TLG 3130 001 :: THEOPHYLACTUS SIMOCATTA :: Epistulae

THEOPHYLACTUS SIMOCATTA Epist. Hist., vel Theophylactus Simocattes
(Aegyptius Constantinopolitanus: A.D. 7)

Epistulae

Source: Zanetto, G. (ed.), Theophylacti Simocatae epistulae. Leipzig: Teubner, 1985: 1–44.

Citation: Epistle — (line)

t

ΘΕΟΦΥΛΑΚΤΟΥ ΣΧΟΛΑΣΤΙΚΟΥ ΤΟΥ ΣΙΜΟΚΑΤΟΥ ΕΠΙΣΤΟΛΑΙ ΗΘΙΚΑΙ ΑΓΡΟΙΚΙΚΑΙ ΕΤΑΙΡΙΚΑΙ

1

(1t)

Κριτίας Πλωτίνῳ
2Τέττιξ ὁ μουσικὸς ἦρος φανέντος τῆς μελῳδίας ἀπάρχεται· ᾠδικώτερος δὲ τοῖς ᾄσμασι καὶ τὴν φύσιν λαλίστερος ὥρᾳ μεσημβρίας γνωρίζεται, ἀκτίνων ὥσπερ ἡλιακῶν μεθυσκόμενος. τερετίζει γοῦν ὁ μελῳδὸς βῆμα
5τὸ δένδρον ποιούμενος, θέατρον τὸν ἀγρόν, καὶ τοῖς ὁδίταις τὴν μουσικὴν ἐπιδείκνυται. ᾆσαι γοῦν καὶ ἡμεῖς τὰς σὰς ἀρετὰς ἐπειγόμεθα· ἐκθάλπουσι γάρ πως καὶ ζωπυροῦσι πρὸς ἐγκώμιον τὰ ἡμέτερα. πάλαι γὰρ νεκρωθέν‐ τας ἡμᾶς τῷ ῥυπώδει βίῳ ἐκ τῶν σῶν γραμμάτων πρὸς ἀρετὴν ἀνεψύχω‐ σας. οὕτω γενοίμην ὁ Κριτίας Πλωτῖνος· Πλωτῖνος γὰρ ἢ σώματος
10ἐκτὸς φιλοσοφεῖ ἐπὶ γῆς, ἢ φιλοσοφία σωματωθεῖσα μετὰ τῶν ἀνθρώ‐
πων ὡς ἄνθρωπος ἀναστρέφεται.1

2

(1t)

Δόρκων Μόσχωνι
2Ὁ ταξίαρχος τῶν προβάτων, ὁ θαυμαστός μοι κριὸς ἀπόλωλε, καὶ ποιμαντικῆς ἡγεμονίας χηρεύει τὰ θρέμματα. κακόν τι πεπόνθαμεν μέγιστον, καί τί μοι δοκῶ χαλεπαίνειν τὸν Πᾶνα· οὐ γὰρ τῶν σίμβλων
5αὐτὸν ἀπαρχαῖς ἐτιμήσαμεν. διὸ πρὸς ἄστυ χωρῶ τὸν ὀργίλον πρεσβευσό‐ μενος, καὶ τοῖς πολίταις τὴν ἀπήνειαν διηγήσομαι φήσας· ‘διὰ μελιτοῦτταν ὁ Πὰν τοῦ ποιμνίου μοι τὸν ἡγεμόνα διώλεσεν‘.

3

(1t)

Θεανὼ Εὐρυδίκῃ
2Ὁ φυσικός σοι κόσμος παρῴχηκε, καὶ ῥυτίδων ἐγγὺς ἡ εὐπρέπεια· σὺ δὲ παραχαράττειν ἐπιχειρεῖς τὴν ἀλήθειαν ἐπιπλάστῳ κόσμῳ τοὺς ἐραστὰς φενακίζουσα. πειθάρχει τῷ χρόνῳ, γραΐδιον· οὐ γὰρ εὐπρεπεῖς οἱ λειμῶνες
5ἐν μετοπώρῳ τοῖς ἄνθεσι. μέμνησο καὶ θανάτου—τούτῳ γὰρ ἐγειτνία‐ σας—καὶ σωφροσύνην ἐξ ἀνάγκης ἀσκεῖν ἐπιτήδευε. καὶ γῆρας γὰρ ἀδικεῖς καὶ νεότητα· τὸ μὲν γὰρ ἐπαγγελλομένη διέψευσαι, τὸ δὲ κεκτη‐ μένη ἐνόθευσας.

4

(1t)

Εὐαγόρας Ἀντιπάτρῳ
2Ὅρους ὁ δημιουργὸς καὶ τῷ θαλαττίῳ διετάξατο κλύδωνι, καὶ τοῖς αἰγιαλοῖς τὸ πελάγιον κεχαλίνωται ῥεῖθρον, καὶ ψάμμος τίς ἐστι μικρὰ
ἠπείρῳ καὶ τῇ θαλάττῃ μεταίχμιον· οὐ γὰρ ἀδικεῖν ἡ θάλαττα τὴν2
5γείτονα γῆν συγκεχώρηται· παλινδρομεῖ δὲ πρὸς ἑαυτὸ τὸ ῥεῖθρον μαινόμενον μεγάλην ἀπειλῆσαν τῇ χέρσῳ τὴν ἔφοδον. ὅρους τοιγαροῦν, ὦ Ἀντίπατρε, τῷ σῷ νομοθέτει θυμῷ ὑπηρέτιν τὴν χεῖρα τῆς ὀργῆς μὴ ποιούμενος. τὸ μὲν οὖν συμφιλοσοφεῖν ταῖς χερσὶ καὶ τὴν γλῶτταν ἐντελοῦς ἀρετῆς ὅρος ἀκρότατος· εἰ δὲ μὴ ταύτης κρατεῖν οἷός τε εἶ,
10ὕβρεσι τὸν θυμὸν ψυχαγώγει, εἰ κυσὶν ὑλακτοῦσιν ἐοικέναι βεβούλησαι. οὕτω γὰρ καὶ χαλεπαίνουσα θάλαττα ἀφροῦ περαιτέρω καὶ σάλου τὰ τῆς ὀργῆς οὐκ ἐνδείκνυται.

5

(1t)

Αἴγειρος Πλατάνῳ
2Κακὰς γείτονας, ὦ φίλος, τὰς γεράνους κεκτήμεθα. πόλεμον ἀθάνατον περὶ τὸ γήδιον ἔχουσιν. οὔτε γὰρ τοῖς πατράσι τοῖς ἡμετέροις ἐσπείσαντο, οὔτε τοῖς μετ’ ἐκείνους ἡμῖν τὸν πόλεμον διελύσαντο. καίτοι ἀπαρχαῖς
5τοῦ θερισμοῦ πολλάκις αὐτὰς ἐτιμήσαμεν· ἀλλὰ καὶ μοῖραν τοῦ γηδίου τινά, ὥσπερ ὀργάδα θεῷ, ταῖς ἀχαρίστοις δεδώκαμεν. ἀλλ’ οὐκ αἰδέσιμα τὰ δῶρα παρ’ ἐκείναις, ὡς ἔοικε. τοιγαροῦν ἅπαντες τῶν ἐντεῦθεν ἀπαίρομεν· πέτρας γὰρ ἡμῖν γεωργεῖν συμφερώτερον ἢ πεδία καὶ γηλό‐ φους οἰκεῖν χαλεπὰς κεκτημένους τὰς γείτονας.

6

(1t)

Ἐρατὼ Τερψιθέᾳ
2Τὸν χρυσοῦν Καλλικράτην εἰκόνα σοι γεγραφέναι φασί· τὴν δὲ γραφὴν οὐ Τερψιθέαν οἶμαι δηλοῦν, ἀλλὰ τὴν Λάκαιναν Ἑλένην, ναὶ μὰ τοὺς
ἀψευδεῖς Παρρασίου πίνακας. τοιγαροῦν καὶ τὴν τέχνην καὶ τὴν φύσιν3
5ἠδίκησας, τὴν μὲν ἐνυβρίσασα, τὴν δὲ σοφισαμένη· ψεύσασθαι γὰρ τὴν Παρρασίου τέχνην ἠνάγκασας καὶ τὰ μὴ προσόντα σοι διαποικῖλαι τοῖς πίναξιν, ὥσπερ τὰ τῆς φύσεως καλλωπίζουσα σφάλματα καὶ πολλὴν ἐκείνης τὴν ἀτεχνίαν δεικνύουσα. ἐγὼ δὲ καὶ τοῦ γραφέως ἐπαινέτις εἰμί—οὐ γὰρ τῆς σῆς ἀμορφίας εἶναι ζωγράφος ἠνέσχετο—καὶ τῆς
10φύσεως τὴν σοφίαν τεθαύμακα κακίστῃ ψυχῇ σώματος εὐπρέπειαν μὴ πιστεύσασαν.

7

(1t)

Σωσίπατρος Τερπάνδρῳ
2Νόμος ἐστὶ ταῖς ἵπποις, ὥς γέ μοι δοκεῖ, καὶ μάλα σοφός· ἐπαινῶ γὰρ ἐγὼ τὸ περὶ ταύτας λίαν φιλόστοργον. ἀλλὰ τίς ὁ νόμος αὐταῖς; τὴν ὑπομάζιον ἵππον ὅταν ἐνδεᾶ τῆς θρεψομένης θεάσοιντο καὶ πόρρω που
5τὴν τεκοῦσαν, οἷα συμβαίνει τινά, τοῦ γεννήματος, δρῶσί τι γεννικόν· οὐ γὰρ τῆς ἑαυτῶν ἐπιλανθάνονται φύσεως, καὶ περιθάλπουσι τὸ μονωθὲν κατ’ οὐδὲν δυσχεραίνουσαι, ὥσπερ ἔκγονον προσεχές τε καὶ γνήσιον. καὶ φύσις μὲν ταύταις οὕτω φρονεῖν· οὐ γὰρ Σόλωνος νόμος ἠνάγκασε. μετοχετεύσω τὸν λόγον πρὸς σέ. τὸν ἀδελφιδοῦν ὑπερορᾷς θύραν ἐκ
10θύρας ἀμείβοντα, ἀθλιώτατον τριβώνιον ἀμπεχόμενον· τῶν ἀλόγων ὄντως ἀλογώτερόν σοι τὸ φρόνημα. κύνας ἀλλοτρίους σιτίζεις· οὕτω γὰρ τοὺς περὶ σὲ κόλακας εἰπεῖν οἰκειότερον. εὐνούστατοι γὰρ εἶναί σοι δόξουσι, μέχρις ὅτου τοῖς σοῖς ἐπεντρυφῶσι, ὦ δείλαιος· ὑλακτήσουσι δὲ πάντως καὶ σὲ ἔτι τῆς κραιπάλης τῆς ἔναγχος ἐρευγόμενοι. κολάκων
15γὰρ φύσις καὶ μνημονικὸν πρὸς κακίαν καὶ τῶν ἀγαθῶν εὐεπίληστον. ὀψέ ποτε τὸν ἀδελφιδοῦν περίθαλπε, Τέρπανδρε· εἰ δὲ μή, τὴν πρόνοιαν ἀκαταγώνιστον ἕξεις πολέμιον τοῖς δακρύοις τῆς φύσεως τὴν ἑαυτῆς ἀκονήσασαν μάχαιραν.4

8

(1t)

Δάφνων Μύρωνι
2Μέχρι τίνος ἐπικοιλαίνεις τὸ γήδιον καὶ τὸ κατομβρῆσαν ὕδωρ ἐπιρρο‐ φήσεις, ὦ δείλαιος; ἢ τάχα μοι καὶ λιμώττειν τοὺς παῖδας διὰ τὸ κάταυχ‐ μον μηχανᾷ; τὸ σὸν γὰρ περιλιμνάζεται γήδιον, τὸ δὲ ἡμέτερον καὶ
5φύσιν ἠγνόησεν ὕδατος. ἐρωτάσθωσαν πρὸς θεῶν αἱ νεφέλαι, εἰ μόνῳ τῷ Μύρωνι ἀφιᾶσι τὸ ὕδωρ. ἀνὴρ ἐπίφθονος μέγα κακόν· εἰ δὲ καὶ τὸ γείτων εἶναι κεκλήρωται, ἀπαραίτητον τὸ δυστύχημα καὶ θανάτῳ μόλις παυσό‐ μενον.

9

(1t)

Εὐρίπη Δεξικράτει
2Ἐνάτῃ φθίνοντος Ἀνθεστηριῶνος ἐπανήκειν πρὸς ἡμᾶς ἐπηγγείλω, καὶ διέψευσαι τὰς συνθήκας, Δεξίκρατες. ἐμοὶ δὲ καὶ ἀπῃθαλώθησαν αἱ φρένες τῷ ἔρωτι καὶ δαλοῦ δίκην τὸ περιστέρνιον ἐκπεφλόγισται. ἀπεκοτ‐
5τάβιζον δὲ καθ’ ἡμέραν τὰ δάκρυα καὶ τὴν σὴν ὠνειροπόλουν ἐπάνοδον, ὁ δὲ τῶν θυρῶν ψόφος ἀεί μοι φαντασία τῆς σῆς παρουσίας ἐγίνετο. σὺ δέ, Δεξίκρατες, μετοχετεύεις ἐφ’ ἑτέρας τὸν ἔρωτα, καί σοι τὸ ξένον ἀεὶ τιμιώτερον· τῷ γὰρ ταχίστῳ κόρῳ αἱ τῶν ῥαθύμων ψυχαὶ δουλαγωγεῖσθαι εἰώθασιν. ἄπιστόν τι χρῆμα πόθος καὶ ἔρωτες, καὶ βληθήσῃ ποτὲ καὶ
10αὐτός· τῶν γὰρ ἀδικουμένων αἱ συμφοραὶ ἐπὶ τοὺς ἀδικήσαντας μετα‐
βαίνουσιν.5

10

(1t)

Ἑρμαγόρας Σωσιπάτρῳ
2Λίαν ἀγεννῶς ἀκήκοά σε τὴν πενίαν ὀδύρεσθαι καὶ κακίζειν τὸν πλοῦτον ὡς ὄντα παρὰ τοῖς ἀνθρώποις ἀνώμαλον, τοῖς μὲν ἐφικτήν, τοῖς δὲ δυσέφικτον τὴν ἑαυτοῦ παρεχόμενον κτῆσιν, ὥσπερ βασκαίνουσαν ἐπὶ
5τούτῳ τοῖς ἀνθρώποις τὴν φύσιν. εἰ γὰρ ἡλίου λαμπηδόνες τοῖς ἀνθρώποις ἐπίσης καὶ πυρὸς ἀφθονία τοῖς ὅλοις ἐστὶ προχειρότατος καὶ ποταμῶν ῥεῖθρα χειμάρρων τε καὶ ἀεννάων ἅπασίν ἐστιν εὐπόριστα, τί δῆτα— ἔφης—τὸν χρυσὸν ἡ φύσις οὕτως ἀπηκριβωμένον τοῖς ἀνθρώποις διέθετο καὶ φιλόνεικον δῶρον τοῖς ὑπὸ σελήνην ἀπένειμε, δι’ οὗ μέγιστα
10κακὰ τοῖς ἀνθρώποις φοιτῶσιν; ἐγὼ δὲ πλατὺν γέλωτα τῶν σῶν καταχέω δογμάτων· αὐτὸν γὰρ τὸν τῆς φύσεως ἔπαινον ὑπόθεσιν ψόγου πεποίη‐ σαι καὶ ταὐτὸν πέπονθας τῇ γλαυκί· ἀβλεψίας γὰρ αἴτιον ἐκείνη δοκεῖ τὰς περιφανεῖς τοῦ ἡλίου ἐκλάμψεις. λυσιτελῶς λιμώττει χρυσοῦ τὸ ἀνθρώπινον γένος, Σωσίπατρε· ἐντεῦθεν γὰρ καὶ τέχναι τῷ βίῳ εἰσήχθησαν καὶ
15πόλεις ᾠκίσθησαν καὶ συναλλαγμάτων εὐμάρεια. εἰ δὲ δεῖ συλλήβδην εἰπεῖν, πάσης εὐκοσμίας ἐστέρητο ἂν τὸ περίγειον τουτὶ ἐνδιαίτημα, εἰ μὴ χρυσὸς τοὺς ἀνθρώπους ἀλλήλων ἐπιδεεῖς ἐτεκτήνατο· οὐ γὰρ ἂν πλωτὴρ ἐναυτίλλετο, οὐχ ὁδοιπόρος ἐνεπορεύετο, οὐκ ἀροτῆρα βοῦν οἱ γεωργοῦντες ἐκέκτηντο, οὐ βασιλικῆς ἡγεμονίας ἐπρεσβεύετο σκῆπτρα,
20οὐκ ἀρχαῖς καὶ προσφόροις τὸ ὑπήκοον ἐκεκόσμητο, οὐ στρατηγὸς ἐδημαγώγει τὸ στράτευμα. εἰ δὲ καὶ ἀπόρρητον λόγον θέλεις μαθεῖν, ἀρετῆς καὶ κακίας ὁ χρυσὸς τὰς ἡνίας πεπίστευται, καὶ βασανίζεται ἔφεσις ψυχῆς δι’ αὐτοῦ, καὶ τῷ Κελτικῷ ποταμῷ ἐστιν ἐφάμιλλος· νό‐
θου γὰρ ἀρετῆς καὶ κακίας ἔλεγχός ἐστιν ἀληθέστατος.6

11

(1t)

Καλλίσταχυς Κυπαρίσσωνι
2Τῶν ἀκάρπων καὶ ἀνημέρων δένδρων τὴν φύσιν ὁ Σιμιχίδας χθές που ἐνέπρησε· τοιαύτην γὰρ τὴν καταδίκην τοῖς ἀτελεσφορήτοις ἐψηφίσατο δένδροις. ἡ δὲ τοῦ παμφάγου πυρὸς φύσις τὴν ὁρμὴν εἶχεν ἀκόλαστον, καὶ
5τοῦ ἀγρογείτονος ἄφνω τὸ χωρίον διώλεσεν. ὁ δὲ τὴν διφθέραν ἀφεὶς καὶ τὴν δίκελλαν πρὸς ἄστυ χωρεῖ ῥήτορα ληψόμενος σύμμαχον, καὶ τῷ Σιμιχίδᾳ δικαστήριον συγκεκρότηται. τοῦτο κἀγώ, Κυπαρίσσων, κατὰ σοῦ σκευωρήσομαι, εἰ μὴ ταῖς σαῖς μελίτταις προστάξειας τῶν ἐμῶν λειμώνων ἀπέχεσθαι, καὶ μαθήσῃ ἀλλοτρίοις πόνοις μὴ κεκτῆσθαι
10πρόσοδον ἄδικον.

12

(1t)

Μελπομένη Πραξιμίλλῃ
2Ἐπὶ τὸ Λεωκόριον τὰς διατριβὰς ἡ αὐλητρὶς Χρυσογόνη πεποίηται, καὶ τάχα που καὶ τέρπειν οἴεται τοὺς ἐμοὺς ἐραστάς. καί φησιν ἡμᾶς τὸ πορνίδιον ἄγαν δυσανασχετεῖν ἐπὶ τῷ πράγματι. ἐγὼ δὲ οὐ περὶ πολλοῦ
5πεποίημαι τὸ πραττόμενον· τοὺς γὰρ ἐραστὰς ὁποῖοι ὄντες τυγχάνουσι πρὸς ἡμᾶς τὰ τῆς Χρυσογόνης βασανίσειεν ἤθη. ἀλλὰ γίνου μοι, πρὸς θεῶν, ἀψευδοῦς ἀποκρίσεως σαφέστατος ἄγγελος καὶ τῇ Λακαίνῃ φράσον· ‘μεγίστας σοι χάριτας τοῦ γε ἕνεκα, Χρυσογόνη, ὀφείλομεν· τῇ σῇ γὰρ ἀμορφίᾳ σεμνότερα δειχθήσεται τὰ ἡμέτερα, ἐπεὶ καὶ κολοιοῦ μὴ
10φανέντος καὶ κόραξ τοῖς εὐπρεπέσι καταλογισθήσεται ὄρνισιν.‘7

13

(1t)

Ἀρίστων Νικίᾳ
2Φιλομαθέστατον ζῷόν φασι τὸν ἐλέφαντα καὶ ἀνθρωπείων διδαγμάτων μαθητὴν ἐπιδέξιον· οὐ γὰρ ὁ τοῦ σώματος ὄγκος θαυμαστὸς παρ’ αὐτῷ ὅσον ὁ τῆς παιδείας κόσμος τετίμηται. καὶ ταῦτα μὲν παῖδες περιθρυλ‐
5λοῦσιν Ἰνδῶν· ἐγὼ δὲ τοῦ Νικίου τεθαύμακα τῶν ἀλόγων ζῴων ἔχοντος τὸν λογισμὸν ἀλογώτερον. ὑπάρχων γὰρ παῖς ἀνδρὸς σοφιστοῦ τὰς πα‐ τρῴας ἐκλελάκτικας ἀρετάς, περὶ δὲ κύβους καὶ παλαίστρας τὴν τοῦ βίου σχολὴν κατηνάλωσας, καὶ γέγονας πέρας εὐγενείας τῷ γένει. εἰ τοίνυν παῖς ἀκούειν Ἑρμαγόρου ἐθέλεις, ὀψέ ποτε πρὸς τὸν ἐκείνου βίον ἐπάνηκε·
10ἀγαθὸν γὰρ ὅτῳ κἂν ἐν γήρᾳ σοφία τε καὶ φρόνησις παρῇ, καθὰ δοκεῖ καὶ τῷ Πλάτωνι. εἰ δὲ τῶν πάλαι κακῶν δυσανασχετεῖς μεθιστάναι καὶ παῖδα σαυτὸν Ἑρμαγόρου κηρύττεις, τυμβωρύχος ἴσθι τοῦ πατρῴου τάφου γινόμενος· τῇ σῇ γὰρ κακίᾳ τὰς ἐκείνου ἀρετὰς καθυβρίζεις.

14

(1t)

Μυρωνίδης Δαμάλῳ
2Τὸ ποίμνιον ἅπαν ὁ σὸς ἐλυμήνατο παῖς. τὸ κισσύβιον ἀεὶ πληρώσας τοῦ γάλακτος ἐπὶ τὰς πλατάνους ὁ λωποδύτης χωρεῖ καὶ στιβάδα ποιήσας ἀπεριμερίμνως ἀναπέπτωκε καὶ τὸν ἁβροδίαιτον βίον ἀσπάζεται. εἶτα τὴν
5σύριγγα κομισάμενος ὥσπερ ἐπιδείπνιον ᾠδὴν τὴν εὐθυμίαν προβάλλεται, καὶ τοὺς ἀγροικικοὺς παραχαράττει θεσμούς. τὰ δὲ θρέμματα τῇδε κἀκεῖσε διέσπαρται καὶ πρὸς ἔφοδόν ἐστιν εὐάλωτα. ναὶ δὴ καὶ τοὺς
ὄνθους εὐώνους διαπιπράσκει ὁ δείλαιος, καὶ Μυρωνίδην ἀδικῶν οὐκ αἰσχύνεται. εἱστίων χθὲς τὸν Τρυγίαν λαμπρῶς· ἰσχάδες γὰρ ἦν μοι καὶ8
10ἀκρίδες τὰ ὄψα. ὁ δὲ θεσπέσιος οὑτοσὶ νεανίας τῶν ἰσχάδων τὰς πλείστας ἐκβέβρωκε καὶ τὰς ἀκρίδας οὐκ οἶδ’ ὅπως ἐξερρόφησεν—ὁ δὲ Τρυγίας ἐκεχήνει—καὶ μοῖράν τινα μετὰ κόρον κομίζεται οἴκαδε. ἀπίτω μοι λοιπὸν τῶν ἀγρῶν ὁ Κλεινίας· τῶν γὰρ πόρρω κακῶν αἱρετώτερόν ἐστιν ἀνέχεσθαι ἢ πολέμιον οἴκαδε τρέφειν κρυπτόμενον.

15

(1t)

Ἀταλάντη Κορίννῃ
2Ἐν τῇ παλαίστρᾳ τὸν Αὐγείαν τεθέαμαι, Κόριννα· τὴν δὲ θέαν οὔτε λόγος ἐκφράσειεν οὔτε ζωγράφου χεῖρες μιμήσαιντο. ἦν γὰρ ὁ νεανίας εὐσθενής, ὄρθιος, τὸ περιστέρνιον λάσιος, οἱ δὲ ὀφθαλμοὶ δορκάδος αὐτῷ.
5τὸ δὲ βλέμμα οὔτε θυμῷ φοινισσόμενον οὔτε μαλακώτερον τῇ ὑγρότητι, ἀλλ’ ἀνδρεῖον καὶ πρᾶον ὁμοῦ. ἡ δὲ χροιὰ ἡ τοῦ σώματος οὔτε πρὸς τὸ θηλυπρεπὲς ἐλευκαίνετο οὔτε πρὸς τὸ μελάντερον κατεσκίαστο. ἡ δὲ θρὶξ ἠρέμα πως ἐπεκύμαινε τῇ οὐλότητι καὶ κυανίζουσαν ὥρᾳ γαλήνης τὴν θάλατταν εἰκονίζετο, ὅτε καὶ τὴν γείτονα χέρσον ἁπαλῷ περιπτύσσεται
10ῥείθρῳ τὸ μανιῶδες τοῦ κλύδωνος καὶ βάρβαρον παρεάσασα. αἱ δὲ παρειαὶ οὔτε κατέρυθροι—γυναικῶδες γάρ—οὔτε πάλιν ὠχρότητι τὴν εὐπρέ‐ πειαν ἐπεστύγναζον. ἡ δὲ ῥὶν λίαν σεμνῶς ἐτετόρνευτο καὶ πολλὴν τῆς δημιουργοῦ φύσεως τὴν ἐπιστήμην ἀπήλεγχε. τὸ δὲ ἔλαιον ἐπιχεόμενον ἡλιοειδῶς περιήστραπτε καὶ ταῖς μαρμαρυγαῖς τῶν ἐκλάμψεων τὴν
15παλαίστραν ἀκτίνων δίκην ἠγλάιζε. πέπονθα, Κόριννα, τὴν ψυχήν, καὶ δριμυτέρας τῆς ἀλγηδόνος αἰσθάνομαι· ἐρωτικὸν γὰρ διηγήσασθαι
πάθος τὸ γυναικεῖον φῦλον αἰσχύνεται.9

16

(1t)

Γοργίας Ἀριστείδῃ
2Δανειζόμενος γέγηθας, εἰσπραττόμενος ἀνιᾷ, καὶ συναντῶν τοῖς δανεισταῖς καταπλήττῃ τῷ φόβῳ, ὥσπερ θηρίοις τισὶ φοβεροῖς καὶ ἀνημέροις ἐντυγχάνειν δοκῶν· καὶ περισκοπεῖς τὰς τριόδους καὶ πρὸς
5τὰς στοὰς ἀφορᾷς τοὺς δανειστὰς δραπετεύειν γλιχόμενος, ὥσπερ οἱ ναυτιλλόμενοι ἐν μεγάλῳ τῷ κλύδωνι λιμένος τυγχάνειν ὀρέγονται. ἀλλὰ καὶ κακῷ τὸ κακὸν ἐπινέμεις· δανειζόμενος γὰρ παρ’ ἄλλων ἄλλοις ἀποδίδως τὸ ὄφλημα, ταὐτόν τι ποιῶν τοῖς διὰ φόβον θανάτου κατακρημ‐ νίζουσιν ἑαυτούς. ἐπειδὴ τοίνυν τὸ δανείζεσθαι πολυσχιδές τι τοῖς
10ἀνθρώποις ἐστὶ κακὸν καὶ τῆς μυθικῆς ὕδρας τοῖς αὐτομάτοις γεννήμασίν ἐστι χαλεπώτερον, καὶ ἐν ταῖς καθ’ ὕπνον φαντασίαις εὐλαβοῦ τὸ δανείζε‐ σθαι· οὕτω γὰρ ἐλευθέρως τὰς ἡλιακὰς ἀκτῖνας προσβλέψειας καὶ τὸν ὑπὲρ γῆς ἀέρα λίαν προσηνῶς ἀναπνεύσειας.

17

(1t)

Λόφων Πεδιάδι
2Μὴ ἵκοιτο ὥρας ὁ Λεύκιππος· κακὸν γὰρ ἡμῖν ἔτρεφε τὸ χωρίον θηρίον. περὶ τῶν ὅρων τοῦ λοφιδίου ἐμοὶ καὶ Σωστράτῳ συνεκεκρότητο δικαστήριον. ὁ δὲ Λεύκιππος ὅλος τὰς φρένας διέφθαρτο καὶ χρυσοῦν τὸ
5δικαστήριον θεάσασθαι ὠρέγετο· τοιοῦτον φιλόχρυσον πάθος κατεῖχε τὸν δύστηνον. τοῦτο καὶ Σώστρατος ἐπιγνοὺς χρυσῷ τὴν νίκην ὠνήσατο καὶ τὸν λαιμὸν τοῖς δώροις τοῦ Λευκίππου ἐπέβυσεν. ἡ παρθένος Δίκη διέφθαρται, καὶ χρυσὸς τοῖς ἀνθρώποις τὸ νικᾶν ταλαντεύεται. ἡ γὰρ ἰσόρροπος κρίσις ἀπόλωλε· δῶρα γὰρ μᾶλλον ἢ τὸ δίκαιον ἀξιόπιστον.10

18

(1t)

Ἐρωτύλος Ὑψιπύλῃ
2Ὀργῶσι καὶ φοίνικες ἔρωτι φυσικῷ, καὶ τοῦ θήλεος τὸ ἄρρεν ἐφίεται, καὶ περικυρτοῦται ὁ ἄρρην τῷ ἔρωτι καὶ τῇ κόμῃ τῆς ἐρωμένης προσπλέ‐ κεται. εἰ δὲ καὶ πόρρω τὸ θῆλυ τοῦ ἄρρενος ἔνεστι, ψῆνας ἐκ τῆς θηλείας
5ἀράμενοι τῷ ἄρρενι περιάπτουσι καὶ σοφίσματι ψυχαγωγοῦσι τούτου τὸν ἔρωτα. εἰ τοίνυν ἐπανήκειν θᾶττον οὐχ οἵα τε εἶ πρὸς ἡμᾶς, παρηγόρει μοι διὰ ζωγράφου τὸν ἔρωτα, καὶ πίναξιν ἡ γραφὴ φαντασίαν τῆς σῆς παρεχέτω μοι θέας· ἱκανὴ γὰρ καὶ δόκησις τοὺς ἄγαν ἐρῶντας σοφίσασθαι.

19

(1t)

Διογένης Χρύσῃ
2Πλούτου σε ταμίαν, οὐ δεσπότην χρημάτων εἶναί φημι· τοιαύτην γὰρ τὴν καταδίκην οἱ σοὶ κατὰ σοῦ προηνέγκαντο τρόποι. ἀγαθοῦ γὰρ
μετέχειν τινὸς τὰς ἀνοσίους οὐ θέμις ψυχάς. κατόρυττε τοίνυν τὴν γῆν11
5καὶ τὸν χρυσὸν περιφρούρει, τρισάθλιε· οὐ γὰρ σός, ἀλλὰ παρὰ σοὶ ὁ πλοῦτος εἶναι πεπίστευται. τοῦ Φρυγὸς γὰρ Μίδου τὴν κακίαν ζηλώσας λιμώττων πλουτεῖς, βρόχοις ὥσπερ χρυσοῖς ἀπαγχόμενος.

20

(1t)

Χλοάζων Μήκωνι
2Ἀχράδας χθές, Μήκων, πέπομφα τῇ ποθουμένῃ· ἡ δὲ τὴν κρόκην ἀπέρριψε καὶ τῆς ἱστουργίας εὐθὺς ἐξανίστατο, καὶ λαβοῦσα τὰ δῶρα τοῖς χοίροις διένειμε, καὶ τὸν πρέσβιν ὡς ἀπαίσιον ἄγγελον ἀπεπέμψατο. ἐγὼ
5δὲ κλάω· φοβερὸς γὰρ ὁ ἔρως ἡμᾶς ἀδικῶν, ἀπρεποῦς κόρης ἐρᾶν βιαζό‐ μενος. τυφλώττουσι Τύχη καὶ Ἔρωτες, οἱ μὲν τὰς ἀλγηδόνας, ἡ δὲ τὴν εὐδαιμονίαν εἰκῆ καὶ ὡς ἔτυχε παρεχομένη.

21

(1t)

Περδικία Ῥοδόπῃ
2Ἄιδεις ἀμούσως καὶ λυπεῖς, οὐ τέρπεις, τοὺς ἐραστάς· τραγῳδίαν γὰρ ἀναμινύρῃ, οὐ θελκτήριον ᾠδὴν τοῖς ἀκούουσι. καὶ δακρύουσιν οἱ ἐρασταὶ ἀνιώμενοι· σώφρονας γὰρ αὐτοὺς ἀντὶ λάγνων τὰ σὰ διδάσκουσιν ᾄσματα·
5οὐ γὰρ ἐπαγωγὸν τὴν μελῳδίαν πεποίησαι. φεῖσαι τοίνυν, πρὸς θεῶν, ἀνιωμένων ἡμῶν· οὐ γὰρ αὐλητρίς, ἀλλὰ θρηνήτρια τοῖς θεαταῖς εἶναι δοκεῖς. καὶ κηρῷ τὰ ὦτα πάντες ἐμφράξαιμεν, εἰ μελῳδίαν ἀσκήσειας·
Σειρήνων γὰρ μᾶλλον ἢ Μουσῶν ὀδυρομένων ἀκούσαιμεν.12

22

(1t)

Ἀντισθένης Περικλεῖ
2Ὁ Φιλίππου παῖς Ἀλέξανδρος ἐπὶ ταῖς εὐτυχίαις οὐδαμῶς ἐτετύφωτο, ἀλλ’ ἐφιλοσόφει τὰ τῆς τύχης φυσήματα μεγίσταις εὐφημίαις οὐκ εἰωθὼς δελεάζεσθαι. διά τοι τοῦτο ἐν τῇ τοῦ πολέμου ῥοπῇ θεασάμενος
5πεπτωκότα Δαρεῖον τῇ χλαμύδι τὸν ἐχθρὸν περιέσκεπεν, ἀρετῆς καὶ τύχης ἐνδεικνύμενος τὴν εὐγένειαν. ἐντεῦθεν ἐλοιδόρει τὸν Ἀλέξανδρον τὸ ὑπήκοον, καὶ ἦν ἔγκλημα τῷ βασιλεῖ ἡ εὐσέβεια. ὁ μὲν οὖν Ἀλέξανδρος ἅτε δὴ φιλόσοφος ὢν ἐδεδοίκει τὸ τῆς τύχης, ὡς ἔοικεν, ἄδηλον· διὸ καὶ πλείστων αὐτῷ ἀγγελθέντων ὑφ’ ἓν εὐτυχημάτων ἔφη· ‘ὦ Ζεῦ, μῖξόν τι
10τοῖς ἀγαθοῖς καὶ δυστύχημα‘. οὕτως εὐλαβεῖτο τὰς εἰς ἄκρον εὐεξίας ἐμφρονέστατα ὁ Ἀλέξανδρος. εἰ μὲν οὖν γειτνιῶσαν ταῖς τροπαῖς τὴν φύσιν ἠγνόησας, μετ’ οὐ πολὺ τὴν πεῖραν ὄψει διδάσκαλον, καὶ τῆς γνώσεως ἕξεις πρεσβύτερα τὰ μαθήματα· εἰ δὲ τυφλώττεις ἑκών, χαλεπωτέρας τῆς ποινῆς ἐπιτεύξῃ πλημμελημάτων καὶ γνώσεως εἰσπρατ‐
15τόμενος δίκας.

23

(1t)

Ἀσταχύων Μύλωνι
2Τὸν ἀγρὸν τοῦ κωνείου ἐκκάθαρον· τὰς ἐμὰς γὰρ ἐλυμήνω μελίττας. μὴ πάρεχε, πρὸς θεῶν, πράγματα ἀνδρὶ γεωργῷ. οὐδὲν κηφήνων ἡμῖν διενήνοχας. τί δῆτα χαλεπαίνεις ἀλόγως τῷ γείτονι; εἰ μὴ τῆς κακίας
5ἀποσταίης, παμπόνηρε, τὴν σὴν ἀκολασίαν ταῖς ἐμαῖς ἐπιγράψαιμι θύραις, καὶ τοῖς ἀγρογείτοσι τὴν ἀδικίαν ἐνδείξαιμι, ἵνα σε πάντες
ὥσπερ τι κακὸν δυσάντητον ἀποφεύξωνται.13

24

(1t)

Τελέσιλλα Λαΐδι
2Οὔτε φλέβα χρυσοῦ μεταλλουργοὶ ἀνιχνεύοντες οὔτε φρεωρύχοι τὰ τῆς γῆς ἐρεβοδιφῶντες ἀπόρρητα, ὀφθαλμοὺς ὑδάτων ἀναζητοῦντες θεάσα‐ σθαι, οὕτω περὶ τὴν ἑαυτῶν ἐσπουδάκασι τέχνην, ὡς ἐγὼ τὴν πόλιν
5ἐσκινδαλάμιζον ἅπασαν, εἴ που τὸν Ἀγησίλαον ἦν μοι θεάσασθαι. πότον γὰρ αὐτῷ πεποιηκέναι τὴν μαινάδα Λευκίππην ἀκήκοα, καὶ ῥαγδαῖος σκηπτὸς ἡμῖν ἐνεδήμησε, καὶ τὸ πάθος ἀπαρηγόρητα φλεγμαίνει μοι δάκρυα. διὸ τῆς τραγῳδίας συνέριθος ἔσομαι· οὐ γὰρ ἀνίσχοντα λοιπὸν τὸν ἥλιον θεασόμεθα. οὕτω καὶ Μηδείας καὶ Φαίδρας φοβερωτέρα
10γενήσομαι.

25

(1t)

Σωσίπατρος Ἀξιόχῳ
2Τὸν ἀδελφὸν ἔναγχός σε θάψαι φασί, καὶ λίαν ἐπὶ τῷ πάθει ἀπαρηγόρητα δυσφορεῖν. καὶ πῶς σε φιλόσοφον ἄνδρα θαυμάσαιμι ὑπὸ πάθους ἐπὶ τοσοῦτον νικώμενον; ὕπνος τίς ἐστιν ὁ παρ’ ἡμῖν περιθρυλλούμενος
5θάνατος, τοῦ μὲν συνήθους τούτου μακρότερος, πρὸς δὲ τὴν μέλλουσαν ἡμέραν βραχύτατος. ἐπὶ μακρὰν ἀποδημίαν οἱ τεθνηκότες ἐστάλησαν· οὐκ ἐπὶ πολὺ τούτων ἡμῖν ὁ χωρισμός· καρτέρησον τὴν διάζευξιν ἀνα‐ μένων αὖθις τὴν ἕνωσιν. μὴ πάθῃς τι φιλοσωμάτου ψυχῆς, ἐπεὶ καὶ
Πλωτῖνος ἐῴκει αἰσχυνομένῳ ὅτιπερ ἐν σώματι ἦν· οὕτως ἐλύπει τὸν14
10φιλόσοφον τὸ θνητὸν τουτὶ περισκήνιον. στῆσόν μοι μέχρι τούτου τὸ δάκρυον, ὅρους νομοθέτει τῇ λύπῃ, φρονήσει τὸ πάθος θεράπευσον, ἰατρὸς γίνου σαυτοῦ· ἔχεις λόγον τὸ φάρμακον νηπενθὲς ἄχολόν τε, κακῶν ἐπίληθον ἁπάντων. οὐκ ἐκ τοῦ κρείττονος ἐπὶ τὸ χεῖρον ὁ δημιουργὸς παράγει ποτὲ τὰ
15ποιήματα. τοῖς θνητοῖς τὰ θνητὰ καταλείψωμεν· μεγάλαις γὰρ κηλῖσιν ἐνθάδε τὸ βασιλικὸν τῆς ψυχῆς καταστίζεται. ἐγὼ τὴν γένεσιν ἢ τὸν θάνατον μᾶλλον δακρύσαιμι· τὸ μὲν γὰρ δακρύων ἀρχή, τὸ δὲ τῶν ἀνιώντων κατάλυσις. ἄγνοια περιδεεῖς ἡμᾶς ἀπεργάζεται, καὶ θάνατον εὐλαβούμεθα οὐχ ὅτι κακόν, ἀλλ’ ὅτι τοῖς ἀνθρώποις ἠγνόηται· οὗ γάρ
20τις τὴν γνῶσιν ἀφῄρηται, τούτου κατηγορεῖ προχειρότατα. μὴ γένοιο τοίνυν τῇ Νιόβῃ ἐφάμιλλος, ἵνα μή που δόξῃς καὐτὸς λίθῳ τὴν ἀνθρω‐ πείαν φύσιν ἀμείβεσθαι.

26

(1t)

Κεκροπὶς Δεξικράτει
2Τὴν Μαγνῆτιν λίθον ἐρᾶν τοῦ σιδήρου φασί, καὶ τοσοῦτον ζῆν ἱστοροῦσι τὴν λίθον, ὅσον τῷ ἐρωμένῳ καὶ σύνεστιν. ὁπηνίκα γὰρ ἡ λίθος τοῦ ὁμοζύγου χωρίζεται, παραυτίκα νεκροῦται καὶ τὴν ἑαυτῆς ἐνέργειαν
5ἀποτίθεται. αἱ τοιαῦται προσπάθειαι, Δεξίκρατες, καὶ τοῖς ἀψύχοις ἐγγίνονται. ἐγὼ δὲ τί ἂν πάθοιμι, φίλτατε, ἐπὶ τοσοῦτον ἀπολιμπανομένη τῆς σῆς ἐνδημίας; οἶμαι καὶ τὸ φράσαι τοῦ παθεῖν χαλεπώτερον. οὕτω λυπήσαιμι τοὺς λυπήσαντας καὶ βέλος γενοίμην τοῖς ἐρῶσι· σπινθὴρ γὰρ
ἀφροδίσιος αἰθάλης καὶ φλογὸς φλογωδέστερος.15

27

(1t)

Θερίστρων Σπείρωνι
2Ἐπὶ τὴν Αἴτνην, τὸ Σικελικὸν ὄρος, ἀπαίρομεν εἰπόντες χαίρειν τῇ Ἀττικῇ. οὔποτε γὰρ δυστυχεστέραν γῆν πρὸς ἐπίδοσιν καρπῶν ἑωράκα‐ μεν· ἀντὶ πυρῶν μυρρίνας, ἀντὶ κριθῶν κιττὸν ἡμῖν ἀπεκύησεν. ἡ δὲ
5σιπύη κενή, καὶ ἡ ἅλως λιμοῦ μοι πεπλήρωται. διά τοι τοῦτο τῶν πρώτων μοι μὴ ἐκφυέντων σπερμάτων οὐκ ἂν αὖθις τῇ ἀγνώμονι καταβάλοιμι. οὐ δύναται γεωργὸς καὶ λιμὸν καὶ στρατιώτην ἔχειν πολέμιον, οὔτε δὲ πλωτῆρες οἷοί τέ εἰσι πνεύμασιν ἅμα καὶ κεραυνοῖς ἀντιμάχεσθαι.

28

(1t)

Ἡρακλείδης Ἀντισθένει
2Οὔπω μοι τῆς ὀργῆς ὑφῆκας, Ἀντίσθενες, ἀλλ’ ἔτι χαλεπαίνεις ἡμῖν, καὶ κρύπτεις τὴν ἀνίαν προσηνῶν ῥημάτων προσχήματι, ὥσπερ οἱ ἐν αἰθάλῃ σπινθῆρα πυρὸς ταμιεύοντες. ἐκκάθαραι λοιπὸν τῆς καρδίας τὴν
5λύπην· τοῦτο γὰρ οἱ ἡμέτεροι λόγοι πρεσβεύονται. εἰ δὲ μή, καὶ θαλάττης ἀπηνέστερος ἔσῃ· κατευνάζει γὰρ ἐκείνη τὸ ἄγριον καὶ παρέχεται τοῖς πλωτῆρσιν ὄψιν φιλάνθρωπον, ὁπηνίκα τῷ ἐλαίῳ φιλοφρονοῦνται ἄγαν
τοῖς κύμασι χαλεπαίνουσαν.16

29

(1t)

Λαχάνων Πηγάνωνι
2Ἧκέ μοι πρὸς τοὔλαιον αὔριον· ἐκδημήσαιμι γὰρ τοῦ ἄστεος καὶ δαιτυμὼν ἔσομαι, φίλτατε. Νύμφαις γὰρ καὶ τῷ Πανὶ τοῦ ποιμνίου τὰς ἀπαρχὰς ἀναθήσαιμι. εὐνοοῦσι γὰρ ἡμῖν ὀψέ ποτε οἱ θεοί· τὰ κισσύβια
5πεπλήρωταί μοι τοῦ γάλακτος, αἱ ἄρνες εὐγόνως τετόκασι, περισκιρτῶσιν αἱ αἶγες ἐπὶ ταῖς εὐτυχίαις ὥσπερ γηθόμεναι. πεπαύμεθα πενίᾳ μαχό‐ μενοι, δυσνουθετήτῳ θηρίῳ καὶ δυσκόλῳ· δίκην ἕλκους τοῖς κεκτημένοις ἐμπλέκεται καὶ φιλοσύνηθές ἐστι κακόν, ῥαθυμοποιόν, κατηφές, πρὸς λύπην ἀπαρηγόρητον, πρὸς ἀνίαν ὀξύρροπον, ἄγρυπνον, φιλομέριμνον,
10ἐπίμοχθον, κακῶν ἐφευρετικόν, ἄδοξον, εὐκαταφρόνητον, ἀνεπίφθονον. οὐ γάρ τις ἐθέλει τηλικούτῳ κακῷ συναντᾶν, οὐδὲ εἰ τὴν Ὀρέστου μανίαν κατακριθείη νοσεῖν. ῥίψαντες οὖν τὰ τῆς πενίας τῇ πενίᾳ ἐφ’ ἑτέραν μεταστησώμεθα λῆξιν, μετὰ τῆς τύχης ἀμείψαντες καὶ τὸ φρόνημα.

30

(1t)

Ῥοδίνη Καλλιόπῃ
2Ἐπὶ τῶν ἐραστῶν διασύρεις καὶ σκώπτεις ἡμᾶς τὸ καὶ τό, κεχαυνῶσθαί μοι τὸ σύντονον καὶ σφριγῶν τοῦ σώματος διαπαίζουσα. σὺ δὲ τὴν σὴν πανουργίαν κεκρύφθαι δοκεῖς· ἀτελεσφόρητα γὰρ τὰ κυοφορούμενα
5ἀποπατεῖς ἡ παμμίαρος, καὶ τὰς ἀμβλώσεις ἢ τοὺς τοκετοὺς αἱρετωτέρας πεποίησαι, δριμυτέροις φαρμάκοις τὰ ζωογονούμενα ἐν τῇ σῇ γαστρὶ
περιπνίγουσα, καὶ τῆς Κολχικῆς Μηδείας ἀπηνεστέρους ἀπεργάζῃ τοὺς φόνους. παιδοκτόνον ἐκείνην ἐδίδασκεν ἀγνωμονῶν ὁ ὁμόζυγος τὴν εὐνέτιν καὶ τῶν ἀγώνων τὴν σύμμαχον· σὺ δὲ διὰ τὴν τοῦ κάλλους17
10εὐπρέπειαν μυρίας συμφορὰς ἀπεργάζῃ, πορνίδιον. παῦσαι δῆτα καὶ τὴν σὴν ἀπανθρωπίαν καλύπτουσα καὶ τὴν ἡμετέραν εὐσέβειαν διαπαί‐ ζουσα. φιλανθρωπότερον γὰρ παρ’ ἡμῖν ὁ τοκετὸς τῆς ἀμβλώσεως. ἴσθι δὲ καὶ τὴν Δίκην ἐπὶ σοὶ χαλεπαίνουσαν καὶ παιδοκτονίας ποινὰς οὐ ῥᾳθυμοῦσαν εἰσπράττεσθαι.

31

(1t)

Ἡφαιστίων Θάλητι
2Τὸ Μηδικὸν ὄρνεον, ὁ ταώς, καὶ τῶν Μήδων τὴν ὑπεροψίαν κεκλήρωται μέγα τι καὶ ὑπέρογκον ἐπὶ τῷ κάλλει φρονῶν. τούτου καὶ τὴν θήλειαν ἡττᾶσθαι δοκεῖ. τὸ πτερὸν τοιγαροῦν οἷα δὴ κόμην ἀνίστησι καὶ περι‐
5φανέστατόν τι τοῖς ὁρῶσι κάλλος παρέχεται, καὶ κυκλικὸν ἀπεργάζεται σχῆμα, καὶ τὸν οὐράνιον εἰκονίζεται κόσμον, καὶ τοῖς ὀφθαλμοῖς τοῦ πτεροῦ τὴν τῶν ἄστρων διακόσμησιν ἀναπλάττεται. καὶ τοῦτο μὲν Μηδικῶν ὀρνέων ἦθος φιλόκαλον· οὐ γὰρ βασκαίνουσι τὴν ἑαυτῶν εὐκοσμίαν ζωγράφους διδάσκοντες. σὺ δὲ τοῖς σοῖς ἐπῳάζεις συγγράμμασι
10καὶ τὰς σὰς ἀρετὰς ἐγκαλύπτεις καὶ τοὺς πόνους ἀνεπιδείκτους ἐᾷς, τηλικαύτης ὠφελείας ἡμᾶς χηρεύοντας παρορῶν. εἰ μὲν οὖν βασκανία τίς ἐστιν ἡμᾶς τὸ λυποῦν, ἀφιλόσοφον τὸ ἐγχείρημα καὶ τῆς σῆς ἐπαγγελίας ἀλλότριον· εἰ δὲ ὄκνος τὴν ἀναβολὴν ταμιεύεται, ταὐτόν τι πέπονθας ἀνδρὶ γεωργῷ πολλοὺς τοὺς ἱδρῶτας δεδανεικότι τῇ γῇ καὶ θέρους
15ἀκμῇ μὴ δρεπομένῳ τοὺς στάχυας.18

32

(1t)

Πόας Ἀμπελίῳ
2Δεῦρο ξυναυλίαν, γερόντιον, κλαύσωμεν. ὁ ποταμὸς ἀνεσκίρτησε καὶ κακὸν ἡμῖν ὠρχήσατο σκίρτημα· ὅλον τὸν ἀγρὸν ἐπεκλύσατο καὶ τὰ νεόγονα τῶν ἀμπέλων ὁ φοβερὸς ἐπεβύθισε. τὸ δὲ μεῖζον δυστύχημα,
5οὐκ ἐθέλει ὁ μιαρὸς τῶν ἐντεῦθεν ἀπαίρειν· ἐμφιλοχωρεῖ γὰρ τῷ γηδίῳ καὶ κοίτην τὸν ἀγρὸν πεποίηται τὸν ἡμέτερον. καὶ δακρύων ἄξιόν ἐστιν ἰδεῖν· ἀντὶ γὰρ ἀμπέλων τοὺς ἰχθύας γεωργοῦμεν οἱ τάλανες. ὅταν ὁ ποταμὸς ἐθέλῃ, ἀγρεύομεν· ὅταν ἐθέλῃ, λιμώττομεν· καὶ μέγα τί μοι δῶρον φιλοτιμεῖσθαι δοκεῖ. εἴθε τῷ θέρει τὰς νεφέλας μηδαμῶς ἱκετεύο‐
10μεν ὄμβρον ἡμῖν αὐχμῶσι χαρίζεσθαι· οὕτω γὰρ ἅπερ ἐκεκτήμεθα οὐκ ἂν ἀφῃρήμεθα. ποταμὸς γὰρ καθ’ ἑαυτὸν ἐπαχθής· εἰ δὲ καὶ ὄμβροις πλουτήσειε, τοῦ πυρός ἐστιν ἀκρατέστερος καὶ μέτροις οὐ χαλινοῖ τὰ φρυάγματα.

33

(1t)

Γαλάτεια Θέτιδι
2Ἐπαινῶ σου τὴν φρόνησιν, καὶ τὸ λίαν ἐμπειρότατον ἄγαμαι. ὥσπερ γὰρ ἐκ τρίποδός τινος Πυθικοῦ τὰ μέλλοντα διηγήσω μοι καὶ τοῦ Λυγκέως ὀξύτερον τὰ βαθύτερά τε καὶ ἀφανῆ τῶν πραγμάτων ἐσκόπησας. ὁ
5Καλλίμαχος ἡμᾶς καταλέλοιπεν· ἀπέπτη μετεωριζόμενος ὀξυτάτῳ τῷ τοῦ κόρου πτερῷ· ἐδραπέτευσεν ἡμᾶς ὁ παμμίαρος καὶ γέγονεν ὁ κόρος
αὐτῷ τῆς ἐπιθυμίας πρεσβύτερος. σὺ δέ μοι παρῄνεις πολλά· ‘ὅρκοις μὴ πείθου, Γαλάτεια· ὅρκων τοῖς ἐρῶσιν οὐδέν ἐστιν εὐχερέστερον.‘ ἐρωτικῶν γὰρ οἱ νέοι μεθύοντες ἡδονῶν καὶ τὸ καλῶς ἀφαιροῦνται βουλεύεσθαι, καὶ19
10πράττουσι καὶ φθέγγονται ὅσα νομοθετοῦσιν οἱ Ἔρωτες· οὐ γὰρ αὐτοκίνη‐ τον ἔχουσι τῶν πραγμάτων τὴν ἔφεσιν. ἀπιστία πίστεως ἔοικεν ἀσφαλέστε‐ ρον, καὶ πρὸς ἀπάτην ὅρκος σοφιστής ἐστιν ἀξιόχρεως.

34

(1t)

Θεμιστοκλῆς Χρυσίππῳ
2Ἐπειδὴ σωφροσύνη καὶ παρὰ τῷ μύθῳ τετίμηται, ἄγε δῆτα, Χρύσιππε, διαμυθολογήσομαί σοι μῦθον οὐκ ἄσεμνον. Ἀφίκοντό ποτε πρὸς τὸν Δία τὰ ὄρνεα καὶ τὸν Ὀλύμπιον ἐπρεσβεύοντο
5ἡγεμόνα σφίσιν ἐγχειρίσαι· ἦν γὰρ ἀναρχία τοὺς ὄρνιθας τὸ λυποῦν, καὶ μεγίστου τινὸς ἀγαθοῦ, ἡγεμονίας, ἐχήρευον καὶ πολλὴν διὰ τοῦτο τὴν ἀκοσμίαν ἐκέκτηντο. ἐπένευσε τοίνυν ὁ Ζεύς, καὶ γέγονεν ἔργον τὸ βούλημα, καὶ δωρεῖται δῶρον τοῖς ἱκετεύουσι θαυμαστόν· βασιλέως γὰρ ἦν ἀξίωμα τὸ διδόμενον. προσέταττε δῆτα τοῖς ὄρνισιν ἐπὶ λίμνας καὶ
10πηγὰς ἀφικέσθαι καὶ τὸν ἑαυτῶν ἀποσμήξασθαι ῥύπον, καὶ τοῖς ὕδασι τὴν βάσανον τῆς ἡγεμονίας ἐπίστευσεν· ἦν γὰρ εὐπρέπεια παρὰ τῷ Διὶ τὸ τιμώμενον, ἐλούσαντο δῆτα οἱ ὄρνιθες, εἶτα πρὸς τὸν Δία παλινδρομοῦσιν εὐθύς, καὶ τὴν ἑαυτοῦ ἕκαστος εὐπρέπειαν ἐπεδείκνυτο. ὁ δὲ κολοιὸς τὴν οἰκείαν δεδιὼς ἀμορφίαν τὴν τῆς φύσεως δημιουργίαν ἐνόθευσεν, ἀλλοτρίῳ
15κόσμῳ τὴν ἑαυτοῦ καλλωπίζων εὐπρέπειαν. ἀλλ’ ἤλεγξε τὴν ἀμορφίαν ἡ
γλαὺξ καὶ τὸν ἐπίπλαστον κόσμον ἐδείκνυε· τὸ γὰρ οἰκεῖον ἐπιγνοῦσα πτερὸν ὡς ἴδιον ἀφείλετο καὶ τοῖς ἄλλοις ὀρνέοις ἐδίδου παράδειγμα ἕκαστον ἀφαιρεῖσθαι τὸ ἴδιον. καὶ γέγονεν αὖθις ὁ κολοιὸς κολοιός. Ὁ μῦθος οὗτος, ὦ Χρύσιππε, καθάπερ ὕπαρ τὴν ἀλήθειαν φθέγγεται,20
20πολλὴν σωφροσύνην ἡμῖν διηγούμενος. οὕτω γὰρ καὶ οἱ ἄνθρωποι οὐδὲν τῶν τῇδε κεκτήμεθα ἴδιον, ἀλλὰ ζῶντες μὲν πρὸς ὀλίγον ἐπιπλάστῳ σεμνυνόμεθα κόσμῳ, τεθνηκότες δὲ ἀφῃρήμεθα ἅπερ οὐκ ἔστιν ἡμέτερα. ὑπερόρα τοίνυν καὶ χρημάτων καὶ σώματος, ἀθανάτου δὲ πράγματος ἐπιμελοῦ, τῆς ψυχῆς· τὸ μὲν γὰρ ἀίδιον καὶ ἀθάνατον, τὰ δὲ θνητὰ καὶ
25πρὸς ὀλίγον ἐστὶν ἡμέτερα.

35

(1t)

Μυρωνίδης Μόσχωνι
2Τὸν ἀροτῆρα βοῦν κέχρηκα τῷ Τυκανίᾳ· οὐ γὰρ ἦν αὐτῷ τοῦ ζεύγους τὸ ἕτερον. ἐπηγγείλατο δὲ καὶ ὁ Τυκανίας τὸν ἑαυτοῦ μοι ταῦρον παρέχε‐ σθαι. βοὸς γὰρ ἐλειπόμην κἀγώ· ὁ γὰρ θαυμαστός μοι ταῦρος ἀπόλωλεν,
5ὁπότε ὁ χαλεπὸς ἐκεῖνος λοιμὸς τοῖς θρέμμασιν ἐνεδήμησεν. ὁ δὲ καλὸς Τυκανίας τὰς συνθήκας διέλυσε, καὶ μέχρι ὅτου ὁ σκοπὸς αὐτῷ διηνύετο στέργειν ἐδόκει τὰ δόξαντα. ἐγὼ δὲ τὴν τύραννον †ἄντλην† θρηνῶ· οὐ γὰρ ἀροτῆρας βόας κεκτήμεθα, ὁ δὲ καιρὸς τῶν ἀρότρων ἤδη που καὶ παρῴχηκε. δικαστήριον τοίνυν τῷ Τυκανίᾳ ὁπλίσομαι, καὶ δικαστὰς
10ἅπαν τὸ χωρίον προστήσομαι. καὶ τῆς ἀπάτης ἐκεῖνος δίκας ὑφέξεται, καὶ κακίας πείσομεν τοὺς ἀκολάστους ἀπέχεσθαι, ἑνὸς ἀνθρώπου φθορὰν
σωφροσύνης διδάσκαλον ἔχοντας.21

36

(1t)

Ἀντίγονος Λυσιστράτῳ
2Παίζουσι τοὺς ἀνθρώπους οἱ Ἔρωτες καὶ δουλαγωγοῦσι τοὺς ὑπὸ σελήνην παῖδες ὑπόπτεροι, ἵνα τι καὶ τοῖς ζωγράφοις πεισθῶμεν. εἴθε γὰρ ἦν τὸ πολέμιον ὁρᾶν· οὕτω γὰρ βάλλοντες ἐβάλλοντο καὶ οἱ Ἔρωτες.
5ἀλλ’ αὐτὸ τοῦτο ἠδικήμεθα πλέον, ὅτι καὶ τοὺς ἐχθροὺς ἠγνοήκαμεν ὁποῖοι τὴν φύσιν ὄντες τυγχάνουσιν. οἵῳ γὰρ ἀλογίστῳ πάθει συμπέπλεγ‐ μαι· Μελανίππην, Διοδώρου ἀπόγονον, ἐκτόπως ποθῶ, μήτε ὄναρ ποτὲ τὸ γύναιον θεασάμενος, ἀλλὰ μόνον ἀκούσας ὑπό τινος ᾄδειν αὐτὴν θαυμαστῶς. καὶ βέβλημαι τὴν ψυχήν, μηδὲν ἐκ τῶν ὀφθαλμῶν ἀδικούμε‐
10νος, ὅπερ εἴωθα πάσχειν, Λυσίστρατε· νῦν δὲ γεγόνασί μοι ὀφθαλμοὶ καὶ τὰ ὦτα. τοσαῦτα φύσις Ἐρώτων δεδύνηται. εἴτε οὖν φρῦνός ἐστι τὴν θέαν ἠγνόηκα, ἢ καὶ φαντασία τίς ἐστι τὸ λεχθὲν οὐκ ἐπίσταμαι· οὐ γὰρ εἷς μάρτυς ἀξιόχρεως πρὸς ἀλήθειαν. ἀλγῶ δὲ ὅμως τὴν ψυχήν, καὶ τῆς οὐχ ὁρωμένης ἐρῶ, καὶ Πανικῆς μετειληφέναι μανίας δοκῶ· κἀκείνῳ
15ἀθέατον ἦν τὸ ποθούμενον, καὶ δόκησις μόνη τῶν ζητουμένων εἶχε τὴν
ὕπαρξιν.22

37

(1t)

Εὐρυβιάδης Κίμωνι
2Ἐπαγγέλλῃ πολλὰ καὶ πράττεις ὀλίγα, καὶ τὴν γλῶτταν ἔχεις ὑψηλοτέ‐ ραν τῆς πράξεως. ἀλλ’ εἰ μὲν ῥημάτων κομψότης τεθαύμασται παρὰ σοί, οἱ ζωγράφοι τῆς σῆς δυνατώτεροι γλώττης, τοσαῦτα πλαστουργοῦντες
5τοῖς πίναξιν ὅσα πράττειν ἡ φύσις οὐ δύναται. εἰ δὲ καὶ χαίρειν δοκεῖς ὑποσχέσεσι τοὺς ἀκούοντας, πρὸς ὀλίγον μὲν εὐφραίνεις, ἀνιᾷς δὲ μετ’ οὐ πολὺ χαλεπώτερον. ἐπεὶ καὶ τῶν ἐνυπνίων τὰ κάλλιστα οὐ τοσοῦτον ἡμᾶς εὐφραίνει καθεύδοντας, ὅσον ἐγρηγορότας ἐλύπησε· αἱ γὰρ ἐλπίδες μετὰ τοῦ ὕπνου εὐθὺς συνανίπτανται. σύμφωνα δῆτα τῇ
10γλώττῃ τὰ πράγματα κέκτησο, ἵνα μὴ καὶ φίλοις ἀπεχθήσῃ ψευδόμενος καὶ τοῖς ἐχθροῖς ὑπόθεσιν ψόγου πορίσειας ὡς ἀληθείας ὑπάρχων ἀμέτ‐ οχος.

38

(1t)

Τεττίγων Ὀρτύγωνι
2Τί δῆτα, τρισάθλιε, τὴν ἐσθῆτα διήλλαξας καὶ τοὺς πέρδικας ἐξεπέτα‐ σας; οἶνός σοι γέγονε τὸ κακόν· οἴνῳ καὶ τοῦ Κύκλωπος τὸν ὀφθαλμὸν ὠνήσασθαι τὸν Ὀδυσσέα φασί. διὸ εἰ μὴ συναθροίσειας, Ὀρτύγων, τοὺς
5ὄρνιθας, σὺν σοὶ κατακρημνίσαιμι ἑαυτόν. καὶ παῖδα γὰρ ἀκόλαστον ζῆν χαλεπὸν καὶ τάφον πρὸ τοῦ πατρὸς υἱὸν σφετερίσασθαι καὶ λίαν ἐστὶ
δυσφορώτατον.23

39

(1t)

Θέτις Ἀναξάρχῳ
2Οὐ δύνασαι Θέτιδος καὶ Γαλατείας ἐρᾶν· οὐ τεμαχίζεται πόθος· οἱ γὰρ Ἔρωτες οὐ μερίζονται. ἀλλ’ οὔτε διπλοῦν ἂν ἐνέγκοις τὸν ἔρωτα· ὡς γὰρ ἡ γῆ δύο ἡλίοις οὐ δύναται θάλπεσθαι, οὕτω μία ψυχὴ δυάδος
5πυρσῶν ἐρωτικῶν οὐκ ἀνέχεται.

40

(1t)

Σωκράτης Πλάτωνι
2Ἀδικεῖται μὲν οὐδείς, ἀδικοῦσι δὲ πάντες, αὐτομάτως ἕκαστος ἑαυτὸν ἀδικῶν· ἀρετῆς γὰρ καὶ κακίας ἐσμὲν αὐτοκράτορες. ἀφείλετό σου Λεωνίδης τὸ γήδιον· τοῦτο τῶν ἐκτός, καὶ τὴν σὴν ψυχὴν οὐδὲν ἐλυμήνατο.
5ζημιοῖ σε Φίλιππος καὶ τὸν δακτύλιον σφετερίζεται· οὐδὲν ἠδικήθης αὐτός· τὸ γὰρ ἐπίκτητον οὐχ ἡμέτερον. τὸν σὸν υἱὸν ἀνεῖλον οἱ βάρβαροι· οὐ πέπονθάς τι δεινόν· οὐ γὰρ ἀίδιον τὸν παῖδα ἐκέκτησο· ἔναγχός σοι μὴ κεκτημένῳ προσγέγονε, καὶ πάλιν οὐκ ἔστιν, ἐπείπερ οὐκ ἦν, ἀλλ’ ἐγένετο. οὐκοῦν ἀδικοῦσιν, οὐκ ἀδικοῦνται οἱ ἄνθρωποι. καὶ τὸν Ὁμηρικὸν
10τεθαύμακα Κύκλωπα· οὐδένα γὰρ βλάπτειν ἀδικούμενον ἔφασκε, καὶ ἦν τῷ ποιμένι ἀπόφασις ἡ τῆς ἀληθείας κατάφασις.

41

(1t)

Μαράθων Πηγάνωνι
2Τοὺς πολιτικοὺς κλύδωνας ἐκφυγὼν καὶ τοὺς ἀπαραιτήτους θορύβους τοῦ ἄστεος ἐμισθωσάμην τὸν ἀγρὸν τουτονί, καὶ μεταβολὴν τύχης ἐδόκουν εὑρεῖν. ἀλλὰ μείζοσι κακοῖς ἐμβεβλήμεθα· ποτὲ γὰρ τὴν ἐρυσίβην
5ἔχω πολέμιον, ποτὲ δὲ τὰς ἀκρίδας, ἄλλοτε καὶ τὴν χάλαζαν· ἡ δὲ πάχνη
λυμαίνεται τοὺς καρποὺς ὡς ἀπαραίτητος τύραννος, καὶ τοὺς ἱδρῶτας ὁ τάλας τοῖς ἀνέμοις χαρίζομαι. οἴμοι ὁ δύστηνος, ὅποι τραπῶ; ὅταν τῶν γεωργικῶν μόχθων ἐπιμνησθῶ, τὰ τοῦ ἄστεος ἀσπάζομαι· ὅταν τὸν πο‐ λιτικὸν τάραχον λογίσωμαι, τῆς ἀγροικίας ἐρῶ, καὶ τοῦ παρόντος ἐστὶ τὸ24
10μὴ παρὸν εὐτυχέστερον. μία τῶν λυπηρῶν κατάλυσίς ἐστιν ὁ θάνατος, εἴτε φυσικὸς εἴτε πάλιν αὐθαίρετος. οὐκοῦν ἀγχόνη μοι τὸ φάρμακον· βδελύττεσθαι γὰρ τὸν θάνατον τοὺς δυστυχοῦντας ἠλίθιον.

42

(1t)

Περικλῆς Ἀσπασίᾳ
2Εἰ δῶρα ζητεῖς, οὐ ποθεῖς· ἀδωροδόκητοι γὰρ οἱ Ἔρωτες, καὶ τοὺς ποθοῦντας τοιούτους εἶναι διδάσκουσιν. εἰ μὲν οὖν ἐρᾷς, τὸ διδόναι μᾶλλον, οὐ τὸ λαβεῖν οἰκειότερον· εἰ δὲ χρημάτων ὀρέγῃ καὶ δι’ ἐμπορίαν
5τὸ ποθεῖν ἀναπέπλασαι, τὴν γνώμην ἡ γλῶττα διήλεγξε, πωλοῦσα χρυσῷ τὰς ἡδονὰς τῷ ἐθέλοντι.

43

(1t)

Διογένης Δημονίκῳ
2Τὸ τεχνητὸν γύναιον, τὸ διγενὲς ἡμιάνδριον, τὸ παρὰ τῇ φύσει κατὰ μηδὲν ἐντελές, ὕβρισεν ὁ Λυδὸς εὐνοῦχος ἡμᾶς· ἅπαντα γὰρ τὰ τοῦ
σώματος μέλη γλώττας ἔχειν ἀσχήμονας ἐπαγγέλλονται. ἐγὼ δὲ κατὰ τὸν25
5Ὁμηρικὸν Ὀδυσσέα τῶν μὲν ἐκείνου βελῶν οὐκ αἰσθάνομαι· ἀδρανὲς γὰρ πλῆττον τὸ γυναικεῖον φῦλον τοὺς ἥρωας, ἵνα τί σοι καὶ σοβαρώτερον ἀποφθέγξωμαι τὸν Διομήδην μιμούμενος. ὑλακτεῖν δῆτα καὶ μεμηνέναι τοῖς εὐνούχοις ἐστὶν ἁρμόδιον· τῆς τῶν χειρῶν γὰρ ἐστερημένοι δυνάμεως ἅπαντα διὰ τῆς γλώττης πράττειν ἐθέλουσιν. οἱ δὲ φίλοι πολλὴν εὐήθειαν
10κατηγοροῦσιν ἡμῶν, ἐπειδὴ τὸν ὑβριστὴν οὐ ποιναῖς ἠμειψάμεθα· οὕτω γὰρ καὶ ὄνος ἡμᾶς εἰ λακτίσειεν, οὐκ ἂν δικαστήριον αὐτῷ συγκροτήσαι‐ μεν. τοῦτο δέ τοι καὶ τῷ Σωφρονίσκου Σωκράτει καλῶς διηγόρευται.

44

(1t)

Πριαπίδης Κορύδωνι
2Αὔριον ἔσο μοι δαιτυμών. ἅπαντα τὰ πρὸς τὸν γάμον μοι παρεσκεύασται· ἔτνος, ἐρέβινθος, ἰσχάδες πολλαὶ καὶ γλεῦκος καὶ μελιτοῦττα καὶ πόπανα. αὐτὸς δὲ κόμιζε τὴν ἔντεχνον σύριγγα, τὰς ὑπερκύκνους μελῳδίας
5ᾀσόμενος· ἦσθα γὰρ ποιμαντικῆς μουσουργίας ἐπιστήμων, Κορύδων. τὴν γὰρ παστάδα βεβούλημαι πρὸς ἡδονὴν κινεῖν ἀφροδίσιον, τοῖς ἀπὸ τῆς σάλπιγγος ὑποθελγομένην ἠχήμασιν.

45

(1t)

Λέανδρος Πυλάδῃ
2Λίαν ἡμῖν οἱ Ἔρωτες ἀπεχθάνονται. ἐγὼ μὲν ἐρῶ, ἀλλ’ ἡ ποθουμένη μισεῖ· καὶ τί δράσαιμι ἂν ὁ τρισάθλιος; οὐκ ἰσόρροπον ἔχουσιν οἱ Ἔρωτες
πλάστιγγα· ἄνισα τοῖς ἀνθρώποις ζυγοστατοῦσι τὰ δάκρυα. εἰ μὲν οὖν26
5ἀδικοῦσι, θεοὶ μὴ κεκλήσθωσαν· εἰ δὲ τὴν προσηγορίαν οὐ ψεύδονται, ὀρθὰ δικαζέτωσαν καὶ τὰς ἀλγηδόνας ἐμοὶ κατὰ τὸ δίκαιον μεριζέτωσαν.

46

(1t)

Διογένης Ἀριστάρχῳ
2Κατέπληττε τὴν Μακεδονίαν Ἀλέξανδρος τῷ βουκεφάλῳ ἐποχούμενος ἵππῳ. τὸν δὲ ἵππον χαλινοῖς ἱστοροῦσι μὴ πείθεσθαι, μήτε δὲ χειροήθεσι κολακείαις μαλάττεσθαι· ἦν γὰρ ἀτιθάσευτον τὸ ζῷον καὶ τῷ θυμῷ τὸ
5εἶναι ἵππος ἀφῄρητο, καὶ κακόν τι ἀπρόσιτον ἦν καὶ τοῖς ἐντυγχάνουσι λίαν δυσάντητον. ὅτε τοίνυν ἐπιβάτην Ἀλέξανδρον ἐκληρώσατο, τὴν ἀπήνειαν ὥσπερ πραότητι συνεκέρασεν, ἀμειβόμενος τῇ κατηφείᾳ τὸ φρύαγμα· καὶ ἦν ἰδεῖν σώφρονα τὸν ἀκόλαστον. οὐ γὰρ Ἀλεξάνδρῳ θέμις ἦν ἀντιμάχεσθαι. ἔσο τοίνυν, Ἀρίσταρχε, καὶ σὺ τῆς τύχης ὑπήκοος· οὐ
10γὰρ Ἀλεξάνδρῳ, ἀλλὰ τῇ τύχῃ ὁ βουκέφαλος ἵππος ἐπείθετο.

47

(1t)

Ποιμνίων Ἄρνωνι
2Τὰ τῶν προβάτων οὔθατα ὑπὸ τοῦ γάλακτος μέλλει μοι διαρρήγνυσθαι, καὶ κισσυβίων οὐκ οἶδ’ ὅπως ἠπορήμεθα. διὸ δίδου μὲν αὐτὸς τὰ κισσύβια· ἐγὼ δέ σοι γάλα παρέξομαι, μεγάλοις δώροις μικρὰς ἀμειβόμενος
5χάριτας.

48

(1t)

Χρυσογόνη Τερπάνδρῳ
2Μὴ μέμφου λοιδορουμένην τε καὶ ὑβρίζουσαν· οἱ γὰρ ποθοῦντες γλυκείας καὶ τὰς ὕβρεις προσφέρονται, καὶ πληγαῖς δὲ πολλάκις καὶ μώλωψιν ὡραΐζονται. εἰ δὲ δυσανασχετεῖς ὑβριζόμενος, οὐδὲ ῥόδον
5τρυγήσεις τὴν ἄκανθαν εὐλαβούμενος.27

49

(1t)

Λεωνίδης Περιάνδρῳ
2Ἠιδέσθη καὶ Πρίαμον ὁ τῆς Θέτιδος πρεσβευόμενον—καὶ πολιὰν γὰρ ἐχθρῶν ὁ τοῦ Πηλέως ᾐσχύνετο—καὶ δίδωσι τῷ πατρὶ τεθνηκότα τὸν παῖδα, δυστυχεστάτῳ φιλοτιμούμενος δώρῳ τὸν Πρίαμον. καὶ τοῦ μὲν
5τὴν τόλμαν τεθαύμακα, τοῦ δὲ τὴν φιλανθρωπίαν ἐπῄνεσα. γίνου μοι καὶ αὐτὸς Αἰακίδης, καὶ πολιᾶς προσίεσο δάκρυα, τὸν παῖδά μοι ζῶντα δωρούμενος. δυστυχοῦμεν γὰρ καὶ ἡμεῖς ὥσπερ καὶ Πρίαμος· οὐ γὰρ ἂν ὄντα σε πολέμιον ὑπὲρ παιδὸς ἐπρεσβεύσαμεν, δακρύοις, οὐ μέλανι, τὰ τῆς ἐπιστολῆς ἐγχαράξαντες γράμματα. ἀλλ’ εἰ μὲν τῆς ἴσης καὶ σὺ
10φιλανθρωπίας ἐρᾷς ἐπιτεύξασθαι, προφθανέτω τὸ δῶρον τὴν αἴτησιν· εἰ δὲ μὴ λόγος παρὰ σοὶ βασιλεύει, ἀλλὰ θυμός τε καὶ λύπη τὰ πρεσβεῖα κεκλήρωται, πρὸς ὀλίγον μὲν εὐφρανθήσῃ, λυπηθήσῃ δὲ μειζόνως, ἀφιλοσόφου θυμοῦ μεγάλας καὶ τὰς ποινὰς εἰσπραττόμενος.

50

(1t)

Καλάμων Σπείρωνι
2Εἰ γεωργὸς εἶναι βεβούλησαι, τῶν πολιτικῶν θορύβων ἀφίστασο. εἰ δὲ ῥήτορες παρὰ σοὶ καὶ δικαστήρια καὶ βήματα περισπούδαστα, τὴν δίκελλαν ἀφείς, καλαμῖδα καὶ χάρτας ἀράμενος ἐς κόρακας χώρει,
5γερόντιον. οὐ γὰρ συκοφάντας ἄνδρας καὶ τὸ ‘ἄνδρες δικασταί‘ φθεγγο‐ μένους πυκνότερον ἡ τῶν γεωργῶν πολιτεία προσίεται.

51

(1t)

Ῥοδόκλεια Ὑψιπύλῃ
2Τὸν Πειραιᾶ χθὲς τῇ νυκτὶ περιεπόλουν· καὶ τὸν σὸν ἐραστὴν μετὰ τῆς
Χρυσίππης ἑώρακα, καὶ μειράκιον ἐδᾳδούχει, καὶ προπόμπιος ἡ φιλία γραῦς ὑπῆρχεν Ἀβρότονον. ὅτε δὲ τὴν προαγωγὸν προσεῖπον ἐγώ,28
5ἀπέσβεσε τὴν δᾷδα ὁ παῖς· τοῦτο γὰρ ὁ σὸς ἐνεκελεύετο ἐραστής, ἵνα τῷ σκότῳ τὸ πραττόμενον διαλάθοι. οὐκοῦν μήτε ὀμνύντι μήτε κολακεύοντι πείθου· γλώττης γὰρ σόφισμα δεινότατόν ἐστιν ἑκάτερον.

52

(1t)

Σωκράτης Κλέωνι
2Ὅταν οἱ λύκοι μεγάλης περιτύχωσι θήρας καὶ τῷ κόρῳ φιλοσοφήσωσιν ὥσπερ ἐγκράτειαν ἀσκοῦντες, ἀρνῶν ἔχουσι τὸ ἦθος, καὶ τὸ ἄγριον πρὸς τὸ φιλάνθρωπον μεταβάλλουσι, καὶ θαυμαστήν τινα δικαιοσύνην ὁ κόρος
5ἐκδιδάσκει τοὺς λύκους· μετὰ τῶν προβάτων συννέμονται μηδὲν τὸ ποίμνιον λυμαινόμενοι καὶ σπένδονται τοῖς ποιμέσι καὶ τὴν σωφροσύνην γεραίρουσιν, ἄχρις ἂν αὐτοῖς ἡ γαστὴρ ἀναπνεύσειεν. ἀλλὰ σὺ καὶ τῶν λύκων τὸν τρόπον ἀναιδέστερον κέκτησαι, καὶ μᾶλλον πλεονεκτικώτερον τὸ ἀκόλαστον ἔχεις, ὅταν ὁ χρυσὸς ὑπεραναβλύσῃ τῶν σῶν θησαυρῶν,
10ὥσπερ οἱ μέθυσοι. διψῶσι γὰρ ὅταν κορεσθῶσι τοῦ οἴνου, καὶ σοφίζονται τῇ μέθῃ μέθης ἐπίτασιν· διὰ γὰρ τὴν ἐς ἄκρον εὐεξίαν πρὸς τὴν ἐναντίαν διάθεσιν μεταπίπτουσι, περιγανοῦντος τοῦ οἴνου τοὺς οἰνόφλυγας καὶ ἐκκαίοντος. ἄπαγε τῆς ἀκολάστου μέθης, ἀκόλαστε, ἵνα μὴ πρὸς τὴν ἐναντίαν ῥοπὴν μεταχθῇς, ἀφαιρουμένης τῆς τύχης ἅπερ καὶ δέδωκε·
15τοιαύταις γὰρ τοὺς ἀχαρίστους ποιναῖς σωφρονίζεται.29

53

(1t)

Μίνθης Ῥίζωνι
2Ὁ ποταμὸς Χρύσασπις τοῦ γηδίου τοῦ ἡμετέρου μοῖραν ἐσύλησε καὶ τῷ σῷ ἀγρῷ προσεκύρωσε, μῶρόν τι ποιῶν καὶ ἠλίθιον· ἀλλοτρίοις γὰρ δώροις τὸ φιλότιμον ἐπαγγέλλεται. ἀλλ’ εἰ μὲν δικαστηρίων φόρτον ἐπὶ
5τοῖς ὤμοις φέρειν οὐχ οἷός τε εἶ, δῶρα ποταμῶν μὴ προσίεσο· εἰ δὲ τῶν ἀλλοτρίων ἐρᾷς, μετ’ οὐ πολὺ δακρύσεις τῶν ἰδίων στερούμενος καὶ ψήφοις διαιτητοῦ τιμωρούμενος.

54

(1t)

Μήδεια Ἰάσωνι
2Οὐδὲν τοῖς ἀνθρώποις οὔτε περισπούδαστον οὕτως, οὔτε δὲ προσκορέ‐ στερον ἐρωτικῆς καθέστηκε σχέσεως. ποῦ σοι τῶν δακρύων τὰ ῥεῖθρα, ἃ τοῖς ἡμετέροις ποσὶν ἐπεκύμαινες; ποῦ σοι διέπτησαν τὰ μυρία γένη
5τῶν λόγων ἐκείνων τῶν τε ῥημάτων τὸ ὑφειμένον τε καὶ χαμαίζηλον; οἶμαι μήτε τοὺς δανειζομένους τοιούτοις πρὸς τοὺς δανειστὰς κεχρῆσθαι τοῖς ῥήμασι, μήτε τραυματίαν ταῖς τῶν πολεμίων ἁλόντα χερσίν. ἡ σύντονος ἀγρυπνία παρῴχηκε, τὰ ἑωθινὰ καταλέλοιπας ᾄσματα· παρώσω τὰς μυρίας πρεσβείας, τὰς σπονδὰς ἃς διὰ τῶν προαγωγῶν γυναίων
10ἐσπείσω μοι. πρὸς ἑτέραν ἄφνω παρθένον ὠλίσθησας, ὥσπερ οἱ καθεύδον‐ τες ἀμέσως ἀφ’ ἑτέρας πρὸς ἑτέραν ἐνυπνίων ὑπόθεσιν μεταβαίνοντες. ἐπαινῶ τοὺς ζωγράφους· ὑποπτέρους γὰρ τοὺς Ἔρωτας ἀναγράφουσι καὶ τέχνῃ διαμορφοῦσι τὰ πράγματα καὶ τοῖς πλάσμασι τὴν ἀλήθειαν
τερατεύονται.30

55

(1t)

Παρμενίδης Χρυσοσθένει
2Τὸ μὲν ἐγρηγορέναι διὰ παντὸς ἀθανάτου φύσεως ἴδιον, ὑπνοῦν δὲ μετρίως τῶν καθ’ ἡμᾶς ἐστιν, ὡς ἔοικε, καὶ ἀνθρώπινον· τὸ δὲ πέρα καθεύδειν τοῦ πρέποντος τοῖς τεθνηκόσι μᾶλλον ἤπερ τοῖς ζῶσιν ἁρμόδιον.
5τὰς πλείστας, Χρυσόσθενες, τῆς σῆς ζωῆς μοίρας ἀφῄρησαι· ἀεὶ γὰρ κα‐ θεύδεις, καὶ τῆς ἐνθάδε μεταβέβηκας λήξεως οἷά τις Ὀδυσσεύς, τῆς καθ’ ἡμᾶς οἰκουμένης ἔξω πλανώμενος, ὠκεανῷ τινι τῷ ὕπνῳ νηχόμενος καὶ μήτε ἀνίσχοντα μήτε δυόμενον προσβλέπων τὸν ἥλιον.

56

Δάφνων Αἰγείρῳ Αἱ συκαῖ σου πρὸς τὸ ἐμὸν γήδιον τὰς ῥίζας ἡπλώσαντο, ὑπὸ τὴν σὴν ἐξουσίαν ἔτι τελεῖν οὐκ ἐθέλουσαι, καὶ τὸ σὸν ἀφελόμεναι δίκαιον φιλοτι‐ μοῦνταί μοι τὰ κυήματα· τοῖς ἐμοῖς γὰρ ηὐτομόλησαν ὅροις. καὶ τοῦτο
5νόμος ἐστὶ γεωργοῖς· καὶ γεγηρακόσι νόμοις πείθου, γερόντιον. εἰ δὲ τοῖς παρ’ ἡμῖν ἔθεσιν ἀντιφθέγγεσθαι θέλεις, ὡς καινὸν ὄντα σε νομο‐ θέτην καὶ πρόσφατον τῶν γεωργικῶν συλλόγων ἐκβάλλομεν καὶ τῶν ἡμετέρων ὅρων ἐξοστρακίζομεν ὡς ἀλλότριον.

57

(1t)

Πυρρίας Φιλωνίδῃ
2Εἰ ἐρᾷς, μὴ κατηγόρει τῆς ἐρωμένης ἀπρέπειαν. οὐ δύναται γὰρ μὴ
τυφλώττειν ἐρῶσα ψυχή· ἀήττητος γὰρ ἡ τῶν ἐρώντων προσπάθεια. εἰ δὲ οὐκ ἐρᾷς, τί δακρύεις καὶ στένεις, καὶ κλύδωνα σαυτῷ προσφέρεις31
5αὐθαίρετον; ἀδικεῖς οὖν ἑκάτερον, ποτὲ μὲν ὡς ἐραστὴς ἐφιέμενος, ποτὲ δὲ ὡς ἀνταγωνιστὴς βδελυττόμενος.

58

(1t)

Δαμάσκιος Ἀντιγόνῳ
2Εἰ μὴ βίου Σωκράτης ἐνέχυρα κέκτηται, παιδαγωγὸς τοῦ σοῦ μὴ προχειριζέσθω παιδός. ἐνέχυρα δὲ βίου παῖδες νοείσθωσαν· ὃν γὰρ εἶναι πατέρα φύσις ἐδίδαξε, τοῦτον καὶ παιδαγωγεῖν ἐστιν ἀξιόπιστον,
5πείρᾳ μαθόντα καὶ γεννήσεως σχέσιν καὶ στοργῆς ἀλγηδόνας.

59

(1t)

Κηπίας Κοριάννῳ
2Συνέριθος ἔσο μοι μεσημβρίας ὥρᾳ, Κορίαννε· αἱμασιᾷ γὰρ τὸν ἀγρὸν περιφράξαιμι. κακοὺς γὰρ τοὺς ὁδίτας κεκτήμεθα· οὐχ οἷός τέ εἰμι καὶ ζῴοις ἀλόγοις καὶ τοῖς ἀνθρώποις συμπλέκεσθαι. ὁ λαγὼς τὰς ἀμπέλους,
5ἡ δὲ κάμπη τὰ λάχανα ὄλλυσι. τί δῆτα περὶ τῶν ἀσπαλάκων καὶ λέξαιμι; φοβερὸν γὰρ τῷ γεωργῷ τὸ κακὸν καὶ δυσανταγώνιστον τὸ πολέμιον. διό μοι συμπαραστάτει καὶ τῶν πόνων συλλαμβάνου· κἀγὼ δέ σε αὖθις τοιούτοις ἔργοις ἀμείψομαι. οὕτω γὰρ καὶ οἱ μύρμηκες συμμαχοῦντες
ἀλλήλοις καὶ τὸν μόχθον σοφίζονται καὶ τῶν μεγίστων πόνων ἐφάπτονται.32

60

(1t)

Ἄνθεια Ὠρίωνι
2Ἅπαντα τῷ γυναικείῳ φύλῳ δεδούλωται. Λαΐδος ὁ Διογένης ἐρᾷ, Σωστράτης ὁ Φρύγιος. ἡ τῆς φιλοσοφίας κομψότης διόλωλε· τὸ σεμνὸν ἦθος παρώσαντο, τὸ αἰθέριον καταλελοίπασι φρόνημα, τὸ μετάρσιον
5ἐπάγγελμα διεψεύσαντο· ἅπαντα φροῦδα τὰ πρὶν αὐτοῖς μεμελετημένα πρὸς ἄσκησιν. ἄωρόν μοι παίγνιον εἶναι δοκεῖ ἄνδρα πρεσβύτην, πολιὰν αἰδέσιμον ἔχοντα, ὑπερωφρυωμένον ἐπὶ σεμνότητι, νεάνιδος ἑταίρας ἐρᾶν. ἐγὼ δὲ καγχάζω καὶ τὸν γέλωτα φέρειν οὐ δύναμαι, ὁπηνίκα συναντήσαιμι τοῖς γεροντίοις· πολλὰ γὰρ τῆς Ἀφροδίτης κατηγόρουν τὸ
10πάλαι, καὶ τοὺς ἐρῶντας μανίαν νοσεῖν αὐθαίρετον ἔφασκον, ἔφεσιν ἀκολάστου ψυχῆς τοὺς ἔρωτας ὁριζόμενοι. ἅπαντα φέρειν σοφόν· τὸ δὲ ἐλπίζειν λίαν ἐστὶν ἐμφρονέστερον· πολλὰ γὰρ χρόνος καὶ τύχη δε‐ δύνηται.

61

(1t)

Σώστρατος Λυσιστράτῳ
2Ἐπειδή σοι πολλὰ καὶ θαυμαστὰ παραινέσαντες τὸν Πηνελόπης ἐδόξαμεν ὑφαίνειν ἱστόν, φέρε δῆτα φέρε καὶ μυθικῶν ἀπαρξώμεθα λόγων· ἴσως γὰρ τῆς σῆς διανοίας ἐφίκοιτο δὴ τὰ λεγόμενα.
5Ἐν τοῖς νεοβλάστοις τῶν δένδρων ὁ τέττιξ ὀχούμενος ὥρᾳ καύματος
ἐκελάδει διάτορον, καὶ τῆς ἑαυτοῦ ἁρμονίας αἰσθανόμενος ἐπετέρπετο. ὁ δὲ μύρμηξ παρῆν τοῖς θερίζουσι καὶ περὶ τὴν ἅλω τὰς διατριβὰς ἐπεποίητο καὶ τοῖς κόλποις τῆς γῆς τὴν ἑαυτοῦ τροφὴν ἐθησαύριζεν, οἷα προμηθέστερος ὢν ὁ μύρμηξ τοῦ τέττιγος. παρῳχήκει τοίνυν ἐκ τῶν33
10βορείων ὁ ἥλιος, ἀπῆν τὸ μετόπωρον καὶ χειμὼν ἐπεφοίτα τῇ γῇ· ἡ δὲ θάλαττα τὰς γαληναίας σπονδὰς διελύσατο. οἱ πλωτῆρες τοὺς λιμένας ὡς σωτῆρας ὄντας ἠσπάζοντο, ὁ γεωργὸς ἐπὶ τὴν ἑαυτοῦ ἀλέαν κατέφευγε, καὶ ὁ μύρμηξ ἐν ταῖς λαγόσι τῆς γῆς καὶ τοὺς πόνους εἶχεν ἑστίασιν ἐπιτήδειον. ἱκέτευε δὴ ὁ τέττιξ τὸν φιλόπονον μύρμηκα τῶν θησαυρῶν
15μετασχεῖν· ὁ δὲ τὸν μελῳδὸν τῶν ἑαυτοῦ θυρῶν ἀπεπέμπετο, πολὺν αὐτῷ τῆς ἀργίας καταχέων τὸν γέλωτα, καὶ τῶν θερινῶν ᾀσμάτων αὐτὸν ἀνεμίμνησκε. διόπερ ὁ μὲν εἶχε λιμὸν τὴν ᾠδήν, ὁ δὲ τοὺς πόνους τροφήν. Ἁρμόττει σοι ὁ μῦθος, Λυσίστρατε· ἀργὸς γὰρ ὢν ἀθλιώτερος εἶ τοῦ πυρέσσοντος, ἐσθίων μάτην διπλάσια. ἄπαγε δῆτα τῆς ἀργίας, ὦ βέλτιστε·
20τὰ τῆς φύσεως γὰρ δῶρα κατῄσχυνας, τηλικαύτην ῥώμην καὶ εὐρωστίαν τοῦ σώματος ἀκόσμητον παρεῶν, ἐπιστήμην πόνων ἀσκεῖν μὴ βουλό‐ μενος.

62

(1t)

Τεττίγων Πορφυρίωνι
2Ὁ Κορύδων εὐδαίμων ἀνὴρ καὶ τῆς τύχης φίλος, ὡς ἔοικε. αἱ ἄμπελοι ταῖς βότρυσιν ἄχθονται, αἱ ἀχράδες βρίθουσι καὶ τῶν τρυγώντων ὀρέγονται, αἱ ἐλαῖαι τῇ γῇ προσνενεύκασι καὶ τῷ πλήθει τοὺς ἐνεγκαμένους κλάδους
5βιάζονται, οἱ λειμῶνες κατάκομοι, ἡ ἅλως ταῖς Νειλῴαις ἐφάμιλλος
αὔλαξιν. ἀλλὰ καὶ τὸ γύναιον μετὰ τῶν ἄλλων εὐφορεῖ τῷ ἀνδρί· τοσοῦτοι γὰρ παῖδες αὐτῷ, ὥστε καὶ Δαναὸν καὶ Αἴγυπτον ταῖς εὐτεκνίαις νικᾶν. ἄλλος μὲν γάρ ἐστιν ὑπομάζιος, ἄλλος τῆς γαλουχίας ἐπαύσατο, ἕτεροι δὲ ἕρπουσι μήπω τῆς ὀρθῆς βαδίσεως ἀπαρξάμενοι· ἔνιοι παρατραυλίζουσι34
10καὶ τοὺς ὀδόντας ἀμείβουσιν, ἄλλοι τῆς ἀκμῆς ἐπιβαίνουσι καὶ τὸ βούπαι‐ δες εἶναι κεκλήρωνται· καὶ σύριγγος δίκην αὐλῶν ἡ τῆς ἡλικίας αὐτοῖς τάξις συντέτακται. σὺ δὲ παρῄνεις τὸ θυγάτριον μὴ παρεγγυᾶν τῷ Κορύδωνι καὶ τὴν ἀγχιστείαν ἐκάκιζες, ὥσπερ ἀφοσιούμενος τὴν δυσγέ‐ νειαν. οἴμοι βεβουκόλημαι ὁ δείλαιος, καὶ κοῦφον ἔσχον τὸ φρόνημα. τοῖς
15ἀνθρώποις ἀνόνητον ἡ εὐγένεια· πλούτου γὰρ παρὰ πᾶσιν οὐδὲν ἐνδοξότε‐ ρον.

63

(1t)

Χρύσης Ἡφαιστίωνι
2Οὐκέτι τῆς Διοδότης ἐρᾷς. τὰς ἐρωτικὰς θρυαλλίδας ἀπέσβεσας· οὐ γὰρ ζηλοτυπεῖς ἐπ’ αὐτῇ, ἐμφιλοχωροῦσαν τῷ Λυσιστράτῳ θεώμενος. φιλονεικότερον Ἐρώτων οὐδέν· καὶ πῶς, εἰ ἐρᾷς, τηλικαύτης ἀλγηδόνος
5φιλοσοφεῖς ἀνεχόμενος;

64

(1t)

Σωκράτης Μελανιππίδῃ
2Γυμνασταὶ μὲν καὶ παιδοτρίβαι ἀπαραίτητοι τοῖς παισὶν ὡς σωφροσύνης διδάσκαλοι. ἐπειδὴ γὰρ φρονήσεως ἔτι καὶ νόμων οἱ παῖδές εἰσιν ἀνεπίδε‐ κτοι, ἀπειλαῖς χαλινοῦσι τὸ τούτων ἀκόλαστον· τοὺς γὰρ παῖδας λόγοις
5μᾶλλον ἢ μάστιξιν ἐκταράττομεν. ἐγὼ δὲ τὴν σὴν ἀναίδειαν ἄγαμαι· οὐ γὰρ κολάσεις δικαστηρίων σοι φοβεραί, οὔτε λόγος εἰσηγητικός ἐστιν αἰδέσιμος. τῶν παίδων ἀφρονεστέραν ἐν γήρᾳ τὴν διάνοιαν ἔχεις. ἴθι τοίνυν, εἰ βούλοιο, πρὸς βάραθρον. ὃν γὰρ λόγος καὶ μάστιγες σωφρονεῖν οὐ διδάσκουσι, τοῦτον πείθειν κακίας ἀπέχεσθαι λίαν ἐργῶδες καὶ τοῦ35
10καθαίρειν τὴν Αὐγείου κόπρον ἐστὶ δυσχερέστερον ἢ κοτύλῃ τὸ Ἀτλαντι‐ κὸν ἅπαν ἐκροφῆσαι πέλαγος.

65

(1t)

Βουβαλίων Κισσυβίῳ
2Ὁ Γοργίου παῖς ἡμᾶς ἀδικεῖ. ξυνωρικεύεται γὰρ ἱππαζόμενος ὁ παμμίαρος, καὶ προσχήματι θήρας περιπέττει τὴν πανουργίαν ὁ κάκιστος. οὔτε γὰρ λαγὼς φοιτᾷ παρ’ ἡμῖν οὔτε δορκὰς ἐνδημεῖ, οὐ βουβαλίδες,
5οὐκ ἔλαφοι, οὐκ ἄλλο τι τῶν πρὸς θήραν ἐπιτηδείων ὄντων. αἱ μὲν γὰρ εἱρκταὶ καὶ πάγαι τοὺς λαγὼς ἀπελαύνουσι, δι’ ὧν καὶ ἁλίσκονται τῶν σταφυλῶν ἐπιβαίνοντες, δορκάδος δὲ σπάνις καὶ βουβαλίδος οἱ γείτονες λέοντες. καὶ τί δῆτά σοι τὰ μυρία τῶν θηρίων ἀπαριθμήσομαι γένη, οἷς καὶ ἡμεῖς συλλιμώττομεν; ἀνυδρία γὰρ ἡμᾶς, ἀθηρία δὲ τοὺς θῆρας
10κολάζεται. ἐπειδὴ οὖν ἀγχιστεία σοι πρὸς τὸν ἀδικοῦντα, Κισσύβιε, εἰσηγοῦ τὸ συμφέρον, καὶ σωφρονέστερον τοῦτον οἱ νῦν σοι διδασκέτωσαν λόγοι. ἴσθι γὰρ αὐτὸν κυσὶ σπαραττόμενον, εἰ ἐν τοῖς ἐμοῖς ἀγροῖς τὸ λοιπὸν ἐνδημήσειεν· ἤδη γὰρ καὶ ἡ θήλεια κύων σὺν τοῖς τέκνοις περι‐
φρουρεῖ μοι τὸ γήδιον ἀνθρωπίνης ὀργῶσα πιμελῆς ἐφάπτεσθαι.36

66

(1t)

Πειθὼ Ἱππολύτῳ
2Εὐπρέπειαν, οὐκ ἦθος σεμνὸν οἱ ποθοῦντες μᾶλλον ἀσπάζονται. οὐ γὰρ σωφροσύνην Ἔρωτες ἐπαγγέλλονται, ἀλλὰ κάλλει σώματος ὀφθαλμὸν ἀκόλαστον δελεάζουσιν. εἰ τοίνυν διὰ τοὺς τρόπους τῆς Ῥοδοκλείας
5ἐρᾷς, τῶν σῶν ἡδονῶν οὐ βασιλεύουσιν Ἔρωτες· φιλοσοφοῦντος γὰρ λογισμοῦ βέλος ἀφροδίσιον οὐχ ἅπτεται.

67

(1t)

Ἐρατοσθένης Αἰσχίνῃ
2Ἐσθίεις τοὺς ὅρκους ὡς λάχανα, καὶ κτύπος ὀδόντων εἶναί σοι δοκεῖ τὸ πραττόμενον, καὶ τοῖς ἐγκαλοῦσιν ἀντιφθέγγῃ, παμπόνηρε·
‘ἡ γλῶττ’ ὀμώμοχ’, ἡ δὲ φρὴν ἀνώμοτοσ‘,
5οὐκ εἰδὼς ἀχαλίνωτον γλῶτταν μείζονα τοῦ πλημμελήματος εἰσπραττο‐ μένην τὴν κόλασιν. ἃ γὰρ ἂν λόγοις ἁμάρτωμεν, ἔργοις τὴν τιμωρίαν ὑφέξομεν. τὴν γλῶτταν δῆτα σώφρονα κέκτησο, ὀμνύειν καὶ τὰ πρὸς ἀλήθειαν εὐλαβούμενος· ἀβαρὲς γάρ τι χρῆμα ὁ ὅρκος εἶναι δοκεῖ, καὶ παντὸς ἄχθους ἐστὶ δυσφορώτερον. ἐντεῦθεν καὶ Τάνταλος ἐκολάζετο·
10περὶ τὰ θεῖα γὰρ ἔσχε τὴν γλῶτταν ἀκόλαστον.

68

(1t)

Σευτλίων Κοριάννῳ
2Εἷλον ὀψέ ποτε τὴν κακίστην ἀλώπεκα, καὶ λαβὼν ποικίλοις δεσμοῖς
περιφρουρῶ τὴν παμμίαρον. καὶ ἄξω ἐπὶ τὴν λεωφόρον, Κορίαννε, τοὺς ἀγροίκους συγκαλεσάμενος ἅπαντας, καὶ τὴν πολέμιον θριαμβεύσω· καὶ37
5δημοσίᾳ δίκας παρέξεται, ἀντὶ πολλῶν ἀδικημάτων μίαν ὑφέξουσα κόλασιν.

69

(1t)

Καλλιόπη Λαΐδι
2Κρωβύλῳ καὶ τέττιγι ὁ Γοργίας σεμνύνεται μήπω τοῖς ἰούλοις κατα‐ σκιάσας τὸ πρόσωπον, καὶ βρενθύεται τῷ κάλλει, καὶ δέλεαρ ἀνοίας προτίθησιν ἡμῖν τὴν εὐπρέπειαν. ἐγὼ δὲ γῆρας καὶ νόσον καὶ λύπην
5πίναξιν ἐγχαράξομαι, καὶ πρὸ τῶν θυρῶν ἀναθήσαιμι τοῦ ἀγνώμονος· ταῦτα γὰρ ἕξει ποτὲ τῆς εὐπρεπείας ἀντίπαλα.

70

(1t)

Πλάτων Ἀξιόχῳ
2Ἡνίαις καὶ μάστιξι τοὺς ἵππους ἰθύνομεν, καὶ ναυτιλλόμεθα πῇ μὲν τοῖς ἱστίοις τὴν ναῦν ἐκπετάσαντες, πῇ δὲ ταῖς ἀγκύραις χαλινώσαντες καθορμίζομεν. οὕτω κυβερνητέον καὶ τὴν γλῶτταν, Ἀξίοχε, πῇ μὲν τοῖς
5λόγοις ὁπλίζοντες, πῇ δὲ σιωπῇ κατευνάζοντες.

71

(1t)

Ῥόδων Κυπαρίσσωνι
2Τοὺς Λευκανοὺς ἐπιέναι πάλιν φασί, καὶ τὸ δρέπανον ἀπορρίψας λόγχην καὶ σαυρωτῆρα χαλκεύσομαι, καὶ τὴν ἐνυάλιον τέχνην ἀσκήσαιμι. οὐκ ἐᾷ γὰρ ἠρεμεῖν ὁ δαίμων ἡμᾶς. ἐμοὶ τοῦ χειμῶνος τὸ θέρος ἐστὶ
5κρυωδέστερον· τί γὰρ τοῦ πολέμου γένοιτ’ ἂν φρικωδέστερον; ἦρος φανέντος ἐδάκρυσα. ὡς κομᾷ τοῖς ἄνθεσιν ὁ ἀγρός, ὡς εὐῶδες ἐν ταῖς μυρρίναις τὸ γήδιον, ὡς κοσμία κομῶσα ἡ πλάτανος. χλοάζει τὸ λήιον, ἅπαντά μοι πρὸς εὐετηρίαν ἐπείγεται. ἀλλ’ ἀδικοῦσιν ἡμᾶς οἱ πολέμιοι· ἀρότρου γὰρ αὐτοῖς ἡ μάχαιρα ποθεινότερον.38

72

(1t)

Σωσίπατρος Τελεσίλλῃ
2Εἰ μὴ ταῖς ἀφροδισίοις ἡδοναῖς τὸν ἀτερπῆ κόρον ἡ φύσις ἐνέμιξεν, ἐδουλαγωγεῖτο τὸ ἄρρεν τῷ γυναικείῳ φύλῳ, Τελέσιλλα. μὴ τοίνυν μέγα φρόνει, πορνίδιον. ὁ τῆς Ἀφροδίτης μοι πυρσὸς ἀπῃθάλωται· οὐ γὰρ
5ἀθανάτους ἀλγηδόνας τὰ τῶν Ἐρώτων βέλη παρέχονται.

73

(1t)

Πρόκλος Ἀρχιμήδει
2Τοὺς πολύποδάς φασιν ἀθηρίας τυγχάνοντας τοὺς ἑαυτῶν κατεσθίειν πλοκάμους, ὄψον ὥσπερ ἀληθῶς ἐμπαράσκευον τὰ ἑαυτῶν ποιουμένους δυστυχέστατα μέλη. ἑστιῶνται γοῦν οἱ τάλανες τῶν ἑαυτῶν μορίων τὰ
5καίρια, καὶ δαιτυμόνες τῶν ἰδίων σαρκῶν ἀναδείκνυνται. ἆρά γε, Ἀρχίμη‐ δες, οὐ πολύπους τὴν γνώμην εἶναι τοῖς ὅλοις δοκεῖς; ἐγὼ μὲν οἶμαι τοῦτο σαφέστατα· ἀδικεῖς γὰρ λίαν ἀπανθρωπότατα τὸν σὸν πατέρα, μήτε τὴν φύσιν αἰδούμενος, μήτε τὴν δίκην ὡς βάραθρον εὐλαβούμενος. ἀλλ’ εἰ μὲν μεταγνοίης, ἀμνήμονα τῶν παρῳχηκότων κακῶν ἕξεις τὴν πρόνοιαν·
10εἰ δὲ τὴν φιλόχρυσον Ἐριννὺν ἀμετακίνητον πάθος κεκλήρωσαι, τὴν ἰσόρροπον πλάστιγγα τὸ θεῖόν σοι ταλαντεύεται, καὶ παῖδας ἕξεις πατρικῆς κακίας εἰκόνας ἀληθεῖς καὶ ἰνδάλματα. οὕτω γὰρ καὶ τὰ τῆς ἐχίδνης κυήματα μητρικὴν ἀνοσιότητα διαδέχεται, τὴν κυοφόρον καὶ τιθηνὸν γαστέρα ῥηγνύοντα.39

74

(1t)

Ἐλάφων Δόρκωνι
2Γόνιμος πρὸς εὐκαρπίαν τῇ γῇ ὁ τῶν θρεμμάτων ὄνθος καθέστηκεν. οὐκοῦν δίδου μοι τῶν σῶν θρεμμάτων τὴν κόπρον, καὶ λήψῃ καὐτὸς μισθοὺς εὐετηρίας ἀχράδας καὶ λάχανα, καὶ τὸ σὸν φιλότιμον λαμπροτέ‐
5ραις ἀμείψομαι χάρισιν.

75

(1t)

Ἀριστόξενος Πολυξένῃ
2Ἑταιρικῶν ἡδονῶν οὐδὲν ἀσθενέστερον. ἄπιστα τὰ τῶν σῶν χειλέων φιλήματα· ἀφύτευτος γὰρ πόθος θᾶττον μαραίνεται. ἐγὼ τὴν σωφρο‐ σύνην λοιπὸν ἀνήδονον οὖσαν παρὰ τοῖς πολλοῖς μᾶλλον προσδέξομαι—τὸ
5γὰρ σταθερὸν ἐπαγγέλλεται—καὶ προικίων τὸν γάμον ὠνήσομαι· πρία‐ σθαι γὰρ πίστιν ἑταιρικὴν χαλεπώτατον.

76

(1t)

Διογένης Σωτίωνι
2Τὸ μικρὸν τοῦτο δοξάριον ὕπαρ ἐνύπνιον τοῖς εὖ φρονοῦσιν εἶναι δοκεῖ, καὶ τῶν πεπλασμένων μύθων τερατωδέστερόν ἐστι καὶ φαυλότερον, ἄστατον, κουφοποιόν, παίγνιον ἤχων καὶ πνευμάτων φαντασιωδέστερον.
5τοῦτο καὶ μὴ παρὸν ἀνιᾷ, καὶ προσγενόμενον πλέον ἐλύπησε· μετ’ οὐ
πολὺ γὰρ τοὺς ἐραστὰς ἠγνωμόνησε καὶ πρὶν γενέσθαι πρὸς τὸ μὴ εἶναι μετέδραμε. μή σε καταπληττέτω τὰ τῆς τύχης φυσήματα· διαπαίζει γὰρ τοὺς ἀνθρώπους ὥσπερ καὶ βούλεται· εἴδωλα γὰρ εἰδώλων τὰ τῶν ἀνθρώπων τετύχηκε πράγματα.40

77

(1t)

Βουκολίων Μυρωνίδῃ
2Ὁ σὸς ἔκγονος ὑπερμαζᾷ, Μυρωνίδη. ἐρυθρῷ ῥάκει τὰ βουκόλια διετάραξε καὶ τὴν δάμαλιν τὴν ποθεινὴν κατεκρήμνισεν· οἱ δὲ ἡλικιῶται τὴν συμφορὰν ἐπεποίηντο παίγνιον. μὴ πάρεχε δυοῖν χοινίκοιν τῷ παιδὶ
5περαιτέρω· οἱ γὰρ νέοι καὶ σφριγῶντες ἀκόλαστοι καὶ τρυφῶντές εἰσιν ἀκρατέστεροι.

78

(1t)

Περικλῆς Καλλιόπῃ
2Παρθενικῶν ἡδονῶν ἐπιτεύξασθαι ἄγαν ἐστὶ δυσχερές· ἐγὼ δὲ ῥάθυμος τὴν ψυχήν. καὶ τί δράσαιμι ἄν; ἀσύμβατος γὰρ ὁ Ἔρως ἐπιπέμπων τὸ βέλος. αὐτή μοι δίκαζε καὶ τῷ Ἔρωτι, καὶ δίδου μοι ψῆφον φιλάνθρωπον·
5βασκαίνουσι γὰρ οἱ Ἔρωτες, τὸ μὲν ποθεῖν παρεχόμενοι, τὸ δὲ τυχεῖν ἀφαιρούμενοι.

79

(1t)

Ἰσοκράτης Διονυσίῳ
2Προπομποὶ καὶ ῥαβδοῦχοι καὶ κήρυκες καὶ θρόνων ὑψηλοτάτων ἐπίτευξις φιλοσοφίας ἐστὶν ἀχλύς, καὶ διαιρετικώτατος πέφυκε τῶν ἀρετῶν χωρισμός. οὐκ ἤμειψας μετὰ τῆς τύχης τὴν φύσιν. ἔτι τὸν θύλακον
5ἔχεις δερμάτινον· θνητὴν γὰρ ἔχεις ἐκ προοιμίου τὴν σύστασιν. τί δῆτα
τὸ κενὸν τοῦτο καὶ κοῦφον δοξάριον ἐπὶ τοσοῦτον τὸν πήλινον ἀσκὸν διεφύσησε; μεγάλης ἀνοίας ἐνεφορήθης, ὦ δύστηνε, καὶ τῆς φύσεως τὴν γνῶσιν ἀφῄρησαι. οὕτω τὰ μετέωρα τῆς τύχης κινήματα ἐκστῆναί σε τῆς πάλαι θεωρίας ἠνάγκασαν, καὶ τῆς σώφρονος ἐκείνης μανίας ἀπαναχω‐41
10ρεῖν παρεσκεύασαν. ἦν σοι πάλαι μετάρσιον τὸ χαμαίζηλον· νῦν δὲ καὶ χθαμαλὸν καὶ περίγειον ὁ τῆς τύχης ὅρος ἀκρότατος. οὐκοῦν τῆς ψευδοῦς εὐδαιμονίας ἀφίστασο, καὶ τὴν δραπέτιν τύχην δραπέτευε· προφθάνων γὰρ τὴν ἀγνώμονα ἄφνω τὴν μεταβολὴν οὐ δυσφορήσεις προσπίπτουσαν.

80

(1t)

Κορύδων Ἀμπέλωνι
2Οὐκ ἔστι τι γεωργῶν ἀθλιώτερον. τυραννούμεθα καὶ τοῖς ἀνέμοις οἱ τάλανες· ἀπόλλυσιν ὁ νότος ἡμᾶς, τοὺς ἀστάχυας ἐξιτήλους μοι ἀπειργά‐ σατο, τὴν ἄμπελον ἐλυμήνατο καὶ τὰς ῥᾶγας διέφθειρε. καὶ πρὸς δικαστή‐
5ριον ἕλκειν οὐχ οἷός τέ εἰμι τὸν λυπήσαντα. διὸ καὶ τὸ δρέπανον καὶ τὴν ἄμην ἀπώσομαι, ἀσπίδα καὶ κράνος καὶ ξίφος ἀράμενος, καὶ στρατιώτης γενήσομαι καὶ τὴν τέχνην ἀμείψας τὴν τύχην σοφίσομαι.

81

(1t)

Λέανδρος Καλλικόμῳ
2Εἰ μέν τι τοῖς ἀνθρώποις χρυσοῦ τιμιώτερον, δίδασκε, καὶ μείζοσι δώροις ἀμείψομαι τὴν ἀπόλαυσιν· εἰ δὲ μή, δίδου μοι θᾶττον τὰς χάριτας. οὐ γὰρ Δανάης ἔχεις τὸ κάλλος σεμνότερον, οὔτε Διὸς ἐγὼ πλουσιώτερος
5χρυσῷ τὴν παρθενίαν ὠνούμενος.42

82

(1t)

Σωκράτης Ἀλκιβιάδῃ
2Καὶ τὰ τῆς ποιήσεως παίγνια πάσης ἔμπλεα σοφίας καθέστηκε. κηρῷ τοὺς Ὀδυσσέως ἑταίρους διαβῦσαι τὰ ὦτά φησιν ὁ τοῦ Μέλητος, ὅτε ταῖς ὁλκάσι πρὸς τὰς ἀκολάστους Σειρῆνας ἀνήγοντο, τὸν δὲ Λαέρτου δεσμοῖς
5ἀπείργεσθαι ὡς ἐν εἱρκτῇ δυσφύκτῳ τινί. μυθολογεῖ τὰ τῆς φιλοσοφίας ἀπόρρητα. Σειρῆνας γὰρ δοκῶ τὰς ἀσχήμονας ἡδονὰς τὴν ποίησιν ἀνα‐ πλάττεσθαι. καὶ θαυμάζω λίαν τὸν Ὅμηρον συγκιρνῶντα τοῖς πλάσμασι τὴν ἀλήθειαν καὶ κυκεῶνα νέκταρος προσηνέστερον ταῖς ἀκοαῖς ἡμῶν ἀναμίξαντα, οἷάπερ ὕδωρ τὸ ψεῦδος οἴνῳ τονικωτάτῳ τινὶ τῇ ἀληθείᾳ
10κεράσαντα. οὕτω γὰρ οὔτε τοῖς πλάσμασιν ἀπατώμεθα, οὔτε τῇ δυσ‐ εφίκτῳ τῶν ὄντων καταλήψει τὸν νοῦν μεθυσκόμεθα. διὸ κηρῷ μὲν τὴν ἀπειρίαν, δεσμῷ δὲ τὴν φιλοσοφίαν ἐδήλωσεν. ἐντεῦθεν Ὀδυσσέα μόνον τῶν ὑπερκυκνείων μελῶν ἀκούοντα τερατεύεται καὶ τοῖς δεσμοῖς τὴν ἔφεσιν διακόπτεσθαι. ἡ μὲν γὰρ τῶν κακῶν ἀφαίρεσις ἀφιλόσοφος
15ἀρετή, ἡ δὲ τῶν ἡδονῶν ἀναχώρησις φιλοσοφίας ἐναγώνιον τρόπαιον. ἐπειδὴ τοίνυν, Ἀλκιβιάδη, τῆς Ὀδυσσέως πλάνης ὁ παρὼν βίος εἰκόνισμα, καὶ τῇ θαλάττῃ τῶν θορύβων ὁ δείλαιος ἄνθρωπος περινήχεται, καὶ Σειρηνείων ἡμῖν ἡδονῶν περιπολοῦσιν ἠχήματα, καὶ πνευμάτων δίκην ποτὲ μὲν ἐνθένδε, ἄλλοθεν δέ ποτε περικροτοῦσιν ἐξαίσια, τὸν Πηνελόπης
20ὁμόζυγα μιμησώμεθα, ἄρρηκτόν τινα τῶν ἀρετῶν καὶ θεῖον δεσμὸν τὴν
φιλοσοφίαν ἀσκήσαντες.43

83

(1t)

Ἄνθινος Ἀμπελίνῳ
2Ὁ τρυγητὸς ἤδη προκέκυφε, καὶ ὁ βότρυς γλεύκους πεπλήρωται καὶ ὀργᾷ τῇ ληνῷ διαχεῖσθαι. περιφρούρει γοῦν τὴν λεωφόρον κάλλιστα καὶ τὴν Κρῆσσαν κύνα συνέριθον κέκτησο. ὁδίτου γὰρ χεῖρες ἀκόλαστοι καὶ
5γεωργικοὺς ἱδρῶτας ἀδικεῖν ἑτοιμόταται.

84

(1t)

Χρυσίππη Σωσιπάτρῳ
2Ἐρωτικοῖς δικτύοις οὐχ ἑάλως, Σωσίπατρε, τῆς Ἀνθούσης ἐρῶν. φρονίμων ὀφθαλμῶν ἐστι τεκμήριον νεάνιδος ἐρᾶν εὐπρεποῦς. μὴ στέναζε κάλλει νικώμενος· μείζονα γὰρ τῶν πόνων τὴν ἀπόλαυσιν ἕξεις. ἐρωτικὸν
5δάκρυον προσηνές· ἡδονῇ γὰρ τὰ τῆς ἀνίας κεκέρασται, καὶ τέρπουσι λυποῦντες οἱ Ἔρωτες· ποικίλοις γὰρ πάθεσιν ὁ τῆς Ἀφροδίτης κεστὸς ἐγκεχάρακται.

85

(1t)

Πλάτων Διονυσίῳ
2Εἰ λύπης ἐθέλεις κρατεῖν, περιπόλει τοὺς τάφους, καὶ τοῦ πάθους ἕξεις τὸ φάρμακον, καὶ τὰς μεγίστας τῶν ἀνθρώπων εὐδαιμονίας ἐπόψει
περαιτέρω κόνεως μὴ κεκτημένας τὸ φύσημα.44