TLG 3115 001 :: SYMEON METAPHRASTES :: Chronicon breve (lib. 7–8) (redactio recentior)

SYMEON METAPHRASTES Biogr. Hist., Logotheta Magister, vel Simeon Metaphrastes vel Symeon Magister vel Symeon Logothetes vel Pseudo–Symeon
(Constantinopolitanus: A.D. 10)

Chronicon breve (lib. 7–8) (redactio recentior)

Cf. et GEORGIUS Monachus Chronogr. (3043 002)

Citation: Page — (line)

1261

(1t)

ΒΙΒΛΙΟΝ Ζʹ.
2tΕΙΣ ΚΟΣΜΟΠΟΙΙΑΝ ΣΥΜΕΩΝ ΛΟΓΟΘΕΤΟΥ ΕΚ ΔΙΑΦΟΡΩΝ ΧΡΟΝΙΚΩΝ ΚΑΙ ΙΣΤΟΡΙΩΝ.
5[Αʹ. Περὶ τοῦ φωτός.] Θεὸς ἄχρονος τόνδε τὸν κόσμον μὴ πρότερον ὑφεστῶτα ἐν χρόνῳ παράγων «ἐποίησεν ἐν ἀρχῇ οὐρανὸν καὶ γῆν»· συνυπέστη δὲ τῇ γῇ τό τε ὕδωρ καὶ πῦρ· καὶ τούτου τεκμήριον ἐναργὲς τὸ ἐκ
10λίθου μὲν καὶ σιδήρου, ὄντων ἐκ γῆς, πῦρ ἄφθονον ἐξάλλεσθαι (ἐκ πηγῶν δὲ καὶ φρεάτων ὕδωρ πλούσιον ἀναδίδοσθαι)· ταύτης γὰρ ἐκ μὴ ὄντων ὑποστάσης, δηλονότι καὶ τὰ ἐν αὐτῇ. Πάντα οὖν γέγονε κατὰ τὴν τοῦ Θεοῦ βουλήν. Ἐπειδὴ δὲ δίκην
15σκηνῆς ὁ οὐρανὸς περιταθεὶς τὸν ἐναπολειφθέντα τόπον ἐσκότισεν, εἶπεν ὁ Θεός· «Γενηθήτω φῶς»· καὶ εὐθὺς τῷ λόγῳ ἡ φύσις τοῦ φωτὸς ἡ πάγκαλος αὕτη παρήχθη· καὶ τὸ σκότος ἐξ ἀντιφράξεως τοῦ οὐρανίου σώματος ἐπισυμβὰν διεσκέδασε καὶ
20τὸν ἀλαμπῆ ἐκ τῆς τοιαύτης αἰτίας ἀέρα λαμπρώ‐ τατον ἄφνω ἀνέδειξεν. Ὅτι δὲ πᾶν ὅ τι ἦν πρὸ τῆς τοῦ κόσμου τοῦδε συστάσεως, ἐν φωτὶ ἦν, δῆλον· οὔτε γὰρ αἱ τῶν ἀγγέλων χορεῖαι, οὔτε πᾶσαι αἱ ἐπουράνιαι στρατιαὶ ἐν σκότῳ διῆγον, ἀλλ’ ἐν
25φωτὶ καὶ πάσῃ εὐφροσύνῃ πνευματικῇ τὴν πρέπου‐ σαν ἑαυτοῖς λειτουργίαν ἐκπληροῦσιν, ἐφ’ οὗ καὶ οὗτοι ἐκ μὴ ὄντων εἰς τὸ εἶναι παρήχθησαν. Τούτου τοίνυν τοῦ φωτὸς ἐκ τῆς εἰρημένης αἰτίας ἐναπο‐ κλεισθέντος ἄνω, αὖθις ἐδημιούργησεν ὁ Θεὸς τὸ νῦν
30καταλάμπον καὶ φαιδρύνον τὸν μεταξὺ οὐρανοῦ καὶ γῆς τόπον. Ταῦτα γεγένηται ἐν τῇ πρώτῃ τῆς κο‐ σμοποιίας ἡμέρᾳ. Ἐν ταύτῃ οὖν τῇ ἡμέρᾳ λέγει Μωϋ‐ σῆς ἐν τῇ λεπτῇ Γενέσει ἐκτῖσθαι τὰς οὐρανίους δυ‐ νάμεις.
35903 [Βʹ] Περὶ τοῦ στερεώματος. Πάλιν βʹ ἡμέρᾳ τῆς ἀβύσσου ἄπλεως καὶ ἀπεί‐ ρως τῇ γῇ περικεχυμένης, προσέταξε «στερέω‐ μα» γενέσθαι ἐκ τῶν ὑδάτων «ἐν μέσῳ» αὐτῶν, ὃ καὶ μετὰ ταῦτα «οὐρανὸν» προσηγόρευσε· καὶ
40σὺν τῷ κελεύσματι τὸ ἔργον ἀπετελέσθη· καὶ στε‐ ρέωμα ἐκλήθη τὸ δημιούργημα διὰ τὴν φύσιν τῶν ὑπερκειμένων ἢ καὶ ὑποκειμένων ὑδάτων, λε‐
πτὴν οὖσαν καὶ ἀραιὰν, οὐρανὸς δὲ διὰ τὸ καθορᾶσθαι τρόπον δέῤῥεως ὑπὲρ κεφαλῆς ἡπλωμένον.1261

1264

[Γʹ] Περὶ θαλάσσης. Αὖθις δὲ τῇ γʹ ἡμέρᾳ ἐκέλευσε τὰ ἐναπολειφθέντα ὕδατα κάτω τοῦ στερεώματος συνελθεῖν «εἰς συνα‐ γωγὴν μίαν», ἣν καὶ ἐπωνόμασε «θάλασσαν»
5πρὸς τὸ ὀφθῆναι τὴν ξηράν· καὶ οὕτω κοιλότητές τινες βαθεῖαι ἐγγεγενημέναι εἰσεδέξαντο αὐτήν· ξηρὰ [δὲ ἡ γῆ ἐπ]εκλήθη, ἐπειδὴ καὶ ἴδιόν ἐστιν αὐτῆς κατὰ φύσιν τὸ πρόσρημα· τὸ [γὰρ κυρίως ξηρόν ἐ]στιν ἡ γῆ· ἐπειδὴ δὲ ὥσπερ τι βάρος ἀπέ‐
10θετο τὰ ἐν αὐτῇ [ἐναποκείμενα αὐτῇ ὕδατα, λοιπὸν] βλαστάνειν προσετάχθη «βοτάνην χόρτου» καὶ σπ[έρμα κατὰ γένος καὶ ξύλον κάρ]πιμον· καὶ εὐθὺς πρὸς καρπογονίαν συγκινηθ[εῖσα τὰ μυρία τῶν βλαστημάτων] (205b) τε καὶ φυτῶν προεβάλλετο
15γένη καὶ εὐπρεπὴς καὶ χαρίεσσα συνανεφάνη· οὐ μόνον γὰρ ἐκ τῆς τῶν ληΐων ἀναδόσεως ἐφαιδρύνετο, ἀλλὰ καὶ κέδρων καὶ κυπαρίσσων σὺν τῇ ἄλλῃ τῶν δένδρων πληθύϊ αὐτομάτως ἐξ αὐτῆς ἀνακυψάντων ἱκανῶς κατεκοσμεῖτο. [Δʹ] Περὶ τῶν φωστήρων.
20Πάλιν ἐν τῇ δʹ ἡμέρᾳ φωστῆρας εἶπε γενέσθαι· καὶ ἐγένετο ἥλιός τε καὶ σελήνη καὶ ἄστρα, καθὼς ἠβουλήθη ὁ κελεύσας· 904 καὶ τὸ καθαρώτατον ἐκεῖνο φῶς τὸ ἐν τῇ αʹ κτίσει, ἐν ᾗ μέτρα ἐν τού‐ τοις καταμετρήσας, πολυμερῆ ἐξ αὐτῶν παρέ‐
25σχετο τῷ παντὶ ὠφέλειαν, μίαν μὲν τὴν ἐκ τοῦ φαί‐ νειν καὶ ταῖς οἰκείαις λαμπηδόσι καταυγάζειν τὸν κόσμον πλουσίως, ἑτέραν δὲ τὴν ἐκ τοῦ ἀνίσχειν καὶ καταδύεσθαι, αἰτίαν οὖσαν τῆς τῶν χρόνων ἀπαριθ‐ μήσεως, ἄλλην δὲ τὴν διά τινων σημείων εὐεργετοῦ‐
30σαν διαφόρως τοὺς εὐσεβῶς στοχαζομένους καὶ μὴ πέρα τοῦ μέτρου περιεργαζομένους, οἷά ἐστι καὶ διὰ τῆς σελήνης πολλάκις σημαινόμενα· λεπτὴ γὰρ οὖσα ταῖς ἀκτῖσι περὶ τὴν ἡμέραν καὶ καθαρὰ, σταθερὰν εὐδίαν καταγγέλλεται· παχεῖα δὲ ταῖς
35κεραίαις καὶ ὑπέρυθρος φαινομένη, ἢ ὕδωρ λάβρον ἀπὸ νεφῶν ἢ χειμῶνα ἔσεσθαι μηνύει· ὡσαύτως καὶ ὁ ἥλιος ἀνθρακώδης γινόμενος καὶ ὕφαιμος ταῖς ἀκτῖσιν ἢ τῷ ἀπαυγάσματι, βιαίαν κίνησιν δηλοῖ ἐπιγενέσθαι· πολλάκις οὖν ἐκ τῆς τοιαύτης σημειώ‐ σεως ὠφελήθησαν πολλοὶ πλωτῆρές τε καὶ γεωργοὶ καὶ ὁδοιπόροι.
40[Εʹ] Περὶ τῶν ἰχθύων καὶ τῶν πετεινῶν. Ἐν δὲ τῇ εʹ ἡμέρᾳ ἐκέλευσεν «ἐξαγαγεῖν τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν καὶ πετεινὰ κατὰ τὸ στερέωμα τοῦ οὐρανοῦ πετόμενα»· καὶ σὺν τῷ προστάγματι τὸ ἔργον ἐτελειοῦτο, τῆς πρὸς τὸ
45ζωογονεῖν ἐπιτηδειότητος ἐγγενομένης τοῖς ὕδασιν. Εὐθὺς γὰρ θάλασσα μὲν τὰ παντοδαπὰ γένη τῶν νηκτῶν ἀπέτεκεν, ποταμοὶ δὲ καὶ λίμναι τῶν οἰκείων καὶ κατὰ φύσιν ἰχθύων ἐπληρώθησαν. Προ‐ ήγαγε δὲ αὖθις καὶ τὰ πετεινὰ τὰ ὕδατα, τρόπον

1264

(50)

τινὰ καὶ συγγένειαν πρὸς τὰ νηκτὰ ἔχοντα. Ὥσπερ γὰρ οἱ ἰχθύες ἐν τοῖς ὕδασι τῇ κινήσει τῶν πτερύ‐ γων ἐπὶ τὸ πρόσω χωροῦσιν, τῇ δὲ συχνῇ μεταστροφῇ τοῦ οὐραίου τὰς εὐθείας αὐτοῖς ὁρμὰς ὑακίζουσιν,
οὕτως καὶ τὰ πετεινὰ κατὰ τὸν ἀέρα νηχόμενα τέμνουσι μὲν τοῦτον, περῶσι δὲ ὅπου καὶ βούλονται.1263

1265

905 [Ϟʹ] Περὶ τῶν κτηνῶν καὶ τῶν θηρίων. Αὖθις δὲ ἐν τῇ ϛʹ ἡμέρᾳ ἐπετράπη «ἐξαγαγεῖν ἡ γῆ ψυχὴν ζῶσαν κατὰ γένος, τετράποδα καὶ ἑρπετὰ καὶ θηρία·» καὶ εὐθὺς προήγαγε τά τε ἄγρια καὶ
5ἥμερα ζῶα. Ψυχὴν δὲ ζῶσαν ἐξαγαγεῖν ἐκέλευσεν, ἵνα ἐκ τούτου γινώσκηται τῆς τε ἀλόγου ψυχῆς ἡ διαφορὰ καὶ τῆς ἀνθρωπίνης· ἐκ γὰρ γῆς ἐφύη τῶν ἀλόγων ἡ ψυχὴ, ἡ δὲ τῶν ἀνθρώπων ἐκ τοῦ θείου ἐμφυσήματος συνέστηκεν· καὶ ὅτι γεηρὰ ἡ
10τῶν ἀλόγων ψυχὴ, ἐξ αὐτῆς ἔστι γνῶναι πάλιν τῆς Γραφῆς· εἴρηται γάρ· «Ψυχὴ παντὸς κτήνους τὸ αἷμα αὐτοῦ ἐστιν·» αἷμα δὲ πηγνύμενον εἰς σάρκα μεταβάλλεται· σὰρξ δὲ φθει[ρομένη] εἰς γῆν ἀνα‐ λύεται. Εἰκότως οὖν γεώδης ἡ ψυχὴ τοῦ ἀλόγου.
15[Ζʹ] Περὶ τῆς κατασκευῆς τοῦ ἀνθρώπου. Ἐπειδὴ [δὲ] λοιπὸν [τῷ καταλλ]ήλῳ κάλλει πάντα διεκοσμεῖτο, ὁ οὐρανὸς μὲν ταῖς τῶν φωστήρων, [αὐγαῖς, θάλασσα] ... δὲ καὶ ἀὴρ τοῖς νηκτοῖς καὶ ἀερίοις τῶν ζώων, γῆ δὲ ταῖς [παντοίαις διαφοραῖς]
20τῶν φυτῶν τε καὶ βοσκημάτων, ὥσπερ τινὰ βασιλέα [ὁ τοῦ παντὸς ποιητὴς εἰσάγ]ει τὸν ἄνθρωπον ἐν κόσμῳ, οὐχ ὡς ἀπόβλητον ἔσχατον (206a) κτίσας, ἀλλ’ ὡς ἅμα τῇ γενέσει βασιλεύειν ὀφείλοντα. Τί γάρ φησιν ἡ Γραφή; «Καὶ εἶπεν ὁ Θεός· Ποι‐
25ήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν, καὶ ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσ‐ σης καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ καὶ τῶν θηρίων καὶ πάσης τῆς γῆς.» Καὶ τὰ μὲν ἄλλα πάντα κτί‐ σματα ῥήματι μόνῳ παρήχθη· ὁ δὲ ἄνθρωπος ἔσχεν
30ἐξαίρετόν τι κατὰ τὴν ποίησιν παρὰ ταῦτα. Βουλῆς γὰρ προηγησαμένης ἐκτίσθη, ἵνα ἐκ τούτου δειχθῇ, ὅτι περ τίμιόν τι χρῆμα ὑπάρχει· τὸ γάρ· «Ποι‐ ήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν,» οὐδὲν ἕτερον δείκνυσιν ἢ ὅτι συμβούλῳ
35ἐχρήσατο ὁ Πατὴρ τῷ μονογενεῖ αὐτοῦ Υἱῷ ἐπὶ τῇ τούτου κατασκευῇ «τῷ 906 ἀπαυγάσματι τῆς δό‐ ξης,» κατὰ τὸν Ἀπόστολον, «καὶ χαρακτῆρι τῆς ὑποστάσεως αὐτοῦ.» Οὔτε γὰρ ἐνῆν ἄλλῳ τινὶ συμ‐ βούλῳ τινὶ κεχρῆσθαι ἢ τῷ ζῶντι καὶ ἐνυποστάτῳ
40αὐτοῦ Λόγῳ τῷ ἀπαραλλάκτῳ κατ’ εἰκόνα καὶ ὁμο‐ ουσίῳ καὶ ἰσοδυνάμῳ. (Κβʹ ἔργα, ὡς λέγει Μωϋ‐ σῆς, ἔκτισεν ὁ Θεὸς ἐν ταῖς ϛʹ ἡμέραις· διὸ καὶ κβʹ γράμματα καὶ βιβλία τοσαῦτα παρ’ Ἑβραίοις καὶ κβʹ γενεαρχίαι ἀπὸ Ἀδὰμ μέχρι Ἰακώβ.) [Ηʹ] Εἰς τὸ, «Κατ’ εἰκόνα.»
45Ἐπειδὴ τοίνυν, ὡς εἴρηται, βασιλεὺς ὥσπερ εἰσ‐ ήχθη ἐν κόσμῳ ὁ ἄνθρωπος, εἰκότως οὖν καὶ κατ’ εἰκόνα Θεοῦ γεγένηται· ἔδει γὰρ τὸν μέλλοντα ἄρ‐ χειν τῶν ἄλλων, ὥσπερ τινὰ εἰκόνα εἶναι ἔμψυχον τῆς τοῦ βασιλέως ὁμοιότητος, οὐκ ἐν πορφυρίδι καὶ

1265

(50)

σκήπτρῳ καὶ διαδήματι τὴν ἀξίαν ἐμφαίνοντα, ἐπει‐ δὴ μηδὲ τὸ ἀρχέτυπον ἐν τούτοις ἐστὶν, ἀλλ’ ἐν τῷ κοσμεῖσθαι τῇ ἀφθαρσίᾳ καὶ ἀθανασίᾳ καὶ ἀρετῇ·
τούτοις γὰρ τιμηθεὶς ὁ ἄνθρωπος τὴν πρὸς τὴν1265

1268

πρωτότυπον εἰκόνα ὁμοιότητα διασώζει· ἔτι δὲ καὶ ἡ αὐτεξουσιότης τὸ βασιλικὸν καὶ ἐπῃρμένον τῆς φύσεως τοῦ ἀνθρώπου καὶ πρὸς τὴν θείαν εἰκόνα ἐμφερὲς ἐμφανέστατα δείκνυσιν. Καὶ κατὰ τοῦτον
5τὸν λόγον καὶ χειρῶν Θεοῦ ἔργον ὁ ἄνθρωπος διὰ τὸ τίμιον τῆς κατασκευῆς· βουλῆς γὰρ ἐνέργεια τὸ πᾶν. Εἶτα μετὰ τὴν τούτου διάπλασιν τί φησιν ἡ Γραφή; «Καὶ συνετέλεσεν ὁ Θεὸς τῇ ἡμέρᾳ τῇ ϛʹ τὰ ἔργα αὐτοῦ ἃ ἐποίησε, καὶ κατέπαυσεν ἐν τῇ ἡμέρᾳ
10τῇ ζʹ ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ, καὶ εὐλόγησεν τὴν ἡμέραν τὴν ζʹ—καὶ ἡγίασεν αὐτὴν, ὅτι ἐν αὐτῇ κατέπαυσεν ἀπὸ τῶν ἔργων αὐτοῦ ὧν ἤρξατο ὁ Θεὸς ποιῆσαι.» [Θʹ] Περὶ τοῦ Σαββάτου. Τίνος χάριν τὴν ζʹ ἡμέραν εὐλόγησεν ὁ Θεὸς μό‐
15νην, καὶ οὐχὶ τὰς πάσας; Ὅτι ἑκάστη τῶν ἄλλων ἐκ τῆς ἐν αὐτῇ γενομένης δημιουργίας ἔσχε τὴν εὐλο‐ γίαν· ἐπὶ τῆς ζʹ, οὐδεμιᾶς ἐν αὐτῇ γενομένης 907 δημιουργίας, τούτου χάριν εὐλογίσθη καὶ αὐτὴ ὑπὸ τοῦ Θεοῦ.
20[Ιʹ] Περὶ τοῦ παραδείσου. Πάλιν οὖν φησιν ἡ Γραφή· «Καὶ ἐφύτευσε Κύριος ὁ Θεὸς παράδεισον ἐν Ἐδὲμ κατὰ ἀνατολὰς, καὶ ἔθετο ἐκεῖ τὸν ἄνθρωπον ὃν ἔπλασεν. Καὶ ἐξαν‐ έτειλεν ὁ Θεὸς ἔτι ἐκ τῆς γῆς πᾶν ξύλον ὡραῖον εἰς
25ὅρασιν καὶ καλὸν εἰς βρῶσιν καὶ τὸ ξύλον τῆς ζωῆς ἐν μέσῳ τοῦ παραδείσου, καὶ τὸ ξύλον τοῦ εἰδέναι γνωστὸν καλοῦ καὶ πονηροῦ.» Τὴν λογικὴν ὑπό‐ στασιν τιμῆσαι προθέμενος ὁ Θεὸς κατασκευάζει καὶ λαμπρὸν οἰκητήριον καὶ πάσης γέμον θυμηδίας, καὶ
30καθίστησιν ἐκεῖ τὸν Ἀδάμ. Ἔστι δὲ ἐνταῦθα γε‐ νόμενοι τοῦ λόγου, θαυμάσαι τοῦ Θεοῦ τὴν ἄφατον φιλανθρωπίαν, ὅτιπερ πανταρχικὴν ἔχων καὶ ἀΐδιον ἐξουσίαν εἰς τὸ πᾶν, καὶ γεωργεῖν ἑαυτὸν ἐπέδωκεν διὰ τὸν ἄνθρωπον. Ὁ γὰρ τοσοῦτον μέγεθος οὐρανοῦ
35καὶ γῆς καὶ θαλάσσης λόγῳ ὑποστησάμενος, πολλῷ μᾶλλον ἱκανὸς ἦν καταφυτεῦσαι παράδεισον ῥήματι καὶ λόγῳ ῥιζῶσαι τὸ πανόλβιον χωρίον· ἀλλ’, ὡς εἴρηται, (206b) διὰ τὴν πρὸς τὸν ἄνθρωπον τιμὴν καὶ φυτουργὸς γίνεται μυστικῷ τινι λόγῳ ὁ ἀκαμά‐
40τως τόνδε τὸν κόσμον ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι θελήσει μόνῃ παραγαγών. [ΙΑʹ] Περὶ τῆς τῶν ζώων ὀνομασίας. Εἶτα αὖθις ἡ Γραφή· «Καὶ ἤγαγεν ὁ Θεὸς πάντα τὰ θηρία καὶ τὰ κτήνη καὶ τὰ ἑρπετὰ πρὸς τὸν Ἀδὰμ,
45ἰδεῖν τί καλέσει αὐτά· καὶ πᾶν ὃ ἐκάλεσεν αὐτὰ Ἀδὰμ, τοῦτο ὄνομα αὐτῷ.» Ὁρᾷν οὖν ἔστι καὶ ἐντεῦθεν τὴν τιμὴν μετὰ ταῦτα τοῦ ἀνθρώπου, ἣν ἔσχεν ἐξ αὐτῆς τῆς γεννήσεως. Ὥσπερ γὰρ ἀγε‐ λάρχης τις προκάθηται Ἀδάμ· καὶ ὁ Θεὸς ἦγε πρὸς

1268

(50)

αὐτὸν τὰ μυρία τῶν θηρίων καὶ τῶν κτηνῶν καὶ τῶν πετεινῶν γένη, ἵνα ἡγεμόνα τοῦτον χειροτονήσῃ,
ὃν κατ’ εἰκόνα ἰδίαν πεποίηκεν. Καὶ ἐκεῖνος μὲν1267

1269

908 θείῳ καταπνευσθεὶς καὶ προφητικῷ πνεύματι, ὀνόματα κύρια ἑκάστῳ τῶν ἀλόγων ἐπέθηκε· τὰ δὲ ζῶα ὥσπερ τιμὴν μεγάλην ἐκ τῆς ἐπικλήσεως λα‐ βόντα, οὕτως ἐν συζυγίᾳ ὑπεχώρουν.
5[ΙΒʹ] Περὶ τῆς ποιήσεως τῆς γυναικός. Ἐπειδὴ δὲ ἐξ ἁπάντων τούτων τῶν γενῶν οὐδὲν ἦν ὅμοιον τῷ Ἀδὰμ, εἶπε πάλιν ὁ Θεὸς, καθά φησιν ἡ Γραφή· «Οὐ καλὸν εἶναι τὸν ἄνθρωπον μόνον· ποιήσωμεν αὐτῷ βοηθὸν κατ’ αὐτὸν,» βοηθὸν λέγων
10τὸ θῆλυ διὰ τὸν τῆς παιδογονίας λόγον, συνεργεῖν μέλλον τῷ ἀνδρὶ πρὸς τὴν τοῦ γένους αὔξησίν τε καὶ διαμονήν. Αὖθις δὲ ἐπιλέγει· «Καὶ ἐπέβαλεν ὁ Θεὸς ἔκστασιν ἐπὶ τὸν Ἀδὰμ, καὶ ὕπνωσε, καὶ ἔλαβε μίαν τῶν πλευρῶν αὐτοῦ, καὶ ἀνεπλήρωσε σάρκα
15ἀντ’ αὐτῆς, καὶ ᾠκοδόμησε τὴν πλευρὰν, ἣν ἔλαβεν ἀπὸ τοῦ Ἀδὰμ, εἰς γυναῖκα.» Ἔστι δὲ ὁ εἰρημέ‐ νος τῆς Γραφῆς σκοπὸς οὗτος· Κρίνας ὁ ἐν σοφίᾳ τὰ πάντα ποιήσας Θεὸς δοῦναι τῷ Ἀδὰμ βοηθὸν κατ’ αὐτὸν, ὡς ἐπηγγείλατο, οὐκ ἐκ γῆς πλάττει τὸ θῆλυ,
20καθάπερ καὶ τὸν ἄνδρα, ἀλλ’ εἰς ὕπνον τρέπει τοῦ‐ τον καταφορᾷ πνεύματος τὸν νοῦν αὐτοῦ φαντασιώ‐ σας καὶ τὸν τῆς ψυχῆς ὀφθαλμὸν εἰς ἄπληστον ὄψιν ἐκκαλεῖται, ἵνα τῇ φαντασίᾳ τοῦ τοιούτου κάλλους κατεχόμενος, μὴ γνῷ τὸ γινόμενον· εἶτα λαμβάνει
25μίαν τῶν πλευρῶν αὐτοῦ ἀκαμάτως, αἴσθησιν ἀλγη‐ δόνος αὐτῷ μὴ ἐπαναγαγών· καὶ εὐθὺς ὡς τεχνίτης καὶ ἰατρὸς σύντομος, τὸ λεῖπον διὰ σαρκὸς ἀνεπλή‐ ρωσεν. Ἐν ὅσῳ γὰρ τὴν ψυχὴν τῇ ἀκορέστῳ τῆς θείας ἡδονῆς περιέσπα, τὴν πλευρὰν, ἣν ἔλαβεν,
30ᾠκοδόμησεν εἰς γυναῖκα, μυστικῶς ἐκτυπώσας αὐ‐ τὴν εἰς ζῶον λογικὸν, κάλλει ἀμηχάνῳ καὶ σχήματι εὐπρεπεστάτῳ κεκοσμημένην, καὶ ἄγει τοῦτο πρὸς τὸν Ἀδάμ. Εἶτα ἐκεῖνος, ἅτε θείου πνεύματος μέτ‐ οχος ὢν, ἐγνωκὼς, ὅτι ἐξ αὐτοῦ ἦν, φησί· «Τοῦτο
35νῦν ὀστοῦν ἐκ τῶν ὀστῶν μου, καὶ σὰρξ ἐκ τῆς σαρ‐ κός μου· αὕτη κληθήσεται γυνὴ, ὅτι ἐκ τοῦ ἀνδρὸς αὐτῆς ἐλήφθη» αὕτη. Ὁρῶν οὖν ὁ Ἀδὰμ τὴν γυ‐ ναῖκα, οὐχ 909 ὡς γυναῖκα θεώμενος ἔπασχεν, ἀλλ’ ὡς ἑαυτὸν ὁρῶν, πνευματικῶς ηὐφραίνετο,
40τὴν ὁμοίαν βλέπων καὶ ταύτην ἔχουσαν κατασκευήν. Ὡσαύτως δὲ καὶ ἡ γυνὴ, θεωροῦσα τὸν ἄνδρα, με‐ γάλως ἠγάλλετο, κατ’ αὐτὸν οὖσαν ἑαυτὴν ἐννοοῦσα. Ὄντων οὖν αὐτῶν ἐν τῷ παραδείσῳ τῆς τρυφῆς, νόμον δίδωσιν αὐτοῖς ὁ Θεὸς ἐπ’ εὐεργεσίᾳ, τοῦ δεῖ‐
45ξαι μὲν ἐλευθέραν τὴν φύσιν ἐν τῇ αὐτεξουσιότητι, ὑποδεῖξαι δὲ ὡς ὑπὸ δεσπότην καὶ κηδεμόνα εἰσὶ, λέγων οὕτως· «Ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ πα‐ ραδείσῳ βρώσει φαγῇ, ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν, οὐ φάγεσθε ἀπ’ αὐτοῦ· ᾗ δ’ ἂν

1269

(50)

ἡμέρᾳ φάγητε ἀπ’ αὐτοῦ, θανάτῳ ἀποθανεῖσθε,» τουτέστιν, θνητοὶ ἔσεσθε. Οὕτω γὰρ καὶ ὁ Σύμμαχος ἡρμήνευσε· «ᾟ δ’ ἂν ἡμέρᾳ φάγῃ ἀπὸ τοῦ
ξύλου, θνητὸς ἔσῃ.»1269

1272

(207a) [ΙΓʹ] Περὶ τοῦ ξύλου γινώσκειν καλὸν καὶ πονηρόν. Ἀλλὰ μή τις ὑπολάβοι, ὅτι τὸ ξύλον τοιαύτης ἦν φύσεως, ὡς γνῶσιν παρέχειν καλοῦ τε καὶ κακοῦ—
5οὐ γὰρ δὴ βλαβερόν τι ἦν ἐν τῷ παραδείσῳ—ὅρος δὲ ἐτέθη ἐπὶ τῷ φυτῷ πρὸς γυμνασίαν τῆς ἐλευθε‐ ριότητος. Καὶ ὅτι οὐ τὸ ξύλον αἴτιον τῷ Ἀδὰμ γνώ‐ σεως γέγονε, δῆλον· ἡ γὰρ ἐντολὴ ὡς πρὸς εἰδότε ἄμφω ἐδόθη, τό τε καλὸν καὶ τὸ πονηρὸν, τήν τε
10ὑπακοὴν καὶ τὴν παρακοὴν, ὥστε ἡ γνῶσις προὔλαβε τὴν ἐντολήν. Δέδοται δὲ αὐτὴ διὰ τὸ, ὡς εἴρηται, αὐτεξουσίῳ βουλήματι κινούμενον τὸν ἄνθρωπον, ἐπ’ ἀδείας τε ἔχοντα ἀπὸ πάντων μεταλαμβάνειν τῶν ἄλλων δένδρων, ἑνὸς δὲ μόνου νόμῳ προσταττο‐
15μένου ἀπέχεσθαι, γινώσκειν ὡς ὑπὸ δεσπότην ἐστὶ καὶ τὴν ἐντολὴν δεδωκότα. Ἦσαν οὖν ἐν τῷ καθαρωτάτῳ τούτῳ τόπῳ ὅ τε Ἀδὰμ καὶ ἡ Εὔα διά‐ γοντες καὶ τῇ ποικιλίᾳ τῶν ἀθανάτων ἀνθέων δαψι‐ λῶς ἀπολαύοντες.
20910 [ΙΔʹ] Περὶ τοῦ διαβόλου καὶ τοῦ ὄφεως. Ἀλλ’ ὁ ἐχθρὸς τῆς ἡμετέρας φύσεως βασκήνας ἐπὶ τῇ πολλῇ τιμῇ τοῦ ἀνθρώπου καὶ φθόνον ἐγκισ‐ σήσας, τὸν πρὸς αὐτὸν ᾔρατο πόλεμον, καὶ τὸν ὄφιν ἐνδὺς ἐπέστη τῇ γυναικὶ, ἀπόντος τοῦ Ἀδὰμ,
25καὶ πανούργως αὐτὴν τοῦ συμφέροντος παρατρε‐ ψάμενος διὰ ψεύδους καὶ τὸν Ἀδὰμ ταύτῃ συνεξα‐ πατήσας, παραβάτας τοῦ θείου παρεσκεύασε νόμου γεγενῆσθαι. Λέγει γὰρ ἡ Γραφὴ περὶ τούτου ὧδε· «Ὁ δὲ ὄφις ἦν φρονιμώτατος παρὰ πάντα τὰ θηρία
30τῆς γῆς, ἃ ἐποίησε Κύριος ὁ Θεός.» Φρόνιμος δὲ ἐκλήθη ὁ ὄφις, ὅτι τὸ λογικὸν ζῶον τὸν ἄνθρωπον καὶ τῶν ἄλλων ἀγχινοίᾳ διαφέροντα ἐξαπατᾷν ἔμελ‐ λεν. Εἶτα ἐπιλέγει· «Καὶ εἶπεν ὁ ὄφις τῇ γυναικί· Τί ὅτι εἶπεν ὁ Θεός· Οὐ μὴ φάγητε ἀπὸ παντὸς
35ξύλου τοῦ ἐν τῷ παραδείσῳ; Καὶ εἶπεν ἡ γυνὴ τῷ ὄφει· Ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ φαγού‐ μεθα· ἀπὸ δὲ τοῦ καρποῦ τοῦ ξύλου, ὅ ἐστιν ἐν μέσῳ τοῦ παραδείσου, εἶπεν ὁ Θεός· Οὐ μὴ φάγητε ἀπ’ αὐ‐ τοῦ, οὐδ’ οὐ μὴ ἅψησθε αὐτοῦ, ἵνα μὴ ἀποθάνητε.»—
40Ἆρα δὲ καὶ ὁ ὄφις τῷ κατὰ προφορὰν λόγῳ ἐχρή‐ σατο; Οὐ πάντως, ἀλλ’ οἱ πρωτόπλαστοι, ἅτε κακίας ὄντες ἀμιγεῖς, ἀκριβεστάτας εἶχον τὰς αἰσθήσεις καὶ πολὺ τῶν ἡμετέρων διαλλαττούσας, ὥστε τὴν ἀκοὴν αὐτῶν πάσης ὑπάρχειν φωνῆς ἀκουστικήν·
45καὶ τὰ θηρία καὶ τὰ κτήνη λαλεῖν λέγει μιᾷ γλώσσῃ ποτὲ, ὅτε δὲ Ἀδὰμ κατεδικάσθη, τότε καὶ αὐτὰ πεφιμῶσθαι, τὸν δὲ ὄφιν καὶ τοὺς πόδας ἀφαι‐ ρεθῆναι καὶ ἕρπειν ἐπὶ τὴν γῆν, καὶ ἰὸν αὐτῷ ἐπὶ τὴν γλῶσσαν ἐντεθῆναι. Εἶτα ἐπάγει· «Καὶ εἶπεν

1272

(50)

ὁ ὄφις τῇ γυναικί· Οὐ θανάτῳ ἀποθανεῖσθε, ᾔδει γὰρ ὁ Θεὸς, ὅτι ᾗ ἂν ἡμέρᾳ φάγητε ἀπ’ αὐτοῦ, διανοιχθήσονται ὑμῶν οἱ ὀφθαλμοὶ, καὶ ἔσεσθε ὡς
θεοὶ, γινώσκοντες καλὸν καὶ πονηρόν. Καὶ εἶδεν ἡ1271

1273

γυνὴ, ὅτι καλὸν τὸ ξύλον εἰς βρῶσιν καὶ ὅτι ἀρεστὸν τοῖς ὀφθαλμοῖς ἰδεῖν καὶ ὡραῖόν ἐστι τοῦ κατανοῆ‐ σαι· καὶ λαβοῦσα τοῦ καρποῦ αὐτοῦ ἔφαγε καὶ ἔδωκε καὶ τῷ ἀνδρὶ αὐτῆς, καὶ ἔφαγον, καὶ διηνοίχθησαν οἱ ὀφθαλμοὶ τῶν δύο, καὶ ἔγνωσαν ὅτι γυμνοὶ ἦσαν.»
5911 [ΙΕʹ] Εἰς τὸ, «Διηνοίχθησαν οἱ ὀφθαλμοὶ τῶν δύο.» Οὐχ, ὡς τότε ἀναβλεψάντων τῶν πρωτοπλάστων, εἴρηται τὸ, «Διηνοίχθησαν οἱ ὀφθαλμοὶ τῶν δύο·» δείκνυνται γὰρ καὶ πρὸ τῆς βρώσεως ὁρῶντες ἐκ
10τοῦ λέγεσθαι· «Καὶ εἶδεν ἡ γυνὴ, ὅτι καλὸν τὸ ξύ‐ λον εἰς βρῶσιν καὶ ὅτι ἀρεστόν ἐστι τοῖς ὀφθαλμοῖς ἰδεῖν,» ἀλλ’ ὡς τὸ ἀπειρόκακον ἀποθεμένων διὰ τῆς παραβάσεως, (206b) ὃ καὶ τὴν γύμνωσιν ἀδιάφορον παρέσχεν· ἐῤῥέθη δὲ ὅτι «διηνοίχθησαν οἱ ὀφθαλμοὶ
15αὐτῶν.» Πέφυκε γὰρ ὁ ὀφθαλμὸς ἅπας ὑπὸ τοῦ λογισμοῦ διεγείρεσθαι πρὸς ἃ βλέπει· σύνεσιν γὰρ αὐτὸς καθ’ ἑαυτὸν οὐκ ἔχει, ὥστε πολλάκις, πρὸς ἕτερα τῆς διανοίας ἀσχολουμένης, τυφλοῦ δίκην ἐνίοτε παρερχόμεθα καὶ τὸ πάνυ γνώριμον· καὶ ἐπειδὰν
20ἐγκληθῶμεν τῇ ἀσχολίᾳ τοῦ λογισμοῦ, τὸ αἴτιον ἀνα‐ τιθέντες ἀπολογούμεθα. Οὕτως οὖν Ἀδὰμ καὶ ἡ Εὔα τῇ αἰσθήσει τοῦ νοῦ πρὸς τὴν ὄψιν διεγέρθησαν· τὸ γὰρ, «Ἔγνωσαν ὅτι γυμνοὶ ἦσαν,» ἀποκάλυψιν σημαίνει τὴν ἐγγενομένην τῷ στολισμῷ, οὐκ ἀνάβλε‐
25ψιν ὀφθαλμῶν. Λεχθήσεται δὲ κἀκεῖνο, ὅτι πρὸ τῆς ἀπαθείας, ἐπειδὴ καιρὸν οὐκ εἶχε τὰ τῆς παιδοποιίας, οὐκ ἐδέδοτο παρὰ Θεοῦ ἡ παρατήρησις τῆς γυμνώ‐ σεως, ἀλλὰ διῆγον ὡς ἄσαρκοι, σαρκικῆς διαθέσεως οὔπω καιρὸν ἔχοντες· ἐπειδὴ δὲ ἡ ἀπείθεια ἐπισυμ‐
30βᾶσα τὸ θνητὸν ἐπήγαγεν, εἰκότως τὸ λοιπὸν ἐνεδόθη τούτοις ἡ πρὸς ἀλλήλους αἰδώς· καὶ νενοήκασι ὕστερον τῶν σχημάτων τὴν διαφορὰν προθεωρηθεῖσαν τῷ πλάσαντι πρὸς τὸ ἀναγκαῖον τῆς διαδοχῆς τοῦ γένους. [ΙϞʹ] Περὶ τῶν φύλλων τῆς συκῆς.
35Γυμνοὺς οὖν ὄντας ἑαυτοὺς αἰσθόμενοι ὅ τε Ἀδὰμ καὶ ἡ Εὔα μετὰ τὴν παράβασιν, ἐκ φύλλων συκῆς «ἐποίησαν ἑαυτοῖς περιζώματα,» αἰνιττόμε‐ νοι διὰ τοῦ ξύλου τὸν τρόπον τῆς κακοπραγίας. Ὡς γὰρ ἡδὺς ὁ καρπὸς τῆς συκῆς, τραχὺ δὲ καὶ πικρώ‐
40τατον τὸ 912 φύλλον, οὕτως πᾶσα ἁμαρτία ἐν τῇ πράξει δείκνυται ἡδεῖα, μετὰ δὲ τὴν πρᾶξιν ὀδύνην παρέχει τῷ πεπραχότι. Τί οὖν πάλιν ἡ Γραφή; «Καὶ ἤκουσαν τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ περι‐ πατοῦντος ἐν τῷ παραδείσῳ τὸ δειλινὸν, καὶ ἐκρύ‐
45βησαν, ὅ τε Ἀδὰμ καὶ ἡ γυνὴ αὐτοῦ—ἐν μέσῳ τοῦ ξύλου τοῦ παραδείσου,» μετὰ τὸ τόλμημα εἰς συν‐ αίσθησιν ἐλθόντες τοῦ πταίσματος, τῷ κριτικῷ κρατοῦνται φόβῳ καὶ κρύπτεσθαι τὸν ἀλάθητον ὀφθαλμὸν καὶ παραιτοῦνται τὴν πρόοδον καὶ ἀναδύ‐

1273

(50)

ονται τὴν παράστασιν. Οὕτω δὲ αὐτοὺς κεκλονημέ‐ νους ὑπὸ τοῦ δέους θεασάμενος ἀνακαλεῖται ὡς πα‐ τὴρ φιλόστοργος ὁ Θεὸς καί φησι· «Ἀδὰμ, Ἀδὰμ, ποῦ εἶ;» Καὶ εἶπεν αὐτῷ· «Τῆς φωνῆς σου
ἤκουσα περιπατοῦντος ἐν τῷ παραδείσῳ, καὶ ἐφοβήθην, ὅτι γυμνός εἰμι, καὶ ἐκρύβην.»1273

1276

[ΙΖʹ] Περὶ τῆς καταδίκης τοῦ πρωτοπλάστου καὶ τοῦ ὄφεως. Ἦν οὖν ἰδεῖν λοιπὸν βῆμα καὶ δικαστήριον ὀξὺ καὶ φοβερὸν τὸ τρυφηλὸν γεγονὸς τοῦ παραδείσου
5χωρίον. Ἀγαγὼν γὰρ εἰς μέσον τοὺς βλαβέντας καὶ τὸν βλάψαντα, καὶ τὸν μὲν ὄφιν εὑρηκὼς ἀδικήσαντα, τὴν δὲ Εὔαν ἀδικηθεῖσαν, ὡρίσατο ἑκάστῳ τὴν προσ‐ ήκουσαν τιμωρίαν. Τὸν γὰρ ὄφιν κατάρατον ἀπο‐ φήνας, ἐπὶ τῷ στήθει καὶ τῇ κοιλίᾳ κατεδίκασε
10σύρεσθαι καὶ γῆν ἐσθίειν ἀντὶ ἐδωδίμου τροφῆς, τὴν δὲ Εὔαν σύντροφον ἔχειν τὴν λύπην καὶ ὀδύναις τίκτειν ἐδικαίωσεν, τὸν Ἀδὰμ δὲ ἐν ἱδρῶτι τοῦ προσ‐ ώπου ἐσθίειν κατέκρινεν τὸν ἄρτον ἕως ὅτου ἐπι‐ στρέψαι αὐτὸν εἰς τὴν γῆν ἐξ ἧς ἐλήφθη. Εἶτα αὖ‐
15θις ἡ Γραφή· «Καὶ ἐποίησεν ὁ Θεὸς τῷ Ἀδὰμ καὶ τῇ γυναικὶ αὐτοῦ χιτῶνας δερματίνους καὶ ἐνέ‐ δυσεν αὐτοὺς, καὶ εἶπεν ὁ Θεός· Ἰδοὺ Ἀδὰμ γέγο‐ νεν ὡς εἷς ἐξ ἡμῶν τοῦ γινώσκειν (207b) καλὸν καὶ πονηρόν· καὶ νῦν μήποτε ἐκτείνῃ τὴν χεῖρα καὶ
20λάβῃ τοῦ ξύλου τῆς ζωῆς, καὶ φάγῃ, καὶ ζήσεται εἰς τὸν αἰῶνα.» Τίνος ἕνεκεν ἐκβάλλεται ὁ ἄνθρωπος ἐκ τοῦ παραδείσου καὶ περὶ τῶν δερματίνων 913 χιτώνων. Ἔστι τοίνυν ἐκ τῶν εἰρημένων ἐννοεῖν, ὅτι ἠδύνατο ὁ ἄνθρωπος καὶ μετὰ τὴν παράβασιν εἰς
25αἰῶνας ζῇν· διὸ ἵνα μὴ ἀθάνατον ᾖ τὸ κακὸν ὁ ἄνθρωπος, θνητὸν αὐτὸν ἀπεφήνατο ὁ Θεὸς νε‐ κρότητι περιβαλών· τοῦτο γὰρ οἱ δερμάτινοι χιτῶ‐ νες σημαίνουσι ἀπὸ τοῦ λόγου τῆς τῶν ζώων νεκρό‐ τητος, ὅπως διὰ τῆς λύσεως τοῦ σώματος καὶ τῆς
30δέσεως ἡ ἁμαρτία πᾶσα αὐτοπρέμνως διαφθαρῇ. [ΙΗʹ] Εἰς τό· «Ἰδοὺ Ἀδὰμ γέγονεν ὡς εἷς ἐξ ἡμῶν.» Εἴρηται δὲ ὑπὸ τοῦ Θεοῦ τό· «Ἰδοὺ Ἀδὰμ γέ‐ γονεν ὡς εἷς ἐξ ἡμῶν, τοῦ γινώσκειν καλὸν καὶ πο‐
35νηρὸν,» οὐχ ὡς προκόψαντος αὐτοῦ διὰ τῆς ἀπει‐ θείας ἐπὶ τὴν τῆς ἀρετῆς τε καὶ κακίας γνῶσιν, ἀλλ’ ὡς τοιούτου ἐξ ἀρχῆς πλασθέντος. Φθάσασα γὰρ εἶπεν ἡ Γραφὴ, ὅτι «Ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρω‐ πον, κατ’ εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν.» Ὁ δὲ πλα‐
40σθεὶς κατ’ εἰκόνα Θεοῦ, δῆλον ὡς προκαταβεβλημέ‐ νην εἶχεν ἐν τῇ φύσει τὴν γνῶσιν τοῦ καλοῦ τε καὶ πονηροῦ· διὸ ἵνα μὴ τῇ αὐτεξουσιότητι κέχρηται καὶ λάβῃ τοῦ ξύλου τῆς ζωῆς καὶ γένηται κακὸς ἀθάνατος, ἐξεβλήθη σὺν τῇ Εὔᾳ εἰς τὴν γῆν τῆς κτί‐
45σεως αὐτοῦ. Τί γὰρ μετὰ ταῦτα πάντα ἡ θεία Γραφή φησιν; «Καὶ ἐξαπέστειλεν αὐτὸν Κύριος ὁ Θεὸς ἐκ τοῦ παραδείσου τῆς τρυφῆς ἐργάζεσθαι τὴν γῆν ἐξ ἧς ἐλήφθη· καὶ ἐξέβαλε τὸν Ἀδὰμ καὶ κατῴκισεν αὐτὸν ἀπέναντι τοῦ παραδείσου τῆς τρυφῆς καὶ

1276

(50)

ἔταξε τὰ Χερουβὶμ καὶ τὴν φλογίνην ῥομφαίαν τὴν στρεφομένην, φυλάσσειν τὴν ὁδὸν τοῦ ξύλου τῆς ζωῆς.» 914 [ΙΘʹ] Περὶ τῶν Χερουβὶμ καὶ τῆς ῥομφαίας.
Μετὰ τὸ ἐκβληθῆναι τὸν ἄνθρωπον ἔξω τοῦ μακα‐1275

1277

ρίου χωρίου, ἀκαταμάχητοι φρουραὶ καὶ λίαν ὑπέρ‐ οπτοι φυλάττειν τὴν ὁδὸν τοῦ ξύλου τῆς ζωῆς ἐτάχθησαν, ὡς μηδένα τοῦ λοιποῦ ἰσχύειν παρελθεῖν ποσὶ βεβήλοις ἐκεῖνον τὸν τόπον· καὶ γὰρ μάχαιρα
5φλογίνη ἐτέθη ἐκεῖ, ἐπὶ τῷ τὸν πλησιάζοντα, ἐξ ὕλης ὑπάρχοντα, (τῷ) πυρὶ φλεγόμενον ἀναλί‐ σκεσθαι παρ’ αὐτὰ καὶ ἀπόλλυσθαι· στρέφεται δὲ ἡ ῥομφαία, ἵνα ἐν τῇ παλιγγενεσίᾳ, ὅτε καὶ αὖθις ὁ ἄνθρωπος οἰκήτωρ γένηται τοῦ παραδείσου, τοὺς
10μὲν δικαίους φωτίσῃ παρερχομένους ἐπὶ τὸ θεῖον τῆς ἀθανασίας χωρίον, τοὺς δὲ ἀδίκους, εἴγε προσεγ‐ γίσαιεν, καταφλέξῃ. Καὶ αὐτόματα πάντα ἡ γῆ ἔφερε πρὸ τῆς παραβάσεως τοῦ Ἀδὰμ καὶ μετὰ τοῦτο· (καὶ ἡ γῆ) μηδὲν φέρειν πόνου χωρὶς
15ἐξεκελεύσθη. Ἐξελθὼν τοίνυν ὁ Ἀδὰμ σὺν τῇ Εὔᾳ ἐκ τοῦ παραδείσου καὶ συνελθὼν αὐτῇ, ἐγέννησε τὸν Κάϊν, εἶτα τὸν Ἄβελ.
18tΒΙΒΛΙΟΝ Ηʹ.
20(208a) Ἑρμηνεία ἐν [συντόμῳ ἀπὸ Ἀδὰμ] ἕως τοῦ νῦν καιροῦ |. [αʹ] Ἀδὰμ ἐγέννησε τὸν Σὴθ, Σὴθ τὸν Ἐνὼς, Ἐνὼς τὸν Καϊνᾶν, Καϊνᾶν τὸν Μαλελεὴλ, Μαλελεὴλ τὸν Ἰάρεδ, Ἰάρεδ τὸν Ἐνὼχ, 915 Ἐνὼχ τὸν Μαθου‐
25σαλὰ, Μαθουσαλὰ τὸν Λάμεχ, Λάμεχ τὸν Νῶε, Νῶε τὸν Σήμ. Εἰσὶν οὖν ἀπὸ τοῦ Ἀδὰμ ἕως τοῦ κατακλυσμοῦ ἔτη ͵β[σ]μβʹ. [βʹ] Μετὰ δὲ τὸν κατακλυσμὸν Σὴμ (208b) υἱὸς
30Νῶε ἐγέννησε τὸν Ἀρφαξὰδ, Ἀρφαξὰδ τὸν Καϊνᾶν, Καϊνᾶν τὸν Σάλα, Σάλα τὸν Ἔβερ, Ἔβερ τὸν Φαλὲκ, Φαλὲκ τὸν Ῥαγαῦ. Ἐν δὲ ταῖς ἡμέραις Φαλὲκ διε‐ μερίσθη ἡ γῆ· κατὰ τοῦτον ἡ πυργοποιία συνέστη. Μετὰ Φαλὲκ Ῥαγαῦ γεννᾷ τὸν Σεροὺχ, Σεροὺχ δὲ
35τὸν Ναχὼρ, Ναχὼρ τὸν Θάῤῥα, Θάῤῥα γεννᾷ τὸν Ἀβραάμ. Ὁμοῦ ἔτη (ἀπὸ Ἀδὰμ ἕως Ἀβραὰμ ἔτη) ͵γτιβʹ. [γʹ] Ἀβραὰμ ἐγέννησε τὸν Ἰσαὰκ, Ἰσαὰκ τὸν Ἰα‐ κὼβ, Ἰακὼβ τὸν Λευῒ, Λευῒ τὸν Κάαθ, Κάαθ τὸν
40Ἄβραμ, Ἄβραμ τὸν Μωϋσῆν τὸν προφήτην. Μωϋσῆς ἐξάγει τὸν λαὸν ἐξ Αἰγύπτου.
Ἀπὸ Ἀβραὰμ ἕως τῆς ἐξόδου ἔτη φθʹ1277

1280

[δʹ] Ἀπὸ δὲ τῆς ἐξόδου τῶν υἱῶν Ἰσραὴλ ἕως Δαυῒδ ἔτη χμαʹ. [εʹ] Δαυῒδ (δὲ ὁ βασιλεὺς) ἐγέννησε τὸν Σολο‐ μῶντα, κρατήσας τῆς βασιλείας ἔτη μʹ. Σολομὼν
5ἐγέννησε τὸν Ῥοβοὰμ, βασιλεύσας ἔτη μʹ. Ῥοβοὰμ ἐβασίλευσεν ἔτη ιζʹ, (Ἀβιᾶ ἔτη γʹ), Ἀσᾶ ἔτη μʹ [αʹ], Ἰωσαφὰτ ἔτη λθʹ. Ἐπὶ αὐτοῦ προφητεύει Μι‐ χαίας καὶ Ἡλίας καὶ Ἐλισσεέ. Ἰωρὰμ ἐβασίλευσεν ἔτη θʹ, Ὀχοζίας ἔτος αʹ, Γοθολία ἡ μήτηρ αὐτοῦ
10ἔτη ζʹ, Ἰωᾶς ἔτη μʹ, Ἀμασίας ἔτη κθʹ, Ἀζαρίας (ὁ καὶ Ὀζίας) ἔτη νθʹ, Ἰωάθ[αμ] ἔτος αʹ, Ἄχαζ ἔτη ιϛʹ, Ἐζεκίας ἔτη κθʹ, Μανασσῆς ἔτη νεʹ. Ἐπὶ αὐτοῦ ἐκτίσθη τὸ Βυζάντιον. Ἀμὼς ἔτη [ι]βʹ, Ἰωσίας λαʹ, Ἰωάχαζ ἔτος αʹ, Ἰωακεὶμ ἔτη ιδʹ,
15Ἰεχονίας ἔτος αʹ, Ζεδεκίας ἔτη ιδʹ. Τοῦτον ἐκτυ‐ φλώσας Ναβουχοδονόσορ, αἰχμάλωτον εἷλε. Καὶ ὁ ναὸς πυρπολεῖται ὑπὸ τοῦ Ναβουζαρδᾶν. Εἰσὶν ἀπὸ ἀρχῆς βασιλείας Σολομῶντος ἕως αἰχμαλωσίας Ἰουδαίων τῆς εἰς Βαβυλῶνα ἔτη φιθʹ.
20916 [ϛʹ] Ναβουχοδονόσορ ἐβασίλευσεν εἰς Βαβυ‐ λῶνα ἔτη κδʹ, Οὐλεμαροδὰχ υἱὸς αὐτοῦ ἔτη εʹ, Βαλ‐ τάσαρ (καὶ αὐτὸς υἱὸς Ναβουχοδονόσορ) ἔτη γʹ, Δαρεῖος (ὁ Ἀστυάγης ἐβασίλευσε πρῶτος Περσῶν) ἔτη ιζʹ, Κῦρος ἔτη λβʹ, Καμβύσης ἔτη ιθʹ, Δαρεῖος
25ἄλλος ἔτη κζʹ, Ἀρταξέρξης ἔτη λγʹ, Δαρεῖος ἔτη ιθʹ, Ἀρταξέρξης ὁ Μακρόχειρ ἔτη λδʹ, Ὦχος ἔτη καʹ, Ἀρσίσωχος ἔτη βʹ, Δαρεῖος Ἀρσάμου ἔτη ϛʹ. Τοῦτον ἀνελὼν Ἀλέξανδρος ὁ Μακεδὼν καὶ καταλύ‐ σας τὴν τῶν Περσῶν ἀρχὴν ἐβασίλευσεν ἔτη ιβʹ καὶ
30ἐτελεύτησεν ἐν Βαβυλῶνι ἐτῶν λεʹ· ὑπέταξε βαρ‐ βάρων ἔθνη κβʹ καὶ φυλὰς Ἑλλήνων ιγʹ. Ὁμοῦ ἀπὸ τοῦ Ἀδὰμ ἕως τῆς τελευτῆς Ἀλεξ‐ άνδρου ἔτη ͵ερπηʹ. [ζʹ] Μετὰ δὲ τὴν τούτου τελευτὴν Αἰγύπτου καὶ
35Ἀλεξανδρείας ἐβασίλευσεν Πτολεμαῖος ἔτη κδʹ, Πτο‐ λεμαῖος ὁ Φιλάδελφος ἔτη λʹ. Ἐπὶ τούτου αἱ παρ’ Ἑβραίοις ἱεραὶ βίβλοι εἰς τὴν Ἑλλάδα φωνὴν μετεβλήθησαν. Πτολεμαῖος ὁ Εὐεργέτης ἔτη κεʹ, Πτολεμαῖος ὁ Φιλοπάτωρ ἔτη ιζʹ, Ἐπιφανὴς ἔτη κγʹ,
40ὁ Φιλομήτωρ ἔτη λεʹ, ἄλλος Εὐεργέτης ἔτη κθʹ, Φί‐ σκος ἔτη ιζʹ, Σιδηρίτης ἔτη ζʹ, Ἀλέξανδρος ἔτη γʹ, Πτολεμαῖος ὁ Σωτὴρ ἔτη ηʹ, Διονύσιος νέος ἔτη κηʹ, Κλεοπάτρα ἔτη κβʹ. (1) Τῷ γʹ ἔτει ταύτης πρῶτος ἐμονάρχησεν ἐννόμως Γάϊος Ἰούλιος Καῖσαρ, ἀφ’ οὗ
45Καίσαρες οἱ ἑξῆς βασιλεῖς ἤρξαντο καλεῖσθαι (οὗ‐
τος ἐβασίλευσεν Ῥώμης ἔτη) δʹ· (2) ὁ Αὔγουστος1279

1281

ἔτη νϛʹ. Τῷ ιεʹ ἔτει τῆς αὐτοῦ βασιλείας (209a) Κλεοπάτραν ἀνελὼν καθεῖλε τὴν τῶν Πτολε‐ μαίων ἀρχὴν, οἳ ἐβασίλευσαν ἔτη σηʹ. Γίνονται οὖν [τὰ] πάντα ἀπὸ Ἀδὰμ ἕως ἀρχῆς
5βασιλείας Αὐγούστου 917 κατὰ τοὺς ἀκριβεῖς χρο‐ νογράφους ἔτη ͵ευνζʹ. [ηʹ] Τῷ δὲ μγʹ ἔτει τῆς αὐ‐ τοῦ βασιλείας ἐγεννήθη τὸ κατὰ σάρκα ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀεὶ Παρθένου Μαρίας. Κυρῖνος δὲ ὑπὸ τῆς συγκλή‐
10του βουλῆς ἀποσταλεὶς εἰς τὴν Ἰουδαίαν ἀπογραφὰς ἐποιήσατο τῶν οὐσιῶν καὶ τῶν οἰκητόρων. Γίνονται οὖν ἀπὸ τοῦ Ἀδὰμ ἕως τῆς ἐνανθρωπή‐ σεως τοῦ (Κυρίου ἡμῶν Ἰησοῦ) Χριστοῦ ἔτη ͵εφʹ. [θʹ] (3) Μετὰ Αὔγουστον ἐβασίλευσε Τιβέριος ἔτη
15κβʹ. Τῷ ιεʹ ἔτει τῆς αὐτοῦ βασιλείας, τῆς εὐαγγελι‐ κῆς διδασκαλίας ἄρχεται ὁ Κύριος (ἡμῶν Ἰησοῦς Χριστός). Τῷ ιθʹ ἔτει ἔπαθεν (ὁ Κύριος ἡμῶν) ὑπὲρ ἡμῶν τὸ ἑκούσιον πάθος. Ὁμοῦ ἀπὸ Ἀδὰμ ἕως τοῦ σωτηρίου πάθους καὶ
20τῆς ἁγίας αὐτοῦ ἀναλήψεως ἔτη ͵εφλγʹ. [ιʹ] (4) Μετὰ Τιβέριον ἐβασίλευσε Γάϊος ἔτη δʹ, (5) Κλαύδιος ἔτη ιδʹ, (6) Νέρων ἔτη ιδʹ καὶ φυγὼν ἑαυ‐ τὸν ἔχωσε ζῶντα, (7) Οὐεσπασιανὸς ἔτη ιʹ. Ἐν ἔτει βʹ τῆς αὐτοῦ βασιλείας γέγονεν ἡ ἅλωσις τῆς Ἱερου‐
25σαλὴμ ὑπὸ τοῦ υἱοῦ αὐτοῦ Τίτου μετὰ μʹ ἔτη τῆς τοῦ Κυρίου ἀναλήψεως. (8) Τίτος (ἐβασίλευσεν) ἔτη γʹ, (9) Δομετιανὸς ἔτη ιεʹ, (10) Νερούας ἔτος αʹ, (11) Τραϊανὸς ἔτη ιηʹ, (12) Ἀδριανὸς ἔτη καʹ, (13) Τίτος Ἀντώνιος (ὁ ἐπικληθεὶς Εὐσεβὴς) ἔτη
30κ[βʹ], (14) Μάρκος υἱὸς αὐτοῦ ἔτη ιϛʹ, (15) Ἀντώ‐ νιος (ὁ καὶ) Βῆρος ἔτη ζʹ, (16) Κόμοδος ἔτη ιβʹ, (17) Ἀντώνιος ἄλλος ἔτη δʹ, (18) Σεβῆρος ἔτη ιηʹ. (Ἐπὶ αὐτοῦ Λεωνίδης ὁ πατὴρ Ὠριγένους ἐμαρτύ‐ ρησεν). (20) Ἀλέξανδρος ὁ Μάμαλος ἔτη ιγʹ, (21)
35Μαξιμῖνος ἔτη ϛʹ, (22) Φίλιππος ἔτη ϛʹ, (23) Δέκιος ἔτος αʹ, 918 (24) Αὐριλλιανὸς ἔτη ϛʹ, (25) Πρόβος ἔτη ζʹ, (26) Κάρος ἔτη βʹ, (27) Διοκλητιανὸς (καὶ (28) Μαξιμιανὸς ἔτη) κʹ. [ιαʹ] Ἀρχὴ [τῆς] Χριστιανῶν βασιλείας· (29) Κων‐
40σταντῖνος ὁ Μέγας ἔτη λβʹ. Τῷ ιβʹ ἔτει τῆς αὐτοῦ βασιλείας γέγονεν ἡ ἐν Νικαίᾳ συνόδος ἐν ἔτει τιηʹ ἀπὸ τῆς ἐνανθρωπήσεως τοῦ Κυρίου. Ἐτελεύτησε δὲ ὁ μέγας Κωνσταντῖνος ἐτῶν ξθʹ, καταλείψας γʹ υἱοὺς, (30) Κώνσταντα, (31) Κωνσταντῖνον καὶ (31)
45Κωνστάντιον. (Ἐν μὲν τῇ Ῥώμῃ ἐβασίλευσεν1281

1284

Κώνστανς, ἐν δὲ τῇ νέᾳ Ῥώμῃ Κωνσταντῖνος, ἐν Ἀντιοχείᾳ Κωνστάντιος), οἵτινες ἐβασίλευσαν ἔτη κδʹ, (33) Ἰουλιανὸς ὁ Παραβάτης ἔτη βʹ, (34) Ἰου‐ βιανὸς μῆνας θʹ, (35) Οὐαλεντινιανὸς ὁ Μέγας ἔτη
5ιϛʹ, (36) Οὐάλις (ἔτη δʹ), (37) Γρατιανὸς ϛʹ, (38) Οὐαλεντινιανὸς (ὁ Μικρὸς ἔτη) ιεʹ, (39) Θεοδόσιος ὁ Μέγας ἔτη ιϛʹ, ἐφ’ οὗ γέγονεν ἡ βʹ σύνοδος (ἐν ΚΠ.), (40) Ἀρκάδιος (ὁ υἱὸς Θεοδοσίου ἔτη) δʹ, (41) Θεοδόσιος ὁ Μικρὸς ἔτη μβʹ, ἐφ’ οὗ γέγονεν ἡ γʹ
10σύνοδος (ἐν Ἐφέσῳ), (42) Μαρκιανὸς ἔτη ϛʹ, ἐφ’ οὗ ἡ δʹ σύνοδος γέγονεν (ἐν Καλχηδόνι), (43) Λέων ὁ Μέγας ἔτη ιηʹ, (45) Ζήνων ἔτη ιζʹ (46) Ἀνα‐ στάσιος ἔτη κζʹ, (47) Ἰουστῖνος ὁ Θρᾲξ ἔτη θʹ, (49) Ἰουστῖνος ἄλλος ἔτη ιγʹ, ἐφ’ οὗ ἡ εʹ σύνοδος
15γέγονεν (ἐν ΚΠ.), (50) Τιβέριος ἔτη γʹ, (51) Μαυ‐ ρίκιος ἔτη κʹ, (52) Φωκᾶς ἔτη ηʹ, (53) Ἡράκλειος ἔτη λʹ, (54) Κώνστανς υἱὸς Ἡρακλείου ἔτη (κζʹ), (55) Κωνσταντῖνος ἔγγονος Ἡρακλείου ἔτη ιζʹ, (56) Ἰουστινιανὸς (ὁ υἱὸς αὐτοῦ ἔτη) ιʹ, (57) Λεόν‐
20τιος ἔτη γʹ, (58) Τιβέριος ὁ καὶ Ἀψίμαρος ἔτη ζʹ, Ἰουστινιανὸς (τὸ βʹ ἔτη) ϛʹ, (59) Φιλιππικὸς ἔτη βʹ, (60) Ἀναστάσιος ὁ 919 καὶ Ἀρτέμιος ἔτη βʹ, (61) Θεοδόσιος ἔτος αʹ, (62) Λέων ὁ καὶ Κόνων, πρῶ‐ τος τῶν εἰκονομάχων (ἔτη κεʹ, μῆνας γʹ), (63)
25Κωνσταντῖνος ὁ υἱὸς αὐτοῦ ἔτη ηʹ, (64) Λέων ὁ υἱὸς Κωνσταντίνου ἔτη εʹ, (65) Κωνσταντῖνος σὺν τῇ ὀρθοδόξῳ μητρὶ αὐτοῦ Εἰρήνῃ ἔτη ιʹ. Τούτων (ἔτος ηʹ) γέγονεν ἡ ἐν Νικαίᾳ σύνοδος τὸ βʹ. (66) Κωνσταντῖνος μόνος ἔτη ηʹ, (67) ἡ μήτηρ αὐτοῦ
30Εἰρήνη πάλιν ἔτη εʹ μῆνας βʹ, (68) Νικηφόρος ἔτη ζʹ (μῆνας θʹ), (69) Σταυράκιος (ὁ υἱὸς αὐτοῦ ἔτος) αʹ μῆνα αʹ, (70) Μιχαὴλ ἔτος αʹ μῆνας θʹ, (71) Λέων ἔτη ζʹ μῆνας εʹ, (72) Μιχαὴλ ἔτη η μῆνας θʹ, (73) Θεόφιλος ἔτη ιβʹ μῆνας γʹ.
35[ιβʹ] (74) Θεοδώρα ἡ γυνὴ αὐτοῦ καὶ Μιχαὴλ ὁ υἱὸς αὐτοῦ ἔτη (κϛʹ ?), (75) (209b) Βασίλειος ὁ Μακεδὼν ἔτη ιθʹ, (76) Λέων ὁ υἱὸς αὐτοῦ ἔτη κζʹ, (77) Ἀλέξ‐ ανδρος [ὁ ἀδελφὸς Λέοντος] ἔτος αʹ μῆνα αʹ, (78) Κωνσταντῖνος, ὁ υἱὸς Λέοντος, μετὰ τῆς μητρὸς αὐ‐
40τοῦ Ζωῆς ἔτη ζʹ, (79) Ῥωμανὸς ὁ Ἀρμενιακὸς, ὁ πενθερὸς αὐτοῦ τοῦ Κωνσταντίνου, ἔτη [κ]ζʹ, (80) Κωνσταντῖνος ὁ βασιλεὺς πορφυρογέννητος, αὐτοῦ τὸ βʹ, ἔτη ιεʹ, (81) Ῥωμανὸς ὁ υἱὸς Κωνσταντίνου ἔτη γʹ μῆνας δʹ, (82) Βασίλειος καὶ Κωνσταντῖνος
45οἱ υἱοὶ Ῥωμανοῦ μετὰ τῆς μητρὸς αὐτῶν Θεοφα‐ νοῦς, μῆνας ϛʹ, (83) Νικηφόρος Καππάδοξ ὁ Φωκᾶς ὁ εὐσεβὴς καὶ φιλοδίκαιος, ἔτη ϛʹ μῆνας δʹ, (84) Ἰω. ὁ Τζιμισχῆς ἔτη γʹ, (85) Βασίλειος ὁ υἱὸς
Ῥωμανοῦ τοῦ ποιήσαντος τὰ ἰσοκοδ[ίκια] καὶ τὴν1283

1285

μεγάλην νεαρὰν, ἐβασίλευσε τὸ βʹ, ἔτη νγʹ, (86) Κωνσταντῖνος ὁ ἀδελφὸς αὐτοῦ ἔτη γʹ, (87) Ῥωμα‐ νὸς ὁ Ἀργυρὸς ἐν τῇ κολυμβήθρᾳ τῶν Βλαχερνῶν πνιγεὶς, ἔτη [εʹ], (87) Μιχαὴλ ὁ Παφλαγὼν διὰ συν‐
5εργείας Ἰωάννου ἀδελφοῦ αὐτοῦ ὀρφανοτρόφου, ἔτη ζʹ μῆνας γʹ, (89) Μιχαὴλ ὁ ἀπὸ Καισαρείας, ὁ ἀνεψιὸς αὐτοῦ ὁ Καλαφάτος, ὁ τυφλωθεὶς ἐν τῷ Σίγματι παρὰ Νικολάου ἐπάρχου τοῦ καὶ παρα‐ κοιμωμένου καὶ τῶν λοιπῶν ἀρχόντων, μῆνας θʹ, (90) Κωνσταντῖνος ὁ Μονομάχος 920 ἔτη ιβʹ μῆνας ϛʹ, (91) Μιχαὴλ ὁ ἀπὸ Βασιλ[είου] ἔτος αʹ, (92) Θεοδώρα ἡ Πορφυρογέννητος, ἔτη βʹ.
10(93) Ἰσαάκιος ὁ Κομνηνὸς ἔτη γʹ, καὶ νοσήσας ἀπε‐ κάρη προβαλλόμενος βασιλέα Κωνσταντῖνον τὸν Δοῦκα, αὐτὸς δὲ ἐμονάχησεν ἐν τοῖς Στουδίου. (94) Κωνσταντῖνος ὁ Δοῦκας ἔτη ηʹ μῆνας γʹ, καὶ τε‐ λευτῶν κατέλιπε βασιλεύειν μετὰ φρικτῶν ὅρκων
15καὶ ἰδιοχείρων συνόδου τε καὶ τῆς συγκλήτου τὴν γυναῖκα αὐτοῦ καὶ τοὺς παῖδας. (95) Εὐδοκία ἡ τοῦ Δουκὸς ἐβασίλευσε μετὰ τῶν τέκνων αὐτῆς ἔτη γʹ, καὶ ἔλαβεν ἄνδρα τὸν Διογένην ἀναγορεύσασα τοῦτον βασιλέα· (96) καὶ ἐκράτησεν ἀπὸ Ἰανουαρίου μηνὸς
20ἔτους ͵ϛφοϛʹ· ὁ αὐτὸς Ῥωμανὸς ὁ Διογένης ἐβασί‐ λευσε χρόνους γʹ· στρατεύσας δὲ κατὰ Περσῶν δια‐ φόρως, ἐν τῇ γʹ αὐτοῦ ἐκστρατείᾳ ἐκρατήθη αἰχμά‐ λωτος παρὰ τοῦ Σουλτάνου τῶν Τούρκων. (97) Τοῦτο δὲ μαθοῦσα Εὐδοκία ἡ δέσποινα γράφει πρὸς
25τὰ θέματα καὶ τὰ κάστρα τοῦ μὴ δέξασθαι αὐτὸν, εἰ διασωθείη ἀπὸ τῆς αἰχμαλωσίας, ἀλλ’ ἐξουθενεῖν αὐτὸν καὶ ἀποβδελύττεσθαι. (98) Καὶ αὖθις ἀπεκατε‐ στάθη Μιχαὴλ ὁ Δοῦκας ἅμα τῇ μητρὶ αὐτοῦ Εὐδο‐ κίᾳ, (99) ἣν καὶ καταβιβάσας τοῦ παλατίου ἀπέκειρε
30μοναχὴν, μοναρχήσας αὐτὸς καταλειφθείς. Καὶ κρα‐ τήσας χρόνους ιϛʹ καταβιβάζεται παρὰ Νικηφόρου τοῦ Βοτονιάτου, ὃς καὶ ἐκράτησε χρόνους γʹ, καὶ κατεβιβάσθη παρὰ τοῦ κυρίου Ἀλεξίου, (100) ὃς καὶ ἐβασίλευσε κατὰ τὴν βʹ τοῦ Ἀπριλλίου μηνὸς
35ἰνδ. δʹ τοῦ ͵ϛφπθʹ ἔτους, καὶ ἐβασίλευσεν ἔτη λζʹ μῆνας εʹ. (101) Ἰω. ὁ Πορφυρογέννητος ὁ υἱὸς αὐ‐ τοῦ ἐβασίλευσε μηνὶ Αὐγούστῳ, ἰνδ. ιαʹ ἔτους ͵ϛχκϛʹ, καὶ ἐβασίλευσεν ἔτη κεʹ. [Ἔστι] δ[ὲ] καὶ [τοῦτο περὶ τῶν βασιλέων τῶν
40Ῥωμ.] γεγραμμένον· Ῥομφαία Ῥωμανὸς Νικητοῦ | Νικηφόρος ἰωμένη Ἰω. Τζιμισκῆς [β]λάπτουσα Βασίλειος κόσμον· Κωνσταντῖνος ῥόπαλον, Ῥωμανὸς μικρὸν Μιχαὴλ μικρὸν | Μιχαὴλ κόσμου Κωνσταντῖνος? λύτρα [Μιχαὴλ?] φέρεις. Ἀπὸ τοῦ κυρίου Ἀλεξίου 921 Κομνηνοῦ γʹ εἰσὶν ἕτεραι βασιλεῖαι, ὧν ὁ ἀρι‐ θμὸς ἀποκεκρυμμένος τυγχάνει· τελευταῖον, ὡς τὸ
45ἱστορικόν φησιν, ἀπὸ τῶν ὧδε μέχρι τῆς συντελείας διὰ ηʹ λέγοντ[αι]· εἰ[σὶν] αἱ τῶν μελλόντων βασιλεῖαι, [αἱ] τοῦ Ἀντιχρίστου, ἕτερος ἱστορικός φησιν· [καὶ] ὁμοῦ τὸ [τῶν βασιλέων] ρα... . ἔλαβα ...ρρ..ει νοεμβρίου [ἔτει] λθʹ νώκαρα τὸν πο‐

1285

(50)

λέμιον ἐπὶ ἔτος ͵ϛχξαʹ. νοεμβρίῳ ι[γʹ] ἡμέρᾳ Παρα‐
σκευῆς. [13 Nov. 1153, Veneris die].1285