὰ ἐξεδιῃ‐ | |
20 | τήθη παρὰ τὰ πάτρια, καὶ Διόνυσον νέον ἑαυτὸν ἐκάλει καὶ παρὰ τῶν ἄλλων ὀνομάζεσθαι ἤθελε. καὶ τῶν Ἀθηναίων διὰ ταῦτα τὴν Ἀθηνᾶν αὐτῷ κατεγ‐ γυωμένων, δέχεσθαί τε τὸν γάμον ἔφη καὶ προῖκα μυριάδας ἑκατὸν ἐπράξατο παρ’ αὐτῶν. | |
25 | Κἀκεῖνος μὲν περὶ ταῦτα εἶχε, τὸν δὲ Βεν‐ τίδιον τὸν Πούπλιον εἰς τὴν Ἀσίαν προέπεμψεν. ὃς τῷ Λαβιηνῷ συμμίξας μετά τε τῶν περὶ αὐ‐ τὸν Ῥωμαίων καὶ τῶν Πάρθων παραταξαμένῳ τρέπεται τούτους· καὶ πολλοὶ μὲν τῶν Πάρθων | |
30 | παρὰ τῶν πολεμίων ἐσφάγησαν, πλείους δὲ ὑπ’ | 405 in vol. 2 |
2.406 | ἀλλήλων ἐφθάρησαν ἐν τῇ φυγῇ συμπατούμενοι, οἵ τε περιλειφθέντες εἰς Κιλικίαν ἔφυγον. ὁ Λα‐ βιηνὸς δὲ αὖθις ἡτοιμάζετο ἥξειν ἐς χεῖρας αὐτῷ. οἱ δὲ στρατιῶται ἀθυμοῦντες διὰ τὴν τῶν βαρβάρων | |
5 | φυγήν, ἀποδρᾶναι νυκτὸς ἐπεχείρησαν. καὶ τοῦτο ἐξ αὐτομόλου προγνοὺς ὁ Βεντίδιος, πολλοὺς μὲν ἐν τῇ ἀποχωρήσει λοχήσας ἀπέκτεινε, τοὺς δὲ λοιποὺς εἰς ἑαυτὸν ἐπεσπάσατο. ἐκεῖνος δὲ τότε μὲν διέφυγεν, ὕστερον δὲ ὑπὸ Δημητρίου ἑάλω, ὃς τοῦ προτέρου | |
10 | Καίσαρος ἐξελεύθερος ὤν, τότε παρὰ τοῦ Ἀντωνίου εἰς Κύπρον ἀπέσταλτο. Βεντίδιος δὲ τὴν Κιλικίαν ἐκομίσατο καὶ Σίλωνα μεθ’ ἱππέων εἰς τὸν Ἀμανὸν προέπεμψεν, ὄρος δὲ τοῦτό ἐστιν ἐν μεθορίοις Κιλι‐ κίας καὶ Συρίας κείμενον, κομιδῇ στενὴν ἔχον τὴν | |
15 | δίοδον· ἔνθα καὶ ἐκινδύνευσεν ἂν ὑπὸ τῶν παρὰ τοῦ Πακόρου τεταγμένων φυλάττειν αὐτό, εἰ μὴ κατὰ τύχην ὁ Βεντίδιος μαχομένῳ αὐτῷ ἐπιστὰς ἐβοήθησε. καὶ οὕτω τήν τε Συρίαν, πλὴν τῶν Ἀραδίων, παρέ‐ λαβεν, εἶτα καὶ τὴν Παλαιστίνην κατέσχεν. | |
20 | Ἀππίου δὲ Κλαυδίου καὶ Γαΐου Νωρβανοῦ ὑπα‐ τευόντων τὸ πλῆθος πρὸς τοὺς τελώνας βαρυνόμενον ταῖς εἰσπράξεσιν ἐστασίασε, κἀκείνοις καὶ τοῖς ὑπη‐ ρέταις τοῖς τε στρατιώταις τοῖς συνεισπράττουσι σφίσι τὰ χρήματα ἐς χεῖρας ᾔεσαν. | |
25 | Ὁ δὲ Καῖσαρ τὴν Λιβίαν ἔγημεν. ἦν δὲ θυγά‐ τηρ μὲν Λιβίου Δρούσου, ὃς ἑαυτὸν μετὰ τὴν ἐν Μακεδονίᾳ ἧτταν διεχειρίσατο, γυνὴ δὲ τοῦ Νέρω‐ νος, καὶ ἔγκυος ἦν ἐξ ἐκείνου μῆνα ἕκτον. διστά‐ ζοντος δὲ διὰ τοῦτο τοῦ Καίσαρος ἀγαγέσθαι αὐτὴν | |
30 | ἐν γαστρὶ ἔχουσαν, οἱ ἱερεῖς οἱ ποντίφικες, εἰ μὴ ἀνόσιον εἴη τοῦτο, ἐρωτηθέντες εἶπον ὡς εἰ μὲν ἐν | |
ἀμφιβόλῳ τὸ κύημα ἦν, ὑπερτεθῆναι τὸν γάμον | 406 in vol. 2 | |
2.407 | ἐχρῆν, ὁμολογουμένου δὲ αὐτοῦ οὐδὲν κωλύει αὐτὸν γενέσθαι, τάχα μὲν οὕτως καὶ ἐν τοῖς πατρίοις τοῦτο εὑρόντες, εἰ δὲ καὶ μὴ εὗρον, οὕτως αὐτὸ εἰπόντες διὰ τὸν Καίσαρα. ἐξέδωκε δὲ αὐτὴν αὐτὸς ὁ ἀνὴρ | |
5 | ὥσπερ τις πατήρ. συνοικοῦσα δὲ ἤδη ἡ γυνὴ τῷ Καίσαρι τίκτει Κλαύδιον Δροῦσον Νέρωνα, καὶ αὐ‐ τὸν ὁ Καῖσαρ τῷ πατρὶ ἔπεμψεν· ὃς τελευτῶν πολλῷ ὕστερον τούτῳ τε καὶ τῷ Τιβερίῳ ἐπίτροπον αὐτὸν τὸν Καίσαρα καταλέλοιπεν. | |
10 | Ἐν δὲ τούτῳ ὁ Καῖσάρ τε καὶ ὁ Σέξτος ἐπολέ‐ μησαν· οὐ γὰρ ἐθελονταί, ἀλλ’ ἀναγκαστοὶ τὴν ὁμο‐ λογίαν πεποιημένοι οὐδ’ ἐνέμειναν ταύτῃ. ἔμελλον μὲν γάρ, εἰ καὶ μὴ σκῆψις αὐτοῖς ἐγένετο, μαχέσα‐ σθαι. τέως δ’ οὖν καί τινες αὐτοῖς αἰτίαι λαβὰς | |
15 | τῆς μάχης δεδώκασι. Μηνᾶς γὰρ ἐξελεύθερος ὢν τοῦ Σέξτου καὶ ἐν τῇ Σαρδοῖ τῇ νήσῳ τυγχάνων ὑπωπτεύθη δι’ ἄλλα τε καὶ ὅτι τῷ Καίσαρι ἐκεκοινο‐ λόγητο, καὶ μεταπεμφθεὶς ὑπὸ Σέξτου ὡς λόγους δώσων περὶ ὧν διῳκήκει, τοὺς μὲν πεμφθέντας ἀπ‐ | |
20 | έκτεινε, τὴν δὲ νῆσον τῷ Καίσαρι καὶ τὸ ναυτικὸν καὶ τὸ λοιπὸν στράτευμα καὶ ἑαυτὸν παραδέδωκεν. ὁ δὲ αὐτὸν μεγάλως τετίμηκε· δακτυλίοις τε γὰρ χρυσοῖς ἐκόσμησε καὶ τοῖς ἱππεῦσι συγκατηρίθμησε. τὸ δὲ τῶν δακτυλίων τοιοῦτόν ἐστιν. οὐδενὶ τῶν | |
25 | πάλαι Ῥωμαίων, οὐχ ὅτι τῶν ἀπελευθέρων, ἀλλ’ οὐδὲ τῶν ἐλευθέρων, πλὴν τῶν βουλευτῶν καὶ ἱπ‐ πέων, δακτυλίοις χρυσοῖς κεχρῆσθαι ἐξῆν, εἰ μὴ ὁ τὸ κράτος ἔχων τοῦτο ἐπέτρεψε. τοῦτον οὖν τοῦ Σέξτου ἐκδοθῆναί οἱ αἰτήσαντος ὁ Καῖσαρ οὐκ ἐξέ‐ | |
30 | δωκεν, ἀντεγκαλῶν τῷ Σέξτῳ τὸ τοὺς αὐτομόλους τε ὑποδέχεσθαι τριήρεις τε ναυπηγεῖν παρὰ τὰ | |
συγκείμενα καὶ ἕτερ’ ἄττα. ὁ δὲ δὴ Σέξτος διά τε | 407 in vol. 2 | |
2.408 | τὸν Μηνᾶν καὶ δι’ ἄλλα τὸν Καίσαρα αἰτιώμενος, πέμψας πολλὰ τῆς Καμπανίας ἐπόρθησε. καὶ ὁ Καῖ‐ σαρ τοῦτο μαθὼν τόν τε Λέπιδον καὶ τὸν Ἀντώνιον μετεπέμψατο. καὶ ὁ μὲν Λέπιδος οὐκ εὐθὺς ὑπή‐ | |
5 | κουσεν, Ἀντώνιος δὲ ἦλθε μὲν ἐκ τῆς Ἑλλάδος εἰς τὸ Βρεντέσιον, πρὶν δὲ τῷ Καίσαρι συνελθεῖν, δεί‐ σας ὅτι λύκος εἰς τὸ στρατήγιον αὐτοῦ εἰσῆλθε καὶ στρατιώτας ἔφθειρεν, εἰς τὴν Ἑλλάδα πάλιν ἀνέ‐ πλευσε, προφασισάμενος τὰ τῶν Πάρθων ὡς κατε‐ | |
10 | πείγοντα. Ὁ δὲ Σέξτος προθυμότερον εἴχετο τῶν πραγμά‐ των, καὶ τῇ Ἰταλίᾳ ἐπέπλει, καὶ πολλὰ μὲν ἐκάκου, οὐ μείω δὲ καὶ ἀντέπασχε. καὶ ναυμαχιῶν δὲ γεγο‐ νυιῶν οἱ τοῦ Σέξτου μᾶλλον ἐκράτουν, πολλῶν μὲν | |
15 | νηῶν τοῦ Καίσαρος καὶ ἐν ταῖς ναυμαχίαις φθαρει‐ σῶν, πολλῶν δὲ καὶ ὑπὸ βιαίων πνευμάτων κινδυ‐ νευσασῶν, ὥστε τὸν Καίσαρα βουλόμενον εἰς Σικε‐ λίαν ἐμβαλεῖν τοῦτο μὲν ἀπογνῶναι, τῆς δὲ παρα‐ θαλασσίας ἠπείρου τὴν φυλακὴν ποιεῖσθαι ἀγαπη‐ | |
20 | τῶς. ὁ Σέξτος δ’ ἔτι μᾶλλον ἤρθη, καὶ αὐτὸς μὲν τὴν Ἰταλίαν ἐκάκου, εἰς δὲ τὴν Λιβύην τὸν Ἀπολλο‐ φάνη ἀπέστειλε. Καῖσαρ μέντοι πλοῖά τε πολλὰ ἐναυπήγει καὶ ἐρέτας παρά τε τῶν βουλευτῶν καὶ τῶν ἱππέων καὶ τῶν δημοτῶν συνέλεγεν, ὁπλίτας | |
25 | τε κατελέγετο καὶ χρήματα πανταχόθεν συνήθροιζε· καὶ αὐτὸς μὲν τά τε ἐν τῇ Ἰταλίᾳ καὶ τὰ ἐν τῇ Γα‐ λατίᾳ διέταττε, τῷ δ’ Ἀγρίππᾳ τὴν τοῦ ναυτικοῦ παρασκευὴν ἐγχειρίσας ἐκπονῆσαι καὶ ἐξασκῆσαι τοῦτο ἐκέλευσε. καὶ ὃς τάς τε ναῦς καὶ τοὺς ἐρέτας | |
30 | ἤθροισε, καὶ τὰς μὲν κατέφραττε, τοὺς δ’ ἐπ’ ἰκρίων ἐρέττειν ἤσκει. | |
Οἱ δ’ ἐν τῇ Ῥώμῃ ἐταράττοντο μὲν καὶ ταῖς τῶν | 408 in vol. 2 | |
2.409 | ἀρχόντων πρὸς ἀλλήλους στάσεσιν, ἔθραττον δὲ αὐ‐ τοὺς καὶ σημεῖα ἄλλα τε καὶ ὅτι λευκὴν ὄρνιν κλώ‐ νιον δάφνης ἐγκάρπου φέρουσαν ἀετὸς ἁρπάσας εἰς τὸν κόλπον τῆς Λιβίας ἐνέβαλεν· ὃ οὐ μικρὸν ση‐ | |
5 | μεῖον ἐδόκει. ἡ δὲ τῆς τε ὄρνιθος ἐπεμελήθη καὶ τὴν δάφνην ἐφύτευσε, καὶ ἡ μὲν ῥιζωθεῖσα ηὔξησεν, ἡ δὲ Λιβία ἐγκολπώσασθαι τὴν τοῦ Καίσαρος ἰσχὺν καὶ ἐν πᾶσιν αὐτοῦ κρατήσειν ἔμελλεν. Ἐν δὲ τούτῳ τῷ χρόνῳ ἦλθε μὲν ὁ Ἀντώνιος ἐκ | |
10 | τῆς Συρίας εἰς Ἰταλίαν, ὡς τῷ Καίσαρι διὰ τὰ συμ‐ βεβηκότα αὐτῷ τοῦ πρὸς τὸν Σέξτον μεθέξων πολέ‐ μου, οὐ μέντοι παρέμεινεν, ἀλλὰ ναῦς δοὺς αὐτῷ καὶ ἑτέρας πέμψειν ἐπαγγειλάμενος ὁπλίτας ἀντείλη‐ φεν, αὐτὸς δὲ ὡς ἐπὶ Πάρθους στρατεύσων ἀπῆρε. | |
15 | πρὶν δὲ ἀπιέναι αὐτὸν ᾐτιάσαντο ἀλλήλους· εἶτα καὶ διηλλάγησαν, τῆς Ὀκταβίας τὰς διαλλαγὰς πρατ‐ τούσης. ἡ δὲ Ὀκταβία τοῦ Καίσαρος ἦν ἀδελφή, ἣ μετὰ θάνατον τῆς Φουλβίας τῷ Ἀντωνίῳ συνήφθη παρὰ τοῦ ἀδελφοῦ, τοῦ ἀνδρὸς αὐτῆς ᾧ συνῴκει | |
20 | πρότερον τελευτήσαντος. καὶ ἐπειδὴ οὔπω παρῆκεν ὁ πένθιμος χρόνος, ψήφῳ τῆς συγκλήτου ἐλύθη τὸ ἐπιτίμιον. καὶ τότε δέ, ἵνα πλείων αὐτοῖς ἐκ συγγε‐ νείας σύνδεσμος γένοιτο, Ἀντύλλῳ τῷ τοῦ Ἀντωνίου υἱεῖ τὴν θυγατέρα ὁ Καῖσαρ τὴν ἑαυτοῦ κατηγγύη‐ | |
25 | σεν. ἐπλάττοντο δὲ ταῦτα καὶ ὑπεκρίνοντο διὰ τὰ τότε σφίσιν ὑπάρχοντα πράγματα. τὸν δὲ Σέξτον τῆς τε ἱερωσύνης ἔπαυσαν καὶ τῆς ὑπατείας, ἑαυτοῖς δὲ τὴν ἡγεμονίαν εἰς ἄλλην πενταετίαν ἐπέτρεψαν· | |
ἡ γὰρ προτέρα ἤδη ἐξεμετρήθη. | 409 in vol. 2 | |
2.410 | Καὶ Ἀντώνιος μὲν εἰς Συρίαν ἠπείγετο, Καῖσαρ δὲ εἰς τὸν πρὸς Σέξτον πόλεμον ἡτοιμάζετο. ὁ δὲ Μηνᾶς πρὸς τὸν Σέξτον αὖθις ἀπηυτομόλησεν, ἄπι‐ στος ὢν καὶ θεραπεύων ἀεὶ τὰ τοῦ κρείττονος. Καῖ‐ | |
5 | σαρ δὲ τοῦ ἔαρος ἐπιστάντος ὥρμησε κατὰ τῆς Σικε‐ λίας, περισχεῖν ἐλπίσας τῷ στόλῳ αὐτήν, καὶ τῷ τε πλήθει τεθαρρηκὼς τῶν σκαφῶν καὶ τῷ μεγέθει καὶ τοῖς πύργοις οἷς ἔφερον, ἵν’ ἐξ αὐτῶν ὡς ἀπὸ τεί‐ χους ἐξ ὑπερδεξίων ἀνταγωνίζωνται. ἀπιόντι δὲ | |
10 | χειμὼν συνέβη βαρύτατος καὶ πολλὰς ναῦς ἔφθειρε, καὶ ὁ Μηνᾶς ταῖς λοιπαῖς τεταραγμέναις ἐπενεχθεὶς συχνὰς μὲν ἔκαυσε, τὰς δ’ ἀνεδήσατο. εἰ δὲ μὴ αὖ‐ θις τῷ Καίσαρι προσεχώρησε καὶ τὸ ναυτικὸν οὗ ἦρχε προέδωκεν, εἰς κενὸν ἂν καὶ τότε τῷ Καίσαρι | |
15 | ὁ ἐπίπλους ἐγένετο. ηὐτομόλησε δ’ ὁ Μηνᾶς πρὸς ἅπαν παρὰ τοῦ Σέξτου ὑποπτευόμενος· ἀλλ’ οὐδ’ ὁ Καῖσαρ ἔτι αὐτῷ ἐπίστευεν. ἐπεὶ δὲ τὸν στόλον ὁ Καῖσαρ αὖθις ἀνεκτήσατο, εἰς τὴν ἤπειρον ἀνεκομί‐ σθη, ὡς τὸ πεζὸν τοῦ στρατεύματος εἰς τὴν Σικελίαν, | |
20 | ὅτε καιρός, περαιώσων. ὁ δὲ Σέξτος ἐν Μεσσήνῃ τὸν αὐτοῦ διάπλουν ἐτήρει. τῷ δ’ Ἀγρίππᾳ εἰς Λι‐ πάραν σὺν ταῖς ναυσὶ καταλειφθέντι παρὰ τοῦ Καί‐ σαρος Δημόχαριν ἀνθορμεῖν ἐν Μύλαις ἐκέλευσε. καὶ διέτριψαν ἐκεῖσε χρόνον ὑπόσυχνον, τέλος δὲ ὁ | |
25 | Ἀγρίππας σὺν ταῖς ἀρίσταις τῶν νεῶν ἐπὶ κατα‐ σκοπὴν τῶν ἐναντίων ἀπελήλυθε. καὶ ὡς οὔτε πάν‐ τας κατεῖδεν οὔτ’ ἀναχθῆναί τις ἠθέλησεν, ἐπανῆλθε, καὶ παρεσκευάζετο ὡς πολεμήσων τῇ ἐπιούσῃ. τὰ δ’ αὐτὰ καὶ τῷ Δημοχάρει συμβέβηκε, καὶ ἡτοιμάζετο | |
30 | κἀκεῖνος ὡς τοῖς πολεμίοις ἐπελευσόμενος, καὶ τὸν Σέξτον δὲ μετεπέμψατο. ἡμέρα τε ἤδη ὑπέλαμπε | |
καὶ ἄμφω τὰ ναυτικὰ ἐπ’ ἄλληλα ἔπλεον καὶ τῆς | 410 in vol. 2 | |
2.411 | ναυμαχίας ἀπήρξαντο. καὶ ἐπὶ πλεῖστον μὲν ἀγχω‐ μάλως ἠγωνίσαντο, ὀψὲ δ’ οὖν ποτε καὶ πρὸς νύκτα ἤδη οἱ τοῦ Καίσαρος ἐκράτησαν, οὐ μέντοι καὶ ἐπε‐ δίωξαν. | |
5 | Καῖσαρ δὲ τοῦ Σέξτου ἐκ τῆς Μεσσήνης διὰ τὴν ναυμαχίαν ἀπάραντος ἀκινδύνως ἐπεραιώθη πρὸς Ταυρομένιον. ἤδη δὲ τῆς ναυμαχίας παυθεί‐ σης σπουδῇ πρὸς τὴν Μεσσήνην ὁ Σέξτος ἀφίκετο, καὶ μαθὼν περαιωθέντα τὸν Καίσαρα, προσέμιξεν | |
10 | αὐτῷ κατὰ γῆν. καὶ ὁ Καῖσαρ τοῦ τε ναυτικοῦ τὸ πλεῖον ἀπέβαλε καὶ αὐτὸς ὀλίγου προσδιεφθάρη· τέως δ’ οὖν εἰς τὴν ἤπειρον διασέσωστο. ἤχθετο δὲ τοῦ στρατεύματος ἐν τῇ νήσῳ ἀπειλημμένου, καὶ οὐ πρὶν ἀνεθάρσησεν ἕως ἰχθὺς ἀναθορὼν ἐκ τῆς θα‐ | |
15 | λάσσης αὐτόματος πρὸς τοὺς πόδας αὐτοῦ ἔπεσε· τοῦτο γὰρ οἱ μάντεις δηλοῦν ἐξηγήσαντο ὅτι δουλώ‐ σεται τὴν θάλασσαν. ἡ δὲ τοῦ Καίσαρος στρατιὰ ἐπολιορκεῖτο, καὶ ἐπεὶ τὰ ἐπιτήδεια ἐπέλιπον σφᾶς καὶ ὁ βοηθήσων οὐκ ἦν, ὁ ταύτης ἄρχων Κορνουφί‐ | |
20 | κιος τά τε σκάφη ὅσα ἐκ τῆς ναυμαχίας περισέσωστο ἔκαυσε καὶ αὐτὸς πρὸς τὰς Μύλας ἀπῆγε τὴν στρα‐ τιάν. καὶ πολλὰ ἐκακώθησαν παρὰ τῶν ἐναντίων ἐφεπομένων αὐτοῖς ἔν τε τῇ ἄλλῃ πορείᾳ καὶ μᾶλλον ἐν ταῖς τῶν ποταμῶν διαβάσεσι. καὶ ἐπὶ τρεῖς ἡμέ‐ | |
25 | ρας ἔπασχον οὕτως, τῇ δέ γε τελευταίᾳ πάντῃ αὐ‐ τοὺς ἐκάκωσαν, προσγενομένου αὐτοῖς καὶ τοῦ Σέξ‐ του. καὶ πάντες ἂν διεφθάρησαν, εἰ μὴ σφῶν καὶ ἄκοντες ἀπέσχοντο οἱ πολέμιοι. ὁ γὰρ Ἀγρίππας νι‐ κήσας τὴν ναυμαχίαν ἐς Σικελίαν ἐπεραιώθη καὶ | |
30 | σῖτόν τε τῷ στρατῷ καὶ βοήθειαν ἔπεμψε. καὶ ὁ Σέξτος αὐτὸν τὸν Ἀγρίππαν ἥξειν ἐκεῖ προσδοκήσας | |
καὶ φοβηθείς, σπουδῇ ἀνεχώρησεν, ὥστε σκεύη τινὰ | 411 in vol. 2 | |
2.412 | καὶ ἐπιτήδεια καταλεῖψαι ἐν τῷ ἐρύματι, ἐξ ὧν τρα‐ φέντες οἱ περὶ τὸν Κορνουφίκιον πρὸς τὸν Ἀγρίπ‐ παν ἀπῄεσαν· οὓς ὁ Καῖσαρ ἐπαίνοις καὶ δωρεαῖς ἀνεκτήσατο. | |
5 | Μετὰ τοῦτο δ’ ἐς τὴν Σικελίαν ἐλθόντι τῷ Καί‐ σαρι περὶ τὸ Ἀρτεμίσιον ὁ Σέξτος ἀντεστρατοπεδεύ‐ σατο. ἀντικαθημένων δ’ ἀλλήλοις καὶ ἀκροβολιζο‐ μένων τῷ μὲν Σέξτῳ ὁ Γάλλος, τῷ δὲ Καίσαρι ὁ Λέπιδος σὺν ταῖς δυνάμεσι προσήνωντο. καὶ ὁ μὲν | |
10 | Γάλλος ἐπέρρωσε τὸν Σέξτον, ὁ δὲ Λέπιδος διηνέχθη τῷ Καίσαρι, αὐτὸς μὲν ἐκ τοῦ ἴσου συνδιοικεῖν αὐτῷ τὰ πάντα βουλόμενος, ἐκείνου δὲ ὡς ὑποστρατήγῳ αὐτῷ χρωμένου ἐν ἅπασι. διὸ καὶ πρὸς τὸν Σέξτον ἀπέκλινε, καὶ ἐκοινολογεῖτο δι’ ἀπορρήτων αὐτῷ. ὃ | |
15 | ὑπονοήσας ὁ Καῖσαρ ἔσπευσε πρὶν νεοχμωθῆναί τι διὰ μάχης τῷ Σέξτῳ χωρῆσαι. καὶ ναυμαχίας τε κατὰ θάλασσαν συρραγείσης, καὶ κατὰ γῆν τῶν πε‐ ζῶν ἀμφοῖν παρατεταγμένων, ἐπὶ πολὺ μὲν τῆς ναυ‐ μαχίας γινομένης ἰσορρόπου τε καὶ ἰσοπαλοῦς τὰ | |
20 | πεζὰ καὶ ἄμφω στρατεύματα ἐθεῶντο καὶ ἠγωνίων· ἐπεὶ δ’ οἱ τοῦ Σέξτου ἐτράποντο, οἱ μὲν ἐπαιάνισαν, οἱ δ’ ὠλοφύροντο. καὶ οἱ μὲν τοῦ Σέξτου πεζοὶ πρὸς τὴν Μεσσήνην ἐχώρουν ἅτε καὶ αὐτοὶ συνηττηθέντες τῷ ναυτικῷ, ὁ δὲ Καῖσαρ τοὺς ἐκπίπτοντας τῶν ἡτ‐ | |
25 | τωμένων εἰς τὴν γῆν ἐξεδέχετο καὶ τῶν σκαφῶν ὅσα προσώκειλον ἐνεπίμπρα. κἀν τούτῳ ὁ μὲν Δημόχα‐ ρις ἑαυτὸν ἀπέσφαξεν, ὁ δ’ Ἀπολλόδωρος τῷ Καί‐ σαρι προσεχώρησε. τοῦτο δὲ ἄλλοι τε καὶ ὁ Γάλλος καὶ οἱ ἱππεῖς οἱ σὺν αὐτῷ πάντες καί τινες τῶν πε‐ | |
30 | ζῶν πεποιήκασιν. | 412 in vol. 2 |
2.413 | Ὁ Σέξτος δ’ ἐντεῦθεν ἀπογνοὺς καὶ τὴν θυγα‐ τέρα καὶ ἄλλους παραλαβὼν τά τε χρήματα καὶ τῶν ἄλλων τὰ τιμιώτερα εἰς τὰς ναῦς τὰς κρείττους τῶν σωθεισῶν ἐνθέμενος ἀπῆρε νυκτός· οὐδ’ ἐπεδίωξέ | |
5 | τις αὐτόν, ὅτι τε λάθρᾳ ἐξέπλευσε καὶ ὁ Καῖσαρ ἐν μεγάλῃ γέγονε ταραχῇ. ὁ γὰρ Λέπιδος τῇ Μεσσήνῃ ἐπελθὼν καὶ εἰσδεχθεὶς εἰς αὐτὴν τὰ μὲν ἐνεπίμπρα, τὰ δ’ ἥρπαζεν· εἶτα φοβηθεὶς ἐπελθόντα τὸν Καί‐ σαρα, ἐπὶ λόφον καρτερὸν στρατοπεδευσάμενος, | |
10 | πάντα τε ὅσα ἐλαττοῦσθαι ἐνόμιζεν ἐπενεκάλει αὐτῷ, καὶ ἀπῄτει ὅσα αὐτῷ κατὰ τὴν πρώτην συνωμοσίαν ἐδέδοτο, καὶ τῆς Σικελίας ἀντεποιεῖτο ὡς αὐτὴν κα‐ ταστρεψάμενος, καὶ ταῦτα πέμπων τινὰς ὡμίλει τῷ Καίσαρι, ἔχων ἅς τ’ ἐκ τῆς Λιβύης ἐπῆκτο δυνάμεις | |
15 | καὶ τοὺς ἐγκαταλειφθέντας ἐν τῇ Μεσσήνῃ πάντας. ὁ δὲ Καῖσαρ τοῖς ὅπλοις θαρρῶν εὐθὺς ἐπ’ αὐτὸν μετ’ ὀλίγων τινῶν ὥρμησε. δόξας δὲ διὰ τὴν τῶν συνεπομένων ὀλιγανδρίαν εἰρηνικόν τι πράξειν, ἐς τὸ στρατόπεδον εἰσεδέχθη. ὡς δ’ οὐδὲν πρὸς τὴν | |
20 | καταλλαγὴν ἔλεγε, παρωξύνθησαν οἱ τοῦ Λεπίδου καί τινας τῶν ἐκείνου ἀπέκτειναν, αὐτὸς δὲ βοηθείας τυχὼν ἐσώθη. καὶ μετὰ τοῦτο αὖθις ἐπῆλθεν αὐτοῖς σὺν παντὶ τῷ στρατῷ καὶ ἐπολιόρκει κατακλείσας σφᾶς εἰς τὸ τάφρευμα. φοβηθέντες οὖν τὴν ἅλωσιν | |
25 | ἀθρόοι μὲν αἰδούμενοι τὸν Λέπιδον οὐ μετέστησαν πρὸς τὸν Καίσαρα, κατ’ ὀλίγους δὲ προσεχώρουν αὐτῷ. καὶ οὕτω κἀκεῖνος ἐθελοντὴς δῆθεν ἐν ἐσθῆτι φαιᾷ ἱκέτης αὐτῷ προσελήλυθε. καὶ ὁ μὲν τῆς ἐξουσίας τε παρελύθη καὶ ἐν τῇ Ἰταλίᾳ δίαιταν | |
30 | ἐπεποίητο ἔμφρουρον. τῶν δὲ τὰ τοῦ Σέξτου πρα‐ ξάντων τινὰς μὲν ἐκόλασεν, ἐνίους δ’ ἀφῆκε· καὶ | |
τῶν πόλεων τὰς μὲν ἑκουσίως προσχωρησάσας | 413 in vol. 2 | |
2.414 | αὐτῷ συγγνώμης ἠξίωσε, τὰς δ’ ἀντιστάσας αὐτῷ ἐδικαίωσεν. Οἱ στρατιῶται δὲ ἐστασίασάν τε καὶ ἐθρασύνοντο καὶ συλλεγόμενοι ᾔτουν ἕκαστος ὃ ἐπόθει. τοῦ δὲ | |
5 | Καίσαρος ἐν ὀλιγωρίᾳ σφᾶς ποιουμένου, ὡς μή τινος πολεμίου παρόντος, ἐπηπείλουν. ὡς δ’ οὐδὲν ἤνυον, τῆς στρατείας ἀφεθῆναι ἠξίουν θυμῷ καὶ βοῇ· λή‐ ψεσθαι γὰρ ἤλπισαν ἃ ἀπῄτουν διὰ τὴν ἀπειλὴν τῆς ἐγκαταλείψεως. ὁ δὲ Καῖσαρ μὴ δεῖν νομίζων ἐξ | |
10 | ἀνάγκης τὸν ἄρχοντα τοῖς ὑπηκόοις ὑπείκειν, εὔλογά τε αὐτοὺς ἀξιοῦν ἔφη καὶ διῆκε πρῶτον μὲν τοὺς ἐπὶ τὸν Ἀντώνιον αὐτῷ συστρατεύσαντας, ὡς δὲ καὶ οἱ ἄλλοι ἐνέκειντο, καὶ τοὺς δέκατον ἔτος στρατευσα‐ μένους διαφῆκεν, εἰπὼν ὡς οὐδενὶ ἔτ’ αὐτῶν οὐδ’ | |
15 | ἂν τὰ μάλιστα ἐθελήσωσι χρήσεται. ὃ ἀκούσαντες οὐδὲν ἔτι ἐφθέγξαντο, ἀλλὰ προσέχειν αὐτῷ ἤρ‐ ξαντο. Καὶ τότε μὲν τὰ ἐν τῇ Σικελίᾳ διῴκησε καὶ τὴν Λιβύην ἑκατέραν πέμψας ἀμαχεὶ παρεστήσατο, καὶ | |
20 | οἱ ἐν τῇ Ῥώμῃ πολλὰς αὐτῷ τιμὰς ἐψηφίσαντο· Σέξτος δὲ ἐκ τῆς Μεσσήνης ἀναχθείς, ὑποτοπήσας δὲ διωχθῆναι ἢ καὶ προδοθῆναι ὑπὸ τῶν συνόντων, προεῖπε μὲν διὰ τοῦ πελάγους πλεύσειν, ἀποσβέσας δὲ τὸν πυρσὸν ὃν αἱ στρατηγίδες τριήρεις ὡς καὶ αἱ | |
25 | λοιπαὶ αὐταῖς ἐφέπωνται φαίνουσιν, εἰς Κεφαλληνίαν κατέπλευσεν· ἔνθα καὶ οἱ λοιποὶ κατὰ τύχην ὑπὸ χειμῶνος ἐκπεσόντες αὖθις αὐτῷ συνεγένοντο. συγ‐ καλέσας οὖν αὐτοὺς καὶ τὸ στρατιωτικὸν ἀποδυσά‐ μενος ἔνδυμα ἄλλα τε εἶπε καὶ ὅτι ἀθρόοι μὲν ὄντες | |
30 | οὐ λήσουσι, σκεδασθέντες δὲ ῥᾴω ποιήσονται τὴν διάφευξιν. κἀκ τούτου ἄλλων ἄλλοσε ἀποχωρησάν‐ | |
των αὐτὸς ἐς τὴν Ἀσίαν ἐπεραιώθη, γνώμης ὢν ὁρ‐ | 414 in vol. 2 | |
2.415 | μῆσαι πρὸς τὸν Ἀντώνιον. ἐν Λέσβῳ δὲ μαθὼν ἐκεῖνον μὲν ἐς Μήδους στρατεῦσαι, πεπολεμῶσθαι δὲ τὸν Καίσαρα καὶ τὸν Λέπιδον, καὶ ἐλπίσας τὴν τοῦ Ἀντωνίου ἀρχὴν διαδέξασθαι, τό τε στρατηγικὸν | |
5 | ἀνέλαβε σχῆμα καὶ παρεσκευάζετο ὡς καὶ τὴν περαίαν καταληψόμενος. κἀντεῦθεν τοῦ Ἀντωνίου τὰ πρατ‐ τόμενα ὑπ’ αὐτοῦ γνόντος, ἄδειάν τε αὐτῷ καὶ εὔ‐ νοιαν, ἂν τὰ ὅπλα κατάθηται, ὑποσχομένου, κατέ‐ νευσε μέν, οὐκ ἐποίησε δέ γε ὡς ἐπηγγείλατο, ἀλλὰ | |
10 | καὶ τῶν πραγμάτων ὡς πρῴην εἴχετο καὶ πρὸς τοὺς Πάρθους διεκηρυκεύσατο. ταῦτα δὲ μαθὼν ὁ Ἀν‐ τώνιος τὸ ναυτικὸν μετὰ Μάρκου Τιτίου ἐπ’ αὐτὸν ἔπεμψε. καὶ ὃς φοβηθεὶς διεπρεσβεύσατο πρὸς Ἀν‐ τώνιον. ὡς δ’ ἐκεῖνος οὐκ ἔφη σπείσασθαι, εἰ μὴ | |
15 | τάς τε ναῦς καὶ τὴν λοιπὴν αὐτοῦ παραλήψοιτο δύ‐ ναμιν, τὰ βαρύτερα τῶν σκευῶν εἰς τὰς ναῦς ἐμβα‐ λὼν αὐτάς τε κατέκαυσε καὶ εἰς τὴν μεσόγειαν ὥρ‐ μησε. καὶ οἱ τοῦ Ἀντωνίου ἐπιδιώξαντες αὐτὸν κατέλαβον καὶ ἐζώγρησαν. ὃ μαθὼν ὁ Ἀντώνιος εὐ‐ | |
20 | θὺς μὲν ὑπ’ ὀργῆς ἐπέστειλε κτανθῆναι αὐτόν, ὕστε‐ ρον δὲ μεταμεληθεὶς ἔγραψε σωθῆναι αὐτόν. τοῦ οὖν δευτέρου γραμματοφόρου τὸν πρῶτον προφθά‐ σαντος, ὕστερον τὰ περὶ τοῦ θανεῖν αὐτὸν ὁ κατέχων κομισάμενος, καὶ ἢ νομίσας ὄντως δεύτερα εἶναι ἢ | |
25 | ἄγνοιαν τοῦ ὄντος ὑποκρινάμενος, τὸν Σέξτον τὸν Πομπήιον ἐθανάτωσε. Καὶ τῷ μὲν τοιοῦτον τὸ τέλος ἐγένετο, Ἀντώ‐ νιος δὲ διὰ τοῦ Βεντιδίου τοὺς Πάρθους ἐνίκησεν. ὅ τε γὰρ βασιλεὺς ἐκείνων ὁ Πάκορος ἐν τῷ πολέμῳ | |
30 | ἔπεσε καὶ οἱ βάρβαροι οἱ μὲν ἐκτάνθησαν ἐν τῇ | 415 in vol. 2 |
2.416 | μάχῃ, οἱ δὲ ἔφυγον, καὶ τὰς τῆς Συρίας πόλεις ὁ Βεντίδιος ὑπηγάγετο. εἶτα κατὰ τοῦ Ἀντιόχου τοῦ τῆς Κομαγηνῆς βασιλεύοντος ἐπεστράτευσεν. ἐν‐ ταῦθα δὲ ὄντι ἀθρόον ὁ Ἀντώνιος ἐπιστὰς οὐ μόνον | |
5 | ἐπὶ τοῖς κατορθώμασιν οὐχ ἥσθη, ἀλλὰ καὶ ἐφθόνησε καὶ τῆς ἀρχῆς αὐτὸν ἔπαυσεν, αὐτὸς δὲ τῷ Ἀντιόχῳ προσέβαλε καὶ κατέκλεισεν αὐτὸν εἰς Σαμόσατα. ὡς δ’ οὐδὲν ἤνυε πολιορκῶν αὐτόν, συνθήκας σπονδῶν ἐποιήσατο καὶ εἰς τὴν Ἰταλίαν ἀφώρμησεν. | |
10 | Ὀρώδης μέντοι ὁ τῶν Πάρθων βασιλεὺς ὑπέρ‐ γηρως γεγονώς, καὶ τῷ τοῦ Πακόρου πένθει τὴν βα‐ σιλείαν ἀπαγορεύσας, Φραάτῃ τῷ πρεσβυτέρῳ τῶν λοιπῶν αὐτοῦ παίδων τὴν ἀρχὴν ἐνεχείρισεν. ὁ δὲ ἀνοσιώτατος γεγονὼς τοὺς ἀδελφοὺς αὐτοῦ ἐδολο‐ | |
15 | φόνησε, καὶ αὐτὸν τὸν πατέρα δυσανασχετοῦντα δι’ ἐκείνους ἀπέκτεινε, καὶ τῶν ἄλλων τοὺς ἀρίστους διέφθειρεν. Ἀντώνιος δὲ πρέσβεις μὲν πρὸς τοὺς Πάρθους περὶ εἰρήνης ἐκπέπομφε, πρὸς δὲ πόλεμον ἡτοιμά‐ | |
20 | ζετο, ἵνα ἀπαρασκεύοις αὐτοῖς ἐντύχῃ διὰ τὴν ἐλπίδα τῆς συμβάσεως. καὶ μαθὼν τὸν Μῆδον ἐπὶ συμμα‐ χίαν τοῦ Πάρθου χωρήσαντα, τὰ μὲν σκευοφόρα καὶ πολὺ τῆς στρατιᾶς ὑπελίπετο μετὰ τοῦ Στατιανοῦ ἵν’ ἕποιντο, αὐτὸς δὲ σὺν τοῖς ἱππεῦσι καὶ τῶν πε‐ | |
25 | ζῶν τοῖς εὐζώνοις ἠπείγετο, ὡς αὐτίκα τὰ τῶν Μή‐ δων καταστρεψόμενος. ὁ μέντοι Πάρθος καὶ ὁ Μῆ‐ δος τῷ Στατιανῷ ἀπροσδοκήτως ἐπιπεσόντες καὶ τῇ μετ’ αὐτοῦ στρατιᾷ, πάντας ἐφόνευσαν, τοῦ Ἀντω‐ νίου σπεύσαντος μὲν βοηθῆσαι αὐτοῖς, πλὴν ὑστερί‐ | |
30 | σαντος καὶ μόνους τοὺς νεκροὺς εὑρηκότος. ὃς οὐ πολλῷ ὕστερον συμβαλὼν τοῖς βαρβάροις ἐτρέψατο | |
μὲν αὐτούς, οὐ μέντοι μέγα τι ἔβλαψε. πολιορκῶν | 416 in vol. 2 | |
2.417 | δὲ τὰ τοῦ Μήδου βασίλεια ἐπολιορκεῖτο μᾶλλον αὐ‐ τὸς ἐπιλιπόντων τῇ αὐτοῦ στρατιᾷ τῶν ἐπιτηδείων, καὶ ἐπὶ συναγωγὴν αὐτῶν ἐξιόντων σφόδρα παρὰ τῶν βαρβάρων κακουμένων, ἐνεδρευόντων αὐτοῖς. | |
5 | Ἐν τούτοις ὄντος τοῦ Ἀντωνίου ὁ Φραάτης ὑπο‐ βαλών τινας ἔπεισε δι’ ἐκείνων αὐτὸν ἐπικηρυκεύ‐ σασθαι συμβάσεων ἕνεκεν· καὶ ὁ Πάρθος τοὺς πεμ‐ φθέντας ἐξονειδίσας πολλὰ μὴ ἄλλως σπείσασθαι εἶπεν, εἰ μὴ αὐτίκα ἀποστρατοπεδεύσονται. καὶ ὁ | |
10 | Ἀντώνιος ἀπανέστη. προσδεχομένου δ’ αὐτοῦ τὰς σπονδὰς οἱ Μῆδοι τάς τε πολιορκητικὰς κατέκαυσαν μηχανὰς καὶ τὰ χώματα διεσκέδασαν. οἱ δέ γε Πάρ‐ θοι πολλὰ καὶ δεινὰ αἰφνίδιον προσπεσόντες εἰργά‐ σαντο. ὡς οὖν ἔγνω ὅτι ἠπάτηται, ἐς τὴν Ἀρμενίαν | |
15 | ἀπελθεῖν ἐπεχείρησε. καὶ διὰ χωρίων ἀπιὼν ἀγνώ‐ στων, πολλαῖς δυσχερείαις ἐνέτυχε. καὶ κἂν ἀπώ‐ λοντο οἱ μετ’ αὐτοῦ ξύμπαντες εἰς ἐνέδραν ἐμπε‐ σόντες καὶ πυκνοῖς βαλλόμενοι τοῖς τοξεύμασιν, εἰ μὴ τὴν χελώνην ἐποίησαν συνασπίσαντες. | |
20 | Ἡ δὲ χελώνη γίνεται οὕτως. τὰ μὲν σκευοφόρα καὶ οἱ ψιλοὶ ἐν μέσῳ τοῦ στρατεύματος τέτακται, τῶν δ’ ὁπλιτῶν οἱ μὲν ταῖς προμήκεσιν ἀσπίσι ταῖς κοίλαις χρώμενοι περὶ τὰ ἔσχατα τάσσονται καὶ τοὺς ἄλλους τὰ ὅπλα περιβεβλημένοι ἔξω τε βλέποντες | |
25 | περιέχουσιν, οἱ δὲ τὰς πλατείας ἀσπίδας φέροντες ἐν τῷ μέσῳ συσπειρῶνται, κἀκείνας ἄνω ἑαυτῶν τε καὶ τῶν λοιπῶν ὑπεραίρουσιν, ὥστε μηδὲν ἕτερον ἢ ἀσπίδας ὁρᾶσθαι διὰ πάσης τῆς φάλαγγος, καὶ ἐν σκέπῃ ἐκ τῶν βελῶν πάντας εἶναι αὐτοὺς ἐκ τῆς | |
30 | πυκνότητος τῆς συντάξεως. οὕτω γάρ τοι πεπύκνω‐ ται ὡς καὶ βαδίζειν τινὰς ἐπάνω αὐτῆς δύνασθαι. | |
τὸ μὲν οὖν σχῆμα τῆς τάξεως ταύτης τοιοῦτόν ἐστι, | 417 in vol. 2 | |
2.418 | καὶ διὰ τοῦτο καὶ τὴν χελώνης ἔλαχε κλῆσιν, διά τε τὸ ἰσχυρὸν αὐτῆς καὶ τὸ εὐσκεπές· χρῶνται δὲ αὐτῇ διχῇ· ἢ γὰρ πρὸς φρούριόν τι προσμίσγοντες προσ‐ πορεύονται καὶ τειχομαχοῦσιν, ἢ ὑπὸ τοξοτῶν περι‐ | |
5 | στοιχισθέντες ποτὲ κυπτάζουσιν οὕτω πάντες ὡς δοκεῖν ὅτι κεκμήκασι, πελασάντων δὲ τῶν ἐναντίων ἐξαίφνης ἐγείρονται, κἀντεῦθεν σφᾶς ἐκπλήττουσι καὶ ταράττουσιν. ὃ καὶ τότε συμβέβηκε. πολλοῖς γάρ, ὡς εἴρηται, βαλλόμενοι βέλεσι, τόν τε συνασπι‐ | |
10 | σμὸν τῆς χελώνης ἐποίησαν καὶ τὰ γόνατα πρὸς τὴν γῆν ἤρεισαν τὰ εὐώνυμα. νομίσαντες οὖν αὐτοὺς οἱ βάρβαροι ὑπὸ τῶν τραυμάτων καταπεσεῖν, τὰ μὲν τόξα ἀπέθεντο, τὰ δὲ ξίφη σπασάμενοι ὡς συγκό‐ ψοντες ἐπῆλθον αὐτοῖς. ἐξαναστάντες δὲ οἱ Ῥωμαῖοι | |
15 | καὶ αὐτοῖς προσπεσόντες, οἷα γυμνοὺς ὡπλισμένοι, ἀπροσδοκήτους παρεσκευασμένοι, τοξότας ὁπλῖται, βαρβάρους Ῥωμαῖοι κατέκοψαν. Ἀντώνιος μὲν οὖν ὑπὸ τῶν πολεμίων οὐκέτι δει‐ νὸν οὐδὲν ἔπαθεν, ὑπὸ δὲ ψύχους τεταλαιπώρητο. | |
20 | χειμὼν γὰρ ἦν, καὶ τῆς Ἀρμενίας τὰ πρόσορα, δι’ ὧν ἐπορεύετο, κρυσταλλώδη ἀεί εἰσιν· ὅθεν συχνοὶ τῶν αὐτοῦ διεφθείροντο. διὸ ὑπῆλθε τὸν Ἀρμένιον καὶ ἐθώπευσε, καίτοι δι’ ὀργῆς ἐκεῖνον ποιούμενος. χρήματα δὲ τοῖς περιλειφθεῖσι διανείμας τῆς στρα‐ | |
25 | τιᾶς ἀπῆρεν εἰς Αἴγυπτον πρὸς τὴν Κλεοπάτραν. δι’ ἣν μεγάλως ὑπὸ τῶν ὁμογενῶν διεβέβλητο, ὅτι τε παῖδας ἐξ αὐτῆς ἔσχε καὶ ὅτι χώρας πολλὰς αὐτῇ ἐχαρίσατο. οὕτως γὰρ τῷ ἔρωτι αὐτῆς καὶ ταῖς γοητείαις ἐδούλευσεν ὡς καὶ τὴν γυναῖκα | |
30 | αὐτοῦ τὴν Ὀκταβίαν πρὸς αὐτὸν ἐκ Ῥώμης ἀφι‐ κνουμένην ἐπανελθεῖν κελεῦσαι καὶ μὴ αὐτῷ προσ‐ | |
ελθεῖν. | 418 in vol. 2 | |
2.419 | Ὁ δὲ Καῖσαρ ἦλθε μὲν εἰς τὴν Σικελίαν, χρονί‐ σας δ’ ἐν αὐτῇ διὰ τὸν χειμῶνα, καὶ μαθὼν ὥς τινα τῶν ἐθνῶν τῶν Ῥωμαίοις ὑποκειμένων διὰ τὴν ἀπο‐ δημίαν αὐτοῦ ἐπανέστησαν, ἐπανῆλθε καὶ ἐπ’ ἐκεί‐ | |
5 | νους παρεσκευάζετο, καὶ τοὺς μὲν δι’ ἑαυτοῦ, τοὺς δὲ δι’ ἑτέρων προσηγάγετο καὶ ὑπέταξεν. εἶτα καὶ ἐπὶ Παννονίους ἐστράτευσεν, οἳ νέμονται μὲν πρὸς τῇ Δαλματίᾳ παρ’ αὐτὸν τὸν Ἴστρον ἀπὸ Νωρικοῦ μέχρι τῆς ἐν τῇ Εὐρώπῃ Μυσίας, κακοβίωτοι μὲν | |
10 | ὄντες, ἅτε μὴ γῆς μηδ’ ἀέρων εὖ ἥκοντες, οὐκ οἶνον γεωργοῦντες, οὐκ ἔλαιον, τὰς δὲ κριθὰς καὶ τὰς κέγχρους ἐσθίοντες ὁμοίως καὶ πίνοντες, νομίζονται δ’ οὖν ἀνδρειότατοι. οὓς καί τινες τῶν Ἑλλήνων Παίονας προσηγόρευσαν, τὸ ἀληθὲς ἀγνοήσαντες· | |
15 | πρὸς γὰρ τῇ Ῥοδόπῃ καὶ πρὸς αὐτῇ τῇ Μακεδονίᾳ τὸ τῶν Παιόνων ἔθνος ἐστί, τούτους δὲ Παννονίους καὶ οἱ ἄλλοι καλοῦσι καὶ αὐτοὶ ἑαυτούς. ἐπὶ τούτους ὁ Καῖσαρ τότε στρατεύσας, καὶ διὰ μάχης αὐτοῖς πολλάκις χωρήσας, ὁμολογίᾳ προσηγάγετο ὕστερον. | |
20 | Ἀντώνιος δὲ τὸν Ἀρμένιον τιμωρήσασθαι μηχα‐ νώμενος οὐκ ἐνέλιπε πάντα λίθον κινῶν, τὸ τῆς πα‐ ροιμίας, ἕως αὐτὸν ὑπηγάγετο εἰς τὸ στρατόπεδον εἰσελθεῖν. εἰσελθόντα δὲ κατέσχε καὶ ἐν ἀδέσμῳ εἶχε φρουρᾷ, καὶ περιῆγεν αὐτὸν κατὰ τὰ φρούρια | |
25 | ἔνθα ἐκείνῳ οἱ θησαυροὶ ἐναπέκειντο, σπεύδων αὐ‐ τοὺς λαβεῖν. ὡς δ’ οὐδὲν ἤνυεν, οἱ γὰρ Ἀρμένιοι τῶν παίδων αὐτοῦ τὸν πρεσβύτατον βασιλέα ἀνθεί‐ λοντο τὸν Ἀρτάξην, ἔδησεν αὐτὸν ἁλύσεσιν ἀργυραῖς, | |
οἱονεὶ τιμὴν αὐτῷ ταύτην νέμων ὡς βασιλεῖ· καὶ | 419 in vol. 2 | |
2.420 | πᾶσαν τὴν Ἀρμενίαν κατέσχε, τοῦ Ἀρτάξου πρὸς τοὺς Πάρθους ἀποχωρήσαντος, ἐπείπερ ἡττᾶτο μα‐ χόμενος. Ἀντώνιος δὲ τὰ μὲν στρατεύματα εἰς Ἀρμενίαν | |
5 | κατέλιπεν, αὐτὸς δ’ ἀνεκομίσθη πρὸς Αἴγυπτον, μετὰ τῆς γυναικὸς καὶ τῶν παίδων ἄγων ἐκεῖ τὸν Ἀρμένιον· καὶ τήν τε λείαν τῇ Κλεοπάτρᾳ ἐχαρίσατο καὶ τὸν Ἀρμένιον μετὰ τῶν οἰκείων περιβαλὼν χρυ‐ σέοις δεσμοῖς ἐκείνῃ προσήγαγεν. οἱ δὲ οὔθ’ ἱκέ‐ | |
10 | τευσαν αὐτὴν οὔτε μὴν προσεκύνησαν, ἀλλ’ ὀνομαστὶ προσηγόρευσαν. Μετὰ δὲ τοῦτο τὴν Κλεοπάτραν Ἀντώνιος βασι‐ λίδα βασιλέων καλεῖσθαι ἐκέλευσε, καὶ τοῦ προτέρου Καίσαρος αὐτὴν μὲν γυναῖκα ὠνόμαζε, τὸν δὲ υἱὸν | |
15 | αὐτῆς παῖδα ἐκείνου ὡς ἀληθῶς, ἵνα τὸν Καίσαρα τὸν Ὀκτάβιον ὡς ποιητὸν ἐκείνου παῖδα καὶ μὴ γνή‐ σιον διαβάλῃ, καὶ χώρας αὐτοῖς ἔνειμε. τοῖς δ’ οἰ‐ κείοις παισὶ τοῖς ἐκ τῆς Κλεοπάτρας, κεκλημένοις Πτολεμαίῳ καὶ Ἀλεξάνδρῳ, ἑτέρας πολλὰς προσκε‐ | |
20 | κλήρωκε. τοιαῦτα δὲ πράττων ἐπέστελλε τῇ βουλῇ ὅτι τῆς ἀρχῆς τε παύσεται καὶ τὰ πράγματα ἐπ’ αὐτῇ καὶ τῷ δήμῳ ποιήσεται, οὐχ οὕτω φρονῶν, ἀλλ’ ὅπως ταῖς παρ’ αὐτοῦ ἐλπίσιν ἢ ἀναγκάσωσι παρόντα τὸν Καίσαρα καταθέσθαι τὰ ὅπλα ἢ μισήσωσιν ἀπειθή‐ | |
25 | σαντα. Ἄχρι δὲ τοῦ Ἀράξου ἐλθών, ὡς ἐπὶ τοὺς Πάρ‐ θους στρατεύων, ἠρκέσθη τῇ πρὸς τὸν Μῆδον ὁμο‐ λογίᾳ. συμμαχήσειν γὰρ ἀλλήλοις συνέθεντο, ὁ μὲν κατὰ τῶν Πάρθων, ὁ δέ γε κατὰ τοῦ Καίσαρος, καὶ | |
30 | στρατιώτας ἀλλήλοις ἀντέδοσαν. καὶ ὁ μὲν Μῆδος τῆς Ἀρμενίας τῆς νεοκτήτου ἐξ Ἀντωνίου εἰλήφει | |
τινά, Ἀντώνιος δὲ τὴν θυγατέρα αὐτοῦ Ἰωτάπην, ὡς | 420 in vol. 2 | |
2.421 | τῷ Ἀλεξάνδρῳ τῷ υἱῷ αὐτοῦ συνοικήσουσαν. καὶ ἐπὶ τούτοις ἐς τὴν Ἰωνίαν καὶ ἐς τὴν Ἑλλάδα ἐπὶ τῷ πολέμῳ τοῦ Καίσαρος ὥρμησεν. ὁ δέ γε Μῆδος συμμαχούμενος τοῖς Ῥωμαίοις ἐπελθόντας αὐτῷ τοὺς | |
5 | Πάρθους καὶ τὸν Ἀρτάξην ἐνίκησε. τοῦ δ’ Ἀντωνίου τοὺς οἰκείους στρατιώτας μετακαλεσαμένου, τοὺς δ’ ἐκείνου κατεσχηκότος, ἀνθήττητο καὶ ἑάλω. καὶ οὕ‐ τως ἡ Ἀρμενία μετὰ τῆς Μηδίας ἀπώλετο. Οἱ μέντοι Ῥωμαῖοι τὴν μὲν δημοκρατίαν ἀφῄ‐ | |
10 | ρηντο, οὐ μὴν καὶ εἰς φανερὰν μοναρχίαν κατώλι‐ σθον, ἕως ὅ τε Σέξτος ἀπώλετο καὶ τὰ ἐπαναστάντα ἔθνη δεδούλωτο καὶ ὁ Πάρθος οὐδὲν παρεκίνει. τότε γὰρ φανερῶς ἐπ’ ἀλλήλους ὁ Ἀντώνιος καὶ ὁ Καῖσαρ ἐτράποντο, καὶ ὁ δῆμος ἀκριβῶς ἐδουλώθη. | |
15 | αἰτίαι δὲ τοῦ πολέμου αἵδε σφίσιν ἐσκήπτοντο. Ἀν‐ τώνιος μὲν Καίσαρι ἐνεκάλει ὅτι τὴν τοῦ Λεπίδου χώραν καὶ τὴν δύναμιν καὶ τὴν τοῦ Σέξτου ἐσφετε‐ ρίσατο, καὶ τούτων ἀπῄτει τὰ ἡμίση καὶ τῶν στρα‐ τιωτῶν οὓς ἐκ τῆς ἀνηκούσης αὐτῷ Ἰταλίας ἐστρά‐ | |
20 | τευσεν· ὁ δὲ Καῖσαρ ἐκείνῳ ὅτι τὴν Αἴγυπτον καὶ ἄλλα μὴ λαχὼν εἶχε, καὶ ὅτι τὸν Σέξτον ἀπέκτεινεν, αὐτὸς γὰρ ἑκὼν ἐκείνου φείσασθαι ἔλεγε, καὶ ὅτι τὸν Ἀρμένιον ἀπάτῃ συνειληφὼς ἔδησε κἀκ τούτου Ῥω‐ μαίοις κακοδοξίαν προσέτριψε, καὶ τὰ ἡμίση τῶν | |
25 | λαφύρων καὶ αὐτὸς ἀπῄτει, καὶ τὴν Κλεοπάτραν αὐτῷ καὶ τοὺς παῖδας τοὺς ἐξ αὐτῆς καὶ τὰ δωρη‐ θέντα σφίσι πρὸς πάντας ἐπέφερεν, ἐν τοῖς μάλιστα δ’ ᾐτιᾶτο ὅτι τὸν Καισαρίωνα ἐς τὸ γένος εἰσῆγε τοῦ Καίσαρος. | |
30 | Ταῦτ’ οὖν ἐπενεκάλουν ἀλλήλοις. καὶ τέως οὐκ | 421 in vol. 2 |
2.422 | ἀναφανδὸν κατ’ ἀλλήλων ὡπλίζοντο, ἕως Δομίτιος Γναῖος καὶ Σόσσιος Γάιος, τῆς τοῦ Ἀντωνίου μερί‐ δος ὄντες, ὑπάτευσαν. τότε δὲ προδήλως ἐπολεμώ‐ θησαν. ὁ γὰρ Σόσσιος πολλὰ μὲν ἐν τῇ νουμηνίᾳ | |
5 | ἐπῄνεσε τὸν Ἀντώνιον, πολλὰ δὲ κατεῖπε τοῦ Καί‐ σαρος. καὶ τότε μὲν ὁ Καῖσαρ τῆς πόλεως ἐξεχώρη‐ σεν, αἰτίαν ἄλλην πλασάμενος· μετὰ δὲ ταῦτα ἐπα‐ νελθών, καὶ φρουρὰν ἑαυτῷ περιστήσας στρατιωτῶν, μέτρια μὲν ὑπὲρ ἑαυτοῦ διειλέχθη, τοῦ δὲ Ἀντωνίου | |
10 | καὶ τοῦ Σοσσίου πολλὰ κατηγόρησε, καὶ ἀδικοῦντα τὸν Ἀντώνιον διὰ γραμμάτων ἐξελέγχειν ὑπέσχετο. οἱ οὖν ὕπατοι μήτ’ ἀντειπεῖν θαρροῦντες μήτε σιωπᾶν ὑπομένοντες, τῆς πόλεως ἐκχωρήσαντες ἀπῆλ‐ θον πρὸς τὸν Ἀντώνιον, καὶ τῶν ἄλλων βουλευτῶν | |
15 | οὐκ ὀλίγοι αὐτοῖς συναπεληλύθασιν· καὶ αὖθις ἕτε‐ ροι τὸν Ἀντώνιον λιπόντες τῷ Καίσαρι προσεχώρη‐ σαν, ὅτι τήν τε τῆς Ὀκταβίας συνοίκησιν ἀπείπατο καὶ ὅτι τῇ Κλεοπάτρᾳ ἤχθοντο. ἐξ ὧν μαθὼν ὁ Καῖσαρ τά τε ἄλλα τοῦ Ἀντωνίου καὶ τὰς διαθήκας | |
20 | αὐτοῦ καὶ παρὰ τίνι ἐτύγχανον, ἔλαβέ τε αὐτὰς καὶ δημοσίᾳ ἀνέγνω, πρᾶγμα ποιήσας παρανομώτατον. τοσαύτην δὲ διὰ τὰ γεγραμμένα ὀργὴν καὶ οἱ πάνυ ἐκείνῳ προσκείμενοι ἐνεδείξαντο, ὥστε τήν τε ὑπα‐ τείαν καὶ τὴν ἄλλην ἅπασαν ἐξουσίαν ἀφείλοντο, | |
25 | καὶ τοῖς συνοῦσιν αὐτῷ ἄδειαν καὶ ἐπαίνους, ἐὰν ἐγκαταλίπωσιν αὐτόν, ἐψηφίσαντο· καὶ τῇ Κλεοπά‐ τρᾳ πόλεμον ἐπήγγειλαν ἄντικρυς, ὃς μᾶλλον πρὸς τὸν Ἀντώνιον ἔτεινεν· ᾔδεσαν γὰρ αὐτὸν ὑπὲρ ἐκεί‐ νης πάντα ὑποίσοντα. οὕτω γὰρ αὐτὸν ἐδουλώσατο | |
30 | ὥστε βασιλίς τε καὶ δέσποινα ὑπ’ ἐκείνου καλεῖσθαι, στρατιώτας τε Ῥωμαίους ἐν τῷ δορυφορικῷ αὐτῆς | |
ἔχειν καὶ ταῖς ἀσπίσι πάντων τὸ ὄνομα αὐτῆς ἐπι‐ | 422 in vol. 2 | |
2.423 | γράφεσθαι. καὶ εἰς τὴν ἀγορὰν δὲ μετ’ αὐτοῦ εἰσε‐ φοίτα καὶ τὰς πανηγύρεις συνδιετίθετο τάς τε δίκας συνεξήταζε, καὶ συνίππευε, καὶ ἐν ταῖς πόλεσιν ἐκείνη μὲν ἐν δίφρῳ ἐφέρετο, ὁ δ’ Ἀντώνιος πεζῇ | |
5 | μετὰ τῶν εὐνούχων αὐτῆς ἠκολούθει· συνεγράφετό τε αὐτῇ καὶ συνεπλάττετο, αὐτὸς Ὄσιρις καὶ Διόνυ‐ σος λεγόμενος, ἐκείνη δὲ Σελήνη καὶ Ἶσις. ὅθεν ἔκφρων ὑπ’ αὐτῆς ἐκ μαγγανείας ἔδοξε γεγονέναι. καὶ οὐκ ἐκεῖνον μόνον, ἀλλὰ καὶ τοὺς παρ’ αὐτῷ | |
10 | δυναμένους καὶ ἐγοήτευσε καὶ κατέδησεν, ὡς ἐλπίσαι καὶ τῶν Ῥωμαίων ἄρξειν, εὐχήν τε ποιεῖσθαι μεγί‐ στην καὶ ὅρκον τὸ ἐν τῷ Καπιτωλίῳ δικάσαι. ὁ δὲ Ἀντώνιος ἀκινάκην τε ἐνίοτε παρεζώννυτο καὶ ἐσθῆτι ἐχρῆτο παρὰ τὰ πάτρια. | |
15 | Τούτῳ μὲν οὖν ὑπάτῳ ὄντι καὶ στρατηγῷ Ῥω‐ μαίων εἰς αἰτίαμα ἐλογίσθη ἡ ἔξω τῶν πατρίων στολή, τοὺς δὲ νῦν βασιλεῖς Ῥωμαίων πῶς ἄν τις ἐξαιρήσαιτο μώμων καὶ αἰτιάσεως, μεταμφιεννυμέ‐ νους παρὰ τὰ πάτρια, καὶ οὐκ ἐνίοτε, ἀεὶ δὲ κεχρη‐ | |
20 | μένους ἐσθῆτι βαρβαρικῇ; Οὕτω μὲν οὖν τῷ τε Καίσαρι καὶ τῷ Ἀντωνίῳ συνηνέχθη τὰ πράγματα· οἱ δὲ παρεσκευάζοντο πρὸς τὸν πόλεμον, ἕκαστος πολλοὺς συμμάχους προσειλη‐ φώς. καὶ πολλὰ παρὰ τῶν ἀνθρώπων ἐθρυλεῖτο, | |
25 | πολλὰ δὲ καὶ σημεῖα γεγόνασι. πίθηκός τε γὰρ ἐς τὸ Δημήτριον ἐν ἱερουργίᾳ τινὶ εἰσελθὼν πάντα τὰ ἔνδον συνέχεε, καὶ παῖδες ἐν τῇ Ῥώμῃ πολλοὶ ἀθροι‐ σθέντες κελεύσαντος μηδενὸς συνέμιξαν ἀλλήλοις, οἱ μὲν ὡς Καισάρειοι, οἱ δὲ ὡς τοῦ Ἀντωνίου μαχό‐ | |
30 | μενοι, καὶ ἡττήθησαν οἱ τὸ τοῦ Ἀντωνίου ὄνομα φέροντες· εἰκών τε αὐτοῦ λιθίνη αἷμα ἀνῆκε, καὶ | |
πῦρ τό τε Δημήτριον καὶ ναὸν ἕτερον Ἐλπίδος διέ‐ | 423 in vol. 2 | |
2.424 | φθειρε, καὶ ἄλλα τοιαῦτα συμβέβηκεν. οὐδὲν δὲ τούτων αὐτοὺς ἐφόβησεν, ἀλλ’ ὁ μὲν Ἀντώνιος ὥρ‐ μησεν ὡς ἐν τῇ Ἰταλίᾳ ἀδοκήτως αὐτοῖς τὸν πόλεμον ποιησόμενος, ἐλθὼν δὲ εἰς Κέρκυραν κἀκεῖθεν εἰς | |
5 | τὴν Πελοπόννησον ἀναπλεύσας αὐτὸς μὲν ἐν Πά‐ τραις παρεχείμασε, τοὺς δὲ στρατιώτας πανταχόσε διέπεμψεν· ὁ δὲ Καῖσαρ ἀνήχθη μὲν ἐκ τοῦ Βρεν‐ τεσίου, χειμῶνι δὲ περιπεσὼν καὶ πονηθεὶς ἀνεχώ‐ ρησεν. | |
10 | Ἠργμένου δὲ ἔαρος ὁ μὲν Ἀντώνιος οὐδαμῇ ἐκι‐ νήθη· σύμμικτοι γὰρ ἐκ πολλῶν ἐθνῶν ὄντες οἱ τριηρῖται αὐτοῦ καὶ πόρρω χειμάζοντες ἀπ’ αὐτοῦ οὔτ’ ἐγυμνάζοντο καὶ νόσῳ καὶ αὐτομολίαις ἠλάτ‐ τωντο, καὶ ὁ Ἀγρίππας τὴν Μεθώνην ἐξ ἐφόδου | |
15 | κατασχὼν καὶ τὰς κατάρσεις τῶν ὁλκάδων ἐπιτηρῶν καὶ ἀποβάσεις ἄλλοτε ἄλλῃ τῆς Ἑλλάδος ποιούμενος ἰσχυρῶς αὐτὸν ἐθορύβει· ὁ δὲ Καῖσαρ πάντας μὲν τοὺς στρατιώτας, πάντας δὲ τοὺς δυναμένους τι τῶν βουλευτῶν καὶ ἱππέων εἰς τὸ Βρεντέσιον συνήγαγε, | |
20 | τοὺς μὲν ὅπως αὐτῷ τι συμπράξωσι, τοὺς δ’ ὅπως μὴ μονωθέντες τι νεοχμώσωσι, καὶ ἵν’ ἐνδείξηται ὅτι τὸ πλεῖστον καὶ κρατιστεῦον τῶν Ῥωμαίων ὁμό‐ γνωμον κέκτηται. καὶ σὺν αὐτοῖς τὸν Ἰόνιον διαβέ‐ βηκε, καὶ τὴν Κέρκυραν ἐκλειφθεῖσαν ὑπὸ τῶν | |
25 | φρουρούντων λαβὼν εἰς τὸν λιμένα τὸν Γλυκὺν κα‐ τῆρε, καλεῖται δὲ οὕτως ὅτι ἐκ τοῦ ποταμοῦ τοῦ εἰς αὐτὸν ἐμβάλλοντος γλυκαίνεται, κἀκεῖθεν εἰς τὸ Ἄκτιον ἔπλει. ὡς δ’ οὐδεὶς οὔτε ἀντέπλει οὔτε ἐς | |
λόγους ᾔει αὐτῷ ἢ πρὸς μάχην ἢ πρὸς ὁμολογίαν | 424 in vol. 2 | |
2.425 | ἐκκαλουμένῳ τοὺς ἐναντίους, κατέλαβε τὸ χωρίον τοῦτο ἐν ᾧ νῦν ἐστιν ἡ Νικόπολις, κἀκ τούτου ἐφή‐ δρευε τῷ Ἀκτίῳ κατὰ γῆν τε καὶ θάλασσαν. τὸ δὲ Ἄκτιον οἱ τοῦ Ἀντωνίου προκατελάβοντο καὶ πύργοις | |
5 | ὠχύρωσαν ἑκατέρωθεν. Ἐπεὶ δὲ τὴν τοῦ Καίσαρος ἄφιξιν ἐπύθετο ὁ Ἀντώνιος, ἠπείχθη μετὰ τῶν περὶ αὐτὸν εἰς τὸ Ἄκτιον· οὐκ εὐθὺς μέντοι καὶ ἠγωνίσατο, καίτοι τοῦ Καίσαρος παντὶ τρόπῳ εἰς ἀγῶνα τοῦτον ἐνά‐ | |
10 | γοντος, ἀκροβολισμοῖς δ’ ἐπὶ πλείους ἡμέρας ἐχρή‐ σατο, μέχρι συνήθροισε τὰ στρατεύματα. ὁ δὲ Καῖ‐ σαρ εἰς τὴν Ἑλλάδα τήν τε Μακεδονίαν ἔπεμψε στρατιάν, ὅπως πρὸς ἐκεῖνα μετενέγκῃ καὶ ἄκοντα τὸν Ἀντώνιον. καὶ ὁ Ἀγρίππας τῆς τε Λευκάδος | |
15 | καὶ τῶν ἐν ταύτῃ σκαφῶν αἰφνιδίως ἐπιπλεύσας ἐκράτησε, καὶ Πάτρας εἷλε καὶ τὴν Κόρινθον παρε‐ στήσατο. καὶ ὁ Τίτιος ὁ Μάρκος Ταῦρός τε ὁ Στα‐ τίλιος τὸ ἱππικὸν τοῦ Ἀντωνίου ἀθρόον ἐκδραμόντες συνέσχον καὶ Φιλάδελφον βασιλέα Παφλαγονίας | |
20 | προσεποιήσαντο· καὶ ὁ Δομίτιος ὁ Γναῖος καὶ ἄλλοι τῷ Καίσαρι προσεχώρησαν. φοβηθεὶς οὖν ὁ Ἀντώ‐ νιος μὴ ὅσοι ἐς τὴν Μακεδονίαν καὶ τὴν Θρᾴκην ἐπέμφθησαν παρ’ αὐτοῦ τῷ Καίσαρι πρόσθωνται, ὥρμησε πρὸς αὐτούς. | |
25 | Κἀν τούτῳ ναυμαχία τις συνέστη, καὶ παρὰ μὲν τῇ πρώτῃ προσβολῇ ἐτρέψαντο οἱ τοῦ Ἀντωνίου τοὺς τοῦ Καίσαρος ὀλίγους ὄντας, τοῦ δὲ Ἀγρίππου, ᾧ πᾶν ἀνεῖτο τὸ τοῦ Καίσαρος ναυτικόν, κατὰ τύχην ἐπιδημήσαντος, οὐ μόνον οὐδὲν τῆς νίκης οἱ τοῦ | |
30 | Ἀντωνίου ἀπώναντο, ἀλλὰ καὶ ἀπώλοντο. καὶ διὰ τοῦτο ἐπανελθὼν ὁ Ἀντώνιος ἱππομαχίᾳ τινὶ πρὸς | |
τὴν τοῦ Καίσαρος προφυλακὴν ἡττήθη. καὶ ἐπειδὴ καὶ | 425 in vol. 2 | |
2.426 | τὰ ἐπιτήδεια αὐτὸν ἤρξαντο ἐπιλείπειν, βουλὴν ἐποιή‐ σατο πότερον κατὰ χώραν μείναντες διακινδυνεύσου‐ σιν ἢ μεταστάντες χρόνῳ τὸν πόλεμον διενέγκωσι. καὶ ἄλλοι μὲν ἄλλα συνεβούλευσαν, ἡ δέ γε Κλεο‐ | |
5 | πάτρα τὰ ἐπικαιρότατα τῶν χωρίων φρουραῖς παρα‐ δοθῆναι καὶ τοὺς λοιποὺς συναπᾶραι αὐτοῖς εἰς τὴν Αἴγυπτον συμβουλεύσασα ἐνίκησε. εἰς δὲ ταύτην ἦλθε τὴν γνώμην ὑπὸ σημείων θορυβηθεῖσα καὶ ἐκ τῆς τοῦ στρατεύματος ἀθυμίας καὶ ἀρρωστίας δεί‐ | |
10 | σασα. καὶ τὸν Ἀντώνιον ἐξεφόβησεν. οὐ μέντοι λάθρᾳ οὐδὲ μὴν φανερῶς ἐκπλεῦσαι ὡς φεύγοντες ἐβουλεύσαντο, ἵνα μὴ εἰς δέος τοὺς συμμάχους ἐμ‐ βάλωσιν, ἀλλ’ ὡς ἐπὶ ναυμαχίαν παρασκευαζόμενοι· κἀντεῦθεν τὰ ἄριστα τῶν σκαφῶν ἐκλεξάμενοι, ὅτι | |
15 | ἐκ τῆς φθορᾶς τε καὶ τῆς αὐτομολίας οἱ ἐρέται ἠλάτ‐ τωντο, κατέπρησαν τὰ λοιπά, καὶ νύκτωρ πάντα τὰ τιμιώτατα λαθραίως ἐμβαλόντες αὐτοῖς ἕτοιμα εἰς ἔκπλουν ἐποίησαν. καὶ τοὺς στρατιώτας παρεθάρ‐ ρυνε πρὸς τὴν ναυμαχίαν διαλεχθεὶς αὐτοῖς ὁ Ἀν‐ | |
20 | τώνιος. καὶ οὕτως πάντας μὲν τοὺς πρώτους τῶν συνόντων αὐτῷ εἰς τὰς ναῦς ἐνεβίβασεν, ἵνα μή τι νεωτερίσωσιν ὡς ὁ Δέλλιος καὶ ἄλλοι τινὲς αὐτομο‐ λήσαντες, παμπληθεῖς δὲ καὶ τοξότας καὶ σφενδονή‐ τας καὶ ὁπλίτας ἐνεβιβάσατο. τριήρεις μὲν γὰρ ὀλί‐ | |
25 | γας εἶχεν, αἱ δὲ λοιπαὶ τετρήρεις καὶ δεκήρεις ἦσαν αὐτῷ. Καῖσαρ δὲ καθεώρα μὲν καὶ τὴν παρασκευὴν αὐτῶν καὶ ηὐτρεπίζετο, μαθὼν δὲ καὶ τὴν διάνοιαν σφῶν ἐξ ἄλλων τε κἀκ τοῦ Δελλίου, συνήγαγε τὸ | |
30 | στράτευμα καὶ εἰς μάχην δι’ ὧν εἴρηκε παρεκάλεσε. κἀν τούτῳ ὑετοῦ γενομένου λάβρου καὶ ζάλης πολ‐ | |
λῆς εἰς τὸ τοῦ Ἀντωνίου ναυτικὸν ἐμπεσούσης ἀνε‐ | 426 in vol. 2 | |
2.427 | θάρσησεν ὁ Καῖσαρ καὶ τὸν ἔκπλουν αὐτῶν ἐπετήρει. ὡς δὲ παρετάξαντο μὲν οἱ τοῦ Ἀντωνίου, οὐ μέντοι προῄεσαν, ὥρμησε μὲν ὡς καὶ ἑστῶσι σφίσι προσμί‐ ξων ἢ καὶ ἀναχωρῆσαι ποιήσων, ὡς δ’ οὔτ’ ἐξώρμη‐ | |
5 | σαν οὔτ’ ἀνέστρεψαν, ἀλλὰ κατὰ χώραν ἔμενον τῇ συντάξει τε ἐπεπύκνωντο, ἀνέσχε χρόνον τινά, εἶτα συμπεσόντες ἐναυμάχουν. Ἀγχωμάλου δὲ τῆς ναυμαχίας οὔσης ἐπὶ πολὺ καὶ ἀκρίτου, αἱ Κλεοπάτρας ἑξήκοντα νῆες συνθή‐ | |
10 | ματος παρ’ αὐτῆς δοθέντος πρὸς ἀπόπλουν ἤρκασι τὰ ἱστία καὶ πρὸς τὸ πέλαγος ὥρμησαν. ὁ δ’ Ἀντώ‐ νιος τὴν Κλεοπάτρας ναῦν ἰδὼν ἀποπλέουσαν, πάν‐ των ἐπιλαθόμενος εἰς πεντήρη μεταβὰς ἐδίωκε τὴν ἀπολωλεκυῖαν αὐτὸν καὶ ἔτι προσαπολέσουσαν. ἐκείνη | |
15 | δὲ γνωρίσασα τὸ τῆς νεὼς σημεῖον, ἀνέσχε· καὶ ἀνα‐ ληφθεὶς εἰς τὴν ἐκείνης ναῦν, μόνος παρελθὼν ἐς πρῷραν ἐκάθητο σιωπῶν. καὶ τρεῖς μὲν ἡμέρας οὕτως διήγαγεν, ἐν δὲ Ταινάρῳ γενομένους αἱ συνή‐ θεις γυναῖκες καὶ συνήγαγον καὶ συνδειπνεῖν καὶ | |
20 | συγκαθεύδειν ἀνέπεισαν. τὸ δὲ τοῦ Ἀντωνίου ναυ‐ τικὸν μετὰ τὴν αὐτοῦ ὑποχώρησιν ἀντισχὸν μέχρις ὥρας δεκάτης, πυρὸς ἐπενεχθέντος τοῖς σκάφεσι κε‐ λεύσαντος Καίσαρος τὸ μὲν κατεφλέχθη, τὸ δὲ ἑάλω· λέγεται γὰρ περὶ τριακοσίας νῆας ἑαλωκέναι. | |
25 | Τοιοῦτον μὲν οὖν τῇ ναυμαχίᾳ τέλος ἐγένετο κατὰ τὴν δευτέραν τοῦ Σεπτεμβρίου, καὶ τότε μόνῳ τῷ Καίσαρι τὸ κράτος ἅπαν περιελήλυθεν, ὡς ἐκ τούτου δὴ τοῦ καιροῦ τὴν αὐτοῦ μοναρχίαν ψηφίζε‐ | |
σθαι. πόλιν δ’ ἐν τῷ τοῦ στρατοπέδου τόπῳ συνῴ‐ | 427 in vol. 2 | |
2.428 | κισε, Νικόπολιν καλέσας αὐτήν. ἔστησε δὲ καὶ στή‐ λας χαλκᾶς ἀνθρώπου καὶ ὄνου. λέγεται γὰρ νυκτὸς ἔτι οὔσης, καθ’ ἣν ἡμέραν ἡ ναυμαχία συνέστη, ἀπὸ τῆς σκηνῆς αὐτῷ προελθόντι καὶ περιιόντι τὰς ναῦς | |
5 | ἄνθρωπος συναντῆσαι ὄνον ἐλαύνων, πυθομένῳ δὲ τοὔνομα εἰπεῖν “ἐμοὶ μὲν Εὔτυχος ὄνομα, τῷ δ’ ὄνῳ Νίκων.” αἱ στῆλαι δ’ αὗται ὕστερον ἀνακομισθεῖσαι εἰς τὸ Βυζάντιον ἔστησαν ἐν τῷ τῆς ἱππηλασίας θεάτρῳ. | |
10 | Ἡ δὲ πεζή τε καὶ ἱππικὴ δύναμις τοῦ Ἀντωνίου μετὰ τὴν ἐκείνου φυγὴν ἡμέρας ἑπτὰ συμμείνασα, τέλος τῷ κρατήσαντι προσεχώρησεν. τινὲς δὲ καὶ μάλιστα τῶν Ῥωμαίων ἀπῆλθον πρὸς τὸν Ἀντώνιον, οἱ δέ γε σύμμαχοι οἴκαδε. ὁ μέντοι Καῖσαρ εἰς τὴν | |
15 | Ἰταλίαν ἠπείχθη, μή τι στασιάσωσι φοβηθείς· ἐλθὼν δ’ ἐς τὸ Βρεντέσιον, οὐκέτι πορρωτέρω προυχώρησεν· ἥ τε γὰρ γερουσία καὶ ἡ ἱππὰς τοῦ τε δήμου τὸ πλεῖον καὶ ἕτεροι συνῆλθον ἐκεῖ. ἔνθα τὰ αὐτῷ δο‐ κοῦντα καταπραξάμενος ἐς τὴν Ἑλλάδα αὖθις ἀπῆρε. | |
20 | καὶ διὰ τοῦ Ἰσθμοῦ τῆς Πελοποννήσου τὰς ναῦς διὰ τὸν χειμῶνα διαγαγὼν ταχέως εἰς τὴν Ἀσίαν ἀνεκο‐ μίσθη. Κλεοπάτρα δὲ φυγοῦσα καταλαβεῖν τὴν Αἴγυπτον ἔσπευσε, δεδοικυῖα μή τι νεωτερίσωσι. καὶ γενομένη | |
25 | ἐν ταύτῃ πανταχόθεν συνέλεγε χρήματα ἤθροιζέ τε δυνάμεις. Ἀντώνιος δὲ εἰς Λιβύην ἀπέπλευσεν. ἐπεὶ δὲ καὶ ὅπερ εἶχεν ἐκεῖ στράτευμα ἀπέστη αὐτοῦ, | |
ὥρμησε μὲν ἑαυτὸν ἀνελεῖν, ὑπὸ δὲ τῶν φίλων κε‐ | 428 in vol. 2 | |
2.429 | κώλυτο, καὶ ἀνεκομίσθη εἰς Ἀλεξάνδρειαν. καὶ παρεσκευάζοντο μὲν ὡς καὶ πολεμήσοντες, ἔστειλαν δέ τινας καὶ πρὸς Καίσαρα λόγους ὑπὲρ εἰρήνης κο‐ μίζοντας, τοῖς δὲ συνοῦσιν αὐτῷ χρήματα. καὶ ἡ | |
5 | Κλεοπάτρα κρύφα τοῦ Ἀντωνίου σκῆπτρον αὐτῷ χρυσοῦν καὶ στέφανον ὅμοιον καὶ δίφρον βασίλειον ἔπεμψεν, ὡς καὶ τὴν ἀρχὴν αὐτῷ δι’ αὐτῶν διδοῦσα. ὁ δὲ τὰ μὲν δῶρα ἔλαβεν, οἰωνὸν αὐτὰ ποιησάμενος, ἀπεκρίνατο δὲ τῷ μὲν Ἀντωνίῳ οὐδέν, Κλεοπάτρᾳ | |
10 | δὲ ὅτι ἀποκτεινάσῃ τὸν Ἀντώνιον ἢ ἐκβαλούσῃ ἄδειαν αὐτῇ δώσει καὶ τὴν ἀρχὴν ἐάσει ἀπαρεγχείρητον. ἐν τοσούτῳ δὲ τὰς ἐν τῷ Ἀραβικῷ κόλπῳ ναυπηγηθεί‐ σας τῇ Κλεοπάτρᾳ τριήρεις κατέπρησαν οἱ Ἀράβιοι, καὶ τὰς ἐπικουρίας οἱ δῆμοι καὶ οἱ δυνάσται ξύμπαν‐ | |
15 | τες ἀπηρνήσαντο. Ἀντώνιος δὲ καὶ ἡ Κλεοπάτρα ἀκούσαντες τὰ παρὰ τοῦ Καίσαρος αὐτοῖς ἐπεσταλ‐ μένα ἔπεμψαν αὖθις, ἡ μὲν χρήματα αὐτῷ πολλὰ δώσειν ὑπισχνουμένη, ὁ δὲ τῆς τε φιλίας καὶ τῆς συγγενείας αὐτὸν ἀναμιμνήσκων· καὶ ἑαυτὸν διαχει‐ | |
20 | ρίσασθαι ἐπηγγέλλετο, ἂν διὰ τοῦτο ἡ Κλεοπάτρα σωθῇ. οὐδὲν μέντοι οὐδὲ τότε Ἀντωνίῳ ἀπεκρίθη, τῇ δὲ Κλεοπάτρᾳ πολλὰ καὶ τότε ἠπείλησε καὶ ὑπέ‐ σχετο. φοβηθεὶς δὲ μὴ τὰ χρήματα παμπληθῆ ὄντα διαφθείρῃ ἡ Κλεοπάτρα, ἃ εἰς τὸ μνημεῖον, ὃ ἐν τοῖς | |
25 | βασιλείοις κατεσκεύασεν, ἤθροισε, καὶ γὰρ πάντα κατακαύσειν ἠπείλει μεθ’ ἑαυτῆς εἰ ὧν βούλοιτο διαμάρτῃ, Θύρσον οἰκεῖον ἔπεμψεν ἐξελεύθερον, πολλὰ ἐροῦντα αὐτῇ φιλάνθρωπα καὶ ὅτι ἔρωτα τρέ‐ φει ὁ Καῖσαρ αὐτῆς. ὅθεν καὶ τὸ Πηλούσιον κατέ‐ | |
30 | σχεν ὁ Καῖσαρ, δυνάμει μὲν τὸ φαινόμενον, λάθρᾳ δὲ προδοθὲν ὑπὸ Κλεοπάτρας. ἐρᾶν γὰρ αὐτῆς ἐκεῖ‐ | |
νον ἀκούσασα, καὶ τούτου ἐφιεμένη, εὐθὺς αὐτῷ | 429 in vol. 2 | |
2.430 | προήκατο τὸ Πηλούσιον. ὁ δ’ οὖν Ἀντώνιος ἀπών, καὶ τὴν τοῦ Πηλουσίου κατάληψιν γνούς, ἐπανελθὼν πρὸ τῆς Ἀλεξανδρείας τῷ Καίσαρι προϋπήντησε, καὶ συμβαλὼν τοῖς ἱππεῦσι κεκμηκόσιν ἐκ τῆς ὁδοιπορίας | |
5 | ἐνίκησε. κἀκ τούτου ἀναθαρσήσας, καὶ ὅτι τοξεύ‐ μασιν ἐς τὸ στρατόπεδον τοῦ Καίσαρος γραμμάτια ἔπεμψε, πολλὰ χρήματα τοῖς στρατιώταις ἐπαγγελλό‐ μενος, προσέμιξε καὶ τῷ πεζῷ, καὶ ἡττήθη. καὶ ὁ μὲν ἐλαττωθεὶς ἀπέκλινε πρὸς τὸ ναυτικὸν καὶ ὡς | |
10 | ναυμαχήσων παρεσκευάζετο ἢ πρὸς Ἰβηρίαν πλευ‐ σούμενος, γνοῦσα δὲ τοῦτο ἡ Κλεοπάτρα τὰς μὲν ναῦς αὐτομολῆσαι ἐποίησεν, αὐτὴ δὲ εἰς τὸ ἠρίον εἰσέδυ αἰφνίδιον, ὡς τάχα τὸν Ἀντώνιον φοβουμένη ὑπειληφότα προδίδοσθαι παρ’ αὐτῆς. δύο δὲ ἦσαν | |
15 | ἐκεῖ σὺν αὐτῇ θεράπαιναι καὶ εὐνοῦχος εἷς. εἰσελ‐ θοῦσα δὲ τὰς μὲν θύρας κατέκλεισεν ἀσφαλῶς, πρὸς δὲ τὸν Ἀντώνιον τοὺς ἀπαγγελοῦντας ἔπεμψεν ὅτι τέθνηκεν. πιστεύσας δ’ ἐκεῖνός τινι τῶν παρόντων ἐπέτρεψεν ἀποκτεῖναι αὐτόν. ὡς δ’ ἐκεῖνος σπασά‐ | |
20 | μενος τὸ ξίφος ἑαυτὸν κατειργάσατο, “εὖγε” εἶπεν “ὦ Ἔρως” τοῦτο γὰρ ἦν ὄνομα τῷ ἀνθρώπῳ “ὅτι με τί χρὴ ποιεῖν διδάσκεις,” καὶ πλήξας ἑαυτὸν διὰ τῆς κοιλίας εἰς τὴν κλίνην ἀφῆκεν. ἦν δὲ οὐκ εὐθυθά‐ νατος ἡ πληγή. θορύβου δὲ γενομένου ᾔσθετο ἡ | |
25 | Κλεοπάτρα. καὶ τὰς μὲν θύρας οὐκ ἀνέῳξεν, ἄνωθεν δὲ προκύψασα, οὔπω γὰρ τὰ πρὸς τῇ ὀροφῇ ἐξείρ‐ γαστο, καὶ μαθοῦσα τὸ γεγονός, κομίζειν αὐτὸν ἐς τὸν τάφον ἐκέλευσε. γνοὺς δὲ κἀκεῖνος ἔτι ζῶσαν αὐτήν, παρεκάλει κομισθῆναι ἐκεῖ, καὶ κομισθεὶς | |
30 | σειραῖς καὶ καλῳδίοις ἀνείλκετο παρ’ αὐτῆς καὶ δύο τῶν θεραπαινίδων αὐτῆς. δεξαμένη δὲ αὐτὸν αἵ‐ | |
ματι πεφυρμένον καὶ δυσθανατοῦντα, τοὺς πέπλους | 430 in vol. 2 | |
2.431 | περιερρήξατο ἐπ’ αὐτῷ καὶ τὰ στέρνα ἔτυπτε καὶ κα‐ τεσπάραττε ταῖς χερσίν. ὁ δὲ οἶνον πιεῖν ᾔτησε, καὶ πιὼν καί τινα ὁμιλήσας τῇ Κλεοπάτρᾳ ἐξέλιπε. Καῖ‐ σαρ δὲ ἀγγελθέντος αὐτῷ τοῦ θανάτου τοῦ Ἀντωνίου | |
5 | ἀπεδάκρυσε, καὶ τὰς ἐπιστολὰς ἐκείνου τοῖς φίλοις ἀναγινώσκων κατεγίνωσκεν ἑαυτοῦ, ὡς εὐγνώμονα· αἰτοῦντος ἐκείνου καὶ δίκαια, αὐτοῦ δὲ φορτικῶς καὶ ὑπερηφάνως πρὸς τὰς ἀποκρίσεις διακειμένου. Εἰς δὲ τὴν Κλεοπάτραν ἔπεμψε τὸν Προκλήιον, | |
10 | ζώσης αὐτῆς κρατῆσαι θέλων, μέγα πρὸς δόξαν ἡγού‐ μενος διαγαγεῖν αὐτὴν εἰς τὸν θρίαμβον. ἡ δὲ ἐντὸς θυρῶν κεκλεισμένων ἰσχυρῶς στᾶσα διειλέχθη αὐτῷ. ὡς δὲ καταμαθὼν τὸν τόπον ἀπήγγειλε Καίσαρι, Γάλλος μὲν ἐπέμφθη αὐτῇ ἐντευξόμενος, ὃς ἐμήκυνε | |
15 | πρὸς ταῖς θύραις τὸν λόγον ἐπίτηδες, Προκλήιος δὲ κλίμακι διὰ θυρίδος εἰσῆλθε λαθὼν μετὰ δύο ὑπη‐ ρετῶν. τῆς δὲ μιᾶς τῶν αὐτῇ συγκαθειργμένων γυ‐ ναικῶν ἀνακραγούσης “τάλαινα Κλεοπάτρα, ζωγρῇ,” ὥρμησε μὲν ἑαυτὴν πατάξαι, παρέζωστο γάρ τι ξιφί‐ | |
20 | διον, προσδραμὼν δὲ αὐτῇ ὁ Προκλήιος συνέσχεν αὐτήν, καὶ ἀφείλετο τὸ ξιφίδιον, καὶ μή τι κρύπτῃ φάρμακον ἐξηρεύνησεν. ἔπεμψε δὲ Καῖσαρ Ἐπαφρό‐ διτον ἀπελεύθερον, κελεύσας ζῶσαν τηρεῖν πάνυ ἐπιμελούμενον. αὐτὸς δὲ Καῖσαρ εἰσήλασεν εἰς τὴν | |
25 | πόλιν. καὶ ὁ Ἀντώνιος παρὰ τῆς Κλεοπάτρας ἐτάφη πολυτελῶς καὶ βασιλικῶς. πυρετῶν δὲ αὐτῇ γενο‐ μένων, ἐφλέγμηνε γὰρ αὐτῆς τὰ στέρνα καὶ ἥλκωτο, τροφῆς ἀπείχετο, ὡς ἐντεῦθεν λυθησομένη τοῦ ζῆν. | |
ὃ ὑπονοήσας ὁ Καῖσαρ ἀπειλὰς αὐτῇ καὶ φόβους περὶ | 431 in vol. 2 | |
2.432 | τῶν τέκνων προσέβαλεν, οἷς ἐκείνη καθάπερ μηχα‐ νήμασιν ὑπηρείπετο, καὶ τροφήν τε καὶ θεραπείαν προσίετο. ἧκε δὲ μετ’ ὀλίγον καὶ ὁ Καῖσαρ αὐτῇ ἐν‐ τευξόμενος. ἡ δὲ λιτῶς ἐν στιβάδι κατακειμένη μο‐ | |
5 | νοχίτων ἀναπηδήσασα προσπίπτει αὐτῷ, ὑπότρομος τῇ φωνῇ καὶ συντετηκυῖα ταῖς ὄψεσι. κελεύσαντος δὲ τοῦ Καίσαρος ἀνακλιθῆναι καὶ αὐτοῦ παρακαθι‐ σαμένου ἐδεῖτο αὐτοῦ ὡς μάλιστα τοῦ ζῆν περιεχο‐ μένη· τέλος δὲ τῶν χρημάτων ἀναγραφὴν αὐτῷ | |
10 | ἐνεχείρισεν. ὁ δὲ φιλοψυχεῖν αὐτὴν οἰόμενος ἥδετο, καὶ εἰπὼν ὅτι πάσης ἐλπίδος αὐτῇ λαμπρότερον χρήσεται, ἠπατηκέναι μὲν αὐτὴν ᾤετο, μᾶλλον δ’ αὐτὸς ἐξηπάτητο. μαθοῦσα γὰρ ὡς ὁ Καῖσαρ μὲν πεζῇ διὰ Συρίας ἔγνωκεν ἀπιέναι, αὐτὴν δ’ ἐς τὴν | |
15 | Ῥώμην στελεῖ μετὰ τρίτην ἡμέραν, ἐδεήθη Καίσαρος ὅπως ἐπενέγκῃ τῷ Ἀντωνίῳ χοάς. καὶ ἐπιτρέψαντος, ἐπὶ τὸν τάφον κομισθεῖσα πολλὰ ὠλοφύρατο, εἶτα στέψασα καὶ κατασπασαμένη τὴν σορόν, ἐκέλευσεν αὐτῇ λουτρὸν γενέσθαι. λουσαμένη δὲ καὶ κατακλι‐ | |
20 | θεῖσα ἄριστον ἠρίστα λαμπρόν. καί τις ἧκεν ἀπ’ ἀγροῦ κομίζων ἀγγεῖον σύκων μεστόν. τῶν δὲ φυ‐ λάκων τί φέροι ἀνακρινόντων, ἐκεῖνος τὰ σῦκα ὑπέ‐ δειξεν· οἱ δὲ εἰσάγειν ἐκέλευον. μετὰ δὲ τὸ ἄριστον ἡ Κλεοπάτρα δέλτον κατασεσημασμένην τῷ Καίσαρι | |
25 | ἔστειλε. Καῖσαρ δὲ ὡς ἐνέτυχε λιταῖς δεομένης αὐ‐ τῆς συνταφῆναι τῷ Ἀντωνίῳ, ταχὺ συνῆκε τὸ πε‐ πραγμένον, καὶ κατὰ τάχος τοὺς σκεψομένους τὸ γε‐ νόμενον ἔπεμψεν. οἳ δρόμῳ καταλαβόντες εὗρον αὐτὴν τεθνηκυῖαν ἐν χρυσῇ κλίνῃ κεκοσμημένην | |
30 | βασιλικῶς. τῶν δὲ γυναικῶν ἡ μὲν Εἰρὰς πρὸς τοῖς ποσὶν ἀπέθνησκεν, ἡ δὲ Χαρμόνιον ἤδη καρηβαροῦσα | |
καὶ σφαλλομένη κατεκόσμει τὸ περὶ τὴν κεφαλὴν | 432 in vol. 2 | |
2.433 | ἐκείνης διάδημα. εἰπόντος δέ τινος “καλὰ ταῦτα, Χαρμόνιον,” “κάλλιστα μὲν οὖν” ἔφη “καὶ πρέποντα τῇ τοσούτων ἀπογόνῳ βασιλέων.” καὶ ταῦτα εἰποῦσα παρὰ τὴν κλίνην ἔπεσε καὶ αὐτή. | |
5 | Λέγεται δὲ ἀσπίδος δήγματι θανεῖν κομισθείσης μετὰ τῶν σύκων. οἱ δ’ ἐν ὑδρίᾳ τηρεῖσθαι τὴν ἀσπίδα φασίν, ἠλακάτῃ δὲ χρυσῇ τῆς Κλεοπάτρας ἐκκαλουμένης αὐτὴν καὶ ἀγριαινούσης ὁρμήσασαν ἐμφῦναι αὐτῆς τῷ βραχίονι. λέγεται δὲ καὶ φάρμα‐ | |
10 | κον αὐτὴν ἔχειν ἐν κνήστιδι κοίλῃ, καὶ τὴν κνήστιδα κρύπτειν τῇ κόμῃ. ὁ δὲ Δίων βελόνην αὐτὴν εἶναί φησιν, ᾗ τὰς τρίχας ἀνεῖρεν, ἰῷ περικεχρισμένην, δύναμιν ἔχοντι, ἂν αἵματος ἅψηται, ὡς τάχιστα καὶ ἀλυπότατα φθείρειν. ἡ μὲν οὖν ἀπώλετο, τὸ δ’ ἀλη‐ | |
15 | θὲς οὐκ ἐγνώσθη, ἢ ὅτι περὶ τὸν βραχίονα δύο νυγμαὶ ὤφθησαν λεπταί τε καὶ ἀμυδραί, οὔτε δὲ φαρμάκου τι σημεῖον περὶ τὸ σῶμα ἐκείνης ἐξήνθη‐ σεν οὔτε τὸ θηρίον εὑρέθη, εἰ μή τινας συρμοὺς αὐτοῦ παρὰ θάλασσαν, ᾗ τὸ δωμάτιον ἀφεώρα καὶ | |
20 | θυρίδες ἦσαν, ἰδεῖν ἔφασκον. εἴκασται δὲ ἐξ ἀσπί‐ δος αὐτὴν θανεῖν, ὅτι πολλὰ πρῴην συνῆγε θανά‐ σιμα φάρμακα, καὶ ταῦτα τοῖς κατεψηφισμένοις θάνατον προύβαλλε· καὶ τὰ μὲν ὠκύμορα κατελάμ‐ βανεν, ὀδυνηρὸν δ’ ἐπάγοντα θάνατον, τὰ δὲ πρᾳό‐ | |
25 | τερα μέν, διὰ χρόνου δέ γε κατεργαζόμενα· μόνον δ’ εὕρισκε τὸ δῆγμα τῆς ἀσπίδος ἄνευ σπασμοῦ κά‐ ρον ὑπνώδη ἐφελκόμενον ἱδρῶτι μαλακῷ καὶ τῶν αἰσθητηρίων ἀμαυρώσει ῥᾳδίως ἀπονεκροῦν. Ἀκούσας δὲ ὁ Καῖσαρ τὴν τελευτὴν αὐτῆς ἐξε‐ | |
30 | πλάγη, καὶ φάρμακα τῷ σώματι καὶ ψύλλους ἐπήνεγ‐ | 433 in vol. 2 |
2.434 | κεν. οἱ δὲ ψύλλοι ἄνδρες εἰσί, γυνὴ γὰρ τὴν δύναμιν ταύτην ἔχειν οὐ πέφυκεν, δύνανται δὲ πάντα ἰὸν παντὸς ἑρπετοῦ, πρὶν θανεῖν τὸν δεδηγμένον ἢ τε‐ τρωμένον, ἐκμυζᾶν, καὶ αὐτοί τε μὴ βλάπτεσθαι καὶ | |
5 | τὸν πεφαρμαγμένον θεραπεύειν. φύονται δὲ ἐξ ἀλ‐ λήλων, καὶ δοκιμάζουσι τὰ γεννηθέντα ἢ μετὰ ὄφεων ἐμβληθέντα, ἢ καὶ τῶν σπαργάνων αὐτῶν ἐπιβλη‐ θέντων ἰοβόλοις τισίν· οὔτε γὰρ τῷ παιδί τι λυμαί‐ νονται καὶ ὑπὸ τῆς ἐσθῆτος αὐτοῦ ναρκῶσιν. | |
10 | Ὁ μὲν οὖν Καῖσαρ ἐπὶ τῇ τῆς γυναικὸς τελευτῇ καὶ ἠχθέσθη καὶ τὴν εὐγένειαν αὐτῆς ἐθαύμαζε, καὶ συνταφῆναι τῷ Ἀντωνίῳ ἐκέλευσε πολυτελῶς καὶ βασιλικῶς. ἐντίμου δὲ καὶ αἱ θεράπαιναι ταφῆς ἔτυχον ἐκείνου προστάξαντος. ἐτελεύτησε δὲ Κλεο‐ | |
15 | πάτρα μὲν τεσσαρακοντοῦτις ἑνὸς δέοντος, τούτων δύο καὶ εἴκοσι βασιλεύσασα, πλείω δὲ τῶν δεκατεσ‐ σάρων Ἀντωνίῳ συνάρξασα· Ἀντώνιον δὲ οἱ μὲν ἕξ, οἱ δὲ τρισὶν ὑπερβαλεῖν φασι τὰ πεντήκοντα. τὸν δὲ τοῦ Ἀντωνίου υἱὸν Ἄντυλλον τὸν ἐκ τῆς Φουλβίας | |
20 | καὶ τὸν τῆς Κλεοπάτρας τὸν Καισαρίωνα ἀπέκτεινεν ὁ Καῖσαρ. Ἀντώνιος μὲν οὖν καὶ Κλεοπάτρα οὕτως ἀπήλ‐ λαξαν· Καῖσαρ δὲ τὸν τοῦ Ἀλεξάνδρου τοῦ βασιλέως νεκρὸν εἶδε καὶ προσήψατο αὐτοῦ. τὰ δὲ τῶν Πτο‐ | |
25 | λεμαίων σώματα, καίτοι τῶν Ἀλεξανδρέων δεῖξαί οἱ καὶ ταῦτα βουληθέντων, ἰδεῖν οὐκ ἠθέλησεν, εἰπὼν ὅτι “βασιλέα, ἀλλ’ οὐ νεκροὺς ἰδεῖν ἐπεθύμησα.” οὐδὲ τῷ Ἄπιδι ἐντυχεῖν ἐπείσθη, λέγων ὅτι “θεούς, ἀλλ’ οὐχὶ βοῦς προσκυνεῖν εἴθισμαι.” τὴν δ’ Αἴ‐ | |
30 | γυπτον ὑποτελῆ ἐποίησε, χρήματά τε πάμπολλα εὗρε καὶ πάντα ἀφείλετο. καὶ τὰ ἐκεῖ ὡς αὐτῷ ἐδόκει | |
διοικησάμενος εἰς τὴν Ἀσίαν διὰ τῆς Συρίας ἀπῆλθε | 434 in vol. 2 | |
2.435 | καὶ ἐκεῖ παρεχείμασεν. οἱ δὲ Ῥωμαῖοι καὶ τότε καὶ πρότερον, ὅτε τὴν ναυμαχίαν ἐνίκησε, πολλὰ ἐς τι‐ μὴν αὐτῷ ἐψηφίσαντο. κατὰ δὲ τὸν τοῦ θέρους και‐ ρὸν ἐς τὴν Ἑλλάδα καὶ ἐς τὴν Ἰταλίαν ἐπεραιώθη. | |
5 | καὶ αὐτοῦ εἰς τὴν πόλιν εἰσελθόντος ἔθυσαν οἱ Ῥω‐ μαῖοι καὶ ὁ ὕπατος ἐβουθύτησεν, ὃ μήπω πρότερον ἐπ’ ἄλλῳ ἐγένετο. ἑώρτασε δὲ καὶ ἐπὶ τρισὶν ἡμέραις τὰ νικητήρια. καὶ ἐπιφανεῖς αἱ πομπαὶ πᾶσαι γεγό‐ νασι· τοσαῦτα γὰρ ἠθροίσθησαν λάφυρα ὥστε πά‐ | |
10 | σαις ἐπαρκέσαι. παρεκομίσθη δὲ καὶ στήλη τῆς Κλεοπάτρας ἐπὶ κλίνης, ἀσπίδα ἐμπεφυκυῖαν ἔχουσα τῷ βραχίονι, καὶ μετὰ τῶν ἄλλων αἰχμαλώτων καὶ οἱ ἐκείνης παῖδες, ὅ τε Ἀλέξανδρος ὁ καὶ Ἥλιος καὶ Κλεοπάτρα ἡ καὶ Σελήνη. ἐφ’ ἅπασι δ’ ὁ Καῖσαρ | |
15 | ἐσήλασε. καὶ θεωρίαι ἐπὶ πολλὰς ἡμέρας ἐγένοντο. Καὶ ὁ Κράσσος ὁ Μάρκος κατὰ τούτους τοὺς χρόνους εἰς τὴν Μακεδονίαν καὶ εἰς τὴν Θρᾴκην καὶ εἰς τὴν Ἑλλάδα πεμφθεὶς πολλοῖς ἐπολέμησεν ἔθνεσι, καὶ τὰ μὲν ἐνίκησε, τὰ δὲ προσηγάγετο. τὰ δ’ ἔθνη | |
20 | ταῦτα πάλαι μὲν Μυσοί τε καὶ Γέται ἐκέκληντο, πᾶ‐ σαν τὴν μεταξὺ τοῦ τε Αἵμου καὶ τοῦ Ἴστρου οὖσαν νεμόμενοι, προϊόντος δὲ τοῦ χρόνου τινὲς αὐτῶν καὶ ἄλλοις ὀνόμασιν ἐπεκλήθησαν. καὶ μετὰ ταῦτα πάνθ’ ὅσα ὁ ποταμὸς ὁ Σαῦος εἰς τὸν Ἴστρον ἐμβάλλων | |
25 | ὑπὲρ τῆς Δαλματίας καὶ τῆς Μακεδονίας τῆς τε Θρᾴκης ἀπὸ τῆς Παννονίας ἀφορίζει, εἰς τὸ τῆς Μυ‐ σίας προκεχώρηκεν ὄνομα. καὶ ἐν αὐτοῖς ἄλλα τε πολλά εἰσιν ἔθνη καὶ οἱ Τριβαλλοὶ προσαγορευθέντες | |
οἵ τε κεκλημένοι Δαρδάνιοι. | 435 in vol. 2 | |
2.436 | Ταῦτα μὲν οὖν ἔν τε τῇ βασιλείᾳ καὶ τῇ δημο‐ κρατίᾳ ταῖς τε δυναστείαις πέντε καὶ εἴκοσι καὶ ἑπτακοσίοις ἔτεσιν ἔπραξάν τε Ῥωμαῖοι καὶ ἔπαθον, ἐκ δὲ τούτου μοναρχεῖσθαι αὖθις ἀκριβῶς ἤρξαντο, | |
5 | καίτοι τοῦ Καίσαρος τά τε ὅπλα καταθέσθαι βου‐ λευομένου καὶ τῇ γερουσίᾳ καὶ τῷ δήμῳ ἐπιτρέψαι τὰ πράγματα. τὴν μέντοι γνώμην τῷ Ἀγρίππᾳ καὶ τῷ Μαικήνᾳ, οἷς ἐπίστευε τὰ ἀπόρρητα, κοινωσάμε‐ νος, τὴν μὲν Ἀγρίππου γνώμην ἀποτρέπουσαν αὐτὸν | |
10 | τῆς μοναρχίας εὕρηκεν· ὁ δὲ Μαικήνας τοὐναντίον συνεβούλευεν ἅπαν, εἰπὼν ἤδη τὴν μοναρχίαν ἐπὶ πολὺ διοικῆσαι αὐτόν, καὶ ἀναγκαῖον εἶναι δυεῖν θάτερον, ἢ μεῖναι ἐπὶ τῶν αὐτῶν ἢ ἀπολέσθαι ταῦτα προέμενον. τοῖς γὰρ ἅπαξ μοναρχήσασιν ἀσφαλῶς | |
15 | ἰδιωτεῦσαι εἶναι ἀδύνατον. ὑπέθετο δὲ καὶ ὅπως ἀσφαλῶς τε καὶ δικαίως ἄρξει, πρὸς δὲ καὶ ἀνεπαχ‐ θῶς, πολὺν κατατείνας λόγον περὶ τῆς ὑποθέσεως. ἐπὶ πᾶσι δὲ ταῦτα ἐπήγαγεν “εἰ ὅσα ἕτερόν τινα ἄρξαντά σου ποιεῖν ἐβούλου, ταῦτα αὐτὸς αὐτεπάγ‐ | |
20 | γελτος πράττεις, οὔτε τι ἁμαρτήσεις καὶ πάντα κα‐ τορθώσεις, ἥδιστά τε καὶ ἀκινδυνότατα ζήσεις.” Οἱ μὲν οὖν ταῦτα τῷ Καίσαρι συνεβούλευσαν, ὁ δὲ ἄμφω μὲν καὶ ἐθαύμασε καὶ ἐπῄνεσεν, εἵλετο δὲ τοῦ Μαικήνου τὴν συμβουλήν· καὶ οὔτε τὴν μο‐ | |
25 | ναρχίαν ἀπέθετο καὶ τὴν τοῦ αὐτοκράτορος προσει‐ λήφει ἐπίκλησιν, οὐ τὴν ἐπὶ νίκαις κατὰ τὸ ἀρχαῖον διδομένην τισί, ταύτην γὰρ πολλάκις ἐπεκλήθη, ἀλλὰ τὴν τὸ κράτος σημαίνουσαν τὸ βασίλειον. τῷ δ’ ἑξῆς ἔτει ἕκτον ὑπάτευσεν, Ἀγρίππα οἱ συνάρχοντος, ὃν | |
30 | ὑπερβαλλόντως ἐτίμα, καὶ τὴν ἀδελφὴν αὐτῷ τὴν Ὀκταβίαν συνῴκισε. καὶ τῆς γερουσίας πρόκριτος | |
ἐπεκλήθη ὁ Καῖσαρ, ὡς ἐν τῇ ἀκριβεῖ δημοκρατίᾳ | 436 in vol. 2 | |
2.437 | νενόμιστο, ἄλλα τε πολλὰ πεποίηκεν εἰς τιμὴν τῆς Ῥώμης καὶ τῶν πολιτῶν καὶ χρήματα πολλοῖς τῶν βουλευτῶν ἐχαρίσατο λαμπρῶς πενητεύσασι, τά τε παλαιὰ συμβόλαια τῶν εἰς τὸ κοινὸν ὀφειλόντων κα‐ | |
5 | τέκαυσε· καὶ ὅσα ἐπὶ Λεπίδου καὶ Ἀντωνίου ἀδίκως ἐγένοντο, δι’ ἑνὸς προγράμματος κατέλυσεν ἅπαντα. καὶ ἐπὶ τούτοις ὑμνούμενος, ἵνα μᾶλλον τιμηθείη, καὶ παρ’ ἑκόντων τὴν μοναρχίαν λαβεῖν ἐπεθύμησεν, ὡς μὴ δοκοίη ἀκόντων ἄρχειν. καὶ τοὺς αὐτῷ μάλι‐ | |
10 | στα ἐπιτηδείους παρασκευάσας εἰς τὴν γερουσίαν εἰσῆλθεν ἕβδομον ὑπατεύων· καὶ παραιτεῖσθαι λέ‐ γων τὴν μοναρχίαν καὶ πάντα ὑπὸ τοῖς ἀρίστοις ποιεῖν, ἐδέετο τούτων δέξασθαι αὐτοῦ τὴν τῆς μο‐ ναρχίας ἀπόθεσιν. οἱ δὲ τῆς βουλῆς, οἱ μὲν εἰδότες | |
15 | τὴν γνώμην αὐτοῦ, οἱ δ’ ὑποπτεύοντες, οἱ μὲν ἐλέγ‐ ξαι αὐτὸν οὐκ ἐβούλοντο, οἱ δ’ ἐδεδοίκεσαν. ὅθεν καὶ πιστεύειν αὐτῷ οἱ μὲν ἐπλάττοντο, οἱ δὲ ἠναγκά‐ ζοντο· καὶ ἐβίασαν δῆθεν αὐτὸν αὐταρχεῖν. καὶ τὴν μὲν ἡγεμονίαν οὕτως παρά τε τῆς γερουσίας καὶ τοῦ | |
20 | δήμου ἐβεβαιώσατο, καὶ τὴν φροντίδα τῶν κοινῶν πᾶσαν ὑπεδέξατο. τῶν δ’ ἐθνῶν τὰ μὲν ἀσθενέστερα ὡς εἰρηναῖά τε καὶ ἀπόλεμα ἀπέδωκε τῇ βουλῇ, τὰ δ’ ἰσχυρότερα ὡς ἐπικίνδυνα τάχα καὶ σφαλερὰ κα‐ τέσχεν αὐτός, δοκήσει μὲν ὅπως ἡ γερουσία τὰ κάλ‐ | |
25 | λιστα τῆς ἀρχῆς καρποῖτο, αὐτῷ δ’ οἱ πόνοι ἐπίκειν‐ ται, τῇ δ’ ἀληθείᾳ ἵνα ἐκεῖνοι μὲν καὶ ἄοπλοι καὶ ἄμαχοι ὦσιν, αὐτὸς δὲ καὶ ὅπλα ἔχῃ καὶ στρατιώτας τρέφῃ. ἵνα δὲ μή τι μοναρχικὸν δοκοίη φρονεῖν, ἐς δέκα ἔτη τὴν ἀρχὴν τῶν ἀπονεμηθέντων αὐτῷ κατε‐ | |
30 | δέξατο. τοσούτῳ γὰρ χρόνῳ αὐτὰ καταστήσειν ὑπέ‐ σχετο, λόγῳ ταῦτα ἐπαγγελλόμενος. τῆς γὰρ δεκαε‐ | |
τίας περανθείσης ἕτερα πέντε ἔτη, εἶτ’ αὖθις πέντε | 437 in vol. 2 | |
2.438 | καὶ μετὰ τοῦτο δέκα καὶ ἕτερα πάλιν, πεντάκις αὐτῷ ἐψηφίσθη, ὥστε τῇ τῶν δεκαετηρίδων διαδοχῇ διὰ βίου μοναρχῆσαι αὐτόν. κἀντεῦθεν καὶ οἱ μετ’ αὐ‐ τὸν αὐτοκράτορες, καίτοι διὰ βίου ἀποδεικνύμενοι, | |
5 | ὅμως διὰ τῶν δέκα ἐτῶν ἀεὶ ἑώρταζον, ὡς αὖθις τότε τὴν ἡγεμονίαν ἀνανεούμενοι. Πολλὰ δὲ καὶ τότε εἰς τιμὴν ἐψηφίσθη τῷ Καί‐ σαρι, καὶ Αὔγουστος ἐπεκλήθη. ἐφίετο μὲν γὰρ Ῥω‐ μύλος ὀνομασθῆναι, αἰσθόμενος δὲ ὑποπτεύεσθαι ἐκ | |
10 | τούτου τῆς βασιλείας ἐπιθυμεῖν, οἱ γὰρ Ῥωμαῖοι πράγματι μὲν τὰ τῶν βασιλευομένων ὑπέμενον, τῷ δ’ ὀνόματι ἤχθοντο, ἀπέσχετο τοῦ ὀνόματος, καὶ Αὔ‐ γουστος καλεῖσθαι ἠθέλησεν, ὡς καὶ πλεῖόν τι ἢ κατὰ ἀνθρώπους ὑπάρχων. πάντα γὰρ τὰ ἱερώτατα | |
15 | καὶ σεβάσμια αὔγουστα προσαγορεύεται. ἐξ οὗπερ καὶ σεβαστὸν προσεῖπον αὐτόν, ἀπὸ τοῦ σεβάζεσθαι, ἐξελληνίζοντές πως, ὥσπερ τινὰ σεπτόν. ἡ δὲ τῶν αὐτοκρατόρων κατοικία παλάτιον ὠνομάσθη, ὅτι ἔν τε τῷ Παλατίῳ λεγομένῳ ὄρει, ἐν ᾧ Φαυστοῦλος | |
20 | ᾤκει ὁ τὸν Ῥωμύλον θρεψάμενος, ὁ Καῖσαρ ᾤκει καὶ ἐκεῖ τὸ στρατήγιον εἶχε. καὶ διὰ τοῦτο κἂν ἄλλοθί που ὁ αὐτοκράτωρ καταλύῃ, τὴν τοῦ παλατίου κλῆ‐ σιν ἡ καταγωγὴ αὐτοῦ ἔχει. πᾶσα δὲ ἐξουσία, ἥ τε τοῖς ὑπάτοις τὸ παλαιὸν διδομένη καὶ ἡ τοῖς δημάρ‐ | |
25 | χοις καὶ ἡ τοῖς τιμηταῖς καὶ τοῖς ἄλλοις ἅπασι, τοῖς αὐτοκράτορσι δέδοται· καὶ προσέτι καὶ λελύσθαι τῶν νόμων ἐδόθη αὐτοῖς, τοῦτ’ ἔστιν ἐλευθέρους ἀπὸ πάσης τῶν νόμων ἀνάγκης εἶναι καὶ μηδενὶ | |
τούτων ἐνέχεσθαι. | 438 in vol. 2 | |
2.439 | Ὅτε δὲ Αὔγουστος ἐπεκλήθη ὁ Καῖσαρ, σημεῖον οὐ μικρὸν τότε κατὰ τὴν νύκτα ἐκείνην ἐγένετο· ὁ γὰρ Τίβερις πελαγίσας πᾶσαν τὴν πεδιάδα τῆς Ῥώ‐ μης κατέλαβεν ὥστε πλεῖσθαι. καὶ οἱ μάντεις ὅτι τε | |
5 | ἐπὶ μέγα αὐξήσει καὶ ὅτι πᾶσαν τὴν πόλιν ὑποχει‐ ρίαν ἕξει ἐκ τούτου προεῖπον. ὁ δὲ τά τε ἄλλα τὰ τῇ ἀρχῇ προσήκοντα προθυμότερον ἔπραττεν, ὡς ἐθελόντων ἄρχων, καὶ ἐνομοθέτει. οὐ μέντοι πάντα ἐθελογνωμονῶν ἐνομοθέτει, ἀλλ’ ἔστιν ἃ καὶ ἐς τὸ | |
10 | δημόσιον προετίθει, ὅπως, ἄν τι μὴ ἀρέσῃ, ἐπανορ‐ θώσῃ· καὶ προετρέπετο πάντα συμβουλεύειν αὐτῷ εἴ τίς τι ἄμεινον γνοίη αὐτοῦ. καὶ τοὺς ὑπάτους, καὶ ἐκ τῶν ἄλλων ἀρχόντων ἕνα παρ’ ἑκάστων, καὶ ἐκ τοῦ τῶν βουλευτῶν πλήθους πεντεκαίδεκα συμ‐ | |
15 | βούλους ἐς ἑξάμηνον παρελάμβανεν, ὥστε δι’ αὐτῶν καὶ πᾶσι κοινοῦσθαι τὰ βουλευόμενα. ἔστι δ’ ὅτε καὶ ἐδίκαζε μετ’ αὐτῶν. ἔκρινε μὲν γὰρ καὶ καθ’ ἑαυτὴν ἡ βουλή, καὶ πρεσβείαις καὶ κηρυκείαις ἐχρη‐ μάτιζεν. ὅ τε δῆμος εἰς τὰς ἀρχαιρεσίας συνελέγετο, | |
20 | οὐ μέντοι ἐπράττετό τι ὃ μὴ ἐκείνῳ ἤρεσκε. καὶ τοὺς ἄρξοντας τοὺς μὲν αὐτὸς προεβάλλετο, τοὺς δὲ ἐς τὸ κοινὸν ἐποιεῖτο, ἐπιμελούμενος ὥστε μήτ’ ἀνεπιτή‐ δειοι μήτ’ ἐκ παρακελεύσεως ἢ καὶ ἐκ δεκασμοῦ ἀποδείκνυνται. καὶ ἔθνη τὰ μὲν δι’ ἑαυτοῦ, τὰ δὲ | |
25 | δι’ ἑτέρων τῇ Ῥωμαίων ἡγεμονίᾳ ὑπέταξεν. Ὁ δὲ τῆς Αἰγύπτου ἄρχων Αἴλιος Γάλλος ἐπὶ Ἀραβίαν τὴν εὐδαίμονα καλουμένην, ἧς Σάβος ἐβα‐ σίλευεν, ἐστράτευσε τότε. καὶ οὐδεὶς μὲν αὐτοῦ ἐνώπιον ἔστη τῶν πολεμίων, οὐ μὴν ἀπόνως πρου‐ | |
30 | χώρει. ἥ τε γὰρ ἐρημία καὶ ὁ ἥλιος τά τε ὕδατα | 439 in vol. 2 |
2.440 | φύσιν ἄτοπον ἔχοντα σφόδρα αὐτοὺς ἐταλαιπώρησεν, ὥστε τὸ πλεῖον φθαρῆναι τῆς στρατιᾶς. τὸ δὲ νόσημα τῇ κεφαλῇ ἐνσκῆπτον ἐξήραινεν αὐτήν, καὶ πολλοὺς μὲν αὐτίκα ἀπώλλυε, τῶν δὲ περιγενομένων ἐς τὰ | |
5 | σκέλη κατῄει, ἅπαν τὸ μεταξὺ τοῦ σώματος ὑπερβαῖ‐ νον, καὶ αὐτοῖς ἐλυμαίνετο. ἴαμά τε οὐδὲν ἦν ἢ εἴ τις ἔλαιον οἴνῳ μεμιγμένον ἠλείψατο· τὰ δὲ πάνυ ὀλίγοις ἦν· ἥ τε γὰρ χώρα οὐδέτερον αὐτῶν φέρει, κἀκείνοις οὐκ ἄφθονα ταῦτα προπαρεσκεύαστο. κἀν | |
10 | τῷ πόνῳ τούτῳ καὶ οἱ βάρβαροι σφίσιν ἐπιτιθέμενοι τά τε χωρία ἃ πρὶν ἀφῄρηντο ἐκομίσαντο, καὶ τοὺς περιλειφθέντας ἐκ τῆς χώρας ἐξήλασαν. Ὁ δ’ Αὔγουστος ἑνδέκατον ὑπατεύσας ἐνόσησεν ὥστε μηδ’ ἐλπίδα σχεῖν σωτηρίας, καὶ ὡς τελευτή‐ | |
15 | σων διέθετο, καὶ διάδοχον μὲν οὐδένα ἀπέδειξε, τῷ Πείσωνι δὲ τάς τε δυνάμεις καὶ τὰς κοινὰς προσό‐ δους εἰς βιβλίον ἐγγράψας ἔδωκε, τῷ δ’ Ἀγρίππᾳ τὸν δακτύλιον ἐνεχείρισεν. Ἀντώνιος δέ τις Μού‐ σας οὕτω κακῶς αὐτὸν διακείμενον ψυχρολουσίαις | |
20 | καὶ ψυχροποσίαις ἀνέρρωσε. διὸ καὶ χρήματα παρ’ αὐτοῦ τε καὶ παρὰ τῆς βουλῆς ἔλαβε, καὶ δακτυλίοις χρυσοῖς, ἀπελεύθερος ὤν, ἐπετράπη κεχρῆσθαι, ἀτέ‐ λειάν τε αὐτῷ καὶ τοῖς ὁμοτέχνοις τοῖς οὖσί τε καὶ τοῖς ἐσομένοις παρέσχοντο. οὕτω δὲ σωθεὶς εἰς τὸ | |
25 | συνέδριον τὰς διαθήκας εἰσήνεγκε, καὶ ἀναγνωσθῆ‐ ναι ἐπέτρεπεν, ἐνδεικνύμενος ὅτι οὐδένα τῆς ἀρχῆς διάδοχον καταλέλοιπεν· οὐ μέντοι καὶ ἀνέγνω αὐ‐ τάς τις. Λιμοῦ δὲ τῷ ἑξῆς ἔτει καὶ λοιμοῦ γενομένου ἐν | |
30 | πάσῃ τῇ Ἰταλίᾳ, νομίσαντες οἱ Ῥωμαῖοι οὐκ ἄλλως ταῦτα συμβεβηκέναι ἢ ὅτι μὴ καὶ τότε ὑπατεύοντα | |
τὸν Αὔγουστον ἔσχον, δικτάτωρα αὐτὸν ἠθέλησαν | 440 in vol. 2 | |
2.441 | προχειρίσασθαι, καὶ τὴν βουλὴν εἰς τὸ συνέδριον κατακλείσαντες ἠνάγκασαν τοῦτο ψηφίσασθαι. καὶ αὐτῷ προσῆλθον δεόμενοι λεχθῆναι δικτάτωρα καὶ τῆς τοῦ σίτου συναγωγῆς ἐπιμελητήν. καὶ ὃς τὴν | |
5 | μὲν τοῦ σίτου φροντίδα ἐδέξατο, τὴν δικτατωρείαν δὲ οὐ προσήκατο, ἀλλ’ ἐπεὶ μήτε διαλεγόμενος αὐ‐ τοῖς μήτε δεόμενος ἔπειθε, τὴν ἐσθῆτα διέρρηξεν· ὀρθῶς γὰρ καὶ συνετῶς τὸ μισητὸν τῆς ἐπικλήσεως ἐφυλάξατο καὶ ἐπίφθονον, ὑπὲρ τοὺς δικτάτωρας | |
10 | ἔχων τὴν ἐξουσίαν καὶ τὴν τιμήν. ἐπιβουλὴν δὲ κατ’ αὐτοῦ συστησαμένων τινῶν, αὐτοί τε καὶ οἱ συνω‐ μόται ἐρήμην ἥλωσαν ὡς φευξόμενοι, οὐ πολλῷ δ’ ὕστερον ἀπεσφάγησαν. Μετὰ ταῦτα δ’ εἰς Σικελίαν ἦλθε. κἀκεῖ ὄντος | |
15 | ὁ δῆμος τῶν Ῥωμαίων τοὺς ὑπάτους χειροτονῶν ἐστασίασεν, ὡς κἀντεῦθεν δειχθῆναι ὅτι ἀδύνατον ἦν δημοκρατουμένους αὐτοὺς σωθῆναι. οὕτω γὰρ ἐθορύβησαν καὶ ἅπαντα συνετάραξαν ὥστε καὶ τὸν Αὔγουστον ὑπὸ τῶν ἐμφρόνων ἀνακληθῆναι. καὶ | |
20 | ἀγανακτήσας ἐπὶ τούτῳ ὁ Αὔγουστος, καὶ μήτε ἀεὶ τῇ Ῥώμῃ σχολάζειν δυνάμενος μήτ’ αὖ ἄναρχον αὐ‐ τὴν καταλείπειν τολμῶν, ἐζήτει αὐτῇ ἐπιστῆσαί τινα. καὶ ἔκρινε μὲν τὸν Ἀγρίππαν πρὸς αὐτὸ ἐπιτηδειό‐ τατον, βουληθεὶς δὲ καὶ μεῖζον αὐτῷ περιθεῖναι | |
25 | ἀξίωμα, ἵνα ἐκ τούτου ῥᾷον αὐτῶν ἄρχῃ, κατηνάγ‐ κασεν αὐτὸν τὴν γυναῖκα ἀφέντα τῇ αὐτοῦ θυγατρὶ συνοικῆσαι τῇ Ἰουλίᾳ, καὶ ἐς τὴν Ῥώμην αὐτίκα ἐπί τε τῷ γάμῳ καὶ ἐπὶ τῇ μεταχειρίσει τῆς πόλεως ἔπεμψε, διά τε τἄλλα καὶ ὅτι Μαικήνας εἶπε τῷ Καί‐ | |
30 | σαρι ὡς “τηλικοῦτον αὐτὸν πεποίηκας ὥστε ἢ γαμ‐ | 441 in vol. 2 |
2.442 | βρόν σου γενέσθαι χρῆναι ἢ φονευθῆναι.” Ἀγρίππας οὖν οἰδοῦντα εὑρὼν ἐν τῇ Ῥώμῃ τὰ πράγματα κατε‐ στήσατο. ὁ δ’ Αὔγουστος τὰ ἐν τῇ Σικελίᾳ διοική‐ σας εἰς τὴν Ἑλλάδα ἐπεραιώθη, καὶ τὸ Ἑλληνικὸν | |
5 | διαγαγὼν εἰς τὴν Σάμον ἔπλευσε, κἀκεῖ χειμάσας εἰς τὴν Ἀσίαν ἐν τῷ ἔαρι ἐκομίσθη, καὶ τά τε ἐκεῖ καὶ τὰ ἐν τῇ Βιθυνίᾳ διέταξε, καὶ τοὺς Κυζικηνοὺς ἐδου‐ λώσατο, ὅτι Ῥωμαίους τινὰς μαστιγώσαντες ἔκτειναν· τὸ αὐτὸ δὲ καὶ τοῖς Τυρίοις καὶ τοῖς Σιδωνίοις ἐποίη‐ | |
10 | σεν, ἐν τῇ Συρίᾳ γενόμενος. ἡ Ἰουλία δὲ τὸν Γάιον ἔτεκε. καὶ ὁ Αὔγουστος ἐθνῶν ἡγεμονίας τισὶ δεδω‐ κὼς ἐπανῆλθεν εἰς Σάμον, κἀκεῖ καὶ αὖθις ἐχείμασε καὶ πολλὰ διῴκησεν· ἀφίκοντο γὰρ ἐνταῦθα πρεσ‐ βεῖαι πλεῖσται· καὶ οἱ Ἰνδοὶ τότε φιλίαν ἐποιήσαντο, | |
15 | δῶρα πέμψαντες ἄλλα τε καὶ τίγρεις, πρῶτον τότε Ῥωμαίοις ὀφθείσας. αὖθίς τε στάσις ἐν τῇ Ῥώμῃ συνέβη καὶ σφαγαὶ γεγόνασι διὰ τὰς τῶν ὑπάτων ἀρχαιρεσίας. μαθὼν οὖν ταῦθ’ ὁ Καῖσαρ, καὶ συνι‐ δὼν ὅτι οὐδὲν πέρας γενήσεται τοῦ κακοῦ, εἰς τὴν | |
20 | Ῥώμην ἠπείχθη καὶ αὐτὸς ἀπέδειξεν ὕπατον. ἐπεὶ δὲ ὑπαντῆσαι αὐτῷ πάντες παρεσκευάζοντο, νύκτωρ εἰς τὴν πόλιν ἀνεκομίσθη· ὃ καὶ πολλάκις ἐποίησε, καὶ ἐξιὼν τοῦ ἄστεος καὶ ἐπανιών, ἵνα μηδενὶ ὀχλη‐ ρὸς εἴη. εἶτα τῶν τρόπων ἐπιμελητὴς καὶ τιμητὴς | |
25 | εἰς πενταετίαν παρακληθεὶς ἐχειροτονήθη, τὴν δὲ τῶν ὑπάτων τιμὴν διὰ βίου ἔλαβε. τινῶν δ’ αἰτίας σχόντων ἐπιβουλεύειν αὐτῷ καὶ τῷ Ἀγρίππᾳ, ἄλ‐ λους μέν τινας ἐδικαίωσε, τὸν δὲ Λέπιδον ἐμίσει μὲν καὶ δι’ ἄλλα καὶ ὅτι ὁ υἱὸς αὐτοῦ ἐπεβούλευσεν | |
30 | αὐτῷ, οὐ μέντοι καὶ ἀποκτεῖναι ἠθέλησεν, ἀλλ’ ἄλ‐ λοτε ἄλλως προεπηλάκιζε καὶ ἐχλεύαζεν. ἔθετό τε | |
καὶ ἄλλους νόμους, καὶ τὸ τοὺς δεκάσαντάς τινας ἐπὶ | 442 in vol. 2 | |
2.443 | ταῖς ἀρχαῖς ἐς πέντε ἔτη αὐτῶν εἴργεσθαι· τοῖς τε ἀγάμοις καὶ ταῖς ἀνάνδροις ἐπιτίμια ἔταξε, τοῦ δὲ γάμου καὶ τῆς παιδοποιίας ἆθλα ἔθηκε. κἀπειδὴ πολὺ πλεῖον τὸ ἄρρεν τοῦ θήλεος τοῦ εὐγενοῦς ἦν, | |
5 | ἐπέτρεψε καὶ ἀπελευθέρας τοῖς ἐθέλουσι πλὴν τῶν βουλευτῶν ἄγεσθαι, ἔννομον τὴν τεκνοποιίαν αὐτῶν εἶναι κελεύσας. ἐπεὶ δὲ βρέφη τινὲς μνηστευόμενοι τὰς μὲν τῶν γεγαμηκότων ἐκαρποῦντο τιμάς, τὸ δ’ ἔργον αὐτῶν οὐ παρείχοντο, προσέταξε μηδεμίαν | |
10 | ἰσχύειν μνηστείαν μεθ’ ἣν οὐ δύο διελθόντων ἐτῶν γαμήσει τις, τοῦτ’ ἔστι δεκέτιν πάντως ἐγγυᾶσθαι· δώδεκα δὲ ταῖς κόραις ἔτη εἰς τὴν τοῦ γάμου ὥραν πλήρη νομίζεται. ὁ δὲ Ἀγρίππας καὶ ἕτερον υἱὸν ἐκ τῆς Ἰουλίας ἐγείνατο, Λούκιον ὀνομασθέντα· ὃν Αὔ‐ | |
15 | γουστος καὶ τὸν ἀδελφὸν αὐτοῦ τὸν Γάιον εἰσεποιή‐ σατο, καὶ διαδόχους τῆς ἀρχῆς αὐτόθεν ἀπέδειξεν, ἵν’ ἧττον ἐπιβουλεύηται. ἑστιώμενος δέ ποτε παρὰ Πωλίωνι, ἀνδρὶ πλουσίῳ μὲν σφόδρα, ὠμῷ δὲ λίαν καὶ ἀπηνεῖ, ἐπεὶ ὁ οἰνοχόος ἐκείνου κύλικα κρυσταλ‐ | |
20 | λίνην κατέαξε καὶ ἐς τὰς μυραίνας ὡρίσθη παρὰ τοῦ δεσπότου ἐμβληθῆναι, ἔτρεφε γὰρ ἐν δεξαμεναῖς τοιαύτας, ἀνθρώπους δεδιδαγμένας ἐσθίειν, καὶ τοὺς δούλους αὐταῖς οὓς ἐθανάτου παρέβαλλε, παρῃτεῖτο τὴν τιμωρίαν ὁ Καῖσαρ τοῦ οἰνοχόου· ὡς δ’ οὐκ | |
25 | ἔπειθε τὸν Πωλίωνα, “φέρε” φησίν “ὅσα τοιαῦτα ἔχεις ἐκπώματα ἢ καὶ ἕτερα ἔντιμα, ἵν’ αὐτοῖς χρή‐ σωμαι.” κομισθέντα δὲ συνέτριψεν, εἰπὼν ἵνα μὴ διὰ ταῦτα οὕτως κολάζοιντο ἄνθρωποι. ὁ δὲ Πωλίων πρὸς τὸ πλῆθος τῶν ἀπολωλότων τῆς μιᾶς ἐπελάθετο | |
30 | κύλικος, καὶ τὸν οἰνοχόον τιμωρήσασθαι μὴ δυνάμε‐ νος, ὅτι ἐπὶ πολλοῖς τὸ αὐτὸ ἐπεποιήκει ὁ Αὔγουστος, | |
καὶ ἄκων ἡσύχασεν. | 443 in vol. 2 | |
2.444 | Ἀγρίππας δὲ νοσήσας ἐν Καμπανίᾳ ἀπέθανεν· οὗ ὁ Καῖσαρ παραγενόμενος τό τε σῶμα αὐτοῦ εἰς τὴν Ῥώμην ἐκόμισε καὶ ἐν τῇ ἀγορᾷ προθέμενος λό‐ γον ἐπ’ αὐτῷ ἀνέγνω καὶ τὴν ἐκφορὰν αὐτοῦ πολυ‐ | |
5 | τελῆ ἐποιήσατο καὶ ἐν τῷ ἑαυτοῦ μνημείῳ ἔθαψεν. ὁ δὲ τοῦ Ἀγρίππου θάνατος κοινόν τι τοῖς Ῥωμαίοις πένθος ἐγένετο. τά τε γὰρ ἄλλα ἄριστος τῶν καθ’ ἑαυτὸν ἀνθρώπων ἐγένετο καὶ τῇ τοῦ Αὐγούστου φιλίᾳ πρὸς τὸ ἐκείνου καὶ πρὸς τὸ κοινῇ συμφέρον | |
10 | ἐκέχρητο, καὶ πᾶσαν τὴν ἑαυτοῦ σοφίαν καὶ ἀνδρείαν εἰς τὰ λυσιτελέστατα παρέχων τῷ Καίσαρι πᾶσαν τὴν παρ’ ἐκείνου καὶ δύναμιν καὶ τιμὴν εἰς τὸ τοὺς ἄλλους εὐεργετεῖν ἀνήλισκεν· ὅθεν οὔτ’ αὐτῷ ἐπαχ‐ θὴς οὔτε τοῖς ἄλλοις ἐπίφθονος ἐχρημάτισε. τούτου με‐ | |
15 | ταλλάξαντος, ἐπεὶ συνεργοῦ πρὸς τὰ πράγματα ἐδεῖτο, τὸν Τιβέριον καὶ ἄκων προσείλετο· οἱ γὰρ τοῦ Ἀγρίππου υἱοί, ἔγγονοι δ’ αὐτοῦ, ἐν παισὶν ἔτι ἐτέ‐ λουν. καὶ ἀποσπάσας ἐκείνου τὴν γυναῖκα, θυγα‐ τέρα οὖσαν Ἀγρίππου ἐξ ἄλλης γαμετῆς, τὴν Ἰου‐ | |
20 | λίαν αὐτῷ ἐνεγύησεν. εἶτα διά τε τούτου καὶ διὰ τοῦ Δρούσου καὶ διὰ Πείσωνος Λουκίου πολλὰ τῶν ἐθνῶν ὑπηγάγετο. ἀργύριον δὲ τῆς τε βου‐ λῆς καὶ τοῦ δήμου εἰς εἰκόνας αὐτοῦ συνενεγκόντων, ἑαυτοῦ μὲν οὐδεμίαν ἔστησεν, Ὑγιείας δὲ δημο‐ | |
25 | σίας καὶ Ὁμονοίας καὶ Εἰρήνης εἰκόνας εἰργάσατο. καὶ ἐν αὐτῇ τῇ πρώτῃ τοῦ ἔτους ἡμέρᾳ αὐτῷ ἐκείνῳ προσιόντες οἱ μὲν πλεῖον, οἱ δ’ ἧττον ἐδί‐ δοσαν, καὶ ὃς προστιθεὶς ἕτερον τοσοῦτον ἢ καὶ πλέον ἀντεδίδου, οὐ μόνοις τοῖς βουλευταῖς, ἀλλὰ καὶ | |
30 | τοῖς ἄλλοις. τέθνηκε δὲ τότε καὶ ἡ ἀδελφὴ αὐτοῦ Ὀκταβία, καὶ αὐτός τε ἐπ’ αὐτῇ δημοσίᾳ προτε‐ | |
θείσῃ ἐπιτάφιον εἶπε καὶ ὁ Δροῦσος· καὶ οἱ βου‐ | 444 in vol. 2 | |
2.445 | λευταὶ πενθήρεις χιτῶνας ἔλαβον, δημοσίᾳ τὸ πέν‐ θος ποιήσαντες. Τῷ δ’ ἐχομένῳ ἔτει ὁ Δροῦσος ὑπατεύσας κατ’ ἐθνῶν τινων ἐξεστράτευσε. καί τινα χειρωσάμενος | |
5 | προσωτέρω χωρεῖν ἐπεχείρησε. καὶ γυναικί τινι μεί‐ ζονι ἢ κατὰ ἀνθρώπου φύσιν ἀπήντησεν ἀπιών, ἥ “ποῖ δῆτα ἐπείγῃ, Δροῦσε ἀκόρεστε” λέγειν αὐτῷ ἔδοξεν· “οὐ πάντα σοι ταῦτα ἰδεῖν πέπρωται. ἀλλ’ ἄπιθι· ἤδη γάρ σοι καὶ ἡ τοῦ βίου καὶ ἡ τῶν ἔργων | |
10 | πάρεστι τελευτή.” ὑποστρέφοντι δ’ ἐκεῖθεν αὐτῷ νόσος ἐνέσκηψεν, ἐξ ἧς ἐτελεύτησε. πυθόμενος δ’ ὁ αὐτοκράτωρ ὅτι νοσεῖ, τὸν Τιβέριον κατὰ τάχος ἔπεμψεν· ὃς ἔμπνουν τε αὐτὸν εὗρε καὶ θανόντα ἐς τὴν Ῥώμην ἐκόμισε. καὶ ἐν τῇ ἀγορᾷ προτεθέντα ὅ | |
15 | τε Αὔγουστος καὶ ὁ Τιβέριος ἐπιταφίοις ἐπῄνεσαν. Νόμους δὲ μετὰ ταῦτα ὁ Καῖσαρ εἰσήνεγκε, καὶ τοῖς βουλευταῖς αὐτοὺς ἀναγνῶναι ἐπέτρεψεν, ὅπως, εἰ μή τι ἀρέσκει ἢ ἄμεινόν τι νοήσουσιν, εἴπωσιν. οὕτω γὰρ δημοκρατικὸς ἠξίου εἶναι ὥστε τινὸς τῶν | |
20 | συστρατευσαμένων αὐτῷ συνηγορήματος παρ’ αὐτοῦ δεηθέντος, τῶν φίλων τινὰ συνειπεῖν αὐτῷ ἔπεμψεν, ὡς αὐτὸς οὐκ ἄγων σχολήν, ἐπεὶ δὲ ὁ τῆς συνηγορίας δεόμενος ἀχθεσθεὶς ἔφη “ἐγὼ δ’ ὁσάκις ἐπικουρίας ἐδεήθης οὐκ ἄλλον ἀντ’ ἐμαυτοῦ ἔπεμψα, ἀλλ’ αὐτός | |
25 | σου προεκινδύνευσα,” εἰς τὸ δικαστήριόν τε ἐφοί‐ τησε καὶ αὐτῷ συνηγόρησεν. αἰτιαθέντων δέ τινων ἀρχόντων ὡς ἐκ δεκασμοῦ τὰς ἀρχὰς λαβόντων, οὔτ’ ἐξήλεγξε καὶ προσεποιήσατο μηδὲ γνῶναι τοῦτο· οὔτε | |
γὰρ κολάσαι τινὰς διὰ τοῦτο οὔτε συγγνῶναι ἐλεγ‐ | 445 in vol. 2 | |
2.446 | χθεῖσιν ἠθέλησε. τὴν δ’ ἡγεμονίαν καίπερ, ὡς ἔλε‐ γεν, ἀφιείς, ἐπειδὴ καὶ τὰ δεύτερα δέκα ἔτη παρῆλ‐ θον, ἄκων δῆθεν αὖθις ἐδέξατο, ὡς ἐπὶ τοὺς Κελτοὺς στρατεύσων. καὶ αὐτὸς μὲν οἴκοι κατέμεινεν, ἐπ’ | |
5 | ἐκείνους δὲ τὸν Τιβέριον ἔπεμψεν. ὃν ἐπανελθόντα αὐτοκράτορά τε ἀνεῖπε καὶ ὕπατον αὖθις ἀπέδειξε καὶ τοῖς ἐπινικίοις ἐσέμνυνεν. αὐτὸς δὲ τὸν Σεξτί‐ λιον καλούμενον μῆνα Αὔγουστον ἀντωνόμασε. Τοῦ δὲ Μαικήνου τελευτήσαντος ἤλγησε· πολλὰ | |
10 | μὲν γὰρ καὶ ἄλλα ὑπ’ αὐτοῦ ὤνητο, μάλιστα δὲ τῆς ὀργῆς, ὅτε ἀκρατέστερον αὐτῇ ἐκέχρητο, παρελύετο καὶ μετήνεκτο πρὸς τὸ ἠπιώτερον. τεκμήριον δέ, δικάζοντός ποτε καὶ πολλὰς ἀποφηναμένου ψήφους θανατικάς, ἐπεχείρησε μὲν ὁ Μαικήνας διώσασθαι | |
15 | τοὺς περιεστῶτας καὶ ἐγγὺς αὐτῷ προσελθεῖν, μὴ δυνηθεὶς δὲ ἔγραψεν ἐν χάρτῃ μικρῷ “ἀνάστα, δήμιε,” καὶ αὐτὸ εἰς τὸν κόλπον αὐτοῦ ἔρριψεν· ὃ ἐπελθὼν ἐκεῖνος εὐθὺς ἀνέστη καὶ τὰς ψήφους ἠκύρωσεν ἃς τηνικαῦτα ἦν ψηφισάμενος. οὐ γὰρ ἠγανάκτει διορ‐ | |
20 | θούμενος ὑπὸ τῶν φίλων, ἀλλὰ ἔχαιρε. μέγιστον δὲ τῆς ἀρετῆς τοῦ Μαικήνου δεῖγμα, ὅτι τῷ τε Αὐγού‐ στῳ πρὸς τὰς ὁρμὰς αὐτοῦ ἀνθιστάμενος ᾠκείωτο καὶ τοῖς ἄλλοις ἅπασιν ἤρεσκε, καὶ ὅτι πλεῖστον παρ’ αὐτῷ δυνηθείς, ὥστε πολλοῖς καὶ τιμὰς καὶ ἀρχὰς | |
25 | δοῦναι, αὐτὸς ἐν τῷ τῶν ἱππέων τέλει κατεβίω καὶ οὐχ ὑπερεφρόνησεν. Ὁρῶν δὲ ὁ Αὔγουστος τόν τε Γάιον καὶ τὸν Λούκιον τοὺς ἐγγόνους αὐτοῦ, οὓς καὶ υἱοθετήσατο, μὴ τὰ ἤθη ζηλοῦντας αὐτοῦ, οὐ γὰρ ἁβρότερον διῆ‐ | |
30 | γον μόνον, ἀλλὰ καὶ ἐθρασύνοντο, καὶ βουληθεὶς αὐτοὺς σωφρονεστέρους θέσθαι ὡς ἰδιώτας, τῷ Τι‐ | |
βερίῳ εἰς πέντε ἔτη τὴν δημαρχικὴν ἐξουσίαν ἀπέ‐ | 446 in vol. 2 | |
2.447 | νειμε καὶ τὴν Ἀρμενίαν ἀλλοτριουμένην μετὰ τὸν τοῦ Τιγράνου θάνατον προσεκλήρωσεν. οὐδὲν δ’ ἐκ τούτου ἀπώνατο. οἱ μὲν γὰρ παῖδες παρορᾶσθαι δόξαντες ἤχθοντο, ὁ δὲ Τιβέριος τὴν ὀργὴν αὐτῶν | |
5 | ἐφοβήθη· διὸ οὐδ’ εἰς Ἀρμενίαν ἀπεληλύθει, ἀλλ’ εἰς Ῥόδον ἀφίκετο. τῷ δ’ ἐφεξῆς ἔτει δωδέκατον ὑπατεύων ὁ Αὔγουστος εἰς τοὺς ἐφήβους τὸν Γάιον ἔταξε καὶ ἐς τὸ βουλευτήριον ἅμα εἰσήγαγε καὶ πρό‐ κριτον ἀπέφηνε τῆς νεότητος ἴλαρχόν τε φυλῆς | |
10 | γενέσθαι ἐπέτρεψε. καὶ μετ’ ἐνιαυτὸν καὶ ὁ Λούκιος τὰς τιμὰς ὅσαι τῷ Γαΐῳ τῷ ἀδελφῷ αὐτοῦ ἐδέδοντο ἔλαβεν. ἀθροισθέντος δὲ τοῦ δήμου καὶ ἐπανορθω‐ θῆναί τινα ἀξιοῦντος καὶ τοὺς δημάρχους διὰ τοῦτο πρὸς τὸν Αὔγουστον πέμψαντος, ἦλθεν ἐκεῖνος καὶ | |
15 | περὶ ὧν ἐδέοντο σφίσι συνδιεσκέψατο· καὶ ἐπὶ τούτῳ ἥσθησαν ἅπαντες. τὴν δὲ θυγατέρα Ἰουλίαν ἀσελ‐ γαίνουσαν φωράσας ὑπερωργίσθη· καὶ ἐκείνην μὲν εἰς νῆσον ἀπήγαγεν ὑπερόριον, ᾗ καὶ ἡ μήτηρ ἡ Σκριβωνία ἑκοῦσα συνεξέπλευσε, τῶν δὲ δὴ χρησα‐ | |
20 | μένων αὐτῇ τὸν μὲν Ἰούλιον Ἀντώνιον ἔκτεινεν ἄλ‐ λους τέ τινας ἐπιφανεῖς ἄνδρας ὡς τῆς μοναρχίας ἐφιεμένους, τοὺς δὲ λοιποὺς εἰς νήσους τινὰς ὑπερ‐ ώρισε. Τῶν Ἀρμενίων δὲ νεωτερισάντων καὶ τῶν Πάρ‐ | |
25 | θων αὐτοῖς συνεργούντων ἀλγῶν ἐπὶ τούτοις ὁ Αὔ‐ γουστος ἠπόρει τί ἂν πράξῃ. οὔτε γὰρ αὐτὸς στρα‐ τεῦσαι οἷός τε ἦν διὰ γῆρας, ὅ τε Τιβέριος, ὡς εἴρηται, | |
μετέστη ἤδη, ἄλλον δέ τινα πέμψαι τῶν δυνατῶν οὐκ | 447 in vol. 2 | |
2.448 | ἐτόλμα· ὁ Γάιος δὲ καὶ ὁ Λούκιος νέοι καὶ πραγμά‐ των ἐτύγχανον ἄπειροι. ἀνάγκης δ’ ἐπικειμένης τὸν Γάιον εἵλετο, καὶ τήν τε ἐξουσίαν αὐτῷ τὴν ἀνθύ‐ πατον καὶ γυναῖκα ἔδωκεν, ἵνα κἀκ τούτου τι προσ‐ | |
5 | λάβῃ ἀξίωμα, καί οἱ καὶ συμβούλους προσέταξε. καὶ ὁ μὲν ἀφωρμήθη ἐντίμως παρὰ πάντων ὑποδεχόμε‐ νος οἷα τοῦ αὐτοκράτορος ἔγγονος ἢ καὶ παῖς νομι‐ ζόμενος, καὶ ὁ Τιβέριος δ’ ἐς Χίον ἐλθὼν αὐτὸν ἐθεράπευσε, τὰς ὑποψίας ἀποτριβόμενος, ὑποπίπτων | |
10 | τε διὰ τοῦτο καὶ ταπεινούμενος· ἀπελθὼν δὲ εἰς τὴν Συρίαν καὶ μηδὲν μέγα κατωρθωκὼς ἐτρώθη. Ἄδδων γάρ τις τὰ Ἀρτάγειρα κατέχων ὑπηγάγετο παρὰ τὸ τεῖχος τὸν Γάιον ὥς τι φράσων ἀπόρρητον, καὶ αὐτὸν ἔτρωσεν. ὁ μὲν οὖν πολιορκηθεὶς ἥλω, ὁ | |
15 | δὲ Γάιος ἐνόσησεν ἐκ τοῦ τραύματος, καὶ ἄλλως μέντοι μὴ ὢν ὑγιεινός, διὸ καὶ τὴν διάνοιαν ἐξελέ‐ λυτο, πολλῷ μᾶλλον ἀπημβλύνθη, καὶ ἰδιωτεύειν ἠξίου· ὥστε τὸν Αὔγουστον περιαλγήσαντα προτρέ‐ ψασθαι αὐτῷ ἐς τὴν Ἰταλίαν ἐλθόντι πράττειν ὃ | |
20 | βούλοιτο. ὁ δὲ ἐς Λυκίαν ἐν ὁλκάδι παρέπλευσεν, ἔνθα δὴ καὶ μετήλλαξεν. ὁ δὲ Λούκιος ὁ ἀδελφὸς αὐτοῦ προαπέσβη, ἐξαίφνης νόσῳ ἀποθανών. ἥ τε οὖν Λιβία ἐπὶ τῷ θανάτῳ τούτων ὑπωπτεύθη καὶ ὁ Τιβέριος, οὐ πολλῷ πρότερον ἐκ τῆς Ῥόδου πρὸς τὴν | |
25 | Ῥώμην ὑπονοστήσας. αὐτός τε γὰρ τῆς διὰ τῶν ἄστρων μαντικῆς ἐμπειρότατος ἦν καὶ Θράσυλλον εἶχεν ἄνδρα τὴν ἀστρολογίαν ἀκρότατον· ὅθεν καὶ τὰ ἑαυτῷ καὶ τὰ ἐκείνοις μέλλοντα συμβαίνειν ἠπί‐ στατο. λέγεται γοῦν ὅτι βουληθείς ποτε ὁ Τιβέριος | |
30 | ἐν τῇ Ῥόδῳ τὸν Θράσυλλον ἀπὸ τοῦ τείχους ὤσειν, ὡς μόνον συνειδότα ὅσαπερ ἐνενόει, σκυθρωπάσαντά | |
τε ἰδὼν αὐτόν, ἤρετο δι’ ὅ,τι συννένοφε· τοῦ δὲ | 448 in vol. 2 | |
2.449 | κίνδυνόν τινα προορᾶν ἐπηρτημένον αὐτῷ φήσαντος ἐθαύμασεν ὁ Τιβέριος, καὶ φυλάξαι αὐτὸν ἑαυτῷ διὰ τὰς ἐλπίδας ἠθέλησεν. Ἀλλὰ ταῦτα μὲν οὕτω· ὁ δὲ Αὔγουστος δεσπό‐ | |
5 | της ὑπὸ τοῦ δήμου ὀνομασθείς, καὶ ἀπειπάμενος μηδένα πρὸς αὐτὸν κεχρῆσθαι τούτῳ δὴ τῷ προσρή‐ ματι, χιλίας τε καὶ πεντακοσίας μυριάδας δραχμῶν ἀτόκους τοῖς δεομένοις δανείσας ἐπ’ ἔτη τρία, ἐπῃ‐ νεῖτο παρὰ πάντων καὶ ἐσεμνύνετο. δύνανται δὲ | |
10 | παρὰ Ῥωμαίοις αἱ εἴκοσι καὶ πέντε δραχμαὶ χρυσοῦν νόμισμα ἕν, παρὰ δὲ τοῖς Ἕλλησιν εἴκοσι δραχμῶν ὁ Δίων φησὶ τὸ χρυσοῦν ἀλλάσσεσθαι νόμισμα. Μετὰ δὲ ταῦτα Κελτικοῦ πολέμου κεκινημένου, αὐτὸς ὑπό τε γήρους καὶ νόσου κεκμηκὸς ἔχων τὸ | |
15 | σῶμα καὶ ἐκστρατεῦσαι μὴ οἷός τε ὤν, τὸν Τιβέριον πῇ μὲν ὑπὸ τῶν πραγμάτων ἀναγκασθείς, πῇ δ’ ὑπὸ τῆς Ἰουλίας ἀναπεισθείς, ἤδη γὰρ καὶ αὕτη ἐκ τῆς ὑπερ‐ ορίας κατήχθη, υἱοθετήσατο, καὶ τὴν ἐπὶ τοὺς Κελ‐ τοὺς ἐκστρατείαν ἐπέτρεψεν. ὑποπτεύσας δὲ μή τι | |
20 | νεοχμώσῃ ὁ Τιβέριος ὑπερφρονήσας, καὶ τὸν Γερ‐ μανικὸν τὸν Δρούσου παῖδα εἰσεποιήσατο. πράσ‐ σοντι δὲ ταῦτα ἄλλοι τε καὶ Γναῖος Κορνήλιος τοῦ μεγάλου Πομπηίου θυγατριδοῦς ἐπεβούλευσαν. μήτ’ οὖν ἀποκτεῖναι σφᾶς ἐθέλων, οὐδὲν γὰρ ἐκ τῶν | |
25 | ἀπολλυμένων ἑώρα πρὸς ἀσφάλειαν αὐτῷ κατορθού‐ μενον, μήτ’ ἀπολῦσαι θαρρῶν, ἵνα μὴ καὶ ἄλλους ἐκ τούτου ἐφ’ ἑαυτὸν ἐπισπάσηται, οὔθ’ ἡμέρας ἀφρον‐ | |
τιστεῖν οὔτε νυκτὸς ἠδύνατο ἠρεμεῖν. ταῦθ’ ἡ Λιβία | 449 in vol. 2 | |
2.450 | ὁρῶσα ἤρετο αὐτὸν τί ὅτι οὐ καθεύδει. ὁ δέ “τίς ἄν” εἶπεν “ὦ γύναι, κἂν ἐλάχιστον ἀτρεμήσειε, το‐ σούτους ἔχων ἐχθροὺς καὶ οὕτω συνεχῶς ἐπιβουλευό‐ μενος;” ἡ δὲ πολλὰ μὲν περὶ τούτου διειλέχθη αὐτῷ, | |
5 | τελευταῖον δὲ γνώμην ἔδωκε θανάτῳ μὲν μηδένα τῶν τοιούτων τιμωρεῖσθαι, ἑτέρως δέ πως αὐτοὺς σωφρονίζειν, ὥστε μηκέτι τοιοῦτόν τι ἐξαμαρτεῖν, καὶ μάλιστα συγγνώμῃ καὶ εὐποιίαις. “οὐ γὰρ πεί‐ θειν ἢ ἀναγκάζειν” ἔφη “φιλεῖν τινα τὸ ξίφος δε‐ | |
10 | δύνηται, ἀλλὰ τὸν μὲν κολαζόμενον ἀπόλλυσι, τὰς δὲ δὴ τῶν ἄλλων ψυχὰς ἀλλοτριοῖ τοῦ κολάζοντος, ἐπεὶ μηδὲ φιλοῦσιν ὅτι ἐδικαιώθησαν ἕτεροι, ἀλλ’ ἀπεχ‐ θάνονται μᾶλλον ὅτι φόβος καὶ αὐτοῖς ἐντεῦθεν ἐπήρτηται.” τοιαῦτα πολλὰ τῆς Λιβίας εἰπούσης ὁ | |
15 | Αὔγουστος ἐπείσθη αὐτῇ, καὶ πάντας ἀφῆκε τοὺς ὑπαιτίους, λόγοις νουθετήσας αὐτούς· τὸν δέ γε Κορνήλιον καὶ ὕπατον προσαπέδειξε. καὶ ὁ λοιπὸς δὲ τοῦ Αὐγούστου θυγατριδοῦς ὁ ἐκ τῆς Ἰουλίας τῷ Ἀγρίππᾳ τεχθείς, ὃν καὶ Ἀγρίππαν ἐκάλεσεν, εἰς | |
20 | ἐφήβους ἐγράφη. Ὁ δέ γε Τιβέριος τά τε τῶν πολέμων διῴκει καὶ εἰς τὴν Ῥώμην συνεχῶς εἰσεφοίτα, φοβούμενος μὴ ὁ Αὔγουστος ἄλλον τινὰ ἀπόντος αὐτοῦ προτιμήσῃ. κινηθέντων δὲ τῶν Δακῶν καὶ Σαυροματῶν καὶ | |
25 | ἄλλων Παννονικῶν ἐθνῶν, ὁ Τιβέριος πρὸς αὐτοὺς ἀνέστρεψεν ἐκ τῆς Κελτικῆς. καὶ τὸν Γερμανικὸν δὲ ὁ Αὔγουστος ἐκεῖ ἔπεμψεν, ὡς τάχα τοῦ Τιβερίου ταχέως αὐτῶν κρατῆσαι δεδυνημένου, ἑκουσίως δὲ | |
τὸν καιρὸν τρίβοντος, ἵν’ ἐν τοῖς ὅπλοις εἴη διὰ τὸν | 450 in vol. 2 | |
2.451 | πόλεμον. ἔπεμψε δὲ τὸν Γερμανικόν, ὅτι ὁ Ἀγρίπ‐ πας ἀπεκηρύχθη ὡς μὴ σωφρονιζόμενος· καὶ ἥ τε οὐσία αὐτοῦ τῷ στρατιωτικῷ ταμείῳ ἀπενεμήθη, κἀκεῖνος εἰς νῆσον περιωρίσθη. πολλὰ μέντοι καὶ | |
5 | ποιήσαντες οἱ Ῥωμαῖοι ἐν τοῖς τῶν ἐθνῶν τούτων πολέμοις, οὐ μείω δὲ καὶ παθόντες, τέλος τὰ μὲν ὁμολογίᾳ ὑπηγάγοντο, τὰ δὲ μάχαις ἐνίκησαν. ὁ δὲ Τιβέριος ἐς τὴν Ῥώμην ἐπανελήλυθε, καὶ αὖθις παρὰ τοῦ Αὐγούστου εἰς Δαλματίαν ἐστάλη ἀνταιρόντων | |
10 | ἐκεῖ τινων· οὓς μόλις μὲν καὶ σὺν κινδύνοις, τέως δ’ οὖν ἐχειρώσατο, καὶ ὁ Γερμανικὸς ὁμοίως ἑτέρους. Καὶ ὁ μὲν πόλεμος οὗτος τοῦτο ἔσχηκε τέλος, ἐκ δὲ Γερμανίας ἀγγελία κομισθεῖσα ἑορτάσαι τὰ νικη‐ τήρια τοὺς ἐν τῇ Ῥώμῃ ἐκώλυσεν. ἐν γὰρ τῇ Κελ‐ | |
15 | τικῇ εἶχον αὐτῆς τινα οἱ Ῥωμαῖοι, οὐχ ὁμοῦ συγκεί‐ μενα, ἀλλὰ σποράδην ὡς ἔτυχε χειρωθέντα. καὶ στρατιῶται ἦσαν ἐκεῖ, καὶ πόλεις συνῳκίζοντο, καὶ οἱ βάρβαροι πρὸς ἔθη Ῥωμαϊκὰ καὶ εὐκοσμίαν μετερ‐ ρυθμίζοντο. ἕως μὲν οὖν κατὰ βραχὺ καὶ ὁδῷ τινι | |
20 | ἐκ τῶν πατρίων μετήγοντο, οὐκ ἤχθοντο τῇ τοῦ βίου μεταβολῇ· ἐπεὶ δ’ ὁ Οὔαρος ὁ Κυντίλιος τὴν ἡγεμο‐ νίαν τῆς Γερμανίας λαβὼν ἔσπευσεν αὐτοὺς ἀθρόον μεταστῆσαι, καὶ ὡς δουλεύουσι σφίσιν ἐπέταττε καὶ χρήματα ἔπραττεν, οὐκ ἠνέσχοντο, ἀλλὰ δεξάμενοι | |
25 | τὸν Οὔαρον, ὡς τὰ προσταττόμενα ποιήσοντες, πόρρω τοῦ Ῥήνου προήγαγον, καὶ πίστιν αὐτῷ παρέσχον ὡς καὶ ἄνευ στρατιωτῶν δουλεύσοντες. ὁ δὲ πιστεύσας οὔτε τὰ στρατεύματα ὡς ἐν πολεμίᾳ συνεῖχε καὶ ἄλ‐ λους ἀλλαχοῦ ἔπεμπε. θαρροῦντος οὖν αὐτοῦ καὶ | |
30 | μή τι δεινὸν ὑποπτεύοντος ἐπανίστανται, καὶ ἀπο‐ κτείναντες τοὺς παρὰ σφίσι στρατιώτας ἐπῆλθον | |
αὐτῷ ἐν ὕλαις δυσεκβάτοις ὄντι μετὰ τῆς περὶ αὐτὸν | 451 in vol. 2 | |
2.452 | στρατιᾶς, καὶ ἐξάπινα σφᾶς διὰ τῶν λοχμωδεστάτων, ἔμπειροι τούτων ὄντες, περιεστοίχισαν. καὶ πλεῖστα μὲν καὶ πλειστάκις ἐκάκωσαν, τέλος δὲ τῶν μὲν Ῥω‐ μαίων ἀποβαλόντων πολλούς, τοῖς δὲ βαρβάροις ἀεὶ | |
5 | προστιθεμένων ὁμογενῶν ἑτέρων, ῥᾷον οἱ Ῥωμαῖοι κυκλούμενοι ἐφονεύοντο, ὥστε καὶ τὸν Οὔαρον καὶ τοὺς λοιποὺς τοὺς λογιμωτάτους τρωθῆναι· οἳ φο‐ βηθέντες μὴ ζωγρηθῶσιν αὐτοὶ ἑαυτοὺς ἀνεῖλον. τοῦτο δὲ γνόντες καὶ οἱ λοιποί, οἱ μὲν τὸν ἄρχοντα | |
10 | ἐμιμήσαντο, οἱ δὲ τὰ ὅπλα τιθέντες ἐπέτρεπον τῷ βουλομένῳ φονεύειν αὐτούς. ἐκόπτοντο οὖν ἀδεῶς, καὶ τὰ ἐρύματα πάντα κατέσχον οἱ βάρβαροι, ἄτερ ἑνός, περὶ ὃ ἀσχοληθέντες οὔτε τὸν Ῥῆνον διέβησαν οὔτ’ ἐς τὴν Γαλατίαν εἰσέβαλον. ἀλλ’ οὐδ’ ἐκεῖνο | |
15 | χειρώσασθαι ἠδυνήθησαν, ἐπεὶ μήτε πολιορκεῖν ἠπίσταντο καὶ τοξόταις οἱ Ῥωμαῖοι συχνοῖς ἐχρῶντο, ἐξ ὧν καὶ ἀνεκόπτοντο καὶ πλεῖστοι ἀπώλλυντο. μετὰ δὲ τοῦτο πυθόμενοι φυλακὴν τοῦ Ῥήνου τοὺς Ῥωμαίους ποιήσασθαι καὶ τὸν Τιβέριον σὺν βαρεῖ | |
20 | προσελαύνειν στρατεύματι, οἱ μὲν πολλοὶ ἀπανέστη‐ σαν τοῦ ἐρύματος, οἱ δ’ ὑπολειφθέντες ἀποστάντες αὐτοῦ, ὥστε μὴ αἰφνιδίοις ἐπεξελεύσεσι τῶν ἐντὸς κακοῦσθαι, τὰς ὁδοὺς ἐτήρουν, σπάνει σιτίων αἱρή‐ σειν ἠλπικότες αὐτούς. οἱ δ’ ἐντὸς ὄντες Ῥωμαῖοι, | |
25 | ἕως μὲν εὐπόρουν τροφῆς, κατὰ χώραν ἔμενον, βοή‐ θειαν προσδεχόμενοι· ὡς δ’ οὔτε τις ἐπεκούρει αὐ‐ τοῖς καὶ λιμῷ συνείχοντο, ἐξῆλθον νύκτα τηρήσαντες χειμέριον, ἦσαν δὲ στρατιῶται μὲν ὀλίγοι, ἄοπλοι δὲ | |
πολλοί, καὶ τὸ μὲν πρῶτον καὶ τὸ δεύτερον φυλακτή‐ | 452 in vol. 2 | |
2.453 | ριον τῶν βαρβάρων παρῆλθον, πρὸς δὲ τῷ τρίτῳ γενόμενοι ἐφωράθησαν. καὶ πάντες ἂν ἀπώλοντο ἢ καὶ ἑάλωσαν, εἰ μὴ περὶ τὴν τῆς λείας ἁρπαγὴν οἱ βάρβαροι ἐτράποντο, καὶ οἱ σαλπιγκταὶ τροχαῖόν τι | |
5 | συμβοήσαντες δόξαν παρέσχον ὡς ἐπικουρία τοῖς πολιορκουμένοις ἐλήλυθεν· εἶτα καὶ ὡς ἀληθῶς ἐπε‐ κουρήθησαν. ὁ δὲ Τιβέριος διαβῆναι τὸν Ῥῆνον οὐκ ἔκρινεν, ἀλλ’ ἠτρέμιζεν ἐπιτηρῶν μὴ οἱ βάρβαροι τοῦτο ποιήσωσιν. ἀλλ’ οὐδ’ ἐκεῖνοι διαβῆναι ἐτόλ‐ | |
10 | μησαν, γνόντες αὐτὸν παρόντα. μετὰ ταῦτα δὲ αὐ‐ τὸς καὶ ὁ Γερμανικὸς εἰσέβαλον εἰς τὴν Κελτικὴν καί τινα ταύτης κατέδραμον, οὐ μέντοι καὶ μάχῃ ἐνίκησαν οὔτε ἔθνος τι ὑπηγάγοντο, ὅτι μηδ’ ᾔει τις ἐς χεῖρας αὐτοῖς, καὶ οὐδ’ αὐτοὶ τοῦ Ῥήνου πόρρω | |
15 | προήλθοσαν, δεδιότες μὴ καὶ αὖθις σφαλῶσιν, ἀλλ’ αὐτοῦ που μέχρι τοῦ μετοπώρου διατρίψαντες ἐπα‐ νῆλθον. Ὁ Αὔγουστος δὲ τὰ τῆς μοναρχίας διοικῶν καὶ ὑπέργηρως ἤδη γενόμενος τὸν μὲν Γερμανικὸν ὑπα‐ | |
20 | τεύσαντα πρὸ τοῦ στρατηγῆσαι παρακατέθετο τῇ βουλῇ, τὴν δὲ τῷ Τιβερίῳ. ἱπποδρομίας δὲ τελου‐ μένης ἐν τοῖς γενεθλίοις αὐτοῦ ἐμμανής τις ἀνὴρ ἐκάθισεν ἐς τὸν δίφρον τὸν τῷ Ἰουλίῳ Καίσαρι ἀνα‐ κείμενον καὶ τὸν ἐκείνου στέφανον περιέθετο· ὃ | |
25 | πάντας ἐτάραξεν ὡς εἰς τὸν Αὔγουστόν τι σημαῖνον. ἀλλὰ καὶ τέρατα πρὸς τοῦτο φέροντα προσέπεσε πλείονα. ὅ τε γὰρ ἥλιος ἅπας ἐξέλιπε καὶ τοῦ οὐρα‐ νοῦ πολὺ πυρῶδες φαινόμενον καίεσθαι ἔδοξε καὶ | |
ἀστέρες κομῆται καὶ αἱματώδεις ὤφθησαν· βουλῆς | 453 in vol. 2 | |
2.454 | τε ἐπὶ τῇ νόσῳ αὐτοῦ ἐπαγγελθείσης, ἵν’ εὐχὰς ποιή‐ σωνται, κεκλεισμένον εὕρητο τὸ συνέδριον· καὶ κε‐ ραυνὸς εἰς εἰκόνα αὐτοῦ ἐμπεσὼν τὸ πρῶτον γράμμα τοῦ ὀνόματος τοῦ Καίσαρος ἠφάνισε. ταῦτα μὲν οὖν | |
5 | ζῶντος ἔτι αὐτοῦ προεφάνη· ὁ δὲ νοσήσας ἐν Νώλῃ μετήλλαξε τῇ ἐννεακαιδεκάτῃ τοῦ Αὐγούστου μη‐ νός, ζήσας ἓξ ἔτη καὶ ἑβδομήκοντα, τριάκοντα καὶ τεσσάρων ἐνδεουσῶν ἡμερῶν, μοναρχήσας δὲ ἀφ’ οὗ πρὸς τῷ Ἀκτίῳ ἐνίκησεν ἐνιαυτοὺς πρὸς τέσσαρσι | |
10 | τεσσαράκοντα. ὑπωπτεύθη μέντοι ἐπὶ τῷ θανάτῳ αὐτοῦ ἡ Λιβία, ὅτι πρὸς τὸν Ἀγρίππαν ὁ Αὔγουστος λάθρᾳ ἐς τὴν νῆσον διέπλευσεν, ἔνθα μετὰ τῆς Ἰου‐ λίας τῆς μητρὸς πεφυγάδευτο. δείσασα γὰρ μὴ κα‐ ταλλαγεὶς ἐπὶ τῇ μοναρχίᾳ αὐτὸν καταγάγῃ, σῦκά | |
15 | τινα ἐπὶ δένδροις ἔτι ὄντα, ἐξ ὧν ὁ Αὔγουστος αὐτο‐ χειρίᾳ συκάζειν εἰώθει, φαρμάξαι λέγεται, καὶ αὐτὴ μὲν τὰ ἀφάρμακτα ἤσθιεν, ἐκείνῳ δὲ τὰ πεφαρμαγ‐ μένα προσέβαλεν. εἶτ’ οὖν οὕτως εἴτ’ ἄλλως ἀρρω‐ στήσας τότε τοὺς ἑταίρους συνήθροισε καὶ ἃ ἠβούλετο | |
20 | τούτοις διαλεχθεὶς τέλος ἔφη ὅτι “τὴν Ῥώμην πηλί‐ νην παραλαβὼν λιθίνην ὑμῖν καταλείπω,” τὸ τῆς ἀρχῆς ἰσχυρὸν τοῦ λόγου ἐνδεικνυμένου. οὐ μέντοι τὸν θάνατον αὐτοῦ αὐτίκα ἡ Λιβία ἐξέφηνε, φοβη‐ θεῖσα μή τι νεωτερισθῇ, ἐν Δαλματίᾳ τοῦ Τιβερίου | |
25 | διάγοντος, ἀλλὰ συνέκρυψεν αὐτὸν μέχρις ἐκεῖνος ἀφίκετο. ἀνακομισθέντος δὲ τοῦ σώματος αὐτοῦ εἰς τὴν Ῥώμην, τὰς διαθήκας αὐτοῦ ὁ Δροῦσος ἐκ τῶν ἀειπαρθένων τῶν τῆς Ἑστίας ἱερειῶν, αἷς παρετέ‐ | |
θειντο, εἰληφὼς εἰς τὸ συνέδριον εἰσήνεγκε, καὶ τὰς | 454 in vol. 2 | |
2.455 | σφραγῖδας οἱ κατασημηνάμενοι ἐπεσκέψαντο, καὶ ἀνεγνώσθησαν ἐν ἐπηκόῳ τοῦ συνεδρίου. ἐκομίσθη δ’ εἰς τὸ συνέδριον καὶ βιβλία αὐτοῦ τέσσαρα, ὧν τὸ μὲν ἓν τὰ περὶ τῆς ταφῆς διετάττετο, τὸ δ’ ἕτερον | |
5 | τὰς πράξεις ἃς εἴργαστο διεξῄει, τῷ δὲ τρίτῳ τὰ τῶν στρατιωτῶν καὶ τὰ τῶν προσόδων καὶ τῶν ἀναλω‐ μάτων τῶν δημοσίων συνέταξε καὶ τὸ πλῆθος τῶν ἐν τοῖς θησαυροῖς χρημάτων, τὸ δέ γε τέταρτον ἐν‐ τολὰς περιεῖχε τῷ Τιβερίῳ καὶ τῷ κοινῷ ἐπισκήψεις. | |
10 | τούτων δ’ ἀναγνωσθέντων ἡ ἐκφορὰ γέγονε καὶ ἐπι‐ τάφιοι ἐρρήθησαν παρά τε τοῦ Δρούσου καὶ παρὰ τοῦ Τιβερίου· εἶτα ἐκαύθη τὸ σῶμα αὐτοῦ. καὶ πένθος τότε μὲν οὐ πολλοί, ὕστερον δὲ πάντες ἔσχον, μεμνημένοι ὅτι τε πᾶσιν εὐπρόσοδος ἦν καὶ πολλοῖς | |
15 | ἐπήρκει ἐς χρήματα, καὶ ὅτι λίαν ἐτίμα τοὺς φίλους καὶ χάριτας ὡμολόγει τοῖς αὐτὸν διορθουμένοις ἐφ’ οἷς ἐσφάλλετο· ὥσπερ καὶ τῷ Ἀθηνοδώρῳ ἀνδρὶ σοφῷ ἐπὶ τοιᾷδε αἰτίᾳ. Εὐκατάφορος πρὸς τὰ ἀφροδίσια ἦν, καί οἱ γυ‐ | |
20 | ναῖκες ἐκομίζοντο ἃς ἐβούλετο ἐν καταστέγοις φο‐ ρείοις καὶ οὕτως εἰς τὸν αὐτοῦ εἰσήγοντο θάλαμον, ἐκεῖνος δὲ ταύτας ἐξῆγέ τε καὶ ἐκέχρητο. ἠράσθη γοῦν ποτε γυναικὸς καὶ ἔπεμψε λαβεῖν αὐτήν. ἐν τούτῳ δὲ ὁ Ἀθηνόδωρος, τῷ τῆς γυναικὸς ἐκείνης | |
25 | ἀνδρὶ συνήθης ὤν, ἔτυχεν ἀπελθὼν τὸν φίλον ὀψό‐ μενος, καὶ ἀσχάλλοντα εὑρὼν κἀκεῖνον καὶ τὴν γυ‐ ναῖκα, οὐ γὰρ ἠδύναντο ἀντιστῆναι, τὴν αἰτίαν τῆς λύπης ἐπύθετο. καὶ μαθὼν ἠρεμεῖν αὐτοὺς ἐκέλευ‐ σεν· αὐτὸς γὰρ ἀπελθεῖν ἔφη πρὸς τὸν Αὔγουστον | |
30 | καὶ τὴν αὐτοῦ ἀποστρέψαι ὁρμήν. καὶ κομισθέντος τοῦ καταστέγου δίφρου ὡς τῆς γυναικὸς ἐν αὐτῷ | |
εἰσελευσομένης, εἰσῆλθεν ὁ Ἀθηνόδωρος, καὶ ξίφος | 455 in vol. 2 | |
2.456 | λαβὼν καὶ κατακαλυφθῆναι τὸν δίφρον ἀκριβῶς ἐπι‐ τάξας οὕτω πρὸς τὸν τοῦ Αὐγούστου κεκόμιστο θά‐ λαμον. ἐκείνου δὲ τὸν δίφρον ἀποκαλύπτοντος ξιφή‐ ρης ἐκπεπήδηκεν εἰπών “εἶτα οὐ φοβῇ μή τίς σε | |
5 | οὕτως εἰσελθὼν ἀποκτείνῃ;” ὁ δ’ Αὔγουστος οὐ μόνον οὐκ ὠργίσθη οὐδ’ ἐκάκισε τὸν Ἀθηνόδωρον, ἀλλὰ καὶ χάριν ἔγνω αὐτῷ καὶ σωφρονέστερος γέ‐ γονε. διὰ ταῦτα τοίνυν καὶ ἄλλα δὲ πλείω ἐπόθουν αὐτόν, καὶ ὅτι τοῦ Τιβερίου μετ’ αὐτὸν μοναρχήσαν‐ | |
10 | τος οὐχ ὁμοίου ἐπειράθησαν. Ἐν δὲ τῷ τεσσαρακοστῷ δευτέρῳ ἔτει τῆς Αὐ‐ γούστου μοναρχίας ἐτέχθη ἐνανθρωπήσας ὁ κύριος ἡμῶν καὶ θεὸς Ἰησοῦς Χριστὸς κατὰ τὸν Παμφίλου Εὐσέβιον, ὃς ἐν τῇ Ἐκκλησιαστικῇ ἱστορίᾳ καὶ πεν‐ | |
15 | τήκοντα καὶ ἑπτὰ ἔτη αὐτὸν ἱστορεῖ μοναρχῆσαι, τῶν ἄλλων τέσσαρα ἐπὶ τεσσαράκοντα τὰ τῆς μοναρχίας αὐτοῦ ἀριθμούντων ἔτη. γίνεται δὲ ἡ διαφωνία ἐν‐ τεῦθεν, ὅτι οἱ μὲν ἄλλοι τὴν μοναρχίαν ἐλογίζοντο Καίσαρι ἐξότου ναυμαχίᾳ ἐνίκησε τὸν Ἀντώνιον ἐν | |
20 | Ἀκτίῳ, ὅτε καὶ ὡς ἀληθῶς ἐμονάρχησε, μόνος τῶν Ῥωμαϊκῶν πραγμάτων γενόμενος κύριος, ὁ Εὐσέβιος δὲ καὶ τὸν χρόνον, ὃν συνῆρξε τῷ Ἀντωνίῳ τῇ μο‐ ναρχίᾳ προστίθησιν, ὡς καὶ τότε τοῦ Αὐγούστου ὅσα ἐβούλετο πράττοντος, ἐκείνου τῇ Αἰγύπτῳ σχολάζον‐ | |
25 | τος καὶ τῷ τῆς Κλεοπάτρας δουλεύοντος ἔρωτι, δι’ ὃν καὶ ἀπώλετο. οὕτως οὖν καὶ ἐν τῷ τεσσαρακοστῷ δευτέρῳ ἔτει τῆς μοναρχίας τοῦ Καίσαρος ἱστόρησεν ὁ Εὐσέβιος τὸν Χριστὸν γεννηθῆναι τὸ κατὰ σάρκα. | |
εἰ γὰρ τεσσαράκοντα καὶ τέσσαρας φαίημεν τοὺς τῆς | 456 in vol. 2 | |
2.457 | μοναρχίας ἐνιαυτοὺς γενέσθαι τοῦ Καίσαρος, οὐ κατὰ τὸ τεσσαρακοστὸν δεύτερον ἔτος ἡ ἐπιφάνεια γέγονε τοῦ κυρίου καὶ σωτῆρος ἡμῶν, ἀλλὰ κατὰ τὸ εἰκοστὸν ἔνατον ἔτος συμβαίνει τεχθῆναι τὸν κύριον. ὡς γὰρ | |
5 | ὁ θεσπέσιος εὐαγγελιστὴς Λουκᾶς ἱστορεῖ, ἐν ἔτει πεντεκαιδεκάτῳ τῆς ἡγεμονίας Τιβερίου Καίσαρος τὸν Χριστὸν ὁ Ἰωάννης ἐβάπτισε· τριάκοντα δ’ ἦν ἐτῶν ὅτε ἐβαπτίσθη, κατὰ τὸν αὐτὸν εὐαγγελιστήν· ὥστε λοιπὸν τοὺς μὲν πεντεκαίδεκα τῶν τριάκοντα | |
10 | ἐνιαυτῶν ἐκ τῶν τῆς αὐταρχίας τοῦ Τιβερίου χρόνων λαμβάνεσθαι, τοὺς δέ γε λοιποὺς πεντεκαίδεκα ἐκ τῶν τοῦ Αὐγούστου τεσσαράκοντα καὶ τεσσάρων κα‐ ταλογίζεσθαι. συμβαίνει τοίνυν τοὺς ἐξ αὐτῶν περι‐ λιμπανομένους ἐννέα εἶναι καὶ εἴκοσιν. ἐν γοῦν τῷ | |
15 | εἰκοστῷ ἐνάτῳ τῆς ἀκριβοῦς μοναρχίας τοῦ Καίσαρος Αὐγούστου καταλαμβάνεται τεχθῆναι τὸ κατὰ σάρκα ἐκ τῆς ἀειπαρθένου καὶ ἁγίας Μαρίας τῆς θεοτόκου | |
τὸν κύριον. | 457 in vol. 2 | |
3.1 | Ὁ μὲν οὖν Αὔγουστος ἀπεβίω ὡς εἴρηται, τὴν δὲ μοναρχίαν ὁ Τιβέριος διεδέξατο. ὃς εὐπατρίδης μὲν ἦν καὶ πεπαίδευτο, τὴν δὲ γνώμην ἦν ποικιλώ‐ τατος, ἐναντίους τῇ προαιρέσει τοὺς λόγους ποιού‐ | |
5 | μενος. ὧν γὰρ ἐβούλετο τἀναντία ἔλεγεν, ἄλλα μὲν κεύθων ἐνὶ φρεσίν, ἄλλα δὲ λέγων· καὶ ὀργίζεσθαι προσποιούμενος ἐν οἷς οὐκ ὠργίζετο, καὶ ἐν οἷς ἐθυ‐ μοῦτο σχηματιζόμενος ἐπιείκειαν· καὶ ὡς οἰκειότατον ἑώρα τὸν ἔχθιστον, καὶ ὡς ἀλλοτριωτάτῳ προσεφέ‐ | |
10 | ρετο τῷ φιλτάτῳ. καὶ οὐκ ἠξίου τοῖς ἄλλοις δῆλον εἶναί οἱ τὸ φρόνημα, τοῦτο προσήκειν τῷ αὐταρχοῦντι φρονῶν. καὶ εἴτε τις ἠναντιοῦτο οἷς ἔλεγεν εἴτε μὴν καὶ συνῄνει, μεμίσητο. Τέως δ’ οὖν εἰς τὰ στρατόπεδα καὶ εἰς τὰ ἔθνη | |
15 | πάντα ὡς αὐτοκράτωρ αὐτίκα ἐπέστειλε, μὴ λέγων αὐτοκράτωρ εἶναι· ψηφισθὲν γὰρ αὐτῷ καὶ τοῦτο μετὰ τῶν ἄλλων ὀνομάτων οὐκ ἐδέξατο. καὶ τὰ τῆς ἀρχῆς διοικῶν ἅπαντα, μηδὲν αὐτῆς δεῖσθαι ἔλεγε, καὶ ταύτης ἐξίστασθαι ἐκομψεύετο καὶ διὰ τὴν ἡλι‐ | |
20 | κίαν ἓξ γὰρ καὶ πεντήκοντα ἐτῶν ἦν, καὶ δι’ ἀμ‐ βλυωπίαν· πλεῖστον γὰρ ἐν σκότει βλέπων ἐλάχιστα τὴν ἡμέραν ἑώρα. εἶτα κοινωνοὺς ᾔτει τῆς ἀρχῆς | |
καὶ συνάρχουτας, οὐδὲν τούτων ποιῆσαι μέλλων, ἀλλ’ | 1 in vol. 3 | |
3.2 | ὅτι τε ὕπουλον εἶχεν ἦθος καὶ ὅτι καὶ τὰ στρατεύ‐ ματα τά τε ἐν Παννονίᾳ καὶ ἐν Γερμανίᾳ ὑπώπτευε, καὶ τὸν Γερμανικὸν ἐδεδίει τῆς Γερμανίας ἄρχοντα τότε καὶ τοῖς στρατιώταις φιλούμενον. καὶ διὰ ταῦτα | |
5 | οὐδὲν ὡς αὐτοκράτωρ ἔπραττε φανερῶς, ἀλλὰ καὶ νοσεῖν προσποιούμενος οἰκουρῶν ἦν καὶ διέμελλεν, ἵν’ ἐλπίδι τοῦ ἑκόντα τὴν ἀρχὴν ἀφήσειν αὐτὸν μή τί τινες νεοχμώσωσι, μέχρις οὗ τῆς ἡγεμονίας ἐγκρα‐ τὴς διὰ πάντων ἐγένετο. τὸν μὲν οὖν Ἀγρίππαν αὐ‐ | |
10 | τίκα πέμψας ἀπέκτεινε, τοῦ Αὐγούστου, ὡς εἴρηται, ὄντα θυγατριδοῦν ἐξ Ἰουλίας καὶ τοῦ Ἀγρίππου· τὸν δὲ Γερμανικὸν λίαν ἐφοβεῖτο. Ἐθορύβησε δὲ καὶ τὸ ἐν τῇ Παννονίᾳ στράτευμα, ὡς καὶ κατὰ τοῦ ἄρχοντος αὐτῶν ὁρμῆσαι. εἶτα τῶν | |
15 | θρασυτέρων καὶ πρωταιτίων κολασθέντων κατέστη‐ σαν οἱ λοιποί. οἱ δὲ ἐν τῇ Γερμανίᾳ τόν τε Τιβέριον ἐκακηγόρησαν καὶ τὸν Γερμανικὸν ἐπεκάλεσαν αὐτο‐ κράτορα. ἐκείνου δὲ τὸ ξίφος σπασαμένου ὡς ἑαυτὸν ἀναιρήσοντος εἷς τις τῶν στρατιωτῶν τὸ ἑαυτοῦ ξί‐ | |
20 | φος ἀνατείνας “τοῦτο” ἔφη “λάβε· ὀξύτερον γάρ ἐστιν.” ὁ οὖν Γερμανικὸς τοῦ κτεῖναι μὲν ἑαυτὸν ἀπέσχετο ἵνα μὴ μᾶλλον στασιάσωσι, γράμματα δὲ ὡς ἐκ τοῦ Τιβερίου πεμφθέντα πλασάμενος δωρεὰς αὐτοῖς διδόντα καὶ ἄλλα τινὰ ὑπισχνούμενα τὴν | |
25 | στάσιν τότε κατέπαυσεν. ὕστερον δὲ πρεσβευτῶν παρὰ τοῦ Τιβερίου πεμφθέντων γνόντες τὸ τοῦ Γερ‐ μανικοῦ στρατήγημα καὶ ὑποπτεύσαντες τοὺς πρέσ‐ βεις ἀνατρέψοντας ἥκειν τὰ ὑπ’ ἐκείνου ἐπηγγελμένα, ἐθορύβησαν αὖθις καὶ κατὰ τῶν πρέσβεων ὥρμησαν. | |
30 | καὶ τὴν τοῦ Γερμανικοῦ γυναῖκα τὴν Ἀγριππῖναν, τῆς τοῦ Καίσαρος θυγατρὸς τῆς Ἰουλίας καὶ τοῦ | |
Ἀγρίππου παῖδα γεγονυῖαν, συνέλαβον, καὶ τὸν υἱὸν | 2 in vol. 3 | |
3.3 | αὐτοῦ Γάιον· καὶ τὴν μὲν Ἀγριππῖναν ἐγκύμονα οὖσαν ἀφῆκαν αὐτῷ, κατεῖχον δὲ τὸν υἱόν. ὡς δ’ οὐδὲν ἤνυον, ἡσύχασαν καὶ αὐτοί. καὶ ὁ μὲν δυνά‐ μενος τὴν αὐτοκράτορα λαβεῖν ἀρχὴν οὐκ ἠθέλησεν, | |
5 | ὁ δὲ Τιβέριος κατὰ μὲν τὸ φαινόμενον ἐπῄνει αὐτὸν παρὰ τῇ βουλῇ, παρ’ ἑαυτῷ δὲ καὶ λίαν ὑπώπτευε καὶ ἐδεδίει αὐτὸν ὡς ἐγκεχειρισμένον στρατεύματα. Ὡς δ’ οὐδὲν ἔτι νεώτερον ἠγγέλλετο, τὴν ἀρχὴν οὐκέτι εἰρωνευόμενος ὑπεδέξατο. καὶ μέχρις ὁ Γερ‐ | |
10 | μανικὸς περιῆν, οὐδὲν καθ’ ἑαυτὸν ἔπραττεν, ἀλλὰ πάντα εἰς τὴν γερουσίαν εἰσέφερε, καὶ οὐδὲ αὐτο‐ κράτωρ καλεῖσθαι παρά του ἢ μόνων τῶν στρατιω‐ τῶν ἠξίου, Καῖσαρ δὲ καὶ Γερμανικὸς καὶ πρόκριτος τῆς γερουσίας ὠνομάζετο, ηὔχετό τε τοσοῦτον καὶ | |
15 | ζῆσαι καὶ ἄρξαι χρόνον ὅσον ἂν τῷ δημοσίῳ συμ‐ φέρῃ, καὶ διὰ πάντων δημοτικὸς δοκεῖν ἔσπευδε, καὶ ἐλάχιστα εἰς ἑαυτὸν δαπανῶν πλεῖστα ἐς τὸ κοινὸν ἀνήλισκε. τὰ πεπονηκότα τε ἀνορθῶν καὶ ἐπικοσμῶν, τὰς τῶν ἀρχῆθεν οἰκοδομησάντων αὐτὰ κλήσεις σφί‐ | |
20 | σιν ἐπέγραφε, καὶ πόλεσι καὶ ἰδιώταις ἐπήρκει, καὶ τῶν βουλευτῶν συχνοὺς πενομένους ἐπλούτισε, καὶ τὰ δωρούμενα εὐθὺς ὁρῶντος αὐτοῦ ἠριθμεῖτο, ἵνα μὴ οἱ δοτῆρες νοσφίζωνταί τι αὐτῶν, εἰδὼς τοῦτο ἐπὶ τοῦ Αὐγούστου γινόμενον. καὶ οὔτε ἀπέκτεινέ | |
25 | τινα διὰ χρήματα οὔτ’ οὐσίαν τότε ἐδήμευσεν οὐδε‐ νός, οὐδ’ ἔξω τι τῶν νενομισμένων ἠργυρολόγησεν. Αἰμιλίῳ γοῦν χρήματα πλείω παρὰ τὸ διατεταγμένον πέμψαντι ἀντεπέστειλεν ὅτι “κείρεσθαί μου τὰ πρό‐ βατα, ἀλλ’ οὐκ ἀποξυρᾶσθαι βούλομαι.” καὶ εὐπρόσ‐ | |
30 | οδος καὶ εὐπροσήγορος ἦν, τούς τε ἄρχοντας ὡς ἐν δημοκρατίᾳ ἐτίμα καὶ τοῖς ὑπάτοις ὑπανίστατο, καὶ | |
τοῖς ἑταίροις ὡς ἐν ἰδιωτείᾳ συνῆν, νοσοῦντάς τε | 3 in vol. 3 | |
3.4 | ἐπεσκέπτετο, μηδεμίαν φρουρὰν ἐπαγόμενος· καὶ ἐπί τινι αὐτῶν τελευτήσαντι αὐτὸς ἀνέγνω τὸν ἐπι‐ τάφιον. καὶ τὴν μητέρα τὴν Λιβίαν ὁμοίως προσφέ‐ ρεσθαι πᾶσιν ἐκέλευεν. ἡ δὲ πάνυ ὤγκωτο, καὶ αἱ | |
5 | τοῦ Τιβερίου ἐπιστολαὶ χρόνον τινὰ καὶ τὸ ἐκείνης ὄνομα εἶχον, τά τε ἄλλα πάντα ὡς αὐταρχοῦσα διοι‐ κεῖν ἐπεχείρει, καὶ οὐκ ἐξ ἴσου ἄρχειν, ἀλλὰ καὶ πρεσβεύειν αὐτοῦ ἤθελεν, αὐτὴ ποιῆσαι αὐχοῦσα αὐτὸν αὐτοκράτορα. ὁ δὲ ἤχθετο πρῶτον αὐτῇ· εἶτα | |
10 | τῶν μὲν δημοσίων αὐτὴν ἔπαυσε, τὰ δ’ οἴκοι διοι‐ κεῖν ἀφῆκεν· ὡς δὲ κἀν τούτοις ἦν ἐπαχθής, ἀπε‐ δήμει καὶ αὐτῆς ἐξίστατο. σωφρονέστατά τε χρόνον τινὰ διῆγε, καὶ ἄλλους δ’ ἐκόλαζεν ἀσελγαίνοντας, καὶ τῷ Δρούσῳ δὲ τῷ υἱῷ, ὃν ἐξ Ἀγριππίνης τῆς | |
15 | προτέρας αὐτοῦ γυναικὸς ἔσχηκε, καὶ ἀσελγεῖ τυγχά‐ νοντι καὶ ὠμῷ, ἐπετίμα καὶ ἤχθετο. καί ποτε αὐτῷ εἶπεν ὅτι “ζῶντος ἐμοῦ οὔτε βίαιον οὔθ’ ὑβριστικόν τι πράξεις· ἂν δέ τι καὶ τολμήσῃς, οὐδὲ τελευτήσαντος.” Οὕτω ταῦτα καὶ τἄλλα μέχρις ὁ Γερμανικὸς ἔζη | |
20 | ἐποίει· μετὰ δὲ τοῦτο συχνὰ τούτων μετήλλαξε. μήπω γὰρ τῶν παρὰ τοῦ Αὐγούστου τῷ δήμῳ κατα‐ λελειμμένων δοθέντων, ἐπεὶ νεκρὸς διὰ τῆς ἀγορᾶς ἐξεφέρετο, καὶ προσελθών τις εἰς τὸ οὖς αὐτῷ ἐψι‐ θύρισε, καὶ ἐρωτηθεὶς ὅ,τι εἴρηκεν, ἐντετάλθαι ἔφη | |
25 | τῷ Αὐγούστῳ εἰπεῖν ὅτι οὐδέπω οὐδὲν ἐκομίσαντο, τὸν μὲν αὐτίκα ἀπέκτεινε, καὶ εἶπεν ὡς ἐπισκώπτων, ἵν’ αὐτάγγελος αὐτῷ γένηται, τοῖς δ’ ἄλλοις τὰ κα‐ ταλελειμμένα διένειμε. τοῦ δ’ ἐγγόνου αὐτοῦ, ὃν ἐκ | |
τοῦ Δρούσου εἶχε, θανόντος, οὐδεμιᾶς τῶν συνήθων | 4 in vol. 3 | |
3.5 | ἀπέσχετο πράξεως, μὴ δεῖν διὰ τοὺς οἰχομένους τὰ τῶν ζώντων λέγων προΐεσθαι. Κλήμης δέ τις τοῦ Ἀγρίππου γεγονὼς δοῦλος καὶ προσεοικὼς αὐτῷ ἐπλάσατο αὐτὸς ὁ Ἀγρίππας | |
5 | εἶναι· καὶ εἰς τὴν Γαλατίαν ἐλθὼν πολλοὺς μὲν ἐκεῖ, πολλοὺς δὲ ἐν τῇ Ἰταλίᾳ προσεποιήσατο, καὶ τέλος ἐπὶ τὴν Ῥώμην ὥρμησεν ὡς τὴν παππῴαν μοναρχίαν ἀποληψόμενος. χειρωσάμενος δ’ ὅμως αὐτὸν ὁ Τιβέ‐ ριος διά τινων τὰ ἐκείνου προσποιησαμένων φρονεῖν, | |
10 | καὶ βασανίσας, ἵνα περὶ συνιστόρων τι μάθῃ, ἐπεὶ μηδὲν ἐξελάλησεν, ἤρετο αὐτόν “πῶς Ἀγρίππας ἐγέ‐ νου;” καὶ ὃς ἀπεκρίνατο ὅτι “οὕτως ὡς καὶ σὺ Καῖσαρ.” Τὴν δὲ γυναῖκα Ἰουλίαν οὔτε ἐπανήγαγεν ἐκ τῆς | |
15 | ὑπερορίας ἣν παρὰ τοῦ πατρὸς αὐτῆς τοῦ Αὐγούστου κατεδικάσθη δι’ ἀσέλγειαν, ἀλλὰ καὶ κατέκλεισεν αὐτήν, ὥσθ’ ὑπὸ κακουχίας καὶ λιμοῦ φθαρῆναι. πολλῶν τε αὐτὸν ἀξιούντων τὸν Νοέμβριον μῆνα, οὗ τῇ ἕκτῃ ἐπὶ δεκάτῃ γεγέννητο, Τιβέριον ἐξ αὐτοῦ | |
20 | καλεῖσθαι, “καὶ τί” ἔφη “ποιήσετε ἂν δεκατρεῖς Καί‐ σαρες γένωνται;” Ἐν τούτοις ὁ Γερμανικὸς ἐτελεύτησεν ἐν Ἀντιο‐ χείᾳ, καταγοητευθείς τε καὶ φαρμαχθεὶς ὑπὸ Πείσω‐ νος. ὀστᾶ τε γὰρ εὑρέθη ἀνθρώπεια κατορωρυγμένα | |
25 | ἐν τῇ οἰκίᾳ ἐν ᾗ κατῴκει. καὶ μολίβδινοι ἐλασμοὶ ἀράς τινας μετὰ τοῦ ὀνόματος αὐτοῦ ἔχοντες. ὅτι δὲ καὶ φαρμάκῳ ἐφθάρη τὸ σῶμα αὐτοῦ ἐξέφηνεν εἰς τὴν ἀγορὰν κομισθὲν καὶ τοῖς παροῦσι δειχθέν. θανόντος δὲ ὁ μὲν Τιβέριος καὶ ἡ Λιβία ἥσθησαν, | |
30 | οἱ δ’ ἄλλοι σφοδρότατα ἤλγησαν. κάλλιστος μὲν γὰρ τὸ σῶμα, ἄριστος δὲ τὴν ψυχὴν ἔφυ, παιδείᾳ τε ἅμα | |
καὶ ἀνδρείᾳ ἐν πολέμοις εὐδοκιμῶν ἡμερώτατα τοῖς | 5 in vol. 3 | |
3.6 | ὑπ’ αὐτὸν προσεφέρετο, καὶ μέγα δυνάμενος, ἅτε Καῖσαρ, ἐξ ἴσου τοῖς ἀσθενεστάτοις ἐσωφρόνει, καὶ οὔτε τι πρὸς τὸν Δροῦσον ἐπίφθονον οὔτε πρὸς τὸν Τιβέριον ἐποίει ἐπίβουλον, καὶ δυνάμενος παρά τε | |
5 | τῶν στρατιωτῶν ἑκόντων καὶ τῆς βουλῆς καὶ τοῦ δήμου τὴν ἀρχὴν τὴν αὐτοκράτορα λήψεσθαι οὐκ ἠθέλησεν. ὁ δὲ Πείσων χρόνῳ ὕστερον εἰς τὴν Ῥώ‐ μην ἀνακομισθείς, καὶ ἐπὶ τῷ φόνῳ τοῦ Γερμανικοῦ εἰς τὸ βουλευτήριον ὑπ’ αὐτοῦ τοῦ Τιβερίου εἰσαχ‐ | |
10 | θεὶς διακρουομένου τὴν ὑποψίαν τὴν ἐπὶ τῇ φθορᾷ τοῦ Γερμανικοῦ, καὶ ἀναβολὴν αἰτήσας, ἑαυτὸν κα‐ τεχρήσατο. ἐπὶ τρισὶ δὲ υἱοῖς ὁ Γερμανικὸς ἐτελεύ‐ τησεν, οὓς ὁ Αὔγουστος ἐν ταῖς διαθήκαις αὐτοῦ Καίσαρας ὠνόμασε. τούτων ὁ πρεσβύτατος Νέρων | |
15 | κατὰ τὸν χρόνον ἐκεῖνον τοῖς ἐφήβοις κατηριθμήθη. μέχρι μὲν οὖν τοῦ χρόνου τούτου πλεῖστα χρηστὰ ὁ Τιβέριος ἔπραξε καὶ βραχέα ἐξήμαρτεν, ἐπεὶ δ’ ὁ Γερμανικὸς ἐκποδών οἱ ἐγένετο, κατ’ ὀλίγον ἠλ‐ λοίωτο. τά τε γὰρ ἄλλα ἀγρίως ἦρχε καὶ τοῖς εἰς | |
20 | αὐτὸν ἢ τὴν μητέρα ἢ τὸν Αὔγουστον πράξασί τι ἢ εἰποῦσιν ἀνεπιτήδειον ἀπηνῶς ὡς ἀσεβήσασι προσε‐ φέρετο, καὶ εἰς τοὺς ὑπονοηθέντας ἐπιβουλεύειν αὐτῷ ἀπαραίτητος ἦν. ἤδη δὲ καὶ ἐνδεικνύμενός τισιν ὅτι βούλεται τεθνάναι τινάς, δι’ ἐκείνων σφᾶς | |
25 | ἀπεκτίννυε, καὶ οὐκ ἐλάνθανε ταῦτα ποιῶν. ἐξήταζέ τε τῶν δυνατῶν ἑκάστου τὴν ἡμέραν καὶ τὴν ὥραν ἐν ᾗ ἐγεγέννητο, καὶ οὕτω τὸ πεπρωμένον ἑκάστῳ ἐξηρεύνα· ὥστε καὶ τῷ Γάλβᾳ τῷ μετὰ ταῦτα αὐ‐ ταρχήσαντι ἀπαντήσας ἔφη “καὶ σύ ποτε τῆς ἡγεμο‐ | |
30 | νίας γεύσῃ.” ἐφείσατο δὲ αὐτοῦ, λέγων ὅτι ἐν γήρᾳ καὶ μετὰ πολὺ τῆς τελευτῆς αὐτοῦ ἄρξει. εἶτα μετὰ | |
τοῦ Δρούσου ὑπάτευσεν ὁ Τιβέριος, ὅθεν πολλοὶ τὸν | 6 in vol. 3 | |
3.7 | ὄλεθρον ἐκ τούτου τοῦ Δρούσου προεμαντεύσαντο· οὐ γὰρ ἔστιν ὅστις τῶν συνυπατευσάντων αὐτῷ οὐ βιαίως ἀπέθανε. μετὰ ταῦτα γὰρ φαρμάκῳ διώλετο. Σηιανὸς γάρ τις μέγα παρὰ τῷ Τιβερίῳ δυνηθεὶς | |
5 | καὶ ὑπέρογκος γεγονώς, πὺξ αὐτῷ ποτε ἐντείνας κἀκ τούτου δείσας κἀκεῖνον καὶ τὸν Τιβέριον, ἅμα καὶ προσδοκήσας, ἂν τὸν Δροῦσον κατεργάσηται, ῥᾷον μεταχειρίσασθαι τὸν Τιβέριον, φάρμακόν τι αὐτῷ διά τινων θεραπόντων αὐτοῦ καὶ διὰ τῆς γυναικός, ἣν | |
10 | Ἰουλίαν, ἕτεροι δὲ Λιβίαν γράφουσι, καὶ γὰρ ἐμοίχευεν αὐτήν, ἔδωκεν. ὁ μὲν οὖν οὕτως διώλετο, ὁ δέ γε Τιβέριος εἰς τὸ συνέδριον ἀφικόμενος ἐκεῖνόν τε ἀπωδύρατο καὶ τὸν Νέρωνα τόν τε Δροῦσον τοὺς τοῦ Γερμανικοῦ παῖδας τῇ γερουσίᾳ παρακατέθετο, | |
15 | καὶ τὸ σῶμα τοῦ Δρούσου προυτέθη ἐπὶ τοῦ βήμα‐ τος· καὶ ὁ Νέρων γαμβρὸς αὐτοῦ ὢν ἐπαίνους ἐπ’ αὐτῷ εἶπεν. ὁ δὲ δὴ θάνατος αὐτοῦ πολλοῖς αἴτιος θανάτου ἐγένετο ὡς ἐφησθεῖσι τῇ ἀπωλείᾳ αὐτοῦ. πολλοί τε γὰρ καὶ ἄλλοι διώλοντο καὶ ἡ Ἀγριππῖνα | |
20 | μετὰ τῶν παίδων αὐτῆς, τοῦ νεωτάτου χωρίς. πολλὰ γὰρ κατ’ αὐτῆς ὁ Σηιανὸς παρώξυνε τὸν Τιβέριον, προσδοκήσας ἐκείνης μετὰ τῶν τέκνων ἀπολομένης τῇ τε Λιβίᾳ συνοικήσειν τῇ τοῦ Δρούσου γυναικί, ἧς ἤρα, καὶ τὸ κράτος ἕξειν, μηδενὸς τῷ Τιβερίῳ | |
25 | διαδόχου τυγχάνοντος· τὸν γὰρ υἱιδοῦν ἐμίσει ὡς καὶ μοιχίδιον. καὶ ἄλλους δὲ πολλοὺς ἐπὶ ἄλλαις καὶ ἄλλαις αἰτίαις, ταῖς δέ γε πλείοσι πεπλασμέναις, καὶ ἐφυγάδευσε καὶ διέφθειρε, καί τινα ὅτι τὰ τοῦ Καί‐ σαρος καὶ τὰ τοῦ Αὐγούστου ἱστόρησε, καίτοι μή τι | |
30 | κατ’ ἐκείνων συγγεγραφότα, ἐκόλασε, καὶ τὸ σύγ‐ γραμμα ὅπου δὴ καὶ εὑρέθη κατέκαυσεν, ὅτι μὴ | |
ἐκείνους ἐσέμνυνε. πλείονας δὲ ὡς αὐτὸν βλασφη‐ | 7 in vol. 3 | |
3.8 | μοῦντας διέφθειρε. καί τις Σαβῖνος ἐπὶ τοιαύτῃ κατηγορηθεὶς αἰτίᾳ εἰς τὸ δεσμωτήριον καθείρχθη, εἶτα καὶ ἐφονεύθη, καὶ τὸ σῶμα αὐτοῦ εἰς τὸν ποτα‐ μὸν ἐρρίφη. καὶ δεινὸν μὲν τοῦτο καὶ καθ’ ἑαυτὸ | |
5 | ἅπασιν ἦν, ἐδείνωσε δ’ αὐτὸ ἐπὶ πλεῖον κύων τις τοῦ Σαβίνου, συνεισελθών τε αὐτῷ εἰς τὸ δεσμωτή‐ ριον καὶ ἀποθανόντι παραμείνας καὶ εἰς τὸν ποτα‐ μὸν ῥιφέντι συνεισπεσών. ταῦτα ταύτῃ ἐγένετο, καὶ ἐκ πολλῶν ὀλίγα ἱστόρηται. | |
10 | Ἡ δὲ Λιβία ὑπέργηρως γεγονυῖα μετήλλαξεν, ἓξ ζήσασα ἔτη καὶ ὀγδοήκοντα. καὶ οὔτε νοσοῦσαν αὐ‐ τὴν ὁ Τιβέριος ἐπεσκέψατο οὔτ’ ἀποθανοῦσαν ἐτί‐ μησε, πλὴν μόνης ἐκφορᾶς καὶ εἰκόνων τινῶν. ἀλλὰ πρὸς διαβολὴν τοῦ Τιβερίου πένθος ταῖς γυναιξὶν | |
15 | ἡ βουλὴ παρ’ ὅλον ἐνιαυτὸν ἐπ’ αὐτῇ ἐψηφίσατο· καὶ ὅτι πολλοὺς αὐτῶν ἐσεσώκει καὶ παῖδας πολλῶν ἐτετρόφει κόρας τε πλείοσιν ἐξεδεδώκει, καὶ ἄλλας τιμὰς ἐκείνῃ ἀπένειμαν. οὐδὲν δὲ τῶν τισι καταλει‐ φθέντων ὑπ’ ἐκείνης δέδωκεν ὁ Τιβέριος. ἀπομνη‐ | |
20 | μονευτέον δὲ καὶ τῶν παρ’ ἐκείνης εἰρημένων ἐνίων. λέγεται ὅτι γυμνούς ποτε ἄνδρας αὐτῇ ἀπαντήσαν‐ τας, καὶ μέλλοντας διὰ τοῦτο θανατωθῆναι, ἔσωσεν εἰποῦσα ὅτι “οὐδὲν ἀνδριάντων ταῖς σωφρονούσαις οἱ τοιοῦτοι διαφέρουσιν.” ἐρομένου δέ τινος αὐτήν | |
25 | “πῶς καὶ τί δρῶσα τοῦ Αὐγούστου κατεκράτησας;” ἀπεκρίνατο ὅτι “αὐτή τε ἀκριβῶς σωφρονοῦσα καὶ πάντα τὰ δοκοῦντα αὐτῷ ἡδέως ποιοῦσα, καὶ μηδὲν τῶν ἐκείνου πολυπραγμονοῦσα, καὶ τὰ ἀφροδίσια αὐτοῦ ἀθύρματα μήτ’ ἀκούειν μήτ’ αἰσθάνεσθαι | |
30 | προσποιουμένη.” Τὸν δὲ Σηιανὸν ὁ Τιβέριος ἐπὶ μέγα δόξης ἐπά‐ | |
ρας, καὶ κηδεστὴν ἐπὶ Ἰουλίᾳ τῇ τοῦ Δρούσου θυ‐ | 8 in vol. 3 | |
3.9 | γατρὶ ποιησάμενος, ὕστερον ἔκτεινε, τῆς γερουσίας αὐτοῦ καταψηφισαμένης θάνατον σπουδῇ αὐτοῦ. καὶ τῷ σώματι αὐτοῦ ἐπὶ τρισὶν ἡμέραις ἐρριμμένῳ τὸ πλῆθος ἐνύβριζεν, εἶτα εἰς τὸν ποταμὸν ἐνέβαλε. | |
5 | τά τε παιδία αὐτοῦ κατὰ δόγμα ἀπέθανε, καὶ ἡ γυνὴ αὐτοῦ ἑαυτὴν διεχρήσατο. καὶ ἄλλοι δι’ ἐκεῖνον ἀπώλοντο, οἱ μὲν ἑαυτοὺς ἀνελόντες, οἱ δὲ ὑφ’ ἑτέ‐ ρων ἀναιρεθέντες. Τιβέριος δὲ πρὸς τοῖς ἄλλοις καὶ διὰ τοὺς ἔρω‐ | |
10 | τας, οἷς ἀσελγῶς τε καὶ ἀναιδῶς ἐχρῆτο, τῶν εὐγε‐ νεστάτων καὶ ἀρρένων καὶ θηλειῶν, διεβάλλετο, καὶ διὰ τὸν τῆς Ἀγριππίνης τοῦ τε Δρούσου θάνατον ἐς ὠμότητα ἐλοιδορεῖτο. δοκοῦντες γὰρ οἱ ἄνθρωποι ὑπὸ τοῦ Σηιανοῦ πάντα τὰ κατ’ ἐκείνων πρότερον | |
15 | γίνεσθαι, ὡς κἀκείνους κτανθῆναι ἔμαθον μετὰ τὴν ἐκείνου φθοράν, ὑπερήλγησαν. τὸν δὲ δὴ Γάιον τὸν νεώτερον τῶν τοῦ Γερμανικοῦ παίδων ταμίαν ἀπέ‐ δειξε. τὸν γὰρ ἔγγονον τὸν Τιβέριον, ὅτι τε παιδίον ἦν καὶ ὅτι μὴ εἶναι τοῦ Δρούσου παῖς ὑπωπτεύετο, | |
20 | παρεώρα, τῷ Γαΐῳ δὲ ὡς καὶ μοναρχήσοντι προσεῖχεν. ἠγνόει γὰρ οὐδὲν τῶν κατὰ τὸν Γάιον, ἀλλὰ καὶ ἔφη ποτὲ αὐτῷ διαφερομένῳ πρὸς τὸν Τιβέριον ὅτι “σύ τε τοῦτον ἀποκτενεῖς καὶ σὲ ἄλλοι.” οὔτε δὲ ἕτερόν τινα ὁμοίως προσήκοντα ἑαυτῷ ἔχων, καὶ ἐκεῖνον | |
25 | εἰδὼς ἐσόμενον κάκιστον, ἀσμένως τὴν ἀρχήν, ὥς φασι, δέδωκεν αὐτῷ, ὅπως τῇ τοῦ Γαΐου τῆς κακίας ὑπερβολῇ τὰ ἑαυτοῦ κρυφθείη καὶ τὸ πλεῖστον καὶ εὐγενέστατον τῆς βουλῆς φθαρῇ παρελθόντος αὐτοῦ. λέγεται δὲ καὶ πολλάκις ἀναφθέγξασθαι τοῦτο δὴ τὸ | |
30 | ἀρχαῖον | 9 in vol. 3 |
3.10 | ἐμοῦ θανόντος γαῖα μιχθήτω πυρί, καὶ τὸν Πρίαμον μακαρίζειν ὅτι ἄρδην μετὰ τῆς πα‐ τρίδος καὶ τῆς βασιλείας ἀπώλετο. τοσοῦτον δὲ πλῆ‐ θος τῶν τε βουλευτῶν καὶ τῶν ἄλλων διέφθαρτο, | |
5 | ὥστε τοὺς τὰς ἡγεμονίας τῶν ἐθνῶν ἔχοντας ἀπορίᾳ τῶν αὐτοὺς διαδεξομένων ἀδιαδόχους εἶναι. οἱ μὲν οὖν ἄλλοι δι’ ἄλλας αἰτίας καὶ ψευδεῖς καὶ ἀληθεῖς ἐκτιννύοντο, Αἰμίλιος δὲ Σκαῦρος διὰ τραγῳδίαν ἀπέθανεν. Ἀτρεὺς μὲν γὰρ τὸ ποίημα ἦν, παρῄνει | |
10 | δὲ δὴ τῶν ἀρχομένων τινὶ τὴν τοῦ κρατοῦντος ἀβου‐ λίαν φέρειν. μαθὼν οὖν ταῦτα ὁ Τιβέριος ἐπ’ αὐτὸν πεποιῆσθαι τὸ ἔπος ἐνόμισε, καὶ εἶπε “κἀγὼ οὖν Αἴαντα αὐτὸν ποιήσω,” καὶ αὐτοεντίᾳ ἀπολέσθαι αὐτὸν ἠνάγκασεν. ἐν τούτοις νεανίσκος τις Δροῦσος | |
15 | εἶναι λέγων περί τε τὴν Ἑλλάδα καὶ τὴν Ἰωνίαν ὤφθη. καὶ ἐδέξαντο αὐτὸν ἀσμένως αἱ πόλεις, καὶ κἂν ἐς τὴν Συρίαν προχωρήσας κατέσχε τὰ στρατό‐ πεδα, εἰ μὴ ἐπιγνούς τις αὐτὸν συνέλαβε καὶ πρὸς τὸν Τιβέριον ἤγαγεν· ὁ δὲ ἐν Ἀντίῳ τοὺς τοῦ Γαΐου | |
20 | γάμους ἑώρταζεν. Ὁ Τίβερις δὲ τότε πολλὰ τῆς Ῥώμης ἐπέκλυσεν ὥστε πλευσθῆναι, καὶ πυρὶ μυρία ἐφθάρη. εἰ δέ τι καὶ τὰ Αἰγύπτια πρὸς τοὺς Ῥωμαίους προσήκει, ὁ φοῖνιξ ἐκείνῳ τῷ ἔτει ὤφθη. καὶ ἔδοξε ταῦτα τὸν | |
25 | θάνατον τῷ Τιβερίῳ προσημαίνειν. ὃς ἐνόσησε μὲν πρὸ πλείονος χρόνου, οὔτε δὲ τὴν δίαιταν παρήλλαξεν οὔτε τοῖς ἰατροῖς ἐκέχρητο, διὰ τὸν τοῦ Θρασύλλου λόγον, ὃς πάνυ μὲν ἀκριβῶς ᾔδει καὶ τὴν ἡμέραν καὶ τὴν ὥραν καθ’ ἣν τεθνήξεσθαι ἔμελλεν ὁ Τιβέ‐ | |
30 | ριος, ἐκείνῳ δὲ δέκα ἐνιαυτοὺς ἔτι βιώσεσθαι ἔλεγεν, ἵν’ ὡς ἐπὶ μακρότερον ζήσων μὴ ἐπειχθῇ πολλοὺς | |
ἀποκτεῖναι. οἷα δ’ ἐν γήρᾳ καὶ νόσῳ μὴ ὀξείᾳ τοτὲ | 10 in vol. 3 | |
3.11 | μὲν κατεπονεῖτο, τοτὲ δὲ ἀνερρώννυτο. κἀντεῦθεν ἐνίοτε μὲν ἥδοντο οἵ τε λοιποὶ καὶ ὁ Γάιος ὡς τελευ‐ τήσοντος, ἐνίοτε δὲ ὡς καὶ ζησομένου πεφόβηντο. δείσας οὖν ὁ Γάιος μὴ καὶ ἀνασωθῇ, οὔτε φαγεῖν | |
5 | αἰτήσαντι ἔδωκεν, ὡς τάχα βλαβησομένῳ, καὶ ἱμάτια πολλὰ καὶ παχέα ὡς θερμασίας δεομένῳ προσέβαλε, καὶ οὕτως ἀπέπνιξεν αὐτόν, ζήσαντα ἔτη ἑπτὰ πρὸς τοῖς ἑβδομήκοντα καὶ μῆνας τέσσαρας καὶ ἡμέρας ἐννέα, ἀφ’ ὧν δύο καὶ εἴκοσιν ἐνιαυτοὺς ἐμονάρχησε | |
10 | καὶ μῆνας ἑπτὰ καὶ ἡμέρας ἑπτά. μετήλλαξε δὲ τῇ εἰκοστῇ τοῦ Μαρτίου ἡμέρᾳ. Τούτου τῷ πεντεκαιδεκάτῳ ἔτει ἐβαπτίσθη ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστός, ἐν δὲ τῷ ὀκτωκαιδε‐ κάτῳ παρεδόθη καὶ ἐσταυρώθη καὶ ἀνέστη. ἱστορεῖ | |
15 | δὲ ὁ Εὐσέβιος τὸν Πιλάτον τῆς Ἰουδαίας τηνικαῦτα ἐπιτροπεύοντα γράψαι τὰ περὶ τοῦ κυρίου τῷ Τιβε‐ ρίῳ, ἔθους ὄντος τοῖς τῶν ἐθνῶν ἄρχουσι τὰ παρὰ σφίσι καινοτομούμενα δηλοῦν τῷ τὴν μοναρχίαν ἰθύνοντι, ἵν’ αὐτῷ μηδὲν ἀγνοῆται τῶν παρ’ ἑκάστοις | |
20 | τῶν ἐθνῶν γινομένων. ἤδη γάρ φησι τῆς ἐκ νεκρῶν ἀναστάσεως τοῦ σωτῆρος ἡμῶν εἰς ἅπαντας ἐν πάσῃ τῇ Παλαιστίνῃ διαβεβοημένης, τὰ περὶ αὐτῆς ὁ Πι‐ λάτος ἐκοινώσατο Τιβερίῳ τῷ αὐτοκράτορι, ὃς τάς τε ἄλλας αὐτοῦ πυθόμενος τερατείας καὶ ὡς μετὰ θά‐ | |
25 | νατον ἐκ νεκρῶν ἀναστὰς θεὸς εἶναι παρὰ πλείστοις ἤδη πεπίστευται, ἀνήνεγκε μὲν τῇ συγκλήτῳ ταῦτα· ἐκείνη δὲ τὸν λόγον ἀπώσατο, ὅτι μὴ πρότερον αὐτὴ τοῦτο δοκιμάσασα ἦν, παλαιοῦ νόμου κεκρατηκότος | |
μὴ ἄλλως τινὰ παρὰ Ῥωμαίοις θεοποιεῖσθαι μὴ οὐχὶ | 11 in vol. 3 | |
3.12 | ψήφῳ τῆς συγκλήτου καὶ δόγματι. ταύτης δ’ οὖν ἀπωσαμένης τὸν περὶ τοῦ σωτῆρος ἡμῶν λόγον, τὸν Τιβέριον, ἣν καὶ πρῴην εἶχε γνώμην τηρήσαντα, μηδὲν ἄτοπον κατὰ τῆς τοῦ Χριστοῦ διδασκαλίας | |
5 | ἐπινοῆσαι. μάρτυρα δ’ ἐπὶ τούτοις παράγει Τερτυ‐ λιανὸν ὁ Εὐσέβιος, ἄνδρα Ῥωμαῖον καὶ ἕνα τῶν ἐν τῇ Ῥώμῃ λαμπρῶν, ἐν συγγραφῇ τινι παρ’ αὐτοῦ ἐκτεθείσῃ Ῥωμαϊκῇ διαλέκτῳ, μεταβληθείσῃ δ’ εἰς τὴν Ἑλλάδα φωνήν, λέγοντα ταῦτα “παλαιὸν ἦν | |
10 | δόγμα μηδένα θεὸν ὑπό του καθιεροῦσθαι πρὶν ὑπὸ τῆς συγκλήτου δοκιμασθῇ. ὁ Τιβέριος οὖν, ἐφ’ οὗ τὸ τῶν Χριστιανῶν ὄνομα εἰς τὸν κόσμον εἰσεληλύ‐ θει, ἀγγελθέντος αὐτῷ ἐκ Παλαιστίνης τοῦ δόγματος τούτου ἔνθα πρῶτον ἤρξατο, τῇ συγκλήτῳ ἀνεκοινώ‐ | |
15 | σατο, δῆλος ὢν ἐκείνοις ὡς τῷ δόγματι ἀρέσκεται. ἡ δὲ σύγκλητος, ἐπεὶ οὐκ αὐτὴ δεδοκιμάκει, τοῦτο ἀπώσατο. ὁ δὲ ἐν τῇ αὐτοῦ γνώμῃ ἔμεινεν, ἀπει‐ λήσας θάνατον τοῖς τῶν Χριστιανῶν κατηγόροις.” ταῦτα ὁ Εὐσέβιος ἱστορεῖ τὸν Τιβέριον ποιῆσαι μα‐ | |
20 | θόντα περὶ τῆς θεότητος τοῦ σωτῆρος ἡμῶν καὶ τῆς ἐκ νεκρῶν αὐτοῦ ἀναστάσεως, ἐκ τῆς τοῦ Τερτυλια‐ νοῦ συγγραφῆς αὐτὰ ἐκλεξάμενος. Καὶ ὁ μὲν Τιβέριος οὕτως ἀπεβίω, διεδέξατο δὲ αὐτὸν ὁ Γάιος ὁ τοῦ Γερμανικοῦ καὶ τῆς Ἀγριππίνης | |
25 | παῖς, ὃν καὶ Γερμανικὸν καὶ Καλλιγόλαν ἐπωνόμα‐ ζον. εἰ γὰρ καὶ ὁ Τιβέριος καὶ τῷ ἰδίῳ ἐγγόνῳ τῷ Τιβερίῳ τὴν αὐταρχίαν κατέλιπεν, ἀλλ’ ὁ Γάιος τὰς διαθήκας αὐτοῦ εἰς τὸ συνέδριον πέμψας ἀκύρους | |
παρεσκεύασε γενέσθαι, ὡς παραφρονήσαντος, οἷα | 12 in vol. 3 | |
3.13 | παιδί, ᾧ μηδ’ εἰσελθεῖν ἐξῆν εἰς τὸ βουλευτήριον, ἄρχειν τῶν Ῥωμαίων ἐπιτρέψαντος. τῆς μὲν οὖν ἀρχῆς αὐτὸν οὕτως αὐτίκα παρέλυσε καὶ μετὰ τοῦτο εἰσποιησάμενος ἀπέκτεινεν ὡς τελευτῆσαι αὐτὸν εὐ‐ | |
5 | ξάμενον, χρήματα δὲ πολλὰ τοῖς στρατιώταις καὶ τῷ δήμῳ διένειμε, τὰ μὲν ἐκ τῶν Τιβερίου διαθηκῶν, τὰ δὲ ἐκ τῶν τῆς Λιβίας, ἃ ὁ Τιβέριος οὐ παρέσχε. καὶ εἴπερ καὶ τὰ λοιπὰ δεόντως ἀνήλισκε, μεγαλόνους ἂν καὶ μεγαλοπρεπὴς ἔδοξε· νῦν δὲ καὶ εἰς ὀρχη‐ | |
10 | στὰς καὶ ἵππους καὶ μονομάχους καὶ τοιουτότροπα ἕτερα ἀπλήστως δαπανῶν, καὶ τοὺς θησαυροὺς με‐ γάλους γεγονότας διὰ βραχέος ἐξεκένωσε καὶ ἑαυτὸν προσεξήλεγξεν ὅτι εὐχερείᾳ καὶ ἀκρισίᾳ κἀκεῖνα πε‐ ποίηκε. καὶ οὐδ’ ἐς τρίτον ἔτος μέρος αὐτῶν τι | |
15 | διέσωσεν, ἀλλ’ εὐθὺς παμπόλλων προσεδεήθη. Τῷ δ’ αὐτῷ τούτῳ τρόπῳ καὶ ἐς τὰ ἄλλα ἐκέ‐ χρητο. μοιχικώτατός τε γὰρ ἀνδρῶν γεγενημένος, καὶ γυναῖκα μίαν μὲν ἁρπάσας ἐκδιδομένην ἀνδρί, ἄλλας δὲ ἤδη ἐκδεδομένας καὶ συνοικούσας τισὶν | |
20 | ἀποσπάσας, πλὴν μιᾶς τὰς ἄλλας ἐμίσησε· πάντως δ’ ἂν κἀκείνην ἐμίσησεν, εἰ ἐπὶ πλέον ἐβεβιώκει. καὶ ἐς τὴν μητέρα καὶ τὰς ἀδελφὰς τήν τε τήθην τὴν Ἀντωνίαν πολλὰ εὐσεβῶς ἐνδειξάμενος, μετὰ ταῦτα τὴν μὲν τήθην ἐπιτιμήσασάν τι αὐτῷ εἰς ἀνάγ‐ | |
25 | κην ἑκουσίου θανάτου κατέστησε, τὰς ἀδελφὰς δὲ διαφθείρας ἁπάσας εἰς νῆσον τὰς δύο κατέκλεισεν· ἡ γὰρ τρίτη προετεθνήκει. καὶ ἄλλα πολλὰ τοιαῦτα ἐποίησε. καὶ τὸν Τιβέριον ὡς ἀσελγῆ καὶ μιαιφόνον διέβαλλεν, ὥστε καὶ ἄλλους ἐκ τούτου χαριεῖσθαί οἱ | |
30 | νομίσαντας προπετεστέρᾳ παρρησίᾳ χρήσασθαι· εἶτα ἐπῄνει τε καὶ ἐσέμνυνεν, ὥστε καὶ κολάσαι τινὰς ἐφ’ | |
οἷς κατ’ ἐκείνου εἰρήκεσαν· καὶ τοὺς βλασφημοῦντας | 13 in vol. 3 | |
3.14 | ἐκεῖνον ἐκάκιζεν, καὶ τοὺς ἐπαινοῦντας ὡς φίλους ἐκείνου ἐμίσει· καὶ παμπληθεῖς ἀπέκτεινε τῶν κατὰ τοῦ πατρὸς καὶ τῆς μητρὸς καὶ τῶν ἀδελφῶν αὐτοῦ τὸν Τιβέριον ἐρεθισάντων, καίτοι τὴν ὀργὴν αὐτοῖς | |
5 | ἀφεῖναι λέγων καὶ τὰ γράμματα καταφλέξαι αὐτῶν. καὶ ναοὺς δὲ ἑαυτῷ καὶ θυσίας ὡς θεῷ γίνεσθαι ἐκέλευσεν. αἰτούμενός τέ τι ὠργίζετο, καὶ αὖθις ἐμηνία ὡς μὴ αἰτούμενος· ὀξύς τ’ ἐπί τινας πράξεις ἐφέρετο, καὶ νωθέστατα ἐνίας μετακεχείριστο· τά τε | |
10 | χρήματα καὶ ἀφειδέστατα ἀνήλισκε, καὶ ῥυπαρώτατα ἠργυρολόγει· τοῖς τε θωπεύουσιν αὐτὸν καὶ τοῖς παρρησιαζομένοις καὶ ἤχθετο ὁμοίως καὶ ἥδετο. καὶ πολλοὺς μὲν μεγάλα ἀδικήσαντας ἐκόλασε, πολλοὺς δὲ μηδὲν ἠδικηκότας ἀπέκτεινε. καὶ τῶν ἑταίρων | |
15 | τοὺς μὲν ὑπερεκολάκευε, τοὺς δὲ ὑπερύβριζε. τοι‐ ούτῳ δὲ τὸ σύμπαν οἱ Ῥωμαῖοι τότε παρεδόθησαν αὐτοκράτορι ὥστε τὰ τοῦ Τιβερίου ἔργα, καίτοι δο‐ κοῦντα παγχάλεπα, τοσοῦτον τὰ τοῦ Γαΐου παρενεγ‐ κεῖν ὅσον κρείττω ἐκείνων τὰ τοῦ Αὐγούστου εἶναι | |
20 | ἐδόκουν. Τιβέριος μὲν γὰρ ἦρχε καὶ τοῖς ἄλλοις ὑπηρέταις πρὸς τὸ αὐτοῦ ἐκέχρητο βούλημα, Γάιος δὲ ἤρχετο μὲν ὑπὸ τῶν ἁρματηλατούντων καὶ ὑπὸ τῶν ὁπλομαχούντων, ἐδούλευε δὲ καὶ τοῖς ὀρχησταῖς καὶ τοῖς λοιποῖς τοῖς περὶ τὴν σκηνήν. τὸν γοῦν | |
25 | Ἀπελλῆν τῶν τότε τραγῳδῶν τὸν εὐδοκιμώτατον καὶ δημοσιεύων συνόντα αὐτῷ εἶχεν ἀεί, καὶ χωρὶς μὲν ἐκεῖνος, χωρὶς δ’ οἱ λοιποὶ πάνθ’ ὅσα ἂν τοιοῦτοι δυνηθέντες τολμήσειαν, ἐπ’ ἐξουσίας ἐποίουν. καὶ αὐτῶν τὰ μὲν πρῶτα θεατὴς καὶ ἀκροατὴς ἐγίνετο, | |
30 | συσπουδάζων καὶ ἀντιστασιάζων τισίν· εἶτα καὶ ἅρ‐ ματα ἤλασε καὶ ἐμονομάχησεν, ὀρχήσει τε ἐκέχρητο | |
καὶ τραγῳδίαν ὑπεκρίνετο. ἅπαξ δὲ τοὺς πρώτους | 14 in vol. 3 | |
3.15 | τῆς γερουσίας νυκτὸς ὡς ἐπί τι ἀναγκαῖον μεταπεμ‐ ψάμενος ὠρχήσατο. Ἐν μὲν οὖν τῷ ἔτει, ἐν ᾧ ὁ Τιβέριος ἐτελεύτησε, τούς τε βουλευτὰς καὶ τοὺς ἱππέας καὶ τὸν δῆμον | |
5 | ἐκολάκευε, πέμπτον καὶ εἰκοστὸν ἀνύων ἐνιαυτόν, καὶ τοὺς ἐν δεσμωτηρίοις ἀπέλυσε τά τε ἐγκλήματα τῆς ἀσεβείας κατέλυσε καὶ τὰ περὶ αὐτῶν τοῦ Τιβε‐ ρίου γράμματα, ὡς ἔλεγεν, ἔκαυσεν, ἐπῃνεῖτό τε ἐπὶ τούτοις· εἶτα καὶ ὑπάτευσε, τὸν θεῖον τὸν Κλαύδιον | |
10 | προσλαβών. οὗτος γὰρ ἱππεὺς ὢν τότε πρῶτον καὶ ὑπάτευσε καὶ ἐβούλευσεν, ἓξ καὶ τεσσαράκοντα ἐτῶν γεγονώς. ὁ δὲ δὴ πενθερὸς αὐτοῦ Μάρκος Σιλανός, ἐπειδὴ βαρὺς αὐτῷ ὑπό τε τῆς ἀρετῆς καὶ ὑπὸ τῆς συγγενείας ἦν, προπηλακιζόμενός τε καὶ περιυβριζό‐ | |
15 | μενος, διεχειρίσατο ἑαυτόν, καίτοι παρὰ τοῦ Τιβε‐ ρίου σφόδρα τιμώμενος. ὁ δὲ καὶ τὴν θυγατέρα αὐτοῦ ἐκβαλὼν ἔγημε Κορνηλίαν Ὀρεστίναν, ἣν καὶ ἐν αὐτοῖς τοῖς γάμοις ἀφήρπασεν οὓς συνεώρταζε τῷ ἐγγεγυημένῳ αὐτὴν Γαΐῳ Καλπουρνίῳ Πείσωνι. | |
20 | καίτοι δὲ τοιοῦτος ὢν ἔπραξέ τινα καὶ ἐπαίνου ἄξια. ἐμπρησμὸν γὰρ μετὰ τῶν στρατιωτῶν κατασβέσας ἐπήρκεσε τοῖς ζημιωθεῖσι, τοῦ τε τῶν ἱππέων τέλους ὀλιγανδροῦντος ἐξ ἁπάσης ἀρχῆς τοὺς πρώτους μετα‐ πεμψάμενος κατελέξατο, καὶ τὰς ἀρχαιρεσίας τῷ | |
25 | δήμῳ ἀπέδωκε, καὶ ἄλλα τινὰ τοιαῦτα ἐποίησεν. ὑπαίτια δὲ εἰργάσατο πολλαπλάσια. καὶ πολλοὺς ἀπέκτεινεν· ἦν δὲ οὐ τὸ πλῆθος τῶν ἀπολλυμένων οὕτω δεινόν, καίτοι δεινὸν ὄν, ἀλλ’ ὅτι τοῖς τε φό‐ νοις αὐτῶν ὑπερέχαιρε καὶ ἀπλήστως εἶχε τῆς θέας | |
30 | τοῦ αἵματος. ὑπὸ γοῦν ὠμότητος ἐπιλιπόντων ποτὲ | 15 in vol. 3 |
3.16 | τῶν τοῖς θηρίοις ἐκ καταδίκης διδομένων, ἐκέλευσεν ἐκ τοῦ ὄχλου τοῦ τοῖς ἰκρίοις προστετηκότος συναρ‐ πασθῆναί τινας καὶ παραβληθῆναι αὐτοῖς. καὶ ὅπως μήτε ἐπιβοήσασθαι μήτε τι αἰτιάσασθαι δυνηθῶσι, | |
5 | τὰς γλώσσας αὐτῶν προαπέτεμον. πολλοὺς δὲ καὶ διὰ τὰς οὐσίας ἐφόνευεν, ἕτερ’ ἄττα σφίσιν ἐπεγκα‐ λῶν. καὶ ὁ τῆς Δρουσίλλης τῆς ἀδελφῆς αὐτοῦ θά‐ νατος οὐ μείους διέφθειρεν, ᾗ συνῴκει μὲν Μάρκος Λέπιδος παιδικὰ ἅμα αὐτοῦ καὶ ἐραστὴς ὤν, συνῆν | |
10 | δὲ καὶ ὁ Γάιος. ἀποθανοῦσαν οὖν πολλῶν μὲν καὶ ἄλλων ἠξίωσεν, εἶτα καὶ ἀπεθέωσε. μετ’ ὀλίγον δὲ ἔγημε Λολλίαν Παυλῖναν, αὐτὸν τὸν ἄνδρα αὐτῆς ἐγγυῆσαι αὐτῷ τὴν γυναῖκα βιάσας, ἵνα μὴ ἀνέγγυον αὐτὴν λαβὼν παρανομήσῃ. | |
15 | Ἐν στενωπῷ δέ ποτε πηλὸν πολὺν θεασάμενος, ἐκέλευσεν αὐτὸν εἰς τὰ τοῦ ἀγορανομοῦντος τότε καὶ τῆς τῶν ὁδῶν καθάρσεως ἐπιμελουμένου ἱμάτια ἐμ‐ βληθῆναι. Οὐεσπασιανὸς δὲ τότε ἦν ἀγορανομῶν· ὥστε ὕστερον ἐκείνου τὰ πράγματα τεταραγμένα καὶ | |
20 | πεφυρμένα παραλαβόντος καὶ καταστήσαντος ἔδοξεν οὐκ ἀθεεὶ τὸ τότε συμβὰν γεγονέναι, ἀλλ’ ἄντικρυς αὐτῷ τὴν πόλιν πρὸς ἐπανόρθωσιν παρὰ Γαΐου ἐγ‐ χειρισθῆναι. Διηνεκῶς δὲ πολλοὺς ὁ Γάιος ἐφόνευε, καὶ ἦν | |
25 | ἔξω τῶν φόνων οὐδέν. καὶ οὐδὲ τῷ πλήθει τι ἐχα‐ ρίζετο, κἀκεῖνοι πάνυ αὐτῷ ἀπηχθάνοντο· πολλὰ μὲν γὰρ καὶ ἄλλα αὐτῷ μὴ ἀρέσκοντα ἔλεγόν τε καὶ ἔπραττον, πρὸς δὲ τοῖς ἠγανάκτει δεινῶς ὅτι μεγα‐ λύνοντες αὐτόν “νεανίσκε Αὔγουστε” ἐπεβόων. οὐ | |
30 | γὰρ μακαρίζεσθαι ἡγεῖτο ὅτι νέος ὢν ἐμονάρχει, ἀλλ’ ἐγκαλεῖσθαι ὅτι ἐν ἡλικίᾳ τοιαύτῃ τηλικαύτην εἶχεν | |
ἀρχήν. ἐχρημάτιζε δὲ ἐκ τρόπου παντός, ἀργυρισμοῦ | 16 in vol. 3 | |
3.17 | ἄλλοτε ἄλλας ἐφευρίσκων λαβάς· καὶ ἀζήμιος τῶν γέ τι ἐχόντων οὐδεὶς οὐκ ἀνήρ, οὐ γυνὴ καταλέλει‐ πτο. κἄν τινας καὶ τῶν ἀφηλικεστέρων ζῆν εἴα, ἀλλὰ πατέρας τε καὶ πάππους μητέρας τε ὀνομάζων | |
5 | καὶ τήθας καὶ ζῶντας ἐξεκαρποῦτο καὶ τελευτώντων τὰς οὐσίας ἐκληρονόμει. Ἐλάσαι δὲ διὰ τῆς θαλάσσης τρόπον τινὰ καὶ διιππεῦσαι ἐπεθύμησε, καὶ ἐγεφύρωσε τὸ μεταξὺ τῶν Ποτιόλων καὶ τῶν Βαύλων. τὸ δὲ χωρίον τοῦτο κατ’ | |
10 | ἀντιπέραν τῆς πόλεώς ἐστι, διέχον αὐτῆς σταδίους ἓξ καὶ εἴκοσι. πλοῖα δὲ εἰς τὴν γέφυραν τὰ μὲν κα‐ τεσκευάσθη, τὰ δὲ ἠθροίσθη. ἀφ’ οὗπερ καὶ λιμὸς ἔν τε τῇ Ἰταλίᾳ καὶ ἐν τῇ Ῥώμῃ μάλιστα ἰσχυρὸς ἐγένετο. ὁ δὲ τὸν τοῦ Ἀλεξάνδρου, ὡς ἔλεγε, θώ‐ | |
15 | ρακα ἐνδυσάμενος καὶ ἐπ’ αὐτῷ χλαμύδα σηρικὴν ἁλουργῆ πολὺ μὲν χρυσίον, πολλοὺς δὲ λίθους Ἰνδι‐ κοὺς ἔχουσαν, καὶ ξίφος περιζωσάμενος καὶ ἀσπίδα λαβὼν δρυΐ τε στεφανωσάμενος, σπουδῇ καθάπερ ἐπὶ πολεμίαν εἰς τὴν πόλιν εἰσήλασε, παμπληθεῖς | |
20 | ἱππεῖς τε καὶ πεζοὺς ὡπλισμένους ἐπαγόμενος· καὶ ἄλλα δέ τινα τοιαῦτα ποιήσας καὶ ἑαυτὸν ἀποσεμνύ‐ νας ἐν δημηγορίᾳ διὰ ταῦτα ἐς τὸν Δαρεῖον καὶ τὸν Ξέρξην ἀπέσκωπτεν, ὡς πολλαπλάσιον ἢ ἐκεῖνοι τῆς θαλάσσης μέτρον ζεύξας αὐτός. | |
25 | Αἰτία δὲ θανάτου πολλοῖς καὶ αὕτη ἡ γέφυρα γέγονε. χρήματα γὰρ εἰς αὐτὴν ἀναλώσας ἀμύθητα πολλῷ πλείοσι διὰ τὰς οὐσίας ἐπεβούλευσεν. ὥστε Ἰούνιός τις Πρίσκος στρατηγὸς ᾐτιάθη μὲν ἐπ’ ἄλλοις τισίν, ἀπέθανε δὲ ὡς πλούσιος· μαθὼν δὲ ὁ Γάιος | |
30 | ὅτι οὐδὲν ἄξιον τοῦ θανάτου ἐκέκτητο, εἶπεν ὅτι “ἠπάτησέ με καὶ μάτην ἀπώλετο· ζῆν γὰρ ἠδύνατο.” | |
Ἆφρος δὲ Δομίτιος παρὰ μικρὸν κινδυνεύσας παρα‐ | 17 in vol. 3 | |
3.18 | δόξως ἐσώθη. ἐπί τινι γὰρ αἰτίᾳ ἐς τὸ συνέδριον ἀγαγὼν αὐτόν, λόγον κατ’ αὐτοῦ ἀνέγνω μακρόν, νικᾶν γὰρ ἠξίου πάντας τοὺς ῥήτορας, καὶ τὸν Δο‐ μίτιον δεινότατον ὄντα εἰπεῖν ὑπερβαλεῖν ἐσπούδα‐ | |
5 | σεν, ὁ δὲ οὔτε τι ἀντεῖπεν οὔτ’ ἀνταπελογήσατο, θαυμάζεν δὲ τὴν τοῦ Γαΐου δεινότητα προσεποιεῖτο καὶ καταπλήττεσθαι, καὶ ἠντιβόλει τε καὶ ἱκέτευε, τὸν ῥήτορα μᾶλλον ἢ τὸν Καίσαρα φοβεῖσθαι λέγων. καὶ ἐπὶ τούτοις ἡσθεὶς ἐκεῖνος, καὶ πιστεύσας τῇ τῶν | |
10 | λόγων δεινότητι κρατῆσαι αὐτοῦ, ἐπαύσατο τῆς ὀργῆς. Εἶτα εἰς τὴν Γαλατίαν ἀφώρμησεν ὡς τάχα τῶν Κελτῶν τι παρακινούντων, καὶ τοὺς μὲν πολεμίους οὐδέν τι ἔβλαψε, τοὺς δ’ ὑπηκόους καὶ τοὺς συμμά‐ χους καὶ τοὺς πολίτας πλεῖστα ἐκάκωσε. κυβεύων | |
15 | δέ ποτε, καὶ γνοὺς ὡς οὐκ ἔχει ἀργύριον, ᾔτησε τὰς τῶν Γαλατῶν ἀπογραφάς. καὶ κελεύσας θανατωθῆ‐ ναι τοὺς πλουσιωτάτους αὐτῶν, ἐπανῆλθε πρὸς τοὺς συγκυβευτὰς καὶ εἶπεν ὡς “περὶ ὀλίγων δραχμῶν ὑμεῖς ἀγωνίζεσθε, ἐγὼ δὲ μυρίας καὶ πεντακισχιλίας | |
20 | ἤθροισα μυριάδας.” οὕτως ἀκρίτως πάντα ἐγίνετο. καὶ τὸν Λέπιδον δ’ ἐκεῖνον τὸν ἐραστήν, τὸν ἐρώμε‐ νον, τὸν τῆς Δρουσίλλης ἄνδρα, ὃν ὑπερετίμησε καὶ διάδοχον ἕξειν τῆς ἀρχῆς ἐπηγγέλλετο, ἔκτεινε· καὶ τὰς ἀδελφὰς τὰς οἰκείας ὡς ἐκείνῳ συμφθαρείσας | |
25 | εἰς τὰς Ποντίους νήσους ἀπήγαγε· καὶ ἄλλα πολλὰ τοιαῦτα πεποίηκεν. εἶτα τὴν Παυλῖναν ἐκβαλών, προφάσει μὲν ὡς μὴ τίκτουσαν, τὸ δ’ ἀληθὲς ὅτι διακορὴς ἐκείνης ἐγένετο, Μιλωνίαν Καισωνίαν ἔγη‐ | |
μεν, ἣν πρότερον μὲν ἐμοίχευσε, τότε δὲ καὶ γαμετὴν | 18 in vol. 3 | |
3.19 | ἐσχηκέναι ἠθέλησεν, ἐπειδὴ ἐν γαστρὶ ἔσχεν, ἵν’ αὐτῷ παιδίον τέκῃ τριακονθήμερον. Οἱ δ’ ἐν τῇ Ῥώμῃ ἐταράττοντο μὲν ἐκ τούτων, ἐταράττοντο δὲ καὶ ὅτι δίκαι σφίσι πλεῖσται ἐπή‐ | |
5 | γοντο ἐπὶ τῇ πρὸς τὰς ἀδελφὰς αὐτοῦ καὶ ἐπὶ τῇ πρὸς τοὺς πεφονευμένους φιλίᾳ, προσεδόκων δὲ καὶ ἐπὶ πλεῖον τήν τε ὠμότητα τοῦ Γαΐου καὶ τὴν ἀσέλ‐ γειαν αὐξήσειν, εἰ ὁ τῆς ἀρχῆς αὐτοῦ χρόνος πλείων γένηται. καὶ οἱ μὲν οὕτω διέκειντο πρὸς αὐτόν, ὁ δὲ | |
10 | καὶ τὸν Πτολεμαῖον τὸν τοῦ Ἰόβα παῖδα μεταστειλά‐ μενος ὡς πλουτοῦντα κἀκεῖνον ἀπέκτεινε. Τοῦτον δὲ τὸν τρόπον βιοὺς πάντως ἐπιβουλευ‐ θήσεσθαι ἔμελλε. καὶ ἐφώρασε τὴν ἐπίθεσιν, καὶ συλλαβὼν Ἀνίκιον Κερεάλιον καὶ τὸν υἱὸν αὐτοῦ | |
15 | Σέξτον Παπίνιον ἐβασάνισε· καὶ ἐπεὶ μηδὲν ἐξελά‐ λησεν, ἀνέπεισε τὸν Παπίνιον, σωτηρίαν αὐτῷ καὶ ἄδειαν ὑποσχόμενος, κατειπεῖν τινων ἢ ἀληθῶς ἢ ψευδῶς, καὶ ἐκεῖνον αὐτίκα καὶ τοὺς ἄλλους ἐν ὀφθαλμοῖς αὐτοῦ ἀπέκτεινεν. ἑνὸς δὲ τῶν κτεινομέ‐ | |
20 | νων καὶ τὸν πατέρα παρεῖναι κατηνάγκασε τοῦ υἱοῦ φονευομένου· πυθόμενόν τε εἰ μύσαι αὐτῷ ἐπιτρέ‐ πει, καὶ ἐκεῖνον σφαγῆναι προσέταξεν. ὁ δὲ κινδυ‐ νεύων προσεποιήσατο ἐκ τῶν ἐπιβεβουλευκότων εἶ‐ ναι, καὶ τοὺς λοιποὺς πάντας ἐκφῆναι ὑπέσχετο, καὶ | |
25 | ὠνόμασε τούς τε ἑταίρους τοὺς τοῦ Γαΐου καὶ τοὺς συνεργοὺς τῆς ἀσελγείας καὶ τῆς ὠμότητος. καὶ πολλοὺς ἂν ἀπώλεσεν, εἰ μὴ καὶ τοὺς ὑπάρχους καὶ τὸν Κάλλιστον καὶ τὴν Καισωνίαν προσδιαβαλὼν ἠπιστήθη. | |
30 | Καὶ ὁ μὲν ἀπέθανεν, τῷ δὲ Γαΐῳ τὸν ὄλεθρον | 19 in vol. 3 |
3.20 | αὐτὸ τοῦτο παρεσκεύασεν. ἰδίᾳ γὰρ τοὺς ὑπάρχους τε καὶ τὸν Κάλλιστον προσκαλεσάμενος “εἷς εἰμι” ἔφη, “τρεῖς δὲ ὑμεῖς· καὶ γυμνὸς μὲν ἐγώ, ὡπλισμέ‐ νοι δ’ ὑμεῖς. εἰ οὖν μισεῖτέ με καὶ ἀποκτείνειν θέ‐ | |
5 | λετε, φονεύσατε.” ἐξ ἐκείνου δὲ μισεῖσθαι νομίσας καὶ ἄχθεσθαι τοῖς πραττομένοις ἐκείνους, ὑπώπτευε σφᾶς, καὶ ξίφος κἀν τῇ πόλει παρεζώννυτο, καὶ συν‐ έβαλλεν αὐτοὺς ἀλλήλοις, ὅπως μὴ συμφρονῶσι κατὰ μόνας ἑκάστῳ ὡς πιστοτάτῳ διαλεγόμενος περὶ τῶν | |
10 | λοιπῶν, μέχρις οὗ συνέντες τὸ ἐπιχείρημα προήκαντο αὐτὸν τοῖς ἐπιβουλεύουσι. Τῶν δὲ βουλευτῶν, ὅτι μὴ κατεψηφίσαντό τινων, περιφόβων ὄντων, Πρωτογένης τις πρὸς τὰ χαλεπώ‐ τατα τῷ Γαΐῳ ὑπηρετῶν, ὥστε καὶ βιβλία δύο περι‐ | |
15 | φέρειν ὧν τὸ μὲν ξίφος, τὸ δ’ ὠνόμαζεν ἐγχειρίδιον, εἰσῆλθεν εἰς τὸ συνέδριον, καὶ πάντων δεξιουμένων αὐτόν, οἷα εἰκός, δριμύ τι προσέβλεψεν ἑνὶ Σκριβω‐ νίῳ Πρόκλῳ, εἰπών “καὶ σύ με ἀσπάζῃ, μισῶν οὕτω τὸν αὐτοκράτορα;” ἀκούσαντες δὲ τοῦτο οἱ παρόντες | |
20 | περιέσχον τὸν συμβουλευτὴν καὶ διέσπασαν· ἐφ’ ᾧπερ ἥσθη ὁ Γάιος καὶ ἔφη κατηλλάχθαι αὐτοῖς. Θωπευόντων δ’ αὐτὸν καὶ τῶν μὲν ἥρωα, τῶν δὲ θεὸν ἀποκαλούντων, δεινῶς ἐξεφρόνησεν. ἠξίου μὲν γὰρ καὶ πρότερον ὑπὲρ ἄνθρωπον νομίζεσθαι, | |
25 | καὶ τῇ Σελήνῃ συγγίνεσθαι καὶ Ζεὺς εἶναι ἐπλάτ‐ τετο, καὶ διὰ τοῦτο μάλιστα ταῖς ἀδελφαῖς προεφασί‐ ζετο μίγνυσθαι, καὶ πάντας θεοὺς ὑπεκρίνετο, καὶ τὰς θηλείας αὐτάς, καὶ Ἥρα καὶ Ἄρτεμις καὶ Ἀφρο‐ | |
δίτη ἐγίνετο, καὶ πρὸς τὴν τῶν ὀνομάτων μετάθεσιν | 20 in vol. 3 | |
3.21 | καὶ πᾶν τὸ σχῆμα μετήμειβεν, ὡς ποτὲ μὲν θηλυ‐ δρίαν ὁρᾶσθαι αὐτὸν καὶ κρατῆρα καὶ θύρσον φέρειν, ποτὲ δὲ ἀρρενωπὸν καὶ ῥόπαλον καὶ λεοντῆν ἐνημ‐ μένον, καὶ αὖθις λειογένειον ἢ πωγωνίαν δείκνυ‐ | |
5 | σθαι. τρίαινάν τε ἐκράτει καὶ ἀνέτεινε κεραυνόν, παρθένῳ τε κυνηγετικῇ ὡμοιοῦτο, καὶ ἐγυναίκιζεν αὖθις, καὶ τῇ στολῇ καὶ τοῖς προσθέτοις καὶ περι‐ θέτοις ἀκριβῶς ἐποικίλλετο, καὶ πάντα μᾶλλον ἢ ἄνθρωπος δοκεῖν αὐτοκράτωρ ἐβούλετο. καί ποτε | |
10 | ἰδών τις αὐτὸν ἀνὴρ Γαλάτης ἐπὶ δίφρου ὑψηλοῦ ἐν εἴδει Διὸς χρηματίζοντα, ἐγέλασε. μαθὼν οὖν τοῦτο ἐκάλεσεν αὐτὸν καὶ ἤρετο “τί σοι δοκῶ εἶναι;” κἀκεῖ‐ νος “μέγα παραλήρημα” ἔφη. καὶ οὐδὲν ἔπαθε δει‐ νόν· παρελογίσθη γὰρ σκυτοτόμος ὤν. ἠσπάζετό τε | |
15 | βραχεῖς, τοῖς δ’ ἄλλοις καὶ τῶν βουλευτῶν ἢ τὴν χεῖρα ἢ τὸν πόδα προσκυνεῖν ὤρεγε. πάντες δὲ αὐτὸν ἐκολάκευον. καί ποτε τὸν Λούκιον τὸν Οὐιτέλ‐ λιον ἄνδρα εὐγενῆ καὶ φρονήσεως εὖ ἔχοντα ἤρετο, τῇ Σελήνῃ μίγνυσθαι λέγων, εἰ ὁρῴη τὴν θεὸν συν‐ | |
20 | οῦσαν αὐτῷ. ὁ δὲ κάτω νεύων, οἷα δὴ τεθηπώς, καὶ μικρόν τι φθεγξάμενος καὶ ὑπότρομον “ὑμῖν” ἔφη “τοῖς θεοῖς, δέσποτα, μόνοις ἀλλήλους ὁρᾶν ἔξεστιν.” Οὕτω δ’ ἐξεμάνη ὁ Γάιος ὡς καὶ τοῖς ἐν τῇ | |
25 | Ἀσίᾳ τέμενος ἑαυτῷ ἀνεγεῖραι κελεῦσαι κατὰ τὴν Μίλητον. καὶ ἐν τῇ Ῥώμῃ δύο ναοὶ αὐτῷ ἱδρύθη‐ σαν· τὸν μὲν γὰρ αὐτὸς ἑαυτῷ ἐν τῷ παλατίῳ ἐτε‐ κτήνατο, ὁ δ’ ὑπὸ τῆς βουλῆς αὐτῷ ἐψηφίσθη καὶ ἐδομήθη. ἐπενεκάλει δὲ καὶ τῷ Διὶ ὅτι τὸ Καπιτώ‐ | |
30 | λιον προκατέλαβε. καὶ ἀγάλματα δ’ ἑαυτοῦ πανταχοῦ | 21 in vol. 3 |
3.22 | τῆς οἰκουμένης ἀπέστειλε, προσκυνεῖσθαι ταῦτα κε‐ λεύσας. τὸν δ’ ἐν Ἱεροσολύμοις ναὸν εἰς οἰκεῖον ἱερὸν μεθηρμόζετο, ἵνα Διὸς ἐπιφανοῦς νέον χρη‐ ματίζῃ Γαΐου, εἰ καὶ ὁ Ἰώσηπος τοῦτο παρεσιώπησεν | |
5 | ἀρχαιολογῶν. ὅθεν καὶ ἡ τῶν Ἰουδαίων ἀποστασία ἔσχηκε τὴν ἀρχήν. ἱερέας τε πολλοὺς ἑαυτῷ κατε‐ στήσατο, καὶ αὐτὸς δ’ ἑαυτῷ ἱερᾶτο. ταῖς τε βρον‐ ταῖς ἐκ μηχανῆς ἀντεβρόντα, ἀντήστραπτέ τε ταῖς ἀστραπαῖς. καὶ ὁπότε κατήνεκτο κεραυνός, λίθους | |
10 | ἀντηκόντιζεν, ἐπιλέγων ἐφ’ ἑκάστῳ τὸ τοῦ Ὁμήρου “ἤ μ’ ἀνάειρ’ ἢ ἐγὼ σέ.” Ἐπὶ τούτου, ὡς Εὐσέβιος ἱστορεῖ, ἐκ τῶν τὰς Ὀλυμπιάδας ἀναγραψάντων ἀναλέξασθαι ταῦτα λέ‐ γων, τοσαύταις περιέπεσε συμφοραῖς ὁ Πιλάτος | |
15 | ὥστε ἀναγκασθῆναι ἑαυτοῦ γενέσθαι αὐτόχειρ, τῆς θείας δίκης μετελθούσης αὐτόν. Ὡς οὖν πάντα τρόπον ἐξεμαίνετο, ἀπαριθμεῖν γὰρ τὸ καθ’ ἕκαστον πολλῆς ἂν εἴη λέσχης καὶ ἀηδίας, ἐπεβούλευσαν αὐτῷ Κάσσιός τε Χαιρέας καὶ Κορνή‐ | |
20 | λιος Σαβῖνος. συνώμοσαν μὲν γὰρ πλείονες καὶ συνῄδεισαν τὸ πραττόμενον καὶ οἱ περὶ αὐτὸν ὄντες· καὶ ὅσοι δὲ οὐ συνώμοσαν, γνόντες οὔτ’ ἐξέφηναν καὶ ἄσμενοι εἶδον αὐτὸν ἐπιβουλευόμενον. ἐπεβου‐ λεύθη δὲ θέαν ἐπιτελῶν. ὁ γὰρ Χαιρέας καὶ ὁ Σαβῖ‐ | |
25 | νος ἐπὶ τοῖς γινομένοις αἰσχροῖς ἀλγοῦντες, ὅμως ἐκαρτέρουν ἐπὶ πέντε ἡμέρας. ὡς δὲ καὶ αὐτὸς ὁ Γάιος καὶ ὀρχήσασθαι καὶ τραγῳδίαν ἠθέλησεν ὑπο‐ | |
κρίνασθαι, καὶ διὰ τοῦτο ἑτέρας τρεῖς ἡμέρας προήγ‐ | 22 in vol. 3 | |
3.23 | γειλε, τηρήσαντες αὐτὸν ἐκ τοῦ θεάτρου ἐξερχόμενον ἐν στενωπῷ τινι περιστάντες ἀπέκτειναν, καὶ πε‐ σόντος οὐδεὶς τῶν παρόντων ἀπέσχετο, ἀλλὰ καὶ νεκρὸν αὐτὸν κατετίτρωσκον. καὶ τὴν γυναῖκα αὐ‐ | |
5 | τοῦ καὶ τὴν θυγατέρα αὐτίκα ἀπέσφαξαν. Γάιος μὲν δὴ ταῦτα ἔν τε τρισὶν ἔτεσι καὶ μησὶν ἐννέα καὶ ἡμέραις ὀκτὼ καὶ εἴκοσι πράξας ἔργοις αὐ‐ τοῖς ὡς οὐκ ἦν θεὸς ἔγνωκεν. ὡς δὲ ὁ θάνατος αὐτοῦ διηγγέλθη, πλὴν ὀλίγων τῶν συνησελγηκότων αὐτῷ | |
10 | πάντες ἔχαιρον, μεμνημένοι καὶ τοῦ λεχθέντος ποτὲ ὑπ’ αὐτοῦ, ὅτε ὀργισθεὶς τῷ δήμῳ ἔφη “εἴθε ἕνα αὐχένα εἴχετε,” καὶ ἐπιλέγοντες ὅτι “σὺ μὲν ἕνα ἔχεις αὐχένα, ἡμεῖς δὲ χεῖρας πολλάς.” διαθεόντων δέ τινων ὀλίγων καὶ θορυβούντων βοώντων τε “τίς | |
15 | Γάιον ἀπέσφαξεν;” Οὐαλέριος Ἀσιατικός, ἀνὴρ ὑπα‐ τευκώς, ἀνῆλθεν εἰς ἄποπτόν τι χωρίον, καὶ ἐκ‐ βοήσας ἔφη “εἴθε ἐγὼ αὐτὸν ἤμην ἀπεκτονώς.” καὶ οὕτω καταπλαγέντες οἱ θορυβοῦντες ἡσύχασαν. Γάιος μὲν οὕτως ἐφθάρη· τῆς δὲ βουλῆς ἐν τῷ | |
20 | Καπιτωλίῳ συναθροισθείσης τοῖς μὲν δημοκρατεῖ‐ σθαι ἐδόκει, οἱ δὲ μοναρχεῖσθαι καὶ αὖθις ἔκρινον· καὶ τούτων οἱ μὲν τόνδε, οἱ δὲ τόνδε ᾑροῦντο. κἀν τούτῳ στρατιῶταί τινες εἰς τὸ παλάτιον, ἵνα τι διαρ‐ πάσωσιν, εἰσπηδήσαντες εὗρον ἐν σκοτεινῇ γωνίᾳ | |
25 | κατακρυπτόμενόν που τὸν Κλαύδιον, συνῆν γὰρ τῷ Γαΐῳ τοῦ θεάτρου ἐξερχομένῳ, καὶ τὴν ταραχὴν φοβηθεὶς κατεκρύβη, καὶ ἐξεῖλκον αὐτὸν μὴ εἰδότες | |
ὅστις ἦν· γνόντες δὲ αὐτοκράτορά τε προσηγόρευσαν | 23 in vol. 3 | |
3.24 | καὶ ἐς τὸ στρατόπεδον ἤγαγον, καὶ μή τινος ἐνδοιά‐ σαντος ἅπαντες αὐτῷ τὸ κράτος δεδώκασιν, ὡς ἐκ γένους ὄντι βασιλικοῦ καὶ νομιζομένῳ ἐπιεικεῖ. εἰ γὰρ καὶ ἀνεδύετο καὶ ἀντέλεγεν, ἀλλ’ ὅσον ἐξίστατο | |
5 | καὶ ἀντέκειτο, τοσοῦτον μᾶλλον ἀντεφιλονείκουν οἱ στρατιῶται μὴ παρ’ ἑτέρων λαβεῖν αὐτοκράτορα, ἀλλ’ αὐτοὶ δοῦναι πᾶσι. διὸ καὶ ἄκων, ὡς ἐδόκει, ὑπέκυψε. μαθόντες δὲ καὶ οἱ ὕπατοι καὶ οἱ βουλευ‐ ταὶ ἤδη προκατειλῆφθαι τὴν ἀρχήν, καὶ αὐτοὶ ὡμο‐ | |
10 | λόγησαν. Καὶ οὕτω Τιβέριος Κλαύδιος Νέρων Γερμανικὸς ὁ τοῦ Δρούσου τοῦ τῆς Λιβίας υἱοῦ παῖς τῆς αὐτο‐ κρατοῦς ἀρχῆς ἔτυχεν, ἄγων ἔτος πεντηκοστόν. ἐγένετο δὲ τὴν μὲν ψυχὴν οὐ φαῦλος, ἀλλὰ καὶ ἐν | |
15 | παιδείᾳ ἤσκητο, ὥστε καὶ συγγράψαι τινά· τὸ δὲ σῶμα νοσώδης. πάνυ δὲ ἐγυναικοκρατήθη ἅμα καὶ ἐδουλοκρατήθη, ἅτε καὶ ἐκ παίδων ἔν τε νοσηλείᾳ καὶ ἐν φόβῳ πολλῷ τραφείς, κἀντεῦθεν καὶ ἐπὶ πλεῖον τῆς ἀληθείας προσποιησάμενος εὐήθειαν καὶ | |
20 | ἤθους χαυνότητα, ὅπερ καὶ αὐτὸς ἐν τῇ βουλῇ ὡμο‐ λόγησε, καὶ πολὺν μὲν χρόνον τῇ τήθῃ Λιβίᾳ, πολὺν δὲ τῇ μητρὶ Ἀντωνίᾳ τοῖς τ’ ἀπελευθέροις συνδιαι‐ τηθείς, οὐδὲν ἐλευθεροπρεπὲς ἐπεδείκνυτο. ἐπετί‐ θεντο δ’ αὐτῷ αἱ γυναῖκές τε καὶ οἱ ἀπελεύθεροι ἐν | |
25 | τοῖς πότοις καὶ ἐν ταῖς μίξεσι· πάνυ γὰρ ἀπλήστως ἀμφοτέροις προσέκειτο. πρὸς δὲ καὶ δειλίαν εἶχε. τοιοῦτος δὲ πεφυκώς, ὡς συνελόντι εἰπεῖν, ὅμως οὐκ ὀλίγα καὶ δεόντως ἔπραττεν ὁσάκις τῶν εἰρημένων παθῶν ἔξω ἐγίνετο καὶ ἑαυτοῦ ἐκράτει. οὐκ εὐθὺς | |
30 | μέντοι εἰς τὴν βουλὴν εἰσῆλθεν, ἀλλὰ μετὰ τριακο‐ | 24 in vol. 3 |
3.25 | στὴν ἡμέραν, διά τε τὸν Γάιον οὕτως ἀπολωλότα δεδιὼς καὶ ὅτι τινὲς ἑαυτοῦ βελτίους εἰς τὴν ἀρχὴν παρὰ τῆς βουλῆς ὠνομάσθησαν. ἀλλὰ τά τε ἄλλα ἀκριβῶς ἐφυλάσσετο καὶ πάντας τοὺς αὐτῷ προσιόν‐ | |
5 | τας ἐρευνᾶσθαι ἐποίει μή τι ξιφίδιον ἔχωσι, καὶ ἐν τοῖς συμποσίοις στρατιώτας εἶχεν αὐτῷ συνόντας. ὃ καὶ μετὰ ταῦτα ἐγίνετο· ἡ δὲ τῶν ξιφιδίων ἔρευνα διὰ Οὐεσπασιανοῦ ἐπαύσατο. Τὸν μὲν οὖν Χαιρέαν καί τινας ἄλλους ἀπέκτει‐ | |
10 | νεν, οὐ διὰ τὸν Γάιον, ἀλλ’ ἑαυτῷ ἀσφάλειαν προ‐ μηθούμενος· καὶ ὁ Σαβῖνος δὲ ἑκὼν ἀπέθανε, μὴ ἀξιώσας κολασθέντος τοῦ Χαιρέου αὐτὸς περιεῖναι· τὰς δὲ τοῦ Γαΐου ἀδελφὰς τήν τε Ἀγριππῖναν καὶ τὴν Ἰουλίαν καταγαγὼν ἐκ τῆς ὑπερορίας, καὶ τὰς | |
15 | οὐσίας αὐταῖς ἀπέδωκε, καὶ τοὺς ἄλλους τοὺς ἐκπε‐ σόντας ὁμοίως κατήγαγε. καὶ τοὺς ἐν εἱρκταῖς δεδε‐ μένους ἀκριβῶς ἐξετάσας, τοὺς μὲν συκοφαντουμέ‐ νους ἀφῆκε, τοὺς δὲ κακουργήσαντάς τι ἐκόλασε. καὶ τὰ φάρμακα, ἃ πολλὰ ἐν τοῖς τοῦ Γαΐου εὑρέθη, | |
20 | καὶ τὰ βιβλία τοῦ Πρωτογένους, ὃν καὶ ἀπέκτεινεν, ἔκαυσε. τά τε γράμματα ἃ ἔλεγε μὲν κατακαῦσαι ὁ Γάιος, εὑρέθησαν δὲ ὄντα, τοῖς βουλευταῖς τε ἐπέ‐ δειξε, καὶ ἔδωκεν ἀναγνῶναι τοῖς τε γράψασιν αὐτὰ καὶ τοῖς καθ’ ὧν ἐγέγραπτο, καὶ μετὰ τοῦτο κατέ‐ | |
25 | φλεξε. τῆς τε γερουσίας ἀτιμῶσαι βουληθείσης τὸν Γάιον, ψηφισθῆναι μὲν τοῦτο αὐτὸς ἐκώλυσε, νυκτὸς δὲ τὰς εἰκόνας αὐτοῦ πάσας ἠφάνισε, καὶ τὰ ὑπὸ τοῦ Γαΐου καὶ ὑφ’ ἑτέρων δι’ ἐκεῖνον οὐκ ὀρθῶς γεγονότα ἀνέτρεψεν. ἀνδριάντων δὲ αὐτῷ ψηφισθέν‐ | |
30 | των παρῃτήσατο· καὶ θύειν ἢ προσκυνεῖν ἐν ἀγάλ‐ μασιν αὐτῷ ἀπηγόρευσε. καὶ ἄλλα δὲ τοιαῦτα πολλὰ | |
ἐποίει, μετριοφρονῶν καὶ κρίσει ταῦτα πράττων, ἀλλ’ | 25 in vol. 3 | |
3.26 | οὐκ ἐπιτηδεύσει. τὰς γοῦν θυγατέρας κατηγγύησε τὴν μὲν Λουκίῳ Ἰουνίῳ Σιλανῷ, τὴν δὲ Γναίῳ Πομ‐ πηίῳ Μάγνῳ. καὶ οὐδὲν ὑπέρογκον ἔπραξεν, ἀλλὰ καὶ αὐτὸς ἐν ταῖς ἡμέραις ἐκείναις ἐδίκασε καὶ ἡ | |
5 | βουλὴ ἠθροίσθη. ταῦτά τε οὖν ἐπιεικῶς ἔπραττε, καὶ τῶν ὑπάτων ἐν τῷ συνεδρίῳ καταβάντων ἀπὸ τῶν δίφρων, ἵνα διαλεχθῶσιν αὐτῷ, προσεξανέστη τε καὶ ἀντιπροσῆλθε σφίσιν. ἰδιωτικῶς τε ἔζη ὡς τὰ πολλὰ καὶ ἑλληνικῶς αὐτός τε καὶ οἱ περὶ αὐτὸν | |
10 | διῃτῶντο. Περὶ τὰ χρήματα δὲ θαυμαστὸς ἐγένετο. ἀπη‐ γόρευσε γὰρ ἀργύριον αὐτῷ προσφέρεσθαι, ὃ καὶ ἐπὶ τοῦ Αὐγούστου ἐγίνετο. ἀπεῖπε δὲ μηδὲ κληρο‐ νόμος παρά τινος συγγενεῖς ἔχοντας καταλιμπάνε‐ | |
15 | σθαι. καὶ τῶν προδημευθέντων ἐπί τε τοῦ Τιβερίου καὶ τοῦ Γαΐου τὰ μὲν αὐτοῖς ἔτι περιοῦσι, τὰ δὲ τοῖς τέκνοις αὐτῶν ἀπέδωκε· καὶ πολλοῖς παρὰ τοῦ Γαΐου τὰς σφετέρας ἀρχὰς καὶ χώρας ἀφαιρεθεῖσιν αὐτὸς αὖθις ἐπανεσώσατο. καὶ ἄλλα τοιαῦτα ἔργα εἰργά‐ | |
20 | σατο, δι’ ἃ ἐπῃνεῖτο. ὑπὸ δὲ τῶν ἐξελευθέρων αὐ‐ τοῦ καὶ τῆς γυναικὸς Βαλερίας Μεσσαλίνης ἕτερα ἐπράχθη οὐχ ὁμοιότροπα. λιμοῦ μέντοι ἰσχυροῦ γε‐ νομένου οὐ μόνον τῆς τότε ἀφθονίας ἐφρόντισεν, ἀλλὰ καὶ τῆς εἰσέπειτα. ἐπεισάκτου γὰρ παντὸς | |
25 | σχεδὸν τοῦ σίτου τοῖς Ῥωμαίοις ὄντος, ἡ χώρα ἡ πρὸς ταῖς ἐκβολαῖς τοῦ Τιβέριδος οὔτε κατάρσεις ἀσφαλεῖς οὔτε λιμένας ἐπιτηδείους ἔχουσα ἀνωφελὲς σφίσι τὸ κράτος τῆς θαλάσσης ἐποίει· οὐδὲν γὰρ κατὰ τὴν χειμερινὴν ὥραν ἠδύνατο εἰσφοιτᾶν. τοῦτο | |
30 | οὖν συνιδὼν λιμένας τε κατεσκεύασε καὶ ἀπετέλεσε πρᾶγμα καὶ τοῦ φρονήματος καὶ τοῦ μεγέθους τῆς | |
Ῥώμης ἄξιον. ἐν πᾶσι δὲ μετριάζων, οὔτε γεννηθέν‐ | 26 in vol. 3 | |
3.27 | τος αὐτῷ υἱέος, ὃς τότε μὲν Κλαύδιος Τιβέριος Γερ‐ μανικός, ὕστερον δὲ καὶ Βρεττανικὸς ἐπωνομάσθη, ἄλλο τι ἐπιφανὲς ἔπραξεν, οὔτ’ Αὔγουστον αὐτὸν ἢ τὴν Μεσσαλῖναν Αὐγούσταν ἐπικληθῆναι ἐφῆκε. | |
5 | Συνεχῶς δὲ μονομαχίας ἀγῶνας ἐτίθει, πάνυ χαίρων αὐτοῖς, κἀντεῦθεν πολλοὶ ἀπώλλυντο ἄνθρω‐ ποι, ἐπ’ αἰτίαις τισὶ καταψηφισθέντες. ἐθισθεὶς οὖν οὕτως αἵματος καὶ φόνων ἀναπίμπλασθαι, προπετέ‐ στερον καὶ ταῖς ἄλλαις σφαγαῖς ἐχρήσατο. αἴτιοι δὲ | |
10 | τούτου οἵ τε Καισάρειοι καὶ ἡ Μεσσαλῖνα ἐγίνοντο. εἰ γὰρ ἀποκτεῖναί τινα ἐθελήσειαν, ἐξεφόβουν αὐτόν, καὶ πάνθ’ ὅσα ἐβούλοντο ποιεῖν ἐπετρέποντο. καὶ πολλάκις ἐξαπιναίως ἐκπλαγεὶς καὶ κελεύσας τινὰ ἐκ τοῦ παραχρῆμα περιδεοῦς ἀπολέσθαι, ἔπειτα ἀνενεγ‐ | |
15 | κὼν καὶ ἀναφρονήσας, μαθὼν τὸ γεγονὸς ἐλυπεῖτο καὶ μετεγίνωσκε. Τοιαῦτα δὲ ποιοῦντος αὐτοῦ οὐκέτι χρηστὴν ἐλ‐ πίδα ἐπὶ Κλαυδίῳ οἱ Ῥωμαῖοι ἐσχήκασι. διὸ καὶ ἐπεβουλεύθη ὑφ’ ἑτέρων τε καὶ ὑπ’ Ἀννίου Βινικια‐ | |
20 | νοῦ, ὃς πρὸς Φούριον Κάμιλλον Σκριβωνιανὸν τῆς Δαλματίας ἄρχοντα ἔπεμψε καὶ ἀνέπεισεν αὐτὸν ἐπαναστῆναι. τῶν δὲ στρατιωτῶν μὴ πεισθέντων αὐτῷ, αὐτὸς μὲν ἀπέκτεινεν ἑαυτόν, Κλαύδιος δὲ καίτοι πάνυ καταδείσας ὡς ἑτοίμως ἔχειν ἐκστῆναι | |
25 | αὐτῷ τοῦ κράτους ἐθελοντής, ὅμως τὸν θάνατον αὐ‐ τοῦ μαθὼν ἀνεθάρσησε, καὶ τοὺς μὲν στρατιώτας ἄλλοις τέ τισι καὶ χρήμασιν ἀντημείψατο, τοὺς δὲ συνεπιβουλεύσαντας ἀνεζήτησε καὶ πλείστους ἐκό‐ | |
λασε. συχνοὶ δὲ ἄλλοι τε καὶ ὁ Βινικιανὸς διεχειρί‐ | 27 in vol. 3 | |
3.28 | σαντο ἑαυτούς. ἡ γὰρ Μεσσαλῖνα καὶ ὁ τοῦ Κλαυδίου ἀπελεύθερος Νάρκισσος οἵ τε συναπελεύθεροι αὐτοῦ, τῆς ἀφορμῆς ταύτης λαβόμενοι, οὐδενὸς τῶν δεινο‐ τάτων ἀπέσχοντο. ἄνδρες τε οὖν πολλοὶ καὶ γυναῖ‐ | |
5 | κες ἐκολάσθησαν· τινὲς δὲ καὶ τῶν πάνυ ὑπαιτίων ἐσώθησαν, οἱ μὲν χρήμασιν, ἔνιοι δέ γε καὶ χάρισι. Γαλαῖσος δέ τις ἀπελεύθερος τοῦ Καμίλλου ἐν τῷ βουλευτηρίῳ τοῦ Ναρκίσσου παρελθόντος εἰς τὸ μέσον καὶ εἰπόντος αὐτῷ “τί ἂν ἐποίησας, Γαλαῖσε, | |
10 | εἰ Κάμιλλος ἐμονάρχησεν;” ἀπεκρίνατο ὅτι “εἱστήκειν ἂν ὄπισθεν αὐτοῦ καὶ ἐσιώπων.” Ἀρρία δὲ γυνὴ Καικίνου ὑπάτου οὖσα, εἰ καὶ τῇ Μεσσαλίνῃ σφό‐ δρα ᾠκείωτο, οὐκ ἤνεγκε ζῆν τοῦ ἀνδρὸς θνήσκον‐ τος, ἀλλὰ καὶ τὸν ἄνδρα ἀποδειλιῶντα ἐπέρρωσε. τὸ | |
15 | γὰρ ξίφος λαβοῦσα ἑαυτὴν ἔπληξε κἀκείνῳ ἐπέδωκεν εἰποῦσα “ἰδοὺ Παῖτε, οὐκ ἀλγῶ.” καὶ οἱ μὲν ἐπὶ τούτοις ἐπῃνοῦντο, Κλαύδιος δὲ οὕτως πρὸς τὰς κο‐ λάσεις ἔσχεν ὥστε καὶ σύνθημα τοῖς στρατιώταις τὸ ἔπος τοῦτο συνεχῶς διδόναι, χρὴ | |
20 | ἄνδρ’ ἀπαμύνασθαι, ὅτε τις πρότερος χαλεπήνῃ. ἡ δὲ Μεσσαλῖνα καὶ οἱ ἀπελεύθεροι αὐτοῦ οὕτως τὴν πολιτείαν καὶ τὰς στρατείας καὶ τὰς ἐπιτροπὰς τάς τε ἡγεμονίας καὶ τὰ ἄλλα πάντα ἐπώλουν καὶ ἐκαπή‐ λευον ὥστε σπανίσαι πάντα τὰ ὤνια, κἀντεῦθεν | |
25 | βιασθῆναι τὸν Κλαύδιον ἀπὸ βήματος τὰς τιμὰς αὐ‐ τῶν διατάξαι. Αὔλου δὲ Πλαυτίου ἐς τὴν Βρεττα‐ νίαν στρατεύσαντος, καὶ τὰ μὲν παθόντος, τὰ δὲ δράσαντος, εἶτα τῷ Κλαυδίῳ τὰ συμβάντα γνωρί‐ | |
σαντος, ἐκεῖνος τὰ οἴκοι Οὐιτελλίῳ Λουκίῳ τῷ συνυ‐ | 28 in vol. 3 | |
3.29 | πατευκότι ἐγχειρίσας ἐξεστράτευσε. καὶ πρὸς τὸν Ὠκεανὸν ἀφικόμενος εἴς τε τὴν Βρεττανίαν περαιω‐ θεὶς μετὰ πλείονος παρασκευῆς καὶ ἐλεφάντων συνέ‐ μιξε τοῖς στρατεύμασι. καὶ μετ’ αὐτῶν τοῖς βαρβά‐ | |
5 | ροις συμβαλὼν ἐνίκησε καὶ τὸ βασίλειον αὐτῶν εἷλε. καὶ εἰς τὴν Ῥώμην ἐπανῆλθε, τὴν ἀγγελίαν τῆς νίκης διὰ τῶν γαμβρῶν τοῦ τε Μάγνου καὶ τοῦ Σιλανοῦ προπέμψας. μαθοῦσα δὲ ταῦτα ἡ γερουσία Βρεττα‐ νικὸν καὶ αὐτὸν καὶ τὸν υἱὸν αὐτοῦ ἐπεκάλεσε, καὶ | |
10 | πολλὰ αὐτοῖς ἐψηφίσατο ἕτερα. Ἡ δὲ Μεσσαλῖνα ὀρχηστοῦ ἐρασθεῖσά τινος Μνη‐ στῆρος ὠνομασμένου, ἐπεὶ μήθ’ ὑποσχέσεσιν αὐτὸν μήτ’ ἐκφοβήσεσιν ἀνέπειθε συγγενέσθαι αὐτῇ, τὸν Κλαύδιον παρεσκεύασεν ἐπιτάξαι αὐτῷ πειθαρχεῖν | |
15 | αὐτῇ, ὡς ἐπ’ ἄλλο τι δεομένη αὐτοῦ· καὶ εἰπόντος αὐτῷ τοῦ Κλαυδίου ὅσα προστάττεται παρὰ τῆς Μεσσαλίνης ποιεῖν, συνῆν αὐτῇ, ὡς καὶ τοῦτο ὑπ’ ἐκείνου κεκελευσμένος. τοῦτο δὲ καὶ πρὸς συχνοὺς ἑτέρους ἐποίει. ὡς γὰρ εἰδότος τοῦ ἀνδρὸς αὐτῆς τὰ | |
20 | γινόμενα καὶ συγχωροῦντος ἀκολασταίνειν αὐτῇ ἐμοι‐ χεύετο. Βινίκιος δὲ ὅτι μὴ ἠθέλησεν αὐτῇ συμφθα‐ ρῆναι, φαρμάκῳ ὑπ’ αὐτῆς διεφθάρη. ἤσχαλλον δὲ οἱ Ῥωμαῖοι δουλεύοντα αὐτὸν τῇ γυναικὶ καὶ τοῖς ἀπελευθέροις ὁρῶντες. | |
25 | Τῷ δ’ ἑξῆς ἐνιαυτῷ ὀκτακοσιοστῷ ἔτει τῇ Ῥώμῃ ὄντι τὸ τέταρτον ὑπάτευσε Κλαύδιος. ὅτε Γάλλον τινά, βουλεῦσαι δυνάμενον, εἰς δὲ τὴν Καρχηδόνα ἐξοικήσαντα, σπουδῇ μετεπέμψατο, εἰπὼν ὅτι “χρυ‐ σαῖς σε πέδαις δήσω.” καὶ οὕτω τῷ ἀξιώματι πεδη‐ | |
30 | θεὶς κατὰ χώραν ἔμεινεν. ἐπιβουλῆς δέ τινος τῷ Κλαυδίῳ μηνυθείσης κατεφρόνησε τοῦ μηνυθέντος | |
καὶ ἐν οὐδενὶ λόγῳ αὐτὸν ἐποιήσατο, εἰπὼν ὅτι “οὐχ | 29 in vol. 3 | |
3.30 | ὁμοίως δεῖ ψύλλαν καὶ θηρίον ἀμύνεσθαι.” ἄλλους δὲ πολλοὺς διαβληθέντας ὑπὸ τῆς Μεσσαλίνης καὶ τὸν Ἀσιατικὸν καὶ τὸν γαμβρὸν τὸν Μάγνον ἀπέ‐ κτεινε· τὸν μὲν Ἀσιατικὸν διὰ τὴν οὐσίαν, τὸν δὲ | |
5 | Μάγνον διὰ τὸ γένος καὶ τὸ κῆδος. ἑάλωσαν μέντοι ὡς ἐπ’ ἄλλοις τισίν. ἐπεὶ δὲ πολλοὺς δούλους νο‐ σοῦντας οὐδεμιᾶς θεραπείας οἱ δεσπόται ἠξίουν, ἀλλὰ καὶ τῶν οἰκιῶν ἐξώθουν, ἐνομοθέτησε πάντας τοὺς ἐκ τοῦ τοιούτου περιγενομένους ἐλευθέρους εἶ‐ | |
10 | ναι. γεννηθέντος δέ οἱ ἐγγόνου ἐκ τῆς Ἀντωνίας τῆς θυγατρός, ἣν Κορνηλίῳ Φαύστῳ Σύλλᾳ ἀδελφῷ τῆς Μεσσαλίνης ὄντι μετὰ τὸν τοῦ Μάγνου συνῴκισε θάνατον, οὐδὲν ἀφῆκε ψηφισθῆναι, μετριοφρονῶν. ἡ δὲ Μεσσαλῖνα καὶ οἱ ἐξελεύθεροι αὐτοῦ ἐξώγκωντο. | |
15 | ἦσαν δὲ τρεῖς οἱ μάλιστα τὸ κράτος διειληφότες· ὅ τε Κάλλιστος, ὃς ἐπὶ ταῖς βίβλοις τῶν ἀξιώσεων ἐτέ‐ τακτο· καὶ ὁ Νάρκισσος, ὃς τῶν ἐπιστολῶν ἐπεστά‐ τει, διὸ καὶ ἐγχειρίδιον παρεζώννυτο· καὶ ὁ Πάλλας, ᾧ ἡ τῶν χρημάτων διοίκησις ἐμπεπίστευτο. | |
20 | Ἡ δὲ Μεσσαλῖνα μὴ ἀρκουμένη ὅτι ἐμοιχεύετο, ἐπεθύμησε καὶ ἄνδρας πολλοὺς ἔχειν· καὶ συνῴκη‐ σεν ἂν πᾶσι τοῖς αὐτῇ χρωμένοις μετὰ συμβολαίων, εἰ μὴ ἐν τῷ πρώτῳ φωραθεῖσα ἀπώλετο. ἕως μὲν γὰρ οἱ Καισάρειοι πάντες ὡμονόουν αὐτῇ, οὐδὲν ἦν | |
25 | ὃ οὐκ ἀπὸ κοινῆς γνώμης ἐποίουν· ἐπεὶ δὲ τὸν Πο‐ | |
λύβιον, καίτοι κἀκείνῳ πλησιάζουσα, διέβαλε καὶ | 30 in vol. 3 | |
3.31 | ἀπέκτεινεν, οὐκέτ’ αὐτῇ ἐπίστευον, καὶ ἐρημωθεῖσα τῆς παρ’ αὐτῶν εὐνοίας ἐφθάρη. τὸν γὰρ Σίλιον τὸν Γάιον τὸν τοῦ Σιλίου τοῦ ὑπὸ Τιβερίου σφα‐ γέντος υἱὸν ἄνδρα ἐπεγράψατο, καὶ τούς τε γάμους | |
5 | πολυτελῶς εἱστίασε καὶ οἰκίαν αὐτῷ βασιλικὴν ἐχα‐ ρίσατο, πάντα τὰ τιμιώτατα τῶν τοῦ Κλαυδίου κει‐ μηλίων συμφορήσασα εἰς αὐτήν· καὶ τέλος ὕπατον αὐτὸν ἀπέφηνε. ταῦτα δῆλα τοῖς ἄλλοις ὄντα τὸν Κλαύδιον ἐλάνθανεν. ἀποδημήσαντι δέ ποτε αὐτῷ | |
10 | καὶ μονωθέντι ὁ Νάρκισσος μηνύει πάντα διὰ τῶν παλλακῶν τὰ γινόμενα. ὅθεν εἰς τὴν Ῥώμην τε ἐπανῆλθε καὶ ἄλλους τε πολλοὺς καὶ τὸν ὀρχηστὴν τὸν Μνηστῆρα ἐφόνευσε, καὶ μετὰ τοῦτο καὶ αὐτὴν τὴν Μεσσαλῖναν ἀπέσφαξεν. | |
15 | Ἐκείνης δ’ οὕτω διαφθαρείσης τὴν Ἀγριππῖναν τὴν ἀδελφιδῆν ἔγημε σπουδῇ τῶν ἀπελευθέρων, ὅτι τὸν Δομίτιον ἐς προσήβους ἤδη τελοῦντα εἶχεν υἱόν, ὅπως ἔφεδρον αὐτὸν ἐπὶ τῇ ἀρχῇ τρέφοντες μηδὲν ὑπὸ τοῦ Βρεττανικοῦ δεινὸν πάθωσιν, ὡς τὴν αὐτοῦ | |
20 | μητέρα τὴν Μεσσαλῖναν ἀναιρεθῆναι ποιήσαντες. δεδογμένου δὲ ἤδη τοῦ γάμου, δείσαντες τὸν Σιλα‐ νὸν ὑπὸ τοῦ Κλαυδίου τιμώμενον ὡς ἄνδρα ἀγαθόν, ἅμα δὲ καὶ τὴν Ὀκταουίαν τὴν θυγατέρα αὐτοῦ τῷ τῆς Ἀγριππίνης υἱῷ τῷ Δομιτίῳ προμνώμενοι, ἐγγε‐ | |
25 | γυημένην τῷ Σιλανῷ, πείθουσι τὸν Κλαύδιον ὡς ἐπιβουλεύοντά οἱ τὸν Σιλανὸν ἀποκτεῖναι. γενομένου δὲ τούτου λόγους ἐν τῇ βουλῇ ὁ Οὐιτέλλιος ἐποιή‐ σατο ὅτι συμφέρει τῷ κοινῷ γῆμαι τὸν Κλαύδιον. καὶ τὴν Ἀγριππῖναν ἐπιτηδείαν εἰς τοῦτο ἀπέφαινε, | |
30 | καὶ βιάσασθαι σφίσιν αὐτὸν ἐπὶ τὸν γάμον συνεβού‐ | 31 in vol. 3 |
3.32 | λευεν. ἐντεῦθεν ὁρμηθέντες οἱ βουλευταὶ πρὸς τὸν Κλαύδιον ἦλθον καὶ ἠνάγκασαν δῆθεν αὐτὸν γῆμαι, καὶ ψήφισμα ἐποιήσαντο ἐξεῖναι Ῥωμαίοις ἀδελφιδᾶς ἄγεσθαι· πρότερον γὰρ ἐκεκώλυτο. | |
5 | Ὡς δ’ ὁ γάμος ἐτελέσθη, τόν τε Κλαύδιον ἐσφε‐ τερίσατο, δεινοτάτη οὖσα πράγμασι χρῆσθαι, καὶ πρὸς οὓς εὐνοϊκῶς ἐκεῖνος εἶχε, τοὺς μὲν φόβῳ, τοὺς δὲ εὐεργεσίαις ᾠκειώσατο. καὶ τέλος τὸν μὲν Βρετ‐ τανικὸν τὸν παῖδα αὐτοῦ ὡς τῶν τυχόντων τινὰ τρέ‐ | |
10 | φεσθαι ἐποίει, ὁ γὰρ ἕτερος ἔθανε, τὸν δὲ Δομίτιον τότε μὲν γαμβρὸν τῷ Κλαυδίῳ ἀπέδειξεν, ὕστερον δὲ καὶ εἰσεποίησε, καὶ εἰσποιήσασα τῷ Κλαυδίῳ αὐ‐ τὸν καὶ πρὸς τὸ κράτος ἐξήσκει καὶ παρὰ τῷ Σενέκᾳ ἐξεπαίδευεν. ἀμύθητόν τε πλοῦτον συνέλεγεν, οὐδὲ | |
15 | τὴν τυχοῦσαν λαβὴν ἐπ’ ἀργυρισμῷ παραλείπουσα, πολλοὺς δὲ καὶ φονεύουσα διὰ χρήματα. ἤδη δέ τι‐ νας καὶ γυναῖκας ζηλοτυπήσασα ἔκτεινε. τὴν γοῦν Παυλῖναν τὴν Λολλίαν ἀποκτείνασα καὶ τὴν κεφα‐ λὴν αὐτῆς κομισθεῖσαν μὴ γνωρίσασα, τό τε στόμα | |
20 | αὐτῆς αὐτὴ ταῖς χερσὶν ἀνέῳξε καὶ τοὺς ὀδόντας ἐπεσκέψατο ἰδίως πως ἔχοντας. Μετὰ ταῦτα δὲ καὶ Αὐγούσταν τὴν Ἀγριππῖναν ὁ Κλαύδιος ἐπεκάλεσε, καὶ τὸν υἱὸν αὐτῆς εἰσποιη‐ σάμενος μετωνόμασε Τιβέριον Κλαύδιον Νέρωνα | |
25 | Δροῦσον Γερμανικὸν Καίσαρα, μηδὲν φροντίσας ὅτι καίεσθαι ὁ οὐρανὸς τὴν ἡμέραν ἐκείνην ἔδοξε. καὶ μετὰ τοῦτο τὴν θυγατέρα τὴν Ὀκταουίαν εἰς ἕτερόν τι γένος εἰσαγαγών, ἵνα μὴ ἀδελφοὺς συνοικίζειν | |
δοκῇ, ἐνεγύησεν αὐτῷ. Ἀγριππῖνα δὲ καὶ Καλπουρ‐ | 32 in vol. 3 | |
3.33 | νίαν γυναῖκα τῶν πρώτων ἐφυγάδευσεν, ἢ ὡς λέγε‐ ται καὶ ἀπέκτεινεν, ἐπειδὴ τὸ κάλλος αὐτῆς ὁ Κλαύ‐ διος ἐθαύμασε καὶ ἐπῄνεσε. τοῦ δὲ Νέρωνος, τοῦτο γὰρ τὸ ὄνομα ἐπ’ αὐτῷ ἐξενίκησεν, ἐς τοὺς ἐφήβους | |
5 | ἐγγραφέντος, κατὰ τὴν ἡμέραν, ἐν ᾗ ἐνεγράφη, τὸ δαιμόνιον τήν τε γῆν ἐπὶ πολὺ ἔσεισε καὶ φόβον νυκτὸς πᾶσιν ὁμοίως ἐνέβαλε. Νέρων μὲν οὖν ηὔ‐ ξετο, Βρεττανικὸς δὲ οὔτε τινὰ τιμὴν οὔτε ἐπιμέλειαν εἶχεν· ἡ γὰρ Ἀγριππῖνα τοὺς περιέποντας αὐτὸν | |
10 | τοὺς μὲν ἐξήλασε, τοὺς δὲ καὶ ἀπέκτεινε· καὶ τὸν Σωσίβιον, ᾧ ἡ τροφὴ αὐτοῦ καὶ ἡ παιδεία προσετέ‐ τακτο, κατέσφαξεν ὡς τῷ Νέρωνι ἐπιβουλεύοντα. καὶ παραδοῦσα αὐτὸν οἷς ἤθελεν, οὔτε τῷ πατρὶ συν‐ εῖναι οὔτε δημοσιεύειν εἴα. ἠδύνατο δὲ πάντα, τοῦ | |
15 | Κλαυδίου κρατοῦσα καὶ τὸν Νάρκισσον καὶ τὸν Πάλ‐ λαντα οἰκειωσαμένη· ὁ γὰρ Κάλλιστος ἐπὶ πολὺ προ‐ χωρήσας δυνάμεως ἐτελεύτησεν. Οἱ ἀστρολόγοι δὲ ἐξ ἁπάσης τῆς Ἰταλίας ἠλάθη‐ σαν, καὶ οἱ αὐτοῖς συγγινόμενοι ἐκολάσθησαν. Κα‐ | |
20 | ράτακος δέ τις βαρβάρων ἀρχηγὸς ἁλοὺς καὶ εἰς τὴν Ῥώμην ἀχθείς, καὶ συγγνώμης παρὰ τοῦ Κλαυδίου τυχών, εἶτα περινοστήσας τὴν πόλιν μετὰ τὴν ἄφε‐ σιν, καὶ ἰδὼν αὐτῆς τὴν λαμπρότητα καὶ τὸ μέγεθος “εἶτα” ἔφη “ταῦτα καὶ τὰ τοιαῦτα κεκτημένοι τῶν | |
25 | σκηνιδίων ἡμῶν ἐπιθυμεῖτε;” Ἰουλίῳ δέ τινι Γαλ‐ λικῷ δίκην λέγοντι ἀχθεσθεὶς ὁ Κλαύδιος ἐκέλευσεν αὐτὸν εἰς τὸν Τίβεριν ἐμβληθῆναι. ἐφ’ ᾧ δὴ Δομί‐ τιος Ἆφρος, πλεῖστον τῶν κατ’ αὐτὸν ἐν τῷ συνηγο‐ | |
ρεῖν ἰσχύσας, κάλλιστα ἀπέσκωψε· δεηθέντος γάρ | 33 in vol. 3 | |
3.34 | τινος τῆς παρ’ αὐτοῦ βοηθείας, ἐπειδὴ ὑπὸ τοῦ Γαλλι‐ κοῦ ἐγκατελείφθη, ἔφη πρὸς αὐτόν “καὶ τίς σοι εἶπεν ὅτι κρεῖσσον ἐκείνου νήχομαι;” Νοσήσαντος δὲ μετὰ ταῦτα τοῦ Κλαυδίου εἰσῆλ‐ | |
5 | θεν ὁ Νέρων εἰς τὸ συνέδριον, καὶ εἰ ἀναρρωσθείη ὁ Κλαύδιος, ἱπποδρομίαν ὑπέσχετο. πάντα γὰρ τρό‐ πον ἡ Ἀγριππῖνα ἐκίνει ἵνα τῷ τε πλήθει χαρίζοιτο καὶ μόνος ἔσεσθαι νομίζοιτο τῆς αὐταρχίας διάδοχος. διὸ τόν τε ἱππικὸν ἀγῶνα, ᾧ προσέκειντο μάλιστα, | |
10 | ἐποίησε τὸν Νέρωνα ὑποσχέσθαι ἐπὶ τῇ τοῦ Κλαυ‐ δίου ὑγείᾳ, ἣν καὶ πάνυ ἀπηύχετο· καὶ πρὸς τὴν πρᾶσιν τῶν ἄρτων θόρυβόν τινα γενέσθαι παρασκευ‐ άσασα, ἀνέπεισε τὸν Κλαύδιον τῷ τε δήμῳ ἐκ προ‐ γραφῆς δηλῶσαι καὶ τῇ γερουσίᾳ ἐπιστεῖλαι ὅτι, κἂν | |
15 | αὐτὸς ἀποθάνοι, ὁ Νέρων τὰ κοινὰ ἱκανὸς ἤδη ἐστὶ διοικεῖν. καὶ ὁ μὲν πολύς τε ἐκ τούτου ἦν καὶ διὰ στόματος ἤγετο ἅπασι, τὸν δὲ Βρεττανικὸν συχνοὶ μὲν οὐδ’ εἰ ἔζη ἐγίνωσκον, οἱ λοιποὶ δὲ παραπλῆγα καὶ ἐπίληπτον, ταῦτα κηρυττούσης τῆς Ἀγριππίνης, | |
20 | ᾤοντο. ῥαΐσαντος δὲ τοῦ Κλαυδίου τὴν ἱπποδρομίαν ὁ Νέρων μεγαλοπρεπῶς ἐπετέλεσε, καὶ τὴν Ὀκτα‐ ουίαν δὲ τότε ἔγημεν, ὥστε καὶ ἐκ τούτου ἀνὴρ ἤδη δοκεῖν. οὐδὲν δὲ ἀρκοῦν τῇ Ἀγριππίνῃ ἐδόκει· καί‐ τοι ὅσα τε ἡ Λιβία ἔσχε κἀκείνῃ ἐδέδοτο, καὶ ἄλλ’ | |
25 | ἄττα πλείω ἐψήφιστο. ἡ δὲ καὶ ἰσοκρατὴς τῷ Κλαυ‐ δίῳ ἄντικρυς ὀνομάζεσθαι ἤθελε. καί ποτε πολλοῦ τὴν πόλιν ἐπινεμομένου πυρός, πρὸς τὴν ἐπικουρίαν | |
ἐκείνῳ συμπαρεγένετο. | 34 in vol. 3 | |
3.35 | Ὁ γοῦν Κλαύδιος ἀχθόμενος τοῖς δρωμένοις τοῖς τέως εἰς γνῶσιν ἰοῦσιν αὐτῷ, καὶ τῷ Βρεττανικῷ ὁπότε ἐντύχοι φιλοφρόνως συγγινόμενος, οὐκ ἤνεγκε τὰ γινόμενα, ἀλλ’ ἐκείνην τε καταλῦσαι καὶ τὸν υἱὸν | |
5 | ἐς τοὺς ἐφήβους εἰσαγαγεῖν καὶ διάδοχον ἀποδεῖξαι παρεσκευάζετο. γνοῦσα δὲ ταῦτα ἡ Ἀγριππῖνα προ‐ καταλαβεῖν αὐτὸν φαρμάκῳ πρίν τι τοιοῦτον πραχ‐ θῆναι ἐσπούδασεν. ὡς δ’ ἐκεῖνο οὐδὲν ὑπό τε τοῦ οἴνου, ὃν πολὺν ἀεὶ ὁ Κλαύδιος ἔπινεν, ἐξειργάσατο, | |
10 | καὶ ὑπὸ τῆς ἄλλης διαίτης, ᾗ πάντες ἐπίπαν οἱ τὸ κράτος ἔχοντες χρῶνται πρὸς φυλακὴν ἑαυτῶν, Λου‐ κούσταν φαρμακίδα τινὰ περιβόητον ἐπ’ αὐτῷ τούτῳ νέον ἑαλωκυῖαν μετεπέμψατο· καί τι φάρμακον ἕτε‐ ρον ἄφυκτον σκευάσασα δι’ αὐτῆς, εἰς ἔνια τῶν κα‐ | |
15 | λουμένων μυκήτων ἐνέβαλε, καὶ αὐτὴ μὲν ἐκ τῶν ἄλλων ἤσθιεν, ἐκεῖνον δὲ ἐκ τοῦ τὸ φάρμακον ἔχον‐ τος, ὄντος μεγίστου τε καὶ καλλίστου, φαγεῖν παρε‐ σκεύασε. καὶ ὁ μὲν οὕτως ἐπιβουλευθείς, ὡς ὑπερ‐ κορὴς σφόδρα τῇ μέθῃ γενόμενος, ὅπερ καὶ ἄλλοτε | |
20 | πολλάκις ἐγένετο, ἐκ τοῦ συμποσίου ἐξεκομίσθη· κατεργασθεὶς δὲ τῷ φαρμάκῳ μετήλλαξε διὰ τῆς νυκτὸς μήτ’ εἰπεῖν μήτ’ ἀκοῦσαί τι δυνηθείς, ζήσας ἔτη ἐπὶ τρισὶν ἑξήκοντα καὶ μῆνας δύο καὶ ἡμέρας τρισκαίδεκα, αὐταρχήσας δ’ ἐνιαυτοὺς δεκατρεῖς μῆ‐ | |
25 | νάς τε ὀκτὼ καὶ ἡμέρας εἴκοσι. Ταῦτα δὲ ἡ Ἀγριππῖνα πεποίηκε τὸν Νάρκισσον εἰς Καμπανίαν προπέμψασα, ὡς τοῖς ὕδασιν ἐκεῖ πρὸς τὴν ποδάγραν χρησόμενον· οὐ γάρ ποτε πα‐ ρόντος ἐκείνου τοιοῦτόν τι δεδρακέναι ἴσχυσεν ἄν· | |
30 | τοιοῦτος τοῦ δεσπότου φύλαξ ἐτύγχανε. θανόντος δὲ τοῦ Κλαυδίου καὶ αὐτὸς εὐθὺς διεφθάρη, μέγι‐ | |
στον δυνηθείς. πρὸ δὲ τοῦ σφαγῆναι ἔργον λαμπρὸν | 35 in vol. 3 | |
3.36 | διεπράξατο. τὰ γὰρ γράμματα τοῦ Κλαυδίου ὅσα ἀπόρρητα κατά τε τῆς Ἀγριππίνης καὶ καθ’ ἑτέρων τινῶν ἔχων, οἷα τὰς ἐπιστολὰς αὐτοῦ διοικῶν, ἅπαντα προκατέκαυσεν. ἐσφάγη δὲ παρὰ τῷ τῆς Μεσσαλίνης | |
5 | μνημείῳ, ὅπερ ἐκ συντυχίας συνενεχθὲν ἔδοξεν εἰς τὴν ἐκείνης τιμωρίαν γενέσθαι. ὤφθη μέντοι κομή‐ της ἀστὴρ ἐπὶ πλεῖστον, καὶ ψεκὰς αἱματώδης καὶ σκηπτὸς ἐς τὸ δορυφορικὸν σημεῖον ἐνέπεσε, καὶ ἕτερ’ ἄττα συνέπεσεν ἃ σημεῖα τῆς Κλαυδίου τελευτῆς | |
10 | ἐλογίσθησαν. Τούτου γοῦν βασιλεύοντος καὶ Θευδᾶς ἐγένετο, οὗ καὶ ὁ θεῖος Λουκᾶς ἐν ταῖς Πράξεσι μέμνηται, καὶ ὁ Ἰώσηπος ἐν τῷ ἐννεακαιδεκάτῳ λόγῳ τῆς Ἀρ‐ χαιολογίας ἱστορεῖ γόητα αὐτὸν ὄντα πολλοὺς ἀπα‐ | |
15 | τῆσαι, ἕως Φάδος ὁ τῆς Ἰουδαίας ἐπίτροπος ἴλην ἱππέων πέμψας πολλοὺς τῶν περὶ αὐτὸν ἀνεῖλε, πολ‐ λοὺς δ’ ἐζώγρησε, καὶ αὐτοῦ δὲ τοῦ Θευδᾶ ζωγρη‐ θέντος τὴν κάραν ἀπέτεμε. Καὶ Σίμων δ’ ὁ μάγος ἐπὶ τούτου τοῦ βασιλέως | |
20 | τῇ Ῥώμῃ ἐπιδημήσας πολλοὺς τῶν τὴν Ῥώμην οἰκούν‐ των γοητείαις ἠπάτησε καὶ ἐσφετερίσατο. δηλοῖ δὲ τοῦτο Ἰουστῖνος ὁ φιλόσοφός τε καὶ μάρτυς ἐν τῇ πρὸς Ἀντωνῖνον ὑπὲρ τοῦ καθ’ ἡμᾶς δόγματος ἀπο‐ λογίᾳ γράφων ταῦτα “καὶ μετὰ τὴν ἀνάληψιν τοῦ | |
25 | κυρίου εἰς οὐρανὸν προεβάλλοντο οἱ δαίμονες ἀν‐ | |
θρώπους τινὰς λέγοντας ἑαυτοὺς εἶναι θεούς, οἳ οὐ | 36 in vol. 3 | |
3.37 | μόνον οὐκ ἐδιώχθησαν ὑφ’ ὑμῶν, ἀλλὰ καὶ τιμῆς ἠξιώθησαν· ὧν εἷς καὶ Σίμων ὁ Σαμαρεὺς ὁ ἀπὸ κώμης Γιττῶν, ὃς ἐπὶ Κλαυδίου Καίσαρος διὰ τῆς τῶν δαιμόνων ἐνεργείας δυνάμεις μαγικὰς ποιήσας | |
5 | ἐν τῇ πόλει ὑμῶν τῇ βασιλίδι Ῥώμῃ θεὸς ἐνομίσθη καὶ ἀνδριάντι παρ’ ὑμῖν τετίμηται ἐν τῷ Τιβέριδι ποταμῷ μεταξὺ τῶν δύο γεφυρῶν ἱσταμένῳ, γράμ‐ μασιν ἐπιγεγραμμένῳ Ῥωμαϊκοῖς Σίμωνι δέῳ σάγ‐ κτῳ·” ὅπερ ἐξελληνιζόμενον Σίμωνι θεῷ ἁγίῳ δηλοῖ. | |
10 | Καὶ ὁ Πέτρος δὲ ἐπὶ Κλαυδίου πρῶτον ἐπεδή‐ μησε τῇ Ῥώμῃ, τὸ σωτήριον κήρυγμα ἐγκατασπείρων αὐτῇ καὶ τῷ φωτὶ τῆς ἀληθείας καταυγάζων τὰς διανοίας τῶν ἐν αὐτῇ, ὡς καὶ πολλοὺς πιστεῦσαι τὼν Ῥωμαίων καὶ οὕτως ἁλῶναι τῇ διδασκαλίᾳ τοῦ | |
15 | κορυφαίου τῶν ἀποστόλων ὡς μηδὲ τοῖς λόγοις αὐ‐ τοῦ ἀρκεσθῆναι μόνοις, παρακλήσεσι δὲ καὶ πρὸς Μάρκον χρήσασθαι τὸν ἀπόστολον ὀπαδὸν ὄντα Πέτρου, ἔγγραφον αὐτοῖς τῆς τοῦ κορυφαίου διδασ‐ καλίας ἐκθέσθαι ὑπόμνηνα, καὶ αὐτοὺς αἰτίους γε‐ | |
20 | νέσθαι τῆς τοῦ κατὰ Μάρκον εὐαγγελίου συγγρα‐ φῆς. οὕτω ταῦτα ἱστορεῖ ὁ Εὐσέβιος. Καὶ Κλαύδιος μὲν ὃν εἴρηται τρόπον ἐξ ἀνθρώ‐ πων ἐγένετο, τὴν δ’ ἡγεμονίαν ὁ Νέρων ἐσφετερί‐ σατο τῆς Ἀγριππίνης σπουδῇ, υἱὸς αὐτῆς ὢν καὶ | |
25 | εἰσποιητὸς παῖς τῷ Κλαυδίῳ γενόμενος, τῶν τε διαθηκῶν τοῦ Κλαυδίου ἀφανισθεισῶν καὶ τοῦ Βρεττανικοῦ παρηγκωνισμένου, ὃς γνήσιος ἦν τοῦ τεθνεῶτος υἱός, ἐν παιδικῇ ἔτι τυγχάνων τῇ ἡλικίᾳ. | |
τοῦ Νέρωνος δὲ αὐτοκράτορος καὶ Αὐγούστου ὑπό | 37 in vol. 3 | |
3.38 | τε τῆς βουλῆς καὶ τῆς στρατιᾶς ἀναγορευθέντος ἡ Ἀγριππῖνα πάντα τὰ τῇ ἀρχῇ προσήκοντα διῴκει τῷ ἐκείνου ὀνόματι καπηλεύουσα πάντα. προϊόντος δὲ τοῦ χρόνου ὁ Σενέκας ἔπαρχος ὢν τοῦ δορυφορικοῦ | |
5 | καὶ ὁ Βοῦρρος διδάσκαλος τοῦ Νέρωνος τὴν μὲν ἔπαυσαν, αὐτοὶ δὲ τὴν ἀρχὴν ἤνυσαν ἄριστα ἐφ’ ὅσονπερ ἠδυνήθησαν. ὁ γὰρ Νέρων νεώτατος τυγ‐ χάνων ὅτ’ ἐμονάρχησεν, ἑπτακαιδέκατον γὰρ ἔτος ἦγε τότε τῆς ἡλικίας αὐτοῦ, καὶ μήτε φιλοπραγματίας | |
10 | ὤν, ἐτρύφα καὶ ἤρα καὶ ἐκώμαζε καὶ ἐμέθυε καὶ μο‐ νομαχίαις καὶ ἱπποδρομίαις ἐσχόλαζε. πολυδάπανος δὲ καὶ οὐ μικρόφρων ἦν, ἀλλὰ μᾶλλον ἀσωτευόμενος. τεκ‐ μήριον δέ, τινὶ τῶν περὶ αὐτὸν πεντήκοντα ἅμα καὶ διακοσίας μυριάδας ἀργυρίου δοθῆναι κελεύσας, | |
15 | ἐπειδὴ ἡ Ἀγριππῖνα ἀθροίσασα τὸ ἀργύριον ἐνώπιον αὐτοῦ τεθῆναι πεποίηκεν, ἵν’ ἀθρόον ἰδὼν αὐτὸ μεταβάληται, συνεὶς ἐκεῖνος ἤρετο πόσον εἴη τὸ κεί‐ μενον, καὶ μαθών “ἠγνόησα” εἶπεν “ὀλίγον οὕτω κεχαρισμένος,” καὶ διπλασιασθῆναι ἐκέλευσεν. οὕτω | |
20 | δὲ ταχὺ τοὺς βασιλικοὺς ἐξήντλησε θησαυρούς, ταχὺ δὲ πόρων ἐδεήθη καινῶν καὶ τέλη οὐκ εἰθισμένα πάντοθεν ἐξελέγετο. Τῆς δ’ Ἀγριππίνης, ὅτι μὴ ἀργυρολογεῖν ἠδύ‐ νατο φιλαργυρωτάτη οὖσα, περιθύμως ὀργισθείσης, | |
25 | καὶ ἀπειλησαμένης τὸν Βρεττανικὸν αὐτοκράτορα καταστήσειν, φοβηθεὶς ὁ Νέρων ἀπέκτεινε φαρμάκῳ αὐτόν. καὶ ὁ μὲν παραχρῆμα ἀπέψυξε καὶ φοράδην ὡς ἐπίληπτος ἐκκεκόμιστο· ἐν δέ γε τῇ ἐκφορᾷ, ἐπεὶ πελιδνὸς ὑπὸ τοῦ φαρμάκου γέγονε, γύψῳ χρισθεὶς | |
30 | διὰ τῆς ἀγορᾶς ἤγετο· ὑετὸς δὲ πολὺς ὑγρᾶς ἔτι τῆς γύψου οὔσης ἐπιπεσὼν ἅπασαν αὐτὴν ἀπέκλυσεν, | |
ὥστε τὸ δεινὸν μὴ μόνον ἀκούεσθαι, ἀλλὰ καὶ ὁρᾶσθαι. | 38 in vol. 3 | |
3.39 | Ὕστερον δὲ καὶ τὴν μητέρα τὴν Ἀγριππῖναν, τὸν ἀπελεύθερον Ἀνίκητον πέμψας, διεχειρίσατο. ἣ τὸν πεμφθέντα ἰδοῦσα, καὶ γνοῦσα ἐφ’ ὅτῳ ἥκει, τὴν ἐσθῆτα περιερρήξατο, καὶ τὴν γαστέρα ἀπογυ‐ | |
5 | μνώσασα “παῖε ταύτην” ἔφη “Ἀνίκητε, παῖε, ὅτι Νέρωνα ἔτεκε.” καὶ ἡ μὲν ἐσφάγη, ὁ δὲ Νέρων καὶ αὐτόπτης τοῦ τολμήματος γέγονε καὶ πᾶσαν εἶδε γυμνώσας καὶ τὰ τραύματα ἐξηρίθμησε. ταῖς δὲ νυξὶν ἐξεταράττετο ὥστε καὶ ἐκ τῆς εὐνῆς ἀναπηδᾶν | |
10 | καὶ ἐκδειματοῦσθαι. ἐν δὲ τῇ Ῥώμῃ πολλαχόθι ἐγράφετο παρά τινων ἀφανῶς Νέρων, Ὀρέστης, Ἀλκμαίων μητροκτόνοι. Καὶ τὴν Αὐγούσταν Ὀκταουίαν τὴν τοῦ Κλαυ‐ δίου θυγατέρα, τὴν ἑαυτοῦ γυναῖκα, ἀπεπέμψατο. | |
15 | τῆς γὰρ Σαβίνης ἐρῶν, ἤθελεν αὐτῇ συνεῖναι ὡς γαμετῇ. δείσασα δὲ ἡ Σαβῖνα μήποτε ἡ Ὀκταουία μετακληθῇ, κατηγόρους ἐπ’ αὐτῇ καὶ μοιχείας καὶ γοητείας ψευδοῦς παρεσκευάσατο. καὶ τὸ μὲν πρῶ‐ τον φυγαδευθῆναι αὐτήν, ἔπειτα καὶ σφαγῆναι | |
20 | ἐποίησεν. εἶτα καὶ αὐτὴ ἡ Σαβῖνα ἐκτάνθη ὑπὸ τοῦ Νέρωνος· κυούσῃ γὰρ αὐτῇ λὰξ ἐνέθορεν. ἐπὶ πολὺ δὲ θανοῦσαν ἐπένθησεν. οὕτως δ’ αὐτὴν ἐπόθησεν ὥστε τὰ μὲν πρῶτα γυναῖκά τινα προσφερῆ ἐκείνῃ μετεπέμψατο καὶ ἔσχεν, ἔπειτα παῖδα ἀπελεύθερον, | |
25 | ὃν Σπόρον ὠνόμαζεν, ἐκτεμὼν ἔγημεν, ἐπειδὴ καὶ αὐτὸς τῇ Σαβίνῃ ἐῴκει, καίπερ Πυθαγόρᾳ τινὶ ἐξ‐ ελευθέρῳ γεγαμημένος. καὶ συνεγίνοντο ἅμα τῷ Νέρωνι Πυθαγόρας μὲν ὡς ἀνήρ, Σπόρος δὲ ὡς | |
γυνή. καὶ ἐκιθαρῴδησε δὲ δημοσίᾳ, καίτοι βραχὺ | 39 in vol. 3 | |
3.40 | καὶ μέλαν φώνημα ἔχων, καὶ ἐν τῷ ἱπποδρομίῳ ἡρματηλάτησεν. ἐπεραιώθη δὲ καὶ πρὸς τὴν Ἑλλάδα, οὔτοι γε ὡς οἱ πρόγονοι αὐτοῦ, ἀλλ’ ἐπὶ ὀρχήσει καὶ ἐπὶ κιθαρῳδήσει κηρύξει τε καὶ τραγῳδίας ὑπο‐ | |
5 | κρίσει. οὐ γὰρ ἤρκει αὐτῷ ἡ Ῥώμη, ἀλλ’ ἐδεήθη καὶ ἐκστρατείας, ἵνα καὶ περιοδονίκης, ὡς ἔλεγε, γένηται. Ἀλλὰ τί ἄν τις καθ’ ἕκαστον λέγοι τῶν παρ’ ἐκείνου πραττομένων; πάντα γὰρ ἁπλῶς ὅσα οἱ τυ‐ | |
10 | χόντες ὑποκρίνονται, κἀκεῖνος ἔλεγέ τε καὶ ἔπραττε καὶ ἔπασχε, πλὴν καθ’ ὅσον χρυσαῖς ἐδεῖτο ἁλύσεσιν· οὐ γὰρ ἔπρεπε Ῥωμαίων αὐτοκράτορα σιδηραῖς δεῖ‐ σθαι. στρατιώτης δέ τις ἰδὼν αὐτὸν δεδεμένον ἠγανάκτησε καὶ προσδραμὼν ἔλυσεν. ἕτερος δέ, | |
15 | ἐρομένου τινὸς τί ποιεῖ ὁ αὐτοκράτωρ, ἀπεκρίνατο ὅτι “τίκτει·” τοιοῦτον γάρ τι ὑπεκρίνετο τότε. ἤρ‐ ξατο δὲ καὶ τὸν Ἰσθμὸν τῆς Πελοποννήσου διορύξαι, καίπερ τῶν ἀνθρώπων ὀκνούντων. λαβὼν οὖν αὐτὸς δίκελλαν, καί τι καὶ ἀνασκάψας, ἔπεισε καὶ τοὺς | |
20 | ἄλλους ἀνάγκῃ αὐτὸν μιμήσασθαι. αἷμα δὲ τοῖς πρώτοις ἁψαμένοις τῆς γῆς λέγεται ἀναβλύσαι καὶ οἰμωγὰς καὶ μυκηθμοὺς ἐξακούεσθαι καὶ εἰδώλων γενέσθαι φαντασίαν πολλῶν. Οὗτος πρῶτος καὶ τοῦ κατὰ Χριστιανῶν ἤρξατο | |
25 | διωγμοῦ, καὶ Πέτρον καὶ Παῦλον τοὺς κορυφαίους τῶν ἀποστόλων ἀπέκτεινε κατὰ τὸν αὐτὸν καιρόν, ὡς | |
Εὐσέβιος ἱστορεῖ, ἐκ παλαιοτέρων συγγραφέων μαρ‐ | 40 in vol. 3 | |
3.41 | τυρίας παράγων. ἕτεροι δὲ κατὰ τὴν αὐτὴν μὲν ἡμέραν φασὶ τελειωθῆναι καὶ ἄμφω τοὺς ἀποστόλους, ἐν ἄλλῳ δ’ ἔτει καὶ ἄλλῳ. μετὰ δὲ Πέτρον πρῶτος ἀρχιερεὺς τῆς Ῥώμης ὁ Λίνος ἐγένετο. | |
5 | Ἔτι δ’ ἐν τῇ Ἑλλάδι ὄντος τοῦ Νέρωνος Ἰουδαῖοι εἰς προῦπτον ἀπέστησαν· καὶ ἐπ’ αὐτοὺς τὸν Οὐεσπα‐ σιανὸν ἔπεμψε. καὶ οἱ ἐν τῇ Βρεττανίᾳ δὲ καὶ οἱ Γαλάται βαρυνόμενοι ταῖς εἰσφοραῖς ἤσχαλλον ἐκ πλείονος καὶ ἐφλέγμαινον. Γάιος δὲ Ἰούλιος Οὐίνδιξ, | |
10 | ἀνὴρ κατὰ τὸν πατέρα βουλευτὴς τῶν Ῥωμαίων, ὁρῶν τοὺς ὁμοφύλους Γαλάτας ὀργῶντας πρὸς ἀποστασίαν, δι’ ὧν ἐδημηγόρησεν ἠρέθισεν αὐτούς, καὶ ὥρκωσε πάντα ὑπὲρ τῆς βουλῆς καὶ τοῦ δήμου τῶν Ῥωμαίων ποιήσειν, καὶ ἑαυτόν, ἄν τι παρὰ ταῦτα πράξῃ, φονεύ‐ | |
15 | σειν. αὐτοκράτορα δὲ Γάλβαν τὸν Σερούιον τὸν Σουλπίκιον προεχειρίσατο, γενόμενον ἐξ εὐπατριδῶν, καὶ τότε τῆς Ἰβηρίας ἄρχοντα. καὶ ὃς τὴν ἡγεμονίαν ἐδέξατο, οὐκ ἠθέλησε δὲ τὰς τῆς αὐταρχίας ἐπικλή‐ σεις προσλαβεῖν τότε. τῆς δ’ ἀποστασίας παρατεινο‐ | |
20 | μένης ὁ Οὐίνδιξ ἑαυτὸν ἀπέσφαξε, τῶν μετ’ αὐτοῦ στρατιωτῶν κινδυνευσάντων ὑπεραλγήσας, καὶ πρὸς τὸ δαιμόνιον ἀγανακτήσας ὅτι τοιούτου πράγματος ὀριγνηθείς, τοῦ τὸν Νέρωνα καταλῦσαι καὶ τοὺς Ῥωμαίους ἐλευθερῶσαι, οὐκ ἐξετέλεσεν αὐτό. τοσαύτῃ | |
25 | γὰρ προθυμίᾳ πρὸς τοῦτο ἐχρήσατο ὥστε τοῦ Νέ‐ ρωνος διακοσίας καὶ πεντήκοντα μυριάδας ἐπικηρύ‐ ξαντος τῷ τὴν κεφαλὴν τοῦ Οὐίνδικος κομίσοντι αὐτῷ, ἐκεῖνος ἔφη ὅτι “ὁ Νέρωνα ἀποκτείνας καὶ τὴν | |
ἐκείνου κομίσας μοι κεφαλήν, τὴν ἐμὴν ἀντιλήψεται.” | 41 in vol. 3 | |
3.42 | Ὁ δὲ Νέρων μαθὼν καὶ τὸν Πετρώνιον, ὃν κατὰ τῶν ἐπαναστάντων μετὰ τοῦ πλείονος προεπεπόμφει στρατεύματος, τὰ τοῦ Γάλβου φρονήσαντα, οὐκέτ’ οὐδεμίαν ἐλπίδα τῶν ὅπλων ἔσχεν, ἀλλ’ ἐβουλεύσατο | |
5 | τούς τε βουλευτὰς ἀποκτεῖναι καὶ τὴν πόλιν κατα‐ πρῆσαι καὶ πλεῦσαι εἰς Ἀλεξάνδρειαν, ὑπειπὼν ὅτι “ἂν καὶ τῆς ἀρχῆς ἐκπέσωμεν, ἀλλὰ τό γε τέχνιον ἡμᾶς διαθρέψει ἐκεῖ.” μέλλοντος δὲ ταῦτα δράσειν ἡ βουλὴ τὴν περὶ τὸν Νέρωνα φρουρὰν ἀποκαλέσασα | |
10 | εἰσῆλθεν εἰς τὸ στρατόπεδον, καὶ τὸν μὲν πολέμιον ἀπέφηνε, τὸν δὲ Γάλβαν ἀνθείλετο αὐτοκράτορα. Νέρων δὲ ὡς ᾔσθετο ὅτι ὑπὸ τῶν φυλάκων ἐγκατα‐ λέλειπται, ἐσθῆτά τε φαύλην ἐνέδυ καὶ ἐπὶ ἵππον οὐδὲν βελτίονα ἀνέβη, καὶ κατακεκαλυμμένος, ὅπως | |
15 | διαλάθῃ, μετὰ Ἐπαφροδίτου καὶ τοῦ Σπόρου νυκτὸς ἔφυγε. γνωρισθεὶς δὲ ὡς καὶ παρά του τῶν ἀπαντη‐ σάντων αὐτοκράτωρ προσαγορευθῆναι, τῆς ὁδοῦ ἀπετράπετο καὶ εἰς καλαμώδη τόπον τινὰ κατεκρύφθη. Ὁ δὲ δῆμος ἐν τῇ Ῥώμῃ, ἐπεὶ ἡμέρα ἐγένετο, | |
20 | ὑπερέχαιρον καὶ τὴν πόλιν στεφανωμάτων ἐπλήρω‐ σαν, καί τινες καὶ πιλία ὡς ἠλευθερωμένοι ἔφερον, ἡ βουλὴ τῷ Γάλβᾳ τὰ τῇ ἀρχῇ προσήκοντα ἐψηφίσατο. ὁ δὲ ὅμιλος εἴς τε τὸν Νέρωνα ἀπέσκωπτον καὶ συχνοὺς τῶν παρ’ αὐτῷ δυνηθέντων φονεύοντες | |
25 | εἷλκον. ἐκείνου δὲ ζήτησιν οἱ στρατιῶται καὶ ἄλλοι πεποίηντο, καὶ γνόντες ὅπῃ ποτὲ ἦν, ἔπεμψαν ἐπ’ αὐτὸν ἱππέας. ὁ δὲ προσιόντας αὐτοὺς αἰσθόμενος προσέταξε τοῖς παροῦσι καὶ ἑαυτὸν καὶ σφᾶς ἀπο‐ κτεῖναι. ὡς δ’ οὐχ ὑπήκουον, μέγα ἐστέναξεν. εἶτα | |
30 | τὸν Σπόρον ἀνελεῖν θελήσας καὶ μὴ δυνηθείς, “ἐγὼ μόνος” ἔφη “οὔτε φίλον οὔτε ἐχθρὸν ἔχω.” καὶ ἤδη | |
πελασάντων τῶν ἱππέων αὐτὸς ἑαυτὸν ἐπάταξεν, | 42 in vol. 3 | |
3.43 | εἰπών “ὦ Ζεῦ, οἷος τεχνίτης ἀπόλλυμαι.” δυσθανα‐ τοῦντα δ’ αὐτὸν ὁ Ἐπαφρόδιτος προσκατειργάσατο. Ὁ μὲν οὖν οὕτω κατὰ τὸν Ἰούλιον ἐτελεύτησε μῆνα, βιοὺς ἔτη τριάκοντα πρὸς μησὶν πέντε καὶ | |
5 | ἡμέραις εἴκοσιν, ἀφ’ ὧν ἦρξεν ἔτη τρισκαίδεκα καὶ μῆνας ὀκτὼ δυοῖν ἡμερῶν δέοντας. ἐν δὲ τῷ ὀγδόῳ τῆς τούτου βασιλείας ἔτει πρῶτος ἐπίσκοπος Ἀλεξαν‐ δρείας μετὰ τὸν ἀπόστολον καὶ εὐαγγελιστὴν Μάρκον Ἀνιανὸς γέγονεν. | |
10 | Γάλβας δ’, ἐπεὶ ὅ τε Νέρων διέφθαρτο καὶ ἡ βουλὴ τὴν ἀρχήν οἱ ἐψηφίσατο καὶ ὁ Ῥοῦφος αὐτῷ προσ‐ εχώρησεν, ἀνεθάρσησεν, οὐ μέντοι καὶ τὸ Καίσαρος ἀνέλαβεν ὄνομα πρὶν τοὺς τῆς βουλῆς πρεσβευτὰς πρὸς αὐτὸν ἐλθεῖν· ἀλλ’ οὐδὲ τὸ τοῦ αὐτοκράτορος | |
15 | πρότερον εἰς οὐδὲν γράμμα ἐνεγεγράφει. τοὺς δὲ συκοφαντήσαντάς τινας ἐπὶ τοῦ Νέρωνος ἢ ψευδο‐ μαρτυρήσαντας ἐκόλασε. καὶ οἱ δοῦλοι οἱ κατὰ τῶν δεσποτῶν πράξαντές τι ἢ εἰπόντες αὐτοῖς ἐκείνοις ἐπὶ τιμωρίᾳ παρεδόθησαν. καὶ τὰ χρήματα δὲ καὶ | |
20 | τὰ κτήματα ὅσα τινὲς παρὰ τοῦ Νέρωνος εἰλήφεσαν ἀπῃτεῖτο. τούς γε μὴν ὑπ’ ἐκείνου φυγαδευθέντας ὡς ἠσεβηκότας τι εἰς αὐτὸν κατήγαγε, καὶ τὰ ὀστᾶ τῶν ἐκ τοῦ βασιλικοῦ γένους σφαγέντων εἰς τὸ τοῦ Αὐγούστου μνημεῖον μετεκόμισε, καὶ τὰς εἰκόνας | |
25 | αὐτῶν ἀποκατέστησεν. Οἱ δὲ ἐν ταῖς Γερμανίαις στρατιῶται προστησά‐ μενοι Αὖλον Οὐιτέλλιον ἐνανέστησαν. ὁ οὖν Γάλβας τὴν ἐπανάστασιν πυθόμενος, Λούκιον Πείσωνα, | |
νεανίσκον εὐγενῆ, ἐπιεικῆ, φρόνιμον, υἱοθετήσατο | 43 in vol. 3 | |
3.44 | καὶ ἀπέδειξε Καίσαρα. ὁ δὲ Ὄθων ὁ Μάρκος ὁ Σαλούιος, ἀγανακτήσας ὅτι μὴ αὐτὸς ὑπὸ τοῦ Γάλ‐ βου υἱοθετήθη, ἐπανέστη αὐτῷ, τριάκοντα μόνους στρατιώτας ἑτοιμασάμενος. ἐπεὶ γὰρ θύοντι τῷ | |
5 | Γάλβᾳ μόνος τῶν βουλευτῶν αὐτῷ παρέστη, καὶ τοῦ ἱερόπτου ἐπιβουλευθήσεσθαι αὐτὸν εἰπόντος ἤκουσε καὶ παραινοῦντος οἴκοι μεῖναι καὶ μηδαμῇ προελθεῖν, κατέδραμέ τε εὐθὺς ὡς ἐπ’ ἄλλο τι εἰς τὸ στρατόπεδον ἀπιὼν καὶ ὑπὸ τῶν συνομωμοκότων αὐτῷ στρατιω‐ | |
10 | τῶν εἰς τὸ τεῖχος εἰσήχθη, καὶ τοὺς ἄλλους στρατιώ‐ τας προσαναπείσας, ἢ μᾶλλον εἰπεῖν, ἐκπριάμενος πολλαῖς ὑποσχέσεσι, παρ’ ἐκείνων τε παραχρῆμα καὶ τῶν ἄλλων ἔλαβε τὴν ἀρχήν. Ὁ Γάλβας δὲ μαθὼν τὰ πρασσόμενα ἔπεμψεν εἰς | |
15 | τὸ στρατόπεδόν τινας ὡς μεταπεῖσαι τοὺς ἐν αὐτῷ δυνησόμενος. κἀν τούτῳ στρατιώτης τις γυμνὸν τὸ ξίφος καὶ ᾑμαγμένον ἀνατείνων προσῆλθεν αὐτῷ, φάσκων “θάρσει, αὐτόκρατορ· Ὄθωνα γὰρ ἀπέκτεινα.” πιστεύσας οὖν ὁ Γάλβας εἰς τὸ Καπιτώλιον ὡς θύσων | |
20 | ὥρμησε. καὶ ἐν μέσῃ τῇ ἀγορᾷ ἀπαντήσαντες αὐτῷ ἱππεῖς καὶ πεζοὶ ἐκεῖ τὸν γέροντα, τὸν ὕπατον, τὸν ἀρχιερέα, τὸν Καίσαρα, τὸν αὐτοκράτορα πολλῶν ὁρώντων κατέκοψαν· καὶ τὴν κεφαλὴν ἀποκόψαντες κοντῷ ἐνέπειραν. καὶ ὁ μὲν οὕτως ἐφονεύθη, τοῦτο | |
25 | μόνον εἰπών “καὶ τί κακὸν ἐποίησα;” ἀπέθανε δὲ καὶ ὁ Πείσων καὶ ἄλλοι συχνοί. πράξαντες δὲ ταῦτα οἱ στρατιῶται, καὶ τὰς κεφαλὰς ἐκείνων ἀποτεμόντες, πρός τε τὸν Ὄθωνα αὐτὰς ἐν τῷ στρατοπέδῳ καὶ εἰς τὸ συνέδριον ἐκόμισαν, ὥστε τοὺς βουλευτὰς | |
30 | καταπλαγέντας χαίρειν τε προσποιεῖσθαι καὶ τῷ Ὄθωνι πάντα τὰ πρὸς τὴν ἀρχὴν φέροντα ψηφίσα‐ | |
σθαι. οὐκ ἐλάνθανε δὲ ὅτι αὐτὸς τὴν βουλὴν ἐβιάζετο | 44 in vol. 3 | |
3.45 | καὶ ὡς ἀσελγέστερον καὶ πικρότερον τοῦ Νέρωνος ἄρξειν ἔμελλε. Γάλβᾳ μὲν οὖν ζήσαντι ἔτη δύο καὶ ἑβδομήκοντα καὶ ἡμέρας τρεῖς καὶ εἴκοσιν, ἄρξαντι δὲ μῆνας ἐννέα | |
5 | καὶ ἡμέρας τρισκαίδεκα, τοῦτο τέλος ἐγένετο· ὁ δὲ Ὄθων μετέγνω μὲν ἐπὶ τοῖς πεπραγμένοις, τῶν ἱερῶν αὐτῷ θύοντι πονηρῶν ὀφθέντων καὶ ἄλλων σημείων αὐτῷ γενομένων, ἀλλ’ οὐκ εἶχεν εἰς τὴν ἀρχὴν εἰσελθὼν ἀναδῦναι. καὶ ἐνέμεινεν αὐτῇ καὶ | |
10 | δίκην δέδωκεν. Ἐν τούτοις δέ τις πλασάμενος Νέρων εἶναι ἐκ τῆς πρὸς τὸν Νέρωνα οὔσης ἐμφερείας αὐτῷ τὴν Ἑλλάδα ὀλίγου πᾶσαν ἐτάραξε, καὶ χεῖρα κακούργων ἀνδρῶν ἀθροίσας πρὸς τὰ ἐν τῇ Συρίᾳ στρατόπεδα | |
15 | ὥρμησεν. ἐν Κύδνῳ δὲ περαιούμενον αὐτὸν ὁ Καλ‐ πούρνιος συνέλαβε καὶ ἀπέκτεινεν. Ὁ δὲ Ὄθων λάθρᾳ πολλοὺς πρὸς τὸν Οὐιτέλλιον ἐπὶ καταλλαγῇ ἔπεμψεν. ὡς δ’ οὐκ ἐπείθετο, πρεσβευτὰς ἀπέστειλε φανερῶς. οὔτε δὲ ἀπεκρί‐ | |
20 | νατό τι αὐτοῖς Οὐιτέλλιος οὔτε ἀντέπεμψεν αὐ‐ τούς. εἶτα ἔπεμψεν Ὄθων ἰσχὺν κατὰ γῆν τε καὶ θάλασσαν, ἡττήθη δὲ διὰ πολυαρχίαν, οὐ δι’ ἀσθένειαν. κἀκ τῆς Ῥώμης δὲ ἐξωρμήθη καὶ τοὺς πρώτους ἐξήγαγε. μέρος δέ τι τῆς δυνά‐ | |
25 | μεως τῷ Πρόκλῳ δούς, αὐτὸς ἀνεχώρησε, λέγων μὴ φέρειν μάχην ἀνδρῶν ὁμοφύλων ἰδεῖν. ὅθεν μαλακίαν αὐτοῦ καταγνόντες οἱ στρατιῶται καὶ οἱ στρατάρχαι οὐδὲν τῶν δεόντων ἔπραξαν, ἀλλ’ ἡττή‐ | |
θησαν καὶ τοῖς τοῦ Οὐιτελλίου ἐπεκηρυκεύσαντο καὶ | 45 in vol. 3 | |
3.46 | ἀνεμίχθησαν σφίσι. τῷ δὲ Ὄθωνι ἤγγειλε ταῦτα ἱππεύς, καὶ ἀπιστούμενος “εἴθε” ἔφη “ταῦτα ψευδῆ, Καῖσαρ, ἦν·” καὶ εἰπὼν ἑαυτὸν διεχρήσατο. πιστευ‐ σάντων δ’ ἐκ τούτου πάντων καὶ ἑτοίμως ἐχόντων | |
5 | ἀναμαχέσασθαι, οἵ τε γὰρ δορυφόροι συχνοὶ ἦσαν, καὶ ἕτεροι οὐκ ὀλίγοι παρῆσαν, καὶ ἱκετευόντων αὐ‐ τὸν μήθ’ ἑαυτὸν μήτε σφᾶς προδοῦναι, “πάντες γὰρ” ἔλεγον “ὑπὲρ σοῦ ἡδέως ἀποθανούμεθα,” ὁ Ὄθων “πολὺ δικαιότερόν ἐστιν” εἶπεν “ἕνα ὑπὲρ πάντων | |
10 | ἢ πολλοὺς ὑπὲρ ἑνὸς ἀπολέσθαι,” καὶ μὴ βούλεσθαι δι’ ἕνα ἄνδρα τὸν δῆμον τῶν Ῥωμαίων στασιάζειν καὶ τοσοῦτον ὄχλον ἀνθρώπων φθείρεσθαι. ταῦτ’ εἰπὼν εἰς τὸ δωμάτιον ἀνεχώρησε, καί τινα τοῖς τε οἰκείοις καὶ τῷ Οὐιτελλίῳ ὑπὲρ αὐτῶν ἐπιστείλας, | |
15 | τά τε γράμματα ὅσα τινὲς αὐτῷ κατ’ ἐκείνου ἐγε‐ γράφεσαν ἔκαυσεν, ὥστε μηδένα ἐξ αὐτῶν φωρα‐ θέντα κινδυνεῦσαι, καὶ καλῶν ἕνα ἕκαστον τῶν παρόντων ἠσπάζετο αὐτοὺς καὶ ἐδίδου σφίσι χρήματα. κἀν τούτῳ ταραχῆς γενομένης στρατιωτῶν ἐξῆλθε, | |
20 | καὶ καταστήσας αὐτοὺς οὐ πρότερον ἀνεχώρησε πρὶν ἐς τὸ ἀσφαλὲς ἄλλους ἀλλαχοῦ πέμψαι. καὶ οὕτως ἐπεὶ μηδὲν ἔτι ταραχῶδες ἐγίνετο, ἑαυτὸν διεχρή‐ σατο. καὶ οἱ στρατιῶται τὸ σῶμα αὐτοῦ ἔθαψαν, καί τινες αὐτῷ ἐπέσφαξαν ἑαυτούς. | |
25 | Τοῦτο τὸ τέλος τῷ Ὄθωνι γέγονε, ζήσαντι μὲν ἑπτὰ καὶ τριάκοντα ἔτη, ἄρξαντι δὲ ἡμέρας ἐνενή‐ κοντα· ὅθεν καὶ τὴν ἀσέβειαν καὶ τὴν πονηρίαν τοῦ βίου συνεσκίασε· κάκιστα γὰρ ἀνθρώπων ζήσας κάλλιστα ἀπέθανεν. οἱ δὲ στρατιῶται εὐθὺς μὲν | |
30 | ἐταράχθησαν, καὶ ὑπ’ ἀλλήλων πολλοὶ ἀνῃρέθησαν· ἔπειτα ὡμονόησαν καὶ προσκεχωρήκεσαν τοῖς κεκρα‐ | |
τηκόσιν. | 46 in vol. 3 | |
3.47 | Οἱ δ’ ἐν τῇ Ῥώμῃ τὸ πάθος μαθόντες τοῦ Ὄθωνος, ἀπεδήμει γὰρ τοῦ ἄστεος, ὡς προείρηται, αὐτοκράτορα τὸν Οὐιτέλλιον ἀνηγόρευον. ὄντι δ’ ἐν τῇ Γαλατίᾳ ὁ θάνατος ἠγγέλθη τοῦ Ὄθωνος. ἦλθε | |
5 | δὲ πρὸς αὐτὸν καὶ ἡ γυνὴ καὶ τὸ παιδίον, ὃ καὶ ἐπὶ βήματος Γερμανικόν τε καὶ αὐτοκράτορα ἐπωνόμασεν, ἑξάετες ὄν. φιλόμαντις δὲ ὑπάρχων καὶ μηδὲ τὸ βραχὺ πράσσων ἄνευ αὐτῶν, τότε μὲν τοὺς ἀστρο‐ νόμους, ὕστερον δὲ καὶ τοὺς γόητας ἐξήλασε, προ‐ | |
10 | ειπὼν σφίσιν ἐντὸς τῆσδε τῆς ἡμέρας ἐξ ἁπάσης ἐκχωρῆσαι τῆς Ἰταλίας. κἀκεῖνοι νυκτὸς ἀντιπρο‐ θέντες προγράμματα, ἀντιπαρήγγειλαν αὐτῷ ἀπαλ‐ λαγῆναι τοῦ βίου ἐντὸς τῆς ἡμέρας ἐν ᾗ ἐτελεύτησεν. Ἦν δὲ τρυφῇ τε καὶ ἀσελγείᾳ προσκείμενος. καὶ | |
15 | ἀπ’ ἀρχῆς τοιοῦτος ὢν οἷος περὶ τὰ καπηλεῖα καὶ τὰ κυβευτήρια καὶ τοὺς ὀρχηστὰς καὶ τοὺς ἁρματηλάτας ἐσπουδακέναι, καὶ ἀμύθητα ἐς τὰ τοιαῦτα ἀνήλισκε καὶ διὰ τοῦτο καὶ δανειστὰς πολλοὺς εἶχε· τότε δὲ καὶ μᾶλλον ὕβριζε, καὶ τῆς τε ἡμέρας τὸ πλεῖστον | |
20 | τῆς τε νυκτὸς ἐδαπάνα ἀπλήστως ἐμφορούμενος καὶ συνεχῶς ἐξεμῶν, ὡς μόνῃ τῇ παρόδῳ τῶν σιτίων τρέφεσθαι. ἀφ’ οὗπερ καὶ ἀνταρκεῖν ἠδύνατο. οἱ δὲ συνδειπνοῦντες αὐτῷ πάνυ κακῶς ἀπηλλάσσοντο. ὅθεν εἷς τις αὐτῶν νοσήσας καὶ διὰ τοῦτο ἡμέρας | |
25 | τινὰς τοῦ συσσιτίου ἀπολειφθεὶς εἶπεν ὅτι “εἰ μὴ ἐνόσησα, πάντως ἂν ἀπολώλειν.” καὶ ἐγένετο ὁ | |
χρόνος ὁ τῆς αὐταρχίας αὐτοῦ σύμπας οὐδὲν ἄλλο ἢ | 47 in vol. 3 | |
3.48 | μέθαι τε καὶ κῶμοι. καὶ τί ἄν τις καθ’ ἕκαστον αὐτῶν καταλέγοι, ὁπότε πρὸς πάντων ὡμολόγηται δύο μυριάδας μυριάδων καὶ χιλίας πεντακοσίας ἐν τῷ τῆς ἀρχῆς αὐτοῦ χρόνῳ ἐς τὰ δεῖπνα αὐτὸν δεδα‐ | |
5 | πανηκέναι. πολλάκις δὲ καὶ παρ’ ἄλλοις εἱστιᾶτο, καὶ τῆς αὐτῆς ἡμέρας ἄλλοι μὲν ἀκρατίσασθαι παρ‐ εῖχον αὐτῷ, ἄλλοι δὲ ἀριστῆσαι, ἕτεροι δὲ δεῖπνον, ἕτεροι δὲ μεταδόρπιά τινα πλησμονῆς παραμύθια. Οὕτω δὲ βιοὺς οὐκ ἄμοιρος ἦν παντάπασι καὶ | |
10 | καλῶν ἔργων. τό τε γὰρ ἐπὶ Νέρωνος καὶ τὸ ἐπὶ Γάλβου τοῦ τε Ὄθωνος κοπὲν νόμισμα ἐτήρησεν, οὐκ ἀγανακτῶν ταῖς εἰκόσιν αὐτῶν, καὶ ὅσα τισὶν ἐδε‐ δώρηντο ἐφύλαξε, μηδένα μηδὲν ἀφελόμενος· καὶ οὔτε τὰ ἐκ τῶν συντελειῶν ἐποφληθέντα ἀπῄτησεν | |
15 | οὔτε οὐσίαν τινὸς ἐδήμευσεν, ὀλίγους μὲν πάνυ τῶν τὰ Ὄθωνος πραξάντων ἀποκτείνας, μηδὲ τὰς ἐκείνων μέντοι οὐσίας τοὺς προσήκοντας σφῶν ἀποστερήσας. καὶ τοῖς οἰκείοις δὲ τῶν πρότερόν ποτε θανατωθέν‐ των ἐδωρήσατο πάντα ὅσα ἔτι ἐν τῷ δημοσίῳ εὕ‐ | |
20 | ρηντο. ἀλλ’ οὐδὲ τὰς διαθήκας τῶν ἀντιπολεμησάντων αὐτῷ καὶ ἐν ταῖς μάχαις πεσόντων ᾐτιάσατο. ἀπηγό‐ ρευσε δὲ καὶ τοῖς βουλευταῖς καὶ τοῖς ἱππεῦσι μονο‐ μαχεῖν ἢ ἐν ὀρχήστρᾳ θέαν τινὰ παρέχειν. καὶ διὰ ταῦτα ἐπῃνεῖτο. | |
25 | Ἐπὶ τούτοις ἠγγέλθη αὐτῷ ἡ ἐν Ἰουδαίᾳ κατ’ αὐτοῦ ἐπανάστασις. καὶ δεινῶς κατέδεισε δι’ αὐτήν, ἄλλων τε συμβάντων σημείων καὶ τῆς σελήνης παρὰ τὸ καθεστηκὸς δὶς ἐκλελοιπέναι δοξάσης· καὶ γὰρ τεταρταία καὶ ἑβδομαία ἐσκιάσθη. ἡλίους τε δύο | |
30 | ἅμα τότε εἶδον ἔκ τε τῶν ἀνατολῶν καὶ ἐκ τῶν δυ‐ σμῶν, τὸν μὲν ἀσθενῆ καὶ ὠχρόν, τὸν δ’ ἐξ ἀνατολῶν | |
ἰσχυρόν. | 48 in vol. 3 | |
3.49 | Ἐπράχθη δὲ τὰ τῆς ἐπαναστάσεως ὧδε. Οὐεσπα‐ σιανὸς ἐν Ἰουδαίᾳ διατρίβων, ὡς γὰρ ἤδη ἱστόρηται, παρὰ Νέρωνος ἦν ἐκεῖσε σταλεὶς διὰ τὴν τῶν Ἰου‐ δαίων ἀποστασίαν, τῷ μὲν Γάλβᾳ αὐταρχήσαντι | |
5 | τὸν υἱὸν ἔπεμψε Τίτον προσεροῦντα αὐτόν· ἐπανελ‐ θόντος δὲ τοῦ Τίτου, ἐπεὶ καθ’ ὁδὸν ἐμεμαθήκει τὴν τοῦ Οὐιτελλίου καὶ τοῦ Ὄθωνος ἐπανάστασιν, πρὸς μοναρχίαν καὶ αὐτὸς ὡρμήθη, κατὰ τὸν Δίωνα. ὡς δ’ ὁ Ἱώσηπος ἐν τῇ τῆς ἁλώσεως ἱστορία φησίν, οἱ | |
10 | μετ’ αὐτοῦ στρατιῶται μαθόντες τοὺς μὲν ἐν τῇ Εὐρώπῃ Γαλάτας στασιάσαντας Γάλβαν προχειρίσα‐ σθαι αὐτοκράτορα, τοὺς δ’ ἐν Γερμανίᾳ στρατευο‐ μένους ἀνθελέσθαι τὸν Οὐιτέλλιον, τοὺς δ’ ἐν τῇ Ῥώμῃ προχειρίσασθαι Ὄθωνα, καὶ αὐτοὶ τὴν μοναρ‐ | |
15 | χίαν τῷ σφετέρῳ ἐψηφίσαντο στρατηγῷ, καὶ παρα‐ κροτήσαντες ἀλλήλους ἀνηγόρευσαν τὸν Οὐεσπασια‐ νὸν αὐτοκράτορα καὶ σώζειν τὴν τῶν Ῥωμαίων ἡγεμονίαν κινδυνεύουσαν παρεκάλουν. ἀρνουμένου δ’ ἐκείνου οἱ μὲν ἡγεμόνες προσέκειντο, οἱ δὲ στρα‐ | |
20 | τιῶται περιχυθέντες ξιφήρεις ἀνελεῖν ἠπείλουν αὐτόν. πείθεται οὖν, καὶ πρῶτον τῷ τὴν ἀρχὴν τῆς Αἰγύ‐ πτου ἰθύνοντι ἐπιστέλλει περὶ τῶν κατ’ αὐτόν· καὶ ὃς εὐθὺς ἀνηγόρευσεν αὐτὸν αὐτοκράτορα. Οὐεσπα‐ σιανὸς δὲ τοῦτο μαθὼν τὸν μὲν τῆς Συρίας ἡγού‐ | |
25 | μενον Μουκιανὸν εἰς τὴν Ἰταλίαν ἐπὶ τὸν Οὐιτέλλιον ἔπεμψαν. ὅτε καὶ τὸν Ἑβραῖον Ἰώσηπον, ὃς αὐτὸν ἔτι ζῶντος τοῦ Νέρωνος αὐτοκράτορα προσειπεῖν | |
ἐθάρρησε, δεσμώτην ἔτι ὄντα παρ’ αὑτῷ καὶ αἰχμά‐ | 49 in vol. 3 | |
3.50 | λωτον, τὴν ἀρχὴν καλέσας πρὸς ἑαυτόν, οἷα προμαν‐ τευσάμενον αὐτῷ, λυθῆναι κελεύει. τοῦ δὲ Τίτου τῷ πατρὶ Οὐεσπασιανῷ δίκαιον εἰπόντος εἶναι καὶ τὸ ὄνειδος ἐξ Ἰωσήπου ἀφαιρεθῆναι σὺν τῷ σιδήρῳ, | |
5 | τοῦτο δ’ ἔσεσθαι, εἰ μὴ λυθῶσι τὰ δεσμά, ἀλλὰ δια‐ κοπῶσιν, ὃ ἐπὶ τῶν μὴ δεόντως δεθέντων πράττεται, συνευδοκεῖ καὶ ὁ Οὐεσπασιανός, καὶ παρελθών τις διέκοψε πελέκει τὴν ἅλυσιν. Ὁ γὰρ Ἰώσηπος, ὡς αὐτὸς ἐκεῖνος ἱστόρησε, | |
10 | χρησμόν τινα ἐν γράμμασιν ἱεροῖς εὑρηκὼς δηλοῦντα ὡς ἄρξει τις ἀπὸ τῆς χώρας αὐτῶν τῆς οἰκουμένης, διὰ τὰς ἐν τῇ Ῥώμῃ στάσεις καὶ τῶν ἐκεῖ βασιλέων τὰς συνεχεῖς ἀλλαγὰς εἰς τὸν Οὐεσπασιανὸν τείνειν ὑπείληφε τὸν χρησμόν, καί οἱ τὸ κράτος προεμαν‐ | |
15 | τεύσατο. τούτου δὲ τοῦ χρησμοῦ μέμνηται καὶ Ἀππιανὸς ἐν τῷ εἰκοστῷ δευτέρῳ λόγῳ τῆς Ῥωμαϊ‐ κῆς ἱστορίας αὐτοῦ. δικαιότερον δ’ ἂν ἢ ἀληθὲς μάλιστα νομισθείη τὸ ἐπὶ τὸν σωτῆρα τοῦ τῶν ἀν‐ θρώπων γένους τὸν κύριον Ἰησοῦν Χριστὸν τὸν | |
20 | χρησμὸν ἐκληφθῆναι· οὐ γὰρ τῆς οἰκουμένης πάσης Οὐεσπασιανὸς ἐβασίλευσε, κατὰ τὸν χρησμόν, ἀλλὰ τῆς ὑπὸ Ῥωμαίους μόνης· πολὺ δὲ τῆς οἰκουμένης ἦν ὃ τῆς Ῥωμαϊκῆς ἀρχῆς ἦν ἐκτός· ὁ δὲ κύριος συμ‐ πάσης τῆς οἰκουμένης ἐβασίλευσέ τε καὶ βασιλεύει, | |
25 | ᾧ παρὰ τοῦ πατρὸς ἐρρήθη “αἴτησαι παρ’ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου καὶ τὴν κατά‐ | |
σχεσίν σου τὰ πέρατα τῆς γῆς.” | 50 in vol. 3 | |
3.51 | Οὐεσπασιανὸς δὲ πρὸς Ἀλεξάνδρειαν ὥρμησεν, ἔνθα καὶ ἀπὸ τῆς Ῥώμης εὐαγγέλια ἧκεν αὐτῷ, ὡς Οὐιτέλλιος μὲν ἀπεσφάγη, αὐτὸς δὲ αὐτοκράτωρ τῷ τε δήμῳ καὶ τῇ συγκλήτῳ ἀνηγορεύθη, καὶ ὁ υἱὸς | |
5 | αὐτοῦ Δομετιανὸς εἰς ἡγεμονίαν προήχθη μέχρι τῆς αὐτοῦ πρὸς τὴν Ῥώμην ἀφίξεως. Ὁ δὲ τοῦ Οὐιτελλίου θάνατος τοῦτον τὸν τρόπον ἐγένετο. ἤδη οἱ Οὐεσπασιάνειοι στρατιῶται πεπλη‐ σιακότες ἦσαν τῇ Ῥώμῃ, καὶ ἐς αὐτὴν ἐσβαλόντες | |
10 | οὐδὲν ὅ,τι τῶν δεινῶν οὐκ ἐποίησαν. τῆς δὲ πόλεως πορθουμένης ὁ Οὐιτέλλιος φοβηθείς, χιτωνίσκον τε ῥακώδη περιβαλόμενος, ἐς οἴκημα σκοτεινόν, ἐν ᾧ κύνες ἐτρέφοντο, κατεκρύφθη, διανοούμενος νυκτὸς ἐς τὴν Ταρακῖναν πρὸς τὸν ἀδελφὸν ἀποδρᾶναι. | |
15 | ἀναζητήσαντες δὲ οἱ στρατιῶται αὐτὸν συνέλαβον φορυτοῦ πεπλησμένον καὶ αἵματος, ὑπὸ γὰρ τῶν κυνῶν ἐλελύμαντο, καὶ τὴν ἐσθῆτα περιρρήξαντες αὐτοῦ καὶ εἰς τοὐπίσω τὼ χεῖρε δεσμήσαντες, σχοῖ‐ νόν τε αὐτῷ περιθέντες περιαυχένιον, οἱ μὲν ἐρρά‐ | |
20 | πιζον, οἱ δὲ τοῦ γενείου ἔτιλλον, πάντες δὲ ἔσκωπτον τά τε ἄλλα καὶ τὴν ἀσωτίαν αὐτοῦ. αἰσχυνομένου δὲ ἐπὶ τούτοις καὶ κάτω βλέποντος, οἱ στρατιῶται ξιφιδίοις αὐτὸν ὑπὸ τὸ γένειον ὑπεκέντουν, ἵνα καὶ ἄκων ἄνω βλέπῃ. Κελτὸς δέ τις ἐλεήσας αὐτόν “ἐγώ | |
25 | σοι” ἔφη “βοηθήσω ὡς μόνος δύναμαι.” καὶ ὁ μὲν ἐκεῖνον ἔτρωσε καὶ ἑαυτὸν ἀπέσφαξεν· οὐ μέντοι καὶ ὁ Οὐιτέλλιος ἀπέθανεν ἐκ τοῦ τραύματος, ἀλλ’ ἐσύρετο εἰς τὸ δεσμωτήριον. περιαλγήσας δὲ οἷς τε | |
ἔπασχε καὶ οἷς ἤκουεν “ἀλλ’ ἔγωγε” ἔφη “αὐτοκρά‐ | 51 in vol. 3 | |
3.52 | τωρ ὑμῶν ἐγενόμην.” ὀργισθέντες οὖν οἱ στρατιῶται κατέκοψαν αὐτόν, καὶ τὴν κεφαλὴν ἀποτεμόντες αὐ‐ τοῦ κατὰ πᾶσαν τὴν πόλιν περιήγαγον, ζήσαντος ἔτη τέσσαρα καὶ πεντήκοντα καὶ ἡμέρας ἐννέα καὶ ὀγ‐ | |
5 | δοήκοντα, ἄρξαντος δὲ ἐνιαυτὸν δέκα ἡμερῶν ἐπι‐ δέοντα. Πεπραγμένων δὲ τούτων ὁ Μουκιανὸς ἐπῆλθε καὶ τῷ Δομετιανῷ συνδιῴκει· αὐτοκράτωρ τε ὁ Οὐεσπασιανὸς καὶ πρὸς τῆς βουλῆς εὐφημήθη, καὶ | |
10 | Καίσαρες ὅ τε Τίτος καὶ ὁ Δομετιανὸς ἐπεκλήθησαν. ὁ δὲ Μουκιανὸς ἀδελφὸς παρὰ τοῦ Οὐεσπασιανοῦ ὠνομάζετο, καὶ ἐξουσίαν εἴληφε πάνθ’ ὅσα ἐβούλετο πράττειν καὶ γράφειν, τὸ ὄνομα τοῦ αὐτοκράτορος μόνον ἐπιγραφόμενος· καὶ διὰ τοῦτο καὶ δακτύλιον | |
15 | πεμφθέντα οἱ ἐφόρει, ἵνα τὸ αὐτοκρατορικὸν σφρά‐ γισμα λαμβάνῃ τὰ σημαινόμενα πολλοῖς γοῦν ἀρχάς τε καὶ ἐπιτροπείας αὐτὸς καὶ ὁ Δομετιανὸς ἔδοσαν, καὶ ἐπάρχους ἄλλους ἐπ’ ἄλλοις καὶ ὑπάτους ἀπέδει‐ ξαν, ὡς αὐτοὶ αὐταρχοῦντες. ὥστε τὸν Οὐεσπασιανὸν | |
20 | ἐπιστεῖλαι τῷ Δομετιανῷ ὅτι “χάριν ἔχω σοι, τέκνον, ὅτι με ἐᾷς ἄρχειν καὶ οὐδέπω με καταλέλυκας.” Ἐς δὲ τὴν Ἀλεξάνδρειαν ὁ Οὐεσπασιανὸς ἀφικό‐ μενος χρήματα πολλὰ ἐκεῖθεν ἠργυρολόγησε, χρημα‐ τιζόμενος πάντοθεν, καὶ τέλη πολλὰ τὰ μὲν ἐκλελειμ‐ | |
25 | μένα ἀνενεώσατο, τὰ δὲ καὶ νομιζόμενα προσεπηύξησε, καινά τε προσέθετο ἕτερα. τὸ δ’ αὐτὸ τοῦτο καὶ ἐν τῇ ἄλλῃ ὑπηκόῳ τῇ τε Ἰταλίᾳ καὶ αὐτῇ τῇ Ῥώμῃ μετὰ ταῦτα ἐποίησε. τὴν μὲν οὖν Αἴγυπτον δι’ ὀλίγου | |
κατεστήσατο, καὶ σῖτον πολὺν εἰς τὴν Ῥώμην | 52 in vol. 3 | |
3.53 | ἔπεμψεν ἀπ’ αὐτῆς· τὸν δὲ υἱὸν αὐτοῦ Τίτον εἰς τὰ Ἱεροσόλυμα καταλελοιπὼς πορθῆσαι αὐτά, τὴν ἐκείνων ἀνέμενεν ἅλωσιν, ἵνα μετὰ τοῦ υἱέος ἐπ‐ ανέλθῃ πρὸς τὴν Ῥώμην. τριβομένου δὲ χρόνου ἐν | |
5 | τῇ πολιορκίᾳ, τὸν μὲν Τίτον ἐν τῇ Παλαιστίνῃ κατ‐ έλιπεν, αὐτὸς δὲ ὁλκάδος ἐπιβὰς ἐς Λυκίαν ἔπλευσε, κἀκεῖθεν τὰ μὲν πεζῇ, τὰ δὲ ναυτιλλόμενος εἰς τὸ Βρεντέσιον ἐκομίσθη. Ἐλθὼν δ’ ἐς τὴν Ῥώμην καὶ τοῖς στρατιώταις | |
10 | καὶ τῷ δήμῳ παρέσχηκε δωρεάς, καὶ τὰ τεμένη καὶ τὰ δημόσια ἔργα τὰ πεπονηκότα ἀνελάμβανε, καὶ τὰ ἤδη ἐφθαρμένα ἐπανεσκεύαζε, καὶ συντελουμένοις αὐτοῖς οὐ τὸ ἑαυτοῦ ἐπέγραφεν ὄνομα, ἀλλὰ τὸ τῶν πρώτως δομησαμένων. τὰς δὲ οὐσίας τῶν ἐναντιω‐ | |
15 | θέντων αὐτῷ καὶ ἐν ταῖς μάχαις πεσόντων τοῖς παισὶν ἐκείνων ἢ τοῖς ἄλλως οἰκείοις ἀφῆκε, καὶ τὰ συμβόλαια τὰ παλαιὰ τὰ τῷ δημοσίῳ προσήκοντα προσδιέφθειρε. μεγαλοπρεπῶς δὲ εἰς τὸ κοινὸν ἀναλίσκων, εὐτελέστατα διῃτᾶτο, καὶ οὐδὲν ἔξω τῶν | |
20 | ἀναγκαίων ἐδαπάνα. ἦν δὲ οὔτε ἐξ εὐγενῶν οὔτε πλούσιος. πάντας δὲ τοὺς προσιόντας αὐτῷ προσ‐ εδέχετο. τοῖς δὲ φίλοις καὶ πρὸ τῆς ἕω καὶ ἐπὶ τῆς εὐνῆς κατακείμενος συνεγίνετο· καὶ αἱ θύραι τῶν βασιλείων ἠνεῳγμέναι διὰ πάσης τῆς ἡμέρας ἦσαν, | |
25 | καὶ φρουρὸς οὐκ ἦν ἐν αὐταῖς. τό τε σύμπαν, τῇ μὲν προνοίᾳ τῶν κοινῶν αὐτοκράτωρ νενόμιστο, εἰς τἄλλα δὲ πάντα κοινὸς καὶ ἰσοδίαιτος ἦν τοῖς λοιποῖς. Τῶν δ’ Ἱεροσολύμων ἁλόντων ὁ Τίτος εἰς τὴν | |
30 | Ἰταλίαν ἐπανελθὼν τὰ ἐπινίκια αὐτός τε καὶ ὁ πατὴρ ἐφ’ ἅρματος ἔπεμψαν· συνέπεμπε δὲ σφίσιν | |
αὐτὰ καὶ ὁ Δομετιανὸς ὑπατεύων ἐπὶ κέλητος. μετὰ | 53 in vol. 3 | |
3.54 | δὲ τοῦτο διδασκάλους ἐν τῇ Ῥώμῃ καὶ τῆς Λατίνων καὶ τῆς Ἑλληνικῆς παιδείας κατέστησε, μισθὸν ἐκ τοῦ δημοσίου φέροντας. κατηγορίαν δὲ ὁ Μουκιανὸς τῶν φιλοσόφων πολλὴν ποιησάμενος ἔπεισε τὸν | |
5 | Οὐεσπασιανὸν ἐξελάσαι αὐτοὺς τῆς Ῥώμης· καὶ πλὴν τοῦ Μουσωνίου ἅπαντες ἀπηλάθησαν. χρηματιστὴς δ’ ἐνομίζετο, ὅτι ἀνδριάντα στῆσαι αὐτῷ ψηφισα‐ μένων τινῶν, οὗ τὸ ἀνάλωμα μυριάδες ἦσαν πέντε καὶ εἴκοσι, προέτεινε τὴν χεῖρα “δότε μοι τὸ ἀργύ‐ | |
10 | ριον” εἰπών· “ἡ γὰρ βάσις αὐτοῦ αὕτη ἐστί.” καὶ πρὸς τὸν Τίτον ἀγανακτοῦντα τέλει τινὶ ᾧ αὐτὸς καταδεδείχει, εἶπεν, χρυσοῦς ἐξ αὐτοῦ πεπορισμένους λαβών, “ἰδού, τέκνον, εἴ τι ὄζουσιν.” ἐπεβουλεύθη δὲ ὑπὸ Ἀλιηνοῦ καὶ ὑπὸ Μαρκέλλου. φωραθέντες | |
15 | δὲ ὁ μὲν Ἀλιηνὸς ἐν τοῖς βασιλείοις ἐσφάγη, τοῦ Τίτου κελεύσαντος, Μάρκελλος δὲ κριθεὶς ἐν τῷ συνεδρίῳ καὶ καταδικασθεὶς αὐτὸς ἑαυτὸν ἀνεῖλε ξυρῷ τεμὼν τὸν λαιμόν. Οὐεσπασιανὸς δὲ νοσήσας πυρετοῖς μετήλλαξεν· | |
20 | ὡς δέ τινες ἔφασαν, τοῦ Τίτου καταψευδόμενοι, φάρμακον ἐν συμποσίῳ τινὶ πεπωκώς. ἐπιτιμώντων δὲ αὐτῷ νοσοῦντι τῶν ἰατρῶν ὅτι νοσῶν πάντα τὰ τῇ ἀρχῇ προσήκοντα ἔπραττε, “τὸν αὐτοκράτορα” ἔφη “ἑστῶτα δεῖ ἀποθνήσκειν.” ἀπεβίω δὲ ζήσας ἔτη | |
25 | ἐννέα καὶ ἑξήκοντα καὶ μῆνας ὀκτὼ καὶ ἡμέρας ὀκτώ, μοναρχήσας δὲ ἔτη δέκα, ἓξ δέοντα ἡμερῶν. Τούτου δὲ τελευτήσαντος ὁ Τίτος τὴν ἀρχὴν | |
διεδέξατο. ὃς μοναρχήσας οὔτε φονικόν τι οὔτε | 54 in vol. 3 | |
3.55 | ἐρωτικὸν ἔπραξεν, ἢ ὅτι μετεβάλλετο ἢ ὅτι ἐπὶ βραχύτατον, ὥς γε ἐς ἡγεμονίαν εἰπεῖν, ἐπεβίω. δύο γὰρ ἔτη μετὰ τὴν αὐταρχίαν καὶ μῆνας δύο ἡμέρα τε εἴκοσιν ἔζησεν, ἐπ’ ἐννέα καὶ τριάκοντα ἔτεσι καὶ | |
5 | μησὶ πέντε καὶ ἡμέραις πέντε καὶ εἴκοσι. διὸ καὶ ἐξ ἴσου αὐτὸν ἄγουσι τῇ τοῦ Αὐγούστου πολυετίᾳ, ὅτι οὔτ’ ἐκεῖνος ἐφιλήθη ἄν, εἰ ἐλάττω χρόνον ἐζήκει, οὔτ’ ἂν οὗτος, εἰ πλείονα· ὁ μὲν ὅτι τραχύτερος κατ’ ἀρχὰς διὰ τὰς στάσεις καὶ τοὺς πολέμους γενόμενος | |
10 | ἠδυνήθη μετὰ ταῦτα εὐεργεσίαις ἐν τῷ πολυχρονίῳ λαμπρύνεσθαι, ὁ δ’ ὅτι ἐπιεικῶς ἄρξας ἐν ἀκμῇ τῆς δόξης ἀπέθανε, τάχ’ ἂν ἐλεγχθείς, εἴ γε ἐβίω ἐπὶ μακρόν, ὅτι εὐτυχίᾳ πλείονι ἐχρήσατο ἢ ἀρετῇ. οὔτε δέ τινα τῶν βουλευτῶν ἐν τῇ αὐτοῦ ἡγεμονίᾳ ἀπ‐ | |
15 | έκτεινε καὶ γράμματα ἐξέθηκε βεβαιῶν πάντα τὰ ὑπὸ τῶν πρότερον αὐτοκρατόρων δοθέντα τισίν. ἦν δὲ περὶ χρήματα ἀκριβὴς καὶ οὐ μάτην ἀνήλισκεν· οὐδένα μέντοι ποτὲ διὰ ταῦτα ἐκόλασεν. Ἐπὶ τούτου καὶ ὁ Ψευδονέρων ἐφάνη, ὃς Ἀσια‐ | |
20 | νὸς ἦν, ἐκαλεῖτο δὲ Τερέντιος Μάξιμος, προσεοικὼς δὲ τῷ Νέρωνι καὶ τὸ εἶδος καὶ τὴν φωνήν· καὶ γὰρ ἐκιθαρῴδει. ἔκ τε τῆς Ἀσίας τινὰς προσεποιήσατο, καὶ ἐπὶ τὸν Εὐφράτην προχωρῶν πολλῷ πλείους ἀνηρτήσατο, καὶ τέλος πρὸς Ἀρτάβανον τὸν τῶν | |
25 | Πάρθων κατέφυγεν ἀρχηγόν· ὃς καὶ δι’ ὀργῆς τὸν Τίτον ποιούμενος ἐδέξατο τοῦτον καὶ καταγαγεῖν εἰς Ῥώμην παρεσκευάζετο. Ἐν δὲ τῷ πρώτῳ τῆς ἡγεμονίας αὐτοῦ ἔτει πῦρ ἐν Καμπανίᾳ πολὺ κατὰ τὸ φθινόπωρον ἀθρόον | |
30 | ἐξήνθησε. τὸ γὰρ ὄρος τὸ Βέσβιον, κατὰ Νέαν ὂν πόλιν, ἔχει πυρὸς ἀφθόνους πηγάς· μέσον δέ γε | |
μόνον πεπύρωται, τὰ δ’ ἔξωθεν εἰσὶν ἄπυρα. τῶν | 55 in vol. 3 | |
3.56 | οὖν ἐν τῷ μέσῳ κραυρουμένων καὶ τεφρουμένων, αἱ μὲν πέριξ κορυφαὶ τὸ ἀρχαῖον σώζουσιν ὕψος, τὸ δὲ μέσον δαπανηθὲν τῷ πυρὶ κοῖλον ἐκ τοῦ συνιζάνειν ἐγένετο. καὶ ἀναδίδοται ἐξ αὐτοῦ τῆς μὲν νυκτὸς | |
5 | φλόξ, τῆς δ’ ἡμέρας καπνὸς καὶ ποτὲ μὲν μᾶλλον, ποτὲ δὲ ἧττον· ἐνίοτε δὲ καὶ τέφραν ἀναβάλλει, ὅταν ἀθρόον ὑφιζήσῃ, καὶ λίθους ἀναπέμπει, ὅταν ὑπὸ πνεύματος ἐκβιασθῇ· ἠχεῖ τε καὶ βοᾷ, μὴ συμπεπι‐ λημένας, ἀλλ’ ἀραιὰς καὶ ἐλευθέρας τὰς ἀναπνοὰς | |
10 | ἔχον. τοιοῦτον μέν ἐστι τὸ Βέσβιον· τότε δὲ κτύπος ἐξαίσιος ἐξαπίνης ὡς τῶν ὀρῶν συμπιπτόντων ἐξ‐ ηκούσθη, καὶ ἀνέθορον πρῶτον μὲν λίθοι ὑπερ‐ μεγέθεις, ἔπειτα πῦρ πολὺ καὶ καπνὸς ἄπλετος, ὡς καὶ τὸν ἥλιον συγκρυφθῆναι καὶ σκότος ἐκ φωτὸς | |
15 | γενέσθαι. καὶ τέφρα δὲ ἀνεφυσήθη ἀμύθητος, ὡς τῆς τε γῆς καὶ τῆς θαλάσσης καὶ τοῦ ἀέρος κατασκε‐ δασθῆναι παντὸς καὶ τοὺς ἰχθύας τά τε ὄρνεα δια‐ φθαρῆναι, καὶ δύο πόλεις, τό τε Ἑρκουλάνεον καὶ τοὺς Πομπηίους, ἐν θεάτρῳ τοῦ δήμου αὐτῶν καθ‐ | |
20 | ημένου, καταχωσθῆναι. τοσαύτη δ’ ἦν ἡ τέφρα ὥστε τι αὐτῆς καὶ ἐς Ἀφρικὴν ἐλθεῖν καὶ εἰς Συ‐ ρίαν καὶ εἰς τὴν Αἴγυπτον καὶ εἰς αὐτὴν τὴν Ῥώ‐ μην· ἐξ ἧς ὕστερον λοιμώδης νόσος ἐνέσκηψεν. Ὁ δ’ οὖν Τίτος τοῖς Καμπανοῖς καὶ οἰκιστὰς | |
25 | ἔπεμψε καὶ χρήματα ἐδωρήσατο ἄλλα τε καὶ τὰ τῶν ἀκληρονομήτων. αὐτὸς δὲ οὐδὲν παρ’ οὐδενός, καίτοι πολλῶν διδόντων, ἐδέξατο· πολλὰ δὲ τῶν δημοσίων ἔργων ἀνέστησεν οἴκοθεν. καὶ ἀγῶνας ἐποίησε θαυ‐ μαστούς, ἐν οἷς σφαιρία ξύλινα μικρὰ ἄνωθεν ἐρ‐ | |
30 | ρίπτει, σύμβολον ἔχοντα τὸ μὲν ἐδωδίμου τινός, τὸ δὲ ἐσθῆτος, ἄλλο χρυσοῦ, ἵππων, ὑποζυγίων, βοσκη‐ | |
μάτων, ἀνδραπόδων· ἃ οἱ ἁρπάζοντες πρὸς τοὺς | 56 in vol. 3 | |
3.57 | δοτῆρας αὐτῶν ἀπάγοντες τὸ ἐπιγεγραμμένον ἐλάμ‐ βανον. Τούτου ἐστὶ καὶ ἡ ἀοίδιμος ἐκείνη φωνὴ εἰπόν‐ τος “σήμερον οὐκ ἐβασίλευσα, ἐπεὶ οὐδένα εὐηρ‐ | |
5 | γέτησα.” Τούτου τῷ δευτέρῳ ἔτει Λίνος ὁ πρῶτος ἐπί‐ σκοπος τῆς Ῥωμαίων ἐκκλησίας τελευτῶν Ἀνεγκλήτῳ τὴν ἀρχιερωσύνην παρέδωκε. Τῷ δ’ ἐπιγενομένῳ ἔτει μετήλλαξεν ὁ Τίτος, ὡς | |
10 | μὲν φήμη κρατεῖ, πρὸς τοῦ ἀδελφοῦ ἐπιβουλευθείς, ὡς δ’ ἔνιοι γράφουσι, νοσήσας. ἔμπνουν μέντοι αὐ‐ τὸν ἔτι ὄντα καὶ τάχα περιγενέσθαι δυνάμενον ἐς λάρνακα πλήρη χιόνος ὁ Δομετιανὸς ἐνέβαλεν, ὡς δεομένης τῆς νόσου τάχα τινὸς περιψύξεως. ἀπο‐ | |
15 | ψύχων δὲ εἰπεῖν λέγεται ὅτι “ἓν μόνον ἐπλημμέλη‐ σα·” τί δὲ τοῦτο ἦν οὐ διεσάφησε. τινὲς μὲν οὖν λέγουσιν ὅτι τὴν Δομιτίαν ἔσχε τὴν γυναῖκα τοῦ ἀδελφοῦ, ἕτεροι δὲ ὅτι τὸν Δομετιανὸν οὐκ ἀπέκτει‐ νεν ἐπιβουλεύοντά οἱ σαφῶς, ἀλλ’ αὐτός τε ὑπ’ | |
20 | ἐκείνου ἐφθάρη καὶ τὴν τῶν Ῥωμαίων ἀρχὴν ἀνδρὶ τοιούτῳ ἐξέδωκεν. Ἔτι γοῦν τοῦ Τίτου ἐμπνέοντος ὁ Δομετιανὸς εἴς τε τὴν Ῥώμην ἀφίππευσε καὶ εἰς τὸ στρατόπεδον εἰσελήλυθε καὶ τὴν ἐπίκλησιν καὶ τὴν ἐξουσίαν τοῦ | |
25 | αὐτοκράτορος ἔλαβεν. ἦν δὲ θρασὺς καὶ ὀργίλος καὶ | 57 in vol. 3 |
3.58 | ἐπίβουλος καὶ κρυψίνους· ἄνθρωπον δὲ ἐφίλησε μὲν ἀληθῶς οὐδένα πλήν τινων γυναικῶν, ἐπλάττετο δὲ ἀγαπᾶν ὃν μάλιστα κτεῖναι ἤθελεν. ἄπιστος γοῦν καὶ πρὸς τοὺς χαριζομένους αὐτῷ καὶ ὑπηρετοῦντας εἰς | |
5 | τὰ δεινότατα ἦν. καὶ ὁπότε τινὲς αὐτῷ ἢ πλεῖστα πορίσειαν χρήματα ἢ πολλοὺς συκοφαντήσειαν, τού‐ τους ἐκτίννυεν, ἵν’ ὑπ’ αὐτῶν μόνων δοκῇ προβαί‐ νειν τὰ ἀδικήματα. κάκιστος δὲ ὢν καὶ τοὺς τοῦ πατρὸς καὶ τοῦ ἀδελφοῦ φίλους ἀτίμως εἶχε, τοὺς δὲ | |
10 | καὶ διώλεσε. καὶ τὴν γυναῖκα αὐτοῦ Δομιτίαν ὡς ἐπὶ μοιχείᾳ ἀπεπέμψατο, τὸν Πάριν τὸν ὀρχηστὴν ἐν μέσῃ τῇ ὁδῷ δι’ αὐτὴν φονεύσας, καὶ τῇ ἀδελ‐ φιδῇ Ἰουλίᾳ συνῆν ἀπαρακαλύπτως ὡς γαμετῇ. εἶτα δεηθέντος τοῦ δήμου κατηλλάγη μὲν τῇ Δομιτίᾳ, | |
15 | ἐχρῆτο δ’ οὐδὲν ἧττον τῇ Ἰουλίᾳ. Καὶ μετὰ ταῦτα εἰς Γαλατίαν ἐξορμήσας, καὶ λεηλατήσας τινὰ τῶν πέραν Ῥήνου τὸν ἐνσπόνδων, ὠγκοῦτο ὥς τι μέγα κατωρθωκὼς καὶ τοῖς στρατιώ‐ ταις ἐπηύξησε τὴν μισθοφοράν, τάχα διὰ τὴν νίκην. | |
20 | πέντε γὰρ καὶ ἑβδομήκοντα δραχμὰς ἑκάστου λαμβά‐ νοντος, ἑκατὸν ἐκέλευσε δίδοσθαι. μεταμεληθεὶς δὲ τὴν μὲν ποσότητα οὐκ ἐμείωσε, τὸ δὲ πλῆθος τῶν στρατευομένων συνέστειλε. καὶ ἑκατέρωθεν μεγάλα τὸ δημόσιον ἔβλαψε, μήθ’ ἱκανοὺς τοὺς ἀμύνοντας | |
25 | αὐτῷ καὶ τούτους μεγαλομίσθους ποιήσας. καὶ τοῖς θεραπεύουσι δὲ καὶ τοῖς μή, ἀμφοτέροις ὁμοίως ἤχθετο, τοῖς μὲν ὡς θωπεύουσι, τοῖς δὲ ὡς κατα‐ φρονοῦσι. νίκας δὲ ψευδεῖς προσποιούμενος, ὕπα‐ τος μὲν ἐπ’ ἔτη δέκα, τιμητὴς δὲ διὰ βίου κεχει‐ | |
30 | ροτόνητο. Πολλοὶ δὲ τῶν ὑποτελῶν Ῥωμαίοις ἀφίσταντο, | |
χρήματα βιαίως πρασσόμενοι, ὡς καὶ οἱ Νασαμῶνες. | 58 in vol. 3 | |
3.59 | τούς τε γὰρ τῶν χρημάτων πράκτορας ἔφθειραν καὶ τὸν Νουμιδίας ἄρχοντα Φλάκκον ἐπελθόντα σφίσιν ἥττησαν οὕτως ὡς πορθῆσαι καὶ τὸ στρατόπεδον. εὑρόντες δὲ ἐν αὐτῷ τἄλλα τε ἐπιτήδεια καὶ οἶνον, | |
5 | ἐμπλησθέντες ὕπνωσαν. καὶ γνοὺς ὁ Φλάκκος τοῦτο ἐπέθετο αὐτοῖς καὶ πάντας ἀπώλεσε καὶ τοὺς ἀπο‐ μάχους διέφθειρεν ἅπαντας. ἐφ’ ᾧ ὁ Δομετιανὸς ἐπαρθεὶς εἶπε πρὸς τὴν βουλὴν ὅτι “Νασαμῶνας ἐκώλυσα εἶναι.” ἤδη γὰρ καὶ θεὸς ἠξίου νομίζεσθαι, | |
10 | καὶ δεσπότης καλούμενος καὶ θεὸς ὑπερηγάλλετο. ταῦτα οὐ μόνον ἐλέγετο, ἀλλὰ καὶ ἐγράφετο. ἐν δὲ θέᾳ ὑετοῦ πολλοῦ καὶ χειμῶνος σφοδροῦ ἐξαίφνης γενομένου οὐδένα εἴασεν ἐκ τῆς θέας ἀπαλλαγῆναι, ἀλλ’ αὐτὸς μανδύας ἀλλασσόμενος ἐκείνοις οὐδὲν | |
15 | μεταμφιάσασθαι παρεχώρησε· κἀντεῦθεν πολλοὶ νο‐ σήσαντες ἐτελεύτησαν. τοὺς δ’ ὑπ’ αὐτοῦ κολασθέν‐ τας ἐξαριθμήσασθαι οὐκ ἄν τις δύναιτο. συχνοὶ δὲ καὶ ἄνδρες καὶ γυναῖκες τῶν πλουσίων ἐπὶ μοιχείᾳ ἐκολάσθησαν· ὧν ἔνιαι καὶ ὑπ’ αὐτοῦ ἐμοιχεύθησαν. | |
20 | καὶ ἄλλαις δ’ αἰτίαις πολλοὶ καὶ ἐζημιώθησαν καὶ ἀπέθανον. γυνὴ γάρ τις ὅτι ἐναντίον εἰκόνος αὐτοῦ ἀπεδύσατο ἐφονεύθη, καὶ ἕτερος ὡς ἀστρολόγοις ὡμιληκώς. Μέτιον δέ τινα, ὃν ἡ φήμη μοναρχῆσαι μέλλειν ἐκήρυττεν, ἐξορίσας ἐφόνευσεν, ἐγκαλέσας | |
25 | αὐτῷ ὅτι ἐν τοῖς τοῦ κοιτῶνος τοίχοις εἶχε γεγραμ‐ μένην τὴν οἰκουμένην. καὶ σοφιστήν τινα, ὅτι ἀσκῶν μελέτην κατὰ τυράννων συνεγράψατο, θα‐ νάτῳ ἐκόλασε. πολλοὶ δὲ καὶ ὡς φιλοσοφοῦντες διώλοντο, καὶ οἱ λοιποὶ ἐξηλάθησαν. | |
30 | Τοιαῦτα δὲ πράττων ἐπεβουλεύθη παρά τε Παρ‐ θενίου καὶ Σιγήρου τῶν προκοίτων αὐτοῦ καὶ Ἐν‐ | |
τέλλου τοῦ τὰ τῆς ἀρχῆς βιβλία διέποντος καὶ | 59 in vol. 3 | |
3.60 | Στεφάνου ἀπελευθέρου. τὴν δ’ ἐπιβουλὴν οὔτε ἡ γυνὴ αὐτοῦ Δομιτία ἠγνόησεν οὔτε ὁ ἔπαρχος Νωρ‐ βανὸς οὔτε ὁ συνάρχων Πετρώνιος. ἥ τε γὰρ Δο‐ μιτία ὑπ’ αὐτοῦ μισουμένη ἐδεδίει μὴ ἀποθάνῃ καὶ | |
5 | οἱ ἄλλοι οὐκέτ’ αὐτὸν ἐφίλουν. λέγεται δὲ ὅτι πάν‐ τας ἅμα αὐτοὺς ὁ Δομετιανὸς ὑποπτεύων ἀποκτεῖναι ἐμελέτα, καὶ τὰ ὀνόματα αὐτῶν ἀπογραψάμενος ἐν τῇ κλίνῃ ὑπέθετο ὑπὸ τὸ προσκεφάλαιον· καί τι παι‐ δίον τὴν ἀπογραφὴν ἀφελόμενον ἔφερε, μὴ εἰδὸς τί | |
10 | φέρει. ἐντυχοῦσα δὲ ἡ Δομιτία αὐτῷ, καὶ ἀναγνοῦ‐ σα τὰ γεγραμμένα, κἀκείνοις ἐμήνυσε· κἀκ τούτου συνετάχυναν τὴν ἐπιβουλήν. Καὶ πολλὰ δὲ σημεῖα ἐγένοντό οἱ οὐκ αἴσια. Λαργῖνος δέ τις Πρόκλος, ἐν Γερμανίᾳ προειπὼν | |
15 | ὅτι κατὰ τήνδε τὴν ἡμέραν τελευτήσει ὁ Δομετιανός, ἐπέμφθη διὰ τοῦτο συσχεθεὶς εἰς τὴν Ῥώμην· καὶ ἐρωτηθεὶς παρ’ αὐτοῦ ἔφη καὶ τότε οὕτω γενήσε‐ σθαι. καταδικασθεὶς δὲ θανεῖν ἀνεβλήθη, ὅπως μετὰ τὴν ἡμέραν ἐν ᾗ ἔφη ἀποθανεῖσθαι μέλλειν | |
20 | τὸν Δομετιανὸν φονευθῇ· σφαγέντος δὲ τοῦ Δομε‐ τιανοῦ κατ’ ἐκείνην, ἐσώθη. ἕτερος δέ τις εἰπὼν αὐτῷ ὁπότε καὶ ὅπως φθαρήσεται, ἠρωτήθη ὁποίῳ καὶ αὐτὸς τρόπῳ θανεῖται· καὶ φήσας ὡς ὑπὸ κυνῶν ἀναλωθήσεται, ζῶν κατεκρίθη καυθῆναι καὶ τῷ | |
25 | πυρὶ προσερρίφη. ὑετοῦ δὲ καταρραγέντος πολλοῦ ἡ μὲν πυρὰ ἐσβέσθη, ἐκεῖνον δὲ ὀπίσω τὼ χεῖρε δε‐ δεμένον καὶ ἐπικείμενον αὐτῇ κύνες εὑρόντες διε‐ σπάραξαν. Τῷ δὲ Δομετιανῷ τὸ μεσημβρινὸν ἀναπαυομένῳ | |
30 | τὸν Στέφανον ὡς τῶν ἄλλων ἐρρωμενέστερον εἰσ‐ έπεμψεν ὁ Παρθένιος. καὶ ἐπλήγη μὲν ὁ Δομετιανός, | |
οὐ μὴν καιρίαν, ἀλλὰ καταβληθεὶς ὑπ’ αὐτοῦ ἔκειτο· | 60 in vol. 3 | |
3.61 | εἶτ’ αὖθις ὑπ’ ἐκείνου καὶ ἑτέρων προσκατειργάσθη. καὶ ὁ μὲν οὕτω κατεσφάγη, καὶ ὁ Στέφανος δὲ προσ‐ απώλετο, συνδραμόντων ἐπ’ αὐτὸν τῶν οὐ μετεσχη‐ κότων τῆς συνωμοσίας. Ἀπολλώνιος δὲ ὁ Τυανεύς, | |
5 | φιλόσοφος δὲ ἦν οὗτος Πυθαγορικός, γόης δὲ μά‐ λιστα, ἐν Ἐφέσῳ τότε διάγων καὶ τῷ πλήθει διαλε‐ γόμενος κατὰ τὴν ὥραν καθ’ ἣν ὁ Δομετιανὸς ἀνῃρεῖτο, ὡς ὕστερον ἐκ τῶν ἑκατέρωθεν γενομένων ἠκριβώθη, ἐπί τινα ὥραν ἐνεὸς ἔστη, εἶτα ἐξεβόησεν | |
10 | “εὖγε, Στέφανε, παῖε τὸν ἀλιτήριον· ἔπληξας, ἔτρωσας, ἀπέκτεινας.” τοῦτο δὲ καὶ ὁ Φιλόστρατος τὸν τοῦ Ἀπολλωνίου βίον συγγεγραφὼς οὕτως ἀν‐ έγραψεν. Ἔζησε δὲ Δομετιανὸς ἔτη πρὸς τέσσαρσι τεσσα‐ | |
15 | ράκοντα καὶ μῆνας δέκα καὶ ἡμέρας ἓξ καὶ εἴκοσιν, ἐμονάρχησε δὲ πεντεκαίδεκα καὶ ἡμέρας πέντε. Τῷ δὲ τετάρτῳ ἔτει τῆς αὐτοῦ βασιλείας ὁ τῆς Ἀλεξανδρέων ἐκκλησίας πρῶτος μετὰ Μάρκον τὸν ἀπόστολον ἀρχιερεὺς γεγονὼς ἐτελεύτησε, καὶ Ἀβί‐ | |
20 | λιος αὐτὸν διεδέξατο, δεύτερος ἐπίσκοπος Ἀλεξαν‐ δρείας γενόμενος. τῷ δωδεκάτῳ δ’ ἔτει τῆς ἡγεμο‐ νίας αὐτοῦ τελευτήσαντος Ἀνεγκλήτου Κλήμης τὴν ἀρχιερωσύνην τῆς Ῥώμης παρέλαβε, τρίτος ταύτης χρηματίσας ἐπίσκοπος, κατὰ τὸν Εὐσέβιον. | |
25 | Οὗτος ὁ ἔχθιστος αὐτοκράτωρ μετὰ Νέρωνα αὖ‐ θις τὸν κατὰ τῶν Χριστιανῶν διωγμὸν ἀνεκίνησε, τῆς ἐκείνου θεομαχίας διάδοχος γεγονώς· ὃς καὶ τὸν ἀπόστολον καὶ εὐαγγελιστὴν Ἰωάννην ἐν Πάτμῳ τῇ | |
νήσῳ διὰ τὸ κήρυγμα περιώρισε, καὶ τοὺς ἀπογόνους | 61 in vol. 3 | |
3.62 | Δαβὶδ ἀναιρεῖσθαι προσέταξε. ταῦθ’ ἱστορῶν ὁ Εὐ‐ σέβιος τὸν Ἡγήσιππον παράγει λέγοντα οὕτως. “ἔτι δὲ περιῆσαν υἱωνοὶ Ἰούδα τοῦ κατὰ σάρκα λεγομένου ἀδελφοῦ τοῦ κυρίου, οὕς τινες προσήγγειλαν ὡς ἐκ | |
5 | γένους ὄντας Δαβίδ. τούτους πρὸς αὐτὸν ἀχθέντας ὁ Δομετιανὸς ἤρετο εἰ ἐκ Δαβίδ εἰσι· καὶ κατέθεντο. προσεπήρετο οὖν πόσας κέκτηνται κτήσεις καὶ πόσων εὐποροῦσι χρημάτων· οἱ δ’ ἔφασαν ἐνακισχίλια δηνάρια ὑπάρχειν αὐτοῖς μόνα, καὶ ταῦτα οὐκ ἐν | |
10 | ἀργυρίοις ἔχειν, ἀλλ’ ἐν διατιμήσει γῆς ἐξ ἧς αὑτούς τε διατρέφεσθαι αὐτουργοῦντας καὶ τοὺς φόρους εἰσφέρειν· καὶ τὴν τῶν χειρῶν δὲ τραχύτητα ἐπ‐ εδείκνυον τῆς αὐτουργίας μαρτύριον. ἐρωτηθέντες δὲ καὶ περὶ τῆς τοῦ Χριστοῦ βασιλείας, ὁποία τις | |
15 | εἴη καὶ ποῖ καὶ πότε φανησομένη, οὐ κοσμικὴν αὐ‐ τὴν εἶναι οὐδ’ ἐπίγειον ἀπεκρίναντο, ἀλλ’ ἐπουρά‐ νιον, ἐπὶ συντελείᾳ τοῦ αἰῶνος φανησομένην. ἐφ’ οἷς ὡς εὐτελῶν αὐτῶν καταφρονήσας ὁ Δομετιανὸς ἐλευθέρους ἀφῆκε, καὶ τὸν διωγμὸν προστάγματι | |
20 | ἔπαυσεν.” Ὁ μὲν οὖν κάκιστος γεγονὼς βιαίως ἀπέρρηξε τὴν ζωήν, ὡς εἴθε καὶ πρὸ τῆς μοναρχίας, ἡ δ’ ἡγε‐ μονία εἰς Νερούαν μετήνεκτο, ἄνδρα καὶ εὐγενέστα‐ τον καὶ ἐπιεικέστατον. οἱ γὰρ τῷ Δομετιανῷ ἐπι‐ | |
25 | βουλεύοντες οὐ πρότερον ἔργου ἥψαντο πρὶν τὸν διαδεξόμενον τὴν αὐταρχίαν ἐβεβαιώσαντο. ἦλθον | |
οὖν ἐπὶ τὸν Νερούαν· ὃς ἀστρολόγων ὅτι μοναρχή‐ | 62 in vol. 3 | |
3.63 | σει φησάντων μικροῦ διώλετο ἄν. ὁ γὰρ Δομετιανὸς πάντων τῶν πρώτων τάς τε ἡμέρας καὶ τὰς ὥρας ἐν αἷς ἐγεγέννηντο διασκοπῶν, οὐκ ὀλίγους κἀκ τούτου τῶν ἐλπιζομένων ἔν τινι δυνάμει ἔσεσθαι προανή‐ | |
5 | λισκε. καὶ τοῦτον ἀπέκτεινεν ἄν, εἰ μή τις τῶν ἀστρολόγων αὐτῷ εὐνοῶν ἔφη ὅτι δι’ ὀλίγων ἡμε‐ ρῶν τελευτήσει· πιστεύσας γὰρ ὄντως τοῦτ’ ἔσεσθαι, οὐκ ἠθέλησε κἀκεῖνον πεφονευκέναι, ὡς πάντως μετὰ μικρὸν τεθνηξόμενον. διὰ ταῦτα γοῦν ῥᾷον | |
10 | ἔπεισαν αὐτὸν συνθέσθαι τῇ τῆς ἡγεμονίας κατα‐ δοχῇ. καὶ φθαρέντος τοῦ Δομετιανοῦ εὐθὺς αὐτὸς τὴν αὐταρχίαν ἐδέξατο. καὶ τοῖς ὑπ’ ἐκείνου ἐξε‐ λαθεῖσι δόγματι ἐπανελθεῖν ἐφῆκε καὶ τὰς οὐσίας ἀπολαβεῖν. ἡ δέ γε σύγκλητος καθαιρεθῆναι τὰς | |
15 | Δομετιανοῦ τιμὰς ἐψηφίσατο. Τότε τοίνυν καὶ τὸν μέγαν ἀπόστολον Ἰωάννην ἀπὸ τῆς ἐν τῇ Πάτμῳ ὑπερορίας λόγος ἔχει ἐπανελ‐ θεῖν πρὸς τὴν Ἔφεσον. Ἦν δὲ ὁ Νερούας φιλοδίκαιος καὶ χρημάτων οὐχ | |
20 | ἥττητο. ἐκείνου γὰρ μοναρχοῦντος Ἀττικὸς ὁ τοῦ σοφιστοῦ Ἡρώδου πατήρ, ὡς ὁ Φιλόστρατος ἐν τοῖς βίοις τῶν σοφιστῶν ἀνεγράψατο, θησαυροῦ τι εὗρεν ἐπὶ τῆς οἰκίας χρῆμα ἀμύθητον. καὶ φοβηθεὶς ἔγραψε τῷ Νερούᾳ ὡς “θησαυρὸς ἐπὶ τῆς οἰκίας | |
25 | εὑρέθη μοι· τί οὖν κελεύεις περὶ αὐτοῦ;” καὶ ὃς ἀντέγραψεν “χρῶ τῷ εὑρήματι.” ὁ δ’ ἔτι εὐλαβηθεὶς ἔγραψεν αὖθις “ἀλλ’ ὑπὲρ ἐμὲ τυγχάνει τὸ εὑρεθέν.” καὶ ὁ αὐτοκράτωρ πρὸς τοῦτο “καὶ καταχρῶ” ἀντ‐ | |
επέστειλε. | 63 in vol. 3 | |
3.64 | Τούτου βασιλεύοντος ὁ δεύτερος ἐπίσκοπος Ἀλεξανδρείας Ἀβίλιος μετήλλαξε τὴν ζωήν, καὶ Κέρ‐ δων τῆς ἐκεῖ ἐκκλησίας προέστη. τῆς δ’ ἐν Ἀντιο‐ χείᾳ ἐκκλησίας Ἰγνάτιος τότε ὁ θεοφόρος προίστατο, | |
5 | δεύτερος καὶ οὗτος ἐπίσκοπος ἐκεῖ μετὰ Εὐόδιον γνωριζόμενος. ὁμοίως δὲ καὶ τῆς ἐν Ἱεροσολύμοις τῶν πιστῶν ἐκκλησίας Συμεὼν ἐξηγεῖτο, δεύτερος καὶ οὗτος μετὰ τὸν συγγενῆ Ἰάκωβον τὸν ἀδελφὸν τοῦ κυρίου λεγόμενον τὴν ἐπισκοπὴν λελογχώς. | |
10 | Παρὰ τούτου τοῦ αὐτοκράτορος αἱ μονομαχίαι καὶ ἡ τούτων θέα ἀπηγορεύθησαν. ἔπραττε δὲ οὐ‐ δὲν γνώμης ἄτερ τῶν ἐξόχων τῶν τῆς βουλῆς. οὗτος ἐνομοθέτησε καὶ τὸ μή τινα τὰ παιδογόνα μόρια παρὰ Ῥωμαίοις ἐκτέμνεσθαι μήτε μὴν ἄγε‐ | |
15 | σθαι πρὸς γάμον ἀδελφιδῆν. φωράσας δὲ τὸν Καλ‐ πούρνιον Κράσσον καὶ ἄλλους ἐπιβουλεύοντάς οἱ, ἔν τινι θέᾳ πλησίον αὐτοῦ καθίσας αὐτοὺς μήπω γνόν‐ τας ὅτι πεφώρανται, ξίφη αὐτοῖς ἐνεχείρισεν, ἵνα τάχα ἴδοιεν αὐτὰ εἰ εὖ ἐξείργασταί τε καὶ τέθηκται· | |
20 | τῇ δ’ ἀληθείᾳ, ἵνα γνοῖεν ὡς καταπεφρόνηταί οἱ ὁ θάνατος. ἔλεγε δὲ ὅτι “οὕτως ἦρξα ὥστε δύνασθαι καὶ τὴν ἀρχὴν ἀποθέσθαι καὶ ἀσφαλῶς ἰδιωτεῦσαι.” διὰ δὲ τρόπων χρηστότητα καὶ γῆρας βαθὺ κατα‐ φρονούμενος, ἀναβὰς εἰς τὸ Καπιτώλιον ἐξεβόησεν | |
25 | “ἀγαθῇ τύχῃ τῆς τε βουλῆς καὶ τοῦ δήμου, Μάρκον Οὔλπιον Νερούαν Τραιανὸν εἰσποιοῦμαι.” εἶτα καὶ Καίσαρα ἀνεῖπεν αὐτόν, καὶ αὐτοχείρως ἐπέστειλε τῷ ἀνδρὶ τῆς Γερμανίας ἄρχοντι τότε “τίσειαν Δαναοὶ ἐμὰ δάκρυα σοῖσι βέλεσσιν.” | |
30 | ἄρξας οὖν ὁ Νερούας ἐφ’ ἕνα ἐνιαυτὸν καὶ μηνῶν | 64 in vol. 3 |
3.65 | τετρακτύν, μετήλλαξε τὴν ζωὴν νοσήσας καὶ αὐτο‐ κράτορα τὸν Τραιανὸν προβαλόμενος. Τραιανὸς δὲ τὸ γένος εἷλκεν ἐξ Ἰβηρίας, δεύτερον ἐπὶ τεσσαρακοστῷ ἔτος ἄγων ἀπὸ γενέσεως ὅτε τῆς | |
5 | αὐταρχίας τετύχηκεν, ὥστ’ ἐν ἀκμῇ αὐτὸν εἶναι καὶ τῆς ψυχῆς καὶ τοῦ σώματος, καὶ μήτε θράσους ὑπὸ νεότητος πίμπλασθαι μήθ’ ὑπὸ γήρους ἀμβλύνεσθαι. ἐτίμα δὲ τοὺς ἀγαθούς, καὶ εὖ πρὸς πάντας διατιθέ‐ μενος οὔτ’ ἐδεδοίκει τινὰς οὔτε μὴν ἀπηχθάνετο | |
10 | οὔτε προσεῖχε τοῖς διαβάλλουσιν οὔτ’ ἦν ὀξύρροπος πρὸς ὀργήν, τῶν τε χρημάτων τῶν ἀλλοτρίων ἴσα καὶ φόνων τῶν ἀδίκων ἀπείχετο. καίτοι μεγαλόφρων καὶ μεγαλογνώμων γενόμενος καὶ ἐν ὁδοῖς καὶ ἐν λιμέσι καὶ ἐν δημοσίοις οἰκοδομήμασιν ἐδαπάνα | |
15 | πολλά. καὶ ἐπειδὴ τὸν ἐν τῇ Ῥώμῃ ἱππόδρομον φθα‐ ρέντα ἀνήγειρε μείζω τε καὶ περικαλλέστερον, ἐπέ‐ γραψεν αὐτῷ ὅτι ἐξαρκοῦντα τῷ τῶν Ῥωμαίων δήμῳ ἐποίησε. καὶ μᾶλλον ἔχαιρε φιλούμενος ἢ τιμώμενος, καὶ ἀγαπητὸς ἤθελεν εἶναι τοῖς ὑπηκόοις, τοῖς πολε‐ | |
20 | μίοις δὲ φοβερός. τῆς μὲν οὖν ἐν λόγοις παιδείας οὐ μετέσχηκε, τὸ δ’ ἔργον αὐτῆς καὶ ἠπίστατο καὶ εἰργάζετο. οἴνου δ’ ἡττώμενος νήφων ἦν, καὶ ἐπτοη‐ μένος περὶ μειράκια οὐδένα ἐλύπησε. φιλοπόλεμος δὲ γεγονὼς καὶ πλεῖστα κατωρθωκὼς οὐκ εἴα τοὺς | |
25 | στρατιώτας ὑπερφρονεῖν, οὕτως ἐγκρατῶς αὐτῶν ἦρχεν. ἦν δ’ αὐτῷ γυνὴ Πλωτῖνα. | |
Ἐστράτευσε μέντοι ἐπὶ Δᾶκας, ἢ Δακοὺς κατὰ | 65 in vol. 3 | |
3.66 | Ἴωνας, ὡς ὁ Ἀππιανὸς ἐν τῷ εἰκοστῷ τρίτῳ λόγῳ τῆς Ῥωμαϊκῆς ἱστορίας φησί, μήτε χρήματα ἃ ἐπε‐ τείως ἐλάμβανον διδόναι αὐτοῖς ἀνεχόμενος καὶ δίκας εἰσπράξασθαι τῶν πεπραγμένων αὐτοῖς ἱμειρόμενος. | |
5 | πυθόμενος οὖν ὁ Δεκέβαλος, ὃς ἦρχε Δακῶν, τὴν τοῦ Τραιανοῦ κατὰ τοῦ ἔθνους ὁρμήν, ἔδεισεν, εἰδὼς τὸν ἄνδρα στρατηγικώτατον. καὶ πολέμου συρρα‐ γέντος σφίσι πολλοὺς μὲν τῶν πολεμίων ἀπέκτειναν οἱ Ῥωμαῖοι, οὐ μείους δὲ καὶ αὐτῶν ἐτραυματίσθη‐ | |
10 | σαν. τοσοῦτοι δ’ ἦσαν οἱ τραυματίαι ὡς ἐπιλιπόν‐ των τῶν ἐπιδέσμων μηδὲ τῆς ἑαυτοῦ ἐσθῆτος φείσα‐ σθαι τὸν Τραιανόν. ἐπεὶ δὲ τά τε ἄκρα, δυσχερῶς μέν, κατέλαβε δέ, καὶ πέλας τῶν βασιλείων ἦλθεν αὐτῶν, πρέσβεις ὁ Δεκέβαλος πέπομφε, συντιθέμενος | |
15 | τά τε ὅπλα καὶ τὰ μηχανήματα καὶ τοὺς μηχανοποιοὺς παραδοῦναι, καὶ ἅπαν ἕτερον ὃ ἂν ἀπαιτοῖτο ποιῆ‐ σαι· καὶ πρὸς τὸν αὐτοκράτορα ἐλθὼν ἐς οὖδας κα‐ τακλιθεὶς αὐτῷ προσεκύνησεν. εἶτα εἰς τὴν Ἰταλίαν ὁ Τραιανὸς ἀναζεύξας καὶ τοὺς τοῦ Δεκεβάλου πρέσ‐ | |
20 | βεις ἐπήγετο. οἵπερ εἰσαχθέντες εἰς τὸ συνέδριον, καὶ τὰ ὅπλα τε ἀποθέμενοι καὶ τὰς χεῖρας συνάψαν‐ τες ἐν αἰχμαλώτων σχήματι πολλά τε εἶπον καὶ ἱκέ‐ τευσαν· καὶ οὕτω σπονδῶν τυχόντες αὖθις τὰ ὅπλα ἀπέλαβον. Τραιανὸς δὲ καὶ ἐθριάμβευσε καὶ Δακι‐ | |
25 | κὸς ὠνομάσθη. οὐχ ὡς ἀρήιος δὲ τῶν ἄλλων ἠμέλει ἢ ἧττον ἐδίκαζεν, ἀλλὰ καὶ πολλαχοῦ καὶ πολλάκις ἐπὶ βήματος ἔκρινεν. Ὡς δὲ ἀπηγγέλλετο αὐτῷ ὁ Δεκέβαλος αὖθις | |
νεωτερίζων καὶ ταῖς συνθήκαις οὐκ ἐμμένων, αὐτὸς | 66 in vol. 3 | |
3.67 | καὶ πάλιν πρὸς ἐκεῖνον ἐστράτευσε. καὶ ὁ Δεκέβαλος ἡττώμενος ἰσχύϊ, δόλῳ αὐτοῦ περιγενέσθαι διεμελέ‐ τησε. καὶ εἰδὼς εὐπρόσιτον ὄντα Τραιανὸν καὶ τὸν βουλόμενον εἰς ὁμιλίαν δεχόμενον, ψευδαυτομόλους | |
5 | ἀπέστειλεν, ἵν’, εἰ δυνηθεῖεν, αὐτὸν διαχρήσαιντο. εἷς δ’ ἐκείνων ὑποπτευθεὶς συνελήφθη, καὶ ἐτασθεὶς ἐξέφηνε τὸ ἀπόρρητον. γεφυρώσας δὲ τὸν Ἴστρον ὁ αὐτοκράτωρ, καὶ ἔργον τοῦτο διαπραξάμενος μήτε θαυμασθῆναι ἀξίως μήτ’ ἐξηγηθῆναι δυνάμενον, διὰ | |
10 | τῆς γεφύρας τε ταύτης τὸν ποταμὸν περαιωθείς, μόλις μὲν καὶ κινδυνωδῶς ἐκράτησε τῶν Δακῶν, ἐκράτησε δ’ οὖν. καὶ ὁ Δεκέβαλος ἀπογνοὺς διεχει‐ ρίσατο ἑαυτόν. κἀντεῦθεν τὸ ἔθνος τὸ τῶν Δακῶν καὶ ἡ χώρα σφῶν Ῥωμαίοις ὑπήκοος γέγονε. καὶ | |
15 | τοὺς θησαυροὺς δ’ εὗρε τοὺς Δεκεβάλου, καίτοι δυσ‐ χεροῦς οὔσης τῆς τούτων εὑρέσεως. ποταμὸν γάρ, ὃς τοῖς βασιλείοις αὐτοῦ παρέρρει, μετοχετεύσας ὁ βάρβαρος, τὴν γῆν ἐφ’ ἧς διῄει τὸ ὕδωρ ὤρυξεν εἰς βάθος πολύ, καὶ πλεῖστον μὲν χρυσόν, πλείω δὲ ἄρ‐ | |
20 | γυρον, καὶ ἄλλα τῶν τιμίων ὅσα μὴ πέφυκεν ἐξ ὑγρότητος φθείρεσθαι, καταθέμενος τῷ ὀρύγματι, πλαξί τε κατέστρωσε τὴν ἐκεῖ γῆν καὶ χοῦν ταύταις ἐπήνεγκε, καὶ οὕτως αὖθις τὸ ὕδωρ εἰς τὴν πρώτην μετέστρεψε δίοδον· καὶ ἐς σπήλαιον δὲ πολλὰ ἐνα‐ | |
25 | πέθετο. ταῦτα δ’ ἐποίει μή τινος ἄλλου παρόντος ἢ αἰχμαλώτων οἳ περὶ ταῦτα ἐπόνουν· καὶ μετὰ τὴν κατάκρυψιν τοὺς αἰχμαλώτους ἐκτίννυεν, ἵνα μὴ ἔκ‐ φορα τὰ παρ’ αὐτῶν γεγονότα ποιήσωσιν. εἷς δέ τις ἑταῖρος τοῦ Δεκεβάλου συνειδὼς τὰ τεθησαυρισμένα | |
30 | ὑπέδειξεν αὐτά. Τὸν δὲ Λικίνιον Σούραν πλούσιον ἄνδρα φιλῶν, | |
καὶ ὑπ’ ἐκείνου φιλούμενος, διαβαλόντων τινῶν τὸν | 67 in vol. 3 | |
3.68 | ἄνθρωπον ὡς ἐπιβουλεύοντα αὐτῷ, ἄκλητος πρὸς ἐκεῖνον ἐπὶ δεῖπνον ἀπῆλθε, καὶ τοὺς δορυφόρους ἀποπέμψας τὸν ἰατρὸν τοῦ Σούρα ἐκάλεσε, καὶ δι’ ἐκείνου τοὺς ὀφθαλμούς, διὰ δὲ τοῦ κουρέως ἐκείνου | |
5 | τὴν ὑπήνην ἐξύρατο· εἶτα καὶ ἐλούσατο καὶ ἐδεί‐ πνησε. καὶ τοῖς τὸν Σούραν διαβάλλουσιν ἔφη τῇ ὑστεραίᾳ “εἰ ἤθελέ με Σούρας ἀποκτεῖναι, οὐδὲν ἐκώλυε τὸν ἄνδρα χθὲς τοῦτο ποιῆσαι.” Ἔπαρχον μέντοι τῶν δορυφόρων προχειριζόμενος, | |
10 | καὶ ὀρέγων αὐτῷ τὸ ξίφος ὃ παραζώννυσθαι αὐτὸν ἐχρῆν, “λάβε τοῦτο” ἔφη, “καὶ εἰ μὲν ἄρχω καλῶς, ὑπὲρ ἐμοῦ τούτῳ χρῆσαι, εἰ δὲ κακῶς, κατ’ ἐμοῦ.” ἐποίησε δὲ καὶ βιβλίων ἀποθήκας. καὶ μετὰ ταῦτα κατὰ Πάρθων καὶ Ἀρμενίων ἐστράτευσεν, ὅτι τὸ | |
15 | διάδημα ὁ Ἀρμένιος οὐχ ὑπ’ αὐτοῦ ἔλαβεν, ἀλλὰ παρὰ τοῦ Πάρθων βασιλέως. ἦν δὲ σκῆψις τοῦτο, τὸ δ’ ὅλον φιλοτιμία καὶ δόξης ἔρως. ἐχειρώσατο οὖν τὴν Ἀρμενίαν. καὶ αὐτῷ ἡ βουλὴ πολλὰ ἐψηφί‐ σατο, πρὸς δὲ τοῖς ἄλλοις καὶ Ὄπτιμον ἐπωνόμασεν, | |
20 | ἄριστον δὲ τοῦτο δηλοῖ ἐξελληνιζόμενον, εἶτα καὶ Παρθικὸν αὐτῷ ἐπίκλησιν ἔθετο. ὁ δὲ μᾶλλον τῶν ἄλλων τῇ τοῦ Ὀπτίμου προσηγορίᾳ ἦν σεμνυνόμενος, ὅτι τοὺς τρόπους ὑπεδήλου αὐτοῦ. Σεισμοῦ δὲ ἐπὶ τῆς αὐταρχίας αὐτοῦ σφοδροτά‐ | |
25 | του συμβάντος, καὶ ἄλλαι μὲν ἔπαθον πόλεις, μᾶλλον δὲ τῶν ἄλλων ἡ πρὸς τῷ Ὀρόντῃ πέπονθεν Ἀντιό‐ χεια. ὅτε καὶ αὐτὸς ὁ Τραιανὸς ἐκεῖ διατρίβων μι‐ κροῦ κεκινδύνευκεν ἄν· ἐπλήγη δὲ τέως ἐκ τοῦ τῆς οἰκίας, ἐν ᾗ διῆγε, συμπτώματος. ἀριθμοῦ δὲ κρεῖτ‐ | |
30 | τον πλῆθος συγκέχωστο τοῖς συμπτώμασι. καὶ οἱ | 68 in vol. 3 |
3.69 | μὲν συντριβόμενοι τῷ βάρει τῶν καταπιπτόντων ἀπώλλυντο, οἱ δὲ ἐν διακένοις τισὶ τυχαίως συμβαί‐ νουσιν, οὕτω τῶν ὑλῶν συμπιπτουσῶν, διασωζόμε‐ νοι, ἐξελθεῖν δ’ ἐκεῖθεν οὐκ ἰσχύοντες, λιμῷ διε‐ | |
5 | φθείροντο· ἐπεκράτει γὰρ ὁ κλόνος τῆς γῆς ἐφ’ ἡμέρας πολλάς. ἤδη δὲ παυσαμένης τῆς συμφορᾶς ἐπέβη τις ἀναθαρσήσας τῶν ἐρειπίων, καὶ ἤκουσε βοώσης κάτωθεν γυναικός. ἀνορύξαντες οὖν τὴν ἄν‐ θρωπον ἀνεσώσαντο, καὶ παιδίον φέρουσαν ὑπομά‐ | |
10 | ζιον, ὃ τῷ γάλακτι ἔτρεφεν, ἀλλὰ μέντοι καὶ ἑαυτήν. ἐκ τούτου καὶ τὰ λοιπὰ ἀνεχώννυον· ἀλλ’ οὐχ εὗρον ζῶντάς τινας πλὴν παιδίου ἑνός, τῷ λιμῷ δὲ φθα‐ ρέντας πολλούς. Ἔαρος δ’ ἐπιστάντος κατὰ τῶν Πάρθων αὖθις | |
15 | ἐχώρησεν ὁ Τραιανός· καὶ τῆς τε Ἀδιαβηνῆς ἁπάσης ἐκράτησεν, ἣ μέρος ἐστὶ τῆς Ἀσσυρίας τῆς περὶ Νί‐ νον, καὶ τῶν Γαυγαμήλων καὶ τῶν Ἀρβήλων, παρ’ οἷς Ἀλέξανδρος τὸν Δαρεῖον ἐνίκησε· καὶ μέχρι τῆς Βαβυλῶνος προῆλθεν αὐτῆς. ἐπεραιώθη δὲ καὶ τὸν | |
20 | Τίγριν καὶ εἰς τὴν Κτησιφῶντα εἰσῆλθεν. ἱμείρετο μέντοι καὶ τὴν Ἐρυθρὰν εἰσπλεῦσαι θάλασσαν, ἣ μοῖρα μὲν τοῦ Ὠκεανοῦ λέγεται, κέκληται δ’ οὕτως ἀπό τινος ἐν αὐτῇ δυναστεύσαντος. ἐνενόει δὲ καὶ Ἰνδούς, καὶ ἔλεγεν ὡς “εἰ νέος ἔτι ἦν, καὶ ἐπ’ αὐ‐ | |
25 | τοὺς ἂν ἐπεραιώθην.” ἐν ᾧ δὲ χρόνῳ ἐπὶ τὸν Ὠκεα‐ νὸν κατέπλει καὶ αὖθις ἀνήγετο, ὅσα ἑάλωσαν πρό‐ τερον ἀποστασίαν ἐνόσησαν. ὁ δὲ δείσας μὴ καὶ οἱ Πάρθοι τὸ αὐτὸ δράσωσιν, ὁμογενῆ σφίσι βασιλέα προεχειρίσατο, αὐτὸς αὐτῷ τὸ διάδημα ἐπιθέμενος. | |
30 | εἶτα καὶ τῶν Ἀράβων ἀφεστηκότων ὥρμησε κατ’ αὐ‐ τῶν· καὶ μηδὲν ἀνύσας ὀλίγου δεῖν ἐτρώθη ἄν· κἀ‐ | |
κεῖθεν ἀπῆλθε νοσῶν. | 69 in vol. 3 | |
3.70 | Καὶ οἱ κατὰ Κυρήνην δὲ Ἰουδαῖοι ἀπέστησαν καὶ ἔκτεινον καὶ Ῥωμαίους καὶ Ἕλληνας, καὶ οἱ ἐν Αἰγύπτῳ καὶ οἱ ἐν Κύπρῳ οὐχ ἥττους ὁμοίως διέ‐ φθειραν. κατεστρέψατο δὲ τούτους Τραιανός, στρά‐ | |
5 | τευμα κατ’ αὐτῶν πεπομφώς. μέμνηται τῆς τῶν Ἰουδαίων ταύτης ἀποστασίας καὶ ὁ Εὐσέβιος ἐν τῷ τετάρτῳ λόγῳ τῆς Ἐκκλησιαστικῆς ἱστορίας. ἐκείνῳ δ’ ἦν πρὸς Μεσοποταμίαν τὸ ὅρμημα, τῇ δὲ νόσῳ καταπονούμενος ἤρξατο τοῦ πρὸς Ἰταλίαν πλοός, | |
10 | Πόπλιον Αἴλιον Ἀδριανὸν ἄρχειν ἐπιστήσας τῶν στρατευμάτων ἐν τῇ Συρίᾳ. ἐλθὼν δ’ εἰς Σελινοῦντα τῆς Κιλικίας, ἣ καὶ Τραιανούπολις κέκληται, τὸν βίον κατέλυσεν, ὡς μὲν ἐκεῖνος ᾠήθη, φαρμάκῳ δια‐ φθαρείς, ὡς δέ τινες λέγουσι, δι’ ἐπίσχεσιν αἵματος | |
15 | ἐτησίως αὐτῷ ἐκκρινομένου διὰ γαστρός. συνέβη δέ οἱ καὶ ἀποπληξία, ᾗ πάρεσις τοῦ σώματος ἐκ μέρους ἐπηκολούθησεν. ὕδερος δ’ ἦν ὡς ἐπίπαν αὐτῷ τοῦ θανάτου τὸ αἴτιον. ἦρξε δ’ ἔτη ἐννεακαίδεκα πρὸς μησὶν ἕξ. | |
20 | Τούτου κρατοῦντος Συμεὼν ὁ τοῦ Κλοπᾶ, δεύ‐ τερος ἀρχιερεὺς γεγονὼς Ἱεροσολύμων μετὰ τὸν θεῖον Ἰάκωβον, ἐμαρτύρησεν, αἰκισθεὶς μὲν πρότερον ἐπὶ πλείσταις ἡμέραις, εἶτα σταυρὸν καταδικασθείς, ἐτῶν ὢν ἑκατόν τε καὶ εἴκοσι. μεθ’ ὂν τρίτος Ἱεροσολύ‐ | |
25 | μων ἀρχιερεὺς Ἰοῦστος ἐκ περιτομῆς καὶ αὐτὸς ἐχρη‐ μάτισε. καὶ ἄλλους δὲ τότε πολλοὺς ἐν τόποις πλείοσι μαρτυρικοῦ τέλους ἀξιωθῆναι ἱστόρησεν ὁ Εὐσέβιος· εἶτα τὸ πλῆθος τῶν κτεινομένων μαθόντα τὸν αὐτο‐ | |
κράτορα, καὶ ὡς οὐδὲν ἀνόσιον πράττουσιν ἀλλ’ ἢ | 70 in vol. 3 | |
3.71 | πρωίθεν ἐξεγειρόμενοι τὸν Χριστὸν ὑμνοῦσιν ἴσα θεῷ, μόνον δ’ εἰδώλοις θύειν οὐ πείθονται, θεσπί‐ σαι μὴ ἐκζητεῖσθαι τοὺς κεκλημένους ἐκ τοῦ Χριστοῦ, ἐμπεσόντας δέ γε κολάζεσθαι· καὶ οὕτως γενέσθαι | |
5 | τὸν διωγμὸν μετριώτερον. τότε καὶ ὁ θεοφόρος Ἰγνά‐ τιος, δεύτερος τῆς κατὰ Κοίλην Συρίαν Ἀντιοχείας τυγχάνων ἀρχιερεύς, συλληφθεὶς εἰς Ῥώμην ἐπέμφθη δέσμιος, ἔνθα θηριομαχήσας διήνυσε τὸ μαρτύριον. καὶ μετ’ αὐτὸν τὴν ἱεραρχίαν διεδέξατο Ἥρως. τῷ | |
10 | τρίτῳ δ’ ἔτει τῆς αὐταρχίας Τραιανοῦ Κλήμεντος ἐκλελοιπότος, ὃς τρίτος ἦν ἐν Ῥώμῃ ἀρχιερεὺς καὶ ἔτεσιν ἐννέα τὴν ἐκκλησίαν ἴθυνε τῶν πιστῶν, τέ‐ ταρτος ἀντεισήχθη Εὐάρεστος· ὃς ὄγδοον ἀρχιερα‐ τεύσας ἐνιαυτὸν μετέθετο τὴν ζωήν, ὑπ’ Ἀλεξάνδρου | |
15 | διαδεχθεὶς πέμπτου γεγονότος τῆς Ῥωμαίων ἀρχιε‐ ρέως. καὶ ὁ τῆς Ἀλεξανδρέων κατὰ τρίτην τάξιν ἐπίσκοπος γεγονὼς Κέρδων μεταστὰς τῶν ἐνθένδε διάδοχον ἔσχε Πρῖμον. Ἄπαιδος δὲ Τραιανοῦ τελευτήσαντος Καίσαρά τε | |
20 | καὶ αὐτοκράτορα τὸν Ἀδριανὸν ἥ τε τοῦ Τραιανοῦ σύζυγος Πλωτῖνα ἐξ ἐρωτικῆς φιλίας καὶ ὁ Τατιανὸς ἐπίτροπος αὐτοῦ γεγονὼς ἀπέδειξαν, ἐν Ἀντιοχείᾳ τῆς Συρίας διάγοντα, ἐπεὶ καὶ ἦρχεν αὐτῆς, προσγενῆ τε ὄντα Τραιανοῦ καὶ συνοικοῦντα ἐκείνου ἀδελφιδῇ. | |
25 | ἦν δ’ οὗτος υἱὸς Ἄφρου Ἀδριανοῦ, φιλόλογος ἀνήρ, ὃς καὶ ποιήματά τινα πεζά τε καὶ ἐν ἔπεσι καταλέ‐ λοιπεν· ἀπλήστως δέ γε πρὸς φιλοτιμίαν ἔχων πάντα τε ἐπετήδευε καὶ ηὔχει μηδὲν ἀγνοεῖν. ὅθεν καὶ τῶν ἔν τισιν εὐδοκιμούντων καθεῖλε συχνοὺς καὶ οὐ | |
30 | μείους ἀπώλεσεν, ἵν’ αὐτὸς κρατεῖν ἐν πᾶσι δοκῇ. | 71 in vol. 3 |
3.72 | ἐκακίζετο μὲν οὖν διά τε ταῦτα καὶ τὸ πάνυ ἀκριβὲς καὶ τὸ περίεργον καὶ πολύτροπον, ἀνελάμβανε δὲ ταῦτα καὶ ἐθεράπευε τό τε προνοητικὸν αὐτοῦ καὶ ἡ ἐπιμέλεια καὶ τὸ μεγαλοπρεπὲς καὶ ἡ δεξιότης, καὶ | |
5 | τὸ μήτ’ ἄρξαι πολέμου καὶ τοὺς ἠργμένους καταπαῦ‐ σαι, καὶ ὅτι οὐδενὸς ἀδίκως ἀφείλετο χρήματα, ἀλλὰ καὶ πολλοῖς παρέσχετο μάλιστα αὐθορμήτως καὶ μηδ’ αἰτούμενος, καὶ πόλεσι συμμαχίσι τε καὶ ὑποφόροις πάσαις ὡς εἰπεῖν ἐπεκούρησε, ταῖς μὲν ὕδωρ κατα‐ | |
10 | γαγών, ταῖς δὲ λιμένας οἰκοδομήσας, ταῖς δὲ σῖτον καὶ ἔργα καὶ χρήματα καὶ τιμὰς δούς. τῷ τε δήμῳ τῶν Ῥωμαίων οὐ θωπευτικῶς, ἀλλ’ ἐμβριθῶς προσε‐ φέρετο· καί ποτέ τι αἰτοῦντι θρασύτερον οὐκ ἔνει‐ μεν, ἀλλ’ εἰπεῖν ἐκέλευσε τῷ κήρυκι “σιωπήσατε·” | |
15 | ὡς δ’ οὐδὲν εἰπόντος ἐκείνου, τὴν χεῖρα δὲ ἀνατεί‐ ναντος, ἐσιώπησαν, οὐ μόνον κατὰ τοῦ κήρυκος οὐκ ἐξώργιστο ὡς μὴ πεποιηκότος τὸ κελευσθέν, ἀλλὰ καὶ τιμῆς τὸν ἄνδρα ἠξίωσεν ὅτι ὃ ἦν αὐτῷ βουλόμενον ἤνυσε, μὴ ἐκφήνας τὸ τραχὺ τοῦ κελεύσματος. οὐ | |
20 | γὰρ ἠγανάκτει, εἴ τι καὶ παρὰ γνώμην αὐτοῦ πρός τινος ἐγίνετο, τὸ δ’ ἀφώρα πρὸς τὴν αὐτοῦ λυσιτέ‐ λειαν. παριόντος δ’ αὐτοῦ ποτε γυνή τις ἐδέετο, καὶ εἰπόντος ὡς “οὐ σχολάζω,” ἀνέκραξεν ἡ γυνή “καὶ μὴ βασίλευε.” ὁ δὲ αὐτίκα τε ἐπεστράφη καὶ | |
25 | προσέσχε τῇ δεομένῃ. καὶ πάντα δὲ τὰ μεγάλα καὶ ἀναγκαῖα οὐκ ἰδίᾳ, ἀλλὰ μετὰ τῶν βουλευτῶν ἔπραττε, καὶ μετὰ τῶν πρώτων ἐδίκαζεν ἀπὸ βήματος, ὥστε δημοσιεύεσθαι τὰ γινόμενα, καὶ τοῖς ὑπάτοις συνδι‐ κάζουσι παρεγίνετο· ἀεί τε περὶ αὐτὸν τοὺς ἀρίστους | |
30 | εἶχε καὶ μετὰ τῶν πρώτων καὶ τῶν ἀρίστων συνε‐ δείπνει, καὶ ἦν αὐτῷ πλῆρες λόγων παντοδαπῶν τὸ | |
συσσίτιον· τούς τε πάνυ νοσοῦντας τῶν φίλων ἐπε‐ | 72 in vol. 3 | |
3.73 | σκέπτετο καὶ συνδιῃτᾶτο τῶν συνήθων τοῖς ἑορτά‐ ζουσιν. Ἐπεὶ δ’ ἐς τὴν Ῥώμην ἧκε, χρεοκοπίαν ἐκήρυξε τοῖς ὄφλουσι τῷ βασιλικῷ ταμείῳ καὶ τῷ δημοσίῳ τῷ | |
5 | τῶν Ῥωμαίων. εἶτα εἰς ἄλλην ἐξ ἄλλης φοιτῶν ἐπαρ‐ χίαν, καὶ τὰς χώρας ἐπεσκέπτετο καὶ τὰς πόλεις, καὶ μετεσκεύαζεν ἕκαστον πρὸς τὸ βέλτιον. καὶ οὐ τὰ κοινὰ τῶν στρατοπέδων μόνον ἐφώρα δι’ ἑαυτοῦ καὶ ἐξήταζε, ἀλλὰ καὶ τὰ τοῦ καθ’ ἕκαστον. καὶ ὅσους | |
10 | πρὸς τὸ ἁβρότερον εὕρισκεν ἐκδεδιῃτημένους, πρὸς τὸ στρατιωτικώτερον μετῆγε καὶ μετερρύθμιζε, καὶ πρὸς παντοίαν μάχην τοὺς στρατιώτας ἐγύμναζε καὶ ἐδίδασκεν ἅπερ ἔδει ποιεῖν. καὶ τοὺς μὲν ἐτίμα, τοὺς δὲ ἐνουθέτει, καὶ διῃτᾶτο σκληρότερον, ἵν’ ὁρῴη τὸ | |
15 | στρατιωτικὸν αὐτόν, καὶ οὕτω διαιτᾶσθαι κἀκεῖνο ἐθίζοιτο. ἐντεῦθεν τοὺς στρατιώτας τοιούτους ἐποίη‐ σεν ὡς καὶ ἱπποτῶν ἴλην σύν γε τοῖς ὅπλοις τὸν Ἴστρον εὐμαρῶς διανήξασθαι, καὶ τοὺς βαρβάρους ταῦθ’ ὁρῶντας ἐκπλήττεσθαι, ὥστε καὶ χρᾶσθαι | |
20 | διαλλακτῇ τούτῳ τῷ αὐτοκράτορι ἐφ’ οἷς ἀλλήλοις ἐκπεπολέμωντο. ἐσπούδαζε δὲ καὶ περὶ θήρας, ὡς ἐν ταύταις καί τινά οἱ μέλη κατεαγῆναι· καὶ ἐν Μυ‐ σίᾳ πόλιν ᾤκισεν Ἀδριανοῦ θήρας καλέσας αὐτήν. εἰς Αἴγυπτον δὲ ἀπιὼν καὶ τῷ τάφῳ Πομπηίου | |
25 | Μάγνου διεφθαρμένῳ περιτυχών, καὶ ἐνήγισε τῷ κειμένῳ καὶ τοῦτ’ εἶπε τὸ ἔπος τῷ ναοῖς βρίθοντι πόση σπάνις ἔπλετο τύμβου καὶ τὸ μνῆμα ἀνῳκοδόμησεν. Ἐν δὲ Παλαιστίνῃ πόλιν οἰκοδομήσας ἀντὶ τῆς | |
30 | κατασκαφείσης Ἱερουσαλὴμ Αἰλίαν Καπιτωλῖναν ὠνόμασε, καὶ ἔνθα πρῴην ὁ τοῦ θεοῦ νεὼς ἵδρυτο, | |
τῷ Διὶ τέμενος ἀνθιδρύσατο ἕτερον. Ἰουδαῖοι δὲ μὴ | 73 in vol. 3 | |
3.74 | φέροντες τῆς σφῶν παραπολαύοντας μητροπόλεως ἄλλους ὁρᾶν, Ἕλληνες γὰρ ἐν αὐτῇ κατῳκίσθησαν, μηδὲ ξενικοὺς τιμᾶσθαι θεοὺς ἐν αὐτῇ ἀνεχόμενοι, ἕως μὲν Ἀδριανὸς παρά τε τῇ Αἰγύπτῳ καὶ τῇ Συ‐ | |
5 | ρίᾳ διέτριβεν, ἠρέμουν διευλαβούμενοι ἐπεὶ δ’ ἐκεῖ‐ θεν ἀπῆλθε, τά τε τῆς χώρας ἐπίκαιρα κατελάμβανον, ἵν’ ἔχοιεν αὐτὰ ὁρμητήρια, καὶ πολλὰ τοὺς Ῥωμαίους ἐκάκωσαν λάθρᾳ τε καὶ ἀναφανδόν, τῶν τε ἁπαντα‐ χοῦ γῆς Ἰουδαίων συνιόντων ἐκεῖ καὶ πολλῶν ἀλλο‐ | |
10 | φύλων ἔρωτι κέρδους συνεπικουρούντων αὐτοῖς. ὁ μέντοι Ἀδριανὸς τοὺς ἐπιφανεστάτους τῶν στρατη‐ γῶν τοῖς Ἰουδαίοις ἐπήγαγεν, ὧν ἐπῆρχε Σευῆρος Ἰούλιος. ὃς κατὰ συστάδην συμβαλεῖν τοῖς ἐναντίοις οὐκ ἔκρινε σύμφορον, τὸ πλῆθος αὐτῶν καὶ τὴν ἀπό‐ | |
15 | γνωσιν εὐλαβούμενος, τροφῆς δὲ σφᾶς ἀπείργων καὶ κατακλείων, ἔστι δ’ οὗ καὶ ὅπῃ παρήκοι τοὺς στρα‐ τιώτας μοίραις αὐτῶν ἐπάγων, χρονιώτερον μέν, ἀκινδυνότερον δὲ τὸ ἔθνος αὐτῶν ἐξέτριψέ τε καὶ ἐξετρύχωσεν, ὡς κομιδῇ βραχίστους περιγενέσθαι. | |
20 | φρούρια μὲν γὰρ αὐτῶν τὰ κρείττω πεντήκοντα κα‐ τεστράφησαν, κῶμαι δὲ πέντε καὶ ὀγδοήκοντα ἐπ’ ἐνακοσίαις ὀνομαστόταται κατεσκάφησαν· ἀνδρῶν δὲ μυριάδες ὀκτὼ καὶ πεντήκοντα ἐν ταῖς καταδρο‐ μαῖς καὶ ταῖς μάχαις ἐσφάγησαν. τὸ δὲ πλῆθος τῶν | |
25 | λιμῷ καὶ νόσοις καὶ πυρὶ φθαρέντων ἀνεξερεύνητον τυγχάνον οὐκ ἔγνωσται, ὥστε πᾶσαν σχεδὸν τὴν Ἰου‐ δαίαν ἐρημωθῆναι. ὃ καὶ πρὸ τοῦ πολέμου αὐτοῖς συμβόλοις τισὶ τὸ θεῖον ἐνέφηνε. τό τε γὰρ μνη‐ μεῖον τοῦ Σολομῶντος ἐξ οὐδεμιᾶς δήλης αἰτίας διε‐ | |
30 | λύθη τε καὶ συνέπεσε, καὶ λύκοι καὶ ὕαιναι πλεῖσται εἰς τὰς πόλεις αὐτῶν εἰσέπιπτον ὠρυόμεναι. πολλοὶ | |
μέντοι καὶ Ῥωμαῖοι τότε ἀπώλοντο, ὥστε καὶ Ἀδρια‐ | 74 in vol. 3 | |
3.75 | νὸς γράφων πρὸς τὴν βουλὴν οὐ τῷ συνήθει προοι‐ μίῳ ἐχρήσατο. τὸ δ’ ἦν “εἰ καὶ αὐτοὶ καὶ οἱ παῖδες ὑμῶν ὑγιαίνετε, εὖ ἂν ἔχοι· καὶ ἐγὼ δὲ καὶ τὰ στρα‐ τεύματα ὑγιαίνομεν.” | |
5 | Ὁ μὲν δὴ πρὸς Ἰουδαίους πόλεμος οὕτως ἤνυστο, ὁ δὲ πρὸς Ἀλβανούς, εἰσὶ δὲ Μασσαγέται κατὰ τὸν Δίωνα, ὑπὸ Φαρασμάνου κεκίνητο· καὶ τὴν μὲν Μηδίαν λίαν ἐλύπησε, τῆς δ’ Ἀρμενίας καὶ τῆς Καππαδοκίας ἥψατο μέν, τῶν δ’ Ἀλβανῶν πῇ μὲν | |
10 | δώροις πεισθέντων, πῇ δὲ δεισάντων ἐπαύσατο. Ἐλθὼν δὲ εἰς τὴν Ῥώμην Ἀδριανὸς αἰτοῦντι τῷ δήμῳ ἁρματηλάτην δοῦλον ἐλευθερίας τυχεῖν, ἀν‐ τεῖπεν ὡς “οὐ προσήκει οὔτ’ ἐμοὶ ἀλλότριον ἐλευθε‐ ρῶσαι δοῦλον οὔθ’ ὑμῖν τὸν δεσπότην αὐτοῦ ποιῆσαι | |
15 | τοῦτο βιάζεσθαι.” νοσήσας δέ, αἵματος αὐτῷ διὰ τῆς ῥινὸς κενουμένου, καὶ ἀπογνωσθείς, Κόμοδον Λούκιον Καίσαρα Ῥωμαίοις ἀνεῖπε. Σευηριανὸν δὲ καὶ Φοῦσκον τὸν ἔγγονον ἀγανακτοῦντας ἐπὶ τούτῳ ἐφόνευσεν· ἦν δὲ Σευηριανὸς ἐνενηκοντούτης. ὃς | |
20 | ἀποσφαγῆναι μέλλων πῦρ ᾔτησε καὶ θυμιῶν ἔφη “ὑμεῖς, ὦ θεοί, ἴστε ὅτι οὐδὲν ἀδικῶ· εὔχομαι δὲ τὸν Ἀδριανὸν ἐπιθυμῆσαι ἀποθανεῖν, μὴ δύνασθαι δέ.” ὅθεν καὶ χρονίως νοσήσας Ἀδριανὸς ηὔξατο πολλάκις ἀποσβῆναι, ὥστε καὶ ἑαυτὸν ἐθελῆσαι δια‐ | |
25 | χειρίσασθαι. ὁ μέντοι Σευηριανὸς καὶ αὐτῷ τῷ Ἀδριανῷ ἄξιος τῆς αὐταρχίας νενόμιστο. εἰπὼν γὰρ τοῖς φίλοις ποτὲ ἵνα δέκα ἄνδρας δοκίμους εἰς αὐ‐ ταρχίαν ἐξονομάσωσι, μικρόν τι διαλιπὼν ἔφη ὡς “ἐννέα θέλω μαθεῖν· τὸν γὰρ ἕνα γινώσκω τὸν | |
30 | Σευηριανόν.” | 75 in vol. 3 |
3.76 | Ἦσαν δὲ καὶ Τούρβων καὶ Σίμιλις τῶν ἀρίστων ἐπιφανέστατοι. καὶ ὁ μὲν Τούρβων, οἷα στρατηγικώ‐ τατος, ἔπαρχος γεγονὼς εἴτ’ οὖν ἄρχων τοῦ δορυφο‐ ρικοῦ, ὡς εἷς τῶν πολλῶν διεβίω· ὃς οὔποτε ἡμέρας | |
5 | οἴκοι ὦπτο οὐδὲ νοσήσας, ἀλλὰ πρὸς τὸν βασιλέα διέτριβε. καί ποτε νοσοῦντι ἀτρεμήσειν αὐτῷ τοῦ αὐτοκράτορος συμβουλεύοντος, εἶπεν ὅτι τὸν ἔπαρχον ἑστῶτα δεῖ τελευτᾶν. ὁ δὲ Σίμιλις ἡλικίᾳ καὶ τάξει προήκων αὐτοῦ, καὶ ἑκατονταρχῶν ἐπὶ Τραιανοῦ, | |
10 | καὶ κληθεὶς παρ’ αὐτοῦ πρὸ τῶν ἐπάρχων, ἔφη αὐτῷ εἰσελθών “αἰσχρόν ἐστι, Καῖσαρ, τῶν ἐπάρχων ἑστώ‐ των ἔξω, ἑκατοντάρχῃ σε ὁμιλεῖν.” εἶτα καὶ τῆς τῶν δορυφόρων ἀρχῆς ἄκων ἀξιωθεὶς ἔλαβε μέν, ἐξέστη δ’ ἑκὼν καὶ ἐν ἀγρῷ διεβίω. ἔνθα καὶ τέθνηκεν, | |
15 | ἐνιαυτοὺς ἐκεῖ διατρίψας ἑπτά, ἐπιγράψας τῷ μνή‐ ματι ὅτι Σίμιλις ἐνταῦθα κεῖται, βιοὺς μὲν ἔτη τόσα, ζήσας δ’ ἑπτά. Ἀδριανὸς δὲ φθόῃ τ’ ἐλήφθη ἐκ τῆς πολλῆς τοῦ αἵματος ῥύσεως καὶ ὑδέρῳ. ὡς δὲ ὁ Καῖσαρ ὁ Λού‐ | |
20 | κιος Κόμοδος αἷμα ἐμῶν ἐκ πλείονος ἐξαίφνης ἐξέλι‐ πεν ἀθρόον πλείστου αἵματος ἐκχυθέντος, συνεκά‐ λεσε τοὺς πρώτους τῶν βουλευτῶν καὶ εἶπεν “τὸν Λούκιον τὸ δαιμόνιον ἀφείλετο ἡμῶν, εὗρον δὲ αὐ‐ τοκράτορα ὑμῖν εὐγενῆ, πρᾷον, εὔεικτον, φρόνιμον, | |
25 | μήθ’ ὑπὸ νεότητος προπετὲς μήθ’ ὑπὸ γήρως ἀμελές τι ποιήσοντα, τὸν Ἀντωνῖνον Αὐρήλιον.” καὶ ὁ μὲν οὕτως προκεχείριστο αὐτοκράτωρ· φροντίζων δὲ καὶ περὶ τῶν μετὰ ταῦτα αὐταρχησόντων Ἀδριανός, ἐπεὶ ἄρρενος ὁ Ἀντωνῖνος ἠμοίρει γονῆς, τὸν Κομόδου υἱὸν | |
30 | Κόμοδον αὐτῷ εἰσεποίησε, καὶ Μάρκον Ἄννινον Βῆ‐ ρον, ὃς Κατίλιος ὠνόμαστο πρότερον, Ἀννίνου Βήρου | |
τοῦ τρὶς ὑπατεύσαντος καὶ χιλιαρχήσαντος ἔγγονος ὤν. | 76 in vol. 3 | |
3.77 | Ὑδέρῳ δὲ περιπεσὼν ὁ Ἀδριανὸς μαγγανείαις μέν τισι καὶ γοητείαις ἐκένου ποτὲ τὸ ὑγρόν, δι’ ὀλί‐ γου δ’ αὖθις ἠθροίζετο ἕτερον· καὶ ὡς ἐπεδίδου πρὸς τὸ χεῖρον ἀεί, ἀποθανεῖν ἐπεθύμει, οὐκ ἠδύ‐ | |
5 | νατο δέ, μηδενὸς αὐτῷ διδόντος μὴ ξίφος, μὴ φάρ‐ μακον. καὶ τέλος, μὴ οἷός τε ὢν ἑαυτὸν διαχρήσα‐ σθαι, τῆς κατὰ τὴν δίαιταν ἀκριβείας μεθῆκε, καὶ μὴ προσήκουσιν ἐδωδίμοις καὶ ποτοῖς χρώμενος κατέ‐ λυσε τὴν ζωήν, ζήσας ἔτη δύο καὶ ἑξήκοντα πρὸς | |
10 | μησὶ πέντε καὶ ἡμέραις ἐννεακαίδεκα, μοναρχήσας δὲ ἐπὶ εἴκοσι καὶ ἕνα ἐνιαυτὸν μηνὸς ἑνὸς λείποντος. Ἐπὶ δὲ τῆς ἡγεμονίας αὐτοῦ Ἀλέξανδρος ἀρχιε‐ ρατεύσας ἐν Ῥώμῃ δέκατον ἔτος εἰς τὴν ἀγήρω με‐ τέβη ζωήν· ὃν διεδέξατο Ξύστος. καὶ Πρῖμος δὲ | |
15 | Ἀλεξανδρέων ἐπισκοπήσας δωδέκατον ἐνιαυτὸν καὶ μεταλλάξας τὴν βιοτήν, Ἰοῦστον ἔσχε διάδοχον. τῶν δ’ ἐν Ἱεροσολύμοις ἐπισκόπων τὸν ἀριθμὸν εἰς πεν‐ τεκαίδεκα περιστῆναι μέχρι τῆς κατὰ Ἀδριανὸν Ἰου‐ δαίων ἀποστασίας, βραχυβίων, ὡς ἔοικε, γεγονότων, | |
20 | ὁ Εὐσέβιος ἱστορεῖ, πάντας δ’ ἐξ Ἰουδαίων πιστεύ‐ σαντας εἶναι. ὧν πρῶτος ἦν Ἰάκωβος ὁ τοῦ κυρίου λεγόμενος ἀδελφός, καὶ δεύτερος Συμεών, τρίτος Ἰοῦστος, Ζακχαῖος τέταρτος, Τωβίας πέμπτος, ἕκτος Βενιαμίν, ἕβδομος Ἰωάννης, ὄγδοος Ματθίας, ἔνα‐ | |
25 | τος Φίλιππος, δέκατος Σενεκᾶς, Ἰοῦστος ἄλλος ἑνδέ‐ κατος, Λευῒς δωδέκατος, Ἐφρῆς τρισκαιδέκατος, τεσσαρεσκαιδέκατος Ἰωσήφ, καὶ Ἰούδας πεντεκαιδέ‐ κατος. Ξύστον δὲ μετὰ χρόνον δεκαέτη τελευτήσαντα ἕβδομος ἐν Ῥώμῃ διεδέξατο Τελεσφόρος. τῆς δὲ τῶν | |
30 | Ἀλεξανδρέων ἐκκλησίας τὴν προστασίαν ἕκτος Εὐ‐ μένης ἐκληρώσατο, Ἰούστου μετὰ ἑνδέκατον θανόν‐ | |
τος ἐνιαυτόν. | 77 in vol. 3 | |
3.78 | Οὗτος ὁ αὐτοκράτωρ διὰ τὰς ἤδη ῥηθείσας στά‐ σεις μετὰ τὸν πολὺν τῶν Ἰουδαίων ὄλεθρον καὶ δόγ‐ μα ἐξέθετο κωλῦον τὸ ἔθνος αὐτῶν ἐπιβαίνειν τῶν Ἰεροσολύμων καὶ τῆς χώρας αὐτῶν ἁπάσης. καὶ λοι‐ | |
5 | πὸν ἐξ ἐθνῶν τῆς πόλεως οἰκισθείσης καὶ Αἰλίας κληθείσης, ὡς ὁ Ἀδριανὸς ἐχρημάτιζε, πρῶτος ταύ‐ της ἀρχιερεὺς μετὰ τοὺς ἐκ περιτομῆς κατέστη Μάρ‐ κος. τότε καὶ Σατορνῖνος Ἀντιοχεὺς καὶ Βασιλείδης Ἀλεξανδρεὺς καὶ Καρποκράτης αἱρέσεων διαφόρων | |
10 | πατέρες καὶ ἀρχηγοὶ ἐγνωρίζοντο. καὶ Ἡγήσιππος δὲ τότε τὴν τοῦ ἀποστολικοῦ κηρύγματος παράδοσιν ἐν πέντε λόγοις συγγράψασθαι ἀναγράφεται. καὶ Ἰου‐ στῖνος ὁ φιλόσοφος, ὃς μετέπειτα καὶ μάρτυς ἐγένετο, τότε πρὸς θεοσέβειαν ἐξ Ἑλληνικῶν σπουδασμάτων | |
15 | μετέθετο. ὃς ἱστορεῖ Ἑρέννιον Γρανιανὸν τῆς Ἀσίας ἀνθυπατεύοντα ἐπιστεῖλαι Ἀδριανῷ, μὴ δίκαιον εἶ‐ ναι ἐπ’ ἐγκλήματι μηδενὶ κολάζεσθαι τοὺς χριστια‐ νούς· καὶ τὸν θεσπίσαι μηδένα, εἰ μὴ ἐπ’ ἐγκλήματι ἐκ κατηγορίας ἁλῷ, κτείνεσθαι. | |
20 | Αὐταρχήσαντος δὲ Ἀντωνίνου, ὃς εἰσποιηθεὶς παρὰ τοῦ Ἀδριανοῦ Καῖσάρ τε καὶ αὐτοκράτωρ ἐγέ‐ νετο, ἡ γερουσία οὐκ ἤθελε τὰς ἡρωικὰς τιμὰς ψη‐ φίσασθαι τῷ Ἀδριανῷ, διὰ φόνους ἀνδρῶν ἐπιφα‐ νεστάτων οὓς ἐκεῖνος εἰργάσατο. διὸ καὶ διειλέχθη | |
25 | αὐτοῖς ὁ Ἀντωνῖνος ἄλλα τε πλείω σὺν δάκρυσι καὶ | |
ὅτι “οὐδὲ ἐγὼ ἄρα ἄρξω ὑμῶν· πάντα γὰρ τὰ ὑπ’ | 78 in vol. 3 | |
3.79 | ἐκείνου γενόμενα, ὧν ἓν καὶ ἡ ἀνάρρησις ἡ ἐμή, ὡς ἐχθίστου ὑμῖν καὶ κακίστου ἀθετηθήσεται.” ταῦτα δ’ ἡ γερουσία αἰδεσθεῖσα, οὐ μεῖον μέντοι καὶ τοὺς στρατιώτας εὐλαβηθεῖσα, τῷ κειμένῳ τὰς τιμὰς ἐψη‐ | |
5 | φίσατο. Εὐσεβὴς δ’ ἐπεκλήθη, ὅτι ἄρτι τῆς αὐταρ‐ χίας ἡμμένου πολλοὶ γεγόνασιν ὑπ’ αἰτίασιν, καί τινες ἐξ ὀνόματος εἰς σφαγὰς ἐξῃτήθησαν, ὁ δὲ οὐδένα ἐκόλασε, φάμενος ὡς “οὐ δεῖ με ἐκ τοιούτων ἔργων τῆς προστασίας ὑμῶν ἄρξασθαι.” γέγονε δὲ | |
10 | καὶ δι’ ὅλης αὐτοῦ τῆς ἀρχῆς δίκαιός τε καὶ χρηστὸς καὶ πᾶσι τοῖς ὑπηκόοις ἀνεπαχθής, καὶ αὐτοῖς δὲ χριστιανοῖς. οὐ μόνον γὰρ οὐκ ἐκάκου αὐτούς, ἀλλὰ μέντοι καὶ αἰδοῦς ἠξίου. λέγεται δὲ ζητητικὸς γενέ‐ σθαι καὶ περὶ μικρῶν ἀκριβολογούμενος· ὅθεν αὐ‐ | |
15 | τὸν κυμινοπρίστην ἐκάλουν οἱ σκώπτοντες. οὐ μὴν διὰ τοῦτο ἐκ τῶν ὑπηκόων ἐχρηματίζετο, ἀλλ’ ἐν ἀπορίᾳ ποτὲ γεγονὼς ἀργυρίων, πολέμων ἐπικειμέ‐ νων οὔτε τέλος καινὸν ἐπενόησεν οὔτ’ αἰτῆσαι παρά του ἠνέσχετο χρήματα, ἀλλ’ ἐν τῇ ἀγορᾷ πάντα τὰ | |
20 | ἐν τοῖς βασιλείοις κειμήλια θέμενος, καὶ εἴ τι πρὸς κόσμον ἦν τῇ αὐτοῦ γαμετῇ, ὠνεῖσθαι ταῦτα τὸν βουλόμενον προετρέπετο· ὅθεν ἀθροίσας ἀργύρια τοῖς στρατιώταις διέδωκε. καὶ νικήσας τὸν πόλεμον ἐκτήσατο πολυπλάσια. καὶ κήρυγμα ἔθετο τὸν βου‐ | |
25 | λόμενον ἐκ τῶν ὠνησαμένων τὰ κτήματα τὰ βασι‐ λικὰ ἀναδιδόναι τὸ ὠνηθὲν καὶ λαμβάνειν τὸ τί‐ μημα. καί τινες μὲν τοῦτο ἐποίησαν, οἱ δὲ πλείους ἀνένευσαν· καὶ οὐδένα ἀναδοῦναι τὸ κτηθὲν αὐτῷ ἐβιάσατο. | |
30 | Τούτου λέγεται νομοθέτημα εἶναι καὶ τὸ τῶν τέκνων ἀδιαθέτων τελευτώντων κληρονόμους ἀνα‐ | |
φαίνεσθαι τοὺς γονεῖς, καὶ διατιθεμένοις τοῖς παισὶν | 79 in vol. 3 | |
3.80 | ἐν ἀπαιδίᾳ ἀνάγκην εἶναι τὸ νόμιμον μέρος τοῖς γο‐ νεῦσι καταλιμπάνειν. Ἐπὶ τούτου κλόνος τῆς γῆς συνέβη φρικώδης περὶ τὴν Βιθυνίαν καὶ τὸν Ἑλλήσποντον, ἐξ οὗπερ | |
5 | πλείους πόλεις κατέπεσον, μάλιστα δ’ ἡ Κύζικος ἔπαθεν. ὅτε καὶ ὁ ἐν αὐτῇ περιβόητος κατεπτώθη ναός, οὗ λέγονται τετράοργοι τὸ πάχος εἶναι οἱ κίο‐ νες, τὸ δ’ ὕψος αἴρεσθαι μέχρι πεντήκοντα πήχεων, ἐκ λίθου συνεστῶτες ἑνός, εἴ τῳ ταῦτα μὴ ἄπιστα | |
10 | δόξαιεν, καὶ τἄλλα δὲ τοῦ ἔργου ἐκείνου θαυμάσια ξύμπαντα. Περὶ τούτου τοῦ αὐτοκράτορος ᾄδεται ὅτι καὶ τὸ τῆς συγκλήτου κατέκαυσε ψήφισμα, ὃ κατ’ ἐπιταγὴν τοῦ Ἰουλίου γέγονε Καίσαρος, θεσπίζον μηδενὶ ἐφεῖ‐ | |
15 | σθαι διαθήκην ποιεῖν, εἰ μὴ μέρος ὡρισμένον τῷ κοινῷ καταλείψει ταμείῳ. ὅθεν νομίζεται καὶ μέχρι τοῦδε ταῖς διαθήκαις ἐγγράφεσθαι ὅτι “καὶ τῷ βασι‐ λικῷ ταμείῳ καταλιμπάνω τόδε.” ἀπεβίω δὲ ὁ Εὐ‐ σεβὴς Ἀντωνῖνος γηραιός, θανάτῳ ὕπνῳ ἐοικότι μα‐ | |
20 | λακωτάτῳ, μοναρχήσας ἐνιαυτοὺς σὺν τέσσαρσιν εἴκοσι. Τούτου τῷ πρώτῳ ἔτει Τελεσφόρος ὁ Ῥώμης ἐπίσκοπος ἑνδέκατον ἔτος ἀνύσας ἐπὶ τῇ λειτουργίᾳ καὶ μαρτυρίῳ ταινιωθείς, ὡς Εἰρηναῖος ἱστόρησε, | |
25 | τέλος μακαριώτατον εὕρατο· καὶ ἀνθιδρύθη εἰς τὸν τῆς Ῥώμης θρόνον Ὑγῖνος. ἐφ’ οὗ Οὐαλεντῖνος αἱ‐ ρεσιάρχης ἐγένετο, καὶ Κέρδων τῆς κατὰ Μαρκίωνα αἱρέσεως ἀρχηγός. Ὑγίνου δὲ μετὰ τὸ τέταρτον ἔτος τοῦ Ῥώμης ἀρχιερατεῦσαι ἐκλιπόντος τὸν βίον, Πίος | |
30 | τῆς Ῥωμαίων ἐκκλησίας προέστη. τῆς δ’ Ἀλεξαν‐ | 80 in vol. 3 |
3.81 | δρέων Μάρκος ἡγήσατο μετὰ Εὐμένη τρισκαιδέκατον ἔτος ἀνύσαντα ἐν τῇ ἀρχιερωσύνῃ. καὶ τοῦ Μάρκου μετὰ δεκαετίαν μεταχωρήσαντος πρὸς ἑτέραν ζωήν, Κελαδίων τὴν λειτουργίαν παρέλαβε. κἀν τῇ Ῥώμῃ | |
5 | τοῦ Πίου ἐκλελοιπότος πεντεκαιδεκάτῳ ἐνιαυτῷ τῆς ἐπισκοπῆς, ἀντικατέστη Ἀνίκητος. ὅτε καὶ ὁ φιλό‐ σοφος καὶ μάρτυς ἤκμαζεν Ἰουστῖνος, τοῦ ὀρθοῦ λό‐ γον ὑπεραγωνιζόμενος, ὃς καὶ κατὰ Μαρκίωνος ἐξέ‐ θετο σύγγραμμα καὶ πρὸς τὸν εὐσεβῆ Ἀντωνῖνον | |
10 | ἀπολογίαν ὑπὲρ χριστιανῶν συνεγράψατο. ὅθεν ὁ αὐτοκράτωρ οὗτος ὁρμηθεὶς δόγμα τῷ κοινῷ τῆς Ἀσίας ἐπέστειλε μηδένα χριστιανὸν διὰ τὴν θρη‐ σκείαν κολάζεσθαι, ἀλλὰ κἄν τις ὑπό του διὰ ταύτην κατηγοροῖτο, τὸν μὲν κατηγορούμενον ἀπολύεσθαι, | |
15 | τὸν δὲ κατήγορον δίκης ἔνοχον γίνεσθαι. ταῦτα συν‐ έβη ἐπὶ τοῦ Εὐσεβοῦς. Μετὰ δὲ τὴν τελευτὴν αὐτοῦ Μάρκος Αὐρήλιος Ἀντωνῖνος εἰσποιητὸς αὐτῷ γεγονώς, ὡς ἱστόρηται, τὴν αὐταρχίαν ἐδέξατο· καὶ αὐτίκα κοινωνὸν τοῦ | |
20 | κράτους πεποίηται Λούκιον Βῆρον Κόμοδον, τὸν Λουκίου τοῦ Κομόδου υἱόν. ἦν μὲν γὰρ ὁ Μάρκος καὶ ἀσθενὴς τὸ σαρκίον, ἐσχόλαζε δὲ καὶ λόγοις οὕ‐ τως ὥστε καὶ αὐτοκράτωρ γενόμενος οὐκ ᾐδεῖτο ἐς διδασκάλου φοιτᾶν, ἀλλὰ καὶ Σέξτῳ συνεφιλοσόφει | |
25 | τῷ Βοιωτῷ καὶ Ἑρμογένει τῷ ῥήτορι προσωμίλησε· μᾶλλον δ’ ἀντεποιεῖτο τῶν Στωικῶν. ὁ δέ γε Λού‐ κιος νεώτερος ὢν καὶ πρὸς πόνους ἔρρωτο καὶ ἐπε‐ | |
φύκει πρὸς στρατιωτικῶν μεταχείρισιν. ὅθεν τῇ | 81 in vol. 3 | |
3.82 | θυγατρὶ Λουκίᾳ τοῦτον ὁ Μάρκος συνάψας αὐτῷ τὸν πρὸς Πάρθους ἀνέθετο πόλεμον, τοῦ Οὐολογαί‐ σου πολλοὺς Ῥωμαίων κατατοξεύσαντος καὶ ὅλον τὸ στρατόπεδον διαφθείραντος καὶ πολέμιον Ῥωμαίοις | |
5 | ἑαυτὸν ἀποφήναντος καὶ φοβερὸν ἐπιόντα τῆς Συ‐ ρίας ταῖς πόλεσιν. εἰς γοῦν Ἀντιόχειαν ὁ Λούκιος γεγονὼς Κασσίῳ τὰ στρατεύματα ἔνειμεν· ὃς τῷ Οὐολογαίσῳ συμβαλὼν ἥττησέ τε καὶ μέχρι Σελευ‐ κείας ἐδίωξε, καὶ ταύτην ἐνέπρησε καὶ τὰ βασίλεια | |
10 | αὐτοῦ τὰ ἐν Κτησιφῶντι κατέσκαψε. τῷ δὲ Λουκίῳ ταῦτα ὄγκον περιεποίει καὶ φρόνημα, ὥστε μετὰ ταῦτα καὶ ἐπιβουλεῦσαι τῷ κηδεστῇ τε καὶ αὐτοκρά‐ τορι. πρὶν δέ τι δρᾶσαι φαρμάκῳ διώλετο. Ἐντεῦθεν ὁ Κάσσιος τῆς Ἀσίας ἁπάσης ἐπίτρο‐ | |
15 | πος προκεχείριστο. ὁ δ’ αὐτοκράτωρ τοῖς περὶ τὸν Ἴστρον βαρβάροις, Ἰάζυξί τε καὶ Μαρκομάννοις καὶ ἄλλοτε ἄλλοις χρόνον συχνὸν ἐπολέμησε, τῇ Παιονίᾳ κεχρημένος ὁρμητηρίῳ. καὶ οἱ ὑπὲρ τὸν Ῥῆνον Κελ‐ τοὶ ἕως Ἰταλίας ἐπήλασαν· ὧν ἐν τοῖς νεκροῖς καὶ | |
20 | γυναικῶν σώματα ὡπλισμένα εὑρέθη. οὕτω δὲ καὶ σωφρόνως καὶ ἐγκρατῶς ἦρχεν ὥστε ἐν τηλικούτοις πολέμοις μήτε τι θωπευτικὸν πρὸς τοὺς στρατιώτας εἰπεῖν μήτε τι φόβῳ ποιῆσαι. ὅτε δὲ μὴ πολέμοις ἐσχόλαζεν, ἐδίκαζε, καὶ τοῖς ῥήτορσι πρὸς ὕδωρ λέ‐ | |
25 | γουσι πλεῖον ἐγχεῖσθαι τὸ ὕδωρ ἐκέλευεν, ἵν’ ἔχοι πάντοθεν τὸ δίκαιον ἀκριβοῦν. ἦν δὲ καὶ φιλόπονος, ὡς καὶ νυκτὸς δικάζειν. καὶ οὐδὲν ἐν παρέργῳ οὔτ’ ἐποίει οὔτ’ ἔγραφεν οὔτ’ ἔλεγε, μὴ δεῖν νομίζων τὸν αὐτοκράτορα ἐν παρέργῳ τι πράττειν μηδὲ τοὐλάχι‐ | |
30 | στον, καὶ ταῦτα σώματος τυχὼν ἀσθενοῦς. Μαρκομάννους μὲν οὖν καὶ Ἰάζυγας πολλοῖς καὶ | |
μεγάλοις ἀγῶσι καὶ κινδύνοις ὁ αὐτοκράτωρ οὗτος | 82 in vol. 3 | |
3.83 | ὑπέταξε· πρὸς δὲ τοὺς Κουάδους καὶ πόλεμος αὐτῷ βαρὺς συγκεκρότητο, καὶ νίκην παράδοξον αὐτῷ τὸ θεῖον παρέσχετο. κύκλῳ γὰρ τῶν Κουάδων τοὺς Ῥωμαίους περισχόντων συνασπίσαντες οἱ Ῥωμαῖοι | |
5 | καρτερῶς ἀντημύνοντο· οἱ δὲ βάρβαροι ἀπέσχοντο μὲν τοῦ μάχεσθαι, τὰ δὲ πέριξ ἀπέφραξαν, ὥστε μή‐ ποθεν αὐτοὺς ὑδρεύσασθαι δύνασθαι, οἰόμενοι ῥᾷον αὐτῶν περιγενέσθαι, μὴ οἵων τε ἐσομένων πρὸς δί‐ ψαν ἀντέχειν καὶ καύσωνα. τῶν οὖν Ῥωμαίων καὶ | |
10 | καμάτῳ κακουμένων καὶ καύματι καὶ δίψει καὶ τραύ‐ μασιν, νέφη ἀθρόον τὸν ἀέρα περιέσχον ἐκεῖνον, καὶ ὗσέ γε πλεῖστα, οὐχ ὡς ὁ Δίων ἱστόρησεν, Αἰγυπτίου μάγου τὸν Ἑρμῆν ἐπικαλεσαμένου καὶ γοητείαις δι’ αὐτοῦ τὸν ὑετὸν δυνηθέντος ἐπαγαγεῖν, ἀλλὰ τοῦ | |
15 | θείου χριστιανῶν παρακληθέντος ἐντεύξεσι καὶ ῥυ‐ σαμένου τότε κἀκείνους παραδοξοποιίᾳ καὶ ἅπαν τὸ στράτευμα. ἦν γάρ τις ἐν τῇ τότε Ῥωμαϊκῇ στρατιᾷ λεγεών, οἳ πάντες ἦσαν χριστιανοί. ἀμηχανοῦντι δὲ τῷ αὐτοκράτορι καὶ δεδοικότι περὶ παντὶ τῷ στρα‐ | |
20 | τεύματι λόγος ἐστὶ φάναι τὸν ἔπαρχον τοῦ δορυφο‐ ρικοῦ ὡς οὐκ ἔστιν ὃ μὴ δύναται τὸ γένος τῶν κα‐ λουμένων χριστιανῶν· εἶναι δὲ παρὰ τῇ στρατιᾷ ἀνδρῶν τοιούτων τάγμα ὁλόκληρον. τὸν δὲ ἀκού‐ σαντα δεηθῆναι τούτων ἐπικαλέσασθαι τὸν οἰκεῖον | |
25 | θεόν. κἀκείνων εὐξαμένων κεραυνῷ μὲν βληθῆναι τοὺς ἐναντίους, ὄμβρον δὲ Ῥωμαίοις καταρραγῆναι. οἷς ἐκπλαγέντα τὸν Μάρκον τιμῆσαι μὲν τοὺς χρι‐ στιανοὺς δόγματι, κεραυνοβόλον δ’ ἐκεῖνο καλέσαι τὸ σύνταγμα. καὶ ὅτι μὲν οὕτως ὁ λεγεὼν ἐκεῖνος | |
30 | ἐκλήθη καὶ παρὰ τοῖς ἄλλοις Ἕλλησι καὶ παρὰ τῷ Δίωνι ὡμολόγηται, τὴν δὲ αἰτίαν οὐ προστιθέασι. | |
μέμνηται δὲ τῆς παραδοξοποιίας ταύτης ἐν τῇ Ἐκ‐ | 83 in vol. 3 | |
3.84 | κλησιαστικῇ ἱστορίᾳ καὶ ὁ Εὐσέβιος. ὅ γε μὴν Δίων φησὶν ὅτι τοῦ ὄμβρου γινομένου οἱ Ῥωμαῖοι περὶ τὸ πίνειν ἀσχοληθέντες ὀλίγου δεῖν ἀπολώλεισαν ἄν, τῶν βαρβάρων ἐπιτιθεμένων τότε αὐτοῖς, εἰ μὴ χά‐ | |
5 | λαζα κατερράγη σφοδρὰ καὶ κεραυνοῖς πολλοῖς ἐβάλ‐ λοντο οἱ πολέμιοι. Ὁ δὲ Κάσσιος ἐν τῇ Συρίᾳ διάγων ἐνεωτέρισεν· ὃς Σύρος ἦν, ἀνὴρ δὲ ἄριστος καὶ οἷον ἄν τινες ἕξειν εὔξαιντο αὐτοκράτορα. ἐκινήθη δὲ πρὸς ἀποστασίαν, | |
10 | ἀγγελίας αὐτῷ ψευδοῦς κομισθείσης ὡς ὁ Μάρκος ἀπέθανεν. ἅπαξ δὲ πρὸς τὸ ἔργον ὁρμήσας οὐκ ἀπέ‐ στη, μετ’ ὀλίγον μαθὼν τὴν ἀγγελίαν εἶναι ψευδῆ· ἡτοιμάζετο δὲ πολέμῳ τὴν ἐξουσίαν ἕξειν. ὁ δὲ Μάρ‐ κος τοὺς στρατιώτας συγκαλεσάμενος ἐδημηγόρησε | |
15 | καὶ παρεθάρρυνε σφᾶς πρὸς τὸν πόλεμον. παρα‐ σκευαζομένῳ δὲ νῖκαί τε πλεῖσται κατὰ βαρβάρων διαφόρων ἠγγέλθησαν καὶ ἡ Κασσίου σφαγή, ὃν ἑκατόνταρχός τις βαδίζοντι προσελθὼν ἔτρωσεν αἰφ‐ νίδιον, οὐ μέντοι καιρίως, προσκατειργάσατο δὲ τὸν | |
20 | φόνον ὁ δέκαρχος. καὶ ὁ μὲν οὕτως ἀπώλετο μῆνας τρεῖς καὶ ἡμέρας ἓξ τὴν ἀρχὴν ὀνειρώξας, καὶ ὁ υἱὸς δὲ αὐτοῦ ἐφονεύθη τυγχάνων ἑτέρωθι· ὁ δ’ αὐτο‐ κράτωρ οὐδένα τῶν ἐκείνῳ συναποστάντων διεχρή‐ σατο, ἀλλ’ ἐπιεικῶς ἐχρήσατο ξύμπασι. καὶ τῇ βουλῇ | |
25 | δὲ ἐπέστειλε μηδένα τῶν Κασσίῳ συναραμένων τε‐ θνάναι· “μὴ γὰρ γένοιτο” ἔφη “μηδένα ὑμῶν δι’ ἐμὲ μήτε τῇ ἐμῇ μήτε τῇ ὑμετέρᾳ ψήφῳ σφαγῆναι. ἂν δὲ μὴ τούτου τύχω, σπεύσω θανεῖν.” οὕτω διὰ | |
πάντων καὶ εὐσεβὴς ἐγένετο καὶ χρηστός. ἐνομοθε‐ | 84 in vol. 3 | |
3.85 | τήθη δὲ τότε μηδένα τοῦ ἔθνους ἄρχειν ὅθεν ἐγένετο, ὅτι ὁ Κάσσιος ἐν τῇ Συρίᾳ ἡγεμονεύων, ὅπου καὶ ἡ πατρὶς αὐτοῦ ἦν, ἐνεόχμωσεν. Ἐλθὼν δ’ εἰς Ἀθήνας ὁ Μάρκος τιμάς τε τοῖς | |
5 | Ἀθηναίοις ἔνειμε καὶ διδασκάλους ἐπὶ πάσης παι‐ δείας ἔταξε, μισθὸν ἐτήσιον ἐκ τοῦ ταμείου κομιζο‐ μένους. ἐς δὲ τὴν Ῥώμην ἐλθὼν τοῖς ὄφλουσι τῷ βασιλικῷ ταμείῳ καὶ τῷ δημοσίῳ πᾶσιν ἀφῆκε τὰς ὀφειλάς. πόλεσί τε χρήματα δέδωκε, καὶ τὴν Σμύρ‐ | |
10 | ναν ὑπὸ σεισμοῦ παθοῦσαν ἀνοικοδομηθῆναι προσέ‐ ταξεν. ὡς δ’ αὖθις τὰ Σκυθικὰ κεκίνητο, γυναῖκα τῷ υἱῷ θᾶττον ἢ ἐβούλετο Κρισπῖναν συνῴκισε, καὶ κατ’ αὐτῶν ἐξεστράτευσε. καὶ χρήματα ἐκ τοῦ δη‐ μοσίου ᾔτησε· πάντα γὰρ τῆς βουλῆς καὶ τοῦ δήμου | |
15 | ἔλεγεν εἶναι. καταπολεμηθέντων δὲ τῶν βαρβάρων αὐτοκράτωρ προσηγορεύθη τὸ δέκατον. καὶ εἰ ἔτι ἐζήκει, τὰ ἐκεῖ πάντα ὑπὸ Ῥωμαίους ἂν ἐποιήσατο· ἀλλὰ μετήλλαξε, τῶν ἰατρῶν αὐτὸν κατεργασαμένων, ὡς λέγεται, τῷ Κομόδῳ χαριζομένων. ἄρτι δὲ θνή‐ | |
20 | σκων τοῦτόν τε τοῖς στρατιώταις παρακατέθετο, ἵνα μὴ δοκῇ ὑπ’ αὐτοῦ θνήσκειν, καὶ τῷ χιλιάρχῳ τὸ σύνθημα αἰτοῦντι “πρὸς τὸν ἀνατέλλοντα” εἶπεν “ἄπιθι· ἐγὼ γὰρ δύομαι ἤδη.” ἄριστα οὖν ἄρξας μετήλλαξε, ζήσας μὲν ἔτη πεντήκοντα καὶ ἐννέα, | |
25 | τριάκοντα καὶ ὀκτὼ ἐνδέοντα ἡμερῶν, αὐταρχήσας δὲ ἔτη ἐννεακαίδεκα καὶ ἡμέρας ἕνδεκα. ἦν γὰρ καὶ φύσει ἀγαθὸς ἀνήρ, πλεῖστα δὲ καὶ ὑπὸ παιδείας βελτίων ἐγένετο. οὐ μέντοι ἀξίως τῆς ἀρετῆς εὐδαι‐ μόνησεν. ἐντεῦθεν δὲ μᾶλλον θαυμάσειεν ἄν τις | |
30 | αὐτόν, ὅτι καὶ ἀλλοκότοις καὶ ἐξαισίοις χρησάμενος πράγμασιν αὐτός τε περιεγένετο καὶ τὴν ἀρχὴν διε‐ | |
σώσατο. | 85 in vol. 3 | |
3.86 | Τούτου κρατοῦντος ὁ ἱερὸς Πολύκαρπος ὁ Σμύρ‐ νης ἀρχιερεὺς τὸν μαρτυρικὸν ἀνεδήσατο στέφανον· καὶ ὁ μέγας ἐπὶ λόγοις καὶ μείζων ἐν ὁμολογίᾳ Ἰου‐ στῖνος ἐνήθλησεν, οὗ πολλὰ μέχρι τοῦδε συγγράμ‐ | |
5 | ματα σώζονται. τῷ δὲ ὀγδόῳ ἔτει τῆς Μάρκου Οὐή‐ ρου τοῦ Ἀντωνίνου τούτου ἀρχῆς Ἀνίκητος τελευτᾷ, ἔτη ἓν ἐπὶ δέκα τῆς Ῥωμαίων ἐκκλησίας προστάς· καὶ τοῦτον Σωτὴρ διαδέχεται. καὶ Κελαδίωνος μετὰ δέκα καὶ τέσσαρα ἔτη τὴν ζωὴν ἐκμετρήσαντος | |
10 | Ἀγριππῖνος τὴν Ἀλεξανδρέων ἐπισκοπὴν ἐγκεχείρι‐ στο. καὶ τῆς Ἀντιοχέων ἐκκλησίας μετὰ Ἥρωνα Κορνηλίου προστάντος τετάρτου, πέμπτος Ἔρως αὐ‐ τὸν διεδέξατο, κἀκεῖνον ἕκτος Θεόφιλος, ὃς καὶ κατὰ Μαρκίωνος ἐγγράφως ὡπλίσατο· ὃν ἕβδομος διεδέ‐ | |
15 | ξατο Μαξιμῖνος. τοῦ Ῥωμαίων δὲ ἀρχιερατεύσαντος Σωτῆρος μεταστάντος τῶν γηίνων, ἀντεισῆκτο Ἐλεύ‐ θερος. Κόμοδος δὲ ὁ υἱὸς Ἀντωνίνου Μάρκου ἄριστα παρὰ τοῦ πατρὸς τραφείς τε καὶ ἀναχθεὶς οὐ κατὰ | |
20 | τὴν παιδείαν ἀποβεβήκει ἥνπερ πεπαίδευτο. ἀλλ’ ἄκακος μὲν ἦν καὶ πρὸς πανουργίαν ἀποπεφύκει, δειλὸς δὲ ὢν καὶ τοῖς συνοῦσι πειθόμενος δι’ ἁπλό‐ τητα τὰ ἤθη τε διεφθάρη καὶ εἰς ἀσέλγειαν καὶ μιαι‐ φονίαν προήχθη, ἐννεακαιδεκέτης τυγχάνων ὅτε τῆς | |
25 | ἐξουσίας ἐκράτησεν. ὅθεν τὰς συμβουλίας τῶν ἀρί‐ στων τῆς βουλῆς παρωσάμενος, οὓς ἐπιτρόπους αὐτῷ ἐπέστησεν ὁ πατήρ, σπένδεται τοῖς βαρβάροις καὶ εἰς τὴν Ῥώμην ὑπονοστεῖ, οὔτε πονεῖν ἐθέλων καὶ ἐρρᾳστωνευμένης ἐρῶν βιοτῆς. ὅθεν καὶ πλειστάκις | |
30 | ἐπεβουλεύθη, καὶ συχνοὺς ἀπέκτεινεν οὐκ ἄνδρας | 86 in vol. 3 |
3.87 | μόνον, ἀλλὰ καὶ γυναῖκας, καὶ σχεδὸν πάντας τοὺς τότε ἀνθήσαντας, ἄτερ Πομπηιανοῦ καὶ Περτίνακος καὶ Βικτωρίνου, ὥστ’ ἄπορον λογίζεσθαι τοῖς ταῦτα συγγραψαμένοις ὅπως ἐκεῖνοι τὸν φόνον τότε διέφυ‐ | |
5 | γον. εἰσιόντι δὲ αὐτῷ εἰς τὸ θέατρον τὸ κυνηγετι‐ κὸν ἐπεβούλευσε Κλαύδιος Πομπηιανός. ξίφος γὰρ ἐν τῇ τῆς εἰσόδου ἀνατείνας στενοχωρίᾳ ἔφη “τοῦτό σοι πέπομφεν ἡ βουλή.” τούτῳ κατηγγύητο μὲν ἡ θυγάτηρ Λουκίλλης τῆς τοῦ Κομόδου ὁμαίμονος, | |
10 | συνεφθείρετο δὲ καὶ αὐτὴ ἡ Λουκίλλα οὔτ’ ἐπιεικε‐ στέρα οὔτε σωφρονεστέρα οὖσα τοῦ ἀδελφοῦ. διὸ καὶ τὸν Πομπηιανὸν ἀνέπεισεν ἐπιθέσθαι τῷ Κο‐ μόδῳ, καὶ ἐκεῖνον καὶ ἑαυτὴν προσαπώλεσεν. ἀνεῖλε δὲ καὶ τὴν γυναῖκα Κρισπῖναν ὁ Κόμοδος, μοιχείαν | |
15 | ἐπεγκαλέσας αὐτῇ. καὶ εἴ τις ἕκαστον τῶν ὑπ’ ἐκεί‐ νου κτανθέντων ἢ διὰ συκοφαντίας ψευδεῖς ἢ δι’ ὑποψίας εἰκαίας ἢ διὰ πλοῦτον βαθὺν ἢ διὰ γένους λαμπρότητα ἢ διὰ παιδείας ὑπεροχὴν ἢ δι’ ἀρετῆς εὐδοκίμησιν ἀκριβώσασθαι τῇ συγγραφῇ βουληθῇ, | |
20 | ὄχλον ἂν παρέξοι τοῖς ἐπιέναι τὸ σύγγραμμα μέλ‐ λουσιν. Ἐγένοντο δὲ καὶ πόλεμοι αὐταρχοῦντος αὐτοῦ πρός τε τοὺς ὑπὲρ τὴν Δακίαν βαρβάρους καὶ μέγι‐ στος ὁ Βρεττανικός, ἐφ’ ὃν Μάρκελλον Οὔλπιον | |
25 | ἔπεμψεν, ἄνδρα ἐγκρατῶς τε ζῶντα καὶ στρατιωτι‐ κῶς, ἀδωρότατόν τε καὶ ἀϋπνότατον φύσει καὶ ἔτι μᾶλλον ἐξ ἐγκρατείας. ἵνα γὰρ μηδὲ ἄρτου κορέννυ‐ ται, πολυήμερόν τε καὶ παλαιότατον αὐτὸν ἤσθιεν, ὥστε μηδὲ δύνασθαί τι φαγεῖν τοῦ ἀναγκαίου πάνυ | |
30 | ἐπέκεινα. οὗτος τοὺς ἐν Βρεττανίᾳ βαρβάρους σφό‐ | 87 in vol. 3 |
3.88 | δρα ἐκάκωσεν. ὅθεν διὰ τὴν ἀρετὴν αὐτοῦ ὀλίγου ἀπέκτεινεν ἂν τὸν ἄνδρα ὁ Κόμοδος. Περέννιος δὲ ὁ τοῦ δορυφορικοῦ ἄρχων, τοῦ Κο‐ μόδου ἁρματηλασίαις καὶ ἀσελγείαις ἐσχολακότος, | |
5 | ἠναγκάζετο τά τε στρατιωτικὰ καὶ τὰ τοῦ κοινοῦ διοικεῖν. εἴ τι γοῦν τοῖς στρατιώταις ἀπήντα που δυσχερές, ἐπ’ ἐκεῖνον τοῦτο ἀνέφερον καὶ ἐμηνίων αὐτῷ. οἱ ἐν Βρεττανίᾳ τοίνυν στρατιῶται στασιά‐ ζοντες καὶ διὰ τοῦτο ἐπιτιμηθέντες χιλίους ἐπὶ πεν‐ | |
10 | τακοσίοις ἐξ ἑαυτῶν εἰς τὴν Ἰταλίαν ἔπεμψαν· οἷς τῇ Ῥώμῃ πλησιάσασιν ὁ Κόμοδος προϋπήντησε καὶ εἶπεν “ὦ συστρατιῶται, τί βουλόμενοι πάρεστε;” οἱ δέ “ἥκομεν” ἔφασαν “ἐπεί σοι ἐπιβουλεύει Περέν‐ νιος.” καὶ ὃς ἐπείσθη καὶ τὸν ἄνδρα ἐξέδωκεν· καὶ | |
15 | οἱ στρατιῶται αὐτὸν καὶ ᾐκίσαντο καὶ κατέκοψαν, διαγαγόντα τὴν ἀρχὴν ἀδωρότατά τε καὶ σωφρονέ‐ στατα. οὗπερ ἀπαλλαγέντες οἱ Καισάρειοι, ὧν ὁ Κλέανδρος κορυφαιότατος ἐτύγχανεν ὤν, ἅπαν ἔδρων χείριστον ἀδεῶς· πάντα γὰρ ἐπώλουν καὶ ὕβριζον | |
20 | καὶ ἠσέλγαινον. Ὁ δὲ Κλέανδρος μέγα ὑπὸ τῆς τύχης ἀρθεὶς καὶ ἐχαρίσατο καὶ ἐπώλησε βουλείας, στρατείας, ἐπιτρο‐ πείας, ἡγεμονίας καὶ ἁπλῶς ξύμπαντα. καί τινες πάντων ὧν εἶχον τὸ βουλευταὶ γενέσθαι ἐπρίαντο, | |
25 | ὥστε καὶ λεχθῆναι ἐπὶ Ἰουλίῳ Σόλωνι ἀφανεστάτῳ ἀνδρὶ ὅτι τὴν οὐσίαν ἀφαιρεθεὶς ἐξωρίσθη εἰς τὸ συνέδριον. καὶ ὑπάτους εἰς ἕνα ἐνιαυτὸν εἴκοσι καὶ πέντε ἀπέδειξεν, ὃ μήτε πρότερον μήτε ὕστερον ἐγέ‐ νετο. πάντοθεν οὖν ἀργυρολογῶν ἐκτήσατο πάμ‐ | |
30 | πολλα, ἀφ’ ὧν πλεῖστα τῷ τε Κομόδῳ ἐδίδου καὶ ταῖς αὐτοῦ παλλακαῖς. καίτοι δ’ οὕτως ὑπὸ τῆς | |
τύχης ἀρθεὶς ἀτίμως ἀπώλετο. σιτοδείας γὰρ ἐν | 88 in vol. 3 | |
3.89 | Ῥώμῃ συμβάσης πλέον αὐτὴν Παπίριος Διονύσιος ἐπὶ τοῦ σίτου τεταγμένος ἐπέτεινεν, ὡς ἂν τὸν Κλέ‐ ανδρον οἱ Ῥωμαῖοι μισήσωσί τε καὶ διαφθείρωσιν ὡς αἴτιον τοῦ κακοῦ διὰ κλέμματα. ἤγετο τοίνυν | |
5 | ἱπποδρομία· καὶ μελλόντων τῶν ἵππων ἀγωνιεῖσθαι εἰσέδραμε παιδίων πλῆθος εἰς τὸν ἱππόδρομον· καὶ τῶν παρθένος τις ἡγεῖτο μεγάλη καὶ βλοσυρά, ἣ δαί‐ μων ἐς ὕστερον ἐνομίσθη. καὶ συνεβόησαν μὲν τὰ παιδία, καὶ ὁ δῆμος ἐκ τούτου ἐξέκραγε καὶ ὥρμησε | |
10 | πρὸς τὸν Κόμοδον ἐν προαστείῳ ὄντα, ἐκείνου μὲν ὑπερευχόμενος, τοῦ Κλεάνδρου δὲ κατευχόμενος· ὁ δὲ στρατιώτας ἔπεμψεν ἐπ’ αὐτούς, οἳ καὶ ἔτρωσάν τινας καὶ ἀπέκτειναν, ἀνεῖρξαι δὲ τὸν δῆμον οὐκ ἴσχυσαν, ἀλλὰ τῷ πλήθει θαρρῶν ἢ τῇ τῶν δορυ‐ | |
15 | φόρων ἰσχύϊ ἐκεῖνος ἠπείχθη. πλησιαζόντων δὲ οὕ‐ τως ὁ Κόμοδος ἔδεισε, δειλότατος ὤν, ὡς αὐτίκα τόν τε Κλέανδρον καὶ τὸ παιδίον αὐτοῦ σφαγῆναι κελεῦ‐ σαι. τὸ μὲν οὖν παιδίον προσουδισθὲν διεφθάρη, τὸ δὲ τοῦ Κλεάνδρου σῶμα λαβόντες οἱ Ῥωμαῖοι | |
20 | ἔσυραν καὶ ᾐκίσαντο, καὶ ἡ κεφαλὴ αὐτοῦ ἐπὶ δόρα‐ τος περιήνεκτο. καί τινας ἑτέρους τῶν παρὰ τῷ αὐ‐ τοκράτορι δυναμένων διέφθειραν. Κόμοδος δὲ ἐφόνα καὶ τοὺς ἐπιφανεῖς ἄνδρας διεχειρίζετο καὶ ἦν Ῥωμαίοις ἅπασι χαλεπώτατος, | |
25 | ἀναγκάζων αὐτῷ ἐξ ἀνάγκης ψηφίζεσθαι ὅσα τῷ πα‐ τρὶ αὐτοῦ ἑκόντες δι’ εὔνοιαν ἐψηφίζοντο. ἄλλα τε οὖν αὐτῷ πάμπολλα ἐψηφίσθησαν καὶ χρυσοῦς ἀν‐ δριὰς σταθμοῦ χιλίων λιτρῶν. καὶ τοὺς μῆνας πάν‐ | |
τας ἀπ’ αὐτοῦ κεκλῆσθαι τεθέσπικε· καὶ κατηρίθ‐ | 89 in vol. 3 | |
3.90 | μηντο ὧδε, Ἀμαζόνιος, Ἀνίκητος, Εὐτυχής, Εὐσεβής, Λούκιος, Αἴλιος, Αὐρήλιος, Κόμοδος, Αὔγουστος, Ἡρά‐ κλειος, Ῥωμαῖος, Ὑπεραίρων. πάντα γὰρ ταῦτα ἑαυτῷ ἐπέγραφε τὰ ὀνόματα, καὶ τῇ βουλῇ οὕτως ἐπέστελ‐ | |
5 | λεν “αὐτοκράτωρ Καῖσαρ Λούκιος Αἴλιος Αὐρήλιος Κόμοδος Αὔγουστος εὐσεβὴς εὐτυχὴς ἀνίκητος Ῥω‐ μαῖος Ἡρακλῆς ἀρχιερεὺς δημαρχικῆς ἐξουσίας τὸ ὀκτωκαιδέκατον, αὐτοκράτωρ τὸ ὄγδοον, ὕπατος τὸ ἕβδομον, πατὴρ πατρίδος, ὑπάτοις, στρατηγοῖς, δη‐ | |
10 | μαρχικοῖς, γερουσίᾳ Κομοδιανῇ εὐτυχεῖ χαίρειν.” καὶ πολλοὺς ἔστησαν αὐτῷ ἀνδριάντας ἐν Ἡρακλέους σχήματι. καὶ τὸν αἰῶνα τὸν κατ’ αὐτὸν ἀπ’ αὐτοῦ χρυσοῦν ὀνομάζεσθαι καὶ γράφεσθαι ἐψηφίσθη· ἐκα‐ λεῖτο γὰρ πρὸς τοῖς ἄλλοις ὀνόμασι καὶ χρυσοῦς καὶ | |
15 | θεός. πολλὰ δὲ δαπανῶντι αὐτῷ ἐπέλιπε τὰ χρή‐ ματα· ὅθεν ἐγκλήματα καὶ ἀνδράσιν ἐπιφέρων καὶ γυναιξίν, οὓς μὲν ἐφόνευεν, οἷς δὲ τὴν σωτηρίαν τῆς αὐτῶν οὐσίας ἐπίπρασκεν. Ἡρματηλάτει δὲ οἴκοι, δημοσίᾳ γὰρ ᾐδεῖτο τοῦτο | |
20 | ποιῆσαι, καὶ ἐμονομάχει, οἴκοι μὲν μέχρι φόνου, ἐν δέ γε τῷ θεάτρῳ ἀσιδήρως καὶ αἵματος ἀνθρωπίνου χωρίς. οἴκοι δέ τινων τὰς τρίχας ξυρῶν τῶν μὲν τὰς ῥῖνας παρέτεμνε, τῶν δὲ τὰ ὦτα, ἐνίων δ’ ἕτε‐ ρόν τι. εἰσιὼν δ’ ἐς τὸ θέατρον τῷ τοῦ Ἑρμοῦ ἐκέ‐ | |
25 | χρητο σχήματι, χρυσοῦν κηρύκειον μεταχειριζόμενος. ἐφρόνει δὲ μέγα καὶ ὅτι ἦν ἐπαρίστερος. κάμνων δ’ ἐν τῷ ἀγωνίζεσθαι ἔπινε, καὶ οἱ τῆς βουλῆς καὶ οἱ τῶν ἱππέων παρόντες “ζήσειας” ἐξεβόων· καί “κύ‐ ριος εἶ” καί “πρῶτος εἶ” καί “πάντων εὐτυχεστάτας | |
30 | νίκας νικήσεις” καί “Ἀμαζόνιε νικᾷς” κράζειν συνε‐ χῶς ἐκελεύοντο. τοὺς δὲ ποδῶν ἐστερημένους ἢ τού‐ | |
τους πεπηρωμένους ἐκ νόσου ἢ συμφορᾶς ἀθροίσας | 90 in vol. 3 | |
3.91 | ποτέ, καὶ δρακόντων εἴδη αὐτοῖς περιπλέξας περὶ τὰ γόνατα, οἷα γίγαντας ὡς Ἡρακλῆς ῥοπάλῳ παίων ἀπέκτεινε. Μέλλων δ’ αὖθις μονομαχῆσαι ἐνετείλατο τοῖς | |
5 | ἱππεῦσι καὶ τῇ βουλῇ ἐν τῇ στολῇ τῇ ἱππάδι καὶ τοῖς μανδύαις εἰς τὸ θέατρον εἰσελθεῖν, ὃ οὐκ εἴθι‐ στο γίνεσθαι εἰ μή τις αὐτοκράτωρ ἔτυχε τεθνηκώς· καὶ τὸ κράνος δ’ αὐτοῦ τῇ τελευταίᾳ τῶν ἀγώνων ἡμέρᾳ διὰ τῶν πυλῶν ἐξεκομίσθη δι’ ὧν οἱ τελευ‐ | |
10 | τῶντες ἐξεφέροντο· καὶ ταῦτα τεκμήρια τοῦ μέλλειν ἤδη ἀπαλλαγήσεσθαι τῆς αὐτοῦ τυραννίδος ἅπασιν ἔδοξε. καὶ τοῦτο μετ’ ὀλίγον ἐγένετο· Αἰμίλιος γὰρ Λαῖτος ὁ ἔπαρχος καὶ ὁ πρόκοιτος Ἔκλεκτος, τοῖς ὑπ’ αὐτοῦ γινομένοις ἀχθόμενοι, μὴ ταῦτα ποιεῖν παρῄ‐ | |
15 | νουν αὐτῷ· ὁ δὲ ἠπείλει σφίσι καὶ ἐμηνία· κἀκεῖνοι δεί‐ σαντες ἐπεβούλευσαν αὐτῷ, δόντες ἐν βοείοις κρέασι φάρμακον. μὴ ταχέως δὲ τῷ φαρμάκῳ κατεργασθέντα, ἀλλὰ καὶ ἐξημεκότα ὑποτοπήσαντά τε τὸ γεγονὸς καὶ ἀπειλοῦντα ἀπέπνιξαν αὐτὸν διά τινος Ναρκίσσου | |
20 | λουόμενον, ἔτη δώδεκα καὶ μῆνας ἐννέα καὶ ἡμέρας τεσσαρεσκαίδεκα μοναρχήσαντα, βεβιωκότα δὲ τριά‐ κοντα ἐνιαυτοὺς ἐφ’ ἑνὶ καὶ μῆνας τέσσαρας. εἰς ὃν ἡ οἰκία τῶν ὡς ἀληθῶς Αὐρηλίων τῆς αὐταρχίας ἐπαύσατο. | |
25 | Ἐν δέ γε τῷ πρώτῳ ἔτει τῆς μοναρχίας Κομόδου Ἰουλιανὸς τὴν ἐπισκοπὴν Ἀλεξανδρείας ἐνεχειρίσθη, Ἀγριππίνου ἐπὶ δώδεκα ἔτη ταύτην οἰκονομήσαντος καὶ μεταστάντος τῶν τῇδε. τότε καὶ Κλήμης ὁ στρω‐ ματεὺς ἐγνωρίζετο καὶ Πάνταινος ὁ φιλόσοφος σπου‐ | |
30 | δαστής τε καὶ κῆρυξ τοῦ καθ’ ἡμᾶς μυστηρίου. | |
ἀνωτέρω δὲ τῆς Ἱεροσολύμων ἐκκλησίας ὁ λόγος | 91 in vol. 3 | |
3.92 | ἱστόρησε Μάρκον μετὰ τοὺς ἐκ περιτομῆς καθηγή‐ σασθαι, τῆς πόλεως παρὰ Ἀδριανοῦ ἀνοικοδομηθεί‐ σης, συνοικισθείσης τε ἐξ ἐθνῶν. ὃν Κασσιανὸς διε‐ δέξατο, καὶ τοῦτον Πούπλιος, καὶ Πούπλιον Ἰουλια‐ | |
5 | νός, κἀκεῖνον Γάιος, καὶ Γάιον Σύμμαχος. ὁ δ’ ἐφ’ ἑτέρῳ Γαΐῳ μετήλλαξε τὴν ζωήν. εἶθ’ ἕτερος Ἰου‐ λιανὸς τὴν ἐπισκοπὴν διεδέξατο, καὶ τούτου διάδοχος Καπίτων ἐγένετο, καὶ Οὐάλης Καπίτωνος, Οὐάλεντος δὲ Δολιχιανός, καὶ ἐπὶ πᾶσι Νάρκισσος τριακοστὸς | |
10 | ἐπίσκοπος τῶν Ἱεροσολύμων ἀπὸ τῶν ἀποστόλων ἐγένετο. δεκάτῳ δ’ ἔτει τῆς Κομόδου ἀρχῆς Ἐλεύ‐ θερος ὁ τῆς Ῥωμαίων ἐκκλησίας ἐπισκοπήσας ἐπ’ ἔτη τρισκαίδεκα τῶν τῇδε μετέστη, καὶ Βίκτωρ τῶν ἐκεῖ προέστη πιστῶν. καὶ Ἰουλιανοῦ ἐπὶ δέκατον ἔτος | |
15 | τὴν Ἀλεξανδρέων ἐκκλησίαν ἰθύναντος, καὶ τὸ χρεὼν λειτουργήσαντος, Δημήτριος τὸ τῆς ἐπισκοπῆς ἐνε‐ χειρίσθη λειτούργημα. ἐν δὲ τῇ τῶν Ἀντιοχέων ἐκ‐ κλησίᾳ μετὰ Μαξιμῖνον Σαραπίων ἐπεσκόπει τοὺς χριστωνύμους, ὄγδοος ἀρχιερεὺς ἀπὸ τῶν ἀποστόλων | |
20 | γενόμενος. τότε καὶ Ἀπολλώνιος, ἀνὴρ ἐπὶ παιδείᾳ καὶ φιλοσοφίᾳ βεβοημένος, μαρτυρικῷ τέλει ἐν Ῥώμῃ δόγματι τῆς συγκλήτου πρὸς τὰς αἰωνίους μετέστη μονάς. Ὁ μὲν οὖν Κόμοδος τὰ τῆς ἀρχῆς διαφθείρας, | |
25 | ὡς εἴρηται, κἀκεῖνος διέφθαρτο· οἱ δὲ περὶ τὸν Ἔκλεκτον καὶ τὸν Λαῖτον τὸν Περτίνακα εἰς τὴν αὐ‐ ταρχίαν διὰ τὴν ἀρετὴν καὶ τὸ ἀξίωμα αὐτοῦ ἐπελέ‐ ξαντο. ὁ δέ, ὅτι τέθνηκε Κόμοδος ἀκριβωσάμενος, ἐδέξατο τὴν ἀρχήν, καὶ εἰσῆλθεν εἰς τὸ στρατόπεδον, | |
30 | καὶ τῇ τε παρουσίᾳ τοῦ Λαίτου καὶ ἁδραῖς ὑποσχέ‐ | 92 in vol. 3 |
3.93 | σεσι τοὺς στρατιώτας προσεποιήσατο. εἶτα εἰς τὸ συνέδριον ἀφικόμενος εἶπεν ὅτι “ὠνόμασμαι ὑπὸ τῆς στρατιᾶς αὐτοκράτωρ, ἐξίσταμαι δὲ τῆς ἀρχῆς διά τε τὴν ἡλικίαν καὶ ἀρρωστίαν καὶ τὴν τῶν πραγμάτων | |
5 | δυσχέρειαν.” ὡς δὲ καὶ παρὰ τῆς βουλῆς καὶ ἐπῃ‐ νεῖτο καὶ ᾑρεῖτο, ὁ μὲν αὐτοκράτωρ ἀπεδείχθη, ὁ δὲ Κόμοδος ἐψηφίσθη πολέμιος. καὶ ἡ βουλὴ καὶ ὁ δῆ‐ μος εἰς ἐκεῖνον ἐξύβριζον καὶ τὰς εἰκόνας αὐτοῦ κα‐ τέσπων. ἤθελον δὲ καὶ τὸ σῶμα αὐτοῦ διασῦραι καὶ | |
10 | διασπάσαι· εἰπόντος δὲ τοῦ Περτίνακος ἤδη τῇ γῇ κεκρύφθαι αὐτό, τοῦ μὲν ἀπέσχοντο, ἀλιτήριον δὲ καὶ τύραννον ἀπεκάλουν αὐτὸν καὶ ἁρματηλάτην καὶ μονομάχον καὶ πλείω ἕτερα. Λίβυς δ’ ἦν ὁ Περτί‐ ναξ ἐξ Ἄλβης Πομπηίας, πατρὸς οὐκ εὐγενοῦς, ἐν | |
15 | τοῖς ἱππεῦσι χιλιαρχήσας. ἦν δ’ εὐπροσήγορος, ἤκουέ τε ἑτοίμως καὶ ἀπεκρίνατο ὅσα οἱ ἐδόκει. Οὕτω μὲν ὁ Περτίναξ τῆς ἀρχῆς ἐπελάβετο, καὶ πρὸς ταῖς ἄλλαις ἐπικλήσεσι καὶ πρόκριτος τῆς γε‐ ρουσίας κατὰ τὸ ἀρχαῖον ἐπωνομάσθη. ὅσα γοῦν | |
20 | διέκειτο πλημμελῶς πρὸς τὸ κόσμιον μετεσκεύαστο οἰκονομίᾳ καὶ προνοίᾳ τοῦ αὐτοκράτορος, καὶ ἡ ἀτι‐ μία τῶν ἀδίκως πεφονευμένων ἐλύθη παρ’ αὐτοῦ. τοσαύτη δὲ χρημάτων ἔνδεια κατὰ τὸ βασίλειον ἦν ὡς πέντε καὶ εἴκοσι μυριάδας δραχμῶν εὑρεθῆναι | |
25 | μόνας. μόλις δ’ οὖν ὁ Περτίναξ ἐξ ἀνδριάντων καὶ ὅπλων καὶ ἐπίπλων καὶ τῶν τοῦ Κομόδου παιδικῶν ἀθροίσας ἀργύριον τοῖς τε δορυφόροις ἃ ὑπέσχετο ἔδωκε καὶ τῷ δήμῳ καθ’ ἑκατὸν δραχμάς. ὅσοις γὰρ ὁ Κόμοδος ἐς τρυφὴν καὶ ἐς ὁπλομαχίαν καὶ ἁρματη‐ | |
30 | λασίαν ἐκέχρητο, ξύμπαντα προὐτέθειτο εἰς τὸ πωλη‐ τήριον. | |
Ὁ δὲ Λαῖτος εὐφήμει μὲν τὸν Περτίνακα, τὸν δὲ | 93 in vol. 3 | |
3.94 | Κόμοδον ὕβριζε. καί τινας βαρβάρους, χρυσίον παρ’ ἐκείνου κομισαμένους ἐπ’ εἰρήνῃ πολύ, ἔτι τυγχά‐ νοντας ἐν ὁδῷ μετεπέμψατο καὶ τὸ χρυσίον ἀφείλετο, “φράσατε τοῖς οἴκοι” φήσας “ὅτι Περτίναξ ἄρχει·” | |
5 | ᾔδεσαν γὰρ τὸ ὄνομα τοῦ ἀνδρὸς ἐξ ὧν ἐπεπόνθει‐ σαν. καὶ ἄλλα δὲ τοιαῦτα ἐπὶ διαβολῇ τοῦ Κομόδου ὁ Λαῖτος ἐποίησεν. ἀλλ’ οὐκ ἐπὶ μακρὸν οὗτος ἔμεινε πιστὸς τῷ Περτίνακι. ὧν γὰρ ἱμείρετο μὴ τυγχάνων, τοὺς στρατιώτας παρέθηξε κατ’ αὐτοῦ. οἱ δὲ ἁρπα‐ | |
10 | γῶν εἰργόμενοι παρ’ αὐτοῦ, ἐμίσουν αὐτὸν καὶ ἐπε‐ βούλευον σὺν τῷ Λαίτῳ. διὸ τὸν ὕπατον Φάλκωνα, γένει καὶ πλούτῳ λαμπρυνόμενον, αὐτοκράτορα ποιῆ‐ σαι συνέθεντο. ὃ μαθὼν ὁ Περτίναξ ἐς θάλασσαν διατρίβων διὰ τὴν τοῦ σίτου παρασκευήν, εἰς τὴν | |
15 | πόλιν ἠπείχθη καὶ εἰς τὴν βουλὴν παρελθὼν διει‐ λέχθη. μελλόντων δὲ τῶν βουλευτῶν καταψηφιεῖ‐ σθαι τοῦ Φάλκωνος ὁ Περτίναξ ἀνακραγών “μὴ γέ‐ νοιτο” ἔφη “τινὰ βουλευτὴν ἐμοῦ ἄρχοντος μηδὲ δι‐ καίως θανατωθῆναι.” | |
20 | Ὁ δὲ Λαῖτός τινας τῶν στρατιωτῶν ὡς ἐκείνου κελεύοντος ἔφθειρε· φοβηθέντες δὲ οἱ λοιποὶ ἐθορύ‐ βησαν. διακόσιοι δὲ οἱ θρασύτεροι ἠρκότες τὰ ξίφη πρὸς τὸ παλάτιον ὥρμησαν. ὡς δ’ ἐντὸς ἐγένοντο, ἡ γυνὴ αὐτῷ τὴν τούτων παρουσίαν ἐμήνυσεν· ὁ δέ, | |
25 | καίτοι δυνάμενος ἀντιστῆναι καὶ διαφθεῖραι αὐτοὺς τῇ τε φυλακῇ τῇ νυκτερινῇ καὶ τοῖς ἱππεῦσιν, οὔτε τοῦτ’ ἐποίησεν οὔτε κρυβῆναι καὶ διαφυγεῖν ᾑρετί‐ σατο, ἀλλ’ ἐλπίσας ἴσως καταπλήξειν αὐτοὺς ὀφθεὶς καὶ πείσειν διαλεχθείς, ἀπήντησε προσιοῦσιν. οἱ | |
30 | δὲ τὸ μὲν πρῶτον αἰδοῖ ὑπεστάλησαν καὶ τοῖς κου‐ λεοῖς τὰ ξίφη ἐνέθεντο, ὡς δ’ εἷς αὐτῶν προπηδή‐ | |
σας “τοῦτό σοι” ἔφη τὸ ξίφος δείξας “οἱ στρατιῶται | 94 in vol. 3 | |
3.95 | πεπόμφασι,” καὶ αὐτὸν ἔπληξε, καὶ οἱ ἄλλοι συνεκι‐ νήθησαν καὶ κατέκοψαν αὐτόν τε τὸν αὐτοκράτορα καὶ τὸν Ἔκλεκτον. εἶτα τὴν τοῦ Περτίνακος κεφαλὴν οἱ στρατιῶται δόρατι περιπείραντες περιῆγον, τῷ | |
5 | ἔργῳ ἐλλαμπρυνόμενοι. ἐβίω δὲ ὁ ἀνὴρ ἔτη ἑπτὰ καὶ ἑξήκοντα δέοντα τεσσάρων μηνῶν, ἄρξας μόνας ἡμέρας ὀγδοήκοντα καὶ ἑπτά. Διαγγελθείσης δὲ τῆς σφαγῆς τοῦ Περτίνακος Σουλπικιανός, σταλεὶς εἰς τὸ στρατόπεδον παρ’ ἐκεί‐ | |
10 | νου ἵνα τὰ ἐκεῖ καταστήσηται, ἔμεινεν ἐν αὐτῷ καὶ ἔπραττεν ὅπως ἂν αὐτοκράτωρ ἀποδειχθῇ. κἀν τούτῳ Ἰουλιανὸς ὁ Δίδιος, χρηματιστής τε καὶ ἄπληστος, νεωτέρων ἀεὶ πραγμάτων ἐπιθυμῶν καὶ πρὸς τοῦ Κομόδου διὰ τοῦτο εἰς Μεδιόλανα τὴν ἑαυτοῦ πα‐ | |
15 | τρίδα ἐξελαθείς, μαθὼν τὴν τελευτὴν τοῦ Περτίνα‐ κος, σπεύσας εἰς τὸ στρατόπεδον παρεγένετο. καὶ πρὸς ταῖς πύλαις ἑστὼς ὁ μὲν ἔξωθεν, ὁ δὲ Σουλπι‐ κιανὸς ἔσωθεν, τὴν Ῥώμην καὶ τὴν ταύτης ἀρχὴν ὠνητίων ἐκ τῶν στρατιωτῶν, διαγγελλόντων τινῶν | |
20 | καὶ λεγόντων ἑκατέρῳ ὅτι “τόσον οὗτος” καί “τόσον ἐκεῖνος δίδωσι, τί οὖν σὺ προστίθης;” ὅμως πολλῶν ὑπεσχημένων τοῖς στρατιώταις παρὰ τοῦ Ἰουλιανοῦ, ἐκεῖνον προετιμήσαντο, φοβηθέντες μάλιστα τὸν Σουλπικιανὸν ὡς τιμωρήσοντα τῷ Περτίνακι οἷα δὴ | |
25 | κηδεστῇ. Εἰσδεχθεὶς δὲ εἰς τὸ στρατόπεδον Ἰουλιανὸς καὶ αὐτοκράτωρ ἀποδειχθεὶς ἐκεῖθεν πρὸς τὴν ἀγορὰν ἐφοίτησε καὶ τὸ βουλευτήριον, δορυφόρους παμπλη‐ θεῖς ἐπαγόμενος, ἵνα δι’ ἐκείνων καὶ τὴν γερουσίαν | |
30 | καὶ τὸν δῆμον δεδίξηται. καὶ εἶπε πρὸς τὴν βουλὴν | 95 in vol. 3 |
3.96 | ὅτι “καὶ ὑμεῖς ἄρχοντος δέεσθε καὶ αὐτός, εἰ καί τις ἄλλος, ἀξιώτατός εἰμι ἡγεμονεῦσαι ὑμῶν.” εἰ οὖν καὶ ἐμισεῖτο διὰ τὴν μεγαλαυχίαν καὶ διὰ τοὺς τὸ βουλευτήριον κυκλωσαμένους ὁπλίτας, ἀλλὰ διὰ τὸ | |
5 | δέος κἀκ τῆς βουλῆς τὴν αὐταρχίαν ἐβεβαιώσατο· καὶ ἀνῆλθεν εἰς τὸ παλάτιον. Τῇ δ’ ὑστεραίᾳ οἱ μὲν τῆς βουλῆς προσῆλθον αὐτῷ, ἵνα μὴ φωραθεῖεν ἀχθόμενοι ἐπ’ αὐτῷ, ὁ δὲ δῆμος φανερῶς ἐσκυθρώπαζε· καὶ ἐς τὸ συνέδριον | |
10 | ἐλθόντος τοῦ αὐτοκράτορος ἐξέκραγον ὡς ἐκ συνθή‐ ματος ἅπαντες, πατροφόνον αὐτὸν καλοῦντες καὶ ἅρ‐ παγα τῆς ἀρχῆς. ἐκείνου δὲ μὴ χαλεπαίνειν προσ‐ ποιουμένου καὶ ἀργύριόν τι σφίσιν ὑπισχνουμένου ἠγανάκτησαν ὡς δεκαζόμενοι, καὶ ξύμπαντες ἐξεβόη‐ | |
15 | σαν “οὐ θέλομεν, οὐ λαμβάνομεν.” ὁ δὲ Ἰουλιανὸς τοὺς ταῦτα λέγοντας ἐκέλευσε κτείνεσθαι. καὶ ὁ δῆ‐ μος ἔτι παρώξυντο, καὶ τοῦ τε Περτίνακος ἐμέμνηντο καὶ ἐς τὸν Ἰουλιανὸν ἀπέσκωπτον. καὶ πολλοὶ πολ‐ λαχοῦ τῆς πόλεως τιτρωσκόμενοι καὶ κτεινόμενοι ἀν‐ | |
20 | τεῖχον, καὶ ὅπλα λαβόντες συνέδραμον εἰς τὸν ἱππό‐ δρομον, ἔνθα νύκτα τε καὶ ἡμέραν διήγαγον ἄσιτοι ἐπιβοώμενοι τοὺς λοιποὺς στρατιώτας, καὶ μᾶλλον τὸν Νίγρον τὸν Πεσκέννιον καὶ τοὺς μετ’ αὐτοῦ ἐν τῇ Συρίᾳ ὄντας. εἶτα τῷ λιμῷ καὶ τῇ ἀγρυπνίᾳ κα‐ | |
25 | κωθέντες διελύθησαν καὶ ἡσύχαζον. Ἰουλιανὸς δὲ οὕτως τὴν ἀρχὴν ἁρπάσας ἀνελευθέρως αὐτῇ ἐχρῆτο, θωπεύων τὴν βουλὴν καὶ τούς τι δυναμένους, καὶ τὰ μὲν χαριζόμενος, τὰ δ’ ἐπαγγελλόμενος· καὶ πάντα ἐπὶ θεραπείᾳ ἐποίει τῶν δυνατῶν, οὐ μέντοι καὶ | |
30 | ἐπιστεύετο. Καὶ ταῦτα μὲν κατὰ τὴν Ῥώμην ἐπράττετο· οἱ | |
δὲ τῶν στρατοπέδων ἡγεμόνες τρεῖς ὄντες, ὅ τε | 96 in vol. 3 | |
3.97 | Σευῆρος τῆς Παννονίας ἄρχων, τῆς Συρίας δ’ ὁ Νίγρος, τῆς Βρεττανίας δὲ ὁ Ἀλβῖνος, εἰς καθαίρε‐ σιν τοῦ Ἰουλιανοῦ τὰ περὶ αὐτοῦ μαθόντες κεκί‐ νηντο. τῶν ἄλλων δὲ ὁ Σευῆρος δεινότερος ὢν | |
5 | ἐλογίσατο ὡς, εἰ τὸν Ἰουλιανὸν καταλύσουσι, σφίσιν αὐτοῖς οἱ τρεῖς ἀμφισβητήσουσι περὶ τῆς ἀρχῆς. ἔγνω τοίνυν τὸν ἕνα προσοικειώσασθαι. ὅτι δὲ καὶ πορρωτέρω αὐτοῦ ὁ Νίγρος ἐτύγχανεν ὤν, καὶ μέγα φρονεῖν αὐτὸν εἴκαζεν ἐπικεκλημένον ὑπὸ τοῦ δήμου, | |
10 | ὡς εἴρηται, πρὸς τὸν Ἀλβῖνον ἀπένευσε, καὶ δι’ ἀπορρήτων αὐτῷ ἔγραψε Καίσαρα ποιήσειν αὐτόν. καὶ ὃς κατὰ χώραν ἔμεινεν, ὡς κοινωνήσει τῆς ἀρ‐ χῆς τῷ Σευήρῳ τεθαρρηκώς. ὁ δὲ Σευῆρος ἐπὶ τὴν Ῥώμην ἠπείγετο. | |
15 | Καὶ ὁ Ἰουλιανὸς ταῦτα μαθὼν πολέμιόν τε ψη‐ φίσασθαι τὸν Σευῆρον τὴν βουλὴν παρεσκεύασε, καὶ πρὸς πόλεμον ἡτοιμάζετο, καὶ τὸ παλάτιον κιγκλίσι καὶ θύραις ἰσχυραῖς ἐκρατύνατο· ὅτι γὰρ ἐνόμιζε μὴ ἄν ποτε ῥᾳδίως τοὺς στρατιώτας κτανεῖν τὸν Περτί‐ | |
20 | νακα, εἴ γε δὴ συνεκέκλειστο, ᾤετο ὡς δυνήσεται κατακλεισθεὶς ἐν αὐτῷ περιγενέσθαι, ἂν ἡττηθῇ. ἐφόνευσε δὲ καὶ τὸν Λαῖτον, καὶ ἐπὶ τὸν Σευῆρον καθῆκε συχνοὺς ὡς τὸν ἄνδρα δολοφονήσοντας. ἐπεὶ δ’ ἐκεῖνος εἰς τὴν Ἰταλίαν εἰσέβαλε καὶ τὴν | |
25 | Ῥάβενναν ᾠκειώσατο, καὶ οἱ πεμπόμενοι προσεχώ‐ ρουν αὐτῷ, καὶ οἱ δορυφόροι διὰ τὴν παρουσίαν Σευήρου ἐδειλαίνοντο, συγκαλέσας τοὺς τῆς βουλῆς ἐκέλευε κοινωνὸν αὐτῷ τῆς ἀρχῆς τὸν Σευῆρον ψηφίσασθαι. τοῦ δὲ Σευήρου τοῖς στρατιώταις | |
30 | μηδὲν κακὸν πείσεσθαι γράψαντος ἐκδοῦσι τοὺς σφαγεῖς τοῦ Περτίνακος, πεισθέντες ἐκείνους τε | |
συνέλαβον καὶ τῷ Σιλίῳ Μεσσάλᾳ ὑπατεύοντι ταῦτα | 97 in vol. 3 | |
3.98 | ἐμήνυσαν. ὁ δὲ τὴν βουλὴν ἀθροίσας εἰς τὸ Ἀθή‐ ναιον, οὕτω καλούμενον ὡς ἐν αὐτῷ τῶν παιδευο‐ μένων ποιουμένων τὴν ἄσκησιν, τὰ παρὰ τῶν στρα‐ τιωτῶν αὐτῇ ἐκοινώσατο. καὶ ἡ βουλὴ τοῦ μὲν | |
5 | Ἰουλιανοῦ κατεψηφίσατο θάνατον, τὸν δὲ Σευῆρον ἀνεῖπεν εὐθὺς αὐτοκράτορα. κἀντεῦθεν ἐν τῷ πα‐ λατίῳ ὁ Ἰουλιανὸς ἐφονεύθη, εἰπών “τί γὰρ δεινὸν ἐποίησα, καὶ τίνα ἀπέκτεινα;” ἐβίω δὲ ἔτη ἑξήκοντα πρὸς μησὶ τέσσαρσι καὶ ἰσαρίθμοις ἡμέραις, ἄρξας | |
10 | ἡμέρας ἑξήκοντα. Σευῆρος μέντοι τὴν αὐταρχίαν λαβὼν τοὺς μὲν αὐτόχειρας τοῦ Περτίνακος τῶν στρατιωτῶν θανάτῳ ἐδικαίωσε, τοὺς δ’ ἄλλους ὀνειδίσας πικρότατα τῶν τε ὅπλων ἀπεῖρξε καὶ τοὺς ἵππους ἀφείλετο καὶ τῆς | |
15 | Ῥώμης ἀπήλασε. καὶ οὕτως εἰς τὴν Ῥώμην εἰσήλασε βαδίζων· καί οἱ καὶ ὁ στρατὸς ὁπλίτης παρείπετο, καὶ ἡ πόλις ἄνθεσί τε καὶ δάφναις ἅπασα ἐστεφά‐ νωτο, καὶ οἱ ἄνθρωποι λευχειμονοῦντες εὐφήμουν αὐτὸν καὶ ἀκοῦσαι αὐτοῦ καὶ θεάσασθαι λίαν ἐσφά‐ | |
20 | δαζον. εἰσελθὼν δὲ ἐνεανιεύσατο, οἷα καὶ οἱ πρῴην ἀγαθοὶ αὐτοκράτορες, ὡς οὐδένα τῶν βουλευτῶν ἀποκτενεῖ, καὶ ὤμοσε περὶ τούτου, καὶ ψηφίσματι κοινῷ τοῦτο κυρωθῆναι προσετετάχει. ἀλλ’ οὐκ εἰς μακρὰν τὸν νόμον τοῦτον παρέβη. αὐτὸν γὰρ τὸν | |
25 | Ἰούλιον Σόλωνα τὸν καὶ τὸ δόγμα τοῦτο αὐτοῦ κε‐ λεύσαντος συγγραψάμενον οὐ πολλῷ ὕστερον ἔκτεινε, καὶ ἄλλους ἀνεῖλε πολλούς· καὶ τῇ βουλῇ οὐ κατα‐ θύμια ἔπραττε. καὶ εἰθισμένου τοὺς σωματοφύλακας | |
ἐκ τῆς Ἰταλίας εἶναι καὶ ἄλλων ἐθνῶν ἐπιεικεστέρων | 98 in vol. 3 | |
3.99 | τοῖς εἴδεσι καὶ ἁπλουστέρων τοῖς ἤθεσιν, ἐκεῖνος παρὰ τὸ ἔθος στρατιωτῶν τὴν πόλιν ἐνέπλησε καὶ ἰδεῖν ἀγριωτάτων καὶ ἀκοῦσαι φοβερωτάτων καὶ ὁμιλῆσαι ἀγροικοτάτων. | |
5 | Ἐγένετο δὲ αὐτῷ τινα σημεῖα τὴν ἡγεμονίαν προμαντευόμενα. ἔδοξέ ποτε ὄναρ λύκαιναν θηλά‐ ζειν, ὡς περὶ Ῥωμύλου ἱστόρηται· καὶ ὕδωρ καθεύ‐ δοντος ὥσπερ ἐκ πηγῆς ἀνεδόθη· καὶ καθ’ ὕπνους αὐτῷ ἡ τῶν Ῥωμαίων σύμπασα βουλὴ καὶ ὁ δῆμος | |
10 | προσῄει τε καὶ ἠσπάζετο. καὶ αὖθις ἐδόκει ἐν τῇ ἀγορᾷ τῇ Ῥωμαίᾳ ἱππεύοντα τὸν Περτίνακα τοῦ ἵππου ἀπορριφῆναι, αὐτὸς δὲ τούτου ἑκόντος ἐπιλα‐ βέσθαι. ἔφηβος δὲ ὢν ἐς τὸν βασιλικὸν δίφρον ἀγνοῶν, ἀλλ’ οὐκ ἐκ προνοίας ὕπαρ ἐκάθισεν. | |
15 | Αὐταρχήσας δὲ διὰ πλείστων τρόπων ἐτίμησε τὸν Περτίνακα, καὶ ταφὴν αὐτοῦ καίτοι πάλαι θα‐ νόντος πολυτελεστάτην ἐποίησεν. εἶτα κατὰ τοῦ Νίγρου ἐστράτευσεν· ὃς Ἰταλὸς ἦν ἐξ ἱππέων, οὐ τῶν πάνυ δ’ ἐπισήμων. καὶ διαφόρων πολέμων | |
20 | συγκροτηθέντων τέλος ἐν Ἰσσῷ τῆς Κιλικίας περὶ τὰς καλουμένας Πύλας, αἳ διὰ τὴν τοῦ τόπου στενό‐ τητα οὕτω κέκληνται, ἔνθεν μὲν γὰρ ὄρη ἀνατείνει ἀπότομα, κρημνοὶ δ’ ἐκεῖθεν βαθεῖς καθήκουσιν εἰς τὴν θάλασσαν, μάχης καρτερᾶς γενομένης ἡττήθη ὁ Νί‐ | |
25 | γρος· καὶ τὸ πλέον μὲν τῆς αὐτοῦ δυνάμεως ἐκεῖσε διώλετο, ἐκεῖνος δὲ φεύγων κατελήφθη καὶ ἀνῃ‐ ρέθη. οὗ τμηθεῖσαν τὴν κεφαλὴν ὁ Σευῆρος πέμ‐ ψας εἰς τὸ Βυζάντιον ἀνεσταύρωσεν, ἵν’ ἰδόντες αὐ‐ τὴν οἱ Βυζάντιοι προσχωρήσωσι. | |
30 | Τοὺς δὲ τὰ Νίγρου φρονήσαντας δικαιοῦντος Σευήρου, βουλευτής τις Κάσσιος Κλήμης κρινόμενος | |
παρ’ αὐτῷ ἐπαρρησιάσατο φήσας ὡς “ἐγὼ οὔτε σὲ | 99 in vol. 3 | |
3.100 | οὔτε Νίγρον ἠπιστάμην, καταληφθεὶς δὲ ἐν τῇ ἐκεί‐ νου μερίδι οὐ σοὶ πολεμήσειν ἤθελον, ἀλλ’ Ἰουλια‐ νὸν καταλύσειν· καὶ τὰ αὐτὰ σοὶ σπουδάσας οὐκ ἠδίκησα. ἀλλ’ οὐδ’ ὅτι μὴ πρὸς σὲ ὕστερον μετ‐ | |
5 | έστην· οὐδὲ γὰρ οὐδὲ σὺ ἂν ἠθέλησας οὐδένα τῶν σῶν ἑταίρων πρὸς ἐκεῖνον αὐτομολῆσαι. ἐξέταζε οὖν μὴ τὰ σώματα ἡμῶν μηδὲ τὰ ὀνόματα, αὐτὰ δὲ τὰ πράγματα· πᾶν γὰρ ὅ,τι ἂν ἡμῶν καταγνῷς, τοῦτο καὶ σεαυτοῦ καὶ τῶν σῶν ἑταίρων καταψηφιεῖ.” τοῦ‐ | |
10 | τον ὁ Σευῆρος τῆς παρρησίας θαυμάσας ἀφῆκεν ἔχειν τῆς οὐσίας τὸ ἥμισυ. Οἱ δὲ Βυζάντιοι καὶ ζῶντος τοῦ Νίγρου καὶ θα‐ νόντος πολλὰ καὶ θαυμαστὰ ἔδρασαν, ἐπὶ χρόνον πολιορκούμενοι τριετῆ. ᾕρουν μὲν γὰρ καὶ πλοῖά | |
15 | τινα παραπλέοντα, ᾕρουν δὲ καὶ τριήρεις τῶν ἐν τῷ ὅρμῳ τῶν ἐναντίων οὐσῶν. τὰς γὰρ ἀγκύρας αὐτῶν ὑφύδροις κολυμβηταῖς ἀποτέμνοντες καὶ ἥλους ἐς τοὺς ταρσοὺς σφῶν πηγνύντες καὶ τούτων καλῴ‐ δια ἐξάπτοντες ἐπεσπῶντο αὐτάς, αὐτομάτας προσ‐ | |
20 | πλέειν δοκούσας. ἐπεὶ δὲ πάντα αὐτοῖς ἐξεδαπανή‐ θησαν, ὅμως ἀντεῖχον, καὶ ξύλοις ἐκ τῶν οἰκιῶν ἐς τὰς ναῦς ἐχρῶντο καὶ σχοίνοις ἃς ἔπλεκον κείροντες τὰς τρίχας τῶν γυναικῶν. καὶ ὅτε τοῖς τείχεσι προσ‐ έβαλλον οἱ πολέμιοι, λιθίνους τε καὶ ἐκ χαλκοῦ | |
25 | πεποιημένους καὶ ἀνδριάντας καὶ ἵππους ἠκόντιζον εἰς αὐτούς. ὡς δὲ καὶ πᾶν αὐτοὺς ἐπέλιπε νενο‐ μισμένον ἐδώδιμον, βύρσας διαβρέχοντες ἤσθιον. καὶ τούτων δὲ ἀναλωθεισῶν καὶ ἐπ’ ἀλλήλους ἐτρά‐ ποντο καὶ σαρκῶν ἀνθρωπείων ἐγεύοντο. εἶτα καὶ | |
30 | ἄκοντες τὴν πόλιν παρέδοσαν, καὶ οἱ Ῥωμαῖοι τοὺς στρατιώτας καὶ τοὺς ἐν τέλει σύμπαντας διεχρήσαντο. | |
ὁ δὲ Σευῆρος ἥσθη λίαν ἐπὶ τῇ ἁλώσει τοῦ Βυζαν‐ | 100 in vol. 3 | |
3.101 | τίου. ἀφείλετο δὲ τήν τε ἐλευθερίαν τῆς πόλεως καὶ τὸ ἀξίωμα τὸ πολιτικόν, καὶ δασμοφόρον ἀποφήνας, δημεύσας τε τὰς οὐσίας τῶν πολιτῶν, Περινθίοις αὐτήν τε καὶ τὴν χώραν αὐτῆς ἐχαρίσατο. τὰ δὲ | |
5 | τείχη τῆς πόλεως καθελὼν ἐκείνους μὲν οὐδὲν πλέον ἐλύπησεν ἢ τῆς δόξης αὐτοὺς ἐστέρησεν ἣν ἐκαρ‐ ποῦντο ἐκ τῆς αὐτῶν ἐπιδείξεως, τῶν δὲ Ῥωμαίων μέγα καθεῖλεν ὁρμητήριον πρὸς τοὺς ἐκ Πόντου καὶ τῆς Ἀσίας βαρβάρους, ἀλλὰ μὴν καὶ κρησφύγετον· | |
10 | ἦν γὰρ τὰ τείχη τοῦ Βυζαντίου καρτερώτατα. Σευῆρος δὲ δοξομανῶν κατὰ τῶν Ὀσροηνῶν βαρβάρων καὶ τῶν Ἀδιαβηνῶν καὶ τῶν Ἀραβίων ἐστράτευσε, καὶ εἰς τὴν Νίσιβιν ἀφικόμενος ἐκεῖθεν ἔπεμψε στρατηγούς τε καὶ τάγματα κατὰ τῶν εἰρη‐ | |
15 | μένων ἐθνῶν, οἳ τήν τε χώραν αὐτῶν ἐδῄουν καὶ τὰς πόλεις ἐλάμβανον. Αὖθις δὲ πόλεμος συνηνέχθη τῷ Σευήρῳ ἐμ‐ φύλιος. ὁ μὲν γὰρ τῷ Ἀλβίνῳ οὐδὲ τὴν τοῦ Καίσα‐ ρος ἐδίδου τιμήν, ὁ δ’ ᾔτει καὶ τὴν τοῦ αὐτοκράτο‐ | |
20 | ρος. συγκινουμένης δὲ διὰ ταῦτα τῆς οἰκουμένης, ὁ δῆμος ἐν ἱπποδρομίᾳ συνειλεγμένος πολὺς ἐκφανέ‐ στατα κατωδύρατο, “μέχρι πότε τοιαῦτα πάσχομεν” κράζοντες καί “μέχρι ποῦ πολεμούμεθα;” καὶ ἄλλα δέ τινα τοιαῦτα ὡς ἐκ θειοτέρας τινὸς ἐπιπνοίας | |
25 | ἐνθουσιῶντες ἐβόησαν. πῶς γὰρ τοσαῦται μυριάδες ὡς ὑπὸ χορολέκτῃ ὁμοφώνως εἶπον καὶ ἀπταίστως ἃ εἶπον; τέως μέντοι μάχης συγκροτηθείσης καὶ πολλὰς | |
ἰδέας τε καὶ τροπὰς καὶ μετακλίσεις τοῦ πολέμου | 101 in vol. 3 | |
3.102 | ἐσχηκότος ὁ Ἀλβῖνος ἡττήθη, πεσόντων μὲν ἀμφοτέ‐ ρωθεν Ῥωμαίων σχεδὸν ὑπερβαινόντων καὶ ἀριθμόν, τοῦ δὲ Ἀλβίνου ἑαυτὸν ἀνελόντος. ᾧ κειμένῳ ἐπεν‐ τρυφήσας ὁ Σευῆρος καὶ γλωσσαλγήσας τὸ μὲν ἄλλο | |
5 | σῶμα ῥιφῆναι ἐκέλευσε, τὴν κεφαλὴν δ’ ἐς τὴν Ῥώμην στείλας ἀνεσταύρωσε. καὶ πολλοὺς τῶν τῆς γερουσίας ἀπέκτεινε, τινὰς δὲ καὶ ἀπέλυσε. Μετὰ ταῦτα δὲ κατὰ τῶν Πάρθων ἐστράτευσε τὴν Μεσοποταμίαν ἑλόντων. καὶ πλοῖα κατασκευ‐ | |
10 | άσας ἐν τῷ Εὐφράτῃ τήν τε Σελεύκειαν καὶ τὴν Βαβυλῶνα ἐκλειφθεῖσαν ἔλαβε. καὶ τὴν Κτησιφῶντα ἑλὼν διαρπάσαι τοῖς στρατιώταις ἐφῆκε, πολλούς τε ἀνεῖλε καὶ ζῶντας πλείονας εἷλεν. οὔτε δὲ τὸν Οὐο‐ λόγαισον ἐπεδίωξε τὸν τῶν Πάρθων ἡγεμονεύοντα | |
15 | ἀναχωρήσαντα οἴκαδε, οὔτε τὴν Κτησιφῶντα κατ‐ έσχεν, ἀλλ’ ᾤχετο ὥσπερ ἵνα διαρπάσῃ ταύτην μό‐ νον ἐστρατευκώς. Ἐν ᾧ δὲ ἐπολέμει, ἄνδρας δύο ἀπέκτεινε τῶν ἐπιφανῶν, τὸν μὲν Κρίσπον Ἰούλιον χιλιαρχοῦντα τῶν | |
20 | δορυφόρων, ὅτι ἤχθετο τῇ τοῦ πολέμου κακώσει καί τι καὶ παρεφθέγξατο, καὶ τὸν κατηγορήσαντα αὐτοῦ στρατιώτην χιλίαρχον ἀπέδειξεν ἀντ’ αὐτοῦ· τὸν δὲ Λαῖτον, ὅτι φρόνημα εἶχε καὶ ὅτι ὑπὸ τῶν στρατιω‐ τῶν ἠγαπᾶτο, καὶ οὐκ ἄλλως στρατεύσειν ἔλεγον εἰ | |
25 | μὴ Λαῖτος αὐτῶν ἡγοῖτο. καὶ τὸν φόνον αὐτοῦ τοῖς στρατιώταις προσῆπτεν, ὅτι φθόνῳ αὐτὸν ἀνελὼν οὐκ εἶχε λέγειν αἰτίαν. Εἶτα ἐπὶ τὰ Ἄτρα ἐστράτευσε. πόλις δὲ ταῦτα Ἀράβιος, ἐν ᾗ πολλά τε ἄλλα ἀπέκειντο χρήματα | |
30 | καὶ τὰ τοῦ Ἡλίου δὲ ἀναθήματα, ᾧ ἡ πόλις ἀπέκειτο. οὐδὲν δὲ ἀνύσας, καίτοι τὸ ἐκτὸς τεῖχος καθῃρηκώς, | |
καὶ πολλοὺς τῶν οἰκείων ἀποβαλών, ἀνεχώρησε· καὶ | 102 in vol. 3 | |
3.103 | εἰς τὴν Παλαιστίνην ἀφίκετο καὶ ἐς Αἴγυπτον, καὶ πᾶσαν εἶδε καὶ τὰ κεκρυμμένα ἐπολυπραγμόνησεν. ἦν γὰρ οἷος μήτε θεῖον μήτε τι ἀνθρώπινον κατα‐ λιπεῖν ἀνερεύνητον. καὶ τὰ βιβλία ἅ τι εἶχον ἀπόρ‐ | |
5 | ρητον ἐκ πάντων τῶν ἀδύτων ἀνείλετο, ὅσα τέως εὑρεῖν δεδύνητο. Ταῦτα μὲν οὕτως· εἰρήσθω δ’ ὡς ἐν παρόδῳ καὶ ὅσα τὸν Δίωνα περὶ τοῦ Νείλου λέγοντα εὕρο‐ μεν, ὅθεν τε ἀναδίδοται καὶ διὰ τί κατὰ τὸ θέρος | |
10 | πεποίηται τὴν ἀνάβασιν. λέγει τοίνυν ὅτι ἐκ τοῦ Ἄτλαντος ἀναδίδοται, τὸν δὲ Ἄτλαντα ὄρος εἶναι ἐν τῇ Μακεννίτιδι παρ’ αὐτῷ τῷ Ὠκεανῷ πρὸς ἑσπέραν, καὶ ὀρῶν ἁπάντων ὑπερανίστασθαι, ὥστε καὶ κίονα αὐτὸν διὰ τὸ ὕψος παρὰ τῶν ποιητῶν κλη‐ | |
15 | θῆναι τοῦ οὐρανοῦ. μήτε γὰρ ἀναβῆναί τινά ποτε εἰς ἄκρον αὐτοῦ μήτ’ ἰδέσθαι τὰς αὐτοῦ κορυφὰς χιόνος ἀεὶ πληθούσας, ἐξ ἧς πολὺ καταρρεῖν τὸ ὕδωρ ὑπὸ τὸ θέρος, καὶ διὰ τοῦτο τότε τὸν Νεῖλον πληθύνεσθαι. λέγει δὲ ταῦτα Ῥωμαίοις ἀκριβωθῆναι | |
20 | ἐκ τῶν τῆς κάτω Μαυριτανίας ἀνθρώπων, προσ‐ οίκων ὄντων τῇ Μακεννίτιδι, καὶ πολλοὺς τῶν ἐκεῖ στρατευσαμένων Ῥωμαίων ἀφικέσθαι καὶ πρὸς τὸν Ἄτλαντα. ταῦτα μὲν οὖν περὶ τοῦ Νείλου τῷ Δίωνι, εἰ καὶ ἄλλοις οὐχ οὕτω τὰ περὶ αὐτοῦ δεδι‐ | |
25 | ήγηται. Πλαυτιανὸς δὲ παραδυναστεύων τῷ Σευήρῳ καὶ τὴν ἐπαρχικὴν ἔχων ἐξουσίαν καὶ μέγιστα δυνηθεὶς πολλοὺς τῶν ἐλλογίμων ἀνδρῶν καὶ ὁμοτίμων αὐτῷ | |
ἐθανάτωσεν. ἄπληστος δὲ ὢν παρὰ πάντων ᾔτει, | 103 in vol. 3 | |
3.104 | καὶ οὔτε ἔθνος οὔτε πόλιν ἀφῆκεν ἀσύλητον, καὶ πλείονα αὐτῷ πάντες ἢ τῷ Σευήρῳ ἐδίδουν. ἐξέτεμε δὲ καὶ ἀνθρώπους Ῥωμαίους καὶ εὐγενεῖς ἑκατόν, οὐ παῖδας μόνον οὐδὲ μέντοι μειράκια, ἀλλὰ καὶ | |
5 | ἄνδρας γυναῖκας ἔχοντας, ὥσθ’ ὁρᾶσθαι τοὺς αὐτοὺς καὶ εὐνούχους καὶ ἄνδρας καὶ πατέρας ἀόρχεις καὶ ἐκτομίας καὶ πωγωνίας. πρὸ δὲ τούτου κῆτος ὑπέρ‐ ογκον εἰς τὸν Αὐγούστου κεκλημένον λιμένα ἐξώκειλε καὶ ἑάλω, καὶ μίμημα αὐτοῦ γεγονὸς καὶ εἰς τὸ | |
10 | κυνηγέσιον εἰσαχθὲν πεντήκοντα ἄρκτους εἴσω λέγε‐ ται δέξασθαι. τὴν δὲ τοῦ Πλαυτιανοῦ θυγατέρα Πλαυτίλλαν τοῦ Σευήρου τῷ υἱῷ Ἀντωνίνῳ συζεύ‐ ξαντος, τοσαῦτα τῇ θυγατρὶ ὁ Πλαυτιανὸς ἔδωκεν ὅσα πολλαῖς βασιλίσσαις ἤρκεσεν ἄν. οὗτος ὑπέρ‐ | |
15 | μεγας γεγονὼς καὶ πλεῖστον δυνηθείς, ἢ καὶ ὑπὲρ τὸν Σευῆρον αὐτόν, ὑπὸ τοῦ γαμβροῦ Ἀντωνίνου ἐπιβουλευθεὶς ἐσφάγη καὶ ἄνωθεν εἰς ὁδόν τινα ἐρρίφη. οἱ δὲ τοῦ Σευήρου παῖδες Ἀντωνῖνος καὶ Γέτας ὥσπερ τινὰ παιδαγωγὸν τὸν Πλαυτιανὸν ἀπο‐ | |
20 | σεισάμενοι ἅπαν μετῄεσαν χείριστον. Τότε καὶ Βούλλας Φῆλιξ Ἰταλὸς ἀνὴρ λῃστήριον συστησάμενος ἑξακοσίων ἀνδρῶν ἐληίζετο τὴν Ἰτα‐ λίαν ἐπ’ ἔτη δύο. πολλῶν δὲ φιλοτιμουμένων κατα‐ σχεῖν αὐτὸν ὁ δὲ οὐχ ἡλίσκετο, εὐμεθόδως διὰ | |
25 | τρόπων πολλῶν τοὺς αὐτὸν διώκοντας κατασοφι‐ ζόμενος· ὧν ἕνα εἰς ἔνδειγμα τῶν ἄλλων ἐροῦμεν. ἑκατοντάρχου παρὰ Σευήρου κελευσθέντος λοχῆσαι αὐτόν, αὐτὸς ἐκείνῳ προσῆλθε δι’ ἑαυτοῦ ὡς ἄλλος τις, καὶ διεβεβαιώσατο, εἰ ἕψοιτο, παραδοῦναι αὐτῷ | |
30 | τὸν λῃστήν. τοῦ δὲ πεισθέντος εἰς λοχμώδη τόπον ἀπαγαγὼν αὐτὸν ῥᾳδίως συνέλαβεν. εἶτα ἐπὶ βή‐ | |
ματος καθίσας, ὡς δῆθεν ἄρχων τοῦ λῃστηρίου, | 104 in vol. 3 | |
3.105 | μεταστειλάμενος τὸν ἑκατόνταρχον, τὰς τρίχας τῆς κεφαλῆς αὐτοῦ ἀπεξύρησε καὶ ἀφῆκεν, εἰπών, ἄγ‐ γελλε τῷ δεσπότῃ σου ὅτι “τοὺς δούλους ὑμῶν τρέφετε, ἵνα μὴ λῃστεύωσι.” πολλοὺς γὰρ τῶν Και‐ | |
5 | σαρείων εἶχεν αὐτῷ προσχωρήσαντας. ὕστερον μέν‐ τοι ἐλήφθη καὶ θηρίοις ἐδόθη. Σευῆρος δὲ εἰς τὴν Βρεττανίαν ἐστράτευσεν, ἵνα μήθ’ οἱ παῖδες ἐκδιαιτῶνται αὐτοῦ μήτε τὰ στρατεύματα ὑπ’ ἀργίας ἐκλύωνται. δύο δὲ γένη | |
10 | τῶν Βρεττανῶν εἰσι μέγιστα, Καληδόνιοι καὶ Μαι‐ ᾶται· καὶ νέμονται ἑκάτεροι ἄγρια ὄρη καὶ πεδία ἔρημα καὶ ἑλώδη, μήτε πόλεις ἔχοντες μήτε γεωρ‐ γοῦντες τὴν γῆν, ἀλλ’ ἐκ νομῆς καὶ θήρας καὶ ἀκροδρύων τὰ πρὸς τὸ ζῆν ποριζόμενοι· ἰχθῦς γὰρ | |
15 | καίτοι παμπληθεῖς παρὰ τῇ νήσῳ τυγχάνοντας οὐ σιτοῦνται. σκηνῖται δ’ εἰσί, γυμνοί τε ζῶσι καὶ ἀνυπόδετοι, κοιναῖς κεχρημένοι ταῖς γυναιξί, καὶ τὰ γεννώμενα πάντα ἐκτρέφοντες. δημοκρατοῦνταί τε καὶ λῃστεύουσι· καὶ στρατεύονται ἐπὶ ἁρμάτων, | |
20 | ἵππους ἔχοντες μικροὺς καὶ ταχεῖς, καὶ πεζοί· τρέ‐ χουσί τε ὀξύτατα. ὅπλοις δὲ κέχρηνται ἀσπίδι καὶ βραχεῖ τινι δόρατι καὶ ἐγχειριδίῳ. λιμῷ δὲ καὶ ψύχει ταλαιπωρούμενοι καὶ ἄλλαις κακώσεσι φέρου‐ σι, καὶ εἰς τὰ ἕλη καταδυόμενοι καρτεροῦσιν ἐπὶ | |
25 | πλείους ἡμέρας μόνην τὴν κεφαλὴν ἔξω τοῦ ὕδατος ἔχοντες, καὶ ἐν ταῖς ὕλαις τρέφονται ταῖς ῥίζαις καὶ τῷ φλοιῷ. σκευάζουσι δὲ καί τι βρῶμα ἐξ οὗ ὅσον κυάμου μέγεθος ἐμφαγόντες οὔτε πεινῶσιν οὔτε διψῶσιν. | |
30 | Ἡ μὲν οὖν Βρεττανία τοιαύτη τίς ἐστι νῆσος, καὶ ὑπὸ τοιούτων ἡ μὴ Ῥωμαίοις τότε ὑποκειμένη | |
ᾠκεῖτο. εἶχον γὰρ ταύτης μοῖραν Ῥωμαῖοι οὐκ | 105 in vol. 3 | |
3.106 | ἐλαττουμένην πολλῷ τοῦ ἡμίσεος. καὶ τὸ μὲν μῆκος τῆς ὅλης νήσου ἐς στάδια ἑπτακισχίλια ἑκατὸν τριά‐ κοντα δύο ἐκτείνεσθαι λέγεται, τὸ δὲ πλάτος ὡς ἐπίπαν ἐς δισχίλιά που καὶ τριακόσια, ἔστι δ’ οὗ καὶ | |
5 | ἐλάττονα. ὁ δ’ οὖν Σευῆρος πάσης κρατῆσαι τῆς νήσου διανοούμενος εἰς τὴν Καληδονίαν εἰσέβαλε, καὶ πράγματα ἔσχε μήτε μαχεσάμενος μήτ’ ἐν παρα‐ τάξει πολέμιον θεασάμενος, ἀλλ’ ὑλοτομῶν καὶ τὰ μετέωρα κατασκάπτων. οἱ δὲ αὐτοῦ στρατιῶται σκι‐ | |
10 | δνάμενοι ἐκτιννύοντο ἐπιβουλευόμενοι, καὶ πολλαὶ χιλιάδες ἀπώλοντο. τέως μέντοι ἐς ὁμολογίαν τοὺς Βρεττανοὺς ἐλθεῖν κατηνάγκασε. Φροντίσι δὲ αὐτὸν ὁ Ἀντωνῖνος ὁ υἱὸς περι‐ έβαλεν ἀκολάστως βιοὺς καὶ δῆλος ὤν, εἰ δυνηθείη, | |
15 | τὸν ἀδελφὸν διαχειρισόμενος. καὶ αὐτῷ δὲ τῷ πατρὶ ἐπεβούλευε, καὶ ἐπεφώρατο δίς. ἀλλ’ οὐδὲν δεινὸν ἔπαθεν ὁ Ἀντωνῖνος πρὸς τοῦ πατρός· καλέσας δὲ αὐτὸν καὶ τὸν Παπιανὸν καὶ τὸν Κάστορα, δοῦλος δ’ ἦν ὁ Κάστωρ αὐτοῦ, ἄριστος ἀνὴρ καὶ πιστότα‐ | |
20 | τος, καὶ ξίφος εἰς τὸ μέσον θέμενος, ἔφη πρὸς τὸν υἱόν “εἰ ἀποκτεῖναί με θέλεις, ἐνταῦθά με κατά‐ χρησαι, καὶ μὴ πάντων ὁρώντων· εἰ δ’ αὐτόχειρ μου γενέσθαι ὀκνεῖς, κέλευσον παρόντι Παπιανῷ τῷ ἐπάρχῳ ἵνα με ἐξεργάσηται· οὐ γὰρ ἀπειθήσει σοι | |
25 | αὐτοκράτορι ὄντι.” Ἀποστάντων δ’ αὖθις τῶν Βρεττανῶν ἡτοιμάζετο ὡς πολεμήσων αὐτοῖς. ἐν δὲ τῷ μεταξὺ κατὰ τὴν νῆσον διάγων ἀπήλλαξε νοσῶν, καὶ τοῦ Ἀντωνίνου ὡς λέγεται συνεργασαμένου πρὸς τοῦτο. πρὶν οὖν | |
30 | ἐκπνεῦσαι, λόγος αὐτὸν τοῖς παισὶν εἰπεῖν “ὁμονο‐ εῖτε, τοὺς στρατιώτας πλουτίζετε, τῶν ἄλλων μὴ | |
ἀμελεῖτε.” ἦρξε δὲ ἑπτακαίδεκα ἔτη καὶ μῆνας ὀκτὼ | 106 in vol. 3 | |
3.107 | ἐφ’ ἡμέραις τρισί, βιώσας τὸ σύμπαν ἔτη ἑξήκοντα καὶ πέντε καὶ μῆνας ἐννέα καὶ ἡμέρας ἐννέα καὶ εἴκοσι. Τοιαύτη δ’ ἦν αὐτῷ ἡ διαγωγὴ ἐν εἰρήνης | |
5 | καιρῷ. ἔπραττέ τι νυκτὸς ὑπὸ τὸν ὄρθρον, εἶτα ἐβάδιζε λέγων καὶ ἀκούων τὰ τῇ ἀρχῇ πρόσφορα, καὶ οὕτως ἐδίκαζεν ἕως μεσημβρίας, εἰ μή τις μεγάλη ἦν ἑορτή, καὶ τοῖς συνδικάζουσι παρρησίαν ἐδίδου· καὶ ἐπὶ τούτοις ἵππευεν, εἶτ’ ἐλούετο, ἠρίστα τε καὶ | |
10 | ἐκάθευδε, καὶ ἀναστὰς τὰ λοιπὰ προσδιῴκει, καὶ λόγοις ὡμίλει ἐν περιπάτῳ Λατίνοις τε καὶ Ἑλληνι‐ κοῖς, καὶ πρὸς ἑσπέραν ἐλούετο αὖθις καὶ ἐδείπνει· καὶ ἐν ταῖς πάνυ ἀναγκαίαις ἡμέραις τὰ πολυτελῆ δεῖπνα συνεκρότει. | |
15 | Ἐπὶ τούτου διωγμοῦ κινηθέντος κατὰ τῶν εὐσε‐ βῶν πολλοὶ μὲν ἠνδρίσαντο καὶ μαρτυρίου στεφά‐ νους ἤραντο, τότε δὲ καὶ Λεωνίδης ὁ πατὴρ Ὠριγέ‐ νους κατασχεθεὶς καὶ ἐφ’ ἑτέραις τιμωρίαις τέλος τὴν κεφαλὴν ἐκτμηθεὶς νέον κομιδῇ καταλείπει τὸν | |
20 | παῖδα. ὃς ἔτι παῖς ὢν ὤργα πρὸς τὸ μαρτύριον· ἡ δέ γε μήτηρ αὐτοῦ λόγοις πρότερον ἐπειρᾶτο τὸν υἱὸν ἀπάγειν τῆς ἐγχειρήσεως, ὡς δ’ οὐκ ἔπειθε, τὴν ἐσθῆτα πᾶσαν ἀφείλετο καὶ οὕτως οἴκοι μένειν καὶ ἄκοντα παρεσκεύασεν. ὁ δὲ ἀπρόιτος ὢν ἐπι‐ | |
25 | στέλλει τῷ πατρὶ καθειργμένῳ, ὑπαλείφων τὸν ἄνδρα πρὸς τὸ μαρτύριον, πρὸς τοῖς ἄλλοις καὶ ταῦτα | |
γράψας πρὸς ῥῆμα “ἔπεχε μὴ δι’ ἡμᾶς ἄλλο τι φρο‐ | 107 in vol. 3 | |
3.108 | νήσῃς.” παῖς δ’ ἔτι τυγχάνων καὶ τὴν ἐγκύκλιον μετιὼν παιδείαν καὶ ταῖς θείαις γραφαῖς ἐνησχόλητο, τοῦτό οἱ τοῦ πατρὸς ἐπιτάσσοντος. ὁ δὲ οὐχ ὡς παῖς τοῖς λόγοις τοῖς ἱεροῖς ἐξ ἐπιπολῆς ἐνετύγχανεν, | |
5 | ἀλλὰ καὶ βαθυτέρας ἥπτετο θεωρίας, καὶ ἐρωτῶν συνεχῶς τὸν πατέρα πράγματα παρεῖχεν αὐτῷ. ἐκεῖνος δὲ λόγῳ μὲν ἐπέπληττε τὸν παῖδα τῆς πολυ‐ πραγμοσύνης, τῇ δ’ ἀληθείᾳ τὴν αὐτοῦ διάνοιαν ἐξεπλήττετο· καὶ ὑπνοῦντι τῷ υἱῷ ἐφιστάμενος | |
10 | ἐγύμνου τὰ στέρνα τούτου πολλάκις καὶ κατησπάζετο ὡς θείου πνεύματος οἰκητήρια, καὶ τῆς εὐτεκνίας ἑαυτὸν ἐμακάριζε. τοῦ δὲ πατρὸς αὐτοῦ μαρτυρίῳ τελειωθέντος ἐσπάνιζε τῶν ἀναγκαίων ὁ Ὠριγένης. προσληφθεὶς δὲ παρά τινος γυναικὸς τῶν ἐπιφανεστά‐ | |
15 | των ἐν Ἀλεξανδρείᾳ, ᾗ καὶ πλοῦτος ἦν δαψιλής, καί τις ἀνὴρ Ἀντιοχεὺς εἰς θετοῦ τάξιν υἱοῦ αὐτῇ εἰσπεποίητο Παῦλος τὸ ὄνομα, εἷς τις τῶν ἐν Ἀλεξανδρείᾳ αἱρε‐ σιωτῶν, ἐφ’ ὃν πλήθους καθ’ ἑκάστην ἀθροιζομένου, ἐδόκει γὰρ ἱκανὸς ἐν λόγοις, ἐξ ἀνάγκης συνὼν αὐτῷ | |
20 | ὁ Ὠριγένης οὐδέποτε αὐτῷ συνίστατο κατὰ τὴν εὐχήν, ὡς ἱστόρηται, βδελυττόμενος τὸν ἄνδρα ὡς μὴ ὀρθόδοξον. ὀκτωκαίδεκα δ’ ἐτῶν γεγονὼς τοῦ ἐν Ἀλεξανδρείᾳ κατηχητικοῦ προέστη διδασκαλείου, καὶ τοὺς τότε ἀθλοῦντας ἐπώτρυνε πρὸς τὴν ἄθλησιν, | |
25 | καὶ ἀπιοῦσι τὴν ἐπὶ θάνατον παρωμάρτει καὶ ἐπε‐ θάρρυνεν, ὡς καὶ πολλάκις αὐτῷ τοὺς δήμους ἐπι‐ μανῆναι· οὓς ἐκ θείας ἀρωγῆς διεδίδρασκεν. οὐ λόγῳ δὲ μόνῳ μέγας ἦν ὁ ἀνήρ, ἀλλὰ καὶ βίον διε‐ βίω φιλόσοφον καὶ τῷ λόγῳ συνᾴδοντα. οὔτε γὰρ | |
30 | δεύτερον ἔχειν χιτῶνα ἱστόρηται οὔθ’ ὑποδεῖσθαι τοὺς πόδας ἐπ’ ἔτεσι πλείοσιν οὔτ’ οἴνῳ κεχρῆσθαι | |
οὔτε τροφὴν παρὰ τὴν ἀναγκαίαν προσίεσθαι, ὡς δὲ ὁ | 108 in vol. 3 | |
3.109 | Εὐσέβιος ἱστορεῖ ὅτι ἔρωτι σωφροσύνης καὶ ἀπέκοψε τὰ παιδογόνα μόρια αὐτὸς ἑαυτοῦ· ἄλλοι δέ φασι μὴ ἐκτεμεῖν αὐτὸν ταῦτα, πόαν δέ τινα τούτοις ἐπενεγ‐ κεῖν, ἐξ ἧς ναρκωθῆναι ταῦτα συνέβη τοσοῦτον ὡς | |
5 | καὶ νεκροῖς ἐοικέναι. ἀφίκετο δὲ καὶ εἰς Ῥώμην Ζεφυρίνου τῆς ἐν αὐτῇ ἐκκλησίας προϊσταμένου· εἶτ’ αὖθις ἐπανῆλθεν εἰς Ἀλεξάνδρειαν. ἐξηγεῖτο δὲ τὰ Ἑβραϊκά, καὶ τὴν Ἑβραΐδα διάλεκτον ἐκμαθὼν καὶ τὰς παρὰ τοῖς Ἰουδαίοις οὔσας γραφὰς Ἑβραϊκοῖς | |
10 | στοιχείοις κτησάμενός τε καὶ ἐπιών, καὶ τῶν ταύτας ἡρμηνευκότων συναγαγὼν τὰ συγγράμματα, τῶν ἑβδομήκοντα δύο δηλαδή, τοῦ τε Ἀκύλα καὶ τοῦ Συμμάχου καὶ τοῦ Θεοδοτίωνος καὶ δύο ἄλλων ἀνωνύμων ἑρμηνέων, ἠγνόηνται γὰρ τὰ ἐκείνων | |
15 | ὀνόματα, ἐφιλοπόνησε τὰ τῶν ἑξαπλῶν λεγομένων συγγράμματα. ἐν δὲ τοῖς ψαλμοῖς καὶ ἑβδόμης μέμνηται ἑρμηνείας ὡς ἐν Ἱεριχοῖ εὑρημένης. ἰδι‐ αίτατα δὲ τὴν Ἀκύλα καὶ Συμμάχου καὶ Θεοδοτίω‐ νος ἔκδοσιν μετά γε τῆς τῶν ἑβδομήκοντα καὶ δύο | |
20 | παρατιθείς, τὰ λεγόμενα τετραπλᾶ παραδέδωκε. Δημητρίου μέντοι, ὃν ἄνω παραδέδωκεν ὁ λόγος τῆς ἐν Ἀλεξανδρείᾳ ἐκκλησίας προστῆναι, θανόντος, Ἡρακλᾶς τῆς ἐπισκοπῆς ἀξιοῦται, φοιτητὴς Ὠρι‐ γένους γενόμενος. τῆς δ’ ἐν Ἱεροσολύμοις ἐκκλησίας | |
25 | προΐστατο Νάρκισσος, ἀνὴρ θαυματοποιός, ὃς ψευ‐ δῶς παρά τινων κατηγορηθείς, ἐραστὴς δὲ βίου ὢν ἀναχωρητικοῦ, διέδρα λαθὼν καὶ ἐν ἐρημίαις ηὐλί‐ | |
ζετο ἀγνοούμενος. τοῦ δὲ ἀνακεχωρηκότος ἀντεισ‐ | 109 in vol. 3 | |
3.110 | άγεται Δῖος, μεθ’ ὃν προχειρίζεται Γερμανίων, εἶτα Γόρδιος· ἐφ’ οὗ ἐπανελθὼν αὖθις ὁ Νάρκισσος ὑπὸ τῶν πιστῶν ἐπὶ τὴν προστασίαν παρακαλεῖται. μὴ δυναμένου δὲ τοῦ Ναρκίσσου διὰ γῆρας βαθὺ λει‐ | |
5 | τουργεῖν, Ἀλέξανδρος διαπρέψας πρότερον τῇ διὰ Χριστὸν ὁμολογίᾳ, τότε δὲ ἐπισκοπῆς ἐν τῇ τῶν Καππαδοκῶν χώρᾳ ἠξιωμένος, ἐξ ἀποκαλύψεως προσελήφθη παρὰ τῶν ἐν Ἱεροσολύμοις πιστῶν ἅμα τῷ Ναρκίσσῳ διέπειν τὰ τῆς ἐκκλησίας. ἐν δὲ τῇ | |
10 | Ἀντιοχέων ἐκκλησίᾳ Σαραπίωνος ἀναπαυσαμένου Ἀσκληπιάδης τὴν ἐπισκοπὴν παρειλήφει· οὗ καὶ ὑπομνήματα σώζεσθαι φησὶν ὁ Εὐσέβιος. Ἀλλὰ ταῦτα μὲν οὕτως· Ἀντωνῖνος δὲ ἐδόκει μὲν κοινωνὸν ποιεῖσθαι τῆς ἀρχῆς Γέταν τὸν ἀδελ‐ | |
15 | φόν, τῇ δ’ ἀληθείᾳ μόναρχος ἦν. καὶ τοῖς μὲν πο‐ λεμίοις τῶν Βρεττανῶν αὐτίκα ἐσπείσατο τῆς τε χώρας αὐτοῖς καὶ τῶν φρουρίων ἐκστάς, τὸν δὲ ἔπαρχον τὸν Παπιανὸν μετέστησε τῆς ἀρχῆς· ἑτέ‐ ρους δ’ ἀπέκτεινε καὶ τὸν τροφέα αὐτοῦ Εὔοδον | |
20 | τὸν καὶ Κάστορα καὶ τὴν ἰδίαν γυναῖκα τὴν Πλαυ‐ τίλλαν καὶ τὸν αὐτῆς ἀδελφὸν τὸν Πλαύτιον καὶ ἐπὶ τούτοις τὸν οἰκεῖον ἀδελφόν. ἐπεβούλευε μὲν γὰρ αὐτῷ πρὸ μακροῦ, οὐκ ἠδύνατο δὲ κτεῖναι αὐτὸν φρουρούμενον ὑπὸ στρατιωτῶν καὶ ἄλλων συχνῶν. εἶτα | |
25 | ἔπεισε τὴν μητέρα μόνους σφᾶς ἐπὶ καταλλαγῇ μετα‐ πέμψασθαι. καὶ ὁ Γέτας πιστεύσας εἰσῆλθε μετὰ τοῦ Ἀντωνίνου εἰς τὸ δωμάτιον· καὶ ὀπίσω σφῶν | |
ἑκατοντάρχαι πρὸς τοῦτο ἡτοιμασμένοι παρὰ τοῦ | 110 in vol. 3 | |
3.111 | Ἀντωνίνου εἰσωθήσαντες ἑαυτοὺς ἐκεῖ τὸν Γέταν κατέκοψαν, τῷ τραχήλῳ τῆς μητρὸς προσφύντα καὶ τοῖς μαστοῖς καὶ τοῖς στήθεσιν, ὥστε τοῦ αἵματος αὐτοῦ ἀναπλησθῆναι αὐτήν, πληγῆναι δὲ καὶ τὴν | |
5 | χεῖρα. ἡ δ’ ἐκ τοῦ φόβου οὐδὲ τοῦ τραύματος ᾔσθε‐ το. καὶ οὐδὲ πενθῆσαι αὐτῇ τὸν υἱὸν ἐξεγένετο οὕτως οἰκτρῶς καὶ ἀώρως ἀπολωλότα, δύο γὰρ καὶ εἴκοσιν ἐτῶν ἦν καὶ ἐννέα μηνῶν, δεδοικυίᾳ μὴ καὶ αὐτὴ συναπόληται. | |
10 | Ὁ Ἀντωνῖνος δ’ αὐτίκα καταλαβὼν τὸ στρατό‐ πεδον “χαίρετε” εἶπεν “ὦ ἄνδρες συστρατιῶται· καὶ γὰρ ἤδη ἔξεστί μοι εὐεργετεῖν ὑμᾶς, ἐπεὶ εἷς ἐξ ὑμῶν εἰμι, μεθ’ ὑμῶν δὲ καὶ δι’ ὑμᾶς ζῆν ἐθέλω, ἵν’ ὑμῖν πολλὰ χαρίζωμαι. εἰ δὲ μή, ἀλλὰ μεθ’ ὑμῶν | |
15 | γε θανεῖν εὔχομαι.” πρὸς δὲ τὴν σύγκλητον τῇ ὑστεραίᾳ πλεῖστα διαλεχθείς, τέλος εἶπεν “ἀκούσατέ μου· ἵνα πᾶσα ἡ οἰκουμένη χαρῇ, πάντες οἱ φυγάδες κατελθέτωσαν.” τῶν δὲ Καισαρείων καὶ τῶν μετὰ τοῦ Γέτα στρατιωτῶν ἐς δύο μυριάδας ἀπέκτεινε, | |
20 | καὶ ἐκ τῶν ἐπιφανῶν ἀνδρῶν παμπόλλους διέφθειρε, καὶ πολλῶν ἀγαθῶν ἀνδρῶν τὴν Ῥώμην ἐστέρησε. τὸ δὲ ξίφος δι’ οὗ ὁ ἀδελφὸς αὐτοῦ ἀπεσφάγη ἀνά‐ θημα ἐποιήσατο. ἐκ δὲ τῶν φόνων εἰς παιδιὰς με‐ τιὼν καὶ ἐν ταύταις ἐφόνα. καὶ εἰς μὲν τοὺς στρα‐ | |
25 | τιώτας φιλοδωρότατος ἦν, τοὺς δὲ λοιποὺς ἀνθρώ‐ πους περιδύειν, ἀποσυλᾶν, ἐκτρύχειν ἐτίθετο σπού‐ δασμα, καὶ οὐχ ἥκιστα τοὺς συγκλητικούς. οὕτω δὲ παρὰ πάντα τὸν τῆς ἀρχῆς αὐτοῦ χρόνον ἡ ὑπήκοος αὐτῷ γῆ ἐπορθήθη ὥστε ποτὲ τῆς Ἰουλίας εἰπούσης | |
30 | ὅτι “οὐκέθ’ ἡμῖν οὔτε δίκαιος οὔτ’ ἄδικος πόρος ὑπολείπεται” ἀπεκρίνατο τὸ ξίφος ἠρκώς “θάρσει, | |
μῆτερ· ἕως γὰρ ἂν τοῦτ’ ἔχωμεν, οὐδὲν ἡμᾶς ἐπι‐ | 111 in vol. 3 | |
3.112 | λείψει.” ἦν δ’ ἐπὶ πᾶσι καὶ ἄπιστος. καλέσας γὰρ τὸν τῆς Ὀσροηνῆς βασιλέα Αὔγαρον ἥκειν παρ’ αὐτὸν ὡς φίλον, ἐλθόντα ἔδησε καὶ οὕτω τὴν Ὀσροηνὴν ἐχειρώσατο. καὶ τὸν τῶν Ἀρμενίων βα‐ | |
5 | σιλέα πρὸς τοὺς ἰδίους παῖδας διαφερόμενον γράμ‐ μασι φιλικοῖς ὡς εἰρηνεύσων αὐτοὺς μετεπέμψατο, τὰ δ’ αὐτὰ τῷ Αὐγάρῳ καὶ εἰς ἐκείνους ἐποίησεν. ἀλλ’ οὐχὶ καὶ τῶν Ἀρμενίων ἐκράτησεν, εἰς ὅπλα δ’ ἐχώρησαν· καὶ οὐδεὶς ἔτι ἐκείνῳ ἐπίστευεν. ἐν μέν‐ | |
10 | τοι ταῖς ἀνάγκαις καὶ ταῖς κατεπειγούσαις στρατείαις λιτὸς ἦν καὶ ἀπέριττος καὶ συνεβάδιζε τοῖς στρατιώ‐ ταις καὶ συνέτρεχε, μὴ λουόμενος, μὴ μεταμφιεννύ‐ μενος, ἀλλὰ πᾶν ἔργον συνεργαζόμενος καὶ τὰ αὐτὰ ἐκείνοις σιτούμενος. καὶ τοὺς προέχοντας δὲ τῶν | |
15 | πολεμίων εἰς μονομαχίαν προεκαλεῖτο ἐνίοτε. τὰ μέν‐ τοι στρατηγικὰ οὐκ εὖ ἐκείνῳ μετεχειρίζετο. πάντα δ’ ἦν αὐτῷ κίβδηλα, καὶ αὐτὸ τὸ νόμισμα. ἐνόσει δὲ καὶ ἐμφανέσι καὶ ἀρρήτοις ἀρρωστήμασι, καὶ πολλά‐ κις καὶ τὸν πατέρα αὐτοῦ καὶ τὸν ἀδελφὸν ξιφήρεις | |
20 | ἐδόκει ἐλαύνειν αὐτόν. διὸ λέγεται καὶ τὰς ψυχὰς ἐπῳδαῖς ἀναγαγεῖν τοῦ τε πατρὸς καὶ τοῦ Κομόδου καὶ ἄλλων, μόνον δὲ τὸν Κόμοδον αὐτῷ φάναι “στεῖχε δίκης ἄσσον,” καὶ ἐπὶ τελευτῆς “κρυφίοισι τόποις ἔχων δυσαλθέα νοῦσον.” εἶχε δὲ καὶ ὠτακου‐ | |
25 | στὰς καὶ διοπτεύοντας, καὶ πάντα αὐτῷ καὶ τὰ βραχύτατα ἀνηγγέλλετο. καὶ ἐπήγγελλε μὲν ὡς πρωιαίτερον δικάσων ἢ ἄλλο τι δημόσιον πράξων, παρέτεινε δὲ καὶ ὑπὲρ τὴν μεσημβρίαν ἢ καὶ εἰς ἑσπέραν αὐτήν, μηδὲ εἰς τὰ πρόθυρα εἰσδεχόμενος | |
30 | τοὺς συνειλεγμένους τῆς γερουσίας. ὁ δὲ καὶ ἐμιαι‐ φόνει καὶ παρηνόμει καὶ τὰ χρήματα κατανήλισκεν, | |
οὐδ’ ἐπείθετο τῇ μητρὶ καὶ περὶ τούτων καὶ τῶν | 112 in vol. 3 | |
3.113 | ἄλλων παραινούσῃ πολλὰ καὶ χρηστά. ἔχαιρε δὲ καὶ μάγοις καὶ γόησι. κατὰ Πάρθων δὲ στρατεύσας, καὶ ἐν Ἀντιοχείᾳ γενόμενος καὶ τρυφῶν καὶ ἀγῶνας μο‐ νομαχίας συνιστῶν, ὡς ἐν μεγάλοις πόνοις ἐγκινδυ‐ | |
5 | νεύων καὶ καρτερῶν ἀπωδύρετο, καὶ τὴν γερουσίαν ὡς ἐν ῥᾳστώνῃ ζῶσαν ὠνείδιζε, καὶ τέλος ἔγραψεν αὐτῇ ὡς “οἶδα ὅτι οὐκ ἀρέσκει ὑμῖν τὰ ἐμά· ἀλλὰ διὰ τοῦτο καὶ ὅπλα καὶ στρατιώτας ἔχω, ἵνα μὴ τῶν λογοποιούντων ἐπιστρέφωμαι.” | |
10 | Αὖθις δὲ εἰς τοὺς Πάρθους στρατεύσας ὅτι ὁ Ἀρτάβανος τὴν θυγατέρα ἑαυτοῦ αὐτῷ μνηστευσά‐ μενος οὐ παρέσχε ταύτην αὐτῷ, ἠπίστατο γὰρ ὅτι πρόφασιν τὸν γάμον τοῦ τὴν Πάρθων σφετερίσασθαι βασιλείαν πεποίητο, πολλὰ μὲν τῆς χώρας αὐτῶν | |
15 | ἐκάκωσε καὶ τὰ Ἄρβηλα παρεστήσατο καὶ τὰ μνημεῖα τῶν βασιλέων τῶν Πάρθων ἀναρρήξας διέρριψε τὰ ὀστᾶ, πόλεμος δὲ αὐτῷ πρὸς τὸ ἔθνος οὐ συγκεκρό‐ τητο. τἄλλα τε οὖν παρηνόμει ἐν ταῖς στρατείαις καί τινα ἰδίαν ἔνδυσιν βαρβαρικῶς πως συγκόπτων | |
20 | καὶ συρράπτων ἐς μανδύα τρόπον προσεξεῦρε, καὶ συνεχῶς αὐτὸν ἐνεδύετο, ὅθεν καὶ Καράκαλλος ἐπε‐ κλήθη. καὶ τοὺς στρατιώτας δὲ οὕτως ἐστολίσθαι ἐκέλευεν. ἀνῃρέθη μέντοι ὑπὸ στρατιωτῶν. ὁ γὰρ Μακρῖνος ὁ ἔπαρχος ἐκ μάντεώς τινος προειρημένον | |
25 | ἔχων αὐτῷ ὡς αὐταρχήσει, καὶ φοβηθεὶς μὴ διὰ τοῦτο ὑπὸ τοῦ Ἀντωνίνου διαφθαρῇ, οὐκ ἀνεβάλετο, ἀλλὰ δύο τινὰς χιλιαρχοῦντας ἐν τῷ δορυφορικῷ παρασκευάσας ἐπεβούλευσεν αὐτῷ. καὶ ἐξ Ἐδέσσης ἐς Κάρας ἀπιόντι καὶ ἀποβάντι τοῦ ἵππου δι’ ἀπό‐ | |
30 | πατον προσῆλθέ τις στρατιώτης, τῶν χιλιάρχων ὑπο‐ πεμψάντων αὐτόν, ὡς εἰπεῖν τι δεόμενος, καὶ προσ‐ | |
ελθὼν ἐπάταξεν αὐτὸν ξιφιδίῳ μικρῷ. | 113 in vol. 3 | |
3.114 | Καὶ ὁ μὲν οὕτως ἐβίω καὶ οὕτως ἀπώλετο, ζή‐ σας ἔτη ἐννέα καὶ εἴκοσιν, αὐταρχήσας δ’ ἐκ τούτων ἐνιαυτοὺς ἓξ ἐπὶ δύο μησὶ καὶ ἡμέραις τισί. λέγεται δὲ ἐν Ἀντιοχείᾳ τὸ τελευταῖον ὄντι αὐτῷ δόξαι κατ’ | |
5 | ὄναρ τὸν πατέρα ξιφήρη ἐπιστῆναι λέγοντα ὡς “σὺ τὸν ἀδελφὸν ἔκτεινας, καὶ ἐγὼ σὲ κτενῶ.” καὶ μάν‐ τεις δὲ εἶπον αὐτῷ τὴν ἡμέραν ἐκείνην φυλάσσεσθαι, καὶ ἄλλα δέ φασι τοῦ ὀλέθρου αὐτῷ συμβῆναι τεκ‐ μήρια. | |
10 | Τοῦ δ’ Ἀντωνίνου διαφθαρέντος, ὃν καὶ Καρά‐ καλλον ἐκάλουν, ὡς εἴρηται, ἀλλὰ μέντοι καὶ Τά‐ ραντα ἐκ μονομάχου τινὸς εἰδεχθεστάτου καὶ μιαι‐ φονωτάτου, ὁ Μακρῖνος μετὰ τετάρτην ἡμέραν τὴν ἡγεμονίαν εἰλήφει παρὰ τῆς στρατιᾶς, τὸ μὲν γένος | |
15 | Μαῦρος τυγχάνων ἐκ Σικελίας καὶ γονέων ἀσημοτά‐ των, ὅθεν κατὰ τὸ τῶν Μαύρων ἔθος τῶν ὤτων τὸ ἕτερον διετέτρητο, ἐπιεικὴς δὲ καὶ τῶν νόμων φύλαξ πιστότατος. ὃς καὶ ἔπαρχος γεγονὼς ἄριστα τὰ τῆς ἀρχῆς διῳκήσατο, αὐταρχήσας δὲ οὐ πάντα καλῶς | |
20 | ἔπραξεν. ἀναξίους γὰρ ἐφίστα ταῖς ἀρχαῖς, ὃ τὸ μέ‐ γιστόν ἐστι μέρος τῆς βασιλικῆς διοικήσεως, καὶ τρυφερωτέρᾳ ἐχρήσατο βιοτῇ, ἀλλὰ μέντοι καὶ σοβα‐ ρότητι. Ἰουλία δὲ ἡ μήτηρ τοῦ Ἀντωνίνου ἐν Ἀντιοχείᾳ | |
25 | διάγουσα καὶ τὸν θάνατον τοῦ υἱοῦ μαθοῦσα ἑαυτὴν διαχρήσασθαι ὥρμησεν, οὐ διὰ τὸν υἱόν, ἀλλὰ δεδοι‐ κυῖα περὶ ἑαυτῇ μὴ ἰδιωτεύσῃ. ἐπεὶ δὲ οὐδὲν ἠλ‐ λοίωτο τῶν περὶ αὐτήν, ἀλλὰ καὶ τὴν θεραπείαν καὶ τοὺς δορυφόρους εἶχεν, ἐφιλοψύχησεν. εἶτα τοῦ | |
30 | Μακρίνου λοιδορεῖσθαι παρ’ ἐκείνης ἀκούσαντος καὶ | 114 in vol. 3 |
3.115 | τῇ αὐταρχίᾳ αἰσθομένου ἐπιχειρούσης, ἐκελεύσθη ἐκλελοιπέναι τὴν Ἀντιόχειαν καὶ ὅπῃ βούλοιτο ἀπελ‐ θεῖν. ἡ δὲ τότε διέφθειρεν ἑαυτήν. Τοῦ δ’ Ἀρταβάνου δυνάμεσι μεγάλαις φερομένου | |
5 | κατὰ Ῥωμαίων, συμβαλὼν αὐτῷ περὶ τὴν Νίσιβιν ὁ Μακρῖνος δὶς ἡττήθη καὶ ἠναγκάσθη πολλῶν χρη‐ μάτων τὴν εἰρήνην ἐκπρίασθαι. ὁ μὲν οὖν πρὸς Ἀρτάβανον κατηύναστο πόλεμος, ἀνερράγη δὲ τοῖς Ῥωμαίοις ἐμφύλιος ἕτερος. Εὐτυχιανὸς γάρ τις τῶν | |
10 | Καισαρείων, τὴν τῶν στρατιωτῶν εἰς τὸν Μακρῖνον ἀπέχθειαν συνιδὼν ὅτι μὴ ἄπλετα ὡς ὁ Ἀντωνῖνος αὐτοῖς ἐχαρίζετο, καὶ ὑπὸ μαντείων ἀναπεισθείς, ἐπαναστάσει κατὰ τοῦ Μακρίνου ἐπικεχείρηκε. Μαί‐ σης οὖν τῆς ὁμαίμονος τῆς Ἰουλίας τῆς βασιλίδος | |
15 | θυγατέρας ἐχούσης δύο, Σοαιμίδα καὶ Μαμαίαν, καὶ δύο ἐγγόνους ἄρσενας ἐξ αὐτῶν, τὸν ἕνα τούτων λα‐ βὼν ὁ Εὐτυχιανός, καὶ υἱὸν εἶναι μοιχίδιον τοῦ Κα‐ ρακάλλου πλασάμενος, εἰς τὸ στρατόπεδον ὑπὸ νύκτα εἰσήγαγε, καὶ τοὺς στρατιώτας λαβὴν ζητοῦντας ἐπα‐ | |
20 | ναστάσεως νεωτερίσαι ἀνέπεισεν. οἳ καὶ Ἀντωνῖνον αὐτὸν ὀνομάσαντες αὐτοκράτορα αὐτίκα ἀνεῖπον, καίτοι παιδίον τυγχάνοντα. καὶ τοῦτον παραλαβόν‐ τες ἐπὶ τὸν Μακρῖνον ἤλασαν ἐν Ἀντιοχείᾳ διάγοντα· καὶ συμβαλόντες αὐτῷ ἔν τινι χωρίῳ πολὺ τῆς Ἀν‐ | |
25 | τιοχείας διέχοντι, ἡττήθησαν μέν· εἶτ’ αὖθις ἐπισυ‐ στάντας αὐτοὺς ὁ Μακρῖνος ἰδὼν εἰς φυγὴν ἐτράπη, καὶ ἀπῄει εἰς Ἀντιόχειαν ὡς δῆθεν νενικηκώς, ἵνα μὴ ἀποκλεισθείη τῆς πόλεως. τὸν δὲ υἱὸν πρὸς τὸν Ἀρτάβανον ἔπεμψεν. ἀγγελθείσης δὲ τῆς ἥττης αὐ‐ | |
30 | τοῦ, καὶ φόνων γινομένων πολλῶν, ἀπέδρα νυκτός, τὴν κεφαλὴν ξυράμενος καὶ τὸ γένειον, καὶ φαιὰν | |
ἐσθῆτα λαβών, ὡς ἂν μὴ ἐπιγινώσκοιτο· καὶ μετ’ | 115 in vol. 3 | |
3.116 | ὀλίγων εἰς Αἰγὰς τῆς Κιλικίας παραγενόμενος, καὶ διὰ Καππαδοκίας Γαλατίας τε καὶ Βιθυνίας ἐλθὼν μέχρις Ἐριβώλου τοῦ ἐπινείου κατ’ ἀντικρὺ κειμένου Νικομηδείας, διέπλευσεν εἰς Χαλκηδόνα. καὶ πρός | |
5 | τινα στείλας τῶν ἐπιτρόπων ἀργύριον ᾔτησεν. ὅθεν γνωσθεὶς συνελήφθη παρὰ τῶν τὰ Ψευδαντωνίνου φρονούντων, καὶ ἤχθη μέχρι Καππαδοκίας. ἔνθα μαθὼν ὡς ὁ υἱὸς αὐτοῦ ἑαλώκει, ἐκ τοῦ ὀχήματος ἑαυτὸν ἔρριψε καὶ τὸν ὦμον συντέτριπτο. μετ’ οὐ | |
10 | πολὺ δὲ καὶ ἐσφάγη, ζήσας μὲν ἔτη τέσσαρα καὶ πεν‐ τήκοντα, αὐταρχήσας δὲ Ῥωμαίων ἕνα ἐνιαυτὸν καὶ μῆνας δύο τριῶν δέοντας ἡμερῶν, καὶ καταλυθεὶς ὑπὸ παιδαρίου. λέγεται δὲ τοῦτο τὸ ἔπος ἐν τῷ χρησμῷ ῥηθῆναι αὐτῷ | |
15 | ὦ γέρον, ἦ μάλα δή σε νέοι τείρουσι μαχηταί, σὴ δὲ βίη λέλυται, χαλεπὸν δέ σε γῆρας ἱκάνει. Ἄβιτος δὲ ὁ Ψευδαντωνῖνος ἢ Ἀσσύριός τε καὶ Σαρδανάπαλος ἐς τὴν Ῥώμην ἐλθὼν ἕν τι χρηστοῦ αὐτοκράτορος ἔργον ἐποίησε. πολλὰ γὰρ καὶ ἰδίᾳ | |
20 | καὶ κοινῇ λόγῳ τε καὶ ἔργῳ ὑβρισθεὶς παρὰ τῶν ἐν τῇ Ῥώμῃ, τοῦ Μακρίνου περὶ αὐτοῦ αὐτοῖς ἐπιστεί‐ λαντος, οὐδένα ἐκόλασεν. ἐς τἄλλα δὲ καὶ αἰσχρότα‐ τος καὶ παρανομώτατος καὶ μιαιφονώτατος ἦν. ὁ μὲν οὖν Εὐτυχιανὸς τῶν τε δορυφόρων ἦρξε καὶ | |
25 | μετὰ τοῦτο καὶ ὑπάτευσε δὶς καὶ τρίς, οἱ δὲ ἄλλοι τῶν ἐπιφανῶν ἀνδρῶν ἢ προφάσεων πλαττομένων ἢ καὶ δίχα προφάσεως ἐφονεύοντο, ὅτι τοῖς πραττομέ‐ νοις παρ’ αὐτοῦ οὐκ ἠρέσκοντο· οὐδὲ γὰρ ᾐσχύνθη | |
τοῦτο τῇ βουλῇ γράψαι. ἐκεῖνος δὲ ἠνδρίζετό τε | 116 in vol. 3 | |
3.117 | καὶ ἐθηλύνετο, καὶ ἔδρα καὶ ἔπασχεν ἑκάτερα ἀσελ‐ γέστατα. καὶ οὐ τοὺς ἄλλους ἔκτεινε μόνον, ἀλλὰ καὶ τῶν πάνυ φιλτάτων τινάς, οἳ σωφρόνως αὐτὸν παρῄνουν βιοῦν. καὶ θεὸν δέ τινα ξενικὸν εἰς τὴν | |
5 | Ῥώμην εἰσήνεγκεν Ἐλεαγάβαλον καλούμενον, καὶ τοῦ Διὸς αὐτὸν προετίμησεν· ὅθεν κἀκεῖνος ἐπωνομάσθη Ἐλεαγάβαλος. περιετμήθη τε τὸ αἰδοῖον καὶ κρεῶν χοιρείων ἀπείχετο καὶ ἐσθῆτα βαρβαρικὴν δημο‐ σιεύων ἠμπίσχετο, οἵᾳ αἱ τῶν Σύρων κέχρηνται | |
10 | ἱερεῖς· ὅθεν καὶ ἐπεκλήθη Ἀσσύριος. ἔγημε δὲ πρὸς ταῖς ἄλλαις καὶ ἱερωμένην τῇ Ἑστίᾳ παρθένον, ἀσε‐ βήσας περὶ τὰ πάτρια ἀναιδέστατα. καὶ ἔλεγε διὰ τοῦτο γῆμαι τὴν τῆς Ἑστίας ἱέρειαν, ἵν’ ἐξ ἐκείνου ἀρχιερέως ὄντος τοῦ Ἐλεαγαβάλου καὶ τῆς ἱερείας | |
15 | παῖδες γένωνται θεοπρεπεῖς. οὐ μόνον δὲ βαρβαρι‐ κὰς ᾠδὰς ἅμα τῇ μητρὶ καὶ τῇ τήθῃ τῷ ξένῳ θεῷ αὐτοῦ ᾖδε, καὶ ἀπορρήτους προσῆγε θυσίας, παῖδας σφαγιάζων καὶ γοητεύμασι χρώμενος καὶ περιάπτοις μυρίοις ἑκάστοτε, ἀλλὰ καὶ γυναῖκα τῷ θεῷ αὐτοῦ | |
20 | ἐκείνῳ ἐμνήστευσεν ὡς καὶ παίδων δεομένῳ, καὶ τὴν γυναῖκα ἐς τὸ παλάτιον καθιδρύσατο, καὶ ἕδνα αὐτῇ ἐκ τῶν ὑπηκόων ἐπράξατο. αὐτὸς δὲ ἀσελγέστατα διεβίω. ἀλλ’ ἕκαστον τῶν ἐκείνου καταριθμεῖν καὶ τοῖς λέγουσι καὶ τοῖς ἀκούουσιν ἀηδέστατον· εἰρή‐ | |
25 | σθω δ’ ὀλίγα τινά. ἐς καπηλεῖα νυκτὸς εἰσῄει, κό‐ μας περιθέτους περιάπτων τῇ κεφαλῇ, καὶ ταῖς κα‐ πηλίσι συνεξητάζετό τε καὶ συνειργάζετο. καὶ εἰς τὰ περιβόητα τῶν πορνείων ἐφοίτα καὶ τὰς ἑταίρας ἐξε‐ λαύνων ἐπόρνευε. καὶ ἐν τῷ παλατίῳ οἴκημά τι | |
30 | ἀποτάξας, γυμνός τε ἐπὶ τὰς θύρας τούτου ἑστὼς ὡς αἱ πόρναι καὶ τὸ σινδόνιον διασείων, γυναικώδει | |
καὶ ἁβρᾷ καὶ κεκλασμένῃ φωνῇ τοὺς παριόντας προσ‐ | 117 in vol. 3 | |
3.118 | ηταιρίζετο, χρήματά τε συνέλεγε παρ’ αὐτῶν. καὶ πρὸς τοὺς συνασχημονοῦντας αὐτῷ διεφέρετο, πλεί‐ ους αὐτῶν ἐραστὰς ἔχειν αὐχῶν καὶ μᾶλλον αὐτῶν ἀργυρίζεσθαι. καὶ οὐχ οὕτω μόνον ἠσέλγαινεν, ἡρ‐ | |
5 | ματηλάτει τε καὶ ὠρχεῖτο, ἀλλὰ καὶ ἄνδρα σχεῖν ἤθελεν ἕνα ὥσπερ γαμέτην δή τινα νόμιμον, καὶ Καίσαρα αὐτὸν ἐβούλετο προχειρίσασθαι, καὶ δέ‐ σποινα καὶ βασιλὶς ὠνομάζετο, καὶ ἐφόρει κεκρύφα‐ λον καὶ ἐριούργει καὶ τοὺς ὀφθαλμοὺς ὑπεγράφετο. | |
10 | ἅπαξ τε τὸ γένειον ἀποκείρας μετέπειτα ἐψιλίζετο, ἵνα δοκοίη γυνή. ὁ δ’ ἀνὴρ αὐτῆς Καρικὸν ἦν ἀν‐ δράποδον, ἐκαλεῖτο δ’ Ἱεροκλῆς. ἤθελε δὲ καὶ μοι‐ χεύεσθαι δοκεῖν, ἵνα τὰς ἀσελγεστάτας μιμῆται τῶν γυναικῶν. καὶ ἐπ’ αὐτοφώρῳ ἑκουσίως ἡλίσκετο, | |
15 | καὶ ἐλοιδορεῖτο πρὸς τοῦ ἀνδρός, ἐπλήττετό τε ὑπώ‐ πια. καί τις δ’ Αὐρήλιος καλὸς μὲν καὶ πᾶν τὸ σῶμα, τὰ δ’ αἰδοῖα φέρων ὑπερμεγέθη, ἐμηνύθη αὐτῷ, καὶ αὐτίκα ὑπὸ πομπῇ μεγαλοπρεπεῖ προσήχθη, ᾧ προσειπόντι “χαῖρε, κύριε αὐτόκρατορ” ἐκεῖνος | |
20 | θρύψει γυναικώδει τὸν αὐχένα παρεγκλίνας καὶ ἐπι‐ μύσας βραχύ τι τὰ ὄμματα “μή με λέγε κύριον” ἔφη, “ἐγὼ γὰρ κυρία εἰμί.” ἐπεὶ δὲ συλλουσάμενος αὐτῷ εὗρε τὴν φήμην οὐ ψευσαμένην, ἔν τε τοῖς στέρνοις αὐτοῦ κατεκλίθη καὶ ἐν τοῖς κόλποις ὡς ἐρωμένη | |
25 | ἐδείπνησε. δείσας οὖν ὁ Ἱεροκλῆς μὴ ὑπὸ τοῦ Αὐ‐ ρηλίου παρευδοκιμηθῇ, γοητείαις ἢ καὶ φαρμάκῳ τινὶ ἐξεθήλυνεν αὐτὸν καὶ ἐνάρκωσεν, ὡς ἐπὶ πᾶσαν τὴν νύκτα μεῖναι πρὸς μίξιν ἀκίνητον· διὸ καὶ ἐκ τοῦ πα‐ λατίου ἐξηλάθη καὶ ἐκ τῆς Ῥώμης καὶ ἐκ τῆς Ἰταλίας | |
30 | αὐτῆς. ἐς τοσαύτην δὲ συνηλάθη ἀσέλγειαν ὡς καὶ | 118 in vol. 3 |
3.119 | τοὺς ἰατροὺς ἀξιοῦν αἰδῶ γυναικείαν δι’ ἀνατομῆς αὐτῷ μηχανήσασθαι, μεγάλους ὑπὲρ τούτου μισθοὺς αὐτοῖς προϊσχόμενος. Διὰ ταῦτα ἐμισήθη ὑπὸ πάντων ὁ Σαρδανάπα‐ | |
5 | λος, μὴ στεγόντων τὰς μιαρίας καὶ αἰσχροπαθείας αὐτοῦ. εἶτα Βασιανὸν τὸν υἱὸν Μαμαίας τῆς ἀδελ‐ φῆς τῆς μητρὸς αὐτοῦ εἰς τὸ συνέδριον ἀγαγὼν παῖδα ἔθετο, καὶ Ἀλέξανδρον αὐτὸν καλεῖσθαι ἐκέ‐ λευσεν. μετ’ οὐ πολὺ μέντοι πάντας ὑποπτεύων, | |
10 | μανθάνων δὲ καὶ εὐνοεῖν ἐκείνῳ τοὺς πλείονας, με‐ τέγνω, καὶ τέλος ἀνελεῖν αὐτὸν ἐπεχείρει. ὁ δὲ ὑπὸ τῶν στρατιωτῶν ἐπιμελῶς ἐφυλάσσετο, καὶ οἱ δορυ‐ φόροι διὰ τοῦτο δεινῶς ἐθορύβησαν. ἐκεῖνος δὲ σὺν τῷ Ἀλεξάνδρῳ εἰς τὸ στρατόπεδον εἰσελθὼν ἐπει‐ | |
15 | ρᾶτο καταπαῦσαι τὸν θόρυβον. ὡς δ’ ᾔσθετο παρὰ τῶν στρατιωτῶν ἐπιβουλευόμενος, ὥρμησε μὲν ἐκ‐ δρᾶναι, φωραθεὶς δὲ ἀνῃρέθη, καὶ ἡ μήτηρ περι‐ πλακεῖσα αὐτῷ συναπώλετο. ὧν ἀμφοῖν γυμνωθέντα τὰ σώματα ἐσύρησαν διὰ μέσης τῆς πόλεως· εἶτα τὸ | |
20 | τοῦ Σαρδαναπάλου εἰς τὸν Τίβεριν ἐνεβλήθη· διὸ πρὸς τοῖς ἄλλοις καὶ Τιβερῖνος ἐπωνομάσθη. συγ‐ κατεσφάγη δ’ αὐτῷ καὶ ὁ Ἱεροκλῆς καὶ ἄλλοι πολλοί, ἄρξαντι ἔτη τρία ἐπὶ μησὶν ἐννέα ἡμέραις τε τέσσαρ‐ σιν, ἐξ ὅτου τὸν Μακρῖνον νικήσας ἐν τῇ μάχῃ τῆς | |
25 | αὐταρχίας τετύχηκε. Τούτου κρατοῦντος Ζεφυρῖνος ὁ τῆς Ῥωμαίων ἐκκλησίας ἐπίσκοπος μεταλλάττει τὸν βίον, ἰθύνας ταύτην ἔτεσιν ὀκτωκαίδεκα· μεθ’ ὃν Κάλλιστος προέστη τῶν ἐκεῖσε πιστῶν ἐπὶ πέντε ἐνιαυτούς· | |
30 | καὶ τοῦτον Οὐρβανὸς διαδέχεται. | |
Τοῦ δὲ Ψευδαντωνίνου ἀναιρεθέντος Ἀλέξαν‐ | 119 in vol. 3 | |
3.120 | δρος ὁ Μαμαίας ὁ ἐκείνου ἀνεψιός, οὕτω γὰρ οἱ πα‐ λαιοὶ τοὺς ἐξαδέλφους ὠνόμαζον, τὴν αὐταρχίαν ἀπεκληρώσατο. ὃς αὐτίκα τὴν οἰκείαν μητέρα Μα‐ μαίαν Αὐγούσταν ἀνεῖπεν, ἣ τὴν τῶν πραγμάτων | |
5 | οἰκονομίαν μετεκεχείριστο, καὶ περὶ τὸν υἱὸν σοφοὺς ἄνδρας συνήγαγεν, ἵνα δι’ ἐκείνων αὐτῷ τὰ ἤθη ῥυθμίζοιτο, κἀκ τῆς γερουσίας τοὺς ἀμείνονας συμ‐ βούλους προσείλετο, ἅπαν πρακτέον κοινουμένη αὐ‐ τοῖς. Δομιτίῳ δέ γε Οὐλπιανῷ τῆς τῶν δορυφόρων | |
10 | ἀνατεθείσης ἀρχῆς καὶ τῆς τῶν κοινῶν διοικήσεως, πολλὰ τῶν ὑπὸ Σαρδαναπάλου πραχθέντων παρ’ ἐκείνου ἐπηνωρθώθη. ὃς τὸν Φλαβιανὸν καὶ τὸν Χρῆστον ἀποκτείνας, ἵν’ αὐτοὺς διαδέξηται, καὶ αὐ‐ τὸς οὐ πολλῷ ὕστερον ὑπὸ τῶν δορυφόρων νυκτὸς | |
15 | ἐπιθεμένων αὐτῷ κατεσφάγη. ζῶντος δ’ ἔτι τοῦ Οὐλπιανοῦ στάσις ἔκ τινος βραχείας λαβῆς μέσον τοῦ δήμου καὶ τῶν δορυφόρων ἐγένετο, καὶ ἐπὶ τρεῖς ἡμέρας ἀλλήλοις ἐμάχοντο. ἡττωμένων δὲ τῶν στρα‐ τιωτῶν καὶ πῦρ ταῖς οἰκίαις ὑποβαλλόντων, δείσας | |
20 | ὁ δῆμος περὶ τῆς πόλεως κατηλλάγη καὶ ἄκων αὐτοῖς. καὶ ἄλλαι δ’ ἐπαναστάσεις γενόμεναι κατεπαύθησαν. Ἥττων δ’ οὖσα χρημάτων ἡ Ἀλεξάνδρου μήτηρ ἐχρηματίζετο πάντοθεν. ἠγάγετο δὲ καὶ τῷ υἱῷ γα‐ μετήν, ἣν οὐ συνεχώρησεν ἀναρρηθῆναι Αὐγούσταν, | |
25 | ἀλλὰ καὶ μετά τινα χρόνον τοῦ υἱοῦ αὐτὴν ἀποσπά‐ | |
σασα εἰς Λιβύην ἀπήλασε, καίτοι στεργομένην παρ’ | 120 in vol. 3 | |
3.121 | ἐκείνου. ὁ δὲ ἀντειπεῖν τῇ μητρὶ οὐκ ἠδύνατο, κα‐ ταρχούσῃ αὐτοῦ. Ἀρταξέρξης μέντοι ὁ Πέρσης, ὃς ἐξ ἀφανῶν καὶ ἀδόξων ἦν, τὴν τῶν Πάρθων βασιλείαν Πέρσαις | |
5 | περιεποιήσατο καὶ αὐτῶν ἐβασίλευσεν. ἀφ’ οὗ λέγε‐ ται καὶ τὸ Χοσρόου κατάγεσθαι γένος. μετὰ γὰρ τὴν Ἀλεξάνδρου τοῦ Μακεδόνος τελευτὴν οἱ ἐκείνου διά‐ δοχοι Μακεδόνες ἐπὶ πλεῖστον μὲν Περσῶν τε καὶ Παρθυαίων ἦρχον καὶ τῶν ἄλλων ἐθνῶν, κατ’ ἀλλή‐ | |
10 | λων δέ γε χωρήσαντες ἀλλήλους κατέλυσαν. ἐκείνων δ’ οὕτως ἠσθενηκότων πρῶτος Ἀρσακίδης Παρ‐ θυαῖος τῇ ἐξ αὐτῶν ἀποστασίᾳ ἐπικεχείρηκε, καὶ Παρθυαίων ἐκράτησε, καὶ τοῖς ἑαυτοῦ ἀπογόνοις κατέλιπε τὴν ἀρχήν· ὧν τελευταῖος γέγονεν ὁ Ἀρτά‐ | |
15 | βανος. τὸν δὲ ὁ ῥηθεὶς Ἀρταξέρξης μάχαις νικήσας τρισὶ συνέλαβε καὶ ἀπέκτεινεν. εἶτα καὶ ἐπὶ τὴν Ἀρμενίαν ἐλάσας ἡττήθη τῶν Ἀρμενίων καὶ Μήδων μετὰ τῶν παίδων τοῦ Ἀρταβάνου προσβαλόντων αὐτῷ. ὁ δὲ αὖθις ἀνακτησάμενος ἑαυτὸν μετὰ δυ‐ | |
20 | νάμεως μείζονος τῇ Μεσοποταμίᾳ καὶ τῇ Συρίᾳ ἐφή‐ δρευε, καὶ ἠπείλει ἀνακτήσασθαι πάντα ὡς Πέρσαις ἐκ προγόνων προσήκοντα. εἶτα Καππαδοκίαν ὁ Ἀρ‐ ταξέρξης οὗτος σὺν τοῖς Πέρσαις κατέτρεχε, καὶ ἐπο‐ λιόρκει τὴν Νίσιβιν. ὁ μέντοι Ἀλέξανδρος οὗτος | |
25 | πρέσβεις ἔπεμψε πρὸς αὐτὸν εἰρήνην αἰτῶν. ὁ δὲ βάρβαρος τὴν πρεσβείαν μὲν οὐ προσήκατο, ἄνδρας δὲ μεγίστους τετρακοσίους πολυτελέσιν ἀμφιέσας στολαῖς καὶ ἵπποις τῶν ἐκκρίτων ἐπιβιβάσας καὶ ὅπλοις κοσμήσας λαμπροῖς ἔπεμψε πρὸς τὸν Ἀλέξαν‐ | |
30 | δρον, οὕτω καταπλήξειν αὐτόν τε καὶ τοὺς Ῥωμαίους οἰόμενος. οἳ ἀφικόμενοι καὶ εἰς ὄψιν ἐλθόντες τῷ | |
Ἀλεξάνδρῳ “κελεύει ὁ μέγας βασιλεὺς Ἀρταξέρξης” | 121 in vol. 3 | |
3.122 | εἶπον “ἀφίστασθαι Ῥωμαίους Συρίας καὶ τῆς ἀντι‐ κειμένης τῇ Εὐρώπῃ Ἀσίας πάσης, καὶ παραχωρῆσαι Πέρσαις ἄρχειν μέχρι θαλάσσης.” τούτους συλλαβὼν ὁ Ἀλέξανδρος, καὶ περιδύσας τὰ ὅπλα καὶ τὰς στο‐ | |
5 | λάς, ἀφελόμενός τε τοὺς ἵππους, εἰς κώμας πλείστας διέσπειρε καὶ ἠνάγκαζε γεωργεῖν· κτεῖναι γὰρ αὐ‐ τοὺς οὐκ ἔκρινεν ὅσιον. αὐτὸς δὲ τὰ οἰκεῖα στρα‐ τεύματα εἰς τρεῖς διελὼν μοίρας τριχῇ τοῖς Πέρσαις προσέβαλε. καὶ πολὺς μὲν τῶν Περσῶν συμβέβηκεν | |
10 | ὄλεθρος, πλεῖστοι δὲ καὶ τῶν Ῥωμαίων ἐφθάρησαν, οὐ τοσοῦτον ὑπὸ τῶν πολεμίων ὅσον ἐν τῷ ἐπανιέναι διὰ τῶν τῆς Ἀρμενίας ὀρῶν. δυσχειμέρων γὰρ ὄν‐ των τούτων οἱ τῶν ὁδοιπορούντων πόδες, ἐνίων δὲ καὶ αἱ χεῖρες ἐκ τοῦ ψύχους ἠκρωτηριάσθησαν με‐ | |
15 | λανθεῖσαι καὶ νεκρωθεῖσαι. διὸ καὶ ἐν αἰτίᾳ Ῥω‐ μαίοις γέγονεν ὁ Ἀλέξανδρος. ὅθεν ἐξ ἀθυμίας ἢ καὶ ἀπὸ τῆς τῶν ἀέρων ἐναλλαγῆς σφόδρα ἐνόσησεν. ἀναρρωσθεὶς δὲ καὶ εἰς Γερμανοὺς ἐμβαλὼν δι’ ἀκον‐ τιστῶν καὶ τοξοτῶν ἐλύπει αὐτούς. στέλλει δὲ καὶ | |
20 | πρὸς αὐτοὺς πρέσβεις περὶ συμβάσεων ἐπὶ χρήμασι. διὸ χαλεπήναντες οἱ στρατιῶται πρὸς ἀποστασίαν ἀπεῖδον. καί τινα Μαξιμῖνον Θρᾷκα τὸ γένος, ἐκ παίδων δὲ ποιμαίνειν λαχόντα καὶ μετὰ ταῦτα στρα‐ τιώτην γενόμενον, ἄκοντα δῆθεν λαβόντες ὠνόμασαν | |
25 | αὐτοκράτορα. ὁ δὲ τοὺς ἀνειπόντας αὐτὸν παραλα‐ βὼν ἀπῄει εὐθὺς ὅπου διέτριβεν ὁ Ἀλέξανδρος. ταῦτα δ’ ἐκεῖνος πυθόμενος τοὺς μετ’ αὐτοῦ στρα‐ τιώτας εἰς ἀντίληψιν αὐτοῦ παρεκάλει· οἱ δὲ ἐπηγ‐ γέλλοντο. καὶ ἐπιστάντος τοῦ Μαξιμίνου συνήγαγε | |
30 | τὴν στρατιὰν ὁ Ἀλέξανδρος καὶ συμβαλεῖν τοῖς τοῦ Μαξιμίνου ἐπέτρεπεν. οἱ δὲ τήν τε μητέρα αὐτοῦ | |
ἐλοιδόρουν καὶ ἐπὶ φιλοχρηματίᾳ διέσυρον, καὶ εἰς | 122 in vol. 3 | |
3.123 | ἐκεῖνον ἐξύβριζον ὡς δειλόν· καὶ καταλιπόντες αὐ‐ τὸν ἀνεχώρουν. ὁ δὲ ἔρημον βοηθείας ὁρῶν ἑαυτόν, ἐπανῆλθεν εἰς τὴν σκηνήν, καὶ τῇ μητρὶ περιπλακεὶς ὠλοφύρετο. καὶ ὁ Μαξιμῖνος ἑκατόνταρχον στείλας | |
5 | καὶ αὐτὸν ἀνεῖλε καὶ τὴν μητέρα καὶ τοὺς οἳ συνῆ‐ σαν αὐτοῖς, καὶ τῆς βασιλείας γέγονεν ἐγκρατής. Μαμαία δὲ ἡ Ἀλεξάνδρου μήτηρ ἀρετῆς ἦν ἀν‐ τιποιουμένη καὶ βίου σεμνοῦ. ἣ ἐν Ἀντιοχείᾳ συν‐ διάγουσα τῷ υἱῷ, καὶ περὶ Ὠριγένους πυθομένη, | |
10 | μετεπέμψατο ἐξ Ἀλεξανδρείας αὐτόν· καὶ ὑπ’ αὐτοῦ τὸν λόγον κατηχηθεῖσα τῆς πίστεως, θεοσεβεστάτη γέγονεν, ὡς ὁ Εὐσέβιος ἱστορεῖ καὶ ἄλλοι δέ τινες τῶν συγγραφέων φασίν. ὅθεν οὐ μόνον ὁ κατὰ χρι‐ στιανῶν ἠρέμησε διωγμὸς τότε, ἀλλὰ καὶ τιμῆς | |
15 | ἠξίωντο μάλιστα οἱ σεβόμενοι τὸν Χριστόν. Τότε Οὐρβανοῦ τῆς ἐπισκοπῆς τῆς Ῥωμαίων πό‐ λεως προεστῶτος καὶ Ἱππόλυτος ἤνθει, ἀνὴρ ἱερώ‐ τατος καὶ σοφώτατος, ἐπίσκοπος τοῦ κατὰ Ῥώμην πόρτου γενόμενος, ὃς καὶ πολλὰ συγγράμματα συνε‐ | |
20 | γράψατο, διάφορα τῆς θείας γραφῆς ἐξηγησάμενος. Ἀντιοχείας δὲ ἦν τηνικαῦτα προεστηκὼς καὶ τὴν ἐκεῖ τῶν πιστῶν ἐκκλησίαν ἰθύνων Ἀσκληπιάδης· καὶ Σαρδιανὸς Ἱεροσολύμων. Καὶ ὁ μὲν Ἀλέξανδρος ἔτη Ῥωμαίων ἡγεμονεύ‐ | |
25 | σας δέκα, ὃν εἴρηται τρόπον ἀνῄρητο· ὁ δὲ Μαξι‐ | |
μῖνος τὴν ἀρχὴν διεδέξατο. ὃς αὐτίκα καὶ διωγμὸν | 123 in vol. 3 | |
3.124 | κατὰ τῶν χριστωνύμων ἐπήγειρε, καὶ τοὺς τῶν ἐκ‐ κλησιῶν προεστῶτας ἀναιρεῖσθαι κεκέλευκεν ὡς δι‐ δασκάλους τοῦ κατὰ Χριστὸν μυστηρίου καὶ κήρυκας. λέγεται δὲ κατὰ μῆνιν τὴν πρὸς Ἀλέξανδρον κινῆσαι | |
5 | τὸν διωγμόν, ὡς ἐκείνου τιμῶντος τοὺς σεβομένους Χριστόν. ἐμεμήνει γὰρ κατ’ ἐκείνου τοῦ αὐτοκράτο‐ ρος, ὅτι στρατηγὸς ὑπ’ ἐκείνου προχειρισθεὶς καὶ κατὰ Περσῶν ἐκστρατεύσας καὶ αἴσχιστα ἡττηθεὶς ὀργῆς ἐπειράθη βασιλικῆς. ἦν δὲ τοῦ διωγμοῦ καὶ | |
10 | δεύτερον αἴτιον, ὅτι πολλοὶ κατὰ τὸν Ἀλεξάνδρου οἶκον ἦσαν τὸν Χριστὸν ἐπεγνωκότες θεόν. ὅτε καὶ Ἀμβρόσιος φιλόλογος ἀνήρ, ὃς τὸν Ὠριγένην πρὸς ἐξήγησιν ἠρέθισε τῆς θείας γραφῆς καὶ δαψιλῆ αὐτῷ ἐχορήγει τὰ ἀναλώματα καὶ ταχυγράφους ἑπτὰ αὐτῷ | |
15 | παρεστήσατο ἀμοιβαδὸν τῇ γραφῇ χρωμένους κατὰ τεταγμένους καιροὺς καὶ βιβλιογράφους οὐχ ἥττους κόρας τε καλλιγραφεῖν ἠσκημένας, τῷ τοῦ μαρτυρίου λέγεται κοσμηθῆναι στεφάνῳ, ἅμα Πρωτοκτήτῳ πρεσ‐ βυτέρῳ. | |
20 | Αὐταρχήσας δ’ οὗτος ὁ Μαξιμῖνος εὐθὺς ἐπέ‐ στειλε τῇ συγκλήτῳ, τὴν ἐκ τῶν στρατευμάτων ἀνάρ‐ ρησιν ταύτῃ δηλῶν ἑαυτοῦ. οὐ μόνοις δὲ χριστιανοῖς βαρὺς ὑπῆρχε καὶ ἀπηνής, ἀλλὰ καὶ πᾶσι τοῖς ὑπη‐ κόοις. ὑβριστής τε γὰρ ἦν καὶ ἐρασιχρήματος, κἀν‐ | |
25 | τεῦθεν καὶ ἀδικώτατος καὶ φόνων ἐργάτης καὶ τύ‐ ραννος ἄντικρυς, χωρήσας εἰς ἁρπαγὰς καὶ ἀναιρέσεις ἀνθρώπων ἐξ οὐδεμιᾶς εὐλόγου λαβῆς. τοσοῦτον δ’ εἰς μιαιφονίας ἐξώκειλεν ὡς μηδὲ τῆς οἰκείας φεί‐ σασθαι γυναικός· κἀκείνην γὰρ ἀνεῖλε. τὴν οἰκείαν | |
30 | δ’ οἷον ἐπικαλύπτων δυσγένειαν, τοὺς μὲν εὐπατρί‐ δας ἠτίμου, προσῳκειοῦτο δὲ τοὺς ἐξ ἀφανῶν. διὰ | |
ταῦτα τοίνυν ὑπὸ πάντων μεμίσητο. ἐκστρατεύσας | 124 in vol. 3 | |
3.125 | δὲ κατὰ Γερμανῶν τὴν χώραν αὐτῶν ἐληίσατο, τῶν βαρβάρων μηδενὸς ὑποφαινομένου. εἶτα περὶ τὰ ἕλη καὶ τὰς συνεχεῖς ἀνεφάνησαν ὕλας· κἀκεῖ δὲ τῶν Ῥωμαίων εἰσελασάντων πλήθη πολλὰ ἀνῃρέθησαν. | |
5 | καὶ οὕτω νικήσας ἐπανῆλθεν ὁ Μαξιμῖνος, αἰχμαλώ‐ των πληθὺν ἐπαγόμενος. πάντα δὲ τὰ τῶν ὑπηκόων σφετεριζόμενος καὶ χρηματιζόμενος πάντοθεν οὐδὲ τῶν ἱερῶν ἀπέσχετο. αἰτιωμένων οὖν ξυμπάντων τοὺς στρατιώτας τοὺς αὐτὸν βασιλεύσαντας, οἱ ἐν | |
10 | Λιβύῃ στρατευόμενοι ταῦτα μαθόντες πρὸς ἀποστα‐ σίαν ἀπεῖδον, καί τινος ἑτέρας αἰτίας ἐρεθισάσης αὐτούς. οἱ γὰρ τῶν τῆς Λιβύης πραγμάτων ἐπίτρο‐ ποι τῶν ἐν αὐτῇ εὐπορούντων τὰς οὐσίας ἐξ οὐδε‐ μιᾶς εὐλόγου ἀφῃροῦντο λαβῆς καὶ τοὺς κεκτημένους | |
15 | αὐτὰς προσαπώλλυον. ἐντεῦθεν ἀγανακτήσαντες οἱ ἐκεῖ ἐπανέστησαν, καί τινα τῶν ἐκ τῆς βουλῆς ἄνδρα πρεσβύτην κεκλημένον Γορδιανὸν καὶ ἄκοντα κατα‐ σχόντες, διάδημά τε τούτῳ περιτιθέασι καὶ πορφύ‐ ραν ἐνδύουσι καὶ ἀναγορεύουσιν αὐτοκράτορά τε καὶ | |
20 | Αὔγουστον. ὁ δὲ ἐν Καρθαγένῃ παραγίνεται· καὶ αὐτὸν ἀσμένως τῷ πρὸς τὸν Μαξιμῖνον μίσει ἐδέ‐ ξαντο σύμπαντες. ἐπιστέλλει οὖν τῇ βουλῇ, καὶ τοὺς ἀγγελοῦντας τὴν ἀνάρρησιν αὐτοῦ τοῖς ἐν τῇ Ῥώμῃ ἀπέστειλε. τῶν δὲ σταλέντων χρονισάντων | |
25 | κατὰ τὸν πλοῦν, καὶ οἱ ἐν τῇ Ῥώμῃ μὴ φέροντες τὴν τυραννίδα τοῦ Μαξιμίνου πρὸς ἀποστασίαν κεκίνηντο καὶ τὰς ἐκείνου εἰκόνας καθῄρουν καὶ τῷ τυράννῳ ἐλοιδοροῦντο. εἶτα γνωσιμαχήσαντες, ὡς εἰ σώζοιτο Μαξιμῖνος, οὐκ ἔσται σφίσι σωτηρίας ἐλπίς, δύο προ‐ | |
30 | βάλλονται στρατηγοὺς Μάξιμόν τε καὶ Ἀλβῖνον, καὶ ἄμφω τῇ βουλῇ συναριθμουμένους. τινὲς δὲ Καίσα‐ | |
ρας αὐτοὺς πρὸς τῆς βουλῆς ἱστόρησαν ἀναγορευθῆ‐ | 125 in vol. 3 | |
3.126 | ναι, μήπω μαθούσης τὴν ἀνάρρησιν τοῦ Γορ‐ διανοῦ. Ὁ δέ γε Μαξιμῖνος ταῦτα μαθὼν ὥρμησεν ἐπὶ Ἰταλίαν, πολλὰ τῇ συγκλήτῳ ἀπειλησάμενος. γνοὺς | |
5 | δὲ τὸν Μάξιμον χωρήσαντα κατ’ αὐτοῦ, ὁ γὰρ Ἀλβῖ‐ νος εἰς φυλακὴν τῆς Ῥώμης ἔμεινεν ἐν αὐτῇ, ἐπὶ Ἀκυληίαν ἀπένευσε, Μαυρουσίους ἔχων μεθ’ ἑαυ‐ τοῦ, ταύτην σπεύδων προκατασχεῖν. Ἀκυληία δὲ ἡ νῦν Βενετία λέγεται εἶναι. ἀλλ’ ἀπεκρούσθη, τῶν | |
10 | ἐν αὐτῇ ἀντιταξαμένων αὐτῷ γενναιότερον. ἀπο‐ κρουσθεὶς δὲ τῆς Ἀκυληίας καὶ προσβαλὼν τοῖς περὶ τὸν Μάξιμον ἡττήθη. καὶ ἐς τὴν οἰκείαν σκη‐ νὴν ἀνεχώρησε· στασιασάντων δὲ τῶν στρατιωτῶν καὶ τῶν αὐτοῦ δορυφόρων προῆλθε τῆς σκηνῆς μετὰ | |
15 | τοῦ οἰκείου παιδός, ὡς σφίσι διαλεξόμενος. οἱ δὲ αὐτίκα ἐπελθόντες ἀμφοῖν ἀνεῖλον αὐτούς. ἦν δὲ ὁ Μαξιμῖνος ἐτῶν πέντε καὶ ἑξήκοντα, ἀφ’ ὧν ἐβασί‐ λευσεν ἕξ. αἱ κεφαλαὶ δὲ τῶν ἀναιρεθέντων τούτων ἐκτμηθεῖσαι τοῖς τε ἐν Ἀκυληίᾳ ἐπεδείχθησαν καὶ | |
20 | εἰς τὴν Ῥώμην ἐπέμφθησαν. οἱ δ’ ἐν τῇ Ῥώμῃ κατὰ τὴν ἀγορὰν τὴν κεφαλὴν τοῦ Μαξιμίνου ἀνεσκολό‐ πισαν, ἵν’ εἴη πᾶσι περίοπτος. Ἐντεῦθεν ὁ Μάξιμος εἰς τὴν Ῥώμην ἐπανελή‐ λυθε, καὶ ὁ Ἀλβῖνος ὑπηντήκει αὐτῷ, καὶ ὁ δῆμος | |
25 | δὲ καὶ ἡ σύγκλητος σὺν εὐφημίαις καὶ κρότοις αὐτὸν ὑπεδέξαντο· καὶ συνῆρχον ἄμφω, καὶ ἦρχον καλῶς. οἱ δέ γε στρατιῶται ἐδάκνοντο ὅτι οὐκ αὐτοί, ἀλλ’ ἡ βουλὴ καὶ ὁ δῆμος τοὺς αὐτοκράτορας προεβάλοντο. | |
εἶτα καὶ αὐτοὶ οἱ βασιλεῖς πρὸς ἀλλήλους ἔσχον δια‐ | 126 in vol. 3 | |
3.127 | φοράς, καὶ τοῦτ’ αἴτιον αὐτοῖς ἀπωλείας ἐγένετο. γνόντες γὰρ οἱ στρατιῶται ὡς διαφέρονται, ἐπῆλθον αὐτοῖς, καὶ ἀμφοτέρους δεσμήσαντες διὰ πάσης τῆς πόλεως αὐτοὺς περιήγαγον ἐμπαροινουμένους τε καὶ | |
5 | ἐμπαιζομένους, ἀλλὰ μὴν καὶ αἰκιζομένους. εἶτα πυ‐ θόμενοι ὡς οἱ Γερμανοὶ ἀφελέσθαι αὐτοὺς καὶ περι‐ σῶσαι βουλεύονται, ἵνα μὴ τοῦτο γένηται, ἀπέκτειναν αὐτούς. ὧν ὁ μὲν Μάξιμος ἐτῶν ἦν ἑβδομήκοντα καὶ τεσσάρων, ὁ δὲ Ἀλβῖνος ἑξήκοντα· καὶ ἐβασί‐ | |
10 | λευσαν κατὰ τινὰς μὲν ἡμέρας δύο καὶ εἴκοσι, καθ’ ἑτέρους δὲ οὐχ ὅλους μῆνας τρεῖς. Μετὰ δὲ τούτους οἱ μὲν Πομπηιανόν τινα συγγε‐ γράφασι τὴν Ῥωμαίων ἐσχηκέναι ἀρχήν, ταχύτατα δ’ ἐκπεπτωκέναι αὐτῆς, ὡς ἐν ὀνείρῳ τῆς ἐξουσίας ἀπο‐ | |
15 | λαύσαντα, οὔπω γὰρ δύο παρεληλυθέναι μῆνας, καὶ στερηθῆναι αὐτὸν πρὸς τῇ μοναρχίᾳ καὶ τῆς ζωῆς ἀναιρεθέντα· παρὰ τίνων δὲ καὶ διὰ τίνα αἰτίαν, μὴ εὑρηκώς, παρεσιώπησα καὶ αὐτός· οἱ δ’ ἕτερόν τινα. μεθ’ ὃν Πούπλιον ἀντεισαχθῆναι Βαλβῖνον ἱστόρη‐ | |
20 | σαν· καὶ μικρόν τι κἀκεῖνον τῆς αὐταρχίας ἀπογευ‐ σάμενον, ἐπὶ τρισὶ γὰρ μησὶν αὐτῷ τὴν ἀρχὴν περι‐ γράφουσιν, ἀναιρεθῆναι κἀκεῖνον, ἄρτι καταλαβόντος ἐκ Λιβύης Γορδιανοῦ, ὃς ἐκεῖ, ὡς ἤδη μοι ἐρρήθη, προανηγόρευτο. τὸν δὲ Γορδιανὸν τῆς Ῥώμης ἐπι‐ | |
25 | βεβηκότα νοσῆσαι, τὸ μὲν ὅτι ὑπέργηρως ἦν, ἑβδο‐ μήκοντα γὰρ καὶ ἐννέα ἐβίω ἐνιαυτούς, τὸ δ’ ὅτι χρονοτριβήσας ἐν τῇ θαλάσσῃ κατὰ τὸν πλοῦν πάνυ τεταλαιπώρητο, καὶ ἐκ τῆς νόσου ταύτης ἐκλελοιπέ‐ ναι, μόνας εἴκοσι καὶ δύο ἡμέρας ἐν ταύτῃ διαγα‐ | |
30 | γόντα· καὶ σχεῖν ἐπὶ τῇ βασιλείᾳ διάδοχον τὸν οἰ‐ κεῖον υἱόν, Γορδιανὸν κἀκεῖνον καλούμενον καὶ | |
ὁμωνυμοῦντα τῷ οἰκείῳ πατρί. | 127 in vol. 3 | |
3.128 | Οἱ μὲν οὖν οὕτω παρηκολουθηκέναι ταῦθ’ ἱστο‐ ρήκασιν, οἱ δὲ τῷ πρεσβύτῃ Γορδιανῷ ἀναρρηθέντι κατὰ Λιβύην αὐτοκράτορι φασὶν ἐπαναστῆναί τινας, καὶ μάχης συγκροτηθείσης ἡττηθῆναι τοὺς τοῦ Γορδια‐ | |
5 | νοῦ, καὶ πολλοὺς αὐτῶν, ἀλλὰ μὴν καὶ τὸν υἱὸν αὐ‐ τοῦ ἀναιρεθῆναι· τὸν δὲ ὑπεραλγήσαντα διὰ τοῦτο ἀπάγξασθαι καὶ οὕτως ἑαυτὸν τῆς ζωῆς ὑπεξαγαγεῖν. Οἱ δὲ τῷ υἱῷ ἐκείνου τῷ νέῳ Γορδιανῷ τὴν τῶν Ῥωμαίων ἡγεμονίαν μετὰ τὸν ἐκ νόσου θάνατον τοῦ | |
10 | πρεσβυτέρου Γορδιανοῦ προσκληροῦντες, κατὰ Περ‐ σῶν αὐτὸν γεγράφασιν ἐκστρατεύσαντα καὶ συμβα‐ λόντα αὐτοῖς κἀν τῇ μάχῃ τὸν ἵππον ἐλαύνοντα καὶ τοὺς οἰκείους παραθαρρύνοντα καὶ πρὸς ἀλκὴν ἐπα‐ λείφοντα, ὀλισθήσαντος δὲ τοῦ ἵππου καὶ συμπεσόν‐ | |
15 | τος αὐτῷ, τὸν μηρὸν κατεαγῆναι, καὶ οὕτως ἀνακο‐ μισθῆναι εἰς Ῥώμην, καὶ ἐκ τοῦ κατάγματος τελευ‐ τῆσαι, ἐπὶ ἓξ ἐνιαυτοὺς αὐταρχήσαντα. Οὐρβανὸς δὲ ὁ τῆς Ῥώμης ἀρχιερεὺς ἔτεσιν ἀρ‐ χιερατεύσας ὀκτὼ τοῦ Μαξιμίνου βασιλεύοντος ἀπε‐ | |
20 | βίω· ὃν Ποντιανὸς διεδέξατο. τῆς δ’ Ἀντιοχέων ἐκκλησίας μετὰ Φιλητὸν προέστη Ζεβῖνος. ἐπὶ δέ γε Γορδιανοῦ τοῦ νέου ὁ τῶν ἐν Ῥώμῃ πιστῶν προεστη‐ κὼς Ποντιανὸς μεταλλάξας τὸν βίον ἔσχε διάδοχον τὸν Ἀντέρωτα, ἐν ἓξ ἔτεσι τῇ λειτουργίᾳ ἐσχολακώς. | |
25 | ὁ δέ γε Ἀντέρως ἐπὶ βράχιστον πάνυ καιρὸν τὴν ἐκκλησίαν ἰθύνας πρὸς ἄλλην ζωὴν μετελήλυθε. μεθ’ ὃν Φλαβιανὸς θείᾳ ψήφῳ τῆς ἀρχιερωσύνης τετύχηκεν, ὡς ἱστορεῖ ὁ Εὐσέβιος. λέγεται γὰρ τῶν πιστῶν ἀθροισθέντων, ὥστε τὸν μέλλοντα τῆς ἐπι‐ | |
30 | σκοπῆς προστῆναι παρ’ αὐτῶν ἐκλεγῆναι, παρεῖναι | 128 in vol. 3 |
3.129 | καὶ τὸν Φλαβιανὸν ἄρτι ἥκοντα ἐξ ἀγροῦ· μὴ μέντοι παρά του λόγον γενέσθαι περὶ αὐτοῦ ὡς προστησο‐ μένου τῆς ἐκκλησίας, ἀλλ’ ἑτέρους εἶναι περὶ ὧν ἦν τοῖς συνειλεγμένοις φροντὶς τίς ἂν προκριθείη αὐ‐ | |
5 | τῶν. ἐν τοσούτῳ δὲ περιστερὰν καταπτῆναι καὶ ἐφιζῆσαι τῇ τοῦ Φλαβιανοῦ κεφαλῇ· κἀντεῦθεν ἅπαντας τοὺς ἠθροισμένους ἐκεῖ μιᾷ χρήσασθαι φωνῇ ὥσπερ ἀπὸ συνθήματος, καί “ἄξιος” ἐπιβοῆ‐ σαι αὐτῷ, καὶ τῷ τῆς ἀρχιερωσύνης θρόνῳ τὸν | |
10 | ἄνδρα προσενεγκεῖν μηδέν τι μελλήσαντας. τότε καὶ ὁ τῆς ἐν Ἀντιοχείᾳ τῶν πιστῶν ἐκκλησίας προεστηκὼς Ζεβῖνος τὸν βίον λιπὼν ὑπὸ Βαβύλα διαδέχεται. Ὠριγένης δὲ κατὰ τὴν ἐν Παλαιστίνῃ διατρίβων τηνικαῦτα Καισάρειαν πολλοὺς μὲν καὶ πολλαχόθεν | |
15 | ἐκέκτητο φοιτητάς, εἶχε δὲ καὶ τὸν μέγαν Γρηγόριον τὸν θαυματουργὸν καὶ τὸν τούτου ὁμαίμονα Ἀθηνό‐ δωρον τῶν ἑαυτοῦ λόγων ἀκροατάς. τότε δὲ καὶ Ἀφρικανὸς ὁ συγγραφεὺς ἐγνωρίζετο. Μετὰ δὲ τὸν νέον Γορδιανὸν ἕτερος αὖθις Γορ‐ | |
20 | διανὸς τῆς ἀρχῆς ἐπελάβετο, κατὰ γένος, ὡς λόγος, προσήκων τοῖς ἀπελθοῦσι Γορδιανοῖς. ὃς ἐκστρα‐ τεύσας εἰς Πέρσας καὶ πολεμήσας αὐτοῖς, Σαπώρου τοῦ υἱοῦ Ἀρταξέρξου τοῦ ἔθνους ἡγεμονεύοντος, ἥττησέ τε τοὺς ἐναντίους, καὶ Νίσιβιν καὶ Κάρας | |
25 | Ῥωμαίοις αὖθις ἐπανεσώσατο, ὑπὸ Περσῶν ἐπὶ Μαξιμίνου ὑφαρπασθείσας, εἶτα πρὸς Κτησιφῶντα γενόμενος ἐξ ἐπιβουλῆς Φιλίππου τοῦ ἐπάρχου τοῦ δορυφορικοῦ ἀνῃρέθη. οὗτος γὰρ ὁ Γορδιανὸς ἄρξας ἔπαρχον τὸν οἰκεῖον προεχειρίσατο πενθερὸν Τιμη‐ | |
30 | σοκλέα καλούμενον. μέχρι μὲν οὖν περιῆν ἐκεῖνος, | 129 in vol. 3 |
3.130 | καλῶς εἶχε τὰ τῆς ἐξουσίας τῷ αὐτοκράτορι καὶ κατὰ ῥοῦν ἐφέρετό οἱ τὰ πράγματα, Τιμησοκλέους δὲ τε‐ λευτήσαντος Φίλιππος προκεχείριστο ἔπαρχος. καὶ στασιάσαι τοὺς στρατιώτας βουλόμενος τὰς αὐτῶν | |
5 | σιτήσεις ἠλάττωσεν, ὡς τοῦτο τάχα κεκελευκότος τοῦ αὐτοκράτορος. οἱ δέ φασιν ὅτι τὸν σῖτον ἐπέσχε τὸν εἰς τὸ στρατόπεδον κομιζόμενον, ὥστε τοὺς στρατιώ‐ τας ἐνδείᾳ πιέζεσθαι, κἀντεῦθεν αὐτοὺς πρὸς στάσιν ἐρεθισθῆναι. στασιάσαντες δὲ κατὰ τοῦ αὐτοκρά‐ | |
10 | τορος ἐπανέστησαν ὡς αἰτίου αὐτοῖς γεγονότος λι‐ μοῦ, καὶ ἐπελθόντες ἀπέκτειναν αὐτόν, ἐπὶ ἐνιαυ‐ τοὺς ἡγεμονεύσαντα ἕξ. καὶ ὁ Φίλιππος αὐτίκα ἐπεπήδησε τῇ ἀρχῇ. ὡς δ’ ἀπηγγέλη τῇ γερουσίᾳ ἡ τοῦ Γορδιανοῦ σφαγή, ἕτερον αὐτοκράτορα διήγειρεν | |
15 | αὐτὴν προχειρίσασθαι. καὶ ἀνεῖπεν αὐτίκα Καίσαρα Μάρκον τινὰ φιλόσοφον. ὁ δὲ πρὶν ἐρεῖσαι τὸν πόδα τῇ αὐταρχίᾳ θνήσκει αἰφνίδιον ἐν τῷ παλατίῳ διά‐ γων. τοῦ δὲ θανόντος κρατεῖ τῆς Ῥωμαίων ἡγεμο‐ νίας Σευῆρος Ὁστιλιανός. ἀλλὰ καὶ οὗτος οὔπω | |
20 | σχεδὸν ταύτης ἐπειλημμένος ἀπέτισε τὸ χρεών. νο‐ σήσας γὰρ καὶ φλεβοτομηθεὶς ἐτελεύτησεν. Ἐπανελθὼν οὖν ὁ Φίλιππος ἐγκρατὴς ἐγένετο τῆς τῶν Ῥωμαίων ἀρχῆς. ἐν δὲ τῷ ἐπανιέναι τὸν υἱὸν Φίλιππον κοινωνὸν τῆς βασιλείας προσείλετο. | |
25 | σπονδὰς δὲ πρὸς Σαπώρην θέμενος τὸν τῶν Περσῶν βασιλεύοντα, τὸν πρὸς Πέρσας κατέλυσε πόλεμον, παραχωρήσας αὐτοῖς Μεσοποταμίας καὶ Ἀρμενίας. γνοὺς δὲ Ῥωμαίους ἀχθομένους διὰ τὴν τῶν χωρῶν | |
τούτων παραχώρησιν, μετ’ ὀλίγον ἠθέτησε τὰς συν‐ | 130 in vol. 3 | |
3.131 | θήκας καὶ τῶν χωρῶν ἐπελάβετο. ἦν δὲ ὁ Σαπώρης, ὡς ἱστόρηται, ὑπερμεγέθης τὸν ὄγκον τοῦ σώματος, καὶ οἷος οὔπω τότε ὤφθη ἀνήρ. Ἐπαναζεύξας δὲ ὁ Φίλιππος εὐμενὴς ἦν τοῖς | |
5 | χριστιανοῖς, μάλιστα δὲ κατὰ ἐνίους καὶ προσετέθη τῇ πίστει Χριστοῦ, ὥστε καὶ εὐχῶν ἐπ’ ἐκκλησίας κοινωνῆσαι χριστιανοῖς καὶ ἀσμένως ἐξαγορεῦσαι ὅσα οἱ ἡμάρτητο. οὐ γὰρ ἄλλως εἰς κοινωνίαν παρὰ τοῦ προεστῶτος τῆς ἐκκλησίας ἐδέχετο, εἰ μὴ ἐξομο‐ | |
10 | λογήσεται καὶ τοῖς αἰτοῦσι μετάνοιαν ἑαυτὸν κατα‐ λέξει· κἀκεῖνον λέγεται πειθαρχῆσαι. φασὶ μέντοι τινὲς τοῦτον εἶναι τὸν πατέρα τῆς μάρτυρος Εὐγε‐ νίας· ἀλλὰ περὶ τὴν δόξαν ταύτην πεπλάνηνται. ἔπαρχος μὲν γὰρ κἀκεῖνος γενέσθαι ἱστόρηται, ἀλλ’ | |
15 | Αἰγύπτου, καὶ οὐ τοῦ δορυφορικοῦ· καὶ μετὰ τὴν εἰς Χριστὸν πίστιν ἐκεῖνος παραιτησάμενος τὴν ἀρχὴν ὑπὲρ τῆς εἰς Χριστὸν ὁμολογίας ἠνδρίσατο καὶ μαρτυρίῳ κεκόσμηται. Οὗτος δ’ ὁ αὐτοκράτωρ Φίλιππος πρὸς Σκύθας | |
20 | ἀράμενος πόλεμον εἰς Ῥώμην ἐπανῆλθεν. ἐν δὲ Μυ‐ σοῖς Μαρῖνός τις ταξιάρχης ὢν παρὰ τῶν στρατιωτῶν βασιλεύειν ᾑρέθη. καὶ διὰ τοῦτο ὁ Φίλιππος τεθο‐ ρύβητο, καὶ τῇ συγκλήτῳ διελέχθη περὶ τῆς στάσεως. τῶν ἄλλων δὲ σιωπώντων ὁ Δέκιος μὴ δεῖν φροντί‐ | |
25 | ζειν εἶπεν αὐτῷ περὶ τοῦ Μαρίνου, ὡς παρ’ αὐτῶν ἀναιρεθησομένου τῶν στρατιωτῶν, οἷα ἀναξίου τῆς βασιλείας τυγχάνοντος. ὃ μετ’ ὀλίγον κατὰ τὴν ἐκείνου γέγονε πρόρρησιν. θαυμάσας οὖν ὁ Φίλιπ‐ πος διὰ τοῦτο τὸν Δέκιον, ἀπελθεῖν προετρέπετο εἰς | |
30 | Μυσίαν καὶ κολάσαι τοὺς αἰτίους τῆς στάσεως. ὁ δὲ τὴν ἀποστολὴν παρῃτεῖτο, λέγων μήθ’ ἑαυτῷ μήτε | |
τῷ στέλλοντι συμφέρειν αὐτὸν ἐκεῖ ἀπελθεῖν. ὁ δὲ | 131 in vol. 3 | |
3.132 | Φίλιππος καὶ ἔτι ἐνέκειτο. κἀκεῖνος καὶ ἄκων ἀπῄει· καὶ ἀπελθόντα εὐθὺς αὐτὸν οἱ στρατιῶται βασιλέα εὐφήμησαν. τοῦ δὲ ἀπαναινομένου, τὰ ξίφη σπασά‐ μενοι δέξασθαι αὐτὸν ἠνάγκασαν τὴν ἀρχήν. γράφει | |
5 | οὖν ἐκεῖθεν τῷ Φιλίππῳ μὴ ταραχθῆναι· εἰ γὰρ ἐπισταίη τῇ Ῥώμῃ, ἀποθήσεται τὰ τῆς βασιλείας παράσημα. ἀλλ’ ἀπιστήσας τούτῳ ὁ Φίλιππος ἐξ‐ εστράτευσε κατ’ αὐτοῦ· καὶ συμβαλὼν τοῖς τοῦ Δεκίου ἔπεσεν ἐν πρώτοις ἀγωνιζόμενος· σὺν αὐτῷ | |
10 | δὲ καὶ ὁ υἱὸς αὐτοῦ ἀνῄρητο Φίλιππος. ὧν θανόν‐ των τῷ Δεκίῳ ξύμπαντες προσεχώρησαν. ἐβασίλευσε δὲ κατὰ μέν τινας πέντε ἐνιαυτούς, καθ’ ἑτέρους δὲ ἓξ ἐπὶ τοσούτοις μησίν. ὥρμητο δ’ ἐκ Βόστρων, ὅπου καὶ πόλιν βασιλεύσας ἐπώνυμον ἑαυτῷ ἐδομή‐ | |
15 | σατο, Φιλιππούπολιν ὀνομάσας αὐτήν. Ὅ γε μὴν Δέκιος πάντων, ὡς εἴρηται, τῶν στρα‐ τευμάτων προσχωρησάντων αὐτῷ εἰς τὴν Ῥώμην ἐπ‐ ανελήλυθε καὶ τῆς ἡγεμονίας γέγονεν ἐγκρατής. ἀποσκοπήσας δὲ πρὸς τὸν τῆς ἐξουσίας ὄγκον καὶ | |
20 | τὴν τῶν πραγμάτων οἰκονομίαν, ὡς ἔνιοι λέγουσι, τὸν Βαλεριανὸν ἐπὶ τῇ τῶν πραγμάτων διοικήσει προσείλετο. καὶ αὐτίκα ἀλλήλους εἰς θεομαχίαν παρακροτήσαντες, διωγμὸν ἐπήγειραν κατὰ τῶν χριστωνύμων σφοδρότατον. εἰσὶ δ’ οἳ καὶ δι’ ἔχθος | |
25 | τὸ πρὸς τὸν Φίλιππόν φασι τοῖς χριστιανοῖς ἐπιθέ‐ σθαι τὸν Δέκιον, οἷα παρ’ ἐκείνου σεβαζομένοις· ἐμεμήνει γοῦν κατὰ τῶν πιστῶν. ὅτε καὶ Φλαβιανὸς ὁ τῆς ἐν Ῥώμῃ προϊστάμενος ἐκκλησίας ἔτυχε τέλους | |
μαρτυρικοῦ, καὶ Βαβύλας ὁ τῶν ἐν Ἀντιοχείᾳ πιστῶν | 132 in vol. 3 | |
3.133 | τὴν ἐκκλησίαν διέπων, καὶ Ἀλέξανδρος ὁ τῶν Ἱερο‐ σολύμων ἐπίσκοπος, ὃς οὐ τότε πρώτως ὑπερήθλησε τῆς εἰς τὸν σωτῆρα κύριον πίστεως, ἀλλὰ καὶ πρῴην, ὡς ἤδη προείρηται, καὶ τότε δὲ καθειρχθεὶς κατὰ τὸ | |
5 | δεσμωτήριον τελευτᾷ. ἀλλὰ καὶ ὁ μέγας Κυπριανὸς τῆς Καρθαγένης ἐπίσκοπος ὢν τηνικαῦτα τῆς εἰς Χριστὸν ὑπερήθλησε πίστεως. τῶν οὖν εἰρημένων ἀρχιερέων μετηλλαχότων τὸν βίον, ἐν μὲν Ῥώμῃ ἀντὶ Φλαβιανοῦ Κορνήλιος ἐπεσκόπησεν, ἐν Ἀντιο‐ | |
10 | χείᾳ δὲ ἀντὶ Βαβύλα Φλαβιανός, καὶ ἐν Ἀλεξανδρείᾳ Διονύσιος, ἐν δ’ Ἱεροσολύμοις ἀντὶ Ἀλεξάνδρου Μα‐ ζαβάνης· καὶ ἄλλοι δὲ πλεῖστοι τότε μαρτυρίου κατ‐ ηξιώθησαν. Τότε καὶ Ὠριγένης παρήχθη μὲν εἰς βῆμα τυ‐ | |
15 | ραννικὸν ὡς σεβόμενος τὸν Χριστόν, οὐκ ἔτυχε δὲ τέλους μαρτυρικοῦ, οἶμαι τοῦ θεοῦ ταύτης αὐτὸν μὴ κρίναντος ἄξιον διὰ τὸ περὶ τὰ ὀρθόδοξα δόγματα τοῦ ἀθλίου ἐκείνου διάστροφον. λειποτακτεῖ γάρ, καὶ ταῦτα μετὰ πεῖραν βασάνων. οὗτος, ὡς ἔμπρο‐ | |
20 | σθεν εἴρηται, μέγας ἐν λόγοις γενόμενος κἀντεῦθεν ὑπερφρονήσας καὶ ἀλαζονευσάμενος, οὐ τοῖς τῶν πρὸ αὐτοῦ πατέρων ἱερῶν ἠκολούθησε δόγμασιν, ἀλλ’ ἑαυτῷ θαρρήσας καινῶν δογμάτων εἰσαγωγεὺς ἐχρημάτισε, καὶ βλασφημίας εἴς τε τὴν ἁγίαν τριάδα | |
25 | καὶ εἰς τὴν θείαν ἐνανθρώπησιν ἐκ τοῦ πονηροῦ θησαυροῦ τῆς καρδίας αὐτοῦ ἐξηρεύξατο, καὶ πάσης σχεδὸν αἱρέσεως ἐγένετο ἀρχηγός. τόν τε γὰρ μονο‐ γενῆ τοῦ θεοῦ υἱὸν κτιστὸν ἐδογμάτισε καὶ τῆς δόξης αὐτὸν ἠλλοτρίου καὶ τῆς οὐσίας τῆς πατρικῆς· | |
30 | καὶ τὸ πνεῦμα τὸ ἅγιον ὑπεβίβαζε τῆς τοῦ πατρὸς ἀξίας καὶ τῆς τοῦ υἱοῦ, λέγων ὡς οὔτε τὸν πατέρα | |
δύναται ὁρᾶν ὁ υἱὸς οὔτε μὴν τὸν υἱὸν τὸ πνεῦμα, | 133 in vol. 3 | |
3.134 | ὥσπερ οὐδὲ οἱ ἄγγελοι τὸ πνεῦμα οὔτε τοὺς ἀγγέλους οἱ ἄνθρωποι. αὗται μὲν αἱ περὶ τῆς ἁγίας καὶ ὁμοουσίου τριάδος βλασφημίαι τοῦ Ὠριγένους· περὶ δέ γε τὴν ἐνανθρώπησιν τοῦ υἱοῦ τοῦ θεοῦ ἐβλασ‐ | |
5 | φήμει, δυσσεβῶς εἰσάγων μὴ σάρκα ἐψυχωμένην ἐκ τῆς παρθένου τῆς ἁγίας λαβεῖν τὸν Χριστόν. ἡνῶ‐ σθαι γὰρ ἐμυθεύετο τὸν μονογενῆ τοῦ θεοῦ υἱὸν πρὸ καταβολῆς κόσμου τῷ νῷ, ὃν ἀνέπλαττεν ἐκεῖνος ἐκλελεγμένον καὶ κλόνον οὐχ ὑποστάντα, καὶ σὺν | |
10 | τούτῳ ἐπ’ ἐσχάτων ἐνανθρωπῆσαι καὶ σάρκα προσ‐ ειληφέναι δίχα ψυχῆς λογικῆς τε καὶ νοερᾶς. καὶ ἀποθέσθαι δὲ τὴν σάρκα πάλιν τὸν κύριον, καὶ τέλος ἕξειν τὴν βασιλείαν αὐτοῦ ἐδογμάτιζε. καὶ τῶν δαι‐ μόνων εἰσηγεῖτο ἔσεσθαι μέλλειν ἀποκατάστασιν, καὶ | |
15 | τὴν κόλασιν χρονικήν, ἀλλ’ οὐκ αἰωνίζουσαν· πρὸς κάθαρσιν δὲ τῶν ἁμαρτημάτων γενήσεσθαι, μετὰ τὸ καθαρθῆναι δὲ πάντας εἰς τὴν ἑνάδα ἀποκαταστῆ‐ ναι καὶ τοὺς ἀνθρώπους καὶ τοὺς δαίμονας. τὰ δὲ περὶ τῆς ἑνάδος ταύτης, πολλῆς μακρηγορίας δεό‐ | |
20 | μενα, ἵν’ ὁ ταύτης ὕθλος σαφηνισθείη, παρείθησαν, ὥσπερ καὶ ἄλλαι τῶν ἐκείνου βλασφημιῶν. Τὰ μὲν οὖν κατὰ τὸν Ὠριγένην, ὃν ἐκάλουν καὶ Ἀδαμάντιον, ἐν τούτοις· τότε δὲ καὶ Ναυάτος τῆς κατὰ Ῥώμην ἐκκλησίας πρεσβύτερος αἱρεσιάρχης | |
25 | ἐγένετο καὶ τῶν καλούντων ἑαυτοὺς Καθαροὺς ἀρχηγός, ἀρνούμενος τοῖς ἐν τῷ διωγμῷ ὑποκύψασι καὶ θυσίαν τοῖς εἰδώλοις προσαγαγοῦσιν, εἶτ’ ἐπι‐ στρέφουσι καὶ ἐξομολογουμένοις, τὴν μετάνοιαν, καὶ προσπίπτοντας αὐτοὺς καὶ θεραπείαν ζητοῦντας τοῦ | |
30 | σφάλματος ἐν μεταμελείᾳ καὶ συντριβῇ καρδίας μὴ προσιέμενος. καθ’ οὗ καὶ σύνοδος ἐν Ῥώμῃ συνέστη, | |
Κορνηλίου ταύτης προϊσταμένου. ἐν ᾗ προσδέχε‐ | 134 in vol. 3 | |
3.135 | σθαι μὲν τοὺς ἐν τῷ καιρῷ τοῦ διωγμοῦ παραπεπτω‐ κότας δεῖν ἔδοξεν, ἐπιστρέφοντας, καὶ μετανοίας φαρμάκοις θεραπεύειν αὐτούς· τὸν δὲ Ναυάτον τοῖς τῇ συνόδῳ δόξασι μὴ πειθόμενον οἱ θεῖοι πατέρες | |
5 | ἐκεῖνοι τῆς ἐκκλησίας ἀπηλλοτρίωσαν καὶ ἀπεκήρυξαν ὡς μισάδελφον. Μέμνηται δέ τινος ὁ Εὐσέβιος ἱστορίας ἐξ ἐπι‐ στολῆς Διονυσίου τοῦ τῆς Ἀλεξανδρέων ἐκκλησίας ἐπισκοπήσαντος τοιαύτης. φησὶ γὰρ ταῦτ’ ἐπιστεῖ‐ | |
10 | λαι πρὸς ῥῆμα τὸν Διονύσιον “Σαραπίων τις ἦν παρ’ ἡμῖν πιστὸς γέρων, ἀμέμπτως μὲν βιούς, ἐν δὲ τῷ πειρασμῷ πεσών. οὗτος πολλάκις ἐδεῖτο, καὶ οὐδεὶς προσεῖχεν αὐτῷ· καὶ γὰρ ἐτεθύκει. νοσήσας δὲ τριῶν ἑξῆς ἡμερῶν ἄφωνος διετέλεσε καὶ ἀναίσθητος· ἀνα‐ | |
15 | σφήλας δὲ τῇ τετάρτῃ βραχύ, προσεκαλέσατο τὸν θυγατριδοῦν, καί ‘σπεῦσον‘ εἶπε, ‘κάλεσόν μοι τῶν πρεσβυτέρων τινά‘· καὶ πάλιν ἦν ἄφωνος. ἔδραμεν ὁ παῖς ἐπὶ τὸν πρεσβύτερον· ὁ δὲ ἀφικέσθαι μὲν οὐκ ἠδυνήθη, καὶ γὰρ ἠσθένει, ἐντολῆς δὲ παρ’ ἐμοῦ | |
20 | δεδομένης, τοὺς ἀπαλλαττομένους τοῦ βίου, εἰ δέοιν‐ το, καὶ μάλιστα εἰ πρότερον ἱκετεύσαντες τύχοιεν, ἀφίεσθαι, ἵν’ εὐέλπιδες ἀπαλλάττοιντο, βραχὺ τῆς εὐχαριστίας δέδωκε τῷ παιδαρίῳ, ἀποβρέξαι κελεύ‐ σας καὶ τῷ πρεσβύτῃ κατὰ τοῦ στόματος ἐπιστάξαι. | |
25 | ἐπανῆκεν ὁ παῖς φέρων. ἐγγὺς δὲ γενομένου, πρὶν εἰσελθεῖν, ἀνενέγκας πάλιν ὁ Σαραπίων ‘ἧκεσ‘ ἔφη ‘τέκνον; καὶ ὁ μὲν πρεσβύτερος ἐλθεῖν οὐκ ἠδυνή‐ θη, σὺ δὲ ποίησον ταχέως τὸ προσταχθὲν καὶ ἀπ‐ άλλαττέ με.‘ ἀπέβρεξεν ὁ παῖς, καὶ ἅμα τε ἐνέχεε | |
30 | τῷ στόματι τοῦ πρεσβύτου, καὶ μικρὸν ἐκεῖνος κατα‐ βροχθίσας εὐθέως ἀπέδωκε τὸ πνεῦμα. ἆρ’ οὐκ | |
ἐναργῶς διετηρήθη καὶ παρέμεινεν ἕως λυθῇ καὶ τῆς | 135 in vol. 3 | |
3.136 | ἁμαρτίας λυθείσης ἐπὶ πολλοῖς οἷς ἔπραξε καλοῖς ὁμολογηθῆναι δυνηθῇ;” ταῦτα ἡ τοῦ Διονυσίου δι‐ έξεισιν ἐπιστολή. Δέκιος δὲ οὕτω διατεθεὶς εἰς τοὺς τὸν Χριστὸν | |
5 | σεβομένους, οὐδὲ δύο ὅλους ἐνιαυτοὺς ἐπὶ τῇ τῶν Ῥωμαίων ἀνύσας ἀρχῇ αἴσχιστα διεφθάρη. βαρβάρων γὰρ ληιζομένων τὸν Βόσπορον ὁ Δέκιος αὐτοῖς συν‐ επλέκετο καὶ πολλοὺς ἀνῄρει· τῶν δὲ στενοχωρηθέν‐ των καὶ αἰτουμένων ἀφεῖναι τὴν λείαν πᾶσαν, εἰ | |
10 | παραχωρηθεῖεν ἀναχωρῆσαι, ὁ Δέκιος οὐκ ἐνέδωκεν, ἀλλὰ Γάλλον ἕνα τῶν τῆς συγκλήτου τῇ διόδῳ τῶν βαρβάρων ἐπέστησε, μὴ συγχωρῆσαι κελεύσας αὐτοῖς παρελθεῖν. ὁ δὲ Γάλλος ὑπέθετο τοῖς βαρβάροις, ἐπιβουλεύων Δεκίῳ, πλησίον τέλματος βαθέος ὄντος, | |
15 | ἐκεῖ παρατάξασθαι. οὕτω δὲ παραταξαμένων τῶν βαρβάρων καὶ τὰ νῶτα τρεψάντων ὁ Δέκιος ἐπεδί‐ ωκε· καὶ αὐτός τε σὺν τῷ υἱῷ καὶ πλῆθος τῶν Ῥω‐ μαίων ἐνεπεπτώκει τῷ τέλματι, καὶ πάντες ἐκεῖσε ἀπώλοντο, ὡς μηδὲ τὰ σώματα αὐτῶν εὑρεθῆναι, | |
20 | καταχωσθέντα τῇ ἰλύϊ τοῦ τέλματος. Κρατεῖ οὖν ὁ Γάλλος, ὃν τινὲς μὲν τῶν συγγρα‐ φέων καὶ Βολουσιανὸν κεκλῆσθαί φασιν ὡς διώνυ‐ μον, ἄλλοι δὲ τὸν Βολουσιανὸν υἱὸν αὐτοῦ εἶναι γεγράφασι καὶ συνάρχειν αὐτῷ. κρατήσας τοίνυν | |
25 | τῆς τῶν Ῥωμαίων ὁ Γάλλος ἀρχῆς, σπένδεται τοῖς βαρβάροις ἐπὶ συνθήκαις τοῦ λαμβάνειν ἐκείνους παρὰ Ῥωμαίων δασμὸν ἐνιαύσιον καὶ μὴ τὰ Ῥωμαίων ληίζεσθαι. καὶ σπεισάμενος οὕτως ἐπανῆλθεν εἰς Ῥώμην, καὶ τὸν υἱὸν αὐτοῦ τὸν Βολουσιανὸν ἀνηγό‐ | |
30 | ρευσε Καίσαρα. βαρὺς δὲ καὶ οὗτος γέγονε τοῖς | 136 in vol. 3 |
3.137 | χριστιανοῖς, καὶ οὐχ ἧττον Δεκίου, διωγμὸν κατ’ αὐτῶν ἐγείρας καὶ πολλοὺς ἀνελών. ἤρξατο δ’ αὖ‐ θις ἐπὶ τούτου ἡ κίνησις τῶν Περσῶν, καὶ κατε‐ σχέθη παρ’ αὐτῶν ἡ Ἀρμενία, τοῦ ταύτης βασιλέως | |
5 | Τιριδάτου φυγόντος, τῶν δὲ παίδων ἐκείνου προσ‐ ρυέντων τοῖς Πέρσαις. καὶ Σκύθαι δὲ εἰς τὴν Ἰτα‐ λίαν εἰσέβαλον, πλῆθος ὄντες σχεδὸν ὑπερβαῖνον καὶ ἀριθμόν, καὶ Μακεδονίαν καὶ Θεσσαλίαν καὶ Ἑλλάδα κατέδραμον. λέγεται δὲ τούτων μοῖράν τινα | |
10 | διὰ Βοσπόρου παρελθοῦσαν καὶ τὴν Μαιώτιδα λί‐ μνην ὑπερβᾶσαν ἐπὶ τὸν Εὔξεινον γενέσθαι πόντον καὶ χώρας πορθῆσαι πολλάς. καὶ ἄλλα δὲ πολλὰ τῶν ἐθνῶν τότε κατὰ τῆς Ῥωμαϊκῆς ἐπικρατείας ὡρμήκεσαν. ἀλλὰ καὶ λοιμὸς τηνικαῦτα ταῖς χώραις | |
15 | ἐνέσκηψεν, ἐξ Αἰθιοπίας ἀρξάμενος καὶ πᾶσαν σχε‐ δὸν ἐπινεμηθεὶς χώραν ἑῴαν τε καὶ ἑσπέριον, καὶ πολλὰς τῶν πόλεων τῶν οἰκητόρων ἐκένωσεν, ἐπὶ πεντεκαίδεκα διαρκέσας ἐνιαυτούς. οἵ γε μὴν Σκύ‐ θαι τεταγμένα παρὰ Ῥωμαίων κατὰ συνθήκας λαμ‐ | |
20 | βάνοντες ἐπετείως, ἥκασι ταῦτα ληψόμενοι, καὶ ἥττονα λέγοντες εἶναι τῶν ὑπεσχημένων τὰ σφίσι διδόμενα, ἀπῄεσαν ἀπειλούμενοι. Αἰμιλιανὸς δέ τις Λίβυς ἀνήρ, ἄρχων τοῦ ἐν Μυσίᾳ στρατεύματος, τοῖς στρατιώταις δώσειν πάντα τὰ τοῖς Σκύθαις δι‐ | |
25 | δόμενα ἐπηγγείλατο, εἰ τοῖς βαρβάροις συνάψειαν πόλεμον. οἱ δὲ ἀπροόπτως ἐπελθόντες τοῖς Σκύθαις, ἄτερ ὀλίγων ἀπέκτειναν ἅπαντας, καὶ λάφυρα ἐξ ἐκείνων πλεῖστα συνήγαγον, τὴν χώραν καταδραμόν‐ τες αὐτῶν. ἐντεῦθεν ὁ Αἰμιλιανὸς ὑπερφρονήσας | |
30 | τῷ κατορθώματι, μέτεισι τοὺς ὑπ’ αὐτὸν στρατιώτας· καὶ Ῥωμαίων αὐτὸν ἀναγορεύουσιν αὐτοκράτορα. ὃς | |
αὐτίκα τὰς δυνάμεις ἀγείρας ἔσπευδε τὴν Ἰταλίαν | 137 in vol. 3 | |
3.138 | καταλαβεῖν. ὡς γοῦν εἰς γνῶσιν ἦλθον ταῦτα τῷ Γάλλῳ, κἀκεῖνος ἑτέρωθεν παρασκευασάμενος τῷ Αἰμιλιανῷ ἀντιπαρετάξατο. καὶ συρραγέντων ἀλλή‐ λοις τῶν στρατευμάτων ἥττηντο οἱ τοῦ Γάλλου, | |
5 | ἡττώμενοι δὲ ἐπέθεντο τῷ σφῶν αὐτοκράτορι· καὶ ἀνελόντες κἀκεῖνον καὶ τὸν παῖδα αὐτοῦ, βασι‐ λεύσαντας ἔτη δύο καὶ μῆνας ὀκτώ, προστίθενται τῷ Αἰμιλιανῷ, καὶ αὐτοὶ τὴν βασιλείαν αὐτῷ ψηφι‐ σάμενοι. | |
10 | Ἀναρρηθεὶς δὲ οὕτως αὐτοκράτωρ ὁ Αἰμιλιανὸς ἐπέστειλε τῇ συγκλήτῳ, ἐπαγγελλόμενος ὡς καὶ τὴν Θρᾴκην ἀπαλλάξει βαρβάρων καὶ κατὰ Περσῶν ἐκ‐ στρατεύσεται καὶ πάντα πράξει καὶ ἀγωνίσεται ὡς στρατηγὸς αὐτῶν, τὴν βασιλείαν τῇ γερουσίᾳ κατα‐ | |
15 | λιπών. ἀλλ’ οὐδὲν τούτων ἔφθη πεποιηκώς, Οὐα‐ λεριανοῦ ἐπαναστάντος αὐτῷ· ὃς τῶν ὑπὲρ τὰς Ἄλ‐ πεις ἄρχων δυνάμεων, τὰ κατὰ τὸν Αἰμιλιανὸν μαθών, καὶ αὐτὸς τυραννεῖ. καὶ τὰς ὑπ’ αὐτὸν δυ‐ νάμεις συναγαγὼν πρὸς τὴν Ῥώμην ἠπείγετο. οἱ | |
20 | γοῦν τῷ Αἰμιλιανῷ συστρατευόμενοι, οὐκ ἀξιομάχους ἑαυτοὺς ἐγνωκότες πρὸς τὴν τοῦ Οὐαλεριανοῦ στρα‐ τιάν, μηδὲ φθείρειν καὶ φθείρεσθαι Ῥωμαίους ὑπ’ ἀλλήλων ὅσιον κρίναντες καὶ πολέμους συγκροτεῖ‐ σθαι ὁμογενῶν, καὶ ἄλλως δὲ τὸν μὲν Αἰμιλιανὸν | |
25 | ἀνάξιον λογιζόμενοι βασιλείας ὡς ἄδοξόν τε καὶ χα‐ μερπῆ, τὸν Οὐαλεριανὸν δὲ οἰκειότερον ἡγούμενοι τῇ ἀρχῇ οἷα δῆτα καὶ τῶν πραγμάτων ἐπιληψόμενον ἀρχικώτερον, κτείνουσι τὸν Αἰμιλιανὸν οὔπω τέσσα‐ | |
ρας μῆνας ἡγεμονεύσαντα, ἄγοντα δὲ τῆς ἡλικίας | 138 in vol. 3 | |
3.139 | ἐνιαυτὸν τεσσαρακοστόν· καὶ προσίασιν Οὐαλερια‐ νῷ καὶ ἀμάχως αὐτῷ τὴν Ῥωμαίων ἀρχὴν ἐγχειρί‐ ζουσι. Φλαβιανοῦ δὲ ἐπὶ Δεκίου, ὡς εἴρηται, μαρτυρή‐ | |
5 | σαντος, Κορνήλιος τὴν τῆς Ῥώμης ποιμαντικὴν διε‐ δέξατο, καὶ ἐπὶ τρισὶν ἐμπρέψας ταύτῃ ἐνιαυτοῖς τὴν ζωὴν ἐξεμέτρησε, καὶ Λούκιος ἐπὶ τὸν τῆς ἀρχιερω‐ σύνης ἀνήχθη θρόνον, ὃς οὐδ’ ὄγδοον ἐκπλήσας ἐνιαυτὸν ἐν τῇ τῆς Ῥώμης ἐπισκοπῇ τελευτᾷ. καὶ | |
10 | Στέφανος τὸ τῆς ἐπισκοπῆς λειτούργημα διεδέξατο· οὗπερ τυγχάνει διάταγμα τοὺς ἐξ αἱρέσεων ἐπι‐ στρέφοντας χριστιανοὺς μὴ βαπτίζειν, ἀλλὰ τῇ διὰ χειρῶν ἐπιθέσεως εὐχῇ καθαίρειν αὐτούς. οὗ καὶ ἐπιστολὴ περὶ τούτου πρὸς Κυπριανὸν τὸν ἱερομάρ‐ | |
15 | τυρα ἀναγράφεται. Στεφάνου δὲ κοιμηθέντος μετὰ δύο ἐνιαυτούς, Ξύστος εἰς τὸν ἀρχιερατικὸν τῆς Ῥώμης θρόνον ἐκάθισε. τότε καὶ ἡ κατὰ Σαβέλλιον κεκίνητο αἵρεσις ἐν Πτολεμαΐδι τῆς Πενταπόλεως. Ἀλλὰ τὰ μὲν κατὰ τοὺς τῆς Ῥώμης ἀρχιερεῖς | |
20 | ἔσχον οὕτως· Οὐαλεριανὸς δὲ σὺν Γαλιήνῳ τῷ υἱῷ τῆς Ῥωμαίων ἡγεμονίας δραξάμενος, καὶ οὗτος σφο‐ δρότατον ἐκίνησε κατὰ χριστιανῶν διωγμόν· καὶ πολλοὶ κατὰ διαφόρους χώρας γεγόνασι μάρτυρες, ὑπὲρ τῆς εἰς Χριστὸν πίστεως πολυειδῶς ἐναθλή‐ | |
25 | σαντες. ἐθνῶν οὖν καὶ ἐπὶ τούτου γενομένης ἐπ‐ αναστάσεως, κακῶς εἶχον Ῥωμαίοις τὰ πράγματα. οἵ τε γὰρ Σκύθαι τὸν Ἴστρον διαβάντες καὶ αὖθις τὴν Θρᾳκῴαν χώραν ἠνδραποδίσαντο, καὶ πόλιν περι‐ | |
φανῆ τὴν Θεσσαλονίκην ἐπολιόρκησαν μέν, οὐ μὴν | 139 in vol. 3 | |
3.140 | καὶ εἷλον. εἰς δέος δὲ τοσοῦτον ἅπαντας περιέστη‐ σαν ὡς Ἀθηναίους μὲν ἀνοικοδομῆσαι τὸ τεῖχος τῆς ἑαυτῶν πόλεως, καθῃρημένον ἐκ τῶν τοῦ Σύλλα χρόνων, Πελποννησίους δὲ διατειχίσαι τὸν Ἰσθμὸν | |
5 | ἀπὸ θαλάσσης εἰς θάλασσαν. ἀλλὰ μὴν καὶ Πέρσαι, Σαπώρου σφῶν βασιλεύοντος, τὴν Συρίαν κατέδρα‐ μον καὶ τὴν Καππαδοκίαν ἐδῄωσαν καὶ τὴν Ἔδεσαν ἐπολιόρκουν. Οὐαλεριανὸς δὲ ὤκνει προσμίξαι τοῖς πολεμίοις. μαθὼν δὲ ὡς οἱ ἐν Ἐδέσῃ στρατιῶται | |
10 | ἐξιόντες τῆς πόλεως καὶ συμπλεκόμενοι τοῖς βαρβά‐ ροις πολλοὺς ἀναιροῦσι καὶ πλεῖστα σκῦλα λαμβά‐ νουσιν, ἀνεθάρσησε, καὶ ἀπελθὼν μετὰ τῆς συνού‐ σης αὐτῷ στρατιᾶς συνεπλάκη τοῖς Πέρσαις. οἱ δὲ πολυπλασίους ὄντες τοὺς Ῥωμαίους ἐκύκλωσαν, καὶ | |
15 | οἱ πλείους μὲν ἔπεσον, ἔνιοι δὲ καὶ διέφυγον, Οὐα‐ λεριανὸς δὲ σὺν τοῖς περὶ αὐτὸν συνελήφθη τοῖς πολεμίοις καὶ πρὸς τὸν Σαπώρην ἀπήχθη. ὁ δὲ τοῦ βασιλέως κρατήσας πάντων ἤδη κρατεῖν ᾤετο· καὶ ὠμὸς ὢν πρίν, πολλῷ χείρων εἰσέπειτα γέγονεν. | |
20 | Οἱ μὲν οὖν οὕτως αἰχμάλωτον ἑαλωκέναι τὸν Οὐαλεριανὸν τοῖς Πέρσαις ἱστόρησαν· εἰσὶ δ’ οἳ ἑκόντα φασὶ τὸν Οὐαλεριανὸν προσχωρῆσαι τοῖς Πέρσαις, ὅτι ἐν Ἐδέσῃ διάγοντος αὐτοῦ λιμὸς ἐπῆκτο τοῖς στρατιώταις, κἀντεῦθεν εἰς στάσιν κεκίνηντο | |
25 | καὶ ἀνελεῖν ἐζήτουν τὸν αὐτοκράτορα. ὁ δὲ τὴν τῶν στρατιωτῶν δεδοικὼς ἐπανάστασιν πρὸς τὸν Σαπώ‐ ρην κατέφυγεν, ἵνα μὴ ὑπὸ τῶν οἰκείων ἀπόληται, τῷ πολεμίῳ προδεδωκὼς ἑαυτόν, ἀλλὰ μέντοι, ὅσον τὸ ἐπ’ αὐτῷ, καὶ τὰ Ῥωμαίων στρατεύματα. οὐ μὴν | |
30 | οἱ στρατιῶται ἀπώλοντο, ἀλλὰ γνόντες τὴν προδο‐ σίαν διέφυγον, ὀλίγων ἀναιρεθέντων. εἴτε δὲ | |
δορυάλωτος ἐλήφθη τοῖς Πέρσαις ὁ βασιλεὺς εἴθ’ | 140 in vol. 3 | |
3.141 | ἑκὼν ἑαυτὸν αὐτοῖς ἐνεχείρισεν, ἀτίμως ἤγετο παρὰ τοῦ Σαπώρου. Οἱ Πέρσαι δὲ κατὰ πᾶσαν ἄδειαν ταῖς πόλεσιν ἐπιόντες τήν τε πρὸς τῷ Ὀρόντῃ αἱροῦσιν Ἀντιό‐ | |
5 | χειαν καὶ τὴν περιφανεστέραν τῶν τῆς Κιλικίας πό‐ λεων τὴν Ταρσὸν καὶ τὴν ἐν Καππαδοκίᾳ Καισάρειαν. καὶ πλῆθος αἰχμαλώτων συναγαγόντες οὐδὲ τροφῆς αὐτοῖς μετεδίδουν εἰ μὴ βραχίστης ὥστ’ ἀποζῆν, οὔτε μὴν ὕδατος μετέχειν εἰς κόρον εἴων αὐτούς, | |
10 | ἀλλ’ ἅπαξ τῆς ἡμέρας οἱ τούτων φρουροὶ ἤλαυνον αὐτοὺς ἐφ’ ὕδωρ ὥσπερ βοσκήματα. τὴν Καισά‐ ρειαν δὲ πολυάνθρωπον οὖσαν, περὶ τεσσαράκοντα γὰρ μυριάδας ἀνθρώπων ἐν αὐτῇ λέγεται κατοικεῖν, οὐ πρότερον εἷλον, γενναίως τῶν ἐν αὐτῇ τοῖς πο‐ | |
15 | λεμίοις ἀντικαθισταμένων καὶ στρατηγουμένων ὑπό τινος Δημοσθένους, ἀνδρὸς καὶ ἀνδρείου καὶ συνε‐ τοῦ, πρὶν ἤ τις δορυάλωτος κατασχεθεὶς ἰατρός, καὶ τὰς ἐπαγομένας αὐτῷ μὴ φέρων αἰκίας, ὑπέδειξέ τινα τόπον, ὅθεν νυκτὸς εἰσῆλθον οἱ Πέρσαι καὶ | |
20 | πάντας ἀνεῖλον. ὁ δέ γε τούτων στρατηγὸς Δημο‐ σθένης ὑπὸ πολλῶν κυκλωθεὶς Περσῶν κελευσθέν‐ των ζωὸν αὐτὸν συλλαβεῖν, τὸν ἵππον ἀναβὰς καὶ γυμνὸν τὸ ξίφος ἠρκώς, εἰσώθησεν ἑαυτὸν μέσον τῶν πολεμίων· καὶ πλείστους καταβαλὼν διεξέπεσε | |
25 | τῆς πόλεως καὶ διαφυγεῖν ἴσχυσεν. Οὕτω δὲ τῶν πραγμάτων τοῖς Πέρσαις συνενεχ‐ θέντων, κατὰ πᾶσαν τὴν ὑποκειμένην Ῥωμαίοις ἑῴαν διεσκεδάσθησαν χώραν καὶ ἐπόρθουν αὐτὴν ἀδεῶς. οἱ μέντοι Ῥωμαῖοι φυγόντες, ὡς εἴρηται, | |
30 | στρατηγὸν ἑαυτοῖς ἐπέστησαν Κάλλιστόν τινα· ὃς σκεδαννυμένους τοὺς Πέρσας ὁρῶν καὶ ἀπερισκέπτως | |
ἐπιόντας ταῖς χώραις τῷ μή τινα οἴεσθαι αὐτοῖς | 141 in vol. 3 | |
3.142 | ἀντιτάξασθαι, ἐπιτίθεται ἀθρόον αὐτοῖς, καὶ φόνον τῶν βαρβάρων πλεῖστον εἰργάσατο, καὶ παλλακὰς εἷλε Σαπώρου σὺν πλούτῳ πολλῷ. οἷς ἐκεῖνος περι‐ αλγήσας οἴκαδε σπουδαίως ἀνέστρεψε, καὶ τὸν Οὐα‐ | |
5 | λεριανὸν ἐπαγόμενος· ὃς καὶ ἐν Περσίδι κατέστρεψε τὴν ζωήν, ὡς αἰχμάλωτος ὀνειδιζόμενός τε καὶ ἐμπαι‐ ζόμενος. Οὐ μόνος δ’ ὁ Κάλλιστος ἠρίστευσε τότε κατὰ Περσῶν, ἀλλὰ καί τις Παλμυρηνὸς ἀνὴρ κεκλημένος | |
10 | Ὠδέναθος συμμαχῶν Ῥωμαίοις πολλοὺς διέφθειρε τῶν Περσῶν, ἀναστρέφουσιν αὐτοῖς κατὰ τὴν Εὐφρατησίαν ἐπιθέμενος χώραν· ὃν Γαλιῆνος τοῦ στρατηγήματος ἀμειβόμενος τῆς ἑῴας προεχειρίσατο στρατηγόν. | |
15 | Ἐν μέντοι τοῖς πεσοῦσιν ἐκ τοῦ Περσικοῦ στρα‐ τεύματος σκυλευομένοις λέγονται καὶ γυναῖκες εὑρε‐ θῆναι κατ’ ἄνδρας ἐσταλμέναι καὶ ὡπλισμέναι, ἀλλὰ καὶ ζῶσαι τοιαῦται κατασχεθῆναι ὑπὸ Ῥωμαίων. ἐν δὲ τῇ ἐπανόδῳ φάραγγι βαθείᾳ περιτυχὼν ὁ Σαπώ‐ | |
20 | ρης, ἣν διελθεῖν τοῖς ὑποζυγίοις ἄπορον ἦν, αἰχμα‐ λώτους ἐκέλευσεν ἀναιρεθῆναι καὶ ῥιφῆναι κατὰ τῆς φάραγγος, ἵν’ οὕτως τοῦ βάθους αὐτῆς πληρωθέν‐ τος διὰ τῶν νεκρῶν σωμάτων τὰ σφῶν διέλθωσιν ὑποζύγια· καὶ οὕτω διελθεῖν ἱστορεῖται τὴν φά‐ | |
25 | ραγγα. Καὶ τὰ μὲν κατὰ τὸν Οὐαλεριανὸν ἐν τούτοις· τῆς δὲ τῶν Ῥωμαίων ἐκκλησίας καθηγεῖτο Ξύστος, τῆς δὲ τῶν Ἀντιοχέων Δημητριανὸς διαδεξάμενος Φλαβιανόν, τῆς δὲ τῶν Ἱεροσολύμων Ὑμέναιος Μα‐ | |
30 | ζαβάνου θανόντος, τῆς δ’ ἐν Ἀλεξανδρείᾳ προίστατο | |
Διονύσιος. | 142 in vol. 3 | |
3.143 | Μετὰ δὲ τὸν Οὐαλεριανὸν Γαλιῆνος ὁ ἐκείνου υἱὸς τῆς τῶν Ῥωμαίων ἡγεμονίας γέγονεν ἐγκρατής, ὃν ὁ πατὴρ κατὰ Περσῶν στρατευόμενος εἰς τὰ ἑσπέρια εἴασε τοῖς ἐν τῇ Ἰταλίᾳ ἐφεδρεύουσι | |
5 | καὶ τοῖς τὴν Θρᾴκην ληιζομένοις ἀντικαθίστασθαι. ὃς Ἀλαμαννοῖς περὶ τριάκοντα μυριάδας οὖσι περὶ τὰ Μεδιόλανα συμβαλὼν μετὰ μυρίων ἐνίκησεν· εἶτα καὶ Αἱρούλοις, Σκυθικῷ γένει καὶ Γοτθικῷ, ἐπ‐ εξελθὼν ἐκράτησεν. ἐπολέμησε δὲ καὶ Φράγγοις. | |
10 | Αὐρίολος δὲ ἐκ χώρας ὢν Γετικῆς τῆς ὕστερον Δακίας ἐπικληθείσης καὶ γένους ἐκφὺς ἀσήμου, ποιμὴν γὰρ ἐτύγχανε πρότερον, τῆς τύχης δὲ αὐτὸν εἰς μέγα βουληθείσης ἐπᾶραι, ἐστρατεύσατο, καὶ περιδέξιος γεγονώς, τῶν βασιλικῶν ἵππων φροντιστὴς | |
15 | προκεχείριστο. καὶ περὶ τούτους εὐδοκιμῶν, κεχαρι‐ σμένος ἔδοξε τῷ κρατοῦντι. τῶν δὲ ἐν τῇ Μυσίᾳ στρατιωτῶν στασιασάντων καὶ Ἰγγενοῦον αὐτοκρά‐ τορα ἀνειπόντων, καὶ τοῦ Γαλιήνου αὐτῷ ἀντιταξα‐ μένου περὶ τὸ Σίρμιον μετὰ τῶν ἄλλων καὶ Μαυ‐ | |
20 | ρουσίους ἐπαγομένου, οἳ ἀπὸ Μήδων κατάγεσθαι λέγονται, ὁ Αὐρίολος ἱππαρχῶν γενναίως μετὰ τῶν ἱππέων ἀγωνισάμενος πολλοὺς τῶν τὰ Ἰγγενούου φρονούντων διώλεσε καὶ τοὺς λοιποὺς ἐτρέψατο εἰς φυγήν, ὡς καὶ αὐτὸν τὸν Ἰγγενοῦον φεύγειν ἀπ‐ | |
25 | εγνωκότα καὶ ἐν τῷ φεύγειν ἀναιρεθῆναι παρὰ τῶν δορυφόρων αὐτοῦ. Αὖθις οὖν Ποστοῦμος τῷ Γαλιήνῳ ἐπανίσταται. παῖδα γὰρ ἔχων ὁ αὐτοκράτωρ οὗτος ὁμώνυμον, | |
δεξιόν τε καὶ εὐπρόσωπον, ὃν καὶ τῆς βασιλείας | 143 in vol. 3 | |
3.144 | εἶχε διάδοχον, ἐν Ἀγριππίνῃ τῇ πόλει κατέλιπε, τοῖς Γάλλοις ὑπὸ Σκυθῶν πορθουμένοις ἐπικουρήσοντα. ᾧ καί τινα Ἀλβανὸν κεκλημένον ἐπέστησε διὰ τὴν νεότητα τοῦ υἱοῦ. Ποστοῦμος δὲ εἰς φυλακὴν τοῦ | |
5 | Ῥήνου ποταμοῦ ἐαθείς, ὥστε κωλύειν τοῖς πέραν οἰκοῦσιν βαρβάροις τὴν εἰς τὴν Ῥωμαΐδα χώραν διά‐ βασιν, λαθοῦσί τισι καὶ διαβᾶσι τὸν ποταμὸν καὶ λείαν ἐπαγομένοις πολλὴν ἐν τῷ ἐπανιέναι ἐπέθετο, καὶ πολλοὺς μὲν ἀνεῖλε, τὴν δὲ λείαν ἀφείλετο ξύμ‐ | |
10 | πασαν, καὶ αὐτίκα ταύτην τοῖς στρατιώταις διένει‐ μεν. ὃ μαθὼν ὁ Ἀλβανός, πέμψας ἀποκομισθῆναι αὐτῷ καὶ τῷ νέῳ Γαλιήνῳ τὴν λείαν ἀπῄτει. καὶ ὁ Ποστοῦμος συγκαλέσας τοὺς στρατιώτας εἰσέπραττεν ἐξ αὐτῶν τὰ τῆς λείας, εἰς ἀποστασίαν αὐτοὺς παρα‐ | |
15 | κινῆσαι μηχανώμενος· ὃ καὶ γέγονε· καὶ μετ’ αὐτῶν τῇ πόλει τῇ Ἀγριππίνῃ προσέβαλε, καὶ οἱ τῆς πό‐ λεως τόν τε παῖδα τοῦ βασιλέως καὶ τὸν Ἀλβανὸν αὐτῷ ἐκδεδώκασιν, οὓς καὶ ἄμφω ἀπέκτεινε. Ταῦτα γνοὺς ὁ Γαλιῆνος πρὸς τὸν Ποστοῦμον | |
20 | ἀπῄει, καὶ συμμίξας αὐτῷ πρότερον μὲν ἡττήθη, εἶτα καὶ ἐπεκράτησεν, ὡς καὶ τὸν Ποστοῦμον φεύ‐ γειν. στέλλεται οὖν ὁ Αὐρίολος καταδιώξαι αὐτόν. ὁ δέ, καίτοι δυνάμενος καταλαβεῖν αὐτόν, οὐκ ἠθέλησεν ἐπιδιῶξαι ἐπὶ πολύ, ἀλλ’ ἐπανελθὼν εἶπε | |
25 | μὴ δυνηθῆναι αὐτὸν καταλήψεσθαι. Ποστοῦμος δ’ οὕτω διαφυγὼν αὖθις συνίστα στρατόν. καὶ πάλιν ὁ Γαλιῆνος ἤλαυνεν ἐπ’ αὐτόν, καὶ ἐν πόλει τῆς Γαλλίας τινὶ κατακλείσας ἐπολιόρκει τὸν τύ‐ ραννον. ἐν δὲ τῇ πολιορκίᾳ πλήττεται βέλει ὁ βασι‐ | |
30 | λεὺς τὰ μετάφρενα, καὶ νοσήσας ἐκ τούτου τὴν πολι‐ ορκίαν διέλυσε. | |
Καὶ ἄλλος δὲ τῷ Γαλιήνῳ κεκίνητο πόλεμος | 144 in vol. 3 | |
3.145 | παρὰ Μακρίνου, ὃς δύο ἔχων υἱοὺς Μακριανὸν καὶ Κύιντον τυραννίδι ἐπικεχείρηκε. καὶ αὐτὸς μέν, ὅτι θάτερον πεπήρωτο τῶν σκελῶν, οὐκ ἐνέδυ τὴν στολὴν τὴν βασίλειον, τοῖς δ’ υἱοῖς αὐτὴν περιέβαλε. | |
5 | καὶ οἱ ἐν τῇ Ἀσίᾳ ἀσμένως αὐτὸν προσεδέξαντο· ὁ δὲ ὀλίγα πρὸς Πέρσας ἐνδιατρίψας ἐπὶ Γαλιῆνον παρε‐ σκευάζετο, καὶ τοῖς Πέρσαις Βαλλίσταν ἀντικατέστη‐ σεν, ὃν αὐτὸς προεχειρίσατο ἵππαρχον, καὶ σὺν τούτῳ καὶ τὸν υἱὸν αὐτοῦ καταλέλοιπε Κύιντον. | |
10 | πέμπει οὖν ὁ βασιλεὺς κατὰ Μακρίνου καὶ Μακρια‐ νοῦ τοῦ υἱοῦ αὐτοῦ τὸν Αὐρίολον μετὰ καὶ στρατη‐ γῶν ἑτέρων. καὶ προσμίξαντες αὐτοῖς ἐκύκλωσαν σφᾶς καί τινας ἀνεῖλον· ἐφείδοντο γὰρ αὐτῶν ὡς ὁμογενῶν, καὶ ἤλπιζον προσρυῆναι αὐτοὺς τῷ βασι‐ | |
15 | λεῖ. ἐκεῖνοι δ’ οὐκ ἐνεδίδουν. ἐκ δέ τινος τυχαίου συμβάματος ἅπαντες τῷ βασιλεῖ προσερύησαν. βα‐ δίζοντες γὰρ οἱ περὶ τοὺς τυραννοῦντας ὀρθίας τὰς σημαίας ἀνεῖχον, εἷς δὲ τῶν σημαίας φερόντων ἐν τῷ βαδίζειν συμποδισθεὶς πέπτωκε, καὶ ἡ σημαία ἐκείνου | |
20 | πεσόντος κατήνεκτο. ἰδόντες οὖν οἱ λοιποὶ ὅσοι τὰς ση‐ μαίας ἔφερον τὴν κλιθεῖσαν σημαίαν, καὶ ἀγνοήσαντες ὅπως ἐκείνη ἐκέκλιτο, ὑπέλαβον ἑκόντα τὸν ταύτην κατέχοντα ἐπικλῖναι αὐτὴν τῷ βασιλεῖ μεταθέμενον. καὶ αὐτίκα κἀκεῖνοι πάσας κεκλίκασι καὶ προσούδισαν καὶ | |
25 | τὸν Γαλιῆνον εὐφήμησαν, μόνον τῶν Παιόνων περι‐ λειφθέντων τοῖς περὶ τὸν Μακρῖνον. εἶτα κἀκείνων μεταθέσθαι βουλομένων, ὁ Μακρῖνος σὺν τῷ υἱῷ | |
αὐτοῦ μὴ ἐκδοῦναι αὐτοὺς αὐτῶν ἐδεήθησαν, ἀλλ’ | 145 in vol. 3 | |
3.146 | ἀνελεῖν πρότερον σφᾶς καὶ οὕτω προσχωρῆσαι τῷ βασιλεῖ· ὃ πεποιηκότες οἱ Παίονες παρέδωκαν ἑαυτούς. Κύιντός γε μὴν ὁ νεώτερος τοῦ Μακρίνου υἱὸς | |
5 | ἐν τῇ ἑῴᾳ ἦν σὺν Βαλλίστᾳ, πᾶσαν αὐτὴν σχεδὸν πεποιημένος ὑφ’ ἑαυτόν. ἐφ’ οὓς ὁ Γαλιῆνος Ὠδέ‐ ναθον ἔπεμψεν, ἡγεμονεύοντα τῶν Παλμυρηνῶν. τῆς ἥττης δὲ τῶν Μακρίνων τῆς κατὰ Παιονίαν συμ‐ βάσης ἀγγελθείσης τῷ Κυΐντῳ καὶ τῷ Βαλλίστᾳ, | |
10 | πολλαὶ τῶν ὑπ’ αὐτοὺς ἀπέστησαν πόλεων. οἱ δ’ ἐν Ἐμέσῃ διῆγον. ἔνθα γενόμενος ὁ Ὠδέναθος καὶ συμβαλὼν αὐτοῖς νικᾷ, καὶ τὸν μὲν Βαλλίσταν αὐτὸς ἀναιρεῖ, τὸν δὲ Κύιντον οἱ τῆς πόλεως. Ὠδέναθον δὲ τῆς ἀνδραγαθίας ὁ βασιλεὺς ἀμειβόμενος πάσης | |
15 | ἀνατολῆς αὐτὸν προεχειρίσατο στρατηγόν. Οὗτος ὁ Ὠδέναθος μέγας γενόμενος καὶ Ῥωμαί‐ οις πιστὸς καὶ ἐν πολλοῖς πολέμοις διαφόρων ἐθνῶν καὶ κατ’ αὐτῶν τῶν Περσῶν ἀριστεύσας, τελευταῖον ὑπὸ τοῦ ἰδίου ἀδελφόπαιδος ἀνῃρέθη. ἐν γὰρ θήρᾳ | |
20 | τῷ θείῳ συνὼν ἐκεῖνος, ἐπεὶ θηρίον ἐξέθορε, προε‐ πεχείρησε καὶ τὸν θῆρα βαλὼν ἀνεῖλεν· ὁ δὲ Ὠδέ‐ ναθος ἠγανάκτησε καὶ ἠπείλησε τῷ ἀνεψιῷ. ὁ δὲ οὐκ ἐπαύσατο, ἀλλὰ καὶ δὶς καὶ τρὶς τοῦτο ἐποίησε. καὶ ὀργισθεὶς ὁ Ὠδέναθος ἀφείλετο τὸν ἵππον αὐτοῦ· | |
25 | τοῦτο δὲ εἰς μεγάλην ὕβριν τοῖς βαρβάροις λογίζεται. ἀχθόμενος τοίνυν ὁ νεανίας ἠπείλει τῷ θείῳ· ὁ δὲ διὰ τοῦτο τοῦτον ἐδέσμησεν. εἶτα ὁ πρεσβύτερος τῶν Ὠδενάθου υἱῶν λυθῆναι τὸν δέσμιον τὸν πα‐ | |
τέρα ᾐτήσατο· κἀκεῖνος λυθεὶς συμποσιάζοντι τῷ | 146 in vol. 3 | |
3.147 | Ὠδενάθῳ ἐπελθὼν μετὰ ξίφους κἀκεῖνον ἀνεῖλε καὶ τὸν ἐκείνου υἱόν, δι’ οὗπερ ἐλέλυτο. ἀνῃρέθη δὲ κἀκεῖνος, τινῶν ἐπιθεμένων αὐτῷ. Αὖθις δὲ ἑτέρα κατὰ τοῦ Γαλιήνου ἐπανάστασις | |
5 | γέγονεν, ἣν Αὐρίολος συνεστήσατο, πάσης ἄρχων τῆς ἵππου καὶ μέγα δυνάμενος. ὃς τὴν πόλιν τὰ Μεδιόλανα κατασχὼν ἑτοιμάζετο συμμίξαι τῷ βασι‐ λεῖ. ἐλθὼν δὲ κἀκεῖνος μετὰ δυνάμεως, καὶ τῷ τυ‐ ραννοῦντι ἀντιταξάμενος, πολλοὺς τῶν αὐτῷ συνόν‐ | |
10 | των διέφθειρεν. ὅτε καὶ ὁ Αὐρίολος ἐτρώθη καὶ εἰς Μεδιόλανα κατεκλείσθη, παρὰ τοῦ βασιλέως ἐκεῖσε πολιορκούμενος. τοῦ δὲ Γαλιήνου ἐπεκδρομὰς ποιου‐ μένου κατά τινων τῶν πολεμίων, ἐν κινδύνῳ ποτὲ γέγονεν ἡ βασίλισσα· συνῆν γὰρ αὐτῷ. ὡς γὰρ ὁ | |
15 | βασιλεὺς ἐπεξέδραμε μετὰ τῶν πλειόνων στρατιωτῶν, ὀλίγοι πάνυ περιελείφθησαν περὶ τὸ χαράκωμα. ὅπερ οἱ πολέμιοι θεασάμενοι ἐπῆλθον τῇ τοῦ βασιλέως σκηνῇ, ἁρπάσαι διανοούμενοι τὴν βασίλισσαν. εἷς δέ τις τῶν ἠμελημένων στρατιωτῶν πρὸ τῆς σκηνῆς | |
20 | καθήμενος καὶ τὸ οἰκεῖον ὑπόδημα τοῦ ποδὸς ἐκβα‐ λὼν συνέρραπτεν αὐτό. ὡς οὖν εἶδε τοὺς πολεμίους ἐπερχομένους, ἁρπάσας ἀσπίδα καὶ ἐγχειρίδιον περι‐ θύμως ὥρμησε κατ’ αὐτῶν. καὶ πλήξας ἕνα καὶ δεύ‐ τερον, ἀνέκοψε τοὺς λοιποὺς ἀποδεδειλιακότας πρὸς | |
25 | τὴν ἐκείνου ὁρμήν. καὶ οὕτω πλειόνων συνδραμόν‐ των στρατιωτῶν ἡ τοῦ βασιλέως διασέσωστο γαμετή. Ἔτι δὲ πολιορκοῦντος τοῦ βασιλέως τὰ Μεδιό‐ λανα Αὐρηλιανὸς σὺν ἱππεῦσι προσῆλθεν αὐτῷ· | |
μεθ’ οὗ ἀνελεῖν αὐτὸν οἱ μεγιστᾶνες προεβουλεύ‐ | 147 in vol. 3 | |
3.148 | σαντο, ὑπερετίθεντο δὲ τὸ σκέμμα ἕως ἁλῷεν τὰ Μεδιόλανα. μαθόντες δ’ ἐγνῶσθαι τὸ σφῶν διαβού‐ λιον, ἐπετάχυναν τὴν ἐπιβουλήν. καὶ στέλλουσί τι‐ νας, πολεμίους ἐπιέναι τῷ Γαλιήνῳ ἀγγέλλοντας· ὁ | |
5 | δὲ αὐτίκα ἐξώρμησε κατ’ αὐτῶν, ὥρας ἤδη ἐφεστώ‐ σης ἀρίστου, καὶ ὀλίγων συνεφεπομένων αὐτῷ. ἀπιόντι δὲ συναντῶσιν ἱππεῖς· ὧν οὐ πόρρω που ἀφεστώτων αὐτοῦ, καὶ μήτε τῶν ἵππων ἀποβάντων μήτε τι ἕτερον ποιούντων ἃ πρὸς βασιλεῖς νενόμιστο | |
10 | γίνεσθαι, ἤρετο τοὺς παρόντας ἐκεῖνος “τί οὗτοι βούλονται;” οἱ δέ “παῦσαί σε τῆς ἀρχῆς” ἀπεκρί‐ θησαν. καὶ ὃς αὐτίκα τῷ ἵππῳ τὸν χαλινὸν ἐνδοὺς εἰς φυγὴν ἐτράπη. καὶ κἂν διέφυγε τοὺς ἐπιβου‐ λεύοντας τῇ ταχυτῆτι τοῦ ἵππου, εἰ μὴ ὕδατος ἐνέ‐ | |
15 | τυχεν ὀχετῷ· παρελθεῖν γὰρ τοῦτον ὁ ἵππος ἀποδε‐ δειλιακὼς ἔστη, καὶ οὕτω κατέλαβον οἱ διώκοντες. καί τις κατ’ αὐτοῦ τὸ δόρυ ἠκόντισεν. ὁ δὲ πληγεὶς τοῦ ἵππου κατήνεκτο, καὶ ἐπὶ μικρὸν διαρκέσας ἐκ τῆς τοῦ αἵματος ἐτελεύτησε ῥύσεως, βασιλεύσας | |
20 | ἐνιαυτοὺς πεντεκαίδεκα σὺν τοῖς τοῦ πατρός. ἦν δὲ τὴν γνώμην φιλότιμος καὶ πᾶσι θέλων χαρίζεσθαι, καὶ οὐδεὶς αἰτούμενος αὐτὸν διημάρτανεν. οὔτε μὴν τοὺς ἐναντιωθέντας αὐτῷ ἢ προστεθέντας τοῖς τυ‐ ραννήσασιν ἐτιμωρήσατο. | |
25 | Οἱ μὲν οὖν οὕτως ἱστόρησαν ἀναιρεθῆναι τὸν Γαλιῆνον, οἱ δὲ παρὰ Ἡρακλειανοῦ τοῦ ἐπάρχου σφαγῆναι τοῦτόν φασι. τοῦ γὰρ Αὐριόλου ἐν Κελ‐ τοῖς στρατηγοῦντος καὶ ἐπαναστάντος αὐτῷ ἥκοντός τε ἐπὶ Ἰταλίαν σὺν ταῖς δυνάμεσι, καὶ ὁ Γαλιῆνος | |
30 | κατ’ ἐκείνου ἐξώρμησε. νυκτὸς δὲ πρόσεισιν αὐτῷ ἐν τῇ σκηνῇ καθεύδοντι ὁ Ἡρακλειανός, κεκοινωνη‐ | |
κὼς τῆς ἐπιβουλῆς καὶ Κλαυδίῳ ἀνδρὶ στρατηγικω‐ | 148 in vol. 3 | |
3.149 | τάτῳ, ἀπαγγέλλων ὡς Αὐρίολος ἤδη ἔπεισι μετὰ βαρείας δυνάμεως. ὁ δὲ πρὸς τὸ τῆς ἀγγελίας αἰφνί‐ διον τεθορυβημένος, τῆς κλίνης ἀναθορὼν καὶ ἡμί‐ γυμνος ᾔτει τὰ ὅπλα. καὶ ὁ Ἡρακλειανὸς πλήττει | |
5 | τοῦτον καιρίαν καὶ ἀποκτίννυσιν. Ἐν τοῖς τούτου χρόνοις Ξύστος ὁ τῆς Ῥωμαίων ἐκκλησίας προστὰς ἐπ’ ἔτη ἕνδεκα τελευτᾷ, καὶ Διο‐ νύσιος αὐτὸν διαδέχεται. ἀλλὰ καὶ τοῦ ἐν Ἀντιοχείᾳ τὴν τοῦ Χριστοῦ ποιμαίνοντος ποίμνην Δημητριανοῦ | |
10 | τὴν ζωὴν ἐκμετρήσαντος Παῦλος ὁ Σαμοσατεὺς πα‐ ραλαμβάνει τὴν ἐκκλησίαν, ὃς ταπεινὰ περὶ Χριστοῦ ἐδογμάτισεν, ὡς ἀνθρώπου κοινοῦ τὴν φύσιν γενο‐ μένου καὶ οὐ θεοῦ. καθ’ οὗ σύνοδον οἱ τῶν λοιπῶν ἐκκλησιῶν ποιμένες συνηθροικότες, ἐν ᾗ παρῆν καὶ | |
15 | Γρηγόριος ὁ θαυματουργὸς καὶ ὁ τούτου αὐτάδελφος Ἀθηνόδωρος, ἤλεγξαν αὐτὸν κακῶς φρονοῦντα περὶ Χριστοῦ, καὶ ἀπεκήρυξαν. μὴ πειθομένου δ’ ἐκείνου τῆς ἐκκλησίας ἐκστῆναι, Αὐρηλιανὸς τότε κρατῶν, καὶ ἔντευξιν περὶ τούτου δεξάμενος παρὰ τῶν ὀρθο‐ | |
20 | δόξων, διάταγμα ἔθετο, ἐκείνοις νεμηθῆναι τὴν ἐκ‐ κλησίαν οἷς ἂν οἱ κατὰ τὴν Ῥώμην καὶ τὴν Ἰταλίαν ἐπίσκοποι πρόσθοιντο. ἐντεῦθεν ἀτίμως ἐξηλάθη τῆς ἐκκλησίας ὁ Παῦλος, καὶ ἀντεισήχθη Δόμνος. Τοῦ μέντοι Γαλιήνου ἀνῃρημένου Κλαύδιος | |
25 | ἀνερρήθη Καῖσαρ. καὶ ὁ Αὐρίολος τὰ ὅπλα καταθέ‐ μενος αὐτῷ ὑπετάγη· ὃς αὖθις τυραννῆσαι ἐπιχει‐ ρῶν ὑπὸ τῶν στρατιωτῶν διεφθάρη. Κλαύδιος δὲ χρη‐ στὸς τυγχάνων ἀνὴρ καὶ δικαιοσύνῃ στοιχῶν, ἀπη‐ | |
γόρευσε πᾶσι ζητεῖν ἐκ βασιλέως ἀλλότρια πράγματα. | 149 in vol. 3 | |
3.150 | νενόμιστο γὰρ τοὺς βασιλεῖς δύνασθαι δωρεῖσθαι καὶ τὰ ἀλλότρια· ὅθεν καὶ οἱ ἔτι κείμενοι νόμοι παρὰ τῇ πολιτείᾳ ἐσχήκασι τὴν ἀρχήν. προσῆλθεν οὖν γυνή τις, ἧς χωρίον αὐτὸς πρὸ τῆς βασιλείας | |
5 | εἰλήφει ἐκ βασιλικῆς δωρεᾶς, λέγουσα “Κλαύδιος ὁ ἵππαρχος ἠδίκησέ με.” ὁ δέ “ὅπερ ὁ Κλαύδιος ἰδιώτης ὢν ἀφείλετο” εἶπεν “ἡνίκα μή τι αὐτῷ τῶν νόμων ἔμελε, τοῦτο βασιλεύσας ἀποκαθίστησιν.” Ἐν Ῥώμῃ δέ γε ἡ σύγκλητος μαθοῦσα τὴν τοῦ | |
10 | Γαλιήνου ἀναίρεσιν, τὸν ἀδελφὸν ἐκείνου καὶ τὸν υἱὸν ἐθανάτωσαν. τοῦ μέντοι Ποστούμου τυραν‐ νοῦντος ἔτι, καὶ βαρβάρων διὰ τῆς Μαιώτιδος δια‐ βάντων λίμνης εἰς Ἀσίαν τε καὶ Εὐρώπην καὶ ληι‐ ζομένων αὐτάς, βουλῆς τε προτεθείσης τίνι πρότερον | |
15 | ἐπιχειρητέον πολέμῳ, ὁ Κλαύδιος ἔφη ὡς “ὁ πρὸς τὸν τύραννον πόλεμος ἐμοὶ διαφέρει, ὁ δὲ πρὸς τοὺς βαρβάρους τῇ πολιτείᾳ, καὶ χρὴ τὸν τῆς πολιτείας προτιμηθῆναι.” Οἱ βάρβαροι δὲ πολλὰς μὲν κατέδραμον χώρας, | |
20 | τὴν δέ γε Θεσσαλονίκην ἐπολιόρκουν· ἣ πάλαι μὲν Ἠμαθία καλεῖσθαι λέγεται, Θεσσαλονίκη δὲ μετονο‐ μασθῆναι ἐκ τῆς Φιλίππου μὲν θυγατρός, Κασάνδρου δὲ γυναικὸς Θεσσαλονίκης. ἀλλ’ ἐκείνης μὲν τῆς πόλεως ἀπεκρούσθησαν, ἐπελθόντες δὲ ταῖς Ἀθήναις | |
25 | εἷλον αὐτάς. καὶ συναγαγόντες πάντα τὰ ἐν τῇ πό‐ λει βιβλία καῦσαι ταῦτα ἠβούλοντο. εἷς δέ τις τῶν συνετῶν παρ’ αὐτοῖς δοκούντων ἀπεῖρξε τοὺς ὁμο‐ φύλους τοῦ ἐγχειρήματος, φάμενος ὡς περὶ ταῦτα | |
οἱ Ἕλληνες ἀσχολούμενοι πολεμικῶν ἀμελοῦσιν ἔρ‐ | 150 in vol. 3 | |
3.151 | γων καὶ οὕτως εὐχείρωτοι γίνονται. Κλεόδημος δὲ Ἀθηναῖος ἀνὴρ διαδρᾶναι ἰσχύσας, καὶ πλῆθος συν‐ αγαγών, μετὰ πλοίων ἐκ θαλάσσης ἐπῆλθεν αὐτοῖς, καὶ πολλοὺς ἀνεῖλεν, ὡς καὶ τοὺς περιλειφθέντας | |
5 | ἐκεῖθεν φυγεῖν. Κλαύδιος δὲ κατὰ τούτων ὁρμήσας ἐν πολλαῖς σκεδασθέντων χώραις, ποτὲ μὲν ναυμα‐ χίαις, ποτὲ δὲ κατὰ γῆν συνισταμέναις μάχαις ἐνί‐ κησε. καὶ χειμῶνες δὲ αὐτοὺς ἐκάκωσαν καὶ λιμὸς ἐπίεσε καὶ διέφθειρεν. ἐν δὲ τῷ Σιρμίῳ διατρίβων | |
10 | ὁ Κλαύδιος ἐνόσησε, καὶ συγκαλέσας τὸ λογιμώτατον τοῦ στρατεύματος περὶ βασιλέως διειλέχθη αὐτοῖς, καὶ τὸν Αὐρηλιανὸν ἄξιον τῆς βασιλείας εἶπε τυγχά‐ νειν. εἰσὶ δ’ οἳ λέγουσιν ὅτι καὶ αὐτίκα βασιλέα ἀνεῖπεν αὐτόν. ἔνιοι δὲ τὴν σύγκλητον λέγουσιν ἐν | |
15 | Ῥώμῃ μαθοῦσαν τοῦ Κλαυδίου τὸν θάνατον Κυντι‐ λιανὸν τὸν ἀδελφὸν ἐκείνου διὰ τὸν πρὸς Κλαύδιον πόθον ἀξιῶσαι τῆς βασιλείας, τὸ δὲ στρατιωτικὸν ἀναγορεῦσαι τὸν Αὐρηλιανόν. ἀφελὴς δὲ ὢν ὁ Κυν‐ τιλιανὸς καὶ πρὸς πραγμάτων ἀποπεφυκὼς μεταχεί‐ | |
20 | ρισιν, μαθὼν τὴν ἀνάρρησιν τοῦ Αὐρηλιανοῦ, ἑαυ‐ τὸν ἀνεῖλε, τεμὼν τὴν φλέβα τῆς οἰκείας χειρὸς καὶ τῇ ἐκεῖθεν τοῦ αἵματος ἐναποψύξας ῥοῇ, ἑπτακαίδεκα μόνας ἡμέρας ὀνειρώξας ὥσπερ τὴν βασιλείαν. ἀλλ’ οὐδὲ περὶ τοῦ χρόνου τῆς τοῦ Κλαυδίου ἀρχῆς ἀλλήλοις | |
25 | συμφωνοῦσιν οἱ συγγραφεῖς. οἱ μὲν γὰρ ἐφ’ ἕνα ἄρξαι τοῦτον ἱστοροῦσιν ἐνιαυτόν, οἱ δὲ ἐπὶ δύο, ὧν ἐστι καὶ Εὐσέβιος. | |
Τούτου τοῦ βασιλέως Κλαυδίου θυγατριδοῦς ἦν | 151 in vol. 3 | |
3.152 | Κώνστας ὁ Χλωρὸς ὁ τοῦ μεγάλου Κωνσταντίνου πατήρ. Αὐρηλιανὸς δὲ τῆς ἡγεμονίας ἐπιβεβηκὼς Ῥω‐ μαίων ἤρετο τοὺς ἐν τέλει ὅπως βασιλεύειν χρεών. | |
5 | ὧν εἷς εἶπεν αὐτῷ ὡς “ἐὰν βούλῃ βασιλεῦσαι καλῶς, χρυσῷ σε δεῖ καὶ σιδήρῳ περιφράξαι σαυτόν, κατὰ μὲν τῶν λυπούντων κεχρημένον σιδήρῳ, τοὺς δέ γε θεραπεύοντας χρυσῷ ἀμειβόμενον.” ὃς πρῶτος, ὡς λέγεται, τῆς οἰκείας ταύτης ἀπώνατο συμβουλῆς, | |
10 | μετ’ οὐ πολὺ τοῦ σιδήρου πειραθείς. Οὗτος ὁ αὐτοκράτωρ πρότερον μὲν τοῖς τὸν Χρι‐ στὸν σεβομένοις ἐπιεικῶς προσεφέρετο, προϊόντος δέ οἱ τοῦ χρόνου τῆς αὐταρχίας ἠλλοίωτο, καὶ διωγμὸν ἐγεῖραι κατὰ τῶν πιστῶν καὶ αὐτὸς ἐβουλεύσατο, | |
15 | καὶ ἤδη καὶ διατάγματα συνεγράφετο. ἀλλ’ ἐπέσχεν ἡ θεία δίκη τὴν κατὰ τῶν σεβομένων Ἰησοῦν τὸν Χριστὸν ὁρμὴν τῆς κακίας αὐτοῦ, ὑποτεμοῦσα τὴν ἐκείνου ζωήν. Ἀλλὰ μήπω περὶ τοῦ τέλους αὐτοῦ, τὰ δ’ ἐν τῇ | |
20 | αὐταρχίᾳ αὐτῷ πραχθέντα διηγητέον. στρατηγικώ‐ τατος γὰρ ὢν πολλοὺς πολέμους ἐνίκησε. τούς τε γὰρ Παλμυρηνοὺς ἐχειρώσατο, καὶ τὴν αὐτῶν βασί‐ λισσαν Ζηνοβίαν κρατήσασαν καὶ Αἰγύπτου καὶ τὸν ἐκεῖ τότε στρατηγοῦντα Πρόβον ἑλοῦσαν αὐτὸς κατ’ | |
25 | αὐτῆς στρατεύσας κατεπολέμησε καὶ ὑπέταξεν. ἣν ἔνιοι μὲν εἰς Ῥώμην ἀπαχθῆναί φασι καὶ ἀνδρὶ συν‐ | |
αφθῆναι τῶν ἐπιφανεστέρων ἑνί, οἱ δὲ καθ’ ὁδὸν | 152 in vol. 3 | |
3.153 | θανεῖν αὐτὴν λέγουσι, περιαλγήσασαν διὰ τὴν τῆς τύχης μεταβολήν· μίαν δὲ τῶν θυγατέρων αὐτῆς λαβεῖν εἰς γυναῖκα τὸν Αὐρηλιανόν, τὰς δὲ λοιπὰς ἐπισήμοις τῶν Ῥωμαίων συζεῦξαι. | |
5 | Οὗτος καὶ τὰς Γαλλίας ἐπὶ πλείστοις ἔτεσι παρά τινων τυραννούντων κατεχομένας τῇ Ῥωμαίων ἡγε‐ μονίᾳ αὖθις ἐπανεσώσατο, καὶ ἄρχοντας ταύταις ἐγ‐ καταστήσας αὐτὸς ἐπὶ Ῥώμην ἐπανελήλυθε, καὶ ἐθριάμβευσεν ἐπὶ ὀχήματος ἐλεφάντων τεσσάρων. | |
10 | ἀλλὰ καὶ Γάλλους τότε κινηθέντας κατηγωνίσατο. ἐπεὶ δὲ καὶ ἐπὶ Σκύθας τὴν στρατείαν ἔθετο, ἀνῃ‐ ρέθη, γενόμενος κατὰ τὴν Θρᾳκῴαν Ἡράκλειαν. Ἔρως γάρ τις καλούμενος καὶ τῶν ἔξωθεν φερομένων ἀποκρίσεων ὢν μηνυτής, ὡς δέ τινες ἱστοροῦσιν, | |
15 | ὠτακουστὴς καὶ προσαγγέλλων τῷ βασιλεῖ τὰ παρά τινων περὶ αὐτοῦ λεγόμενα, ὀργισθέντος αὐτῷ τοῦ Αὐρηλιανοῦ, ἐπεβούλευσεν αὐτῷ. καὶ μιμησάμενος τὰ ἐκείνου γράμματα γραφήν τινα συνέταξεν ὀνό‐ ματα περιέχουσάν τινων δυνατῶν, κελεύουσαν τὴν | |
20 | ἐπὶ θάνατον ἐκείνους ἀχθήσεσθαι· ἣν ἐκείνοις ὑπο‐ δείξας παρέθηξε τοὺς ἄνδρας πρὸς φόνον τοῦ αὐτο‐ κράτορος. δείσαντες γὰρ ἐκεῖνοι περὶ τῇ σφετέρᾳ ζωῇ ἐπιτίθενται τῷ Αὐρηλιανῷ καὶ ἀναιροῦσιν αὐ‐ τόν, ἓξ ἐνιαυτοὺς ἠνυκότα παρὰ τῇ βασιλείᾳ μηνῶν | |
25 | ὀλίγων ἐνδέοντας. Ὃν διεδέξατο Τάκιτος, πρεσβύτης ἀνήρ· πέντε γὰρ ἐτῶν εἶναι καὶ ἑβδομήκοντα ἀναγράφεται ὅτε ᾑρέθη εἰς μοναρχίαν. τὸ στρατιωτικὸν δὲ αὐτὸν ἀνηγόρευσε καὶ ἀπόντα· ἐν Καμπανίᾳ γὰρ τότε διέ‐ | |
30 | τριβεν. ἔνθα δεδεγμένος τὸ ψήφισμα, εἰς Ῥώμην | 153 in vol. 3 |
3.154 | εἰσήλασε μετὰ σχήματος ἰδιωτικοῦ, καὶ γνώμῃ τῆς συγκλήτου τε καὶ τοῦ δήμου τὴν στολὴν περιεβάλετο τὴν βασίλειον. Σκύθαι δὲ τὴν Μαιώτιδα λίμνην καὶ τὸν Φᾶσιν ποταμὸν περαιωθέντες Πόντῳ καὶ | |
5 | Καππαδοκίᾳ ἐπῆλθον καὶ Γαλατίᾳ καὶ Κιλικίᾳ. τούτοις ὁ Τάκιτος συμμίξας καὶ ὁ Φλωριανὸς ὕπαρ‐ χος ὢν πολλοὺς ἀνεῖλον, οἱ δὲ λοιποὶ φυγῇ τὴν σω‐ τηρίαν ἐπραγματεύσαντο. Μαξιμῖνον δέ τινα συγ‐ γενῆ ἑαυτοῦ ἡγεμόνα τῆς Συρίας προεχειρίσατο | |
10 | Τάκιτος· ὁ δὲ κακῶς τῇ ἀρχῇ χρώμενος ἀνῃρέθη παρὰ στρατιωτῶν. καὶ δείσαντες οἱ τοῦτον ἀνελόν‐ τες ὡς οὐκ ἀτιμωρήτους αὐτοὺς ὁ αὐτοκράτωρ παρό‐ ψεται, ἐπιδιώξαντες κἀκεῖνον ἀνεῖλον, οὔπω ἕβδομον μῆνα παρὰ τῇ βασιλείᾳ ἀνύσαντα, κατὰ δέ τινας μὴ | |
15 | ὅλους δύο ἐνιαυτούς. Καὶ τούτου σφαγέντος δύο κατὰ ταὐτὸν ἀνερρή‐ θησαν βασιλεῖς, Πρόβος μὲν ἐν τῇ ἑῴᾳ παρὰ τῶν στρα‐ τιωτῶν, ἐν δὲ Ῥώμῃ παρὰ τῆς συγκλήτου Φλωριανός. καὶ ἦρχον ἄμφω, Πρόβος μὲν ἐν τῇ Αἰγύπτῳ καὶ | |
20 | Συρίᾳ καὶ Φοινίκῃ καὶ Παλαιστίνῃ, ὁ δέ γε Φλω‐ ριανὸς ἐκ Κιλικίας μέχρις Ἰταλίας καὶ τῶν Ἑσπερίων. ἀλλ’ οὗτος οὐδ’ ὅλον τρίμηνον ἀνύσας ἐν τῇ ἀρχῇ καὶ τῆς ζωῆς ἅμα καὶ τῆς ἐξουσίας ἐκπέπτωκεν ἀναι‐ ρεθεὶς ὑπὸ στρατιωτῶν παρὰ Πρόβου λεγομένων | |
25 | σταλῆναι. τοῦ δὲ θανόντος, ὡς εἴρηται, ὁ Πρόβος τὴν ὅλην ἐξουσίαν περιεζώσατο. ὃς ἐλλογιμώτατος εἶναι ἱστόρηται, καὶ κατὰ πολλῶν ἐθνῶν τρόπαια στήσασθαι, καὶ τοὺς στρατιώτας, οἳ τὸν Αὐρηλιανὸν καὶ τὸν Τάκιτον ἀνῃρήκασι, συναγαγεῖν καὶ πολλὰ | |
30 | ὀνειδίσαι καὶ ἀποκτεῖναι. | 154 in vol. 3 |
3.155 | Σατορνίνου δὲ Μαυρουσίου τυραννίδι ἐπιχειρή‐ σαντος, ὃς ἦν αὐτῷ φίλτατος, τὸν τοῦτο μεμηνυκότα ἐτιμωρήσατο, τῇ ἀγγελίᾳ διαπιστῶν· ὁ δὲ Σατορνῖ‐ νος ὑπὸ στρατιωτῶν ἀνῃρέθη. ἕτερος δέ τις ἐν | |
5 | Βρεττανίαις ἀποστασίαν διεμελέτησεν, ὃν ἐπὶ τῆς ἀρχῆς ὁ βασιλεὺς ἐποιήσατο, Βικτωρίνου Μαυρου‐ σίου ᾠκειωμένου αὐτῷ τοῦτο αἰτησαμένου. καὶ τοῦτο μαθὼν ὁ Πρόβος ᾐτιᾶτο τὸν Βικτωρῖνον. καὶ ὃς πεμφθῆναι πρὸς ἐκεῖνον ᾐτήσατο, καὶ ἀπῄει ὡς δῆ‐ | |
10 | θεν φεύγων τὸν αὐτοκράτορα, καὶ ἀσπασίως ὑπὸ τοῦ τυραννήσαντος ὑπεδέδεκτο. ὁ δὲ διὰ τῆς νυκτὸς ἀνελὼν αὐτὸν ἐπανῆλθε πρὸς Πρόβον. ἐφιλεῖτο δὲ παρὰ πάντων ὁ Πρόβος ὡς πρᾷος καὶ εὐμενὴς καὶ φιλόδωρος. | |
15 | Οὗτος τῷ ἔθνει τῶν Γερμανῶν ἐπιτιθεμένων ταῖς ὑπὸ Ῥωμαίους πόλεσιν ἀντιταττόμενος, τοῦ πο‐ λέμου πλείονα χρόνον ἐπικρατήσαντος ἐν περιστά‐ σει ἐγένετο, λιμοῦ συμβεβηκότος ἐπὶ τῇ αὐτοῦ στρα‐ τιᾷ. ὅτε λάβρος λέγεται καταρραγῆναι ὄμβρος ἐν τῷ | |
20 | αὐτοῦ στρατοπέδῳ, τῷ δ’ ὑετῷ καὶ σῖτον συγκατενε‐ χθῆναι πολύν, εἴ τισι τοῦτο πιστεύοιτο· καὶ τὴν στρατιὰν συναγαγοῦσαν αὐτὸν δι’ αὐτοῦ τραφῆναι καὶ διαπεφευγέναι τὸν κίνδυνον καὶ τοὺς ἐναντίους κατατροπώσασθαι. | |
25 | Γέγονε δὲ κατ’ αὐτοῦ καὶ ἄλλη τις ἐπανάστασις. μέρους γὰρ τῆς Εὐρώπης ὁ Κᾶρος ἄρχων ἔγνω τοὺς ὑπ’ αὐτὸν στρατιώτας βουλευομένους ἀνειπεῖν αὐ‐ τὸν αὐτοκράτορα, καὶ τοῦτο τῷ Πρόβῳ ἐδήλωσε, δεόμενος ἐκεῖθεν ἀνακληθῆναι. ὁ δὲ οὐκ ἤθελεν | |
30 | ἀφελέσθαι αὐτὸν τὴν ἀρχήν. περιστάντες οὖν οἱ στρατιῶται τὸν Κᾶρον καὶ ἄκοντα καταδέξασθαι τὴν | |
τῶν Ῥωμαίων ἀρχὴν ἐβιάσαντο, καὶ αὐτίκα σὺν | 155 in vol. 3 | |
3.156 | αὐτῷ ἐπὶ Ἰταλίαν ὡρμήκεσαν. καὶ ὁ Πρόβος τοῦτο μαθὼν στράτευμα ἔπεμψε σὺν ἄρχοντι ἀντιστῆναι αὐτῷ. ἤδη δὲ πλησιάσαντες οἱ πεμφθέντες τῷ Κά‐ ρῳ, δεσμήσαντες τὸν ἄρχοντα ἑαυτῶν, κἀκεῖνον καὶ | |
5 | ἑαυτοὺς τῷ Κάρῳ παραδεδώκασιν. ὁ δὲ Πρόβος ὑπὸ τῶν οἰκείων ἀνῄρητο δορυφόρων, μαθόντων τὴν τῶν στρατιωτῶν πρὸς Κᾶρον προσχώρησιν. ὁ δὲ χρόνος τῆς αὐταρχίας τοῦ Πρόβου οὐχ ὁλόκληροι γεγόνασιν ἐνιαυτοὶ ἕξ. | |
10 | Κᾶρος δὲ τῆς βασιλείας γενόμενος ἐγκρατὴς τοὺς οἰκείους υἱοὺς Καρῖνον καὶ Νουμεριανὸν ἐταινίωσε βασιλικῷ διαδήματι. καὶ αὐτίκα κατὰ Περσῶν ἐξ‐ εστράτευσεν ἅμα τῷ ἑνὶ τῶν παίδων Νουμεριανῷ, καὶ κατέσχε Κτησιφῶντά τε καὶ Σελεύκειαν. μικροῦ | |
15 | δ’ ἂν ἐκινδύνευσε τὸ στράτευμα τῶν Ῥωμαίων. ἐν κοίλῳ γὰρ ἐστρατοπεδεύσατο τόπῳ· ὃ οἱ Πέρσαι θεασάμενοι τὸν ἐκεῖ παραρρέοντα ποταμὸν εἰς τὸν κοῖλον ἐκεῖνον τόπον διὰ διώρυχος ἐπαφείκασι. τοῖς Πέρσαις δὲ προσβαλὼν ὁ Κᾶρος εὐτύχησε καὶ κατε‐ | |
20 | τροπώσατο αὐτούς· καὶ ἐπανέζευξεν εἰς Ῥώμην ἄγων αἰχμαλώτων πληθὺν καὶ λείαν πολλήν. εἶτα τοῦ ἔθνους ἐπαναστάντος τῶν Σαρματῶν κἀκείνοις προσμίξας νικᾷ καὶ τὸ ἔθνος ὑπέταξεν. ὃς τὸ μὲν γένος Γαλάτης ἦν, ἀνδρεῖος δὲ καὶ τὰ πολέμια | |
25 | δεξιός. ὁ δὲ περὶ τῆς τελευτῆς αὐτοῦ λόγος οὐχ ὁμοίως τοῖς ἱστορήσασι συγγράφεται. οἱ μὲν γάρ φασι κατὰ Οὔννων ἐστρατευκότα ἐκεῖσε ἀναιρεθῆ‐ ναι, οἱ δὲ παρὰ τῷ ποταμῷ Τίγρητι λέγουσι αὐτὸν ἐσκηνῶσθαι, ἐκεῖ καὶ τῆς αὐτοῦ στρατιᾶς βαλομένης | |
30 | τὸν χάρακα, ἔνθα κεραυνῷ τὴν ἐκείνου σκηνὴν | 156 in vol. 3 |
3.157 | βληθῆναι καὶ συνδιαφθαρῆναι αὐτῇ κἀκεῖνον ἱστό‐ ρησαν. Ὧι ἐπεὶ τὸ βιώσιμον εἴθ’ οὕτως εἴτ’ ἄλλως ἐπι‐ λελοίπει, Νουμεριανὸς ὁ υἱὸς αὐτοῦ μόνος βασιλεὺς | |
5 | ἐν τῷ στρατοπέδῳ περιελέλειπτο. καὶ αὐτίκα κατὰ Περσῶν ἐστρατεύσατο· καὶ συρραγέντος πολέμου, ἐπικρατεστέρων τε τῶν Περσῶν γεγονότων καὶ κλι‐ νάντων νῶτα Ῥωμαίων, οἱ μὲν αὐτὸν ἐν τῇ φυγῇ συλληφθῆναι ἱστόρησαν καὶ ὅλου τοῦ σώματος τὴν | |
10 | δορὰν ἀποσυρῆναι δίκην ἀσκοῦ καὶ οὕτω διαφθαρῆ‐ ναι, οἱ δὲ ἐκ Περσίδος αὐτὸν ἐπανιόντα ὀφθαλμίᾳ περιπεσεῖν συνεγράψαντο, καὶ παρὰ τοῦ οἰκείου πενθεροῦ ἐπάρχοντος τοῦ στρατοπέδου ἀναιρεθῆναι, τῇ αὐταρχίᾳ ἐποφθαλμίσαντος, μὴ μέντοι καὶ τυχόν‐ | |
15 | τος αὐτῆς. ἡ γὰρ στρατιὰ τὸν Διοκλητιανὸν αὐτο‐ κράτορα εἵλετο, ἐκεῖ τότε παρόντα καὶ ἀνδρείας ἔργα πολλὰ ἐν τῷ κατὰ Περσῶν πολέμῳ ἐπιδειξάμενον. Θάτερος μέντοι τῶν Κάρου υἱῶν ὁ Καρῖνος εἰς Ῥώμην διάγων χαλεπὸς τοῖς Ῥωμαίοις ἐτύγχανεν, | |
20 | ἀσελγὴς γενόμενος καὶ ὠμὸς καὶ μνησίκακος· ὃς ὑπὸ Διοκλητιανοῦ εἰς Ῥώμην ἐπιδημήσαντος διεφθάρη. ὁ δὲ τῆς τούτων ἀρχῆς χρόνος οὐ γέγονε καθ’ ὁλό‐ κληρον τριετής. Ἐν τούτοις τοῖς χρόνοις Μάνης ὁ τρισκατάρατος | |
25 | ἐκ τῶν Περσῶν εἰς τὴν καθ’ ἡμᾶς οἰκουμένην παρ‐ εισφθαρείς, ἐν ταύτῃ τὸν οἰκεῖον ἰὸν ἐξήμεσεν. ἀφ’ οὗ τὸ τῶν Μανιχαίων ὄνομα μέχρι τοῦ νῦν οὐκ ἐπ‐ έλιπεν. ὃς ποτὲ μὲν παράκλητον ἑαυτὸν καὶ πνεῦμα ὠνόμαζεν ἅγιον, ᾧ τὸ τῆς πονηρίας πνεῦμα προφα‐ | |
30 | νῶς ἐγκατῴκιστο, ποτὲ δὲ Χριστὸν ἑαυτὸν ἐκάλει, | 157 in vol. 3 |
3.158 | ὁ ὑπὸ τῶν δαιμόνων εἰς λειτουργίαν ἐκείνοις χρι‐ σθείς, καὶ μαθητὰς ἐπήγετο δώδεκα, τῆς αὐτοῦ φλυαρίας κοινωνούς τε καὶ κήρυκας, ἣν ἐκ πολλῶν ἀθέων δογμάτων τῶν ἤδη ἀπεσβηκυιῶν αἱρέσεων | |
5 | συνεφόρησε. Διονυσίου μέντοι τοῦ τοὺς ἐν Ῥώμῃ πιστοὺς ποιμαίνοντος ἔτη ἐννέα ἐν ταύτῃ τῇ λειτουργίᾳ ἠνυκότος καὶ μεταστάντος, Φῆλιξ τὸν τῆς Ῥώμης ἱερατικὸν διεδέξατο θρόνων. τούτου δὲ μετὰ χρόνον | |
10 | θανόντος πενταετῆ, Εὐτυχιανὸς ἠξιώθη τῆς Ῥωμαίων ἐπισκοπῆς. οὔπω δὲ μησὶ δέκα καὶ οὗτος ἐπισκοπή‐ σας μετήλλαξε τὴν ζωήν, καὶ ἀντεισήχθη εἰς τὸ τῆς ποιμαντικῆς λειτούργημα Γάιος. οὗπερ ἀμφὶ τὰ πεντεκαίδεκα ἔτη προστάντος τῆς ἐκκλησίας Μαρ‐ | |
15 | κελλῖνος διάδοχος γέγονεν. οὗτοι δ’ ἦσαν ἐν τοῖς χρόνοις τῶν διωγμῶν. ἐν δέ γε τῇ Ἀντιοχέων ἐκκλησίᾳ μετὰ Δόμνον ἐπεσκόπησε Τίμαιος, τὸν δὲ Τίμαιον διεδέξατο Κύριλλος, καὶ μετὰ Κύριλλον Τύραννον ὁ θρόνος ἐδέξατο, καθ’ ὃν ἡ τῶν ἐκκλη‐ | |
20 | σιῶν πολιορκία τὴν ἀκμὴν ἔσχηκε καὶ ἡ τυραννὶς ἀφόρητος γέγονε. τῆς δὲ τῶν Ἱεροσολύμων ἐκκλη‐ σίας μετὰ τὸν Ὑμέναιον προέστη Ζάβδας, οὗ κεκοι‐ μημένου μετ’ οὐ πολὺ Ἕρμων τὸν θρόνον τοῦτον ἐκόσμησεν. ἐν δὲ τῇ Ἀλεξανδρείᾳ, Μαξίμου, τοῦ | |
25 | μετὰ Διονύσιον ἔτεσιν ὀκτωκαίδεκα τὴν ἱερουργίαν ἀνύσαντος, τὸ χρεὼν λειτουργήσαντος, Θεωνᾶς ἐπεσκό‐ πησεν. ὃν διεδέξατο Πέτρος, ὃς καὶ τὸν τοῦ μαρτυ‐ ρίου στέφανον ἤρατο, τὴν κεφαλὴν ἐκτμηθείς. Αἱ μὲν οὖν τῶν ἀρχιερέων τούτων διαδοχαὶ | |
30 | ἔσχον οὕτως. Διοκλητιανὸς δὲ τὴν ἡγεμονίαν λαχών, | 158 in vol. 3 |
3.159 | ὃς Δαλμάτης μὲν ἦν τὸ γένος, πατέρων δ’ ἀσήμων, τινὲς δὲ καὶ ἀπελεύθερον αὐτόν φασιν Ἀνουλίνου συγκλητικοῦ, ἐξ εὐτελῶν στρατιωτῶν δοὺξ Μυσίας ἐγένετο. ἄλλοι δὲ κόμητα δομεστίκων αὐτὸν γενέ‐ | |
5 | σθαι φασί· δομεστίκους δέ τινες τοὺς ἱππέας νομί‐ ζουσι. διαλεγόμενος δὲ τοῖς στρατιώταις διεβεβαίου μὴ κοινωνῆσαι τῷ φόνῳ τοῦ Νουμεριανοῦ· καὶ ἐν τῷ ταῦτα λέγειν στραφεὶς πρὸς τὸν Ἄπρον ἔπαρχον ὄντα τοῦ στρατεύματος “οὗτος” ἔφη “ὁ ἐκείνου φο‐ | |
10 | νεύς,” καὶ αὐτίκα τῷ μετὰ χεῖρας ξίφει αὐτὸν ἀν‐ εῖλεν. ἐν δὲ τῇ Ῥώμῃ γενόμενος τῶν τῆς ἀρχῆς πραγμάτων ἀντεποιεῖτο καὶ τῆς τούτων ἥψατο δι‐ οικήσεως. ἀπιδὼν δὲ πρὸς τὸ τῆς βασιλείας ὑπέρ‐ ογκον, κοινωνὸν αὐτῆς προσλαμβάνεται κατὰ τὸ | |
15 | τέταρτον ἔτος τῆς ἡγεμονίας αὐτοῦ, ἢ καθ’ ἑτέρους κατὰ τὸ δεύτερον, Μαξιμιανὸν τὸν Ἑρκούλιον, μὴ ἑαυτὸν μόνον ἀρκοῦντα πρὸς τοσαύτης ἀρχῆς διοίκη‐ σιν λογισάμενος. Ἄμφω τοίνυν συμπνεύσαντες διωγμὸν ἐγείρουσι | |
20 | κατὰ χριστιανῶν, τῶν πρὶν γεγονότων ἁπάντων σφο‐ δρότερόν τε καὶ ἀγριώτερον. ἐκθύμως γὰρ ἢ μᾶλ‐ λον περιμανῶς τὸ τοῦ θεοῦ ἡμῶν Ἰησοῦ Χριστοῦ ἔσπευδον ἐκ πάσης γῆς ἐξαλεῖψαι σωτήριον ὄνομα. ὅτε κατὰ πᾶσαν πόλιν καὶ χώραν τοσοῦτοι ὑπὲρ τῆς | |
25 | εἰς Χριστὸν ὁμολογίας ἠνδρίσαντο, ὡς μηδ’ ἀριθμῷ σχεδὸν αὐτοὺς ὑπαχθῆναι ῥᾴδιον εἶναι· ἔργον γὰρ τοῦτο τῶν ἄλλων ἁπάντων ἐτίθεντο σπουδαι‐ ότερον. Βουσίρεως δὲ καὶ Κοπτοῦ πόλεων Αἰγυπτιακῶν | |
30 | περὶ τὰς ἐκεῖ Θήβας οἰκουμένων εἰς ἀποστασίαν ἐκκλινασῶν, ὁ Διοκλητιανὸς ἐκστρατεύσας κατ’ αὐ‐ | |
τῶν εἷλέ τε αὐτὰς καὶ κατέσκαψεν. εἶτ’ αὖθις | 159 in vol. 3 | |
3.160 | Ἀλεξάνδρεια καὶ ἡ Αἴγυπτος ἀντῆραν χεῖρα Ῥωμαί‐ οις, Ἀχιλλέως τινὸς εἰς τοῦτο τοὺς Αἰγυπτίους ὑπ‐ αγαγόντος· ἀλλὰ Ῥωμαίων αὐτοῖς ἐπελθόντων σὺν Διοκλητιανῷ, οὐκ ἀντέσχον ἐπὶ πολύ, καὶ πολλοὶ | |
5 | τῶν αἰτίων τῆς στάσεως ἀνῃρέθησαν, καὶ αὐτὸς Ἀχιλλεύς. Διοκλητιανὸς δὲ καὶ Μαξιμιανὸς Καίσαρας ἐχει‐ ροτόνησαν τοὺς ἑαυτῶν κηδεστάς, ὁ μὲν Διοκλη‐ τιανὸς Μαξιμῖνον τὸν Γαλέριον, τὴν οἰκείαν θυγα‐ | |
10 | τέρα συζεύξας αὐτῷ Βαλερίαν· ὁ δ’ Ἑρκούλιος Μαξιμιανὸς Κώνσταντα, ὃς ἐπεκλήθη Χλωρὸς διὰ τὴν ὠχρότητα, θυγατριδοῦν ὄντα Κλαυδίου τοῦ πρὸ μικροῦ βασιλεύσαντος, ὡς ἤδη μοι εἴρηται, καὶ αὐ‐ τὸς τούτῳ τὴν ἑαυτοῦ θυγατέρα Θεοδώραν κατεγ‐ | |
15 | γυήσας. καὶ ἄμφω δὲ τὼ Καίσαρε τούτω γαμετὰς εἰχέτην, ἀλλὰ διὰ τὸ πρὸς τοὺς βασιλεῖς κῆδος τὰς μὲν ἀπώσαντο, ταῖς δὲ τῶν βασιλέων θυγατράσι συνῴκησαν. Ἀμάνδου δέ τινος νεωτερίσαντος ἐν Γαλλίαις, | |
20 | Μαξιμιανὸς ἐκεῖσε γενόμενος τὸν νεωτερισμὸν κατ‐ έστειλε. Κράσσον δὲ Βρεττανίαν κατεσχηκότα ἐπὶ ἐνιαυτοὺς τρεῖς ὁ ἔπαρχος ἀνεῖλεν Ἀσκληπιόδοτος· καὶ πέντε τινῶν Γεντιανῶν τὴν Ἀφρικὴν κατασχόν‐ των ὁ Ἑρκούλιος τούτους κατηγωνίσατο. | |
25 | Ὁ δέ γε Καῖσαρ Κώνστας ἐν ταῖς Γαλλίαις πρὸς Ἀλαμαννοὺς μαχόμενος τῆς αὐτῆς ἡμέρας ἥττητο καὶ νενίκηκε. πρότερον μὲν γὰρ τῶν Ἀλαμαννῶν τῇ αὐτοῦ στρατιᾷ μετὰ ῥύμης ἐφορμησάντων σφοδρᾶς, εἰς φυγὴν ἐτράπησαν ἅπαντες. οἷς καὶ αὐτὸς ὁ Κώνστας | |
30 | συναποδιδράσκων ἑάλω ἂν παρὰ βραχύ. ὀπίσω γὰρ ἐρχόμενος κεκλεισμένας εὗρε τὰς πύλας τῆς πόλεως. | |
οἱ δὲ διώκοντες ἐγγίζοντες ἤδη ἕτοιμοι ἦσαν ἐκεῖνον | 160 in vol. 3 | |
3.161 | συλλήψεσθαι, καὶ κἂν ἀπήχθη δέσμιος, εἰ μὴ σχοί‐ νους ἐκ τοῦ τείχους ἄνωθεν καθιμήσαντες ταύταις αὐτὸν ἀνιμήσαντο. οὕτω δὲ περισωθεὶς καὶ τῆς πό‐ λεως ἐντὸς γεγονώς, καὶ τὴν στρατιὰν ἀθροίσας αὐ‐ | |
5 | τίκα καὶ λόγοις αὐτὴν παρακλητικοῖς εἰς ἀλκὴν δι‐ εγείρας καὶ θάρσος οἷον ἐμπνεύσας αὐτῇ, ἔξεισιν εὐθὺς καὶ συμμίξας τοῖς πολεμίοις νικᾷ νίκην περιφανῆ, ὥστε περὶ ἑξήκοντα χιλιάδας ἐκείνων πεσεῖν. | |
10 | Περσῶν δὲ Ναρσοῦ βασιλεύοντος, ὃς ἕβδομος ἀναγράφεται βασιλεῦσαι Περσῶν ἀπὸ Ἀρταξέρξου, οὗ πρόσθεν ἡ ἱστορία ἐμνημόνευσεν ὡς αὖθις Πέρ‐ σαις ἀνανεωσαμένου τὴν βασιλείαν· μετὰ γὰρ τὸν Ἀρταξέρξην τοῦτον ἢ Ἀρταξάρην, διώνυμον ὄντα, | |
15 | Σαπώρης ἦρξε Περσῶν, καὶ μετ’ ἐκεῖνον Ὁρμίσδας, εἶτα Οὐαραράνης, καὶ μετὰ τοῦτον Οὐαραράκης, καὶ αὖθις ἄλλος Οὐαραράνης, καὶ ἐπὶ τούτοις Ναρσῆς· τοῦ Ναρσοῦ τοίνυν τούτου τότε τὴν Συρίαν ληιζο‐ μένου, τὸν ἴδιον γαμβρὸν τὸν Γαλέριον Μαξιμῖνον | |
20 | ὁ Διοκλητιανός, διὰ τῆς Αἰγύπτου ἐπὶ τοὺς Αἰθίο‐ πας ἀπιών, συμβαλεῖν αὐτῷ μετὰ δυνάμεως ἀξιο‐ μάχου ἐξέπεμψεν. ὃς καὶ συμμίξας τοῖς Πέρσαις ἡττήθη καὶ ἔφυγεν. αὖθις δὲ μετὰ πλείονος αὐτὸν ὁ Διοκλητιανὸς ἐξέπεμψε στρατιᾶς. συμβαλὼν οὖν | |
25 | αὐτοῖς πάλιν, οὕτως ἐνίκησεν ὡς καὶ τὴν προτέραν ἧτταν ἀνακαλέσασθαι. τούς τε γὰρ πλείονας ἀπ‐ έκτεινε τῶν Περσῶν καὶ τὸν Ναρσῆν τρωθέντα μέχρι τῆς ἐνδοτέρας Περσίδος ἐδίωκε, καὶ τὰς τού‐ του γυναῖκας καὶ τοὺς παῖδας καὶ ἀδελφὰς αἰχμαλώ‐ | |
30 | τους ἀπήγαγε, καὶ χρήματα ὅσα ἐπήγετο Ναρσῆς στρατευόμενος ἐχειρώσατο, καὶ πολλοὺς τῶν ἐν Πέρ‐ | |
σαις ἐπιφανῶν. ἀναρρωσθεὶς δ’ ἐκ τοῦ τραύματος | 161 in vol. 3 | |
3.162 | ὁ Ναρσῆς πρεσβείαν πρὸς Διοκλητιανὸν καὶ Γαλέριον ἐποιήσατο, τοὺς παῖδας καὶ τὰς γυναῖκας ἀποδοθῆναι αὐτῷ ἀξιῶν σπονδὰς θέσθαι εἰρηνικάς. καὶ ἔτυχε τῆς αἰτήσεως, ἐκστὰς τοῖς Ῥωμαίοις ὅσων ἐβούλοντο. | |
5 | Καὶ ἄλλους δὲ πολλοὺς πολέμους κατώρθωσαν Διοκλητιανὸς καὶ Μαξιμιανός, τοὺς μὲν δι’ ἑαυτῶν ἢ τῶν Καισάρων, τοὺς δὲ διὰ στρατηγῶν, καὶ τοὺς ὅρους τῆς βασιλείας ἐπλάτυναν. οἷς ἐπαρθεὶς ὁ Διοκλητιανὸς καὶ μέγα φρονήσας οὐκέτι προσαγορεύε‐ | |
10 | σθαι παρὰ τῆς γερουσίας ὡς πρῴην ἠνείχετο, ἀλλὰ προσκυνεῖσθαι ἐθέσπισε, καὶ τὰς ἐσθῆτας ἑαυτοῦ καὶ τὰ ὑποδήματα χρυσῷ καὶ λίθοις καὶ μαργάροις ἐκό‐ σμησε, καὶ πλείονα πολυτέλειαν τοῖς βασιλικοῖς παρασήμοις ἐνέθετο. οἱ πρῴην γὰρ βασιλεῖς κατὰ | |
15 | τοὺς ὑπάτους τετίμηντο, καὶ τῆς βασιλείας παρά‐ σημον μόνον εἶχον πορφυροῦν περιβόλαιον. Τοῦ διωγμοῦ δ’ ἐπιταθέντος, καὶ ἀναριθμήτων ἀνδρῶν καὶ γυναικῶν ὑπὲρ τῆς εἰς Χριστὸν ὁμολο‐ γίας θνησκόντων, καὶ τῶν πιστῶν ἔτι πλεοναζόντων, | |
20 | ἐκμανέντες οἱ τύραννοι οὗτοι περὶ τὸ ἐννεακαιδέκα‐ τον ἔτος τῆς Διοκλητιανοῦ βασιλείας θεσπίσματα πανταχοῦ διεπέμψαντο καθαιρεῖσθαι καὶ κατασκά‐ πτεσθαι τὰς τῶν χριστιανῶν ἐκκλησίας κελεύοντα καὶ τὰς βίβλους αὐτῶν κατακαίεσθαι καὶ τοὺς | |
25 | ἱερεῖς αὐτῶν ὡς διδασκάλους καὶ κήρυκας τῆς πίστεως ἀσυμπαθῶς προσαπόλλυσθαι, τῶν δ’ ἄλλων τοὺς ἀξίαις ἢ στρατείαις κατειλεγμένους ἀτίμως ἐξελαύνεσθαι καὶ τῆς ἀξίας καὶ τῆς στρατείας, τοὺς | |
δὲ τύχης ἰδιώτιδος ὄντας δουλοῦσθαι. | 162 in vol. 3 | |
3.163 | Ἤδη δὲ εἰκοστὸν διανύσαντος ἐνιαυτὸν Διοκλη‐ τιανοῦ παρὰ τῇ ἀρχῇ, ἐκ συμφώνου ἄμφω τὼ αὐτο‐ κράτορε τὴν βασιλείαν ἀπέθεντο, δημοσίᾳ μὲν τὸν ὄχλον τῶν πραγμάτων ἀποσκευάζεσθαι λέγοντες· οἷς | |
5 | δὲ τὰ τῆς καρδίας ἐξεκάλυπτον κρύφια, ἐξ ἀπονοίας ὡμολόγουν ἀποτίθεσθαι τὴν ἀρχήν, ὅτι μὴ περιγενέ‐ σθαι χριστιανῶν ἠδυνήθησαν μηδ’ ἀποσβέσαι τὸ χριστώνυμον κήρυγμα, μηδὲ τῆς βασιλείας ἀπολαύ‐ ειν αἱρούμενοι. ἀποθέμενοι δὲ τὴν ἀρχὴν κατὰ τὴν | |
10 | αὐτὴν ἡμέραν ἐκ συνθήματος ὁ μὲν ἐν Νικομηδείᾳ, ὁ δὲ Μαξιμιανὸς ἐν Μεδιολάνῳ, καὶ ἰδιωτεύσαντες, Διοκλητιανὸς μὲν ἐν Σάλωνι πόλει τῆς Δαλματίας διῆγεν, ἥτις ἦν αὐτοῦ καὶ πατρίς, ὁ δ’ Ἑρκούλιος ἐν Λουκανίᾳ. πρὸ δὲ τῆς ἀποθέσεως τῆς ἀρχῆς τὸν | |
15 | ἐπὶ τῇ νίκῃ τῶν Περσῶν ἐπανελθόντες ἐν Ῥώμῃ κατήγαγον θρίαμβον, ἐν ᾧ τάς τε τοῦ Ναρσοῦ γα‐ μετὰς καὶ τὰ τέκνα καὶ τὰς ὁμαίμονας ἐθριάμβευσαν καὶ ἀρχηγοὺς ἑτέρων ἐθνῶν καὶ τὸν πλοῦτον ὅσον ἐκ Περσῶν ἐληίσαντο. | |
20 | Ἀλλ’ ἐνταῦθα δηλωθῆναι καλὸν ὅθεν τὸ τοῦ θριάμβου ἐξείληπται ὄνομα. φασὶν οὖν κληθῆναι τοῦτον ἐκ τῶν θρίων, ἅ ἐστι τὰ τῆς συκῆς φύλλα. πρὸ γὰρ τοῦ τὰ προσωπεῖα ἐπινοηθῆναι τοῖς σκηνι‐ κοῖς συκῆς φύλλοις τὰ ἑαυτῶν καλύπτοντες πρόσ‐ | |
25 | ωπα δι’ ἰάμβων ἐποιοῦντο τὰ σκώμματα· καὶ οἱ στρα‐ τιῶται δὲ ἐν ταῖς ἐπινικίοις πομπαῖς φύλλα συκῆς ταῖς ἑαυτῶν ἐπάγοντες ὄψεσιν εἰς τοὺς τὰς πομπὰς ποιοῦντας ἀπέσκωπτον· κἀντεῦθεν ὀνομασθῆναι νο‐ | |
μίζεται θριάμβους τὰς ἐπινικίους πομπάς. ἕτεροι δέ | 163 in vol. 3 | |
3.164 | φασιν ὀνομασθῆναι τὸν θρίαμβον, ὅτι ἐκ τριῶν οἱ τὴν πομπὴν πληροῦντες συνίσταντο τάξεων, τῆς συγκλήτου, τοῦ δήμου, καὶ τῶν στρατιωτῶν, καὶ ἐκ τοῦ βαίνειν ὁμοῦ τὰς τάξεις τὰς τρεῖς τρίαμβόν | |
5 | τινα κληθῆναι, ἀντὶ δὲ τοῦ τ τὸ θ παραληφθῆναι διὰ τὸ εὐφωνότερον. Μετὰ δὲ τὴν ἐπινίκιον ταύτην πομπὴν ἐκεῖνοι μὲν τῆς ἐξουσίας ἀπέστησαν, τοὺς Καίσαρας δ’ ἀν‐ έδειξαν αὐτοκράτορας, μερίσαντες αὐτοῖς τὴν ἀρχήν, | |
10 | καὶ τὴν μὲν ἑῴαν μοῖραν τῷ Γαλερίῳ προσκληρώ‐ σαντες Μαξιμίνῳ σὺν τῷ Ἰλλυρικῷ, τῷ Χλωρῷ δὲ Κώνσταντι προσνείμαντες τὰ ἑσπέρια σὺν τῇ Ἀφρι‐ κῇ. τούτων δὲ οὕτω γεγονότων οἱ στρατιῶται, οἳ πραιτωριανοὶ ἐκαλοῦντο, τὸν υἱὸν τοῦ Ἑρκουλίου | |
15 | Μαξιμιανοῦ τὸν Μαξέντιον βασιλέα ἐν τῇ Ῥώμῃ ἀνεῖπον. Ἐκ τοίνυν τῶν τριῶν τούτων ὁ μὲν Κώνστας ἐν Βρεττανίαις καὶ ταῖς Κοττίαις Ἄλπεσι καὶ ταῖς Γαλλίαις κρατῶν τοῖς τὸν Χριστὸν σεβομένοις μάλα | |
20 | ἐπιεικῶς προσεφέρετο, ἀλλὰ μέντοι καὶ πᾶσι τοῖς ὑπ’ αὐτόν, καὶ ὑπερόπτης χρημάτων ἐτύγχανε. Μαξιμῖνος δὲ τῆς ἑῴας ἄρχων καὶ κατὰ χριστιανῶν διωγμὸν κεκίνηκεν ἐπαχθέστατον καὶ τοῖς ἄλλοις τῶν ὑπηκόων βαρύτατα προσεφέρετο. γυναικομανέ‐ | |
25 | στατος γὰρ καὶ μοιχικώτατος ὢν οὐκ ἰδιώτιδας μό‐ νον γυναῖκας ἀκούσας ἐλάμβανε καὶ ταύτας ἐμοί‐ χευεν, ἀλλὰ καὶ τὰς τῶν περιφανῶν ἀνδρῶν γαμετὰς βίᾳ τῶν ἀνδρῶν ἀποσπῶν καὶ ἐνυβρίζων αὐταῖς οὕτως πρὸς τοὺς ἰδίους ταύτας συνεύνους ἀνέπεμπε. | |
30 | μαντείαις δ’ ἦν προσεσχηκὼς τοσοῦτον ὡς μηδὲ τοὐλάχιστον ἄνευ ποιεῖν μαντειῶν, καὶ διὰ τιμῆς | |
αὐτῷ οἱ ποιοῦντες τὰ ἀπόρρητα ἤγοντο. οὗτος τῶν | 164 in vol. 3 | |
3.165 | εὐσεβῶν πανωλεθρίαν κατεψηφίσατο, καὶ τὰς ὑπ‐ άρξεις αὐτῶν δημεύεσθαι ἀπεφήνατο, οὐδὲν ἕτερον τοῖς ἀναιτίοις προσάπτων αἰτίαμα ἢ τὴν θεογνωσίαν καὶ τὴν πίστιν τὴν εἰς Χριστόν. | |
5 | Μαξέντιος δ’ ἐν Ῥώμῃ οὐδέν τι μετριώτερος τύραννος τοῖς ὑπηκόοις ἐτύγχανεν ὤν, ἀλλ’ ἐπ’ ἴσης τῷ Μαξιμίνῳ διεῖπε τὰ τῆς ἀρχῆς, λυττῶν κἀκεῖνος κατὰ τῶν ὑπὸ χεῖρα χριστιανῶν, καὶ πάσαις αὐτοὺς ὑπάγων κακώσεσι, καὶ πρὸς πάντας δὲ τοὺς ὑπ’ αὐ‐ | |
10 | τὸν πικρότατα διακείμενος. σφαγάς τε γὰρ πολλῶν περιφανῶν ἀνδρῶν ἐξ οὐδεμιᾶς ἐνδίκου δίκης ἐτί‐ θετο, καὶ μοιχείας ὁσημέραι εὐγενῶν ἐτόλμα γυναίων καὶ παρθένων φθοράς, ἐνυβρίζων αὐταῖς ἀναιδέστα‐ τα, καὶ οὐσιῶν ἀφαιρέσεις ἀδίκους τοῖς εὐποροῦσιν | |
15 | ἐπῆγε, καὶ καιναῖς εἰσπράξεσι καὶ βαρείαις ἐπίεζε τὸ ὑπήκοον. Οὗτος ἐν Ῥώμῃ εὐγενεστάτης τινὸς γυναικός, ἀλλὰ μέντοι καὶ σώφρονος ἀνδρὶ συζώσης τῶν ἐν Ῥώμῃ ἐπιφανῶν ἐρασθεὶς ἀκόλαστον ἔρωτα, ἔστειλε | |
20 | τοὺς τὰ τοιαῦτα διακονουμένους αὐτῷ τὸ γύναιον ἄξοντας. ὡς δ’ ἐκεῖνο ἐπιστάντας τῷ οἴκῳ τοὺς προ‐ αγωγοὺς ἔγνω, καὶ τὴν αἰτίαν τῆς αὐτῶν ἐπιδημίας ἐμεμαθήκει, καὶ ἀπαραίτητον τὴν πρὸς τὸν τύραννον ἀπέλευσιν ᾔσθετο, ὁ γὰρ ἀνὴρ αὐτῆς φόβῳ τοῦ θα‐ | |
25 | νεῖν ὑποπτήσσων λαβεῖν τὴν γυναῖκα καὶ ἄγειν ἐπ‐ έτρεπεν, ἑτέρωθεν δ’ οὐκ ἦν αὐτῇ ἐπικούρημα, ὥραν αὐτῇ βραχεῖαν ἐνδοῦναι ᾐτήσατο, ἵν’ ἐπικοσμηθείη καὶ οὕτω σὺν αὐτοῖς ἀπελεύσοιτο. ἦν δὲ καὶ τὸν Χριστὸν ἡ γυνὴ σεβομένη καὶ τὸ θεῖον μεμυημένη | |
30 | μυστήριον. εἰσῆλθεν οὖν εἰς τὸν ἑαυτῆς κοιτωνί‐ | 165 in vol. 3 |
3.166 | σκον, καὶ μονωθεῖσα διεχειρίσατο ἑαυτήν, ἵν’ ἀνύ‐ βριστος μείνῃ καὶ τὴν σωφροσύνην μὴ πρόοιτο, ἑλομένη τὸν ἑκούσιον θάνατον, καὶ τὸ σῶμα νεκρὸν τοῖς προαγωγοῖς καὶ τῷ ἐναγεῖ ἐραστῇ καταλείψασα. | |
5 | Οἱ μὲν οὖν οὕτως ἦρχον, Διοκλητιανὸς δὲ καὶ Μαξιμιανὸς ἰδιωτεύοντες ἔθανον. περὶ δὲ τῆς σφῶν τελευτῆς διαφωνοῦσιν οἱ συγγραφεῖς. ὁ μὲν γὰρ Εὐσέβιος ἐν τῷ ὀγδόῳ λόγῳ τῆς ἐκκλησιαστικῆς ἱστορίας ἔκστασιν τὸν Διοκλητιανὸν ὑποστῆναι λέγει | |
10 | φρενῶν καὶ νόσῳ χρονίᾳ τὸ σῶμα κατασκελετευθέντα βιαίως τὴν ἀθλίαν αὐτοῦ ψυχὴν ἀπερεύξασθαι, τὸν δέ γε Μαξιμιανὸν τὸν Ἑρκούλιον ἀγχόνῃ ἑαυτὸν τῆς ζωῆς ὑπεξαγαγεῖν· ἕτεροι δ’ οὐχ οὕτως ἱστοροῦσι τούτους θανεῖν, ἀλλὰ μεταμεληθέντας καὶ τῆς ἀρχῆς αὖθις | |
15 | ἐπιλαβέσθαι βουλευομένους φωραθῆναι καὶ δόγματι τῆς συγκλήτου ἀναιρεθῆναι. Εἰσὶ δὲ καὶ οἳ τὸν Ἑρκούλιον λέγουσι τῆς βασι‐ λείας αὖθις ἐφιέμενον τῷ Διοκλητιανῷ κοινώσασθαι τὸ αὖθις πειραθῆναι τὴν βασιλείαν ἀναλαβεῖν· τὸν | |
20 | δὲ παραιτήσασθαι. ἐκεῖνον δὲ πρὸς τὸ τῶν Ῥωμαί‐ ων παρελθόντα συνέδριον φάναι μὴ ἀρκεῖν τὸν υἱὸν αὐτοῦ εἰς τὴν τῶν κοινῶν πραγμάτων διοίκησιν. κινηθέντων δὲ τῶν στρατιωτῶν πρὸς θυμὸν ἐπὶ τῷ λόγῳ αὐτοῦ ὡς σφετεριζομένου τὴν ἀρχήν, τὸν Ἑρ‐ | |
25 | κούλιον τὸν κίνδυνον δείσαντα μὴ οὕτω γνώμης ἔχειν εἰπεῖν, ἀλλὰ διάπειραν τῶν στρατευομένων ποιούμενον, ὅπως ἔχουσι πρὸς τὸν υἱὸν αὐτοῦ δια‐ θέσεως, ταῦτα εἰπεῖν· καὶ οὕτω καταστεῖλαι τὸν θόρυβον τῶν στρατιωτῶν. εἶτα εἰς Γαλλίας ἐλθεῖν | |
30 | πρὸς τὸν μέγαν Κωνσταντῖνον, κηδεστὴν αὐτοῦ καὶ | 166 in vol. 3 |
3.167 | αὐτὸν ὄντα ἐπὶ Φαύστᾳ τῇ αὐτοῦ θυγατρί, κἀκείνῳ ἐπιβουλεύοντα καὶ πειρώμενον τὴν ἐκείνου βασιλείαν λαβεῖν· γνωσθῆναι δὲ κἀκεῖσε καὶ ἀποκρουσθῆναι τοῦ ἐγχειρήματος, καὶ οὕτως ἀπάγξασθαι. | |
5 | Ἀλλ’ οὗτοι μὲν ἑνί γέ τῳ τρόπῳ τῶν εἰρημένων τὴν ζωὴν ἐξεμέτρησαν, Κώνστας δὲ ἑνδέκατον ἠνυ‐ κὼς ἐνιαυτὸν παρὰ τῇ ἀρχῇ ἐξ ὅτου Καῖσαρ ἀνηγο‐ ρεύθη, καὶ ἠπίως ἄρξας καὶ προσηνῶς, ἐν Βρεττα‐ νίαις διάγων κατέλυσε τὴν ζωήν, πένθος ἑαυτοῦ | |
10 | τοῖς ὑπ’ αὐτὸν καταλελοιπὼς διὰ τὴν χρηστότητα, πρότερον τὸν πρεσβύτερον τῶν οἰκείων υἱῶν τῆς ἀρχῆς καταστήσας διάδοχον, τὸν μέγαν δηλαδὴ Κων‐ σταντῖνον, ὃν ἐκ τῆς προτέρας αὐτοῦ ἐγείνατο γα‐ μετῆς. εἶχε δὲ κἀκ τῆς δευτέρας τῆς τοῦ Ἑρκου‐ | |
15 | λίου θυγατρὸς Θεοδώρας ἑτέρους υἱούς, Κωνσταν‐ τῖνον, Ἀναβαλλιανὸν καὶ Κωνστάντιον. προτετίμητο δὲ τούτων ὁ μέγας Κωνσταντῖνος, ὅτι ἐκεῖνοι τῷ πατρὶ ἀνεπιτήδειοι πρὸς τὴν βασιλείαν ἐκρίθησαν. τὸ δ’ ὅλον ἦν ἐκ θεοῦ οἰκονομηθὲν ὑπὲρ τοῦ θείου | |
20 | κηρύγματος, ἢ μᾶλλον καὶ ὑπὲρ πάντων τῶν τῇ Ῥωμαίων ὑποκειμένων ἀρχῇ, ἵνα δι’ αὐτοῦ καταλυ‐ θεῖεν αἱ τυραννίδες. λέγεται γὰρ ὅτι νοσοῦντι τῷ Κώνσταντι καὶ ἀθυμοῦντι διὰ τὴν ἐπὶ τοῖς ἄλλοις παισὶν ἀποτυχίαν ἄγγελος ἐπέστη, τῷ Κωνσταντίνῳ | |
25 | κελεύων τὴν ἐξουσίαν καταλιπεῖν. Τοῦτον δὴ τὸν Κωνσταντῖνον ὁ πατὴρ μειράκιον ὄντα τῷ Γαλερίῳ εἰς ὁμηρείαν παρέσχετο, ἵν’ ὁμη‐ ρεύων ἅμα καὶ πρὸς ἄσκησιν γυμνάζοιτο τῆς τέχνης | |
τῆς στρατιώτιδος. ὁ δὲ περιδέξιον τοῦτον ὁρῶν καὶ | 167 in vol. 3 | |
3.168 | φθονῶν αὐτῷ ἐπεβούλευε. καὶ πρῶτον μὲν τοῖς Σαρμάταις μαχόμενος τῷ ἐκείνων ἀρχηγῷ ἐκ τῆς πανοπλίας ἐπισήμῳ τυγχάνοντι προσέταξεν ἐπελθεῖν. ὁ δὲ καὶ ἐπῆλθε καὶ ἁρπάσας αὐτὸν ζῶντα τῷ Γα‐ | |
5 | λερίῳ ἐκόμισεν. εἶτα λέοντα φρικτόν τινα θῆρα καὶ παλαμναῖον ἐκέλευσε δέξασθαι. ὁ δὲ καὶ τοῦτον τὸν ἄεθλον ἤνυσεν ἐπικινδύνως μέν, τῆς θείας δέ γε χά‐ ριτος συντηρούσης αὐτόν. γνοὺς δ’ ἐντεῦθεν φθο‐ νούμενος παρὰ τοῦ Γαλερίου καὶ ἐπιβουλευόμενος, | |
10 | νυκτὸς μετά τινων οἷς ἐθάρρει ἀπέδρα καὶ πρὸς τὸν πατέρα ἐπανελήλυθε. Καὶ ὁ μὲν οὕτως τόν τε κίνδυνον διαπέφευγε καὶ τῆς πατρῴας βασιλείας ἠξίωτο. Μαξιμῖνος δὲ κοινωνὸν τῆς ἀρχῆς τὸν Λικίνιον προσειλήφει, ἐκ | |
15 | Δακῶν ἕλκοντα τὴν τοῦ γένους σειρὰν καὶ γαμβρὸν ὄντα ἐπ’ ἀδελφῇ τοῦ μεγάλου Κωνσταντίνου. κοι‐ νωνὸν δὲ τῆς βασιλείας αὐτὸν ποιησάμενος τὸν μὲν ἐν τῷ Ἰλλυρικῷ καταλέλοιπεν, ἵν’ ἀμύνῃ τοῖς Θρᾳξὶν ὑπὸ βαρβάρων ληιζομένοις, ἐκεῖνος δ’ εἰς Ῥώμην | |
20 | ἀφίκετο μαχόμενος πρὸς Μαξέντιον. εἶτα τοὺς οἰκείους ὑπόπτους σχὼν στρατιώτας, καὶ φοβηθεὶς μὴ πρόσθοιντο τῷ ἐχθρῷ, ἀπέστη τῆς μάχης καὶ ἀν‐ εχώρησε. μεταμεληθεὶς δ’ ἐπὶ τῇ προσλήψει τοῦ Λικινίου, πρότερον μὲν λαθραίως αὐτῷ ἐπεβούλευεν, | |
25 | εἶτα καὶ μάχην κατ’ αὐτοῦ εἰς τοὐμφανὲς συνεστή‐ σατο. καὶ συμβαλὼν αὐτῷ τρέπεται, καὶ ἡττώμενος ἔφυγε, καὶ ἐν τῇ φυγῇ ἑαυτὸν διεχρήσατο. | |
Οἱ μὲν οὖν τοιούτῳ τέλει καταλῦσαι τὴν ζωὴν | 168 in vol. 3 | |
3.169 | τὸν Μαξιμῖνον ἱστόρησαν, οἱ δὲ κατὰ χριστιανῶν ἐκμανέντα μετελθεῖν αὐτὸν τὴν θείαν παραδεδώκα‐ σι δίκην. ἕλκος γὰρ ἐνσκῆψαν αὐτοῦ περὶ τὸν βου‐ βῶνα καὶ τὴν αἰδῶ χαλεπώτατον τὰ τῆς ἀκολασίας | |
5 | αὐτοῦ ἐπιβόσκεσθαι ὄργανα. ἐκ δέ γε τῆς σήψεως τούτων καὶ σκώληκας ἀναβράσσεσθαι, καὶ εἶναι τὸ πάθος ἀνίατον. ἰατρῶν δὲ τοὺς μὲν αὐτόθεν ἀπ‐ αγορεύοντας τὴν ἐγχείρησιν ὠμῶς ἀποσφάττεσθαι, τοὺς δ’ ἐπιχειροῦντας μέν, μὴ δυναμένους δ’ ἀκέ‐ | |
10 | σασθαι, κτείνεσθαι ἀπηνέστατα, ὅτι μὴ κατώρθουν ἀδύνατα. ὀψὲ δ’ οὖν ὑποτοπῆσαι τὸν τύραννον διὰ τοὺς ἀδίκους φόνους τῶν τὸν Χριστὸν σεβομένων τιννύναι δίκην, καὶ ἐκθέσθαι θεσπίσματα πανταχοῦ κελεύοντα παυθῆναι τὸν κατὰ χριστιανῶν διωγμόν, | |
15 | καὶ ζῆν ἐκείνους καὶ θρησκεύειν ὡς βούλοιντο, εὔ‐ χεσθαί τε ὑπὲρ αὐτοῦ. κἀνταῦθα δὲ διττοὶ λέγονται λόγοι. ὁ μὲν γὰρ ἀπαλλαγῆναι τοῦ πάθους αὐτὸν παρὰ πᾶσαν ἐλπίδα φησίν, εἶτ’ αὖθις ἐπεγεῖραι τὸν διωγμόν, καὶ ἀδιόρθωτον μεῖναι, ἕως οὗ τοῦ ἐν χειρὶ | |
20 | κυρίου ποτηρίου τὸν τρυγίαν ἐξέπιεν· ὁ δ’ ἕτερος ἀρνεῖται τῷ ἀσεβεῖ τὴν ἀνάρρωσιν, ὡς ἐκ τῆς εἰ‐ ρημένης τελευτήσαντι νόσου καὶ ἀνενεγκόντι διὰ στό‐ ματος σκώληκας. Ὁ μὲν οὖν καθ’ ἕνα τρόπον τῶν ἱστορηθέντων | |
25 | βιαίως ἀπέρρηξε τὴν ζωήν. | 169 in vol. 3 |