TLG 3130 009 :: THEOPHYLACTUS SIMOCATTA :: De vitae termino

THEOPHYLACTUS SIMOCATTA Epist. Hist., vel Theophylactus Simocattes
(Aegyptius Constantinopolitanus: A.D. 7)

De vitae termino

Source: Zanetto, G. (ed.), Teofilatto Simocatta. De vitae termino [Κοινωνία 3] Naples: d’Auria, 1979: 37–52.

Citation: Section — (line)

1

(1t)

Θεοφυλάκτου ἀπὸ ἐπάρχων τοῦ Σιμοκάτου
2tζήτημα προσωποποιΐα, ὅτι ὅροι ζωῆς τοῖς
3tἀνθρώποις ἀποκεκλήρωνται, Θεογνώστου κα‐
4tτὰ Θεοφράστου
4Ἔδει μὲν τὸν Θεόφραστον ἱεροπρεπῆ περιβεβλημένον εὐλά‐
5βειαν δικαιοσύνης τε στολὴν ἀμπεχόμενον καὶ τὴν τῆς σεμνο‐ πρεποῦς κατηφείας αἰδῶ περικείμενον ἔνδον τὴν γλῶτταν τῶν ὅρων διαφρουρεῖν καὶ ταῖς ἀγκύραις τῶν δογμάτων ἐλλιμενί‐ ζεσθαι καὶ εἴσω που διαθέειν τῆς νύσσης καὶ μὴ βάλλειν πόρρω που τοῦ σκοποῦ μήτε παρηχεῖν ἀναρμόνια μήτε καθυλακτεῖν
10ἀμουσότατα μήτε τοῦ κέντρου χωρὶς περιγράφειν τὸν κύκλον ἢ στάθμης 〈καὶ〉 κανόνος ἐκτὸς τεκταίνεσθαι τὰ παράλογα, ἵνα μὴ τὸ ἄηθες τῆς ἐκκλησίας νομοθετῶν καὶ μέγα τι καὶ παμμέγεθες πλημμελῶν τῷ ἐκχύτῳ τῆς ἐγχειρήσεως τῆς μεγίστης τῶν ἱερῶν συντάξεων ‘ἀποσυνάγωγος γένηται‘.
15 Ἐπεὶ δὲ τὰς λεωφόρους καὶ βασιλικὰς ἀποδοκιμάζειν τρί‐ βους ἐφίεται καὶ πρὸς τὰς ἀδοκιμωτέρας τῶν ἀτραπῶν κατασύ‐ ρεται, ἔνθα κομᾷ μὲν ἡ ἄκανθα καὶ ἡ βάτος παρρησιάζεται καὶ πέφυκε λόχμη καὶ αἱμασιὰ ὑπεστόρηται καὶ λεῖον οὐδὲν ἢ εὐθὲς πολιτεύεται, τούτου τῇ βακτηρίᾳ τοῦ λόγου καθάψομαι καὶ τῶν
20ἱερῶν περιβόλων ὡς κακὸν κολλυβιστὴν ἀποπέμψομαι εὐαγγελικὴν πορισάμενος μάστιγα, ὅπως μὴ κακῶς τὸν λόγον
ἐμπορευόμενος τὸ ἱερὸν τῆς ἐκκλησίας βεβηλώσῃ τέμενος. Ἀλλὰ μή μου τοῦγ’ ἕνεκα, ἄνδρες δικασταὶ καὶ θεσμοφύ‐ λακες, καταδιαιτήσητε μῶμον τῷ κέντρῳ τῶν ῥημάτων τὰ με‐37
25γέθη τοῦ θράσους διαμετρήσαντος· οὐ περὶ μικροῦ γὰρ ἡμῖν ὁ ἀγών. ἀμέσως διαιτητοῦ τέμενος προσελθεῖν εἱλόμεθα τήμερον, ἐπεὶ οὔτε φιλόδικος ἢ φιλαθήναιος ὁ τρόπος ἡμῖν, μᾶλλον δὲ φιλευαγγελικὸς καὶ ἀποίκιλος καὶ δικαστηρίων οὐκ ἀνεχόμενος, ὅς γε καὶ τοῖς ἀδικοῦσιν ἐν ὕβρει παρεγγυᾷ μὴ ἀντιτείνειν, ἀλλὰ
30καὶ ῥαπίζουσι πεφυκέναι πειθήνιον· εἰ μή που γὰρ τὴν φαραωνίτιδα τοῦ ἀντιτείνειν ὄντως ἀπείθειαν ἀνειλόμεθα πρὸς τὸ συνοῖσον δυσάρεστον ἔχουσαν τὴν παράκλησιν, οὐκ ἂν ἐπὶ τουτονὶ τὸν ἀγῶνα κατεχωρήσαμεν καὶ τῇ κόνει τῆς παλαίστρας προσωμιλήσαμεν. δέος γὰρ οὐ τὸ τυχόν, μή πως ὀβε‐
35λισθείη που τὰ καθήκοντα, καὶ νεωτέρων ἡμῖν κηρυγμάτων ὄψεις ἐπιφανείησαν, μορμολυκείων ὥσπερ ἐγχειρημάτων τινῶν θέαν ἐπι‐ φερόμενα.
37 Τίς γὰρ ὅρους μὴ καθεστάναι ζωῆς αὐτὸν ἐξεπαίδευσε; ποῦ τῶν ἱερῶν γραμμάτων ἀκήκοε πώποτε τὴν πλανήτιδα τῆς ζωῆς ἀοριστίαν τοὺς ἀνθρώπους κληρώσασθαι; εἰ γὰρ οὐράνιον κύτος
40προφητικῶς θείᾳ παλάμῃ καταμεμέτρηται καὶ ἀριθμὸς ‘ἀγ‐ γέλων θεοῦ‘ τῇ δημιουργῷ σοφίᾳ διέγνωσται, ἵνα σοι καὶ τὸ Μωσέως παρυφάνωμεν λόγιον, ‘ὅριά‘ τε ‘ἐθνῶν‘ καὶ μερίδες λαῶν τοῖς ἀγγέλοις κεκληροδότηνται καὶ ‘τρίχες κεφαλῆσ‘ τῷ θεῷ κατηρίθμηνται, πῶς οὐχὶ καὶ ὅροι ζωῆς τοῖς ἀνθρώποις
45πεπήγασι, δημιουργικῇ τινι φροντίδι προελθόντες εἰς ὕπαρξιν;
ἢ οὐχὶ ‘πάντα μέτρῳ καὶ σταθμῷ‘ ὁ κτίσας ἡμᾶς κατὰ τὴν γραφὴν ἐταλάντευσεν; ἄπαγε τῆς ἀτοπίας, ὦ τᾶν. ἥλιος, φησίν, ‘ἔστη ἐν τῇ τάξει‘ αὐτοῦ καὶ ἡ σελήνη τὴν ἑαυτῆς δύσιν ἐπέγνωκεν, καὶ ‘ἀπ’ ἄκρου τοῦ οὐρανοῦ ἡ ἔξοδοσ‘38

1

(50)

αὐτῶν ‘καὶ τὸ κατάντημα ἕωσ‘ ἄκρων οὐρανο, καὶ ‘εἰς σημεῖα καὶ εἰς καιροὺς καὶ εἰς ἐνιαυτοὺσ‘ ἐκ τοῦ παραγα‐ γόντος ὡρίσθησαν· οὕτως ἀριστοτεχνίας τάξει τινὶ τὸ πᾶν διε‐ κόσμησεν ἡ μεγαλουργὸς μεγαλειότης τοῦ πάντα παραγαγόντος θεοῦ· ὁ τοῖς ἄστροις ‘ὀνόματα καλῶν‘ καὶ ‘πάντα πρὶν
55γενέσεωσ‘ διαγνοὺς καὶ καιροὺς καὶ χρόνους ‘ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ‘ τιθείς, ὅρων χηρεύουσαν τὴν ἡμετέραν ζωὴν προηγάγετο; πολλοῦ γε καὶ δεῖ. Ποῦ γὰρ θήσεις τὸ «‘καιρὸς παντὸς ἀνθρώπου ἥκει ἐναν‐ τίον μου‘» ἢ τὸ «‘ἠγγίκασι αἱ ἡμέραι τοῦ θανάτου σου‘» ἢ
60τὸ «‘οὐ μὴ καταμείνῃ τὸ πνεῦμά μου‘ ἐν τοῖς υἱοῖς τῶν ἀνθρώπων, ‘ἔσονται δὲ αἱ ἡμέραι αὐτῶν ἑκατὸν καὶ εἴκοσιν ἔτη‘» ὁ τὴν ἔκφυλον ἀοριστίαν πρεσβεύων καὶ τὰ ξένα τῶν δογμάτων παρεισάγων τεράστια οἷα Πλατωνικὰς ἰδέας τινάς, φάσματα νοῦ καὶ διανοίας κούφης ἀθύρματα, κακὴν Ἀκα‐
65δημίαν αὐτοσχεδιάσας ταῖς ἐκκλησίαις ἑλληνικώτερον; ἢ οὐχὶ καὶ ἡ πρὸς Αἴγυπτον κάθοδος τοῦ Ἰσραὴλ ἔτεσι τετρα‐ κοσίοις διώριστο, ὦ φιλαόριστε σὺ καὶ παραχαράκτα τῶν ἀπαραγράφων δογμάτων τῆς πίστεως; ποῦ δὲ οἰχήσεται τὸ παρὰ τῷ ψάλλοντι πρεσβευόμενον λόγιον «‘αἱ ἡμέραι τῶν ἐτῶν ἡμῶν
70ἑβδομήκοντα ἔτη ἢ ὀγδοήκοντα‘» [τῆς διαστολῆς καὶ δυνά‐ μεως]; καὶ εἰ μὴ πνευματικὸς ἡμᾶς ἐχαλίνωσε νόμος μὴ τοὺς
προπετεῖς ἀσπάζεσθαι γέλωτας, εἶχον ἂν βρασματωδῶς κατα‐ καγχάζειν ὥσπερ γελοίου τοῦ πράγματος τοῖς σοῖς ἐπεγγελᾶν καταναγκαζόμενος ἐγχειρήμασι. τὸν Δαυὶδ οὐκ ἀκήκοας πώποτε39
75χοροστατοῦντα καὶ ᾄδοντα «‘γνώρισόν μοι τὸ πέρας μου, κύριε, καὶ τὸν ἀριθμὸν τῶν ἡμερῶν μου τίς ἐστιν, ἵνα γνῶ τί ὑστερῶ ἐγώ.‘»; Μὴ πρὸς τῆς ἐκκλησίας, ὦ ἄνθρωπε, ‘ἀλλ’ ἄγε δὴ μετάβηθι‘, κατὰ τὴν ποίησιν, καὶ μεταχώρει πρὸς τὰ ἡμέτερα, ὀρφανήν
80τινα καὶ ἀκυβέρνητον τὴν πλάνην ἀπορριψάμενος. ζυγομαχήσας ἐζημιώθης ἀλήθειαν· γνωσιμαχήσας δὲ πάντως ἕξεις οὗπερ ἐστέ‐ ρησαι. οὐ πρεσβῦται καὶ πλήρεις ἡμερῶν οἱ πατριάρχαι κεκοίμηνται; καὶ τί σοι τούτῳ δοκεῖ τὴν γραφὴν ὑποσημήνασθαι; ἐγὼ μὲν οἶμαι ‘τῶν ὅρων τῆς ζωῆς πληρωθέν‐
85των‘ κατὰ τὸν θεῖον ἐκεῖνον καὶ μέγαν Βασίλειον. τῷ ὄντι γὰρ οὐ στρουθίον ‘πεσεῖται ἄνευ τοῦ πατρὸσ‘ ἡμῶν τοῦ ἐν τοῖς οὐρανοῖς, ὦ γενναῖε εἰς ζήτησιν καὶ πρὸς λόγων στροφὰς ἑτοιμότατε. τὸ «‘τί ἐμοὶ καὶ σοί, γύναι; οὔπω ἐληλύθη ἡ ὥρα μου‘» καὶ ἡ ἐξ Ἰουδαίων ἀπόδρασις τοῦ Χριστοῦ διὰ τὸ οὔπω τοῦ
90σταυροῦ ἐληλυθέναι τὴν ὥραν, πῶς οὐχὶ τοῖς σοῖς ἀντιφθέγξονται δόγμασι καὶ οἷα καταπέλται τινὲς τοὺς σοὺς λιθοβολήσουσι λόγους καὶ ὡσεὶ χνοῦν ‘ὃν ἐκρίπτει ὁ ἄνε‐ μος ἀπὸ προσώπου τῆς γῆσ‘ διαλικμήσουσι; Τίς σοι τοὺς μυθικοὺς τούτους φληνάφους κωθωνιζόμενος
95παρέδωκε; τί φόρτον τερθρείας κενῆς ἐμπορευσάμενος ἐς μέγα τὰς ὀφρῦς ἀνιστᾷς; ποία σοι καθέστηκεν ὄνησις ‘ἱστὸν ἀράχνησ‘ κατὰ τὸν προφήτην ὑφαίνοντι καὶ μικρὰς καὶ ἀνυποστά‐ τους ἐννοίας κατὰ μεγάλων ἱστουργοῦντι δογμάτων; τί τὸν χι‐ τῶνα τῆς θεωρίας τὸν ἄνωθεν ὑφαντὸν παρωσάμενος τοὺς ‘δερ‐

1

(100)

ματίνουσ‘ καὶ παχυτέρους τῆς διανοίας ‘χιτῶνασ‘ ἠμφίεσαι, οὓς περιβάλλεσθαι προσήκει τοὺς ἐξοκείλαντας καὶ τῆς θείας τῶν νοημάτων τρυφῆς ἐξοριζομένους διὰ τὸ κενὸν τῆς ἀπαγο‐ ρευθείσης αὐτοῖς ἐγχειρήσεως; ‘τὴν πολιὰν‘ τῶν ὀρθῶν ‘δυσω‐ πήθητι‘ λόγων, ἡλικιῶτίς ἐστι τῆς ἐκκλησίας, τὴν πρεσβυγέ‐40
105νειαν ταύτης αἰδέσθητι. ἀεί που τὸ νεώτερον ἀτιμότερον πέφυκε· κακὸν τὸν νέον νομοθετοῦσι καὶ οἱ ἐπὶ τῆς σκηνῆς τραγῳδοὶ συν‐ τάττονται. διὰ τοῦτο μὴ λέγε ὅτι «νεώτερός εἰμι»· καὶ τὴν ποίησιν οἶδας τὸ νεώτερον ἀτιμάζουσαν. διὰ τοῦτο καὶ τὸν χρόνον οἱ τῆς θύραθεν σοφίας τε καὶ παιδείας κακίζουσιν ὡς ἀεὶ τῶν
110ξένων ὀργῶντα, νοσηλευόμενον τὰ καινότερα. ‘ἐπερώτησον‘ τοὺς πατέρας σου καὶ ἀναγγελοῦσί σοι καὶ ‘τοὺς πρεσβυτέρους σου καὶ ἐροῦσί σοι‘ ὡς ἐπάγονται θάνατοι τῶν ὅρων τῆς ζωῆς πληρουμένων. Ἱκανῶς, ὦ ἄνδρες δικασταὶ καὶ λαῶν γνωμοδόται καὶ νο‐
115μοφύλακες, ὑπὲρ τῶν ἀρτίως λόγων ἀπολελόγημαι· ἤδη δέ μοι καὶ τὴν νικῶσαν ἀποίσεσθαί με καιρὸς καὶ τὴν κρείττονα μοῖραν ἀποκληρώσασθαι ἀναδούμενόν τε τῶν λόγων τὸν στέφανον εἰς τὰ ἐνδόμυχα τῆς ἐκκλησίας χορεύειν ᾄδειν τε τῷ κυρίῳ μεθ’ ὑμῶν ᾠδὴν ἐπινίκιον, ὅτι στόμα λαλοῦν ἐνεφράγη
120ἄδικα καὶ θάλασσα πλάνης διέστηκε καὶ ταύτης ἐξεκλίναμέν που τὸν κλύδωνα καὶ τὸ ἀντιμαχοῦν πελαγιζόμενον ἀποπνίγεται καὶ ἀναβάτης καὶ ἵππος θρασὺς ἠφάνισται καὶ πᾶς
ἀντιστράτηγος λόγος ἀπόλωλεν. ἡμεῖς δὲ πνευματικῶς παιανί‐ ζοντες τὸν θρίαμβον οὐ καλύπτομεν οὐδὲ τὸ τρόπαιον κρύπτομεν,41
125ἀλλὰ μετὰ τῶν ἀγγέλων κραυγάζομεν «‘ᾄσωμεν τῷ κυρίῳ, ἐνδόξως γὰρ δεδόξασται‘».

2

(1t)

Τοῦ αὐτοῦ διὰ προσωποποιΐας, ὅτι οὐχ
tὅροι ζωῆς τοῖς ἀνθρώποις πεπήγασι, Θεο‐
3tφράστου κατὰ Θεογνώστου
4Ἐπεὶ ‘τάφος ἀνεῳγμένος ὁ λάρυγξ‘ τῷ Θεογνώστῳ καθέ‐
5στηκε καὶ ‘ὡσεὶ ξυρὸν ἠκονημένον‘ τὴν γλῶτταν ἐξώπλισε καὶ ‘θυμὸς κατὰ τὴν ὁμοίωσιν τοῦ ὄφεωσ‘ τοὺς λόγους αὐτοῦ διεφλέ‐ γμανε καὶ οἰδαίνει ταῖς ὕβρεσι καὶ ἐν κακίαις μεγαλαυχεῖ καὶ ὀνειδίζων ὑψαυχενεῖ, καί φησι «‘τὰ χείλη ἡμῶν παρ’ ἡμῖν ἐστι, τίς ἡμῶν κύριός ἐστι;‘» καὶ μετὰ τοῦ προφήτου ‘μεγα‐
10λορρήμονα γλῶτταν‘ οὐκ ἐξουδένωσεν, ἀλλ’ ὑπερφρονεῖ ‘παρ’ ὃ δεῖ φρονεῖν‘ τῷ θεσπεσίῳ μὴ γινόμενος Παύλῳ πειθή‐ νιος, ‘ἐπισκέψομαι ἐν ῥάβδῳ‘ τοὺς λόγους αὐτοῦ ‘καὶ ἐν μάστιξι‘ τὰ ῥήματα αὐτοῦ. τῷ ὄντι γὰρ ἡ καρδία αὐτοῦ ὑπὲρ ‘τὰς κέδρους τοῦ Λιβάνου‘ ὑψώθη καὶ ἐπελάθετο ‘τοῦ Δαυὶδ καὶ πάσης τῆς
15πραότητος αὐτοῦ‘ καὶ τοὺς τῆς διανοίας ὀφθαλμοὺς μετεώρισε πορευθεὶς ‘ἐν μεγάλοισ‘ καὶ μὴ τα‐ πεινοφρονῶν κατὰ τὸ γεγραμμένον, ἀλλ’ ὑψῶν τὴν ψυχὴν τῆς εὐαγγελικῆς ἐπιεικείας ἀπεκδυσάμενος τὴν σε‐ μνότητα· κατὰ γὰρ τὴν τῆς ἀφροσύνης αὐτοῦ αὐθάδειαν κεχρῆ‐
20σθαι τῷ ἄφρονι τὸν θεῖον νόμον ἴσμεν προστάττοντα, ἵνα μὴ τῷ πλάτει τῆς συγχωρήσεως ἐναβρυνόμενοι πρὸς μεῖζον βάραθρον ἁμαρτημάτων τῷ ἀνεπιπλήκτῳ τῶν νουθετημάτων ἀποχωρήσαι‐ εν. οὐκοῦν «‘ἰδοὺ ἐγὼ ἐπὶ σὲ τὴν ὑβρίστριαν‘» [καὶ παίδευσιν καὶ διάνοιαν], ἵν’ ἀπὸ γραφῆς ἀπαρξώμεθα καὶ θεολογικῷ πί‐42
25νακί τινι τῶν ἡμετέρων λόγων κατακαλλύνωμεν τὰ προαύλια. Εἰ ὅροι ζωῆς ὕπεισι τοῖς ἀνθρώποις, ὦ φιλόκομψον στόμα καὶ φιλεπίτιμον, —»‘ἐρωτήσω δέ σε, σὺ δέ μοι ἀπόκριναι‘», καθά πού φησιν ὁ χρηματίζων τῷ πολυπαθεῖ τὰ ἀπόρρητα— πῶς ταῖς πολυάνδροις συμβαίνει παθήματα πόλεσι τοῦ ὑπὲρ κε‐
30φαλῆς ἀέρος διαφθαρέντος καὶ λοιμικῆς σηπεδόνος τινὸς μετα‐ διδόντος τοῖς ὁμιλήσασιν; ἆρά γέ που, ἆρά ἐστιν αὐτοῖς ἐνιαυ‐ σιαῖος ὅρος ζωῆς, καθ’ ὃν αὐθωρὸν τὰ μυρία γένη τῶν ἀνθρώπων πρὸς θάνατον σαγηνεύονται; πῶς δὲ καὶ μυριοφόροι ὁλκάδες πολλάκις τὰς ὀθόνας, ὡς ἔστιν εἰπεῖν, ἐκπετάσασαι
35καὶ προσβαλοῦσαι τοῖς μεγίστοις πελάγεσιν ἀγρίῳ πνευμάτων ἐφόδῳ διολώλασιν αὔτανδροι βαπτιζόμεναι, ὡς καὶ νεανί‐ σκους σὺν παρθένοις καὶ πρεσβύτας ‘μετὰ νεωτέρων‘ μιᾷ τινι συμφωνίᾳ καταπνιγῆναι τῷ ὕδατι; ἆρά γέ που, ἆρα εἷς τις ὅρος ὑπῆν τοῖς ναυτιλλομένοις ἀκίνητος; ἀλλὰ
40καὶ τῶν πυθμένων παρασκιρτώντων τῆς γῆς ἔνεστί που θεάσα‐ σθαι ὡς ‘ἐν ῥιπῇ ὀφθαλμοῦ‘ κατὰ τὸν θεῖον ἀπόστολον ἄπειρα διολλύμενα πλήθη καὶ πᾶσαν ἡλικίαν ἑνί τινι δυστυχήματι ἕνα
τάφον ἀποκληρωσαμένην τῆς διαφθορᾶς τὸ ἐπίδημον. καὶ τί δή σοι περὶ χασμάτων γῆς φιλοσοφήσω τὰ παραπλήσια; τὰ δὲ πε‐43
45ρὶ τὰς ἐκτάξεις τῶν συμπλοκῶν ἀποτεύγματα ποῦ θήσεις τῷ νῷ, γενναῖε καὶ διαβατικώτατε, ὅπου γε ὁρῶμεν μηδὲ ‘οὐροῦντα πρὸς τοῖχον‘ πολλάκις διασῳζόμενον, ἵνα καί τί σοι τῆς ἱερᾶς ἱστορίας προενέγκω ῥησείδιον; Τὸ δ’ «‘ἄνδρες αἱμάτων καὶ δολιότητος οὐ μὴ ἡμισεύσωσι

2

(50)

τὰς ἡμέρας αὐτῶν‘» πῶς σοι νοητέον, ἀπόκριναι; «κολοβουμέ‐ νων τῶν ὅρων δι’ ἔφεσιν τῶν κακῶν καὶ ἀπροσεξίαν τοῦ κρείττο‐ νος». τοίνυν οὐκ ἄρα ἐπάγονται θάνατοι τῶν ὅρων τῆς ζωῆς πληρουμένων, ὦ λῷστέ τε καὶ φιλοσοφώτατε μοναχῶν· παρεισ‐ δῦσα γὰρ ἐκκοπὴ ὅρου που πάντως διώλεσεν. ἢ οὐχὶ καὶ Παῦλος
55τοιοῦτόν τι βοᾷ διαπρύσιον τοῖς Κορινθίοις ἀποφαινόμενος «‘διὰ τοῦτο πολλοὶ ἀσθενεῖς ἐν ὑμῖν καὶ ἄρρωστοι καὶ κοιμῶνται ἱκα‐ νοί‘», ὡς οἷα δὴ τῆς ἁμαρτίας τοὺς ἑαυτῆς ἐραστὰς ἀώρως ἀποτεμνομένης καὶ παραπεμπούσης πρὸς τὴν ἀφάνειαν; τῷ ὄντι γὰρ, κατὰ τὴν ἱερὰν ἐκείνην φωνήν, ‘πᾶν δένδρον μὴ ποιοῦν
60καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται καὶ καίεται‘. Οἶδα καὶ λαὸν δι’ ἀπογραφὴν ἀπολλύμενον· ὁπηνίκα γὰρ Δαυὶδ ἀριθμῷ τὸ Ἰουδαικὸν παραδέδωκε καὶ ἀπογραφῇ τοὺς ἰθυνομένους ἐπέτρεπε καὶ κατεμετρεῖτο ‘λαὸς περιούσιοσ‘, παρε‐ λύπει τὸν ἐπὶ πάντων θεὸν καὶ γέγονε τοῦτο τῷ Δαυὶδ εἰς πλημμέ‐
65λημα, καὶ διὰ τοῦτο τὸ τριττὸν πάθος τῷ βασιλεῖ προσετέτακτο καὶ πρὸς ἐπιλογὴν συμφορᾶς χωρεῖν ἠναγκάζετο. ἐπεὶ δὲ ἀπαραί‐
τητον τὸ δυστύχημα καὶ τὸ κακὸν ἐν αἱρέσεως μοίρᾳ παρείληπτο, ἄρχειν τοῦ λαοῦ κεχειροτόνηται θάνατος καὶ τὴν ἐπιστασίαν τῶν δήμων τὰ τῆς συμφορᾶς ἐπιστεύετο. ‘ἐξελέξατο‘ γάρ, φησίν,44
70‘ἑαυτῷ τὸν θάνατον ὁ Δαυὶδ‘ λιμόν τε καὶ πόλεμον παρωσά‐ μενος, «‘ἐμπεσοῦμαι‘» φάσκων «‘εἰς χεῖρας κυρίου, ὅτι πολλοὶ οἱ οἰκτιρμοὶ αὐτοῦ σφόδρα· εἰς χεῖρασ‘ ἐχθρῶν οὐ παγιδευθήσομαι». τὸ θυμίαμα δὲ τοῦ Ἀαρὼν καὶ ὁ ὑψούμενος ὄφις οὐ θανάτου κρά‐ τος διέκοπτεν; αἱ Μωσέως δὲ χεῖρες ἀπαιωρούμεναι οὐ διέσῳζον
75τὸν Ἰσραὴλ συμπλεκόμενον; οὐ πειραζομένῳ δὲ τῷ Ἰὼβ οἱ υἱοί τε καὶ αἱ θυγατέρες ἀθρόᾳ τινὶ προσβολῇ τὸν ἀνθρώπινον κατε‐ στρέψαντο βίον; οὐκοῦν οὐ τῶν ὅρων τῆς ζωῆς πληρωθέντων, ἀλλὰ διὰ ψυχῆς στερρότητος βάσανον τῷ ἀθλητῇ τὰ τῆς ἀτε‐ κνίας ἐπήρχετο. τοῦ Ἰεφθάε δὲ τὸ θυγάτριον οὐ διὰ τὸ σκληρὸν τῆς
80εὐχῆς ἀπεσφάττετο; πῶς δὲ ὁ Ἄβελ ἀδελφοκτονεῖται, θεσπέσιε, εἴπερ ὅρους ζωῆς ὁ δολοφονηθεὶς ἐκληρώσατο; εἰ δὲ καὶ τῶν ὅρων τῆς ζωῆς πληρωθέντων θανάτῳ που παραδέδοτο, τί δῆτα Κάϊν στένειν καὶ τρέμειν καταδικάζεται καὶ πρὸς ταὐτο‐ πάθειαν διεφυλάττετο;
85 Πῶς δὲ καὶ ὁ σπασάμενος μάχαιραν διὰ μαχαίρας διαφθα‐ ρήσεται, εἴ γε ὅροι ζωῆς τοῖς ἀνθρώποις πεπήγασι; νηστεία δὲ καὶ προσευχὴ πῶς δεδύνηται ἐκ χειρὸς ῥύσασθαι θανάτου τὸν ἱκετεύοντα τῶν ὅρων τῆς ζωῆς ἀφικομένων καὶ λύσιν οὐκ ἀνεχο‐ μένων σοφίσματος; ἐντυχία δὲ θηρίων καὶ τὰ ἐκ τοῦ παρήκοντος
90τοῖς ἀνθρώποις συμβαίνοντα πῶς ὅρους διαφυλάττειν δυνήσονται; ὑμνολογοῦντος οὐκ ἀκήκοας τοῦ Δαυὶδ πρὸς τὸν ἐπὶ πάντων θεὸν κεκραγότος καὶ λέγοντος «‘ἀπὸ θανάτου τὴν ψυχήν μου ἐρ‐
ρύσω‘»; ἆρά που, ἆρα εἷς τις ὑπῆν ζωῆς ὅρος τοῖς ἀνθρώποις τοῖς ἀνὰ τὰ Σόδομα καὶ τὴν Γομόρραν οἰκήτορσιν, ἢ τῷ φαραω‐45
95νίτῃ λαῷ τῷ κατὰ τὴν Ἐρυθρὰν θάλατταν διολωλότι ὡς ἐν συνθήματι; Εἰ δὲ καὶ ‘ζωὴν‘ αἰτοῦντα καὶ λαβόντα καὶ ‘μακρό‐ τητα ἡμερῶν‘ παρὰ τῆς γραφῆς ἔστιν εὑρεῖν, καὶ ‘σπέρμα ἀσε‐ βῶν‘ ἐξολοθρευόμενον καὶ ὡσεὶ χόρτον καὶ

2

(100)

‘λάχανα χλόησ‘ τῷ μαρασμῷ τὸν παρανομοῦντα παραπεμπόμε‐ νον, ποῦ σοι σχοίησαν οἱ τῆς ζωῆς ὅροι τὸ βάσιμον; οὐκ ἀκήκοας »‘δίκαιος ὡς φοῖνιξ ἀνθήσει‘ καὶ ‘ὡσεὶ κέδρος ἐν τῷ Λιβάνῳ πληθυνθήσεται‘», «‘ἔτι δὲ ὀλίγον καὶ οὐ μὴ ὑπάρξει ὁ ἁμαρτω‐ λὸς καὶ ζητήσεις τὸν τόπον αὐτοῦ καὶ οὐ μὴ εὕροισ‘», «‘καὶ
105παρῆλθον καὶ ἰδοὺ οὐκ ἦν‘»; ἢ πῶς παραλειπτέον τὸ «‘εἰ μὴ δι’ ὀργὴν ἐχθρῶν, ἵνα μὴ μακροχρονήσωσιν‘», ὁ ζωῆς ὅρους περι‐ θρυλλῶν καὶ τὰ Μωσέως ἀποσκορακίζων διδάγματα; οὐ ‘πρόσω‐ πον κυρίου ἐπὶ ποιοῦντας κακά, τοῦ ἐξολοθρεῦσαι ἐκ γῆς τὸ μνημόσυνον αὐτῶν‘; οὐ ‘παιδεύων‘ τὸν δίκαιον παιδεύσει
110ὁ κύριος μὴ παραδοὺς τῷ θανάτ; τίνων ‘ἐν ματαιότητι αἱ ἡμέραι ἐξέλιπον καὶ τὰ ἔτη μετὰ σπουδῆσ‘; οὐ τῶν ἀποβαλλομένων εὐσέβειαν; περὶ τίνων δέ φησιν ἡ γραφὴ »‘γενηθήτωσαν αἱ ἡμέραι αὐτοῦ ὀλίγαι‘» εἰ μὴ περὶ τῶν μὴ φοβουμένων τὸν κύριον, δι’ οὗ συντελεσθῆναι πονη‐
115ρίαν ἁμαρτωλῶν ὁ προφήτης ‘γυμνῇ τῇ κεφαλῇ‘ ἀνα‐ κέκραγε; τίνων ‘παλαιστὰς τὰς ἡμέρασ‘ διέθετο; τὸ δὲ «‘ἐξά‐
γαγε ἐκ φυλακῆς τὴν ψυχήν μου‘» καὶ «‘μὴ ἀναγάγῃς με ἐν ἡμίσει ἡμερῶν μου‘» πῶς οἷόν τέ ἐστι τὴν γραφὴν νομοθετοῦσαν ἐκδέξασθαι, εἴπερ ὅροι ζωῆς ἀκινήτως ἔχοντες τὸ εὐδόχιμον συμ‐46
120φυῶς τοῖς ἀνθρώποις συγκαταβέβληνται; Ἐζεκίᾳ δὲ πῶς ἐπεν‐ θήκη πεφιλοτίμηται διὰ τὸ δάκρυον; ἢ τίς ἀνέξεται ὅρον ἐκδέ‐ ξασθαι τὸν ὕφεσιν ἢ ἐπαύξησιν λαμβάνειν δυνάμενον, ὦ γενναῖε νομοθέτα καὶ μέχρι τῆς ὕβρεως ἔχων τὴν δύναμιν; Ὄντως ἑλληνικῆς μυθολογίας ἀπομιμήματα καὶ τῆς ἀνυ‐
125ποστάτου καὶ μετεωρολογικῆς εἱμαρμένης ἰνδάλματα τὰ κενὰ ταῦτα τῆς ἀσπουδάστου σπουδῆς τερατολογήματα. σὺ δέ μοι σκίρτα καὶ χόρευε καὶ παιανίζων τὰ τοῦ Πανὸς ἐπιδείκνυσο. συνήγαγες γὰρ ἀνέμους εἰς κόλπον σου τοῖς σοφίσμασι. τῶν διακένων ὀνειράτων εἰκόσι μεγαλοφρονεῖς καὶ
130διέστηκέ σοι τοῖς ἐνυπνίοις ἡ θάλασσα θαυματουργεῖς τε Μω‐ σαϊκώτερον καὶ τριστάται σοι καὶ ἅρματα διολώ‐ λασι καὶ τυμπανίζεις τοῖς τρόποις ἀποφυσώμενος καὶ τὸν Δαυὶδ ἀπεικονίζεις ταῖς ἐξορχήσεσι, λόγους σεμνούς, οὐ σκηνὴν ἐκπομ‐ πεύων ἁγίαν, καὶ μονονουχὶ κορυβαντιῶσιν εἰκάζῃ καὶ τοῖς με‐
135λαγχολῶσι γέγονας παραπλήσιος, μήτε γράμματος ἐπιστασίαν μεμαθηκὼς μήτε θεωρίας ὅρους ἀναλεξάμενος. Ἀλλ’ εἴ γε, δικασταί, τῆς ἀγωνίας τὸ κράτος ἀνεδησάμεθα, οὐ σελίνῳ καὶ κοτίνῳ στέφεσθαι παρ’ ὑμῶν ἀξιοῦμεν, ἀλλ’ ‘ὅπλῳ εὐδοκίασ‘ γεραίρεσθαι καὶ ψήφῳ κυρώσεως καταλάμπεσθαι καὶ
140τῷ κρότῳ τῆς βεβαιώσεως ἀγλαΐζεσθαι, ὅπως καὶ ἡμεῖς μετὰ τοῦ προφήτου βοήσωμεν σήμερον «‘ἀλήθεια ἐκ τῆς γῆς ἀνατέ‐ ταλκε καὶ δικαιοσύνη‘ πρὸς τὸ ἡμέτερον ἐκ τῶν οὐρανῶν
‘διέκυψε‘ δικαστήριον».47

3

(1t)

Τοῦ αὐτοῦ περὶ τοῦ αὐτοῦ ζητήματος ἀπό‐
tφασις διὰ προσωποποιΐας οἱ διαιτηταὶ
3tΕὐάγγελος καὶ Θεόπεμπτος
4Τοῦ κρίσιν καὶ δικαιοσύνην ἀγαπῶντος
5θεοῦ καὶ ῥῆμα διδοῦντος ‘ἐν ἀνοίξει τοῦ στόματοσ‘ χείλεσί τε χάριν ἐκχέοντος καὶ καταρτίζοντος γλῶτταν ὡσεὶ κάλαμον γραμματέως καὶ ὡραΐ‐ ζοντος, ἡνιοχοῦντος δὲ καρδίας κινήματα καὶ νοῦν πρὸς τὰς εὐθείας ἐπιβολὰς οἰακίζοντος, διδοῦντος δὲ ‘μόρφωσιν γνώσεωσ‘
10παντί που τῷ αἰτοῦντι καὶ κρούοντι τῆς ἄνω θεωρίας τὴν θύραν καὶ πρὸς τὰ ἐνδόμυχα τῶν νοημάτων εἰσάγοντος, σοφίας τε πλη‐ ροῦντος ποτήριον καὶ μεθύσκοντος ὡσεὶ κράτιστον τοὺς διψῶντας ῥεῖθρον παιδεύσεως, νῦν ἕκαστος ἡμῶν δεηθήσεται αἴνιγμα καὶ ‘λόγον σκοτεινὸν‘ ἐξοῖσαι ‘ὡς φῶσ‘
15καὶ διαμορφῶσαι κάλλει τρανώτατα, ‘λόγον‘ τε ‘ἀγαθὸν‘ ἐξερεύξασθαι βασιλικὴν ὁδὸν πορευόμενον εὐαγγελικήν τε καὶ λείαν καὶ σκολιὸν οὐδὲν ἐπιφερομένην πρὸς πλάνην ἀνώμαλον. Ἡμεῖς μὲν οὖν φιλοσοφοῦντες περὶ τοῦ προκειμένου δόγματος
20ὑμῖν εἰς ἐξέτασιν οὔτε ὅρους ζωῆς φαμεν παντί τε καὶ πάντας καὶ ἐξ ἀνάγκης ἔχοντας τὸ ἀκίνητον—ἑλληνικὸν γὰρ καὶ τυ‐ ραννικῆς εἱμαρμένης ἴδιον τοῦτο καθέστηκε καὶ τῆς ἐκκλησια‐ στικῆς νομοθεσίας ἀλλότριον—οὔτε δὲ τὴν ἔκχυτον ἀοριστίαν πρεσβεύομεν πρὸς ἄβυσσον ἀπειρίας ὁρῶντες ὡς ἀπᾴδουσαν πάντῃ
25τῆς φύσεως (μόνῳ γὰρ θεῷ προσενεκτέον τὸ ἄπειρον διὰ τὴν τῆς ἀκαταληψίας ὑπεροχήν). τοίνυν προαιρετικῶς ἡμῖν ἕπεται καὶ μῆκος ζωῆς καὶ ἡ παρὰ τοῦ θανάτου κολόβωσις. ὡς γὰρ ἐφ’ ἡμῖν ἀρετή τε καὶ κακία καθέστηκε βασιλεία τε οὐρανῶν καὶ σκό‐
τος αἰώνιον καὶ ‘σκώληξ‘ ἀκοίμητος καὶ ‘πῦρ‘ ἀκατά‐48
30σβεστον καὶ ὅσα προητοίμασε πρὸς κόλασιν ἢ τρυφὴν ἡ ἀδέσκατος κρίσις καὶ μισοπόνηρος τοῦ θεοῦ, οὕτω καὶ ζωῆς ἐπίδοσις καὶ θανάτου φορὰ ἀρετῇ ἢ κακίᾳ τῷ ἀνθρωπίνῳ φύλῳ προσπεπήγα‐ σιν. Ἢ οὐχὶ καὶ τὸ θεόπλαστον ζῷον ‘ὁ ἄνθρωπος ὁ πρῶτος ἐκ
35γῆσ‘ γενόμενος ‘χοϊκόσ‘, θανάτου καὶ ἀθανασίας ὑπῆρχε μεταίχ‐ μιον; μετὸν γὰρ αὐτῷ μηδαμῶς ἠθετηκότι τὸ πρόσταγμα θανάτου μὴ γεύσασθαι ἢ ἔμπαλιν πλανηθέντι δι’ ὄκνον ἀρετῆς καὶ ἀπρο‐ σεξίαν τοῦ κρείττονος εἰς ἀνάλυσιν φθορᾶς ἀποστρέφεσθαι καὶ πρὸς τοὺς κόλπους τῆς γῆς τὴν ἐπανάζευξιν ἡμαρτηκότι ποιήσα‐
40σθαι. ζωῆς μὲν οὖν ὕπεισιν ὅροι καθὸ πεφυκότες ἐκ γῆς εἰς γῆν πάντες ἀπελευσόμεθα, ἐπίδοσις δὲ καὶ ἐκκοπὴ τῇ ζωῇ τῶν ἀνθρώπων προσγίνεται ἢ δι’ ἀρετὴν ἢ διὰ κακίαν ψυχῆς. Τίνων ‘τὰ κῶλα‘ ἔπεσον ‘ἐν τῇ ἐρήμῳ‘; οὐ τῶν κρεω‐
45φαγίαν ἐπιζητούντων; οὐ προσευχῇ νηστευτοῦ ἠμαυρώθη τὸ δηλητήριον, ὅτε τῆς τολύπης συμπαραληφθείσης κινδυνεύειν ἔμελλον οἱ ἑστιάτορες; οὐκ ‘ἔστη Φινεὲς καὶ ἐξιλάσατο καὶ ἐκό‐ πασεν ἡ θραῦσισ‘; Ἁβραὰμ δὲ καὶ Μωσῆς καὶ Δαυὶδ οὐ προσ‐ ετέθησαν ‘ἐν γήρει καλῷ μετὰ τῶν πατέρων‘ αὐτῶν;

3

(50)

οὐ ‘τῇ ἑαυτοῦ ἁμαρτίᾳ ἕκαστος ἀποθανεῖται‘ καὶ ‘θάνατος ἁμαρτωλῶν πονηρόσ‘; οὐκ «ἐξολοθρευθήσονται ἀσε‐ βεῖς ‘ἐν τάχει‘» φησὶν ἡ γραφή, καὶ πάλιν «‘ἡμέραν ἐφ’ ἡμέ‐ ρας τοῦ βασιλέως προσθήσει τὰ ἔτη‘»; οὐκ «ἐὰν ‘ἐπιστρέψῃς καὶ εἰσακούσῃ κυρίου τοῦ θεοῦ σου καὶ ποιήσῃς πάσας τὰς ἐντο‐
55λάς, πολυωρήσει σε κύριος ὁ θεός σου ἐν τοῖς ἐγγόνοις τῆς κοιλίας σου καὶ ἐν τοῖς γεννήμασι τῆς γῆς σου καὶ ἐν τοῖς ἐγγόνοις τῶν κτηνῶν σου‘» τὸ θεῖον ἐδίδαξε λόγιον; οὐκ «‘ἰδοὺ δέδωκα πρὸ προσώπου σου σήμερον τὴν ζωὴν καὶ τὸν θάνατον‘» φησὶν ἡ γραφή; οὐκ «‘ἐὰν εἰσακούσητε τὰς ἐντολὰς κυρίου τοῦ θεοῦ,49
60ζήσεσθε καὶ πολλοὶ ἔσεσθε καὶ εὐλογήσει σε κύριος ὁ θεός σου‘» τὸ Μωσέως ἐνομοθέτησε πρόσταγμα; οὐκ «‘ἐὰν μεταστῇ ἡ καρδία σου καὶ οὐκ εἰσακούσῃ, ἀπωλείᾳ ἀπολεῖσθε καὶ οὐ μὴ πολυήμεροι γένησθε ἐπὶ τῆς γῆσ‘» τὸ ἱερόν που γράμμα ἐφθέγξατο; οὐκ »‘ἀπέναντι τὴν γῆν ὄψει καὶ οὐκ εἰσελεύσῃ‘» κύριος λέγει τῷ
65Μωσεῖ «διότι ‘ἐπὶ ὕδατος ἀντιλογίασ‘ οὐκ εὐλόγησάς με»; Καὶ τί δῆτα περὶ τῶν 〈αὐτῶν〉 παραπλήσια διεξοδικώτερον ἐπεξέλθωμεν καὶ φόρτῳ ῥημάτων πολλῶν τὸν λόγον παχύνομεν; ἴσμεν δι’ εὐχὴν δικαίων πολλάκις καὶ ζωὴν ἐπαγομένην καὶ θάνατον. οὐ τὸν παῖδα τεθνηκότα ζῶντα παρέδωκεν ὁ προστάξας
70τοῖς οὐρανοῖς καὶ ὑετὸν χαλινώσας τῇ γλώσσῃ καὶ ‘ἅρμα πυρὸσ‘ ἡνιοχήσας ὀχούμενος; ἡ Σωμανῖτις δὲ οὐ τὸν νεκρὸν αὐτῆς ἔλαβε ζῶντα υἱὸν διαφθαρείσης που τῆς νεκρώσεως διὰ τὴν τῆς πρὸς αὐτὸν ζωῆς ἐπανάζευξιν; τῷ ὄντι γὰρ ‘ἔλαβον γυναῖκες ἐξ ἀνα‐ στάσεως τοὺς νεκροὺς αὐτῶν‘. οὐ παιζόντων παίδων Ἐλισσαῖος
75κατεδίκασε θάνατον διὰ τὸ πρόσρημα; Ἀνανίας δὲ σὺν τῷ γυναίῳ οὐκ ἀπέψυξε ‘παρὰ τοὺς πόδας τῶν ἀποστόλων‘ κατα‐ δεδικακότος τοῦ Πέτρου τῆς τῶν ῥημάτων φαυλότητος; ἴσμεν δὲ καὶ τέκνα διαφθειρόμενα διὰ τὴν τῶν τεκόντων δυσσέβειαν· οὐ γὰρ ἂν τὰ πρωτότοκα διώλεσεν ὁ ὀλοθρευτὴς ἄγγελος ἐν
80Αἰγύπτῳ. οἶδε καὶ πατρῴα τις ὁσιότης ἡμαρτηκότων παίδων προΐστασθαι· διὰ γὰρ Δαυὶδ ἐν ἡμέραις Σολομῶν οὐ διαρρή‐ γνυται ἡ βασιλεία οὐδὲ περισχίζονται σκῆπτρα οὐδὲ
ταῖς εἰδωλολατρίας ποιναῖς περιβάλλεται. ἴσμεν δι’ ἐπιστροφῆς βασιλέως καὶ πόλεως καὶ λαοῦ ὑπερτιθεμένην καταστροφήν· ἡ50
85Νινευῒ διηγείσθω πόσα ἡ μετάνοια δύναται, καίτοι τοῦ θεοῦ διὰ τοῦ προφήτου κηρύξαντος «‘ἔτι τρεῖς ἡμέραι καὶ καταστρα‐ φήσεται Νινευΐ‘». ‘ἐπίστευσαν οὖν τῷ θεῷ καὶ ἐκήρυξαν νηστεί‐ αν‘, καθά που φησὶν ἡ γραφή, ‘καὶ ἐνεδύσαντο σάκκους καὶ ἀνέστη ἀπὸ τοῦ θρόνου ὁ βασιλεὺς Νινευῒ καὶ περιείλετο τὴν
90στολὴν αὐτοῦ καὶ περιεβάλετο σάκκον καὶ ἐπὶ σποδοῦ ἐκάθισε‘. ‘καὶ μετενόησε‘, φησίν, ‘ὁ θεὸς ἐπὶ τὰ κακὰ ἃ ἐλάλησε ποιῆσαι αὐτοῖς καὶ οὐκ ἐποίησεν‘. Πρὸς δὲ τὸν ἐν βασιλεῦσι σοφώτατον οὐκ «‘ἐὰν πορευθῇς ἐν τῇ ὁδῷ μου καὶ φυλάξῃς τὰς ἐντολάς μου καὶ τὰ προστάγματά
95μου, ὡς ἐπορεύθη Δαυὶδ ὁ πατήρ σου, πληθυνῶ τὰς ἡμέρας σου‘» ἡ θεία φωνὴ κεχρημάτικε; τὸ δὲ «‘ἐγὼ ἀποκτενῶ καὶ ζῆν ποιήσω‘» οὐ τῶν βεβιωμένων ἡμῖν παρίστησι τὴν ἀντίδοσιν; οὐκ, ‘ἐὰν μὴ‘ ἐπιστραφῶμεν, ‘τὸ τόξον‘ ἐντείνειν καὶ στιλ‐

3

(100)

βοῦν ‘τὴν ῥομφαίαν‘ ἠπείλησεν ὁ ‘τὸν θάνατον‘ μὴ βου‐ λόμενος τῶν ἁμαρτωλῶν ἀλλὰ τὴν ζωὴν καὶ τὸν ἐπὶ ταῖς ἁμαρτίαις μετάμελον; εἰ καὶ ‘τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ καὶ τῆς ἀνοχῆς καὶ τῆς μακροθυμίασ‘ καταφρονεῖν τῷ ἀνθρωπίνῳ γένει φίλον καθέστηκεν. οὐ παροπτέον δὲ οὐδὲ τὸ
105»‘φόβος κυρίου προστίθησιν ἡμέρας, ἔτη δὲ ἀσεβῶν ὀλιγωθήσε‐ ται‘». ἑτέρας αἰτίας καθέστηκε τὸ περὶ τῶν ἐν Βηθλεὲμ ἀναιρε‐ θέντων παίδων καὶ τῆς τῶν μεμαρτυρηκότων χοροστασίας, περὶ ὧν οὐ τοῦ παρόντος καιροῦ διεξιέναι τῷ λόγῳ. οὐκ ἔξω δέ που τῆς γνωστικωτάτης μεγαλονοίας τοῦ κτίσαντος ἢ πότε ἢ ὅπως
110ἢ ὅποι τὸ τῆς ἑκάστου ζωῆς ἡμῶν ἀποτερματίζεται τέλος· οὐκ αἰτία δὲ τοῦ ἁμαρτάνειν ἡμᾶς ἢ μὴ ἁμαρτάνειν ἡ διὰ πάντων
διήκουσα καθέστηκε πρόγνωσις τοῦ ἐπὶ πάντων θεοῦ, περὶ οὗ οὐκ ὀλίγα ἄττα πολλοὶ πολλαχοῦ τῶν πρὸ ἡμῶν ἄριστα πεφιλο‐ πονήκασι.51
115 Καὶ ταῦτα μὲν ἡμεῖς καὶ φιλοσοφοῦμεν καὶ αὖθις φιλοσο‐ φήσομεν· ὑμεῖς δὲ μὴ γίνεσθε ‘τέκνα ὀργῆσ‘ τὸ λοιπόν, ἀλλὰ λάβετε πνεῦμα πραότητος, εἰσέλθετε εἰς τὰς συνει‐ δήσεις ὑμῶν, παύσασθε ‘ἀπὸ ὀργῆσ‘ καὶ τὸν θυμὸν ὀρφανὸν μετὰ τοῦ Δαυὶδ καταλείψατε, νεκρώσατε τῆς ἀλαζονείας
120τὸ φρόνημα, τὰ μέλη τῆς ἐπάρσεως ἀποτέμετε, τῆς φύσεως τὴν φλεγμονὴν κατευνάσατε, ταπεινώσατε τῆς ὑπερηφανίας τὸ φρόνημά τε καὶ ὕψωμα, οἰκειώσασθε τὴν ταπείνωσιν, μηδὲν γαῦ‐ ρον ἢ κενταυρικὸν σφετερίσησθε, ἀλλήλων ‘τῇ τιμῇ‘ προ‐ ηγεῖσθε κατὰ τὸν θεῖον ἀπόστολον· ὁ τὰ πρωτεῖα θηράσας
125λαβεῖν ἔσχατος εὐαγγελικῶς κατατάττεται. μηδένα γνώσεως πλοῦτος ὀγκώσῃ, ‘ἐκ μέρουσ‘ γινώσκομεν καὶ ‘βλέπομεν δι’ ἐσόπτρου‘ καὶ δι’ αἰνίγματος κατὰ τὸν θεῖον ἀπόστο‐ λον, καὶ τοῦ θύραθεν λόγου τὸ «‘ἴσμεν οὐδὲν τρανές, ἀλλ’ ἀλώ‐ μεθα‘» τοῖς ἀνθρώποις νενομοθετηκότος ὡς ἔπρεπεν ἀνεξόμεθα.
130σκινδαλμοὺς δογμάτων καὶ πλοκὰς ἐρωτήσεων καὶ πεύσεων μηχανήματα ἁπλοϊκώτερόν πως καὶ εὐσεβέστερον ἀποδράσωμεν τῶν μὴ πεπιστευμένων ἡμῖν τὰς ἀβύσσους ἰλιγγιάσαντες, ἵνα μὴ ‘ὁ δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν‘ ‘λίθον προσκόμματοσ‘ ὑποστορέσῃ τῇ προπετείᾳ τῆς γλώττης καὶ προσ‐
135πταίσαντες ἐν αὐτῷ λικμηθῶμεν, εἶτα παρὰ τοῦ Παύ‐ λου ἀκούσωμεν «‘ποῦ σοφός, ποῦ γραμματεύς, ποῦ συζητητὴς τοῦ αἰῶνος τούτου;‘» καὶ τὰ ἑπόμενα. ἀμείψαντες γοῦν μετὰ τῶν τρόπων καὶ τῶν ῥημάτων τὰ δόγματα ἕκαστος ἀπίτω ὑμῶν διη‐
τυχηκὼς τοῦ βουλήματος.52