TLG 3100 002 :: NICOLAUS I Mysticus :: Opuscula diversa NICOLAUS I Mysticus Theol.
Epist., Secretarius Leonis VI Imperatoris
Patriarcha, Nicolaus Patriarcha I Opuscula diversa
Citation: Section — (line) | ||
191a(1t) | Νικολάου πατριάρχου τοῦ παλαιοῦ περὶ τῆς κατὰ τὴν | |
2t | καθέδραν τάξεως τῶν μητροπολιτῶν καὶ ἀρχιεπισκόπων, | |
---|---|---|
3t | καθὼς ἐν τῷ χαρτοφυλακείῳ νῦν ἀναγράφονται | |
4 | Ἔδει τὰς πόλεις αἳ τῷ τῆς ἀρχιερωσύνης τετίμηνται ἀξιώματι | |
5 | καὶ αἷς ἱεροὶ ποιμένες παρὰ τῆς πατριαρχικῆς προχειρίζονται δεξιᾶς ἐνταυθοῖ διαγράφεσθαι, ὥσπερ τινὶ οἰκουμένῃ βραχείᾳ συνεχομένας καὶ τῷ βουλομένῳ ἀταλαιπώρως προφαινομένας. Τῇ γὰρ ἀναιμάκτῳ ἀνηκούσας ἀρχῇ ἀξιόχρεων ταύτας τῷ ἰδίῳ σηκῷ κατατάττεσθαι, ὡσαύτως τε καὶ πᾶσι τοῖς ἄλλοις τὴν ἐπ’ αὐταῖς ἐξουσίαν καὶ τὴν | |
10 | τάξιν αὐτῶν εὐσύνοπτον εἶναι καὶ εὐεπίγνωστον. Σὺν ταῖς πρὸς ἀνίσχοντα δὲ ἥλιον καὶ αἱ πρὸς δυόμενον δια‐ γράφονται. Ἐκ παλαιοῦ γὰρ αὗται οὔπω μέχρι τῆς δεῦρο ταῖς ἄλλαις συνετετάχατο· ὧν οἱ τὴν ἐφορείαν πεπιστευμένοι, ἡνίκα καθέδρας καιρὸς ἐκάλει, παρὰ τῶν ὁμοταγῶν διωθοῦντο καὶ ἀντώθουν τούτους | |
15 | (φεῦ τῆς ὕβρεως) τῷ ἴσῳ μέτρῳ τῆς ἐπιπλήξεως. Ἀλλ’ ὅ γε φιλόχριστος καὶ πανευσεβὴς ἡμῶν βασιλεὺς προὐ‐ κάθητο μὲν ἄμα ἡμῖν ἐν τῷ σεβασμίῳ ναῷ τῆς ἀγίας Εἰρήνης, ἠνίκα τὴν τῶν ἀοιδίμων πατριαρχῶν μνήμην ἐπιτελοῦμεν, συμπαρῆσαν δὲ | |
καὶ μητροπολῖται θεοφιλεῖς· μεθ’ ὧν τὸ ἑκάστου θρόνου αἰδέσιμον | 2 | |
20 | συνδιασκεψάμενοι πρόσφορον πᾶσι χώραν ἀπεκληρώσαμεν, καθὰ καὶ ἡ παροῦσα τάξις ἡ τῷ ἡμετέρῳ τῆς προτροπῆς λόγῳ περιεσκεμ‐ μένως γραφεῖσα δηλοῖ. Ἄτοπον γὰρ ἐδόκει τοὺς τοῦ βήματος πρωτείων ἀντιποιεῖσθαι, καὶ δόξης ἔνεκα, ἥτις ἐστὶν ἀδοξία, εἰπεῖν δὲ μᾶλλον αἰσχύνη, τὸ | |
25 | τῆς ἀρχιερωσύνης τίμιον τοῦ λοιποῦ καθυβρίζεσθαι, μόνης τῆς ἀθανά‐ του δόξης φροντίζειν ὀφειλόντων ἡμῶν, ἢ μαρασμὸν οὐ προσίεται, ἀλλ’ εἰς ἀεὶ ἐπανθεῖ καὶ τοὺς ἐραστὰς δόξῃ ἀκηράτῳ κατακοσμεῖ καὶ ἀποσεμνύνει. | |
191b(1t) | Τάξις τῶν ὑποκειμένων μητροπόλεων τῷ ἀποστολικῷ | |
2t | καὶ πατριαρχικῷ θρόνῳ τῆς θεοφυλάκτου καὶ | |
3t | βασιλίδος Κωνσταντινουπόλεως· αὔτη ἡ τάξις ἐκ | |
4t | συνοδικῆς διασκέψεως τὸ ἀκριβὲς εἰλήφει, καθὼς | |
5t | σήμερον ἐν τῷ ἰερῷ χαρτοφυλακείῳ ἀναγέγραπται | |
6 | αʹ ἡ Καισάρεια βʹ ἡ Ἔφεσος γʹ ἡ Ἡράκλεια δʹ ἡ Ἄγκυρα | |
10 | εʹ ἡ Κύζικος ϛʹ ἡ Σάρδις ζʹ ἡ Νικομήδεια ηʹ ἡ Νίκαια θʹ ἡ Καλχηδών | |
15 | ιʹ ἡ Σίδη ιαʹ ἡ Σεβάστεια ιβʹ ἡ Ἀμάσεια ιγʹ ἡ Σικελία ιδʹ τὰ Τύανα | |
20 | ιεʹ ἡ Γάγγρα ιϛʹ ἡ Θεσσαλονίκη ιζʹ ἡ Κλαυδιούπολις ιηʹ ἡ Νεοκαισάρεια ιθʹ ἡ Πισσινοῦς | |
25 | κʹ τὰ Μύρα καʹ ἡ Σταυρούπολις ἤτοι Καρία κβʹ ἡ Λαοδίκεια κγʹ τὰ Σύναδα κδʹ τὸ Ἰκόνιον | |
30 | κεʹ ἡ Ἀντιόχεια κϛʹ ἡ Πέργη ἤτοι Σύλαιον κζʹ ἡ Κόρινθος κηʹ αἱ Ἀθῆναι κθʹ ἡ Μωκησός | |
35 | λʹ ἡ Σελεύκεια λαʹ ἡ Καλαβρία λβʹ αἱ Πάτραι λγʹ ἡ Τραπεζοῦς λδʹ ἡ Λάρισσα | |
40 | λεʹ ἡ Ναύπακτος λϛʹ ἡ Φιλιππούπολις λζʹ ἡ Τραϊανούπολις | |
ληʹ ἡ Ῥόδος λθʹ ἡ Φιλίππου | 4 | |
45 | μʹ ἡ Ἀδριανούπολις μαʹ ἡ Ἱεράπολις μβʹ τὸ Δυρράχιον μγʹ ἡ Σμύρνα μδʹ ἡ Κατάνη | |
191b(50) | μεʹ τὸ Ἀμώριον μϛʹ ἡ Κάμαχος μζʹ τὸ Κοτυάειον μηʹ ἡ Ἀγία Σευερίνα μθʹ ἡ Μιτυλήνη | |
55 | νʹ αἰ Νέαι Πάτραι ναʹ τὰ Εὐχάϊτα | |
57t | Τάξις τῶν ἀρχιεπισκοπῶν αἳ τῷ τῆς βασιλίδος | |
58t | θρόνῳ ὑπόκεινται | |
59 | αʹ ἡ Βιζύη | |
60 | βʹ ἡ Πομπηϊούπολις γʹ ἡ Λεοντόπολις δʹ ἡ Μαρώνεια εʹ ἡ Ἀπάμεια ϛʹ τὰ Γέρμια | |
65 | ζʹ ἡ Ἀρκαδιούπολις ηʹ τὸ Πάριον θʹ ἡ Μίλητος ιʹ ἡ Προκόννησος ιαʹ ἡ Σηλυβρία | |
70 | ιβʹ ἡ Μήθυμνα ιγʹ τὸ Ῥούσιον ιδʹ τὰ Κύψελα ιεʹ ἡ Ὑδροῦς ιϛʹ ἡ Νίκη | |
75 | ιζʹ ἡ Νεάπολις ιηʹ ἡ Σέλγη ιθʹ ἡ Χερσών κʹ ἡ Μεσήνη καʹ ἡ Γαρέλλα | |
80 | κβʹ ἡ Βρύσις κγʹ ἡ Δερκούς κδʹ αἱ Σέρραι κεʹ ἡ Καραβιζύη κϛʹ ἡ Ἄμαστρις | |
85 | κζʹ ἡ Λῆμνος κηʹ ἡ Λευκάς κθʹ ἡ Νακώλεια λʹ ἡ Μίσθεια λαʹ ἡ Κολώνεια | |
90 | λβʹ αἱ Χῶναι λγʹ αἱ Θῆβαι λδʹ ἡ Σωτηριούπολις λεʹ ἡ Πηδαχθόη λϛʹ ἡ Γέρμη | |
95 | λζʹ ἡ Βόσπορος ληʹ ἡ Κοτραδία λθʹ ὁ Ῥοΐνων μʹ ἡ Κάρπαθος μαʹ ἡ Αἶνος | |
191b(100) | μβʹ ἡ Μεσημβρία μγʹ τὸ Ῥύζαιον μδʹ ἡ Γοτθία μεʹ ἡ Σογδία μϛʹ οἱ Φοῦλλοι | |
105 | μζʹ ἡ Σεβαστόπολις μηʹ ἡ Αἴγινα | |
μθʹ ἡ Κέρκυρα | 6 | |
192(1t) | Νικολάου πατριάρχου ὁμιλία εἰς τὴν ἅλωσιν τῆς | |
2t | Θεσσαλονίκης, ῥηθεῖσα ἐν τῷ ἄμβωνι τῆς μεγάλης | |
3t | ἐκκλησίας μετὰ τὴν εἴσοδον | |
4 | Μικρῷ πρότερον ὑμῖν εἶπον, ἀγαπητοί, αἴτιον τοῦ μὴ τῆς θείας | |
5 | ἀπολαύειν εὐμενείας τὸν περιούσιον καὶ ἠγαπημένον λαὸν τὰ ἐμὰ πταίσματα· οὕτω λέγω καὶ νῦν. Ἡ γὰρ ἐμὴ τεταπεινωμένη καὶ πρὸς τὸν ὕψιστον μὴ ἀναβαίνειν οἵα τε οὖσα δέησις καταστρέφει μου τὴν ψυχὴν εἰς ἀνήνυτον. Οὕτω φρονῶ καὶ οὕτως ἔχω περὶ ἐμαυτοῦ, πλὴν τῆς αὐτῆς | |
10 | φύσεως καὶ ὑμεῖς, καὶ πάντας ὑφ’ ἁμαρτίαν κεῖσθαι ἀνάγκη. Καὶ σκοπήσατε τὸ οἰκεῖον ἐπιμελῶς συνειδός, καὶ εἴ τι τοιοῦτον ἐν ὑμῖν οἷον φέρει κατάγνωσιν, ὃ διίστησι τῆς πρὸς θεὸν οἰκειότητος καὶ τὴν κραυγὴν ἡμῶν, ἐπειδὰν κράζωμεν, εἰς ἀέρα ποιεῖ διαλύεσθαι. Σκοπῶ‐ μεν δὲ εἰ μ̣ὴ̣ διδόαμεν ἔλεγχον τῆς τοιαύτης συνειδήσεως, ὁπότε θεία | |
15 | ἐπὶ κεφαλῆς ὁρᾶται νέμεσις καὶ ταύτην οὐχ οἷοί τέ ἐσμεν παραιτήσασθαι, ὥσπερ τοὺς Χριστῷ ἀνατεθειμένους ἀκούομεν πρότερον, οἳ ἀληθῶς τῷ παναγίῳ ἐπικεκλημένοι ὀνόματι αὐτίκα τῇ δεήσει φιλανθρωπίας ἐτύγχανον. Ἀλλὰ γὰρ εἴ τι τοιοῦτον, ὃ καταισχύνει καὶ κακοὺς ἐλέγχει καὶ | |
20 | παρρησίας οὐ μεταδίδωσι, μεταβαλώμεθα, μεταθώμεθα τὴν προαίρεσιν, καὶ σπουδάσωμεν μὴ κλήσει μόνον ἀνατεθεῖσθαι τῷ ὑπὲρ ἡμῶν πα‐ ρασχόντι τὸ αἷμα, πολὺ δὲ πρότερον τῇ τῶν πράξεων οἰκειότητι· τοιοῦτοι γὰρ οἱ πάλαι καὶ διὰ τοῦτο τῆς πρὸς αὐτὸν ἠξιοῦντο παρ‐ ρησίας. Οἴμοι, ὅτι πάντες ἠχρειωμένοι γεγόναμεν καὶ ὡς ἐπιλελησμένοι | |
25 | παρὰ θεοῦ, καὶ οὐκ ἔστιν οὐδεὶς οὗ θαυμάζει τὸ πρόσωπον, οὐδ’ ὃς ἐπὶ καιροῦ ταῖς περιστάσεσιν εἰλημμέν[ου, ὑπ’ ἐνθέ]ου γνώμης ἅμα καὶ φιλανθρώπου κινούμ[ενος], στῆναι καὶ προσφθέγξασθαι ἱκα‐ νός, «Εἰ μὲν ἀφεῖς αὐτοῖς, ἄφες, εἰ δὲ μή, κἀμὲ ἐξάλειψον,» καὶ τὴν | |
θείαν ἀποστροφὴν εἰς οἰκτιρμοὺς διαλύσασθαι. | 8 | |
30 | Καὶ οὔπω ἐκεῖνό φημι, ὅτι πάντες ἐσμὲν ἔνοχοι, καὶ εἰ μὴ ἐφ’ ἡμᾶς ὁ θεῖος ὀφθαλμὸς ἐχρηστεύετο, πάντες ἂν ἀπολώλειμεν. Πόθεν γὰρ αἱ προλαβοῦσαι τῆς γῆς ἀφορίαι; Πόθεν ὄμβρων ἐπικλύσεις ἀήθεις καὶ τὸ πρᾶον καὶ ἱλαρὸν ἀποθέμεναι τῆς ποιότητος; Πόθεν νῦν δυσσεβὴς ἔφοδος ἐξ Ἀσσυρίων σύμμικτος καὶ Αἰγυπτίων ἀνθρω‐ | |
35 | πίων, ἣ γεννάδας αὐτούς (φεῦ τῶν ἐμῶν κακῶν) καθ’ ἡμῶν ἐκστρα‐ τεύσασα δείκνυσιν ἀντὶ παρειμένων καὶ μικροῦ καὶ αὐτῆς ἐρήμων δορᾶς, ὡς οἱ ἀκριβῶς ἀπαγγέλλουσιν ἐκείνους εἰδότες; Πόθεν ταῦτα καὶ δι’ ἣν αἰτίαν οὕτω περιστοιχιζόμεθα τοῖς κακοῖς; Ἆρ’ οὖν [οὐχ ὅτι πταίον]τες ἐξ ἴσου παρὰ θεοῦ λελογίσμ[εθα]; Οὐχ ὅτι παρὰ φαῦλον | |
40 | ἡμᾶς ἤγηται καὶ πρὸς τὴν χείρονα μοῖραν ἀπέκρινε καὶ μεμισημένοι ἀντὶ ἠγαπημένων γεγόναμεν; Εἰ γάρ τις ἦν ἀψευδὴς θεράπων θεοῦ, ἐφ’ ᾧ θεραπευόμενος ἀναπέπαυτο, πάντως ἂν ἐξ ἧς εἷπον παρρησίας κινούμενος ἀπέστρεψε τὰ δεινά, τῆς διὰ τοὺς πταίσαντας ἀναστελ‐ λομένης ὀργῆς τῇ ἀρετῇ τοῦ θεράποντος· νυνὶ δὲ ἐφ’ ἡμᾶς ἐξεχύθη | |
45 | ἄκρατος ἡ ὀργή, καὶ ὁ παρρησιαζόμενος ἢ ἀναστέλλων οὐδείς. Ἐκενώθησαν πόλεις οἰκητόρων, ἄνδρες ἴσα βοσκήμασι κατε‐ σφάγησαν, γυναῖκες διασπώμεναι τῶν ὁμοζύγων βιαίως ἐλεεινὸν θέαμα τοῖς ἀσελγεστάτοις ἐνασχημονούμεναι πρόκεινται. Τίς δώσει τοῖς ἐμοῖς ὀφθαλμοῖς δακρύων πηγάς, καὶ κλαύσομαι ταῦτά τε καὶ τὰ | |
192(50) | τούτων ἐλεεινότερα πάθη; Ἐβεβηλ[ώθησαν ναοί, παρ]θένοι ἀφιερω‐ μέναι ο̣[ὐρανίῳ νυ]μφῶνι πρὸς ὕβριν ἀπήχθη[σαν], θυσιαστήρια τοῦ θεοῦ τῇ τῶν ἀκαθάρτων ἐχράνθη ἀκαθαρσίᾳ, μονάζοντας καὶ ἱερεῖς ξίφος καὶ δουλεία μερίζεται· οἴμοι, τῶν ἐμῶν κακῶν τὸ βαρύτατον, τὰ πολύαθλα τῶν ἁγίων λείψανα παίζεται τοῖς βεβήλοις καὶ καται‐ | |
55 | κίζεται καὶ μετὰ θάνατον δευτέρους ἄθλους ὑφίστανται. Ποῦ μοι, Δημήτριε μάρτυς, ἡ ἀήττητος συμμαχία; Πῶς τὴν σὴν πόλιν ὑπερεῖδες πορθουμένην; Πῶς ὑπὸ σοὶ πολιούχῳ ἡ ἐχθροῖς ἄβα‐ | |
τος, ἀφ’ οὗ χρόνου ταύτην ἥλιος ἐθεάσατο, τοσούτων κακῶν εἰς πεῖραν ἐγένετο; Πῶς τῆς τῶν δυσσεβούντων ὀφρύος ἠνέσχου κατορ‐ | 10 | |
60 | χουμένων τῆς ἱερᾶς προστασίας; Πῶς ὑπέμεινες ταῦτα καὶ διεκαρ‐ τέρησας; Ἦ πάντως ἂν εἶπες ἠμῖν, εἴπερ ἄξιοι [ἦμεν τῆς σῆς φω]νῆς· ἀκούομεν δὲ ὅμως [...........,] ἐκ τοῦ οἰκείου συνειδό[τος λα]μ‐ βάνοντες τὴν ἀπόκρισιν. Τίς οὖν ἡ ἀπόκρισις; «Ὄτι πολλῇ κεκρατημένον λύπῃ τὸν | |
65 | δεσπότην ὁρῶ τὸν κοινόν, ἐφ’ οἷς τὸ δεσπόζειν ἡ ἁμαρτία λαμβάνει καὶ ἡ ἐλευθερία ἣν μεγάλοις ἡμῖν ἐχαρίσατο πόνοις, σταυρῷ καὶ θανάτῳ, καταπεφρόνηται, μᾶλλον ἐθελόντων ὑπὸ τὸν ἄτιμον ἐκείνης ὑποβεβλῆσθαι ζυγὸν ἢ τῆς δεδομένης ἀντιποιεῖσθαι τιμῆς. Ὄτι ἐπὶ τούτοις αὐτὸν σφοδρότερον καθορῶν ὀδυνώμενον ἢ ὅτε συνεῖχον | |
70 | ὀδύναι ἡνίκα τὰ πανάγια μέλη τὰς τρήσεις ὑπέμενον, κατηφείας εἰμὶ πλήρης καὶ τῆς δεσποτικῆς ὅλως ἐγενόμην ἀλγηδόνος. Καὶ διὰ τοῦτο τῆς ἐμῆς πορθουμένης ἠλόγησα πόλεως, οὐδ’ ἐπεστράφην πρὸς τὸ θράσος τῶν δυσμενῶν, οὐδ’ ἀντισχόμην τῶν οἰκείων τῆς σωτηρίας, οὐ[δὲ τὴν κατ’ ἐμοῦ ὕ]βριν καὶ τῶν συνθεραπόντ[ων γινομένην] | |
75 | διεγνώκειν· ἐπεὶ καὶ πολλά[κις τις βα]σιλεῖ παρεστὼς καὶ τοῦτον θεώμενος ὀξείαις ἀλγηδόσι βαλλόμενον, εἰ καὶ παῖδες αὐτῷ θνῄσκειν φίλτατοι κινδυνεύουσιν, εἰ καὶ τῶν κτημάτων τὰ τιμιώτερα πυρπο‐ λοῖτο, εἰ καί τινες ὑβρισταὶ χεῖρας ἐπάγοιεν, τούτων οὐδενὸς ποιεῖται τὴν ἐπιστροφήν, μόνης δὲ τῆς τοῦ βασιλέως γίνεται συνοχῆς καὶ ἐπὶ | |
80 | ταύτην ὅλως σπαράσσεται τὴν καρδίαν, καὶ τῶν ἰδίως λυπούντων τὴν αἴσθησιν οὐ προσίεται.» Ταῦτα ἐγὼ ἐνηχοῦμαι· ταῦτα καὶ ὑμεῖς, μὴ μόνον τῆς ἐμῆς γλώσσης, ἀλλὰ καὶ ὑφ’ ἑαυτοῦ ἕκαστος ἐνηχείσθω. Ἐπεὶ πῶς ἂν ἄλλως ὁ πολλαῖς μυριάσιν ἐθνῶν πολλάκις ἐπαρκέσας μόνος καὶ ἀντικα‐ | |
85 | ταστὰς καὶ καταισχύνας καὶ τρεψάμενος καὶ τὴν οἰκείαν ἑστίαν πε‐ ρισωσάμενος, [νῦν ἀθρόον ἀφ]ῃρημένος τὴν δύναμιν [καὶ τοὺς αὐτοῦ ο]ἰκειοτάτους ἀρνησάμενος [παντελῶς, ο]ὐκ ἐπεδείξατο τὴν συνήθη | |
[κηδεμ]ονίαν; Ἀλλὰ τοῦτό ἐστιν ὅπερ εἷπον· σφοδραῖς ὁ σωτὴρ ἡμῶν καὶ θεὸς ὁ τῶν τοῦ πατρὸς ἑαυτὸν κενώσας κόλπων, ὁ ἀγαπήσας ἡμᾶς | 12 | |
90 | καὶ συμφυεῖς ἐξ ἀφράστου ποιήσας ἀγάπης, κεντεῖται καὶ δριμείαις ὀδύναις, ὅτι τοσοῦτον ἀγαπήσας οὐκ ἔχει ποθοῦντας, ὅτι τιμήσας ἀσυγκρίτως οὐ μόνον οὐχ ὁρᾷ τιμῶντας, ἀλλὰ καὶ τὸ ὑβρίζειν παρ’ οὐδὲν ποιουμένους. Καὶ μή τινι δόξῃ βαρὺ τὸ λεγόμενον· παντὸς γάρ ἐστιν ἀλη‐ | |
95 | θέστερον μᾶλλον. Ἢ γὰρ οὐχ ὕβρις, ὅταν τῶν νόμων τοῦ δεσπότου καταφρονοῦντες τῷ νόμῳ τῆς ἁμαρτίας πειθώμεθα, καὶ πρὸς μὲν τὰ προστάγματα τούτου κωφεύωμεν, πρὸς δὲ τὰ ἐκείνης ἕτοιμοι πειθαρ‐ χεῖν εὑρισκώμεθα; Ἢ τί πράττομεν, ὅταν μισῶμεν, ὅταν φθονῶμεν, ὅταν συκοφαντῶμεν καὶ ταῖς κα̣[τ’ ἀλλήλων ἐν] τρυφῶμεν λοιδορίαις, | |
192(100) | ὅταν [τὸ συμπα]θὲς πρὸς τοὺς συμπαθείας ἐ̣π̣ι̣[δεο]μένους οὐ μόνον οὐκ ἐπιδεικνύωμεν, ἀλλὰ καὶ τὸ δάκρυον τούτων ἡδονὴν ἰδίαν καὶ εὐπορίαν ποιώμεθα; Ταῦτα οὐχ ὑβρίζει, ταῦτα οὐ λυπεῖ, ταῦτα τὸν δεσπότην οὐκ ὀδυνᾷ πλέον τῶν ποτὲ διαπειράντων αὐτὸν ἤλων; Ἐγὼ τοῦτο καὶ ὑπολαμβάνω καὶ πείθομαι. Εἰ γάρ τις νομοθέτης οἰκεῖον | |
105 | νόμον ἀθετούμενον ἐπιγνούς, ὕβριν ἑαυτοῦ τὸ πρᾶγμα ποιεῖται καὶ λύπην καὶ ἄλγος, καίτοι οὐ πόνοις ἰδίοις οὐδὲ πάθεσιν οὐδ’ ἄχρι τοῦ τι παθεῖν τὸν νόμον σπουδάσας, ἀλλ’ ἀπὸ δίφρου μόνον δικαιῶν 〈καὶ〉 θεμιστεύων, τί χρὴ λογίζεσθαι περὶ τοῦ καμάτῳ τοσούτῳ καὶ πάθεσι τὸν νόμον ἡμῖν γεγραφότος; Καὶ παραλείπω τὸ μέσον θεοῦ καὶ ἀν‐ | |
110 | θρώπων. Διὰ ταῦτα δορυάλωτος ἡ πόλις, [ἧς τὸ κλέος] πανταχοῦ διε‐ φοίτα, δι[ὰ ταῦτα ἡ δ]υστυχὴς Θεσσαλονίκη ἔργον π̣[... χ]ειρὸς πολεμίας, διὰ τοῦτο τοῦ λαοῦ τὴν σφαγήν, τῶν γυναίων τὴν ὕβριν, τῶν μοναζόντων καὶ ἱερέων τὴν ἀπώλειαν, τὴν βεβήλωσιν τῶν ἁγίων | |
115 | ὑπέμεινεν ὁ μάρτυς καὶ τὴν ἄμυναν οὐκ ἐπεδείξατο· διὰ ταῦτα καὶ τὰ λοιπὰ ἐκαρτέρησεν, ὅσα τοῖς εἰδόσι τραγῳδεῖν πάθη διὰ παντὸς | |
ἀπόχρη τοῦ βίου πρὸς τραγῳδίαν. Ἀλλὰ νήψωμεν, ἀδελφοί, διαγρηγορήσωμεν· φύγωμεν τὴν δου‐ λείαν τῆς ἁμαρτίας, δι’ ἣν πάντα τὰ κακὰ εἰς τὸν κόσμον εἰσήλασαν. | 14 | |
120 | Αὕτη πᾶσαν σάρκα κατέκλυσεν ὕδατι, ὅσον μόνον εἰς τὸ περιλειφθῆ‐ ναι σπέρμα ζωῆς δι’ ἀγαθότητα τοῦ πλάσαντος συγχωρήσασα· διὰ ταύτην πυρὸς ἐπίκλυσις τοὺς κατακριθέντας ἀνάλωσεν· αὕτη πόλεις αὐτάνδρους βυθῷ καὶ γῆς χάσματι παραδέδωκεν· αὔτη χερσὶ μ[ιαραῖς ὅπλα] κατὰ τῶν ἀσεβούντων χαρίζ[εται· αὕτη] τῆς ῥάβδου τῶν ἁμαρ‐ | |
125 | τωλῶν παιούσης οὐκ ἐᾷ φθέγγεσθαι τὸν κλῆρον ἡμᾶς ποιησάμενον. Ταύτην ὅλῃ δυνάμει καὶ ἀφ’ ἡμῶν καὶ ἀπ’ ἀλλήλων, παρακαλοῦντες, ἐκδυσωποῦντες, ἐλέγχοντες, πόρρω ποιήσωμεν, ἵνα μὴ καὶ ἡμεῖς ἐλεει‐ νοτέρα τραγῳδία τῷ μετέπειτα βίῳ γενώμεθα καὶ τὸν δεσπότην ἐπὶ πλέον ὀργιζόμενον ἴδωμεν, ἀλλὰ τῆς φίλης αὐτῷ χρηστότητος ἀπο‐ | |
130 | λαύσωμεν, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν. | |
193 | Δοὺξ ἐνδοξότατε καὶ μεγαλοπρεπέστατε, μελλοαύγουστε Ἀνδρό‐ νικε, παρεγγυῶμαι καὶ παραινῶ σοι μὴ προέσθαι ἑαυτὸν μηδ’ ὑπο‐ καταβληθῆναι τοῖς ἀπὸ τοῦ βασιλέως μηδὲ καταπιστεῦσαι τοῖς ἐξιοῦσι πρός σε. Ψευδῆ γὰρ ἅπαντα καὶ ἕωλα τὰ δηλούμενα καὶ γραφόμενα· | |
5 | ὁ γὰρ Σατανώνυμος ἀκμὴν κατὰ σοῦ διαπρίεται Σαμωνᾶς. Μεῖνον τοίνυν προσκαρτερῶν καὶ ἐνδυναμούμενος καὶ κατὰ τοὔνομα καὶ τὴν πρᾶξιν ἐπιδεικνύμενος, καὶ ἡ πόλις ταχέως διὰ τῶν ἡμῶν παραι‐ νέσεων ἐπιζητήσει σε. Μὴ ἐπιλάθῃ δὲ τῆς ἡμῶν ταπεινώσεως κα‐ | |
τευοδούμενος. Ἔρρωσο. | 16 | |
194,I | Ἐπειδήπερ πραγμάτων ἐναντιότητος καὶ δυσχερείας τὴν τοῦ θεοῦ καταλαβούσης ἐκκλησίαν εἰς τὸ ἀδύνατον περιέστην τοῦ οἰκο‐ νομεῖν τι περὶ τὸν φιλόχριστον βασιλέα, τὸν θρόνον παραιτοῦμαι, τὴν καθ’ ἐμαυτὸν ἰδίᾳ καὶ ἀνακεχωρημένην προτιμήσας ζωὴν τῆς ἐν πράγ‐ | |
5 | μασιν ἀστατούσης συναναστροφῆς, μὴ τῆς θείας ἐξιστάμενος ἱερωσύ‐ νης, ἐν ᾧ ἂν τόπῳ τὴν ταπεινὴν ἡμῶν παρελκύσωμεν ζωήν. | |
194,II(1t) | Ἔγγραφος παραίτησις Νικολάου τοῦ ἁγιωτάτου | |
2t | πατριάρχου τοῦ Γαλακρινίτου, μεθ’ ἣν ἀπεκατέστη | |
3t | αὖθις εἰς τὸν πατριαρχικὸν θρόνον | |
4 | Νικόλαος ἀρχιεπίσκοπος Κωνσταντινουπόλεως, μόνῃ χάριτι θείᾳ | |
5 | τὸ μέγα τοῦτο καὶ οὐράνιον δώρημα λαβὼν καὶ παρ’ ἑαυτοῦ μηδέν τι προσενεγκάμενος ἄξιον, ἐπειδὴ πραγμάτων ἐναντιότητος καὶ δυσχε‐ ρείας τὴν τοῦ θεοῦ καταλαβούσης ἐκκλησίαν εἰς τὸ ἀδύνατον περιέστη τοῦ τι περὶ τὸν φιλόχριστον οἰκονομῆσαι βασιλέα, τὸν θρόνον πα‐ ραιτοῦμαι, τὴν κατ’ ἐμαυτὸν ἰδίαν καὶ ἀνακεχωρημένην προτιμήσας | |
10 | ζωὴν τῆς ἐν πράγμασιν ἀστατούσης ἀναστροφῆς, μὴ τῆς θείας ἐξιστά‐ μενος ἀρχιερωσύνης μηδὲ τοῦ ἐπιτελεῖν ὅσα οἶδεν ἐνεργεῖν ἀρ‐ χιερωσύνη, ἐν ᾧ ἂν τόπῳ τὴν ταπεινὴν ἡμῶν παρελκύσωμεν ζωήν, | |
εἰδότες ἀκίνδυνον οὐκ ὂν τὸ τὴν θείαν ὥσπερ ἀπαρεσκόμενον αὐτῇ ἀποπέμπεσθαι χάριν· ἄλλως τε καὶ τοῦ ἱεροῦ κανόνος τοὺς ἐξομοσα‐ | 18 | |
15 | μένους τὴν ἐν ᾗ ἐτάχθησαν ἱερὰν λειτουργίαν, κἂν φόβος ὁ ἐξ ἀνθρώ‐ πων ᾗ πρὸς τοῦτο συνωθήσας, ἀπαραιτήτως καὶ συγγνώμης ἀπάσης χωρὶς καθαιροῦντος καὶ εἰς τὴν τῶν λαϊκῶν ἀπορρίπτοντος χώραν. | |
195 | Ἐπειδὴ προεπηγγειλάμην συμφωνίᾳ τῆς ἐκκλησίας περὶ τὸν φιλόχριστον οἰκονομεῖν βασιλέα χάριν τῆς συνοικούσης αὐτῷ γυναι‐ κός, ὁρῶ δὲ μακρὰν καὶ ἀκατάπαυστον διαφωνίαν πρὸς τὸ τὶ περὶ αὐτὸν οἰκονομεῖν, ἐξίσταμαι τοῦ θρόνου τῷ δυναμένῳ τὴν διαφωνίαν | |
5 | εἰς ὁμογνωμοσύνην ἄγειν παραχωρῶν· τὰ δὲ τῆς ἀρχιερωσύνης καὶ τῶν ταύτης ἐνεργειῶν, ἵλεω θεοῦ ὑπάρχοντος, διὰ βίου ἀναδέξομαι. | |
196 | Ἐπειδὴ ἐκ διαφωνίας καὶ γνώμης πρὸς ἀλλήλους μαχομένης, ὅπερ θεοῦ ἀρχιερεῦσιν ἀνοίκειον, πρὸς συμφωνίαν καὶ φίλην ὁμογνω‐ μοσύνην κατέστητε, διὰ τοῦτο κρίσει μιᾷ τὰ περὶ τὸν φιλόχριστον βασιλέα οἰκονομεῖτε χάριν τῆς συνοικούσης αὐτῷ γυναικός, οὐκ ἀν‐ | |
5 | τιφθέγγομαι ὑμῖν, ἀλλὰ στέργων τὴν οἰκονομίαν καὶ τὴν συμφωνίαν ἀποδεχόμενος ἐξίσταμαι τοῦ θρόνου, τοῦτο μὲν ὡς ἄνθρωπος ὢν καὶ ἀνθρώπινόν τι πεπονθώς, ἐφ’ οἷς ἐπὶ μακρῷ χρόνῳ τὴν ψυχὴν κα‐ τετρίβην ἐπὶ ταῖς ὑμῶν ἔρισι καὶ φιλονεικίαις, τοῦτο δὲ καὶ ὅτι οὐκ οἷδα εἴ τις ἀνθρώπων ἀγαπήσας τῇ περὶ τὸν φιλόχριστον βασιλέα | |
10 | ἐμαυτὸν ἀγάπῃ ἀναδησάμενος ὑπὸ τῆς τῶν πραγμάτων περιηνέχθην ἀνωμαλίας, ὥστε καὶ ἡμᾶς ἐκεῖνον λυπῆσαι καὶ αὐτὸν πρὸς ἡμᾶς ἐκτραχυνθῆναι. Διὰ τοῦτο ἐξίσταμαι τοῦ θρόνου, τὴν καθ’ ἑαυτὸν ἡσυχίαν προκρίνας τῆς ἀνθρωπίνης ματαιότητος καὶ τὸ τὰ οἰκεῖα καὶ καθ’ ἑαυτὸν ἀσφαλίζεσθαι ἢ ἐν τοῖς ἀνθρωπίνοις στρέφεσθαι πράγ‐ | |
15 | μασι. | 20 |
197(1t) | Νικολάου πατριάρχου τὰ κατ’ αὐτὸν καὶ τοὺς τότε | |
2t | ἀρχιερεῖς διὰ τὴν τετραγαμίαν | |
3 | «Υἱοὺς ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν,» προείρηται πάλαι περὶ ὧν προείρηκεν ὁ θεός. Νυνὶ δὲ ὡσαύτως εἴποι ἂν ἡ τοῦ | |
5 | θεοῦ ἐκκλησία εἰκότως περὶ τῶν ἐπὶ κακῷ τῷ οἰκείῳ γεννηθέντων αὐτῇ· κακὰ γὰρ ἐπεσωρεύσατε ἑαυτοῖς, καθ’ ἑτέρων ἐπισυναγαγεῖν ταῦτα σπουδάσαντες, οἱ (πῶς εἴπω οὐκ οἷδα, ἢ ποίοις κρίμασιν, ἀντὶ τέκνων ἐχθροὶ μέλλοντες ἔσεσθαι) ἐν τῇ μυστικῇ παστάδι ἀποτεχ‐ θέντες τῆς ἐκκλησίας. Ἀλλὰ γὰρ τετοκυῖα ὑμᾶς, ὡς εἴθε μὴ ὤφελε, | |
10 | καὶ ὑψώσασα, τῶν ὠδίνων ἔσχεν ἀμοιβὴν παρ’ ὑμῶν τὴν ἀθέτησιν. Δέον γὰρ ὑπὲρ τῆς ἀκηράτου καὶ ἀχράντως τεκούσης προκινδυνεύειν ὑμᾶς καὶ πάσῃ δυνάμει τῆς δόξης καὶ τιμῆς ἀντέχεσθαι τῆς μητρός, ὑμεῖς δὲ τὴν ἐναντίαν μᾶλλον εἵλεσθε γνώμην, καὶ ἀντὶ τοῦ προκιν‐ δυνεύειν περιεστήσατε εἰς κινδύνους, καὶ τὸν ὑπὲρ αὐτῆς ὀφειλόμενον | |
15 | ἀγῶνα εἰς τὸν κατ’ ἐκείνης μετεστρέψατε πόλεμον, καὶ ἀντὶ τοῦ τιμᾶν ὑβρίζειν ἐγνώκατε, καὶ ὕβριν ἢν μήτε ὁ προλαβὼν ἀνθρώποις ὑπέ‐ δειξε χρόνος, εἰπόντες τοῦτο δὴ τοῖς πράγμασιν, εἰ καὶ μὴ λόγοις, τὸ τοῖς πορευομένοις ὀπίσω τῶν οἰκείων θελημάτων εἰρημένον, «Τὰ χείλη ἡμῶν παρ’ ἡμῶν ἐστι· τίς ἡμῶν κύριός ἐστι;» νομίσαντες πᾶσαν | |
20 | αἰδῶ καὶ δικαιοσύνην ἐξ ἀνθρώπων ἠφανίσθαι, μᾶλλον δέ, εἰ δεῖ τὴν πᾶσαν ὑμῶν διάνοιαν ἐξειπεῖν, μηδ’ ἐν τῷ μέλλοντι δοκοῦντες πολι‐ τεύεσθαι δικαιοσύνην αἰῶνι. Πῶς γὰρ τοιούτων δραμάτων ἐγένεσθε ποιηταί, εἰ δίκης ἐν ὑμῖν ἀνέβαινε λογισμός, πρῶτον μὲν κατὰ τοῦ οἰκείου ἀρχιερέως καὶ | |
25 | διέπειν τὴν ἐκκλησίαν (εἰ καὶ ἀχρείου) λαχόντος καὶ τῆς ἰδίας κεφα‐ λῆς ἀποστασίαν μελετήσαντες καὶ πολέμιοι ἀντὶ τέκνων γεγονότες; Ἢ οὐχὶ τοῦτο καὶ πρὶν λανθάνοντες συνεσκευάσασθε καὶ κατ’ ἐκείνην δὴ τὴν ἡμέραν ὅτε ἀναίδην καὶ δημοσίᾳ ἡμῶν ἀπέστητε δήλην τὴν συσκευὴν ἐποιήσασθε; Τοῦ γὰρ βασιλέως συγκεκληκότος ἡμᾶς καὶ | |
30 | τοιαύτην ἀφιέντος φωνήν, «Ὅσοι τῆς μερίδος, τῆς ἡμῶν χωρίσθητε | |
βασιλείας,» φανερῶς ἐξ ἡμῶν ἀπορραγέντες οἷόν τι πολέμιον στῖφος ἐκείνῳ προσέθεσθε· καὶ τοῦτο οὐχ ἅπαξ, ἀλλὰ καὶ πάλιν ἐν τοῖς βασι‐ λείοις προσκεκλημένοι δὶς ἀπειργάσασθε. Καὶ ἡ ἄρνησις δὲ τῆς ὁμο‐ λογίας ὑμῶν, ἢν ἐνώπιον θεοῦ καὶ ἀγγέλων καὶ ἀνθρώπων ὡμολο‐ | 22 | |
35 | γήσατε, μηδὲν τῆς ἡμῶν ἔξω γνώμης πράττειν, ἀλλὰ μᾶλλον ἀκο‐ λουθήσειν ἡμῖν, εἴ τι γνοίημεν περὶ τοῦ ἐξ ἀνθρώπων ἀπελθόντος βασιλέως οἰκονομεῖν, πρὸς τί ἄλλο ἢ πρὸς τοῦτο καταστρέφει, τὸ μὴ προσεῖναι ὑμῖν ἔννοιαν δικαιωτηρίου καὶ κρίσεως; Τὸ δὲ παρὰ τῆς ἡμῶν μετριότητος, ὁπότε τὸ σχῆμα τῆς βασιλικῆς παρακελεύσεως | |
40 | ἅπαντας ἐξῆγε τῆς πόλεως, εἰρημένον ὑμῖν κοινῇ συνηθροισμένοις καὶ πρὸς τὴν ἔξοδον σύνταξιν ποιουμένοις, ὡς οὐδενὶ ἔξεστι χωρὶς τῆς πάντων συμφωνίας ἐπιτελεῖν τινα οἰκονομίαν, ἀλλ’ εἴτε δοίη θεὸς ἐν βίῳ διαμένειν ἡμᾶς, εἴτε ἐξ ἀνθρώπων μεθίστησι, κοινῇ γνώμῃ καὶ ψήφῳ, εἴ τι γενέσθαι δεήσειε, τοῦτο ἐπιτελεῖν, καὶ ὡς εἴ τις μὴ | |
45 | οὕτως φρονήσειεν, ἀλλ’ ἄνευ τῆς κοινῆς πάντων ἐπικρίσεως τολμήσει τι πράττειν, οὗτος ἀπαραιτήτως εἴη φέρων τὴν καταδίκην παρά τε πατρὸς καὶ υἱοῦ καὶ ἀγίου πνεύματος ἔν τε τῷ νῦν αἰῶνι καὶ ἐν τῷ μέλλοντι καὶ παρὰ τῆς ἡμῶν μετριότητος, πῶς οὐκ ἐλέγχει ὑμᾶς μηδ’ ὅλως ἔννοιαν ἐσχηκότας ἢ ζωῆς μελλούσης ἢ τῆς τῶν βεβιωμένων | |
197(50) | ἐτάσεως; Ἀλλὰ ταῦτα μὲν τοιούτους ἀποφαίνει ὑμᾶς· σκοπῶμεν δὲ καὶ τὰ ἐπὶ τούτοις προσεξειργασμένα. Ἀπηλάσατε τοῦ ποιμνίου ἡμᾶς· εἰ γὰρ καὶ βασιλεὺς τοῦτο πράττειν ἐδόκει, ἀλλ’ ὑπουργὸς ἦν ἐκεῖνος τῆς ὑμῶν ἐπιτροπῆς καὶ τοῦ βουλήματος· αὐτοὶ γὰρ καὶ πρὸ ἐκείνου | |
55 | καὶ σὺν αὐτῷ τὴν καθ’ ἡμῶν ἐπιβουλὴν ἐποιήσασθε. Δῆλον δὲ καὶ ἐκ τῶν εἰρημένων καὶ ἐκ τούτου μᾶλλον. Ἐν μεταγνώσει γὰρ τοῦ βασιλέως καταστάντος καὶ τοῦ μεγέθους τοῦ κακοῦ ταχέως αὐτὸν ἀναφρονῆσαι παρασκευάσαντος, ἐβουλεύσατο πάλιν ὅθεν κακῶς ἐξή‐ λασεν ἐπαναγαγεῖν· καὶ γράμματι τοῦτο ἐδήλωσε καὶ ὅρκοις ἐβε‐ | |
60 | βαίου τὸ δόξαν, ἀποστόλῳ χρησάμενος καὶ τοῦ γράμματος καὶ τῶν ὁρκίων διακόνῳ τῷ κατ’ ἐκεῖνο καιροῦ τὸ δύνασθαι παρ’ αὐτῷ λα‐ χόντι. Καὶ ἐπεὶ κοινωνοὺς ὑμᾶς τοῦ δόξαντος προσελάβετο, μίαν ἐρρήξατε φωνὴν καὶ ἠπειλήσατε ἦν μὴν ἅπαντας ἔσεσθαι φυγάδας καὶ ἀντὶ μητροπόλεων τὰς ἐρήμους οἰκήσειν, εἰ πρὸς ὑμᾶς διαπράξει | |
65 | τὸν πατριάρχην ἐπανελεύσεσθαι. Ἀλλὰ τοιούτοις καλοῖς προοιμίοις προσεθήκατε καὶ ἃ προσειρή‐ σεται· παραίτησιν ἀπῃτήσατε, καὶ τοῦ θεοῦ τοὺς λογισμοὺς ὑμῶν ματαιώσαντος, οὐ παραίτησιν ἀλλ’ ἀγχόνην ἐλάβετε. Ἡμῶν γὰρ εἰπόν‐ των ὡς ἐπεὶ παρανομεῖν οὐ δεδυνήμεθα (τίς γὰρ παρανομεῖν δυνα‐ | 24 |
70 | τός, εἰ μὴ ἄθεος;) καὶ τὸ τοῦ Δαυὶδ ἐγγράφως ὁμολογησάντων, εἰ καὶ λέξεσιν ἑτέραις, «Ἐμίσησα ἐκκλησίαν πονηρευομένων καὶ μετὰ ἀσεβῶν οὐ μὴ καθίσω,» αὐτοὶ ὡς ὄντως παραίτησιν περιχανόντες τοῖς γεγραμμένοις ἐπὶ μᾶλλον ἐξεβακχεύθητε πρὸς ἀπόνοιαν. Καίτοι τίς παραίτησις ὑπερορίων ὄντων, κουστωδίας στρατιωτῶν φρουρούν‐ | |
75 | των, ξιφῶν μικροῦ τοῖς αὐχέσιν ἡμῶν ἐπικειμένων, ἵνα τὴν ἄλλην συνοχὴν ἐάσω καὶ βίαν, ἐρημίαν τῶν συνόντων, συμψαλλόντων, συνο‐ μιλούντων, τῶν ἄλλως ὑπηρετούντων (ἃ κἂν οἱ τῆς πίστεως ἀλλότριοι συνεχώρησαν, εἰ ταῖς χερσὶν ἐκείνων ἐγκρατεῖς ἐγεγόνειμεν), τὸν λι‐ μόν, τὴν ὑπὸ κρυμοῦ πῆξιν; Αἰσχύνομαι λέγειν περὶ τῶν οὕτω πρὸς | |
80 | ἀφιλάνθρωπον γνώμην ἀποκλινάντων καὶ μόνην παραμυθίαν ἡμῖν τὴν ἐκ τῶν ἀχύρων θάλψιν παραλελοιπότων. Οὕτως συγκεκρότηται ἡμῖν ἥν φατε κατέχειν παραίτησιν· πλὴν καλὸν ἐπιμνησθῆναι 〈τῶν〉 ῥημάτων ἡμῶν· ἔχει γὰρ οὕτως. Παραίτησις. «Ἐπειδὴ πραγμάτων ἐναντιότητος καὶ δυσχε‐ | |
85 | ρείας τὴν τοῦ θεοῦ καταλαβούσης ἐκκλησίαν εἰς τὸ ἀδύνατον πε‐ ριέστη τοῦ οἰκονομεῖν τι περὶ τὸν φιλόχριστον βασιλέα, τὸν θρόνον παραιτοῦμαι, τὴν κατ’ ἐμαυτὸν ἱδίαν καὶ ἀνακεχωρημένην προτιμήσας ζωὴν τῆς ἐν πράγμασιν ἀστατοῦσιν ἀναστροφῆς, μήτε θείας ἐξιστά‐ μενος ἀρχιερωσύνης μηδὲ τοῦ ἐπιτελεῖν πάντα ὅσα ἐνεργεῖν οἶδεν | |
90 | ἀρχιερωσύνη, ἐν ᾧ ἂν τόπῳ τὴν ταπεινὴν ἡμῶν παρελκύσωμεν ζωήν, εἰδότες ἀκίνδυνον οὐκ ὂν τὸ τὴν θείαν ὥσπερ ἀπαρεσκόμενον αὐτῇ ἀποπέμπεσθαι χάριν, ἄλλως τε δὲ καὶ τοῦ ἱεροῦ κανόνος τοὺς ἐξο‐ μοσαμένους τὴν ἐν ᾗ ἐτάχθησαν ἱερὰν λειτουργίαν, κἂν φόβος ὁ ἐξ ἀνθρώπων ᾖ ὁ πρὸς τοῦτο συνωθήσας, ἀπαραιτήτως καὶ συγγνώμης | |
95 | ἁπάσης χωρὶς καθαιροῦντος καὶ εἰς τὴν τῶν λαϊκῶν ἀπορρίπτοντος | |
χώραν.» Ὁρᾷς, μᾶλλον ὁρᾶτε, οἵα ὑμῖν ἐκ τῆς παραιτήσεως ὑπάρχει ἀσφάλεια, οἷα ὑμῖν τὰ δίκαια τῆς χειροθεσίας, ἣν ὡς τῆς ἐκκλησίας προεστῶτες πεποίησθε; Ἀλλ’ ὄντως τυφλὸν ἡ μανία, ἣν οὐκ οἶδα | 26 | |
197(100) | πόθεν νενοσηκότες οὐδὲ τοῦτο ἐνιδεῖν ἠδυνήθητε, ὡς τῆς δοκούσης παραιτήσεως ἡμῖν πάντα φαμένης πράττειν ὅσα θέμις πράττειν τοῖς τὸν ἀρχιερατικὸν διέπουσι θρόνον, «ἐν ᾧ ἂν τόπῳ τὴν ταπεινὴν ἡμῶν ζωὴν παρελκύσωμεν,» ὡς ἐν τῇ παραδοχῇ ταύτης, ἀνθ’ ἧς ἀπελαύ‐ νειν ἐφορείας ἐγνώκειτε, πάσης ἡμῖν ἐφορείας τό γε ὑμέτερον μέρος | |
105 | τὴν κυριότητα ἐνεχειρίσατε, καὶ τῆς Κωνσταντινουπόλεως ὑπερορίους ποιοῦντες πάσης ἐδίδοτε πόλεως ἐπικράτειαν. Καλά γε ὑμῶν τὰ τῆς παραιτήσεως δίκαια, ἣν ὡς ἀκρόπολιν τῆς ὑμῶν τυραννίδος κατέχετε, ἐξ ἧς καὶ νομοθέται καὶ οἰκονόμοι πορνείας εἰς ὕβριν, ἵνα μὴ λέγω τοῦ ἱερατικοῦ πληρώματος, ἀλλὰ καὶ παντὸς τοῦ Χριστιανῶν γένους | |
110 | ἀναδειχθῆναι ἀπονενόησθε· πορνείας εἶπον, οὐ τοσοῦτον μόνον, ἀλλὰ καὶ «πλέον πορνείας,» ὡς τῷ θείῳ διδασκάλῳ καὶ τοῖς ἐκεῖνον μὴ παραλογιζομένοις δοκεῖ. Τὰ μὲν οὖν ὑμέτερα, ἵνα μὴ ἐπὶ πλέον ὅσα κατὰ θεοῦ καὶ τῶν νόμων αὐτοῦ κατωρχήσασθε διεξερχόμενος ὁ λόγος τοῖς ἐπιεικεστέ‐ | |
115 | ροις καὶ τὸ καθ’ ὑμῶν ἀνάπτοι δίκαιον μῖσος, μὴ πλείονος ἀξιούσθω μνήμης· καίτοι γε τῶν εἰρημένων οὐκ ἐλάττω, ἀλλὰ μείζονα τὰ ὑμῖν μὲν ἐφεξῆς τετολμημένα, τῷ λόγῳ δὲ σιωπώμενα ἔνεκα τοῦ μὴ τὸ δίκαιον μῖσος παρὰ τῶν εὐσεβούντων καθ’ ὑμῶν τῶν ἀρίστων ἐξαφθῆ‐ ναι δραματοποιῶν. Τίς γὰρ τὴν ἄλλην πονηρίαν καὶ τὸ ψεῦδος καὶ | |
120 | τὴν ἀναισχυντίαν καὶ τὸν ὅλον ὑμῶν κατὰ τῆς ἐκκλησίας πολύτροπον καὶ ποικίλον τῆς κακίας ἀκούων ἀγῶνα, οὐκ εἰς ἔκπληξιν καθιστά‐ μενος διὰ τὴν ὑπερβολὴν καὶ τὸ μηδέποτε τοιαῦτα κεκακουργῆσθαι, πόρρω τῆς ἀνθρωπίνης καὶ διανοίας καὶ πράξεως ὑπολαμβάνει τὰ γεγενημένα ὑμῖν; Ἵνα οὖν, ὅπερ ἔφην, μὴ διὰ ταῦτα τὸν δίκαιον τῶν | |
125 | ἀκουόντων θυμὸν ἀναφλέγῃ καθ’ ὑμῶν ὁ λόγος ἐκδιηγούμενος, ἐκεῖνα παραλείψας τὴν τῶν ἱερῶν κανόνων ἀπόφασιν ἐπιφέρει καθ’ ὑμῶν, καθ’ ὧν καὶ τὴν τόλμαν καὶ τὸ θράσος ἀναλαβεῖν ἐνεανιεύσασθε. Κανὼν ιηʹ τῶν ἐν Χαλκηδόνι, οὗ ἡ ἀρχὴ «Τὸ τῆς συνωμο‐ | |
σίας.» | 28 | |
130 | Κανὼν εʹ τῆς οἰκουμενικῆς αʹ συνόδου, οὗ ἡ ἀρχὴ «Περὶ τῶν ἀκοινωνήτων.» Κανὼν θʹ τῆς ἐν Καρθαγένῃ συνόδου, οὗ ἡ ἀρχὴ «Τοῦτο ὁρίσαι καταξιώσατε.» Κανὼν βʹ τῆς οἰκουμενικῆς βʹ συνόδου, οὗ ἡ ἀρχὴ «Τοὺς ὑπὲρ | |
135 | διοίκησιν ἐπισκόπους.» Ἃ δὲ περὶ πορνείας ὤρισται καὶ τῶν ἐν τῷ μύσει τούτῳ μο‐ λυνομένων, τίς τῶν πάντων ἠγνόει, καὶ μὴ ὅτι τῶν λαχόντων ἱερᾶσθαι ἢ τῶν ὁπωσοῦν εἰς ἄνδρας τελούντων, ἀλλὰ καὶ τῶν ἔτι παιδικὴν σύνεσιν ἐχόντων; | |
140 | Τοίνυν διὰ ταῦτα καὶ τὰ προειρημένα τοῖς θείοις καὶ ἱεροῖς ἑπόμενοι κανόσιν, ἀλγοῦντες μὲν καὶ σπαρασσόμενοι τὴν ψυχήν, ὅμως δὲ κατὰ τὴν ἱερὰν ψῆφον τὴν ἀπογυμνοῦσαν ὑμᾶς τῆς ἱερατικῆς τά‐ ξεως καὶ τιμῆς, ἧς φθάσαντες αὐτοὶ ἑαυτοὺς ἀπεγυμνώσατε, καὶ ἡ ἱερὰ αὕτη καὶ ὑπὲρ τῆς δόξης τῆς ἐκκλησίας τοὺς κινδύνους διενεγ‐ | |
145 | κοῦσα σύνοδος ποιεῖται τὴν ἀπόφασιν, καθαιροῦσα καὶ ἀλλοτριοῦσα | |
ὑμᾶς πάσης ἀρχιερατικῆς καὶ ἐνεργείας καὶ δυνάμεως. | 30 | |
198(1t) | Epistula ad Joannem Catholicum Armeniae | 32 |
199,I | Ὅτι τὸ λέγειν τὸν δημιουργὸν τοῦ παντὸς περὶ τοῦ Ἀδὰμ «Ποιήσωμεν αὐτῷ βοηθὸν κατ’ αὐτὸν» οὐκ ἔστι πλειόνων γάμων ἐπιτροπή, ἀλλὰ μόνου ἑνός· διὰ τοῦτο καὶ μίαν πλάττει γυναῖκα καὶ μίαν ἐξελὼν πλευρὰν τοῦ Ἀδάμ, ἣν καὶ εἰς γυναῖκα διαπλάσας νυμ‐ | |
5 | φαγωγεῖ αὐτῷ. Ὥστε ἡ παρὰ θεοῦ νυμφαγωγία μίαν οἷδε συνάφειαν, αἱ δὲ παρὰ ταύτην οὐκ ἤρτηνται θείου νόμου, εἰ καὶ ἀνθρωπίνως συγκεχώρηνται. | |
199,II | Ὅτι τὸ «Ποιήσωμεν αὐτῷ βοηθὸν κατ’ αὐτὸν» οὐ τοσοῦτον διὰ τὴν συνάφειαν, εἰ καὶ συμβαίνει διὰ τὴν τοῦ γένους διαδοχήν, ὅσον διὰ τὴν μόνωσιν καὶ τὴν πρὸς τὸν βίον εἴρηται ἀπορίαν· ὅπερ εὖ εἰδὼς ὁ ἀπόστολος ὕστερον τῷ ἀσθενεστέρῳ μέρει καὶ ἀπορωτέρῳ | |
5 | τὸν δεύτερον ἐπιτρέπει γάμον, τουτέστι γυναιξί, καὶ οὐκ ἀνδράσι τοῖς μᾶλλον μὴ δεομένοις πρὸς τὸ ζῆν βοηθείας. | |
199,III | Ὅτι καὶ τὸ «Ἔνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα καὶ τὴν μητέρα» περὶ μονογαμίας εἴρηται. Ἢ οὐχὶ πρὸς τὴν πρώτην συνάφειαν ὁρμῶντες ἄνθρωποι καταλιμπάνουσι τοὺς οἰκείους γονέας καὶ πρὸς μίαν σάρκα συνάπτονται; Πρόδηλον οὖν ὡς ἐκείνη μόνη | |
5 | κυρίως ἂν εἴη γαμετή, δι’ ἣν ἡ κατάλειψις τοῦ πατρὸς καὶ τῆς μητρὸς | |
τῷ πρὸς ταύτην συναπτομένῳ διαπράττεται. | 34 | |
199,IV | Ὅτι εἰ δέον συγχωρεῖν τέταρτον, οὐχ ἑνὶ δέον, ἀλλὰ πᾶσι· τοῦτο δέ ἐστιν ἀπάρνησις τῆς Χριστιανῶν πίστεως. | |
199,V | Ὅτι καὶ ὁ τοῦ κυρίου λόγος, εἰπόντος «Ὃ ὁ θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω,» ἐπ’ ἐκείνην τὴν πρώτην ἀνάγει μνηστείαν ἣν ὁ πλάστης καὶ νυμφαγωγὸς τῷ Ἀδὰμ ἐμνηστεύσατο, ἀλλ’ οὐ περὶ δευτέρου ἢ τρίτου ὁ λόγος αὐτῷ. | |
199,VI | Ὅτι καὶ ἐκ τῆς τοῦ κυρίου σαρκώσεως ἡ μονογαμία νενομο‐ θετημένη παρὰ θεοῦ μόνη γινώσκεται. Μιᾶς γὰρ ἐκ τοῦ ἀνδρὸς πλευ‐ ρᾶς εἰς διάπλασιν ληφθείσης τῆς γυναικὸς καὶ ὀφλήματος ἑνὸς ὄντος τῇ Εὔᾳ πρὸς τὸν Ἀδάμ, μία παρθένος ἐκ τῶν αὐτῆς ἀχράντων αἱμά‐ | |
5 | των ἑνὶ ὑπὲρ τοῦ Ἀδὰμ σαρκωθέντι υἱῷ ἀντιδοῦσα τὴν ὕλην εἰς διά‐ πλασιν τῆς ἁγίας σαρκὸς ἀνεπλήρωσε τὴν ὀφειλὴν τῆς προμήτορος. Ὥστε εἰ ἓν ὄφλημα τὸ τῆς γυναικὸς πρὸς τὸν ἄνδρα καὶ μία ἀντα‐ πόδοσις τοῦ ὀφλήματος, οὐ δύο γυναῖκες ἁρμόσουσι τῷ ἀνδρί, ἀλλὰ μία. | |
199,VII | Ὅτι 〈εἰ〉 ἡ τοῦ κυρίου παρουσία βελτίωσις γέγονεν καὶ τε‐ λείωσις τῷ ἀνθρωπείῳ βίῳ, πῶς ἔχει λόγον τὸν ἐκ τῆς ἀτελοῦς πο‐ λιτείας ἀνάγοντα μὴ κωλύειν ἐπὶ πλείονας προέρχεσθαι γάμους; ὁπότε μηδὲ ὁ νόμος τοιοῦτον ἐπιτρέπει, πλὴν ὅσον ἐπ’ ἀδελφοῦ ὁμοιότητος | |
5 | ἔγερσιν, κἄν τινες ἐν νόμῳ τελοῦντες διαφόροις ὡμίλησαν γάμοις. | 36 |
199,VIII | Ὅτι ὁ κύριος τῆς ἐξ ἀρχῆς παρ’ αὐτοῦ δεδομένης τῷ πλάσματι διατάξεως ἐλθὼν πρὸς ἡμᾶς ὑψηλοτέραν, ἀλλ’ οὐκ ἐλάττονα τὴν διάταξιν δίδωσι. Τότε γὰρ τὴν γυναῖκα τῷ ἀνδρὶ συνάψας νῦν φησιν ἥκειν (ἤγουν «ἐλθεῖν») διαχωρίσαι ἄνδρα τῆς γυναικὸς καὶ υἱὸν καὶ | |
5 | θυγατέρα ἀπὸ πατρὸς καὶ μητρός. Τίνα οὖν ἔχει λόγον τὸ νομίζειν μὴ παρὰ τοῦ κυρίου κεκωλῦσθαι πολυγαμίαν; | |
199,IX | Ὅτι ὁ θεὸς τὰ δημιουργήματα ὑποστήσας ἄπαξ ἔδωκεν αὐτοῖς τάξιν καθ’ ἣν δεῖ ῥυθμίζεσθαι καὶ διατελεῖν, οἷον σπόρῳ θέρει, ἔαρι χειμῶνι, νυκτὶ ἡμέρᾳ, ὡσαύτως καὶ τῇ γενέσει τῶν ζῴων. Παρεσχέθη οὖν καὶ τῷ ἀνθρώπῳ γυνὴ μία, μεθ’ ἧς δεῖ αὐτὸν μέχρις ἂν τὸ βού‐ | |
5 | λημα τοῦ παρασχόντος ἐπιτρέπει συζῆν· οἱ δὲ παρὰ τοῦτον γάμοι ἀνθρωπίνης συγκαταβάσεως, ἀλλ’ οὐ θεϊκῆς διατάξεως. | |
199,X | Ὅτι καὶ ἡ τοῦ θείου ἀποστόλου περὶ χειροτονίας νομοθεσία, δι’ ὧν ὁρίζει τοὺς μιᾶς γυναικὸς ἄνδρας πρὸς θείαν λειτουργίαν ἀνα‐ λαμβάνεσθαι, τί ἄλλο ἢ τοῦτο ἡμᾶς διδάσκει, ὅτι εἷς γάμος ὁ παρὰ θεοῦ ὁρισθεὶς τῇ φύσει; Καὶ διὰ τοῦτο ὡς ἀμέμπτου ὄντος οὐκ ἀνά‐ | |
5 | ξιοι πρὸς χειροτονίαν οἱ νομίμως αὐτῷ ὑπουργήσαντες, οἱ δὲ παρὰ τοῦτο ὑπὸ μέμψιν· καὶ διὰ τοῦτο οὐδεὶς τῶν ἐκ δευτέρου γάμου τῇ ἱερᾷ προσάγεται ὑπηρεσίᾳ. Εἰ δὲ μὴ ὁ δεύτερος ἄμεμπτος ὡς μὴ θεόθεν διδόμενος (ἐποίησε γὰρ ὁ θεὸς πάντα «καλὰ λίαν»), πῶς ἄν | |
τις εἴποι γʹ ἢ τέταρτον μὴ παρὰ θεοῦ κωλύεσθαι; | 38 | |
199,XI | Ὅτι τὸ τοῦ ἀποστόλου «Καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι» τὴν ἀγαμίαν προτιμῶντος εἴρηται· ὁ δὲ τῆς νομίμου συζεύξεως τὴν ἀγαμίαν προκρίνων πῶς ἐπιτρέψει παρανόμως συνάπτεσθαι; Σφάλ‐ λονται οὖν οἱ λέγοντες τὸν ἀπόστολον διὰ τοῦ λέγειν «Κρεῖσσον | |
5 | γαμῆσαι ἢ πυροῦσθαι» πλείοσιν ἐπιτρέπειν ὁμιλεῖν γάμοις, ἀλλ’ ἡ παραίνεσις τὸν ἕνα μόνον διδάσκει. | |
199,XII | Ὅτι ὁ μέγας ἀπόστολος Παῦλος παραινῶν δεῖν τοὺς ἄνδρας ἀγαπᾶν τὰς γυναῖκας ὡς τὰ ἑαυτῶν σώματα, καθὼς καὶ ὁ Χριστὸς τὴν ἐκκλησίαν, δείκνυσι τηλαυγῶς τοῖς μὴ παντελῶς ἀποτετυφλωμέ‐ νοις μίαν καὶ μόνην ἀνδρὶ συνάπτεσθαι ὀφείλειν γυναῖκα· οὐδὲ γὰρ | |
5 | δύο τοῦ Χριστοῦ ἐκκλησίαι, ἀλλὰ μία παραδέδοται καθολικὴ καὶ ἀποστολικὴ ἐκκλησία. Φησὶ δὲ οὕτως· «Ὀφείλουσιν οἱ ἄνδρες ἀγαπᾶν τὰς ἑαυτῶν γυναῖκας ὡς τὰ ἑαυτῶν σώματα· οὐδεὶς γάρ ποτε τὴν ἑαυτοῦ σάρκα ἐμίσησεν, ἀλλ’ ἐκτρέφει τε καὶ θάλπει αὐτήν, καθὼς καὶ ὁ κύριος τὴν ἐκκλησίαν.» Καὶ τὸ ἑξῆς δέ, «Τὸ μυστήριον τοῦτο | |
10 | μέγα ἐστίν, ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ τὴν ἐκκλησίαν,» φανερῶς ἀποτρέπει τὴν ἐπὶ δευτερογαμίαν πρόοδον. Εἰ δὲ μὴ χώρα τῷ δευτέρῳ γάμῳ, τίς ἂν ὑπολείποιτο τοῖς πλείοσιν; | |
199,XIII | Ὅτι διὰ τοῦ εἰπεῖν τὸν θεῖον Βασίλειον «πορνείαν κεκολασμέ‐ νην» τὴν τριγαμίαν κεκώλυται ἡ τετάρτη συνάφεια, καὶ μόνως ὀνο‐ μαζομένη «πολυγαμία,» κἂν μηδὲν ἕτερον περὶ ταύτης εἴρητο. Ἔφη γὰρ «κεκολασμένην πορνείαν» τὴν τριγαμίαν, ἵνα σαφῶς εἰδεῖεν οἱ | |
5 | πλέον ἐπεκτεινόμενοι ὡς πρὸς φανερὰν ἐξελαύνουσι πορνείαν, εἰ καὶ ταύτης φησὶ «πλέον» ἔχειν τὴν πολυγαμίαν ὁ μετὰ ταῦτα ἐντεταγμέ‐ | |
νος κανών. | 40 | |
199,XIV | Ὅτι «πλέον πορνείας» ἡ πολυγαμία, διότι ὁ πόρνος, εἰ καὶ πράττει τὸ παράνομον, μεταδιώκει τὸ κρύφιον· ἡ δὲ πολυγαμία δη‐ μοσιευομένην εἰσάγει καὶ παρρησίᾳ πολιτευομένην τὴν παρανομίαν. | |
199,XV | Ὅτι μὴ διότι τινὲς πολλάκις τῶν κατεχόντων τοὺς νόμους πα‐ ρορῶσι τὴν παράβασιν αὐτῶν, διὰ τοῦτο δεῖ καὶ ἄλλους ἀτιμάζειν τὸν νόμον καὶ ποιεῖσθαι τύπον τὰ παραβαθέντα καὶ παράδειγμα. | |
199,XVI | Ὅτι ἡ οἰκονομία οὐκ ἐπὶ βεβαιώσει τῶν ἁμαρτανομένων γίνε‐ ται, ἀλλ’ ἐπὶ ἀπαλλαγῇ τῆς ἁμαρτίας καὶ σωτηρίᾳ τοῦ ἁμαρτάνοντος· ὅτι ἡ οἰκονομία ἐπὶ καταγνώσει τοῦ σφάλματος γίνεται ἐφ’ ᾧ ἀξιοῦν‐ ται τῆς οἰκονομίας διὰ φιλανθρωπίαν οἱ ἐχόμενοι τῷ ἁμαρτήματι· | |
5 | ὅτι ἡ οἰκονομία κοινή τίς ἐστι καὶ διάδοσις ἐπὶ πάντας τοὺς ἐφ’ ὧν ἐπὶ εὐεργεσίᾳ καὶ σωτηρίᾳ τελεῖται, ἀλλ’ οὐκ ἰδία τις καὶ ἀποτεταγμέ‐ νη τοῖς λαμβάνουσι χάρις. | |
199,XVII | Ὅτι τὴν διάζευξιν εἰ καὶ μὴ λόγῳ, ἀλλὰ πράγματι, ὅπερ ἐστὶ τρανότερον τῆς ἐκ λόγων παρακελεύσεως, παρακελεύεται ὁ κανών. Τί γὰρ ἔτερόν ἐστιν ἐκ τῶν ἱερῶν περιβόλων ἀφορισμός, τουτέστιν ἡ τοῦ σώματος τῆς ἐκκλησίας ἐκτομή, ἢ πρόσταξις διαζεύξεως; Ἐπεὶ | |
5 | γὰρ ἡ ἁμαρτία ἐπισπασαμένη ἥνωσεν ἑαυτῇ, ἀνάγκη τῆς ἐκκλησίας, τουτέστι τοῦ σώματος τῶν πιστῶν ἐκτέμνεσθαι τὸν ἡνωμένον τῇ ἁμαρτίᾳ, καὶ οὐκ ἄν ποτε συναφθείη τῷ ἐξ οὗ διετμήθη σώματι μὴ τῆς πρὸς τὴν ἁμαρτίαν ἑνώσεως διαστάς. Ὥσπερ γὰρ ὁ ταύτῃ ἑνωθεὶς τὴν ἀρχὴν ἀπέστη τῆς ἐκκλησίας, οὕτω πάλιν ὁ μέλλων συναφθῆναι | |
10 | τῷ πληρώματι τῆς ἐκκλησίας, ἀνάγκη τῆς ἁμαρτίας τοῦτον διίστασθαι· ἀμήχανον δὲ ἀμφότερα συνδραμεῖν, τό τε τῇ ἁμαρτίᾳ ἡνῶσθαι καὶ | |
τὸ μὴ τοῦ σώματος τῶν πιστῶν κεχωρισμένον γνωρίζεσθαι. | 42 | |
199,XVIII | Ὅτι οἱ ληροῦντες ὡς τὸ «πλέον πορνείας» εἶναι τὸ ἁμάρτημα οὐκ ἔστι πλέον τῆς ἀνειμένης, ἀλλὰ τῆς κεκολασμένης, τουτέστι τῆς τριγαμίας, εἰπάτωσαν τί τὸ πλέον λογίζονται πρὸς τὴν ἀνειμένην. Εἰ γὰρ μὴ πλέον ἐκείνης, πάντως ἕξει τὸ ἴσον πρὸς αὐτὴν ἢ τὸ ἔλαττον. | |
5 | Τί δή ποτ’ οὖν ἡ μείζων, τουτέστιν ἡ ἀνειμένη, ἀνθρώπινον λογίζεται ἁμάρτημα καὶ μνήμης τυγχάνει παρὰ τῶν πνευματικῶν ἰατρῶν καὶ θεραπείας ἀξιοῦται (τέθεινται γὰρ περὶ ταύτης κανόνες καὶ μέθοδοι σωτηρίας καὶ οὐδεὶς αὐτὴν εἴρηκεν οὔτε «ἀλλότριον φύσεως ἀνθρω‐ πίνης» οὔτε «κτηνῶδες», ἀλλ’ οὐδὲ «βίον χοιρώδη», ἀνθρώπινον δὲ | |
10 | τὸ παράπτωμα ἴσασι καὶ τῆς ὀφειλομένης ἀξιοῦσι μεθοδείας), ταύτην δὲ τὴν νομιζομένην ἐλάττω παρὰ τοῖς σοφοῖς τούτοις, μᾶλλον δὲ ἀνοήτοις, οὔτε τις τῶν θείων πατέρων μνήμης ἠξίωσεν οὔτε τρόπος θεραπείας περὶ αὐτῆς ἐγνώρισται, ἀλλ’ οἷα ἀλλότριον τοῦ ἀνθρω‐ πίνου γένους καὶ πρὸς τὸν βίον τῶν κτηνῶν ἀπερριμμένον παντελῶς | |
15 | ὀπίσω μνήμης καὶ συνόδοις ἀπάσαις καὶ ἰδίᾳ τοῖς πατράσι μέχρι τοῦ θείου καταλέλειπται Βασιλείου; Ἀλλ’ εἰ μὲν ἔλαττον, τί δή ποτε τού‐ των οὐ τυγχάνει ὧν τὰ μείζω; Εἰ δὲ ἴσα, πάλιν ἁρμόσει ταῦτα δὴ τὰ εἰρημένα καὶ ἐπὶ τούτοις ἔλεγχος ἕτερος. | |
199,XIX | Ὅτι πρὸς τὴν ἀπόνοιαν τῶν λεγόντων δεδυνῆσθαι οἰκονομεῖν, ὃ ἀδύνατον ἡμῖν εἴρηται, ῥητέον· Πόθεν αὐτοῖς ἐπῆλθε τῆς οἰκονο‐ μίας ἡ δύναμις; Τῷ γὰρ εἰπόντι μὴ δύνασθαι οἰκονομεῖν τοῦτο εἴρη‐ ται διὰ τὸ μὴ εἶναι τῆς ἐκκλησιαστικῆς θεσμοθεσίας τοιαύτην λαμβά‐ | |
5 | νειν ἐπιτροπήν. Πόθεν· οὖν ἐκείνοις τῆς οἰκονομίας ἡ παρουσία; Εἰ μὲν ἀπὸ τῆς ἐκκλησίας, δῆλον ἀπὸ τῶν θεσμῶν τοῦ πνεύματος ὃ ἐν τῇ ἐκκλησίᾳ θεσπίζει· καὶ δεικνύτωσαν ποῦ τοῦτο τεθεσπισμένον εὑρήκασιν. Εἰ δὲ ἡ δεῖξις ἀμήχανος (πῶς γὰρ δείξουσι τὸ μὴ ὄν;), πρόδηλον ὡς ἐκ τοῦ ἐναντίου πνεύματος καὶ ἡ δύναμις αὐτοῖς καὶ | |
10 | τὸ οἰκονόμημα. Ἐφ’ ᾧ δέον αὐτοὺς οἰμώζειν ὡς κατακρίτους, ἀλλ’ | |
οὐχ ὡς ἀθῴους θρασύνεσθαι. | 44 | |
199,XX | Ὅτι πρὸς τὴν ἀπονενοημένην αὐτῶν προβολὴν τῆς συμφωνίας (φασὶ γὰρ ὅτι συμφώνῳ ψήφῳ αὐτῶν τε καὶ ἄλλων δή τινων, οἷς τὸ κράτος τῆς συμφωνίας αὐτῶν ἐγχειρίζουσι, τὴν παραδοχὴν πεποιῆσθαι τοῦ ἀλλοτρίου γάμου τοῦ τῶν ἀνθρώπων γένους) ἀποκριτέον ὡς οὐ | |
5 | δεῖ συμφωνίᾳ πείθεσθαι πονηρᾷ, ἀλλὰ μᾶλλον ἀκολουθεῖν διαφωνίᾳ τῆς πονηρίας ἀμετόχῳ. Ἐξ ἀρχῆς γὰρ καὶ μέχρι τοῦ νῦν οἱ συμφωνή‐ σαντες ἐπὶ κακῷ οὐδεμίαν εὑρήσουσιν ἐκ τῆς συμφωνίας παραίτησιν τῆς κατακρίσεως. Συνεφώνησε γὰρ πρῶτος ὁ ὄφις καὶ ἡ Εὔα, καὶ διὰ βίου πᾶσι ζωῆς δέδοται ἡ κληρονομία. Συνεφώνησαν ἐπὶ τῇ τοῦ | |
10 | πύργου οἰκοδομῇ, ἀλλὰ θεομαχία ἧν ἡ συμφωνία. Συνεφώνησαν ἐπὶ τῇ τοῦ Ἰωσὴφ ἐπιβουλῇ οἱ ἀδελφοί, ἀλλ’ ἀδελφοκτόνος ἡ συμφωνία. Τί λέγω ταῦτα; συνεφωνήθη πάσῃ σαρκὶ τὸ ἀσεβεῖν, διεφώνει δὲ μόνος Ἀβραὰμ τῇ θεομάχῳ συμφωνίᾳ, ἀλλ’ ὅμως εἷς ὢν διὰ τὴν εὐσεβῆ διαφωνίαν θεοῦ φίλος ἐκλήθη καὶ ἔστιν, οἱ δὲ ἀλλότριοι καὶ | |
15 | τοῦ θεοῦ καὶ τῆς αὐτῶν σωτηρίας. Οὐ τοίνυν πρὸς τὴν συμφωνίαν ἀπλῶς δεῖ ὁρᾶν, ἀλλὰ πρὸς τὸ ἔργον δι’ ὃ ἡ συμφωνία. Συνεφώνησε πᾶς ὁ λαός, ναὶ δὴ καὶ Ἀαρὼν ὁ τοῦ θεοῦ ἱερεὺς ἐπὶ τῷ μόσχῳ, ἀλλ’ οὔτ’ Ἀαρὼν διὰ τοῦτο ἀνέγκλητος καὶ ὁ λαὸς ἀπώλετο πεσόντων ἐν μιᾷ ἡμέρᾳ χιλιάδων εἴκοσι καὶ τριῶν. Συνεφωνήθη προσκυνῆσαι | |
20 | τῇ εἰκόνι πᾶσιν οἷς ἐθέσπιζε Ναβουχοδονόσορ, μόνοι δὲ οἱ τρεῖς διεφώνησαν παῖδες· ἀλλ’ οἱ μὲν ὑπὸ θεῷ μάρτυρι διὰ τῆς παραδόξου σωτηρίας ἔτυχον θείας ἀποδοχῆς, τῶν δὲ ἀσεβῶν ἡ ὁμοφωνία στηλὶς ἀκατάλυτος καὶ σωρὸς καταγνώσεως. | |
199,XXI | Ὅτι τοὺς λέγοντας συμπαθῶς διατεθῆναι καὶ διὰ τοῦτο συνελ‐ θεῖν τῷ βουλήματι τῶν γεγαμηκότων ἐρωτητέον τίνος ἕνεκεν συ‐ νεπάθησαν. Εἰ μὲν διὰ θεόν, δέον καὶ τοῖς λοιποῖς συγχωρεῖν πρὸς τοιοῦτον γάμον βουλομένοις μεθίστασθαι, καὶ μᾶλλον τὸ συμπαθὲς | |
5 | ἐπιδείκνυσθαι πρὸς τοὺς ἀσθενεστέρους καὶ ὧν ἴσως ἡ ἀπορία τοῦ βίου ἔχει τινὰ πρὸς τὴν συμπάθειαν προσιόντα λόγον. Εἰ δὲ οὔ (καὶ γὰρ οὐκ ἂν τοῦτο φαῖεν), πῶς οὐ κατάκριτος καὶ ἡ συμπάθεια καὶ | |
οἱ συμπαθοῦντες; | 46 | |
199,XXII | Ὅτι ὁ περὶ τῆς ἀνθρωπίνης ζωῆς ὄρος οὐκ εἰς ἀνάγκην πε‐ ριγράφεται, ὡς ἡ τῶν Ἑλλήνων εἱμαρμένη, ἀλλ’ εἴς τε τὸν πλάστην ὁρᾷ καὶ τὴν ἑκάστου ἡμῶν προαίρεσιν, ὡς ἐξ ἀρχῆς ἐπὶ τῶν πρωτο‐ πλάστων γέγονε. Καὶ γὰρ ἐπὶ ἐκείνων ὅρος ἐτέθη ἀθανασίας καὶ | |
5 | θνητότητος οὐκ ἐκ μόνου τοῦ θείου κελεύσματος, ἀλλ’ ἐξ ἀμφοτέρων, τῆς θείας ἐντολῆς καὶ τῆς αὐτῶν προαιρέσεως. Ὅπῃ οὖν ὑπῆρξε τότε, καὶ νῦν τοῦτο ἐπὶ τῇ ἑκάστου γενέσει, κἂν μὴ τοῦ προστάγμα‐ τος ἡ φανέρωσις γίνηται· ὁρίζεται μὲν τὰ τῆς ζωῆς ἡμῶν παρὰ τῷ θεῷ καθὼς πρὸς τὸ συμφέρον ἐστίν, ἡμῶν δὲ τῇ αὐτεξουσίῳ ῥοπῇ | |
10 | πρὸς τοῦτο ἢ πρὸς τὸ χεῖρον φερομένων κατὰ τὴν ἑκάστου προαίρε‐ σιν καὶ ἡ θεϊκὴ συνένδοσις οὐχ ἁπλῶς ἀλλὰ δικαίως συνεπιρρέπει. | |
199,XXIII | Ὅτι τοῖς λέγουσι τὸ «πλέον τῆς πορνείας» πρὸς τὴν τριγαμίαν εἰρῆσθαι τῷ κανόνι οὐ μόνον συμβαίνει τὸ λῆρον, ἀλλὰ καὶ κατη‐ γορεῖν τοῦ τὸν κανόνα ἐκτεθεικότος πατρός. Εἰ γὰρ καί, ὡς αὐτοί φασι, τὸν ἐπέκεινα τοῦ γʹ γάμου πλέον ἔχειν εἰς πορνείαν φησὶν ὁ | |
5 | κανών, πῶς οὐχὶ ἑκόντες καὶ ἄκοντες τὴν κατηγορίαν ταύτην κατὰ τοῦ θείου παρέξονται Βασιλείου; Τίς γὰρ τῶν πάντων ἀνθρώπων ἠγνόηκεν ὡς τὰ τέσσαρα τοῦ τρίτου πλέον καὶ ὅτι ὁ τετράκις ἁμαρ‐ τήσας τοῦ τρίτον ἁμαρτάνοντος ἐπὶ τὸ πλέον ἐξήμαρτε, καὶ τότε τοῦ αὐτοῦ ἁμαρτήματος τὴν πρᾶξιν ἔχοντος; Οὐ τοίνυν ἔχει λόγον | |
10 | πρὸς τὴν τριγαμίαν ὁρῶντα τὸ «πλέον τῆς πορνείας» εἰπεῖν τὸν μέγαν ἀρχιερέα· τοῦτο γὰρ παντὶ γνώριμον καὶ οὐδεὶς οὐδὲ τῶν μεμηνότων εἰς χρείαν τοιαύτην καθέστηκε διδασκαλίας· ἀλλ’ εἰς τὴν ἀπόλυτον καὶ ἀνειμένην πορνείαν ἔχει τὴν ἀναφορὰν ἡ τοῦ κανόνος ἐξήγησις, εἰ καὶ μὴ οὕτως δοκεῖ, οὐχ ὡς ἀγνοοῦσιν, ἀλλ’ ὡς κακούργοις τοῖς | |
15 | πλέον εἰς ἀναισθησίαν τῶν μεμηνότων ἀποφερομένοις δι’ ὧν ποιοῦν‐ | |
ται τὴν περὶ τοῦ κανόνος ἐξήγησιν. | 48 | |
199,XXIV | Ὅτι πρὸς ὅ φασιν οὗτοι, ἀλλ’ οὐχ ὁ ἀπόστολος, «Κρεῖσσον γαμῆσαι ἢ πυροῦσθαι» (εἰ γὰρ καὶ τὰ αὐτὰ φθέγγονται, ἀλλ’ ἑτέρα μὲν ἡ τοῦ ἀποστόλου τῆς ἀληθείας φθογγή, ἑτέρα δὲ ἡ τῶν ἀπὸ τοῦ ψεύδους), φατέον ὡς «Εἰ παραμύθιον τοῦ πυροῦσθαι διδόατε | |
5 | τὴν πρὸς τετάρτην γυναῖκα συνάφειαν, δώσετε πάντως καὶ ἐπὶ πέμπτην καὶ ἕκτην καὶ ἐφεξῆς, μέχρις ἂν ἡ πύρωσις ἡ παρενοχλοῦσα στήσεται.» Οἱ δὲ οὐ μέχρι *** πάντως, μιᾷ κατὰ διαφόρους γάμους συνάπτεσθαι γυναικί, ἀλλὰ τὴν παραμυθίαν ταύτην πάντως καὶ γυναι‐ κὸς προσούσης διὰ τὴν πύρωσιν συγχωρήσουσιν, ὑπομένοντες οὐ μιᾷ | |
10 | γυναικί, ἀλλὰ κατὰ τὸ αὐτὸ δυσὶ καὶ τρισὶ καὶ πλείοσιν, ἃν οὕτω τύχοι. Πολλοὶ γὰρ γαμεταῖς συνοικοῦντες πρὸς μὲν τὰς ἰδίας ἔχου‐ σιν ἀηδῶς, πρὸς δὲ τὰς ἀλλοτρίας πυροῦνται σφοδρῶς. Τί οὖν κωλύει τοὺς φιλανθρώπους τούτους νομοθέτας πλείοσι γυναιξὶ κατὰ τὸ αὐτὸ συναρμόζειν τοὺς πυρουμένους, καὶ ἀποπηδᾶν, ἂν οὕτως ἡ πύρωσις | |
15 | βιάζηται, τοῦ ἰδίου γαμετοῦ τὴν γυναῖκα, συνοικίζειν δὲ τῷ πυρου‐ μένῳ; | |
199,XXV | Ὅτι πρὸς τοὺς λέγοντας «Ἐπὶ μόνου τοῦ βασιλέως συγκεχώρη‐ ται ἡ τετάρτη γαμετή, ἐπὶ δὲ τῶν λοιπῶν ἀπείρηται προσώπων καὶ νόμος φοβερὰν τὴν ἀπειλὴν ἔχων ἐκτέθειται» ἁρμόσει τὸ τοῦ ἀποστό‐ λου «Λογίζῃ τοῦτο, ὦ ἄνθρωπε κενέ, ὁ κρίνων τοὺς τὰ τοιαῦτα πράσ‐ | |
5 | σοντας καὶ ποιῶν αὐτά, ὅτι σὺ ἐκφεύξῃ τὸ κρίμα τοῦ θεοῦ;» ἔτι δὲ καὶ τὸ τοῦ κυρίου «Ἰατρέ, θεράπευσον ἑαυτόν,» καὶ «Ἔξελε τὴν δοκὸν ἐκ τοῦ ὀφθαλμοῦ σου καὶ τότε βλέψεις τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου.» Εἰ δὲ «ὅσα ὁ νόμος λέγει, τοῖς ἐν τῷ νόμῳ λαλεῖ,» εἰ μὲν ὁ τὸν νόμον τιθεὶς τῆς τοῦ νόμου πεφρόντικε | |
10 | φυλακῆς, ἔσται καὶ αὐτὸς ὑπὸ τὸν νόμον καὶ ἀνάγκη ἀκούειν αὐτοῦ· εἰ δὲ πρῶτος αὐτὸς λῆρον τὸ τοῦ οἰκείου νόμου ἐπίταγμα ποιεῖται δι’ ὧν παρὰ φαῦλον ἔρριψε τὴν παραγγελίαν, πῶς οὐχὶ μᾶλλον πρὸς | |
παράβασιν ἢ πρὸς συντήρησιν τοῦ νόμου προτρέπεται τοὺς ἀκροατάς; | 50 | |
199,XXVI | Ἔτι δὲ εἰ συγχωρεῖται τῷ βασιλεῖ ὁ γάμος, πάντως ἔσται καὶ τοῖς λοιποῖς βασιλεῦσι συγκεχωρημένος. Οὐ γὰρ δὴ τῷ μὲν διὰ τὴν βασιλείαν συγχωρηθήσεται, τοῖς δὲ οὐχί, ἀλλ’ ὥσπερ ἔχουσι τὸ ἴσον τοῦ ἀξιώματος, οὕτω κληρονομήσουσι καὶ τῆς ἴσης ἐξουσίας πε‐ | |
5 | ριστάσεως ὁμοίας συμπιπτούσης· τοῦτο δὲ πῶς ἂν ᾖ περιγραφόμενον ἐφ’ ἐνὶ προσώπῳ καὶ οὐκ εἰς πλείονας διαβαῖνον; Ἀφ’ ὧν ἀνάγκη ὥσπερ ἀπό τινων μετεώρων καὶ ὑψηλῶν χωρίων ῥεῦσαι ῥᾳδίως τὸ κακὸν ἐπὶ τοὺς ταπεινοτέρους. Καὶ ἄλλως δὲ τίς οὗτος ἕτοιμος πεί‐ θεσθαι νομοθεσίᾳ ἣν ὁρᾷ ὑπὸ τοῦ νομοθετοῦντος ὑβριζομένην, ὅπου | |
10 | γε μᾶλλον πέφυκε τὸ τῶν ἀνθρώπων ἀνάγωγον μηδὲ λίαν τιμωμένης ἐντολῆς ὑπὸ τοῦ ταύτην ἐντειλαμένου ἀσφαλῶς πρὸς αὐτὴν διατίθε‐ σθαι; Καὶ ὅρα μοι τὰ θεῖα νομοθετήματα, τὰ τῶν θείων ἀποστόλων, τὰ τῶν πατέρων, ἃ πράξεσιν αὐτῶν μᾶλλον ἢ λόγοις νενομοθετημένα παραμελεῖται ὑπὸ τῆς ἐπὶ τὰ χείρω τῶν ἀνθρώπων ῥοπῆς. | |
199,XXVII | Ὅτι πρὸς τοὺς λέγοντας μὴ χρῆναι δι’ ἕνα σφαλλόμενον ἀκρι‐ βολογεῖσθαι ῥητέον· δι’ ἑνὸς ἀνθρώπου ἁμαρτίαν θάνατος εἰς τὸν κόσμον εἰσῆλθεν καὶ οὐκ ἐφείσατο δὲ διὰ πταῖσμα ἑνὸς ὁ πλάστης καίτοι πταίσαντος ἅπαξ, ἀλλ’ εἰς θάνατον παραδέδωκε. | |
199,XXVIII | Ἔτι δέ, τὸ τοῦ ἀποστόλου, «μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυ‐ μοῖ»· ἐνταῦθα δὲ οὐ μικρὰ ζύμη, ἀλλ’ ἡλίκον τὸ μέγεθος. Καὶ εἰ μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ, τί ποιήσει τῆς τοιαύτης ζύμης ὁ ὄγκος; | |
199,XXIX | Ὅτι τὸ «Διαμαρτύρομαι ἐνώπιον τοῦ θεοῦ καὶ τῶν ἐκλεκτῶν αὐτοῦ ἀγγέλων, ἵνα ταῦτα φυλάξῃς χωρὶς προκρίματος,» πῶς οὐκ ἔστι φρικτὸν ἀκοῦσαι, μὴ ὅτι γε πρᾶξαι τὴν λεγομένην τοῖς ἀθλίοις | |
νυμφοστόλοις οἰκονομίαν; | 52 | |
200A(1t) | Εἴδησις πῶς ἡ τετραγαμία τῷ βασιλεῖ κυρῷ Λέοντι | |
2t | τετόλμηται καὶ ὅπως κατήργηται διὰ τοῦ τόμου τῆς ἑνώσεως | |
3 | Λέων ὁ σοφώτατος εἶχε μὲν πρώτην γαμετὴν τὴν ἀγίαν Θεοφανώ, μεθ’ ἧς καὶ θυγατέρα ἔτεκεν· ἀλλὰ τάχιον ἐτεθνήκει. Καὶ αὐτῆς δὲ πρὸς | |
5 | κύριον ἀπελθούσης τῆς ἁγίας ζεύγνυται Ζωῇ τῇ θυγατρὶ τοῦ Τζαουτζᾶ Στυλιανοῦ, ἐνὸς τῶν ἀρχόντων καὶ φίλων τοῦ βασιλέως. Κἀκείνης συντόμως ἄπαιδος τελευτησάσης καὶ τρίτην ἠγάγετο γυναῖκα, Εὐδοκίαν, τὴν ἀπὸ τοῦ θέματος Ὀψικίου ἐπιλεγεῖσαν διὰ τὸ κάλλος, ἥτις ἐν αὐταῖς ταῖς ὠδῖσι θνῄσκει σὺν τῷ βρέφει. Ὁ δὲ βασιλεὺς ἀφάτῳ συσχεθεὶς λύπῃ ἐπὶ τῷ κα‐ | |
10 | ταλειφθῆναι ἄπαις, ἐφέσει τεκνογονίας καὶ τετάρτην λαμβάνει γυναῖκα, τὴν τῆς Καρβωνοψίνης Ζωήν, καὶ τίκτει μετ’ αὐτῆς τὸν Κωνσταντῖνον. Ὁ πατριάρχης δὲ Νικόλαος καὶ οἱ μητροπολῖται ἀφορίζουσι τὸν βασιλέα τῆς ἐκκλησίας. Καὶ τὸν ἀφορισμὸν οἱ μέν τινες τῶν ἀρχιερέων συντεμεῖν ἔλεγον δεῖν καὶ μὴ ἐπὶ πλείονα παρατείνειν καιρόν, οἱ δὲ οὐκ | |
15 | ἐπείθοντο· καὶ σχίσματα ἦν ἐν αὐτοῖς καὶ στάσις πολλή. Καὶ πολλὰ δεόμε‐ νον τὸν βασιλέα καὶ παρακαλοῦντα οἱ μὲν προσεδέχοντο, οἱ δὲ ἀπειθεῖς ἦσαν καὶ ἄτεγκτοι. Ὁ δὲ βασιλεύς, συνετὸς ὢν καὶ ὄθεν ἀνεφύη τὸ ἀσύμ‐ φωνον τῶν ἀρχιερέων οὐκ ἀγνοῶν, μεθίστησι τὸν πατριάρχην Νικόλαον καὶ ἐξορίζει τῆς ἐκκλησίας, ὡς ψεύστην καὶ πολλάκις μὲν ὄρκοις διαβε‐ | |
20 | βαιοῦντα καὶ ὑποσχόμενον δοῦναι τῷ βασιλεῖ τὴν τοῦ ἐπιτιμίου συμπάθειαν, τοσαυτάκις δὲ μεταμελόμενον καὶ ἀναβαλλόμενον ἐπίτηδες· προβάλλεται δὲ πατριάρχην τὸν ἑαυτοῦ πνευματικὸν πατέρα Εὐθύμιον, ἄνδρα πολλοῖς ἔτεσι τῇ μοναχικῇ διαπρέψαντα ἀσκήσει καὶ προφητικοῦ χαρίσματος ἠξιωμένον. Οὗτος ἐλεύθερον τοῦ ἐπιτιμίου δείκνυσι τὸν βασιλέα καὶ τοῦ χρονίου δεσμοῦ | |
25 | ἀπολύει καὶ εἰς κοινωνίαν δέχεται. Ἀλλ’ ἦσαν ἔτι πολλοὶ τῶν ἀρχιερέων οἱ μὴ συνελθόντες τῇ τοῦ πα‐ τριάρχου οἰκονομίᾳ, καὶ μᾶλλον οἱ τοῦ μέρους τοῦ ἐκβληθέντος Νικολάου. Ἐπεὶ δὲ ὁ μὲν βασιλεὺς Λέων μετέστη πρὸς κύριον καὶ ὁ ἀδελφὸς ἐκείνου | |
Ἀλέξανδρος τῆς βασιλείας ἐγκρατὴς ἦν, τὸν μὲν πατριάρχην Εὐθύμιον | 54 | |
30 | ἐξωθεῖ τῆς ἐκκλησίας μεθ’ ὕβρεων, ἀντεισάγει δὲ πάλιν τὸν προεκβεβλη‐ μένον Νικόλαον. Καὶ ἔτι μᾶλλον τὰ τῆς ἐκκλησίας ἐστασίαζε πράγματα, διαιρεθέντων τῶν μητροπολιτῶν, καὶ τῶν μὲν τῷ ἐκβληθέντι πατριάρχῃ, τῶν δὲ τῷ ἀντεισαχθέντι προσκειμένων. Οὐ πολὺ τὸ ἐν μέσῳ, καὶ ὁ μὲν Ἀλέξανδρος ἐτεθνήκει, ὁ δὲ Κων‐ | |
35 | σταντῖνος τῆς βασιλείας κληρονόμος ἐγεγόνει. Ὃς συγκαλέσας τόν τε πα‐ τριάρχην Νικόλαον καὶ σύμπαντας τοὺς ἀρχιερεῖς (ὁ γὰρ Εὐθύμιος ἤδη πρὸς κύριον ἐξεδήμησε) πείθει τούτους πρὸς μίαν γνώμην συνελθεῖν καὶ ὁμόνοιαν, καὶ δοῦναι τῷ πατρὶ αὐτοῦ καὶ μετὰ θάνατον κοινῇ ψήφῳ τὴν ἄφεσιν, κανονικὴν δὲ ψῆφον ἐκθεῖναι τοῦ μηκέτι τολμᾶν τοιοῦτον ἢ πραχθῆ‐ | |
40 | ναι ἁμάρτημα· ἐφ’ οἷς ὁ λεγόμενος οὑτοσὶ τῆς ἑνώσεως τόμος προέβη. | |
200B(1t) | Ἔκθεσις ἤτοι ἀνάμνησις τῆς γενομένης τῆς ἐκκλησίας | |
2t | ἑνώσεως ἐπὶ Κωνσταντίνου καὶ Ῥωμανοῦ, τοῦ μὲν | |
3t | βασιλεύοντος, τοῦ δὲ τὸ τηνικαῦτα τῷ τοῦ | |
4t | βασιλεοπάτορος ἀξιώματι διαπρέποντος | |
5 | Ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς καὶ θεὸς τοῖς ἑαυτοῦ μα‐ θηταῖς καὶ ἀποστόλοις καὶ τοῖς ὅσοι μετ’ ἐκείνους ἄξιοι γεγόνασι τῆς κληρονομίας αὐτοῦ, ἐξαίρετόν τινα κλῆρον τὴν εἰρήνην κατέλιπε, τοῦτο γνώρισμα παρασχόμενος τοῖς οἰκείοις τῆς πρὸς αὐτὸν οἰκειότη‐ τος, εἰ τῷ συνδέσμῳ τῆς εἰρήνης σφιγγόμενοι μὴ τὴν τοῦ πνεύμα‐ | |
10 | τος διασπῶσιν ἑνότητα· πρότερον αὐτὸς οἰκείῳ ὑποδείγματι δείξας ἡμῖν ἣν ἔχει περὶ τῆς εἰρήνης προαίρεσιν, δι’ ὧν ὑπεράνω παντὸς ὕψους τελῶν ἐπὶ τὴν ἐσχατιὰν κατῆλθε τὴν ἡμετέραν καὶ παραπλη‐ σίως ἡμῖν σαρκὸς καὶ αἵματος ἐκοινώνησεν, ἵνα τοὺς ἐξ ἀλλήλων διῃρημένους εἰς ἑνότητα καταστήσῃ· ἔπειτα καὶ τοῖς τὰ ἐκείνου | 56 |
15 | μαθήματα πεπαιδευμένοις ταύτην κατέλιπε τὴν κληρονομίαν, τὸ εἰρη‐ νεύειν ἐν ἀλλήλοις, καὶ οὐ τοσοῦτον μόνον, ἀλλὰ καὶ τὸ πρὸς εἰρήνην ἄγειν ἑτέρους πρὸς ἑαυτοὺς στασιάζοντας. Ἀλλὰ γὰρ τοιούτου ὄντος τοῦ πράγματος, ἐξ ἀρχῆς καὶ μέχρι τοῦ νῦν οὐ διέλιπεν ἡ τοῦ πονηροῦ στασιώδης κακία τὸ ἱερὸν τῆς | |
20 | ἐκκλησίας διαταράττουσα πλήρωμα, νῦν μὲν ταύτην, νῦν δὲ ἐκείνην ἀνακινοῦσα τὴν πρόφασιν· ἀλλ’ ὁ μὲν τοιοῦτος, ὁ δὲ τῆς εἰρήνης αἴτιος καὶ διδάσκαλος Χριστὸς ὁ θεὸς ἡμῶν, ὁ πύλας εἰπὼν ᾅδου μὴ κατισχύσειν τῆς ἐκκλησίας αὐτοῦ, ἀεὶ τὰ σκάνδαλα εἰς τὴν τοῦ πονηροῦ κεφαλὴν περιτρέπων τὴν εἰρήνην τῇ ἐκκλησίᾳ διαφυλάττει | |
25 | ἀλύμαντον. Οὗτος ἐκεῖνος, ἡ εἰρήνη ἡμῶν, Χριστὸς ὁ θεός, ὁ πατήρ, ὁ ἀρχιερεύς, ὁ ποιμὴν ὁ ἀληθινός, τῶν ἱερῶν τέκνων τῆς πανάγνου νύμφης αὐτοῦ τῆς ἐκκλησίας ἐξ ἀλλήλων διασπασθέντων, τῇ αὐτοῦ προνοίᾳ καὶ χάριτι τὴν ἔνωσιν αὐτοῖς κατεπράξατο καὶ τοῖς ἀχράν‐ τοις κόλποις πάλιν συνήγαγε τῆς μητρός, διδοὺς ἐκείνῃ μὲν χαίρειν | |
30 | ἐπὶ τῇ συναγωγῇ τῶν τέκνων, ἑαυτῷ δὲ τὴν ἐξ ἑνὸς στόματος καὶ μιᾶς καρδίας προσάγεσθαι τῆς δόξης ἀναφοράν, πᾶσι δὲ τοῖς ὅσοι μὴ πρὸς τὴν ταραχώδη τοῦ δαίμονος προαίρεσιν ἀποκλίνουσιν, ἀλλὰ τοῦ τῆς εἰρήνης αἰτίου τὸ παράγγελμα τιμῶσι, τὴν εὐχαριστίαν προσά‐ γειν. | |
35 | Ἀλλ’ ἐπὶ μὲν τῶν ἄνω χρόνων ἐγένοντο σκανδάλων ἀφορμαί, ὁποῖαι δὴ καὶ γεγόνασι, καὶ πρὸς τὴν ἑκάστοτε κίνησιν τοῦ κακοῦ τοῖς σοφοῖς τῶν ἐκκλησιῶν οἰκονόμοις ἡ πρόσφορος ἐξεύρηται θερα‐ πεία. Νῦν δέ, ὅτι συμβέβηκε τεταράχθαι τὴν ἐκκλησίαν ἐξ ἀφορμῆς | |
γαμικῆς, ἐν τῷ μὴ τυγχάνειν τὸν γάμον ἐλεύθερον μέμψεως, πρὸς | 58 | |
40 | τὴν ἐκείνου κώλυσιν ἡ τῆς ἐκκλησίας ἱερὰ κρίσις φέρει τὴν γνώμην καὶ τοῦ μὴ προέρχεσθαι τοῦτον ἔτι χώραν εὑρίσκειν. Οὕτω γὰρ καὶ νῦν καὶ μετέπειτα τῶν κατεχόντων σκανδάλων ἀπηλλάχθαι περιγενή‐ σεται τοῖς ὅσοι μὴ τὸ φιλόνεικον καὶ τὴν ἔριν ἀντὶ τῆς εἰρήνης ἠγάπησαν τοῦ Χριστοῦ· τῆς γὰρ προφάσεως ἐκποδὼν γεγενημένης | |
45 | ἀφ’ ἧς ἐξέφυ τὰ σκάνδαλα, τοῦ εἰρηνεύειν τοῖς ἀγαπῶσιν εἰρήνην οὐδεμία ἐστὶν ἡ κωλύουσα πρόφασις. Καὶ γὰρ ἐν παντὶ πράγματι οὕτως ἔχει· τῆς σφαλερᾶς αἰτίας τῆς τῶν ἀτόπων γενέσεως ἐκποδὼν καθισταμένης πρὸς τὴν ἐξ ἀρχῆς εὐταξίαν ἀποκαθίσταται τὰ τέως ἐκεῖθεν λαβόντα τὸ πονηρῶς διακεῖσθαι. Οὕτω καὶ σώματι νόσου | |
200B(50) | προσγινομένης, τοῦ αἰτίου ταύτης ἀναχωρήσαντος τὸ ὑγιαίνειν ἐπα‐ νέρχεται, καὶ θαλάσσῃ ἐξ ἀνέμων βιαιότητος ταραττομένῃ, τῆς καται‐ γίδος πεπαυμένης ἡ γαληνιῶσα κατάστασις ἐπανήκει. Διὰ τοῦτο κοινῇ συναθροισθέντες ἀρχιερεῖς τε καὶ ἱερεῖς, ὅσοι μὴ ἑαυτοῖς (ἐῶ γὰρ εἰπεῖν ἄλλοις) ἀρέσκειν ἠγάπησαν, ἀλλὰ τῆς ἐκκλησίας τὴν | |
55 | εἰρήνην τοῦ στασιάζειν προετίμησαν, συνείδομεν, ἐπείπερ ἐκ τῶν γαμικῶν ἀφορμῶν τὰ σκάνδαλα τὴν γένεσιν ἔλαβε, ταῦτα διανακα‐ θᾶραι, καὶ διασφαλίσασθαι τοῦ μηδαμῶς ἔτι διὰ τῆς αὐτῶν εἰς τὸν βίον προόδου μήτε τὴν ἐκκλησίαν ταράττειν μήτε τὴν ζωὴν τῶν οὕτω ζῆν ἑλομένων κατάκριτον καὶ κατεγνωσμένην ποιεῖν. | |
60 | Καὶ λοιπὸν ἀποφαινόμεθα κοινῇ γνώμῃ καὶ κρίσει, ἀπό γε τοῦ παρόντος ἔτους, ὅ ἐστιν ἔτος ͵ϛυκηʹ, ἰνδικτιῶνος ηʹ, τέταρτον γάμον μηδενὶ τολμᾶσθαι, ἀλλ’ εἶναι ἀπόβλητον παντελῶς, καὶ τὸν εἴ τις ἐπὶ τοιοῦτον ἐλθεῖν συνοικέσιον προθυμηθείη, πάσης ἀπεστερημένον εἶναι συνάξεως ἐκκλησιαστικῆς καὶ αὐτῆς τῆς πρὸς τὸν ἅγιον ναὸν | |
65 | εἰσόδου ἀλλότριον, μέχρις ἂν ἐπιμένοι τῷ συνοικεσίῳ. Τοῦτο μὲν γὰρ καὶ τοῖς πρὸ ἡμῶν ἀγίοις ἔδοξε πατράσι· καὶ ἡμεῖς δὲ τὴν γνώ‐ μην ἐνδηλοτέραν ποιοῦντες ὡς ἀλλότριον αὐτὸν τῆς Χριστιανικῆς πολιτείας ἀποκηρύττομεν. Ἀλλ’ οὕτω μὲν περὶ τοῦ τετάρτου γάμου. Ἵνα δὲ καὶ τὰ τῶν | 60 |
70 | ἄλλων γάμων εὐσχημονέστερον τυπωθῇ καὶ τοῦ τῶν Χριστιανῶν βίου μὴ ἀνάξιον ἔχῃ τὴν προαγωγήν, καὶ περὶ τοῦ τρίτου ὁρίζομεν γάμου ὥστε μὴ ἁπλῶς μηδὲ ὡς ἔτυχεν ἐπιτελεῖσθαι αὐτόν. Καὶ γὰρ συγκεχώρηται μὲν ὡς ῥύπασμα τοῖς πατράσιν, οὕπω τότε καθὼς νῦν γινομένου τοῦ πράγματος ἀπηρυθριασμένως οὐδ’ εἰς πλάτος ἐξηπλω‐ | |
75 | μένου, ἀλλ’ ὥσπερ εἴ τις ἐν οἴκῳ παραπεπτωκὸς ἐν γωνίᾳ παρίδοι πολλάκις κείμενον ῥύπασμα· νῦν δέ, ὅτι χώραν ἔλαβε παρρησίας καὶ ὡς οὐδὲν ἔχων εἰς ἀσχημοσύνην οὐδὲ ῥυπαίνων λογίζεται ἐκ τοῦ προβῆναι εἰς πληθυσμόν, καλῶς ἔδοξεν ἀνακαθαίρειν αὐτόν, ὥσπερ καὶ αἶσχος οὐκ ἐν γωνίᾳ παρερριμμένον, ἀλλ’ ἐξηπλωμένον ἐπὶ τῆς | |
80 | οἰκίας, οὐδαμῶς ἐῶμεν, ἀλλὰ καθαίρομεν καὶ τὸ ἐκ τούτου ἀηδὲς ἀποβάλλομεν. Καὶ τῇ ἀνθρωπίνῃ τοίνυν συνυπείκοντες ἀσθενείᾳ καὶ τῆς πρεπούσης εὐσχημοσύνης φροντίδα ποιούμενοι τῇ Χριστιανῶν ζωῇ, τοῦτο ἐπὶ τῶν τριγάμων παραφυλάττεσθαι διορίζομεν, ὥστε, εἴ τις | |
85 | πρὸς τεσσαρακοστὸν ἀναβεβηκὼς ἔτος καὶ μήτε τὴν φύσιν αἰδού‐ μενος μήτε τῆς ὀφειλομένης Χριστιανοῖς εὐκόσμου ζωῆς φροντίδα ποιούμενος, ἀλλὰ μόνης τῆς ἐμπαθοῦς ἐπιθυμίας γινόμενος πρὸς τρίτον ἑαυτὸν ἐπιρρίπτοι γάμον, τοῦτον μετὰ πάσης ἀκριβείας καὶ παρατηρήσεως μέχρι πενταετίας ἀμέτοχον εἶναι τῆς τοῦ ἁγιασμοῦ | |
90 | μεταλήψεως καὶ μηδαμῶς ἐπ’ αὐτῷ συντέμνεσθαι τὸν χρόνον. Ὃς γὰρ μετὰ τεσσαρακοστὸν ἔτος τὸ ῥύπασμα ἐν τῇ τοῦ Χριστοῦ ἐκ‐ κλησίᾳ εἶναι καὶ λέγεσθαι ἠγάπησε, τίνα παρέξει πληροφορίαν τῆς περὶ τὸν βίον αὐτοῦ σπουδῆς, δι’ ἣν ὁ χρόνος τῆς μεταλήψεως τῶν ἁγιασμάτων αὐτῷ συντμηθήσεται; Ἀλλὰ γὰρ καὶ μετὰ τὸ ἀξιωθῆναι | 62 |
95 | τῆς ἀχράντου μεταλήψεως οὐκ ἔσται συγκεχωρημένον αὐτῷ ἐν ἄλλῳ καιρῷ τῇ μεταλήψει προσιέναι ἢ ἐν μόνῃ τῇ σωτηρίῳ τοῦ Χριστοῦ καὶ θεοῦ ἡμῶν Ἀναστάσει, διὰ τὴν ἐκ τῆς προηγουμένης ἐγκρατείας τῶν νηστειῶν ὅσον δυνατὸν ἀνακάθαρσιν. Ταῦτα δέ φαμεν, ὅταν μὴ τέκνα παρῇ ἐκ τῶν προτέρων γάμων τοῖς ἤδη μετὰ τὸ τεσσαρα‐ | |
200B(100) | κοστὸν ἔτος τρίτην ἄγεσθαι προῃρημένοις γυναῖκα, ἐπεί, ἐὰν τέκνα παρῇ, ἀσυγχώρητος αὐτοῖς ἡ τριγαμία· λίαν γάρ ἐστιν ἄδικον τῶν μὲν χαρίζεσθαι τῇ ἐξώρῳ ἐπιθυμίᾳ, τοῖς δὲ παισὶ τῶν προτέρων γάμων μὴ προνοεῖσθαι τὸ ἀσφαλὲς καὶ τὸ ἄλυπον καὶ ἀτάραχον, καὶ ὅσα οἷδε τὸ ἀνθρώπινον καταλαμβάνειν ἐκ τῆς πολυσπόρου τεκνώ‐ | |
105 | σεως. Καὶ εἴ τις δὲ τριακονταέτης ὢν καὶ τέκνα ἔχων ἐκ τῶν προ‐ λαβόντων γάμων τρίτῃ γυναικὶ συνάπτοιτο, καὶ οὗτος δὲ ἀσυγχωρή‐ τως μέχρι τετάρτου ἔτους τῆς κοινωνίας τῶν ἁγιασμάτων ἀμέτοχος ἔστω, διότι δῆλός ἐστιν ἐξ οὐδενὸς ἑτέρου ἀλλ’ ἢ ὑπ’ ἀκρασίας κι‐ | |
110 | νούμενος καὶ τοῦ δοῦλος εἶναι σαρκικῆς ἐπιθυμίας ἐπὶ τὸν τοιοῦτον γάμον ἐλθεῖν. Καὶ μετὰ τὸ τυχεῖν δὲ τῆς μεταλήψεως τῶν μυστηρίων, τρὶς τοῦ ἐνιαυτοῦ μόνον ἀξιωθήσεται τῆς ἀπολαύσεως, ἅπαξ μὲν ἐν τῇ σωτηρίῳ τοῦ Χριστοῦ καὶ θεοῦ ἡμῶν Ἀναστάσει, δεύτερον δὲ ἐν τῇ Κοιμήσει τῆς ἀχράντου δεσποίνης ἡμῶν θεοτόκου, καὶ τρίτον ἐν | |
115 | τῇ Γενεθλίῳ ἡμέρᾳ τοῦ Χριστοῦ καὶ θεοῦ ἡμῶν, διὰ τὸ καὶ ἐν ταύταις | |
προηγεῖσθαι νηστείαν καὶ τὸ ἐκ ταύτης ὄφελος. Εἰ δὲ παῖδες μὴ παρείησαν, ἐπειδὴ τὸ τεκνογονίας ἐπιθυμεῖν οὐκ ἀσύγγνωστον, τὸ τηνικαῦτα συγγνώμης ἀξιωθήσεται ὁ τοιοῦτος γάμος καὶ μόνῳ τῷ ἐξ ἀρχῆς καὶ μέχρι τοῦ νῦν κρατήσαντι ἐπιτιμίῳ θεραπευθήσεται. | 64 | |
120 | Ταῦτα μὲν καὶ περὶ τοῦ τρίτου γάμου. Οὐ μὴν οὐδὲ τὸν δεύ‐ τερον οὐδὲ τὸν πρῶτον ἐκτὸς ἀσφαλείας ἐῶμεν, ἀλλὰ κἀκείνους ὁρίζομεν οὕτως συνίστασθαι ὥστε μηδεμίαν ἔχειν πονηρὰν αἰτίαν, ἢ ἐξ ἁρπαγῆς ἢ ἐκ προηγησαμένης λαθρίου φθορᾶς, ἀλλὰ νομίμως καὶ καθαρεύοντας τῶν τοιούτων μολυσμάτων καὶ πορνικῆς ἀκαθαρ‐ | |
125 | σίας. Εἴ τις οὖν τῶν εἰρημένων καταφρονήσας τύπων πρὸς γαμικὴν ὁμιλίαν πρώτην ἢ δευτέραν συνέλθοι, τοῦτον ἡ τοῦ Χριστοῦ ἐκκλησία, ἡ καθαρὰ καὶ μηδένα σπῖλον ἔχουσα ἢ ῥυτίδα, τοῖς σωτηρίοις ὑπο‐ βάλλουσα ἐτασμοῖς, οὐ πρὶν εἰς μετάληψιν τῶν θείων παραδέξεται μυστηρίων ἢ τὸν ὡρισμένον ἐπὶ τῇ πορνείᾳ χρόνον ἀκριβῶς αὐτοὺς | |
130 | ἐκπληρῶσαι (εἰ μὴ ἄρα ἡ τοῦ βίου ἀναγκαία κατεπείγοι ἀναχώρησις), τουτέστι, μέχρις ἂν τὸ ἕβδομον ἐκπληρωθῇ ἔτος. Ὁ δὲ τολμῶν ἱερεὺς παρὰ τὸν διατετυπωμένον ὅρον μεταλήψεως θείας τινὰ τούτων ἀξιῶ‐ σαι περὶ τὸν ἴδιον κινδυνεύσει βαθμόν, δηλονότι τοῦ ἀξιωθέντος παρὰ τὸν ὡρισμένον τύπον τῆς θείας κοινωνίας πάλιν εἰς τὸ ἀκοινώνη‐ | |
135 | τον περιϊσταμένου μέχρι τῆς συμπληρώσεως τοῦ ἑβδόμου ἔτους. | |
200C | Ἀλλὰ ταῦτα μέν, ὡς δεδήλωται, ὑπὸ τῶν πάλαι βασιλευσάντων ἐπράχθησαν. Νῦν δὲ τῇ τοῦ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος εὐδο‐ | |
κίᾳ καὶ χάριτι καὶ ταῖς τῆς πανάγνου καὶ θεομήτορος καὶ τοῦ μεγάλου ἀρχιστρατήγου πρεσβείαις τοὺς ἤδη πρὸ ἐνενήκοντα χρόνων ἔνεκεν τῆς | 66 | |
5 | προδηλωθείσης αἰτίας καὶ ἀφορμῆς ἀπορραγέντας ἱερεῖς καὶ μονάζοντας ἡ παγγάληνος βασιλεία τῶν θεοστεφῶν βασιλέων ἡμῶν Βασιλείου καὶ Κων‐ σταντίνου συνῆψέ τε καὶ συνήνωσε, καὶ μίαν καθολικὴν καὶ ἀποστολικὴν ἐκκλησίαν εἰργάσατο· ὅθεν χρεὼν ἀνακηρύττεσθαί τε καὶ μεγαλύνεσθαι τοὺς τοιοῦτον θεοφιλὲς καὶ ἀξιόλογον ἔργον πεπληρωκότας. | |
200D, I | Πολλὰ τὰ ἔτη τῶν βασιλέων. Ῥωμανοῦ, Χριστοφόρου, Κωνσταντίνου, Στεφάνου καὶ Κωνσταντίνου, μεγάλων βασιλέων καὶ αὐτοκρατόρων, πολλὰ τὰ ἔτη. Μιχαὴλ τοῦ Πορφυρογεννήτου, πολλὰ 〈τὰ ἔτη〉. | |
5 | Σοφίας καὶ Ἑλένης τῶν εὐσεβεστάτων αὐγουστῶν, πολλὰ τὰ ἔτη. Λέοντος καὶ Ἀλεξάνδρου τῶν τὴν οὐράνιον βασιλείαν τῆς ἐπιγείου ἀλλαξαμένων, αἰωνία ἡ μνήμη. Νικολάου τοῦ ἁγιωτάτου καὶ ἀοιδίμου πατριάρχου, αἰωνία ἡ μνήμη. Στεφάνου τοῦ ἁγιωτάτου καὶ ἀοιδίμου πατριάρχου, αἰωνία ἡ μνήμη. | |
10 | Τρύφωνος τοῦ ἁγιωτάτου καὶ οἰκουμενικοῦ πατριάρχου, πολλὰ τὰ ἔτη. Θεοφυλάκτου τοῦ θεοφιλεστάτου ὑποδιακόνου καὶ συγκέλλου, πολλὰ 〈τὰ ἔτη〉. | |
200D, II | Πολλὰ τὰ ἔτη τῶν βασιλέων. Βασιλείου καὶ Κωνσταντίνου, Λέοντος καὶ Ἀλεξάνδρου, Χριστοφόρου καὶ Ῥωμανοῦ, Κωνσταντίνου, Ῥωμανοῦ καὶ Νικηφόρου, τῶν τὴν οὐράνιον βασιλείαν τῆς ἐπιγείου ἀλλαξαμένων, αἰωνία ἡ μνήμη. | |
5 | Γερμανοῦ, Ταρασίου, Νικηφόρου καὶ Μεθοδίου, τῶν ἀοιδίμων καὶ μακαρίων πατριαρχῶν, αἰωνία ἡ μνήμη. Ἰγνατίου, Φωτίου, Στεφάνου καὶ Ἀντωνίου, Νικολάου, Εὐθυμίου, Στεφάνου, Τρύφωνος καὶ Θεοφυλάκτου, τῶν ἁγιωτάτων καὶ ὀρθοδόξων πατριαρχῶν, αἰωνία ἡ μνήμη. | |
10 | Πολυεύκτου τοῦ τρισμακαρίστου καὶ ὡς ἀληθῶς ἁγιωτάτου πατριάρ‐ | |
χου, αἰωνία ἡ μνήμη. | 68 | |
200D, III | Πολλὰ τὰ ἔτη τῶν βασιλέων. Βασιλείου καὶ Κωνσταντίνου, τῶν ὀρθοδόξων ἡμῶν βασιλέων, πολλὰ τὰ ἔτη. Θεοφανοῦς τῆς εὐσεβεστάτης αὐγούστης, πολλὰ τὰ ἔτη. | |
5 | Νικολάου τοῦ ἁγιωτάτου καὶ οἰκουμενικοῦ πατριάρχου, πολλὰ τὰ ἔτη. Βασιλείου καὶ Κωνσταντίνου, Λέοντος καὶ Ἀλεξάνδρου, Χριστοφόρου καὶ Ῥωμανοῦ, Κωνσταντίνου, Ῥωμανοῦ, Νικηφόρου καὶ Ἰωάννου, τῶν τὴν οὐράνιον βασιλείαν τῆς ἐπιγείου ἀλλαξαμένων, αἰωνία ἡ μνήμη. Εὐδοκίας καὶ Θεοφανοῦς, Θεοδώρας καὶ Ἑλένης, τῶν εὐσεβεστάτων | |
10 | αὐγουστῶν, αἰωνία ἡ μνήμη. Γερμανοῦ, Ταρασίου, Νικηφόρου καὶ Μεθοδίου, τῶν ἀοιδίμων καὶ μακαρίων πατριαρχῶν, αἰωνία ἡ μνήμη. Ἰγνατίου, Φωτίου, Στεφάνου καὶ Ἀντωνίου, Νικολάου καὶ Εὐθυμίου, Στεφάνου, Τρύφωνος, Θεοφυλάκτου, Πολυεύκτου καὶ Ἀντωνίου, τῶν ὀρθο‐ | |
15 | δόξων πατριαρχῶν, αἰωνία ἡ μνήμη. | |
200D, IV | Πολλὰ τὰ ἔτη τῶν βασιλέων. Τοῦ ὀρθοδόξου ἡμῶν βασιλέως, πολλὰ τὰ ἔτη. Τοῦ ἁγιωτάτου καὶ οἰκουμενικοῦ πατριάρχου, πολλὰ τὰ ἔτη. Βασιλείου καὶ Κωνσταντίνου, Λέοντος καὶ Ἀλεξάνδρου, Χριστοφόρου | |
5 | καὶ Ῥωμανοῦ, Κωνσταντίνου, Ῥωμανοῦ, Νικηφόρου, Ἰωάννου καὶ Βασι‐ λείου, τῶν τὴν οὐράνιον βασιλείαν τῆς ἐπιγείου ἀλλαξαμένων, αἰωνία ἡ μνήμη. Εὐδοκίας καὶ Θεοφανοῦς, Θεοδώρας καὶ Ἑλένης, Θεοφανοῦς καὶ Θεοδώρας, τῶν εὐσεβεστάτων αὐγουστῶν, αἰωνία ἡ μνήμη. | |
10 | Γερμανοῦ, Ταρασίου, Νικηφόρου καὶ Μεθοδίου, τῶν ἀοιδίμων καὶ μακαρίων πατριαρχῶν, αἰωνία ἡ μνήμη. Ἰγνατίου, Φωτίου, Στεφάνου καὶ Ἀντωνίου, Νικολάου καὶ Εὐθυμίου, Στεφάνου, Τρύφωνος, Θεοφυλάκτου, Πολυεύκτου, Ἀντωνίου, Νικολάου, Σισιννίου, Σεργίου καὶ Εὐσταθίου, τῶν ὀρθοδόξων πατριαρχῶν, αἰωνία ἡ | |
15 | μνήμη. | 70 |
200D, V | Πολλὰ τὰ ἔτη τῶν βασιλέων· καὶ λέγει τὸν κατὰ τὸν καιρὸν αὐτὸν βασιλεύοντα, καὶ πάλιν ἄρχεται· Βασιλείου καὶ Κωνσταντίνου, Λέοντος καὶ Ἀλεξάνδρου, Χριστοφόρου καὶ Ῥωμανοῦ, Κωνσταντίνου, Ῥωμανοῦ, Νικηφόρου, Ἰωάννου, Βασιλείου, | |
5 | Κωνσταντίνου, Ῥωμανοῦ καὶ Μιχαήλ, τῶν τὴν οὐράνιον βασιλείαν τῆς ἐπιγείου ἀλλαξαμένων, αἰωνία ἡ μνήμη. Εὐδοκίας καὶ Θεοφανοῦς, Θεοδώρας, Ἑλένης καὶ Θεοφανοῦς, τῶν εὐσεβεστάτων αὐγουστῶν, αἰωνία ἡ μνήμη. Χριστοφόρου, Θεοδώρου, Ἀγαπίου, Ἰωάννου, Νικολάου, Ἡλιοῦ καὶ | |
10 | Θεοδώρου, τῶν ἁγιωτάτων πατριαρχῶν, αἰωνία ἡ μνήμη. Γερμανοῦ, Ταρασίου, Νικηφόρου καὶ Μεθοδίου, τῶν ἀοιδίμων καὶ μακαρίων πατριαρχῶν, αἰωνία ἡ μνήμη. Ἰγνατίου καὶ Φωτίου, Στεφάνου καὶ Ἀντωνίου, Νικολάου καὶ Εὐθυ‐ μίου, Στεφάνου, Τρύφωνος καὶ Θεοφυλάκτου, Πολυεύκτου καὶ Ἀντωνίου, | |
15 | Νικολάου, Σισιννίου, Σεργίου, Εὐσταθίου καὶ Ἀλεξίου, τῶν ὀρθοδόξων πατριαρχῶν Κωνσταντινουπόλεως, αἰωνία ἡ μνήμη. | |
200D, VI | Πολλὰ τὰ ἔτη τῶν βασιλέων. Κωνσταντίνου καὶ Θεοδώρας, τῶν ὀρθοδόξων ἡμῶν βασιλέων, πολλὰ τὰ ἔτη. Βασιλείου καὶ Κωνσταντίνου, Λέοντος καὶ Ἀλεξάνδρου, Χριστοφόρου | |
5 | καὶ Ῥωμανοῦ, Κωνσταντίνου, Ῥωμανοῦ, Νικηφόρου καὶ Ἰωάννου, Βασι‐ λείου, Κωνσταντίνου, Ῥωμανοῦ καὶ Μιχαήλ, τῶν τὴν οὐράνιον βασιλείαν τῆς ἐπιγείου ἀλλαξαμένων, αἰωνία ἡ μνήμη. Εὐδοκίας καὶ Θεοφανοῦς, Θεοδώρας, Ἑλένης, Θεοφανοῦς καὶ Ζωῆς, τῶν εὐσεβεστάτων αὐγουστῶν, αἰωνία ἡ μνήμη. | |
10 | Σωφρονίου τοῦ ἁγιωτάτου ἡμῶν πατριάρχου, πολλὰ τὰ ἔτη. Χριστοφόρου, Θεοδώρου, Ἀγαπίου καὶ Ἰωάννου, Νικολάου, Ἡλιοῦ, Θεοδώρου καὶ Βασιλείου, τῶν ἁγιωτάτων πατριαρχῶν Ἀντιοχείας, αἰωνία ἡ μνήμη. Γερμανοῦ, Ταρασίου, Νικηφόρου καὶ Μεθοδίου, τῶν ἀοιδίμων καὶ | |
15 | μακαρίων πατριαρχῶν, αἰωνία ἡ μνήμη. Ἰγνατίου, Φωτίου, Στεφάνου καὶ Ἀντωνίου, Νικολάου καὶ Εὐθυμίου, Στεφάνου, Τρύφωνος καὶ Θεοφυλάκτου, Πολυεύκτου καὶ Ἀντωνίου, Νικο‐ λάου, Σισιννίου, Σεργίου, Εὐσταθίου καὶ Ἀλεξίου, τῶν ὀρθοδόξων πατριαρ‐ χῶν Κωνσταντινουπόλεως, αἰωνία ἡ μνήμη. | |
20 | Ἡ ἀγία τριὰς αὐτοὺς ἐδόξασεν. | 72 |
200D, VII | Πολλὰ τὰ ἔτη τῶν βασιλέων. Βασιλείου, Κωνσταντίνου, Λέοντος καὶ Ἀλεξάνδρου, Χριστοφόρου, Ῥωμανοῦ, Κωνσταντίνου, Ῥωμανοῦ, Νικηφόρου καὶ Ἰωάννου, 〈Βασιλείου〉 καὶ Κωνσταντίνου, Ῥωμανοῦ καὶ Μιχαήλ, τῶν τὴν οὐράνιον βασιλείαν | |
5 | τῆς ἐπιγείου ἀλλαξαμένων, αἰωνία ἡ μνήμη. Εὐδοκίας καὶ Θεοφανοῦς, Θεοδώρας καὶ Ἑλένης, Θεοφανοῦς καὶ Θεοδώρας, τῶν εὐσεβεστάτων αὐγουστῶν, αἰωνία ἡ μνήμη. Ζωῆς τῆς εὐσεβεστάτης αὐγούστης καὶ τρισμακαρίστου, αἰωνία ἡ μνήμη. | |
10 | Γερμανοῦ, Ταρασίου, Νικηφόρου καὶ Μεθοδίου, τῶν ἀοιδίμων καὶ μακαρίων πατριαρχῶν, αἰωνία ἡ μνήμη. Ἰγνατίου, Φωτίου, Στεφάνου καὶ Ἀντωνίου, Νικολάου, Εὐθυμίου, Στεφάνου, Τρύφωνος, Θεοφυλάκτου, Πολυεύκτου, Ἀντωνίου καὶ Νικολάου καὶ Σισιννίου, Σεργίου, Εὐσταθίου καὶ Ἀλεξίου, τῶν ὀρθοδόξων πατριαρχῶν, | |
15 | αἰωνία ἡ μνήμη. | |
200D, VIII | Πολλὰ τὰ ἔτη τῶν βασιλέων· καὶ εὐθὺς ἡ συνήθης φήμη τῶν βασι‐ λέων καὶ τοῦ ἀρχιερέως. Κωνσταντίνου τοῦ ὀρθοδόξου ἡμῶν βασιλέως, αἰωνία ἡ μνήμη. Εὐδοκίας τῆς ὀρθοδόξου ἡμῶν βασιλίσσης, αἰωνία ἡ μνήμη. | |
5 | Κωνσταντίνου τοῦ ἁγιωτάτου καὶ οἰκουμενικοῦ πατριάρχου, αἰωνία ἡ μνήμη. Βασιλείου καὶ Κωνσταντίνου, Λέοντος καὶ Ἀλεξάνδρου, Χριστοφόρου καὶ Ῥωμανοῦ, Κωνσταντίνου, Ῥωμανοῦ, Νικηφόρου καὶ Ἰωάννου, Βασι‐ λείου καὶ Κωνσταντίνου, Ῥωμανοῦ, Μιχαὴλ καὶ Κωνσταντίνου, Μιχαὴλ | |
10 | καὶ Ἰσαακίου, τῶν τὴν οὐράνιον βασιλείαν τῆς ἐπιγείου ἀλλαξαμένων, | |
αἰωνία ἡ μνήμη. Εὐδοκίας καὶ Θεοφανοῦς, Θεοδώρας καὶ Ἑλένης, Θεοφανοῦς καὶ Θεοδώρας, τῶν εὐσεβεστάτων αὐγουστῶν, αἰωνία ἡ μνήμη. Ζωῆς, Θεοδώρας καὶ Αἰκατερίνης, τῶν εὐσεβεστάτων αὐγουστῶν, | 74 | |
15 | αἰωνία ἡ μνήμη. Γερμανοῦ, Ταρασίου, Νικηφόρου καὶ Μεθοδίου τῶν ἀοιδίμων καὶ μακαρίων πατριαρχῶν, αἰωνία ἡ μνήμη. Ἰγνατίου, Φωτίου, Στεφάνου καὶ Ἀντωνίου, Νικολάου καὶ Εὐθυμίου, Στεφάνου, Τρύφωνος, Θεοφυλάκτου, Πολυεύκτου, Ἀντωνίου, Νικολάου καὶ | |
20 | Σισιννίου, Σεργίου, Εὐσταθίου, Ἀλεξίου καὶ Μιχαὴλ τῶν ὀρθοδόξων πα‐ τριαρχῶν, αἰωνία ἡ μνήμη. | |
200D, IX | Πολλὰ τὰ ἔτη τῶν βασιλέων. Βασιλείου, Κωνσταντίνου, Λέοντος καὶ Ἀλεξάνδρου, Χριστοφόρου, Ῥωμανοῦ, Κωνσταντίνου, Ῥωμανοῦ, Νικηφόρου καὶ Ἰωάννου, Βασιλείου καὶ Κωνσταντίνου, Ῥωμανοῦ καὶ Μιχαήλ, Κωνσταντίνου, Μιχαήλ, Ἰσαακίου, | |
5 | Κωνσταντίνου, Ῥωμανοῦ καὶ Μιχαήλ, τῶν τὴν οὐράνιον βασιλείαν τῆς ἐπιγείου ἀλλαξαμένων, αἰωνία ἡ μνήμη. Εὐδοκίας καὶ Θεοφανοῦς, Θεοδώρας καὶ Ἑλένης, Θεοφανοῦς καὶ Θεοδώρας, Ζωῆς καὶ Θεοδώρας, Αἰκατερίνης, Εὐδοκίας, τῶν εὐσεβεστάτων αὐγουστῶν, αἰωνία ἡ μνήμη. | |
10 | Γερμανοῦ, Ταρασίου, Νικηφόρου καὶ Μεθοδίου, τῶν ἀοιδίμων καὶ μακαρίων πατριαρχῶν, αἰωνία ἡ μνήμη. Ἰγνατίου, Φωτίου καὶ Ἀντωνίου, Νικολάου καὶ Εὐθυμίου, Στεφάνου, Τρύφωνος, Θεοφυλάκτου, Πολυεύκτου, Ἀντωνίου, Νικολάου, Σισιννίου, Σερ‐ γίου, Εὐσταθίου, Ἀλεξίου, Μιχαήλ, Κωνσταντίνου, τῶν ὀρθοδόξων πατριαρ‐ | |
15 | χῶν, αἰωνία ἡ μνήμη. | |
200D, X | Πολλὰ τὰ ἔτη τῶν βασιλέων. Βασιλείου, Κωνσταντίνου, Λέοντος καὶ Ἀλεξάνδρου, Χριστοφόρου, Ῥωμανοῦ, Κωνσταντίνου, Ῥωμανοῦ, Νικηφόρου, Ἰωάννου, Βασιλείου καὶ | |
Κωνσταντίνου, Ῥωμανοῦ καὶ Μιχαήλ, Κωνσταντίνου, Μιχαήλ, Ἰσαακίου, | 76 | |
5 | Κωνσταντίνου, Ῥωμανοῦ, Μιχαήλ, Νικηφόρου καὶ Ἰσαακίου, τῶν τὴν οὐράνιον βασιλείαν τῆς ἐπιγείου ἀλλαξαμένων, αἰωνία ἡ μνήμη. Εὐδοκίας καὶ Θεοφανοῦς, Θεοδώρας καὶ Ἑλένης, Θεοφανοῦς καὶ Θεοδώρας, Ζωῆς, Θεοδώρας, Ἐκατερίνης καὶ Εὐδοκίας, τῶν εὐσεβεστάτων αὐγουστῶν, αἰωνία ἡ μνήμη. | |
10 | Γερμανοῦ, Ταρασίου, Νικηφόρου καὶ Μεθοδίου, τῶν ἀοιδίμων καὶ μακαρίων πατριαρχῶν, αἰωνία ἡ μνήμη. Ἰγνατίου, Φωτίου, Στεφάνου καὶ Ἀντωνίου, Νικολάου καὶ Εὐθυμίου, Στεφάνου, Τρύφωνος καὶ Θεοφυλάκτου, Πολυεύκτου, Ἀντωνίου, Νικολάου, Σισιννίου, Σεργίου, Εὐσταθίου, Ἀλεξίου, Μιχαήλ, Κωνσταντίνου, Ἰωάννου, | |
15 | Κοσμᾶ καὶ Εὐστρατίου, τῶν ὀρθοδόξων πατριαρχῶν, αἰωνία ἡ μνήμη. | |
200D, XI | Πολλὰ τὰ ἔτη τῶν βασιλέων. Ὁ δεῖνα τοῦ ὀρθοδόξου ἡμῶν βασιλέως. Ὁ δεῖνα τῆς ὀρθοδόξου ἡμῶν βασιλίσσης. Ὁ δεῖνα τοῦ ἁγιωτάτου καὶ οἰκουμενικοῦ. | |
5 | Ὁ δεῖνα τοῦ εὐτυχεστάτου καίσαρος. Βασιλείου καὶ Κωνσταντίνου, Λέοντος καὶ Ἀλεξάνδρου, Χριστοφόρου καὶ Ῥωμανοῦ, Κωνσταντίνου, Ῥωμανοῦ, Νικηφόρου καὶ Ἰωνάννου, Βασι‐ λείου 〈καὶ Κωνσταντίνου, Ῥωμανοῦ καὶ Μιχαήλ, Κωνσταντίνου, Μιχαήλ, Ἰσαακίου, Κωνσταντίνου, Ῥωμανοῦ, Ἀνδρονίκου, Μιχαήλ, Νικηφόρου καὶ | |
10 | Ἰσαακίου, τῶν τὴν οὐράνιον βασιλείαν τῆς ἐπιγείου ἀλλαξαμένων, αἰωνία ἡ μνήμη. Εὐδοκίας καὶ Θεοφανοῦς, Θεοδώρας καὶ Ἑλένης, Θεοφανοῦς, Θεοδώ‐ ρας, Ζωῆς, Θεοδώρας, Αἰκατερίνης, Εὐδοκίας καὶ Μαρίας, τῶν εὐσεβεστάτων αὐγουστῶν, αἰωνία ἡ μνήμη. | |
15 | Γερμανοῦ, Ταρασίου, Νικηφόρου καὶ Μεθοδίου, τῶν ἀοιδίμων πα‐ τριαρχῶν, αἰωνία ἡ μνήμη. Ἰγνατίου, Φωτίου, Στεφάνου καὶ Ἀντωνίου, Νικολάου καὶ Εὐθυμίου, Στεφάνου, Τρύφωνος, Θεοφυλάκτου, Πολυεύκτου, Ἀντωνίου, Νικολάου, Σισιννίου, Σεργίου, Εὐσταθίου, Ἀλεξίου, Μιχαήλ, Κωνσταντίνου, Ἰωάννου, | |
20 | Κοσμᾶ, Εὐστρατίου, τῶν ὀρθοδόξων πατριαρχῶν, αἰωνία. Χριστοφόρου, Θεοδώρου, Ἀγαπίου καὶ Ἰωάννου, Νικολάου καὶ Ἡλιοῦ, Θεοδώρου, Βασιλείου, Πέτρου, Θεοδοσίου καὶ Νικηφόρου καὶ Ἰωάννου, | |
τῶν ἀοιδίμων πατριαρχῶν Ἀντιοχείας, αἰωνία ἡ μνήμη.〉 | 78 | |
200D, XII | Πολλὰ τὰ ἔτη τῶν βασιλέων. Τοῦ ὀρθοδόξου ἡμῶν βασιλέως. Τῆς ὀρθοδόξου ἡμῶν αὐγούστης. Τοῦ ἁγιωτάτου καὶ οἰκουμενικοῦ πατριάρχου. | |
5 | Τοῦ εὐτυχεστάτου καίσαρος. Βασιλείου, Κωνσταντίνου, Λέοντος, Ἀλεξάνδρου, Χριστοφόρου, Ῥω‐ μανοῦ, 〈Κωνσταντίνου, Ῥωμανοῦ,〉 Νικηφόρου, Ἰωάννου, Βασιλείου, Κων‐ σταντίνου, Ῥωμανοῦ, Μιχαήλ, 〈Κωνσταντίνου, Μιχαήλ,〉 Ἰσαακίου, Κων‐ σταντίνου, Ῥωμανοῦ, Ἀνδρονίκου, Μιχαήλ, Νικηφόρου, Ἰσαακίου καὶ | |
10 | Ἀλεξίου, τῶν τὴν οὐράνιον βασιλείαν τῆς ἐπιγείου ἀνταλλαξαμένων, αἰωνία ἡ μνήμη. Εὐδοκίας, Θεοφανοῦς, Θεοδώρας, Ἑλένης, Θεοφανοῦς, Θεοδώρας, Ζωῆς, Θεοδώρας, Αἰκατερίνης, Εὐδοκίας, Μαρίας, Εἰρήνης καὶ Εἰρήνης, τῶν εὐσεβεστάτων αὐγουστῶν, αἰωνία ἡ μνήμη. | |
15 | Γερμανοῦ, Ταρασίου, Νικηφόρου καὶ Μεθοδίου, τῶν ἀοιδίμων πατριαρχῶν, αἰωνία ἡ μνήμη. Ἰγνατίου, Φωτίου, Στεφάνου, Ἀντωνίου, Νικολάου, Εὐθυμίου, Στε‐ φάνου, Τρύφωνος, Θεοφυλάκτου, Πολυεύκτου, Ἀντωνίου, Νικολάου, Σισιν‐ νίου, Σεργίου, Εὐσταθίου, Ἀλεξίου, Μιχαήλ, Κωνσταντίνου, Ἰωάννου, Κοσμᾶ, | |
20 | Εὐστρατίου, Νικολάου καὶ Ἰωάννου, τῶν ὀρθοδόξων πατριαρχῶν, αἰωνία ἡ μνήμη. | |
200E | Ἅπαντα τὰ κατὰ τῶν ἁγίων πατριαρχῶν Γερμανοῦ, Ταρασίου, Νικηφόρου καὶ Μεθοδίου γραφέντα ἢ λαληθέντα, ἀνάθεμα. Ἅπαντα τὰ κατὰ τῶν ἁγίων πατριαρχῶν Ἰγνατίου, Φωτίου, Στεφάνου, Ἀντωνίου καὶ Νικολάου γραφέντα ἢ λαληθέντα, ἀνάθεμα. | |
5 | Ἅπαντα τὰ παρὰ τὴν ἐκκλησιαστικὴν παράδοσιν καὶ τὴν δι‐ δασκαλίαν καὶ ὑποτύπωσιν τῶν ἁγίων καὶ ἀοιδίμων πατέρων και‐ νοτομηθέντα καὶ πραχθέντα ἢ μετὰ τοῦτο πραχθησόμενα, ἀνάθεμα. Τοῖς συκοφαντοῦσι τὴν ἁγίαν ἐκκλησίαν ὅτι τετραγαμίαν ἐδέ‐ | |
ξατο, χάριν τῆς εὐδοκίᾳ θεοῦ γεγενημένης οἰκονομίας καὶ τῆς | 80 | |
10 | προσλήψεως καὶ ἑνώσεως τῶν ἀδελφῶν ἡμῶν οὓς ἡ τῶν προλα‐ βόντων σκανδάλων αἰτία ἐχώριζεν, ἀνάθεμα. Τοῖς τολμῶσι λέγειν ὅτι ἡ ἐκκλησία τὸ καθαρὸν καὶ ἄχραν‐ τον οὐ σῴζει τῆς ἀγιστείας αὐτῆς, ἀλλὰ μολυσμόν τινα προσετρίψατο διὰ τὴν χάριτι θεοῦ γενομένην σύναψιν τῶν τέκνων, οὓς διεμέρισε | |
15 | μὲν τὸ ἤδη προγεγονὸς σκάνδαλον, συνῆψε δὲ ἡ τούτου παρὰ πάντων ὁμοῦ ἀθέτησις καὶ ἀποκήρυξις, ἀνάθεμα. Τοῖς ἐν καταφρονήσει τιθεμένοις τοὺς ἱεροὺς καὶ θείους κα‐ νόνας τῶν μακαρίων πατέρων ἡμῶν, οἳ καὶ τὴν ἁγίαν ἐκκλησίαν ὑπερείδουσι καὶ ὅλην τὴν Χριστιανικὴν πολιτείαν κοσμοῦντες πρὸς | |
20 | θείαν ὁδηγοῦσιν εὐλάβειαν, ἀνάθεμα. Τούτων οὕτως διωρισμένων πρὸς ἀσφάλειαν τῆς ἁγίας ἐκ‐ κλησίας καὶ τοῦ ἀμέτοχον εἶναι τὸ εὐσεβὲς τῶν Χριστιανῶν πλήρωμα τῶν ἐξ ἀθεμίτων γάμων ῥύπων, δεόμεθα τῆς σῆς ἀγαθότητος, Χριστὲ ὁ θεὸς ἡμῶν, καὶ ἔτι καὶ διὰ παντὸς πᾶν σκάνδαλον, πᾶσαν δια‐ | |
25 | μερισμοῦ αἰτίαν τῆς σῆς ἐξελαύνειν ἐκκλησίας καὶ συντηρεῖν αὐτῇ τὴν εἰρηναίαν κατάστασιν, πρεσβείαις τῆς δεσποίνης ἡμῶν καὶ ἀχράντου μητρός σου, τῶν πανιέρων μαθητῶν σου καὶ ἀποστόλων, δι’ ὧν ἐν πάσῃ τῇ οἰκουμένῃ τὴν σὴν κατεφύτευσας εἰρήνην, καὶ πάντων οἷς ἐξ αἰῶνος εὐαρεστούμενος ὤφθης ἁγίοις, ἀμήν. | |
201(1t) | Νικολάου πατριάρχου τοῦ παλαιοῦ, περὶ τοῦ τὰς | |
2t | πατριαρχικὰς ἐπιστολὰς ἀμισθὶ δίδοσθαι τοῖς | |
3t | αἰτοῦσιν, ὡς γέγραπται ἐν τῷ χαρτοφυλακείῳ | |
4 | Χαλεπὸν μέν, πάθος σαρκὸς χρόνῳ τὸ †πάθος† λαβὸν ἐκμο‐ | |
5 | χλεῦσαι, χαλεπώτερον δέ, χρονικῇ παρόδῳ βεβαιωθὲν ἔθος ἀπο‐ σκευάσασθαι· ἄμφω γὰρ πρὸς ἔξιν τινὰ μεταστοιχειοῦνται, πρᾶγμα μονιμώτερον καὶ ῥᾳδίως ἥκιστα δυνάμενον μεθαρμόζεσθαι. Ἀλλ’ εἰ καὶ ταῦθ’ οὔτω τῷ ὄντι δοκεῖ, ῥᾷον παλαιὰν συνήθειαν τὸ φαῦλον πρόδηλον ἔχουσαν τοῦ εὐαγοῦς τοῦδε τόπου ἐξεφορήσαμεν, τὸ ἀκαπή‐ | 82 |
10 | λευτον αὐτῷ μνηστευσάμενοι. Καὶ γὰρ ὁ τῶν τῇδε τὴν φυλακὴν ἐμπεπιστευμένος, ὃν ὀστιά‐ ριον ἡ Ῥωμαίων γλῶσσα καλεῖ, τοὺς πατριαρχικὰς αἰτουμένους ἐπιστολὰς μισθόν, ὡς οὐκ ὤφειλεν, ἀπῄτει τῆς παραλήψεως· καὶ ἧν τὸ πρᾶγμα λίαν ἐφύβριστόν τε καὶ καταγέλαστον, οὐ μόνον θεὸν | |
15 | παροργίζον, ἀλλὰ καὶ τὸν σεμνὸν τόπον ἐξατιμοῦν καὶ αὐτὸ τὸ τῆς ἱερωσύνης ἐκφαυλίζον αἰδέσιμον. Ἀλλ’ ἡμεῖς γε τὴν τοῦ ὀστιαρίου σκῆψιν ἐκφυλλοφοροῦντες, τούτῳ μὲν ῥόγαν ἐτήσιον δίδοσθαι ἐτά‐ ξαμεν, τὴν πονηρὰν δὲ συνήθειαν λήθῃ βαθείᾳ καὶ ἀιδίῳ ὑπερορίᾳ παρεπεμψάμεθα. Ἣν μηδαμῶς χώραν ἔτι ἔχειν ἐν ἁγίῳ διοριζόμενοι | |
20 | πνεύματι, ἐντελλόμεθα τοῖς τε κατὰ καιροὺς χαρτοφύλαξι καὶ τοῖς ἀμφ’ αὐτοὺς νοταρίοις ἄθραυστον τὸν παρόντα τύπον διατηρεῖν καὶ τούτου ἐπιμελεῖσθαι ἀεί, ὡς μὴ ῥᾳστώνῃ τινὶ καὶ ὀλιγωρίᾳ (ὃ δὴ καὶ ὑπολαμβάνειν, μήτι γε πράττειν, ἐφάμαρτον) κἂν τὸ βραχύτατον παρατρέπεσθαι. | |
25 | Εἰ δὲ παρόπται τινὲς τοῦ τοσούτου ἀγαθοῦ ἐκ μεγάλης περὶ τὰ θεῖα φωραθεῖεν καταφρονήσεως, τοῦτον μὲν γνώμη φιλόθεος πρὸς τὴν ἀξιέπαινον ἐπανάξει εὐγένειαν, αὐτοὶ δ’ εὖ ἴστωσαν ὡς δίκας θεῷ δώσουσι νῦν τε καὶ ὁπηνίκα οὐ τὰ μείζω μόνον τῶν ἀμαρτη‐ μάτων, ἀλλὰ καὶ αὐτά γε τὰ μέτρια πυρὶ ταλαντεύεται καὶ διακρί‐ | |
30 | νεται. Ὡς γὰρ τὰ θεῖα τῆς ἀξιολόγου καθεστήκασιν ἀντιδόσεως ἄξια, οὕτω καὶ τὰ τῆς ἐναντίας μοίρας τὴν ἰσοπαλῆ τοῖς ἔργοις παρέχεται | |
ἀμοιβήν. | 84 | |
202 | Ὁ ἀγιώτατος οἰκουμενικὸς πατριάρχης Κωνσταντινουπόλεως Νικό‐ λαος, ὁ ὑπὸ τῆς βασιλείας Λέοντος τοῦ φιλοσόφου καὶ μέχρι τῆς βασιλείας Ῥωμανοῦ τοῦ γέροντος, μετὰ τῆς αὐτοῦ ἀγίας ἐξεῖπε συνόδου περὶ τῶν ἀποκειραμένων μεγαλοσχήμων ὅτι | |
5 | «Ἡ χάρις χάριν οὐκ ἐκδιώκει, ἀλλὰ καὶ ἀγιάζει μᾶλλον καὶ συνιστᾷ καὶ φωτίζει· διὸ καὶ τοὺς ἀποκειρομένους μεγαλοσχήμους οὐ χρὴ ἀπείργειν τῆς θείας λειτουργίας, κἂν καί τις ἴσως κανὼν εὑρεθῇ ἀπείργων αὐτούς· ἀμαρτία γὰρ καὶ μόνη ἀπείργει τῆς θείας λειτουργίας καὶ οὐχὶ τοῦ μεγάλου σχήματος ὁ ἁγιασμός.» | |
203(1t) | Κανὼν θρηνητικὸς τῆς ὑπεραγίας θεοτόκου ἐν τῇ | |
2t | σταυρώσει τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ | |
3t | θεοῦ, ποίημα Νικολάου πατριάρχου | |
4t | Κωνσταντινουπόλεως | |
5t | ᾠδὴ αʹ. ἦχος πλ. βʹ. «Ὡς ἐν ἠπείρῳ» | |
6 | Ἀναρτηθέντα ὡς εἶδεν ἐπὶ σταυροῦ τὸν υἱὸν καὶ κύριον ἡ παρθένος καὶ ἁγνή, τρυχομένη ἔκλαιεν πικρῶς | |
10 | μεθ’ ἑτέρων γυναικῶν καὶ «Οἴμοι» ἔλεγεν. «Βλέπω σε, φίλτατον τέκνον καὶ ποθεινόν, ἐν σταυρῷ κρεμάμενον, καὶ τιτρώσκομαι πικρῶς τὴν καρδίαν,» ἔφη ἡ ἁγνή, | |
15 | «ἀλλὰ δός μοι, ἀγαθέ, λόγον τῇ δούλῃ σου. «Γνώμῃ ἰδίᾳ, υἱέ μου καὶ ποιητά,» ἡ παρθένος ἔλεγεν, παρεστῶσα τῷ σταυρῷ σὺν ἠγαπημένῳ μαθητῇ, | 86 |
20 | «ὑποφέρεις τὸν δεινὸν ἐν ξύλῳ θάνατον. «Νῦν τὴν ἐμὴν προσδοκίαν καὶ τὴν χαρὰν καὶ τὴν ἀγαλλίασιν, τὸν υἱόν μου καὶ θεόν, ἐστερήθην, οἴμοι, καὶ ἀλγῶ | |
25 | τὴν καρδίαν,» ἡ ἁγνὴ ἔλεγεν κλαίουσα. | |
26t | ᾠδὴ γʹ. «Οὐκ ἅγιος» | |
27 | Διὰ τὸν φόβον τὸν πολὺν Ἰουδαίων ὁ Πέτρος ἀπεκρύβη καὶ πάντες ἀπέφυγον οἱ πιστοί, καταλιπόντες Χριστόν· | |
30 | ἡ παρθένος θρηνῳδοῦσα ἔλεγεν· «Ἐπὶ τῷ ξένῳ σου τοκετῷ καὶ φρικτῷ σου, υἱέ μου, ὑπὲρ πάσας μητέρας ἐμεγαλύνθην ἐγώ· ἀλλ’ οἴμοι, νῦν σε ὁρῶ ἐπὶ ξύλου, φλέγονται τὰ σπλάγχνα μου. | |
35 | «Ζητῶ τὸ σπλάγχνον τὸ ἐμὸν ἐν ἀγκάλαις, αἷς πρώην ὥσπερ βρέφος κατεῖχον, ἀπὸ τοῦ ξύλου λαβεῖν,» ἐφθέγγετο ἡ ἁγνή, «ἀλλ’ οὐδείς μοι, οἴμοι, τοῦτο δίδωσιν. «Ἰδοὺ τὸ φῶς μου τὸ γλυκύ, ἡ ἐλπίς, ἡ ζωή μου, | |
40 | ὁ υἱὸς καὶ θεός μου, ἐσβέσθη ἐν τῷ σταυρῷ καὶ φλέγομαι δι’ αὐτό,» | |
ἡ παρθένος ἔλεγεν σταλάζουσα. | 88 | |
43t | ᾠδὴ δʹ. «Χριστός μου δύναμις» | |
44 | «Ἥλιε ἄδυτε, θεὲ προάναρχε, | |
45 | ποιητὰ τῶν ἁπάντων, δημιουργὲ τῶν κτισμάτων κύριε, πῶς φέρεις πάθος ἐν σταυρῷ;» ἡ ἁγνὴ κλαίουσα ἔλεγεν. Θρηνοῦσα ἔλεγεν ἡ ἀπειρόγαμος | |
203(50) | τῷ εὐσχήμονι· «Σπεῦσον, ὧ Ἰωσήφ, τῷ Πιλάτῳ πρόσελθε καὶ ἐξαίτησον καθελεῖν ἐκ τοῦ ξύλου τὸν διδάσκαλον.» Ἰδὼν τὴν ἄχραντον πικρῶς δακρύουσαν | |
55 | Ἰωσὴφ ἐταράχθη· θρηνῳδῶν τῷ Πιλάτῳ πρόσεισι, «Δός μοι» βοῶν μετὰ κλαυθμοῦ «νῦν τὸ σῶμα τοῦ κυρίου μου.» «Κατεστιγμένον σε ὁρῶ καὶ ἄδοξον | |
60 | καὶ γυμνὸν ἐπὶ ξύλου τέκνον ἐμόν, καὶ τὰ σπλάγχνα φλέγομαι,» ὀδυρομένη μητρικῶς Ἡ παρθένος ἀπεφθέγγετο. | |
64t | ᾠδὴ εʹ. «Τῷ θείῳ φέγγει σου» | |
65 | Κατατρυχόμενος ὁ Ἰωσὴφ καὶ καταπληττόμενος ὁμοῦ σὺν Νικοδήμῳ κατήγαγεν τὸ τοῦ διδασκάλου ἄχραντον σκήνωμα, | |
θρηνοῦντες καὶ ὑμνοῦντες τοῦτον ὡς κύριον. | 90 | |
70 | Λαβοῦσα τοῦτον μετὰ κλαυθμοῦ μήτηρ ἡ ἀπείρανδρος ἁγνὴ καὶ περιθεῖσα τοῖς γόνασι, βρέχουσα τοῖς δάκρυσι κατεφίλει αὐτόν, πικρῶς ὀδυρομένη καὶ ἀλαλάζουσα. | |
75 | «Μόνην ἐλπίδα σὲ καὶ ζωήν, δέσποτα, υἱέ μου καὶ θεέ, καὶ ὀφθαλμῶν φῶς ἡ δούλη σου εἶχον· νῦν δέ, οἴμοι, ἀποστερεῖς σου, γλυκύτατόν μου τέκνον καὶ ποθεινότατον. | |
80 | «Ὀδύναι, θλίψεις καὶ στεναγμοὶ εὕροσάν με, οἴμοι,» ἡ ἁγνὴ πικρῶς θρηνοῦσα ἐφθέγγετο, «βλέπουσά σε, τέκνον μου ποθεινότατον, γυμνόν, ἀπερριμμένον, ἐσμυρνισμένον, νεκρόν.» | |
85t | ᾠδὴ ϛʹ. «Τοῦ βίου τὴν θάλασσαν» | |
86 | «Νεκρόν σε, φιλάνθρωπε, τὸν ζωώσαντα νεκροὺς κρατῶν δεινῶς τιτρώσκομαι τὰ σπλάγχνα, καὶ σὺν σοὶ θέλω τοῦ θανεῖν,» ἡ πάναγνος ἔλεγεν· | |
90 | «οὐ γὰρ φέρω σε ἄπνουν καὶ νεκρὸν καθορᾶν. «Ξενίζομαι βλέπουσα, ὑπεράγαθε θεὲ καὶ πανοικτίρμον κύριε, ἄδοξον, ἄπνουν, ἄμορφον καὶ γυμνόν, καὶ κλαίω κρατοῦσά σε, | |
95 | ὡς οὐκ ἤλπιζον, οἴμοι, κατιδεῖν σε, υἱέ. «Οὐ λέγεις τῇ δούλῃ σου λόγον, λόγε τοῦ θεοῦ, οὐ κατοικτείρεις, δέσποτα, τὴν σὲ τεκοῦσαν,» ἔλεγεν ἡ ἁγνὴ θρηνοῦσα καὶ κλαίουσα | 92 |
203(100) | καὶ φιλοῦσα τὸ σῶμα τὸ πανάχραντον. «Λογίζομαι, δέσποτα, οὐκέτι *** λαλιάν σου ἀκούσομαι οὐδὲ τὸ κάλλος βλέψω σου τῆς μορφῆς ὡς πρώην ἡ δούλη σου· | |
105 | καὶ γὰρ ἔδυς, υἱέ μου, ἐξ ἐμῶν ὀφθαλμῶν.» | |
106t | ᾠδὴ ζʹ. «Δροσοβόλον μὲν τήν» | |
107 | «Πῶς, υἱέ μου καὶ θεέ, τὰ εὐαγγέλια ἃ Γαβριήλ μοι ἔλεγεν, βασιλέα σε καὶ υἱὸν ὑψίστου καὶ θεὸν | |
110 | ἐκάλει καὶ νῦν σε θεωρῶ, φῶς μου γλυκύτατον, γυμνόν, κατεστιγμένον, νεκρόν; «Ῥυόμενος δεινῶν με συμπαράλαβε μεθ’ ἑαυτοῦ, υἱὲ καὶ θεέ· συγκατέλθω σοι ἐν τῷ ᾄδῃ, δέσποτα, κἀγώ· | |
115 | μὴ λίπῃς με μόνην ἔτι ζῆν, καὶ γὰρ οὐ φέρω 〈μὴ〉 ὁρᾶν σὲ τὸ γλυκύτατον φῶς.» Σὺν ταῖς ἄλλαις μυροφόροις ἐπωδύρετο ἡ ἄμεμπτος πικρότατα κομιζόμενον ἐν τῷ τάφῳ βλέπουσα Χριστόν, | |
120 | καὶ ἔλεγεν «Οἴμοι, τί ὁρῶ; ποῦ νῦν ὑπάγεις, υἱέ, καὶ μόνην λείπεις ἐμέ;» Ἀθυμοῦσα καὶ θρηνοῦσα ἡ πανάμωμος ταῖς μυροφόροις ἔλεγεν· «Συνθρηνήσατε σὺν ἐμοὶ καὶ κλαύσατε πικρῶς· | |
125 | ἰδοὺ γὰρ τὸ φῶς μου τὸ γλυκὺ | |
καὶ ὁ διδάσκαλος ὑμῶν τάφῳ παραδίδοται.» | 94 | |
127t | ᾠδὴ ηʹ. «Ἐκ φλογὸς τοῖς ὁσίοις» | |
128 | Τὴν παρθένον θρηνοῦσαν ὁ Ἰωσὴφ θεωρῶν κατετρύχετο ὄλως καὶ ἀνεβόα πικρῶς· | |
130 | «Πῶς σε, ὧ θεέ μου, νῦν κηδεύσω ὁ δοῦλός σου, ποίαις δὲ σινδόσιν εἰλήσω σου τὸ σῶμα;» Ὑπὲρ νοῦν ὑπερβαίνει τὸ ξένον θέαμα· ὁ βαστάζων τὴν κτίσιν πᾶσαν ὁ κύριος, τοῦτον Ἰωσὴφ ὡς νεκρὸν ἐν χερσὶν ἑαυτοῦ | |
135 | σὺν τῷ Νικοδήμῳ βαστάζει καὶ κηδεύει. «Φοβερὸν καὶ φρικῶδες βλέπω μυστήριον,» ἡ παρθένος ἐβόα· «υἱέ ***, πῶς ἐν εὐτελεῖ μνημείῳ κατατίθεσαι, ὁ νεκροὺς προστάξει ἐγείρας ἐκ μνημάτων; | |
140 | «Οὐ τοῦ τάφου σου, τέκνον, νῦν ἐγερθήσομαι, οὐ τὰ δάκρυα παύσω ῥαίνειν ἡ δούλη σου, ἕως οὗ κἀγὼ συγκατέλθω ἐν ᾄδῃ· φέρειν γὰρ οὐ σθένω τὴν στέρησίν σου, φῶς μου.» | |
144t | ᾠδὴ θʹ. «Θεὸν ἀνθρώποις ἰδεῖν» | |
145 | «Χαρὰ οὐδ’ ὅλως ἐμοὶ προσψαύσειεν ἀπὸ τοῦ νῦν» ἐβόα θρηνῳδοῦσα ἡ ἄμεμπτος· «τὸ γὰρ φῶς τῆς χαρᾶς μου ἐν μνήματι ἔδυσεν· ἀλλ’ οὐ λίπω τοῦτο μονώτατον· ἐνθάδε τεθνήξομαι κἀγώ, καὶ συνθανοῦμαι αὐτῷ. | |
203(150) | «Ψυχῆς τὸ ἄλγος νῦν θεράπευσον, τέκνον ἐμόν,» ἡ πάναγνος ἐβόα δακρύουσα, «καὶ ἀνάστηθι, παῦσον τοὺς πόνους μου καὶ 〈τὰσ〉 πικράς μου θλίψεις· δύνασαι, δέσποτα· | |
ὅσα γὰρ σὺ θέλεις, καὶ ποιεῖς, εἰ καὶ ἐτάφης ἐκών.» | 96 | |
155 | «Ὢ πῶς διέλαθέν σε ἡ ἄβυσσος,» τῇ ἁγνῇ ἔφη ὁ κύριος, «〈τῶν κριμάτων μου;〉 Τὸ πλάσμα μου σῶσαι βουλόμενος θνῆξαι κατεδεξάμην· ἀλλ’ ἀναστήσομαι καὶ μεγαλυνῶ ὡς θεός, ἐν οὐρανῷ καὶ ἐν γῇ.» | |
160 | «Ὑμνῶ τὸ εὔσπλαγχνόν σου, φιλάνθρωπε, προσκυνῶ τὸ πλοῦτος τοῦ ἐλέους σου, δέσποτα· τὸ γὰρ πλάσμα σου σῶσαι βουλόμενος ὡς θεὸς κατεδέξω,» ἔφη ἡ ἄχραντος· «ἀλλ’ ἐν τῇ ἐγέρσει σου, σῶτερ, πάντας ἐλέησον.» | |
204(1t) | Ὁ κανών | |
2t | ᾠδὴ αʹ. ἦχος πλ. δʹ. «Ἄισωμεν τῷ κυρίῳ» | |
3 | Σήμερον ἡ φωσφόρος τοῦ καλοῦ ποιμένος ἐξανέτειλε | |
5 | Γρηγορίου ἡ μνήμη, ἣν οἱ πίστει τιμῶντες φαιδρύνονται. Κατεδίωξε, πάτερ, ὁ ἐχθρὸς πορείαν τῶν ἀγώνων σου· ἀλλ’ ἐπαναστραφείσης | |
10 | κατεσχέθη αὐτοῦ τῆς διώξεως. Ὢ τῆς παντοδυνάμου Ἰησοῦ θεέ μου, ἀσθενείας σου· τοὺς διώκτας προσάγει | |
λατρευτὰς ἐν τῷ πάσχειν Γρηγόριος. | 98 | |
15 | Ἄχραντε θεοτόκε, ἡ σεσαρκωμένον τὸν ἀίδιον καὶ ὑπέρθεον λόγον ὑπὲρ φύσιν τεκοῦσα, ὑμνοῦμέν σε. | |
19t | ᾠδὴ γʹ. «Σὺ εἶ τὸ στερέωμα» | |
20 | Σκῆνος τὸ φθειρόμενον τοῖς καταξαίνουσιν, ἔνδοξε, παραδιδοὺς τὸ τῆς ἀφθαρσίας ἀντεκτήσω διαίτημα. Ἤμβλυνεν, Γρηγόριε, | |
25 | τῶν ἀσεβῶν ἀκμὴν ἔνστασις ἡ εὐσεβής, ἣ ὡς πανοπλίαν περιφέρων ἠγώνισαι. Ἔρως ὁ πανάχραντος σῆς ὡραιότητος εἴλκυσε | |
30 | σοί, Ἰησοῦ, θήλεος τὴν φύσιν ἠρνημένην ἀσθένειαν. Δὸς ἡμῖν βοήθειαν ταῖς ἱκεσίαις σου, πάναγνε, τὰς προσβολὰς ἀποκρουομένη | |
35 | τῶν δεινῶν περιστάσεων. | |
36t | ᾠδὴ δʹ. «Εἰσακήκοα, κύριε» | |
37 | Τῷ σῷ λύθρῳ τοῦ αἴματος τῷ τοῦ μαρτυρίου, πάτερ Γρηγόριε, ἀντὶ μέλανος χρησάμενος | |
40 | τοῦ Χριστοῦ τὰ δόγματα διεχάραξας. Τῷ πυρὶ τῆς ἀγάπης σου, Ἰησοῦ φιλάνθρωπε, ἐκκαιόμενος κατεσβέννυεν τὴν φλόγωσιν τῶν δεινῶν βασάνων ὁ Γρηγόριος. | 100 |
45 | Λογισμῶν φέρων ἔκστασιν σοῦ τοῦ ποιητοῦ τῆς δόξης ὁ τύραννος διαμείβει καὶ τὴν μόρφωσιν ἀλογίας εἴδει συμμορφούμενος. Ἱλασμὸν ἡμῖν δώρησαι | |
204(50) | τῶν ἀγνοημάτων ὡς ἀναμάρτητος· καὶ εἰρήνευσον τὸν κόσμον σου, ὁ θεός, πρεσβείαις τῆς τεκούσης σε. | |
53t | ᾠδὴ εʹ. «Ὀρθρίζοντες βοῶμεν» | |
54 | Ναὸς ὡς χρηματίσας, | |
55 | Γρηγόριε, τῆς τριάδος εἰδώλων κατέστρεψας τὰ ἐναγῆ τεμενίσματα. Τὸ αἷμά σου, νυμφίε, τὸ ἄχραντον ἀρραβῶνα | |
60 | γυναῖκες δεξάμεναι σοὶ τὸ οἰκεῖον ἀντέδωκαν. Σπονδὰς τῆς ἀσεβείας κατέπαυσας, ἱεράρχα, θυσία γενόμενος | |
65 | τῷ ζωοδότῃ καὶ θύματι. Μαρία, θεοτόκε ἀνύμφευτε, τὰς ἐλπίδας τῶν ἐχθρῶν ματαίωσον καὶ τοὺς ὑμνοῦντάς σε εὔφρανον. | 102 |
70t | ᾠδὴ ϛʹ. «Χιτῶνά μοι παράσχου» | |
71 | Ὡς ἴχνη ἀγαπήσας, ἀθλητά, τοῦ ξύλῳ προσπήξαντος ἡμῶν τὸ ἁμάρτημα ἀνηρτήθης ἐν τῷ ξύλῳ ἐκμιμήσει αὐτοῦ. | |
75 | Βασάνων ἐν ποικίλοις ἐτασμοῖς τὸν σὸν ἐξετέλεσας ἀγῶνα, Γρηγόριε· ἀλλὰ στέφει πολυπλόκῳ νῦν κεκόσμησαι. Τὸ κλέος τῶν παρθένων τὸ σεπτόν, | |
80 | Ῥιψιμία ἔνδοξε, τοῖς θείοις ἀγῶσί σου κατεσέμνυνας τὸ γένος τὸ τοῦ θήλεος. Ναόν σε τοῦ θεοῦ καὶ κιβωτὸν καὶ παστάδα ἔμψυχον | |
85 | καὶ πύλην οὐράνιον, θεοτόκε, οἱ πιστοὶ καταγγέλλομεν. | |
87t | ᾠδὴ ζʹ. «Οἱ ἐκ τῆς Ἰουδαίας» | |
88 | Ὠχυρωμένος τῇ πίστει μηχαναῖς τῶν βασάνων ὤφθης ἀνάλωτος, | |
90 | τηρήσας ἀμειώτως τὸν πλοῦτον τὸν τῆς δόξης Ἰησοῦ τῷ δεσπόζοντι· | |
ὁ τῶν πατέρων ἡμῶν θεός, εὐλογητὸς 〈εἶ〉. Οἱ βυθῷ ἀσεβείας | 104 | |
95 | διαιτώμενοι θῆρες φρέαρ ὁρίζουσι διαίτημα θηρῶν σοι· ἐκδέχεται δὲ οἶκος τοῦ φωτός σε κραυγάζοντα «ὁ τῶν πατέρων 〈ἡμῶν θεός, εὐλογητὸς εἶ〉.» | |
204(100) | Ἡ σεμνὴ Ῥιψιμία τοῦ φωτὸς ὁπλισθεῖσα σὺν τοῖς συνάθλοις αὐτῆς τὴν θείαν πανοπλίαν, τὸν ἄρχοντα τοῦ σκότους τροπουμένη ἐκραύγαζεν | |
105 | «ὁ τῶν πατέρων ἡμῶν θεός, εὐλογητὸς 〈εἶ〉.» Παρθενικῆς ἐκ νηδύος σαρκωθεὶς ἐπεφάνης εἰς σωτηρίαν ἡμῶν· διό σου τὴν μητέρα εἰδότες θεοτόκον | |
110 | εὐχαρίστως κραυγάζομεν «ὁ τῶν πατέρων 〈ἡμῶν θεός, εὐλογητὸς εἷ〉.» | |
112t | ᾠδὴ ηʹ. «Τὸν βασιλέα τῶν» | |
113 | Τῆς καρτερίας σου τῷ στερρῷ ἀνατρέπων προσβολὰς τυράννου ἀνεβόας | |
115 | «Χριστὸν ὑπερυψοῦτε εἰς πάντας 〈τοὺς αἰῶνασ〉.» Τὴν κεκρυμμένην ποθῶν ζωὴν ἐνεδύσω τοῦ Χριστοῦ τὴν νέκρωσιν δοξάζων | |
τοῦτον ὡς δεσπότην εἰς πάντας τοὺς αἰῶνας. Τῇ ἀσθενείᾳ σου, Ἰησοῦ, | 106 | |
120 | ἀνδρωθεῖσα γυναικεία φύσις σε δοξάζει τὸν ἀγωνοθέτην εἰς πάντας τοὺς αἰῶνας. Φωτιστικήν σε καὶ χρυσαυγῆ τὸ σκηνῶσαν ἐν σοὶ φῶς ἀπρόσιτον, παρθένε, ἔδειξε λαμπάδα εἰς πάντας τοὺς αἰῶνας. | |
125t | ᾠδὴ θʹ. «Κυρίως θεοτόκον» | |
126 | Ἠλλάξω τῶν μαστίγων ἄνεσιν τὴν θείαν καὶ ἀτιμίας τιμὴν τὴν ἀίδιον, ἱερομάρτυς, ἀφθάρτῳ στέφει στεφόμενος. | |
130 | Φρουρὰ ἡ τῶν τυράννων, μάρτυς, σοὶ ἀνοίγει τῆς οὐρανῶν βασιλείας τὴν εἴσοδον, ἐν ᾗ συγχαίρων ἀγγέλοις θεῷ παρίστασαι. Θεόφρον Ῥιψιμία, | |
135 | ἄνθος σωφροσύνης, τροπαιοφόρος γενοῦ τῶν παθῶν ἡμῶν, ὡς ἐτροπώσω τυράννου τὴν ἐπανάστασιν. Ὡραῖος, θεοτόκε, ἔφυ ὁ καρπός σου, | |
140 | οὐχὶ φθορᾶς τοῖς μετέχουσι πρόξενος, | |
ἀλλὰ ζωῆς τοῖς ἐν πίστει σὲ μεγαλύνουσι. | 108 | |
205(1t) | Στιχηρά, ἦχος δʹ. Νικολάου πατριάρχου | |
2 | Ὁ στόματι οὐρανίῳ τὰ ἐπὶ γῆς οὐρανώσας Πέτρος σήμερον ὑμνείσθω νῦν ἀναστρέψας· δρόμον γὰρ ὡρίων ποδῶν | |
5 | πορείαν πρὸς τὴν ἄνω ἀποπτὰς κάτωθεν ἀνέδραμεν πρὸς τὸν κατελθόντα τοῦ ζωγρῆσαι αὐτόν, καὶ χεῖρας ἐξήπλωσεν ζώνην μαρτυρίου εἰς τὸ ζώσασθαι κατ’ ἴχνος ἑπόμενος τῷ διδασκάλῳ, ὃν ἠγνόησεν πρίν· | |
10 | καὶ τῆς σαγήνης προσφέρων τὴν ἄγραν ὄψον τῇ θείᾳ τραπέζῃ λαμβάνει μισθὸν τὸν θρόνον τοῦ θεοῦ κρίσιν τε τὴν πάνδημον. Ὁ ἥλιος τῶν δογμάτων ὁ τοῦ φωτὸς ἀπορροίας | |
15 | πληρωθεὶς διωκομένου ἀνευφημείσθω· Παῦλος ἐκλογῆς τὸ σκεῦος, δι’ οὗ μύρα τῆς ζωῆς πέρατα ὠσφράνθησαν κάρου ἀπιστίας ἀνασχόντα δεινῆς· | |
20 | τὸ στόμα τὸ ἥδιστον, ὅθεν τῆς ἀγάπης βλύζει ἄβυσσος, ἐξ οὗ τὸν πολύτιμον σωρεύει κόσμος μαργαρίτην στοργῆς· νῦν τῶν ἐσόπτρων, μαθητά, λυθέντων καὶ τῶν σαρκίνων παραπετασμάτων, προσεντυγχάνεις θεῷ, | |
25 | οὗ φορεῖς τὰ στίγματα. | 110 |
206(1t) | Ἕτερος κανὼν παρακλητικὸς εἰς τὸν ἅγιον Νικόλαον | |
2t | ἐν τοῖς θεοτοκίοις «Νικολάου» | |
3t | ᾠδὴ αʹ. ἦχος πλ. βʹ. «Κύματι θαλάσσης» | |
4 | Πάτερ θεοφόρε, πατέρων ἀκρότης, | |
5 | σοφὲ Νικόλαε, μὴ ὑπερίδῃς με καταφυγόντα τῇ σκέπῃ τὸν ἀνάξιον καὶ ἄθλιον τῆς σεπτῆς πρεσβείας σου τυχεῖν με τῆς αἰτήσεως. Ἅρπασον χειρῶν με ἀδίκων ἀνθρώπων, | |
10 | πάτερ Νικόλαε, καὶ διαφύλαξον, ὅτι ἰδοὺ ὥσπερ κύνες ὠρυόμενοι ζητοῦσί με ἀπολέσαι, ἅγιε· ἐλέησον τὸν δοῦλόν σου. Μή με ἀποστρέψῃς θλιβόμενον, πάτερ, | |
15 | τῆς ἀντιλήψεως τῆς σῆς τὸν ἄσωτον· μὴ ἐκκακήσῃς ἀκούων τῆς φωνῆς τῆς ἀναξίας μου· ὅσα θέλεις δύνασαι, ἐπίσκεψαί με, ἅγιε. Νεῦσον, παναγία, ἁγία ἁγίων, | |
20 | παρθένε δέσποινα, Χριστιανῶν ἡ ἐλπίς, τῇ ἀναξίᾳ δεήσει τοῦ οἰκέτου σου· εἰσάκουσον, ἀσθενοῦντα ἴασαι καὶ σῶσόν με τὸν δείλαιον. | |
24t | ᾠδὴ γʹ. «Σὲ τὸν ἐπὶ ὑδάτων» | |
25 | Ἀσθενοῦντά με, πάτερ, ἀνάστησον ἀπεγνωσμένον ὄντα· ὡς ὁ Χριστὸς τὴν παῖδα τοῦ Ἰαΐρου ἀνέστησεν, οὕτως κἀμὲ τὸν δοῦλόν σου, πατέρων ἄριστε, | |
σῶσον, ἅγιε Νικόλαε. | 112 | |
30 | Ἰδοὺ ἐπέστη ἡ ὥρα, ψυχὴ ταπεινή, τοῦ βίου μετελθεῖν σε· ἰδοὺ τὸ τέλος ἦλθεν, ἰδοὺ τὰς χεῖρας ἐκτείνασα εἰς οὐρανὸν καὶ ὄμματα «μὴ ὑπερίδῃς με» κράξον «ἅγιε Νικόλαε.» | |
35 | Ἐλέησόν με, βοῶ σοι, πανάγιε, ἀπογνωσθέντα ὅλως ὑπὸ τῶν συγγενῶν μου, ὑπὸ οἰκείων καὶ φίλων μου· αὐτὸς μὴ ὑπερίδῃς με δεινῶς στενάζοντα «σῶσον, ἅγιε Νικόλαε.» | |
40 | Ἴασαί με, θεοτόκε, ἡ πάντων πιστῶν ἐλπὶς καὶ προστασία, ἡ βοηθὸς καὶ σκέπη τῶν θλιβομένων, ἀνάστησον τῇ ἀσθενείᾳ κείμενον ἐμὲ τὸν δοῦλόν σου· πέλεις γὰρ ἀπελπισμένων ἐλπίς. | |
45t | ᾠδὴ δʹ. «Τὴν ἐν σταυρῷ σου» | |
46 | Ὁλολαμπὴς ὑπάρχων, ἅγιε, σκοτισθέντα με ὑπὸ τῆς ἀθυμίας καταύγασόν με, δέομαι, φώτισον, σοφέ· παρρησίαν γὰρ ἔχεις πρὸς τὸν φιλάνθρωπον. | |
206(50) | Οἱ τὴν ψυχὴν ἐπηρεάζοντες ἐπληθύνθησαν ζητοῦντες ἀπολέσαι τὸν δοῦλόν σου, πανάγιε, γλῶσσαι δολεραί· τὰς βουλὰς αὐτῶν θραῦσον κἀμὲ ἐλέησον. Ἐπὶ τῆς κλίνης κατακείμενον | |
55 | καὶ βαρούμενον ὑπὸ τῆς ἀθυμίας τῷ λόγῳ σου, Νικόλαε, ἅγιε θεοῦ, | |
ἐξανάστησον ὥσπερ τὸν παρειμένον Χριστός. Κυριοτόκε ἀπειρόγαμε, μὴ ἐάσῃς με εἰς τέλος ἀπολέσθαι· | 114 | |
60 | ἀνάστησόν με, δέσποινα, τὸν ἡμιθανῆ κατακείμενον ἄφωνον καὶ δακρύοντα. | |
62t | ᾠδὴ εʹ. «Θεοφανείας σου, Χριστέ» | |
63 | Τῶν θλιβομένων βοηθὸς ἐπικληθεὶς ἐξ ὀνόματος ὤφθης, | |
65 | καὶ ἐρρύσω, ἅγιε Νικόλαε, τοὺς τρεῖς στρατηλάτας τοὺς μέλλοντας ἀναιτίους διὰ νυκτὸς ἀναιρεθῆναι τούτους ὑπὸ τοῦ ἐπάρχου· ἐλέησον καὶ ἐμὲ ταῖς ἱκεσίαις σου. | |
70 | Νεκρὰν ἐγείρας Ταβιθὰ θλίψεις πολλὰς καταπαύει ὁ Πέτρος· ὁ δὲ Παῦλος Εὔτυχον ἐζώωσεν κρημνισθέντα, πάτερ Νικόλαε· διὸ σπεῦσον, ὅτι ἰδοὺ ἀπεγνωσμένος εἰμὶ | |
75 | ἐκ παντὸς ἀνθρώπου· ἀνάστησον, δυσωπῶ σε, παναοίδιμε. Ἐλέησόν με, ὁ θεός, τὸν κείμενον ἐπὶ κλίνης ὀδύνης ἱκεσίαις τοῦ οὐρανοφάντορος | |
80 | Νικολάου τοῦ σοῦ θεράποντος, ὅτι κεῖμαι καὶ δυσπετῶ ἀπορραγεὶς τὸ σῶμα καὶ ἀπελπισμένος· ἐπάκουσον, ἀγαθέ, καὶ ἐξανάστησον. Οὐδεὶς προστρέχων ἐπὶ σοί, | |
85 | πανύμνητε θεοτόκε παρθένε, ὁλοψύχως, κενὸς ἐκπορεύεται, ἀλλ’ εὐθὺς λαμβάνει τὸ αἴτημα· οὕτως, δέσποινα, καὶ ἐμὲ μὴ ἀποστρέψῃς κενὸν τῆς σῆς βοηθείας, | |
90 | ἀλλ’ ἔξω χάριν καὶ φῶς καὶ ἀγαλλίαμα. | 116 |
91t | ᾠδὴ ϛʹ. «Συνεσχέθη, ἀλλ’ οὐ κατεσχέθη» | |
92 | Ἁγιάζεις καὶ καταφωτίζεις, πάτερ, τὰς ψυχὰς τῶν βροτῶν· σοῦ γὰρ τὸ εἶδος φέρει | |
95 | φωτισμὸν καὶ φωταυγῆ ἀκτῖνα καὶ καταυγάζει ὁ ναός σου ἅπαντας τοὺς προστρέχοντας καὶ δυσωποῦντας καὶ ἀνυμνοῦντάς σε, ἅγιε τοῦ θεοῦ· δέξαι καὶ ἡμᾶς παρακαλοῦντάς σε. | |
206(100) | Σοὶ προσπίπτω δάκρυσιν ὁ τάλας, ἅγιε Νικόλαε, ὅτι ἰδοὺ ἐκλείπω καὶ ἐτάκη ὡς κηρὸς τὸ σῶμα καὶ ἡ ψυχή μου πλήρης ἡ κατώδυνος· | |
105 | ἐπικάμφθητί μου τῇ δεήσει καὶ ἐξανάστησον, ἅγιε τοῦ θεοῦ, ὥσπερ ὁ Χριστὸς τὸν τετραήμερον. Οἱ ἀδίκως μέλλοντες τεθνάναι εὗρόν σε λιμένα ζωῆς· | |
110 | λιμὴν ὁ σὸς ναὸς γὰρ καὶ ἀντίληψις τοῖς ἐν ἀνάγκαις· διὸ προσπίπτω, ἅγιε Νικόλαε, παρακλήθητι καὶ μὴ ἀπώσῃ, ὅτι ἐξέλιπεν ὅλη μου ἡ ἰσχύς· | |
115 | τύχω διὰ σοῦ τῆς προσδοκίας μου. Λευκανθῆναι, δέσποινα, αἰτοῦμαι τὴν ἐσκοτισμένην ψυχήν· ἠμαυρωμένος γάρ μου καὶ ὁ βίος καὶ ὁ χρόνος ἐστίν· | |
120 | δεδοξασμένη, ἅγνισόν με, πάναγνε, καὶ ἀνάστησόν με, θεοτόκε, καὶ τοῦ φωτός με υἱὸν ἔργασαι, ὅτι φῶς | |
ἔτεκες Χριστόν, διό με φώτισον. | 118 | |
124t | ᾠδὴ ζʹ. «Ἄφραστον θαῦμα» | |
125 | Ὢ ξένον θαῦμα· τοῦ ἐν πενίᾳ ὑπάρχοντος ὡς ἐρρύσω ὕλης ἀπεχθοῦς κόρια σεμνά, μέλλοντα εἰς βάραθρον τῆς ἀτιμίας εἰσδῦναι οὐκ ἐάσας· τῷ χρυσῷ γὰρ αὐτὰ ἔσωσας, πάτερ. | |
130 | Πάσης πικρίας ἐπερχομένης ἐκλύτρωσαι, ἱεράρχα, τὸν ἁμαρτωλόν, ἀνθρώπων δεινῶν καὶ θανατηφόρου ὁρμῆς καὶ ἀδικίας καὶ πάσης καταιγίδος, εἰρηνεύσας τὸν νοῦν καὶ τὴν ζωήν μου. | |
135 | Ἐπὶ τὸ βάθος τῆς εὐσπλαγχνίας κατέφυγα καὶ τὸ ὕψος τῶν σῶν δωρεῶν· ἀνάστησόν με, ἅγιε Νικόλαε, ἵνα κραυγάζω ῥυσθεὶς ἐκ τῶν κακῶν μου «λυτρωτὰ ὁ θεός, εὐλογητὸς εἶ.» | |
140 | Ἁγνὴ παρθένε, ἴδε τὴν θλίψιν τοῦ σώματος καὶ γενοῦ μοι ῥῶσις ἀγαθή· ἰδοὺ τὰ ὀστᾶ πάντα συνετρίβησαν καὶ οἱ νεφροί μου· ἀνάστησον κραυγάζειν «λυτρωτὰ ὁ θεός, εὐλογητὸς εἶ.» | |
145t | ᾠδὴ ηʹ. «Ἔκστηθι φρίττων» | |
146 | Σπεῦσον κατάλαβε ταχύ, πάτερ Νικόλαε, ὅτι σπεύδει κατ’ ἐμοῦ ἡ ψῆφος τοῦ θανάτου μέλλουσα καταδικάσαι με ὥσπερ τὴν συκῆν τὴν ξηρανθεῖσαν· | |
206(150) | καὶ ἔκτεινόν μοι χεῖρα καὶ ἀνάστησον τάχος, | |
ἵνα σε δοξάζω εἰς πάντας τοὺς αἰῶνας. Τῆς χαλεπῆς με συμφορᾶς νῦν ἐξανάστησον, ἐπιστάτα ἀγαθέ· ἰδοὺ γὰρ τὰ μὲν χείλη ἔπτυξα, ὧδε κἀκεῖσε συχνῶς | 120 | |
155 | ὅμματα καὶ χεῖρας περιστρέφων· οὐδεὶς δὲ βοηθῆσαι ἢ ἐγεῖραι ἢ σῶσαι πλήν σου, ἱεράρχα, διὸ ἐπίσκεψαί με. Τίς σοι προσέδραμεν ποτέ, τίς σε ἐκάλεσεν ἐξ ὀνόματος, σοφέ, | |
160 | βοήσας «ἅγιε Νικόλαε,» καὶ οὐκ εὐθὺς βοηθὸς ἐγένου τοῖς σὲ προσκαλουμένοις; κἀμὲ μὴ ἀποστρέψῃς, ἀλλὰ τύχω ὁ τάλας τῆς ἐλπιζομένης ψυχικῆς σωτηρίας. Ὅλος ὑπάρχω ῥυπαρός, | |
165 | ὅλος αἰσχρός εἰμι καὶ οὐ βλέπω σου τὸ φῶς· ἁγία θεοτόκε, φώτισον τὴν ταπεινήν μου ψυχὴν καὶ δώρησαι καιρὸν μετανοίας, αἰνεῖν τε καὶ δοξάζειν, παναγία παρθένε, σὲ καὶ τὸν υἱόν σου πρεσβείαις τοῦ ὁσίου. | |
170t | ᾠδὴ θʹ. «Μὴ ἐποδύρου μοι, μῆτερ» | |
171 | Συνημιλλήθης ἀγγέλοις, τῆς ἁγίας τριάδος ὁμιλητὴς καὶ θεατὴς ὑπάρχων ὡς Μωσῆς, ἐκ προνοίας θείας ἱερουργὸς χειρισθείς· παρρησίαν ὡς ἔχων, σοφέ, πρὸς τὸν θεὸν | |
175 | μὴ ἐλλίπῃς πρεσβεύειν ὑπὲρ τῶν δούλων σου. Οἱ καταφεύγοντες πίστει ἐν τῷ οἴκῳ σου, πάτερ, τῶν θλιβερῶν καὶ λυπηρῶν λυτροῦνται παρευθύ· μὴ ἀπώσῃ κἀμέ, τῶν ὀρφανῶν ὁ πατήρ, ἀλλὰ δέξαι καὶ ῥῦσαι ἀνθρώπων πονηρῶν, | |
180 | ἱεράρχα, καὶ σῶσόν με τὸν ἀνάξιον. Δέξαι τὸν αἶνον καὶ δίδου ἀμοιβὴν τῇ ψυχῇ μου καὶ τῆς μελλούσης κρίσεως διάσωσον, σοφέ· μὴ στερήσῃς, αἰτοῦμαι, τοῦ χοροῦ τῶν πιστῶν, χαριστήριον δέ μου προσδέχου τὴν εὐχήν, | 122 |
185 | ἵνα τύχω ἐλέους, πάτερ Νικόλαε. Ὑπερασπίζῃ σπουδαίως, παναγία παρθένε, τῶν γηγενῶν καὶ διασῴζεις νόσων ψυχικῶν· διὸ δὴ καὶ ἐμὲ παρακαλοῦντά σε συμφορῶν καὶ κινδύνων καὶ βλάβης τοῦ ἐχθροῦ | |
190 | ἐλευθέρωσον μόνη, θεοχαρίτωτε. | |
207(1t) | Κανὼν εὐχαριστήριος εἰς τὴν ὑπεραγίαν θεοτόκον | |
2t | οὗ ἡ ἀκροστιχὶς «Ἡ βασιλὶς τὰ σῶστρα σοὶ τῇ παρθένῳ» | |
3t | ἐν δὲ τοῖς θεοτοκίοις «Νικολάου» | |
4t | ᾠδὴ αʹ. ἦχος δʹ. «Ἀνοίξω τὸ στόμα μου» | |
5 | Ἡιρέτισας, ἄχραντε, λαὸν καὶ πόλιν βασίλειον οἰκεῖν ὡς βασίλισσα καὶ βασιλεύειν αὐτῆς· ἣν ἀλώσεως βαρβάρων ἀνωτέραν φυλάττοις γεραίρουσαν τὰ μεγαλεῖά σου. Βαβαὶ τῶν ἀπείρων σου περὶ τὸν κλῆρόν σου, πάναγνε, | |
10 | θαυμάτων, πῶς ἄτρωτον, ἀκαταπόντιστον διετήρησας αὐτὸν ὡς ἐν πελάγει βαρβάρων κυκλούμενον ταῖς ἀντιπνεύσεσιν. Ἀιδέτω σοι, δέσποινα, Δαυὶδ ὁ θεῖος προπάτωρ σου φωνὴν τὴν χαρμόσυνον, «Θύγατερ, ἄκουσον, | |
15 | ἐπικλίνασα τὸ οὗς ἐπὶ λαόν σου, | |
ἐτήσιον ᾄδοντα σοὶ χαριστήριον.» Συνέσεισας, δέσποινα, καὶ συνετάραξας θάλασσαν καὶ ἄρδην ἐπόντωσας στόλον μισόχριστον, σκύθην ὄλεθρον, καθάπερ τοὺς τῆς Ἄγαρ· | 124 | |
20 | λαὸς σεσωσμένος δὲ ᾄδει τὰ θαύματα. Νομὴν πολυχρόνιον κατατρεχόντων σῆς πόλεως, παρθένε, ἀνέστειλας τῶν ἐκ τῆς Ἄγαρ δεινῶν, Ἐπιτρίψασα τὸ στράτευμα τὸ τούτων καὶ τέλος βυθίσασα οἴκαδε φεύγοντας. | |
25t | ᾠδὴ γʹ. «Τοὺς σοὺς ὑμνολόγους» | |
26 | Ἰδοὺ τῶν ἐθνῶν ἐν πονηρίᾳ τὰ ὕδατα ἤχησαν, ἁγνή, τῇ πόλει σου τὸν ὄλεθρον αὐτῶν ἐν κραταιότητι· | |
30 | ἀλλ’ ἐμφανῶς τῇ ῥώμῃ σου παρὰ τὸν ᾄδην διεσπάρησαν. Λαὸν περιούσιον, παρθένε, καὶ ἅγιον ἔθνος σοι σαφῶς καὶ θεῖον ἱεράτευμα | |
35 | βασίλειον ἐξαίρετον τὴν βασιλίδα δέδωκεν ὁ σὸς υἱὸς εἰς περιποίησιν. Ἰσόρροπον κίνησιν οἱ Πέρσαι τοῖς Σκύθαις ἐνθέμενοι τῇ σφῶν | |
40 | καρδίᾳ δίκην λαίλαπος καὶ καταιγίδος, ἄχραντε, τῇ σῇ πόλει προσέρρηξαν· ἀλλ’ ὠσεὶ χνοῦν αὐτοὺς ἐλίκμησας. Ἰάθη τὸ σύντριμμα, παρθένε, | |
45 | τῆς σῆς θυγατρός, καὶ συντριβὴν ἀλάστωρ ὁ καὶ βλάσφημος ὀξέως καθυπέμεινεν· ἵππον γὰρ καταβέβληκας | |
καὶ ἀναβάτην ἐνδικώτατα. | 126 | |
50t | ᾠδὴ δʹ. «Τὴν ἀνεξιχνίαστον» | |
51 | Σήμερον παράδοξα εἶδεν, ἁγνή, πόλις ἡ ἐξάρχουσα πόλεων· σοῦ τῆς παρθένου στρατηγούσης κατ’ ἐχθρῶν παρ’ ἑκατέραν ἤπειρον | |
55 | πάχος ὡσεὶ γῆς διερράγησαν. Τί σοι ἀνταπόδομα, μῆτερ θεοῦ, νῦν ἀνταποδοίημεν ἄξιον, ἀχρεῖοι δοῦλοι, ἀντὶ πάντων ὦν ἡμᾶς, ἁγνή, προσευηργέτησας; | |
60 | ὅθεν ἐκ ψυχῆς σε γεραίρομεν. Ἄγαρ οἱ ἀπόγονοι, οἷς συστοιχεῖ πόλις ἡ δουλεύουσα, δέσποινα, λήξει τῇ κάτω, προσβαλόντες ὡς σκηπτὸς τῇ ἐλευθέρᾳ πόλει σου | |
65 | λίθος οἷα πόντῳ κατέδυσαν. Σύμβολα, πανάμωμε, τῆς σῆς μορφῆς ἐν εἰκονικοῖς ἐκτυπώμασιν ὁ ἱεράρχης καὶ ἡ σύμπασα πληθὺς ἱκετικῶς κατέχοντες | |
70 | νίκην κατ’ ἐχθρῶν ἀνεστήσαντο. Κόσμου σε βασίλισσαν ἡ βασιλὶς πόλεων πασῶν βασιλεύουσαν καίπερ εἰδυῖα, ὅμως δέσποιναν αὐτῆς ἐξόχως σε πλουτήσασα | |
75 | μένει πολεμίοις ἀνάλωτος. | |
76t | ᾠδὴ εʹ. «Ἐξέστη τὰ σύμπαντα» | |
77 | Ὡράθη τὸ λόγιον αἰσίως περατούμενον· εἷς γὰρ κατεδίωξε χιλίους καὶ δύο αὖθις μετεκινήσαντο | |
80 | ὅλας μυριάδας εἰς φυγήν, | |
δύναμιν φραξάμενοι τῆς παρθένου τὴν ἄμαχον. Συνέκοψεν ἄγγελος ὡς ἐν ἐκστάσει πρότερον τοῦ Σεναχηρεὶμ τὰς μυριάδας φρυαξαμένου κατὰ τοῦ ζῶντος θεοῦ· | 128 | |
85 | νῦν δὲ τὰς ἀπείρους τῶν ἐθνῶν ὑφ’ ἓν ἐθανάτωσε μυριάδας ἡ δέσποινα. Τηκόμενοι πάθεσι τοῖς ἀνηκέστοις βάρβαροι πάντες ἐπιθέμενοι τῷ κλήρῳ τῷ σῷ, παρθένε, λιμῷ καὶ βρώσει πτηνῶν | |
90 | καὶ ἐκδειματούμενοι φρικτῶς ἔμαθον οἷς ἔπαθον ὡς εἰς σὲ κατεφρόνησαν. Ὅτε δὴ ὁ ὕψιστος τὰ ἔθνη διεμέριζεν, ὡς ἐπιτροπεύοιντο ἀγγέλοις, αἵματι θείῳ οὒς ἐξηγόρασε, | |
95 | σχοίνισμα μερίδος τῇ μητρὶ πόλιν ὑπεξείλετο, ἢν φυλάττοις ἀπόρθητον. | |
97t | ᾠδὴ ϛʹ. «Τὴν θείαν ταύτην» | |
98 | Ῥομφαίαν, ὅπλον καὶ πόλεμον ἐχθρῶν ἐπεμβαινόντων, θεόνυμφε, | |
207(100) | τῇ κληρουχίᾳ σου κενὰ καὶ ἄπρακτα ἤλεγξας, ὡς πολιοῦχος ταύτης ὑπερασπίσασα. Ἀδίκως ἐπιστρατεύσασα Περσὶς τῇ βασιλίδι τῶν πόλεων δουλείαν ἔνδικον κατεδικάσθη τῷ ἄνακτι, | |
105 | ὑπερμαχούσης τούτῳ τῆς θεομήτορος. Σωροὺς ἐξέβρασε θάλασσα, καθάπερ Αἰγυπτίους τὸ πρότερον, Ἀγαρηνῶν τοὺς νεκρούς, οὒς θεηλάτως ἐβύθισεν ἐπιθεμένους κλήρῳ τῆς θεομήτορος. | |
110 | Ὁ σοὶ τὴν πόλιν δειμάμενος ἀνάκτορον, παρθένε, περίπυστον ἄναξ ἀγάλλεται, ταύτην ἀμφέπουσαν βλέπων σε | |
καὶ τὸν ψιλῶς καλοῦντα ἐχθρὸν συντρίψασαν. Λαὸς καὶ πόλις φιλόχριστος, | 130 | |
115 | ῥυσθέντες φοβερᾶς καταπόσεως ὑπερμαχούσης σου, νῦν χαριστήριον πάννυχον ἐν ἀκαθίστῳ στάσει τελεῖ δοξάζων σε. | |
118t | ᾠδὴ ζʹ. «Οὐκ ἐλάτρευσαν» | |
119 | Ἱκετήριόν σοι δέησιν προσάγομεν | |
120 | οἱ σεσωσμένοι φρικτῆς αἰχμαλωσίας, ἁγνή, ῥυσθῆναι δεόμενοι καὶ ἀοράτων ἐχθρῶν, ὧν ὁ πόλεμος οὐκ ἐν σαρκὶ καὶ αἵματι, τῷ νοῒ δὲ ἀντιπίπτει. Τόξα πάντα συνετρίβη καὶ ἠσθένησε | |
125 | τῶν δυνατῶν ἐν αὐτοῖς· οἱ ἀσθενεῖς δὲ σαφῶς ἰσχύν τε καὶ δύναμιν περιεζώσαντο ὡς τὴν ἄμαχον πεπλουτηκότες δύναμιν πεποιθήσει σου, παρθένε. Ἡ παλίμφημος ἀπέσβη καὶ ἠφάνιστο | |
130 | γλῶσσα τοῦ κήρυκος τῆς μυσαρᾶς τελετῆς· ἐξ ὕψους γὰρ ἔρριπτο πτῶμα ἐξαίσιον, μὴ κραυγάζων σοι «Εὐλογημένος, δέσποινα, ὁ καρπὸς τῆς σῆς κοιλίας.» Ἀνοιγέσθωσαν αἱ πύλαι σου, βασίλισσα | |
135 | πασῶν τῶν πόλεων καὶ προερχέσθωσαν ἐν ἐλευθέρῳ ποδὶ οἱ πρώην σου δέσμιοι καὶ ἐγκατάκλειστοι· ὁ τοῦ παίοντος καὶ γὰρ ζυγὸς συντέτριπται στρατηγούσης τῆς παρθένου. | |
139t | ᾠδὴ ηʹ. «Παῖδας εὐαγεῖς» | |
140 | Πέρσαι τε καὶ Μῆδοι καὶ τῶν Οὔννων τὰ ἔχθιστα φῦλα συνελάλησαν· «Δεῦτε καὶ κατάσχωμεν κλῆρον τὸν ἀπόλεκτον, ἐν γὰρ αὐτοῖς οὐδείς ἐστιν ὁ βασιλεύων τὰ νῦν·» ἠλέγχθησαν δὲ φρύαγμα μόνον, | |
145 | πάντας γὰρ ἐξῆρεν ὡς χλόην ἡ παρθένος. Ἄνασσά σοι πόλις, θεοτόκε, παρ’ ἧς ἡ εὐσέβεια κρατύνεται, πάννυχον ἐτήσιον ᾄδει τὸ κατόρθωμα καὶ ἑορτάζει χαίρουσα τῆς βασιλίδος σαφῶς | 132 |
207(150) | τὰ ῥύσια καὶ σῶστρα, παρθένε, ἀνυμνολογοῦσα τὸν τόκον σου τὸν ξένον. Ῥήγνυται τὰ σκάφη τῶν ἀθέων, ἀλλήλοις ἐν συσσεισμῷ καὶ καταιγίδι φρικτῇ βίᾳ προσαράξαντα, ἄλλα τε βεβύθισται, | |
155 | πάντα δ’ ὑφ’ ἓν ἀπόλωλε καὶ ἐξηφάνισται· θρηνεῖ δὲ καὶ ὁ φύλαρχος βλέπων ἔργον γενομένους καὶ τοὺς λοιποὺς μαχαίρας. Ὄλωλε τὰ ἔθνη παραδόξως, σῇ κληρονομίᾳ ἐπιθέμενα· | |
160 | ἔθεντο τὸ στόμα γὰρ ὕψος πρὸς οὐράνιον καὶ τὴν αὐτῶν ὑβρίστριαν γλῶσσαν διήγαγον εἰς γῆν μεγαλαυχοῦσαν, παρθένε, ὥσπερ ὁ Ῥαψάκης, σὺν ᾧ καὶ διεφθάρη. | |
164t | ᾠδὴ θʹ. «Ὡς ἐμψύχῳ θεοῦ» | |
165 | Θαυμαστή σου ἐστὶν ἡ σκηνή, παλάτιον τοῦ πάντων βασιλέως· πνεῦμα γὰρ ἐν σοὶ ἐπισκιάσαν, θεοτόκε, φρικτὸν κατεσκεύασέ σε θάλαμον, νῦν δὲ ἡ πόλις σοῦ αὔτη κλῆρος· | |
170 | ἀλλὰ σῴζοις ταύτην ἐχθρῶν βαρβάρων ἀσινῆ. Ἐνεδρεύονται, θεοτόκε ἁγνή, ἀδίκως οἷς ἐνήδρευσαν δικαίων πόλιν καὶ λαὸν οἱ ἐκ Περσίδος ἐπιστάντες· αὐτοῖς ἐπιστάντος τοῦ ὀλέθρου φρικτῶς, | |
175 | καταστρατηγούσης σου, κόρη, τούτων | |
καὶ συστρατηγούσης ἐκεῖ τῷ πιστῷ βασιλεῖ. Νομοθέτης τὸ πρὶν Μωϋσῆς τυπούμενος παλάμαις σταυροτύπως ῥύεται λαὸν Ἰσραηλίτην παλαμναίας | 134 | |
180 | χειρὸς Ἀμαλὴκ τοῦ πολεμήτορος· νῦν δὲ τῷ σταυρῷ καὶ εἰκόσι θείαις τοὺς ἐχθροὺς ἡττῶσι χεῖρες ἀνδρῶν ἱερῶν. Ὡς ἐμψύχῳ θεοῦ κιβωτῷ λυτρούμεθα ἐν σοί, θεογεννῆτορ, | |
185 | ἄρδην κατακλύζοντος πολέμου ἐξ ὑδάτων, ἐθνῶν καλυπτόντων γῆς τὸ πρόσωπον καὶ ὑπὲρ βουνῶν ὑψουμένων, σοῦ δὲ ἀφανιζομένων τῇ θάλψει πρὸς τάχος, ἁγνή. Ὑπερίπταται, θεομῆτορ, τὰ σὰ | |
190 | θαυμάσια τὴν δύναμιν τῶν λόγων· σθένει γὰρ σῷ ἀμάχῳ ἐρρύσω ἀλλοφύλων ἐπιδρομῆς, ἁγνή, κληρουχίαν σου· ὅθεν εὐχαρίστως βοᾷ σοι· | |
«Σύ μου, θεοτόκε, ῥύστις, προστάτις καὶ καταφυγή.» | 136 |