TLG 3120 001 :: PATRIA CONSTANTINOPOLEOS :: Παραστάσεις σύντομοι χρονικαί

PATRIA CONSTANTINOPOLEOS Hist.
(A.D. 6/13)

Παραστάσεις σύντομοι χρονικαί

Source: Preger, T. (ed.), Scriptores originum Constantinopolitanarum, pt. 1. Leipzig: Teubner, 1901 (repr. New York: Arno, 1975): 19–73.

Citation: Section — (line)

t

Παραστάσεις σύντομοι χρονικαί.

1

Δέον γινώσκειν ὅτι ὁ ἅγιος Μώκιος πρώην μὲν ὑπὸ Κωνσταντίνου τοῦ μεγάλου παροικοδομήθη Ἑλλήνων πλήθη ἐκεῖσε κατοικούντων πολλά· καὶ ναὸν εἶναι τοῦ Διὸς ἐκεῖσε, καθ’ ἣν 〈καὶ ἐκ τῶν λίθων αὐτοῦ〉 ἔκτισε τὸν ναόν· πίπτει
5δὲ ὑπὸ Κωνσταντίνου ἐν τῇ τρίτῃ αὐτοῦ ὑπατείᾳ. Ἐν δὲ ταῖς ἡμέραις Θεοδοσίου τοῦ μεγάλου ἐξορίζονται οἱ Ἀρειανοὶ τῶν ἁγίων ἐκκλησιῶν καὶ ἐλθόντες ἐν τῷ ναῷ τοῦ ἁγίου Μωκίου ἠράσθησαν καὶ παρακαλοῦσι τῷ βασιλεῖ κατοικεῖν αὐτοὺς ἐκεῖ, ὃ καὶ γέγονεν. Παρευθὺ οὖν ἀνεγείρουσι τὸν
10αὐτὸν ναὸν οἱ Ἀρειανοὶ καὶ δοξάζεται παρ’ αὐτῶν ὁ ναὸς ἔτη ζʹ· καὶ πίπτει, ὡς λόγος ἔχει, λειτουργούντων αὐτῶν ἐν τῷ ζʹ ἔτει· καθ’ ὃν Ἀρειανοὶ ἀπεκτάνθησαν πολλοί. Ἐν δὲ ταῖς ἡμέραις Ἰουστινιανοῦ τοῦ βασιλέως ἀνεγείρεται ὁ
αὐτὸς ναὸς καὶ ἵσταται ἕως ἡμῶν· ἐν δόλῳ Μάρκελλος ἀνα‐19
15γνώστης φησὶν ὅτι ἐν τῷ δευτέρῳ ἔτει τῆς βασιλείας Κό‐ νωνος τοῦ Ἰσαύρου πίπτει ὁ ναός.

2

Ὁ ἅγιος Ἀγαθόνικος ὑπὸ Ἀναστασίου τὸ πρότερον καὶ Ἰουστινιανοῦ τοῦ μεγάλου τὸ δεύτερον οἰκοδομήθη· ἐν ᾧ καὶ πατριάρχαι ἐπισκόπησαν ἐν τῷ αὐτῷ ναῷ ζʹ ἐπὶ χρό‐ νους νʹ· καὶ βασιλεῖς στεφηφοροῦσιν ἐκεῖσε. Δι’ ἣν αἰτίαν
5μετεποιήθη † ὑπὸ θυμοῦ, οὐ γινώσκεται. Τοῦτο δὲ παρέ‐ δωκαν οἱ πρὸ ἡμῶν ὅτι καὶ παλάτιον μέγιστον πλησίον τοῦ ναοῦ τούτου ἦν· ὑπὸ δὲ Τιβερίου τοῦ πρώτου μετεποιήθη διολεσθὲν εἰς τὰ νῦν βασίλεια.

3

Τὰ τείχη τὰ πρὸς θάλασσαν ἀνακαινίζονται ἐπὶ Τι‐ βερίου Ἀψιμάρου· ἕως γὰρ αὐτοῦ ἠμελημένα ἦσαν πάνυ. Τὰ δὲ τείχη τῆς δύσεως τῶν μεγάλων πορτῶν ἐπὶ Λέοντος τοῦ μεγάλου καὶ εὐσεβοῦς· καθ’ ἣν καὶ ἐλιτάνευσαν καὶ
5τὸ ‘κύριε ἐλέησον‘ τεσσαρακοντάκις ἐβόησαν καὶ ὁ δῆμος τοῦ Πρασίνου ἔκραξαν· ‘Λέων Κωνσταντῖνον εἰς κράτος ἐνίκησεν‘.

4

Ἐν τῇ κατωγαίᾳ πόρτῃ τῇ πληρεστάτῃ στοιχεῖον ἵστατο Φιδαλείας τινὸς Ἑλληνίδος. Ἀρθείσης δὲ τῆς στήλης
θαῦμα 〈ἦν〉 ἰδέσθαι μέγα, τὸν τόπον ἐκεῖνον ἐπὶ πολὺ σείεσθαι, ὥστε καὶ τὸν βασιλέα θαυμάσαι καὶ λιτὴν ἀπελ‐20
5θεῖν ἐν τῷ τόπῳ καὶ οὕτως παῦσαι Σάβα τοῦ ὁσίου δι’ εὐχῶν τοῦτο ποιήσαντος.

5

Ἐν τῇ λεγομένῃ Νεολαίᾳ ἵστατο γυναικεία στήλη καὶ βωμὸς 〈μετὰ μοσ〉χαρίδιον μικρόν· ἐν οἷς καὶ ἵπποι χρυσίῳ διαλαμπεῖς τέσσαρες· ἐπὶ 〈δίφρου δὲ καὶ〉 διφρελά‐ του θη〈λείας στήλη〉 ἐν τῇ δεξιᾷ χειρὶ κατέχουσα στηλίδιόν
5τι, ἄγαλμα διατρέχον. Τοῦτο οἱ μὲν λέγουσι Κωνσταντίνου κα‐ τασκευήν, 〈οἱ δὲ?〉 τὴν ζεῦξιν μόνην, τὴν δὲ λοιπὴν ἀρχαίαν εἶναι καὶ μηδὲν παρὰ Κωνσταντίνου κατασκευασθῆναι. Ἕως γὰρ Θεοδοσίου τοῦ μεγάλου θέαμα παρὰ τῶν πολιτῶν γέγονεν ἐν τῷ Ἱπποδρομίῳ, μετὰ κηρῶν καὶ λευκῶν χλαμύδων φο‐
10ροῦντας πάντας εἰσέρχεσθαι τὴν αὐτὴν στήλην μόνην ἐπάνω ἅρματος [ἤγουν καρούχας] ἕως τοῦ στάματος ἀπὸ τῶν καγκέλ‐ λων. Τοῦτο δὲ ἐξετέλουν, ὅτε τὸ γενέθλιον τῆς πόλεως ἑορτά‐ ζετο. Ἐκεῖ δὲ ἐν ζώδοις ἐστηλώθησαν εἰς τοὺς κίονας ὁ Ἀδὰμ καὶ ἡ Εὔα καὶ ἡ Εὐθηνία καὶ ὁ Λιμός.

5a

Ἐν τῇ λεγομένῃ λίμνῃ τοῦ Νεωρίου βοῦς ἵστατο χαλ‐ κοῦς παμμεγεθέστατος πάνυ. Κράζειν δὲ ἔλεγον αὐτὸν ὡς βοῦν μίαν τοῦ ἐνιαυτοῦ, καὶ γίνεσθαι παραπτώματα ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ἐν ᾗ ἔκραξεν. Ἐπὶ δὲ Μαυρικίου τοῦ βασιλέως ἐν αὐτῇ
5τῇ λίμνῃ κατεχώσθη.21

5b

Τοῦ Μαυρικίου στήλη καὶ τῆς γυναικὸς καὶ τῶν τέκ‐ νων αὐτοῦ ἐν τῇ Χαλκῇ ἵσταται ἄνωθεν τῆς θεανδρικῆς εἰκόνος τοῦ Ἰησοῦ Χριστοῦ· ὑπ’ αὐτοῦ γὰρ κατεσκευάσθησαν. Αἱ δὲ δύο στῆλαι αἱ ἐκτεταμέναι τὰς χεῖρας ὁ εἷς τῷ ἑτέρῳ ἐκ τῆς
5Ἀθηναίων γῆς ἥκασιν· φιλοσόφων δέ φασιν εἶναι, ὥς φησιν Λιγύριος ὁ Ἑλληνικός.

5c

Μετὰ τὸ ἀποθανεῖν Μαρκιανὸν τὸν βασιλέα ἐγένετο Εὐτύχους τινὸς μαθητὴς ὀνόματι Ἄκατος, διάκονος ὑπάρχων τοῦ ναοῦ τῆς ἁγίας Εὐφημίας· ὃς ἰδὼν ἡττηθέντας τοὺς κατὰ Εὐτύχην κατέλαβε Σεραπίωνα (?) τὸ κάστρον· τοῦτο δὲ ἦν ἓν
5τῶν Περσῶν, Ῥήγιον τοὔνομα. Ἐμήνυσε δὲ Περιττίῳ τῷ κα‐ στροφύλακι τὰ τῆς ἀσθενείας τῶν ἐν Καλχηδόνι οἰκούντων· ὃς παρευθὺ τοῦ ἅρματος ἐπιβὰς—οὕτως γὰρ τοῖς ἐν Ῥηγίῳ κα‐ στροφύλαξι πέφυκε—μετὰ ἑβδομήκοντα χιλιάδων ἔρχεται ἐπὶ τὴν Καλχηδονίων μητρόπολιν· οἱ δὲ ἐκεῖσε προγνόντες ἔφυγον
10ἐν τῷ Βυζαντίῳ ἄραντες μεθ’ ἑαυτῶν καὶ τὰ τίμια λείψανα τῆς ἁγίας Εὐφημίας· ὅπερ αὐτὸς Ἄκατος ἀμυνόμενος διὰ τὸ μὴ συγχωρηθῆναι Εὐτύχει τὴν ἐκκλησίαν κατὰ ταύτης τὸν Πέρσην Περιττίωνα ἤγαγε. Τότε ἡρπάγη παρὰ τῶν Περσῶν ὁ Ἥλιος θεὸς ὁ λεγόμενος Κρόνος, ὃς ἵστατο ἐν Καλχηδόνι· ὃν καὶ ἀπή‐
15γαγον εἰς Περσίαν.

5d

Ἐπὶ Λέοντος τοῦ Ἰσαύρου πολλὰ θεμάτια παρελύθη‐ σαν ἀρχαῖα διὰ τὸ τὸν ἄνδρα ἀλόγιστον εἶναι. Τότε τὸ λεγό‐ μενον Τρίζωδον τὸ εἰς τὰ κοῦφα τοῦ ἁγίου Μωκίου κάτωθεν ὑπάρχον ἐπήρθη· ἐν αὐτῷ ἠστρονόμουν ἕως τότε πολλοί· καὶ
5τύμβοι Ἑλλήνων καὶ Ἀρειανῶν ὑπάρχουσι κεχωσμένοι καὶ ἄλλα εἰς πλῆθος σκηνώματα.

6

Τὸ δὲ Πάνορμον κάστρον ὑπὸ τοῦ Πανόρμου Ἕλ‐ ληνος ἐκτίσθη διπλότειχον ὑπάρχον σιδήρου καὶ χαλκοῦ δίκην ἀναμεμιγμένου. Ἐν δὲ τῇ πρὸς βορρᾶν πόρτῃ τοῦ
αὐτοῦ κάστρου ἵστατο στυράκιον ἰκμώδη καὶ στήλη γυναι‐22
5κεία δικέφαλος. Ἔνθα καὶ θέαμα γέγονεν· ἐμπυρισμοῦ γάρ ποτε τὸ κάστρον κατειληφότος καὶ πάσης τῆς πόλεως ἐδα‐ φισθείσης μετὰ καὶ τῶν τειχῶν ἵστασθαι τὸ πυργίον ἐκεῖνο τῆς πόρτης, ἔνθα καὶ ἡ στήλη συνίστατο. Ἀλλὰ πολλάκις καὶ τοῦ πυρὸς προσεγγίζοντος τῷ τόπῳ ὡς ὑπό τινος διώ‐
10κοντος αὐτὸ ὄπισθεν ὡς ὀργυιὰς εʹ ὑπεχώρει τῆς στήλης. Αὕτη δὲ παρελήφθη ὑπὸ Χοσρόου τοῦ Περσῶν τυράννου καί ἐστιν εἰς Περσίδα λατρευομένη ἕως τοῦ νῦν, καθὼς ὁ Παραδείσιος διοικητὴς ἐκεῖσε κρατηθεὶς καὶ ἐκφυγὼν δῆλα πεποίηκεν ἐν τῷ χρονικῷ Ἱππολύτου τὸ τρίτον δημοσιευο‐
15μένῳ. [Ζήτει ἱστορίαν ἐξαίσιον.]

7

Τὸ δὲ καλούμενον Σμύρνιον πλησίον τοῦ Τετραδισίου ἐμβόλου ἔχει ὑποκάτω τῆς γῆς, τὸ πρὸς βορρᾶν μέρος ὀρ‐ γυιὰς ιʹ, στήλας θʹ πλησίον τοῦ ναοῦ τοῦ Θεοδώρου. Εἰσὶν δὲ αἱ στῆλαι αἱ μὲν τέσσαρες Κωνσταντίνου τοῦ μεγάλου
5καὶ τῆς γυναικὸς αὐτοῦ Φαύστας καὶ Ἱλαρίωνος πραιποσί‐
του καὶ τοῦ παιδὸς τοῦ τρίτου Κωνσταντίνου τοῦ ὁμωνύμου, ὃν Ἡρόδοτος καὶ Ἱππόλυτος χρονογράφοι λέγουσιν ἀποκε‐ φαλισθῆναι ὑπὸ τοῦ πατρός· ὃν καὶ λυπηθεὶς ὁ πατὴρ μετενόησε καὶ ἔκλαυσεν ἐπ’ αὐτῷ μʹ ἡμέρας, ὡς ὁ λόγος ἔχει,23
10μὴ λουσάμενος τὸ σῶμα, μὴ ἀναψύξας ἐν κοίτῃ. Ἐποίησε δὲ τὴν στήλην ἐξ ἀργύρου καθαροῦ βάψας αὐτὴν χρυσῷ πλείστῳ, τὴν δὲ κεφαλὴν μόνην ἐκ χρυσίου τελείου γρά‐ φουσαν ἐν τῷ μετωπιδίῳ· ‘ἠδικημένος υἱός μου‘. Ταύτην στήσας μετάνοιαν βάλλων ἐλιπάρει θεῷ ὑπὲρ ὧν ἐπλημμέ‐
15λησεν. Αἱ δὲ λοιπαὶ εʹ στῆλαι ὑπάρχουσιν Σευήρου, Ἁρμα‐ τίου, Ζευξίππου, Βιγλεντίου 〈τοῦ τὰ Βιγλεντίου〉 κτίσαντος καὶ Ἐλευθερίου τοῦ εἰς τὸ Σινάτον τὸ παλάτιον κτίσαν‐ τος. Οὗτοι πάντες ξίφει παρεδόθησαν καὶ ὑπὸ τοῦ ἀδική‐ σαντος στηλωθέντες συγχώρησιν παρὰ τοῦ πλημμελήσαντος
20ἐδυσωποῦντο. Παρέλαβον δὲ καὶ τὰ οἰκεῖα τέκνα τοῦτο αὐτὸ ποιεῖν καὶ ἐκ τούτων πολλοὶ ἕως Οὐάλη τοῦ Ἀρεια‐ νοῦ. Οἱ οὖν Ἀρειανοὶ μὴ φέροντες τὴν ἧτταν τὴν διὰ Κωνσταντίνου ἐν τῷ εἰρημένῳ Τετραδισίῳ ἐμβόλῳ πλη‐ σίον τοῦ ἁγίου Θεοδώρου ταύτας κατέχωσαν ἕως τῆς σή‐
25μερον.

8

Ἐν δὲ τῷ Σινάτῳ ἀπετέθησαν ἡνίοχοι ἐν ζευξίπ‐ ποις καὶ ἐτέθησαν ἐν τῷ ἀστρονομικῷ ὀργάνῳ, ἔνθα τῆς Ἀρτέμιδος καὶ τῆς Ἀφροδίτης ἵστανται στῆλαι· ἐν αἷς σκυ‐ τάλαις ἀπεκεφαλίσθη ὑπὸ τῶν Ἀρειανῶν Ἀρκάδιος ἀρχι‐24
5διάκονος τῆς ἁγίας Εἰρήνης· ἔνθα καὶ λέγουσι σείεσθαι τὰς στήλας ἕως τριῶν ἡμερῶν τοῦ θανάτου τούτου. Αἱ δὲ καροῦχαι ἐν τῷ εἰλήματι κατεχώσθησαν ἐπὶ Θεοδοσίου τοῦ βασιλέως.

9

Καὶ τοῦτο δὲ ἐμφέρεται, ὅτι οἱ δώδεκα κόφινοι δέκα ἔτη ἐν τῷ νέῳ παλατίῳ τοῦ Σινάτου πεποιήκασιν· μετὰ δὲ ταῦτα 〈ἐν〉 τῷ εἰλήματι κατεχώσθησαν Μητροφάνους ἐπι‐ σκόπου Κωνσταντινουπόλεως τοῦτο συμβουλεύσαντος τῷ με‐
5γάλῳ βασιλεῖ Κωνσταντίνῳ.

10

Καὶ τοῦτο δὲ ἐμφέρεται εἰς τοὺς πολλούς, ὅτι Μη‐ τροφάνους καὶ Ἀλεξάνδρου καὶ Παύλου αἱ εἰκόνες ἐν σανίσι γεγόνασιν ὑπὸ τοῦ μεγάλου Κωνσταντίνου· καὶ ἵσταντο ἐν τῷ Φόρῳ πλησίον τῆς μεγάλης στήλης τῆς ἐν
5τῷ κίονι κατὰ τὴν ἀνατολήν· ἅστινας εἰκόνας οἱ Ἀρειανοὶ μετὰ τὸ κρατῆσαι τῷ πυρὶ παραδέδωκαν ἐν τῷ κορονίῳ Μιλίῳ μετὰ καὶ τῆς Θεοτόκου ἀπεικόνισμα καὶ αὐτοῦ
τοῦ νηπιάσαντος σαρκὶ Ἰησοῦ, καθὰ Ἀγκυριανὸς χρονο‐ γράφος ἐν τῇ Δεκαλόγῳ αὐτοῦ ἀκριβέστερον παρὰ Ἀνα‐25
10στάσιον ἡμῖν παραδέδωκεν. [τὸ δ’ αὐτὸ καὶ αὐτὸς Ἀνα‐ στάσιος.]

11

Ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ τῇ νῦν ὀνομαζομένῃ ἁγίᾳ Σοφίᾳ στῆλαι ἀφῃρέθησαν υκζʹ, αἱ πλεῖαι μὲν Ἑλλήνων ὑπάρχουσαι· αἵτινες ἐκ τῶν πολλῶν ὑπῆρχον τοῦ τε Ζεῦ [καὶ τοῦ Διὸς] καὶ Κάρου τοῦ πατροιοῦ Διοκλητιανοῦ καὶ
5τὸ δωδεκάζωδον καὶ ἡ Σελήνη καὶ ἡ Ἀφροδίτη καὶ ὁ Ἀρκτοῦρος ἀστὴρ παρὰ δύο Περσικῶν στηλῶν βασταζόμενος καὶ ὁ νότιος πόλος καὶ ἱέρεια τῆς Ἀθηνᾶς ἀπὸ τοῦ πλευροῦ τὸν Ἥρωνα φιλόσοφον μαντεύουσα. Ἐκ δὲ τῶν Χριστιανῶν ὀλίγαι μὲν ὡσεὶ πʹ· καὶ δέον ἐκ τῶν πολλῶν ὀλίγας μνη‐
10μονεῦσαι· Κωνσταντίνου, Κωνσταντίου, Κώνσταντος, Γαληνοῦ κυαίστορος, 〈Ἰουλιανοῦ Καίσαρος καὶ ἑτέρου Ἰουλιανοῦ ἐπάρ‐ χου〉, Λικινίου Αὐγούστου, Οὐαλεντινιανοῦ καὶ Θεοδοσίου καὶ
Ἀρκαδίου [καὶ] τοῦ υἱοῦ αὐτοῦ, Σεραπίωνος ὑπατικοῦ καὶ Ἑλένης μητρὸς Κωνσταντίνου τρεῖς· ἡ μὲν μία πορφυρᾶ διὰ26
15μαρμάρων, ἡ δὲ ἑτέρα διὰ ψηφίδων ἀργυρῶν ἐν χαλκῷ κίονι καὶ ἡ ἄλλη ἐλεφαντώδης Κύπρου ῥήτορος προσενέγ‐ καντος· ἅστινας Ἰουστινιανὸς μερίσας τῇ πόλει τὸν ναὸν τὸν μέγιστον ἀνεγείρει μετὰ πίστεως καὶ πόνου. Οἱ δὲ πεπειρα‐ μένοι τῶν προειρημένων περιερχόμενοι τὴν πόλιν καὶ ζη‐
20τοῦντες εὑρήσουσιν οὐκ ὀλίγας.

12

Μαναῒμ στρατηγοῦ νικήσαντος Σκύθας κατὰ κράτος, στήλῃ ἠξιώθη τιμηθῆναι ἐν τῷ καλουμένῳ Ὠρείῳ, ὅ τινες καλοῦσι Μόδιον· 〈ἦν δὲ καλούμενον ὡρολόγιον, ἔνθα νῦν ἵστανται κίονες καὶ ἀψὶς πρὸς τὸν οἶκον τὸν νῦν λεγόμενον
5Κρατεροῦ· ἔνθα ἵσταται καὶ μόδιος χαλκοῦς καὶ ὠρεῖον καὶ δύο χεῖραι χαλκαῖ ἐπὶ ἀκοντίων〉. Τὸ δὲ Μόδιον δέον
ἐστὶ μὴ παραδραμεῖν ἡμᾶς ὅτι ἐπὶ Οὐαλεντινιανοῦ ἐτυπώθη. Τότε γὰρ καὶ ἀρχιμόδιον παρὰ τῶν ἐν Κωνσταντινουπόλει οἰκούντων ἀνηρευνήθη δεκαδύο † τοῦτο τοῦ ἀργύρου τυπώ‐27
10σαντος· ἀργυροῦν 〈δὲ〉 ἀπ’ ἀρχῆς ἐτυπώθη τὸ νόμισμα. Τοῦτο δὲ καὶ Θεοδώρητος διαφατεύει τρανότατα. Αἱ δὲ χαλκαῖ χεῖραι ἔκτοτε ὑπεράνω ἐτυπώθησαν· τοῦ γὰρ βασιλέως τοῦτο τὸ κουμούλιον μόδιον νομοθετήσαντος, μὴ ἀνταίρειν δὲ τ〈οῖσ〉 ναυτιοῦσιν προστάξαντος, κατὰ τὰ σιτηρέσια εἷς ἐξ
15ἀμφοτέρων τῶν ναυτῶν τῷ βασιλεῖ τ〈ὸν〉 σῖτον ἀπεμπωλῶν ἐν τοῖς ἐκεῖσε δίκην ἄδικον καταγγείλαντος ἐν τῷ κατωγαίῳ Μοδίῳ τὴν δεξιὰν χεῖρα ἀπώλεσεν. Ὅθεν καὶ ἐτυπώθησαν αἱ χεῖραι τοῖς λαμβάνουσιν καὶ τοῖς διδοῦσιν, ἀμφοτέρους ἐκ τῶν προστεταγμένων μὴ ἀγανακτεῖν. Ὅθεν καὶ Οὐαλεν‐
20τινιανοῦ τοῦ βασιλέως στήλη ἔξαμον ἐν δεξιᾷ χειρὶ κατέ‐ χουσα ἁρπαγῆναι εἰς πάκ〈τον〉 διὰ τὸ καὶ αὐτὴν εἶναι ἀργυρᾶν † μικρὰν ὑπὸ 〈τοῦ〉 Κουρίου προτίκτορος ἐπὶ Ἰου‐
στινιανοῦ τῷ 〈βʹ ἔτει〉.28

13

Μενάνδρου μάντεως Κρητῶν ἧκεν ἐν Κωνσταντι‐ νουπόλει εἰκών, ἣν ἔστησαν ἐπὶ τὸν Ἀρτοτυριανὸν οἶκον εἰς θέαν διὰ τὸ εἶναι τὴν στήλην εἰς μῆκος πηχῶν ιεʹ, πλάτος δὲ 〈ηʹ〉· ἥντινα χυτὴν μὴ ὑπάρχουσαν, ἀλλ’ ἐλατὴν Μαρ‐
5κιανὸς εἰς ὀβολοὺς ἐλάσας τοῖς δημοσίοις προσέθηκεν.

14

Ἀρδαβούριος στρατηγὸς ἐπὶ Λέοντος τοῦ πάνυ ἐν τοῖς Θρᾳκῴοις μέρεσιν Ἡρωδιανοῦ στήλην εὑρὼν ἐπίκυ〈ρτον〉 πάνυ καὶ παχεῖαν θυμωθεὶς ὤλεσεν· ἥντινα ὀλέσας χρυσίου λιτρῶν ρλγʹ τάλαντα εὗρεν, ἃ μετὰ προθυμίας τῷ βασιλεῖ
5κατεμήνυσεν. Ὁ δὲ ὑπ’ αὐτοῦ ἐσφάττετο καὶ ὀδυνώμενος ἔλεγεν· οὐδεὶς μολίβδῳ χρυσὸν καταμίξας ἐπὶ ζημίας † ἠν‐ δρίζετο, οἷα παρὰ τῷ κυρτῷ τούτῳ βασιλεῖ εἰς ἐμὲ συμβέ‐ βηκεν. Ἔνθεν καὶ οἱ διερχόμενοι τῷ τόπῳ καὶ μάλιστα φιλόσοφοι οὐ τοῖς προτέροις κακοῖς τῷ θανάτῳ Ἀρδαβού‐
10ριον ἔβαλλον, ἀλλ’ εἵνεκεν στήλης Ἡρωδιανοῦ καταλύσεως·
ὅτε καὶ Ἄσπαρ σὺν αὐτῷ τὸ πέρας ἐδέξατο. Ἄσπαρος δὲ στήλη ἐν τοῖς Ταύρου σώζεται ἕως τῆς δεῦρο κατοχυῖα ἐν ἵππῳ † αννύῳ δεξιολαβεῖ καθὼς ὁρᾶται.29

15

〈Ἐν〉 δὲ τῷ Φόρῳ τῷ δεξιῷ τῆς ἀνατολῆς μέρει ἐδέξατο στήλας πορφυρᾶς διὰ μαρμάρων 〈ι〉βʹ καὶ σειρῆνας ιβʹ· ἅστινας σειρῆνας οἱ πολλοὶ ἵππους 〈θαλασσίουσ〉 κα‐ λοῦσι χρυσεμβάφους. Ἐπὶ δὲ ἡμῶν ἑπτὰ καὶ μόναι καθο‐
5ρῶνται· τὰς δὲ τρεῖς ἐξ αὐτῶν ὁ ἐν τοῖς ἡμετέροις χρόνοις ἐν τοῖς τοῦ ἁγίου Μάμαντος μετέθηκε μέρεσιν, αἱ δὲ δʹ σώζονται ἕως τῆς δεῦρο.

16

Δέον γινώσκειν ὅτι ὁ σταυρὸς ὁ μεσοσυλλαβῶν ἀνα‐ γινωσκόμενος ‘ἅγιοσ‘ παρὰ τοῦ προστατοῦντος τῷ Φόρῳ
ἀνηγέρθη· ἔνθεν καὶ ταχυδρόμων δύο καὶ αὐτοῦ Κωνσταν‐ τίνου καὶ Ἑλένης ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων σώζονται30
5στῆλαι. Τὸ δὲ προσέρχεσθαι πρὸς βορρᾶν καὶ ἀπέρχεσθαι πρὸς ἀνατολήν, σταυρὸς ἀργυρέμπλαστος ἐν τοῖς ἀκρωτηρια‐ κοῖς στρογγύλοις μήλοις ἐν αὐτῷ τῷ τόπῳ ὑπὸ Κωνσταν‐ τίνου τοῦ μεγάλου ἀνηγέρθη, ὡς ἐθεάσατο 〈αὐτὸν ἐν τῷ οὐρανῷ〉· ἔνθεν οἱ υἱοὶ καὶ αὐτὸς καθορῶνται χρυσέμ‐
10βαφοι.

17

Ἐν αὐτῷ τῷ Φόρῳ καὶ ἐλέφαντος στήλη φοβερὰ ἵστατο ἐν τοῖς εὐωνύμοις μέρεσι πλησίον τῆς μεγάλης στή‐ λης· ὃ καὶ παράδοξον ἐδείκνυτο θέαμα. Σεισμοῦ γὰρ γενο‐ μένου ποτὲ καὶ αὐτὸς πεπτωκὼς ἀπώλεσεν ἕνα τὸν ὄπισθεν
5πόδα. Οἱ δὲ τοῦ ἐπάρχου βοήσαντες ταξεῶται—ἔθος γὰρ τὰ τοῦ Φόρου παρ’ αὐτοῖς φυλάττεσθαι—συνδραμόντες ἐγεῖραι εὗρον ἐν τῷ αὐτῷ ἐλέφαντι ἀνθρώπου ὀστᾶ ἀμφό‐ τερα ὅλου τοῦ σώματος καὶ πυξίον μικρόν, ὃ ἐν τῇ κεφαλῇ ἔγραφεν· ‘Ἀφροδίτης παρθένου ἱερᾶς οὐδὲ θανούσης χωρί‐
10ζομαι‘. Ὅπερ ὁ ἔπαρχος τῷ δημοσίῳ προσέθηκεν εἰς νουμία τοῖς προαναδεδηλωκόσι.

18

Ἐν δὲ τῷ λεγομένῳ Μιλίῳ Θεοδοσίου στήλη ἵστατο ἔφιππος χαλκῆ· ἣν ἀνεγείρας πολλὰ σιτηρέσια τῇ πόλει προσέθηκεν.31

19

Αἱ δὲ ἐν τῷ Περιπάτῳ ἔφιπποι στῆλαι γένος Γρα‐ τιανοῦ ἅπαν καὶ Θεοδοσίου καὶ Οὐαλεντινιανοῦ· ἐξ αὐτῶν καὶ κυρτοῦ Φιρμιλλιανοῦ πρὸς γέλωτα γέγονεν· ὃ καὶ σώ‐ ζεται ἕως τῆς σήμερον.

20

Τὸν δὲ Ξηρόλοφον πρώην θέαμά τινες ἐκαλοῦσαν· καὶ ἐν αὐτῷ γὰρ κοχλίδαι ιϛʹ καὶ Ἄρτεμις, συνθετὴ στήλη, καὶ Σευήρου τοῦ κτίσαντος καὶ θεμάτιον τρίπουν. Ἔνθα καὶ θυσίαι πολλαὶ παρὰ τοῦ αὐτοῦ Σευήρου γεγόνασιν·
5ἔνθα καὶ χρησμοὶ πολλοὶ ἐν αὐτῷ τῷ τόπῳ γεγόνασιν· καθ’ ὃν καὶ κόρη παρθένος ἐτύθη· καὶ ἀστρονομικὴ θέσις εἰς λϛʹ χρόνους διήρκεσε.

21

Τὸ δὲ Ἐξακιόνιν τὸ λεγόμενον ἔσχε ποτὲ πτῶκα καὶ κύνα καὶ Νεβρὼδ παμμεγέθη, τὰ τρία ἀπὸ ἑνὸς σιδή‐ ρου· καὶ πολλὰ ἕτερα θεάματα ἐν αὐτῷ τῷ τόπῳ ἐσώζοντο. Ταῦτα Μαρκιανὸς παρέστειλε καὶ ἐν τοῖς τοῦ ἁγίου Μά‐
5μαντος μέρεσι προσέθηκε. Καὶ λουτρὸν δὲ ἦν εἰς μέγεθος, ἐν ᾧ καὶ πολλοὶ ἐκινδύνευον διὰ τὸ λέγειν μὴ δέξασθαι
χρησμόν.32

22

Ἐν δὲ τῷ ἁγίῳ Μάμαντί ποτε ἵστατο γέφυρα φο‐ βερὰ περὶ δώδεκα λόφους καὶ καμάρας ἔχουσα. Ποταμὸς γὰρ κατήρχετο ἐκεῖσε παμμεγέθης καὶ μάλιστα, ὡς ἔλεγον, τῷ Φεβρουαρίῳ μηνί. Ἔνθα καὶ δράκων ἵστατο χαλκοῦς
5παμμεγέθης διὰ τὸ λέγειν τινὰς δράκοντα κατοικεῖν ἐν τῷ γεφυρίῳ ἐκείνῳ· ἐν αὐτῷ οὖν πολλαὶ παρθένοι ἐτύθησαν καὶ προβάτων καὶ ὀρνέων πλήθη πολλὰ καὶ βοῶν. Βασι‐ λίσκος γάρ τις ἐρασθεὶς τὸν τόπον, ὃς εἷς τῶν ἀπὸ Νου‐ μεριανοῦ Καίσαρος ὑπῆρχε, κτίσας κατῴκησεν ἐν αὐτῷ·
10ἔνθα καὶ ναὸν παμμεγέθη τοῦ Διὸς ἤγειρεν. Ταῦτα δὲ Ζή‐ νων ἐν τῷ δευτέρῳ τῆς βασιλείας καιρῷ παρέλυσε.

23

Ἐν τῷ Φόρῳ κάτωθεν τῆς μεγάλης στήλης ὑπάρ‐ χουσι σταυροὶ εἰς πλῆθος, τὸ σημεῖον τοῦ σταυροῦ τοῦ με‐ γάλου φέροντες· ἔνθα καὶ τῶν δύο λῃστῶν τῶν συσταυρω‐ θέντων τῷ Χριστῷ ἐν αὐτῷ τῷ τόπῳ κεχωσμένοι εἰσὶν ἕως
5τῆς σήμερον· ἀλλὰ καὶ βίσσιον ὑελοῦν μύρου, ἐν ᾧ ὁ Χρι‐ στὸς ἠλείψατο, καὶ πολλὰ ἕτερα εἰς πλῆθος σημειοφορικὰ ὑποκάτω τοῦ Φόρου ὑπάρχουσιν, 〈τεθέντα〉 παρὰ Κωνσταν‐ τίνου τοῦ μεγάλου καὶ παρὰ Θεοδοσίου τοῦ μεγάλου ἀσφα‐ λισθέντα, ἅτινα κατ’ ὄνομα εἰς μῆκος τοῦ μνημονεῦσαι ἐξα‐
10γόμεθα.

24

Πολλὰ ἐν τῷ Στρατηγίῳ τῷ μεγάλῳ Κωνσταντῖνος ὁ μέγας ἠρέσκετο· ὅθεν καὶ νουμία Ἑλληνικὰ εἰς χάος † πλῆθος παρέδωκεν. Ὡς δὲ ἐγγράφως μὲν τοῦτο οὐχ εὕρο‐ μεν, παρὰ δὲ ἀνδρῶν τῶν ἐν πείρᾳ τῆς γραφῆς τυγχανόν‐33
5των ἠκούσαμεν, ὅτι ἐν αὐτῷ τῷ Στρατηγίῳ καὶ χρυσὸς εἰς πλῆθος κατεχώσθη εἰς χάος πολύ. Καὶ οὐκ ἠπίστησα ἀκού‐ σας, ὅτι [ἃ] καὶ ἡμεῖς καὶ οἱ πατέρες ἡμῶν ἐξέδωκαν ἡμῖν τὰ πλείω ἀγράφως καὶ οὐκ ἐγγράφως, ὡς ἴσασιν οἱ φιλο‐ μαθεῖς. Ἐν δὲ τῷ μικρῷ Στρατηγίῳ μόλιβδος πολὺς χρη‐
10ματίζει, ἢ αὐτὸς ὁ μόλιβδος ἢ μολίβδου διάθεσις ἔγγραφος· ἀλλὰ καὶ χρυσίου καὶ ἀργυρίου διὰ μαρμαρ〈ίν〉ων γραφῶν ποίησις· τοῦτο δὲ ἐκ στίχων πινακιδίων μαρμαρίνων ἢ ἀνα‐ γνῶτες ἢ παρὰ τῶν ἀναγνωσάντων ἐρευνήσαντες ταῦτα γε‐ γραφήκαμεν.

25

Ἐν δὲ τῷ ναῷ τοῦ ἁγίου Μηνᾶ ὄρυγμα εὑρέθη μέγα, ὅτε ἐκαθαίρετο, καὶ ὀστᾶ ἀνθρώπων γιγάντων εἰς πλῆθος, ἅτινα θεασάμενος ὁ βασιλεὺς ὁ Ἀναστάσιος καὶ ἐκπλαγεὶς ἐν τῇ Φόσσᾳ κατέθετο εἰς θαῦμα ἐξαίσιον.

26

Ἐν τῷ ναῷ τοῦ ἁγίου μάρτυρος Προκοπίου τοῦ ἐν τῇ Χελώνῃ στήλη ἵστατο εὐνούχου τινός, ἣ ἐν τῷ στήθει ἔγραφεν· ὁ μετατιθεὶς θεμάτια τῷ βρόχῳ παραδοθήτω. Ἦν δὲ ἡ στήλη Πλάτωνος κουβικουλαρίου, ὃς ἐν ταῖς ἡμέραις34
5βασιλέως Βασιλίσκου πυρίκαυστος γέγονε. Τῶν δὲ γονέων αὐτοῦ αἰτησάντων τῷ βασιλεῖ στηλωθῆναι τὸν εὐνοῦχον Πλάτωνα εἰς μνημόσυνον τοῖς ἀνταίρουσι βασιλεῖ οὐκ ἐκώ‐ λυσεν. Ἐν δὲ τῷ ἀνακαινίζεσθαι τὸν τοῦ μάρτυρος ναὸν μετετέθη εἰς τὸ Ἱπποδρόμιον· οἱ δὲ οἶκοι τοῦ αὐτοῦ εὐνούχου
10σώζονται ἐν τῇ Χελώνῃ ἕως τῆς σήμερον.

27

Ἐκ τῶν Ἱμερίου χαρτουλαρίου † φράσις τῶν παρὰ Θεοδώρου, ὅτε παραγέγονεν ἐν τῷ Κυνηγίῳ θέας χάριν. Πολλὰ γὰρ ἡμῖν ἐμελέσθη περὶ τοῦ ἐρευνῆσαι ἀκριβῶς περὶ ὧν παρεκάλεσας καὶ φανερῶσαι τῇ σῇ ἀρετῇ,
5ὦ Φιλόκαλε.

28

Ἀπελθόντων ἡμῶν ποτε ἐν τῷ Κυνηγίῳ σὺν Ἱμερίῳ τῷ προλεχθέντι ἐνδόξῳ χαρτουλαρίῳ τὰς ἐκεῖσε ἱστορῆσαι
εἰκόνας, ἐν οἷς εὕρομεν μίαν στήλην μικρὰν τῷ μήκει καὶ πλατεῖαν καὶ παχεῖαν πάνυ. Ἐμοῦ δὲ θαυμάζοντος καὶ μὴ35
5ἱστοροῦντος φησὶν ὁ Ἱμέριος· ‘θαύμαζε, ὅτι ὁ κτίσας τὸ Κυνήγιόν ἐστιν.‘ Ἐμοῦ δὲ εἰπόντος ‘Μαξιμιανὸς ὁ κτίσας καὶ Ἀριστείδης ὁ καταμετρήσασ‘ παρευθὺ πεσεῖν τὴν στήλην ἐκ τοῦ ἐκεῖσε ὕψους οὗ τοσούτου ὑπάρχοντος καὶ δοῦναι τῷ Ἱμερίῳ καὶ παραυτὰ θανατῶσαι. Ἐμοῦ δὲ φοβηθέντος
10διὰ τὸ μὴ εἶναι ἕτερον ἐκεῖ ἢ μόνους τοὺς τοὺς ἡμιόνους ἡμῶν κατέχοντας καὶ αὐτοὺς ἔξω τῶν ἀναβαθμῶν ὑπάρχον‐ τας δειλιάσας μὴ κινδυνεύσω σύρας τῷ δεξιῷ ποδί, ἔνθα τοὺς καταδίκους, ῥίπτειν ἐπεχείρουν. Δειλιάσας δὲ τὸ ἄχθος ἀφήσας ἐν τῷ στόματι τοῦ ὄχθου ἀνεχώρησα πρόσφυγος γε‐
15νόμενος ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ· καὶ καταγγέλλων τὸ πραχθὲν ἐν ἀληθείᾳ οὐκ ἐπιστευόμην ἕως εἰς ὅρκου βεβαίωσιν ἐλθεῖν με διὰ τὸ τότε καὶ τοῦτο μόνον τηρῆσαί με τὸ κατόρθωμα. Οἱ οὖν οἰκεῖοι τοῦ τελευτήσαντος καὶ οἱ τοῦ βασιλέως φίλοι σὺν ἐμοὶ ἐπορεύθησαν ἐν τῷ τόπῳ καὶ πρὸ τοῦ τὸ πτῶμα
20τοῦ ἀνδρὸς προσεγγίσαι τὸ πτῶμα τῆς στήλης ἠτένιζον θαυ‐ μάζοντες. Ἰωάννης δέ τις φιλόσοφός φησιν, ὅτι ‘μὰ τὴν θείαν πρόνοιαν οὕτως εὑρίσκω ἐν τοῖς Δημοσθένους συγ‐ γράμμασιν ὑπὸ τούτου τοῦ ζωδίου ἀποκτανθῆναι ἔνδοξον ἄνδρα‘. Ὃς καὶ παρευθὺ τῷ βασιλεῖ Φιλιππικῷ πληροφο‐
25ρήσας κελεύεται καταχῶσαι τὸ αὐτὸ ζώδιον ἐν τῷ αὐτῷ τόπῳ· ὃ καὶ γέγονεν διὰ τὸ μὴ δέχεσθαι κατάλυσιν. Ταῦτα, Φιλό‐ καλε, μετὰ ἀληθείας ἐρευνῶν εὔχου μὴ εἰσελθεῖν εἰς πει‐ ρασμὸν καὶ ταῖς ἀρχαίαις στήλαις καὶ μάλιστα ταῖς Ἑλληνι‐
καῖς πρόσεχε θεωρῶν.36

prae29t

Θεοδώρου ἀναγνώστου ἔτι συντομία γυναικῶν.

29

Βερίνης γυναικὸς Λέοντος τοῦ μεγάλου πλησίον τοῦ ἁγίου Ἀγαθονίκου ἄνωθεν τῶν βάθρων ἐν κίονι χαλκῆ· ἔτι τῆς αὐτῆς ἐν τῷ Ἀνεμοδουρίῳ πρὸς νότον πλησίον τῆς ἁγίας Βαρβάρας. Ἀλλ’ ἡ μὲν πρώτη ἐν τῷ ἁγίῳ Ἀγαθονίκῳ
5ἔτι τοῦ ἀνδρὸς αὐτῆς ζῶντος ἔστη· ἡ δὲ ἄνωθεν τῆς ἁγίας Βαρβάρας μετὰ τὴν τελευτὴν Λέοντος τοῦ ἀνδρὸς αὐτῆς καὶ φυγὴν Ζήνωνος τοῦ γαμβροῦ αὐτῆς, ὅτε Βασιλίσκον ἔστεψε τὸν ἀδελφὸν αὐτῆς κράζοντος τοῦ Πρασίνου μέρους· ‘Βερί‐ νης ὀρθοδόξου Ἑλένης πολλὰ τὰ ἔτη‘· ἦν γὰρ ὀρθόδοξος πάνυ.

30

Εὐφημίας 〈γυναικὸσ〉 Ἰουστίνου τοῦ Θρᾳκὸς ἐν τοῖς Ὀλυβρίου πλησίον τῆς ἁγίας Εὐφημίας, ἥτις ἐκκλησία ὑπ’ αὐτῆς ἐκτίσθη, στήλη ἐν ἀναβάσει μικρὰ πάνυ χρυσέμ‐ βαφος ὑπάρχουσα.

31

Εὐδοξίας γυναικὸς Ἀρκαδίου μεγάλη πάνυ καὶ Πουλχερίας θυγατρὸς αὐτῆς καὶ ἑτέρων δύο θυγατέρων αὐ‐ τῆς, ἀμφοτέρων ἀργυραῖ· ἔτι τῆς αὐτῆς Εὐδοξίας ἐν κίονι χαλκῆ καὶ ἑτέρα ἐν τοῖς Αὐγουστείοις, δι’ ἣν ὁ Χρυσόστο‐
5μος ἐσκευάσθη.37

32

Ἀρκαδίας γυναικὸς Ζήνωνος τῆς δευτέρας ἐν τοῖς πλησίον μέρεσιν τῶν βάθρων τῶν λεγομένων Τόπων ἐν τοῖς τοῦ ἁγίου Ἀρχιστρατήγου· ἔνθα Ζήνων ἔκρινε τοὺς μετὰ Βασιλίσκου καὶ σέκρητον τὸν τόπον πεποίηκεν. Ἔτι τῆς πρώ‐
5της αὐτοῦ γυναικὸς Ἀρεάδνης μετὰ καὶ αὐτοῦ Ζήνωνος ἐν τῇ βασιλικῇ πύλῃ.

33

Ἐν αὐτῇ τῇ Χαλκῇ πλησίον ἄνωθεν Πουλχερίας τῆς ἀοιδίμου, ὡς ἐν τῷ Περιπάτῳ ἐν τῷ παλατίῳ ἐμπρὸς ὑπάρχοντι.

34

Ἄνωθεν τῆς Χαλκῆς ἐν τῷ Μιλίῳ τῷ πρὸς ἀνα‐ τολὴν Κωνσταντίνου καὶ Ἑλένης ἄνωθεν τῆς καμάρας· ἔνθα καὶ σταυρὸς 〈καὶ ἡ Τύχη〉 μέσον τοῦ σταυροῦ τῆς πόλεως.

35

Ἐν τῷ αὐτῷ Μιλίῳ Σοφίας τῆς γυναικὸς Ἰουστί‐ νου τοῦ μετὰ τὸν μέγιστον Ἰουστινιανὸν καὶ Ἀραβίας θυ‐ γατρὸς αὐτῆς καὶ Ἑλένης ἀνεψιᾶς Σοφίας εὐμορφοτάτης πάνυ κεχρυσωμένη.

35a

Ἀρκαδίου καὶ Θεοδοσίου υἱοῦ αὐτοῦ ἐν τοῖς πλη‐
σίον Θεοδοσίου στήλης τοῦ πατρός, ἀμφότεραι ἔφιπποι· ὅτε καὶ σιτηρέσια ἐδόθη πολλά, ἐξαιρέτως δὲ τῷ Πρασίνῳ μέρει κράζοντος τοῦ δήμου· ‘Ὁ γόνος Θεοδοσίου Κωνσταντῖνον38
5ἐνίκησεν‘.

36

Ἐν τῷ παλατίῳ τῷ τριβουναλίῳ Εὐδοκίας γυναικὸς Θεοδοσίου, τοῦ ἔγγονος Θεοδοσίου, Μαρκιανοῦ τε καὶ Κων‐ σταντίνου· ἔνθα καὶ ὀρχήσεις πλεῖσται ἕως Ἡρακλείου τοῦ τε Πρασίνου καὶ Βενέτου μέρους γεγόνασιν.

prae37t

Περὶ θεαμάτων.

37

Θέαμα αʹ. Τὸ ἐν τῇ Βασιλικῇ † σειρᾷ τῇ χρυσο‐
ρόφῳ ἀνδρείκελον ἄγαλμα ὑπάρχον χρυσέμβαφον (ἔνθα τὸ ἔξαμον Ἡρακλείου τοῦ βασιλέως κατεσκευάσθη), τὸ γονυκλινὲς, Ἰουστινιανοῦ ἐστὶ κατὰ τὸ δεύτερον 〈αὐ〉τοῦ τὴν Κωνσταν‐39
5τινούπολιν τυραννήσαντος, καὶ πλησίον αὐτοῦ τῆς γυναικὸς αὐτοῦ, ἀδελφῆς Ἰβουζήρου Γλιαβάνου, μετὰ τὴν ἧτταν Τι‐ βερίου τοῦ Ἀψιμάρου· ὅτε καὶ Φιλιππικὸς ἐν αὐτῷ τῷ τόπῳ τῆς χρυσορόφου Βασιλικῆς ἀπεδοκιμάσθη, Τερβέλι τοῦ Βουλγαρίας ἐκεῖσε πολλάκις καθίσαντος καὶ Γλιαβάνου Χα‐
10ζάρι· πάκτα οὖν οὐκ ὀλίγα ἐκεῖσε ἐδόθησαν, ἔνθα αὐτοῦ τοῦ τυράννου καὶ τῆς γυναικὸς τὰ ἀγάλματα. Ἐν οἷς ἐλέφας ἵσταται παμμεγέθης· ὡς οἱ θηριοδεῖκται ἡμῖν ἐβεβαίωσαν, μὴ γίνεσθαι ἐπάνω αὐτοῦ τὸ μέγεθος τῶν ἐλεφάντων, τῶν δὲ μεγάλων ἕως οὕτως. Οὗτος ὁ ἐλέφας ὑπὸ Σευήρου τοῦ
15Κάρου Ἕλληνος ἐτυπώθη θέαμά τι κατὰ τὴν παράδοσιν. Ἐν γὰρ τῇ αὐτῇ χρυσορόφῳ Βασιλικῇ τὸν ἐλέφαντα παρα‐ μένειν εἰς θέαμα ἐξαίσιον· ὅρον γὰρ εἶναι πρὸ τοῦ μέρους τῶν ἀναβαθμῶν τῶν οβʹ ἔλεγον· ἔνθα καὶ σχολὴ φυλαττόν‐ των πολλή. Ἐν αὐτῷ δέ φασι τῷ ἐλέφαντι παραμένειν τῷ
20τόπῳ ἐκείνῳ Καρκινήλον ἀργυροκόπον ἐν πλαστοῖς ζυγοῖς· ὥστε 〈τῷ〉 διατρέφοντι τὸν ἐλέφαντα, φασίν, 〈θάνατον〉 ἀπειλεῖν, ὅτι κατεπορθεῖτο τούτου τὸ οἴκημα· καὶ πολλάκις διαβεβαιωσαμένου θάνατον τῷ θηριοτρόφῳ, εἰ μὴ τοῦτον κρατήσει· αὐτὸς δὲ διὰ † τὰς βαγύλας ἐλαιοφόρους κρατῆσαι40
25οὐκ ἐνεδίδου· ὃν καὶ φονεύσας ὁ αὐτὸς ζυγοπλάστης τῷ ἐλέφαντι εἰς βρῶσιν προέθηκε· τοῦ δὲ θηρίου ἀτιθάσου ὄν‐ τος, καὶ αὐτὸν ἐξανήλωσεν. Ὃ καὶ Σευῆρος ἀκούσας θυσίας τῷ θηρίῳ οὐκ ὀλίγας προσήνεγκεν. Ἐν αὐτῷ γὰρ τῷ τόπῳ παρευθὺ καὶ ἀπετυπώθησαν. Ἔνθα καὶ Ἡρακλῆς ἐλατρεύθη
30παμπόλλας θυσίας δεξάμενος· καὶ ἐν τῷ Ἱπποδρομίῳ μετε‐ τέθη εἰς θέαμά τι μέγιστον τὸ δὲ πρότερον ἀπὸ Ῥώμης ἐπὶ Ἰουλιανοῦ ὑπατικοῦ ἐπὶ τὸ Βυζάντιον εἰσήχθη μετὰ καρούχας καὶ νηὸς καὶ στηλῶν δώδεκα. Αὕτη φησὶν ἡ ἱστορία τοῦ θεάματος Σευήρου ἡ ξένη γέγονεν ἐπὶ Ἀνθίμου ὑπά‐
35του· οὗτινος τὰ Ἀνθίμου κατὰ τὴν κέλευσιν Νουζαμήτου ὑπάρχου, τοῦ ἀπὸ Περσῶν, ἀντὶ πάκτων ἐχρηματίσθησαν, ἐν ταῖς ἡμέραις Βύζα καὶ Ἄντη· ὃ καὶ ἕως τῆς σήμερον τοῖς φιλοσοφοῦσιν ἐν πείρᾳ προτέθειται θέαμα.

38

Θέμα βʹ. Τοῦ ἐν τῷ ὠρέῳ Μιλίῳ Ἡλίου.
Ἐν τῷ ὠρέῳ Μιλίῳ Ἡλίου Διὸς ἅρμα ἐν τέτρασιν ἵπποις πυρίνοις, ἱπτάμενον παρὰ δύο στηλῶν, ἐκ παλαιῶν χρόνων ὑπάρχον· ἔνθα Κωνσταντῖνος ὁ μέγας εὐφημίσθη μετὰ τὸ41
5νικῆσαι Ἀζώτιον καὶ Βύζαν καὶ Ἄντην, κράζοντος τοῦ Βε‐ νέτου μέρους
‘εἷλες παλίνορσον ἱμάσθλην,
ὡς δὲ δὶς ἡβήσας μαίνεαι ἐν σταδίῳ‘, τοῦ δὲ Πρασίνου μέρους λέγοντος ‘οὐ χρήζομέν σε, λωβέ·
10οἱ θεοὶ ἀνώτεροι αὐτοῦ εἷλον‘· τοῦ δὲ Ἡλίου ἅρματος κατε‐ νεχθέντος ἐν τῷ Ἱπποδρομίῳ, δορυφορούμενον εἰσῄει στηλί‐ διον καινόν, παρὰ Κωνσταντίνου κατασκευασθέν, ὑπὸ Ἡλίου φερόμενον, Τύχη πόλεως· ἐν βραβείοις πλείστοις εἰς τὸ στάμα εἰσῄει καὶ ἔλαβεν ἆθλα παρὰ τοῦ βασιλέως Κωνσταντίνου,
15καὶ στεφανωθὲν ἐξῄει καὶ ἐτίθετο ἐν τῷ Σινάτῳ ἕως τῶν 〈ἐπιόντων〉 γενεθλίων τῆς πόλεως. Ὑπὸ δὲ Ἰουλιανοῦ διὰ τὸν χαραχθέντα σταυρὸν ἐν αὐτῷ, βοθύνῳ, ὅπου τὰ πλεῖστα θεάματα, καὶ αὐτὸ παρεδόθη. Τοῖς δὲ πίναξιν ἐάν τις ἐρευ‐
νήσει ἀκριβῶς τοῦ Φόρου, ἐπὶ πλεῖον θαυμάσοι.42

39

Θέαμα γʹ. Τῶν ἐν τῷ Φόρῳ. Βαλμασὰ κεντυ‐ ρίων φίλος εἰδώλων πάνυ κατέαξε τὸ εἴλημα τοῦ † πύρου ὡρολογίου, θέας χάριν, ὡς ἔλεγεν· ὡς δὲ ἐν τῷ δοκεῖν μᾶλ‐ λον, ἕνεκα τοῦ κλέμματος· καὶ τοῦτο ποιήσαντος, ἔκλεψε τὸ
5Παλλάδος εἴδωλον ἀργυροῦν. Καὶ τὰ βαλάντια Ἀσκληπιο‐ δώρου εὑρέθησαν τῶν τριῶν λιτρῶν καὶ ἡ κορωνὶς Κλεο‐ πάτρης, κατασκευασθεῖσα σμαράγδινος πάνυ ἀλάβαστρος. Τοῦτο γνοὺς ὁ βασιλεὺς Κωνσταντῖνος τῷ αὐτῷ κεντυρίωνι Βαλμασὰ ἐπετίμησεν ἄξιον θανάτου. Τοῦ δὲ ἀναισχυντοῦντος
10καὶ θεοὺς ἐπικαλουμένου, ἀπετμήθη εἰς ἓν τῶν σκαλίων τοῦ αὐτοῦ Φόρου, ἔνθα τὰ ἄριστα τὰ πρῶτα ὑπῆρχον. Τὸ δὲ ἐν τῇ δευτέρᾳ καμάρᾳ γεγονὸς ἄθεσμον οὐ σιωπήσωμεν· τὸ τοῦ μοιχοῦ Μαξεντίου εἴδωλον ἐκεῖσε προσεκυνεῖτο λα‐ τρευόμενον, καὶ τοῖς πολλοῖς εἰδωλολάτραις ἀγνοούμενον θεὸς
15ἱππόσυνος ἐλατρεύετο· διὸ Κωνσταντῖνος αὐτὸ μὲν κατέβαλε, τοὺς δὲ τοῦτο τολμήσαντας ξίφει ἀπεκεφάλισεν. Ἔνθα καὶ Ἄρειος μετὰ ταῦτα τὸν μιαρὸν θάνατον ὑπέστη, χείρονα Ἑλλήνων βλασφημῆσαι ἀποτολμήσας ὁ δείλαιος μετὰ λιτῆς
καὶ τιμῆς ὁ ἄθλιος τὸν θρόνον Κωνσταντινουπόλεως βασι‐43
20λικῇ χειρὶ καθαρπάσαι βουλόμενος. Ἀλλ’ οὐκ Ἀλέξανδρος ὁ πολὺς ἐν θεογνωσίᾳ τοῦτο παρες..... ἕως τῷ ὀλεθρίῳ θανάτῳ τοῦτον παρέδωκεν. Ἐν αὐτῷ οὖν τῷ τόπῳ τῷ ἀπὸ τῆς καμάρας ἕως κθʹ παλαιστὰς ἔχοντι ἐπὶ θεοφιλοῦς Θεο‐ δοσίου ἀπετυπώθη Ἄρειος ἐν μαρμάρῳ συγγειτνιῶντι τῇ γῇ,
25καὶ σὺν αὐτῷ Σαβέλλιος, Μακεδόνιος, Εὐνόμιος, πρὸς αἰ‐ σχύνην τοῖς διερχομένοις † σφετερίζειν τούτοις καὶ κόπρους καὶ οὖρα καὶ ἐμπτύσματα καὶ ἀτιμίαις ὀνειδίζεσθαι τοὺς τὸν τοῦ θεοῦ υἱὸν ἀτιμάσαντας. Ἅτινα καὶ καθορῶνται σῶα ἕως τῆς σήμερον τοῖς τὰ γεγραμμένα παρ’ ἡμῶν μετὰ φιλοσο‐
30φίας καὶ πόνου διερευνῶσιν.

40

Θέαμα δʹ, τὸ ἐν τοῖς Ἀρτοπωλίοις † πύροις ὑπάρχον. Κυνάριον ἀπὸ μαρμάρου, οὔθατα πλεῖστα † ἐν τῇ νεμέσει περιφέρον ὡσεὶ κʹ [ουθ’ μυρμήκοι] † λατρεύειν
... χείρουν, τοῖς θεωρεῖν κατὰ πᾶν ἐθέλουσιν τοῖς πᾶσι44
5προέκειτο· ταοῦ δὲ καὶ ἀετοῦ καὶ λεαίνης λαγωοῦ τε καὶ κριῶν κάραι, καὶ στρουθῶν καὶ κορωνῶν καὶ τρυγόνος μιᾶς καὶ γαλέας καὶ δαμαλίδες † ἐμαοῦσαι καὶ Γοργονίδες δύο, ἀμφότεραι ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων, ἡ μία τῇ ἑτέρᾳ κατ’ ὄψιν βλέπουσα, ἀπὸ μαρμάρων ἀναγεγλυμμέναι † τὰ φυρα‐
10θέντα κάτω τῶν αὐτῶν † πυρῶν ἤτοι Ἀρτοπωλίων θέας τοὔνεκεν, Κωνσταντίνου δρᾶμα. Ἀλλὰ καὶ Βούλγαρος ὑπὲρ βοὸς † κατάραος ὑπάρχων, ὡς τῇ γῇ διορύττειν ἐθέλων, τοῖς ὁρῶσι θέαμά τι μέγιστον. Διέκειτο δὲ τοῦτο ἕως 〈ἐ〉τῶν πολλῶν καὶ μέχρι Ζήνωνος ἀρκέσαι τὴν ἱστορίαν. Γαληνὸς
15δέ τις ἰατρὸς καὶ φιλόσοφος ὑπάρχων, ὡς αὐτὸς ἐδίδαξεν ἀπὸ χρονογράφων, 〈ἐκεῖσε〉 περαιωθεὶς ἐβεβαιώθη τὰς Γορ‐ γονίδας τὰς μαρμαρίνους, ἅτε τὴν μίαν ἐκ δεξιῶν, ἅτε δὲ καὶ τὴν ἐξ εὐωνύμων, ἱερογλυφικά τινα καὶ ἀστρονομικὰ
ἐχίδνια συλλαβούσας, τῶν βασιλέων γράφειν τὰς ἱστορίας,45
20Κωνσταντίνου τοῦ μεγάλου τοῦτο ποιήσαντος. 〈Τοῦ δὲ αὐτοῦ Γαληνοῦ ἐπὶ πλεῖστον συχνάσαντοσ〉 καὶ τοῖς ἀναγνώσμασιν τούτου προσέχοντος, τὰ μέλλοντα συμβαίνειν Ζήνωνι παρὰ Βερίνης προσέχων ἐγέλασε. Καλλίστρατος δέ τις, συρφετὸς μὲν τῷ γένει, κάπηλος δὲ τῇ ἀξίᾳ, ἐμβατεύοντι τῇ ἱστορίᾳ
25τῶν Γοργονίδων Γαληνῷ καὶ μάλιστα συχνῶς μετὰ τὴν ἀνά‐ καμψιν Ζήνωνος τὴν ἀπὸ Ἰσαυρίας τὸ δεύτερον—φατρια‐ σθεὶς ὁ αὐτὸς Γαληνὸς παρὰ τοῦ αὐτοῦ Καλλιστράτου τοσ‐ ούτους ἐμπαιγμοὺς ἐπ’ ἐνιαυτοῦ καὶ βολίδας ὑπέμεινεν, ὥστε μέχρι τέλους [τὸ πέρας] ἐν τῇ αὐτῇ Ἀρτοπωλίων καλενδίᾳ,
30ἐν αὐτοῖς τοῖς ζωδιακοῖς τετραπόδοις καὶ πετεινοῖς, σελεντίου ὑπάρχοντος ξίφει ἀποκεφαλισθῆναι, κράξαντος τοῦ Πρασίνου μέρους καὶ τοῦ ὄχλου ‘δικαία ἡ κρίσισ‘. Ἀριστείδης δὲ φιλό‐ σοφος ἐπέθηκεν ὄνομα τῷ τόπῳ τοιόνδε, ὃ καὶ φαίνεται ἕως τῆς σήμερον, ‘Γαληνοῦ θηρία, ἀδικία † νενομένω Ζή‐
35νωνι‘. Καὶ τυπώσας τὴν γραφίδα ἀπέδρα ἐν Χερσῶνι, καὶ ἐσώθη ἕως τῆς σήμερον.

41

Θέαμα εʹ. Τὸ ἐν τοῖς Ἀμαστριανοῦ. Καρα‐
κάλλου τοῦ πραιποσίτου θεαμάτιον ἤτοι εἰδωλεῖον τῆς Βυ‐ ζαντίων πόλεως πρωτεῦον ἀπὸ Τραιανοῦ, 〈ὡσ〉 Μεκᾶς καὶ Γλαῦκος· ἐξ ὧν Θεόδωρος χρονογράφος ἀναρρωσθεὶς ἀνα‐46
5γνώσμασιν. Ζεὺς Ἥλιος ἐν αὐτῷ τῷ τόπῳ ἐν ἅρματι μαρ‐ μαρενδέτῳ· † Διὸς σκυταλίδης, Ἀριστείδης, Ἡρακλῆς ὁ ἀνακείμενος, ἡνίοχος θεῶν ἐπιγράφων ‘Ἀπόλλων παγκρα‐ τήσ‘. Ἔνθα ὁ ποταμὸς † ὁ κύτλου, ἀέτιος ὁ ἀπὸ Λύκου [μυκο]λατρευόμενος· ἐν αὐτῷ χελῶναι μεσταὶ ὀρνίθων· ἐν
10αὐταῖς δράκαιναι ιηʹ, Κουκοβύτιος φιλόσοφος εἰδώλων πρω‐ τοστάτης καὶ θύτης γυναικὸς καὶ δύο τέκνων, μητρὸς Ἀγλαϊ‐ δῆς καὶ ἀδελφῆς Γραφεντίας. Ἐν αὐτῷ τῷ τόπῳ δαιμόνων ἐπιστασίαι καὶ πτώσεις, ἅτε βασιλέων, 〈ἐγίνοντο〉 τοῖς φιλο‐ σοφοῦσι· μάλιστα ἐὰν πόρνοι εἶεν τῇ γλώττῃ ἢ τῇ σπορᾷ οἱ
15βασιλεῖς ὀλέθριοι. Διὰ τοῦτο τῷ γυμνῷ προσεχέτωσαν ζωδίῳ, καὶ σιδηρέαν βοτάνην σὺν κοχλίδι περιζέσαντες καὶ τοῖς μυκτῆρσιν ὀπτήσαντες † γαλουχεῖτε τοῖς φίλοις τοῦ ἄνακτος·
† καὶ ἦν γνωστὰ ἐκ τούτων ἴσως θέλεται εἰς αὐτοὺς γενέ‐ σθαι ὑμῖν. Πολὺς δὲ ἄργυρος καὶ μάλιστα δηναρίων κατέ‐47
20χωσται κάτωθεν, ἅτε δὴ καὶ θησαυρὸς χρυσίου. Ὅτι θέατρον † ὑπάρχον καὶ τοῖς πολλοῖς βλέπειν ἐν ἡμέρᾳ Διὸς θυσίας καὶ θαυμάζουσιν· σεισμοῦ δὲ γενομένου ἀποθανεῖν ἐν αὐτῷ τῷ πέλματι ὡς ἐπὶ Βύζα καὶ Ἄντη, πρὶν Κωνσταντῖνος τῇ πόλει † ἀλλὰ τῇ Ῥώμῃ θεὸν γινώσκων ἐφαίνετο. Οἱ δὲ
25ἵπποι καὶ αἱ κιννύρες Γαλινδουχίου τοῦ δουκός· ἅτινα καθ‐ ορῶνται ἐν τῷ † πυρὶ Ἀρτεμισίῳ ἕως τῆς δεῦρο. Ὅθεν, Φιλόκαλε, πολλοὺς κόπους διὰ τὴν σὴν ἀρετὴν ὑπομείναντες οὐδὲν ἠγανακτήσαμεν.

42

〈Θέαμα ϛʹ.〉 Περὶ τοῦ Βοός. Τὸ δὲ ἐν αὐτῷ τῷ Βοῒ θέαμα τρανῶς σοι ὑποδείξομεν, ὅπερ πλειστάκις δι’ ἐπιστολῶν ἡμῖν ἐσήμανας δῆλόν σοι γενέσθαι, ὦ Φιλόκαλε. 〈Ὑπὸ δὲ〉 Οὐαλεντινιανοῦ τοῦ πραιποσίτου Κώνσταντος
5ἐν τῷ Ἱπποδρομίῳ οἰκοδομηθῆναι γινώσκομεν. Κάμινος δὲ παμμεγέθης μεγάλη ἕως ἡμῶν διασωθεῖσα, ἔνθα Ἰουλιανὸς ὁ θεοστυγὴς προφάσει τῶν καταδίκων πολλοὺς ἐν αὐτῇ Χριστιανοὺς κατέκαυσε. Ἦν δὲ ἡ κάμινος φέρουσα βοὸς χαλκοῦ παμμεγεθεστάτου θέαμά τι, οὗπερ κατὰ μίμησιν 〈καὶ48
10βοῦσ〉 ἐν τῷ Νεωρισίῳ λιμένι κατετυπώθη. Τῷ δὲ αὐτῷ βοῒ τῷ χαλκῷ ἕνεκεν καύσεως παρηκολούθησέ τι μῶμον ἕως Φωκᾶ τοῦ ἀναξίου· καὶ μετὰ τὸ καυθῆναι τὸν αὐτὸν Φωκᾶν ὑπὸ Ἡρακλείου χωνευθῆναι τὸν βοῦν εἰς σκουλκαταμεῖον καὶ εἰς τὸν Πόντον περάσαι ἕνεκεν στρατολογίας (ἦν δὲ τὸ
15σκουλκάτον ἐν τῷ Πόντῳ) † σταθμῶν τοῦ ἀργυρίου κδʹ διὰ τὸ εἶναι αὐτὸ χυτόν. Ὅπερ καὶ ἐνταῦθα σώζεται ἕως τῆς σήμερον τοῖς ὁρῶσιν εἰς λαιμία χωνευτὰ σκυθρωπὰ πάνυ.

43

〈Θέαμα〉 ζʹ. Ἐκ τοῦ † Μιλίου θεάματος τοῦ † ὀφικίου Διοσκόρου· ἐκ τῶν καθ’ ὥραν ἐπὶ Μαυρι‐ κίου Αὐγούστου. Ὅτι τὸ Σινάτον τὸ λεγόμενον τοῦ Φόρου οὐδὲν ἄλλο ἐτυμολογεῖται ἢ μόνον Σινάτου οἰκοδομήσαντος
5τὸ Σινάτον· καὶ τὸ ἐν αὐτῷ τρίλιθον ζώδιον ἤτοι τρικέφαλον
πορφυροειδῆ, ὃ ἔλεγόν τινες Κωνσταντῖνον τὸν μέγαν μέσον, Κωνστάντιον εὐώνυμον, Κώνσταν ἐν τοῖς δεξιοῖς μέρεσιν, εἰς πόδας ἀρκούμενον δύο, εἰς δὲ χεῖρας ἕξ· ξένον τοῖς ὁρῶσι θέαμα, ἄλλος ἀλλοχόθεν ὁρῶν, καὶ ἡ κεφαλὴ μία.49
10Ἐμπυρισμοῦ δέ ποτε γενομένου ἐν αὐτῷ τῷ τόπῳ καὶ πάν‐ των ἐκεῖσε ἀσχολουμένων, ὡς εἰπεῖν, κλαπῆναι τὸ θαυμάσιον ἐκεῖνο ἐπὶ Θεοδοσίου τοῦ μικροῦ υἱοῦ Ἀρκαδίου, ὃς εὐθὺς διὰ ταχυδρόμου ἐν τοῖς διαστατοῖς καὶ ἐν τοῖς θαλαττίοις μέρεσι μετὰ ἀπειλῆς 〈....〉, εἰ μὴ φάνειεν τὸ θέαμα· καὶ
15οἱ τοῦτο τολμήσαντες οὐκ ἰσχύσαντες εἰς τὴν ἰδίαν πατρίδα ἀπενεγκεῖν, φθαζόμενοι δὲ τῷ δρόμωνι τῷ βασιλικῷ ἀπο‐ ποιησάμενοι ἑαυτοὺς τό τε θέαμα καὶ ἑαυτοὺς ἐν τῷ βυθῷ ῥίψαντες κατεποντίσθησαν· ὡς πολλῶν πολλῶν καὶ σαργά‐ νων ἐλθόντων καὶ κολυμβητῶν τινων διὰ τὸ ἀδημονεῖν τὸν
20βασιλέα, δῶρά τε εἰς πλῆθος ταττομένου καὶ ὡς φʹ κεντη‐ ναρίων μεθ’ ὅρκων φρικτῶν βεβαιουμένου τοῖς μέλλουσιν αὐτὸ ἐκβάλαι ἐκ τῆς θαλάσσης, οὐκ ἴσχυσέ τις. Τότε ὀργι‐ σθεὶς ὁ αὐτὸς Θεοδόσιος καὶ τὸν Σινάτου οἶκον τῷ πυρὶ παραδέδωκεν ὑπὸ τεσσάρων κιόνων βασταζόμενον. Καὶ μετ‐
25έθηκεν τὴν στήλην Ἑλένης μητρὸς Κωνσταντίνου καὶ αὐτοῦ καὶ τῆς γυναικὸς αὐτοῦ Φαύστης, θυγατρὸς Διοκλητιανοῦ, ἐν τῷ αὐτῷ Σινάτῳ· αὐτοῦ μὲν καὶ τῆς γαμετῆς χαλκεγχύ‐
των ὑπαρχόντων καὶ μέρος λιθενδύτων, αὐτῆς δὲ ἐκ πορ‐ φυροῦ μαρμάρου † περιφέρουσα· ἅτινα καὶ σώζονται ἕως50
30τῆς δεῦρο.

prae44t

Παπία.

44

Ἐν τῷ λεγομένῳ Στατῆρι, ὅπερ λέγεται Μόλιον, ἀλωπὸν εἶναι ἐκ μαρμάρου Πηγανουσίου εἰς μῆκος ὀργυιὰς εʹ, πλάτος δὲ ὀργυιὰς δύο ἥμισυ, πρὸς νότον ἐν τοῖς ἀνα‐ κτορικοῖς οἴκοις, πρὸς δὲ βορρᾶν πρὸς τὸν παλαιὸν νεών·
5ὅπερ ἐν τῷ στήθει ἔγραφεν δι’ ἐμπλαστῶν χρυσέων καὶ ἀργυρέων γραμμάτων ‘Ἀφροδίτη Σελήνη‘· ἐδόθη Πέρσαις εἰς πάκτον ἐπὶ Ἀναστασίου βασιλέως ἀντὶ σταθμῶν χιλίων χρυσοῦ.

44a

Καὶ τοῦτο δὲ ὁ αὐτὸς Παπίας ἐδίδαξεν ἐκ τῶν αὐτοῦ συγγραμμάτων, ὅτι αἱ γοργονοειδεῖς [† δεματερίδε γυναικοειδεῖς] κεφαλαὶ ἐν τῇ Χαλκῇ πύλῃ, πρὸς μὲν τὸ πρόσθεν περιπατοῦντι εὐωνύμως, πρὸς δὲ τὸ ὄπισθεν δεξιῶς,
5τῆς Ἀρτέμιδος θεᾶς ἐκ τοῦ ναοῦ Ἐφεσίων ἥκασιν 〈ὀκτώ〉·
τὰ μὲν τέσσαρα ἐν τοῖς Ταύρου μέρεσιν, ἐν τοῖς παλαιοῖς παλατίοις προσπηχθέντα Κωνσταντίνου, ἔνθα καὶ Ἰουλιανοῦ καὶ τῆς τούτου γαμετῆς, ἀλλὰ καὶ Κωνσταντίνου τοῦ με‐ γάλου καὶ τῶν υἱῶν αὐτοῦ καὶ Γάλλου καθορῶνται ἀγάλ‐51
10ματα· τὰ δὲ τέσσαρα ἐν τῇ προειρημένῃ πύλῃ εὐωνύμῳ μέρει· ἔνθα καὶ σταυρὸς πεπηγὼς ἐπὶ Ἰουστινιανοῦ τοῦ πάλαι καὶ Βελισαρίου 〈καὶ ἄλλων στῆλαι〉 καινουργηθεῖσαι ἵστανται· ἐν ᾗ καὶ αὐτὸς Βελισάριος καθορᾶται χρυσέμβαφος, ἡλιοκέ‐ φαλος, καὶ Τιβέριος ὁ κυρτοειδὴς Θρᾲξ καὶ Ἰουστῖνος αὐ‐
15τόθι ὁ πρῶτος λεπτοειδής, ἐπίφορος κατ’ ἰδέαν πάνυ, καὶ τῶν συγγενῶν ἑπτά, αἱ μὲν ἐκ μαρμάρου, αἱ δὲ καὶ χαλκαῖ, ἐκ τῶν ζωσμάτων ἐπιγινωσκόμεναι ἀκριβῶς τοῖς παριοῦσι.

45

Πολλὰ τῇ βασιλίδι Πουλχερίᾳ Λέων ὁ μέγας ἐμα‐ κάριζεν· ὅθεν καὶ μνήμην αὐτῆς τῆς τελειώσεως ἐπετέλει, καὶ ἐν τῷ τάφῳ αὐτῆς αὐτὸς ἱστόρησε τὸ ταύτης ἴνδαλμα. Καὶ ἐν τοῖς βασιλείοις δὲ θεωρῶν αὐτὴν ἐν ἱστορίᾳ τὸν
5βίον ὅλον αὐτῆς ἐμακάριζεν. Μαρκιανοῦ δὲ στήλην καὶ Πουλ‐ χερίας ὁ αὐτὸς Λέων ἐν τοῖς Θεοδοσιανοῦ ἐμβόλοις μετα‐ στήσας τῇ βασιλίδι πόλει προσέθηκεν.

46

Ἰουλιανοῦ χαραγὰς Θεοδόσιος ὁ μέγας ἠμαύρωσε· μεθ’ ὧν καὶ τὴν τούτου στήλην ἔξω τῆς Χαραγῆς ἑστηκυῖαν θεασάμενος ἠρυθρίασε, καὶ τοῖς συνοδεύουσιν ἐπύθετο, τίνος ἂν εἴη τὸ χάραγμα. Τῶν δὲ Ἰουλιανοῦ φησάντων, εὐθὺς
5ἐκεῖνον εἰπεῖν ὅτι μέλαν ἄνθρωπον τὴν στήλην τεθέαμαι καὶ πάνυ ἠρυθρίασα· καὶ παραυτίκα ταύτην κατέαξε, καὶ δόγμα
προέθηκεν, ὅτι ὅπου ἐὰν εὑρεθείη ἐν χαραγαῖς νουμίων τὸ τοιοῦτον ὑπόδειγμα καὶ μὴ τῷ δημοσίῳ καταμηνυθῇ, δημευ‐ θεὶς ὁ τοιοῦτος ἐξόριστος Κωνσταντινουπόλεως γένηται.52

47

Πολὺς ἦν Ἰουλιανὸς ἐν μαγγανείαις· ὅθεν καὶ τοῖς εἰδώλοις εἰς στήλας βασιλικάς, φασίν, ἐξεικόνιζε καὶ προσκυ‐ νεῖσθαι ταύτας ὡς βασιλέων εἰκόνας ἠνάγκαζεν· μεθ’ ὧν καὶ ἐν τῇ Νικομηδέων μητροπόλει τὸ τοῦ Ἀπόλλωνος ἄγαλμα
5χρυσέγκαυστον κατασκευάσας καὶ τῆς θεᾶς Ἀρτέμιδος νόμοις ὁμοίοις ἐνομοθέτει προσκυνεῖσθαι, ὡς αὐτοῦ φησιν εἶναι καὶ τῆς γαμετῆς τὰ ἰνδάλματα· ὅθεν καὶ ἄπειρον πλῆθος κλαπὲν εἰς εἰδωλολατρείαν κατέπεσεν.

48

Ἐν τοῖς Πανεάδος μέρεσι τῇ ἐπονομαζομένῃ Και‐ σαρείᾳ τῆς Φιλίππου διερχομένου Ἰουλιανοῦ, τὸ τῆς αἱμορ‐ ροούσης ἴνδαλμα θεασάμενος καὶ αὐτοῦ τοῦ Ἰησοῦ τὸν ἀν‐ δριάντα ὡς ἔλεγον ὑπ’ αὐτῆς κατασκευασθέντα· ἐν οἷς
5κεκυφυῖα ἡ γυνὴ καὶ τῇ δεξιᾷ χειρὶ τοῦ κρασπέδου τοῦ ἀνδριάντος Ἰησοῦ ἁπτομένη· μέσον που βοτάνης εἶδος, ἀλεξη‐ τήριον φάρμακον πρὸς πᾶσαν νόσον ἐπιτήδειον ἐκφυὲν καὶ τυφλοὺς ὥς φασι τοὺς ἐκ κοιλίας μητρὸς ἐξελθόντας ἰάσα‐ σθαι (τοῦτο δὲ καὶ Εὐσέβιος ὁ Παμφίλου καὶ ὁ Διακρινό‐
10μενος ἀκριβέστερον μέμνηται)—ταῦτα Ἰουλιανὸς θεασάμενος ἐπύθετο τὸ μυστήριον, καὶ μαθὼν Ἰησοῦ εἶναι τὸν ἀνδριάντα κατέκλασεν· ὡσαύτως δὲ καὶ τῆς Βερονίκης, ὡς ὁ Διακρινό‐ μενος μέμνηται καλεῖσθαι τὴν αἱμόρρουν· καὶ τὸ φυτὸν δὲ κατέκαυσε καὶ Διὸς εἴδωλον καὶ Ἀφροδίτης ἐν τῷ τόπῳ
15ἀνατεθεικὼς καὶ ἑαυτόν· ἐν οἷς καὶ ναὸν οἰκοδομήσας ἐπέ‐ γραψε τάδε· ‘θεῷ Διῒ παντεπόπτῃ· Ἰουλιανὸς Πανεάδι εἰς
δῶρον ἄγει‘. Ἔνθα καὶ Μαρτύριος ἐπίσκοπος πολλὰ ἐξου‐ θενήσας αὐτὸν ἐκάη πλησίον τοῦ ναοῦ, ὡς ἔλεγον, εἰς θυ‐ σίαν θεοῖς.53

49

Ἰουλιανοῦ βασιλεύοντος, πρὶν ἢ τὴν Ῥώμην κατα‐ λαβεῖν, στήλην ἐν Βυζαντίῳ τούτου ἀνέστησαν ἐν τοῖς Κων‐ σταντινιανοῦ ἐμβόλοις· καὶ ὁ στρατηλάτης δὲ Δημόφιλος χαίρων τῇ τῶν εἰδώλων θρησκείᾳ ἐν πορφυρῷ κίονι ταύ‐
5την ἀνέθηκεν· † μέγας θεοσεβὴς ὑπάρχων Ἰουλιανός. Διὰ τοῦτο ἢ μόνον ἐβασίλευσεν, καὶ ἐν Ῥώμῃ καὶ ἐν Ἀν‐ τιοχείᾳ εἰκόνας αὐτῷ ἔν τε σανίσι καὶ χαλκουργήμασι μεγί‐ στοις ἀνέθετο.

50

Γρατιανὸς μετὰ τὸ γῆμαι ἐν Ῥώμῃ παρεγένετο καὶ ἑαυτὸν καὶ τὴν γαμετὴν ἐν ἀργυραῖς στήλαις εἰς ἄλλο θέαμα τῇ Ῥώμῃ προέθηκεν.

51

Οὐαλεντινιανοῦ τοῦ νεωτέρου ἐν τοῖς Λεοντίου ἐμ‐ βόλοις ὑπῆρχε στήλη θαυμάσιος, ἔνθα Ζήνων τὰς ἐποψίας ἐποιεῖτο. Ζήνων Οὐαλεντινιανοῦ τὴν στήλην θεασάμενος ἀτυχεῖν ἔφησε τοὺς μὴ εἰκόσιν εἰς μνήμην καθορᾶσθαι Καί‐
5σαρας.

52

Ἐν τῷ Βοῒ Κωνσταντίνου φοσσάτον παρεσκευάσθη μέγιστον, καὶ πόλεμον αὐτῷ Βύζας παρετάξατο, καὶ ἀπέθανον Ἕλληνες, ὡς ὁ Σωκράτης φησίν, εἴκοσι χιλιάδες. Παρευθὺ δὲ ἐν αὐτῷ τῷ Βοῒ σταυρὸς ἀργυροῦς κεχρυσωμένος ἐτυπώθη
5καὶ Κωνσταντίνου καὶ Ἑλένης εἰκόνες, ἀμφοτέρων αἱ χεῖρες
τὸν σταυρὸν κατέχουσαί φασι τὸν θεόδουλον.54

53

Ὅτι τὰ λεγόμενα Κοντάρια βίγλαν εἶχον ἕως ἔτη ζʹ· καὶ ἐν αὐτῷ τῷ τόπῳ πόλεμος ἕως ἔτη βʹ καὶ ναὸς εἰδώλων μικρὸς πάνυ, ὃν ἔλεγον Γαληνοῦ εἶναι· ὃν καθελὼν Κων‐ σταντῖνος τῆς Θεοτόκου οἶκον ἀνήγειρε καὶ ἑαυτὸν ἐγχαράξας
5καὶ τὴν μητέρα καὶ Ἰησοῦν καὶ τὴν Παρθένον πανηγυρικὰς ἑορτὰς ἐπετέλει εἰς ἡμέρας ιβʹ.

54

Ἐν τοῖς Βιγλεντίου ὑπῆρχεν ἡ ὀχυρωτάτη βίγλα Κωνσταντίνου, ἣν πρὸ τῆς ὀπτασίας 〈ἔξω〉 τῆς πόλεως ἔστησεν· ἐκεῖ γάρ, ὡς ἔλεγεν, καὶ τὸν σταυρὸν περὶ δειλινὸν ὀφθαλμοφανῶς ἐθεάσατο. Ἐν αὐτῷ δὲ τῷ τόπῳ τοῖς Βιγλεν‐
5τίου Σευῆρος Γάζους κατῴκισεν, οὓς καὶ πολεμήσας Μαξι‐ μῖνος στρατηγὸς Κωνσταντίνου ὡσεὶ ὀκτὼ χιλιάδας ἀπέκτεινεν. Καὶ τότε οἱ λοιποὶ καταβάντες τῶν ἵππων καὶ τὰ ξίφη κλά‐ σαντες τοῖς ποσὶν Μαξιμίνου ἐγκυλινδούμενοι σωτηρίας τυ‐ χεῖν ἱκέτευον· καὶ τυχόντες ἐκ τῶν ἰδίων χαλκουργημάτων
10Κωνσταντίνῳ στήλην ἀνέθεντο.

55

Ἐν τῷ Φόρῳ μʹ ἡμέρας Κωνσταντῖνος ἐδοξάσθη καὶ εὐφημίσθη παρὰ τοῖς μέρεσι καὶ παρὰ τοῖς ἄρχουσι τῆς αὐτῆς πόλεως. Κανονάρις δὲ φιλόσοφος ἐν ὑψηλῷ
τόπῳ ἀνελθὼν μετὰ τὸ πεσεῖν τοὺς ὄχλους μεγάλῃ φωνῇ55
5ἔκραξεν· ‘ὑπὲρ προγόνων μὴ φρόνει, ὁ τῶν προγόνων καθ‐ αιρέτης.‘ Ὃν ὁ Κωνσταντῖνος μετακαλεσάμενος συνεκρότει καὶ παρεκάλει τοῦτον παύσασθαι ἑλληνίζειν. Ὁ δὲ ἰσχυρᾷ τῇ βοῇ ὑπὲρ προγόνων καὶ ἀποθνήσκειν ἑλόμενος ἐκαρατο‐ μήθη ἐν τοῖς αὐτοῖς Βιγλεντίου ἐμβόλοις εἰς φόβον τῶν
10καταληφθέντων Γάζων.

56

Ἡ στήλη ἡ ἐν τῷ Φόρῳ πολλὰς ὑμνῳδίας ἐδέξατο. Ἐν αὐτῇ τὸ πολίτευμα καὶ Ὀλβιανὸς ἔπαρχος καὶ οἱ σπα‐ θάριοι, οἱ κουβικουλάριοι καὶ μόνον καὶ σιλεντιάριοι μετὰ κηρῶν λευκῶν ὀψικεύσαντες, λευκὰς στολὰς ἀμφότεροι περι‐
5βεβλημένοι, ἀπὸ τὸ καλούμενον ἀρτίως Φιλαδέλφιν, τότε δὲ Προτείχισμα καλούμενον (ἐν οἷς καὶ πόρτα ἦν τὸ πρότερον ὑπὸ Κάρου κατασκευασθεῖσα) ἀνήνεγκαν ἐποχουμένην εἰς καρούχαν· ὡς δὲ ὁ Διακρινόμενός φησιν, ὅτι ἐκ τῆς καλου‐ μένης Μαγναύρας. Ἐν οἷς ἐν τῷ Φόρῳ τεθεῖσα καὶ πολ‐
10λάς, ὡς προείρηται, ὑμνῳδίας δεξαμένη εἰς Τύχην τῆς πόλεως προσεκυνήθη παρὰ πάντων, ἐν οἷς καὶ τὰ ἐξέρκετα· ἔσχατον πάντων τότε ὑψοῦτο ἐν τῷ κίονι, τοῦ ἱερέως μετὰ τῆς λιτῆς παρεστηκότος καὶ τὸ ‘Κύριε ἐλέησον‘ πάντων βοώντων ἐν ρʹ μέτροις. Πολλὰ οὖν ὁ Διακρινόμενος ἄνω‐
15θεν τοῦ κίονος φάσκει πράγματα τεθῆναι, ἔνθα ἡ στήλη ἵσταται, ἐν οἷς καὶ χαραγὴ βασιλικὴ Κωνσταντίνου ἡ λεγο‐ μένη σωτηρίκιος, χίλια κεντηνάρια. Τότε εὐφημίσθη ἡ πόλις κληθεῖσα Κωνσταντινούπολις, τῶν ἱερέων βοώντων· ‘εἰς ἀπείρους αἰῶνας εὐόδωσον ταύτην, Κύριε‘. Καὶ οὕτως μετὰ56
20πολλῆς δορυφορίας ἐμμέτρως μʹ ἡμέρας πανηγυρίσαντες, τοῦ βασιλέως σιτηρέσια πάμπολλα τοῖς ὄχλοις χαρισαμένου, ἀπῆλ‐ θεν ἕκαστος ἐν τῇ ἰδίᾳ οἰκίᾳ. Καὶ οὕτως τῇ ἐπαύριον τὸ γενέθλιον τῆς πόλεως γέγονεν καὶ ἱπποδρόμιον μέγα, πολλὰ κἀκεῖσε χαρισαμένου, καταλείψας τὰ τοιαῦτα γενέθλια εἰς
25μνήμην αἰώνιον.

57

Ἐν τοῖς πλησίον τοῦ Ταύρου μέρεσιν Κωνσταντῖνος ὁ μέγας ἐν τῷ θέρει ἀδεῶς διέτριβεν· ἔνθα Σευήρου τοῦ υἱοῦ Κάρου ὑπῆρχε παλάτιον καὶ νεώς, εἴδωλον θεοῦ Σευήρου ὀνομαζόμενον· ἔνθα καὶ τέσσαρες συνθεταὶ καμάραι παμ‐
5μεγέθεις καὶ αὐταὶ ὑπὸ Σευήρου κατασκευασθεῖσαι, πολλὰ μαντείας εἰς χρῆσιν † οἰὁμισμῶν θεῶν μακάρων καὶ θεῶν Βητγάμων ἔχουσαι εἴδωλα, ἀργυρᾶ τε καὶ χαλκᾶ καὶ ἐξ ἐλε‐ φαντίνων καὶ μαρμάρων, ὡς λόγος φέρει πολλῶν, ὡς εἶχε, φησίν, ἐν αὐταῖς ταῖς καμάραις· καὶ πόλεμος Κωνσταντίνου
10γέγονε καὶ Σευήρου τὸν Ἑρκούλιον ἐνίκησε καὶ ἐν ταῖς κα‐ μάραις τὴν κεφαλὴν αὐτοῦ τε καὶ τῶν μεγιστάνων αὐτοῦ
ἐπὶ ἑπτὰ ἡμέρας ἐκρέμασε· καὶ μετὰ ταῦτα τὰ εἴδωλα συγ‐ κλάσας εἰς μέρος αὐτουργικὰ ὑπάρχοντα ἐκ τῶν αὐτῶν μαρ‐ μάρων εἰς θέαν ἔασεν. Ἐν αὐτῷ τῷ τόπῳ ἕως Ἰουλιανοῦ57
15ἐτιμωροῦντο κατάδικοι. Ἐν τῷ αὐτῷ τόπῳ ὑπερκειμένη πλάκα εἰς μῆκος ἄγαν καὶ ζωδίοις ἀναγεγλυμμένοις τοὺς πολέμους Κωνσταντίνου ἕως τοῦ τρίτου σεισμοῦ προέκειτο δεικνύουσα. Κωνσταντίνου στήλη ἐκεῖσε ἄνωθεν τῆς καμάρας τῆς πρὸς τὸ ἄνωθεν μέρος ἐτύπωτο, τὸ σημεῖον τοῦ σταυροῦ ἐν τῇ
20δεξιᾷ χειρὶ κατέχουσα.

58

Ἐν τοῖς Φιλαδελφίου τῆς καλουμένης πόρτης μέ‐ ρεσιν ἐνυπνιάσθη Κωνσταντῖνος· ἐκεῖ πρῶτον πάντων τὸν τύπον τοῦ σταυροῦ ἐθεάσατο, τυπώσας αὐτὸν εἰς μῆκος καὶ πλάτος, ὡς εἶδεν, ἐν κίονι πορφυρῷ τετραπλεύρῳ, χρυσώσας
5αὐτόν, καὶ σημεῖον σπόγγου ἐν τοῖς ποσὶν τοῦ σταυροῦ ἀσφαλισάμενος· 〈καὶ στήλην〉 τῆς μητρὸς Ἑλένης καὶ αὐτοῦ καὶ τῶν υἱῶν ἐξ αὐτοῦ 〈τοῦ〉 τετραπλεύρου κίονος ἀνατυ‐ πώσας εἰς θρόνους ἐτίμησε. Πολλὰς ὑπατείας ὁ μέγας Κων‐ σταντῖνος ἐν αὐτῷ τῷ τόπῳ πεποίηκεν. Ἐν αὐτῷ δὲ τῷ τόπῳ
10ἐτιμήθησαν κεντυρίονες διὰ τὸ τὸν σταυρὸν βαστάζειν ἐν
προτιμήσει γενόμενοι, ὑπεράνω † βαλλέριον καθίσαντες.58

59

Πολλὰς Κωνσταντῖνος στήλας ἐν τῷ Φόρῳ προ‐ έθηκεν, μεθ’ ὧν καὶ ἐξ ἰδίας κατασκευῆς ἕως λʹ. Πρῶτος ὕπατος ἐν τῷ Φόρῳ Καλλίστρατος ἐτιμήθη· καὶ ἕως βασι‐ λείας Κωνσταντίνου ὕπατοι κωδικέλλους ἐν τῷ Φόρῳ ἐλάμ‐
5βανον. Ὁ δὲ Καλλίστρατος ὕπατος μεγάλως ἐτιμήθη ἐν τῷ Φόρῳ, ὡς πρῶτος τὴν ἀξίαν τοῦ ὑπάτου δεξάμενος, τοῦ Πρασίνου μέρους βοῶντος· ‘Καλλίστρατος εὐτυχὴς καὶ εἰς ἄλλο προκόψει‘. Ὁ δὲ φοβηθεὶς τῷ τοῦ ἁγίου 〈...〉 τεμένει καταλαμβάνει, καὶ εἰσελθὼν ἐν αὐτῷ ἐζήτει πρεσβείαν. Πολλὰ
10Κωνσταντῖνος τῷ Καλλιστράτῳ ἐξωμόσατο μὴ ἀδικῆσαι· ὁ δὲ οὐκ ἠνέσχετο καὶ χειροτονηθεὶς πρεσβύτερος τῆς ἐκκλη‐ σίας ἐξέρχεται· ὃς καὶ ἐπισκόπησεν ὕστερον· ὅθεν μοι τὰ πολλὰ ἐμφέρεται διηγήματα.

60

Ἐν τῷ Ἱπποδρομίῳ ἀπετέθησαν εἴδωλα ἐκ τῆς Ῥώ‐ μης ἥκοντα ὡσεὶ ξʹ, ἐν οἷς καὶ Αὐγούστου, ὡς οὐ γέγραπται
μέν, λέγεται δέ, τὸ ὁμοίωμα.59

61

Πολλὰ ἡμῖν διεβεβαιοῦτο Φίλιππος ἔπαρχος, ὅτι τὸ ἐν τῷ Ἱπποδρομίῳ ὑπάρχον ὁμοίωμα Θετταλικὸν κατα‐ σκεύασμα ὑπάρχει Ποντίου τινός, τὸ ἄνωθεν τῆς βασιλικῆς καθέδρας ἱστάμενον. Ἐν δὲ τοῖς γυναικείοις ὁμοιώμασιν,
5τὸ πλησίον τῶν Μήδων τοῦ ἐλεγείου, αἱ γεννῶσαι θῆρες καὶ ἀνθρώπους ἐσθίουσαι· τὴν μὲν μίαν Ἡρωδίων μοι ἐτρά‐ νωσεν Ἰουστινιανοῦ τοῦ ἀθέου δηλοῦσαν τὴν ἱστορίαν 〈τῶν δευτέρων αὐτοῦ πράξεων〉· τὸ δὲ δεύτερον, ἐν οἷς καὶ πλοῖον ὑπάρχει, μὴ πληρωθῆναι, ἀλλὰ περιμένειν. Ὅπερ
10ἀκούσας ἐδάκρυσα, εἰ ἄρα γ’ ἔτι τοιοῦτον πάλιν τῇ Κων‐ σταντινουπόλει ἐπέλθοι ἀλόγημα. Ἰουστινιανὸς ὁ μέγας ἐν τοῖς τοῦ καθίσματος † κατ’ ἔπος ἐποχεῖτο ἐν ἵππῳ χαλκῷ μετὰ τὴν νίκην Μήδων. Ἡ ἐν τῷ Ἱπποδρομίῳ καθεζομένη γυνὴ ἐν σελλίῳ χαλκῷ καὶ αὐτὴ ἄνωθεν, ὡς προείπομεν, ὁ
15μὲν Ἡρωδίων ἐδίδαξε Βερίναν εἶναι τοῦ μεγάλου Λέοντος· ὡς δὲ ἐγὼ παρὰ πλειόνων ἤκουσα, ἐξ Ἑλλάδος εἶναι τὸ εἴδωλον μᾶλλον τῆς Ἀθηνᾶς, ὅπερ καὶ ἐπίστευσα.

62

Πολλὰ Φίλιππος ἱστόρησεν ὁ δυνάστης, μεθ’ ὧν
καὶ τοῦτο παρέδωκεν, ὅτι τὸ δρακονταῖον Ἀρκαδίου μὲν ἐκτύπωμά ἐστιν, Ὁνωρίου δὲ ἀδελφοῦ αὐτοῦ ἐπίδειξις ἐν Ῥώμῃ βασιλεύοντος. Ἔνθεν καὶ χρησμοὶ καὶ πρὸ ἡμῶν καὶ60
5ἕως τῆς δεῦρο οὐκ ὀλίγοι γεγόνασιν. Ἡ δὲ ἄνωθεν τοῦ δρακονταίου ὕαινα ἀπὸ Ἀντιοχείας τῆς πρώτης εἰς Κων‐ σταντινούπολιν ἐλήλυθεν ἐπὶ Κωνσταντίνου τοῦ μεγάλου, καθὼς ὁ προειρημένος Φίλιππος ἱστόρησεν.

63

Ἐν τῷ Ἱπποδρομίῳ πολλοὶ φόνοι καὶ κακὰ γεγό‐ νασιν καὶ μάλιστα ἐν τοῖς πρὸ ἡμῶν· ἐν οἷς καὶ ἐφ’ ἡμῶν Ἀναστάσιος ὁ μοναχὸς δι’ ἀληθείας τρόπον ἀντιλέγων τῷ βασιλεῖ ἐκαύθη.

64

Εὐδοκίας Ἀθηναίας κατὰ μοῖραν δικασθείσης κατὰ χάριν ηὕρατο τύχην, καθ’ ἣν οἱ αὐτάδελφοι, τὸ ξένον τῆς συγγόνου ἀκηκοότες εὐτύχημα, ἀνελθεῖν συνεπειρῶντο φιλο‐ σόφοις ζʹ καὶ τῇ τύχῃ ἐξ ἀτυχίας ἐδεήθησαν ἱλασθῆναι.
5Θεοδόσιος δὲ ὁ βασιλεὺς εἰς τὸ Ἱππικὸν ἥλατο, τοῖς φιλο‐ σόφοις ἀρέσων· καὶ τίς αὐτῶν οὐκ ἐνείλησεν; Ἦσαν δὲ τὸν ἀριθμὸν ζʹ· Κράνος, Κάρος, Πέλοψ, Ἀπελλῆς, Νερούας,
Σιλβανός, Κύρβος. Οὗτοι συνῆσαν εἰς τὸ Ἱππικὸν τῷ βα‐ σιλεῖ θέας 〈χάριν〉 Ὀλυμπίων. Ὁ δὲ βασιλεὺς Θεοδόσιος61
10ὁρῶν τοὺς φιλοσόφους θαυμάζοντας φησὶν πρὸς αὐτούς· ‘ὦ φιλόσοφοι, εἰ θαυμάζετε, κατεφιλοσοφήθητε.‘ ὡς παραυ‐ τίκα ἀποκριθῆναι ἕνα ἐξ αὐτῶν, Ἀπελλῆν ὀνόματι, καὶ εἰ‐ πεῖν· ‘† μὴ θαυμάσιν ἐμὲ τοὺς ἵππους τῷ ἐπιβάτῃ, εἰδὼς ἀκριβῶς ὅτι ἵπποι ἀνθρώπων ἐπιβάται γενήσονται, ἀλλασ‐
15σομένων τῶν Ὀλυμπίων, καὶ τὸ θαυμάζον ἀμβλυωπιάσει.‘ Νερούας δὲ ἀπεκρίνατο· ‘κακὸν τῇ βασιλίδι στοιχεῖον· ὁρῶ τὸ στοιχεῖον τοῖς στοιχείοις συντρέχοντα.‘ Καὶ ὁ Σιλβανὸς ἰδὼν τὸ πρὸς μεσημβρίαν ζώδιον, εἰς τὸ ἄνω τὸ γόνυ
† κάβου δίκην κεκμηκότα, φησίν· ‘καλῶς ὁ στοιχειωσάμενος·62
20καιροὶ γὰρ ἐπὶ τούτου ἀγόνατοι ἔσονται.‘ Ὁ δὲ Κύρβος ἐν τῷ δήμῳ ὁρῶν εἶπεν· ‘ὦ δῆμε, δι’ ὃν δήμιοι περισσεύουσι.‘ Πέλοψ δὲ τοὺς ὅρους τῶν ἵππων ἰδὼν εἶπε· ‘τίνος τὸ πρό‐ βλημα;‘ Θεοδοσίου δὲ φήσαντος ‘Κωνσταντίνου‘, εἰπεῖν ἐκεῖνον· ‘ἢ φιλόσοφος ἄκυρος ἢ βασιλεὺς οὐκ ἀληθής.‘
25Ἑώρα γάρ τι ὁ φιλόσοφος θηλύμορφον ζώδιον, τετραμερέσι ζωδιακοῖς γράμμασι γεγραμμένον, καὶ εἶπεν· ‘ὦ τετραπέ‐ ρατε, ἐξ οὗ Κωνσταντῖνος καὶ ἀπέρατοι ἔσονται.‘ Κάρος δὲ προτραπεὶς παρὰ τοῖς φιλοσόφοις λαλῆσαι φησίν· ‘δυστυχῆ μοι τὰ πάντα φαίνεται, ὅτι, εἰ ταῦτα τὰ στοιχεῖα, ὡς πει‐
30ρῶνται, ἀληθεύσουσιν, ἵνα τί ἡ Κωνσταντινούπολις συνέ‐ στηκεν;‘ Κράνος δέ, ὅστις καὶ λογιστὴς τῆς Ἀθηνῶν φιλο‐ σοφίας ἐλέγετο, μειδιῶν ἐπεκοκκυία. Τοῦ δὲ βασιλέως πυν‐ θανομένου ‘τίς ἡ αἰτία;‘ † 〈....〉ατο ἐναρκία τὸ πλεῖον γελῶν ἢ σκώπτων. Νάρκισσος δὲ πραιπόσιτος δίδωσι τῷ
35φιλοσόφῳ ῥάπισμα εἰπὼν πρὸς αὐτόν· ‘τῷ Ἡλίῳ ὡς Ἡλίῳ ἀποκρίνου, σκότος ὑπάρχων.‘ Τοῦ δὲ καὶ τὴν ἄλλην στρέ‐ ψαντος, δίδωσιν ὁ Νάρκισσος. Ὁ δὲ φιλόσοφος τῷ Ναρ‐ κίσσῳ ἔφη· ‘οὐ διὰ σὲ λαλήσω, ἀλλὰ τοῖς γράμμασι δυσω‐ πούμενος.‘ Τὸ δὲ πρόβλημα τοῦ Κράνου τοιοῦτόν ἐστιν·
40ᾔτησεν τῷ βασιλεῖ τὰ ἐν τῷ Ἱππικῷ στοιχεῖα θεάσασθαι, καὶ τοῦ βασιλέως κελεύσαντος εἵλετο εὐθὺς ἐκεῖνος. Ἔστι δὲ ἀνδροείκελον τὸ ἄγαλμα περικεφαλαίαν τῇ κεφαλῇ περιέχον, γυμνόν τοι ὅλως καὶ ἐν τοῖς βρετγάνοις διδύμοις ἐπικεκα‐ λυμμένον. Τοῦ δὲ φιλοσόφου πυθομένου ‘τίς ἄν‘ ἔφη ‘ὁ63
45στήσας;‘ ἔφη τις ἀναγνώστης ὅτι ‘Οὐαλεντινιανὸς τοῦτο προὔθηκεν·‘ εἶπεν δὲ ὁ φιλόσοφος· ‘πότε καὶ τὸν ὄνον;‘ τοῦ δὲ φήσαντος ‘ὁμοῦ‘, εἰπεῖν ἐκεῖνον· ‘ποτὲ ὄνος ὡς ἄνθρωπος ἔσται· ὦ συμφορά, ὅτι ἄνθρωπος ὄνῳ ἀκολουθεῖ.‘ Ἀλλὰ μὴ ἔστω 〈τὸ〉 τοῦ μάντεως. Τοῦτο τὸ πρόβλημα εὑ‐

64

(50)

ρέθη ἐν τοῖς τόμοις Λέοντος τοῦ μεγάλου, ὃ ἐφιλοσόφησε Κράνος, παρὰ Λιγυρίου ἀστρονόμου καὶ ὑπάτου τοῦ αὐτοῦ βασιλέως Λέοντος.

65

Ἀσκληπιόδωρος ἐπὶ Ἀναστασίου ἰδὼν τὸ ζώδιον τὸ μέγα, τὸ ἐν τῷ Ἱππικῷ τὴν χεῖρα ἐπὶ τοῦ προσώπου κατέ‐ χοντα, ἔφη· ‘ὦ βία, ὅτι πᾶσα ἀνθρωπίνη ἔνδεια εἰς μίαν ἀνθρώπου φρόνησιν ζυμωθεῖσα.‘ Καί τις αὐτῷ ἐπέδειξε
5γράμματα ἐν τῷ μαρμάρῳ· τοῦ δὲ ὑπαναγνόντος, φησίν· ‘ἀγαθὸν μὴ φθάσαι τοῖς τότε μέλλουσιν εἶναι· ὡς κἀμοί τι κέρδος τοῦ μὴ ἀναγνῶναι‘.

66

Δέον γινώσκειν ὅτι ἡ στήλη ἡ καλουμένη Ταῦρος
Θεοδόσιός ἐστιν ὁ μέγας· ἐν ᾗ ποτε ἐδέχετο ὁ βασιλεὺς τοὺς ἀπὸ τῶν ἐθνῶν δυνάστας. Ἀργυραῖα δέ τις ἦν πρώην, ὡς ὁ Σωζομενὸς διδάσκει. Κλήμης δὲ τὰς ὁμοίας καὶ πολυ‐64
5μόρφους μαρμαρίνας Κωνσταντίνου εἶναι φάσκει τοῦ υἱοῦ Κώνστα.

67

Ὁ Πιττάκης ὁ λεγόμενος Λέων ὁ μέγας ἐστίν, ὁ παρὰ τ〈οῖσ〉 πολλοῖς Μακελάριος λεγόμενος· καθ’ ἣ〈ν〉 τὰ δεξίματα τῶν βασιλέων ἐκεῖσε ἐγένοντο. Ἀλλὰ καὶ παλά‐ τιον ἦν ποτε συνιστάμενον πλησίον τῆς παλαιᾶς ἐκκλησίας
5τῆς ἁγίας Εἰρήνης, καθὼς Ἰωάννης ὁ Διακρινόμενος λέγει.

68

Δέον γινώσκειν ὅτι τὸ λεγόμενον Αὐγουσταῖον στή‐ λας τρεῖς διαδέχεται· Κωνσταντίνου τὸ πρῶτον, ἐν ο〈ἷσ〉 καὶ βασιλικαὶ ἦσαν κάτω εʹ τοῦ κίονος, Κωνσταντίου, Κών‐ σταντος καὶ Κωνσταν〈τίνου〉 [Κώνσταν] τε καὶ Λικινίου·
5ἀλλὰ καὶ ὕστερον Ἰουλιανοῦ. Ἐπὶ Θεοδοσίου οὖν τοῦ με‐ γάλου στήλη ἑτέρα τῷ κίονι διαδέχεται, ἀργυραῖα καὶ αὐτή, ἀλλὰ καὶ Ἀρκαδίου καὶ Ὁνωρίου πρ〈ὸσ〉 τῇ γῇ, ὡς ὁ Θεό‐ δωρός φησι. Ἐν δὲ τοῖς Σωζομενοῦ γράμμασι, φησίν, Ἰου‐
στινιανός ἐστιν, ὃ νῦν καθορᾶται τὸ μέγιστον τοῦ Φόρου65
10ζώδιον. Καθά φησι Θεοδώρητος καὶ Εὐσέβιος, ἐν οἷς δο‐ κοῦσι σφάλλεσθαι βιβλίοις, Ἕλληνος εἶναι στήλην· καθ’ ἣν ἀφιερώσας ὁ μακάριος Κωνσταντῖνος δι’ εὐχῆς ἔστησεν. Ἐν δὲ τοῖς Ἀπολλιναρίου καὶ Ἀλεξάνδρου συγγράμμασιν Κων‐ σταντίνου εἶναι τοῦ μεγάλου, καθὰ καὶ Μιλίχιος ὁ χρονο‐
15γράφος ἐξηγήσατο.

69

Ὁ τρίπους ὁ ἐν τῷ Στρατηγίῳ τῷ μεγάλῳ, καθὰ Προμούντιος Ἀλέξανδρον λέγει εἶναι τὸν Μακεδόνα. Ἐπι‐ στώσατο δὲ καὶ ἐκ τῶν γραμμάτων, καὶ ὅσοι τοῖς γράμμασιν αὐτοῦ ἐμφιλοχωροῦσι, μάλιστα οἱ ταῖς μαντείαις στοιχοῦντες,
5ἐπιγινώσκουσι τὸν Ἀλέξανδρον εἶναι. Γράφει δὲ ὁ αὐτὸς καὶ Κωνσταντῖνον τὸν ἅγιον ἐκεῖ πρῶτον φόρον τῇ πόλει ταύτῃ ἀναστῆσαι.

70

Τὸ καλούμενον Φιλαδέλφιν Κωνσταντίνου εἶναι τοῦ μεγάλου τοὺς υἱούς, ἀπὸ Γαλλίας τὸν ἕνα πρὸς τὴν Κων‐ σταντινούπολιν ἐλθόντα μετὰ τὸν θάνατον τοῦ πατρός· με‐ γάλης τε ὑπαντῆς καὶ χαρᾶς γενομένης ἀσπάσασθαι ἀλλή‐
5λους καὶ παρευθὺ στήλας αὐτῶν ἀνεγεῖραι τῇ πόλει τὸ σχῆμα ὑποσωζούσας. Ἰουλιανοῦ δὲ στήλη καὶ Ἀναστασίας τῆς αὐτοῦ γαμετῆς, ἣν διὰ τὸ εἶναι Χριστιανὴν ἐξέβαλε τῆς
βασιλείας. Αὐτὴ δὲ ἐν τῷ μοναστηρίῳ τῶν Προμούντου ἀπε‐ κείρατο. Αἱ δὲ αὐταὶ στῆλαι μέχρι τοῦ νῦν σώζονται ἐν τῷ66
10Φιλαδελφίῳ.

71

Ὁ λεγόμενος Ξηρόλοφος στήλην μὲν ἔχει, καθὼς ὁ Διακρινόμενος λέγει, τοῦ μικροῦ Θεοδοσίου καὶ Οὐαλεντι‐ νιανοῦ κάτωθεν τοῦ κίονος καὶ Μαρκιανοῦ. Σεισμοῦ δὲ γενομένου πεπτωκέναι τὴν στήλην, καὶ ὡς λόγος λέγει, ἀνελ‐
5θεῖν αὐτὴν ἄνωθεν τῶν ἑπτὰ κιόνων· καὶ ὑποστρέψαι 〈τὴν〉 Μαρκιανοῦ καὶ Οὐαλεντινιανοῦ ἐν τῷ Τριβουναλίῳ.

72

Ὁ λεγόμενος Νεώριος ὁ καὶ Ἀρκάδιος· ὃν Κόνων ἐστοιχειώσατο, εὑρὼν τὸν τόπον πλείστοις πόνοις Κωνσταν‐ τίνου τοῦ μεγάλου πονηθέντα· ἐν ᾧ καὶ αἱ ἀγοραὶ τῶν θα‐ λασσίων ἐμπορευμάτων πρώην ὑπῆρχον ἐκεῖ· ἐπὶ Ἰουστινια‐
5νοῦ δὲ μετεποιήθησαν εἰς τὸν Ἰουλιανοῦ λιμένα.

73

Ὁ Ζεύξιππος τὸ λουτρὸν Σευῆρος καλεῖται· ὑπὸ Σευήρου γὰρ ἐκτίσθη. Σὺν αὐτῷ δὲ καὶ τὸ Ἱπποδρόμιον τὸ πρῶτον ἔλαβε κτίσμα ἐν ὀλίγῳ. Αἱ Κωνσταντιαναὶ ὑπὸ Κωνσταν‐ τίνου τοῦ μεγάλου ἐκτίσθησαν, καὶ ἡ λεγομένη Φόσσα. Στῆλαι
5δὲ πολλαὶ οὖσαι ἐν Κωνσταντιαναῖς διέπεσαν ἄξιαι θαύματος.

74

Ὁ ἀγωγὸς ὑπὸ Οὐάλεντος τοῦ Ἀρειανοῦ ἐκτίσθη,
καθὼς γράφει Θεόδωρος· ἡ βασιλικὴ κινστέρνη ὑπὸ Κων‐ σταντίνου τοῦ μεγάλου· ἡ δὲ Χρυσορόη ὑπὸ Λικινίου κατ’ ἐπιτροπὴν Κωνσταντίνου. Ἡ δὲ χαλκῆ στήλη ἡ ἐν τῇ βασι‐67
5λικῇ κινστέρνῃ καθημένη Θεοδοσίου τοῦ μεγάλου ἐστίν. Ἡ στήλη ἡ ὄπισθεν τῆς Μαγναύρας κατὰ τὸ ἀνατολικὸν μέρος τοῦ Ἡλιακοῦ μετεώρου Φωκᾶ ἐστιν, καθ’ ἣν ἐν τῷ ἑβδόμῳ ἔτει τῆς βασιλείας αὐτοῦ σπουδὴν πολλὴν περὶ τοῦ ἀνελθεῖν ἐπεδείξατο. Μοναχὸς δέ τις ἐκ τῆς τοῦ ὁσίου Θεοδώρου τοῦ
10λεγομένου Σικεὼν μονῆς—κατὰ ταῦτα γὰρ καὶ ὁ μακά‐ ριος Θεόδωρος ἦν ἐν ταῖς ἡμέραις τοῦ αὐτοῦ Φωκᾶ ἐπὶ Θωμᾶ τοῦ νέου πατριάρχου Κωνσταντινουπόλεως, ὃς καὶ σύν‐ θημα ἐποίησε παρακαλέσας τὸν ὅσιον Θεόδωρον εἰπεῖν τῷ Φωκᾷ παύσασθαι ἐκ τῶν ἀκαίρων φόνων· ὃ καὶ ποιήσας ὁ
15ὅσιος παρῄνει τῷ βασιλεῖ μὴ ἀπανθρώπως χρῆσθαι τοῖς ὑπηκόοις. Ὁ δὲ βασιλεὺς ᾔτησεν σημεῖον παρὰ τοῦ πατρὸς εἰς αὐτὸν γενέσθαι διὰ τὴν ποδάγραν καὶ παύσασθαι τῶν πολλῶν φόνων. Εὐξαμένου δὲ τοῦ ὁσίου ἐρρύσθη τῆς νόσου. Αὐτὸς δὲ οὐδὲ οὕτως ἐπαύσατο ἀποκτένων. Ὁ δὲ προειρη‐
20μένος μοναχὸς ἐθάρρησέ τινι περὶ τοῦ Φωκᾶ, ὅτι κατὰ τὸν καιρὸν τοῦτον δεινῷ θανάτῳ θνήσκει, ἔτι φιλοσοφοῦντος Σεργίου τοῦ μετὰ τὸν νέον Θωμᾶν ἐπισκοπήσαντος· αὐτὸς γὰρ καὶ τῷ μοναχῷ ἐθάρρησεν. Ἔρχεται οὖν τοῦτο ἐν τοῖς ὠσὶ τοῦ βασιλέως Φωκᾶ ἔτι τῆς στήλης ἐλαυνομένης· καὶ68
25τοσαύτῃ σπουδῇ ἐχρήσατο περὶ τῆς ἀναβάσεως τῆς στήλης, ὥστε, καθὼς οἱ τότε ἐξηγήσαντο, ἔτι καὶ ἔτι πλείω φόνους αὐτὸν πεποιηκέναι. Ἀλλὰ καὶ χρήματα πάμπολλα τοῖς δου‐ λεύουσιν ἐχαρίσατο πρὸς τὸ ταχῦναι· καὶ μετὰ ιηʹ ἡμέρας τοῦ σταθῆναι τὴν αὐτὴν στήλην κατηνέχθη τῆς βασιλείας,
30οὐδὲν ἄμεινον ὧν ἔπραξεν ἀπενεγκάμενος, τὸν πικρὸν θάνατον.

75

Ἐν τοῖς λεγομένοις Μαρινακίου στήλη ἵστατο, ἐν ᾗ καὶ παράδοξον θέαμα γέγονε. Σεισμοῦ γὰρ γενομένου καὶ παντὸς τοῦ τόπου ἐκείνου ἀπὸ θεμελίου φθαρέντος καὶ τῆς στήλης πεσούσης κάτω τοῦ κίονος σταθῆναι αὐτὴν ὀρθήν,
5ὡς οἱ πρὸ ἡμῶν ἐξηγήσαντο. Δοκιμασθείσης γὰρ τῆς στή‐ λης εἰς τὸ ἀρχαῖον ἀνατεθῆναι, ἔμεινεν ἄχθος βαρύτατον ἔχουσα. Τοῦτο δὲ ἔλεγον γίνεσθαι ἕως πλειόνων καιρῶν. Τὴν δὲ στήλην εὑρίσκομεν εἶναι Οὐαλεντινιανοῦ τοῦ νεω‐ τέρου· ὥς τινα φιλόσοφον διασαφήσασθαι τότε διὰ τὸν
10ἄδικον θάνατον Οὐαλεντινιανοῦ τοῦ νεωτέρου † σημειω‐ θῆναι τὴν στήλην· ἕως γὰρ τότε δικαίαν ψῆφον ἀπένεμον τὸν θάνατον τοῦ Ἀετίου.

76

Ἐκ τῆς λεγομένης Νικομηδείας στῆλαι πλεῖσται ἐν τῇ Κωνσταντινουπόλει ἥκασιν. Ὅθεν καὶ Διοκλητιανοῦ ἐν τῷ Ἱπποδρομίῳ σώζεται ἕως τῆς δεῦρο, ἐπίκυφος οὖσα, ἀνα‐ μέσον τοῦ λεγομένου καθίσματος.69

77

Μαξιμιανοῦ στήλη ἐν τοῖς τῆς Χαλκῆς μέρεσι ὑπάρχει βαρυτάτη πάνυ. Ἔνθα καὶ τὸ γένος ἅπαν Θεοδο‐ σίου τοῦ Σπάνου καθορᾶται ἐν στήλαις ἕως τῆς σήμερον.

78

Αἱ Γοργονίδαι λεγόμεναι αἱ τέσσαρες ἐκ τῆς Ἐφέ‐ σου ἥκασιν ἀπὸ τοῦ τῆς Ἀρτέμιδος ναοῦ, αἳ κατὰ τὸν σηκὸν τῆς Χαλκῆς περιφέρονται, ἔνθα καὶ σταυροῦ σημεῖον ἄνω‐ θεν αὐτῶν ἵσταται.

79

Τῆς λεγομένης Ἀρτέμιδος ἡ στήλη ἐν τῷ Ἱππο‐ δρομίῳ ἵσταται, ἔνθα γυμνάζονται οἱ παλαίοντες.

80

Ἐν τῇ Χαλκῇ πύλῃ τοῦ παλατίου Ζήνωνος καὶ Ἀρεάδνης τῆς σώφρονος ἔσχατον καὶ αἰσχρᾶς τὸ πρότερον ἐν κίοσιν ἵστανται πεζαὶ στῆλαι, ἰάμβους ἐλεγείους ἔχουσαι παρὰ Σεκούνδου φιλοσόφου μερισθεῖσαι.

81

Ἡ στήλη ἡ πρὸς τὸ Ζεύξιππον θεωροῦσα, ἤτοι ἔμπροσθεν, Ἰουστινιανοῦ καὶ Θεοδώρας ἐστίν· καθ’ ἣν καὶ ἐδοξάσθη Ἰουστινιανός, ὅτε ἐτίθετο ἡ αὐτὴ στήλη, κράζοντος τοῦ Πρασίνου μέρους· ‘Ἰουστινιανὸς καὶ Κωνσταντῖνος νέοι
5ἀπόστολοι‘· ἐν οἷς καὶ Σοφία ἡ αὐτοῦ γαμετὴ παρὰ Πλούμβα
τοῦ φιλοσόφου ἰαμβικοῖς μέτροις τοὺς ἐπαίνους ἐδέξατο.70

82

Ἡ ἐν τῷ παλαιοτάτῳ λουτρῷ ὑπάρχουσα στήλη ἐκ χρωμάτων, ἤτοι τὸ Ζεύξιππον, Φιλιππικοῦ τοῦ πρᾴου ἐστὶν τοῦ κατὰ ἄγνοιαν πλανηθέντος· ὡς δὲ ἔχει λόγος, τοιοῦτον αὐτὸν εἶναι οἷον τὸ πρωτότυπον. Μεγάλως γὰρ ἐπῄνεσαν
5οἱ ζωγράφοι τὸν γράψαντα, ὅτι οὐκ ἐχώρησε τὴν τοῦ βασι‐ λέως μορφὴν πρὸς τὸ ἀρχέτυπον.

83

Ἐκ τοῦ λεγομένου Ἰκονίου στῆλαι ἥκασιν ἐν Κων‐ σταντινουπόλει πλεῖσται, καθ’ ἣν καὶ τοῦ Διὸς ἐν τῷ Ἱπ‐ ποδρομίῳ σώζεται.

84

Τὰ τέσσαρα ἱππάρια τὰ χρυσόβαφα τὰ φερόμενα ἄνωθεν τοῦ Ἱππικοῦ ἐκ τῆς Χίου νήσου ἥκασιν ἐπὶ Θεο‐ δοσίου τοῦ μικροῦ.

85

Ἐκ τοῦ προειρημένου Ἰκονίου Περσέως στήλη καὶ Ἀνδρομέδας θυγατρὸς Βασιλίσκου ὑπαρχούσης, ὡς οἱ μῦθοί φασι καί τις τῶν ἱστορικῶν, δίδοσθαι θυσίαν τῷ ἐκεῖσε ἐμ‐ φωλεύοντι δράκοντι. Οὕτως γὰρ ἦν ἐκ παλαιᾶς συνηθείας
5δίδοσθαι παρθένον κόρην τῷ θηρίῳ· καθ’ ἣν Ἀνδρομέδα δεθεῖσα θανάτου † αἰτία τῷ θηρίῳ ἔμελλεν δίδοσθαι. Ὁ γοῦν προειρημένος Περσεὺς ἐκεῖσε ἥκων πύθεται κλαιούσῃ
τῇ Ἀνδρομέδῃ, τί ἂν εἴη δεδεμένη καὶ θρηνοῦσα. Ἡ δὲ τὸ συμβὰν ἐξηγήσατο. Τοῦ δὲ καθίσαντος ἧκε τὸ θηρίον. Αὐτὸς71
10δὲ Γοργόνης κεφαλὴν ἐν πήρᾳ κατέχων ὀπισθοφανῶς στρα‐ φεὶς δείκνυσι τὸ θηρίον· ὅπερ ἰδὼν ἐκεῖνος ἀπέψυξεν. Ἐκλήθη οὖν Ἰκόνιον παρὰ λογιστοῦ Φιλοδώρου ἡ πόλις διὰ τὸ ἡκέναι τὸν Περσέα καὶ σῶσαι τὴν Ἀνδρομέδαν, φαῖ‐ νον εὐτύχημα τῇ πόλει ἐκ τοῦ ἥκοντος Περσέως. Ἦν δὲ
15ὄνομα τῇ πόλει τὸ ἀπὸ γενέσεως Δορία, ἔπειτα ἐκλήθη Θρη‐ νῳδία, παρὰ δὲ Φιλοδώρου τοῦ λογιστοῦ ἐκ τοῦ ἥκειν τὸν Περσέα ἐκλήθη Ἰκόνιον. Ἔνθα ἐστηλώθη ὁ αὐτὸς Περσεὺς σὺν τῇ Ἀνδρομέδῃ ἐπάνω τῆς πόρτης τῆς πόλεως· καθ’ ἣν καὶ θυσίαι πολλαὶ γεγόνασιν ἐκεῖσε παρὰ Δεκίου καὶ Διο‐
20κλητιανοῦ καὶ Μαξιμιανοῦ· ἔνθα πλεῖστοι ἅγιοι ἐμαρτύρησαν. Ἥκασιν οὖν τοῦ τε Περσέως καὶ Ἀνδρομέδας αἱ στῆλαι, ὡς λόγος ἔχει, ἐπὶ Κωνσταντίου μετὰ τὸ πληρωθῆναι τὴν Ἀντιοχέων ἐκκλησίαν, ἐν τῷ Κωνσταντιαναῖς λουτρῷ.

86

Ἀναστασίου στήλη ὑπάρχει ἡ ὄπισθεν τοῦ ἁγίου μάρτυρος Μηνᾶ, ἥτις στήλη ἐστάθη μετὰ τὸ παύσασθαι τὴν βοοθυσίαν τῶν εἰδώλων καὶ γενέσθαι πορνεῖον τὸν τόπον, τοῦ βασιλέως τοῦτο κελεύσαντος ἐπὶ τὸ ἀτιμασθῆναι τὸν τόπον.

87

Ἐν τῇ καλουμένῃ Ἀετίου κινστέρνῃ, ἥτις ὑπὸ Ἀετίου πατρικίου κτισθεῖσα ἐν ταῖς ἡμέραις Οὐαλεντινιανοῦ· ἔνθα ἡ στήλη αὐτοῦ τοῦ Οὐαλεντινιανοῦ ἐν τῇ κινστέρνῃ σώζεται δορυφοροῦντος αὐτὴν τοῦ Ἀετίου.72

88

Ἡ λεγομένη Ἄσπαρος ὑπὸ Ἄσπαρος καὶ Ἀρδαβου‐ ρίου τῶν ἐπὶ Λέοντος τοῦ μεγάλου οἰκοδομεῖται· καθ’ ἣν Ἄσπαρ καὶ Ἀρδαβούριος πληρωθείσης αὐτῆς τὸν ὄλεθρον ὑπομένουσιν.

89

Τὴν λεγομένην Κράνον νῆσον ἐστοιχειώσατο Βερίνα, καθ’ ἣν οὐδεμία εὑρίσκεται φροντίς, τίνος χάριν ταύτην στοιχειοῦται. Ἐν δὲ τῷ στοιχειωθῆναι τὴν αὐτὴν νῆσον ἀθρόως θάνατοι γεγόνασι πλεῖστοι, ὅθεν ἐρημοῦται διαρκέ‐
5σασα μέχρι τῶν χρόνων Ἰουστινιανοῦ τοῦ τρίτον τὴν θά‐ λασσαν προστάξαντος ἀναπλῶσαι ἐν αὐτῇ εἰς τέλειον ἀφα‐
νισμόν.73