TLG 3120 004 :: PATRIA CONSTANTINOPOLEOS :: De sepulcris imperatorum quae sunt in templo sanctorum apostolorum

PATRIA CONSTANTINOPOLEOS Hist.
(A.D. 6/13)

De sepulcris imperatorum quae sunt in templo sanctorum apostolorum

Source: Bekker, I. (ed.), Georgii Codini excerpta de antiquitatibus Constantinopolitanis [Corpus scriptorum historiae Byzantinae] Bonn: Weber, 1843: 203–208.

Citation: Page — (line)

203

(t1)

ΠΕΡΙ ΤΩΝ ΤΑΦΩΝ ΤΩΝ ΒΑΣΙΛΕΩΝ
t2ΤΩΝ ΟΝΤΩΝ ΕΝ ΤΩι ΝΑΩι ΤΩΝ ΑΓΙΩΝ
t3ΑΠΟΣΤΟΛΩΝ.
1Ἐν τῷ ἡρώῳ τοῦ ἁγίου καὶ μεγάλου Κωνσταντίνου ἔμπροσθεν κατὰ ἀνατολὰς κεῖται ἡ λάρναξ τοῦ αὐτοῦ μεγάλου Κωνσταντίνου πορφυρᾶ, ἐν ᾗ ἀπόκειται αὐτὸς μετὰ τῆς μητρὸς αὐτοῦ Ἑλένης. Ἑτέρα λάρναξ πορφυρᾶ, ἐν ᾗ ἀπόκειται Κωνσταντῖνος ὁ
5υἱὸς τοῦ μεγάλου Κωνσταντίνου. Ἑτέρα λάρναξ πορφυρᾶ, ἐν ᾗ ἀπόκειται Θεοδόσιος ὁ μέγας. Ἑτέρα λάρναξ πορφυρᾶ, ἐν ᾗ ἀπόκειται Θεοδόσιος ὁ μικρός.
10Ἑτέρα λάρναξ πράσινος Θετταλή, ἐν ᾗ ἀπόκειται Ζήνων.203

204

Ἑτέρα λάρναξ πράσινος ἱερακίτις, ἐν ᾗ ἀπόκειται Λέων ὁ μέγας. Ἑτέρα λάρναξ πορφυρᾶ, ἐν ᾗ ἀπόκειται Μαρκιανὸς καὶ Πουλχερία.
5 Ἑτέρα λάρναξ Νικητιανή, ἐν ᾗ ἀπόκειται Ἀναστάσιος ὁ δίκορος μετὰ Ἀριάδνης. Ἑτέρα λάρναξ πράσινος Θετταλή, ἐν ᾗ ἀπόκειται Βασί‐ λειος ὁ Μακεδών, Εὐδοκία καὶ Ἀλέξανδρος. Ἑτέρα λάρναξ Σαγγαρινὴ φλεγμενούσιος, ἐν ᾗ ἀπόκειται
10Λέων ὁ φιλόσοφος καὶ Κωνσταντῖνος ὁ υἱὸς αὐτοῦ. Ἑτέρα λάρναξ λευκή, ἡ λεγομένη βασιλική, ἐν ᾗ ἀπόκειται Κωνσταντῖνος ὁ υἱὸς αὐτοῦ. Ἑτέρα λάρναξ πράσινος Θετταλή, ἐν ᾗ ἀπόκειται τὸ λείψανον τῆς ἁγίας Θεοφανοῦς καὶ Εὐδοκίας τῆς θυγατρὸς
15αὐτῆς. Ἑτέρα λάρναξ Βιθυνή, ἐν ᾗ ἀπόκειται Ζωὴ ἡ δευτέρα γυνὴ Λέοντος τοῦ φιλοσόφου. Ἑτέρα λάρναξ πράσινος Θετταλή, ἐν ᾗ ἀπόκειται ἡ τρίτη γυνὴ τοῦ αὐτοῦ Λέοντος.
20 Ἑτέρα λάρναξ Προικοννησία, ἐν ᾗ ἀπόκειται ἡ θυγάτηρ Λέοντος Ἄννα. Ἑτέρα λάρναξ, ἐν ᾗ ἀπόκειται Νικηφόρος ὁ Φωκᾶς.
Ἑτέρα λάρναξ, ἐν ᾗ ἀπόκειται Μιχαὴλ ὁ Ἀμορραῖος.204

205

Ἑτέρα λάρναξ, ἐν ᾗ ἀπόκειται Ῥωμανὸς ὁ υἱὸς Κωνσταν‐ τίνου τοῦ Πορφυρογεννήτου, ὁ λεγόμενος τὸ καλὸν παιδίον. Ἔσωθεν δὲ τοῦ αὐτοῦ ναοῦ ἑτέρα λάρναξ, ἐν ᾗ ἀπόκειται Κωνσταντῖνος ὁ Πορφυρογέννητος καὶ ἀδελφὸς βασιλέως Βασι‐
5λείου τοῦ Βουλγαροκτόνου. οὗτοί εἰσιν υἱοὶ Ῥωμανοῦ τοῦ λεγο‐ μένου καλοῦ παιδίου καὶ μητρὸς αὐτῶν Θεοφανοῦς, ἐν ᾗ ἀπό‐ κειται καὶ αὐτὴ εἰς τὸ δεξιὸν μέρος τοῦ αὐτοῦ ναοῦ τοῦ ἁγίου Κωνσταντίνου.
9tἩρῶον τοῦ μεγάλου Ἰουστινιανοῦ.
10 Λάρναξ κατὰ ἀνατολὰς ἀπὸ λίθου ξένου καὶ ἀλλοκότου, μέσην χροιὰν ἔχουσα τοῦ τε Βιθυνοῦ καὶ Χαλκηδονίτου παρὰ λίθου ὁστρέτου, ἐν ᾗ ἀπόκειται Ἰουστινιανός. Ἑτέρα λάρναξ ἀπὸ λίθου Ἱεροπολίτου, ἐν ᾗ ἀπόκειται Θεοδώρα ἡ γυνὴ αὐτοῦ.
15 Ἑτέρα λάρναξ πρὸς δυσμὰς εἰς τὸ δεξιὸν μέρος, τὴν χροιὰν ῥοδοποικίλος, ἐν ᾗ ἀπόκειται ἡ γυνὴ Ἰουστίνου. Ἑτέρα λάρναξ λευκὴ Προικοννήσιος, ἐν ᾗ ἀπόκειται Ἰου‐ στῖνος ὁ μικρός. Ἑτέρα λάρναξ Προικοννήσιος, ἐν ᾗ ἀπόκειται Σοφία ἡ γυνὴ
20Ἰουστίνου.205

206

Ἑτέρα λάρναξ ἀπὸ λίθου λευκοῦ Δοκιμίνου ὀνυχίτου, ἐν ᾗ ἀπόκειται Ἡράκλειος. Ἑτέρα λάρναξ πράσινος Θετταλή, ἐν ᾗ ἀπόκειται Φλαβία ἡ γυνὴ αὐτοῦ.
5 Ἑτέρα λάρναξ Προικοννησία, ἐν ᾗ ἀπόκειται Κωνσταντῖνος ὁ πωγωνάτος. Ἑτέρα λάρναξ πράσινος Θετταλή, ἐν ᾗ ἀπόκειται Φαύστα. Ἑτέρα λάρναξ Σαγγαρινή, ἐν ᾗ ἀπόκειται Κώνστας ὁ υἱὸς Κωνσταντίνου, υἱοῦ Ἡρακλείου.
10 Ἑτέρα λάρναξ ἑκατοντάλιθος Σαγγαρινή, ἐν ᾗ ἀπόκειται ἡ γυνὴ αὐτοῦ. Ἑτέρα λάρναξ Ἱεραπολῖτις, ἐν ᾗ ἀπόκειται ἡ γυνὴ τοῦ Κοπρωνύμου. Ἰστέον ὅτι ἡ λάρναξ τοῦ Κοπρωνύμου ἐξεβλήθη ἀπὸ τοῦ
15ἡρώου παρὰ Μιχαὴλ καὶ Θεοδώρας, καὶ τὸ μὲν μιαρὸν αὐτοῦ σῶμα κατεκαύθη, ὁ δὲ λίθος τοῦ τάφου ἐπρίσθη, καὶ ἐχρημά‐ τισεν εἰς συστήματα τοῦ παλατίου. Ἑτέρα λάρναξ ἐκ λίθου Προικοννησίου, ἐν ᾗ ἀπόκειται Λέων ὁ Ἰσαῦρος.
20 Ἑτέρα λάρναξ Προικοννήσιος Μιχαὴλ τοῦ τραυλοῦ καὶ Θέκλας τῆς γυναικὸς αὐτοῦ. Ἑτέρα λάρναξ πράσινος, ἐν ᾗ ἀπόκειται ὁ Θεόφιλος.
Στοὰ ἑτέρα, ἥτις ἐστὶ τὰ νῦν ἀσκέπαστος, ἐν ᾗ ἀπόκειται206

207

λαρνάκια τρία πορφυρᾶ Ῥωμαῖα, τὸ πρὸς μεσημβρίαν Ἀρκαδίου, τὸ δὲ πρὸς ἄρκτον Θεοδοσίου τοῦ υἱοῦ αὐτοῦ, τὸ δὲ πρὸς ἀνα‐ τολὴν Εὐδοξίας. Στοὰ ἑτέρα τοῦ αὐτοῦ ναοῦ πρὸς ἄρκτον, ἐν ᾗ κεῖται λάρ‐
5ναξ ἀπὸ λίθου τιμίου Ῥωμαίου, ἐν ᾗ ἀπετέθη τὸ παμμίαρον σῶμα Ἰουλιανοῦ τοῦ παραβάτου. Ἑτέρα λάρναξ ἀπὸ λίθου Ῥωμαίου, ἐν ᾗ ἀπόκειται Ἰο‐ βιανός. Ἰστέον ὅτι ἐν τῇ μονῇ τοῦ ἁγίου Μάμαντος, πλησίον τοῦ
10τείχους τῆς πόρτης τῆς Ξυλοκέρκου, ἐν τῷ νάρθηκι τῆς ἐκκλη‐ σίας ἐξ ἀριστεροῦ μέρους ἵσταται λάρναξ ἀπὸ λίθου ἑκατοντα‐ λίθου, ἐν ᾗ ἀπόκειται Κωνσταντία ἡ τοῦ Μαυρικίου γυνὴ μετὰ τῶν τέκνων αὐτοῦ. ἐν δὲ τῇ καταφυγῇ τῆς αὐτῆς μονῆς πρὸς ἀνατολὰς ἐξ ἀριστερῶν ἵσταται λάρναξ, ἐν ᾗ ἀπόκειται τὸ σῶμα
15Μαυρικίου σφαγέντος ἀπὸ Φωκᾶ. Ἰστέον ὅτι ἐν τῇ μονῇ τῆς ἁγίας τριάδος τῆς ἐπονομαζο‐ μένης τὰ Σταυρακίου, ἐν τῷ δεξιῷ μέρει τῆς ἐκκλησίας, ἐν τῷ εὐκτηρίῳ τοῦ ἁγίου Ἰωάννου τοῦ προδρόμου ἵσταται λάρναξ Σταυρακίου βασιλέως καὶ Θεοφανοῦς τῆς γυναικὸς αὐτοῦ.
20 Εἰ δὲ ἐν τῇ μονῇ τῶν Λιβαδίων τῆς κυρᾶς Εὐφροσύνης ἵσταται λάρναξ ἀπὸ λίθου Βιθυνοῦ, ἐν ᾗ ἀπόκειται Κωνσταν‐ τῖνος ὁ υἱὸς Εἰρήνης ὁ τυφλωθεὶς παρ’ αὐτῆς, καὶ Μαρία ἡ
πρώτη αὐτοῦ γυνή, ἡ γεγονυῖα ἐγγονὴ τοῦ ἁγίου Φιλαρέτου τοῦ207

208

ἐλεήμονος, καὶ αἱ δύο αὐτῶν θυγατέρες, Εἰρήνη καὶ Εὐφροσύνη, ἡ γυνὴ Μιχαὴλ βασιλέως τοῦ τραυλοῦ, καὶ Ἄννα ἡ θυγάτηρ Θεοφίλου τοῦ βασιλέως. Ἰστέον ὅτι ἐν τῇ γυναικείῳ μονῇ τῶν Γαστρίων, εἰς τὸ
5πρὸς ἀνατολὰς δεξιὸν μέρος τῆς ἐκκλησίας, ἐτάφη τὸ σῶμα τῆς ἁγίας Θεοδώρας τῆς γυναικὸς Θεοφίλου τοῦ βασιλέως, καὶ αἱ
τρεῖς αὐτῆς θυγατέρες Θέκλα Ἀναστασία καὶ Πουλχερία.208