TLG 3130 003 :: THEOPHYLACTUS SIMOCATTA :: Historiae

THEOPHYLACTUS SIMOCATTA Epist. Hist., vel Theophylactus Simocattes
(Aegyptius Constantinopolitanus: A.D. 7)

Historiae

Source: de Boor, C. (ed.), Theophylacti Simocattae historiae. Leipzig: Teubner, 1887 (repr. Stuttgart: Teubner, 1972 (1st edn. corr. P. Wirth)): 20–314.

  • Dialogus: pp. 20–22
  • Index: pp. 22–36
  • Prooemium: pp. 36–38
  • Historiae (lib. 1–8): pp. 38–314

Citation: Book-dialogue-index — chapter — section — (line)

dialog

t

1

ΤΑ ΤΟΥ ΔΙΑΛΟΓΟΥ ΠΡΟΣΩΠΑ ΦΙΛΟΣΟΦΙΑ ΚΑΙ ΙΣΤΟΡΙΑ. ΠΡΟΛΟΓΙΖΕΙ Η ΦΙΛΟΣΟΦΙΑ

dialog

1

.

1

Τί τοῦτο, θύγατερ; ἄγε δή μοι τὸ διαπόρημα τοῦτο γλιχομένῃ μαθεῖν διάλυσαι οἷα μίτῳ τινὶ τῇ σαφηνείᾳ οὐ μυθικὸν περαιουμένῃ λαβύρινθον. δυσέμβατα γάρ μοι καὶ

dialog

1

.

2

δυσανάγωγα τὰ τῆς θεωρίας προαύλια. ἹΣΤΟΡΙΑ. ὦ φιλο‐ σοφία, πάντων βασίλεια, εἴ γε συμπρέπει ἐμοῦ τε πυθέσθαι, αὐτὴν δὲ διδάσκεσθαι, ἀποκρινοῦμαι ὡς ἔχω συνέσεως. μηδὲν γὰρ ἄγνωστον ἔχοιμι καλόν, ὡς ἔμοιγε καὶ τῷ Κυρηναίῳ

dialog

1

.

3

δοκεῖ. ΦΙΛ. ἡδέως ἐροίμην ἐγώ, ὅπη τε καὶ ὅπως χθὲς καὶ τρίτην ἀνεβίως, ὦ θύγατερ. ἐπέχει δὲ τοῦ λόγου πάλιν ἡμᾶς καὶ οἷα χαλινῷ τινι πρὸς σιωπὴν ἀνακρούεται τὸ τῆς ἀπιστίας ἐπαγωγότατον, μή πού γε φαντασία τις τερατισμά‐

dialog

1

.

4

των ἡμᾶς φενακίζηται. πολλοῦ γὰρ χρόνου ἐτεθνήκεις, ὦ παῖ, ἐξ ὅτου εἰσήρρησε τῇ βασιλίδι αὐλῇ ὁ Καλυδώνιος τύ‐ ραννος σιδήρῳ περίφρακτος, μιξοβάρβαρος ἄνθρωπος, τὸ κυκλώπειον γένος, ὁ τῆς σώφρονος ἁλουργίδος ἀσελγέστατος
5Κένταυρος, ᾧ βασιλεία οἰνοφλυγίας ἀγώνισμα. τὸ γὰρ ἕτερον σιωπήσομαι αἰδοῖ τῆς ἐμῆς εὐκοσμίας τῆς τε τῶν ἀκουόντων

dialog

1

.

5

σεμνότητος. κἀγὼ δὴ τότε τῆς βασιλέως στοᾶς ἐξωστρακίσθην, ὦ θύγατερ, καὶ τῆς Ἀττικῆς ἐπιβαίνειν οὐκ ἦν, ὁπότε τὸν ἐμὸν βασιλέα Σωκράτην ὁ Θρᾲξ ἐκεῖνος διώλεσεν Ἄνυτος.

dialog

1

.

6

χρόνῳ δ’ ὕστερον Ἡρακλεῖδαι διέσωσαν καὶ τὴν πολιτείαν ἀπέδοσαν τό τε ἄγος τῶν ἀνακτόρων ἀποδιοπομπήσαντο, ναὶ20

dialog

1

.

7

δῆτα καὶ πρὸς τὰ βασιλέων τεμένη εἰσῴκισαν. καὶ περιλαλῶ τὰ βασίλεια καὶ ταῦτα δὴ τὰ ἀρχαῖα καὶ Ἀττικὰ μουσουργῶ κελαδήματα. ἐμοὶ μὲν δὴ ταῦτα ὅπως ἔχει καλῶς· σοὶ δ’,

dialog

1

.

8

ὦ θύγατερ, τίς καὶ ὅπως σωτήριος γέγονεν; ΙΣΤ. μῶν οὐκ οἶσθα, βασίλεια, τὸν μέγαν τῆς ἁπανταχόθεν οἰκουμένης ἀρχιερέα καὶ πρόεδρον; ΦΙΛ. πάνυ μὲν οὖν, ὦ θύγατερ. φίλος ἐμὸς οὗτος παλαιότατος καὶ θησαυρὸς οἰκειότατος.

dialog

1

.

9

ΙΣΤ. ἔχεις οὐκοῦν, ὦ βασίλεια, τὸ ζητούμενον αὐτοσχέδιον ἕρμαιον. ἐκεῖνος ἐνεψύχωσεν ὥσπερ ἐκ τάφου τινὸς τῆς ἀλογίας ἀναλαβόμενος, οἷάπερ Ἄλκηστίν τινα ἀλεξικάκου τινὸς Ἡρακλέους ἀναστησάμενος ῥώμῃ. εἰσεποιήσατο δὲ μεγαλοφρό‐
5νως περιέβαλέ τε ἐσθῆτα φαιδρὰν καὶ χρυσέῳ κατεκόσμησεν

dialog

1

.

10

ὅρμῳ. τὸν δὲ κρωβύλον τουτονί, τέττιξ δ’ [ὁ] ἄρα αὐτῷ χρύσεός ἐστιν ἐφεζόμενος, ὁ θεσπέσιος οὑτοσὶ κατηγλάϊσε τῷ τε παρόντι συλλόγῳ ἐλάμπρυνεν, βῆμά τε προτέθεικεν

dialog

1

.

11

εὐμενῶς ἱδρυμένον καὶ παρρησίαν ἀκίνδυνον. ΦΙΛ. ἄγαμαι, θύγατερ, τῆς μεγαλονοίας τὸν ἱεροφάντην ἐγώ, ὁπόσης κατορθω‐ μάτων ἀναβάσεως ἐπιβέβηκε τὴν ὑψηλὴν τῆς θεολογίας ἀκρώρειαν περικαθήμενος ἐπί τε τὸν κολοφῶνα τῶν ἀρετῶν
5τὴν ἀποικίαν ποιούμενος. καὶ τῶν ὑπὸ σελήνην πλεονεκτη‐ μάτων ἀντέχεται, καὶ βίος αὐτῷ οἱ πανάριστοι λόγοι· οὐκ ἐθέλει γὰρ οὔτε τὸν περίγειον κόσμον μένειν ἀκόσμητον.

dialog

1

.

12

οὕτως ὀναίμην τῶν ἐμῶν ἐραστῶν. ἢ σώματος ἐκτὸς φιλο‐
σοφεῖ ἐπὶ γῆς, ἢ θεωρία σωματωθεῖσα μετὰ τῶν ἀνθρώπων21

dialog

1

.

13

ὡς ἄνθρωπος ἀναστρέφεται. ΙΣΤ. κάλλιστά γε, βασίλεια, τῶν ἐγκωμίων τὸν στέφανον ἔπλεξας. ἀλλ’ εἴ σοι δοκεῖ, περὶ ταυτηνὶ τὴν πλάτανον κάθισαι μικρόν· ἀμφιλαφὲς γὰρ τὸ δένδρον, τοῦ τε ἄγνου τὸ ὕψος καὶ τὸ σύσκιον πάγκαλον.

dialog

1

.

14

ΦΙΛ. πρόαγε δῆτα, ὦ παῖ, καὶ βαλβῖδά τινα τῇ διηγήσει τοῖς φιλακροάμοσιν ὥσπερ ἐντίθει προοίμιον. ἐγὼ δέ σοι ἐπιστήσω τὸν νοῦν οἷά τις Ἰθακήσιος, μὴ διαβύσασα τὰ ὦτα,

dialog

1

.

15

καὶ Σειρηναίων ἀφηγημάτων ἀκούσομαι. ΙΣΤ. τοιγαροῦν πειθαρχήσω, βασίλεια, τήν τε τῆς ἱστορίας λύραν τινάξομαι. ἔσο δέ μοι πλῆκτρον αὐτὴ μουσικώτατον· Ὠκεανὸς γὰρ ἐπι‐ στήμης ἔφυς καὶ λόγων Τηθύς, ἐν σοί τε πᾶσα χάρις, ἅτε
5νῆσος, 〈τὴν πέρι πόντοσ〉 ἀπείριτος ἐστεφάνωται.

index

t

1

ΘΕΟΦΥΛΑΚΤΟΥ ΑΠΟ ΕΠΑΡΧΩΝ ΚΑΙ ΑΝΤΙΓΡΑΦΕΩΣ

index

1

t

ΟΙΚΟΥΜΕΝΙΚΗΣ ΙΣΤΟΡΙΑΣ ΒΙΒΛΙΟΝ Αʹ

index

1

.

1

αʹ. Ἀναγόρευσις Μαυρικίου, τοῦ Ῥωμαίων βασιλέως, καὶ δημηγορία Τιβερίου τοῦ αὐτοκράτορος.
βʹ. Περὶ τῆς γενομένης θείας ὀμφῆς Τιβερίῳ τῷ αὐτοκράτορι. γʹ. Θάνατος Τιβερίου τοῦ αὐτοκράτορος.22
5δʹ. Σπονδαὶ Ἀβάρων καὶ Ῥωμαίων. εʹ. Ὅπως ἐλέφαντα ἱστορῆσαι ὁ Χαγάνος τὸν βασιλέα ᾐτήσατο. ϛʹ. Περὶ τῆς χρυσῆς κλίνης, ἣν λαβεῖν ὁ Χαγάνος παρὰ τοῦ αὐτοκράτορος ἐξῃτήσατο.
10ζʹ. Ὡς εἴκοσι χιλιάδας χρυσίων προσθεῖναι ταῖς συνθήκαις Ῥωμαίους ὁ βάρβαρος κατηνάγκασεν. ηʹ. Κατάλυσις τῶν πρὸς τοὺς Ἀβάρους σπονδῶν. θʹ. Ἅλωσις Σιγγηδόνος τῆς πόλεως. ιʹ. Ὅπως Αὐγούσταν καὶ τὸ Βιμινίκιον, πόλεις Ῥωμαίων,
15ὁ Χαγάνος ἐπόρθησεν. ιαʹ. Ἔφοδος τῶν Ἀβάρων ἐπὶ τὴν Ἀγχίαλον πόλιν. ιβʹ. Πρεσβεία Ῥωμαίων πρὸς Ἀβάρους. ιγʹ. Περὶ τῆς τῶν πρέσβεων ἀτιμίας. ιδʹ. Πρεσβεία ἑτέρα Ῥωμαίων πρὸς Ἀβάρους.
20ιεʹ. Σπονδαὶ Ῥωμαίων καὶ Ἀβάρων. ιϛʹ. Περὶ τῆς τῶν Σκλαυηνῶν ἐπὶ τὰ Μακρὰ τείχη ἐφόδου. ιζʹ. Ἀνδραγαθία Κομεντιόλου τοῦ στρατηγοῦ. ιηʹ. Ὅπως ὁ Χαγάνος τὰς Ῥωμαϊκὰς καταλύει σπονδάς, καὶ περὶ Βοοκολοβρᾶ τοῦ μάγου.
25ιθʹ. Πόρθησις πλείστων πόλεων Ῥωμαϊκῶν ὑπὸ τοῦ ἔθνους τῶν Ἀβάρων γενομένη. κʹ. Πόλεμος Περσῶν καὶ Ῥωμαίων ἐπὶ τὸν ποταμὸν τὸν Νύμφιον. καʹ. Γάμος Μαυρικίου καὶ Κωνσταντίνης τῶν αὐτοκρατόρων.
30κβʹ. Περὶ τοῦ γενομένου ἐμπρησμοῦ ἐν τῷ Φόρῳ κατὰ τὰ προοίμια τῆς βασιλείας Μαυρικίου τοῦ αὐτοκράτορος. κγʹ. Ἀναίρεσις Παυλίνου τοῦ γόητος καὶ περὶ τοῦ θαύματος
τοῦ κατὰ τὴν κόγχην Γλυκερίας τῆς μάρτυρος. κδʹ. Περὶ τοῦ Ἀφούμων καὶ Ἄκβας τῶν φρουρίων.23
35κεʹ. Μάχη Ῥωμαίων καὶ Περσῶν, καὶ ὅπως ὁ Ἰωάννης καταστρατηγεῖται ὑπὸ τῶν βαρβάρων. κϛʹ. Περὶ τοῦ μεγάλου σεισμοῦ τοῦ γενομένου κατὰ τὴν ἔναρξιν τῆς ἀναγορεύσεως Μαυρικίου, τοῦ Ῥωμαίων βασιλέως.
40κζʹ. Περὶ τῆς ὑπατείας Μαυρικίου τοῦ αὐτοκράτορος. κηʹ. Ὅπως ὁ Φιλιππικὸς τῆς ἑῴας δυνάμεως ὑπὸ τοῦ αὐτο‐ κράτορος γίνεται στρατηγός. κθʹ. Ἀνδραγαθία Φιλιππικοῦ. λʹ. Ἀναχώρησις ἐκ τῆς Μηδικῆς τῶν Ῥωμαίων, καὶ ὅπως
45ἀνυδρίᾳ τὸ Ῥωμαϊκὸν ἐκινδύνευσεν. λαʹ. Ὅπως τὴν Ἀρζανηνὴν χώραν ὁ Ῥωμαίων στρατηγὸς προνομῇ παραδέδωκεν. λβʹ. Ἀριστεία τῆς Ῥωμαίων δυνάμεως. λγʹ. Ὅπως τὰ κατὰ τὴν Μαρτυρούπολιν ὁ Περσῶν στρατηγὸς

index

1

.

1

(50)

κατεπόρθησεν. λδʹ. Πρεσβεία Περσῶν πρὸς Ῥωμαίους. λεʹ. Ἑτέρα πρεσβεία Περσῶν πρὸς Ῥωμαίους.

index

2

t

ΟΙΚΟΥΜΕΝΙΚΗΣ ΙΣΤΟΡΙΑΣ ΒΙΒΛΙΟΝ Βʹ

index

2

.

1

αʹ. Περὶ τοῦ ὄρους τοῦ Ἰζαλά. βʹ. Περὶ τῆς κατὰ τὸν Καρδαρηγὰν ἀλαζονείας. γʹ. Μάχη περὶ τὸ Ἄρζαμον Ῥωμαίων καὶ Περσῶν, καὶ νίκη ἐπιφανεστάτη Ῥωμαίων.
5δʹ. Ὅπως σκυλεύουσι Ῥωμαῖοι τὸ βάρβαρον. εʹ. Φυγὴ τοῦ Καρδαρηγὰν ἐπὶ τὸ Δαράς, καὶ ὅπως ἀπὸ τοῦ ἄστεος οἱ Δαρηνοὶ ἀποπέμπονται τὸν Περσῶν στρατηγόν. ϛʹ. Περὶ τοῦ ἀριστεύσαντος ἐν τῷ πολέμῳ στρατιώτου.
10ζʹ. Ἐπιστρατεία Ῥωμαίων κατὰ τῆς Ἀρζανηνῆς. ηʹ. Περὶ Μαρουθᾶ καὶ Ἰωβίου τῶν ἡγεμόνων τῆς Ἀρζανηνῆς αὐτομολησάντων Ῥωμαίοις. θʹ. Περὶ τῆς ἰδιωτικῆς δυνάμεως τῆς συναθροισθείσης ὑπὸ τοῦ Καρδαρηγὰν εἰς τὸ ἐξαπατῆσαι Ῥωμαίους.24
15ιʹ. Ὅπως ὁ Ἡράκλειος, ὁ Ἡρακλείου πατὴρ τοῦ αὐτοκρά‐ τορος, παραδόξως ἀπὸ τῆς κατασκοπῆς διασώζεται. ιαʹ. Περὶ Ζαβέρτα τοῦ Πέρσου. ιβʹ. Ὅπως τῆς τοῦ Χλομαρῶν πολιορκίας Ῥωμαῖοι ἀπέχονται. ιγʹ. Περὶ τῆς ἀθρόας φυγῆς καὶ ἀλόγου Φιλιππικοῦ, τοῦ
20Ῥωμαίων στρατηγοῦ. ιδʹ. Περὶ τῆς γενομένης ἀταξίας τοῖς Ῥωμαϊκοῖς ἐκστρατεύ‐ μασιν. ιεʹ. Περὶ τῆς ἐπενεχθείσης νόσου Φιλιππικῷ τῷ Ῥωμαίων στρατηγῷ, καὶ ὅπως ὁ Ἡράκλειος, ὁ Ἡρακλείου πατὴρ
25τοῦ αὐτοκράτορος, τὰς φροντίδας τῆς ἡγεμονίας ἐλάμβανεν. ιϛʹ. Ὅπως τοῖς μεσημβρινοῖς τῆς Μηδικῆς προσβάλλει ὁ τῆς Ῥωμαίων δυνάμεως ὑποστράτηγος. ιζʹ. Ὡς ἔαρος ὥρᾳ προσβάλλουσι Ῥωμαῖοι κατὰ τῆς Περσῶν
30πολιτείας. ιηʹ. Ὡς Κομεντίολος κατὰ τῆς τῶν Ἀβάρων στρατεύει δυνάμεως. ιθʹ. Περὶ Ἀσιμούθ, τοῦ ἐξάρχου τῆς πεζικῆς τῶν Ῥωμαίων δυνάμεως, καὶ ὡς τοῦτον οἱ Ἄβαροι κατέσχον ζωγρήσαντες.
35κʹ. Ὅπως αἱ τῶν Ἀβάρων δυνάμεις ἀνὰ τὴν Θρᾴκην περι‐ εχύθησαν. καʹ. Ἐκκλησία Ῥωμαίων, εἰ πολεμητέον, καὶ δημηγορία καὶ ἀντιδημηγορία, εἴπερ χρὴ τὸν Κομεντίολον ταῖς τῶν Ἀβάρων δυνάμεσιν ἐπιτίθεσθαι.
40κβʹ. Ὅπως φωνὴ παραμορφωθεῖσα τῇ Ῥωμαίων ἐκτάξει
ἀδόκιμον αὐτῇ τὴν τοῦ Χαγάνου ἐπιβολὴν ἐποιήσατο. κγʹ. Περὶ Βουσᾶ τοῦ στρατιώτου καὶ τῆς τούτου ἁλώσεως, καὶ ὅπως τοὺς βαρβάρους πολιορκητικὰ κατασκευά‐ ζεσθαι πρῶτος ἐδίδαξεν ὄργανα.25
45κδʹ. Πολιορκία ὑπὸ τοῦ Χαγάνου Βερόης τῆς πόλεως, καὶ ἀποτυχία τῆς τοῦ βαρβάρου βουλήσεως. κεʹ. Πολιορκία τῆς Διοκλητιανουπόλεως, καὶ ὡς ἀδόκιμος ἡ ἐπιβολὴ τῷ βαρβάρῳ συνήντησεν. κϛʹ. Ὅπως ἐλοιδοροῦντο τῷ αὐτοκράτορι οἱ Βυζάντιοι διὰ

index

2

.

1

(50)

τὰ συμβάντα ὑπὸ τῶν βαρβάρων περὶ τὴν Εὐρώπην ὡς ἔπος εἰπεῖν δυστυχήματα. κζʹ. Πολιορκία τῆς Ἀδριανουπόλεως, καὶ ὡς ὁ Δροκτῶν τοῖς βαρβάροις συμμίξας τὸ πόλισμα διεσώσατο. κηʹ. Ὡς ὁ Ἡράκλειος φρούριον Περσικὸν παραστήσασθαι
55ἐνεχείρει τοῖς ὅπλοις. κθʹ. Περὶ τοῦ Βεϊουδάες φρουρίου, καὶ ὅπως παραδόξῳ ἀριστείᾳ τινὶ τοῦτο εἷλον Ῥωμαῖοι· καὶ περὶ τοῦ Σάπειρος στρατιώτου. λʹ. Ἐνδημία Φιλιππικοῦ περὶ τὸ βασίλειον ἄστυ.

index

3

t

ΟΙΚΟΥΜΕΝΙΚΗΣ ΙΣΤΟΡΙΑΣ ΒΙΒΛΙΟΝ Γʹ

index

3

.

1

αʹ. Χειροτονία Πρίσκου, καὶ ὅπως τῆς ἑῴας δυνάμεως ἔξαρχον ὁ αὐτοκράτωρ αὐτὸν προεστήσατο. βʹ. Περὶ τῆς ἀπομειώσεως τῶν στρατιωτικῶν σιτήσεων· καὶ ὅπως ταύτην ποιήσασθαι τῷ στρατηγῷ ἐνεκελεύσατο
5ὁ αὐτοκράτωρ Μαυρίκιος. γʹ. Περὶ τῆς γενομένης τυραννίδος τῶν Ῥωμαϊκῶν στρατο‐ πέδων· καὶ ὅπως ὁ στρατηγὸς διαφυγῇ χρησάμενος ἀποδιδράσκει τὸν κίνδυνον. δʹ. Ἀναγόρευσις Γερμανοῦ ὑπὸ τῆς στρατιᾶς.
10εʹ. Περὶ τῶν προσελθουσῶν ἐκ τῆς τῶν Ῥωμαίων τυραν‐ νίδος τῇ ἀνατολῇ συμφορῶν. ϛʹ. Χειροτονία Φιλιππικοῦ τοῦ στρατηγοῦ. ζʹ. Πολιορκία Κωνσταντίνης τῆς πόλεως, καὶ ὡς ὁ Γερμανὸς
ἐπιστὰς τῶν κινδύνων αὐτὴν ἠλευθέρωσεν.26
15ηʹ. Πόλεμος κατὰ τὴν Μαρτυρούπολιν Ῥωμαίων τε καὶ Περσῶν, καὶ νίκη Ῥωμαίων λαμπρά. θʹ. Διαλλαγαὶ τῶν στρατοπέδων πρὸς τὸν αὐτοκράτορα. ιʹ. Περὶ τῶν γενομένων κατὰ τὸ Γιλίγερδον, καὶ ἀριστεία Ῥωμαίων.
20ιαʹ. Ὅπως ἡ Μαρτυρούπολις ἥλω δόλῳ ὑπὸ τῶν Βαβυλωνίων. ιβʹ. Χειροτονία Κομεντιόλου τοῦ στρατηγοῦ. καὶ ὅπως τὸν Περσικὸν ὑπὸ τοῦ αὐτοκράτορος πιστεύεται πόλεμον. ιγʹ. Μάχη Περσῶν, καὶ νίκη Ῥωμαίων. ιδʹ. Περὶ τῶν πραχθέντων κατὰ τὴν Σουανίαν Ῥωμαίοις τε
25καὶ Πέρσαις. ιεʹ. Μάχη κατὰ τὴν Κολχίδα Ῥωμαίων τε καὶ Περσῶν, καὶ ἧττα Βαβυλωνίων. ιϛʹ. Ὅπως Ὁρμίσδας, ὁ Περσῶν βασιλεύς, καταστρατηγηθέντος τοῦ Βαράμ, γυναικείαν ἐσθῆτα τούτῳ ἐξέπεμψεν καὶ
30ὕβρεις αἰσχράς. ιζʹ. Περὶ τῆς τυραννίδος τῆς γενομένης ὑπὸ τοῦ Βαρὰμ τῷ Ὁρμίσδᾳ. ιηʹ. Περὶ τῶν νεωτερισθέντων ὑπὸ τῶν Ἀρμενίων. ιθʹ. Ὅπως ὁ Συμβάτης καταδικασθεὶς γενέσθαι θηρίων βορὰ
35μετέσχε φιλανθρωπίας ὑπὸ τοῦ αὐτοκράτορος. κʹ. Θάνατος Σαράμου τοῦ Πέρσου, καὶ αὔξησις τῆς τυραν‐ νίδος Βαράμ. καʹ. Ἀναδρομὴ τῶν συγκυρησάντων περὶ τοὺς πρεσβυτέρους χρόνους, καὶ σύντομος ἀφήγησις τῶν κεκινημένων
40ἐπὶ τῆς βασιλείας Ἰουστίνου καὶ Τιβερίου τῶν αὐτο‐ κρατόρων. κβʹ. Περὶ τῆς ὠμότητος Ὁρμίσδου, τοῦ Περσῶν βασιλέως.
κγʹ. Ἀφήγησις τῆς Περσικῆς γενεαρχίας.27

index

4

t

ΟΙΚΟΥΜΕΝΙΚΗΣ ΙΣΤΟΡΙΑΣ ΒΙΒΛΙΟΝ Δʹ

index

4

.

1

αʹ. Ὅπως Πέρσαις ὁ ἐμφύλιος ἐκρατύνετο πόλεμος. βʹ. Περὶ τῶν συγκυρησάντων κατὰ τὴν τυραννίδα Βαρὰμ τῷ Περσῶν βασιλεῖ. γʹ Ὅπως καθαιρεῖται τῆς βασιλείας Ὁρμίσδας.
5δʹ. Ἐκκλησία Περσῶν, ἐν ᾗ δέσμιος Ὁρμίσδας δημηγορεῖ. εʹ. Δημηγορία Βινδόου τοῦ Πέρσου. ϛʹ. Σφαγὴ τοῦ παιδὸς τοῦ νεωτέρου Ὁρμίσδου· καὶ ὅπως καὶ τὴν βασιλίδα τεμαχίσαντες ἐκτυφλοῦσιν Ὁρμίσδαν οἱ τῆς Περσῶν πολιτείας ἐξέχοντες.
10ζʹ. Περὶ Καβάδου, τοῦ Περσῶν βασιλέως, καὶ πρεσβυτέ‐ ρων ἱστορημάτων διήγησις. ηʹ. Ἀναγόρευσις Χοσρόου τοῦ νεωτέρου, τοῦ Περσῶν βα‐ σιλέως. θʹ. Ὅπως Ὁρμίσδας ὑπὸ Χοσρόου τοῦ παιδὸς ἀναιρεῖται.
15ιʹ. Ἐπικράτεια τῆς τυραννίδος Βαράμ, καὶ φυγὴ Χοσρόου, τοῦ Περσῶν βασιλέως. ιαʹ. Ὅπως ἐπὶ τὸ Κιρκήνσιον ὁ Περσῶν βασιλεὺς παραγί‐ νεται προσχωρήσας τῷ αὐτοκράτορι. ιβʹ. Πρεσβεία Χοσρόου πρὸς τὸν αὐτοκράτορα.
20ιγʹ. Περὶ Βαρὰμ τοῦ τυράννου· καὶ ὅπως ἑαυτὸν βασιλέα Περσῶν ἐχειροτόνησεν. ιδʹ. Ὅπως ὁ αὐτοκράτωρ ἐπὶ τὴν Ἱερὰν πόλιν τὸν Χοσρόην μετάγει βασίλειον αὐτῷ θεραπείαν συστησάμενος. ιεʹ. Περὶ τῶν συγκυρησάντων τῷ Βαρὰμ καὶ Χοσρόῃ πρὸ
25τῆς Ῥωμαϊκῆς συμμαχίας. ιϛʹ. Πρεσβεία Χοσρόου πρὸς τὸν αὐτοκράτορα.
ιζʹ. Ὅπως ὁ αὐτοκράτωρ Μαυρίκιος τὸν τῆς Μελιτηνῆς ἱερέα ἅμα Γρηγορίῳ, τῷ Ἀντιοχείας ἱεράρχῃ, πρὸς Χοσρόην ἐξέπεμψεν.28
30ιηʹ. Περὶ τῆς δολοφονίας Βαρὰμ καὶ περὶ τοῦ φόνου τῶν εἰς τοῦτο συμφραξαμένων. ιθʹ. Περὶ Βινδόου τοῦ Πέρσου· καὶ ὅπως δραπετεύει Περσίδα. κʹ. Ὅπως ἡ Μαρτυρούπολις ὑπὸ Χοσρόου ἀποδίδοται τοῖς Ῥωμαίοις.
35καʹ. Ἑορταστικὴ Δομετιανοῦ, τοῦ προέδρου Μελιτηνῆς, ἐπὶ τῇ ἀναλήψει τοῦ ἄστεος.

index

5

t

ΟΙΚΟΥΜΕΝΙΚΗΣ ΙΣΤΟΡΙΑΣ ΒΙΒΛΙΟΝ Εʹ

index

5

.

1

αʹ. Ὅπως ὁ Χοσρόης, ὁ Περσῶν βασιλεύς, ἀπορίᾳ τὴν ψυχὴν κατατρυχόμενος ἐπρέσβευε τὸν ἐν μάρτυσιν ἐπιφανέστατον Σέργιον λύσιν τῶν δυστυχημάτων αὐτῷ φιλοτιμήσασθαι.
5βʹ. Ἀνδραγαθία Ῥοσὰν καὶ δολοφονία Ζαδεσπράτου τοῦ Πέρσου. γʹ. Περὶ τοῦ ἐκδανεισθέντος χρυσίου Χοσρόῃ, τῷ Περσῶν βασιλεῖ, ὑπὸ Μαυρικίου τοῦ αὐτοκράτορος. δʹ. Πρεσβεία Χοσρόου, ἐφ’ ᾧ ἀποστῆναι Κομεντίολον τῆς
10ἡγεμονίας. εʹ. Χειροτονία Ναρσοῦ, καὶ συμμαχία Ῥωμαίων κατὰ τοῦ τυράννου Βαράμ. ϛʹ. Περὶ τῶν βασιλικῶν δώρων τῶν πεμφθέντων Χοσρόῃ, τῷ Περσῶν βασιλεῖ, ὑπὸ τοῦ αὐτοκράτορος.
15ζʹ. Ὅπως τὰς κλεῖς τοῦ Δαρὰς ὁ Χοσρόης παραδέδωκε διὰ τοῦ πρέσβεως Μαυρικίῳ τῷ αὐτοκράτορι. ηʹ. Δημηγορία Δομετιανοῦ, τοῦ προέδρου τῆς Μελιτηνῆς. θʹ. Περὶ τῶν συγκυρησάντων εὐτυχημάτων πρὸ τῆς συμ‐ πλοκῆς Ῥωμαίων τε καὶ Περσῶν Χοσρόῃ, τῷ Περσῶν
20βασιλεῖ. ιʹ. Ὅπως οἱ βασιλικοὶ θησαυροὶ τά τε βασίλεια τῆς Περσῶν πολιτείας τῷ Χοσρόῃ δηλοῦνται. ιαʹ. Ἕνωσις τῶν Ῥωμαϊκῶν δυνάμεων Ἀρμενίας τε καὶ ἑῴας. ιβʹ. Μάχη τοῦ Βαρὰμ καὶ Ῥωμαίων, καὶ νίκη περιφανεστάτη29
25Ῥωμαίων. ιγʹ. Περὶ τοῦ σημείου, οὗ ἐπεφέροντο οἱ Τοῦρκοι ἐπὶ τῶν μετώπων. ιδʹ. Τὰ κατὰ τὴν Γολινδοὺχ ἐν Περσίδι γεγονότα. ιεʹ. Ἐπανάζευξις Χοσρόου εἰς τὰ βασίλεια.
30ιϛʹ. Περὶ τῶν πεμφθέντων δώρων ὑπὸ Χοσρόου ἐν τῷ τεμένει Σεργίου τοῦ ἐπιφανεστάτου ἐν μάρτυσιν. ιζʹ. Πρεσβεία Χοσρόου πρὸς τὸν περίδοξον μάρτυρα Σέργιον, ὥστε ἐκ τῆς Σιρὲμ παῖδας γενέσθαι αὐτῷ. ιηʹ. Περὶ τῶν πεμφθέντων δώρων ὑπὸ Χοσρόου ἐν τῷ ναῷ
35Σεργίου τοῦ μάρτυρος. ιθʹ. Ὅπως Χοσρόης τοὺς κεκοινωνηκότας τῇ τυραννίδι θανά‐ τῳ διώλεσεν. κʹ. Περὶ τῶν προαγορευθέντων ὑπὸ Χοσρόου. καʹ. Πρεσβεία Πρόβου, τοῦ Χαλκηδόνος προέδρου, καὶ ὅσα
40κατὰ τὴν πρεσβείαν ἀπήντησεν. κβʹ. Ἐκδημία τοῦ αὐτοκράτορος ἐπὶ τὴν τῆς Εὐρώπης Ἀγχίαλον. κγʹ. Πρεσβεία Ζαλαβζάν.

index

6

t

ΟΙΚΟΥΜΕΝΙΚΗΣ ΙΣΤΟΡΙΑΣ ΒΙΒΛΙΟΝ ϛʹ

index

6

.

1

αʹ. Περὶ τοῦ ἐπιθαλαττίου κλύδωνος τοῦ ἐνσκήψαντος Μαυρικίῳ τῷ αὐτοκράτορι. βʹ. Περὶ τοῦ τέρατος τοῦ τεχθέντος ἐν τοῖς Θρᾳκῴοις μέρεσιν.
5γʹ. Περὶ τῶν Σκλαυηνῶν τῶν ἐκ τῶν μερῶν τοῦ Ὠκεανοῦ
ἐληλυθότων. δʹ. Πρεσβεία Φράγγων πρὸς τὸν αὐτοκράτορα. εʹ. Στρατεία Ἀβάρων κατὰ Ῥωμαίων. ϛʹ. Πολιορκία Σιγγηδόνος τῆς πόλεως.30
10ζʹ. Χειροτονία Πρίσκου τοῦ στρατηγοῦ, καὶ ὅπως τοῦ κατὰ τὴν Εὐρώπην πολέμου ὁ αὐτοκράτωρ ἡγεμόνα προ‐ εστήσατο τοῦτον. ηʹ. Ὅπως ὁ Χαγάνος εἰς Δριζίπερα γενόμενος τὸν νεὼν Ἀλεξάνδρου τοῦ μάρτυρος πυρὶ παραδέδωκεν.
15θʹ. Ὅπως εἰς Τζουρουλὸν τὴν πόλιν Ῥωμαῖοι συγκλεισθέντες ὑπὸ τοῦ Χαγάνου πολιορκοῦνται. ιʹ. Ὅπως δόλῳ φενακίζει τὸν βάρβαρον Μαυρίκιος καὶ τῆς πολιορκίας ἀποσχέσθαι ὑπέπεισεν. ιαʹ. Πρεσβεία Ἀβάρων πρὸς Ῥωμαίους.
20ιβʹ. Ὅσα τῷ Ἀρδαγάστῳ ἐκ τῆς Ῥωμαίων ἀπήντησε δυνά‐ μεως. ιγʹ. Τὰ κατὰ τὸν Τατίμερ. ιδʹ. Ἀνδραγαθία Ἀλεξάνδρου, τοῦ Ῥωμαίων ταξιάρχου. ιεʹ. Ἀνδραγαθία Ῥωμαίων, καὶ Σκλαυηνῶν ἀναίρεσις.
25ιϛʹ. Ἔφοδος Σκλαυηνῶν κατὰ Ῥωμαίων. ιζʹ. Ἅλωσις τοῦ δεδολοφονηκότος τὸν ὑπασπιστὴν τοῦ αὐτο‐ κράτορος. ιηʹ. Ἀφήγησις πρεσβυτέρων διηγημάτων, καὶ ἐν παρεκβάσει τὰ κατὰ Κονιμοῦνδον ἐν Εὐρώπῃ πραχθέντα.
30ιθʹ. Περὶ τῶν τεχθέντων τεράτων πρὸ τοῦ ἄστεος τῆς βασι‐ λίδος τῶν πόλεων. κʹ. Ὅπως Πέτρος στρατηγὸς τῆς κατὰ τὴν Εὐρώπην μάχης χειροτονεῖται. καʹ. Περὶ Θεοδώρου τοῦ πρέσβεως καὶ τῆς περὶ αὐτὸν παι‐
35δείας δεξιότητος.31

index

7

t

ΟΙΚΟΥΜΕΝΙΚΗΣ ΙΣΤΟΡΙΑΣ ΒΙΒΛΙΟΝ Ζʹ

index

7

.

1

αʹ. Περὶ τῆς γενομένης ἀταξίας ταῖς Ῥωμαίων δυνάμεσιν. βʹ. Ἀριστεία Ῥωμαίων κατὰ Σκλαυηνῶν. γʹ. Περὶ τῶν ἐν Ἀσίμῳ τῇ πόλει συμβεβηκότων. δʹ. Περὶ τοῦ Πιραγάστου, τοῦ φυλάρχου τῆς Σκλαυηνῶν
5δυνάμεως, καὶ ἀνδραγαθία Ῥωμαίων. εʹ. Περὶ τῆς ἀνυδρίας τῆς παρακολουθησάσης ταῖς Ῥω‐ μαίων δυνάμεσιν. ϛʹ. Ὅπως τοῦ Πέτρου καταπολεμηθέντος ὑπὸ τῶν Σκλαυη‐ νῶν, Πρίσκος αὖθις γίνεται στρατηγός.
10ζʹ. Θάνατος Ἰωάννου τοῦ Νηστευτοῦ, τοῦ τὴν ἀρχιερατικὴν Κωνσταντινουπόλεως περιβαλλομένου ἀξίαν. ηʹ. Περὶ τῶν ἐκδανεισθέντων χρημάτων Ἰωάννῃ τῷ Νη‐ στευτῇ ὑπὸ τοῦ αὐτοκράτορος. θʹ. Περὶ τῶν Μαυρουσίων τῶν συστραφέντων κατὰ Καρχη‐
15δόνος τῆς πόλεως. ιʹ. Περὶ τοῦ κομήτου τοῦ φανέντος ἐπὶ ἡμέρας πολλάς. ιαʹ. Περὶ τοῦ ἐμφυλίου πολέμου τοῦ γενομένου τοῖς Τούρ‐ κοις, καὶ ἐν ἐκθέσει τὰ περὶ τῆς τῶν Τούρκων πολιτείας.
20ιβʹ. Πόθεν τὸ τῶν Ἀβάρων φῦλον κατάγεται· καὶ περὶ τῆς ἀποφοιτήσεως αὐτῶν τῆς ἐκ τῆς ἕω. ιγʹ. Περὶ τοῦ Χρυσοῦ λεγομένου ὄρους. ιδʹ. Περὶ τῆς Ταυγάστ. ιεʹ. Περὶ τῶν σκωλήκων τῶν τικτόντων τὴν ἐσθῆτα τὴν σηρικήν.
25ιϛʹ. Περὶ τῆς λεγομένης Χουμαδάν. ιζʹ. Περὶ τῶν Ἰνδῶν τῶν λευκῶν τὸ σῶμα. ιηʹ. Διάλεξις πρὸς τὸν Πρίσκον Χαγάνου.
ιθʹ. Ἀντιλογία Πρίσκου πρὸς Χαγάνον τὸν βάρβαρον. κʹ. Ὅπως ὁ Πρίσκος Σιγγηδόνα διασώζει τὴν πόλιν.32
30καʹ. Ὅσα κατὰ τὴν λεγομένην Δαλματίαν οἱ βάρβαροι διεπράξαντο. κβʹ. Τὰ κατὰ Γώδουιν, καὶ ἀριστεία Ῥωμαίων. κγʹ. Προαγόρευσις τῆς ἀναιρέσεως Μαυρικίου τοῦ αὐτο‐ κράτορος.
35κδʹ. Φυγὴ Ῥωμαίων καὶ Κομεντιόλου τοῦ στρατηγοῦ. κεʹ. Ὅπως ὁ Χαγάνος τὰς δυνάμεις τοῖς Μακροῖς τείχεσι προσομιλεῖν παρεσκεύασεν. κϛʹ. Περὶ τῆς παραδόξου γενομένης τιμωρίας ὑπὸ Ἀλεξάνδρου τοῦ μάρτυρος τῇ τῶν Ἀβάρων πληθύϊ.
40κζʹ. Πρεσβεία Ῥωμαίων πρὸς Χαγάνον. κηʹ. Περὶ τῶν ἐπιφανέντων τεράτων ἐν τοῖς Νειλῴοις ὕδασιν. κθʹ. Ἔκθεσις τῆς φύσεως τοῦ Αἰγυπτίου ποταμοῦ καὶ συνα‐ γωγὴ πλείστων ἀρχαίων δογμάτων περὶ αὐτοῦ.

index

8

t

ΟΙΚΟΥΜΕΝΙΚΗΣ ΙΣΤΟΡΙΑΣ ΒΙΒΛΙΟΝ Ηʹ

index

8

.

1

αʹ. Ὅπως ὁ Χοσρόης διαλῦσαι τὰς σπονδὰς ἐνεχείρησεν. βʹ. Πρεσβεία Ῥωμαίων πρὸς Χοσρόην. γʹ. Ὅπως ὁ Κομεντίολος προδοσίας ἐκρίνετο. δʹ. Διαλλαγαὶ Ῥωμαίων πρὸς Κομεντίολον τὸν στρατηγόν·
5καὶ ὅπως αὖθις οὗτος ἡγεμονεύειν ὑπὸ τοῦ αὐτο‐ κράτορος ἐμπιστεύεται. εʹ. Μάχη Ῥωμαίων καὶ Ἀβάρων, καὶ ἀριστεία Ῥωμαίων. ϛʹ. Ἑτέρα μάχη Ῥωμαίων καὶ Ἀβάρων, καὶ νίκη Ῥωμαίων. ζʹ. Ἑτέρα ἔκταξις Ῥωμαίων καὶ Ἀβάρων, καὶ ἧττα βαρ‐
10βάρων. ηʹ. Περὶ τῶν ἀναιρεθέντων Γηπαίδων. θʹ. Ὅπως ὁ βάρβαρος ἐξαπατήσας τὸν αὐτοκράτορα τοὺς ζωγρηθέντας βαρβάρους ἀνέλαβεν.
ιʹ. Περὶ τῆς Κομεντιόλου μελαγχολίας.33
15ιαʹ. Ὅπως ἀβουλίᾳ Κομεντιόλου τοῦ στρατηγοῦ πλῆθος Ῥω‐ μαίων ὑπὸ τοῦ κρύους διώλετο. ιβʹ. Ὡς Πέτρος αὖθις στρατηγὸς τῆς Εὐρώπης ὑπὸ τοῦ αὐτοκράτορος προχειρίζεται. ιγʹ. Περὶ τοῦ γάμου Θεοδοσίου, τοῦ παιδὸς Μαυρικίου
20τοῦ αὐτοκράτορος. ιδʹ. Περὶ τῆς σιτοδείας τῆς γενομένης τῇ βασιλίδι τῶν πόλεων καὶ τῆς ἀταξίας τῶν δήμων. ιεʹ. Ὅπως ὁ αὐτοκράτωρ Μαυρίκιος διατρίβειν τὰς Θρᾳκῴας δυνάμεις εἰς τὸ ἀντιπέρας τοῦ Ἴστρου τὸν στρατηγὸν
25κατηνάγκασεν. ιϛʹ. Περὶ τῆς θείας ὀμφῆς τῆς γενομένης Πέτρῳ τῷ στρα‐ τηγῷ. ιζʹ. Τῶν Ῥωμαϊκῶν στάσις δυνάμεων· καὶ ὅπως τὸ ὁπλιτι‐ κὸν τυραννίδα κατὰ τοῦ αὐτοκράτορος συνεστήσατο.
30ιηʹ. Ὅπως ὁ στρατηγὸς φυγῇ διεχρήσατο. ιθʹ. Περὶ τῶν δημάρχων· καὶ ὅπως τοῖς δημοτικοῖς φιλοτι‐ μίας ὁ αὐτοκράτωρ παρέσχετο. κʹ. Πρεσβεία τοῦ αὐτοκράτορος πρὸς τὰς Ῥωμαίων δυνάμεις. καʹ. Ὅπως περιφρουρεῖ ὁ Μαυρίκιος τὴν κυρίαν τῶν πόλεων.
35κβʹ. Πρεσβεία Ῥωμαίων πρὸς Θεοδόσιον, τὸν παῖδα τοῦ αὐτοκράτορος. κγʹ. Περὶ τῆς γενομένης ὑπονοίας Μαυρικίῳ τῷ αὐτοκρά‐ τορι Γερμανὸν καθεστάναι τῆς τυραννίδος ὑπόθεσιν. κδʹ. Ὡς ὁ Γερμανὸς ἐν τῷ ναῷ τῆς θεομήτορος καταφεύγει
40τῷ ἐπιλεγομένῳ Κύρου. κεʹ. Ὡς Στέφανον τὸν εὐνοῦχον πρὸς Γερμανὸν ἀποστέλλει ὁ αὐτοκράτωρ Μαυρίκιος. κϛʹ. Ὡς ὁ αὐτοκράτωρ Μαυρίκιος τὸν παῖδα Θεοδόσιον ἐμαστίγωσε ῥάβδοις.
45κζʹ. Καταφυγὴ Γερμανοῦ πρὸς τὸ μέγα τῆς πόλεως τέμενος. κηʹ. Περὶ τῶν θορύβων τῶν ἐπιβεβηκότων τῆς πόλεως.
κθʹ. Περὶ τοῦ ἐμπρησμοῦ τοῦ γεγονότος τῇ πόλει. λʹ. Ἀπόδρασις Μαυρικίου τοῦ αὐτοκράτορος. λαʹ. Ὅπως κλύδωνος γεγονότος ἐγκοπὴν πρὸς τὴν ἀπόδρασιν34

index

8

.

1

(50)

ὁ αὐτοκράτωρ ἐλάμβανεν. λβʹ. Ἀποστολὴ Θεοδοσίου τοῦ αὐτοκράτορος ὑπὸ Μαυρικίου πρὸς Χοσρόην, τὸν Περσῶν βασιλέα. λγʹ. Ὅπως πρὸς τὸν τύραννον 〈οἱ〉 τοῦ ἄστεος προσεχώρησαν. λδʹ. Περὶ Γερμανοῦ καὶ τῆς περὶ τὴν βασιλείαν τούτου
55ἐφέσεως. λεʹ. Ἀναγόρευσις τοῦ τυράννου Φωκᾶ. λϛʹ. Εἴσοδος τούτου πρὸς τὰ βασίλεια. λζʹ. Ὅπως ὁ Μαυρίκιος ἐπαναστρέφειν ὡς αὐτὸν προσέταξε τῷ παιδί.
60ληʹ. Ἀναίρεσις τῶν παίδων τοῦ βασιλέως καὶ ἀποσφαγὴ Μαυρικίου τοῦ αὐτοκράτορος. λθʹ. Περὶ τῆς διαθήκης Μαυρικίου τοῦ αὐτοκράτορος. μʹ. Ὅπως τῶν βασιλέων τὰ σώματα τοῖς τῆς θαλάττης παρεδίδοντο κύμασιν.
65μαʹ. Ἐπιτάφιος εἰς Μαυρίκιον τὸν αὐτοκράτορα. μβʹ. Ὅπως ἀντιδόσεις τῶν πεπραγμένων δεινῶν αἱ Ῥωμαίων δυνάμεις ὑπὸ τῆς θείας προνοίας ἐλάμβανον. μγʹ. Ἀναίρεσις Θεοδοσίου τοῦ παιδὸς τοῦ αὐτοκράτορος καὶ Πέτρου καὶ Κομεντιόλου καὶ Κωνσταντίνου.
70μδʹ. Περὶ τῆς γεγονυίας πλάνης, ὡς Θεοδόσιος, ὁ υἱὸς τοῦ αὐτοκράτορος, τὸν φόνον διέφυγεν. μεʹ. Περὶ τῆς δαιμονιώδους προαγορεύσεως τῆς γεγονυίας κατὰ τὴν Ἀλεξάνδρειαν. μϛʹ. Περὶ τῶν γεγονότων παραδόξων ὑπὸ Εὐφημίας τῆς
75μάρτυρος. μζʹ. Ὅπως ὁ τύραννος Κωνσταντίναν, τὴν τοῦ βασιλέως ὁμόζυγον, ἅμα ταῖς θυγατράσιν ἐν ἰδιωτικῇ οἰκίᾳ
ἐνέκλεισεν. μηʹ. Πρεσβεία τοῦ τυράννου πρὸς Χοσρόην, τὸν Περσῶν35
80βασιλέα. μθʹ. Περὶ τῶν συμβεβηκότων Γερμανῷ τῷ στρατηγῷ. νʹ. Ἀναίρεσις Ἀλεξάνδρου τοῦ συννεωτερίσαντος τῷ τυράννῳ Φωκᾷ.

1

t

1

ΟΙΚΟΥΜΕΝΙΚΗΣ ΙΣΤΟΡΙΑΣ ΒΙΒΛΙΟΝ Αʹ

1

p

t

[ΠΡΟΟΙΜΙΟΝ]

1

p

1

Ἔδει μὴ μόνον τοῖς ἐκ φύσεως ἀγαθοῖς ἀλλὰ καὶ οἰκείοις εὑρήμασι κατακοσμεῖσθαι τὸν ἄνθρωπον. ἔνεστι γὰρ λόγος αὐτῷ, χρῆμά τι θεῖον καὶ ἀξιάγαστον. τούτῳ καὶ θεὸν αἰδεῖσθαι καὶ σέβειν μεμάθηκε καὶ τὰ τῆς οἰκείας
5ἐνοπτρίζεσθαι φύσεως, καὶ τῆς ἑαυτοῦ διαπλάσεως τὴν σύν‐

1

p

2

ταξιν οὐκ ἠγνόησεν. τοιγάρτοι λόγῳ καὶ πρὸς ἑαυτοὺς συννεύουσιν ἄνθρωποι ἐκ τῆς ἔξω περιωπῆς ἐπ’ αὐτὸν τὸν νοῦν εἰσκυκλήσαντες, τά τε περὶ τῆς σφῶν αὐτῶν δημιουργίας

1

p

3

ἀνελίττουσιν ὄργια. πολλὰ μὲν οὖν οὗτος ἀγαθὰ τοῖς ἀνθρώποις δεδώρηται καὶ συνέριθός ἐστι τῆς φύσεως ἄριστος.

1

p

4

ἃ γὰρ ἐκείνη διέλειπε λόγος τετελεσιούργηκε βέλτιστα, ἃ μὲν ἐς θέαν ἐγκαλλωπίσας, ἃ δ’ ἐς γεῦσιν ἡδύνας, ἔνια πρὸς ἁφὴν τονώσας ἢ μαλακίσας, ἄλλα πρὸς ἀκοὴν μουσουργήσας, τῇ τῆς ἀπηχήσεως ἴυγγι κατακηλῶν τὴν ψυχὴν καὶ πρὸς

1

p

5

τὸ ἄκουσμα μεθελκόμενος. ἢ οὐχὶ καὶ τεχνῶν οὗτος σοφιστὴς πιθανώτατος; ἐξ ἐρίου μὲν εὐήτριον ἱστουργήσας χιτώνιον, ἐκ δὲ ξύλων γεωργοῖς μὲν τεκταινόμενος ἐχέτλην, πλωτῆρσί τε κώπην, τῷ τε στρατιώτῃ πέλτην καὶ γέρρον κινδύνων

1

p

6

πολεμικῶν ἀμυντήρια. ἀξιολογώτατόν τε πάντων, τὸ τῆς ἱστορίας διέθετο πολυπειρότατον ἀκοῇ μὲν ἥδυσμα, τῇ δὲ ψυχῇ παιδευτήριον· οὐδὲν γὰρ ταῖς φιλοπευθέσι ψυχαῖς36

1

p

7

ἔνεστιν ἱστορίας ἐπαγωγότερον. ἱκανὸν δέ τῳ τεκμηριῶσαι Ὁμηρικῆς τι δέλτου διήγημα. ἐπὶ τὴν Ἀλκινόου τοῦ βασιλέως αὐλὴν ὁ τοῦ Λαέρτου παῖς ἔναγχος ἐκ τοῦ θαλαττίου κλύδωνος ἐπὶ τὴν ἤπειρον ἐκβρασθεὶς ἐξενίζετο, καὶ πολλὴ ἀμφὶ τὸν

1

p

8

Ὀδυσσέα φιλοφροσύνη περιεκέχυτο. πρόχειρον γὰρ ἦν γυμνῷ καὶ τετρυχωμένῳ τὸ σῶμα συμφορᾷ ναυαγίας ἐσθῆτα λαμπρὰν ἐμπορπήσασθαι, ὑπῆν δ’ αὐτῷ καὶ κοινὸν τῆς βασιλέως τραπέζης ἀξίωμα. καὶ οὖν τῷ ἐπήλυδι παρείχετο καὶ γλώττης

1

p

9

ἐλευθερία καὶ διηγημάτων ἐκθέσεως ἄδεια. τοὺς δὲ Φαίακας οὕτω τὰ τῆς ἱστορίας ἐνηύφραινεν ὡς χαίρειν εἰπόντας τῷ πότῳ θέατρον εἶναι δοκεῖν τὸ συμπόσιον καὶ διανιστᾶν τὰ ὦτα καὶ κεχηνέναι θεωμένους τὸν ἄνδρα καὶ τῷ μήκει

1

p

10

μηδαμῶς τῆς διηγήσεως ἀποκναίεσθαι. καίτοι τὰ πολλὰ τῶν ἀφηγημάτων κατηφεῖς εἶχε τὰς ὄψεις· μεγίστων γὰρ κινδύ‐ νων ἐμπειρία περιέρρει τῇ συνουσίᾳ. λίχνον γὰρ ἀκοὴ καὶ

1

p

11

ἀκόρεστον, ἑστιωμένη λόγον παράδοξον. ἔνθεν ἄρα καὶ τοὺς ποιητὰς ἐπὶ παιδείᾳ πρώτους ἐνευδοκιμήσαντας ἔστι θεάσα‐ σθαι· παραλαβόντες γὰρ οὗτοι τὰς τῶν ἀνθρώπων ψυχὰς φιλοΐστορας καὶ πρὸς μάθησιν ὀργώσας ἀεὶ καὶ ξένων διψώ‐
5σας διηγημάτων, τεχνουργοῦσιν αὐταῖς μυθολόγημα, καὶ περιβάλλουσι φράσιν τῷ πλάσματι, ῥυθμῷ δὲ τὸ ψεῦδος στιβίζουσιν, καὶ μέτροις οἷα κεστοῖς θελκτηρίοις τισὶ τὸ

1

p

12

τεράτευμα καλλωπίζουσιν. καὶ τοσαύτην εἶχεν ἡ ψυχαγωγία
τὴν δύναμιν, ὡς καὶ θεολόγους εἶναι νομίζεσθαι, καὶ παρ’ ἐκείνους φοιτᾶν τοὺς θεούς, καὶ ταῖς ἐκείνων γλώτταις παρα‐ γυμνοῦν τοῖς ἀνθρώποις τὰ οἴκοι, καὶ εἴ τί ποτε τῷ σφῶν37

1

p

13

αὐτῶν βίῳ συνέτυχεν ἀνδραγάθημα ἢ δυστύχημα. οὐκοῦν εὑρήσειέ τις κοινὴν ἁπάντων ἀνθρώπων τὴν ἱστορίαν διδάσκαλον, εἰσηγουμένην οἷς τε ἐγχειρητέον καὶ ἃ παροπτέον ὡς μὴ συνοίσοντα. ἐμφρονεστάτους τε τοὺς στρατηγοὺς δι’
5ἐκείνης ἔστιν ἰδεῖν· τάττειν γὰρ δυνάμεις ἐπίσταται, ὅπως τε

1

p

14

λόχοις σοφίζεσθαι δεῖ τὸ πολέμιον. καὶ ταῖς μὲν τῶν ἄλλων συμφοραῖς προμηθεστέρους σφᾶς αὐτοὺς ἀπεργάζεται, τοῖς προσφαλεῖσιν ἑτέροις ἐκείνους ἰθύνουσα· ταῖς δ’ αὖ πάλιν εὐπραγίαις εὐδαιμονεστέρους ἀπέδειξε μικραῖς ἀφορμαῖς

1

p

15

μεγάλας ἀρετῶν κορυφὰς ἐπαυξάνουσα. καὶ τῶν μὲν πρεσβύτῃ χειραγωγός τίς ἐστι καὶ βακτηρία, τῷ δὲ νέῳ παιδαγωγὸς κάλλιστος καὶ συνετώτατος, τῇ πολυπειρίᾳ πολιοῦσά πως τὸ νεώτερον καὶ προφθάνουσα τοῦ χρόνου τὰ κατ’ ὀλίγον μαθή‐

1

p

16

ματα. πρὸς ἣν ἐπιδραμοῦμαι καὐτός, εἰ καὶ μεῖζον ἢ κατ’ ἐμὲ τὸ ἐγχείρημα διὰ τὸ τῆς λέξεως ἀγεννὲς τῶν τε νοημάτων τὸ ἀδρανέστατον τῆς τε τοῦ λόγου συνθήκης τὸ ἀκαλλὲς τό τε τῆς οἰκονομίας ἀτεχνότατον. εἰ δέ τῳ εὔχαρί τι τῶν ἐκτεθησομένων
5φανείη, τύχῃ τινὶ προσαπτέτω· μὴ γὰρ ἐπιστήμη τὸ αἴτιον.

1

.

1

.

1

Ὅτε τὸν αὐτοκράτορα Τιβέριον τῆς ἐντεῦθεν ἔδει λοιπὸν μεταβήσεσθαι λήξεως καὶ τῷ κοινῷ ὑπείκειν νόμῳ τῆς φύσεως, ἐπιθεμένης τῇ νόσῳ μελαίνης χολῆς, ὡς σύνηθες παισὶν ἀποκαλεῖν ἰατρῶν, ἀνερρήθη Μαυρίκιος καὶ βασιλέως ἀξίᾳ
5μεγαλαυχεῖται καὶ νεάζων τῇ ἁλουργίδι τῆς μεγάλης τῶν

1

.

1

.

2

αὐτοκρατόρων δυνάμεως μετελάγχανεν. φοράδην γὰρ ἀχθεὶς
ὁ βασιλεὺς Τιβέριος ἐπὶ τὴν ὕπαιθρον τῶν βασιλείων αὐλήν, ἥτις παρήνωται τῇ πολυστιβάδι τῶν ἀνακτόρων οἰκίᾳ προαυλίῳ περιφανεῖ καὶ περιδόξῳ τῳ προσκηνίῳ, τὸν τῆς ἱεραρχικῆς38
5προεστῶτα καθέδρας συγκαλεσάμενος (Ἰωάννης δὲ κατ’ ἐκεῖνο καιροῦ τοὺς τῆς ἐκκλησίας διίθυνεν οἴακας) τόν τε τῶν ἱερῶν ἀξιωμάτων συναθροισάμενος ξύλλογον τούς τε δορυ‐ φόρους καὶ φύλακας καὶ πάντας τοὺς ἐς βασιλέως τιμὴν συντεταγμένους, ναὶ μὴν καὶ τοὺς ἐπισημοτέρους τοῦ δήμου,

1

.

1

.

3

αὐτὸς μὲν οὐδέπω τοῖς ἐντυχοῦσι διείλεκται, βασιλέως δὲ γλῶτταν τὸν Ἰωάννην ἐδείκνυεν, ἄνδρα ῥήτορά τε δεινὸν καὶ νόμων Ῥωμαϊκῶν ἐπιστήμονα, ὃς τὰ βασιλέως προσ‐ τάγματα τῷ διατόρῳ τῆς εὐγλωττίας ἐμεγαληγόρει βασιλικῆς
5μεγαλοφροσύνης ἐπάξια. τοῦτον ἐπιχωρίῳ Ῥωμαῖοι φωνῇ

1

.

1

.

4

ἀποκαλοῦσι κυαίστορα. παρῆν γοῦν ὁ αὐτοκράτωρ ἐπὶ τῇ χειροτονίᾳ τοῦ βασιλέως ἅμα τῇ παιδὶ Κωνσταντίνῃ, ἣν τῷ Μαυρικίῳ τύχης ἅμα καὶ βίου κοινωνὸν ἐποιήσατο, καὶ πρό γε τῆς ἀναρρήσεως τῷ ξυλλόγῳ τάδε παρέθετο.

1

.

1

.

5

“Ἄνδρες Ῥωμαῖοι, τὸ πολυθρύλητον τοῖς ἔθνεσιν ὄνομα καὶ ἐπίτιμον, τὸ ἐπὶ στομάτων πολλῶν ἐπ’ εὐφημίᾳ δι’ εὔκλειαν περικείμενον, μεγάλαι καὶ τελευταῖαι νῦν αἱ τῶν φροντίδων ὠδῖνες ἡμῖν περιίστανται, αἱ μὲν τὰ τῇδε δια‐
5θεῖναι καλῶς ἀναγκάζουσαι, αἱ δὲ τῇ διαζεύξει τῆς μετα‐ στάσεως ἐκταράττουσαι καὶ τῶν ἐνθένδε τοὺς λόγους τῆς

1

.

1

.

6

βιοτῆς παραθέσθαι τῷ δημιουργῷ κατεπείγουσαι. καὶ περι‐ δεής μοι τήμερον ἡ πάλαι παρρησία καὶ ἄδεια· οἷς γὰρ
ἀφθονία τῆς ἐξουσίας, τούτοις εἰκὸς καὶ τὰ σφάλματα παρέπε‐39

1

.

1

.

7

σθαι πλείονα. ἀλλ’ ὅμως αἱ περὶ τῆς βασιλείας ἡμῖν ὀξύτεραι καὶ προκύπτουσαι, οὐχ ὅτῳ ταύτην οὕτω ταχὺ κατατίθεσθαι, ἀλλ’ ὅτῳ ταύτην ἔνεστι καλῶς διατίθεσθαι, ἐπεὶ μηδὲ κατενεγυώμην ταύτην ἐγὼ ἐπί τε τρυφῇ τῆς ἐξουσίας καὶ κολακείᾳ τοῦ σώματος.
5ὁρῶ δὲ καὶ τὴν φύσιν μετὰ τῆς τύχης ἡμᾶς κατατρύχουσαν.

1

.

1

.

8

βασιλεία γὰρ καὶ παῖδες καὶ γύναιον κατὰ ταυτὸν ἐπιτίθενται, ἡ μὲν ἡγεμόνα ζητοῦσα σοφόν, ἡ δὲ κηδεμόνα χηρείας ἐπιεικέ‐ στατόν τε καὶ εὐσεβέστατον, αἱ δὲ τοὺς χειραγωγοῦντας διὰ τὸ τῆς ἡλικίας ἄωρον τό τε τῆς θηλείας φύσεως ἀσθενέστερον.

1

.

1

.

9

περιφρονῶ δὲ πολλάκις ὑπὸ τῆς νόσου τὴν φύσιν καὶ τὸν ἐκείνης δραπετεύω δεσμὸν καὶ παίδων ὑπερορῶ, καὶ περιῶπταί μοι γύναιον, ἤδη τεθνάναι δοκῶν καὶ τῆσδε τῆς προμηθείας

1

.

1

.

10

ἐλευθερίαν λαχεῖν. ἀλλ’ εὐθὺς ἡ περὶ τῶν σκήπτρων ἀπαραί‐ τητος φροντὶς εἰσεπήδησεν· οὐ τὸ μόνον γὰρ διατηρῆσαι κράτος ἐμπιστευθέν ἐστιν ἀγών, ἀλλὰ καὶ τὸ δεόντως ἑτέροις

1

.

1

.

11

παραπέμψαι τὸν κλῆρον. δεῖ γὰρ τῶν προτέρων ἡγεμόνων εἶναι τοὺς δευτέρους ἀμείνους, ἵνα τοῖς προσφαλεῖσιν ἐκεῖνοι τὴν παρ’ αὐτῶν διόρθωσιν εἰσαγάγωσιν, ἢ διολισθάνειν ἅπαν συλλήβδην εἰπεῖν τὸ ὑπήκοον, ἀδρανεστέρᾳ κρηπῖδι

1

.

1

.

12

τὴν βασιλείαν στηρίξαντι. τούτων κατεσθιόντων τῶν λογισμῶν τὴν διάνοιαν, ἡ τεχνῖτις ἡμῖν πρόνοια συλλαμβάνει τῶν πόνων καὶ μίαν μεθ’ ἡμῶν βουλὴν προηνέγκατο καὶ δείκνυσι τὸν βασιλεύσοντα ἐπιβάτην τε τῆς ἐξουσίας ἐσόμενον, Μαυρί‐
5κιον τουτονί, ἄνδρα λυσιτελέστατον, τῇ Ῥωμαίων ἀρχῇ πολλοὺς καὶ μεγάλους πόνους ἐγκαταθέμενον, ὥσπερ ἀρραβῶνάς τινας
προκαταβαλόμενον τῆς ἐσομένης ἀμφὶ τὸ ὑπήκοον προνοίας40

1

.

1

.

13

αὐτῷ. τοῦτον αὐτοκράτορα τήμερον ὄψεσθε. οὕτω δὲ πέποιθα ἐπὶ τήνδε τὴν μεγίστην ἐγχείρησιν (καὶ τὰ τῆς διανοίας οὐ σκάζει κινήματα), ὡς καὶ τὸ θυγάτριον ἅμα τῇ βασιλείᾳ τούτῳ πεπίστευκα. τηλικούτῳ φύσεως ἐνεχύρῳ θαρρύνων
5ὑμᾶς ταύτην ἐφόδιον τὴν ψυχαγωγίαν ἐπὶ τὴν μακρὰν ἐκείνην

1

.

1

.

14

ἐκδημίαν ἀποίσομαι. καὶ ὑμεῖς δέ μοι μάρτυρες τῆσδε τῆς καλλίστης συντάξεως ἀξιόχρεῳ ἐξ ὧν ἐπειράθητε ἡμῶν τε ἡνιοχούντων τὴν ἡγεμονίαν καὶ τοῦδε παριππεύοντος λίαν

1

.

1

.

15

ἡμῖν ἐμφρονέστατα. σὺ δέ μοι, Μαυρίκιε, κάλλιστον ἡμῖν ἐπιτάφιον τὴν σὴν βασιλείαν πεποίησο. κόσμει τὸν ἐμὸν τάφον ταῖς σαῖς ἀρεταῖς, μήτε τὰς τῶν πεπιστευκότων καται‐ σχύνων ἐλπίδας, μήτε τὰς σὰς ἀγνωμονῶν ἀρετὰς τήν τε

1

.

1

.

16

τῆς ψυχῆς δραπετεύων εὐγένειαν. χαλίνου λόγῳ τὴν ἐξουσίαν, φιλοσοφίᾳ τὸ κράτος οἰάκιζε· βασιλεία γὰρ ὑψηλόν τι χρῆμα καὶ μετέωρον, ἐς μέγα τὸν ἐπιβάτην ἀπαιωροῦσα τοῖς τε λογισμοῖς ἐκφρυάττουσα. δόκει μὴ πάντων ὑπερέχειν τῷ
5φρονιμώτατος εἶναι, εἰ καὶ τὰ τῆς τύχης ὑψηλά σοι παρὰ

1

.

1

.

17

πάντας. θηρῶ παρὰ τῶν ὑπηκόων ἀντὶ μὲν φόβου τὴν εὔνοιαν, ἀντὶ δὲ κολακείας τίμα τὸν ἔλεγχον οἷα διδάσκαλον ἄριστον· ἀνουθέτητον γὰρ ἐξουσία καὶ παιδείας οὐκ ἀνεχό‐ μενον. ἔστω πρὸ τῶν σῶν ὀφθαλμῶν σύνεδρος ἡ δίκη

1

.

1

.

18

πρυτανεύουσα τῶν βεβιωμένων ἀντίδοσιν. νόμιζε τὴν πορφύραν, τῷ φιλόσοφος εἶναι, εὐτελές τι ῥάκος ἀμπέχεσθαι, τὸν δὲ στέφανον μηδέν τι διοίσειν τῶν ἐπὶ τοῖς αἰγιαλοῖς τῆς θαλάττης ψηφίδων. στυγνὸν τὸ τῆς ἁλουργίδος ἄνθος,
5καί μοι δοκεῖ τοῖς βασιλεῦσι παρεγγυᾶν μετριοπαθεῖν ἐπὶ ταῖς εὐπραγίαις, καὶ μὴ περιγάνυσθαι καὶ φρυάττεσθαι τῇ πενθίμῳ ταύτῃ τῆς μοναρχίας στολῇ· οὐ γὰρ ἐξουσίαν
ἀκολασίας ἀλλὰ δουλείαν ἔνδοξον τὸ σκῆπτρον τῆς βασιλείας41

1

.

1

.

19

φιλοσοφεῖν ἐπαγγέλλεται. ἡγείσθω τῆς ὀργῆς τὸ φιλάνθρωπον, τῆς δὲ σωφροσύνης ὁ φόβος. ἐξέταξε γὰρ καὶ ταῖς μελίτταις ἡγεμόνας ἡ φύσις, ὠχύρωσε δὲ καὶ κέντρῳ τὸν βασιλέα τὴν μέλιτταν ὥσπερ τι κράτος αὐτόματον ἐγκεντρίζουσά πως
5αὐτῷ, ἵνα καὶ πλήττειν ἔχῃ τὸν μὴ δικαίως πειθόμενον.

1

.

1

.

20

ἀλλ’ οὐκ ἔστιν ἐκείνῃ τὸ κέντρον τυραννικόν, δημωφελὲς δὲ μᾶλλον καὶ δίκαιον. οὐκοῦν ἐκείνης ἐσόμεθα μιμηταί, εἰ μήγε λόγος δεδύνηται χαρίζεσθαι καὶ τὰ μείζονα. ταῦτα μὲν ὁ προβολεὺς ἐγώ· ἕξεις δὲ τῆς γνώμης ὥσπερ δικαστὴν τὴν
5ἐξουσίαν ἀδέκαστον, ἢ τιμῶσαν τὰς ἀρετὰς ἢ τὴν κακίαν φαυλίζουσαν.”

1

.

1

.

21

Ὅτε τοίνυν τὰ τῆς διαλέξεως ἐπερατοῦτο τῷ αὐτο‐ κράτορι, πολὺ τοῖς θεαταῖς τὸ δάκρυον ἐπεκύμαινεν, τῶν μὲν ἀνιωμένων ἐπὶ τῷ πάθει, παρ’ οἷς καὶ τὰ τῆς εὐνοίας ἦν λιπαρώτερα, ἄλλων δὲ κατακηλουμένων ἐπὶ τῷ οἴκτῳ διὰ
5τῆς συμπαθείας· φιλεῖ γὰρ ἡ συμφορὰ καὶ τῷ θεατῇ μετα‐

1

.

1

.

22

διδόναι τοῦ πάθους. τὴν στεφάνην 〈δὲ〉 ὁ βασιλεὺς ἀράμενος τήν τε πορφυρᾶν διπλοΐδα, ἀμπεῖχε τὸν Καίσαρα. διεχεῖτο δὲ πολλὴ ταῖς εὐφημίαις παρὰ τῶν ὑπηκόων βοή. ἔνιοι γὰρ τὸν προστησάμενον ἀπεθαύμαζον ἀγάμενοι τῆς εὐβουλίας
5τὸν αὐτοκράτορα, ἕτεροι τὸν ἀναρρηθέντα καὶ τηλικαύτης ἡγεμονίας ἑαυτὸν παραθέμενον ἄξιον, ἅπαντες δὲ τὸν αἴτιον τούτων ἁπάντων θεὸν ἄμφω ταῦτα καλῶς συμβιβάσαντα.

1

.

1

.

23

ἐπεὶ δὲ ὁ μέγας οὗτος καὶ ὕστατος τοῦ βασιλέως σκοπὸς
διανυσθεὶς ἐτετέλεστο, τά τε τῆς ἀναγορεύσεως ἔθη κατὰ τοὺς βασιλικοὺς θεσμοὺς ἐπεπλήρωτο, ἐπὶ τὴν ἑαυτοῦ κλίνην Τιβέριος ὁ αὐτοκράτωρ ἀνέζευξεν.42

1

.

2

.

1

Λόγος δὲ καὶ θείαν ὀμφὴν πρό τινος βραχέος τῆς νόσου καιροῦ κατηχηθῆναι Τιβερίῳ τῷ αὐτοκράτορι. ἔδοξε γὰρ ἐν ὕπνοις παρεστάναι αὐτῷ πάγκαλος τὴν θέαν ἀνὴρ ἐνθέου τινὸς ὡραιότητος εἰκόνα φερόμενος, τῷ μὲν λόγῳ τὸ
5ἄρρητον, τῇ δὲ γραφῇ τὸ ἀμίμητον. ἐσθὴς δὲ τῷ νεανίᾳ λευκή, τόν τε τόπον καὶ τὸν θεατὴν καταυγάζουσα ταῖς

1

.

2

.

2

μαρμαρυγαῖς τῆς ἐλλάμψεως. φῆσαι δὲ πρὸς τὸν Καίσαρα, συνδημηγορούσης αὐτῷ τῆς χειρὸς ἐν τῷ σχήματι, “τάδε σοι, Τιβέριε, τὸ τρισάγιον λέγει· οἱ τύραννοι τῆς ἀσεβείας ἐπὶ τῆς σῆς βασιλείας οὐ φοιτήσουσι χρόνοι.” εἶτα τὸν βασιλέα διανή‐
5ψαντα τεταράχθαι τῇ φαντασίᾳ, ὄρθριόν τε διανίστασθαι καὶ τοῖς ἀμφ’ αὐτὸν διεξιέναι τὰ τῶν ὀνειράτων θεάματα.

1

.

2

.

3

Τῇ δὲ ὑστεραίᾳ (πρὸς γὰρ τὸν λόγον ἐπάνειμι) τῷ κοινῷ τῆς φύσεως νόμῳ Τιβέριος, εἰ καὶ βασιλεὺς ἐτύγχανεν ὤν, ἐπειθάρχησεν ἀπέστη τε τῶν τῇδε, καὶ οἷα σκηνὴν τῆς ψυχῆς καταλελύκει τὸ ἀχθοφόρον τουτὶ καὶ γήϊνον
5χιτωνίσκιον. καὶ πολὺς ἀνὰ τὸ ἄστυ ἐπεκύμαινε θρῆνος· πολλῶν γὰρ ὀφθαλμῶν ῥεῖθρον διήνοιξε καὶ φλέβας δακρύων ἀνέτεμεν, καὶ μέγα ταῖς τῶν πολλῶν ψυχαῖς ἐνεφοίτα τὸ

1

.

2

.

4

πένθος. τὸ φαιδρὸν τῆς στολῆς διερρήγνυτο τό τε κατηφὲς τῆς ἐσθῆτος ἀντελαμβάνετο. ἅπαντας ἐπὶ τὸ στυγνὸν ἐκεῖνο θέατρον συνεκάλει τὸ ἄκουσμα. εἰσήρρει τὰ πλήθη τῇ βασιλίδι αὐλῇ· οὐκ εἶχε τὰ προαύλια φύλακας τοῖς πολλοῖς προπετά‐
5σμασι μόλις τοῖς ἐν ἀξίᾳ φιλοτιμουμένοις τὴν εἴσοδον. κατηφὴς ὑμνῳδία πάννυχος ἦν ταῖς φωταγωγοῖς λαμπάσι σκυθρωπὸν

1

.

2

.

5

ὄψιν παρέχουσα. καὶ δῆτα μετὰ τὸν ὄρθρον τὰς ἀκτῖνας
προσβάλλοντος ἡλίου καὶ τὸ ὑπέργειον διατρέχοντος ἡμι‐ σφαίριον, προύπεμπεν ἅπας τεθνηκότα τὸν βασιλέα καὶ μετ’ εὐφημίας εἶχεν ἐπομβρῆσαν τὸ δάκρυον, πολύς τε ἦν ὁ43
5ἐπιτάφιος ἔπαινος, εἷς ἀπὸ στομάτων πολλῶν προχεόμενος οἷά τις ποταμὸς εἰς πολλὰς ἀρχὰς μεριζόμενος, ἢ δένδρον ὑψιτενές τε καὶ εὔκομον πολλαῖς τε καὶ μεγάλων κλάδων

1

.

2

.

6

ἐκφύσεσι διαιρούμενον. εἴωθε γὰρ δεινοπαθεῖν τὸ ὑπήκοον ἐπὶ ταῖς ἀώροις μεταστάσεσι τῶν ἐπιβεβηκότων δυνάμεως, εἴγε πιθανῶς καὶ δημοτικώτερον τῆς ἡγεμονίας ἀπάρξαιντο.

1

.

2

.

7

ἐπεὶ δὲ τοῦτον ὁ τῶν βασιλέων ὑπεδέξατο τάφος, ἐπὶ τὴν ἐς Μαυρίκιον τὸν αὐτοκράτορα δορυφορίαν ἅπας ἐτέτραπτο, καὶ πέρας αὐθήμερον εἶχε τὸ δάκρυον· οὐχ οὕτω γὰρ τοῖς ἀνθρώποις τῶν παρῳχημένων ἐστὶν ἀνάμνησις ὡς ἡ περὶ
5τὰ παρόντα μετὰ σπουδῆς ἐπιμέλεια.

1

.

3

.

1

Ἤδη δὲ τὸν τῆς ἱστορίας ὑφαίνειν ἱστὸν ἀπαρχόμενος τούς τε βαρβαρικοὺς πολέμους ἀναγράπτους ποιούμενος, τῆς κατὰ τοὺς Ἀβάρους κινήσεως πρῶτα μνησθήσομαι διά τε τὸ τῶν πράξεων προσεχέστατον τῆς τε τάξεως τὸ προσφορώτατον.

1

.

3

.

2

οὐκ ὀλίγα τοίνυν νεανικώτερον παρ’ ἐκείνων τὸ τηνικαῦτα τετόλμηται. Οὖννοι δ’ οὗτοι, προσοικοῦντες τῷ Ἴστρῳ, ἀπιστότατον ἔθνος καὶ ἀπληστότατον τῶν νομάδην βιούντων.

1

.

3

.

3

οὗτοι πρεσβεύονται πρὸς τὸν αὐτοκράτορα Μαυρίκιον οὐχ ἥκιστα τοῦ μεγίστου πολίσματος γενόμενοι κάτοχοι. Σίρμιον δὲ τοῦτο ὠνόμαστο, ἄστυ τε περίδοξον ἦν, τοῖς ἀνὰ τὴν Εὐρώπην οἰκοῦσι Ῥωμαίοις περιλαλούμενον καὶ ᾀδόμενον.

1

.

3

.

4

τοῦτο ἥλω πρό τινος βραχυτάτου καιροῦ τοῦ τὸν αὐτοκράτορα
Μαυρίκιον τὰς Ῥωμαϊκὰς μετὰ τῆς πορφύρας ἐνδύντα44

1

.

3

.

5

φροντίδας τῆς τῶν Καισάρων ἐποχεῖσθαι καθέδρας. τὸ δ’ ὅπως Μενάνδρῳ τῷ περιφανεῖ σαφῶς διηγόρευται· περὶ ὧν οὔ μοι σχολὴ ἐπεξεργαστικώτερον τοῖς μακροῖς ἐκείνοις λόγοις ἐπεξελθεῖν, αὖθις δ’ ἀριζήλως εἰρημένα μυθολογεύειν καὶ

1

.

3

.

6

ποιητικοῖς ἐπιτρίβεσθαι μώμοις. ἐπεὶ δὲ ἐν χερσὶ τὸ ἄστυ ἐγεγόνει τῶν Οὔννων, προῆλθον αἱ σπονδαί, ὅπως ἡσυχίαν

1

.

3

.

7

ἀσπάσοιτο τὸ πολέμιον καὶ τὴν ἠρεμίαν φιλοσοφήσοιεν. αἱ δὲ συνθῆκαι ἐπονείδιστοι Ῥωμαίοις· μετὰ γὰρ τηλικοῦτον κολοφῶνα κακοῦ, οἷά πως ἀγωνοθέται καθήμενοι, ὥσπερ ἆθλον εὐδοξίας δῶρα λαμπρὰ τοῖς βαρβάροις παρείχοντο
5ὀγδοήκοντά τε χιλιάδας χρυσῶν καθωμολόγουν ἀν’ ἔτος ἕκαστον τοῖς βαρβάροις ἐγκαταβάλλεσθαι δι’ ἐμπορίας ἀργύρου

1

.

3

.

8

τε καὶ ποικίλης ἐσθῆτος. οὐ περαιτέρω δὲ διήρκεσαν τῶν δύο ἐνιαυτῶν αἱ σπονδαί· κατηυθαδίσατο γὰρ Ῥωμαίων ὁ παρὰ τοῖς Οὔννοις Χαγάνος οὕτω λεγόμενος. φήμη δέ τις ἀμφ’ αὐτὸν πρὸ τοῦ τὴν εἰρήνην διαφθαρῆναι περιεκέχυτο,
5ὡς ζῶα τρέφεται παρὰ Ῥωμαίοις τῷ μεγέθει καὶ τῷ σώματι ἐμφανέστατα. διὸ ἐξῄτησε βασιλέα εἰς θέαν τούτων ἐλθεῖν.

1

.

3

.

9

καὶ ψυχαγωγεῖ θᾶττον ὁ βασιλεὺς τῆς ἱστορίας τὸν ἔρωτα καὶ δίδωσιν εἰς θεωρίαν ἐλεφάντων γενέσθαι, πέμψας ὡς αὐτὸν ἐκ τῶν παρ’ αὐτῷ τρεφομένων θηρίων τὸ ἐξοχώτατον.

1

.

3

.

10

ὁπηνίκα δ’ εἶδεν τὸ Ἰνδικὸν ζῶον ὁ Χαγάνος ἐλέφαντα,
παραυτίκα καταλύει τὸ θέατρον καὶ παλιννοστεῖν προστάττει τὸ θηρίον παρὰ τὸν Καίσαρα, ἢ καταπλαγεὶς ἢ ἀποφαυλίσας τὸ θαυμαζόμενον, οὐκ ἔχω εἰπεῖν· οὐ γὰρ ἂν ἐκρυψάμην.45

1

.

3

.

11

ἐπώχλει δὲ τὸν Καίσαρα καὶ κλίνην χρυσῆν τεχνουργήσαντα ὡς αὐτὸν παραπέμψαι· ἐπὶ τοσοῦτον γὰρ τοῦτον μετεώριζεν ἡ τῆς παρούσης τύχης ἀκρώρεια. βασιλεὺς δὲ τὸ δῶρον

1

.

3

.

12

ἐξεργασάμενος βασιλικῶς μετεπέμπετο. ὁ δὲ σοβαρευόμενος πολλῷ μᾶλλον κατεβρενθύετο οἷα προπηλακιζόμενος τῷ ἀναξίῳ τοῦ δωρήματος, ἀπεπέμπετο δὲ παρὰ τὸν αὐτο‐ κράτορα ὡς εὐτελές τι καὶ ἄκομψον τὴν χρυσῆν ἀλαζονικώ‐

1

.

3

.

13

τερον κλίνην. ναὶ μὴν ἠξίου καὶ πρὸς ταῖς ὀγδοήκοντα τοῦ χρυσοῦ χιλιάσι καὶ ἑτέρας εἴκοσιν ἀν’ ἔτος ἕκαστον παρὰ Ῥωμαίων ἀποίσεσθαι· καὶ δῆτα δυσανασχετοῦντος τοῦ αὐτο‐ κράτορος, περιφρονεῖ τὰς συνθήκας καὶ τοὺς ὅρκους ταῖς
5αὔραις φέρειν ἐδίδου,

1

.

4

.

1

ἀθρόον τε τὴν πολέμῳ φίλην ἀρά‐ μενος σάλπιγγα τὰς δυνάμεις συνήθροιζε καὶ τὴν Σιγγηδόνα τὴν πόλιν ἐξαπιναίως ἄφρακτον οὖσαν ἐλάμβανε πολεμικῶν τε ὀργάνων χηρεύουσαν διὰ τὸ ἐκ τῆς εἰρήνης ῥαθυμίαν
5πολλὴν ὑπερεκχεῖσθαι τῆς Θρᾴκης· ἀφύλακτον γὰρ εἰρήνη

1

.

4

.

2

καὶ προμηθείας οὐκ ἀνεχόμενον. τῶν τε τοῦ ἄστεος τοῖς πλείστοις συμπαρομαρτεῖ ἐν τοῖς ἀγροῖς αὐλιζομένοις, τῆς ἅλω τοῦτο κατεπειγούσης ποιεῖν· θέρους γὰρ ὥρα ὑπῆν,

1

.

4

.

3

καὶ ὅσον ἀποζῆν ἐθησαυρίζοντο. ἀκονιτὶ δὲ τὴν πόλιν οὐχ εἷλεν ὁ βάρβαρος· μεγίστη γὰρ συμπλοκὴν ἀνὰ τὰς πύλας συνεπεπτώκει τοῦ ἄστεος, πολλούς τε τῶν Ἀβάρων διαφθα‐
ρῆναι συνέτυχεν, Καδμείαν τε, τὸ τοῦ λόγου, ἀποφέρεσθαι46
5νίκην· πολλάς τε καὶ ἑτέρας ἀστυγείτονας πόλεις ληΐζεται. ταύτας δὲ ῥᾷστα καὶ πόνων ἐκτός· ἀόρατον γὰρ ἦν τὸ κακὸν

1

.

4

.

4

καὶ ταῖς ἐλπίσιν ἀκαραδόκητον. ἀνελών τε Αὐγούστας καὶ τὸ Βιμινάκιον (πόλεις δ’ αὗται λαμπραὶ ὑπὸ τὸ Ἰλλυρικὸν φορολογούμεναι) παραυτίκα στρατοπεδεύεται καὶ τὴν Ἀγχίαλον

1

.

4

.

5

περιτέμνεται, τάς τε περιοικίδας κώμας ἐδῄωσεν· τὸν δὲ τῶν θερμῶν ὑδάτων οἶκον οὐκ ἀναστῆσαι φασίν. λόγος δέ τις ὡς ἡμᾶς ἐξεφοίτησεν, ἐνθάδε τὰ τοῦ Χαγάνου ἀπορρύψασθαι γύναια καὶ μισθὸν τῆς ἀπολαύσεως ἐκεῖνον αἰτεῖν μὴ καταρ‐
5ριπτεῖν τὰ τῶν ὑδάτων οἰκοδομήματα. λέγεται δὲ τὰ ὑδάτια ταῦτα τοῖς λουσαμένοις ἀγαθὸν εἶναι καὶ εἰς ὑγείαν τούτοις συμμαχεῖν.

1

.

4

.

6

τριῶν δ’ ἐπιγενομένων μηνῶν πρεσβεύονται Ῥωμαῖοι πρὸς Χαγάνον καὶ τὸν πόλεμον ἀπεκηρυκεύσαντο, Ἐλπίδιον ἐκπέμψαντες, ἄνδρα ἐς συγκλήτου βουλὴν ἀναγόμενον, τῆς τε Σικελίας ἡγεμονεύσαντα καὶ τῶν τοῦ πραίτωρος ἐπιβάντα
5βημάτων· ἀρχὴ δέ τις αὕτη παρὰ Ῥωμαίοις οὐκ ἄκομψος.

1

.

4

.

7

ξυνωρικεύουσι δ’ αὐτῷ καὶ Κομεντίολον, ἄνδρα τῶν σωματο‐ φυλάκων τοῦ βασιλέως ὑπερφερόμενον, ὃν σκρίβωνα τῇ Λατινίδι φωνῇ Ῥωμαῖοι κατονομάζουσιν. ἧκον γοῦν ἄμφω παρὰ τὸν Χαγάνον ἐπὶ τὴν Ἀγχίαλον καὶ περὶ σπονδῶν

1

.

4

.

8

ἠξίουν ὡς προσετάχθησαν. τοῦ δὲ μὴ μετριοπαθοῦντος ἐπὶ τοῖς ἀδικήμασιν, ἀλλὰ καὶ προσαπειλοῦντος αὐθαδικώτερον τὰ λεγόμενα τείχη καθαιρήσειν Μακρά, καὶ τοῦ μὲν Ἐλπιδίου ὑπο‐
χαλῶντος τοῖς λόγοις καὶ μηδὲ οὑτωσὶ θεραπεύοντος οἰδαινό‐47

1

.

4

.

9

μενον φρύαγμα, Κομεντίολος μεγαλοφρόνως τὴν τῆς γλώττης εὐγένειαν ἐπεδείκνυτο τήν τε Ῥωμαϊκὴν ἐλευθερίαν δίκην σώφρονος δεσποίνης τινὸς ἄχραντον θαλαμεύων καὶ μὴ δια‐ φθείρων μοιχικαῖς κολακείαις, τῶν ἀξιολογωτέρων τῶν Ἀβάρων
5ἅμα τῷ Χαγάνῳ παρόντων, τοῖσδε προσεχρήσατο ῥήμασιν.

1

.

5

.

1

“Ἐδόκουν σε Ῥωμαῖοι, Χαγάνε, τούς τε πατρῴους θρησκεύειν θεοὺς καὶ τοὺς ἅλας τῶν ὅρκων αἰσχύνεσθαι καὶ δεξιὰς καὶ συνθήκας μηδαμῶς ἀποσείεσθαι, μηδὲ τὸν τῆς εἰρήνης ἄξονα διὰ σοῦ καταβάλλεσθαι, οὐ μὴν ἀλλὰ καὶ
5δώρων βασιλικῶν μεμνῆσθαι πολλῶν καὶ φιλοφροσύνης Ῥωμαϊκῆς, καὶ τῆς περὶ τοὺς σοὺς προγόνους εὐεργείας, ταὐτὸν δὲ φιλοξενίας εἰπεῖν, ἐπιλήσμονα μὴ γεγενῆσθαί ποτε, μήτε δ’ ἑτέρων τῶν ὑπὸ σοῦ τεταγμένων ἀδικούντων Ῥωμαίους

1

.

5

.

2

ἀνέχεσθαι· πρέπει γὰρ τοὺς ἡγεμόνας σωφρονεστέρους τῶν ὑπηκόων καὶ εἶναι καὶ ὀνομάζεσθαι, ἵνα ὅσον τῷ κράτει

1

.

5

.

3

ὑπερέχωσιν, τοσοῦτον καὶ τῇ ἀρετῇ διενέγκωσιν. τοιγαροῦν διὰ τὴν ἐκ τῆς εἰρήνης εὔνοιαν ἀμνημονοῦσι Ῥωμαῖοι τῶν ὑπὸ σοῦ προϋπηργμένων δεινῶν καὶ πολλῶν ἀδικημάτων γεγόνασιν ἐπιλήσμονες, καὶ φιλανθρωπίᾳ πάντων τῶν ἐθνῶν
5διαφέροντες οὐ πρὸς ὄρεξιν ἀντιλυπήσεως κεκινήκασιν ὅπλα·

1

.

5

.

4

τὴν γὰρ ἐς ὕστερον ἠρεμίαν τῶν ἔμπροσθεν ἀδικημάτων νεανικώτερον ἐγχειρηθέντων περὶ πολλοῦ ἐπεποίηντο, χαίρειν

1

.

5

.

5

φράσαντες ταῖς ἀντιδόσεσιν. ἐπεὶ δὲ πάντα σοι παρῶπται τὰ πρὸς καλοκαγαθίαν ὁρῶντα, καὶ δίκης ὄμμα τυφλόν, καὶ πόδες προνοίας χωλεύουσιν ἀμοιβὴν ἀξίαν τοῖς βεβιωμένοις ἀντιμετρεῖν οὐ δυνάμενοι, θεὸς δέ σοι τὸ βούλημα ὅποι
5καὶ θέλει φερόμενον, οὐκ ἐπιλήσονται Ῥωμαῖοι τῆς ἑαυτῶν
ἀρετῆς, ἀλλὰ καὶ μέγιστον κομιδῇ κατὰ σοῦ συστήσονται48

1

.

5

.

6

πόλεμον, καὶ φόνον πολὺν χειρουργήσουσιν. προσηνέστερος γὰρ αὐτοῖς τῆς εἰρήνης ὁ πόλεμος, ὅτε μὴ τὴν ἡσυχίαν ἀσπάσοιτο τὸ πολέμιον. τί γὰρ Ῥωμαίων τῶν πώποτε γῆς εὐκλεέστερον ὑπὲρ ἐλευθερίας ἀθλούντων καὶ δόξης
5καὶ πατρίδος καὶ παίδων; εἰ γὰρ ὄρνισιν εὐτελεστάτοις τισὶν ὑπὲρ τοῦ μὴ ἡττηθῆναι ἑκάτερον μήτε εἶξαι θατέρῳ τὸν ἕτερον πόλεμος καρτερὸς καὶ μαινόλις ἔστι παράταξις, τί δῆτα ἀνθρώπους οἴει καὶ Ῥωμαίους, ἔθνος τε μαχι‐ μώτατον καὶ βασιλείαν ὀνομαστοτάτην; ἧς οὐ ῥᾴδιον κατα‐

1

.

5

.

7

φρονεῖν, εἰ μή γε μόνον αὐταῖς ταῖς ἐνάρξεσιν. μὴ τοίνυν μεγαλαύχει ἐπὶ τοῖς κακῶς διατεθεῖσι καὶ ἀπίστως τὸ τήμερον· ἐπὶ γὰρ τοῖς κατωρθωμένοις τὸ μέγα φρονεῖν ἴσως ἐπαινετόν· τὸ δ’ ἐπὶ κακίᾳ βρενθύεσθαι ἐν ὕβρεως μοίρᾳ,

1

.

5

.

8

οὐκ ἐν εὐκλείᾳ προσήκει χαρακτηρίζεσθαι. μεγάλα σοι τὰ πρὸ μικροῦ τῆς ἀγνωμοσύνης ἀνδραγαθήματα· ἀλλὰ μεγίστη καὶ τῶν Ῥωμαίων ἡ δύναμις, ἥ τε τοῦ Καίσαρος ἐπιμέλεια, καὶ τῶν ὑποφόρων ἐθνῶν τὸ ἐπίκουρον, ἥ τε τῶν χρημάτων
5ῥοπή, τό τε τῆς θρησκείας παρὰ πάντα τὰ τῆς οἰκουμένης

1

.

5

.

9

ἔθνη εὐσεβέστατον καὶ διὰ τοῦτο καὶ δυνατώτατον. οἷς ἀντιστρατεύειν μόνον ἠθέλησας, τοῦ δὲ ὅπως ἂν εἴη ἠμέ‐ λησας. ποίους δὲ καὶ παρὰ τοῖς ὁμόροις ἔθνεσιν εὐδοξίας χαρακτῆρας ἀποίσῃ, Ῥωμαίους ἀγνωμονῶν; ἢ τί σοι λοιπὸν

1

.

5

.

10

ἐνέχυρον πίστεως καταλέλειπται; οἱ σοὶ παρὰ σοῦ παροι‐ νοῦνται θεοί· ὅρκοι βιάζονται, σπονδαὶ καταλέλυνται, εὐερ‐ γέται πάσχουσι κακῶς ὑπὸ σοῦ· οὐ πείθουσι δῶρα δύναμιν αἰδέσιμον ἔχοντα. ἔασον ἡμᾶς ἠρεμεῖν. μὴ τὴν σὴν εὐκαι‐
5ρίαν πρὸς κακὴν ἀδολεσχίαν μετάβαλλε, καὶ τοὺς μηδὲν ἠδικη‐ κότας, μόνον δὲ διὰ τὸ γείτονας εἶναι, λυμαίνειν πειρώμενος.49

1

.

5

.

11

αἰδέσθητι πρὸ τῆς σῆς κορυφῆς τὸ Ῥωμαϊκὸν τουτὶ καὶ ἡμέτερον ἔδαφος· τοῦτό σοι σωτήριον γέγονε καὶ μετανάστην ἐνηγκαλίσατο καὶ ξένον καὶ ἔπηλυν εἰσῳκίσατο, ὅτε τῆς ἕω τοῦ τε ἀρχεγόνου φύλου ὁ σὸς ἀποδασμὸς ἀπερρωγὼς διε‐

1

.

5

.

12

σχίζετο. μὴ τὸν καλὸν τῆς φιλοξενίας διαλύσῃς θεσμόν, καὶ κατείπωσι φιλανθρωπίας οἱ ἄνθρωποι, καὶ διδάξῃς τοὺς ἀκούοντας ὡς αἰτίαν κακῶν βδελύττεσθαι τὴν εὐσέβειαν. εἰ δὲ καὶ χρημάτων ἐρᾷς, ἤδη σοι τοῦτο παρὰ Ῥωμαίοις διήνυ‐
5σται· φιλότιμον γὰρ τὸ ἔθνος, καὶ θησαυρὸς αὐτῷ τὸ μεγαλο‐

1

.

5

.

13

πρεπὲς καὶ φιλόδωρον. ἔστι δέ σοι καὶ γῆ εὐρεῖά τε καὶ πολλῷ τῷ μήκει τὴν ἐπίδοσιν ἔχουσα, ὡς μήτε στενοχωρεῖ‐ σθαί ποτε τοὺς οἰκήτορας μήτε θρύψεως ἀπορεῖν τοὺς ἐπι‐

1

.

5

.

14

βαίνοντας. ἐπάνηκε τοίνυν ἐπὶ τὴν σαυτοῦ, ἣν καὶ σοὶ Ῥωμαῖοι πεφιλοτίμηνται, καὶ περαιτέρω τῶν σῶν ὅρων τὴν

1

.

5

.

15

σὴν μὴ μετοχέτευε δύναμιν. οὐδὲν γὰρ ἀδικήσουσιν ἄνεμοι, εἰ καὶ ῥαγδαίως ἐπιφοιτήσωσιν, δένδρον εὐσθενὲς καὶ μετάρ‐ σιον, ᾧπερ ἡ κόμη πολλὴ στερρόν τε τὸ πρέμνον ἔμβιοί τε αἱ ῥίζαι ἀμφιλαφές τε τὸ σκίασμα, ὅπερ διατρέφουσιν ὧραι
5καὶ ὕδωρ, ἢ τοῖς ὀχετοῖς κατάρδον, ἢ τοῖς ὑετοῖς οὐρανόθεν

1

.

5

.

16

περιλιμνάζον τε καὶ πιαῖνον. οἱ δὲ καὶ ἀκόλαστον πόδα περαιτέρω τῶν οἰκείων ἐκτείνοντες μετά τινος ἐνδίκου ποινῆς ὀψέ ποτε φιλοσοφήσουσιν, τὴν αἰσχύνην ἀνιαροτέραν τῶν παθημάτων φέρειν οὐκ ἔχοντες.”

1

.

6

.

1

Ἐπεὶ δ’ ὁ μέγας οὗτος διεπερατοῦτο τοῖς ῥήμασιν ἔλεγχος, ἀνάζεσις αἵματος μέγαν τῷ Χαγάνῳ θυμὸν ἐπεκύ‐
μαινεν, τό τε πρόσωπον ἅπαν ὑπὸ τῆς ὀργῆς ἐφοινίσσετο, τῶν ὀφθαλμῶν ὑποκροκαινομένων τῇ φλογὶ τῆς ἀνίας δι’50
5ὅλου τε τοῦ σχήματος ὑποδηλούντων ὅτι μὴ τῶν πρέσβεων φείσεται· τῶν τε ὀφρύων ἐς μέγα ἐξανισταμένων καὶ μικροῦ δεῖν τῶν μετώπων ἀπειλουσῶν ὑπερίπτασθαι, μέγιστος ἀπῃώ‐

1

.

6

.

2

ρητο τῷ Κομεντιόλῳ ἐκ τῆς διαλέξεως κίνδυνος· τὴν γὰρ τῶν πρέσβεων ὁ βάρβαρος διαφθείρας αἰδῶ δεσμοῖς τὸν Κομεντίολον ἠτίμωσεν, ἐνέρσει τε ξύλων ποδοκάκῃ τοὺς πόδας ὑπέθλιβεν, τό τε σκηνοπήγιον διέρρηξε τὸ τοῦ πρέσβεως,
5κἀντεῦθεν ἐπιχωρίῳ νόμῳ τινὶ ζημία θάνατος ἦν ἀπειλού‐

1

.

6

.

3

μενος. τῇ δ’ ὑστεραίᾳ τὰ τοῦ θυμοῦ κατηυνάζετο, λόγοις τε πιθανοῖς παρηγοροῦντο οἱ τῶν Ἀβάρων δυνατώτατοι τὸν ἡγεμόνα ὑποπείθοντες ὅπως μὴ δογματίσοι κατὰ Κομεντιόλου τὸν θάνατον, καὶ πείθουσι μέχρι τῶν δεσμῶν ἀποχρήσειν
5ἀδικεῖσθαι τοὺς πρέσβεις. ἐπινεύσας γοῦν ὁ Χαγάνος ἠτιμω‐ μένους ἐς βασιλέα ἐξέπεμπε σωτηρίαν οὐ προσδόκιμόν σφισιν αὐτοῖς δωρησάμενος.

1

.

6

.

4

Τοῦ δ’ ἐπιόντος ἔτους πάλιν ὁ Ἐλπίδιος ἐπὶ τῇ αὐτῇ πρεσβείᾳ χειροτονηθεὶς ἀποστέλλεται, καὶ ὡς τὸν Χαγάνον γενόμενος ἐξῄτει πρεσβευτὴν ἅμα αὐτῷ ἐς βασιλέα γενέσθαι, ὅπως ἀναζωπυρώσειε τὰς σπονδὰς καὶ εἴκοσιν ἑτέρων χιλιάδες

1

.

6

.

5

χρυσῶν ταῖς συνθήκαις εἴησαν ἐπαυξήματα. ὁ δὲ Χαγάνος τοὺς λόγους εἰσεποιήσατο Ταργίτιόν τε, τῷ τῶν Ἀβάρων φύλῳ ἄνδρα περίβλεπτον, ὡς τὸν Καίσαρα σὺν Ἐλπιδίῳ παρέπεμπεν. ἧκον δ’ ἄμφω ἐς βασιλέα, ῥήτρα τε καὶ ὁμο‐51
5λογία ἐγίνετο ἦ μὴν εἴκοσι χιλιάδας πρὸς ταῖς ὀγδοήκοντα καταθεῖναι Ῥωμαίους χρυσῶν, ἢ πόλεμον ἀντιλαμβάνειν παρα‐

1

.

6

.

6

μελήσαντας. τοιγάρτοι αἱ συνθῆκαι δοκοῦσί πως ἀναθάλ‐ πεσθαι, καὶ ὁ πόλεμος ἐκεχειρίαν ἐλάμβανεν. μετά τινα δὲ βραχεῖαν χρόνου ῥοπὴν ἡ τῆς εἰρήνης εὐεξία νοθεύεται, καὶ πάλιν Ῥωμαίοις τὸ τῶν Ἀβάρων ἐπιτίθεται φῦλον, ἀλλ’ οὐκ
5ἀναφανδόν, ῥαδιουργικώτερον δέ πως καὶ δολερώτερον.

1

.

7

.

1

τὸ γὰρ τῶν Σκλαυηνῶν ἔθνος ἐπαφίησιν, καὶ πλεῖστα τῆς Ῥωμαίων γῆς ἀποκείρεται, καὶ τῶν Μακρῶν μέχρι καλου‐ μένων τειχῶν, οἷα διάττοντες, ἀθρόον προσβαλόντες ταῖς

1

.

7

.

2

ὄψεσι πολὺν ἀπεργάζονται φόνον. διὸ καὶ δεδιὼς βασιλεὺς τὰ Μακρὰ διεφρούρησε τείχη καὶ τὰς περὶ αὐτὸν τῶν στρατευ‐ μάτων πληθῦς ἀπεξῆγε τῆς πόλεως, ὥσπερ ἀξιολογώτατον

1

.

7

.

3

ἔρυμα περὶ τὸ ἄστυ αὐτοσχέδιον μηχανώμενος. τότε δή, τότε Κομεντίολος οὐκ ἄκομψον ταξιαρχίαν πιστεύεται κατά τε τὴν Θρᾴκην ἐπιὼν ἀπελαύνει τῶν Σκλαυηνῶν τὰ πλήθη, ἀφικνεῖται δὲ καὶ κατὰ τὸν Ἐργινίαν, οὕτω καλούμενον
5ποταμόν, καὶ ἀδοκήτως ἐπιστὰς τοῖς Σκλαυηνοῖς καρτερῶς ἐπιτίθεται καὶ θάνατον πολὺν τοῖς βαρβάροις ἀπεσχεδίασεν.

1

.

7

.

4

διά τοι τοῦτο καὶ στρατηγὸς ὑπὸ τοῦ αὐτοκράτορος αὖθις χειροτονηθεὶς ἀποστέλλεται καὶ Ῥωμαϊκαῖς ἀξίαις λαμπρύ‐
νεται τήν τε τοῦ πραισέντου τὴν παρὰ Ῥωμαίοις λεγομένην52

1

.

7

.

5

ἔνοπλον ἡγεμονίας τιμὴν ἀποφέρεται. εἶτα περιόντι τῷ θέρει τὰς Ῥωμαϊκὰς συναθροίσας δυνάμεις ἐπὶ τὴν Ἀδρια‐ νούπολιν φοιτᾷ καὶ συντυγχάνει Ἀρδαγάστῳ ἐπισυρομένῳ πλήθη Σκλαυηνῶν πολλὰ ἄγρας τε αἰχμαλώτων ἀξιολογω‐
5τάτας καὶ λείας λαμπράς· διανυκτερεύσας τε ὄρθριος ἧκε πλησίον Ἀνσίνου τοῦ φρουρίου καὶ γεννικῶς τοῖς βαρβάροις

1

.

7

.

6

συμπλέκεται. τὸ δὲ πολέμιον πρύμναν τε ἐκρούσατο καὶ ἐς φυγὴν ἐξωθεῖτο καὶ τῆς Ἀστικῆς αὐτῆς ἀπελαύνεται, λευκήν τε τοῖς αἰχμαλώτοις ἡμέραν ἀνέσχε τὸ Ῥωμαϊκὸν ἀνδραγά‐ θημα. ὁ δὲ στρατηγὸς ἐπαιώνισεν ἐπινίκιον καὶ τρόπαιον
5ἐνιδρύσατο.

1

.

8

.

1

Μετοπώρου δ’ ἀρχομένου πάλιν οἱ βάρβαροι τὰς συν‐ θήκας διέχεον τήν τε ὁμαιχμίαν εἰς τὸ φανερὸν ἀνδραποδί‐

1

.

8

.

2

ζονται. λέξω δὲ τὴν αἰτίαν, οὐδ’ ἀναίνομαι. Σκύθης ἀνὴρ Βοοκολαβρᾶ τὴν ἐπωνυμίαν περιαγόμενος (εἰ δέ τι καὶ τῆς προσηγορίας τὸ σαφέστατον ὑπογλίχῃ μαθεῖν, παραυτίκα

1

.

8

.

3

πρὸς τὴν Ἑλλάδα φωνὴν μετοχετεύσω τὸ ὄνομα. μάγον, ταὐτὸν δὲ φάναι ἱερέα, τὴν τῶν Σκυθῶν ἐπὶ τὴν εὐγενίδα μεταμορφοῦντες φωνὴν τῆς ἑρμηνείας τευξόμεθα), οὗτος ἔδρα τὸ τηνικαῦτα καιροῦ φιλοκίνδυνον τόλμημα. παρευνά‐

1

.

8

.

4

ζεται γὰρ ἑνὶ τῶν τοῦ Χαγάνου γυναίων ἡδονῇ τε βραχείᾳ δελεασθεὶς εἰς μεγάλας ἄρκυς θανάτου ἐμπέπηχεν. ὑποτο‐
πήσας δὲ μή που τὸ κακὸν φωραθείη καὶ περίβλεπτον ὠδίνοι τὸν ἔλεγχον, ὑποπείσας ἐκ τῶν ὑπηκόων Γηπαίδων ἄνδρας53

1

.

8

.

5

ἑπτὰ τὴν φυγὴν ἐπὶ τὸ ἀρχέγονον ἐπεποίητο φῦλον. Οὖννοι δ’ οὗτοι, προσοικοῦντες τῇ ἕῳ, Περσῶν πλησιόχωροι, οὓς

1

.

8

.

6

καὶ Τούρκους ἀποκαλεῖν τοῖς πολλοῖς γνωριμώτερον. καὶ οὖν διαπορθμεύων τὸν Ἴστρον, ἐπὶ τὴν Λιβιδινῶν πόλιν φερόμενος, ἁλοὺς ὑπό τινος τῶν Ῥωμαϊκῶν ἡγεμόνων τῶν ἐς φρουρὰν συντεταγμένων τοῦ Ἴστρου τό τε γένος ἐδήλου
5καὶ τὰς πάλαι διατριβὰς καὶ τὴν ἐντεῦθεν ἐπελαύνουσαν

1

.

8

.

7

ἡδονήν. ἐπεὶ δὲ πιθανὸς ἐδόκει τῇ διηγήσει τοῦ ἀτυχήματος, παρὰ τὸν αὐτοκράτορα ὑπὸ τοῦ ἡγεμόνος παραπέμπεται. κἀντεῦθεν ἐδόκουν αἱ Ῥωμαϊκαὶ σπονδαὶ διασχίζεσθαι, καὶ παραγυμνοῦται ὁ πόλεμος, ἔτι Ταργιτίου τοῦ βασιλικοῦ ἐπι‐
5βαίνοντος ἄστεος ἐν πρέσβεων μοίρᾳ καὶ τὸν ἐγκύκλιον πλοῦ‐ τον παρὰ Ῥωμαίων ὑποθερίζοντος, ὃν αἱ συνθῆκαι τῷ Χαγάνῳ

1

.

8

.

8

ἀν’ ἔτος ἐβλάστανον ἕκαστον. τοῦτό τοι καὶ βασιλέα οὐκ ἀπὸ τρόπου πρὸς ὀργὴν ὑπηρέθιζεν οὐχ ἥκιστα φενακίζεσθαι ὑπὸ τῶν Ἀβάρων διανοούμενον, τοῦ μὲν ἐξαιτοῦντος τὸν ἐγκύκλιον πλοῦτον καὶ τὰς εἰρηναίας προσόδους, τοῦ δὲ μὴ
5ἀτρεμοῦντος, ἀλλὰ τὴν Εὐρώπην δῃοῦντος καὶ ἀναστάτους

1

.

8

.

9

ποιουμένου τὰς πόλεις. ἐξοστρακίζεται γοῦν ὁ Ταργίτιος ἐπὶ τὴν Χαλκίτιδα νῆσον ἐπὶ μῆνας σκληραγωγούμενος ἕξ, καὶ μέχρι τούτου ὁ τοῦ βασιλέως θυμὸς ὑπεφλέγμαινεν· ἠπει‐ λεῖτο γὰρ καὶ θάνατος κατὰ τοῦ πρέσβεως δογματίζεσθαι.

1

.

8

.

10

οἱ δ’ ἀμφὶ τὸν Χαγάνον τῶν τε Σκυθῶν καὶ Μυσῶν τοὺς περιοίκους ἐλυμήναντο πάντας εἷλόν τε πόλεις πολλάς, τήν
τε Ῥατηρίαν καὶ Βονώνειαν καὶ Ἄκυς καὶ Δορόστολον καὶ Ζαλδαπὰ καὶ τὰ Παννασὰ καὶ Μαρκιανούπολιν καὶ Τρόπαιον.54

1

.

8

.

11

πράγματα δέ οἱ πολλὰ παρέσχετο ἡ ἐγχείρησις· οὐ γὰρ ἀνι‐ δρωτὶ καὶ ἀπεριμερίμνως τάδε παρεστήσατο τὰ πολίσματα, καίτοι μεγάλης ἐπικουρούσης ἐπιπνοίας αὐτῷ τῆς ἀθρόας ἐπιφοιτήσεως, ἥτις ἐς τὰ μάλιστα ἀνανταγωνίστῳ κακῷ τῇ
5ῥαθυμίᾳ κατέχεται. βασιλεὺς δὲ Κομεντίολον στρατηγὸν ἀνί‐ στησι καὶ τῆς πάσης ἡγεμονίας κηδεμόνα τουτονὶ προεστήσατο.

1

.

9

.

1

Ἀλλ’ ἐπεὶ περί γε τῶν Οὔννων τῶν πρὸς τῷ Ἴστρῳ βιούντων τὰ προαύλιά μοι τῆς ἱστορίας γεγένηται, ἄγε δή, ἄγε καὶ τὰς Περσικὰς πράξεις τῇ τῆς διηγήσεως ἀνατινά‐ ξωμεν φόρμιγγι. παλιννοστήσω γὰρ ἐπὶ τὴν Μαυρικίου τοῦ
5αὐτοκράτορος ἀναγόρευσιν τὸν Μηδικὸν νῦν ἀναγραψόμενος

1

.

9

.

2

πόλεμον. καὶ μὴ μοίγε τις ἀπεχθανέσθω τοῦ γε ἕνεκα παλιν‐ δρομοῦντι πρὸς τὰ πρεσβύτερα. οὐ γὰρ ἐπὶ τὰς αὐτὰς ἐπά‐ νιμεν πράξεις, εἰ καὶ περὶ τοὺς αὐτοὺς χρόνους ἀντανα‐

1

.

9

.

3

γώμεθα. τὸ γὰρ συνεχὲς τῶν προαφηγηθέντων οὐκ ἠνέσχετο χαλινοῦ, ἵνα μὴ τέως τῇ παρενθήκῃ τῶν ἑτεροίων ἀφηγημά‐ των σύγχυσιν τοῖς ἐντυγχάνουσιν ἐμποιήσηται.

1

.

9

.

4

Ἔτι πρῶτον ἔτος ἠνύετο τῆς ἡγεμονίας Μαυρικίου τοῦ αὐτοκράτορος μετὰ τὸν Περσικὸν ἐκεῖνον καὶ ἀοίδιμον πόλεμον, οὗπερ ὁ Ταμχοσρὼ κατ’ ἐκεῖνο καιροῦ τῶν Μηδικῶν στρατευ‐ μάτων ἡγήσατο, καὶ βασιλεὺς τὸν Ἰωάννην, ᾧπερ ἐπώνυμον
5τὸ τῆς ὑπερῴας χελύνης κατάκομον, ὃν δὴ καὶ Μυστάκωνα προσηγόρευον Ῥωμαῖοι, ἐκ τῶν τῆς Ἀρμενίας στρατοπέδων

1

.

9

.

5

ἐπὶ τὰς τῆς ἀνατολῆς δυνάμεις Ῥωμαϊκὰς μετεβίβαζεν. ἄρτι τοίνυν ὁ στρατηγὸς τὰς ἑῴας φροντίδας περιβαλόμενος στρατο‐ πεδεύεται, ἔνθα ὁ Νύμφιος ποταμὸς τῷ Τίγριδι ἀνακοινοῦ‐ ται τοῖς ὕδασιν. ἐν τούτῳ δῆτα τῷ χώρῳ ἐξαρτύεται πόλεμος,55
5τοῦ μὲν Ἰωάννου τῆς Ῥωμαϊκῆς προεστῶτος δυνάμεως, τῆς

1

.

9

.

6

δὲ Περσικῆς Καρδαριγάν. Παρθικὸν τοῦτο ἀξίωμα, φίλον δὲ Πέρσαις ἐκ τῶν ἀξιωμάτων προσαγορεύεσθαι, ὥσπερ ἀπα‐ ξιούντων τὰς ἐκ τῆς γεννήσεως ὀνομασίας ἐπιφέρεσθαι· θαυμάζουσι γὰρ τύχης ἐπίδοσιν ἢ νόμον γεννήτορος τὸν
5περὶ τῆς σφῶν αὐτῶν προσηγορίας ἄρτι τῆς μητρῴας αὐτοῖς

1

.

9

.

7

νηδύος προκύψασι συνανίσχοντα. ὁ μὲν οὖν Ἰωάννης τὴν πᾶσαν πληθὺν τῆς δυνάμεως τριτταῖς κατετάξατο μοίραις, καὶ αὐτὸς μὲν ἀνεδέξατο τοῦ μαχίμου τὸ μεσώτατον, Κοὺρς δὲ τὸ δεξιὸν ὁ ὑποστράτηγος, Ἀριοὺλφ δὲ τὸ λαιόν. καὶ
5ὧδέ πως τὰ τριττὰ διεκεκόσμητο στίφη. ὡσαύτως δὲ καὶ τὸ

1

.

9

.

8

Περσικὸν συνετέτακτο. ἐπεὶ δ’ αἱ σάλπιγγες ἐνυάλιον ἤχησαν, καὶ τὸ μεταίχμιον ἐβραχύνετο, ὁ πόλεμος εἶχε τὴν πάροδον. προσβάλλουσι τοιγαροῦν Ῥωμαῖοι τοῖς δυσὶ κέρασιν, Ἰωάννης μὲν τῷ μέσῳ, Ἀριοὺλφ δὲ τῷ εὐωνύμῳ, καὶ δῆτα κρατοῦσι

1

.

9

.

9

τῶν ἀντιμετώπων δυνάμεων. Κοὺρς δ’ οὐκ ἐνέμιξε χεῖρας· ἐβάσκαινε γὰρ τὸν Ἰωάννην εὐπραγίας πέρι, ἅτε δὴ διὰ μεγίστην ἀγωνιούμενον δόξαν. καὶ οὖν εἰς τοὐπίσω Πέρσαι ἐτρέποντο· ἐδεδίεσαν γὰρ μή που τὸ ἀντίπαλον ἐμβριθεστέραν

1

.

9

.

10

τὴν ὁρμὴν ἐπιθείη. Ῥωμαῖοι δὲ τὸν Κοὺρς ἑωρακότες ἀπό‐ μαχον τήν τε περὶ αὐτὸν δύναμιν, τὰ νῶτα τοῖς βαρβάροις

1

.

9

.

11

ἐγνώριζον καὶ πρὸς τὰ ἀνάντη μετεφοίτων χωρία. οἱ δὲ Πέρσαι τῇ παλιώξει χρησάμενοι, ἐπεὶ τὴν Ῥωμαϊκὴν ἵππον κεκμηκυῖαν ἑώρων ἔκ τε τῆς συντονίας τοῦ δρόμου ἔκ τε τῆς χαλεπότητος τῆς πρὸς τὸ δυσάναντες τῶν ὀχυρωμάτων
5καταφυγῆς, ἀρρενικῶς ἐπιτίθενται καὶ πλεῖστον τοῦ Ῥωμαϊκοῦ κεραΐζουσιν, καὶ μόλις ἐπὶ τὸν χάρακα ἐπανήκειν Ῥωμαίοις οἱ βάρβαροι συνεχώρησαν. ἐν τούτοις ὁ πόλεμος ἐπεπέραστο, καὶ μετοπώρου παρενέκυπτεν ὥρα.56

1

.

10

.

1

Ὁ δ’ αὐτοκράτωρ τὸν πατέρα τὸν Παῦλον ἐπὶ τὴν αὐλὴν τὴν βασίλειον λαμπρῶς καὶ περιφανῶς εἰσεδέξατο ἔναγχος ἐπὶ τὸ Κωνσταντίνου ἄστυ γενόμενον, καὶ νυμφίος

1

.

10

.

2

τῇ ὑστεραίᾳ ὁ βασιλεὺς πομπεύεται. τὸν γὰρ Ἰωάννην, τὸν τῶν ἱεραρχικῶν ἐξηγούμενον θρόνων, ἐς τὸ ἀνάκτορον εἰσκαλε‐ σάμενος ἐν τῷ μεγάλῳ θαλάμῳ τῷ πρὸς τῇ μεγίστῃ τῶν βασιλέων αὐλῇ (Αὐγουσταῖος δ’ ἄρα οὗτος κατονομάζεται)
5ἠξίου τῆς ἐκ τοῦ κρείττονος τυχεῖν συναινέσεως διὰ τῆς πρὸς τὸ θεῖον τοῦ ἱερέως ἐντεύξεως, ὅπως αἴσια τῷ βασιλεῖ τὰ

1

.

10

.

3

τοῦ γάμου συμβαίη ἐπίχειρα. ὁ δ’ ἱερεὺς τὸ βασιλικὸν ἐθεράπευσε βούλημα τῇ περὶ τὸ θεῖον ἱκετείᾳ, καὶ τῶν χειρῶν τῶν βασιλέων ἑλόμενος συνῆπτεν ἀλλήλαις εὐκτοῖς τε προσ‐ φθέγμασι τὸν τοῦ αὐτοκράτορος κατηυφήμησε γάμον· ναὶ
5δῆτα καὶ ταῖς κορυφαῖς τῶν βασιλέων τοὺς στεφάνους καθί‐ δρυσε τῶν τε θεανδρικῶν μυστηρίων μετέδωκεν, ὡς σύνηθες τοῖς θρησκεύουσι τὴν παναγῆ ταύτην καὶ ἀκίβδηλον πίστιν.

1

.

10

.

4

εἶτα μετ’ ἐκεῖνο εἰσέφρησαν ἐπὶ τὴν βασίλειον παστάδα οἱ ταῖς κορυφαῖς τῶν ἀξιωμάτων περιλαμπόμενοι, οὓς καὶ γονεῖς ἀποκαλεῖν βασιλεὺς οὐκ ἀπηξίωσεν ἀντὶ σπορᾶς ὥσπερ κατα‐

1

.

10

.

5

βαλομένους τὴν εὔνοιαν. οὗτοι προπομποὶ τοῦ βασιλέως γενόμενοι ἐν τοῖς προπυλαίοις τῶν βασιλέων ἐλιπάρουν ταῖς εὐφημίαις τὸν νυμφίον τὸν Καίσαρα ἐπὶ θρόνου καθίσαντα ἐπιφαίνεσθαι τοῖς στρατεύμασι καὶ γαμήλια δῶρα τοῖς ὑπη‐

1

.

10

.

6

κόοις χαρίζεσθαι. ἡ δὲ παστὰς ἡ βασίλειος μεγαλουργῶς ἐκεκόσμητο ἐν τῷ περιβόλῳ τῶν πρώτων μεγάλων τῶν βασι‐ λέων σηκῶν χρυσῷ καὶ λίθοις ἀγερώχοις κατάκοσμος· ναὶ μὴν καὶ ἁλουργοῖς ἱματίοις βαφῆς δευσοποιοῦ Τυρίας μεγα‐57

1

.

10

.

7

τιμίου περιπόρφυρος ἦν. ἡ δὲ Τιβερίου παῖς ἡ παρθένος ἡ νύμφη προηγεῖτο τοῦ βασιλέως ἐπὶ τὸν γαμήλιον θρόνον ὡς ἐν παραβύστῳ ὅσον οὔπω ὀψομένη τοῖς δήμοις, τῶν λεπτῶν ὑφασμάτων ἀθρόον διασταλέντων ὡς ἐν συνθήματι.
5παραυτίκα δ’ ὁ βασιλεὺς ἐπὶ τὸν παστὸν παραγίνεται ὑπὸ

1

.

10

.

8

πολλῶν λευχειμόνων ἀνδρῶν περιφανῶς προπεμπόμενος. καὶ οὖν ἄνεισιν ἐν τοῖς ὑψηλοῖς προπετάσμασι πομπεῦσαί τε ἅμα τοῖς θεαταῖς τὴν βασίλειαν καὶ περιπτύξασθαι. παρῆν δ’ ὁ τοῦ βασιλέως νυμφευτής· εὐνοῦχος δ’ ἄρα ἦν οὗτος τοῦ
5αὐτοκράτορος, Μαργαρίτης ὄνομα αὐτῷ, ἀνὴρ περίβλεπτος

1

.

10

.

9

ἐν τῇ ἑστίᾳ τοῦ βασιλέως. ἡ δὲ βασίλεια ἐξανέστη τοῦ θρόνου τὸν γαμέτην τὸν βασιλέα γεραίρουσα, ἀνέκραγόν τε οἱ δῆμοι ὑμέναιον. ὁ δὲ νυμφαγωγὸς κύλικι τοὺς νυμφίους ὁρώντων τῶν δήμων ἐφιλοφρονήσατο. οὐ θέμις γὰρ ἦν ἐπιθέσθαι
5στεφάνους· οὐ γὰρ ἰδιῶται ἐτύγχανον ὄντες οἱ νυμφευόμενοι·

1

.

10

.

10

ἤδη γὰρ τοῦτο τῷ βασιλικῷ ἀξιώματι προκατείληπτο. ταῦτα μὲν δῆτα τῇ προτεραίᾳ. ἡ δὲ πόλις ἐπανηγύριζεν ἐν ἡμέραις ἑπτὰ ἀργυρέοις τε ἐστεφάνωτο σκεύεσιν· κοῖλαί τε γὰρ πίνακες καὶ λεκανίδες καὶ κυλίχναι καὶ τρύβλια μαγίδες τε
5καὶ κανᾶ, πλοῦτος Ῥωμαϊκὸς διεκέχυτο, τρυφή τε χρυσέου κόσμου, τὰ οἴκοι μυστήρια, θέατρον ἦν τοῦ βουλομένου

1

.

10

.

11

παντὸς ἑστιᾶσαι τὰς ὄψεις, αὐλοί τε καὶ σύριγγες καὶ κιθάραι περιελάλουν ἀνειμένον ὁμοῦ καὶ ἐπαγωγόν, πολλοί τε τῶν θαυματοποιῶν πανημέριοι τὰς σφῶν αὐτῶν εὐτραπελίας τοῖς

1

.

10

.

12

φιλοθεάμοσιν ἐθριάμβευον, οἵ τε ἐπὶ σκηνῆς λοιδορούμενοι οἷς ἂν ἐθέλοιεν μετὰ μεγίστης ἁμίλλης τὰς γελωτοποιοὺς δραματουργίας οἷα περὶ σπουδαίου τινὸς τοῦ πράγματος ἐπεδείκνυντο, ἱππικοί τε ἐτελοῦντο ἀγῶνες, καὶ ὁ βασιλεὺς58
5εἱστία τοὺς ἐν τέλει ἐν τῇ τῶν βασιλέων οἰκίᾳ. καὶ οὕτως ὁ περίδοξος ἐκεῖνος κατεπέπαυτο γάμος.

1

.

11

.

1

Ἐπεὶ δὲ τὸν ἱστορίαν ἀναγραφόμενον τὰς ἐπισήμους τῶν πράξεων παντί που προῦπτον ἐς μέσον προτίθεσθαι, ἄγε δή, φέρε καὶ τὰς δυσχερεστέρας τύχας τοῖς φαιδροτέροις ἐμμίξωμεν. ἦρος ἀρχομένου ἐν τῷ λεγομένῳ Φόρῳ (περί‐
5λαμπρος δ’ οὗτος χῶρος τῆς πόλεως) φλόγες μαινόλεις πυρὸς ἐνεπίμπρων τὴν ὥραν τοῦ ἄστεος, καὶ θεραπεύειν τοῦ παμφάγου

1

.

11

.

2

πυρὸς οὐχ οἷόν τε ἦν τὸν θυμόν. ὅμως ὑπομαλάττουσι τὸ πῦρ οἱ τῆς πόλεως ῥείθροις χρυσοῖς ὥσπερ ὑπονικήσαντες αὐτοῦ τὸ ἀμείλικτον· μεγάλη γὰρ ἐτύγχανεν οὖσα ἡ ῥύμη τοῦ πνεύματος, ὡς μικροῦ δεῖν τῆς αἰθάλης μεταλήψεσθαι
5ἅπαν τὸ πόλισμα.

1

.

11

.

3

Κατὰ τοῦτον δὴ τὸν ἐνιαυτὸν Παυλῖνός τις, ἀνὴρ τῶν οὐκ ἀσήμων τῆς πόλεως, πλείστης παιδείας μετειληφώς, ἐπὶ τὸ τῶν γοήτων βάραθρον τὴν ψυχὴν κατωθήσας κατάφωρος γίνεται. ὁ δὲ τῆς ἐλέγξεως τρόπος τῶν παραδοξολογουμένων
5λόγων καθέστηκεν ἴδιος. λέξω δὲ τοῦτον πάνυ καθεστηκότα

1

.

11

.

4

θαύματος ἄξιον. ἀργύρεος λεκανίς τις ὑπῆρχε τῷ γόητι, δι’ ἧς τὰς τῶν αἱμάτων χύσεις συνήθροιζεν, ὁπόταν ταῖς ἀπο‐ στατικαῖς προσωμίλει δυνάμεσιν. ταύτην τὴν λεκανίδα δια‐

1

.

11

.

5

πωλεῖ ἄργυρον ἐμπορευομένοις ἀνδράσιν. οἱ μὲν οὖν ἔμποροι τὰς τῆς λεκανίδος τιμὰς ἀποδόμενοι τῷ Παυλίνῳ μετεκχωρεῖν ἐνεχείρουν τὸ σκεῦος καὶ πρὸ τῶν θυρῶν τοῦ ἑαυτῶν οἰκίσκου ταύτην προετίθεσαν ἐξουσίαν διδόντες ὠνήσασθαι τῷ βουλο‐

1

.

11

.

6

μένῳ παντί. ἐδέησε τοίνυν τὸν ἐπισκοποῦντα τὴν πόλιν Ἡράκλειαν, ἣν Πείρινθον οἱ πάλαι ποτὲ κατωνόμαζον, κατ’ ἐκεῖνο καιροῦ ἐς Βυζάντιον διατρίβειν καὶ θεάσασθαι πρὸς ἐκποίησιν ἠρτημένην τὴν λεκανίδα τοῦ γόητος. ταύτην ὠνεῖται59
5περιχαρῶς καὶ ἀπεκδημήσας τοῦ ἄστεος πρὸς τὸν ἑαυτοῦ

1

.

11

.

7

θρόνον ἐπάνεισιν. ἐπεὶ δὲ τὰ θεότευκτα μύρα Γλυκερίας τῆς μάρτυρος χαλκῆ τις λεκανὶς ὑπεδέχετο, αἰδοῖ τοῦ σεβά‐ σματος ὁ ἱερεὺς ὑπαλλάττει τὰ σκεύη, καὶ τὴν μὲν χαλκῆν ἀφαιρεῖται τῆς ἱερωτάτης ἐκείνης λατρείας, τὴν δὲ ἀργυρᾶν

1

.

11

.

8

δεξαμενὴν προεστήσατο τῶν θεορρύτων μύρων. ἐντεῦθεν ὁ ποταμὸς ἀποπαύεται τῶν θαυμάτων, καὶ ἡ τῆς χάριτος πηγὴ κατακρύπτεται. οὐ στηλιτεύει τὰς δυνάμεις ἡ μάρτυς, συστέλλει τὸ χάρισμα, ἀφαιρεῖται τὸ δώρημα, καὶ νομοθετεῖ
5διὰ τὸ μύσος μὴ πηγάζειν τὸ μύρον· τῷ ὄντι γὰρ τὸ καθα‐ ρὸν τοῦ μὴ καθαροῦ οὐ θέμις ἐφάψασθαι, ἵνα καί τι τῆς

1

.

11

.

9

θύραθεν παιδείας προσφόρως ἐνείρω τοῖς διηγήμασιν. τούτου δῆτα ἐπὶ συχνὰς γενομένου ἡμέρας, καὶ τῆς συμφορᾶς ἐπι‐ φανοῦς γενομένης τῇ πόλει, πρὸς πένθος ὁ ἱερεὺς ἐτέτραπτο· ὀδύρεται τὸ πραττόμενον, θρηνεῖ τῶν θαυμάτων τὴν ἐγκοπήν,
5ἀνακαλεῖται τὸ χάρισμα, τὴν ζημίαν οὐ φέρει, τὴν αἰτίαν ἐπιζητεῖ, τὴν αἰσχύνην οὐ καρτερεῖ, καὶ ἦν αὐτῷ ὁ βίος

1

.

11

.

10

ἀβίωτος, χηρευούσης τῆς ἐκκλησίας τοῦ θαύματος. διά τοι τοῦτο νηστεῖαι καὶ προσευχαὶ καταβάλλονται, στρατεύονται δάκρυα, συμμαχοῦσιν οἱ στεναγμοί, παννύχιοι δεήσεις ὁπλί‐ ζονται, καὶ πάντα συνέρχονται ὁπόσα δύνανται λύπην θεοῦ

1

.

11

.

11

μεταβάλλειν πρὸς τὸν ἔλεον. τοῦ τοίνυν θεοῦ καὶ τὸ μύσος ἀποστραφέντος καλῶς καὶ τὴν ἄγνοιαν δικαίως οἰκτείραντος, γίνεται κατ’ ὄναρ τῷ ἐπισκοποῦντι τὴν πόλιν κατάδηλα τὰ

1

.

11

.

12

περὶ τὴν λεκάνην βδελύγματα. ὁ μὲν οὖν ἱερεὺς ὑπεξάγει παραχρῆμα τοῦ ἱεροῦ τὴν ὠνηθεῖσαν λεκάνην καὶ ἐν μέσῳ τὴν χαλκῆν ἐνεγκάμενος προτίθησι τῷ σεβάσματι ὡς ἁγνὴν καὶ πρεσβύτιδα λάτριν, οἷα παρθένον τινὰ καὶ ἄχραντον60

1

.

11

.

13

βδελυρᾶς γοητείας. καὶ δῆτα παραυτίκα ἐπιφαίνονται αὖθις τὰ θαύματα, καὶ κατομβρίζεται μύρον. βλύζει τὸ χάρισμα, πηγάζει τὸ δώρημα, τὸ δάκρυον στέλλεται, τὸ πένθος ἐγκόπτεται, τὸ σκυθρωπὸν διαλύεται, τὸ βδέλυγμα στηλιτεύεται,
5καὶ πάλιν ἡ πόλις τὴν ἑαυτῆς περιβάλλεται δόξαν· ἕτοιμος

1

.

11

.

14

γὰρ οἰκτειρῆσαι θεὸς εὐσεβῶς πρεσβευόμενος. ὁ μὲν οὖν ἱερεὺς ἐπὶ τὸ βασίλειον γενόμενος πόλισμα, τίς τε ὁ πεπρα‐ κὼς τὴν λεκανίδα ὑπὸ τῶν ἐμπορευσαμένων μεμαθηκώς, ἐπὶ τὸν ἱεράρχην ἀφικόμενος Ἰωάννην πάντα τὰ συγκυρήσαντα

1

.

11

.

15

ἀνατίθεται. ὁ μὲν οὖν Ἰωάννης δεινοπαθήσας ἐπὶ τοῖς διηγήμασι καὶ φέρειν οὐκ ἔχων τὴν ἀκοὴν ἀθρόον φοιτᾷ πρὸς τὰ βασίλεια τῷ τε αὐτοκράτορι τῶν ἱστορηθέντων

1

.

11

.

16

αὐτῷ μετεδίδου τοὺς λόγους. ὁ μὲν οὖν Μαυρίκιος νωθρό‐ τερόν πως πρὸς τὸν φόνον τῶν ἠτυχηκότων ἑώρα· ἠξίου γὰρ μεταμέλῳ μᾶλλον ἢ ζημίᾳ τοὺς παραπεπτωκότας ἰάσασθαι.

1

.

11

.

17

ὁ δὲ ἱεράρχης ἐκραταίου τὴν ἔνστασιν ἀποστολικώτερον ἐπει‐ γόμενος πυρὶ τοὺς ἀφεστηκότας τῆς πίστεως παραδίδοσθαι, ἐπὶ στόματος τὰ τοῦ Παύλου προφερόμενος ῥήματα, φάσκων

1

.

11

.

18

ἐπὶ λέξεως οὕτως· “ἀδύνατον τοὺς ἅπαξ φωτισθέντας γευσα‐ μένους τε τῆς δωρεᾶς τῆς ἐπουρανίου καὶ μετόχους γενη‐ θέντας πνεύματος ἁγίου καὶ καλὸν γευσαμένους θεοῦ ῥῆμα δυνάμεις τε μέλλοντος αἰῶνος καὶ παραπεσόντας πάλιν ἀνα‐
5καινίζειν εἰς μετάνοιαν, ἀνασταυροῦντας ἑαυτοῖς τὸν υἱὸν

1

.

11

.

19

τοῦ θεοῦ καὶ παραδειγματίζοντας. γῆ γὰρ ἡ πιοῦσα τὸν ἐπ’ αὐτῆς ἐρχόμενον πολλάκις ὑετὸν καὶ τίκτουσα βοτάνην εὔθετον ἐκείνοις, δι’ οὓς καὶ γεωργεῖται, μεταλαμβάνει εὐλογίας παρὰ τοῦ θεοῦ· ἐκφέρουσα δ’ ἀκάνθας καὶ τριβό‐61
5λους ἀδόκιμος καὶ κατάρας ἐγγύς, ἧς τὸ τέλος εἰς καῦσιν.”

1

.

11

.

20

γίνεται τοίνυν τὸ βασιλικὸν ἀδρανέστερον βούλημα, καὶ κρατεῖ ὁ Ἰωάννης τοῖς λόγοις, καὶ τῇ ὑστεραίᾳ δικαστήριον συγκροτεῖται, καὶ οἱ γόητες ἀνετάζονται καὶ καταδίκῃ περι‐

1

.

11

.

21

πλακέντες ἀφύκτῳ πρὸς κόλασιν ἐξεδίδοντο. ὁ μὲν οὖν Παυλῖνος ἀνασκολοπίζεται ξύλῳ στερρῷ τὴν πρὸς τὸ ἄναντες κεχηνότι ἀκρώρειαν, ἐνέρσει τε τούτου ἅμα τῷ φάρυγγι τοὺς ἐν τῷ τραχήλῳ σφονδύλους ἀπαγχονιζόμενος ἀπεπνίγετο,
5οὕτω τε τὸν ἀσεβῆ κατεστρέψατο βίον, προτεθεαμένος τὴν ἀποτομὴν τοῦ παιδός· ἦν γὰρ μεταδοὺς τῷ υἱῷ τῆς βδελυρᾶς καὶ ἀνοσίας τῶν γοήτων μαγγανείας.

1

.

12

.

1

Ὁ δὲ τῆς Μηδικῆς σατράπης δυνάμεως τὸ Ἀφούμων περικαθήμενος φρούριον ἐπειρᾶτο ἑλεῖν. ὁ δὲ τοῦ Ῥωμαϊκοῦ ταξίαρχος τοῦτο πυθόμενος ἧκε πλησίον τοῦ Νυμφίου καὶ

1

.

12

.

2

τὸ Ἄκβας ἐνεχείρει αἱρήσειν. δύσληπτον δὲ τουτὶ τὸ ὀχύρωμα καὶ πρὸς πολιορκίαν ἀκαταγώνιστον. ἐπικάθηται δὲ τὸ φρούριον ἐπ’ ὄρους αὐχένα, ἀμφοῖν δὲ ταῖς λαγόσιν ἐστὶν ἀμφίκρημνον, τό τε οὔραιον τούτου μεγάλαις κοιλαίνεται
5φάραγξιν, ὡς μίαν εἶναι λοιπὸν συμβαίνειν τὴν ἐπὶ μέτωπον

1

.

12

.

3

εἴσοδον τειχιζομένην στεγανῶν λίθων συνθήκαις. ἐπεὶ δὲ τοῖς ἐν τῷ φρουρίῳ ὁ στρατηγὸς ἐπετίθετο, ἐπὶ τὴν στεφάνην τοῦ ἕρκους φρυκτωρίας ἐξῆψαν οἱ πολιορκούμενοι, ὁπόσος παραδηλοῦντες ὁ κίνδυνος τοῖς ἀμφὶ τὸν Καρδαριγὰν γλιχο‐
5μένοις παραστήσασθαι τὸ Ἀφούμων· τοιαύτας γὰρ τοῖς τοῦ62

1

.

12

.

4

Ἄκβας συνθήκας ὁ τῶν Περσῶν κατεβάλετο στρατηγός. τὸ δὲ Περσικὸν ἀναλαμπούσης ἡμέρας ὑπὸ πρώτην ἕω συντετα‐ γμένον τοῖς Ῥωμαίοις ἐφίστατο, τῶν τε ἵππων ἀποβάντες τῆς μάχης ἀπήρχοντο, καὶ τῷ συνεχεῖ τῆς βολῆς οἱ βάρβαροι

1

.

12

.

5

Ῥωμαίων ἐκράτησαν. συνέχεαν γὰρ τὰς ὄψεις τῶν ἀντιπά‐ λων ταῖς ἐκπομπαῖς τῶν βελῶν· τοξοφόρον γὰρ τὸ ἔθνος,

1

.

12

.

6

καὶ δύναμις αὐτῷ τὸ κατάπτερον τοῦτο ἀκόντιον. τῶν δὲ Ῥωμαίων συγκεκλεισμένων ἔν τινι χώρῳ τοῦ ὄρους καὶ παραθλιβομένων, ὥσπερ ὑποπιεζούσης αὐτοὺς τῆς ἐπιθέσεως, πολλοὶ τῶν μαχίμων ἀφήλαντο ἀπὸ τοῦ κρημνοῦ τοῦ ἀπο‐
5βλέποντος εἰς τὸν ποταμὸν τὸν Νύμφιον· οὐ γὰρ ἀνεφίκτῳ βάθει ἀπῃώρητο ἡ κατάδυσις. ἔνιοι δ’ ἥλωσαν ὑπὸ τῶν

1

.

12

.

7

βαρβάρων. οἱ δὲ διὰ τῆς ὑπωρείας τοῦ ὄρους τὴν κάθοδον ποιησάμενοι ἀποδράντες τὸν κίνδυνον οὐ κατ’ ἐλπίδας ἐσώ‐ ζοντο καὶ διαπεραιωθέντες τὸν Νύμφιον ποταμὸν εἰς τὸ Ῥωμαϊκὸν στρατοπεδεύουσι σύνταγμα.

1

.

12

.

8

Τοῦ δὲ διεληλυθότος ἐνιαυτοῦ ἦρος ἀκμάζοντος καὶ κατακομῶντος τὴν γῆν, ἐν τῇ ἐγκυκλίῳ τῶν ἐγκαινίων ἡμέρᾳ τῆς πόλεως (πρῶτον δὲ τοῦτο ἔτος τῆς βασιλείας τοῦ αὐτο‐ κράτορος) πάθος γῆς ἀνεφοίτησε καὶ μέγιστος σεισμὸς ἐνε‐
5δήμησεν, οἷα τῆς γῆς παρασκιρτώσης ἐκ πυθμένων αὐτῶν.

1

.

12

.

9

τὸν δὲ λόγον οὐ δίειμι· τῷ γὰρ Σταγειρίτῃ οὐκ ὀλίγα ἄττα περὶ τούτου πεφιλοσόφηται, καὶ εἴ τῳ λέγων πιθανὸς φανεῖται, ἐπαινείσθω τῆς εὐφυΐας, εἰ δὲ μή, τῷ γε πατρὶ ἀποπεμπέτω

1

.

12

.

10

περιθάλπειν τὸ δόγμα. τοιγαροῦν ἡμέρας κλινούσης ἐδινεῖτο τὸ κέντρον, καὶ ὁ φόβος ἐξαίσιος ἦν, ὡς καὶ τοὺς ἱππομα‐ νοῦντας ὑπὸ τοῦ δέους ἀθρόον μεταβάλλεσθαι πρὸς τὸ σῶφρον, δίκην παίδων ἐν παιδιᾷ κύβων ἀφικομένου ἐξα‐

1

.

12

.

11

πιναίως τοῦ παιδοτρίβου, τό τε παραπέτασμα τὸ πρὸ τοῦ γυμνασίου τῶν ἱππικῶν ἀγωνισμάτων, ὃ δὴ σύνθημα τῆς ἱλαρίας ἐτύγχανεν ὄν, περιαιρεῖται διὰ τὸν ἀδόκητον κίνδυ‐ νον, ἅπαντάς τε συνέβαινε πρὸς τοὺς ἱεροὺς σηκοὺς ἐντεμε‐63
5νίζεσθαι ὀρρωδοῦντας τὸν θάνατον.

1

.

12

.

12

Δεύτερον ἔτος τοῦτο τῆς Μαυρικίου ἡγεμονίας, καὶ ὁ αὐτοκράτωρ χειμῶνος ὥρᾳ ὕπατος ἀναγορεύεται. καὶ περιβὰς τὸν βασίλειον δίφρον ἐπιφανέστατος ἦν. ἦγον δὲ τὸν βασιλέα οὐχ ἵπποι, οὐχ ἡμίονες, οὐκ ἐλέφαντες· ἄνθρωποι δ’ ἄρα,

1

.

12

.

13

τὸ τιμιώτατον χρῆμα καὶ ὄνομα. ἐπεὶ δὲ ἐπέβη τοῦ δίφρου, κοινωνὸν τῶν ἑαυτοῦ θησαυρῶν τὸ ὑπήκοον ἐποιήσατο. οἱ δὲ τοῦ ἄστεος τῆς βασιλικῆς εὐδαιμονίας μετειληφότες κατε‐ κελάδουν ὕμνοις τὸν Καίσαρα, χρυσῆς ἑορτῆς οἷα κατα‐
5λαμπούσης καὶ περιγανούσης αὐτούς.

1

.

13

.

1

Τῷ δ’ ἐνισταμένῳ τούτῳ ἐνιαυτῷ ὁ μὲν Ἰωάννης τὰς ἡνίας τῆς στρατηγίας ἀφῄρητο, οἷα τοῦ Περσικοῦ ἀνανταγωνίστου καθεστῶτος καὶ τὴν κρείττονα κατὰ τὸν

1

.

13

.

2

πόλεμον κληρωσαμένου ῥοπήν· Φιλιππικὸς δὲ ἀντανίστατο καὶ στρατηγὸς ἀναγορεύεται ὑπὸ τοῦ αὐτοκράτορος, ἀνὴρ ἐπιδέξιος καὶ βασιλικῆς συγγενείας ἐγγύτατος· γαμέτης γὰρ

1

.

13

.

3

ἐτύγχανεν ὢν Γορδίας, ἀδελφῆς τοῦ αὐτοκράτορος. ὁ μὲν οὖν στρατηγὸς μετὰ τὴν χειροτονίαν ἐπὶ τὸ Μονοκάρτων γενόμενος τοῦ Ἀϊσουμᾶ ὄρους πλησίον οὕτω λεγομένου χάρακα διεγράψατο, καὶ ἄνδρας ἐπὶ στρατείαν ἐνήθροιζεν, μετοπώρου

1

.

13

.

4

τε ἀρχομένου παρὰ τὸν Τίγριν αὐλίζεται· καὶ πλείστοις χρησάμενος χάραξιν ἧκεν εἰς χῶρον Καρχαρωμᾶν ὀνομαζό‐ μενον κἀκεῖ πως ἐνδιατρίψας ἐπύθετο Καρδαριγὰν τοῦ ὄρους
τοῦ Ἰζαλὰ ἐπιβήσεσθαι μέλλειν διὰ τῶν ἐχυρωμάτων τῶν64

1

.

13

.

5

Μαϊακαριρί. διά τοι τοῦτο ἀπῆρε τῶν ἐντεῦθεν ὁ στρατηγὸς καὶ πεδίῳ προσωμίλησε γειτνιῶντι τῇ Νισίβει, καὶ στρατοπε‐ δεύσας ἐν τοῖς ὑψηλοῖς ἀθρόως κατῆρε τῆς Περσίδος καὶ

1

.

13

.

6

πλείστης λείας ἐκράτησεν. οὐ μετὰ πολὺ δὲ γηπόνος ἀνὴρ τὴν Ῥωμαϊκὴν ἔφοδον τῷ Καρδαριγὰν ὑπεδήλωσεν· ἃ δ’ εἶπεν, ἐκεῖνά ἐστιν, αὐτὸν μὲν ἀλᾶσθαι τοῖς ὄρεσιν αὐταῖς ἐλπίσι φερόμενον, τὸ δὲ Ῥωμαϊκὸν τὴν Μηδικὴν διατέμνεσθαι

1

.

13

.

7

χώραν. εἰς τοὐπίσω τοίνυν τοῦ Καρδαριγὰν γενομένου καί πως ἐνέδραν ἐγκαθίσαι τῷ Ῥωμαϊκῷ πειρωμένου, ὁ στρατηγὸς τὰς δυνάμεις συνέλεξε καὶ πρὸς τὸ ὄρος τὸ Ἰζαλὰ στρατοπε‐ δεύεται, ἅτε δὴ τῶν τόπων ἀσυλίαν παρεχομένων τοῖς
5ἐπιβαίνουσιν, τήν τε λείαν ἐπεφέρετο προμηθεστάτῃ φρουρᾷ.

1

.

13

.

8

μετὰ τοῦτο ἦλθεν ἐπὶ τὸν Νύμφιον ποταμὸν οὐκ ἄδοξα τὰ προαύλια τῆς ἡγεμονίας ἀπενεγκάμενος. πάλιν δ’ αὖ Φιλιππικὸς προσβάλλειν τῇ Μηδικῇ χώρᾳ ἐθάρρησε καὶ τὰ ὑπὸ τὸ Βεαρβαὲς διατέμνεται· τὸ δὲ Περσικόν, ἐπεὶ τούτων
5ἀκήκοεν, ἐπιτείνει τὴν ἵππον. τούτῳ τοι καὶ διόλωλε τῆς

1

.

13

.

9

ἵππου πλείστη ἀπόμοιρα. τοὺς δὲ Ῥωμαίους λόγος τῆς ἀφίξεως τῶν βαρβάρων τὴν συντονίαν θαυμάσαντας τῆς Μηδικῆς χώρας ὑπεξελθεῖν, δίχα τοῦ παντὸς διαιρεθέντος

1

.

13

.

10

συντάγματος. καὶ οἱ μὲν ἀμφὶ τὸν στρατηγὸν ἧκον ἐπὶ τὸ Σισαρβάνων, εἶτα ἐπὶ τὸ τοῦ Ῥάβδιος· ὁ δ’ ἅτερος ἀποδασμὸς ἀποπλανηθεὶς τὴν ἐπὶ Θεοδοσιούπολιν ὁδὸν ἄλλως ἐπονεῖτο.
ἡ δὲ γῆ ἐκείνη, ἀκοῇ ἴσμεν, ἄνυδρός τε καὶ κάταυχμος65

1

.

13

.

11

ἄχρι τοῦ Ἀβόρα ποταμοῦ λεγομένου. συμπίπτει γοῦν τοῖς Ῥωμαίοις ἀπαρηγόρητος κίνδυνος· χηρεύουσι γὰρ ὑδάτων ἐς τὸ καρτερόν, οὗ τί ἂν γένοιτο στρατιᾷ χαλεπώτερον; καὶ μέντοι ὠμοτάτην κατὰ τῶν αἰχμαλώτων ἀποσχεδιάζουσι

1

.

13

.

12

ψῆφον, καὶ πάντας ἀνεῖλον ἄρρενάς τε καὶ θηλείας· τοὺς δὲ παῖδας διέσωζον τὸ ἄωρον τῆς ἡλικίας οἰκτείροντες. ὅμως μετ’ οὐ πολὺ κἀκείνους ἡ τῶν ὑδάτων διεχρήσατο σπάνις. Ῥωμαῖοι δὲ μεγάλοις περιπεπτωκότες κακοῖς τῆς
5Θεοδοσιουπόλεως ἐπιβαίνουσιν.

1

.

14

.

1

Ὁ δὲ Φιλιππικὸς μεγαλοφρόνως εἰς τὸν ἐπιόντα ἐνιαυτὸν τῇ Ἀρζανηνῇ χώρᾳ τὸ δόρυ ἐμπέπηχε καὶ λαμπρὰν

1

.

14

.

2

καὶ ἀξιολογωτάτην λείαν ἐζώγρησεν. φήμη δέ τις διέρρει ὡς ὁ στρατηγὸς φιλομαθέστατος ὢν καὶ πολεμικὰς ἐπιστήμας ἐκ τῶν πάλαι σοφῶν ἀρυσάμενος ἐκ τῆς Σκιπίωνος τοῦ ἡγεμονικωτάτου ἀγχινοίας τὴν ἐντρέχειαν ταύτην τῆς σοφῆς

1

.

14

.

3

στρατηγίας περιεβάλετο. ὡς γὰρ οἱ τὰς ἱστορίας καθάπερ ἀγάλματα θεῖά τινα τῷ τεμένει τῆς μνήμης γραφῇ καθιδρύ‐ σαντες διελέχθησαν, τοῦ Ἀννίβαλ τοῦ Καρχηδονίων στρατηγοῦ τὴν ἀνὰ τὴν Εὐρώπην Ῥωμαίων διατέμνοντος γῆν, Σκιπίων
5ὁ πρεσβύτερος τὸν οἴκοι πόλεμον τῇ ἀναβολῇ ἀναθεὶς τῇ Καρχηδονίων χώρᾳ προσπλέκεται καὶ ἐς μέγα κακοῦ ἐλήλακε

1

.

14

.

4

τὸ πολέμιον. τὸν δ’ Ἀννίβαλ τὰς Καρχηδονίων τύχας ἀκηκοότα ἐς τὴν ἑαυτοῦ ἐπαναζεῦξαι τὰς μεταβολὰς τῶν πραγμάτων ἐκ τῶν εἰς αὐτὸν συμβεβηκότων δεινῶν παιδευό‐ μενον. καὶ οὗτος ἐδόκει ὁ πρὸς Φιλιππικὸν εἶναι λόγος
5παράλληλος. οὐκ ἄπο δὲ σκοποῦ γέγονεν αὐτῷ ἡ βουλή.

1

.

14

.

5

ἔτυχε δὲ τὸν στρατηγὸν κάμνειν τὸ σῶμα μεγίστου νοσήματος
αὐτῷ ἐνσκήψαντος. διὸ ἐπὶ τὴν Μαρτυρόπολιν ἀφικνεῖται ἐπιτρέψας τὸ στράτευμα Στεφάνῳ τῷ ταγματάρχῃ, (ὑπασπιστὴς δ’ οὗτος ἐγεγόνει Τιβερίου τοῦ αὐτοκράτορος), τόν τε Ἀψὶχ66
5τὸν Οὖννον τῶν ὅλων ὑποστράτηγον ἐχειροτόνησε τάξεων.

1

.

14

.

6

οὕτω μὲν οὖν ὁ στρατηγὸς ὑπὸ τῆς νόσου ἀπόμαχος ἦν, ὁ δὲ Καρδαριγὰν τὴν ὅλην ἀναλαβόμενος δύναμιν τῇ ἔναγχος Τιβερίου πόλει προσαγορευθείσῃ προσέβαλλεν, ἥτις Μονο‐ κάρτων πάλαι ὠνόμαστο. ταύτης ὁ στρατηγὸς τῷ παρῳχηκότι
5ἐνιαυτῷ γεγηρακότα τὰ τείχη ἀνέρρωσε καὶ προμηθείᾳ τοῦ

1

.

14

.

7

μέλλοντος ὠχυρώσατο. ἐπιστὰς δὲ τῷ πολίσματι ὁ Περσῶν στρατηγὸς οὐχ οἷός τε ἦν παραστήσασθαι τοῦτο. τοιγάρτοι εἰσήρρησεν ἐπὶ τὰ προάστεια τῆς Μαρτυροπόλεως καὶ τὸν Ἰωάννου τοῦ προφήτου κατενεπίμπρα νεών, ὡς ἀπὸ σημείων
5δυοκαίδεκα ὄντα τῆς πόλεως κατὰ τὸν ἑσπέριον κρόταφον.

1

.

14

.

8

ἔνθα δὴ καὶ φροντιστήριον ἐτύγχανεν ὂν ἀνδρῶν φιλοσόφων τὸν βίον. μοναχοὶ δὲ ἄρα οὗτοι κατονομάζονται, οἷς ἔργον προεκδημῆσαι τοῦ σώματος καὶ ζῶντας τεθνάναι καὶ σώφρονι μανίᾳ τινὶ μεταφοιτᾶν πρὸς τὰ κρείττονα. ἀνέστησε δὲ καὶ

1

.

14

.

9

τοῦτο ἐκ βάθρων ὁ βάρβαρος. τῇ δ’ ἐπιούσῃ ἄρας ἐντεῦθεν ἐπὶ τὸ Ζόρβανδον χωρίον ἐφοίτησε καὶ τοῖς ἀμφ’ αὐτὸν διετάξατο μηδαμῶς που τοῦ χάρακος ἀπολείπεσθαι· ὀγδόῃ

1

.

14

.

10

δ’ ἡμέρᾳ ἐς τὰ οἴκοι κατῆρεν. ἐδόκει δέ που καὶ αὐτὸς λῃστρικώτερον τῶν Ῥωμαϊκῶν ἐπιβήσεσθαι καὶ τὴν αὐτὴν Ῥωμαίοις ἀπενέγκασθαι δόξαν. ὁ δὲ στρατηγὸς τῆς νόσου ἀπήλ‐ λακτο καὶ τὸν χάρακα διελύσατο (χειμῶνος γὰρ ὥρα ἤδη που
5παρεφαίνετο) καὶ τὸν βασιλέα ἀσπασόμενος ἐς Βυζάντιον ἧκεν.67

1

.

15

.

1

Ἦρος δὲ παρανίσχοντος, καὶ ἀλέας ἐπιφοιτώσης τῇ γῇ, Φιλιππικὸς τῆς βασιλίδος ἐξεδήμησε πόλεως. ἐπεὶ δὲ τῆς Ἀμίδης ἐπέβη, πρεσβεύουσι Πέρσαι ἐνδόξως πως καταθέσθαι τὸν πόλεμον· προσέταττον γὰρ Ῥωμαίοις χρήμασι
5τὰς σπονδὰς σφετερίζεσθαι Μεβόδην τὸν σατράπην ὡς τὸν

1

.

15

.

2

στρατηγὸν ἀποστείλαντες. καὶ οὖν ἧκε Μεβόδης ὁ Πέρσης παρὰ τοὺς Ῥωμαίους, καὶ ὁ στρατηγὸς ἐκκλησίαν ἐκάθισεν ὡς ἑαυτὸν συγκαλεσάμενος τοὺς ταγματάρχας καὶ λοχαγοὺς καὶ ὑπασπιστὰς καὶ τῆς μαχίμου δυνάμεως τὸ ἐμφανέστερον.
5ὁπηνίκα δ’ ὁ σύλλογος ἐπεπλήρωτο, ὁ Πέρσης τῶνδε τῶν λόγων ἀπήρξατο.

1

.

15

.

3

“Ἄνδρες πολέμιοι, (μὴ ταραττέτω δὲ τοὺς ἀκούοντας τοῦ πρεσβευτοῦ τὸ προοίμιον· εἰ γὰρ τὰς γνώμας ἀμείψητε, μεταλλάξω κἀγὼ τὴν προσφώνησιν.) ὁπλίσατε τὴν εἰρήνην ἀποχειροτονοῦντες τὸν πόλεμον, δόρυ καὶ ξίφος ὡς γεγηρα‐
5κότα χαιρέτωσαν, καὶ στρατεύσατε σύριγγα πρᾶον ὁμοῦ καὶ

1

.

15

.

4

ποιμενικὸν περιλαλοῦσαν τερέτισμα. ὁ Περσῶν βασιλεὺς τῆς εἰρήνης ἐστὶν ἐραστὴς καὶ σεμνύνεται ἀπεκδυόμενος πρῶτος τὸν πόλεμον· βασιλικὸν γὰρ ἡ τῆς εἰρήνης ἀρέσκεια, ὡς

1

.

15

.

5

καὶ τυράννων ἴδιον τὸ φιλόνεικον. ἄνδρες τῶν αὐτῶν παθημάτων ἡμῖν κοινωνοί, μεινάτω τῶν πάντων ὁ πόλεμος μόνος ἀκόρεστος. αἵματι τὴν γῆν ἐπιάναμεν, πολλάκις τὸν θάνατον ἱστορήσαμεν· ζωγράφος γὰρ τοῦ θανάτου ὁ πόλεμος,
5ἐγὼ δέ φημι, καὶ ἀρχέτυπον καὶ τῶν ἀνθρωπίνων κακῶν

1

.

15

.

6

ἀρχηγέτης καὶ διδάσκαλος αὐτοδίδακτος. χρημάτων ἐρᾷ τις; ἀλλὰ πλούτῳ καὶ πενίᾳ γεγόναμεν παίγνιον, ποτὲ κρατοῦντες ποτὲ δὲ κρατούμενοι, καὶ συμμεταβαλλόμενοι ταῖς τοῦ πολέμου τροπαῖς ἀΐδιον ὥσπερ τὴν μεταβολὴν ἐκαρπούμεθα. ἐκόμα68
5τις τῶν ἀριστέων χρυσῷ; μετὰ τῆς ἡδονῆς τὴν ἀπιστίαν

1

.

15

.

7

ἐκέκτητο. τί γὰρ ἀπιστότερον ἐν πολέμῳ χρημάτων ἀμέσως μετατιθεμένων ἐπ’ ἄλλον καὶ πάλιν ἐξ ἐκείνου εἰς ἕτερον, ὡς ἐγρηγορότα βλέπειν ἐνύπνιον τὸν κτησάμενον, ἢ τῇ

1

.

15

.

8

ὑστεραίᾳ τῆς ἔναγχος μεμνῆσθαι κραιπάλης; ὑμεῖς, ὦ Ῥωμαῖοι, πάλαι τὴν παρρησίαν τῷ πολέμῳ δεδώκατε· ὑμεῖς καὶ τῆς εἰρήνης γίνεσθε μαθηταί. ἐπικηρυκευομένων Περσῶν τὸν φιλόδακρυν ἀποσείσασθε πόλεμον· οἷς γὰρ τῆς ἁμαρτίας ἡ
5ἔναρξις, τούτοις καὶ τῆς ἐπανορθώσεως ὁ μετάμελός ἐστιν

1

.

15

.

9

ἁρμόδιος. μὴ γινέσθω θράσος ὑμῖν ταῦτα τὰ φιλάνθρωπα ῥήματα. οὐ γὰρ περιδεὴς γεγονὼς ὁ Περσῶν βασιλεὺς χθές που καὶ τρίτην, ὅτε τῆς Μηδικῆς τὸ Ῥωμαϊκὸν κατετόλμησε γῆς, τὴν συμπλοκὴν ἀπαναίνεται, χρυσῷ γὰρ πολλῷ καὶ
5δώροις λαμπροῖς πρίασθαι Ῥωμαίοις τὰς σπονδὰς ἐγκελεύεται.

1

.

15

.

10

οὐ γὰρ νηποινὶ καταθέσθαι τοὺς ἡμαρτηκότας θέμις τὸν πόλεμον· ἱκανὴ γὰρ ἡ ἔκτισις καὶ Περσικὸν κατευνάσαι θυμὸν καὶ θράσος περιστεῖλαι Ῥωμαίων πολεμικῆς ὀρεγόμενον σάλπιγγος.”

1

.

15

.

11

Ἔτι τοίνυν παρατείνοντος τοῦ λόγου, τοῦ πρέσβεως Ῥωμαῖοι κατεχειροτόνουν συρίττοντες καὶ ταραχὴν ταῖς βοαῖς ἐνεποίουν, ὥσπερ δεινοπαθούντων ἐπὶ τοῖς ῥήμασι τοῦ βαρ‐ βάρου [τοῦ Πέρσου]· ἐδόκουν γὰρ καὶ Ῥωμαῖοι μεγαλαυχεῖν
5ἐπὶ τοῖς ἔναγχος γεγενημένοις, ὡς ἐσέδυσαν ἐς τὴν Περσῶν πολιτείαν, ὡς λείας ἐκράτησαν, ὡς τὸν Καρδαριγὰν ἐφενάκισαν.69

1

.

15

.

12

ὁ δὲ στρατηγὸς τὴν ἐκκλησίαν διέλυσεν, καὶ ὁ Πέρσης οὐκ ἐπέθηκε τέλος τοῖς ῥήμασιν. ὀλίγαι τοίνυν ἡμέραι διῳχήκασιν, καὶ ὁ τῆς Νισίβιδος τῆς ἱερατικῆς προλάμπων τιμῆς ὡς τὸν στρατηγὸν ἀφικνεῖται τὰ αὐτὰ τῷ Μεβόδῃ ῥήματα ἐς μέσον

1

.

15

.

13

τιθέμενος. τὸ τηνικαῦτα τοιγαροῦν ὁ στρατηγὸς τοὺς Περσῶν λόγους δι’ ἐπιστολέως ἐς βασιλέα παρέπεμψεν. βασιλεὺς δὲ τὰς τοῦ στρατηγοῦ ἱστορήσας κεραίας βασιλικοῖς παραυτίκα ἀνεῖλε προστάγμασιν, τὸν Φιλιππικὸν ἐγκελευσάμενος τὰς
5αἰσχίστας ταύτας σπονδὰς ἀποπέμπεσθαι ὡς ἀπᾳδούσας

1

.

15

.

14

Ῥωμαϊκῆς μεγαλειότητος. καὶ μέντοι ὁ στρατηγὸς τὰς αὐτο‐ κρατορικὰς δέλτους περιπτυξάμενος ἐπὶ τὸ Μαμβραθῶν

1

.

15

.

15

στρατοπεδεύεται. οὕτω μὲν οὖν ἐσφρίγα ὁ πόλεμος. ὁ δὲ στρατίαρχος συναγείρας τὸ ὁπλιτικὸν ἐπυνθάνετο, εἰ τὰς ψυχὰς ἀρρενικῷ τινι ἔρωτι ἐπιτεθειασμένας ἐπιφέρονται πρὸς παράταξιν. ἐπεὶ δὲ κατένευον αἱ δυνάμεις συνθήκαις τε
5ὅρκων τὰς ἐλπίδας ἐχύρουν, μεταστὰς ἐντεῦθεν ὁ στρατηγὸς ἐπὶ τὸ Βίβας παραγίνεται, ἔνθα ὁ ποταμὸς παραρρεῖ τοῦ Ἀρζάμων.

2

t

1

ΙΣΤΟΡΙΑ Βʹ

2

.

1

.

1

Τῇ δ’ ὑστεραίᾳ τὸν χάρακα μετέβαλλεν εἰς τὰ παρύψηλα τοῦ πεδίου κατὰ τοὺς πρόποδας τοῦ ὄρους ἐν
ἀριστερᾷ τοῦ Ἰζαλὰ ὄρους πεποιηκώς. τὸ δὲ ὄρος ὁ Ἰζαλὰς πολυτοκώτατον· οἰνοφόρον γάρ, καὶ ἄλλα γένη μυρία καρπῶν70
5ἐπιφέρεται. πολυανθρωπότατόν τε τὸ ὄρος, καὶ οἰκήτορες αὐτῷ ἄνδρες ἀγαθοί, ἐπίμαχόν τε τὸ ὄρος ἐς τὰ μάλιστα

2

.

1

.

2

καὶ ἀμφίβολον· οὐ πόρρω γὰρ ἀπῴκισται τὸ πολέμιον. τούτους τε μεθιστάναι τῆς φιλονείκου χώρας οὐκ ἂν πείσαις οὔτε ἀπειλῶν οὔτε θωπεύων, καίτοι πολλάκις τῶν ὁμόρων Περσῶν

2

.

1

.

3

ὑποτεμνομένων τὴν αὐτῶν γῆν καὶ ληϊζομένων. τοῦτο δὴ τὸ ὄρος ὁ Ἰζαλὰς ἕτερον παραμείβεται ὄρος προσαγορευόμενον Ἀϊσουμᾶς. τὸ δ’ Ἀϊσουμᾶς ὥσπερ ἀκρώρειά τίς ἐστι καὶ ἐς μέγιστον ὕψος ἐκτείνεται, καὶ ἐκ τοῦ μετεώρου δύο καθέρπουσι

2

.

1

.

4

πρόποδες. ἐκ δὲ τούτων ὁ Ἰζαλὰς τὴν πρόοδον ἐπιφέρεται, καὶ αὐτὸς ἀπαρχόμενος κάτωθεν εἰς ὕψος, εἶτα κατὰ σμικρὸν ἀνακύπτων, ταῖς ἐπιδόσεσιν ἐκτανύσας τὸν αὐχένα μέχρι τοῦ Τίγριδος γίνεται ποταμοῦ. καὶ ἂν τῷ Ἑῴῳ ἢ Καυκάσῳ
5συνήπτετο, εἰ μὴ δημιουργικαὶ φροντίδες τινὲς τὴν διάκρισιν

2

.

1

.

5

ἐποιήσαντο. ἐνταῦθα τὸ μάχιμον ὁ στρατηγὸς ἐνωρμίσατο διανοούμενος ὡς ἐκ τοῦ Περσικοῦ ποταμοῦ τοῦ Βούρων μέχρι τοῦ Ἀρζάμων ὕδωρ οὐκ ἔνεστιν, καὶ δυοῖν θάτερον

2

.

1

.

6

ἀνάγκη τὸ πολέμιον ἑλέσθαι· ἢ γὰρ ἀτρεμήσει τὴν οἴκοι φρουρὰν ἀσπασάμενον, ἢ ἔμπαλιν Λατίνοις ἐπικεῖσθαι πειρώμενον μαλακισθήσεται τῷ πόνῳ καὶ τῷ δίψει, ἥ τε ἵππος διολεῖται ὡς τάχιστα, τῆς Ῥωμαίων μὴ συγχωρούσης
5δυνάμεως ἐκ τοῦ ποταμοῦ τοῦ Ἀρζάμων ὕδωρ τοὺς βαρβάρους

2

.

1

.

7

ἀρύσασθαι. τρίτη δ’ ἡμέρα, καὶ τὸ Περσικὸν ἐπέπυστο σύνταγμα ὡς οἱ Ῥωμαῖοι ἀνὰ τὸ Ἀρζάμων διατρίβουσιν.

2

.

2

.

1

Ὁ δὲ Καρδαριγὰν ἐς τοσοῦτον ἐληλάκει φρυάγματος ὡς γέλωτα τῶν ἀναγγελλόντων καταχέειν πλατὺν ὡς περὶ φληνάφου του πράγματος. ὡς δὲ τὰ τοῦ λόγου τὸ Περσικὸν περιε‐71

2

.

2

.

2

βόμβει τρανέστερον, παρεδριμύττετο τὸ πολέμιον. ὁ δὲ σατράπης τοὺς θεραπευτὰς τῶν μαγγανευμάτων διηρώτα καὶ παρὰ τῶν μάγων ἠξίου ἴχνη πυθέσθαι προρρήσεως, τάς τε πνεύματι Πύθωνος ἐνθουσιώσας καὶ φαντασίαν κυήσεως
5παρεχομένας τῇ τοῦ δαιμονίου περιφορᾷ ἠξίου τὸ ἐσόμενον

2

.

2

.

3

προαγορεῦσαι. οἱ δὲ τῶν δαιμονίων κάτοχοι ἔφασκον τὴν νίκην Μήδοις παρέπεσθαι, καὶ κατὰ τὴν ἔκταξιν Ῥωμαίους Πέρσας ἀποίσεσθαι ἅμα τὴν Περσίδα τὴν τύχην ἀμείψαντας. τὸ μὲν οὖν Περσικὸν διερρώννυτο ταῖς προρρήσεσιν ὥσπερ

2

.

2

.

4

γαυρούμενον. ἀπάραντες τοίνυν ἐκ τοῦ Βούρων ποταμοῦ πρὸς τοὺς Ῥωμαίους ἐφέροντο. εἶτα πλήθη καμήλων ἐπέσαξαν ἀσκοὺς ἐπιφορτίσαντες ὕδατος, ἵνα μὴ τῆς τῶν ὑδάτων ἀπορήσαντας φύσεως Ῥωμαῖοι ῥᾳδίως αὐτοὺς κατεργάσωνται·
5τοσοῦτον δ’ εὐπραγίας ἐλπίσιν ἐφήπτοντο, ὡς καὶ πέδας, τοῦτο μὲν ἐκ ξύλων τοῦτο δ’ ἐκ σιδήρου διειργασμένας, καὶ

2

.

2

.

5

μάλα γε πολλὰς προεφέροντο. ὁ δὲ στρατηγὸς τῷ Ῥωμαϊκῷ παρενεγύα τῶν γεωργικῶν ἱδρώτων ἀπέχεσθαι φειδοῖ τῆς ἀγροικίας ταῦτα ὑποτιθέμενος. τῇ οὖν ἐπιούσῃ ἄνδρας λογάδας ἐπὶ κατασκοπῇ τοῦ πολεμίου ἐξήρτυσε Σεργίῳ τε
5τῷ λοχαγῷ ἀνατέθεικεν, ᾧ ἡ τοῦ Μάρδιος φρουρὰ ἐγκεχείριστο,
τόν τε Ὤγυρον καὶ Ζώγομον· φύλαρχοι δ’ οὗτοι τῆς συμ‐ μάχου τῶν Ῥωμαίων δυνάμεως, οὓς Σαρακηνοὺς εἴθιστο72

2

.

2

.

6

Λατίνοις ἀποκαλεῖν. οἱ μὲν οὖν ἀπὸ τοῦ στρατηγοῦ ἀπο‐ σταλέντες τινὰς τῆς βαρβαρικῆς πληθύος ὑποθηράσαντες στρεβλώσαντές τε διέγνωσαν ὡς ὁ Καρδαριγὰν στρατοπεδεύεται ἔνθα καὶ πρότερον. ἑβδόμη δ’ αὕτη ἡμέρα ἐτύγχανε τοῦ
5κυκλικοῦ τῆς ἑβδομάδος βαδίσματος· σάββατον δὲ τοῦτο τῷ

2

.

2

.

7

ἱεροφάντῃ Μωσῇ κατωνόμασται. ἐπεὶ δὲ τῷ Ῥωμαϊκῷ ταῦτα ἀνηγγέλθη συντάγματι, εἰς τὸν στρατηγὸν ὑπόνοιά τις εἰσέρχεται ὡς τῇ ἐπιούσῃ ἀποπειραθήσεται τὸ πολέμιον ἐπιτίθεσθαι, οἷα τοῦ Ῥωμαϊκοῦ τὴν ἡμέραν γεραίροντος
5πόνων ἀνάπαυλαν, αἰδοῖ τοῦ σεβάσματος. τῇ δ’ εἰσαύριον ἧκον οἱ κατοπτεύοντες καὶ τῷ στρατηγῷ διαγγέλλουσι τὰ Περσικὰ πλησιάζειν στρατεύματα.

2

.

3

.

1

ὁ μὲν οὖν Φιλιππικὸς τὸ Ῥωμαϊκὸν διεκόσμησε καὶ τριτταῖς κεραίαις τὸ μάχιμον διετάξατο. καὶ τὴν μὲν κεραίαν τὴν εὐώνυμον τῷ Εἰλιφρέδᾳ ἐπέτρεπεν, (ἄρχων δ’ οὗτος ἦν τῆς Ἐμέσης) ναὶ μὴν καὶ
5Ἀψὶχ ὁ Οὖννος τὴν αὐτὴν περιεβάλετο δύναμιν. τὴν δὲ

2

.

3

.

2

τοῦ δεξιοῦ Βιτάλιος ὁ ταξιάρχης. ὁ δὲ στρατηγὸς τὸ μεσαί‐ τατον ἀνελάμβανε κέρας, ταὐτὸν δ’ εἰπεῖν Ἡράκλειος, ὁ

2

.

3

.

3

Ἡρακλείου πατὴρ τοῦ αὐτοκράτορος. διετάχθη δὲ καὶ τὸ Περσικὸν οὑτωσί. ἐπὶ μὲν τοῦ δεξιοῦ λόφου Μεβόδης ὁ Πέρσης, ἐπὶ δὲ τῇ ἀριστερᾷ λόφῃ Ἀφραάτης, ἀδελφιδοῦς εἶναι λεγόμενος Καρδαριγὰν τοῦ σατράπου, τὴν δὲ μέσην

2

.

3

.

4

ἀπόμοιραν αὐτὸς ὁ Καρδαριγὰν ἐκεκλήρωτο. ἐπεὶ δὲ τὸ πολέμιον παρεφαίνετο, καὶ ἦν κόνις πολλή, Φιλιππικὸς τὸ θεανδρικὸν ἐπεφέρετο εἴκασμα, ὃ λόγος ἕκαθεν καὶ εἰς τὰ
νῦν διηχεῖ θείαν ἐπιστήμην μορφῶσαι, οὐχ ὑφάντου χεῖρας73

2

.

3

.

5

τεκτήνασθαι ἢ ζωγράφου μηλιάδα ποικῖλαι. διά τοι τοῦτο καὶ ἀχειροποίητος παρὰ Ῥωμαίοις καθυμνεῖται καὶ τῶν ἰσοθέων πρεσβειῶν ἠξίωται· ἀρχέτυπον γὰρ ἐκείνου θρη‐

2

.

3

.

6

σκεύουσι Ῥωμαῖοί τι ἄρρητον. ταύτην ὁ στρατηγὸς τῶν σεβασμίων περιπέπλων γυμνώσας τὰς τάξεις ὑπέτρεχεν, κρείτ‐ τονος καὶ ἀνανταγωνίστου θράσους ἐντεῦθεν μεταδιδοὺς τῷ στρατεύματι. εἶτα παρελθὼν τῆς πληθύος εἰς μέσον, τῇ
5ἐπιρροίᾳ τῶν δακρύων ὑπὸ τῆς χύσεως τῆς ἀγωνίας βλύζων ἀένναον τοῖς παρακλητικοῖς ῥήμασιν ἐκέχρητο πρὸς τὸ στρά‐

2

.

3

.

7

τευμα. καὶ ἦν ἱκανὴ τῶν λόγων ἡ φύσις τῶν μὲν σπουδαίων τὰς ὁρμὰς ἐπιτεῖναι, τῶν δὲ ῥαθύμων καὶ νωθρῶν διεγεῖραι τὸ πρόθυμον. καὶ δὴ τὸ παρορμητικὸν μέλος αἱ σάλπιγγες ἤχησαν, ἐπεὶ δὲ περιελάλησαν, παρέθηγον τὰς δυνάμεις εἰς

2

.

3

.

8

πόλεμον. ὁ δὲ στρατηγὸς τὸ κυριακὸν ἐκεῖνο ἐπὶ τὸ Μάρδης μετεπέμψατο ἴνδαλμα Συμεώνῃ, τῷ τὸν ἱερατικὸν Ἀμίδης θρόνον ἐπέχοντι· ἔτυχε γὰρ τὸν ἄνδρα ἐν τῷ ὀχυρώματι

2

.

3

.

9

κατ’ ἐκεῖνο ἐνδιατρίβειν καιροῦ. οἱ δ’ ἐν τῷ φρουρίῳ ἐλιπάρουν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ τὸ θεῖον καὶ εὐμενίζοντο καὶ μετὰ πληθύος δακρύων τὰς ἱκεσίας εἰργάζοντο, ὅπως

2

.

3

.

10

τὴν νικῶσαν Ῥωμαῖοι ἀνὰ τὴν ἀγωνίαν ἀποίσονται. οἱ δὲ λοχαγοὶ οἵ τε πρωτοστάται τῶν δυνάμεων, μενοῦνγε καὶ οἱ χιλίαρχοι ἀθροισθέντες ἠντιβόλουν τὸν στρατηγὸν ἐπὶ τὸ οὔραιον τῆς δυνάμεως μεταβήσεσθαι. ἐδεδίεσαν γὰρ μή
5ποτε αὐτοῖς ἐπικινδυνότερος ὁ πόλεμος γένοιτο κοινωνὸν

2

.

3

.

11

τῶν πόνων τὸν στρατηγὸν κληρωσάμενοι. “ὁ γὰρ πόλεμος”
ἔφασκον “οὐκ ἐπίδηλα τὰ κινήματα κέκτηται, ἅτε φιλοποίκιλος ὢν καὶ πολύμορφος· φύσις γὰρ αὐτῷ ταῖς μεταβολαῖς ἐμβατεύειν μίαν πίστιν τὸ ἄπιστον ἔχοντι. τὸ δ’ ἐκ τύχης ἐν‐74
5τεῦθεν ἀπαίσιον τῆς ἐκ τῆς ἐπιτεύξεως εὐπραγίας ἐς τὸ ἀπειρο‐

2

.

3

.

12

πλάσιον ὑπερβέβηκεν.” καὶ πείθουσι τὸν στρατηγὸν βραχύ τι μεταμεῖψαι τὴν στάσιν. τὸ δὲ πεδίον, ἔνθα ἐχειρουργεῖτο ὁ πόλεμος, Σολάχων ὠνόμαστο ἀπὸ χωρίου τινὸς γειτνιά‐

2

.

3

.

13

ζοντος τὴν ὁμωνυμίαν ἀράμενον. ἐντεῦθεν καὶ Θεόδωρος, ὃν Ζητονούμιον ἀπεκάλουν Βυζάντιοι, ὁ καὶ τὴν παρὰ Ῥωμαίοις μαγιστερίαν διανύσας ἀρχήν, ἕκαθεν τὸ γένος ἐφέρετο· ναὶ δῆτα καὶ Σολομὼν ἐκεῖνος, ὁ τοῦ βασιλέως
5εὐνοῦχος, ὁ τὸν Καρχηδόνιον πόλεμον ἐν Λιβύῃ παραταξά‐ μενος, ὅτε τὸν αὐτοκρατορικὸν δίφρον Ἰουστινιανὸς διε‐ κόσμησεν. καὶ ταῦτα Προκοπίῳ τῷ συγγραφεῖ ἐν τῷ πτυκτίῳ τῆς ἱστορίας ἐγγέγραπται.

2

.

4

.

1

Ἐπεὶ δ’ αἱ τοῦ Περσικοῦ φάλαγγες τοῖς Ῥωμαϊκοῖς λόφοις προσέμιξαν, Βιτάλιος ὁ ταξίαρχος τὴν ἀντίθετον θᾶττον διέλυσε δύναμιν προκύψας τῶν ἄλλων θρασύτερον τάξεων. ἀτὰρ μέγιστον φόνον εἰργάσατο τήν τε Περσικὴν ἀποσκευὴν
5ἐχειρώσατο, ἣν σύνηθες Ῥωμαίοις τῇ ἐπιχωρίῳ φωνῇ τοῦλδον

2

.

4

.

2

ἀποκαλεῖν. οὕτω μέντοι τὸ νενικηκὸς περὶ τὴν λείαν ἠσχό‐ λητο. ὁ δὲ στρατηγὸς διηπορεῖτό τε καὶ ἐχαλέπαινε ταῦτα

2

.

4

.

3

δὴ τὰ τῆς ἀκοσμίας θεώμενος. καὶ οὖν ἔμφρονα βουλὴν ἐσχεδίασε καὶ τὸ κράνος (ἐπίσημον δ’ ἄρα τοῦτο ἦν καὶ κατάδηλον) τῆς ἑαυτοῦ κορυφῆς ἀπεκδὺς Θεοδώρῳ τῷ Ἰλιβινῷ περιτέθεικεν· δορυφόρος δ’ οὗτος τοῦ στρατηγοῦ.
5εἶτα προστάττει τῷ ξίφει παῖσαι τοὺς ἐμπορευομένους τὰ λάφυρα. ὃ δὴ καὶ γεγονὸς ἐς τὰ μάλιστα ὤνησε τὴν παρά‐

2

.

4

.

4

ταξιν. οἱ δ’ ὑπονοήσαντες τὸν στρατηγὸν περινοστεῖν καὶ
λωποδυτοῦντας αὐτοὺς ἐπανορθοῦσθαι τοῦ σφάλματος πρὸς τὴν μάχην τὴν φροντίδα μετέθεντο καὶ τῶν πολεμικῶν μετε‐ λάμβανον πόνων. τὸ δ’ ἀντίπαλον διασπασθὲν ἐς τὴν μέσην75
5τῶν Περσῶν διεσώζετο μοῖραν, οὗ ἦν ὁ Καρδαριγὰν τὴν

2

.

4

.

5

ἐπιστασίαν ποιούμενος. βαθυτέρου γοῦν τοῦ μέσου κέρατος τῶν Περσῶν γεγονότος διὰ τὴν ἐπιπρόσθησιν τοῦ ἀποδράντος εὐωνύμου κέρατος, χαλεπῶς ἂν εἶχε διενεγκεῖν ἡ Ῥωμαίων ἀντίπαλος δύναμις, εἰ μὴ τῶν ἵππων ἀποβάντες αὐτῶν

2

.

4

.

6

κατασυστάδην τὰς συμπλοκὰς ἐποιήσαντο. αἱ μὲν οὖν μεσώ‐ ταται φάλαγγες ἐξήρκουν μαχόμεναι, καὶ ὁ πόλεμος αὐταῖς ἐμηκύνετο, ὡς συμβαίνειν ἐπὶ τῶν λειψάνων ἑστάναι τὸ παραταττόμενον, τῆς ἐπιφανείας τῆς γῆς περικαλυπτομένης

2

.

4

.

7

διὰ τὴν ἐπιπολάζουσαν τῶν τεθνεώτων συνέχειαν. ὡς δὲ τὸ κακὸν ἀτελεύτητον ἦν, θεία τις διάνοια κατεδιαίτησε τοῦ ἀλλοφύλου ἑτεραλκέα ποιουμένη τὴν μάχην, καὶ φωνὴ περι‐ ίπταται Ῥωμαίους μεγάλῳ τῷ ἀπηχήματι ἐγκελευομένη τὴν
5ἵππον κεντεῖν τὴν πολέμιον. πείθονται τοιγαροῦν Ῥωμαῖοι τούτῳ δὴ τῷ προστάγματι καὶ κρατοῦσι τῆς ἀντιμετώπου

2

.

4

.

8

δυνάμεως. τὴν δὲ φωνὴν ἀπὸ Στεφάνου τοῦ λοχαγοῦ προελθεῖν τὸ Ῥωμαϊκὸν ὑπενόησεν, καὶ μετὰ τὸν πόλεμον ἐπυνθάνοντο Ῥωμαῖοι, εἰ προβολεὺς αὐτὸς ἐκεῖνος ὁ Στέ‐

2

.

4

.

9

φανος ἐτύγχανεν ὢν τοῦ στρατηγήματος. ὁ δ’ ἀπηνήνατο καὶ ἐπὶ μέγαν ὅρκον ὀμεῖτο, μηδέποτε τοιαύτης ἐπιβολῆς τὸ σόφισμα προενέγκασθαι· οὐ γὰρ ἐντεῦθεν ἤθελε θηρᾶσθαι τὴν εὔκλειαν καὶ θεῖά τινα μελετήματα εἰς οἰκείαν παραμορ‐

2

.

4

.

10

φῶσαι ἀγχίνοιαν. ὁ δὲ τρίτος λόφος ὁ Ῥωμαίων, ταὐτὸν δ’ εἰπεῖν ὁ εὐώνυμος, τὴν ἐναντίαν κεραίαν συνέχεεν, καὶ
τὸ σωζόμενον ἐμβριθῶς ἐδιώκετο ἄχρι τοῦ Δαρὰς δυοκαίδεκα76

2

.

4

.

11

σημεῖα τοῦ χώρου ἀπῳκισμένου τῆς παρατάξεως. τοίνυν οὕτω λαμπρῶν τῶν Ῥωμαϊκῶν γινομένων τροπαίων, ἐγνωσι‐ μάχει τὸ βάρβαρον καὶ πρὸς φυγὴν μετετίθετο. τὸ δ’ ἀποδρὰν τῆς μέσης μοίρας τῆς Περσικῆς ἅμα τῷ σφῶν αὐτῶν στρα‐

2

.

4

.

12

τηγῷ ἔν τινι βουνῷ ἀποκλίνει τὸν κίνδυνον. ἐπεὶ δὲ τὸ Ῥωμαϊκὸν ἠκηκόει ἐν τῷ βουνῷ τινας τῶν πολεμίων τεθη‐ πέναι τε καὶ τὸ κεκρατηκὸς ὑποστέλλεσθαι, διεστεφάνου εὐθὺς τὸ ἐχύρωμα καὶ αὐτομολεῖν τὸ πολέμιον ἐγκελεύεται. οἱ δ’

2

.

4

.

13

ἐθανάτων καὶ ἐς ἀπονοίας ὀφρὺν ἀπεσοβαρεύοντο. οὐκοῦν οἱ Ῥωμαῖοι περιφρονοῦσιν αὐτούς· οὐ γὰρ ἐγνώκεισαν τὸν Καρδαριγὰν ἐν τῷ βουνῷ ἀνερπύσαντα ἰσχυρῶς τε παρευλα‐

2

.

4

.

14

βεῖσθαι τὸν κίνδυνον. ὁ μὲν οὖν Καρδαριγὰν ἀπόσιτος ὢν ὑπό τε τοῦ λιμοῦ πιεζόμενος ἐνεκαρτέρει ἐν τῷ βουνῷ τρίτην καὶ τετάρτην ἡμέραν· ἐν τηλικούτῳ γὰρ δέει διέθετο τὸν τοῦ Περσικοῦ στρατίαρχον ὁ ἀδόκητος κίνδυνος. φοβεραὶ
5γὰρ αἱ μεταβολαὶ παρὰ τὰς ἐλπίδας συρρεύσασαι· μετὰ γὰρ τῶν πραγμάτων καὶ τὰς γνώμας ἀμείβουσιν.

2

.

5

.

1

ὡς δὲ παρὰ τὸν στρατηγὸν ἐπανέζευξαν, ὑπεύθυνος μεγίστου ἐγκλήματος ὁ Στέφανος ἦν, ὅτι μὴ παρεστήσατο τὸ λειπόμενον. ὁ δ’ ἡγεμονικωτάτῃ ἀπολογίᾳ τὰς μέμψεις τοῦ στρατηγοῦ διεκρού‐

2

.

5

.

2

σατο φήσας· “οἶδα καὶ μέτρα νίκης τιμᾶν καὶ τὴν ἀκρώ‐ ρειαν δεδιέναι τῆς τύχης· μισοπόνηρον γὰρ ἔχει τὴν πλάστιγγα καὶ φέρειν οὐκ οἶδεν εὐπραγίαν βρενθυομένην πέρα τοῦ δέοντος.” οὕτω μὲν οὖν οἱ Πέρσαι σχολαίαν εὑρηκότες τὴν

2

.

5

.

3

κάθοδον τῶν παρυψήλων καθείρπυσαν. ἐπεὶ δὲ τοῦ λόφου κατέδυσαν, συμπαρομαρτοῦσι Ῥωμαίοις ἐπανιοῦσι καὶ συνα‐ θροιζομένοις ἀνὰ τὸν χάρακα. οὐκοῦν ἀναιροῦνται πολλοί, ἥλωσαν δὲ πλείους ἢ χίλιοι, οἳ καὶ ἐς Βυζάντιον παραπέμ‐77
5πονται.

2

.

5

.

4

Ὁ δὲ Καρδαριγὰν πρὸ τῆς ἐπὶ τὸν πόλεμον ἐπιβολῆς τοὺς δερματίνους ἐκείνους ἀμφορεῖς διαρρήξασθαι τῷ Περ‐ σικῷ ἐγκελεύεται φιλοκινδυνότερον ἐς θράσος ἐντεῦθεν τὸ Μηδικὸν ἐργαζόμενος, τοῦτο δῆτα σφίσι παραδηλῶν, ὡς εἰ
5μὴ μεγάλων κινδύνων ἐφάψοιντο, ἀπόλωλε τούτοις ἡ ὕδρευσις, τοῦ Ῥωμαϊκοῦ τὸν ποταμὸν τοῦ Ἀρζάμων περικαθημένου

2

.

5

.

5

καὶ διαφρουροῦντος τὸ ῥεῖθρον φιλοπονώτερον. οὔκουν δ’ αὐτῷ ἐς ἀγαθὸν περιέστη τὸ θράσος. ἀμαθὲς γὰρ τῷ κύβῳ τῆς τύχης πιστεύσαντα ταῖς ἀκρωρείαις τῶν κινδύνων κατα‐ θαρρεῖν καὶ τὰς ἀγαθὰς ἐκβάσεις ἐκ τῶν προϋπαρξάντων
5σφαλμάτων ἀπερανίζεσθαι. ἀφιλοσόφου γὰρ ὑπούσης ἀρχῆς, οἰκείαν τοῖς προϋφεστῶσι καὶ τὰ συμπεράσματα ἕξει τὴν

2

.

5

.

6

πρόοδον. τοῦτό τοι καὶ πολλοὺς τοῦ Μηδικοῦ μετὰ τὴν ἧτταν διέφθειρεν· φρέασι γὰρ περιπεσόντες τινὲς τοῦ Περ‐ σικοῦ λαφύττουσιν ἀπληστότερον καὶ ἐς μέγα κακοῦ ἀποκλί‐ νουσιν, τῆς κοιλίας αὐτοῖς τῇ ἀθρόᾳ τοῦ ὕδατος ἐμβολῇ
5διενεγκεῖν οὐκ ἐχούσης τοῦ ἐπιφορτισθέντος ὕδατος τὴν ἀντίληψιν.

2

.

5

.

7

Ὁ δὲ Καρδαριγὰν εἰς τὰ περὶ τὸ Δαρὰς ἀφικόμενος τὴν ἐς τὸ ἄστυ παρεκινδύνευεν εἴσοδον. οἱ γὰρ ἀστοί, ἤτοι οἱ περιφρουροῦντες Πέρσαι τὸ πόλισμα ἀναπετάσαι ἀπέλεγον τοῖς Μήδοις τὰς πύλας· μὴ γὰρ οὖν εἰσοικίσασθαι τοὺς

2

.

5

.

8

ῥιψάσπιδας Περσικὸν νόμον ἀνέχεσθαι. ἐπεὶ δὲ τὸν Καρδα‐
ριγὰν ἐβλασφήμουν καὶ ταῖς ὕβρεσι τῇ συμφορᾷ συνεπετί‐ θεντο, πείθουσιν ἐς τὰ οἴκοι χωρεῖν αἰσχίστοις αὐτὸν παρα‐ πέμψαντες λόγοις.78

2

.

5

.

9

Ἡμέρας δὲ κλινούσης ἐξαπιναίως ἐπιδημία θορύβων τῷ Ῥωμαϊκῷ στρατοπέδῳ ἐγγίγνεται, καὶ φήμη διέρρευσε δύναμιν τὸ Περσικὸν περιβάλλεσθαι ἐπίθετον καὶ ὅσον οὔπω

2

.

5

.

10

ἐπιβήσεσθαι μέλλειν τοῦ χάρακος. οὐκοῦν ὁ Ἡράκλειος, ὁ Ἡρακλείου πατὴρ τοῦ αὐτοκράτορος, καὶ ἕτερος τῶν ἡγεμό‐ νων ἱππάζοντό τε καὶ σιδήρῳ φραξάμενοι ὁρμῇ ἀκατασχέτῳ περιεπόλουν τὸ βαρβαρικὸν ἀνιχνεύοντες· καὶ ἀνὰ τὸν βουνὸν
5ἀφικνοῦνται, ἐν ᾧ οἱ περὶ τὸν Καρδαριγὰν ἔναγχος ἀπο‐

2

.

5

.

11

δράντες ἐνηυλίζοντο. καὶ οὖν ἄττουσι πρὸς τὰ ὑψηλὰ καὶ περισκοποῦσιν ἔκ τινος μεγίστης περιωπῆς, καὶ τὸ πολέμιον ἦν ἀφανές. ἐπεὶ τοίνυν ἐς τὸ τρανὲς τὴν ἔρευναν ἐποιή‐ σαντο, καὶ φενάκη τις ἐν τῇ ἐπισκοπῇ οὐκ ἐνῆν, ἀνὰ τὸ
5Ῥωμαϊκὸν ἐπανάγονται.

2

.

6

.

1

ἐν δέ τινι μοίρᾳ τῆς ἀτραποῦ δυσθανατῶντα στρατιώτην Ῥωμαῖον περιεβλέψαντο, τέτρασι

2

.

6

.

2

βολαῖς τὸ σῶμα κοσμούμενον. εἰς μὲν γὰρ τὴν ὑπερῴαν χελύνην Μηδικὸς ὀϊστὸς ἐς βάθος ἐσδὺς ἀνὰ τὸ κράνος ἐρρίζωτο, ἕτερος δ’ αὖ ἐπὶ θάτερον χεῖλος ἔνερθεν εἰσφρήσας ἀντιθέτως πως ἀνετείνετο, ὡς κατά τινας διαμέτρους κεραίας
5κεχιῶσθαι τὴν γλῶτταν ταῖς ἀντιτύποις συμβολαῖς τῶν ἀκίδων,

2

.

6

.

3

κἀντεῦθεν μὴ δύνασθαι τὸν ἀριστέα μύσαι τῷ χείλη. περι‐ εφέρετο δὲ καὶ δόρατος εἰσπομπὴν ἐπὶ τοῦ εὐωνύμου βρα‐
χίονος, ἐπί τε τῇ λαπάρῃ ἑτέραν βολὴν Μηδικοῦ ἀκοντίου.79

2

.

6

.

4

αὕτη τοι καὶ τῆς ἀρετῆς αὐτῷ τὸ ἐπιτάφιον ἦν. οἱ μὲν οὖν ἀμφὶ τὸν Ἡράκλειον τῷ γενναίῳ περιρρεόμενον τὸν ἀριστέα θεώμενοι αἵματι, ἀγάμενοι τῆς εὐψυχίας ἐποχοῦσι

2

.

6

.

5

τῇ ἵππῳ καὶ ὡς τὸν χάρακα διεκόμισαν. εἶτά οἱ ἐφέλκονται τὰ μὲν ἄλλα βέλη τὰ ἐμπεπηγότα τῷ σώματι καὶ παρεξάγουσιν, τὸ δ’ ἀνὰ τὴν πλευρὰν ἐξελέσθαι οὐκ εἶχον· διεψιθύριζον γὰρ ὡς ἑαυτοὺς οἱ ταῦτα δὴ τὰ Χείρωνος καὶ Μαχάονος
5τεχνώμενοι μελετήματα, ὡς συνεκδημήσει αὐτῷ καὶ ἡ ψυχὴ

2

.

6

.

6

τῇ τοῦ βέλους ἐξόδῳ. ὁ δὲ Μακεδὼν ἐκεῖνος ἢ Λεωνίδας τὸ φρόνημα ἢ Καλλίμαχος ἢ Κυνέγειρος, ἀρκέσει δὲ τὸ Ῥωμαῖον ἀποκαλεῖν, ὡς τῶν λόγων τῶν ἰατρῶν ὑπῃσθάνετο, ἤρετο εἰ τὸ Ῥωμαϊκὸν εἴη νενικηκός. ὡς δ’ οἱ περιεστῶτες
5αὐτὸν κατέφασκον καὶ ἄρασθαι Λατίνους τρόπαιον ἔλεξαν,

2

.

6

.

7

ἐβασάνιζεν ὅρκοις τὰ ῥήματα. ἐπεὶ δὲ Ῥωμαίους ὄντως ἐπέπυστο τὴν κούφην κατὰ τὸν πόλεμον ἀπενέγκασθαι πλά‐ στιγγα, Πέρσας δὲ τὴν ἐναντίαν ῥοπὴν τῷ βάρει τῆς ἥττης καθελκομένους πρὸς πτώματα, ἀνασκιρτήσας τῷ ἄσθματι,
5μέγα τι παραμύθιον καὶ τῆς ἀλγηδόνος θελκτήριον ὑπῆν

2

.

6

.

8

αὐτῷ τὸ λεγόμενον, καὶ τὸ τεθνάναι λοιπὸν ἐκαραδόκει, καὶ τῷ νεύματι τοὺς ὁρῶντας ὥσπερ ὑπέσαινεν ὑπεξάγειν ἀφειδῶς ἀπὸ τῆς πλευρᾶς τὸν Μηδικὸν ἐκεῖνον καὶ διαβόητον δόνακα· οὐ γὰρ εὑρήσειν τοιοῦτό τι ἄλλο ἐφόδιον ἀγαθὸν ἀποφέ‐
5ρεσθαι τῶν ὑπὸ σελήνην τὸν τοῦ κόσμου ὑπεξερχόμενον.

2

.

6

.

9

τὸν δὲ ἀριστέα φασὶ τοῦ καταλόγου γεγονέναι τῶν Κουαρ‐ τοπάρθων, οὕτω τὴν προσηγορίαν ἐπιφερομένων τῶν ἐν
Βεροίᾳ τῇ πόλει Συρίας τὰς διατριβὰς ποιουμένων. ἐπεὶ δὲ τὸ βέλος τὸ ἐπιθανάτιον τῆς πλευρᾶς ὑπεξήγετο, συνεξορμᾷ80
5ἡ μεγάλη ἐκείνη καὶ γεννικωτάτη τοῦ ἀριστέως ψυχή, εἴπω ἀνὰ τὸ Ἠλύσιον ποιητικῶς ἐπειγομένη ἀφικέσθαι χωρίον; ἀλλ’ αἰσχύνομαι μύθῳ προπηλακίζειν τὸ τῶν θριάμβων ἀξίωμα.

2

.

6

.

10

Ὁ δὲ στρατηγὸς τῇ ἐπιούσῃ ἐξέτασιν τοῦ ὁπλιτικοῦ ἐποιεῖτο καὶ δώροις τοὺς τραυματίας ἐφιλοφρονήσατο, καὶ χρύσεος κόσμος ἀργύρεός τε ἀρετῆς ψυχῆς ἀντίδοσις ἦν, καὶ τῷ

2

.

6

.

11

μέτρῳ τῶν κινδύνων τὴν ἀμοιβὴν ἐταλάντευεν. οἷς μὲν γὰρ ἀξία ἆθλον εὐτολμίας ἐγίνετο, ἄλλῳ Πέρσης ἵππος, καλὸς μὲν ἐς θέαν, ἀγαθὸς δὲ πρὸς πόλεμον, ἄλλῳ κράνος ἀργύρεον καὶ φαρέτρα, ἑτέρῳ ἀσπὶς καὶ θώραξ καὶ δόρατα. καὶ τοσού‐
5των ἐκληρονόμουν Ῥωμαῖοι κτημάτων ὁπόσων σωμάτων ὁ

2

.

6

.

12

πόλεμος. μεσούσης δ’ ἡμέρας διέλυσεν ὁ στρατηγὸς τὴν ἔκταξιν εἴς τε τὰς πόλεις καὶ τὰ παρακείμενα φρούρια τὸ τετρωμένον ἐξέπεμπεν, ὅπως ἀκέσοιτο καὶ ἠπίοις τισὶ μαγ‐ γανεύμασιν, ἔργοις Ἀσκληπιοῦ, τὰς τῶν τραυμάτων ἀκμὰς

2

.

6

.

13

κατευνάσοιτο. αὐτὸς δὲ τὸ λοιπὸν ἀναλαβὼν τῆς δυνάμεως ἐσβάλλει ἐς τὰ τῶν Μήδων, καὶ ὅσα τῶν Περσικῶν προμη‐ θείας ἐχήρευεν, ἔπασχε κακῶς. καὶ ἀνανταγώνιστος ἦν ἡ Ῥωμαίων ὁρμὴ καὶ δυσάντητος τοῖς ἐντυγχάνουσιν.

2

.

7

.

1

Ὁ μὲν οὖν Ῥωμαίων στρατηγὸς ἐπὶ τῇ Ἀρζανηνῇ χώρᾳ οἷά τις λαῖλαψ ἐπιθαλάττιος ἢ ῥαγδαῖος σκηπτὸς ἐξαπιναίως πως ἐπεφοίτησε καὶ τὴν Περσῶν πολιτείαν
ἀργαλεώτερον διεχρήσατο. οἱ δὲ τῆς Ἀρζανηνῆς οἰκήτορες81
5ὑπὸ τὰ τῆς γῆς διακενώματα κατεδύοντο· ἔχειν γὰρ ἐκείνους ἐς βάθος δίκην τινῶν ἀντρωδῶν οἰκοδομημάτων κατασκευὰς

2

.

7

.

2

λόγος ἐς ἡμᾶς ἐνεδήμησεν. τοιγαροῦν ἀνὰ ταύτας δὴ τὰς ὑπογείους καταγωγὰς ἡ σωτηρία τέως σφίσιν αὐτοῖς ἀπεθη‐ σαυρίζετο. μενοῦνγε καὶ ἄρτους καὶ μάζας ἐν τοῖς κοιλώμασιν ἀπεταμιεύοντο φυλακῆς ἐν καλῷ εἶναι οἱ τῆς Ἀρζανηνῆς

2

.

7

.

3

ταῦτα διανοούμενοι. μετ’ οὐ πολὺ δὲ κατάφωροι Ῥωμαίοις ἐγίνοντο πρός τι βραχὺ τὴν αἴσθησιν παρακλέψαντες, τῶν ἑαλωκότων τὰ ὑπὸ γῆν ἐξειπόντων μυστήρια καὶ ἐπιδειξα‐

2

.

7

.

4

μένων εἰς τὸ ἐναργὲς τὸ ἀπόρρητον. καὶ οὖν ἤχοις ἀπεπει‐ ρῶντο Ῥωμαῖοι τῶν ὑπὸ γῆν ἐμφωλευόντων, καὶ ἦν αὐτοῖς ἡ διὰ τῶν ἀπηχημάτων ἀπόπειρα ἄγγελος ἀψευδὴς τὰ τῶν

2

.

7

.

5

λαγόνων τῆς γῆς διηγούμενος ὄργια. καὶ μέντοι ἀνήγοντο οἱ τῆς Ἀρζανηνῆς ὥσπερ ἐκ πυθμένων αὐτῶν τῆς συμμύστιδος γῆς ἐπὶ δούλιον ἦμαρ, ἵνα τὴν ἐκείνων τραγῳδίαν τραγικώ‐ τερον ἀφηγήσωμαι.

2

.

7

.

6

Ἀλλ’ ὅτε Ῥωμαῖοι ἀπεπόνουν ἐρεβοδιφοῦντες τὰ ὑπο‐ χθόνια, καὶ τὴν ἐχθίστην τύχην οὐκ ἀπέδρα τὸ βάρβαρον, στρατοπεδεύουσι λοιπὸν ἀμφὶ τὸ φρούριον τὸ Χλομαρῶν. τῇ δ’ ἐπιούσῃ ἄνδρες αὐτοματίζουσι δύο ἀδελφοὶ τὸ γένος,

2

.

7

.

7

ἀδελφοὶ τὴν προαίρεσιν. καὶ τῷ μὲν ἑνὶ ὄνομα Μαρουθᾶς, τῷ δ’ ἑτέρῳ Ἰώβιος· ἄμφω δὲ ἤστην ἡγεμόνε τῆς Ἀρζανηνῆς.
ἐπεὶ δ’ ηὐτομόλησαν καὶ τῆς τοῦ στρατηγοῦ μεθ’ ἱλαρίας θέας ἠξίωντο, τὰ τῆς εὐνοίας λοιπὸν ἦν αὐτοῖς περισπού‐82

2

.

7

.

8

δαστα. τοίνυν ἐπεὶ ἐν τοῖς πολλοῖς τῆς πράξεως ὁ λόγος ἐστὶ πρεσβύτερος, εὐγνώμοσι πρῶτόν τισιν ὁμιλήμασι τὸν στρατηγὸν ὥσπερ ὑπέσαινον, καὶ ταῦτα δὴ ἐκεῖνα τὰ

2

.

7

.

9

τῆς εὐνοίας ῥήματα ἦν· “εἰ βούλοιο, στρατηγέ, Ῥωμαίους τὴν Ἀρζανηνὴν ἐπικτήσασθαι, χώρους τινὰς ἡμεῖς ὑποδεί‐ ξομεν οὐχ ἥκιστα ἀσύλους διὰ τὸ ἕρμα τοῦ ἐχυρώματος. δείμασθαι φρούρια ὁ τῆς εὐβουλίας ἐγκελεύεται τρόπος.”
5τοιαῦτα ἦν τὰ πρῶτα τῆς τῶν βαρβάρων πρὸς τὸν στρα‐

2

.

7

.

10

τηγὸν διαλέξεως. οὐκ ἄπο δὲ καὶ τῆς τοῦ ἡγεμόνος διανοίας τὰ ῥήματα· ἐγλίχετο γὰρ ὁ τὸ Ῥωμαϊκὸν ἰθύνων στρατόπεδον τοιούτων δή τινων ἐπιτεύξασθαι χώρων· τέως δὲ διὰ τὴν ἀπορίαν τῇ τῆς γνώσεως ἀναβολῇ τὴν ἐπι‐

2

.

7

.

11

βολὴν ἐβιάζετο. ὁπηνίκα γοῦν ὁ στρατηγὸς τῶν τοιούτων ἀκροαμάτων μετείληφεν, ὥσπερ ἑρμαίῳ τινὶ περιτυχὼν μετά τινος προθυμίας συντόνου τὸν ὑποστράτηγον ἀποπέμπει Ἡράκλειον, συναποστείλας αὐτῷ καὶ τοὺς ἑρμηνέας τοῦ
5ἐχυρώματος.

2

.

8

.

1

Ὁ μὲν οὖν ᾤχετο ἀπιών· ὁ δὲ Καρδαριγὰν τοῖς Ῥωμαίοις ἐπῄει, στρατεύσας πλήθη οὐ μαχίμων ἀλλ’ ἰδιώτας ἄνδρας ἐνυαλίου ἠχήματος, ναὶ δῆτα καὶ ὑποζυγίων καὶ καμήλων πληθὺν συλλεξάμενος ἐς τὸ πρόσω ἐχώρει. καὶ
5κόμπος τις ἦν ἀληθείας χηρεύων, τῶν μὴ οὕτως ἐχόντων πραγμάτων συσκίασμα, ὥσπερ ἐπὶ σκηνῆς φενάκῃ τινὶ συν‐

2

.

8

.

2

τεθὲν τερατούργημα. συντυγχάνει τοιγαροῦν τοῖς ἀμφὶ τὸν Ἡράκλειον ἐπὶ κατασκοπῇ τῶν χώρων ποιουμένοις τὴν πρόοδον.83

2

.

8

.

3

εἴκοσι δ’ ἄνδρες Ἡρακλείῳ συνείποντο. οὐκ ἐσιδηροφόρουν δὲ τῇ ἀμαθίᾳ τοῦ μέλλοντος. οὐ κράνος τὴν κεφαλὴν διε‐ φύλαττεν, οὐ θώραξ τὸ περιστέρνιον, σιδήρῳ ἀντίμαχος σίδηρος, ἕρκος σωμάτων συμβαδίζον τῷ περιφρουρουμένῳ
5καὶ συνεπόμενον. ἐξεθήλυνε γὰρ αὐτοὺς τὸ εὐδόκιμον· οὐ γὰρ νίκη ἐπίσταται ἐπὶ τῆς αὐτῆς στερρότητος διαφυλάττειν

2

.

8

.

4

τὸν ἀριστεύσαντα. ὁ μὲν οὖν Ἡράκλειος ἐπόπτης γενόμενος τοῦ θεάματος τὸ τολμᾶν ὑπεκρίνετο καὶ τὴν 〈ἐς τὸ〉 πρόσω φορὰν κατεσχηματίζετο φέρεσθαι. ὅτε δὲ παρεγυμνοῦτο τὸ σόφισμα, τῶν πολεμίων παρεγγιζόντων καὶ μελλόντων σφίσιν
5αὐτοῖς ἀναμίγνυσθαι, πρόσεισι σὺν τοῖς ἀμφ’ αὑτὸν ἐν

2

.

8

.

5

μετεώρῳ λόφῳ τινί. τοῦ δὲ δυσμενοῦς ὡς αὐτοὺς τὴν ὁρμὴν ἐπιβάλλοντος, πάλιν ἐπ’ ἄλλον λόφον μετέβαινον, κἀπ’ ἐκείνου αὖθις εἰς ἕτερον, καὶ ταῖς ὑπαλλαγαῖς τῶν μετα‐ φοιτήσεων τὰς τῶν πολεμίων ἐπιβουλὰς διεκρούσαντο. καὶ
5νύκτωρ ὡς τὸν Φιλιππικὸν πέπομφεν ἄγγελον τὴν βαρβαρικὴν

2

.

8

.

6

ἐξαγορεύσαντα ἔφοδον. ὁπηνίκα δ’ ὁ στρατηγὸς τουτονὶ τὸν ἀπόστολον ἐς τὴν ἑαυτοῦ σκηνὴν ἐσαράμενος τὸ βαρβαρικὸν ἠκηκόει ἐν τῇ ὑστεραίᾳ ἐπιτίθεσθαι μέλλειν, συναγείρει τὸ στράτευμα δεῦρο κἀκεῖσε περισχιζόμενον καὶ τὴν Ἀρζανηνὴν
5λυμαινόμενον, προστάξας περιλαλῆσαι τὸ ἀνακλητικὸν μέλος

2

.

8

.

7

τὴν σάλπιγγα. ἡ μὲν οὖν κατεκελάδει, οἱ δὲ μετὰ συντόνου σπουδῆς προσωμίλουν τῷ χάρακι. Ζαβέρτας δέ τις ἀνὴρ οὕτω τὴν προσηγορίαν περιαγόμενος (τῆς τοῦ Χλομαρῶν δ’ ἄρα οὗτος διαφρουρᾶς τὰς φροντίδας ἀμπείχετο) τοῦ φρουρίου
5λάθρᾳ ὑπεξελθὼν ἀψοφητὶ οὐραγεῖ τῆς Ῥωμαίων δυνάμεως καὶ πρόσεισιν ἠρέμα τε καὶ βάδην, καὶ τοῦ Ῥωμαίων ἐκ πλαγίου μαχίμου γενόμενος ἀπέδρα καὶ τοῖς ἀμφὶ τὸν Καρ‐84

2

.

8

.

8

δαριγὰν ἀναμίγνυται. οὐκοῦν ὁ δραπέτης ὁ Πέρσης ποδηγεῖ τὸ ὁμόφυλον καὶ παράγει ἐς τὸ ἀντιμέτωπον τῆς Ῥωμαίων πληθύος, χωρίον τι ἀδεὲς ὑποδείξας ἐφόδων κωλύμην διὰ τὸ εἰρηναῖον τοῦ ἐχυρώματος. οἷα γάρ τις μεσίτης αἰδέσιμος
5χάσμα τι μέγα ἐς μέσον ὑπῆν ἑκατέραν τε διέκρινε δύναμιν. συνηπίστατο γὰρ ὁ βάρβαρος ὡς οὐχ ὑπομενοῦσιν οἱ Πέρσαι ἀμέσως πως καὶ ἀθρόον τὸ νενικηκὸς ἐπιτιθέμενον τῷ νεαρῷ

2

.

8

.

9

τῶν ἀτυχημάτων πολεμίαν ὄψιν φέρειν οὐκ ἔχοντες. διά τοι τοῦτο ὁ Ζαβέρτας ἐς τὸ ἀντιπρόσωπον ἀνὰ τὸ χεῖλος τοῦ φάραγγος τὸ Περσικὸν ἐφηπλώσατο. καὶ ἦν ἡ φάραγξ μεταίχμιον ὡσπερεὶ τάφρος αὐτόματος, φύλαξ τις ἀγαθὸς
5ὁποτέραν πιστευόμενος δύναμιν, ἔνθα δὴ οἱ Ῥωμαῖοί τε καὶ

2

.

8

.

10

τὸ βάρβαρον οὐκ ὀλίγον διετέλεσαν χρόνον. τὸ δὲ Ῥωμαϊκὸν τῆς τάφρου ἐξάλλεσθαι κατωρέγετο συμπλοκῆς ἐφιέμενον. τοῦ δὲ Περσικοῦ τὴν ἐπιφορὰν ἀποκλίνοντος διὰ τὸν παραβρα‐

2

.

8

.

11

βεύοντα φάραγγα, τέως ἀνακωχὴν ὁ φόνος ἐλάμβανεν. μετὰ τοῦτο γίνονται Πέρσαι ἐπὶ τὰ νῶτα τοῦ Ῥωμαϊκοῦ τὴν θέαν νυκτὶ παρακλέψαντες· περινοστοῦσι γὰρ λαθραίως περικυ‐ κλώσαντες τὴν φάραγγα καὶ περιφορᾷ τῆς βαδίσεως κατόπιν
5Ῥωμαίων ἐγίνοντο, κἀντεῦθεν ἄδειαν ἴσχουσι Πέρσαι ἀνὰ τὰς ὑπερωρείας τοῦ ὄρους στρατοπεδεύεσθαι, ἵνα ἵδρυται τὸ

2

.

8

.

12

Χλομαρῶν. τοιγαροῦν Ῥωμαίους συνέβαινε τῶν ἐκεῖσε ἀπά‐ ραντας ὑπὸ τοὺς πρόποδας τοῦ ὄρους διορύττειν τὴν τάφρον. ἐς τοσοῦτον ἀγχίθυροί τε καὶ γείτονες ἀλλήλων αἱ δυνάμεις
ἐγένοντο, ὡς καὶ τὴν ἀλλήλων συνιέναι φωνὴν καὶ τοῦ85
5χρεμετίσματος τῶν ἵππων ἐς τὸ τρανὲς ὑπαισθάνεσθαι. διά τοι τοῦτο τῆς τοῦ Χλομαρῶν πολιορκίας Ῥωμαῖοι ἀπέχονται· οὐ γὰρ οἷόν τε ἦν τὸ φρούριον αὐτοῖς τὸ λοιπὸν παραστή‐ σεσθαι.

2

.

9

.

1

Τῇ δ’ ἐπιούσῃ ἀμφὶ πρώτην τῆς νυκτὸς φυλακήν, ὑπὸ τὸν βαρύτατον ὕπνον, δέος τι ἀνήκεστον τὸν στρατηγὸν διετάραξε καὶ πρὸς ἀπόδρασιν παράλογον τοῦτον ἐξέμηνεν.

2

.

9

.

2

οὐκοῦν ὡς εἶχε δέους, ἐπεὶ τοῦ δείματος οὐχ οἷός τε ἦν φέρειν τὴν ἔφοδον, ᾤχετο ἀπιών, μηδενὶ τῆς ἀναχωρήσεως

2

.

9

.

3

μεταδοὺς τῆς ἑπομένης πληθύος αὐτῷ· ἐς τοσοῦτον ἐληλάκει δυνάμεως ἡ κατάπληξις, καίτοι τοῦ Μηδικοῦ οὐκ ἀντίρροπον ἔχοντος Ῥωμαίοις τὸ δύνασθαι, καὶ μέντοι καὶ τοῦ λιμοῦ

2

.

9

.

4

ἐς τὸ ἰσχυρὸν τὸ βάρβαρον παραθλίβοντος. ἐπιβαίνει γοῦν τοῦ Ἀφούμων ὁ στρατηγὸς τὸ τηνικαῦτα καιροῦ ὑπὸ Ῥωμαίους ὑπάρχοντος. οὐκοῦν δείματα καὶ φόβοι θόρυβοί τε καὶ ἀπορίαι τῷ Ῥωμαϊκῷ περιπίπτουσιν. καὶ τὸ κακὸν ἀπαρη‐

2

.

9

.

5

γόρητον ἦν· ἀσελήνῳ γὰρ νυκτὶ ἐμηκύνετο. οἱ μὲν οὖν διέφευγον καὶ διήνυον τῶν ἀτραπῶν τὰ δυσέξοδα καὶ μετὰ κινδύνων τὰς ἀποφοιτήσεις ἐπεποίηντο, καὶ ὁ λόγος τῆς ἀποδράσεως ἦν ἀνεξέταστος· οἱ δὲ βάρβαροι διηπόρουν τί
5ἂν παλαμῶνται Ῥωμαῖοι, καὶ δυσέφικτος ἦν ἡ κατάληψις.

2

.

9

.

6

συρρέουσι τοίνυν τὰ πλήθη τῷ μεσίτῃ τῷ φάραγγι καὶ ἐξαισίοις κακοῖς περιβάλλονται, ἐν σκοτομήνῃ τῶν ὑποζυγίων

2

.

9

.

7

ἐν τῇ τάφρῳ ὥσπερ διολλυμένων τοῖς ὀλισθήμασιν. τῶν δὲ Ῥωμαίων συστρεφομένων τε καὶ ἀνελιττομένων, ὠθούντων τε καὶ ὠθουμένων ταῖς περιτροπαῖς, λύσιν οὐκ ἦν ἐκείνους εὑρεῖν τοῦ συνέχοντος· τοιοῦτό τι κακὸν ἀμαθία στρατηγοῦ

2

.

9

.

8

ἀπεκύησεν. καὶ ναὶ μὰ τόν, εἴγε τοῦ Περσικοῦ δέκα δῆτα
παιδάρια, τούτων δῆτα τῶν περιαγομένων τὴν ἀποσκευὴν ἀπὸ τοῦ χάρακος καὶ διυπηρετουμένων τῷ βαρβάρῳ, κατεκε‐ λάδησαν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ὡς ἅτε δὴ τῆς πληθύος τῶν86
5Περσῶν συνεπομένης αὐτοῖς καὶ ὅσον οὔπω μεταληψομένης τοῦ φόνου, τὸ Ῥωμαϊκὸν ἅπαν καταδιόλωλε σύνταγμα, ὡς κινδυνεύειν, οἶμαι, καὶ ἄγγελον τῆς συμφορᾶς ἀποσώζεσθαι. τοσοῦτον αὐτοῖς κακὸν αἱ τῆς ἀβουλίας λαγόνες ὠδίνησαν.

2

.

9

.

9

καὶ οὖν ὑπὸ τὰ ἑωθινὰ καταυγάσματα περισχιζομένου τοῦ σκότους, μόλις τὸ Ῥωμαϊκὸν διεξωδεύετο στράτευμα καὶ ἐς τὸ Ἀφούμων μεταβιβάζεται. ἐντεῦθεν βλασφημοῦσι τὸν στρατηγὸν αἱ δυνάμεις καὶ εἰς ὑπήκοον ἐκωμῴδουν αὐτόν.

2

.

9

.

10

τὸ δὲ Περσικὸν σχολαίως καὶ ἠρέμα παρείπετο. οὐκ ἐθάρρει γὰρ ἐς τὸ φανερὸν χεῖρας ἐμμίξαι· οὐ γὰρ κατάφωρον αὐτῷ

2

.

9

.

11

ἐγεγόνει ἐκδειματούμενον τὸ πολέμιον. οὐραγοῦσι τοίνυν, καὶ τὰ κατόπιν τῆς Ῥωμαίων δυνάμεως τόξοις ἐβάλλετο, ἐπετοξάζοντό τε οἱ Μῆδοι ὥσπερ ἐπὶ σκοπῷ· τηλικαύτη τις

2

.

9

.

12

ἦν Λατίνων ἡ μετὰ τῆς ἀκοσμίας ἀπόδρασις. τοιγαροῦν βάλλεται καὶ μία τῶν κλινοφόρων ἡμιόνων τοῦ στρατηγοῦ βέλει βαρβαρικῷ, καὶ τάραχος ἐς τὸ παρευθὺ ἐπανίσταται· παρεμορφοῦτο γὰρ ἡ φήμη ὡς οἷα καὶ τῆς ἀποσκευῆς τοῦ
5στρατηγοῦ ἁλούσης ὑπὸ τῆς πολεμίας χειρός. μετὰ τοῦτο τὰ βέλη τηνάλλως ἀφίπταντο καὶ μέγιστα Ῥωμαίοις διεπόρθμευον τραύ‐

2

.

9

.

13

ματα. ὅμως οὐ συνεπέθετο ἄγαν τῇ ἀποδράσει τὸ βάρβαρον, τοῦτο μὲν καὶ δεδιότες, τοῦτο δὲ καὶ διανοούμενοι μηχανᾶσθαί τι Ῥω‐ μαίους καὶ προκαλύμματι ἀποδράσεως περιπέττειν, ὅ τι ἂν εἴη

2

.

9

.

14

αὐτοῖς τὸ πανούργημα. ἐπεὶ δὲ μεσοῦντος ἡλίου ἅπαντες ὡς τὸν στρατηγὸν ἐνηθροίσθησαν, ὕβρεις καὶ ἀποσκώμματα ὡς τὸν Θεόδωρον ὑπὸ τῶν στρατευμάτων συνέρρει. τῷ ὄντι
γὰρ οὑτοσὶ τῆς ἐπισκοπῆς τὰς φρουρὰς ἐγκεχείριστο· ὁ δὲ87
5ἐκδοὺς ἑαυτὸν τῇ ῥαστώνῃ κατεραθύμησε τοῦ πόνου, καὶ τὸ

2

.

9

.

15

κακὸν ἐντεῦθεν χώραν ἐλάμβανεν. ἥλω δ’ ὑπὸ τοῦ Περσικοῦ καὶ τὰ τῆς ἀποσκευῆς τῶν Ῥωμαίων, καὶ περιτυγχάνουσι Πέρσαι μεγίστῳ τινὶ ἀγαθῷ· ὁ λιμὸς γὰρ ἐξέωστο, οἷά τις τύραννος ἀπαραίτητος χαλεπῶς σφίσιν αὐτοῖς ἐπικείμενος.

2

.

9

.

16

ὁ δὲ στρατηγὸς τὸν Νύμφιον ποταμὸν διενήξατο μετὰ μεγίστων κινδύνων διανύσας τὴν ἐπανάζευξιν, καὶ οὕτω λίαν αἰσχρῶς τῆς Περσικῆς ἀπηλλάττετο. τῇ δ’ ὑστεραίᾳ τῇ Ἀμίδῃ προσο‐ μιλήσας πολλὴν ἀποβάλλεται δύναμιν, τοῦ Περσικοῦ τὰ νῶτα

2

.

9

.

17

τῆς Ῥωμαίων δυνάμεως περικείροντος. ἀποκαραδοκήσας δ’ ὁ Περσῶν στρατηγὸς ... ὑπὸ τὸ ὄρος τὸ Ἰζαλὰ φρούρια ἀνεστήσατο, ναὶ μὴν καὶ τὰ γεγηρακότα ἀνέρρωσε παρειμένα τε καὶ διερρυηκότα τῷ χρόνῳ καὶ τῷ πολέμῳ, ὧν τὸ μὲν
5προσαγορεύεται Φαθαχών, τὸ δ’ ἕτερον Ἀλαλεισός, περιέβαλέ τε φρουροὺς ἐν αὐτοῖς τὸ Ἰζαλὰ ὄρος ἐντεῦθεν παρακατέχειν διεγχειρῶν· μετεδίδου τε τῷ Ἡρακλείῳ τὸ στράτευμα, αὐτὸς δ’ ὑπὸ τῆς λύπης κατακλυζόμενος ἀπόμαχος ἦν.

2

.

10

.

1

Ὁ δ’ Ἡράκλειος τὸ ὁπλιτικὸν διατάξας κατὰ τὰ παρύπτια τοῦ Ἰζαλὰ στρατοπεδεύεται, μενοῦνγε καὶ τοῦ ποταμοῦ τὰς ὄχθας τοῦ Τίγριδος, ὃς ἀπὸ τῶν ἀρκτῴων τῆς Περσικῆς τῆς βαδίσεως ἀπαρχόμενος τὴν Ῥωμαίων γῆν δια‐
5χορεύει καὶ περιπτύσσεται ἀνακολποῦταί τε καὶ περιάγεται καὶ οἷα διπλόην τινὰ τῷ ἰλίγγῳ τῆς περιτροπῆς ἀπεργάζεται,

2

.

10

.

2

περιβάλλεται δὲ καί τι τοῦ ὄρους τοῦ Ἰζαλὰ καὶ τὸ ἐπιλεγό‐ μενον Θαμανῶν διανοστῶν ἀγκαλίζεται, εἶτα διεξοδεύεται ἁπαλῷ τῷ ῥείθρῳ διὰ τοῦ Μελαβασῶν ὄρους καὶ ἐς τὴν

2

.

10

.

3

μεσημβρίαν διαφοιτῶν κατευνάζεται. τὸ δὲ Μελαβασῶν ὄρος ἔφυ τῆς Μηδικῆς· μετὰ τοῦτο τὰ Καρδούχια ὄρη ἴδοις προκύπτοντα, ὡς γεωγράφοι κηρύττουσιν ἀξιοπιστίαν88

2

.

10

.

4

ἡμῖν προβαλλόμενοι τὴν κατάληψιν. τοιγαροῦν ἀπολιπὼν τὸ Θαμανῶν Ἡράκλειος εἰς τὰ μεσημβρινὰ τῆς Μηδικῆς προσε‐ χώρησε καὶ ἅπασαν ἐκείνην τὴν γῆν περιτέμνεται, δια‐ πορθμεύεται δὲ καὶ τὸν Τίγριν καὶ ἐς τὸ πρόσω παρελαύνει τὸ
5στράτευμα, καὶ ἐνεπίμπρα τῆς Μηδικῆς ἐκείνης χώρας ὅσα ἐπίσημα· εἶτα ἐπανῆκεν ἀνὰ τὴν Ῥωμαϊκὴν πολιτείαν καὶ τὴν Θεοδοσίου περιπτύσσεται πόλιν καὶ ἀναμίγνυται αὖθις

2

.

10

.

5

τοῖς ἀμφὶ τὸν Φιλιππικόν. τούτων δῆτα τελεσιουργηθέντων παρὰ τὴν δόκησιν, ὁ στρατηγὸς τὴν τάφρον διέλυσεν. χειμῶνος γὰρ ἤδη που ἐνεδήμει καιρός, καὶ ἡ ἐγκύκλιος τῶν χρημά‐

2

.

10

.

6

των ἐπίδοσις τῷ Ῥωμαϊκῷ ἐχεῖτο συντάγματι. ἐπεὶ δ’ ἐαρέ‐ τιδες ὧραι τὴν περιχθόνιον πόαν ἐξέφυσαν, ἐδίδου ὁ στρα‐ τηγὸς τὰς μὲν δύο μοίρας τῆς Ῥωμαϊκῆς πάσης δυνάμεως Ἡρακλείῳ τῷ Ἡρακλείου πατρὶ τοῦ αὐτοκράτορος, τὸν δ’ ἅτερον
5ἀποδασμὸν Θεοδώρῳ τῷ Τουραβδηνῷ καὶ Ἀνδρέᾳ· (ἑρμηνεὺς δ’ ἄρα οὑτοσὶ τοῦ Σαρακηνικοῦ φύλου τοῦ ἐπικουροῦντος

2

.

10

.

7

Ῥωμαίοις), προσέταττε δ’ ἀπεκδρομῇ καὶ ἐφόδοις προσχρή‐ σασθαι καὶ κατᾶραι αὖθις τῆς Περσῶν πολιτείας. ὑπενόσει γὰρ ὁ στρατηγὸς καὶ πολεμικῆς ἀγωνίας ἐφάπτεσθαι οὐχ
οἷός τε ἦν.89

2

.

10

.

8

Τούτῳ δῆτα τῷ ἐνιαυτῷ Κομεντίολος ἐπὶ τὴν Ἀγχίαλον ἧκε συναγείρει τε τὸ στράτευμα τούς τε ἀλκιμωτάτους τοῦ πλήθους διευκρινήσας τῆς ἀχρήστου δυνάμεως διεχώριζεν. τρεῖς δὲ τάξεις συντέταχε καὶ τρίχα ἀνὰ τοὺς βαρβάρους

2

.

10

.

9

διέσπειρεν· καὶ τοῦ μὲν δεξιοῦ λόχου ταξιαρχεῖν Μαρτίνῳ παρεκελεύετο, Κάστον δὲ λοχαγὸν τοῦ ἑτέρου κέρατος προε‐ στήσατο· τὸ δὲ μεσαίτατον τῆς δυνάμεως ὁ στρατηγὸς ἀνελάμβανεν. ἡ δὲ πληθὺς τῆς μαχίμου δυνάμεως ἓξ χιλιάδες
5ὑπῆσαν· αἱ γὰρ τέτταρες διὰ κακίαν ψυχῆς ἦσαν ἀπόμαχοι, ἃς καὶ προσέταττεν ὁ στρατηγὸς μετά γε τῆς ἀποσκευῆς διὰ

2

.

10

.

10

φυλακῆς ἔχειν τὸν λεγόμενον χάρακα. ὁ μὲν οὖν Κάστος τὸ ἑαυτοῦ ἀράμενος σύνταγμα τὰ τῆς χώρας περιενόστει λαιά, ἧκε δὲ ἐπὶ Ζαλδαπὰ ἐπί τε Αἷμον τὸ ὄρος. ἀτὰρ ἀδοκήτως τοῖς βαρβάροις ἑωθινὸς κατεσπίλασεν ἀφράκτους τε εὑρό‐
5μενος ἐνευδοκίμει τῷ δόρατι περίδοξόν τε ἀπεφέρετο τρόπαιον· τοῦ γὰρ πλήθους τῶν βαρβάρων ἀποδασμὸν διέφθειρε

2

.

10

.

11

μέγιστον. καὶ οὖν λαφύροις πολλοῖς τὴν ἀριστείαν ἀνεκαλ‐ λώπιζεν ἀποίσειν τε ὑπασπιστῇ ἐδίδου τινί. ὡς εἴθε μὴ ὤφελεν· τοῦτον γὰρ ἀφαιροῦνται τὴν προνομὴν ἐναθροι‐

2

.

10

.

12

σθέντες τῇ ὑστεραίᾳ οἱ βάρβαροι. Μαρτῖνος δ’ ἐς τὰ περὶ Τόμεα τὴν πόλιν γενόμενος ἐνθαδὶ τὸν Χαγάνον τό τε Ἀβαρικὸν αὐλιζόμενον ἐπεσκόπευεν. ἐλλοχῶσι γοῦν οἱ Ῥωμαῖοι καὶ ἀθρόον καρτερῶς ἐπιτίθενται. καὶ ὕφαλός τις ἐνῆν τοῖς
5βαρβάροις ὁ θάνατος, ᾗ τις ἄμπωτις ἐξαπιναίως καταρροφοῦσά

2

.

10

.

13

πως τὸ πολέμιον. ὁ δὲ Χαγάνος παράδοξόν τι ἕρμαιον τὴν
σωτηρίαν ηὐτύχησε καὶ φυγῇ συνέριθος ἦν· ἐλάνθανε γὰρ νῆσος ἐν τῇ λίμνῃ τὸν βάρβαρον διασώζουσα. ἦ γὰρ ἂν ἥλω καὶ περίδοξον ἐγεγόνει Ῥωμαίοις ζωάγριον. μέγιστος90
5γὰρ οὑτοσὶ καὶ ὀνομαστότατος τοῖς βαρβάροις ἐνέσκηψε κίνδυνος. ἦν δ’ ἄρα τἀληθὲς καὶ παρὰ τῶν αὐτομολησάντων

2

.

10

.

14

Ἀβάρων πέμπτῃ ἡμέρᾳ νοσφίσασθαι. καὶ δῆτα ἀνέζευξεν ἐξ ἑωθινοῦ ὁ Μαρτῖνος, ἔνθα τῷ στρατηγῷ τῇ προτεραίᾳ διώριστο, ὡμορρόθει δὲ καὶ Κάστος ἐς ταὐτὸν Μαρτίνῳ γενόμενος. πλείστης τε δυνάμεως ἐδίδοσάν τε καὶ ἀντελάμ‐
5βανον τῇ συντυχίᾳ παρ’ ἑαυτῶν τὰ συντάγματα ἀσυλίαν ἐχυρωτάτην εἰληχότες διὰ τὴν σύμμιξιν.

2

.

11

.

1

Κομεντίολος δὲ τὴν ὁμολογίαν ἀποπεμψάμενος τάς τε πρὸ τῆς προτεραίας συνθήκας οὐδέν τι διεπράξατο ἐς ἐντρέχειαν βλέπον, οὔτε ὡς τὸν Κάστον καὶ Μαρτῖνον ἀπῴχετο διὰ τὸ πλῆθος βαρ‐
5βάρων ἐς νῶτα διασύρεσθαι καὶ ἐν τροπαίῳ συμπλέκεσθαι.

2

.

11

.

2

λόγος δὲ καταιτιᾶται καὶ Ῥουστίκιον συντάγματός τινος ἡγεμονεύοντα τῷ στρατηγῷ ὑποτίθεσθαι ὀλιγώρως ἔχειν περὶ τὴν ἄφιξιν καὶ παραμελεῖν τῆς ἐς Μαρτῖνον καὶ Κάστον ἀντανόδου διά τε τὸ τῆς τύχης ἀσαφὲς καὶ δυσέφικτον, τήν
5τε βασιλέως γνώμην μὴ οὕτως ἔχειν, καὶ τηλικούτοις μὴ

2

.

11

.

3

ἐγχειρεῖν κινδύνοις ἐπείγουσαν. καὶ δῆτα ἐξεδίδου ὁ στρα‐ τηγὸς Ῥουστικίῳ τὰ ὦτα, καὶ τὸ σπουδαζόμενον τῇ ῥαθυμίᾳ ἐγίνετο. Μαρτῖνος δὲ καὶ Κάστος ἐς Μαρκιανοῦ πόλιν τὸν στρατηγὸν ἥκειν πυθόμενοι παρ’ αὐτὸν ἐπανῄεσαν. ἡλίου
5δ’ ὑπαρχομένου τῆς κυκλικῆς τῆς φωσφόρου δινήσεως, παν‐ στρατιᾷ Κομεντίολος ἐπὶ τὸν ἴδιον ἐχώρησε χάρακα, ἔνθα καὶ τοὺς ἀπολέκτους τοῦ Ῥωμαϊκοῦ καταλελοίπει στρατεύματος.

2

.

11

.

4

μετ’ ἐκεῖνο δῆτα ἐπὶ τοὺς στενωποὺς τοῦ Αἵμου στρατοπε‐
δεύεται, ἐπί τε τοὺς γηλόφους καὶ τοὺς ἐφ’ ὕψους αὐλῶνας ἀνάγων. Σαβουλέντε δὲ Κανάλιον ὁ τόπος ὠνόμασται ἐπι‐ χωρίῳ προσηγορίᾳ τινί. ἀλλὰ φέρε τοῦτον ὑπογράψωμεν τῷ91
5λόγῳ καὶ φραστικῇ τινι δυνάμει διαμορφοῦν ἐγχειρήσωμεν.

2

.

11

.

5

χῶρος δ’ οὗτος πάγκαλος καὶ μετέωρος, ἀνὰ τὸ τοῦ ὄρους μεσαίτατον ὕπτιος τὴν θέσιν, πεδίον καθειμένον, ἀνθοφόροις προσαυλαῖς ἅπαν κατάκομον. λειμῶνες δὲ τούτῳ χλοάζοντες

2

.

11

.

6

ὀφθαλμῶν ἑορτὴ καὶ ἑστίασις. διατριβαὶ δὲ αὐτῷ κατάσκιοι, τῷ λασίῳ τῆς ὕλης τὸν ἐπιβάτην ἐγκρύπτουσαι καὶ πολλὴν ἀλέαν μεσημβρίας ὥρᾳ τοῖς ἐντυγχάνουσιν ἀποτίκτουσαι, ὁπότε ταῖς ἡλιακαῖς ἀκτῖσι καὶ τὰ τῆς γῆς ἐνδόμυχα κατῃ‐
5θάλωται. καὶ ἔστιν ὁρᾶν μὲν ἡδύ, εἰπεῖν δ’ οὐ ῥᾴδιον.

2

.

11

.

7

περιρρεῖ δὲ τὸν τόπον ὑδάτων ἀφθονία, μήτε τὸν πίνοντα παραλυποῦσα ταῖς ὑπερβολαῖς τῆς ψυχρότητος, μήτε τὸν ψυχάζοντα ἀποκναίουσα διὰ τὸ τῆς ὁμιλίας ὡς ἔπος εἰπεῖν μαλθακώτερον. ξεναγωγοῦσί τε ὄρνιθες τοὺς θεατὰς τοῖς
5μέλεσι μουσικώτερον ἐν τοῖς νεοβλάστοις τῶν δένδρων ὀχού‐ μενοι, ᾄδουσί τε αὐτοῖς νηπενθές τε ἄχολόν τε, κακῶν ἐπίληθον ἁπάντων, καὶ πολλὴν τὴν ἀλυπίαν τοῖς ὁδίταις

2

.

11

.

8

ταῖς ᾠδαῖς παραπέμπουσιν. ὁ δὲ κιττὸς καὶ ἡ μυρρίνη καὶ ἡ σμῖλαξ μετὰ τῶν ἄλλων ἁπάντων ἀνθῶν καλλίστῃ τινὶ συμφωνίᾳ τρυφὴν ἄϋλόν τινα ταῖς ὀσμαῖς τελεσφοροῦσι κομιδῇ ἀφθονώτατα, καὶ καταπλουτοῦσι ταῖς εὐωδίαις τὸν
5ἐνδημήσαντα ὥσπερ τινὶ φιλοξενίας ἀρίστῳ θεσμῷ παρα‐

2

.

11

.

9

σκευὴν θυμηδίας τινὰ τοῖς φοιτηταῖς προφερόμενοι. ἔνθα δὴ τῇ προτεραίᾳ, ἅμα τῇ ὑστεραίᾳ τὸ στρατόπεδον προσέ‐ ταττεν ὁ στρατηγὸς ἐναυλίζεσθαι. περὶ τὴν ξυλίνην δὲ γέφυραν τοῦ γείτονος ποταμοῦ ἀνιχνεύειν τὸ Ἀβαρικὸν ἐξ
5ἑωθινοῦ λοχίτῃ γε ὄντι Μαρτίνῳ ὁ στρατηγὸς ἐγκελεύεται ἐπισκοπεῖν τε, εἴγε διεπεραιώθη τὸν ῥοῦν τὸ πολέμιον, Κάστον δὲ κατὰ τὴν λιθίνην διάβασιν ἀνερευνᾶσθαι τὰ τῶν πολεμίων κινήματα, πῶς τε ἔχουσι γνώμης, καὶ πρὸς τὸ ἀντιπέρας92

2

.

11

.

10

εἴγε στρατοπεδεύοιντο. ἀλλ’ ἐπεὶ Μαρτῖνος ἐτεθέατο διαπεραιοῦσθαι τὸν ῥοῦν ὅσον οὔπω τὸ πολέμιον μέλλον, παλίνορσος οἷα ἐπανῆκε καὶ συνέρρει τοῖς ἀμφὶ τὸν Κομεντίολον

2

.

11

.

11

στρατεύμασιν. ὁ δὲ Κάστος ὑπεσβαίνων τόν τε ποταμὸν διεπεραιώσατο καὶ εἰς τὸ πέραν ἀφικόμενος συγγίνεται τοῖς προθέουσι τῶν ἀντιπάλων καὶ ῥωμαλεώτερον ἅπαντας τῷ

2

.

11

.

12

ἀκινάκῃ διώλεσεν. δράσας δὲ τὰ τοιαῦτα οὐχ οἷός τε ἦν τὴν παροῦσαν εὐπραγίαν διαφυλάξασθαι σκαιοῦ τινος δαίμονος ὑποθήκαις. οὐκ ἀνέζευξε γὰρ ἐπὶ τὸν Κομεντίολον, ἀλλ’ ἐπὶ τὴν ξυλίνην ἀποιχόμενος γέφυραν συμπαρομαρτεῖν

2

.

11

.

13

ἐπειρᾶτο Μαρτίνῳ. ἐπεὶ δὲ διητύχησε τοῦ βουλήματος, ἡλίου δυομένου ἐπαννύχιζε κατὰ τὸν χῶρον. τῇ δ’ ἐπιούσῃ διενυκτέρευε τὸ πολέμιον καὶ διὰ τῆς ξυλίνης γεφύρας εἰς τὸ πέραν διεπορθμεύετο· οὐ γὰρ οἷόν τε ἦν ἄλλως διαπεραιοῦ‐
5σθαι τὸ ῥεῖθρον. ἀγχιβαθὴς γὰρ ὁ ποταμὸς ἐπεφύκει πελαγίζων τε τῷ ῥοθίῳ τοὺς ἐπιβαίνοντας τῆς πορείας ἀπεῖργεν.

2

.

11

.

14

συννεύοντος δὲ καὶ Κάστου ὡς τὰ οἴκοι καὶ ἀνταναγομένου ἐπὶ τὸ στρατόπεδον, ἀντιμέτωπον τὸ δυσμενὲς συνεκύρησε πλῆθος, καὶ δυσάντητον ἦν τὸ κακὸν καὶ σοφίσματος ἄμοιρον.

2

.

12

.

1

ἀτὰρ ἱδρὼς περιέρρει τῷ Κάστῳ, ἀπορίᾳ δὲ τὴν ψυχὴν κατεβάλλετο, ὠρρώδει τε καὶ ἐδεδίει, καὶ ἐς μέγα κακοῦ τὰ

2

.

12

.

2

τῆς συμφορᾶς εἶχε τὴν πρόοδον. περισχίζεται δὲ παραυτίκα τὸ σύνταγμα, καὶ ἄλλος ἄλλῃ, ὡς εἶχε δειλίας, ἐτράπετο, καὶ οἷα πτῶκές τινες ἢ νεβροὶ κυνηγέτου ἐπιβουλὰς παρω‐ θούμενοι πρὸς τὰ τέμπη παρεκρύπτοντο, ἐγκεκορδυλημένοι

2

.

12

.

3

τοῖς ἄλσεσιν. ἁλόντες δέ τινες τοῦ Ῥωμαϊκοῦ ὑπὸ τῶν
Ἀβάρων ἀνήκεστά τε ᾐκίζοντο καὶ ἄλλας ἄλλοτε στρεβλώσεων ἐπινοίας ὑπέμενον. ἠπειλεῖτο δ’ αὐτοῖς καὶ τρόπος θανάτου πικρότατος, εἰ μὴ τὸν Κάστον ὅπῃ καὶ τύχοι τραπέντα93

2

.

12

.

4

παραδηλώσωσιν. τοιγαροῦν καθομολογοῦνται δακτυλοδεικτοῦσί τε τὸν Κάστον οἷά πως ἐπιφυλλίδα τινὰ ἐν μέσῳ τῆς ὕλης ἀποκρυπτόμενον. καὶ οὖν ἐζωγρεῖτο ὁ ταξιάρχης καὶ λιπαρόν τι κύρμα τοῖς πολεμίοις ἐγίνετο. ἀλλὰ καὶ πλείστη ἀπόμοιρα
5τοῦ στρατεύματος ἅμα τῷ Κάστῳ ὑπὸ τῶν δυσμενῶν συνε‐ σφίγγετο.

2

.

12

.

5

Ὁ δὲ πόλεμος ἐπίδοσιν μᾶλλον ἐλάμβανε καὶ πρὸς τὸ λαβρότερον ἐξεκαίετο. ὁ γὰρ Χαγάνος ὥσπερ ἀπό τινος ἀφετηρίας κακῶν ἐπαφίησι στρατιὰν πολλήν, ὅπως τὴν

2

.

12

.

6

Θρᾴκην διατέμηται πᾶσαν. ἐνάλλεται τοίνυν ἐπὶ προνομὴν τὸ πολέμιον διὰ τῶν τῆς Μεσημβρίας ὁρίων, καὶ δῆτα τοὺς φύλακας (πεντακόσιοι δ’ οὗτοι, περιφρουροῦντες τὰ ἐχυρώ‐

2

.

12

.

7

ματα) ἡρωϊκώτερον παραταξαμένους ἀνεῖλον. Ἀνσιμοὺθ δέ τις ταξίαρχος (πεζικοῦ δὲ οὗτος στρατεύματος ἡγεμόνευε περὶ τὴν Θρᾴκην ἐνδιατρίβοντος), ὁπηνίκα ᾔσθετο τὸ Ἀβαρικὸν ἐπιφοιτῆσαν, ἠθροίκει τὴν στρατιὰν καὶ πρὸς τὰ Μακρὰ

2

.

12

.

8

τείχη διέσωζεν. αὐτὸς δ’ ἐπὶ τὸ οὔραιον τῆς δυνάμεως ἐτύγχανεν ὢν συνώθει τε πρὸς τὸ εἴσω τὸ στράτευμα. τοῦτό τοι καὶ ζῶντα τοῖς βαρβάροις ἀπέδοτο. ἥλω γὰρ καὶ πρό‐ χειρον θήραμα τοῖς προθέουσι τῶν πολεμίων ἐγίνετο· οὐ

2

.

12

.

9

γὰρ τὰ νῶτα διὰ φυλακῆς εἶχεν ὁ δείλαιος. μετ’ ὀλίγον δ’ ὁ Χαγάνος καὶ τὴν λοιπὴν τοῦ πλήθους ἀπόμοιραν τῇ Θρᾴκῃ προσέχεε διὰ πλείστων τε τόπων τὴν εἴσβασιν ἐπεποίητο, σκαιόθεν δ’ οἱ ἀμφὶ τὸν Κομεντίολον ἐστρατοπεδεύοντο. διά
5τοι τοῦτο ἀποκρύπτονται οἱ Ῥωμαῖοι πρὸς ταῖς ὕλαις τοῦ Αἵμου, τό τε πολέμιον παρῄει εἰς πλείστας ἀνὰ τὴν Θρᾴκην

2

.

12

.

10

διασπείρεσθαι μοίρας. τρίτῃ δ’ ἡμέρᾳ ὁ Κομεντίολος τοὺς λοχαγοὺς καὶ χιλιάρχους τούς τε ἐπιεικεστάτους τοῦ συντά‐ γματος ἐπὶ τὸ ἑαυτοῦ συνήλιζε σκηνοπήγιον καὶ συνεκοινοῦτο94

2

.

12

.

11

ὅ τι καὶ μέλλοι ἂν δράσειν. τῇ δ’ ὑστεραίᾳ τούς τε ἱππεῖς καὶ τὸ πεζικὸν συναθροίσας ἐκκλησίαν τε ἀγείρας παρενεγύα τῷ συλλόγῳ μὴ τὰ νῶτα τοῖς βαρβάροις παρέχεσθαι δεύτερά τε πάντα τῆς ἀρετῆς διατίθεσθαι.

2

.

13

.

1

τονθορύζων δέ τις τῶν χιλιάρχων ἐς μέσον ἔστη ἀπερικαλύπτως τε τοῦ στρατηγοῦ τὰς ὑποθήκας διέχεεν, εἰς τοὐπίσω δ’ ἀναρρεῖν ἔφασκε συνοίσειν αὐτῇ τε τῇ στρατιᾷ καὶ τῷ στρατηγῷ, τοῖσδε τοῖς
5λόγοις χρησάμενος.

2

.

13

.

2

“Ἄνδρες τεχνῖται τὸν πόλεμον, τολμηταὶ τὰς ψυχάς, ἀλλ’ ὅτε καιρὸς συμμαχεῖ καὶ τύχη τίς ἐστι τοῖς ἡμετέροις ἐπίρροπος. ἄνδρες, παρ’ οἷς κοινὸς μὲν ὁ κίνδυνος, ἡ δὲ

2

.

13

.

3

σωτηρία ἁπάντων ἀμέριστος. ὁπόσον ἡ δειλία κακίζεται, ἐπὶ τοσοῦτον ἔχει ψόγον τὸ θράσος ἀντίθετον. ὄκνος δὲ φρονήσεως ὅρος ἀκρότατος, ὅταν οὐκ αἰσχύνην τὴν εὐβουλίαν,

2

.

13

.

4

ἀλλ’ εὐσχημοσύνην τὴν σωφροσύνην ποιήσηται. ἀλλὰ πρίν τι τῶν ἐμῶν ῥημάτων ἐκ τῆς ἑαυτῶν μητρὸς τῆς καρδίας προκύψαν καὶ τοῖς ὠσὶ τοῖς ὑμετέροις μαιεύσησθε, τοῦ στρατηγοῦ τὴν ἀξιοπιστίαν μικρὸν ἀποπέμψασθε, μή πως
5τῶν βουλευτῶν τὴν ἀκοὴν διαβύσητε, καὶ προφθάσῃ ὥσπερ θύρᾳ τινὶ κεκλεισμένῃ τῇ ἐγκοπῇ τὸν φθεγγόμενον, καὶ

2

.

13

.

5

τοὺς ἡμετέρους πρὶν εἰσοικίσησθε ἀποβάλησθε λόγους. ἀξιο‐ πιστία γὰρ αὐτοδυνατόν τι χρῆμα, καὶ τὴν ἰσχὺν οὐκ ἐπί‐ κτητον ἔχει, ἀλλ’ οἷα πηδάλιον τὸ βούλημα κέκτηται, ὅποι

2

.

13

.

6

καὶ θέλει τοὺς ἀκούοντας οἰακίζουσα. ἀντιτείνειν, ἄνδρες,
ὁ στρατηγὸς τῷ πολεμίῳ παρεγγυᾷ, καὶ ἀντιπρώρους πλεῖν τοὺς ὀλίγους τοῖς πλείοσιν ἐγκελεύεται, καὶ ταῦτα καὶ Κάστου95

2

.

13

.

7

διολωλότος. ὑμεῖς δέ μοι καὶ μάρτυρες, ὡς μὴ πάντες ἀγαθοὶ παρατάττεσθαι, εἰ μή γε λυπῶ μικρόν τι διαγυμνώσας ὑμῖν τὴν ἀλήθειαν. παρ’ ἐμοὶ γὰρ ἐπίπλαστος ἔπαινος ἀληθοῦς ἀτιμότερος ψόγου, ἐπεὶ μηδὲ δουλεύει τοῖς ἐγκωμίοις τὰ

2

.

13

.

8

πράγματα. ἢ οὐχὶ τὸν χάρακα ὁ στρατηγὸς ἔναγχος τοῖς ἀπομάχοις περιφρουρεῖν διετάξατο; ἄνδρες δ’ οὗτοι τετρα‐ κισχίλιοι, ὡς μικροῦ δεῖν τὸ λεῖπον τοῖς συμπλεκομένοις ἰσάζεσθαι καὶ τοῖς ἀγωνισταῖς τὸ ἀπόμαχον, τό τε ὑγιὲς

2

.

13

.

9

ἐφάμιλλον εἶναι τῷ σκάζοντι. σιωπήσομαι δὲ καὶ ὅσην τῆς ψυχῆς εὐρωστίαν διώλεσε τὰ πρὸ μικροῦ δυστυχήματα, ὅπως τε πλείστην ἐπίκουρον ῥοπὴν ἀπέκειρε τὸ πολέμιον. καὶ εἰ μὴ σφάλλομαι, μείζονα τῆς πρὸ μικροῦ συμβάσης εὐκλείας

2

.

13

.

10

τὰ τῆς ὑπογύου συμφορᾶς ἀποτεύγματα. ἀνεῖλε Κάστος τῶν βαρβάρων πολλοὺς καὶ τὴν λείαν ὡς αὑτὸν ἀνελάμβανεν· ἀλλ’ ἀνθεῖλε ταύτην τῇ ὑστεραίᾳ ὁ βάρβαρος. νῦν δὲ καὶ δυσφημότατον ἐπιμύθιον λέξω· κἀκεῖνον συνέλαβε τούς τε
5στρατιώτας ἐζώγρησε καὶ θρίαμβον ἔνδοξον ἀνεδήσατο. καὶ

2

.

13

.

11

λαθεῖν ἐν ἄλσει κρυπτόμενον τὸν Κάστον οὐκ ἦν. καίτοι τὸν Χαγάνον λιμναζομένη νῆσος ἐκάλυπτεν, καὶ οὐκ ἐξεῖπε Μαρτίνῳ τὸν ἐμφωλεύοντα, ἀλλ’ οἷα μυστήριόν τι ἀπόρ‐

2

.

13

.

12

ρητον τοὺς ἀμυήτους ἀπέκρυπτεν. ἤδη δὲ καὶ βασιλέα τὰ μικρά πως ἐκεῖνα ψυχαγωγοῦσιν ἀνδραγαθήματα, κοὐκ ἂν ἐπίθετον ἡμῖν σύμμαχον προσχέῃ βοήθειαν μήπω τῶν νεωτέρων

2

.

13

.

13

ἀτυχημάτων αἰσθόμενος. οἶδα δ’ ὅτι καὶ τὸ πολέμιον προμηθέστερον ἀπεργάσονται οἱ ἔναγχος αὐτὸ περιστροβή‐
σαντες θόρυβοι, καὶ πολλὴν λοιπὸν τὴν προφυλακτικὴν96

2

.

13

.

14

ἀσυλίαν ἀσκήσειε διὰ τὸ μικρὸν ἐκεῖνο δυστύχημα. ἀπο‐ χρώντως ὑπὲρ τοῦ συνοίσοντος, ἄνδρες, διείλεγμαι. ἐμοὶ δὲ τύχη διασφαλῆναι δοίη τῆς δόξης αὐτὴν τὴν παρ’ ἑαυτῆς ἐπικουρίαν ὑμῖν ἀντεξάγουσα.”

2

.

13

.

15

Ὅτε τοίνυν ὁ χιλίαρχος τοὺς ἀγεννεῖς τούτους ἐξηρεύξατο λόγους τοῖς τε ῥήμασιν ἐξεδειμάτου τὸν σύλλογον, ἀτρεμοῦντός τε τοῦ πλήθους καὶ τεθηπότος τοῖς φοβεροῖς διηγήμασιν, ἀνήρ τις πρεσβύτης ἐκ τῆς ἐκκλησίας ἀνέθορε μετὰ βοῆς
5τῷ χιλιάρχῳ μεμφόμενος, ἐξῄτει τε τὴν ἐκκλησίαν ἐς λόγους

2

.

13

.

16

ἀντιλογίας γενέσθαι. ἐπεὶ δὲ τὸ πλῆθος ἐπένευε καὶ ταῖς χερσὶ προαγορεύειν ἐκέλευσεν, φωνῇ γηραλέᾳ ποτνιώμενος πρεσβυτικῷ τε δακρύῳ τοῖς ῥήμασι τὴν αἰδῶ προτρεπόμενος ὧδέ πως τῶν λόγων ἀπήρξατο.

2

.

14

.

1

“Ἄνδρες Ῥωμαῖοι, ἀλλ’ εἰ μὴ τοῖς ἔργοις ψεύσησθε τὰ ὀνόματα· ἄνδρες, ἀλλ’ εἰ μετὰ τοῦ σώματος ἄρρενας σχοίητε τὰς ψυχάς. εἰ καὶ τοῖς λόγοις κομπάζειν μεγάλα οἶδε καὶ περικυκᾶν ὁ χιλίαρχος, ὅμως ἐνδρανέστερα τῶν
5ῥημάτων τὰ πράγματα καὶ ψόφων οὐκ ἀνεχόμενα· οὐ γὰρ

2

.

14

.

2

καθάπερ παῖδας ἡμᾶς μορμολύττεται τοῖς σοφίσμασιν. ἐγὼ δὲ πρῶτον ἡδέως ἐροίμην ἐκεῖνον· πρὸς τῆς ἀληθείας, τίσι ταῦτα δημηγορεῖς, ὦ χιλίαρχε; ἀγροίκους ἂν ἐβουκόλησας ταῦτα φθεγγόμενος, παρ’ οἷς ἀντὶ μὲν ξίφους τὸ πτύον,
5διφθέρα δὲ θώραξ, ἀντὶ δὲ ἵππου γαύρου τε καὶ ὑψαύχενος ἀροτῆρες βόες, ἰδιῶται τοῖς ἔργοις καὶ θεράποντες γεωργῶν.

2

.

14

.

3

τί τὴν ἐκκλησίαν γυναικωνῖτιν ὑπείληφας, καὶ μετὰ τοῦ γένους τὴν φύσιν ἐνύβρισας; ἀδικεῖς τοῖς λόγοις τὰ πράγματα καταναισχυντῶν τῆς βουλῆς. οὐκ ἐν ἀρρένων ὄψεσιν ἐκχεῖν ἀσχήμονας λόγους ἐδόκησας; ἢ οὐκ ἐκκλησίαν ὁρᾷς καὶ δῆμον
5Ῥωμαϊκὸν αὐχοῦντα τῇ προθυμίᾳ καὶ σφριγῶντα τοῖς ὅπλοις καὶ πείρᾳ κινδύνων καὶ προμηθείᾳ τοῦ συνοίσοντος ἐπι‐
στήμονα; τί σοι μικρὰ συμφορὰ μεγάλων ἀνδραγαθημάτων97

2

.

14

.

4

ἐπίδοσιν περιέτεμεν; καταισχυνέτω σε τὸ πολέμιον μὴ τεθηπὸς ἐπὶ τοῖς ἀτυχήμασιν. ὁ πρὸ μικροῦ λιμναῖος ὥσπερ γενόμενος καὶ πρὸς τῇ νήσῳ φυγὼν καὶ τὴν τῶν ὑδάτων πίστιν σωτηρίαν ἄπιστον ἀνελόμενος νῦν ἀνδρικῶς παρατάττεται
5καὶ παραθαρρύνει τοὺς τραυματίας καὶ πείθει τοῖς ἕλκεσι μείζονας ὑπὸ τῶν ἐχθρῶν βολὰς ὑποδέχεσθαι ὥσπερ τινὰ

2

.

14

.

5

φάρμακα μεγίστων ἀλγηδόνων θελκτήρια. τῶν γὰρ ἔμπροσθέν ἐστιν ἐπιλήσμων κακῶν· ἀπορεῖν γὰρ εὐπραγίας ἀνάγκη τὸν

2

.

14

.

6

μὴ μεταβάλλεσθαι τὰς δυσχερείας ἐλπίσαντα. πόθεν Ῥωμαῖοι ἐς μέγα προῆλθον δυνάμεως καὶ μικρὰν πολιαρχίαν ἐς τοσοῦτον κράτος παρέτειναν; ἐγὼ μὲν οἶμαι τῷ μεγαλόφρονας εἶναι καὶ ζέοντας ἔχειν τοὺς ἔρωτας, καὶ τῷ τολμητὰς πεφυκέναι
5καὶ φιλοκινδυνευτάς, καὶ τοῦτο δοκοῦντας τεθνάναι τὸ μὴ

2

.

14

.

7

τεθνάναι δι’ εὔκλειαν. εἰ γὰρ παραπλήσιοι ἦσαν τῇ τοῦ χιλιάρχου ψυχῇ, οὐ τῆς Εὐρώπης ἐκράτησαν ἄν, οὐ τὴν Λιβύην εἶχον ὑπήκοον, οὐκ ἀργυρολόγους ἐπὶ τὴν Ἀσίαν ἐξέπεμπον, οὐ τὸν Νεῖλον ὑπηρέτην ἐκέκτηντο τὸν Αἰγύπτιον πλοῦτον
5ὥρᾳ θέρους ταῖς Ῥωμαϊκαῖς πελαγίζοντα πόλεσι καὶ ταῖς ὁλκάσιν ὥσπερ ἀποχερσοῦντα τὴν θάλατταν. οἷον δέ σου

2

.

14

.

8

καὶ τὸ θαυμαστὸν τῶν λόγων ἐφόλκιον; οὐκ ἔσται, φησίν, ἡμῖν ἐπίθετος δύναμις. τίς σοι τοὺς τῆς μαντικῆς ταύτης ἐπίστευσε γνώμονας; ἢ ὥσπερ ἐκ Πυθίας τινὸς τῆς ἀνανδρίας ἀνείλου τὸ μάντευμα; ἔχει καὶ τοῦτο μετὰ τῶν ἄλλων ὁ
5ὄκνος ἐγκώμιον· μάντις ἐστὶν αὐτοδίδακτος καὶ στοχαστὴς ἑτοιμότατος ἀεὶ τοῖς πράγμασι τὴν ἀναβολὴν ἀποσχεδιάζων

2

.

14

.

9

αὐτόματον. ἐγὼ δὲ τεθαύμακα, εἰ πρὸς τοῖς Μακροῖς οἱ βάρβαροι διαθέουσι τείχεσιν, καὶ βασιλεὺς οὐκ ἐγρήγορεν,

2

.

14

.

10

τηλικούτων ἀνὰ τὸ ἄστυ κυμαινόντων θορύβων. μία τις, ἄνδρες, ἀκαταγώνιστος σύμμαχος ἡ πάντων ὑψηλοτέρα
μεγαλοψυχία καθέστηκεν, τὰ μὲν τοῖς ἄλλοις ἀδύνατα δυνατὰ καθιστῶσα, τὰ δὲ τῷ πλήθει φοβερὰ θαρσαλεώτερον ὑπο‐98

2

.

14

.

11

μένουσα. ἔνθους τοίνυν ἅπας ἐς μάχην χωρείτω τὸ τήμερον, καὶ μέγαν τοῖς ἔργοις εὐδοξίας χαρακτῆρα προσβάλωμεν· οὐ γὰρ τοῖς ὀνόμασιν ὑβρίσω τὰ πράγματα, καὶ τὴν ἀνδρείαν

2

.

14

.

12

θράσος ἀποκαλέσομαι, ἢ τὴν ἀριστείαν προπέτειαν. ταῦτα μὲν ὁ πρεσβύτης ἐγὼ καὶ φιλοκίνδυνος. εἰ δέ τῳ καὶ ἄλλῳ δοκεῖ, ταύτῃ κρινέτω. εἰ δὲ μή, ἀλλ’ ἔμοιγε περιθάλπειν ἐάτω· οὐ γὰρ τὸ καλὸν τῆς ὁμοίας παρὰ πάντων εὐνοίας
5τετύχηκεν, οὔτε τὰ δεξιὰ τοῖς πᾶσι σπουδάσαι δοκεῖ. ἡ γὰρ ἀρετὴ ὑψηλόν τι χρῆμα καὶ δύσαντες καὶ τοῖς πολλοῖς οὐ μετόν, ἢ διὰ κακίας ἰσχὺν ἢ ἀνορεξίαν τοῦ κρείττονος.”

2

.

15

.

1

Ἐπεὶ δὲ ταῦτα ὁ γέρων τῇ ἐκκλησίᾳ ἐνήχει τὰ ῥήματα, ἐζωπύρει τὸ πλῆθος καὶ παρώτρυνε πρὸς παράταξιν, τῶν μὲν βελτίστων ἀκαθέκτους τὰς ἐφέσεις ποιούμενος, τῶν δὲ νωθροτέρων οἷα μάστιγι τῷ λόγῳ τινὶ διανύττων πως

2

.

15

.

2

καὶ μεταπλάττων τὸ ἄνανδρον. βοὴ δὲ πολλὴ ἐκ τῆς βουλῆς ἐκεκίνητο, καὶ ταῖς εὐφημίαις κατεκελάδουν τὸ θέατρον ἀγάμενοι τῆς μεγαλονοίας τὸν στρατιώτην τὸν γέροντα. παρα‐ χρῆμα δ’ ἀδελφὰ τῆς ἑαυτῶν γνώμης συμφρονήσαντες
5ἅπαντες τὴν βουλὴν διαλύσαντες ἐς πανοπλίαν ἐτρέποντο.

2

.

15

.

3

κατῆραν τοίνυν τοῦ Αἵμου ἐπὶ Καλβομοῦντις καὶ Λιβιδουργὸν πολεμησείοντες, καὶ τὸν Χαγάνον εἰσορῶσιν οὐ πόρρω που διατρίβοντα, ἀλλ’ ὡς ἀπὸ σημείων τεττάρων ἀπεριμερίμνως τὰς σκηνὰς συμπηξάμενον, ἅτε δὴ τῆς ἐκείνου πληθύος ἀνὰ

2

.

15

.

4

πᾶσαν ἐκχεθείσης τὴν Θρᾴκην. διακοσμήσας γοῦν ὁ Κομεν‐ τίολος τὸ στράτευμα καὶ ἐς τάξιν μίαν συντάξας βαδίζειν εἴα· καὶ πρὸς τὴν Ἀστικὴν χωρεῖν διατάττεται τήν τε νύκτα διὰ φυλακῆς ἔχειν προσπίπτειν τε τῇ ὑστεραίᾳ τῷ Χαγάνῳ
5λαίλαπος δίκην καὶ μέγιστον φόνον διὰ τῆς ὁμιλίας

2

.

15

.

5

παρέχεσθαι. ἀλλ’ ἔδοξε τύχῃ τινὶ παραχαράττειν τῆς στρα‐ τηγίας τοὺς γνώμονας· κηφῆνος γὰρ δίκην τοὺς τῆς εὐβουλίας σίμβλους ἠφάνισε καὶ οἷα μελίττης τινὸς τοῦ στρατηγοῦ τοὺς99

2

.

15

.

6

πόνους ληΐζεται. τοῦ γὰρ ἡλίου τὰ νῶτα τῇ σκυθρωπῷ νυκτὶ παραδείξαντος, καὶ τῆς περικαλλοῦς καὶ φωσφόρου λαμπάδος τὸ φαιδρὸν περιστειλαμένης καὶ παραχωρούσης κράτει νυκτερινῷ, ἕν τι τῶν ὑποζυγίων τὸν ἐπικείμενον

2

.

15

.

7

παραπέρριψε φόρτον. συνέτυχε δὲ τὸν κεκτημένον εἰς τὸ πρόσω βαδίζειν. οἱ δὲ παρεπόμενοι καὶ ὁρῶντες τὸ νωτο‐ φόρον ζῶον τὰ ἐπικείμενά πως αὐτῷ ἐπισυρόμενον ἀκοσμό‐ τερον εἰς τοὐπίσω τραπέσθαι τὸν δεσπότην ἐκέλευον τό τε

2

.

15

.

8

σκευοφόρον ζῶον ἐπανορθοῦσθαι τοῦ πλημμελήματος. τοῦτό τοι τῆς ἀταξίας γέγονεν αἴτιον καὶ τὴν εἰς τοὐπίσω παλίρ‐ ροιαν αὐτοματίζεται· παρηχεῖται γὰρ τοῖς πολλοῖς ἡ φωνή, καὶ παράσημον ἦν τὸ λεγόμενον, καὶ φυγὴν ἐδόκει δηλοῦν,
5ὡς οἷα τῶν πολεμίων ἐπιφανέντων ἀθρόον αὐτοῖς καὶ

2

.

15

.

9

παρακλεψάντων τὴν δόκησιν. μεγίστου δὲ συμπεσόντος τῷ στρατεύματι θρύλου, θροῦς παρ’ αὐτῶν πολὺς ἐπανίσταται, παλιννοστεῖν τε ἐβόα πᾶς γεγωνὼς διαπρύσιον, ἐπιχωρίῳ τε γλώττῃ εἰς τοὐπίσω τραπέσθαι ἄλλος ἄλλῳ προσέταττεν,
5“τόρνα, τόρνα” μετὰ μεγίστου ταράχου φθεγγόμενοι, οἷα

2

.

15

.

10

νυκτομαχίας τινὸς ἐνδημούσης ἀδοκήτως αὐτοῖς. διασπᾶται γοῦν ἅπαν τὸ σύνταγμα ὥσπερ ἁρμονίας τινὸς τῶν ἐν τῇ λύρᾳ νευρῶν. ἐντεῦθεν ὁ Χαγάνος τὸν δεύτερον τοῦτον καὶ μέγιστον διεδίδρασκε κίνδυνον, καὶ ᾗ ποδῶν εἶχεν,
5καταλελοίπει τὰς συνήθεις διατριβὰς καὶ πρὸς ἕτερον μετῳκί‐ ζετο χῶρον, σωτηρίαν τε τῆς προτέρας παραδοξοτέραν ηὐτύ‐

2

.

15

.

11

χησεν. παραπλήσια δὲ καὶ τὸ Ῥωμαϊκὸν ἔδρα, καὶ ἀμοιβαία τις ἦν ἡ φυγή, καὶ φόβος τις κίβδηλος τὸ Ῥωμαϊκὸν περιεστρόβει στρατόπεδον, καὶ νόθος αὐτοὺς ἐξετάραττε100

2

.

15

.

12

κίνδυνος. ὅμως ἀναιροῦνται τῶν Ἀβάρων οἱ πλείους, συμπλοκῆς ἀδοκήτου συνενεχθείσης ἀμφοῖν τοῖς στρατεύμασιν· ἀντιστραφέντων γάρ τινων τῆς Ῥωμαϊκῆς συμμορίας, εὐσθενέ‐ στατα τοῖς πολεμίοις προσέμιξαν.

2

.

15

.

13

Ἐπεὶ δὲ τῶν δισσῶν τούτων θορύβων ὁ Χαγάνος ἀνέπνευσεν, τὴν ἐκ τῶν ἐφόδων σπιλάδα διακρουσάμενος, τὸ βαρβαρικὸν συναθροίσας ταῖς Ῥωμαϊκαῖς προσέβαλλε πόλεσι τό τε φρούριον τὴν Ἀππιάρειαν ἐχειρώσατο. οὐ περιττὸν δέ
5μοι δοκεῖ καὶ τὸ ὅπως διεξελθεῖν καὶ μικρόν τινα λόγον ὥσπερ ἐμβόλιμον τῇ συνεχείᾳ χαρίζεσθαι.

2

.

16

.

1

στρατιώτης τις ἦν, Βουσᾶς ὄνομα αὐτῷ, ἀνὴρ ἀγαθὸς ἐς παράταξιν καὶ τῶν ἐνηθληκότων ἄλλων ἀριστέων διὰ ψυχῆς ἀρετὴν ἐνδοξότερος, τούτων τε προκινδυνεύων ἀεί, ὁπότε που καὶ

2

.

16

.

2

σάλπιγγος ἐνυάλιον φωνούσης ᾐσθάνετο. οὗτος κατ’ ἐκεῖνο καιροῦ παρῴκει τὸ φρούριον. τοιγαροῦν ἔδοξε τῷ Βουσᾷ ἱππάζεσθαι ἐς τοὺς πέλας τοῦ φρουρίου λειμῶνας, εἶτά τι καὶ πορρωτέρω που παρεκτείνεσθαι ἅτε δὴ κυνηγετήσων πως

2

.

16

.

3

εὐδοκιμώτερον. οὐκοῦν τὸν Βουσᾶν οἱ βάροι συλ‐ λαμβάνουσιν, καὶ γέγονεν ὁ κυνηγέτης εἰς θήρατρον. ἐπεὶ δὲ κατέσχον, ἠπείλουν αὐτοῦ καθικέσθαι τῷ δόρατι. ὁ δ’ ἐξῄτει μὴ τοῦτο ποιεῖν, λύτροις δὲ μᾶλλον τὸ ζῆν ἐμπορεύε‐
5σθαι· μὴ γὰρ ὀνήσειν τοὺς βαρβάρους τὸ τεθνάναι τὸν

2

.

16

.

4

Βουσᾶν καὶ δώρων ὑπερφρονῆσαι λαμπρῶν. εἰσεποιήσαντο τοίνυν οἱ βάρβαροι τὴν ὑπόσχεσιν καὶ τὴν ἐμπορίαν οὐκ ἀπηνήναντο. καὶ οὖν ἄγουσι τὸν ἑαλωκότα ἐπὶ τὸ φρούριον ἐπεκηρυκεύοντό τε τοὺς ἐν τῷ ὀχυρώματι πρὸ
5τῶν ὀφθαλμῶν ἀποσφάττειν τὸν Βουσᾶν, εἰ μὴ δώροις αὐτὸν καὶ φιλοφροσύνῃ τιμήσαιντο. ἠντιβόλει δὲ καὶ ὁ101

2

.

16

.

5

Βουσᾶς μὴ περιορᾶν Ῥωμαίους αὐτὸν ὥσπερ ἐν μεταιχμίῳ τινὶ τῇ πλάστιγγι σωτηρίας καὶ θανάτου ταλαντευόμενον, καὶ ζυγοστατεῖν αὐτῷ ἀμοιβαίως ἱκέτευε χάριτας, μετὰ βοῆς τε καὶ δακρύων τὰς ἀριστείας ἀπεστόμιζεν, ἃς ὑπὲρ Ῥω‐

2

.

16

.

6

μαίων διὰ μεγίστων κινδύνων ἀπεκληρώσατο, τόν τε τῶν ἄθλων κατάλογον ἀπεσχεδίαζεν, καὶ τοὺς ἀγῶνας ταῖς τοῦ σώματος ὠτειλαῖς ἀναγράπτους ἐδείκνυε τὰς ἐμφάσεις ὥσπερ τῶν πόνων ἐπιδεικνύμενος, καὶ τῶν πολεμίων βολῶν τρανέ‐
5στερον ἀνεγύμνου τὰ σήμαντρα, καὶ συλλήβδην εἰπεῖν, ἐξ ὧν ἔπαθε τὸ μὴ παθεῖν ἠξίου παρὰ τῶν εὐεργετηθέντων

2

.

16

.

7

ἀποίσεσθαι. οἱ δὲ δυσανασχετοῦσιν ὑπό τινος διαφθαρέντες ἀνδρός, ὃν καὶ λόγος διεκωμῴδει τῇ τοῦ Βουσᾶ γυναικὶ ἐπικλόποις τισὶν ἡδοναῖς ὁμιλῆσαι. ἀτάρ τοι τοὺς βαρβάρους

2

.

16

.

8

ἠτιμωμένους ἀπεπέμποντο. ἐν μείζονι τοίνυν κινδύνῳ ὁ Βουσᾶς γενόμενος ἐλιπάρει τὸ βάρβαρον ἀναβολήν τινα μικρὰν τὰ τοῦ θανάτου λαβεῖν, καὶ μισθὸν τῆς τέως ἀνακωχῆς παραδιδόναι τοῖς βαρβάροις τὸ φρούριον· δεῖν γὰρ ᾤετο
5προπαθεῖν τοὺς ἐπιλήσμονας χάριτος καὶ προμεταλήψεσθαι τῆς συμφορᾶς τὸ ἀπάνθρωπον, ἵνα πρῶτον καθ’ ἑαυτοῦ τὸ

2

.

16

.

9

κακὸν σχοίη τὴν πρόοδον. ἐπεὶ δὲ μείζονος ἐπαγγελίας τετύχηκε τὸ πολέμιον, ἱλαρώτερον πρὸς φιλανθρωπίαν ἐγίνετο, ὠχύρου τε ὅρκῳ τὸν Βουσᾶν περισώζειν, μὴ μὴν ἀναιρεῖν, φυσικῷ δὲ θανάτῳ τὴν ἐξουσίαν χαρίζεσθαι, ὁπόταν ἐθέλοι
5τὸν ἐκείνου διαλύεσθαι σύνδεσμον· οὐ γὰρ ἐπιφέρειν αὐτῷ τὸν τεχνητὸν τοῦτον καὶ ἐπίκτητον θάνατον, εἴγε πέρας

2

.

16

.

10

αὐτῷ τὰ τῆς ὁμολογίας προσδέξηται. καὶ δῆτα ὁ Βουσᾶς τοὺς Ἀβάρους ἐδίδασκε συμπήγνυσθαι πολιορκητικόν τι
μηχάνημα ἔτι τῶν τοιούτων ὀργάνων ἀμαθεστάτους ὑπάρ‐102

2

.

16

.

11

χοντας, ἀκροβολίζειν τε παρεσκεύαζε τὴν ἑλέπολιν. καὶ μετ’ οὐ πολὺ τὸ φρούριον κατεβέβλητο, καὶ δίκας ὁ Βουσᾶς ἀπανθρωπίας εἰσέπραττε δεινόν τι διδάξας τοὺς βαρβάρους πρὸς πολιορκίαν τεχνούργημα. ἐντεῦθεν γὰρ πλείστας λοιπὸν
5τῶν Ῥωμαϊκῶν πόλεων ἀμογητὶ τὸ πολέμιον παρεστή‐

2

.

16

.

12

σατο τῷ ἀρχετύπῳ σοφίσματι προσχρησάμενον. μενοῦνγε τῇ Βερόῃ προσπίπτει καὶ πλεῖστον παρανάλωμα χρόνου ζημιωθὲν καὶ μεγάλοις πόνοις προσομιλῆσαν τὸ τέρμα τῶν ἀγώνων ἀστεφάνωτον ἀπεφέρετο, τῶν τὴν πόλιν περιοικούντων
5ἀντιπαραταξαμένων γεννικώτερον. ὅμως χρήμασιν ὀλίγοις τισὶ τὴν ὁμαιχμίαν ἠλλάξαντο· τοῦτο γὰρ ἦν αὐτῷ πιθανὸν τῆς ἀστοχίας ἐγκάλυμμα.

2

.

17

.

1

περικάθηται δὲ καὶ τὴν Διοκλητιανοῦ πόλιν κατὰ τὸ καρτερόν, ἀντετάξατο δὲ καὶ ἡ πόλις ἐς τὰ μάλιστα καὶ προσβάλλειν ἀπεῖργεν ἐπ’ ἀδείας· καταπέλτας γὰρ ἐν τοῖς τείχεσιν ἀνεστήσατο ἄλλα τε ἀμυν‐
5τήρια, καὶ ἀπρόσιτον ἦν τοῖς βαρβάροις ἐξ ὑπογύου

2

.

17

.

2

συμπλέκεσθαι. ἀπῄει τοίνυν ἀσχάλλων, καὶ τὸ δὴ λεγόμενον, τὸ τοῦ λύκου παθών· κεναῖς γὰρ ἐκεχήνει ἐλπίσιν. παρευθὺ δ’ ἐπὶ τὴν Φιλίππου πόλιν μετέβαινε καὶ περιβὰς τὸ πόλισμα ἐνήθλει λαβεῖν. ἀντεμάχοντό τε οἱ τοῦ ἄστεος ἐντρεχέστερον

2

.

17

.

3

καὶ πολλοὺς τραυματίας ἔκ τε τῶν περιβόλων καὶ τῶν ἐπάλξεων ἐποιήσαντο, ὥστε τὸν Χαγάνον τὴν ἀσυλίαν διὰ τὴν ἀρετὴν ἐπαινέσαντα προῖκα καταθέσθαι τὸν πόλεμον.

2

.

17

.

4

ἐξ ἑωθινοῦ δὲ διαπεραιωθεὶς τὰς ὕλας τῆς λεγομένης Ἀστικῆς τῇ Ἀδριανουπόλει προστρίβεται ἀγωνιστικώτερόν τε τῷ ἄστει προσέβαλλεν, ἀντικαθίσταντό τε καὶ οἱ τοῦ ἄστεος ἀλκιμώτερον.

2

.

17

.

5

τοῖς δὲ Βυζαντίοις περιεβομβεῖτο ὡς Κάστος ἥλω καὶ
Ἀνσιμούθ, καὶ πολὺς τῇ πόλει ἐπεκύμαινε θρῦλος. ἐλοι‐ δορεῖτο δ’ ὁ αὐτοκράτωρ ἐς τὸ φανερώτατον ἀπό τινων τῶν τοῦ πλήθους ἀσυνέτων καὶ στωμύλων ἀνδρῶν, ὧν καὶ103
5τὰ τῆς τύχης ἦν ἀνεπίφθονα καὶ τὰ τῆς γνώμης ἀζήλωτα, καὶ βλασφήμους ᾠδὰς κατ’ αὐτοῦ συντιθέντες διέσυρον κωμῳδοῦντες ἐμμελῶς τὸ ἀπαίσιον, οὐ τύχῃ ἀλλ’ ἀνοίᾳ τὸ

2

.

17

.

6

δυσπραγὲς περιάπτοντες. ἀλλ’ οὐκ ἀπέτεκεν ἡ λοιδορία θυμὸν τῷ αὐτοκράτορι· στεῖρα γὰρ ἦν πρὸς ὀργὴν ἡ τοῦ βασιλέως ψυχὴ καὶ πρὸς τὴν θυμικὴν φλόγα ἀσυνουσίαστος.

2

.

17

.

7

τὸν δὲ Κάστον ἀπέδοντο χρηματισθέντες λίαν δαψιλῶς οἱ πολέμιοι, ὡς ἐκ τῶν καθ’ ἡμᾶς πρεσβυτέρων ἔστι λαβεῖν,

2

.

17

.

8

καὶ τὸ πιστεύειν ἀζήμιον. βασιλεὺς δὲ τὰς ἑαυτοῦ φροντίδας τοῖς πολεμίοις ἀντέταξε καὶ μείζονι παρασκευῇ πρὸς τὸ πολέμιον ἐξηρτύετο. καὶ τὸν Ἰωάννην, ὃν δὴ Μυστάκωνα

2

.

17

.

9

τοῖς πολλοῖς ἔθος ἀποκαλεῖν, στρατηγὸν προεστήσατο, ἐχειρο‐ τόνει δὲ καὶ τὸν Δρόκτωνα ὥσπερ αὐτῷ ὑποστράτηγον παρῄο‐ ρόν τινα δύναμιν ἐμπιστεύσας αὐτῷ. Λογόβαρδος δ’ οὗτος τὸ φῦλον, ἀνὴρ ἀλκιμώτατος καὶ πρὸς τὸν πόλεμον ἐμβριθέ‐

2

.

17

.

10

στατος. ἐπεὶ δὲ περὶ τὴν Ἀδριανοῦ πόλιν ἐγένοντο, τοὺς βαρβάρους τῆς πολιορκίας ἀφίστων, δευτέρᾳ τε ἡμέρᾳ ὁ πόλεμος ἐτετέλεστο. ἐνίκων τοίνυν Ῥωμαῖοι τοῖς βαρβάροις συμμίξαντες καὶ ἑτεραλκέα τὴν μάχην διέθεντο· κατεστρατήγει γὰρ τῶν

2

.

17

.

11

πολεμίων ὁ ὑποστράτηγος Δρόκτων. ἐπιπλάστῳ γὰρ φυγῇ τὸ ἐκείνου κέρας ἔδοξε τοῖς πολεμίοις τὰ νῶτα παρέχεσθαι, ὡς οἷα δεδοικότος τοῦ Ῥωμαϊκοῦ τὸ ἀντίπαλον· εἶτα τοὔμπαλιν ἀντεδίωξε καὶ μετόπισθε τῶν βαρβάρων γενόμενον τοὺς

2

.

17

.

12

συντυχόντας διώλεσεν. ἀπῄεισαν τοιγαροῦν μεσημβρίας ὥρᾳ οἱ Ἄβαροι, ἄλλος ἄλλῃ διεσπαρμένοι καὶ ὡς ἂν τύχοι φερόμενοι μετὰ συντόνου τινὸς ἀποδράσεως. ὁ δὲ στρατηγὸς οὐ κατεδίωξε τὸ ἀντίπαλον· ἐφιλοσόφει γὰρ τῆς εὐδαιμονίας104
5τὸ μέτρον τὰς ἐπ’ ἄκρον εὐεξίας, ὥσπερ εἰκός, εὐλαβούμενος.

2

.

17

.

13

φιλυπόστροφον γὰρ ἡ τύχη καὶ ἄπιστον, νίκη δ’ ἐπαμείβεται ἄνδρας, ἵνα καί τι τῆς Ὁμήρου δέλτου ἐπισπείρω τοῖς ἀφηγήμασιν.

2

.

18

.

1

Ἡράκλειος μὲν οὖν κατὰ τοῦτον δῆτα τὸν χρόνον ἐπέβη αὖ πάλιν τῆς Περσῶν πολιτείας, καὶ τοῖς Μήδοις

2

.

18

.

2

φιλεπίδημον ἦν τὸ κακόν. ὁπηνίκα δὲ παρεγένετο, προσβάλλει ἐχυρωτάτῳ φρουρίῳ τινί· τοῦτο δ’ ὑψηλῆς ὑπερεκαθέ‐ ζετο πέτρας. καὶ διεκόσμει· ὁ ὑποστράτηγος τὰς ἑλεπόλεις

2

.

18

.

3

τε καὶ τὰς μηχανάς. ἀντιπαλαμῶνται δὲ καὶ Πέρσαι πρὸς τὰς ἐπιβουλὰς ἕτερα ἄττα σοφίσματα, ἱστουργοῦσι δὲ καὶ οἷα χιτῶνάς τινας. τρίχας συλλέξαντες καὶ τῷ στήμονι τὴν κρόκην συστρέψαντες προμήκη τὰ χιτώνια διετέλεσαν
5καὶ τούτους ἀχύρου εἰς τὸ ἰσχυρὸν ἐνεφόρησαν, ναστούς τε κατεργασάμενοι ἐξήρτων τοῦ τείχους, καὶ τούτοις τὰς προσβολὰς ὑπεδέχοντο τῷ μαλθακῷ τῆς ἀντιτύπου παρα‐

2

.

18

.

4

σκευῆς τῶν ἐκπομπῶν τὸ στερρὸν ἐκμαλακίζοντες. ὑπερί‐ πταντο δ’ αἱ πολλαὶ τῶν βολῶν καὶ τοῦ φρουρίου αὐτοῦ· ἕτεραι δὲ καὶ κατ’ αὐτοῦ τοῦ ἐχυρώματος κατεφέροντο. ὁ δ’ Ἡράκλειος οὐδεμίαν ἀνακωχὴν παρενετίθει ταῖς προσβο‐
5λαῖς νύκτωρ καὶ μεθ’ ἡμέραν ἀμείβων τοὺς ἐφισταμένους

2

.

18

.

5

τῷ ἔργῳ. οἱ μὲν γὰρ ἔναγχος τῶν πόνων μετειληχότες ὑπὸ τῆς διαδόχου δυνάμεως ἀντελάμβανον τὴν ἀνάπαυλαν, ἕτεροι δ’ αὖ συμπονοῦντες ἐκείνοις ἐξανίσταντο, κἀκείνοις αὖθις

2

.

18

.

6

τοῦ μόχθου συνελάμβανον ἕτεροι. διά τοι τοῦτο ἐξασθενοῦ‐ σιν οἱ τιμωροῦντες τῷ ἐχυρώματι, καὶ ἦν αὐτοῖς τὰ τῆς δυνάμεως ἐξίτηλα. ταύτῃ τοι καὶ καθαιρεῖται τὸ φρούριον καὶ ὑπὸ Ῥωμαίους ἐγίνετο· ἐπεὶ δ’ ἥλω, φρουρὰν ἐν αὐτῷ105
5ὁ στρατηγὸς ἐνεκάθισεν.

2

.

18

.

7

Οἱ δ’ ἀμφὶ τὸν Θεόδωρον καὶ τὸν Ἀνδρέαν τὸ Ματ‐ ζάρων (φρούριον δὲ καὶ τοῦτο) τῷ χρόνῳ γεγηρακὸς διωρ‐ θώσαντο. οὐκ ἄπο δὲ τοῦτο τοῦ Βεϊουδαὲς ἐτύγχανεν ὄν. ἐν ὅσῳ δὲ περὶ τὴν οἰκοδομίαν ὁ Θεόδωρος ἐνησχολεῖτο,
5ἧκον παρ’ αὐὸν γεωργοὶ παραθήγοντες τὸ Βεϊουδαὲς παρα‐ στήσασθαι, μὴ ἀποχρῶσαν ὑπεῖναι φρουρὰν ἐν αὐτῷ παρα‐

2

.

18

.

8

δηλώσαντες. οἱ δὲ περὶ Θεόδωρον καὶ Ἀνδρέαν παραχρῆμα ἐπιθέσθαι τὴν πρᾶξιν τοῖς λόγοις διενοήθησαν καὶ διανυκτε‐

2

.

18

.

9

ρεύσαντες συντόνῳ τῇ ὁδοιπορίᾳ ἐκέχρηντο. ἐπιθέσθαι δὲ νυκτὸς τῷ Βεϊουδαὲς τούτοις ἐδέδοκτο. καὶ μὴ ἐξισχύσαντες τῆς ἑαυτῶν ἐφικέσθαι βουλήσεως περὶ τοὺς ἑωθινοὺς τῶν ὀρνίθων κελάδους τῷ φρουρίῳ ἐπέστησαν. καὶ οἱ ἐπιχώριοι
5τὴν Ῥωμαϊκὴν προεγνώρισαν ἔφοδον καὶ ἀδεεῖς ἦσαν διὰ τὸ τῶν τόπων δυσάλωτον. εἶτα ἀναθαρρήσαντες τῇ πέτρᾳ προκύπτουσι καὶ τῶν ἀποπομπαίων βελῶν προκατήρχοντο.

2

.

18

.

10

εἴσοδος δὲ τῷ φρουρίῳ μία οὖσα ἐτύγχανε καὶ δυσπρόσιτος ἦν πολεμίᾳ χειρί· ἑνὶ γὰρ πύργῳ τὰ τῆς εἰσαγωγῆς ἐπεπί‐ στευτο προβεβλημένῳ τοῦ ἐχυρώματος, ὥσπερ ἀδαμαντίνοις περικειμένῳ λίθοις τισίν, ἢ εἴ τι τούτων τὴν φύσιν ἐστὶ

2

.

18

.

11

στεγανώτερον. οἱ οὖν Ῥωμαῖοι ἀποβάντες τῶν ἵππων προσα‐ ράττουσι τῇ πέτρᾳ, καὶ ταῖς ἀπὸ τόξων φοραῖς ἐτελεῖτο τὰ τῆς ἀγωνίας προαύλια. τοῖς δ’ ἐν τῷ φρουρίῳ ποτὲ μὲν λίθοι ἀμυντήρια ἦν, ἄλλοτε καταπέλται, καὶ ὥσπερ ἐξ ἀπόπτου
5τινὸς ἢ μεγίστης περιωπῆς τὰς καταβολὰς ἐπεποίηντο, οἷα106

2

.

18

.

12

ξενηλατοῦντες διὰ τῶν ὑψηλῶν τὸ πολέμιον. ἀσχολούσης δὲ τῆς Ῥωμαίων δυνάμεως, τολμητίαι τινὲς τοῦ Ῥωμαϊκοῦ συμ‐ φραξάμενοι ταῖς ἀσπίσιν, κατ’ ὀλίγον καὶ βάδην ἰόντες τὸ πᾶν τῆς ἀριστείας ἀναθέντες τῷ θράσει προηγοῦντο τῶν
5ἑπομένων καὶ τῶν ἐκ τῆς πέτρας καταβολῶν οὐ φροντίζοντες εἰς τὸ πρόσω ἐχώρουν, καὶ διωθοῦσι τῆς πέτρας τὸ βάρβα‐

2

.

18

.

13

ρον. οἱ δὲ πολιορκούμενοι τὴν σύμμαχον καταλείψαντες πέτραν, εἰσδύντες εἰς τὸ φρούριον παρέδοσαν τοῖς πολεμίοις τὴν εἴσοδον. οἱ δὲ Ῥωμαῖοι τῶν τῆς πέτρας ὀχυρωμάτων

2

.

18

.

14

κρατήσαντες λίαν ἰσχυρῶς τὸ φρούριον περικάθηνται. οἱ δ’ ἐπὶ τῶν ἐπάλξεων ἑστῶτες ἀποσοβεῖν οὐχ οἷοί τε ἦσαν τὸ ἀντίπαλον τὸ ἄπειρον τῶν βελῶν ὑπομένειν οὐκ ἔχοντες, ἀλλ’ ἀθρόον ἐπιφαινόμενοι παραυτίκα ἀντὶ τῶν προσώπων

2

.

18

.

15

τὰ νῶτα ἐδείκνυον. Σάπειρ δέ τις ἀνήρ, τὸ μὲν σῶμα ὡς ὁ παρὰ τῷ Ὁμήρῳ Τυδεὺς ἀνυμνούμενος, τὴν δὲ γνώμην καὶ περαιτέρω Τυδέως (Ἡρακλῆς γὰρ ἦν τὴν ψυχήν, καὶ εἴ τις τούτου ἐγεγόνει ποτὲ ἀλκιμώτερος· οὐ γὰρ ἀποκνέω
5τῷ μεγέθει τῆς ἀρετῆς τὸν Ἡρακλέα ἐν δευτέροις τιθείς, εἰ καὶ τῷ παραλλήλῳ λειπόμεθα), σκόλοπας ὀξεῖς ἐπιφερόμενος

2

.

18

.

16

ἐνάλλεται τῷ ἐχυρώματι καὶ μετεωροπορεῖ. τὸν μὲν ἕνα σκόλοπα ἐνείρας τῷ πύργῳ ἀνὰ τὰς ἁρμογὰς τοῦ οἰκοδομή‐ ματος (ἦν γὰρ λίθῳ ξηρῷ διεσκευασμένον τὸ φρούριον), ἐπιβαίνει ἐπὶ τοῦ σκόλοπος τῷ ποδί, εἶτα τὸν ἕτερον αὖθις
5ὥσπερ ἐγκεντρίσας σκόλοπα, τὸν λειπόμενον τοῖν ποδοῖν
ἐπερείδει, καὶ τῶν ἐξηρτημένων λίθων ἐπειλημμένος ἀπρὶξ107

2

.

18

.

17

εἴχετο ταῖς χερσίν, οὕτω τε τὴν ἄνοδον ἐσοφίζετο. τῶν δὲ πολιορκουμένων τὴν θέαν τῶν βελῶν μὴ ὑπομένειν οἵων τε ὄντων, ἰσχυρῶς εἴχετο τῆς ἐπάλξεως ὁ Σάπειρ ἐκεῖνος ἀνήρ. καὶ ἂν ἥλω κατὰ τὴν πρώτην ἐκείνην ἐπιβολὴν τὸ ἐχύρωμα,
5εἰ μή τις τῶν τῆς Περσικῆς συμμορίας ἀθρόον ἐπιφανεὶς ἑνὶ τῶν θυρεῶν τῶν προβεβλημένων τοῦ ἐχυρώματος ἐκεῖνον

2

.

18

.

18

αὐτὸν τὸν ἀριστέα ἐξώθησεν. ὁ δὲ κατολισθήσας ἐς τὸ κάτω ἐφέρετο μετὰ τοῦ θυρεοῦ, “κύμβαχος ἐν κονίῃσιν, ἐπὶ βρεχμόν τε καὶ ὤμους”, Ὁμηρικῷ τῳ συμπτώματι. ὅμως οὐ διόλωλεν· ὑποδέχονται γὰρ αὐτὸν ταῖς ἀσπίσιν οἱ συμπονοῦντες καὶ
5τραυματίαν διεσώζοντο· προσνύττουσι γὰρ αὐτὸν τὰ τῶν

2

.

18

.

19

ἀκοντίων σιδήρια μικρὸν κομιδῇ. ὁ δὲ καρτερικῶς αὖθις ἐπ’ ἐκεῖνο τὸ ἔργον ἐχώρει καὶ αὖ πάλιν ἀνέθορεν, τῇ ἐπάλξει τὰς χεῖρας περιβαλὼν οἷα πολύπους ἀφύκτους πλεκτάνας

2

.

18

.

20

τινάς, καὶ εἴχετο καρτερᾷ τινι λαβῇ τῆς ἐπάλξεως. ὁ δ’ ἀντίπαλος Πέρσης ἀδελφὴν τῆς ἑτέρας ἐπιβουλῆς ἐξειργάσατο, καὶ σαθρωθείσης ἔναγχος τῆς ἐπάλξεως ταῖς Ῥωμαϊκαῖς προσβολαῖς, μετ’ ἐκείνης τὸν ἀριστέα ἀνατρέψας παρεία ἐς τὸ

2

.

18

.

21

κάτω χωρεῖν. καὶ τοίνυν κατήγετο ὁ στρατιώτης ὁ φιλοκίν‐ δυνος μετὰ τῆς ἐρωμένης ἐπάλξεως, τὸ δὲ συμμαχικὸν τὴν προτέραν σωτηρίαν ὀρέγουσι μετὰ φοβεροῦ του θεάματος τῷ

2

.

18

.

22

πάντα τολμηρῷ. ἀτὰρ ἐξάντης τοῦ πτώματος ὁ τραυματίας γενόμενος καὶ τρίτον ἆθλον ἀσπάζεται, ὥσπερ ἀμάχου τινὸς καὶ θείας δυνάμεως ἐς τὸν πόνον παροτρυνούσης αὐτόν.

2

.

18

.

23

ἐπεὶ δ’ ἀνείρπυσεν, τῆς στεφάνης τοῦ ἕρκους λοιπὸν ἐπιβάς,
τὸν ἀκινάκην σπασάμενος τὸν κηφῆνα τῆς ἑαυτοῦ ἀρετῆς ἐκεῖνον αὐτὸν τὸν Πέρσην ἀπέκτεινεν, καὶ οὖν τὴν κεφαλὴν ἀπὸ τῆς δέρης ἀφελόμενος τοῖς πολιορκοῦσιν ἀπέπεμπεν. οἱ108
5δὲ Ῥωμαῖοι τὸ γεγονὸς θεασάμενοι ἀνεθάρρησαν καὶ τῶν

2

.

18

.

24

κινδύνων ὠρέγοντο. ἀδελφὸς δέ τις τοῦ Σάπειρος ἐκείνου (πρεσβύτης δ’ οὗτος τὴν ἡλικίαν) ἐπεὶ γέγονε τῆς ἀρετῆς θεατής, καὶ ζηλωτὴς παραχρῆμα τοῦ ἐγχειρήματος γίνεται, καὶ ἄνεισι καὐτὸς ἀδελφὰ τῷ ἀδελφῷ μηχανώμενος· εἶτα

2

.

18

.

25

μετ’ ἐκεῖνον καὶ ἕτερος, καὶ μετὰ τοῦτον πολλοί. κάλοις γὰρ λοιπὸν ἀνεδύοντο οἱ προκατειληφότες τὸ ἐχύρωμα καὶ ταῖς πύλαις ἀράττουσιν, καὶ εἰσαγώγιμον λοιπὸν ἦν τὸ Ῥωμαίων στρατόπεδον. καὶ οὕτω κρείττους τῶν πολεμίων
5γενόμενοι τὸ φρούριον παρεστήσαντο, καὶ οὓς μὲν ἀνεῖλον, οὓς δὲ διέσωζον καὶ εἰς αἰχμάλωτον μετεβίβαζον τύχην. τὰ δὲ κτήματα λαφυραγωγήσαντες ἀπῆραν ἐντεῦθεν σκοποὺς

2

.

18

.

26

περιβαλόντες τῷ ἐχυρώματι. ὥρας δ’ ἐπιούσης χειμῶνος ἄνεισιν ὁ Φιλιππικὸς ἐπὶ τὸ Κωνσταντίνειον ἄστυ στρατηγὸν ἐναφεὶς τὸν Ἡράκλειον. ὁ μὲν οὖν Ἡράκλειος λειποταξίου ποινὰς τοὺς πλανήτας τῆς Ῥωμαϊκῆς δυνάμεως εἰσεπράττετο·
5καὶ ὅσοι τῷ πόνῳ χαίρειν εἰπόντες τηνάλλως δεῦρο κἀκεῖσε περιενόστουν, βασάνοις ἐπὶ σωφροσύνην μετήγοντο.

3

t

1

ΙΣΤΟΡΙΑ Γʹ

3

.

1

.

1

Φιλιππικὸς μὲν οὖν ἀνὰ τὴν ὁδοιπορίαν ἐπέπυστο Πρίσκον ὑπὸ τοῦ αὐτοκράτορος στρατηγὸν ἐγχειρίζεσθαι, καὶ τῆς Ταρσοῦ ἐπιβὰς Ἡρακλείῳ δέλτους συνέταξεν, δι’ ὧν
ἐνεσήμαινε καταλιπόντα τὸ στράτευμα ἐς τὴν ἑαυτοῦ πόλιν109
5ἐπανελθεῖν ἐς τὴν Ἀρμενίαν γενόμενον, Ναρσῇ τε τῷ Κων‐

3

.

1

.

2

σταντίνης πόλεως ἡγεμόνι, μεθιέναι τὸ στράτευμα. καὶ τὸν βασιλέως δὲ νόμον ἀρτίως αὐτῷ ἐπιφοιτήσαντα παραγυμνώ‐ σας ἐκέλευσε καὶ ἐς τὸ ἐναργὲς τοῖς στρατεύμασι παραδεῖξαι, Πρίσκῳ διαφθονούμενος. ἦν δ’ ἄρα ὁ νόμος στρατιωτικῶν
5σιτήσεων ὕφεσις, ἡ δ’ ἀπομείωσις τετάρτη ἐτύγχανεν οὖσα

3

.

1

.

3

ἀπόμοιρα. καὶ γέγονε καθάπερ ὁ στρατηγὸς ἐνετέλλετο. ἦρος δ’ ἐπιγενομένου ὁ μὲν ἀπεχειροτονεῖτο, ὁ δὲ τῆς ἡγεμονίας ἀπήρχετο. ὁ μὲν οὖν Πρίσκος ἐπιβὰς τῆς Ἀντιοχείας προστάττει εἰς τὸ Μονοκάρτων τοὺς στρατιώτας συλλέγεσθαι, καὶ τῇ
5Ἐδέσῃ προσομιλήσας περιτυγχάνει Γερμανῷ, καὶ περιλαβὼν δεξιῶς κατησπάζετο ἐκ τῆς ἐπιδημίας γενόμενον (Δαμασκοῦ γὰρ οὗτος διεκόσμει τὸν θρόνον), ἀνακλίνας τε εἰς δεῖπνον

3

.

1

.

4

αὐτὸν τῇ ἐπιούσῃ ἐφιλοφρονήσατο. μετὰ τοίνυν ἡμέρας τέτταρας ἀπεφοίτα τῆς Ἐδέσης ὁ στρατηγὸς τόν τε τῆς ἱερα‐ τικῆς καθέδρας προλάμποντα μεθ’ ἑαυτοῦ συνελάμβανε καὶ ὡς τὸν χάρακα ᾤχετο. ἦν γὰρ ἡ ἡμέρα προσδόκιμος καθ’
5ἣν εἴθιστο ἑορτάζειν Ῥωμαίοις τὸ σωτήριον ἐκεῖνο πάθος, δι’ οὗ τὸν κόσμον εἰσεποιήσατο ὁ μονογενὴς παῖς τοῦ θεοῦ, ὁ τὴν φύσιν ταὐτὸν τῷ πατρὶ καὶ τὴν βασιλείαν ὁμότιμος·

3

.

1

.

5

[οὗτος δέ ἐστιν ὁ Χριστός]. τοῦτο ὑποτοπήσας ὁ στρατηγός, ὡς οὐ δεῖ αὐτὸν μὲν ἐν πόλει τὴν ἐγκύκλιον τῆς ἀναστά‐ σεως πανηγυρίζειν ἡμέραν, τὸ δὲ Ῥωμαϊκὸν ἐν πεδίῳ κατη‐ φέστερόν πως ἑορτάζειν δοκεῖν πολιτικῆς θυμηδίας ὥσπερ
5στερισκόμενον, διά τοι τοῦτο τὸν ἱερέα παραλαβὼν ὡς τὸ

3

.

1

.

6

Μονοκάρτων ἐβάδιζεν, ὁ δὲ Γερμανὸς προῆγε τὴν τοῦ στρα‐ τηγοῦ παρουσίαν ἐξάκουστον ποιούμενος τοῖς στρατεύμασιν. μετὰ τοίνυν ἡμέρας δύο οἱ ταγματάρχαι ἀπήντων τῷ στρα‐
τηγῷ ὡς ἀπὸ τριῶν σημείων τοῦ χάρακος, ναὶ μὴν καὶ οἱ110

3

.

1

.

7

τῆς ἐκτάξεως ἅπαντες. ἔθος δὲ γεγηρακὸς ἐνευδοκίμει τῷ στρατοπέδῳ, τὸν μέλλοντα τὰς στρατηγίδας περιβαλέσθαι ἡνίας, ὁπηνίκα αὐτῷ τὰ στρατεύματα ὑπαντήσωσιν, ἀποβαίνειν τοῦ ἵππου καὶ διὰ μέσου χωρεῖν τοῦ ὁπλιτικοῦ καὶ φιλο‐

3

.

1

.

8

φρονεῖσθαι τοῖς ἀσπασμοῖς τὸ στρατόπεδον. ὃ δὴ μὴ πεποιη‐ κότος τοῦ Πρίσκου, ἀλλὰ καὶ πάνυ μὲν οὖν τοῦτον δὴ τὸν πρεσβύτην ἀποσκορακίσαντος νόμον, οὐ μετρίως ἔφερε τὴν ὕβριν τὸ στράτευμα. τῇ τοίνυν πρώτῃ τῆς πανηγύρεως ἡμέρᾳ

3

.

1

.

9

εἰρηναίως ὁ στρατηγὸς διετέλεσεν. τρίτης δ’ ἡμέρας παρῳ‐ χηκυίας, καὶ τῆς τῶν στρατιωτικῶν σιτήσεων ἀπομειώσεως οὐκέτι ἐν παραβύστοις ἀλλ’ ἐς τὸ φανερὸν γενομένης τῷ πλήθει παντί, ἀναρχίας ἀκμὴ λαμβάνει τὴν πρόοδον, καὶ
5πρὸς τῇ σκηνῇ τοῦ στρατηγοῦ τὰ πλήθη συρρέουσιν, ἃ μὲν λίθους ἐπιφερόμενα, ἃ δὲ καὶ ξίφη, ὡς ἑκάστῳ καθυπούρ‐ γησεν ὁ καιρός. τοῦ δὲ ταράχου ὁ στρατηγὸς αὐτήκοος γέγονε

3

.

1

.

10

καὶ τὴν αἰτίαν διεπυνθάνετο. τῶν δὲ πρὸς τὴν πεῦσιν μηδὲν ἀποκρινομένων αὐτῷ πλὴν ἢ “ἀνατέτραπται πάσης τάξεως ἁρμονία, τοῦ στρατοπέδου ἀνηγεμονεύτου τυγχάνοντος,” ἱδρῶτι περιερρεῖτο ὁ πολέμαρχος Πρίσκος καὶ φόβῳ πολλῷ
5συνεστέλλετο, διαπορουμένης αὐτῷ τῆς ψυχῆς ὅ τι καὶ

3

.

1

.

11

δράσειεν. τῷ μὲν οὖν Εἰλιφρέδᾳ τὸ θεανδρικὸν ἴνδαλμα παραγυμνώσας ἐδίδου (ἀχειροποίητον δὲ τοῦτο Ῥωμαῖοι κατο‐ νομάζουσιν), περινοστεῖν προστάξας τὸ στράτευμα, ὅπως αἰδοῖ τοῦ σεβάσματος ταπεινωθείη μὲν ὁ θυμός, τὰ δὲ τῆς ἀκο‐

3

.

1

.

12

σμίας πρὸς τὸ σῶφρον τὴν μεταβολὴν ἀπενέγκοιτο. τοῦ δὲ πλήθους μηδὲν ἐντεῦθεν σωφρονιζομένου, ἀλλὰ καὶ βάλλοντος τὸ ἀπόρρητον λίθοις, εἰκότως ὁ στρατηγός, ἵππου τινὸς τῶν σωματοφυλάκων τοῦ βασιλέως περιτυχών, πρὸς φυγὴν ἐκδοὺς
5ἑαυτὸν παραδόξῳ σωτηρίᾳ τινὶ τὸν κίνδυνον παρεκρούσατο.111

3

.

1

.

13

ἱπποφορβοῖς τοιγαροῦν προσομιλεῖ τοῖς τὰς ἵππους τὰς στρατιωτικὰς περιβόσκουσιν, κἀκείνων μετὰ μεγίστων κινδύ‐ νων τὰς χεῖρας διαφυγὼν τῶν Κωνσταντίνης πόλεως ἐπιβαίνει πυλῶν, ἄρτι τὰς διατριβὰς τοῦ Μονοκάρτων ἀπολιπών.

3

.

1

.

14

συνενδημεῖ τοιγαροῦν μετὰ τοῦ στρατηγοῦ τῇ πόλει καὶ θόρυβος. οἱ μὲν οὖν τῆς Κωνσταντίνης οἰκήτορες ἐπὶ τοῖς γεγονόσιν ἐκπεπληγμένοι τὰς ψυχὰς διετέλουν, ὁ δὲ στρατη‐ γὸς τοῖς ἡγεμόσι τῶν πόλεων τοῖς τε τῶν φρουρίων ἐφε‐
5στηκόσι δι’ ἐπιστολέων ἐνεχάραττε γράμματα, μηδὲν τῶν συνήθων ἀποστερεῖν τὰ στρατεύματα, μήτε δὲ καταπλαγῆναι

3

.

1

.

15

τὰς ψυχὰς τῇ ἀθρόᾳ τῶν γεγενημένων παρόδῳ· ἐξῄτει δὲ καὶ ἰατροῦ τέχνην ἐπιφανεῖσαν αὐτῷ φάρμακα τοῖς περὶ τὴν γαστροκνήμην ἕλκεσιν ἐπιτίθεσθαι· ἐδεινοπάθει γὰρ ἐπὶ τοῖς μώλωψιν, οὓς αὐτῷ ἡ τῶν λίθων φορὰ διενείματο.

3

.

2

.

1

Τὰ μὲν οὖν τῆς στάσεως τῷ στρατοπέδῳ διεμηνίετο. περισχίζεται γὰρ τὸ τοῦ στρατηγοῦ σκηνοπήγιον, λωποδυ‐ τεῖται δὲ παρὰ τοῦ πλήθους καὶ τὰ τῆς περιουσίας ὁ Πρίσκος, ἀποδιδράσκουσι δὲ καὶ οἱ τῶν συνταγμάτων ἡγεμονεύοντες,

3

.

2

.

2

καὶ ἐς μέγα κακοῦ τὰ τῆς ἀναρχίας ηὐξάνετο. μετ’ οὐ πολὺ δὲ τὸν τῆς Κωνσταντίνης πρόεδρον ὁ στρατηγὸς εἰς τὸ στρατόπεδον πρεσβευτὴν διεπέμπετο κατισχυριζόμενος τὰ τῆς στρατιωτικῆς λύπης παρηγορεῖν, καὶ ὡς μετέθετο τὴν γνώμην
5ὁ αὐτοκράτωρ Μαυρίκιος, καὶ βασιλικὸν ἐπιφέρεται γράμμα ἐγκελευόμενον ἀναζευγνύναι πρὸς τὸ σύνηθες τὰς στρατιω‐

3

.

2

.

3

τικὰς ἐπιδόσεις. ἐπεμέμφετο δὲ Φιλιππικῷ Πρίσκος ὁ στρα‐ τηγὸς καὶ τῆς ἀταξίας αὐτὸν διεθρύλει γεγονέναι πατέρα,
ὡς εἰσηγητὴν τῆς μειώσεως τῶν στρατιωτικῶν ἐπιδόσεων Μαυρικίῳ γενόμενον. ταῦτα δ’ εἰκῇ διερραψῴδει ὁ Πρίσκος.112

3

.

2

.

4

ὁ μὲν οὖν ἱερεὺς ὁ πρέσβις ὡδοιπόρει καθὼς προσετέτακτο· τὰ δὲ στρατεύματα συναθροίζεται καὶ στρατηγὸν χειροτονεῖν ἐδοκίμαζεν. διά τοι τοῦτο μετάκλητον τὸν Γερμανὸν ποιη‐ σάμενοι καὶ εἰσαγώγιμον εἰς τὸ βουλευτήριον ἐνεγκάμενοι

3

.

2

.

5

ἠξίουν ἐγχειρίζειν αὐτῷ τὰς στρατηγίδας ἡνίας. τοῦ δ’ ἀπο‐ πεμπομένου τὴν τοῦ στρατοπέδου ἀξίωσιν, τῶν δὲ καταναγ‐ καζόντων αὐτὸν ἔσεσθαι περὶ τὴν χειροτονίαν πειθήνιον καὶ προσαπειλούντων καὶ θάνατον τῆς παρακοῆς εἶναι τὸ διαζή‐
5μιον, νικῶσι τὰ τῶν στρατευμάτων βουλεύματα, καὶ στρατη‐ γὸς Γερμανὸς ἀνακηρύττεται, ὅρκῳ περιφράξας τὰ τοῦ συνοίσοντος, ὡς ἀπέχονται Ῥωμαῖοι τοῦ λωποδυτεῖν τὸ ὑπή‐ κοον, τῆς ἀταξίας ἐκποδὼν γινομένης· διωμολόγητο δὲ καὶ

3

.

2

.

6

καταπολεμεῖν αὐτοὺς τὸ ἀντίπαλον. καὶ ταύταις ὁ στρατηγὸς ταῖς συνθήκαις περιφραξάμενος οἷα θώραξιν ἀκαταγωνίστοις τισὶν ἡγεμονεύειν Ῥωμαίων ἠσμένισεν. γίνεται γοῦν ὁ ἱερεὺς

3

.

2

.

7

ὁ πρέσβις πρὸς τὸν στρατηγὸν καὶ τὸ στρατόπεδον. ὁ μὲν οὖν παρεκάλει τὸ στράτευμα πρὸς σωφροσύνην ἰδεῖν· οἱ δ’ ἀπηχθάνοντο τῷ ἱερεῖ καὶ τοὺς λόγους τοῖς ὠσὶν οὐ παρεδέ‐ χοντο, ἀλλ’ οἷα βάρβαρον ὄψιν ἐξενηλάτουν τὰ παρὰ τοῦ
5πρέσβεως αὐτοῖς εἰσηγούμενα· παρενεγύων δὲ καὶ τὸν

3

.

2

.

8

Πρίσκον ἐξωθῆσαι τῆς πόλεως. οἱ μὲν οὖν τοὺς βασιλικοὺς ἀνδριάντας καταρριπτεῖν ἐνεχείρησαν, (ὃ δὴ καὶ γέγονεν), ἀφανίζουσι δὲ καὶ τὰ διὰ τῆς γραφῆς ἀναθήματα, ἅπερ σανίσι καὶ πίναξιν εἰς βασιλέως τιμὴν χρωματουργίᾳ συνε‐
5τάττοντο τεχνικῇ· μηδὲ γὰρ ἀνέχεσθαι ἔφασκον ὑπὸ βασιλέα

3

.

2

.

9

παλιγκάπηλον εἶναι. ὁ δὲ πρόεδρος τῆς Κωνσταντίνης κατά‐ δηλα ταῦτα ἐποιήσατο Πρίσκῳ. τοίνυν ὁ Πρίσκος καὶ τὸν τῆς Ἐδέσης τοῦ ἱερατικοῦ ἐξηγούμενον πρεσβευτὴν ἀπέστελλε
τοῖς στρατεύμασιν. ἀτὰρ ὁ ἱερεὺς γενόμενος πρὸς τὸ στρά‐113
5τευμα καὶ πολλοὺς λόγους καταβαλόμενος ἀνεπιτεύκτως τὴν

3

.

2

.

10

ἐπανάζευξιν ἐποιήσατο. τὰ δ’ ἐκ τῆς ἀταξίας δεινὰ τῇ ἀνατολῇ ἐπεκύμαινεν, καὶ πάντῃ κακὸν κακῷ ἐπεστήρικτο, ἵνα καὶ ποιητικῆς συμφορᾶς μνήμην ποιήσωμαι, τῶν μὲν τὰς περιουσίας ἀποβαλλομένων, ἄλλων περὶ τὰς ὁδοὺς
5λῃστρικώτερον βιαζομένων, ἑτέρων ἐν τοῖς ἀγροῖς ληϊζομένων, τῆς τυραννίδος κομώσης καὶ παρεχομένης τοῖς ἀδικήμασι τὸ

3

.

2

.

11

ἀνέγκλητον. ὁ μὲν οὖν Πρίσκος γράμμασι ταῦτα κατάδηλα Μαυρικίῳ ἐποιήσατο τῷ αὐτοκράτορι, ὁ δὲ βασιλεὺς τὸν Φιλιππικὸν αὖθις ἐπιβαίνειν τῆς ἀνατολῆς ἐγκελεύεται.

3

.

3

.

1

ἐπι‐ κηρυκεύονται τοιγαροῦν οἱ τῶν στρατευμάτων τὸν Πρίσκον τῆς Ἐδέσης ὑπεξελθεῖν πέντε καὶ τεσσαράκοντα τὸν ἀριθμὸν

3

.

3

.

2

χειροτονήσαντες πρεσβευτάς. γίνονται γοῦν οὗτοι ἐν Ἐδέσῃ τῇ πόλει παρὰ τὸν Πρίσκον καὶ διαπορθμεύουσιν αὐτῷ τὴν

3

.

3

.

3

τῶν στρατοπέδων προαίρεσιν. ὁ μὲν οὖν Πρίσκος πλεῖστα ἀπελελόγητο καὶ πείθει τοὺς ἀπεσταλμένους, ὡς οὐκ ἐν ἀδικίας μοίρᾳ γέγονεν αὐτῷ τὰ ἐπίχειρα. οἱ μὲν οὖν ἐπηγγείλαντο τῷ Πρίσκῳ ὑπομαραίνειν τῶν στρατιωτῶν τὰς μαινόλεις τῆς
5ὀργῆς φρυκτωρίας· ὁ δὲ Πρίσκος κεχηνὼς ταῖς ἐλπίσι πρὸς

3

.

3

.

4

τῇ Ἐδέσῃ τὰς διατριβὰς ἐπεποίητο. καὶ δῆτα ἀφίκοντο οἱ πρεσβευταὶ πρὸς τὸν χάρακα καὶ τὰς ἀπολογίας διεξῄεσαν Πρίσκου, ἐνεχείρουν δὲ καὶ τιθασεύειν τὰ νεώτερα τῆς

3

.

3

.

5

τυραννίδος σκιρτήματα. ὃ καὶ πρὸς κορυφαῖον αὐτοὺς ἀπῃώ‐ ρησε κίνδυνον· μόλις γὰρ τὸν θάνατον ἀποκλίνουσι τὸ ἰδιωτεύειν κατακριθέντες· τοῦτο γὰρ τὰ τῆς ὀργῆς ἐδογμά‐ τιζεν. ἐκ τοῦ χάρακος τοίνυν ἐκβάλλονται, καὶ τοιούτοις

3

.

3

.

6

δεινοῖς τὰ περὶ τοὺς πρεσβευτὰς ἐπεπέραστο. καταστρατο‐ πεδεύουσι τοιγαροῦν οἱ τῆς ἀταξίας ἡγεμονεύοντες κατὰ
Πρίσκου καὶ πέντε χιλιάδας συντεταχότες μαχίμου δυνάμεως ἐπὶ τὴν Ἔδεσαν ἀποστέλλουσιν. κατ’ ἐκεῖνον γοῦν τὸν καιρὸν114
5γίνεται Θεόδωρος περὶ τὴν Ἔδεσαν τὴν Φιλιππικοῦ ἄφιξιν ὑπισχνούμενος. διά τοι τοῦτο ἀπολιπὼν ὁ Πρίσκος τὴν

3

.

3

.

7

Ἔδεσαν γίνεται ἐς Βυζάντιον. οἱ δὲ περὶ τὸν χάρακα Ῥω‐ μαῖοι ἔτι τῇ ἀταξίᾳ περιεπλέκοντο τὸν Φιλιππικὸν ὅσον οὔπω ἐπιβαίνειν τοῦ Μονοκάρτων αἰσθόμενοι, ὅρκοις τε

3

.

3

.

8

διέθεντο μηδὲ τῆς ἐκείνου στρατιαρχίας ἀνέχεσθαι. τὸ δὲ Περσικὸν ταῖς Ῥωμαϊκαῖς συμφοραῖς ἐντρυφῶν τῇ Ῥωμαίων πολιτείᾳ περιεκέχυτο καὶ τῇ Κωνσταντίνῃ προσέβαλλεν, καὶ διπλοῦς ταῖς πόλεσιν ὑπῆρχεν ὁ πόλεμος, ἔκ τε τῶν οἰκειο‐
5τάτων καὶ τῶν πολεμίων ἐκτρεφόμενός τε καὶ λιπαινόμενος.

3

.

3

.

9

καὶ οὖν τὸ τῶν Ῥωμαίων συνάθροισμα ἀπόμαχον διετέλει, οὐδὲν μέλον αὐτῷ, ὡς περὶ ἀλλοτρίου του πράγματος τῶν γινομένων τὴν φροντίδα τιθέμενον. Γερμανὸς δὲ χιλιάδα ἐκ τῆς μαχίμου καθοπλίσας δυνάμεως, τῇ Κωνσταντίνῃ ἀθρόως

3

.

3

.

10

ἐπιφανεὶς τῶν προσδοκίμων αὐτὴν κακῶν ἠλευθέρωσεν. μόλις δὲ παραθήγων ὁ στρατηγὸς τὰ Ῥωμαίων συντάγματα καὶ παροτρύνας τοῖς ῥήμασι χιλιάδας τέτταρας συναθροίζει καὶ

3

.

3

.

11

τοῖς Περσικοῖς ἐνδημεῖν ἐγκελεύεται. ὁ δ’ Ἀριστόβουλος (ἦν δ’ ἄρα οὗτος τῆς βασιλικῆς οἰκίας προεστὼς τοῦ βασιλέως, τῆς Ἀντιόχου προσαγορευομένης) τοῖς στρατεύμασιν ἐπίδημος ἦν ὑπὸ τοῦ αὐτοκράτορος ἐκπεμφθείς. οὗτος πῇ μὲν τοῖς
5δώροις πῇ δὲ τοῖς λόγοις ὑπομαλάττει τὸ τῆς τυραννίδος ἀτίθασον.

3

.

4

.

1

στρατοπεδεύεται γοῦν τὸ Ῥωμαϊκὸν ἐπὶ τὴν Μαρτυρόπολιν πρὸς τὸ εἰρηναῖον μεταβαλόμενον, ἀπόμοιρα δέ τις τῶν στρατοπέδων τῇ Περσίδι πάλιν εἰσβάλλει. ὁ μὲν
οὖν Μαρουζᾶς, ὁ τοῦ Περσικοῦ στρατηγός, ἐπιφανεὶς κωλύ‐115

3

.

4

.

2

μην τῆς ἐπιστασίας Ῥωμαίοις παρείχετο. ἐπανέζευξαν τοιγαρ‐ οῦν οἱ Ῥωμαῖοι διὰ τῆς Ἀρζανηνῆς καὶ τοῦ Νυμφίου πο‐ ταμοῦ πρὸς τὰ οἴκοι· συνείπετο δὲ καὶ ὁ Μαρουζᾶς τοῖς Ῥωμαίοις κατόπιν. συνέρρευσε τοιγαροῦν τὸ Ῥωμαϊκὸν ὁμοῦ
5καὶ τὸ ἀντίθετον βάρβαρον περὶ τὴν Μαρτύρων πόλιν, καὶ γίνεται Ῥωμαίοις καὶ Πέρσαις ἐπιφανέστατος πόλεμος· κληρο‐ δοτεῖται δὲ τῷ Ῥωμαϊκῷ νίκη μεγαλοπρεπὴς καὶ περίδοξος.

3

.

4

.

3

ἀναιρεῖται γὰρ ὁ τῶν Περσῶν στρατηγός, ἥλωσαν δὲ τοῦ Περσικοῦ ζωγρηθέντες τρισχίλιοι, καὶ οἱ ἐν τέλει δοριάλωτοι γίνονται, καὶ μέχρι χιλίων τὸ τῶν βαρβάρων γενόμενον σύν‐

3

.

4

.

4

ταγμα πρὸς τὴν Νίσιβιν γίνεται. τοῦ τοίνυν φόνου γενο‐ μένου μεγάλου τε καὶ ἀξιαγάστου Ῥωμαίοις καὶ τῆς λαφυρα‐ γωγίας λαμπρᾶς, συναθροισθὲν τὸ στρατόπεδον διαλύονται τὴν ἔχθραν πρὸς τὸν Μαυρίκιον καὶ γεραίρουσι λαφύροις
5πολλοῖς τὸν αὐτοκράτορα πέμψαντες ὡς αὐτὸν καὶ τὰ σημεῖα τοῦ Περσικοῦ, ἃ τῇ πατρίῳ φωνῇ βάνδα Ῥωμαῖοι κατονο‐

3

.

4

.

5

μάζουσιν. ὁ δὲ Φιλιππικὸς ἐν τῇ Ἱερᾷ λεγομένῃ πόλει ἐνηυ‐ λίζετο τῷ φόβῳ συσταλεὶς τῆς ἀταξίας, καραδοκῶν τὴν τῆς ἀναρχίας μεταβολήν.

3

.

4

.

6

Χειμῶνος τοιγαροῦν ὥρας διαδεξαμένης τὸν πόλεμον τῇ ἀεικινήτῳ καὶ ἀμοιβαίᾳ τῶν τροπῶν μεταβάσει, ὁ χάραξ τοῦ Ῥωμαϊκοῦ διαλύεται. ἐπιγινομένου δ’ ἦρος καὶ προσηνῆ καὶ ἐπίχαριν ὄψιν παρεχομένου τῇ γῇ, ἡ κατὰ τὸ εἰωθὸς
5τοῦ χρυσοῦ διανομὴ τῷ μαχίμῳ ὑπὸ τοῦ αὐτοκράτορος ἐξε‐

3

.

4

.

7

πέμπετο. ὁ δὲ Ῥωμαίων τε καὶ Περσῶν πόλεμος ἐσφρίγα τε καὶ ἐσφάδαζεν. τὸ δὲ Γετικόν, ταὐτὸν δ’ εἰπεῖν αἱ τῶν
Σκλαυηνῶν ἀγέλαι, τὰ περὶ τὴν Θρᾴκην ἐς τὸ καρτερὸν ἐλυμαίνοντο, οἱ δὲ Μῆδοι τοῖς Ῥωμαίων στρατηγοῖς συγκυρή‐116

3

.

4

.

8

σαντες παρανάλωμα φόνου ἐγίνοντο, Ῥώμη δ’ ἡ πρεσβῦτις ταῖς τῶν Λογοβάρδων ἀντεῖχεν ἐφόδοις, τῇ δὲ Λιβύῃ αἱ τῶν Μαυρουσίων δυνάμεις διετέλουν ἐξίτηλοι καὶ τῷ πλήθει τῶν Ῥωμαϊκῶν ἀνδραγαθημάτων πρὸς τὸ ταπεινὸν καὶ κατη‐

3

.

4

.

9

τονημένον ἀπέκλινον. οὕτω μὲν οὖν ἐκεῖναι μετὰ τῶν ἀσπίδων καὶ τὰς ἡνίας κατέθεντο τὸν αὐχένα Ῥωμαίοις ὑποχαλάσασαι, καὶ τήν [τε] ἠρεμίαν ἐνηγκαλίζοντο, ὁ δὲ Φᾶσις οὐκ ἐθολοῦτο τοῖς αἵμασιν· εἰρηναῖον γὰρ ῥεῖθρον τέως περιεβάλλετο τῷ
5διαυγεῖ τῆς ἡσυχίας καταρδεύων τοὺς Κόλχους, μηδαμοῦ κεκτημένος Μῆδον οἰκήτορα. καὶ ὧδέ πως τὰ Ῥωμαίων διετίθετό τε καὶ συνετάττετο.

3

.

5

.

1

Ἐν τούτῳ τοιγαροῦν τῷ καιρῷ τελεσιουργοῦνται κατὰ τὴν Μηδικὴν οὐκ ἀναξιόλογα διηγήσεως πράγματα. ἀλλ’ ἄγε δὴ ἐνείρωμεν καὶ τάδε τοῖς τῆς ἱστορίας μέλεσιν εὐκο‐ σμότατα, οἷά περ ὅρμον τινὰ λιθοκόλλητον, ὀφθαλμοῖς δια‐
5νοίας ἑστίασιν, ὤτων δὲ θυμηδίαν, ὡς ἔστιν εἰπεῖν, καὶ

3

.

5

.

2

πανήγυριν. φρούριον, Γιλιγέρδων ὄνομα αὐτῷ, ἐνδοτέρω δὲ τοῦτο τῆς Μηδικῆς ᾠκοδόμηται, ἐν χώρᾳ ἐπιλεγομένῃ Βιζαῇ, οὐ πόρρω Βενδοσαβόρων τῆς πόλεως. πρόσεστι δὲ τούτῳ καί τις εἱρκτή· Λήθην δὲ ὀνομάζουσι ταύτην οἱ βάρβαροι.

3

.

5

.

3

ὁ δὲ χῶρος ὥσπερ γῆ θεῷ ὀργὰς βασιλικῷ θυμῷ ἀνατίθεται, καὶ τέμενος δυσμενείας ἀποκαλῶν τις τὸ φρούριον οὐκ ἂν ἁμάρτοι τοῦ πρέποντος. ἐναποκλείονται τοίνυν ἐνθάδε ὅσοι τοῖς δικτύοις τῆς τοῦ βασιλέως λύπης ἁλίσκονται, τοῦτο μὲν

3

.

5

.

4

ὑπήκοοι, τοῦτο δὲ καὶ δορίκτητοι. Ἰουστίνου γε οὖν τοῦ νεωτέρου τῆς Ῥωμαϊκῆς πολιτείας ἡγεμονεύοντος, παρεστή‐
σατο τὴν πόλιν τὴν λεγομένην Δαρὰς ὁ τῶν Περσῶν βασιλεύς. ἔδοξε γοῦν τῷ βασιλεῖ, καὶ γίνονται Δαρηνοὶ τοῦ φρουρίου117

3

.

5

.

5

τούτου οἰκήτορες. ὑπῆσαν δὲ καὶ Καδασηνοὶ ἐν αὐτῷ, (βάρβαρον δὲ τὸ φῦλον τῆς Μηδικῆς) οὐ μὴν ἀλλὰ καὶ ἕτεροι τὸ κακοπραγεῖν κληρωσάμενοι, καὶ κοινὸν ἄθροισμα

3

.

5

.

6

ταλαιπωρουμένων ἀνδρῶν τὸ φρούριον ἐνηγκάλιστο. γίνεται γοῦν τοῖς ἑτερογενέσιν εἰς συμφωνίαν τὰ κοινὰ δυστυχήματα, καὶ οὓς γένος καὶ νόμος καὶ γλῶττα διείλετο, συνῆψεν ἡ τῶν παθημάτων οἰκείωσις τῷ ἀδελφῷ τῆς ἀνάγκης καταμε‐

3

.

5

.

7

λετήσασα τὴν ὁμόνοιαν. ἐξάρχουσι δῆτα τῆς ἀνδρείας οἱ Δαρηνοὶ καὶ αὐτοβοεὶ τοῖς ἐν ποσὶν ὀργάνοις πολέμου χρη‐ σάμενοι ἀναιροῦσι τοὺς φύλακας. καὶ τοῦ φόνου ἐκκαιομένου πρὸς τὸ λαβρότερον, (πλῆθος γὰρ ὑπῆν στρατιᾶς περιφρου‐
5ρούσης τὸ φρούριον) νικῶσι Ῥωμαῖοι καὶ συνεξάγουσι τοῦ φρουρίου καὶ τοὺς τῶν ἀτυχημάτων αὐτοῖς κοινωνοὺς καὶ πολλὰ παθόντες καὶ δράσαντες εἰς τὴν Ῥωμαίων ἐπανέζευξαν.

3

.

5

.

8

Τῶν δὲ περιφανῶν ἐκείνων θριάμβων γεγονότων Ῥω‐ μαίοις, ἔτι πρὸς τῇ Μαρτυροπόλει ὁ πόλεμος ἐξηρτύετο, ὡς φθάσαντες εἴπομεν, ὁπηνίκα καὶ Μαρουζᾶς, ὁ τῶν Περσῶν στρατηγός, ἐν τῇ παρατάξει ἐτύγχανεν ὢν πεπτωκώς, ἥλωσαν
5δ’ οἱ τῶν δύο κεράτων ταξίαρχοι, ἥ τε κεφαλὴ Μαρουζᾶ

3

.

5

.

9

τοῦ στρατηγοῦ ἐς Βυζάντιον ἧκεν. ὁ δὲ Φιλιππικὸς ἔτι ἀπε‐ δοκιμάζετο ἐκ τῆς Ῥωμαίων δυνάμεως καὶ ἀποστράτηγος ἦν· οὐ προσίετο γὰρ κηδεμόνα τὰ πλήθη τὸν πρὸ μικροῦ περὶ τὸ Ἀρζάμων ἀνδραγαθήσαντα. εὐμετάγωγον γὰρ τὸ πλῆθος
5καὶ δυσάρεστον πέφυκεν, καὶ φίλον αὐτῷ τὸ τῆς μεταβολῆς

3

.

5

.

10

ἀεικίνητον. γενομένου τοίνυν Φιλιππικοῦ περὶ τὰς τῶν Κι‐ λίκων ἐπαύλεις, αὐτοκρατορικοῖς γράμμασιν αὖθις εἰς τὴν Συρίαν παλινδρομεῖ, καὶ μόλις ὑπὸ τοῦ Ῥωμαϊκοῦ προσεδέ‐
δεκτο, Γρηγορίου, τοῦ Ἀντιοχείας τὸν ἀρχιερατικὸν θρόνον118
5τὸ τηνικαῦτα διέποντος, διαλλάξαντος τῷ στρατηγῷ τὰ στρα‐

3

.

5

.

11

τεύματα. ἡ δὲ Μαρτύρων πόλις τότε δὴ τότε ἥλω ὑπὸ Περσῶν, οὐ τοῖς ἐκ πολέμων νόμοις, προδοσίας δὲ δόλοις, οἷς εἴωθε κλέπτεσθαι τὰ μὴ δυνάμενα παρὰ τῶν ἀντιπάλων

3

.

5

.

12

κατεργάζεσθαι μάχαις. ὁ δὲ τοῦ δόλου πατὴρ Σίττας ἐτύγ‐ χανεν ὤν. οὗτος αὐτομολήσας πρὸς Πέρσας ὑποπείθει σιδη‐ ροφορῆσαι τετρακοσίους τοῦ βαρβαρικοῦ ὑποκρίνεσθαί τε

3

.

5

.

13

προσχωρήσειν Ῥωμαίοις, παραφανῆναι δὲ τῇ πόλει. οὗ γεγονότος τοὺς ἀστοὺς ἔπειθε Σίττας ὡς προσκεχωρηκότας Ῥωμαίοις τοὺς βαρβάρους εἰσδέξασθαι. ἐξαπιναίως τοίνυν τοῦ κακοῦ γενομένου οἱ βάρβαροι τὸ πόλισμα ἐγκολπίζονται.

3

.

5

.

14

ὁ δὲ Φιλιππικὸς ταῦτα μεμαθηκὼς στρατοπεδεύεται καὶ χάρακα περὶ τὴν πόλιν ἐνέβαλλεν. διά τοι τοῦτο ἐπιστρα‐ τεύει καὶ ὁ τῶν Περσῶν βασιλεὺς καὶ Μεβόδην Σουρήνα τὸν υἱὸν ἀντεξώπλιζεν· ἀξιώματα δὲ ταῦτα παρὰ Πέρσαις

3

.

5

.

15

πρεσβεύονται. ἐπεὶ δ’ οὐκ ἀποχρῶσα δύναμις τῷ Μεβόδῃ ὑπῆν, ἀποστέλλεται παρὰ τοῦ Περσῶν βασιλέως καὶ Ἀφραάτης, ὁ κατὰ τῆς Ἀρμενίας τὰς στρατηγίδας λαχὼν τοῦ πολέμου ἡνίας. τοίνυν συγκεκροτημένου πολέμου, πταίουσιν οἱ Ῥω‐
5μαῖοι καὶ ἐλάττονες γίνονται τοῦ σκοποῦ, καὶ νικᾷ τὸ τῶν

3

.

5

.

16

βαρβάρων στρατόπεδον. τοῖς μὲν οὖν ἐν Μαρτύρων πόλει διαφρουροῦσι Πέρσαις ἐπίθετος γίνεται δύναμις, καὶ εἰς τὸ καρτερὸν ὑπὸ τῶν Περσῶν ἡ πόλις διεφυλάττετο· ὁ δὲ Φι‐ λιππικὸς ἀπεχειροτονεῖτο παραυτίκα, Κομεντίολόν τε στρατη‐
5γὸν ὁ αὐτοκράτωρ ἀνίστησιν.

3

.

6

.

1

ἀφικνεῖται τοιγαροῦν ὁ
στρατηγὸς ἐς τὰ προαύλια τῆς Περσίδος αὐτῆς καὶ περὶ τὴν Νίσιβιν (Ἀντιόχεια δ’ αὕτη τῆς Μυγδονίας τὸ πάλαι προσ‐ ηγορεύετο) συμπλέκεται Πέρσαις περὶ τὸ Σισαρβάνων οὕτω119

3

.

6

.

2

λεγόμενον. καὶ τοῦ πολέμου λαβόντος τὴν πρόοδον, ὁ Κο‐ μεντίολος τὰ νῶτα τῇ παρατάξει ὑπέδειξεν, καὶ μεγάλης αὐτῷ τῆς φυγῆς γενομένης, καὶ μέχρι τῆς Θεοδοσίου πόλεως τῆς ἀποδράσεως ἀκμαζούσης, Ἡράκλειος, ὁ Ἡρακλείου πατὴρ
5τοῦ αὐτοκράτορος, τὴν τῶν ἀνδραγαθημάτων ὑπεροχὴν λίαν ἀνδρικῶς ἀπεφέρετο καὶ κατάδηλος ἦν ἐνευδοκιμῶν ἐν τῷ

3

.

6

.

3

δόρατι. ἀναιρεῖται γοῦν ὁ τῶν Περσῶν στρατηγός, ὃν Ἀφραάτην ὁ λόγος ἀπέδειξεν, ἤδη που καὶ Μεβόδου ἐν τῇ πρὸς Φιλιππικὸν μάχῃ ὑπὸ Ῥωμαϊκῆς πεφονευμένου βολῆς. τῶν δὲ Ῥωμαίων διὰ τὴν φυγὴν τῶν Περσῶν ἀπενεγκαμένων
5τὴν εὔκλειαν, εἰκότως τὰ τῶν βαρβάρων ἐσκυλεύετο σώματα,

3

.

6

.

4

καὶ γίνεται τοῦ νενικηκότος τὰ κτήματα. τῇ δ’ ἐπιούσῃ καὶ τοῦ Περσικοῦ χάρακος ἐπιβάντες Ῥωμαῖοι καὶ τούτου κρατή‐ σαντες τῶν τροπαίων τὸν ἔλεγχον ἐς βασιλέα παρέπεμπον, ξίφη χρύσεα τιάρας τε Περσικὰς καὶ τὰς λιθοκολλήτους
5ζώνας, ἃς οἱ μαργαρῖται τοῖς βαρβάροις λαμπρύνουσιν, τά τε σημεῖα τῆς παρατάξεως, ἅπερ Ῥωμαίοις εἴθισται τῇ

3

.

6

.

5

πατρῴᾳ φωνῇ βάνδα ἀποκαλεῖν. ὁ δ’ αὐτοκράτωρ τὰς νικη‐ φόρους συλλαβὰς ὑπὸ τοῦ στρατηγοῦ προσδεξάμενος ἱλαρύνετο τε καὶ κατηυφραίνετο καὶ ἱππικοὺς προσέταττεν ἀγῶνας τελεῖσθαι, καὶ κατορχεῖσθαι τοῖς δημοτικοῖς ἐγκελεύεται, ὡς
5εἴθισται Ῥωμαίοις πανηγυρίζουσιν.

3

.

6

.

6

Ἐπεὶ δὲ τὸν πρὸς Ἀφραάτην ἀπεπερατώσαμεν λόγον τοῖς διηγήμασιν, φέρε δή, φέρε καὶ τὰ περὶ Σουανίαν τοῖς Ῥωμαίοις πραχθέντα τοῖς τῆς ἱστορίας λειμῶσιν ἐπιφυτεύ‐ σωμεν· καὶ ζωγράφοι γὰρ τὰ μεγάλα καὶ περιφανῆ τῶν
5μελῶν ἐγχαράξαντες οὐ πρότερον τοῦ φιλοτεχνήματος ἀπο‐ παύονται, πρὶν ἂν καὶ τὰ σμικρότατα μέλη τοῦ σύμπαντος120

3

.

6

.

7

τοῖς πίναξιν ἐγχαράξωσιν. ἔτος ὄγδοον τῆς βασιλείας Μαυ‐ ρικίου τοῦ αὐτοκράτορος, καὶ Βαράμ, ὁ τῶν Περσῶν στρα‐ τηγός, ἅμα ταῖς δυνάμεσι τοῦ βαρβαρικοῦ ὑπὸ Ὁρμίσδα, τοῦ τῶν Περσῶν βασιλέως, κατὰ Σουανίας ἐκπέμπεται. καὶ
5ἀδοκήτου τῆς ἐπιστασίας τῶν Περσῶν γεγονυίας, τὸ σπου‐

3

.

6

.

8

δαζόμενον τῇ ῥαθυμίᾳ ἐγίνετο. ληΐζεται γὰρ ἡ Σουανία κάρτα κομιδῇ, καὶ ἄσχετον ἦν τὸ κακόν· ἐχήρευε γὰρ τοῦ στρα‐ τηγήσοντος, τῆς Κολχικῆς ἀνηγεμονεύτου ὑπούσης κηδεμόνος τε ὀρφανῆς καθεστώσης, ὡς οἷα περὶ τὴν ἕω τοῦ πολέμου

3

.

6

.

9

σφριγῶντος. τῶν Οὔννων τοιγαροῦν τῶν πρὸς τῷ βορρᾷ τῆς ἕω, οὓς Τούρκους ἔθος Πέρσαις ἀποκαλεῖν, καταπολεμη‐ θέντων λίαν ὡς ἔπος εἰπεῖν ἐγκρατῶς ὑπὸ Ὁρμίσδα, τοῦ βασιλέως τῶν Πάρθων, ἐπὶ τὴν Κολχίδα ὁ Βαρὰμ τὸν πόλεμον

3

.

6

.

10

μετεβίβαζεν. ἐς τοσοῦτον γὰρ οἱ τῆς Περσικῆς ἤρθησαν βασιλείας αὐχένες, ὡς φορολογεῖσθαι ὑπὸ τῶν Βαβυλωνίων τοὺς Οὔννους, τὸ πρὶν τεσσαράκοντα χιλιάδας χρυσῶν ἠρε‐ μίας προφάσει τοὺς Μήδους εἰσπραττόντων τῶν Οὔννων.

3

.

6

.

11

πολυχρύσου τοίνυν τῆς τῶν Τούρκων ἀρχῆς ὑπὸ τῶν Περσῶν γεγονυίας, ἐς μεγάλην τοῦτο δὴ τὸ ἔθνος ἐτέτραπτο πολυτέ‐ λειαν· κλίνας τε γὰρ ἐσφυρηλατοῦντο χρυσᾶς καὶ τραπέζας καὶ κύλικας καὶ θρόνους καὶ βήματα ἱππικούς τε κόσμους καὶ

3

.

6

.

12

πανοπλίας, καὶ ὅσα τῇ μέθῃ τοῦ πλούτου ἐπινενόηται. χρόνῳ δ’ ὕστερον παρασπονδησάντων τῶν Τούρκων καὶ ἀξιούντων
περαιτέρω τῶν εἰωθότων δίδοσθαι χρημάτων αὐτοῖς καὶ βαρυ‐ τάτην ἐπενθήκην γενέσθαι, τῶν τε Περσῶν τὸ τῆς ἐπιβολῆς121
5τῶν φόρων οὐ φερόντων φορτίον, χειροτονεῖται ὁ πόλεμος.

3

.

6

.

13

καὶ λαμπρᾶς τοῖς Πέρσαις γενομένης τῆς νίκης, ἀντικαταρρεῖ μετὰ τῆς τύχης τὰ πράγματα, καὶ ὑπὸ τῶν Περσῶν φορο‐ λογοῦνται οἱ Τοῦρκοι προσαφαιρεθέντες καὶ ἃ πρότερον

3

.

6

.

14

αὐτοῖς συνήθροιστο χρήματα. καὶ πάλιν κομᾷ τὰ Περσῶν, καὶ περίβλεπτα τῷ Ὁρμίσδᾳ καθεστήκει τὰ τρόπαια· λαφυραγω‐ γοῦνται γὰρ κλῖναι καὶ τράπεζαι καὶ θρόνοι χρυσοῖ κόσμος τε ἱππικὸς ἀμφορεῖς τε καὶ πάντα τὰ ἐς τυράννων συντε‐

3

.

6

.

15

ταγμένα τιμήν. ἐπεὶ δὲ κατὰ νοῦν αὐτῷ τὰ περὶ τοὺς Τούρκους ἐλήλακεν, ἀνατείνει κατὰ Σουανίας τὴν μάχαιραν,

3

.

6

.

16

τῆς Σκυθικῆς Πέρσαις ἀπομαρανθείσης ἐκτάξεως. περίδοξος τοίνυν ὁ Βαρὰμ κατὰ τὸν Τουρκικὸν γενόμενος πόλεμον τῇ Σουανίᾳ προσομιλεῖ, καὶ λείας κρατήσας περιφανοῦς καὶ ἐπὶ τὴν Βαβυλωνίαν ἐκπέμψας ἐς τὸν Ἀράξην στρατοπεδεύεται

3

.

6

.

17

ποταμόν, ὃν Ἔρας ἀποκαλοῦσιν οἱ βάρβαροι. ὁ δ’ αὐτο‐ κράτωρ τῶν συμβεβηκότων ἀκηκοὼς Ῥωμανὸν τοῦ πολέμου κηδεμόνα καθίστησιν. γενόμενος οὖν ἐν τῇ Κολχίδι ὁ στρα‐ τηγός, ἣν Λαζικὴν ἡ συνήθης μετωνόμασε γλῶττα, καὶ τῷ
5ἐκεῖσε ἱεραρχοῦντι κοινολογησάμενος, ἀπάρας ἐντεῦθεν στρα‐ τοπεδεύεται ἐπὶ τὴν Ἀλβανίαν αὐτήν.

3

.

7

.

1

ὁ δὲ Βαρὰμ πυθό‐ μενος τὴν Ῥωμαϊκὴν παρουσίαν ἐγεγήθει· ἤρα γὰρ Ῥωμαϊκῆς

3

.

7

.

2

παρατάξεως ἀεί πως αὐτῷ γελᾶν τὴν τύχην οἰόμενος. διά τοι τοῦτο διαπεραιωσάμενος τὸν γείτονα ποταμὸν ἐπὶ τὸ Κάνζακον τὴν ὑποχώρησιν ἐπεποίητο ἐφελκόμενος ὥσπερ

3

.

7

.

3

ἐπὶ τὰ ἐνδότερα τῆς Περσίδος Ῥωμαίους. τούτων γοῦν ὁ Ῥωμανὸς ὑπαισθανόμενος φιλυπόστροφος γίνεται τὸ συνοῖσον
τῇ προθυμίᾳ πραγματευόμενος. ὑποτονθορύζοντος δὲ τοῦ πλήθους καὶ διαγανακτοῦντος καὶ τῆς πρὸς τὸ πρόσω ἐφιεμένου122
5φορᾶς, λόγοις ἐχέφροσι κατηύναζεν ὁ στρατηγὸς τὰ τοῦ

3

.

7

.

4

στρατιωτικοῦ θράσους οἰδήματα. ἐπεπόμφει δὲ καὶ ὁπλίτας πεντήκοντα ἀνερευνᾶσθαι τὰ τῶν πολεμίων κινήματα. οὗτοι ἐντυγχάνουσι δύο κατασκόποις τοῦ Περσικοῦ Ῥωμαϊκὴν περιβαλομένοις ἐσθῆτα. οἱ δὲ τοὺς ἑλόντας ἀποβουκολίζουσι
5ἀποσκευάζονταί τε τὸν κίνδυνον εἶναι Ῥωμαῖοι βεβαιωσάμενοι.

3

.

7

.

5

καὶ πίστιν τοῦ λόγου προυτίθεσαν διὰ ξένης τινὸς ἀτραποῦ νυκτὸς παραδεικνύειν ἀφύλακτον στιβαδευόμενον τὸ πολέμιον.

3

.

7

.

6

οἱ μὲν οὖν τὸν ὄλεθρον ἀσμενίσαντες καὶ παρακρουσθέντες ὑπὸ τῆς ὑποσχέσεως ἥλωσαν ὑπὸ τοῦ Περσικοῦ, ζωγρηθέντες τε καὶ μετὰ στρεβλώσεων τὰς ἀποκρίσεις πρὸς τὰς πεύσεις ποιούμενοι κατάδηλα πάντα τῷ Βαρὰμ ἐποιήσαντο, ὅπως ὁ
5Ῥωμανὸς τῆς Περσικῆς ἐπιβαίνειν οὐ τεθάρρηκε γῆς, τό τε

3

.

7

.

7

ὀλιγοστὸν τῆς περὶ αὐτὸν μαχίμου δυνάμεως. τούτων γοῦν ἑαλωκότων, τρεῖς τὸν ἀριθμὸν περισωθέντες ἀναγγέλλουσι τῷ Ῥωμανῷ τὸ δυστύχημα. ὁ μὲν οὖν Βαρὰμ τὸν ποταμὸν διενήξατο καὶ αὖθις τὴν Ῥωμαίων κεραΐζεται γῆν, ὁ δὲ τοῦ

3

.

7

.

8

Ῥωμαϊκοῦ προεστὼς εἰς τοὐπίσω παλιννοστεῖ. τοῦτο διεγνω‐ κότες οἱ βάρβαροι ἐπετίθεντο τοῖς Ῥωμαίων συντάγμασιν. ὁ δὲ στρατηγὸς τῆς Κολχίδος στρατιὰν ἀθροίσας ἐσύκαζεν ὅπως ἔχει γνώμης τὰ τῶν Ῥωμαίων συντάγματα, καὶ εἰ ἀρρενικὰς

3

.

7

.

9

ἔχουσι τὰς ψυχὰς πρὸς παράταξιν. τῆς Ῥωμαϊκῆς τοίνυν
πληθύος παροτρυνομένης πρὸς πόλεμον, ὁ Ῥωμαίων στρα‐ τηγὸς τοὺς ἀλκιμωτάτους ἀπὸ τῶν ἀδρανεστέρων διέκρινεν, καὶ τὸ μὲν μάχιμον ὡς ἑαυτὸν ἀνελάμβανεν, τὸ δὲ ἀπόλεκτον123

3

.

7

.

10

περιφρουρεῖν τὸν χάρακα διεκόσμησεν. εἰς δέκα τοίνυν χιλιάδας τῆς μαχίμου ὁρώσης 〈δυνάμεωσ〉, δύο προθέειν τοῦ ὁπλιτικοῦ ὁ στρατηγὸς διετάξατο· αἳ τῇ προτρεχούσῃ τῆς Περσικῆς στρατιᾶς συναντήσασαι φάλαγγι γενναίως πᾶσαν
5διώλεσαν, κρημνοῦ συγκυρήσαντος καὶ τετυχότος τοῖς βαρ‐

3

.

7

.

11

βάροις τὰ τῆς διαφυγῆς ἀνεπίτευκτα. τῆς δὲ καταδιώξεως ἐμφανοῦς γενομένης καὶ μέχρι τοῦ βαρβαρικοῦ χάρακος λαβούσης τὴν πρόοδον, ὡς καὶ τὸν Βαρὰμ καταπλαγῆναι ἐπὶ τῇ συντάξει τοῦ δράματος, ἐπανῆκεν ἡ προτρέχουσα

3

.

7

.

12

δύναμις τῆς Ῥωμαίων πληθύος. καὶ τούτων καταφανῶν τῷ Ῥωμαίων στρατηγῷ γενομένων, καὶ τῆς Ῥωμαϊκῆς ἐκτάξεως ὀργώσης συμπλακῆναι τοῖς Μήδοις, ὁ Ῥωμανὸς τὴν ἀπόμαχον ἠρεμίαν ἠσπάζετο δέει τῆς ἀπειροπλασίου τῶν βαρβάρων.
5ἀθροίσεως. ἐπεὶ δ’ οὐχ οἷός τε ἦν χαλιναγωγεῖν τὸ ὑπήκοον τοῖς ἔναγχος ἀνδραγαθήμασι ζωπυρούμενον, πρὸς παράταξιν τὰς δυνάμεις καθώπλιζεν. συνήντα δὲ καὶ τὸ βάρβαρον.

3

.

7

.

13

στρατοπεδεύονται γοῦν ἑκάτεραι δυνάμεις ἐν πεδίῳ τῆς Ἀλβανίας, ἃς διεῖργε τῆς παρατάξεως ἀπορρώξ τις ἀγχιβαθὴς ἐκ τοῦ Ἀράξου ποταμοῦ προερχόμενος. τὰ μὲν οὖν πλήθη ἐπὶ ταῖς ὄχθαις ἐναυλιζόμενα τοῦ μεσιτεύοντος ὕδατος ἐδίδοσάν

3

.

7

.

14

τε καὶ ἀντελάμβανον λόγους. τρίτη δ’ ἡμέρα, καὶ ἄγγελος ἀπὸ τοῦ Περσικοῦ πρὸς τὸν Ῥωμανὸν παραγίνεται τὸν πόλεμον ἐξαιτούμενος, χώραν τε τῇ διαβάσει ἢ Ῥωμαίους Πέρσαις παρέχεσθαι ἢ τὸ βάρβαρον τοῖς τῶν Ῥωμαίων

3

.

7

.

15

στρατεύμασιν. καὶ οὖν ὁ τοῦ Ῥωμαϊκοῦ τὴν ἐπιστασίαν περιβαλόμενος πανστρατιᾷ συναθροισάμενος ξύλλογον ὑπὸ τῆς πληθύος ἠξίου διδάσκεσθαι τὸ συνοῖσον αὐτοῖς πρὸς
τὸν πόλεμον. τῶν δὲ συγχωρεῖν διανήξασθαι εἰσηγησαμένων124
5τῷ στρατηγῷ τὸ πολέμιον, τῇ ὑστεραίᾳ ὁ λόγος πρὸς πρᾶξιν

3

.

7

.

16

ἐχώρησεν. οὐ μετὰ πολὺ δὲ πρὸς ἔκταξιν ἑκατέρα παρε‐ σκεύαστο δύναμις. τοῦ δὲ Βαρὰμ ἀποπειραθέντος κλέψαι τὸν πόλεμον, ἀντεστράτευεν ὁ Ῥωμανὸς τοῖς σοφίσμασι τὴν

3

.

7

.

17

ἀγχίνοιαν. ἡμέρα δὲ πέμπτη, καὶ Ῥωμαῖοι καὶ Μῆδοι πρὸς παράταξιν καθωπλίζοντο καὶ τρισσοῖς συντάγμασι διεκόσμουν τὸν πόλεμον. τὸ μὲν οὖν μεσαίτατον κέρας τῆς βαρβάρου δυνάμεως ἐταπεινοῦτο ὑπὸ τῆς ἀντιθέτου παρασκευῆς. δεδιὼς
5τοιγαροῦν ὁ Βαρὰμ τὴν ἐπιφορὰν τῆς ὁλκῆς τῶν Ῥωμαίων

3

.

7

.

18

ἐκ τοῦ εὐωνύμου κέρατος περιεβάλλετο δύναμιν. ἐντεῦθεν ἀσθενεστέρου τοῦ λαιοῦ γεγονότος συντάγματος ἐκ τῆς ἀντι‐ στρατηγούσης δυνάμεως, καὶ φόνου πολλοῦ τοῖς Πέρσαις περικυμαίνοντος, καὶ ἐς μέγα κακοῦ τῶν πραγμάτων τῷ
5Βαρὰμ κεχωρηκότων, πανστρατιᾷ τε τῆς φυγῆς γενομένης τοῖς Πάρθοις, τῆς τε διώξεως μεγάλης καὶ ἐπισημοτάτης ὑπὸ τοῦ Ῥωμαϊκοῦ προελθούσης, συναπέσβη μετὰ τοῦ τύφου

3

.

7

.

19

τῷ Βαρὰμ καὶ ἡ τύχη. τοῖς μὲν οὖν τὰ τῆς ἀποδράσεως ἐκρατύνετο, τοῖς δὲ τὰ τοῦ θάρσους ὡς ἔπος εἰπεῖν ἐμηκύνετο. οἱ δὲ τῶν Περσῶν τεθνεῶτες λωποδυτούμενοι καὶ ταφῆς ἀμοιροῦντες τοῖς ἐντυγχάνουσι θηρίοις ἑστίασις ἦν αὐτο‐
5σχέδιος.

3

.

8

.

1

Ταῦτα διαγνοὺς ὁ Ὁρμίσδας καὶ τὸ τῶν ἀτυχημάτων οὐ φέρων κομψὸν αἰσχίσταις ὕβρεσι τὸν Βαρὰμ ἐξουθένησεν, γυναικείας ἐσθῆτας ἔπαθλα τῆς ἀδοξίας κληροδοτήσας αὐτῷ· ναὶ μὴν καὶ τῆς στρατηγίας ἀπεχειροτόνησε τοῦτο γράμμασι

3

.

8

.

2

βασιλικοῖς ψηφισάμενος. ἄρχεται δ’ ἐντεῦθεν Μήδοις καὶ
Μήδοις ὁ πόλεμος. ἀντευτελίζεται γὰρ ὑπὸ τοῦ στρατηγοῦ καὶ Ὁρμίσδας, ὃν βασιλέα Περσῶν ἐγνώκει τὰ πράγματα.125

3

.

8

.

3

τὰ δὲ τῆς ὕβρεως ἀντετυποῦτο τοῖς γράμμασιν, καὶ οὐ παῖς ἀλλὰ θυγάτηρ Χοσρόου ἐκεῖνος Ὁρμίσδας αὐτὸς ἐπὶ ταῖς

3

.

8

.

4

ἀντιγραφαῖς προπηλακιζόμενος ἐνεγέγραπτο. πρό τινος δὲ τούτων βραχέος καιροῦ οἱ γειτνιῶντες πρὸς τῇ Περσίδι Ἀρμένιοι ὑποπεισθέντες ὑπό τινων Ῥωμαίων ἀνδρῶν ἀπο‐ στασίου ξυνωμοσίαν διέθεντο, καὶ πρὸς τὸ Μηδικὸν αὐτο‐
5μολεῖν ἐνεχείρησαν δολοφονήσαντες τὸν ὑπὸ τοῦ αὐτοκράτορος ἡγεμόνα τῆς Ἀρμενίας γενόμενον, Ἰωάννης ὄνομα αὐτῷ.

3

.

8

.

5

καὶ ἐν σάλῳ τῶν πραγμάτων τῆς Ἀρμενίας ἀποκλινάντων, ὁ αὐτοκράτωρ Μαυρίκιος Δομεντζίολον, ἄνδρα περιφανῆ φιλιώτατόν τε καὶ ἐς συγκλήτου βουλὴν ἐν τοῖς κορυφαιοτέροις

3

.

8

.

6

προλάμποντα, εἰς τὴν Ἀρμενίαν ἐκπέμπει. ὁ μὲν οὖν ἐγκοπὴν τῇ ἐπιβολῇ τῆς ἀποστασίας παρέχεται, τὸν δὲ τῆς τυραννίδος πατέρα (Συμβάτιος ὄνομα αὐτῷ) δέσμιον βασιλεῖ παρεστήσατο. τοῦ δὲ βασιλέως τεμένει διαιτητῶν τὴν βάσανον
5τῆς κατηγορίας εὐσεβέστερον ἐξαρτήσαντος, ἵνα μὴ τῷ ἀνεξετάστῳ τῶν ἐγκλημάτων ἀδίκῳ παρρησίᾳ τὰ τῆς ποινῆς πολιτεύσηται, καθομολογεῖται παρὰ τῶν αἰτίων τὰ πλημ‐

3

.

8

.

7

μελήματα. καὶ δῆτα τῶν δεδικακότων προσενεγκαμένων ἀπόφασιν τιμωρίᾳ τε θηριοβλήτῳ φησάντων τοὺς τὰ τοιαῦτα δράσαντας ἐκποδὼν τῶν ἀνθρωπίνων γενέσθαι πραγμάτων, τοῦ τε θεάτρου πλησθέντος, καὶ μελλόντων εἶναι θηρίων
5βορὰ τῶν πεπραχότων τὰ πλημμελήματα, ταῖς εὐφημίαις

3

.

8

.

8

τῶν δήμων τὸ τοῦ βασιλέως προῆλθε φιλάνθρωπον. καὶ ὁ μὲν τῶν θηρίων διεκρίνετο καὶ τὴν παράδοξον σωτηρίαν καρπίζεται, οἱ δὲ θεαταὶ μεγαλαυχοῦσι τῶν ἀδοκήτων τοῦ
βασιλέως οἰκτειρμῶν τὸ φιλάνθρωπον.126

3

.

8

.

9

Τοῦ πάντα δὲ χρόνου καινίζοντός τε καὶ παραχαράτ‐ τοντος καὶ διαμορφοῦντος καὶ ἄλλοτε ἄλλως πλάττοντος καὶ μετατρέποντος τῇ περιστροφῇ τῆς ἀεικινήτου δινήσεως, καὶ τῷ ἄξονι τῆς περιφορᾶς τῶν πραγμάτων τυραννοῦντος τὸ
5πάγιον, καὶ ἀεὶ πρὸς τὸ βέβαιον δυσαρεστοῦντός τε καὶ νοσηλευομένου, καὶ ὅποι στῆναι τῆς πλάνης οὐκ ἔχοντος, καὶ τῇ τῆς παλιρροίας ἀνωμάλῳ κινήσει τὸ ἀνίδρυτον κεκτημένου, συμβαίνει τὸ τηνικαῦτα καιροῦ τῇ τῶν Περσῶν βασιλείᾳ παράλογά πως παθήματα ἔκθεσίν τε ἀφηγημάτων κεκτημένα

3

.

8

.

10

οὐκ ἄκομψον. τοῦ γὰρ Βαρὰμ μὴ διαλυσαμένου πρὸς τὸν Ὁρμίσδαν τὴν ἄρτι που ἐξαπιναίως ἔχθραν πηγάσασαν, ἐγκελεύεται ὁ τῆς Μηδικῆς μοναρχῶν, ὃν Ὁρμίσδαν ἡ ἱστορία διέγραψεν, ἄρχοντί τινι τοῦ Μηδικοῦ πρὸς τὸν Βαρὰμ παρα‐
5γενέσθαι, καὶ τῆς μὲν ἀρχῆς θᾶττον αὐτὸν παραλύσασθαι, χειροπέδαις δὲ τοῦτον ἐνεῖραι καὶ ἠτιμωμένως τοῖς ἀνα‐

3

.

8

.

11

κτόροις θᾶττον αὐτὸν παραστήσασθαι. ὁ μὲν οὖν Σαράμης (τοῦτο γὰρ ὄνομα τῷ ὑπὸ τοῦ βασιλέως ἀπεσταλμένῳ) χειρω‐ θεὶς ὑπὸ τοῦ Βαρὰμ καί τινι τῶν μεγίστων ἐλεφάντων παραδοθεὶς παρανάλωμα κατεστρέψατο τὸν βίον πικροτάτῳ

3

.

8

.

12

θανάτῳ· Ὁρμίσδου δὲ καταπολεμηθέντος ὑπὸ Βαρὰμ τῆς τε βασιλείας καθαιρεθέντος, Χοσρόου τε τοῦ νεωτέρου τοῦ τοῦ Ὁρμίσδα παιδὸς καταστασιασθέντος κατὰ τὸν καιρὸν τῆς ἀναρρήσεως κἀντεῦθεν προσκεχωρηκότος Ῥωμαίοις, ὁ
5γέρων ἐκεῖνος καὶ Περσικὸς διαλύεται πόλεμος εἰς δύο δεκάδας διατείνας ἐνιαυτῶν.

3

.

9

.

1

Ἀλλὰ πρὶν τά τε τῷ Βαρὰμ διαπραχθέντα τά τε συμβεβηκότα κατὰ τὴν Χοσρόου τοῦ νεωτέρου προσχώρησιν διεξοδικώτερον ἐπεξέλθωμεν, ἐπαναζεύξωμεν τὴν ἀφήγησιν ἐπὶ τὴν Ἰουστίνου τοῦ νεωτέρου βασιλείαν, τὸν λόγον που127

3

.

9

.

2

πρὸς τοὐπίσω μικρὸν ἀνακλίναντες· τὰς αἰτίας γὰρ ἐντεῦθεν λέξομεν τῆς Περσικῆς ταύτης καὶ πρεσβύτιδος μάχης. οὕτω γὰρ τῷ ἀπαραλείπτῳ τῶν ἀφηγημάτων οἱ τῆς ἱστορίας ὡραϊσθήσονται πίνακες.

3

.

9

.

3

Ἰουστινιανοῦ τοῦ αὐτοκράτορος πρὸς τὴν ἀκήρατον λῆξιν μεταχωρήσαντος, ἐννέα καὶ τριάκοντα ἔτεσι τὰ Ῥωμαίων διιθύναντος σκῆπτρα, γίνεται τῆς τῶν πραγμάτων ἡγεμονίας διάδοχος Ἰουστῖνος ὁ νέος· ἀδελφιδοῦς δ’ οὗτος ἐτύγχανεν

3

.

9

.

4

ὢν Ἰουστινιανοῦ τοῦ αὐτοκράτορος. ἑβδόμῳ τοιγαροῦν ἐνιαυτῷ τῆς βασιλείας Ἰουστίνου τοῦ νέου παρασπονδησάντων Ῥωμαίων τῇ τοῦ βασιλέως κουφότητι, τὰ τῆς εἰρηναίας εὐδαι‐ μονίας διασπᾶταί τε καὶ περιρρήγνυται, ἐπεισάγεται δὲ Ῥω‐
5μαίοις καὶ Μήδοις ὁ πόλεμος, ἡ δεξαμενὴ τῶν κακῶν, τὸ πάντων τῶν δυστυχημάτων ὡς ἔστιν εἰπεῖν καταγώγιον, τὸ ἀρχέτυπον τοῦ βίου λυτήριον, ὃ σηπεδόνα τῶν ἀνθρωπίνων πραγμάτων ἀποκαλῶν τις οὐκ ἂν ἁμάρτοι τοῦ πρέποντος.

3

.

9

.

5

αἳ δὲ συνθῆκαι πεντηκοντούτιδες Ῥωμαίοις καὶ Πέρσαις διωμολόγηντο, αὗται τῇ μεγάλῃ τοῦ βασιλέως ἀνοίᾳ διαφθεί‐ ρονταί τε καὶ παρατέμνονται. κἀντεῦθεν ἡ ἀρχέκακος πρόοδος

3

.

9

.

6

τῶν Ῥωμαϊκῶν ἀτυχημάτων ἐγίνετο. καταιτιῶνται δὲ Ῥωμαῖοι τοὺς Πάρθους καὶ τοῦ πολέμου δημιουργοὺς ἀνεκήρυττον, φάσκοντες τοὺς Ὁμηρίτας (Ἰνδικὸν δὲ τὸ γένος καὶ Ῥωμαίοις ὑπήκοον) πρὸς ἀπόστασιν ὑπ’ αὐτῶν ὑποπείθεσθαι, εἶτα μὴ
5νενικημένους ἐκείνους ταῖς εἰσηγήσεσι πάσχειν ὑπὸ Περσῶν δι’ ἐφόδων ἀνήκεστα, τῆς εἰρήνης διακεχυμένης Πέρσαις

3

.

9

.

7

τε καὶ τῷ Ῥωμαϊκῷ πολιτεύματι. προσέτι γε χαλεπαίνοντες
ἔφασκον ὅτι γε πρὸς Ῥωμαίους Τούρκων πρεσβευσαμένων τότε νῦν πρῶτον ὑποφθείρειν τοὺς Ἀλανοὺς χρήμασιν ἐπειρά‐ θησαν Πέρσαι, ἐφ’ ᾧ δι’ αὐτῶν ἰόντας ἀναιρεθῆναι τοὺς128

3

.

9

.

8

πρέσβεις καὶ κωλύμην ἀποκληρώσασθαι τὴν διάβασιν, φιλαιτίως Ῥωμαῖοι τὸ πολεμεῖν ἀσμενίζοντες καὶ μικραῖς καὶ ἐξιτήλοις τισὶν ἀφορμαῖς μεγάλας προόδους κακῶν σφίσιν αὐτοῖς σοφιστεύοντες· οὐ γὰρ ὄνησιν αὐτοῖς τὸ φιλοπόλεμον

3

.

9

.

9

προσεπόρισεν. Μῆδοι δὲ πατέρας τοῦ πολέμου Ῥωμαίους κηρύττοντες αἰτίας ταύτας προυτίθεσαν, τὸ ὑποδέχεσθαι τοὺς Ἀρμενίους Ῥωμαίους, ἐν ὑπηκόων μοίρᾳ Πέρσαις τυγχάνοντας καὶ ἐς τυραννίδα ἐληλακότας ἀνελόντας τε
5Σουρήνην κλιματάρχην ὑπὸ τοῦ Περσῶν βασιλέως τῆς

3

.

9

.

10

Ἀρμενίων πολιτείας γενόμενον· πρὸς ἐπὶ τούτοις τὸ μὴ ἐθέλειν Ῥωμαίους ἀν’ ἔτος ἕκαστον πεντακοσίας λίτρας χρυσίου κατὰ τὸ εἰωθὸς κατατίθεσθαι, ἃς Ἰουστινιανὸς ὁ βασιλεὺς ταῖς συνθήκαις διωμολόγησεν, οἷά περ ἀπαξιοῦντας

3

.

9

.

11

φορολογεῖσθαι ὑπὸ τοῦ Περσῶν βασιλέως. ὃ δ’ ἦν οὐ τοῦτο, ἀλλ’ ἐπὶ φρουρᾷ τῶν ὀχυρωμάτων ἐδίδοντο τῶν εἰς κοινὴν σύστασιν φρουρουμένων, ὅπως μὴ σχοίη τὴν εἰσροὴν τῶν ἀπείρων ἐθνῶν καὶ ὁμόρων ἡ ἀκατάσχετος δύναμις, καὶ
5βασιλείας ἑκατέρας ἐπιγένηται λύσις.

3

.

10

.

1

Διαχεθείσης οὖν τῆς εἰρήνης, καὶ τῶν σπονδῶν ἀνατετραμμένων Ῥωμαίοις τε καὶ Πέρσαις, Ἰουστῖνος, ὁ τοῦ Ῥωμαϊκοῦ βασιλεύς, εἰς τὴν ἕω ἐκπέμπει Μαρκιανὸν στρα‐ τηγόν, ἐν τῷ καταλόγῳ τῶν πατρικίων ὄντα, περίβλεπτον

3

.

10

.

2

ἄνδρα, οὐκ ἄπο τοῦ γένους τοῦ βασιλείου τυγχάνοντα. ὁ τοίνυν Μαρκιανὸς τὸν Εὐφράτην διαπεραιωθεὶς καὶ κατὰ τὴν Ὀσροηνὴν γεγονώς, ἤδη τοῦ θέρους παρηβηκότος καὶ παρακμάσαντος, καὶ τῶν βαρβάρων οὐδὲν διανοουμένων πρὸς
5πόλεμον, τρισχιλίους ἐκ τοῦ ὁπλιτικοῦ συμφραξάμενος κατὰ129

3

.

10

.

3

τὴν Ἀρζανηνὴν οὕτω καλουμένην χώραν ἐξέπεμπεν. εἰσβα‐ λοῦσα τοίνυν ἡ δύναμις, καὶ ἀδοκήτου τῆς ἐπιστασίας γενο‐ μένης τοῖς Μήδοις, πάσχει τέως τὰ τῆς Περσίδος δεινά· προνομεύεται γὰρ καὶ ληΐζεται καὶ λαφυραγωγεῖται οὐκ ἀνα‐

3

.

10

.

4

ξιόλογον λείαν. τοῦ δ’ ἐπιόντος ἐνιαυτοῦ τῆς βασιλείας Ἰουστίνου τοῦ αὐτοκράτορος, Μαρκιανοῦ τὰς δυνάμεις ἀγεί‐ ραντος καὶ ἐκ τοῦ Δαρὰς ποιησαμένου τὴν πρόοδον, καὶ τῶν βαρβάρων στρατοπεδευσαμένων περὶ τὴν Νίσιβιν, γίνεται
5συμπλοκὴ Ῥωμαίων τε καὶ Περσῶν πλησίον τοῦ Σαργαθών, οὕτω λεγομένου χωρίου Περσῶν, καὶ πταίουσι Μῆδοι, καὶ

3

.

10

.

5

κρατοῦσι τῆς μάχης Ῥωμαῖοι. διὰ τοῦτο περικαθήμενοι τὸ Θεβοθὼν ἐνεχείρουν ἑλεῖν· Περσικὸν δὲ τουτὶ τὸ φρούριον. ἡμέρας τοίνυν τὸ φρούριον πεπολεμηκότες πολλάς, καὶ οὐ κατὰ σκοπὸν συμβεβηκότων τῶν πραγμάτων αὐτοῖς, ἐπὶ τὸ
5Δαρὰς ἐπανέζευξαν πόλισμα. εἶτα εἰσβάλλουσιν εἰς τὴν πολεμίαν αὖθις καὶ τὴν Νίσιβιν τῆς Μυγδονίας διεγνώκασι παραστήσασθαι· τοῦτο γὰρ αὐτοῖς ὑπὸ τοῦ αὐτοκράτορος

3

.

10

.

6

προσετάττετο. ὁ δὲ τῶν Περσῶν βασιλεὺς Χοσρόης ὁ πρε‐ σβύτερος ἄρας ἐκ Βαβυλῶνος ἅμα Μηδικῷ στρατοπέδῳ, Τίγριν διανηξάμενος εἰσβαλών τε περὶ τὴν ἔρημον καὶ δι’ ἐκείνης στρατοπεδευσάμενος, ἵνα μὴ Ῥωμαίοις κατάδηλος
5ἐπιστρατευσάμενος γένηται, ἧκε πλησίον Ἀββάρων, χωρίου τινὸς Περσικοῦ· ἀπῴκιστο δὲ τοῦτο Κιρκηνσίου, τοῦ Ῥω‐

3

.

10

.

7

μαίων πολίσματος, πέντε ὁδὸν ἡμερῶν. καὶ τὸν μὲν Ἀδορ‐ μαάνην οὕτω καλούμενον στρατηγὸν τὸν Εὐφράτην διαπε‐
ραιωσάμενον ποταμὸν ἐκπέμπει τὴν Ῥωμαίων ληϊσόμενον, ἓξ δ’ αὐτῷ χιλιάδας ὁπλιτικοῦ συνεξέπεμπεν· αὐτὸς δ’ ὁ τῶν130
5Περσῶν βασιλεὺς παραμείβων τὸν Ἀββόραν ποταμὸν ἐξα‐ πιναίως ἐπιστῆναι τοῖς τὴν Νίσιβιν πολιορκοῦσι Ῥωμαίοις ἐπαλαμήσατο. ὁ μὲν οὖν Ἀδορμαάνης πλησίον τοῦ Κιρκην‐

3

.

10

.

8

σίου γενόμενος καὶ τὸν Εὐφράτην διαβὰς ποταμὸν τὴν Ῥω‐ μαίων γῆν προενομεύσατο· οὐδενὸς δὲ τῇ Περσικῇ ἐνδημίᾳ ἀντιπεριισταμένου σοφίσματος, ὅπως ἐγκοπὴν προκοπῆς τὰ τῶν βαρβάρων σχοίη κινήματα, ὁ Ἀδορμαάνης ἀφικνεῖται
5εἰς τὰ περὶ τὴν Ἀντιόχειαν πόνων ἐκτός, τά τε τῶν οἰκο‐ δομημάτων πρὸς τῆς πόλεως κάλλη διαφθείρας, ὡς ὁ καιρὸς

3

.

10

.

9

ἐχαρίζετο, ἐπὶ τὴν Κοίλην ἀφικνεῖται Συρίαν. πλησίον δ’ Ἀπαμείας περιβαλόμενος χάρακα, καὶ τῶν τῆς πόλεως πρε‐ σβευσαμένων μετὰ δώρων λαμπρῶν λύτρα τε διωμολογηκό‐ των, ὁ μὲν βάρβαρος τῆς ὑποσχέσεως μόνης ἐπεκάμπτετο
5μέχρι, οἱ δὲ φενακίζονται ἐξαπατηθέντες δόλοις βαρβαρικοῖς. τρίτη δ’ ἡμέρα, καὶ τὴν πόλιν ἀνδραποδίζεται, ἐς ὕστερον δὲ καὶ τῷ πυρὶ παραδοὺς εἰς τὴν ἑαυτοῦ ἐπανῆκεν.

3

.

11

.

1

Ἐπεὶ δὲ Ῥωμαίοις ἀπαίσια τοῦ πολέμου ἐγεγόνει προαύλια, διηπορεῖτο ὁ τοῦ Ῥωμαϊκοῦ μοναρχῶν διεταράττετό τε ἐπὶ τοῖς βαρβαρικοῖς ἐπιτεύγμασιν· ἀσχάλλων τε ἐπὶ τοῖς ἐξ ἀβουλίας περιστοιχίσασιν αὐτὸν ἀτυχήμασιν Ἀκάκιον τὸν
5Ἀρχελάου ἐς τὴν Νίσιβιν ἔστελλεν ἀποχειροτονήσας τῆς

3

.

11

.

2

στρατηγίας Μαρκιανόν. ὁ μὲν οὖν Μαρκιανὸς χώραν τῷ βασιλικῷ παρεχόμενος δόγματι ἀπολιμπάνει τὴν Νίσιβιν·
τοῦ δὲ Ῥωμαϊκοῦ ἐπὶ τὸ Μάρδες γεγονότος, ὁ τοῦ Περσικοῦ βασιλεὺς λαίλαπος δίκην ἐς τὸ Δαρὰς γεγονὼς καὶ μῆνας131
5ἓξ καταπολεμήσας τὸ πόλισμα, λόφους τε καὶ χάρακας τῇ πόλει περιγραψάμενος, τό τε ὕδωρ μετοχετεύσας τοῦ ἄστεος, πύργους τε ἀντιθέτους ἀντοικοδομήσας καὶ τὰς ἑλεπόλεις παραστησάμενος χειροῦται τὴν πόλιν καὶ λίαν κομιδῇ ἐχυρὰν

3

.

11

.

3

καθεστῶσαν. τούτων ὁ αὐτοκράτωρ ἀκηκοὼς Ἰουστῖνος, κατα‐ πλαγεὶς ἐπὶ τῇ ῥύμῃ τῆς συμφορᾶς, οὐ μετὰ πολὺ δὲ καὶ νόσῳ παραφορᾶς βεβλημένος καὶ τὴν ἐς ὕστερον τῶν κακῶν δεδιὼς ἐπικύησιν, ἀνακωχὴν μὲν τοῦ ἐνεστῶτος ἔτους ἐποιεῖτο

3

.

11

.

4

πρὸς Πέρσας, τῆς νόσου δ’ αὐτῷ ἐπιτιθεμένης λίαν ὡς ἔπος εἰπεῖν γεννικῶς, Τιβέριον υἱοθεσίᾳ κοσμήσας καὶ τῆς βασιλείας κοινωνὸν ποιησάμενος ἀνηγόρευσε Καίσαρα· ἡγε‐ μὼν δ’ οὗτος ἐτύγχανεν ὢν τῶν τοῦ βασιλέως σωματοφυλά‐
5κων καὶ ὑπασπιστῶν, ὃν κόμητα ἐξκουβιτώρων τῇ συνήθει

3

.

11

.

5

φωνῇ ἔθος Ῥωμαίοις καλεῖν. παραθήσομαι δὲ καὶ τὰς ὑπο‐ θήκας τοῦ αὐτοκράτορος, ἃς Τιβερίῳ τῷ Καίσαρι κατὰ τὸν καιρὸν τῆς ἀναρρήσεως δημηγορῶν παραδέδωκεν, οὐ καλλύ‐ νων τὸ τῆς λέξεως ἀκαλλὲς οὐδέ τι μεταμορφῶν τὸ μὴ κε‐

3

.

11

.

6

καλλιεπημένον τῆς φράσεως, ἀλλά που γυμνὴν τὴν τῶν ῥημάτων ἔκθεσιν ὑποστορέσω τοῖς ἀφηγήμασιν, ἵνα τῷ ἀναμφιάστῳ καὶ ἀπαραχαράκτῳ τῆς λέξεως, ὡς ἔχει φύσεως,

3

.

11

.

7

τὸ τῶν παρηκολουθηκότων προέλθοι ἀνόθευτον. τῆς τοίνυν συγκλήτου βουλῆς ἐς ταὐτὸν γενομένης, τοῦ τε ἱερατικοῦ καταλόγου συναθροισθέντος ἅμα τῷ ἐπιστατοῦντι καὶ τὰ τῆς ἐκκλησίας πηδάλια διιθύνοντι, ὁ αὐτοκράτωρ ὥσπερ ἑστὼς ἐπὶ

3

.

11

.

8

βήματος Τιβερίῳ τάδε παρέθετο. “ἴδε, ὁ θεὸς ὁ ἀγαθύνων
σε. τοῦτο τὸ σχῆμα ὁ θεός σοι δίδωσιν, οὐκ ἐγώ. τίμησον αὐτό, ἵνα καὶ τιμηθῇς ὑπ’ αὐτοῦ. τίμα τὴν μητέρα σου τήν ποτε γενομένην σου δέσποιναν· οἶδας ὅτι πρῶτον δοῦλος132

3

.

11

.

9

αὐτῆς ἦς, νῦν δὲ υἱός. μὴ ἐπιχαρῇς αἵμασιν, μὴ κοινωνή‐ σῃς φόνων, μὴ κακὸν ἀντὶ κακοῦ ἀποδῷς, μὴ εἰς ἔχθραν ὁμοιωθῇς ἐμοί. ἐγὼ γὰρ ὡς ἄνθρωπος εἰσωδιάσθην (καὶ γὰρ πταιστὸς ἐγενόμην) καὶ ἀπέλαβον κατὰ τὰς ἁμαρτίας
5μου. ἀλλὰ δικάσομαι τοῖς ποιήσασί μοι τοῦτο ἐπὶ τοῦ βή‐

3

.

11

.

10

ματος τοῦ Χριστοῦ. μὴ ἐξεπάρῃ σε τοῦτο τὸ σχῆμα ὡς ἐμέ. οὕτω πρόσσχες πᾶσιν ὡς ἑαυτῷ. γνῶθι τί ἦς καὶ τί εἶ νῦν. μὴ ὑπερηφανήσῃς, καὶ οὐχ ἁμαρτάνεις. οἶδας τί ἤμην καὶ τί ἐγενόμην καὶ τί εἰμί. ὅλοι οὗτοι τέκνα σού εἰσι καὶ δοῦλοι.
5οἶδας ὅτι τῶν σπλάγχνων μου προετίμησά σε. τούτους βλέπεις,

3

.

11

.

11

ὅλους τοὺς τῆς πολιτείας βλέπεις. πρόσεχε τῷ στρατιώτῃ σου. μὴ συκοφάντας προσδέξῃ. μὴ εἴπωσί σοί τινες ὅτι ὁ πρὸ σοῦ οὕτω διεγένετο· ταῦτα γὰρ λέγω ἀφ’ οὗ ἔπαθον. οἱ ἔχοντες οὐσίας ἀπολαυέτωσαν αὐτῶν· τοῖς δὲ μὴ ἔχουσι

3

.

11

.

12

δώρησαι.” καὶ μετὰ τὸ γενέσθαι τὴν εὐχὴν παρὰ τοῦ πατριάρχου, καὶ λεχθῆναι παρὰ πάντων τὸ ἀμήν, καὶ πεσεῖν τὸν Καίσαρα εἰς τοὺς πόδας τοῦ βασιλέως, λέγει αὐτῷ ὁ

3

.

11

.

13

βασιλεύς· “ἐὰν θέλῃς, εἰμί· ἐὰν μὴ θέλῃς, οὐκ εἰμί. ὁ θεὸς ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν πάντα, ὅσα ἐπελαθόμην εἰπεῖν σοι, αὐτὸς ἐμβάλῃ εἰς τὴν καρδίαν σου.” ταῦτα ἐλέχθησαν μηνὶ Δεκεμβρίῳ ἑβδόμῃ, ἡμέρᾳ ἕκτῃ, ἰνδικτιῶνος
5ἐνάτης.

3

.

12

.

1

ἐπεὶ δὲ τὰ τῆς διαλαλιᾶς ἀπεπερατοῦτο τῷ αὐτοκράτορι, ὁ μὲν κρότος παρὰ τῶν ὑπηκόων ἐπήγαζεν, καὶ
τὰ τῆς εὐφημίας ὥσπερ ἐπομβρίας τινὸς λαβροτέραν χύσιν ἐλάμβανεν. τῷ ὄντι γὰρ οὐκ ἀναξιόλογος ἡ χειροτονία τῷ133

3

.

12

.

2

Καίσαρι ἐξηρτύετο. ὁ μὲν οὖν Καῖσαρ αὐτοκρατορικῆς νόμον πληρῶν ἀναγορεύσεως ἐνεχάραττε γράμματα καὶ ταῦτα τῷ

3

.

12

.

3

Περσῶν βασιλεῖ παρεπέμπετο. ἦρος δ’ ἀρχομένου πρέσβεις ἀπέστελλεν ἀπεκηρυκεύετό τε τὸν πόλεμον παγκάλου τινὸς ὀρεγόμενος πράγματος· ἐκεχειρία γὰρ ἡ ἀξίωσις ἦν. οὐδὲν γὰρ τῆς εἰρήνης καθέστηκε τιμαλφέστερον τοῖς γε νοῦν
5ἔχουσι καὶ μεμνημένοις τῆς θνητῆς τε λήξεως τῆς τε πρὸς

3

.

12

.

4

τὸν βίον βραχυτάτης παρόδου. ἐστρατολόγει τε καὶ πλήθη μαχίμων καὶ τῇ ῥύσει τῆς χρυσῆς διαδόσεως φιλοκινδύνους τὰς τῶν στρατολογουμένων ψυχὰς ἐτεκταίνετο, αἰδοῖ τοῦ

3

.

12

.

5

μισθώματος τὸ θανατᾶν παρ’ αὐτῶν ἐξωνούμενος. ἔσβεσε τοίνυν τῶν βαρβάρων τὴν λύμην τὸ τῆς τοῦ Καίσαρος μεγα‐ λονοίας φιλότιμον, καὶ χαλινοῦνται μὲν οἱ κίνδυνοι, ἀπο‐ φλεγμαίνουσι δὲ τὰ δυσχερῆ, ἀνακόπτονται δὲ αἱ κατὰ τῶν
5πόλεων συρρεύσασαι συμφοραί, καὶ τὸ κακὸν ἀθρόᾳ προ‐

3

.

12

.

6

μηθείᾳ τινὶ ἀπόδημον ἐγνωρίζετο. κατὰ τοῦτον δῆτα τὸν ἐνιαυτὸν στρατηγὸς προχειρίζεται Ἰουστινιανός, ὁ τοῦ Γερμα‐ νοῦ υἱός, τοῖς κορυφαιοτάτοις τῶν ἐν τέλει συναριθμούμενος.

3

.

12

.

7

ὁ μὲν οὖν στρατηγὸς τὴν πάλαι τῶν στρατευμάτων ἀνάσκη‐ τον ἔκταξιν δι’ ἐπιμελείας ἀνώρθου διατυπῶν τὸ ἀτύπωτον

3

.

12

.

8

καὶ μεταπλάττων πρὸς εὐσχημοσύνην τὸ ἄτακτον. ὁ δ’ αὐ‐ τοκράτωρ ἔτι δυνάμεις συνήθροιζε καὶ τὸ συμμαχικὸν ἀπὸ τῶν ἐθνῶν ἠρανίζετο μεγάλαις χρημάτων ἀποβολαῖς τὰς ἐπι‐ βολὰς τῆς παρατάξεως ἀνανταγωνίστους ἐμπορευόμενος. οἶδε
5γὰρ χρημάτων ὁλκὴ οἰκονομουμένη μετὰ φρονήσεως καὶ τοῖς προσφαλεῖσι τὴν πρὸς τὸ κρεῖττον ἀνάζευξιν πραγματεύεσθαι.

3

.

12

.

9

ἐπεὶ δ’ ὁ καιρὸς τῆς ἐκεχειρίας ἀνάλωτο καὶ ὁ τῆς ἀνακωχῆς
ὅρος Ῥωμαίοις τε καὶ Πέρσαις διέσβεστο, ἀφικνεῖται τὸ Περ‐ σικὸν ἐχόμενα τοῦ Δαράς, εἰς τοῦτο ἰδόντος τοῦ τὰς στρατη‐ γίδας. ἡνίας ἰθύνοντος Ταμχοσρώ, ἀνδρὸς παρὰ Πέρσαις134
5μεγατιμίου. στρατοπεδεύονται δὲ κατ’ αὐτὸ καὶ Ῥωμαῖοι

3

.

12

.

10

πλησίον. τῆς δὲ συμπλοκῆς οὐδετέρα δύναμις γέγονεν ἔξαρχος. ἐπὶ πολὺ δὲ βλεπούσης τε καὶ ἀντιβλεπομένης ἑκατέρας ἰσχύος, εἰς λόγους συμβάσεως ὁρῶσι τὰ μάχιμα. γίνονται τοίνυν σπονδαὶ ἐφ’ ᾧ πρὸς τῇ ἕῳ ἐπὶ χρόνους τρεῖς γαλήνην
5ἄγειν τὸν πόλεμον καὶ φιλοσοφεῖν τὸ ἀπόμαχον, ἐπὶ δὲ τῆς

3

.

12

.

11

Ἀρμενίας τὴν ἀγωνίαν ἐνδαψιλεύεσθαι. οὐκοῦν ὁ Ῥωμαίων στρατηγὸς Ἀμίδαν παραμείψας τὴν πόλιν ἐν τοῖς τῆς Ἀρμε‐ νίας στρατοπεδεύεται κλίμασιν, συνείπετο δὲ καὶ ὁ Περσῶν βασιλεὺς καὶ σὺν πλήθει πολλῷ τὸν Εὐφράτην διαπορ‐

3

.

12

.

12

θμεύεται. ὁπηνίκα δ’ ἐξάκουστος γέγονε τῷ Ῥωμαϊκῷ ὁ τῶν Περσῶν βασιλεὺς αὐτουργήσων τὸν πόλεμον, ἔκλυτοι γίνονται τὰς ψυχὰς οἱ Ῥωμαῖοι, καὶ οὐκ ἄπο τοῦ δέοντος· ἡ γὰρ βασιλικὴ ἐνδημία τὴν τῶν προϋπαρξάντων κληρωσαμένη
5Πέρσαις ἐπίτευξιν πολλὴν τὴν τῆς ἀδρανίας ῥοπὴν τοῖς Ῥωμαίοις παρείχετο. διά τοι τοῦτο ἐπί τινος λόφου ὁ τοῦ Ῥωμαϊκοῦ στρατηγὸς ἐπιβὰς τό τε ὁπλικτικὸν ἐξ ἐπιπέδου περιστησάμενος τῶνδε τῶν λόγων ἀπήρξατο.

3

.

13

.

1

“Ἡ παροῦσα νῦν ἡμέρα, Ῥωμαῖοι, μεγάλων ὑμῖν ἀγαθῶν ἄρξει, τοῖς ἐμοῖς εἰ πεισθείητε ῥήμασιν. ὁπλίσατέ μοι τὰς ψυχὰς πρὸ τοῦ σώματος· αἱ καρδίαι πρὸ τῶν χειρῶν πολεμείτωσαν. ἕτερος ἑτέρου προκινδυνευέτω, καὶ σώζεσθε.

3

.

13

.

2

ἄνδρες φιλόσοφοι, (φιλοσόφους γὰρ ὑμᾶς ἢ στρατιώτας ἀπο‐
καλῶ· μόνοις γὰρ ὑμῖν ὁ θάνατος ἄσκησις), ἀθάνατον τοῖς135

3

.

13

.

3

βαρβάροις τὴν προθυμίαν ἐνδείξασθε. ἀκατάπληκτοι γίνεσθε τὰς ψυχάς. δοκεῖτε βάλλειν ἢ βάλλεσθαι, ὡς ἐν ἀλλοτρίῳ τῷ σώματι τὰς τῶν ἀντιπάλων βολὰς προσιέμενοι. ἔστωσαν μάρτυρες τῆς ὑμῶν ἀρετῆς οἱ πολέμιοι πίπτοντες· διηγεί‐

3

.

13

.

4

σθωσαν καὶ τεθνηκότες τὰ τρόπαια. ἄνδρες κοινωνοί, καὶ πόνων ἡμῖν κοινωνοὶ καὶ κρότων διὰ τὸν πόλεμον, ἀρετῆς καὶ κακίας ἡ συμπλοκὴ καθέστηκε βάσανος, καὶ διαιτητής ἐστι ψυχῶν· ἢ γὰρ τὸ θηλυπρεπὲς τῆς δειλίας ἐξήλεγξεν,
5ἢ τῆς εὐτολμίας τὸ ἀρρενωπὸν μετὰ στεφάνων καὶ θριάμβων

3

.

13

.

5

λαμπρῶν ἀναγορεύσει τὸ τήμερον. μὴ πάθητέ τι φιλοσω‐ μάτου ψυχῆς τὰ νῶτα τοῖς βαρβάροις παρέχοντες. ὕπνος τίς ἐστιν ὁ γλυκὺς οὗτος καὶ μεμελετημένος ἡμῖν ὁσημέραι θάνατος, ὕπνος τοῦ μὲν συνήθους τούτου μακρότερος, πρὸς

3

.

13

.

6

δὲ τὴν μέλλουσαν ἡμέραν βραχύτατος. ἀδοξίαν μετὰ σωτη‐ ρίας, ἄνδρες, αἰσχύνεσθε. τοῦτο θάνατός ἐστιν ἀθάνατος, καὶ τάφος κακίας μηδέποτε περικαλύπτων τῆς ἀσχημοσύνης

3

.

13

.

7

τὸν κληρωσάμενον. μὴ ταραττέτω τοὺς ἀριστέας ὑμᾶς ὁ Περσῶν βασιλεὺς ἀναλκέστατα πλήθη περιποιούμενος καὶ μεγαλαυχῶν καὶ τὰς ὀφρῦς ἀνασπῶν ὑψαυχενιζόμενός τε καὶ μέχρι τῶν λόγων κεκτημένος τὸ φύσημα. ἢ οὐ γαῦρον τὸ
5ἔθνος καὶ σοβαρὸν καὶ τῷ κόμπῳ τῆς μεγαληγορίας τὸ κράτος

3

.

13

.

8

ἐπμπορευόμενον; ἀμνημονεῖτε τῶν πρόσθεν ἀτυχημάτων τῆς ἐπιβολῆς τῶν συμμαχικῶν δυνάμεων λαβόντες ἀνάμνησιν. ἀμνημονεῖτε τῆς πρὶν ἀποτεύξεως, ἣν ὤδινεν ἄνοια στρατη‐

3

.

13

.

9

γοῦ, καὶ τῶν ἰθυνομένων ἀταξία κακῶς ἐμαιεύσατο. οὐδὲν ἀριστεῦσι πέφυκε φοβερόν. τούτοις οἷα μὲν χόρτος ἐστὶν ὁ σίδηρος, αἱ δὲ τῶν βελῶν ἀλγηδόνες ὄρεξις ὑπεκκαίουσα μειζόνων κινδύνων ἐφάπτεσθαι. οὐκοῦν ἀνιστόρητα τὰ νῶτα
5τοῖς πολεμίοις φρουρήσατε· ἀμυήτους αὐτοὺς τῶν μεταφρένων

3

.

13

.

10

ἐνδείξασθε. πηγὰς θριάμβων οἶδα τὰ τραύματα. δουλαγω‐ γοῦσιν αἱ διαφυγαί, καὶ οὐ σώζουσιν· οὐκ οἶδε γὰρ κακίας ὑπόθεσις σωτηρίας σώζειν ὑπόσχεσιν. ἀποδύσασθε πρὸ τῶν θωράκων τὰ σώματα, πρὸ τῶν ἀσπίδων τὸ ζῆν. τοῖς ὅλοις136
5μάχεσθε μέλεσιν· μηδὲν ἔστω μέλος τῶν κινδύνων ἀμέτοχον.

3

.

13

.

11

τῇ συννεύσει τῶν ὅπλων τειχίσατε τὴν παράταξιν, τῇ συμμίξει τῶν ἵππων τὰς φάλαγγας χαρακώσατε, τῷ συμφώνῳ τῆς στάσεως στεγανῶν λίθων δίκην οἰκοδομίας ἑαυτοὺς περιφρά‐ ξατε. μὴ ἐξαλλέσθω τῆς παλάμης τὰ δόρατα· βάλλετε τῶν

3

.

13

.

12

βελῶν μὴ στερούμενοι. οὐκ ἔστι Πέρσαις φύσις ἀθάνατος· οὐκ ἔστι τύχη Μήδοις ἀκίνητος. οὐκ εἰσὶ βαρβάροις χεῖρες ἀκάματοι· οὐ πλεονεκτοῦσι Πάρθοι τοῖς μέλεσιν. οὐ διδύμους ἔχουσι τὰς ψυχάς· οὐκ ἀδαμάντινα τούτοις τὰ σώματα.
5μυοῦνται καὶ Πέρσαι θανάτου μυστήρια. ἐν τούτῳ δίκαιός ἐστιν ὁ πόλεμος· οὐ γὰρ ἀθανάτους κατὰ θνητῶν ἐπεστρά‐

3

.

13

.

13

τευσεν. οἱ Ῥωμαῖοι τὴν δίκην ἐμισθώσαντο σύμμαχον τὴν εἰρήνην καὶ αὖθις ἐπιζητήσαντες. τὸ Μηδικὸν ἀντίθετον ἑαυτῷ τὸ δίκαιον ἐπεστράτευσεν· ἀεὶ γάρ που τὸ εἰρηναῖον βδελύττεται καὶ οἷα θεὸν ἐπιδέξιον γεραίρει τὸ φιλοπόλεμον.

3

.

13

.

14

οὐκ ἔστιν ἡμῖν ἐψευσμένη θρησκεία, οὐ νόθους θεοὺς ἡγε‐ μόνας προεστησάμεθα. οὐκ ἔστιν ἡμῖν θεὸς μαστιζόμενος·

3

.

13

.

15

οὐ γὰρ ἵππον χειροτονοῦμεν εἰς λάτρευμα. οὐ προσκυνοῦμεν θεὸν πρὸς τέφραν μετατιθέμενον, σήμερον φλεγόμενον καὶ μετ’ ὀλίγον μηδὲ φαινόμενον. οὐ καπνὸς καὶ ὕλη τὴν θεο‐ λογίαν συνίστησιν, ὁ δὲ μαρασμὸς τὴν ψευδωνυμίαν διήλεγξεν.

3

.

13

.

16

κομᾷ ταῖς εὐθυμίαις ὁ βάρβαρος· ἀλλ’ οὐκ οἶδεν εὐπραγία μένειν ἐφ’ ἑαυτῆς ἀδίκων βωμῶν ἐπιβαίνουσα. καὶ τὸ μὴ δίκαιον πολλάκις κρατύνεται, ἀλλὰ καὶ πρὸς φθορὰν μετατί‐ θεται. χωρεῖτε τοιγαροῦν ἀξίως τῆς ὑμετέρας προσηγορίας
5πρὸς πόλεμον, ἵνα μὴ μετὰ τῶν πραγμάτων ζημιωθῶμεν

3

.

13

.

17

καὶ τὰ ὀνόματα. μὴ προδῶμεν τὰς συμμάχους ἀσπίδας, ἀλλ’
ὥσπερ ἐρωμένας τινὰς ὡρικὰς ταύτας περιπτυξώμεθα, καὶ οἷα πατρίδων συνεκδήμων τινῶν τούτων ὑπερμαχήσωμεν. λακωνίσατε συμπλεκόμενοι· ἅπας ἔστω Κυνέγειρος, εἰ καὶ137
5μὴ νηὸς ἐπιβέβηκεν. οὐδὲν τοῦ διαδρᾶναι καθέστηκε θηλυ‐ κώτερον, οὐδὲ τοῦ ἁλῶναι πέφυκεν ἀπευκτότερον. οὐκοῦν ἢ τεθνάναι προσήκει ἢ νικηφόρους τὰς ἐλπίδας τεκταίνεσθαι.

3

.

13

.

18

ἐνοπτρίσασθε τὰς νεοφύτους ἐπιστρατείας τοῦ Καίσαρος. οὐδὲν ἀπόλεκτον τοῖς ἀθροίσμασιν ἐγκατέσπαρται, ἀκηλίδωτός ἐστιν ἡ ἔκταξις· οὕτω γὰρ ηὐδόκησε τὸ τοῦ βασιλέως φιλό‐

3

.

13

.

19

τιμον. χειρουργήσω τοίνυν ὁ δημηγόρος ἐγὼ πρῶτος τὸν πόλεμον, τὰς πάντων χεῖρας τῇ προθυμίᾳ μισθώσομαι παθεῖν τὸ μὴ παθεῖν αἰσχυνόμενος. προκόπτει δέ μοι τῶν ῥημάτων ἡ ἔφεσις, καὶ ἡ πρᾶξις τῆς θεωρίας γίνεται πρόδρομος·
5οἶδε γὰρ ζέσις ψυχῆς καὶ τοῖς τῆς φύσεως θεσμοῖς ἀντι‐

3

.

13

.

20

τάττεσθαι. σήμερον ὑμᾶς στρατολογοῦσιν ἄγγελοι καὶ τὰς τῶν τεθνεώτων ψυχὰς ἀναγράφονται, οὐ μισθὸν ἰσοστάσιον αὐταῖς παρεχόμενοι, ἀλλ’ εἰς τὸ ἀπειροπλάσιον ὑπερβαίνοντα

3

.

13

.

21

τῇ ὁλκῇ τοῦ δωρήματος. μηδεὶς φιλήδονος τὴν ψυχὴν δόρυ κινείτω, μηδεὶς φίλος τρυφῆς ὀργίων μετεχέτω πολέμου· μηδεὶς μέγα φρονῶν ἐπὶ κτήμασι κοινωνείτω τοῦ ἐγχειρή‐ ματος. ἐραστὰς κινδύνων ζητεῖ τὸ μεταίχμιον. ἄγε δή, πέρας
5τοῖς λόγοις ἐπιθήσωμεν ἔργοις, καὶ πρὸς παράταξιν τὴν θεωρίαν μετοχετεύσωμεν.”

3

.

14

.

1

Τῶν τοιούτων τοίνυν κατηχηθέντων ταῖς δυνάμεσι λόγων, ὀργῶσιν αἱ φάλαγγες πρὸς παράταξιν καὶ πάντα παθεῖν ἀσμενίζουσι καὶ προκινδυνεύειν τῆς ἀρετῆς παρο‐ τρύνονται· συνδιετίθεντο γὰρ τὰς ψυχὰς ταῖς τοῦ στρατηγοῦ

3

.

14

.

2

παραινέσεσιν. τοῦ δὲ Μηδικοῦ ἀκηκοότος τῆς τῶν Ῥωμαίων ἀλκῆς τὴν προαίρεσιν, εὐθετίζεται πρὸς τὸν πόλεμον καὶ κοσμεῖται μὲν ἵππος καπφαλάροις τε καὶ τοῖς θώραξιν,
σιδηροφορεῖται δὲ καὶ τὸ μάχιμον, ἐπιβάντες τε τῶν ἵππων138
5συμπεφραγμένῃ τάξει τινὶ ἐπῄεσαν ἠρέμα Ῥωμαίοις μετὰ

3

.

14

.

3

σοβαροῦ του βαδίσματος. τοίνυν καὶ τοῦ Ῥωμαϊκοῦ φραξα‐ μένου ἤρθη τὰ σημεῖα. ἀτὰρ περιλαλοῦσιν αἱ σάλπιγγες, ἐς ὕψος ἡ κόνις ἐχόρευεν, ὁ δὲ θρῦλος διεχεῖτο πελαγίζων τὸν χῶρον καὶ τῷ ψόφῳ κυμαίνων τοῦ χρεμετίσματος τῇ τε
5δονήσει τῶν ὅπλων περιρρεόμενος ἅπασαν εἰκότως φωνὴν

3

.

14

.

4

μετέβαλλε πρὸς τὸ ἄναρθρον. τὸ μὲν οὖν βάρβαρον ἐπὶ μήκους διατείνει τὴν τάξιν φαντασίαν ἀπείρου πλήθους ἐντεῦθεν οἰόμενον ταῖς ἀντιπαλαμωμέναις ποιεῖσθαι δυνάμεσιν·

3

.

14

.

5

τὸ δὲ Ῥωμαϊκὸν βαθεῖαν τὴν σύνταξιν ποιησάμενον πυκνό‐ τητι βρίθουσαν, ὡς μονονουχὶ εἶναι δοκεῖν στερεμνίαν καὶ ἀντίτυπον σιδήρῳ πατταλευθεῖσαν καὶ ἀντιχαλκευομένην ἑστάναι παράταξιν δίκην ἀνδριάντων ἀκινήτως ἐχόντων καὶ
5μόνον τοῖς σχήμασι δοκούντων πολέμων ὀρέγεσθαι, κατέπληττέ τε τῇ θέᾳ τὸ βάρβαρον, ὡς ὑποσαίνεσθαι διὰ τὴν ὄψιν ἐντεῦθεν τὰς τῶν Μήδων ψυχὰς πρὸς τὰ μαλθακώτερα τῆς

3

.

14

.

6

ἀνανδρίας κινήματα. οἱ μὲν οὖν Βαβυλώνιοι κατὰ τῶν Ῥωμαϊκῶν ἀθροισμάτων ἐπετοξάζοντο, ὡς τὰς ἡλιακὰς ἀπο‐ κρύπτειν ἀκτῖνας τῇ ἐκπομπῇ τῶν βελῶν, καὶ τῇ ῥαγδαίᾳ τῶν δονάκων ἐκχύσει τέγος ὑπόπτερον ἐν τῷ ὑπὲρ κεφαλῆς
5ἠέρι κατεστορέσθαι δοκεῖν τῇ πτήσει τῶν ἀκοντίων σχεδιαζό‐

3

.

14

.

7

μενον. Ῥωμαῖοι δὲ πρὸς τὴν κατασυστάδην συμπλοκὴν ἐνεχείρησαν δόρασί τε καὶ ξίφεσι τὸ βάρβαρον ἀμυνόμενοι, τῆς ἐπιφορᾶς τῶν βελῶν τὴν ἐπιβολὴν διατέμνοντες, ἐντεῦθέν τε ἐκλύτους τῶν σοφισμάτων τοὺς ἀντικαθεστῶτας διατι‐

3

.

14

.

8

θέμενοι προτερεύουσιν εἰς τὸν πόλεμον. τοιγαροῦν ἀξιολογω‐ τάτης Ῥωμαίοις τε καὶ Πάρθοις γενομένης τῆς μάχης, τῆς τε Περσικῆς παραλυθείσης ἐκτάξεως διὰ τὸ μὴ πρὸς βάθος
συνεστάναι τὸ στῖφος, οὐραγούσης τε δυνάμεως διηπορημένης139
5τῆς Βαβυλωνίας παρασκευῆς, τοῦ ἀντερείδοντος μὴ ὑπόντος, εἶτα ἐπιβριθούσης τῆς ἀντιθέτου δυνάμεως, πρὸς ὄλεθρον

3

.

14

.

9

εἶδε τὸ βάρβαρον ἀποκλίνει τε πρὸς φυγήν. καὶ μυοῦνται μὲν Πέρσαι τὰ τῶν ἐναντίων ἐλπίδων, παιδεύονται δὲ τῷ

3

.

14

.

10

παραδείγματι μὴ μέγα φρονεῖν ἐπὶ τοῖς ἀδικήμασιν. οἱ μὲν οὖν Βαβυλώνιοι ᾗ ποδῶν εἶχον ἀπεδίδρασκον ἡττηθέντες, Ῥωμαῖοι δ’ ἐχόμενοι τῆς ἐπιθέσεως τῶν κακῶν τοῖς Πάρθοις πεῖραν ἐδίδοσαν. οὐ μὴν ἀλλὰ πρὸς ἐπὶ τούτοις καὶ τὸν
5Περσικὸν ληΐζονται χάρακα τά τε σκηνοπήγια τοῦτο βασιλέως προενομεύσαντο καὶ πᾶσαν τὴν ἀποσκευὴν λαφυραγωγοῦνται λαμπρῶς· τῶν τε ἐλεφάντων κρατήσαντες ἅμα τοῖς σκύλοις

3

.

14

.

11

τοῖς Περσικοῖς παραπέμπουσι πρὸς τὸν Καίσαρα. ἐπεὶ δ’ ἡττήθη ὁ τῶν Περσῶν βασιλεὺς καὶ τὴν ἀνάζευξιν οἴκαδε ἐπονείδιστον ἐπεποίητο, ἐπὶ τὴν Μελιτηνὴν γεγονὼς ἐνεπίμπρα τὴν ὥραν τοῦ ἄστεος, ἄφρακτον οὖσαν εὑρὼν ἠρεμίας τε
5πάσης κατάκομον, Εὐφράτην τε διαβὰς διὰ τῆς Ἀρζανηνῆς τὴν ἀναχώρησιν ἐποιήσατο νόμῳ τὴν αἰσχύνην στηλιτεύσας τοῦ ἀτυχήματος· θεσμοθετεῖ γὰρ μὴ τὰς ἐπὶ πόλεμον ἐξόδους προσήκειν ἐς τὸ λοιπὸν βασιλέα Περσῶν ἐμπορεύεσθαι.

3

.

15

.

1

Οὕτω μὲν οὖν τῷ νόμῳ θριαμβεύσας ὁ τῶν Περσῶν βασιλεὺς τὸ ἀπαίσιον διηπορεῖτο ὅ τι καὶ πράξειεν. τὸ δὲ Ῥωμαϊκὸν ταῖς Περσικαῖς συνεπετίθετο συμφοραῖς καὶ πρὸς τὰ ἐνδόμυχα τῆς Βαβυλωνίας ἐχώρησεν, κεραΐζεταί τε
5καὶ περιτέμνεται πάντα τὰ ἐν ποσίν, καὶ τὰ ἐντυγχάνοντα

3

.

15

.

2

τῆς διαφθορᾶς ἐγίνετο παρανάλωμα. τῆς τοίνυν Ὑρκανικῆς θαλάττης ἐπιβάται γενόμενοι πλεῖστά τε δράσαντες καὶ χειρουργήσαντες τοῖς Πάρθοις ἀπαίσια εἰς τὴν ἑαυτῶν οὐκ ἀνέζευξαν· χειμῶνος γὰρ ὥρα τοῖς πράγμασι συνεκύρησεν,
5καὶ τὰ τῶν ἀτυχημάτων τῇ Περσίδι κατελιπαίνετο. ἦρος δ’ ἐνδημήσαντος ἐπανῆκον Ῥωμαῖοι ἐπιφερόμενοι καὶ τὴν ἀνδρα‐

3

.

15

.

3

γαθίαν συνέκδημον. οἱ μὲν οὖν Μῆδοι τὰ συμβεβηκότα φέρειν οὐκ ἔχοντες εἰς τὸν βασιλέα τὸν σφῶν αὐτῶν γυμνῇ τῇ κεφαλῇ ἐβλασφήμουν ἀσχάλλοντες. παρελύπει γὰρ αὐτοὺς ἐς τὰ μάλιστα ἡ τοῦ πολέμου τριβὴ καὶ τὰ ἐς ὕστερον ἐλπιζό‐140

3

.

15

.

4

μενα δυσχερῆ. οὐ γὰρ ἔχουσι Πέρσαι ἐκ πρυτανείου σιτήσεις καθάπερ Ῥωμαῖοι ἰόντες εἰς πόλεμον, ἀλλ’ οὐδὲ κατὰ κώμας τε καὶ ἀγροὺς συναγείρονται· ἀλλ’ ἐστὶ νόμος αὐταρκείας αὐτοῖς τὰ παρὰ τοῦ βασιλέως κατὰ τὸ εἰωθὸς διανεμόμενα, καὶ
5εἰς ὅσον ἀποζῆν οἰκονομοῦσι τὰ παρεχόμενα καὶ διατρέφεσθαι ἐντεῦθεν καταναγκάζονται ἅμα τοῖς κτήνεσιν, μέχρις ἂν ὅτου

3

.

15

.

5

ἐς τὴν ἀλλοτρίαν ἐμβάλωσιν. καὶ οὖν ὁ τοῦ Περσικοῦ βασι‐ λεὺς τὰς στάσεις τοῦ ὁπλιτικοῦ δεδιὼς διενοήθη ἐς λόγους περὶ τῆς εἰρήνης κοινολογήσασθαι Τιβερίῳ τῷ Καίσαρι. ὁ δὲ Καῖσαρ ταῦτα πυθόμενος ἐς διαλλαγὰς προιέναι διέγνω.

3

.

15

.

6

ἐκπέμπει γοῦν τοὺς περὶ συμβάσεως λόγους δυνατοὺς καθιδρύ‐ σασθαι κεχειροτονηκὼς πρεσβευτὰς Ἰωάννην καὶ Πέτρον, ἐν τῇ κορυφαίᾳ τῆς συγκλήτου βουλῆς τελοῦντας ἀξίᾳ (πατρίκιοι δ’ ἄρα ὄντες ἐτύγχανον), Θεόδωρόν τε τῇ μαγιστερίᾳ ἀρχῇ

3

.

15

.

7

παρὰ Ῥωμαίοις τιμώμενόν τε καὶ γεραιρόμενον· ναὶ μὴν καὶ Χοσρόης Σαρναχοργάνην, ἄνδρα τῇ Περσικῇ πολιτείᾳ διὰ τὴν ἀξίαν ἀπόβλεπτον, πρὸς ἑτέροις ἀξιολογωτάτοις ἀνδράσιν,

3

.

15

.

8

τῷ πολέμῳ δι’ αὐτῶν παραδοὺς τὴν ἀνάπαυλαν. συστάσης τοίνυν περὶ τὴν Ἀρμενίαν κατ’ ἐκεῖνο καιροῦ καρτερᾶς μάχης Ῥωμαίοις τε καὶ Πάρθοις, Ταμχοσρὼ ἐφεστηκότος τῆς Βαβυλωνίας δυνάμεως, Ἰουστινιανοῦ τε τῆς Ῥωμαϊκῆς
5ἐξηγουμένου πληθύος, γίνεται κατόπιν τὸ Ῥωμαϊκὸν τῆς141

3

.

15

.

9

προτέρας εὐκλείας. διά τοι τοῦτο ἀπειρήκασι Μῆδοι τῶν εἰρηναίων σπονδῶν, καὶ πάλιν αὐτοῖς ἀναζωπυροῦται τὸ φιλοπόλεμον, μετριοπαθεῖν ἐπὶ τοῖς ἔναγχος οὐ χωρήσαντες

3

.

15

.

10

ἐπιτεύγμασιν. οἱ μὲν οὖν πρέσβεις μέχρι λόγων τὰ τοῦ σκοποῦ διανύσαντες χωροῦσι πρὸς τὰ οἴκοι ὀρφανὰς τὰς πρεσβείας τῆς εἰρήνης καταλείψαντες· Τιβέριος δ’ ὁ Καῖσαρ τῶν οὕτω συντετυχηκότων αὐτῷ Μαυρίκιον στρατηγὸν προ‐
5στησάμενος, τότε δὴ τότε τῶν σωματοφυλάκων τοῦ βασιλέως

3

.

15

.

11

ἡγούμενον, ἐν τοῖς κλίτεσι τῆς Ἀρμενίας ἐξέπεμπεν. ὁ δὲ τοῦ βαρβαρικοῦ Σαρναχοργάνης στρατίαρχος, ἔτι τοῦ χρόνου τῶν σπονδῶν ἐνδαψιλευομένων τῶν περὶ τὴν ἕω προελθουσῶν Ῥωμαίοις τε καὶ Μήδοις, παρασπονδήσας κατὰ Κωνσταντίνης

3

.

15

.

12

καὶ τῆς Θεοδοσιουπόλεως τὸ τάχος ἀπέστελλεν. ὁ μὲν οὖν στρατηγὸς τῶν Χαλδαίων τὴν δύναμιν ἀναλαβόμενος τὰ περὶ τὴν Κωνσταντῖναν καὶ τὴν Θεοδοσιούπολιν ἐλυμαίνετο, Ταμχοσρὼ δ’, ὃς τῶν ἐν Ἀρμενίᾳ Περσικῶν στρατευμάτων
5τὴν ἡγεμονίαν ἠμφίεστο, ὅτε που νῦν τὰς συνελθούσας δυνάμεις Ῥωμαίων πολλῷ πλείους τῶν οἰκείων οὔσας διέγνω‐ κεν, τὴν Ἀρμενίαν ἀπολιπὼν τό τε Κιθαρίζων τὸ Ῥωμαίων φρούριον παραμείψας ἐπιπίπτει χωρίοις τε καὶ κώμαις πλησίον Ἀμίδης γενόμενος. εἶτα διὰ τῆς Ἀρζανηνῆς εἰσβαλὼν ἐχώρει

3

.

15

.

13

εἰς τὰ οἴκοι. ὁ δὲ Μαυρίκιος, ὁ τοῦ Ῥωμαϊκοῦ στρατηγός, τοὺς βαρβάρους καταλιπόντας τὴν Ἀρμενίαν θεώμενος τά
τε εἰς τὴν ἑῴαν φθείρειν διαχειρήσαντας, ἄρας πανστρατιᾷ τῇ Περσῶν ἐνεδήμησε χώρᾳ, θέρμης τε τῷ σώματι ἐπι‐142
5γενομένης αὐτῷ καρτερᾶς, εἴχετο τῶν πόνων νοσηλευόμενος.

3

.

15

.

14

ἐμβαλόντες οὖν τῇ Ἀρζανηνῇ οἱ Ῥωμαῖοι, καὶ οὐκ ὄντος τοῦ ἀπαμύνοντος, τὸ Ἀφούμων, οὕτω καλούμενον φρούριον, ἐρυμνότατον ὂν παρεστήσαντο φρούριά τε ἕτερα κατεσκάψαντο ἄττα φόνον τε πολὺν τῇ Περσῶν πολιτείᾳ ἐνεπορεύσαντο·

3

.

15

.

15

ζωγρήσαντές τε τοῦ Περσικοῦ ἐνενήκοντα πρὸς ταῖς δέκα χιλιάσιν, τούτων τὴν τρίτην ἀπόμοιραν Μαυρικίῳ τῷ Ῥω‐ μαίων στρατηγῷ οἱ τοῦ ὁπλιτικοῦ δωρησάμενοι, οὐκ ἀνήκεστα τοῦ πολέμου τὰ ἐπίχειρα ἐπεποίηντο. ὁ μὲν οὖν στρατηγὸς
5τῶν ζωγρηθέντων τὴν ἐνδημίαν παρεδήλου τῷ Καίσαρι, ὁ δὲ Καῖσαρ ἀνὰ τὴν Κύπρον τὴν λείαν διέχεεν.

3

.

16

.

1

Οὕτω τοιγαροῦν τῆς Ἀρζανηνῆς ὑπὸ τοῦ Ῥωμαϊκοῦ δόρατος παθούσης κακῶς, μεταβαίνει ὁ στρατηγὸς καὶ τοῖς τῆς Ἀραβίας χωρίοις ἐνέβαλεν οὐ πόρρω τῆς Νίσιβι ἱδρυμένοις

3

.

16

.

2

ἐπιτομώτατα. εἶτα μέχρι τοῦ Τίγριδος καταστρεψάμενος ποταμοῦ, ἐς τὸ ἀντιπέρας τὸν Κοὺρς καὶ τὸν Ῥωμανὸν ἐξεπέμπετο τὴν πολεμίαν ληΐσοντας ἅπασαν· αὐτὸς δὲ τὸ Σιγγάρων φρούριον καταστρεψάμενος, ἐπεὶ χειμῶνος ὥρα
5παρέκυπτεν, τὰς δυνάμεις ἀναλαβόμενος τοῖς Ῥωμαϊκοῖς

3

.

16

.

3

ἐνεδήμησεν. κατὰ τοῦτον δῆτα τὸν ἐνιαυτὸν ἀπέσκλη ὑπὸ τῆς νόσου Ἰουστῖνος, ὁ τοῦ Ῥωμαϊκοῦ βασιλεύς, μεγάλαις

3

.

16

.

4

τῶν βεβιωμένων αὐτῷ ἐντετυχηκὼς ἀντιδόσεσιν. ἀπόφοιτος γοῦν τῶν ἐντεῦθεν ὅσον οὔπω γινόμενος κύριον τῆς μοναρχίας συνίστησι Τιβέριον τὸν αὐτοκράτορα, ἄνδρα πρᾶον ὁμοῦ καὶ φιλάνθρωπον κρείττονά τε λήμματος καὶ χρημάτων ἀφρόντιδα,
5τοῦτο μόνον εὐδαιμονίαν ἡγούμενον, τὸ τεθηλέναι τε καὶ
ἐς μέγα πλούτου κομᾶν τὸ ὑπήκοον, τὴν κοινὴν τῶν ἀν‐ θρώπων μακαριότητα πάγκαλον καὶ ἀσυλότατον θησαυρὸν143

3

.

16

.

5

λογιζόμενον· ὃς τὸν ὄγκον τῆς τυραννίδος μισήσας καὶ πρὸς τὸ φιλόστοργον τῶν ὁμοφύλων ἀναδραμὼν εἵλετο συμβασι‐ λεύειν αὐτῷ τὸ ὑπήκοον ἢ τοὺς ἰθυνομένους τυραννικώτερον ἀνδραποδίζεσθαι, πατὴρ ἐθέλων ἢ δεσπότης ὑπὸ τῶν ὑπηκόων

3

.

16

.

6

ἀναγορεύεσθαι. ἐπεὶ δ’ ἀκαπηλεύτως αὐτῷ τὸ τῆς ἐξουσίας οἰακίζετο σκάφος, εἰκότως καὶ ὁ πόλεμος μετὰ τῶν πραγμά‐ των τὴν πρὸς τὸ κρεῖττον μεταβολὴν ἐκληρώσατο.

3

.

16

.

7

Ἦρος δ’ ἀρχομένου, νόσῳ σαγηνευθεὶς Χοσρόης, ὁ τῶν Περσῶν βασιλεύς, τὸν τῇδε κατεστρέψατο βίον, διάδοχον προστησάμενος Ὁρμίσδαν τὸν υἱόν, ἄνδρα τῇ χαλεπότητι

3

.

16

.

8

τὴν πατρῴαν ὑπερηκοντικότα τῶν τρόπων ἀνοσιότητα· ἦν γὰρ βίαιός τε καὶ τοῦ πλείονος ἐραστὴς ἀκορέστατος, ἐν οὐδεμιᾷ τὸ δίκαιον μοίρᾳ τιθέμενος· ἀπάτῃ τε ἡδόμενος καὶ τῷ ψεύδει περιρρεόμενος τῶν πολέμων, οὐ τῆς εἰρήνης, ἐγλίχετο.

3

.

16

.

9

δυσμενέστατός τε πρὸς τὸ ὑπήκοον γεγονώς, οὓς μὲν τῶν δυνατωτάτων ποδοκάκῃ καὶ δεσμοῖς ἐς τὸ ἀεὶ καθυπέβαλλεν, οὓς δὲ ξίφει διέτεμνεν, ἐνίους παρέπεμπε ταῖς λαγόσι τοῦ Τίγριδος, καὶ τάφος ἦν ὁ ποταμὸς ἀναμφίαστος (οὐ γὰρ ἀδημοσίευτος
5ἐτύγχανεν ὢν) τῶν παρὰ τοῦ βασιλέως παραπεμπομένων ἐς

3

.

16

.

10

θάνατον. χρηματισθῆναι γὰρ τὸν Ὁρμίσδαν διὰ τῶν μάγων φασὶν ὑπὸ τῶν ὑπηκόων καταστασιασθέντα ἀποβολὴν τοῦ κράτους ποιήσασθαι, ἐπονειδίστως τε καταθέσθαι τῆς ἐξουσίας

3

.

16

.

11

ὁμοῦ καὶ τῆς βασιλείας τοὺς οἴακας. δείλαιοι τῆς ἀσεβείας οἱ τούτοις πειθήνιοι· ἃ γὰρ οὐκ ἤμελλε συμβαίνειν ἴσως τοῖς πράγμασιν, πολλάκις τερατολογοῦσι δαιμόνια, ἵνα δέει τῆς τούτων προαγορεύσεως σχοίη που πάντως συμπέρασμα
5τῶν χρησμολογούντων ἀνοσίων δυνάμεων τὰ βουλήματα τῷ144

3

.

16

.

12

τῆς πονηρίας πανουργικωτάτῳ σοφίσματι. ἐντεῦθεν γὰρ ἐπιτίθησι καὶ πρὸς τὸ πλῆθος αὐτὸ Ὁρμίσδας τὴν μάχαιραν, καὶ διαφθείρας δέει τοῦ μέλλοντος ἐκ τοῦ πλήθους χιλιάδας πολλὰς ἀπεθησαύριζεν ἑαυτῷ παρὰ τῶν ὑπηκόων δυσμένειαν

3

.

16

.

13

ἀδιάλλακτον. ἀπεδεκάτου δὲ καὶ τὰς στρατιωτικὰς ἐπιδόσεις καὶ πρὸς κινδύνους μεγάλους χωρεῖν τὸ ὁπλιτικὸν κατηνάγκαζεν, ὅπως τῇ διαφθορᾷ τῆς Βαβυλωνίας δυνάμεως ἀστασίαστον αὐτῷ ὁ βασίλειος θρόνος σχοίη τὴν ἵδρυσιν.

3

.

17

.

1

περι‐ βαλόμενος γοῦν ὁ Ὁρμίσδας τὸ τῶν τυράννων διάδημα περιαυτίζεταί τε καὶ αὐθαδίζεται καὶ περικείρει τὸ εἰωθός, τὰ τῆς ἀναρρήσεως σήμαντρα ἀποστέλλειν ὥσπερ οὐκ ἀξιῶν

3

.

17

.

2

Τιβερίῳ τῷ αὐτοκράτορι. ὁ μὲν οὖν αὐτοκράτωρ ἀποκηρυ‐ κεύεται πρὸς Ὁρμίσδαν τὸν πόλεμον τὴν εἰρήνην ἐν ἴσῃ μοίρᾳ ἑκατέροις γενέσθαι ἐξαιτούμενος· ὁ δ’ ἐπὶ τῇ πρεσβείᾳ καταγαυρούμενος ἠξίου φορολογεῖσθαι ἐς τὸ φανερὸν τοὺς
5Ῥωμαίους, Ἀρμενίους τε καὶ Ἴβηρας ἐν ὑπηκόοις τελεῖν, Ῥωμαίων τοῦτο παρεχομένων αὐτῷ, τό τε Δαρὰς μὴ ἐπιζη‐ τεῖσθαι λοιπὸν ὑπὸ τοῦ Καίσαρος, καίτοι Χοσρόου τοῦ πατρὸς ἐπὶ τοῖς ἴσοις βουληθέντος τὰς διαλλαγὰς ἀντιδοῦναι τῷ Καίσαρι, τό τε Δαρὰς οὐκ ἀπαξιώσαντος ἀποκαταστῆσαι

3

.

17

.

3

τῇ τῶν Ῥωμαίων ἀρχῇ. ἐπεὶ δὲ τὰ τῆς ἀλαζονείας Ὁρμίσδου καταφανῆ Τιβερίῳ τῷ αὐτοκράτορι γέγονεν, θέρους ἐπιγενο‐ μένου πάλιν Μαυρίκιος τὰς δυνάμεις ἀθροίσας ἐνδημεῖ τῇ Περσίδι, ἐς τὸ ἀντιπέρας τοῦ Τίγριδος Ῥωμανόν τε καὶ
5Θεοδώριχον, ναὶ μὴν καὶ Μαρτῖνον πεπομφὼς τὰ ἐνδόμυχα

3

.

17

.

4

τῆς Μηδικῆς κατασκάψοντας. οἱ μὲν οὖν εἰσβαλόντες ἅμα
τῇ τοῦ στρατοπέδου πληθύϊ καὶ τῶν Περσῶν ληϊσάμενοι τὸ γόνιμόν τε καὶ εὐθαλέστατον καὶ πᾶσαν τὴν τοῦ θέρους ὥραν τοῖς Περσικοῖς ἐνδιατρίψαντες φόνοις τὰ τῶν Μήδων145

3

.

17

.

5

ἔκειρόν τε καὶ διωλόθρευον λίαν ἐγκρατῶς. ὁ δὲ Ῥωμαίων ἡγούμενος χειμῶνος ἐπελθόντος εἰς τὴν Καππαδοκῶν Καισά‐ ρειαν γίνεται. θέρους δὲ περιόντος αὖθις κατὰ τὴν ἑῴαν ἀφίκετο εἴς τε Κιρκήνσιον πόλισμα Ῥωμαίων πανστρατιᾷ.

3

.

17

.

6

εἶτα διὰ τῆς ἐρήμου τὸ λοιπὸν τῆς Ἀραβίας εἰς τὴν Βαβυ‐ λωνίαν ἠπείγετο γῆν ἀφικέσθαι, εἶτα τὸν πόλεμον παρα‐

3

.

17

.

7

κλέψαι τῇ ἀγχινοίᾳ τοῦ ἐγχειρήματος. συνείπετο δὲ τούτῳ ὁ τῶν νομάδων βαρβάρων ἡγούμενος, Ἀλαμούνδαρος ὄνομα αὐτῷ· ὅν φασι κατάδηλον τῷ Περσῶν βασιλεῖ τὴν τῶν Ῥωμαίων ἐπιστασίαν ποιήσασθαι· ἀπιστότατον γὰρ καὶ ἀλλο‐
5πρόσαλλον τὸ Σαρακηνικὸν φῦλον καθέστηκε πάγιόν τε τὸν νοῦν καὶ τὴν γνώμην πρὸς τὸ σῶφρον ἱδρυμένην οὐκ ἔχον.

3

.

17

.

8

καὶ οὖν ἐκ τούτου ὁ τῶν Περσῶν βασιλεὺς ἐπὶ Καλλίνικον πόλιν τὸν πόλεμον μετεφύτευεν Ἀδορμαάνην χειροτονήσας

3

.

17

.

9

τῆς ἐκτάξεως κηδεμόνα οὐκ ἀφυέστατον. ἐπεὶ τοίνυν ὁ Ἀλαμούνδαρος κηφῆνος δίκην τοὺς τῆς μελίττης σίμβλους ἠφάνισεν, εἰπεῖν δὲ ταὐτὸν τὰ Μαυρικίου ἐπίχειρα ἀνετρέ‐ ψατο, ἀνόνητα γίνεται Ῥωμαίοις τὰ τῆς κατὰ Μήδων
5ἐπιστρατείας κινήματα· παλινδρομοῦσι γὰρ τὰς οἴκοι συμφορὰς

3

.

17

.

10

ἀποσβέσοντες. καὶ δῆτα ὁ στρατηγὸς τὰς μὲν σιταγωγοὺς ὁλκάδας, αἳ κατὰ τὸν Εὐφράτην συνείποντο αὐτῷ ποταμόν, φλοξὶ πυρὸς ἀνατέθεικεν· αὐτὸς δὲ σὺν τοῖς ἐκκρίτοις τοῦ στρατοπέδου ὡς τάχιστα γίνεται πρὸς τὴν πόλιν Καλλίνικον.

3

.

17

.

11

εἰς χεῖράς τε τῶν συνταγμάτων γεγονότων τῶν Πάρθων, ὑπεροχὴν τὸ Ῥωμαϊκὸν ἀπεφέρετο δόρυ. φυγῆς τοίνυν τῶν
Περσῶν γενομένης, ἀνακωχὴν τὰ τῆς ἐπηρείας ἐλάμβανεν.146

3

.

18

.

1

Τῷ δ’ ἐπιόντι ἐνιαυτῷ Ταμχοσρώ, ὁ τοῦ Μηδικοῦ στρατηγός, μεγάλας τοῦ Περσικοῦ δυνάμεις περιαγόμενος πρὸς τῇ Κωνσταντίνῃ χωρεῖ. καττύεται δῆτα ἐν τούτῳ τῷ ἐνιαυτῷ μέγας καὶ ἐξακουστότατος πόλεμος Ῥωμαίοις τε καὶ

3

.

18

.

2

Πάρθοις. ὁ μὲν οὖν τοῦ Μηδικοῦ στρατηγὸς ἐν τοῖς πρώτοις τῆς ἀγωνίας γενόμενος τὸν βίον κατέστρεψε δόρατι, πλημ‐ μελεῖ δὲ τὸ βάρβαρον, καὶ νικῶσι Ῥωμαῖοι. οἱ δὲ βάρβαροι πείθονται ἐς τὴν ἑαυτῶν ἀποκλίνειν, ἅμα τῷ παθεῖν καὶ

3

.

18

.

3

τὰ τῆς αἰσχύνης οἰκειωσάμενοι. καὶ οὖν ὁ στρατηγὸς τὰ καίρια τῶν ὀχυρωμάτων περιφραξάμενος ἐς Βυζάντιον ἄνεισιν. τοῦ κοινοῦ δὲ τέλους συντετυχηκότος Τιβερίῳ τῷ αὐτοκράτορι, τῆς Ῥωμαϊκῆς ἀρχῆς ὥσπερ ἆθλον ἀριστείας εὐγενῆ καὶ
5περίδοξον τὸ βασίλειον κράτος ὁ στρατηγὸς ἔννομόν τε

3

.

18

.

4

περιβάλλεται, καὶ τὴν δευτέραν ἀπημφίαστο τύχην. τὰ μὲν οὖν μετὰ τοῦτο παρχθέντα Ῥωμαίοις τε καὶ Πέρσαις ἀναγέ‐ γραφα ἐν τοῖς ἔμπροσθεν. οὐκοῦν ἰτέον ἐπὶ τὰ συνεχῆ τῆς διηγήσεως, τὴν ἱστορίαν ἔξω που μικρὸν διαθέουσαν εἰσκυ‐
5κλήσαντες ἐπὶ τὴν ἀκόλουθον καὶ εὐσύνοπτον νύσσαν, ὅθεν καὶ πρὸς βραχὺ ἀπεκλίναμεν τὰ περὶ τὸν Βαρὰμ κατ’ ἐκεῖνο

3

.

18

.

5

παρηκολουθηκότα καιροῦ προτιθέντες ἐν μέσῳ. ἀλλ’ εἰρήσθω μὲν πρότερον ἥ τε πατρὶς καὶ τὸ γένος Βαρὰμ οἵ τε τῆς τύχης βαθμοὶ αἵ τε κατ’ ὀλίγον πράξεις διὰ βραχέων, ἵνα πάντοθεν ἐναρμόνιον εἴη καὶ ἐντελὲς τὸ περὶ τὴν ἱστορίαν
5ἀκρόαμα.

3

.

18

.

6

Ἤκουσά του λέγοντος ἀνδρὸς Βαβυλωνίου ἱερομνήμονος, μεγίστην ἐμπειρίαν ἀπειληφότος τῆς περὶ τὰς βασιλικὰς διφθέρας ἀναγραφῆς, ἀπὸ μὲν τῆς Ῥαζακηνῆς οὕτω καλου‐ μένης ὁρμᾶσθαι μοίρας τὸν Βαράμ, οἰκαρχίας δὲ τῆς τοῦ
5Μιρράμου γεγονέναι τὸν Πέρσην ἐκεῖνον τὸν τύραννον, ὃς ἀφορμὴ τῆς καταλύσεως Ὁρμίσδᾳ τῷ τυράννῳ γεγένηται.147

3

.

18

.

7

δήμοις γὰρ παρὰ τοῖς Μήδοις ἑπτὰ τῶν πράξεων τὰ ἀγχίνοά τε καὶ τιμιώτατα διανυομένοις, νόμῳ πρεσβύτῃ κληροδοτου‐

3

.

18

.

8

μένοις, μὴ ἄλλως ἔχειν τὰ πράγματα ἔφασκεν. καί φασι τὸν μὲν Ἀρσακίδην ἐπιλεγόμενον δῆμον τὴν βασιλείαν κατέχειν, καὶ τοῦτον ἐπιτίθεσθαι τῷ βασιλεῖ τὸ διάδημα, ἕτερον τῆς πολεμικῆς προεστάναι συντάξεως, ἄλλον δὲ τὰς πολιτικὰς

3

.

18

.

9

περικεῖσθαι φροντίδας, τὸν δ’ ἕτερον τὰς διαφορὰς διαλύειν τῶν περί τι καταστασιαζόντων καὶ διαιτητοῦ δεομένων, τὸν δὲ πέμπτον ἡγεῖσθαι τῆς ἵππου, τὸν δὲ μετὰ τοῦτον φορο‐ λογεῖν τὸ ὑπήκοον καῖ τῶν βασιλικῶν ταμείων ἔφορον πεφυ‐
5κέναι, τὸν δ’ ἕβδομον κηδεμόνα τῶν ὅπλων καὶ τῆς πολεμικῆς ἐσθῆτος ἐπιστατεῖν, Δαρείου τοῦ Ὑστάσπου τουτονὶ τὸν νόμον

3

.

18

.

10

ἐν τοῖς βασιλείοις ἐντεμενίσαντος. τὸν δὲ Βαρὰμ τῆς τοῦ Μιρράμου οἰκαρχίας γενόμενον, δήμου δ’ Ἀρσακίδου, καταλε‐ γῆναί φασιν ἐς τὸ πρότερον τοῖς τοῦ βασιλέως σωματοφύλαξιν, μικροῦ δ’ ὕστερον στρατιωτικῆς ἴλης ἡγησάμενον συστρατεῦσαι
5Χοσρόῃ, τῷ Καβάδου παιδί, ὁπότε οἱ Βαβυλώνιοι τὸ Δαρὰς παρεστήσαντο, Ἰουστίνου τοῦ νεωτέρου τὴν Ῥωμαίων σκηπτου‐

3

.

18

.

11

χίαν ἐπέχοντος. ὁ μὲν οὖν Βαρὰμ ἐσβαλὼν ἅμα Χοσρόῃ, τῷ Περσῶν βασιλεῖ τῷ πρεσβύτῃ, καὶ εἰς τὰς Ἀρμενίας αὐτάς, καὶ κατὰ τοὺς πολέμους ἐπιφανέστατος γεγονώς, στρατηγὸς [οὐ] μετ’ οὐ πολὺ καὶ τοῦ Περσικοῦ χειροτονεῖται ἀθροίσματος.

3

.

18

.

12

οὕτω δὲ κατ’ ὀλίγον ἐξαιρούσης τῆς τύχης αὐτόν, ὡς καὶ δαριγβεδοὺμ τῆς βασιλικῆς ἀναδεῖξαι ἑστίας (ὃν δὴ κουρο‐
παλάτην Ῥωμαῖοι κατονομάζουσιν), ἐς μέγα ἀπονοίας ἐλή‐ λακεν, καὶ ἐπὶ ταῖς κατὰ Τούρκων νίκαις μεγάλα καὶ ἀκά‐148

3

.

18

.

13

θεκτα πνέων τὰ τῆς τυραννίδος ὠδίνει κυήματα. ὁ μὲν οὖν ὥσπερ σπινθῆρα ἐν σποδιᾷ τὴν τοῦ βασιλέως Ὁρμίσδου ἀποκρύπτει τῆς λύπης ὑπόθεσιν, τὸ δὲ πλῆθος ἐξέμηνε φενάκῃ συσκευασάμενος ὡς οἷα δὴ κατὰ τοῦ ὁπλιτικοῦ τοῦ
5Περσῶν χαλεπαίνοντος βασιλέως καὶ προσαπειλοῦντος καὶ φόνον τοῖς Βαβυλωνίοις στρατεύμασι διὰ τὰ περὶ τὴν

3

.

18

.

14

Σουανίαν τῆς συμπλοκῆς ἀτυχήματα. προσεφέρετο δὲ καὶ ἐπίπλαστα τοῦ Ὁρμίσδου προστάγματα ἀποκολοβοῦντα τὰ κατὰ τὸ εἰωθὸς τοῖς συντάγμασι [τῶν] ὑπὸ τῶν βασιλικῶν πρυτανείων διανεμόμενα. κἀντεῦθεν παραδριμύττεται ἡ πᾶσα
5πληθὺς καὶ ἐς ἀνάστατον ἀπροσεξίαν ἐχώρησεν.

4

t

1

ΙΣΤΟΡΙΑ Δʹ

4

.

1

.

1

Ἐπεὶ δ’ ὅρκοις τὰ τῆς τυραννίδος ἀπετειχίζετο, καὶ σπονδαῖς ἡ στάσις ἐπῳκοδομεῖτο, ἐπαθροίζει συμμαχικὸν ὁ Βαράμ, καὶ ὁ ἐπιχώριος Πέρσαις ἐκρατύνετο πόλεμος. ἐπε‐ στρατολόγει δὲ καὶ ἡ περὶ τὸν Ὁρμίσδαν δυσμένεια τῷ Βαρὰμ

4

.

1

.

2

πρόσθετον καὶ ἐπίκουρον δύναμιν. Πέρσαι γὰρ οἱ πρὸς τῇ Νίσιβι στρατοπεδεύοντες ἄρτι που ὑπὸ Ῥωμαίων καταπολεμη‐ θέντες δημοσίᾳ ἐκτάξει, τὰ περὶ τὸν Βαράμην ἀκηκοότες παράδοξα ἀποκλίνουσι πρὸς ἀπόστασιν, ἀδελφὰ τῶν ἐκείνῳ

4

.

1

.

3

διεγχειρηθέντων ὑποζηλώσαντες. τούτων δὴ ἀγγελθέντων τῷ Βαράμ, πρέσβεις ἀπὸ τῆς περὶ αὑτὸν πληθύος ἐκπέμπεται πρὸς τὴν Νίσιβιν, καὶ τῷ ἐπαγωγῷ τῶν ὑποσχέσεων καρτερώτερος

4

.

1

.

4

Μήδοις ὁ ἐμφύλιος κατατυρεύεται πόλεμος. οἱ μὲν οὖν τοὺς πρέσβεις δεξάμενοι πρὸς τὴν πόλιν χωροῦσι τὴν Νίσιβιν, περὶ
τὴν πύλην δὲ γεγονότες τοῦ ἄστεος συνεκύρησαν Χουβριαδάνῃ, ὃς τῶν ἐν ἀξίαις τελούντων παρὰ Πέρσαις ἐδόκει ἐπόπτης149
5τε τῶν δρωμένων κατὰ τὸν πόλεμον ὑπὸ Ὁρμίσδα προεκε‐

4

.

1

.

5

χείριστο. τοῦτον καταβαλόντες τοῦ ἵππου ἀκροτομήσαντές τε τὸν δείλαιον τήν τε κεφαλὴν τῶν ἐν τῷ τραχήλῳ σφον‐ δύλων ἀποκοψάμενοι σύμβολα ταῦτα Ὁρμίσδᾳ ἀδιαλλάκτου τινὸς παρέπεμπον στάσεως, κατεργασάμενοί τε τὸν ἄνδρα
5δεινῶς καὶ κατὰ τὴν πόλιν εἰσφρήσαντες πρὸς διαρπαγὴν τῶν

4

.

1

.

6

ἐκείνου χρημάτων ἐτράποντο. γίνεται τοίνυν καὶ κατὰ τὴν Νίσβιν διωμοσία καρτερὰ ἐφ’ ᾧ τὸν Ὁρμίσδαν ἀποχειροτό‐ νητον εἶναι καὶ ἰδιώτην ἀντὶ βασιλέως τεκταίνεσθαι. καὶ γοῦν τούτων οὕτω προκεχωρηκότων τοῖς πράγμασιν, πρεσβεύονται
5Πέρσαι πρὸς Πέρσας καὶ ἡγεμόνας πρὸς τὸν Βαρὰμ ἀποστέλ‐

4

.

1

.

7

λουσι κατὰ τὴν τοῦ Ζαβᾶ διάβασιν διατρίβοντα. ποταμὸς δ’ οὗτος, ὃς ἐκ τῶν ὑπερανεστηκότων ὀρῶν ἐκχεόμενος καὶ ἀπὸ τῶν βορείων ἀρχόμενος οὐ πολύς ἐστι τὴν πρόοδον, εἶτα πρὸς νότον φερόμενος καὶ ὑπὸ πολλῶν χειμάρρων καταρδευό‐

4

.

1

.

8

μενος ναυσίπορος γίνεται καὶ κοινοῦται τῷ Τίγριδι. ὁ δὲ Βαρὰμ τοὺς ἀγγέλους εἰσῳκίζετο καὶ λαμπρᾷ τῇ φιλοφροσύνῃ τούτους περιαυτίζεται, προστάττει δὲ καὶ δεξιολάβοις δυνά‐ μεσιν ἰχνηλατεῖν καὶ τὰς ἀτραποὺς πάσας κατασφαλίσασθαι,

4

.

1

.

9

ὅπως μηδ’ ἄγγελος Ὁρμίσδᾳ τῶν ἀτυχημάτων γενήσεται. ὁ δὲ βασιλεὺς χαλεπαίνων τε καὶ κυνοφθαλμιζόμενος, βρύχων τε καὶ τετριγὼς τοὺς ὀδόντας καὶ οὐκ ἔχων ὅπῃ αὐτοῦ τὰ τοῦ σκοποῦ σχοίη διέξοδον ὑπὸ τῆς ἀπορίας παράφορος ἦν
5καὶ τοῖς δαιμονῶσιν εἰκάζετο.

4

.

2

.

1

Κομεντιόλου δὲ τοῦ Ῥω‐ μαίων στρατηγοῦ ἐν ταύταις δὴ ταῖς ἡμέραις τὸ Ἄκβας
φρούριον ᾑρηκότος καὶ ὥρᾳ χειμῶνος διαλελυκότος τὸν χάρακα, ὁ Βαράμης τὸ κατὰ μικρὸν τοῖς τῆς Μηδίας χωρίοις προσέ‐150

4

.

2

.

2

βαλλεν. ὁ δ’ Ὁρμίσδας ἐκ τῶν περιοίκων δυνάμεις συνα‐ θροισάμενος αὐτοκράτορα τοῦ πολέμου προεστήσατο Φερο‐ χάνην τὸν Πέρσην· τὸ δ’ ὄνομα τὴν τοῦ μαγίστρου ἀξίαν

4

.

2

.

3

τῇ Ῥωμαϊκῇ ἐνσημαίνεται γλώττῃ. ὁ μὲν οὖν Φεροχάνης ἠξίου τὸν βασιλέα Ζαδέσπραν, ὃν ἐν εἱρκτῇ δεδεμένον Ὁρ‐ μίσδας ἀπέθετο, τῶν δεσμῶν ἀφαιρεθῆναι καὶ συστρατεύειν

4

.

2

.

4

αὐτῷ. τούτου δὲ καταδιαιτήσας ἐτύγχανεν ὢν ὁ Περσῶν βασιλεὺς τὴν φρουράν· κατάφωρος γὰρ οὗτος ἐγεγόνει χρή‐ ματα ἱκανὰ ἐκ τῆς Μαρτύρων ἐγκολπωσάμενος πόλεως. Ὁρμί‐ σδου δὲ δυσανασχετοῦντος ἐπὶ τοῖς ῥήμασιν, καὶ τοῦ Φερο‐
5χάνου καταλιπαίνοντος τὴν ἀξίωσιν, νικᾶται ὁ τοῦ βασιλέως σκοπὸς καὶ διαζεύγνυται τῶν χειροπεδῶν ὁ Ζαδέσπρας.

4

.

2

.

5

συνεκστρατεύσας οὖν τῷ Φεροχάνῃ καὶ τοῦ τυραννικοῦ πλησίον γενόμενος οὐ πόρρω τοῦ Ζαβᾶ ποταμοῦ, αὐτομολῶν παραυτίκα ὡς τὸν Βαράμην ἐχώρησε τὴν ἀντίδοσιν τῆς ἐν εἱρκτῇ

4

.

2

.

6

κακώσεως ἀντιταλαντεύσας Ὁρμίσδᾳ. τούτου τοίνυν συντετυ‐ χηκότος, ἤρθη ἐπὶ μέγα ὁ Βαρὰμ καραδοκῶν καὶ ἅπασαν αὐτῷ τὴν ἀντίθετον προσχωρῆσαι στρατείαν. ὁ μὲν Φερο‐ χάνης πρέσβεις πρὸς τὸν Βαράμην ἀπέστελλε καὶ ἐξῄτει τὴν
5γνώμην μεταβαλλόμενον ἀνάπαυλαν τῇ τυραννίδι παρέχεσθαι, κατελιπάρει δὲ τοῦτον καὶ δώροις βασιλικοῖς· οὕτω γὰρ

4

.

2

.

7

προσετέτακτο ὑπὸ τοῦ Περσῶν βασιλέως. ὁ μὲν οὖν οὐκ ἐπρίατο τὴν ἔχθραν, ὁ δὲ μᾶλλον ἐντεῦθεν ἐξωνεῖτο τὸ τύραννον. τὴν τοίνυν διάβασιν προκατειληφότος Φεροχάνου τοῦ Πέρσου, καὶ τοῦ τυραννικοῦ ἐπὶ πολὺ τοῖς τόποις

4

.

2

.

8

ἐνδιατρίβοντος, τὰ σιτία ἐξέλιπεν. ὁ μὲν οὖν Βαρὰμ παλαμώ‐ μενος τὰ τῆς ἐπηρείας κρατύνεσθαι οὐκ ἀναξιολόγῳ σοφίσματι

4

.

2

.

9

τοὺς ἀντιτεταγμένους ὑπέκλεπτεν. ἐξέπεμπε γὰρ τῇ ἀντιθέτῳ δυνάμει ἀγγέλους διαγορεύοντας ὡς οὐ κατὰ σκοπὸν δρᾷ τὸ ἀντίθετον ὅπλα κατὰ τῶν ἠδικημένων περιβαλλόμενον, ὑπο‐ μιμνήσκων τὸ Περσικὸν τῆς Ὁρμίσδου τραχύτητος, τό τε τῶν151
5ἐγχειρημάτων αὐτοῦ χαλεπώτατον, τά τε τῆς δυσσεβείας ἀθέ‐ μιτα, παρεδήλου τε τούτου τὸ ἀπιστότατον, καὶ ἁπλῶς τῶν ἡμαρτημένων Ὁρμίσδᾳ μέγαν τινὰ καὶ πιθανώτατον κατάλογον

4

.

2

.

10

συνετάττετο· ἐς ἀεὶ γὰρ τὸ δυσμενές ἐστι φιλαίτιον, καὶ μικραῖς τισιν ἀφορμαῖς μεγάλας οἶδε κορυφὰς ἐγκλημάτων

4

.

2

.

11

τεκταίνεσθαι. ἐπεὶ δὲ τούτων τὰ περὶ τὸν Φεροχάνην ἠκηκόει στρατεύματα, τὴν γνώμην μετέθετο καὶ νεωτερίζειν ἐγλίχετο, καὶ ἀθετεῖ τὸ τιμώμενον καὶ γεραίρει τὸ κακιζόμενον. καὶ ἦν αὐτοῖς οὐκέτι λοιπὸν τὰ τῆς τυραννίδος ἐγκλήματα, ἀλλ’
5ὥσπερ ἔννομός τις ἡ ἐγχείρησις ἀφορμὴν τῶν δρωμένων ἀπολαβοῦσα τὸ δίκαιον.

4

.

3

.

1

καὶ γοῦν ὁ Ζοαρὰβ (εἷς δ’ οὗτος τοῦ Διλιμνιτικοῦ ἔθνους ἡγούμενος), οὐ μὴν ἀλλὰ καὶ Σαράμης ὁ νέος, τὸ τηνικαῦτα μὲν καιροῦ τοῖς δορυφόροις τοῦ στρατηγοῦ καταλεγόμενος, ὕστερον δὲ τῶν τοῦ βασιλέως
5Χοσρόου σωματοφυλάκων ἐπιστατῶν, ἑτέρας ὀρεγόμενοι λήξεως τῆς τε μεταβολῆς τῶν πραγμάτων λίαν ἐκτόπως γλιχόμενοι συνωμοσίαν διέθεντο ἐξαπιναίως τε ἐπελθόντες ἀναιροῦσι

4

.

3

.

2

τὸν Φεροχάνην νυκτός, ἀμύνοντος παντελῶς οὐδενός. οὗ δὴ γεγονότος, ἐς ἁρπαγὴν τῶν τοῦ στρατηγοῦ χρημάτων πάντες ἐτράποντο. ἧκε γοῦν πέμπτῃ ἡμέρᾳ ἀγγελία τῷ Περ‐ σῶν βασιλεῖ τούτων δὴ τῶν ἔναγχος συμβεβηκότων τῷ στρα‐

4

.

3

.

3

τηγῷ. καταπλαγεὶς τοιγαροῦν ἐπὶ τῇ τῶν κακῶν ἐπιδόσει Ὁρμίσδας ἀπῆρε τῆς Μηδίας, ἐν ᾗ τὰς διατριβὰς ἐπεποίητο, καὶ τῇ Κτησιφῶντι προσομιλεῖ, τάς τε περιλοίπους δυνά‐ μεις ἀναλεξάμενος τῆς ἐς αὐτὸν περιφρουρᾶς διετίθετο, ὡς

4

.

3

.

4

ἐνῆν, τὴν φροντίδα. οἱ δὲ τῶν βασιλείων οἰκήτορες ἄστεων τούτων δὴ τῶν πεπραγμένων ἐν γνώσει γενόμενοι τὰς ψυχὰς ἐξεπλήττοντο, καὶ τῷ νεωτερισμῷ τῶν πραγμάτων ἐς τὰ μάλιστα τεθηπότες οὐκ εἶχον ὅ τι καὶ δράσωσιν· οἶδε γὰρ152
5παράδοξον ἄκουσμα θολὸν ταῖς ψυχαῖς ἐξεργάζεσθαι καὶ τῇ ἀθρόᾳ ἐνδημίᾳ ταῖς ἀκοαῖς ἐνιέμενον ἅπασαν ἀνατροπὴν

4

.

3

.

5

λογισμῶν ἐμπορεύεσθαι. ἡμέρα δὲ τρίτη, καὶ Βινδόην τὸν δέσμιον, τὸν Ἀσπαβέδου μὲν υἱόν, πρὸς γένος δὲ συνημ‐ μένον Χοσρόῃ, τῷ Περσῶν βασιλεῖ, ἐν χειροπέδαις τὴν εἱρ‐ κτὴν ἐνοικοῦντα καὶ ὑπὸ Ὁρμίσδου εἰκῇ ποινηλατούμενον ὁ
5Βεστάμ, ὃς ἀδελφὸς τούτου ἐτύγχανεν ὤν, τῆς φρουρᾶς

4

.

3

.

6

ὑπεξῆγεν, ὑπόντος οὐδενὸς τοῦ κωλύοντος. ἐπεὶ δὲ γαλήνη τῶν ἀτυχημάτων γέγονε τῷ Βινδόῃ, πλῆθος οὗτος ἐκ τῶν περὶ τὸν Φεροχάνην εἰσβάλλει πρὸς τὰ βασίλεια ὑπὸ τρίτην

4

.

3

.

7

ἕω καὶ ἐντυγχάνει Ὁρμίσδᾳ. οὗτος δὲ τὸν βασίλειον θρόνον περιεκάθητο, ἐσθὴς δ’ αὐτῷ τύραννος ὁμοῦ καὶ βαρύτιμος, ἥ τε τιάρα χρυσῆ τε καὶ λιθοκόλλητος, ἐνέρσει ἀνθράκων ἀπολάμπουσα τῇ λαμπρότητι, περιερρεῖτο δ’ αὐτῇ καὶ ὁ
5μαργαρίτης εἰς τὸ δαψιλές· τό τε κράνος καταυγαζόμενος τό τε σμαραγδόχλοον ὥραν ἐκύμαινεν, ὡς μικροῦ δεῖν συνα‐ πολιθοῦσθαι τὸν θεατὴν ὀφθαλμὸν τῷ ἀκορέστῳ τῆς κατα‐

4

.

3

.

8

πλήξεως. ἀναξυρίδες δ’ αὐτῷ χρυσοποίκιλοι, ἔργα ὑφάντου χειρὸς μεγατίμια. καὶ τοσαύτην εἶχεν ἡ στολὴ τὴν τρυφὴν
ὁπόσην ἠβούλετο ἡ τῆς σοβαρότητος ἔφεσις. ἤρετο οὖν ὁ βασιλεὺς Βινδόην ὅπως τε αὐτῷ ἡ τῆς φρουρᾶς ἀπήντησεν153
5ἀναχώρησις, τά τε τῆς τόλμης κινήματα, τῆς τε περιπόλου

4

.

3

.

9

δυνάμεως τί ἂν εἴη τὸ αὐτοσχέδιον. ὁ δ’ εἰς εὐήκοον τοῦ βασιλέως ἐλοιδόρει τε καὶ ἐβλασφήμει ἐς τὸν Ὁρμίσδαν, οὐκ ἐχούσης τὸ λοιπὸν πύλην τῆς γλώττης διὰ τὴν ἐκ τῆς ἀκοσμίας

4

.

3

.

10

παρρησίαν ἀκίνδυνον. μηδενὸς τοίνυν κατασυρίττοντος Βιν‐ δόου ἢ ὑπόντος τοῦ ἐπιπλήττοντος φειδοῖ τῆς βασιλικῆς τιμιότητος, ἤρετο τοὺς ἐν ἀξίᾳ τελοῦντας Ὁρμίσδας, εἰ τού‐

4

.

3

.

11

τοις ἥδεται τὸ παρεστηκός. πάντων δὲ καταβοώντων Ὁρμίσδου, ὁ Βινδόης ἑλόμενος τῆς χειρὸς τὸν Ὁρμίσδαν ἐξανιστᾷ τοῦ θρόνου ἀπεγύμνου τε τὴν κεφαλὴν τοῦ διαδήματος, καὶ τοῖς

4

.

3

.

12

σωματοφύλαξιν ἐς φρουρὰν παρεδίδου. καὶ οὕτω τῆς τύχης τῆς περὶ τὸν Βινδόην ἀντιμεταβαινούσης ὁ Ὁρμίσδας ἐξ ὧν ἔδρασεν ἔπασχεν, μαθὼν ὡς οὐ δεῖ λυμαίνεσθαι τοὺς οὐδὲν

4

.

3

.

13

ἀδικήσαντας. ὁ δὲ τούτου παῖς ὁ Χοσρόης καθαιρεθέντα τῆς βασιλείας τὸν Ὁρμίσδαν ἀκηκοώς, τοὺς ἠθάδας χώρους ἀπολιπὼν ἐπὶ τὸ Ἀδραβιγάνων τὴν ἀπόδρασιν ἐπεποίητο δέει τῶν συμβεβηκότων Ὁρμίσδᾳ κινδύνων, ὑποτοπήσας μή πού

4

.

3

.

14

γε καὶ ἐς αὐτὸν τὰ τῆς συμφορᾶς σχοίη διάβασιν. ὁ μὲν οὖν Βινδόης ἰχνηλάτει τὰ τοῦ Χοσρόου κινήματα· ἐπεὶ δ’ ἀνερευνωμένῳ κατὰ νοῦν ἐχώρει τούτῳ τὰ πράγματα τοῦ τε Χοσρόου γέγονε κάτοχος, ἠξίου ἐπαναζεῦξαι τὸν παῖδα τὸν

4

.

3

.

15

βασίλειον θρόνον ληψόμενον. ὁ μὲν οὖν Χοσρόης ἐνέχυρον ὅρκον λαβὼν τῆς πιστώσεως ἐπανῆκεν ἐς τὰ βασίλεια. τῇ δ’ ὑστεραίᾳ Ὁρμίσδας ἄγγελον ἐκ τῆς φρουρᾶς ἀποστειλάμενος παρεδήλου ὡς ἐθέλοι τὰ συνοίσοντα λέξειν τῇ Περσῶν πολι‐
5τείᾳ, τούς τε σατράπας ἠξίου ὡς αὐτὸν παραγενέσθαι καὶ
τοὺς ἐν ἀξίαις τελοῦντας καὶ ὑπεροχαῖς τούς τε τοῦ βασιλέως σωματοφύλακας ἅπαντας· μηδὲ γὰρ περὶ μικρῶν των λόγων154

4

.

3

.

16

ὑπεῖναι αὐτῷ τὴν ὑπόθεσιν. τούτων τοιγαροῦν διαγγελθέντων τοῖς ἐξέχουσι τῶν βαρβάρων, ἐκκλησία πρὸς τὰ βασίλεια γίνεται. ὑπεξάγεται δὲ τῆς φρουρᾶς καὶ ὁ Ὁρμίσδας, ὅπως τοῖς ἐπηγγελ‐ μένοις αὐτῷ πέρας προθήσοιτο. τοῦ τοίνυν ξυλλόγου συγκε‐
5κροτημένου πρὸς τὰ ἀνάκτορα, Ὁρμίσδας ἐς μέσον ἑστὼς τῶνδε τῶν λόγων ἀπήρξατο.

4

.

4

.

1

“Ἄνδρες θεαταί, ἀλλ’ εἴθε μὴ βασιλικῶν ἀτυχημά‐ των δημιουργοί μοι γεγόνατε· οὕτω γὰρ οὐκ ἂν ἐκληρώσασθε βασιλέα δημηγόρον ἅμα καὶ δέσμιον. ἄνδρες νυνὶ μὲν γαῦροι πολέμιοι, τὸ δὲ πρότερον ὑπήκοοι καὶ μετὰ δέους πειθήνιοι.

4

.

4

.

2

ἄνδρες θεαταί, ἀλλ’ εἴθε μὴ τηλικούτων κακῶν προήλθετε σήμερον ὑπηρέται καὶ μάρτυρες. εἰ συγχωρήσοι τὸ δάκρυον,

4

.

4

.

3

φωνὴν ἀφήσω προξενοῦσαν αὖθις τὸ δάκρυον· ὁρῶ γὰρ ὑμᾶς ἐπεντρυφῶντας τοῖς ἀδικήμασι καὶ κροτοῦντας τὼ χεῖρε, τοῖς ὀδοῦσι δὲ τετριγότας, τοῖς δὲ προσώποις μυκτηριζομένους ὁμοῦ καὶ φενακίζοντας, ἐκχύτους τῷ γέλωτι, ἀσχέτους τοῖς
5ὀνειδίσμασιν, καὶ εἰ μὴ σφάλλομαι, παιγνίων ὑπόθεσιν ἔχοντας

4

.

4

.

4

βασιλείας νόμον αἰδέσιμον. πάρεστι γὰρ ὑμῖν ἐν μέσῳ προ‐ κείμενος ὁ πρὸ μικροῦ καθάπερ θεὸς προσκυνούμενος αἰχμά‐ λωτος ὑπὸ τῶν πολλῶν ῥαπιζόμενος, ὁ ταῖς ἁλουργίσι περιρρεό‐ μενος νῦν σεσηπότα ῥάκη περιβαλλόμενος, ὁ θρύψει χρυσοῦ
5καὶ μαργαρίτου κατακοσμούμενος νῦν σχοίνῳ σιδηροτεύκτῳ

4

.

4

.

5

ταλαιπωρούμενός τε καὶ κακουχούμενος, ὁ τὰς τρίχας εὐθετι‐ ζόμενος καὶ τοῖς μύροις καταπνεόμενος νῦν αἰσχίστως σκληρα‐ γωγούμενος καὶ τῷ ῥύπῳ καὶ τῇ κόνει τῇ τε λήμῃ τῶν ὀμμάτων καὶ τῇ συμπλοκῇ τῶν βοστρύχων κατηγριωμένος
5τὴν πρόσοψιν, ὁ τοῖς μυρίοις γένεσι τῶν ἐδεσμάτων κολακευό‐ μενος νῦν ἀπόσιτος καὶ μικροῦ δεῖν καὶ τῶν τυχόντων σπανιζό‐

4

.

4

.

6

μενος ἄρτων, ὁ τοῖς χρυσορόφοις θαλάμοις ἐνδιαιτώμενος κλίναις τε χρυσαῖς ἐμβλακευόμενος καὶ σισύραις λαμπραῖς ἐντρυφῶν καὶ ἐφεστρίσι μεγαλοπρεπέσιν ἐγκαλινδούμενος νῦν ἐν εἱρκτῇ στενοχωρούμενος καὶ πρὸς τοὔδαφος κατερριμμένος,155

4

.

4

.

7

μήτε λείψανα εὐτελῶν ἀμφιασμάτων περιφερόμενος. ὁρῶ δὲ καὶ τῶν προπατόρων τὸ κλέος προπηλακιζόμενον σήμερον ἐξ ὧν εἰς ἡμᾶς ἀνοσιουργοῦντες ἐδράσατε, οὓς ἐχρῆν ἀθανάτων τιμαῖς θεραπεύεσθαι ἐκ τῆς περὶ τοὺς ἀπογόνους ἰσοθέου

4

.

4

.

8

δορυφορίας προσαγομένης ὁσημέραι. ἐπεὶ δὲ καὶ φύσεως παρ’ ὑμῖν θεσμὸς ἀνατέτραπται καὶ νόμοι κράτους ἠθέτηνται καὶ τάξις μοναρχίας καταπεπάτηται καὶ δίκης ἠφάνισται πρυτανεύματα καὶ ἀντίδοσις τῶν βεβιωμένων φροῦδος καθέ‐
5στηκεν, οὐκ ἐπιλήσομαι τῆς βασιλικῆς ἀρετῆς, ἀλλ’ εὐνοίᾳ τῆς τοῦ γένους συστάσεως τὰ συνοίσοντα τῇ Περσῶν πολιτείᾳ

4

.

4

.

9

διέξειμι. ἄνδρες σατράπαι, καὶ ὅσοι περὶ τὸν βασίλειον του‐ τονὶ συνηθροίσθητε χῶρον, κοινὰ κατὰ τῆς τυραννίδος στρατο‐ λογήσατε δόγματα, μὴ περιορῶντες ἐς τὸ λοιπὸν ἐπηρεάζεσθαι βασιλείαν ὑπερφυᾶ τε καὶ δυνατωτάτην, πρεσβύτιδά τε καὶ

4

.

4

.

10

φοβερωτάτην τοῖς τὴν οἰκουμένην οἰκοῦσιν ἀνθρώποις. εἰ δὲ μή, μεγάλην ἀρχὴν καταλύσητε καὶ πολλῶν τροπαίων ὑπόθεσιν ἀνατρέψητε καὶ μεγίστης δόξης ἀκρώρειαν κατα‐ βάλητε μοναρχίαν τε δυσκαταγώνιστον διαρρήξητε, κἀντεῦθεν
5τῆς εὐδαιμονίας στερηθήσεσθε Πέρσαι, τῆς ἐξουσίας ἀναιρε‐ θείσης ὑμῖν, τῶν περὶ τῆς βασιλείας νόμων ἀθετηθέντων

4

.

4

.

11

διὰ τὸ τύραννον. ἀταξίας γὰρ στάσις πέφυκε πρόοδος, τὸ δ’ ἄτακτον ἄναρχον, ἀναρχία δὲ λύσεως ἀφορμὴ ἐκ τυραν‐ νίδος λαβοῦσα τὴν γένεσιν· αὕτη τὴν πολυαρχίαν ὠδίνουσα τὰ προϋπηργμένα καλῶς κακῶς διατίθησιν, καὶ τῷ ἀνωμάλῳ
5τοῦ κράτους τῷ τε ἀσυμφώνῳ τῆς στάσεως τὸ ἑνιαῖον καὶ σύντονον τῆς ἀρχῆς διαλύσασα πάντα πάσχειν ἢ δρᾶν τοὺς

4

.

4

.

12

φιλοτυράννους ἠνάγκασεν. βασιλείας γὰρ σκάφος πολλοῖς
τοῖς πηδαλίοις οἰακιζόμενον μικρά τις σπιλάδος ἐπιδρομὴ κατεβάπτισεν, περισχιζομένης τῆς κυβερνήσεως πρὸς τὰς τῶν πολλῶν ἀντιθέτους ἐπιβολάς, ἄλλοτε ἄλλου πρὸς τὸν οἰκεῖον156

4

.

4

.

13

σκοπὸν ἐπειγομένου κυβερνᾶν τὸ ἀκάτιον. οὐκοῦν εἰ μὴ τοὺς τυράννους ἀπολικμήσητε, τὴν βασιλείαν δουλαγωγήσητε, καὶ παίγνιον τοῖς ἔθνεσιν ἔσεσθε τῷ ἀσυμφώνῳ τῆς τοῦ βίου

4

.

4

.

14

διαγωγῆς κατακληρωσάμενοι τὸ εὐάλωτον. ἔτι Βαρὰμ ἐν ποσίν, ἔτι τοῖς ὅπλοις ἀκκίζεται, ἔτι τῆς ὕβρεως ἔχεται στρατεύσας κατὰ τῆς Περσίδος τὴν μάχαιραν. τεθνάτω παρανάλωμα θηρίων γινόμενος, μὴ τιμάσθω ὁ τούτου νεκρὸς τῇ ταφῇ, ἵνα μὴ
5ταῖς λαγόσι τῆς γῆς σηπεδόνα ψυχῆς βδελυρᾶς κατασπείρητε. ἀπογυμνούσθω τὴν κεφαλὴν καὶ Χοσρόης τοῦ διαδήματος. οὐκ ἔστι βασιλικὸς τὴν ψυχήν, οὐκ ἀρχικῇ διανοίᾳ κεκόσμηται,

4

.

4

.

15

οὐκ ἐξουσιαστικὸν τούτου τὸ φρόνημα. ἀκάθεκτός ἐστι ταῖς ὁρμαῖς, λυσσώδης πέφυκε τὸν θυμόν, ἀφιλάνθρωπον αὐτῷ περικέχυται βλέμμα, οὐκ οἶδε νόμοις προνοίας σεμνύνεσθαι, τὸν τρόπον ἐστὶν ἀγέρωχος, τὴν ὄρεξιν φιλήδονος πέφυκεν,
5πάντα δεύτερα τίθεται τοῦ βουλήματος, οὐ καραδοκεῖ τὸ συνοῖσον, τὴν εὐβουλίαν οὐκ ἐναγκαλίζεται, τὸ φιλότιμον ἀποπέμπεται, τῇ φιλοχρηματίᾳ προσπλέκεται φίλερις ὢν καὶ

4

.

4

.

16

φιλοπόλεμος καὶ τῆς εἰρήνης ἀνόρεκτος. χειροτονήσω δὲ τῷ λόγῳ βασιλέα σήμερον ὑμῖν τὸ μειράκιον, ὃς παῖς ἐμὸς πέφυκεν ἀγαθός, ἀδελφὸς Χοσρόου τὴν φύσιν, ἀλλ’ οὐκ

4

.

4

.

17

ἀδελφὸς τὴν προαίρεσιν. ἢ οὐκ εἰς μέγα τὰ Περσῶν περιή‐ γαγον τάξεως, τῷ τῆς μεγαλοφροσύνης οἴακι τὸ Βαβυλώνιον διιθύνων πολίτευμα; βάσανος δὲ τῶν λόγων Τοῦρκοι φορο‐ λογούμενοι, οἱ Διλιμνῖται καταθέντες μετὰ τῶν ὅπλων τοὺς
5αὐχένας ἡμῖν, Ῥωμαῖοι πόλεις ἐπιφανεῖς ἀποβαλλόμενοι καὶ
τὰς δευτέρας τύχας τῇ ἐκπτώσει τῶν πρώτων δακρύοντες.157

4

.

4

.

18

ταῦτα μὲν ἐγὼ ὁ πάντα δράσας καὶ πεπονθὼς διὰ τὸ τῆς τύχης εὐμετάβολόν τε καὶ ἄστατον. ὑμῖν δὲ ἐν ἐξουσίᾳ τὸ ἔχεσθαι τὴν τοῦ συνοίσοντος ἔφεσιν, ἢ καταμελήσαντας τοῦ καλοῦ τὰς δευτέρας φροντίδας ἀποδοκιμάζειν καὶ τῷ μετα‐
5μέλῳ τῶν ἡμαρτημένων πρὸς τὰ ἐν ποσὶν ὅ τι καὶ πράξαιτε διηπορηκότας ὀδύρεσθαι.”

4

.

5

.

1

Ὅτε τοίνυν ἀπέρρει Ὁρμίσδᾳ τὰ τῆς διαλέξεως νουθε‐ τήματα, Βινδόης ὁ Πέρσης βρασματώδη συστησάμενος γέλωτα ἀπεσκοράκιζεν Ὁρμίσδου τοῦ διαλόγου τὴν ἔκθεσιν, ἐς μέσον δὲ ἀνιστάμενος τάδε που τῷ ξυλλόγῳ παρέθετο.

4

.

5

.

2

“Ἄνδρες ὁμόφυλοι καὶ σύμμαχοι καὶ μισοτύραννοι, ἀλλ’ εἰ μὴ νομοθετούντων ἔτι τυράννων ἀνέχεσθε. ἀδικεῖ καὶ

4

.

5

.

3

νῦν ἰδιωτεύων ὁ τύραννος. ἔτι τῶν λόγων τὸ κράτος ἀμπέ‐ χεται καὶ προστάττειν διεγχειρεῖ καὶ βασιλεύει δημηγορῶν καὶ θεσμοθετεῖ ἐπὶ βήματος καὶ κατηγορεῖ στρατηγῶν ἀπο‐

4

.

5

.

4

δοκιμάζει τε βασιλείαν καὶ χειροτονεῖ τὸν μοναρχήσοντα, καὶ πάντα πάρεστιν αὐτῷ ἐν ποσὶν ὁπόσα οὐδὲ τὸ τῶν ἐνυπνίων φιλότιμον δωρεῖσθαι τοῖς ἀπατωμένοις δεδύνηται, μήτε το‐ σοῦτον ἐννοηθῆναι δυνάμενος, ὡς οὐ πέφυκεν ἐν συμβούλων
5μοίρᾳ γνωρίζεσθαι τοὺς μὴ τὰ περὶ ἑαυτῶν διαθεμένους

4

.

5

.

5

ἐπιδεξίως τοῖς πράγμασιν. πόθεν οὖν ἡμῖν ἐνέχυρον τῆς εἰσηγήσεως καταθήσει λίαν ἑδραῖον καὶ ἀξιόχρεων; ἢ τὴν ἑαυτοῦ τύχην κατεγγυᾶν ἡμῖν ἐσοφίστευσεν ἐθέλων ἡμᾶς συνδεσμίους θεάσασθαι καὶ τῶν αὐτῶν παθημάτων κοινω‐
5νοὺς ἀνευθύνους; οὐ γὰρ τῶν ἐκείνῳ πεπλημμελημένων

4

.

5

.

6

μετέσχομεν τυραννούμενοι. πῶς δὲ κατὰ τυραννίδος γλῶτταν κεκίνηκεν ὁ μηδένα νόμον Περσῶν καταλιπὼν ἀτυράννητον,
ὁ λῃστρικώτερον ἄρξας καὶ τὴν ἐξουσίαν κιβδηλεύσας τῇ βίᾳ, ἐπομβρήσας δὲ τοῖς φόνοις παρὰ πάντα τὸν τῆς ἡγε‐158
5μονίας καιρὸν καὶ μικροῦ δεῖν τὸν Τίγριν ἀποχερσώσας τοῖς σώμασιν, ὁ τοῖς τάφοις εὐθηνίαν πραγματευσάμενος καὶ τοῖς αἵμασι καταπιαίνων τὴν μάχαιραν καὶ σπάνιν ἀνθρώπων ἐμπορευόμενος, ἵνα τὴν κακίαν ἐξ ὀλιγανδρίας ὠχυρωμένος

4

.

5

.

7

ἀθάνατα τὰ τῆς τυραννίδος ἀποκληρώσηται. παίδων γνώμης ἐστὶ διαιτητὴς ὁ μὴ ταῖς ἑαυτοῦ πράξεσι δεδικακὼς τὰ συμ‐ φέροντα. ἄπαγε τῆς ἀτοπίας, Ὁρμίσδα. οὐ σοφιστεύουσι μετὰ καθαίρεσιν τύραννοι· οὐ νομοθετοῦσι γεγονότες ὑπήκοοι·

4

.

5

.

8

οὐ συμβουλεύουσι κατακριθέντες τὸν θάνατον. ἐπεὶ τοίνυν τῶν ὑπηκόων οὐ πρόσεστί σοι τὸ λοιπὸν τυραννεῖν, ἐπήρειαν κατὰ τῶν παίδων ὁ δείλαιος ἐμμελετήσας ἀδικεῖν τῷ νεωτέρῳ τὸν πρεσβύτερον εἵλου, ἵνα μὴ σχοίη ποτὲ τὰ τῆς σῆς ἀδικίας

4

.

5

.

9

ἀνάπαυλαν. τὸ Τουρκικὸν ὑποφόρους τελεῖ· ἀλλ’ οὐ τῆς σῆς ἀγχινοίας ταῦτα πέφυκε μελετήματα· ταῦτα προνοίας ἔργα καὶ θανατῶντες Πέρσαι ἀρεταί τε στρατηγῶν καλῶς

4

.

5

.

10

ἐτεκτήναντο. πόλεις καὶ ἄστεα τὸ Ῥωμαϊκὸν ἀπεδύσατο· ἀλλ’ οὐ πεισθήσονται Πέρσαι· οὐ γὰρ τὰ πράγματα τοῖς λόγοις συνδιατίθενται. ἢ οὐχὶ θυραυλοῦσιν ἡμῖν τὸν πόλεμον παίζοντες καὶ φιλεπίδημον φόνον κατασπιλάζοντες περὶ τὴν
5Περσικὴν ἀναχέονται φάλαγγα; καὶ τὸ κωλῦσον οὐκ ἔστι

4

.

5

.

11

διὰ τὸ σὸν φιλοπόλεμον. πλήρεις οἱ σοὶ θησαυροὶ τοῦ χρυσοῦ· ἀλλὰ καὶ τῶν ὀδυρμῶν αἱ πόλεις τε καὶ οἱ θάλαμοι ἀγροί τε καὶ αὐλῶνες καὶ γήδια, καὶ μιᾶς συμφορᾶς πᾶσα κεκοινώνηκε τύχη, ἵνα δυστυχεστάτης αὐτὸς εὐδαιμονίας

4

.

5

.

12

ἐμφορηθείης ὑπὸ τῶν χρημάτων καταρδευόμενος. ἄπιθι λοιπὸν ἐκποδὼν τῶν σῶν ἀδικημάτων παρασχόμενος δίκην. ἑνὸς
ἀνθρώπου φθορὰ σωφροσύνης ἔστω διδάσκαλος, καὶ τοῦτο νόμος ἔστω λίαν ἐπιεικὴς τοῖς μετὰ ταῦτα σωτήριος· οὐ γὰρ159
5ἀλαζονείας τρυφήν, ἀλλ’ ἀνεπονείδιστον οἰκονομίας ὑπεροχὴν ἡ τῆς βασιλείας ἀναγόρευσις ἐπαγγέλλεται.”

4

.

6

.

1

Ὁ μὲν οὖν ξύλλογος κατεκελάδει Ὁρμίσδου, ὑβρί‐ ζοντες ἐς αὐτόν, καὶ τῶν λόγων τὴν παρρησίαν ἀπεφαυλί‐ ζοντο, ἐτράποντο δ’ ἐς τὰ μάλιστα ἐς θυμόν, κυνοφθαλμι‐ ζόμενοί τε παρεδριμύττοντο, τοῦ θράσους ἀγάμενοι τὰ φυσή‐

4

.

6

.

2

ματα. καὶ πολλῇ τῇ ἐκχύσει τοῦ ἐρεθίσματος ἄγουσιν εἰς μέσον τὸν παῖδα Ὁρμίσδου, τὸ μειράκιον ἐκεῖνο τὸ δύστηνον, εἶτα ἀποσφάττουσί τε ὁρῶντος Ὁρμίσδου πάντα τῇ ὀργῇ

4

.

6

.

3

χαριζόμενοι. ἀτὰρ μὴ μέχρι τούτου τοῖς κακοῖς ὑπόθεσιν παρεχόμενοι καὶ τοῦ Ὁρμίσδου τὸ γύναιον ἐς μέσον παρα‐ στησάμενοι ἀπὸ τῆς κύστεως τεμαχίζουσιν, κακῶς δικαζούσης

4

.

6

.

4

τῆς μαχαίρας τοῖς μέλεσιν. τὸ μὲν οὖν γύναιον ἅμα τῷ κατηθλιωμένῳ παιδὶ οὕτω τὸν βίον ἐν ἐπισήμῳ θεάτρῳ καταστρεψάμενον τραγῳδίας ὑπῆρχεν ὑπόθεσις· ἐπεὶ δὲ τῆς δυστυχοῦς ἱστορίας γέγονεν Ὁρμίσδας ἀπαράγραφος μάρτυς,
5κληροδοτεῖται τὴν τύφλωσιν, καὶ τοῦτό πως ἦν αὐτῷ τῶν

4

.

6

.

5

συμφορῶν ἐπιμύθιον. περόνας γὰρ σιδηρᾶς ἀνθρακεύσαν‐ τες καὶ μάλα καρτερῶς ταύτας συνουσιάσαντες τῷ πυρὶ ἐπὶ τὰς κόρας τῶν ὀμμάτων ἐπέβαλλον, οὕτω τε τῷ μύδρῳ τὸν Ὁρμίσδαν μετὰ βασάνων τιβίζοντες νύκτα κατ’ αὐτοῦ τὸ
5λοιπὸν διὰ παντὸς ἐψηφίζοντο, ὑποτοπήσαντες μή πως δια‐ δράσειε καὶ πράγματα παράσχοιτο τῇ Περσῶν πολιτείᾳ, ἔναυλον τὴν μνήμην κατέχοντες τῶν ὑπὸ Καβάδου τελεσιουργηθέν‐

4

.

6

.

6

των, ὁπηνίκα τὰ Περσικὰ σκῆπτρα κατέθετο. ὁ Καβάδης γὰρ οὗτος πατὴρ μὲν ἐγεγόνει Χοσρόου, τοῦ πάλαι Περσῶν
βασιλεύσαντος, ἐπεὶ δὲ παλαμναῖός τις ἦν τήν τε ἐξουσίαν πρὸς βίαν περιεβάλετο καὶ ἐς τυραννίδα τὰ τῆς βασιλείας160
5μετέβαλεν, τῆς ἀρχῆς αὐτὸν παραλύουσι Πέρσαι ἐν εἱρκτῇ τε ἐναποθέμενοι τοῖς τῆς ταλαιπωρίας τιθηνεῖσθαι κόλποις

4

.

6

.

7

παρέδοσαν. τούτου τὸ γύναιον τὰς εἰσόδους παρ’ αὐτὸν θαμά τε καὶ συχνῶς ἐπεποίητο ὁσημέραι ἐθεράπευέ τε δια‐ κονούμενον καὶ ταῖς εἰσηγήσεσιν ἐψυχαγώγει ἐμφρόνως φέρειν

4

.

6

.

8

τῆς ἀπαισίου τύχης τὰ δράματα. ὁ μὲν οὖν ἐφεστηκὼς τοῦ φρουρίου, ὃς ταγματάρχης τε ἦν καὶ στίφους στρατιω‐ τικοῦ ἐπιστασίαν ἐκέκτητο, τοῦ γυναίου καταπίπτει ἐς ἔρωτα. ὁ οὖν Καβάδης τοῦτο ἀκηκοὼς παρενεγύα τῇ γυναικὶ ἐς
5ταὐτὸν εὐνῆς τῷ φρουράρχῃ γενέσθαι καὶ φέρειν τῆς τύχης

4

.

6

.

9

ἅπασαν σπιλάδα προσπίπτουσαν. οὗ δὴ γεγονότος ἔκλυτος ἦν ἡ φρουρά, τό τε σύντονον τῆς διαφυλακῆς ἐκεχαύνωτο, καὶ δουλαγωγεῖται τῇ ῥαθυμίᾳ τὸ ἄγρυπνον. ἐντεῦθεν ὁ Καβάδης μεταβολὴν τῶν ἐνοχλούντων ἐμπορευσάμενος καὶ
5τὴν ἐσθῆτα τοῦ γυναίου ἀμφιασάμενος τῆς εἱρκτῆς ἐξεχώ‐ ρησε καταλείψας τὸ γύναιον τὴν αὐτοῦ στολὴν ἀμπεχόμενον.

4

.

6

.

10

Σεώσην τοίνυν δοκιμώτατον φίλον παραλαβὼν τοῖς ἔθνεσι τῶν Οὔννων προσομιλεῖ, οὓς Τούρκους πολλαχοῦ που ἡ ἱστορία ἐγνώρισεν. εἶτα ὑπὸ τοῦ βασιλέως τῶν Ἐφθαλιτῶν φιλοφρονώτατα ξενισθεὶς δυνάμεις τε ἀξιολογωτάτας περιβα‐
5λόμενος, μάχῃ τῶν ἀντιπάλων κεκρατηκὼς ἀπολαμβάνει τὸ

4

.

6

.

11

κράτος ἀναζεύξας πρὸς τὰ βασίλεια. ὁ μὲν οὖν Καβάδης ἀντιταλαντεύων Σεώσῃ τῷ τῆς φιλίας θεσμῷ τὴν ἀντίδοσιν ταῖς ὑπεροχαῖς τῶν ἀρχῶν τοῦτον ἐλάμπρυνε δίκας ὑπὸ τῶν ἠδικηκότων ὠμότατα εἰσπραξάμενος. ταῦτα γοῦν ταῦτα οἱ
5τῶν Περσῶν σατράπαι διανοούμενοι ἐκκορακίζουσι τὸν Ὁρμί‐ σδαν.

4

.

7

.

1

ὅτε γοῦν τῷ ξυλλόγῳ ἅπαντα τὰ πρὸς ὀργὴν ἐπεπέραστο, ἀνάγεται Χοσρόης ἐπὶ τὸν βασίλειον θρόνον, τῇ
τε ἀψῖδι τῇ χρυσῇ παρεστώς, ὡς ἔθος Πέρσαις ἀναγορεύ‐ εσθαι, προσεκυνεῖτο βασιλικώτατα καὶ ταῖς εὐφημίαις τὰ ὦτα161

4

.

7

.

2

περιεκλύζετο. ὁ μὲν οὖν ἄχρι τινὸς τὸν πατέρα περὶ τὴν φρουρὰν ἐφιλοφρονεῖτο παρηγορούμενος τῆς τε βασιλικῆς ἑστιάσεως μέτοχον ἐπεποίητο, πέμπων ὡς αὐτὸν ἐν λεκανίσι χρυσαῖς μυττωτοὺς καὶ κῶλα θήρας βασιλικῆς, βουβαλίδων
5τε καὶ δορκάδων καὶ ὄνων ἀγρίων τῶν μελῶν τὰ ἐπίσημα, ἀνθοσμίας τε οἴνους καὶ ποικίλων προπομάτων κατασκευάς, ἄρτους τε εὖ πεπεμμένους καὶ γάλα καὶ λάγανα καὶ ὁπόσα ἄλλα γαστριζομένοις τυράννοις δορυφορεῖται ἐς τραπέζης

4

.

7

.

3

πανήγυριν. ὁ δ’ Ὁρμίσδας ἀπεδοκίμαζε τὸ τοῦ βασιλέως φιλότιμον καὶ λίαν κενταυρικῶς ἐλοιδορεῖτο τοῖς διακονου‐ μένοις αὐτῷ· ὠβέλιζε γὰρ εἰκότως οἰκτειρμὸν ἐπονείδιστον ἀποπομπούμενος ὕβριν ὑποκρινομένην εὐσέβειαν. τοῦτό τοι
5καὶ ἀποτερματίζει τῷ Ὁρμίσδᾳ τὸν θάνατον· τυμπάνοις γὰρ κατὰ τῶν λαγόνων παιόμενος καὶ ῥοπάλοις τοὺς ἐν τῷ τραχήλῳ σφονδύλους συνθλώμενος καταλύει τὸν βίον πικρό‐

4

.

7

.

4

τατα. ὁ δὲ Χοσρόης τηλικούτῳ μύσει τὰ τῆς βασιλείας βε‐ βηλώσας προαύλια ἐπιβατήρια τοῦ κράτους ἐπανηγύρισε χρυσῷ τε πολλῷ ἐφιλοτιμεῖτο τοὺς ἐπιφανεστάτους τῆς Περσῶν βασιλείας τῆς τε φρουρᾶς ὑπεξῆγε τὰ πλήθη, κατειρωνευό‐
5μενος ἐντεῦθεν οὐκ ἔσεσθαι τῆς πατρῴας ἀπανθρωπίας διά‐

4

.

7

.

5

δοχος. ἕκτη δ’ ἡμέρα, καὶ δι’ ἐπιστολέως μετεπέμπετο Βαρὰμ γενέσθαι ὡς αὐτὸν καὶ δώροις βασιλικοῖς μεγατιμίοις ἐτιθά‐ σευε τοῦτον καταθέσθαι τὸ τύραννον, ὑπισχνεῖτο δὲ καὶ τὴν δευτέραν τοῦ κράτους ἀπονεῖμαι ἀξίαν αὐτῷ τοῖς τε προη‐
5μαρτημένοις διαλύσασθαι ἐνέχυρόν τε τῆς ὁμολογίας ὅρκον162

4

.

7

.

6

μεσίτην παρέχεσθαι. ὁ δὲ Βαρὰμ ταῖς βασιλικαῖς ἐντετυχη‐ κὼς συλλαβαῖς τοῖσδε τὸν Χοσρόην ἠμείψατο γράμμασιν· ἤδη γὰρ παραθήσομαι καὶ αὐτὴν τὴν τοῦ Βαράμου ἐπὶ λέξεως σύμφρασιν.

4

.

7

.

7

“Βαράμ, φίλος τοῖς θεοῖς, νικητής, ἐπιφανής, τυράννων ἐχθρός, σατράπης μεγιστάνων, τῆς Περσικῆς ἄρχων δυνάμεως, ἔμφρων, ἡγεμονικός, δεισιδαίμων, ἀνεπονείδιστος, εὐγενής, εὐτυχής, εὐεπίβολος, αἰδέσιμος, οἰκονομικός, προνοητικός,

4

.

7

.

8

πρᾶος, φιλάνθρωπος, Χοσρόῃ τῷ παιδὶ Ὁρμίσδου. τὰ γρα‐ φέντα παρὰ τῆς ἐλλειποῦς ὑμῶν καὶ μικροτάτης συνέσεως ἐδεξάμην καὶ τὰ σταλέντα παρὰ τῆς σῆς τολμηρᾶς ἐγχειρή‐ σεως οὐκ ἀπεδεξάμην· ἔδει γὰρ μήτε γράμμασι μήτε δωρή‐
5μασι βασιλικοῖς χρήσασθαι ὑμᾶς πρὸς ἡμᾶς, καὶ μάλιστα οὕτως ἀτάκτου τῆς σῆς χειροτονίας προελθούσης κατὰ τὴν Περσικὴν πολιτείαν, καὶ μήτε τῶν εὐγενῶν καὶ ἀξιολόγων συμψήφων γενομένων τοῖς ἀτακτοτέροις καὶ δυσγενεστέροις

4

.

7

.

9

ἀνθρώποις. ἵνα μὴ οὖν τοῖς πατρῴοις περιπέσῃς κινδύνοις, τὸ μὲν διάδημα ἐν ἱεροῖς ἀποθέμενος τόποις τῶν βασιλικῶν τόπων ὑπέξελθε, τοὺς δ’ ἐπὶ πταίσμασιν ἑαλωκότας ἐν εἱρκτῇ αὖθις ἀποθέσθαι τοὺς τὰ ὅμοιά σοι τετολμηκότας ἀναγκαῖον·

4

.

7

.

10

οὐδὲ γάρ ἐστι τῆς σῆς δυνάμεως ἴδιον ἀνεξετάστως τοὺς κακούργους ἀνθρώπους παραλῦσαι τῆς πρεπούσης αὐτοῖς

4

.

7

.

11

παρὰ τῶν νόμων ἐπεξελεύσεως. ταῦτα δὲ ποιήσας ἐλθὲ πρὸς ἡμᾶς, καὶ κλιματάρχης τῆς Περσικῆς πολιτείας παραυτίκα γενήσῃ. ἔρρωσο, φρονῶν τὰ συμφέροντα. εἰ δὲ μή, προγο‐ νικῶς διαφθάρηθι.”

4

.

8

.

1

Τοῦ δὲ γραμματηφόρου συντόνῳ κινήσει τινὶ θᾶττον παραγεγονότος εἰς τὰ βασίλεια καὶ τὸ πτυκτίον τῶν ὑπὸ
Βαράμου συγγεγραμμένων τῷ βασιλεῖ παρακομισαμένου, τῇ ἐπαύριον ἅπαντας εἰσκαλεσάμενος ὁ τοῦ Περσικοῦ βασιλεὺς163
5εἰς ἐπήκοον τῶν συνεληλυθότων παρεγύμνου τὰ ὑπὸ Βαρὰμ

4

.

8

.

2

σοβαρῶς γεγραμμένα. οἱ δὲ σατράπαι καὶ οἱ ἄλλοι ταῖς τῶν ἀξιωμάτων τύχαις καταλαμπόμενοι ἐδεινοπάθουν ἐπὶ τοῖς ἐκτόπως τετολμημένοις τῷ Βαράμ, τὸν δὲ βασιλέα πρὸς ὀργὴν ἐξεβάκχευον κοινὸν τῆς Περσίδος τύραννον ἐς τὸ

4

.

8

.

3

φανερὸν ἐκεῖνον αὐτὸν τὸν Βαρὰμ γράφοντες. ὁ δὲ βασιλεὺς ὁ Βαβυλώνιος δεδιὼς μὴ ταῖς ἀπειλαῖς τῶν λόγων ἐκτραχύνῃ τὸν τύραννον πρὸς τὸ ἀπειθέστερον, κρύπτει μὲν παρ’ ἑαυτῷ τὸ δοκοῦν, καὶ ὥσπερ ὑπὸ παραπετάσματι τῳ ἐπιπλάστῳ
5τῆς κολακείας τὴν τοῦ Βαρὰμ ὑποκλέπτων δευτέραις ἀξίωσιν καθυφεῖναι τοῦ ὄγκου τὸν ἀντιπράττοντα, τάδε πως ἐν

4

.

8

.

4

βιβλίῳ ἐγχαράξας αὐτῷ. οἶμαι δ’ οὐκ ἀναξιόλογον καὶ αὐτὴν τὴν συνθήκην προθεῖναι τῆς λέξεως, ἵνα τῷ ἀμεταμόρφῳ τῆς τῶν πραγμάτων ἐκθέσεως ἀθόλωτα τὰ τῆς ἀληθείας ἀρύσοιντο οἱ ξένων καὶ ἀκορέστων ἀφηγημάτων κατορεγόμενοι.

4

.

8

.

5

“Χοσρόης, βασιλεὺς βασιλέων, δυναστευόντων δεσπότης, κύριος ἐθνῶν, εἰρηνάρχης, τοῖς ἀνθρώποις σωτήριος, ἐν θεοῖς μὲν ἄνθρωπος ἀγαθὸς καὶ αἰώνιος, ἐν δὲ τοῖς ἀνθρώ‐ ποις θεὸς ἐπιφανέστατος, ὑπερένδοξος, νικητής, ἡλίῳ συν‐
5ανατέλλων καὶ τῇ νυκτὶ χαριζόμενος ὄμματα, ἐκ προγόνων ἐπίσημος, βασιλεὺς μισοπόλεμος, χαριστικός, ὁ τοὺς Ἄσωνας μισθούμενος καὶ τὴν βασιλείαν Πέρσαις διαφυλάττων, Βαράμ,

4

.

8

.

6

στρατηγῷ Περσῶν, ἡμετέρῳ δὲ φίλῳ. ὑπομνηστικὸν τῆς πολυθρυλήτου ὑμῶν ἀνδρείας ἐδεξάμεθα, καὶ γνόντες ὅτι ὑγιαίνετε ἐχαροποιήθημεν. τινὰ δ’ ἐν τῇ ἐπιστολῇ ῥήματα παρετέθησαν, ἃ ἐκ τῆς σῆς οὐκ ἐγεννήθησαν καρδίας· ἀλλ’
5ἴσως ὁ τοῦ γράμματος ὑπουργὸς οἴνῳ πολλῷ μεθυσθεὶς καὶ ὕπνῳ ἀμέτρῳ περιβληθεὶς μάταια καὶ ἀλλόκοτα ἐνύπνια164

4

.

8

.

7

συνεγράψατο. ἀλλ’ ἐπειδὴ τὰ δένδρα ἐν ταῖς ἡμέραις ταύταις τὰ ἱμάτια ἀπεδύσαντο, καὶ οὐκ ἰσχύουσι τὰ ἐνύπνια, διὰ τοῦτο οὐκ ἐταράχθημεν. ἡμεῖς δὲ καὶ τὸν βασίλειον θρόνον καλῶς ἀπελάβομεν καὶ τὰ νόμιμα Πέρσαις οὐκ ἀνετρέψαμεν,
5τοὺς δ’ ἐκ φυλακῆς διασωθέντας πάλιν φυλακῆς οὐ πείρωμεν·

4

.

8

.

8

οὐ γὰρ πρέπει βασιλέως δωρεὰν χηρεύειν δυνάμεως. τὸ μὲν οὖν διάδημα ἐπὶ τοσοῦτον τεθαρρήκαμεν μὴ ἀποτίθεσθαι, ὡς ἐλπίζειν ἡμᾶς, καὶ εἴπερ ἄλλοι εἰσὶ κόσμοι, κἀκείνων βασιλεύειν. ἐρχόμεθα δὲ πρὸς σὲ βασιλικώτερον, ἢ λόγοις
5πείσοντες ἢ τοῖς ὅπλοις καθυποτάξοντες. ἐὰν θέλῃς εὖ ἔχειν, φρόνει τὰ δέοντα. ὑγίαινε, ἐσόμενος ἡμῶν ἄριστος σύμμαχος.”

4

.

9

.

1

Ὅτε γοῦν ταῦτα ἐπεπόμφει ὁ βασιλεὺς τῶν Μήδων τῷ τυράννῳ Βαράμ, αἱ δυνάμεις πάντοθεν ἠρανίζοντο. συλλέ‐ γει τε τὸ ὁπλιτικὸν τούς τε περὶ τὸ Ἀδραβιγάνων τούς τε ἐπικαθημένους τοῖς μέρεσι τοῦ Ζαβᾶ ποταμοῦ, οὐ μὴν ἀλλὰ καὶ
5τοὺς ἀνὰ τὴν Νίσιβιν στρατοπεδευομένους ἀνελέξατο ὡς τάχος.

4

.

9

.

2

καὶ δῆτα ὁπηνίκα τὰς ἐπισωρευθείσας αὐτῷ δυνάμεις εἰς ἕνα ἐπεστοίχισε χῶρον χρήμασι φιλοφρονησάμενος, τότ’ ἄρ’ ἡγε‐ μόνας προΐστησιν, τὸν μὲν Σαράμην τοῦ δεξιοῦ ἐπιστατεῖν παρακελευσάμενος στίφους, Ζαμέρδην δὲ τοῦ εὐωνύμου
5κλίτους προστάττει ἡγήσασθαι, τὸν δὲ Βινδόην τὴν μέσην περι‐ βάλλεσθαι φάλαγγα τῶν τε ὀπισθοφυλάκων ἀντέχεσθαι παρε‐

4

.

9

.

3

κελεύετο. ἀπάρας τοίνυν ἐκ τῶν βασιλείων ὁ Περσῶν βασιλεὺς προσομιλεῖ πεδίῳ τινί, ἐν ᾧ ποταμὸς περιεκέχυτο ἑκατέρας

4

.

9

.

4

δυνάμεως διαρρέων μεσαίτατος. ἐπὶ τῶν ὄχθων τοίνυν τοῦ ποταμοῦ ἑκατέρας στρατιᾶς ποιησαμένης τὴν σύστασιν, καὶ πολλῶν λόγων ἀπό τε Χοσρόου καὶ Βαρὰμ διαπορθμευομένων ἀπὸ πρώτης ἕω μέχρις ἑσπέρας ἐπιτολῆς, καὶ τῆς διαλέξεως εἰς165
5ἀέρα χεθείσης, καὶ μηδαμῇ μηδαμῶς εἰρηναίας λήξεως κλη‐ ρωσαμένης ἀποπεράτωσιν, ὁ πόλεμος ἐκαττύετο, ἥ τε μάχη

4

.

9

.

5

ἐκυοφόρει μεγάλων κακῶν ἐπιφοίτησιν. τοίνυν ἐκδρομαί τε ἤδη ἐγίνοντο ἀκροβολισμοί τε, καὶ ταῦτα δὴ ταῦτα τὰ τῆς παρατάξεως προπύλαια φιλοπόλεμα. ὁ μὲν οὖν Βαράμης τάφρον περιεβάλετο τά τε ἄλλα τὰ εἰς ἀσφάλειαν τῆς μαχίμου

4

.

9

.

6

δυνάμεως ἐτεκταίνετο· ὁ δὲ Χοσρόης οὐ θαρρῶν χάρακα ἐν πεδίῳ περιστοιχώσασθαι ἡμέρας μὲν διατελούσης πολεμησείων ὥσπερ πως ὑπεφαίνετο, νυκτὸς δ’ ἐπιούσης εἴσω τῆς πόλεως τὰς δυνάμεις περιεφρούρει συγκλείσας. ἐντεῦθεν οὐκ εἰς
5ὀλίγην καταπεπτώκει ἀθυμίαν τὰ περὶ τὸν Χοσρόην στρατεύ‐

4

.

9

.

7

ματα. ὁ δὲ Βαράμ, ὅτε κατάδηλος ἡ τῆς ἀντιθέτου δυνά‐ μεως γέγονέ που δειλία, ἐθάρρησε λοιπὸν μὴ κλέψαι τὸν πόλεμον· οὓς γὰρ ἐνῆν βιάσασθαι ἐς τὸ φανερόν, τούτους οὐκ ἐδοκίμαζε τὴν ἀπάτην καταιτιάσασθαι καὶ θόλον τοῖς

4

.

9

.

8

θριάμβοις διὰ τὸν δόλον παρέχεσθαι. ὁ δὲ Χοσρόης ὑπολα‐ βών τινας συνδιατίθεσθαι τοῖς ὑπὸ τοῦ τυράννου διεγχει‐ ρουμένοις φόνῳ διεχρήσατο τούτους. δευτέρᾳ δ’ ἡμέρᾳ τὰς περὶ αὐτὸν δυνάμεις καταβεβλημένας τὰς ψυχὰς ἑωράκει.
5διά τοι τοῦτο πρὸς ἀπόδρασιν εἶδε τήν τε ἀποφυγὴν τοῖς

4

.

9

.

9

ἀμφ’ αὐτὸν γυναίοις προκατειργάζετο. οὕτω δὴ τῶν πραγμά‐ των διακειμένων, ἑβδόμη ἡμέρα, καὶ ὁ Βαράμ, οὐκ ἐθέλοντος Χοσρόου πρὸς παράταξιν ἀπαντῆσαι, νυκτομαχίαν ἐν σκοτο‐ μήνῃ συνίστησιν ἐπιπίπτει τε τοῖς περὶ τὸν Χοσρόην στρα‐

4

.

9

.

10

τεύμασιν. φοβερᾶς τοιγαροῦν οὔσης τῆς καταπλήξεως, μεγά‐ λου τε θορύβου ἐξαπιναίως φοιτήσαντος, τῆς τε θραύσεως
πρῶτα τοῖς νωτοφόροις ζώοις ἐπιφερομένης ὑπὸ τῶν πολε‐ μίων, εἶτα καὶ πρὸς τοὺς συμμάχους Χοσρόου μεταβεβη‐166
5κότος τοῦ φόνου, πολλῶν τε ἀναιρεθέντων, μετατίθεται τὴν γνώμην τὸ μάχιμον αὐτομολεῖ τε πρὸς τὸν Βαρὰμ καὶ ταῖς

4

.

9

.

11

ἀμφ’ αὐτὸν δυνάμεσιν ἀναμίγνυται. ὁ μὲν οὖν Χοσρόης τὴν ἀκρώρειαν τῶν δυστυχημάτων φέρειν οὐκ ἔχων, ᾗ ποδῶν εἶχε δυνάμεως, διαδιδράσκει τὸν μέγαν τοῦτον καὶ παραδο‐ ξότατον κίνδυνον μετά τινων εὐαριθμήτων ὑπασπιστῶν.

4

.

10

.

1

καὶ οὕτω τῆς βασιλείας ἐκπεπτωκὼς τὴν Κτησιφῶντά τε καταλιπὼν καὶ τὸν Τίγριν διανηξάμενος ποταμὸν διηπο‐ ρεῖτο ὅ τι καὶ δράσειεν, τῶν μὲν πρὸς τὸ Σκυθικὸν τὸ ἑῷον, οὓς Τούρκους λέγειν εἰώθαμεν, γενέσθαι εἰσηγησαμένων αὐτῷ,
5τῶν δ’ ἐν τοῖς Καυκασίοις ἢ Ἀτραπαϊκοῖς διασώζεσθαι

4

.

10

.

2

ὄρεσιν. οὕτω μὲν οὖν ἠμηχάνει ἐκεῖνος ἐπὶ τῇ βασάνῳ τῶν παραινέσεων. τοιγαροῦν κομιδῇ ἐπιεικῶς ἀνατίθησι τῷ ἐπὶ πάντων θεῷ τὰς ἡνίας τῆς ἀποδράσεως· εἴς τε τὸν οὐρανὸν ἀποβλέψας καὶ τοῦ δημιουργοῦ εἰς ἔννοιαν γεγονὼς ἀγνω‐
5μονῶν τε τοὺς ἐπιπλάστους θεοὺς τῷ τε Μίθρᾳ μηδέν τι τῆς ἐλπίδος προσενεγκάμενος εἰκότως ἠμαύρωσε τὸ τῶν κιν‐ δύνων ὀξύρροπον, καὶ τὴν πίστιν μεταβαλόμενος μεταβάλλει

4

.

10

.

3

καὶ τὴν τύχην πρὸς δεξιότητα. τῷ μὲν οὖν χαλινῷ χαίρειν εἰπὼν τάς τε εὐθετιζομένας ἡνίας παρακρουσάμενος ἠξίου ὑπὸ τῆς ἵππου ἰθύνεσθαι τόν τε ἐπιβάτην ὑπὸ τοῦ ἐποχοῦν‐ τος κυβερνᾶσθαι πρὸς τὰ συμφέροντα, θεῷ καὶ ἵππῳ τὰς
5κρίσεις πεπιστευκὼς τῶν ἐκβάσεων· οὕτω γὰρ ηὐδόκησεν ὁ καιρὸς μεγάλην ἀποσχεδιάσαι τῷ κόσμῳ πραγμάτων ὑπόθεσιν.

4

.

10

.

4

ἡ μὲν οὖν ἵππος ἐκείνη ἡ βασίλειος ἦγε τὸν ἐπιβάτην
φυγάδα ἀνὰ τὴν ἔρημον. ταύτην δὲ διανύσας καὶ τὸν Εὐφράτην ποταμὸν παραμείψας τῷ Ἀββαρέων καὶ Ἀνάθων πλησιάζει φρουρίοις· ταῦτα δ’ ὑπὸ τὸ Περσικὸν ἐφορολογεῖτο167
5πολίτευμα. ἀπάρας δ’ ἐντεῦθεν Χοσρόης ἀφικνεῖται ἐπὶ τὸ

4

.

10

.

5

Κιρκήνσιον ἐχόμενα πόλεως. δέκα δὲ σημείοις ἀγραυλιζό‐ μενος ἀπεκπέμπει ἀγγέλους εἰς τὸ Κιρκήνσιον παραδηλῶν τὴν ἄφιξιν καὶ τὰς νεωτέρας τύχας καὶ τὴν ἐς τὸν Καίσαρα καταφυγήν, τήν τε ἐς τὰ οἴκοι κάθοδον ἐξαιτούμενος ἠξίου
5συμμαχικὸν ἀπὸ Ῥωμαίων ἀποίσεσθαι. τρίτη γοῦν φυλακὴ τῆς νυκτός, καὶ οἱ ἄγγελοι πρὸς ταῖς πύλαις ἐχώρησαν.

4

.

10

.

6

ἐπεὶ δὲ τοῖς πυλωροῦσι τὰ τοῦ τειχίου διεξοδευόμενα ὑπὸ τῶν πρέσβεων διεγνωρίζετο, ὑπὸ τὸν ἡγεμόνα θᾶττον τῆς πόλεως οἱ τὴν φρουρὰν τῶν πυλῶν ἐγχειρισθέντες προῄεσαν τῷ τε ἡγεμόνι μετὰ συντόνου σπουδῆς τὴν περιπέτειαν

4

.

10

.

7

ἀνετίθεσαν. τῷ δὲ φρουράρχῃ ἦν ἄρα Πρόβος ὄνομα. ὁ μὲν οὖν Πρόβος ἐξ ἑωθινοῦ τὸν Χοσρόην πρὸς τὸ ἄστυ εἰσάγει, δεξιότητι δὲ καὶ φιλοφροσύνῃ τοῦτον ἐξένιζεν, τὰ δὲ τούτου γύναια παῖδας ὑπομαζίους περιαγόμενα λίαν εἰς
5τὰ μάλιστα φιλανθρωπίας ἠξίου, τούς τε ὑπασπιστὰς καὶ περιπόλους (τριάκοντα δ’ ἄρα τῷ Χοσρόῃ ὑπῆρχον) εὖ

4

.

10

.

8

ἐποίει κάρτα ἐπιεικῶς. δευτέρα δ’ ἡμέρα, καὶ Χοσρόης, ὁ τῶν Περσῶν βασιλεύς, ἐξῄτει τὸν Πρόβον διὰ γράμματος
πρεσβεύειν παρὰ τὸν Καίσαρα, καὶ ἐγχαράξας βασιλείους168

4

.

10

.

9

κεραίας διὰ Πρόβου τῷ αὐτοκράτορι ἔστελλεν. τῇ δ’ ὑστεραίᾳ Κομεντιόλῳ τῷ στρατηγῷ κατὰ τὴν Ἱερὰν πόλιν ἐνδιατρίβοντι κατάδηλον τὴν τοῦ Χοσρόου ἐνδημίαν ὁ Πρόβος πεποίηται, πέμψας ὡς αὐτὸν καὶ τὰ παρὰ Χοσρόου ἐν ἀξιώσει γεγραμ‐
5μένα τῷ Καίσαρι· ὁ δὲ Κομεντίολος τῶν ὑπὸ τοῦ Πρόβου διαγνωσθέντων αὐτῷ κατὰ τὴν Ἱερὰν πόλιν τοῖς ταχυδρο‐

4

.

10

.

10

μοῦσιν ἄγγελον παρεδίδου ἥξοντα ἐς βασιλέα. ὁ δ’ αὐτο‐ κράτωρ Μαυρίκιος τούτων ἀκηκοὼς περιγάνυται καὶ ταῖς κρείττοσιν ἐλπίσι κατάκομος ἦν, τά τε σήμαντρα τὰ Περσικὰ περιελόμενος ὅ τι ἂν καὶ ταῖς δέλτοις ἐνεκεχάρακτο διηρευ‐

4

.

10

.

11

νᾶτο ἀνελέσθαι τε καὶ διαγνῶναι. ἡ δὲ τῆς ἀξιώσεως τοῦ τῶν Περσῶν βασιλέως ἐν τούτοις που συνετέτακτο· ἐπὶ λέξεως γὰρ προθήσω τὴν πρέσβευσιν ἀκαλλώπιστον φράσεως, ὅπως τῇ ἀμαθίᾳ τῆς λέξεως τὸν νοῦν τῆς ἀξιώσεως ἀνεπίπλαστον
5ἐνοπτρισώμεθα.

4

.

11

.

1

“Χοσρόης Περσῶν βασιλεὺς τῷ ἐμφρονεστάτῳ βα‐ σιλεῖ τῶν Ῥωμαίων, ἀγαθοποιῷ, εἰρηνικῷ, δυνάστῃ, φιλευ‐ γενεῖ καὶ μισοτυράννῳ, ἐπιεικεῖ, δικαιοπραγεῖ, τοῖς ἀδικου‐

4

.

11

.

2

μένοις σωτῆρι, εὐεργετικῷ, ἀμνησικάκῳ χαίρειν. δύο τισὶν ὀφθαλμοῖς τὸν κόσμον καταλάμπεσθαι πάντα ἄνωθεν καὶ ἐξ ἀρχῆς τὸ θεῖον ἐπραγματεύσατο, τοῦτ’ ἔστι τῇ δυνατωτάτῃ τῶν Ῥωμαίων βασιλείᾳ καὶ τοῖς ἐμφρονεστάτοις σκήπτροις

4

.

11

.

3

τῆς Περσῶν πολιτείας· ταύταις γὰρ ταῖς μεγίσταις ἀρχαῖς τὰ ἀπειθῆ καὶ φιλοπόλεμα ἔθνη λικμίζονται, καὶ ἡ τῶν ἀνθρώ‐ πων διαγωγὴ κατακοσμεῖται καὶ κυβερνᾶται διὰ παντός. καὶ ἔστι λαβεῖν τὴν τῶν πραγμάτων ἀκολουθίαν τοῖς ἡμετέροις

4

.

11

.

4

ῥήμασι συμφωνοῦσαν. ἐπεὶ τοίνυν σκαιοί τινες καὶ πονηροὶ
ἐν τῷ κόσμῳ ἐπιπολάζοντες δαίμονες πάντα τὰ ὑπὸ τοῦ θεοῦ καλῶς συντεταγμένα συγχεῖν μὲν ἐπείγονται, εἰ καὶ μὴ ἔκβασιν ἡ τούτων λαμβάνει ἐγχείρησις, πρέπει τοὺς θεο‐169
5φιλεῖς καὶ εὐσεβεστάτους ἀνθρώπους τούτοις ἀντιστρατεύ‐ εσθαι ἔχοντας ἀπὸ τοῦ θεοῦ σοφίας θησαυρὸν καὶ δικαιοσύ‐

4

.

11

.

5

νης βραχίονα καὶ ὅπλα. κατὰ τοίνυν ταύτας τὰς ἡμέρας οἱ βλαπτικώτατοι δαίμονες κατὰ τῆς Περσῶν ἐπιφοιτήσαντες πολιτείας δεινὰ κατειργάσαντο καὶ δούλους κατὰ δεσποτῶν ἐπεστράτευσαν, κατὰ βασιλείας οἰκέτας, κατὰ τῆς τάξεως τὴν
5ἀταξίαν, κατὰ τοῦ καθήκοντος τὸ μὴ πρέπον, καὶ πᾶσι τοῖς

4

.

11

.

6

ἐναντίοις τῶν ἀγαθῶν ἐχορήγησαν ὅπλα. Βαρὰμ γάρ, ὁ κατάπτυστος δοῦλος, ὑπὸ τῶν ἡμετέρων προγόνων αὐξηθεὶς καὶ διαλάμψας καὶ μὴ χωρήσας τῆς δόξης τὸ μέγεθος πρὸς ὄλεθρον ἀπεσκίρτησεν, καὶ βασιλείαν ἑαυτῷ μνηστευόμενος
5πᾶσαν διετάραξε τὴν Περσῶν πολιτείαν, καὶ πάντα καὶ πράττει καὶ διεγχειρεῖ, ἵνα μέγαν ὀφθαλμὸν ἀποσβέσῃ δυνά‐

4

.

11

.

7

μεως, καὶ λάβωσιν ἐντεῦθεν ἔθνη ἀνήμερα καὶ κακοπραγέ‐ στατα παρρησίαν καὶ δύναμιν κατὰ τῆς ἡμερωτάτης τῶν Περσῶν βασιλείας, εἶτα λοιπὸν ἐντεῦθεν τῷ χρόνῳ καὶ κατὰ τῶν παρ’ ὑμῶν φορολογουμένων ἐθνῶν κράτος ἄσχετον καὶ

4

.

11

.

8

πολλῆς λύμης οὐκ ἄμοιρον. πρέπει τοίνυν τῷ εἰρηνικῷ τῆς προνοίας ὑμῶν λῃστευομένῃ βασιλείᾳ καὶ ὑπὸ τυράννων βιαζομένῃ παρασχεῖν χεῖρα σωτήριον, συστήσασθαί τε μέλλου‐ σαν ἀρχὴν καταλύεσθαι, καὶ τῆς σωτηρίας τὰς αἰτίας ὥσπερ
5τρόπαια οἰκουμενικὰ ἐν τῇ Ῥωμαίων πολιτείᾳ ἱδρύσασθαι, ἀναγορευθῆναί τε ὑμᾶς κτιστὰς καὶ σωτῆρας καὶ ἰατροὺς

4

.

11

.

9

τῆς Περσῶν πολιτείας. πάντα γὰρ τὰ τῷ δικαίῳ συμβαίνοντα πρέπει τοῖς δυνατωτάτοις βασιλεῦσι διὰ παντὸς ἀπεργάζεσθαι, καὶ ἐντεῦθεν τῆς μεγαλονοίας τὰ ἐγκώμια καὶ τοῦ τῇδε κόσμου
μεταναστεύουσιν ἔχειν διὰ παντὸς ἀδιάφθαρτα, παράδειγμά170
5τε συστήσασθαι ὡς οὐ δεῖ κατὰ δεσποτῶν δραπέτας ὁπλί‐

4

.

11

.

10

ζεσθαι. τὸ τοίνυν ἀνώμαλον νῦν τῶν πραγμάτων τῆς Περ‐ σικῆς πολιτείας προσήκει παρ’ ὑμῶν κυβερνᾶσθαι· λαμπρο‐ τέραν γὰρ ἐντεῦθεν οἱ Ῥωμαῖοι τὴν εὔκλειαν δι’ ὑμῶν ἀπο‐

4

.

11

.

11

λήψονται. ταῦτα Χοσρόης ἐγώ, ὡς παρών, γράφων προσφθέγγομαι, Χοσρόης ὁ σὸς υἱὸς καὶ ἱκέτης· οὐ γὰρ διὰ τὴν τύχην τῶν συμβεβηκότων ἀθετήσεις τῆς ἀξίας ἢ τῆς προσηγορίας τὸ πρόσφορον. οἱ δοτῆρες τῶν ἀγαθῶν ἄγγελοι
5τοῦ θεοῦ ἀνεπονείδιστον καὶ ἀτυράννητον ὑμῖν τὴν βασι‐ λείαν διαφυλάξωσιν.”

4

.

12

.

1

Ἐν ὅσῳ δὲ τὰ τῆς πρεσβείας κατεξητάζετο παρὰ τὸν Καίσαρα, ὁ Βαράμης τούς τε σατράπας καὶ τοὺς περι‐ βλέπτους τῆς Βαβυλωνίας ἐφιλοφρονεῖτο θεραπείας τε ἠξίου, ἀναλαβών τε τὴν βασιλικὴν πᾶσαν ἀποσκευήν, ὅσην Χοσρόης
5ὁ τῶν Περσῶν ἐπεσύρετο βασιλεύς, ἀφικνεῖται πρὸς τὰ ἀνά‐ κτορα· διακρίνας τε ἐκ τοῦ ὁπλιτικοῦ ἄνδρας εἰς ἔκταξιν λογάδας ἀνερευνᾶσθαι Χοσρόην προσέταττε δέσμιόν τε ὡς

4

.

12

.

2

αὐτὸν παραστήσασθαι. οἱ μὲν οὖν διητυχηκότες τῶν ὑπὸ τοῦ Βαρὰμ προστεταγμένων αὐτοῖς Βινδόῃ περιτυγχάνουσιν, ὃς ἔχαιρεν ἐς τὰ μάλιστα Χοσρόῃ, τῷ Περσῶν βασιλεῖ. τοῦτον δεσμοῖς καθυβρίσαντες ἄγουσι παρὰ τὸν Βαρὰμ ἑβδομαῖον.

4

.

12

.

3

ὁ δὲ Βαρὰμ τὴν Περσῶν βασιλείαν σφετεριζόμενος καὶ τῷ ταύτης καταπυρπολούμενος ἔρωτι ἐς τὸ φανερὸν τὰς τῆς ψυχῆς ἐπιβουλὰς οὐ παρεδείκνυεν, δεδιὼς μὴ τοῦ γε ἕνεκεν φωραθείη τέως τὴν ὅλην τῶν πεπραγμένων αὐτῷ ὑπόθεσιν

4

.

12

.

4

συστησάμενος· ἤρα δὲ δόγμασι συγκλήτου τὴν ἀρχὴν ἐμπορ‐ πήσασθαι καὶ τὴν ἀνάρρησιν τοῦ κράτους περιβαλέσθαι
συννόμῳ βίᾳ τινί, ἐντεῦθεν τὴν μὲν βασιλείαν ἀνεπονείδιστον, τὴν δ’ αὖ πάλιν ἐγχείρησιν ἀνεπιβούλευτον ἑαυτῷ σοφιζό‐171

4

.

12

.

5

μενος. ἐπεὶ δὲ πάντα ῥᾳδιουργῶν καὶ παλαμώμενος ἀπίθανος ἦν σοφιστὴς τοῦ βουλήματος, ἐχαλέπαινέ τε τοῖς μάγοις τἀναντία φρονοῦσιν. τῆς τοίνυν ὀρέξεως αὐτῷ μηδαμῶς ἀπολαβούσης τοῦ σκοποῦ τὴν βαλβῖδα, χωρεῖ ἐς τὸ φανερόν.

4

.

12

.

6

τῆς μεγάλης τοιγαροῦν καὶ ἐπιφανοῦς ἐνδημούσης αὐτοῖς ἑορτῆς, ἣν ἑορτάζειν οὐρανῷ παλαιὸς καὶ πρεσβύτης νόμος Πέρσαις ἐθέσπιζεν, τὸ βασιλικὸν διάδημα ἀνελόμενος ἀνηγό‐ ρευεν ἑαυτὸν βασιλέα τῇ τε χρυσῇ κατηυγάζετο κλίνῃ, τοῖς
5τε κατὰ τὴν Μαρτύρων ἀναστρεφομένοις βαρβάροις ἔχεσθαι ἐγκρατῶς τῆς φρουρᾶς ἐγκελεύεται καὶ ἥκιστα τὸν νοῦν

4

.

12

.

7

Χοσρόῃ παρέχεσθαι. τοῖς τοίνυν τὸ ἄστυ πολιορκοῦσι Ῥω‐ μαίοις ἡ τοῦ Βαρὰμ διαναγόρευσις δῆλος γίνεται· ἥλω γὰρ

4

.

12

.

8

ὁ τὰ προστάγματα τοῦ τυράννου περιφερόμενος. μενοῦνγε Χοσρόης ἐπὶ τὴν λεγομένην Ἱερὰν πόλιν ἀφίκετο, οὐδὲ μὴν Κομεντίολος ὁ στρατηγὸς ἀγέραστον καταλέλοιπε τὸν τέως τῆς βασιλείας χηρεύοντα· οὕτω γὰρ ἔδοξε Μαυρικίῳ τῷ
5αὐτοκράτορι, καὶ τὸ δόγμα μετεχώρει πρὸς πρᾶξιν. οὐκοῦν ἐπὶ τὸ Βεδαμᾶς, οὕτω χωρίον λεγόμενον, ἐς συνάντησιν γίνεται Κομεντίολος Χοσρόῃ τήν τε παρασκευὴν βασίλειον

4

.

12

.

9

αὐτῷ συστησάμενος ἐδορυφόρει μεγαλουργῶς. ἐνάτη δ’ ἡμέρα, καὶ τοῖς ἐν Μαρτυροπόλει φρουροῦσι Πέρσαις ἄγγελον ὁ Χοσρόης ἐξέπεμπεν ἄνδρα σατράπην Μιραγδοῦν, οὕτω λεγό‐ μενον, τάς τε νεωτέρας τύχας καταδηλῶν, καὶ ὡς οὐ μετὸν
5αὐτοῖς τῆς πόλεως ἔχεσθαι, τῆς τοῦ αὐτοκράτορος μεγαλο‐

4

.

12

.

10

νοίας ἀπομάχους καὶ φίλους Πέρσας μεταπλαττούσης. Βεστὰμ δὲ τῶν παρὰ Πέρσαις διαφανῶν κατὰ τὴν Ἀρμενίαν ἀπέ‐ στελλεν ἐς τὸ Ἀδραβιγάνων ἐγκελευόμενος γενέσθαι καὶ τοὺς αὐτόθι ἐνδιατρίβοντας Πέρσας ὑπηκόους αὐτῷ καταστήσασθαι.172

4

.

13

.

1

καὶ ταῦτα μὲν οὕτως ἐς τὸ φανερὸν διεπράττετο· οἷα δὲ κέρκωψ πεφυκὼς τὴν διάνοιαν καὶ πάντα τοῦ δόλου τιθέμενος δεύτερα, τὸν τῆς φιλοξενίας ἀθετήσας θεσμὸν καὶ τοὺς ἅλας τῆς φιλοφροσύνης ὑπὸ τὰς πτέρνας καταβαλόμενος
5πεμπταῖον ἐξέπεμπεν ἄγγελον τοῖς τὴν Μαρτύρων πόλιν περικαθημένοις Χαλδαίοις, ἐγκελευόμενος ἔχεσθαι τῆς φρου‐ ρᾶς κάρτα κομιδῇ καὶ τοῖς ἐς τὸ φανερὸν προσταττομένοις αὐτῷ μὴ προσέχειν τὸν νοῦν· φαῦλον γὰρ τὸ φῦλον τὸ Περ‐ σικόν, καὶ βίος αὐτῷ δόλος καὶ τῦφος καὶ κόμπος ἀνέκαθεν.

4

.

13

.

2

ἀναβολῆς τοίνυν τῆς περὶ τὴν βασιλείαν καθόδου τέως ἐγγι‐ νομένης αὐτῷ, ἐνεχείρει ἐς βασιλέα γενέσθαι Ῥωμαίων. ὁ μὲν οὖν Μαυρίκιος τὴν Χοσρόου ἔφεσιν διαγνοὺς γράμμασι βασιλείοις τὴν ἐς αὐτὸν ἐνδημίαν ἐνέκοπτε δόξης ὑπερορῶν
5τήν τε τοῦ συνοίσοντος ἐπίδοσιν Χοσρόῃ πραγματευόμενος· διενοεῖτο γὰρ ὡς οὐ δεῖ πόρρω τῆς Περσῶν πολιτείας μετα‐ χωρῆσαι Χοσρόην, ἵνα μὴ τῷ Βαρὰμ πάγιον ἐντεῦθεν τὸ

4

.

13

.

3

τῆς τυραννίδος καθιδρυθείη ἐγχείρημα. ἦρος δ’ ἀρχομένου ὁ Χοσρόης πρέσβεις ἐς βασιλέα ἐξέπεμπεν. ὁ μὲν οὖν αὐτο‐ κράτωρ βασιλικῶς ἐκκλησίαν τρίτῃ συγκροτήσας ἡμέρᾳ ἐπι‐ φανῶς προσκυνεῖται ὑπὸ τῶν πρέσβεων. σιωπῆς τοίνυν
5δαψιλευομένης τῷ συνεδρίῳ, καὶ τοῦ βασιλέως ἄδειαν λόγων ἐκθέσεως ἀποδεδωκότος τοῖς Πέρσαις, ὁ τῶν πρέσβεων ἐπι‐
φανέστερος προπιαίνων τῷ δακρύῳ τὸν λόγον κἀντεῦθεν τοὺς βασιλικοὺς οἰκτειρμοὺς ἀποθηρώμενος τῶνδε τῶν λόγων ἀπήρξατο.173

4

.

13

.

4

“Εἰ μὲν παρὰ τῶν προσφιλεστάτων ἦν ἡ ἀξίωσις, τρισ‐ μέγιστε βασιλεῦ, εἶχεν ἂν τὸ μὲν πρόσφορον ὁ καιρός, ὁ δὲ τρόπος τὸ εὔλογον, ὁ δὲ λόγος τὸ πείθειν, τὸ πάθος τὸν ἔλεον, τὴν πρόφασιν ἡ ὑπόθεσις, ἡ ἀνάγκη τὸ τῆς ἐπικουρίας
5ὀξύρροπον, τὸ δ’ αἰδέσιμον ἡ πρεσβεία, καὶ ἁπλῶς εἰπεῖν, τοσούτους εἶχον τοὺς οἰκτειρμοὺς τὰ παθήματα, ὁπόσας καὶ

4

.

13

.

5

τὰς συμφορὰς ᾠκειώσατο. ἐπεὶ δὲ καὶ τούτων πάντων μετὰ τῶν ἄλλων ἡ Περσὶς διητύχησεν, λείπεται ἢ φιλανθρωπίαν ἐκ τῆς σῆς ἀρετῆς περιχεῖσθαι Χοσρόῃ, ἢ Μήδους ὑπὸ

4

.

13

.

6

τυράννων μεγάλην ἀρχὴν καταστρέψασθαι. φαίη δ’ ἄν τις, εὖ οἶδα, τῶν μὴ συνέσεως μεμυημένων μυστήρια, λυσιτελεῖν τῇ Ῥωμαίων ἀρχῇ τὸ Βαβυλώνιον καὶ ἡμέτερον φῦλον μακρὰν οἰμώξειν ἐς κόρακας βασιλείαν καὶ κράτος καὶ ῥώμην μεγάλην
5ἀποβαλόμενον, καὶ ἀνανταγωνίστῳ ἡσυχίᾳ τινὶ τὸ Ῥωμαϊκὸν κράτος καταλιπαίνεσθαι, κακῶς εἰδὼς τὸ μὴ συνοῖσον τῇ

4

.

13

.

7

Ῥωμαίων δυνάμει. οὐ γὰρ τὰς ἀπείρους φροντίδας τῆς περὶ τὸν κόσμον συντάξεως μίαν που μοναρχίαν δυνατὸν ἐγκολπώ‐ σασθαι καὶ ἑνὶ πηδαλίῳ καρδίας ὅσην ἥλιος ἐφορᾷ διιθύνε‐

4

.

13

.

8

σθαι κτίσιν. οὐ γὰρ καθάπερ τὸ ἑνιαῖον τῆς θείας καὶ πρώτης ἡγεμονίας ἔνεστι πώποτε καὶ τὴν γῆν ἀπενέγκασθαι ἀντιθέτως ἔχουσαν τῆς ἄνω ταξιαρχίας κατάστασιν, ὑπὸ ἀνθρώπων τὴν μὲν φύσιν ῥευστῶν, τὴν δὲ γνώμην ἀδοκι‐
5μωτάτων διὰ τὴν πρὸς τὸ χεῖρον σύννευσιν, ἄλλοτε ἄλλως

4

.

13

.

9

κυβερνωμένην πρὸς τὸ ἐπίσαλον. οὐκοῦν εἰ καὶ Πέρσαι τοῦ κράτους καθαιρεθείησαν, μεταβήσεται παραυτίκα πρὸς ἑτέρους
τὸ κράτος· οὐ γὰρ ἀνέξεται χηρεύειν ἡγεμόνος τὰ πράγματα, ἢ ἡ τηλικαύτη τύχη τοῦ ἐπιβαίνοντος. ὡς γὰρ λογισμῶν174
5οὐκ ἔσονται φροντίδες ἀπόκοιτοι, οὕτως οὐδ’ αἱ μέγισται τῶν περὶ τὸν κόσμον ἡγεμονίαι ὀρφαναί που ἔσονται τοῦ

4

.

13

.

10

κυβερνήσοντος. ἢ οὐκ ἐκ Βαβυλωνίων Μῆδοι, ἐκ δὲ Μήδων οἱ Πέρσαι, μετὰ δὲ τούτους οἱ Πάρθοι ὥσπερ τινὶ ἀκολουθίᾳ διαδοχῆς τὴν Χαλδαίων εὐδαιμονίαν ἐκτήσαντο; ὅτι δ’ οὐ μιᾷ τινι σύριγγι νόμιον μέλος πνεούσῃ οὐχ ἅπαν ἐποίει τὸ
5ποίμνιον, ποιμέσιν ὁμοῦ καὶ αἰπόλοις προὖπτον τοῦτο καθέ‐ στηκεν. τοιοῦτό τι καὶ τοῖς ἀνθρωπίνοις πράγμασι συμβαί‐

4

.

13

.

11

νειν φιλεῖ. ἱκανὴ δὲ τεκμηριῶσαι Μακεδονικοῦ παιδαρίου τινὸς ἡ μαινόλις καὶ παράλογος ἔφεσις. τύχης γὰρ Ἀλέξαν‐ δρος ἄωρον γενόμενος παίγνιον καὶ μικρὰ παρ’ αὐτῆς κατ’ εἰρωνείαν ἱλαρυνόμενος Εὐρώπης κρατεῖν ἐβρενθύετο θαλατ‐
5τοκρατεῖν ἐγχειρῶν, καὶ Βαβυλωνίων ἤρα σκήπτρων ἀντέ‐ χεσθαι, τοῦ τε Ἰνδικοῦ κράτους ἐγλίχετο, Λιβύην δὲ ὑπα‐ κούειν ἠπείλει, καὶ ἐς τοσοῦτον αὔξειν τὰ τῆς ἀρχῆς ἐβιά‐ ζετο, ἐς ὅσον μὲν χεῖται ἀήρ, ἡλίου δ’ ὄψεις ταῖς βολαῖς

4

.

13

.

12

τῆς μαρμαρυγῆς καταυγάζουσιν. εἰς ἑνιαῖον τὸ κράτος καὶ μοναδικὸν τὸν ὑπὸ σελήνην κόσμον δουλαγωγεῖν κατωρέγετο. ἀλλὰ τούτου θᾶττον ἀπέσβη μετὰ τῆς ἐξουσίας ἡ ὄρεξις, καὶ πρὸς τὴν πολυτύραννον ὡς ἔπος εἰπεῖν ἡγεμονίαν διαιρού‐
5μενα πάλιν προσεχώρει τὰ πράγματα· οὐ πέφυκε γὰρ συμ‐

4

.

13

.

13

φύεσθαι τοῖς ἀσυμφώνοις ποτὲ τὸ ὁμόλογον. εἰς τί τοιγαρ‐ οῦν εὐδαιμονίας Ῥωμαίοις περισταίη τὰ πράγματα, Περσῶν μὲν καθαιρουμένων δυνάμεως, ἑτέρῳ δὲ παραπεμπόντων
φύλῳ τὸ τύραννον; εὐδοξίας δὲ τίνα χαρακτῆρα τὸ Ῥωμαϊκὸν175
5περιβάλλοιτο γένος, ἱκέτην ἀπαναινόμενον βασιλέα τῶν ἁπάν‐

4

.

13

.

14

των γῆς ἐπιφανέστατόν τε καὶ ἀλκιμώτατον; ἢ ποίαν εὐσε‐ βείας ἀκρόπολιν ἕξετε τοὺς ἠτυχηκότας ἐξουθενήσαντες; πότε δέ, βασιλεῦ, τοὺς ὑπὲρ δικαιοσύνης ἀγῶνας ἀράμενος ὅπλα κινήσεις πρὸς πόλεμον ταύτης που χηρεύων τῆς ὑποθέσεως;
5πότε δέ σοι τὸ τῆς θρησκείας κάλλος ὡραϊσθήσεται, εἰ μή γε ἐν τῷ παρόντι καιρῷ; νῦν ἢ τοῖς πράγμασι τὴν προση‐ γορίαν κυρώσητε, ἢ τοῖς ἀδικήμασι τῆς κλήσεως τὴν ψευδω‐

4

.

13

.

15

νυμίαν κληρώσησθε. τί δὲ δείξεις τούτου βασιλικώτερον παρὰ πάντα τὸν τῆς σῆς ἡγεμονίας καιρόν; ποία δέ τις ἄλλη Ῥωμαίοις μεγαλαυχημάτων ἀφορμὴ κατασταίη; τί δέ σοι, βασιλεῦ, τῆς σῆς ἐπιεικείας ἐνέχυρον ἔσται τοῖς ἔθνεσι

4

.

13

.

16

τούτου σεμνότερον; νῦν ἀρύσῃ διὰ μικρᾶς συμμαχίας τὴν εἰρήνην ἀθάνατον, καὶ ἃ τοῖς μυρίοις ἀγῶσι τῷ τε τῶν φροντίδων ἀπείρῳ καὶ τῷ ἐκχύτῳ τῆς τῶν χρημάτων κατα‐ βολῆς Ῥωμαίοις οὐδαμῇ που κατείργασται, νῦν διὰ ψυχῆς
5ἀρετήν, ὑπὸ μὲν τοῦ καιροῦ ζητουμένην, οἰκονομουμένην δὲ βασιλικῶς, ἀπραγματεύτως ἀποίσῃ καὶ καρπώσῃ τὴν ἄλυπον ἠρεμίαν πόνων ἐκτός· οὗ τί ἂν γένοιτο Ῥωμαίοις λυσιτελέ‐

4

.

13

.

17

στερον; μηδέν τι τῆς Ὁρμίσδου κακίας τὴν σὴν κατοικείτω καρδίαν. ἔμαθεν, ἐξ ὧν πέπονθεν, μὴ τὴν εἰρήνην βδελύτ‐ τεσθαι. οὐκ ἔστι Χοσρόης τῶν πατρῴων ἀδικημάτων διάδοχος· οὐ κληρονομοῦσι μετὰ τῆς οὐσίας οἱ παῖδες καὶ τῆς πατρῴας

4

.

13

.

18

πάντως που προαιρέσεως. ἐκεῖνος δυσμενής, οὗτος νῦν εὐμενής, οὐσιωμένην αὐτῷ τὴν σὴν εὐεργεσίαν περιαγόμενος, ἧς ἀμνημονεῖν αἰσχυνθήσεται πολλοὺς τῆς εὐσεβείας κεκτη‐

4

.

13

.

19

μένος τοὺς μάρτυρας. μὴ κρατείτωσαν τύραννοι, ἵνα μὴ μεθέξῃς τοῦ παραδείγματος. ἢ οὐχὶ τὸ κακὸν τοῖς πολλοῖς ἐστι περίζηλον, καὶ πρὸς τὰς τῶν χειρόνων ἐφέσεις ἡ τῶν ἀνθρώπων καθέστηκε φύσις δυσανάγωγον πρὸς τὸ κρεῖττον176

4

.

13

.

20

τὴν ὁρμὴν κεκτημένη; ἀκηκόαμεν καὶ τὸν τύραννον πρέσβεις ὡς ὑμᾶς διαπέμψασθαι, ἕξειν κοινωνὸν ἀξιῶντα τὸν οὐδὲν ἠδικηκότα τοῦ πλημμελήματος νεωτερίσαι τε δεσπότην μετὰ δραπέτου μονονουχὶ σοφιζόμενον. οὗ τί ἂν γένοιτο Ῥω‐

4

.

13

.

21

μαίοις ἀδοξότερόν τε καὶ ἀπευκτότερον; ποίαν δέ σοι πίστεως κρηπῖδα ὑποστηρίσει ταῖς ὑποσχέσεσιν ὁ μεγίστης ἀγνωμοσύ‐ νης ἔχων ὑπόθεσιν καὶ κατὰ τῶν εὐεργετησάντων συστη‐ σάμενος φάλαγγα, ὁ πᾶσαν ἰδέαν κακίας περιβαλόμενος, ἵνα
5δεσπότην μηδὲν ἠδικηκότα βασιλείας καθέλῃ; οὐ πέφυκε

4

.

13

.

22

κακίας ὑπόθεσις φιλίας διασώζειν ὑπόσχεσιν. ἀφιλόσοφος ἔναρξις καὶ τὸ πέρας ἕξει πάντως ἀσύμφορον· τοῖς σπέρμασι γὰρ ἡ βλάστησις οὐκ ἐναντίαν ἔχει τὴν πρόοδον. δώροις ἀγκιστρεύειν τὸ μὴ δίκαιον ἴσως ὁ Βαρὰμ ἐγχειρήσειεν·
5ἀλλὰ κακῶν ἄδωρα δῶρα κοὐκ ὀνήσιμα ἤκουσά του λέγοντος

4

.

13

.

23

τῶν παρ’ ὑμῖν ἐπὶ κομψείᾳ σοφῶν. οὐκ οἶδε παροινίας μισθὸς καρπίζεσθαι τὴν ἀπόλαυσιν, οὐκ οἶδε κέρδος ἀδικίας φυόμενον αὔλαξιν ἀμεταμέλητον ἔχειν γεώργημα. πρὶν γὰρ ἡδῦναι, λυπεῖ, καὶ πρὶν περιθέλξαι, πρὸς ἀνίαν ἐκκλίνει·
5ἐξεχώρησε γὰρ τῶν ἐραστῶν προσαφαιρούμενον καὶ ἃ μὴ

4

.

13

.

24

κακῶς τις ἐκτήσατο. ἡμεῖς δὲ τὴν Μαρτύρων πόλιν ἀντα‐ ποδίδομεν, τό τε Δαρὰς προῖκα παρέξομεν, τόν τε πόλεμον ταφῇ καθιδρύσομεν ἀπόμισθοι τὴν εἰρήνην οἰκοδομήσαντες τῇ τε Ἀρμενίᾳ χαίρειν εἰπόντες, δι’ ἣν ὁ πόλεμος τὴν παρ‐

4

.

13

.

25

ρησίαν δυστυχῶς τοῖς ἀνθρώποις ηὐτύχησεν. καὶ εἰ μὴ τῆς ἀνάγκης ἐπάξια τὰ δωρήματα πέφυκεν, ἀλλ’ οὖν τοῦτο κάλλιστόν ἐστιν ἡμῶν, τὸ μέτρῳ φιλοσοφεῖν τὴν ὑπόσχεσιν, ἢ μεγάλαις ἐπαγγελίαις τὴν ἀκοὴν ἐκλιπάναντας τῷ ἀτελε‐177
5σιουργήτῳ τοῦ συμπεράσματος ἀθάνατον τὴν διαβολὴν ἐπι‐ φέρεσθαι, μεγάλας κακῶν ἀφορμὰς τῇ τῆς εἰρήνης ἐς ὕστερον

4

.

13

.

26

εὐεξίᾳ κακῶς θησαυρίσαντας. ἱκανῶς ὑπὲρ τοῦ συνοίσοντος Ῥωμαίοις τε καὶ Πέρσαις ἀπολελόγημαι. εἰ δέ τι τῶν ἐντε‐ λεστέρων παρεῖται, σύνες, ὦ βασιλεῦ, τὸ λειπόμενον. πολλὰ γὰρ ἀπὸ τῆς ἀγωνίας τὸν λογισμὸν ἀποδιδράσκειν φιλεῖ·
5οὐκ οἶδε γὰρ ἀνάγκη μελέτης ἀνέχεσθαι ἢ φροντίδος ἐπι‐ βολαῖς πειθαρχεῖν, ἀεὶ διαπορθμευούσης τὸν νοῦν τῷ ταράχῳ τῆς συγκυρήσεως.”

4

.

14

.

1

Τούτων οὕτω διαλαληθέντων ὑπὸ τῶν πρέσβεων, καὶ τῆς ἀξιώσεως τὸ πιθανὸν καὶ ἐπίχαρι κληρωσαμένης τῇ εὐροίᾳ τοῦ λόγου, ὑπό τε τῆς βουλῆς καὶ τοῦ αὐτοκράτορος δογματίζεται ἐπικουρήσειν τῷ Χοσρόῃ Ῥωμαίους, τῷ δὲ Βαρὰμ

4

.

14

.

2

κάρτα κομιδῇ παρασκευάζεσθαι πόλεμον, ἀνάξιον Λατινίδος ἀρχῆς τοῦ αὐτοκράτορος κρίναντος ὅπλα τοῖς ἀδικοῦσι παρέ‐ χεσθαι καὶ προκινδυνεύειν τοῦ μὴ καλοῦ διὰ τὸν ὄγκον τῆς ὑποσχέσεως, καὶ Ῥωμαίους αἰσχίστην ἀναδεξαμένους ὑπόθεσιν

4

.

14

.

3

ἀθανάτοις ὀνείδεσι διὰ παντὸς στηλιτεύεσθαι. τὰ μὲν οὖν τοῦ δόγματος ἐς ἐκείνην τὴν ἡμέραν περὶ τὸ βασίλειον ἄστυ ἐξηχεῖτό τε καὶ ἐπεπόλαζεν· πεμπταῖοι δ’ οἱ πρέσβεις εἰσφρή‐ σαντες πρὸς τὸν Καίσαρα, δώροις διακοσμηθέντες βασιλικοῖς
5ἐν γράμμασι τὸ παρὰ τοῦ βασιλέως ἀποφέρονται ψήφισμα.

4

.

14

.

4

ἐπὶ τούτοις τε τόν τε Σαμὲν καὶ Χοσροπερόζην τούς τε ἄλλους, οὓς ἤδη πρότερον κατὰ τὸν τοῦ πολέμου καιρὸν ᾑρήκει τὸ Ῥωμαϊκόν, ὁ αὐτοκράτωρ ἐς Χοσρόην ἅμα τοῖς178

4

.

14

.

5

πρέσβεσιν ἐξαπέστειλεν. ὁ μὲν οὖν Χοσρόης τὰ ἐν τῷ βιβλίῳ τοῦ Καίσαρος διαναγνοὺς τήν τε τῶν Ῥωμαίων ἀγασθεὶς ἀρετήν, τὴν μὲν Ἱερὰν πόλιν καταλιπὼν ἅμα Κομεντιόλῳ ἐς Κωνσταντῖναν τὸ ἄστυ ἀφίκετο, μικροῦ τε ὕστερον καὶ
5ὁ τῆς Μελιτηνῆς προεστὼς (Δομετιανὸς δ’ ἄρα οὗτος) βασιλι‐ καῖς ὑποθήκαις γίνεται πρὸς Χοσρόην, ὃς πρὸς γένος συνῆπται τῷ βασιλεῖ Μαυρικίῳ, τὴν τιμὴν ἱερεύς, τὴν δὲ περὶ τὸν βίον κατασκευὴν ἱερώτερος, τὸν λόγον ἡδύς, τὴν πρᾶξιν

4

.

14

.

6

ταχύς, τὴν συμβουλὴν ἐμφρονέστατος. συνείπετο δ’ αὐτῷ ὅ τε Γρηγόριος, ὁ τῆς Ἀντιοχέων τοῦ ἱερατικοῦ ἐξηγούμενος· ἔδοξε γὰρ καὶ τοῦτο τῷ βασιλεῖ, καὶ μετεφοίτα πρὸς τὴν πρᾶξιν ὁ λόγος. παραγενηθέντες γοῦν οἱ ἱερεῖς ἐς Κωνσταντῖναν
5αὐτὴν λόγοις καὶ δώροις παρηγόρουν Χοσρόην, ἐπιτεύξεις

4

.

14

.

7

ἐλπίδων ἀθυμουμένῳ διατιθέμενοι. ὁ μὲν οὖν Χοσρόης ἀνὰ τὴν Νίσιβιν πρέσβεις ἀπέστελλεν ἀναμιμνήσκων Πέρσας τῆς εὐνοίας τῆς ἐς τὸ βασίλειον γένος, παρακαλῶν τῷ ἠπίῳ τῆς παραινέσεως ὡς οὐ δεῖ τυράννων ἐξουσίας ἀνέχεσθαι καὶ
5καθυβρίζειν νόμον ἀρχαῖον καὶ πάτριον καλῶς γεγηρακότα τῇ Περσῶν βασιλείᾳ καὶ μηδέ ποτε τῷ νεωτέρῳ τῆς καθαι‐

4

.

14

.

8

ρέσεως ἀπενεγκάμενον τὸ ἀδόκιμον. τῷ δὲ Βαρὰμ ἐπεὶ κατά‐ δηλον γέγονεν ὡς διεσώθη μὲν ὁ Χοσρόης, ὅπως τε Ῥω‐ μαῖοι φιλοφρόνως αὐτὸν ἀνεδέξαντο, τὸ δ’ αὐτὸ καὶ παρὰ τοῦ αὐτοκράτορος διὰ τῶν πρέσβεων ὡμολόγητο, πρέσβεις
5ἐξέπεμψεν ἀξιῶν τὸν αὐτοκράτορα μηδαμῶς ταῖς Χοσρόου τύχαις ἐπικουρεῖν, διισχυριζόμενος Νίσιβίν τε πόλιν παραδι‐179

4

.

14

.

9

δόναι Ῥωμαίοις καὶ τὰ ἄχρι Τίγριδος ποταμοῦ. ὁ μὲν οὖν Βαρὰμ τηνάλλως ἐπλανᾶτο· οὐ γὰρ οἷός τε ἦν διαφθείρειν τὴν τοῦ βασιλέως ὁσιότητα. οὐ πολλαῖς δὲ ἡμέραις καὶ τὸ σοβαρὸν ἐξογκωσάμενος τοὺς μὲν συμμάχους ἀθετούμενος κατά‐
5φωρος ἦν, τῷ τε Περσικῷ φορτικός τις ὑπῆν καὶ ταῖς ἐπι‐ βολαῖς ἀκατάσχετος πρὸς τὸ χαλεπώτερον ἐξαγριαίνων τὸ

4

.

14

.

10

τύραννον. καὶ οὖν οἱ ἀξιολογώτατοι σατράπαι τῆς τούτου δυνάμεως ὑποσυρρέουσι συσκευήν, ὅπως δολοφονηθείη Βαράμ, καὶ πρὸς τὸ γαληναῖον ἐπανήξῃ τοῖς Μήδοις τὰ πράγματα.

4

.

14

.

11

οἱ μὲν οὖν ἔξαρχοι τῆς περὶ τὸν Βαρὰμ συσκευῆς ὅ τε Ζαμέρ‐ δης καὶ Ζοανάμβης ὁ Πέρσης· προσεταιρισάμενοι γοῦν οὗτοι δὴ οὗτοι καὶ ἑτέρους τῆς Βαβυλωνίας πληθύος λογάδας, ὡς

4

.

14

.

12

ἐνῆν, τὰ τῆς ἐπιβουλῆς ἐξελίπαινον. ὑποτοπήσαντες δὲ καὶ Βινδόην πρὸς κοινοπραξίαν αὐτοῖς εἶναι λυσιτελέστερον (οὗτος δ’ ὑπὸ τοῦ Βαρὰμ κατῴκει εἱρκτὴν) ἀναπληροῦσιν ἔργῳ τὸ βούλημα, καὶ ἀθρόον ἐς τὴν φρουρὰν εἰσπηδήσαντες, τῶν
5δεσμῶν τὸν Βινδόην διαλυσάμενοι ταγματάρχην τε λόχου χειροτονήσαντες, οὔσης νυκτὸς εἰς τὰ βασίλεια τῷ Βαρὰμ

4

.

14

.

13

ἐπιτίθενται. ὁ μὲν οὖν Βαρὰμ δευτέρᾳ φυλακῇ τῆς νυκτὸς τῆς συσκευῆς ἐν γνώσει γενόμενος, ἐξοπλίσας τοὺς φύλακας σιδηροφορεῖν ἐγκελεύεται, τούς τε ἔναγχος ἐκ τῶν ἐθνῶν προσκεχωρηκότας αὐτῷ παρασκευασάμενος τοῖς ἐμπεσοῦσιν ἐς

4

.

14

.

14

τὸ καρτερὸν ἀντετίθετο. καὶ τῆς νυκτομαχίας ἰσχυρᾶς γενο‐ μένης, ὑπερέσχε Βαρὰμ καὶ ζωγρήσας τοὺς πατέρας τοῦ ἐγχειρήματος ἡμέρας ἤδη λαμψάσης ἀρθροτομεῖ τῶν μελῶν
τούτων τὰ πρακτικώτερα, εἶτα ὑποστορέσας τὰ λοιπὰ σώματα180
5τοῖς ἐλέφασιν εἴα πατεῖσθαι καὶ τὸν πανώλεθρον τοῦτον ἐκείνους ἀποφέρεσθαι θάνατον.

4

.

15

.

1

Ὁ μὲν οὖν Βινδόης ἅμα τοῖς σὺν αὐτῷ διαδιδράσκει τῆς συμφορᾶς παραδόξως τὸν κίνδυνον καὶ ἐπὶ τὸ Ἀδραβι‐ γάνων ὡς τάχιστα γίνεται. ἐκεῖσε γοῦν στρατοπεδευσάμενος πλείστους τοῦ Περσικοῦ ἐπηγάγετο καὶ τὰ Χοσρόου φρονεῖν

4

.

15

.

2

τοὺς ἀφεστηκότας πως ἐτιθάσευεν. δεκάτη δὲ ἡμέρα, καὶ ὡς τὸν Ἰωάννην, ὃν Μυστάκωνα Ῥωμαίοις ἔθος ἦν κατονο‐ μάζειν, ἀπέστελλεν ἄγγελον, τὰ νεώτερα δράματα γνωρίζων αὐτῷ ἀξιῶν τε μαθεῖν ὅπως τῷ Χοσρόῃ ἀπήντησε τῆς εἰς

4

.

15

.

3

Ῥωμαίους προσχωρήσεως ἡ ἐγχείρησις. ὁ μὲν οὖν Ἰωάννης γράμμασι τὸ ἄκουσμα παραπέμψας τῷ αὐτοκράτορι τοὺς ὑπὸ Βινδόου πρέσβεις παρακατεῖχε καραδοκῶν τί ἂν παρασταίη

4

.

15

.

4

παρὰ τῶν ἐγνωρισμένων τῷ αὐτοκράτορι. ὁ δὲ βασιλεὺς Μαυ‐ ρίκιος τῷ Ἰωάννῃ προσέταττε τοῖς ταὐτὰ τῷ Χοσρόῃ φρονοῦσι συμμαχεῖν τε ἐκθύμως καὶ πᾶσαν αὐτοῖς καλοκαγαθίας πίστιν παρέχεσθαι, ὅπως πρὸς τὸ ἀσθενέστερον ἴδοι τοῦ Βαράμου

4

.

15

.

5

τὸ τύραννον. τῇ δὲ προτεραίᾳ ὁ Βεστὰμ ὁ παρὰ τοῦ Χοσρόου ἐς τὰς Ἀρμενίας σταλεὶς ἀφικνεῖται παρὰ τὸν Ἰωάννην. ὁ μὲν οὖν Ἰωάννης τήν τε Βινδόου παρουσίαν τῷ Βεστὰμ παρεδήλου τά τε τῷ Βαρὰμ συντετυχηκότα ὡς ἀξιαφήγητα

4

.

15

.

6

λίαν περιχαρῶς παρετίθετο. καὶ οὖν ὁ Βεστὰμ περιγάνυται τοῖς ἀκροάμασι καὶ ἐς Χοσρόην ἐξέπεμπεν ἄγγελον ταῦτα δὴ γνωρισόμενον. ὁ δὲ Βινδόης πάλιν ἐγγελῶντα τὰ πράγματα τῷ Χοσρόῃ θεώμενος μέγα περιβάλλεται θάρσος καὶ χρήμασι
5βασιλικοῖς ἐντυχὼν τοῖς ἀμφ’ αὑτὸν διανέμει, ὡς εἶχεν ἑκά‐

4

.

15

.

7

στῳ εὐνοίας ἀλκή. ἐπεὶ δ’ οἱ τὴν Νίσιβιν περικαθήμενοι
φίλον τὸν αὐτοκράτορα Χοσρόῃ διέγνωσαν συμμάχους τε αὐτῷ δυνάμεις μεγάλας κατεπομβρίσαντα, γίνονται εἰς Κωνσταν‐ τῖναν τὴν γνώμην μετακοσμήσαντες. ὁ δὲ πολιοῦχος ὑπὸ181
5Χοσρόου λιπανθεὶς ταῖς ὑποσχέσεσι καὶ ταῖς ἐλπίσι χαριζό‐ μενος πάντα ἅπασαν Ἀραβίαν τάς τε μέχρι Τίγριδος ποταμοῦ

4

.

15

.

8

πρὸς τὸν Χοσρόην, ὡς ἔστιν εἰπεῖν, μετατίθησιν. οἱ δὲ τῆς Μαρτύρων ἐχόμενοι πόλεως, καίτοι τῆς πολιορκίας ὑπὸ Ῥω‐ μαίων ἐπιστατούσης, τοῖς ἐν παραβύστῳ τοῦ Χοσρόου προσ‐ τάγμασι πειθήνιοί πως γινόμενοι οὐκ ἐδίδοσαν τὴν πόλιν

4

.

15

.

9

Ῥωμαίοις, ἀλλὰ καὶ μάλα καρτερῶς ἀντετάττοντο. τοιγαροῦν ὅτε κατάφωρος πανουργῶν γέγονεν ὁ Χοσρόης, Δομετιανὸς λογισμοῦ ἀγχινοίᾳ δυσκαταμάχητον ἀντιστρατεύσας βουλὴν τοῦ Περσικοῦ δόλου δίκην πομφολύγων ἐκφύσεως διαλύει

4

.

15

.

10

τὸ ὕπουλον. μεταπεμψάμενος γὰρ ὡς ἑαυτὸν τοὺς ἀξιολογω‐ τάτους τῶν περιφρουρούντων τὸ πόλισμα, οὓς μὲν ὑπήγετο λόγοις, οὓς δ’ ἐξωνεῖτο τοῖς δώροις, ἀναμιμνήσκων τήν τε τῶν Ῥωμαίων ἐπιστασίαν ἐσκειμένην τῇ πόλει, τόν τε Χοσρόην
5τῆς τοῦ βασιλέως ἐπικουρίας δεόμενον, τόν τε Βαρὰμ ἀμφί‐

4

.

15

.

11

βολον περικείμενον τύχην. καὶ τοσαύτην εἶχεν ὁ λόγος τὴν δύναμιν ὡς διαιρεθῆναι ταῖς γνώμαις τοὺς τὴν Μαρτύρων πόλιν κατέχοντας ἑκὼν ἀέκοντι θυμῷ· ἔστω γάρ μοι νῦν

4

.

15

.

12

τῆς ἐκείνου γνώμης ζωγράφος ὁμηρίζουσα γλῶττα. καὶ δῆτα εὐνοῦχον εἰς τὴν βασιλικὴν δορυφορίαν συντεταγμένον αὐτῷ τὸν κορυφαιότατον, ὃν πραιπόσιτον εἴθισται Ῥωμαίοις ἀπο‐ καλεῖν, ἀνὰ τὴν Μαρτύρων πόλιν ἐξέπεμψε παρακελευόμενος
5Πέρσαις τὸ ἄστυ καταλιπεῖν καὶ περὶ τὴν Νίσιβιν ἀγραυλί‐

4

.

15

.

13

ζεσθαι. οἱ μὲν οὖν Πέρσαι, τοῦ βασιλέως Χοσρόου μετα‐ βαλόντος τὴν γνώμην, σπονδὰς μετὰ τῶν πολιορκούντων
συνθέμενοι τῆς πόλεως ἐξεχώρησαν. τῶν τοίνυν ἡγεμόνων ἐς Κωνσταντῖναν ἡκόντων, ὤφθη καὶ Σίττας ἐκεῖνος ἀνα‐182
5μεμιγμένος αὐτοῖς, ὁ τὴν Μαρτύρων πόλιν Ὁρμίσδᾳ, τῷ

4

.

15

.

14

Περσῶν βασιλεῖ, παρασχόμενος δόλῳ. ὁ μὲν οὖν Δομετιανὸς διεστείλατο Χοσρόῃ ὡς οὐχ ὅσια εἰς εὐεργέτας καὶ Ῥωμαίους διεγχειρεῖ ἀνεχόμενος ἀνδρὸς προδότου πολλὰ εἰς Ῥωμαίους κακὰ διανύσαντος, ἀναμιμνήσκων ὡς καὶ τῷ Βαρὰμ φίλος

4

.

15

.

15

Σίττας γεγένηται, καὶ ἥκιστα συνοίσειν αὐτῷ περὶ πολλοῦ ποιουμένῳ ἄνδρα παλαμναῖον καὶ ἀπιστότατον, μή πού γε τὰ Ῥωμαίων πλήθη συστραφέντα αὐτὸν Χοσρόην καὶ τὸν Σίτταν διαχρήσονται, καὶ τὰ τῆς ἀγωνίας τῷ Βαρὰμ λάβοι

4

.

15

.

16

ἀνάπαυλαν. ἐπὶ τούτοις συνιδὼν ὁ Χοσρόης καὶ τὸν παρόντα καιρὸν κολακείαις ἀποπριάμενος ἔκδοτον Κομεντιόλῳ Σίτταν καθίστησιν. δευτέρᾳ δ’ ἡμέρᾳ ὁ στρατηγὸς ἐπ’ ὄψεσι τοῦ ὁπλιτικοῦ αἰκισάμενος τοῦτον τῷ πυρὶ παρεδίδου καταν‐
5θρακεύσας τε ταῖς φλοξὶ δίκην τῶν ἡμαρτημένων τὸν Σίτταν

4

.

15

.

17

εἰσέπραττεν. ὁ μὲν οὖν Δομετιανὸς ἱεροπρεπῶς ἐς τὰ περὶ τὴν ἀνάληψιν τοῦ ἄστεος διεπονεῖτο ὡς ἐνῆν ἐς τὰ μάλιστα, τούς τε συνομοσαμένους τοῖς βαρβάροις Ῥωμαίους ἐς τὴν

4

.

15

.

18

τοῦ ἄστεος ἅλωσιν Κομεντιόλῳ παρεδίδου τῷ στρατηγῷ. τού‐ των τοίνυν ἀξίας ὑποσχομένων δίκας τῶν κατὰ τῆς πατρίδος διαπεπραγμένων αὐτοῖς, ὁ ἱερεὺς τῆς σωτηρίας τὴν ἑορτὴν ἐγκαινίζων τῆς πόλεως πανήγυρίν τε τοῖς καλλινίκοις συστησά‐
5μενος μάρτυσιν ἐπὶ τῶν βημάτων τῶν ὑψηλῶν τῆς ἐκκλησίας γενόμενος, παιωνίζων ᾆσμα καινὸν τῷ Χριστῷ ἐπινίκιον τοῖς ὠσὶ τοῦ κατεκκλησιασθέντος λαοῦ τάδε που διηγόρευεν.

4

.

16

.

1

“Οὐκ ἐν πολέμοις μόνον καὶ συμπλοκαῖς καὶ ἐκτά‐ ξεσι ταῖς σάλπιγξιν ὁ Δαβὶδ ἀλαλάζει, ἀλλὰ καὶ ἐν εὐσήμῳ ἡμέρᾳ ἑορτῆς τῷ ἐπὶ πάντων σαλπίζει θεῷ. πρέπει γὰρ καὶ πολεμικοῖς ὀργάνοις ὑμνεῖσθαι θεόν· ἀρχιστράτηγος γὰρ οὗτος
5ἐκτάξεως κραταιός τε καὶ δυνατὸς ἐν πολέμοις πρεσβεύεται.
καὶ ἐξ ὧν ἡ εὐδόκησις πέφυκεν, ἔδει που πάντως προελθεῖν183

4

.

16

.

2

καὶ τὴν αἴνεσιν. δεῦτε, καὶ ἡμεῖς ταῖς νοηταῖς ἀλαλάξωμεν σάλπιγξιν, ταῖς διανοίαις φημί, οὐ κερατίναις, ὡς Ἰουδαίοις νενομοθέτηται· οὐ γὰρ ἀλόγων μέλεσι διὰ τὸ παχὺ τῆς

4

.

16

.

3

διανοίας γεραίρειν ἡμεῖς θεὸν προσετάχθημεν. συστησώμεθα γοῦν ἑορτὴν μὴ ἕως τῶν κεράτων τοῦ θυσιαστηρίου καὶ μόνον [διήκουσαν], ἀλλὰ μέχρι τῆς ἄνω ἱεραρχίας αὐτοῦ τοῦ θεοῦ, ἧς ἀρχιερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδὲκ ὁ ἐκ
5δεξιῶν τῆς μεγαλωσύνης καθήμενος καὶ ἔστι καὶ ὀνομάζεται.

4

.

16

.

4

τῷ ὄντι γὰρ ἐν βραχίονι κράτος ἐποίησεν, ὄρη ταπεινώσας φρυάγματος, καθελὼν ἀπὸ θρόνων δυνάστας, καὶ πάλιν στηλιτεύων ἐπὶ τῆς Βαβυλωνίας τὰ μεγαλεῖα τοῦ πνεύματος.

4

.

16

.

5

δουλαγωγοῦνται γὰρ λέοντες, καὶ δράκοντες ἀποπνίγονται, καὶ Βὴλ καὶ Μίθρας ἀνδραποδίζονται, καὶ μαλθακεύεται πῦρ μήτε μαρτύρων ἐσθῆτος τυραννῆσαι δυνάμενον, ὑπὸ

4

.

16

.

6

νάφθας καὶ πίττης ἀφθόνως καταρδευόμενον. πάλιν δεξιὰ κυρίου ἐποίησε δύναμιν ἐπάρσεως καταδιαιτῶσα Χαλδαϊκῆς, οὐκ ἐν τοίχῳ, ἀλλ’ ἐν οὐρανῷ τὴν προαγόρευσιν γράφουσα. καὶ διαιρεῖται Βαβυλώνια σκῆπτρα, καὶ ὑβριστὴς καταβάλ‐
5λεται θρόνος, καὶ πάροινος βασιλεία συστέλλεται, καὶ τιμᾶται

4

.

16

.

7

πάλιν τὸ ταπεινούμενον, καὶ κρατύνεται τὸ νικώμενον. πάλιν τὴν στεῖραν πόλιν διὰ τὸν πόλεμον ὡς μητέρα δι’ εὐτεκνίαν εὐφραινομένην ἔστι θεάσασθαι. μηδεὶς ἀμπεχέσθω τῆς βασι‐

4

.

16

.

8

λικῆς ταύτης πανηγύρεως ἀναξίαν ἐσθῆτα. πάντες τῇ καθα‐ ρότητι τοῦ βίου λευχειμονήσωμεν, ἵνα μὴ ἀναξίως τῆς εὐωχίας τῇ ψυχῇ περιβαλόντες στόλισμα ἀνάξιοι φανῶμεν τῆς μετα‐ λήψεως καὶ τὰ ἀκόλουθα κατακριθῶμεν τῆς ἀποτεύξεως·

4

.

16

.

9

ἐγκαινίζου, ἐγκαινίζου, πόλις ἀγαλλιάσεως· ἥκει γάρ σου τὸ φῶς, καὶ ἡ δόξα κυρίου ἐπί σε ἀνατέταλκεν. τάδε μοι λέγει τὸ πνεῦμα τὸ ἅγιον, καὶ τὴν ἐπαγγελίαν ἀσπάζομαι,
καὶ ἡ νῦν ὑπὲρ τὴν προτέραν φαιδρότητα δόξα καθέστηκεν.184

4

.

16

.

10

σὺ γὰρ δήμους μαρτύρων ἐν τοῖς ἔμπροσθεν καὶ πρεσβυτέροις χρόνοις ἐκέκτησο πᾶσαν ἀτραπὸν καὶ λεωφόρον τῶν σῶν

4

.

16

.

11

λαγόνων ἐπικυμαίνοντας. ἐπιφανεστέρα σοι τῆς ἁλώσεως ἡ ἀνάζευξις· ἣν γὰρ ἔκλεψε δόλος, νῦν φόβος ἀπέδοτο, καὶ ἣν βασιλέως βαρβάρου πανουργία κακῶς ἀπεσύλησεν, νῦν

4

.

16

.

12

ἐπιφανεστάτη δουλαγωγία καλῶς ἀντιδίδωσιν. ταύτην οἰκέτης ἐσταλμένος ὑμῖν, ὦ μάρτυρες, προσηγάγετο συμμάχους ἑλέ‐ σθαι θηρώμενος, οὓς ἀντιθέως τὸ πρότερον οὐκ ἐπρέσβευεν, ἐξ ἀποτεύξεως διδαχθεὶς τὴν εὐσέβειαν, ἐπεὶ καὶ Φαραὼ ὁ
5πάλαι μαστιζόμενος ἢ νουθετούμενος θεὸν σέβειν ἠνείχετο.

4

.

16

.

13

ταύτην ὑμῖν ἀνατίθησιν, μάρτυρες, Βαβυλώνιος τύραννός τε καὶ ἔπηλυς, ὁ τῆς ἑαυτοῦ βασιλείας δραπέτης, ὁ νῦν Ῥω‐ μαίοις ἀντὶ πολεμίου πειθήνιος· τοσαῦτα γὰρ ὑμεῖς τοῖς

4

.

16

.

14

ἀνθεστηκόσιν ἐπαλαμήσασθε. ἐξέστη ὁ τύραννος ἐπὶ τούτοις, ἔμφοβος καὶ ἔντρομος ἐγενήθη ἡ γῆ. ἐπετίμησε γὰρ τοῖς ἔθνεσιν ὁ ὢν ἀπ’ ἀρχῆς, καὶ τῆς δεξιᾶς αὐτοῦ ἡ ἀλλοίωσις αὕτη. ἀπ’ ἄκρου τοῦ οὐρανοῦ ἡ ἔξοδος αὐτῆς, καὶ τὸ κατάν‐
5τημα μέχρι τῶν περάτων τῆς γῆς, καὶ ἐθεασάμεθα τὴν δόξαν

4

.

16

.

15

αὐτῆς πλήρη χάριτος καὶ δυνάμεως. οἱ γείτονες ποταμοὶ προφητικῶς χεῖρας κροτείτωσαν, φερωνύμως νῦν ὁ Εὐφράτης ἐπὶ τοῖς μεγαλείοις εὐφραινέσθω τοῦ κτίσαντος, ὁ Τίγρις μεταβαλέτω τὸ θηριῶδες πρὸς τὸ φιλάνθρωπον· ἡ κραιπάλη

4

.

16

.

16

γὰρ τῶν φόνων αὐτῷ καταλέλυται. ᾄσωμεν ᾠδὴν τῷ κυρίῳ σωτήριον, ᾄσωμεν αὐτῷ μετὰ τῶν μαρτύρων ἐπινίκιον ὕμνον. ἀναγγείλωμεν ἐπὶ τῶν ποταμῶν Βαβυλῶνος τὴν δόξαν αὐτοῦ σκιρτῶντες τῷ πνεύματι· οὐ γὰρ θρῆνον Ἰουδαϊκὸν κατεκρί‐
5θημεν ἢ αἰσχύνην αἰχμαλωσίας ὑπὸ τῶν λαφυραγωγησάντων

4

.

16

.

17

ὀνειδιζόμεθα. προτάξωμεν ἡγεμόνα τῆς εὐφροσύνης τὸν κύριον, ἵνα μὴ τῆς ἄνω Ἱερουσαλὴμ ἐπιλαθώμεθα καὶ ἡ
γλῶσσα ἡμῶν κολληθείη τῷ λάρυγγι ὡς κακῶς μὴ μεγαλη‐ γοροῦσα τοῦ θεοῦ τὰ παράδοξα. νῦν ἡ θυγάτηρ Βαβυλῶνος185
5κατὰ τὸ γεγραμμένον ὄντως ταλαίπωρος, ἡ τῶν ἀγερώχων ἐπιβαίνουσα σκήπτρων, καὶ μακαρίζεται βασιλέως εὐσέβεια οὐκ ἐπάγουσα ταύτῃ τὸν ἰσοστάσιον ὄλεθρον ἢ ἀντεπιφέρουσα

4

.

16

.

18

τὸ ἀνταπόδομα ὃ ἀνταπέδωκεν ἡμῖν. τελειοῦται γὰρ αὕτη διαθήκη δευτέρα μὴ ἀντιταλαντεύειν τῷ κακῷ τὴν ἀντίδοσιν εἰσηγουμένη τῷ νοητῷ Ἰσραήλ, καὶ βασιλεὺς οὐκ ἀποδοκιμά‐ ζεται σήμερον οἰκτείρων πολέμιον, οὔτε Σαμουὴλ ἐπὶ τούτῳ

4

.

16

.

19

διαπληκτίζεται παντοκράτορι κυρίῳ ζηλῶν. ὁ γὰρ Ἰησοῦς ὁ Χριστός, ὁ παλαιὸς ἡμερῶν καὶ πρεσβύτερος, εὐσεβέστερον θυσίας οἶδε τὸν ἔλεον, καὶ τὴν πατρῴαν βασιλείαν κατα‐ κληροδοτεῖ τοῖς οἰκτείρμοσιν, καὶ φιλανθρωπίας ἔχων ὑπό‐
5θεσιν καὶ δούλου λαμβάνει μορφήν, καὶ τοῖς ἀνθρώποις συναναστρέφεται, καὶ τὴν φάτνην γνωρίζει, καὶ προσίεται σπάργανα, καὶ φεύγει τυραννοῦσαν τὴν μάχαιραν, καὶ τῇ

4

.

16

.

20

Αἰγύπτῳ προσομιλεῖ, εἶτα τὴν Ναζαρὲτ κατοικεῖ, καὶ Γαλι‐ λαῖος κηρύττεται, καὶ σοφίᾳ προκόπτει, καὶ φθόνῳ κακίζεται, καὶ ὑπὸ Σαδδουκαίων πειράζεται, καὶ μετὰ τῶν ἁμαρτωλῶν συναυλίζεται, καὶ πρὸς πάθος ἐκδίδοται, καὶ σταυρὸν κατα‐
5δέχεται, καὶ μετὰ τῶν ἀνόμων λογίζεται, καὶ τάφον ἀσπά‐ ζεται, καὶ μεταφοιτᾷ πρὸς ἀνάστασιν, καὶ πάντα παθὼν κατησμένισεν, ἓν μόνον ἡμῶν ἀπολαύων, ὃ καὶ σωζόμεθα.

4

.

16

.

21

ᾄσωμεν τῷ κυρίῳ, οὐκ ἐξόδιον ᾆσμα· ἐπιβατήριος γὰρ ἡ πανήγυρις, καὶ πόλις καὶ ναὸς ἐγκαινίζεται, καὶ νόμος ἀνα‐ καινίζεται πάτριος, καὶ ῥώννυται πίστις ἀκίβδηλος, καὶ τὸν ἐγκαινίζοντα βλέπω Χριστὸν ἐν μέσῳ τῆς ἐκκλησίας τῶν
5τροπαίων τὰ σύμβολα ἐπὶ τῶν ὤμων περιφερόμενον. ὁ δὲ θρίαμβος ὁ σταυρός, δι’ οὗ ξενηλατεῖται τὸ βάρβαρον, τὸ

4

.

16

.

22

δὲ Ῥωμαϊκὸν εἰσοικίζεται. ᾄσωμεν τῷ κυρίῳ καὶ ὕμνον ἐξόδιον· ἐξοικίζεται γὰρ τοῦ ἄστεος ὥσπερ ὗς ἐκ δρυμοῦ τὸ Βαβυ‐
λώνιον φῦλον τὸ καταπατεῖν τὰ ἅγια τοῖς ποσὶν ἐγχειροῦν καὶ τοὺς μαργαρίτας τῆς πίστεως τοῖς ὄνυξιν ὑποθραύειν186

4

.

16

.

23

καταμαινόμενον. μιμησώμεθα τοὺς ἐπὶ τῆς Βαβυλωνίας δοξολογήσαντας καὶ τῆς ἐκείνων χοροστασίας θιασῶται γενώ‐ μεθα· ἀνενέργητον γὰρ καὶ νῦν τῶν Χαλδαίων τὸ πῦρ κατα‐ φλέξαι τῶν μαρτύρων τὸ πόλισμα. εὐφραινέσθωσαν οἱ οὐρανοί,
5καὶ ἀγαλλιάσθω ἡ γῆ, καὶ τὰ πεδία χαιρέτωσαν· κατεβλήθη

4

.

16

.

24

γὰρ ἔθνη τὰ φιλοπόλεμα. διέγνωσαν προφητικῶς ὅτι ἄνθρω‐ ποι καθεστήκασιν, καὶ τῆς ἑαυτῶν συντάξεως νῦν τὴν φύσιν οὐκ ἠγνοήκασιν, καὶ ἃ μαθεῖν οὐκ ἐνῆν εὐπραγήσαντας,

4

.

16

.

25

τεταλαιπωρημένους διδαχθέντας ἔστι θεάσασθαι. ταῦτα ὑπὸ τῆς χαρᾶς ὑμῖν σχεδιάσαντες ὕμνον ὑμῖν ἀπαρασκεύαστον προστεθείκαμεν, τράπεζαν ἀγγέλων, συμπόσιον ἁπλοϊκὸν καὶ ἀποίκιλον· φιλεῖ γὰρ τὸ θεῖον καὶ τοῖς ἀσυντάκτοις γεραίρε‐
5σθαι καὶ τὰ μὴ μεγαλοπρεπῆ τῆς δορυφορίας προσίεσθαι ἐν καινίσει καρδίας οὐκ ἐν ὄγκῳ δωρήματος ἐξετάζον τῆς εὐχαρι‐

4

.

16

.

26

στίας τὴν πρόοδον. τὸν πατέρα νῦν δοξολογεῖν οὐ παυσώ‐ μεθα, τὸν υἱὸν προσκυνεῖν ὡς φύσει θεὸν οὐ καταλήξωμεν, τὸ πνεῦμα γεραίροντες ὡς ἓν πεφυκὸς τῶν τριῶν ὑποστάσεων οὐκ ἀποσχώμεθα· θεὸς γὰρ τὰ τρία, ᾧ ἡ δόξα καὶ πρό‐
5γε τῶν ἀπείρων αἰώνων καὶ μετὰ τοὺς αἰῶνας ἀπέραντος.”

4

.

16

.

27

Ἐπεὶ δ’ οὕτω που τὰ τῆς διαλαλιᾶς τῷ ἱερεῖ ἐπεφιλοσό‐ φητο λίαν ἐπαινετῶς, ἐκρότει τὸ ἄθροισμα τὸ μεγαλόνουν τῆς διαλέξεως, καὶ πολὺ τὸ δάκρυον τῇ χαρᾷ κεκραμένον ὑπὸ τῆς κατανύξεως τοῦ λόγου τῇ ἐκκλησίᾳ περιεκέχυτο, καὶ
5φιλόδακρυς ἦν ἡ πανήγυρις οὐκ ἔχουσα πάθους ὑπόθεσιν· οὕτω γὰρ ὁ καιρὸς παρεκάλει τὰ δάκρυα χηρεύων ἀλγηδόνων

4

.

16

.

28

καὶ τοῦ λυπήσοντος. ὁ μὲν οὖν ἱερεὺς σφαγιάσας τὸν ἄρτον τόν τε οἶνον ἱερουργήσας τοῖς θεανδρικοῖς μυστηρίοις τὸ συνεληλυθὸς τῇ μεταλήψει ἡγίαζεν. καὶ οὕτω που ἡ πόλις
ἡμέραις ἑπτὰ ταῖς θυμηδίαις καθεωρτάζετο.187

5

t

1

ΙΣΤΟΡΙΑ Εʹ

5

.

1

.

1

Ὁ δὲ Βαρὰμ τῆς Ῥωμαϊκῆς διητυχηκὼς εὐμενείας, ἐκκλησίαν ἀγείρας καὶ περὶ τῶν ἐν ποσὶ κοινολογησάμενος ἐκ τῶν ἐπιφανεστέρων τοὺς ἐς ἀνδρείαν τὴν ὑπεροχὴν κεκτη‐ μένους χειροτονεῖ στρατηγούς, ὅπως τῇ ἀντιθέτῳ προνοίᾳ
5τοῖς Χοσρόου πράγμασιν ἀντιταλαντεύσῃ πως τὸ ἀπρόσκοπον.

5

.

1

.

2

καὶ οὖν τὸν Μιραδουρὶν ἐς τὸ Ἀνάθων φρούριον τὸ πρὸς τῷ Κιρκηνσίῳ παρὰ τὸν Εὐφράτην ᾠκοδομημένον ἐξέταττεν μετὰ πλήθους δυνάμεως. ἐξεπέμπετο δὲ καὶ ἐς τὴν Νίσιβιν τήν τε σύγχωρον Ἀραβίαν τὸν Ζαδεσπράτην τὸν ἄρτι που

5

.

1

.

3

συστρατεύσαντα τῷ Φεροχάνῃ. ὁ μὲν οὖν Ζαδεσπράτης τὴν Βαβυλῶνα ἀπολιπὼν ἀγγέλους ἐς τὸν Σολχάνην ἐξέπεμπε

5

.

1

.

4

προαγορεύοντας αὐτοῦ τὴν ἐς Νίσιβιν ἄφιξιν. μενοῦνγε ὁ Σολχάνης, ὅτε που ὑπὸ τῶν ἀγγέλων τὸ τῶν μεγαλαυχη‐ μάτων ὑπέρογκον τοῦ Ζαδεσπράτου διέγνωκεν, τῇ ὑστεραίᾳ καθίσας συνέδριον ἐς ὑπήκοον τῶν συνεληλυθότων προσέ‐
5ταττε τοὺς ἀγγέλους, ὅ τι ἂν εἴη αὐτοῖς ἡ ἀξίωσις, μηδέν

5

.

1

.

5

τι τῷ δέει συσταλέντας ἐκτίθεσθαι. οἱ μὲν οὖν ἐξυπηρετού‐ μενοι τῷ προστάγματι διεξῄεισαν ἅπερ ὁ πεπομφὼς αὐτοὺς διηγόρευσεν. θολοῦ τοίνυν γεγονότος τῇ ἐκκλησίᾳ, καὶ πάντων τῷ Βαρὰμ λοιδορουμένων, ὁ Σολχάνης αἰκίσας τοὺς ἀγγέλους
5ἠτίμωσε καὶ δεσμοῖς ἀφύκτοις τισὶ καταταλαιπωρήσας ἐς

5

.

1

.

6

Χοσρόην ἐξέπεμπεν. ὁ δὲ Χοσρόης τὸν μὲν Σολχάνην ἐξε‐ λιπάρου ταῖς ὑποσχέσεσι παροτρύνων εὖ διατίθεσθαι τὰς τῶν ἐντυγχανόντων φοιτήσεις, αὐτὸς δὲ Χοσρόης ἀπορίᾳ τὴν ψυχὴν κατεβάλλετο τὰς ἐπιστρατείας τοῦ τυράννου μορμολυτ‐

5

.

1

.

7

τόμενος. εἰσῆλθε τοίνυν αὐτὸν δεισιδαιμονία ὁσίας θρησκείας
τινός, καὶ πάλιν πρὸς τὸν ἐπὶ πάντων θεὸν τὸν νοῦν μετε‐ κόμισεν, καὶ ἠντιβόλει τὸν ἀοίδιμον ἐν μάρτυσι Σέργιον, ὃν καὶ τὰ νομαδικὰ πρεσβεύειν ἔθνη εἰώθασιν, συλλαμβάνειν188

5

.

1

.

8

τῶν πόνων αὐτῷ, ἀπαρχάς τε τροπαίων καθυπισχνεῖτο προσ‐ φέρεσθαι τοῦ κυριακοῦ πάθους τὸ ἐπίσημον σήμαντρον (σταυρὸς δὲ τοῦτο ἀναγορεύεται), τεκτονεύεσθαί τε τοῦτον χρυσήλατον, μαργαρίτην τε περιβαλεῖν αὐτῷ καὶ τῶν Ἰνδικῶν
5λίθων τοὺς διαυγεῖς· εὐσεβέστερον γὰρ ποτνιώμενον ὑπὸ

5

.

1

.

9

τῆς ἀνάγκης ὁ καιρὸς αὐτὸν ἐξειργάζετο. ἀτὰρ ὁ Σολχάνης ἀξιαφηγητικώτατον καὶ παράδοξον ἔδρασεν ἐγχείρημα, βουλῆς τε ἀλκῇ τὸν ἀντιστράτηγον διεχρήσατο. Ῥοσᾶν γὰρ τὸν καὶ Ὁρμίσδαν παρὰ τῷ Περσικῷ οὕτω καλούμενον ἱππικῇ περι‐
5φράξας ἰσχύϊ κατὰ τῆς ἀντιστρατευσαμένης πληθύος ἐξέπεμπεν, μάλιστα δὲ τῷ Ῥοσᾷ ὑπετίθετο δόλῳ τὰς ἐκβάσεις ἐπιτρέψαι

5

.

1

.

10

τῆς ἐγχειρήσεως. ὁ μὲν οὖν Ῥοσᾶς ταῖς ὑποθήκαις τοῦ Σολχάνου μετ’ ἐπιμελείας ἑπόμενος ἐχώρει πρὸς τὸ πολέμιον. δευτέρᾳ δ’ ἡμέρᾳ ὁ Ζαδεσπράτης ἐν τοῖς μέρεσι τοῦ Χαρχὰς παραγίνεται (κώμη δ’ αὕτη παμφορωτάτη ὁμοῦ καὶ πολύαν‐
5δρος), καὶ νυκτὸς ἐπιγενομένης ἐχόμενα ταύτης ἠγραύλιζεν.

5

.

1

.

11

ὑποτοπήσας δ’ οὗτος πολεμίαν ὄψιν, μή που ἐξαπιναίως αὐτῷ συγκυρήσειεν, τῆς περὶ τὸ σῶμα φρουρᾶς προμηθίαν ἐτίθετο. οὐκοῦν ἐν τῷ πύργῳ τῷ ἀνὰ τὸν χῶρον ἱδρυμένῳ καὶ ἐκ λογάδων λίθων κεκτημένῳ τὴν σύνθεσιν τῇ δοκήσει

5

.

1

.

12

κατεπαννυχίζετο τῆς δειλίας ἀπόκοιτος. ὁ τοίνυν Ῥοσᾶς οὐ πόρρω τοῦ στρατηγοῦ ἀφικόμενος, ἐπεὶ διέγνωκε τὸν χῶρον ὅπου δὴ οὗτος πάννυχος κατηυνάζετο, ποδηγὸν δεξάμενος ἐς τὸ πρόσω ἐβάδιζεν. ἐπεὶ δὲ τῷ ἐχυρώματι προσεπέλασεν,
5προθέειν προσέταττέ τινα τῆς δυνάμεως λέξοντα τῷ στρα‐ τηγῷ ὑπὸ Βαρὰμ ἔσεσθαι ἄγγελον, καὶ ἐπίθετον αὐτῷ ἐπι‐189

5

.

1

.

13

φέρεσθαι δύναμιν. ὁ μὲν οὖν ἐπὶ τὸ ὡσανεὶ φρούριον γεγονὼς μεσούσης νυκτός, τῇ πατρίῳ φωνῇ τοὺς περιφρουροῦντας φενακισάμενος ἠξίου τῷ στρατηγῷ δι’ αὐτῶν περιηχηθῆναι τὸ ἄκουσμα. ἐπίχαρι τοίνυν οἱ δείλαιοι τὴν ἐπαγγελίαν δεξά‐
5μενοι μεταπορθμεύουσιν ἐπὶ τὸν Ζαδεσπράτην τὸν λόγον, ὡς οἷα δὴ περὶ δεξιοῦ τινος καὶ συντονίας ἀξίου κατεπειγό‐

5

.

1

.

14

μενοι. ὁ μὲν οὖν Ζαδεσπράτης ἔτι ἔξοινος ὢν καὶ ἡμικραί‐ παλος, ὑπὸ τοῦ ὕπνου διακοπτόμενος, θαρρεῖν ἔλεξε Πέρσαις ἀταλαιπωρήτως τὸν λόγον εἰσοικισάμενος, καὶ τὴν πυλίδα τοῦ φρουρίου διανοῖξαι προστάττει. τοῦτό τοι καὶ γέγονεν αὐτῷ
5αὐτοσχέδιός τε καὶ αὐθαίρετος θάνατος, ἀφορμὴν τοῦ κινδύνου

5

.

1

.

15

τὴν ἀφροσύνην κτησάμενος. οἱ μὲν οὖν περὶ τὸν Ῥοσᾶν εἰσρεύσαντες περὶ τὸ φρούριον τῇ μαχαίρᾳ τὴν παρρησίαν ἐδίδοσαν· ὁ δὲ στρατηγὸς τὸ ἀδόκητον θεασάμενος βάρα‐ θρον, ἐπὶ τέγους οἰκίσκου γενόμενος ἠξίου παρὰ τῶν ᾑρη‐
5κότων σωτηρίαν ἀρύσασθαι. ἐπεὶ δὲ διηπειλεῖτο πυρὶ τὸ

5

.

1

.

16

δωμάτιον ἀφανίζεσθαι, ἀφικνεῖται πρὸς τὸ πολέμιον. τοίνυν τοῦτον καρατομήσαντες οἱ ἀντίπαλοι καὶ πάντα τὰ ἐν τῷ φρουρίῳ λαφυραγωγησάμενοι ἧκον παρὰ τὸν Σολχάνην τήν τε κεφαλὴν τοῦ Ζαδεσπράτου ἐπιφερόμενοι καὶ ὅσα ἡ τύχη
5τῷ δόλῳ δέδωκεν ἐγκολπώσασθαι.

5

.

2

.

1

Ὁ μὲν οὖν Σολχάνης τοῖς προαυλίοις τῶν φροντίδων καταγαυρούμενος ἐς τὴν Κωνσταντῖναν Χοσρόῃ ἐξέπεμπε τήν τε κεφαλὴν τοῦ ἀντιμάχου στρατηγοῦ τόν τε πλοῦτον ὃν

5

.

2

.

2

ἀπραγματεύτως τὰ τῆς εὐβουλίας ἐσκύλευσεν. ὁ μὲν οὖν Χοσρόης τῶν ἀπαισίων ἐλπίδων μετανάστης γενόμενος τῇ ἀθυμίᾳ διαζύγιον δίδωσι καὶ πρὸς τὸ δεξιώτερον τὰς ἐκβάσεις190

5

.

2

.

3

τῶν ἐσομένων ἀντιμετέβαλλεν. ἐν ταύταις δὲ ταῖς ἡμέραις καὶ οἱ κατὰ τὸ Ἀνάθων ὑπὸ τοῦ Βαρὰμ ἐκπεμφθέντες ἐπανί‐ στανται καὶ ἀναιροῦσι τὸν ἡγεμόνα, τήν τε τούτου κεφαλὴν

5

.

2

.

4

παρὰ τὸν Χοσρόην ἐξέπεμπον. ὅτε γοῦν ὁ Χοσρόης τούτων δῆτα τῶν ἀνδραγαθημάτων τὴν συμφωνίαν στέφουσαν αὐτὸν ἐθεάσατο, ἐκ τῶν ἤδη φθασάντων ἐνέχυρον τῶν ἐσομένων λαβὼν ὡμολόγει μέγιστον εἶναι ἁπάντων θεὸν τὸν παρὰ
5Ῥωμαίοις Χριστὸν θρησκευόμενον καὶ τιμώμενον, καὶ ἀπυ‐

5

.

2

.

5

λώτῳ τῷ στόματι τὴν πάλαι θρησκείαν ὠβέλιζεν. δεκάτη δὲ ἡμέρα, καὶ ἐς βασιλέα Μαυρίκιον τῶν ἑπομένων ἀρχόντων τινὰς μετεπέμπετο καὶ τὴν τῶν παρηκολουθηκότων περι‐ πέτειαν ἐνσημαίνεται, ἠξίου τε μελλήσεως ἐγκοπὴν ταῖς συμ‐
5μαχικαῖς αὐτὸν ἐπιθεῖναι δυνάμεσι καὶ ὡς τάχιστα βοηθεῖν, τήν τε τῶν χρημάτων αὐτῷ παρὰ τοῦ βασιλέως γενέσθαι περιβολήν, ἰσχυριζόμενος τὴν οἰκείαν ἀπολαβόντα ἀρχὴν ἀντι‐

5

.

2

.

6

καταβάλλειν Ῥωμαίοις τὸ δάνειον. ὁ δὲ τοῦ Ῥωμαϊκοῦ βασιλεὺς μετὰ τῆς συμμαχίας τῶν ὅπλων καὶ τὴν τῶν χρημάτων αὐτῷ μεγίστην ῥοπὴν ἐχαρίζετο. ὁ τοίνυν Χοσρόης χειρογραφήσας τὸ δάνεισμα καὶ ἐς Μαυρίκιον ἀποστειλάμενος τὸν πολυτά‐
5λαντον τῶν χρημάτων ἐκομίζετο πλοῦτον, καὶ τοῦτον κατα‐ κερματίσας ταῖς περὶ αὐτὸν Περσικαῖς κατασπείρει δυνάμεσιν.

5

.

2

.

7

ὁ μὲν οὖν Γρηγόριος ὁ τῆς ἑῴας ἱερωσύνης προεστηκὼς τὴν Κωνσταντῖναν ἀπολιπὼν πρὸς τὴν Ἀντιόχειαν μετεχώρησεν. μετ’ οὐ πολὺ δὲ τῷ Σαράμῃ ἐς βασιλέα γενέσθαι Χοσρόης προσέταττε καθικετεύων τὸν Καίσαρα Κομεντίολον τῆς στρα‐
5τηγικῆς ἐπιστασίας ἀποβαλεῖν, ὡς οἷα δὴ ὑπὸ τοῦ Κομεν‐ τιόλου προπηλακιζομένου, καὶ ταῖς ἀναβολαῖς τὰς ἐπιβολὰς191

5

.

2

.

8

τῆς ἐπικουρίας ὑποφθείροντος. ὁ τοίνυν Σαράμης κατὰ τὸ προστεταγμένον αὐτῷ ἐς Βυζάντιον ἀφικνεῖται τήν τε πρεσβείαν διεξῆλθε τῷ αὐτοκράτορι. καὶ οὖν ὁ τοῦ Ῥωμαϊκοῦ βασιλεὺς ἀποστράτηγον τῆς ἐπὶ τὴν Περσίδα καθόδου Κομεντίολον
5ποιησάμενος Ναρσῇ, ὃς τοῦ στρατηγοῦ ὑπασπιστὴς ἐτύγχανεν ὤν, τὴν ἡγεμονίαν ἐντίθησιν.

5

.

3

.

1

Ἦρος τοίνυν ἀρχομένου ὁ νεώτερος στρατηγὸς Χοσρόην παραλαβὼν (συνείπετο δὲ αὐτῷ ὁ ἐν Μελιτηνῇ ἱερατεύων κατ’ ἐκεῖνο καιροῦ, ὃν Δομετιανὸν ὁ λόγος ἐδήλωσεν) ἐπὶ τὸ Μάρδες μετεφοίτησεν· πόλεως δὲ Δαρὰς ἀφεστήκει τὸ

5

.

3

.

2

φρούριον παρασάγγας τρεῖς. οἱ μὲν οὖν περὶ τὴν Νίσιβιν τῆς Ἀραβίας οἵ τε ἄλλοι δυνατώτατοι πάντες καὶ οἱ τῶν ταγμάτων ἡγούμενοι ἀναγορεύουσι Χοσρόην βασιλέα, καὶ τῆς διωμοσίας ἐνέχυρα συγγενεῖς παρασχόμενοι προκατήρτιζον τὴν

5

.

3

.

3

ἐς τὰ βασίλεια τῷ Χοσρόῃ ἐπάνοδον. ὁ μὲν οὖν τῶν Περσῶν βασιλεὺς τούτους ὑπὸ Ῥωμαίων περιφρουρεῖσθαι συνέταξεν. ἀπάρας τοίνυν ἐντεῦθεν ὁ στρατηγὸς ἐπὶ τὸ Δαρὰς ἐστρατο‐ πέδευσεν. ὁ δὲ Χοσρόης τὰς συμμαχικὰς δυνάμεις τῶν Ῥω‐
5μαίων θεώμενος κομώσας ἀλκῇ τοῖς τε ὅπλοις κατακοσμου‐ μένας ἐκθάμβῳ παρασκευῇ, πρὸς τὰς νεωτέρας μετεχώρει ἐλπίδας μηδέν τι τοῦ πρεσβυτέρου πάθους τῷ λογισμῷ νοσφιζό‐

5

.

3

.

4

μενος. εἰσήρρησε τοιγαροῦν πρὸς τὸ ἄστυ ὁ βασιλεὺς ὁ βάρ‐ βαρος καὶ ἐντεμενίζεται ἅμα τοῖς τειχίοις παρὰ τῷ περιφανεῖ τεμένει τῆς πόλεως, ἐν ᾧ Ῥωμαῖοι τὰ τῆς θρησκείας ἐτέλουν μυστήρια, λίαν κενταυρικῶς τε καὶ ὑβριστικῶς, ἔτι που ὑπὸ
5τῆς ἀνάγκης κυοφορούμενος, καὶ ἐν ἐπισάλῳ τύχῃ τῶν πρα‐192

5

.

3

.

5

γμάτων διακειμένων αὐτῷ. οἱ μὲν οὖν Δαρηνοὶ διηγανάκτουν ἐπὶ τῷ ἐγχειρήματι, Χοσρόου τοῦ πρεσβυτέρου ᾑρηκότος τὴν πόλιν καὶ μηδέν τι πρὸς ὕβριν τοῦ σεβάσματος ἐγχειρήσαντος.

5

.

3

.

6

οὐκοῦν ὁ Δομετιανὸς τὴν βάρβαρον ὕβριν φέρειν οὐκ ἔχων, τὰς δυνάμεις ἀναλαβὼν παλινδρομεῖν ἐπὶ Κωνσταντῖναν ἠπείλει. ἠτιμωμένος τοίνυν Χοσρόης ἐντεῦθεν καὶ τῇ προπετείᾳ μὴ χάριν ὁμολογῶν ὡς τὸν Δομετιανὸν ἐκ τῶν παρ’ αὐτοῦ ἐπι‐
5φανεστάτων ἐξέπεμπεν, ἔλεον αὐτὸν ἐξαιτούμενος τῷ μεταμέλῳ

5

.

3

.

7

παρέχεσθαι. ὁ μὲν οὖν ἱερεὺς ὁπόσον ἔδει προπηλακίσας τὸν βάρβαρον πρὸς τὸ Δαρὰς ἐπανῆκεν ἐξοικίσας τοῦ τεμένους Χοσρόην. ἕκτη δὲ ἡμέρα, καὶ ὁ αὐτοκράτωρ λιθοκόλλητον ζώνην καὶ τιάραν βασιλικὴν κλίνας τε καὶ τραπέζας χρυσᾶς
5ἐς τὸ Δαρὰς τῷ Χοσρόῃ ἀπέστελλεν, πομπήν τε βασίλειον αὐτῷ συγκροτῶν ἐκ τῶν παρ’ αὐτῷ δορυφόρων μεγαλοπρεπῶς μετεδίδου, ὅπως μὴ βασιλικῆς χηρεύων συντάξεως εὐκατα‐

5

.

3

.

8

φρόνητος εἴη Ῥωμαίοις τε καὶ Πέρσαις. περιεστοιχίζετο γοῦν πάντοθεν βασιλικῇ δορυφορίᾳ Χοσρόης, ὁπόσῃ νόμος Ῥω‐ μαίοις αὐτοκρατορικὰ σκῆπτρα γεραίρεσθαι. ὁρῶντες γοῦν οἱ Μῆδοι ὁπόση τῷ Χοσρόῃ ὑπὸ τοῦ αὐτοκράτορος ῥώμη
5περιεκέχυτο, τὴν γνώμην μεταναστευσάμενοι, χαίρειν φράσαντες

5

.

3

.

9

τῇ τυραννίδι προσεχώρουν Χοσρόῃ. καὶ τοῦ μὲν Βαρὰμ ὁσημέραι τὸ συμμαχικὸν κατησθένει, τῷ δὲ Χοσρόῃ κατὰ νοῦν ἐχώρει τὰ πράγματα, καταλιπαινομένης αὐτῷ τῆς δυνά‐ μεως. διανοεῖται γοῦν παραυτίκα Χοσρόης βασιλεῖ Μαυρικίῳ

5

.

3

.

10

εὐνουστάτην πρᾶξιν ἐνδείξασθαι. διὸ ἐν βασιλικῇ διφθέρᾳ τὴν πόλιν Δαρὰς ὑπήκοον ἐγγράφεται προῖκα Μαυρικίῳ τῷ αὐτοκράτορι, τόν τε Δολαβζὰν τὸν σατράπην, ἄνδρα ἀπό‐
βλεπτον, ἐς Βυζάντιον στέλλει τὰς κλεῖς οἰσόμενον τοῦ πολί‐193

5

.

3

.

11

σματος τήν τε ἐν γράμμασι δωρεάν. ὁ μὲν οὖν πρέσβις ἐπὶ τὸ βασίλειον ἄστυ γενόμενος παρεδίδου Ῥωμαίοις τὸ πόλισμα καὶ ἐς λόγους πρὸς τὸν αὐτοκράτορα ἧκεν· ὁ δὲ βασιλεὺς τοῦ Ῥωμαϊκοῦ δώροις βασιλικοῖς μεγαλύνας τὸν Δολαβζὰν
5τὴν τῶν προαπαγγελθέντων ὠχύρου καὶ αὖθις ὑπόσχεσιν, παῖδα Χοσρόην ἀποκαλῶν.

5

.

4

.

1

Ὁ δὲ Χοσρόης εἰς τὸ Σιγγάρων (Μηδικὸν δὲ τὸ ἄστυ) τά τε γύναια καὶ τοὺς παῖδας κατησφαλίζετο· ἐχυρώ‐ τατον γὰρ τὸ ἄστυ ὑπὸ τῆς ἔριδος περιφρουρούμενον καὶ ἥκιστα τοῖς πολεμίοις ἀνάλωτον, τῷ καταύχμῳ τῆς ὑδρεύσεως

5

.

4

.

2

πεφυκὸς πρὸς πολιορκίαν ἀπρόσιτον. μετὰ τοῦτο Μεβόδῃ προστάττει, καὶ δισχιλίοις ἐκ τοῦ ὁπλιτικοῦ περιφράξας αὐτὸν διὰ τοῦ Σιγγάρων νομοθετεῖ ἐς τὰ βασίλεια εἰσβαλεῖν τόν τε ὑπὸ τοῦ Βαρὰμ γενόμενον φύλακα τῶν ἀνακτόρων δια‐

5

.

4

.

3

χρήσασθαι. ὁ δὲ τύραννος σὺν τοῖς Ῥωμαίων τάγμασιν ἐπιόντα Χοσρόην μεμαθηκώς, συναθροίσας τὸ μάχιμον ἐξεδίδου πρὸς πόλεμον. ὁ μὲν οὖν Μεβόδης δέει τῷ τοῦ βασιλέως προσ‐ τάγματος πρὸς τὸ ἔργον ἐχώρει. θέρους δὲ ἀρχομένου καὶ
5τῆς πόας παχυνομένης ἀκμῇ, τὸ Δαρὰς καταλελοιπὼς ἅμα

5

.

4

.

4

τῷ συμμαχικῷ ὁ Χοσρόης ἐς τὸ πρόσω ἐχώρει. ἐπεὶ δὲ πρὸς τῷ Ἀμμοδίως ἐγένοντο τέτρασι καὶ δέκα διεστηκότι Δαράς, Δομετιανὸς ἅμα τοῖς ἡγεμόσι τὸ Ῥωμαϊκὸν συναθροίσας καὶ πρός τι βουνίον ἀνείς, τοῖσδε τοῖς λόγοις τὰς δυνάμεις κατήχει.

5

.

4

.

5

“Ὁ μὲν καιρὸς ὑμῖν μεγαλουργῶν ἀφορμήν, ἄνδρες,
τεκταίνεται, ὁ δὲ τρόπος δικαίαν ὑπόθεσιν. ὁ δὲ τόπος τὸ φιλοκίνδυνον ἐκζητεῖ· ἡ αἰτία τὴν εὐσέβειαν ἐπαγγέλλεται καὶ λύμην φιλοτύραννον ἀπαναίνεται. γίνεσθε γοῦν ἀξιό‐194
5μαχοι σύμμαχοι· ἐς πολεμίαν γὰρ γῆν ἀναστρέφεσθε, ἐν ᾗ τὸ νικᾶν ὑπερένδοξον καὶ τὸ τῆς δευτέρας τύχης βαρὺ καὶ

5

.

4

.

6

λεγόμενον. τοίνυν ἡ παράταξις εὐδοξίας ἔχει τὴν πρόφασιν μεγάλης καὶ ἐπιφανοῦς ἀπάρχεσθαι πράξεως. ἅπαντα γὰρ τὰ τῆς οἰκουμένης ἔθνη τὴν ὑμετέραν ἱστορίαν ταῖς δια‐ νοίαις ἐγγράφεται. ἐξάκουστον πέφυκε τὸ ἐγχείρημα, ὁ πόλεμος
5ἀξιόλογος, οἱ ἀγῶνες ἀθάνατοι· τὰ τρόπαια τάφοις οὐ παρα‐

5

.

4

.

7

πέμπονται λήθης. οὐκοῦν πάντα παθεῖν λυσιτελὲς ἀγωνίσα‐ σθαι, ἢ προέσθαι μετὰ τῆς εὐκλείας τὰ σώματα. τοῦτο πέρας τῶν πόνων ἀριστεύοντες ἕξετε, αὕτη τῆς εἰρήνης ἡ πρόοδος. μὴ στερηθῆτε τοῦ βάλλεσθαι, ἵνα μὴ ζημιωθῆτε τοῦ σώζεσθαι.
5ἐνστερνίσασθε τὰς βολάς, ἵνα καὶ τοὺς θριάμβους ἐναγκαλί‐

5

.

4

.

8

σησθε. μηδεὶς προσδέξηται νώτειον μώλωπα· οὐκ οἶδε τὰ μετάφρενα νίκην θεάσασθαι. ἑνοῦσθε ταῖς ψυχαῖς ἢ τοῖς σώμασι συμπλεκόμενοι, κοινωνοὶ τῶν πόνων ἀλλ’ οὐ τῆς δειλίας γινόμενοι. ἀποκήρυκτος ἔστω ὁ μὴ τὰ πρεσβεῖα τῶν
5κινδύνων ἀράμενος. τῆς νίκης θανατῶντες ὀρέγεσθε. τραύ‐ μασι καὶ βολαῖς ἐξωνοῦνται τὰ τρόπαια. οὐδὲν ἐπίδοξον ἡ

5

.

4

.

9

ῥαθυμία πορίζεται. οὐκ ἔστιν οὐδὲν ἐνυαλίου θανάτου γλυκύ‐ τερον. εἰ γὰρ γηράσκειν ἀσύμφορον καὶ νόσων μαρασμοῖς καταβάλλεσθαι, πάντως που μετὰ τῆς ἥβης τεθνάναι παρα‐ ταττόμενον, ἐπιτάφιον δόξαν καρπούμενον, ὑμῖν τοῖς ἀρι‐
5στεῦσι καταλληλότερον. οὐ γὰρ ἀπαθανατίζειν οἶδεν ἡ φύσις

5

.

4

.

10

τοὺς ἀποδράσαντας. ἀναμορμολυττέτω τὸ τῆς ψυχῆς γυμνοῦ‐ σθαι τὰ σώματα. οὐχ εὗρεν ὁ βίος τόπον ἀνώλεθρον. οὐδὲν
τῶν τῇδε τῆς ἀνίας ἀλλότριον. ἅπαντα τῇ λύπῃ συμμέμικται. ἀνάγκη τις πολυτύραννος τὸν βίον οἰκονομεῖ τὸν ἀνθρώπινον195

5

.

4

.

11

μὴ θαυμάσῃς προθεσμίαν μικρὰν ὅρον ζωῆς ἐκλιπαίνουσαν, καὶ μεγάλην ἀπ’ αὐτῆς παρεχομένην ὑπόθεσιν, ἐξουσίαν μὲν τῇ ῥαθυμίᾳ παρασκευάζουσαν, ἐπὶ δὲ τὰς ἡδονὰς τοὺς πλανω‐

5

.

4

.

12

μένους. ἀνδρεῖοι γίνεσθε τὰς ψυχὰς τὴν μεταβολὴν τῶν πραγμάτων ἀγάμενοι. ἥκει γὰρ παρ’ ἡμῖν βασιλεὺς Βαβυ‐ λώνιος μετὰ τῆς Περσικῆς τύχης δουλαγωγούμενος, καὶ μονον‐ ουχὶ μετὰ τοῦ σώματος ἡμῖν καὶ τὸ κράτος ἀπέδοτο, εὐσέ‐

5

.

4

.

13

βειαν θρησκείας τὰ κορυφαῖα τῶν ἐλπίδων τιθέμενος. οὐκ ἀσμενίζουσι Πέρσαι τὸ τύραννον. ἀπίστων ἐπιβαίνει βωμῶν ὁ Βαράμ· οὐ γὰρ βασίλειον ἐπιφέρεται γένος. νόμοις τοιγαροῦν ὕβρεως τὴν κρηπῖδα τοῦ κράτους περιβαλόμενος καταστασια‐
5σθήσεται θᾶττον· οὐδὲ γὰρ οἶδε τὸ βίαιον ἀφιλόνεικον ἔχειν

5

.

4

.

14

τὴν ὕπαρξιν. ταῦτα τοῖς τῆς καρδίας ταμιείοις ἐναποτίθεσθε γραφαῖς ἀτυπώτοις ἀπογραψάμενοι, καὶ μὴ διαχείσθω τοῦ λόγου τὸ καίριον εἰς ἀέρα διαλυόμενον, ἵνα μὴ τὴν αἰσχύνην

5

.

4

.

15

τῆς ἀποτεύξεως λυπηροτέραν κληρώσησθε. ἔστω δὲ προ‐ πομπὸς ὑμῖν τῆς ἐκτάξεως ἀρχιστράτηγος κυρίου δυνάμεως, ὁ μονογενὴς παῖς τοῦ θεοῦ, ὁ πρὸ τῶν αἰώνων θεός, τὰς ἀποπερατώσεις αἰσιωτέρας τῶν ἐλπίδων ὑμῖν παρεχόμενος.”

5

.

5

.

1

Ὁπηνίκα οὖν ταῦτα τοῖς ὠσὶ τῶν δυνάμεων ἐνεβάλ‐ λετο, θείας ἐπιπνοίας τινὸς τὸ Ῥωμαϊκὸν ἐπεπλήρωτο ἄθροισμα, τήν τε προθυμίαν ἀνανταγωνίστῳ σθένει φραξάμενοι ἐπ’ αὐτήν που λοιπὸν τὴν τελεσιουργὸν κατεβακχεύοντο πρᾶξιν
5χωρεῖν, σώφρονι μανίᾳ τινὶ ἐς συμπλοκὴν ἐξοιστρούμενοι·

5

.

5

.

2

οἶδε γὰρ καὶ λόγων ἀλκὴ θανάτου καταφρονεῖν. τοίνυν ἀπάραντες ἐντεῦθεν εἰς τὸ πρόσω ἐχώρουν. ἡ δὲ φρουρὰ τῷ Χοσρόῃ ὑπὸ τοῦ Ῥωμαϊκοῦ συνετέτακτο· οὐ γὰρ ἡ ἐπι‐196

5

.

5

.

3

χώριος τούτῳ ἀσφάλεια τὸ πιστὸν ἀνελάμβανεν. ὁ μὲν οὖν Δομετιανὸς ἐς τὴν Ῥωμαίων πολιτείαν ἐπάνεισι κυρώσας Ναρ‐ σῆν στρατηγὸν τοῦ πολεμικοῦ· τὸ δὲ στρατόπεδον πλησίον

5

.

5

.

4

Μύγδονος ποταμοῦ χάρακα διεγράψατο. ὁ δὲ Σαράμης προηγεῖτο τῆς στρατείας τούς τε ἐπισιτισμοὺς ἐρανιζόμενος εἰς ὅσον ἀποχρῆν τράπεζαν τῷ συμμαχικῷ παρεσκεύαζεν. τρίτῃ δὲ ἡμέρᾳ ἐς τὸν Τίγριν αὐτὸν τὸ Ῥωμαϊκὸν παραγί‐
5γνεται, καὶ τέως 〈τῆσ〉 ἐς τὸ πρόσω φορᾶς ἀνεκόπτετο τὰς

5

.

5

.

5

ἐπὶ τῆς Ἀρμενίας Ῥωμαϊκὰς δυνάμεις ἀπεκδεχόμενον. ὁ δὲ Χοσρόης χιλίους ἐκ τῆς περὶ αὐτὸν φρουρᾶς κοσμίως ἐκτάξας διαπεραιοῦσθαι αὐτοῖς τὸν ποταμὸν ἐγκελεύεται, καὶ ὅπως

5

.

5

.

6

ἔχει δυνάμεως ἡ ἀντικαθεστῶσα ἀνιχνεύεσθαι δύναμις. οἱ μὲν οὖν τὸν ποταμὸν διανηξάμενοι πρὸς τῷ Ζαβᾷ γίνονται ποταμῷ· ἀκηκοότες τε Βρυζάκιον οὐ πόρρω στρατοπεδεύεσθαι, ὃν ἐπὶ διασκοπῇ ὁ Βαρὰμ ἀπεστέλλετο τῆς Ῥωμαϊκῆς ἐπι‐
5φοιτήσεως σὺν δυνάμει πολλῇ, χωροῦσιν ἐς αὐτόν, καὶ ἀθρόως περὶ πρώτην φυλακὴν τῆς νυκτὸς ἐπιστάντες, τοῦ πολέμου κρατήσαντες ἐζώγρησαν τὸν Βρυζάκιον, ὦτα τε καὶ ῥῖνα τῇ

5

.

5

.

7

κοπίδι κατατεμόμενοι ἐς βασιλέα Χοσρόην ἐξέπεμπον. ὁ δὲ Χοσρόης ἐπιδεξίου τῆς ἐπιβολῆς αὐτῷ γενομένης εἰς μέγα ἤρθη χαρᾶς· διεγνωκώς τε τὴν τῶν ἐναντίων διάνοιαν παρα‐ θήγει τὸν τῆς Ῥωμαϊκῆς δυνάμεως ἔξαρχον μὴ διαχεῖν τὸν

5

.

5

.

8

καιρὸν παρεχόμενον αὐτοῖς δυσμαχωτάτην ἐπίτευξιν. διά τοι τοῦτο διαπορθμεύονται τὸν ῥοῦν αἱ δυνάμεις καὶ τῷ Δινα‐ βαδών, οὕτω καλουμένῳ χώρῳ, τάφρῳ περιστοιχίζονται, ἔνθα δὴ Χοσρόης Ῥωμαίων τε καὶ Μήδων τοὺς ἡγεμόνας εἱστία.
5ἤδη δὲ τοῦ δείπνου μεσοῦντος, ὁ Βρυζάκιος δέσμιος ἐς μέσον197

5

.

5

.

9

παράγεται, ῥῖνα καὶ ὦτα ἀνάπηρος. ὅτε δὲ παιγνίων τοῖς δαιτυμόσι παρανάλωμα γέγονεν, ἐπιδείπνιον ὁ βασιλεὺς θέαν τοῖς δαιταλεῦσιν ὥσπερ ἀξιόλογον χαριζόμενος, τοῖς ὑπασπι‐ σταῖς τοῖς περὶ αὐτὸν ἀσήμῳ προστάξας θεσπίσματι τῷ σχή‐
5ματι τῆς χειρὸς θανάτῳ τοῦτον ἐκδίδωσιν· οὐ γὰρ εὐωχου‐ μένοις θέμις τοῖς Πέρσαις διαλαλεῖν. οἱ μὲν οὖν ἐκκεντήσαντες

5

.

5

.

10

τὸν Βρυζάκιον ἀνεῖλον, ὡς προσετάχθησαν. ἀναμεμιγμένου τοίνυν τοῦ δείπνου καὶ αἵμασιν, ἀκροτελεύτιον ἡδονὴν τοῖς ἐγκλίτοις ὁ Χοσρόης παρείχετο· μύροις γὰρ αὐτοὺς κατομβρίσας ἀναδήσας τε στεφάνοις τοῖς ἄνθεσιν ἐπινίκιον πίνειν ἐκέλευεν.

5

.

5

.

11

οἱ μὲν οὖν τότε ἱλαρυνθέντες ἐπὶ τῇ πανδαισίᾳ εἰς τὰς ἑαυ‐ τῶν σκηνὰς ἀπῄεσαν ταῦτα δὴ διηγούμενοι ὅσαπερ αὐτοῖς ἑστιωμένοις ἀπήντησεν· καὶ ἦν Βρυζάκιος τῶν τοῦ λόγου μελῶν τὸ ἐπίσημον.

5

.

6

.

1

Τῇ δὲ ἐσαύριον βασιλεὺς Χοσρόης τό τε συμμαχικὸν τὸν Ζαβᾶν ποταμὸν διεπεραιώσατο. Μεβόδης δὲ ὁ Πέρσης ὁ ἐς τὸ Σιγγάρων σταλεὶς τῇ Βαβυλωνίᾳ προσέβαλλεν, καὶ ἄγχιστα τῶν βασιλείων γενόμενος πόλεων τῷ ἐφεστηκότι τοῦ
5βασιλικοῦ πρυτανείου ἐξέπεμπεν ἄγγελον, μεγάλην ἐπισιτι‐ σμοῦ παρασκευὴν αὐτὸν ἀπεργάσασθαι, χρημάτων τε ἐπι‐ δόσεις ἱκανὰς καταθεῖναι, πλήθη πολλὰ συμμαχικῶν αὐτῷ συρρευσάντων δυνάμεων, εἶναί τε θάνατον τῆς ῥαθυμίας

5

.

6

.

2

ζημίαν. ὁ μὲν οὖν τοῦ πρυτανείου τὴν φροντίδα περιβαλό‐ μενος ἐπιδεικνύει τοῦ Μεβόδου τὰ γράμματα τῷ ἐπιστατεῖν
τῶν βασιλικῶν θησαυρῶν ἐς τὰ βασίλεια ὑπὸ τοῦ Βαρὰμ198

5

.

6

.

3

καταλειφθέντι. ὁ δὲ καταπλαγεὶς τὴν ψυχήν, μεσούσης νυκτὸς τὸ περὶ αὐτὸν στρατιωτικὸν συναγείρας εἰς τὴν

5

.

6

.

4

Κτησιφῶντα χωρεῖ, καταλιπὼν τὴν Σελεύκειαν. λέγεται δὲ τὴν Σελεύκειαν τὸν ἐπίκλην Νικάτορα Σέλευκον μέσον τοῖν δυοῖν ποταμοῖν οἰκοδομήσασθαι, ὧν ὁ μὲν Τίγρις ἐπὶ τὴν Περσικὴν θάλατταν ἔκχυτός ἐστιν ὅλῳ τῷ ῥεύματι, ὁ δὲ
5Εὐφράτης περὶ τουτονὶ τὸν χῶρον γινόμενος διατέμνεται τρίχα τό τε οἰκεῖον ὄνομα ἀποβάλλει καὶ διαφόροις προση‐

5

.

6

.

5

γορίαις ὀνομάζεται. τούτου ἡ μὲν μία ἀπόρροια διώρυξι μεγάλαις καὶ τάφροις κατακερματιζομένη πως ἀφανίζεται· τοῦτό τοι καὶ πάμφορον αὐτὴν ἐκείνην τὴν γῆν ἀπεργάζεται. ὁ δὲ ἕτερος ἀπορρὼξ εἰς τὴν Βαβυλωνίαν προχέεται, καὶ τὰ

5

.

6

.

6

τῆς Ἀσσυρίας ἕλη περιλιμνάζει διασπειρόμενος. ἡ δὲ τρίτη διαρρεῖ τῆς Σελευκείας ἐχόμενα καὶ εἰς τὸν Τίγριν εἰσβάλλει καὶ δίδωσι τῷ πολίσματι δυσμαχωτάτην ἀσφάλειαν, ταῖς λαγόσι τῶν ὑδάτων ὥσπερ στεφάνῃ ἕρκους τινὸς τὸ ἄστυ κατοχυ‐

5

.

6

.

7

ρώσασα. ἡμέρα δὲ δευτέρα, καὶ ὁ Μεβόδης ἄφρακτον ἀκη‐ κοὼς τὴν Σελεύκειαν προσβάλλει ταύτῃ νυκτός, προστάξας τοῖς Ῥωμαίοις τῇ πατρίῳ φωνῇ ἀλαλάζειν τε καὶ διαλέγεσθαι παίειν τε τῷ ξίφει εἰκῇ καὶ ὡς ἔτυχε τὸν ἐντυγχάνοντα.

5

.

6

.

8

οἱ μὲν οὖν περὶ τὴν Σελεύκειαν καταπεπτωκότες τῷ φόβῳ ἀνανταγωνίστῳ εὐνοίᾳ τῷ Μεβόδῃ τὴν πόλιν παρέδοσαν. ἐντεῦθεν θορύβου ἐξαισίου ἐπιδημήσαντος, ὡς καὶ τῇ Κτησι‐ φῶντι μεταδοῦναι τῆς καταπλήξεως, λόγος εἰσήρρησε τοῖς
5τὴν γείτονα πόλιν οἰκοῦσι βαρβάροις ὡς Σελεύκεια ἥλω ὑπὸ

5

.

6

.

9

πληθύος Ῥωμαϊκῆς. πάντων τοίνυν ὑπὸ δέους εἰς ἓν ἐκκλη‐ σιασθέντων, ἐδογματίζετο αὐτοβοεὶ παραδώσειν Ῥωμαίοις.
ὁ μὲν οὖν καὶ τὴν αὐτόθι ἀπολιπὼν καταφυγὴν εἰς τὴν πέλας Ἀντιόχειαν ἀφικνεῖται, ἣν Χοσρόης ὁ Καβάδου ὁπη‐199
5νίκα τὴν Ἀντιόχειαν τὴν πρὸς τῇ Συρίᾳ ᾕρει ᾠκοδομήσατο

5

.

6

.

10

καὶ τὸν ἐκεῖσε λαὸν ἐν ταύτῃ που μετεφύτευσεν. ὁ δὲ Μεβόδης τὴν Κτησιφῶντα καταλαβὼν τῶν βασιλείων θη‐ σαυρῶν ἐτίθετο πρόνοιαν τόν τε Χοσρόην, ὡς ἐνῆν, βασιλέα ἀνηγόρευέ τε καὶ διεκήρυττεν. ἡ δὲ Κτησιφῶν μέγιστα
5βασίλεια τῇ Περσίδι καθέστηκεν. λέγεται δὲ Ἰουστινιανὸν τὸν αὐτοκράτορα λίθον Ἑλληνικὴν Χοσρόῃ τῷ Καβάδου παρέχεσθαι τούς τε περὶ τὴν οἰκοδομίαν δεινοὺς τέκτονάς τε ὀρόφων ἀγχίνους, καὶ βασίλεια δείμασθαι τῷ Χοσρόῃ τέχνῃ Ῥωμαϊκῇ οὐ πόρρω τῆς Κτησιφῶντος τὴν ἵδρυσιν

5

.

6

.

11

ἔχοντα. οἱ μὲν οὖν τὴν Βαβυλωνίαν κατοικοῦντες βάρβαροι τῆς μεταβολῆς ὀρεγόμενοι τὰ Χοσρόου φρονεῖν προετίμησαν· ὁ δὲ Μεβόδης ἐς Ἀντιόχειαν τὴν Περσῶν πτυκτίον ἐξέπεμπε γραμμάτων Ῥωμαϊκῶν. ἡ δὲ δέλτος εἶχεν ἐπὶ λέξεως τάδε·
5καλὸν γὰρ οἶμαι καὶ αὐτῆς τῆς συνθήκης τῶν ῥημάτων τὴν ἔκθεσιν, ὡς ἔχει φύσεως, προενέγκασθαι.

5

.

7

.

1

“Ῥωμαῖοι πιστοὶ ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν τοῖς τὴν Ἀντιόχειαν τῆς Περσίδος χαίρειν. οὔτε βασιλέως κελεύσεσι πειθόμενοι οὔτε ταῖς Χοσρόου ὑποσχέσεσιν ἐπι‐ καμπτόμενοι τὸν τοιοῦτον κάματον κατεδεξάμεθα, ἀλλ’ ἵνα
5ἐν ταλαιπωρίᾳ γηράσαντας ὑμᾶς ἐκ τῆς κοιλίας τῆς Περσίδος

5

.

7

.

2

διασώσωμεν, ἤλθομεν εἰς ταύτην τὴν γῆν. ἵνα οὖν καὶ ὁ σκοπὸς ὁ ἡμέτερος πέρας ἀπολάβῃ καὶ ἡ ὑμετέρα, ἀδελφοί, ἐπιθυμία πρὸς χαρὰν καταντήσῃ, τοὺς προσφυγόντας εἰς Ἀντιό‐ χειαν τὴν πόλιν τὴν αὐτόθι ἔκδοτε ἡμῖν, καὶ τοὺς φρονοῦντας
5τὰ Βαράμ. θέλομεν γὰρ ὑμᾶς ἐπίστασθαι ὅτι, ἐὰν τούτου τοῦ κεφαλαίου παραμελήσητε, οὐκ ἔχετε τῷ ἀποτελέσματι200

5

.

7

.

3

εὐχαριστῆσαι.” ταύτης γοῦν τῆς ἐπιστολῆς τοῖς τὴν Ἀντιό‐ χειαν οἰκοῦσιν ἀποδοθείσης καὶ ἐς κοινὸν γενομένης γνω‐ ρίμου, εἰς ἓν [οὓς] ἦλθε τὸ πλῆθος τοῦ ἄστεος, καὶ τὸν ἄνδρα ξυλλαβόντες τοῖς παρὰ τοῦ Μεβόδου σταλεῖσι παρα‐
5δεδώκασιν, οὐ μὴν ἀλλὰ καὶ τοὺς ἡδονῇ τὰ Βαρὰμ ἀσμενί‐

5

.

7

.

4

ζοντας. ὁ δὲ Μεβόδης ἐξ ἐπιλέπτου τὰ τῶν ἀντιπάλων ὑπὸ τῶν δεσμίων μεμαθηκώς, αἰκισάμενος τούτων τὸν ἔξαρχον τήν τε ῥῖνα καὶ τὰ ὦτα ἀποτομῇ λωβησάμενος ἐς τὸν Χοσρόην παρέπεμπεν, τοὺς δὲ λοιποὺς ῥομφαίας παραδέδωκε

5

.

7

.

5

στόματι. ἕκτη δὲ ἡμέρα, καὶ πολλοὺς τοῦ Ἰουδαϊκοῦ ἱκανῶς μετεσχηκότας τῶν ὑπὸ τοῦ Βαρὰμ νεωτερισθέντων τῷ ἀκι‐

5

.

7

.

6

νάκῃ διώλεσε θάνατον ἐπιθεὶς ζημίαν αὐτοῖς. οὐκ ἀναξιό‐ λογος γὰρ ἡ ὑπὸ τῶν Ἰουδαίων τῷ Βαρὰμ γεγονυῖα πρὸς τὴν τυραννίδα ῥοπή. πλῆθος γὰρ τοῦ τοιούτου ἔθνους πλούτῳ κατάκομον τὸ τηνικαῦτα καιροῦ τὴν Περσίδα κατῴκει.

5

.

7

.

7

τῶν γὰρ Ἱεροσολύμων ὑπὸ Οὐεσπασιανοῦ τοῦ αὐτοκράτορος ἁλόντων, τοῦ τε ναοῦ ἐμπιπραμένου, ὀρρωδοῦντες πολλοὶ τῶν Ἰουδαίων τὴν Ῥωμαίων ἀλκὴν ἐκ τῆς Παλαιστίνης ὡς τοὺς Μήδους μεταναστεύουσι καὶ πρὸς τὴν ἀρχέγονον τιθή‐
5νην μεταναστεύουσιν, ἐξ ἧς ὁ προπάτωρ ἐτύγχανεν ὢν

5

.

7

.

8

Ἀβραάμ. τὰ τιμιώτατα τοίνυν οὗτοι ἐμπορευσάμενοι καὶ τὴν Ἐρυθρὰν διαπεραιούμενοι θάλατταν, περιουσίας χρη‐ ματισθέντες μεγάλας περιεβάλοντο. ἐντεῦθεν καὶ πρὸς τὰς στάσεις καὶ τὰς Βαβυλωνίας τῶν δήμων ἐκκαύσεις ἑτοιμό‐

5

.

7

.

9

τατα διωλίσθαινον. ἔστι γὰρ πονηρὸν τὸ ἔθνος καὶ ἀπι‐
στότατον, φιλοθόρυβόν τε καὶ τύραννον, καὶ φιλίας ἥκιστα μνημονικόν, ζηλότυπόν τε καὶ ὑποβάσκανον, καὶ ἐς ἔχθραν201

5

.

7

.

10

ἀμετάθετόν τε καὶ ἀδιάλλακτον. τούτους οὖν ὁ Μεβόδης καταπολεμήσας ποικίλοις ὀλέθροις ἀπέδοτο. ὅτε οὖν τῶν βασιλείων ἐκράτησεν, ἐκ τῶν τιμιωτέρων κόσμων ἀναλεξά‐ μενος τὰ κυριώτατα ἐς Χοσρόην ἐξέπεμπεν. οἱ μὲν οὖν
5ἀμφὶ τὸν Χοσρόην Ῥωμαῖοί τε καὶ Πέρσαι ἐν Ἀλεξανδρια‐ νοῖς, οὕτω καλουμένῳ χώρῳ, τέτρασιν ἡμέραις ἀφίκοντο.

5

.

7

.

11

τὴν δὲ προσηγορίαν ὁ χῶρος ἀπὸ τῶν πράξεων τοῦ Μακε‐ δόνος Ἀλεξάνδρου κατεκληρώσατο· ὁ τοῦ Φιλίππου γὰρ ἐκεῖσε γενόμενος ἅμα τῇ Μακεδονικῇ δυνάμει τῇ τε Ἑλλη‐ νικῇ ξυμμαχίᾳ ἐρυμνότατον κατεσκάψατο φρούριον τούς τε
5ἐν αὐτῷ βαρβάρους διώλεσεν.

5

.

8

.

1

ἐκεῖθεν τοίνυν μεταφοιτή‐ σαντες δευτέρᾳ ἡμέρᾳ Ῥωμαῖοί τε καὶ Πέρσαι προσβάλλουσι κλίματι Χναιθᾶς λεγομένῳ. τῇ δὲ ὑστεραίᾳ ὑπὸ πρώτην ἕω Ναρσῆς, ὁ τῶν ἑῴων ταγμάτων ἡγούμενος, Κομεντίολον
5ταγματάρχην τοῦ δεξιοῦ κέρατος τοῦ μαχίμου σὺν ἱππεῦσι χιλίοις προκαταληψόμενον ἐξέπεμπε τὴν διάβασιν τοῦ ἑτέρου

5

.

8

.

2

Ζαβᾶ ποταμοῦ. τούτου δὴ γεγονότος καὶ οἱ ἐπὶ κατασκοπῇ ὑπὸ τοῦ Βαρὰμ ἀποσταλέντες τὸ πραχθὲν διαγνόντες ἐπανῆ‐ κον εἰς τὸν Βαράμ, ταῦτα δήπου αὐτῷ διαγγέλλοντες. ἀτὰρ ὁ Βαρὰμ τὴν μετ’ ἐκείνην γέφυραν προκατασχεῖν ἐνεχείρει.

5

.

8

.

3

ὑπέτρεφε δὲ τὰς ἐλπίδας τῷ θάρσει ὡς δὴ τῆς περὶ τὴν Ἀρμενίαν Ῥωμαϊκῆς στρατοπεδεύσεως διὰ τὴν δυσχωρίαν τῶν τόπων οὐχ οἵας τε οὔσης συνάπτεσθαι ταῖς ἑῴαις τῶν

5

.

8

.

4

Ῥωμαίων δυνάμεσιν. τετάρτη δὲ ἡμέρα, καὶ ὁ Ναρσῆς ἄνδρας ἑλὼν ἐπὶ κατασκοπῇ ὑπὸ τοῦ Βαρὰμ ἐκπεμφθέντας καὶ μάστιξιν ὡς ἐνῆν ἀνετάσας διέγνω ὅπως ἔχει τὸ πολέ‐
μιον γνώμης. καὶ δῆτα ἀποχρῶσαν παρέχεται δύναμιν202
5Ῥουφίνῳ τῷ Τιμοστράτου, εἶτα προστάττει τὰς ἑτέρας

5

.

8

.

5

οἰκειώσασθαι διαβάσεις. τῇ δὲ ἐπιούσῃ, νυκτὸς ἐπιγενο‐ μένης, πρώτῃ παραφυλακῇ ἀπάρας ὁ στρατηγὸς γίνεται τῶν διαβάσεων κάτοχος καὶ εἰσβάλλει εἰς τὴν τῶν Νανισηνῶν χώραν ἐξαπιναίως. ἡλίου δὲ μεσοῦντος οἱ τοῦ Βαρὰμ ταῦτα

5

.

8

.

6

δὴ θεασάμενοι τῷ τυράννῳ ἐξεῖπον. ὁ δὲ διαμαρτὼν τοῦ σκοποῦ πρὸς βορρᾶν τε καὶ ἕω τὰς δυνάμεις διέσχιζεν, ὅπως ὑποτέμῃ τὴν σύμμιξιν τῆς προσδοκητοῦ τῶν Ῥωμαίων ἀπὸ τῆς Ἀρμενίας δυνάμεως. ἤδη δὲ τοῦ Βαρὰμ συντονίᾳ τινὶ
5τὴν ὁδὸν διανύοντος καὶ εἴς τινα παρακειμένην λίμνην ἀφικομένου, συνέβη τοὺς ἀπὸ τῆς Ἀρμενίας ἄγχιστα παρα‐

5

.

8

.

7

γενέσθαι. ἐπεὶ δὲ προεῖδον οἱ τῶν Ῥωμαίων σκοποὶ τὸν Βαράμου στρατόν, Ἰωάννῃ τῷ στρατηγῷ ἀπήγγελλον ἱππέων Περσικὰ στίφη ἰέναι πως κατ’ αὐτῶν. ὁ μὲν οὖν Ἰωάννης πρὸς ἔκταξιν τὰς δυνάμεις ἐκόσμησεν, ὁ δὲ Βινδόης τὴν
5Περσικὴν ἀνελάμβανε φάλαγγα· τῆς δὲ Ῥωμαϊκῆς συντάξεως

5

.

8

.

8

ὁ στρατηγὸς Ἰωάννης ἡγεῖτο. ποταμοῦ δὲ διελομένου τόν τε Βαρὰμ καὶ τὰς περὶ τὸν Ἰωάννην δυνάμεις Ῥωμαίων τε καὶ Περσῶν, τὰ τῆς συμπλοκῆς αὐτοῖς ἀνεκόπτετο. δευτέρα δὲ ἡμέρα, καὶ πρὸς νότον ἐκκλίνει ἅμα τῷ Βινδόῃ τὰ Ῥω‐

5

.

8

.

9

μαίων στρατεύματα. ὁ μὲν οὖν Ναρσῆς καὶ Χοσρόης ἐκ τῆς Νανισηνῶν χώρας ἀπάραντες εἰς τὸ πρόσω ἐχώρουν, καὶ γίνονται πλησίον κώμης τινὸς ἣν Σιραγανῶν οἱ ἐγχώ‐ ριοι κατονομάζουσιν. πέμπτη δὲ ἡμέρα, καὶ ὁ Ναρσῆς τὰς
5ἐπιθέτους δυνάμεις τὰς ἀπὸ τῆς Ἀρμενίας Ῥωμαϊκὰς πλη‐

5

.

8

.

10

σιάζειν ἐγίνωσκεν. διά τοι τοῦτο ἐπιστολεῖς πρὸς Ἰωάννην ἐξέπεμπε καὶ παρενεγύα τῷ στρατηγῷ ὡς οὐ δεῖ Πέρσαις συμπλέκεσθαι, πρὶν ἂν ἐς κοινὸν ἑκάτεραι δυνάμεις συν‐ απτόμεναι τὴν ἀλκὴν ἀνανταγώνιστον σχοίησαν.203

5

.

9

.

1

Κατὰ τοῦτον δῆτα τὸν χῶρον αὐλιζομένῳ Χοσρόῃ οἱ παρὰ τοῦ Μεβόδου σταλέντες ἧκον παρὰ τὸν βασιλέα αἰσίων

5

.

9

.

2

ἀφηγημάτων ἔχοντες διαγόρευσιν. ὁ μὲν οὖν τὰ ἐπὶ τῆς Βαβυλωνίας πραχθέντα διαγνοὺς τῷ Μεβόδῃ τήν τε σκευὴν τὴν βασίλειον τὴν ἀπὸ τῆς Κτησιφῶντος δεδεγμένος σταλεῖσαν αὐτῷ, ἐπὶ τοῖς κατωρθωμένοις ἐναβρυνόμενος μεθ’ ἱλαρίας
5Ναρσῇ τε καὶ ταῖς Ῥωμαίων δυνάμεσιν ἐστηλίτευε τὴν ἐπί‐

5

.

9

.

3

τευξιν. ἡμέρα δὲ πέμπτη, καὶ τρισὶ τὸ Ῥωμαϊκὸν χρησά‐ μενον χάραξι τοῖς περὶ τὸν Ἰωάννην κοινοῦται συντάγμασιν. αἱ μὲν οὖν δυνάμεις ἐς κοινὸν συνελθοῦσαι μεγίστης τινὸς εὐρωστίας ἀμοιβαίως σφίσιν αὐταῖς ἐδίδοσάν τε καὶ ἀντε‐

5

.

9

.

4

λάμβανον. λέγεται δὲ τὸν μὲν Χοσρόην ἅμα τῷ συμμαχικῷ τῶν ἑξήκοντα περαιτέρω ἐπιφέρεσθαι χιλιάδας μαχίμων, τὸν δὲ Βαρὰμ τεσσαράκοντα χιλιάσιν ὁπλιτικοῦ καττύειν τὸν

5

.

9

.

5

πόλεμον. καὶ δὴ ὁ Βαρὰμ κλέψαι διενοεῖτο τὸν πόλεμον ἐνάλλεσθαί τε νυκτὸς κατὰ τῆς τῶν Ῥωμαίων δυνάμεως. τῆς τοίνυν δυσφορίας τῶν τόπων κωλύμην τῇ ἐπιβουλῇ παρασχομένης, ἡλίου ἀνίσχοντος κατάδηλος Ῥωμαίοις ἐγίνετο,

5

.

9

.

6

ὅ τε δόλος ἐς τὸ φανερὸν ὑπεξήγετο. τρίτῃ δὲ ἕῳ, καὶ οἱ μὲν ἀμφὶ τὸν Βαρὰμ πολεμησείοντες μετὰ βοῆς τε καὶ θορύβου ἐπῄεσαν, τὸ δὲ Ῥωμαϊκὸν ἡσυχίας εὐκοσμίᾳ καὶ τοῦ θρύλου ἀμέτοχον διιθύνετο πρὸς παράταξιν. τῷ τε
5Βινδόῃ καὶ Σαράμῃ τοῖς στρατηγοῖς ὁ Ναρσῆς ἐχαλέπαινεν οὐχ οἵοις τε οὖσι τὰς περὶ αὐτοὺς δυνάμεις τῶν βαρβάρων204

5

.

9

.

7

κατευνάζειν πρὸς τὸ τῆς ἠρεμίας ἀθόλωτον. τοίνυν μετεδί‐ δοσαν καὶ τῆς ἑαυτῶν εὐκοσμίας ταῖς συμμαχούσαις τῶν βαρβάρων οἱ Ῥωμαῖοι δυνάμεσι καὶ πείθουσι διακοσμῆσαι τάξει τὴν ἔκταξιν τῆς τε ἀλόγου ἀποσχέσθαι κλαγγῆς.

5

.

9

.

8

τριττοῖς τοιγαροῦν τὸ Ῥωμαϊκὸν στίφεσι συνετέτακτο, καὶ τὸ μὲν μέσον ὁ Χοσρόης ὅ τε Ναρσῆς περιεβάλλετο κέρας, τὸ δεξιόν τε Μεβόδης καὶ Σαράμης οἱ Πέρσαι, τῆς Μηδικῆς ἐξηγούμενοι φάλαγγος, τὸ δὲ ἕτερον Ἰωάννης ὁ στρατηγός,
5τῆς τῶν Ἀρμενίων πληθύος ἐπιστατῶν. οὕτω δήπου καὶ τὸ ἀντίπαλον ἀντετέτακτο καὶ τρισὶ συντάγμασι ταύτῃ διεκό‐

5

.

9

.

9

σμησεν. τὸ μὲν οὖν Ῥωμαϊκὸν σφαδάζον τῇ γνώμῃ ἀκατά‐ σχετον ἦν ταῖς ὁρμαῖς, τὸ δὲ ἀντίπαλον τῷ σθένει καὶ τῷ πλήθει καὶ τῇ τάξει τῶν Ῥωμαίων καταπληττόμενον ἐπ’ ὄρους ἀνάβασιν ἀνετέτραπτο. διά τοι τοῦτο πεντακόσιοι
5τῆς περὶ τὸν Βαρὰμ συμμορίας τὰ ὅπλα καταθέντες

5

.

9

.

10

προσχωροῦσι Ῥωμαίοις. ὁ μὲν οὖν Χοσρόης ἄκων πεφυκὼς τῷ ἐγχειρήματι πρὸς τὸ ἄναντες παροτρύνει Ῥωμαίους χωρεῖν. Ῥωμαῖοι δὲ τοῦτο δὴ τοῦτο τοῖς τῆς ἀβουλίας κόλποις ἐνα‐ ποθέμενοι, ὡς εἶχον συνέσεως, τῆς τακτικῆς ἁρμονίας ἔξω
5που μὴ διαθέοντες, δι’ ἑτέρων ἀνεβάλλοντο πρὸς τὰ ὑψηλὰ

5

.

9

.

11

τοῦ ὄρους χωρεῖν. οἱ δὲ βάρβαροι καταναγκασθέντες ὑπὸ τοῦ σφῶν αὐτῶν βασιλέως τῶν ἀλόγων κινδύνων ἐφήπτοντο, καὶ τοῦ ὄρους ἐπιβαίνειν θαρρήσαντες ὑπὸ τῶν ἀντιπάλων καρτερῶς ἐξωθοῦντο. καὶ ἦν ἂν θάνατος μέγιστος ζημία
5τῷ ἐγχειρήματι, εἰ μὴ Ῥωμαῖοι τῆς διώξεως τοὺς βαρβάρους

5

.

9

.

12

ἀπέπαυσαν, ἀντιμέτωπον αὐτοῖς ἐκταξάμενοι. ἡλίου δὲ δὴ πρὸς δυσμὰς κεκλικότος, ὁ μὲν Βαράμης ἅμα τῇ συμμάχῳ
δυνάμει ὡς τὸν χάρακα ἐπανέρχεται ἐπὶ τοῖς οὕτω πραχθεῖσι ψυχαγωγούμενος, τὸ δὲ Ῥωμαϊκὸν ἐπὶ τὴν τάφρον γενόμενον205
5τῆς ἀβουλίας κατηγόρει Χοσρόου.

5

.

10

.

1

Ἐπεὶ δὲ ὁ Βαρὰμ διεγνώκει τὸ Ῥωμαϊκὸν ἔχον λίαν ὀξυπαθῶς ἐπὶ τοῖς ἔναγχος ὑπὸ Χοσρόου παρεστρατη‐ γημένοις αὐτοῖς, τῆς τε συμπλοκῆς ἐφιεμένοις ἀκρότατα, ὄρθριος γενόμενος λύει τὸν χάρακα καὶ ἐκκλίνει πρὸς τὰ

5

.

10

.

2

δύσχωρά τε καὶ ἀνάντη καὶ ἄφιππα. γίνονται γοῦν μετὰ τοῦτο ἐς τὸ πλησίον πεδίον καθειμένον, ἔνθα καὶ τὸ Κάν‐ ζακον καθίδρυται πόλισμα, μεταστρατοπεδευσάμενός τε καὶ ὁ Βαρὰμ ἐντεῦθεν ἐφ’ ἕτερα τὰς δυνάμεις μετέβαλλεν, ἐκλύ‐

5

.

10

.

3

τους ἐντεῦθεν τῶν Ῥωμαίων τὰς ὁρμὰς τεκταινόμενος. οἱ δὲ Ῥωμαῖοι τὴν μεταχώρησιν τοῦ Βαρὰμ ἐγνωκότες συντόνῳ πορείᾳ ἄγχιστά που τῶν πολεμίων στρατοπεδεύονται. εἶτα προσβάλλουσι ποταμῷ τῷ Βλαράθῳ, ἔνθα τὴν νύκτα ἐναυλι‐

5

.

10

.

4

σάμενοι ἡμέρας ἀφικομένης πεδίῳ εὐρεῖ προσωμίλησαν. οἱ μὲν οὖν στρατηγοὶ τῶν Ῥωμαίων διακεκοσμηκότες τὰ μάχιμα, πολλῶν καὶ ἀγαθῶν εἰσηγήσεων τὸ ὁπλιτικὸν ἐμφορήσαντες τῇ τριπλῇ φάλαγγι τὸν πόλεμον διεσκεύασαν. σύμβολον δὲ
5οἱ Ῥωμαῖοι καὶ τοῖς συμμαχοῦσι βαρβάροις παρείχοντο τὴν τῆς θεομήτορος καὶ παρθένου προσηγορίαν διδάξαντες, ἵνα μὴ τῷ διακεκριμένῳ τοῦ γένους ὡς ἀντίπαλον τὸ συμμα‐ χικὸν διαφθαρῶσιν, τῷ συγκεχυμένῳ τῆς συμπλοκῆς ἀδιάρ‐ θρωτον αὐτοῖς τῶν οἰκειοτάτων παρεχομένων τὴν δήλωσιν.

5

.

10

.

5

καὶ παράδοξόν τι χρῆμα συνέβαινεν· ἐγίνετο γὰρ καὶ Χαλ‐ δαίοις τὸ τῆς Μαρίας σωτήριον ὄνομα. κατεκόσμει μὲν καὶ ὁ Βαρὰμ τρισὶ λόχοις τὴν οἰκείαν ἀλκήν, καὶ τὸ μὲν μεσαί‐ τατον τῆς ἐκτάξεως ἐπεῖχεν ὁ τύραννος, οἱ δὲ ἡγεμόνες τοῦ

5

.

10

.

6

συμμαχικοῦ τὴν ἐφ’ ἑκάτερα δύναμιν. ναὶ μὴν καὶ ἐλέφασι τοῖς Ἰνδικοῖς θηρίοις καθάπερ προβόλους τινὰς τῶν ἱππέων ἡγεῖσθαι κατέταττεν, τούς τε ἀνδρειοτέρους τῆς μαχίμου δυνάμεως ἐπὶ τῶν θηρίων ἀναβιβάσας παρεσκεύαζε μάχεσθαι.206
5οὐκ ἠμοίρει δὲ καὶ τὸ ἑκάτερον τούτων δὴ τῶν συμμάχων θηρίων. ὁ μὲν οὖν Χοσρόης πεντακοσίοις ἐς φρουρὰν

5

.

10

.

7

ἀνδράσι περιφραξάμενος περιεπόλει τὰς τάξεις. ἀλλ’ ὁπότε ἔβλεψάν τε καὶ ἀντεβλέφθησαν ἑκάτεραι δυνάμεις ἀλλήλας, τά τε σημεῖα μετεωρίζετο ἠρέμα τε ὑπὸ τοῦ πνεύματος ἐκρατύνετο, αἵ τε σάλπιγγες περιεδόνουν καὶ τὴν συμπλο‐
5κὴν ἐξεβάκχευον ταῦτα δὴ περιβομβοῦσαι τὰ τοῦ πολέμου μυστήρια, ἐκαινοτομεῖτο λοιπὸν τὸ μεταίχμιον καὶ τῶν οἰκείων

5

.

10

.

8

ὅρων ἐχήρευεν. ἀγχιμάχου τοίνυν συμπλοκῆς γενομένης, ὁ Βαρὰμ τὸ μεσαίτατον τῆς περὶ αὐτὸν καταλιμπάνει δυνά‐ μεως καὶ πρὸς τὸ εὐώνυμον μετεχώρησεν. πλείστης τοίνυν μεταδοὺς τῆς ἀλκῆς τοῖς ἀναδεδεγμένοις αὐτὸν εἰκότως τὴν
5ἀντιμέτωπον κεραΐζεται φάλαγγα, τῇ συντάξει τοῦ πλήθους

5

.

10

.

9

ἐξαπιναίως ἐγκείμενος. οἱ μὲν οὖν Ῥωμαῖοι κατὰ τοῦτο τὸ κλίτος διαιρεθέντες ἐτράποντο πρὸς φυγήν, φέρειν οὐκ ἔχοντες τὴν ἀντιβρίθουσαν δύναμιν. καὶ οὖν ὁ Ναρσῆς τοῦτο δὴ θεασάμενος, ἠρέμα πλῆθος συρρεῖν τοῖς ἀδυνα‐
5τοῦσιν ἐγκελευσάμενος ἔστησε τῆς φυγῆς τὴν κατασθένουσαν

5

.

10

.

10

δύναμιν. ὁ μὲν οὖν Βαρὰμ κατὰ τῆς μέσης τῶν Ῥωμαίων χωρήσας ἀλκῆς ἐπειρᾶτο τρέψαι τὸν Ναρσῆν εἰς ἀπόδρασιν. ὁ τοίνυν Ναρσῆς οὐδὲν μέλον αὐτῷ περὶ τῶν ἐλεφάντων καρτερῶς τῷ Βαρὰμ ἀντετίθετο καὶ ἐπιπίπτει τῇ μέσῃ καὶ
5ἀντιθέτῳ δυνάμει, καὶ συντεταγμένους τοὺς Μήδους παρα‐

5

.

10

.

11

λύει γέ πως αὐτοὺς λίαν κομιδῇ τῆς συννεύσεως. τούτου δὴ γεγονότος καὶ αἱ λοιπαὶ τοῦ Βαρὰμ δυνάμεις ἐσφάλησαν, καὶ ῥώμῃ κεκρατηκὼς ὁ Ναρσῆς τοὺς μὲν ἱππέας τῶν ἐπο‐
χούντων ἀπέβαλλεν, τοὺς δὲ πεζοὺς τῷ δόρατι κατεβάλλετο.207

5

.

10

.

12

τῆς τοίνυν διώξεως κραταιᾶς γενομένης, καὶ τοῦ φόνου τεθηλότος ἀνὰ τὸν χῶρον, ἓξ Βαβυλωνίων ἀποδράσασαι χιλιάδες ἐπί τινα λόφον γενόμεναι τῆς σωτηρίας ὠρέγοντο. τὸ δὲ Ῥωμαϊκὸν περιστοιχίσαν τὸν λόφον τῆς δραπετίδος
5κρατοῦσι δυνάμεως. πολλοὺς τοίνυν ζωγρήσαντες ἦγον ἐς

5

.

10

.

13

Χοσρόην δεσμίους. ὁ μὲν οὖν τῶν Περσῶν βασιλεὺς τοὺς μὲν μαχαίρας ἀπέδοτο στόματι, ἐνίους τοῖς ποσὶ τῶν θηρίων παρείχετο παίγνιον. ἐπεὶ δὲ διεγνώκει εἶναί τινας τῶν ἑαλωκότων ἐκ τοῦ ἔθνους τῶν Τούρκων, ἐς βασιλέα ἐκπέμπει
5Μαυρίκιον, τὴν Ῥωμαϊκὴν στηλιτεύων ἀλκὴν ἀπαρχάς τε

5

.

10

.

14

τῆς νίκης προσφέρων τῷ αὐτοκράτορι. ἐκεχάρακτο δὲ τοῖς μετώποις ἐκείνων τὸ τοῦ κυριακοῦ 〈πάθουσ〉 ἐπίσημον· σταυρὸς δὲ τοῦτο τοῖς πρεσβεύουσι τὴν τῶν Χριστιανῶν θρησκείαν κατονομάζεται. ἐπύθετο γοῦν ὁ αὐτοκράτωρ τί

5

.

10

.

15

ἂν εἴη τοῦτο τοῖς βαρβάροις τὸ σήμαντρον. οἱ μὲν οὖν ἐκ τῶν μητέρων τοῦτο ἀποκληρώσασθαι ἔφασκον· λοιμοῦ γὰρ τοῖς πρὸς τῇ ἕῳ Σκύθαις καρτεροῦ ἐνδημήσαντός τινας ἐδέησε τῶν Χριστιανῶν εἰσηγήσασθαι τούτῳ δῆτα τῷ τύπῳ
5τῶν μειρακίων ἐγκεντῆσαι τὰ μέτωπα. τῶν δὲ βαρβάρων μηδαμῶς τὴν εἰσήγησιν παρωσαμένων, σωτηρίαν ἐκ τῆς συμβουλίας ἀντελάμβανον.

5

.

11

.

1

τὸ δὲ Ῥωμαϊκὸν (πρὸς γὰρ τὴν νύσσαν τὸν λόγον ἀντεπενέγκοιμι) λαφυραγωγεῖ τοῦ τυράννου τὰ σκηνοπήγια γυναῖκάς τε καὶ παῖδας τόν τε κόσμον τὸν χρύσεον τήν τε βασίλειον παρασκευήν. τὰ μὲν
5οὖν τιμιώτερα τῷ Χοσρόῃ παρείχοντο, ὁ δὲ ἐπὶ τοῖς σκύλοις

5

.

11

.

2

μέγα φρονῶν πρὸς τὸ σοβαρώτατον προσεχώρησεν. ἡλίου δὲ κλίναντος ὁρῶσι Ῥωμαῖοι τοὺς ἐπὶ τῶν ἐλεφάντων ἱδρυμένους
βαρβάρους ἀκροβολιζομένους καὶ τῷ τόξῳ χρωμένους. διὰ τοῦτο τούτους περιστοιχίσαντες δευτέρας μάχης κρατοῦσι τά208

5

.

11

.

3

τε θηρία ζωγρήσαντες τῷ Χοσρόῃ παρείχοντο. τοῦ πολέμου τοίνυν τοιοῦτό τι πέρας ἀπενεγκαμένου, ἐς τὸν ἑαυτῶν χάρακα Ῥωμαῖοι ἐπανέζευξαν, ἤδη που τῆς νυκτὸς ἀνισχούσης αὐτοῖς. τῇ δὲ ὑστεραίᾳ ἐξ ἑωθινοῦ ἡ Ῥωμαϊκὴ πληθὺς συναθροί‐

5

.

11

.

4

ζεται καὶ τῶν τεθνηκότων σκυλεύει τὰ σώματα. μεγάλων τοίνυν αὐτοῖς γεγονότων κτημάτων, ἐς τὴν βασίλειον τοῦ Χοσρόου χωροῦσι σκηνήν. οἱ δὲ τοῦ Ῥωμαϊκοῦ στρατοῦ κατ’ ἴχνους τοῦ Βαράμου χιλιάδας ἐπεστράτευσαν δέκα κεχει‐
5ροτονηκότες ταξιάρχας αὐτοῖς τὸν τῶν Χαλκιδέων ταγμάτων ἡγούμενον· Βεσταμίῳ δὲ τὴν βάρβαρον ξυμμαχίαν ἐδίδοσαν.

5

.

11

.

5

τριταῖοι τοίνυν ἐναυλισθέντες Χοσρόης τε καὶ Ῥωμαῖοι ἀνὰ τὸν πολέμιον χῶρον ἀπηλλάσσοντο τῇ τετάρτῃ, ὀδωδότων τῶν τεθνεώτων αὐτοῖς, καὶ τὸ πνῖγος τῆς κακοσμίας φέρειν οὐκ ἔχοντες. παραγίνονται γοῦν ἄγχιστα πόλεως τοῦ Κανζάκου.

5

.

11

.

6

βασιλεὺς δὲ Χοσρόης ἐπὶ τοῖς συνενεχθεῖσιν αὐτῷ καταγαυ‐ ριώμενος ἐπινίκια εἱστία Ῥωμαίους. αὐτὸς δὲ διέτριβεν ἀνὰ τὴν στιβάδα καταψαλλόμενός τε καὶ καταυλούμενος, ὡς ἔθος

5

.

11

.

7

Πέρσαις καθέστηκε παιωνίζουσιν. δεκάτην δὲ τῷ χώρῳ προσδιατρίψας ἡμέραν, ἐπείπερ συνεῖδε Μαρῖνόν τε καὶ Βεστάμιον ὡς αὐτὸν παλινδρομήσαντας ἐκ τῆς τοῦ Βαρὰμ διώξεως, τήν τε τῶν ἐχθρῶν ἀποφοίτησιν ἐπισημοτάτην
5ἐγνώρισεν, τοὺς μὲν Ῥωμαίους ἐσέλκει πρὸς τὰ οἴκοι, αὐτὸς δὲ τὴν Περσικὴν φάλαγγα συναθροίσας τῇ Βαβυλῶνι προσ‐ ομιλεῖ ἄξιον οὐδὲν περὶ τοὺς συμμεμαχηκότας Ῥωμαίους

5

.

11

.

8

ἐπιδειξάμενος. οἱ μὲν οὖν τῶν Ῥωμαίων στρατηγοὶ ἐπιμύ‐ θιον τοῖς λόγοις τῷ βαρβάρῳ ἐξῄεσαν, μὴ ἀμνημονεῖν τῆς γεγονυίας αὐτῷ ὑπὸ τῶν Ῥωμαίων φιλοφροσύνης τε καὶ σωτηρίας. [ἐξῄτει] τοίνυν τούτους που αὐτῷ τοὺς λόγους209

5

.

11

.

9

ἐναποθέμενοι ἐπανῄεσαν οἴκαδε οἱ Ῥωμαῖοι. ὁ δὲ Χοσρόης δεδοικὼς μή που δολοφονία τις ὑποσταίη αὐτῷ ὑπὸ τῶν ἐγχωρίων, ἐδεῖτο Μαυρικίου τοῦ αὐτοκράτορος ἐς τὴν τοῦ σώματος φρουρὰν χιλίους ἐκ τοῦ ὁπλιτικοῦ παραπέμπεσθαι.

5

.

12

.

1

Λόγος δὲ ὡς ἡμᾶς ἐξεφοίτησε πρὸς τῇ Ἱερᾷ πόλει τὸ τηνικαῦτα καιροῦ Γολινδοὺχ γενομένην, 〈κατὰ〉 τὴν Χοσρόου πρὸς τὰ βασίλεια κάθοδον. ἀλλὰ τίς καὶ πόθεν, κατὰ τὴν ποίησιν, λελέχθω τὸ γύναιον· μὴ γὰρ οὖν ἀφελώ‐
5μεθα τὴν περὶ ταύτης διήγησιν μεγίστοις σεμνολογήμασιν

5

.

12

.

2

οὖσαν κατάκοσμον. τίκτεται μὲν οὖν αὕτη ἐπὶ τῆς Βαβυ‐ λωνίας, μάγοι δὲ τὸ γένος αὐτῆς· πατὴρ δὲ τῶν ἐπιφανῶν σατραπευόντων ἐφορολογεῖτο τὸ Περσικόν. ἐπεὶ δὲ ἀκμὴ ἐπέστη αὐτῇ, ὥρα λάμπουσα ἐς γάμον, ἀνδρὶ τῶν ἐπισήμων

5

.

12

.

3

ἐκδίδωσιν. συνεστιωμένη δέ ποτε τῷ ἀνδρὶ ἔδοξεν ἐξαπι‐ ναίως γεγονέναι πάρετος, εἶτα ἀκίνητος διαμένειν τῷ σώματι, καὶ τὰς αἰσθήσεις πολλῷ ὕστερον ἐπανήκειν πως ἐς αὐτήν. ἐπεὶ δὲ οἱ θεαταὶ τοῦ πάθους, εἴγε καὶ πάθος δεῖ τήνδε
5τὴν θείαν ἀποφαίνεσθαι ἔκστασιν, διεπυνθάνοντο τί ἂν εἴη

5

.

12

.

4

τὸ συμβεβηκὸς τῇ νεάνιδι, ἔλεξε τάδε. “μεγάλας που ἐν οὔδει τεθέαμαι ἐναποκειμένας ποινάς, μεγάλων τε ἀγαθῶν πρεσβευομένην τρυφὴν τοῖς τὸν μέγιστον προσκυνοῦσι θεόν, ὃν δὴ Χριστιανοὶ θρησκεύοντες καθεστήκασι Πέρσαις ὑπό‐

5

.

12

.

5

θεσις γέλωτος.” ὁ μὲν οὖν ἐκείνης γαμέτης ἐξεμυκτήριξε
τοῦ γυναίου τὰ ῥήματα, ὅτε δέ που ἑδραίαν αὐτῆς τὴν διάνοιαν πρὸς τὴν τῆς θρησκείας μετάθεσιν κατενόησεν, σωφρονίζειν ἐδόκει ῥαπίζων· ἠπείλει δὲ καὶ θάνατον εἶναι210
5ζημίαν αὐτῇ, ὡς θέμις Πέρσαις ποιεῖν τοῖς τὰ μάγων ἀθετή‐

5

.

12

.

6

σασι δόγματα. ἡ μὲν οὖν τῷ θείῳ ἔρωτι πτερωθεῖσα τὸν νοῦν, τὰ ὦτά που καταβύουσα, ταῖς αὔραις διαχεῖσθαι τοὺς λόγους παρείχετο. γίνεται τοίνυν τῷ γυναίῳ καὶ ἑτέρας

5

.

12

.

7

θείας κρείττονος ἐπιφοιτήσεως ἔλλαμψις· ἄγγελος γὰρ ἐφε‐ στήκει αὐτῇ τήν τε μορφὴν καὶ τὴν ἐσθῆτα λαμπηδόνος φαιδρότερος, καὶ πάλιν αὐτῇ τὴν τῶν φθασάντων θέαν ἐδείκνυε προηγόρευέ τε καὶ τὸν ὅσον οὔπω τοῦ συνευνέτου

5

.

12

.

8

θάνατον. ὁ μὲν οὖν τοῦ γυναίου γαμέτης καταλύει τὸν βίον κατὰ τὴν τοῦ ἀγγέλου προαναγόρευσιν, τὸ δὲ γύναιον τὴν Βαβυλωνίαν καταλιπὸν πρὸς τὴν Νίσιβιν γίνεται, τοῖς τε τῶν Χριστιανῶν ἱερεῦσι περιτυχὸν ἀνθωμολογεῖτο τὰ

5

.

12

.

9

μεγαλεῖα τοῦ πνεύματος. μυεῖται γοῦν παρ’ αὐτῶν ταῦτα δὴ τὰ τῶν Χριστιανῶν θεῖα ὄντως καὶ ἀπόρρητα δόγματα. ἐπεὶ δὲ τοῖς μάγοις τοῦτο κατάδηλον γέγονεν, ἐς ἀναζήτησιν

5

.

12

.

10

γίνονται τοῦ γυναίου. ἧκον γοῦν εἰς τὴν Νίσιβιν, καὶ τὰ μὲν πρεσβύτερα τῆς ἀξιώσεως ἐν κολακείαις αὐτοῖς παρε‐ σκεύαστο ἐντεῦθεν ἀποβουκολῆσαι πειρωμένοις τὴν ἄνθρω‐ πον· ἐπεὶ δὲ νικῶνται, καὶ ὁ λόγος αὐτοῖς ἀδρανής, ἐν

5

.

12

.

11

εἱρκτῇ σκληρᾷ τὸ γύναιον χρόνῳ πολλῷ κατακλείουσιν. τοῦ τοίνυν πάντα θεοῦ περισκοποῦντος καὶ ἀμάρτυρον ἑαυτὸν ἐν οὐδενὶ χρόνῳ καταλιμπάνοντος, ἐπικουρίᾳ τοῦ ἐπιστα‐ τοῦντος ἀγγέλου αὕτη τῆς φυλακῆς ἐξεχώρησε καὶ ἐς τὴν

5

.

12

.

12

Ῥωμαίων ἀφίκετο γῆν. ἡ μὲν οὖν ἄχρι τῶν Ἱεροσολύμων ἐπελθοῦσα διεκήρυττε τὴν ἐπιφανῆ τοῦ θεοῦ καὶ ἀδιήγητον μεγαλειότητα, εὐχάς τε ἀποδομένη ἐν τῷ παναγεῖ μνημείῳ τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, τόν
5τε σταυρὸν τῶν παθημάτων κατασεβασθεῖσα τῷ προσκυνή‐

5

.

12

.

13

ματι ἐς τὴν Ἱερὰν ἐπανέδραμε πόλιν. πολλά τε περὶ τῶν ἐσομένων τῷ Χοσρόῃ προαναγορεύσασα τήν τε προσχώρησιν αὐτοῦ Ῥωμαίοις πρὸ τῆς τῶν πραγμάτων ἐνάρξεως κατα‐ μηνύσασα, βίον τε ἰσάγγελον πολιτευσαμένη, καὶ ὡς πρέπει211
5ἁγίοις τὰ εἰς ψυχὴν καὶ τὸ σῶμα ὁρῶντα, ἀπέστη τῶν τῇδε τὸν τῆς καρτερίας στέφανον ἀκηράτοις ἀναδησομένη τροπαίοις.

5

.

13

.

1

Ὁ δὲ τοῦ Ῥωμαϊκοῦ βασιλεὺς σωματοφύλακας ἐς Χοσρόην ἐξέπεμπεν. ἐς νοῦν τοίνυν βαλόμενος ὁ τῶν Περσῶν βασιλεὺς τὴν ἄνωθεν αὐτῷ τῆς ἐπικουρίας γεγο‐ νυῖαν ῥοπήν, τῷ ἐν μάρτυσιν ἐπιφανεστάτῳ Σεργίῳ σταυρὸν

5

.

13

.

2

ἐκ χρυσοῦ πεποιημένον λιθοκόλλητον δῶρον ἐξέπεμπεν, ὃν δῆτα Χοσρόης ὁ Καβάδου τὸ ἄστυ παραστησάμενος, λαφυ‐ ραγωγήσας ἐν τοῖς τῶν Περσῶν ἀνακτόροις ἀπέθετο, ἔτι τῶν Ῥωμαϊκῶν σκήπτρων Ἰουστινιανοῦ τοῦ αὐτοκράτορος ἐπι‐
5βαίνοντος. ἐν τούτῳ γοῦν τῷ σταυρῷ ἕτερον Χοσρόης ἐπὶ τῆς κεφαλῆς ἐξ ἀπέφθου χρυσοῦ σταυρὸν ἐτεκτήνατο τὴν

5

.

13

.

3

αἰτίαν ἐντυπώσας ἐν αὐτῷ τοῦ ἀναθήματος. ἐπιστολὴν δὲ δὴ Ἑλληνικοῖς γράμμασιν ἅμα τῷ κειμηλίῳ ἐς τὸ λεγόμενον Βαρβαρικὸν παρεπέμπετο. ὑπεγέγραπτο δὲ τῇ ἐπιστολῇ καὶ βασιλικὴ ὑποτύπωσις. τὰ δὲ τῆς ἐπιστολῆς ἐν τούτοις δῆτα
5ἐτύγχανεν ὄντα· οὐκ ἀμείψω γὰρ τῆς λέξεως τὸ ἀρχέτυπον.

5

.

13

.

4

“Τοῦτον τὸν σταυρὸν ἐγὼ Χοσρόης βασιλεὺς βασιλέων, υἱὸς Χοσρόου, ὅτε ἐκ διαβολικῆς ἐνεργείας καὶ κακουργίας τοῦ δυστυχεστάτου Βαράμ, υἱοῦ Βαργουσνᾶς, καὶ τῶν σὺν
αὐτῷ καβαλλαρίων εἰς Ῥωμανίαν ἀπήλθομεν, καὶ διὰ τὸ212
5ἔρχεσθαι τὸν δυστυχῆ Ζαδεσπράτην ἐκ τοῦ στρατοῦ εἰς τὸ Νισίβιος ἐπὶ τῷ ὑποσῦραι τοὺς καβαλλαρίους τοῦ μέρους τοῦ Νισίβιος εἰς τὸ ἀντᾶραι καὶ συνταράξαι ἐπέμψαμεν καὶ

5

.

13

.

5

ἡμεῖς καβαλλαρίους μετὰ ἄρχοντος εἰς τὸ Χαρχάς, καὶ διὰ τῆς τύχης τοῦ ἁγίου Σεργίου τοῦ πανσέπτου καὶ ὀνομαστοῦ, ἐπειδὴ ἠκούσαμεν δοτῆρα εἶναι αὐτὸν τῶν αἰτήσεων, ἐν τῷ πρώτῳ ἔτει τῆς βασιλείας ἡμῶν, μηνὶ Ἰανουαρίῳ ἑβδόμῃ,
5ᾐτησάμεθα, ὡς, ἐὰν οἱ καβαλλάριοι ἡμῶν σφάξωσι τὸν Ζαδεσπράτην ἢ χειρώσωνται, σταυρὸν χρυσοῦν διάλιθον εἰς τὸν οἶκον αὐτοῦ πέμπομεν διὰ τὸ πάνσεπτον αὐτοῦ ὄνομα.

5

.

13

.

6

καὶ τῇ ἐνάτῃ τοῦ Φεβρουαρίου μηνὸς τὴν κεφαλὴν τοῦ Ζαδεσπράτου ἤνεγκαν ἐπὶ ἡμῶν. ἐπιτυχόντες οὖν τῆς αἰτή‐ σεως ἡμῶν, διὰ τὸ ἕκαστον ἀναμφίβολον εἶναι, εἰς τὸ πάν‐ σεπτον αὐτοῦ ὄνομα τὸν σταυρὸν τὸν παρ’ ἡμῶν γενόμενον,
5μετὰ τοῦ πεμφθέντος σταυροῦ παρὰ Ἰουστινιανοῦ βασιλέως Ῥωμαίων εἰς τὸν οἶκον αὐτοῦ, καὶ τῷ καιρῷ τῆς ἀμιξίας τῶν δύο πολιτειῶν ἐνεχθέντος ἐνταῦθα παρὰ Χοσρόου, βασιλέως βασιλέων, υἱοῦ Κοάδου, τοῦ ἡμετέρου πατρός, καὶ εὑρεθέντος ἐν τοῖς ἡμετέροις θησαυροῖς, ἐπέμψαμεν ἐν τῷ
10οἴκῳ τοῦ πανσέπτου Σεργίου.”

5

.

13

.

7

Ὁ μὲν οὖν σατράπης κατὰ τὸ διατεταγμένον αὐτῷ ἀπέδοτο τὸν σταυρὸν τά τε γράμματα τοῦ βασιλέως. τῷ δὲ ἐπιόντι ἐνιαυτῷ ὁ τοῦ Περσικοῦ βασιλεὺς ἀναγορεύει βασίλειαν Σειρέμ, γένους Ῥωμαϊκοῦ, (ἦν δὲ θρησκείας
5Χριστιανῶν), εἰς ὥραν ἀνθοῦσαν γάμῳ ταύτῃ κατευνασθεὶς κἀντεῦθεν παραχαράττων τῶν Βαβυλωνίων τὰ νόμιμα.

5

.

14

.

1

τρίτῳ δὲ ἔτει καὶ ἠντιβόλει τὸν δραστικώτατον ἐν Περσίδι Σέργιον παῖδα ἐκ τῆς Σειρὲμ δοθῆναι αὐτῷ. μετ’ οὐ πολὺ δὲ τούτου γεγονότος αὐτῷ, δώροις καὶ αὖθις γεραίρει τὸν εὐεργέτην εἰκότως. ἐπιστολὴν δὲ ἐξέπμεψεν Ἑλληνικῇ συμ‐213
5φράσει χρησάμενος. εἶχε δὲ ἡ ἐπιστολὴ ἐπὶ λέξεως οὕτως.

5

.

14

.

2

“Τῷ μεγαλομάρτυρι Σεργίῳ Χοσρόης, βασιλεὺς βασι‐ λέων. ἐγὼ Χοσρόης, βασιλεὺς βασιλέων, υἱὸς Χοσρόου, τὰ δῶρα τὰ μετὰ τοῦ δίσκου ἐξέπεμψα οὐκ εἰς θέαν ἀνθρώπων, οὐδὲ ἵνα ἐκ τῶν λόγων μου τὸ μέγεθος τοῦ πανσέπτου σου
5ὀνόματος γνωσθῇ, ἀλλὰ διὰ τὸ γνωσθῆναι τὴν ἀλήθειαν τῶν γενομένων καὶ τὰς πολλὰς χάριτας καὶ εὐεργεσίας ἃς ἔσχον παρὰ σοῦ· εὐτυχία γάρ μοί ἐστιν, ἵνα τὸ ἐμὸν ὄνομα

5

.

14

.

3

ἐμφέρηται τοῖς ἱεροῖς σου σκεύεσιν. ἐν τῷ εἶναί με ἐν τῷ Βεραμαῒς ᾐτησάμην παρὰ σοῦ, ἅγιε, ἐλθεῖν εἰς τὴν βοήθειάν μου καὶ ἐν γαστρὶ συλλαβεῖν Σειρέμ. καὶ ἐπειδὴ ἡ Σειρὲμ Χριστιανή ἐστι κἀγὼ Ἕλλην, ὁ ἡμέτερος νόμος ἄδειαν ἡμῖν

5

.

14

.

4

οὐ παρέχει Χριστιανὴν ἔχειν γαμετήν. διὰ οὖν τὴν ἐμὴν πρὸς σὲ εὐγνωμοσύνην διὰ τοῦτο τὸν νόμον παρεῖδον, καὶ ταύτην ἐν γυναιξὶν ἡμέραν ἐξ ἡμέρας ἐν γνησιότητι ἔσχον καὶ ἔχω, καὶ οὕτω συνεῖδον νῦν δεηθῆναι τῆς σῆς ἀγα‐

5

.

14

.

5

θότητος ἐν γαστρὶ συλλαβεῖν αὐτήν. καὶ ᾐτησάμην καὶ συνεταξάμην ἵνα, ἐὰν ἐν γαστρὶ συλλάβῃ Σειρέμ, τὸν σταυρὸν τὸν φορούμενον παρ’ αὐτῆς πέμψω τῷ πανσέπτῳ σου οἴκῳ. καὶ τούτου ἕνεκεν κἀγὼ καὶ ἡ Σειρὲμ τὸν σκοπὸν τοῦτον
5ἔχομεν, ἵνα εἰς μνημόσυνον τοῦ ὀνόματός σου, ἅγιε, τοῦτον

5

.

14

.

6

τὸν σταυρὸν κρατῶμεν. καὶ συνείδομεν ἀντ’ αὐτοῦ τὴν τιμὴν αὐτοῦ, μὴ συντείνουσαν περαιτέρω τῶν τετρακισχιλίων τρια‐
κοσίων στατήρων μιλιαρισίων, πεντακισχιλίους στατῆρας214

5

.

14

.

7

ἐκπέμψαι. καὶ ἐξ οὗ τὴν τοιαύτην ἐν ἐμαυτῷ ἔσχον αἴτησιν καὶ ταῦτα διελογισάμην, ἕως οὗ ἐφθάσαμεν εἰς τὸ Ῥησων‐ χοσρών, δέκα ἡμέραι πλέον οὐ διῆλθον, καὶ σύ, ἅγιε, οὐ διὰ τὸ εἶναί με ἄξιον ἀλλὰ διὰ τὴν σὴν ἀγαθότητα, ἐφάνης
5μοι ἐν ὁράματι τῆς νυκτός, καὶ τρίτον εἶπές μοι ὅτι ἡ

5

.

14

.

8

Σειρὲμ ἐν γαστρὶ ἔχει. κἀγὼ ἐν αὐτῷ τῷ ὁράματι τρίτον ἀνταπεκρίθην σοι λέγων, καλῶς, καλῶς. καὶ διὰ τὴν σὴν ἁγιωσύνην καὶ ἐλεημοσύνην, καὶ διὰ τὸ πάνσεπτόν σου ὄνομα, καὶ διὰ τὸ εἶναί σε δοτῆρα τῶν αἰτήσεων, ἐκ τῆς
5ἡμέρας ἐκείνης ἡ Σειρὲμ τὸ εἰθισμένον ταῖς γυναιξὶν οὐκ

5

.

14

.

9

εἶδεν. ἐγὼ δὲ οὐκ ἐδίστασα εἰς τοῦτο, ἀλλὰ τοῖς λόγοις σου ἐπίστευσα, καὶ ὅτι ἅγιος εἶ καὶ ἀληθινὸς δοτὴρ τῶν αἰτήσεων. μετὰ τὸ ταύτην τὰ γυναικεῖα μὴ ὑπομεῖναι, ἐκ τούτου ἔγνων τὴν δύναμιν τοῦ ὁράματος καὶ τὴν τῶν παρὰ σοῦ ῥηθέντων

5

.

14

.

10

ἀλήθειαν. παραυτὰ οὖν ἔπεμψα τὸν αὐτὸν σταυρὸν καὶ τὴν τούτου τιμὴν ἐν τῷ πανσέπτῳ σου οἴκῳ, κελεύσας ἐκ τῆς τούτου τιμῆς δίσκον ἕνα καὶ ποτήριον ἓν γενέσθαι εἰς λόγον τῶν θείων μυστηρίων, ἀλλὰ μὴν καὶ σταυρὸν [γενέ‐
5σθαι καὶ] πηχθῆναι ὀφείλοντα ἐπὶ τῆς τιμίας τραπέζης, καὶ θυμιατήριον, τὰ πάντα χρυσᾶ, καὶ ἀμφίθυρον Οὐννικὸν

5

.

14

.

11

κεκοσμημένον χρυσίῳ. τὰ δὲ λοιπὰ μιλιαρίσια εἶναι τοῦ ἁγίου σου οἴκου, ἵνα διὰ τῆς τύχης σου, ἅγιε, εἰς πάντα, ἐξαιρέτως δὲ εἰς τὴν αἴτησιν ταύτην εἰσέλθῃς εἰς βοήθειάν μου καὶ Σειρέμ. καὶ ὃ διὰ τῆς πρεσβείας σου γέγονεν ἡμῖν
5τῷ ἐλέει τῆς σῆς ἀγαθότητος, καὶ τῷ θελήματί μου καὶ
Σειρὲμ εἰς τέλεον προέλθοι, ἵνα κἀγὼ καὶ ἡ Σειρὲμ καὶ πάντες οἱ ἐν τῷ κόσμῳ εἰς τὴν σὴν δύναμιν ἐλπίζωμεν καὶ εἰς σὲ ἔτι πιστεύωμεν.”215

5

.

14

.

12

Ἐς τάχος τοιγαροῦν ὡς τὸ τέμενος ὁ ἀποσταλεὶς ἀφ‐ ικνεῖται, τὰ δὲ δῶρα τὰ τοῦ βασιλέως ἅμα τοῖς γράμμασιν ἐν τῇ ἱερᾷ περιέθετο τραπέζῃ.

5

.

15

.

1

Ὁ δὲ Βαρὰμ μὴ χειρωθεὶς ὑπὸ Χοσρόου ἐξαίσιον ὑπεκρούσατο κίνδυνον. τοιγάρτοι τῶν Περσῶν βασιλεὺς πάντας τοὺς κεκοινωνηκότας τῇ τυραννίδι ὀλέθρῳ παρέδοτο, αὐτόν τε Βινδόην τοῖς τοῦ Τίγριδος ἐγκάτοις κατέθετο ὡς

5

.

15

.

2

οἷα δὴ κατὰ βασιλέως χεῖρας ἐκτείναντα. αἱ δὲ σπονδαὶ Ῥωμαίων τε καὶ Περσῶν ἐν ἴσῃ μοίρᾳ προέρχονται. καὶ οὕτω δῆτα ἐνδόξως ὁ μέγας τε καὶ Περσικὸς ἐκεῖνος Ῥω‐ μαίοις κατεπέπαυτο πόλεμος.

5

.

15

.

3

Οὐκ ἂν δὲ περιόψομαι καὶ ὅσα λέγεται Χοσρόην 〈τὴν〉 περὶ τοὺς ἀστέρας τῶν Χαλδαίων ἐξησκημένον πολυάσχολον ματαιότητα προαναγορεῦσαι κατὰ τὴν τοῦ πολέμου ἀκμήν.

5

.

15

.

4

τοῦ γὰρ στρατηγοῦ Ἰωάννου τῆς τῶν Ἀρμενίων δυνάμεως εὐδοκίμου 〈ἀποσκώψαντος εἰσ〉 αὐτὸν ἀκοσμίας ἕνεκα, καὶ ὡς οὐ δεῖ βασιλέα σκαιὸν πεφυκέναι τοὺς τρόπους τάς τε τῆς ψυχῆς ὁρμὰς ὑπεῖναι ἀλλόκοτον, φασὶ πρὸς τὸν στρατη‐

5

.

15

.

5

γὸν λέξαι τὸν βάρβαρον· “εἰ μή περ ὑπὸ τοῦ καιροῦ ἐτυραν‐ νούμεθα, οὐκ ἂν ἐθάρρησας, στρατηγέ, τὸν μέγαν ἐν ἀνθρώ‐ ποις βασιλέα βάλλειν τοῖς σκώμμασιν. ἐπεὶ δὲ τοῖς παροῦσι μέγα φρονεῖς, ἀκούσῃ τί δῆτα τοῖς θεοῖς ἐς ὕστερον μεμελέ‐

5

.

15

.

6

τηται. ἀντικαταρρεύσει, εὖ ἴσθι, ἐς τοὺς Ῥωμαίους ὑμᾶς
δεινά. ἕξεται δὲ τὸ Βαβυλώνιον φῦλον τῆς Ῥωμαϊκῆς πο‐ λιτείας κρατοῦν τριττὴν κυκλοφορικὴν ἑβδομάδα ἐτῶν. μετὰ δὲ τοῦτο πεμπταίαν ἑβδομάδα ἐνιαυτῶν Ῥωμαῖοι Πέρσας216

5

.

15

.

7

δουλαγωγήσητε. τούτων δὴ διηνυσμένων, τὴν ἀνέσπερον ἡμέραν ἐνδημεῖν τοῖς ἀνθρώποις καὶ τὴν προσδοκωμένην λῆξιν ἐπιβαίνειν τοῦ κράτους, ὅτε τὰ τῆς φθορᾶς παραδί‐ δοται λύσει καὶ τὰ τῆς κρείττονος διαγωγῆς πολιτεύεται.”

5

.

15

.

8

οὐ μετὰ πολὺ δὲ καὶ ὁ Πρόβος τῆς Χαλκηδονέων πόλεως τὴν ἀρχιερατικὴν φροντίδα περιεβάλετο, καὶ ἤκουσέ που παρὰ

5

.

15

.

9

Χοσρόου παράδοξα. τοῦ γὰρ αὐτοκράτορος Μαυρικίου τοῦτον ἐς Κτησιφῶντα πρὸς Χοσρόην ἐπαποστείλαντος, ἐν σταθηρᾷ μεσημβρίᾳ τινὶ μετάκλητον εἰς τὰ ἀνάκτορα τοῦτον εἰσ‐ ποιησάμενος, ἱδρῶτι περιρρεόμενος τῆς θεομήτορος εἰκόνα

5

.

15

.

10

ἠξίου παρὰ τοῦ ἱερέως θεάσασθαι. ἐπιφερόμενος οὖν ὁ ἱερεὺς τὸ ταύτης ἴνδαλμα ἐν πυκτίῳ ἐδίδου ἐς θέαν ἐλθεῖν τῷ Περσῶν βασιλεῖ. ὁ δὲ προσκυνήσας τὸν πίνακα ἔφασκε παρεστάναι αὐτῷ τὸ τούτου ἀρχέτυπον φῆσαί τε πρὸς αὐτὸν
5τὰς Ἀλεξάνδρου νίκας αὐτῷ τοῦ Μακεδόνος χαρίσασθαι· καίτοι ἤδη που ἀπολαβόντος Χοσρόου τὴν ἐς τὰ βασίλεια κάθοδον τῶν τε τυράννων ἐπικεκρατηκότος ῥύμῃ τε καὶ

5

.

15

.

11

δυνάμει τοῦ αὐτοκράτορος. διεξῄει 〈δὲ〉 ὁ Πρόβος καὶ περὶ τὴν Νινευί τινά που λείψανα τῆς ἐπὶ τῆς Βαβυλῶνος ἐγχειρηθείσης τοῖς ἀνθρώποις πυργοποιΐας ὑπεῖναι, τήν τε πλίνθευσιν, καθὰ τῷ ἱεροφάντῃ Μωσῇ διηγόρευται, εἶναι
5λίαν ἐπιμελῶς ἐξοπτηθεῖσαν πυρί.217

5

.

15

.

12

Ἀλλ’ ἐπεὶ τοῦ Περσικοῦ πολέμου τῇ συνθήκῃ τῆς ἀφηγή‐ σεως ὡς οἷόν τε ἦν ἀπετερματίσαμεν τὴν ὑπόθεσιν, πρὸς τὰ τῇ Εὐρώπῃ πραχθέντα χωρείτω αὖθις ὁ κάλαμος τὰς βίβλους ναυτιλλόμενος μέλανι, ὅπως ἐπὶ τὸν λιμένα τοῦ
5σκοποῦ καθορμιζόμενος καὶ τὰς ἐπιφανεῖς τῶν πράξεων φόρτον φερόμενος τὰ τῶν ἀξιαφηγήτων ἀκουσμάτων πλη‐ ρώσειεν.

5

.

16

.

1

Ἄρτι γε ἄρα που τοῖς περὶ τὴν ἕω γελώσης ἡμέρας τοῖς πράγμασιν, καὶ τὴν πρόοδον οὐκ ἐκ κλίνης βαρβαρικῆς μυθικῶς ποιουμένης Ὁμηρικώτερον, ῥοδοδάκτυλός τε ἀπανηνα‐ μένης ἀκούειν, ἐπεὶ τὸ ξίφος τοῖς αἵμασιν αὐτοῖς οὐ φοινίσ‐
5σεται, τὰς δυνάμεις ὁ αὐτοκράτωρ ἐς τὴν Εὐρώπην ὡς τάχιστα μετεβίβαζεν ἐπί τε τὴν Ἀγχίαλον τὴν ἐκδημίαν παρασκευάζεται· διεγνώκει γὰρ τὸ Ἀβαρικὸν αὖθις ἐθέλειν

5

.

16

.

2

φοιτᾶν. προσδοκίμου τοιγαροῦν τοῦ βαρβαρικοῦ τυγχάνοντος, ἐς παρασκευὴν συνετέτακτο. οἱ μὲν οὖν ἐντιμότεροι τῶν ἐς συγκλήτου βουλὴν κατελιπάρουν τὸν Καίσαρα χειροτονῆσαι στρατηγὸν τῷ πολέμῳ καὶ ἀναβολὴν τὰ τῆς βασιλικῆς ἐπι‐

5

.

16

.

3

βολῆς ἀποφέρεσθαι. ἐπεὶ δὲ οὐκ ἔπειθον, ὁ τῶν ἱερατικῶν ταγμάτων ἡγούμενος ἐδεῖτο τὸν βασιλέα ἀποστράτηγον εἶναι, ἑτέρῳ δὲ τὰ τῆς ἀγωνίας περιβαλεῖν. ἐπεὶ δὲ οὐδὲ οὗτος αἰδέσιμος ἦν ἐξαιτούμενος, ἡ βασίλεια ἅμα τοῖς παισὶ ποτνιω‐
5μένη ἠντιβόλει τὸν γαμέτην τὸν Καίσαρα ἐπὶ δευτέρας γενέ‐

5

.

16

.

4

σθαι φροντίδας. ὡς δὲ καὶ ταύτης ἡ ἀξίωσις πρόσωπον οὐκ ἔσχεν αἰσχυντηλὸν ἢ μέλος πειθήνιον, ἐξεχώρει τῶν βασιλείων ὁ αὐτοκράτωρ Μαυρίκιος παρασάγγην ἕνα καὶ ἡμιόλιον·

5

.

16

.

5

Ἕβδομον δὲ ἄρα τοῦτο τοῖς Βυζαντίοις ὠνόμασται. κατ’ ἐκείνην γοῦν τὴν ἡμέραν ἡλίου μεγίστη γέγονεν ἔκλειψις.
ἔνατον δὲ ἄρα τοῦτο ἔτος ἐτύγχανεν ὂν Μαυρικίου τοῦ αὐτο‐ κράτορος. ἐπεγένοντο δὲ καὶ ἐξαισίων πνευμάτων φυσήματα,218
5νότος τε βίαιος, ὡς μονονουχὶ καὶ τὴν ἐπιβύθιον ψηφῖδα

5

.

16

.

6

ἀναρρίπτειν τῷ θόλῳ τοῦ σάλου. ὁ μὲν οὖν αὐτοκράτωρ ἀκηκοὼς Δαλαυζὰν τὸν Πέρσην ἥκοντα ὡς αὐτὸν παλινδρομεῖ πρὸς τὸ βασίλειον ἄστυ, διαθείς τε ὡς ἐνῆν ἐπιδεξίως τὴν τῆς πρεσβείας ἀξίωσιν τοῦ σκοποῦ αὖθις τῆς ἐκδημίας ἀπήρ‐

5

.

16

.

7

χετο. τυχεῖν δὲ γλιχόμενος καὶ θείας τινὸς ἐποπτίας συστρα‐ τευσομένης αὐτῷ ἐπὶ τὸ μέγα τῆς θρησκείας κατεπαννυχίζετο τέμενος τὸ ὑπὸ Ἰουστινιανοῦ ᾠκοδομημένον τοῦ αὐτοκράτορος· ἐς προσηγορίαν δὲ τῆς τοῦ θεοῦ σοφίας τὸ ἱερὸν ἀνατέ‐

5

.

16

.

8

θειται. μηδεμιᾶς τοιγαροῦν ὄψεως ἐνυπνίων ἐπιφανείσης αὐτῷ, λιταζόμενος ἅμα τῷ λαῷ εἰς τὴν πρὸ τοῦ ἄστεος τῆς θεομήτορος οἰκίαν διημέρευε μυσταγωγούμενος, καὶ τῆς θεαν‐ δρικῆς μετελάγχανε πανδαισίας· ὁ δὲ νεὼς πρὸς τῆς Πηγῇ

5

.

16

.

9

καταλέγεται. τῇ δὲ ὑστεραίᾳ ὁ βασιλεὺς ἀπάρας ἐντεῦθεν ἐπὶ τὸ λεγόμενον Ἕβδομον γίνεται· ἑκταῖος δὲ τῷ Ῥηγίῳ προσέβαλλεν. ἐνταῦθα πλῆθος ἄπειρον τῶν μεταιτούντων

5

.

16

.

10

συνήθροιστο καὶ ἠξίου τι παρὰ τοῦ βασιλέως ἑλέσθαι. ὁ μὲν οὖν αὐτοκράτωρ τὰ συρρεύσαντα πλήθη τοῖς ἐκεῖσε βασιλείοις ἐναποκλείσας φιλανθρωπίας ἠξίου, ἱκανά τε κατα‐ κερματίσας ἀργύρια ἐψυχαγώγει τῆς ἀθροισθείσης πληθύος
5τὸ τῆς πενίας κατώδυνον, ὄρθριός τε γενόμενος ἐγκελεύσας

5

.

16

.

11

τε τὰς σάλπιγγας τῆς πορείας ἀπήρχετο· ἐπί τε τοίνυν Ῥάμφος γενόμενος ὑπὸ τῶν σωματοφυλάκων προεπομπεύετο. ἡ δὲ ἔκταξις εἰς μῆκος διέτεινεν. ὁ δὲ αὐτοκράτωρ περιε‐
γάνυτο τῷ σχήματι τῆς ἐκτάξεως τῆς προπομπούσης δυνάμεως.219
5τὸ δὲ μάχιμον κατόπιν ἐβάδιζεν, τό τε ξύλον τοῦ σταυροῦ τοῦ Χριστοῦ ἐς ὕψος ἐπὶ δόρατος χρυσοῦ ἀπῃώρητο καὶ

5

.

16

.

12

προηγεῖτο τοῦ τε βασιλέως καὶ τῆς περιπόλου δυνάμεως. ὑπὸ δὲ δευτέραν ἕω θηρίον παμμέγεθες (ὗς δὲ τοῦτο ἐτύγχανεν ὂν) ἐχώρει κατὰ τοῦ Καίσαρος. τοῦ τοίνυν βασιλείου ἵππου ὑποταραχθέντος τῇ ἀθρόᾳ τοῦ θηρίου ἀφίξει, τῆς καθέδρας

5

.

16

.

13

ἀποβαλεῖν τὸν βασιλέα τὸν ἐπιβάτην κατεστασίαζεν. τοῦ δὲ βασιλέως λίαν ἐπόχως ἐχομένου τοῦ χαλινοῦ, γίνεται ἄκων ὁ ἵππος πειθήνιος, τά τε τῆς ὄψεως ἀποβαλόμενος δείματα καὶ τὴν γνώμην μετέβαλλεν αὖθις ταῖς ἡνίαις οἰκονομού‐

5

.

16

.

14

μενος. τὸ μὲν οὖν θηρίον ὑπὸ μηδενὸς πολεμούμενον ἀνανταγωνίστῳ ἀλκῇ τὴν πάροδον εἶχεν ἀζήμιον. ὁ δὲ αὐτο‐ κράτωρ τοῦ θηρίου ἀφανοῦς γενομένου ἐπὶ τὸ μέτωπον τοῦ σταυροῦ διατυπώσας τὰ σήμαντρα, ὡς ἔθος ἐπὶ τῶν παρα‐
5δόξων Χριστιανοῖς ἀπεργάζεσθαι, εἴχετο τῆς βαδίσεως ταῦτά που θαυμάζων τὰ τῶν ἐπηκολουθηκότων παράλογα.

6

t

1

ΙΣΤΟΡΙΑ ϛʹ

6

.

1

.

1

Προσπελάσας τοιγαροῦν ὁ αὐτοκράτωρ τῇ Σηλυμβρίᾳ ἐπὶ τὴν Πείρινθον, ἣν Ἡράκλειαν εἴθισται τοῖς νεωτέροις ἀποκαλεῖν, διὰ ναυτιλίας τὰς ὁρμὰς ἐποιεῖτο. τοίνυν ταχυ‐ ναυτοῦσαι νῆες παρῆσαν τῆς περὶ αὐτὰς ἀρτίας κατασκευῆς

6

.

1

.

2

μηδὲν πρὸς βασίλειον ἐκπομπὴν ἀποδέουσαι. τοῦ ἀπόπλου τοιγαροῦν ἀπαρχομένου τοῦ αὐτοκράτορος, κατηνέχθη ὕδωρ ἐξαίσιον, ἀνέμων τε ἀκαθέκτων ἐπηκολούθει κινήματα, ὡς τοὺς ἐρέτας τούς τε προσκώπους χαίρειν φράσαντας τῇ κώπῃ
5ἐρέττειν παύεσθαι, τύχῃ δὲ ἐπιτρέψαι τὰ σκάφη, τὸν δὲ
αὐτοκράτορα ἅμα τῇ περὶ αὐτὸν πεντηκοντόρῳ παραδόξῳ σωτηρίᾳ ἐν τῷ Δαονίῳ διασωθῆναι τὴν ναυαγίαν ἐκκλίναντα.220

6

.

1

.

3

ἐν τούτῳ δῆτα τῷ χωρίῳ καταπαννυχιζόμενος ὁ αὐτοκράτωρ, ἐξ ἑωθινοῦ αἰθρίας γενομένης, ἀναβὰς ἐπὶ τὸν βασίλειον ἵππον ἐς Ἡράκλειαν γίνεται. ἐπὶ τὸν τοίνυν Γλυκερίας, τῆς μάρτυρος νεὼν ἐντεμενίζεται, ὡς οἷόν τε ἦν τιμήσας τὸ τέμενος
5χρήματά τε ἐπιδούς, ἐφ’ ᾧ τὰ πυρὶ καταπεπτωκότα τοῦ ναοῦ ὑπὸ τῶν Ἀβάρων πρὸς νεώτερον κάλλος μεταχωρεῖν, τὰς

6

.

1

.

4

δυνάμεις ἐκτάξας ἀπεφοίτα τοῦ ἄστεος. ποιήσας τοίνυν παρα‐ σάγγας τέσσαρας, ἡλίου κεκλικότος στρατοπεδεύεται ἐπί τι ὕπτιον χωρίον τὴν θέσιν, πολύανδρόν τε καὶ ἀφθονίᾳ τῶν εἰς ἐπισιτισμὸν περιρρεόμενον. κατὰ τοῦτον δὴ τὸν χῶρον

6

.

1

.

5

τάφρον ὁ βασιλεὺς διεγράψατο. τῶν δὲ περιπόλων τοῦ αὐτο‐ κράτορος τὰς αὐλαίας τῇ βασιλικῇ σκηνῇ περιβαλλομένων δορυφορίας πρὸς κοσμιότητα, ἐκεκράγει γύναιον, ἡ δὲ βοὴ διήχει καὶ ἐς τὸ πυκνότερον κατεφέρετο· ὠδῖνες γὰρ παρε‐

6

.

1

.

6

λύπουν τὸ γύναιον. τῶν μὲν οὖν περὶ τὸν αὐτοκράτορά τις ὑπασπιστὴς ἐξεχώρει κωλύσων τῆς δυσφωνίας τὴν ἄνθρωπον. ἐπεὶ δὲ ἐν τῷ οἰκίσκῳ ἐγίγνετο τήν τε τῆς βοῆς αἰτίαν διεπυνθάνετο, τίκτει τὸ γύναιον. ὁ δὲ τόκος πλημμέλημα

6

.

1

.

7

φύσεως ἐτύγχανεν ὄν. παιδίον γὰρ ἦν ὀφθαλμῶν τε καὶ βλεφαρίδων καὶ ὀφρύων ἀμέτοχον, χειρῶν τε καὶ βραχιόνων ἀλλότριόν τε καὶ ἀδιατύπωτον· πρὸς δὲ τῷ ἰσχίῳ ἰχθύος αὐτῷ οὔραιον ἦν προσφυές. ἀτὰρ τούτου δῆτα τοῦ θεάματος
5ὁ ὑπασπιστὴς ἱστορήσας τὸν τρόπον ὡς τὸν βασιλέα τόν τε

6

.

1

.

8

πατέρα καὶ τὴν μητέρα καὶ τὸ παιδίον καθείλκυσεν. ὁ μὲν οὖν αὐτοκράτωρ ἐς θέαν τοῦ τέρατος γεγονώς, καὶ ὅπως τοῦτο ἐπηκολουθήκει τοὺς γονεῖς τοῦ τέρατος ἐξετάσας, μηδέν τι διαγνοὺς ὑπὸ τῶν τεκόντων καταλύει τὸ θέατρον, τὸ δὲ
5τέρας ἀναιρεῖσθαι κελεύει. ἡ μὲν οὖν τερατοτόκος ἀφέθη,
τὸ δὲ παιδίον τὸ ξίφος ἠσπάζετο.221

6

.

2

.

1

Δευτέρᾳ δὲ ἡμέρᾳ μετεφοίτησεν ὁ βασιλεὺς καὶ πρὸς τὸ λεγόμενον Ἔνατον στρατοπεδεύεται, ὁδοιπορήσας τε παρα‐ σάγγας δύο τάφρον ἐδείματο. κατὰ τοῦτον δῆτα τὸν χῶρον ἐκ τῶν βασιλείων ἵππων ὁ ἐπισημότερος, τῷ χρυσέῳ κόσμῳ

6

.

2

.

2

καταλαμπόμενος, πεσὼν ἀπέσκλη ἀθρόον διαρραγείς. ὁ δὲ βασιλεὺς οἰωνισάμενος ἐπὶ τούτοις πᾶσι τοῖς συμβόλοις ἀπαι‐ σίων καὶ λίαν δεινῶν ἐσομένων πραγμάτων αὐτῷ περίλυπος ἦν, δέει τοῦ μέλλοντος ἐπὶ τοῖς παροῦσι προταραττόμενος.
5τῇ δὲ ὑστεραίᾳ παροδευομένῳ τῷ βασιλεῖ ἐντυγχάνει αὐτῷ

6

.

2

.

3

ἐλάφων πληθύς. οἱ μὲν οὖν περὶ τὸν αὐτοκράτορα τόξοις καὶ βέλεσι τῶν ζώων ἐπετοξάζοντο. πλήττεται γοῦν τὸ μέγιστον τῶν ἀγελαζομένων ἐλάφων, καὶ εἰκότως ἐπιδίωξις καρτερὰ

6

.

2

.

4

ὑπὸ τῶν κυνηγετούντων ἐγίνετο. ἡλίου τε δυομένου, καὶ τῆς ἐλάφου ἐξαλλομένης καὶ τῷ τάχει τῶν ποδῶν ἀπο‐ κλινούσης τὴν θήραν, οἱ μὲν ἄλλοι ἐπαύοντο, τῶν δὲ τῷ βασιλεῖ τις δορυφόρων καὶ Γήπαις τὸ γένος ἀνὴρ εἴχοντο

6

.

2

.

5

τῆς διώξεως. ἐπί τινα τοίνυν δρυμὸν χωρησάσης ἐκείνης αὐτῆς τῆς ἐλάφου τῇ τοῦ δρόμου ὠκύτητι ἐγκρυπτομένης τε τῷ κατακόμῳ τῆς λόχμης, καὶ οἱ ἄνδρες ἐς τὸ πρόσω ἐχώρουν τῷ φιλονίκῳ τῆς θήρας παροτρυνόμενοι μᾶλλον πρὸς τὴν

6

.

2

.

6

ἐπίτευξιν. ὁ μὲν οὖν Γήπαις τὸν νεανίαν ὁρῶν ἐσθῆτα περιβεβλημένον λαμπρὰν ζώνην τε χρυσῆν ἐμπορπησάμενον οὐκ ἄκομψον, τόν τε ἵππον αὐτοῦ χρυσοχάλινον, ἀνεῖλε τὸν

6

.

2

.

7

δείλαιον δολοφονήσας αὐτὸν ὑπό τινα φάραγγα. ὁ μὲν οὖν δορυφόρος ἀντὶ τῆς ἐλάφου κακὸν κακίστης ἐφέσεως γέγονε θήραμα οἴκοθεν καὶ ἀφ’ ἑαυτοῦ τὴν ἐπιβουλὴν ἐνεγκάμενος· λίνα γὰρ αὐτῷ καὶ ἄρκυς καὶ δίκτυα ὁ χρύσεος κόσμος
5ἐγίγνετο, συνέκδημος κατάκοσμος καὶ συνοδοιπόρος ἐπίβουλος.222

6

.

2

.

8

πρώτης δὲ φυλακῆς τῆς νυκτὸς γενομένης, ὁ μὲν ἐργάτης τοῦ φόνου ἐς τὸν χάρακα ἐπανῆκεν, ὁ δὲ βασιλεὺς οἵ τε ἀμφ’ αὐτὸν τὸν δορυφόρον μηδαμῇ που θεώμενοι ἐπὶ τῇ

6

.

2

.

9

ἀδηλίᾳ τὰς ψυχὰς κατεπλήττοντο. τοῦ ἵππου τοίνυν τηνάλλως πλανωμένου, γηπόνος ἀνὴρ τούτου περιτυγχάνει καὶ ἐς τὴν τάφρον αὐτὸν ἀπεκόμιζεν. ὑποτοπήσας γοῦν ὁ βασιλεὺς τοῦ‐ τον αὐτὸν κύριον καθεστάναι τοῦ φόνου ἐς βάσανον ἐξεδίδου
5κολάσεων.

6

.

2

.

10

Τῇ δὲ ὑστεραίᾳ ἄνδρες τρεῖς Σκλαυηνοὶ τὸ γένος μηδέν τι σιδήρου περιβαλλόμενοι ἢ ὀργάνων πολεμικῶν ἑάλωσαν ὑπὸ τῶν τοῦ βασιλέως ὑπασπιστῶν· κιθάραι δὲ αὐτοῖς τὰ

6

.

2

.

11

φορτία, καὶ ἄλλο τι οὐδὲν ἐπεφέροντο. ὁ μὲν οὖν βασιλεὺς διηρώτα τί τὸ ἔθνος αὐτῶν, καὶ ποῖ τὰς διατριβὰς ἐκληρώ‐ σαντο, τήν τε αἰτίαν τῆς περὶ τοὺς Ῥωμαϊκοὺς τόπους ἀνα‐

6

.

2

.

12

στροφῆς. οἱ δὲ τὸ μὲν ἔθνος ἔφασαν πεφυκέναι Σκλαυηνοὶ πρὸς τῷ τέρματί τε τοῦ δυτικοῦ ᾠκηκέναι Ὠκεανοῦ, τὸν δὲ Χαγάνον μέχρι τῶν αὐτόθι πρέσβεις ἐκπέμψασθαι ἐπὶ συλ‐ λογῇ μαχίμου δυνάμεως δῶρά τε πολλὰ τοῖς ἐθνάρχαις

6

.

2

.

13

φιλοτιμήσασθαι. τοὺς μὲν οὖν δεξαμένους τὰ δῶρα τὴν συμμαχίαν αὐτῷ ἀπανήνασθαι, ἀποκναίειν τε αὐτοὺς τὰ μήκη τῆς ὁδοιπορίας διισχυριζομένων, ὡς δὲ τὸν Χαγάνον ἐπαποστείλασθαι αὐτοὺς ἐκείνους τοὺς ἑαλωκότας ἀπολογίας
5ὑπόθεσιν ἔχοντας· πεντεκαίδεκά τε μησὶ τὴν ὁδὸν διανύσαι. τὸν δὲ Χαγάνον ἐπιλαθόμενον τοῦ νόμου τῶν πρέσβεων

6

.

2

.

14

δογματίσαι κωλύμην αὐτοῖς τῆς ἀναζεύξεως. αὐτούς τε τῶν
Ῥωμαίων ἔθνος ἀκηκοότας ἐπί τε πλούτῳ καὶ φιλανθρωπίᾳ λίαν, ὡς ἔστιν εἰπεῖν, εὐκλεέστατον, ἐμπορευσαμένους τὴν223

6

.

2

.

15

εὐκαιρίαν πρὸς τῇ Θρᾴκῃ ἀναχωρῆσαι. κιθάρας τε ἐπιφέρε‐ σθαι διὰ τὸ μὴ ἐξησκῆσθαι ὅπλα τοῖς σώμασι περιβάλλεσθαι, τῆς χώρας αὐτοῖς ἀγνοούσης τὸν σίδηρον κἀντεῦθεν τὸν εἰρηναῖον καὶ ἀστασίαστον παρεχομένης τὸν βίον αὐτοῖς,
5λύραις τε καταψάλλεσθαι περιλαλεῖν οὐκ εἰδότας ταῖς σάλπιγξιν· οἷς γὰρ ὁ πόλεμος ἦν ἀνιστόρητος, εἰκότως ἂν ἔφασκον

6

.

2

.

16

ἀγρότερά πως ὑπεῖναι τὰ τῆς μουσικῆς μελετήματα. ὁ μὲν οὖν αὐτοκράτωρ ἐπὶ τοῖς ῥηθεῖσι τὸ φῦλον ἀγάμενος φιλο‐ ξενίας ἠξίου ἐκείνους αὐτοὺς τοὺς ἀπὸ τῶν βαρβάρων ἐντε‐ τυχηκότας αὐτῷ, θαυμάσας τούτων τῶν σωμάτων τὸ μέγεθος
5τό τε μεγαλοφυὲς τῶν μελῶν ἐς τὴν Ἡράκλειαν τούτους παρεπέμπετο.

6

.

3

.

1

Τρίτη δὲ ἡμέρα, καὶ πρέσβεις ὑπὸ τοῦ βασιλείου ἐξεπέμποντο ἄστεος, ἥ τε ἀξίωσις ὑπὸ τῆς συγκλήτου ἐς τὸν βασιλέα ἐγίγνετο· ἡ δὲ ὑπόθεσις τὴν ἐπανάζευξιν τῆς βασι‐ λέως ἐκδημίας ἐθήρα λαβεῖν. ὁ μὲν οὖν αὐτοκράτωρ μηδέν
5τι προσηκάμενος τῆς πρεσβείας παλιννοστεῖν προστάττει τοῖς

6

.

3

.

2

πρέσβεσιν. τετάρτη δὲ ἡμέρα, καὶ ἐς τὸ πρόσω ὁ αὐτο‐ κράτωρ μετωχετεύετο. στενῆς δὲ γεφύρας ἱκανοῖς στρατεύ‐ μασιν ὁμιλούσης, τεναγώδους τε δυσχωρίας συγκυρησάσης αὐτοῖς, δυσδιέξοδος ἦν ἡ διάβασις. ὑπῆσαν δὲ πλησίον
5πηγαὶ ποταμοῦ ὃν Ξηρόγυψον προσκαλοῦσιν οἱ πλησιόχωροι.

6

.

3

.

3

ἀκοσμούσης τε τῆς δυνάμεως περὶ τὴν διάβασιν, θρύλου τε περὶ τὴν γέφυραν ἀναθορήσαντος, ἀνυπονοήτου τε βοῆς
προσγενομένης τῷ πλήθει, καί τινων κατακρημνισθέντων ὑπὸ τῆς περὶ τὸν ὄχλον ἐκθλίψεως, τοῦ ἵππου ἀποβὰς ὁ224
5βασιλεὺς καὶ βακτηρίας ἑλόμενος αὐτουργὸς ἐγίγνετο κοσμιό‐ τητος, καὶ τῆς ἐπιθέσεως ἀπέχεσθαι τὰ πλήθη προστάξας ἐδίδου τῇ βαδίσει τὴν εὔροιαν, τῇ ἀναβολῇ τῆς συγχύσεως

6

.

3

.

4

τὸ κατὰ μικρὸν δεικνὺς ἀσφαλὲς τοῖς στρατεύμασιν. οὕτω μὲν οὖν ὁ βασιλεὺς ἄσιτος διημερεύσας περὶ τὴν γέφυραν παρεῖχε τῇ δυσχωρίᾳ διέξοδον. ἡλίου δὲ πρὸς δυσμὰς ἀποκλίναντος

6

.

3

.

5

ἀπὸ σημείων δύο τῆς γεφύρας ἐστρατοπέδευεν. τῇ δὲ ὑστεραίᾳ πρὸς τῇ Ἀγχιάλῳ διαγράφει τὸν χάρακα, ἡμέρας τε πέντε πρὸς ταῖς δέκα ἐνθαδὶ τὴν διατριβὴν ποιησάμενος ἐς τὸ βασίλειον ἄστυ ἐπάνεισιν, ἥκειν ἀκούσας ὑπὸ τοῦ Περσῶν

6

.

3

.

6

βασιλέως ἐς Βυζάντιον πρέσβεις. τρίτη δὲ ἡμέρα, καὶ οἱ τῆς Κελτικῆς Ἰβηρίας πρέσβεις ἐς τὸ βασίλειον παραγίγνονται ἄστυ· (Φράγγοι δὲ ἄρα οὗτοι τῇ νεωτέρᾳ γλώττῃ κατονομά‐ ζονται) αἱ δὲ προσηγορίαι τοῖς πρέσβεσι Βόσος καὶ Βέττος.

6

.

3

.

7

τούτους ὁ τοῦ ἔθνους δυνάστης (ὄνομα δὲ Θεοδώριχος αὐτῷ) ἐς βασιλέα ἐξέπεμπεν ἠξίου τε συνθήκαις φορολογίας τῷ Ῥωμαϊκῷ συμμαχῆσαι καὶ δώροις ἀνελέσθαι πρὸς τὸν Χαγάνον

6

.

3

.

8

τὸν πόλεμον. ὁ μὲν οὖν αὐτοκράτωρ τοὺς πρέσβεις φιλο‐ φρονησάμενος δώροις ἀπόμισθον τὴν ξυμμαχίαν ἐκέλευσε Φράγγοις παρέχεσθαι, ἀργυρολογεῖσθαι τὸ Ῥωμαϊκὸν ὑπὸ τῶν βαρβάρων οὐκ ἀνεχόμενος.

6

.

3

.

9

Ὁ δὲ Χαγάνος ἐπενθήκας λαμβάνειν τὰς συνθήκας ἐξῄτει τὸν Καίσαρα. ἐπεὶ δὲ ὁ αὐτοκράτωρ τοῖς λόγοις τοῦ
βαρβάρου ὤτων οὐκ ἐδίδου βαλβῖδα, ἀντελάμβανε παραυτίκα τὸν πόλεμον. καὶ οὖν ὁ Χαγάνος τοῖς Σκλαυηνοῖς προστάττει225
5ἀκατίων πλήθη τεκταίνεσθαι, ὅπως πρὸς διάβασιν σχοίη τὸν Ἴστρον πειθήνιον.

6

.

4

.

1

οἱ μὲν τῆς Σιγγηδόνος οἰκήτορες ἀθρόαις ἐφόδοις τισὶ τῶν Σκλαυηνῶν τοὺς πόνους ληΐζονται καὶ

6

.

4

.

2

πυρὶ παρεδίδοσαν τὰ πρὸς ναυτιλίαν τούτων ἐπίχειρα. διά τοι τοῦτο πολιορκοῦσι τὴν Σιγγηδόνα οἱ βάρβαροι, ἡ δὲ πόλις ἐς τοὔσχατον ἀφικομένη κακοῦ ἰσχνὰς ἐπεφέρετο σωτη‐

6

.

4

.

3

ρίας ἐλπίδας. ἑβδόμη δὲ ἡμέρα, καὶ ὁ Χαγάνος τοῖς βαρ‐ βάροις προσέταττε τῆς πολιορκίας ἀπέχεσθαι γενέσθαι τε ὡς αὐτόν. ἐπεὶ δὲ τὸ βάρβαρον τούτων αὐτήκοον γέγονεν, ἀπολιμπάνει τὸ πόλισμα χρυσῶν δαρεικῶν χιλιάδας ἀπενεγκά‐

6

.

4

.

4

μενον δύο τράπεζάν τε χρυσόπαστον καὶ στολήν. καὶ οὖν ὁ Χαγάνος παρασάγγας ποιησάμενος πέντε στρατοπεδεύεται ἀνὰ τὸ Σίρμιον πλήθη τε Σκλαυηνῶν ξυλουργεῖν παρεσκεύαζεν, ὅπως

6

.

4

.

5

τὸν ποταμὸν τὸν λεγόμενον Σάον ναυτιλλόμενος διανήξηται. ὁ μὲν οὖν πρὸς τὴν ἐπιστρατείαν ἠπείγετο, οἱ δὲ σύνδρομον τῷ προστάγματι τὴν ναυτιλίαν παρείχοντο· τοιαῦτα γὰρ οἶδε τῶν ταττομένων ὁ φόβος ταξιαρχῶν ἀπεργάζεσθαι. ἐπακτρίδων
5γοῦν ἄρτι που τῷ βαρβάρῳ γενομένων τε καὶ προκειμένων,

6

.

4

.

6

τὸν ἀγχίθυρον ποταμὸν διαπεραιοῦται τὸ βάρβαρον. ὁ μὲν οὖν Χαγάνος δυνάμεως συντάξας ἀποδασμὸν προθέειν ἐκέλευε καὶ φοβερὰν τὴν ἐντυχίαν τῆς ἐπιστασίας Ῥωμαίοις παρέχεσθαι.

6

.

4

.

7

πέμπτη δὲ ἡμέρα, καὶ τῇ Βονωνίᾳ προσομιλεῖ. ὁ δὲ αὐτο‐ κράτωρ στρατηγὸν χειροτονεῖ τῆς Εὐρώπης τὸν Πρίσκον αὐτοσχεδίῳ δυνάμει συμφράξας αὐτόν. ὁ μὲν οὖν Πρίσκος ὑποστράτηγον Σαλβιανὸν ποιησάμενος χιλίοις τε καθοπλίσας
5ἱππεῦσιν ἐκέλευε προκατασχεῖν τῶν ἐχυρωμάτων τὸ ἄσυλον.226

6

.

4

.

8

ὁ μὲν οὖν τῆς Προκλιανῆς τὰς διαβάσεις ἀγκαλισάμενος, χάρακα θέμενος ἐναυλίζεται, πεμπταῖός τε περαιτέρω τῶν ἐχυρωμάτων γενόμενος συντυγχάνει τοῖς προθέουσι τῶν βαρ‐ βάρων. διαγνοὺς τοιγαροῦν οὐκ ἀξιόμαχον ἐπιφέρεσθαι δύναμιν
5πρὸς παράταξιν πρὸς τὴν τῶν ἐχυρωμάτων αὖθις ἀσφάλειαν

6

.

4

.

9

τὴν καταφυγὴν ἐποιήσατο. οἱ δὲ βάρβαροι προσβαλόντες ταῖς διαβάσεσιν ἐς τὸ πρόσω χωρεῖν τὴν ἐγκοπὴν ἀπελάμβανον, τῆς ἀντιθέτου θυραυλούσης τῶν Ῥωμαίων δυνάμεως κωλύμην παρεχομένης τοῖς τῶν βαρβάρων κινήμασιν. καὶ γοῦν ἐντεῦθεν
5περιίσταται Ῥωμαίοις τε καὶ βαρβάροις ἐς τὸ καρτερὸν συμπλοκή.

6

.

4

.

10

διημερεύσας τοίνυν ὁ πόλεμος, καὶ πολλῶν ὑπὸ τῶν βαρ‐ βάρων ἀναιρεθέντων, τὴν κρείττονα ὁ τοῦ Ῥωμαϊκοῦ ὑπο‐ στράτηγος ῥοπὴν ἀπελάμβανεν. πρώτη τε φυλακὴ τῆς νυκτός, καὶ ὡς τὸν Χαγάνον τὸ βάρβαρον γίνεται ἀφηγεῖταί τε τῶν

6

.

4

.

11

συγκυρησάντων τὴν ἔκβασιν. ἐξ ἑωθινοῦ τοιγαροῦν χιλιάσιν ὀκτὼ τὸν Σαμοὺρ ὁ Χαγάνος συμφράξας ἀπέστελλεν. Ῥω‐ μαῖοι δὲ τὴν ἐπιγεγονυῖαν πληθὺν μὴ θαυμάσαντες ἀπρὶξ τῆς παρατάξεως εἴχοντο. ἡττηθέντων δὲ τῶν βαρβάρων, ἀνα‐

6

.

4

.

12

λαβὼν ὁ Χαγάνος τὰς δυνάμεις ἐχώρει πρὸς πόλεμον. ὁ δὲ Σαλβιανὸς καταπλαγεὶς τὴν ψυχὴν ἐπὶ τῷ πλήθει τῶν ἀπεί‐ ρων δυνάμεων, δευτέρᾳ φυλακῇ τῆς νυκτὸς τὰς διαβάσεις ἀπολιπὼν ὡς τὸν Πρίσκον ἐπάνεισιν.

6

.

5

.

1

ὁ δὲ Χαγάνος ἡμέρας τρεῖς ἀνὰ τὸν χῶρον τὸν πρὸ τῶν ἐχυρωμάτων ἐνδια‐ τρίψας τεταρταῖος διέγνω τὸ Ῥωμαϊκὸν ἀποδρᾶσαν. πέμπτῃ δὲ ἡμέρᾳ ὑπὸ πρώτην ἕω τῆς πορείας ἀπήρχετο καὶ διαπε‐
5ραιοῦται τὰς δυσχωρίας τῶν διαβάσεων. γίνεται γοῦν ἡμέρᾳ

6

.

5

.

2

τρίτῃ εἰς τὸ λεγόμενον Σαβουλέντε Κανάλιν. εἶτα τῇ Ἀγχιάλῳ προσέμιξεν. ἀπάρας τε ἐντεῦθεν καὶ πρὸς τῷ νεῷ Ἀλεξάνδρου
τοῦ μάρτυρος γεγονὼς ἐδίδου τοῦτον τῷ παμφάγῳ πυρὶ παρανάλωμα, τρία τε σημεῖα μεταβὰς τοῖς ἐπὶ κατασκοπῇ227
5παρὰ τοῦ Ῥωμαίων στρατηγοῦ παραπεμφθεῖσι συνετύγχανεν.

6

.

5

.

3

ὁ μὲν οὖν βάρβαρος αἰκισμοῖς διηρευνᾶτο τίς ἂν εἴη ὁ τῶν ἑαλωκότων σκοπός, τήν τε αἰτίαν τῆς πορείας αὐτοῖς ἐρεβοδι‐ φούμενος ἤσχαλλεν οὐκ ἔχων μαθεῖν τὸ τῆς ἀληθείας ἀκίβδηλον·

6

.

5

.

4

νόθοις γὰρ αὐτὸν ἐξεκρούσαντο λόγοις. πέμπτης δὲ παρῳχη‐ κυίας ἡμέρας πρὸς τὰ Δριζίπερα μετοχετεύει τὸν χάρακα τήν τε πόλιν ἐνεχείρει πως παραστήσασθαι. ἐπεὶ δὲ οἱ τοῦ ἄστεος ἐς τὸ καρτερὸν παρετάττοντο, τὰς ἑλεπόλεις ἑβδόμῃ ἡμέρᾳ ὁ

6

.

5

.

5

βάρβαρος ἐτεκταίνετο. θρύλου γοῦν ἐξαισίου προσπεσόντος τῇ πόλει, ἐπισάλων τε τῶν τῆς σωτηρίας ἐλπίδων γινομένων αὐτοῖς, εἰς ἐπίπλαστον θράσος ἐφοίτησαν· τὰς γὰρ πύλας ἀναπετάσαντες τοῦ πολίσματος ἠπείλουν τοῦ ἕρκους κατα‐
5φρονεῖν ἰσοστάσιόν τε πρὸς τοὺς βαρβάρους ἀναλαμβάνειν

6

.

5

.

6

τὸν πόλεμον. οἱ μὲν οὖν μέχρι φωνῆς καὶ τοῦ σχήματος τὴν παράταξιν ποιησάμενοι, ὑπὸ τῆς δειλίας καταπληττόμενοι οὐκ ἐξεχώρουν τοῦ ἄστεος· θείᾳ δὲ φροντίδι τινὶ ἀπείργετο

6

.

5

.

7

τὸ βάρβαρον ἐπιτίθεσθαι. ἔδοξε γὰρ ἡμέρας μεσούσης ὁρᾶν Ῥωμαϊκὰς ἀπείρους συμφράττεσθαι φάλαγγας ἀποχωρεῖν τε τοῦ ἄστεος καὶ ἀνὰ τὸ πεδίον ἐπείγεσθαι ὀργώσας πολεμεῖν καὶ θανατᾶν πρὸς παράταξιν. ἀσπάζεται τοίνυν αὐτοσχέδιον
5ὁ Χαγάνος ἀπόδρασιν. καὶ δόκησις ἦν τὸ ἀντίμαχον, μορμολυ‐

6

.

5

.

8

κεῖον ὄψεως καὶ διανοίας κατάπληξις. πέμπτη δὲ ἡμέρα, καὶ ὁ Χαγάνος ἐπὶ τὴν Πείρινθον γίγνεται· Ἡράκλειαν δὲ ταύτην Ῥωμαῖοι προσαγορεύουσιν. ἐπεὶ δὲ Πρίσκος ἐξα‐ πιναίως εἶδε τὸ βάρβαρον, τῇ ἐπιβολῇ ἀναβολὴν οὐ παρείχετο.

6

.

5

.

9

συμπλακεὶς τοιγαροῦν τοῖς ἀνὰ τὸν Χαγάνον πρὸς πόλεμον αὐθωρὸν τοῖς πολεμίοις τὰ νῶτα ὑπέδειξεν, τῇ ἀφθονίᾳ τῆς
ἀντιθέτου δυνάμεως φέρειν οὐκ ἔχων τῆς μάχης τὴν ἔνστασιν. ἀτὰρ εἰς Διδυμότειχον ἅμα τῷ πεζικῷ ὁ τῶν Ῥωμαίων στρα‐228

6

.

5

.

10

τηγὸς ὑπεχώρησεν. μετὰ τοῦτο εἰς Τζουρουλλὸν ἀφικόμενος ἀσυλίαν ταῖς δυνάμεσι τὴν πόλιν περιεβάλετο. τὸ δὲ βάρ‐ βαρον τὸ ἄστυ περικαθήμενον γεννικῶς ἐπολιόρκει τὸν Πρίσκον.

6

.

5

.

11

τούτων γοῦν ὁ αὐτοκράτωρ ἀκηκοὼς ἠδημόνει τε καὶ ἐδεδίει τὴν ἔκβασιν, καὶ μέγιστον τάραχον ἔσπασε τῇ ἀγγελίᾳ τοῦ συγκυρήσαντος. τετάρτη δὲ ἡμέρα, καὶ ἀγχινοίας ἀκόλουθον

6

.

5

.

12

βουλὴν προηνέγκατο· τῶν γὰρ σωματοφυλάκων τινὰ μετά‐ κλητον ποιησάμενος ἑκοντὶ ἁλῶναι αὐτὸν ὑπὸ τῶν βαρβάρων ἐκέλευε φάσκειν τε αὐτοκρατορικὰς ὡς τὸν Πρίσκον ἐπιστολὰς ἐπιφέρεσθαι, ὅπως οἱ βάρβαροι καθά πού τι ἕρμαιον ταύτας
5ἀναλεξάμενοι τῆς τῶν ἐγγεγραμμένων δυνάμεως αὐτήκοοι γένοιντο κἀντεῦθεν ἐκδειματούμενοι τὴν πρὸς τὰ οἴκοι ἀνά‐ ζευξιν φενακισθέντες ποιήσωνται. τοιαῦτα δὲ ἄρα ἐνεκε‐ χάρακτο γράμματα.

6

.

5

.

13

“Πρίσκῳ τῷ ἐνδοξοτάτῳ στρατηγῷ τῆς περὶ τὴν Θρᾴκην ἑκατέρας δυνάμεως. ἡ τῶν ἀλιτηρίων βαρβάρων ἐγχείρησις θρῦλον τὸ παράπαν οὐκ ἐνεποίησε τῇ ἡμῶν εὐσεβείᾳ· τοὐναν‐ τίον μὲν οὖν καὶ ἐπιμελεστέρους πρὸς τὴν τούτων ἀπώλειαν

6

.

5

.

14

ἀπειργάσατο. καὶ τοῦτο γινωσκέτω ἡ σὴ ἐνδοξότης, ὅτι ἀπαισίως μετ’ αἰσχύνης καὶ πολλοὺς ἀποβαλόμενος ἔχει ὁ Χαγάνος ἀποχωρῆσαι εἰς τὴν ὑπὸ Ῥωμαίων αὐτῷ ἀφιερω‐ θεῖσαν χώραν. διὰ τοῦτο ἅμα τῷ εὐτυχεστάτῳ στρατῷ καρτερή‐
5σει ἡ σὴ ἐνδοξότης ἐν Τζουρουλλῷ τῇ πόλει καὶ δόξει

6

.

5

.

15

περιρρεμβεῖν τοὺς ἐπικαταράτους Ἀβάρους. ἐπέμψαμεν γὰρ
διὰ θαλάσσης πλοῖα καὶ στρατόν, ἵνα ἀνέλθωσιν εἰς τὰς φαμιλίας αὐτῶν καὶ πάσας αἰχμαλωτεύσωσιν, καὶ ἐντεῦθεν ἀναγκασθῇ μετὰ αἰσχύνης καὶ μεγάλης ζημίας ὁ ἐπικατάρατος229
5τῶν Ἀβάρων ἡγούμενος εἰς τὴν ἑαυτοῦ γῆν ὑποστρέψαι ἀπὸ τῆς καθ’ ἡμᾶς πολιτείας.”

6

.

5

.

16

Ὁ μὲν οὖν ἐπίπλαστος ἄγγελος τὸ προστεταγμένον πέρατι παρεδίδου. ἑβδόμη ἡμέρα, καὶ ὑπὸ τῶν βαρβάρων ἁλοὺς τὰς βασιλείους δέλτους παρεδίδου ἑκών· ὁ δὲ Χαγάνος τὰ ἐμφερόμενα ἐν αὐταῖς ὑπὸ ἑρμηνέως τῇ πατρίῳ φωνῇ δια‐
5γνοὺς ὑπὸ τῶν λόγων ἀλωπεκίζεται, καὶ περιδεὴς γεγονώς, συνθήκας πρὸς τὸν Πρίσκον διαθέμενος ἐπ’ ὀλιγίστῳ χρυσίῳ ἐς τὴν ἑαυτοῦ ὡς τάχιστα ἐπανέζευξεν. ἡ γὰρ τῆς φενάκης ἰσχὺς λίαν ἐγκρατῶς ἀπεβουκόλει τὸν βάρβαρον.

6

.

6

.

1

Ὁ μὲν οὖν στρατηγὸς μετοπώρου ἀρχομένου διαλύσας τὸν χάρακα ἐς Βυζάντιον ἧκεν, Ῥωμαῖοι δ’ ἀπόμαχοι εἰς

6

.

6

.

2

τὴν Θρᾴκην ἐχέοντο ἀνὰ τὰς κώμας διατρεφόμενοι. ἦρος δὲ ἀρχομένου ὁ στρατηγὸς ὑπὸ τοῦ βασιλέως παρὰ τὸν Ἴστρον ἐπέμπετο, ὅπως τὰ τῶν Σκλαυηνῶν γένη διανήξασθαι τὸν ποταμὸν κωλυόμενα ἀφοβίαν ἄκοντα τῇ Θρᾴκῃ παράσχοιντο·
5ἔφασκε γὰρ ὁ αὐτοκράτωρ τῷ Πρίσκῳ, οὐκ ἂν ἠρεμοίη τὸ βάρβαρον, εἰ μὴ τὸν Ἴστρον ἐς τὰ μάλιστα τὸ Ῥωμαϊκὸν

6

.

6

.

3

περιφρουρήσοιτο. ὁ μὲν οὖν Πρίσκος τῆς ἱππικῆς δυνάμεως τὰς ἡνίας ἐλάμβανεν, Γέντζων δὲ τῆς πεζικῆς πληθύος ἐπι‐ στατεῖν ὑπὸ τοῦ βασιλέως προστάττεται. τῇδε περὶ τὴν

6

.

6

.

4

Ἡράκλειαν ἦρος μεσοῦντος τὸ Ῥωμαϊκὸν συναγείρεται. ἑβδο‐ μαῖος δὲ ὁ στρατηγὸς τὴν τάφρον μεταφοιτᾶν ἐγκελεύεται, βάσανόν τε τοῦ συμμαχικοῦ ποιησάμενος καὶ τὰς δυνάμεις διαριθμησάμενος, τὰς ἐγκυκλίους τῶν χρημάτων αὐτοῖς δια‐

6

.

6

.

5

νομὰς ἐποιήσατο. ἀπάρας γοῦν ἐντεῦθεν καὶ τέσσαρας ποιησά‐ μενος χάρακας ἐπὶ τὰ Δριζίπερα γίνεται. πέντε δὲ πρὸς ταῖς δέκα ἐνδιατρίψας ἡμέραις τῷ χώρῳ εἴκοσι χάραξι πρὸς τὴν230

6

.

6

.

6

Δορόστολον παραγίνεται. ὁ μὲν οὖν Χαγάνος ἀκοῇ τὴν Ῥω‐ μαϊκὴν ἐπιστρατείαν διέγνωκε κἀντεῦθεν πρέσβεις ὡς τὸν Πρίσκον ἐξέπεμπεν. ἀφικομένων γοῦν τῶν πρέσβεων ὡς τὸν Πρίσκον, ὁ Κὸχ (βάρβαρος δὲ οὗτος) τῶνδε τῆς πρεσβείας

6

.

6

.

7

[ῥημάτων] ἀπήρξατο. “τί τοῦτο, θεοί; οἷς τὸ δεισιδαιμονεῖν ἐστιν ἁρμόδιον, ἄρτι που τὸ δυσσεβεῖν καθέστηκε πρόχειρον. εἰρήνην τὸ Ῥωμαϊκὸν παρελύσατο, συνθήκης θεσμὸς κιβδη‐ λεύεται, ἅλες ὁμολογίας ἠθέτηνται, πίστεως αἰδὼς κατηνάλωται,

6

.

6

.

8

ὁ μεσίτης ὅρκος ἀπόλωλεν. Ἴστρος ὁρᾷ πολεμίαν ὄψιν καὶ χάρακα καὶ σιδηροφοροῦντα τὸν Πρίσκον τὸν πρὸ μικροῦ τὴν εἰρήνην Ἀβάροις τε καὶ Ῥωμαίοις νυμφαγωγήσαντα. ἀδικεῖς, ὦ Καῖσαρ, ἀνοσίως κλέπτων τὸν πόλεμον. οὐκ ἔστι
5βασιλικὸν τὸ ἐγχείρημα, οὐκ ἐξουσίας ἔτι τὸ φρόνημα, τὸ

6

.

6

.

9

βούλευμα λῃστρικόν, τὸ δρᾶμα δημοκατάρατον. ἢ τῆς στε‐ φάνης κατάθου τὸ κόσμιον, ἢ μὴ τῆς ἐξουσίας τὴν εὐσχημο‐ σύνην διάφθειρε. ὑμεῖς τοῖς βαρβάροις ἐπολιτεύσατε τὴν φαυλότητα. τὸ παρασπονδεῖν οὐκ ἐγνώκαμεν, εἰ μὴ διδα‐
5σκάλους ὑμᾶς τοῦ ψεύδους εὑρήκαμεν. οὓς ὁ πόλεμος ἠρε‐ μοῦντας οὐκ ἔγνωκεν, οὐδὲ τὸ τῆς εἰρήνης ἀπομάχους τεθέα‐

6

.

6

.

10

ται ὄμμα. πολεμῶν ἀδικεῖς, σπενδόμενος ἀνιᾷ. καὶ πότε σοι πίστις ὑπολιμπάνεται τοῦ στέργειν τὴν ἡσυχίαν ἀπόλεμον; τὴν χθές, στρατηγέ, φιλανθρωπίαν αἰδέσθητι. φίλους ἐσο‐ μένους ὑμᾶς, οὐ πολεμίους ἐσώσαμεν. ὢ φιλανθρωπίας

6

.

6

.

11

ὠδινούσης λύπην καὶ κίνδυνον! οἱ σωτηρίαν παρ’ ἡμῶν ἀρυσάμενοι νῦν τὴν ἀντίθετον ἀμοιβὴν ταλαντεύονται. καὶ πολεμούμεθα σὺν θεοῖς· πολιορκεῖται γὰρ ὅρκων ἀκρόπολις, καὶ τυραννεῖται τὸ κρεῖττον ὑπὸ τοῦ χείρονος, καὶ δόλος
5παρρησιάζεται, καὶ τὸ ψεῦδος ἡγεμονίαν πιστεύεται, καὶ τὰ231

6

.

6

.

12

τῆς ἐπηρείας ἀναφανδὸν ἐστρατεύσατο. εἰ μὲν οὖν, στρατηγέ, γνωσιμαχήσεις αἰδούμενος, μέχρι τῆς αἰσχύνης τὴν ζημίαν ἀποίσῃ· εἰ δὲ μή, τὴν ἀντίδοσιν ἕξεις διδάσκαλον μετὰ τῶν

6

.

6

.

13

ἀτυχημάτων τὸν μετάμελον ἀντεπάγουσαν.” τούτων τοίνυν διαπερατωθέντων τῶν λόγων, καὶ τῆς δυνάμεως βαρυνομένης ὑπὸ τῆς διαλέξεως, ἐδίδου τῷ θράσει τὴν συγγνώμην ὁ

6

.

6

.

14

Πρίσκος καὶ βαρβάροις λόγοις συγχώρησιν. οὐκοῦν ἀνθυπο‐ φορὰν τῇ προπετείᾳ μὴ παρασχόμενος κατὰ τῶν Σκλαυηνῶν ἔφησεν ἄρασθαι πόλεμον· μὴ γὰρ οὖν ταῖς Ἀβαρικαῖς συν‐ θήκαις τε καὶ σπονδαῖς καὶ τὸν Γετικὸν καταλύσασθαι πόλεμον.

6

.

7

.

1

δωδεκάτη δὲ ἡμέρα, καὶ ναῦς ὁ στρατηγὸς συμπηξάμενος τὸν ποταμὸν διενήξατο, ἀκηκοώς τε τὸν Ἀρδάγαστον ποιησά‐ μενον τὰ τῶν Σκλαυηνῶν πλήθη ἀπόδημα, ὅπως λείας

6

.

7

.

2

ἐπικυρήσειεν, μεσούσης νυκτὸς τὴν ἔφοδον ἐμπορεύεται. ὁ μὲν οὖν Ἀρδάγαστος ταῖς ὄψεσι τῶν ὀνειράτων χαίρειν εἰπὼν τῇ τε τοῦ θρύλου ἐπιτάσει διανήψας τοῦ ὕπνου, ἵππου γυμνῆς ἐπιβὰς τὴν φυγὴν ἐπεποίητο. περιπίπτει γοῦν Ῥω‐
5μαίοις ὁ βάρβαρος καὶ ἀποβὰς τῆς ἵππου κατασυστάδην τὴν

6

.

7

.

3

μάχην ἀσπάζεται. ἐπεὶ δὲ φέρειν οὐκ εἶχε τὴν ἀντίθετον ῥύμην, διὰ δυσχωρίας τινὸς τὴν φυγὴν περιβάλλεται. ὅθεν οὖν Ἀρδάγαστος ἐπροτέρευε τοῖς κινήμασιν ἐθάδα πρὸς τοῦτο

6

.

7

.

4

κεκτημένος τὴν φύσιν. σκαιοτέρας τε τύχης συμπεσούσης αὐτῷ, πρέμνῳ μεγίστου δένδρου τινὸς περιπίπτει ὁ βάρβαρος. ἐντεῦθεν τοῖς διώκουσιν ἦν ἂν θήραμα καὶ μάλα εὐκτόν, εἰ μὴ ποταμὸς αὐτῷ σωτήριος γέγονεν· διανήξας γὰρ ἀποδιδράσκει

6

.

7

.

5

τὸν κίνδυνον. οἱ μὲν οὖν Ῥωμαῖοι πλήθη Σκλαυηνῶν μαχαίρας ποιησάμενοι δεῖπνον τὴν ἀμφὶ τὸν Ἀρδάγαστον διατέμνονται χώραν, ἐνέρσει τε ξύλων τοὺς ζωγρηθέντας232

6

.

7

.

6

ποιήσαντες ἐς Βυζάντιον ἔπεμπον. ὁ δὲ Πρίσκος ἐγίνετο τοῖς στρατεύμασιν ἀκοσμίας ὑπόθεσις. ἐνεχείρει γὰρ τὴν πρώτην τῆς λείας ἀπόμοιραν τὸν βασιλέα κομίζεσθαι, τὴν δὲ δευτέραν τὸν τοῦ αὐτοκράτορος παῖδα τὸν μείζονα, εἶτα
5καὶ τὴν λοιπὴν τοῦ βασιλέως ἐπιγονὴν μερίδας ἀποκληρώσα‐ σθαι, τῷ ἀφθόνῳ τῆς βασιλικῆς εὐτεκνίας τὴν πλεονεξίαν

6

.

7

.

7

ἐμπορευόμενος. ἐπεὶ γοῦν ἐξιτήλοις σκύλοις τὸ Ῥωμαϊκὸν καθυβρίζετο, τυραννὶς ἐπεφοίτα καὶ τάραχος ἡγεμόνευεν. ὀρρωδήσας γοῦν ὁ στρατηγὸς τὸ πραχθὲν καὶ μεταμέλῳ τῶν προϋπηργμένων τὴν ἐπιβολὴν ὀβελίσας, ταῖς δευτέραις φροντί‐

6

.

7

.

8

σιν ἐδίδου τὰ νικητήρια. τοίνυν ἐπὶ τὸ λυκόφως τοὺς ἡγε‐ μόνας τῶν δυνάμεων μετεπέμπετο, καὶ πείθει τῇ τῶν ῥημάτων περιστροφῇ ὡς οὐδὲν τῶν μὴ καθηκόντων κατὰ τὴν προτεραίαν

6

.

7

.

9

εἰργάσατο. ὅτε τοίνυν τὸ ἀραρὲν ὑπὸ τῆς τῶν λόγων πειθοῦς οἱ τῶν ταγμάτων ἐξάρχοντες συμφώνως ἀπεδογμάτισαν, ὡς τὸν στρατηγὸν τὰ πλήθη συρρέουσιν. καὶ γοῦν ὁ στρατηγὸς τῇ πατρίῳ φωνῇ τοῖς Ῥωμαίοις τῶνδε τῶν λόγων ἀπήρξατο.

6

.

7

.

10

“Ἄνδρες καὶ φίλοι καὶ στρατιῶται καὶ σύμμαχοι, οἱ πρὸς πόλεμον ἀριστεύοντες, ἐν δὲ ταῖς ἀκοσμίαις ἰδιωτεύοντες, εἰ τὴν ἀκοὴν εὐθετήσητε καὶ τὴν καρδίαν εὐθύνητε, κἀγὼ

6

.

7

.

11

τῶν νουθετημάτων ἀπάρξομαι. ἴσως δέ τι τοῖς λόγοις καὶ λυπήσω μικρὸν τὸ διάστροφον τῶν τρόπων ἐπανορθούμενος· κἀντεῦθεν γὰρ τῷ ταξιάρχῃ καλὸν μηδέν τι δεδοικέναι τῆς

6

.

7

.

12

διαλέξεως διὰ τὸν τῆς φιλίας κίνδυνον. τί καθ’ ἡμῶν συ‐ στρατεύοντες ἐχθές τε καὶ τρίτην εἰκῇ τε καὶ λίαν ὡς ἔπος εἰπεῖν ἐφρυάξασθε; παρελύπουν τὰ ὑμέτερα λαφυραγωγῶν
βασιλεῖ. ἠνιᾶσθε τοὺς θριάμβους ἐπιδεικνύμενοι. ἐνεκότει233
5πᾶς τῷ στρατηγῷ τῇ πόλει καὶ βασιλεῦσι καὶ δήμοις κατα‐ κληροδοτοῦντι ἀριστείας καὶ τρόπαια. καὶ τίνας ἕξετε τῶν

6

.

7

.

13

ἀνδραγαθημάτων ἀποφήνασθαι μάρτυρας; τίς ὑμῖν θεατὴς τῶν πόνων γενήσεται; ποῦ τῆς εὐκλείας τοὺς πίνακας καθι‐ δρύσωμεν; ὅπως τε καὶ ποῖ καὶ πότε καὶ τίσι τὴν ἀνδρείαν

6

.

7

.

14

κηρύξωμεν; εἰ γὰρ τῶν κατατιθεμένων ὑμεῖς ἔσεσθε μάρτυρες, ἄπιστος ὁ πόνος, ἀναπόδεκτον τὸ εὐτύχημα, μῦθος τὰ τρόπαια, ἀβέβαια τὰ τῶν διηγημάτων ἐπίκομψα ἐνέχυρα, τοῦ λόγου

6

.

7

.

15

χηρεύοντος καὶ τοῦ πιθανοῦ τὴν ἀπορίαν ἐπέχοντος. οἱ φιλο‐ σοφοῦντες τὸν θάνατον καὶ πάντα καὶ πάσχειν καὶ πράττειν ἑλόμενοι οὐ καταφρονήσητε λαφύρων διὰ τὴν εὔνοιαν; οὐ φορολογεῖσθε τὰ λάφυρα, ἵνα τὸν κρότον μακρολογήσητε;
5τί τὰς ψυχὰς ὑπὸ φιλοχρηματίας ἀνδραποδίζεσθε οἱ δουλαγω‐ γεῖν τὸ πολέμιον ὀρεγόμενοι καὶ κινδύνοις ψυχῆς τὰς νίκας

6

.

7

.

16

ὠνούμενοι; οὐκ ἴσασι τῶν κτημάτων οἱ ἔρωτες εὐδοξίας ὑπόθεσις γίνεσθαι, ἀλλ’ οὐδὲ τῶν χρημάτων ἡ ὄρεξις διασώ‐ ζειν τῶν ἐπαίνων τὴν ἔφεσιν. ἢ θάτερον οὖν ἀπολείπετε, ἢ τοὺς τῆς στρατείας νόμους μὴ κιβδηλεύετε.”

6

.

8

.

1

Ἔτι γοῦν τοῦ στρατηγοῦ τοῖς λόγοις ἐπικυμαίνοντος καὶ τὰ Θεμιστοκλέους Ῥωμαϊκῶς ἀττικίζοντος, κρότος ὑπὸ τοῦ πλήθους ἀνέθορεν, καὶ πρὸς εὔνοιαν τὰ τῆς δυσμενείας μετήρχετο, ὁ δὲ ψόγος πρὸς ἔπαινον, πρὸς ἀποδοχὴν τὰ τοῦ

6

.

8

.

2

σκώμματος, καὶ πάντα μετεγίνετό τε καὶ μετετίθετο· οἶδε γὰρ γλώττης ἀλκὴ καὶ φύσεως ἄρχειν καὶ κατὰ τῆς ἀνάγκης νομοθετεῖν καὶ μετοχετεύειν γνώμης κινήματα ἀμείβειν τε τύχας καὶ πάντα μεταμορφοῦν καὶ πλάττειν καὶ δημιουργῆσαι

6

.

8

.

3

πειθήνιον. τοίνυν ὁ Πρίσκος κρατήσας τοῖς λόγοις ἐς βασιλέα ἀπέπεμπε τὰ τῶν πόνων ἐπίχειρα τριακοσίοις συμ‐ φράξας τὴν λείαν, πρόταγόν τε τούτων τὸν Τατίμερ προε‐

6

.

8

.

4

στήσατο. ὁ μὲν οὖν Τατίμερ τῆς ἐς Βυζάντιον πορείας ἀπήρχετο, ἕκτῃ δὲ ἡμέρᾳ Σκλαυηνοῖς περιτυχὼν ἐς ἀδόκητον καταγίνεται κίνδυνον· μεσούσης γὰρ ἡμέρας ἐκλύτως καὶ φροντίδος ἐκτὸς στρατοπεδεύοντι, καὶ τὴν χλόην νεμομένης234

6

.

8

.

5

τῆς ἵππου, τὸ βάρβαρον ἐπιτίθεται. βοῆς τοιγαροῦν γενο‐ μένης, τῶν τε Ῥωμαίων καθεστώτων ἀφίππων, προθέει μετ’ ὀλίγων ὁ Τατίμερ, ἀγχίθυρός τε τῶν βαρβάρων γενόμενος ἐς μέγα ὀλέθρου κατέπιπτεν. φέρειν γὰρ οὐκ ἔχων τὴν
5ἀντιμέτωπον μάχην ἐτέτραπτο πρὸς φυγήν, βαλλόμενός τε

6

.

8

.

6

οὐ καιρίαις βολαῖς μόλις ἀπέδρα τὸν κίνδυνον. τῶν οὖν Ῥωμαίων ἐπιγινομένων πεζῶν καὶ διασωσάντων τὸν Τατίμερ, πρὸς τοὺς Σκλαυηνοὺς λοιπὸν ἐχειρούργουν τὸν πόλεμον.

6

.

8

.

7

τῆς τοίνυν μάχης ἐς τὸ καρτερὸν γενομένης, κρατοῦσι τῶν Σκλαυηνῶν Ῥωμαῖοι, φόνον τε πολὺν ἀπεργασάμενοι, πεντή‐ κοντα βαρβάρους ζωγρήσαντες ἐπανῄεσαν πρὸς τὸν χάρακα,

6

.

8

.

8

λείαν Ῥωμαϊκὴν ὑπὸ τῶν Σκλαυηνῶν διασωσάμενοι. ὁ μὲν οὖν Τατίμερ τὸ σῶμά πως ἀκεσάμενος ἐς Βυζάντιον ἧκεν ἀξιολογωτάτην προνομὴν ἐπιφερόμενος. ἡσθεὶς τοιγαροῦν ὁ αὐτοκράτωρ ἐπὶ τοῖς συγκυρήσασιν ἐπὶ τὸ τοῦ θεοῦ
5μέγιστον ἀνὰ τὴν πόλιν ἐπαννύχιζε τέμενος, εἶτα μετὰ τοῦ λεῶ τὰς ἱκετηρίας εὐχὰς ποιησάμενος ἠξίου τὸ θεῖον ἐπιση‐ μότερα δοῦναι τὰ τρόπαια. Ὁ δὲ πολέμαρχος Πρίσκος ἐπὶ κατασκοπῇ προθέειν

6

.

8

.

9

ἀνδράσιν ἐκέλευεν. ἡμέρα δὲ δευτέρα, καὶ οὐ διέγνω ἀνὰ τοὺς χώρους πολέμιον. οὐκοῦν εἰς τὰ πρόσω τοῦ Ἡλιβακία ποταμοῦ ἐξ ἑωθινοῦ ποιεῖσθαι τὴν βάδισιν τῷ Ἀλεξάνδρῳ

6

.

8

.

10

προστέταχεν. ὁ μὲν οὖν Ἀλέξανδρος τὸν γείτονα διανηξά‐ μενος ποταμὸν ἐντυγχάνει Σκλαυηνοῖς. οἱ δὲ βάρβαροι πολεμίαν θεασάμενοι ὄψιν πρὸς τὰ πλησίον τενάγη ἐπί τε τὴν ὕλην τὴν βάρβαρον τὴν ἀποφυγὴν ἐποιοῦντο. οἱ δὲ235

6

.

8

.

11

Ῥωμαῖοι τούτους ἐνεχείρουν ἑλεῖν. ἐπεὶ δὲ τῇ ἰλύϊ συγγί‐ νονται, περιπίπτουσι δυσκαταγωνίστῳ κακῷ· καὶ ἂν διόλωλεν ἅπαν τὸ σύνταγμα, εἰ μὴ θᾶττον ὁ Ἀλέξανδρος ὑπεξήγαγε

6

.

8

.

12

τοὺς Ῥωμαίους τοῦ τέλματος. ὁ μὲν οὖν Ἀλέξανδρος ὁ ταξίαρχος περιστοιχίσας τὸν χῶρον παραδιδόναι τούτους ἐπειρᾶτο πυρί· ἡ δὲ φλὸξ νοσηλευομένη ὑπὸ τῆς ὑγρᾶς κατεμαλθακεύετο φύσεως, καὶ ἦν τῷ Ἀλεξάνδρῳ τὰ τῆς

6

.

8

.

13

ἐπιβολῆς οὐκ εὐδόκιμα. τοίνυν Γήπαις ἀνήρ, ἐκ τῶν Χρι‐ στιανῶν θρησκείας πάλαι ποτὲ πεφυκώς, μετὰ τῶν βαρβάρων ὑπῆν. οὗτος πρὸς τοὺς Ῥωμαίους αὐτομολῶν δακτυλοδεικτεῖ καὶ τὴν εἴσοδον. οἱ μὲν οὖν Ῥωμαῖοι τῶν εἰσόδων γενό‐
5μενοι κύριοι κρατοῦσι τῶν βαρβάρων. ὁ δὲ Ἀλέξανδρος

6

.

8

.

14

ἀνετάζων κατεπυνθάνετο πόθεν τοῖς ἑαλωκόσι τὸ γένος. οἱ δὲ βάρβαροι ἐς ἀπόνοιαν καταπεπτωκότες θανάτου χαίρειν ἔφραζον ταῖς κολάσεσιν, ὡς περὶ ἀλλοτρίου τοῦ σώματος τὰς ἐκ τῶν μαστίγων ἀλγηδόνας διατιθέμενοι.

6

.

9

.

1

ὁ δὲ Γήπαις διεξῄει τε ἅπαντα καὶ διήλεγχεν ἐξ ἐπιλέπτου τὰ πράγματα, φάσκων ὑπὸ Μουσώκιον τὸν λεγόμενον ῥῆγα τῇ τῶν βαρβάρων φωνῇ τοὺς ἐζωγρημένους ὑπεῖναι, τοῦτον δὲ
5τὸν Μουσώκιον ἐναυλίζεσθαι μετὰ παρασάγγας τριάκοντα, τοὺς δὲ ἁλόντας ἐκπέμψαι ἐπὶ κατασκοπῇ τῆς Ῥωμαίων δυνάμεως, ἀκηκοέναι τε καὶ τὰ περὶ τὸν Ἀρδάγαστον γεγο‐

6

.

9

.

2

νότα πρὸ μικροῦ δυστυχήματα. παρῄνει τε Ῥωμαίοις ἀθρόαν τὴν ἐπιστασίαν ποιήσασθαι τόν τε βάρβαρον ἑλεῖν τῷ ἀδοκήτῳ
τῆς ἐπιθέσεως. ὁ μὲν οὖν Ἀλέξανδρος παρὰ τὸν Πρίσκον γενόμενος τοὺς βαρβάρους ἠνέγκατο, ὁ δὲ πολέμαρχος ἀναι‐236

6

.

9

.

3

ρέσει τούτους παρέδοτο. γίνεται γοῦν πρὸς τὸν στρατηγὸν ὁ Γήπαις ἐκεῖνος ὁ βάρβαρος καὶ διέξεισι Πρίσκῳ τὰ τῶν βαρβάρων διανοήματα, εἰσηγεῖτό τε ἐπιστῆναι τῷ βαρβάρῳ τὸν Πρίσκον, καὶ πίστιν τῆς ἐπιτεύξεως ἐδίδου φενακίζειν

6

.

9

.

4

ὁ Γήπαις τὸν βάρβαρον. ἐπιχαρῶς τοίνυν ὁ Πρίσκος τοὺς λόγους ἀράμενος δώροις τε λαμπροῖς τὸν ηὐτομοληκότα λιπάνας ἐπαγγελίαις τε περιδόξοις ἐχυρωσάμενος, ἐξαπατῆσαι

6

.

9

.

5

τοῦτον ἐπεπόμφει τὸν βάρβαρον. καὶ οὖν ὁ Γήπαις πρὸς Μουσώκιον γίνεται αἰτεῖ τε μονοξύλων πλήθη ἀπὸ τούτου ἑλεῖν, ὅπως τοὺς ἠτυχηκότας περὶ τὸν Ἀρδάγαστον περαιώ‐

6

.

9

.

6

σηται. ὁ μὲν οὖν Μουσώκιος ἕρμαιόν τι δοκῶν τὰ ὑπὸ τῆς ἀπάτης αὐτῷ καττυόμενα ἐδίδου μονόξυλα, ὅπως ὁ Γήπαις τοὺς περὶ τὸν Ἀρδάγαστον διασώσηται. ἑκατὸν τοίνυν πρὸς τοῖς πεντήκοντα ἀκατίοις λαβών, καὶ προσκώπους τριάκοντα,
5εἰς τὸ ἀντιπέραν τοῦ ποταμοῦ παραγίνεται, ὃν οἱ ἐγχώριοι

6

.

9

.

7

Πασπίριον ὀνομάζουσιν. ὁ δὲ Πρίσκος κατὰ τὸ σύνθημα ἐξ ἑωθινοῦ ἀπήρχετο τῆς βαδίσεως. ἀτὰρ ὁ Γήπαις ἀνὴρ τῶν συνεληλυθότων κλέψας τὴν αἴσθησιν μεσούσης τῆς νυκτὸς πρὸς τὸν τῶν Ῥωμαίων πολέμαρχον γίνεται, καὶ
5ἠξίου ἑκατὸν ὁπλίτας ἀποίσεσθαι, ὅπως στόματι μαχαίρας

6

.

9

.

8

τοὺς πρὸς τῇ σκοπῇ βαρβάρους ὀλέσειεν. τοίνυν ὁ στρατηγὸς ἄνδρας διακοσίους συμφράξας τῷ ταξιάρχῳ δίδωσιν Ἀλε‐ ξάνδρῳ. ἐπεὶ δὲ τὸ Ῥωμαϊκὸν τῷ Πασπιρίῳ ἐπλησίαζε ποταμῷ,

6

.

9

.

9

εἰς ἐνέδραν τὸν Ἀλέξανδρον ὁ Γήπαις ἐκάθισεν. νυκτὸς τοιγαροῦν γεγονυίας οἱ μὲν βάρβαροι κατωφερεῖς περὶ τὸν ὕπνον ὄντες ἐτύγχανον ἔξοινοί τε γεγονότες λίαν τῶν
ἐνυπνίων ἀντείχοντο. ὁ δὲ Γήπαις τοὺς βαρβάρους διαφθείρειν237

6

.

9

.

10

κατειρωνεύετο. τρίτη δὲ φυλακή, καί τι μικρὸν μεταστὰς καὶ πρὸς τὴν ἐνέδραν γενόμενος ὑπεξάγει τοῦ λόχου Ἀλέ‐ ξανδρον. καὶ οὖν διιθύνας Ῥωμαίους ἐπὶ τὸν Πασπίριον ποταμὸν καὶ σύνθημα λαβών τε καὶ δοὺς ἐπὶ τοὺς βαρβάρους
5ἐχώρησεν. ἔτι τοίνυν τῶν βαρβάρων προσομιλούντων τῷ ὕπνῳ, δι’ Ἀβαρικῶν ᾀσμάτων ἐδίδου ὁ Γήπαις τῷ Ἀλεξάν‐

6

.

9

.

11

δρῳ τὸ σύνθημα. ὁ δὲ Ἀλέξανδρος ἐπιστὰς τοῖς βαρβάροις ὕπνου καὶ ζωῆς τὴν ζημίαν παρείχετο. ἐπεὶ δὲ τῶν ἀκατίων γέγονεν ἐγκρατής, πρὸς τὸν στρατηγὸν ἀγγέλους ἐξέπεμπε τῆς

6

.

9

.

12

ἐπιβολῆς τὰς ὁρμὰς ἐπιτείνων. ὁ δὲ Πρίσκος τρισχιλίους ἀράμενος καὶ διανείμας εἰς τὰ ἀκάτια τὸν Πασπίριον ποτα‐ μὸν διενήξατο. καὶ δῆτα μεσούσης νυκτὸς τῇ ἐφόδῳ παρεῖχον τὴν ἔναρξιν. ὁ μὲν οὖν βάρβαρος κάτοινος ὢν τῇ μέθῃ
5διέφθαρτο· ἦν γὰρ αὐτῷ κατὰ τὴν ἡμέραν ἐκείνην ἐπιτάφιος

6

.

9

.

13

ἑορτὴ ἐπὶ ἀδελφῷ κατοιχομένῳ, ὡς ἔθος αὐτοῖς. ὁ μὲν οὖν φόβος μέγας ἐγίνετο. ζωγρηθεὶς τοίνυν ἥλω ὁ βάρβαρος. οἱ δὲ Ῥωμαῖοι κατεπαννυχίζοντο ἐν τοῖς αἵμασιν. ἡμέρας δὲ λαμπούσης ἐλάμβανεν ὁ φόνος ἀπὸ τοῦ στρατηγοῦ τὴν
5ἀνάπαυλαν. ὑπὸ δὲ τρίτην ἕω τὴν ἀποσκευὴν τάς τε δυνάμεις

6

.

9

.

14

ὁ στρατηγὸς διεπορθμεύσατο. τοίνυν οἱ Ῥωμαῖοι φρονημα‐ τισθέντες ἐπὶ τοῖς συγκυρήσασι πρὸς τρυφὴν κατεκλίνοντο, εἶτα τῇ μέθῃ συρράπτονται, καὶ τῇ παροινίᾳ τὰς εὐπραξίας νοθεύσαντες τῆς διαφρουρᾶς κατημέλησαν, ἣν σκούλκαν

6

.

9

.

15

σύνηθες τῇ πατρίῳ φωνῇ Ῥωμαίοις ἀποκαλεῖν. τὸ μὲν οὖν νενικημένον συναθροισθὲν ἀντιταλαντεύει Ῥωμαίοις τὴν ἔφοδον· καὶ ἦν ἂν ἡ ἀντίδοσις χαλεπωτέρα τῆς ἐπιτεύξεως, εἰ μὴ ὁ Γέντζων τὰς δυνάμεις τὰς πεζικὰς περιστησάμενος
5τῆς μάχης ἐκράτησεν. ἐξ ἑωθινοῦ δὲ ὁ Πρίσκος τοὺς φρουράρχας ἀνεσκολόπισεν, ναὶ δὴ καί τινας τοῦ ὁπλιτικοῦ πικρῶς ἐμαστίγωσεν.238

6

.

10

.

1

Ὁ δὲ αὐτοκράτωρ Τατίμερα ἀντιπέμπει πρὸς τὸν πολέμαρχον βασιλείους δέλτους ἐπιφερόμενον· ἦν δὲ ἡ τῶν δέλτων ἀξίωσις τὴν χειμέριον ὥραν αὐτόθι τοὺς Ῥωμαίους ποιήσασθαι. παραγεγονότος τοίνυν τοῦ Τατίμερ, καὶ τῶν
5βασιλικῶν γνωρισθέντων λογίων, θρῦλος ὑφάπτεται τῷ στρα‐

6

.

10

.

2

τεύματι. καταστασιάζει τοίνυν ἡ τῶν Ῥωμαίων πληθὺς παρωσα‐ μένη τοὺς λόγους τοῦ αὐτοκράτορος, οἴκοι τε τὴν τοῦ ψύχους ὥραν ἐνεχείρει ποιήσασθαι· οὐ γὰρ ἐπὶ βαρβάρου γῆς ἐναυλί‐ ζεσθαι· ἔφασκον γὰρ ψύχη ὑπεῖναι δυσυπομόνητα, τά τε

6

.

10

.

3

τῶν βαρβάρων πλήθη ἀκαταγώνιστα. ὁ δὲ στρατηγὸς πειθοῖ τινι τακτικῇ τῆς στρατιᾶς τὸ δυσήνιον ὑπεμάλαττεν. ἐπεὶ δὲ γίνονται αἱ δυνάμεις πειθήνιοι, ἐπὶ βαρβάρου γῆς ὁ τῶν Ῥωμαίων πολέμαρχος διαλύει τὸν χάρακα.

6

.

10

.

4

Ἐν ταύταις τοιγαροῦν ταῖς ἡμέραις θείᾳ φροντίδι τινὶ ὁ τὸν φόνον ἐπὶ τὴν Ἀγχίαλον ποιησάμενος, ὅτε τῆς ἐλάφου πολλῶν περὶ τὸν αὐτοκράτορα δίωξις ἐγεγόνει· (οὐκ ἀπὸ δὲ τρόπου καὶ τὴν αἰτίαν διεξελθεῖν τῆς δραστικῆς προνοίας,
5τῆς περὶ τὴν οἰκουμένην διατρεχούσης ὁσημέραι ἀκαμάτῳ τε ὀφθαλμῷ ἐπισκοπούσης τὰ τῇδε τάς τε ἀντιδόσεις τῶν βεβιω‐ μένων πρὸς τοῖς ἀνθρώποις πρυτανευούσης ἀεί.) ἥλω τῷ

6

.

10

.

5

δικτύῳ τῆς δίκης ὁ τοῦ φόνου πατήρ. μετὰ χρόνον γὰρ ἐπὶ τὸ βασίλειον ἄστυ γενόμενος τὰ τῆς χρυσῆς ζώνης ἐπίσημα χρυσουργῷ τεχνίτῃ τινὶ διαχωνεῦσαι παρείχετο. ὁ μὲν οὖν τεχνίτης τὰ μέλη τῆς ζώνης κατανοήσας λίαν ἐπίδοξα τό τε
5σχῆμα τῆς ἀφηλώσεως βίαιον τήν τε τοῦ προσώπου ποιότητα
βάρβαρον κλοπὴν δρασθῆναί τινα ὑπὸ τοῦ ἀνδρὸς ὑπειλήφει.239

6

.

10

.

6

παραπεμψάμενος τοίνυν ἐκ τοῦ λεγομένου πραίτωρος τῶν δήμων ἄνδρας ἑπτὰ παρεδίδου τῷ δικαστηρίῳ τὸν βάρβαρον. οἱ μὲν οὖν ὑψαυχενιζόμενον καὶ λίαν καταστασιάζοντα ἐν τῷ οἴκῳ τῶν ἐγκλημάτων τὸν βάρβαρον διεκόμιζον ἑρμηνέα
5τε προστησάμενοι κατεπυνθάνοντο πόθεν αὐτῷ ζώνης περι‐

6

.

10

.

7

βλέπτου καὶ λίαν μεγαλοπρεποῦς ὕπεστι λείψανα. ὁ μὲν οὖν φονευτὴς (Γήπαις δὲ οὗτος ἄρα ἐτύγχανεν ὤν) λίαν σοφιστικῶς τὴν ἀπολογίαν παρείχετο· ἃ δὲ εἶπεν, ταῦτα ἐκεῖνά ἐστιν. τοῦ Λαγοβάρδου ἔθνους Ἀλβοῦϊς τὴν ἡγεμονίαν

6

.

10

.

8

ἐκέκτητο. οὗτος εἰς ἔρωτα καταπίπτει νεάνιδός τινος· ἡ δὲ νεᾶνις θυγάτριον ἐτύγχανεν ὂν Κονιμούνδου, τοῦ τῶν Γηπαίδων ἡγεμονεύοντος. ἐπεὶ δὲ τοῖς λόγοις πείθειν οὐχ οἷός τε ἦν, βίᾳ πρὸς τὴν πρᾶξιν ἐχώρησεν. ἐνέδραν τοιγαρ‐
5οῦν συστησάμενος ἀδοκήτως τε ἐπιθέμενος ἀφαρπάζει τὴν παρθένον ὁ ἐραστής. ἐντεῦθεν ὁ πόλεμος λαμβάνει τὰ

6

.

10

.

9

σπέρματα. οἱ μὲν οὖν Λαγόβαρδοι κατὰ τὸν πόλεμον ἐπροτέρησαν. διά τοι τοῦτο ὁ Κονιμοῦνδος πρέσβεις ἀπέστειλε πρὸς τὸν νεώτερον Ἰουστῖνον τὸν αὐτοκράτορα συμμαχεῖν αὐτῷ ποτνιώμενος. ὅπως δὲ τῷ αὐτοκράτορι αἰδέσιμα τὰ
5περὶ τὴν πρεσβείαν προσγένοιτο, δῶρα ὁ ἠδικημένος μεγαλο‐

6

.

10

.

10

πρεπῶς ἐπεπόμφει παρὰ τὸν Καίσαρα. ὁ δὲ αὐτοκράτωρ τὸ φιλότιμον θαυμάσας τοῦ ἱκετεύσαντος πρὸς ἔλεον ἐπικλίνεται, ἐπιστολήν τε συντάξας προστάττει Βαδουαρίῳ στρατηγῷ τὰς περὶ τὴν Σκυθίαν καὶ Μυσίαν δυνάμεις ἀθροίσαντι βοηθεῖν

6

.

10

.

11

Κονιμούνδῳ. ἠγγέλθη τοίνυν ταῦτα τῷ Ἀλβοῦϊ, καὶ τὰς Ῥωμαίων ὀρρωδήσας δυνάμεις συνθήκαις ἠξίου καὶ δώροις λαμπροῖς πρὸς τὸν ἠδικημένον ὡς ἔπος εἰπεῖν διαλύσασθαι, ἐξῄτει τε καὶ τὴν ἐπιγαμβρίαν γαμηλίοις νόμοις ποιήσασθαι.

6

.

10

.

12

ὁ δὲ Κονιμοῦνδος τὸ δριμὺ μὴ φέρων τῆς ὕβρεως πολέμοις ἠξίου τὰς ὕβρεις τῶν ἐκβάσεων γίνεσθαι. γεγονυίας τοίνυν τῆς παρατάξεως, νικῶσι Ῥωμαῖοι, καὶ κύριοι τῶν σκύλων οἱ νενικηκότες καθίστανται. “ἐντεῦθεν” φησὶν “ἡ τῆς λαμπρᾶς240

6

.

10

.

13

ταύτης ζώνης ἐπίκτησις.” εἶτα ἀνακρίνεται ὑπὸ τῆς περι‐ πόλου τάξεως τοῦ δικαστηρίου, “καὶ τίς οὗτος, ὃς τὴν ἐπι‐ φανῆ ταύτην περιέκειτο ζώνην;” ὁ μὲν οὖν ἐπισυνάπτει πλάσμα τῷ πλάσματι καί φησιν “υἱὸς ἐκ παλλακῆς τοῦ λεγο‐
5μένου τῶν Λογγιβάρδων ῥηγὸς ἐτύγχανεν ὤν, ὃς τὴν ἐπι‐ φανῆ ζώνην περιεβάλλετο. τοῦτον ἀνελὼν καὶ λαφυραγω‐ γήσας τὸν τεθνεῶτα μισθὸν τῶν κινδύνων ἀνειλόμην τὴν

6

.

10

.

14

ζώνην.” οὕτω μὲν οὖν ὁ βάρβαρος λίαν σοφιστικεύει δεινῶς καὶ γίνεται πιθανὸς τῷ διηγήματι, καὶ τέως μικρὸν ἀπο‐ κρύπτει τὸν φόνον. ἀνέθη τοιγαροῦν τοῦ ἐγκλήματος. ἐπεὶ δὲ ἀφέθη, εἷς τις ἀνὴρ τῶν παρεστηκότων τῷ πραίτωρι
5συνετῶς ἀνακρίνει τοὺς λόγους καὶ πυθέσθαι διεγχειρεῖ τὸν

6

.

10

.

15

χρόνον τῶν ἱστορηθέντων ὑπὸ τοῦ Γήπαιδος. διά τοι τοῦτο οἱ τοῦ δικαστηρίου ἐπιφθάνουσι δρόμῳ τὸν βάρβαρον καὶ ἐπανήκειν αὖθις εἰς τὸ δικαστήριον ἀναγκάζουσιν. εἰσεληλυ‐ θότος γοῦν τοῦ βαρβάρου, ἠρώτα ὁ ἡγεμὼν τὸν χρόνον τῶν

6

.

10

.

16

ἀφηγηθέντων αὐτῷ. ἐπεὶ τοίνυν πρεσβυτέρων πραγμάτων ἔκθεσις ἦν, τριάκοντά τε ἔτεσι προτερεύειν τὴν ἱστορίαν διέγνωστο τοῦτον δὲ τῶν διηγηθέντων πεφυκέναι νεώτερον, πρὸς στρεβλώσεις ὁ προεστὼς τοῦ δικαστηρίου τὸν βάρβαρον

6

.

10

.

17

ἔφερεν. τῆς τοίνυν γλώττης ἀντιθέτους ποιούσης τοὺς λόγους, τῶν τε κολάσεων κατεπειγουσῶν πρὸς τὰ εἰκότα τὸν βάρβαρον, ὁ φονευτὴς αὐτοκατάθετος γίνεται, καὶ παραγυμνοῦνται τὰ

6

.

10

.

18

σφάλματα ἐξαγορευθέντος τοῦ ἐγχειρήματος. ὁ μὲν οὖν
παλαμναῖος ἐκεῖνος καὶ βάρβαρος δίκας τῆς ὠμότητος εἰσπρατ‐ τόμενος ὀδοῦσι θηρίων παρεδίδοτο ψήφοις, εἶτα τῷ παμφάγῳ πυρὶ παρείχετο παρανάλωμα.241

6

.

11

.

1

Ἐν τούτῳ δὴ τῷ ἐνιαυτῷ εἰς τὰ πρὸ τοῦ ἄστεος τίκτονται παράδοξα τέρατα, παιδίον τετράπουν, ἄλλο δὲ δικό‐ ρυφον. λέγουσι δὲ οἱ τὰς ἱστορίας μετ’ ἐπιμελείας συγγρά‐ ψαντες μὴ εἶναι εἰς ἀγαθὸν τὴν τῶν τεράτων ταῖς πόλεσιν

6

.

11

.

2

ἐπιφάνειαν. τὰ μὲν οὖν τέρατα ἐπιδεδειγμένα Μαυρικίῳ τῷ αὐτοκράτορι παρεδόθη τῷ φόνῳ. ὁ δὲ βασιλεὺς ἀποχει‐ ροτονεῖ τὸν πολέμαρχον, καὶ τὸν ἀδελφὸν (Πέτρος δὲ ὄνομα

6

.

11

.

3

αὐτῷ) ἡγεμόνα τῶν Ῥωμαίων ποιεῖται δυνάμεων. ὁ μὲν οὖν Πρίσκος τούτων οὔπω ἐπέπυστο. καὶ οὖν τὰς δυνάμεις ἀράμενος διαπεραιοῦται τὸν ποταμόν. δυσανασχετεῖ γὰρ τὰ πλήθη τὴν τριβὴν πρὸς βάρβαρον χώραν ποιήσασθαι· ἐδεδίει
5γὰρ μή πως ἐξαπιναίως ἐφεστηκότες οἱ βάρβαροι τὴν λείαν

6

.

11

.

4

ἀποίσονται. ὁ δὲ Χαγάνος ἀκηκοὼς τοῦ Ῥωμαϊκοῦ τὴν ἀπόβασιν λίαν ἐθαύμαζεν· εἶτα ἀγγέλους πρὸς τὸν Πρίσκον ἐξέπεμψε τῆς ἀναζεύξεως τὴν αἰτίαν πυθέσθαι γλιχόμενος. ὁ μὲν οὖν Πρίσκος ἀπεβουκόλησεν ὡς οἷόν τε τοῖς λόγοις

6

.

11

.

5

πιθανῶς τὸν Χαγάνον. ἡμέραι δὲ τρεῖς, καὶ ἠγγέλθη τῷ Πρίσκῳ μέλλειν διεγχειρεῖν τὸν Χαγάνον ταῖς Ῥωμαϊκαῖς δυνάμεσιν ἐπιτίθεσθαι, τὰ δὲ τῶν Σκλαυηνῶν πλήθη προστάττειν διαπεραιοῦσθαι τὸν Ἴστρον· τῷ ὄντι γὰρ ἐχαλέ‐
5παινεν ἐνεκότει τε λίαν ἐνευδοκιμηθείσαις ταῖς Ῥωμαίων

6

.

11

.

6

δυνάμεσιν. ὁ μὲν οὖν Ταργίτιος οἵ τε τῶν βαρβάρων λογάδες τῷ Χαγάνῳ παρῄνουν παραλύειν τὸν πόλεμον· ἔφασκον γὰρ

6

.

11

.

7

μὴ ἐνδίκως αὐτὸν χαλεπαίνειν Ῥωμαίοις. μεγαλοφρόνως τοίνυν
ὁ Πρίσκος πρέσβιν ὡς τὸν Χαγάνον ἐξέπεμψε (Θεόδωρος ὄνομα αὐτῷ), τὴν φύσιν ἄνδρα δεξιόν τε καὶ εὐεπίβολον, τὴν τέχνην ἰατρόν, τὴν γλῶτταν ἐλεύθερον. οὗτος δὲ κραταιὸς242

6

.

11

.

8

πρὸς τὸν Χαγάνον ἐγίνετο. ὁ μὲν οὖν βάρβαρος φρονημα‐ τισθεὶς ἐπὶ τοῖς αὐτῷ συγκυρήσασι λίαν ὑψαυχενίζετο, καὶ κύριον ἑαυτὸν ἔθνους ἔφασκεν ἅπαντος, μὴ προσεῖναι τε, ὅσον περ ἥλιος ἀνατείνει τὸ βλέμμα, τὸν ἀντιτάξασθαι δυνη‐

6

.

11

.

9

σόμενον. διά τοι τοῦτο ὁ πρέσβις ἱστορίας πολλῆς γενόμενος κάτοχος βαρβαρικὰ παραδείγμασιν ἐταπείνου φρυάγματα. εἰπεῖν δὲ καὶ τὰ τῆς ἱστορίας οὐκ ἀνακόλουθον ὕπεστιν. ἔφησε γάρ “ἄκουε, Χαγάνε, παλαιοῦ τινος καὶ λίαν σοφοῦ
5διηγήματος.” ἐπεὶ δὲ ἡ ἔναρξις προσεχῆ πρὸς ἀκρόασιν [ἐν]εποίει τὸν βάρβαρον, οὐκ ἐλάμβανεν ἐγκοπὴν ἡ τῆς

6

.

11

.

10

ἱστορίας ἀφήγησις. “Σέσωστρίν φασι γεγενῆσθαί ποτε ἄνδρα λίαν εὐδαίμονα καὶ τῆς Αἰγυπτιακῆς βασιλείας ἐπιφανέστατον.” τοῦτον κομᾶν ἐπὶ τῷ πλούτῳ λόγος πρεσβύτης ἐρεῖ, ταῖς δὲ

6

.

11

.

11

δυνάμεσι πεφυκέναι λίαν ἀκαταμάχητον. τὸν δὲ ἐπὶ τοσοῦτον ὡς ἔπος εἰπεῖν κραιπαλᾶν, ὥστε ἁρμάμαξαν συμπήξασθαι χρυσοκόλλητον, λίθους τε τιμίους ταύτῃ περιβαλεῖν, ἐφιζάνειν τε ἐπὶ ταύτης τὸν βάρβαρον, καὶ ταῖς μὲν ἵπποις καὶ ταῖς
5ἡμιόνοις χαίρειν εἰπεῖν, τοὺς δὲ τῶν ἡττημένων βασιλέων τῷ ταύτης ζυγῷ [τοὺς] αὐχένας περιβαλεῖν, ἕλκειν τε ἐπὶ τῆς ἀγορᾶς τοὺς ἠτυχηκότας τῶν βασιλέων τὸ τοῦ Σεσώ‐

6

.

11

.

12

στριδος ὄχημα. τοῦ τοίνυν Αἰγυπτίων βασιλέως μὴ μετριο‐ παθοῦντος ἐπὶ ταῖς εὐπραγίαις, ἀλλὰ περιφανῶς πολλάκις
κατονειδίζοντος τοῖς ἡττημένοις τὴν συμφοράν, ἕνα τινὰ τῶν βασιλέων φασὶ τῶν ὑποβεβλημένων τῷ ζυγῷ τοῦ ὀχήματος243
5ἐν μεγάλῃ τινὶ καὶ περιφανεῖ ἑορτῇ, τῶν Αἰγυπτίων συρρευ‐ σάντων ὄχλων, μὴ ἐθέλειν ἕλκειν τὸ ὄχημα πυκνά τε εἰς τοὐπίσω συστρέφεσθαι καὶ τὴν ἐπὶ τῶν τροχῶν κίνησιν

6

.

11

.

13

διορᾶσθαι. ἀσυμφώνου τοίνυν τῆς ὁλκῆς γινομένης διὰ τὸ μὴ μίαν σύννευσιν τοὺς ἐπὶ τούτῳ συντεταγμένους ποιή‐ σασθαι, ὁ τῶν Αἰγυπτίων βασιλεὺς ἔφησε πρὸς τὸν τὰς πυκνὰς ποιούμενον συστροφάς· “ἄνθρωπε, τί πρὸς τοὐπίσω
5τὸ βλέμμα κινεῖς; τί τοὺς τροχοὺς ἱστορεῖς; ποῖ διεξιέναι

6

.

11

.

14

κέχηνας;” τὸν δὲ φῆσαι μετὰ φιλοσοφίας πολλῆς πρὸς τὸν Σέσωστριν· “τεθαύμακα τῶν τροχῶν τὰ κινήματα· ἀνώμαλον ἔχει τὴν κίνησιν. τὰ τοίνυν τούτων μέρη μετεωρούμενα αὖθις καταχθόνια γίνεται, καὶ ἔμπαλιν τὰ περιπέζια μετὰ τοῦτο

6

.

11

.

15

ἀπαιωρίζεται.” τούτων τοιγαροῦν λέγουσιν ἀκηκοότα τὸν Σέσωστριν παιδευθῆναι μὴ μέγα φρονεῖν νομοθετῆσαί τε τοὺς βασιλικοὺς αὐχένας τῶν ζυγῶν ἀφεθῆναι, εἶτα ἡμιόνοις τὴν ὁλκὴν ἐπιτρέψαι. “ταῦτα σὲ παιδευέτω, Χαγάνε. οὐδὲν

6

.

11

.

16

ἀπιστότερον εὐπραγίας.” ὁ μὲν οὖν Χαγάνος ἀποθαυμάσας τὴν ἐπιείκειαν τοῦ ἀνδρὸς κολάζει τὸν τῦφον, καταπαύει τὸ θράσος, μεταβάλλει πρὸς εἰρηναίαν σχέσιν τὰ πράγματα. τοιγαροῦν ὥρας ἀποσιωπήσας πολλὰς ἔφησε πρὸς Θεόδωρον·

6

.

11

.

17

“οἶδα καὶ τυραννεῖν θυμὸν ἐξοιδαίνοντα, οἶδα καὶ στρατεύειν ὀργήν, ἀλλ’ ὅτε καιρὸς χαλεπότητος. διαλέλυμαι τῷ Πρίσκῳ, Θεόδωρε. ἔστω δέ μοι καὶ αὐτὸς φίλος ἐπιεικής. ἀγέραστος
τῆς λείας μὴ μενέτω Χαγάνος. ἐπὶ τῆς ἐμῆς γῆς ἐπιβέβηκεν,244
5περὶ τοὺς ἐμοὺς ὑπηκόους ἐξήμαρτεν. ἔστω τὰ τῆς εὐπρα‐

6

.

11

.

18

γίας κοινά.” ἐπὶ τούτοις φιλοφρονησάμενος πρὸς τὸν Πρίσκον τὸν Θεόδωρον πέπομφεν. ὁ μὲν οὖν Θεόδωρος γεγονὼς πρὸς τὸν Πρίσκον διεξῆλθεν αὐτῷ τοῦ βαρβάρου τοὺς λόγους, ὁ δὲ Πρίσκος τῇ ὑστεραίᾳ ἐκκλησίαν ἐκάθισε παρῄνει τε
5Ῥωμαίοις κοινωνὸν τῶν λαφύρων ποιήσασθαι καὶ τὸν βάρ‐

6

.

11

.

19

βαρον. οἱ δὲ Ῥωμαῖοι τέως πρὸς τὸ συνοίσειν μὴ ἐνδημή‐ σαντες κατεστασίαζον τοῦ στρατηγοῦ. ὁ δὲ στρατηγὸς πολλοῖς καὶ ποικίλοις καὶ λίαν ἐντελέσι λόγοις χρησάμενος τὰς δυνά‐

6

.

11

.

20

μεις ὑπέπεισε δοῦναί τι τῷ βαρβάρῳ τῆς λείας. ἀπέδοντο τοίνυν Ῥωμαῖοι τοὺς ἑαλωκότας τῷ Χαγάνῳ βαρβάρους, τῶν δὲ λοιπῶν λαφύρων ἀμέτοχον αὐτὸν ποιησάμενοι διαλύουσι τὸ ἀμφίβολον. ἀσμενίσας τοίνυν ὁ Χαγάνος τὴν τῶν βαρ‐

6

.

11

.

21

βάρων ἀπόδοσιν χώραν ἐδίδου ταῖς διαβάσεσιν. οὕτω μὲν οὖν οἱ Ῥωμαῖοι πέντε χιλιάδας βαρβάρων τῷ Χαγάνῳ προῖκα καταβαλόμενοι ἐπὶ τὰ Δριζίπερα γίνονται. ὁ δὲ στρατηγὸς ἀφίκετο ἐς Βυζάντιον. τοιγαροῦν ὁ Μαυρίκιος
5τῷ Πρίσκῳ ἐμέμφετο σφάλμασί τε εὐηθείας αὐτὸν περιέβαλλεν ἀσυνέτως ἀποδεδωκότα τῷ βαρβάρῳ τὴν λείαν.

7

t

1

ΙΣΤΟΡΙΑ Ζʹ

7

.

1

.

1

Οὕτω μὲν οὖν Πρίσκος ἀπεχειροτονεῖτο, πολέμαρχος δὲ ὑπὸ τοῦ αὐτοκράτορος ὁ Πέτρος ἀναγορεύεται, ὃς καὶ αὐτάδελφος Μαυρικίου ἐτύγχανεν ὤν. ἐγχαράττει τοίνυν βασιλικὰς ἐπιστολὰς ὁ Μαυρίκιος, ταύτας τε τῷ στρατηγῷ
5ἐπιδοὺς τοῦτον ἀπεκδημεῖν τοῦ ἄστεος παρεσκεύαζε καὶ πρὸς

7

.

1

.

2

τὸ στρατόπεδον ἀφικέσθαι παρεκελεύετο. ἡ μία τοιγαροῦν τῶν βασιλικῶν ἐπιστολῶν στρατιωτικῆς ἐπιδόσεως τύπος ἐτύγχανεν· ὁ δὲ τύπος ἠβούλετο τριτταῖς μοίραις συντάτ‐ τεσθαι τὴν ἐπίδοσιν, δι’ ἐσθῆτος καὶ ὅπλων καὶ χαράγματος245

7

.

1

.

3

χρυσίου. ἀποφοιτήσας τοίνυν τῆς Πειρίνθου ὁ στρατηγὸς ἐπὶ τὰ Δριζίπερα γίνεται, καὶ καταλιπὼν τὰ Δριζίπερα τῇ Ὀδησσῷ προσομιλεῖ. τὸ μὲν οὖν στρατόπεδον ἐπιβεβηκότα τῆς Ὀδησσοῦ τὸν πολέμαρχον ἐπισήμως ὑπεδέχετο λίαν. τετάρτη
5δὲ ἡμέρα, καὶ ὁ πολέμαρχος στηλιτεῦσαι τῷ πλήθει τὰς βασι‐

7

.

1

.

4

λικὰς συλλαβὰς ἐνεχείρει. ἡ μὲν οὖν πληθὺς ἑώρα πρὸς τάραχον· προηκηκόει γὰρ τὸ βασιλικὸν πρόσταγμα. τοῦ τοίνυν στρατηγοῦ εἰς συνάθροισιν μίαν ἐπειγομένου τὰς δυνάμεις ποιήσασθαι, εἰς ὑπήκοον δὲ τῶν συνεληλυθότων τὰ τοῦ
5βασιλέως ποιήσασθαι λόγια, ἀποσκιρτᾷ τὸ στρατόπεδον, καὶ τὸν στρατηγὸν καταλιμπάνον ἀγέραστον ἀπὸ σημείων τεττάρων

7

.

1

.

5

μετὰ ταράχου στρατοπεδεύεται. ὁ δὲ Πέτρος καταστασιαζό‐ μενος ἀποκρύπτει τῶν βασιλικῶν προσταγμάτων τὰ λυπηρότερα. ἔχων δὲ ἀνὰ χεῖρα καί τινα βασιλικῶν θεσπισμάτων τοῖς πολεμίοις ὄχλοις συνοίσοντα, ἠξίου ταῦτα ἐμφανῆ τῇ Ῥω‐

7

.

1

.

6

μαϊκῇ δημοσιεῦσαι πληθύϊ. οἱ μὲν οὖν Ῥωμαῖοι ἐκκλησίαν ποιήσαντες ἐς Μαυρίκιον ἐβλασφήμουν, ὁ δὲ πολέμαρχος συνέσει καὶ πειθοῖ τὴν τῶν στρατοπέδων κατευνάσας ὀργὴν τὰς ἱλαρωτέρας τῶν τοῦ βασιλέως ἐπιστολῶν τοῖς ἐνόπλοις

7

.

1

.

7

ἐστηλίτευσε δήμοις. ἦν δὲ τὰ φιλοτίμως ἐν αὐταῖς περιεχό‐ μενα τάδε, τοὺς ἀριστεύοντας τῶν Ῥωμαίων καὶ ἐκ τῆς τῶν κινδύνων μεγαλοψυχίας περιπεπτωκότας τισὶ συμφοραῖς ἔχειν ἀπὸ τοῦ λοιποῦ τὴν ἀνάπαυλαν, τούτους δὲ ἐν ταῖς πόλεσιν
5ἀπομάχους πεφυκότας σιτίζεσθαι δαπάναις βασιλικαῖς, τοὺς δὲ παῖδας τῶν στρατευσαμένων καὶ ἐν πολέμοις ἀποβαλόντας
τοὺς φύσαντας ἀντὶ τῶν τεκόντων ἐγγράφεσθαι πρὸς τὸν246

7

.

1

.

8

πόλεμον. ταῦτα τοιγαροῦν ἐπὶ βημάτων τινῶν ὑψηλῶν τὸ ὁπλιτικὸν ἐκκλησιάσας ἐπέστρεφε πιθανῶς τε κατεδούλου. ἔνθεν καὶ μεταβολὴν τὰ τῆς ἀνίας ἐλάμβανεν, καὶ πρὸς τὴν ἐς Μαυρίκιον εὔνοιαν τὸν αὐτοκράτορα ἅπας ἐτέτραπτο.

7

.

1

.

9

τοιγαροῦν κατευφημεῖτο ὁ Καῖσαρ τῶν πρὸ μικροῦ ἀπολελυ‐ μένος διαβολῶν· τὸ γὰρ πλῆθος ἀβέβαιον ὂν σταθμῶν οὐδαμῶς ἐπιβέβηκεν, ταῖς ἐκ τοῦ παρήκοντος ἐκφοραῖς μετα‐ μορφούμενον εἰκῇ καὶ ὡς ἔτυχεν.

7

.

2

.

1

οὕτω μὲν οὖν ὁ στρα‐ τηγὸς ἐπὶ τοῖς λυπηροῖς πρὸς τὸ στρατόπεδον διελύσατο· τετάρτη δὲ ἡμέρα, καὶ τῷ αὐτοκράτορι τὰ περὶ τῆς στάσεως τῶν δυνάμεων κατεμήνυεν, ἀπολιπών τε τὴν Ὀδησσὸν ἐπὶ
5τὰ εὐώνυμα τῶν χώρων μεταφοιτᾷ, τῇ τε Μαρκιανοῦ συγ‐ γενόμενος πόλει χιλίους προθέειν τοῦ στρατοπέδου προσέταξεν. καὶ οὖν ἐντυγχάνουσιν οὗτοι ἑξακοσίοις Σκλαυηνοῖς λείαν

7

.

2

.

2

ἐπαγομένοις Ῥωμαίων πολλήν· τὰ γὰρ Ζαλδαπὰ καὶ Ἄκυς καὶ Σκόπις καταπρονομεύσαντες αὖθις ἐλαφυραγώγουν τοὺς ἀτυχήσαντας, ἦν δὲ αὐτοῖς ἐπὶ πλήθους πολλοῦ ἁμαξῶν ἡ

7

.

2

.

3

ἀποσκευὴ τῶν λαφύρων. ὡς δὲ ἐπιόντας ἔβλεψαν τοὺς Ῥω‐ μαίους οἱ βάρβαροι, εἶτα καὶ ἀντεβλέφθησαν, ἐπὶ τὸν φόνον τῶν αἰχμαλώτων ἐτράποντο. ἀναιρεῖται τοίνυν ἡ τῶν ἀρρένων

7

.

2

.

4

αἰχμαλώτων ἡβηδὸν ἡλικία. ἐπεὶ δὲ δύσφευκτος τοῖς βαρ‐ βάροις ὑπῆν ἡ συνάντησις, τὰς ἁμάξας συνθέντες περιε‐ βάλοντο χάρακα, ἅμα τοῖς μειρακίοις τὰ γύναια εἰς τὸ μεσαί‐

7

.

2

.

5

τατον τῆς τάφρου ἐναποθέμενοι. οἱ δὲ Ῥωμαῖοι πεπλησιακότες τοῖς Γέταις (τοῦτο γὰρ τοῖς βαρβάροις τὸ πρεσβύτερον ὄνομα) οὐκ ἐθάρρουν εἰς χεῖρας ἐλθεῖν· ἐδεδίεσαν γὰρ τὰ ἐκ τοῦ χάρακος κατὰ τῶν ἵππων ὑπὸ τῶν βαρβάρων ἀκόντια προερχό‐

7

.

2

.

6

μενα. ὁ τοίνυν τούτων ἐπιστατῶν (Ἀλέξανδρος ὄνομα αὐτῷ)
τῇ πατρίῳ τῶν Ῥωμαίων φωνῇ τοῖς Ῥωμαίοις ἐνεκελεύετο ἀποβῆναι τῶν ἵππων καὶ κατασυστάδην τῶν πολεμικῶν247

7

.

2

.

7

κινδύνων ἐφάπτεσθαι. ἀτὰρ οἱ Ῥωμαῖοι ἀποβάντες τῶν ἵππων προσομιλοῦσι τῷ χάρακι ἐδίδοσάν τε καὶ ἀντελάμβανον

7

.

2

.

8

τὰς ἐκπομπὰς τῶν βελῶν. τῆς μάχης τοιγαροῦν διαρκούσης ἑκατέρᾳ δυνάμει, Ῥωμαῖός τις εἰσεπήδησε καὶ ἀνεὶς ἐπὶ μιᾶς ἐπιβαίνει ἁμάξης συνηνωμένης τῷ χάρακι καὶ περιφρουρούσης τὸ βάρβαρον, εἶτα στὰς ἐπὶ ταύτης τῷ ξίφει τοὺς πλησιά‐

7

.

2

.

9

ζοντας ἔπαιεν. γίνεται τοίνυν τοῖς βαρβάροις ἀμεθόδευτον τὸ κακόν· λύουσι γὰρ ἐντεῦθεν οἱ Ῥωμαῖοι τῶν βαρβάρων τὸν χάρακα. οἱ δὲ βάρβαροι ἀπειρηκότες τοῦ σώζεσθαι τὴν ἐπίλοιπον τῆς αἰχμαλωσίας μοῖραν ἀπέσφαττον. οἱ δὲ Ῥω‐
5μαῖοι ἐγκρατῶς ἐπιθέμενοι ὀψέ που καὶ μόλις τοὺς περὶ τὸν

7

.

2

.

10

χάρακα βαρβάρους ἀπέκτειναν. δευτέρα δὲ ἡμέρα, καὶ οἱ νενικηκότες τῷ στρατηγῷ τὰ συγκυρήσαντα διεξῄεσαν. πεμ‐ πταῖος δὲ ὁ στρατηγὸς κατὰ τοῦτον τὸν χῶρον γενόμενος καὶ δὴ τὰ ἐπίχειρα τῶν προθεόντων ἰδὼν ἠμείψατο τοὺς

7

.

2

.

11

ἀνδραγαθήσαντας δώροις. τῇ δὲ ὑστεραίᾳ κυνηγετεῖν ὁ Πέτρος πειρώμενος γίνεται πρὸς ἄλσος βαθύ. συὸς τοίνυν μεγίστου ἐν τούτῳ τῷ τέμπει κατεμφωλεύοντος, καὶ τῆς ὑλακῆς τῶν κυνῶν γενομένης μεγάλης, τὸ θηρίον τοῦ ἑδράσματος ἐξανίστα‐

7

.

2

.

12

ται καὶ κατὰ τοῦ Πέτρου χωρεῖ. ὁ δὲ στρατηγὸς πρὸς φυγὴν ἀναστρέψας τὸν ἵππον τὸν εὐώνυμον πόδα ἐξέθλιψεν, δένδρῳ ὑψιτενεῖ προσραγείς. ὀδύναις τοιγαροῦν ὁ Πέτρος ἀφορήτοις σφακελιζόμενος ἐνδιατρίβει τῷ χώρῳ, ἐπὶ τῷ σφάλματι κρα‐

7

.

2

.

13

ταιῶς λίαν νοσηλευόμενος. ὁ δὲ Καῖσαρ ἀσχάλλων ἐπὶ τῇ τριβῇ τοῦ στρατηγοῦ τήν τε περὶ τὸν πόλεμον ἀπραξίαν

7

.

2

.

14

θαυμάσας τὸν στρατηγὸν ἐλογογράφει ταῖς ὕβρεσιν. ὁ τοίνυν Πέτρος τὴν ἐν γράμμασι δυσφημίαν μὴ φέρων τοῦ αὐτο‐ κράτορος, ἔτι πικρῶς ὑπὸ τῆς νόσου κατατρυχόμενος μετα‐ ποιεῖται τὸν χάρακα, καὶ τάφρους τέτταρας ἐναλλάξας ἐπὶ

7

.

2

.

15

τὰς τῶν Σκλαυηνῶν ἐνεφοίτα διατριβάς. δεκάτη δὲ ἡμέρα, καὶ ὁ αὐτοκράτωρ Μαυρίκιος βασίλειον ἐπιστολὴν τῷ αὐτα‐ δέλφῳ ἐξέπεμπεν ἐνδημῆσαι τῇ Θρᾴκῃ· ἠκηκόει γὰρ ὁ Μαυ‐ ρίκιος τῶν Σκλαυηνῶν τὰ πλήθη ἐς Βυζάντιον τὰς ὁρμὰς248

7

.

2

.

16

ἐπιφέρειν. ὁ δὲ στρατηγὸς ἐκ τούτου ἐπὶ τὸ Πιστοῦ γίνεται φρούριον, μετὰ τοῦτο πρὸς τὰ Ζαλδαπὰ ἀφικνεῖται. δευτέρα δὲ ἡμέρα, καὶ πρὸς τὴν Ἰατρὸν τὴν πόλιν φοιτᾷ, καὶ δῆτα τὸ Λαταρκίου φρούριον παραμείψας εἰς Νόβας στρατοπεδεύεται.

7

.

2

.

17

οἱ τοίνυν ἐγχώριοι ἀκηκοότες τὸν στρατηγὸν ἐλευσόμενον τοῦ ἄστεος ἐξεχώρησαν καὶ συνάντησιν αὐτῷ λίαν ἐπί‐ δοξον ἐποιήσαντο καὶ τὸν Πέτρον καθικετεύουσι συνθιασώ‐ την τῆς Λούππου γενέσθαι τοῦ μάρτυρος πανηγύρεως· κατ’
5ἐκείνην γὰρ τὴν ἡμέραν ἦν ἡ προεόρτιος ἑορτὴ Λούππου

7

.

2

.

18

τοῦ μάρτυρος. ὁ μὲν οὖν στρατηγὸς διημερεῦσαι περὶ τὸν χῶρον διὰ τὴν ἐκ τῆς ἀνάγκης ὁδοιπορίαν μὴ δύνασθαι ἔφασκεν· οἱ δὲ τοῦ ἄστεος παχύναντες τὴν ἀξίωσιν τῇ ὑπεροχῇ τῶν δεήσεων τὸν στρατηγὸν ἐβιάσαντο μέτοχον γενέσθαι τῆς

7

.

2

.

19

πανηγύρεως. ὁ μὲν οὖν Πέτρος ἡμέρας δύο ἀνὰ τὸ πόλισμα γεγονὼς ἀπαίρει ἐντεῦθεν καὶ ἐπὶ τὴν Θεοδώρου πόλιν τάφρον ἐχάραξεν, ὑπὸ πρώτην δὲ ἕω ἐν τῇ λεγομένῃ Κου‐ ρίσκᾳ φοιτᾷ.

7

.

3

.

1

τρίτη δὲ ἡμέρα, καὶ ἐν Ἀσήμῳ τῇ πόλει τὰς ἐπαύλεις ποιεῖται. ἐπεὶ δὲ οἱ τοῦ ἄστεος ἐμεμαθήκεσαν προσδόκιμον ὄντα τὸν στρατηγόν, ἔξω γεγονότες τοῦ ἄστεος συναντῶσι τῷ Πέτρῳ καὶ περιφανῆ τὴν περὶ τὸ ἄστυ τούτῳ

7

.

3

.

2

ἐπεποίηντο εἴσοδον. ἐν τῷ πολίσματι τούτῳ ἀπὸ πρεσβυτέρων χρόνων τινῶν ὁπλιτικὸν συνετέτακτο ἐπὶ διαφρουρᾷ τῶν τῆς πόλεως· πυκνότερον γὰρ περὶ ταύτην τὴν πόλιν οἷα διάτ‐

7

.

3

.

3

τοντες οἱ βάρβαροι κατεσπίλαζον. πυθόμενοι τοιγαροῦν τὸ ἐν ταύτῃ τῇ πόλει ὁπλιτικὸν καθεστὸς μέλλειν ἥκειν τὸν
στρατηγόν, τὰ σημεῖα ἀράμενον, ἃ βάνδα Ῥωμαῖοι κατονομά‐ ζουσιν, ἀποχωροῦσι τῆς πόλεως, εἶτα τοῖς ὅπλοις περιφραξά‐249

7

.

3

.

4

μενοι λίαν εὐκλεῶς τὸν στρατηγὸν ὑπεδέχοντο. ὁ μὲν οὖν Πέτρος τὸ μεγαλοπρεπὲς τῶν περὶ τὴν πόλιν στρατιωτῶν θεασάμενος ἐνεχείρει τούτους ἀπὸ τῆς πόλεως ἀφαιρεῖν καὶ ταῖς περὶ αὐτὸν συναναμῖξαι δυνάμεσιν. οἱ μὲν οὖν ἀστοὶ
5τό τε περὶ τὴν πόλιν ὁπλιτικὸν Ἰουστίνου τοῦ αὐτοκράτορος ὑπεδείκνυον νόμον χαριζόμενον τῇ πόλει τὴν ἔνοπλον ταύτην

7

.

3

.

5

διάδοχον πρόνοιαν. τῇ δὲ ἐπαύριον ὁ πολέμαρχος ἔνστασιν ποιησάμενος ἀφαιρεῖσθαι τῆς πολίχνης τοὺς συντεταγμένους ἐπὶ τῇ ταύτης φρουρᾷ κατηπείγετο. διὰ τοῦτο ἐπὶ τὸ τῆς πόλεως ἱερὸν οἱ περὶ τὴν πόλιν στρατιῶται τὴν καταφυγὴν

7

.

3

.

6

ἐποιοῦντο. τούτων ὁ στρατηγὸς ἀκηκοὼς τῷ ἐπισκοποῦντι ἐδήλου τῶν ἱερῶν ὑπεξαγαγεῖν αὐτούς. δυσανασχετοῦντος δὲ τοῦ ἱερέως, ἀποστέλλει ὁ στρατηγὸς Γέντζωνα τὸν ταξίαρ‐ χον μετὰ πλήθους στρατιωτῶν ἐξωθῆσαι πρὸς βίαν τοὺς ἐπὶ

7

.

3

.

7

τῷ νεῷ τὴν καταφυγὴν ποιουμένους. τούτων δὴ ἀκηκοότες οἱ ἐν τοῖς ἱεροῖς ἑδράσμασι καταφεύγοντες, ὅπλοις φραξά‐ μενοι τὰς θύρας τοῦ ἱεροῦ ἐναποκλείουσι πάντοθεν. ὁ μὲν οὖν Γέντζων τὴν ἔνστασιν τὴν ἐν τῷ ἱερῷ περιβόλῳ θεασά‐
5μενος τήν τε ἀτοπίαν τοῦ πράγματος διαγνούς, ἅμα δὲ

7

.

3

.

8

καὶ τὴν αἰδῶ τοῦ ναοῦ σεβασθείς, ἄπρακτος ἀπεφοίτα. ὁ δὲ στρατηγὸς καταθυμωθεὶς ἐπὶ τούτοις ἀποχειροτονεῖ τῆς στρατηγίας τὸν Γέντζωνα· ἦν δὲ ὁ Γέντζων τῆς πεζικῆς δυνάμεως ἡγεμών. τῇ δὲ ὑστεραίᾳ ἕνα τινὰ τῶν τοῦ βασι‐
5λέως σωματοφυλάκων, ὃν σκρίβωνα Ῥωμαῖοι κατονομάζουσιν, εἰς τὴν ἑαυτοῦ σκηνὴν μετάκλητον ποιησάμενος ἀναιδῆ τινα διεγχείρησιν τούτῳ προσέταττεν· ἡ δὲ ἀξίωσις ἦν τὸν ἐπι‐ σκοποῦντα τὴν πόλιν ἠτιμωμένως ἕλκειν ἐπὶ τὸν χάρακα.

7

.

3

.

9

τούτων οἱ τῆς πόλεως μάρτυρες γεγονότες ἅπαντες συναθροί‐ ζονται καὶ τὸν ὑπὸ τοῦ στρατηγοῦ ἀποσταλέντα κατὰ τοῦ ἱερέως ἐξωθοῦσι βίᾳ τῆς πόλεως, τάς τε πύλας τοῦ τείχους συγκλείσαντες καθύμνουν ταῖς εὐφημίαις τὸν αὐτοκράτορα,250

7

.

3

.

10

τὸν δὲ στρατηγὸν ὕβρεσι περιέβαλλον. ὁ δὲ Πέτρος περι‐ στοιχίσας ἀπὸ σημείου τῆς πόλεως ἐνηυλίζετο. ἐπεὶ δὲ τὰ τῆς ἐγχειρήσεως ἦν αὐτῷ κατονείδιστα, καταλιμπάνει τὸ πόλισμα, καὶ ἐς τὸ πρόσω βαδίσεως ἔναρξιν ἐποιεῖτο μεγάλαις
5βλασφημίαις προπεμπόμενος ἐκ τῆς πόλεως.

7

.

4

.

1

Ἕκτη δὲ ἡμέρα, καὶ πρὸς τὸ σκοπῆσαι τοὺς πολε‐ μίους ἄνδρας χιλίους συνέταξεν. οὗτοι ἑκατοντάσι δέκα Βουλ‐

7

.

4

.

2

γάροις προσπίπτουσιν. οἱ μὲν οὖν βάρβαροι, ἅτε δὴ εἰρήνης Ῥωμαίοις καὶ Χαγάνῳ ὑπούσης, ἀπεριμερίμνως ἐποιοῦντο τὴν βάδισιν· οἱ δὲ Ῥωμαῖοι γνώμῃ τοῦ στρατηγοῦ κατὰ τῶν βαρβάρων τοῖς ἀκοντίοις ἐκέχρηντο. οἱ δὲ Βούλγαροι
5πρέσβεις ἐξέπεμπον τήν τε μάχην ἀπεκηρυκεύοντο καὶ παρῄ‐

7

.

4

.

3

νουν Ῥωμαίοις τὴν εἰρήνην μὴ διαφθείρειν. ὁ δὲ τοῦ συντάγματος ἔξαρχος πρὸς τὸν στρατηγὸν τοὺς πρέσβεις ἐξέπεμπεν ἀπὸ σημείων ὀκτὼ πεφυκότα τοῦ χωρίου. καὶ οὖν ὁ Πέτρος τοὺς εἰρηναίους λόγους ἀποσεισάμενος τοῖς
5προθέουσιν ἐδήλου φόνῳ μαχαίρας τοὺς βαρβάρους παρα‐

7

.

4

.

4

χρῆμα ὀλλύναι. οἱ μὲν οὖν Βούλγαροι πρὸς μάχην ὡς οἷόν τε ἦν συμφραξάμενοι [πρὸς τὴν μάχην] χεῖρας ἐνέμιξαν, καὶ λίαν ἡρωϊκῶς συνταξάμενοι εἰς φυγὴν ἀποκλῖναι Ῥωμαίους

7

.

4

.

5

ἠνάγκασαν. τούτου δῆτα γεγονότος ὑπαναχωροῦσι κατὰ μικρὸν καὶ οἱ βάρβαροι ἐντροπαλιζόμενοι, ὀλίγον γόνυ γουνὸς ἐπα‐ μείβοντες, ἵνα καί τι τῆς Ὁμηρικῆς δέλτου τοῖς διηγήμασιν ἀναμίξωμεν· ἐδεδίεσαν γὰρ μή πως ἐπίθετος δύναμις τοῖς

7

.

4

.

6

ἡττηθεῖσι προσομιλήσασα αὖθις συσταίη πρὸς πόλεμον. ὁ
μὲν οὖν Πέτρος διητυχηκὼς τοῦ βουλήματος τὸν ταξίαρχον τῶν προθεόντων τῆς ἐσθῆτος γυμνώσας δουλοπρεπῶς ἐμαστί‐ γωσεν. παραγίνονται τοίνυν ἐπὶ τὸν Χαγάνον οἱ βάρβαροι251
5καὶ τὰ παρηκολουθηκότα παραγυμνοῦσιν αὐτῷ. ὁ μὲν οὖν βάρβαρος ὡς τὸν Πέτρον πρέσβεις ἐξέπεμπε καὶ παρα‐

7

.

4

.

7

σπονδοῦντί πως αὐτῷ κατωνείδιζεν. ὁ δὲ Πέτρος τοὺς πρέσβεις πιθανοῖς λόγοις ἀπεβουκόλησε καὶ ἄγνοιαν τοῦ σφάλματος προεφέρετο. δώροις τοίνυν λαμπροῖς καὶ λαφύρων ζημίαις μετατίθησι τὸν βάρβαρον πρὸς εὐμένειαν.

7

.

4

.

8

Τετάρτη δὲ ἡμέρα, καὶ πλησίον γίνεται τοῦ γείτονος ποταμοῦ, καὶ εἴκοσι συλλεξάμενος ἄνδρας ἐπεπόμφει δια‐ περαιοῦσθαι τὸν ποταμὸν καὶ διανοῆσαι τὰ τῶν πολεμίων

7

.

4

.

9

κινήματα. οἱ μὲν οὖν τὸν ποταμὸν διαπορθμευσάμενοι ἥλωσαν ἅπαντες. ὁ δὲ τρόπος τῆς ἁλώσεως οὗτος. εἴθισται τοῖς ἐπὶ κατασκοπῇ συνταττομένοις ἀεὶ τὰς νύκτας ποιεῖσθαι τὴν

7

.

4

.

10

βάδισιν, ἡμέρας δὲ λαμπούσης ὕπνοις προσομιλεῖν. οὗτοι πολλὴν τῇ προτεραίᾳ διαπεποιηκότες πορείαν, εἶτα κεκοπια‐ κότες ἐπὶ τοῖς σώμασιν, ὑπὸ τὸ λυκόφως εἰς ἀνάπαυλαν

7

.

4

.

11

τρέπονται περί τινα πλησίον λόχμην. περὶ δὲ τρίτην ἕω πάντων καθευδόντων, καὶ μὴ ὑπόντος τοῦ διαφρουροῦντός τινος, γίνονται περὶ τὴν λόχμην οἱ βάρβαροι. ἀποβάντες τοίνυν οἱ Σκλαυηνοὶ τῶν ἵππων ἐνεχείρουν ψυχάζειν τοῖς

7

.

4

.

12

τε ἵπποις ἀνακωχῆς μεταδιδόναι τινός. τοιγαροῦν ἐκ τοῦ παρήκοντος γίνονται οἱ Ῥωμαῖοι κατάφωροι. καὶ ζωγρη‐ θέντες οἱ δείλαιοι ἀνητάζοντο διεξελθεῖν, ὅσα τοῖς Ῥωμαίοις βεβούληται. οἱ μὲν οὖν ἀπογνόντες τὴν σωτηρίαν διεξῄε‐

7

.

4

.

13

σαν ἅπαντα. ὁ δὲ Πειράγαστος (φύλαρχος δὲ οὗτος τῆς πληθύος ἐκείνης τῶν βαρβάρων) τὰς δυνάμεις ἀναλαβὼν ἐπὶ τὰς τοῦ ποταμοῦ διαβάσεις στρατοπεδεύεται καὶ ταῖς ὕλαις ἐγκρύπτεται οἷά τις ἐπιφυλλὶς ἀθεώρητος.

7

.

5

.

1

ὁ δὲ στρατηγός, ὁ τοῦ αὐτοκράτορος ἀδελφός, ἀπευδοκιμήσας ἐντεῦ‐ θεν πολεμίους ὑπεῖναι κελεύει τὸν ποταμὸν διαπεραιοῦσθαι τὸ στράτευμα. χιλίων τοίνυν διανηξαμένων τὸν ποταμόν,
252

7

.

5

.

2

ἅπαντας ἀναιροῦσιν οἱ βάρβαροι. τοῦτο διεγνωκὼς ὁ στρα‐ τηγὸς κατεπείγει τὰ πλήθη μὴ ἀνακερμάτιστον [ἀλλὰ σύμφω‐ νον] ποιήσασθαι τὴν διάβασιν, ἵνα μὴ κατ’ ὀλίγον τὸν ποταμὸν περαιούμενοι παρανάλωμα τοῖς ἀντιπάλοις γενή‐
5σονται. οὕτω τοίνυν τῆς Ῥωμαϊκῆς κοσμηθείσης συντάξεως, περὶ τὴν ὄχθην τοῦ ποταμοῦ οἱ βάρβαροι παρατάττονται.

7

.

5

.

3

οἱ μὲν οὖν Ῥωμαῖοι ἀπὸ τῶν πορθμιδίων τοὺς βαρβάρους κατακοντίζονται, οἱ δὲ βάρβαροι τὰ πλήθη τῆς ἐκπομπῆς τῶν βελῶν φέρειν ἀδυνατήσαντες ὀρφανὰς τὰς ὄχθας καταλιμ‐

7

.

5

.

4

πάνουσιν. ἀναιρεῖται τοίνυν ὁ τούτων ταξίαρχος, ὃν Πειρά‐ γαστον ὁ λόγος φθάσας ἐδίδαξεν· βέλους γὰρ ἐπὶ τῆς λαγόνος καταβληθέντος αὐτῷ, ἐν καιρίῳ τε τῆς πληγῆς γεγονυίας, θάνατος αὐτῷ πραγματεύεται. καὶ οὖν πεπτωκότος τοῦ

7

.

5

.

5

Πειραγάστου τρέπεται πρὸς ἀποφυγὴν τὸ πολέμιον. γίνονται τοίνυν οἱ Ῥωμαῖοι κύριοι τῆς ὄχθης τοῦ ποταμοῦ. εἶτα τὰ πλήθη τῶν βαρβάρων περιβαλόντες φόνῳ πολλῷ πρὸς ἀπό‐ δρασιν χωρεῖν αὐτοὺς κατηνάγκαζον. τὴν δὲ δίωξιν ἐς
5μακρὰν μὴ οἷοί τε ὄντες ποιήσασθαι διὰ τὸ τῆς ἵππου

7

.

5

.

6

χηρεύειν, πρὸς τὸν χάρακα ἐπανέζευξαν. γίνεται τοίνυν τῇ ὑστεραίᾳ μεγάλη πλάνη τοῖς ποδηγοῦσι τὸ στράτευμα, ὅθεν καὶ ἀνυδρία τῷ στρατοπέδῳ ἐνέσκηψεν, καὶ τὰ τῆς συμφορᾶς ἐπετείνετο. οὐ φέροντος τοίνυν τοῦ ὁπλιτικοῦ τὴν σπάνιν
5τοῦ ὕδατος οἴνῳ παρεμυθοῦντο τὸ δίψος. ἡμέρα δὲ τρίτη, καὶ τὸ κακὸν ἐμηκύνετο. καὶ ἂν ἡ στρατιὰ διόλωλεν ἅπασα, εἰ μὴ βάρβαρός τις ἁλοὺς τὸν Ἡλιβακίαν αὐτοῖς ἐξέλεξε253

7

.

5

.

7

ποταμόν, τέτταρας παρασάγγας ἀπέχοντα. οὕτω μὲν οὖν οἱ Ῥωμαῖοι ἐξ ἑωθινοῦ περιτυγχάνουσιν ὕδατι. τοίνυν οἱ μὲν προκλίναντές πως τὰ γόνατα τοῖς χείλεσι τὸ ὕδωρ λαφύτ‐ τουσιν, οἱ δὲ ἐπικεκυφότες ταῖς χερσὶν ἠρύοντο ὕδατα, ἄλλοι

7

.

5

.

8

ἀπήντλουν ταῖς ὑδρίαις τὸ νᾶμα. δασέος δὲ τέμπους ὑπόντος εἰς τὸ ἀντιπέρας τοῦ ποταμοῦ, καὶ βαρβάρων ἐγκρυπτομένων αὐτόθι, γίνεται μεγίστη τοῖς Ῥωμαίοις ἐπήρεια· ἀκοντίοις γὰρ ἔβαλλον τοὺς ὑδρευομένους οἱ βάρβαροι. οὐκοῦν ἐξ ἀπόπτου

7

.

5

.

9

φόνος πολὺς ἐπεγίνετο. δυοῖν τοίνυν θάτερον ἦν ἑλέσθαι ἀνάγκη, τοῦ ὕδατος ἀπειπεῖν καὶ ἀπὸ τοῦ δίψους τὸν βίον ἀπο‐ λιπεῖν, ἢ μετὰ τοῦ ὕδατος ὑπαντλεῖν καὶ τὸν θάνατον. ἀτὰρ πορθμία οἱ Ῥωμαῖοι ναυπηγησάμενοι τὸν ποταμὸν διενήξαντο,

7

.

5

.

10

ὅπως κατάφωρον τὸ πολέμιον γένοιτο. ἐπεὶ δὲ πρὸς τὸ ἀντιπέρας τὸ ὁπλιτικὸν παρεγένετο, ἀθρόον οἱ βάρβαροι ἐπιθέμενοι τῶν Ῥωμαίων κρατοῦσιν. οἱ μὲν οὖν Ῥωμαῖοι νενικημένοι πρὸς φυγὴν ἀποκλίνουσιν. καταπολεμηθέντος τοίνυν ὑπὸ τῶν
5βαρβάρων τοῦ Πέτρου, Πρίσκος γίνεται στρατηγός, καὶ οὖν ἀποχειροτονηθεὶς τῆς ἡγεμονίας ὁ Πέτρος ἐς Βυζάντιον ἧκεν.

7

.

6

.

1

Πρὸ τεττάρων τοίνυν τούτων ἐνιαυτῶν (πρὸς γὰρ τὰ πρεσβύτερα τῆς ἱστορίας αὖθις γινόμεθα) Ἰωάννης ὁ τὴν ἐς Βυζάντιον ἐκκλησίαν ἰθύνων τὸν τῇδε βίον ἀπέλιπεν, ὃς διὰ τὸ καταφιλοσοφῆσαι λίαν τῶν ἡδονῶν τυραννῆσαί τε
5τῶν παθῶν αὐτοκράτορά τε τῆς κοιλίας γενέσθαι Νηστευτὴς

7

.

6

.

2

ὑπὸ τῶν Βυζαντίων κατωνομάζετο. λέγεται δὲ καὶ ὑπὸ Μαυ‐ ρικίου τοῦ αὐτοκράτορος ἱκανὰ δανεισάμενον τάλαντα γραμ‐ ματεῖον ἐκθέσθαι τήν τε οἰκείαν περιουσίαν ἐν ταῖς ὁμολογίαις

7

.

6

.

3

τοῦ δανείσματος ὑποθέσθαι. ἐπεὶ δὲ μετῆρεν ὁ ἱερεὺς τῶν τῇδε, ὁ αὐτοκράτωρ Μαυρίκιος τὴν τοῦ ἱεράρχου οὐσίαν
διερευνησάμενος εὑρίσκει τὸν ἄνδρα ἀχρηματίαν φιλοσοφήσαντα, καὶ λίαν ἀγασθεὶς τὴν ἐς ἄκρον τοῦ ἱερέως δικαιοσύνην254
5διέρρηξε προῖκα τὸ 〈πρὸ〉 μικροῦ συνταγὲν γραμματεῖον.

7

.

6

.

4

μηδὲν γὰρ τῷ ἱερεῖ ἕτερόν φασι τὸν βασιλέα εὑρεῖν ἢ σκίμποδα ξύλινον καὶ σισύραν ἐξ ἐρίου ἐς τὰ μάλιστα εὐτελῆ φαινόλην τε ἀκαλλῆ· δυσείμων γὰρ ἦν ὁ ἀνὴρ λιτότητι βίου κατα‐ λαμπόμενος. ταῦτα δήπου, ταῦτα ἀντὶ πολλῶν ἂν χρημάτων
5καὶ λίθων Ἰνδικῶν ὁ αὐτοκράτωρ Μαυρίκιος τιμησάμενος

7

.

6

.

5

εἰς τὰ βασίλεια μετηγάγετο. ταῖς ἐαριναῖς τοιγαροῦν τῶν Χριστιανῶν νηστείαις ἐναβρυνόμενος, χαίρειν φράσας ταῖς χρυσαῖς καὶ λιθοκολλήτοις κλίναις τοῖς τε νήμασι τῶν Σηρώων, ἐπὶ τοῦ ἱερέως ξυλίνην στιβάδα ὁ βασιλεὺς κατεπαννυχίζετο,
5θείας τινὸς ἐντεῦθεν ὥσπερ οἰόμενος μεταλήψεσθαι χάριτος.

7

.

6

.

6

Κατὰ τούτους τοὺς χρόνους οἱ περὶ τὴν Λιβύην Μαυρού‐ σιοι διωμοσίαν κατὰ τῶν Ῥωμαίων ποιοῦνται. ἐπεὶ δὲ τὰ πλήθη συνέρρευσαν, ἐς μέγα φόβου οἱ Καρχηδόνιοι γίνονται. ὁ μὲν οὖν Γεννάδιος, 〈ὃσ〉 τὸ τηνικαῦτα δὴ καιροῦ στρα‐
5τηγὸς ἐτύγχανεν ὢν τῆς Λιβύης, τεθεαμένος ἀμυθήτῳ πλήθει τινὶ τὸν κατ’ αὐτοῦ συστάντα πόλεμον, δόλῳ τοὺς βαρβάρους

7

.

6

.

7

κατεπολεμήσατο. ὑποκρινόμενος γὰρ πεποιῆσθαι ἅπαντα, ὅσα περ οἱ βάρβαροι βούλονται, καὶ εἰς ἄνεσιν περιτρέψας τὸ βάρ‐ βαρον εὐωχουμένοις αὐτοῖς ἐπιτίθεται. τοῦ φόνου τοιγαροῦν γεγονότος πολλοῦ τῆς τε λείας περιφανοῦς ὁ Καρχηδόνιος
5πόλεμος ἐλάμβανε τὴν διάλυσιν. οὕτω μὲν οὖν 〈τὰ〉 κατὰ τὴν Λιβύην εὖ καὶ μάλα καλῶς διετίθετο τοῖς Ῥωμαίοις.

7

.

6

.

8

Ἐν ταύταις ταῖς ἡμέραις κομήτης ἐν τῷ ὑπεκκαύματι φαίνεται. περὶ τούτων τοιγαροῦν τῶν δοκούντων συνεστάναι ἀστέρων οἱ μὲν φιλόσοφοι πρὸς μετεωρολογικὰς καταφεύγουσιν
ἀφορμάς, ἃς Σταγειρῖται καὶ Πλάτωνες ἐν τῷ Ἑλικῶνι τῆς255

7

.

6

.

9

μνήμης βίβλοις ἐναπεγράψαντο· ἀστρολόγοι δὲ καὶ ἱστοριο‐ γράφοι τινὲς προαγόρευσιν ἐσομένων τινῶν λυπηρῶν ἀπε‐ φήναντο. ἀλλ’ ἡμεῖς τοὺς περὶ τούτων λόγους τῇ ἀναβολῇ τῆς διηγήσεως χαρισάμενοι πρὸς τὸν σκοπὸν ἐπιτοξάζεσθαι
5τὴν ἱστορίαν καταναγκάσωμεν.

7

.

7

.

1

Ἦρος ἀρχομένου καὶ ὁ Πρίσκος τοῦ Βυζαντίου ἀπο‐ φοιτᾷ. εἶτα πρὸς τῇ Ἀστικῇ τὰς δυνάμεις συνήθροισε τόν τε ἀριθμὸν τῆς δυνάμεως ἐξετάσας εὑρίσκει ὁ στρατηγὸς πολὺ

7

.

7

.

2

τῶν Ῥωμαίων πλῆθος διαφθαρέν. πειρᾶται τοιγαροῦν ἐς Μαυρίκιον τὸν αὐτοκράτορα κατάδηλα τὰ τοῦ Πέτρου ποιήσα‐ σθαι σφάλματα. ὅμως ὑποπείθεται ὑπὸ συμβούλων τινῶν

7

.

7

.

3

κρύψαι τὰ πλημμελήματα. δέκα τοίνυν καὶ πέντε ποιησά‐ μενος χάρακας τόν τε Ἴστρον διαπεραιωθεὶς ποταμόν, τετάρτη ἡμέρα, καὶ εἰς Νόβας τὰς ἄνω ὁ στρατηγὸς παραγίνεται. ὁ δὲ Χαγάνος τοῦτο μεμαθηκὼς ὡς τὸν Πρίσκον πρέσβεις
5ἐξέπεμψε τήν τε αἰτίαν ἐξηρευνᾶτο μαθεῖν τῆς τῶν Ῥωμαίων

7

.

7

.

4

ἀφίξεως. ὁ δὲ στρατηγὸς τοὺς τόπους ἔφασκεν εὐφυεῖς ἐς κυνηγέσια πεφυκέναι, ἱππασίμους τε καὶ λίαν εὐύδρους. ὁ δὲ Χαγάνος ἐδήλου ἐπ’ ἀλλοτρίας γῆς ἐπιβαίνειν Ῥωμαίους, παρασπονδῆσαί τε Πρίσκον, καὶ ἀοράτως τὴν εἰρήνην ὑπ’

7

.

7

.

5

αὐτοῦ περισχίζεσθαι. ἔφασκε τοίνυν ὁ Πρίσκος Ῥωμαϊκὸν ὑπεῖναι τὸ ἔδαφος, ὁ δὲ βάρβαρος ὅπλοις καὶ νόμοις πολέμων Ῥωμαίους ἀποκτήσασθαι τοῦτο. τοῦ τοίνυν Χαγάνου ζυγομα‐ χοῦντος καὶ διαμφιβάλλοντος περὶ τούτων τῶν τόπων, φασὶ
5τὸν Πρίσκον τὴν ἐκ τῆς ἕω ἀπόδρασιν ὀνειδίσαι Χαγάνῳ.

7

.

7

.

6

Ἀλλ’ ἐπεὶ περὶ τῶν Σκυθῶν τῶν πρὸς τῷ Καυκάσῳ τῶν τε πρὸς βορρᾶν τετραμμένων μνήμην ἐποιησάμεθα, φέρε δή, φέρε τὰ παρηκολουθηκότα κατὰ τούτους τοὺς χρόνους τοῖς μεγίστοις ἔθνεσι τούτοις ὥσπερ ἐμβόλιμά τινα διηγήματα

7

.

7

.

7

τὴν ἱστορίαν μεσολαβήσαντες παραθώμεθα. θέρους ἐνεστῶτος κατὰ τοῦτον δὴ τὸν ἐνιαυτὸν ὁ πρὸς τῇ ἕῳ ὑπὸ τῶν Τούρ‐ κων Χαγάνος ὑμνούμενος πρέσβεις ἐξέπεμψε Μαυρικίῳ τῷ αὐτοκράτορι, ἐπιστολήν τε συντεταχὼς ἐπινίκια ἐνεχάραττεν256

7

.

7

.

8

ἐν αὐτῇ. ἡ δὲ τῆς ἐπιστολῆς ἐπιγραφὴ εἶχεν ἐπὶ λέξεως οὕτως “τῷ βασιλεῖ τῶν Ῥωμαίων ὁ Χαγάνος ὁ μέγας δεσπότης ἑπτὰ γενεῶν καὶ κύριος κλιμάτων τῆς οἰκουμένης ἑπτά.” τῷ ὄντι γὰρ τὸν ἐθνάρχην τῶν Ἀβδελῶν (φημὶ δὴ τῶν
5λεγομένων Ἐφθαλιτῶν) καταπολεμήσας οὗτος αὐτὸς ὁ Χαγάνος

7

.

7

.

9

ἐνίκησε τήν τε τοῦ ἔθνους ἀρχὴν περιεβάλετο. ἐπὶ τῇ νίκῃ τοίνυν εἰς μέγα ἀρθεὶς καὶ τὸν Στεμβισχάδαν σύμμαχον ποιησάμενος τὸ τῶν Ἀβάρων ἔθνος κατεδουλώσατο. ἀλλὰ μή τις οἰέσθω παριστορεῖν ἡμᾶς τὰ κατὰ τούτους τοὺς χρόνους
5Ἀβάρους εἶναι διανοούμενος τοὺς ἀνὰ τὴν Εὐρώπην καὶ τὴν Παννονίαν προσοικοῦντας βαρβάρους, καὶ τούτων τὴν ἄφιξιν πρεσβυτέραν γενέσθαι τῶν χρόνων Μαυρικίου τοῦ αὐτοκράτορος.

7

.

7

.

10

ψευδωνύμως γὰρ Ἀβάρων προσηγορίαν οἱ περὶ τὸν Ἴστρον περιεβάλοντο βάρβαροι· ὅθεν δὲ τὸ γένος αὐτοῖς, ὅσον οὔπω εἰρήσεται. ἡττηθέντων γοῦν τῶν Ἀβάρων, (πρὸς γὰρ τὸν λόγον ἐπάνιμεν) οἱ μὲν πρὸς τοὺς κατέχοντας τὴν Ταυγὰστ τὰς ἀπο‐

7

.

7

.

11

φυγὰς ἐποιήσαντο. ἡ δὲ Ταυγὰστ πόλις ἐπιφανής, τῶν τε λεγο‐ μένων Τούρκων ἀπῴκισται χιλίοις πρὸς τοῖς πεντακοσίοις σημείοις· αὐτὴ ὅμορος καθέστηκε τοῖς Ἰνδοῖς. οἱ δὲ περὶ τὴν Ταυγὰστ αὐλιζόμενοι βάρβαροι ἔθνος ἀλκιμώτατον καὶ πολυαν‐
5θρωπότατον, καὶ τοῖς κατὰ τὴν οἰκουμένην ἔθνεσι διὰ τὸ μέγεθος

7

.

7

.

12

ἀπαράλληλον. ἕτεροι τῶν Ἀβάρων διὰ τὴν ἧτταν πρὸς ταπει‐
νοτέραν ἀποκλίναντες τύχην παραγίνονται πρὸς τοὺς λεγο‐ μένους Μουκρί. τοῦτο δὲ τὸ ἔθνος πλησιέστατον πέφυκε τῶν Ταυγάστ, ἀλκὴ δὲ αὐτῷ πρὸς τὰς παρατάξεις πολλὴ257
5διά τε τὰ ἐκ τῶν γυμνασίων ὁσημέραι μελετήματα διά τε

7

.

7

.

13

τὴν περὶ τοὺς κινδύνους τῆς ψυχῆς ἐγκαρτέρησιν. ἐπιβαίνει τοίνυν καὶ ἑτέρας ἐγχειρήσεως ὁ Χαγάνος, καὶ τοὺς Ὀγὼρ ἐχειρώσατο πάντας. ἔθνος δὲ τοῦτο τῶν ἰσχυροτάτων καθέ‐ στηκε διά τε τὴν πολυανδρίαν καὶ τὴν πρὸς τὸν πόλεμον
5ἔνοπλον ἄσκησιν. οὗτοι δὲ πρὸς ταῖς ἀνατολαῖς τὰς οἰκήσεις ποιοῦνται, ἔνθα ὁ Τὶλ διαρρεῖ ποταμός, ὃν Μέλανα Τούρ‐

7

.

7

.

14

κοις ἀποκαλεῖν 〈ἔθοσ〉. οἱ δὲ τούτου τοῦ ἔθνους παλαίτατοι ἔξαρχοι Οὐὰρ καὶ Χουννὶ ὠνομάζοντο· ἐκ τούτων καί τινα τῶν ἐθνῶν ἐκείνων τὴν ὀνομασίαν ἀπεκληρώσαντο Οὐὰρ καὶ Χουννὶ ὀνομαζόμενα.

7

.

8

.

1

Ἰουστινιανοῦ τοίνυν τοῦ αὐτο‐ κράτορος τὸ βασίλειον κράτος ἐπέχοντος, ἐκ τούτων τῶν Οὐὰρ καὶ Χουννὶ ὀλίγη ἀποδράσασα μοῖρα τοῦ ἀρχεγόνου φύλου

7

.

8

.

2

ἐκείνου ἐνδημεῖ τῇ Εὐρώπῃ. οὗτοι Ἀβάρους ἑαυτοὺς ὀνομά‐ σαντες τὸν ἡγεμόνα τῇ τοῦ Χαγάνου προσηγορίᾳ φαιδρύνουσιν. ὅθεν αὐτοῖς ὁ τρόπος πρὸς μετάθεσιν ὀνομάτων ἐχώρησεν,

7

.

8

.

3

λέξωμεν τῆς ἀληθείας κατὰ μηδὲν ἀφιστάμενοι. Βαρσὴλτ καὶ Οὐννουγοῦροι καὶ Σαβίροι Οὐννικά τε πρὸς τούτοις ἕτερα ἔθνη, ὁπηνίκα τῶν Οὐὰρ καὶ Χουννὶ ἔτι ἀπόμοιραν κατὰ τοὺς τόπους αὐτῶν ἀποδιδράσκουσαν ἐθεάσαντο, εἰς μέγιστον
5καταπίπτουσι φόβον, ὑποτοπήσαντες Ἀβάρους ὑπεῖναι τοὺς

7

.

8

.

4

ἐνδημήσαντας. διὰ τοῦτο δώροις λαμπροῖς τοὺς φυγάδας τιμήσαντες ἔδοξαν ἀντιλαμβάνειν παρ’ αὐτῶν τὴν ἀβλάβειαν. οἱ τοίνυν Οὐὰρ καὶ Χουννὶ ὡς εἶδον τὴν τῆς ἀποφυγῆς ἐπιδέξιον ἔναρξιν, τὴν πλάνην τῶν πρεσβευσαμένων οἰκειωσά‐258
5μενοι Ἀβάρους ἑαυτοὺς κατωνόμασαν· λέγεται γὰρ ἐν τοῖς ἔθνεσι τοῖς Σκυθικοῖς τὸ τῶν Ἀβάρων ὑπεῖναι ἐντρεχέστατον

7

.

8

.

5

φῦλον. ἀμέλει τοι καὶ μέχρι τῶν χρόνων τῶν καθ’ ἡμᾶς οἱ Ψευδάβαροι (λέγειν γὰρ οὕτως αὐτοὺς οἰκειότερον) ταῖς γενεαρχίαις διῄρηνται, καὶ οἱ μὲν Οὐὰρ ἀρχαιοπρεπῶς ὀνομά‐ ζονται, οἱ δὲ Χουννὶ προσαγορεύονται. ἐπεὶ δὲ τὰ περὶ τῶν

7

.

8

.

6

Ψευδαβάρων ὡς ἐν ἐπιτομῇ διεξήλθομεν, πρὸς τὰ συνεχῆ τῆς ἱστορίας τὴν ἔκθεσιν ποιησώμεθα. τοῦ τοίνυν Ὀγὼρ λίαν ἐγκρατῶς νενικημένου, τὸν τοῦ Κὸλχ ἐθνάρχην στόματι

7

.

8

.

7

ῥομφαίας ὁ Χαγάνος παρέδωκεν. ἀναιροῦνται τοίνυν ἐκ τούτου δῆτα τοῦ ἔθνους κατὰ τὸν πόλεμον μυριάδες τριά‐ κοντα, ὡς ὁδὸν ἡμερῶν τεττάρων ἐπέχειν τὴν τῶν καταπεπτω‐

7

.

8

.

8

κότων σωμάτων συνέχειαν. οὕτω δῆτα τῆς νίκης τῷ Χαγάνῳ μειδιώσης ἐπιφανῶς, συγκροτεῖται τοῖς Τούρκοις ἐμφύλιος πόλεμος. ἀνήρ τις Τουροὺμ ὀνομαζόμενος, πρὸς γένος καθε‐ στὼς τῷ Χαγάνῳ, νεωτερίσας δυνάμεις μεγάλας συνήθροισεν.

7

.

8

.

9

ἐπεὶ δὲ κατὰ τὴν μάχην τὰ τοῦ τετυραννηκότος ἦν ἐγκρατέ‐ στερα, πρεσβεύεται ὁ Χαγάνος πρὸς ἑτέρους τρεῖς μεγάλους Χαγάνους· ταῦτα δὲ τούτοις ὀνόματα, Σπαρζευγοῦν καὶ

7

.

8

.

10

Κουναξολὰν καὶ Τουλδίχ. συναθροισθείσης τοίνυν τῆς ὅλης ἐκτάξεως εἰς τὸ Ἰκὰρ (χῶρος δὲ οὗτος πεδίοις ἐνειλημένος μεγάλοις), τῶν τε ἀντιθέτων κατὰ τοῦτον δῆτα τὸν τόπον ἀντιταξαμένων ἡρωϊκῶς, πίπτει ὁ τύραννος καὶ εἰς φυγὴν
5αἱ συμμαχοῦσαι δυνάμεις ἐξέκλιναν, καὶ πολλοῦ γενομένου τοῦ φόνου πάλιν κύριος τῆς ἑαυτοῦ ὁ Χαγάνος χώρας ἐγένετο.

7

.

8

.

11

τούτων τῶν ἐπινικίων τὴν μήνυσιν διὰ τῶν πρέσβεων ὁ
Χαγάνος πρὸς τὸν αὐτοκράτορα Μαυρίκιον ἐπεποίητο. τὸ δὲ Ἰκὰρ τοῦ ὄρους τοῦ λεγομένου Χρυσοῦ τετρακοσίοις σημείοις259

7

.

8

.

12

ἀπῴκισται. τοῦτο δῆτα τὸ ὄρος ἐπὶ τὰς ἀνατολὰς ἔχει τὴν ἵδρυσιν, Χρυσοῦν δὲ παρὰ τῶν ἐγχωρίων κατονομάζεται τοῦτο μὲν διὰ τὴν δαψίλειαν τῶν ἐν αὐτῷ φυομένων καρπῶν, τοῦτο δὲ καὶ διὰ τὸ θρεμμάτων καὶ νωτοφόρων ζώων εἶναι
5κατάκομον. νόμος δὲ Τούρκοις τῷ ἐπικρατεστέρῳ Χαγάνῳ

7

.

8

.

13

τοῦ Χρυσοῦ ὄρους παραχωρεῖν. δυσὶ δὲ μεγίστοις τισὶ τὰ Τούρκων ἔθνη μεγαλαυχεῖ· φασὶ γὰρ ἄνωθεν αὐτοὺς καὶ ἐξ ἀρχῆς μηδέποτε λοιμῶν ἐπιδημίαν θεάσασθαι, τῶν τε σεισμῶν σπάνιν εἶναι κατ’ ἐκείνην τὴν χώραν. τὴν δὲ Βακὰθ
5ὑπὸ τῶν Οὐννουγούρων πάλαι ποτὲ πολισθεῖσαν καταπεσεῖν τοῖς σεισμοῖς, τὴν δὲ Σουγδαηνὴν καὶ λοιμῶν καὶ σεισμῶν

7

.

8

.

14

ἔμπειρον πεφυκέναι. τιμῶσι τοιγαροῦν οἱ Τοῦρκοι λίαν ἐκτόπως τὸ πῦρ, ἀέρα δὲ καὶ ὕδωρ γεραίρουσιν, ὑμνοῦσι τὴν γῆν· προσκυνοῦσι δὲ μόνως καὶ θεὸν ὀνομάζουσι τὸν

7

.

8

.

15

πεποιηκότα τὸν οὐρανὸν καὶ τὴν γῆν. τούτῳ θύουσιν ἵππους καὶ βόας καὶ πρόβατα, ἱερεῖς κεκτημένοι, οἳ καὶ τὴν τῶν

7

.

8

.

16

μελλόντων αὐτοῖς δοκοῦσιν ἐκτίθεσθαι προαγόρευσιν. κατ’ αὐτὸν τὸν χρόνον οἱ Ταρνιὰχ καὶ οἱ Κοτζαγηροὶ (καὶ οὗτοι δὲ ἐκ τῶν Οὐὰρ καὶ Χουννὶ) ἀπὸ τῶν Τούρκων ἀποδιδρά‐ σκουσι καὶ πρὸς τὴν Εὐρώπην γενόμενοι τοῖς περὶ τὸν

7

.

8

.

17

Χαγάνον τῶν Ἀβάρων συνάπτονται. λέγεται δὲ καὶ τοὺς Ζαβενδὲρ ἐκ τοῦ γένους πεφυκέναι τῶν Οὐὰρ καὶ Χουννί. ἡ δὲ γεγονυῖα ἐπίθετος δύναμις τοῖς Ἀβάροις εἰς δέκα χιλιάδας ἠκρίβωτο.

7

.

9

.

1

ὁ μὲν οὖν τῶν Τούρκων Χαγάνος τὸν ἐμφύλιον καταλυσάμενος πόλεμον εὐδαιμόνως ἐχειραγώγει τὰ πράγματα, ποιεῖται δὲ καὶ συνθήκας πρὸς τοὺς Ταυγάστ, ὅπως βαθεῖαν πάντοθεν τὴν γαλήνην ἐμπορευόμενος ἀστα‐

7

.

9

.

2

σίαστον τὴν ἀρχὴν καταστήσηται. ὁ δὲ τῆς Ταυγὰστ κλιμα‐ τάρχης Ταϊσὰν ὀνομάζεται, ὅπερ υἱὸς θεοῦ ταῖς Ἑλληνικαῖς φωναῖς ἐνσημαίνεται. ἡ δὲ ἀρχὴ τῆς Ταυγὰστ οὐ στασιά‐ ζεται· γένος γὰρ αὐτοῖς τὴν χειροτονίαν τοῦ ἡγεμόνος παρέχε‐260
5ται. τούτῳ δὲ τῷ ἔθνει θρησκεία ἀγάλματα, νόμοι δὲ δίκαιοι,

7

.

9

.

3

καὶ σωφροσύνης ἔμπλεος ὁ βίος αὐτοῖς. ἔθος δὲ τούτοις νόμον μιμούμενον, μηδέποτε κόσμῳ χρυσῷ καλλωπίζεσθαι ἄρρενας, καίτοι ἀφθονίας πολλῆς ἀργύρου τε καὶ χρυσοῦ κύριοι καθεστῶτες διὰ τὰς μεγάλας καὶ ἐπωφελεῖς ἐμπορίας.

7

.

9

.

4

ταύτην τὴν Ταυγὰστ ποταμὸς διορίζει. πάλαι τοίνυν ποτὲ δύο μεγίστοις ἔθνεσιν ὁ ποταμὸς ἐμεσίτευεν ἀντιθέτοις ἀλλήλοις·

7

.

9

.

5

ἐσθὴς δὲ τῷ μὲν ἑνὶ μέλαινα, τῷ δὲ ἑτέρῳ κοκκόβαφος. ἐν τοῖς χρόνοις τοίνυν τοῖς καθ’ ἡμᾶς, Μαυρικίου τὰ Ῥω‐ μαίων σκῆπτρα ἐπέχοντος, καὶ τὸ ἔθνος τῶν μελαινοφόρων τοῖς τὴν ἐρυθρὰν περιβεβλημένοις ἐσθῆτα διαπεραιωσάμενον
5τὸν ποταμὸν συνίστησι πόλεμον, εἶτα νενικηκὸς τῆς ὅλης

7

.

9

.

6

ἡγεμονίας γίνεται κύριον. ταύτην δὴ τὴν Ταυγὰστ οἱ βάρ‐ βαροι λέγουσι κτίσαι τὸν Μακεδόνα Ἀλέξανδρον, ὁπηνίκα τούς τε Βακτριανοὺς καὶ τὴν Σογδοανὴν ἐδουλώσατο δέκα

7

.

9

.

7

καὶ δύο καταφλέξας μυριάδας βαρβάρων. ἐν ταύτῃ τῇ πόλει τὰ τοῦ βασιλεύοντος γύναια ἐκ χρυσοῦ πεποιημένας ἔχουσι τὰς ἁρμαμάξας, ἑλκομένην ἑκάστην ὑπὸ βοϊδίου ἑνὸς κεκο‐ σμημένου πολυτελῶς ἐκ χρυσοῦ καὶ λίθου μεγατιμίου· εἰσὶ

7

.

9

.

8

δὲ καὶ χαλινοὶ τοῖς βουσὶ χρυσοκόλλητοι. ὁ μὲν οὖν τὴν ἡγεμονίαν τῆς Ταυγὰστ ἀνειληφὼς ἑπτακοσίαις γυναιξὶ κατε‐ παννυχίζετο. τὰ δὲ γύναια τῶν περιφανεστέρων τῆς Ταυγὰστ ἀργυραῖς κέχρηνται ταῖς ἁρμαμάξαις. λόγος δὲ καὶ ἑτέραν
5τὸν Ἀλέξανδρον δείμασθαι πόλιν ἀπὸ σημείων ὀλίγων·

7

.

9

.

9

Χουβδὰν ὀνομάζουσι ταύτην οἱ βάρβαροι. τεθνηκότα δὲ τὸν ἡγεμόνα ὑπὸ τῶν γυναίων πενθεῖσθαι διὰ παντὸς ξυρομένων μὲν τὰς κεφαλὰς καὶ μέλαιναν περιβαλλομένων ἐσθῆτα· καὶ νόμος αὐταῖς μηδέποτε τὸν τάφον ἀπολιπεῖν. ἡ δὲ Χουβδὰν261
5δύο μεγάλοις διείληπται ποταμοῖς, αἱ δὲ τούτων ὄχθαι ταῖς

7

.

9

.

10

κυπαρίττοις ὡς ἔπος εἰπεῖν κατανεύονται. ἐλέφαντες δὲ τῷ ἔθνει πολλοί. τοῖς δὲ Ἰνδοῖς κατὰ τὰς ἐμπορίας συνανα‐ μίγνυνται· τούτους δέ φασι τοὺς περὶ τὰ βόρεια τετραμ‐

7

.

9

.

11

μένους Ἰνδοὺς καὶ λευκοὺς πεφυκέναι. οἱ δὲ σκώληκες, ἐξ ὧν τὰ Σηρώων καθέστηκε νήματα, πάνυ παρὰ τῷ τοιούτῳ ἔθνει πολλοὶ ἐναλλὰξ καὶ ποικίλην τὴν χροιὰν κεκτημένοι, τήν τε περὶ τὰ τοιαῦτα ζῶα φιλοτεχνίαν φιλοτίμως ἀσκοῦσιν

7

.

9

.

12

οἱ βάρβαροι. ἵνα δὲ μὴ ἔξω τῆς νύσσης τὴν ἱστορίαν παροδηγήσωμεν, μέχρι τούτων περὶ τῶν Σκυθῶν τῶν πρὸς τῇ Βακτριανῇ καὶ Σογδοανῇ καὶ τῷ Μέλανι ποταμῷ.

7

.

10

.

1

Δεκάτη δὲ ἡμέρα (πρὸς γὰρ τὰ περὶ Πρίσκον παλιν‐ δρομήσομεν), καὶ ἄγγελοι εἰς τὸ τοῦ στρατηγοῦ σκηνοπήγιον γίνονται. ἠκηκόει τοίνυν ὁ Πρίσκος τὰ τείχη καταβαλεῖν τῆς Σιγγηδόνος τὸν βάρβαρον, καταναγκάζειν τε τοὺς λαοὺς
5τὰ οἴκοι καταλιπόντας εἰς τὴν πολεμίαν τὰς ἀποικίας ποιήσα‐

7

.

10

.

2

σθαι. καὶ οὖν ὁ Πρίσκος μηδὲν τῇ ἀναβολῇ ἀναθείς, τὸν ποταμὸν ναυτιλλόμενος εἰς Σιγγὰν τὴν νῆσον ἐλλιμενίζεται· αὕτη δὲ ἐπὶ τὸ ῥεῖθρον τοῦ Ἴστρου ἔχει τὴν ἵδρυσιν, ἀπῴκισται δὲ

7

.

10

.

3

Σιγγηδόνος τῆς πόλεως σημεῖα τριάκοντα. ὁ μὲν οὖν Πρίσκος τῇ νήσῳ τὰς δυνάμεις περιβαλών, ταχυναυτούσας ὁλκάδας παραστησάμενος, ἃς δρόμωνας εἴωθεν ὀνομάζειν τὸ πλῆθος, ἐπὶ τὰ Κωνσταντίολα παραγίνεται. ἐν τούτοις δῆτα τοῖς
5χώροις ἐντετυχηκὼς τῷ Χαγάνῳ εἰς λόγους γίνεται περὶ τῆς

7

.

10

.

4

Σιγγηδόνος ὁ στρατηγὸς πρὸς τὸν βάρβαρον. καὶ δῆτα ὁ βάρβαρος ἐπὶ τῆς ὄχθης τοῦ ποταμοῦ ἐφιζάνων τὰς ἀπο‐ κρίσεις παρείχετο, ὁ δὲ Πρίσκος ἐπιβεβηκὼς τῆς ὁλκάδος τῆς ἐντεύξεως εἴχετο. φασὶ τοιγαροῦν τῆς διαλέξεως τὸν262

7

.

10

.

5

Χαγάνον ἀπάρξασθαι, εἰπεῖν δὲ τῷ Πρίσκῳ· “τί ὑμῖν, ὦ Ῥωμαῖοι, καὶ τῇ γῇ τῇ ἐμῇ; τί περαιτέρω τοῦ πρέποντος πόδας ἐκτείνετε; ξένος ὁ Ἴστρος ὑμῖν, τὸ ῥόθιον τούτου πολέμιον. ὅπλοις ἐκτησάμεθα τοῦτον· τῷ δόρατι τοῦτον
5ἐδουλωσάμεθα. ἄπαγε τῆς ἀτοπίας, ὦ Πρίσκε. μὴ διαλύσῃς ἡσυχίαν δώροις ὑμῖν πραγματευθεῖσαν πολλοῖς. αἰδέσθητι τὰς σπονδάς, δυσωπήθητι τὴν τῶν ὅρκων ἀσφάλειαν.

7

.

10

.

6

ἡγείσθω εὐβουλία τῆς ἐγχειρήσεως, τὸ συνοῖσον τῆς ἐπιβολῆς τῶν πραγμάτων μὴ μετὰ τὸ παθεῖν βουλευσώμεθα. πρὸ τῆς ἐπιβολῆς ἡ βουλή. ἀδικεῖς τῇ προπετείᾳ τὰ πράγματα. τὸν κακῶς βουλευσάμενον πρῶτον ἡ ἐγχείρησις ἔβλαψεν.

7

.

10

.

7

κλέπτεις τὸν πόλεμον, στρατηγέ. εἰρήνην ἐνόθευσας καὶ παράταξιν, ὡς φίλος σπενδόμενος καὶ ὡς ἐχθρὸς συμπλεκό‐ μενος. ἢ θάτερον τοίνυν ἀπόλειπε, ἢ τὴν ἠρεμίαν μὴ

7

.

10

.

8

τάραττε.” ἔφησε δὲ καὶ ταῦτα ὁ βάρβαρος ἐπὶ λέξεως· “κρίναι ὁ θεὸς ἀναμέσον Χαγάνου καὶ ἀναμέσον Μαυρικίου τοῦ αὐτοκράτορος. ἡ παρὰ τοῦ θεοῦ ποτε ἐκζητήσοι ἀντί‐ δοσις.”

7

.

11

.

1

λόγος δὲ Πρίσκον ἐν ἀντιθέσεως μοίρᾳ ταῦτα προσειπεῖν τῷ Χαγάνῳ· “ἀδικεῖς Σιγγηδόνα τὴν πόλιν, ὦ ἄνθρωπε. τί τὰ τείχη καθελὼν πρὸς ἀποικίας αὐτὴν δυστυ‐ χεῖς ἐπιτείνεις; τυραννῶν ὡς ἀδικούμενος ἐγκαλεῖς. βιαζό‐

7

.

11

.

2

μενος ἐπηρεάζεσθαι ὑπὸ Ῥωμαίων περιθρυλεῖς. ἔασον ἠρεμεῖν λαὸν δυστυχήσαντα. ἀπόσχου πόλεως, ᾗ συμφορῶν περικυ‐ μαίνουσι κλύδωνες. ἐλέησον τὴν πολλάκις ὑπὸ σοῦ πορθη‐
θεῖσαν. ἐπίθες τῇ πλεονεξίᾳ καὶ ὅρους· ποίησον αὐτῇ καὶ263
5μεταίχμιον. δίδαξον αὐτὴν φιλοσοφῆσαι τὸ μέτρον· μέχρι τινὸς σταθήσεσθαι πρόσταξον. οἶμαι πολλοὺς κόσμους αὐτῇ

7

.

11

.

3

μὴ ἐξαρκεῖν πρὸς τὴν ἔφεσιν. ἀόριστον βούλημα οὐ λαμβάνει κράτος ἀσάλευτον. οὐδὲν ἀκόρεστον πάγιον. τὸ μὴ μέτρῳ ταλαντευόμενον οὐδὲ σφετερίζεσθαι πέφυκεν. ἀνεπίκτητόν

7

.

11

.

4

ἐστι τὸ ἄπειρον. καταστασιάζεται τὸ ἀσύμβατον. ἐπίθου κρηπῖδα τῷ ἔρωτι, μεθόδευσον τῷ κόρῳ τὸ ἄσχετον. ἄπληστος ὀφθαλμὸς ἀεί τι καινὸν νοσηλεύεται. ἀντιμετρεῖται τοῖς ἀνθρώποις τὰ πράγματα, τὰ τῆς τύχης ἀντηχεῖ ταῖς τροπαῖς.
5οὐδὲν εὐδαιμονίας καθέστηκε ῥευστικώτερον. ἡ νίκη κομᾷ τῷ πτερῷ, καὶ θριάμβων ὀλισθαίνουσι πόδες. οὐκ ἔστι

7

.

11

.

5

τροπαίων φύσις ἀθάνατος. σήμερον ἐπιγελῶσαν τὴν ἡμέραν ὁρᾷς ῥοδοειδῆ τε καὶ κροκινίζουσαν καὶ ὅλην ὡς ἔπος εἰπεῖν φωτεινὴν καὶ διαλάμπουσαν. αὔριον ὄψῃ ταύτην αὐτὴν σκυθρωπὸν ὁμοῦ καὶ δυσείμονα, ἀχλύϊ καταρδευομένην πολλῇ,
5καὶ ἀπὸ συστημάτων νεφῶν μελαινομένην συλλήβδην εἰπεῖν πρὸς ἀπρέπειαν.”

7

.

11

.

6

Θυμῷ τοιγαροῦν διακόψας ὁ Χαγάνος τὰ ῥήματα πολλὰς καθαιρήσειν προσηπείλησε πόλεις. ὁ μὲν οὖν βάρβαρος τὴν καθέδραν ἀπολιπὼν πρὸς τὴν ἑαυτοῦ σκηνὴν ἐπανέζευξεν· ὁ δὲ Πρίσκος τὸν Γούδουϊν μετάκλητον ποιησάμενος καὶ
5Ῥωμαϊκῇ τοῦτον περιφράξας δυνάμει τῇ Σιγγηδόνι βοηθεῖν

7

.

11

.

7

ἐγκελεύεται. ἀτὰρ ὁ Γούδουϊς ἐπὶ τὴν Σιγγηδόνα ναυτίλλεται· τὴν γὰρ Σιγγηδόνα δύο ποταμοὶ ἀγκαλίζονται, ὅ τε Σάος καὶ Δράος. ἐπεὶ δὲ οἱ περὶ τὴν Σιγγηδόνα βάρβαροι Ῥω‐ μαϊκὰς δυνάμεις ναυπηγησαμένας κατεῖδον, τὰς ἁμάξας πρὸ

7

.

11

.

8

τοῦ ἄστεος συστησάμενοι χαρακοῦσι τὴν πόλιν. τὴν τοίνυν τῶν Ῥωμαίων ὁρμὴν μὴ ὑπομεμενηκότες οἱ βάρβαροι, ἅμα δὲ καὶ τὸν λαὸν τῆς πόλεως ὀρρωδήσαντες, εἰς φυγὴν ἀπο‐ κλίνουσιν. οὕτω μὲν οὖν ὁ Πρίσκος ἀτυχοῦντα λαὸν διεσώ‐
5σατο. δευτέρᾳ δὲ ἡμέρᾳ περιβάλλουσι τείχη Ῥωμαῖοι τῇ264

7

.

11

.

9

πόλει. ὁ δὲ Χαγάνος ἐπὶ τούτοις παρεδριμύττετο, τήν τε καρδίαν σφακελιζόμενος ἀγγέλους πρὸς τὸν Πρίσκον ἐξέπεμπεν, ἐς τὸ φανερὸν τὰς σπονδὰς διαλύων. δεκάτη δὲ ἡμέρα, καὶ τὰς περὶ αὐτὸν δυνάμεις συναθροίσας ὁ βάρβαρος ἐπὶ τὸν
5Ἰόνιον κόλπον στρατεύει τὴν σάλπιγγα.

7

.

12

.

1

περὶ τούτους τοὺς τόπους ἡ Δελματία χώρα καθέστηκεν. τοίνυν ἱκανοὺς χάρακας ὁ βάρβαρος ποιησάμενος εἰς τὰς λεγομένας Βόγκεις ἐχώρησεν, καὶ δὴ παραστησάμενος τὴν πόλιν τοῖς μηχανή‐

7

.

12

.

2

μασι τεσσαράκοντα ἐξεπόρθησε φρούρια. ὁ δὲ στρατηγὸς τούτων διακηκοὼς τῶν δεινῶν δισχιλίοις μαχίμοις ὁπλίζει τὸν Γούδουϊν ἐπὶ κατασκοπῇ τε τῶν πραττομένων τοῦτον ἐξέπεμπεν. ὁ μὲν οὖν Γούδουϊς ἀναλαβὼν τοῦ ὁπλιτικοῦ

7

.

12

.

3

τοὺς λογάδας τῆς ὁδοιπορίας ἀπήρχετο. ἐκκλίνει τοιγαροῦν τὰς λεωφόρους ὁ Γούδουϊς καὶ διὰ δυσχωρίας ἀγνώστων τε ἀτραπῶν τὴν βάδισιν ἐπεποίητο, ἵνα μή που πολεμίας ὄψεως ἐπιφανείσης αὐτῷ ἐπισυρομένης πλήθη βαρβάρων εἰς τοὔ‐
5σχατον κακὸν παραγένηται. καὶ οὖν γενόμενος τῶν βαρβάρων πλησίον ὁρᾷ ἐξ ἀπόπτου τινὸς περισκοπῆς πλήθη λαῶν

7

.

12

.

4

παροδεύοντα. ἀποστείλας τοίνυν πεζοὺς ἄνδρας τριάκοντα παρακελεύεται ἰχνηλατεῖν τὸ πολέμιον. καὶ γοῦν οἱ Ῥωμαῖοι διά τινων παρεκτετραμμένων ὁδῶν ἐποιοῦντο τὴν βάδισιν. ὑπὸ δευτέραν τοιγαροῦν φυλακὴν τῆς νυκτὸς ἐλλοχῶσιν ὡς

7

.

12

.

5

ἐν παραβύστῳ τινὶ τὸ βάρβαρον ἀνιχνεύοντες. ἐν ταῖς ὕλαις τοιγαροῦν ἀποκρυπτόμενοι, καὶ τῆς νυκτὸς ἐπὶ τὰ μέσα παροδευούσης σημεῖα, ψυχῆς ἀρετῇ ἐφίστανται τοῖς βαρβάροις

7

.

12

.

6

οἱ Ῥωμαῖοι καθεύδουσιν. ἀπὸ σημείων δὲ δύο περιτυχόντες ἀνδράσι τρισὶ κραιπαλῶσι καὶ λίαν πεφυκόσιν ἐξοίνοις, τούτους ζωγρήσαντες, ὡς οἷόν τε ἦν ἀνετάσαντες τὰς τῶν
πολεμίων ἐπιβολὰς ἁπάσας διέγνωσαν. οἱ μὲν οὖν Ῥωμαῖοι265
5δεσμοῖς περιβαλόντες αὐτοὺς τῷ Γούδουϊ ζῶντας ἐξέπεμψαν.

7

.

12

.

7

Γούδουϊς δὲ ὁ ταξίαρχος μεμαθηκὼς ὑπ’ αὐτῶν δισχιλίοις ἀνδράσιν ὁπλίταις ἐπὶ φρουρᾷ τῆς λείας τὸν Χαγάνον συμ‐ φράξασθαι, ἥσθη ἐπὶ τῇ ἀγγελίᾳ· καὶ οὖν ἀποκρύπτεται ἔν

7

.

12

.

8

τινι φάραγγι. οἱ μὲν οὖν βάρβαροι λαμπούσης ἡμέρας τὴν προνομὴν διεσώζοντο, ὁ δὲ Γούδουϊς ἐπὶ τὰ νῶτα τούτων γενόμενος ἀθρόως τε ἐπιθέμενος τῷ δόρατι πάντας διέφθορεν, ἀνασωσάμενός τε τὴν λείαν πρὸς τὸν Πρίσκον μεγαλοψύχῳ

7

.

12

.

9

φρονήματι διεκόμισεν. ὁ δὲ Χαγάνος ταῦτα δὴ τὰ τῆς ἀπο‐ τεύξεως μεμαθηκὼς ἀθυμίᾳ πολλῇ κατεβέβλητο. ἐπὶ μῆνας τοιγαροῦν ὀκτωκαίδεκα καὶ περαιτέρω Ῥωμαίοις τε καὶ βαρ‐ βάροις τοῖς ἀνὰ τὸν Ἴστρον αὐλιζομένοις οὐδὲν ἄξιον συγ‐
5γραφῆς διαπέπρακται.

7

.

12

.

10

Ἔτους δὲ ἐννεακαιδεκάτου ἐπιστάντος τῷ αὐτοκράτορι, ἡ τῶν μελλόντων προαναγόρευσις γίνεται, τά τε κοινὰ τοῦ κόσμου ἐξομολογοῦνται παθήματα· ἀνὴρ γάρ τις πρὸς τὸν τῇδε κόσμον διαλυσάμενος καὶ ἐν ἀσκήσει θεωρίας τῶν
5ἀπορρήτων μετειληφὼς ἐπί τε τὸν μονήρη βίον κατακλιθείς, σπάθην γυμνώσας ἀπὸ τοῦ λεγομένου Φόρου (τῶν ἐπισήμων δὲ οὗτος τόπος τῆς πόλεως) μέχρι τῶν προαυλίων τῶν ἀνακτόρων ξιφήρης διαδραμών, ἅμα τὸν αὐτοκράτορα τοῖς

7

.

12

.

11

παισὶν ἐν φόνῳ μαχαίρας τεθνήξεσθαι προηγόρευεν. ὥρα δὲ θέρους, καὶ λόγος Ἡρωδιανὸν Μαυρικίῳ τῷ αὐτοκράτορι ἐς τὸ φανερὸν προαναγγεῖλαι τὰ ἀποτεύγματα· ὁ δὲ ἀνὴρ 〈οὐκ〉 ἐκτὸς θείας ὀμφῆς κατισχυρίζετο τὰ τῆς προρρήσεως ἐπι‐
5φανῆναι αὐτῷ.266

7

.

13

.

1

Καὶ γοῦν ἐν τούτῳ τῷ χρόνῳ ὁ παρὰ τοῖς Ἀβάροις Χαγάνος τιμώμενος τὰ περὶ ἑαυτὸν συλλεξάμενος πλήθη περὶ τὴν Θρᾳκικὴν Μυσίαν χωρεῖ, εἶτα Τομέᾳ τῇ πόλει ἐφίσταται. τούτων ὁ Πρίσκος πυθόμενος ἐπηρεαζομένῃ τῇ

7

.

13

.

2

πόλει προσομιλεῖ. Ῥωμαῖοι τοιγαροῦν καὶ οἱ βάρβαροι εἰς τὰ περὶ Τομέαν τὴν πόλιν στρατοπεδεύοντες ὥρας ἐπιγινο‐ μένης χειμῶνος οὐδαμῶς τὸν χάρακα διελύσαντο. τοῦ δὲ

7

.

13

.

3

ἦρος ἀνίσχοντος λιμὸς τοῖς Ῥωμαίοις ἐνέσκηψεν. μελλούσης δὲ ἐπιβήσεσθαι τῆς μεγάλης τῶν Χριστιανῶν ἑορτῆς, καὶ πάθος ὁμοῦ καὶ ἀνάστασιν τοῦ σωτῆρος ἑορτάζειν θεοῦ, τοῦ τε λιμοῦ τοὺς Ῥωμαίους καταπιέζοντος, παραδόξῳ προνοίᾳ
5τινὶ ὁ Χαγάνος πρὸς τοὺς Ῥωμαίους πρεσβεύεται. ἡ δὲ

7

.

13

.

4

ἀξίωσις ἦν λύσιν τῷ λιμῷ ἐπιθεῖναι. ὁ μὲν οὖν Πρίσκος ἐπὶ τῷ καινοπρεπεῖ τῆς ἀξιώσεως διηπόρει τε καὶ ἠπίστει· ἐπεὶ δὲ πίστεις Ῥωμαῖοί τε καὶ βάρβαροι ἔδοσαν καὶ ἀντε‐ λάμβανον, πενθημέρους σπονδὰς συστησάμενοι τὴν ἀφοβίαν
5ἐπραγματεύοντο. ἁμάξας τοιγαροῦν ὁ Χαγάνος ἐπισιτισμῶν

7

.

13

.

5

λιμώττουσι τοῖς Ῥωμαίοις παρείχετο. διὰ τοῦτο μέχρι τῶν χρόνων τῶν καθ’ ἡμᾶς τῶν παραδοξολογουμένων τὰ τῆς βαρβαρικῆς φιλανθρωπίας ταύτης καθέστηκεν. τετάρτη δὲ ἡμέρα, καὶ τῆς Ῥωμαϊκῆς δυνάμεως εὐθενούσης τοῖς πρὸς
5τὸ ζῆν ἀναγκαιοτάτοις τῷ βίῳ, ὁ Χαγάνος πρέσβεις ἐξέπεμπεν

7

.

13

.

6

Ἰνδικὰς ὑπὸ τοῦ Πρίσκου λαβεῖν ἀξιῶν καρυκείας. ὁ μὲν
οὖν στρατηγὸς τοῦ βαρβάρου τὴν ἀξίωσιν ἐθεράπευε πέπερί τε ἐξέπεμψε καὶ φύλλον Ἰνδικὸν κασίαν τε καὶ τὸν λεγόμενον κόστον. ὁ δὲ βάρβαρος τὰς Ῥωμαϊκὰς ἀπολαβὼν δωρεάς,267
5καταρωματισάμενος ἥσθη λίαν περιχαρῶς. γίνεται τοίνυν ἀπόμαχος μέχρις ὅτου Ῥωμαίοις ἡ δημοτελὴς ἐκείνη καὶ

7

.

13

.

7

μεγάλη πανήγυρις ἐπεπέραστο. συνηυλίζοντο τοιγαροῦν τὰ ἀντίθετα, καὶ οὐκ ἦν δέος ἐν ἑκατέραις δυνάμεσιν. οὐκοῦν ἀποτερματιζούσης τῆς ἑορτῆς ἀγγέλους ὁ Χαγάνος ἐξέπεμψε διακρίνεσθαι ἀπ’ ἀλλήλων ἀξιῶν τὰς δυνάμεις. οὕτω μὲν
5οὖν διαχωρίζεται ἀπὸ τῶν Ῥωμαίων ὁ βάρβαρος.

7

.

13

.

8

Ἑκταῖος δὲ ὁ Χαγάνος, ἐπεὶ ἠκηκόει Κομεντίολον δυνά‐ μεις ἀναλαβόμενον μέλλειν τῇ Νικοπόλει προσομιλεῖν, τὸ ὁπλιτικὸν συλλεξάμενος κατὰ Κομεντιόλου στρατοπεδεύεται. Κομεντίολος δὲ ἥκειν τὸν Χαγάνον ἀκούσας ἐπὶ τὴν Μυσίαν

7

.

13

.

9

χωρεῖ ἐπί τε Ζικίδιβα τὰς σκηνὰς συνεπήξατο. ἑβδομαῖος δὲ εἰς Ἰατρὸν ἀφικνεῖται τὴν πόλιν. ὁ δὲ βάρβαρος εἴκοσι παρασάγγας ἀφεστήκει Ῥωμαίων. νυκτὸς δὲ μεσούσης ἐν ἀπορρήτῳ πρὸς τὸν Χαγάνον ὁ τῶν Ῥωμαίων στρατηγὸς
5ἐξέπεμψεν ἄγγελον. εἶτα τὸ Ῥωμαϊκὸν προσέταξεν ἐξοπλί‐ σασθαι, ὡς ἐκ τοῦ παρήκοντος τὸν λόγον ποιούμενος· οὐ

7

.

13

.

10

γὰρ ἔφησε Ῥωμαίοις ἐξ ἑωθινοῦ ποιήσασθαι παράταξιν. οἱ μὲν οὖν Ῥωμαῖοι οὐ πολέμου χάριν ὑποτοπήσαντες ὁπλο‐ φορεῖν προστάξαι τούτοις τὸν στρατηγόν, τοῖς σιδηρείοις χιτῶσι τὰ περιστέρνια φράττουσιν· ἐδόκει γὰρ αὐτοῖς ἐξέτασιν

7

.

13

.

11

τοῦ ὁπλιτικοῦ ποιήσασθαι ἐθέλειν τὸν στρατηγόν. τὰς ἀκτῖνας τοίνυν ἡλίου περιβαλόντος τῇ γῇ, ὁρῶσιν οἱ Ῥωμαῖοι μετ’
εὐκοσμίας συντεταγμένον τὸν βάρβαρον, τήν τε ἔκταξιν κατ’ αὐτῶν συντόνως ποιούμενον. αἱ μὲν οὖν δυνάμεις αἱ περὶ268
5τὸν Κομεντίολον ἐβλασφήμουν εἰς τὸν πολέμαρχον αἴτιον αὐτὸν τῆς ἀπαρασκευάστου ταύτης ἀκοσμίας καταιτιώμεναι. θρύλου τοιγαροῦν γεγονότος μεγίστου, μένει ὁ βάρβαρος ἀπὸ σημείων δύο τῆς Ῥωμαίων πληθύος.

7

.

14

.

1

Ῥωμαῖοι τοιγαροῦν θεασάμενοι ἀναβολὴν τῆς ἐπιβολῆς τοὺς βαρβάρους λαμβά‐ νοντας σιδηροφοροῦσιν ἅπαντες λίαν ὁπλιτικῶς, καὶ ἦν αὐτοῖς

7

.

14

.

2

τὸ κακῶς παροφθὲν πρὸς διόρθωσιν εὔκαιρον. ὁ γὰρ Κο‐ μεντίολος τὰς τάξεις ἐτάραττεν, ποτὲ μὲν ἀπὸ τῆς μέσης φάλαγγος τὰς δυνάμεις μετατιθέμενος ἐπὶ τὸ εὐώνυμον κέρας, ποτὲ δὲ τοὺς ἀπὸ τῶν εὐωνύμων δυνάμεων ἐπὶ τὴν δεξιὰν
5μεταβάλλων σοφία. τῇ τοίνυν ἀλλοπροσάλλῳ μεταθέσει τῶν

7

.

14

.

3

τάξεων πολλῆς αἴτιοις γίνεται ἀκοσμίας. ἐντεῦθεν τάραχος ταῖς τάξεσι συνεκύρησεν. καὶ οὖν ὁ στρατηγὸς τῷ δεξιῷ τῆς παρατάξεως κέρατι ἐν παραβύστῳ ἐδήλου τὴν ἀποσκευὴν διασώσασθαι καὶ πρὸς φυγὴν παραυτίκα χωρῆσαι. ἀντὶ
5πολλοῦ τοίνυν τοῦτο οἱ προστεταγμένοι περιπτυξάμενοι ἀπο‐

7

.

14

.

4

κλίνουσι πρὸς φυγήν. ἐντεῦθεν αἱ λοιπαὶ τῶν Ῥωμαίων δυνάμεις τοῦτο θεώμεναι πρὸς τάραχον καταπίπτουσιν. δυομένου τοιγαροῦν τοῦ ἡλίου ἀπὸ σημείων δύο Ῥωμαίων ποιησαμένων χάρακα, ἐν τούτῳ δῆτα τῷ χώρῳ στρατοπεδεύ‐
5ονται. οἱ δὲ Ἄβαροι οὐ μετεφοίτων τῶν τόπων, ἔνθα τῇ

7

.

14

.

5

προτεραίᾳ τὰς διατριβὰς ἐποιήσαντο. μεσούσης δὲ τῆς νυκτὸς ἐν προσχήματι προθεόντων τινῶν ἐπιλέκτους ὁ στρατηγὸς συμφραξάμενος ἐν ἀπορρήτῳ διαφυγεῖν αὐτοῖς ἐγκελεύεται. εἶτα ἐξ ἑωθινοῦ ὁ Κομεντίολος τῷ σιδήρῳ ὡς ἔπος εἰπεῖν
5ἐνοπλισάμενος κατειρωνεύετο ὡς ἀπὸ τεττάρων σημείων κυνη‐ γετεῖν. διά τοι τοῦτο, ᾗ ποδῶν εἶχεν, τὴν ἀπόδρασιν ἐποιεῖτο.269

7

.

14

.

6

ἡλίου τοίνυν μεσοῦντος εἰς ἔννοιαν τῆς Κομεντιόλου ἀνοίας τὰ στρατόπεδα γίνεται, καὶ τὸν στρατηγὸν κατανενοηκότα τὰς φροντίδας πρὸς φυγὴν μετατιθέντα τὸν γείτονα διεπεραιώ‐ σαντο ποταμόν, καὶ ἀποδιδράσκουσι μετά τινος ἀκοσμίας

7

.

14

.

7

μεγίστης τεσσαράκοντα σημεῖα τοῦ χάρακος. ἐπεὶ δὲ ἀνηγε‐ μόνευτος ἡ ἀποφοίτησις ἦν, μεγίστοις περιπίπτουσι φόβοις. οἱ δὲ βάρβαροι κατόπιν βαδίζοντες τὸν λεγόμενον Ἰατρὸν διενήξαντο ποταμόν. ἐπιτιθεμένων τοίνυν τῶν πολεμίων

7

.

14

.

8

Ῥωμαίοις, τὸ ὁπλιτικὸν ἀπορία καὶ δέος μετήρχετο. γίνεται τοίνυν ἡ φυγὴ κραταιὰ τῆς Ῥωμαίων πληθύος. ἐντεῦθεν οἱ βάρβαροι τὰ ἐχυρώματα τῶν διαβάσεων περικάθηνται· κλεισούρας τῇ πατρίῳ Ῥωμαῖοι φωνῇ ἀποκαλεῖν ταῦτα εἰώ‐

7

.

14

.

9

θασιν. ἀτὰρ ἀναιροῦνται τῶν Ῥωμαίων πολλοί. ἐπεὶ δὲ ὁ φόνος τοῖς Ῥωμαίοις ἦν διαρκής, τὸ ὁπλιτικὸν συστησάμενον φάλαγγα ἐξωθεῖται βίᾳ τὸν βάρβαρον. οἱ τοίνυν Ἄβαροι τῇ

7

.

14

.

10

ῥύμῃ τῆς ἐπιθέσεως ἀποφοιτῶσι τῶν διαβάσεων. οὕτω μὲν οὖν οἱ Ῥωμαῖοι μεγάλοις κινδύνοις τῶν παρόδων ἀντιλαμ‐ βάνονται. ὁ δὲ Κομεντίολος ἀσχήμῳ φυγῇ πρὸς τὰ Δριζίπερα παραγίνεται καὶ ταῖς πύλαις προσομιλήσας τοῦ ἄστεος ἠξίου
5εἰσόδου τυχεῖν καὶ θερμοῖς ὕδασιν ἀπορρύψασθαι. οἱ δὲ ἀστοὶ ὕβρεσι καὶ λίθοις τὸν ἀπόμαχον στρατηγὸν ἀπεπέμ‐ ποντο. ὁ δὲ Κομεντίολος ἐπὶ τὰ τείχη γίνεται τὰ Μακρά.

7

.

14

.

11

οἱ δὲ βάρβαροι κατὰ σμικρὸν τῶν Ῥωμαίων εἰς τοὐπίσω τραπέντων ἐπὶ τὰ Δριζίπερα παραγίνονται τήν τε πόλιν ἐπόρθησαν καὶ τὸν Ἀλεξάνδρου ναὸν τοῦ περιφανοῦς ἐν

7

.

14

.

12

τοῖς μάρτυσι τῷ παμφάγῳ πυρὶ κατηνάλωσαν· τόν τε τάφον τοῦ μάρτυρος εὑρηκότες ἀργύρῳ περιρρεόμενον ἀνοσίως σκυλεύουσι καθυβρίζουσί τε τῇ ἐκβολῇ καὶ τὸ σῶμα τὸ ἐπὶ τῷ τύμβῳ ἐγκείμενον, καὶ λίαν ἐπὶ ταῖς νίκαις ὑψαυχενι‐270
5ζόμενοι ταῖς εὐωχίαις καταστιβαδεύονται.

7

.

15

.

1

Ἐν ταύταις τοιγαροῦν ταῖς ἡμέραις τὸ κατὰ πάντων τῶν ἐθνῶν κράτος αὐτοῦ ὁ ἡμέτερος πιστούμενος Ἰησοῦς, εἰς κληρονομίαν τε παρὰ τοῦ πατρὸς τὴν οἰκουμένην λαβὼν κατάσχεσίν τε τὰ πέρατα τῆς γῆς, οὐδαμῶς τῷ Χαγάνῳ

7

.

15

.

2

ἀμάρτυρον τὴν ἑαυτοῦ βασιλείαν παρῆκεν. ἀθρόᾳ γὰρ ἐπι‐ φοιτήσει λοιμοῦ τὰ τῶν βαρβάρων περιπίπτουσι πλήθη, καὶ ἦν αὐτοῖς τὸ κακὸν ἀπαραίτητον καὶ σοφίσματος οὐκ ἀνεχό‐ μενον. εἰσπράττεται τοιγαροῦν ὁ Χαγάνος, ἀνθ’ ὧν Ἀλέ‐
5ξανδρον ἠτιμάκει τὸν μάρτυρα, ἀξιολόγους ποινάς· ἑπτὰ γὰρ παῖδες αὐτῷ βουβῶσι περιτυγχάνουσι θέρμῃ τε ῥαγδαίᾳ τινὶ καὶ φλογώδει, καὶ ἐν ἡμέρᾳ μιᾷ τὸν τῇδε καταλύουσι βίον.

7

.

15

.

3

οὕτω μὲν οὖν ὁ Χαγάνος δυστυχῶς εὐτυχεῖ τὰ ἐπινίκια· ἀντὶ γὰρ παιώνων καὶ ᾀσμάτων καὶ ὕμνων καὶ κρότων χειρῶν καὶ συμφωνίας χορῶν καὶ γέλωτος κυματίζοντος θρή‐ νους εἶχε καὶ δάκρυα καὶ πένθη ἀπαρηγόρητα καὶ ζημίαν
5ἀνυπομόνητον. ἐβάλλετο γὰρ ὑπὸ στρατευμάτων ἀγγέλων, καὶ φανερὰ μὲν ἦν ἡ πληγή, ἀόρατος δὲ ἡ παράταξις.

7

.

15

.

4

Κομεντιόλου τοίνυν εἰς τὸ βασίλειον ἐνδημήσαντος ἄστυ, συνενδημοῦσιν αὐτῷ καὶ οἱ θόρυβοι, καὶ τῷ θρύλῳ κλυδωνι‐ ζομένης τῆς πόλεως, ἐζωγραφοῦντο ταῖς ἐλπίσιν οἱ κίνδυνοι, τῇ τε φαντασίᾳ τὰς ἀπαισίους τύχας ἅπας ἐγρηγόρως ὠνει‐

7

.

15

.

5

ρατεύετο. ἐς τηλικοῦτο τοίνυν κακοῦ τὰ τῶν Βυζαντίων ἐχώρει, ὡς καὶ τὴν Εὐρώπην καταλιπεῖν ἂν δοκιμάζειν αὐτοὺς καὶ πρὸς τὴν Ἀσίαν μεταφοιτᾶν πρός τε Χαλκηδόνα ποιή‐

7

.

15

.

6

σασθαι τὴν μετάστασιν. ἡ δὲ Χαλκηδὼν πόλις καθέστηκεν εἰς τὸ ἀντιπέρας τοῦ βασιλείου πολίσματος. ἐνομίζετο γὰρ ὁρμητήριον εὔθετον ὑπεῖναι τοῖς Βυζαντίοις ἡ Χαλκηδών.271

7

.

15

.

7

ὁ δὲ αὐτοκράτωρ τοὺς σωματοφύλακας ἀναλαβών, οὓς ἐξκου‐ βίτωρας Ῥωμαῖοι ἀναγορεύουσιν, καὶ τὸ ὁπλιτικὸν συλλεξά‐ μενος τὰ Μακρὰ διεφρούρησε τείχη. ὑπῆν δὲ αὐτῷ καὶ ἐκ

7

.

15

.

8

[τῆς] τῶν δήμων τῶν ἐς Βυζάντιον πλείστη ἀπόμοιρα. ὀγδόη δὲ ἡμέρα, καὶ ἡ σύγκλητος παρῄνει τῷ Καίσαρι πρὸς τὸν Χαγάνον πρεσβείαν ἐκπέμψασθαι. ὁ δὲ βασιλεὺς προσκαλε‐ σάμενος τὸν Ἁρμάτωνα πρέσβιν χειροτονεῖ καὶ ὡς τὸν

7

.

15

.

9

Χαγάνον ἐξέπεμψεν. ὁ μὲν οὖν Ἁρμάτων ἐς τὰ Δριζίπερα γίνεται πλήθη δώρων ἐπιφερόμενος. ὁ δὲ Χαγάνος τὰς παρούσας τύχας κατοδυρόμενος ἐθρήνει ἀσχέτως τὴν ἀποβολὴν

7

.

15

.

10

τῶν υἱῶν τήν τε τῶν δυνάμεων λύμην. δέκα δὲ ἡμέρας ἐνδιατρίψας ὁ πρέσβις τῷ Χαγάνῳ πρὸς λόγους οὐ γίνεται· ἦν γὰρ τὸ πένθος δριμὺ καὶ τὰ τῆς συμφορᾶς ἀμεθόδευτα. δωδεκάτη δὲ ἡμέρα, καὶ εἰσάγεται ὁ πρέσβις εἰς τὴν τοῦ

7

.

15

.

11

βαρβάρου σκηνήν. ὁ μὲν οὖν πρέσβις λόγοις ἠπίοις κολακεύει τὸν βάρβαρον· ὁ δὲ Χαγάνος δυσανασχέτως εἶχε τὰ βασιλικὰ καταδέξασθαι δῶρα, μονονουχὶ τὸ τῆς τραγῳδίας ἐπιφθεγγό‐ μενος “ἐχθρῶν ἄδωρα δῶρα κοὐκ ὀνήσιμα.” καὶ γοῦν ὁ
5πρέσβις πλείστοις λόγοις χρησάμενος πείθει τιμηθῆναι τοῖς

7

.

15

.

12

δώροις τὸν βάρβαρον. τῇ δὲ ὑστεραίᾳ τὴν εἰρήνην ὁ βάρ‐ βαρος συστησάμενος πρὸς τὴν ἀνάζευξιν ἔβλεπεν. ἔφασκε
δὲ ὁ Χαγάνος ἐπὶ λέξεως τάδε· “κρίναι ὁ θεὸς ἀναμέσον Μαυρικίου καὶ ἀναμέσον Χαγάνου, ἀναμέσον Ἀβάρων καὶ272

7

.

15

.

13

ἀναμέσον Ῥωμαίων.” κατῃτιᾶτο γὰρ τὸν αὐτοκράτορα τὴν εἰρήνην σαλεῦσαι. οὐκ ἀπὸ δὲ τρόπου τὰ ῥήματα· τῷ ὄντι γὰρ οἱ Ῥωμαῖοι παραχαράκται τῆς εἰρήνης γενόμενοι καὶ τοῦ πολέμου δημιουργοὶ τοῖς προηγορευμένοις περιπίπτουσιν

7

.

15

.

14

ἀτυχήμασιν· τῶν γὰρ κακῶν ἐνάρξεων τὰ ἀποτελευτήματα χαλεπὰς τὰς ἐπιφανείας παρέχεται. διομολογεῖται δὲ Ῥω‐ μαίοις καὶ Ἀβάροις ὁ Ἴστρος μεσίτης, κατὰ δὲ Σκλαυηνῶν ἐξουσία τὸν ποταμὸν διανήξασθαι. ἐπεντίθενται δὲ καὶ ἄλλαι
5εἴκοσι χιλιάδες χρυσῶν ταῖς σπονδαῖς. ἐν τούτοις δῆτα Ἀβάροις καὶ Ῥωμαίοις ὁ πόλεμος πέρας ἐλάμβανεν.

7

.

16

.

1

Κατὰ τοῦτον δὴ τὸν ἐνιαυτὸν τὴν Αἰγυπτιακὴν ἐπαρχότητα Μηνᾶ διανύοντος, πρὸς τοῖς ῥείθροις τοῦ Νείλου παραδόξων τινῶν ἐπιφάνεια γίνεται. ἐδέησε γὰρ τὸν ἐπιβεβη‐ κότα τῆς τῶν Αἰγυπτίων ἀρχῆς ἀφικέσθαι ἐπὶ τὸ λεγόμενον
5Δέλτα· τόπος δὲ οὗτος ἐκ τοῦ σχήματος τοῦ χώρου τὴν

7

.

16

.

2

ὀνομασίαν ἀπολαβών. τοίνυν περὶ πρώτην ἕω ἐπὶ τὰς ὄχθας τοῦ ποταμοῦ ποιουμένου τοῦ ἡγεμόνος τὴν πάροδον, ἄνεισιν ἐκ τῶν λαγόνων τοῦ ποταμοῦ ἀνὴρ κατάπληκτος τῷ μεγέθει, τὸ πρόσωπον γίγασιν ἐμφερής, τὸ βλέμμα δριμύς, τὴν κόμην
5ἐπίξανθος μεμιγμένῃ τινὶ πολιᾷ, τὴν παρειὰν τοῖς εὐσωμα‐ τοῦσι καὶ πρὸς τὰς παλαίστρας γινομένοις παρεοικώς, τὴν ψύαν τοῖς ναυτικοῖς ἐμφερής, εὔστερνος, τὰ νῶτα ἡρωϊκός,

7

.

16

.

3

τοὺς βραχίονας ἰσχυρός. ἀλλὰ μέχρι τῆς κύστεως τὴν ἱστορίαν παρείχετο, τὰ δὲ λοιπὰ μέλη τοῦ σώματος ἡ τῶν ὑδάτων φύσις ἀπέκρυπτεν· ἐῴκει γὰρ αἰσχυνομένῳ ἀνδρὶ τὰ παιδουργὰ

7

.

16

.

4

τοῖς τοῦ θεάτρου ἐπιδείξασθαι μόρια. τοῦτον ὁ τῆς Ἀλε‐
ξανδρείας ἡγεμὼν θεασάμενος ἔβαλλε τοῖς ὅρκοις πυκνῶς. ἃ δὲ ἔλεγεν ἐκεῖνος, ταῦτά ἐστιν, εἰ μὲν δαιμονίων τινῶν καθέστηκεν ἐπιφοίτησις, ἀβλαβῶς καταλῦσαι τὸ θέατρον καὶ273
5τὴν ἠρεμίαν ἀσπάσασθαι τὸ φαινόμενον· εἰ δὲ δημιουργικαὶ φροντίδες τινὲς τοῦτον δὴ τὸν ὁρώμενον προηνέγκαντο, τὰ τῆς θεωρίας μὴ λῦσαι πρὶν πάντας ἐμφορηθῆναι τῆς παρα‐

7

.

16

.

5

δόξου ταύτης ὁράσεως. λόγος δὲ ἐκεῖνον αὐτὸν πεφυκέναι τὸν Νεῖλον, ὃν εἰώθασι ποιητῶν ἀναπλάττεσθαι ῥήματα. τὸ μὲν οὖν Νειλῷον ζῶον ἐκεῖνο (εἰπεῖν γὰρ ἄνθρωπον οὔπω τεθάρρηκα) τοῖς ὅρκοις κατεπᾳδόμενον ἐς τὸ φανερὸν διήρκει

7

.

16

.

6

καὶ τὴν τοῦ σώματος ἐμφάνειαν τοῖς πᾶσι παρείχετο. τρίτῃ δὲ ἕῳ καὶ ἄνεισιν εὐθὺς ἐκ τῆς τῶν ὑδάτων κοιλίας καὶ θηλύμορφον ζῶον· τὴν γὰρ φύσιν ἐδήλου ἡ πρόσοψις οἵ τε μαζοὶ καὶ αἱ τοῦ προσώπου λειότητες ἥ τε κόμη καὶ
5ἅπασα ἡ τοῦ φαινομένου σώματος σύνταξις, αἵ τε περιπλοκαὶ

7

.

16

.

7

καὶ τὰ ἔκλυτα. ἔλαμπε δὲ τῇ ὥρᾳ τὸ γύναιον. ἡ δὲ κόμη τῷ θήλει λίαν μελάντερος. ἦν δὲ τὸ ζῶον τὸ πρόσωπον ἔκλευκον, εὔριν, τὴν χεῖρα εὐδάκτυλον, τοῖς χείλεσιν εὔκοσμον. ἐσφρίγα δὲ τῷ μαζῷ, καὶ τῇ φαντασίᾳ τὸ τιτθίον ἐδόκει

7

.

16

.

8

ἄρτι ὑπὸ τῆς ἥβης προκύψαι μικρόν. τὰ δὲ ἐγκόλπια τοῦ γυναίου ἀνιστόρητα ἡ τῶν ὑδάτων φύσις ἐφύλαττεν, τῆς εὐνῆς τὰ μυστήρια ὥσπερ ἀμυήτους τινὰς τῶν ἀπορρήτων τοὺς θεατὰς ἀποκρύπτουσα. ἡ μὲν οὖν περίπολος τάξις ὅ
5τε ἡγεμὼν μέχρι τοῦ κλῖναι τὸν ἥλιον ἐψυχαγώγει τὰ ὄμματα.

7

.

16

.

9

ἡλίου δὲ κλίναντος κατέδυσαν τὰ ὁρώμενα εἰς τοὺς ἀπ’ ἀρχῆς τῶν ὑδάτων πυθμένας, ἀφωνίᾳ τὴν ἐπίδειξιν συστη‐ σάμενα· ἀφθόγγῳ γὰρ σιωπῇ τὴν ἱστορίαν τοῖς ἐρασταῖς ἐπεδείξαντο.

7

.

16

.

10

Οὐκ ἂν δὲ περιοψόμεθα ταῦτα δὴ τὰ παράδοξα διη‐
γήματα, ἃ περὶ τούτου δὴ τοῦ ποταμοῦ καὶ τοῖς πρὸ ἡμῶν πεφιλοσόφηται ἄριστα· ἕλκοντες γὰρ τὸ γένος ἐντεῦθεν εἰκότως τοῖς περὶ τοῦ Νείλου διηγήμασιν οὐκ ἀπροσφόρως274

7

.

16

.

11

φιλοχωρήσωμεν. περὶ μὲν τοῦ Ἄπιδος Ἡροδότῳ παραχωρη‐ τέον τῷ πολυπράγμονι, περὶ δὲ τῶν ἀνθρωπομόρφων καὶ

7

.

16

.

12

Νειλῴων ζώων καὶ τοῖς πάλαι ἱστόρηται. τίνος δὲ σημαν‐ τικὸν ἡ τούτων ἐνδημία καθέστηκεν, εἰπεῖν ἐθάρρησεν ὁ Λυδός, τῶν ἄλλων λίαν νεώτερος καθεστώς, ὃς κατὰ τοὺς χρόνους ἐγνωρίζετο Ἰουστινιανοῦ τοῦ αὐτοκράτορος. ἡμεῖς
5δέ τι μικρὸν τὴν συνέχειαν ὑποκλέψαντες περὶ τῶν θερινῶν ἀναβάσεων τοῦ Νείλου διέξιμεν, τὰ ἐπισημότερα τῶν ἱστοριῶν διηγήματα ἀξιολόγῳ μνήμῃ τινὶ τοῖς ἀκροάμασι προβαλλόμενοι.

7

.

17

.

1

Οὗτος δὲ ὁ Νεῖλος μέγιστος ἁπάντων τῶν περὶ τὴν οἰκουμένην καθεστὼς ποταμῶν, καὶ πολλῶν τῆς Λιβύης καὶ τῆς Αἰθιοπίας τῆς τε Ἰνδικῆς αὐτῆς γῆν παραμείβων, τοῦ τε Γάγγου καὶ Ἰνδοῦ προτερεύων κατὰ τὸ μέγεθος, ἀπὸ τῶν

7

.

17

.

2

ὀφθαλμῶν τῶν ἀνθρώπων τὰς πηγὰς ἀποκρύπτει. θέρους τοίνυν ἀκμάζοντος τὰς αὐξήσεις λαμβάνει, ἐναντίας τῇ φύσει τῶν κατὰ τὴν οἰκουμένην ἅπασαν ποταμῶν. τὰς δὲ αἰτίας τὰς παρὰ τοῖς πολλοῖς εἰρημένας τοῖς ἀρχαίοις προτεθειμένας

7

.

17

.

3

ἐπὶ λέξεως τῇ παρούσῃ ὑποβάλλομεν ἱστορίᾳ. οἱ μὲν οὖν περὶ τὸν Ἑλλάνικον καὶ Κάδμον, ἔτι δὲ Ἑκαταῖον, εἰς τὰς μυθώδεις ἀποφάσεις κατέφυγον· Ἡρόδοτος δὲ ὁ πολυπράγμων, εἰ καί τις ἄλλος πολλῆς γεγονὼς ἔμπειρος ἱστορίας, ἐπικε‐
5χείρηκε περὶ τούτων ἀποδοῦναι τὸν λόγον, ἠκολουθηκὼς δὲ

7

.

17

.

4

ἀντιλεγομέναις ὑπονοίαις εὑρίσκεται. ὁ δὲ Ξενοφῶν καὶ Θουκυδίδης ἐπαινούμενοι κατὰ τὴν ἀλήθειαν μᾶλλον τῶν ἱστοριῶν τούτων ἀπέσχοντο. οἱ δὲ περὶ τὸν Ἔφορον καὶ
Θεόπομπον μάλιστα πάντων ἐπιταθέντες εἰς αὐτὰ οὐδαμῶς275
5τῆς ἀληθείας ἐγένοντο γνώριμοι, οὐ δι’ ἀμέλειαν δὲ ἀλλὰ

7

.

17

.

5

διὰ τὴν τῆς χώρας ἰδιότητα τὸν λόγον ἠγνόησαν. ἀπὸ γὰρ τῶν ἕκαθεν χρόνων ἄχρι Πτολεμαίου τοῦ Φιλαδέλφου προσ‐ αγορευθέντος ξένα ὡς ἐπίπαν τὰ περὶ τοὺς τόπους τούτους παντελῶς ἦν καὶ τοῖς ἐπιβαίνουσιν ἐπικίνδυνα. τοῦ δὲ
5προειρημένου βασιλέως μεθ’ Ἑλληνικῆς δυνάμεως εἰς Αἰθιο‐ πίαν στρατεύσαντος, ἐγνώσθη τὰ κατὰ ταύτην τὴν χώραν

7

.

17

.

6

λίαν ὡς ἔπος εἰπεῖν ἀκριβέστερον. οἱ μὲν οὖν κατ’ Αἴγυπτον ἱερεῖς ἀπὸ τοῦ περιρρέοντος τὴν οἰκουμένην ὠκεανοῦ φασὶ τὸν Νεῖλον λαμβάνειν τὴν σύστασιν, λέγοντες μὲν οὐδὲν ἀληθές, ἀπορίᾳ δὲ λύοντες τὴν ἀπορίαν, καὶ λόγον φέροντες
5εἰς πίστιν πολλῆς προσδεόμενον πίστεως, ὀρφανὴν τὴν διήγησιν

7

.

17

.

7

καταλιμπάνοντες βεβαιώσεως. τῶν δὲ Τρωγλοδυτῶν οἱ μετα‐ ναστάντες ἐκ τῶν ἄνωθεν τόπων, οἱ καὶ Βόλγιοι προσαγο‐ ρευόμενοι, λέγουσιν ἐμφάσεις εἶναί τινας περὶ τοὺς τόπους ἐκείνους, ἐξ ὧν ἄν τις συλλογίσοιτο διότι πολλῶν πηγῶν
5εἰς ἕνα τόπον ἀθροιζομένων τὸ ῥεῦμα τοῦ Νείλου συνίσταται.

7

.

17

.

8

ἀμέλει καὶ πολυγονώτατον αὐτὸν ὑπὲρ ἅπαντας τοὺς κατὰ τὴν οἰκουμένην ποταμοὺς πεφυκέναι φασίν. οἱ δὲ κατοι‐ κοῦντες τὴν νῆσον τὴν ὀνομαζομένην Μερόην (αὕτη δὲ ἐπὶ τὸ Νειλῷον ἵδρυται ῥεῖθρον) τὸν ποταμὸν κεκλήκασιν Ἀστα‐
5ποῦν, ὅπερ ἐστὶ μεθερμηνευόμενον εἰς τὴν τῶν Ἑλλήνων διάλεκτον ἐκ τοῦ σκότους ὕδωρ· ἀκαταληψίᾳ γὰρ οὗτοι ἀνατι‐

7

.

17

.

9

θέασι τοῦ ποταμοῦ τούτου τὴν φύσιν. Θαλῆς μὲν οὖν εἷς τῶν ἑπτὰ σοφῶν ὀνομαζόμενος φησὶ τοὺς ἐτησίας ἀντιπνέοντας ταῖς ἐκβολαῖς τοῦ ποταμοῦ κωλύειν εἰς τὴν θάλασσαν προ‐ χεῖσθαι τὸ ῥεῖθρον, καὶ διὰ τοῦτο αὐτὸν πληρούμενον ἐπι‐

7

.

17

.

10

κλύζειν ταπεινὴν οὖσαν καὶ πεδιάδα τὴν Αἴγυπτον. τοῦ δὲ λόγου τούτου καίπερ εἶναι δοκοῦντος πιθανοῦ ῥᾴδιον ἐξελέγξαι τὸ ψεῦδος· εἰ γὰρ ἦν ἀληθὲς τὸ λεγόμενον, ἅπαντες οἱ ποταμοὶ οἱ τοῖς ἐτησίαις ἐναντίας κεκτημένοι τὰς ἐκβολὰς276

7

.

17

.

11

ἂν ἐποιοῦντο τὴν ὁμοίαν ἀνάβασιν. Ἀναξαγόρας δὲ ὁ προσα‐ γορευόμενος φυσικὸς τὴν τηκομένην κατὰ τὴν Αἰθιοπίαν χιόνα τῆς τοῦ ποταμοῦ πληρώσεως ὑπάρχειν αἰτίαν ἐδόξασεν· ᾧ καὶ ὁ τραγῳδοποιὸς Εὐριπίδης πειθόμενος ἐν τοῖς ἑαυτοῦ

7

.

17

.

12

ποιήμασι τοῦτο συντέταχεν. ταύτην μὲν οὖν τὴν ἀπόφασιν οὐ πολλῆς ἀντιθέσεως δεῖσθαί φαμεν, φανεροῦ καθεστῶτος τοῦ ψεύδους· διὰ γὰρ τὴν ὑπεροχὴν τῶν καυμάτων ἀδύνατον

7

.

17

.

13

χιόνα περὶ τὴν Αἰθιοπίαν συνίστασθαι· καθόλου γὰρ περὶ τοὺς τόπους ἐκείνους οὐ πάγος, οὐ ψῦχος οὔτε ὅλως χειμῶνος ἔμφασις πέφυκεν, καὶ μάλιστα τροπαῖς θεριναῖς. εἰ δὲ καί τις εἴποι τῷ τῆς συγχωρήσεως τρόπῳ εἶναι πλήθη χιόνων
5κατὰ τὴν Αἰθιοπίαν, καὶ αὖθις ἐλέγχεται τοῦ προλεχθέντος

7

.

17

.

14

δοκιμωτάτως τὸ ἐξίτηλον. ἅπας γὰρ ποταμὸς ἀπὸ χιόνος τὴν περιουσίαν λαχὼν ὁμολογουμένως αὔρας ψυχρὰς ἀναδίδωσιν, ἀλλὰ καὶ τὸν ἀέρα παχύνειν πέφυκεν· περὶ δὲ τὸν Νεῖλον τὸν ποταμὸν οὔτε νέφους ὑπόστασιν ἔστιν εὑρεῖν οὔτε αὔρας

7

.

17

.

15

ψυχρὰς οὔτε παχυνομένην τοῦ ἀέρος τὴν φύσιν. Ἡρόδοτος δὲ τὸν Νεῖλον εἶναι μὲν τηλικοῦτόν φησιν ὁποῖός τις καὶ φαίνεται κατὰ τὴν πλήρωσιν, χειμῶνος δὲ ὥρᾳ τὸν ἥλιον κατὰ τὴν Λιβύην φερόμενον ἐπισπᾶσθαι πρὸς ἑαυτὸν ὑγρᾶς
5οὐσίας συστήματα ἐκ τῶν Νειλῴων ὑδάτων, κἀντεῦθεν

7

.

17

.

16

χειμῶνος ὥρᾳ ἥττονα γίνεσθαι τὸν ποταμόν· τοῦ δὲ θέρους ἐπιστάντος, καὶ πρὸς τὰς ἄρκτους ποιουμένου 〈τοῦ ἡλίου〉 τὴν βάδισιν, ἀναξηραίνειν καὶ ταπεινοῦν τοὺς περὶ τὴν Ἑλλάδα ποταμοὺς πεφυκότας· διὰ τοῦτο μὴ παράδοξον κα‐
5θεστάναι τὴν περὶ τὰς θερινὰς τροπὰς τοῦ Αἰγυπτίου
πλήρωσιν ποταμοῦ. ἀλλ’ αἰδοῖ τῆς φιλομαθείας τοῦ ἀνδρὸς277

7

.

17

.

17

οὐ διεξοδικῶς κατηγοροῦμεν τοῦ σφάλματος. εἰ γὰρ ταῦτα σύμφωνα τοῖς ἀληθέσι καθίστατο, πάντως ἂν καὶ ἀπὸ τῶν ἄλλων κατὰ τὴν Λιβύην ποταμῶν ὁ ἥλιος ἀνελάμβανεν, καὶ ἀδελφὰ τῶν παθημάτων τοῦ Νείλου καὶ οἱ τῆς Λιβύης
5ὑπέμενον ποταμοί. ἀλλὰ μὴν τοιοῦτον οὐδὲν περὶ τοὺς Λίβυας ποταμοὺς ἔστι θεάσασθαι. οὐκοῦν ὁ συγγραφεὺς

7

.

17

.

18

ἀποσχεδιάζει τὸν λόγον. Δημόκριτος δὲ ὁ τῆς φύσεως ἀδελφὸς περὶ τὰς ἄρκτους ὥρᾳ χειμῶνος καταφέρεσθαι πολλὴν διαβε‐ βαιοῦται χιόνα, θέρους δὲ ὑπόντος ὑπὸ τῆς αἰθάλης δια‐ λύεσθαι ταύτην, ἔνθεν φησὶ γίνεσθαι τηκεδόνα πολλήν, καὶ
5διὰ τοῦτο τίκτεσθαι πολλὰ νέφη παχύτερα περὶ τοὺς μετεω‐ ροτέρους τῶν τόπων, δαψιλοῦς τῆς ἀναθυμιάσεως αἰρομένης

7

.

17

.

19

πρὸς ὕψος. ταῦτα δὲ ὑπὸ τῶν ἐτησίων ἐλαύνεσθαι, μέχρις ἂν προσπέσῃ τοῖς μεγίστοις ὄρεσι τῶν περὶ τὴν οἰκουμένην· εἶναι δὲ ταῦτα περὶ τὴν Αἰθιοπίαν. ἔπειτά πως τοιούτοις οὖσιν ὑψηλοῖς βιαίως θραυόμενα παμμεγέθεις ὄμβρους γεννᾶν,
5ἐξ ὧν πληροῦσθαι τὸν ποταμὸν κατισχυρίζεται περὶ τὰς τῶν

7

.

17

.

20

ἐτησίων ἀνέμων πνοάς. ἀλλ’ οὐ πιστευτέον αὐτῷ· ὁ γὰρ Νεῖλος ἄρχεται μὲν πληροῦσθαι κατὰ τὰς τροπὰς ὡς ἔπος εἰπεῖν τὰς θερινάς, οὔπω τῶν ἐτησίων πνεόντων, λήγει δὲ ὕστερον ἰσημερίας φθινοπωρινῆς, πάλαι προπεπαυμένων τῶν
5εἰρημένων ἀνέμων. τὴν μὲν οὖν ἐπίνοιαν τοῦ Δημοκρίτου ἀποδεκτέον, τοῖς δὲ λόγοις αὐτοῦ οὐδαμῶς πιστευτέον. Ἔφορος δὲ ξένην αἰτίαν τινὰ περιίστησιν. φησὶ δὴ τὴν

7

.

17

.

21

Αἴγυπτον ἅπασαν ποταμόχωστον εἶναι, ἀλλὰ μὴν καὶ ψυχράν, ἔτι δὲ καὶ κισηρώδη τὴν φύσιν, ῥαγάδας τε μεγάλας καὶ
διηνεκεῖς ἔχειν, καὶ διὰ τούτων εἰς ἑαυτὴν ἀναλαμβάνειν πλῆθος ὑγρότητος, καὶ κατὰ μὲν τὴν χειμερίαν ὥραν τοῦτο278
5συνέχειν ἐν ἑαυτῇ, θερινῶν δὲ ἀπαρχομένων τροπῶν ὥσπερ ἱδρῶτάς τινας ἐξ αὐτῆς πανταχόθεν ὑπεῖναι, καὶ διὰ τοῦτο

7

.

17

.

22

πληροῦν τὸν ποταμόν. ὁ μὲν οὖν Ἔφορος δῆλός ἐστι μὴ μόνον 〈οὐ〉 τεθεαμένος τὴν Αἴγυπτον, ἀλλὰ μηδὲ παρὰ τῶν ἰδόντων τὰ κατὰ τὴν χώραν ταύτην ἐπιμελῶς πεπυσμένος.

7

.

17

.

23

πρῶτον μὲν γάρ, εἴπερ ἐξ αὐτῆς τῆς Αἰγύπτου ὁ Νεῖλος τὴν αὔξησιν ἀπελάμβανεν, οὐκ ἂν ἐν τοῖς ἀνωτέρω μέρεσιν ἐπληροῦτο, διὰ πετρώδους καὶ στερεᾶς χώρας φερόμενος· νῦν δὲ πλείω τῶν ἑξακισχιλίων σταδίων διὰ τῆς Αἰθιοπίας
5διαρρέων ἔχει τὴν αὔξησιν πρὶν ἢ ψαύσῃ τῆς Αἰγύπτου.

7

.

17

.

24

ἔπειτα εἰ μὲν τὸ ῥεῦμα τοῦ Νείλου ταπεινότερον ἦν τῶν κατὰ τὴν ποταμόχωστον γῆν ἀραιωμάτων, ἐπιπολαίους ἂν εἶναι τὰς ῥαγάδας συνέβαινεν, καθ’ ἃς ἀδύνατον ἦν δια‐ βαίνειν τοσοῦτον πλῆθος ὑδάτων· εἰ δὲ ὑψηλότερον τόπον
5ἐπεῖχεν ὁ ποταμὸς τῶν ἀραιωμάτων, ἀδύνατον ἦν ἐκ τῶν ταπεινοτέρων κοιλωμάτων εἰς τὴν ὑψηλοτέραν ἐπιφάνειαν

7

.

17

.

25

τὴν τῶν ὑδάτων σύρρευσιν γίνεσθαι. καθόλου δὲ τίς ἂν δυνατὸν ἡγήσοιτο τοὺς ἐκ τῶν κατὰ τὴν γῆν ἀραιωμάτων ἱδρῶτας τοσαύτην αὔξησιν τῷ ποταμῷ εἰσποιεῖν, ὥστε ὑπ’ αὐτοῦ σχεδὸν πᾶσαν τὴν Αἴγυπτον ἐπικλύζεσθαι; ἀφίημι
5γὰρ καὶ τὸ ψεῦδος τῆς τε ποταμοχώστου γῆς καὶ τῶν ἐν τοῖς ἀραιώμασι τηκομένων ὑδάτων, ἐπιφανῶν ὄντων τῶν ἐν

7

.

17

.

26

τούτοις ἐλέγχων. ὁ μὲν γὰρ Μαίανδρος ποταμὸς κατὰ τὴν Ἀσίαν πολλὴν χώραν πεποίηκε ποταμόχωστον· καίπερ τῶν συμβαινόντων περὶ τὴν ἀναπλήρωσιν τοῦ Νείλου τὸ σύνολον

7

.

17

.

27

οὐδὲν θεωρεῖς γινόμενον. ἀλλὰ καὶ περὶ τὴν Ἀκαρνανίαν ὁ καλούμενος Ἀχελῷος ποταμὸς περί τε τὴν Βοιωτίαν ὁ
Κηφισὸς ἐκ τῶν Φωκέων οὐκ ὀλίγην χώραν προσέχωσαν, ἐφ’ ὧν ἀμφοτέρων ἐλέγχεται φανερῶς τοῦ Ἐφόρου τὸ ψεῦδος.279

7

.

17

.

28

καὶ ταῦτα μὲν πρὸς τὸν Ἔφορον· τῶν δὲ ἐν Μέμφιδι φιλο‐ σόφων τινὲς ἐπεχείρησαν αἰτίαν φέρειν τῆς πληρώσεως ταύτην. φασὶ διαιρεῖσθαι εἰς τρία τὴν γῆν, καὶ ἓν μὲν ὑπεῖναι τὸ κατὰ τὴν ἡμετέραν οἰκουμένην (δέον γὰρ οὕτως εἰπεῖν),
5ἕτερον δὲ τὸ τούτοις τοῖς τόποις ἀντιπεπονθὸς ταῖς ὥραις, τὸ δὲ τρίτον μεταξὺ κεῖσθαι τούτων, ὑπάρχειν δὲ καὶ διὰ

7

.

17

.

29

καῦμα λίαν ἀοίκητον. εἰ μὲν οὖν ὁ Νεῖλος ἐποιεῖτο τὰς ἀναβάσεις κατὰ τὸν τοῦ χειμῶνος καιρόν, δῆλον ὑπῆρχεν ὡς ἐπὶ τῆς καθ’ ἡμᾶς ζώνης λαμβάνει τὴν σύρρευσιν, διὰ τὸ περὶ τούτους τοὺς καιροὺς μάλιστα γίνεσθαι παρ’ ἡμῖν

7

.

17

.

30

τὰς ἐπομβρίας. ἐπεὶ δὲ τοὐναντίον περὶ τὸ θέρος πληροῦται, πιθανὸν εἶναι κατὰ τοὺς ἀντικειμένους τόπους γεννᾶσθαι τοὺς χειμῶνας, καὶ τὸ πλεονάζον τῶν κατ’ ἐκείνους τοὺς τόπους ὑδάτων εἰς τὴν καθ’ ἡμᾶς γίνεσθαι οἰκουμένην.
5διὸ καὶ πρὸς τὰς πηγὰς τοῦ Νείλου μηδένα δύνασθαι παρελθεῖν, ὡς ἂν ἐκ τῆς ἐναντίας ζώνης διὰ τῆς ἀοικήτου

7

.

17

.

31

φερομένου τοῦ ποταμοῦ. μαρτυρεῖν δὲ τούτοις καὶ τὴν ὑπερβολὴν τῆς γλυκύτητος τοῦ κατὰ τὸν Νεῖλον ὕδατος· διὰ γὰρ τῆς κεκαυμένης αὐτὸν ῥέοντά φασι λίαν καθέψεσθαι καὶ διὰ τοῦτο γλυκύτατον εἶναι πάντων τῶν ποταμῶν, ἅτε
5δὴ φύσει τοῦ πυρώδους ἅπαν τὸ ὑγρὸν ἀπογλυκαίνοντος.

7

.

17

.

32

ἡμεῖς δὲ καὶ πρὸς τοῦτο λέξομεν. ἀδύνατον γὰρ εἶναί φαμεν ποταμὸν ἐκ τῆς ἀντικειμένης οἰκουμένης εἰς τὴν ἡμετέραν ἀναφέρεσθαι γῆν, καὶ μάλιστα εἴ τις ὑπόθοιτο σφαιροειδῆ

7

.

17

.

33

τὴν γῆν πεφυκέναι. πῶς γὰρ μόνος ὁ Νεῖλος ἐξ ἐκείνης φέρεται τῆς οἰκουμένης πρὸς τοὺς τόπους τοὺς καθ’ ἡμᾶς;
εἰκὸς γὰρ εἶναι καὶ ἑτέρους ποταμούς, καθάπερ καὶ παρ’280

7

.

17

.

34

ἡμῖν. ἀλλὰ καὶ ἡ περὶ τῆς τοῦ ποταμοῦ τούτου γλυκύτητος αἰτία παντελῶς ἄλογος καὶ ἀναπόδεικτος πάντῃ καθέστηκεν. εἰ γὰρ καθεψόμενος ὑπὸ τῶν καυμάτων ὁ ποταμὸς ἐγλυκαί‐ νετο, πολύγονος οὐκ ἂν ὑπῆρχέ ποτε, οὐδὲ ποικίλας ἰχθύων
5καὶ θηρίων ἰδέας ἐκέκτητο· πᾶν γὰρ ὕδωρ ἀπὸ τῆς πυρώ‐

7

.

17

.

35

δους οὐσίας ἀλλοιωθὲν ἀλλότριόν ἐστι ζωογονίας. διόπερ τῇ παρεισαγομένῃ καθεψήσει τῆς φύσεως τοῦ Νείλου παντά‐ πασιν ἐναντιουμένης, ψευδεῖς τὰς εἰρημένας αἰτίας τῆς πληρώ‐ σεως ἡγητέον. Οἰνοπίδης δὲ[οι] ταῦτά φησιν, κατὰ μὲν τὴν
5θερινὴν ὥραν τὰ ὕδατα τὰ κατὰ τὴν γῆν εἶναι ψυχρά, τοῦ

7

.

17

.

36

δὲ χειμῶνος ἐναντίως θερμά. καὶ τοῦτο δῆλον ἐκ τῆς τῶν βαθέων φρεάτων κατανοήσεως· κατὰ γὰρ τὴν τοῦ χειμῶνος ἀκμὴν θερμὰ τὰ ἐν τοῖς βαθυτάτοις φρέασιν εὑρίσκεται

7

.

17

.

37

ὕδατα, θέρους δὲ ὑπόντος τοὐναντίον. διὸ καὶ τὸν Νεῖλον εὐλόγως κατὰ μὲν τὸν χειμῶνα μικρὸν εἶναι καὶ συστέλλε‐ σθαι διὰ τὸ τὴν μὲν κατὰ γῆν θερμασίαν τὸ πολὺ τῆς ὑγρᾶς οὐσίας ἀναλίσκειν, ὄμβρους δὲ κατὰ τὴν Αἴγυπτον
5μὴ γίνεσθαι, κατὰ δὲ τὸ θέρος μηκέτι τῆς κατὰ τὴν γῆν ἀπαναλώσεως γινομένης ἐν τοῖς κατὰ βάθος τόποις πληροῦ‐

7

.

17

.

38

σθαι τὴν κατὰ φύσιν αὐτοῦ ῥύμην ἀνεμποδίστως. ἀλλὰ καὶ πρὸς τοῦτο ῥητέον. πολλοὶ ποταμοὶ τῶν κατὰ τὴν Λιβύην ὁμοίως μὲν κείμενοι τοῖς στόμασιν, παραπλησίως δὲ τὰς ῥύσεις ποιούμενοι, οὐκ ἔχουσι τὴν ἀνάβασιν τῷ Νείλῳ ἀνά‐
5λογον· τοὐναντίον γὰρ ἐν μὲν τῷ χειμῶνι πληρούμενοι, ἐν δὲ τῷ θέρει λήγοντες ἐλέγχουσι τοῦ Οἰνοπίδου τὸ ψεῦδος.

7

.

17

.

39

Ἀγαθαρχίδης δὲ ὁ Κνίδιος μόνος τοῦ κρασπέδου τῆς ἀλη‐ θείας κεκράτηκεν. ἔφησε γὰρ ἀν’ ἔτος ἕκαστον ἐν τοῖς κατὰ
τὴν Αἰθιοπίαν μεγάλους καὶ συνεχεῖς γίνεσθαι ὄμβρους ἀπὸ θερινῶν τροπῶν μέχρι τῆς ἰσημερίας τῆς ἐν μετοπώρῳ γινο‐281

7

.

17

.

40

μένης καθ’ ἕκαστα. εὐλόγως οὖν τὸν Νεῖλον ἐν μὲν τῷ χειμῶνι συστέλλεσθαι, κατὰ φύσιν ἔχοντα ῥύσιν ἀπὸ μόνων τῶν πηγῶν τῶν ἑαυτοῦ, κατὰ δὲ τὸ θέρος διὰ τοὺς ἐκχεο‐ μένους ὄμβρους λαμβάνειν τὴν αὔξησιν. μαρτύριον δὲ τοῖς
5ὑπ’ αὐτοῦ λεγομένοις καὶ τὸ γινόμενον περί τινας τόπους

7

.

17

.

41

τῆς Ἀσίας προφέρεται. πρὸς μὲν γὰρ τοῖς τόποις τῆς Σκυθίας τῆς πρὸς τὸν Καύκασον παρακεχωρηκότος χρόνου καθ’ ἕκαστον ἔτος γίνεσθαι νιφετοὺς ἐξαισίους, καὶ τοῦτο συνεχῶς ἐπὶ πλείστας ἡμέρας· ἐν δὲ τοῖς πρὸς βορρᾶν ἀπε‐
5στραμμένοις μέρεσι τῆς Ἰνδικῆς ὡρισμένοις καιροῖς καὶ χάλαζαν

7

.

17

.

42

καταφέρεσθαι τῷ μεγέθει καὶ τῷ πλήθει μεγάλην. ἀλλὰ καὶ περὶ τὸν ποταμὸν τὸν Ὑδάσπην ἀρχομένου θέρους ὄμβρους γίνεσθαι συνεχεῖς, κατὰ δὲ τὴν Αἰθιοπίαν μεθ’ ἡμέρας τινὰς ταὐτὸ συμβαίνειν, καὶ ταύτην τὴν ὑπόστασιν κυκλουμένην

7

.

17

.

43

ἀεὶ τοὺς συνεχεῖς τόπους χειμάζειν. οὐδὲν οὖν εἶναι παρά‐ δοξον καὶ κατὰ τὴν Αἰθιοπίαν τὴν οἰκουμένην ὑπὲρ Αἰγύ‐ πτου συνεχεῖς ἐν τοῖς ὄρεσι καταρράττοντας ὄμβρους ἐν τῷ θέρει πληροῦν τὸν ποταμόν, ἄλλως τε καὶ τῆς ἐναργείας
5αὐτῆς μαρτυρούσης ὑπὸ τῶν περὶ τοὺς τόπους οἰκούντων

7

.

17

.

44

βαρβάρων. εἰ δὲ τοῖς παρ’ ἡμῖν γινομένοις ἐναντίαν ἔχει τὰ λεγόμενα φύσιν, οὐ διὰ τοῦτο ἀπιστητέον· καὶ γὰρ τὸν νότον παρ’ ἡμῖν μὲν εἶναι χειμέριον, περὶ δὲ τὴν Αἰθιοπίαν αἴθριον ὑπάρχειν, καὶ τὰς βορείους πνοὰς περὶ μὲν τὴν
5Εὐρώπην εὐτόνους εἶναι, κατ’ ἐκείνην δὲ τὴν χώραν βληχρὰς

7

.

17

.

45

καὶ ἀτόνους καὶ παντελῶς ἀσθενεῖς. καὶ τοῦ ἡλίου πρὸς τὸν βόρειον ἀποκλίνοντος πόλον συμβαίνει τοὺς ὄμβρους τῷ παρ’
ἡμῖν θέρει τῇ Αἰθιοπίᾳ προσγίνεσθαι, καὶ ἐντεῦθεν λαμβάνειν τὸν Νεῖλον τὴν αὔξησιν, καὶ ἔμπαλιν πρὸς τὸν νότιον ἀνα‐282
5ζεύξαντος πόλον πρὸς συστολὴν τὸν Νεῖλον ὁρᾶν.

7

.

17

.

46

Περὶ μὲν οὖν τῆς πληρώσεως τοῦ ποταμοῦ ἐπὶ τοσοῦτον, ἵνα μὴ τὸν σκοπὸν τῆς ἱστορίας νοθεύσωμεν· ἤδη δὲ ὑπενέγ‐ και ἀκόλουθα τῶν ἀφηγημάτων νύττειν τὸν λόγον. ἐπανα‐ ζεύξας τοίνυν ἐκ τῆς Ἀλεξανδρείας ὁ Μηνᾶς ἔγραψε Μαυρικίῳ
5τῷ αὐτοκράτορι ὅπως ἡ ἐπιφάνεια τῶν ἀνθρωπομόρφων καὶ Νειλῴων 〈ζώων〉 ἐγένετο. ὁ δὲ αὐτοκράτωρ τούτων ἀκη‐ κοὼς λίαν τὴν ψυχὴν κατεπέπληκτο.

8

t

1

ΙΣΤΟΡΙΑ Ηʹ

8

.

1

.

1

Κατὰ τούτους δῆτα τοὺς χρόνους Χοσρόης, ὁ Περσῶν βασιλεύς, ἐνεχείρει τὴν εἰρήνην λυμήνασθαι. αἰτία δὲ αὕτη πως τῷ βαρβάρῳ οὖσα ἐτύγχανεν. ἔθνη περὶ τὴν Ἀραβίαν πολλά τε καὶ διάφορα πέφυκεν· τούτους Σαρακηνοὺς ἔθος

8

.

1

.

2

τοῖς ὄχλοις ἀποκαλεῖν. ἐκ τούτων δὴ τῶν ἐθνῶν ἔνιά τινα τοῖς Ῥωμαίοις σύμμαχα ἦν, καί τις ἐκ τούτων ἀποδασμὸς εἰς τὴν Περσίδα χωρήσας κατὰ τὸν τῆς εἰρήνης καιρὸν τῇ ἐπεκδρομῇ μέρη τινὰ τῆς Βαβυλωνίας προενομεύσατο. ἔνθεν

8

.

1

.

3

διαπορεῖσθαι ὁ Χοσρόης ἠξίου. διὰ τοῦτο ὁ αὐτοκράτωρ Μαυρίκιος εἰς τὴν Περσίδα ἐξέπεμψε πρέσβιν Γεώργιον, ὃς τῆς τῶν ἑῴων πόλεων φορολογίας τὴν ἐπιστασίαν ἐκέκτητο·

8

.

1

.

4

τοῦτον πραιτωρίων ἔπαρχον ἀποκαλοῦσι Ῥωμαῖοι. ὁ μὲν οὖν Χοσρόης δεινοπαθῶν ἐπὶ τοῖς γεγονόσι παρελύπει τὸν
πρέσβιν καὶ πολλὴν τὴν τριβὴν αὐτῷ περὶ τὴν βάρβαρον χώραν ἐπραγματεύετο. σκληραγωγεῖται οὖν ὁ Γεώργιος ἡμέρας283
5εἰς τὴν Περσίδα πολλὰς τῆς βασιλικῆς εἰσόδου μηδαμῶς

8

.

1

.

5

τετευχώς. ἔτι τοίνυν τῶν πραγμάτων στασιαζομένων Χοσρόῃ, εἰκότως τῷ βαρβάρῳ ὑπόνοια γίνεται μὴ ἄρασθαι τέως πρὸς Ῥωμαίους τὸν πόλεμον. εἰσδέχεται τοίνυν τὸν Γεώργιον ὁ

8

.

1

.

6

Βαβυλώνιος βασιλεὺς εἰς τὰ βασίλεια. ὁ μὲν οὖν Γεώργιος τὴν τοῦ καιροῦ κτησάμενος σύμμαχον πείθει τὸν βάρβαρον τὰς εἰρηναίας μὴ διαλῦσαι σπονδάς. οὕτω μὲν οὖν ἑκὼν ἀέκοντί γε θυμῷ, κατὰ τὴν ποίησιν, ὁ Χοσρόης τὴν ἡσυχίαν

8

.

1

.

7

ἀσπάζεται. ὁ μὲν οὖν πρέσβις ἅπαντα τὰ συγκυρήσαντα διεξοδικῶς τῷ βασιλεῖ διηγήσατο. ἀλλ’ οὐκ ἐς ἀγαθὸν ἡ τῆς ἐντεύξεως ἔκθεσις ἀπειλήφει τὸ συμπέρασμα. ἔφησε γὰρ ὁ Γεώργιος εἰπὼν πρὸς τὸν αὐτοκράτορα· “ὁ Περσῶν βασι‐
5λεὺς τῶν σατραπῶν εἰς ὑπήκοον τάδε διείλεκται. διὰ τὴν

8

.

1

.

8

τοῦ πρέσβεως ἀρετὴν δίδωμι τῷ πολέμῳ τὴν λύσιν.” τούτων ὁ βασιλεὺς ἀκηκοὼς χαλεπαίνει κατὰ τοῦ πρέσβεως, καὶ γίνεται τῷ Γεωργίῳ σφαλερὰ ἡ τῆς πρεσβείας ἐπίτευξις· τῷ ὄντι γὰρ οἶδε λόγος μὴ μέτροις οἰκονομούμενος μεγάλας συμφορὰς
5τοῖς χρησαμένοις παρέχεσθαι.

8

.

1

.

9

Ὁπηνίκα δὲ ὁ Χαγάνος (ἐπαναδραμώμεθα γὰρ πρὸς τὰ κατὰ τὴν Εὐρώπην πραχθέντα) διεπεραιώθη τὸν Ἴστρον οἴκαδε διὰ τὴν εἰρήνην ἀποφοιτῶν, ἀποστέλλουσι πρέσβεις αἱ περὶ τὴν Θρᾴκην τῶν Ῥωμαίων δυνάμεις πρὸς Μαυρίκιον
5τὸν αὐτοκράτορα προδοσίαν καταιτιώμεναι Κομεντιόλου τοῦ

8

.

1

.

10

στρατηγοῦ. τῆς στάσεως τοίνυν εἰς τὸ βασίλειον ἄστυ ἰσχυρᾶς
γεγονυίας, δίδωσιν ὁ αὐτοκράτωρ Κομεντιόλῳ καὶ τοῖς πρέσβεσι διαιτητάς, καὶ δῆτα γενομένης τῆς συγκροτήσεως τῆς δίκης, καὶ τοῦ βασιλέως ἐκλιπαροῦντος τοὺς πρέσβεις, λαμβάνει ἡ284
5κατηγορία τὴν ἐγκοπήν, καὶ αὖθις ὁ Κομεντίολος γίνεται

8

.

1

.

11

στρατηγός. θέρους δὲ ἐπιόντος ἔξω τῆς πόλεως γίνεται, καὶ τῶν Ῥωμαίων περὶ τῆς λύπης διαλυσαμένων τῷ στρατηγῷ, τὸ ὁπλιτικὸν ὁ Κομεντίολος ἀθροίζει καὶ ἐπὶ τὸν Ἴστρον γίνεται ποταμὸν καὶ ἐν τῇ Σιγγηδόνι συνανακοινοῦται τῷ
5Πρίσκῳ.

8

.

2

.

1

τετάρτῃ δὲ ἡμέρᾳ ἐκκλησιάζονται τὰ στρατόπεδα, καὶ δημηγορήσαντος Πρίσκου περισχίζεται ἡ πρὸς Ἀβάρους καὶ Ῥωμαίους εἰρήνη· ὁ γὰρ αὐτοκράτωρ Μαυρίκιος τοῖς στρατηγοῖς παρασπονδῆσαι διὰ βασιλικοῦ προστάγματος ἐγκε‐

8

.

2

.

2

λεύεται. ἐς τὸ φανερὸν τοίνυν τῆς εἰρήνης λυθείσης, οἱ Ῥωμαῖοι πρὸς τὸ Βιμινάκιον γίνονται· αὕτη δὲ νῆσος καθέ‐ στηκε περὶ τὰ ῥεῖθρα τοῦ Ἴστρου. ἐν ταύτῃ τῇ νήσῳ ὁ

8

.

2

.

3

Κομεντίολος ἔδοξε νοσηλεύεσθαι. τῶν δὲ Ῥωμαίων ἀπὸ τῆς νήσου διαπεραιουμένων ἐπὶ τὴν ἤπειρον, ἠκηκόει ὁ Χαγάνος τὰ τοῦ Ῥωμαϊκοῦ στρατοπέδου κινήματα. ὁ μὲν οὖν βάρ‐ βαρος συναθροίσας δυνάμεις τὴν Ῥωμαίων διατέμνεται γῆν,
5τοῖς δὲ παισὶ τέτρασιν ὑποῦσιν αὐτῷ παρεδίδου δυνάμεις

8

.

2

.

4

καὶ παρενεγύα τὰς διαβάσεις τοῦ Ἴστρου περιφρουρεῖν. οἱ μὲν οὖν παῖδες τοῦ βαρβάρου τὰς διαβάσεις τοῦ Ἴστρου περιφρουρεῖν κατὰ τὸ προσταχθὲν ἐνεχείρουν, οἱ δὲ Ῥωμαῖοι τὰς λεγομένας σχεδίας συρράψαντες ὁμοθυμαδὸν τὸν ποταμὸν
5διενήξαντο. περὶ τὰς ὄχθας τοίνυν τοῦ ποταμοῦ γεγονυίας

8

.

2

.

5

τῆς μάχης, κρατοῦσι Ῥωμαῖοι τῶν ἀντιθέτων δυνάμεων. ὁ δὲ Κομεντίολος ἅμα τῷ Πρίσκῳ εἰς τὸ Βιμινάκιον τὰς δια‐ τριβὰς ἐποιεῖτο. ἦν δὲ αὐτῷ ἡ ἀναβολὴ τοῦ μὴ ἐθέλειν συμπλέκεσθαι ἀπίθανος οὐδαμῶς· μαχαίρᾳ γὰρ ἰατρῶν τὰς
5ἐπὶ τῆς χειρὸς φλέβας ἀποτμηθεὶς ἐπὶ αἵματος ἐκροῇ εὐφήμως285

8

.

2

.

6

πως διὰ τὴν δειλίαν ἀπόμαχος ἦν. διαπορθμευθέντων τοίνυν τῶν Ῥωμαίων τὸν Ἴστρον καὶ συστησαμένων τὸν χάρακα, 〈οὐ〉 κατελίμπανε τὴν νῆσον ὁ Πρίσκος· οὐκ ἤθελε γὰρ τοῦ Κομεντιόλου ἐκτὸς ποιήσασθαι τὴν παράταξιν. οἱ δὲ
5βάρβαροι, ἀστρατήγου τῆς Ῥωμαίων ὑπαρχούσης δυνάμεως,

8

.

2

.

7

πρὸς τὸν χάρακα τούτων ἐκτρέχουσιν. οἱ δὲ Ῥωμαῖοι ἀγγέλους εἰς τὸ Βιμινάκιον τοῖς στρατηγοῖς ἐπιπέμπουσι τόν τε κίνδυνον παρεδήλουν· δυσανασχετοῦντός τε τοῦ Πρίσκου τοῦ Κομεντιό‐ λου ἐκτὸς τοῦ ἔργου ἐφάψασθαι, καὶ τῶν βαρβάρων λίαν
5ἐγκρατῶς ἐπικειμένων, πείθεται ὁ Πρίσκος τὸν Κομεντίολον καταλιπεῖν καὶ τὰς φροντίδας τῶν κινδύνων αὐτὸς ἀναδέ‐

8

.

2

.

8

ξασθαι. καὶ οὖν καταλιμπάνει τὸ Βιμινάκιον καὶ πρὸς τὸν Ῥωμαϊκὸν γίνεται χάρακα. δευτέρα δὲ ἡμέρα, καὶ προστάττει τὰς ναῦς τοῦ Ἴστρου καταλιπούσας τὰς ὄχθας περὶ τὸ Βιμι‐

8

.

2

.

9

νάκιον μεθορμίσασθαι· ἐδεδίει γὰρ ὁ Πρίσκος μή πως οἱ Ῥωμαῖοι, τῶν ἐπακτρίδων διακειμένων αὐτοῖς περὶ τὰς ὄχθας τοῦ ποταμοῦ, συνεχεῖς τὰς μεταβάσεις ἐπὶ τὴν νῆσον ποιήσονται, κἀντεῦθεν κατακερματιζομένης τῆς τῶν Ῥωμαίων δυνάμεως

8

.

2

.

10

ἀσθενεστέραν ἡ τάφρος τὴν φρουρὰν ἀπολάβοι. τοίνυν τῶν βαρβάρων κατεπειγομένων πρὸς πόλεμον, τετάρτη ἡμέρα, καὶ ὁ Πρίσκος ἐξ ἑωθινοῦ σιδηροφορεῖν τοῖς Ῥωμαίοις προσέταξεν, καὶ ὡς ἐνῆν τὰς ἐκτάξεις τρισὶ συστησάμενος φάλαγξι τῶν

8

.

2

.

11

πολεμικῶν ἐγχειρημάτων ἀπήρχετο. οἱ μὲν οὖν Ῥωμαῖοι ἀποσχόμενοι τῶν τόξων ἀγχιμάχως τοῖς δόρασι κατεπολέμουν τὸ βάρβαρον. τῶν δὲ Ἀβάρων δέκα καὶ πέντε συστήμασιν ἐξοπλισάντων τὴν ἔκταξιν, καὶ τῶν Ῥωμαίων εἰς μίαν σύν‐
5νευσιν καὶ φόβῳ τοῦ χάρακος καὶ τετραπλεύρῳ μάχῃ δια‐ κεκοσμηκότων τὴν ἔκταξιν, ἀσυλίαν ἐντεῦθεν παρεχομένων τῷ χάρακι, ἐπὶ ὥρας πολλὰς ὁ πόλεμος εἶχε τὴν πρόοδον.

8

.

2

.

12

ἡλίου δὲ κλίναντος συναπέκλινε καὶ ὁ πόλεμος, καὶ ἦν ἐπιδέξιος αὕτη ἡ τοῦ πολέμου τοῖς Ῥωμαίοις ῥοπή, τρια‐ κοσίων τε ἀναιρεθέντων Ῥωμαίων, χιλιάδες τέτταρες ἐκ τῶν Ἀβάρων διώλοντο. ἐπιγενομένης οὖν νυκτὸς εἰς τὸν χάρακα286
5οἱ Ῥωμαῖοι ἀνέζευξαν.

8

.

3

.

1

Τρίτη δὲ ἡμέρα, καὶ ὁ βάρβαρος ἕτερον συνεστήσατο πόλεμον. ὁ μὲν οὖν Πρίσκος ὡς οἷόν τε ἦν συντάξας τὸ

8

.

3

.

2

στράτευμα ἑωθινὸς ἐχώρει πρὸς τὴν παράταξιν. τρεῖς τοίνυν συντάξας δυνάμεις ἐς τὰ μάλιστα τοῖς Ῥωμαίοις, εἶτα ἐνε‐ γύησεν ἐς τὸ καρτερὸν τὰ κέρατα περισχίσαι αὐτίκα οὕτω τε τοὺς Ἀβάρους εἰσδέξασθαι, ὅπως οἱ βάρβαροι, περὶ τὰ
5κοιλότερα γινομένης τῆς δυνάμεως, καὶ κατειλημμένοι ἐν

8

.

3

.

3

μέσῳ, περιπέσωσι συμφοραῖς ἀδοκήτοις. τῷ τοιούτῳ τοίνυν τρόπῳ καταστρατηγοῦνται οἱ βάρβαροι, καὶ ἀναιροῦνται ἐκ τῆς πολεμίας καὶ ἀντιθέτου δυνάμεως χιλιάδες ἐννέα. ἡλίου

8

.

3

.

4

δὲ δύοντος ἐπὶ τὴν τάφρον τὸ νενικηκὸς ἐπανῆκεν. δεκάτη δὲ ἡμέρα, καὶ ὁ στρατηγὸς ἠκηκόει ἥκειν αὖθις τὸν βάρβαρον πρὸς παράταξιν. ἡμέρας δὲ λαμπούσης τὸ Ῥωμαϊκὸν καθοπλίσας

8

.

3

.

5

κοσμίως τε συμφραξάμενος ἐχώρει πρὸς πόλεμον. ὁ μὲν οὖν Πρίσκος τρισσαῖς αὖθις φάλαγξι τὰς δυνάμεις κατεστρατεύσατο, ὁ δὲ βάρβαρος μίαν συστησάμενος φάλαγγα κατὰ τοῦ Πρίσκου ἐχώρησεν. ὁ μὲν οὖν Πρίσκος τὴν εὔθετον τῶν τόπων χώραν
5καταλαβὼν τήν τε ῥύμην τοῦ πνεύματος ἔχων συνέριθον, ἀφ’ ὕψους τοῖς Ἀβάροις ἐνήραξε τοῖς τε δύο κέρασι κατε‐

8

.

3

.

6

πολέμησε τὸ πολέμιον. ἐπεὶ δὲ λίμνη ὑπεστόρητο τοῖς τόποις ἐκείνοις, ἐπὶ τὰ ὕδατα ἐξωθεῖ τὸν βάρβαρον. διὰ τοῦτο περὶ τὸ ῥόθιον ἀποκρουσθέντες οἱ βάρβαροι καὶ τὴν λίμνην ἀντι‐

8

.

3

.

7

μέτωπον δυστυχήσαντες λίαν σφοδρῶς ἀπεπνίγοντο. πλήθους
τοίνυν πολλοῦ κατὰ ταύτην τὴν λίμνην ἀνῃρημένου, τῶν τε παίδων τοῦ Χαγάνου ἀποπνιγέντων αὐτόθι, περιφανε‐ στάτην ὁ Πρίσκος τὴν νίκην ἐνεπορεύσατο. καταφθείρονται287
5τοίνυν περὶ τοῦτον τὸν πόλεμον πεντεκαίδεκα χιλιάδες βαρ‐

8

.

3

.

8

βάρων. ὁ μὲν οὖν Χαγάνος ἐπικινδύνως διασωθεὶς κατὰ τὸν Τισσὸν γίνεται ποταμόν. τριακοστὴ δὲ ἡμέρα, καὶ ὁ βάρβαρος συνέλεξε δύναμιν. ἐπεὶ δὲ καὶ πρὸς τέταρτον πόλεμον τὴν ἐπιβολὴν ἐποιεῖτο, καὶ τούτων ὁ τῶν Ῥωμαίων
5στρατηγὸς ἠκηκόει, στρατοπεδεύει ὁ Πρίσκος ἐπὶ τὸν Τισσὸν

8

.

3

.

9

ποταμόν. ὁρίζεται τοιγαροῦν ἑκατέρᾳ δυνάμει ἡμέρα πρὸς πόλεμον. ἐπεὶ δὲ τὸ διωρισμένον πέρας ἐλάμβανεν, ὑπὸ πρώτην ἕω ὁ Πρίσκος ἐναλλὰξ τὰς δυνάμεις συνέταξεν, καὶ τὴν μὲν εὐώνυμον φάλαγγα δεξιὰν ἐποιήσατο, τὴν δὲ μέσην
5εὐώνυμον. ὁ δὲ βάρβαρος δυοκαίδεκα συστήμασιν ἐξοπλίζει

8

.

3

.

10

τὸν πόλεμον. οἱ μὲν οὖν Ῥωμαῖοι ἡρωϊκώτερον τῆς μάχης ἀντείχοντο. τῇ τοίνυν ἐνστάσει τοὺς βαρβάρους κατεπολέμησαν, καὶ διόλλυται καὶ κατὰ ταύτην τὴν μάχην πλῆθος πολεμίων πολύ. ταύτην τοίνυν τὴν νίκην ἐνδοξοτέραν τὸ τῶν Ῥωμαίων

8

.

3

.

11

ὁπλιτικὸν ἀνεδήσατο. ὁ δὲ Πρίσκος τέσσαρας χιλιάδας συντάξας τὸν Τισσὸν διανήξασθαι ἐκέλευε ταύταις ἀνερευνᾶσθαί 〈τε〉 τὰ τῶν πολεμίων κινήματα. οἱ μὲν οὖν ὑπὸ τοῦ στρατηγοῦ ἐκπεμ‐ φθέντες τὸν γείτονα ποταμὸν διαπεραιοῦνται. περιτυγχάνουσι
5τοιγαροῦν χωρίοις Γηπαίδων τρισίν. οἱ δὲ βάρβαροι μηδὲν τῶν ἐν τῇ προτεραίᾳ διεγνωκότες συμπόσιόν τε καθίσαντες

8

.

3

.

12

πανήγυριν ἑώρταζον ἐπιχώριον. τὰς τοίνυν φροντίδας ἀνα‐ θέντες τῇ μέθῃ κατεπαννυχίζοντο εὐωχούμενοι. οἱ δὲ Ῥω‐ μαῖοι ἐπὶ τὸ λεγόμενον λυκόφως, ἔτι λειψάνων ὑπούσης νυκτός, κραιπαλῶσι τοῖς βαρβάροις ἐπίκεινται καὶ μέγιστον
5ἀπεργάζονται φόνον· ἀναιροῦνται γὰρ βαρβάρων χιλιάδες

8

.

3

.

13

τριάκοντα. πλείστης τε αἰχμαλωσίας κρατήσαντες τὸν ποταμὸν
ἀντενήξαντο πρός τε τὸν Πρίσκον τὴν προνομὴν διεσώσαντο. ἡμέρα δὲ εἰκοστή, καὶ πάλιν ὁ βάρβαρος περὶ τοῦτον δὴ τὸν ποταμὸν συναγείρει δυνάμεις. διὰ τοῦτο ὁ Πρίσκος288
5παλιννοστεῖ περὶ τὸν Τισσὸν τὸν ποταμόν. γίνεται τοιγαροῦν κατὰ τοῦτον τὸν χῶρον μεγίστη καὶ ἀξιολογωτάτη παράταξις.

8

.

3

.

14

οἱ μὲν οὖν βάρβαροι καταπολεμηθέντες ὡς ἔπος εἰπεῖν ἐγκρατῶς κατὰ ταύτην δὴ τὴν ἡμέραν ἐπὶ τὰ ῥεῖθρα τοῦ ποταμοῦ ἀποπνίγονται, συναπόλλυνται δὲ τούτοις καὶ Σκλαυη‐

8

.

3

.

15

νῶν πλείστη ἀπόμοιρα. ἐζωγρεῖτο δὲ μετὰ τὴν ἧτταν τὸ βάρβαρον, καὶ ἥλωσαν Ἄβαροι μὲν τρισχίλιοι, ἄλλοι δὲ βάρ‐ βαροι πρὸς ταῖς τέτρασι χιλιάσι δισχίλιοί τε καὶ διακόσιοι, καὶ Σκλαυηνῶν χιλιάδες ὀκτώ. οὕτω μὲν οὖν ζωγρηθέντες
5δεσμοῖς παρεδίδοντο, ὁ δὲ στρατηγὸς ἐν Τόμει τῇ πόλει τοὺς λαφυραγωγηθέντας βαρβάρους ἐξέπεμπεν.

8

.

4

.

1

ὁ δὲ Χαγάνος, πρίν τι τὸν αὐτοκράτορα τῶν γεγενημένων ἐν εἰδήσει γενέσθαι, πρέσβεις ἐς Μαυρίκιον ἔπεμψεν, ἀναλαβεῖν

8

.

4

.

2

τοὺς ζωγρηθέντας πειρώμενος. ὁ δὲ Μαυρίκιος ταῖς ἀπει‐ λαῖς τοῦ βαρβάρου καταπλαγεὶς καὶ τοῖς λόγοις ἀποβουκολού‐ μενος δι’ ἐπιστολέως τῷ Πρίσκῳ προσέταξεν ἀποδοῦναι τοὺς ζωγρηθέντας τῷ Χαγάνῳ Ἀβάρους. οὕτω μὲν οὖν ἀπὸ τῆς
5Τόμεως ἀνεδίδοντο τῷ Χαγάνῳ οἱ βάρβαροι.

8

.

4

.

3

Ὁ δὲ Κομεντίολος ὥσπερ ἀπό τινων ἐνυπνίων μακρῶν μόλις διανήψας ἔδοξεν ἀπηλλάχθαι τῆς νόσου. παραγίνεται
τοιγαροῦν εἰς τὰς Νόβας, καὶ συγκαλεσάμενος τῶν ἐγχωρίων τινὰς τὸν ποδηγοῦντα παρ’ αὐτῶν ἠξίου ἀναλαβεῖν, ὅπως289
5τὴν λεγομένην Τραϊανοῦ παροδεύσηται τρίβον· ἠπείγετο γὰρ

8

.

4

.

4

ἐς Βυζάντιον τὴν χειμέριον ὥραν ποιήσασθαι. οἱ μὲν οὖν ἐγχώριοι ἀπηγόρευον τῷ Κομεντιόλῳ ταύτην δὴ τὴν ἀτραπόν. ἐπὶ τούτῳ μανεὶς δύο τῶν ἀπαγορευόντων ἀπέτεμεν. οἱ μὲν οὖν περὶ τὰς Νόβας ἔφασκον τῷ Κομεντιόλῳ μὴ ἔχειν τὸν
5ὑποδείξοντα, ὑπεῖναι δὲ ἀπὸ σημείων δέκα καὶ δύο παλαί‐ τατον λίαν γερόντιον χρόνων πεφυκὸς ἑκατὸν πρὸς τοῖς δεκαδύο· τοῦτον ἐπίστασθαι τὴν λεγομένην τρίβον Τραϊανοῦ

8

.

4

.

5

τοῦ αὐτοκράτορος κατισχυρίζοντο. γενόμενος τοίνυν κατὰ τὸν χῶρον ἐκεῖνον Κομεντίολος ὁ στρατηγὸς τὸν πρεσβύτην ἠξίου τῆς ὁδοιπορίας προηγήσασθαι. ὁ δὲ γέρων διηπορεῖτο καὶ ἤσχαλλεν, καὶ λίαν χαλεπὸν τὸ ἐγχείρημα τῷ στρατηγῷ
5προηγόρευε τήν τε δυσχωρίαν τόν τε χειμῶνα καὶ τὸ τῆς τρίβου ἀνήμερον διεξήρχετο· ὑπεῖναι γὰρ τὴν τρίβον ταύτην

8

.

4

.

6

ἀδιεξόδευτον ἀπὸ ἐτῶν ἐνενήκοντα. ἀντιτείνει τοίνυν ὁ στρα‐ τηγὸς τοῖς τοῦ γέροντος λόγοις. ἐπεὶ δὲ τὰ τῆς χείρονος ἐπιβολῆς ἐπροτέρησεν, ἀπάρχονται τῆς ὁδοιπορίας αἱ τῶν

8

.

4

.

7

Ῥωμαίων δυνάμεις. κατὰ ταύτας δὴ τὰς ἡμέρας ἐπεδήμησε μέγα καὶ ἐξαίσιον ψῦχος, καὶ μεγάλου γεγονότος τοῦ κρύους, καὶ τῆς τῶν πνευμάτων πικρότητος ἐγκρατῶς ἐγκειμένης, ὄλλυνται πολλοὶ τῆς δυνάμεως τῶν τε νωτοφόρων ζώων ἡ

8

.

4

.

8

πλείστη ἀπόμοιρα. λίαν γοῦν καὶ ἀπευκτῶς ὁ Κομεντίολος ἐπὶ τὴν Φιλίππου πόλιν ἀφίκετο. τοίνυν ἐκεῖσε τὴν ἅπασαν τοῦ χειμῶνος ὥραν ἐνδιατρίψας ἔαρος ἀρχομένου ἐς Βυζάντιον παραγίνεται. τῷ δὲ ἐπιόντι θέρει πάλιν στρατηγὸς ὑπὸ Μαυ‐
5ρικίου τοῦ αὐτοκράτορος ἀναδείκνυται.

8

.

4

.

9

Ἐννεακαιδεκάτῳ ἐνιαυτῷ τῆς βασιλείας Μαυρικίου τοῦ
αὐτοκράτορος οὐδὲν Ῥωμαίοις καὶ βαρβάροις ἐπράχθη. ἔτει δὲ εἰκοστῷ τὸν αὐτάδελφον ὁ αὐτοκράτωρ Μαυρίκιος Πέτρον290

8

.

4

.

10

στρατηγὸν προεστήσατο τῆς Εὐρώπης. πρὸ τούτου τοῦ ἐνιαυτοῦ Θεοδόσιος, ὁ τοῦ βασιλέως υἱός, νυμφίος πομπεύεται, καὶ πρὸς ἔννομον γάμον δίδωσιν αὐτῷ ὁ πατὴρ Γερμανοῦ τὸ θυγάτριον, ἀνδρὸς λίαν ἐξόχου καὶ τῶν ἐς συγκλήτου βουλὴν

8

.

4

.

11

ἄγαν ἐπιφανοῦς. μετ’ ὀλίγας τοίνυν ἡμέρας τοῦ γάμου, ὥρᾳ χειμῶνος, σιτοδεία τις τοῖς Βυζαντίοις ἐνέσκηψεν. τού‐ του δῆτα τοῦ λιμοῦ γεγονότος, καὶ τῆς τεσσαρακοστῆς ἡμέρας προελθούσης τῆς γενεθλιακῆς πανηγύρεως τοῦ μεγάλου θεοῦ
5Ἰησοῦ, ὃν Χριστὸν τὰ κατὰ τὴν οἰκουμένην ἔθνη γεραίρουσιν,

8

.

4

.

12

καταστασιάζει τὰ πλήθη τοῦ αὐτοκράτορος. εἰώθει δὲ ὁ βασι‐ λεὺς συνεορτάζειν τοῖς δήμοις. τοῦ τοίνυν βασιλέως ἅμα τοῖς ὄχλοις τὰς λιτὰς ποιουμένου, νεωτερίσαντες ἀπὸ τοῦ πλήθους τινὲς ἐς Μαυρίκιον ἐβλασφήμουν καὶ λίθους ἐξέπεμ‐

8

.

4

.

13

πον κατὰ τοῦ αὐτοκράτορος. ὁ μὲν οὖν Μαυρίκιος κελεύει τοῖς σωματοφύλαξιν ἀπειλεῖν ταῖς σιδηραῖς κατὰ τῶν ἐπιόντων κορύναις (ταῦτα δὲ ἄρα τῇ Ῥωμαίων φωνῇ δίστρια λέγεται), μέχρι δὲ τῆς ὑποκρίσεως κελεύει τούτοις τὰς ἐπιφορὰς
5σχηματίσασθαι· ὁ δὲ Γερμανὸς ὑποκάτω τῆς χλαμύδος καλύψας τὸν Θεοδόσιον διὰ τῶν λεγομένων Ἱλαρᾶς (τόπος δὲ οὗτος τοῦ ἄστεος) ἐκ τῶν λιτανευμάτων ὑπεξαγαγὼν διεσώσατο.

8

.

5

.

1

καὶ οὖν ὁ βασιλεὺς ὑπὸ τῶν σωματοφυλάκων διασώζεται μὴ δεδωκὼς ἐγκοπὴν τῷ λιτανεύματι. εἶτα πρὸς τὸν τῆς θεομήτορος νεὼν παρεγένοντο, ὃν Λακέρνας ἀποκαλοῦσι

8

.

5

.

2

τιμῶντες Βυζάντιοι. τὸ δὲ τέμενος τοῦτο τῶν σεβασμίων λίαν καθέστηκε θρησκεύεταί τε ὑπὸ τοῦ ἄστεος ἐς τὰ μάλιστα· λέγεται γὰρ περιστόλια τῆς παρθένου Μαρίας, ἣν θεοτόκον
κυρίως καὶ μόνην οἱ Ῥωμαῖοι πρεσβεύομεν, ἐν σηκῷ χρυσο‐291

8

.

5

.

3

πάστῳ ἀποτεθῆναι ἐνταῦθα. ἅπασαν τοιγαροῦν τὴν ἱερὰν μυσταγωγίαν ἐν τούτῳ δὴ τῷ ναῷ κατὰ 〈τὸ〉 εἰωθὸς ὁ βασι‐ λεὺς λατρεύσας πρὸς τὰ βασίλεια γίνεται. τῇ δὲ ὑστεραίᾳ τοὺς ἐπισημοτέρους τῶν καταστασιασάντων μικροῖς τισιν

8

.

5

.

4

αἰκισμοῖς σωφρονίσας ἐξορίζει τοῦ ἄστεος. ἡ δὲ ἐξορία ἀμακροημέρευτος ἦν· θᾶττον γὰρ μεταβαλὼν ὁ βασιλεὺς τὴν λύπην δίδωσι τοῖς ἐξορίστοις ἐξουσίαν ἐπιβαίνειν τοῦ ἄστεος.

8

.

5

.

5

Μενοῦνγε ὁ Πέτρος ὁ στρατηγὸς τὰς δυνάμεις ἀθροίσας ἐπὶ τὸν Ἴστρον χωρεῖ καὶ εἰς Παλάστολον ἀφικνεῖται, καὶ χάρακα ποιησάμενος οὕτω τὴν τοῦ θέρους ὥραν διήνυεν· μετοπώρου τε ἀρχομένου ἐπὶ τὸ κλίτος τῆς Δαρδανίας ὁ
5στρατηγὸς ἐνεδήμησεν. ἠκηκόει γὰρ περὶ τοὺς λεγομένους Καταράκτας ἀθροισθῆναι τῶν Ἀβάρων τὰ πλήθη τόν τε

8

.

5

.

6

Ἀψὶχ ἐνθαδὶ στρατοπεδεύεσθαι. τοίνυν τῶν Ῥωμαίων γεγονό‐ των αὐτόθι, Πέτρος ὁ στρατηγὸς πρὸς τὸν Ἀψίχ, τὸν ὑπο‐ στράτηγον τῆς Ἀβάρων δυνάμεως, ἐδίδου καὶ ἀντελάμβανε λόγους. ὁ δὲ Ἀψὶχ τοὺς λεγομένους Καταράκτας ἀπὸ Ῥω‐

8

.

5

.

7

μαίων ἐνεχείρει δουλώσασθαι. δυσανασχετοῦντος δὲ τοῦ στρα‐ τηγοῦ μὴ τοιαύταις συνθήκαις ζωπυρεῖν τὴν εἰρήνην, ἑκα‐ τέρα διαλύεται δύναμις, καὶ ὁ μὲν Χαγάνος ἐπὶ τὴν λεγο‐ μένην Κωνσταντίολαν ἐχώρησεν, οἱ δὲ Ῥωμαῖοι ἐπὶ τὰς
5Θρᾳκῴας διατριβὰς ἐπανέζευξαν.

8

.

5

.

8

Τοῦ δὲ θέρους ἐπείγοντος ἀκοὴ γίνεται Μαυρικίῳ τῷ αὐτοκράτορι ὡς ἐπίτηδες ὁ Χαγάνος ἀναβολὴν τῷ πολέμῳ παρέσχετο, ὅπως ὑπορρεμβομένης τῆς Ῥωμαίων πληθύος

8

.

5

.

9

ἀθρόᾳ κινήσει τινὶ τοῖς περὶ τὸ Βυζάντιον ἐπισταίη. καὶ
οὖν τὴν Ἀδριανούπολιν καταλιπεῖν τῷ στρατηγῷ ἐγκελεύεται292

8

.

5

.

10

περί τε τὸν Ἴστρον προστάττει τὰς διαβάσεις ποιήσασθαι. ὁ μὲν οὖν Πέτρος κατὰ τῆς Σκλαυηνίας πληθύος στρατοπε‐ δεύεσθαι παρεσκεύαζεν ἔγραψέ τε Βωνώσῳ· ἀνὴρ δὲ οὗτος τῶν σωματοφυλάκων τοῦ βασιλέως ἐπιφανής, ὃν σκρίβωνα

8

.

5

.

11

εἴωθε τὰ πλήθη ἀποκαλεῖν· τοῦτον γὰρ ἐδέησε κατ’ ἐκεῖνο καιροῦ διακονεῖσθαι Πέτρῳ τῷ στρατηγῷ. ἡ δὲ τοῦ γράμ‐ ματος ἀξίωσις ἦν ἐφ’ ᾧ τὰς τῶν Ῥωμαίων πορθμίδας χορηγεῖν

8

.

5

.

12

ταῖς δυνάμεσιν, ὅπως τὸν ποταμὸν διανήξονται. τοῦ δὲ μαχίμου ὁ Πέτρος τὸν Γούδουϊν ὑποστράτηγον προεστήσατο. τοίνυν ὁ Γούδουϊς τὸν ποταμὸν διαβὰς στόματι μαχαίρας πλήθη πολεμίων ἀνεῖλεν, αἰχμαλωσίας δὲ κρατήσας πολλῆς
5μεγάλην περιβάλλεται εὔκλειαν. οἱ μὲν οὖν Ῥωμαῖοι ἐπανήκειν διὰ τοῦ ποταμοῦ εἰς τὴν ἑαυτῶν ἐπειρῶντο, ὁ δὲ Γούδουϊς

8

.

5

.

13

τοῦτο ποιεῖν αὐτοὺς διεκώλυε τέως. ἀτὰρ τὰς Ῥωμαίων ἐφόδους ὁ Χαγάνος μεμαθηκὼς τὸν Ἀψὶχ μετὰ στρατοπέδων ἐξέπεμπεν, ὅπως τὸ τῶν Ἀντῶν διολέσειεν ἔθνος, ὃ σύμ‐ μαχον Ῥωμαίοις ἐτύγχανεν ὄν.

8

.

6

.

1

τούτων δὴ γιγνομένων, ἀποστατοῦσι τῶν Ἀβάρων πλήθη τινὰ αὐτομολεῖν τε τῷ αὐτοκράτορι κατηπείγοντο. ταράττεται οὖν ἐπὶ τῷ ἀκούσματι ὁ Χαγάνος, καὶ περιδεὴς γεγονὼς πολὺς ἦν ἀντιβολῶν καὶ
5σοφιστεύων μεθόδους πολλὰς ἀντιμεταστῆσαι τὴν ἀποστα‐ τήσασαν δύναμιν.

8

.

6

.

2

Ὥρας τοίνυν μετοπωρινῆς ἐνδημούσης, καὶ Μαυρικίου τοῦ αὐτοκράτορος ἐνοχλοῦντος τὸν Πέτρον ἐν ταῖς τῶν Σκλαυη‐ νῶν χώραις τὰς Ῥωμαϊκὰς δυνάμεις τὸν τοῦ χειμῶνος ἐνδια‐ τρῖψαι καιρόν, τῶν τε Ῥωμαίων βαρυνομένων ἐπὶ τῇ τοῦ
5βασιλέως βουλῇ διά τε τὴν λείαν αὐτὴν διά τε τὴν τῆς ἵππου ταπείνωσιν, ἔτι γε μὴν καὶ διὰ τὸ πλήθη βαρβάρων
περικυμαίνειν τὴν χώραν τὴν ἀντιπέρας τοῦ Ἴστρου, καὶ τοῦ στρατηγοῦ τὸ βασιλικὸν κρατύνοντος πρόσταγμα, στάσις293

8

.

6

.

3

μεγίστη τοῖς στρατεύμασι γίγνεται. ὁ μὲν οὖν Μαυρίκιος διὰ πυκνῶν συλλαβῶν ἐπετίθετο Πέτρῳ τοῦτο τοὺς Ῥωμαίους ποιήσασθαι, οἱ δὲ Ῥωμαῖοι ἀντιπεριΐσταντο πρὸς συντονωτέραν ἀπόφασιν. διὸ τὸν ποταμὸν παροδικῶς διενήξαντο. ἐπεὶ δὲ
5τοῦτο ἐγένετο, ἀφικνοῦνται ἐν Παλαστόλῳ, μεγίστῳ θυμῷ

8

.

6

.

4

τὰς ψυχὰς μεθυσθέντες. ὁ δὲ Πέτρος στρατοπεδεύεται ὡς ἀπὸ δέκα σημείων τοῦ χάρακος. καὶ οὖν ὁ στρατηγὸς διαγα‐ νακτῶν ταῖς δυνάμεσιν ἐς ἀπόνοιαν ἄλογον ἔβλεπεν οὐκ

8

.

6

.

5

ἠξίου τε τῷ ὁπλιτικῷ συναυλίζεσθαι. τρίτη δὲ ἡμέρα, καὶ τῷ Γούδουϊ ἔφησεν· ἃ δὲ ἔφησε ταῦτα ἐκεῖνά ἐστιν, δόξαι κατ’ ὄναρ βασιλικὰς ἐπιπεμφθῆναι αὐτῷ συλλαβάς, τὴν δὲ

8

.

6

.

6

τῆς ἐπιστολῆς προγραφὴν ἔχειν ἐπὶ λέξεως οὕτως· “ὁ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστός, ὁ ἀληθινὸς θεός, ἡ θεία χάρις, ὁ τῶν ἐκκλησιῶν προεστὼς τὰ ἐλλείποντα ἀναπληροῖ εἰς τὸ πᾶσι συμφέρον καὶ προΐστησιν ἐπὶ τοῦ παρόντος τόνδε τῆς
5νέας δεσπότην.” διηπορεῖτο τοίνυν ὁ Πέτρος καὶ ἤσχαλλεν, ἠδημόνει τε καὶ ἐστροβεῖτο περικυκώμενος πάντοθεν, τίνες

8

.

6

.

7

εἴησαν ἂν αἱ τῶν φανέντων ἐνυπνίων ἐκβάσεις. ὁ μὲν οὖν Γούδουϊς καταπλαγεὶς ἐπί τε τῷ ταράχῳ τοῦ πλήθους ἐπί τε 〈ταῖσ〉 τῶν ὀνείρων ἐκφάσεσιν ἀφωνίᾳ κατείχετο. τῇ δὲ ὑστεραίᾳ μεταποιοῦσιν αἱ δυνάμεις τὸν χάρακα, καὶ τὰ
5Ἄσημα παραμείψαντες (φρούριον δὲ τοῦτο) γίνονται ἐν
Κουρίσκᾳ, ὅθεν διαπορθμίσασθαι ἤμελλον εἰς τὰς τῶν βαρ‐ βάρων σκηνώσεις· ἦσαν γάρ τι μικρὸν μεταβεβληκότες τὸ294

8

.

6

.

8

φρύαγμα. ἐν ταύταις γοῦν ταῖς ἡμέραις ἐναυπηγοῦντο ἀγγεῖα. καὶ τούτου δὴ γιγνομένου ὑετοὶ ἐπιπίπτουσι λάβροι, συνεπιτί‐ θεται δὲ καὶ ψύχους ἐπιβολή. ταύτῃ δῆτα ἐπιστασιάζει τὸ πλῆ‐

8

.

6

.

9

θος μὴ βουλόμενον τὸν ποταμὸν διανήξασθαι. πέμπουσι τοίνυν πρὸς τὸν Πέτρον εἴκοσι σημεῖα ἀπῳκισμένον τοῦ χάρακος πρέσβεις οἱ Ῥωμαῖοι ὀκτώ, ἐξ ὧν ἐτύγχανεν ὢν καὶ Φωκᾶς ὁ χαλεπώτατος τύραννος. ἡ δὲ ἀξίωσις ἦν οἴκαδε τὴν δύναμιν

8

.

6

.

10

ἀναζεύξασαν τῇ τοῦ χειμῶνος ὥρᾳ ἐγκαρτερεῖν. ὁ δὲ αὐτο‐ κράτωρ ἐπώχλει δι’ ἐπιστολέως τὸν Πέτρον τὸν ποταμὸν δια‐ περαιωσάμενον τὰς δυνάμεις τῆς τῶν βαρβάρων γῆς ἐπιβῆναι, τάς τε τῶν στρατοπέδων ἀποτροφὰς αὐτόθεν τοὺς Ῥωμαίους
5ἀρύσασθαι, ἐγκοπήν τε δημοσίων σιτήσεων ἐντεῦθεν τῷ πρυ‐ τανείῳ παρέχεσθαι.

8

.

7

.

1

ὁ μὲν οὖν στρατηγὸς τοὺς πρέσβεις εἰσκαλεσάμενος κατεπήγγελτο τῇ ἐσαύριον ὡς αὐτοὺς ἀφικνεῖ‐ σθαι λύσιν τε τῆς δυσφορίας παρέχεσθαι. μεταστειλάμενος τοιγαροῦν τὸν Γούδουϊν ἔφη πρὸς αὐτὸν τὰ τῶν ἠθυμηκότων

8

.

7

.

2

προσρήματα. “ἀμφίκρημνά μοι 〈τὰ〉 τῶν κινδύνων καθέ‐ στηκεν· δυσδιεξόδευτον τὸ τοῦ βασιλέως καθέστηκε πρόσταγμα. καὶ τὸ ἀντιτείνειν ἀδύνατον, καὶ τὸ [μὴ] πειθαρχεῖν χαλεπώ‐ τερον. οὐδὲν ὠδίνει καλὸν τρόπος φιλάργυρος· ἀκρόπολις

8

.

7

.

3

τῶν κακῶν ἡ φιλαργυρία καθέστηκεν. ὑπὸ τοῦ τοιούτου πάθους ὁ αὐτοκράτωρ νοσηλευόμενος τάχα ἂν πότε θυμὸν ὀλέσῃ, ἵνα καί τινι ἔπει τῆς Ὁμηρικῆς τραγῳδίας καρυκεύσω τὸν λόγον. αὕτη ἡ ἡμέρα πολλῶν κακῶν ἄρξει Ῥωμαίοις.

8

.

7

.

4

οἶδα καὶ πείθομαι.” ἐπίδακρυς τοίνυν ὁ Πέτρος γενόμενος
ἐγκοπήν τε τῷ λόγῳ διὰ τὸ δάκρυον ποιησάμενος γίγνεται πλησίον τοῦ χάρακος. τῇ οὖν ὑστεραίᾳ ἀθροίζει τοὺς ταξιάρ‐ χους τῆς πάσης δυνάμεως τό τε τοῦ βασιλέως αὐτοῖς παρε‐295

8

.

7

.

5

δήλωσε γράμμα. οἱ δὲ ἡγεμόνες τῶν ὁπλιτικῶν συνταγμάτων ἔφησαν τῷ στρατηγῷ μὴ ἐθέλειν τὸ μάχιμον ἐς τὸ ἀντιπέρας τὰς διαβάσεις ποιήσασθαι, τὰς αἰτίας ἐν ἐκθέσεως μοίρᾳ

8

.

7

.

6

ποιούμενοι. ἐπεὶ δὲ ὁ Πέτρος ἀντιπρώρους τοῖς ὄχλοις ἐποιεῖτο τοὺς λόγους, λαῖλαψ μεγίστη θυμοῦ τοῖς στρατο‐ πέδοις ἐνέσκηψεν. διὰ τοῦτο αἱ δυνάμεις τοῦ χάρακος ἀπο‐ κλίνασαι καταμόνας ἐκκλησίαν συνήθροισαν. τοῦτο οἱ ἡγε‐
5μόνες τοῦ ὁπλιτικοῦ θεασάμενοι ἀποκλίνουσιν εἰς φυγὴν καὶ

8

.

7

.

7

πρὸς Πέτρον τὸν στρατηγὸν παραγίνονται. ἑτέραν δὲ καὶ τῇ ἐς ὕστερον ἐκκλησίαν πεποιηκότα τὰ πλήθη ἔξαρχον τὸν ἑκατόνταρχον Φωκᾶν προεστήσαντο, ἐπὶ ἀσπίδος τε εἰς ὕψος ἐξάραντες εὐφήμουν ἐκτόπως τὴν ἀναγόρευσιν. τούτων ὁ
5Πέτρος ἀκηκοὼς εἰς ἀπόδρασιν τὰς φροντίδας μετέθηκε κατά‐ δηλά τε τὰ συμβεβηκότα ἐπεποίητο Μαυρικίῳ τῷ αὐτοκράτορι.

8

.

7

.

8

Ὁ μὲν οὖν Μαυρίκιος τὸν ἀπαίσιον ἄγγελον εἰσκαλεσά‐ μενος εἰς τὰ βασίλεια ἐν παραβύστῳ τῶν ἐπηκολουθηκότων ἐποιεῖτο τὰς πεύσεις. εἶτα ταῖς μερίμναις ἐσφάδαζεν, ἀμηχανία δὲ αὐτῷ περιέρρει πολλή. ὅμως ὑποκρύπτει τῶν ἀκουσμάτων
5τὴν ἄφιξιν ἱππικούς τε ἀγῶνας συνετέλει συχνοὺς ἀποπροσ‐ ποιήσει τινὶ ὥσπερ ἐξουθενῶν τὰ τῶν νεωτερισάντων μελετή‐ ματα, τοῖς τε δήμοις ἐδήλου διὰ κηρύκων παρὰ τὸ στάδιον

8

.

7

.

9

ὑπὸ ἀλόγου ἀκοσμίας στρατιωτῶν μὴ ταράττεσθαι. οἱ μὲν οὖν τοῦ κυαναυγοῦς χρώματος ἐρασταὶ μετ’ ᾠδῆς ἀνεβόων πρὸς τὸν αὐτοκράτορα ταῦτα (καὶ αὐτῆς γὰρ τῆς ἐπὶ λέξεως συνθήκης ποιησώμεθα μνήμην). “ὁ θεός, αὐτοκράτωρ, ὁ
5κελεύσας σε βασιλεύειν, ὑποτάξει σοι πάντα πολεμοῦντα τὴν βασιλείαν. εἰ δὲ Ῥωμαῖός ἐστιν, εὐεργέτα, 〈ὁ〉 ἀγνω‐ μονῶν σε, εἰς δουλείαν σου τοῦτον ὑποτάξει χωρὶς αἱμά‐296

8

.

7

.

10

των.” τετάρτη δὲ ἡμέρα, καὶ τοὺς δημάρχους ὁ αὐτοκράτωρ εἰσκαλεσάμενος πρὸς τὰ βασίλεια, οὓς διοικητὰς τῶν δήμων εἴωθε τὸ πλῆθος ἀποκαλεῖν, (ὀνόματα δὲ τούτοις Σέργιος καὶ Κοσμᾶς) ἐπυνθάνετο τῶν δημοτευόντων ἐπὶ λεπτοῦ τὸν

8

.

7

.

11

ἀριθμόν. ὁ μὲν οὖν Σέργιος ἐν χάρτῃ τὴν σύνταξιν τῶν ἐραστῶν τοῦ χλοάζοντος ἐνεχάραξε χρώματος, πεντακοσίους πρὸς τοῖς χιλίοις τυγχάνοντας, ὁ δὲ Κοσμᾶς τοὺς τῆς ἀντι‐ θέτου αἱρέσεως ἑκατοντάδας ἐννέα συντέταχεν· εἰς δύο γὰρ
5χρωμάτων ἐφέσεις τὰ τῶν Ῥωμαίων καταπέπτωκε πλήθη. ἐντεῦθεν μέγιστα κακὰ τῷ βίῳ εἰσήρρησεν· κατὰ μικρὸν γὰρ τῆς λυσσώδους ταύτης αὐξανομένης μανίας τὰ Ῥωμαίων διώλοντο πράγματα.

8

.

8

.

1

Ὁ μὲν οὖν αὐτοκράτωρ ἥκειν ἀκούσας τὸν τύραννον πρέσβεις ἐξέπεμψεν ὑπομαραίνειν ὥσπερ τὰ τῆς συμφορᾶς ἐγχειρῶν. ὁ δὲ τύραννος ἐπὶ τούτοις ὑψαυχενίζεται καὶ ἐπὶ τῷ νεωτερισμῷ καταμαίνεται ἀπράκτους τε τοὺς πρέσβεις

8

.

8

.

2

ἐξέπεμπεν. ὁ δὲ Μαυρίκιος περιφρουρεῖν τοῖς δήμοις τὰ Θεοδοσίου τείχη προστάττει, ἃ δείμασθαι λόγος πρεσβύτης

8

.

8

.

3

ἐρεῖ τὸν Ἀρκαδίου τοῦ αὐτοκράτορος Θεοδόσιον παῖδα. πρὸ τούτων τοίνυν ἡμερῶν ὀλίγων Γερμανὸς (κηδεστὴς δὲ οὗτος Θεοδοσίου τοῦ παιδὸς τοῦ αὐτοκράτορος) ἱππάζεσθαί τε καὶ ξυνωρικεύεσθαι τὸν Μαυρικίου τοῦ Καίσαρος υἱὸν ἀνα‐
5λαμβάνει ἐς Καλλικράτειαν· χῶρος δὲ πρὸ τοῦ ἄστεος οὗτος,

8

.

8

.

4

λίαν ὡς ἔπος εἰπεῖν ὡρικός. ὁ μὲν οὖν Μαυρίκιος παρασκευὴν βασιλικὴν Θεοδοσίῳ δίδωσι τῷ παιδί. τοῦ δὲ νέου κυνηγε‐
τοῦντος ἀπεριμερίμνως καὶ λίαν ἐπαγωγότερον, παραγίνεται πρέσβις ὡς αὐτὸν ὑπὸ τῆς Ῥωμαίων μαχίμου δυνάμεως,297
5ἐπιστολήν τε ἐγγεγραμμένην ὑπὸ τοῦ ὁπλιτικοῦ παρέχων τῷ

8

.

8

.

5

Θεοδοσίῳ, τῷ παιδὶ Μαυρικίου τοῦ αὐτοκράτορος. ἡ δὲ ἀξίωσις ἦν ἢ αὐτὸν Θεοδόσιον τὴν ἡγεμονίαν τοῦ κράτους ἀναλαβεῖν ἢ Γερμανῷ τὴν αὐτοκρατορικὴν ἐμπορπήσασθαι δύναμιν· μηδὲ γὰρ ἔτι ἀνέχεσθαι ὑπὸ Μαυρικίου τοῦ αὐτο‐

8

.

8

.

6

κράτορος τὰς Ῥωμαίων δυνάμεις ἰθύνεσθαι. γίνεται τοίνυν ταῦτα κατάδηλα Μαυρικίῳ τῷ αὐτοκράτορι. ὁ μὲν οὖν βασι‐ λεὺς ἐπεὶ ταῦτα ἐπέπυστο, μετάγει διὰ γραμμάτων ὡς αὐτὸν παραυτίκα τὸν παῖδα. τῇ δὲ ὑστεραίᾳ περίλυπος ὢν προσ‐

8

.

8

.

7

τάττει ὁ αὐτοκράτωρ Κομεντιόλῳ ἐπιστατεῖν τοῖς περιφρου‐ ροῦσι τὰ τοῦ ἄστεος τείχη. τῇ τοίνυν ἐπαύριον ὑπὸ πρώτην ἕω εἰσαγώγιμον τὸν Γερμανὸν ὁ Μαυρίκιος ποιεῖται πρὸς τὰ βασίλεια, καὶ περίδακρυς γεγονὼς τούτων τῶν κακῶν

8

.

8

.

8

ἔφη τὸν Γερμανὸν πεφυκέναι ὑπόθεσιν. ἦν δὲ τῆς ὑπονοίας ταύτης τεκμήριον τὸ δι’ ἐπιστολέως τὰς δυνάμεις τὸν Γερ‐ μανὸν ἐθέλειν βασιλέα ποιήσασθαι, εἶτα τοῦ τετυραννηκότος πλήθους ἅπασαν τὴν ἵππον τὴν πρὸ τοῦ ἄστεος νεμομένην
5καταπρονομεύσαντος τὴν Γερμανοῦ ἵππον μόνην ἀδιάσπαστον

8

.

8

.

9

τηρηθῆναι. ἱκανῶς τοίνυν τοῦ Γερμανοῦ ἀπολελογημένου τῷ αὐτοκράτορι καὶ τὴν τοῦ βασιλέως λύπην μὴ κατευ‐ νάζοντος, ὡς ἐν τέλει λέγουσι τὸν Μαυρίκιον φῆσαι· “φείδου, Γερμανέ, τοῦ μηκύνειν τὸν λόγον· οὐδὲν ἡδύτερον τοῦ διὰ
5ξίφους τεθνάναι.” ἐπὶ τούτοις ὁ αὐτοκράτωρ ἐπιτείνας τὸ βάδισμα μεθίσταται τοῦ παρὰ Ῥωμαίοις λεγομένου σεκρέτου.

8

.

8

.

10

ἐπεὶ δὲ ὁ τοῦ αὐτοκράτορος παῖς Θεοδόσιος παρειστήκει χαλεπαίνοντι τῷ αὐτοκράτορι, ᾤκτειρε τὸν κηδεστὴν κινδυ‐
νεύοντα καὶ μικρὸν τῆς οἰκείας στάσεως διεξελθὼν ἐξιόντι τῷ Γερμανῷ ἐν ἀποκρύφοις κατεψιθύρισεν· “ἀπόδρα τοῦτον”298

8

.

8

.

11

φήσας, “ὦ ἄνθρωπε· θάνατος ἡ ζημία σοι γίνεται.” ὁ μὲν οὖν Γερμανὸς διὰ τῆς λεωφόρου, ἣν Μέσην τὰ πλήθη κατονομάζουσιν, ἐς τὴν ἑαυτοῦ οἰκίαν ἐγένετο, τῷ δὲ δειλι‐ ναίῳ καιρῷ τοὺς ὑπασπιστὰς τοὺς ἑαυτοῦ συναθροισάμενος
5τῷ ἱερῷ τεμένει τῆς θεομήτορος προσεπέλασεν, ὃ Κῦρον τὸν ἐπὶ Θεοδοσίου τοῦ αὐτοκράτορος γεγονότα δείμασθαι λόγος

8

.

8

.

12

καθέστηκεν ἀψευδής. οὗτος δὲ ἐς ὑπάτων ἀξίαν τὸ τηνι‐ καῦτα ἀναβεβήκει καιροῦ. τοῦτον ἄνδρα ἀγαθὸν ἐς τὰ μάλιστα γεγονέναι φασίν, καὶ περὶ τοὺς ἔρωτας τῶν λόγων

8

.

8

.

13

σώφρονι μανίᾳ τινὶ ἐπεφύκει. ἡλίου δὲ κλίναντος ἠκηκόει Μαυρίκιος τῶν κεράτων τοῦ θυσιαστηρίου κάτοχον τὸν Γερ‐ μανὸν γεγονέναι. διὰ τοῦτο Στέφανον τὸν παιδαγωγὸν τῶν ἑαυτοῦ παίδων (εὐνοῦχος δὲ οὗτος τῶν ἐπιφανῶν τοῦ βασι‐
5λέως καὶ λίαν περίδοξος τοῖς ἀνακτόροις) πρὸς τὸν Γερμανὸν ἀφικέσθαι προσέταξεν, ὅπως πειθοῖ ὑπεξαγάγοι τῶν ἱερῶν

8

.

8

.

14

περιβόλων ἐκεῖνον. οἱ μὲν οὖν περὶ τὸν Γερμανὸν ὡς εἶδον τὸν τοῦ βασιλέως εὐνοῦχον ὑπεξαγαγεῖν τοῦτον ἐθέλοντα τοῦ τῆς θεομήτορος ἱεροῦ, ἀντικαταστάντες ἐξωθοῦσι τὸν Στέ‐

8

.

8

.

15

φανον αἰσχίστοις αὐτὸν περιβαλόντες ὀνείδεσιν. νυκτὸς δὲ γεγονυίας ὑπεξέρχεται τοῦ τεμένους ὁ Γερμανὸς καὶ πρὸς τὸ μέγα τῆς πόλεως ἱερὸν μετεφοίτησε τὸ ὑπὸ Ἰουστινιανοῦ τοῦ αὐτοκράτορος λίαν φιλοτίμως καὶ πολυτελῶς ἱδρυμένον·
5τοῦτο καλοῦσιν ἐκκλησίαν μεγάλην οἱ Βυζάντιοι. ὁ μὲν οὖν Μαυρίκιος ῥάβδῳ ἐμαστίγου τὸν ἑαυτοῦ υἱὸν Θεοδόσιον· ἔφασκε γὰρ τὸ ἀπόρρητον εἰς Γερμανὸν ἐκεῖνον μεταγαγεῖν.

8

.

9

.

1

τούτων δὴ πραττομένων, οἱ Ῥωμαῖοι τῆς ὁδοιπορίας ἐχό‐ μενοι ἐς Βυζάντιον τὰς ὁρμὰς ἐπιτείνουσιν. ὁ δὲ Γερμανὸς ὁπλίταις συμπεφραγμένος ἀπρὶξ εἴχετο τοῦ ἱεροῦ. ὁ δὲ αὐτο‐
κράτωρ πλῆθος τῶν σωματοφυλάκων ἐξέπεμψεν ὑπεξάγειν299
5τοῦ ναοῦ τὸν Γερμανὸν ὀρεγόμενος. ἐντεῦθεν θυμὸς μέγας

8

.

9

.

2

τῇ πόλει ἐνέσκηψεν. πείθεται τοίνυν ὁ Γερμανὸς τοῦ τεμέ‐ νους ὑπεξελθεῖν. τὸ τοίνυν πλῆθος τῆς πόλεως ἀθροισθὲν περὶ τὰ προαύλια γίνεται τοῦ ἱεροῦ, καί τις ἀνήρ (Ἀνδρέας ὄνομα αὐτῷ) τῶν περὶ τὰς ἱερὰς ἀπασχολουμένων λιτὰς
5μεγίστῃ φωνῇ κέκραγεν· “παλινδρόμει πρὸς τὸ ἱερόν, Γερ‐ μανέ· τὴν σεαυτοῦ σῶζε ψυχήν· θάνατός σοι τὸ ἐπαγόμενον.”

8

.

9

.

3

〈καὶ〉 πείθει τὸν Γερμανὸν μεταφοιτῆσαι πάλιν πρὸς τὰ ἐνδόμυχα τοῦ ναοῦ. τὰ δὲ πλήθη συρρεύσαντα ἐβλασφήμουν εἰς τὸν αὐτοκράτορα καὶ μεγίσταις ὕβρεσι τὸν Μαυρίκιον ἔβαλλον τῷ τε τῶν Μαρκιανιστῶν καταλόγῳ συνέταττον·
5αἵρεσις δὲ αὕτη μετά τινος μωρᾶς εὐλαβείας εὐήθης τε καὶ

8

.

9

.

4

καταγέλαστος. σφριγῶντος τοιγαροῦν τοῦ ταράχου, οἱ τὰ τείχη διαφρουροῦντες δημόται τούτων ἀκηκοότες, τῇ φρουρᾷ

8

.

9

.

5

χαίρειν εἰπόντες ἀναμίγνυνται τῷ λαῷ τῷ στασιάζοντι. πανταχοῦ τοιγαροῦν τῇ πόλει περικυμαίνοντος τοῦ κακοῦ, ἀλογίστῳ ὁρμῇ καταμανῶς τὰ πλήθη τὴν οἰκίαν Κωνσταντίνου τοῦ

8

.

9

.

6

λεγομένου Λαρδῦ τῷ παμφάγῳ πυρὶ καταφλέγουσιν. ἀνὴρ δὲ οὗτος ἐτύγχανεν ὢν τῶν ἐς συγκλήτου βουλὴν ἐπιφανέ‐ στατος, τήν τε τῶν πατρικίων ἀξίαν περιεβέβλητο οὗτος, καὶ τὴν ἡγεμονίαν τῶν φόρων τῆς ἑῴας πρό τινος καιροῦ
5ὑπὸ τοῦ αὐτοκράτορος ἀπειλήφει, ὃν ἔπαρχον πραιτωρίων εἰώθασιν ὀνομάζειν Ῥωμαῖοι. τοῦτον ὁ Μαυρίκιος ἐν τοῖς

8

.

9

.

7

προτερεύουσι τῶν ἀρχόντων ἐκέκτητο. τοιγαροῦν μεσούσης νυκτὸς τὴν βασίλειον στολὴν ἀποδυσάμενος ὁ Μαυρίκιος καὶ ἰδιώτου ἐσθῆτα περιβαλόμενος τήν τε ὑπηρέτιν ὁλκάδα παρα‐ στησάμενος (δρόμωνα δὲ ταύτην εἰώθασι τὰ πλήθη ἀποκαλεῖν)
5καὶ χρήματα ἐς αὐτὴν ἐμβαλὼν ἅμα τῷ γυναίῳ καὶ τοῖς παισὶν ἐπ’ αὐτῆς ἐπιβαίνει, τόν τε Κωνσταντῖνον ἀναλαβὼν300

8

.

9

.

8

πρὸς ἀπόδρασιν εἶδεν. τὰ δὲ πλήθη ἐπὶ τὴν τυραννίδα κατολισθήσαντα κατεπαννυχίζοντο τοῖς κακοῖς καὶ ἐς τὸν Μαυρίκιον ἐρραψῴδουν μεθ’ ὕβρεως ᾄσματα. ἐπέσκωπτόν τε καὶ τὸν ἱεράρχην τὸ τηνικαῦτα καιροῦ, ὃν πατριάρχην

8

.

9

.

9

σύνηθες Ῥωμαίοις ἀποκαλεῖν· Κυριακὸς ὄνομα αὐτῷ. τῷ ὄντι γὰρ τὸ πλῆθος ἀπαίδευτον καὶ πρὸς τὸ χεῖρον ταῖς τροπαῖς ἐμμανές, δυσνουθέτητόν τε καὶ τοῦ συνοίσοντος λίαν ἀμύητον. λαίλαπος τοιγαροῦν γεγονυίας μεγίστης, ἐξαισίου
5τε νότου προσπνεύσαντος, μόλις ὁ Μαυρίκιος διασώζεται ἐπὶ τὸν νεὼν Αὐτονόμου τοῦ μάρτυρος, ὡς ἀπὸ σταδίων ἑκατὸν καὶ πεντήκοντα τῆς πόλεως Κωνσταντίνου τοῦ αὐτο‐

8

.

9

.

10

κράτορος. ἐπιγίνονται δὲ αὐτῷ νόσοι ἀρθρίτιδες. ταύτης δὲ τῆς νόσου εὐθένεια καθέστηκε δυστυχὴς τοῖς τὸ βασίλειον ἄστυ κατοικοῦσι διὰ παντός· τὰς δὲ αἰτίας οὐ δίειμι, ἵνα

8

.

9

.

11

μὴ τὴν ἱστορίαν παραμορφώσωμαι. τότε Μαυρίκιος ἐξαπο‐ στέλλει τὸν Θεοδόσιον ὡς τὸν Χοσρόην γενέσθαι καὶ περὶ συμμαχίας καθικετεῦσαι τὸν βάρβαρον ἀναμιμνήσκειν τε καὶ ὅσα περ αὐτῷ δυστυχήσαντι Μαυρίκιος διελύσατο, ἀξιοῦν
5τε ἀμοιβαίαν τὴν χάριν ἀντιταλαντεύεσθαι, ὅλης ὁμοῦ τῆς

8

.

9

.

12

οἰκίας ἐν μεγίστῳ καταπεπτωκυίας κινδύνῳ. ὑπεδείκνυε δὲ καὶ τὸν δακτύλιον ὁ Μαυρίκιος παρενεγύα τε μηδαμῶς ποιή‐ σασθαι τὴν ἀνάζευξιν, εἰ μή πού γε αὖθις θεάσοιτο τὸν δακτύλιον. οὕτω μὲν οὖν ὁ Θεοδόσιος ἐπὶ τὴν Νίκαιαν
5γίνεται. ἀλλὰ καὶ συνέκδημος γίνεται αὐτῷ Κωνσταντῖνος, ὃν τὰ πλήθη Λαρδῦν κατωνόμαζον.

8

.

9

.

13

Κατὰ ταύτην τὴν νύκτα ἀνὴρ δημότης ἐπίσημος (Ἑβδο‐ μίτης δὲ ἦν αὐτῷ τὸ ἐπώνυμον) καὶ ἕτεροι τοῦ χλοάζοντος χρώματος ἐρασταὶ τὰς πύλας τοῦ τείχους ἀναπετάσαντες πρὸς301

8

.

9

.

14

τὸν τύραννον παραγίνονται. ὁ δὲ Γερμανὸς ἐς βασιλείας καταπεπτωκὼς ἔρωτα, καὶ Θεόδωρον (σιλεντιαρίου δὲ οὗτος στρατεύματι ἐκεκόσμητο) πρὸς τὸν Σέργιον ἔπεμπε (κατ’ ἐκεῖνο δὲ καιροῦ οὗτος δὴ οὗτος ὁ Σέργιος δήμαρχος ἐτύγχανεν
5ὢν τῆς Πρασίνου πληθύος), καὶ ἠξίου ὑπὸ τοῦ δήμου τὸν βασιλικὸν ἀναδήσασθαι στέφανον ἐπὶ συνθήκαις τισὶ καὶ

8

.

9

.

15

ὁμολογίαις ἐγγράφοις. ὁ μὲν οὖν Σέργιος ἐξ ἑωθινοῦ πρὸς τοὺς κορυφαιοτέρους τοῦ δήμου τοὺς λόγους τοῦ Γερμανοῦ μετωχέτευσεν. δυσανασχετοῦσι τοίνυν οἱ λεγόμενοι Πράσινοι καὶ τὴν ἀξίωσιν ἀποπέμπονται φάσκοντες· “οὐκ ἂν μετα‐
5βολὴν τῆς αἱρέσεως ὁ Γερμανὸς ποιήσηται πώποτε, οὔτε μεταθήσοι τὸ δόγμα διὰ τὸ ἐς ἄγαν ἐμπαθῶς διακεῖσθαι

8

.

9

.

16

περὶ τὴν τῶν λεγομένων Βενέτων προσπάθειαν.” οὕτω μὲν οὖν οἱ Πράσινοι τοῦ Γερμανοῦ τὰς ἐλπίδας ὠβέλισαν· ἐπεὶ δὲ ὁ Γερμναὸς διητύχησε τοῦ βουλήματος, πρὸς τὴν τοῦ τυράννου μετεχώρησεν εὔνοιαν, καὶ προσκυνεῖ πρὸς ὃν ἡ
5τύχη ὡς ἔπος εἰπεῖν μεταβέβηκεν.

8

.

10

.

1

Οἱ δὲ Πράσινοι εἰς τὸ λεγόμενον Ῥήγιον γίνονται καὶ ταῖς εὐφημίαις τὸν τύραννον μεγαλύνουσι καὶ πείθουσιν ἐν τῷ λεγομένῳ Ἑβδόμῳ (τόπος δὲ οὗτος τοῦ ἄστεος ἀπὸ

8

.

10

.

2

σημείων ἑπτὰ) τὸν Φωκᾶν ἀφικέσθαι. κατ’ αὐτὴν τὴν ἡμέραν ὁ τύραννος τὸν ἀσηκρῆτις Θεόδωρον, τῶν βασιλικῶν ταχυ‐ γράφων ἄνδρα ἐπίσημον, ἐν τῇ λεγομένῃ ἐκκλησίᾳ μεγάλῃ ἐκπέπομφεν, ὅπως οἱ Βυζάντιοι λαοὶ τὸν ἱεράρχην τήν τε

8

.

10

.

3

σύγκλητον ἀναλαβόμενοι ὡς αὐτὸν παραγένωνται. ὁ μὲν οὖν Θεόδωρος ἀφικόμενος ἐπὶ τὸ μέγα τέμενος τῆς πόλεως τὸ ὑπὸ Ἰουστινιανοῦ τοῦ αὐτοκράτορος ἱδρυμένον, ἀνεὶς ἐπὶ
τῶν βημάτων τῶν ὑψηλῶν (ἄμβωνα ταῦτα τὰ πλήθη ἀπο‐302
5καλεῖ) τὸ τοῦ τυράννου πρόσταγμα τῷ λαῷ μεταδίδωσιν.

8

.

10

.

4

πάντων τοιγαροῦν γενομένων πρὸς τὸν Καλυδώνιον τύραννον, τὸν τῆς σώφρονος ἁλουργίδος ἀσελγέστατον Κένταυρον (πρέπει γὰρ οὕτω τὸν Φωκᾶν ὀνομάζεσθαι), ἔδοξεν ὁ μιξοβάρβαρος τύραννος κατειρωνευόμενος Γερμανὸν ἀναγορεύειν ἐθέλειν.

8

.

10

.

5

τῶν τοίνυν δήμων κατευφημούντων τὸν τύραννον, καὶ πάντων τῆς μεταβολῆς γλιχομένων, ἀναγορεύεται τὸ κακόν, καὶ κύριος τῶν σκήπτρων ὁ τύραννος προχειρίζεται, καὶ κρατεῖ τῆς εὐδαιμονίας ἡ συμφορά, καὶ λαμβάνει τὴν ἔναρξιν τὰ μεγάλα

8

.

10

.

6

καὶ ἐπίσημα τῶν Ῥωμαίων ὡς ἔπος εἰπεῖν ἀτυχήματα. περι‐ βάλλεται τοίνυν τὸν βασίλειον στέφανον ὁ παλαμναῖος ἐκεῖνος ἀνὴρ ἐν τῷ νεῷ τοῦ προφήτου καὶ βαπτιστοῦ Ἰωάννου. τῇ δὲ ὑστεραίᾳ ἐπιβαίνει τῆς πόλεως ἐφιζάνων ἁρμαμάξης

8

.

10

.

7

βασιλικῆς. οὕτω μὲν οὖν ἐπιφανῆ καὶ περίδοξον τὴν εἴσοδον ἐπὶ τὰ βασίλεια τεθρίππῳ λευκῇ ὁ τύραννος ἐποιήσατο καὶ οἷα νεφέλην χρυσῆν ὑετίζουσαν τῶν βασιλικῶν θησαυρῶν

8

.

10

.

8

ἐκπομπὴν τοῖς ἐντυγχάνουσι κατομβρίσατο. πολλοὶ δὲ παρὰ τῶν δήμων κρότοι εὐχαί τε καὶ εὐφημίαι τοῖς ὠσὶ τοῦ τυράννου περιεκέχυντο. ἐπεὶ δ’ εἰσήρρησεν εἰς τὰ βασίλεια, πανηγυρίζει τὰ πλήθη ἱππικοῖς ἀγῶσι τὴν δυστυχῆ ταύτην ἀναγόρευσιν
5ἑορτάζοντα. τῇ δ’ ὑστεραίᾳ ἐπιβατήρια τῶν σκήπτρων τοῖς

8

.

10

.

9

στρατεύμασι δῶρα παρείχετο. ὑπῆν δὲ τῷ τυράννῳ καὶ γύναιον (Λεοντία ὄνομα αὐτῇ)· ταύτῃ στέφανον βασίλειον περιτί‐ θησιν. ἐπεὶ δὲ καὶ πομπαῖς εἴθισται τοῖς αὐτοκράτορσι τὰς ὁμοζύγους ἀναγορεύειν, ἐπιφανῶς τιμήσας τὸ ἔθος ὁ τύραννος

8

.

10

.

10

τὴν Λεοντίαν βασίλειαν ἠξίου θριαμβεύειν. γίνεται τοίνυν κατὰ ταύτην τὴν ἡμέραν τοῖς δημοτικοῖς περὶ τῆς στάσεως
ἅμιλλα. ἦν γὰρ αὐτοῖς ἡ περὶ τῶν τόπων θέσις ἐπίμαχος· τῶν 〈γὰρ〉 Πρασίνων ἐθελόντων ἐν τῷ λεγομένῳ Ἀμπελίῳ303
5(προαύλιον δὲ τοῦτο τῆς βασιλέως οἰκίας) τὴν στάσιν ποιήσα‐ σθαι καὶ τὴν βασιλίδα τοῖς εἰωθόσι κρότοις ὑμνεῖν, ὁ τῶν Βενέτων δῆμος ἀντέλεγεν· ἔδοξε γὰρ αὐτοῖς ἄηθες τοῦτο

8

.

10

.

11

πεφυκέναι καὶ ξένον. μεγίστου τοιγαροῦν γενομένου ταράχου, τὸν Ἀλέξανδρον εἰσπέμπει ὁ τύραννος κατευνάσαι τῶν ἀμφι‐ σβητουμένων τὴν ἔριν. ἦν δ’ οὗτος ὁ Ἀλέξανδρος ἀνὴρ πονηρός, τῶν καταστασιασάντων Μαυρικίου τοῦ αὐτοκράτορος

8

.

10

.

12

λίαν ἐπίσημος. ὁ μὲν οὖν Κοσμᾶς, ὁ τὴν δημαρχικὴν περικεί‐ μενος ἐπιστασίαν, Ἀλεξάνδρου τοῖς λόγοις ἀντέτεινεν. ὁ δ’ Ἀλέξανδρος γαῦρον καὶ τυραννικὸν κεκτημένος τόλμην ὕβρεσιν ἔβαλλε τὸν Κοσμᾶν, εἶτα καὶ χεῖρας ἐπὶ τὸ στέρνον ἐπιβαλὼν
5τοῦτον ἐξώθησεν· ὁ δὲ Κοσμᾶς ὑπὸ τῆς ὠθήσεως ἀνατρέπεται.

8

.

10

.

13

ἐπὶ τούτοις οἱ Βένετοι χαλεπαίνοντες κατὰ τοῦ Ἀλεξάνδρου ἐξώθουν δημώδεις βοάς. ἃ δ’ εἶπον ἐκεῖνα ταῦτά ἐστιν· καλὸν γὰρ καὶ τῆς ἰδιώτιδος φωνῆς μνήμην ποιήσασθαι· “ὕπαγε, μάθε τὴν κατάστασιν· ὁ Μαυρίκιος οὐκ ἀπέθανεν.”

8

.

11

.

1

ὁ δὲ τύραννος τούτων ἀκηκοὼς ἀποπαύει τὰ πλήθη καθυλακτοῦντα περὶ τῶν μὴ καιρίων, τῇ δ’ ἐπαύριον πρὸς τὸν φόνον τοῦ αὐτοκράτορος ἐκβακχεύεται. τοιγαροῦν ὁ Μαυρίκιος τῷ μεταμέλῳ φιλοσοφήσας τὸν κίνδυνον τὸν δακτύλιον πέμπει
5Θεοδοσίῳ τῷ παιδὶ ἐπιβεβηκότι Νικαίας τῆς πόλεως ἀναζεῦξαί

8

.

11

.

2

τε πρὸς αὐτὸν θᾶττον προσέταξεν. οὕτω μὲν οὖν Θεοδόσιος γεγονὼς πειθήνιος τῷ πατρὶ πρὸς τὰς συμφορὰς ηὐτομόλησε καὶ φιλυπόστροφος γεγονὼς πρὸς ἀποσφαγὴν παραγίνεται.
τοίνυν ὁ τύραννος στρατιώτας ἐκπέμψας ἐς τὸ ἀντιπέραν304
5τῆς βασιλίδος τῶν πόλεων, ἐν ᾗ καὶ ἡ Χαλκηδόνος πόλις καθίδρυται, ἀναιρεῖ τὸν Μαυρίκιον εἰς τὸν λεγόμενον Εὐτρο‐

8

.

11

.

3

πίου λιμένα. προαναιροῦνται τοιγαροῦν ἐπ’ ὄψεσι τοῦ βασι‐ λέως οἱ παῖδες οἱ ἄρρενες, ἐντεῦθεν τῷ τῆς φύσεως ξίφει τῷ φόνῳ τῶν παίδων προκολάζοντες οἱ φονευταὶ τὸν Μαυ‐ ρίκιον. ὁ μὲν οὖν Μαυρίκιος φιλοσοφῶν τὸ δυστύχημα τὸν
5ἐπὶ πάντων ἀνεκαλεῖτο θεὸν καὶ πυκνότερον ἐπεφθέγγετο·

8

.

11

.

4

“δίκαιος εἶ, κύριε, καὶ δικαία ἡ κρίσις σου.” γίνεται γοῦν καὐτὸς παρανάλωμα ξίφους ἀποτομὴν τῆς κεφαλῆς ὑποστάς, ἐπιτάφιον ὥσπερ τῶν τέκνων τὴν ἐς ὕστερον ἑαυτοῦ ἀναί‐ ρεσιν κληρωσάμενος, προεπιδειξάμενος τὴν ἀρετὴν ἐν τῷ

8

.

11

.

5

μεγέθει τῆς συμφορᾶς. τῆς γὰρ τιθήνης ὑποκλεψάσης ἕν τι τῶν βασιλικῶν μειρακίων καὶ πρὸς ἀποσφαγὴν τὸ ἑαυτῆς ὑπομάζιον παραδούσης, κηρύττει λόγος ἀληθὴς Μαυρίκιον τὸ ἀπόρρητον ἐξειπεῖν τοῖς φονεύουσι καταμηνῦσαί τε τὴν
5ἀποκρυβὴν τοῦ παιδός, καὶ μὴ δίκαιον εἶναι κατισχυρί‐ ζεσθαι τὸν φόνον παρανοθεύεσθαι τῇ ὑποκλοπῇ τοῦ υἱοῦ.

8

.

11

.

6

οὕτω μὲν οὖν ὁ βασιλεὺς καὶ νόμων φύσεως ὑψηλότερος γεγονὼς ὑπαλλάττει τὸν βίον. λέγεται δὲ τὸν βασιλέα Μαυ‐ ρίκιον πρό τινων τῆς ἀναιρέσεως χρόνων ἐν τοῖς σεβασμιω‐ τέροις τῆς οἰκουμένης ναοῖς ἐν γράμμασι καθικετεῦσαι τὸν
5ἕνα τῆς ὑπερκοσμίου τριάδος Χριστὸν κύριον τὰς ἀντιδόσεις τῶν βεβιωμένων κατὰ τοῦτον δῆτα τὸν θνητὸν καὶ ἐπίκηρον κόσμον ἀπολαβεῖν.

8

.

11

.

7

Οὐ παρήσομεν δὲ καὶ τὰ περὶ τῆς λεγομένης αὐτοῦ διαθήκης ταῖς ἱστορίαις συντάξασθαι. κατὰ γὰρ τὴν ἔναρξιν
τῆς βασιλείας Ἡρακλείου τοῦ αὐτοκράτορος χάρτης σφραγῖσιν ἐνειλημένος εὑρέθη Μαυρικίου τοῦ αὐτοκράτορος, ἐν ᾧ305
5ἐτύγχανεν ὢν διαθέμενος ἅπερ ἦν αὐτῷ μελετήματα μετὰ

8

.

11

.

8

τὴν ἀποβίωσιν προελθεῖν. νόσῳ γὰρ χαλεπῇ περιπεπτωκὼς ὁ Μαυρίκιος τῷ πεντεκαιδεκάτῳ ἐνιαυτῷ τῆς αὐτοκρατορικῆς

8

.

11

.

9

ἐξουσίας ἐν γράμμασι διετύπου τὸ κράτος. τὸν μὲν Θεο‐ δόσιον τὸν πρεσβύτερον παῖδα τῆς Κωνσταντινουπόλεως κύριον καταστήσας τὰς ἑῴας φροντίδας αὐτῷ περιτίθησιν· τὸν δὲ Τιβέριον τῆς πρεσβύτιδος Ῥώμης βασιλέα διέθετο τήν τε
5Ἰταλίαν καὶ τὰς περὶ τὸ Τυρρηνικὸν πέλαγος νήσους τούτῳ

8

.

11

.

10

ἀπέδοτο· τὰ δ’ ἄλλα τῆς Ῥωμαίων πολιτείας τοῖς ἑτέροις παισὶ κατετεμαχίσατο, κηδεμόνα τῆς ἀώρου τῶν παίδων ἡλικίας Δομετιανὸν προστησάμενος, ὃς πρὸς γένος τῷ Μαυ‐

8

.

11

.

11

ρικίῳ συνήπτετο. οὗτος τῆς ἐπιφανοῦς τῶν Μελιτηνῶν ἐκκλησίας τὴν ἀρχιερατικὴν τιμὴν ἐπεφέρετο, ἀνὴρ δεξιὸς τὴν πρᾶξιν, δεξιώτερος τὴν προαίρεσιν· καὶ οὖν μεγαλονοίᾳ συνέσεως τῆς Ῥωμαίων πολιτείας τὰς ἐπισημοτέρας τῶν πρά‐

8

.

11

.

12

ξεων ὑπὸ τοῦ αὐτοκράτορος ἐπεπίστευτο. περὶ μὲν οὖν τῆς ἀρετῆς τοῦ ἀνδρὸς οὐ τοῦ παρόντος καιροῦ τελεώτερον τὸν λόγον τεκταίνεσθαι· ἵνα δὲ μὴ τὸν περὶ τούτου λόγον παχύ‐ νοντες τοῖς καιριωτέροις τῶν ἀφηγημάτων ἀπρόσφορον τὴν
5ἀναβολὴν περιβάλωμεν, ἐπὶ τὰ προσεχῆ τῆς διηγήσεως φέρε τὴν συγγραφὴν οἰακίσωμεν.

8

.

12

.

1

Τὰ μὲν οὖν σώματα τῶν τεθνεώτων ἐπίδακρυ παί‐ γνιον τοῖς τῆς θαλάττης ἀκοντίζονται κύμασιν, καὶ ἦν ἰδεῖν τὸ ῥεῖθρον ὡς ἔπος εἰπεῖν τὸ θαλάττιον ποτὲ τῇ χέρσῳ τὰ νεοσφαγῆ φιλοτιμούμενον σώματα, ποτὲ φιλυποστρόφοις τισὶν
5ἀντωθήμασι πρὸς τὴν ὑποδεξαμένην ἐναγκαλιζόμενον θάλατ‐

8

.

12

.

2

ταν. θεατρίζεται τοίνυν τοῖς ὄχλοις τὰ τῆς βασιλικῆς συμ‐
φορᾶς, εἰπεῖν δὲ μᾶλλον οἰκειότερον τὰ περὶ τὴν οἰκουμένην συμπτώματα, οἵ τε τῆς Χαλκηδόνος αἰγιαλοὶ ἐπληροῦντο τῶν ὄχλων, καὶ τῆς ἑαυτῶν ἀνοίας τὴν ἱστορίαν ἐλάμβανον,306
5πίνακας δυστυχημάτων τινὰς τὰ τῆς θαλάττης ἀτενίζοντες

8

.

12

.

3

κύματα γυμνὰ τὰ τῶν βασιλέων σώματα θεατρίζοντα. τούτων δῆτα ὑπὸ τοῦ συγγραφέως ᾀδομένων ἐπὶ τοῦ βήματος τῆς τυραννίδος ληξάσης, πληροῦται δακρύων ὁ ξύλλογος, μονον‐ ουχὶ ἐπ’ ὄψεσι πάντων εἶναι δοκούντων τῶν βασιλικῶν συμ‐

8

.

12

.

4

φορῶν. διά τοι τοῦτο ὁ τῆς ἱστορίας πατήρ, τὸ ἀκροατήριον θεασάμενος ἅπαν ὑπὸ τῶν δακρύων περιρρεόμενον διὰ τὸν θρῆνον, ἐγκοπὴν τοῖς ἀφηγήμασιν ἐμβαλὼν αὐτοσχεδίοις τισὶν ὀδυρμοῖς τάδε τοῖς συνεληλυθόσι παρέθετο.

8

.

12

.

5

“Θέατρον καὶ βῆμα καὶ παρρησία συμπενθείτω μοι σήμε‐ ρον. πανηγυριζέτω δὲ τραγῳδία καὶ δάκρυον. ἐξαλλέσθω δὲ κατορχούμενος θρῆνος τηλικαύτης κατηφείας ἑορτῇ θρη‐

8

.

12

.

6

σκευόμενος καὶ τιμώμενος. ἀποκειράσθωσαν οἱ λόγοι τὸν κρότον, τὴν εὐφημίαν αἱ μοῦσαι, τὸ λευκὸν Ἀθῆναι τριβώνιον. χηρεύουσι γὰρ ἀρεταὶ καὶ τὸν ἑαυτῶν ἀναζητοῦσιν ἡνίοχον, ῥαγδαίου φθόνου τινὸς τὸν ἐκείνου διαρρήξαντος ἄξονα.

8

.

12

.

7

ἄνδρες θεαταί, ἀλλ’ εἴθε μὴ τηλικούτων κακῶν γεγόνατε μάρτυρες. Ἰλιὰς κακῶν ἡ ὑπόθεσις, Ἐρινύες τῷ λόγῳ χορός. ἡ δὲ σκηνή μοι τοῦ δράματος τάφος ἐπίσημος ....

8

.

12

.

8

Ὁ μὲν οὖν Λίλιος (οὗτος γὰρ ὑπὸ τοῦ τυράννου τὸν τοῦ αὐτοκράτορος ἐπεπίστευτο φόνον) διαπορθμεύει τὰς τῶν ἀνῃρημένων πρὸς τὸν τύραννον κεφαλάς. εἶτα πρὸς τὸ πεδίον τὸ ἀνακείμενον ἐν τῷ λεγομένῳ Ἑβδόμῳ, ὃν Κάμπον Ῥω‐
5μαῖοι κατονομάζουσιν, ταῖς τυράννοις στρατιαῖς τὴν τῶν

8

.

12

.

9

βασιλέων στηλιτεύει ἀναίρεσιν. ἔδει γὰρ τοῦ μύσους καὶ διὰ τῆς θεωρίας μετασχεῖν τὸ ἀφιλάνθρωπον στράτευμα, ἵνα καὶ
ἅπαντας τοὺς ἐπὶ τούτῳ καταμανέντας ἡ μισοπόνηρος τοῦ θεοῦ καὶ ἀδέκαστος κρίσις τοῖς τῆς ἀντιδόσεως σαγηνεύσῃ307
5δικτύοις. ἅπαντες γὰρ οἱ τῶν παλαμναίων στρατοπέδων ἐκείνων μεγίστοις τε καὶ ποικίλοις περιπεπτωκότες κακοῖς τὸν

8

.

12

.

10

τῇδε βίον κατέλυσαν. τοῦ Περσικοῦ γὰρ λαβόντος παρρησίαν πολέμου, θεηλάτοις τισὶν ἀπειλαῖς τῶν κακῶν ἐπιχείρων ἐκείνων κατεκληροδοτήσαντο τὴν ἀντίδοσιν, ποτὲ μὲν πυρὶ οὐρανόθεν βαλλόμενοι κατὰ τὴν τῆς παρατάξεως ὥραν, ἄλλοτε

8

.

12

.

11

λιμοῖς καὶ προνομῇ ἀναλισκόμενοι· οἱ δὲ πλεῖστοι στόματι ῥομφαίας καὶ ξίφους παραδιδόμενοι τὴν φιλάμαρτον ταύτην ζωὴν κατεστρέψαντο, καὶ οὐ πρότερον Πέρσας τὰ τῆς νίκης ἀπέλιπεν, πρὶν ἂν εἰς τὸ παντελὲς διεφθάρη ἡ φιλοτύραννος

8

.

12

.

12

ἐκείνη καὶ ἀνοσιωτάτη πληθύς. ἱκανὸν δέ τῳ τεκμηριῶσαι τὸ λεχθησόμενον· διὰ γὰρ τοῦ· λόγου τὴν πίστωσιν τὴν συνέχειαν τῶν παρηκολουθηκότων μικρὸν ὑποκλέψομεν. ὁπηνίκα πρὸς τὸν Ῥαζάτην τὸν πόλεμον ἐποιήσατο ὁ αὐτο‐
5κράτωρ Ἡράκλειος, ἐξέτασιν τοῦ ὁπλιτικοῦ ἀνακρίνας δύο καὶ μόνους στρατιώτας τῆς φιλοτυράννου πληθύος ὑπολε‐ λειμμένους ἐξεῦρεν, καίτοι μὴ πολλῶν μεσολαβησάντων τῶν

8

.

12

.

13

χρόνων. ἐπεὶ δ’ ἐνεόχμωσεν ἑτέρας ὁ χρόνος δυνάμεις τό τε κακὸν κατανάλωτο, τὰ τῆς εὐπραγίας μεταπίπτει τοῖς Πέρσαις, καὶ ἀναιρεῖται ὁ Βαβυλώνιος δράκων, ὁ τοῦ Ὁρμίσδου

8

.

12

.

14

Χοσρόης, καὶ ὁ Περσικὸς καταπαύεται πόλεμος. ἀλλ’ ἐπὶ τὰς τῆς τυραννίδος πράξεις τακτικῶς ἀναδράμωμεν, ἵνα μὴ διλογῶμεν ταῖς παρεκβάσεσιν. οὐ διέλιπε γὰρ ἐξ ἐκείνου καιροῦ μέχρι τῶν χρόνων τῶν καθ’ ἡμᾶς τῇ Ῥωμαίων ἀρχῇ
5ἀποτεύγματα ποικίλα τε καὶ ἐξαίσια καὶ τῷ μεγέθει ἀνυπο‐ μόνητα.

8

.

13

.

1

Ὁ δὲ τύραννος (πρὸς γὰρ τὸν λόγον ἐπάνειμι) καταμεθυσθεὶς τοῖς ἀσεβήμασι πρὸς ἑτέρους ἐκβακχεύεται
φόνους, καὶ τὸν ἀδελφὸν τοῦ Μαυρικίου τὸν ἑαυτοῦ στρα‐308

8

.

13

.

2

τηγὸν ἀποτέμνει τῷ ξίφει. ἀναιρεῖταί τε καὶ Κομεντίολος ἐκεῖνος, ὃν πολλάκις ὁ λόγος στρατηγὸν τῆς Εὐρώπης ἀνέ‐ δειξεν, ναὶ δὴ καὶ ὁ Γεώργιος, ὁ τοῦ Φιλιππικοῦ ὑποστρά‐ τηγος, ἀλλὰ μὴν καὶ ὁ Πραισεντῖνος ὁ τὰς τοῦ Πέτρου
5πεπιστευμένος φροντίδας, ὃν δομέστικον εἰώθασιν οἱ Ῥω‐

8

.

13

.

3

μαῖοι ἀποκαλεῖν. ὁ μὲν οὖν Θεοδόσιος ἀναζεύξας, ὁ Μαυρικίου παῖς τοῦ αὐτοκράτορος, εἰς τὸν ναὸν καταφεύγει Αὐτονόμου τοῦ μάρτυρος. ἀκηκοὼς τοίνυν τοῦτο ὁ τύραννος τὸν Ἀλέξανδρον πέπομφεν ἀποσφάξαι τὸν παῖδα. τοιγαροῦν
5ὁ Ἀλέξανδρος ἀναιρεῖ Θεοδόσιον, τόν τε λεγόμενον παρὰ τῷ πλήθει Λαρδῦν εἰς τοὺς λεγομένους Διαδρόμους μετα‐

8

.

13

.

4

γαγὼν διαφθείρει τῷ ξίφει. λόγος δὲ ὑπό τινων τὸν Ἀλέ‐ ξανδρον ὑπὸ Γερμανοῦ χρηματίσασθαι φειδοῖ τῶν κινδύνων. διά τοι τοῦτο ἀποσχέσθαι φασὶ τὸν Ἀλέξανδρον τῆς Θεο‐ δοσίου φθορᾶς, ἕτερον δὲ προσεοικότα αὐτῷ ἀνελεῖν, καὶ
5τοῦτον αὐτὸν τὸν Θεοδόσιον τὸν παράδοξον τοῦτον κίνδυνον πεφευγότα τῆς ἑῴας τόπους ἀμεῖψαι πολλούς, εἶτα ἐς ὕστερον πρὸς τῇ Κολχίδι γενέσθαι, μετὰ τοῦτο πρὸς τὰς ἐρήμους τῶν βαρβάρων μεταχωρήσαντος, μαλακισθέντα τὸ σῶμα κατα‐

8

.

13

.

5

στρέψαι τὸν βίον. ὁ μὲν οὖν λόγος οὗτος ἀνὰ πᾶσαν τὴν οἰκουμένην διήχησεν· πλάνη δέ τις αὐτὸν βαρβαρικὴ ἀπε‐ κύησεν. ὡς γὰρ οἷόν τε ἦν τὴν περὶ τούτου ταλαιπωρή‐ σαντες ζήτησιν μετεσχηκότα τῆς ἀναιρέσεως καὶ τὸν Θεοδόσιον

8

.

13

.

6

εὕρομεν. ἐξιτήλῳ γὰρ τεκμηρίῳ νεανιεύονται οἱ μὴ τεθνάναι τὸν παῖδα ἐπαγγελλόμενοι· λόγος γὰρ αὐτοῖς μόνην ἀνεπί‐ δεικτον τῶν ἀνῃρημένων τὴν κεφαλὴν γεγενῆσθαι Θεοδοσίου τοῦ αὐτοκράτορος.

8

.

13

.

7

Οὐκ ἂν δὲ περιοψόμεθα τὰ τῆς παραδόξου διηγήσεως
ἄξια. κατὰ γὰρ τὴν ἡμέραν τῆς ἀναιρέσεως Μαυρικίου τοῦ αὐτοκράτορος συμβαίνει κατὰ τὴν Ἀλεξάνδρειαν ἀξιαφηγητό‐309

8

.

13

.

8

τατον ἔργον, πινάκων συγγραφῆς λίαν ἐπάξιον. ἐδέησε γὰρ ἄνδρα τινὰ τῶν ἐς κάλλος γραφόντων, ὃν ἐν συνθέσει φωνῆς καλλιγράφον ὀνομάζει τὰ πλήθη, γνώριμον καὶ ἡμῖν καθε‐ στῶτα, μέχρι τετάρτης φυλακῆς τῆς νυκτὸς εἰς οἰκίαν τινὸς

8

.

13

.

9

καταπαννυχίζεσθαι. τούτῳ γὰρ δὴ τῷ ἐμπόρῳ πάννυχος ἦν ἡ πανήγυρις· ἑβδομαίαν γὰρ ἡμέραν ἦγε τὸ γύναιον ἄρσεν παιδίον τῷ ἀνδρὶ λοχευσάμενον. σύνηθες γοῦν τοῖς ἐγχω‐ ρίοις ἐπὶ τοῖς λοχευομένοις παιδίοις ἑβδομαίαν ἄγουσι τὴν
5ἡμέραν συμποσίων ἑορταῖς καταπαννυχίζεσθαι. ἐπεὶ τοίνυν τὰ τοῦ δείπνου τῷ [ἐμπόρῳ] κόρῳ καθυπεβάλλετο, διαλύεται ἡ ἑστίασις, καὶ τῆς τοῦ ἐμπόρου οἰκίας ὁ εἰς κάλλος γράφων

8

.

13

.

10

ἀποφοιτᾷ. μεσούσης τοίνυν νυκτός, καὶ γενόμενος κατὰ τὸ λεγόμενον τῆς πόλεως Τύχαιον (χῶρος δ’ οὗτος τῆς Ἀλεξαν‐ δρείας ἐπίσημος) ὁρᾷ τοὺς ἐπισημοτέρους τῶν ἀνδριάντων ἐκ τῶν βωμῶν καθερπύσαντας καὶ μεγίστην αὐτῷ ἀφιέντας
5φωνήν, ἐξονομακλήδην τὸν ἄνδρα προσαγορεύσαντας διηγου‐ μένους τε μεγάλῃ καὶ συντόνῳ φωνῇ τὰ κατ’ ἐκείνην τὴν ἡμέραν παρηκολουθηκότα συμπτώματα Μαυρικίῳ τῷ αὐτο‐

8

.

13

.

11

κράτορι. ὁ μὲν οὖν ἀνὴρ τῷ παραδόξῳ τῆς θέας φόβῳ πολλῷ συσταλεὶς οἴκαδε γίνεται, ὄρθριός τε γενόμενος τοῖς περὶ τὸν λεγόμενον Αὐγουστάλιον ταῦτα δὴ τὰ φοβερὰ

8

.

13

.

12

διέξεισιν ἀφηγήματα. ἐπεὶ δ’ ἐπὶ τὸν τῆς Αἰγύπτου ἔπαρχον τὸ ἄκουσμα γέγονε (Πέτρος δὲ κατ’ ἐκεῖνο καιροῦ τῆς Αἰγυπτιακῆς ἡγεμονίας τὰς ἡνίας διίθυνεν, ὃς καὶ συνήπτετο πρὸς γένος ἡμῖν), μετάκλητος γίνεται ἐν παραβύστῳ ὁ τῶν

8

.

13

.

13

ἀνδριάντων γενόμενος ἀκουστής. ὁ δ’ ἡγεμὼν ἀνετάσας τούτου τὰ ῥήματα καὶ θαυμάσας τῶν ἀφηγηθέντων τὴν ἔκθεσιν, τῷ εἰς κάλλος γράφοντι ἐπετίμησε μὴ μεταθεῖναι
ἐφ’ ἕτερον τὰ μυστικὰ ταῦτα καὶ ἀπόρρητα διηγήματα. τὴν310
5ἡμέραν τοίνυν ἀπογραψάμενος ἐκείνην ὁ τῆς Αἰγύπτου ἡγε‐

8

.

13

.

14

μὼν ἐκαραδόκει τὴν ἔκβασιν. ἐνάτη δὲ ἡμέρα, καὶ ἄγγελος εἰς τὴν Ἀλεξάνδρειαν παραγίνεται πομπεύων ὡς ἔπος εἰπεῖν τὴν ἀναίρεσιν Μαυρικίου τοῦ αὐτοκράτορος. τῶν τοίνυν προμεμηνυμένων διὰ τῶν ἀνδριάντων, ἢ δαιμόνων εἰπεῖν
5οἰκειότερον, ὡς διέγνω τὰς ἐκβάσεις ὁ Πέτρος, ἐς τὸ φανερὸν τὴν προαγόρευσιν ἐθριάμβευσε τόν τε εἰς κάλλος γράφοντα ἐς μέσον προὐβάλλετο καὶ κύριον αὐτὸν τῆς ἱστορίας ἐδεί‐

8

.

13

.

15

κνυεν. πολλὰ μὲν καὶ ἕτερα κατὰ τὴν Ῥωμαίων πολιτείαν τῆς τῶν μελλόντων προαγορεύσεως θαύματα γίνεται, ἃ εἰ διεξοδικώτερον ἀναγράφειν διεγχειρήσομεν, ὁ πᾶς ἡμᾶς αἰὼν ἐπιλείψειεν.

8

.

13

.

16

Μενοῦνγε λέγεται τὸν Μαυρίκιον φιλοτίμως ἔχειν περὶ τὴν τῶν λόγων μεγαλοπρέπειαν τιμᾶν τε λίαν λαμπρῶς τοὺς ἐνηθληκότας περὶ τὰ κάλλιστα τῶν μαθημάτων. τοῦτον δεί‐ μασθαι καὶ τὸ ἐπὶ τῆς Ταρσοῦ ἱερὸν Παύλου τοῦ Κίλικος,
5τοῦ κατευαγγελισαμένου ἐν ὅλῃ τῇ οἰκουμένῃ σχεδὸν τὸ σωτήριόν τε καὶ παράδοξον κήρυγμα Χριστοῦ Ἰησοῦ τοῦ

8

.

13

.

17

μονογενοῦς υἱοῦ τοῦ θεοῦ. ἀναφέρεται δὲ καὶ τὴν τρίτην μοῖραν τῶν φόρων συγχωρῆσαι τοῖς ὑπηκόοις τὸν βασιλέα Μαυρίκιον, τάλαντά τε τριάκοντα τοῖς Βυζαντίοις φιλοτιμή‐ σασθαι, ὅπως τὸν τῶν ὑδάτων ὁλκὸν νεουργήσοιντο.

8

.

14

.

1

Μὴ παραδράμοι δὲ τοὺς φιλοΐστορας καὶ τὰ κατὰ τὴν Εὐφημίαν τὴν μάρτυρα παραδόξως συμβεβηκότα κατ’ ἐκεῖνο καιροῦ, ἀλλά τι μικρὸν παρεκτείνωμεν τὸν λόγον· τὰ γὰρ θείας ἐλλάμψεως διηγήματα τετευχότα πολλὴν ταῖς
5ψυχαῖς τῶν ἀκουόντων τὴν παρ’ ἑαυτῶν φιλοτιμοῦνται ὠφέ‐311

8

.

14

.

2

λειαν. Χαλκηδὼν πόλις καθίδρυται ἐπὶ στόματος Πόντου, ἐς τὸ ἀντιπέρας τοῦ τῶν Βυζαντίων πολίσματος. ἐν ταύτῃ νεὼς ἵδρυται Εὐφημίας τῆς μάρτυρος, ἔνθα πρεσβύτης λόγος καθέστηκε τὸ πανίερον σῶμα ἐπὶ σηκῷ καθεστάναι τῆς μάρ‐

8

.

14

.

3

τυρος. γίνεται τοιγαροῦν καθ’ ἕκαστον ἐνιαυτὸν κατὰ τὴν ἡμέραν τοῦ κατ’ αὐτὴν μαρτυρίου σημεῖον παραδοξότατον καὶ τοῖς μὴ τεθεαμένοις συλλήβδην εἰπεῖν ἀπιστότατον διὰ

8

.

14

.

4

τὴν ὑπεροχὴν τῆς θείας ἐνεργείας ἐκείνης. τετρακοσίοις γὰρ ἤδη που ἐνιαυτοῖς ἐν τῷ τάφῳ ἐγκειμένου τοῦ σώματος, κατὰ τὴν προαγορευθεῖσαν ἡμέραν ἐπ’ ὄψεσι τῶν ὄχλων ὁ τῆς ἱερατικῆς τῶν αὐτόθι προεστὼς ἐκκλησίας σπόγγοις

8

.

14

.

5

ἀπὸ σώματος τεθνεῶτος πηγὰς αἱμάτων ἀρύεται· καὶ ἴδοις ἂν ὡς ἀπό τινος σώματος νεοσφαγοῦς ἰχῶρσι τραυμάτων ἀναμεμιγμένα τὰ αἵματα, μύροις συγκεκραμένα αὐτοφυέσι τισίν, καὶ τούτων τὰς διανομὰς ἐπὶ σκευῶν ἐξ ὑέλου πε‐

8

.

14

.

6

ποιημένων μικρῶν τοῖς ὄχλοις τὸν ἱερέα ποιούμενον. εἰσέρ‐ χεται τοίνυν εἰς τὸν βασιλέα Μαυρίκιον ἔννοιά τις τῷ δυο‐ καιδεκάτῳ χρόνῳ τῆς αὐτοκρατορικῆς ἐξουσίας ῥαθυμίᾳ περὶ τὰ θεῖα ψυχῆς, καὶ σμικρολογεῖται τὰ θαύματα, καὶ ἀποδο‐
5κιμάζεται παρ’ αὐτῷ τὸ παράδοξον, καὶ ῥᾳδιουργικαῖς ἐπι‐

8

.

14

.

7

νοίαις ἀνθρώπων ἀνατίθησι τὸ μυστήριον. ἀπογυμνοῦται τοιγαροῦν τὸν ἀργύρεον κόσμον ὁ τάφος, καὶ περιφρουρεῖται ταῖς σφραγῖσι τὸ μνῆμα· οὕτω γὰρ τὸ τῆς ἀπιστίας θράσος

8

.

14

.

8

ἠβούλετο. ἐπεὶ δ’ ἡ κυρία ἐπεδήμει ἡμέρα, βασανίζεται τὸ ἀπόρρητον, ἐξετάζεται τὸ μυστήριον, τὰ θαύματα δοκιμάζεται, καὶ γίνεται τῆς ἑαυτῆς δυνάμεως διὰ τῶν θαυμάτων ἀπαρά‐
γραφος μάρτυς, καὶ πάλιν μεμυρισμένων αἱμάτων ἀπὸ τοῦ312
5μνήματος πηγάζουσι ποταμοί, καὶ βλύζει ταῖς ἐκπομπαῖς τὸ μυστήριον, καὶ πιαίνονται σπόγγοι εὐωδίας αἱμάτων, καὶ πολυπλασιάζει ἡ μάρτυς τὴν ἔκροιαν· οὐκ οἶδε γὰρ γνώσεως

8

.

14

.

9

φθονῆσαι θεὸς ἀπιστούμενος. οὕτω μὲν οὖν ἡ μάρτυς ἐπαιδαγώγει τοῦ βασιλέως τὸ ἄπιστον· ὁ δ’ αὐτοκράτωρ ἀντέπεμπε ταῖς τῶν αἱμάτων ἐκβλύσεσι τὴν τῶν δακρύων ἐπίχυσιν, καὶ ταῖς ἐκροίαις τῶν μύρων ἀντεδίδου τῶν ὀμμά‐
5των τὸν ὄμβρον, “θαυμαστὸς” φάσκων “ὁ θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ.”

8

.

14

.

10

Ἐπεὶ δὲ λίαν νουνεχόντως πρὸς τὴν παρέκβασιν εἴδομεν, ἀναμνησθῆναι καὶ τῆς ὑποστροφῆς ὁ καιρός, καὶ τὰ περὶ τὴν τυραννίδα γεγενημένα διεξοδικώτερον ἀναγράψασθαι.

8

.

15

.

1

Κωνσταντῖναν τοιγαροῦν τὴν παῖδα Τιβερίου τοῦ αὐτοκράτορος ἅμα τρισὶ θυγατράσιν ἐν ἰδιωτικῇ οἰκίᾳ τινὶ κατάκλειστον ὁ τύραννος ἐποιήσατο· Λέοντος δ’ ὁ οἶκος

8

.

15

.

2

προσηγορεύετο. μηνὶ δὲ πέμπτῳ καὶ γράμμασι τὴν ἑαυτοῦ ἀναγόρευσιν συντάξας ὁ τύραννος πρὸς Χοσρόην ἐξέπεμπε Λίλιον ἄγγελον τῆς τυραννικῆς χειροτονίας προχειρισάμενος· τοῦτο γὰρ εἴθισται Ῥωμαίοις τε καὶ Πέρσαις ποιεῖν, ὁπη‐

8

.

15

.

3

νίκα τῆς βασιλείου ἐπιβῶσι δυνάμεως. ὁ μὲν Λίλιος βασιλικὰ δῶρα ἐπιφερόμενος ἐς τὸ Δαρὰς παραγίνεται. τοῦτον ὁ Γερ‐ μανὸς (ἀνὴρ δ’ οὗτος τῇ τῶν ὑπάτων ἀξίᾳ κοσμούμενος τήν τε τοῦ συντεταγμένου αὐτόθι στρατοπέδου λαχὼν ἐπι‐

8

.

15

.

4

μέλειαν) περιφανῶς λίαν εἰσεδέξατο· πρό τινος γὰρ βραχέος τῆς τυραννίδος καιροῦ, Χοσρόου τοῦ Περσῶν βασιλέως ἀπεχθανομένου τῷ πολεμάρχῳ Ναρσῇ, ὁ αὐτοκράτωρ Μαυρίκιος
ἀποπαύει τῆς περιφρουρᾶς τοῦ Δαρὰς τὸν ἡγεμόνα Ναρσῆν,313
5καὶ Γερμανὸν ἀντανίστησιν, ἐντεῦθεν ὁ Μαυρίκιος ἐθέλων

8

.

15

.

5

κατευνάσαι τὴν Βαβυλώνιον χαλεπότητα. ἱππαζομένων τοι‐ γαροῦν καὶ ξυνωρίδα πεποιημένων Γερμανοῦ καὶ Λιλίου, στρατιώτης ἀνὴρ πλήττει τῷ ξίφει ὑπὸ τρίτην ἕω τὸν Γερ‐

8

.

15

.

6

μανὸν ἱππαζόμενον. ὁ μὲν οὖν Γερμανὸς ἀποβὰς τοῦ ἵππου φοράδην οἴκαδε παραγίνεται· ἐπεὶ δ’ οὐκ ἐν καιρίῳ τὰ περὶ τὴν καταφορὰν εὐδοκίμησεν, ὀλίγαις ἡμέραις ὁ Γερμανὸς ἀκέσατο τὴν πληγήν. ὑπὸ τοίνυν φαρμάκων βελτιωθείς,
5ἑστιάσας τὸν Λίλιον λίαν ἐπισήμως πρὸς Χοσρόην παρέπεμψεν.

8

.

15

.

7

ὁ μὲν οὖν Χοσρόης ὑπόθεσιν πολέμου τὴν τυραννίδα πρα‐ γματευσάμενος τὴν κοσμοφθόρον ἐκείνην ἐστράτευσε σάλπιγγα· αὕτη γὰρ λυτήριος γέγονε τῆς Ῥωμαίων τε καὶ Περσῶν εὐπραγίας. ἐδόκει γὰρ κατειρωνευόμενος ὁ Χοσρόης ἀντέ‐
5χεσθαι τῆς ὁσίας Μαυρικίου τοῦ αὐτοκράτορος μνήμης. οὕτω μὲν οὖν ὁ Περσικὸς πόλεμος τὴν γένεσιν ἐκληρώσατο, ὁ δὲ Λίλιος διετέλει παρὰ τοῖς Πέρσαις σκληραγωγούμενος.

8

.

15

.

8

Κατὰ ταύτας τὰς ἡμέρας εἰς τὴν οἰκουμένην πλάνη εἰσήρρησεν, καὶ Θεοδόσιον οἱ Ῥωμαῖοι μὴ τεθνηκέναι ἐδό‐ ξαζον. καὶ γίνεται τοῦτο καίριον μεγίστων κακῶν, καὶ φόνων εὐθηνίαν ἡ ψευδὴς αὕτη ὑπόθεσις πραγματεύεται. τοῦ δὲ
5λόγου αὐξανομένου πρὸς τὰ βασίλεια, ταράττεται λίαν ὁ

8

.

15

.

9

τύραννος καὶ τὸν Ἀλέξανδρον ξίφει διέφθειρεν. ἔδει γὰρ τοὺς συνεργάτας τῆς τυραννίδος τὸν Φωκᾶν διαφθεῖραι καὶ τοὺς ἐπὶ τῷ κακῷ συμμαχήσαντας ἐξαισίοις παραπέμψαι ὀλέ‐ θροις· οὐκ οἶδε γὰρ κοινοπραγία κακοῦ τὴν φιλίαν τῶν
5συμπεφρονηκότων βεβαίαν ἱδρύσασθαι.314