TLG 3130 007 :: THEOPHYLACTUS SIMOCATTA :: Quaestiones physicae

THEOPHYLACTUS SIMOCATTA Epist. Hist., vel Theophylactus Simocattes
(Aegyptius Constantinopolitanus: A.D. 7)

Quaestiones physicae

Source: Massa Positano, L. (ed.), Teofilatto Simocata. Questioni naturali, 2nd edn. Naples: Libreria Scientifica Editrice, 1965: 7–38.

Citation: Page — (line)

7

(1t)

ΘΕΟΦΥΛΑΚΤΟΥ ΑΠΟ ΕΠΑΡΧΩΝ ΤΟΥ ΣΙΜΟΚΑΤΟΥ
2tδιάλογος
3tπερὶ διαφόρων φυσικῶν ἀπορημάτων καὶ ἐπιλύσεων αὐτῶν
4tἩ διάλεξις τοῦ διαλόγου.
5Τὰς χελιδόνας ὑπὸ τῶν μητέρων ἀκήκοα τὴν παρ’ αὐταῖς ᾠδὴν διδάσκεσθαι μουσικῶς· οὐ γὰρ ἀπαιδεύτου γεννήματος χε‐ λιδὼν ἀκούειν μήτηρ ἀνέχεται. διδάσκουσι τοίνυν ἐκεῖναι τὰ ἔκγονα πόλεσιν εἰσοικίζεσθαι καὶ προσᾴδειν ἀνθρώποις καὶ περιλαλεῖν θαλάμοις ᾠδὴν ἐναρμόνιον. ἄγε δὴ οὖν ἄγε, μου‐
10σικώτατε σύλλογε, εὐγλωττίαν δίδου παιδί, καὶ προσᾴδειν θεάτρῳ με δίδασκε καὶ περιλαλεῖν ᾠδὴν Ἀττικὴν ἄρτι μαν‐
θάνοντα μουσικῶν ἐπιβαίνειν θαλάμων. εἰ δέ τι καὶ τῶν ᾠδι‐7

8

κῶν ἔξω γενοίμην ῥυθμῶν, ὑπηχεῖτε φιλοτίμως μοι τὰ λειπό‐ μενα, ὥσπερ ὁ παρὰ τῷ Λοκρῷ τῷ Εὐνόμῳ τῆς μελῳδίας τέττιξ συνέριθος. ἔδοξε καὶ Τεύκρῳ στρατεύεσθαι καὶ τροπαίων ἐρᾶν καὶ πολεμικῆς ὀρέγεσθαι παρατάξεως. οὐκοῦν τῇ προ‐
5βολῇ τῆς ἀσπίδος Αἴας ἐτείχιζε, καὶ τοξότης ὁ Τεῦκρος ἦν εὐστοχώτατος· Αἴας γὰρ ἦν τῆς ἀριστείας ὑπόθεσις. ἀνά‐ σχεσθέ μοι ἀνάσχεσθε, ἄνδρες διδάσκαλοι, ὥσπερ ἀσπίδα τὴν ὑμετέραν εὐμένειαν, καὶ κρότος ὅπλα μοι εἴη τὸ τήμερον. καὶ νικηφόρος, οἶδα, γενήσομαι, εἰ καὶ μὴ βαρβάρου γῆς ἐπι‐
10βέβηκα. εἰ δὲ καὶ μητέρα τέχνην οὔπω κεκλήρωμαι, ἀλλ’ ἔστι μοι γένος ὅθεν ὑμῖν· καὶ λόγους ἔχω πατρίδα καὶ τὰ
τῆς Ἑλλάδος ἡμέτερα.8

9

(1t)

Τὰ τοῦ διαλόγου κεφάλαια.
2αʹ. ποίῳ λόγῳ ἄκαυστος ὁ ἀδάμας καὶ φύσεως πυρός ἐστιν ἀμέτοχος. βʹ. ποίῳ λόγῳ τὰ τῶν ἀετῶν πτερὰ ἐπιτιθέμενα τοῖς τῶν ἄλλων
5ζῴων πτεροῖς φθορὰν αὐτοῖς ἀπεργάζονται. γʹ. ποίῳ λόγῳ οἱ ἐλέφαντες οὐ πρότερον πίνουσι, πρὶν ἂν ἐπιθολώσωσι τὸ ὕδωρ. δʹ. ποίῳ λόγῳ ἡ νάρκη διὰ μέσου τῶν κάλων τοῦ ἐπωνύμου μεταδίδωσι πάθους, καὶ τῶν θηρατῶν ναρκῶσιν αἱ
10χεῖρες. εʹ. ποίῳ λόγῳ αἱ ἔλαφοι ἀποβαλοῦσαι τὰ κέρατα τοὺς συνή‐ θεις ἀποφεύγουσι τόπους. ϛʹ. ποίῳ λόγῳ τὸ πήγανον ὄφεσίν ἐστι πολέμιον. ζʹ. ποίῳ λόγῳ τὸ ἔλαιον ἐπιχεόμενον τῇ θαλάττῃ γαλήνην
15ποιεῖ. ηʹ. ποίῳ λόγῳ ἐπὶ τρισὶν ἔτεσιν ἐγκυμονοῦσιν οἱ γῦπες. θʹ. ποίῳ λόγῳ ὁ πολύπους τὴν Ποντικὴν ἀποστρέφεται θά‐ λατταν. ιʹ. ποίῳ λόγῳ τὸ τράγειον αἷμα ὑπομαλάττει τὸν ἀδάμαντα.
20ιαʹ. ποίῳ λόγῳ τοῖς λαγωοῖς ἐπικύησις γίνεται. ιβʹ. ποίῳ λόγῳ οἱ κόρακες ὥρᾳ θέρους οὐ πίνουσιν. ιγʹ. ποίῳ λόγῳ ῥύσις γαστρὸς συμβαίνει τοῖς κόραξιν.
ιδʹ. ποίῳ λόγῳ θήλεια τέττιξ ᾠδῆς πέφυκεν ἄμοιρος.9

10

ιεʹ. ποίῳ λόγῳ τὰ τῶν ἴβεων ᾠὰ εὐχερέστατα τίκτουσι βα‐ σιλίσκους. ιϛʹ. ποίῳ λόγῳ χαραδριὸς τοὺς ἰκτεριῶντας ἀποστρέφεται. ιζʹ. ποίῳ λόγῳ ἡ ἀμυγδαλῆ εὐφοροῦσα καὶ τῶν λοιπῶν καρπῶν
5εὐφορίαν σημαίνει. ιηʹ. ποίῳ λόγῳ τὰ μὲν ἑψόμενα ὕδατα πυρὶ μονιμώτερα τῶν ἄλλων ὑδάτων ἐστί, τὰ δὲ ἐξ ὄμβρων ἀφανίζεται θᾶττον. ιθʹ. ποίῳ λόγῳ ἐν Σερίφῳ ἄφωνοι καθεστήκασι βάτραχοι. κʹ. ποίῳ λόγῳ μέλιτι Ἀττικῷ οὐκ ἐπικάθηται μυῖα.
10tΤὰ τοῦ διαλόγου πρόσωπα
11tἈντισθένης καὶ Πολυκράτης.
12tἈντισθένης ἢ λαβύρινθος.
13ΑΝΤ. Ἀρισταγόραν τὸν Τιμοκλέους πολλοῦ γε, Πολύ‐ κρατες, οὐχ ἑώρακα χρόνου. ἆρά γε ποῦ; ἆρα μή που ἐπὶ τὴν
15Σικελίαν ἀπῆρε τοὺς πυριπνόους κρατῆρας ὀψόμενος, ἢ τὸν Ἰνδικὸν περινήχεται κόλπον, ἵνα τινὰ φιλοσοφίας ἐπιστήμην
πορίσηται;10

11

ΠΟΛ. Οὔ τί που, Ἀντίσθενες, ἐπείπερ Ἀθήνηθεν Ἀπολ‐ λογένης ὁ Κορίνθιος χθές που γενόμενος ὡς ἡμᾶς περὶ τὴν Ποικίλην στοὰν Ἀρισταγόραν ἔφη θεάσασθαι. Ἀρίστωνα δὲ τὸν φυσικὸν καὶ Σωσίστρατον τὸν Ἑρμογένους περὶ τὸ Λεωκό‐
5ριον ἑωρακέναι αὐθημερὸν ἀφικομένους ἀπήγγειλεν. ΑΝΤ. Πόθεν δῆτα, Πολύκρατες; ΠΟΛ. Περὶ τὸν Εὔξεινον ἐνθαλαττεύσαντες κόλπον καὶ πολλοῖς ἄγαν καὶ μεγίστοις ἐνδιατρίψαντες πόνοις ὥσπερ τι χρύσειον κῶας ἡμῖν τὰς ἐπικόμψους θεωρίας φόρτον ἠγάγον‐
10το· ἔρως γάρ τις αὐτοὺς ἐπιστήμης βαλὼν ἀνοίστρησέ πως ἄμφω καὶ πρὸς ἱστορίας κατάληψιν ἐξεβάκχευσεν. ἐγλιχέτην γὰρ ἐγλιχέτην τὴν Μαιῶτιν ὅπως λίμνην θεάσοιντο, εἰ στρογ‐ γύλη μὲν τῇ θέσει, ἐννέα δὲ εἴπερ ἄρα σταδίων αὐτὴν χιλιάδες περιγράφουσιν ὅροι, καθάπερ γεωγράφοι κηρύττουσιν ἀξιό‐
15πιστον ἡμῖν προβαλλόμενοι τὴν ἀπόδειξιν. καί τινας διαπορῆ‐11

12

σαι φυσιολογίας Περικλέα φασὶ τὸν Κορίνθιον ἐπὶ τὸν Βόσπο‐ ρον αὐτοῖς ξυναντήσαντα. ἐντεῦθεν λόγοι καὶ θεωρίαι περὶ τὸ ἄστυ κυμαίνουσι, καὶ πᾶς φιλοσοφεῖ ὅπως τι λέξοι τορόν, καὶ κομψότητι δόγματος ἄλλος ἄλλου κρατήσειε δόξης. ὁ
5Περίπατος πρὸς τὴν Στοὰν ἔχει τὴν ἅμιλλαν, ἡ Στοὰ Πυθαγο‐ ρείοις συμπλέκεται, Ἀκαδημιακοῖς λόγος Ἐπικουρείων οὐ σπένδεται, καὶ πόλεμός τις ἀσίδηρος ἀνὰ τὴν Ἑλλάδα κε‐ κίνηται. ΑΝΤ. Ἄγε δῆτα, ὦ βέλτιστε, περὶ τούτου φράσον ἡμῖν·
10ὡς ὁρᾷς γὰρ ἐπὶ θεωρίαν τὸν νοῦν ἀνεπτέρωμαι καὶ φλέβας ἐπιστήμης ἀνιχνεύω θεάσασθαι, καθάπερ μεταλλουργοί τι‐ νες ὁπηνίκα τιμαλφεστάτου τινὸς ὕλης πόρους θεάσοιντο. ΠΟΛ. Οὐ περὶ μικροῦ τινος γλῶτται καὶ λόγοι καὶ θεω‐ ρίαι βάλλουσί τε καὶ βάλλονται· ἀδαμάντινος γάρ τις ἐξωπλί‐
15σατο πόλεμος καὶ τὰ τῆς φύσεως ἀνελίττουσιν ὄργια. φασὶ γὰρ τὸν Περικλέα εἰπεῖν τί δῆτα τὸν ἀδάμαντα ἡ φύσις δε‐
δημιούργηκεν ἄκαυστον καὶ τοῦ παμφάγου πυρὸς ὑψηλότε‐12

13

ρον. τουτί, φίλος, τὸν τῶν φιλοσόφων διαταράττει χορὸν καὶ πρὸς ἔρευναν τῶν ἀπορρήτων ἐνθουσιᾶν παρεσκεύασε· τοιού‐ τοις γὰρ ἡμᾶς ὁ Κορίνθιος ἐνειλῶν τοῖς δεσμοῖς ὥσπερ ἐν μυθικῷ λαβυρίνθῳ τινὶ τῷ δυσεμβάτῳ τῆς θεωρίας ἐναποκλεί‐
5σας ἀπῴχετο. ΑΝΤ. Ἐρῶ σοί τι φύσεως ἔργον, Πολύκρατες, ἐπεί σε φιλότιμον λόγων μουσικῶν ἐραστὴν ὑπαισθάνομαι· φίλῳ γὰρ μηδὲν ἄγνωστον ἔχοιμι καλὸν τῷ Κυρηναίῳ πειθόμενος. ΠΟΛ. Οὐκοῦν ἄγε δὴ ἄγε, Ἀντίσθενες, λόγος ἡγείσθω
10ὅτῳ κοινωνεῖν ἀλλήλοις εἰώθαμεν τοῦ βουλήματος. ΑΝΤ. Λεπτότατοί τινες πόροι διὰ τὸ λίαν στερέμνιον πεφύκασι τῷ ἀδάμαντι· διὸ καὶ ὁ σίδηρος ἀσθενὴς πρὸς ἀδά‐ μαντα· ἀνεπίδεκτος γὰρ καὶ γλυφῆς καὶ τομῆς διὰ τὸ λίαν πυκνότατον. ἐντεῦθεν φλογὸς οὐκ αἰσθάνεται, ὥσπερ ἀπειρ‐
15γόντων τῶν πόρων, καὶ ἁπαξαπλῶς ἀντιπραττόντων φύσιν πυ‐ ρὸς τὸν λίθον εἰσδέχεσθαι. τὰ τοίνυν ἄμικτα καὶ διέστηκε, τῶν δὲ διεστώτων σχέσις οὐκ ἔνεστιν, ἀσυνδύαστος δὲ ἀδάμας πυρί· οὐκοῦν ἄκαυστος καὶ φύσεως πυρὸς διὰ πυκνότητα ἠλ‐ λοτρίωται. σίδηρος γοῦν καὶ χρυσὸς πυρὸς φύσιν εἰσδέ‐
20χονται, ὅθεν τὰ τοιαῦτα τήκεται ἢ μαλάττεται. ναὶ μὴν καὶ13

14

διὰ τὸ μᾶλλον ἄνικμον ἄκαυστος πέφυκεν ὁ ἀδάμας· πᾶν γὰρ τηκτὸν πλείστης ἀνάγκη μετέχειν ὑγρότητος. ΠΟΛ. Εὖγε τοῦ λόγου· ἀδαμαντίνοις τισὶ ῥήμασι τὰς περὶ ἀδάμαντος θεωρίας ἐποίκιλας· ναὶ μὰ τόν, καὶ εἴ τι ἀδά‐
5μαντος ὑψηλότερον· ἰσχυροτέρα γὰρ ἡμῖν ἀδάμαντος ἡ ἀλή‐ θεια. Ἀλλὰ φέρε δὴ τὸ πολυθρύλλητον ἐκεῖνο καὶ ἐπίσημον τοῦ Κορινθίου ἐνοπτρισώμεθα πρόβλημα· ἐκόμα γὰρ αὐτῷ λίαν καὶ ἐπὶ τούτῳ τὸ φρόνημα.
10ΑΝΤ. Ὅ τι βούλει πυθοῦ. ΠΟΛ. Φθείρειν ἔφασκε τῶν ἀετῶν τὰ πτερὰ ἐπιτιθέμενά πως καὶ συμπλεκόμενα τοῖς τῶν ἄλλων ζῴων πτεροῖς, ὥσπερ κἀνταῦθα τύραννος εἶναι βουλόμενος τῶν ἄλλων πτηνῶν [ὁ] ἀετός, καὶ τῆς κόμης γυμνούμενος οὐδὲν ἧττον βασιλικῆς
15ἐπιβαίνειν δυναστείας πειρώμενος. τίς ὁ λόγος, Ἀντίσθενες; ἔργα μοι φύσεως διηγοῦ. ΑΝΤ. Ὢ τοῦ Κορινθίου, ὡς μυστικῆς τινος ἐπιστήμης
σοφιστὴς ἀξιόχρεως. ἀτὰρ γοῦν λέξω τί σοι, Πολύκρατες·14

15

σὺ δέ μοι ἠρεμαῖον ἐπίθες τὸ οὖς καὶ Σειρηνείου ἀκούσῃ φωνῆς, οἷά τις Ἰθακήσιος ἐπ’ αὐτάς που τὰς ὑπερκυκνείους μελῳδίας γενόμενος. ΠΟΛ. Λέξον δῆτα, ὦ Βέλτιστε.
5ΑΝΤ. Δυσωδέστατον πτηνὸν ἀετός· ἐντεῦθέν τοι καὶ τὰ λείψανα τῆς ἑαυτοῦ θήρας οὐκ ἂν αὖθις ἐπέλθοι ποτέ, οὐδὲ χθιζῆς, ὦ φίλος, θήρας τυχήσειεν· ἄβρωτα δὲ καὶ τοῖς ἄλλοις ζῴοις ἐστίν· αὐθημερὸν γὰρ ἠφάνισται, οἷα Φινέως τινὸς καὶ Ἁρπυίας λείψανα δείπνου γενόμενα. διὸ καὶ φθαρτικά πως
10τῶν ἀετῶν τὰ πτερά. σηπεδονώδους γάρ τινος μετέχουσι φύ‐ σεως. καὶ οὐκ ἂν σωθείη ἑτέρων ἄττα κόμαις ἀετῶν πτερὰ πλησιάσαντα· θᾶττον γὰρ ἀπολώλασιν. ΠΟΛ. Λίαν νουνεχῶς, ὦ φιλότης. Ἀλλ’ ὅρα μοι τοῦ Ἀπελλοῦ, Ἀντίσθενες, πίνακας· τε‐
15θαύμακα τῆς γραφῆς, ἄνερ, τὸ κόσμιον. θέα μοι τὸ Ἰνδικὸν τουτὶ ζῷον ὅπως ὁ δημιουργὸς τῆς γραφῆς διεποίκιλεν ἄριστα. λόγος ἐστὶν ἐλέφαντα μὴ πρότερον πίνειν, πρὶν ἂν ὑπο‐
θολώσῃ τῇ προνομαίᾳ τὰ νάματα.15

16

ΑΝΤ. Οὐκ ἐπίπλαστον τὸ λεγόμενον· μορμολύττεται σκιὰν τὴν αὑτοῦ ἐν ὕδατι ἐλέφας θεώμενος. διὸ καὶ τοὺς Ἰνδοὺς ἐπιτηρεῖν ἀσέληνον νύκτα φασὶν ὁπηνίκα διαπορθμεύουσι τουτὶ δι’ ὑδάτων τὸ ζῷον. τὸν μυθικὸν Νάρκισσον παιδευέτω
5ἐλέφας τὴν ἑαυτοῦ σκιὰν ἀποστρέφεσθαι καὶ τῶν ξένων τῆς φύσεως ἐρώτων ἀπέχεσθαι. ΠΟΛ. Ἄγαμαι τῆς θεωρίας τὴν δύναμιν, ὡς δεινὸς σὺ κομιδῇ φύσεως λόγους μετέρχεσθαι. Ἀλλ’ ἄγε δὴ τοὺς περὶ νάρκης φιλοσόφει μοι λόγους·
10καὶ ἡ σοβαρὰ τοῦ Κορινθίου γλῶττα ναρκήσειε τὰ περὶ νάρκης μεγαλαυχουμένη προβλήματα. τοὺς θαλαττουργοῦντας ἔφα‐ σκεν, εἴποτε νάρκη τῷ κύρτῳ ἁλῷ, τὼ χεῖρε πάσχειν εὐθὺς τοῖς κάλοις ἐφελκομένους τὸν κύρτον. πῶς δῆτα, ὦ τᾶν, διὰ τῶν κάλων τοὺς θηρευτὰς τὸ ζῷον ἀμύνεται;
15ΑΝΤ. Ἐπὶ τὴν θάλατταν τῶν θαυμάτων ὁ Περικλῆς τὴν γλῶτταν κεκίνηκεν. εἴσω τῶν ὅρων τῆς γνώσεως τὴν σὴν διά‐ νοιαν ἔπεχε Ἀτλαντικὸν ὥσπερ πέλαγος θεωρίας ἱστορῆσαι γλιχόμενος. ἐγὼ δέ σου, Πολύκρατες, μικροῖς τισι ῥήμασι
ψυχαγωγήσω τὸν ἔρωτα.16

17

ΠΟΛ. Λέγοις ἄν, ὦ γενναῖος. ἀστεῖοι γάρ μοι δοκοῦσι καὶ δημωφελεῖς οἱ λόγοι προτίθεσθαι. οὐ μή σου ἀπολειφθείην τὸ τήμερον, οὐ μὰ τὸν ἐμὸν βέλτιστον ἔρωτα. ΑΝΤ. Εὐπαθεστάτην ὁ ἀὴρ φύσιν κληρωτικῶς ἀπενεί‐
5ματο· διηχὴς γὰρ καὶ διαφανὴς ἔφυ καὶ δίοσμος. οὕτω γὰρ αὐτὸν θεῖαι φροντίδες τινὲς δεδημιουργήκασιν ἄριστα, ἵνα πως συμπάθειαι καὶ ἐνέργειαι δι’ ἐκείνου ἀνὰ τὸ περίγειον τουτὶ χωρίον συμβαίησαν. πολλῶν τοίνυν παθῶν καὶ ἐνεργειῶν αἴτιος οὗτος. πῶς γὰρ οἱ τὰς ὄψεις νοσοῦντες τοὺς ὁρῶντας
10σφᾶς πολλάκις τοῦ πάθους κοινωνοὺς ἐποιήσαντο; ναὶ μὴν τοῦ περιέχοντος ἀέρος μεταιχμίου δίκην ῥώσεως ἐνόντος ἡμῖν καὶ φαυλότητος. οὐκοῦν διὰ τοῦ ἐνόντος ἀέρος καὶ νάρκη ποιεῖν τι πάθος ἐπίσταται τοῖς αὐτῇ πλησιάζουσιν, εἰ καὶ μὴ ταύτης
ἐφάψοιντο. ἐρῶ δέ σοι καὶ τοῦδε τεκμήριον. ἡ μαγνῆτις, ἣν καὶ17

18

Ἡρακλείαν λίθον φασί, τοῦ σιδήρου διέστηκε, καὶ ὅμως διὰ μέσου τοῦ ἀέρος ὁρῶμεν τὴν ἐνέργειαν προβαλλομένην τὴν λίθον. ἡ δὲ καὶ περὶ τὸν φοίνικα τὸ φυτὸν γινομένη συμπά‐ θεια ποίαν διάνοιαν οὐκ ἐξίστησι; ποίαν ἀκοὴν οὐκ ἐνεφόρησε
5θαύματος; ἐπὶ τοῦ φοίνικος τοῦ φυτοῦ ἄλλως τὸ τῶν θηλειῶν καὶ ἄλλως τὸ τῶν ἀρρένων διακρίνεται γένος· εἶτα πλησίον ὄντων ἀλλήλων τοῦ τε ἄρρενος καὶ τοῦ θήλεος, ἴδοις ἂν τὴν θήλειαν καθιεῖσαν τοὺς κλάδους οἷα κόμην ἐρωτικὴν τῷ ἄρ‐ ρενι καὶ συμπλοκῆς ἐφιεμένην ὀργῶσαν. ἐπεὶ δ’ οὐκ ἐξικνοῦνται
10ἔστιν ὅτε οἱ ταύτης πρὸς τὸν ἄρρενα κλάδοι, σοφόν τι παλα‐ μῶνται ταύτῃ οἱ φυτουργοὶ πρὸς τὸν ἔρωτα· κάλοις γὰρ αὐτὴν περιδεσμοῦσι τῷ ἄρρενι, καὶ οὕτως ἐν αἰσθήσει τῆς ἀπολαύ‐ σεως ἡ θήλεια γίνεται καὶ ἐξανίσταται τῆς κυρτώσεως καὶ πρὸς τὸ οἰκεῖον τοὺς κλάδους ἐπανήγαγε σχῆμα, ὥσπερ διὰ
15τῶν κάλων τὴν τοῦ ἄρρενος λαχοῦσα συνάφειαν. ἄτοπον τοί‐ νυν οὐδὲν ποιεῖν καὶ νάρκην τοῖς θηρεύουσι πάθος διὰ μέσων
τῶν κάλων.18

19

ΠΟΛ. Βαβαὶ τοῦ λόγου· ἀδελφὸς εὖ μάλα μοι, Ἀν‐ τίσθενες, φύσεως εἶναι δοκεῖς. Ἀλλ’ ἐκ τῆς θαλάττης ἐπὶ τὴν χέρσον μετελθεῖν ὁ λό‐ γος ἐρᾷ καὶ μετοχετεύειν ἐπὶ τὴν ἤπειρον τὴν θεωρίαν ἐπεί‐
5γεται. τὰς ἐλάφους ὁ Κορίνθιος οὐκ ἐψεύσατο τὸ κέρας ἀπο‐ βαλούσας τῶν συνήθων ἀποφεύγειν χωρίων, ὥσπερ αἰσχυ‐ νομένας τὴν τέως αὐταῖς ἀκοσμίαν προσοῦσαν. ΑΝΤ. Δόξειε μέν τις ἴσως παίζειν τὸν Περικλέα, Πολύκρα‐ τες, ἢ κορυβαντιᾶν πως καὶ μεμηνέναι, φλήναφον τοῦτο τὸ
10διαπόρημα προβαλλόμενον. ἐγὼ δὲ τὸν ἄνδρα τεθαύμακα καὶ τὸ φιλόκαλον γεραίρω τῆς γνώσεως. ἀλλ’ εἴ σοι δοκεῖ περὶ ταυτηνὶ τὴν πλάτανον καθῆσθαι μικρόν; ἀμφιλαφὴς γὰρ ἡ πλάτανος τοῦ τε ἄγνου τὸ ὕψος καὶ τὸ σύσκιον πάγκαλον.
15ΠΟΛ. Πρόαγε δή.19

20

ΑΝΤ. Ἆρά γε, ὦ παῖ Σοσσίου, οἴει ἆρα οἴει τὸ κέρας ἀποβάλλειν τὴν ἔλαφον; ΠΟΛ. Φημὶ δή· ἀπειράκις τοῦτο τεθέαμαι, ὁπότε παῖς μὲν ἦν τὴν ἡλικίαν, ἀγροικότερος δὲ τὸν νοῦν, ἡνίκα τὰ κυνηγέ‐
5του μοι ἐφαίνετο περισπούδαστα, ὅτε αὐλῶνας καὶ γηλόφους ἐθαύμαζον καὶ τῶν ὀρῶν μοι τὰ ὑψηλόκομα ἦν ἐναυλίσματα. ΑΝΤ. Ἀτὰρ γοῦν λέξω κἀγώ, τί δῆτα τὰς συνήθεις δια‐ τριβὰς δραπετεύουσιν ἔλαφοι τὸ κέρας ὥσπερ ἀποκειράμεναι. ἔστιν αἴσθησις καὶ τοῖς ἀλόγοις ζῴοις, Πολύκρατες, καθ’ ἣν
10τῆς ἰδίας σωτηρίας ἀπειλήφασι τὴν διάγνωσιν. οἶδεν ἡ σηπία τῆς οἰκείας ἀχλύος τὸ σόφισμα καί που θηραταῖς ἀορασίαν ἄγρας πολλάκις ἐνέθηκεν· οἶδε τὰ γαμψώνυχα τὴν διὰ τῶν ὀνύχων ἀλκήν· οἶδεν ὁ λαγωὸς διὰ τοῦ δρόμου καὶ τῆς τῶν ποδῶν ὀξύτητος κυνηγέτου ἐπιβουλὰς ἀποπέμπεσθαι· οἶδεν ἡ
15ἔλαφος ἀποκειραμένη τὰ κέρατα ἀσθενεστέραν τὴν φύσιν ἀμύνασθαι τοὺς λυπήσαντας. οὐκοῦν ἀποκρύπτεται οἷα στρα‐ τιώτης τις ἄνοπλος δεδιὼς παρατάττεσθαι καὶ πόρρω που
ἀπόμαχος εἶναι βουλόμενος· προσεπὶ τούτοις ἀλγεῖ πως τὸ20

21

ζῷον τὴν κάραν δεινότατα. ταῦτα φύσις ἐπίσταται καὶ φι‐ λοσοφία μεμύηται. ΠΟΛ. Ὡς ἀγαθὸς κυνηγέτης, ὦ φίλος, μεγίστην θηράσας τινὰ τῷ περιπάτῳ κατάληψιν. νῦν ἡμᾶς μουσικαὶ περιπνέου‐
5σιν αὖραι καλῇ ὑπὸ πλατανίστ, ὅθεν ἀγλαόν ἐστιν ἀρύσασθαι λόγιον. Δεῦρο δὴ ἐπὶ τὰ Λιβύης ξεναγώγει με θαύματα· ἐκεῖ γάρ τι παράδοξον ὁ Κορίνθιος ἔφη θεάσασθαι, ἀποφεύγειν τοὺς ὄφεις τὸ πήγανον, ὥσπερ τινὸς αὐτοὺς ἀποσοβούσης δυ‐
10νάμεως. τίς ὁ νοῦς; ἀπόκριναι τῷ σῷ Πολυκράτει, ὥσπερ ἔκ τινος τρίποδος Πυθικοῦ τὰς ἀποκρίσεις ποιούμενος. ΑΝΤ. φιλοπευθὴς ἄγαν τις ἦν, ὦ Πολύκρατες· ἐμὲ δὲ, νὴ τὴν φρόνησιν, διελάνθανεν. ἀλλ’ ἐπεί σοι καὶ τοῦτο πρὸς Θεω‐ ρίαν ἐπέραστον, οὐκ ἀπεριμερίμνους καὶ πρὸς τουτονὶ τὸν
15λόγον ἕξεις ἡμᾶς. ψυχρὰν ἄγαν ἔτι γε μὴν καὶ ξηρὰν καὶ νευ‐ ρώδη τὴν φύσιν ὄφις ἀπείληφεν. ἔστω δ’ αὖ τουτί σοι τῆς ἀληθείας τεκμήριον· ὥρᾳ χειμῶνος ὥσπερ ἄντρων τινῶν τῶν φωλεῶν ὄφις ἐρᾷ καὶ πρὸς τὰ βάθη τῆς γῆς ἐναυλίζεται, ἅτε
δὴ θερμοτέρων ὥρᾳ χειμῶνος καὶ πρὸς ἀλέαν ἐχόντων ἐπιτή‐21

22

δειον ἐνδιαίτημα· αὖθις δ’ αὖ θέρους ἐνόντος ἐπιπολάζει τῇ γῇ καὶ τὴν ἐπιφάνειαν ἀσπάζεται τὴν περίγειον. καὶ οἶδεν ὄφις ὥρας τροπὰς οὐκ ἀστρονομίαν παιδευθεὶς ἢ τὰ Χαλδαίων σοφίσματα. πήγανον τοίνυν Λιβυκὸν ξηρότατον ἄγαν ἐστὶ
5καὶ λειποψυχεῖν εὐθὺς τοὺς ὄφεις ἐποίησεν, ὥσπερ κραιπάλην τινὰ καὶ σκοτοδινίαν ταῖς ὑπερβολαῖς τῆς ξηρότητος παρε‐ χόμενον. ΠΟΛ. Ἄρτιός μοι λίαν ὁ λόγος ἀληθείας ἰνδάλματα προ‐ φερόμενος.
10Ἐμοὶ δὲ πάλιν ἔρως ἐπὶ τὴν θάλατταν ἐκδημεῖν. ὅτε γάρ μοι ὁ νοῦς ἀπίδοι πρὸς τὰ τῆς χέρσου θαύματα, ἐπὶ τὴν θάλατταν δραπετεύειν ἐθέλει· ὁπηνίκα δὲ πάλιν πρὸς τὴν τῆς θαλάττης δημιουργίαν ναυτίλλεται, ἐκ τῶν βυθῶν ἐρᾷ τῶν θαυμάτων ἀνεῖναι καὶ τὰς κατ’ ἤπειρον θεωρίας ἐκδέχεται.
15ΑΝΤ. Εἴπερ οὖν αὖθις τῶν λόγων, Πολύκρατες, δεῖ, φρά‐ σον δή μοι φράσον, πῶς δῆτά σοι τὰ τῆς θεωρίας ναυτίλλεται. ΠΟΛ. Τοὺς πλωτῆρας ἀκούω γαλήνην σοφίζεσθαι τῇ
θαλάττῃ ἐνιέντας τὸ ἔλαιον, ὥσπερ ἵλεων ἔσεσθαι ἐντεῦθεν22

23

αὐτὴν ἐπικυμαίνουσαν μηχανώμενοι. τοῦτό τοι καὶ θαλαττουρ‐ γοὶ περὶ τὰς τῶν ἰχθύων ἄγρας πράττειν εἰώθασιν· ἐπὶ ταυτηνί με τὴν θεωρίαν τῷ λόγῳ, οἷα λέμβῳ τινί, Ἀντίσθενες, δια‐ πόρθμευε.
5ΑΝΤ. Λεπτότατον ἔφυ τὸ πνεῦμα, Πολύκρατες· τὸ δὲ ἔλαιον γλίσχρον διὰ τὸ λεῖον καθέστηκεν. ὀλισθαῖνον γοῦν τὸ πνεῦμα διὰ τὴν λειότητα ἀδυνατεῖ παρέχεσθαι τοῖς ὕδασι κλύδωνα. ἐντεῦθεν ἐπιγελᾷ γαλήνην ἡ θάλασσα, ὥσπερ φι‐ λανθρώπῳ τινὶ ἐλαίῳ τὸν θυμὸν κατευνάζουσα.
10ΠΟΛ. Ἔτι σου καθέξομαι κοὐκ ἂν ἀφείην, Ἀντίσθενες· ὑπὸ γὰρ φιληδονίας τὸν κόρον ἀφῄρημαι. Τοὺς γῦπας ἐγκυμονεῖν τριετῆ χρόνον ὁ Κορίνθιος τε‐ ρατεύεται, καὶ ξένον μοι τῶν τῆς φύσεως νόμων εἶναι δοκεῖ. οὐ γάρ πω τοιοῦτόν τι ἀκήκοα δραματούργημα.
15ΑΝΤ. Πολλὰ γένη τῶν ὀρνίθων, Πολύκρατες, οὐ δεῖται
τῆς τῶν ἀρρένων συμπλοκῆς πρὸς τὴν κύησιν. ἀλλ’ ἐν μὲν τοῖς23

24

ἄλλοις τὰ ὑπηνέμια καθέστηκεν ἄγονα, τοὺς δὲ γῦπας ἀσυν‐ δυάστως τίκτειν παρακελεύονται φύσεως νόμοι. γῦπα τοίνυν οὐκ ἔστι θεάσασθαι ἄρρενα, ἀλλὰ πᾶν τὸ γένος αὐτοῖς ἡ τοῦ θήλεος ἀπηνέγκατο φύσις· ὅπερ ἐπιστάμενοι γῦπες καὶ τὴν
5ἐρημίαν δεδιότες τῶν τέκνων, εἰς ἐπιγονὴν ἅπαν τὸ γένος στρα‐ τεύεται, οἷα Λημνιάδες γυναῖκες, ἡρώων ἀναγόμενον στόλον θεώμεναι. εἶτα δρῶσί τι σόφισμα ποικίλον οἱ γῦπες· τῷ νότῳ ἀντίπρωροι πέτονται. εἰ δὲ μὴ νότος εἴη, τῷ συγγενεῖ εὔρῳ ἁπλοῦσι τὰς πτέρυγας· εἶτα κεχήνασι καὶ τοῦ πνεύματος ἐμ‐
10φοροῦνται εἰσρέοντος, καὶ τίκτουσι ζῷα, οὐκ ᾠὰ ὑπηνέμια. διὸ πλείστου χρόνου δεῖται ἡ φύσις πρὸς ζῴου τελεσιουργίαν, Πολύκρατες· χαλεπὸν γὰρ καὶ λίαν ἐργῶδες τῇ φύσει οὐσιῶ‐ σαι τὸ πνεῦμα, καὶ πρὸς ζῴου τελεσιουργίαν πλαστουργεῖν τὸ λεπτότατον.
15ΠΟΛ. Ἐγὼ μὲν ᾤμην τερατολογεῖν, Ἀντίσθενες, τὸν Κο‐ ρίνθιον. ἑάλωμεν δὲ καὶ τῷ τῆς ἀληθείας ἐφαλλόμεθα κύρτῳ. Ἆρα μέχρι τούτου τὸ φιλοσοφίας εἴη μοι φροντιστή‐
ριον; οὐ δῆτα οὐ δῆτα· οὐ γὰρ ἡμίεργον ἄπειμι τὴν ἐπιστή‐24

25

μην κτησάμενος. περὶ τὸν Πόντον τοὺς ἰχθύας φασὶν ἐνδη‐ μεῖν, πολύποδα δὲ περὶ τὸν βόρειον κόλπον μὴ γίνεσθαι. ΑΝΤ. Καὶ μάλα εἰκότως, Πολύκρατες· ἔστι γὰρ χῆρος ὁ Πόντος πολύποδος. τὰ μὲν γὰρ τῶν ἰχθύων ψύξεως δεῖται,
5ὅσα που καὶ τὰ πότιμα ἐπιδιώκουσι νάματα· τὰ δὲ θερμότητος ἐρᾷ καὶ πρὸς τὴν θάλατταν ἀναστρέφεται· θερμοτέρα γὰρ αὕτη τῶν ἄλλων ὑδάτων καθέστηκεν. ὁ γοῦν πολύπους τῇ Πον‐ τικῇ θαλάττῃ ἀπεχθάνεται· ψυχρότερον γὰρ τὸ βόρειον πέ‐ φυκε πέλαγος, ἀλλὰ καὶ τῆς λοιπῆς θαλάττης γλυκύτερον·
10ὑπὸ πολλῶν γὰρ καὶ μεγάλων ποταμῶν ἐπιρρεῖται. ἐναντία δὲ τῷ πολύποδι τό τε ψυχρὸν καὶ γλυκύ. ἱκανὸν δ’ ἐρῶ σοί τι πρὸς ἀπόδειξιν. πέτρᾳ συμπλακεὶς ὁ πολύπους δυσαποσπάστως ἔχεται· διὸ γλυκὺ ἐπιχέουσιν ὕδωρ τῇ πέτρᾳ οἱ πρὸς ἄγραν δεινοί. καὶ οἱ μὲν ἔχουσι τὸ ζητούμενον θήραμα, ὁ δὲ τῆς
15ἑαυτοῦ ἄκων ἐξανίσταται βάσεως.25

26

(1t)

Ἀρχὴ τῆς δευτέρας διαλέξεως
2Τὸν Σεμέλης Διόνυσον, μᾶλλον δὲ τὸν Διός—διπλῆ γὰρ ἦν ἐκ Διὸς τῷ Διονύσῳ ἡ γένεσις—, τὸν Διὸς τοίνυν Διόνυσον, ὅτε που ἡμίεργον ἐξήμβλου ἡ ἄνθρωπος, καὶ παῖς ἡμιτέλεστος
5ὁ μυθικὸς ὑπῆρχε θεός, ὑπὸ τὸν μηρὸν ὁ πατὴρ ἐτελεσιούργει τὸ γέννημα· καὶ ὁ Σεμέλης αὖθις ἐνεκυμονεῖτο Διόνυσος. τοὺς ἡμιλέκτους τελεσιουργεῖτέ μοι λόγους, ἄνδρες διδάσκαλοι, παρ’ οἷς ἔνεστιν ἡ ἐντέλεια· οὐ γὰρ ἀτελεσφορήτων λογικῶν ὠδίνων ἀνέχεσθε.
10Ἔρως ἦν τῷ Πανί. ἤρα δὲ ὁ Πὰν ἑαυτοῦ καὶ φωνῆς ὑπῆρχεν ἡ ποθουμένη ἀπήχησις, εἰ καὶ τὸν Πᾶνα τὸ σόφισμα διελάνθανεν. ἐφθέγγετο καὶ τῆς ἐρωμένης ᾐσθάνετο, ἐπέπαυτο τῆς ᾠδῆς καὶ ἦν ἀφανὲς τὸ ποθούμενον. ᾄσομαι τοίνυν κἀγώ· ἀντηχήσει γάρ, οἶδα, ὁ σύλλογος καὶ τῶν ἐρωμένων κρότων
15αἰσθήσομαι, εἰ καὶ παρ’ ἀξίαν τῶν λεγομένων ὁ ἔπαινος. ΠΟΛ. Ταῖς φιλοπευθέσι ψυχαῖς κόρος οὐκ ἔνεστι γνώ‐ σεως. οὐκοῦν ἐπὶ τὴν νύσσαν ὁ λόγος, Ἀντίσθενες· ὦτα γάρ
μοι ὀφθαλμῶν ἀπληστότερα.26

27

Τῷ τραγείῳ ὑπομαλάττεσθαι αἵματι ὁ Κορίνθιος ἔφη‐ σε τὸν ἀδάμαντα. καὶ θεῖον τουτὶ χρῆμα καὶ ἀπόρρητον εἶναι δοκεῖ. φέρε δὴ ἀρχὴ καὶ πέρας τῆσδε τῆς συνουσίας. οἱ περὶ ἀδάμαντος ἔστωσαν λόγοι.
5ΑΝΤ. Ἤδη πού σοι, Πολύκρατες, ξηράν τινα καὶ ψυχρὰν καὶ ἄνικμον τὴν ἀδάμαντος ὑπεθέμεθα φύσιν· ὅθεν τοῖς ἐναν‐ τίοις εἰκότως ὁ ἀδάμας ὑπήκοος γίνεται. αἵματος δὲ φύσις θερμή τις ἔνεστι καὶ ὑγρά· διὸ τῷ μὲν ὑγρῷ τὸ ξηρόν τε καὶ ἄνικμον ὑποτάττεται· τὸ δὲ ψυχρὸν ὑπομαλάττεται τῇ θερ‐
10μότητι. ΠΟΛ. Καὶ τί δῆτα ὁ ἀδάμας μὴ παντὶ ὑποτάττεται αἵματι; ΑΝΤ. Θερμότατον τὸ τράγειον ἔνεστιν αἷμα· ἐντεῦθέν πως κρατεῖ καὶ ἀδάμαντος. ἤδη δέ τινες καὶ λεοντείῳ αἵματι ὑπομαλάττουσι τὸν ἀδάμαντα ταῖς ὑπερβολαῖς τῆς θερμότη‐
15τος ὑπερνικῶντες αὐτοῦ τὸ ἀμείλικτον. ΠΟΛ. Ἔνεστι γοῦν τις διαφορὰ καὶ τοῖς αἵμασιν. ΑΝΤ. Πάνυ μὲν οὖν· ἔχει τινὰ αἷμα ἐλάφειον ἰδιότητα,
ἔχει δὲ καὶ ταύρειον ἐνέργειαν ἰδιάζουσαν.27

28

ΠΟΛ. Ἀληθείας ἐπαγωγὸς ὁ λόγος, Ἀντίσθενες. Ἀλλὰ τὸν Ἀρίστωνος θέα μοι παῖδα, ὡς συντόνως ὁ νεανίας ἱππάζεται. ναὶ δὴ καὶ ξυνωρίδα κυνηγετῶν ἐπισύρεται ὡς ὁρᾷς. ὑψαύχην ὁ ἵππος αὐτῷ χρυσοῖς τισιν ὅρμοις
5τὴν χαίτην κοσμούμενος ἐπιγαυριᾷ πως καὶ φρυάττεται τῷ βα‐ δίσματι, ὥσπερ ἐμβλακευόμενος τῷ φρονήματι. ὁ δὲ παῖς ἔποχος τὰς ἡνίας τῇ δεξιᾷ ἐπειλημμένος χειρί, ἀνασοβεῖ τοῖν ποδοῖν τὸν ἵππον καὶ πρὸς ἄστυ τὸν δρόμον πεποίηται. καὶ γέγηθέ πως ὁ νεανίας· οὐ γὰρ ἀθηρία τις αὐτῷ ἐντετύχηκε.
10θέα μοι ἡλίκος αὐτῷ λαγῶς ἀπῃώρηται. καί τις ἐντεῦθέν μοι εἰσπεπήδηκε θεωρία. Ἀνδρὸς ἤκουσά του λέγοντος, παρ’ ᾧ κόμπος μυθικῶν πλα‐ σμάτων οὐκ ἔνεστι, τοὺς λαγῶς τὰ μὲν τῶν ἐκγόνων ὠδίνειν, τὰ δὲ τετοκέναι, ἔνια δ’ ἡμιτελῆ ἔτι φέρεσθαι τῇ γαστρί.
15ΑΝΤ. Γονιμωτάτη τις ἡ τῶν λαγωῶν ἐστι φύσις, Πολύκρα‐
τες. ἱκανὸν δέ τῳ τεκμηριῶσαι κομιδῇ τὸ λεγόμενον. λαγῴα28

29

πυτία ἄπαιδι γυναικὶ ἐντιθεμένη ἐγκύμονα θᾶττον ἐποίησε καὶ παῖδα ὑποτίτθιον στείρᾳ χαρίζεται. ἡ τοίνυν σύλληψις οὐ κεχώ‐ ρισται τοῖς λαγῷς, ἀλλ’ ἔτι τελεσφορουμένων τῶν ἐκγόνων ἐπισύλληψις ὥσπερ αὐτοῖς ἐπιγίνεται. οὐκοῦν ἃ μὲν τέτοκεν ὁ
5λαγῶς, ἃ δὲ ὠδίνει, ἃ δὲ ἡμιτελῆ ἔτι προφέρεται τῇ γα‐ στρί. Αἴγυπτον καὶ Δαναὸν πολυτεκνοτάτους ᾄδουσι ποιηταί, ἀλλ’ ἐκείνων ὑπέρτερος ὁ λαγῶς, καθάπου ἔφη [μὲν] ὁ Ἀβδη‐ ρίτης, τὸ δὲ πιστεύειν ἀζήμιον. ΠΟΛ. Φυσικαῖς ἡμᾶς ἀνάγκαις, Ἀντίσθενες, πέπεικας
10ἑδραῖόν τί μοι περὶ λαγωῶν διηγούμενος. Ἀλλ’ ἐπὶ τὰ τῶν κοράκων γένη οὐκ οἶδ’ ὅπως ἐξέπτη ὁ λόγος καὶ μετάρσιος γέγονε· καὶ γὰρ αἰσθάνομαι ὥσπερ
ἀπειργομένων ὥρᾳ θέρους ὑδρεύεσθαι.29

30

ΑΝΤ. Πεπόνθασί τι πάθος ὥρᾳ θέρους οἱ κόρακες· τὸ δὲ πάθος ῥύσις ἐστὶ γαστρός, ὦ Πολύκρατες. ἐντεῦθεν ποταμοὶ καὶ πηγαὶ καὶ λίμναι οὐδέν τι χρῆμα θέρους τοῖς κόραξιν, ἵνα μήπου τῷ ὑγρῷ ἡ τῆς γαστρὸς σχοίη ῥύσις ἐπίτασιν. ἴσασι
5τοίνυν διαίτης τέχνην καὶ κόρακες, οὐχ Ἱπποκράτην μαθόν‐ τες, οὐ τὰ Μαχάωνος παιδευθέντες ἢ τὰ Χείρωνος φάρμακα. ὁρῶσι γοῦν τὴν Ἀρέθουσαν ὥρᾳ θέρους οἱ κόρακες, ὁρῶσι δὲ καὶ τοῦ Ἴστρου τὰ ῥεῖθρα, ναὶ μὴν καὶ τὸν Νεῖλον τὴν Αἴγυπτον πελαγίζοντα· ἀλλ’ ὅμως πίνειν ἐκείνοις οὐκ ἔνεστιν, ἀλλ’
10οἷα Τάνταλοι κολαζόμενοι δριμυτάτην ταύτην τὴν δίκην εἰσ‐ πράττονται. ΠΟΛ. Εὖ σοι τῆς ἐπιστήμης· εὖγε τῆς πλατάνου, ὡς ἡδύ μοι τερετίζουσιν ἐν τοῖς νεοβλάστοις τῶν κλάδων οἱ τέττιγες ἐποχούμενοι.
15Καί τις ἐντεῦθέν με περὶ τεττίγων λόγος εἰσέδυ· ἐξαί‐ ρειν ἔπεστί μοι τὰ τῆς φύσεως ἔργα. θήλεια καθάπαξ τέττιξ
ἄφωνος πέφυκεν, ὥσπερ αἰσχυνομένη σωφροσύνῃ τὸ λάλον.30

31

οὐχ ὁρᾷς κοσμίως τήνδε τὴν τέττιγα ἐφιζάνουσαν τῷ κλάδῳ ἄγαν σιωπηλῶς, ὥσπερ τὰ Πυθαγόρου διδαχθεῖσαν διδάγ‐ ματα; ΑΝΤ. Ψυχροί τινες τὴν φύσιν οἱ τέττιγες. διὸ μετὰ τροπὰς
5ἀπάρχονται τῆς ᾠδῆς, καὶ ἡλίου ὑπαρχομένου τὸν ἑαυτῶν μεθίασι κέλαδον, ὥρᾳ τε μεσημβρίας εἰσὶν ᾠδικώτεροι [τέτ‐ τιγες]. τέττιξ οὖν θήλεια κατὰ πολὺ ψυχροτέρα τοῦ ἄρρενος καὶ φύσις αὐτῇ τὴν σιωπὴν ἐγκελεύεται ἐπίτασιν ἐντιθεῖσα ψυχρότητος· διὸ κωτίλος τέττιξ οὐκ ἔνεστι θήλεια, ἀλλ’ οἷά
10τις Θεανὼ σιωπῶσα τὰ ἄρρητα, ὥσπερ Ὁμήρῳ μοι δοκεῖ πει‐ θαρχεῖν ‘μῦθος ἄνδρεσσι μελήσει‘ διδάσκοντι.
ΠΟΛ. Ἥσθην τῷ λόγῳ.31

32

Ἀλλ’ ἄγε δὴ μετάβηθι, ὁ λόγος ἐρεῖ· ἀρτίως γάρ μοι ἡ θεωρία ἀφίκετο ἀπ’ Αἰγύπτου ἐνεγκαμένη λόγον οὐκ ἄμουσον. φασὶ τοὺς Αἰγυπτίους τοῖς τῶν ἴβεων ἐπιβου‐ λεύειν ᾠοῖς, ἵνα μή που κακόν τι τὰ τούτων τελεσφορήσῃ
5γεννήματα. Ζῷον γάρ τι δεινὸν ἐντεῦθέν πως ἔχειν τὴν γένε‐ σιν περιθρυλλοῦσιν Αἰγύπτιοι. ἆρα λῆρός τις ἢ μυθολόγημα τὸ λεγόμενον; ΑΝΤ. Οὔ μοι δοκεῖ· σοφὸν γὰρ ὡς ἀληθῶς καὶ Αἰγύπτιον τὸ ἐφεύρεμα· εἰ δέ που καὶ τοῦ λόγου ἀκούειν ἐρᾷς, ἔχω τί
10σοι λέξαι, φιλότης. ἥδεται τουτὶ τὸ ὄρνεον τὰ δυσώδη σιτούμε‐ νον· χαίρει δὲ μάλιστα καὶ ταῖς τῶν ἰοβόλων ἄγραις πολυ‐ βορώτατον ὄν. ἀλλὰ καὶ τοῖς ὄφεσιν ἴβις, καθάπερ ὁ βα‐ σιλίσκος, πολέμιον· διὸ καὶ πτερὰ ἴβεων πολέμια ὄφεσιν. ἐμφορεῖται δὲ σαρκῶν ὄφεων καὶ σκορπίων καὶ γέγηθεν ἐπὶ
15ταύτῃ τῇ θήρᾳ. οὐκοῦν ὥσπερ ἔκ τινος σηπεδονώδους γεννήμα‐32

33

τος δεινόν τι κακὸν ὁ Βασιλίσκος ἐβλάστησε. διὸ φθείρουσιν Αἰγύπτιοι ὅτε που ᾠὰ θεάσοιντο ἴβεων, ὥσπερ λύμην ἐσομένην αὐτοῖς προαποκείροντες. εἴπερ οὖν Αἰγυπτίους ἐζήλωσε Πρία‐ μος, ἢ τὸν Οἰδίπουν ἀπέκτεινε Λάϊος, οὐκ ἂν ἥλω Τροία, οὐ
5μητρόγαμος συμπλοκὴ ἀνὰ τὰς Θήβας ἐγένετο. ΠΟΛ. Πολλὴν ἔχοιμι τῷ Περικλεῖ χάριν, Ἀντίσθενες· μεγίστης γὰρ ἡμῖν γνώσεως καθέστηκεν αἴτιος. ἐπεὶ δὲ τὸν Αἰγύπτιον Πρωτέα ὁ λόγος ἡμῖν ὑποκρίνεται, πρὸ μικροῦ μὲν τὰς περὶ κοράκων ὑποδὺς θεωρίας, ἄλλοτε τὰς ἀδάμαντος,
10εἶτα πρὸς τὰς τῶν ἴβεων μετελθὼν θεωρίας, νῦν ἐπὶ ταῖς τῶν χαραδριῶν ἐμφωλεύει νομαῖς. Ἄγε δῆτα τὴν συνουσίαν μετάμειβε. τοὺς ἰκτεριῶν‐ τάς φασι τοῦ πάθους εὐθὺς ἀπαλλάττεσθαι, εἰ χαραδριὸς αὐ‐ τοῖς ἀντιβλέψειεν. ὁ τοίνυν βάσκανος χαραδριὸς μύει τῶν
15ὀμμάτων τὰς κόρας, ὥσπερ πρὸς ὑγείας μετάδοσιν ἐπίφθονον ἔχων τὸ φρόνημα. ΑΝΤ. Ἄπαγε τῆς ἀτοπίας, Πολύκρατες, ἄπαγε. οὐ γὰρ τοῖς ἀλόγοις βασκανίας τι μέτεστιν· οὐδὲ Προμηθεὺς παρ’
ἐκείνοις κολάζεται ἀγαθοῦ τινος τοῦ πυρὸς μεταδοὺς τοῖς33

34

ἀνθρώποις. ὀφθαλμὼ δὲ μύει χαραδριός, ἐπεὶ τὸ πάθος ἀμεί‐ βεται καὶ τὸν ὄρνιν εὐθὺς ἡ νόσος μετέρχεται. ΠΟΛ. Μέγιστον ἐπ’ ἐλαχίστῳ ἐν ἀνθρώπου φύσει ἔνεστι φρόνησις.
5Δεῦρο δὴ περὶ ταύτην τὴν ἀμυγδαλῆν ὀλίγον ἐνδια‐ τρίψωμεν, φίλος, ὡς ἡδύ τί μοι ψιθυρίζει, καὶ μέτριαί τινες αὐτὴν περιπνέουσιν αὖραι. ΑΝΤ. Ὅρα τὴν ἀμυγδαλῆν τῷ καρπῷ βριθομένην καὶ μικροῦ δεῖν τῇ φορᾷ τοῦ κυήματος περὶ τὴν γῆν ἐπικυρτουμέ‐
10νην καὶ νεύουσαν. τοιγαροῦν εὐετηρίας, Πολύκρατες, τεκμή‐ ριον μέγιστον. ΠΟΛ. Πόθεν δῆτα, ὦ βέλτιστε; ΑΝΤ. Εὐκρασίαν ἀέρων ἀσπάζεται τουτὶ τὸ φυτόν, καὶ τέθηλε πρὸς εὐκάρπειαν, ὅτε που εἰρηναίαν ἄγοι ὥραν τὸ περί‐
15γειον τουτὶ ἐνδιαίτημα. διό τοι προάγγελος εὐετηρίας ἀμυγ‐ δαλῆ γίνεται, οὐ χειμῶνος ἔφοδον, οὐκ ὄμβρων ἐπίρροιαν ἀπαγ‐ γέλλουσα. ΠΟΛ. Ἀλλ’ εἴ σοι δοκεῖ ἐπὶ ταυτηνὶ τὴν στοὰν θᾶττον ἀπίωμεν· ὡς ὁρᾷς γὰρ ψεκάζειν ἀπάρχεται καὶ ὄμβρων ἀπει‐
20λεῖν ἐνδημίαν τῶν πνευμάτων ὑπαισθάνομαι τὰ κινήματα.34

35

Γέγονε δὲ καί τί μοι πρὸς ἀνάμνησιν μετεωρολογίας ὄφελος. ΑΝΤ. Ἡλίκον ἂν εἴη τὸ ἐγχείρημα; ΠΟΛ. Τὰ ἑψόμενα πυρὶ νάματα ἀσηπτότερα τὴν φύσιν
5ἐστίν, ὥσπερ τῆς γεώδους αὐτοῖς ἀπαναλωθείσης οὐσίας. ἔδει γοῦν ἔδει καὶ τὰ ἐξ ὄμβρων ἡμῖν ἐπιγινόμενα ὕδατα ἀσηπτό‐ τερά πως εἶναι τῶν ἄλλων ὑδάτων, διηθοῦντος τοῦ ἡλίου τὸ λεπτότατον καὶ ἀνάγοντος. πᾶν δὲ τοὐναντίον ἔστιν ὁρᾶν· σήπεται γὰρ θᾶττον τὰ ἐξ ὄμβρων γινόμενα ὕδατα.
10ΑΝΤ. Πολυμιγεστάτη τῶν ὑετῶν ἡ φύσις, ὦ οὗτος· ἐκ πάντων γὰρ τῶν ὑγρῶν ἀνάγει ὁ ἥλιος. ἡ τοίνυν ἀνωμαλία εὐκίνητος καὶ πρός τινα φθορὰν θᾶττον ὁρᾷ. τοῖς γὰρ ἀσυμ‐ φώνοις τὸ διακρίνεσθαι προσφιλέστατον. ἔτι γε μὴν τὸ βα‐ ρύτατον τοῦ ἀναχθέντος αὖθις κατάγεται, ἐπεὶ τὸ βαρὺ πρὸς
15τὸ κάταντες τὴν ῥοπὴν ἐκληρώσατο. τὸ γὰρ λεπτότατον τῆς ἀναθυμιάσεως πνευμάτων φύσις ἐγένετο. ΠΟΛ. Ἄριστα δῆτα. Ἀλλά με τοῦ τῆς ἀπορίας ἐλευθερώσεις ἐγκλήματος
τοὺς περὶ φύσεως τελεσιουργήσας μοι λόγους, Ἀντίσθενες.35

36

τοὺς ἐν Σερίφῳ βατράχους Λυσίμαχος ὁ Φαλάριδος ἀφώνους ἔφη θεάσασθαι. ΑΝΤ. Ἡ τῶν ὑδάτων φύσις αἴτιον τῆς ἀφωνίας αὐτῶν, ὦ Πολύκρατες, διὰ τὴν ἄγαν ψυχρότητα. ὅθεν εἴ τις ἐφ’ ἕτερα
5μετάγοι τὸ ζῷον, λάλον εὐθὺς ἐνεποίησε καὶ πρὸς τὴν οἰκείαν μετεβίβασε φύσιν, ὥσπερ τῶν Κίρκης δεσμῶν ἀφιέμενον. Κυρηναῖον δὲ βάτραχον τὸ τῶν ὑδάτων πικρὸν ἄλαλον ἀπερ‐ γάζεται. ΠΟΛ. Λίαν ἐπιστημόνως, φιλότης.
10Τί τοῦτο πεπόνθαμεν; ἐπὶ τῆς Ἀττικῆς που ἀθρόον ἑστάναι δοκῶ καὶ τὸ Θεαγένους ἀναπολεῖν πως συμπόσιον· —εἱστία γὰρ Θεαγένης ὁ Σαλαμίνιος ἐμέ τε καὶ τὸν Κλεινίου Δοσίθεον· εἶχε δὲ ἡμῖν τὰ ὄψα καὶ μελιτοῦτταν. ἐγὼ τοίνυν χαίρειν φράσας τῷ πότῳ, ἐπί τινας λόγους ἐκαλινδούμην
15φιλοτίμως ὡς ἔοικε, —καὶ δὴ πρός με τὸν Θεαγένην εἰπεῖν·36

37

οὐχ ὁρᾷς, ὦ Πολύκρατες, ὡς οὐχ οἷόν τε μυίας Ἀττικῆς μελίτ‐ της κεραΐζεσθαι πόνους; καὶ τεθαύμακα τὸ λεχθέν· λίαν γὰρ ἡμῖν δυσέμβατος ἦν ἡ κατάληψις. ΑΝΤ. Θύμοις, Πολύκρατες, τὴν Ἀττικὴν κομῶσαν ἔστι
5θεάσασθαι, οἷς ἐφιζάνουσιν Ἀττικαὶ πυκνότερον μέλιτται. ἐντεῦθέν τοι καὶ δριμυτέραν ἔχει 〈τὸ μέλι〉 τὴν ὄσφρησιν. διὸ καθάπερ ἱερῷ τινι Ἀττικῷ μυῖα οὐκ ἐπικάθηται μέλιτι. περιβομβοῦσαι δ’ ὅμως ἀπείργονται Ἀττικῆς μελίττης πόνους ληΐζεσθαι. ποῦ ’στι Δαρεῖος ὁ κατὰ τῆς Ἑλλάδος ὁπλισάμε‐
10νος; τὴν Ξέρξου παιδευέτω σοβαρότητα μυῖα, ὡς οὐκ ἂν τῶν τῆς Ἀτθίδος ἐπιβαίνειν θέμις καθέστηκεν. ΠΟΛ. Φιλοτίμως με λίαν εἱστιάσω, Ἀντίσθενες, ἐπιδεί‐ πνιόν τί μοι τῇ θεωρίᾳ μελιττουργίαν Ἀττικὴν διηγούμενος. ἆρά γε αὐτόματός σοι ἡ τούτων κατάληψις ἔνεστιν;
15ΑΝΤ. Οὐ δῆτα, Πολύκρατες· ἤδη που καὶ τοῖς πάλαι πολλοί τινες καὶ ἀοίδιμοι καταβέβληνται λόγοι καὶ πόνοι, οἷς τῷ νῷ ἐφιζάνοντες οἷά τινες μέλιτται συνελέξαμεν πρὸς
μίαν περιεκτικωτάτην ὑπόθεσιν, ἐπεξεργαστικώτερον ὡς οἷόν37

38

τε ἦν ἐπεξελθόντες τῷ λόγῳ. οὐ γὰρ τοὺς Δημοκρίτου σφετερί‐ σομαι πόνους οὐδὲ τὴν Ἀριστοτέλους εὔκλειαν ἐμαυτῷ περιά‐ ψομαι, οὐδέ τι λωποδυτήσω τῶν Πλάτωνος· οὐδὲ τὸν Ἰάμβλι‐ χον ἀστεφάνωτον καταλίποιμι, οὐ Πρόκλον, οὐ Γαληνόν, τοὺς
5ἐν ἐπιστήμῃ κομψούς, οὐ Πλωτῖνον, οὐ Σωτίωνα, οὐκ Ἀλέξαν‐ δρον, οὐ Θεόφραστον τὴν τῆς γνώσεως θάλατταν, οὐ Βῶλον, οὐκ Αἰλιανόν, οὐ τὸν τῆς ἐπιστήμης πλοῦτον τὸν Πλούταρχον, οὐκ Ἄμβρωνα, οὐκ Ἰμβράσιον ἢ Δαμάσκιον ἢ τὸν Τιμαγένους Ἱεροκλέα. καὶ τί δῆτά σοι τὸν τῶν λοιπῶν ἐπιθείην κατάλογον,
10ἀφ’ ὧν λήμματά τινα καὶ ἀρχὰς ἀναλέξαντες, σύνοψιν ὥσπερ τινά σοι φιλοπευθοῦντι ὡς οἷόν τε ἦν ἐκδεδώκαμεν; οὐ γὰρ ἀλλοτρίῳ θέμις, Πολύκρατες, κόσμῳ σεμνύνεσθαι καθάπερ τινὰ μυθικὸν κολοιόν. οὐδὲν γάρ ἐστιν ὃ μὴ τοῖς πάλαι κατώρ‐ θωται. τὸ δὲ περιτυγχάνειν προχειρότατα οὐ πάνυ τι ῥᾴδιον.
15ΠΟΛ. Ἐγώ σου τῆς ἐπιστήμης ὀναίμην, Ἀντίσθενες, καὶ ἄπειμι χαίρων. ἕρμαιον γάρ τί μοι εὐάντητον τῶν δυσπο‐
ρίστων λόγων τὴν ἐπιστήμην ἀπείληφα.38