TLG 3127 001 :: Pseudo–NONNUS :: Scholia mythologica Pseudo–NONNUS Scholasticus, fiq Nonnus Abbas Scholia mythologica
Citation: Oration — historia — (line) | ||
4t | ΣΥΝΑΓΩΓΗ ΚΑΙ ἘΞΗΓΗΣΙΣ ὯΝ ἘΜΝΗΣΘΗ ἹΣΤΟΡΙΩΝ Ὁ ἘΝ ἉΓΙΟΙΣ ΓΡΗΓΟΡΙΟΣ ἘΝ ΤΩΙ ΠΡΩΤΩΙ ΚΑΤΑ ἸΟΥΛΙΑΝΟΥ | |
5 | ΣΤΗΛΙΤΕΥΤΙΚΩΙ ΛΟΓΩΙ | |
---|---|---|
4Pr | Ὁ λόγος ὁ στηλιτευτικὸς ψόγος ἐστὶ τῶν Ἰουλιανῷ πεπραγ‐ μένων. διαφέρει δὲ ψόγου ὁ στηλιτευτικὸς ὅτι ὁ μὲν ψόγος διὰ τῶν ἐγκωμιαστικῶν κεφαλαίων προέρχεται, οἷον γένους, ἀνα‐ τροφῆς, πράξεων, συγκρίσεως· ὁ δὲ στηλιτευτικὸς διὰ μόνων | |
5 | τῶν πράξεων, εἰ τύχοι δὲ καὶ συγκρίσεως. στηλιτευτικὸς δὲ ἤκουσεν ἀπὸ μεταφορᾶς τῆς στήλης· στήλη δέ ἐστιν ἢ λίθος ἢ χαλκὸς ἐν ἐπιμήκει τετραγώνῳ σχήματι, ἐν ᾗ ἐγγέγραπται ἡ τοῦ στηλιτευομένου ὕβρις. οἷον Ἀθηναῖοι τὸν Ζελείτην τὸν Ἄρθ‐ μιον, τὸν διαφθείροντα τοὺς Ἕλληνας χρήμασιν ἐπὶ τῷ μᾶλλον | |
10 | ὑπακοῦσαι τῷ Πέρσῃ, ἐν στήλῃ ἀνέγραψαν, ἀτιμώσαντες καὶ αὐτὸν καὶ ἅπαν τὸ γένος αὐτοῦ, ἐξουσίαν δεδωκότες ἐν τοῖς γράμμασι τῷ βουλομένῳ αὐτὸν ἀποκτεῖναι, ἐγγράψαντες καὶ τὴν αἰτίαν ἐν τῇ στήλῃ, ἥτις ἦν αὐτῷ τῷ Ἀρθμίῳ ψόγος, Ὅτι, φησί, τὸν χρυσὸν τὸν ἐκ τῶν Μήδων εἰς Πελοπόννησον ἤγα‐ | |
15 | γεν. Εἰδέναι δὲ χρὴ ὅτι πολλάκις καὶ εὐεργετῶν εὐεργεσίαι ἐν στήλαις ἀνεγράφοντο, ὥσπερ ἡ τοῦ Λεύκωνος, τοῦ ἄρχοντος τοῦ Βοσπόρου, εὐεργεσία ἀνεγράφη ἐν Ἀθήναις. Καὶ ἡ μὲν ὑπόθεσίς ἐστιν αὕτη, περὶ δὲ τῶν ἱστοριῶν ὡς οἷόν | |
20 | τε διὰ βραχυτάτων ἐπιμνησθησόμεθα. | |
4.1(1t) | Πρώτη ἱστορία αὕτη· Ταῦτα μὲν παιζέτωσαν παρ’ ἐκείνοις | |
2t | Ἐμπεδοκλεῖς καὶ Ἀρισταῖοι καὶ Ἐμπεδότιμοι καὶ Τροφώνιοι. | |
1 | Ὁ Ἐμπεδοκλῆς οὗτος Σικελιώτης ἦν τὸ γένος, Πυθαγόρειος τὴν φιλοσοφίαν. βουλόμενος δὲ κενοδοξῆσαι, ὡς ὅτι ἀνιερώθη καὶ μετάρσιος γέγονεν εἰς οὐρανούς, ἔβαλεν ἑαυτὸν ἐν τῷ | |
ἀναδιδομένῳ πυρὶ τῆς Αἴτνης. τοῦτο δὲ τὸ πῦρ λέγεται Οἱ τοῦ | ||
5 | Ἡφαίστου κρατῆρες. καὶ αὐτὸς μὲν ἀπώλετο ὑπὸ τοῦ πυρός, ὁ δὲ Θεὸς βουληθεὶς δημοσιεῦσαι αὐτοῦ τὴν κενοδοξίαν τὸ σάνδαλον αὐτοῦ ἀποπτυσθῆναι σῶον ἐκ τοῦ πυρὸς ἐποίησεν. καὶ οὕτως ἐγνώσθη ὅτι μετάρσιος μὲν οὐ γέγονε, κατεκάη δὲ ἀξίως τῆς οἰκείας κενοδοξίας. | |
10 | Οἱ δὲ περὶ τὸν Τροφώνιον καὶ Ἐμπεδότιμον καὶ Ἀρισταῖον ὑπῆρχον μὲν ἐκ τῆς Βοιωτίας, πόλεως Λεβαδίας, μάντεις δὲ τὰς τέχνας. καὶ οὗτοι δὲ βουλόμενοι κενοδοξῆσαι καὶ δεῖξαι ὅτι ἀνελήφθησαν, ἑαυτοὺς ἔν τισιν ὑποβρυχίοις σπηλαίοις ἔβαλον ἐπὶ τῷ τεθνάναι καὶ μὴ εὑρεθῆναι αὐτῶν τὰ λείψανα. οὗτοι δὲ | |
15 | τεθνήκασιν· ἐγνώσθησαν δὲ ὅτι ἐκεῖσε ἀπέθανον διὰ τὸ μαν‐ τεῖον φανῆναι περὶ τὸν τόπον. ἔστι δέ τις παροιμία ἡ λέγουσα Εἰς Τροφωνίου μεμάντευσαι. λέγεται δὲ ἐπὶ τῶν ὠχριώντων καὶ μηδέποτε γελώντων. πᾶς γὰρ καταβαίνων εἰς τὸ μαντεῖον ἐκεῖνο ἀγέλαστος ἀνῄει καὶ ὠχριῶν διηνεκῶς. ἔλεγχος δὲ ἦν οὗτος | |
20 | αὐτῶν τούτων ὅτι ὠχριάσαντες καὶ μηδέποτε ἐν τῷ ὑποβρυχίῳ γελάσαντες τεθνήκασιν. ἠξιώθησαν δὲ ὁ Τροφώνιος καὶ Ἀγα‐ μήδης ὁ ἀδελφὸς αὐτοῦ μαντεύεσθαι διὰ τὸ κτίσαι αὐτοὺς ἀπὸ | |
οἰκείων χρημάτων τὸ ἱερὸν τὸ ἐν Δελφοῖς τοῦ Ἀπόλλωνος. | ||
4.2(1t) | Δευτέρα ἐστὶν ἱστορία ἡ κατὰ τὸν Πρωτέα. | |
1 | Οὗτος ὁ Πρωτεὺς Θρᾷξ μὲν ἦν τὸ γένος· εἶχε δὲ υἱοὺς Μῶλον καὶ Τηλέγονον. τούτους λῃστὰς ὄντας ὁ Ἡρακλῆς ἐλθὼν ἀπέκτεινεν, ἀπερχόμενος διὰ τὰς Γηρυόνου βοῦς. τοῦτον οὖν ἀθυμοῦντα τὸν Πρωτέα διὰ τὴν ἀποβολὴν τῶν τέκνων, καὶ | |
5 | ῥίψαντα ἑαυτὸν εἰς θάλασσαν, οἱ θεοὶ ἐλεήσαντες ἀπηθανάτι‐ σαν. καὶ γέγονε δαίμων ἐνάλιος, καὶ ἔρχεται καὶ οἰκεῖ τὴν Φαρίαν νῆσον. οὗτος λέγεται καὶ μετὰ τῶν φωκῶν ἐνδιαιτᾶσθαι. οὗτος καὶ τοῦ Ἀλεξάνδρου τὴν Ἑλένην ἔλαβεν ἐλθόντος ἀπὸ τῆς Ἑλλάδος, καὶ δέδωκεν αὐτῷ τὸ εἴδωλον τῆς Ἑλένης. ὕστε‐ | |
10 | ρον δέ, Μενελάου μετὰ τὸν Τρωϊκὸν πόλεμον μαθόντος ὡς εἰς Αἴγυπτόν ἐστιν ἡ Ἑλένη καὶ ἐλθόντος παρὰ τὸν Πρωτέα, δέδωκεν αὐτὴν αὐτῷ. Λέγεται δὲ οὗτος ὁ Πρωτεὺς μεταμορφοῦσθαι πρὸς τοὺς ἐντυγχάνοντας, καί ποτε μὲν φαίνεσθαι τοιόσδε, ποτὲ δὲ | |
15 | τοιόσδε. | |
4.3(1t) | Τρίτη ἐστὶν ἱστορία ἡ κατὰ τὸν Ἡρακλέα καὶ τὴν πυράν. | |
1 | Πολὺς μὲν ὁ λόγος θρυλεῖ τὸν Ἡρακλέα, ὅτι υἱὸς ὢν τοῦ Διὸς καὶ Ἀλκμήνης, ἥρως τε ὤν, τοὺς δώδεκα ἄθλους ἐξήνυ‐ σεν. ἡ δὲ νῦν ἐν τούτῳ τῷ χωρίῳ περὶ τῆς πυρᾶς ἱστορία ἐστὶν αὕτη. | |
5 | Οὗτος ὁ Ἡρακλῆς εἶχε γυναῖκα ὀνόματι Δηϊάνειραν, ἣν ἔλαβεν ἐξ Οἰνέως, ἀντεραστὴς γενόμενος Ἀχελώῳ τῷ ποταμῷ, ἐξ ἧς ἔτεκε καὶ τὸν Ὕλλον. ταύτην τοίνυν τὴν Δηϊάνειραν ἅμα τῷ λαβεῖν καὶ ἀποφέρειν ἐν τῇ οἰκείᾳ πατρίδι ἰδὼν ὁ Νέσσος, | |
εἷς τῶν Κενταύρων, ἠράσθη καὶ κατά τινα ποταμὸν ἠβουλήθη | ||
10 | αὐτῇ συγγενέσθαι. ὁ Ἡρακλῆς μαθὼν κατατοξεύει τὸν Νέσσον. ἀποθνήσκων δὲ ὁ Νέσσος τοῦ αἵματος τοῦ ἑαυτοῦ δίδωσι τῇ Δηϊανείρᾳ, ὑπειπών τε καὶ ἀπατήσας ὅτι Ἔσται σοι τοῦτο τὸ αἷμα πρὸς φίλτρον τοῦ Ἡρακλέους, ἵνα, φησίν, ἐὰν μάθῃς ὅτι ἄλλης ἐρᾷ, χρίσῃς ἐκ τοῦ αἵματος τούτου τὸ ἔνδυμα τοῦ Ἡρακ‐ | |
15 | λέους, καὶ μεθιστᾷς αὐτὸν εἰς τὸν ἑαυτῆς πόθον. τοῦτο οὖν τὸ αἷμα εἶχεν ἡ Δηϊάνειρα. τοῦ οὖν Ἡρακλέους τῆς Ἰόλης τῆς τοῦ Εὐρύτου θυγατρὸς ἐρασθέντος καὶ λαβόντος καὶ διὰ τοῦ Λίχα πέμψαντος αὐτὴν ὡς αἰχμάλωτον πρὸς τὴν Δηϊάνειραν, εἰς ἔννοιαν καὶ εἰς ζηλοτυπίαν ἐκινήθη ἡ Δηϊάνειρα, καὶ βουλη‐ | |
20 | θεῖσα τὸν ἔρωτα μεταστῆσαι εἰς ἑαυτήν, τὸν χιτῶνα τοῦ Ἡρακ‐ λέους χρίει τῷ αἵματι τοῦ Νέσσου, καὶ δίδωσιν ἐνδύσασθαι τῷ Ἡρακλεῖ. τὸ δὲ ἦν ἀνδροφόνον τὸ αἷμα. ἐνδυσαμένου δὲ τοῦ Ἡρακλέους, ὑφῆψεν ὁ χιτὼν καὶ κατέφλεξε τὸν Ἡρακλέα. οὗτος δὲ καιόμενος καὶ ῥίψας ἑαυτὸν ἐν τῷ πλησίον ποταμῷ, | |
25 | θερμὸν τὸ ὕδωρ ἐποίησεν. ἐξ οὗ λοιπὸν γεγόνασιν αἱ Θερμο‐ | |
πύλαι, μεταξὺ Θετταλίας καὶ Φωκίδος. | ||
4.4(1t) | Τετάρτη ἐστὶν ἱστορία ἡ κατὰ τὴν Πέλοπος κρεουργίαν. ἔστι δὲ | |
2t | αὕτη. | |
1 | Τάνταλος Φρυγίας ἦν βασιλεύς. οὗτος γεννᾷ τὸν Πέλοπα. τούτῳ τῷ Ταντάλῳ ποτὲ οἱ θεοὶ ἐπεξενώθησαν. λαβὼν οὖν τὸν Πέλοπα τὸν ἴδιον υἱὸν ὁ Τάνταλος κατασφάττει καὶ κρεουργεῖ καὶ ἕψει, καὶ παρατίθησιν εὐωχίαν τοῖς θεοῖς. τούτων δὲ τῶν | |
5 | κρεῶν ἡ Δημήτηρ βαλοῦσα χεῖρα ἔλαβε καὶ ἔφαγεν ἀπὸ τοῦ ὤμου. οἱ δὲ θεοὶ οἱ ἄλλοι ἐλεοῦντες τὸν Τάνταλον, καὶ θαυ‐ μάσαντες ὅτι τοῦ παιδὸς αὐτοῦ κατεφρόνησε, συντιθέασι τὰ κρέα, καὶ ἀποτελοῦσι σῶον τὸν Πέλοπα. ἦν δὲ παρὰ τὸ σαρκίον ἐκεῖνο ὃ ἔφαγεν ἐκ τοῦ ὤμου ἡ Δημήτηρ. προσθέντες οὖν | |
10 | ἐλεφάντινόν τι κατὰ τὸν ὦμον, ἐπλήρωσαν σῶον τὸν Πέλοπα. οὕτως λοιπὸν ἅπαν τὸ Πελοπιδῶν γένος ἐκ τούτου ἦν ἐπίσημον, | |
ἐχόντων πάντων ἐν τοῖς ὤμοις τὸν ἐλεφάντινον τόπον. | ||
4.5(1t) | Πέμπτη ἐστὶν ἱστορία ἡ τῆς τῶν Φρυγῶν ἐκτομῆς. αὕτη δέ ἐστι | |
2t | τοιάδε. | |
1 | Κατὰ τὴν Φρυγίαν ἐσέβοντο τὴν μητέρα τῶν θεῶν τὴν Ῥέαν ὑπὲρ πάντα θεόν. ταύτῃ οὖν τὰς τελετὰς ποιοῦντες οἱ Φρύγες κατέτεμνον ἑαυτοὺς μαχαίραις, οὐκ ἀποκτεῖναι θέλοντες, ἀλλὰ μόνον αἱμάξαι. τοῦτο δὲ ἐποίουν κηλούμενοι αὐλοῖς, ἵνα | |
5 | ἀπόνως φέρωσι πληττόμενοι. μετὰ δὲ τὰς πληγὰς πρὸς ἀκα‐ θάρτους μίξεις ἐχώρουν, γυναικῶν δὴ λέγω, οὐκ ἀνδρῶν. | |
4.6(1t) | Ἕκτη ἐστὶν ἱστορία ἡ κατὰ τὸν Μίθραν. | |
1 | Ὁ τοίνυν Μίθρας νομίζεται παρὰ τοῖς Πέρσαις εἶναι ὁ ἥλιος, καὶ θυσιάζουσιν αὐτῷ καὶ τελοῦσί τινας τελετὰς εἰς αὐτόν. οὐ δύναται οὖν τις εἰς αὐτὸν τελεσθῆναι εἰ μὴ πρότερον διὰ τῶν βαθμῶν τῶν κολάσεων παρέλθοι. βαθμοὶ δέ εἰσι κολάσεων, τὸν | |
5 | μὲν ἀριθμὸν ὀγδοήκοντα, ἔχοντες δὲ ὑπόβασιν καὶ ἀνάβασιν. κολάζονται γὰρ πρῶτον τὰς ἐλαφροτέρας, εἶτα τὰς δραστικω‐ τέρας, εἶτα ἔτι μᾶλλον τὰς δραστικωτέρας. καὶ εἶθ’ οὕτω μετὰ τὸ παρελθεῖν διὰ πασῶν τῶν κολάσεων, τότε τελεῖται ὁ τελούμε‐ νος. αἱ δὲ κολάσεις εἰσὶ τὸ διὰ πυρὸς παρελθεῖν, τὸ διὰ κρύους, | |
10 | τὸ διὰ πείνης καὶ δίψης, τὸ διὰ ὁδοιπορίας πολλῆς, τὸ διὰ θαλασσοπορίας καὶ ἁπλῶς διὰ πασῶν τῶν τοιούτων. | |
4.7(1t) | Ἑβδόμη ἐστὶν ἱστορία ἡ κατὰ τὴν ἐν Ταύροις ξενοκτονίαν. ἔστι | |
2t | δὲ αὕτη. | |
1 | Ταῦροι ἔθνος ἐστὶ περὶ τὴν Σκυθίαν. ἐν τούτοις μετετέθη ὑπὸ τῆς Ἀρτέμιδος ἡ θυγάτηρ Ἀγαμέμνονος ἡ Ἰφιγένεια, ἐν τῷ μέλλειν αὐτὴν θύεσθαι ὑπὲρ τῶν Ἑλλήνων ἐν τῇ Αὐλίδι, ὑπὲρ ἧς ἔλαφον ἡ θεὸς ἀμείψασα δέδωκε θῦσαι. αὕτη οὖν ἡ Ἰφι‐ | |
5 | γένεια οὖσα ἐν τοῖς Ταύροις, διὰ τὸ μὴ ἐπιγνωσθῆναι παρὰ τῶν ἐπιξενουμένων τίς ἐστιν, ἐπέτρεπε θύειν αὐτοὺς τῇ Ἀρτέμιδι. καὶ αὕτη ἦν ἡ ξενοκτονία ἣν λέγει ὁ θεῖος Γρηγόριος. Ὕστερον δὲ ὁ Ὀρέστης δειματούμενος ὑπὸ τῶν Ἐρινύων, καὶ ἐλθὼν παρὰ τοῖς Ταύροις, καὶ συλληφθεὶς ὡς ξένος ἐπ’ | |
10 | ἀναιρέσει, καὶ προσενεχθεὶς ὡς ἱερείᾳ τῇ Ἰφιγενείᾳ, ἐπεγνώσθη διὰ τοῦ ἐλεφαντίνου ὤμου καὶ ἀφέθη τῆς θυσίας. οὕτω λοιπὸν λαβὼν ὁ Ὀρέστης τὴν ἰδίαν ἀδελφήν, λέγω δὴ τὴν Ἰφιγένειαν, κομίζει εἰς τὴν Ἑλλάδα. | |
4.8(1t) | Ὀγδόη ἐστὶν ἱστορία ἡ ἐπὶ Τροίαν θυσία τῆς βασιλικῆς κόρης. | |
2t | ἔστι δὲ ἡ κατὰ Πολυξένην. | |
1 | Πολυξένη ἐστὶ θυγάτηρ Πριάμου, ἣν ὁ Ἀχιλλεὺς βουληθεὶς γῆμαι, εἰσῆλθεν ἐν τῇ Τροίᾳ, καὶ κατὰ λόχον τινὰ τοξεύεται ὑπὸ Πάριδος ἐν τῷ ναῷ τοῦ Ἀπόλλωνος, καὶ θνήσκει. ἐν ὑστέρῳ οὖν χρόνῳ ἀνδρωθέντι Πύρρῳ τῷ υἱῷ αὐτοῦ ἐφάνη κατ’ | |
5 | ὄναρ δεῖν αὐτῷ τυθῆναι τὴν Πολυξένην, δι’ ἣν ἀπώλετο. καὶ ὁ Πύρρος, ὢν ἐν Τροίᾳ, καὶ ταύτην μετὰ τὴν νίκην λαβών, | |
σφάττει ἐπὶ τῷ ταφῷ τοῦ Ἀχιλλέως, τοῦ οἰκείου πατρός. | ||
4.9(1t) | Ἐνάτη ἐστὶν ἱστορία ἡ κατὰ τὸν Μενοικέα. | |
1 | Μενοικεὺς Κρέοντός ἐστιν υἱός, βασιλέως Θηβῶν. πολεμου‐ μένης οὖν τῆς ἰδίας πατρίδος τῶν Θηβῶν ὑπὸ τῶν ἕπτα στρα‐ τηγῶν, ἐχρησμῴδησε Τειρεσίας, μάντις ὤν, παραυτὰ παύσειν τὸν πόλεμον καὶ ἔσεσθαι αὐτοῖς νίκην, εἰ τοῦ βασιλικοῦ γένους | |
5 | τῶν αὐτοχθόνων, τῶν ἀναδοθέντων ἐκ τῶν ὀδόντων τοῦ δράκον‐ τος, τὶς ἑαυτὸν δῷ πρὸς ἀναίρεσιν. μαθὼν τοῦτο ὁ Μενοικεύς, καὶ θέλων ἐλευθερῶσαι τῆς πολιορκίας τὴν πόλιν, δέδωκεν | |
ἑαυτὸν πρὸς ἀναίρεσιν δίχα τοῦ πατρὸς αὐτοῦ Κρέοντος. | ||
4.10(1t) | Δεκάτη ἐστὶν ἱστορία ἡ περὶ τῶν Σκεδάσου θυγατέρων. ἔστι δὲ | |
2t | αὕτη. | |
1 | Οἱ Λακεδαιμόνιοι ἐν τῷ Πελοποννησιακῷ πολέμῳ μετὰ τὸ κατὰ κράτος νικῆσαι τοὺς Ἀθηναίους ἠβουλήθησαν καὶ τοὺς ἰδίους συμμάχους πολεμῆσαι. καὶ ὁρμήσαντες κατὰ Θηβαίων, πρὶν προσεγγίσαι τῇ πόλει, γενόμενοι ἐν Λεύκτροις (πόλις δὲ | |
5 | αὕτη Θηβῶν) συμβαλόντες ἠτύχησαν, Ἐπαμινώνδου στρατηγοῦ Θηβαίων εὐδοκιμήσαντος. Τὸ δὲ πάθος τοῖς Λακεδαιμονίοις γέγονεν ἐν Λεύκτροις ἐξ αἰτίας τοιαύτης. Σκέδασος, Λευκτραῖος ὤν, εἶχε τρεῖς θυγα‐ τέρας. τινὲς δὲ τῶν Λακεδαιμονίων πάλαι παρ’ αὐταῖς ἐπιξενω‐ | |
10 | θέντες, μίξει τὰς κόρας ἐνύβρισαν. φοβηθέντες οὖν οἱ Λακεδαι‐ μόνιοι μήπως δημοσιεύσωσι τῷ ἰδίῳ πατρὶ τὴν ἀσέλγειαν, ἀναι‐ ροῦσιν αὐτάς. ἐπανελθὼν δὲ ἐν τῇ οἰκείᾳ πόλει τοῖς Λεύκτροις ὁ Σκέδασος, καὶ μαθὼν τὸ γεγονός, κατηράσατο πᾶσι Λακεδαι‐ μονίοις παρ’ αὐτὸν τὸν τάφον τῶν θυγατέρων αὐτοῦ ἀτυχῆσαι. | |
15 | διὸ καὶ ἡ ἀτυχία ἔφθασεν ἐν τοῖς Λεύκτροις τοὺς Λακεδαιμο‐ | |
νίους. | ||
4.11(1t) | Ἑνδεκάτη ἐστὶν ἱστορία ἡ κατὰ τοὺς Λακωνικοὺς ἐφήβους. | |
2t | ἔστι δὲ αὕτη. | |
1 | Οἱ Λακεδαιμόνιοι βουλόμενοι καρτερικοὺς καὶ ἀνδρείους εἶναι τοὺς ἑαυτῶν πολίτας καὶ παῖδας, ἐγύμναζον ταῖς διαμασ‐ | |
τιγώσεσι, καὶ τῷ ἐπὶ πλέον καρτεροῦντι ἆθλον ἐδίδοτο. | ||
4.12(1t) | Δωδεκάτη ἐστὶν ἱστορία τὸ ἐπιβώμιον αἷμα. ἔστι δὲ ἡ κατὰ τὴν | |
2t | Ἄρτεμιν. | |
1 | Αὕτη παρθένος οὖσα καὶ σώφρων ἡ θεός, ἔχαιρε τοῖς αἵμασι τῆς ξενοκτονίας τιμᾶσθαι. | |
4.13(1t) | Τρισκαιδεκάτη ἐστὶν ἱστορία ἡ περὶ τοῦ κωνείου τοῦ | |
2t | Σωκράτους. ἔστι δὲ αὕτη. | |
1 | Σωκράτης τὸ μὲν γένος ἦν Ἀθηναῖος, φιλόσοφος δὲ τὴν παίδευσιν. τοῦτον ὡς δαιμόνια καινὰ παρεισφέροντα τῇ πολιτείᾳ ᾐτιάσαντο Ἄνυτος καὶ Μέλητος. κατεκρίθη οὖν, ὡς διαφθείρων | |
τοὺς νέους, ἀποθανεῖν πιὼν τὸ κώνειον· καὶ πιὼν ἀπέθανεν. | ||
4.14(1t) | Τεσσαρεσκαιδεκάτη ἐστὶν ἱστορία ἡ κατὰ τὸ Ἐπικτήτου | |
2t | σκέλος. | |
1 | Ἐπίκτητος φιλόσοφος ἦν. οὗτος ἐδέθη ὑπὸ τυράννου †Μακε‐ δόνος τὸ σκέλος. ὕστερον δὲ ἠβουλήθη λῦσαι αὐτὸν ὁ τύραν‐ νος. ἤρετο οὖν αὐτὸν οὕτως· Θέλεις, ὦ Ἐπίκτητε, λύσω σε; ὁ δὲ ἀπεκρίνατο, Τί γάρ, δέδεμαι; ὡς τῆς ψυχῆς αὐτοῦ, δῆθεν, μὴ | |
5 | δεδεμένης. λέγεται οὖν μὴ τὸ σῶμα εἶναι ὁ ἄνθρωπος ἀλλ’ ἡ | |
ψυχή. | ||
4.15(1t) | Πεντεκαιδεκάτη ἐστὶν ἱστορία ἡ κατὰ Ἀνάξαρχον. ἔστι δὲ | |
2t | αὕτη. | |
1 | Ἀνάξαρχος φιλόσοφος ἦν. οὗτος συσχεθεὶς ὑπὸ Ἀρχελάου τοῦ τυράννου καὶ βληθεὶς ἐν ὅλμῳ, ἐπτίσσετο μοχλῷ ξυλίνῳ. πτίσσεσθαι δέ ἐστι τὸ δίκην πτισάνης τύπτεσθαι, ἔνθεν καὶ πτισάνη παρὰ τὸ πτίσσεσθαι. πτισσόμενος δὲ τοῦτο ἔφη· | |
5 | Πτίσσε, πτίσσε τὸν Ἀναξάρχου θύλακον, οὐ γὰρ πτίσσεις Ἀνάξαρχον, αἰνιττόμενος οἷα φιλόσοφος δῆθεν τοῦ σώματος μηδένα λόγον ποιεῖσθαι. | |
4.16(1t) | Ἑξκαιδεκάτη ἐστὶν ἱστορία τὸ Κλεομβρότου πήδημα. ἔστι δὲ | |
2t | αὕτη. | |
1 | Κλεόμβροτος Ἀμβρακιώτης τὸ γένος (πόλις δὲ αὕτη τῆς παλαίας Ἠπείρου). ἐντυχὼν οὗτος τῷ Φαίδωνι, τῷ περὶ ψυχῆς διαλόγῳ Πλάτωνος, καὶ μαθὼν ὡς ἄμεινόν ἐστι τῇ ψυχῇ ὁ | |
χωρισμὸς τοῦ σώματος, ἔρριψεν ἑαυτὸν ἀπὸ τοῦ τείχους καὶ | ||
5 | τέθνηκεν, ἵνα δῆθεν ἡ ψυχὴ αὐτοῦ ἐξελθοῦσα χωρισθῇ τοῦ σώματος. | |
4.17(1t) | Ἑπτακαιδεκάτη ἐστὶν ἱστορία ἡ κατὰ τοὺς Πυθαγορικοὺς | |
2t | κυάμους. ἔστι δὲ αὕτη. | |
1 | Πυθαγόρειοι γένος φιλοσόφων ἐκ Πυθαγόρου τοῦ Σαμίου. οὗτοι δι’ αἰνιγμάτων τὰ τῆς φιλοσοφίας ἐμάνθανον δόγματα. παρεδίδοτο δὲ μετὰ τὰ ἄλλα καὶ τοῦτο τὸ αἴνιγμα, Κυάμους μὴ ἐσθίειν. τουτέστι, μὴ προδιδόντας τὸ δίκαιον δωροδοκεῖσθαι | |
5 | χρήμασιν. οἱ γὰρ Ἀθήνῃσι πάλαι δικασταὶ ἀντὶ ψήφων κυάμοις ἐχρῶντο πρὸς κατάκρισιν ἐν τοῖς δικαστηρίοις. φησὶν | |
οὖν ἐκ τῶν κυάμων τῶν ἐκ τοῦ δικαστηρίου μὴ δεῖν ἐσθίειν. | ||
4.18(1t) | Ὀκτωκαιδεκάτη ἐστὶν ἱστορία ἡ κατὰ τὸν θάνατον Θεανοῦς τῆς | |
2t | Πυθαγορείας. ἔστι δὲ αὕτη. | |
1 | Αὕτη ὑπὸ τυράννου συνεσχέθη ἐπὶ τὸ εἰπεῖν τῆς πατρίδος τὰ ἀπόρρητα. αὕτη, τὴν γλῶτταν ἀποδακοῦσα, ἐνέπτυσε τῷ τυράννῳ, μὴ θέλουσα, καὶ ἀναγκαζομένη, ἐξειπεῖν, ἀφαιρε‐ | |
θέντος τοῦ ὀργάνου τῆς φωνῆς. | ||
4.19(1t) | Ἐννεακαιδεκάτη ἐστὶν ἱστορία ἡ κατὰ τὸν Ἐπαμινώνδαν καὶ | |
2t | τὸν Σκιπίωνα. ἔστι δὲ αὕτη. | |
1 | Ὁ Ἐπαμινώνδας τὸ γένος ἦν Θηβαῖος, στρατηγὸς μέγιστος, στρατηγήσας ἐν τῷ Λευκτρικῷ πολέμῳ, μαθητὴς γενόμενος Φιλολάου τοῦ Πυθαγορείου. οὗτος πολεμῶν ἐνεκρατεύετο πάνυ καὶ ἀπὸ βρωμάτων καὶ ἀπὸ ἀφροδισίων καὶ πάσης ἡδυπαθείας, | |
5 | διὸ καὶ μέγιστα κατὰ Λακεδαιμονίων ἔστησε τρόπαια. Ὁ δὲ Σκιπίων καὶ αὐτὸς στρατηγὸς Ῥωμαίων, ὅμοιος κατὰ τὴν δίαιταν καὶ τὸ ἦθος τῷ Ἐπαμινώνδᾳ. ἠρίστευσε καὶ αὐτὸς ἐν τῷ πρὸς Καρχηδονίους πολέμῳ, ὃς ἐκ τῆς νίκης τοῦ ἔθνους τὴν ἐπωνυμίαν ἔλαβε καὶ ἐκλήθη Σκιπίων Ἀφρικανός. Καρχη‐ | |
10 | δόνιοι δὲ οἱ Ἀφροί. | |
4.20(1t) | Εἰκοστή ἐστιν ἱστορία ἡ κατὰ τοὺς ἀνιπτόποδας καὶ | |
2t | χαμαιεύνας. ἔστι δὲ αὕτη. | |
1 | Παρ’ Ὁμήρῳ τῷ ποιητῇ Σελλοὶ ἔθνος Δωδωναίων. ἐκ τούτων ἱερεῖς τῆς φηγοῦ προεβάλλοντο. ἐν ταύτῃ δὲ τῇ φηγῷ μαντεῖον ἦν τοῦ Διός, ἡ καλουμένη Δωδωναία δρῦς. οὗτοι οὖν οἱ ἱερεῖς, οἷα θεοῦ ὄντες θεραπευταὶ ἁγνεύοντες, οὔτε ἐλούοντο οὔτε ἐν | |
5 | κλίνῃ ἐκάθευδον, ἀλλὰ χαμαί, ὥς φησιν ὁ ποιητὴς ἐν τούτῳ τῷ ἔπει· ... ἀμφὶ δὲ Σελλοί | |
σοι ναίους’ ὑποφῆται, ἀνιπτόποδες, χαμαιεῦναι. | ||
4.21(1t) | Εἰκοστὴ πρώτη ἐστὶν ἱστορία ἡ κατὰ τὴν Σόλωνος ἀπληστίαν. | |
2t | ἔστι δὲ αὕτη. | |
1 | Σόλων νομοθέτης ἦν Ἀθηναίων. οὗτος αἰτούμενος νομοθετῆ‐ σαι τοὺς νόμους, ἀπῄτησε τοὺς πολίτας ὅρκον ὅτι δὴ δεκαετίαν μένουσι καὶ στέργουσι τοὺς παρ’ αὐτοῦ τιθεμένους νόμους, καὶ λοιπόν, εἰ μὴ συναρέσωσιν αὐτοῖς, τὸ τηνικάδε λύουσιν. τοῦτο | |
5 | δὲ ἐποίησεν ἵνα τέως προσεθίσῃ αὐτοὺς ἐμμεῖναι ἐπ’ ὀλίγον χρόνον τοῖς δόγμασιν. ᾔδει γὰρ ὡς εἰ γεύσονται τῆς νομοθε‐ σίας, λοιπὸν δυσμεταθέτως σχήσουσιν αὐτῆς. λαβὼν τοίνυν ὁ Σόλων τὸν ὅρκον παρὰ τῶ Ἀθηναίων καὶ νομοθετήσας αὐτοῖς, ἐξῆλθεν ἀπὸ Ἀθηνῶν, ὀφείλων τὴν δεκαετίαν ἔξω ποιῆσαι. | |
10 | περιπολῶν οὖν τὰς πόλεις ἦλθε καὶ εἰς Λυδίαν παρὰ Κροῖσον τὸν βασιλέα. ὃν ἐλθόντα ὁ Κροῖσος εἰς θαῦμα θέλων κινῆσαι, ἔπεμψεν εἰς τοὺς θησαυροὺς αὐτοῦ, δεικνὺς αὐτῷ ὡς πολύχρυ‐ σος Κροῖσος. ἐπανήκοντα δὲ ἀπὸ τῶν θησαυρῶν τὸν Σόλωνα ἤρετο ὁ Κροῖσος τίνα νομίζοι εὐδαιμονέστερον πάντων ἀν‐ | |
15 | θρώπων, ὑπολαμβάνων ὅτι δὴ αὐτὸν πρὸ πάντων εἴποι. ὁ δὲ Σόλων ἀπεκρίνατο Τέλλον τὸν Ἀθηναῖον. ὡρίζετο γὰρ ὁ Σόλων οὐ τὸν πλοῦτον καὶ τὴν περιφάνειαν εὐδαιμονίαν, ἀλλὰ τὸν ἀπαθῶς ζήσαντα, ἀποθανόντα δὲ ἀριστεύσαντα. Νῦν οὖν ἄπληστον καλεῖ τὸν Σόλωνα, ὡς πλείονα πλοῦτον | |
20 | τοῦ Λυδίου χρυσοῦ ὀρεγόμενον θεάσασθαι. καὶ ὁ πλοῦτος δὲ εὐδαιμονία τις περὶ τὰ ἐκτός. τρεῖς δὲ εὐδαιμονίας οἶδεν ὁ λόγος, τὴν ἐν ψυχῇ ἀπάθειαν, τὴν ἐν σώματι ὑγίειαν, τὴν περὶ τὰ ἐκτὸς πολυτέλειαν. ἐχρῆν οὖν τὸν Σόλωνα προσθεῖναι ὅτι, Εἰ καὶ τῇ ψυχῇ ᾖς ἄριστος, ἱκανός σοι καὶ ὁ πλοῦτος πρὸς τὴν | |
25 | περὶ τὰ ἐκτὸς εὐδαιμονίαν. | |
4.22(1t) | Εἰκοστὴ δευτέρα ἐστὶν ἱστορία ἡ κατὰ τὴν Σωκράτους φιλοκα‐ | |
2t | λίαν. | |
1 | Ὁ Σωκράτης, φιλόσοφος ὤν, περιῆγε τὴν ἀγοράν, καὶ τὰ μειράκια προετρέπετο ἐπὶ φιλοσοφίαν, καὶ μάλιστα ἃ ἐνόμιζεν εἶναι πρὸς φιλοσοφίαν ἐπιτήδεια τὰ περικαλλῆ μειράκια. τοὺς γὰρ εὐμόρφους λέγουσιν εἶναι καὶ εὐφυεῖς. ἦν οὖν δόξα παρ’ | |
5 | Ἀθηναίοις ὅτι παιδεραστὴς ἦν ὁ Σωκράτης διὰ τὸ ἐπιλέγεσθαι τοὺς εὐμόρφους. εὑρίσκεται δὲ ὁ Πλάτων καὶ ἐν τῷ Θεαιτήτῳ καὶ πανταχοῦ οὕτω λέγων ἐκ Σωκράτους, ὅτι Καλὸς ὁ Θεαίτη‐ τος καὶ Καλὸς ὁ Χαρμίδης. ἄντικρυς οὖν ἐν τοῖς λόγοις ἔμφα‐ σιν παρέχει ὁ Πλάτων, ὅτι Σωκράτης ὑπωπτεύθη εἶναι τοιοῦτος | |
10 | διὰ τὰς τοιαύτας, ὡς εἰπεῖν, ἀντερωτήσεις, ὅτι, Καλὸς μὲν εἶ, ἀλλ’ οὐ τὴν ὄψιν ἀλλὰ τὴν ψυχήν. ὑπενοήθη δὲ ὅτι καὶ τῷ Ἀλκιβιάδῃ συγγίνεται κατὰ τὸν αἰσχρὸν ἔρωτα. οἱ δὲ περὶ Σωκράτους λέγοντες λέγουσιν ὅτι συνεγένετο πᾶσιν οὐ | |
κατὰ τὸν ἐμπαθῆ ἔρωτα ἀλλὰ κατὰ τὸν ἔνθεον. | ||
4.23(1t) | Εἰκοστὴ τρίτη ἐστὶν ἱστορία ἡ κατὰ τὴν Πλάτωνος λιχνείαν. | |
2t | ἔστι δὲ αὕτη. | |
1 | Πλάτων ὁ φιλόσοφος ἀκούων ὅτι μεγαλοφυὴς Διονύσιος ὁ τῆς Σικελίας τύραννος, ἔπλευσε πρὸς αὐτόν. καὶ οἱ μὲν ἐξηγη‐ ταὶ νῦν τοῦ Πλάτωνος λέγουσιν ὅτι ἔπλευσε διὰ δύο αἰτίας, ἵνα καὶ ἱστορήσῃ τὸ ἐν τῇ Αἴτνῃ πῦρ ἀναδιδόμενον, καὶ πείσῃ | |
5 | Διονύσιον φιλοσοφῆσαι. ὁ δὲ μακάριος Γρηγόριός φησιν ὅτι διὰ τοῦτο ἀπῆλθεν ὁ Πλάτων ἐν Σικελίᾳ, διὰ τὴν πολυτέλειαν | |
τῶν ἀρίστων Διονυσίου. καὶ ποιεῖται τεκμήριον τὸ καὶ πραθῆ‐ ναι αὐτόν. ἐπράθη δὲ τῷ ὄντι, δοθεὶς ὑπὸ Διονυσίου Πόλλιδι τῷ ναυάρχῳ τῷ Λακεδαιμονίῳ διάγοντι τηνικαῦτα ἐκεῖσε. εἶτα ὁ | ||
10 | Πόλλις ἐλθὼν εἰς Αἴγιναν πωλεῖ αὐτὸν πεντήκοντα μνῶν τῷ | |
Ἀννίκερι. | ||
4.24(1t) | Εἰκοστὴ τετάρτη ἐστὶν ἱστορία ἡ κατὰ τὴν Ξενοκράτους ὀψοφα‐ | |
2t | γίαν. ἔστι δὲ αὕτη. | |
1 | Ξενοκράτης καὶ Ἀριστοτέλης μαθηταὶ τοῦ Πλάτωνος, οἵτι‐ νες καὶ διεδέξαντο αὐτοῦ τὴν διατριβήν. καὶ ὁ μὲν Ξενοκράτης ἐποίησε Στωϊκὴν αἵρεσιν, ὁ δὲ Ἀριστοτέλης τὴν Περιπατητι‐ κήν. λέγεται δὲ ὅτι οὕτω σώφρων ἦν ὁ Ξενοκράτης ὅτι καὶ | |
5 | τρυφῶν οὐκ ἐκινεῖτο πρὸς τὰ ἀφροδίσια διὰ τὸ οὕτω, φησίν, τάξαι τὰ πάθη ὑπακούειν τῷ λόγῳ. ὁ οὖν μακάριος Γρηγόριος κατηγορεῖ αὐτοῦ ὡς λαιμάργου καὶ ὀψοφάγου καὶ μηδὲν παραι‐ τουμένου ἐσθίειν ὡς φιλοσόφου. | |
4.25(1t) | Εἰκοστὴ πέμπτη ἐστὶν ἱστορία ἡ κατὰ τὴν Διογένους στωμυ‐ | |
2t | λίαν. ἔστι δὲ αὕτη. | |
1 | Διογένης Κυνικὸς ἦν φιλόσοφος. Κυνικὸς δὲ ἤκουσεν ἀπὸ μεταφορᾶς τῶν χερσαίων κυνῶν. ὥσπερ γὰρ οἱ κύνες οὗτοι ἔχουσί τι καὶ φυλακτικὸν καὶ διακριτικόν (διακρίνουσι γὰρ τοὺς οἰκείους τῶν ξένων, καὶ φυλάττουσι τοὺς οἰκείους), οὕτω | |
5 | καὶ οὗτος ἐμιμεῖτο τὸ διακριτικὸν καὶ φυλακτικόν. καὶ ἐφύ‐ λαττε μὲν τὰ τῆς φιλοσοφίας δόγματα, διέκρινε δὲ τοὺς ἐπιτη‐ δείους καὶ ἀνεπιτηδείους πρὸς φιλοσοφίαν. οὗτος οὖν ὁ Διο‐ γένης, τοιοῦτος ὤν, ἦν εἰκότως εὐπαρρησίαστος. ἤλεγχε οὖν καὶ δυνάστας καὶ ἐλλογίμους καὶ πάντα ἄνθρωπον δῆθεν διὰ τὸ | |
10 | καλόν. ἐλέγχων δέ, ἀστειότερον καὶ γελοιοδέστερον ἤλεγχεν. πρὸς τοῦτο οὖν ἀποβλέψας ὁ μακάριος Γρηγόριος, λέγει ὅτι ὁ Διογένης γελοῖος μᾶλλον ἦν καὶ ἀπατητικὸς ἢ φιλόσοφος. στωμυλία δέ ἐστιν ἡ κατὰ ἀστειότητα ἀπάτη προερχομένη. | |
4.26(1t) | Εἰκοστὴ ἕκτη ἐστὶν ἱστορία ἡ κατὰ τὸν ἐνοικοῦντα τῷ πίθῳ. | |
2t | ἔστι δὲ αὕτη πολλαχῶς δυναμένη ἐξηγηθῆναι· καὶ αὕτη γὰρ | |
3t | περὶ Διογένους ἐστίν. | |
1 | Λέγεται οὖν ὡς ὅτι ἐν τῷ χειμῶνι οὗτος πίθον μὲν ᾤκει ἑσπέρας διὰ τὸ κρύος, ἡμέρας δὲ ἐξῄει διὰ τὸν ἥλιον. διὸ καί ποτε θερμαινομένου αὐτοῦ, ἐπέστη Ἀλέξανδρος ὁ Μακεδών, ἀποσκοτῶν αὐτῷ τοῦ μὴ θερμαίνεσθαι, καὶ λέγων· Εἰπέ, Διόγε‐ | |
5 | νες, τί βούλει σοι χαρίσωμαι; ὁ δὲ εἶπε· Τοῦτό μοι χάρισαι, τὸ μικρὸν ὑπεκστῆναί μου ἵνα θερμανθῶ. Ἢ οὖν αὕτη ἐστὶν ἡ ἱστορία, ἢ ἡ γενομένη ἐπὶ τῶν Πτολε‐ μαίων. ἡ δὲ γενομένη ἐπὶ τῶν Πτολεμαίων ἐστὶν αὕτη. Σωτάτης τις Ἀλεξανδρεὺς φιλόσοφος ἵστατο ἐν τόπῳ τινὶ ἐν | |
10 | ἡλίῳ φθειριζόμενος. τοῦτον ἄνωθεν ἔκ τινος ἀπόπτου θεασάμε‐ νος ὁ Πτολεμαῖος, κατῆλθεν ἵνα αὐτὸν λάβοι εἰς τὰ βασίλεια. ὁ δὲ Σωτάτης, ἰδὼν αὐτόν, εἰσῆλθεν εἰς κλάσμα πίθου κειμένου, καὶ ὑπεκρύβη τὸν Πτολεμαῖον. ὕστερον δὲ ὡς ἀτυχῆ τοῦτόν τινες διέβαλλον. ἄλλοι δὲ λέγουσιν ὅτι αὐτὸς ὁ Πτολεμαῖος καὶ | |
15 | τὸ ἰαμβεῖον τοῦτο ἐπεφθέγξατο· Θέλω Τύχης σταλαγμὸν ἢ φρενῶν πίθον, αἰνιττόμενος ὅτι ὁ πίθος ἐκεῖνος μεστός ἐστι φρενῶν διὰ τὸν Σωτάτην. καὶ ὅμως διὰ τὸ εἶναι αὐτὸν ἀτυχῆ, οὐδὲν αὐτὸν ὠφέλησεν ἡ τῶν φρενῶν πληθύς. | |
20 | Καὶ ἡ μὲν ἱστορία αὕτη, ἡ δὲ σύνταξις οὕτως θέλει—Καὶ τῆς Διογένους στωμυλίας, ὑφ’ ἧς τοὺς ξένους ὑπεξίστησιν—, ἵνα ᾖ ὅτι ὁ Διογένης διὰ τῆς στωμυλίας ἐποίει ἀποχωρεῖν τοὺς τὴν σκιὰν αὐτῷ ἐμποιοῦντας (τοῖς τυράννοις δὲ λέγει ἀντὶ τοῦ, τοῖς λόγοις τοῖς τυραννικοῖς, ποιῶν ἀναχωρεῖν τοὺς ἐντυγ‐ | |
25 | χάνοντας). ἢ οὖν μιᾶς οὔσης τῆς κατὰ τὴν στωμυλίαν καὶ τὸν πίθον, ἡ σύνταξις συνδέδεται, ἤ, δύο οὐσῶν τῶν ἱστοριῶν, συντάξαι δεῖ τὴν Διογένους στωμυλίαν μετὰ τοῦ ὑφ’ ἧς. ὅτι δὲ τυράννους καλοῦσι τοὺς λόγους τοὺς θρασεῖς καὶ αὐτὸς ὁ θεῖος ἀνὴρ Γρηγόριος εἶπεν, ὡς ἐκ τῆς τραγῳδίας. μάλιστα | |
30 | γὰρ οἱ τραγικοὶ τῇ τοιαύτῃ κέχρηνται τροπῇ. Τὸ δέ, τοὺς εὐτελεῖς ἄρτους τοῖς σησαμοῦσιν ἐστὶν αὐτῷ παρῴδησις. ἔστι μὲν τοιοῦτό τι παρὰ τραγικοῖς, μᾶλλον δὲ παρὰ κωμικοῖς λεγόμενον, ὅτι διὰ τῶν ἡδυτέρων ἄρτων τοὺς εὐτελεῖς ἀποφαυλίζουσιν ἄρτους. καταπαίζει οὖν ὁ θεῖος Γρη‐ | |
35 | γόριος τῇ παρῳδήσει χρώμενος, ὅτι, φησί, διὰ τῆς στωμυλίας τῆς ἡδυνούσης ἐν τῷ φθέγγεσθαι ἀπεφαύλιζε τοὺς παρατυγ‐ χάνοντας, διελέγχων αὐτούς. Κατὰ δὲ τὴν ἐμὴν κρίσιν, μίαν ἥγημαι τὴν κατὰ τὴν στωμυ‐ | |
λίαν καὶ τὸν πίθον ἱστορίαν. | ||
4.27(1t) | Εἰκοστὴ ἑβδόμη ἐστὶν ἱστορία ἡ κατὰ τὸν Ἐπίκουρον. | |
1 | Ἐπίκουρος φιλόσοφος γέγονεν ὅστις μὴ προνοεῖσθαι τὸν Θεὸν τῶν τῇδε πραγμάτων ἐδόξασεν. οὗτος δὲ τέλος παντὸς ἀγαθοῦ ἐτίθετο τὴν ἡδονήν. καὶ οἱ μὲν νῦν ἐξηγηταὶ τῶν φιλοσόφων λέγουσι τέλος αὐτὸν τίθεσθαι τὴν ἡδονήν, οὐ τὴν | |
5 | ἀκάθαρτον ἀλλὰ τὴν φυσικωτάτην κατάστασιν. καὶ τοῦτον δὲ οἱ φιλόσοφοι ἀποσκορακίζουσι καὶ ὡς μὴ λέγοντα Πρόνοιαν, καὶ ὅτι τέλος τίθεται τὴν ἡδονὴν καὶ οὐ τὸ ἀγαθόν, τὸ πρώτιστον καὶ μόνον. τοῦτο δέ ἐστιν ὁ Θεός. | |
4.28(1t) | Εἰκοστὴ ὀγδόη ἐστὶν ἱστορία ἡ κατὰ τὸν Κράτητα. ἔστι δὲ | |
2t | αὕτη. | |
1 | Κράτης Θηβαῖος ἦν τῆς Βοιωτίας τὸ γένος. οὗτος φιλοσοφῆ‐ σαι θέλων τὴν Κυνικὴν φιλοσοφίαν, λαβὼν τὰ ὑπάρχοντα αὐτοῦ, ἔρριψε τῷ δήμῳ, κηρύξας οὕτω· Κράτης ἀπολύει τὰ Κράτητος, ἵνα μὴ τὰ Κράτητος κρατήσῃ τὸν Κράτητα. καὶ τὰ | |
5 | χωρία αὐτοῦ εἴασε γενέσθαι μηλόβοτα. | |
4.29(1t) | Εἰκοστὴ ἐνάτη ἐστὶν ἱστορία ἡ κατὰ τὸν εἰπόντα περὶ τοῦ | |
2t | τριβωνίου. ἔστι δὲ αὕτη. | |
1 | Κυνικὸς πάλιν φιλόσοφος, ἢ Ἀντισθένης ἢ Ζήνων (διφορεῖ‐ ται γάρ), οὗτος πλέων, καὶ χειμῶνος συμβάντος, καὶ ναυαγίου γενομένου, εὐχαρίστως φέρων τὴν ἐσομένην αὐτῷ πενίαν, πρὸς τὴν Τύχην ἐφθέγξατο· Εὖγε, ὦ Τύχη, χάριν σοι ὁμολογῶ, ὅτι | |
5 | τὴν ἐμὴν οὐσίαν ἄχρι τοῦ τριβωνίου περιέστησας. ὡς δῆλον ὅτι | |
τινῶν τῶν ἐκ τῆς οὐσίας αὐτοῦ ἐμπεφορτισμένων τῇ νηΐ. | ||
4.30(1t) | Τριακοστή ἐστιν ἱστορία ἡ κατὰ τὸν Ἀντισθένην. ἔστι δὲ αὕτη | |
2t | πρόδηλος ἐξ αὐτοῦ τοῦ κειμένου. | |
1 | Οὗτος γὰρ ὁ Ἀντισθένης Κυνικὸς ἦν φιλόσοφος ὅς, τυφθεὶς καὶ πληγεὶς τὸ πρόσωπον, λαβὼν χαρτίον καὶ ἐγγράψας εἰς τὸ χαρτίον τὸν τύψαντα, ἐκόλλησεν εἰς τὸ μέτωπον ἑαυτοῦ καὶ | |
οὕτω περιεπάτει. | ||
4.31(1t) | Τριακοστὴ πρώτη ἐστὶν ἱστορία ἡ περὶ τοῦ φιλοσόφου τοῦ | |
2t | πανημερίου στάντος ἐν τῷ ἡλίῳ. ἔστι δὲ αὕτη. | |
1 | Πολεμουμένης τῆς Ῥώμης ὑπὸ βαρβάρων ἐπὶ τοῦ βασίλεως, ὁ φιλόσοφος στὰς ὅλην τὴν ἡμέραν ὑπὸ τὸν ἥλιον προσηύξατο. καὶ ἔπεσε πῦρ ἐκ τοῦ οὐράνου καὶ κατέφλεξε τοὺς βαρβάρους καὶ αὐτὸν τὸν φιλόσοφον. | |
4.32(1t) | Τριακοστὴ δευτέρα ἐστὶν ἱστορία ἡ περὶ τὴν Ποτίδαιαν. | |
1 | Ποτίδαια πόλις ἐστὶν ἐν τῇ Θρᾴκῃ κειμένη. ἐν ταύτῃ τῇ Ποτιδαίᾳ φιλόσοφος Ποτιδαιάτης ἔστη ἐν χειμερινῷ καιρῷ παννύχιος εὐχόμενος. καὶ τοσοῦτον μετάρσιος, φησί, γέγονε τὴν ψυχήν, ὥστε μὴ αἰσθάνεσθαι τοῦ κρύους τοῦ χειμῶνος. | |
5 | ἔκστασιν δὲ λέγει τὸ ἐκστῆναι ἑαυτοῦ τὸν φιλόσοφον, καί, ὡς εἶπον, μετάρσιον γενέσθαι τὴν ψυχήν. στάσιν δὲ ἐνταῦθα καλεῖ οὐ τὸν ἐμφύλιον πόλεμον ἀλλὰ τὸ ἑστάναι αὐτὸν εὐχόμε‐ νον. | |
4.33(1t) | Τριακοστὴ τρίτη ἐστὶν ἱστορία ἡ κατὰ τὸ Ἀρκαδικὸν ζήτημα. | |
2t | ἔστι δὲ αὕτη. | |
1 | Ὅμηρος ὁ ποιητὴς περὶ τὴν Ἀρκαδίαν γεγονὼς (χώρα δὲ αὕτη τῆς Πελοποννήσου) περιέτυχεν ἁλιεῦσι φθειριζομένοις, καὶ ἠρώτησεν αὐτοὺς οὕτως· Ἄνδρες ἀπ’ Ἀρκαδίης, ἁλιήτορες, ἦ ῥ’ ἔχομέν τι; | |
5 | ἔστι δὲ ὁ νοῦς τῆς ἐρωτήσεως οὗτος· Ὦ ἄνδρες Ἀρκάδες, ἁλιεῖς τὴν τέχνην, ἆρα ἐθηράσαμέν τι; οἱ δὲ ἁλιεῖς ἀπεκρίναντο τοῦτο τὸ ἔπος· οὓς ἕλομεν λιπόμεσθ’, οὓς δ’ οὐχ ἕλομεν φερόμεσθα. ὁ δὲ νοῦς τοῦδε τοῦ ἔπους τοιοῦτος, ὅτι, Οὓς μὲν φθεῖρας | |
10 | ἐθηράσαμεν, ἀπεκτείναμεν ἐνταῦθα, οὓς δὲ οὐκ ἰσχύσαμεν | |
θηρᾶσαι, φέρομεν ἐν τοῖς ἱματίοις. οὐκ ἐνόησε δὲ ὁ Ὅμηρος, ὥς φασι, τὸ ἔπος τοῦτο, καὶ μικρὸν ἐκεῖσε γενόμενος, ἀπέθανεν ἀπὸ λύπης. λέγουσι δὲ εἶναι καὶ χρησμὸν τὸν χρησμῳδηθέντα Ὁμήρῳ, ὅτι ὅταν αὐτῷ προταθείη ζήτημα, καὶ μὴ εὕροι, τότε | ||
15 | ἀποθανεῖται. | |
4.34(1t) | Τριακοστὴ τετάρτη ἐστὶν ἱστορία ἡ κατὰ τὸν Ἀριστοτέλην καὶ | |
2t | τὸν Εὔριπον. ἔστι δὲ αὕτη. | |
1 | Ἀριστοτέλης ὁ φιλόσοφος μαθητὴς γέγονε Πλάτωνος. εἰ καὶ τὰ μάλιστα περὶ τὸ φυσιολογικὸν μέρος τῆς φιλοσοφίας ἐπι‐ δούς, ἐσπούδασε πάντων τῶν μετὰ τὰ οὐράνια σώματα τὰς αἰτίας εἰπεῖν καὶ τὰς φύσεις, οἷον γῆς, θαλάττης, ἀέρος, | |
5 | αἰθέρος, ζῴων, φυτῶν, ὑετοῦ, χιόνος, σεισμῶν, κομητῶν, πάντων ἁπλῶς. οὗτος οὖν τὴν πάντων διερευνησάμενος φύσιν, | |
ἠβουλήθη καὶ τὴν τοῦ Εὐρίπου φύσιν φυσιολογῆσαι. ὁ δὲ μὴ ἰσχύσας καταλαβεῖν, ἔρριψεν ἑαυτὸν ἐν τούτῳ τῷ μέρει τῆς θαλάσσης, τοῦτο ἐπιφθεγξάμενος· Ἐπειδὴ Ἀριστοτέλης οὐχ | ||
10 | εἷλε τὸν Εὔριπον, Εὔριπος ἐχέτω τὸν Ἀριστοτέλην. καὶ τέθνη‐ κεν οὕτως ὁ Ἀριστοτέλης. Ὁ δὲ Εὔριπος τόπος ἐστὶ τῆς θαλάττης μεταξὺ τῆς Βοιωτίας νήσου καὶ τῆς Ἀττικῆς, ὃς ἑπτάκις τρέπεται τῆς ἡμέρας. τρέπε‐ ται δὲ τῷ τὸ ὕδωρ τὸ ἐν τούτῳ τῷ μέρει ὑποφεύγειν καὶ οἱονεὶ | |
15 | ἀναρροφεῖσθαι, καὶ πάλιν ἐξερεύγεσθαι καὶ ἀναπληροῦσθαι τὸ ὕδωρ πάλιν ὡς ἦν. τοῦτο δὲ γίνεται, ὡς εἶπον, ἑπτάκις τῆς ἡμέρας. Τὸ δὲ τεθνήκασιν ἀπὸ κοινοῦ ἐστιν ἀντὶ τοῦ Ὅμηρος καὶ Ἀριστοτέλης, ὁ μὲν διὰ τὸ Ἀρκαδικὸν ζήτημα, ὁ δὲ διὰ τὸν | |
20 | Εὔριπον. | |
4.35(1t) | Τριακοστὴ πέμπτη ἐστὶν ἱστορία ἡ κατὰ τὸ φρέαρ Κλεάνθους. | |
2t | ἔστι δὲ αὕτη. | |
1 | Κλεάνθης εἷς ἦν καὶ αὐτὸς τῶν Κυνικῶν φιλοσόφων. οὗτος ἔν τινι φρέατι ἑαυτὸν στήσας, ἠρύετο ὕδωρ τοῖς παριοῦσι, καὶ διδοὺς πιεῖν, ἐλάμβανε παρ’ αὐτῶν ἄρτον καὶ ἤσθιεν. θαυμάζε‐ ται δὲ παρὰ τῶν φιλοσόφων καὶ οὗτος ὡς καρτερικός. | |
4.36(1t) | Τριακοστὴ ἕκτη ἐστὶν ἱστορία ἡ κατὰ τὸν ἱμάντα τοῦ Ἀναξα‐ | |
2t | γόρου. ἔστι δὲ αὕτη. | |
4.37(1t) | Τριακοστὴ ἑβδόμη ἐστὶν ἱστορία ἡ κατὰ τὴν Ἡρακλείτου | |
2t | κατήφειαν. ἔστι δὲ αὕτη. | |
1 | Ἡράκλειτος καὶ Δημόκριτος οὐκ ἐν τῷ αὐτῷ γεγονότες χρόνῳ, φυσικοὶ δὲ ὄντες, ὁμοίως τὴν τοῦ κόσμου ἀλλεπαλλη‐ λίαν διέπαιξαν, ὁ μὲν γελῶν, ὁ δὲ κλαίων. ὁ μὲν Δημόκριτος ἐγέλα συνεχῶς τὰ πράγματα, ὁ δὲ Ἡράκλειτος ἔκλαιεν. ἦν δὲ ὁ | |
5 | μὲν Δημόκριτος Ἀβδηρίτης, ὁ δὲ Ἡράκλειτος Ἐφέσιος. | |
4.38(1t) | Τριακοστὴ ὀγδόη ἐστὶν ἱστορία ἡ κατὰ τοὺς φαλλούς. ἔστι δὲ | |
2t | αὕτη. | |
1 | Τῷ Διονύσῳ ἑορτὴν ἄγοντες οἱ Ἕλληνες φαλλοῖς ἐτίμων αὐτόν. φαλλὸς δέ ἐστιν ἐκ δέρματος ῥουσίου σχῆμα αἰδοίου ἀνδρός. καὶ τοῦτο περιετίθουν ἑαυτοῖς καὶ ἐν τοῖς τραχήλοις καὶ ἐν τοῖς μέσοις μηροῖς, καὶ ἐξωρχοῦντο, τιμῶντες ἐκ τούτου | |
5 | τὸν Διόνυσον. τὴν δὲ τιμὴν ταύτην ἦγον τῷ Διονύσῳ διὰ τοιαύτην αἰτίαν. ἐκ Σεμέλης τῆς Κάδμου θυγατρὸς γεννᾶται ὁ Διόνυσος. αὕτη δὲ κεραυνωθεῖσα, ἐζητεῖτο ὑπὸ τοῦ Διονύσου. περιπλανωμένῳ δὲ τούτῳ καὶ ζητοῦντι Πολύϋμνος παῖς οὕτω λεγόμενος περιέτυχε τῷ Διονύσῳ, καὶ ὑπέσχετο δείξειν αὐτῷ | |
10 | τὴν μητέρα, εἰ παιδεραστήσει αὐτόν. ὁ δὲ Διόνυσος ὑπέσχετο τοῦτο. λέγει αὐτῷ ὁ Πολύϋμνος ὅτι ἐν Λέρνῃ ἐστὶν ἡ Σεμέλη. εἶτα εἰσελθὼν ὁ Διόνυσος ἐν τῇ θαλάσσῃ ἵνα περάσῃ ἐν τῇ Λέρνῃ, συνηκολούθησεν αὐτῷ καὶ ὁ Πολύϋμνος. καὶ ὁ μὲν Διόνυσος, ὡς θεός, ἐσώθη, ὁ δὲ Πολύϋμνος τέθνηκε. λυπηθεὶς | |
15 | δὲ ὁ Διόνυσος ὅτι ὁ ἐραστὴς αὐτοῦ τέθνηκε, πρὸς τιμὴν αὐτοῦ αἰδοῖον ξύλινον ἐκ συκίνου ξύλου πελεκήσας, κατεῖχεν ἀεὶ πρὸς μνήμην, ὡς εἶπον, τοῦ Πολυΰμνου. Διὰ ταύτην τὴν αἰτίαν τοῖς φαλλοῖς τιμῶσι τὸν Διόνυσον. φαλλοὶ οὖν εἰσιν πάντες, ἰθύφαλλοι δὲ οἱ εἰς τοὺς μηροὺς ἐπ’ | |
20 | εὐθείας ἐπιδεσμούμενοι. | |
4.39(1t) | Τριακοστὴ ἐνάτη ἐστὶν ἱστορία ἡ κατὰ τοὺς μελαμπύγους καὶ | |
2t | τοὺς ἀπύγους. εἰσὶ δὲ αὕται διάφοροι, καὶ ἡ κατὰ τοὺς ἀπύγους | |
3t | ἐστὶν αὕτη. | |
1 | Ὁ Πειρίθους κατελθὼν εἰς τὸν Ἅιδην διὰ τὸ ἁρπάξαι τὴν Περσεφόνην, τὴν τοῦ Πλούτωνος, ἐδέθη κάτω παρὰ πέτραις τισί. κατελθὼν οὖν ὁ Ἡρακλῆς καὶ θέλων λαβεῖν τὸν Πει‐ ρίθουν, αὐτὸν μὲν ἀνείλκυσεν, αἱ δὲ πυγαὶ αὐτοῦ προσέμειναν | |
5 | τῇ πέτρᾳ. ἐκλήθη οὖν ὁ Πειρίθους ἄπυγος. Ἡ δὲ κατὰ τοὺς μελαμπύγους ἐστὶν αὕτη. δύο τινὲς ἀδελφοὶ κατὰ γῆν πᾶσαν ἀδικίαν ἐνδεικνύμενοι ἐλέγοντο Κέρκωπες, ἐκ τῆς τῶν ἔργων δριμύτητος τὴν ἐπωνυμίαν λαχόντες. ὁ μὲν γὰρ αὐτῶν ἐκαλεῖτο Πάσσαλος, ὁ δὲ ἕτερος Ἀκλήμων, ὥς φησι | |
10 | Διὸς ὁ ὑπομνηματιστής. τούτους δὲ ἡ μήτηρ, Μέμνωνις τῷ ὀνόματι, ἑωρακυῖα κατὰ γῆν πολλὰ δεινὰ ἐργαζομένους, εἶπεν αὐτοῖς, Μὴ περιτυχεῖν μελαμπύγῳ. καί ποτε τοῦ Ἡρακλέους ὑπὸ δένδρον κοιμωμένου καὶ τῶν αὐτοῦ ὅπλων ἐπικεκλιμένων τῷ φυτῷ, πλησιάσαντες οὗτοι τοῖς ὅπλοις ἐπιχειρῆσαι ἠβου‐ | |
15 | λήθησαν. εὐθὺς δὲ ὁ Ἡρακλῆς αἰσθόμενος, λαβὼν αὐτούς, καὶ κατακέφαλα ἐπὶ ξύλῳ δεσμεύσας ἐβάστασεν. καὶ τότε ἐκεῖνοι τῆς ἐντολῆς τῆς ἑαυτῶν μητρὸς ἐμνήσθησαν, ἑωρακότες κρε‐ μάμενοι τοῦ Ἡρακλέους τὴν πυγὴν μέλαιναν ἐκ τῆς τῶν τριχῶν δασύτητος. καὶ πρὸς ἀλλήλους αὐτὸ τοῦτο διαλεγόμενοι, | |
20 | γέλωτα πολὺν προσῆψαν τῷ Ἡρακλεῖ. καὶ εὐθὺς αὐτοὺς τῶν | |
δεσμῶν ἐλυτρώσατο καὶ ἀπέλυσεν. | ||
4.40(1t) | Τεσσαρακοστή ἐστιν ἱστορία ἡ κατὰ τὸν σεμνὸν Πᾶνα. ἔστι δὲ | |
2t | αὕτη. | |
1 | Πηνελόπη γυνὴ γέγονε τοῦ Ὀδυσσέως. τούτου πλανωμένου τὴν πλάνην ἣν ἐπλανήθη μετὰ τὸν Τρωϊκὸν πόλεμον, πολλοί τινες ἦλθον μνηστευσόμενοι τὴν Πηνελόπην. ἡ δὲ ἡμέραν ἐξ ἡμέρας ἀνεβάλλετο μηδενὶ θέλουσα γαμηθῆναι διὰ τὸ περι‐ | |
5 | μένειν τὸν Ὀδυσσέα. πάντες οὖν φραξάμενοι συγγεγόνασιν αὐτῇ, καὶ ἐγκυμονήσασα, ἔτεκε τὸν Πᾶνα. διὸ καὶ Πὰν καλεῖ‐ ται, ὅτι ἐκ πάντων ἐσπάρη. τοῦτον δὲ ἐθεοποίησαν. οὗτος δέ | |
ἐστιν ὁ Πὰν ὁ τραγόπους. | ||
4.41(1t) | Τεσσαρακοστὴ πρώτη ἐστὶν ἱστορία ἡ κατὰ τὸν Βουθοίναν. | |
2t | ἔστι δὲ αὕτη. | |
1 | Ὁ Ἡρακλῆς ἐστιν ὁ καλούμενος Βουθοίνας. ἐκλήθη δὲ διὰ τοιαύτην αἰτίαν. τὴν Δρυόπιδα γῆν παρῄει ὁ Ἡρακλῆς, βασ‐ τάζων καὶ τὸν υἱὸν αὐτοῦ Ὕλλον. εἶτα πεπεινακότος τοῦ Ὕλ‐ λου καὶ αἰτοῦντος τροφήν, ἀροτριῶντά τινα Θειοδάμαντα | |
5 | λεγόμενον ᾔτησεν ὁ Ἡρακλῆς ἄρτον. ὁ δὲ οὐ δέδωκεν, ἀλλὰ καὶ ὕβρισεν. εἶτα ὁ Ἡρακλῆς ἕνα τῶν ἀροτριώντων βοῶν λαβὼν ἔσφαξε, καὶ ἐθοινήθη καὶ αὐτὸς καὶ ὁ υἱὸς αὐτοῦ. καὶ ἐκλήθη διὰ τὴν αἰτίαν ταύτην Βουθοίνας, ἐπειδὴ ὅλον ἐθοινήθη τὸν βοῦν. ἔνθεν τῷ Ἡρακλεῖ γέγονεν ὁ πρὸς τοὺς Δρύοπας πόλεμος. | |
10 | τοῦ γὰρ Θειοδάμαντος ἀνελθόντος εἰς τὴν πόλιν, καὶ εἰπόντος ὡς Πολέμιος ἦλθεν ἐν τῇ χώρᾳ (λέγων περὶ τοῦ Ἡρακλέους), | |
ἐξῆλθον κατ’ αὐτοῦ. καὶ νενίκηκε πάντας ὁ Ἡρακλῆς. | ||
4.42(1t) | Τεσσαρακοστὴ δευτέρα ἐστὶν ἱστορία ἡ κατὰ τὸν Τριέσπερον. | |
2t | ἔστι δὲ αὕτη. | |
1 | Λέγεται ὁ Ἡρακλῆς διὰ τριῶν ἑσπερῶν κυηθῆναι καὶ τεχθῆ‐ ναι, καὶ τοιαῦτά τινα μυθεύουσι περὶ αὐτοῦ. ὁμοίως δὲ λέγουσιν αὐτὸν τοῦτον τὸν Ἡρακλέα ἐν μιᾷ νυκτὶ πάσαις ταῖς Θεστίου θυγατράσι μιγῆναι, καὶ παιδοποιῆσαι ἐξ αὐτοῦ πάσας, ὥστε καὶ | |
5 | διὰ ταῦτα καὶ θεοποιῆσαι αὐτὸν καὶ τοῦτο τὸ τρισκαιδέκατον | |
ἆθλον αὐτοῦ ὀνομάσαι. | ||
4.43(1t) | Τεσσαρακοστὴ τρίτη ἐστὶν ἱστορία ἡ περὶ τοῦ Εἰδωλιανὸν καὶ | |
2t | Καυσίταυρον καλεῖσθαι τὸν Ἰουλιανόν. ἔστι δὲ αὕτη. | |
1 | Ἐπειδὴ Ἰουλιανὸς τὸ τῶν Χριστιανῶν ὄνομα εἰς Γαλιλαίους μετέθηκε, νῦν βούλεται ὁ θεῖος Γρηγόριος διαπαῖξαι καὶ εἰπεῖν ὅτι Ἐξὸν καὶ ἡμῖν τὸν Ἰουλιανὸν καλεῖν ἐκ τῶν περὶ αὐτὸν ὀνομάτων. φησὶν οὖν, Καλέσωμεν αὐτὸν Εἰδωλιανὸν ὡς εἰδωλο‐ | |
5 | λάτρην, καὶ Πισαῖον ὡς τὸν ἐν Πίσῃ Δία τιμῶντα. Ζεὺς δὲ ἐν Πίσῃ τῇ πόλει ἐτιμᾶτο (Πίσα δὲ πόλις τῆς Ἤλιδος). φησὶν οὖν δεῖ καλεῖν τὸν Ἰουλιανὸν Πισαῖον ὥσπερ τὸν Δία, καὶ Ἀδωναῖον διὰ τὸν Ἄδωνιν. λέγεται δὲ σεβασθῆναι τὸν Ἄδω‐ νιν ὁ Ἰουλιανός. οὗτος δὲ ὁ Ἄδωνις ἠράσθη ὑπὸ τῆς Ἀφρο‐ | |
10 | δίτης, ἄνθρωπος ὤν. ἐφονεύθη δὲ ὑπὸ τοῦ Ἄρεως διὰ τὸ ἀντερασ‐ θῆναι τὸν Ἄρεα τῆς Ἀφροδίτης. Καυσίταυρον δὲ δεῖ, φησί, καλεῖν τὸν Ἰουλιανὸν διὰ τὸ ταύρους ὁλοκλήρους θυσιάζειν | |
καὶ καίειν θεοῖς. | ||
4.44(1t) | Τεσσαρακοστὴ τετάρτη ἐστὶν ἱστορία ἡ κατὰ τὴν κερδαλῆν. | |
2t | ἔστι δὲ αὕτη. | |
1 | Κερδὼ καλεῖται ἡ ἀλώπηξ. ἔνθεν καὶ κερδαλῆ ἡ πονηρία καὶ ἡ δολιότης. δόλιον γὰρ καὶ πονηρὸν τὸ ζῷον τοῦτο ἡ ἀλώπηξ. Ὁ δὲ Μίνως δίκαιος ἄνθρωπος ἐνομίζετο, ὡς υἱὸς τοῦ Διός. ὃ | |
οὖν λέγει ὁ θεῖος Γρηγόριος τοῦτο ἔστιν, ὅτι ὁ Ἰουλιανὸς τὴν | ||
5 | ἑαυτοῦ πονηρίαν δι’ ἐπιπλάστου ἤθους ἐπέκρυπτεν, ἄδικος ὢν ἐν δικαίῳ προσχήματι. | |
4.45(1t) | Τεσσαρακοστὴ πέμπτη ἐστὶν ἱστορία ἡ περὶ τοῦ Μελάμποδος | |
2t | καὶ τοῦ Πρωτέως. ἔστι δὲ αὕτη. | |
1 | Ὁ Πρωτεὺς οὗτός ἐστιν ὁ τῆς Θρᾴκης, οὗ τοὺς υἱοὺς ἀπέκτει‐ νεν ὁ Ἡρακλῆς. οὗτος οὖν καὶ μάντις ἦν, καὶ γενόμενος ἐνάλιος δαίμων, καὶ οἰκῶν τὴν Φάρον· διὸ καὶ Πρωτέως νῆσος ἡ Φάρος ἐκέκλητο. μετεμορφοῦτο πρὸς τοὺς πλησιάζοντας ἵνα | |
5 | μὴ αἰτῆται λέγειν μαντείας καὶ προγνώσεις. Ὁμοίως δὲ καὶ ὁ Μελάμπους μάντις ἦν καὶ ἱεροφάντης. οὗτος ἐξέφηνε τὰ ἱερὰ τὰ ἐν Αἰγύπτῳ τοῖς Ἕλλησιν, ἅπερ | |
ἐμιμήσαντο Ἕλληνες. καὶ οὗτος δὲ τῶν μεταμορφουμένων ἦν, ὡς μάντις. οἱ γὰρ μάντεις οὗτοι εἶχον τηλικαύτην, φησί, δύνα‐ | ||
10 | μιν, ὥστε μεταμορφοῦσθαι εἰς ὃ ἃν ἐθέλωσιν ὥστε μὴ γινώσκεσ‐ θαι παρὰ τῶν προσδιαλεγομένων. | |
4.46(1t) | Τεσσαρακοστὴ ἕκτη ἐστὶν ἱστορία ἡ κατὰ τὸ Αἰτναῖον πῦρ. | |
2t | ἔστι δὲ αὕτη. | |
1 | Σικελία νῆσός ἐστι μεγίστη διακειμένη περὶ Ἰταλίαν. ἐν ταύτῃ ἐστὶ πόλις Κατάνη οὕτω καλουμένη. ὑπεράνω δὲ τῆς | |
Κατάνης ἐστὶν ὄρος ἐξ οὗ ἀναδίδοται πῦρ πολύ τε καὶ διηνεκές. καλεῖται δὲ τὸ ὄρος Αἴτνη, καλοῦνται δὲ καὶ τοῦ Ἡφαίστου | ||
5 | κρατῆρες. τοῦτο δὲ τὸ πῦρ ἐστιν ὅτε τοσοῦτον ὑπερβλύζει ὥστε καὶ ποταμηδὸν φέρεσθαι, καὶ ῥεῖν ὡς ὕδωρ μετὰ τῆς ἀναδιδο‐ μένης πυρώδους ὕλης. ἔστι δὲ καὶ θεῖόν τι τὸ πῦρ τοῦτο. λέγεται γάρ ποτε ὅτι πατήρ τις μεθ’ υἱοῦ εὑρέθη ἐν τῷ ὄρει τούτῳ, καὶ ἄφνω ἐρρύη ποταμηδὸν τὸ πῦρ, καὶ ἄπορον αὐτοῖς γέγονε τὸ | |
10 | παρελθεῖν. ὁ δὲ παῖς ἔλαβε τὸν πατέρα καὶ ἐβάσταξεν. καὶ ἐρυθριάσαν τὸ πῦρ τὴν πρᾶξιν τοῦ υἱοῦ ἀνεκόπη τῆς ἐπιρροῆς. | |
καὶ παρῆλθον ὁ παῖς καὶ ὁ πατὴρ ἀβλαβεῖς. | ||
4.47(1t) | Τεσσαρακοστὴ ἑβδόμη ἐστὶν ἱστορία ἡ ἐν Μίθρου κόλασις. | |
2t | ἔστι δὲ αὕτη. | |
1 | Τὸν Μίθραν νομίζουσι Πέρσαι τὸν ἥλιον εἶναι, καὶ τούτῳ θύουσι πολλὰς θυσίας, καὶ τελοῦνταί τινας ἐξ αὐτοῦ τελετάς. οὐδεὶς δὲ δύναται τελεῖσθαι τὰς τοῦ Μίθρου τελετὰς εἰ μὴ διὰ πασῶν τῶν κολάσεων παρέλθοι, καὶ δείξοι ἑαυτόν τινα ἀπαθῆ | |
5 | καὶ ὅσιον. λέγονται δὲ ὀγδοήκοντα εἶναι κολάσεις ἃς κατὰ βαθμὸν δεῖ τὸν τελεσθησόμενον παρελθεῖν, οἷον, πρῶτον δια‐ νήξασθαι ἐπὶ πολλὰς ἡμέρας ὕδωρ πολύ, εἶτα εἰς πῦρ ἐμβάλαι ἑαυτόν, εἶτα ἐν ἐρήμῳ διαιτηθῆναι καὶ ἀσιτῆσαι, καὶ ἄλλα τινὰ | |
ἄχρις οὗ, ὡς εἴπομεν, τὰς ὀγδοήκοντα κολάσεις παρέλθοι. | ||
4.48(1t) | Τεσσαρακοστὴ ὀγδόη ἐστὶν ἱστορία ἡ Ἐχέτου καὶ Φαλάριδος | |
2t | ἀπανθρωπία. ἔστι δὲ αὕτη. | |
1 | Ἔχετος τῆς Ἠπείρου ὑπῆρχε τύραννος. οὗτος ὠμότατος ὢν ἐπενόει παντοίας τιμωρίας καὶ κολαστήρια. πρὸς τοῦτον οἱ θέλοντες ἀφειδῶς κολάσαι διέπεμπον, ὡς καὶ ὁ ποιητὴς λέγει περὶ αὐτοῦ· | |
5 | Εἰς Ἔχετον βασιλῆα, βροτῶν δηλήμονα πάντων. Ὁ δὲ Φάλαρις τοιοῦτός τίς ἐστι, καὶ οὗτος καινοτέρων κολαστηρίων γέγονεν εὑρετής. ἦν δὲ τὸ γένος Σικελιώτης. οὗτος Διονυσίῳ τῷ τυράννῳ χαριζόμενος, ὄντι ὠμοτάτῳ καὶ τιμωρητικῷ, ἐπενόησε βοῦν χαλκοῦν ἐν ᾧ ἔδει βάλλειν τοὺς | |
10 | κολαζομένους καὶ πῦρ ἀνακαίεσθαι, ἵνα, ἔνδον ὄντες καὶ καιόμενοι καὶ βοῶντες, διατρεχούσης τῆς φωνῆς διὰ τοῦ στόμα‐ τος τοῦ ταύρου, δόξῃ ὁ ταῦρος καιόμενος μυκηθμὸν ἀποτελεῖν. τούτου δὲ τὸ ἀπάνθρωπον θεασάμενος ὁ Διονύσιος, αὐτὸν τοῦ‐ | |
τον ἐνέβαλεν εἰς τὸν βοῦν, καὶ καύσας ἀπέκτεινεν. | ||
4.49(1t) | Τεσσαρακοστὴ ἐνάτη ἐστὶν ἱστορία ἡ κατὰ τὴν Ὕδραν. ἔστι δὲ | |
2t | αὕτη. | |
1 | Θηρίον μυθεύεται περὶ τὴν Λέρνην πεντηκοντακέφαλον, οἱ δὲ ἐννεακέφαλον· τὰς δὲ κεφαλὰς εἶναι ὀφέων. ὃ θηρίον ἐλθὼν ὁ Ἡρακλῆς μετὰ Ὕλλου τοῦ θεράποντος αὐτοῦ ἀπέκτεινε. μυθεύεται δὲ καὶ τοῦτο, ὅτι, τεμνομένης μιᾶς κεφαλῆς αὐτοῦ, | |
5 | δύο παρεφύοντο, ὥστε γίνεσθαι ἑκατὸν κεφαλάς. ὁ δὲ Ὕλλος μαθὼν τοῦτο, πῦρ ἔφερε, καὶ τὴν τεμνομένην κεφαλὴν ἐνε‐ | |
πίμπρα. καὶ οὕτως ἴσχυσαν πάσας ἀποκτεῖναι. | ||
4.50(1t) | Πεντεκοστή ἐστιν ἱστορία ἡ κατὰ τὴν Παταρικὴν Χίμαιραν. | |
2t | ἔστι δὲ αὕτη. | |
1 | Πάταρα πόλις τῆς Λυκίας. λέγεται δὲ ὅτι ἐν ταύτῃ ἐστὶν ὄρος, ἐν ᾧ ὄρει ἐστὶ θηρίον, ὃ πρόσθεν μέν ἐστι λέων, ὄπισθεν δὲ δράκων, μέση δὲ ἦν χίμαιρα· ἐξ ἧς χιμαίρας πῦρ ἀνεδίδοτο, καὶ ἐλυμαίνετο τοὺς παριόντας. ὕστερον δὲ ἐλθὼν ὁ Βελλεροφόντης | |
5 | ἔχων τὸν Πήγασον ἵππον ἀπέκτεινε τὴν Χίμαιραν. | |
4.51(1t) | Πεντηκοστὴ πρώτη ἐστὶν ἱστορία ἡ κατὰ τὸν Κέρβερον. ἔστι δὲ | |
2t | αὕτη. | |
1 | Μυθεύεται ὅτι ἐστί τις κύων ἔχων τρεῖς κεφαλὰς ὃς καλεῖται Τρίκρανος. καὶ οὗτος, φησί, φυλάττει τὰς πύλας τοῦ Ἅιδου. καὶ τοὺς μὲν καταβαίνοντας σαίνει καὶ κολακεύει, τοὺς δὲ ἀνιόντας δάκνει καὶ οὐκ ἐᾷ ἀνελθεῖν. φησὶν οὖν ὅτι ὁ Ἡρακ‐ | |
5 | λῆς, ὅτε κατῆλθε συναρπάσαι τῷ Πειρίθῳ τὴν Περσεφόνην, | |
ἀνιὼν ἀπέκτεινε τὸν Κέρβερον. | ||
4.52(1t) | Πεντηκοστὴ δευτέρα ἐστὶν ἱστορία ἡ κατὰ τὴν Σκύλλαν. ἔστι δὲ | |
2t | αὕτη. | |
1 | Μυθεύεται ἐν τῷ Τυρρηνικῷ πελάγει θηρίον, ὅ ἐστι γυνὴ μὲν περικαλλὴς μέχρι τοῦ ὀμφαλοῦ, ἔνθεν δὲ καὶ ἔνθεν κυνῶν κεφαλαὶ προσπεφύκασιν αὐτῇ ἕξ· τὸ δὲ ἄλλο αὐτῆς σῶμα ὀφιῶ‐ δες. ὅ, φησί, θηρίον τοὺς παραπλέοντας τὰ πελάγη ταῦτα | |
5 | κατήσθιεν ἀφειδῶς καὶ θηριωδῶς. | |
4.53(1t) | Πεντηκοστὴ τρίτη ἐστὶν ἱστορία ἡ κατὰ τὴν Χάρυβδιν. ἔστι δὲ | |
2t | αὕτη. | |
1 | Περὶ τὸ Σικελικὸν τοῦτο καὶ Τυρρηνικὸν πέλαγός ἐστι τις τόπος, ἐν ᾧ ἡ θάλασσα γίνεται ἄμπωτις καὶ ῥαχία. καὶ διίσταται τὸ ὕδωρ ὥστε τὸν πυθμένα τῆς θαλάσσης κατὰ τοῦτο τὸ μέρος, εἴγε δυνατόν, ὁρᾶσθαι. ἄμπωτις δέ ἐστιν οἱονεὶ ἀνάποσίς τις καὶ | |
5 | ἀναρρόφησις· τὸ δὲ ὕδωρ ὑπονοστεῖ ἔν τισι κοιλώμασι τῶν πετρῶν καὶ πάλιν ἐκρήγνυται. ὃ καὶ καλεῖται ῥαχία. ἦν δὲ οὗτος ὁ τόπος τοῖς πλέουσιν ἐπικίνδυνος καὶ θανάτου μεστός. ὁλο‐ βρύχιον γὰρ τὸ πλοῖον ἐγίνετο ἐν τούτῳ τῷ τόπῳ, εἰ συνέβη, πλέοντος τοῦ πλοίου, γενέσθαι ἀμπώτιδα καὶ ῥαχίαν. περὶ | |
10 | τούτων Ὅμηρος· Ἔνθεν μὲν Σκύλλη, ἑτέρωθι δὲ δῖα Χάρυβδις. ἀντίθετον δὲ ἐκάλεσε τὴν Χάρυβδιν πρὸς τὴν Σκύλλαν παρα‐ | |
βαλών. | ||
4.54(1t) | Πεντηκοστὴ τετάρτη ἐστὶν ἱστορία ἡ περὶ τῆς Ἅιδος κυνέης. | |
2t | ἔστι δὲ αὕτη. | |
1 | Ὅμηρος ὁ ποιητὴς εἰσφέρει τὸν Δία ἀορασίαν τινὰ καὶ ἀφάνειαν ἐμποιήσαντα περὶ τοὺς Ἕλληνας ὥστε μὴ ὁρᾶσθαι. λέγει οὖν μυθικώτερον, ὅτι τὴν κυνέαν τοῦ Ἅιδου περιέβαλεν αὐτοῖς ὥστε μὴ ὁρᾶσθαι. ἡ δὲ κυνέη περικεφαλαία ἐστὶ τοῦ | |
5 | Ἅιδου ἤτοι τοῦ Πλούτωνος. | |
4.55(1t) | Πεντηκοστὴ πέμπτη ἐστὶν ἱστορία ἡ κατὰ τὸν Γύγου δακτύλιον. | |
2t | ἔστι δὲ αὕτη. | |
1 | Πλάτων ὁ φιλόσοφος ἐν Πολιτείαις (ἔστι δὲ οὕτως αὐτοῦ λεγομένη πραγματεία) εἰσφέρει τινὰ μῦθον. οὗτος δὲ λέγει ὅτι | |
Γύγης ἦν τις ποιμὴν περὶ τὴν Λυδίαν. οὗτος ποιμαίνων ἐν ὄρει τὰ πρόβατα, περιέτυχε σπηλαίῳ τινι, καὶ εἰσελθὼν ἐν αὐτῷ, | ||
5 | εὗρεν ἵππον χαλκοῦν, καὶ εὗρεν ἐν τῷ χαλκῷ ἵππῳ νεκρὸν ἄνθρωπον καὶ δακτύλιον. οὗ δακτυλίου ἡ κεφαλὴ στρεπτὴ ἦν, καὶ ἐστρέφετο. ἣν κεφαλὴν καλεῖ σφενδόνην ὁ θεῖος Γρη‐ γόριος. ἔλαβεν οὖν ὁ Γύγης, φησί, τὸν δακτύλιον, καὶ ἐξῆλθεν. καὶ ἡνίκα μὲν ἦν ἐν τῇ τάξει ὁ δακτύλιος, ἑωρᾶτο ὑπὸ πάντων, | |
10 | ἡνίκα δὲ τὴν σφενδόνην τοῦ δακτυλίου ἔστρεφεν, ἀφανὴς ἐγίνετο πᾶσιν. ὁ οὖν Πλάτων εἰσφέρει τὸν μῦθον τοῦτον, ὅτι, φησίν, ὁ δίκαιος ἀνήρ, κἂν τὸν Γύγου λάβῃ δακτύλιον ἵνα μὴ ὁρᾶται ὑπό τινος, οὐδ’ οὕτως ὤφειλεν ἀδικεῖν. δεῖ γὰρ τὸ καλὸν δι’ αὐτὸ τὸ ἀγαθὸν ἐπιτηδεύεσθαι, καὶ μὴ δι’ ἄλλους τινάς. | |
4.56(1t) | Πεντηκοστὴ ἕκτη ἐστὶν ἱστορία ἡ κατὰ τὸ τοὺς Λινδίους κατα‐ | |
2t | ρᾶσθαι τῷ Βουθοίνᾳ. ἔστι δὲ αὕτη. | |
1 | Λίνδος πόλις παλαιὰ τῆς Ῥόδου. ἐν ταύτῃ τῷ ἱερεῖ τῷ θύοντι καὶ θοινωμένῳ τὸν βοῦν οἱ θύοντες κατηρῶντο καὶ διελοιδο‐ ροῦντο καὶ ὕβριζον ὕβρεις οὐχ ὁσίας. | |
4.57(1t) | Πεντηκοστὴ ἑβδόμη ἐστὶν ἱστορία ἡ περὶ τοῦ ἐν τοῖς Ταύροις | |
2t | ξενοκτονεῖν. ἔστι δὲ αὕτη. | |
1 | Ἤδη εἴπομεν ὅτι ἐν τῇ Σκυθίᾳ ἔθνος ἐστὶν ἤτοι πόλις λεγο‐ μένη Ταῦροι. ἐνταῦθα τιμᾶται ἡ Ἄρτεμις. τῆς οὖν Ἰφιγενείας τῆς Ἀγαμέμνονος θυγατρὸς ἐνταῦθα ὑπὸ τῆς Ἀρτέμιδος ἐνεχ‐ θείσης, τοὺς ἀφικομένους ξένους ἔθυον πρὸς τὸ μὴ κατάδηλον | |
5 | γίνεσθαι τὴν Ἰφιγενείαν μετὰ τὴν ἐπάνοδον τῶν ξένων. | |
4.58(1t) | Πεντηκοστὴ ὀγδόη ἐστὶν ἱστορία τὸ τοὺς Λάκωνας ξαίνεσθαι | |
2t | παρὰ τοὺς βωμούς. ἔστι δὲ αὕτη ῥηθεῖσα μὲν καὶ ἤδη πρότερον, | |
3t | καὶ νῦν δὲ λέγεται. | |
1 | Οἱ Λακεδαιμόνιοι καρτερικοὺς τοὺς ἑαυτῶν παῖδας εἶναι ἐκδι‐ δάσκοντες ταῖς διαμαστιγώσεσιν ἐχρῶντο, ἐκδιδάσκοντες αὐ‐ τοὺς ὑπομονητικῶς ἔχειν. καὶ τούτους ἔξαινον ταῖς πληγαῖς παρὰ τοῖς βωμοῖς, καὶ τῷ μὴ ὀλιγωρήσαντι ἀλλὰ γενναίως | |
5 | ἐνεγκόντι ἆθλον ἐδίδοσαν. | |
4.59(1t) | Πεντηκοστὴ ἐνάτη ἐστὶν ἱστορία ἡ τοῦ κατατέμνεσθαι τοὺς | |
2t | Φρύγας. καὶ αὕτη μὲν εἴρηται ἡμῖν, ὅμως δὲ καὶ νῦν εἴπομεν. | |
1 | Παρὰ τοῖς Φρυξὶν ἐτιμᾶτο ἡ Ῥέα ἡ μητὴρ τῶν θεῶν. ταύτῃ πανηγυρίζοντες, κατέτεμνον ἑαυτῶν τοὺς μηροὺς καὶ τοὺς ὤμους. ἄλλοι δὲ ηὔλουν ἵνα ὑποκλέπτηται διὰ τῆς τῶν αὐλῶν ἡδονῆς ἡ τῆς κατατομῆς ἀνία. | |
4.60(1t) | Ἑξηκοστή ἐστιν ἱστορία ἡ τὸ ἀπερρίφθαι τοὺς νόθους εἰς | |
2t | Κυνόσαργες. ἔστι δὲ αὕτη. | |
1 | Κυνόσαργες τόπος ἦν ἐν Ἀθήναις ἐν ᾧ οἱ νόθοι ἐκρίνοντο, εἰ τοῦδε ὄντως γέγονεν υἱός. ἐκάλουν δὲ παρ’ Ἀθηναίοις καὶ τοὺς ἀπελευθέρους νόθους. νόθοι δὲ καὶ οὗτοι ὡς πρὸς τοὺς ἐκ γεννητῆς ἐλευθέρους. καὶ οὗτοι δὲ ἐκρίνοντο καὶ ἐδοκιμάζοντο, | |
5 | εἰ ὅλως ἠλευθερώθησαν. Κυνόσαργες δὲ ἤκουσεν ὁ τόπος ἀπὸ τούτου· θυσίας πλησίον ἐν ἱερῷ γινομένης, εἰσελθὼν κύων ἥρπασε κρέα τοῦ θύματος, καὶ ἤγαγεν ἐν τούτῳ τῷ τόπῳ. καὶ | |
ἐκεῖ ἐκτίσθη τις νεὼς καὶ ἐκλήθη Κυνόσαργες, οἱονεὶ κυνόσαρ‐ κες, ἀπὸ τῶν σαρκῶν καὶ τοῦ κυνός. ὕστερον δὲ τοῦ Κ ἐξελ‐ | ||
10 | θόντος, εἰσῆλθε τὸ Γ. | |
4.61(1t) | Ἑξηκοστὴ πρώτη ἐστὶν ἱστορία ἡ κατὰ τὸν Ξάνθον καὶ τὴν | |
2t | Χαλκίδα. | |
1 | Ὅμηρος· Ὃν Ξάνθον καλέουσι θεοί, ἄνδρες δὲ Σκάμανδρον. καὶ πάλιν· Χαλκίδα κικλήσκουσι θεοί, ἄνδρες δὲ Κύμινδιν. | |
5 | διαπαίζει οὖν αὐτοὺς ὁ θεῖος διδάσκαλος. | |
4.62(1t) | Ἑξηκοστὴ δευτέρα ἐστὶν ἱστορία ἡ περὶ τοῦ Παλαμήδους. ἔστι | |
2t | δὲ αὕτη. | |
1 | Λέγεται ὅτι ὁ Παλαμήδης, Εὐβοεὺς ὢν τὸ γένος (Εὔβοια δὲ νῆσος ἀπαντικρὺ τῆς Ἀττικῆς), εὗρε τὸ ἀριθμεῖν καὶ τὸ τα‐ βλίζειν καὶ χρῆσθαι ἄλλαις πολλαῖς μεθόδοις. οὗτος δὲ ὁ Παλα‐ μήδης εἷς ἐστι τῶν συστρατευσαμένων ἐπὶ τὸ Ἴλιον. ἀπέθανε δὲ | |
5 | ἐν Τροίᾳ κατὰ ἐπιβουλὴν τοῦ Ὀδυσσέως. Ὀδυσσέα γὰρ εἶχεν ἐχθρὸν διὰ τοιαύτην αἰτίαν· τοῦ Ἀγαμέμνονος προτρεπομένου | |
τὸν Ὀδυσσέα ἐπὶ τὴν περὶ Τροίαν ἔξοδον, καὶ μὴ θέλων ἀπελθεῖν ὁ Ὀδυσσεὺς καὶ μανίαν προσποιησάμενος καὶ λαβὼν ὄνον καὶ βοῦν, καὶ δῆθεν ἀροτριῶν ἐν μανίας προσποιήσει, ὁ | ||
10 | Παλαμήδης ἤλεγξεν ὅτι δὴ οὐ μαίνεται. ἤλεγξε δὲ αὐτὸν Τηλέμαχον τὸν υἱὸν αὐτοῦ προθεὶς πρὸ τοῦ ἀρότρου. εἶτα φθάσας ὁ Ὀδυσσεὺς περὶ τὸ παιδίον, ἐπῆρε τὸ ἄροτρον ἵνα μὴ πλήξῃ τὸ παιδίον, καὶ ἐγνώσθη ὅτι νηφάλιός ἐστιν. ταύτην οὖν τὴν μῆνιν μηνιῶν ὁ Ὀδυσσεὺς ἐν τῇ Τροίᾳ, ποιεῖ πλαστὴν | |
15 | ἐπιστολὴν ἀπὸ Πριάμου ὡς πρὸς τὸν Παλαμήδην περὶ προδο‐ σίας τῶν Ἑλλήνων, καὶ ὑποτίθησιν ἐν τῇ τοῦ Παλαμήδους σκηνῇ. ὕστερον κατηγορίας γενομένης κατὰ Παλαμήδους ὡς προδότου, εὑρέθη ἡ ἐπιστολή· καὶ τέθνηκεν ὑπὸ Ἀγαμέμνονος | |
καὶ πάντων τῶν Ἑλλήνων. | ||
4.63(1t) | Ἑξηκοστὴ τρίτη ἐστὶν ἱστορία ἡ κατὰ τὸν κολοιὸν καὶ τὰ | |
2t | πτερὰ αὐτοῦ. ἔστι δὲ αὕτη μῦθός τις τοιόσδε. | |
1 | Κρίσις ἦν, φησί, περὶ κάλλους ὀρνέων, καὶ ὁ Ζεὺς διαιτητὴς ὑπῆρχε τῆς κρίσεως. ἦν δὲ ὁρισθεῖσα ἡ ἡμέρα ἐν ᾗ ἔδει συναλισθῆναι τὰ ὄρνεα παρὰ τὸν Δία. τῇ προτεραίᾳ δὲ τῆς ὁρισθείσης ἡμέρας παρὰ τοὺς ποταμοὺς φοιτήσαντα τὰ ὄρνεα | |
5 | τοῖς νάμασιν ἀπενίζοντο τὰ πτερὰ ἵνα τὸ φυσικὸν ἑκάστῳ διαλάμψῃ κάλλος. ὁ δὲ κολοιὸς (ἔστι δὲ τοῦτο τὸ ὄρνεον εὖ μάλα μικρὸν μὲν τὸ σῶμα, ἀκαλλὲς δὲ τὸ εἶδος) τῶν ἐκπεσόντων παρὰ τοῖς ὕδασι πτερῶν περιθεὶς ἑαυτῷ, ἧκε καὶ αὐτὸς παρὰ τὸν Δία, ὡς ληψόμενος τοῦ κάλλους τὸ νικητήριον. ἀνέμου δὲ ὧδε | |
10 | πνεύσαντος καὶ ἀποσκεδάσαντος τὰ ἀλλόφυλα τῶν πτερῶν, γυμνὸς εὑρέθη τοῦ κάλλους· ἔχων δὲ τὴν ἐκ φύσεως αὐτῷ | |
περικειμένην ἀμορφίαν, οὕτω τῆς αἰσχύνης ἀπήλαυσεν. | ||
4.64(1t) | Ἑξηκοστὴ τετάρτη ἐστὶν ἱστορία ἡ περὶ τῆς γραὸς τῆς διασεισ‐ | |
2t | θείσης τὸν ὦμον. ἔστι δὲ αὕτη. | |
1 | Γυνή τις καλουμένη ὥς τινες λέγουσι Σίβυλλα, ὡς δὲ ἄλλοι Φιμονόη, ὡς δὲ ἕτεροι Φίλυρα, ἐσείσθη παρά τινος νεανίσκου. ἡ δὲ γυνὴ ὑβριστικώτερον ἠνέχθη πρὸς τὸν νεανίσκον καὶ ὕβρισεν αὐτόν. ἦν δὲ ἡ ὕβρις ἡ λεχθεῖσα ἔμμετρος στίχος· καὶ | |
5 | τῆς ἁρμονίας τοῦ λόγου τῆς γραὸς ἀρεσάσης τοῖς παριστα‐ μένοις, τὸ μέτρον τοῦ στίχου ἔλαβον. καὶ οὕτως ἐτεχνώθη τὰ | |
περὶ τοὺς στίχους. | ||
4.65(1t) | Ἑξηκοστὴ πέμπτη ἐστὶν ἱστορία ἡ κατὰ τοὺς Κύκλωπας. ἔστι | |
2t | δὲ αὕτη. | |
1 | Ἐν τῇ Σικελίᾳ τῇ νήσῳ περὶ τὰ ὀρεινὰ αὐτῆς λέγονται γενέσθαι οἱ Κύκλωπες, ποιμενικὸν μὲν βίον ἐπιτηδεύοντες, ζῶντες δὲ βιαιότερον. λέγονται δὲ οὗτοι ἀνθρωποφάγοι εἶναι καὶ κατεδηδοκέναι τοὺς τοῦ Ὀδυσσέως ἑταίρους. τρεῖς δὲ | |
5 | αὐτῶν λέγονται οἱ ἐξοχώτατοι, Βρόντης, Στερόπης, Ἄργης. λέγονται δὲ οὗτοι αὐτοὶ καὶ ἐξοχώτατοι χαλκεῖς τὴν τέχνην, οἵτινες διὰ τῆς οἰκείας τέχνης τὴν βροντὴν καὶ τὴν ἀστραπὴν τῷ Διὶ κατεσκεύασαν. Κύκλωπες δὲ ἐλέγοντο, ὡς μὲν Ἡσίοδος, ὅτι ἕνα εἶχον κυκλοτερῆ ὀφθαλμὸν ἐν τῇ ὄψει, ὡς δὲ | |
10 | Τηλέφατος, ὅτι κυκλοτερῆ τινα νῆσον ᾤκουν. | |
4.66(1t) | Ἑξηκοστὴ ἕκτη ἐστὶν ἱστορία ἡ περὶ τῆς ἀλουργίδος. ἔστι δὲ | |
2t | αὕτη. | |
1 | Ἐν Τύρῳ παρὰ τὸν αἰγιαλὸν κύων ποιμενικὴ πορευομένη εὑροῦσα κογχύλιον ἔφαγεν. εἶτα τὸ αἷμα τοῦ κογχυλίου ἔβαψε τῆς κυνὸς τὸ στόμα. ὁ δὲ ποιμὴν νομίζων πεπλῆχθαι τὴν κύνα, λαβὼν ἔριον, ἀπέμαξε τὸ αἷμα τοῦ στόματος. καὶ εὕρηται ἡ μὲν | |
5 | κύων μηδὲν ἔχουσα, τὸ δὲ ἔριον τὴν τῆς πορφύρας ἀναδεδεγ‐ μένον βαφήν. εἶτα ἐγνωκὼς ὅτι τὸ κογχύλιον τοιαύτην ἔχει φύσιν βαπτικήν, ἐδημοσίευσεν αὐτὸ τοῦτο. καὶ οὕτω συνέλεγον | |
ἐν τῇ θαλάττῃ τὰ κογχύλια, καὶ κατεσκεύασαν τὰς πορφύρας. | ||
4.67(1t) | Ἑξηκοστὴ ἑβδόμη ἐστὶν ἱστορία ἡ κατὰ τὴν γεωργίαν καὶ τὴν | |
2t | ναυπηγίαν. ἔστι δὲ αὕτη καθὼς μυθεύεται. | |
1 | Ἡ Δημήτηρ εἶχε θυγατέρα τὴν Περσεφόνην. ταύτην ἥρπασεν ὁ Πλούτων. περιϊοῦσα δὲ ἡ Δημήτηρ καὶ ζητοῦσα τὴν θυγα‐ τέρα, ἦλθεν εἰς τὴν Ἀττικήν, καὶ καταλύει παρὰ Τριπτολέμῳ τινὶ ἐν κώμῃ Ἐλευσῖνι οὕτω καλουμένῃ. μανθάνει οὖν αὕτη | |
5 | παρὰ τοῦ Τριπτολέμου ὅτι ὁ Πλούτων ἥρπασε τὴν Περ‐ σεφόνην. καὶ ὑπὲρ ταύτης τῆς εὐεργεσίας δίδωσι τῷ Τριπτο‐ λέμῳ τὰ σπέρματα, λέγω δὴ σῖτον καὶ κριθήν, ἐντειλαμένη μὴ φθονῆσαι, ἀλλὰ περιελθεῖν καὶ σκορπίσαι τὰ σπέρματα πᾶσιν ἀνθρώποις. ἵνα μάθωσι τὸ σπείρειν καὶ γεωργεῖν καὶ ἐσθίειν | |
10 | τοὺς ἡμέρους καρπούς. πάλαι γὰρ ἤσθιον τοὺς βαλάνους ἐκ τῶν φηγῶν· ἔνθεν ἀπὸ τῆς φηγοῦ τὸ φαγεῖν εἴρηται. λέγεται δὲ ὅτι ὁ Τριπτόλεμος, λαβὼν ἅρμα δρακόντων πτερωτῶν, συμπαρα‐ λαβὼν καὶ τὸν Κελεόν, οὕτως ἐπλανᾶτο φιλοτιμούμενος τὰ σπέρματα. | |
15 | Λέγει δὲ ὁ θεῖος Γρηγόριος ὅτι καὶ ἡ ναυπηγία παρὰ Ἀθη‐ ναίοις εὕρηται. οἶμαι δὲ αὐτὸν λέγειν περὶ τῆς ναυμαχικῆς τέχνης. ναυμάχοι γὰρ κατ’ ἄκρον Ἀθηναῖοι. ναῦς γὰρ λέγονται | |
πρῶτοι Φοίνικες ναυπηγήσασθαι, τριήρεις δὲ Σεμίραμις. | ||
4.68(1t) | Ἑξηκοστὴ ὀγδόη ἐστὶν ἱστορία ἡ κατὰ τὸν Κελεὸν καὶ τὸν | |
2t | Ἰκάριον. | |
1 | Καὶ περὶ μὲν τοῦ Κελεοῦ εἴπομεν ἐν τῇ πρὸ ταύτης ἱστορίᾳ, ὅτι μετὰ τοῦ Τριπτολέμου ἐπλανᾶτο διδοὺς τὰ σπέρματα. περὶ δὲ τοῦ Ἰκαρίου ἐστὶν αὕτη. λέγεται ὅτι ὁ οἶνος παρὰ τοῦ Διονύσου εὕρηται, διὸ καὶ ἔφορον τῆς ἀμπέλου λέγουσι τὸν | |
5 | Διόνυσον. οὗτος οὖν ὁ Διόνυσος ἐλθὼν ἐν Ἀθήναις Ἰκαρίῳ τινὶ περιτυχών, δέδωκεν αὐτῷ κλῆμα ἀμπέλου φυτεῦσαι. καὶ ἐφύτευσε, καὶ ἐγεώργησεν οἶνον, καὶ ἔπιε καὶ αὐτός, καὶ δέδωκε καὶ ποιμέσι πιεῖν. οἱ δὲ ποιμένες μεθυσθέντες διὰ τὸ ἐκ παρα‐ δόξου πρῶτον πιεῖν νομίσαντες φαρμαχθῆναι παρὰ τοῦ Ἰκα‐ | |
10 | ρίου, ἀποκτείνουσιν αὐτόν. ἡ δὲ Ἠριγόνη, ἡ τούτου θυγάτηρ, διὰ τῆς κυνὸς τοῦ Ἰκαρίου γνοῦσα ὅτι τέθνηκεν, ἐποτνιᾶτο καὶ ἤσχαλλεν. καὶ ταύτην ἐλεήσαντες οἱ θεοὶ διὰ τὸ πάθος, μετέθη‐ καν αὐτὴν εἰς τὸν οὐρανόν. καὶ νῦν ἐστι, φησίν, ἐν τοῖς ἄστροις ἡ Ἠριγόνη. | |
15 | Τὸ δὲ λέγειν, Μυστήριον ὑμῖν αἰσχρὸν ταῦτα ἐποίησε, οὐ περὶ τοῦ Ἰκαρίου λέγει, ἀλλὰ περὶ τῆς κατὰ τὴν Δημήτραν μυθολογίας. λέγεται δὲ αὕτη οὐ μόνον δεδωκέναι αὐτοῖς τὰ σπέρματα, ἀλλὰ καὶ θεσμόν τινα μυστηρίων ἐδίδαξεν, ἅτινα τελοῦνται οἱ Ἕλληνες. ὡς γὰρ παρὰ τοῖς θεοδιδάκτοις Χριστια‐ | |
20 | νοῖς ἐστι τὸ φώτισμα, οὕτω παρ’ ἐκείνοις ἡ τοιάδε. ἡ δὲ τοιαύτη τῶν Ἑλλήνων ἑορτὴ λέγεται καὶ Μυστήρια καὶ Ἐλευσίνια καὶ | |
Δημήτρια. | ||
4.69(1t) | Ἑξηκοστὴ ἐνάτη ἐστὶν ἱστορία ἡ κατὰ τὸ θρησκεύειν καὶ τὸ | |
2t | μυεῖσθαι. ἔστι δὲ αὕτη. | |
1 | Λέγεται ὅτι Ὀρφεὺς, Θρᾷξ ὢν τὸ γένος καὶ θεολογήσας τὰ Ἑλλήνων μυστήρια, ἐδίδαξε πῶς τε καὶ ... δεῖ τιμᾶν θεούς. τοῦτο οὖν τὸ τιμᾶν θεοὺς ἐκάλεσεν θρησκεύειν, ὡς Θρᾳκίας οὔσης τῆς εὑρέσεως. ἄλλοι δὲ ἠτυμολόγησαν ὅτι τὸ θρησκεύειν | |
5 | παρῆκται ἀπὸ τοῦ οἱονεὶ θεοδερκεύειν, τουτέστι θεὸν ὁρᾶν. δέρκειν γάρ ἐστι τὸ ὁρᾶν. τὸ δὲ μυεῖσθαι εἴρηται ἢ παρὰ τὸ | |
μυστήρια καὶ ἀπόρρητα τελεῖσθαι, ἢ διὰ τὸ μύοντας τὰς αἰσ‐ θήσεις καὶ ἐπέκεινα γινομένους πάσης σωματικῆς φαντασίας οὕτως εἰσδέχεσθαι τὰς θείας ἐλλάμψεις. | ||
4.70(1t) | Ἑβδομηκοστή ἐστιν ἱστορία ἡ περὶ τοῦ θύειν καὶ ἀστρονομεῖν | |
2t | καὶ γεωμετρεῖν. ἔστι δὲ οὐκ ἀσαφής. | |
1 | Λέγεται δὲ ὅτι τὸ θύειν θεοῖς Χαλδαῖοι ἐξηῦρον, ἤτοι Κύπριοι· διφορεῖται οὖν ἡ ἱστορία. Χαλδαῖοι δὲ ἔθνος Περσι‐ κόν. Τὴν δὲ ἀστρονομίαν λέγονται πρῶτοι εὑρηκέναι Βαβυλώνιοι | |
5 | διὰ Ζωροάστρου, δεύτεροι δὲ ἐδέξαντο Αἰγύπτιοι. | |
Τὴν δὲ γεωμετρίαν εὗρον Αἰγύπτιοι ἐκ τοῦ ἀπλέτου τῆς γῆς καὶ τῆς διαιρέσεως τῶν χωρῶν προδιδαχθέντες, καὶ εἶθ’ οὕτως συγγράψαντες καὶ χρώμενοι. Τὴν δὲ μαγείαν, φησίν, εὗρον Μῆδοι, εἶτα Πέρσαι, πρῶτοι δὲ | ||
10 | Μῆδοι. διαφέρει δὲ μαγεία γοητείας καὶ γοητεία φαρμακείας τούτοις, ὅτι ἡ μὲν μαγεία ἐπίκλησίς ἐστι δαιμόνων ἀγαθοποιῶν πρὸς ἀγαθοῦ τινος σύστασιν, ὥσπερ τὰ τοῦ Ἀπολλωνίου τοῦ Τυανέως θεσπίσματα δι’ ἀγαθὸν γεγόνασιν. γοητεία δέ ἐστιν ἐπίκλησις δαιμόνων κακοποιῶν περὶ τοὺς τάφους εἰλουμένων | |
15 | ἐπὶ κακοῦ τινος σύστασιν. γοητεία δὲ ἤκουσεν ἀπὸ τῶν γόων καὶ τῶν θρήνων τῶν περὶ τοὺς τάφους γινομένων. φαρμακεία δὲ ὅταν διά τινος σκευασίας θανατηφόρου ἢ πρὸς φίλτρον τις δοίη | |
τινὶ ἢ διὰ στόματος. | ||
4.71(1t) | Ἑβδομηκοστὴ πρώτη ἐστὶν ἱστορία ἡ περὶ τῆς ὀνειρομαντείας. | |
2t | ἔστι δὲ αὕτη. | |
1 | Τελμισσὸς πόλις ἐστὶ Λυκίας. αὕτη δὲ παλαιοτάτη πόλις. ἦν δὲ καὶ ἐπὶ τῶν χρόνων τοῦ Κροίσου. οὗτοι λέγονται πρῶτοι τοὺς ὀνείρους εὑρεῖν, διακρίνειν καὶ τὰ τέρατα. ἔλεγον γάρ, εἰ γέγονέ τι παράδοξον, ὅτι τόδε σημαίνει, καὶ πάντως, ὡς ἂν | |
5 | εἶπον, συνέβαινεν ἐξέρχεσθαι. | |
4.72(1t) | Ἑβδομηκοστὴ δευτέρα ἐστὶν ἱστορία ἡ περὶ τῆς οἰωνιστικῆς. | |
1 | Λέγονται τοίνυν Φρύγες εὑρεῖν πᾶσαν τὴν οἰωνιστικήν. τῆς δὲ οἰωνιστικῆς, τὸ μέν ἐστιν ὀρνεοσκοπικόν, τὸ δὲ οἰκοσκοπι‐ κόν, τὸ δὲ ἐνόδιον, τὸ δὲ χειροσκοπικόν, τὸ δὲ παλμικόν. Ὀρνεοσκοπικὸν οὖν ἐστιν ὅταν πετομένου τοῦδε ἢ τοῦδε | |
5 | τοῦ ὄρνιθος, ἢ ἐμπρὸς ἢ ὀπίσω, ἢ δεξιὰ ἢ ἀριστερά, εἴπωμεν ὅτι τόδε σημαίνει. λέγεται δὲ ἐξευρηκέναι αὐτὴν πρῶτος Τηλέγο‐ νος. Οἰκοσκοπικὸν δέ ἐστιν ὅταν τὰ ἐν τῷ οἴκῳ συμβαίνοντα ἐξηγήσεται, καὶ εἴπῃ ὅτι τόδε σημαίνει. ἐπειδὴ ἐν τῇ στέγῃ | |
10 | ἐφάνη γαλῆ, ἢ ὄφις, ἢ μῦς, ἢ ἐκενώθη ἔλαιον, ἢ μέλι, ἢ οἶνος, ἢ τέφρα, ἢ ἄλλο τι, ὅτι τόδε σημαίνει. ταῦτα δὲ συνεγράψατο Ξενοκράτης. Ἐνόδιον δέ ἐστιν ὅταν ἐξηγήσεται τὰ ἐν τῇ ὁδῷ ὑπαντῶντα, ὅτι, Ἐάν σοι ὑπαντήσῃ τις τόδε βαστάζων, τόδε σοι συμβήσε‐ | |
15 | ται, ἐὰν ὁ δείνα, τόδε. ὅπερ συνεγράψατο Πόλλις. Χειροσκοπικὸν δέ ἐστιν ὅταν διὰ τῆς ἐκστάσεως τῶν χειρῶν καὶ διὰ τῶν ῥυτίδων εἴπωμεν ὅτι τόδε αὐτὸν μένει, ἢ ὅτι γαμεῖ, ἢ | |
παιδοποιεῖ, ἤ τι τοιοῦτον· ὃ συνεγράψατο Ἕλενος. Παλμικὸν δέ ἐστι τὸ διὰ τῆς πάλσεως τοῦ σώματος γνωριζόμε‐ | ||
20 | νον, οἷον, ἐπάλθη ὁ δεξιὸς ὀφθαλμός, τόδε σημαίνει, ἢ ὁ ὦμος, | |
ἢ ὁ μηρός· ὃ συνεγράψατο Ποσειδώνιος καὶ ἄλλοι πολλοί. | ||
4.73(1t) | Ἑβδομηκοστὴ τρίτη ἐστὶν ἱστορία ἡ περὶ τῆς ἐπαναστάσεως | |
2t | τῶν Σκυθῶν τοῖς δεσπόταις. ἔστι δὲ αὕτη. | |
1 | Τῶν νομάδων Σκυθῶν μέρος τι ἐξῆλθεν ἐκ τῆς Σκυθίας πλανώμενον ἐπὶ ληστείᾳ. εἴασαν δὲ τοὺς οἰκέτας οὗτοι μετὰ τῶν γυναικῶν τυρεύειν τὸ γάλα. τοὺς δὲ οἰκέτας αὐτῶν ἐξετύφλουν οἱ Σκύθαι, καὶ οὕτω παρεῖχον αὐτοῖς τυρεύειν τὸ γάλα. χρόνου | |
5 | οὖν ἐγγενομένου, καὶ τῶν Σκυθῶν τῶν ἐξελθόντων μὴ ὑποσ‐ τρεφόντων, αἱ γυναῖκες φοιτῶσι παρὰ τοῖς δούλοις τοῖς ἐκτυφλω‐ θεῖσι καὶ συγγίνονται αὐτοῖς, καὶ συλλαβοῦσαι γεννῶσι. καὶ γίνονται παῖδες ἀντὶ τῶν ἐξελθόντων Σκυθῶν. ἦσαν δὲ δοῦλοι κατὰ τὸ σπέρμα. | |
10 | Οἱ οὖν πάλαι ἐξελθόντες Σκύθαι ὑποστρέψαντες, εὗρον τούτους τοὺς γεννηθέντας ἐκ τῶν δούλων ἡβήσαντας καὶ ἐναν‐ τιουμένους αὐτοῖς. καὶ γενομένου πολέμου μεταξὺ τῶν δουλοσ‐ πόρων καὶ τῶν ἐπανελθόντων Σκυθῶν, ἡττῶνται πάνυ οἱ ἐπανελ‐ θόντες. τούτοις οὖν ἡττηθεῖσιν εἷς τις συνεβούλευσε μὴ ὅπλοις | |
15 | αὐτοὺς πολεμῆσαι, ἀλλὰ διὰ μάστιγος. Τὸ γὰρ δι’ ὅπλων, φησί, πολεμῆσαί τινας, ὡς ἀπὸ ἴσων εἰς ἴσους ἐστὶν ὁ πόλεμος. τὸ δὲ διὰ μαστίγων αὐτοῖς ἐπελθεῖν, ὡς ἀπὸ δεσποτῶν εἰς δούλους ἐστίν. οἱ οὖν δουλόσποροι θεασάμενοι τοὺς Σκύθας μετὰ τῶν μαστίγων ὑπέκυψαν ὡς οἰκείοις δεσπόταις. καὶ οὕτω κατελύθη ὁ | |
20 | πόλεμος. | |
4.74(1t) | Ἑβδομηκοστὴ τετάρτη ἐστὶν ἱστορία ἡ κατὰ τὴν Θετταλικὴν | |
2t | ἵππον καὶ τὴν γυναῖκα τὴν Λακεδαιμονίαν. ἔστι δὲ αὕτη. | |
1 | Πᾶσα πόλις κατ’ ἐξαίρετόν τι εἶχεν ἰδίωμα, οἷον ἡ Θετταλῶν χώρα ἔσχε τοὺς ἵππους, ἡ Ἀθηναίων τὰ μέταλλα τοῦ ἀργύρου, ἡ Ἰνδία τὴν χρυσίτιδα ψάμμον, ὁμοίως καὶ ἡ Λακεδαίμων κύνας θηρευτικοὺς (ἔνθεν καὶ οἱ Λακωνικοὶ κύνες) καὶ γυναῖ‐ | |
5 | κας ἀνδρείας καὶ ἀπτοήτους. ἔσχε δὲ καὶ ἡ Σικελία πηγὴν ὕδατος, Ἀρέθουσαν οὕτω καλουμένην, ἧς ἐρασθῆναι τὸν Ἀλφειὸν ποταμὸν μυθεύουσιν. τὸ δὲ ὕδωρ τῆς Ἀρεθούσης ἀκραιφνές τε καὶ καθαρὸν καὶ γλυκύ. λέγει οὖν ὁ θεῖος Γρη‐ γόριος ὅτι ὥσπερ ἔνιαι χῶραι καὶ πόλεις καὶ πολῖται ἔσχον τι | |
10 | κατ’ ἐξαίρετον ἰδίωμα, οὕτω τὸ δόγμα τῶν Χριστιανῶν πάντα ταῦτα, ὀρφανοτροφεῖα, ξενῶνας, νοσοκομεῖα, πτωχοτροφεῖα | |
καὶ πάντα τὰ τοιαῦτα ἀγαθά. | ||
4.75(1t) | Ἑβδομηκοστὴ πέμπτη ἐστὶν ἱστορία ἡ περὶ τῆς Πλάτωνος ἐν | |
2t | λόγοις πόλεως. | |
1 | Πλάτων ὁ φιλόσοφος συνεγράψατο σύνταγμα ὃ Πολιτείαν ἐπέγραψεν. ἐν τούτῳ τῷ συντάγματι λέγει ὁποίαν δεῖ γενέσθαι πόλιν καὶ ἐκ πόσων ἀνδρῶν συγκειμένην καὶ ποίοις ἤθεσι καὶ νόμοις πολιτευομένην. αὕτη δὲ αὐτῷ ἡ πόλις λόγῳ μόνον | |
5 | συνέστη, ἔργῳ δὲ οὔτε συνέστη οὔτε ἐπολιτεύσατο. ἐν ἐκείνῳ οὖν τῷ συντάγματι λέγει τοῦτο τὸ ῥησίδιον, ὅτι, Ὑποκείσθ‐ ωσαν ἡμῖν οἱ πολῖται τάδε φθεγγόμενοι, ἵν’ ἴδωμεν αὐτῶν | |
κινουμένην τὴν ἐπίνοιαν. | ||
4.76(1t) | Ἑβδομηκοστὴ ἕκτη ἐστὶν ἱστορία ἡ περὶ τῆς Ἡσιόδου Θεογο‐ | |
2t | νίας. | |
1 | Ἡσίοδος εἷς ἐστι τῶν πραττομένων ποιητῶν, οὗ πράττονται τρία ποιήματα, ἡ καλουμένη Θεογονία καὶ τὰ καλούμενα Ἔργα καὶ Ἡμέραι καὶ ἡ καλουμένη Ἀσπίς. ἐν τῷ οὖν Θεογονίᾳ ὁ Ἡσίοδος ἄρχεται καταριθμεῖσθαι τὰς γενέσεις τῶν θεῶν, ὅτι ἐκ | |
5 | τοῦ Χάους καὶ ἐκ τοῦ Αἰθέρος ἐγγενήθη ὁ δεῖνα, ἐκ τοῦ Οὐρα‐ νοῦ καὶ τῆς Γῆς ὁ Κρόνος, ἐκ τοῦ Κρόνου ὁ Ζεύς, ὁ Ποσειδῶν, ὁ Πλούτων. εἶτα καταφέρει σειρὰς γενῶν καὶ θεῶν καινοτέρων ὀνόματα, καὶ ὅτι οἵδε οἱ θεοὶ μετὰ τῶνδε ἐπολέμησαν, καὶ οἵδε ἡττήθησαν, καὶ οἵδε διεσπάραξαν τόνδε ἢ τούσδε. οἱ γὰρ | |
10 | Τιτᾶνες λέγονται διασπαράξαι τὸν Διόνυσον. Ταῦτα δὲ τὰ ὀνόματα ἅτινα λέγει ὧδε, οἷον Κόττον, Βριάρεων, ὁ Ἡσίοδος λέγει γεννᾶσθαί τινας ἀνθρώπους ἀπὸ ἑκατὸν χειρῶν ἔχοντας, οἵτινες μετὰ τῶν θεῶν ἐπολέμησαν τοὺς Γίγαντας. οἱ γὰρ Γίγαντες μυθεύονται κατὰ θεῶν ἐπαναστῆναι, | |
15 | ἕως οὗ ἐκεραύνωσεν αὐτοὺς ὁ Ζεύς. ὁμοίως δὲ περὶ τῶν δρακον‐ τοπόδων Ἡσίοδος λέγει ὅτι ἐγεννήθησαν ἄνθρωποι δρακοντόπο‐ δες. κεραυνοφόρους δὲ λέγει νῦν θεούς, ἢ αὐτὸν τὸν Δία, ὡς κεραυνὸν ἐπαφέντα τοῖς Γίγασιν, ἢ Στερόπην καὶ Βρόντην, τοὺς χαλκεύσαντας τῷ Διὶ τὴν βροντὴν καὶ τὴν ἀστραπὴν καὶ | |
20 | τοὺς κεραυνούς. νήσους δὲ καὶ βέλη καὶ τάφους λέγει ἐπαφεῖσ‐ θαι τοῖς Γίγασι παρὰ τῶν θεῶν. ταῦτα οὖν μυθολόγει. Τὰ δὲ πικρὰ τούτων γεννήματα λέγει ὅτι ἐκ τοῦ αἵματος τῶν Γιγάντων ταῦτα τὰ θανατήφορα ζῷα γεγόνασιν, οἷον ἃ αὐτὸς καταριθμεῖται, τὴν Ὕδραν (αὕτη δέ ἐστιν ὁ ἐννεακέφαλος | |
25 | ὄφις, ὃν ἀνεῖλεν ὁ Ἡρακλῆς), τὴν Χίμαιραν (περὶ ἧς προ‐ φθάσαντες εἰρήκαμεν, ὅτι πρόσθε μὲν ἦν λέων, ὄπισθε δὲ δράκων, μέση δὲ χίμαιρα, καὶ ὅτι τοῦτο τὸ θηρίον ἀνεῖλεν ὁ Βελλεροφόντης), ὁμοίως δὲ καὶ περὶ τοῦ Κερβέρου ἤδη εἰρήκα‐ μεν ὅτι κύων ἦν περὶ τὴν πύλην τοῦ Ἅιδου τρεῖς κεφαλὰς ἔχων, | |
30 | καὶ τοὺς μὲν κατιόντας περὶ τὸν Ἅιδην ἔσαινε, τοὺς δὲ ἀνιόντας κατήσθιεν, ὃν ἐφόνευσεν ὁ Ἡρακλῆς. Τὸ δὲ περὶ τὰς Γοργόνας τοιόνδε ἦν, ὅτι τρεῖς ἦσαν γυναῖκες φοβερὰ τοσοῦτον ἔχουσαι τὰ πρόσωπα ὥστε τοὺς θεωμένους αὐτὰς ἀποθνήσκειν. λέγεται δὲ ὅτι ὁ Περσεὺς τὴν μίαν τούτων | |
35 | ἀνεῖλε τῷ λογχοδρεπάνῳ. | |
4.77(1t) | Ἑβδομηκοστὴ ἑβδόμη ἐστὶν ἱστορία ἡ λέγουσα, Ὀρφεὺς | |
2t | παρίτω μετὰ τῆς κιθάρας. ἔστι δὲ αὕτη. | |
1 | Ὀρφεὺς γέγονε μουσικός, Θρᾷξ τὸ γένος, ὃς λέγεται ὅτι οὕτω προσηνῶς ᾖδεν ὥστε ἐπακολουθεῖν τῇ ᾠδῇ αὐτοῦ τὰς δρῦς καὶ τῶν ζῴων τὰ ἄλογα, καὶ τοὺς λίθους, καὶ τοὺς ποταμούς. Τούτου δὲ φέρονται ποιήματα ἅτινα ὡς θεολογίας ἔχουσιν | |
5 | Ἕλληνες. ἐν δὲ τούτοις τοῖς ποιήμασι διὰ μυθικῶν συμβόλων λέγει τὰς τῶν θεῶν τάξεις τε καὶ σειράς, καὶ τίνων τίνα ἔργα καὶ ποῖα τίνων τελέσματα, καὶ τίνες τίνων δημιουργοί. τούτου τοίνυν τοῦ Ὀρφέως ἔνια ἔπη παρατίθησιν ὁ θεῖος Γρηγόριος, ἅ | |
εἰσι περὶ τοῦ Διὸς εἰρημένα καὶ τῆς Δήμητρος. τὰ μὲν γὰρ | ||
10 | πρῶτα περὶ τοῦ Διὸς λέγει, τὰ δὲ ὕστερα περὶ τῆς Δήμητρος. καὶ ὁ νοῦς μὲν τῶν περὶ τοῦ Διὸς ἐπῶν οὗτός ἐστιν ὅτι, Ὦ Ζεῦ ἔνδοξε καὶ μέγιστε τῶν πάντων θεῶν, περιεχόμενε τῇ κόπρῳ πάσῃ, ὅση τε προβάτων, ὅση τε ἵππων καὶ ἡμιόνων. μηλείη δὲ κόπρος ἐστὶν ἡ τῶν προβάτων· μῆλα γὰρ τὰ πρόβατα. διὰ δὲ | |
15 | τοῦδε τοῦ ἔπους δῆθεν ὁ Ὀρφεὺς ἐσήμανεν ὅτι ὁ Ζεὺς ἄχρι τῆς κτηνώδους ὕλης ἐκπέμπει τὰς ἑαυτοῦ ζωογόνους δυνάμεις. τοῦ δὲ περὶ τῆς Δήμητρος ἔπους ὁ νοῦς ἐστιν οὗτος, ὅτι, Ἐπερχο‐ μένη ἡ θεὰ τοὺς ἑαυτῆς μηροὺς ἀνεσύρατο (λέγει δὲ περὶ τῶν ἱματίων), ἵνα, φησί, τοὺς ἐρῶντας αὐτῆς ἀξιώσῃ τῆς συνουσίας. | |
20 | διὰ δὲ τούτων ὁ Ὀρφεὺς αἰνίττεται ὅτι ἡ θεία δύναμις τοῖς ἐπιθυμοῦσιν αὐτῆς ἕτοιμος γίνεται τοῦ ἐπιδοῦναι ἑαυτὴν καὶ μυῆσαι αὐτούς. ὁ οὖν θεῖος Γρηγόριος, ὡς καὶ τούτου ὄντος αἰσχροῦ καὶ τοῦ περὶ τὸν Δία ἀκαθάρτου, διασύρει καὶ γελᾷ | |
αὐτούς. | ||
4.78(1t) | Ἑβδομηκοστὴ ὀγδόη ἐστὶν ἱστορία ἡ λέγουσα, Ἐπὶ πᾶσιν ὁ | |
2t | Φάνης τε καὶ ὁ Ἠρικαπαῖος. ἔστι δὲ αὕτη. | |
1 | Ἐν τοῖς Ὀρφικοῖς ποιήμασιν εἰσηνέχθη τὰ δύο ταῦτα ὀνόματα μετὰ καὶ ἄλλων πολλῶν, ὧν τὸν μὲν Φάνητα εἰσφέρει αἰδοῖον ἔχοντα ὀπίσω περὶ τὴν πυγήν. λέγουσι δὲ αὐτὸν ἔφορον εἶναι τῆς ζωογόνου δυνάμεως. ὁμοίως δὲ καὶ τὸν Ἠρικαπαῖον | |
5 | λέγουσιν ἑτέρας ἔφορον εἶναι δυνάμεως. Περὶ δὲ τοῦ Ὁ πάντας καταπίνων θεούς οὐ λέγει περὶ τοῦ Ἠρικαπαίου ἀλλὰ περὶ τοῦ Κρόνου. λέγεται γὰρ οὗτος οὓς ἔτεκεν υἱοὺς πάλιν καταπιεῖν, καὶ ἐμέσαι οὓς ἤδη κατέπιεν. λέγεται γὰρ λίθον καταπιεῖν ἀντὶ τοῦ Διὸς καὶ τοῦ λίθου κατελ‐ | |
10 | θόντος ἐμέσαι πάντας. | |
4.79(1t) | Ἑβδομηκοστὴ ἐνάτη ἐστὶν ἱστορία ἡ λέγουσα περὶ Ὁμήρου. | |
1 | Καὶ ἡ περὶ τούτου πολυθρύλητός ἐστιν ἱστορία. ἐν γὰρ τοῖς ποιήμασιν αὐτοῦ ἄνω καὶ κάτω Κρόνον τε καὶ Δία μυθολογεῖ, Ἥραν τε καὶ Ἀφροδίτην, Ἀθηνᾶν δὲ ἐπὶ πᾶσι τούτοις, καὶ ἁπλῶς ὅσους ἐκ τῆς ποιήσεως ἴσμεν. | |
5 | Κωμῳδοποιὸν δὲ τὸν Ὅμηρον ἐκάλεσεν ὡς ἔνια ἀπο‐ σκώμματα εἰς θεοὺς εἰρημένα παρ’ αὐτοῦ, ὅτι ἡ Ἥρα φο‐ ρέσασα λαμπρῶς καὶ κεκαλλωπισμένη ἀπῆλθε παρὰ τῷ Διί, καὶ ἠπάτησεν αὐτόν, καὶ συγκαθεύδησεν αὐτῷ, καὶ εἴ τι τούτου γελοιοδέστερον; | |
10 | Τραγῳδοποιὸν δέ, ὅτι ἔνια πένθιμα περὶ τῶν θεῶν μυθολο‐ γήσας οἷον ὅτι τὸν Ἥφαιστον κατεκρήμνισεν ἐν Λήμνῳ, καὶ ὅτι ἐτρώθη ἡ Ἀφροδίτη ὑπὸ τοῦ Διομήδους. ταῦτα δὲ δῆθεν δακρύων ἄξια. τῇ μὲν γὰρ τραγῳδίᾳ ἕπεται τὰ δάκρυα, τῇ δὲ | |
κωμῳδίᾳ, ὁ γέλως. | ||
4.80(1t) | Ὀγδοηκοστή ἐστιν ἱστορία ἡ περὶ τοῦ Ὠκεανοῦ καὶ τῆς | |
2t | Τηθύος. | |
1 | Καὶ τοῦτον δὲ τὸν μῦθον εἰσφέρουσιν οἱ ποιηταί, ὅτι ὁ Ὠκεανὸς πατήρ ἐστι πάντων τῶν θεῶν, ἡ δὲ Τηθὺς μήτηρ (ἀνδρόγυνον δὲ ὁ Ὠκεανὸς καὶ ἡ Τηθύς), καὶ ὅτι πάλαι διέστη‐ σαν ἀπ’ ἀλλήλων, διὰ δὲ δυσωπήσεως τῆς Ἥρας γίνεται πάλιν | |
5 | συνάφεια αὐτῶν καὶ φιλία. ὁ δὲ μῦθος, φησίν, αἰνίττεται ὅτι ὁ Ὠκεανὸς μέν ἐστιν ἡ ὑγρὰ φύσις, ἡ δὲ Τηθὺς ἡ ξηρά, τουτέστιν ἡ γῆ· καὶ ὅτι πάλαι τῆς ὑγρᾶς φύσεως μὴ συγγινομένης τῇ γῆ, οὐδὲν ἐζωογονεῖτο, καὶ ἀπώλλυτο πάντα. εἶτα ἡ Ἥρα, ὡς ἔφορος οὖσα τῆς συζεύξεως, καταλλάττει τὰ δύο στοιχεῖα, καὶ | |
10 | γίνεται λοιπὸν ζωογονία. | |
4.81(1t) | Ὀγδοηκοστὴ πρώτη ἐστὶν ἱστορία τοῦ Νεφεληγερέτου Διὸς | |
2t | πρὸς τὴν Ἥραν. | |
1 | Ὁ Ζεὺς μᾶλλον ἐχαρίζετο τοῖς Τρωσί, καὶ ἐποίει ἡττᾶσθαι τοὺς Ἕλληνας διὰ τὴν ἱκετείαν τῆς Θέτιδος ἕνεκεν τοῦ Ἀχιλ‐ λέως, ἵνα ζητήσωσιν τὸν Ἀχιλλέα οἱ Ἕλληνες ἡττώμενοι. ἡ δὲ Ἥρα ἐφρόντιζε τῶν Ἑλλήνων· φροντίζουσα δέ, βουλεύεται | |
5 | ἀπατῆσαι τὸν Δία πρὸς μίξιν καὶ ὕπνον, ἐκβακχεύουσα αὐτόν, ἵνα, καθεύδοντος τοῦ Διός, ἀβοήθητοι οἱ Τρῶες γενόμενοι, ἡττηθῶσιν ὑπὸ τῶν Ἑλλήνων. ταῦτα βουλευσαμένη λαμβάνει τὰ καλλωπίσματα πάντα ἐκ τοῦ κεστοῦ τῆς Ἀφροδίτης. ὁ δὲ κεστὸς μυθεύεται εἶναι καμψίον τι, ἐν ᾧ πάντα τὰ πρὸς κάλλος | |
10 | καὶ εὐμορφίαν καὶ χάριτας ἐναπόκεινται. εἶτα κοσμησαμένη ἄνεισι παρὰ τὸν Δία, καὶ κινεῖ αὐτὸν πρὸς ἡδονὴν καὶ λαγνείαν. καὶ ἡ γῆ δέ, φησίν, ἐβλάστησε βοτάνας, οἷον κρόκον, λωτὸν | |
καὶ ὑάκινθον. | ||
4.82(1t) | Ὀγδοηκοστὴ δευτέρα ἐστὶν ἱστορία πῶς ἡ Ἥρα τῷ αἰθέρι καὶ | |
2t | νεφέλαις κρεμαμένη καὶ σιδήροις ἄκμοσι καθελκομένη καὶ | |
3t | χρυσαῖς δεδεμένη πέδαις. ἔστι δὲ αὕτη ἡ ἱστορία. | |
1 | Ἡ Ἥρα, ὡς πολλάκις ἴσμεν, ἐζηλοτύπει τὸν Ἡρακλέα. τοῦ‐ τον οὖν αὐτὸν μετὰ τὸ ὑποστρέφειν ἐκ τῆς Τροίας, ὅταν μετὰ Τελαμῶνος ἐπόρθησεν αὐτήν, διετάραξε καὶ ἐχείμασεν ἐν τῇ θαλάσσῃ, τοῖς μὲν ἀνέμοις προστάξασα ταράξαι τὸ σκάφος τοῦ | |
5 | Ἡρακλέους, τῷ δὲ Ὕπνῳ παρακελευσαμένη προσελθεῖν τῷ Διὶ καὶ ἐφυπνῶσαι αὐτόν, ἵνα μὴ ἐγρηγορὼς βοηθήσῃ χειμαζομένῳ τῷ Ἡρακλεῖ. μαθὼν δὲ μετὰ τὸν ὕπνον ὁ Ζεὺς τὸ κατασκεύασμα τῆς Ἥρας, τιμωρεῖται αὐτὴν οὕτω· δύο ἄκμονας δήσας αὐτῇ περὶ τοὺς πόδας, περὶ δὲ τὰς χεῖρας πέδας ἀδιαλύτους, | |
10 | ἐκρέμασεν αὐτὴν ἀπὸ τοῦ οὐρανοῦ, τιμωρούμενος αὐτήν. | |
4.83(1t) | Ὀγδοηκοστὴ τρίτη ἐστὶν ἱστορία, πῶς ἦν φόβος τοῖς θεοῖς | |
2t | μήπως, σαλπίζοντος οὐρανοῦ, ἡ τῆς γῆς ἕδρα ἀναρραγῇ καὶ | |
3t | δημοσιευθῇ ὁ Ἅιδης. ἔστι δὲ καὶ αὕτη παρ’ Ὁμήρῳ, εἰς τὴν υʹ | |
4t | ῥαψωδίαν. ἔστι δὲ αὕτη. | |
1 | Τοῦ Ἀχιλλέως κατὰ κράτος ἀριστεύοντος, φόβος ἔλαβε τὸν Δία μήπως παρὰ τὸ εἱμαρμένον ὁ Ἀχιλλεὺς πορθήσῃ τὸ Ἴλιον. τοῦτο δὲ φοβούμενος ἐπιτρέπει τοῖς θεοῖς τὸν βουλόμενον ᾧ βούλεται ἀπελθεῖν καὶ βοηθῆσαι, ἵνα οἱ μὲν τοῖς Τρωσίν, οἱ δὲ | |
5 | τοῖς Ἕλλησι βοηθήσωσι. τούτων ἐπιτραπέντων, ὁ μὲν Ζεὺς ἐβρόντησεν ἐκ τοῦ οὐρανοῦ, ὁ δὲ Ποσειδῶν σείει τὴν θάλασ‐ σαν. ὁ δὲ Ἅιδης, σεισθέντων τῆς τε θαλάσσης καὶ τοῦ οὐρανοῦ, ἐφοβήθη μήπως σεισθείσης τῆς γῆς ἀνάρρηξις γενήται τῶν καταχθονίων, καὶ δημοσιευθῇ τὰ κατ’ αὐτόν. ἔστι δὲ τὰ ἔπη | |
10 | ταῦτα· Δείσας δ’ ἐκ θρόνου ἆλτο καὶ ἴαχε, μή οἱ ὕπερθε | |
γαῖαν ἀναρρήξειε Ποσειδάων ἐνοσίχθων. | ||
4.84(1t) | Ὀγδοηκοστὴ τετάρτη ἐστὶν ἱστορία ἡ σύννευσις τῶν ὀφρύων | |
2t | καὶ ἡ συγκίνησις τῶν τριχῶν. ἔστι δὲ αὕτη. | |
1 | Ὅμηρος εἰσφέρει τὸν Δία μετὰ τὴν τῆς Θέτιδος ἱκετείαν τὴν περὶ τοῦ Ἀχιλλέως ὑποσχόμενον, κεκινηκότα αὐτὸν τὰς ὀφρῦς ἐπὶ τῇ ὑποσχέσει, σείσαντα δὲ τὰς τρίχας ἐπὶ τῇ κατανεύσει τῆς κεφαλῆς, καὶ συγκινήσαντα ὅλον τὸν οὐρανὸν τῶν τριχῶν | |
5 | αὐτοῦ κινηθεισῶν. ἀμβροσίας δὲ τὰς τρίχας εἶπεν, οἷον ἃς | |
οὐδεὶς βροτὸς δύναται ἔχειν. | ||
4.85(1t) | Ὀγδοηκοστὴ πέμπτη ἐστὶν ἱστορία πῶς τιτρώσκεται ὁ Ἄρης | |
2t | καὶ πῶς χαλκῷ κεράμῳ κατακλείεται. | |
1 | Τὸ μὲν τετρῶσθαι αὐτὸν λέγει ὁ ποιητὴς ὅτι ἐτρώθη παρὰ τοῦ Διομήδους· ταῦτα λέγει ἐν τῇ πέμπτῃ ῥαψῳδίᾳ. ἐδέθη δὲ παρὰ τοῦ Ὤτου καὶ τοῦ Ἐφιάλτου. οὗτοι δὲ ἦσαν υἱοὶ μὲν Ἀλωέως, τύραννοι δὲ τὴν φύσιν. ἐγένοντο δὲ περὶ Θετταλίαν. οὗτοι | |
5 | ἀνταρσίαν ἐμελέτησαν κατὰ τῶν θεῶν. ὁ οὖν Ἄρης πρῶτος ἐπῆλθε κατ’ αὐτῶν, εἶτα ἡττηθεὶς ὑπ’ αὐτῶν, ἐδέθη ἐν χαλκῷ κεράμῳ. χαλκὸς δὲ κέραμος ἢ πόλις ἐστὶν οὕτω καλουμένη, ἢ εἶδός ἐστι δεσμοῦ δυσχεροῦς καὶ δυσλύτου. λέγονται δὲ οἱ περὶ Ὦτον καὶ Ἐφιάλτην ἐννεαέτεις ὄντες εἶναι ἐννεαόργυιοι κατὰ | |
10 | τὸ μῆκος, κατὰ δὲ τὸ πλάτος ἐννεαπήχεις. | |
4.86(1t) | Ὀγδοηκοστὴ ἕκτη ἐστὶν ἱστορία ἡ περὶ τοῦ ἐραστοῦ τῆς Ἀφρο‐ | |
2t | δίτης. ἔστι δὲ αὕτη. | |
1 | Ἀφροδίτη γυνὴ ἦν τοῦ Ἡφαίστου. ταύτης ἠράσθη ὁ Ἄρης, καὶ ἐμοίχευσεν αὐτήν. ὁ δὲ Ἥφαιστος μαθὼν τοῦτο, καὶ χαλ‐ κεὺς ὢν τὴν τέχνην, πάγας τίθησι τῷ Ἄρει ἐρχομένῳ ἐπὶ τῇ μοιχείᾳ τῆς Ἀφροδίτης. καὶ ἐμπίπτει εἰς τὰς πάγας καὶ κατέχε‐ | |
5 | ται, καὶ φωρᾶται μοιχεύων τὴν Ἀφροδίτην. καὶ οὐκ ἔλυσεν αὐτοὺς ὁ Ἥφαιστος ἕως οὗ ἐκάλεσε τοὺς θεοὺς καὶ ἐδημοσίευ‐ σεν αὐτούς. καὶ τότε οἱ θεοὶ ἐλθόντες καὶ ἰδόντες, πολὺν ἐγέλα‐ σαν ἐπ’ αὐτοῖς γέλωτα. καὶ τότε λύεται ὁ Ἄρης, μικρά τινα | |
λύτρα δούς. Ἀμφιγύην δὲ τὸν Ἥφαιστον καλεῖ ὡς χωλόν. | ||
4.87(1t) | Ὀγδοηκοστὴ ἑβδόμη ἐστὶν ἱστορία ἡ περὶ τῶν πολέμων. ἔστι | |
2t | δὲ αὕτη. | |
1 | Ἀθηνᾶ μὲν καὶ Ἥρα φροντίζουσαι τῶν Ἑλλήνων ἐπο‐ λέμουν πρὸς Ἀφροδίτην καὶ Ἄρεα φροντίζοντας τῶν Τρώων. εἴποις δὲ πολέμους καὶ τοὺς ἀπὸ τῶν Γιγάντων πρὸς τοὺς θεοὺς καὶ τοὺς ἀπὸ τῶν Τιτάνων πρὸς τὸν Διόνυσον. | |
4.88(1t) | Ὀγδοηκοστὴ ὀγδόη ἐστὶν ἱστορία ἡ περὶ τοῦ Κρόνου καὶ τῆς | |
2t | ἐκτομῆς τοῦ Οὐρανοῦ. ἔστι δὲ αὕτη. | |
1 | Οὐρανὸς γίνεται Κρόνου πατήρ. ὁ Κρόνος οὖν μὴ βουλόμε‐ νος γενέσθαι αὐτῷ ἕτερον παῖδα, λαβὼν δρέπανον ἐκτέμνει τὰ αἰδοῖα τοῦ πατρός, καὶ ῥίπτει τὰ αἰδοῖα εἰς τὴν θάλασσαν. καὶ ἀφροῦ γενομένου ἐγεννήθη ἡ Ἀφροδίτη ἐκ τοῦ ἀφροῦ· ἔνθεν | |
5 | καὶ Ἀφροδίτη ὠνομάσθη ὡς ἐκ τοῦ ἀφροῦ. | |
4.89(1t) | Ὀγδοηκοστὴ ἐνάτη ἐστὶν ἱστορία ἡ τοῦ Διὸς πρὸς Κρόνον | |
2t | ἐπανάστασις. ἔστι δὲ αὕτη. | |
1 | Ὁ Ζεὺς μαθὼν ὅτι τοιοῦτός ἐστιν ὁ Κρόνος τεκνοφάγος, ἐπανίσταται αὐτῷ, καὶ ἀποσπᾷ ἀπ’ αὐτοῦ τὴν βασιλείαν, καὶ ποιεῖ ἐκπεσεῖν τῆς ἀρχῆς τὸν Κρόνον τὸν ἴδιον πατέρα. Κατὰ μίμησιν δὲ εἶπε τοῦ πατρὸς ὅτι καὶ ὁ Κρόνος ἐπανέστη τῷ | |
5 | Οὐρανῷ, καὶ ἐξέτεμεν αὐτοῦ τὰ αἰδοῖα, καὶ ἔλαβε τὴν βασι‐ λείαν. Γλυκὺν δὲ λίθον καλεῖ τὸν Δία καὶ τὸν αὐτὸν πικρὸν τυραν‐ νοκτόνον. Λίθον μὲν ἐπειδὴ, ὡς εἶπον, ἡ Ῥέα λίθον δέδωκε τῷ Κρόνῳ καταπιεῖν ἀντὶ τοῦ Διός. Τυραννοκτόνον δὲ καλεῖ ἢ ὅτι | |
10 | ἐπανέστη τῷ Κρόνῳ ὁ Ζεύς, ἢ ὅτι ὁ τούτου λίθος ἐποίησεν | |
αὐτὸν ἐμέσαι καὶ οὓς πρότερον κατέπιεν. | ||
4.90(1t) | Ἐνενηκοστή ἐστιν ἱστορία ἡ περὶ τοῦ Κερδῴου θεοῦ. ἔστι δὲ | |
2t | αὕτη. | |
1 | Κερδῷον θεὸν καλοῦσιν τὸν Ἑρμῆν οἱ Ἕλληνες, ὡς κέρδους περιποιητικόν. διὸ καὶ Ἀριστοφάνης ὁ κωμικὸς ἐν τῷ δράματι τῷ Πλούτῳ ἀπορῶν τίνα δεῖ καλέσαι τὸν Ἑρμῆν φησιν, Ἐμπο‐ | |
λαῖον αὐτὸν ἱδρυσώμεθα, τουτέστι, κέρδους ἔφορον. | ||
4.91(1t) | Ἐνενηκοστὴ πρώτη ἐστὶν ἱστορία ἡ περὶ τοῦ πάντα γινομένου | |
2t | διὰ τὰς γυναῖκας. λέγει δὲ περὶ τοῦ Διός. | |
1 | Ὁ γὰρ Ζεὺς ἀετὸς γενόμενος ἥρπασε τὸν Γανυμήδην, ἐρασ‐ θεὶς αὐτοῦ πρὸς παιδεραστίαν. Φρὺξ δὲ ὁ Γανυμήδης. ὁ δὲ μῦθος ἔχει ὅτι ἥρπασεν ὁ Ζεὺς τὸν Γανυμήδην ἵνα ποιήσῃ αὐτὸν οἰνοχόον ὅταν ἀριστοποιῇ τοῖς θεοῖς. οὗτος δὲ ὁ Ζεὺς | |
5 | γενόμενος χρυσὸς Δανάῃ συνεγένετο, ταῦρος δὲ τὴν Εὐρώπην ἥρπασε, κύκνος δὲ γενόμενος Λήδαν ἐπόρνευσεν. Περὶ δὲ τῶν πεντήκοντα Θεστίου θυγατέρων, ἤδη εἰρήκαμεν ὅτι ὁ Ἡρακλῆς εἰς μίαν νύκτα συνεγένετο ταῖς πεντήκοντα θυγατράσι Θεστίου. ὁ αὐτὸς δὲ ὁ Ἡρακλῆς καλεῖται καὶ ὁ | |
10 | Τριέσπερος, ὡς ἤδη εἰρήκαμεν, ὡς ἐν τρισὶν ἡμέραις γεννηθείς. | |
4.92(1t) | Ἐνενηκοστὴ δευτέρα ἐστὶν ἱστορία ἡ περὶ τοῦ ἐπικόπτειν τοῦ | |
2t | θυμοῦ τὸν Ἄρεα. | |
1 | Φανερὰ δὲ αὕτη ἐστὶν ὅτι λέγεται ἔφορος τῶν πολέμων ὁ Ἄρης καὶ ὀργὴν πνέων, ἐπειδὴ δεόμεθα ἐν τοῖς πολέμοις ἵνα τὸ | |
θυμικὸν κινῆται ἐν ἡμῖν. | ||
4.93(1t) | Ἐνενηκοστὴ τρίτη ἐστὶν ἱστορία ἡ περὶ τῆς μέθης τοῦ Διο‐ | |
2t | νύσου. ἔστι δὲ αὕτη. | |
1 | Λέγεται ὅτι τῆς ἀμπέλου ἔφορός ἐστιν ὁ Διόνυσος καὶ τοῦ οἴνου καὶ αὐτῆς τῆς μέθης, καὶ ὅτι καὶ αὐτὸν ποιοῦσι μεθυσκόμε‐ νον, τῆς Ἥρας αὐτῷ τὸ μεθύσκεσθαι εἰσηγησαμένης ἵνα γένη‐ ται παράφρων. ὠργίζετο γὰρ αὐτῷ ἡ Ἥρα ὡς υἱῷ τοῦ Διός. | |
5 | ἐζηλοτύπει γὰρ τοὺς ἐκ τοῦ Διὸς γεννωμένους. | |
4.94(1t) | Ἐνενηκοστὴ τετάρτη ἐστὶν ἱστορία ἡ περὶ τῆς μισοξένου Ἀρ‐ | |
2t | τέμιδος. ἔστι δὲ φανερά. | |
1 | Εἴπομεν γὰρ περὶ τῆς Ἰφιγενείας καὶ τῶν Ταύρων ἀνθρώπων. | |
ἡ γὰρ Ἄρτεμις ἐτιμᾶτο παρὰ τοῖς Ταύροις ἐν Σκυθίᾳ, καὶ ἔχουσα τὴν Ἰφιγενείαν, τὴν Ἀγαμέμνονος θυγατέρα, ἱέρειαν τοὺς ξένους αὐτῇ καταθύουσαν ἔχαιρε τῇ ξενοκτονίᾳ. | ||
4.95(1t) | Ἐνενηκοστὴ πέμπτη ἐστὶν ἱστορία ἡ κατὰ τὸν Λοξίαν χρησμο‐ | |
2t | λόγον. ἔστι δὲ αὕτη. | |
1 | Ὁ Ἀπόλλων μαντευόμενος, οὐ σαφῶς οὐδὲ διαρρήδην τοὺς χρησμοὺς τοῖς χρησμῳδουμένοις ἔλεγεν, ἀλλ’ ἀσαφῶς καὶ λοξ‐ ῶς· διὸ ἤκουσε Λοξίας, ὡς τἀναντία τῶν ἐκβησομένων χρη‐ σμῳδῶν. καὶ ἐκ τούτου ἠπατῶντο πολλοί, ὧν μετὰ πάντων ὁ | |
5 | Κροῖσος ὁ Λυδός. ἦν γὰρ αὐτῷ ὁ δοθεὶς χρησμὸς οὗτος· Κροῖσος Ἅλυν διαβὰς μεγάλην ἀρχὴν καταλύσει. οὐκ ἦν δὲ σαφὲς ποίαν ἀρχὴν καταλύσει. νομίσας οὖν ὁ Κροῖ‐ σος ὅτι τὴν τῶν ἐναντίων λέγει ἀρχήν, ἐπέρασε τὸν Ἅλυν | |
ποταμόν, καὶ τὴν οἰκείαν ἀρχὴν κατέλυσεν. | ||
4.96(1t) | Ἐνενηκοστὴ ἕκτη ἐστὶν ἱστορία ἡ περὶ τῆς γέλωτος ἀμετρίας. | |
2t | ἔστι δὲ αὕτη. | |
1 | Ἡ περὶ τοῦ Ἡφαίστου· ὅτε ταῖς πάγαις τὸν Ἄρεα διὰ τὴν μοιχείαν τῆς Ἀφροδίτης συνέδησεν καὶ ἐκάλεσεν τοὺς θεούς, πολὺν δῆθεν κατ’ αὐτοῦ κατέχεον γέλωτα. Χωλεύοντα δὲ λέγει θεὸν αὐτὸν τὸν Ἥφαιστον· χωλὸς γὰρ ὁ | |
5 | θεὸς οὗτος ἦν παρ’ αὐτοῖς. ταῖς δὲ Ἄρεως κνήμαις ἐπετέρπετο ὁ Ἥφαιστος ὡς κατὰ τὰς κνήμας ἐμπεσὼν ὁ Ἄρης εἰς τὰς πάγας | |
τοῦ Ἡφαίστου. | ||
4.97(1t) | Ἐνενηκοστὴ ἑβδόμη ἐστὶν ἱστορία ἡ περὶ τοῦ Ἐπὶ δαῖτα λιπα‐ | |
2t | ρὰν τρέχειν τὸν Δία. | |
1 | Ἔστι δὲ καὶ αὕτη παρ’ Ὁμήρῳ, ὅτι ὁ Ζεὺς ἀπῆλθεν ἐν τῇ Αἰθιοπίᾳ ἐπὶ ἄριστον, ὃ οἱ Αἰθίοπες ποιήσαντες, ἐκάλεσαν καὶ αὐτὸν καὶ τοὺς ἄλλους θεοὺς σὺν αὐτῷ. τὸ δὲ ἄριστον τὸ τῶν Αἰθιόπων καὶ ἡ δαὶς αὕτη ἐστίν. θυσία ἦν γινομένη τῷ Διί. τὰ | |
5 | δὲ ἔπη εἰσὶ ταῦτα· Ζεὺς γὰρ ἐς Ὠκεανὸν μετ’ ἀμύμονας Αἰθιοπῆας | |
χθιζὸς ἔβη κατὰ δαῖτα, θεοὶ δ’ ἅμα πάντες ἕποντο. | ||
5t | ὉΜΟΙΩΣ ΣΥΝΑΓΩΓΗ ΚΑΙ ἘΞΗΓΗΣΙΣ ὯΝ ἘΜΝΗΣΘΗ ἹΣΤΟΡΙΩΝ Ὁ ἘΝ ἉΓΙΟΙΣ ΓΡΗΓΟΡΙΟΣ ΚΑΙ ἘΝ ΤΩΙ ΔΕΥΤΕΡΩΙ ΚΑΤΑ ἸΟΥΛΙΑΝΟΥ | |
5 | ΣΤΗΛΙΤΕΥΤΙΚΩΙ ΛΟΓΩΙ | |
5.1(1t) | Πρώτη ἐστὶν ἱστορία ἡ περὶ τοῦ Ἀριάδνης στεφάνου, καὶ τοῦ | |
2t | Βερονίκης Πλοκάμου, καὶ περὶ τοῦ Κύκνου, καὶ τοῦ Ταύρου, | |
3t | καὶ τοῦ Λέοντος, καὶ τοῦ Ὀφιούχου. εἰσὶ δὲ αὕται. | |
1 | Ἀριάδνη θυγάτηρ ὑπῆρχε Μίνωος, τοῦ Κρητῶν βασιλέως. αὕτη ἠράσθη Θησέως, τοῦ Ἀθηνῶν βασιλέως, ἐλθόντος ἐπ’ ἀναιρέσει τοῦ Μινωταύρου. ἐκ τοῦ οὖν Θησέως ἔλαβεν αὐτὴν ὁ Διόνυσος, καὶ ἀνήγαγεν αὐτὴν ἐν τῇ Νάξῳ, καὶ συνεμίγη αὐτῇ. | |
5 | καὶ πρὸς τιμὴν αὐτῆς στέφανον ἐν τῷ οὐρανῷ δι’ ἀστέρων ὑπεζωγράφησεν. Ἡ δὲ τοῦ Πλοκάμου τῆς Βερονίκης ἐστὶν αὕτη. Βερονίκη γυνή τις ἦν τοῦ ἐν Ἀλεξανδρείᾳ Πτολεμαίου, τοῦ Εὐεργέτου καλουμένου. τοῦ οὖν ἀνδρὸς αὐτῆς τοῦ Πτολεμαίου ὄντος ἐν | |
10 | πολέμοις, ηὔξατο ὅτι, εἰ ὑποστρέψει ἄτρωτος, τὸν πλόκαμον ἀποκαρεῖσα τὸν ἑαυτῆς, ἀναθήσει ἀνάθημα ἐν τῷ ἱερῷ· καὶ ἀνέθηκεν ἡ Βερονίκη. Κόμων οὖν τις ἦν ἀστρονόμος ἐπὶ τῶν αὐτῆς χρόνων, καὶ πρὸς κολακείαν αὐτῆς φησιν ὅτι οἱ θεοὶ τὸν πλόκαμον τοῦτον ἐν ἄστροις ἀνέθηκαν. καὶ νῦν μέν ἐστί τις | |
15 | βοτρυοειδὴς θέσις ἀστέρων ἐν τῷ οὐρανῷ, ὃ καλοῦσι Πλόκαμον Βερονίκης. Ἡ δὲ περὶ τοῦ Κύκνου ἐστὶν αὕτη. ὁ Ζεὺς ἐρασθεὶς ὡς οἱ μὲν λέγουσι τῆς Νεμέσεως, οἱ δέ, τῆς Λήδας, βουλόμενος συγγε‐ νέσθαι αὐτῇ καὶ μὴ ὁραθῆναι ὑπὸ τῆς Ἥρας ἐξωμοιώθη κύκνῳ, | |
20 | καὶ συνεγένετο τῇ ἐρωμένῃ. νῦν οὖν οὗτος ὁ κύκνος κατεστη‐ ρίχθη ἐν τῷ οὐρανῷ. καὶ ἔστι, φησίν, ὑποζωγραφηθεὶς δι’ | |
ἄστρων ὁ Κύκνος. Ἡ δὲ περὶ τοῦ Ταύρου ἐστὶν αὕτη. ταῦρός τις ὑπὸ τοῦ Ποσειδῶνος ἀνεδόθη περὶ τὴν Ἑλλάδα. οὗτος ἐλυμαίνετο τὴν | ||
25 | χώραν καὶ ἐσίνετο πολλά. ἐπὶ τοῦτον ἐλθὼν ὁ Θησεὺς ἀνεῖλεν αὐτόν. καὶ βουλόμενοι οἱ θεοὶ μέγα τὸ ἔργον δεῖξαι τοῦ Θησέως καὶ θεραπεῦσαι καὶ τὸν Ποσειδῶνα, κατεστήριξαν τὸν ταῦρον ἐν τῷ οὐρανῷ· καὶ νῦν ἐστι διὰ ἀστέρων ὑποζωγραφηθεὶς ὁ Ταῦρος ἐν τῷ οὐρανῷ. | |
30 | Ἡ δὲ περὶ τοῦ Λέοντος ἱστορία ἐστὶν αὕτη. λέων ζῷον ἄγριον ἦν ἐν τῇ Νεμέᾳ (χώρα δὲ αὕτη τῆς Πελοποννήσου). οὗτος οὖν ὁ λέων ἐλυμαίνετο τοὺς ἐν τῇ χώρᾳ. Θησεὺς οὖν βασιλεύων τῶν Μυκηνῶν καὶ μηνιῶν τῷ Ἡρακλεῖ, πέμπει τὸν Ἡρακλέα ἐπ’ ἀναιρέσει τοῦ λέοντος. καὶ ἐλθὼν ὁ Ἡρακλῆς | |
35 | ἀνεῖλεν αὐτόν. καὶ οἱ θεοὶ βουλόμενοι ἐπίδοξον ποιῆσαι τὸν ἀγῶνα τοῦ Ἡρακλέους δι’ ἄστρων ἐζωγράφησαν ἐν τῷ οὐρανῷ τὸν λέοντα. καὶ νῦν ἐστιν ὁ Λέων ἐν ἄστροις. Ἡ δὲ περὶ τοῦ Ὀφιούχου ἐστὶν αὕτη. λέγεται εἶναι οὗτος ὁ Ὀφιοῦχος ὁ Ἀσκληπιός, ἔφορος τῆς ἰατρικῆς. σύμβολον δὲ ὁ | |
40 | ὄφις τοῦ ἀγήρω· λέγεται γὰρ ἀποδύεσθαι τὸ γῆρας ὁ ὄφις καὶ ἀνανεοῦσθαι. ἐπεὶ οὖν ὁ Ἀσκληπιὸς διὰ τῆς ἰατρικῆς ἀνανεοῖ τὰ ἀνθρώπινα σώματα, ποιοῦσιν αὐτὸν μετὰ τοῦ δράκοντος. θέλοντες οὖν οἱ θεοὶ ἀντὶ ἀγάλματος αὐτὸν ἀνιερῶσαι, δι’ | |
ἀστέρων αὐτὸν ἀνιέρωσαν ἐν τῷ οὐρανῷ. | ||
5.2(1t) | Δευτέρα ἐστὶν ἱστορία ἡ περὶ τοῦ Τὸν Σαλμωνέα ἐκ βύρσης | |
2t | βροντᾶν. ἔστι δὲ αὕτη. | |
1 | Σαλμωνεὺς Αἰόλου μὲν ἦν υἱός, βασιλεὺς δὲ Θετταλῶν. οὗτος ἀσεβὴς εἰς θεοὺς γενόμενος, προσάπτων ἅρμασι βύρσας ξηράς τε καὶ σκληράς, καὶ λέβητάς τινας μετὰ τῶν βυρσῶν κτυπῶν, ἤχους ἀπετέλει· μετὰ χεῖράς τε βαστάζων καιομένας λαμπάδας | |
5 | ἐμεγαλαύχει καθάπερ Ζεὺς βροντᾶν τε καὶ ἀστράπτειν, ἕως ὑπὸ Διὸς κεραυνωθεὶς ἀνῃρέθη. Καὶ κατέλιπε θυγατέρα ἀφήλικα ὀνόματι Τυρώ. αὕτη τραφεῖσα ὑπὸ τοῦ ἰδίου θείου πρὸς πατρὸς Κηφέως, ἠράσθη τοῦ ἐγχωρίου ποταμοῦ Ἐνιπέως. τούτῳ δὲ τῷ ποταμῷ ὁμοιωθεὶς ὁ Ποσειδῶν, | |
10 | συνεγένετο ἀντὶ Ἐνιπέως τῇ Τυροῖ. καὶ συνέλαβε Πελίαν καὶ Νηλέα, καὶ εἶχε τούτους ἐγκύους. ἐγαμήθη δὲ αὕτη ὑπὸ Κρη‐ θέως· καὶ ὕστερον ἔτεκεν ἡ Τυρώ, τῷ μὲν δοκεῖν ἐκ Κρηθέως, τῇ δὲ ἀληθείᾳ ἐκ Ποσειδῶνος. ὕστερον δὲ καὶ ἐξ αὐτοῦ τοῦ | |
Κρηθέως ἔσχε παῖδας ἡ Τυρώ. | ||
5.3(1t) | Τρίτη ἐστὶν ἱστορία ἡ κατὰ τὸν Ζώπυρον τὸν ἐν Βαβυλῶνι. ἔστι | |
2t | δὲ αὕτη. | |
1 | Κῦρος ὁ Περσῶν βασιλεὺς πολιορκῶν τὴν Βαβυλῶνα ἐπὶ χρόνον πολύν, καὶ δυσπορθήτου οὔσης αὐτῆς καὶ ἀσχάλλοντος ἐπὶ πολὺν καιρόν, Ζώπυρός τις ἀνδρεῖος τὴν ψυχήν, ὡς ἔδειξε τὸ πρᾶγμα, καὶ οὐκ ἄδοξος παρὰ τῷ Κύρῳ, μηχανᾶται τοιόνδε. | |
5 | κόψας ἑαυτοῦ τὴν ῥῖνα καὶ τὰ ὦτα καὶ μάστιξιν ἑαυτὸν ξάνας, δῆθεν αὐτομολεῖ πρὸς τοὺς Βαβυλωνίους, ὡς δεινὰ πεπονθὼς παρὰ τοῦ Κύρου. εἶτα ἀπελθὼν προσποιεῖται εὐνοεῖν τοῖς Βαβυλωνίοις, καὶ ὑποτίθεται αὐτοῖς τινα κατὰ τοῦ Κύρου. καὶ ἁπλῶς πίστιν ἐγγενᾷ τοῖς Βαβυλωνίοις στρατηγήσας ὑπὲρ | |
10 | Βαβυλωνίων καὶ ἀνελὼν πολλοὺς τοῦ Κύρου. συνθεὶς δὲ | |
σύνθημα μετὰ τοῦ Κύρου ἡμέραν ὡρισμένην ἐν ᾗ δεῖ αὐτὸν προσβαλεῖν τῇ Βαβυλῶνι, ἐν ταύτῃ πείθει τοὺς Βαβυλωνίους λαβεῖν τὰς κλεῖς τῶν πυλῶν. εἶτα λαβὼν ἤνοιξε καὶ εἰσήγαγε τοὺς Πέρσας. καὶ οὕτως ἐχειρώθη ἡ Βαβυλών. ταῦτα Ἡρόδοτος | ||
15 | ἐν τῇ Τρίτῃ τῶν Ἱστοριῶν μέμνηται. | |
5.4(1t) | Τετάρτη ἐστὶν ἱστορία ἡ περὶ τοῦ Κύρου τοῦ Παρυσάτιδος. ἔστι | |
2t | δὲ αὕτη. | |
1 | Δαρεῖος ὁ μικρός, ὁ υἱὸς Ξέρξου, γεννᾷ ἐκ τῆς Παρυσάτιδος δύο υἱούς, Κῦρον καὶ Ἀρταξέρξην. ἀποθανόντος δὲ τοῦ Δα‐ ρείου, ἠμφισβήτουν οἱ δύο περὶ τῆς βασιλείας. καὶ τὸν μὲν Ἀρταξέρξην ὡς πρεσβύτερον ἦγεν ὁ χρόνος ἐπὶ τὸ βασιλεῦσαι· | |
5 | τὸν δὲ Κῦρον ὡς νεώτερον καὶ φιλούμενον ἡ μήτηρ προε‐ βάλλετο. ἐπικρατεῖ δὲ ὁ Ἀρταξέρξης διὰ τὸν χρόνον, καὶ βασιλεύει αὐτός. ὁ οὖν Κῦρος μὴ θέλων ὑπείκειν τῷ Ἀρτα‐ ξέρξῃ αἰτεῖ τὸν ἴδιον ἀδελφὸν δοῦναι αὐτῷ τὴν τῆς Ἀσίας σατραπείαν οἷον ἐπαρχότητα. ὁ δὲ λαβὼν κατῆλθε περὶ τὴν | |
10 | Ἰωνίαν. κἀκεῖσε καθεζόμενος εἰς ἔννοιαν ἐλθὼν πάλιν τῆς βασιλείας, καὶ ὑποπείσας Λακεδαιμονίων ἄνδρας τινὰς καὶ ἄλλους Ἕλληνας ὡς μυρίους, πείθει αὐτοὺς συνακολουθεῖν αὐτῷ. καὶ τούτων συνακολουθούντων ἀνῆλθεν ἄχρι Περσίδος. καὶ συμβολῆς γενομένης μεταξὺ τῶν Ἀρταξέρξου καὶ τῶν | |
15 | Κύρου, νικῶσιν οἱ Κύρου καὶ ταῦτα ὄντες πολὺ ἐλάχιστοι πρὸς τὴν Ἀρταξέρξου στρατιάν. οἱ γὰρ Ἕλληνες ᾔδεισαν καλῶς παρατάττεσθαι, καὶ ὀλίγοι ὄντες τέχνῃ ἐνίκων τοὺς πολλούς. ὁ οὖν Κῦρος ἐπαρθεὶς τῇ πρὸς ὀλίγον νίκῃ ἐφορμᾷ ἀπὸ τῆς αὐτοῦ φάλαγγος ἐπὶ τὴν φάλαγγα Ἀρταξέρξου ὡς δῆθεν αὐτὸν τὸν | |
20 | Ἀρταξέρξην κατασφάξων, καὶ διαφθείρεται μόνος ὤν. καὶ οὕτω τελευτᾷ μὴ βασιλεύσας. ταῦτα Ξενοφῶν ἐν ταῖς Ἑλληνικαῖς | |
μέμνηται. | ||
5.5(1t) | Πέμπτη ἐστὶν ἱστορία ἡ περὶ τῆς Σαμίων τυραννίδος. ἔστι δὲ | |
2t | αὕτη. | |
1 | Ἱστιαῖος Σάμιος μὲν ἦν τὸ γένος, φίλος δὲ γενόμενος Δαρείου τοῦ Περσῶν βασιλέως, ἐλήφθη ὑπ’ αὐτοῦ ἐν Περσίδι. ἐκεῖ δὲ διαιτώμενος, ἐπεθύμει ἰδεῖν τὴν οἰκείαν πατρίδα. μὴ ἀπολυόμενος δέ, γράφει τῷ ἰδίῳ ἀνεψιῷ, τῷ Ἀρισταγόρᾳ, μελε‐ | |
5 | τῆσαι ἀπόστασιν. καὶ πείθει καί τινας τῶν Ἰώνων ἀποστῆναι. γράφει δὲ οὕτως· λαβὼν πιστὸν οἰκέτην καὶ τούτου τὴν κεφα‐ λὴν ξυρήσας, ἐγχαράττει τῇ κεφαλῇ ὃ ἐβούλετο δηλῶσαι. εἶτα τὴν χάραξιν μελάνας ἀφίει ἀνενεγκεῖν τὰς τρίχας. καὶ μετὰ τὸ κομάσαι αὐτὸν ἀποπέμπει, λέγων τῷ οἰκέτῃ πάλιν ἐκεῖσε ἀποξυ‐ | |
10 | ρηθῆναι ἵνα ἀναγνῷ Ἀρισταγόρας τὰ γράμματα. Ἀναγνοὺς τοίνυν ὁ Ἀρισταγόρας καὶ μαθών, ἐποίησε τὴν | |
ἀπόστασιν σχεδὸν πάντων τῶν Ἰώνων. εἶτα μανθάνει ἐν Περ‐ σίδι ὁ βασιλεύς, καὶ σύμβουλος γίνεται τῷ Ἱστιαίῳ ὡς Ἕλληνι τί δεῖ ποιῆσαι. καὶ συμβουλεύεται παρὰ τοῦ Ἱστιαίου αὐτὸν | ||
15 | πέμψαι εἰς τὴν Ἀσίαν, ὡς ἱκανὸν ὄντα διαλῦσαι τὰ περὶ τῆς ἀποστάσεως. ἐλθὼν οὖν ὁ Ἱστιαῖος ἐν τῇ Ἀσίᾳ καὶ ὡς ὕποπτος γενόμενος ὅλου τοῦ πράγματος, παρὰ τοῦ Ἀρταφέρνου τοῦ ὑπάρχου Σάρδεων ἤκουσε ταῦτα· Τοῦτο τὸ ὑπόδημα ἔρραψε μὲν Ἱστιαῖος, ὑπεδήσατο δὲ Ἀρισταγόρας. ὑπόδημα δὲ | |
20 | τὴν ὅλην κατασκευὴν ἔλεγεν. ταῦτα Ἡρόδοτος λέγει ἐν τῇ | |
Ἕκτῃ. | ||
5.6(1t) | Ἕκτη ἐστὶν ἱστορία ἡ περὶ τῶν ἑκατονταχειρῶν. | |
1 | Αὕτη δὲ ἡμῖν εἴρηται ἐν ταῖς ἱστορίαις τοῦ Πρώτου Λόγου, ὅτι γεγόνασι δύο τινές, ὁ Κόττος καὶ ὁ Βριάρεως, ἔχοντες ἑκατὸν χεῖρας. καὶ οὗτοι μετὰ τῶν θεῶν ἐπολέμησαν πρὸς τοὺς Γίγαντας. | |
5.7(1t) | Ἑβδόμη ἐστὶν ἱστορία ἡ κατὰ τὰς ἀμπώτιδας. ἔστι δὲ αὕτη. | |
1 | Ἄμπωτις, ὡς ἤδη ἡμῖν εἴρηται, ἐναντία ἐστὶ τῇ ῥαχίᾳ. ταῦτα δὲ πάθη ἐστὶ θαλάσσης στενῆς περικλειομένης ἢ ὑπὸ νήσων ἢ ὑπὸ γαιῶν. ἄμπωτις δέ ἐστιν οἱονεὶ ἀνάποσις καὶ ἀναρρόφησις, ὑποστελλομένου τοῦ ὕδατος εἰς μυχούς τινας τῆς ὑποκειμένης | |
5 | γῆς, καὶ μετ’ ὀλίγον πάλιν ἐκφοιτῶντος τοῦ ὕδατος. τὸ μὲν οὖν ὑποσταλῆναι τὸ ὕδωρ ἔσω εἰς τὰ κοῖλα τῆς γῆς λέγεται ἄμπ‐ ωτις, τὸ δὲ πάλιν ἐκρεῦσαι τοῦτο καλεῖται ῥαχία. λέγεται τοῦτο πολλάκις γίνεσθαι τῆς ἡμέρας, μάλιστα ἐὰν πνῇ ἄνεμος, πάσχειν δὲ τὸ πάθος τοῦτο τὸν Εὔριπον, τὸν περὶ τὴν Ἑλλάδα, | |
10 | διὸ καὶ Εὔριπος, οἱονεὶ ὁ εὔτρεπτος καὶ εὐχερῶς περιπίπτων. εἰς τοῦτον λέγεται Ἀριστοτέλης ἑαυτὸν ῥίψαι. εἴρηται δὲ ἡμῖν | |
τοῦτο καὶ ἐν τῷ Πρώτῳ Λόγῳ. | ||
5.8(1t) | Ὀγδόη ἐστὶν ἱστορία ἡ περὶ τοῦ Ἠλυσίου πεδίου καὶ τοῦ | |
2t | Ῥαδαμάνθυος. | |
1 | Ὥσπερ ὁ Χριστιανικὸς λόγος ὑπογράφει τινὰ εἶναι παράδει‐ σον, οὕτω καὶ οἱ Ἕλληνες ὑπογράφουσί τινα χῶρον, ὃν καλοῦσι Μακάρων νήσους. καλοῦσι δὲ αὐτὸν Ἠλύσιον πεδίον παρὰ τὸ ἐλεύσεσθαι ἐκεῖσε τοὺς ἀγαθόν τι βεβιωκότας. | |
5 | Ὁ δὲ Ῥαδάμανθυς λέγεται υἱὸς γεγονέναι τοῦ Διός, ὃς ἔχει τὴν δικαστικὴν ἀξίαν. λέγεται οὖν ὅτι οὗτος δικάζει τοῖς ἐν Ἅιδου, καὶ τοὺς μὲν ἀξίους κολάσεως πέμπει παρὰ τὸν Κωκυ‐ τὸν καὶ τὸν Πυριφλεγέθοντα, τοὺς δὲ ἀγαθὰ ἐργασαμένους | |
πέμπει παρὰ τὰς Μακάρων νήσους. | ||
5.9(1t) | Ἐνάτη ἐστὶν ἱστορία ἐν ᾗ λέγει πολὺ τὸ Ἑταῖρε προπίνων καὶ | |
2t | λαρυγγίζων. ἔστι δὲ αὕτη. | |
1 | Ὁ Πλάτων καὶ πάντες οἱ φιλόσοφοι τοὺς γνησίους ἐραστὰς τῶν λόγων ἑταίρους καλοῦσιν, οἱονεὶ φίλους. ὁ οὖν Ἰουλιανὸς ὡς φιλοσοφήσας, οὐκ ἀπηυθαδιάζετο τῇ βασιλείᾳ, ἀλλ’ ἐμι‐ μεῖτο δῆθεν Πλάτωνα καὶ τοὺς ἄλλους, ἑταίρους πάντας καλῶν. | |
5 | καὶ πολὺ τοῦτο τὸ ὄνομα ἐν ταῖς συνουσίαις αὐτοῦ ἦν. Τὸ δὲ προπίνων τοῦτο ἔστι. πάντες οἱ ἀρχαῖοι βασιλεῖς ἐπιτελοῦντες ἑορτὴν πάνδημον, ἐν φιάλαις χρυσαῖς ἢ ἀργυραῖς κιρνωμέναις ἐδέχοντο μὲν παρὰ τοῦ οἰνοχόου †αὐτοί, ἀπέπινον | |
δὲ μικρὸν ἐκ τῆς κύλικος, ὡς συμβόλου ὄντος τούτου φιλίας | ||
10 | πολλῆς, καὶ τότε παρεῖχεν ᾧ ἂν ἐβούλετο, χαριζόμενος καὶ τὴν κύλικα. καὶ ἐκαλεῖτο μὲν αὐτὸ τοῦτο προπίνειν, ἡ δὲ ἡμέρα, φιλοτησία. Τὸ δὲ λαρυγγίζειν μίμησίς ἐστι φωνῆς, ὅταν τις ἐπιτερπόμε‐ νος οἷς λέγει ἐπιβήσσει πῶς τῇ φωνῇ καὶ στενοῖ αὐτήν, ὥστε | |
15 | δοκεῖν ἐν τῷ λάρυγγι αὐτὴν παρακατέχεσθαι. | |
5.10(1t) | δεκάτη ἐστὶν ἱστορία ἡ κατὰ τὴν Ἀθηνᾶν καὶ τοὺς αὐλούς. | |
2t | ἔστι δὲ αὕτη. | |
1 | Ἀθηνᾶ ποτε τοὺς αὐλοὺς λαβοῦσα καὶ αὐλοῦσα παρῆλθε ποταμόν. θεασαμένη δὲ ἐν τῷ ὕδατι τὴν ἑαυτῆς σκιὰν πεφυση‐ μένας ἔχουσαν τὰς γνάθους, καὶ ἀπρεποῦς ἐκ τούτου φαινο‐ μένης αὐτῆς, ἔρριψε τοὺς αὐλοὺς ὡς ἀμορφίας αἰτίους. ἐν γὰρ | |
5 | τῷ αὐλεῖν τὸ πνεῦμα ἐξογκοῖ τὰς γνάθους, καὶ ἀμόρφους ποιεῖ τοὺς αὐλοῦντας. τούτους τοὺς ῥιφθέντας αὐλοὺς λέγεται Μαρ‐ σύας εὑρηκέναι καὶ ἐρίσαι τῷ Ἀπόλλωνι, καὶ ἡττηθῆναι καὶ ἐκδαρῆναι παρὰ τὸν ποταμόν, ἐξ οὗ Μαρσύας ὁ ποταμὸς λέγε‐ | |
ται. | ||
5.11(1t) | Ἑνδεκάτη ἐστὶν ἱστορία ἡ περὶ τῶν λίχνων δαιμόνων. | |
1 | Ἔστι δὲ σαφὲς ὅτι πάντες οἱ δαίμονες κνίσαις χαίροντες, λίχνοι εἰσί. μάλιστα δὲ κωμῳδεῖται ὁ Ἑρμῆς, διὸ λέγεται Δειλακρίων, ὡς κρεαδίων ἐπιδεικνυμένων αὐτῷ κατερχομένῳ εἰς τὰ κρέα. ἀπατηλοὶ δὲ διὰ πάντα, ἐξαιρέτως δὲ διὰ τὸν Ἀπόλ‐ | |
5 | λωνα ὅτι ἀπατηλοὺς ἔλεγε χρησμούς. | |
5.12(1t) | Δωδεκάτη ἐστὶν ἱστορία ἡ περὶ τῶν Τριπτολέμων καὶ τῶν | |
2t | Κελεῶν καὶ τῶν δρακόντων. | |
1 | Εἴρηται δὲ ἡμῖν ταῦτα καὶ ἐν τῷ Πρώτῳ Λόγῳ ὅτι Τριπτόλε‐ μος καὶ Κελεὸς παρὰ τῆς Δήμητρος λαβόντες τὰ σπέρματα, | |
οἷον σῖτον καὶ κριθήν, καὶ πτερωτὸν ἅρμα δρακόντων ἔχοντες, περιῄεσαν ἀνὰ πᾶσαν τὴν γῆν παρέχοντες τὸν σῖτον ἐπὶ τὸ | ||
5 | σπείρειν καὶ γεωργεῖν. | |
5.13(1t) | Τρισκαιδεκάτη ἐστὶν ἱστορία ἡ περὶ τοῦ θεολόγου Ὀρφέως. | |
2t | εἴρηται δὲ ἡμῖν καὶ αὕτη, ὅμως δὲ νῦν εἰρήσεται. | |
1 | Ὁ Ὀρφεὺς Θρᾷξ ὢν τὸ γένος ἐκαθάριζε καταθέλγων, ὡς λέγεται, καὶ τὰ ἄψυχα. τούτου φέρονται ποιήματα ἐν οἷς δῆθεν θεολογεῖ διὰ μυθικῶν συμβόλων, σειράς τε θεῶν καὶ μέτρα οὐσιῶν καὶ πράξεις θεῶν καὶ ἐνεργείας εἰσάγων. τοὺς δὲ μύθους | |
5 | τούτους πλάττει Ὀρφεὺς καὶ ἀσχημονέστερον καὶ ἀσελγέστε‐ | |
ρον καὶ βιαιότερον. | ||
5.14(1t) | Τεσσαρεσκαιδεκάτη ἐστὶν ἱστορία ἡ περὶ τοῦ μηκέτι φθέγγεσ‐ | |
2t | θαι δρῦν, μήτε μαντεύεσθαι τὸν λέβητα. ἔστι δὲ αὕτη. | |
1 | Δωδώνη πόλις ἐστὶν ἐν τῇ Ἠπείρῳ κειμένη, ἐν ᾗ ἵστατο δρῦς ἱερὰ τοῦ Διός. καὶ ἐν ταύτῃ ἦν μαντεῖον, γυναικῶν οὔσων τῶν προφητίδων. καὶ εἰσῄεσαν οἱ μαντευόμενοι παρὰ τὴν δρῦν καὶ ἐκινεῖτο ἡ δρῦς δῆθεν. καὶ λοιπὸν ἐφθέγγοντο αἱ γυναῖκες | |
5 | λέγουσαι ὅτι Τάδε λέγει ὁ Ζεύς. Τὸ δὲ περὶ τοῦ λέβητος τοιοῦτόν ἐστιν. ἐν τῇ Δωδώνῃ ἦν καὶ τὰ περὶ τοῦ λέβητος· λέγεται δὲ τοιοῦτόν τι εἶναι. ἐν τῇ Δωδώνῃ λέγεται ὅτι ἐν ὕψει τινὶ ἵστατο ἀνδριὰς βαστάζων ῥάβδον, καὶ παρ’ αὐτὸν λέβης τις ἵστατο. οἱ οὖν μαντευόμενοι ἤρχοντο | |
10 | παρὰ τὸν τόπον τοῦτον καὶ ηὔχοντο. ὅτε οὖν ἤθελε χρησμῳ‐ δῆσαι αὐτοῖς ὁ θεός, ὁ ἀνδριὰς ἐκεῖνος ἔπαιε τῇ ῥάβδῳ τὸν λέ‐ βητα. εἶτα ἤχει ὁ λέβης, καὶ ἐκ τοῦ λέβητος ἦχός τις ἀπετε‐ λεῖτο ἐναρμόνιος. καὶ ἐνεφοροῦντο αἱ προφήτιδες, καὶ ἔλεγ‐ | |
ον ἃ αὐταῖς ὁ δαίμων ἐνέβαλλεν. | ||
5.15(1t) | Πεντεκαιδεκάτη ἐστὶν ἱστορία ἡ περὶ τῆς Πυθίας. ἔστι δὲ αὕτη. | |
1 | Φωκὶς χώρα ἐν τῇ Ἑλλάδι. ἐν ταύτῃ ἐστὶ πόλις καλουμένη Δελφοί. ἐν τῇ πόλει ταύτῃ ἐστὶν ἱερὸν τοῦ Ἀπόλλωνος, ὃ καλεῖται Πυθώ. ἐν τούτῳ τῷ ἱερῷ ἦν ὁ τρίπους καὶ αἱ ψῆφοι αἱ μαντικαί. καὶ αἱ μὲν μαντικαὶ ψῆφοι ἦσαν ἐν τῇ φιάλῃ τοῦ | |
5 | τρίποδος. ἡνίκα οὖν ὁ μαντευόμενος ἠρώτα περὶ τῆς μαντείας, αἱ ψῆφοι ἥλλοντο καὶ ἐκινοῦντο ἐν αὐταῖς. τότε οὖν ἡ μάντις ἐνεφορεῖτο καὶ ἔλεγεν ἃ ἤθελεν ὁ Ἀπόλλων. ἐκαλεῖτο δὲ ἡ προφῆτις Πυθία. πληροῦσθαι δὲ ἐνταῦθα εἶπεν αὐτὴν καὶ ἐμφο‐ | |
ρεῖσθαι καὶ ἐνθουσιάζεσθαι. | ||
5.16(1t) | Ἑξκαιδεκάτη ἐστὶν ἱστορία ἡ περὶ τῆς Κασταλίας. ἔστι δὲ | |
2t | αὕτη. | |
1 | Πηγή ἐστιν ἐν Ἀντιοχείᾳ ἐν ᾗ λέγεται τὸν Ἀπόλλωνα παρε‐ δρεύειν, καὶ μαντείας καὶ χρησμοὺς τοῖς ἐρχομένοις περὶ τὸ ὕδωρ λέγεσθαι. λέγεται δὲ ὅτι, ἡνίκα ἐμαντεύετό τις, αὔρας καὶ πνοὰς τὸ ὕδωρ ἀνεδίδου. καὶ ἀναδιδομένων τῶν τοιούτων | |
5 | πνευμάτων, οἱ ἱερεῖς οἱ περὶ τὴν πηγὴν ἔλεγον ἃ ἤθελεν ὁ | |
δαίμων. | ||
5.17(1t) | Ἑπτακαιδεκάτη ἐστὶν ἱστορία ἡ Πάλιν ἀνδριὰς ἄφωνος. | |
1 | Περὶ τούτου τοίνυν τοῦ ἀνδριάντος, ποῦ τε ἵστατο καὶ πῶς ἐφθέγγετο, ἡμεῖς οὐχ ἱστορήσαμεν. δεῖ δὲ νομίζειν εἶναι τὸν ἀνδριάντα τὸν ἐν Δελφοῖς, καὶ αὐτὸν τὸ τηνικάδε φωνὴν †ἔναρ‐ θρον ἀπολύοντα. εἰδέναι γὰρ χρὴ ὅτι αἱ τῶν δαιμόνων φωναὶ | |
5 | ἄναρθροί εἰσι διὰ τὸ μὴ ἔχειν ὄργανα φωνητικά, ὅπως δια‐ | |
τυπώσωσι τὴν ἐξερχομένην φωνήν. | ||
5.18(1t) | Ὀκτωκαιδεκάτη ἐστὶν ἱστορία ἡ περὶ τῆς Δάφνης. ἔστι δὲ | |
2t | μυθευόμενος λόγος οὗτος. | |
1 | Δάφνη, φησί, κόρη ὑπῆρχεν ἐκ Λάδωνος τοῦ ποταμοῦ καὶ Γῆς τὴν γένεσιν εὐτυχήσασα. αὕτη, φησί, περικαλλής τε οὖσα τῷ εἴδει καὶ ὡραϊζομένη ταῖς ὄψεσιν, εἰς ἔρωτα ἐκίνησε τὸν Ἀπόλλωνα. ὁ δὲ Ἀπόλλων, φησί, κινούμενος ἐκ τοῦ ἔρωτος, | |
5 | ἐπεδίωκε τὴν Δάφνην, εἴ πως ἰσχύσει συγγενέσθαι τῇ κόρῃ. ἡ οὖν κόρη, τὴν παρθενίαν ἐθέλουσα φυλάξαι, τῇ οἰκείᾳ μητρὶ τῇ Γῇ προσηύξατο βοηθῆσαι αὐτῇ. ἡ δὲ Γῆ διανοίξασα τοὺς ἑαυτῆς κόλπους ἐδέξατο τὴν παῖδα· καὶ ψυχαγωγῆσαι θέλουσα τὸν θεόν, φυτὸν ἀνῆκεν ὁμώνυμον τῇ κόρῃ, ὃ λαβὼν ὁ | |
10 | Ἀπόλλων στέφεται παρὰ τὸν τρίποδα, ψυχαγωγούμενος ὑπὲρ | |
τῆς ἐρωμένης αὐτῷ Δάφνης. | ||
5.19(1t) | Ἐννεακαιδεκάτη ἐστὶν ἱστορία ἡ περὶ τοῦ Τὸν Διόνυσον εἶναι | |
2t | ἀνδρόγυνον. | |
1 | Λέγουσι καὶ τὰ ἀνδρῶν ποιεῖν καὶ τὰ γυναικῶν πάσχειν, καὶ τὰς Βάκχας περὶ αὐτὸν μαινάδας γενομένας ἐκβακχεύειν καὶ τοὺς Σατύρους καὶ τοὺς Σειληνοὺς ἐξορχουμένους περὶ αὐτόν. εἴπομεν δὲ πολλάκις ὡς ὅτι αὐτός ἐστιν ὁ τοῦ οἴνου, φησί, | |
5 | δημιουργὸς καὶ ἔφορος, καὶ ὅτι δέδωκε καὶ ταῖς γυναιξὶ καὶ τοῖς ἀνδράσιν. καὶ ἔπιον καὶ ἐμεθύσθησαν, καὶ μεθυσθέντες μετὰ τῶν γυναικῶν χορεύουσι περὶ αὐτόν. τοὺς δὲ Σατύρους λέγουσιν εἶναι ποιμένας, ἄλλοι δὲ θείους τινὰς δαίμονας περὶ τὸν Διόνυ‐ σον. | |
10 | Περὶ τοῦ φαλλοῦ ἤδη εἰρήκαμεν ἐν τῷ Πρώτῳ Λόγῳ, ὅτι αἰδοῖον ἦν δερμάτινόν τι ὃ νῦν οἱ μῖμοι ἔχουσιν, ὃ καλοῦσι φαλητάριον. καὶ τοῦτο ἔχουσιν ἐν τοῖς Διονυσίοις, φοροῦντες | |
ἐν παιγνίοις καὶ ἑορτάζουσιν, ἐν ᾧ τότε ἐτελοῦντο ἐκεῖνοι. | ||
5.20(1t) | Εἰκοστή ἐστιν ἱστορία ἡ περὶ Σεμέλης καὶ τοῦ κεραυνοῦ. | |
1 | Σεμέλη Κάδμου ἦν θυγάτηρ. ταύτης ἠράσθη ὁ Ζεύς, καὶ συγγίνεται αὐτῇ. ἡ δὲ Ἥρα ζηλοτύπως φερομένη σχηματίζεται πρόσωπον τροφοῦ ἐγνωσμένης τῇ Σεμέλῃ, καὶ συμβουλεύει αὐτῇ τῇ Σεμέλῃ ὅτι Δεῖ αἰτῆσαι τὸν Δία συγγενέσθαι σοι ὥσπερ | |
5 | συγγίνεται τῇ Ἥρᾳ. συνεγένετο δὲ τῇ Ἥρᾳ ὁ Ζεὺς μετὰ βροντ‐ ῶν καὶ κεραυνῶν. ταῦτα δὲ συνεβούλευσεν ἡ Ἥρα τῇ Σεμέλῃ ἵνα ἐρχομένου τοῦ Διὸς μετὰ κεραυνῶν πρὸς αὐτήν, ὡς θνητὴ καταφλεχθήσεται, καὶ μηκέτι ἔχοι τὴν ἀντίζηλον. ὃ δὴ καὶ γέγονε. τοῦ Διὸς γὰρ ἐλθόντος πάλιν πρὸς τὴν Σεμέλην, ᾔτησεν | |
10 | ἡ Σεμέλη οὕτως αὐτῇ συγγενέσθαι ὡς τῇ Ἥρᾳ. καὶ ὡς συγγίνε‐ ται αὐτῇ, κεραυνοῦται καὶ ἀπόλλυται ἡ Σεμέλη. καὶ τότε λαβὼν ὁ Ζεὺς τὸν Διόνυσον ἔμβρυον ὄντα ἔρραψεν ἐν τῷ ἑαυτοῦ μηρῷ. καὶ ὕστερον ἐν τῷ ἑβδόμῳ μηνὶ ἐλθὼν ὁ Ἑρμῆς ἀναπτύσσει τὸν μηρὸν τοῦ Διός. καὶ γεννᾶται, ὥς φασι, ὁ Διόνυσος. καὶ | |
15 | λαμβάνει αὐτὸν εἰς Νύσσαν τῆς Θρᾴκης, κἀκεῖ παρὰ τῶν Νυμ‐ | |
φῶν γαλακτοτροφεῖται. | ||
5.21(1t) | Εἰκοστὴ πρώτη ἐστὶν ἱστορία ἡ περὶ τοῦ ἀμφιγύου Ἡφαίστου. | |
2t | ἔστι δὲ αὕτη. | |
1 | Χωλὸς ἦν ὁ Ἥφαιστος, διὸ καὶ ἀμφιγύης· ἦν δὲ χαλκεὺς τὴν τέχνην. τούτου γυνὴ ἦν ἡ Ἀφροδίτη, καὶ αὐτὴν ἐμοιχεύετο ὁ Ἄρης. εὑρίσκει οὖν ὁ Ἥφαιστος τὴν μοιχείαν γενομένην, στήσας πάγας. θεὸν δὲ αὐτὸν λέγει κατῃθαλωμένον καὶ κεκαπ‐ | |
5 | νισμένον· αἰθάλη γὰρ εἶδος καπνοῦ παχυτέρου. ἐκεκάπνιστο δέ, ὡς χαλκεύς. κλυτοτέχνην δὲ αὐτὸν καλοῦσιν οἱ ποιηταί, ἐπειδὴ ἔνδοξον εἶχε τέχνην ταύτην τὴν χαλκευτικήν. Θερσίτην δὲ αὐτὸν Ὀλύμπιον καλεῖ διὰ τοιαύτην αἰτίαν· ὁ Ὅμηρος εἰσφέρει τινὰ ἄνθρωπον, Θερσίτην ὀνόματι, χωλὸν καὶ | |
10 | στραβὸν καὶ κυρτὸν καὶ μαδαρὸν καὶ προπετῆ. καί φησιν ὅτι οὗτος ἠκολούθει τῷ στρατοπέδῳ, οὐ διὰ τὸ πολεμεῖν ἀλλὰ διὰ τὸ γελᾶσθαι. ἐπεὶ οὖν ὁ Ἥφαιστος χωλὸς ἦν καὶ κεκαπνι‐ σμένος, λέγει αὐτὸν ὅτι ὡς Θερσίτης ἦν ὁ Ἥφαιστος ὑμῶν. Ὀλύμπιον δὲ αὐτὸν εἶπεν, οἱονεὶ οὐράνιον. Ὄλυμπος γὰρ ὁ | |
15 | οὐρανός. Θερσίτης οὖν Ὀλύμπιος καὶ χωλὸς καὶ προπετὴς ὑμῶν θεός. Τὸ δὲ Δεσμώτης Ἄρης διὰ μοιχείαν, τῆς αὐτῆς ἐξήρτη‐ ται ἱστορίας. μοιχεύων γὰρ ὁ Ἄρης τὴν Ἀφροδίτην ἐδέθη ταῖς | |
πάγαις ὑπὸ τοῦ Ἡφαίστου. τὸ δὲ Μετὰ τοῦ Δείμου καὶ τοῦ | ||
20 | Φόβου καὶ τοῦ Κυδοιμοῦ λέγει, ὅτι οὗτοι θεράποντες λέγονται εἶναι τοῦ Ἄρεως, υἱοὶ δὲ τοῦ Πολέμου, καὶ ὅτι καὶ οὗτοι συμπεπόνθασι τῷ Ἄρει, καὶ ὅτι ὁ Ἥφαιστος οὐκ ἐφοβήθη τὸν Φόβον καὶ τὸν Δεῖμον καὶ τὸν Κυδοιμόν. τραυματίαν δὲ λέγει τὸν Ἄρεα, ἐπειδὴ ἐτρώθη ὑπὸ τοῦ Διομήδους, προπετευόμενος | |
25 | ἐν τῷ πολέμῳ. Καὶ ἡ περὶ τῆς Ἀφροδίτης ἱστορία ἐξήρτηται, ὅτι πόρνη ἦν· ἐμοιχεύθη γὰρ ὑπὸ τοῦ Ἄρεως. καὶ ὅτι καὶ τῆς μίξεως αὐτὴν λέγουσιν ἔφορον εἶναι οἱ Ἕλληνες, διὰ τοῦτο εἶπον αὐτὴν | |
ὑπηρέτιν. | ||
5.22(1t) | Εἰκοστὴ δευτέρα ἐστὶν ἱστορία πῶς ἡ Ἀθηνᾶ παρθένος οὖσα | |
2t | τίκτει δράκοντα. ἔστι δὲ αὕτη. | |
1 | Ὁ Ζεὺς βουλόμενος ἀποκυῆσαι ἐκ τοῦ ἐγκεφάλου αὐτοῦ τὴν Ἀθηνᾶν, ἐδεῖτο συνεργοῦ τοῦ λαβόντος καὶ πλήξαντος τὴν κεφαλὴν ἵνα ἀποκυηθείη. καὶ λόγους προσφέρει τῷ Ἡφαίστῳ περὶ τούτου. ὁ δὲ Ἥφαιστος οὐκ ἄλλως εἵλετο σχίσαι τὴν | |
5 | κεφαλὴν τοῦ Διός, εἰ μὴ τὴν γεννωμένην ἀποπαρθενεύσῃ· καὶ ἠνέσχετο ὁ Ζεύς. λαβὼν οὖν ὁ Ἥφαιστος τὸν βουπλῆγα, τέμνει τὴν κεφαλὴν τοῦ Διός. καὶ ἐξέρχεται ἡ Ἀθηνᾶ, καὶ ἐπεδίωκεν αὐτὴν ὁ Ἥφαιστος, ἵνα αὐτῇ συγγένηται. καὶ ἐπιδιώκων ἀπεσ‐ πέρμηνεν εἰς τὸν μηρὸν τῆς Ἀθηνᾶς. ἡ δὲ Ἀθηνᾶ λαβοῦσα | |
10 | ἔριον ἐξέμαξε τὸ σπέρμα, καὶ ἔρριψεν ἐν τῇ γῇ. καὶ ἐγίνετο ἐκ τῆς γῆς καὶ τοῦ ἐρίου ἄνθρωπος δρακοντόπους, ὃς ἐκαλεῖτο | |
Ἐριχθόνιος, ἀπὸ τοῦ ἐρίου καὶ τῆς χθονὸς λαβὼν τὸ ὄνομα. | ||
5.23(1t) | Εἰκοστὴ τρίτη ἐστὶν ἱστορία ὅτι Ὁ Ἡρακλῆς μαίνεται. ἔστι δὲ | |
2t | αὕτη. | |
1 | Μεγάρη οὕτω καλουμένη, Κρέοντος τοῦ Θηβῶν βασιλέως θυγάτηρ, ἐγαμήθη τῷ Ἡρακλεῖ. καὶ ἐπαιδοποίησεν ἐξ αὐτῆς. ἡ δὲ Ἥρα, ἀπεχθῶς ἔχουσα πρὸς τὸν Ἡρακλέα διὰ πολλά, ἐνέβα‐ λεν αὐτῷ μανίαν. καὶ μανεὶς ἀπέκτεινε τὰ ἑαυτοῦ τέκνα τὰ ἐκ | |
5 | τῆς Μεγάρης. | |
5.24(1t) | Εἰκοστὴ τετάρτη ἐστὶν ἱστορία, πῶς ὁ Ζεὺς δι’ ἀσέλγειαν πάντα | |
2t | γίνεται. ἔστι δὲ αὕτη. | |
1 | Λέγεται ὁ Ζεὺς ἐρασθεὶς τῆς Δανάης γενέσθαι χρυσὸς καὶ ῥυῆναι καὶ οὕτως αὐτῇ συγγενέσθαι. ὁμοίως ἐρασθεὶς καὶ Γανυ‐ μήδους, ἀετὸς ἐγένετο· ἐρασθεὶς δὲ Εὐρώπης, βοῦς ἐγένετο, Λήδας δὲ καὶ Νεμέσεως, κύκνος. καὶ οὕτως ἀεὶ μετεβάλλετο, | |
5 | πάντα γινόμενος δι’ ἀκαθαρσίαν, ὁ παρ’ αὐτοῖς ἐξοχώτατος | |
θεός, καὶ πάντας τοὺς ἄλλους θεοὺς ἀνέλκων εἰς οὐρανούς. | ||
5.25(1t) | Εἰκοστὴ πέμπτη ἐστὶν ἱστορία ἡ περὶ τοῦ τάφου τοῦ Διὸς ἐν | |
2t | Κρήτῃ. ἔστι δὲ αὕτη. | |
1 | Λέγεται ὁ Ζεὺς ἐκεῖ τραφῆναι ἐν τῇ Κρήτῃ καὶ ἀποθανεῖν, καὶ εἶναι τάφον ἐν ᾧ ἐπιγέγραπται κεῖσθαι ἐκεῖσε τὸν Δία, καὶ εἶναι ἔλεγχον τοῦτο κατὰ τῶν λεγόντων τὸν Δία θεόν. ἐλέγχον‐ | |
ται γὰρ ὅτι ἄνθρωπος ἦν καὶ τέθνηκε καὶ κεῖται ἐν τῇ Κρήτῃ. | ||
5.26(1t) | Εἰκοστὴ ἕκτη ἐστὶν ἱστορία ἡ περὶ τοῦ Κερδῴου θεοῦ. | |
1 | Καὶ εἴρηται μὲν καὶ ἐν τῷ Πρώτῳ Λόγῳ, καὶ νῦν δὲ ῥηθήσε‐ ται, ὅτι τὸν Ἑρμῆν οἱ Ἕλληνες ἔφορον ἔλεγον εἶναι τοῦ κέρδους, διὸ καὶ μαρσίππιον αὐτὸν ποιοῦσι βαστάζειν, καὶ ἔφορον τοῦ λόγου καὶ τῆς κλοπῆς. καλοῦσιν οὖν αὐτὸν Κερδῷον | |
5 | καὶ Λόγιον καὶ Ἄγγελον καὶ Κλῶπα καὶ εἴ τι τοιοῦτο. | |
5.27(1t) | Εἰκοστὴ ἑβδόμη ἐστὶν ἱστορία ἡ περὶ τῆς τιμῆς τῶν Αἰγυπτίων | |
2t | τῆς γινομένης τῷ Νείλῳ. | |
1 | Περὶ δὲ ταύτης Ἡρόδοτος οὐδὲν λέγει· ἀνέγνων δὲ παρ’ Ἀρισταινέτῳ τῷ ἱστορικῷ, ὃς ἱστορεῖ ὅτι ἑορτάζουσιν Αἰγύπτιοι τῷ Νείλῳ ἑορτὴν πανδημεὶ πάντες καὶ πᾶσαι ἐρχόμε‐ νοι περὶ τὰ θέατρα τῶν πόλεων, κἀκεῖσε θοινῶνται ἕκαστος ὃ | |
5 | ἔχει καὶ ἑκάστη ὃ ἔχει. χορούς τε συστησάμενοι ᾄδουσι τῷ Νείλῳ ᾠδὰς ἃς τῷ Διὶ ᾄδουσιν ὡς τοῦ Νείλου τὸ τοῦ Διὸς ἔργον ποιοῦντος καὶ ἄρδοντος τὴν χώραν. ἀνδρογύνων δὲ δοκεῖ λέγειν τιμὰς τὸ πανδημεὶ τοὺς ἄρρενας μετὰ τῶν γυναικῶν ἐκβακχεύεσ‐ θαι καὶ πολλάκις ὡς ἐν μέθῃ καὶ ἀσελγαίνειν. | |
5.28(1t) | Εἰκοστὴ ὀγδόη ἐστὶν ἱστορία ἡ κατὰ τὰς Ἴσεις καὶ τοὺς Μένδη‐ | |
2t | τας. ἔστι δὲ αὕτη. | |
1 | Ἡ Ἶσις τιμᾶται παρὰ τοῖς Αἰγυπτίοις, καὶ μεγάλως τιμᾶται. | |
λέγεται δὲ αὕτη εἶναι ἡ Ἰώ, ἡ ἁρπασθεῖσα παρὰ τοῦ Διὸς ἐκ τοῦ Ἄργους καὶ μεταβληθεῖσα εἰς βοῦν. κέρατα γὰρ περὶ τὴν κεφα‐ λὴν ποιοῦσιν τοῦ ἀγάλματος. ὡς εἶπον δέ, τῶν πάνυ τιμωμένων | ||
5 | ἦν παρ’ Αἰγυπτίοις. Ἡ δὲ περὶ τοὺς Μενδησίους ἐστὶν αὕτη. τὸν Πᾶνα Μένδητα καλοῦσιν οἱ Αἰγύπτιοι διὰ τὸ καὶ τὸν τράγον μένδητα καλεῖν. ὁδὲ Πὰν τραγοπρόσωπός ἐστι. σέβονται οὖν οὕτω τὸν Μένδητα τοῦτον, ἤτοι τὸν Πᾶνα, ὥστε μήδε γεύεσθαι αἰγῶν διὰ τὸ τὸ | |
10 | εἶδος τῶν αἰγῶν ἔχειν τὸν αὐτῶν θεόν. Οἱ δὲ Ἄπιδες βοῦς εἰσι τιμώμενοι παρὰ τοῖς Αἰγυπτίοις. ἐτίκτοντο δὲ οὗτοι καθαροί τινες ἐν τῷ πρὶν χρόνῳ, καὶ σημεῖον εἶχόν τι, ὃ ἐδήλου αὐτοὺς εἶναι Ἄπιδας. ἐγεννῶντο δὲ διὰ χρόνου πολλοῦ. ἐπὰν δὲ ἐγεννήθη, ἑορτὴν μεγάλην ἦγον οἱ | |
15 | Αἰγύπτιοι καὶ ἱερεῖς τινες περὶ τὸν γεννηθέντα βοῦν, οἵτινες ἱεροῦντο τούτῳ τῷ βοΐ. Τὸ δὲ γράφειν θηρία ἀλλόκοτα καὶ σύνθετα, τοῦτο λέγει ὃ καὶ εἶδον ἐγὼ κατὰ τὴν Ἀλεξάνδρειαν, ἀγαλμάτια μικρὰ ἔχοντα κεφαλὴν κυνός, καὶ παραφυομένην κεφαλὴν ἕτεραν | |
20 | αἰλούρου καὶ ἕτεραν ἱέρακος. καὶ ἐσέβοντο ταῦτα οἱ Ἕλληνες, καὶ ἐν εἰκόσιν ἐνέγραφον. οὐ μόνον δὲ τοιαύτην φύσιν ἐνέγραφον, ἀλλὰ καὶ ἄλλα θηρία ἄμορφά τινα ἃ ἐσέβοντο οἱ | |
Αἰγύπτιοι. | ||
5.29(1t) | Εἰκοστὴ ἐνατή ἐστιν ἱστορία ἡ περὶ τὸν Πᾶνα καὶ τὸν Πρίαπον. | |
2t | ἡ περὶ τὸν Πᾶνα ἱστορία αὕτη ἐστίν. | |
1 | Λέγεται ὅτι ὅτε οἱ μνηστῆρες τῇ Πηνελόπῃ, τῇ τοῦ Ὀδυσ‐ σέως γυναικί, παρέμενον, συνεμίγησαν αὐτῇ πάντες, καὶ ἐγεν‐ νήθη ὁ Πάν. Πὰν δὲ ἐκλήθη ἐπειδὴ ἀπὸ πάντων τῶν μνηστήρων συνελήφθη. λέγουσι δὲ Αἰγύπτιοι αὐτῆς τῆς μίξεως εἶναι | |
5 | ἔφορον τὸν Πᾶνα, ἔνθεν καὶ τραγοσκελῆ αὐτὸν ποιοῦσι, διὰ τὸ κατωφερῆ εἶναι τὸν τράγον, ὃν καλοῦσιν Αἰγύπτιοι Μένδητα. Ἡ δὲ περὶ τὸν Πρίαπόν ἐστιν αὕτη. λέγεται μετὰ τὸ ἀνελθεῖν τὴν Ἀφροδίτην ἐκ τῆς Αἰθιοπίας κάλλος ἀμέτρητον ἐπιφέρεσθ‐ αι, ὥστε καὶ αὐτὸν τὸν Δία ἐρασθῆναι αὐτῆς. καὶ συγγενόμενος | |
10 | αὐτῇ, ζῆλον ἄπειρον τῇ Ἥρᾳ κατέλιπεν. εὐθὺς οὖν ἡ Ἥρα τὸ μέλλον προσκοπήσασα, καὶ ὅτι ἤμελλε τὸ ἐκ ταύτης τικτόμενον βρέφος κάλλει ὑπερφέρον κατακρατῆσαι πάντων τῶν ἐκ Διὸς τεχθέντων, προλαβοῦσα ἥψατο τῆς κοιλίας τῆς Ἀφροδίτης, καὶ | |
παρεσκεύασε τὸ βρέφος κακόσεμνον τεχθῆναι. τεχθέντος οὖν | ||
15 | τοῦ βρέφους ἀμόρφου, καὶ ἑωρακυῖα ἡ μήτηρ ὅτι μέλλει τὸ τέχθεν πλεῖστον αὐτῇ ψόγον ἐπιφέρειν κακόπλαστον ὄν, λαβοῦσα ἔρριψεν εἰς ὄρος. περιτυχὼν δὲ τούτῳ τις ποιμὴν ἔλαβεν αὐτὸ καὶ ἀνέτρεφεν. καὶ ὡς πρὸς εὐκαρπίαν τῆς γῆς νομίσας εἶναι τὸ ἐκείνῳ ὑπάρχον πάθος (λέγω δὴ τὸ τοῦ | |
20 | αἰδοίου) λαβὼν ἱδρύσατο καὶ ἐτίμησε καὶ ὠνόμασε Πρίαπον, δηλῶν κατὰ τὴν τῶν Ἰταλῶν γλῶσσαν τὸν ἐκ πλάνης τοὺς ἐν πλάνῃ καὶ ἐρημίᾳ σῴζοντα. καὶ ἐξ ἐκείνου λέγεται παρὰ τοῖς | |
ποιμέσι τιμᾶσθαι. | ||
5.30(1t) | Τριακοστή ἐστιν ἱστορία ἡ περὶ τῶν κεκομμένων καὶ διεσπα‐ | |
2t | σμένων θεῶν. | |
1 | Ἐμοὶ δὲ δοκεῖ αὕτη περὶ τῶν Τιτάνων εἶναι καὶ τοῦ Διο‐ νύσου. ἔστι δὲ αὕτη. Περσεφόνη γεννᾷ τὸν Ζαγρέα Διόνυσον, ἐκ τοῦ Διὸς συλλαβοῦσα αὐτόν. τοῦτον γεννηθέντα οἱ Τιτᾶνες (δαιμονίων δὲ τάξεις αὗται) φθονήσαντες τῷ Διονύσῳ ὡς ἐκ τοῦ | |
5 | Διὸς ἔχοντι τὴν γένεσιν, διασπαράττουσιν αὐτόν. ἄλλοι δὲ λέγουσιν ὅτι καθ’ ὑπόθεσιν τῆς Ἥρας διεσπάσθη ὑπὸ τῶν Τιτάνων ὁ Διόνυσος. Καὶ περὶ μὲν τῶν διεσπασμένων θεῶν ἐστιν αὕτη ἡ περὶ τοῦ Διονύσου· περὶ δὲ τῶν κεκομμένων οὐδεμία τις φαίνεται ἡμῖν | |
10 | ἱστορία, ἢ ἡ περὶ τῶν Γιγάντων. οὗτοι γὰρ πολεμεῖν ἐθέλοντες τοῖς θεοῖς, οἱ θεοὶ ἀντιστρατευσάμενοι ἐπολέμησαν καὶ κατέκο‐ ψαν αὐτούς, ὕστερον δὲ τοῦ Διὸς καὶ τὸν κεραυνὸν ἐπιπέμψαν‐ | |
τος αὐτοῖς καὶ καταφλέξαντος αὐτούς. | ||
5.31(1t) | Τριακοστὴ πρώτη ἐστὶν ἱστορία ἡ περὶ τοῦ Κωκυτοῦ καὶ τοῦ | |
2t | Πυριφλεγέθοντος. ἔστι δὲ αὕτη. | |
1 | Ὁ Πλάτων ἐν τῷ Φαίδωνι, λέγων περὶ τῶν λήξεων καὶ τῶν ἀποκληρώσεων τῶν ψυχῶν, λέγει ὅτι οἱ ἀδίκως βεβιωκότες κολάζονται ἐν τῷ Κωκυτῷ καὶ ἐν τῷ Πυριφλεγέθοντι καὶ ἐν τῷ Ταρτάρῳ. ποταμοὶ δὲ οὗτοί εἰσιν, ὁ μὲν Κωκυτὸς ψυχρότατος, ὁ | |
5 | δὲ Πυριφλεγέθων θερμότατος, ὁ δὲ Τάρταρος μέσος τις τόπος τοῦ παντός, ἐν ᾧ ἀνίμησίς ἐστιν ὑδάτων καὶ κατάποσις ὑδάτων ἄχρι τοῦ τέλματος τοῦ παντός, σκοτεινός τις καὶ ἀφεγγής. καὶ ὅτι ἐν τούτῳ τῷ τόπῳ κολάζονται οἱ ἄδικοι. ὁ δὲ Ἀχέρων καὶ αὐτὸς μέσος τις, ὃς καθαρσίῳ ἔοικε καὶ οὐχὶ κολαστηρίῳ, | |
10 | ῥύπτων καὶ σμήχων τὰ ἁμαρτήματα τῶν ἀνθρώπων. | |
5.32(1t) | Τριακοστὴ δευτέρα ἐστὶν ἱστορία ἡ περὶ τοῦ Ταντάλου καὶ τοῦ | |
2t | Τιτυοῦ καὶ τοῦ Ἰξίονος. ἔστι δὲ αὕτη. | |
1 | Ὁ μὲν Τάνταλος υἱὸς ἦν τοῦ Διός. οὗτος ἠξιώθη τῆς τρα‐ | |
πέζης τῶν θεῶν, καὶ ἀξιωθεὶς ἐδημοσίευσε τὰ μυστήρια αὐτῶν, καὶ κολάζεται κόλασιν διὰ τοῦτο τοιάνδε. ἔστιν ἐν τοῖς ὑπὸ γῆν δικαιωτηρίοις, ἔχων πέτραν ἐπάνω αὐτοῦ καὶ κάτω ὕδωρ πολὺ | ||
5 | καὶ βλαστήματα καρποφόρα· καὶ ἤρτηται ὁ λίθος κατ’ αὐτοῦ. ἐὰν οὖν, φησί, θέλῃ πιεῖν ἐκ τοῦ παρακειμένου ὕδατος, πίπτει ἡ πέτρα ἐπάνω αὐτοῦ καὶ τιμωρεῖται αὐτόν. ἐκ τούτου φησὶν ὅτι λιμῷ καὶ δίψει τήκεται, ὁρῶν μὲν ἀφ’ ὧν δεῖ φαγεῖν καὶ πιεῖν, μὴ δυνάμενος δὲ διὰ τὴν ἐπηρτημένην κατ’ αὐτοῦ πέτραν. | |
10 | Ἡ δὲ περὶ τοῦ Τιτυοῦ ἐστιν αὕτη. Τιτυὸς ἠράσθη τῆς Λητοῦς καὶ ἐρασθεὶς ἐκράτησεν αὐτὴν ἀπὸ τοῦ κρηδέμνου. εἶτα Ἄρτε‐ μις καὶ Ἀπόλλων, παῖδες ὄντες τῆς Λητοῦς, κατετόξευσαν αὐτὸν καὶ ἀνεῖλον. καὶ νῦν, φησίν, ἐν τῷ Ἅιδῃ ἔχει τὰ βέλη ἐμπεπαρμένα καὶ κολάζεται ἐκ τούτου. | |
15 | Ἡ δὲ περὶ τὸν Ἰξίονά ἐστιν αὕτη. Ἰξίων ἠράσθη τῆς Ἥρας. ἡ δὲ Ἥρα προσαγγέλλει τῷ Διί. ὁ δὲ Ζεὺς βουληθεὶς γνῶναι εἰ οὗτος ἐρᾷ αὐτῆς, ἐξομοιοῖ νεφέλην τῇ Ἥρᾳ, καὶ ἔστησεν. ὁ δὲ Ἰξίων νομίσας αὐτὴν εἶναι τὴν Ἥραν συμμίγνυται τῇ νεφέλῃ. καὶ ὀργισθεὶς ὁ Ζεὺς κολάζει αὐτὸν οὕτω· τροχῷ διατείνας | |
20 | αὐτὸν ἐποίησεν ἀεὶ φέρεσθαι τὸν τροχόν· καὶ ἔστιν οὗτος ἀεὶ ἀνακυκλούμενος καὶ καταφερόμενος, ταύτην τιννύων τιμωρίαν. Δίψει δὲ λέγει κολάζεσθαι τὸν Τάνταλον, ὡς εἴπομεν. Ἐπιγε‐ νείοις δὲ ὅτι εἰ ἥψατο τὸ γένειον αὐτοῦ τῆς λίμνης τοῦ ὕδατος, ἐξηραίνετο. οὐ μόνον δὲ τὸ ξηραίνεσθαι ἤρκει αὐτῷ πρὸς | |
25 | κόλασιν, ἀλλ’ ὅτι καὶ τὴν πέτραν ὑπερκεῖσθαι αὐτοῦ καὶ κατα‐ πίπτειν ἐπάνω αὐτοῦ. τὸ δὲ Ῥοιζοῦσθαι τῷ τροχῷ, περὶ τοῦ Ἰξίονος λέγει. οὗτος γάρ ἐστιν ὁ διαταθεὶς τῷ τροχῷ καὶ κυλινδούμενος. ῥοιζοῦσθαί ἐστι τὸ τῇ βιαίᾳ φορᾷ φέρεσθαι τὸν | |
τροχόν. | ||
5.33(1t) | Τριακοστὴ τρίτη ἐστὶν ἱστορία ἡ περὶ τοῦ κείρεσθαι τὸ ἧπαρ | |
2t | ὑπὸ τῶν ὀρνίθων. ἔστι δὲ ἡ περὶ τοῦ Προμηθέως αὕτη. | |
1 | Ὁ Προμηθεὺς οὗτος λέγεται κλέψαι τὸ πῦρ παρὰ τῶν θεῶν, καὶ ἐνεγκεῖν εἰς ἀνθρώπους, καὶ ὅτι περὶ τὰ κρέα τῆς θυσίας ἀπατήσας τὸν Δία, εἰς ὀργὰς ἐκίνησεν αὐτὸν διττάς. τοῦτον θέλων τιμωρήσασθαι, ἐποίησεν ἀετὸν κατεσθίειν αὐτοῦ τὸ | |
5 | ἧπαρ. καὶ τὴν μὲν ἡμέραν κατησθίετο τὸ ἧπαρ, τὴν δὲ νύκτα πάλιν ἀνεπληροῦτο. καὶ πάλιν ἤρχετο ὁ ἀετὸς καὶ ἤσθιεν αὐτό, | |
ἕως οὗ ὁ Ἡρακλῆς ἐλθὼν ἐτόξευσε τὸ ὄρνεον τοῦτο. | ||
5.34(1t) | Τριακοστὴ τετάρτη ἐστὶν ἱστορία ἡ περὶ τῆς Κυκλωπείου | |
2t | τιμῆς. | |
1 | Ὁ Κύκλωψ οὗτος λέγεται εἶναι ἥρως τις λῃστρικὸς καὶ ποιμήν, ὃς ᾤκει τὴν Σικελίαν, εἶχε δὲ ἕνα ὀφθαλμόν. τοῦ οὖν Ὀδυσσέως ἀποπλανηθέντος μετὰ τὸν Τρωϊκὸν πολεμὸν μετὰ τῶν ἑταίρων αὐτοῦ καὶ ἐλθόντος περὶ τὴν Σικελίαν, ὁ Κύκλωψ | |
5 | συνέλαβε καὶ αὐτὸν τὸν Ὀδυσσέα καὶ τοὺς ἑταίρους αὐτοῦ. καὶ τοὺς μὲν ἑταίρους αὐτοῦ πρώτους κατέφαγε, τὸν δὲ Ὀδυσσέα τηρήσας εἰς ὕστερον καταφαγεῖν οὐκ ἴσχυσε, διαδράντος αὐτοῦ. διέδρασε δὲ μεθύσας τὸν Κύκλωπα καὶ τυφλώσας αὐτὸν, καὶ | |
ὑπὸ τὸ ἔριον ἑνὸς κριοῦ κατακρεμάσας ἑαυτὸν καὶ ἐξελθών. | ||
5.35(1t) | Τριακοστὴ πέμπτη ἐστὶν ἱστορία ἡ περὶ τῶν Ἡρακλέους στηλ‐ | |
2t | ῶν. ἔστι δὲ αὕτη. | |
1 | Τοῦ Ἡρακλέους περὶ τὰ Γάδειρα ἐλθόντος, καὶ μηκέτι ἰσχύσαν‐ τος περαιτέρω ἀπελθεῖν, οὔτε γὰρ περάσαι ἴσχυσε τὸν Ὠκεανόν· τὰ γὰρ Γάδειρά ἐστιν ὥσπερ εἴσοδος ἀπὸ τοῦ Ὠκεανοῦ ἐπὶ τὴν δυτικὴν θάλασσαν· ἄχρι τῶν Γαδείρων γενόμενος, στήλας | |
5 | ἔλαβε παρὰ τῶν ἐνοικούντων τὸν τόπον, ὡς μέχρι τῶν ἐκεῖσε βατῆς οὔσης τῆς θαλάσσης καὶ τῆς γῆς, καὶ τὰ ἐπέκεινα οὐκέτι. | |
καὶ ἀκούει ὁ τόπος Ἡρακλέους στῆλαι. | ||
536*(1t) | Τριακοστὴ ἕκτη ἐστὶν ἱστορία ἡ περὶ τὸν Ἀκταίωνα· ἐστὶ δὲ αὕτη· | |
1 | Ἀκταίων κυνηγέτης ἦν· οὗτος εἶδε γυμνὴν τὴν Ἄρτεμιν. Ἦν δὲ οὐ θεμιτὸν τὰς θεὰς τὰς παρθένους γυμνὰς ἰδεῖν. Ἡ οὖν Ἄρτεμις χολωθεῖσα ἐποίησε τοὺς κύνας μανῆναι τοὺς αὐτοῦ τοῦ Ἀκταίωνος καὶ ἀνελεῖν αὐτόν. Καὶ ἀνῃρέθη ὑπὸ τῶν ἰδίων κυνῶν ὁ Ἀκταίων. | |
537*(1t) | Τριακοστὴ ἑβδόμη ἐστὶν ἱστορία ἡ περὶ τοῦ Ὠρίωνος· ἐστὶ δὲ | |
2t | αὕτη· | |
1 | Ὑριεύς τις Βοιωτίας βασιλεὺς ἦν. Οἱ δὲ θεοὶ βουληθέντες ἰδεῖν εἰ φιλόξενοί εἰσιν οἱ ἄνθρωποι, ἦλθον πρὸς αὐτὸν ὡς φιλοξενισθέντες ὑπ’ αὐτοῦ. Ὁ δὲ ἐδέξατο αὐτοὺς καὶ ἔθυσε βοῦν καὶ ἐξένισεν αὐτούς. Ξενισθέντες οὖν καὶ ἐξερχόμενοι οἱ θεοὶ εἶδον τὴν βύρσαν | |
5 | τοῦ σφαγέντος βοὸς κειμένην κάτω· καὶ οὐρίσαντες εἰς αὐτὴν ἐποίησαν ἐξ αὐτοῦ τοῦ οὔρου καὶ τῆς βύρσης τὸν Ὠρίωνα. Οὗτος γενόμενος ἠράσθη τῆς Ἀρτέμιδος. Αὕτη δὲ σκορπίον ἀνῆκε κατ’ αὐτοῦ καὶ κρουσθεὶς οὗτος ἐν τῷ σφυρῷ τέθνηκεν. Οἱ οὖν θεοὶ ἐλεήσαντες αὐτὸν δι’ ἀστέρων ὑπεζωγράφησαν αὐτὸν ἐν τῷ οὐρα‐ | |
10 | νῷ μετὰ τοῦ Σκορπίου. | |
537**(1t) | Περὶ τοῦ φαλλοῦ τοῦ Ὀσίριδος ἤτοι Διονύσου διασπασθέντος ὑπὸ | |
2t | Τυφῶνος. | |
1 | Φασὶν ὡς ἡ τούτου ἀδελφὴ ἡ Ἴσις τὰ τούτου μέλη σὺν πόνῳ πολλῷ συλλέξασα, μόνον τὸ αἰδοῖον οὐχ εὗρε· τούτου χάριν εἰκόνα τοῦ αἰδοίου ποιήσασα, προσκυνεῖσθαι ὑπὸ πάντων ἐκέλευσε. γίνεται οὖν παρ’ Ἕλλησιν ἑορτὴν τοῦ φαλλοῦ, ἣν προσηγόρευσαν Φαλλαγώγιαν. | |
5.38(1t) | Τριακοστὴ ὀγδόη ἡ περὶ τὸν Ἄδωνιν καὶ Ἀφροδίτην· | |
1 | Μύρρα Κινύρου τινὸς γέγονε θυγάτηρ. Αὕτη συνευνασθεῖσα τῷ ἰδίῳ πατρί, ἐπαιδοποίησεν ἐξ αὐτοῦ. Ἐγκαλυπτομένη δὲ καὶ τὸ ἄγος οὐ φέρουσα, τὸ τεχθὲν βρέφος εἰς ὄρος ἐξέθετο. Τοῦτο λαβοῦ‐ σαι αἱ λεγόμεναι νύμφαι, ἅστινας Ὀρειάδας καλοῦσιν, ἀνεθ‐ | |
5 | ρέψαντο. Εὐειδὴς δὲ τὴν ὥραν οὗτος ἦν· γέγονε δὲ κυνηγός. Τούτου ἠράσθη ἡ Ἀφροδίτη, γύναιόν τι ἀκόλαστον. Ὃν ζηλοτυπήσας ὁ τούτου ἀντεραστὴς Ἄρης εἰς κάπρον μεταμορφωθείς, ἀνεῖλε τοῦ‐ τον. Ὠδύρετο δὲ ἡ Ἀφροδίτη καὶ ἀκράτῳ κατείχετο λύπῃ. Μὴ φέρουσα δὲ τὸν ἔρωτα κατελήλυθεν εἰς τὸν Αἵδην ζητοῦσα τὸν | |
10 | ἐρώμενον. Ἠξίου δὲ τὸν Πλούτωνα τὸν νέον αὐτῇ φιλοτιμήσασθαι. Ἐπεῖχε δὲ τῆς αὐτῆς ἡ τούτου γυνὴ Περσεφόνη, σφόδρα ἐχομένη τοῦ Ἀδώνιδος. Ὡς δ’ ἐπέκειτο λιπαροῦσα ἡ Ἀφροδίτη, ἔδοξεν ὁποτέραις τὴν τούτου συνουσίαν μερίσασθαι, καὶ τὴν μὲν ἐπέτειον ἔχειν ὑπὲρ γῆς, τὴν δὲ ἐπέτειον ἐν τῷ Αἵδῃ. Τοῦτο οὖν ἀνύσασα ἡ | |
15 | Ἀφροδίτη δεδήλωκε τοῖς αὐτῆς θεραπευταῖς ἀναβεβιωκέναι τὸν Ἄδωνιν, ὅπως τοῦ τε θρήνου καὶ τῶν οἰμωγῶν καταλήξαντες, πανηγύρεις ἐπιτελοῖεν. Ἔθνος δέ ἐστιν Αἰθιόπων ἐπέκεινα, κομιδῇ τὸ γύναιον τοῦτο τὴν Ἀφροδίτην σεβόμενον. Οὗτοι οὖν ἐπιστολὰς γράφονται καὶ κεράμῳ ἐμβάλλοντες μετὰ τελεσμῶν τινων τῇ | |
20 | θαλάσσῃ ὑπεφίεσαν. Ὁ δὲ αὐτομάτως ἐν Βύβλῳ τῆς Παλαιστίνης ηὑρίσκετο καὶ τοῦτον τὸν κέραμον ὑποδεχόμενοι οἱ τῆς Ἀφροδίτης συμμῦσται, ἑόρτην ἦγον συγγηθόμενοι τῇ δῆθεν θεᾷ, τὸν ἐρώμενον εὑρούσᾳ. Καὶ γὰρ [ἐκ] τῶν ἐπιστολῶν· τοῦτο ἐγίνωσκον καὶ τοῦτο [φησίν] ἔστιν ὃ Ἠσαΐας ὁ προφήτης φησίν· ὁ ἀποστέλλων ἐπιστο‐ | |
25 | λὰς βυβλίνας ἐν θαλάσσῃ ὅμηρα· τουτέστιν ἐνέχυρα τῆς φιλίας αὐτῶν. Τοῖς γὰρ κατολοφυρομένοις διὰ τῶν ἐπιστολῶν τὴν τοῦ Ἀδώνιδος κατεμήυεν ἀναβίωσιν. Παρέλαβον δὲ τουτὶ τὸ δρᾶμα καὶ οἱ ἐξ Ἰσραὴλ καὶ ἐπένθουν τὸν Θαμμούζ· οὕτως γὰρ παρ’ αὐτοῖς | |
ἐλέγετο ὁ Ἄδωνις. | ||
5.39(1t) | Τριακοστὴ ἐν(ν)άτη ἡ κατὰ τὸν Πανδίωνα· | |
1 | Πανδίων βασιλεὺς γέγονεν Ἀθηναίων. Πόλεμον δὲ πρὸς Λακε‐ δαιμονίους ἔχων προὔτρεπεν εἰς σύμμαχον τὸν Τηρέα· τύραννος δὲ Θρᾳκῶν οὗτος. Ὁ δὲ μὴ πρότερον συμμαχήσειν ἔφασκεν εἰ μὴ τὴν πρεσβυτέραν αὐτῷ θυγατέρα πρὸς γάμον καθυπόσχοιτο. Εἶχε γὰρ | |
5 | δύο θυγατέρας ὁ Πανδίων, Πρόκνην καὶ Φιλομήλαν, αἱ τοσοῦτον ἀλλήλαις ἔστεργον ὡς ὑποθεῖναι γνώμην ὁποτέρας ὡς εἴ τι δ’ ἃν ἐκ περιστάσεως ἡ μία πάθοι, ταῦτα αὐθαιρέτως ἑαυτῇ δράσειν τὴν ἑτέραν. Καθυπισχνεῖται οὖν τῷ Τηρεῖ τὴν Πρόκνην ... ἀπήγαγεν οἴκαδε, καὶ ἐπαιδοποίησεν ἐξ αὐτῆς. Χρόνου δὲ πολλοῦ παριπ‐ | |
10 | πεύσαντος ἐπεθύμησε τὴν ἰδίαν ἀδελφὴν ἰδεῖν καὶ ἠντιβολεῖ τὸν ἑαυτῇ ἄνδρα εἰς Ἀθήνας ἐλθόντα ἀγαγεῖν αὐτῇ τὴν ἀδελφήν. Ἐλθὼν οὖν καὶ ἀξιώσας τὸν Πανδίωνα λαμβάνει καὶ τὴν ἑτέραν ἀδελφὴν τὴν Φιλομήλαν. Κατὰ δὲ τὴν ὅδον οἵα δὴ βάρβαρος οἰνηθεὶς διαπαρθενεύει τὴν παῖδα. Ἐπερυθριῶν δὲ τῷ δράματι, | |
15 | γλωσσοτομεῖ τὴν Φιλομήλαν ὅπως τὸ ἀθέμιτον μὴ ἐξείποι πρᾶξιν καὶ καταλιμπάνει αὐτὴν κατὰ τὴν ὅδον. Ἡ δὲ οἵα Ἑλληνὶς καὶ ἄριστα τὰς ταλασίας ἐξησκημένη φάρος τι ἱστουργήσασα καὶ ἐν αὐτῷ τὴν δραματουργίαν καθυφανεῖσα, πέμπει τῇ ἀδελφῇ. Ἡ δὲ γνοῦσα τὸ γεγονός, τὴν μὲν ἀδελφὴν κομίζει πρὸς ἑαυτήν· λαβοῦσα | |
20 | δὲ τὸν υἱὸν ὃν εἶχε ἐκ τοῦ Τηρέως, ἐκρεανόμησε καὶ ἑψήσασα παρέθηκε τῷ ἀνδρὶ ἐλθόντι ἐκ θήρας. Ὁ δὲ γνοῦς τὸ δρᾶμα καὶ ἔνθους γενόμενος κατεδίωκεν ταύτην μετὰ τῆς ἀδελφῆς. Ταύτας οὖν κατοικτειρήσας ὁ Ζεύς, μετέβαλε τὴν μὲν εἰς χελιδόνα, τὴν δὲ εἰς | |
ἀηδόνα, καὶ οὕτω τοῦ δρόμου κατέληξαν. | ||
5.40(1t) | Τεσσαρακοστὴ ἡ κατὰ τὸν Πρίαπον· | |
1 | Τοῦτο εἴδωλόν ἐστι παιδίῳ μικρῷ ἀπεικασμένον, ὃ αἰδοῖον ἀπηρ‐ τημένον ἔχον τῇ ἡλικίᾳ μεῖζον, ὃ καλοῦσι φαλλόν. Τοῦτο μυθεύουσιν οἱ ἔξω Διονύσου καὶ Ἀφροδίτης εἶναι υἱόν· οἱ δὲ τὰ τούτων εἰδότες μυστήριά φασιν ἐν μέθῃ καὶ ἡδονῇ τοῦτον φῦναι, | |
5 | ταύτῃ τοι καὶ Πρίαπον ὀνομάζεσθαι· ἡδονῇ γὰρ καὶ μέθῃ τις | |
κρατηθείς, εὐθυτενὲς τὸ αἰδοῖον ἴσχει. | ||
39t | ΣΥΝΑΓΩΓΗ ΚΑΙ ἘΞΗΓΗΣΙΣ ὯΝ ἘΜΝΗΣΘΗ ἹΣΤΟΡΙΩΝ Ὁ ἘΝ ἉΓΙΟΙΣ ΓΡΗΓΟΡΙΟΣ ἘΝ ΤΩΙ ἘΙΣ ΤΑ ΦΩΤΑ ΛΟΓΩΙ | |
5 | ῟ΟΥ Ἡ ἈΡΧΗ ΠΑΛΙΝ ἸΗΣΟΥΣ Ὁ ἘΜΟΣ | |
39.1(1t) | Οὐ Διὸς ταῦτα γοναὶ καὶ κλοπαὶ τοῦ Κρητῶν τυράννου. | |
1 | Τὸν Δία οἱ θεολόγοι τῶν Ἑλλήνων ἐκ Κρόνου λέγουσι γεννηθῆναι, καὶ γεννηθέντα περισωθῆναι τοιῶσδε. ὁ Κρόνος τῇ Ῥέᾳ γενόμενος σύνοικος, ἅπερ ἔτικτεν αὐτῷ παιδία, λαμβάνων κατέπινεν. καὶ οὕτως ἐπὶ πολλῶν τούτου γινομένου, ἄτεκνος | |
5 | ἔμενεν ἡ Ῥέα. ὅτε οὖν ἐγέννησε τὸν Δία, φοβουμένη μήπως καὶ τὸ βρέφος τοῦτο καταποθὲν ἀπόληται, λίθον μὲν σπαρ‐ γανώσασα δέδωκε τῷ Κρόνῳ ὡς βρέφος καταπιεῖν, τὸν δὲ Δία ὑπεξέθετο ἐν τῇ Κρήτῃ. καὶ παρέστησε τῷ βρέφει τοὺς Κορύβαν‐ τας καὶ τοὺς Κουρῆτας ὀρχεῖσθαι καὶ κροτεῖν καὶ κτυπεῖν τὰ | |
10 | ὅπλα αὐτῶν, καὶ γίνεσθαί τινα ἦχον τὸν δυνάμενον ὑποκλέπτειν καὶ παρακρούειν τὸν ἐξ τοῦ κλαυθμοῦ τοῦ παιδίου ἦχον, ἵνα μὴ μαθὼν ὁ Κρόνος ποῦ κέκρυπται λαβὼν καταπίῃ. Νῦν οὖν Πατέρα μὲν λέγει μισότεκνον τὸν Κρόνον, παι‐ δίον δὲ κλαυθμυριζόμενον τὸν Δία. τοὺς Κουρῆτας δὲ λέγει | |
15 | τοὺς μετὰ τῶν Κορυβάντων ταχθέντας παρὰ τῆς Ῥέας ὀρχεῖσ‐ θαι. δαίμονες δὲ οὗτοι οἱ Κουρῆται καὶ οἱ Κορύβαντες. ἐνόπλιον δὲ ὄρχησιν λέγει τὴν πυρρίχην. κτύπον γάρ τινα ἐν ταῖς ἀσπίσιν ἐποίουν οὗτοι πρὸς τὸ ὑπερηχεῖσθαι τὸν κλαυθμὸν τοῦ παιδίου. Κρητῶν δὲ τυράννου εἶπεν ὅτι οἱ μὲν θεολόγοι | |
20 | τῶν Ἑλλήνων θεὸν λέγουσι γενέσθαι καὶ τὸν Κρόνον καὶ τὸν Δία, ἡ δὲ δημώδης ἱστορία, ἣν καὶ τίθεται ὁ θεῖος Γρηγόριος, λέγει ὅτι ὁ Ζεὺς οὗτος τύραννος ἦν Κρήτης. καὶ θέλοντες αὐτὸν | |
θεραπεύειν οἱ ὑπήκοοι ἐμυθολόγουν ὡς ἐκ Κρόνου θεοῦ καὶ Ῥέας ἔχει τὴν γέννησιν, ἐπεὶ ἄνθρωπος ἦν· διὸ ἐπήγαγεν Κἂν | ||
25 | Ἕλληνες ἀπαρέσκωνται. οἱ γὰρ Ἕλληνες οὐ θέλουσιν αὐτὸν | |
εἶναι ἄνθρωπον καὶ τύραννον Κρητῶν, ἀλλὰ θεόν. | ||
39.2(1t) | Οὐδὲ Φρυγῶν ἐκτομαὶ καὶ αὐλοὶ καὶ Κορύβαντες. αὕτη ἡ ἱστο‐ | |
2t | ρία κεῖται καὶ ἐν ταῖς τῶν Στηλιτευτικῶν ἱστορίαις. ἔστι δὲ | |
3t | αὕτη. | |
1 | Ἐν τῇ Φρυγίᾳ ἐσεβάσθη Ῥέα ἡ μήτηρ τῶν θεῶν, Διός, Ποσειδῶνος καὶ Πλούτωνος καὶ Ἥρας, μήτηρ μὲν θεῶν τούτων, γυνὴ δὲ τοῦ Κρόνου. ταύτῃ οὖν ἐν τῇ Φρυγίᾳ ἐγίνοντο τελεταί τινες. καὶ ἐνθουσιῶντες οἱ τελοῦντες καὶ οἱ τελούμενοι, καὶ | |
5 | ἐξιστάμενοι ἑαυτῶν, κατέτεμνον ἑαυτοὺς ὑπὸ ξιφῶν, μὴ αἰσθα‐ νόμενοι ὅτι τέμνουσιν ἑαυτούς. καὶ ἄλλοι δέ τινες ηὔλουν, | |
καταθέλγοντες αὐτοὺς καὶ παρεγείροντες περὶ τὴν ἐκτομήν. ἄχρι δὲ τοῦ παρόντος τινὲς περὶ τὰ ὀρεινὰ τῆς Καρίας Ἕλληνες ἀλόγιστοι κατατέμνουσιν ἑαυτούς, τῷ παλαιῷ ἔθει τούτῳ κρα‐ | ||
10 | τούμενοι. | |
39.3(1t) | Οὐδὲ κόρη τις ἡμῖν ἁρπάζεται. καὶ αὕτη ἡ ἱστορία κεῖται ἐν | |
2t | τοῖς Στηλιτευτικοῖς. ἔστι δὲ αὕτη. | |
1 | Ἡ Δημήτηρ θεὸς εἶναι λεγομένη τίκτει θυγατέρα ἀπὸ τοῦ Διός, ἥντινα ἐκάλουν καὶ Κόρην καὶ Περσεφόνην. ταύτης ἐράσθη ὁ Πλούτων, καὶ ἐρασθεὶς ἥρπασε, καὶ κατῆλθεν ἐν τῷ Ἅιδῃ. ἡ οὖν Δημήτηρ περιῄει ζητοῦσα τὴν Κόρην, καὶ πολλὰ | |
5 | πλανηθεῖσα ἦλθεν ἐν τῇ Ἀττικῇ. ἐλθοῦσα δὲ τὸν μὲν τόπον ἐν ᾧ ἦλθεν ἐκάλεσεν Ἐλευσῖνα παρὰ τὸ ἐληλυθέναι, ἔμαθε δὲ παρὰ τοῦ Κελεοῦ καὶ τοῦ Τριπτολέμου ὅτι ἡ Κόρη ἡρπάγη παρὰ τοῦ Πλούτωνος καὶ ἔστιν ἐν τῇ Ἅιδῃ. μαθοῦσα οὖν ἡ θεὸς ταῦτα, ἔληξε τῆς πλάνης. ἀμειβομένη δὲ τοὺς ἄνδρας ὑπὲρ τῆς | |
10 | χάριτος ταύτης, δέδωκεν αὐτοῖς τὰ σπέρματα, τὸν σῖτον καὶ τὴν κριθὴν καὶ τὰ ὄσπρεα. λέγεται γὰρ τῶν σπερματικῶν καρπῶν εἶναι ἔφορος ἡ Δημήτηρ. δοῦσα δὲ τὰ σπέρματα, δέδωκε καὶ δράκοντας καὶ ἅρματα πτερωτὰ πρὸς τὸ περιελθεῖν καὶ δοῦναι πᾶσι τὸν σῖτον καὶ τὴν κριθήν. οὔπω γὰρ ᾔδεισαν οἱ ἄνθρωποι | |
15 | ἐσθίειν ἄρτον ἢ χρῆσθαι σίτῳ, ἀλλὰ νομαδικὸν βίον ἔζων. οὐ μόνον δὲ τὸν σῖτον ἀλλὰ καὶ πάντας τοὺς σπερματικοὺς καρ‐ ποὺς δέδωκε, καὶ τὰ μυστήρια ἐτέλεσεν αὐτούς, καὶ ἔδειξε πῶς δεῖ τελεῖν καὶ τελεῖσθαι. νύκτωρ δὲ ἐγίνετο ἡ τελετὴ ἐν τῇ Ἐλευσῖνι. ἱερὸν γὰρ ἐκτίσθη ἐκεῖσε ταύτης τῆς Δήμητρος. | |
20 | Εἶπε δὲ Τὰ μὲν εὖ ποιεῖν, τὰ δὲ εὖ πάσχειν, διὰ τὸ καὶ τὴν Δημήτραν παθεῖν εὖ ἐν τῷ ἀκοῦσαι περὶ τῆς θυγατρὸς καὶ λῆξαι τῆς πλάνης, καὶ ταύτην δὲ εὖ ποιῆσαι τοὺς περὶ τὸν Κελεὸν τῷ δοῦναι τὰ σπέρματα καὶ τελέσαι τὰ μυστήρια. τὸ δὲ Οἶδεν Ἐλευσὶς ταῦτα περὶ τῆς κώμης λέγει, ἐν ᾗ ἐλθοῦσα ἡ | |
25 | Δημήτηρ ἐποίησε τὰ μυστήρια. εἶπε δὲ Τῶν σιωπωμένων καὶ σιωπῆς ὄντως ἀξίων διὰ τὸ νόμον εἶναι τὸν κελεύοντα μηδένα τῶν τελεσθέντων καὶ μυηθέντων τὰ μυστήρια δημο‐ σιεύειν τὴν τελετήν, ἀλλὰ σιωπῇ κατέχειν καὶ μὴ ἐκφέρειν εἰς | |
τοὺς ἀμυήτους. | ||
39.4(1t) | Οὐδὲ Διόνυσος ταῦτα καὶ μηρὸς ὠδίνων. | |
1 | Σεμέλη θυγάτηρ γέγονε Κάδμου τοῦ Θηβῶν βασιλέως. ταύτης ἠράσθη ὁ Ζεὺς καὶ συνεγένετο αὐτῇ, καὶ εἰς ζῆλον καὶ φθόνον ἐκίνησεν Ἥραν τὴν γυναῖκα αὐτοῦ. ζηλοτυπήσασα οὖν ἡ Ἥρα | |
ἀπέρχεται πρὸς τὴν Σεμέλην καὶ λέγει αὐτῇ ὅτι Ἠπάτησαι τὸ | ||
5 | ὅλον, οὐδὲ γὰρ ὁ Ζεύς ἐστιν ὁ συγγινόμενός σοι. ἐμοὶ γάρ, φησίν, ὅτε συγγίνεται, μετὰ ἀστραπῶν καὶ κεραυνῶν συγγίνε‐ ται. ἐὰν οὖν ἔλθῃ πρός σε ὁ Ζεύς, εἶπε αὐτῷ ὅτι Ὡς συγγίνῃ τῇ Ἥρᾳ, οὕτως σύνελθέ μοι. καὶ εἰ μὲν συγγίνεταί σοι μετὰ βροντ‐ ῶν καὶ κεραυνῶν, τῷ ὄντι ὁ Ζεύς σοι συγγίνεται· εἰ δὲ ἄλλως | |
10 | πως, οὐκ ἔστιν ὁ Ζεύς. ταῦτα ὑποθεμένης τῆς Ἥρας, ἐλθόντος τοῦ Διὸς πρὸς τὴν Σεμέλην, ᾐτήθη παρ’ αὐτῆς συγγενέσθαι αὐτῇ ὡς τῇ Ἥρᾳ συγγίνεται. εἶτα, συγγενομένου αὐτῇ μετὰ κεραυνῶν, μὴ ἐνεγκοῦσα ἡ Σεμέλη τοὺς κεραυνοὺς ἀπέθανεν. ὁ οὖν Ζεὺς θᾶττον τὸ ἔμβρυον ὃ ἦν ἐν τῇ Σεμέλῃ λαβών, ἔβαλεν εἰς | |
15 | τὸν μηρὸν καὶ ἔρραψεν ἕως οὗ γένηται τῶν ἐννέα μηνῶν. ἦν δὲ οὗτος ὁ Διόνυσος. ἀτελὲς οὖν κύημα λέγει τὸ ἔμβρυον τοῦτο τὸ βληθὲν εἰς τὸν μηρόν. ὠδίνοντα δὲ μηρὸν λέγει ὅτι ἐκύησεν αὐτὸν ὁ μηρὸς τοῦ Διός. Θεὸν δὲ ἀνδρόγυνον καλεῖ τὸν Διόνυσον αὐτὸν ὡς ποτὲ μὲν | |
20 | γυναικιζόμενον, ποτὲ δὲ ἀνδριζόμενον. χορὸν δὲ μεθυόντων λέγει τοὺς Σατύρους καὶ τὰς Βάκχας καὶ τοὺς Σειληνούς. δαίμο‐ νες δὲ οὗτοι, ὀπαδοὶ καὶ ὁμοκέλευθοι τοῦ Διονύσου. αὐτοὺς δὲ τούτους λέγει καὶ στρατὸν ἔκλυτον τοὺς δαίμονας· ἔκλυτον δὲ αὐτὸν καλεῖ διὰ τὴν μέθην. ἐπειδὴ γὰρ τοῦ οἴνου ἔφορος ὁ | |
25 | Διόνυσος, εἰκότως τοὺς σὺν αὐτῷ δαίμονας μεθυστὰς εἰσάγου‐ σιν. τὸ δὲ Θηβαίων ἄνοια τοῦτον τιμῶσα, ὅτι Θηβαῖος ἦν τὸ γένος ὁ Διόνυσος, ὡς ἐκ τῆς Σεμέλης γεννηθείς· εἴπομεν γὰρ ὅτι Σεμέλη θυγάτηρ ἦν Κάδμου τοῦ Θηβαίου. ἄνοιαν δὲ καλῶς εἶπεν Θηβαίων, ἐπειδὴ ἐπὶ μωρίᾳ διαβάλλονται οἱ Θηβαῖοι, καὶ | |
30 | ἔστι παροιμία ἡ λέγουσα, Ἡ Βοιωτία ὗς. διὰ τί δὲ ὁ κεραυνὸς προσκυνεῖται; ὅτι κατέφλεξε τὴν Σεμέλην. Τὸ δὲ Ὥσπερ ἄλλο τι κεφαλὴ πρότερον, ἑτέρα μέν ἐστιν ἱστορία, ἐπειδὴ δὲ ἐμπέπλεκται ταύτῃ ἀναγκαῖόν ἐστι καὶ αὐτὴν ἐξηγήσασθαι. | |
35 | Ἡ κεφαλὴ τοῦ Διὸς γέγονε κεφαλὴ ὠδίνων, ὥσπερ καὶ ὁ μηρὸς αὐτοῦ γέγονε μηρὸς ὠδίνων ἥνικα ἔρραψε τὸν Διόνυσον. ποτὲ οὖν γέγονεν ἡ κεφαλὴ αὐτοῦ κεφαλὴ ὠδίνων ὅτε ἐν αὐτῇ εἶχε τὴν Ἀθηνᾶν. λέγεται γὰρ ὅτι ἡ Ἀθηνᾶ ἐκ τῆς κεφαλῆς τοῦ Διὸς ἐγεννήθη. ἐκεῖ γὰρ αὐτὴν ὤδινεν ὁ Ζεύς, καὶ λαβὼν παρὰ | |
40 | τοῦ Ἡφαίστου μετὰ ἀξίνης κατὰ τῆς κεφαλῆς ὁ Ζεὺς ἔτεκεν ἐξ | |
αὐτῆς τὴν Ἀθηνᾶν. | ||
39.5(1t) | Πέμπτη ἐστὶν ἱστορία ἡ περὶ τῆς Ἀφροδίτης καὶ τῶν αἰσχρῶν | |
2t | αὐτῆς μυστηρίων. | |
1 | Λέγεται γὰρ ὅτι ἐκ τῶν αἰδοίων τοῦ Οὐρανοῦ ἔσχε τὴν γέννησιν ἡ Ἀφροδίτη. ὁ γὰρ Κρόνος, φησίν, ὁ υἱὸς τοῦ Οὐρα‐ νοῦ, λαβὼν τὸ δρέπανον ἀπέκοψε τοῦ ἰδίου πατρὸς τὰ αἰδοῖα καὶ ἔρριψεν εἰς τὴν θάλασσαν. καὶ ταῦτα τὰ αἰδοῖα πεσόντα καὶ | |
5 | ἀφρὸν συνάξαντα ἀπεκύησαν τὴν Ἀφροδίτην, διὸ καὶ Ἀφρο‐ δίτη καλεῖται, ὡς ἐκ τοῦ ἀφροῦ καὶ τῆς καταδύσεως γενομένη. διὸ εἶπεν Αἰσχρῶς γεννωμένης καὶ τιμωμένης. ὁμοίως γὰρ καὶ αἱ τιμαὶ αἱ περὶ αὐτὴν καὶ αἱ ἑορταὶ δι’ αἰσχρουργίας καὶ ἡδυπαθείας καὶ πορνείας ἐτελοῦντο, ὡς καὶ τῆς πορνείας αὐτῆς | |
10 | ἐφόρου τῆς Ἀφροδίτης. | |
39.6(1t) | Ἕκτη ἐστὶν ἱστορία Οὐδὲ φαλλοί τινες καὶ ἰθύφαλλοι. ἔστι δὲ | |
2t | σαφὴς αὕτη. | |
1 | Ἐν τῇ ἑορτῇ τοῦ Διονύσου φαλλοὺς δερματίνους ἐσχηματι‐ σμένους εἰς αἰδοῖα ἀνδρὸς περιετίθεσαν οἱ Ἕλληνες ἑαυτοῖς εἰς τιμὴν τοῦ θεοῦ. καί τινας μὲν τῶν φαλλῶν ἀπήρτων ἀπὸ τοῦ τραχήλου τοῦ ἑαυτῶν, ἄλλους δὲ περὶ τὴν ὀσφῦν ἰθυτενῶς | |
5 | περιεδέσμουν, μιμουμένους αἰδοῖον ὄρθιον, οὓς καὶ ἰθυφάλλους ἐκάλουν, ὡς εἶναι τῶν φαλλῶν, τοὺς μὲν ἰθυφάλλους, τοὺς δὲ πλαγιοφάλλους. τοῦτο δὲ ἐποίουν τιμῶντες τὸν ἐραστὴν τοῦ Διονύσου. λέγεται γὰρ ὅτι ἠράσθη μειράκιον τοῦ Διονύσου, εἶτα τοῦτο πρὶν ἐπιτύχοι τῆς ἀσελγείας ποντισθὲν περὶ τὴν | |
10 | Λέρνην ἀπέθανεν. ὁ οὖν Διόνυσος ἀφοσιώσασθαι βουλόμενος τὸν ἔρωτα τοῦ ἀποθανόντος μειρακίου, σύκινον αἰδοῖον πελε‐ κήσας περιῆψεν εἰς τὸν ἑαυτοῦ τράχηλον, καὶ οὕτως περιῄει. καὶ ἐκ τούτου τιμῶντες τὸν Διόνυσον οἱ Ἕλληνες τοὺς φαλλοὺς | |
περιετίθεσαν ἑαυτοῖς. | ||
39.7(1t) | Ἑβδόμη ἐστὶν ἱστορία ἡ περὶ τῆς τῶν Ταύρων ξενοκτονίας. | |
2t | ἔστιν δὲ αὕτη. | |
1 | Ταῦροι ἔθνος Σκυθικόν, ἔνθα ἦν ἱερὸν τῆς Ἀρτέμιδος, εἰς ὂ ἦν ἱέρεια ἡ Ἰφιγένεια ἡ θυγάτηρ τοῦ Ἀγαμέμνονος. ἐν τούτῳ τῷ ἱερῷ πάντα ἄνθρωπον ἐπιδημοῦντα ξένον ἔθυον τῇ Ἀρ‐ τέμιδι. καὶ περὶ ταύτης τῆς ἱστορίας ἐν ταῖς ἱστορίαις τῶν | |
5 | Στηλιτευτικῶν σαφῶς εἴπομεν. | |
39.8(1t) | Ὀγδόη ἐστὶν ἱστορία τὸ τῶν Λακωνικῶν ἐφήβων ἐπιβώμιον | |
2t | αἷμα. ἔστι δὲ αὕτη. | |
1 | Οἱ Λακεδαιμόνιοι πρὸς καρτερίαν γυμναζόμενοι ἑορτὴν ἐποίουν ἐν ᾗ ἐμάστιζον ἀλλήλους. καὶ ἀνδρείαν τινὰ ἐκ τούτου ἐπαιδεύοντο ἵνα καρτερικῶς ἔχοιεν περὶ τοὺς πολέμους. ἐτίμων δὲ οἱ Λάκωνες ἐν τῇ ἑορτῇ τῶν μαστίγων τὴν Ἄρτεμιν. ταύτην | |
5 | γὰρ λέγει παρθένον θεόν. καρτερικὴ γὰρ καὶ ὑπεράνω πάσης δειλίας καὶ ἐμπαθείας. Μαλακίαν δὲ λέγει τετιμηκέναι τοὺς Λάκωνας, ἢ ὅτι ἐποίουν καί τινα ἑορτήν—τὰ συσσίτια δὴ λέγω—ἐν ᾗ κοινῶς πάντες ἤσθιον καὶ εὐωχοῦντο καὶ ἐθηλύνοντο, ἢ ὅτι κἀκεῖ ἐπενέμετο | |
10 | τὸ τῆς παιδεραστίας πάθος, ὥσπερ ἔχομεν περὶ τοῦ Παυσανίου καὶ τοῦ Ἀργιλίου, ὅτι παιδικὰ ἦν ποτε ὁ Ἀργίλιος τοῦ Παυσα‐ νίου. τὸ δὲ Θρασύτητα ἐσεβάσθησαν, περὶ τῆς καρτερίας | |
καὶ τῆς ἀνδρείας ὁ λόγος ἦν. | ||
39.9(1t) | Ἐνάτη ἐστὶν ἱστορία ἡ περὶ τῆς Πέλοπος κρεουργίας. ἔστι δὲ | |
2t | αὕτη. | |
1 | Ὁ Πέλοψ Ταντάλου ὑπῆρχεν υἱός. τούτῳ οὖν τῷ Ταντάλῳ ἐπεξενώθησαν οἱ θεοί. ὁ οὖν Τάνταλος βουλόμενος αὐτοὺς ξενίσαι, ἔθυσε τὸν υἱὸν αὐτοῦ, καὶ ἑψήσας παρέθετο αὐτοῖς. οἱ δὲ θεοὶ θαυμάσαντες ἅμα καὶ ἐλεήσαντες τὸν Τάνταλον, συνα‐ | |
5 | γαγόντες τὰ κρέα συνέθηκαν τὸν Πέλοπα. καὶ ἀνεβίω καὶ εὑ‐ ρέθη ζῶν. εἷς δὲ τῶν θεῶν ἐκ τοῦ ὤμου φαγὼν ἐκ τῶν κρεῶν τοῦ Πέλοπος, ἐν τῇ συνθέσει τοῦ σώματος ἐλεφάντινόν τι ἐνέθηκε κατὰ τοῦ ὤμου. καὶ οὕτως ἦν ὁ Πέλοψ ἀναβιώσας, ἔχων τὸν ὦμον ἐλεφάντινον. καὶ πάντες οἱ Πελοπίδαι ἐκ τοῦ ὤμου | |
10 | ἐγινώσκοντο. εἶχον γὰρ οἱ ἀπόγονοι τὸ μέρος τοῦ ὤμου ἐλεφάντι‐ | |
νον. | ||
39.10(1t) | Δεκάτη ἐστὶν ἱστορία ἡ περὶ τῆς Ἑκάτης. | |
1 | Τὴν Ἑκάτην θεὸν νομίζουσιν οἱ Ἕλληνες· καὶ οἱ μὲν αὐτὴν λέγουσιν εἶναι τὴν Ἄρτεμιν, οἱ δὲ τὴν Σελήνην, ἄλλοι δὲ ἰδικήν τινα θεὸν ἐν φάσμασί τισιν ἐκτόποις φαινομένην τοῖς ἐπικαλουμένοις αὐτήν· μάλιστα δὲ φαίνεται τοῖς καταρωμένοις. | |
5 | τὰ δὲ φάσματα αὐτῆς δρακοντοκέφαλοι φαίνονται ἄνθρωποι, καὶ ὑπερμήκεις καὶ ὑπερμεγέθεις, ὥστε ἐκ μόνης τῆς θέας | |
καταπλῆξαι καὶ δειματῶσαι τοὺς ὁρῶντας. | ||
39.11(1t) | Ἑνδεκάτη ἐστὶν ἱστορία ἡ περὶ τοῦ Τροφωνίου. κεῖται δὲ ἐν | |
2t | τοῖς κατὰ Ἰουλιανοῦ. ἔστι δὲ αὕτη. | |
1 | Τροφώνιος καὶ Ἀγαμήδης ἀδελφοὶ δύο γεγόνασι, μάντεις τὴν τέχνην. τούτων ὁ Τροφώνιος ὑπὸ κενοδοξίας ἑαυτὸν ὑπο‐ βρύχιον κατέχωσεν ἵνα δόξας ἀφανὴς εἶναι νομισθείη ἀναρπασ‐ θῆναι εἰς θεούς. ὑποβρύχιος δὲ γεγονὼς ἐν σπηλαίῳ τινὶ ἀπέψυ‐ | |
5 | ξεν. εἶτα οἱ θεοὶ ἐλεήσαντες, φησίν, αὐτόν, τὸν τόπον ἐν ᾧ ἀπέψυξεν ἐποίησαν μαντεύεσθαι. καὶ κατῄεσαν εἰς τὸ σπήλαιον καί τινας τελετὰς ποιοῦντες ἀνῄεσαν ὡς χρησμῳδηθέντες. λέγε‐ ται δὲ ὅτι πᾶς κατελθὼν εἰς τὸ σπήλαιον ἐκεῖνο ἐκ τοῦ λοιποῦ | |
ἀγέλαστος ἦν. | ||
39.12(1t) | Δωδεκάτη ἐστὶν ἱστορία ἡ περὶ τῆς Δωδωναίας δρυός. | |
1 | Ἡ Δωδώνη πόλις ἐστὶ περὶ τὴν παλαιὰν Ἤπειρον. ἐν ταύτῃ ἦν δρῦς, ἐν ᾗ ἐλέγετο ὁ Ζεὺς ἐπισκιάζειν καὶ μαντείαν διδόναι τοῖς χρῄζουσι μαντείας. ἐξ αὐτῆς τῆς δρυὸς κινήματά τινα | |
μαντικὰ ἐξηχούμενα. | ||
39.13(1t) | Τρισκαιδεκάτη ἐστὶν ἱστορία ἡ περὶ τοῦ τρίποδος τοῦ Δελφι‐ | |
2t | κοῦ. | |
1 | Δελφοὶ πόλις τῆς Φωκίδος, Φωκὶς δὲ ἐπαρχία τῆς Ἑλλάδος. ἐν τούτοις τοῖς Δελφοῖς ἦν ἱερὸν τοῦ Ἀπόλλωνος, ἐν ᾧ ἦν ἡ Πυθώ, ἐν ᾧ ἵστατο ὁ τρίπους ὁ χαλκοῦς, ἐξ οὗ χαλκοῦ τρίποδος ἡ μαντεία ἐξεφέρετο. ἐπάνω γὰρ τοῦ τρίποδος ἦν τις φιάλη ἐν ᾗ | |
5 | αἱ ψῆφοι αἱ μαντικαὶ ἥλλοντο καὶ ἐπήδων ἡνίκα ὁ Ἀπόλλων τὴν μαντείαν ἐξέφερεν. τρίπους δὲ ἦν διὰ τοῦτο, διὰ τὸ τὴν μαντείαν κατὰ τοὺς τρεῖς χρόνους μαντεύειν. ἡ γὰρ ὄντως μαντικὴ λέγει καὶ περὶ τῶν παρῳχημένων καὶ περὶ τῶν | |
ἐνεστώτων καὶ περὶ τῶν μελλόντων. | ||
39.14(1t) | Τεσσαρεσκαιδεκάτη ἐστὶν ἱστορία ἡ περὶ τῆς Κασταλίας. | |
1 | Ἕστι δὲ αὕτη πηγὴ περὶ τὴν Ἀντιόχειαν ἐν ᾗ ὁ Ἀπόλλων ἐφορεύει. ἐν ᾗ πηγῇ μαντεία τις ἐξεφέρετο κατὰ τὴν τοιάνδε ἐκροὴν τοῦ ὕδατος, οὐ κατὰ φωνήν. οὐ γὰρ φωνή τις ἐξηχεῖτο, ἀλλ’ ἁπλῶς ἤχου τινὸς καὶ πνεύματος ἀναδιδομένου καὶ | |
5 | ἐκροῆς, πρὸς ἅ τινες ἱστάμενοι καὶ νοοῦντες τὰ σύμβολα ταῦτα ἔλεγον τὰ μέλλοντα. | |
39.15(1t) | Πεντεκαιδεκάτη ἐστὶν ἱστορία ἡ περὶ τῆς τῶν Μάγων θυτικῆς | |
2t | προγνώσεως. ἔστι δὲ αὕτη. | |
1 | Οἱ Μάγοι διὰ θυσιῶν ἔλεγον τὰς προγνώσεις, διὰ τῆς ἡπα‐ τοσκοπίας. θύοντες γὰρ καὶ ἀνατέμνοντές τινα σημεῖα ἐθεώρουν | |
ἐν τοῖς τομίοις καὶ ἐν τοῖς ἥπασι καὶ ἐν τοῖς ἄλλοις δι’ ὧν ἔλεγον τὰ συμβησόμενα. γένος δὲ Μήδων οἱ Μάγοι, ἐξ ὧν οἱ | ||
5 | ἡπατοσκόποι ἐξῆλθον. | |
39.16(1t) | Ἑξκαιδεκάτη ἐστὶν ἱστορία ἡ περὶ τῆς Χαλδαίων ἀστρονομίας. | |
1 | Οἱ Χαλδαῖοι, ὧν πρῶτος ὁ Ζωροάστρης καὶ μετ’ αὐτὸν Ὀσ‐ τάνης, ἐπέστησαν τῇ οὐρανίᾳ κινήσει καὶ εἶπον ὡς τῇ τοιᾷδε κινήσει τῶν οὐρανίων τὰ περὶ τοὺς τικτομένους συμβαίνει. ἀφ’ ὧν Χαλδαίων ἔμαθον Ἕλληνες τὴν ἀστρολογίαν, | |
5 | καὶ τοὺς γεννωμένους ἤρξαντο ὑπὸ τὴν τῶν ἄστρων κίνησιν | |
ἀναφέρειν. | ||
39.17(1t) | Ἑπτακαιδεκάτη ἐστιν ἱστορία ἡ περὶ τῶν Θρᾳκίων ὀργίων. | |
1 | Λέγεται ὅτι πρῶτοι πάντων ἀνθρώπων Θρᾷκες ἤρξαντο θρησ‐ κεύειν καὶ θεραπεύειν θεὸν καὶ τελετὰς τελεῖν καὶ μυστήρια συγκροτεῖν. ἐξ ὧν Θρᾳκῶν θρησκεύειν ἤκουσεν ἡ περὶ τὸ θεῖον εὐσέβεια. πρότερος δὲ πάντων Θρᾳκῶν Ὀρφεὺς λέγεται εἰση‐ | |
5 | γήσασθαι τὰς τελετὰς καὶ τὸν τρόπον τῶν τελετῶν καὶ ποίῳ θεῷ ποίας τελετάς. οὗτος δὲ ὁ Ὀρφεύς ἐστιν ὁ λεγόμενος διὰ τῆς λύρας θέλγειν καὶ τὰ ἄψυχα καὶ ἐξημεροῦν τὰ ἄγρια διὰ τῶν | |
κρουσμάτων τῆς λύρας. | ||
39.18(1t) | Ὀκτωκαιδεκάτη ἐστὶν ἱστορία ἡ περὶ τῶν κολάσεων τοῦ Μίθ‐ | |
2t | ρου. | |
1 | Τὸν Μίθραν ἄλλοι ἄλλως ἐνόμισαν· οἱ μὲν γὰρ τὸν Ἥλιον, οἱ δὲ τὸν ἔφορον τοῦ πυρός, ἄλλοι δὲ ἰδικήν τινα δύναμιν. γίνονται δὲ τούτῳ τῷ Μίθρᾳ τινὲς τελεταὶ καὶ μάλιστα παρὰ Χαλδαίοις. οἱ δὲ τελούμενοι τῷ Μίθρᾳ κατὰ βαθμόν τινα | |
5 | κολάσεων ἐτελοῦντο. πρότερον γὰρ τὰς ἐλαφροτέρας κολάσεις παρελάμβανον, καὶ εἶθ’ οὕτως τὰς δραστικωτέρας, οἷον πρότε‐ ρον ἐλίμωττον αὐτοὺς τοὺς τελουμένους ἐπὶ πεντήκοντα ἡμέρας, εἰ τύχοι, εἶτα, εἰ ἤγαγε καρτερικῶς, ἐποίουν αὐτὸν ξεσθῆναι ἐπὶ δύο ἡμέρας, εἶτα πάλιν εἰς χιόνα ποιῆσαι εἴκοσιν ἡμέρας, καὶ | |
10 | οὕτω κατὰ μικρὸν τὰς κολάσεις ἐπὶ τὸ μεῖζον αὔξοντες, εἰ ὁ τελούμενος καρτερῶν ἐφαίνετο, τότε λοιπὸν ἐτέλουν αὐτὸν τὰ | |
τελεώτατα. | ||
39.19(1t) | Ἐννεακαιδεκάτη ἐστὶν ἱστορία ἡ περὶ τῶν σπαραγμῶν τοῦ | |
2t | Ὀσίριδος. | |
1 | Ὄσιρις παρ’ Αἰγυπτίοις ἐνομίσθη θεός. καὶ οἱ μὲν λέγουσιν τὸν αὐτὸν εἶναι τῷ Διονύσῳ, οἱ δὲ ἕτερον. τοῦτον οὖν τὸν Ὄσιριν ὑπὸ τοῦ Τυφῶνος ἐσπαράχθαι φασί, καὶ μέγα πένθος γενέσθαι τοῖς Αἰγυπτίοις ὥστε ἐπὶ πάντα τὸν χρόνον μνήμην | |
5 | ποιεῖσθαι τοῦ σπαραγμοῦ τοῦ Ὀσίριδος. ὥσπερ δέ φασι τὸν Διόνυσον ὑπὸ τῶν Τιτάνων διασπαραχθῆναι, οὕτως καὶ τὸν | |
Ὄσιριν ὑπὸ τοῦ Τυφῶνος. δαίμων δὲ οὗτος ὁ Τυφῶν. | ||
39.20(1t) | Εἰκοστή ἐστιν ἱστορία ἡ περὶ τῆς Ἴσιδος. | |
1 | Ἡ Ἴσις ἡ αὐτὴ ἐνομίσθη τῇ Ἰοῖ τῇ ἁρπασθείσῃ ὑπὸ τοῦ Διός. ὁ γὰρ Ζεύς, φησίν, ἥρπασε τὴν Ἰώ, καὶ φοβούμενος τὴν Ἥραν, τὴν ἑαυτοῦ γυναῖκα, μετέβαλε τὴν Ἰὼ εἰς βοῦν, καὶ ποτὲ μὲν εἰς λευκήν, ποτὲ δὲ εἰς μέλαιναν, ποτὲ δὲ ἰάζουσαν. καὶ | |
5 | οὕτως ἐπλανᾶτο μετ’ αὐτῆς. ἦλθεν οὖν ὁ Ζεὺς ἐν τῇ Αἰγύπτῳ μετὰ τῆς Ἰοῦς πλανώμενος. καὶ τιμῶσιν Αἰγύπτιοι τὴν Ἰὼ ἤτοι τὴν Ἴσιν. διὸ ἐπὶ τοῦ ἀγάλματος αὐτῆς ἐπὶ τῆς κεφαλῆς κέρατα βοὸς ἐγγλύφουσιν, σημαίνοντες τῆς κόρης τὴν ἐπὶ βοῦν μετα‐ | |
βολήν. | ||
39.21(1t) | Εἰκοστὴ πρώτη ἐστὶν ἱστορία ἡ περὶ τῶν Μενδησίων τράγων. | |
1 | Αἰγυπτιστὶ ὁ τράγος καλεῖται μένδης. ἐσέβοντο δὲ ἔνιοι τῶν Αἰγυπτίων τὸν τράγον, ὡς ἀνακείμενον τῇ γονίμῳ δυνάμει. λέγεται γὰρ ὀχευτικὸν ζῷον εἶναι ὁ τράγος. τοὺς οὖν τράγους οἱ οἰκοῦντες κατὰ τὸ Μενδήσιον κέρας οὐκ ἤσθιον, αἰδοῖ τοῦ | |
5 | γονίμου θεοῦ. ἐτίμων δὲ μεγάλως καὶ τοὺς αἰπόλους τῶν τράγων. ἦν δὲ καὶ ἱερὸν τοῦ Μένδητος παρ’ Αἰγυπτίοις, ἐν ᾧ ἱερῷ τὸ ἄγαλμα τραγοσκελὲς ἦν, ὀρθὸν τὸ αἰδοῖον ἔχον. | |
39.22(1t) | Εἰκοστὴ δευτέρα ἐστὶν ἱστορία ἡ περὶ τῆς τοῦ Ἄπιδος φάτνης. | |
1 | Ὑπὲρ χρόνον τινὰ κατὰ περίοδον τοῖς Αἰγυπτίοις ἐγεννᾶτο βοῦς ἐκ σέλατος σελήνης συλληφθείς. καὶ ὁ βοῦς ἐκαλεῖτο παρ’ αὐτοῖς Ἆπις. εἶχε δέ τινα σημεῖα περὶ τὴν οὐρὰν καὶ περὶ τὴν γλῶτταν, ἐξ ὧν σημείων ἐγνωρίζετο ὅτι ὁ Ἆπίς ἐστιν. τούτου | |
5 | οὖν τοῦ βοὸς γεννωμένου, ἑορτὴν ἐποίουν οἱ Αἰγύπτιοι ὡς θεοῦ αὐτοῖς ἐπιδημήσαντος. καὶ παρετίθεσαν τῷ βοῒ ἐν φάτνῃ παν‐ δαισίαν πολλήν, εὐωχοῦντες τὸν θεὸν τὸν Ἆπιν. | |
39.23(1t) | Εἰκοστὴ τρίτη ἐστὶν ἱστορία ἡ περὶ τοῦ Νείλου. | |
1 | Ἐν τῇ ἀναβάσει τιμῶσιν αὐτὸν ὡς θεόν, καὶ εὐφημοῦσιν ὡς εὐφορίας αἴτιον, νομίζοντες αὐτὸ τὸ ὕδωρ τὸ αὐξανόμενον εἶναι | |
θεόν. | ||
39.24(1t) | Εἰκοστὴ τετάρτη ἐστὶν ἱστορία ὅτι κνώδαλα καὶ ἑρπετὰ ἔσεβον | |
2t | οἱ Αἰγύπτιοι. | |
1 | Ἐσέβοντο δὲ τὰς ἴβεις, τοὺς κροκοδείλους, τοὺς ὄφεις, τοὺς αἰλούρους καί τινα τῶν ἰχθύων γένη, ἐξ ἀλόγου τιμῆς ἀτιμίαν | |
ἑαυτοῖς ποριζόμενοι. | ||
43t | ΣΥΝΑΓΩΓΗ ΚΑΙ ἘΞΗΓΗΣΙΣ ὯΝ ἘΜΝΗΣΘΗ ἹΣΤΟΡΙΩΝ Ὁ ἘΝ ἉΓΙΟΙΣ ΓΡΗΓΟΡΙΟΣ ἘΝ ΤΩΙ ἘΙΣ ΤΟΝ ΒΑΣΙΛΕΙΟΝ ΤΟΝ | |
5 | ΜΕΓΑΝ ἘΠΙΤΑΦΙΩΙ ῟ΟΥ Ἡ ἈΡΧΗ, ἘΜΕΛΛΕΝ ἎΡΑ | |
43.1(1t) | Πρώτη ἐστὶν ἱστορία ἡ περὶ τῶν Πελοπιδῶν καὶ Κεκροπιδῶν | |
2t | καὶ τῶν σὺν αὐτοῖς ὀνομάτων. | |
1 | Οἱ τῶν ἔξω ῥήτορές τε καὶ σοφισταὶ βουλόμενοι τὸν ἐγκωμια‐ ζόμενον παρ’ αὐτῶν εὐγενέστατον δεῖξαι λέγουσιν ὡς οὗτος τὸ γένος κατάγει, εἰ τύχοι, ἀπὸ Πέλοπος ἢ Κέκροπος ἢ Ἡρακ‐ λέους ἢ τῶν ἄλλων τῶν νομισθέντων ἡρώων, ἢ καὶ ἄλλως πως | |
5 | ἀγαθῶν γενομένων ἀνδρῶν. φησὶν οὖν ὁ θεῖος Γρηγόριος ὅτι οἱ τοῦ θειοτάτου Βασιλείου προπάτορες μείζους καὶ εὐγενέστεροι ἦσαν τῶν νομιζομένων παρὰ τοῖς ἔξω εὐγενῶν. καὶ ὁ μὲν νοῦς τοῦ ἁγίου Γρηγορίου τοῦτο βούλεται, εἰπεῖν δὲ δεῖ τίνες οὗτοι οἷον ὁ Πέλοψ καὶ ὁ Κέκροψ καὶ ὁ Ἀλκμαίων καὶ Ἡρακλῆς. οἱ | |
10 | γὰρ τούτων ἀπόγονοι λέγονται λοιπὸν ἀπὸ μὲν τοῦ Πέλοπος Πελοπίδαι, οἱ δὲ ἀπὸ τοῦ Κέκροπος Κεκροπίδαι, οἱ δὲ ἀπὸ τοῦ Ἀλκμαίωνος Ἀλκμαιωνίδαι, οἱ δὲ ἀπὸ τοῦ Ἡρακλέους Ἡρακ‐ λεῖδαι, καὶ οἱ ἀπὸ τοῦ Ἀιακοῦ Αἰακίδαι. Εἴπωμεν οὖν πρῶτον τίς ὁ Πέλοψ. ὁ Πέλοψ υἱὸς γέγονε | |
15 | Ταντάλου, Φρυγίας βασιλέως. ὁ Τάνταλος δὲ οὗτος πόλεμον ἐσχηκὼς μετὰ Ἴλου τοῦ κτίσαντος τὸ ἐπὶ Τροίας Ἴλιον, καὶ φοβούμενος τὴν ἧτταν, ἐπέτρεψε τῷ Πέλοπι, τῷ ἰδίῳ παιδί, λαβόντι χρήματα ἀπᾶραι ἐπὶ τὴν Ἤπειρον, εἰπὼν ταῦτα ὅτι Ἐὰν μὲν νικήσω, ὑποστρέφεις πάλιν εἰς τὴν Φρυγίαν, ἐὰν δὲ | |
20 | ἡττηθῶ, μένε εἰς τὴν Εὐρώπην. λαβὼν οὖν ὁ Πέλοψ χρήματα, | |
ἦλθεν εἰς τὴν Ἑλλάδα ἐν χώρᾳ Ἀπίᾳ καλουμένῃ, ἥτις Ἀπία χώρα βασιλέα εἶχε τὸν Οἰνόμαον, ἔχοντα θυγατέρα Ἱππο‐ δάμειαν ὀνόματι. εἶτα ἀγωνισάμενος ἐνταῦθα ὁ Πέλοψ ἱππικὸν ἀγῶνα μετὰ τοῦ Οἰνομάου, καὶ νικήσας, ἔλαβε γυναῖκα τὴν τοῦ | ||
25 | Οἰνομάου θυγατέρα Ἱπποδάμειαν, καὶ κάτεσχε τῆς χώρας. καὶ ἀντὶ Ἀπίας ἐκάλεσεν αὐτὴν Πελοπόννησον, ὅ ἐστιν, ἡ τοῦ Πέλοπος νῆσος. πάντες οὖν οἱ ἀπὸ Πέλοπος καλοῦνται Πελο‐ πίδαι, οἷον Ἀτρεύς, Θυέστης, Ἀγαμέμνων, καὶ Μενέλαος, καὶ τελευταῖος Ὀρέστης. | |
30 | Καὶ περὶ μὲν τοῦ Πέλοπος τοσαῦτα, περὶ δὲ τοῦ Κέκροπος ἤδη λελέξεται. Κέκροψ βασιλεὺς γέγονεν Ἀθηνῶν, ὃς μεγάλως τὴ Ἀττικὴν κατεκόσμησεν. οὗτος δέ ἐστιν ὁ διφυὴς καλούμε‐ νος. ἐκαλεῖτο δὲ διφυὴς ὅτι δύο φωνὰς ἦν ἠσκημένος, μίαν μὲν τὴν τῆς Ἑλλάδος, ἑτέραν δὲ τὴν τῆς Αἰγύπτου. λέγεται γὰρ ὅτι | |
35 | οἱ Ἀθηναῖοι ἄποικοί εἰσιν Αἰγυπτίων, ἀπὸ Σάεως πόλεως. ἡγεμὼν οὖν τῆς ἀποικίας γέγονεν οὗτος ὁ Κέκροψ. καὶ ἐλθὼν εἰς τὴν Ἑλλάδα ἔμαθε τὴν Ἑλλάδα φωνήν, ἔχων καὶ τὴν Αἰγυπτίαν. ὁ δὲ λόγος ὁ λέγων αὐτόχθονας εἶναι Ἀθηναίους μῦθός ἐστι, λαβὼν τὸ πλάσμα ἀπὸ τοῦ μηδέποτε μεταστῆναι, | |
40 | μᾶλλον δὲ ἀναστῆναι, τοὺς οἰκήσαντας εἰς τὴν Ἀττικήν. λεπ‐ τόγεως γὰρ οὖσα ἡ χώρα, οὐ πάνυ ἦν ζηλωτὴ ὥστε τοὺς ὄντας ἐκδιωχθῆναι καὶ ἄλλους μετοικῆσαι. Καὶ περὶ μὲν Κέκροπος ἅλις, εἰπεῖν δὲ δεῖ καὶ περὶ Ἀλκ‐ μαίωνος. ὁ Ἀλκμαίων οὗτος Ἀθηναῖος ἦν τὸ γένος, ἐπίσημος | |
45 | λίαν, τὴν ἐλευθερίαν ἀεὶ φυλάττειν ἐθέλων τοῖς Ἀθηναίοις. τυραννευθείσης οὖν τῆς πόλεως ὑπὸ Πεισιστράτου, ἐξῆλθεν οὗτος μὴ φέρων ὁρᾶν δουλευούσας τὰς Ἀθήνας. ἐξελθὼν οὖν μηχανᾶται καὶ σκοπὸν ἔσχε πῶς τὴν ἐλευθερίαν ἀποκαταστήσει Ἀθηναίοις. ἀπελθὼν οὖν ἐν Δελφοῖς, εἰς τὸ Ἀπολλώνιον ἱε‐ | |
43.1(50) | ρόν, ἐκμισθοῦται παρὰ Δελφῶν τὸ ἱερὸν ἐπὶ μισθοφορίᾳ. ἐκμισθ‐ ωσάμενος δέ, καὶ ἔχων λοιπὸν ὑφ’ ἑαυτὸν πάντας καὶ πάσας τοὺς τοῦ θεοῦ διακόνους, πείθει τὴν ἱέρειαν τὴν Πυθίαν ἵνα, εἰ ἔλθοι ποτὲ Λακεδαιμόνιος μαντευσόμενος, μηδὲν ἄλλο λέγειν αὐτῷ ἢ ὅτι Ἐλευθεροῦν τὰς Ἀθήνας λέγει ὑμῖν ὁ θεός. τούτου | |
55 | συνεχῶς καὶ πλειστάκις γινομένου, παρωρμήθησαν Λακεδαι‐ μόνιοι, καὶ ἐλθόντες ἐξέβαλον ἀπὸ τῶν Ἀθηνῶν τοὺς τυράννους. μέγα οὖν κλέος ἔσχεν ἔκτοτε ὁ Ἀλκμαίων, ἐλευ‐ θερώσας σοφίᾳ τὰς Ἀθήνας. ἀλλὰ τοσαῦτα περὶ Ἀλκμαίωνος. Αἰακὸς δὲ τέταρτος ἡμῖν ὑποκείσθω. Αἰακὸς δὲ οὗτος υἱὸς | |
60 | ἐλέγετο εἶναι τοῦ Διός, δίκαιος τὰ μάλιστα. διό ποτε ἀβροχίας | |
γενομένης ἐν τῇ Ἑλλάδι, ἦλθον πρὸς αὐτὸν οἱ προεστῶτες τῶν πόλεων παρακαλοῦντες εὔξασθαι τῷ ἰδίῳ πατρὶ ἵνα γένηται ὑετός. ὁ δὲ στὰς καὶ εὐξάμενος, ἔλυσε διὰ τῆς εὐχῆς τοὺς αὐχμούς. καὶ κατερρύη ὕδωρ ποτίζον τὴν Ἑλλάδα. μάλιστα οὖν | ||
65 | καὶ ἐκ τούτου ἡ εὐσέβεια ἐδείχθη τοῦ Αἰακοῦ. οὗτος οὖν γεννᾷ δύο υἱούς, τὸν Πηλέα καὶ τὸν Τελαμῶνα, ὧν ὁ μὲν Πηλεὺς τίκτει τὸν Ἀχιλλέα, ὁ δὲ Τελαμὼν τὸν Αἴαντα. οἵτινες ἐκα‐ λοῦντο Αἰακίδαι, τὴν ἀπὸ τοῦ πάππου τιμὴν ἐκ τούτου προσφε‐ ρόμενοι. | |
70 | Λοιπὸν τοίνυν ὑπολείπεται ἡμῖν Ἡρακλῆς. Ἡρακλῆς οὗτος λέγεται υἱὸς γεγονέναι τοῦ Διός. ὁ γὰρ Ζεὺς ὁμοιωθεὶς τῷ Ἀμφιτρύωνι συνεγένετο τῇ Ἀλκμήνῃ. καὶ ἐγεννήθη ὁ Ἡρακ‐ λῆς, ὃς καὶ τοὺς μεγάλους ἐκείνους ἄθλους διήνυσεν. πολλοὶ οὖν γεγόνασιν ἀπὸ Ἡρακλέους, ὧν πρῶτος καὶ ἔνδοξος ὁ | |
75 | Ὕλλος. ἐξ οὗ καὶ οἱ τῶν Λακεδαιμονίων βασιλεῖς. πάντες οὖν | |
οἱ βασιλεῖς τῶν Λακεδαιμονίων Ἡρακλεῖδαι ἐλέγοντο. | ||
43.2(1t) | Δευτέρα ἐστὶν ἱστορία ἡ περὶ τῶν Ἐλαφηβόλων καὶ Ὠρίωνος | |
2t | καὶ Ἀκταίωνος. | |
1 | Τὴν Ἄρτεμιν λέγουσι τῆς κατὰ θήραν τοξείας εἶναι ἔφορον. λέγεται οὖν αὕτη ἡ θεὸς βάλλειν εὐστόχως τὰς ἐλάφους, ὥστε ἀκοῦσαι τὴν Ἄρτεμιν ἐλαφηβόλον θεόν. | |
Ὁ δὲ Ὠρίων καὶ Ἀκταίων θηρευταὶ καὶ οὗτοι ὑπῆρχον. ὁ | ||
5 | μὲν οὖν Ἀκταίων κυνηγέτης ἦν, καὶ εἶδε τὴν Ἄρτεμιν γυμνήν. ἦν δὲ ἀθέμιτον τοῦτο, τὸ τοὺς θεοὺς ἰδεῖν γυμνούς, καὶ μάλιστα τὰς παρθένους θεάς. χολωθεῖσα οὖν ἡ Ἄρτεμις μανῆναι ἐποίησε τοὺς κύνας αὐτοῦ τοῦ Ἀκταίωνος, οἵτινες εὑρόντες αὐτὸν ἀνεῖλον οὕτως ὥστε λέγεσθαι τὸν Ἀκταίωνα ὑπὸ κυνῶν | |
10 | συρῆναι. Καὶ ὁ Ὠρίων δὲ οὗτός ἐστιν ὁ καταστηριχθείς. ἔστι δὲ οὗτος ὁ ἐκ τοῦ οὐρῆσαι τοὺς θεοὺς ἐν τῇ βύρσῃ τοῦ βοὸς τοῦ σφαγέντος ὑπὸ τοῦ Ὑριέως, τοῦ Θηβῶν βασιλέως, ἐπὶ τῇ φιλοξενίᾳ τῶν θεῶν γεννηθείς. γενόμενος δὲ οὗτος ὁ Ὠρίων καὶ | |
15 | ὢν θηρολέτης ἠράσθη τῆς Ἀρτέμιδος. εἶτα ἡ θεὸς ὀργισθεῖσα ἀνῆκε σκορπίον κατ’ αὐτοῦ. καὶ κρουσθεὶς ἀπέθανε, διό ἐστιν | |
ἐν τῷ οὐρανῷ μετὰ τοῦ Σκορπίου. | ||
43.3(1t) | Τρίτη ἐστὶν ἱστορία ἡ περὶ τῆς ἀντιδοθείσης ἐλάφου ὑπὲρ τῆς | |
2t | παρθένου, ἥτις κεῖται ἐν τῇ ἑβδόμῃ ἱστορίᾳ ἐν τῷ Πρώτῳ | |
3t | Στηλιτευτικῷ Ἰουλιανοῦ Λόγῳ. ἔστι δὲ αὕτη. | |
1 | Ὅτε ἀπὸ τῆς Ἑλλάδος ἀπόπλους τῶν Ἑλλήνων ἐπὶ τὴν Τροίαν ἐγένετο, ἐν τῇ Αὐλίδι τῆς Βοιωτίας θυσίας γενομένης τῇ Ἀρτέμιδι, καὶ τῆς θυγατρὸς τοῦ Ἀγαμέμνονος τῆς Ἰφιγενείας ἐπιδοθείσης τυθῆναι, ἡ Ἄρτεμις ἐλεήσασα τὴν παρθένον ἁρ‐ | |
5 | πάζει μὲν ταύτην καὶ ἀποφέρει παρὰ Ταύροις ἐν Σκυθίᾳ, ἔλαφον δὲ ἀντὶ τῆς παρθένου φανῆναι ἐποίησεν, ἥντινα λαβόντες ἔθυ‐ σαν οἱ Ἕλληνες. ἡ δὲ Ἰφιγένεια ἐν Σκυθίᾳ ἱέρεια ἦν τῆς | |
Ἀρτέμιδος. | ||
43.4(1t) | Τετάρτη ἐστὶν ἱστορία ἡ περὶ τοῦ Θετταλικοῦ ἄντρου. ἔστι δὲ | |
2t | αὕτη. | |
1 | Γεννηθεὶς ὁ Ἀχιλλεὺς ὑπὸ Θέτιδος παρεδόθη τῷ Χείρωνι τροφεῖ ἅμα καὶ διδασκάλῳ τῆς τοξείας χρησόμενος. ἦν δὲ οὗτος ὁ Χείρων ἱπποκένταυρος, οἰκῶν ἄντρον τι καὶ σπήλαιον ἐν Θετταλίᾳ. ὁ οὖν Χείρων λαβὼν τὸν Ἀχιλλέα καὶ ἐπικαθίσας | |
5 | ὄπισθεν ἑαυτοῦ κατὰ τοῦ ἱππείου μέρους, οὕτως ἐγύμναζε καὶ ἐδίδαξε τὴν τοξικήν, τρέφων αὐτὸν οὐ γάλακτι καὶ ἄρτῳ, ἀλλὰ μυελοῖς ἐλάφων καὶ ἄλλων ζῴων, διὸ καὶ Ἀχιλλεὺς ὠνομάσθη, ὁ μὴ μετασχὼν τοῦ χιλοῦ· χιλὸς γὰρ ἡ τροφή. | |
43.5(1t) | Πέμπτη ἐστὶν ἱστορία ἡ περὶ τῆς στροφῆς τῆς σφενδόνης τοῦ | |
2t | Γύγου. ταύτης τῆς ἱστορίας ἐμνήσθη καὶ ἐν τοῖς Στηλιτευτικοῖς, | |
3t | ἐν τῇ πεντηκοστῇ πέμπτῃ ἱστορίᾳ. ἔστι δὲ αὕτη. | |
1 | Πλάτων ἐν ταῖς Πολιτείαις λέγει ὡς ὁ Γύγης οὗτος ποιμὴν ἦν, καὶ ποιμαίνων εὗρε κεχωσμένον ἵππον χαλκοῦν, ἐν ᾧ ἵππῳ ἔνδοθεν εὗρεν ὄντα νεκρὸν ἄνθρωπον φοροῦντα δακτύλιον. καὶ λαβὼν τὸν δακτύλιον εἶχεν. καὶ ὅτε μὲν ἔστρεφε τὴν σφενδόνην | |
5 | τοῦ δακτυλίου, ἐγίνετο ἀφανής, ὅτε δὲ ἀντέστρεφε πάλιν, ἐγίνετο ἐμφανὴς τοῖς οὖσιν. σφενδόνη δέ ἐστιν ἡ κεφαλὴ τοῦ δακτυλίου. ἦν δὲ αὕτη στρεπτή. ἔχων οὖν τοῦτον τὸν δακτύλιον, ἐλθὼν ἐπὶ τὰ βασίλεια τῶν Λυδῶν καὶ ἀντιστρέψας τὴν σφεν‐ δόνην, ἐγένετο ἀφανής, καὶ εἰσελθὼν ἀπέκτεινε τὸν βασιλέα καὶ | |
10 | ἔλαβε τὴν βασιλείαν. ὁ δὲ Ἡρόδοτος ἄλλως ἱστορεῖ τὰ κατὰ τὸν Γύγην, ὅτι ἐπιτροπῇ τῆς δεσποίνης ἀπέκτεινε τὸν Καν‐ δαύλην ὁ Γύγης καὶ ἐβασίλευσεν. | |
43.6(1t) | Ἕκτη ἐστὶν ἱστορία ἡ κατὰ τὸν Μίδαν. | |
1 | Ὁ Μίδας οὗτος Φρυγίας ἦν βασιλεύς. ἦν δὲ φιλάργυρος καὶ | |
χρυσομανής τις, ὡς τὸ ἔργον ἐδήλωσεν. ηὔξατο οὖν ἵνα οὗ ἂν ἅψηται χρυσὸς γένηται. εἰσηκούσθη οὖν οὗτος, καὶ οὗ ἂν ἥψατο ἢ χειρὶ ἢ στόματι, χρυσὸς ἐγίνετο. καὶ οὕτως πάντα μὲν | ||
5 | ἦν αὐτῷ χρυσός. φαγεῖν δὲ μὴ δυνάμενος ἀπώλετο. καὶ γὰρ ἡ τροφὴ ἡ διδομένη αὐτῷ διὰ τοῦ στόματος ἀπεχρυσοῦτο. ἐφθάρη οὖν τῷ λιμῷ. Ἱστοροῦσι δὲ ἄλλοι ὅτι χρησμὸν λαβὼν ἔζησεν. ἦν δὲ ὁ χρησμὸς διελᾶσαι ἅρματι καὶ ὅπου ἂν ἐπισχεθῇ τὸ ἅρμα, | |
10 | στῆναι καὶ κτίσαι πόλιν. καὶ ἐποίησεν οὕτως, καὶ κτίζει τὴν Ἄγκυραν τῆς Γαλατίας. ἄγκυρα γὰρ σιδήριον πλοίου ποταμίου, ὃ ἐπισχὸν τὸ ἅρμα ἔστησε τὸν Μίδαν. οὕτως ἐκτίσθη ἡ πόλις | |
καὶ ἐκλήθη Ἄγκυρα. | ||
43.7(1t) | Ἑβδόμη ἐστὶν ἱστορία ἡ περὶ τοῦ Ἀβάριδος ὀϊστοῦ. ταύτης τῆς | |
2t | ἱστορίας μέμνηται Ἡρόδοτος ἐν τῇ Τετάρτῃ. ἔστι δὲ αὕτη. | |
1 | Ἄβαρις ἐξ Ὑπερβορέων ἦν ἄνθρωπος. οἱ δὲ Ὑπερβόρεοι ἀρτικώτεροί εἰσι καὶ ἐνδότεροι τῶν Σκυθῶν. οὗτος οὖν ὁ Ἄβα‐ ρις λέγεται ἔνθους γενόμενος περιϊέναι τὴν Ἑλλάδα κύκλῳ μετὰ βέλους καὶ χρησμούς τινας καὶ μαντείας λέγειν, ὡς ἔνθους. | |
5 | Λυκοῦργος δὲ ὁ ῥήτωρ μέμνηται τοῦ Ἀβάριδος ἐν τῷ κατὰ Μενεσαίχμου λόγῳ, λέγων ὅτι λιμοῦ γενομένου ἐν τοῖς Ὑπερ‐ βορέοις ἦλθεν ὁ Ἄβαρις ἐν τῇ Ἑλλάδι, καὶ ἐμισθώτευσε τῷ Ἀπόλλωνι, καὶ ἐδιδάχθη παρ’ αὐτοῦ τὸ χρησμολογεῖν. καὶ οὕτω κρατῶν τὸ βέλος ὡς σύμβολον τοῦ Ἀπόλλωνος (τοξότης γὰρ | |
10 | οὗτος ὁ θεός) περιῄει χρησμολογῶν πᾶσαν τὴν Ἑλλάδα. | |
43.8(1t) | Ὀγδόη ἐστὶν ἱστορία ἡ κατὰ τὸν Πήγασον. ἔστι δὲ αὕτη σαφὴς | |
2t | ἡ κατὰ τὸν Βελλεροφόντην. | |
1 | Τῆς γὰρ Παταρικῆς Χιμαίρας ἀναφανείσης (περὶ ἧς μέμνηται καὶ ὁ θεῖος οὗτος Γρηγόριος ἐν τοῖς Στηλιτευτικοῖς, ἐν ἱστορίᾳ πεντηκοστῇ) καὶ λυμαινομένης τὴν χώραν τῶν Λυκίων, καὶ τοῦ Προίτου βασιλεύοντος τῆς Λυκίας, προσετάχθη ὁ Βελλερο‐ | |
5 | φόντης ἀποκτεῖναι τὴν Χίμαιραν. ἦν δὲ τὸ θηρίον ὡς κἀκεῖσε παρεστήσαμεν, τοιοῦτον. πρόσθε μὲν λέων, ὄπισθε δὲ δράκων, μέση δὲ ἦν χίμαιρα. ἐξ ἧς χιμαίρας πῦρ ἀνεδίδοτο, καὶ ἦν δυσάλωτον τὸ θηρίον. τὸν ἵππον οὖν τὸν Πήγασον ἐκ θεοῦ εὑρὼν ὁ Βελλεροφόντης, ὃς ἐλέγετο ἔχειν πτερὰ καὶ ὕδωρ ἀπὸ | |
10 | τῶν ὀνύχων ἀποστάζειν, ἐλθὼν σύμμαχον ἔχων τὴν πτῆσιν τοῦ | |
ἵππου διὰ τὸ εἶναι πτερωτόν, ὡς εἶπον, καὶ ἀνεῖλε τὴν Χίμαιραν. | ||
43.9(1t) | Ἐνάτη ἐστὶν ἱστορία ἡ περὶ τοῦ Ἀλφειοῦ. ἔστι δὲ αὕτη. | |
1 | Ἀλφειὸς ποταμός ἐστι τῆς Ἀρκαδίας. Ἀρκαδία δὲ πόλις τῆς Πελοποννήσου. ἔστι δὲ καὶ πηγὴ ἐν Σικελίᾳ τῇ νήσῳ Ἀρέ‐ θουσα ὀνόματι. λέγεται οὖν ὅτι ὁ ποταμὸς οὗτος ἠράσθη τῆς Ἀρεθούσης πηγῆς. καὶ ἐρασθεὶς διαδὺς τὸ πέλαγος ἀναδίδοται | |
5 | ἐν Σικελίᾳ παρὰ τὴν πηγήν, μὴ συναναμιχθεὶς τῇ ἁλμυρίδι τῆς θαλάσσης, ἀλλὰ καθαρὸν τὸ νᾶμα διαφυλάττων πρὸς τὴν ἐρωμέ‐ νην. Μετὰ ταύτην δέ ἐστι καὶ ἡ τῆς σαλαμάνδρας ἱστορία. ἔστι δὲ αὕτη. Ἡ σαλαμάνδρα ζῷόν ἐστιν ὡσεὶ σαύρας τὸ μέγεθος ἢ | |
10 | μικροῦ κροκοδείλου χερσαίου. ἔστι δὲ ψυχρότατον ὑπερφυῶς τὸ ζῷον ὥστε ἐν πυρὶ εἰσερχόμενον, τὴν μὲν φλόγα σβεννύναι, | |
αὐτὸ δὲ μὴ κατακαῆναι. | ||
43.10(1t) | Δεκάτη ἐστὶν ἱστορία ἡ περὶ τοῦ Λυδίου ἅρματος. | |
1 | Ἔστι δὲ παροιμία αὕτη ἐπὶ τῶν ἐρίζειν ἐθελόντων καὶ μὴ δυναμένων ἐφικέσθαι. ἔστι δὲ ἡ παροιμία Παρὰ Λύδιον ἅρμα θεῖ. παρῆκται δὲ ἡ παροιμία ἀπὸ τῶν Λυδίων ἁρμάτων ὡς ταχυτάτων ὄντων καὶ μὴ δυναμένων φθασθῆναι. | |
5 | Ἄλλοι δὲ ὅτι ἀπὸ τοῦ Πέλοπος ἅρματος ἤκουσεν ἡ παροιμία. τινὲς γὰρ λέγουσιν ὡς ὅτι ὁ Πέλοψ Λυδὸς ἦν καὶ οὐχὶ Φρύξ. τῷ οὖν ἰδίῳ ἅρματι ἐνίκησε τὸν Οἰνόμαον, καὶ ἔκτοτε ἡ παροιμία | |
παρῆλθε, Παρὰ Λύδιον ἅρμα θεῖ. | ||
43.11(1t) | Ἑνδεκάτη ἐστὶν ἱστορία ἡ περὶ τοῦ Ὀρέστου καὶ τοῦ Πυλάδου. | |
2t | ἔστι δὲ αὕτη. | |
1 | Ὀρέστης οὗτός ἐστιν ὁ υἱὸς τοῦ Ἀγαμέμνονος. φιλίαν δὲ τοσαύτην ἔσχε πρὸς τὸν Πυλάδην, καὶ Πυλάδης πρὸς τὸν Ὀρέστην ὡς ἀποθανόντος Πυλάδου συγκατελθεῖν τὸν Ὀρέσ‐ την μέχρι τοῦ Ἅιδου. | |
43.12(1t) | Δωδεκάτη ἐστὶν ἱστορία ἡ κατὰ τοὺς Μολιονίδας. ἔστι δὲ αὕτη. | |
1 | Μολιόνη ἦν τις γυνὴ περὶ τὴν Θρᾴκην οἰκοῦσα. αὕτη ἔσχε δύο υἱούς, τὸν μὲν Ὦτον, τὸν δὲ δεύτερον Ἐφιάλτην. οὗτοι κατ’ ἐνιαυτὸν ηὐξάνοντο κατὰ μὲν τὸ μῆκος πῆχυν ἕνα, κατὰ δὲ τὸ | |
πλάτος σπιθαμὴν μίαν. γεγόνασι δὲ ὑβρισταὶ οὗτοι καὶ ὑπε‐ | ||
5 | ρήφανοι, καὶ τοσοῦτον ἐφύβρισαν ὥστε βουλεύσασθαι ἀντᾶραι τοῖς οὐρανίοις θεοῖς. τὴν οὖν Ὄσσαν τῷ Ἄθῳ ἐβουλεύσαντο ἐπιθεῖναι, καὶ δι’ αὐτῶν ἀνελθεῖν εἰς τὸν οὐρανόν. ἡ δὲ Ὄσσα καὶ ὁ Ἄθως δύο ὄρη εἰσὶ περὶ τὴν Θρᾴκην. ὁ οὖν Ζεὺς ὀργισθεὶς κεραυνὸν ἐπαφεὶς ἐκεραύνωσεν αὐτούς· καὶ ἀπώ‐ | |
10 | λοντο. ἦν δὲ πρότερον περὶ τῆς κεραυνώσεως αὐτῶν χρησμὸς δοθεὶς τῇ μητρὶ αὐτῶν, ὅτι διὰ τὴν ὑπερηφανίαν αὐτῶν κεραυνωθήσονται. | |
43.13(1t) | Τρισκαιδεκάτη ἐστὶν ἱστορία ἡ περὶ τοῦ Λαβυρίνθου. ἔστι δὲ | |
2t | αὕτη. | |
1 | Ἐν τῇ Κρήτῃ τῇ νήσῳ ἐστὶν ὄρος ἐν ᾧ σπήλαιον ἀντρώδες | |
καὶ δύσκολον περὶ τὴν κάθοδον καὶ δυσχερὲς περὶ τὴν ἄνοδον, ἐν ᾧ λέγεται ὁ Μινώταυρος ἐμβληθῆναι. ἐπεὶ οὖν δυσχερὲς τὸ ἐκβῆναι τοῦ Λαβυρίνθου, νῦν ὁ θεῖος Γρηγόριος ἔλαβεν αὐτὸ | ||
5 | ἐπὶ τῶν λόγων τῶν ἀφύκτων, ὧν οὐδεὶς ἠδύνατο ἐκφυγεῖν, ἀλλὰ ἡλίσκετο. ἐπιφέρει γὰρ καὶ τὰς ἄρκυς. ἄρκυς δέ ἐστιν εἶδος δικτύου παχυσχοίνου, ὃ ἱστᾶσι πρὸς θήραν ἄρκτων ἢ ἐλάφων ἢ κατὰ τῶν ἀλλῶν ἰσχυροτέρων ζῴων. | |
43.14(1t) | Τεσσαρεσκαιδεκάτη ἐστὶν ἱστορία ἡ περὶ τοῦ Μίνωος καὶ τοῦ | |
2t | Ῥαδαμάνθυος. ἔστι δὲ αὕτη. | |
1 | Μίνως καὶ Ῥαδάμανθυς λέγονται υἱοὶ εἶναι τοῦ Διός, ὧν ὁ μὲν Μίνως ἦν νομοθέτης, παρὰ τοῦ πατρὸς δεξάμενος τὴν νομοθετικήν, ὁ δὲ Ῥαδάμανθυς δικαστὴς δίκαιος, ὡς παρὰ τοῦ πατρὸς τὴν δικαιοσύνην μαθών. λέγουσιν οὖν περὶ τούτων οἱ | |
5 | ποιηταὶ καὶ Πλάτων δὲ αὐτός, ὅτι τούτους ἀποθανόντας οὐχὶ δέχεται σκότος ἀλλ’ αἱ Μακάρων νῆσοι καὶ τὸ Ἠλύσιον | |
πεδίον. ὄνομα δὲ τόπου τὸ Ἠλύσιον, οἱονεὶ ἀλύσιον καὶ ἀπο‐ λύσιον, οὐ κολάσεως. φησὶν οὖν ἐν τούτοις οἱ παρ’ αὐτῶν δικαίοι μετὰ θάνατον αὐλισθήσονται. τὸ δὲ τοῦ ἀσφοδέλου | ||
10 | ὄνομα, φυτοῦ ἐστιν ὄνομα, ἔχοντος ὀσμὴν οὐ φαύλην καὶ τὸ | |
ἄνθος ἐπιτερπές. | ||
43.15(1t) | Πεντεκαιδεκάτη ἐστὶν ἱστορία ἡ περὶ τῶν Γαδείρων. | |
1 | Γάδειρα τόπος ἐστὶ περὶ τὰ Ἑσπέρια μέρη. ὁ τόπος δὲ οὗτος ἀποτελεύτησίς ἐστι θαλάττης καὶ οἱονεὶ ἐκροή τις οὖσα ἀπὸ τῆς ὡς πρὸς ἡμᾶς θαλάττης ἐπὶ τὴν Ἀτλαντίδα θάλατταν. λέγεται οὖν μηκέτι μετὰ τὰ Γάδειρα πλέεσθαι τὴν θάλατταν ἐκείνην διὰ | |
5 | τὸ εἶναι βραχώδη καὶ σκοτεινήν. Γάδειρα δὲ ἤκουσε παρὰ τὴν γῆν καὶ τὴν δειρήν. δειρὴ δὲ καλεῖται ὁ τράχηλος. παρὰ οὖν τὸ τῆς γῆς εἶναί τινα τράχηλον ἐκεῖσε ἤκουσε Γάδειρα. | |
43.16(1t) | Ἑξκαιδεκάτη ἐστὶν ἱστορία ἡ περὶ τοῦ ἵππου τοῦ διαρρήξαντος | |
2t | τὸν δεσμόν. ἔστι δὲ αὕτη. | |
1 | Ὅμηρος ὁ ποιητὴς βουλόμενος τὴν Διομήδους ὀξύτητα καὶ θερμότητα τὴν περὶ τὸν πολεμὸν ἐκφράσαι διὰ παραβολῆς εἰκάζει τὸν ἥρωα, ἐπειπὼν τόδε τὸ ἔπος· Ὡς δ’ ὅτε τις στατὸς ἵππος, ἀκοστήσας ἐπὶ φάτνῃ. | |
43.17(1t) | Ἑπτακαιδεκάτη ἐστὶν ἱστορία ἡ περὶ τῶν σπαρέντων καὶ | |
2t | φυέντων αὐθημερὸν γιγάντων. ἔστι δὲ αὕτη. | |
1 | Ἐν Θήβαις ταῖς τῆς Βοιωτίας λέγεται ὅτι Κάδμος ἢ ἄλλος τις λαβὼν τοὺς τοῦ Δελφινίου δράκοντος ὀδόντας ἔσπειρεν εἰς τὴν γῆν. καὶ ἀνεδόθησαν ἔνοπλοι ἄνδρες. ἀνεδόθησαν δὲ ἀπὸ μηρ‐ ῶν ἄχρι ἄνω, καὶ οὕτως ἱστάμενοι ἐπολέμουν ἀλλήλους καὶ | |
5 | τοὺς ἄλλους. | |
43.18(1t) | Ὀκτωκαιδεκάτη ἐστὶν ἱστορία ἡ περὶ τῶν ἑπταπύλων Θηβῶν | |
2t | καὶ τῶν Αἰγυπτίων. ἔστι δὲ αὕτη. | |
1 | Ὁ δὲ θεῖος Γρηγόριος περὶ θεαμάτων βούλεται εἰπεῖν ἡμῖν ἐνταῦθα. Αἱ ἑπτάπυλοι Θῆβαί εἰσι τῆς Ἑλλάδος, αἱ ὑπὸ Ἀμφίονος καὶ Ζήθου κτισθεῖσαι διὰ κιθάρας. αἱ δὲ Αἰγύπτιαι Θῆβαί εἰσιν ἑκατοντάπυλοι. μεγίστη δὲ πάλαι γέγονε, καὶ οὕτως | |
5 | μεγίστη ὥστε ἑκατὸν ἔχειν τὰς πύλας. Τὰ δὲ τείχη τὰ Βαβυλώνια λέγεται εἶναι ἰσχυρότατα. ἀπὸ γὰρ πλίνθου ὀπτῆς καὶ ἀσφάλτου λυομένης ἐκτίσθησαν, καὶ τὸ πλάτος ἔχοντα πολὺ καὶ τὸ μῆκος, καὶ τὴν περιφέρειαν πολλήν. Ὁ τάφος Μαυσώλου τοῦ Καρὸς μέγιστός ἐστι καὶ αὐτός. | |
10 | Μαύσωλος γὰρ Καρίας γέγονε τύραννος, ὃς ἔκτισεν ἑαυτῷ τάφον πολυανάλωτον ἐν χώματί τινι καὶ ἐν λιμναζούσῃ λίμνῃ ἔνδον κείμενον. γράφεται δὲ καὶ ὁ Καρικὸς τάφος ἵν’ ᾖ κτητι‐ κόν. γράφεται δὲ καὶ Καρὸς ἵν’ ᾖ ἐθνικὸν τοῦ Μαυσώλου τοῦ Καρός. | |
15 | Αἱ δὲ Πυραμίδες καὶ αὔται θεάματος ἄξιαι ἐν τῇ Αἰγύπτῳ εἰσὶν ἐκτισμέναι πολυανάλωτοι, ἅστινας Χριστιανοὶ μὲν λέγουσιν εἶναι τὰ ὡρεῖα τοῦ Ἰωσήφ, Ἕλληνες δὲ τάφους βασιλέων τινῶν, ὧν ἐστι καὶ Ἡρόδοτος. Περὶ δὲ τοῦ Κολοσσοῦ λέγει τοῦ ἐν Ῥόδῳ ἀνακειμένου, ὄτι | |
20 | μέγιστός ἐστιν ὁ ἀνδριὰς καὶ ἀξιοθαύμαστος. |