TLG 3120 002 :: PATRIA CONSTANTINOPOLEOS :: Διήγησις περὶ τῆς Ἁγίας Σοφίας

PATRIA CONSTANTINOPOLEOS Hist.
(A.D. 6/13)

Διήγησις περὶ τῆς Ἁγίας Σοφίας

Source: Preger, T. (ed.), Scriptores originum Constantinopolitanarum, pt. 1. Leipzig: Teubner, 1901 (repr. New York: Arno, 1975): 74–108.

Citation: Section — (line)

t

Διήγησις περὶ τῆς οἰκοδομῆς τοῦ ναοῦ τῆς με‐ γάλης τοῦ θεοῦ ἐκκλησίας τῆς ἐπονομαζομένης ἁγίας Σοφίας. Ἐστὶν δὲ ἡ οἰκοδομὴ τῆς αὐτῆς ἐκκλησίας ἐν
5Κωνσταντινουπόλει οὕτως·

1

Ἡ μεγάλη ἐκκλησία ἡ ἁγία Σοφία, πρῶτον μὲν ἀνήγειρεν αὐτὴν ὁ μέγας Κωνσταντῖνος δρομικήν, ὁμοίαν τοῦ ἁγίου Ἀγαθονίκου καὶ τοῦ ἁγίου Ἀκακίου. Καὶ πληρώσας αὐτὴν στήλας ἔστησε πολλάς. Διήρκεσε δὲ τὸ κτίσμα ἐκεῖνο
5χρόνους οδʹ. Ἐν δὲ τοῖς χρόνοις Θεοδοσίου τοῦ μεγάλου
εἰς τὴν δευτέραν σύνοδον τὴν ἐν Κωνσταντινουπόλει γενο‐ μένην στασιάσαντες οἱ Ἀρειανοὶ κατέφλεξαν τὴν στέγην τῆς αὐτῆς μεγάλης ἐκκλησίας, ὄντος πατριάρχου Νεκταρίου τοῦ ἁγιωτάτου ἐν τῇ ἁγίᾳ Εἰρήνῃ τῇ παλαιᾷ καθεζομένου, ἣν74
10καὶ αὐτὴν ἀνήγειρεν ὁ μέγας Κωνσταντῖνος. Διῆλθον δὲ χρόνοι δύο καὶ ἵστατο ἀσκεπής. Προστάξας δὲ Θεοδόσιος ὁ βασιλεὺς Ῥουφῖνον τὸν μάγιστρον αὐτοῦ καὶ ἐστέγασεν αὐτὴν διὰ κυλινδρικῶν καμάρων. Μετὰ δὲ ρλβʹ χρόνους τοῦ Θεο‐ δοσίου, σηʹ ἐτῶν διελθόντων ἀπὸ τοῦ μεγάλου Κωνσταν‐
15τίνου, εἰς τὸν πέμπτον χρόνον τῆς βασιλείας Ἰουστινιανοῦ τοῦ μεγάλου μετὰ τὸ γενέσθαι τὴν σφαγὴν ἐν τῷ Ἱππικῷ (λεʹ χιλιάδων ἐκεῖσε ἀναιρεθέντων διὰ τὸ ἀναγορευθῆναι ὑπὸ τῶν δύο δημοτικῶν μερῶν Ὑπάτιον πατρίκιον καὶ δήμαρχον μέρους Βενέτων)—ἐν τῷ πέμπτῳ ἔτει τῆς βασιλείας αὐτοῦ
20τοῦ οἰκοδομῆσαι ναόν, οἷος οὐκ ἐκτίσθη ἀπὸ τοῦ Ἀδάμ.

2

Ἔγραψε δὲ καὶ τοῖς στρατηγοῖς καὶ σατράπαις καὶ
κριταῖς καὶ φορολόγοις τοῖς ὑπὸ τῶν θεμάτων ἅπασιν ἐρευ‐ νᾶν πάντας αὐτούς, ὅπως εὕρωσι κίονάς τε καὶ συστεμάτια στήθεά τε καὶ ἀβάκια καὶ καγκελλοθυρίδια καὶ τὴν λοιπὴν75
5ὕλην τὴν ἀνήκουσαν εἰς τὸ ἀνεγεῖραι ναόν. Πάντες δὲ οἱ παρ’ αὐτοῦ ὁρισθέντες ἀπὸ εἰδωλικῶν ναῶν καὶ ἀπὸ πα‐ λαιῶν λουτρῶν τε καὶ οἴκων ἔπεμπον τῷ βασιλεῖ Ἰουστι‐ νιανῷ μετὰ σχιδέων ἀπὸ πάντων τῶν θεμάτων ἀνατολῆς τε καὶ δύσεως, βορέα τε καὶ νότου καὶ ἐκ πάντων τῶν νήσων.
10Καὶ τοὺς μὲν ὀκτὼ κίονας τοὺς Ῥωμαίους, καθώς φησιν ὁ Πλούταρχος πρωτασηκρήτης καὶ ἐπιστολογράφος Ἰουστινιανοῦ, μετὰ σχιδέας ἀπέστειλε χήρα γυνὴ ἀπὸ Ῥώμης, ὀνόματι Μαρκία· εἶχε δὲ αὐτοὺς εἰς προῖκα αὐτῆς. Ἵσταντο δὲ εἰς Ῥώμην εἰς τὸν ναὸν Ἡλίου τὸν κτισθέντα παρὰ Αὐρηλιανοῦ
15βασιλέως Ῥώμης τοῦ προδώσαντος ἑαυτὸν Πέρσαις. Ἡ δὲ προειρημένη Μαρκία ἔγραψε τῷ βασιλεῖ οὕτως· ὅτι ‘ἀπο‐ στέλλω κίονας ἰσομήκους, ἰσοπλάτους, ἰσοστάθμους ὑπὲρ ψυχικῆς σωτηρίας μου.‘ Τοὺς δὲ ὀκτὼ πρασίνους κίονας
τοὺς ἀξιοθαυμάστους ἐκόμισε Κωνσταντῖνος στρατηγὸς ἀπὸ76
20Ἐφέσου λελατομημένους ἀμφοτέρους. Τοὺς δὲ λοιποὺς κίονας τοὺς μὲν ἀπὸ Κυζίκου, τοὺς δὲ ἀπὸ Τρωάδος, ἄλλους ἐκ τῶν Κυκλάδων νήσων οἱ ἄρχοντες τῷ βασιλεῖ ἀπέστειλαν· καὶ λοιπὴν ἱκανὴν ὕλην ἀπετίθουν. Ἀπεσωρεύθη δὲ πᾶσα ἡ ὕλη διὰ χρόνων ἑπτὰ ἥμισυ. Τῷ δὲ δωδεκάτῳ ἔτει τῆς
25βασιλείας Ἰουστινιανὸς τὸν προειρημένον ναὸν τὸν παρὰ τοῦ μεγάλου βασιλέως κτισθέντα Κωνσταντίνου ἐκ θεμελίων κατέστρεψε. Τὴν δὲ ὕλην ἰδίως ἀπέθετο· οὐδὲ γὰρ χρείαν αὐτῆς εἶχε διὰ τὸ πολλὴν καὶ ἄπειρον ὕλην ἑτοιμάσαι.

3

Ἤρξατο δὲ ὠνεῖσθαι οἰκήματα τῶν ἐκεῖσε οἰκούν‐ των· καὶ πρῶτον μὲν χήρας τινὸς γυναικός, ὀνόματι Ἄννης, οἰκήματα· καὶ ἀπετιμήθησαν νομίσματα πεʹ. Ἐκείνης δὲ μὴ βουλομένης ταῦτα διαπωλῆσαι τῷ βασιλεῖ ἔλεγεν· ὅτι ‘μέχρι
5πεντήκοντα λιτρῶν ἐάν μοι παρέχεις, οὐ δίδω σοι αὐτά.‘ Καὶ ὁ βασιλεὺς τῶν μεγιστάνων αὐτοῦ πολλοὺς ἀποστείλας εἰς ἱκεσίαν τῆς γυναικός, οὐδὲν ἤνυον. Παραγενόμενος τοίνυν ὁ βασιλεὺς εἰς ἱκεσίαν τῆς γυναικὸς ἐδέετο αὐτῆς περὶ τῶν οἰκημάτων. Ἡ δὲ θεασαμένη τὸν βασιλέα προσέπεσε τοῖς
10ποσὶν αὐτοῦ δεομένη τὸν βασιλέα καὶ λέγουσα· ὅτι ‘τιμὴν
μὲν οὐκ ὀφείλω λαβεῖν εἰς τὰ οἰκήματα· τὸν δὲ ναὸν ὃν βούλει κτίσαι, αἰτοῦμαί σοι, ἵνα ἔχω καὶ ἐγὼ 〈κοινωνίαν εἰς αὐτὸν καὶ ἔχω〉 ἐν ἡμέρᾳ κρίσεως μισθὸν καὶ ταφῶ εἰς τὰ οἰκήματα πλησίον.‘ Ὁ δὲ βασιλεὺς ὑπέσχετο αὐτῇ τα‐77
15φῆναι ἐκεῖσε μετὰ τὸ τελειωθῆναι τὸν ναόν, ὡς ἴδιον κτῆμα δοῦσα, καὶ μνημονεύεσθαι διηνεκῶς. Ἐστὶν δὲ ὁ τόπος τῶν οἰκημάτων αὐτῆς τὸ σκευοφυλακεῖον ὅλον.

4

Τὸ δὲ ὀνομαζόμενον ἅγιον φρέαρ καὶ τὸ θυσια‐ στήριον ὅλον καὶ ὁ τόπος τοῦ ἄμβωνος καὶ ἕως τὴν μέσην τοῦ ναοῦ ὑπῆρχεν οἶκος Ἀντιόχου εὐνούχου ὀστιαρίου καὶ ἀπετιμήθη λίτρας ληʹ. Τοῦ δὲ δυσχεραίνοντος μὴ πρᾶσαι
5τὸν ἴδιον οἶκον τῷ βασιλεῖ, φιλοδίκαιος ὢν ὁ βασιλεὺς καὶ μισοπόνηρος πρὸς τὸ μὴ θέλειν τινὰ ἀδικῆσαι ἠθύμει ἀδη‐
μονῶν, τὸ τί ἂν πράξοι. Στρατήγιος δὲ μάγιστρος, ὁ τῶν βασιλικῶν χρημάτων φύλαξ, ὁ τοῦ βασιλέως ἀδελφοποιητός, ὑπισχνεῖται τῷ βασιλεῖ διοικῆσαι τοῦτο διά τινος μηχανῆς.78
10Ὁ δὲ ῥηθεὶς Ἀντίοχος ὀστιάριος φιλοϊππόδρομος ὤν, ἱππι‐ κοῦ ἀγομένου ὁ μάγιστρος Στρατήγιος καθεῖρξεν τὸν εὐ‐ νοῦχον ἐν τῇ φρουρᾷ. Τῇ δὲ ἡμέρᾳ τοῦ ἱππικοῦ ἤρξατο στριγγίζειν ἐκ τῆς εἱρκτῆς· ‘θεάσωμαι τὸ ἱπποδρόμιον καὶ τὸ θέλημα τοῦ βασιλέως ποιήσω.‘ Ἤγαγον δὲ αὐτὸν ἐν τῷ
15στάματι τοῦ καθίσματος, ἐν ᾧ ἐκαθέζετο ὁ βασιλεὺς ἐν τῷ ἱπποδρομίῳ, καὶ ἐκεῖσε ἐποίησε τὴν διάπρασιν ὑπογράψαν‐ τος ἐκεῖσε τοῦ κυαίστορος καὶ τῆς συγκλήτου πάσης πρὸ τοῦ τοὺς ἵππους γυμνάσαι. Τύπος δὲ ἦν ἐκ παλαιοῦ, ἡνίκα ἀνήρχετο ὁ βασιλεὺς ἐν τῷ καθίσματι, παρευθὺς ἔτρεχον οἱ
20ἡνιοχευτικοὶ ἵπποι· διότι δὲ ἤργησαν εἰς τὴν πρᾶσιν τῶν οἰκημάτων τοῦ εὐνούχου, μέχρι τῆς σήμερον ἀργῶς ἐξέρχονται τὰ ἡνιοχευτικὰ ἅρματα τῶν ἵππων.

5

Τὸ δὲ δεξιὸν μέρος τοῦ γυναικίτου ὅλον καὶ ἕως τοῦ κίονος τοῦ ἁγίου Βασιλείου καὶ ἐκ τοῦ ναοῦ μέρος
τι ὑπῆρχον οἰκήματα Χαρίτωνος εὐνούχου τὸ ἐπίκλην Χηνοπούλου, ἃ καὶ ἐξωνίσθησαν μετ’ εὐχαριστίας. Τὸ δὲ ἀρι‐79
5στερὸν μέρος τοῦ γυναικίτου καὶ ἕως τοῦ κίονος τοῦ ἁγίου Γρηγορίου τοῦ θαυματουργοῦ ὑπῆρχον οἰκήματα Ξενοφῶν‐ τός τινος τῇ τέχνῃ βασιλισκαρίου· ὃς θέλων ἐξωνισθῆναι τὰ οἰκήματα αὐτοῦ ᾐτήσατο τῷ βασιλεῖ μὴ μόνον τίμημα διπλοῦν λαβεῖν εἰς τὰς σκηνὰς αὐτοῦ, ἀλλ’ ἵνα ποιήσῃ τοῦ‐
10τον ἐν τῷ ἀγομένῳ ἱππικῷ, ἐν ᾧ ἐπιτελεῖται, τιμᾶσθαι καὶ προσκυνεῖσθαι παρὰ τῶν τεσσάρων ἡνιόχων. Τοῦ δὲ βασι‐ λέως προστάξαντος τοῦτο, πρὸς γέλωτα πεποίηκεν εἰς τὸ διηνεκές, ἵνα τυπωθῇ εἰς τοὺς ἀεὶ χρόνους, ἐν τῇ ἡμέρᾳ τοῦ ἀγομένου ἱππικοῦ καθέζεσθαι τοῦτον ἐν τοῖς καγκέλλοις
15μέσον καὶ τὰ ὀπίσθια αὐτοῦ προσκυνεῖσθαι παρὰ τῶν ἡνιό‐ χων πρὸς γέλωτα πρὸ τοῦ ἀναβῆναι αὐτοὺς ἐπὶ τῶν ἁρμά‐ των· καὶ τοῦτο διήρκεσε μέχρι τῆς σήμερον· ὃς καλεῖται
ἄρχων τῶν καταχθονίων· ἀμφιέννυται δὲ χλαμύδα λευκὴν μετὰ βύσσου ἠμφιεσμένην. Τὸ δὲ ἐπίπεδον τοῦ ναοῦ καὶ80
20οἱ τέσσαρες νάρθηκες καὶ ὁ λουτὴρ καὶ τὰ πέριξ αὐτοῦ ὑπῆρχον οἰκήματα Μαμιανοῦ πατρικίου Σελευκίας· ἅπερ ἀπετιμήθησαν λίτρας ϙʹ· καὶ μετὰ πολλῆς περιχαρίας δέ‐ δωκεν αὐτὰ τῷ βασιλεῖ.

6

Ὁ δὲ βασιλεὺς Ἰουστινιανὸς τὸν τόπον καταμετρήσας καὶ εὑρὼν στεφαναίαν πέτραν ἀπό τε τοῦ θυσιαστηρίου καὶ μέχρι τῆς κάτω ἀψίδος ἐθεμελίωσεν αὐτὴν γύροθεν τὰ βάθρα τοῦ μεγάλου τρούλου· ἀπὸ δὲ τῆς ἀψίδος μέχρι τοῦ ἐξω‐
5τάτου νάρθηκος εἰς τὸν χαῦνον καὶ ἀλσώδη τόπον ἐθεμε‐ λίωσεν. Ἀρξάμενος δὲ τὸ θεμέλιον κτίζειν προσεκαλέσατο
Εὐτύχιον πατριάρχην καὶ ἐποίησεν εὐχὴν περὶ συστάσεως ἐκκλησίας· τότε ὁ βασιλεὺς Ἰουστινιανὸς λαβὼν ἰδίαις χερσὶ τὸ ἄσβεστον μετὰ τοῦ ὀστράκου καὶ εὐχαριστῶν τῷ θεῷ81
10ἔβαλεν ἐπὶ τῶν θεμελίων πρὸ πάντων. Πρὸ δὲ τοῦ ἄρξα‐ σθαι κτίζειν τὸν ναὸν προέκτισεν εὐκτήριον χρυσόροφον καὶ περικαλλὲς κυκλικὸν μετὰ λίθων πολυτίμων· ὅπερ ὠνόμασε τοῦ ἁγίου Ἰωάννου τοῦ Προδρόμου (ὅπερ ἐστὶ πλησίον τοῦ ὡρολογείου τὸ καλούμενον βαπτιστήριον), ἵνα ἐκεῖσε παρα‐
15μένῃ μετὰ τῶν ἀρχόντων αὐτοῦ, πολλάκις δὲ καὶ ἐσθίῃ. Τότε γὰρ καὶ τὰ διαβατικὰ ἀπὸ τοῦ παλατίου μέχρι τῆς με‐ γάλης ἐκκλησίας ἔκτισεν, ἵνα διέρχεται καθ’ ἑκάστην συνεχῶς καὶ μὴ ὁρᾶσθαι παρά τινος πρὸς τὸ παρίστασθαι ἐν τῇ οἰκο‐ δομῇ τοῦ ναοῦ.

7

Ὑπῆρχον δὲ τεχνῖται μαΐστορες ἑκατόν, ἔχοντες ἕκα‐ στος αὐτῶν ἀνὰ ἑκατὸν ἀνδρῶν, ὁμοῦ γινόμενοι χιλιάδες δέκα. Καὶ οἱ μὲν πεντήκοντα μαΐστορες μετὰ τοῦ λαοῦ αὐ‐ τῶν τὸ δεξιὸν μέρος ᾠκοδόμουν, οἱ δὲ ἕτεροι πεντήκοντα
5ὁμοίως τὸ εὐώνυμον μέρος ᾠκοδόμουν διὰ τὸ εἰς ἔριν καὶ
σπουδὴν ταχέως κτίζεσθαι τὸ ἔργον.82

8

Τὸ δὲ σχῆμα τοῦ ναοῦ ἄγγελος κυρίου ἔδειξε κατ’ ὄναρ τῷ βασιλεῖ. Ὑπῆρχε δὲ ὁ πρωτοοικοδόμος 〈Ἰγνάτιοσ〉 μηχανικὸς καὶ λίαν φρονήσεως ἀντεχόμενος καὶ εἰς τὸ ἐγεῖραι ναοὺς ἐπιτήδειος. Εἰς τοὺς κακάβους δὲ ὀπτεῖτο ἡ κριθή·
5καὶ τὸν χυλὸν αὐτῆς ἐμίγνυον τῷ ἀσβέστῳ σὺν τῷ ὀστράκῳ ἀντὶ ὕδατος· ὁ δὲ αὐτῆς χυλὸς ὑπάρχει γλίσχρος καὶ μιξώ‐ δης καὶ κολλητικός. Ὁμοίως καὶ τὸν φλοῦν τῶν δένδρων τῶν πτελεῶν κατατέμνοντες ἐνέβαλον τοῖς κακάβοις μετὰ τῆς κριθῆς· καὶ ἐποίησαν μάζας τετραγώνους ἐχούσας ἀνὰ πη‐
10χῶν πεντήκοντα τὸ μῆκος καὶ πεντήκοντα τὸ πλάτος καὶ εἴκοσι τὸ πάχος· καὶ ἐτίθουν εἰς τοὺς θεμελίους καὶ οὔτε θερμὸν τοῦτο ἐτίθουν οὔτε πάλιν ψυχρόν, ἀλλὰ χλιαρὸν διὰ τὸ εἶναι κολλητικόν· καὶ ἐπάνω τῆς μάζης ἐτίθουν λίθους εὐμεγέθεις ἰσομήκους καὶ ἰσοπλάτους· καὶ ἦν ἰδεῖν τότε
15αὐτοὺς κρατεῖν οἷάπερ σίδηρον.83

9

Δύο δὲ πηχῶν τοῦ θεμελίου ὑψωθέντος ἐκ τῆς γῆς, ὥς φησιν ὁ προειρημένος 〈Στρατήγιος ὁ τοῦ βασιλέως ἀδελφο‐〉 ποιητὸς ὁ καὶ ἀπογράφων τὴν ἔξοδον, ἐξωδιάσθησαν χρυσοῦ κεντηνάρια υνβʹ. Μιλιαρίσια γὰρ ἀργυρᾶ καθ’ ἑκάστην ἐκο‐
5μίζοντο ἐκ τοῦ παλατίου καὶ ἐτίθοντο εἰς τὸ ὡρολογεῖον καὶ ὅσοι ἀνεβίβαζον λίθους, ἐλάμβανον καθ’ ἑκάστην ἡμέραν ἀνὰ ἀργυροῦ ἑνός, διὰ τὸ μὴ ἀκηδιάσαι τινὰ ἐξ αὐτῶν ἢ βλασφημῆσαι. Εἷς δὲ τῶν βασταζόντων λίθους ἀγανακτήσας καὶ στενάξας εἰς γῆν κατηνέχθη καὶ συνετρίβη. Τὴν δὲ
10ἔξοδον ἐποίει ὁ προρρηθεὶς Στρατήγιος, ὁ φύλαξ τῶν βασι‐ λικῶν χρημάτων, ὁ καὶ ὑπάρχων πνευματικὸς ἀδελφὸς τοῦ βασιλέως Ἰουστινιανοῦ. Τῶν δὲ πινσῶν ὑψωθέντων καὶ τῶν κιόνων τῶν μεγάλων τῶν τε Ῥωμαίων καὶ τῶν πρασίνων σταθέντων ὁ βασιλεὺς τὸ δειλινὸν οὐκ ἐκάθευδεν, ἀλλ’ εἶχε84
15πολλὴν τὴν ἐπιμέλειάν τε καὶ σπουδὴν εἰς τὸ ὁρᾶν τούς τε λιθοξόους καὶ λατόμους καὶ τεκτονικοὺς καὶ πάντας τοὺς οἰκοδόμους· μετὰ καὶ Τρΐλου κουβικουλαρίου τούτους ὁρῶν σπουδὴν αὐτοῖς ἐπηγγείλατο· καὶ διὰ τοῦτο ἔξωθεν τοῦ μι‐ σθοῦ αὐτῶν τῶν ἐργατῶν τῇ ἑβδομάδι ἅπαξ ἢ δὶς εὐεργέτει
20τούτους, ποτὲ μὲν ἀπὸ νομίσματος ἑνός, ἄλλοτε δὲ καὶ πλεῖον. Πορευόμενος δὲ ὁ βασιλεὺς ἠμφιέννυτο ὀθόνην λευ‐ κὴν καὶ ψιλὴν καὶ σουδάριον ἀμυδρὸν ἐν τῇ κεφαλῇ αὐτοῦ, ἐν δὲ τῇ χειρὶ ῥάβδον πτενὴν κατεῖχεν.

10

Ἀνεγείραντες δὲ τὰς ἀψίδας τῶν τε ὑπερῴων εὐω‐
νύμων τε καὶ δεξιῶν καὶ ταύτας στεγάσαντες κεφαλικὰς ἀψίδας, ὡρίσθη ἀγαγεῖν μιλιαρίσια ἐκ τοῦ παλατίου τῷ κρα‐ τοῦντι ἡμέρᾳ σαββάτου· ἦν γὰρ ὥρα τρίτη τῆς ἡμέρας καὶ85
5προσέταξεν ὁ Στρατήγιος τοῦ ἐξελθεῖν τοὺς ἐργάτας καὶ τεχνίτας εἰς τὸ ἄριστον· κατερχόμενος δὲ καὶ ὁ προρρηθεὶς Ἰγνάτιος, ὁ πρῶτος τῶν οἰκοδόμων, ὁ μηχανικός, κατέλιπεν τὸν υἱὸν αὐτοῦ ἄνωθεν, ἐν ᾧ ἔκτιζον δεξιὸν μέρος ἄνω‐ θεν τῶν ὑπερῴων, εἰς τὸ ὁρᾶν τὰ πρὸς οἰκοδομὴν ἐργαλεῖα
10ἅπαντα. Ὁ δὲ παῖς ἦν ὡσεὶ χρόνων δεκατεσσάρων. Καθε‐ ζομένου οὖν τοῦ παιδὸς ἐφάνη αὐτῷ εὐνοῦχος λαμπρὰν ἐσθῆτα ἠμφιεσμένος, ὡραῖος τῷ εἴδει ὡς δῆθεν ἐκ τοῦ πα‐ λατίου πεμφθεὶς καὶ λέγει τῷ παιδαρίῳ· ‘τίνος χάριν τὸ ἔργον οὐκ ἐκπληροῦσι τοῦ θεοῦ οἱ κάμνοντες ταχέως, ἀλλὰ
15καταλιπόντες αὐτὸ ἀπῆλθον ἐσθίειν;‘ Ὁ δὲ παῖς λέγει ὅτι ‘κύριέ μου, ταχέως παραγένωνται.‘ Ἐκείνου δὲ πάλιν εἰπόν‐ τος· ‘πορευθεὶς λάλησον αὐτοῖς· σπεύδω γὰρ τοῦ ταχέως τε‐ λειωθῆναι τὸ ἔργον·‘ τοῦ δὲ παιδὸς φήσαντος αὐτῷ μὴ ἀπελ‐ θεῖν διὰ τὸ μή πως ἀπολεσθῶσι τὰ ἐργαλεῖα ἅπαντα, ἔφη
20ὁ εὐνοῦχος· ‘Ἄπελθε ἐν σπουδῇ καὶ φώνησον αὐτοῖς τοῦ ταχέως ἐλθεῖν καὶ ἐγὼ ὀμνύω σοι, τέκνον, οὕτως· μὰ τὴν ἁγίαν σοφίαν, ἥτις ἐστὶ λόγος θεοῦ, τὴν νῦν κτιζομένην, οὐχ ὑποχωρῶ τῶν ὧδε—ἐνταῦθα γὰρ ἐτάχθην καὶ δου‐ λεύειν καὶ φυλάττειν παρὰ τοῦ λόγου τοῦ θεοῦ—, ἕως ὅτου
25καὶ ὑποστρέψεις.‘ Ταῦτα ἀκούσας ὁ παῖς δρομαῖος ἐπορεύθη καταλιπὼν ἐν τῷ ὑπερῴῳ κτίσματι τὸν ἄγγελον Κυρίου φυ‐ λάττειν. Ὡς δὲ κατῆλθεν ὁ παῖς, εὑρὼν τὸν πατέρα αὐτοῦ τὸν πρωτοκτίστην μετὰ καὶ τῶν λοιπῶν ἐξηγήσατο πάντα· καὶ ὁ πατὴρ λαβὼν τὸν παῖδα ἤγαγεν ἐπὶ τὸ ἄριστον τοῦ86
30βασιλέως· ἐκεῖσε γὰρ ἦν ὁ βασιλεὺς ἐσθίων ἐπὶ τὸ εὐκτήριον τοῦ ἁγίου Ἰωάννου τοῦ Προδρόμου ἐν τῷ ὡρολογείῳ. Ὁ δὲ βασιλεὺς ἀκούσας τὰ ῥήματα τοῦ παιδὸς προσεκαλέσατο πάν‐ τας τοὺς εὐνούχους καὶ ὑπεδείκνυεν ἕνα ἕκαστον αὐτῶν τῷ παιδαρίῳ λέγων· ‘μήτι οὗτός ἐστιν;‘ Ὁ δὲ παῖς βοήσας μή‐
35τινα εἶναι ἐξ αὐτῶν τῆς θεωρίας ἐκείνου τοῦ εὐνούχου ὃν ἐν τῷ ναῷ ἐθεάσατο—ἔγνω τότε ὁ βασιλεύς, ὅτι ἄγγελος κυρίου ἐστὶν καὶ τὸ ῥῆμα γνώριμόν ἐστιν καὶ ὁ ὅρκος αὐτοῦ· εἰπόντος δὲ τοῦ παιδός, ὅτι λευκοφόρος ἐτύγχανε καὶ αἱ παρειαὶ αὐτοῦ πῦρ ἀπέπεμπον καὶ ἐνηλλαγμένη ἦν ἡ πρόσ‐
40οψις αὐτοῦ, μεγάλως ἐδόξασε τὸν θεὸν ὁ βασιλεὺς λέγων ὅτι ‘εὐδοκεῖ ὁ θεὸς εἰς τὸ ἔργον τοῦτο καὶ ὅτι ἔφεσις πολλή μοι ὑπῆρχε, πῶς δὴ καλέσω τὸν ναόν·‘ καὶ ἔκτοτε ἔλαβε τὴν προσηγορίαν ὁ ναὸς ‘ἁγία Σοφία‘, ὁ λόγος τοῦ θεοῦ ἑρμη‐ νευόμενος. Καὶ σκοπήσας ὁ βασιλεὺς εἶπεν οὕτως· ‘μὴ ἐάσαι
45τὸν παῖδα ὑποστρέψαι εἰς τὴν οἰκοδομήν, ἵνα εἰς τὸ διη‐ νεκὲς φυλάττῃ ὁ ἄγγελος, καθὼς εἶπεν ἐν ὅρκῳ. Ἐὰν γὰρ
ὁ παῖς ὑποστρέψῃ καὶ εὑρεθῇ ἐν τῷ κτίσματι, καὶ ὁ ἄγγελος κυρίου ὑποχωρήσει.‘ Βουλευσαμένου δὲ τοῦ βασιλέως τοὺς κρείττονας τῆς συγκλήτου καὶ ἱερατικοὺς ποιμένας, εἶπον87

10

(50)

αὐτῷ μὴ ἀποστεῖλαι τὸν παῖδα εἰς τὴν οἰκοδομὴν κατὰ τὸν ὅρκον τοῦ ἀγγέλου, ὅπως ἐκ θεοῦ φυλάξει τὸν ναὸν ἕως τέλους κόσμου. Ὁ δὲ βασιλεὺς πλουτίσας τὸν παῖδα καὶ ἀξιώμασι δοξάσας, ἀπέστειλε μετὰ βουλῆς τοῦ πατρὸς αὐτοῦ ἐν ἐξορίᾳ εἰς τὰς Κυκλάδας νήσους. Ἐγένετο δὲ τὸ ῥῆμα
55πρὸς τὸν παῖδα τοῦ ἀγγέλου ὅπως ἐκ θεοῦ φυλάξει τὸν ναὸν φήσαντος εἰς τὸ δεξιὸν μέρος τοῦ πινσοῦ τῆς ἄνω ἀψίδος τῆς ἀνερχομένης ἐπὶ τὸν τροῦλον.

11

Φθασάντων δὲ τῶν οἰκοδόμων εἰς τὰ δεύτερα ὑπερῷα καὶ ἐγειράντων τοὺς ἐπάνω κίονας καὶ τὰς καμάρας καὶ σκεπασάντων τὰ πέριξ, ἠθύμει ὁ βασιλεὺς διὰ τὸ μὴ ἔχειν χρυσίου ποσότητα. Ἱσταμένου οὖν αὐτοῦ εἰς τὰ ὑπερῷα τῶν
5κτισμάτων μέλλοντος ἐγεῖραι τὸν τροῦλον κατὰ 〈ἕκ〉την ὥραν τοῦ σαββάτου, ὡς ἤδη βαθέου ἀρίστου, ἀδημονοῦντος τοῦ βασιλέως, ἐφάνη αὐτῷ εὐνοῦχος λευκοφόρος εἰρηκὼς αὐτῷ· ‘τί λυπῆσαι, δέσποτα, περὶ χρημάτων; πρόσταξον ἐξελθεῖν αὔριον ταχὺ ἐκ τῶν μεγιστάνων σου καὶ κομίσω σοι χρυσίου
10χάραγμα ὅσον ἂν βούλῃ.‘ Τῇ δὲ ἐπαύριον ἐλθὼν ὁ εὐνοῦχος καὶ εὑρὼν τὸν βασιλέα ὅτι ἐπορεύετο ἐπὶ τὸ ὁρᾶν τὰ κτί‐ σματα, δέδωκεν ὁ βασιλεὺς τόν τε Στρατήγιον καὶ Βασιλίδην τὸν κυαίστορα καὶ Θεόδωρον πατρίκιον τὸ ἐπίκλην Κολο‐ κύνθην τὸν καὶ ἔπαρχον καὶ ὑπηρέτας μέχρι τῶν πεντή‐88
15κοντα καὶ ἡμιόνους εἴκοσι μετὰ εἴκοσι βουλγιδίων ζυγῶν· τούτους λαβὼν ὁ εὐνοῦχος ἐξῆλθεν τῆς χρυσῆς πόρτης. Καὶ ἐλθόντες εἰς τὸ τριβουνάλιον ἐφάνησαν μὲν τοῖς ἀποστα‐ λεῖσι παλάτια κτιστὰ θαυμαστά· ἐκ τῶν ἵππων δὲ καταβάν‐ τες ἀνεβίβασεν αὐτοὺς ὁ εὐνοῦχος εἰς κλίμακα θαυμαστήν·
20καὶ ἐκβαλὼν κλεῖδα λαμπρὰν χαλκῆν ἤνοιξεν κουβούκλιον· καὶ ὥς φησιν Στρατήγιος ὁ μάγιστρος, ἦν τὸ ἔδαφος ἐστρω‐ μένον καὶ πεπληρωμένον χρυσίου χαράγματος. Καὶ λαβὼν πτύον ὁ εὐνοῦχος ἔβαλεν ἐφ’ ἕνα ἕκαστον βουλγίδιον κεν‐ τηνάρια χρυσοῦ τέσσαρα, ὁμοῦ κεντηνάρια ὀγδοήκοντα· καὶ
25δοὺς αὐτοῖς ἀπέστειλεν εἰς τὸν βασιλέα. Καὶ κλειδώσας ἔμ‐ προσθεν αὐτῶν τὸ κουβούκλιον, ἐν ᾧ ἦν τὸ χάραγμα, ἔφη αὐτοῖς· ‘ὑμεῖς κομίσατε ταῦτα τῷ βασιλεῖ εἰς τὸ κατακενῶσαι εἰς τὴν οἰκοδομὴν τοῦ ναοῦ.‘ Ὁ δὲ εὐνοῦχος κατελείφθη ἐκεῖσε. Καὶ ἐλθόντες ἤγαγον τῷ βασιλεῖ τὸ χρυσίον, καὶ ἐκ‐
30πλαγεὶς ὁ βασιλεὺς ἔφη αὐτοῖς· ‘ἐν ποίῳ τόπῳ ἀπέλθατε καὶ τίς ἦν ὁ εὐνοῦχος;‘ Καὶ ἀνήγγειλαν αὐτῷ πάντα τόν τε τό‐ πον τῶν οἰκημάτων αὐτοῦ καὶ ὅτι χρυσίον εἶχεν κεχυμένον
ἐπὶ τὸ κουβούκλιον αὐτοῦ εἰς πλῆθος πολύ. Καραδοκῶν δὲ ὁ βασιλεὺς τὸν εὐνοῦχον ἐλθεῖν εἰς αὐτὸν καὶ ὡς οὐ παρε‐89
35γένετο, ἀπέστειλεν ὁ βασιλεὺς τὸν ἀκόλουθον αὐτοῦ εἰς τὸν εὐνοῦχον· καὶ εὑρὼν τὸν τόπον, ἐν ᾧ ἐθεάσατο τὰ παλάτια, ὅλον ἄοικον καὶ ὑποστρέψας ἐγνώρισεν τῷ βασιλεῖ πάντα. Ἐκπλαγεὶς δὲ καὶ γνοὺς εἶπεν ὅτι ‘ἀληθῶς τοῦτο τοῦ θεοῦ θαῦμα γέγονεν, ἵνα γνῶμεν·‘ καὶ μεγάλως ἐδόξασε τὸν θεόν.

12

Ἐν δὲ τῷ μέλλειν τὸ ἅγιον θυσιαστήριον τελειῶσαι καὶ διὰ τῶν στοῶν φωταγωγῆσαι τῶν διὰ τῶν ὑελίων ὄντων προσέταξε τὸν μηχανικόν, ἵνα γένηται ὁ μύαξ μονοκάμαρος· καὶ πάλιν μεταμεληθεὶς προσέταξεν γενέσθαι δίφωτον μετὰ
5δύο ἀψίδων διὰ τὸ μὴ δέξασθαι βάρος, ὅτι ἐκεῖσε κριώ‐ ματα οὐκ ἔθεντο, ὥσπερ ἐν τῷ νάρθηκι καὶ ἐπὶ τὰς πλευρὰς τοῦ ναοῦ. Τῶν δὲ λοιπῶν τεχνιτῶν ἀντιλεγόντων, ὡς μία καμάρα φωτίζει τὸ θυσιαστήριον, καὶ ἀδημονοῦντος τοῦ πρωτοοικοδόμου τὸ τί ἂν ποιήσει, ὅτι ποτὲ μὲν λέγει ὁ βα‐
10σιλεὺς μίαν ἀψίδα γενέσθαι, ἄλλοτε δὲ δύο, καὶ ἑστῶτος αὐτοῦ ἐκεῖσε καὶ ἀκηδιῶντος, ἡμέρᾳ δʹ ὥρᾳ εʹ ἐφάνη αὐτῷ ἄγγελος Κυρίου ἐν ὁμοιώματι Ἰουστινιανοῦ μετὰ βασιλικῆς
ἐσθῆτος καὶ ἐρυθρῶν πεδίλων καί φησι τῷ τεχνίτῃ· ‘θέλω ἵνα μοι ποιήσῃς τρίφωτον τὸν μύακα καὶ διὰ τριῶν στοῶν90
15εἰς ὄνομα Πατρὸς καὶ Υἱοῦ καὶ Ἁγίου Πνεύματος.‘ Παρευθὺ δὲ ἀφανὴς ἐγεγόνει καὶ καταπλαγεὶς ὁ μαΐστωρ παρεγένετο πρὸς τὸ παλάτιον καὶ ἀντέλεγε τῷ βασιλεῖ αὐστηρῶς ὅτι ‘σύ, βασιλεῦ, λόγον ἕνα οὐκ ἔχεις· μέχρι τῆς ἄρτι ἐβόας ποιεῖν με μίαν στοάν, ἄλλοτε δὲ δύο ἐν τῷ θυσιαστηρίῳ, καὶ ὅταν
20ἐτελείωσα τὸ ἔργον, παρέστης μοι λέγων ὅτι ἐν τρισὶ καμά‐ ραις φώτισον τὸ θυσιαστήριον διὰ τὴν τῆς Τριάδος πίστιν.‘ Ὡς δὲ ἐγνώρισεν ὁ βασιλεὺς ὅτι τῇ αὐτῇ ἡμέρᾳ καὶ ὥρᾳ ἐκ τοῦ παλατίου αὐτοῦ οὐκ ἐξῆλθε, ἀκριβῶς ἐπέγνω ὅτι ‘ἄγγελος κυρίου ἦν ὁ λαλήσας σοι, καὶ ὡς εἶπέν σοι, οὕτως
25καὶ ποίησον.‘

13

Πάντες δὲ οἱ πινσοὶ ἔξωθεν καὶ ἔσωθεν ὑπὸ σιδη‐ ρῶν μοχλῶν κρατοῦνται ἐγχυλιασμένοι πρὸς τὸ ἀλλήλους κρα‐ τεῖν καὶ εἶναι ἀμετακινήτους. Ἡ δὲ ἔμπλασις αὐτῶν πάντων τῶν πινσῶν μετὰ ἐλαίου καὶ ἀσβέστου· καὶ οὕτως ἐπάνω
5ἀνέστησεν τὰς ποικίλας ὀρθομαρμαρώσεις.

14

Ἀπέστειλε δὲ ὁ βασιλεὺς Τρώϊλον κουβικουλάριον καὶ Θεόδωρον ἔπαρχον καὶ Βασιλίδην κυαίστορα ἐν τῇ Ῥόδῳ νήσῳ καὶ ἔκαμνον ἐκεῖ μετὰ τῆς πηλοῦ βήσαλα ἰσόσταθμα καὶ ἰσόμηκα παμμεγέθη σφραγίζοντα οὕτως· ‘ὁ θεὸς ἐν μέσῳ91
5αὐτῆς καὶ οὐ σαλευθήσεται· βοηθήσει αὐτῇ ὁ θεὸς τὸ πρὸς πρωῒ πρωΐ.‘ Καὶ διαμετροῦντες αὐτῶν τὴν ποσότητα ἀπέ‐ στελλον τῷ βασιλεῖ. Ὁ δὲ σταθμὸς τῶν δώδεκα βησάλων ἐκείνων ἡμετέρων βησάλων ἐστὶ σταθμὸς ἑνὸς διὰ τὸ εἶναι τὴν πηλὸν ἐκείνην ἐλαφρὰν πάνυ καὶ σπογγοειδῆ καὶ κοῦ‐
10φον καὶ λευκόχροιον. Διὸ ὁ λόγος ἰδιωτικὸς ἐμφέρεται ὅτι κισσηρίου ἐστὶν ὁ τροῦλος· ἀλλ’ οὐκ ἔστιν μέν, ἐλαφρὸν δὲ ὑπάρχει. Μετ’ αὐτῶν δὲ ἀνοικοδομήσαντες τὰς τέσσαρας με‐ γίστας ἀψίδας καὶ ἀρξάμενοι κυλίειν τὸν τροῦλον ἕως δώ‐ δεκα βησάλων ἐτίθουν καὶ ἀναμεταξὺ τῶν δώδεκα βησάλων
15ἐποίουν οἱ ἱερεῖς εὐχὴν περὶ συστάσεως ἐκκλησίας· καὶ ἐποίουν οἱ κτίσται κατὰ δώδεκα βήσαλα ὀπήν, ἐμβάλλοντες ταῖς ὀπαῖς τίμια καὶ ἅγια λείψανα διαφόρων ἁγίων, ἕως οὗ ἐτελείωσαν τὸν τροῦλον· ἦν δὲ νεωτερικὸς ὄρθιος ἱστάμενος.

15

Καὶ εἶθ’ οὕτως πληρώσαντες τὰς τερπνὰς καὶ περι‐ καλλεῖς ὀρθομαρμαρώσεις, κατεχρύσωσε τάς τε ζεύξεις τῶν ὀρθομαρμαρώσεων καὶ τὰς κεφαλὰς τῶν κιονίων καὶ τὰ λα‐ καρικὰ καὶ τοὺς κοσμήτας τῶν ὑπερῴων τῶν τε διορόφων92
5καὶ τριορόφων. Ἐχρύσωσε δὲ πάντα ἐκ χρυσίου καθαροῦ ὑπερτελείου, τὸ σύμ〈παν〉 πάχος τοῦ χρυσώματος δακτύλων δύο· τοὺς δὲ ὀρόφους πάντας ἀπό τε τῶν ὑπερῴων καὶ τῶν ἐκ πλαγίου καὶ τοῦ ναοῦ καὶ τῶν πέριξ καὶ τῶν τεσσάρων ναρθήκων κατεχρύσωσε [τὰ ὄροφα] ἐξ ὑελίνου χρυσοῦ λαμ‐
10προτάτου καὶ μέχρι τῶν πέριξ προαυλίων [κατεχρύσωσε τά τε ὑπερῷα καὶ τοὺς κίονας καὶ τὰς ὀρθομαρμαρώσεις]. Τὸ δὲ ἔδαφος τοῦ ναοῦ κατεκόσμησε διὰ ποικίλων καὶ πολυτε‐ λῶν μαρμάρων· καὶ στιλπνώσας κατέθηκε καταστρώσας αὐτά· τὰ δὲ πλάγια τὰ ἔξω καὶ τὰ πέριξ κατέστρωσε διὰ λευκῶν
15λίθων πολυτίμων μεγίστων.93

16

Τὸ δὲ ἅγιον θυσιαστήριον ἐξ ἀργύρου λαμπροῦ· τά τε στήθεα καὶ κίονας ἀργύρῳ πάντα περιέκλεισε σὺν τοῖς πυλεῶσιν αὐτῶν, πάντα ἀργυρᾶ καὶ χρυσέμβαφα. Τραπέζας δὲ ἀργυρᾶς τέσσαρας τῷ ἁγίῳ θυσιαστηρίῳ ἔστησεν ἐπὶ τοὺς
5κίονας καὶ αὐτοὺς κατεχρύσωσε. Τὰς δὲ βάσεις τὰς ἑπτὰ τῶν ἱερέων ἐν αἷς καθέζονται, σὺν τοῦ ἀρχιερέως θρόνου καὶ τῶν τεσσάρων κιόνων τῶν ἀργυρέων κατεχρύσωσε, στήσας ἑκατέρῳ μέρει ἀνὰ δύο ἐν τῷ εἰσπορεύεσθαι ἐν τῷ εἰλήματι τῷ καλουμένῳ κυκλίῳ, ὅπερ ἐστὶν ὑποκάτω τῶν βαθμίδων·
10τοῦτο ἅγια ἁγίων προσηγόρευσε. Ἔστησε δὲ κίονας εὐμεγέ‐ θεις καὶ αὐτοὺς ἀργυροχρύσους σὺν τοῦ κιβουρίου καὶ τῶν κρίνων. Τὸ δὲ κιβούριον ἀργυροέγκαυστον ἐποίησεν. Ἐπάνω δὲ τοῦ κιβουρίου ἔστησε σφαῖραν ὁλόχρυσον ἔχουσαν σταθμὸν χρυσοῦ λίτρας ριηʹ καὶ κρίνα χρυσᾶ στήσαντα λίτρας ϙʹ· καὶ
15ἐπάνω αὐτῶν σταυρὸν χρυσοῦν μετὰ λίθων πολυτελῶν καὶ δυσπορίστων, ὅστις σταυρὸς εἷλκε σταθμὸν χρυσίου λίτρας οʹ.

17

Ἐποίησε δὲ μηχανὴν τοιαύτην· βουλόμενος γὰρ κρείττονα τὴν ἁγίαν τράπεζαν καὶ πολυτελεστέραν ποιῆσαι ὑπὲρ χρυσίου προσεκαλέσατο ἐπιστήμονας πολλοὺς εἰρηκὼς αὐτοῖς τοῦτο. Οἱ δὲ ἔφησαν αὐτῷ· ‘εἰς χωνευτήριον ἐμβά‐94
5λωμεν χρυσόν, ἄργυρον, λίθους τιμίους καὶ παντοίους καὶ μαργαρίτας καὶ ζάμβυκας, χαλκόν, ἤλεκτρον, μόλιβδον, σίδη‐ ρον, κασσίτερον, ὕελον καὶ λοιπὴν πᾶσαν μεταλλικὴν ὕλην·‘ καὶ τρίψαντες ἀμφότερα αὐτῶν εἰς ὅλμους καὶ δήσαντες, ἐπὶ τὸ χωνευτήριον ἔχυσαν. Καὶ ἀναμαξάμενον τὸ πῦρ, ἀνέλαβον
10ταῦτα οἱ τεχνῖται ἐκ τοῦ πυρὸς καὶ ἔχυσαν εἰς τύπον· καὶ ἐγένετο χυτὴ πάμμιγος ἡ ἁγία τράπεζα ἀτίμητος· καὶ εἶθ’ οὕτως ἔστησεν αὐτήν· ὑποκάτω δὲ αὐτῆς ἔστησε κίονας καὶ αὐτοὺς ὁλοχρύσους μετὰ λίθων πολυτελῶν καὶ χυμεύσεων, καὶ τὴν πέριξ κλίμακα, ἐν ᾗ ἵστανται οἱ ἱερεῖς εἰς τὸ ἀσπά‐
15σασθαι τὴν ἁγίαν τράπεζαν, καὶ αὐτὴν ὁλοάργυρον. Τὴν δὲ θάλασσαν τῆς ἁγίας τραπέζης ἐξ ἀτιμήτων λίθων πεποίηκε
καὶ κατεχρύσωσεν αὐτήν. Τίς γὰρ θεάσηται τὸ εἶδος τῆς ἁγίας τραπέζης καὶ οὐκ ἐκπλαγείη; ἢ τίς δυνήσηται κατα‐ νοῆσαι ταύτην διὰ τὸ πολλὰς χροιὰς καὶ στιλπνότητας ἐναλ‐95
20λάσσειν, ὡς ὁρᾶσθαι τὸ ταύτης εἶδός ποτε μὲν χρυσίζον, ἐν ἄλλῳ δὲ τόπῳ ἀργυρίζον, εἰς ἄλλο σαμφειρίζον, ἐξαστράπτον καὶ ἁπλῶς εἰπεῖν ἀποστέλλον οβʹ χροιὰς κατὰ τὰς φύσεις τῶν τε λίθων καὶ μαργαρίτων καὶ πάντων τῶν μετάλλων;

18

Ἐποίησε δὲ καὶ πυλεῶνας, κάτωθεν καὶ ἄνωθεν [ἐξ ἐλεφαντίνων μεγάλων γλυπτῶν κεχρυσωμένων] τὸν ἀρι‐ θμὸν τξεʹ. Ἐν δὲ τῇ εἰσόδῳ τῇ πρώτῃ τοῦ λουτῆρος ἐποίησε πυλεῶνας ἠλέκτρους καὶ ἐν τῷ νάρθηκι ἠλέκτρους πύλας
5ἐμμέτρους. Ἐν δὲ τῷ δευτέρῳ νάρθηκι ἐποίησεν ἐλεφαντί‐
νους πύλας 〈.....〉 καὶ πυλεῶνας τρεῖς, δύο ἐμμέτρους καὶ μέσον τῶν δύο μεγίστην ἀργυρέαν χρυσέμβαφον, τὰς πάσας πύλας καταχρυσώσας· ἔσωθεν δὲ τῶν τριῶν πυλῶν ἀντὶ ξύλων κοινῶν ἔβαλεν ἐκ τῶν τῆς κιβωτοῦ ξύλων.96

19

Βουλόμενος δὲ καὶ τὸν πάτον ὁλοάργυρον ποιῆσαι, οὐ συνεβούλευσαν αὐτῷ διὰ τὸ εἰς τὰ ἔσχατα πένητας ἁρπάσαι αὐτά. Οἱ δὲ αὐτὸν ἀναπείσαντες ἦσαν Ἀθηναῖοι φιλόσοφοι καὶ ἀστρολόγοι, Μαξιμιανὸς καὶ Ἱερόθεος καὶ Σύμβουλος,
5λέγοντες ὅτι ἐν ταῖς ἐσχάταις ἡμέραις βασιλεῖαι ἀμυδραὶ ἐλεύσονται καὶ ταῦτα ἀφέλωνται· καὶ ἐκ τῆς βουλῆς αὐτῶν ἔασε τοῦτο.

20

Καθ’ ἑκάστην δὲ ἡμέραν ἔβαλλεν ὁ βασιλεὺς εἰς τὸν χοῦν χιλιάδας δύο μιλιαρίσια· καὶ ὅτε ἐπλήρουν τὸ ἔργον οἱ τεχνῖται τῇ ἑσπέρᾳ, ἐσκύλευον τὸν χοῦν καὶ εὕρισκον τὰ μιλιαρίσια. Τοῦτο δὲ εἰς χαρὰν τοῦ λαοῦ ὁ βασιλεὺς
5ἐποίησε καὶ εἰς προθυμίαν. —Καὶ ἡ μὲν ὕλη ἀπεσωρεύθη, καθὼς προεῖπον, εἰς χρόνους ἑπτὰ ἥμισυ καὶ ἀπετέθη. Ὁ δὲ ναὸς ἐκτίζετο καὶ ἐτελειώθη παρὰ τῶν προειρημένων ἀν‐ δρῶν δέκα χιλιάδων μετὰ ἐπιμελείας καὶ πολλῆς σπουδῆς εἰς χρόνους ἐννέα παρὰ μῆνας δύο, ὁμοῦ χρόνοι ιϛʹ καὶ
10μῆνες δʹ.97

21

Τὸν δὲ ἄμβωνα ἐποίησε σὺν τῆς σωλέας μετὰ σαρδ‐ ονύχων, ἐντιθέμενος καὶ πολυτίμους λίθους σὺν κιόνων ὁλοχρύσων καὶ κρύων καὶ ἰασπίων καὶ σαμφείρων· καὶ χρυ‐ σίον πολὺ ἐνέδυσε τὰ ἐπάνω τῆς σωλέας. Εἶχε δὲ τροῦλον
5χρυσοῦν μετὰ μαργαριταρίων καὶ λυχνιταρίων καὶ σμαράγδων. Ὁ δὲ σταυρὸς τοῦ ἄμβωνος ἔστενε χρυσοῦ λίτρας ρʹ· εἶχε δὲ καὶ σειστὰ καὶ λυχνίτας σὺν μαργαριταρίων ἀπιδωτῶν· ὁλόχρυσα δὲ πετάσια ἀντὶ στηθέων εἶχεν ἄνω ὁ ἄμβων.

22

Τὸ δὲ στομίδιον αὐτὸ τοῦ φρέατος ἤχθη ἀπὸ Σα‐ μαρείας· τούτου χάριν ἐκλήθη ἅγιον φρέαρ, ὅτι ἐν αὐτῷ ὡμί‐ λησε τῇ Σαμαρίτιδι ὁ Χριστός. Αἱ δὲ τέσσαρες σάλπιγγες αἱ χαλκαῖ, ἃς ἔστησεν ἐν τῷ φρέατι τῷ ἁγίῳ, ἀπὸ Ἰεριχὼ
5ἐκόμισεν αὐτάς, ἃς εἶχον τότε οἱ ἄγγελοι † εἰς μίμησιν, ὅτε ἔπεσον τὰ τείχη Ἰεριχώ. Ὁ δὲ τίμιος σταυρὸς ὁ ἱστάμενος
σήμερον ἐν τῷ σκευοφυλακείῳ τὸ μέτρον ἐστὶ τῆς ἡλικίας τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· ὃς ἀκριβῶς ἐμετρήθη παρὰ πιστῶν καὶ ἀξιολόγων ἀνδρῶν ἐν Ἰερουσαλήμ. Καὶ98
10διὰ τοῦτο ἐνέδυσεν αὐτὸν ἄργυρον καὶ λίθους παντοίους καὶ κατεχρύσωσεν αὐτόν· καὶ μέχρι τῆς σήμερον ἰάσεις ποιεῖ νοσημάτων καὶ δαίμονας ἐλαύνει. Ἓν δὲ ἕκαστον κιόνιον τῶν ἄνω καὶ τῶν κάτω ἅγιον λείψανον ἔχει ἐνθρο‐ νιασμένον.

23

Ἐποίησε δὲ καὶ σκεύη ὁλόχρυσα, τῶν δώδεκα ἑορ‐ τῶν ἄλλα καὶ ἄλλα, ἀπό τε εὐαγγελίων ἱερῶν, χερνιβοξέστων, ὀρκιολίων, δισκοποτηρίων, δίσκων· ἐποίησε δὲ πάντα ὁλό‐
χρυσα διὰ λίθων καὶ μαργάρων· ὁ δὲ ἀριθμὸς τῶν ἱερῶν99
5σκευῶν χιλιὰς αʹ. Ἐνδυτὰς διὰ λίθων χρυσᾶς σωληνωτὰς τʹ, στέμματα ρʹ, ἵνα ἔχωσι ἐν μιᾷ ἑκάστῃ ἑορτῇ ἴδια· πο‐ τηροκαλύμματα, δισκοκαλύμματα ὁλόχρυσα διὰ μαργαριτα‐ ρίων καὶ λίθων ἀτιμήτων χιλιάδα αʹ· εὐαγγέλια, ἔχοντα 〈σταθμὸν〉 ἀνὰ κεντηναρίων δύο, εἴκοσι καὶ τέσσαρα· θυ‐
10μιατήρια ὁλόχρυσα λϛʹ διὰ λίθων, λυχνίας χρυσᾶς τʹ, ἐχούσας σταθμὸν ἀνὰ λιτρῶν μʹ, πολυκάνδηλα καὶ βοτρύδια τοῦ νάρθηκος καὶ τοῦ ἄμβωνος καὶ τοῦ βήματος ὁλόχρυσα σὺν τῶν δύο γυναικίτων χιλιάδας ἕξ. Ἐπεκύρωσε δὲ καὶ κτήματα τξεʹ ἀπὸ Αἰγύπτου καὶ Ἰνδίας καὶ πάσης ἑῴας καὶ δύσεως
15ὑπάρχοντα εἰς διοίκησιν τοῦ ναοῦ· ἐκτυπώσας μίαν ἑκάστην ἑορτὴν δίδοσθαι ἔλαιον μέτρα χιλιάδα μίαν καὶ οἴνου μέτρα τʹ, ἄρτους τῆς προθέσεως χιλίους. Ὁμοίως καὶ τὰς ἐφημέ‐ ρους ἐξέθετο κληρώσας ἱερεῖς τε καὶ ἕως ἐσχάτου τῶν ὑπουρ‐ γούντων τῷ ναῷ χιλιάδα μίαν, ᾀδούσας ρʹ, μεριζομένας εἰς
20δύο ἑβδομάδας. Δέδωκε δὲ τῷ κλήρῳ κέλλας εἰς τὰ πέριξ κατὰ τὴν τάξιν αὐτῶν καὶ ταῖς ᾀδούσαις σκηνώματα, δύο ἀσκητήρια.100

24

Σταυροὺς δὲ ἐποίησε πέντε στένοντας χρυσοῦ ἀνὰ κεντηνάριον ἕν, καλλωπίσας αὐτοὺς ἀπὸ παντοίων λίθων πο‐ λυτελῶν ὡς διατιμᾶσθαι τούτους κεντηνάρια ηʹ· καὶ μανουάλια δύο ὁλόχρυσα διὰ λίθων σὺν μεγίστοις μαργαριταρίοις, ἃ
5καὶ ἀπετιμήθησαν χρυσοῦ κεντηνάρια εʹ· καὶ ἕτερα μανουάλια βʹ ὁλόκρυα γλυπτὰ παμμεγέθη· τοὺς δὲ πόδας αὐτῶν ὁλο‐ χρύσους τιμωμένους χρυσοῦ κεντηνάριον ἕν. Καὶ ἐποίησε φατλία διάχρυσα διὰ λίθων τέσσαρα τιμώμενα κεντηνάριον ἕν, ἵνα ἵστανται ἐπάνω τῶν χρυσῶν καὶ κρύων μανουαλίων.
10Ἕτερα δὲ εὐμεγέθη ἐποίησεν μανουάλια ὁλοάργυρα νʹ καὶ ἀνδρόμηκα ὁλοάργυρα ςʹ τοῦ ἵστασθαι εἰς τὸ θυσιαστήριον.

25

Εἰς δὲ τὸν ἄμβωνα ἐξωδίασε χρόνου πάκτον, ὅπερ ἐλάμβανεν ἐκ τῆς Αἰγύπτου μόνης, κεντηνάρια τξεʹ. Ταῦτα
εἰς τὸν ἄμβωνα ἐξωδίασεν σὺν τῆς σωλέας· πάκτα γὰρ ἐλάμ‐ βανε μέχρι χίλια κεντηνάρια· ὁ γὰρ μέγας Κωνσταντῖνος101
5ἐτύπωσεν 〈πάκτα λαμβάνειν〉 ἀπὸ Σαρβάρου Περσῶν βασι‐ λέως καὶ ἑτέρων πολλῶν. Ὁ δὲ ναὸς ὅλος σὺν τῶν ἔξω καὶ τῶν πέριξ ἔχει ἔξοδον χωρὶς τῶν ἱερῶν σκευῶν καὶ τῶν λοι‐ πῶν εἰδῶν καὶ τῶν κατὰ δωρεὰν προσελθόντων ἀπὸ πάσης τῆς βασιλείας χρυσοῦ χάραγμα ὁμοῦ κεντηνάρια ͵γςʹ.

26

Ὁ δὲ Ἰουστινιανὸς μόνος ἤρξατο καὶ μόνος ἐτε‐ λείωσε τὸν ναὸν μηδενὸς ἑτέρου συνδρομὴν ποιήσαντος ἢ οἱανδήποτε οἰκοδομήν. Θαῦμα δὲ ἦν ἰδέσθαι ἐν τῷ κάλλει καὶ τῇ ποικιλίᾳ τοῦ ναοῦ· ὅτι πάντοθεν ἔκ τε χρυσοῦ καὶ
5ἀργύρου ἐξήστραπτεν. Καὶ εἰς τὸ ἔδαφος θαῦμα ἦν τοῖς εἰσιοῦσι ἐν τῇ πολυποικιλίᾳ τῶν μαρμάρων δίκην θαλάσσης
ὁρᾶσθαι καὶ ποταμοῦ ἀεὶ ῥέοντα ὕδατα. Τὰς γὰρ τέσσαρας φίνας τοῦ ναοῦ ὠνόμασε τοὺς τέσσαρας ποταμοὺς τοὺς ἐξερ‐ χομένους ἐκ τοῦ παραδείσου καὶ ἔδωκεν νόμον κατὰ τὰς102
10ἁμαρτίας ἵστασθαι ἐν αὐτοῖς ἕνα ἕκαστον ἀφοριζομένους. — Ἐποίησε δὲ καὶ εἰς τὴν φιάλην γύροθεν στοὰς φρεατίας ιβʹ καὶ λέοντας λιθίνους ἐρεύγεσθαι τὸ ὕδωρ εἰς ἀπόνιψιν τοῦ κοινοῦ λαοῦ. Ἐν δὲ τῇ δεξιᾷ πλευρᾷ τοῦ δεξιοῦ γυναικίτου ἐποίησε θάλασσαν μέχρι σπιθαμῆς, ἵνα ἀνέρχεται τὸ ὕδωρ,
15καὶ κλίμακα μίαν, ὅπως ἄνω τῆς θαλάσσης διέρχονται οἱ ἱερεῖς. Ἔστησε δὲ κατὰ πρόσωπον δεξαμενὴν ὀμβριαίαν να‐ μάτων καὶ ἔγλυψε λέοντας δώδεκα, παρδάλεις δώδεκα, δορ‐ κάδας δώδεκα, ἀετοὺς καὶ λαγωοὺς καὶ μόσχους καὶ κορώνας καὶ αὐτοὺς ἀνὰ δώδεκα· καὶ ἐκ τῶν φαρύγγων αὐτῶν ἐμεῖ‐
20σθαι τὸ ὕδωρ διὰ μηχανημάτων εἰς τὸ τοὺς ἱερεῖς νίπτεσθαι μόνον. Ἐκάλεσε δὲ τὸν τόπον Λεοντάριον· καὶ Μητατώριον, ὅπερ ἐκεῖσε ἀνήγειρεν κοιτῶνα ὡραῖον διάχρυσον, ἵνα πο‐ ρευομένου αὐτοῦ ἐν τῷ ναῷ ἐκεῖσε καθεύδῃ. Τὴν δὲ ὡραιό‐ τητα καὶ τὴν ὑπερβολὴν τοῦ κάλλους τοῦ κεχρυσωμένου καὶ103
25διηργυρωμένου ναοῦ ἀπὸ ὀρόφους ἕως ἐδάφους τίς διηγή‐ σεται;

27

Ὅμως τελειώσας τὸν ναὸν καὶ τὰ ἱερὰ ἀναθήματα τῇ κβʹ τοῦ Δεκεμβρίου μηνὸς εἰσῆλθεν ἀπὸ τοῦ παλατίου μετὰ προελεύσεως ἕως τῶν πυλῶν τοῦ Αὐγουστίωνος τοῦ ἐξερχομένου εἰς τὸ ὡρολογεῖον, καθεζόμενος ἐφ’ ἅρματος
5τετραΐππου καὶ ἔθυσε βόας ͵α, πρόβατα ͵ϛ καὶ ἐλάφους χʹ καὶ σύας ͵α, ὄρνεις καὶ ἀλεκτρυόνας ἀνὰ δέκα χιλιάδας. Καὶ δέδωκε πένησι καὶ τοῖς δεομένοις σίτου μόδια τρισμύρια· ταῦτα δέδωκε τοῖς πένησιν τῇ ἡμέρᾳ ἐκείνῃ μέχρι ὡρῶν γʹ.
καὶ τότε εἰσώδευσεν ὁ βασιλεὺς Ἰουστινιανὸς μετὰ τοῦ σταυροῦ104
10καὶ τοῦ πατριάρχου Εὐτυχίου. Καὶ ἀποδράσας ταῖς χερσὶ τοῦ πατριάρχου ἀπὸ τῶν βασιλικῶν πυλῶν ἔδραμε μόνος μέχρι τοῦ ἄμβωνος καὶ ἐκτείνας τὰς χεῖρας αὐτοῦ εἶπε· ‘Δόξα τῷ θεῷ τῷ καταξιώσαντί με τοιοῦτον ἔργον ἀποτελέσαι· ἐνί‐ κησά σε, Σολομών.‘ Καὶ μετὰ τὸ εἰσοδεῦσαι ἐποίησεν ὑπα‐
15τείαν καὶ δέδωκε κεντηνάρια τρία τῷ λαῷ Στρατηγίου μαγί‐ στρου ταῦτα χύνοντος εἰς τὸ ἔδαφος· καὶ τῇ ἐπαύριον ἐποίησε τὰ ἀνοίξια τοῦ ναοῦ, τοσαῦτα καὶ πλείονα ὁλοκαυτώματα θύσας, καὶ μέχρι τῶν ἁγίων θεοφανίων δι’ ἡμερῶν πεντε‐ καίδεκα κλητορεύων πάντας καὶ ῥογεύων καὶ εὐχαριστῶν τῷ
20Κυρίῳ. Οὕτως ἐτελείωσε τὸ ἐφετὸν ἔργον αὐτοῦ.

28

Διήρκεσε δὲ ὁ νεωτερικὸς τροῦλος ὁ ὑπὸ τοῦ με‐ γάλου Ἰουστινιανοῦ κτισθεὶς καὶ ὁ ἄμβων ὁ πολυτίμητος καὶ πολύολβος καὶ πολυθαύμαστος σὺν τῆς σωλέας καὶ τοῦ ποικίλου πάτου τοῦ ναοῦ χρόνους ιζʹ. Μετὰ δὲ τὸν θάνα‐
5τον τοῦ Ἰουστινιανοῦ ἐκράτησεν Ἰουστῖνος ὁ ἀνεψιὸς αὐτοῦ τῆς βασιλείας καὶ εἰς τὸν δεύτερον χρόνον αὐτοῦ ἡμέρᾳ εʹ, ὥρᾳ ἕκτῃ τῆς ἡμέρας, ἐγένετο πεσεῖν τὸν τροῦλον καὶ συν‐ τρίψαι τὸν ἀξιοθαύμαστον ἄμβωνα καὶ τὴν σωλέαν, τούς
τε σαρδονύχους καὶ σαμφείρους καὶ ζάμβυκας καὶ μαργαρίτας105
10σὺν τῶν χρυσῶν στηθέων καὶ κρύων καὶ κιόνων ὁλοαργύ‐ ρων, καὶ τὸν πολύτιμον πάτον· αἱ δὲ τέσσαρες ἀψίδες καὶ οἱ κίονες καὶ τὰ λοιπὰ κτίσματα ἔμειναν ἀσάλευτα. Ὁ δὲ αὐτὸς βασιλεὺς προσκαλεσάμενος τὸν ζῶντα καὶ καμόντα ἐκεῖσε μηχανικὸν ἐπυνθάνετο παρ’ αὐτοῦ, τί τὸ συμβὰν εἰς
15τὸ χαλάσαι τὸν τροῦλον. Ὁ δέ, φησίν, εἶπεν ‘ὅτι ὁ θεῖός σου σπεύσας ἐπῆρεν τοὺς ἀντινύκτας τοὺς ὄντας ἐν τῷ τρούλῳ ξυλίνους καὶ ταχέως ἐμουσείωσεν αὐτόν, καὶ ὅτι ὑψηλὸν ἐποίησεν αὐτὸν πρὸς τὸ πανταχῇ ὁρᾶσθαι καὶ ὅτι τὰς σκα‐ λώσεις κόπτοντες οἱ τεχνῖται ἔρριπτον, καὶ ἐκ τοῦ βάρους
20ἐσπαράσσοντο τὰ θεμέλια καὶ ἔλαβε † πέψιν ὁ τροῦλος.‘ Ἔφησαν δὲ οἱ τεχνῖται τῷ βασιλεῖ καὶ εἶπον αὐτῷ ταῦτα·
‘εἰ κελεύεις, δέσποτα, ἵνα γένηται ὁ τροῦλος ἐπίπεδος κυμ‐ βαλικός, ἀπόστειλον ἐν νήσῳ τῇ Ῥόδῳ, καθὼς καὶ ὁ θεῖός σου ἐποίησεν, καὶ ἐκ τοῦ αὐτοῦ πηλοῦ καὶ τῆς αὐτῆς σφραγίδος106
25ἰσόσταθμα βήσαλα τοῦ πρώτου μέτρου ἂς ἀγάγωσι.‘ Καὶ προσέταξεν ὁ βασιλεύς, καὶ ἤγαγον τὰ βήσαλα ἀπὸ τῆς Ῥόδου καθὼς καὶ τὸ πρότερον· οὕτως τοίνυν καὶ πάλιν ἐκαμαρώθη ὁ τροῦλος· κόψαντες ἐκ τοῦ προτέρου ὕψους τοῦ τρούλου ὀργυιὰς εʹ, ποιήσαντες αὐτὸν τυμπανικόν, πτούμενοι, ἵνα
30μὴ τάχιον πάλιν καταπέσῃ, ἐάσαντες τὰ ξύλα καὶ τοὺς κριοὺς τῶν ἀντινύκτων χρόνον ἕνα, ἕως οὗ ἔγνωσαν ποιῆσαι πῆξιν τὸν τροῦλον. Τὸν δὲ ἄμβωνα καὶ τὴν σωλέαν μὴ δυνάμενος ποιῆσαι τοιοῦτον πολυέξοδον καὶ πολύτιμον, ἐποίησεν αὐτὸν οὐδαμινὸν διὰ λίθων καὶ κιόνων ἀργυροενδύτων καὶ στη‐
35θέων ἀργυρῶν καὶ βήλων καὶ περιφερίων ἀργυρῶν μετὰ καὶ τῆς σωλέας. Τροῦλον δὲ τοῦ ἄμβωνος οὐκ ἠθέλησε ποιῆσαι, ὡς εἶπεν, διὰ τὴν πολλὴν ἔξοδον. Εἰς δὲ τὸν πάτον οὐκ ἠδύνατο εὑρεῖν τοιαῦτα πολυποίκιλα καὶ μέγιστα ἀβάκια, καὶ ἀποστείλας Μανασσῆ πατρίκιον καὶ πραιπόσιτον ἐν Προ‐
40κοννήσῳ ἔπρισεν ἐκεῖ τὰ μάρμαρα εἰς ὁμοιότητα τῆς γῆς, τὰ δὲ πράσινα εἰς ὁμοιότητα τῶν ποταμῶν τῶν ἐμβαινόν‐ των ἐν τῇ θαλάσσῃ.107

29

Ὅταν δὲ ἔκοψαν τὰς σκαλώσεις τοῦ τρούλου καὶ ἤθελον καταβιβάζειν τὰ ξύλα, ἐγέμισαν τὴν ἐκκλησίαν ὕδωρ μέχρι πηχῶν πέντε καὶ ἔρριπτον τὰ ξύλα καὶ ἀπεθύμαινον εἰς τὸ ὕδωρ καὶ οὐκ ἐσπαράσσοντο οἱ θεμέλιοι. Καὶ εἶθ’
5οὕτως ἐτελείωσεν αὐτόν· καὶ τούτου χάριν λέγουσί τινες, ὅτι
Ἰουστῖνος ἔκτισεν· ἀλλὰ ψεύδονται οἱ ταῦτα λέγοντες.108