TLG 3100 001 :: NICOLAUS I Mysticus :: Epistulae NICOLAUS I Mysticus Theol.
Epist., Secretarius Leonis VI Imperatoris
Patriarcha, Nicolaus Patriarcha I Epistulae
Citation: Epistle — (line) | ||
t | ΕΠΙΣΤΟΛΑΙ ΝΙΚΟΛΑΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ | |
1(1t) | Τῷ περιδόξῳ καὶ λαμπροτάτῳ ἀμηρᾷ τῆς Κρήτης | |
2t | καὶ ἠγαπημένῳ φίλῳ | |
---|---|---|
3 | Πᾶσα ἐπίγειος ἐξουσία καὶ ἀρχὴ ἐκ τῆς ἄνωθεν ἤρτηται ἀρχῆς καὶ ἐξουσίας, καὶ οὐκ ἔστιν ἐξουσία ἐν ἀνθρώποις οὐδὲ δυνάστης ἐξ οἰκείας | |
5 | περινοίας ἐπὶ γῆς δυναστείαν κληρονομῶν, εἰ μὴ ὁ ἐν ὑψίστοις ἐξουσιαστὴς καὶ ἄρχων καὶ μόνος δυνάστης κατανεύσῃ τὴν κληρονομίαν. Διὰ τοῦτο προσῆκεν, εἰ δυνατόν, πάντας τοὺς ἐν ἀνθρώποις δυναστείαν λαχόντας, εἰ καὶ μηδὲν ἕτερον ἦν τὸ πρὸς ἀλλήλους κοινωνεῖν ἐπιτρέπον καὶ ποιεῖσθαι τὴν διὰ λόγων προσομιλίαν, δι’ αὐτό γε τοῦτο καθ’ ὅτι τῶν ἐξουσιῶν | |
10 | τὴν δωρεὰν παρ’ ἑνὸς ἐλάχομεν μὴ διαλιμπάνειν ὅσαι ἡμέραι ποιεῖσθαι τὴν πρὸς ἀλλήλους κοινωνίαν, καὶ διὰ γραμμάτων καὶ δι’ ἀποστόλων τῶν ἐξυπηρετούντων τοῖς πράγμασιν· τοσοῦτο δὲ πλέον τοὺς τὰς μεγάλας ἀρχὰς καὶ ἐξουσίας διέποντας, ὅσῳ καὶ μᾶλλον διαφερόντως τετίμηνται, καὶ οἷον ἀδελφοί τινες τῶν ἄλλων ἀδελφῶν ὑπερέχοντες καὶ προκριθέντες | |
15 | καὶ τὰς τῶν μεγίστων ἀρχῶν καὶ ἐξουσιῶν διοικήσεις ἐπιτραπέντες. Τί βούλεται ἡμῖν τὸ εἰρημένον; Ὅτι δύο κυριότητες πάσης τῆς ἐν γῇ κυριότητος, ἥ τε τῶν Σαρακηνῶν καὶ ἡ τῶν Ῥωμαίων, ὑπερανέχουσι καὶ διαλάμπουσιν, ὥσπερ οἱ δύο μεγάλοι ἐν τῷ στερεώματι φωστῆρες, καὶ δεῖ κατ’ αὐτό γε τοῦτο μόνον κοινωνικῶς ἔχειν καὶ ἀδελφικῶς, καὶ | |
20 | μὴ διότι τοῖς βίοις καὶ τοῖς ἐπιτηδεύμασι καὶ τῷ σεβάσματι κεχωρίσμεθα, παντάπασιν ἀλλοτρίως διακεῖσθαι καὶ ἀποστερεῖν ἑαυτοὺς τῆς διὰ τῶν | |
γραμμάτων [συνομιλίας] παρὰ μέρος ἐντυχίας. Δεῖ μὲν οὖν οὕτω καὶ φρονεῖν ἡμᾶς καὶ ποιεῖν, κἂν μηδεμία τις ἄλλη πραγμάτων χρεία πρὸς τοῦτο προὐτρέπετο. Νῦν δὲ μεθ’ ἧς | 2 | |
25 | ἔφημεν εὐλόγου αἰτίας καὶ πράγματα συμβεβηκότα οἷα ὥς γε πειθόμεθα οὐδε τῇ σῇ ἀρέσκει μεγαλωσύνῃ, καὶ πρὸς τὸ γράφειν ἡμᾶς παρώρμησεν καὶ πρὸς τὴν ἀποστολὴν τῶν ἤδη πρὸς τὴν θεόσδοτον ὑμῶν ἐξουσίαν ἀπ‐ εσταλμένων. Ἀλλὰ πρό γε τῆς τῶν πραγμάτων ἐξηγήσεως ἐκεῖνό φαμεν, ὡς πολλὰ μέν ἐστιν οἷς ὁ εἰς ἀρχὴν καταστὰς δίκαιος ἂν εἴη σπουδὴν | |
30 | ποιεῖσθαι τοῦ διαπρέπειν, εἴ γε μὴ τοῦ ἀναξίῳ τῆς ἀρχῆς εἶναι [τοῦ] ἔλεγχον διδόναι τούτῳ προκέκριται, καὶ ἀντὶ τοῦ παράδειγμα βίου πρὸς ἀρετὴν ὁρῶντος γίνεσθαι τοῖς ἀρχομένοις καὶ θαῦμα γλυκὺ τῆς οἰκείας ἀρχῆς καὶ πόθον παρέχειν αὐτοῖς, πρὸς μῖσος μᾶλλον καὶ ὕβριν διερε‐ θίζει καὶ προκαλεῖται. Τὸ δὲ οἷον κορυφὴ τῆς τοῦ ἄρχοντος ἀρετῆς καὶ | |
35 | τὸ κεφάλαιον τῶν κατορθωμάτων δικαιοσύνη ἐστί, δι’ οὗ αὐτός τε ἰσχὺν περιβάλλεται καὶ τὸ ὑποχείριον ἀσφαλῶς πολιτεύεται καὶ τὸ πολέμιον εἰς ἀντίστασιν οὐ ῥᾳδίως καθίσταται. Τὰ μὲν γὰρ ἄλλα τῆς τοῦ ἄρχοντος ζωῆς πρὸς ἀρετὴν ἀποβλέποντα ἐκεῖνον μὲν κοσμεῖ καὶ ὥσπερ ἄνθη τινὰ ἐξωραΐζει, πρὸς δὲ τὸ ὑπήκοον, εἰ μὴ προαίρεσίς ἐστιν αὐτοῖς ἀγαθὴ ζηλοῦν | |
40 | καὶ ἀπομιμεῖσθαι τὴν τοῦ ἄρχοντος ἀρετήν, οὐ μέγα τι συμβάλλεται· δικαιοσύνη δὲ κοινή τις οὖσα σωτηρία τόν τε ἄρχοντα δείκνυσιν ἀρχικώ‐ τερον καὶ τοῖς ὑπὸ τὴν ἐκείνου τεταγμένοις ἀρχὴν τὸ ἀσφαλὲς προμη‐ θεύεται. Ἀλλ’ ἐπεὶ ταῦτα εἴρηται, λέγομεν ἤδη καὶ τὰς αἰτίας δι’ ἃς εἰς | |
45 | τούτους τοὺς λόγους κατέστημεν. Ἡ τῶν Κυπρίων νῆσος, ὧ μεγαλο‐ δοξότατε τῶν Σαρακηνῶν ἀρχηγέ, ἀφ’ οὗ χρόνου σπονδῶν εἰρηνικῶν πρὸς αὐτοὺς γεγενημένων ὑπόφοροι τῆς ὑμῶν κατέστησαν ἐξουσίας καὶ μέχρι τοῦ παρόντος ἐν τῇ τῶν συνθηκῶν ἀσφαλείᾳ διέζησαν, οὐδενὸς τῶν προπατόρων ὑμῶν, ὅσοι τὸ Σαρακηνῶν ἔθνος ἔλαχον διέπειν, οὔτε λύ‐ | |
1(50) | σαντος τὰς σπονδὰς οὔτε κακοῦ τινος εἰς πεῖραν αὐτοὺς καταστήσαντος, ἀλλὰ κατὰ καιροὺς οἱ τῆς ἀρχῆς κληρονόμοι καλῶς καὶ δικαίως φρονοῦντες τὰ ἀπ’ ἀρχῆς ἀρέσαντα τοῖς πατράσιν αὐτῶν καὶ βεβαιώσει διησφαλι‐ σμένα ἐγγράφῳ ἐτίμησάν τε καὶ διεσώσαντο, μηδέν τι καινοτομήσαντες μηδὲ φρονήσαντες ἕτερον, οὐδ’ ὅτι πράξαντες, παρὰ 〈τὴν〉 τῶν προγόνων | |
55 | προαίρεσιν. Νῦν δὲ τί ἐροῦμεν; Καίτοι ἔδει, ὅσον ὁ χρόνος προέβη καὶ ἡ ἀρχαιότης ἐκράτει τῶν συμπεφωνημένων, τοσοῦτον εὐλαβῶς ἔχειν περὶ τὴν ἀθέτησιν αὐτῶν· ἀλλ’ ὅμως πάντα ἠθέτηται καὶ καταπεπάτηται, | |
καὶ βουλαὶ ἃς οἱ πατέρες ὑμῶν ἐβουλεύσαντο, καὶ γραφαὶ ἃς οἰκείαις χερσὶν ἔγραψαν καὶ σπονδαὶ καὶ ὅρκοι οὓς τότε πρὸς Κυπρίους Σαρακη‐ | 4 | |
60 | νοὶ πίστιν αὐτοῖς παρεχόμενοι ἐποιήσαντο· καὶ ἀντὶ τῆς εἰρήνης, ἀντὶ σπονδῶν, ἀντὶ ὁρκίων, ξίφη καὶ πόλεμοι καὶ σφαγαὶ τοῖς ἀθλίοις ἐπέ‐ θεντο Κυπρίοις, οὓς ἔπρεπεν, εἰ καὶ ἄλλος τις ταῦτα εἰς αὐτοὺς ἐξειργά‐ ζετο, παρὰ τῶν Σαρακηνῶν βοηθείας τυχεῖν. Τοῦτο γὰρ κοινὸν δίκαιον παρὰ πᾶσιν ὅσοι πόλεις ἢ ἔθνη κέκτηνται ὑποφόρους, τὸ πρὸς τοὺς κατ’ | |
65 | αὐτῶν ἐπιόντας καὶ πόλεμον συνιστῶντας αὐτοὺς ἀντεπιέναι καὶ ῥύε‐ σθαι τῆς ἐπιθέσεως, ὡς ἑαυτῶν οἰκείους τοὺς ὑποτελεῖς καθεστηκότας. Ἀλλὰ τοῦτο παρὰ πᾶσιν ἔθνεσι δίκαιον ὑπάρχον, καὶ τοῖς οὐκ εἰδόσι νόμον, ἀντέστραπται παρὰ Σαρακηνοῖς τοῖς νόμῳ πολιτευομένοις, καὶ νῆσος μικροῦ ἔτη τριακόσια ἐξ οὗ ὑπόφορος οὖσα ὑμῖν ἐγεγόνει, καὶ | |
70 | κατὰ μηδὲν ὀφθεῖσα τῆς ὑπηκόου τάξεως μεταβαλομένη μηδὲ καινοτο‐ μήσασά τι περὶ τοὺς φόρους μηδὲ περὶ τὴν ἄλλην δουλείαν ὅσην Σαρακη‐ νοῖς δουλεύειν ἐχρῆν, μηδ’ ὅλως τι τῶν ἔγκλησιν ἐπαγόντων αἰτίαν φέρουσα, ἐκ μόνης ἀπονοίας ἀνδρὸς καὶ τὴν τῶν Χριστιανῶν ἀπηρνη‐ μένου πίστιν καὶ τὸ τῶν Σαρακηνῶν σέβας νοθεύοντος ἐξηρήμωται καὶ | |
75 | ἀπόλωλεν· καὶ οἱ ταύτης οἰκήτορες οἱ μὲν μαχαίρας ἔργον, οἱ δὲ ἀνάστατοι γεγόνασι, τοῦτο μόνον ἔχοντες ἔγκλημα, ὅτι ἐπὶ μακροτάτοις οὕτω χρόνοις ὑπέκειντο εὐγνωμόνως ὑμῖν καὶ οὐδὲν ὤφθησαν τῶν εἰς ὑμετέραν ἐλλείψαντες θεραπείαν, πολλάκις ὑμῶν βαρέως ἐπενεχθέντων αὐτοῖς καὶ παρὰ τὸ προσῆκον καὶ τὰ κοινὰ δίκαια τῶν συμφώνων. Καίτοι γε | |
80 | εἴπερ καὶ οἷα τὰ ἀνθρώπινα σφαλέντες ἐτύγχανον καὶ ἀπεναντίας ἐφρό‐ νησάν τι τοῦ ὑμετέρου φρονήματος, οὐδ’ οὕτως ἐχρῆν ὅπλοις ἐπιέναι οὐδ’ αὐτίκα πρὸς αἵματα χωρεῖν καὶ σφαγάς (τοῦτο γὰρ οὐχ ὅτι Σαρα‐ κηνῶν ἄξιον, ἀλλ’ οὐδέ τινος ἑτέρου ἔθνους ἀνθρωπίνην πολιτείαν καὶ βίον εἰδότος καὶ σῴζοντος), ἀλλὰ πρότερον ἐγκαλεῖν περὶ τοῦ σφάλματος, | |
85 | ἐξελέγχειν ὡς οὐ δίκαια πράττουσιν, παραινεῖν ἑαυτῶν γενέσθαι καὶ μὴ ἐκφέρεσθαι τοῦ προσήκοντος, καὶ τοῦτο οὐχ ἅπαξ, ἀλλὰ καὶ δὶς καὶ πλέον· καὶ εἴ γε ἀνεπιστρόφως εἶχον καὶ ἀντὶ τοῦ μεταμαθεῖν τὸ καλὸν τῇ χείρονι προσέκειντο γνώμῃ, τότε πᾶσαν ἀπεκδυσαμένους καὶ θείαν νέμεσιν καὶ ἀνθρωπίνην, ἐπιχειρεῖν τὴν ἀπόνοιαν τῶν εἰς τοῦτο συνελα‐ | |
90 | θέντων τιμωρεῖσθαι καὶ ἀνακρούειν. Ἐπράχθη δὲ τοιοῦτον οὐδέν· ἀλλ’, ὅπερ εἶπον, ἀνθρώπους ἀναιτίους, μηδὲν ἠδικηκότας, μηδὲν τῶν ἐξ ἀρχῆς δοξάντων ἠθετηκότας, ἴσα καὶ πολεμίοις διεχειρίσασθε. Τίς ἀκούων ταῦτα ἢ τῶν νῦν ἢ τῶν μετέπειτα ἐσομένων οὐχὶ μεγάλην ἀδικίαν τῶν ταῦτα καταγνώσεται διαπεπραγμένων; Πῶς δὲ οἱ | |
95 | προπάτορες ὑμῶν οἱ τὰ σύμφωνα καὶ τοὺς ὅρκους θέμενοι πρὸς Κυπρίους, εἴ τίς ἐστι τῶν ἐν τῷ βίῳ τούτῳ πραττομένων τοῖς ἀποιχομένοις συν‐ αίσθησις, οὐχὶ μεγάλως στενάξαιεν καθ’ ὑμῶν καὶ πάσης κατακρίσεως ἐνόχους καταψηφιοῦνται, οὐ μόνον ὡς ἐξαμαρτόντας εἰς τὴν τῶν Κυ‐ πρίων νῆσον, ἀλλὰ καὶ εἰς ἐκείνους αὐτούς, καὶ ὡς πατραλοίας πάσαις | 6 |
1(100) | ὑποβαλοῦσιν ἀραῖς; Ἢ ἐάν τις κατὰ τοῦ ἰδίου πατρὸς ἐν τῷ παρόντι βίῳ εἰς ἐπανάστασιν καταστῇ, τοῦ πατραλοίας εἶναι τὴν γραφὴν οὐκ ἐκφεύξεται, τῆς δὲ παρούσης ἀπελθόντος ζωῆς ἐὰν τὰ ἐκείνῳ ἀνατρέψῃ δόξαντα, οὐκ ἔσται πατραλοίας οὐδὲ τῆς αὐτῆς ἔνοχος καταδίκης; Τί γὰρ τοῦτο ἐκείνου πρὸς ἐπανάστασιν διαφέρει; Μᾶλλον δὲ εἴ τις ἀκριβῶς | |
105 | βούλεται συνιδεῖν, αὕτη μείζων τοῦ ζῶντι ἐπαναστῆναι τῷ πατρὶ ἐπανά‐ στασις, ὅσῳ καὶ μᾶλλον πλέον ὀφείλεται τοῖς πρὸς τὴν μέλλουσαν μεταβεβηκόσι ζωὴν ἡ παρὰ τῶν τέκνων τιμὴ καὶ ἡ σὺν εὐλαβείᾳ μνήμη καὶ ἡ τῶν διατεταγμένων συντήρησις. Ὧν (πῶς εἴπω;) ἄνθρωπος ἐκεῖνος ὁ μήτε τὰ Χριστιανῶν στέρξας καὶ τὰ τῶν Σαρακηνῶν παρὰ φαῦλον θέ‐ | |
110 | μενος, Δαμιανὸν δέ φησιν ὁ λόγος, οὐδὲν λαβὼν ἐπὶ νοῦν, οὔτε τὰ παρόντα οὔτε τὰ ὕστερον ἐπιλογισάμενος, μόνῃ δὲ τῇ ἀπονοίᾳ καὶ τῷ ἀλόγῳ θυμῷ ἑαυτὸν ἐπιτρέψας, ἔπραξεν ἔργον ἀνόσιον, τῷ παντὶ αἰῶνι στήλην τῆς ἑαυτοῦ κακίας ἐσόμενον, πολυανθρωποτάτην νῆσον, ὅσον ἐπ’ αὐτῷ ἧκεν, ἐκ γῆς ἐξαφανίσας, πανωλεθρίᾳ παραδεδομένων τῶν ταύτης | |
115 | οἰκητόρων. Ναί, φησίν, ἀλλ’ ἐρεῖ τις· «Ἦν αἰτία κινοῦσα πρὸς τοῦτο, καὶ διὰ τοῦτο κεκινημένος τὸ δοκοῦν ἀνόσιον διεπράξατο. Σαρακηνοὺς γὰρ ἐν τῇ νήσῳ λαβὼν Ἡμέριος διεχρήσατο, δέον κατὰ τὰ συμπεφωνημένα σῴζεσθαι μᾶλλον αὐτοὺς παρὰ τῶν Κυπρίων, καὶ πρὸς τὸν ἴδιον τόπον ἀποκαθ‐ | |
120 | ίστασθαι.» Εἶτα οὐ λογίζῃ, ὦ ἄνθρωπε, μετὰ τῆς σῆς ἐγκλήσεως καὶ τοῦ δικαίου λόγου τὸ βούλημα, οὐδ’ ἐννοεῖς τίς ἐστι δίκαιος τὴν αἰτίαν ἣν προφέρεις ἀναδέχεσθαι καὶ τίσιν ὀργίζεσθαι ἄξιον; Ἔστω δίκαιον τὸ ἔγκλημα ὃ προβάλλῃ, καὶ ὑπὲρ τῶν τὰ χαλεπὰ πεπονθότων Σαρακηνῶν Κύπριοι δώσουσι δίκην (καὶ οὔπω φημὶ ὅτι μηδὲ τότε ἄξιον διὰ τὴν Ἡμε‐ | |
125 | ρίου καὶ τῶν σὺν αὐτῷ ἁμαρτίαν πάντας κολάζεσθαι, οὐδ’ ὅλην τὴν νῆσον τὴν ἐξ ὑμῶν ὀργὴν καὶ τὴν πικρίαν ὑφίστασθαι)· ὅμως ὅπερ εἶπον ἔστω, καὶ κολαζέσθωσαν Κύπριοι, διότι καὶ Ἡμέριος Κυπρίοις συνοικῶν ἐν τῇ νήσῳ χαλεπὸς ὤφθη Σαρακηνοῖς. Εἰ δὲ κατ’ οὐδένα τρόπον Ἡμέριος τοῖς Κυπρίοις συντάσσεται, τί δι’ ἐκεῖνον κινδυνεύουσιν οἱ | |
130 | μὴ δίκαιοι ὄντες ἢ τῆς ἐκείνου κληρονομεῖν κατηγορίας ἢ διὰ τὰ πεπρα‐ γμένα τούτῳ τιμωρίαν ὑπέχειν; Ὁ μὲν γὰρ τοῦ Ῥωμαϊκοῦ στρατοῦ ἡγεμὼν ὑπάρξας, ὅποι δὴ γῆς ἠδύνατο τοὺς πολεμίους χειρούμενος, τὸν δοκοῦντα μετῄει τρόπον. Κύπριοι δὲ οὔτε πολεμίους ἡγοῦνται ὑμᾶς οὔτε τι δεινὸν κατειργάσαντο, οὔτε δὲ πάλιν ἱκανοὶ ἀντεπιέναι πρὸς τὸν Ἡμέ‐ | 8 |
135 | ριον καὶ Σαρακηνοὺς ἐξαρπάζειν τῆς ἐκείνου χειρός. Οὐδὲ γὰρ ἔχεις εἰ‐ πεῖν ὡς ἐξὸν τοῦτο ποιεῖν οὐκ ἐποίησαν ἢ ὅτι συνήραντο αὐτῷ καὶ συνηγωνίσαντο εἰς τὴν κατὰ τῶν Σαρακηνῶν κάκωσιν. Τί οὖν διὰ τοῦτο πολεμεῖς Κυπρίοις καὶ κατ’ αὐτῶν κενοῖς τὴν ὀργήν; Τί δὲ ἀντὶ τοῦ τῷ σὲ λυπήσαντι σπουδάζειν ἃ ἔδρασεν ἀνταποδοῦναι, τοῖς οὐδὲν λυπηρὸν | |
140 | ἐργασαμένοις τὰ τῆς σῆς λύπης ἀνταποδίδως; Ἢ καὶ διότι πρὸς τὴν σὴν εἰσήλασε χώραν Ἡμέριος καὶ τῆς Συρίας πολίσματά τινα ἐκπολε‐ μήσας κεχείρωται, διὰ ταῦτα ὑποκείσονται Κύπριοι τιμωρίαις καὶ κατ’ αὐτῶν ἀγανακτεῖν εὐλόγως νομίσεις καὶ ὅπλα κινήσεις, καὶ ἀντὶ τοῦ μάχεσθαι πρὸς Ἡμέριον κατ’ ἐκείνων συστήσεις τὸν πόλεμον; Ἀλλ’ | |
145 | οὐκ ἔδοξεν οὕτως οὔτε τοῖς σοῖς πατράσιν οὔτε τοῖς ἐκείνων μέχρι σοῦ δια‐ δόχοις. Διὰ τί; Ὅτι Κύπριοι μεθόριοι τῆς τε Ῥωμαϊκῆς καὶ τῆς τῶν Σαρακηνῶν ἐξουσίας, καὶ οὔτε ὑμῖν ἀνταίρουσι χεῖρας οὔτε Ῥωμαίοις, ἀλλ’ ἐπ’ ἴσης ἀνατέθεινται πρὸς δουλείαν τήν τε ὑμετέραν καὶ τὴν ἡμετέραν, μᾶλλον δὲ τὸ πλέον τῇ ὑμετέρᾳ δουλεύοντες. Ὡς οὖν ἄδικον | |
1(150) | καὶ ἀπάνθρωπον πολεμεῖν Κυπρίοις διότι κατὰ τῆς ὑμετέρας ἐξεστρά‐ τευσε χώρας Ἡμέριος, οὕτω παράνομον καὶ πάσης ἄξιον κατηγορίας πολεμεῖν Κυπρίοις διότι κατὰ τὴν νῆσόν τινας τῶν Σαρακηνῶν συνέβη ταῖς Ἡμερίου χερσὶ περιπεπτωκέναι. Σὺ δέ μοι δοκεῖς, ὁδῷ τοῦ πρά‐ γματος προϊόντος, καὶ κατὰ τῶν ἐν τῇ Συρίᾳ Χριστιανῶν πόλεμον | |
155 | ἐπενεγκεῖν διότι Χριστιανοὶ καθ’ ὑμῶν ἐκστρατεύονται· εἰ δὲ τοῦτο πράττειν πάσης ἐπέκεινα μιαιφονίας ἐστίν, οὐδὲ τὰ τῶν Κυπρίων ἀπήλ‐ λακται τῆς ἴσης μιαιφονίας. Ἀλλ’ ἐάσθω τὰ παρ’ ἡμῶν εἰς ἔλεγχον τοῦ παρανόμου πολέμου λεγόμενα. Σκέψαι δὲ καὶ τὰ ἐκ τῆς θείας δίκης, καὶ ὢν συνετώτατος καὶ | |
160 | συνιδεῖν ἱκανὸς θεῖα κρίματα κατανόει μοι καὶ τὴν ἐξ οὐρανοῦ ἐπὶ τοῖς γεγενημένοις τῷ παρανομωτάτῳ Δαμιανῷ ἀγανάκτησιν. Ὅ τε γὰρ ἐξ ἀνθρώπων ἀφανισμὸς αὐτοῦ τοῦτο διδάσκει, ἀλλὰ καὶ ἡ ἐξ οὗ χρόνου σφαγαῖς ἀδίκοις τὴν γῆν ἔχρανε τῶν Κυπρίων συσχοῦσα τοῦτον ἀρρωστία καὶ κατὰ μικρὸν δαπανῶσα μαρτύριόν ἐστι τῆς δικαίας παρὰ θεοῦ τιμω‐ | |
165 | ρίας ἀνθ’ ὧν παρηνόμησεν· εἰ βούλει δὲ καὶ ἃ διὰ θαλάττης ἀπήντησε τῷ ὑμετέρῳ στόλῳ καὶ ἡ κατ’ αὐτὴν τὴν νῆσον ἀπώλεια τῶν πλοίων ὑμῶν, ἣν ἀπολέσαι ὁ βδελυρὸς ἐκεῖνος διανενόηται. Οἶδα ὅτι χωρὶς τῶν ἡμετέρων λόγων ταῦτα συνίης καὶ συγγινώσκεις· ὅμως δὲ ἐπείπερ οὐδὲν ἦν κωλῦον καὶ παρ’ ἡμῶν ἐπισημανθῆναι, ταῦτα προσείρηται. | 10 |
170 | Τὸ λοιπόν ἐστι τῆς δεδομένης θεόθεν ὑμῖν ἐξουσίας, μὴ μόνον συνιδεῖν, ἀλλὰ καὶ ἐπανορθώσασθαι τὸ γεγονὸς πταῖσμα, καὶ τοῖς ταπει‐ νοῖς Κυπρίοις ἀποκαταστῆσαι τὰ ἐξ ἀρχῆς παρὰ τῶν πατέρων ὑμῶν αὐτοῖς παρεσχημένα δίκαια καὶ τὸ ἀβλαβὲς καὶ ἀνεπηρέαστον, καὶ κατα‐ λιπεῖν αὐτοὺς ἐπὶ τοῦ ἀρχαίου σχήματος τῆς εἰρήνης, παρέχοντας ὅσα | |
175 | νενόμισται ὑποτελεῖν καὶ ὑπουργοῦντας τὴν ἄνωθεν καὶ μέχρι τοῦ νῦν ὑπουργίαν Σαρακηνοῖς, πάσης βαρύτητος καὶ βίας ἐλευθέρους διατε‐ λοῦντας τῆς χθὲς καὶ πρώην ἐπιτεθειμένης αὐτοῖς ὑπὸ τῆς τοῦ Δαμιανοῦ σκαιότητος καὶ ἀπανθρωπίας, ἵνα μήτε τῶν πατέρων ὑμῶν ἀθετοῦντες ὀφθείητε τὰ καλῶς δόξαντα βουλεύματά τε καὶ σύμφωνα μήτε ἀντὶ τῆς | |
180 | πρεπούσης ὑμῖν ἐπὶ τῇ δικαιοσύνῃ τιμῆς τε καὶ δόξης πρὸς τοὐναντίον εἴητε μεταπίπτοντες. | |
2(1t) | Τῷ αὐτῷ | |
2 | Ἁπάντων ὅσα τοῖς ἀνθρώποις ὁ βίος φέρει καλὰ καὶ δι’ ὧν ἀνθρω‐ πίνη ζωὴ κέκτηται τὸ ἡδύ, οὐδὲν οὕτω καλὸν οὐδὲ ἡδύτερον τοῖς φρονή‐ σει κεκοσμημένοις ὡς κτῆσις φιλίας καὶ ἡ περὶ ταύτην σπουδή. Ἐντεῦ‐ | |
5 | θεν ἄλλοι μὲν πρὸς οὓς οὐκ ἔσχον συνήθειαν διὰ φροντίδος ἔθεντο οἷον ἀρχήν τινα καταβαλέσθαι καὶ φυτεῦσαι φιλίαν· ἕτεροι δὲ πάλαι καὶ ἄνω‐ θεν ἀναβλαστησάσης, εἶτα ὥσπερ ὑπομαρανθείσης τῷ χρόνῳ, δεῖξαι ἀνα‐ θάλλουσαν διεσπούδασαν καὶ δι’ ἑαυτῶν εἰς τὸ ἀρχαῖον ἐπανήγαγον, ὀρθῶς εἰδότες καὶ συνέσει τελειοτάτῃ τὴν φύσιν τοῦ πράγματος κατανοήσαντες | |
10 | ὅτι τῶν ἐν τῷ βίῳ πάντων καὶ τιμιώτερον καὶ χαριέστερον τὸ τῆς φιλίας τερπνόν. Ταῦτα προοιμιάζομαι οὐχ ὡς ἀγνοούσης τῆς ὑμῶν εὐγενείας, ἀλλ’ ὡς πρὸς εἰδότα καὶ αὐτὸς εἰδὼς καὶ οἷον κοινὴν συνομιλίαν περὶ τοῦ ἀμφοτέρους ἀναλαβέσθαι τὸ πρᾶγμα τῆς φιλίας, οὗπερ οὐ νῦν ἀρχόμεθα, ἀλλὰ μᾶλλον κλῆρον ὄντα πατρικὸν ἐπιζητοῦμεν καί, ὃ προέφημεν, ἀνα‐ | |
15 | θάλλειν παρασκευάσαι σπουδάζομεν, οὐκ οἶδα ὅπως τῷ χρόνῳ κινδυ‐ νεύσασαν διαρρυῆναι. Οὐ λανθάνει γὰρ τὴν ὑμετέραν σύνεσιν ὅτιπερ ὁ ἐν ἀρχιερεῦσι | |
θεοῦ μέγιστος καὶ ἀοίδιμος Φώτιος ὁ ἐμὸς ἐν πνεύματι ἁγίῳ πατὴρ πρὸς τὸν πατέρα τῆς ὑμῶν εὐγενείας οὕτως συνῆπτο τῇ τοῦ πόθου σχέσει | 12 | |
20 | ὡς οὐδεὶς οὐδὲ τῶν ὁμοδόξων καὶ ὁμοφύλων φιλικῶς διετέθειτο πρὸς ὑμᾶς· ἄνθρωπος γὰρ ὢν τοῦ θεοῦ καὶ πολὺς τά τε θεῖα καὶ τὰ ἀνθρώπινα, ᾔδει ὅτι κἂν τὸ τοῦ σεβάσματος διίστη διατείχισμα, ἀλλὰ τό γε τῆς φρονήσεως, τῆς ἀγχινοίας, τοῦ τρόπου τὸ εὐσταθές, τὸ τῆς φιλανθρωπίας, τὰ λοιπὰ ὅσα κοσμεῖ καὶ σεμνύνει τὴν ἀνθρωπίνην φύσιν προσόντα, πόθον ἀναφλέγει | |
25 | τοῖς τὰ καλὰ φιλοῦσι τῶν οἷς πρόσεστι τὰ φιλούμενα. Διὰ τοῦτο κἀκεῖνος ἐφίλει τὸν σὸν πατέρα οἷς εἶπον κοσμούμενον, εἰ καὶ μεταξὺ τὸ διαφέρον τῆς πίστεως ἵστατο. Ἐκινήθημεν δὲ οὐ νῦν πρὸς τὴν προαίρεσιν ταύτην, ἀλλὰ πάλαι καὶ πρώην συνεκινούμεθα καὶ περὶ πολλοῦ ἐποιούμεθα, τοῦτο δὴ ὃ προέφην, τὴν ζήτησιν τῆς πατρικῆς ἡμῶν φιλίας. | |
30 | Παρέστηκε δὲ νῦν ὑπόθεσις τὸν σκοπὸν ἡμῶν πληροῦσα, ἣν ὡς ἀληθῶς ἔδει τοῦ τοιούτου πράγματος ἀρχὴν γενέσθαι· ἡ δέ ἐστιν ὡς ὁρᾷς συμπάθεια πρὸς τὸ ὁμοφυές, φιλανθρωπία, ἔλεος, ἡμερότης, καὶ τί ἄλλο ἢ αὐτοῦ τοῦ θεοῦ τῆς ἀγαθότητος μίμησις; Ὃς διὰ πολλὴν χρηστότητα καὶ ἄπειρον ἔλεος καὶ οὐκ ὄντας ὑπέστησεν καὶ ὑποστάντας ἐκ πηλοῦ | |
35 | οἷα πατὴρ ἐφαπλῶν τὴν κηδεμονίαν τὰ σπλάγχνα περιέπει, τὴν ζωὴν συνέχει, πάντα χορηγεῖ οἷς τὸ ἀνθρώπινον ἔχει τὴν διαμονήν. Τοιαύτη τις ἡ παροῦσα ὑπόθεσις, τούτων ὧν εἶπον καὶ αὐτὴ φέρουσα τὴν ἀπό‐ λαυσιν· ἡ γὰρ τῶν δεσμίων ἐλευθερία, ἡ τῆς αἰχμαλωσίας ἀνάκλησις, ἡ τῆς δουλείας ἀπολύτρωσις, ἡ πρὸς τοὺς οἰκείους, ἡ πρὸς τοὺς συγγενεῖς, | |
40 | ἡ πρὸς τοὺς φίλους ἐπάνοδος τῶν αἰχμαλώτων, ταῦτα ἔχει, τὴν διαμονὴν τοῦ γένους, τὴν συνοχὴν τῆς φιλίας, τὴν γλυκεῖαν τῆς ζωῆς μέθεξιν. Ἀλλ’ ἐπεὶ ταῦτα ἔφημεν, ἤδη καὶ ὡς φίλοι καὶ ὑπὲρ φίλου δόξης φροντίζοντες τὴν συμβουλὴν καὶ τὴν πρὸς τὸ φιλάνθρωπον ἔργον τῆς τῶν δεσμίων ἐλευθερίας παραίνεσιν συνεισάγομεν, καὶ πρόθυμόν σε πρὸς | |
45 | τοῦτο τυγχάνοντα ποιεῖν σπουδάζομεν προθυμότερον, ἵνα ἐπὶ τῶν σῶν ἡμερῶν τοιαύτης εἰς τοὺς αἰχμαλώτους γεγενημένης φιλανθρωπίας αὐτός τε κλέος ἀείμνηστον ἕξῃς καὶ ἡμεῖς ὡς φίλοι τοῦ φιλουμένου τῆς δόξης συναπολαύωμεν. Πολλαί, φίλων ἐμοὶ ἄριστε, τοῦ βίου περιστάσεις αἳ συνέχουσι καὶ στενοχωροῦσι τοὺς ἀνθρώπους καὶ βαρείας ἀπεργάζονται | |
2(50) | ἀλγηδόνας· οὐδεμία δὲ πρὸς αἰχμαλωσίαν συγκρίνεται, ἀλλ’ ὅσα ἐάν τις εἴπῃ, κἄν τε πενίαν, κἄν τε ἀσθένειαν, ἢ μελῶν πηρώσεις, πάντα πρὸς ἐκείνην τὴν κάκωσιν καὶ ταλαιπωρίαν εὑρίσκονται ἀνεκτότερα. Τί γὰ ἐπωδυνώτερον, γονεῖς ἐκ παίδων χωρισθῆναι, συζύγων διατομήν, ἀδελ‐ φῶν ἀποξένωσιν; Καὶ οὔπω φημὶ ὅσα λοιπὰ τοὺς αἰχμαλώτους συνέχει, | |
55 | ἃ καὶ ἡ σὴ εὐγένεια καὶ πάντες ὅσοι νοῦ μετέχουσι συνεπίστανται. Διὰ | |
τοῦτο ἐπὶ νοῦν ἀναληψάμενος τὰ κοινὰ πάθη τῶν τε ὑμῖν ὁμοπίστων καὶ τῶν τῆς ἡμετέρας πίστεως, μὴ βουληθῇς πρὸς τὴν τελείωσιν τοῦ σωτηρίου πράγματος δυσχερὴς ὀφθῆναι μηδὲ προφάσεις τινὰς δυσκολίαν φερούσας πρὸς τὴν ἀπαλλαγὴν τῶν τῆς αἰχμαλωσίας δεσμίων τῶν τε ὑμετέρων | 14 | |
60 | καὶ τῶν ἡμετέρων προβαλέσθαι· μᾶλλον μὲν οὖν ὡς δικαιοσύνην τιμῶν, πρὸς τὸ δίκαιον ἀφορῶν, καὶ μὴ ἀντεχόμενος κέρδους οἰκείου, καινοτο‐ μίαν δὲ Χριστιανοῖς ἐπιβάλλων. Οὐκ ἔστι κέρδος τὸ ἄδικον οὐδὲ ὠφελεῖν οἶδε τὸ πλεονεκτικόν, ἀλλ’ ἐσχάτη βλάβη καὶ καινοτομία τοῖς ὥσπερ σὺ οὖσιν ἱκανοῖς τὰ πρέποντα ἐκλογίζεσθαι. Τοῦτο μεγίστη ὠφέλεια, τοῦτο | |
65 | ἀσύγκριτον κέρδος, τὸ ἐπὶ τῆς ὑμῶν ἀρχῆς καὶ διοικήσεως πρὸς τὴν οἰκείαν πατρίδα τοὺς ὁμοεθνεῖς ἀποκαταστῆναι, τὸ γονεῖς ἀπολαβεῖν τὰ ἴδια τέκνα, τὸ ταῦτα τοῖς πατράσι συναφθῆναι, τὸ γυναιξὶ τοὺς ὁμοζύ‐ γους ἀποδοθῆναι, τὸ φίλοις συγγενέσθαι τοὺς φίλους, καὶ ἁπλῶς ὅσα καλὰ ἑκάστῳ δίδωσιν ἡ πατρίς, τὸ τούτων μετέχειν τοὺς ἄχρι καὶ νῦν τῆς | |
70 | πατρίδος ἀποξενωμένους. Ταῦτα, φίλων ἐμοὶ ἄριστε καὶ τιμιώτατε, ἀρχὴν τῆς πρὸς σὲ ποιοῦ‐ μαι φιλίας καὶ γράφω καὶ παραινῶ, ἐπεὶ καὶ σοὶ πρέπον τοιαῦτα ποιεῖν καὶ ἡμῖν τοιαῦτα πρὸς τὸν φιλούμενον γράφειν· τὰ δ’ ἄλλα ἐρρῶσθαί σε ἐπευχόμεθα ὑψηλότερον συντηρούμενον πάσης βιωτικῆς ἀνωμαλίας καὶ | |
75 | περιστάσεως ὅση τῷ θνητῷ τούτῳ βίῳ ἄνω καὶ κάτω στρεφομένῳ οἶδεν ἐμπολιτεύεσθαι. | |
3(1t) | Τῷ ὑπερφυεστάτῳ μεγαλοδόξῳ πνευματικῷ τέκνῳ | |
2t | Συμεὼν ἄρχοντι Βουλγαρίας | |
3 | Ἴσως περιττόν τι ποιεῖν δοκοῦμεν, τέκνον ἡμῶν, δυσωπεῖν σε βουλόμενοι τοιαύτην δυσώπησιν, ἥτις καὶ χωρὶς τῶν ἡμετέρων λόγων | |
5 | ἐν τῇ σῇ θεοφιλεῖ ψυχῇ ἐναπόκειται· παντὶ γὰρ ἀνθρώπῳ γνώμην συμπαθῆ φέρειν ὀφειλομένου τυγχάνοντος, μάλιστα χρέος ἐστὶν ἀπαραίτητον τοῖς ἀναβεβηκόσιν εἰς ἀρχῆς ὕψος τοῦτο διασῴζειν, ἐπεὶ καὶ παρὰ τοῦ πάντων ἄρχοντος θεοῦ παρεσχέθη τοῖς ἄρχουσιν ἡ ἀρχὴ οὐδενὸς ἄλλου χάριν ἢ ἵνα πρὸς μίμησιν τοῦ τιμήσαντος καὶ εἰς τὸ ἄρχειν ἀναβιβάσαντος | |
10 | ἀναφαίνωνται διαβιοῦντες. Πάντως δὲ νουνεχὴς ὢν καὶ συνετὸς ἐπίστασαι | |
τὴν τοῦ θεοῦ φιλανθρωπίαν καὶ τὴν χρηστότητα καὶ τὸ συμπαθές· ὃς καθ’ ὅσον ἀπέχουσιν ἀνατολαὶ ἀπὸ δυσμῶν, τοσοῦτον ἡμῶν μακρύνει τὰς ἁμαρτίας ἀφ’ ἡμῶν. Καὶ τοῦτο δὲ λίαν ἐπίστασαι, ὅτι οἵ γε ὡς ἀληθῶς ἄξιοι τῆς παρὰ θεοῦ δεδομένης αὐτοῖς ἀρχῆς, πλείστων ὑπαρ‐ | 16 | |
15 | χόντων δι’ ὧν ἐστιν αὐτοῖς θεραπεύειν θεόν, ταύτην μάλιστα τὴν ἐξαί‐ ρετον θεραπείαν προσφέρουσι, τὸ φιλάνθρωπον ὡς εἶπον καὶ τὸ ἀνεξίκακον καὶ τὸ πρὸς τοὺς ὑποχειρίους ἀόργητόν τε καὶ συμπαθές. Οὐ γὰρ διὰ τοῦτο τῶν λοιπῶν προεκρίθησαν, ἵνα τῇ ἐξουσίᾳ πρὸς θυμὸν ἀποχρῶνται καὶ κάκωσιν τῶν ἀνθρώπων, ἀλλ’ ἵνα σπλάγχνοις πατρικοῖς, κἂν πολ‐ | |
20 | λάκις τινὰ συμβῇ ἐξαμαρτῆσαι, τὸ ἁμάρτημα μεθοδεύωσιν. Ἀρκεῖ ἐπὶ τοσοῦτον προοιμιάζεσθαι, αὐτήν σοι λοιπὸν ἐκτιθέμεθα τὴν ὑπόθεσιν περὶ ἧς δυσωποῦμεν. Ἄνθρωπός τις οὐκ οἶδα δίκαιος ὢν ὑποσχεῖν τιμωρίαν, οὐκ οἶδα οἷα τὰ ἀνθρώπινα εἰς περίστασιν ἐμπεσών, ἕνεκεν τοῦ φοβεῖσθαι τὴν | |
25 | ὑμῶν ἐξουσίαν τῷ ναῷ τοῦ θεοῦ ὃν πᾶς ὁμολογεῖ Χριστιανὸς ὀφθαλμὸν εἶναι τῆς οἰκουμένης προσπέφευγεν, ἐν ᾧ ἡμεῖς, εἰ καὶ ἀχρεῖοι, νύκτα καὶ ἡμέραν τὴν λατρείαν προσφέρομεν. Οὗτος ἐπειδὴ ἀπαραιτήτως εἵλκετο τοῦ ναοῦ, πολλὰ τό τε ἅγιον ἱλαστήριον ἐπιβοώμενος καὶ τὴν κοινῶς πᾶσι Χριστιανοῖς ὀφειλομένην τοῖς θείοις ἱεροῖς σεβασμιότητα καὶ | |
30 | τὴν τῶν ἐν αὐτοῖς προσφευγόντων ἀσυλίαν, ἐκίνησεν ἡμᾶς (καὶ τί γὰρ ἄλλο ἔδει ποιεῖν λειτουργοὺς ὄντας, εἰ καὶ ἀναξίους, τοῦ ἁγίου θυσια‐ στηρίου;) εἰς τὸ μηδὲ τὴν ἀρχὴν συγχωρῆσαι τοῖς βουλομένοις αὐτὸν ἕλκειν τοῦτο παριδεῖν ἐκτελέσαι, καίτοι χαλεπαινόντων καὶ σκληρῶς ἡμῖν διὰ τὴν σὴν χάριν προσφερομένων. Ὅμως ἐπαγγελλομένων καὶ πᾶσι | |
35 | τρόποις βεβαιούντων ἡμᾶς ὡς οὐδὲν δεινὸν ἀπεργάσῃ, τέκνον ἡμῶν, ἀλλὰ συγγνώμης ἀξιωθήσεται παρὰ σοὶ καὶ τῆς ἐπὶ τῷ πταίσματι συγχω‐ ρήσεως, ἐξηγάγομεν αὐτὸν τοῦ ναοῦ καὶ ἀπεστείλαμεν, θεὸν ἐπιμαρτυ‐ ρόμενοι καὶ τὸ πανάγιον αὐτοῦ ἱλαστήριον, καὶ κατὰ τὸν παρόντα αἰῶνα καὶ κατὰ τὸν μέλλοντα μὴ περιιδεῖν αὐτὸν ἀνεκδίκητον, εἴ τι λυπηρὸν | |
40 | αὐτῷ καὶ δυσχερές, ὅπερ μὴ γένοιτό σε, τέκνον ἡμῶν, διαπράξασθαι, ἀπαντήσει. Μὴ νόμιζε οὖν τοῦτον ἐκ χειρὸς λαμβάνειν τῶν πρὸς σὲ παρα‐ γινομένων, ἀλλ’ ἐμὲ λογίζου αὐτὸν παρεῖναι, ὃς τοῦτον ἐξείλκυσα τοῦ θείου ναοῦ, καὶ χειρὶ τῇ ἐμῇ τῇ σῇ παραδιδόναι χειρί. Σκόπει δὴ ὅπως καὶ τὸ ἱερὸν τοῦ θεοῦ τιμήσεις, καὶ διὰ τούτου πρὸς αὐτὸν τὴν τιμὴν | |
45 | ἀνενέγκῃς, καὶ σεαυτῷ τὴν ἄνωθεν αὐτοῦ εὐμένειαν ἐπισπάσῃ, καὶ τὴν ἡμῶν ταπεινότητα διὰ τῆς πρὸς τὸν ἄνθρωπον συμπαθείας ἕξεις ὑπερευ‐ χομένην σοι τὰ ἀγαθὰ καὶ σωτήρια, ἀλλὰ μὴ καταβοῶσαν ἀντὶ τῆς εἰς τὸν θεῖον ναὸν ὕβρεως, εἴ τις, ὅπερ μὴ γένοιτο, τιμωρία καὶ κόλασις τὸν | |
ἄνθρωπον ὑποδέξεται. | 18 | |
3(50) | Χωρὶς δὲ τούτων ἀναμνήσθητι, τέκνον ἡμῶν, ὡς καὶ αὐτὸς ἐπὶ τοῖς οἰκείοις πταίσμασι τῆς θεϊκῆς χρηστότητος καὶ φιλανθρωπίας χρῄζεις, ἧς οὐκ ἔστιν ἐπιτυχεῖν μὴ ἀφιέντα τοῖς ὀφείλουσι τὰ ὀφειλήματα· καλὸν οὖν ὥσπερ τινὰ προκαταβολὴν δοῦναι θεῷ τὸν εἰς τὸν ἄνθρωπον ἔλεον, ἵνα καὶ αὐτὸς τύχῃς τῆς θεϊκῆς ἐλεημοσύνης. Καὶ τοῦτο δὲ ἄξιόν | |
55 | σε συνιδεῖν, ὅτι καὶ φιλανθρώπῳ γενομένῳ σοι καί (ὅπερ μὴ συγχωρήσοι θεός) εἰς τὸ ἐναντίον τρεπομένῳ, πολλαπλάσιος ἔσται ἢ τῆς φιλανθρωπίας ἢ τῆς κολάσεως ἡ ἀντίδοσις. Οὐ γὰρ ἁπλοῦν, ὡς ὁρᾷς, πραχθήσεταί σοι τὸ ἁμάρτημα· ὅ τε γὰρ ναὸς ὑβρίζεται τοῦ θεοῦ καὶ ὁ τούτου ἀρχιερεύς, εἰ καὶ ἐλάχιστος, καὶ δόγματα κατασφαλιζόμενα τὴν ἀσυλίαν τοῖς εἰς | |
60 | τὸ μέγα καταφύγιον τοῦτο καταφεύγουσιν. Ἀλλὰ ταῦτα μὲν τὰ ἐκ τῆς τοῦ λόγου παραινέσεως ἡμῖν προσείρη‐ ται· ὑπόλοιπον δὲ καὶ ἔτι δεσμῷ τοῦ παναγίου πνεύματος τὰ εἰρημένα ἐπὶ πλέον ὀχυρῶσαι καὶ σέ, τέκνον ἡμῶν, εἰς τὸ μὴ ἀνάξιόν τι παθεῖν τῆς σῆς μεγαλοτίμου ἀρετῆς μηδὲ ἐξαμαρτεῖν διασφαλίσασθαι. Καὶ | |
65 | λοιπὸν ἐν πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι, παρ’ οὗ ἡμῖν τοῖς ταπεινοῖς ἐξουσία δέδοται δεσμεῖν ἐπὶ σωτηρίᾳ ψυχῆς τοὺς ἐν χρείᾳ τοῦ δεσμοῦ καθισταμένους, ἀπαγορεύομέν σοι μηδεμίαν κόλασιν ἢ τιμωρίαν ἐπα‐ γαγεῖν τῷ ἐκ τοῦ ἱεροῦ οἴκου τοῦ θεοῦ ληφθέντι, μηδ’ εἰς πεῖράν τινος κακώσεως αὐτὸν καταστῆσαι, ἀλλ’ οἰκτιρμῶν ἀξιῶσαι καὶ συγγνώμης, | |
70 | ὡς ἂν καὶ αὐτὸς εὕροις ἐπὶ ταῖς σαῖς ἐξαιτήσεσι πειθόμενον τὸν πάντων ἄρχοντα καὶ δεσπότην, ἀλλὰ μὴ ὀργιζόμενον καὶ προτείνοντά σοι τοὺς λόγους ἐκείνους οὓς ὁ τῶν πολλῶν ὀφλημάτων τῆς λύσεως οἰκέτης ἀξιωθείς, ἐπείπερ τῷ πλησίον ὤφθη ἀσυμπαθής, σὺν ἀπειλῇ ἀποφηνα‐ μένου τοῦ δεσπότου διήκουσεν. | |
4(1t) | Τῷ τιμιωτάτῳ θεοφιλεστάτῳ συλλειτουργῷ καὶ | |
2t | τέκνῳ ἡμῶν ἀρχιεπισκόπῳ Βουλγαρίας | |
3 | Καὶ ἄλλως ἡμῖν ἐπιθυμητῆς ὑπαρχούσης τῆς πρὸς τὴν σὴν ὁσιότη‐ τα διὰ τοῦ γράφειν συνομιλίας, νῦν ἐπειδὴ καὶ πράγματος ἀναγκαίου | |
5 | ὑπόθεσις προελθοῦσα πρὸς τὸ γράφειν ἐκίνησεν, ἅμα μὲν καὶ τὴν ἐπιθυ‐ μίαν παρηγοροῦντες, καὶ τῷ ἀναγκαίῳ τοῦ πράγματος συγκινούμενοι, τὸ | |
παρόν σοι γράμμα διαχαράττομεν. Ἀλλ’ ἐκεῖνο προλαβεῖν δεήσει πρὸ τῆς κατὰ μέρος τοῦ πράγματος διηγήσεως, ὅτι καταξιωθέντες τῷ ἁγίῳ θυσιαστηρίῳ παρίστασθαι καὶ μεσιτεύειν ὑπὲρ ἀνθρώπων ἐν γῇ στρεφό‐ | 20 | |
10 | μενοι πρὸς τὸν ἐν οὐρανοῖς δεσπότην κατασταθέντες (ὢ τῆς φρικτῆς καὶ ὑπὲρ λόγον δωρεᾶς καὶ φιλοτιμίας) ὀφείλομεν συντόνῳ λογισμῷ τὴν τάξιν ἐφ’ ἣν κατέστημεν ἐννοεῖν, καὶ ἐπεὶ τὰ πρὸς θεὸν ἁμαρτανόμενα τοῖς ἀνθρώποις παραιτούμεθα, πολλῷ πλέον τὰ εἰς ἀλλήλους πταίσματα τῶν ἀνθρώπων διαλύειν σπουδάζειν καὶ τὰς πολλάκις ἐπαγομένας παρὰ | |
15 | τῶν ὑπερεχόντων παραιτεῖσθαι τιμωρίας, ἅτε δὴ καὶ ἀσυγκρίτου ἡμῖν τῆς πρὸς ἀνθρώπους παρρησίας ὑπαρχούσης καὶ εὐλόγου παραιτήσεως. Τί γὰρ ἂν εἴη ἄνθρωπος ἐξημαρτηκὼς εἰς ἄνθρωπον ὃ μὴ κατὰ πολὺ ἔλαττον ἀποφαίνεται τῶν πρὸς θεὸν καθ’ ἑκάστην ἁμαρτανομένων, ὧν οἱ τῷ ἁγίῳ θυσιαστηρίῳ παριστάμενοι πρέσβεις καὶ παραιτηταὶ καθεστή‐ | |
20 | κασιν; Διὰ τί ταῦτα εἶπον; Ἵνα καὶ ἡ σὴ θεοφιλὴς ὁσιότης, ἱερατεύειν λαχοῦσα τοῦ Βουλγάρων ἔθνους, τῇ δεδομένῃ σοι παρὰ τοῦ ἁγίου πνεύ‐ ματος παρρησίᾳ τὸν τὴν ἀρχὴν ὑμῶν κεκτημένον, φημὶ δὴ τὸ ἠγαπημένον ἡμῶν τέκνον, ἐπειδὰν οἷα τὰ ἀνθρώπινα πρὸς ἀγανάκτησίν τινος ἐξα‐ | |
25 | χθείη, τοῦτο μὲν πατρικῶς παραινῶν, τοῦτο δὲ καὶ ἀρχιερατικῶς παρ‐ ρησιαζόμενος, ἀναδιδάσκῃς μέτρα εἰδέναι τῆς ἀγανακτήσεως, μᾶλλον δὲ τὰ πολλὰ νικᾶν τῷ φιλανθρώπῳ τὴν ἀγανάκτησιν καὶ παρορᾶν τὴν τιμω‐ ρίαν, ὡς εἰδότα ὅτι παντὶ μὲν ἀνθρώπῳ κατὰ πολὺ κρεῖττόν ἐστι τοῦ λαβεῖν τιμωρίαν τὸ δοῦναι συγγνώμην, μάλιστα δὲ τοῖς ἀρχὴν καὶ ἐξου‐ | |
30 | σίαν εἰληφόσι παρὰ θεοῦ, οὓς τοσοῦτον ἀποφαίνει θαυμαστοὺς καὶ τιμίους τὸ συγγνωμονικὸν ὅσον ἐξουσίαν ἔχοντες κολάσαι τὴν συγγνώμην προέκριναν τῆς κολάσεως. Ἀλλ’ ἐπεὶ ταῦτα ὑπεμνήσαμεν, φέρε δηλώσωμεν καὶ τὴν ὑπό‐ θεσιν δι’ ἣν τὸ γράμμα διατυποῦται. Ἄνθρωπός τις προσπέφευγε τῇ | |
35 | καθ’ ἡμᾶς ἁγιωτάτῃ ἐκκλησίᾳ, ὥς φησιν, οὔτε τοῦ Βουλγάρων τυγχά‐ νων γένους οὔτε τινὸς τῶν ἐν Βουλγαρίᾳ χρηματίσας οἰκέτης, καὶ νῦν ὡς δραπέτης οἰκέτης ἐπιζητούμενος. Τοῦτον προσφυγόντα τῷ ἱερῷ τοῦ θεοῦ πρὸς χάριν τοῦ ἐκ θεοῦ ἄρχοντος ἧκον ἀποσπάσαι βουλόμενοι τοῦ ναοῦ· οἷς ἡμεῖς πολλὰ χαλεπαίνουσιν καὶ σκληρῶς προσφερομένοις πει‐ | |
40 | σθῆναι οὐκ ἐβουλόμεθα οὐδὲ συγχωρεῖν ἀποσπάσαι τοῦ ναοῦ τὸν ἱκέτην, ἕως οὗ, πληροφορίαν παρασχόντες ὡς οὐδὲν πείσεται δεινὸν παρὰ τοῦ ἐκ θεοῦ ἄρχοντος, τοῦ παναγίου ἔλαβον θυσιαστηρίου, πολλὰ καὶ θεὸν ἐπιμαρτυρομένων ἡμῶν καὶ τὸ ἅγιον ἱλαστήριον, ὡς εἰ κακόν τι ἀπαντήσει | |
αὐτῷ, οὐ μὴ ἀνήσωμεν, ἕως ἂν ἐν ζῶσι στρεφώμεθα, ἀλλὰ καὶ μετὰ | 22 | |
45 | τὴν ἐκ τοῦ βίου ἀπαλλαγήν, εἴ τις ἡμῖν ἀχρείοις οὖσιν παρασχεθείη τόπος ἐντεύξεως πρὸς θεόν, κατὰ τοῦ ὑβριστοῦ τοῦ ἁγίου θυσιαστηρίου τὰς ἐντεύξεις ποιεῖσθαι καὶ τῆς τούτου τιμωρίας. Πάντως δὲ δῆλός ἐστιν ὁ ὑβριστής· οὐδεὶς γὰρ ἕτερος ἢ ὁ τὴν κόλασιν καὶ τὴν τιμωρίαν ἐπενέγκαι τολμήσων, ὅπερ μὴ δοίη θεός, τῷ ἐκ τοῦ ναοῦ ληφθέντι ἀνθρώ‐ | |
4(50) | πῳ. Οἱ μὲν γὰρ πείσαντες ἡμᾶς ἐξαγαγεῖν αὐτὸν οὐκ ἂν εἴησαν ὑβρι‐ σταί, διότι μηδ’ αὐτοὶ γίνονται τιμωροί, ἀλλὰ μᾶλλον χαριζόμενοι τῷ ἐκ θεοῦ ἄρχοντι τὴν τοιαύτην κατεβάλοντο σπουδήν, καὶ ἄξιοι χαριζό‐ μενοι ὡς φίλῳ τυχεῖν χάριτος φιλικῆς, ἀλλ’ οὐχὶ διὰ τῆς ἐκείνου εἰς τὸν ἄνθρωπον τιμωρίας ἔνοχοι κατακρίσεως ὀφθῆναι, οἷς τε παρέπεισαν | |
55 | ἡμᾶς καὶ οἷς τὸν προσπεφευγότα τῷ θυσιαστηρίῳ λαβόντες ἀπέστειλαν πρὸς αὐτόν. Ἐγὼ δέ, εἴ τίς ἐστι νοερὰ διάβασις καὶ παρουσία ψυχῆς καὶ ἕ‐ νωσις ἀνθρώπου πρὸς ἀνθρώπους, καὶ τοῦτό σοι γράφω τῷ θεοτιμήτῳ ἡμῶν καὶ φιλαρέτῳ τέκνῳ προσειπεῖν. «Τέκνον ἐμόν, αὐτόν με νόμιζε τοῖς | |
60 | σοῖς ὁρᾶν ὀφθαλμοῖς καὶ τὸν ἄνθρωπον τῇ ἐμῇ χειρὶ ἐκ τοῦ θυσιαστηρίου ἐξαγαγόντα τῇ σῇ χειρὶ παρατίθεσθαι. Μηδείς σε παραπείσῃ, μὴ παρα‐ λογίσῃ μήτε τὸν ἐν τῷ ἁγίῳ κατοικοῦντα ναῷ, ὃς τὸν οὐρανὸν πληροῖ καὶ τὴν γῆν, μήτε τὸν ἀχρεῖον τοῦ ναοῦ ἱερέα, μηδέ τι πράξῃς ἀνιαρὸν εἰς τὸν παρ’ ἡμῶν ἐκ τοῦ ἱεροῦ ναοῦ ἐξενηνεγμένον καί σοι παραπεμφθέντα. Προ‐ | |
65 | μαρτύρομαί σοι ὡς οὐχὶ τοῦ θεοῦ ἡ δίκη νυστάξει, ἀλλὰ πολλῷ βαρυ‐ τέραν ἀπαιτήσει τὴν δίκην ἧς ἂν αὐτὸς ἐπιθήσῃς τῷ ταλαιπώρῳ ἀνθρώπῳ.» Καὶ τοῦτο δὲ τῇ σῇ ἀρχιερωσύνῃ μὴ γενέσθω ὑποστολὴ προσει‐ πεῖν αὐτῷ, ὅτι μὴ μέγα τὸ ἀνελεῖν μηδὲ τὸ τιμωρεῖσθαι· τοῦτο γὰρ καὶ τοῦ τυχόντος· λῃσταὶ γὰρ καὶ καταποντισταὶ καὶ τὸ ἄλλο μυρίον τῶν | |
70 | κακούργων γένος, εἰ βούλει δὲ καὶ ὄφεις καὶ λύκοι καὶ ἄρκτοι καὶ λέοντες καὶ τὰ ἄλλα ἀνήμερα ζῷα δυνατὰ εἰς τὸ ἀνελεῖν καὶ λυπεῖν τὸ ἀνθρώ‐ πινον. Ἀλλ’ ἐκεῖνο μέγα ὡς ἀληθῶς, τὸ εὐεργέτην ὀφθῆναι, τὸ ψυχὴν παρασφαλεῖσαν ἐπανορθώσασθαι ἢ κεκακωμένην ἰάσασθαι· καὶ τούτου χρὴ πάντα μὲν τὸν μὴ ἀγνοοῦντα ὅτι κατ’ εἰκόνα τετίμηται τοῦ θεοῦ | |
75 | φροντίδα ποιεῖσθαι, μάλιστα δὲ τοὺς οὐ μόνον ἐκ τῆς πλάσεως, ἀλλὰ καὶ διὰ τοῦ ἄρχειν τῶν ὁμοδούλων πλέον τι φιλοτιμηθέντας, τὸ φέρειν τοῦ πλάσαντος τὴν ὁμοίωσιν. Πολλὰ εἴχομεν καὶ ἕτερα γράφειν, ἀλλὰ τοῦτο μὲν τῆς σῆς ἀρχιε‐ | |
ρατικῆς τελειότητος ἱκανῆς οὔσης καὶ οἴκοθεν τὰ πρέποντα παραινεῖν, | 24 | |
80 | τοῦτο δὲ καὶ τοῦ λόγου φεύγοντος διὰ τὸ μῆκος τὸ ὀχληρόν, τοῖς εἰρη‐ μένοις ἠρκέσθημεν, ἐκεῖνο μόνον προσεπιλέγοντες, ὡς παράσχοι θεὸς μηδὲν ἐναντίον τῆς ἡμετέρας παρακλήσεως καὶ τῆς ἐλπίδος γενέσθαι, ἵνα μήτε τὸ πνευματικὸν ἡμῶν τέκνον ὁ ἐκ θεοῦ ἄρχων ὑπόδικος αἰωνίου γένηται κρίματος μήτε οἱ κοινωνήσαντες αὐτῷ τῆς βουλῆς καὶ τῆς πρά‐ | |
85 | ξεως κοινωνοὶ καὶ τῆς κατακρίσεως γένωνται. | |
5(1t) | Συμεὼν ἄρχοντι Βουλγαρίας | |
2 | Ἃ γράφομεν, τέκνον ἡμῶν, μὴ νόμιζε μέλανι, ἀλλὰ τοῖς ἡμῶν δάκρυσι γεγράφθαι· εἰς τοῦτο γάρ, ὡς ἔοικεν, περιέστησαν ἡμᾶς αἱ ἁμαρ‐ τίαι ἡμῶν, ἵνα τοιαύτας περὶ σοῦ ἀκούσωμεν ἀγγελίας αἳ τὸ ἡμέτερον | |
5 | πρὸς σὲ γράμμα τὰ δάκρυα ἕξουσιν ὑπουργοῦντα πρὸς τὴν γραφήν. Φεῖσαι ἡμῶν, κύριε ὁ θεὸς ἡμῶν, καὶ μὴ παραχωρήσῃς ἐν ἡμέραις τῆς τα‐ πεινότητος ἡμῶν καὶ ἀναξιότητος τοῦ σοῦ θυσιαστηρίου τοιαῦτα ἐνερ‐ γηθῆναι ὑπὸ τοῦ πονηροῦ πράγματα ἃ μὴ διαλείψει τὸν πάντα αἰῶνα μεμπτοὺς καὶ ἐπονειδίστους παντὶ τῷ κόσμῳ ποιεῖν τοὺς ταῦτα πράτ‐ | |
10 | τειν ὁρμήσαντας. Ἀλλὰ μέχρι τίνος φεύγει ὁ λόγος καὶ ἀναβάλλεται τὴν πονηρὰν ἀγγελίαν καὶ θεῷ μισητὴν καὶ ἀνθρώποις ἀποτρόπαιον ἐμφανῶς σοι λέγειν; Ἀνήγγειλαν ἡμῖν ὡς ὁ φρόνιμος, ὁ συνετώτατος, ὁ Χριστιανι‐ κώτατος, ὁ πολλὰ μετακλαυσάμενος τὴν πονηρὰν ἐκείνην ἐκστρατείαν | |
15 | ἣν ἐποιήσω κατὰ Χριστιανῶν, νῦν πάλιν χείρονι ἐκστρατείᾳ καὶ θεῷ μισητοτέρᾳ ἐκείνην ἀποκρύπτειν ἐπιχειρεῖς, κινῆσαι βουλόμενος καὶ τυραννικῶς ἐπελθεῖν κατὰ τοῦ μηδὲν ἀδικήσαντος, κατὰ τοῦ μηδὲν ὅλως λυπήσαντος νηπίου καὶ ὀρφανοῦ καὶ παιδὸς βασιλέως, οὔτε τῆς τυραν‐ νίδος ἔννοιαν λαβών, ὡς βδελυρὰ παρὰ θεῷ καὶ ἀνθρώποις—τίς γὰρ οὐκ | |
20 | οἶδεν ὅτι καὶ θεὸς τυραννίδα μεμίσηκεν καὶ ἄνθρωποι τὸν αἰῶνα πάντα τοὺς τυράννους ὡς κοινοὺς ἀλάστορας διαβάλλουσιν; —ἀλλὰ γὰρ οὔτε ταῦ‐ τα εἰς ἔννοιαν ἔθου οὔτε τὸν πατέρα τῶν ὀρφανῶν ἐνεθυμήθης, ὃς καὶ τὴν κατὰ τοῦ τυχόντος ὀρφανοῦ ἀδικίαν δυσχεραίνει καὶ βδελύσσεται καὶ ἀτιμώρητον οὐκ ἐᾷ, μὴ ὅτι γε τὴν κατὰ βασιλέως ὃν αὐτὸς κρίμασιν | |
25 | οἷς ἐδικαίωσεν τῶν σκήπτρων τῆς αὐτοῦ κληρονομίας κατέστησε | |
δεσπότην καὶ κύριον. Ἀλλ’ οὐδὲ τῶν κοινῶν συμφώνων ἐποιήσω λόγον ἃ τὴν εἰρήνην ἐξ ἀρχῆς, ἀφ’ οὗ τῷ βαπτίσματι προσεληλύθατε, Ῥω‐ μαίοις ἐμεσίτευσαν καὶ Βουλγάροις· οὐδὲ πάλιν τῶν δευτέρων ἃ τῆς πρώτης κακῶς διαλελυμασμένης εἰρήνης εἰς ἀνακαινισμὸν καθιστῶντα | 26 | |
30 | αὐτὴν ὑπὸ σοῦ αὐτοῦ γεγενημένα ὅρκοις φρικτοῖς κατησφαλίσθησάν τε καὶ ὠχυρώθησαν. Τί τοῦτο, τέκνον ἡμῶν; Ποῦ μοι τὸ περὶ σὲ καύχημα; Ποῦ ἐκεῖνα τὰ καλὰ ὅσα ἡ ἀγαθὴ περιφέρουσα ταῖς ἀκοαῖς ἡμῶν φήμη, ὡς ὁ ἐκ θεοῦ ἄρχων ἀγαθός, φιλόθεος, δίκαιος, μισοπόνηρος, ἐραστὴς ἀληθείας, | |
35 | πολέμιος ψεύδους, καὶ τί με δεῖ καθ’ ἕκαστον λέγειν, ὅσα κομίζουσα ἡμῖν ἡ καλὴ ἐκείνη καὶ δεξιὰ φήμη ἐποίει χαίρειν ἐπὶ σοί, εὐφραίνεσθαι, σεμνύνεσθαι, εὐχαριστίαν θεῷ ἀναφέρειν, δοξάζειν τὸν τῶν ὅλων ἄρχοντα καὶ θεὸν καὶ δεσπότην, ὅτι τοιοῦτον ἄνδρα τῷ γένει τῶν Βουλγάρων κε‐ φαλὴν καὶ ἄρχοντα ἔδωκεν; Ποῦ ταῦτα, δι’ ὧν καὶ νυκτὶ καὶ ἡμέρᾳ | |
40 | χαίρων ἐπὶ σοὶ εὐχὰς ἀνέφερον, εἰ καὶ ταπεινός, εἰ καὶ ἀχρεῖος τοῦ ἁγίου θυσιαστηρίου παραστάτης, μὴ ἐπιλιπεῖν τὸ σὸν σπέρμα ποτὲ τοῦ ἄρχειν τῶν Βουλγάρων τοῦ ἔθνους μηδὲ τῆς κληρονομίας τῶν σῶν κατορθωμά‐ των τὰ σὰ ἐκπεσεῖν τέκνα; Ποῦ μοι ἐκεῖνα τὰ καλὰ καὶ σεμνὰ διηγή‐ ματα; Πόθεν δὲ ταῦτα τὰ ἐναντία, τὰ σκυθρωπά, τὰ μεμισημένα θεῷ | |
45 | καὶ ἀνθρώποις, τὰ εἰς αἰσχύνην ἀπάγοντα, τὰ ποιοῦντά μοι ἄρτον τὰ ἐμὰ δάκρυα; Τίς γάρ, μὴ ὅτι γε ὡς ἐγὼ τὴν σὴν φιλήσας καὶ φιλῶν ἀρετήν, ἀλλὰ καὶ ἄλλος δίκαια λογιζόμενος καὶ χωρὶς τοῦ σε φιλεῖν ἀκούων ταῦτα, οὐχὶ πλήττεται τὴν καρδίαν, οὐ σκυθρωπάζει, οὐκ ἀνιᾶται, οὐχ ὅλος γίνεται τῶν δακρύων; Τί γὰρ ἐπωδυνώτερον ἀνθρώποις, τί δὲ μᾶλλον | |
5(50) | ἀξιώτερον θρηνεῖσθαι τοῦ ἄνθρωπον ἐν ἀρετῇ διαβόητον ὄντα καὶ ὀνό‐ ματος ἀειμνήστου τυχόντα καὶ οἷον παράδειγμα καὶ τοῖς κατ’ αὐτὸν καὶ ταῖς μετέπειτα γενεαῖς τρόπων καὶ βίου φιλοθέου γενόμενον, ἐξαίφνης τούτων μὲν ἐκπεσεῖν καὶ ἀλλοτριωθῆναι, πρὸς δὲ τὰ χείρω δέξασθαι τὴν μετάπτωσιν; Οἴμοι τῶν ἐμῶν συμφορῶν, τῆς ἐμῆς ταλαιπωρίας, τῶν | |
55 | ἐμῶν ὡς ἔοικεν ἀπείρων ἁμαρτιῶν. Φεῦ τῆς ἐπηρείας τοῦ ἐξ ἀρχῆς μισαν‐ θρώπου, τοῦ τοῖς καλοῖς ἀεὶ διαφθονοῦντος, τοῦ πᾶσαν σπουδὴν ποιουμένου ἐπὶ τὰ χείρω τοὺς ἀνθρώπους ἀπάγειν. Ἐγώ, τέκνον ἐμόν, τὸ σὸν ἑκάστοτε ἀναμανθάνων εὐγενὲς φρό‐ νημα τῆς ψυχῆς, καὶ ὅτι μηδὲν ἕτερον οὕτως σοι διασπουδάζεται ὡς τὸ | |
60 | παραστῆσαι τὴν σὴν ἀρχὴν ἀκατάκριτον καὶ ἀνεύθυνον, οὐκ ὀλίγων καὶ πρὶν τὰ νῦν λεγόμενα φημιζόντων, λῆρον ἐποιούμην τοὺς λόγους καὶ ἐχθροὺς ὑπελάμβανον τῆς σῆς ἀρετῆς, καὶ διὰ τοῦτο ταῦτα λογοποιεῖν, ἵνα σε μωμητὸν καταστήσωσιν· καὶ πολλοῖς ἔλεγον ὡς οὐδαμῶς ἔχει χώραν ἡ τοιαύτη κατηγορία κατὰ τοῦ ἐκ θεοῦ ἄρχοντος. Ἔλεγον γὰρ | 28 |
65 | ὡς ἄνθρωπος τιμῶν εὐσέβειαν, ἀληθείᾳ χαίρων, δικαιοσύνην τιμῶν, ὀνόματος ἀγαθοῦ καὶ μνήμης ἐφιέμενος, οὐκ ἄν ποτε τυραννίδος ἐπιθυ‐ μίαν ἕξῃ· ὁ γὰρ τύραννος τούτων μὲν πάντων ἀλλότριος ὑπάρχων, πεπληρωμένος δὲ τῶν ἐναντίων τὴν ἀθλίαν ψυχὴν πρὸς ταύτην ἀναφλέγε‐ ται τὴν ἐπιθυμίαν. Καὶ γὰρ πᾶς τύραννος καὶ ἄπιστος καὶ ψεύστης καὶ | |
70 | παράνομος καὶ ἄδικος καί, τὸ κεφάλαιον τῆς κακίας, μὴ νομίζων εἶναι θεοῦ πρόνοιαν μηδ’ ὑπὸ τῆς ἐκείνου κρίσεώς τε καὶ νεύσεως τὰ ἀνθρώ‐ πινα διοικεῖσθαι καὶ ἀρχὰς καὶ ἐξουσίας διανέμεσθαι τοῖς ἀνθρώποις, ἀλλὰ μόνῃ τεθάρρηκε τῇ ἑαυτοῦ μανίᾳ καὶ ἀπονοίᾳ καὶ ἀθεότητι. Ἔλεγον οὖν πρὸς τοὺς σὲ διαβάλλοντας ὡς τυραννίδος ἐπιθυμεῖς· «Ἄνθρωποι, | |
75 | ἄλαλα ὑμῶν εἴη τὰ χείλη τὰ δόλια, τὰ λαλοῦντα κατὰ τοῦ ἐμοῦ θεοφιλοῦς τέκνου, κατὰ τοῦ εὐσεβεστάτου, κατὰ τοῦ πιστοτάτου, κατὰ τοῦ δικαίου ἀνομίαν καὶ ἀδικίαν.» Καὶ τοῦτο οὐχ ἁπλῶς, ἀλλὰ προστιθεὶς ταῦτα· «Ὁ πονηρὸς ἄνθρωπος ἐκ τοῦ πονηροῦ θησαυροῦ τῆς καρδίας προβάλλει τὰ πονηρά· ὁ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας | |
80 | προβάλλει τὰ ἀγαθά. Τὸ ἐμὸν τέκνον ἀγαθότητι χαίρει· ἀληθινὸς γάρ, καὶ ψεῦδος πάσῃ δυνάμει ἐκ τοῦ οἰκείου ἔθνους διώκει καὶ ἀπελαύνει· καὶ πιστότατος δέ, ὅτι πάντας ἀκούω τοὺς ὑφ’ ἑαυτὸν πᾶσι τρόποις ἐν τῇ πίστει· ὅτι δὲ καὶ δικαιότατος, οὕτω πάντες κεκράγασιν, οὐδεὶς γὰρ ἄδικος τὴν ἐκείνου καυχήσεται μυκτηρίζων δικαιοσύνην. Πῶς οὖν ἔχει | |
85 | λόγον τὸν ἀληθινὸν ἄνθρωπον, τὸν πιστότατον, τὸν δικαιότατον, τὸν ἄλλους ταῦτα παιδεύοντα καὶ λόγοις καὶ ἔργοις, αὐτὸν γενέσθαι ψεύστην ἢ ἄπιστον ἢ ἀδικώτατον; Οὐκ αἰσχυνθήσεται αὐτὸς ἑαυτὸν τοὺς μὲν ὑπηκόους ἀρετὴν ἐκπαιδεύων, αὐτὸς δὲ χάριτι θεοῦ ἄρχων καθιστάμενος πρὸς κακίαν καὶ τότε μιαρωτάτην (τί γὰρ μιαρώτερον τυραννίδος;) ἀπο‐ | |
90 | κλίνων; Οὐκ ἔστι ταῦτα μὴ γένηται, οὐ μᾶλλον ἢ ὁ ἥλιος ἀντὶ τοῦ φωτί‐ ζειν τοὺς ὑπ’ αὐτοῦ λαμπομένους σκοτίζειν διαλοιδορούμενος.» Οὕτως ἐγὼ διισχυριζόμην, οὕτω καὶ πρὸς βασιλέα καὶ πάντας ἀντέλεγον, ὁπότε περὶ σοῦ, τέκνον ἐμόν, τυραννικὴν ἐπιθυμίαν καὶ τυραν‐ νίδος ὑπέβαλλον λόγους. Νῦν δὲ τί εἴπω; Καὶ γὰρ ἐκεῖνα πάντα, ὅσα | |
95 | πρότερον ὑπὲρ σοῦ ἔλεγον, ὅσα ἐπῄνουν, ὅσα πρὸς σύστασιν τῆς σῆς διε‐ βεβαιούμην ἀρετῆς, εἰς τὸ ἐναντίον με περιίστησιν, ἀποφράττει μοι τὸ στόμα, καταισχύνει, καὶ οὐδὲ βλέπειν μοι συγχωρεῖ πρὸς οὓς πρότερον ἀντέλεγον ὑπὲρ τῆς σῆς ἀρετῆς. Τί τοῦτο, τέκνον ἐμόν; Ποῖος πονηρὸς δαίμων τῇ σῇ δόξῃ φθονήσας εἰς τοῦτο κατέστησεν, ἵνα τυραννίδος | 30 |
5(100) | ὄνομα κληρονομήσῃς; Πόσῳ ἄμεινον ἐκ θεοῦ ἄρχοντα κεκλῆσθαι ἢ τύραννον; Ποῖος ὄφις ἠρεύξατο εἰς τὰς ἀκοὰς τοῦ ἐμοῦ τέκνου; Οὐ πεφρίκαμεν τὴν θείαν δικαιοσύνην; Οὐ φοβερὸν ποιούμεθα τὸ ἅρπαγμα νομίζειν ποιεῖσθαι ἣν ὁ Χριστὸς ἐπὶ γῆς ἐμεγάλυνε βασιλείαν; Ὅρα, τέ‐ κνον ἐμόν, ποῦ φερόμεθα, ποῦ ὁρμῆσαι διενοήθημεν. Μισεῖ τὰς ἐπάρσεις | |
105 | ὁ θεός· καταβάλλει τοὺς ἐπαιρομένους· τὰ ὑψηλὰ φρονήματα, εἰ καὶ πρὸς ὀλίγον συγχωρεῖ δοκεῖν ἵστασθαι, ἀλλὰ πάλιν ἀνατρέπει αὐτά. Οὐδεὶς δυνατὸς παρ’ ἑαυτοῦ τι λαβεῖν· καὶ φρόνιμος ὢν οἶδας καὶ χωρὶς τῶν ἡμετέρων λόγων ὡς πολλοὶ πεισθέντες ἀβούλως κακῶς ἀπήλλαξαν καὶ μετέγνωσαν καὶ πολλὰ τῆς ἀβουλίας ἑαυτοὺς κατεμέμψαντο. Καὶ | |
110 | ἵνα πάντα ἐάσω τὰ προλαβόντα, τίς οὕτως φιλόνεικος καὶ ὑπὸ τῆς οἰκείας ἐπιθυμίας ἐξαγόμενος καὶ πρὸς τόλμαν ἕτοιμος, ὃν οὐ διδάσκει ὁ χθὲς καὶ πρὸ τῆς ἐχθὲς ἐπιστὰς αὐτοῖς τοῖς βασιλείοις τύραννος καὶ σύντο‐ μον εἰσπραχθεὶς δίκην τῆς δυσσεβεστάτης αὐτοῦ καρδίας ἐπαξίαν καὶ τοὺς θράσους καὶ τοῦ τολμήματος, ὅτι οὐδεὶς λαμβάνει, καὶ μάλιστα | |
115 | τοιοῦτον ὑπερμέγεθες δώρημα, ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἄνωθεν; Εἶτα οὐκ αἰσχυνόμεθα ἑαυτοῖς ἄλλους ὅτι ψεύδονται τιμωρούμενοι, αὐτοὶ δὲ ἀδικοῦντες καὶ παράνομα πράττοντες; Τὴν δὲ παράβασιν τῶν φρικτῶν ὅρκων ποῦ θήσομεν; Οὐκ ἔστι πίστεως ἄρνησις; Οὐκ ἔστιν εὐσεβείας ἀλλοτρίωσις; Οὐκ ἔστιν αὐτοῦ τοῦ Χριστιανῶν ὀνόματος ἀνατροπή; | |
120 | Ὅταν γὰρ τὰ φρικτὰ τῶν Χριστιανῶν τις ἐνυβρίσῃ μυστήρια, πῶς ἔτι Χριστιανὸς ἐκεῖνος κεκλήσεται; Ἀναγκάζομαι ὑπὸ τῆς σφοδροτάτης τῆς ψυχῆς ὀδύνης καὶ τοῦ περὶ σὲ διαπύρου φίλτρου ὃ ἐξ ἀρχῆς ἀνεφλέχθη ἐν τῇ ἐμῇ ψυχῇ καὶ ἔτι δὲ ἀναφλέγεται, μακρύνειν τὸν λόγον· πάλιν δὲ ὑπὸ τῆς ἀπροσδοκήτου | |
125 | ταύτης συμφορᾶς καὶ τῆς ἐπηρείας τοῦ πονηροῦ δαίμονος, ὃς τῇ σῇ βού‐ λεται λυμήνασθαι μεγαλειότητι, ἀνακόπτομαι τοῦ λέγειν, θαμβούμενος ἐπὶ τῷ παραλόγῳ τοῦ ἐγχειρήματος. Ὅμως ἔτι προσθεὶς παλαιάν τινα ἱστορίαν σιγήσομαι. Ἀκούεις τὴν Περσῶν βασιλείαν, ὅση μὲν τὴν δύνα‐ μιν, ὅση δὲ τὸν πλοῦτον, καὶ ὡς οὐ διέλιπον ἐξ ἀρχῆς Πέρσαι Ῥωμαίοις | |
130 | πολεμοῦντες· ἀλλ’ οὗτοι οἱ διηνεκῶς τὰ ὅπλα πρὸς Ῥωμαίους ἐπαίρον‐ τες, ἐπειδὴ Ἀρκάδιος ὁ τῶν Ῥωμαίων βασιλεὺς τὸν βίον καταλιπὼν τῷ παιδὶ Θεοδοσίῳ τριετεῖ ὄντι κατέλιπε τὴν βασιλείαν, ἄδικον καὶ ἀπάνθρω‐ πον εἶναι νομίσαντες βασιλείᾳ πολεμεῖν ἣν ὁ κατέχων τῶν ἀνθρωπίνων πραγμάτων καὶ διοικήσεων διὰ τὴν νηπιότητα ἦν ἀνεπαίσθητος, οὐ | 32 |
135 | μόνον τὸν πόλεμον ἔπαυσαν, ὃν πρὸς Ἀρκάδιον ἐνήργουν, ἀλλὰ καὶ πρὸς τοὺς ἐνταῦθα τῆς συγκλήτου προέχοντας ὁ βασιλεὺς ἀπέστειλεν τῶν Περσῶν—Χοσρόης δὲ ἦν, ὁ πάντων Περσῶν ἐπὶ μιαιφονίᾳ διαβόη‐ τος· —ἀλλὰ γὰρ οὗτος ἀπέστειλε πρὸς τοὺς τῆς συγκλήτου λογάδας, δηλῶν ὡς καὶ τὸν πόλεμον καταλύει καὶ τοῦ νηπίου βασιλέως προστήσεται, | |
140 | καὶ εἴ τις ἀντᾶραι χεῖρας πολεμικὰς τολμήσει, πάσῃ ἀμυνεῖται δυνάμει καὶ χωρήσει καὶ κατ’ αὐτῆς τῆς πόλεως σὺν τῷ οἰκείῳ στρατῷ, καὶ πᾶσαν σπουδὴν θήσεται καὶ ἀγῶνα τοῦ καὶ τὰ θεμέλια ταύτης ἀναστρέψας εἰς θάλασσαν ἐμβαλεῖν. Ἀκούεις βασιλέως βαρβάρου καὶ δυσσεβοῦς φιλανθρωπίαν; Ἀκού‐ | |
145 | εις κρίσιν διανοίας κατά γε τοῦτο δικαιοτάτης; Καὶ γὰρ ὥσπερ ὁ ἐπι‐ τρέχων ὀρφανοῦ παιδὸς πράγμασι λῃστής ἐστιν καὶ ἅρπαξ, καὶ οὐχ ἁπλῶς ἄδικος, οὕτω καὶ ὁ τυραννεῖν βουληθεὶς ὀρφανὸν βασιλέα καὶ νήπιον οὐ μόνον ἔργον τυράννου ποιεῖ, ἀλλὰ λῃστοῦ καὶ ἅρπαγος καὶ πάντων ἀνθρώπων βιαιοτάτου· ὅπερ ἐκεῖνος ὁ βάρβαρος συνιδὼν βασι‐ | |
5(150) | λεύς, ὁ μὴ τὸν Χριστὸν καὶ θεὸν ἡμῶν γινώσκων, ᾐσχύνθη ἀντὶ τῆς βασιλικῆς αὐτοῦ τιμῆς πρὸς ἅρπαγος καὶ λῃστοῦ ἀτιμίαν ἑαυτὸν ἐμβαλεῖν, λέγων τοῖς πρὸς τοῦτο διερεθίζουσιν αὐτόν (καὶ γὰρ ἦσαν καὶ τότε πολλοὶ μιαροὶ καὶ λῃσταὶ ὄντως, πρὸς τοῦτο ὑποκινοῦντες, ὥσπερ καὶ νῦν εἰσιν οἱ τὴν σὴν σύνεσιν πρὸς τοῦτο ὑπάγειν σπουδάζοντες), ἀλλ’ ἐκεῖνος ἔλεγεν | |
155 | οὔτε δίκαια οὔτε συμφέροντα συμβουλεύειν αὐτῷ· τὸ μὲν γὰρ προσλα‐ βεῖν τυχὸν πλοῦτον ἢ δυναστείαν ἐστὶν καὶ τῶν πονηρῶν ἀνθρώπων, τὸ δὲ ὄνομα ἔνδοξον κτήσασθαι ἢ κτηθὲν διαφυλάξαι καὶ μὴ ἀπολέσαι, μόνων ἐστὶ φρονίμων καὶ ἀρετὴν τιμώντων καὶ μνήμην ἀγαθὴν καταλι‐ πεῖν τῷ βίῳ σπουδαζόντων. Τί λέγεις; Ἆρα καλῶς ἔχει σοι, τέκνον | |
160 | ἐμόν, δι’ ἐπιθυμίαν τυραννίδος χείρω γενέσθαι, Χριστιανὸν ὄντα καὶ τῆς ἐκείνου δόξης κληρονομίαν ἐλπίζοντα, ἀνδρὸς βαρβάρου καὶ ἀθέου καὶ πυρσολάτρου καὶ ἥλιον καὶ σελήνην θεοὺς νομίζοντος; Καὶ πῶς οὐκ ἄμεινον καταδῦναι εἰς γῆν τὸν οὕτω φρονοῦντα ἢ βλέπειν τὸν ἥλιον; Ἐγώ, τέκνον ἐμόν, ὅπερ καὶ προλαβὼν εἶπον, ἐξ ὅλης σε φιλήσας | |
165 | ψυχῆς φιλίαν τοῦ πνεύματος καθαράν, ὡς Χριστιανικώτατον, ὡς δικαιότα‐ τον, ὡς συνετώτατον, ὡς κατὰ πάντα θεοῦ θεράποντα καὶ αὐτῷ ἀρέ‐ | |
σκειν μελετῶντα· μάλιστά γε καὶ ὑπὸ πολλῶν ἀκούων ὅτι καὶ νυκτὶ καὶ ἡμέρᾳ οὐ λήγεις θεοῦ δεόμενος ὑπὲρ τῆς προτέρας σου κατὰ Χριστιανῶν ἐκστρατείας καὶ πᾶσι τρόποις ἐκείνης τῆς ἁμαρτίας ἑαυτὸν ἐκκαθαίρων | 34 | |
170 | νηστείαις καὶ δάκρυσι καὶ συντρίψει καρδίας· —ἀλλὰ γὰρ ταύτην τὴν καλήν σου προαίρεσιν μανθάνων καὶ τὴν ἄλλην ἀρετήν, ὅσην διεξῆλθεν ὁ λόγος, ὁλοψύχως ἐφίλησα. Καὶ νῦν δὲ τὴν αὐτὴν πρὸς σὲ διασῴζων φιλίαν, καὶ τὴν ἀπαίσιον καὶ πονηρὰν ταύτην ἀκούσας ἀγγελίαν, οὐκ ἤνεγκα σιωπῆσαι, ἀλλὰ δακρύων καὶ στενάζων τὸ γράμμα ἀπέστειλα· | |
175 | πρῶτον μὲν δεόμενος τοῦ θεοῦ τῆς σῆς ἅψασθαι καρδίας, καὶ μεταστρέ‐ ψαι αὐτὴν πρὸς τὸ εὐάρεστον αὐτοῦ καὶ σωτήριον καὶ σὲ δεικνύον ἀκα‐ τάκριτον καὶ ἀκατάγνωστον θέλημα· ἔπειτα δὲ διανοῖξαι καὶ τὰ ὦτα, καὶ ἠρεμίαν τῷ λογισμῷ παρασχεῖν ἐκ τῶν ἔξωθεν θορύβων καὶ ταραχῶν διακοῦσαι τῶν ἡμετέρων λόγων, καὶ πεῖσαι οἷον ἐλπίζομεν γενέσθαι, καὶ | |
180 | ἀκοῦσαι ἡμᾶς ἀντὶ τῶν νῦν πονηρῶν λόγων καὶ ὀδύνην μὲν ἡμῖν ἐμποιη‐ σάντων, σὲ δὲ ὅσον ἐφ’ ἑαυτοῖς δόξης μεγάλης ζημιωσάντων, τὰ καλὰ καὶ συμφέροντα καὶ μὴ αἰσχύνοντα τὴν σὴν ἀρετὴν μήτε ἐν τῷ νῦν αἰῶνι μήτε ἐν τῷ μέλλοντι ποιοῦντα ὑπόδικον αἰωνίου ἀδοξίας καὶ ἀτιμίας καὶ ἀπαρηγορήτου κολάσεως, ἣ τοῖς ἀθετοῦσι τὸ μέγα ὄνομα τοῦ Χριστοῦ | |
185 | καὶ θεοῦ ἡμῶν ἐποφείλεται. Πάντως δὲ οὐκ ἀμφιβάλλεις ὡς ἀθέτησίς ἐστιν τοῦ μεγάλου ὀνόματος ἡ τῶν συμφώνων καὶ τῶν ὅρκων ἀθέτησις καὶ τὸ βουληθῆναι ἁρπάσαι βασιλείαν τὴν κατὰ μηδὲν τῷ σῷ γένει προσήκουσαν. Ἐπὶ πᾶσι τοῖς εἰρημένοις καὶ ὡς πατὴρ κατὰ πνεῦμα, εἰ καὶ ἐλά‐ | |
190 | χιστος, καὶ ὡς ἱερεὺς καὶ τοῦ ἁγίου θυσιαστηρίου παραστάτης, εἰ καὶ ἀνάξιος, καὶ λαβὼν ἐξουσίαν παρὰ τοῦ παναγίου πνεύματος δεσμῷ ὑποβαλεῖν τοὺς ἐξαμαρτάνοντας, εἰ καὶ πάντων ἁμαρτωλῶν ἐγὼ πρῶτος, δεσμῷ ὑποβάλλομέν σε ἐν πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι, ἵνα, εἴ τι τοιοῦτον βεβούλησαι, καὶ ὡς ἡ φήμη προέδραμεν, ἐπὶ τυραννίδι πρὸς | |
195 | τὴν πόλιν διέγνως, καταργήσῃς τὸ ὅρμημα καὶ πρὸς τὴν οἰκείαν ἐξουσίαν ὑποστρέψῃς καὶ τὴν ἐξ ἀρχῆς εἰρήνην στέρξῃς καὶ μηδὲν καινοτομῆσαι τολμήσῃς· γινώσκων ὡς, εἰ τοῦτο πράξεις, ἀλύτοις δεσμοῖς τὸν πάντα αἰῶνα τοῦ παναγίου πνεύματος ὑποβεβλημένος ἔσῃ καὶ τῶν ἱερῶν καὶ ἀχράντων μυστηρίων ἀκοινώνητος. Καὶ τῷ αἰωνίῳ βήματι μετὰ σοῦ | |
5(200) | παραστήσομαι, ἐξελέγχων σε ὅτι ὅσον τὸ ἐπ’ ἐμοὶ οὐκ ἐσίγησα οὐδὲ πρὸς τοιαύτην φερόμενον ἀτοπίαν παρεῖδον οὐδὲ τῆς σῆς ἠμέλησα σωτηρίας, | |
ἀλλὰ σπουδὴν ἐθέμην καὶ ἀνενεγκεῖν σε καὶ ἀποστρέψαι τοῦ ἀσυμφόρου κινήματος τῆς ψυχῆς σου καὶ τοῦ ὑπόδικον γενέσθαι καὶ τοῦ δεσμοῦ καὶ τοῦ ἀλύτου κατακρίματος. Πρὸ δὲ τούτων καὶ νῦν τὰς ἀναξίους μου χεῖ‐ | 36 | |
205 | ρας οὐ κατασπάσω τοῦ οὐρανοῦ, δεόμενος τῆς θείας δυνάμεως, μέχρις ἂν δικάσῃ δικαίαν κρίσιν μεταξὺ τῆς τε σῆς ἐπηρείας καὶ τῶν ἀδίκως ἐπηρεαζομένων. | |
6(1t) | Τῷ αὐτῷ | |
2 | Καὶ πρότερον ἃ ἐγράφη, τέκνον ἐμόν, ὑπὲρ τοῦ κοινῇ συμφέροντος Ῥωμαίων καὶ Βουλγάρων ἐγράφη, καὶ νῦν δὲ τὰ γραφόμενα τῆς αὐτῆς ὑπάρχει προαιρέσεως καὶ σπουδῆς. Εἰδότες γὰρ ἀσύμφορον ὑπάρχον ἑκα‐ | |
5 | τέρᾳ ἐξουσίᾳ καὶ τοῖς ὑπ’ αὐτῇ λαοῖς τὸ διαστασιάζειν καὶ τὸ ἀνειρήνευ‐ τον, καὶ σφόδρα τὴν ψυχὴν ἐπὶ τούτῳ συνεχόμενοι, οὐ μόνον ὅτι λειτουρ‐ γοὶ τοῦ ἁγίου θυσιαστηρίου, εἰ καὶ τῆς τοιαύτης ἀνάξιοι λειτουργίας, ἀλλ’ ὅτι καὶ τῷ μακρῷ χρόνῳ τῆς ταλαιπώρου ζωῆς ἡμῶν οὐκ ὀλίγην συνελεξάμεθα ἔκ τε τῶν ἱστορημένων τοῖς παλαιοῖς καὶ τῶν κατὰ τοὺς | |
10 | ἡμετέρους καιροὺς γεγονότων μάθησιν τῶν συμβαινόντων ἐν τῇ στάσει χαλεπῶν· —ἀλλὰ γὰρ εἰδότες τὰ καταλαμβάνοντα τὸ ἀνθρώπινον ἐκ φιλονεικίας καὶ ἔριδος λυπηρὰ καὶ ἐπώδυνα πράγματα καὶ νῦν γράφομεν. Χαλεπὸν γὰρ καὶ ἑνὸς ἀνδρὸς πρὸς ἕνα φιλονεικία, καὶ γὰρ οὕτως ἐχόντων, εἰ μὴ φθάσασα εἰρήνη τὸ φιλόνεικον διαλύσῃ, κίνδυνος περιστῆναι ἢ | |
15 | τοῦτον ἢ ἐκεῖνον εἰς ἐσχάτην βλάβην· χαλεπώτερον δὲ καὶ οἶκον πρὸς οἶκον καὶ πόλιν πρὸς πόλιν οὕτω διακεῖσθαι· ἔθνος δὲ πρὸς ἔθνος φιλονεί‐ κως ἔχειν καὶ μὴ ἐθέλειν καταλλάττεσθαι πόσῳ χαλεπώτερον, οὐκ ἔστιν ἐμὲ διδάσκειν, ἀλλὰ πᾶς τις συνίησιν, μὴ ὅτι γε ἡ σὴ ἐμφρονεστάτη καὶ τελεωτάτη σύνεσις. Οὐκ ἔχω τι πλέον εἰπεῖν, διότι καὶ πρότερον | |
20 | εἴρηται καὶ ὅτι καὶ χωρὶς τοῦ ἐμὲ λέγειν ἱκανὸς εἶ, τέκνον ἐμόν, καὶ ἄλ‐ λους περὶ τοῦ συμφέροντος καὶ τοῦ καλοῦ καὶ τῆς εἰρήνης διδάσκειν, μὴ ὅτι γε σεαυτῷ ποιεῖσθαι παραίνεσιν. Ἃ δὲ εἰς βουλὴν προήχθη καὶ οἷς διακονούμενοι τὴν πρὸς ὑμᾶς ἐστείλαντο πορείαν οἱ τὸ ἡμέτερον γράμμα κομίζοντες, διηγήσονται μὲν | |
25 | καὶ αὐτοὶ χείλεσιν ἰδίοις, ἀπαγγελεῖ δέ σοι καὶ τὸ ἡμέτερον γράμμα, ὥστε, εἰ ἀμεταθέτως ἔχεις τοῦ σοῦ φρονήματος, καὶ μὴ ἐπανελθεῖν | |
ἐθέλοις εἰς τὴν προτέραν τάξιν, ἔνορκον ἀσφάλειαν γενέσθαι τοῦ μὴ τοὺς Βουλγάρους βλάβην τινὰ Ῥωμαίοις ἐπάγειν μήτε Ῥωμαίους κατὰ Βουλ‐ γάρων ἀσύμφορόν τι πράττειν, καὶ τελεῖσθαι μὲν καθὼς ἐξ ἀρχῆς καὶ τὸ | 38 | |
30 | λεγόμενον κομβέντον, στέλλεσθαι δὲ καὶ τὰ ἐκ τῆς Ῥωμαϊκῆς βασιλείας ὡς ἔθος πρὸς σὲ στελλόμενα μέχρι τῆς Δεβελτοῦ ἐκεῖθέν τε διὰ τῶν ὑμετέρων ἀνθρώπων κομίζεσθαι πρὸς τὴν σὴν ἐξουσίαν, καὶ ἀρκεῖσθαι τούτων οὕτω γινομένων καὶ μηδὲν πλέον ἐπιζητεῖν, μηδὲ τὴν τῶν βασιλι‐ κῶν ἀνθρώπων πρὸς σὲ ἄφιξίν τε καὶ προσκύνησιν. Τούτων οὕτω δοξάν‐ | |
35 | των ἐγράψαμεν καὶ ἡμεῖς παρακαλοῦντες καὶ δυσωποῦντες φείσασθαι μὲν τῆς καταλαμβανούσης ἀμφότερα τὰ γένη, Ῥωμαίους τέ φημι καὶ Βουλγάρους, συμφορᾶς, εἰ τὰ τῆς εἰρήνης, ὅπερ μὴ δοίη θεός, ἐκποδὼν γένηται· φείσασθαι δὲ καὶ τῆς οἰκείας τιμῆς τε καὶ δόξης, καὶ μὴ τῷ βίῳ καταλιπεῖν ἀφορμὰς πρὸς διαβολήν τε καὶ μέμψιν τοῦ σοῦ περιδόξου | |
40 | ὀνόματος, μηδὲ ἀνθ’ ὧν μέλλουσιν ὑποστῆναι συμφορῶν τὰ ἀμφότερα ἔθνη ἀρὰς ἐπαφίεσθαι κατὰ σοῦ ὑπὸ τῶν περιπιπτόντων ταῖς συμφοραῖς. Ταῦτα δυσωπῶ, ταῦτα παραινῶ, καὶ ὡς πατὴρ τέκνον, καὶ ὡς λειτουργός, εἰ καὶ ἀνάξιος, τῆς θείας δόξης, παρὰ θεοῦ σε δεδοξασμένον καὶ μέλ‐ λοντα λόγον ὑφέξειν αὐτῷ εἴ τι ἀνάξιον καὶ παρὰ τὸ ἐκείνου ἅγιον θέλημα | |
45 | ὀφθείης διαπραξάμενος. Ἐπεὶ δὲ οἱ πρὸς σὲ μετὰ τοῦ ἡμετέρου γράμματος πρότερον κατα‐ λαβόντες, ὑποστρέψαντες ἀπήγγειλαν πρὸς ἡμᾶς ὡς εἰπόντων ἡμῶν ἐν τῷ γράμματι ὅτι ἀδύνατον χωρὶς χύσεως αἱμάτων τὴν σὴν ὁρμὴν γεγε‐ νῆσθαι, αὐτὸς ἀνθυπέφερες ὡς τοῦτό φαμεν ὅτι μετὰ τῆς τῶν αἱμάτων | |
6(50) | χύσεως δυνηθήσῃ ἐπιτελέσαι τὸ ἐπιχείρημα, μεγάλως μὲν ἐξεπλάγημεν, μεγάλως δὲ ἠνιάθημεν ἐπὶ τοῖς τοιούτοις ῥήμασιν, καὶ ἐθαύμασα (εἴ γε ἀληθῆ λέγουσιν, ἀλλὰ μὴ τὸ ὅλον ἐστὶν ψεῦδος καὶ ἀνάπλασμα τῆς τῶν εἰπόντων προαιρέσεως) πῶς μὲν ἐνεθυμήθης τοιοῦτον, πῶς δὲ τὸ ῥῆμα προσήνεγκας. Ἡμεῖς γὰρ πρὸς τὰς συμφορὰς ἀποσκοπήσαντες ὅσαι | |
55 | καταλαμβάνουσι τοὺς μαχομένους καὶ στασιάζοντας, ἔφημεν ὡς ἀδύ‐ νατον μὴ οὐχὶ αἵματα χεθῆναι τῆς σῆς ἐξορμήσεως γινομένης καὶ τῆς φιλονεικίας κρατούσης. Οὗτοι δέ, οὐκ οἶδα εἴτε ἀφ’ ἑαυτῶν εἴτε τῆς σῆς ἀκούσαντες γλώσσης, ἀπεφθέγξαντο λόγον ὃν οὐχ ὅτι γε ἡμεῖς πρεσβῦται ὄντες καὶ ἀρχιερεῖς, εἰ καὶ ἀνάξιοι, ἀλλ’ οὐδ’ ἂν παῖς φθέγξασθαι βου‐ | |
60 | ληθείη. Τίς γὰρ οὐκ οἶδεν ὅτι στάσεως ἀναμεταξύ τινων γενομένης ἀνάγ‐ κη καὶ πληγὰς ἀκολουθῆσαι καὶ φόνους; Οὐ πάντως δὲ ἀνάγκη καὶ τοῦ σκοποῦ τυχεῖν ἐκείνου δι’ ὃν κεκινημένος τις αἴτιος ὑπῆρξε τῆς τῶν αἱμάτων ἐκχύσεως. Ἢ οὐχ ὁρᾷς τοὺς καθ’ ἑκάστην γινομένους πολέμους; | |
Ἐκστρατεύονται μὲν γὰρ οὗτοι ἐπιθυμοῦντες τὰ τῶν πολεμίων προσ‐ | 40 | |
65 | κτήσασθαι· ἀντεπεξέρχονται δ’ ἐκεῖνοι ὑπὸ τῆς ἴσης ἐπιθυμίας τοῦ τὰ τῶν πολεμίων λαβεῖν, καὶ συμβαίνουσι μὲν πάθη παρ’ ἑκατέροις οἷα συμ‐ βαίνουσιν, οὐ πάντως δὲ κατ’ ἐλπίδας ἀμφοτέροις ἐκβαίνει τὰ πράγματα, ἀλλ’ οἱ μὲν ἐψεύσθησαν καὶ διέπεσον τῶν ἐλπίδων, τοῖς δὲ τυχὸν συνέπεσε παντελὴς ὄλεθρος καὶ ἀπώλεια. | |
70 | Μὴ οὖν τὸν ἡμέτερον λόγον μήτε σύ, τέκνον ἡμῶν, ἐπηρεάζῃς, μήτε τις ἄλλος πρὸς τὸ οἰκεῖον αὐτὸν διαστρέφων βούλημα ὑπολαμβανέτω λέγειν ἡμᾶς ὃ μήτε ἴσμεν μήτε διενοήθημεν μήτε εἰρήκαμεν· μᾶλλον δὲ ὃ μηδ’ ἂν ἕτερός τις εἴποι μὴ δυστυχῶν ἐσχάτην δυστυχίαν εἰς φρένας. Ὡς οὖν προέφημεν, σφόδρα τὴν ψυχὴν ἐπλήγημεν ἐπὶ τῇ τοιαύτῃ τῶν | |
75 | εἰπόντων ματαιολογίᾳ· καὶ εἴθε μόνον ἦν τὸ εἰρημένον ματαιολογία, ἀλλὰ μὴ καὶ ὑπόδικον κρίματος αἰωνίου. Εἰ γὰρ λόγος ἀργὸς οὐκ ἀνεύθυ‐ νος παρὰ τῷ βήματι τοῦ Χριστοῦ, πόσῳ μᾶλλον τοιαύτη συκοφαντία; Ἀλλ’ εἰ μὲν οἱ πρὸς ἡμᾶς εἰπόντες ἐκ τῆς ἑαυτῶν καρδίας τοῦτο ἠρεύξαν‐ το, οὐ τοσοῦτον λυποῦσιν, εἰ καὶ λυπηρὸν τὸ ῥηθέν, διότι φρονήματος | |
80 | ἀτελοῦς καὶ ἐσφαλμένου τυγχάνοντας εἰκὸς καὶ ἀτελῆ καὶ ἐσφαλμένα καὶ διανοεῖσθαι καὶ φθέγγεσθαι· εἰ δὲ τῆς σῆς ἐστιν σύνεσιν φιλούσης καὶ μεγαλοτίμου ἐξουσίας τὸ γέννημα, ἡμῶν μὲν ὁ θεός, ὁ θεὸς ἡμῶν, φεί‐ σαιτο καὶ ῥύσαιτο ἀπὸ συκοφαντίας, σοὶ δὲ γένοιτο εὐμενὴς νῦν τε καὶ μετέπειτα, καὶ διδοὺς ἐκεῖνα καὶ φρονεῖν καὶ λογίζεσθαι καὶ πράττειν, | |
85 | ἃ καὶ ἀνθρωπίνης μέμψεως ἐκτὸς δείξει καὶ τῷ αἰωνίῳ κριτῇ ἀκατάκρι‐ τον παραστήσει. | |
7(1t) | Τῷ αὐτῷ | |
2 | Ἐπλήγημεν τὴν καρδίαν πληγὴν ὀξυτάτην, τέκνον μου πολυέρα‐ στον, ὑπὸ δεινῆς ἀγγελίας, καὶ τοῦτο μὲν ὑπὲρ σοῦ καὶ τῆς σῆς δόξης, τοῦτο δὲ καὶ ὑπὲρ ἡμῶν ἐγράψαμεν ἃ προεγράψαμεν κινούμενοι πατρικῶς, καὶ | |
5 | νῦν μὲν παρακαλοῦντες, νῦν δὲ ἐπιτιμῶντες οἷα τὰ πατρικὰ σπλάγχνα θαρροῦντα καὶ συγκινούμενα οἶδεν πρὸς τὰ τέκνα ποιεῖν. Ὥστε εἰ ἐνέτυ‐ χες τοῖς προλαβοῦσι γράμμασι, τέκνον ἡμῶν, ἐγνώρισας πάντως νῦν ἐπὶ πλέον ἢ πρότερον τὸ διάπυρον πρὸς σὲ φίλτρον ἡμῶν, καὶ ὅπως περι‐ καιόμεθα σοῦ ἕνεκεν καὶ τῆς ἐν γῇ τιμῆς τε καὶ δόξης καὶ τῆς ἐν οὐρα‐ | |
10 | νοῖς σωτηρίας καὶ ἀπολαύσεως. Ἀλλὰ ταῦτα μὲν ὑπὲρ τῶν προγεγραμμένων, νῦν δὲ διὰ τοῦ πεμ‐ | |
φθέντος γράμματος πρὸς τὸ τέκνον ἡμῶν τὸν φιλόχριστον βασιλέα τὰ διοικηθέντα μεμαθηκότες, τῆς προκατασχούσης ἡμᾶς βαρυτάτης ἀνεί‐ θημεν θλίψεως, καὶ γράφομεν ἵνα καὶ σύ, τέκνον ἡμῶν, εἴ τι ἐπὶ τῇ | 42 | |
15 | πατρικῇ ἐπιπλήξει λελύπησαι πρότερον, τὴν λύπην ἀπορρίψῃς, τοῦτο εἰδὼς ὅτι καὶ ἡ ἐπίπληξις οὐκ ἦν μίσους, ἀλλὰ πολλῆς ἀγάπης, καὶ οὐ μόνον πολλῆς, ἀλλὰ καὶ πατρικῆς ἀληθῶς. Καὶ εἰ μὲν παρήμην αὐτὸς ἐγώ, ἄλλως ἂν τὴν σὴν ἐπισχεῖν σπουδὴν ἐποιησάμην ὁρμήν· πῶς καὶ τίνα τρόπον; Λαμβανόμενος τῶν χειρῶν, περιπτυσσόμενος κεφαλὴν καὶ τὰ | |
20 | ὄμματα καὶ τὰ μέλη πάντα τοῦ ἐμοῦ υἱοῦ· φιλονεικοῦντος δέ σου πάντως ἂν ἡψάμην καὶ τῶν ποδῶν. Ἐπεὶ δὲ παρὼν αὐτὸς ἐγὼ κωλύειν οὐκ ἐδυνά‐ μην, ἀνάγκη δὲ ἀπόντι μοι σπουδὴν ποιεῖσθαι ὑπὲρ τοῦ ἐπισχεθῆναί σε τῆς ὁρμῆς, ἐδέησεν ἡμῖν καὶ πρὸς ἐπίπληξιν καταστῆναι οἷα δὴ πατρὶ καὶ τὸ θαρρεῖν ἔχοντι ἐπιπλήττειν σοι, τέκνον ἡμῶν, οὐ μόνον διότι | |
25 | τέκνον ὑπάρχεις, ἀλλὰ διότι καὶ λίαν φιλεῖς. Πεφύκασι γὰρ οἱ λίαν φι‐ λοῦντες ἡδέως τὰς ἐπιπλήξεις τῶν φίλων φέρειν· πόσῳ δὲ μᾶλλον τέκνα πατέρων, καὶ τότε τῆς πλήξεως ὑπὲρ τιμῆς καὶ σωτηρίας γινομένης τῶν ἐπιπληττομένων; Ἔχει δὲ καὶ ἄλλως τῶν φρονίμων ἀνθρώπων οὕτως ἡ φύσις τὸ φέρειν ἡδέως τὰς ἐπιτιμήσεις τῶν φίλων· διὰ τί; Ὅτι τῶν | |
30 | μὲν ἐχθρῶν οὐδεὶς ἐπιτιμήσει κακῶς τινι πράττοντι, ἀλλὰ μᾶλλον, εἰ δύναιτο καὶ πίστεως ἀξιοῖτο, αὐτὸς ὑποθήσει τὰ χείρω. Λείπεται οὖν τοὺς φίλους ἐπιτιμᾶν· καὶ διὰ τοῦτο, καθὼς ἔφημεν, χαίρουσιν, οὐ λυ‐ ποῦνται, ὅταν ἐπὶ τὰ χείρω φέρωνται, οἱ παρὰ τῶν φίλων ἐπιτιμώμενοι. Εἴτε οὖν ὡς φιλοῦντος ἐπιτιμήσεις εἴτε ὡς πατρὸς δεξάμενος, πάντως | |
35 | χαίρειν ὀφείλεις· πεποίθαμεν γὰρ ἐν θεῷ τῷ πάντων σωτῆρι καὶ ἄρχοντι καὶ δεσπότῃ ὡς ὀνήσουσιν, οὐ βλάψουσι τὰ γραφέντα, καὶ τὴν ἐν γῇ εὐη‐ μερίαν δωρούμενα, εἰ προσέξειν αὐτοῖς ἐθελήσεις, καὶ τὴν οὐράνιον δόξαν, ἧστινος χωρὶς τὰ ἐν γῇ δοκοῦντα καλά, καὶ δόξα καὶ ἀρχὴ καὶ πᾶσα ἐξουσία, χαλεπὰ καὶ ἐπώδυνα τῷ κτησαμένῳ γίνεται, καθ’ ὅτι διὰ | |
40 | τούτων ἡ ἐκεῖθεν ἀπομειοῦται ἀπόλαυσις· ἧς γένοιτό σε μὴ ἐκπεσεῖν, καὶ ἣν παράσχοι σοι Χριστὸς ὁ θεὸς ἡμῶν πρεσβείαις τῆς παναγίας ἀχράντου δεσποίνης ἡμῶν, τῆς ἐλπίδος τῶν Χριστιανῶν καὶ σωτηρίας, καὶ πάντων τῶν ἁγίων. | |
8(1t) | Τῷ αὐτῷ | |
2 | Ἃ πολλάκις, τέκνον ἡμῶν, μετὰ συνοχῆς καρδίας, μετὰ δακρύων | |
ἐγράψαμεν, ταῦτα καὶ νῦν σοι πενθοῦντες καὶ δακρύοντες γράφομεν. Πῶς γὰρ οὐχὶ πενθήσω; Πῶς δὲ οὐ δακρύσω καὶ κόψομαι, ὁ ταπεινὸς ἐγὼ | 44 | |
5 | καὶ ἀρχιερατεύειν θεῷ δι’ οὓς οἰκτιρμοὺς ἐκεῖνος οἶδεν καταξιωθείς, ὁπότε καὶ ἄλλος ὁστισοῦν μὴ μόνον ἐν πόλει διατρίβων, ἀλλὰ καὶ τῶν ἀνθρώπων κεχωρισμένος καὶ 〈ἐν〉 ὄρει δίαιταν ἔχων καὶ ἐρημίᾳ, τοιαῦτα πράγματα διακούων οἷα ἐν τοῖς παροῦσι συμπέπτωκε καιροῖς, οὐ δύ‐ ναται χωρὶς δακρύων τὴν ἀκοὴν ὑποδέξασθαι; Πῶς οὐ δακρύσω, ὅταν | |
10 | λυπῇ μὲν τὰ πράγματα θεὸν τὸν τῶν καλῶν αἴτιον, εὐφραίνῃ δὲ τὸν πατέρα τῆς κακίας καὶ τὸν δημιουργὸν τῶν σκανδάλων διάβολον; Ἢ οὐκ ἔστιν, τέκνον ἐμόν, σκάνδαλον χαλεπώτατον ἡ νῦν γεγενημένη μεταξὺ Ῥωμαίων καὶ Βουλγάρων ἀντὶ τῆς φιλίας, ἀντὶ τῆς εἰρήνης, ἀντὶ τῆς ἑνώσεως ἔχθρα καὶ διάστασις καὶ δυσμένεια; Ἦν ποτε καιρὸς ὅτε | |
15 | διίσταντο Ῥωμαῖοι καὶ Βούλγαροι, ὅτε πρὸς ἀλλήλους μεθ’ ὅπλων ἐπῄε‐ σαν, διατειχίζοντος αὐτοὺς τοῦ μεσοτοίχου τῆς ἔχθρας, ὃ ἡ κατέχουσα ὑμᾶς ἀσέβεια ὑπέβαλεν· θεοῦ δὲ τοῦ τὸν κόσμον ἀγαπήσαντος, τοῦ τὸ οἰκεῖον πλάσμα διὰ τοῦ σταυροῦ καὶ τοῦ θανάτου τοῦ υἱοῦ αὐτοῦ πρὸς ἑαυτὸν ἐπιστρέψαντος, καὶ ὑμᾶς ἐλλαμφθῆναι τῷ φωτὶ τῆς ἐπιγνώσεως | |
20 | αὐτοῦ εὐδοκήσαντος, καὶ καταλύσαντος μὲν τὸ μεσότοιχον τῆς ἔχθρας, προσκεκληκότος δὲ ὑμᾶς εἰς τὸν φωτισμὸν τῆς δόξης αὐτοῦ, καὶ συνάψαν‐ τος Ῥωμαίοις, ὥσπερ τῇ πίστει, οὕτως καὶ τῇ ἀγάπῃ, κατήργητο μὲν ἡ ἔχθρα, πέπαυτο δὲ τῶν ὅπλων ἡ κίνησις, καὶ τὴν διάστασιν ἡ ἀγάπη καὶ ἡ ἕνωσις καὶ ἡ πρὸς ἀλλήλους οἰκείωσις διεδέχετο. | |
25 | Νῦν δὲ τί; Φεῦ τῆς τοῦ πονηροῦ δαίμονος ἐπηρείας· μετὰ τοσούτων χρόνων παρέλευσιν, ἀφ’ οὗ τῆς τοιαύτης ἠξιώθητε χάριτος, μετὰ μακρὰν οὕτως ἀγάπην, μετὰ πολιὰν οὕτως φιλίαν, χώραν εὑρηκὼς ὁ πονηρὸς δαί‐ μων πάλιν διάστασιν, πάλιν ἔχθραν ἀντὶ τῆς φιλίας καὶ τῆς ἑνότητος ἐπεισ‐ ήγαγεν· καὶ οὐκ ἔφριξεν ὁ παμμίαρος ὅσον ἐπ’ αὐτῷ τοσοῦτον ἔργον θεοῦ | |
30 | τῆς Ῥωμαίων καὶ Βουλγάρων ἑνώσεως καταλύειν ἐπιχειρεῖν, οὐδὲ τὸν χρόνον ἐδυσωπήθη, οὐδὲ τὴν ὥσπερ ἀνάκρασιν ἐκ τοῦ τοσούτου χρόνου ἀμφοτέρων τῶν ἐθνῶν, ἀλλ’ ἐφιλονείκησεν καὶ φιλονεικεῖ ταῦτα μὲν παρ’ οὐδὲν θέσθαι, πρὸς δὲ τὴν φίλην αὐτῷ δυσμένειαν, καὶ ἧς αὐτὸς ἐχρημάτισε πατήρ, Ῥωμαίους καὶ Βουλγάρους συγκρούων τὴν μακαρίαν καὶ θεο‐ | |
35 | ποιὸν διαλύειν ἀγάπην. Ταῦτά μοι, τέκνον ἐμόν, πένθους καθ’ ἑκάστην ὑπόθεσις γίνεται· ταῦτα μοι ἄρτον τὰ δάκρυα ποιεῖ. Διὰ τοῦτο καὶ πρότε‐ ρον παρῄνουν, ἐδυσώπουν, παρεκάλουν σεαυτοῦ γενέσθαι καὶ φείσασθαι | |
μὲν τῆς οἰκείας ἀρετῆς καὶ τῆς περιβοήτου φρονήσεως, φείσασθαι δὲ καὶ τῶν κοινῶν συμφορῶν, ὅσας ἀνάγκη Ῥωμαίους καὶ Βουλγάρους ἐκ | 46 | |
40 | τῆς τοιαύτης ἔχθρας καὶ διαστάσεως συναντήσειν· καὶ νῦν δὲ τὰ ὅμοια καὶ παραινῶ καὶ δυσωπῶ, τέκνον ἐμόν· ἀναμνήσθητι τῆς τοῦ κυρίου παραινέσεως, ἣν ἐκεῖνός φησιν· «Συμφέρει τῷ σκανδαλίζοντι ἕνα τῶν μικρῶν, μύλον ὀνικὸν δεδέσθαι περὶ τὸν τράχηλον καὶ εἰς τὴν θάλασσαν ἐρρῖφθαι.» Πρόσσχες νουνεχῶς· εἰ τῷ σκανδαλίζοντι ἕνα τῶν μικρῶν τοῦ‐ | |
45 | το συμφέρει, τί ἐροῦμεν περὶ τοσούτου σκανδάλου ὃ οὐ πρὸς ἕνα διαβαίνει, οὐδὲ πρὸς πέντε καὶ δέκα καὶ ἑκατόν, ἀλλὰ τίς ἂν ἀριθμήσοι τὸ πλῆθος; οὐδὲ πρός τινα τῶν μικρῶν, ἀλλὰ πρὸς βασιλείαν τὴν ἐπάνω πάσης ἐπι‐ γείου ἀρχῆς, ἣν μόνην ἐν γῇ ὁ τοῦ παντὸς ἔπηξε βασιλεύς; Ἐννόει, τέκνον ἡμῶν, τίνος ὁ λόγος· οὐκ ἄγγελος ταῦτα λέγει, οὐκ ἄνθρωπός τις | |
8(50) | τῶν χάριν θείαν πλουτούντων, οὐκ ἀπόστολος, οὐ προφήτης, ἀλλ’ αὐτὸς ὁ μέλλων πᾶν τὸ πλάσμα συναγαγεῖν καὶ τῷ ἑαυτοῦ φρικτῷ βήματι παραστῆσαι. Ἐκείνην ἀναλογίζου μοι τὴν ὥραν, ὅτε τοὺς λόγους τούτους εἰς τὸ μέσον προενεγκὼν τὸ μέγα τοῦτο σκάνδαλον τῇ ἑαυτοῦ δοκιμάσει δικαιοσύνῃ. Τί ἐροῦμεν τότε; Τί ἀπολογησόμεθα; Ποίαν ἀφορμὴν προ‐ | |
55 | βαλούμεθα εἰς ἀπολογίαν τῆς φρικτῆς κατακρίσεως; Εἶτα ἐὰν καὶ τοῦτο προενέγκῃ, τὸ «Τί ὠφελήσει ἄνθρωπον ἐὰν τὸν κόσμον ὅλον κερδήσῃ, τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ;» Τί ποιήσομεν; Τί γενοίμεθα; Τίνα παρά‐ κλησιν εὑρήσομεν; Ἐγώ, τέκνον ἐμόν, καὶ πρὸ τῆς ὥρας ἐκείνης ταῦτα νῦν λέγων ὅλος πληροῦμαι φρίκης, ὅλος ἔντρομός εἰμι. Σὺ δὲ οὐκ οἶδα | |
60 | εἰ μὴ φρίττεις καὶ τρέμεις συνετὸς ὢν καὶ φρόνιμος, καὶ ὅσον τῆς ἐπιγείου δόξης ὀρέγῃ τῆς νῦν μὲν ἀνθούσης, αὔριον δὲ μαραινομένης, πολλῷ πλέον τῆς ἐπουρανίου καὶ ἀμαράντου. Ἀναγκάζομαι, τέκνον ἐμόν, καὶ ὑπὸ τῆς συνεχούσης με ἀθυμίας καὶ ὑπὸ τῆς περὶ σὲ φιλίας ἐπὶ πλέον τὸν λόγον ἐκτείνειν· καὶ ἀνεπαχθῶς | |
65 | ἄκουε. Ἔθετο ἑκάστῳ ἔθνει ὁ θεός, ὥσπερ ὅριον, οὕτως καὶ τιμὰς καὶ κλήσεις· καὶ ὅσοι μὲν ἐνέμειναν ταῖς παρ’ αὐτοῦ δεδομέναις τιμαῖς, οὗτοι καὶ διήρκεσαν· ὅσοι δὲ τῶν μὲν θείων δωρεῶν καὶ τιμῶν ὥσπερ ἠλόγη‐ σαν, ἐφιλονείκησαν δὲ πλέον τι παρ’ ἑαυτῶν προσλαβεῖν, οὗτοι, κἂν ἐπὶ μικρὸν ἔδοξαν εἰς αὔξησιν προελθεῖν, ἀλλ’ οὐ πολὺ τὸ ἐν μέσῳ καὶ πάν‐ | |
70 | των ἐξέπεσον. Καὶ εἰ βούλει ἔξεστιν ἡμῖν τοῦτο ἐκ τῶν οἰκείων συνορᾶν πραγμάτων· καὶ σκόπει ὃ λέγω. Εἴ τις τῶν ἡμετέρων ὑποχειρίων, τιμῆς | |
τινος ἀξιωθεὶς παρ’ ἡμῶν, μὴ ταύτην ἀγαπᾷ μηδὲ στέργοι, ἀλλὰ καὶ φι‐ λονεικεῖ πλέον τι ἑαυτῷ περιθέσθαι, οὐκ ἀγανακτήσομεν, οὐ μισήσομεν, οὐκ ὀργιούμεθα κατ’ αὐτοῦ; Εἶτα ἡμεῖς μέν, ἄνθρωποι ὄντες θνητοὶ καὶ | 48 | |
75 | ἐπίκηροι, ἣν ἂν τιμὴν δοίημεν ἀνθρώπῳ ἴσῳ τὴν φύσιν, ἐὰν μὴ ταύτην ἀγαπήσῃ μηδὲ εὐχαρίστως ἐμμείνῃ τῇ δωρεᾷ, ἀλλὰ παρ’ ἑαυτοῦ προσφι‐ λονεικήσει καὶ περιεργάσεται καινότερός τις εἶναι καὶ δοκεῖν, ἀγανα‐ κτήσομεν καὶ ὀργὴν ἀναληψόμεθα, καὶ τυχὸν καὶ ἀφελοῦμεν παντελῶς τὴν δεδομένην αὐτῷ παρ’ ἡμῶν τιμὴν καὶ ἄτιμον μᾶλλον ποιήσομεν ἀνθ’ | |
80 | ὧν ἐνόμισεν οἰκείᾳ περινοίᾳ πλέον τοῦ δέοντος ἑαυτὸν τιμᾶν· τὸν δὲ θεὸν οὐχ οὕτως ὑποληψόμεθα τοῖς μὴ βουλομένοις ἐμμένειν τῇ παρ’ αὐτοῦ δεδομένῃ τούτοις τιμῇ ἕξειν, οὐδ’ ὀργιεῖσθαι ἂν τοὺς ὅρους ὑπερβαίνειν βουληθεῖεν τῆς δόξης καὶ τῆς τιμῆς οὓς αὐτὸς ἐδωρήσατο; Μὴ ὑπολάβῃς ταῦτα σοφιστικῶς γράφειν ἡμᾶς· οὔτε γὰρ σοφιστὴς ἐγὼ οὔτε πιθανολό‐ | |
85 | γος, ἀλλ’, εἰ καὶ ἀνάξιος, τοῦ ἁγίου θυσιαστηρίου λειτουργὸς καὶ τῆς πάντων σωτηρίας ὑπερευχόμενος· καὶ ὑπολαμβάνω (ὡς ἐμαυτὸν πείθω, ἀληθῶς) ὅτι μὴ τοῖς τοιούτοις ἐπιχειρήμασιν ἀρέσκεται ὁ θεός. Χωρὶς δὲ τούτων κἀκεῖνό σε δεῖ, τέκνον ἡμῶν, διενθυμεῖσθαι, ὅτι πέρυσιν εἰς ὄψιν ἀλλήλων καταστάντων ἡμῶν ἐπηγγείλω πάντα εἰρηνικά, | |
90 | πάντα φιλίας καθαρᾶς, καὶ ὡς ἀπό γε τοῦ νῦν λυθήσεται μὲν πᾶσα ἔρις, πᾶσα πρόφασις σκανδάλων, παύσεται δὲ πᾶσα στάσις, καὶ βραβευθήσεται σὺν θεῷ μεταξὺ Ῥωμαίων καὶ Βουλγάρων εἰρήνη ὄντως σταθηρὰ καὶ οἵα οὔπω πρότερον γέγονεν οὐδ’ ἐπειράθησαν οἱ πρὸ ἡμῶν ἐν βίῳ γεγονότες. Ποῦ μοι, τέκνον ἐμόν, ἡ τότε γλυκεῖα διάθεσις; Τί γέγονεν ἡ τῆς εἰρήνης | |
95 | ὑπόσχεσις; Ποῦ ἐκεῖνα τὰ ῥήματα οἷς ἔχαιρε μὲν θεός, ἔχαιρον δὲ οἱ ἀ‐ κούοντες ἄνθρωποι; Ποῦ ἐχώρησαν αἱ χρησταὶ ἐλπίδες ἃς εἴχομεν ἀδιστά‐ κτως, ὡς οὐκέτι μεταξὺ Ῥωμαίων καὶ Βουλγάρων ἰσχύσει ὁ πονηρὸς δαίμων ὑποβαλεῖν σκάνδαλον οὐδὲ συνταράξει τὴν καθαρὰν αὐτῶν ἀγάπην; Σκόπει φρόνιμος ὢν χάριτι θεοῦ καὶ ὀξὺς συνιδεῖν τὸ καλὸν τὰς μεθοδείας | |
8(100) | τοῦ πονηροῦ· πολύτροπός ἐστιν καὶ πάσῃ μηχανῇ κατὰ τῆς σωτηρίας τοῦ θείου πλάσματος ἀγωνίζεται· φθονεῖ μὲν παντὶ ἀνθρώπῳ, πλέον δὲ τοῖς μειζόνως χάριν λαβοῦσι παρὰ θεοῦ. Εἶδεν οὖν καὶ σέ, τέκνον ἡμῶν, φρονήσει, συνέσει, χρηστότητι, ἐπιεικείᾳ, καὶ ἄλλοις πλείστοις καλοῖς φιλοτιμηθέντα παρὰ θεοῦ, καὶ πρὸς φθόνον ὀξύτερον κατὰ σοῦ ἀναφλέ‐ | |
105 | γεται, καὶ βούλεται πάσῃ μηχανῇ τὸν κατὰ σοῦ φθόνον πληροφορήσειν. Ἀλλὰ μὴ λανθανέτω σε ἡ ἐκείνου ἐπιβουλή, μᾶλλον δὲ ὅσῳ τοῖς καλοῖς | |
πλουτεῖς, τοσοῦτον ταπεινότερος γίνου, ἵνα τὴν ἐκείνου ἐπιβουλὴν διαφύγῃς. Ἐδόθη σοι ἐπὶ γῆς τιμὴ καὶ δόξα παρὰ θεοῦ, σπούδασον ἐπὶ ταύτῃ καὶ τὴν οὐράνιον προσλαβεῖν· προσλήψῃ δὲ ταπεινοφρονῶν, μὴ | 50 | |
110 | μετεωριζόμενος, μὴ τὴν καρδίαν ὑψούμενος, μὴ ὑπὲρ ὃ προσῆκεν ἐπαιρό‐ μενος, μὴ σπονδὰς καὶ ὅρκια παραβαίνων, ἃ ἔθεντο μὲ οἱ πατέρες σου πάλαι καὶ πρόπαλαι, ἔθου δὲ καὶ αὐτὸς χθὲς καὶ πρώην. Εἴ τις ὅρκον τὸ σὸν ὄνομα ποιήσαιτο, εἶτα παραβῆναι τὸν ὅρκον τολμήσας, ἀπαραιτήτως θάνατον ὑπέχει τὴν δίκην· ὁ δὲ τὸν πάντων θεὸν καὶ δημιουργὸν καὶ δεσ‐ | |
115 | πότην εἰς ὅρκον προθέμενος, εἶτα παραβάτης γινόμενος, οὐ μυρίων θανά‐ των ἔνοχος; Ἀλλὰ τί; Διότι μὴ παραυτίκα ὑπὸ φιλανθρωπίας καὶ ἀφάτου μακροθυμίας ἐπάγει τὴν δίκην, διὰ τοῦτο καταφρονήσωμεν; Ἀλλ’ αὐτὸ τοῦτο, οἶμαι, χαλεπωτέραν ἡμῖν τὴν ποινὴν ἐποίσει, καὶ ὅσῳ πλέον μακροθυμεῖ, τοσοῦτον ἀλγεινοτέραν. | |
120 | Ἀλλὰ γὰρ ἴσως τὸ γράμμα πλέον ἐξέτεινα· διὰ τοῦτο ἓν εἰπὼν σιωπήσομαι. Οὐκ εἰμὶ προφήτης οὐδὲ τῶν προορᾶν τὰ μέλλοντα χάριν λαβόντων, ὡς δὲ λειτουργὸς τοῦ ἀχράντου θυσιαστηρίου, εἰ καὶ ἀνάξιος, καὶ ὡς πατὴρ τέκνου τὴν σωτηρίαν κηδόμενος, προασφαλίζομαι καὶ προλέγω. Ἔα τὴν τῶν σκανδάλων αἰτίαν· ἀπόστηθι τοῦ φρονήματος, | |
125 | δι’ οὗ ἡ κατάλυσις ἐνεργεῖται τῆς οἰκοδομῆς τοῦ παναγίου πνεύματος, ἥτις ἐστὶν ἡ ἀναμεταξὺ Ῥωμαίων καὶ Βουλγάρων ἐπὶ τοσοῦτον χρόνον κατασχοῦσα εἰρήνη καὶ ἀγάπη· ἐπάνελθε πρὸς τοὺς ἐξ ἀρχῆς λογισμούς, μεθ’ ὧν χάριτι θεοῦ εὐδαιμόνως χωρὶς δακρύων καὶ συμφορῶν ἑκάτερον ἔθνος ἐπολιτεύετο· ἐπεὶ εἴ τι ἐγὼ συνίημι τῆς τοῦ θεοῦ ἐξεγέρσεως, | |
130 | ἀναστήσεται εἰς ἐκδίκησιν, καὶ οὐδεὶς ἔσται ὁ ἐκ τῶν χειρῶν αὐτοῦ ἐξαι‐ ρούμενος. | |
9(1t) | Τῷ αὐτῷ | |
2 | Τίνας ποταμοὺς εὑρήσω δακρύων; Ποίους ἐπὶ τοῖς ἐμοῖς πάθεσιν ἀναλάβωμαι θρήνους; Ἐμὰ γὰρ τὰ πάθη ὅσα τὸν λαὸν τοῦ Χριστοῦ καὶ θεοῦ μου κατέλαβεν, τὴν ἁγίαν αὐτοῦ καὶ περιπόθητον κληρονομίαν, δι’ | |
5 | ἧς ὑπέμεινε τὸν σταυρὸν καὶ τὸν θάνατον. Πῶς οὖν ἀποκλαύσωμαι ταῦτα ἢ τίνα εὕρω τῆς ἐμῆς ὀδύνης καὶ τῶν σπαραγμῶν τῆς καρδίας παράκλησιν; | |
Ὢ τῆς κακίας τοῦ ἀπ’ ἀρχῆς μισανθρώπου, τοῦ τὸν πικρὸν φθόνον κατὰ τοῦ τῆς θείας παλάμης πλάσματος ἐξοπλίσαντος, τοῦ ἀεὶ τὸν ἄνθρωπον πρὸς ὄλεθρον καὶ ἀπώλειαν ἄγοντος. Ἀπ’ ἀρχῆς γὰρ ὁ μιαρός, ὁ ἀρχέκα‐ | 52 | |
10 | κος, ἐκμανεὶς κατὰ τοῦ ἀνθρωπίνου γένους, οὐ παύεται μέχρι καὶ σήμερον, μᾶλλον δὲ μέχρις ἂν ἐπὶ γῆς πολιτεύηται ἄνθρωπος, ἀνασοβῶν καὶ κατ’ ἀλλήλων ἀνεγείρων, ἵνα, ἐπεὶ αὐτὸς μὴ συγκεχώρηται προφανῶς ἐπιβουλεύειν ἡμῖν, αὐτοὶ δι’ ἀλλήλων τὰς ἐπιβουλὰς καὶ τὴν ἀναίρεσιν διαπράττωμεν. Ἐκ ταύτης τῆς ἀπ’ ἀρχῆς μανιώδους αὐτοῦ προαιρέσεως | |
15 | καὶ ἀδελφοὶ ὥπλισαν χεῖρας κατὰ τῶν ἐκ τοῦ αὐτοῦ σπέρματος καὶ τῆς αὐτῆς προελθόντων γαστρός· καὶ πατέρες ἀπέκτειναν παῖδας, ὑπὲρ ὧν ηὔξαντο πολλάκις τὰς ψυχὰς προαφεῖναι, καὶ φίλοι φίλους ἠγνόησαν. Ἐκείνου τοῦ ἀλάστορος οἴμοι δαίμονος καὶ τὰ νῦν ἐμὲ καταλαβόν‐ τα πάθη καὶ οἱ θρῆνοι καὶ τὰ δάκρυα· ἐκείνου τῆς κακομηχανίας ἡ διάρ‐ | |
20 | ρηξις τοῦ συνδέσμου τῆς ἀγάπης τῶν τοῦ Χριστοῦ καὶ θεοῦ μου τέκνων, τῆς τε Ῥωμαϊκῆς καὶ τῆς Βουλγαρικῆς ἐξουσίας. Ἀφ’ οὗ γὰρ ὁ βρα‐ βεῦσαι βουληθεὶς εἰρήνην τῷ κόσμῳ διὰ τῆς ἐκ τῶν πατρικῶν κόλπων κενώσεως τὸ τῶν Βουλγάρων γένος πρὸς ἑαυτὸν ᾠκειώσατο καὶ εἰς ἀδελ‐ φότητα τῷ Ῥωμαϊκῷ γένει συνῆψεν καὶ τὴν αὐτὴν παρέσχε τιμήν, τὸ | |
25 | καλεῖσθαι τούτους Χριστιανούς, ὥσπερ καὶ ἡμῖν, οὐ φέρων τὴν τοσαύτην γεγενημένην εἰς ὑμᾶς εὐεργεσίαν ὁ ἀεὶ φθονῶν τοῖς καλοῖς, ἀκατάπαυ‐ στον δὲ ἀγῶνα ποιούμενος τοῦ ὅσον ἐπ’ αὐτῷ λυπῆσαι μὲν τὸν Χριστὸν καὶ θεὸν ἡμῶν τὸν κοινὸν εὐεργέτην, ζημιῶσαι δὲ τὸ Βουλγάρων γένος τῆς παρ’ αὐτοῦ δεδομένης τιμῆς, εὗρεν ὡς ἔοικεν ὀψέ ποτε τὴν ἔκβασιν | |
30 | τῆς ἐπιβουλῆς, καὶ εὑρὼν «σκεύη» κατὰ τὸν μακάριον ἀπόστολον «κατ‐ ηρτισμένα εἰς ἀπώλειαν», ἃ μὲν ἐκ τοῦ ὑμετέρου γένους, ἃ δὲ ἐξ ἡμῶν, ἐνήργησε τὸ ἐλεεινὸν τοῦτο καὶ πολυδάκρυτον ἡμῖν τε καὶ ὑμῖν ἔργον, καὶ τοσοῦτον φόνον καὶ ὄλεθρον τῆς τοῦ Χριστοῦ ἐξετέλεσε κληρονομίας, χειρῶν ἐργασαμένων τὸν φόνον οὐχὶ ἀκαθάρτων οὐδὲ τῇ ἀσεβείᾳ δου‐ | |
35 | λεύειν ἐπισταμένων, ἀλλὰ τῶν κεκαθαρμένων τῷ ἁγίῳ βαπτίσματι καὶ πρὸς τὸν οὐράνιον πατέρα ἐπαιρομένων καὶ τῷ τοῦ σταυροῦ σημείῳ ἑαυτοὺς κατασφαλιζομένων ἐκ τῆς τοῦ πονηροῦ ἐπηρείας. Τίς γένωμαι πρὸς ταῦτα; Τί διαπράξωμαι; Τίνας ἀποκλαύσωμαι; Τοὺς κατ’ ἀλλήλων συγκινηθέντας, καὶ τῷ οἰκείῳ φόνῳ καὶ ταῖς | |
40 | σφαγαῖς μολύναντας μὲν τὴν γῆν, μολύναντας δὲ τὸν ἀέρα, σκυθρωπάσαι | |
δὲ οὐ μόνον τοὺς ἀκούοντας ταῦτα Χριστιανοὺς ἐν ὅλῃ τῇ οἰκουμένῃ ποιήσαντας, ἀλλὰ καὶ τοὺς ἐν οὐρανῷ ἀγγέλους; Σκυθρωπάζουσι καὶ αὐτοὶ πάντως, καὶ εἰ παρεῖχε δάκρυα ἡ φύσις ἐθρήνησαν ἄν, τοῦ τῶν ὅλων δεσπότου ἐπὶ τῷ γεγονότι ἀλγοῦντος. Εἰκάζεις γὰρ πάντως, τέκνον ἡμῶν, | 54 | |
45 | οἷον τὸ ἄλγημα τοῦ μὴ βουλομένου τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ἀλλὰ τὸ ἐπιστρέψαι καὶ ζῆν αὐτόν, ἐπὶ τοσούτοις θανάτοις, οὓς οὐδεὶς ἄλλος ἢ διάβολος ὁ τῆς ἁμαρτίας γεννήτωρ καὶ οἱ ταύτην ἀγαπῶντες εἰργάσαντο. Ἀλλὰ μέχρι ποῦ ταῦτα θρηνῶ καὶ ἀποκλαίομαι, δέον τὰ μὲν γεγονότα χαλεπὰ λιπεῖν, ἐπείπερ ἀναβίωσις οὐκ ἔστιν τῶν τεθνηκότων, | |
9(50) | πρὸς δὲ τὰ ἤδη ἀπό γε τοῦ νῦν πράγματα μεταφέρειν τὸν λόγον; Τέκνον ἐμόν, σπλάγχνον ἐμόν (εἰ γὰρ καὶ τὴν καρδίαν ἔπληξας, εἰ καὶ ὀδύνης ἐνέπλησας δι’ ὧν ἔπραξας, τὰ πατρικὰ σπλάγχνα συστρέφεται ἐπὶ σοί), ἀρκέσθητι τοῖς εἰργασμένοις, μέχρι τούτου στήτω ἡ τοῦ πονηροῦ δαίμο‐ νος κατὰ τῆς κοινῆς τῶν Χριστιανῶν μιαιφονίας ἐνέργεια, μηδέ τι πλέον | |
55 | ἰσχύσῃ αὐτὸς μὲν ἐξορχεῖσθαι καὶ χαίρειν ἐπὶ τῇ κοινῇ συμφορᾷ, τῷ Χριστῷ δὲ καὶ θεῷ ἡμῶν περιποιεῖν τὸ σκυθρωπάζειν καὶ τοῖς φιλανθρώ‐ ποις ἀγγέλοις καὶ πᾶσιν ὅσοι τὸ εὐσεβεῖν ἐκληρώσαντο. Ἀγαθὸν μὲν γὰρ μηδ’ ὅλως λαβεῖν ἀρχὴν ἔργον πονηρὸν μηδὲ τοῦ πρέποντος ἀποσφαλῆναι τὸν ἄνθρωπον· ἐὰν δὲ ἄρα καὶ γένηταί τι τοιοῦτον, οἷα συμβαίνειν ἀνάγκη | |
60 | τῷ πολυαμαρτήτῳ καὶ πολυπλανεῖ βίῳ, ἀλλὰ πάλιν ὡς μοίρας θεοῦ μίξιν ἔχουσιν, ὀφειλόμενόν ἐστιν τῳ πταίσματι προσάγειν τὴν ἐπανόρθωσιν. Γέγονε τὸ ἤδη γεγονὸς ἐλεεινὸν καὶ πολυπενθὲς μεταξὺ Βουλγάρων καὶ Ῥωμαίων πταῖσμα, ὃ τίς ἂν χρόνος δώσῃ λήθῃ καὶ μὴ πάντα τὸν αἰῶνα εἰς κοινὴν στήλην καὶ ὄνειδος εἴη διαμνημονευόμενον, τὸ μέν τι καὶ ἡμῶν | |
65 | πταισάντων, τὸ δὲ καὶ ὑμῶν; Ἀλλὰ τὸ μὲν ὑμέτερον καὶ χωρὶς τῶν ἐμῶν λόγων αὐτοὶ ἐπιγινώ‐ σκετε· πάντως γὰρ φρόνιμος ὢν καὶ τὴν οἰκείαν συνείδησιν κριτὴν καθι‐ στάνων ἐπιγνώσῃ τὴν αἰτίαν καὶ πρὸ τῶν ἡμετέρων λόγων. Τὸ δὲ τοῦ ἡμετέρου λαοῦ πταῖσμα (φεῦ τῆς τῶν πονηρῶν ἀνθρώπων ἰσχύος) οὐκ | |
70 | οἶδα εἰπεῖν ἀκριβῶς ὅπως ἀπήντησεν, ἐπεὶ οὐδ’ ἔχω οὔτε τῶν βεβουλευ‐ μένων οὔτε τῶν πεπραγμένων ἀκριβῆ τὴν εἴδησιν. Ἃ μὲν γὰρ προε‐ μελετήθη καὶ προκατεσκευάσθη (δεῖ γὰρ κατηγορῆσαι τὴν ἀλήθειαν τιμῶντας ἡμᾶς καὶ τῶν ἐνταῦθα λαχόντων ἄρχειν) οὔτε συνέγνωμεν οὔτε εἰς μάθησιν ἔσχομεν οὐδ’ ὅπως ἡ κίνησις τῆς τοσαύτης ὑπῆρξε στρατιᾶς. | |
75 | Ἐπεὶ δὲ τὰ ἐνταῦθα κατέλαβον, ὡς εἰκὸς ἦν οὐδ’ ἡμᾶς τὸ πρᾶγμα διέλα‐ | |
θεν (πῶς γάρ, τοσούτου πλήθους ἐνταῦθα συνειλεγμένου;) ἀλλὰ τὸ τηνικαῦτα, εἰ καὶ μὴ παρὰ τῶν τὰ πράγματα διοικούντων, ἀλλὰ παρά γε τῶν ἄλλων τὴν αἰτίαν τῆς συλλογῆς τοῦ στρατοῦ ἐξεδιδασκόμεθα, ὡς ἕνεκα τῆς πρὸς Βουλγάρους ἐκστρατείας ἡ τοσαύτη γέγονε κίνησις. | 56 | |
80 | Τότε δή, τότε τὴν εἰς τὰ βασίλεια ζητήσαντες εἴσοδον, ἐπείπερ τοῖς ἄρχουσιν ἐνετύχομεν, οἰκείᾳ γλώσσῃ μαθεῖν ἐζητοῦμεν τοῦ στρατοῦ τὴν συγκίνησιν, καὶ ὥσπερ ἐχρῆν καὶ ἐμεμψάμεθα καὶ ὠνειδίσαμεν τοσούτου πράγματος ἐπισκόπους ἡμᾶς ὄντας τῆς πόλεως μὴ λαβόντας κοινωνὸν τῆς βουλῆς. Τῶν δὲ ἡ μὲν ἄλλη ἀπολογία προήρχετο μὲν ὡς ἦν δυνατὸν | |
85 | ἀπολογεῖσθαι αὐτοῖς καὶ τὴν αἰτίαν διαλύειν τῆς μέμψεως· ἔλεγον δὲ πρὸς ὑμᾶς ἐκστρατεύειν οὐ πολέμου χάριν οὐδὲ φόνων ἕνεκεν καὶ αἱμάτων ἐκχύσεως, ἀλλ’ ἅπερ ἀπήγγελλον, ταῦτά σοι, τέκνον ἐμόν, ἤδη γνωρίζο‐ μεν· «Ἐπίστασαι, πάτερ καὶ δέσποτα, τοὺς τῆς Μακεδονίας καὶ τῆς | |
90 | Θρᾴκης στρατηγούς. Οὗτοι δὴ οὖν» ἔλεγον «οὐ διαλείπουσι καθ’ ἑκάστην τὰ μὲν γράμμασι δηλοῦντες, τὰ δὲ καὶ γλώσσῃ τῶν οἰκείων ἀποκρισια‐ ρίων, καὶ διαβεβαιούμενοι ὡς ἀληθῆ λέγοιεν (καὶ οὐδεμία τοῖς λόγοις πρόσεστιν ἀμφιβολία) ὅτιπερ ὁ τῶν Βουλγάρων τοιοῦτος εἴη σκοπός, ὥστε τὴν ἡμετέραν χώραν σκυλεῦσαι παντελῶς καὶ λαφυραγωγῆσαι.» | |
95 | Καὶ προσεπέφερον πίστιν τοῖς λόγοις αὐτῶν, ὅτι μὴ ψεύδονται ἀλλ’ ὡς ἀληθῶς τοιαῦτα σκέπτονται Βούλγαροι ποιεῖν, τὴν τῶν γεγενημένων συμφώνων ῥῖψιν ἣν ἔλεγον ποιήσασθαι Βουλγάρους, ὡς οὐκέτι βουλομέ‐ νων ἐμμένειν τοῖς ἤδη συμπεφωνημένοις. Εἶτα καὶ τούτοις προσετίθεσαν λέγοντες ἡμῖν ὡς «Οὐδὲ τὸν Βωγᾶν ἀγνοεῖς, ὅτι τῆς Χερσῶνος τέτακται | |
9(100) | στρατηγεῖν. Οὗτος δὴ ὁ τῆς Χερσῶνος στρατηγὸς οὐ διαλιμπάνει διη‐ νεκῶς ἀναφέρων ὡς πᾶσαν σπουδὴν τίθενται Βούλγαροι καὶ Πατζηνα‐ κίτας καὶ εἴ τινα ἕτερα ἐν ἐκείνοις ἐστὶν τοῖς τόποις ἔθνη προσλήψεσθαι εἰς τὴν κατὰ Ῥωμαίων ἔφοδόν τε καὶ τὸν πόλεμον. Καὶ οὐχὶ ταῦτα νῦν μὲν λέγει νῦν δὲ σιγᾷ, ἀλλὰ διηνεκῶς καὶ καθ’ ἑκάστην τοιούτοις γράμμασι | |
105 | καὶ ῥήμασι τὰς ἀκοὰς ἡμῶν καὶ τὰς καρδίας παρενοχλεῖ.» Ἐπὶ τούτοις καὶ ἀποκρισιαρίους ἔλεγον μέχρι τῶν ἓξ καὶ δέκα ἥκοντας τοῦ τῶν Πα‐ τζηνακιτῶν γένους τοιαῦτα προσαγγέλλειν, ὡς ἐξαπεστάλησαν πρὸς αὐτοὺς ἐκ Βουλγαρίας ἀποκρισιάριοι, οὐχ ἅπαξ οὐδὲ δίς, ἀλλὰ καὶ πλειστάκις, προσκαλούμενοι τούτους εἰς τὴν πρὸς ἑαυτοὺς ἕνωσιν· καὶ τοσοῦτον τὸ | |
110 | πρᾶγμα σπουδάζεται Βουλγάροις, ὥστε καὶ γάμου κοινωνίᾳ τῶν οἰκείων παίδων σπουδάζειν ἑνῶσαι καὶ συνδῆσαι τὴν πρὸς ἑαυτοὺς συμμαχίαν Πα‐ | |
τζηνακιτῶν. «Ὡς οὖν τοιούτοις λόγοις διαταρασσόμενοι, ἐπειδήπερ προλα‐ βόντες καὶ δηλώσεσιν ἐγγράφοις καὶ μηνύμασιν ἀγράφοις σπουδὴν ἐποιησά‐ μεθα τὸ εἰρηνικὸν φρόνημα μεταξὺ Βουλγάρων καὶ ἡμῶν ῥιζῶσαι, οὐκ | 58 | |
115 | ἠδυνήθημεν δέ, ἤλθομεν καὶ ἄκοντες εἰς τοιαύτην περίνοιαν ὥστε στρα‐ τείαν κατ’ αὐτῶν σχηματίσαι καὶ πειραθῆναι τῷ τοιούτῳ τρόπῳ Βουλ‐ γάρων τὴν ὁρμὴν ἐπισχεῖν, ἀλλ’ οὐχὶ πρὸς αἵματα καὶ σφαγὰς τὸν λαὸν χωρῆσαι, εἴ πως δοίη θεὸς διὰ τῆς τοιαύτης περινοίας ἑλκύσαι ἡμᾶς πρὸς ἀγάπην αὐτοὺς καὶ ἀσφαλῆ τὸν δεσμὸν ἐξεργάσασθαι τῆς φιλίας. Ἔχεις | |
120 | τὴν ἀπολογίαν, ὧ πάτερ καὶ δέσποτα, καὶ μὴ ὀργίζου μηδὲ ἀγανάκτει.» Ἐγὼ δὲ ἀπιστεῖν οὐκ εἶχον· πλὴν καὶ οὕτως ἐπετίμων, ἐπέπλητ‐ τον, ἐξωνείδιζον, καὶ ὡς ἔδει ἔλεγον καὶ ἔτι μηνῦσαι ταῦτα διὰ γραφῆς. Καὶ οἱ μὲν ἠξίουν ἐμὲ γράφειν, ἐγὼ δ’ ὁ μάταιος (ὁμολογήσω γὰρ τὴν ἐμαυτοῦ ἁμαρτίαν καὶ κατηγορήσω τῆς ἐμαυτοῦ ἀθλιότητος) οὐκ οἶδα | |
125 | πῶς ὀκνηρὸς ἐγενόμην πρὸς ταύτην τὴν διακονίαν, τὸ μέν τι ὡς ἔοικεν τῶν ἐμῶν ἁμαρτιῶν τὸν ὄκνον ἐμποιησαμένων, τὸ δὲ καὶ ὑπολαβόντων ἡμῶν ὡς ἐπείπερ κατὰ τοὺς ἐκείνων λόγους εἰς σχῆμα μόνον καὶ φαν‐ τασίαν μάχης ἡ τοῦ λαοῦ συγκίνησις αὐτοῖς ἐπινενόηται, οὐ προκόψει πρὸς ἀληθῆ πόλεμον οὐδὲ πρὸς σφαγὰς καὶ χύσεις αἱμάτων ἡ τοιαύτη | |
130 | ὁρμή, καὶ διὰ τοῦτο οὐδ’ ἡ τοῦ ἡμετέρου γράμματος ἀποστολὴ ἔδοξε περισπούδαστος. Ταῦτα τὴν ἐμὴν ἀνέστειλε γνώμην τοῦ πρὸς σέ, τέκνον ἡμῶν, γράφειν ἃ ἔδει γράφειν πρὸ τῆς πολυωδύνου τοῦ πολέμου συμ‐ βάσεως. Ἀλλ’ εἰπέ μοι καὶ σύ, τέκνον ἡμῶν, δυσωπῶ, ἀπορρίψας τὸν θυμὸν καὶ τῆς ψυχῆς τὴν πικρίαν καὶ ὡς συνετὸς ὀρθῷ λογισμῷ κρῖνον | |
135 | ταῦτα· ὁπότε δὴ τῆς Μακεδονίας καὶ τῆς Θρᾴκης οἱ στρατηγοῦντες τοιαῦτα ἐδίδασκον οἷα τὸ γράμμα διεξῆλθεν καὶ Βωγᾶς ἑτέρωθεν καὶ οἱ ἐκ Πατζηνακίας ἀποκρισιάριοι πάλιν διεβεβαιοῦντο καὶ τοιούτοις ῥήμασι τὰς καρδίας αὐτῶν ἐσάλευον, τί φρονεῖν αὐτοὺς ἔδει καὶ ποιεῖν, τοιαύταις πονηραῖς ἀγγελίαις ἐκταρασσομένους; Οἶδα δὲ ὅτι κρίνειν πράγματα | |
140 | συνετὸς ὢν πάντως ὁμολογήσεις ὡς ἐκεῖνα φρονεῖν ἔδει καὶ ποιεῖν ἃ ὑπὲρ σωτηρίας εἰκὸς ἦν διανοεῖσθαι. Τούτου ἕνεκεν, ὅσον ἐμὲ πεισθῆναι εἰκὸς ἦν ἐξ ὧν διαβεβαιούμε‐ νοι ἐπληροφόρησαν, ἡ τοῦ στρατοῦ γέγονε συλλογὴ καὶ συγκίνησις καὶ ἡ πρὸς Πατζηνακίτας διάπεμψις· οὐχ ἵνα πόλεμον συγκροτήσωσιν οὐδ’ | |
145 | ἵνα τοῦ σοῦ λαοῦ σφαγὰς ἐνεργήσωσιν, ἀλλ’ ὥστε τοῦτο μὲν ἑαυτοῖς πε‐ ριποιήσασθαι τὸ ἀσφαλές, τοῦτο δὲ ὥστε ὑμῶν ἀνακόψαι τὴν ὁρμὴν μόνον, ὥς φασιν, καὶ συστεῖλαι πρὸς τὸ μὴ ἐπιδραμεῖν τὴν Ῥωμαϊκὴν χώραν, καθὼς ἡ τῶν ἀθλίων ἐκείνων ἀνθρώπων, τοῦ τε Βωγᾶ καὶ τῶν ἐκ | |
Πατζηνάκων ἀποσταλέντων ***, προσέτι καὶ τῶν ἄλλων στρατηγῶν οἱ | 60 | |
9(150) | λόγοι αὐτοῖς πίστιν παρείχοντο. Τοῦτον εἶπον ἡμῖν γενέσθαι σκοπὸν αὐτοῖς τῆς τοῦ στρατοῦ συναθροίσεως, ταύτην αἰτίαν εἶναι τῆς πρὸς τοὺς Πατζηνακίτας διαπέμψεως· καὶ ἐγὼ τούτοις ἐπειθόμην, ἐκεῖνο ἐνθυμηθεὶς ὅτι ἔστι τις καὶ τοιαύτη ἀνθρώποις ἐπίνοια (ἣν οὐδὲ αὐτός, τέκνον ἡμῶν, ἀγνοεῖς), ὡς ἐπειδὰν τέκνα πρὸς τοὺς γονεῖς διαστα‐ | |
155 | σιάζωσιν, εἶτα οἱ πατέρες πάντα δι’ ἑαυτῶν πράττοντες μὴ δύνανται οἰ‐ κείαις σπουδαῖς καταλῦσαι τὴν στάσιν τῶν τέκνων, ἀναγκάζονται τῷ πρὸς αὐτοὺς ἐνίοτε πόθῳ καὶ ἔξωθεν ἄλλους τινὰς προσλαμβάνεσθαι εἰς βοήθειαν, ὥστε δι’ ἐκείνων φοβῆσαι καὶ πρὸς ἑαυτοὺς ἐπισπάσασθαι καὶ ἄκοντα τὰ τέκνα. Ὅπερ κἀγὼ ὑπέλαβον καὶ τούτους πρὸς ὑμᾶς | |
160 | ἐπινοῆσαι, ἐπειδὴ ἐκ τοῦ πονηροῦ δαίμονος διαστάσεως γεγενημένης Βουλγάρων καὶ Ῥωμαίων οὐκ ἠδύναντο πάλιν δι’ ἑαυτῶν ἑλκύσαι πρὸς ἑαυτοὺς οἱ γεγονότες πατέρες. Ἀλλ’ οἱ μὲν οὕτως διενοήθησαν, σχῆμα πολέμου ὑμῖν μόνον ἐπισεῖσαι βουλόμενοι, ὥς φασιν, ἕνεκεν τοῦ προσλα‐ βέσθαι καὶ ἐναγκαλίσασθαι, ἀλλ’ οὐχὶ πόλεμον περιστῆσαι ἀληθῆ οὐδὲ | |
165 | μέχρι σφαγῶν καὶ αἱμάτων χωρῆσαι, ὡς διατείνονται, ἔλαθον δὲ ἄρα τῷ πονηρῷ δαίμονι πρόφασιν παρασχόντες τοιαῦτα πάθη καὶ τοιαύτας πικρὰς ὀδύνας πᾶσι Χριστιανοῖς ἀπεργάσασθαι· ὃς πολλάκις μὲν καὶ μηδεμιᾶς προφάσεως ἐξ ἀνθρώπων οὔσης αὐτὸς παγχάλεπα κατεργάζεται, πολλάκις δὲ καὶ μικρᾶς τινος δραξάμενος ἀφορμῆς τῇ παρ’ ἑαυτοῦ | |
170 | ἐπινοίᾳ μέγιστα κακὰ ἐκτελεῖ· οὗ καὶ νῦν τὸ μέγα τοῦτο κακὸν καὶ οὐκ ἔχον ὑπερβολὴν μεταξὺ Βουλγάρων καὶ Ῥωμαίων (ὢ τῶν ἐμῶν ἁμαρ‐ τημάτων) χώραν εὗρεν εἰς ἐξεργασίαν. Οἶδα ὅτι ἐρεῖς—καὶ δίκαια πάντως ἐρεῖς, εἰ μὴ ἄλλη τις καὶ παρ’ ἡμῶν ἀφορμὴ τῷ δικαίῳ τούτῳ ἐνστήσεται· —φήσεις γὰρ πάντως ὅτιπερ, | |
175 | εἰ τὸν πόλεμον ἐσχημάτιζον καὶ πρὸς τοῦτο ἔβλεπεν αὐτοῖς ὁ σκοπός, τί δήποτε πρὸς τὴν Βουλγάρων εἰσήλασαν γῆν καὶ πρὸ τοῦ πολέμου τὰ τῶν πολεμίων διεπράττοντο; Εἶπον αὐτοῖς καὶ ἐγώ, τέκνον ἡμῶν, ταῦτα καὶ πρὸ τῆς τῶν σῶν λόγων ἀπαντήσεως, καὶ ἐμεμψάμην καὶ ἐπέπληξα. Ἀλλὰ καὶ πρὸς ταῦτα οὐκ ἠπόρησαν ἀπολογίας· εἰ δὲ ἀληθὴς ἡ ἀπολογία σὺ | |
180 | ἂν εἰδείης. Ἔφασαν γὰρ ὅτι τῶν Βουλγάρων πολέμου νόμῳ ἐξελασάντων κατὰ τῶν ἐν Δυρραχίῳ Ῥωμαϊκῶν τόπων καὶ κατὰ τῶν ἐν Θεσσαλονίκῃ, γέγονεν ἀφορμὴ τοῦ πρὸς τὴν γῆν τῶν Βουλγάρων τὰ Ῥωμαϊκὰ στρα‐ τεύματα εἰσελθεῖν, καὶ οὐδ’ οὕτως ἐπιδρομὰς οἵας οἶδεν ὁ πόλεμος ἔγνωσαν διαπράξασθαι. Ταῦτα εἰ οὕτω γέγονεν, ἐγὼ μὲν οὐκ ἐπίσταμαι, | |
185 | οὗτοι δὲ διισχυρίζονται· σὸν δέ ἐστιν εἰδέναι καὶ τῆς σῆς ἔμφρονος συνει‐ | |
δήσεως τὸ μὴ ἀπαρνεῖσθαι τὸ γεγονός. Ἀλλά, τέκνον ἐμόν, ὁποῖαί ποτ’ ἂν αἱ ἀπολογίαι τῶν ἐνταῦθα γεγό‐ νασιν, οὐκ εὐλόγους αὐτὰς ἡγησάμην, καὶ διὰ τοῦτο καὶ ὀνειδισμοῖς καὶ μέμψεσιν καὶ ἐπιτιμήσεσιν ἠμυνάμην καὶ ἔτι οὐ διαλείψομαι ἀμυνόμενος. | 62 | |
190 | Σὲ δὲ οἷα παρὼν καὶ τῷ σῷ τραχήλῳ περιχυθεὶς ταῦτα παρακαλῶ· παυσάσθω ἕως τούτου τὰ χαλεπά· γνωρίσωμεν ἑαυτούς, ἀναλογισώμεθα ὅτι Χριστοῦ ἐσμεν κληρονόμοι· καὶ εἰ καὶ τοῖς γένεσι διῃρήμεθα, ἀλλ’ ἓν σῶμα τῇ πίστει ἐσμὲν καὶ μίαν κεφαλὴν κεκτήμεθα τὸν Χριστόν· καὶ ἀλλήλων ἐσμὲν μέλη καὶ οὐκ οἶδε τὰ μέλη καθ’ ἑαυτῶν στασιάζειν, | |
195 | ἀλλὰ κατὰ τὸν μακάριον ἀπόστολον «Εἰ πάσχει ἓν μέλος, πάντα τὰ μέλη συμπάσχει.» Χριστιανοί ἐσμεν, μὴ ψευδώμεθα τὴν κλῆσιν. Οἴμοι τῶν ἀφορήτων κακῶν. Τοὺς διδασκομένους εἰρήνην μετὰ πάντων διώκειν ἐξεπολέμωσεν καθ’ ἑαυτοὺς ὁ διάβολος· τοὺς ὀφείλοντας πραεῖς εἶναι πρὸς πάντας ἀνθρώπους κατ’ ἀλλήλων ἐκμαίνεσθαι πεποίη‐ | |
9(200) | κεν ὁ τῆς μανίας ἀρχηγός. Πάλαι μὲν οἱ τὸν Χριστὸν ἐγνωκότες, οἱ τῷ ἐκείνου ἁγίῳ ὀνόματι ἐπικεκλημένοι, τὴν γῆν τοῖς οἰκείοις ἡγίασαν αἵμασι, τὸν ἀέρα εὐωδίας ἐπλήρωσαν, τὸν διάβολον σὺν τοῖς αὐτοῦ κατ‐ ῄσχυναν δαίμοσιν, τοῖς ἀγγέλοις χορεύειν ἐδίδοσαν καὶ σκιρτᾶν, τὸν δεσπότην ταῖς οἰκείαις ἐδόξαζον σφαγαῖς. Νῦν δὲ τί; Οἱ τοῦ Χριστοῦ | |
205 | ἐπώνυμοι ἐμίαναν τῆν γῆν τοῖς οἰκείοις αἵμασι, δυσωδίας ἐνέπλησαν τὸν ἀέρα, χορεύειν τοῖς δαίμοσιν ἔδωκαν, ὑπόθεσιν τοῦ σκυθρωπάζειν τοῖς ἀγγέλοις παρέσχον, τῷ δεσπότῃ προεξένησαν ἄλγος οἷον οὐδ’ οἱ ἐπὶ τοῦ ξύλου τοῦτον σταυρώσαντες. Καὶ ὅτι ἀληθῆ λέγω, πρόσσχες καὶ μάνθανε. Ἐκεῖ μὲν γὰρ εἰ καὶ ἤλγει διὰ τὰς πληγάς, ἀλλ’ ἔχαιρεν διὰ τὴν σωτηρίαν | |
210 | τῶν ὑπὲρ ὧν αἱ πληγαί· ἐνταῦθα δὲ τὸ μὲν ὀδυνᾶσθαι πάρεστι, τὸ δὲ χαίρειν οὐδαμοῦ. Ἆρ’ οὐκ εἰκότως ἀπ’ ἀρχῆς ὁ λόγος ποταμοὺς ἐζήτει δακρύων, τοιούτων συμφορῶν τὴν ἐμὴν ἀθλίαν περιισταμένων ζωήν; Ὡς εἴθε προαπολώλειν καὶ μὴ τοιούτοις ἀλγεινοῖς πράγμασιν ἡ ἐμὴ συν‐ τετήρητο ζωή. Ἀλλ’ εἴ τί σοι μέλει, τέκνον ἡμῶν, τοῦ ἄλυπον εἶναι τὸν | |
215 | Χριστὸν καὶ θεὸν ἡμῶν τὸν δι’ ἡμᾶς ἐκ τῶν πατρικῶν κενωθέντα κόλ‐ πων, τὸν ὑπομείναντα πάθη ἵνα παθῶν ἡμᾶς ἐλευθερώσῃ· εἴ τίς σοι φροντὶς τοῦ μὴ σκυθρωπάζειν τοὺς φιλανθρώπους ἀγγέλους, τοῦ μὴ χαί‐ ρειν καὶ σκιρτᾶν τοὺς μισανθρώπους δαίμονας· προσθήσω δὲ καὶ τὸ ἐμόν· εἴ τι τῆς ἐμῆς τεταπεινωμένης εὐχῆς ὡς πατρὸς ἐν χρείᾳ καθίστασαι, | |
220 | μηκέτι διανοηθῇς ἐπηρεάσαι μηδὲ πόλεμον ἀναλαβέσθαι κατὰ τοῦ λαοῦ | |
τοῦ σοῦ πνευματικοῦ πατρός, τοῦ θεοστεφοῦς ἡμῶν βασιλέως· οὗ εἰ καὶ μὴ πεῖραν ἔλαβες τῆς ἀγάπης διά τε τὸ ἄωρον τῆς ἡλικίας καὶ διὰ τὰ φθάσαντα παρεισελθεῖν ἐκ τοῦ πονηροῦ σκάνδαλα, ἀλλὰ λήψῃ πάντως βραβευούσης σὺν θεῷ τῆς εἰρήνης, καὶ μαθήσῃ πείρᾳ ὅτι ὥσπερ τῶν | 64 | |
225 | σκήπτρων γέγονε κληρονόμος τοῦ μακαρίου πατρὸς αὐτοῦ, οὕτως καὶ τῆς στοργῆς καὶ ἀγάπης καὶ τῆς γλυκείας πρὸς σὲ διαθέσεως. Ἐπὶ πᾶσι δέ, τέκνον ἡμῶν, οἷς παρεκαλέσαμεν (καὶ ὅρα μὴ κατα‐ φρονήσῃς), τοῦ Χριστοῦ καὶ θεοῦ ἡμῶν φωνή ἐστιν «Ὁ ἀθετῶν ὑμᾶς ἐμὲ ἀθετεῖ»· οὗ, εἰ καὶ ἁμαρτωλός, τῷ θυσιαστηρίῳ παρέστηκα καὶ παρὰ | |
230 | τοῦ ἁγίου πνεύματος λύειν καὶ δεσμεῖν ἔλαβον ἐξουσίαν. Ὅρα οὖν, πάλιν φημί, καὶ μὴ καταφρονήσῃς· δεσμῷ σε καθυποβάλλομεν ἀλύτῳ καὶ ἀρρήκτῳ ἐν πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι, τοῦ μὴ τῆς σῆς ἔτι χώρας ἐξελάσαι μήτε σὲ μήτε σὲ μήτε τὸν σὸν λαόν, μηδὲ βλάβην τινὰ ἢ ἐπήρειαν καὶ αἰχμαλωσίαν ἐπενεγκεῖν ταῖς χώραις ἢ τοῖς λαοῖς ὧν ἡ ἀποκλήρωσις | |
235 | καὶ ἐξουσία μέχρι τοῦ νῦν ὑπῆρχε τοῖς Χριστιανῶν σκήπτροις ἀφ’ οὗ χρόνου τοῖς Βουλγάροις ἐξεγένετο διὰ τοῦ παναχράντου βαπτίσματος τὸν Χριστὸν καὶ θεὸν τῶν ὅλων ἐπιγνῶναι καὶ τὰ γεγενημένα τότε σύμ‐ φωνα τῶν τε Ῥωμαίων καὶ Βουλγάρων τὴν ἐπικράτειαν διορίζοντα συμπεφώνηται. | |
240 | Ἀπεστείλαμεν δέ, οὐχ ὡς δῶρον ἀλλ’ ὡς μεσίτην καὶ οἰκειοῦντα τὴν ἡμῶν, τέκνον ἡμῶν, παραίνεσιν τῇ σῇ φρονίμῃ καὶ πραείᾳ, ὡς ἐγὼ πείθομαι, καρδίᾳ, εἰ καὶ τὰ τοῦ πονηροῦ σκάνδαλα ταύτην ἐξετράχυνεν, τὰ θεῖα τοῦ Χριστοῦ καὶ θεοῦ μου λόγια· δι’ ὧν ὥσπερ ἐν ὀφθαλμοῖς ἔχων τὰ ἐκείνου σωτήρια τῶν ἀνθρώπων πάθη, τὸ ἐκείνου κενωθὲν ἅγιον | |
245 | αἷμα ὑπὲρ εἰρήνης τοῦ κόσμου, μὴ τοὺς ἐμοὺς ἀτιμάσῃς λόγους, ἀλλὰ δέξαι, ὡς τέκνον τιμᾶν πατέρα εἰδώς, τὰς ἡμετέρας παραινέσεις, καὶ κατάλιπε τῷ βίῳ παράδειγμα εἰς δόξαν μὲν τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν, εἰς καύχημα δὲ σόν (βούλει λέγω καὶ τὸ ἐμόν;) καὶ εἰς σεμνολόγημα ἐμοί, ὅτι τοιοῦτον ἔσχον υἱόν, εὐπειθῆ καὶ τὴν ἐμὴν ταπει‐ | |
9(250) | νὴν πολιὰν τιμῶντα, ὅς ποτε τοῦ πονηροῦ δαίμονος σκάνδαλα δεινὰ καὶ μέγιστα ἐμβαλόντος καὶ τούτοις ὥσπερ πυρκαϊὰν ἀναφλέξαντος ἀκατά‐ σβεστον, οὐκ ἔδωκε χώραν τῷ πονηρῷ δαίμονι ἐπὶ πολὺ ἐγκαυχᾶσθαι τῇ παρ’ αὐτοῦ ἐξαφθείσῃ πυρκαϊᾷ, ἀλλὰ γέροντος πατρὸς τοῖς δάκρυσι προσσχὼν καὶ τοῖς ὀδυρμοῖς καὶ τοῖς ἀλγήμασι, τῷ πράῳ καὶ ἐπιεικεῖ | |
255 | ἔδωκε νικῆσαι τῆς ψυχῆς τὴν πικρίαν, καὶ τὸ πῦρ ἀποσβέσας τοῦ θυμοῦ τὰ τῆς μάχης χαλεπὰ καὶ τοῦ πολέμου μετέβαλεν εἰς εἰρήνην καὶ ἀγάπην καὶ φιλίαν. Ἣν παράσχοι θεός, εἰ καὶ μέχρι τοῦ νῦν (φεῦ τῆς τοῦ πο‐ νηροῦ ἐπηρείας) οὐκ ἀφῆκεν ἀνεπηρέαστον, ἀλλ’ ἀπό γε τοῦ παρόντος διατελέσαι ἀνωτέραν αὐτὴν πάσης βλάβης καὶ διχοστασίας καὶ τοῦ φθό‐ | 66 |
260 | νου τοῦ δαίμονος κρείττονα διαμένουσαν καὶ κατησφαλισμένην τῇ ἀσφα‐ λείᾳ τῆς εἰρήνης ἐκείνης, ἣν κατέλιπεν ὁ Χριστὸς καὶ θεὸς ἡμῶν καὶ πατὴρ τοῖς ὁμολογοῦσιν αὐτὸν πατέρα καὶ τὴν αὐτοῦ ἐπιποθοῦσι δόξαν καὶ κληρονομίαν. Ὁ δὲ τοῦ γράμματος ἀποκομιστὴς ἀπολαυσάτω τῆς σῆς ἐπιει‐ | |
265 | κείας, τοῦτο μὲν διὰ τὴν προσοῦσαν αὐτῷ ἀρετήν· καὶ γὰρ ὁ ἄνθρωπος ἔστι μὲν τῶν ἐν Ὀλύμπῳ ἀσκητῶν καθηγούμενος, οὐ μὴν ἀλλὰ καὶ τὸν λόγον τῆς πίστεως ἐν Ἀλανοῖς οὗτος ἐν τῇ δυνάμει τοῦ παναγίου ἔσπειρε πνεύματος, καὶ ἴσα τοῖς θείοις ἀποστόλοις λειτουργῆσαι παρὰ θεοῦ ἀποκεκλήρωται. Ἔστι μὲν οὖν ταῦτα μέγιστα πρὸς τὸ συστῆσαι αὐτὸν καὶ | |
270 | οἰκειῶσαι, τέκνον ἡμῶν, τῇ σῇ θεοτιμήτῳ ἐξουσίᾳ· εἰ δέ τίς ἐστι καὶ ἡμῶν παρὰ σοὶ λόγος (οὐκ ἀμφιβάλλω δὲ πάντως ὅτι ἐστίν), καὶ διὰ τοῦτο ἀξιωθήτω τῆς σῆς ἐπιεικείας ἀπολαῦσαι καὶ διὰ τάχους τὴν πρὸς ἡμᾶς ἐπανέλευσιν ποιήσασθαι. Ἐρρωμένον σε φυλάξει Χριστὸς ὁ θεὸς ἡμῶν καὶ ψυχῇ καὶ σώματι, ἐκεῖνα καὶ φρονοῦντα καὶ μελετῶντα καὶ | |
275 | πράττοντα ὅσα ἐν τῷ μέλλοντι αἰῶνι τῆς ἐκείνου κληρονόμον καταστήσει δόξης, τῆς ὄντως μακαρίας δόξης καὶ τερπνῆς καὶ γλυκείας, ὅτε τῶν εὐαρεστησάντων αὐτῷ ἐν μέσῳ θεὸς ὢν ὡς θεοῖς καθιστάμενος τὰς διανομὰς παρέξει τῶν ἀφθάρτων ἀπολαύσεων. | |
10(1t) | Τῷ αὐτῷ | |
2 | Αὐτὸ τοῦτο τῆς καλῆς καὶ φρονίμης ἐπιστολῆς σου τὸ προηγούμε‐ νον ῥῆμα κἀγὼ προηγούμενον τίθημι, τέκνον ἡμῶν, εἴπερ δεῖ τέκνον καλεῖν τὸ ὑβρίζον πατέρα τέκνον, πατὴρ δὲ σός, ἄν τε βούλῃ ἄν τε μὴ βούλῃ, | |
5 | ἐπίσκοπος, εἰ καὶ ἐλάχιστος, ὁ τὴν εἰς θεὸν μὴ ἀπηρνημένος εὐσέβειαν. Καὶ γὰρ εἰ καὶ ἁμαρτωλοί, ἀλλ’ οὐχ ὑμᾶς ἐπίσκοποι κριτὰς ἔχουσιν· ὑμῶν δὲ κριταὶ τυγχάνουσιν οἱ ἐπίσκοποι, εἴ γε τῆς τοῦ Χριστοῦ ἀγέλης ἐστὲ καὶ μὴ τῆς ἐκείνου ποίμνης πλανώμενοι. Ἀλλ’ ἐμωράνθημεν, ὡς ἔφης ὁ φρόνιμος σύ; Εὐχαριστοῦμεν τῷ | |
10 | θεῷ ἡμῶν τῷ χάριν τῶν ἁμαρτιῶν ἡμῶν εἰς τὸ ἔδαφος ἡμᾶς τῆς ὕβρεως ῥίψαντι. Ἀλλ’ εἰπέ μοι, ὁ σοφὸς σὺ καὶ φρονιμώτατος, εἰ ἐγὼ μωρὸς ὁ γηραιὸς πατὴρ καὶ δυσωπῶν παῖδα νεανίαν ὑπὲρ εἰρήνης, ὑπὲρ διαλλαγῆς, ὑπὲρ τοῦ λῆξαι κενούμενα Χριστιανῶν αἵματα, τίς ἂν εἴη νεανίας υἱὸς ὁ τὸν πατέρα εἰρηνικὰ δυσωποῦντα μωρὸν ἀποκαλῶν; Πρόσσχες οἷα | 68 |
15 | φρονεῖς, οἷα λέγεις, οἷα γράφεις. «Εἶδον», εἴρηκεν ὁ προφήτης, «ὑπερυψού‐ μενον καὶ ἐπαιρόμενον» (τὸ παραλειφθὲν ἡμῖν αἰδοῖ τῇ πρὸς σὲ παραλέ‐ λειπται, σὺ δὲ οὐκ ἠγνόηκας) «καὶ παρῆλθον, καὶ ἰδοὺ οὐκ ἦν, καὶ ἐζήτησα αὐτόν, καὶ οὐχ εὑρέθη ὁ τόπος αὐτοῦ.» Ἀλλὰ τοῦτο τὸ μέρος τοσοῦτον ἐχέτω τὸ γράμμα· τὰ δὲ ἐφεξῆς ἄκουε. | |
20 | Μὴ νόμιζε τὴν γεγενημένην ἧτταν τῶν σῶν ματαίων λογισμῶν ἐπὶ τελειώσει γεγενῆσθαι, μὴ τοῦτο ὑπολάμβανε· εἰ δ’ ὑπολαμβάνεις, ὡς φλυαρίαν ἀποστράφηθι τὴν ὑπόληψιν. Ἀλλὰ νενίκηται ὁ πρὸς σὲ λαὸς ἐκστρατεύσας, πρῶτον μὲν κρίμασιν ἀπορρήτοις τοῦ ἐξ ἀποκρύφων τα‐ μείων τὰς ἑαυτοῦ κρίσεις ὁπότε βούλοιτο προάγοντος· δεύτερον δέ, ὅσον | |
25 | ἐστὶ καὶ ἀνθρώποις εἰδέναι, τῶν οἰκείων ἕνεκε σφαλμάτων. Κακῶς ποιεῖς καὶ οὐ περιεσκεμμένως τὴν νίκην πρὸς τὴν ἰδίαν ἁρπάζων ἐπιθυ‐ μίαν καὶ ὑπολογιζόμενος ὡς ἕνεκεν τοῦ σὲ τῶν Ῥωμαίων κατασχεῖν ἐξουσίαν τὸ γεγονὸς ἁμάρτημα τῷ Ῥωμαϊκῷ συνέβη λαῷ. Νέος εἶ· καὶ εἰ μὲν οὐκ ἤκουσας, μάνθανε· εἰ δὲ ἀκούσας ἐπιλέλησαι, ἀναμνήσθητι. | |
30 | Πάλαι ποτὲ ἡ Περσικὴ στρατιὰ μέχρι τῶν ἐνταῦθα ηὐλίσατο καὶ ἃς ἀπειλεῖς πυρκαϊὰς καὶ οἰκοδομημάτων καταστροφὰς διεπράξατο. Ἀλλ’ οἱ μὲν ἀπώλοντο, καὶ ὅσον εἰς μνήμην ὀνόματος περιλείπονται· ἡ δὲ Ῥωμαϊκὴ βασιλεία ἐπὶ τῆς οἰκείας ἕστηκε κρηπῖδος. Ἀλλὰ καὶ ἄνω τούτων τὰ τῶν Ἀβάρων γένη, ὧν ὑμεῖς ἀποσπάδες (καὶ μηδέν σοι πρὸς | |
35 | βάρος ὁ λόγος) καὶ δοῦλοι καὶ δραπέται γεγόνατε, ἐπὶ πλεῖστον τὴν μεγάλην ταύτην καὶ ὑπὸ τῇ πάντων δεσποίνῃ καὶ κυρίᾳ στρατηγουμένην πόλιν μέχρι καὶ τῶν τειχῶν ἐπέδραμον. Ἀλλὰ καὶ οὗτοι ἀπώλοντο, καὶ οὐδὲ λείψανον τοῦ γένους ὑφίσταται, αὕτη δὲ σὺν τῇ λαχούσῃ αὐτῇ ἐξ ἀρχῆς καὶ δόξῃ καὶ βασιλείᾳ φαιδρύνεται. Βούλει σοι καὶ ἄλλην γράψωμεν | |
40 | τυραννικὴν ἔφοδον, καὶ οὐδ’ ὅσον καὶ ἀξίαν συγκρίνεσθαι τῇ ὑμετέρᾳ ἐφόδῳ; Τὸ Σαρακηνῶν γένος ναυσὶ μὲν μυριάσιν, ἱππότῃ δὲ καὶ πεζῷ λαῷ ὑπερβάλλοντι, τὴν μεγάλην ταύτην καὶ ὡς ἀληθῶς τοῦ θεοῦ πόλιν ἐπὶ χρόνοις ζʹ περιεκύκλωσαν, καὶ πάντας εἶδεν ἀπώλεια, καὶ παντελῶς ὀλίγοι πρὸς τὴν ἰδίαν πατρίδα ὑπέστρεψαν· αὕτη δὲ διαμένει καὶ δια‐ | |
45 | σῴζεται τῆς ἐξ ἀρχῆς εὐδοκίας φρουρουμένη ταῖς πτέρυξιν. Ἠγάπησα καὶ ἀγαπῶ σε, τέκνον ἐμόν, ὁ μωρανθείς, ὡς σὺ λέγεις, πατήρ, καὶ συμβουλεύω σοι, σὺ μὲν ὡς νομίζεις, μωρά, πάντως δὲ οὐ μωρά· κατάλιπε τῶν σὲ πλανησάντων τὴν πλάνην, ῥῖψον τὰς ματαίους ἐλπίδας, ἀρκέσθητι τῇ ἐξουσίᾳ ἣν ἐκ τῶν σῶν πατέρων ἐκληρονόμησας, | 70 |
10(50) | μὴ βούλου δεσπόζειν ὑφ’ ὧν ἐδιδάχθης ἐπιγινώσκειν τὸν τῶν ὅλων δεσπό‐ την. Οὐδεὶς δοῦλος ὑπάρχων τινός, εἶτα ὑφ’ ἑτέρου τῆς δουλείας ἀπηλ‐ λαγμένος, καὶ σωφρονῶν, ἐπιζητεῖ γενέσθαι δεσπότης τοῦ τῆς δουλείας αὐτὸν ἀπαλλάξαντος. Ἐνθυμήθητι καὶ σὺ ὅτι δοῦλοι δαιμονίων ἦτε καὶ τῆς ἐκείνων ἀπηλλάγητε δουλείας ὑπὸ τῶν θεοῦ χάριτι διεπόντων τὴν | |
55 | Ῥωμαϊκὴν ἐξουσίαν· μὴ διανοεῖσθε τῶν ὑφ’ ὧν τῆς ἐλευθερίας ἠξιώθητε δεσπόται γενέσθαι· μὴ ἐπὶ τοσοῦτον ἀγνωμονήσητε, μηδὲ καταλίπῃς μνήμην τοιαύτην, ὡς γέγονέ τις Βουλγάρων ἀρχηγός, ὃς ἐβουλήθη τοὺς ἐλευθερώσαντας τὸ Βουλγάρων γένος ἐκ τῆς τοῦ διαβόλου δουλείας ὑφ’ ἑαυτὸν δουλῶσαι καὶ γενέσθαι τῶν ἐλευθερωσάντων δεσπότης. Ταῦτά σοι | |
60 | γέγραφα ὁ μωρὸς κατὰ τὴν σὴν δόξαν ὡς φρονίμῳ· σὺ δὲ οὐκ ἀγνοεῖς ὡς σοφός, εἴ γε σοφός, τὸ «Δίδου σοφῷ ἀφορμήν, καὶ σοφώτερος ἔσται.» | |
11(1t) | Τῷ αὐτῷ | |
2 | Εἰ μὲν δυνατὸν ἦν αὐτὸν ἐμὲ πρὸς σέ, τέκνον ἡμῶν, παραγενέσθαι, οὐκ ἂν παρῃτησάμην τοῦτο ποιῆσαι, ἀλλὰ καὶ τῆς ὁδοῦ τὸ μῆκος καὶ τοῦ χειμῶνος τὴν πικρίαν ἐν δευτέρῳ ἂν ἐθέμην καὶ τὴν πρὸς τὴν μεγαλόδοξόν | |
5 | σου ἀρχὴν οὐκ ὤκνησα πορείαν ποιήσασθαι. Νῦν δὲ ὅτι καὶ τὸ γῆρας ἐπίκειται, καὶ ἡ τούτου βαρύτης μικροῦ καὶ τοῦ ἐκ τῆς κλίνης ἡμᾶς ἀνί‐ στασθαι ἀπόρως διατίθησιν, καὶ ἄκοντες ἐπεχόμεθα τῆς τοιαύτης ὁρμῆς, ἣν οἶδα ὡς εἴπερ ἦν ἐνδείξασθαι, οὐκ ἂν ἀπέτυχον τοῦ σκοποῦ· οὐ γὰρ ἂν ἐπαυσάμην, τοῦτο μὲν ῥήμασι δυσωπῶν, τοῦτο δὲ τὴν κεφαλὴν καὶ | |
10 | τὰ ὄμματα καὶ τὸ φίλον ἐμοὶ πρόσωπον καὶ τὰς χεῖρας καταφιλῶν, τοῦτο δὲ καὶ γονάτων ἁπτόμενος, τυχὸν δὲ καὶ τῶν ποδῶν, ἕως ἂν τὸ σπουδαζόμενον κατεπραξάμην. Ἀλλ’ ἐπέχει με τῆς τοιαύτης ὁρμῆς τὸ χαλεπὸν γῆρας καὶ ἡ ἀπαραίτητος τυραννὶς τῆς ἀσθενείας· διὰ ταῦτα προσ‐ δέομαι γράμματος. | |
15 | Ἀλλὰ πρῶτον κατανόησον, τέκνον ἡμῶν, ὑπὲρ τίνος ἡ πρεσβεία· καὶ εἰ τυχὸν ἐγὼ διὰ τὰς ἐμὰς ἁμαρτίας ἀνάξιος εἰσακούεσθαι, ἀλλὰ τὸ μέγεθος τοῦ πράγματος ὑπὲρ οὗ πρεσβεύομεν τὴν σὴν φιλόχριστον δυσω‐ πησάτω ψυχήν, ὅπερ, οἶμαι, καὶ αὐτὸς ἐπιθυμεῖς καὶ ζητεῖς, κἂν οἷα τὰ ἐξ ἀνθρώπων ἐναντιώματα τὴν καλὴν ταύτην ἀνακρούει ἐπιθυμίαν. | 72 |
20 | Ἀλλὰ τί μὴ τάχιον λέγω τὸ βούλημα τῆς ψυχῆς καὶ τὸ πρᾶγμα, προπαρασκευάζομαι δὲ καὶ οἷον προοδοποιῶ τὴν προσαγωγὴν τῇ ἱκε‐ τηρίᾳ; Ἱκετεύομεν καὶ δεόμεθα, τέκνον ἡμῶν, ἐκείνην σοι τὴν δέησιν φέροντες ἧς ὁ πατὴρ καὶ θεὸς τῶν ὅλων τὸν μονογενῆ αὐτοῦ υἱὸν ἀπόστο‐ λον καὶ πρέσβυν εἰς τὸν κόσμον ἀπέστειλεν· ἀπέστειλεν γὰρ ἐκ τῶν | |
25 | ἀχράντων καὶ θείων κόλπων τὸν ὁμότιμον αὐτοῦ καὶ ὁμόδοξον υἱὸν ἐπὶ τὸ καταλῦσαι μὲν τὸ μεσότοιχον τῆς ἔχθρας, βραβεῦσαι δὲ τὴν εἰρήνην τοῖς κατ’ ἀλλήλων ἐκπολεμωμένοις. Δυσωποῦμεν ἡμεῖς οἱ ταπεινοὶ καὶ παρίστασθαι τῷ ἁγίῳ θυσιαστηρίῳ καταξιωθέντες, οὐδὲ δι’ ἓν ἡμέτε‐ ρον κατόρθωμα, ἀλλὰ διὰ τὴν ἄφατον ἀγαθότητα τοῦ ταύτης ἡμᾶς τῆς | |
30 | χάριτος καταξιώσαντος· ἀλλὰ δυσωποῦμέν σου τὴν φιλόχριστον ψυχὴν ὅπερ καὶ θεὸν τῷ θυσιαστηρίῳ παριστάμενοι δυσωποῦμεν, ὑπὲρ εἰρη‐ νικῆς καταστάσεως. Ἕως τίνος ὁ ἀπ’ ἀρχῆς ἐχθρὸς τοῦ πλάσματος τῆς θεϊκῆς παλάμης ἐπευφρανθήσεται ταῖς ἡμῶν συμφοραῖς; Ἕως τίνος ἡ γῆ Χριστιανῶν | |
35 | αἵμασι μιαίνεται ὑπὸ Χριστιανῶν χειρῶν κενουμένοις; Ἔσφαξε Κάϊν Ἄβελ τὸν ἀδελφόν, καὶ ὅμως σφαγέντος ἑνὸς ἐβόα τὸ αἷμα πρὸς τὸν θεόν. Τί λογίζῃ, τέκνον ἐμόν, τί διανοῇ, τοσούτων αἱμάτων μέχρι τοῦ νῦν κενουμένων; Πόσην εἰκὸς τὴν βοὴν ἀναφέρεσθαι πρὸς τὸν θεόν; Καὶ οὔπω λέγω περὶ τῶν ζώντων, τοὺς ὀρφανοὺς παῖδας, τὰς χηρεύουσας | |
40 | γυναῖκας, τοὺς ἀδελφῶν ἐστερημένους, τοὺς τέκνων ἐρήμους, τὰ ἅγια θυσιαστήρια, τῶν μοναζόντων τὸν σκεδασμόν, τῶν παρθένων τὴν διαφθο‐ ράν, ὧν οἱ διηνεκεῖς στεναγμοὶ καὶ τὰ δάκρυα ἐντυγχάνουσι διὰ παντὸς τῷ θεῷ. Οἶδα ὅτι καὶ χωρὶς τῶν ἡμετέρων λόγων, φρόνιμος ὢν καὶ εἴπερ τις ἀνθρώπων φρονιμώτατος, ἐνθυμῇ ταῦτα· ἀλλ’ οἴμοι δαίμονος | |
45 | ἐπηρείᾳ καὶ ἀνθρώπων κακοβουλίαις τῇ σῇ πραείᾳ ψυχῇ ἐμπεσοῦσα πικρία ἄνθρωπον ὄντα διερεθίζει καὶ φιλονεικεῖ μὴ συγχωρῆσαι γενέσθαι τῆς ἑαυτοῦ ἡμερότητος. Ἀλλά, τέκνον ἀγαπητόν, εἴτε δαίμονος τὸ ἔργον, μὴ ἐπὶ πλέον παρασχῶμεν αὐτῷ κατορχεῖσθαι καθ’ ἡμῶν· εἴτε ἀνθρώ‐ | |
πων κακοβουλίαις ἀπήντησε τὰ ἐλεεινὰ ταῦτα καὶ δυσχερῆ πράγματα, | 74 | |
11(50) | ἀρκεσθῶμεν ταῖς κατ’ ἀλλήλων ἐπιθέσεσιν. Ἦρξαν τοῦ πονηροῦ ἐπι‐ χειρήματος οἱ προκατάρξαντες, προελύπησαν τὴν σὴν ψυχὴν δι’ ὧν κατὰ σοῦ προκεκίνηνται. Ἔχεις ἱκανὴν τὴν τιμωρίαν· ἀναλόγισαι τὰ συμβεβη‐ κότα πάθη, καὶ σβέσον τὸν θυμὸν τῆς ψυχῆς οἷς ἔπαθον οἱ σὲ κακῶς ποιήσειν ἐπιχειρήσαντες. | |
55 | Ἔστιν ὁ νόμος οὗτος κρατῶν οὐ μόνον ἐν ἀνθρώποις, ἀλλὰ καὶ ἐν θηρίοις. Ἔστι γὰρ πολλάκις ἰδεῖν θηρία ὑπὸ θυμοῦ κατ’ ἀλλήλων ἐφορ‐ μήσαντα· εἶτα τοῦ ἑνὸς ἐλαττωθέντος τὸ ἕτερον καταπραΰνεται. Μὴ βουληθῶμεν ἡμεῖς καὶ θηρίων φύσιν παρεξελθεῖν μηδ’ ἄσβεστον ἔχειν θυμὸν μηδὲ τὴν πικρίαν ἀκατάληκτον, ἀλλ’ ἐπὶ λογισμοὺς ἐλθὼν ἀνθρω‐ | |
60 | πίνους καὶ μάλιστα τῇ σῇ πρέποντας φρονήσει, ἐάσας τοὺς πολέμους, τὰς σφαγὰς καὶ τὰς τῶν αἱμάτων χύσεις ἀπόβλεψον πρὸς τὸ μέγα πρᾶγμα τῆς εἰρήνης, τὴν ἀτίμητον κληρονομίαν ἣν κατέλιπεν ἡμῖν ὁ ἀδελφὸς ἡμῶν γενέσθαι καταξιώσας, ἵνα εἰρηνοποιήσας υἱοθετήσῃ ἡμᾶς τῷ θεῷ καὶ πατρί. Ἐκεῖνον, τέκνον ἡμῶν, νόμισον ὁρᾶν μεταξὺ Βουλγάρων καὶ | |
65 | Ῥωμαίων ἑστῶτα καὶ τὰ οἰκεῖα τραύματα ὑποδεικνύντα, τὴν σφαγὴν τῆς πλευρᾶς, τὰς τρήσεις τῶν χειρῶν καὶ τῶν ποδῶν, τοιαῦτα λέγειν· «Τί τοῦτο, τέκνα ἐμά, λαὸς ἐμός, κλῆρος ἠγαπημένος ὅν μοι ἔδωκεν ὁ πατὴρ ἀντὶ τῆς ἐμῆς ὑπακοῆς καὶ τῆς μέχρι σταυροῦ καὶ τοῦ θανάτου συγκατα‐ βάσεως; Τί τοῦτο; Πῶς ἐπελάθεσθε τῆς ἐμῆς ἐντολῆς; Πῶς ἀμνημο‐ | |
70 | νεῖτε τῶν ἐμῶν παραινέσεων; Ποῦ μοι ἀπώλετο ἡ ἀγάπη ἣν κατέλιπον ὑμῖν; Τί γέγονεν ἡ εἰρήνη ἣν ἐδίδαξα ὑμᾶς; Πῶς ἐμὲ κεφαλὴν ὁμολο‐ γοῦντες καὶ μέλη ἐμὰ φιλοῦντες κατονομάζεσθαι, κατ’ ἀλλήλων ὁπλίζε‐ σθε; Οὐκ ἔστι τοῦτο μελῶν τὴν αὐτὴν κεφαλὴν ἐχόντων, ἀλλ’ ἀνάγκη χωρίζεσθαι καὶ ἑτέραν ζητεῖν κεφαλήν.» Ταῦτά μοι νόμιζε τὸν Χριστὸν καὶ | |
75 | θεὸν ἡμῶν πλέον ὀδυνώμενον ἢ ὅτε τῷ σταυρῷ προσηλοῦτο λέγειν· οὗ ὡς ἀληθῶς ἀκούοντες δυσωπηθῶμεν τοὺς λόγους, αἰδεσθῶμεν τὰ τραύ‐ ματα, φοβηθῶμεν τὸ λύπην αὐτῷ ἐμπαρέχειν, καὶ ἕως ἔστι καιρὸς θερα‐ πεύσωμεν τὰ εἰς ἀλλήλους σφάλματα, ἀπαλλάξωμεν δὲ κἀκεῖνον τῆς ἐφ’ ἡμᾶς ὀδύνης καὶ τοῦ ἀλγήματος· καταστήσωμεν εὐμενῆ τὴν θείαν | |
80 | δίκην πάλιν πρὸς τὸ εἰρηνικὸν μεταβεβλημένοι καὶ τὴν ἀρχαίαν ἀγάπην ἀναλαβόμενοι, καὶ μὴ ἀναμείνωμεν ἐκεῖθεν ὑπὲρ ὧν εἰς ἀλλήλους ἐξεπο‐ λεμήθημεν, μᾶλλον δὲ εἰπεῖν ἐξεμάνημεν, κριθῆναι, ὅτε καὶ ἡ ἀπολογία ἀπρόσδεκτος καὶ πᾶσα πρόφασις ἀνενέργητος καὶ ἡ κατάκρισις ἀσυγχώ‐ | |
ρητος. | 76 | |
85 | Μὴ καταγνῷς ἡμῶν ὡς ἀδολεσχούντων, εἰ πλέον τὸν λόγον ἐκτεί‐ νομεν· τὰ γὰρ κοινὰ πάθη καὶ οἱ σπαραγμοὶ τῆς καρδίας πρὸς τοῦτο βιάζονται· καὶ εἴπερ ἦν μοι κατὰ τὸν παλαιὸν λόγον πλειόνων εὐπορῆσαι γλωσσῶν, τοῦτο ηὐξάμην ἄν, ἵνα ἴσως οὕτως ἱκανῶς ἀπεκλαυσάμην καὶ τὰς δεήσεις μὴ πολὺ τῶν κακῶν λειπομένας καὶ πρὸς θεὸν ἐποιησάμην | |
90 | καὶ πρὸς τὴν σὴν μεγαλοφυῆ ἐξουσίαν. Ἀλλ’ ἐπεὶ μὴ πλειόνων ἐστί μοι γλωσσῶν εὐπορία, τῇ δεδομένῃ τέως παρὰ τῆς φύσεως ἀποχρήσομαι, καὶ ὥσπερ εἶπον ὑπὸ τοῦ ἄλγους τῆς ψυχῆς βιαζόμενος μακρότερον τὸν λόγον ποιήσομαι. Ἐνθυμήθητι, τέκνον ἐμόν, πρὸ τοῦ μέλλοντος κριτηρίου, πρὸ τῆς | |
95 | φοβερᾶς ἐκεῖ παραστάσεως, ὅτε διάκρισις οὐκ ἔστιν ἀρχόντων καὶ πε‐ νήτων ἐκ τῆς κοσμικῆς ταύτης περιφανείας, ἀλλ’ ἀπὸ μόνων τῶν ψυχικῶν κατορθωμάτων—λάβε μοι κατὰ νοῦν, καὶ πρὸ τῆς παγκοσμίου ἐκείνης συναγωγῆς ἐπὶ τοῦ ἀδεκάστου κριτοῦ, τὰ ἐν τῷ παρόντι βίῳ μετὰ τὸν ἡμέτερον θάνατον ὑπὸ τῶν τότε στρεφομένων ἐν τῇ ζωῇ ταύτῃ περὶ ἡμῶν | |
11(100) | εἰς μνήμην ἐσόμενα. Τίς γὰρ τῶν μετὰ ταῦτα τοσαύτην ἀκούσας Χριστια‐ νῶν μιαιφονίαν οὐ λοιδορήσεται, οὐκ ἐπαράσεται, οὐ πᾶν εἴ τι πονηρὸν ὄνομα εἰς τοὺς τὰ τοιαῦτα πεπραχότας ἀναθήσει; Ἐγένοντο πολλοὶ πλειστάκις ἐχθροὶ πρὸς ἀλλήλους· ἀλλ’ ὅσοι ἐπιεικέστεροι, ὅσοι τὸν τρόπον ἀνθρωπικώτεροι, ἔδωκαν ὅρον τῇ ἔχθρᾳ, οὐκ ἐνέμειναν διὰ παντὸς τῷ | |
105 | κακῷ, ἀλλὰ συνιδόντες ὡς ἀνθρωπίνης φύσεως ἀλλότριον τὸ ἐχθραίνειν μετέβαλον εἰς εἰρήνην τὴν ἔχθραν. Καὶ οὐ λέγω τέκνα πρὸς πατέρας, ἀδελφοὺς πρὸς ἀδελφοὺς τοῦτο ποιήσαντας, μαθητὰς πρὸς διδασκάλους, ἀλλὰ καὶ τοὺς πόρρω τῆς τοιαύτης συναφείας καὶ σχέσεως. Τὸ δ’ ὑμέ‐ τερον ποταπόν; Τέκνα πρὸς πατέρας ἔχθραν ἄσπονδον ἔχετε, ἀδελφοὶ | |
110 | πρὸς ἀδελφούς, μαθηταὶ πρὸς διδασκάλους, καὶ τότε πηλίκης διδασκα‐ λίας; ἥτις ὑμῶν ἀνέῳξε τὰ ὄμματα τῆς ψυχῆς, ὡδήγησεν πρὸς τὸ φῶς, τῆς τοῦ διαβόλου δουλείας ἐρρύσατο, καὶ τὸ ἐπὶ τούτοις ἀσύγκριτον, υἱοὺς θεοῦ ἀπειργάσατο. Τίς οὖν τῶν μεταγενεστέρων ταῦτα μέλλων ἀναμανθάνειν οὐχὶ πάντα ὀνείδη, οὐχὶ πάσας βλασφημίας ἐπαφήσει κατὰ | |
115 | τῶν οὕτως ἀθάνατον ἔχθραν ἀραμένων; Εἶτα τί τὸ κέρδος τῆς ἐντεῦθεν περιφανείας, τῆς δόξης, τῆς ἀρχῆς, τῆς ἐξουσίας, ὅταν ἀπερχόμενοι τῆς ζωῆς ταύτης ὄνομα πονηρὸν καταλείψωμεν, ὅταν ὑβριζώμεθα, ὅταν ἐξονειδιζώμεθα παρὰ τῶν μισούντων τὴν πονηρίαν, ὅταν ἐπαρῶνται ἡμῖν οἱ τὸ τῆς εἰρήνης καλὸν ἀγαπῶντες καὶ τὰς σφαγὰς καὶ τὰς μιαιφονίας | |
120 | βδελυσσόμενοι; Κρεῖσσον ἀγαθὸν ὄνομα, τέκνον ἐμόν, οὐ μόνον ὑπὲρ | |
πλοῦτον πολύν, ἀλλὰ καὶ ὑπὲρ πᾶσαν δόξαν καὶ βιωτικὴν περιφάνειαν. Ἐννόει μοι ταῦτα· καὶ ὅπερ ἐκ παιδὸς ὄνομα καλὸν ἐπεπόθησας, μνήμην ἔντιμον καὶ λαμπράν, ταύτην μὴ ἀπολέσωμεν διὰ φιλονεικίαν καὶ πικρίαν ψυχῆς. Καλὸν ἐφόδιον πρὸς τὸν μέλλοντα βίον τὸ συναπᾶραι | 78 | |
125 | μετὰ τῶν τῆς ἀρετῆς ἐγκωμίων· καλὸν δὲ καὶ τὸ καταλιπεῖν τοῖς σοῖς τέκνοις χρηστοῦ πατρὸς τέκνα καλεῖσθαι, ἐπιεικοῦς, πράου, ἡμέρου, φιλανθρώπου, ἀλλὰ μὴ τὰ τούτων ἐναντία, μηδὲ γένοιτο, τέκνον ἡμῶν, οὕτω τοὺς σοὺς υἱούς, τὰ ἐμὰ γλυκύτατα δυστυχῆσαι τέκνα, ὥστε ἀνθ’ ὧν εἶπον καλῶν ὀνομάτων κληρονομῆσαι τῶν ἐναντίων. Ἐκεῖνος ὁ κλῆ‐ | |
130 | ρος τιμιώτερος τῆς μελλούσης αὐτοῖς παρὰ σοῦ καταλιμπάνεσθαι ἀρχῆς καὶ ἐξουσίας· ὧν σὺ φροντίδα ποιούμενος ὡς ὄντως παρὰ θεοῦ τοῦ σοῦ ἔθνους ἄρχειν καταστὰς καὶ προσέτι τῆς ἐξ ἀρχῆς σου ἐπιεικείας καὶ ἡμέρου ψυχῆς μὴ ἐξιστάμενος, ἄνοιξον ἡμῖν τὰ ὦτα, καὶ πρὸ τῶν ὤτων τὴν καρδίαν, καὶ πρόσσχες τοῖς λεγομένοις ὡς παρὰ φίλου λεγομένοις | |
135 | καὶ πατρὸς ἀγαπῶντος· εἰ μὴ νομίζεις ἀνάξιον τὸ καλεῖν πατέρα, εἰ καὶ ἁμαρτωλόν, ὅμως δὲ πρεσβύτην καὶ ἐπισκόπου τάξιν λαχόντα, οὓς ὁ Χριστὸς ἡμῶν καὶ θεὸς πνευματικοὺς ὑμῖν παρέσχε πατέρας, πολλῷ τῶν κατὰ σάρκα γνησιωτέρους, ἐπεὶ τὰ μὲν τῆς σαρκὸς λύεται, τὰ δὲ τοῦ πνεύματος ἄλυτα. | |
140 | Ἀλλ’ εἰς εὐχὴν ὁ λόγος ἡμῖν τελευτάτω· καὶ τί ἕτερον ἢ τοῦτο φαμέν; ὡς εἴη Χριστὸς ὁ ἀληθινὸς θεὸς ἡμῶν, ὁ ἐλθὼν εἰς τὸν κόσμον ἐκκαθᾶραι τὰ σκάνδαλα, ἐξομαλίζων τὴν σὴν εὐγενῆ ψυχήν, καὶ εἴ τι σκάνδαλον ἐν αὐτῇ παραπέπτωκεν ἀνακαθαίρων, καὶ τὸ ἐξ ἀρχῆς τῆς θειοτάτης φῶς ἀγάπης, ὅπερ ἐσπούδασεν ὁ τοῦ σκότους πατὴρ ἀποσβέ‐ | |
145 | σαι, πάλιν ἐν ὑμῖν ἀνάπτων καὶ ποιῶν ἀναλάμπειν· ὁ τὴν ἔχθραν ἀποκτεί‐ νας ἐν τῇ σαρκὶ αὐτοῦ καὶ συνάψας τὰ διεστῶτα, ὁ εἰρηνοποιήσας τὰ πάντα διὰ τοῦ ἁγίου καὶ παναχράντου αἵματος, αὐτὸς καὶ νῦν πᾶσαν διχόνοιαν, πᾶσαν διάστασιν, πᾶσαν ἔχθραν ἐξορίσαι ἔκ τε Βουλγάρων καὶ Ῥω‐ μαίων καὶ πάλιν εἰς ἓν συνάψοι καὶ ἐν ἀπολαύσει δοίη γενέσθαι τῶν τῆς | |
11(150) | εἰρήνης καλῶν, συντριβέντος ἐν τάχει τοῦ τῶν σκανδάλων σπορέως καὶ τῆς κακίας γεννήτορος. | |
12(1t) | Τῷ ἀρχιεπισκόπῳ Βουλγαρίας | |
2 | Ἐπιστάμεθα τὴν ὑμῶν ἀρχιερατικὴν τελειότητα περὶ τοῦ πράγμα‐ | |
τος οὗ γράφειν προήχθημεν τὰ αὐτὰ φρονεῖν ἃ καὶ ἡμεῖς φρονοῦμεν, τὴν ἴσην ὀδύνην φέρειν ἐν τῇ καρδίᾳ, τοῖς ὁμοίοις διαξαίνεσθαι σπαραγμοῖς· | 80 | |
5 | καὶ διὰ τοῦτο γράφομεν οὐ παραίνεσιν οὐδὲ διδασκαλίαν, ἀλλ’ οἷον συν‐ ομιλίαν καὶ ὅσα εἰ παρόντες ὁμοῦ καὶ συνδιατρίβοντες κοινῶς ἂν διεσκε‐ ψάμεθα. Ταῦτα δέ ἐστι περὶ τῶν καταλαβόντων κακῶν τὸν ἕνα μὲν τοῦ Χριστοῦ λαόν, Ῥωμαίους φημὶ καὶ Βουλγάρους, διαμερισθέντας δὲ ἐξ ἀλλήλων ὑπὸ τοῦ ἐξ ἀρχῆς τὸν ἄνθρωπον ἀπὸ θεοῦ διατεμόντος καὶ δια‐ | |
10 | μερίσαντος. Ὑπὲρ ταύτης γράφομεν τῆς κοινῆς φροντίδος, ἣν ὥσπερ ἡμεῖς ἀδιαλείπτως φέροντες στενάζομεν καὶ θρηνοῦμεν, οἶδα ὅτι καὶ αὐτὸς ὁμοίως φέρεις, καὶ ἄρτος σοι τὰ δάκρυα γίνεται. Ἐκ τῶν ἡμετέρων γὰρ τὰ ὑμέτερα διδασκόμεθα· ὧν γὰρ τὸ ἔργον καὶ ἡ διακονία κοινή, τούτων εἰκὸς κοινὰ γίνεσθαι καὶ τὰ πάθη καὶ τοὺς καμάτους. | |
15 | Ἀλλ’ ὅτι μὲν ἡ αὐτὴ συνοχὴ καὶ τὰ ὅμοια κεντεῖ ἄλγη τὴν σὴν καρδίαν οἷα καὶ ἡμᾶς, ἀρκεῖ τοσοῦτον ἐπιμνησθῆναι· λοιπὸν δὲ ἤδη τῆς οἷον συνομιλίας καὶ τῆς κοινῆς ἀπαρχόμεθα συνδιασκέψεως. Ἄλλοι μὲν ἄλλαις ἀπετάγησαν διακονίαις ἐν τῇ παρούσῃ ταύτῃ ζωῇ, βασιλεῖς λέγω καὶ ἄρχοντας, πόλεων ἐπιστάτας, πραγμάτων ἄλλων οἰκονόμους τῆς | |
20 | διοικήσεως, ὧν ἕκαστος πρὸς ἣν ἔλαβε τάξιν ἀφορῶν τὸ οἰκεῖον ὅστις ἔμφρων σπουδάζει ἀμέμπτως ἔργον ἐπιτελεῖν. Ἡμεῖς δὲ οἱ παρίστασθαι τῷ ἁγίῳ ἀποτεταγμένοι θυσιαστηρίῳ, εἰ καὶ πολλῶν ἄλλων χρεῶσται καθεστήκαμεν ἐπιτελεῖν τὴν διακονίαν, ἀλλά γε πρὸ παντὸς ἑτέρου τὸ τῆς εἰρήνης ἔργον καὶ τὸ διώκειν ἐκ μέσου τὰ σκάνδαλα καὶ τὴν ἔχθραν | |
25 | εἰς ὑπουργίαν ἐλάβομεν. Ἡ γὰρ τῆς φρικτῆς ἱερουργία θυσίας, ἣν εἰς ἀνά‐ μνησιν ἐπιτελοῦμεν τοῦ ἵνα καταλύσῃ τὴν αἰώνιον ἔχθραν, τὴν βιαίαν ἐκείνην πρὸς θεὸν τῶν ἀνθρώπων μανίαν καὶ ἀνέλπιστον εἰς σπονδὰς εἰρήνης συμβῆναι, ὑπομείναντος ὅσα ὑπέμεινεν, τὰ ἐμπτύσματα, τὰ ῥαπί‐ σματα, τὸν θάνατον τῶν κακούργων, τοῦτο ἡμῖν παρακελεύεται διὰ παν‐ | |
30 | τός, τὸ πάσῃ δυνάμει, πάσῃ περινοίᾳ, παντὶ λόγῳ τῆς εἰρήνης εἶναι σπουδαίους συμμάχους, τῆς ἔχθρας πολεμίους, καὶ πάσῃ ψυχῇ ἀποκλεί‐ ειν τὴν εἴσοδον τῶν σκανδάλων, ἐπείπερ οἷον ἐπ’ ὄψιν ἡμῖν τοῦτο δὴ τὸ μέγα τῆς ἱερουργίας μυστήριον ὑποδείκνυσιν, αὐτὸν τὸν υἱὸν τοῦ φιλανθρώπου πατρός, ὃς τοσοῦτον ἠγάπησε τὸν κόσμον, ὥστε τοῦτον | |
35 | ἐξαποστεῖλαι πρὸς ἡμᾶς—ἀλλὰ γὰρ τὸν μονογενῆ τοῦτον, τὸν ἀγαπητόν, τὸν ἀμνὸν τοῦ θεοῦ θυόμενον καὶ ἐξίλασμα γινόμενον τῆς ἡμετέρας ἔχθρας πρὸς τὸν θεὸν καὶ πατέρα, τοῖς ὀφθαλμοῖς ἡμῶν ὥσπερ ὁρώμενον τὸ πανάγιον τοῦτο μυστήριον παρίστησιν· ὃς κληρονόμος ὢν τῆς θεϊκῆς | |
δόξης κατεφρόνησεν αἰσχύνης τοσαύτης καὶ ἀδοξίας ὑπ’ ἀνθρώπων ἐπ’ | 82 | |
40 | αὐτῷ τολμηθείσης, ἵνα τοὺς διεστῶτας, τοὺς ἐχθρούς, τοὺς πολεμίους διὰ τῶν οἰκείων παθῶν, διὰ τῶν τραυμάτων, διὰ τῆς αἰσχύνης ἀπαλ‐ λάξῃ καὶ συνάψῃ τῇ εἰρήνῃ καὶ οἰκείους ἀπεργάσηται τῷ θεῷ. Τί οὖν, ἀδελφὲ καὶ συνιερεῦ, δεῖ πράττειν ἡμᾶς; Ποταπὴν ἔχειν καρδίαν, ὁποίαν μέριμναν, ἡλίκην ἀγωνίαν, ὅταν τινὰς ὁρῶμεν κατ’ ἀλλήλων ἐκμαινομέ‐ | |
45 | νους καὶ τὴν ἔχθραν ἀντὶ τῆς ἀγάπης ἀλλασσομένους—καὶ ταῦτά φημι περὶ τῶν καθ’ ἕνα τέως καὶ ἀνὰ μέρος· —πόσην οὖν κεχρεωστήκαμεν πρό‐ νοιαν φέρειν, ὥστε τοὺς οὕτω διατεθειμένους τὰς ψυχὰς ὑπὸ τοῦ πονηροῦ συμβιβάσαι καὶ εἰρηνοποιῆσαι καὶ πεῖσαι πάλιν διὰ τῆς ἀγάπης εἰς ἑνό‐ τητα συνελθεῖν; Ὅταν δὲ οὐχ εἷς, οὐδὲ δύο, οὐ δέκα, οὐδὲ πολλῷ τούτων | |
12(50) | πλείους, ὁλόκληρος οἰκία καὶ πόλις, ἀλλ’ ἔθνος ὅλον πρὸς ὅλον ἔθνος, καὶ τότε ὁμόπιστον (οἴμοι τῶν ἐμῶν παθῶν τὸ βαρύτατον) ὑπὸ τῆς τοῦ δαίμονος ἐνεργείας εἰς τὸ κακὸν τοῦτο περιηνέχθησαν, τί ποιήσωμεν, τί διανοηθῶμεν, τί φρονήσωμεν; Ποία ἡμέρα ἢ νὺξ ἀναπαύσει ἡμᾶς ἀπὸ τῆς τοιαύτης μερίμνης ἢ τῆς συνοχῆς; | |
55 | Προῆλθε μὲν ἄχρι τούτου ὁ λόγος, ὥσπερ προῆλθεν· ἄρτι δὲ ὥσπερ αὐτὰ τὰ πράγματα ἀναλαβόντα φωνὴν τρανότερον φθέγγεται. Ἐκίνησεν ὁ τῆς κακίας πατὴρ διάβολος, ὁ τῆς εἰρήνης πολέμιος, μεταξὺ Ῥωμαίων καὶ Βουλγάρων ὅπλα καὶ ξίφη· ἐξέμηνεν αὐτοὺς κατ’ ἀλλήλων, ἐνήργη‐ σεν ὅσα ἐνήργησεν μέχρι τῆς σήμερον· φεῦ τοῦ πλήθους τῶν ἐμῶν | |
60 | ἁμαρτιῶν. Τίς δυσωπήσει; Τίς γενήσεται μεσίτης; Τίς θεοῦ συναντι‐ λαμβανομένου στήσει τὸν τοσοῦτον ὄλεθρον τῶν ἀνθρώπων; Τίς μιαινο‐ μένην τὴν γῆν ἐξ αἱμάτων Χριστιανικῶν ἀποπαύσει; Καὶ τίς ἕτερος; Τοῦτο ἐμὸν καὶ σὸν τὸ χρεώστημα. Ἀλλ’ ἡμεῖς μὲν αὐτὸς ᾧ παρίσταται πᾶσα καρδίας ἐνθύμησις, ἐξεπίσταται ὅτι καὶ τὴν ἀρχὴν ἀπετρέψαμεν | |
65 | τὴν τοῦ πολέμου ἐγχείρησιν καὶ τοῦ κακοῦ ἐκνικήσαντος παραινοῦντες οὐ διελείψαμεν, ὥστε ῥῖψαι μὲν τὰ ὅπλα, ἀντιλαβέσθαι δὲ τῆς πρὸς Βουλ‐ γάρους εἰρήνης καὶ ἀγάπης καὶ τῆς πατρικῆς πρὸς αὐτοὺς διαθέσεως· καὶ θεοῦ τῶν καρδιῶν αὐτῶν ἁψαμένου καὶ οἷς ἠπείθησαν πρότερον μετεφρόνησαν καὶ οἷς μετὰ ταῦτα παρῃνέσαμεν πρόθυμοι ποιεῖν τὰ | |
70 | παραινεθέντα γεγόνασιν, καὶ ἐξ ἐκείνου καιροῦ καὶ μέχρι τοῦ νῦν τὰ τῆς εἰρήνης ἐπιζητοῦσι καὶ τὸν σύνδεσμον τῆς ἀγάπης, καὶ τὰ τοῦ πρὸς ὑμᾶς πολέμου μεμισήκασι πράγματα. Ἀλλὰ τί εἴπω; Ὁ ἐξ ἀρχῆς φθονήσας τῷ ἀνθρωπίνῳ γένει δριμὺν ἔσχε καὶ νῦν τὸν φθόνον κατὰ τῆς ἑνώσεως | |
Βουλγάρων καὶ Ῥωμαίων, καὶ ὅτι ἔφθασεν ἀνάψαι τὴν πυρκαϊὰν τῆς | 84 | |
75 | ἔχθρας, χαίρει τῷ ψυχοφθόρῳ τούτῳ πυρὶ καὶ πολὺν τὸν ἀγῶνα ποιεῖ‐ ται τῆς τούτου ἀνάψεως, καὶ οὐ συγχωρεῖ τῷ καλῷ καὶ ἀγαπητῷ υἱῷ μου, τῷ φρονιμωτάτῳ καὶ ἡμερωτάτῳ, τῷ δεσπόζειν Βουλγάρων λαχόντι, τῆς ἑαυτοῦ γενέσθαι καλοκαγαθίας καὶ πρὸς τὸ καλὸν τῆς εἰρήνης ἐπιστρα‐ φῆναι καὶ τῆς ἀρχαίας γενέσθαι γλυκύτητος, ἀλλ’ ἀεί τι ὁ φθονερός, | |
80 | ὁ τῶν καλῶν διώκτης ὑποβάλλων πικρὸν ἐνθύμημα ἐν τῇ γλυκείᾳ τού‐ του ψυχῇ σπουδάζει τὴν γλυκυτάτην διώκειν εἰρήνην. Ἀλλὰ τὰ μὲν τοῦ πονηροῦ δαίμονος τοιαῦτα. Ἡμεῖς δὲ θεῷ πεποι‐ θότες καὶ τῇ τοῦ ποθεινοῦ υἱοῦ μου ἡμερότητι ὡς οὐκ ἀποτευξόμεθα τοῦ σκοποῦ, γράμμα πρὸς αὐτὸν ἐξεπέμψαμεν, ἐκεῖνα παρακαλοῦντες, ἐκεῖνα | |
85 | δυσωποῦντες, ὅσα τῆς αὐτοῦ φιλαγάθου ἐστὶ ψυχῆς οἰκεῖα, ὅσα τῆς ἐκείνου καρδίας. Καὶ γὰρ εἰ καὶ βραχὺν χρόνον, ἀλλ’ ὅμως καὶ ἡμεῖς, ὅτε εἰς ὄψιν αὐτῷ κατέστημεν, ἐλάβομεν πεῖραν τῆς αὐτοῦ φύσεως καὶ ἔγνωμεν τὴν σύνεσιν, τὴν πραότητα, τὴν ἐπιείκειαν, τὴν χρηστότητα, καὶ ὡς πάσης ἀπηνείας καὶ ἰταμότητος ἀλλοτρία ἡ τούτου φύσις καθέστη‐ | |
90 | κεν. Ἐγράψαμεν οὖν πρεσβεύοντες ὑπὲρ εἰρήνης καὶ εὐέλπιδές ἐσμεν ὡς δυσωπήσει μὲν πρῶτον τοῦτον ὁ δοὺς αὐτὸν Βουλγάρων δεσπόζειν θεός, δυσωπήσει δὲ καὶ τὸ οἰκεῖον ἥμερον καὶ φιλάγαθον, δυσωπηθήσεται δὲ καὶ ὑπὸ τῆς ἡμετέρας παρακλήσεως. Τὸ μὲν ἡμέτερον τοιοῦτον, 〈καὶ〉 ἀποσαλεύομεν ἐν τοιαύταις ἐλπίσιν. | |
95 | Ἔστι δὲ καὶ τῆς ὑμῶν ἀρχιερωσύνης ἐπὶ τοῖς κοινοῖς πάθεσιν ἀλγυνομέ‐ νης, ταῖς κοιναῖς συμφοραῖς, τῇ τοσαύτῃ τῶν κακῶν περικλύσει, καὶ ὡς οἴκοθεν κεκτημένης τὸ τοῦ πράγματος χρεώστημα, συνεπιλαβέσθαι τῇ ἡμετέρᾳ πρεσβείᾳ, ἐξευμενίσασθαι, καθικετεῦσαι τὸν ἠγαπημένον υἱὸν ἡμῶν. Ἔχεις πολλὰς ἀφορμὰς συνεργούσας πρὸς τὴν ἐκείνου δυσώπησιν· | |
12(100) | πρῶτον μέν, ὅσα ὁ λόγος προλαβὼν εἶπεν, τοῦ Χριστοῦ καὶ θεοῦ ἡμῶν τὸ ἀπαραμύθητον ἄλγος, ἐφ’ οἷς οἱ τὸ ἐκείνου τίμιον φέροντες ὄνομα, τοῦ ὡς πρόβατον ἐπὶ σφαγὴν ἀχθέντος ἵνα τοῦτο ἡμῖν τὸ ὄνομα χαρίσηται, κατ’ ἀλλήλων ἐξεθηριώθησαν· τοὺς ἱεροὺς ναοὺς ἐν οἷς πρὸς ἔντευξιν εἰσέρχεται τοῦ θεοῦ ὑπὲρ ἑαυτοῦ, ὑπὲρ γυναικός, ὑπὲρ παίδων, καὶ ὅλου | |
105 | φημὶ τοῦ ἔθνους οὗ δεσπόζειν κατέστη· τὸ ἅγιον καὶ πανάχραντον σῶμα καὶ αἷμα, ὧν ἐσθίων καὶ πίνων ἀδιστάκτους ἐλπίδας ἔχει ἁγιασμοῦ μέτοχος γίνεσθαι. Παράστησον αὐτῷ διὰ τῶν σῶν λόγων ἐν ὀφθαλμοῖς ὅσα ἐκεῖνος οἰκείαις ὄψεσι καὶ πρὸ τῶν σῶν λόγων τεθεαμένος οὐκ | |
ἀγνοεῖ, τῆς γῆς ὅσην διῆλθε τὴν ἐρημίαν τὴν ἀντὶ τῆς ὁρωμένης ἄχρι | 86 | |
110 | τοῦ νῦν ὡραιότητος, τῶν χωρῶν ὅση ἐκ τῶν σταχύων, ὅση ἐξ ἀμπέλων, ὅση ἐκ τῶν ἄλλων ἀκροδρύων ἐλεεινὴν ἀμορφίαν. Ἀνάμνησον αὐτὸν τῆς καταστροφῆς τῶν ἁγίων τοῦ θεοῦ οἴκων, οὓς εὐσεβῶν χεῖρες εἰς δόξαν θεοῦ μετὰ πολλῶν καμάτων ἀνήγειραν. Πρόσθες τὴν ἀπώλειαν τῶν σεμ‐ νῶν διαιτημάτων, ἐν οἷς μονάζοντες, ἐν οἷς παρθένοι διὰ παντὸς ὕμνους | |
115 | ἀνέπεμπον τῷ θεῷ, καὶ νῦν ἐν ἐρειπίοις λέλειπται κατακείμενα. Πρόσθες ἐπὶ τούτοις τὰς πολυτρόπους τῶν ἀνθρώπων σφαγάς (οἴμοι τῆς τοσαύ‐ της τοῦ πονηροῦ δαίμονος ἰσχύος), τῶν ἱερέων, τῶν μοναζόντων, ἀνδρῶν γυναικῶν, ἐρριμμένα σώματα καὶ μηδ’ αὐτὸ τοῦτο ταφῆς ἠξιωμένα, ἀλλὰ κυσὶ καὶ θηρίοις εἰς βρῶσιν προτεθειμένα. | |
120 | Καὶ τί λέγω ταῦτα; Ἔχεις πολλὴν καὶ ἀμύθητον ἐκ τῆς ἀνιστο‐ ρήτου ταύτης τραγῳδίας τὴν εὐπορίαν, καὶ ἐπὶ πᾶσι τὴν τοῦ δυσωπου‐ μένου ἡμερότητα καὶ τὴν τελειοτάτην φρόνησιν, εἰς τὸ συγκαταπράξασθαι τὴν πρεσβείαν. Ἀλλὰ γὰρ κινούμενος ταῖς κοινῶς ἐμέ τε καὶ σὲ ἀπαρ‐ αιτήτως συνεχούσαις ὀδύναις καὶ ταῖς ἐχούσαις ἡμᾶς ὀφειλέτας μερί‐ | |
125 | μναις ὑπὲρ τῆς κοινῆς σωτηρίας καὶ εἰρήνης, ἐπίδειξαι μὲν καὶ τὰ παρ’ ἑαυτοῦ, πλήρωσον δὲ καὶ ἀνθ’ ἡμῶν τὰ ἡμέτερα ὅσα εἰ παρόντες ἂν αὐτοὶ διεπραξάμεθα· χεῖρας περίπτυξαι, λαβοῦ γονάτων, εἰ δεήσει καὶ τῶν ποδῶν, καὶ ἁπλῶς λόγοις καὶ πράγμασι μὴ ἀπόσχῃ πάντα ποιῶν, ἕως ἂν τῇ ἄνωθεν εὐμενείᾳ πρὸς τὸ τῆς εἰρήνης καλὸν ἡ γλυκεῖα τοῦ ἡμετέ‐ | |
130 | ρου τέκνου συνέλθῃ ψυχή, καὶ ἄνθρωποι παρ’ αὐτοῦ ἐξαποσταλῶσι, δι’ ὧν ἀνακαινισθήσεται μὲν τὰ τῆς εἰρήνης, καταργηθήσεται δὲ τὰ τῶν πολέμων καὶ τῆς ἔχθρας, ἀπελαθήσεται δὲ καὶ διάβολος ὁ ταῖς κοιναῖς συμφοραῖς Βουλγάρων καὶ Ῥωμαίων ἐπορχούμενος, παρρησιάσεται δὲ πάλιν ἡ τιμιωτάτη ἀγάπη καὶ τὰ ἐκείνης τίμια πράγματα, ἐξ ὧν εὐφρο‐ | |
135 | σύνη καὶ τῶν καλῶν ἀπόλαυσις ἀμφοτέροις τοῖς λαοῖς προσγενήσεται, τῶν χαλεπωτάτων δὲ πραγμάτων ἡ πεῖρα καὶ ἡ κατήφεια καὶ ἡ σκυθρω‐ πότης τῶν προσώπων ἀφανισθήσεται. | |
13(1t) | Τῷ πρώτῳ ἀνθρώπῳ τοῦ Συμεών | |
2 | Τῶν μεγάλων ἐξουσιῶν οἱ ὑπηρέται μεγίσταις ἀρεταῖς, τέκνον ἡμῶν, κοσμοῦνται καὶ κατορθώμασιν, καὶ τοσούτῳ μᾶλλον ὅσον καὶ οἰκειότεροι ὄντες γνωρίζονται. Τοιοῦτόν σε ὄντα ἐπιστάμενοι, καὶ τοῦτο | |
5 | συνεπιστάμεθα ὅτι καὶ χωρὶς τῶν ἡμετέρων λόγων ἐκεῖνα φρονεῖς, | |
ἐκεῖνα διανοῇ, ὅσα τῷ μεγέθει πρέπει τῆς σῆς ἀρετῆς. Ἐπεὶ οὖν οὕτως ἔχομεν περὶ σοῦ, εἰς τὴν παροῦσαν ὑπόθεσιν τοῦ γράμματος ἐκινήθημεν μεγάλην τε οὖσαν καὶ διὰ τῆς σῆς φρονήσεως κατορθωθῆναι ὀφείλουσαν. Ἔστι δὲ αὕτη περὶ τῆς εἰρήνης, ἣν ἔδωκεν ἡμῖν Χριστὸς ὁ θεὸς ἡμῶν, περὶ | 88 | |
10 | τοῦ παῦσαι τὰς σφαγὰς καὶ τὰς χύσεις τῶν αἱμάτων καὶ τῆς ἄλλης κα‐ κώσεως ὅση ἐκ τῶν πολέμων γνωρίζεται· ὧν οὐδὲν μεῖζον οὐδὲ φρονίμων ἀνθρώπων καὶ μέγιστον κλέος ἐχόντων ἔργον ἐστὶν ἰδεῖν οἰκειότερον. Περὶ τούτου ἐγράψαμεν καὶ τῷ μεγαλοδόξῳ καὶ πεποθημένῳ ἡμῶν υἱῷ, καὶ οὐκ ἀγνοοῦμεν ὡς ἡ ἐκείνου φιλάγαθος ψυχὴ ἡ πραεῖα καὶ ἥμερος, | |
15 | εἰ καὶ τὸ πλῆθος τῶν ἐμῶν ἁμαρτιῶν ταύτῃ πικρίας ἐνέθηκε σπέρματα, προσέξει τοῖς ἡμετέροις λόγοις εὐμενῶς. Ὅμως καὶ σὲ κινοῦμεν διὰ τοῦ γράμματος συνεπιλαβέσθαι καὶ ὡς εὔνουν αὐτοῦ καὶ οἰκεῖον θεράποντα τὴν ὄντως μεγάλης δόξης αὐτῷ πρόξενον ὑπουργίαν ἐξυπηρετήσασθαι. Ἐν πολλοῖς μὲν γὰρ ἄλλοις, ὡς καθαρὸν σῴζων τὸ φίλτρον πρὸς αὐτόν, | |
20 | ὡς τῆς αὐτοῦ ἐφιέμενος τιμῆς τε καὶ δόξης ἐξυπηρετεῖσθαι τούτῳ σπουδά‐ ζεις, ἀλλ’ οὐδενὶ ἐπ’ ἄλλῳ πράγματι ὡς ἐν τούτῳ γνωρισθήσῃ ἐξυπηρε‐ τούμενος τὰ εἰς τιμὴν καὶ δόξαν αὐτῷ, οὐδὲ τὸ πρὸς αὐτὸν φίλτρον ἐπι‐ δεικνύων καὶ τὸ τοῦ ἔρωτος διάπυρον πρὸς τὸν οἰκεῖον δεσπότην. Ἐνθυμήθητι γάρ, τέκνον ἡμῶν, τὰ τοῦ πολέμου κακά, τὰ ἐκεῖθεν | |
25 | τοὺς ἀνθρώπους καταλαμβάνοντα ἀλγεινά, καὶ πάλιν τὰ τῆς εἰρήνης καλὰ καὶ τὴν ἐξ αὐτῆς ἐγγινομένην τοῖς ἀνθρώποις ἀπόλαυσιν· καὶ ταῦτα συγκρίνων, σκέψαι πόσης αὐτῷ γενήσῃ πρόξενος τιμῆς καὶ δόξης, εἰ θεοῦ συνεπιλαμβάνοντος ἀντὶ τῶν πολέμων, ἀντὶ τῶν σφαγῶν, ἀντὶ τῶν αἰχμαλωσιῶν, ἁπλῶς ἀντὶ τοῦ μεγάλου τῶν ἀνθρώπων ὀλέθρου, ἐξυπη‐ | |
30 | ρετήσεις αὐτῷ ταύτην τὴν ἔνθεον ὑπηρεσίαν, τὸ ἐπαινεῖσθαι διὰ τὰ ἀγαθὰ τῆς εἰρήνης καὶ δοξάζεσθαι, ἀλλὰ μὴ τὰ ἐναντία πορίζεσθαι διὰ τὰ ἐκ τῶν πολέμων κακά. Οὐ μὴ δεηθῇς λόγων πολλῶν οὐδ’ ἀποστραφή‐ σεταί σου τὴν δέησιν ἡ καλὴ ἐκείνου καὶ φιλάρετος ψυχή. Μόνον προθυμή‐ θητι, μόνον δυσωπῆσαι βουλήθητι· καὶ πέπεισμαι ὡς ἕτοιμον ὄντα ὄψει | |
35 | 〈καὶ〉 τὴν θείαν εἰρήνην ἐπιζητοῦντα. Τοῦτο δὲ οὐχ ἁπλῶς λέγω, ἀλλὰ πεπεισμένος ἐξ ὧν ὁ φιλάνθρωπος θεὸς εἰργάσατο· τοὺς γὰρ αἰτίους τοῦ πολέμου καὶ τῆς τοσαύτης μιαιφονίας κρίμασιν οἷς αὐτὸς οἶδεν δικαίοις ἐκ μέσου πεποίηκεν, τὴν ἀξίαν δίκην καὶ ἁρμόζουσαν τῇ τοσαύ‐ τῃ αὐτῶν πονηρίᾳ ἐπιθείς. Διὰ τοῦτο οὐδ’ ἡμεῖς πλέον ἐγνώκαμεν ἐκτεί‐ | |
40 | νειν τὸν λόγον οὐδ’ ἐνοχλεῖν σε τῷ μήκει τοῦ γράμματος, ἀλλὰ μόνην εὐχὴν προσεπιτιθέαμεν, ὡς εἴη Χριστὸς ὁ θεὸς ἡμῶν κἀκεῖνον τιμῶν καὶ δοξάζων καὶ ἐν τῷ παρόντι βίῳ καὶ ἐν τῷ μέλλοντι ἐκ τοῦ τὴν εἰρή‐ | |
νην ἐπιτελέσαι, καὶ σέ, τέκνον ἡμῶν, ἐπὶ πλέον οἰκεῖον δεικνὺς τῷ οἰ‐ κείῳ δεσπότῃ καὶ ὑπ’ αὐτοῦ ἀγαπώμενον, καὶ ὑπὲρ τῆς τοιαύτης προαι‐ | 90 | |
45 | ρέσεως καὶ σπουδῆς τῶν αἰωνίων καταξιῶν ἀγαθῶν. | |
14(1t) | Συμεὼν Βουλγάρῳ | |
2 | Τέκνον ἡμῶν ποθεινότατον καὶ φίλων ἀρχαίων καὶ νέων ὁ γλυκύ‐ τατος φίλος, ἄκουσον ὡς τέκνον καὶ φίλος ῥήματα πατρὸς ἐξ ἀρχῆς σε φιλήσαντος καὶ φιλοῦντος καὶ σῴζοντος στοργὴν γνησίαν πρὸς σὲ ἐν ἁγίῳ | |
5 | πνεύματι, πρόσσχες, τέκνον ἡμῶν, οἷς γράφομεν· πεποίθαμεν γὰρ ἐν θεῷ ὅτι τὰ συνευφραίνοντα καὶ συνήδοντα γράφομεν, καὶ ἐπὶ τοῖς ἔργοις τὸ ὄνομα τῆς φιλίας βεβαιοῦντες. Ἄκουσον, καὶ πάλιν φημί, ὡς τοῦ θεοῦ ἄνθρωπος, συντόμως εἰπεῖν, εὐαγγέλια ψυχὴν θεοφιλῆ θεραπεύοντα. Εἰ γὰρ καὶ πρὸς τὴν κοσμικὴν ἐξουσίαν, τοῦ σατανᾶ τὰ σκάνδαλα κεκινηκό‐ | |
10 | τος δι’ ὧν κατὰ τῆς σῆς ἠγωνίσαντο τιμίας ἐμοὶ κεφαλῆς, ἐξετραχύνθης καὶ ἄλλως ἢ ὡς ἔστιν εὐχή μοι διατίθεσαι, ἀλλ’ ἐπίσταμαι ἀκριβῶς ὅτι ἐπὶ τῷ πάθει τῆς ἐκκλησίας, λέγω δὴ τῷ σπαραγμῷ καὶ τῇ διαστάσει τῶν τέκνων αὐτῆς, καὶ συνήλγεις καὶ συνείχου μεθ’ ἡμῶν πικραῖς ταῖς ὀδύναις, τιμῶν καὶ ἐν τούτῳ Χριστὸν τὸν θεὸν ἡμῶν, παρ’ οὗ σοι καὶ τὸ | |
15 | ἄρχειν καὶ τὸ σῴζεσθαι, καὶ ἡ ἐν τῷ μέλλοντι αἰῶνι ἀποκείσεται σωτη‐ ρία καὶ τιμὴ ἀτελεύτητος, ὥς γε εὐχόμεθα καὶ ἐλπίζομεν. Εὐαγγελιζόμεθά σοι, τέκνον ἡμῶν, εὐαγγέλια, ὧν καὶ σοὶ τὸ ἀκοῦ‐ σαι πάντων ἡδύτατον καὶ ἡμῖν τὸ εὐαγγελίσασθαι πρεπωδέστατον πάντων καὶ οἰκειότατον· ἥνωται ἡ τοῦ θεοῦ ἐκκλησία, ἐπαύθη τοῦ ἐξ ἀρχῆς πονη‐ | |
20 | ρευσαμένου ταύτην ἐκταράσσειν ἡ καταιγίς. Ἥνωται δὲ πῶς καὶ ἡ καταιγὶς πέπαυται; Οἱ μὲν ἐξ ἡμῶν κεχωρισμένοι καὶ τοῦ ἰδίου ἀντε‐ χόμενοι χωρισμοῦ ἀπετάξαντο τῷ οἰκείῳ φρονήματι, μετέγνωσαν ἐφ’ οἷς ἐφιλονείκουν, καὶ συνῆλθον χάριτι θεοῦ τῷ ἡμετέρῳ φρονήματι, καὶ ὃ τῇ ἐκκλησίᾳ ἐζητεῖτο κοινῇ τούτοις συνωμολογήθη· καὶ συντόμως | |
25 | εἰπεῖν τὸ οἰκεῖον ὁμολογήσαντες πταῖσμα ταῖς ἀγκάλαις προσῆλθον τῆς ἐκκλησίας φιλανθρώπως ὑπανοιγείσαις αὐτοῖς. Ἀπέκλειε μὲν γὰρ μέχρι τοῦ παρόντος ἡ ἐκκλησία τὰς ἑαυτῆς ἀγκάλας, οἷα τὰ ἀνθρώπινα κἀκεί‐ νων ἀνθρωπίνως διακειμένων καὶ οὐκ οἶδα ποίαις αἰτίαις ἀγαπώντων τοῦ ἀντιλέγειν. Ἐπεὶ δὲ πάντα ἐκεῖνα θεοῦ εὐδοκίᾳ γέγονεν ἐκποδών, | |
30 | τῆς θείας μεσιτευσάσης εἰρήνης συνήλθομεν εἰς ἑνότητα καὶ προσελάβο‐ | |
μεν τοὺς τέως ἐξ ἡμῶν διισταμένους ὡς οἰκεῖα τέκνα καὶ ὡς μέλεσιν ἰδίοις συνήφθημεν, καὶ λοιπόν ἐστιν ἡ τοῦ θεοῦ ἐκκλησία μιᾷ κεφαλῇ τῷ πρώτῳ ἀρχιερεῖ καὶ θεῷ ἡμῶν καὶ ἡμῖν τοῖς ἀναξίοις, ὅμως δ’ οὖν ἀρχιερατεύειν ἠξιωμένοις, καὶ συναρμολογουμένη καὶ ἀταράχως διευθυ‐ | 92 | |
35 | νομένη, πλὴν ὀλίγων τινῶν, οἳ τὸ γνωρίζεσθαι μὴ ἔχοντες ἐξ ἀγαθοῦ τρό‐ που, ἵνα μὴ τὸν βίον ἀνώνυμοι διαπερῶσιν, ἐκ τῆς ἑαυτῶν περινοούμενοι κακίας τὸ δῆλοι τυγχάνειν, ὅσον ἐπ’ αὐτοῖς τῷ οἰκείῳ μερισμῷ λυπεῖν τὴν ἑνότητα οὐ διευλαβοῦνται τῆς ἐκκλησίας. Πλὴν καὶ οὗτοι πάντως, εἰ τῆς κεφαλῆς ἡμῶν εἰσιν τοῦ μεγάλου θεοῦ καὶ ἀρχιερέως ἡμῶν, ἀγα‐ | |
40 | πήσουσι τυχὸν μὲν νῦν τυχὸν δὲ μετὰ τοῦτο συναρμοσθῆναι τῇ ἑαυτῶν κεφαλῇ· εἰ δὲ μή, πρᾶγμα οὐδέν· οἱ μὲν γὰρ κείσονται εἰς ἣν ἡ τούτων ἀπόνοια ἐξελέξατο χώραν, ἡ δὲ ἁγία τοῦ θεοῦ ἐκκλησία τῆς ταραττούσης αὐτὴν αἰτίας ἀπηλλαγμένη ἔχει τὴν ἰδίαν τάξιν εὐσταθῆ, εὐχαριστοῦσα Χριστῷ τῷ νυμφίῳ αὐτῆς ὑπὲρ ὧν τε τῶν σκανδάλων ἀπήλλακται καὶ | |
45 | ὑπὲρ ὧν τὰ οἰκεῖα κύκλῳ αὐτῆς παριστάμενα καθορᾷ τέκνα, ὅσους μὴ ὁ ἐξ ἀρχῆς ἀποσυλήσας τὸν ἄνθρωπον τῆς μακαρίας οἰκειότητος καὶ νῦν ἀποσυλῆσαι τοῦ ἱερατικοῦ πληρώματος δεδύνηται. Ταῦτά σοι, τέκνον ἡμῶν, τὰ εὐαγγέλια, οἷς πέπεισμαι τὴν σὴν εὐφρανθῆναι ψυχὴν ὅσον ἐπ’ οὐδενὶ ἄλλῳ τῶν ἐν ἀνθρώποις παρέχειν | |
14(50) | εὐφροσύνην εἰδότων. Τὸ δ’ ἀπὸ τούτου τίς μοι τῷ λόγῳ συνεπιλήψεται; Τίς συλλαλοῦντί μοι τῇ φιλανθρώπῳ καὶ γλυκυτάτῃ ψυχῇ συμπαρέσται κοινωνῶν τῷ λόγῳ; Καὶ ἀναμνήσομέν σε θεοῦ διδόντος οὐμενοῦν ἐπι‐ λελησμένον τῆς οἰκείας ἡμερότητος, ἀλλ’ ὑπὸ ἀνθρώπων οὐκ οἶδα τί περὶ αὐτῶν εἴπω, πλὴν ὅτι κακῶς διαθέσθαι τὰ Βουλγάρων καὶ Ῥωμαίων | |
55 | πράγματα διανοηθέντων, εἴτε οἴκοθεν εἴτε ὑπὸ δαίμονος πονηροῦ πρὸς τοῦτο κεκινημένων, τέως παρεξελθεῖν σε βιασαμένων καὶ εἰς πράγματα καταστῆσαι ἃ μηδέποτε οὔτε αὐτὸς ἤλπισας, υἱέ μου φιλανθρωπότατε, οὔτε ἡμεῖς οὔτε τις ἄλλος τῶν τὴν σὴν γινωσκόντων ἢ ἀκουόντων φιλ‐ άνθρωπον καὶ ἡμερωτάτην ψυχήν. Τίς γὰρ τοῦτό ποτε πρὶν γενέσθαι | |
60 | προσεδόκησεν, ὅτι Συμεὼν ὁ διὰ φρόνησιν μεγάλην, ὁ διὰ τὸ θεοφιλὴς εἶναι εἰς μέγα δόξης τὸ Βουλγάρων ἔθνος ἀγαγών, ὁ πονηρίαν εἴ τίς ποτε ἀνθρώπων μισῶν, ὁ δικαιοσύνην τιμῶν, ὁ βδελυσσόμενος ἀδικίαν, ὁ κρείτ‐ των ἡδονῶν, ὁ τὴν γαστέρα κατάγχων οὐδὲν ἧττον οἷς ἐν ὄρεσιν ἡ ζωή, ὁ οἴνου ἄγευστος, ὁ κατ’ οὐδὲν παραλλάσσων τῶν ἔξω τοῦ κόσμου ζῆν | |
65 | ἐπαγγελλομένων ἢ ἐν μόνῃ τῇ κυβερνήσει τῆς παρὰ θεοῦ δεδομένης | |
αὐτῷ ἀρχῆς—τίς ἂν οὖν προσδοκίαν ἔσχεν ὡς ὁ τοιοῦτος καὶ οὕτω θεοφι‐ λὴς ἄνθρωπος εἰς τὰ νῦν καταλαβόντα χαλεπὰ Ῥωμαίους περιστήσει καὶ Βουλγάρους καὶ τὴν ἄπειρον τῶν αἱμάτων χύσιν καὶ τὴν τοσαύτην ἐρη‐ μίαν, οἴμοι, ἐρημίαν ἐκκλησιῶν θεοῦ, διαιτημάτων παρθένων, αἳ πολ‐ | 94 | |
70 | λάκις καὶ τὸ ἀναπνεῖν τὸν ἀέρα ἐφείδοντο, μοναστηρίων ἀνδρῶν, οὗ νύκτα καὶ ἡμέραν θεὸς ὑμνολογεῖτο καὶ ἐδοξάζετο; Τί με δεῖ λέγειν πόλεων, χώρας ἄλλης, οἴκων, ὅσα τοῖς ἀνθρώποις εἰς παραμυθίαν σπου‐ δάζεται τῆς ζωῆς, τὴν ἄλλην συμφορὰν ὅση τὸ ἀνθρώπινον συνέσχεν, χηρείαν φημί, ὀρφανίαν, ἀδελφῶν ἀποστέρησιν, αἰχμαλωσίαν, δουλείαν, | |
75 | καὶ ἁπλῶς ἀντὶ τῆς πρώην Βουλγάρων καὶ Ῥωμαίων εὐζωίας, τὴν ἐλεεινὴν ταύτην μεταβολὴν εἰς ἣν ἐκ τῶν τοῦ πολέμου κακῶν περιέστη‐ σεν; Οὐκ ἐχθρῶν τοῦτο διαπραξαμένων, οὐ τῶν ἔξω τῆς μάνδρας τοῦ ἀληθινοῦ ποιμένος Χριστοῦ τοῦ θεοῦ ἡμῶν, οὐ τῶν ἀλλοτρίων τῆς κλη‐ ρονομίας τῆς πίστεως, ἀλλὰ τίνων; Αἰαῖ τῶν ἐμῶν βαρυτάτων παθῶν, | |
80 | φεῦ τοῦ ἐλεεινοῦ διηγήματος. Πρὸς τοὺς ἐν Χριστῷ πατέρας ἐξεβαρβαρώ‐ θη τὰ τέκνα, καὶ τὰ πρόβατα τοῦ Χριστοῦ κατ’ ἀλλήλων ἐξεθηριώθησαν, οἱ κληρονόμοι τῆς πίστεως καὶ συγκληρονόμοι τῆς δόξης τοῦ Χριστοῦ πρὸς ἑαυτοὺς ἐξεπολεμώθησαν. Τίς ἄν ποτε ἤλπισεν (καὶ πάλιν ἐρῶ) τοιαῦτα πάθη καὶ τοιούτων συμφορῶν πράγματα πρὸ τοῦ ἐν ὄψει ταῦτα | |
85 | ἰδεῖν Ῥωμαίους καὶ Βουλγάρους καταλαβεῖν; Ἀλλὰ γάρ, τέκνον ἡμῶν θεοφρούρητον, εἰ καὶ κατέλαβεν τοιαῦτα, ὡς εἴθε μὴ ὤφελεν, κατέλαβεν ἐξ ἐπηρείας τοῦ πονηροῦ δαίμονος, κατέ‐ λαβεν ἐκ φθόνου τοῦ πᾶσι μὲν ἀνθρώποις φθονοῦντος, μάλιστα δὲ Χριστιανοῖς· κατὰ Χριστιανῶν γὰρ μᾶλλον πρὸς φθόνον ἐξάπτεται ὁ | |
90 | διάβολος, διότι τούτους οἶδεν πολεμιωτάτους αὐτῷ, διότι παρὰ Χριστια‐ νῶν ἐκ πάσης ἀπηλάθη τῆς οἰκουμένης καὶ Χριστιανοὶ μέχρι καὶ σήμερον τὴν δυναστείαν αὐτοῦ ταπεινοῦσιν, καὶ ἣν κακῶς ᾠκοδόμησε τυραννίδα, ταύτην διὰ παντὸς καταλύουσιν. Διὰ ταῦτα μαίνεται κατὰ Χριστιανῶν, διὰ ταῦτα παντοῖος γίνεται εἰς τὸ καθ’ ὅσον δύναται ἀντιλυπεῖν καὶ | |
95 | συμφοραῖς περιβάλλειν αὐτούς. Ἧκε μὲν οὖν, ὡς εἶπον, ἐκ τῆς τοῦ διαβόλου κακίας τὰ δεινὰ ταῦτα καὶ πέρα δεινῶν· ἧκε δὲ καὶ ἐξ ἀνθρώπων, τοῦτο μὲν τῇ ἐκείνου κακίᾳ ὑπουργούντων, τοῦτο δὲ καὶ δυστυχούντων εἰς φρένας καὶ τὴν ἐκλογὴν μᾶλλον τῶν χειρόνων ἢ τὴν τῶν καλῶν ποιουμένων· οἳ καὶ τὸν πρὸς σὲ ἀνή‐ | |
14(100) | ραντο πόλεμον, εἴτε τῷ πονηρῷ δαίμονι συνεργοῦντες εἴτε διὰ φρενῶν | |
δυστυχίαν τοῦτο βουληθέντες καὶ τὴν σὴν γλυκεῖαν ψυχὴν οὕτω διατεθει‐ κότες. Ἐπεὶ καὶ πέφυκε πολλάκις καὶ μικρὸς σπινθὴρ ἄσβεστον φλόγα ἐξάπτειν, οὕτως καὶ τῶν ἀνθρώπων ἐκείνων ὁ ἐξ ἀφροσύνης ἐμπεσὼν σπινθὴρ εἰς τὴν σὴν καρδίαν ἀνῆψε τὴν μεγάλην ταύτην φλόγα καὶ τέως | 96 | |
105 | ἄχρι τοῦ νῦν ἀκατάσβεστον. Ἀλλὰ μή, τέκνον μου ποθεινόν, μὴ οὕτω νικήσωσιν τὰ κακά, μηδὲ θεοφιλὴς ἄνθρωπος ὁποῖος εἶ σὺ καὶ μὴ ἔχων ἐν φρονήσει παρισού‐ μενον τῇ καθ’ ἑαυτὸν γενεᾷ καὶ εἰς ψυχῆς εὐγένειαν ἀσύγκριτος, ἀνθρώ‐ πων χυδαίων καὶ τί ἄλλο ἢ μηδὲ ὀβολοῦ ἀξίων, ἡττηθῇς τῆς κακίας· μηδ’ | |
110 | ὅτι ἐπίκραναν ἄνθρωποι τοιοῦτοι, διὰ τοῦτο βουληθῶμεν ἀθάνατον ἔχειν πικρίαν κατὰ τῆς Ῥωμαϊκῆς ἐξουσίας, ἧς ἐπίστασαι πολλῶν καὶ μεγά‐ λων εὐεργεσιῶν ἐν ἀπολαύσει γενόμενος. Τί γὰρ πρὸς τὴν Ῥωμαϊκὴν ἀρχὴν καὶ τὸν ὑποχείριον αὐτῆς λαόν, εἰ ὁ δεῖνα καὶ ὁ δεῖνα, λόγου μη‐ δενὸς ἀνθρωπάρια, εἰς τὸ κατὰ σοῦ ἐξηνέχθησαν θράσος; Τί ταῦτα πρὸς | |
115 | τὸν βασιλέα τὸν μηδὲν συνειδότα, εἰ ἄνθρωποι τὰ ἐκείνου πράγματα κακῶς διοικοῦντες τὴν αὐτὴν γνώμην περὶ σοῦ ἀνελάβοντο; Πλὴν ἐλυπήθης; ἔχεις ἱκανὴν τὴν δίκην κατὰ τῶν λυπησάντων, μᾶλλον δὲ πολὺ τοῦ ἱκανοῦ ὑπεραίρουσαν. Ὅταν γάρ τις τὸν ἀδικῆσαι μελετήσαντα κατὰ τὸ ἴσον ὑποβάλῃ τῆς ζημίας, μὴ λίαν πικρὸς ὢν ἔχει τὸ ἱκανόν· ὅταν δὲ καὶ εἰς | |
120 | τὸ ἀπειροπλάσιον, πῶς ἔχει χώραν ἔτι χαλεπαίνειν καὶ πλέον λυπεῖν βούλεσθαι τὸν λυπήσαντα; Καὶ οὐ λέγω περί τινος τοῦ κατὰ σὲ ἡμέρου καὶ φιλανθρώπου, ἀλλ’ οἷος ἂν ᾖ ἀφιλάνθρωπος καὶ ἀνήμερος παύσεται πάντως τῆς πικρίας καὶ κατασβέσει τὸ πῦρ τοῦ θυμοῦ καὶ σπείσεται πρὸς τὸν ἄρξαι χειρῶν ἀδίκων ἀπονοηθέντα. Ναὶ δή, τέκνον ἡμῶν, λῆξον | |
125 | καὶ αὐτὸς τῆς ὀργῆς, καὶ πρὸς τὸ οἰκεῖον ἥμερον ἐπάνελθε, καὶ δὸς παῦσιν ταῖς ἀνθρωποφονίαις καὶ ταῖς ἄλλαις συμφοραῖς ὅσαι παρὰ Χρι‐ στιανῶν εἰς Χριστιανοὺς μέχρι τοῦ παρόντος γεγόνασι. Λέγω σοι ταῦτα, τέκνον μου γλυκύτατον, νῦν μὲν διὰ μέλανος· εἰ δὲ Χριστὸς ὁ θεὸς ἡμῶν, ἡ πάντα νοῦν ὑπερέχουσα εἰρήνη, διὰ τῆς αὐτοῦ | |
130 | παρακλήσεως τὴν σὴν ἐπὶ τούτῳ διαθήσει ψυχήν, ἵνα καὶ ἡμεῖς αὐτοὶ κατὰ πρόσωπόν σοι ἐμφανισθῶμεν καὶ οἰκείᾳ γλώσσῃ ταῦτά τε καὶ εἴ τι ἕτερον ἐπιζητήσει τὰ πράγματα εἴπωμεν, ἕτοιμοί ἐσμεν πρὸς σὲ ἥκειν, καὶ οὐ δειλιῶμεν τὸ γῆρας οὔτε τὴν ἀσθένειαν οὔτε τὴν ἐκ τῆς ὁδοιπο‐ ρίας ταλαιπωρίαν, ἂν μόνον πρὸς εἰρήνην ἐπινεύειν ἡ σὴ ἀγαπήσει ἀρετή. | |
135 | Δήλου τοίνυν ἡμῖν εἰ τοῦτο θεὸς ἐπὶ νοῦν σοι τέθεικεν τὸ μέγα καὶ σωτή‐ | |
ριον πρᾶγμα Ῥωμαίοις καὶ Βουλγάροις, πρὸς τὸ αὐτὸν ἐμὲ παραγενέσθαι καθ’ ὃν ἂν δυνατόν ἐστι γενέσθαι τόπον καὶ θεάσασθαί σε τὸ ἐμοὶ ποθει‐ νότατον θέαμα καὶ συλλαλῆσαι τὰ πρόσφορα καὶ συμφέροντα περὶ τῆς ἐν θεῷ ἀπό γε τοῦ νῦν εἰρήνης καὶ τῆς κοινῆς καταστάσεως· δήλου δὲ | 98 | |
140 | διὰ τοῦ ἀποστεῖλαι τοὺς κατασχεθέντας Ῥωμαϊκοὺς ἀποκρισιαρίους καὶ τῷ ἥκειν διὰ τῆς αὐτῶν γλώσσης σὺν τῷ γράμματί σου τὴν ἀπαγγελίαν τῆς φιλοθέου σου προαιρέσεως, ἵν’ οὕτως μετὰ πληροφορίας ἑαυτοὺς ἐκδεδωκότες προθύμως, εἰ καὶ ὑπὲρ δύναμιν ἡμῶν τὸ πρᾶγμα, πρὸς τοὺς πόνους τῆς πορείας, εἴτε πρὸς τὴν Μεσημβρίαν ἢ ἄλλοθι οὗ ἂν ἀρέσῃ κα‐ | |
145 | ταλάβωμεν. Καὶ ὅσα συμφέρει Βουλγάροις καὶ Ῥωμαίοις εἰπεῖν καὶ ἀκοῦσαι, ῥηθήσεται, δι’ ὧν λήξει μὲν τὰ τοῦ πολέμου, βραβευθήσεται δὲ εἰρήνη, ἐφ’ ᾗ δοξασθήσεται ὁ θεός, καταισχυνθήσεται δὲ διάβολος καὶ οἱ τούτῳ ἐξυπηρετησάμενοι, μεγαλυνθήσεται δὲ καὶ τὸ σὸν ὄνομα ἔν τε τῷ παρόντι αἰῶνι καὶ ἐν τῷ μέλλοντι· καὶ βιώσουσιν ἐν ἀναπαύσει καὶ | |
14(150) | ἀπαλλαγῇ τῶν κακῶν ὅ τε ὑπὸ τὴν σὴν χεῖρα δεδομένος λαὸς καὶ οἱ τελοῦντες ὑπὸ τὴν βασιλείαν, ἥτις ἐν θεῷ καὶ διδάσκαλός σοι καὶ ὁδηγὸς [καὶ] πρὸς σωτηρίαν ἐγένετο, καὶ τῶν ἀρχαίων ἐθῶν ἀναλαβομένη πρὸς τὰ πολλῷ κρείττονα καὶ ὑπερέχοντα μετέστησεν, καὶ τοῦ δοξάζεσθαι καὶ σεμνύνεσθαι καὶ ὄντως τοῦ Χριστοῦ ἀρχικὴ μοῖρα γνωρίζεσθαι τὰς | |
155 | ἀφορμὰς ἐμπαρέσχετο. | |
15(1t) | Τῷ αὐτῷ | |
2 | Τὰ γράμματά σου, θεοτίμητε ἡμῶν υἱέ, δεξάμενοι χαρᾶς ἀληθοῦς καὶ πνευματικῆς ἐπλήσθημεν ἡδονῆς, καὶ ἐπηυξάμεθα, εἰ καὶ ἁμαρτωλοί, ἀνθ’ ὧν οὕτω πρόθυμος ἐγένου εἰς πρόσωπον ἐλθεῖν τῆς ἐμῆς ταπεινό‐ | |
5 | τητος, ἀξιωθῆναί σε τοῦ προσώπου θεατὴν γενέσθαι μετ’ εὐπαρρησιάστου συνειδήσεως τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅταν ἐρῇ τοῖς ἀξίοις τῆς μακαρίας ἐκείνης φωνῆς· «Δεῦτε, οἱ εὐλογημένοι τοῦ πατρός μου, κληρο‐ νομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου.» Τοῦτο μὲν ηὐξάμεθά σοι καὶ εὐχόμεθα, διότι ἐμφανισθῆναι αὐτίκα τῇ | |
10 | δηλώσει τῷ ἡμετέρῳ προεθυμήθης προσώπῳ· παράσχοι δὲ ὁ αὐτὸς κύριος ἡμῶν Ἰησοῦς Χριστός, ἡ ὑπερέχουσα πάντα νοῦν εἰρήνη, ἡ ἀγάπη, | |
ἡ ἀλήθεια, ἡ σωτηρία ἡμῶν, καὶ ἔτι μᾶλλον προσεύξασθαι ὑμῖν διὰ βίου παντός, ὅσαι τῆς ταπεινῆς ζωῆς ἡμῶν αἱ βραχεῖαι ἡμέραι, ὑπὲρ ὧν καὶ ἔτι πρόθυμος κατανεύειν ὀφθήσῃ τοῖς ἡμετέροις λόγοις οὓς | 100 | |
15 | ἥκοντες πρὸς σὲ φθεγξόμεθα σὺν θεῷ τῷ διδόντι λόγον συνέσεως ὑπὲρ τῆς κοινῆς εὐζωΐας καὶ ἀναπαύσεως τοῦ Βουλγάρων καὶ Ῥωμαίων γένους. Ἀλλ’ οὕτω μὲν ἡ ἀρχὴ τοῦ γράμματος, τέκνον ἡμῶν, ἐξ ἱερᾶς ἀπάρχεται ἡμῖν εὐχῆς· ὑπὲρ δὲ τῶν λοιπῶν, καὶ ἃ μεταξὺ τοῦ γράμματος | |
20 | ἐνεφέρετο, χάριν τοῦ μὴ ὀχληροὶ γενέσθαι τῷ μήκει τῶν λόγων, μάλιστα ὅτι ἐλπίζομεν θεοῦ βουλομένου στόμα πρὸς στόμα λαλῆσαι, περιττὸν ἡγησάμεθα γράφειν. Ἐκεῖνο δὲ μόνον ὡς ἀναγκαῖον γράφομεν, ἠγαπη‐ μένε μου υἱὲ καὶ δεδοξασμένε, ὡς καὶ τὸ γῆρας ὀπίσω ῥίπτομεν καὶ τὸ ἀσθενὲς παρορῶμεν τῆς φύσεως καὶ τὰ ἐκ τῆς ὁδοῦ ἐπίπονα καὶ λυπηρὰ | |
25 | καὶ τὴν ὅλην ταλαιπωρίαν οὐχ ὑπολογιζόμεθα, ἐὰν μόνον πληροφορίαν παράσχῃς ἡμῖν ὅτι παρακέκληται ἡ σὴ τιμία ψυχὴ μὴ ἀτιμάσαι τὸν κόπον ἡμῶν, μηδὲ τὴν πρεσβείαν ἣν ποιήσεται πρὸς σέ, τέκνον ἡμῶν, γηραιὸς πατὴρ καὶ συντετριμμένος, ἀνήκοον ἀποστρέψῃς καὶ παραλελογισμένην. Ποιήσομαι δὲ πάντως πρεσβείαν καὶ σοί, τέκνον ἡμῶν, ἐπωφελῆ, καὶ τοῖς | |
30 | Ῥωμαίοις οὐ παντάπασιν ἐπιβαρῆ καὶ ἀφόρητον. Εἰ οὖν, ὡς εἶπον, πάντως οὕτως παρακέκλησαι, πρῶτον μὲν ὑπὸ τοῦ θεοῦ, δεύτερον δὲ ὑπὸ τῆς σῆς ἐμφρονεστάτης διασκέψεως, καὶ τρί‐ τον, εἴ τίς σοι λόγος καὶ τῆς ἡμῶν ταπεινότητος, ὑπὸ τῆς ἡμετέρας δεήσεως, ἐλεύσομαι πρὸς σὲ καὶ ψυχῇ πτερούμενος καὶ τῷ σώματι καὶ | |
35 | τῶν βαρυνόντων πάντων τὴν ἐμὴν ζωὴν καὶ τὸ γῆρας ἐπιλελησμένος. Εἰ δ’, ὅπερ ἀπευχόμεθα, ἔτι κἀκεῖνα τὰ προλαβόντα σκάνδαλα (ἀλλὰ μὴ συγχωρήσῃ θεός) ἐν τῇ σῇ διαμένουσι ψυχῇ, καὶ αἱ βουλαὶ καὶ σκέψεις αἳ ἀθλίους εἰργάσαντο Ῥωμαίους καὶ Βουλγάρους, καὶ ἔτι περὶ τῆς Ῥωμαϊκῆς βασιλείας τοὺς ἀρχαίους ἐν σεαυτῷ λογισμοὺς φέρεις, αὐτόν | |
40 | σοι προβάλλομαι μεσίτην, αὐτὸν ἄγγελον τὸν τῆς βουλῆς τοῦ θεοῦ καὶ πατρὸς ἄγγελον, ἣν τοῖς ὑπὸ τοῦ ἀνθρωποκτόνου δαίμονος ἐκπολεμωμέ‐ νοις ἀπ’ ἀρχῆς ἤγγειλεν, καὶ τῇ φιλανθρώπῳ ἀγγελίᾳ ἔπαυσε μὲν τὸν αἰώνιον πόλεμον, ἐξεῖλεν δὲ τὸ τῆς ἔχθρας μεσότοιχον, καὶ εἰς ἑνότητα καὶ εἰρήνην συνήγαγε τὸ ἀνθρώπινον. Ἀλλ’ αὐτόν σοι προβάλλομαι | |
45 | εἰς δυσώπησιν τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, τὸν κύριον τῶν κυρίων, τὸν βασιλέα τῶν βασιλευόντων καὶ ἐξουσιάζοντα πάσης ἐξουσίας, φανε‐ | |
ρὰν ἡμῖν τὴν σὴν ποιῆσαι προαίρεσιν δι’ ὧν ἀντιπέμψεις γραμμάτων· ὥστε με μήτε κόπον ὑπομεῖναι διακενῆς μήτε παραγεγονότα ματαίους φθέγξασθαι λόγους εἰς αἰσχύνην μὲν τῆς ἐμῆς πολιᾶς, εἰς γέλωτα δὲ | 102 | |
15(50) | τῶν πολλάκις φιλούντων κατακερτομεῖν καὶ γελᾶν τὰ ἡμέτερα—οἶδας δὲ φρόνιμος ὢν θεοῦ χάριτι ὡς πολλοὶ τῶν ἀνθρώπων (οἴμοι τῆς ἀνθρω‐ πίνης ἐλεεινότητος) τοιαύτης ὑπάρχουσι διαθέσεως—τυχὸν δὲ καὶ εἰς κα‐ τάκριμα τῆς σῆς τιμιωτάτης ψυχῆς. Τὸ γὰρ μάτην κινῆσαι ἄνθρωπον γέροντα, ἐξησθενημένον, ἀρχιερέα, εἰ καὶ ἀνάξιον, καὶ μέχρι τοῦ σοῦ | |
55 | προσώπου τοῦτον ἀγαγεῖν, εἶτα διακενῆς ἀποστρέψαι μάταιον ὑπομε‐ μενηκότα πόνον καὶ κάματον, γέλωτα δεδειγμένον τοῖς προαίρεσιν ἔχουσιν καταγελᾶν ἡμῶν, σκέψαι, τέκνον μου ἠγαπημένον, μὴ οὐκ ἔστιν ἀκατάκριτον τῇ σῇ φιλοθέῳ ψυχῇ. Τὰ δ’ ἄλλα ἐρρωμένον σε διαφυλάξει Χριστὸς ὁ θεὸς ἡμῶν, καὶ νῦν μὲν ἀπὸ πάσης κακώσεως ὁρωμένης τε | |
60 | καὶ ἀοράτου ὑψηλότερον συντηρῶν, καὶ ἐν τῷ μέλλοντι αἰῶνι τῆς ἑαυτοῦ ἀναπαύσεως καὶ δόξης τὴν κοινωνίαν παρεχόμενος. | |
16(1t) | Τῷ αὐτῷ | |
2 | Πάλιν ἐπὶ τὸ γράφειν, υἱέ μου θεοφρούρητε, ἀναγκαίως κεκίνημαι, τοῦτο μὲν ὑπὸ τῶν ἀλγηδόνων καθ’ ἑκάστην νυττόμενος τὴν ψυχήν, αἳ διὰ τὰ κοινὰ πάθη καὶ τὰς συμφορὰς Ῥωμαίων καὶ Βουλγάρων συνέ‐ | |
5 | χουσιν ἡμᾶς, τοῦτο δὲ καὶ διὰ τὴν ἐκεῖθεν φοβερὰν τιμωρίαν, ἐὰν ἐπὶ τοσούτοις κακοῖς σιγῶντες διατελέσωμεν. Σκοποὶ γὰρ τεθέντες, εἰ καὶ ἀνάξιοι, τῆς τῶν ἀνθρώπων σωτηρίας, οὐ δυνάμεθα σιωπᾶν, ἵνα μὴ τὸ αἷμα τῆς σφαγῆς Βουλγάρων καὶ Ῥωμαίων ἐξ ἡμῶν ἀπαιτήσῃ ὁ κρίμα‐ σιν οἷς οἶδεν θεὸς σκοπὸν καταστήσας ἡμᾶς. Διὰ τοῦτο, εἰ καὶ πλειστάκις | |
10 | γράψαντες παρελογίσθημεν, ὅμως καὶ νῦν γράφομεν, δεόμενοι τοῦ θεοῦ τοῦ πάντων αἰτίου τῶν ἀγαθῶν, κἂν ἐν τῷ παρόντι προσσχεῖν σοι δοῦναι τῷ λόγῳ ἡμῶν, ἀλλὰ μὴ ῥῖψαι τοῦτον εἰς παραλογισμόν, οἷα ἐπὶ τῶν προλαβόντων συμβέβηκεν. Γράφω δέ, τέκνον ἡμῶν, οὐχ οἷα πρότερον μόνον περὶ εἰρήνης σε | |
15 | δυσωπῶν, ἀλλ’ ἕτερόν τινα τρόπον ἀγωνιῶν καὶ πενθῶν ὑπὲρ τῶν μελ‐ λόντων κινεῖσθαι κακῶν μεταξὺ Ῥωμαίων καὶ Βουλγάρων. Πάλιν γάρ | |
(οἴμοι τῆς ἐπηρείας τοῦ πονηροῦ δαίμονος) στρατευμάτων παρασκευὴ καὶ πανταχόθεν συλλογὴ καὶ κίνησις μυριάνθρωπος, οἵαν οὐ δύναμαι παραστῆσαι τῷ λόγῳ. Καὶ διὰ τοῦτο στενάζω καὶ ὀδύρομαι προβλέπων | 104 | |
20 | καὶ κατανοῶν ὅσα ἐκ τῆς τοιαύτης κινήσεως τῶν στρατοπέδων μεταξὺ Ῥωμαίων καὶ Βουλγάρων συμβήσεται χαλεπά, ὧν πάντως ἡ σύμβασις κοινὴ Χριστιανοῖς συμφορὰ καὶ πικρὸν ἄλγος Χριστῷ τῷ θεῷ ἡμῶν τῷ περιποιησαμένῳ ἑαυτῷ εἰς κληρονομίαν τὸ τῶν Χριστιανῶν γένος διὰ τοῦ αἵματος τῆς ἁγίας πλευρᾶς αὐτοῦ. Εἴτε γὰρ τὸ Βουλγάρων ἔθνος | |
25 | ἀπολωλέναι γένοιτο, τῷ Χριστῷ καὶ θεῷ ἡμῶν περιγίνεται τὸ ἀλγεῖν· εἴτε ὁ Ῥωμαϊκὸς λαός, οἷα τὰ τοῦ πολέμου πράγματα, εἰς ὄλεθρον πε‐ ριστῇ, καὶ οὕτως ἡ πάντων κεφαλὴ Χριστὸς ὁ θεὸς ἡμῶν ἐπὶ τούτοις ὀδυνώμενος ἔσται. Εἶτα οἱ τῶν τοσούτων αἴτιοι συμφορῶν τίνα ἕξουσιν προσδοκίαν; Ποίαν καὶ ἐν τῷ παρόντι βίῳ ζωὴν διανύσουσιν, εἴ γε τὸ ζῆν | |
30 | αὐτοῖς περιέσται; Καὶ ἐν τῷ μέλλοντι βίῳ πορευόμενοι, μετὰ ποίας ἐλπίδος ἐκεῖ πορεύσονται; Πῶς τῷ προσώπῳ τοῦ θεοῦ παραστήσονται; Πῶς τὴν ἐκδεχομένην ὑπομενοῦσιν αὐτοὺς τιμωρίαν; Τίνα εὑρήσουσιν ἀπολογίαν; Τίνα πρόφασιν προβαλοῦνται τῆς τοσαύτης τῶν Χριστιανῶν ἀπωλείας; | |
35 | Ταῦτά με συνέχει, τέκνον ἐμόν, καὶ ἐν ἡμέρᾳ καὶ ἐν νυκτί· διὰ ταῦτα σπαράσσομαι τὴν ψυχήν, καὶ σιγᾶν μὴ δυνάμενος τὸ γράμμα σοι διαπέμπομαι. Ἀναλόγισαι, υἱέ μου, ἄξια ποιῶν τῆς σῆς μεγάλης συνέ‐ σεως, τὰς χύσεις τῶν αἱμάτων Ῥωμαίων καὶ Βουλγάρων, αἳ τὴν γῆν ἐμόλυναν ὅτε ὁ παγχάλεπος ἐκεῖνος συνέστη πόλεμος μεταξὺ τῶν γενῶν | |
40 | ἑκατέρων. Ἐνθυμήθητι ὅση τότε συμφορὰ Βουλγάροις καὶ Ῥωμαίοις ἀπήντησεν, καὶ μὴ βουληθῇς ἔτι τοιαύτην ἡμέραν ἀποτρόπαιον ἐπιδεῖν. Μὴ τοῦτό σε δόξῃ ἐπαίρειν ὅτι Βούλγαροι μέν, εἰ καὶ πλεῖστοι μαχαίρας ἔργον γεγόνασιν, ὅμως ὑπερεγένοντο, Ῥωμαῖοι δὲ τὴν ἧτταν καὶ τὸ ἔλαττον ἀπηνέγκαντο· οὐ γὰρ ἀεὶ τοῦ πολέμου τεταγμένα τὰ ἔργα, ἀλλ’ | |
45 | ἔχουσιν ἄδηλον τὴν ῥοπὴν καὶ πολλὰς τὰς ἐφ’ ἑκάτερα μεταβολάς. Μὴ πάλιν οἴου τὴν νίκην μετὰ σοῦ γενέσθαι, ἀλλ’ ἄνθρωπος ὢν σκόπει καὶ τὰ ἀνθρώπινα, διότι πολλοὶ ἑστῶτες, ὡς ἐνόμιζον, ἐπ’ ἀσφαλείας, ἔπεσον πτῶμα ἐξαίσιον, καὶ πολλοὶ κείμενοι ἀνωρθώθησαν· πολλοὶ νενικηκότες καὶ δόξαντες εἶναι ἀκαταμάχητοι αὐθωρὸν ἡττηθέντες ἀπώλοντο. | |
16(50) | Οἶδα ὅτι καὶ χωρὶς τῶν ἐμῶν λόγων, τέλειος ἐν φρονήσει τυγχάνων, ταῦτα γινώσκεις· πλὴν καὶ ἡμεῖς γράφομεν οὐκ ἔξω γράφοντες τοῦ εἰκό‐ | |
τος. Δός μοι, τέκνον ἐμόν, τὴν σὴν εὐσύνετον ἀκοήν, μᾶλλον δὲ πρὸ τῆς ἀκοῆς τὴν σὴν φρονίμην καὶ φιλτάτην ἐμοὶ ψυχήν. Δώσεις δὲ προσέχων τοῖς ἐμοῖς ῥήμασιν, ἀκούων λόγους πατρὸς καὶ πατρικῶς συμβουλεύοντος | 106 | |
55 | καὶ συμφερόντως, ὥς γε πεποίθαμεν ἐν θεῷ, καὶ πρὸς σὴν δόξαν καὶ ἐν τῇ παρούσῃ ζωῇ καὶ ἐν τῇ μελλούσῃ, ἐν ᾗ μάλιστα ἡ δόξα ἐπέραστος τοῖς ὄντως ἐπιποθοῦσι τοῦ δοξάζεσθαι. Μὴ βουληθῇς τὴν συγκίνησιν τῶν νῦν στρατευμάτων εἰς παράταξίν σοι καθισταμένην ἰδεῖν, μηδὲ πάλιν πο‐ λυάνθρωπον σφαγὴν Ῥωμαίων καὶ Βουλγάρων γενέσθαι, μηδ’ ὥσπερ ἀνα‐ | |
60 | καινισμὸν ἰδεῖν ἐκείνου τοῦ πολέμου τῶν συμφορῶν, μή ποτε πρὸς με‐ ταμέλειαν καταστῶμεν ὅτε τυχὸν ἐξ αὐτῆς οὐδὲν ἀπαντήσεται ὄφελος. Φρονίμων ἀνθρώπων ἐστί, καὶ μάλιστα ὁποῖος αὐτὸς εἶ, προορᾶν καὶ προασφαλίζεσθαι τῶν κακῶν τὴν ἐπέλευσιν, ἀλλὰ μὴ ἐπιρρίπτειν ἑαυτοὺς ὥσπερ μύουσιν ὀφθαλμοῖς εἰς τὴν πεῖραν αὐτῶν. Δόξης ἐπιθυμεῖς, | |
65 | τέκνον ἐμόν, πλούτου καὶ λαμπροῦ ὀνόματος; Ἔξεστί σοι πειθομένῳ τοῖς ἡμετέροις λόγοις μὴ τῆς ἐπιθυμίας ἀποτυχεῖν. Καὶ πρόσσχες οἷς λέγομεν. Κρίμασιν οἷς ἐξεπίσταται ὁ θεὸς εἰς τὸν θρόνον τῆς βασιλείας ἐνίδρυσεν, ὥς γε καὶ αὐτὸς οἶμαι διέγνως, τὸν κύριν Ῥωμανόν· συνάφθητι κατ’ ἐπιγαμίαν αὐτῷ, εἴτε πρὸς ἄρσενα παῖδα ἐκείνου θυγατέρα προσαρ‐ | |
70 | μόζων, εἴτε πρὸς τὴν θυγατέρα ἐκείνου υἱὸν εἰς νυμφίον δεχόμενος. Καὶ τούτου γινομένου οὐδενὸς ἀποτεύξῃ τῶν καταθυμίων, ὅσα πρὸς δόξαν τὴν πρέπουσαν καὶ πρὸς τὴν σὴν ἀπόλαυσιν ἀφορᾷ καὶ παντὶ τῷ Βουλγάρων γένει καὶ ὑπὸ σὲ τελοῦντι λαῷ. Ἐπεζήτεις πρὸ τούτου κηδεῦσαι βασιλεῖ, καὶ τὴν σὴν ἐξαίτησιν παρὰ φαῦλον ἐποιήσαντο οἷς | |
75 | ἔδοξε τοῦτο ποιεῖν· νῦν ἔξεστί σοι τῇ τοιαύτῃ κηδείᾳ σεμνύνεσθαι. Ἐπε‐ θύμεις συγκηδεστὴς γενέσθαι Ῥωμαίων βασιλέως, νῦν τοῦτό σοι φέρων χαρίζεται ὁ καιρός. Καὶ μηδέν σοι δόξῃ ἐναντίον τὸ νεωστὶ τοῦτον πρὸς τὸ ὕψος τῆς βασιλείας ἀναδραμεῖν, ἀλλὰ μᾶλλον ἐκεῖνο κατανοῶν διὰ τῶν πραγμάτων, ὅτι ὥσπερ χειραγωγούμενος ὑπὸ θεοῦ εὐκόλως οὕτως καὶ | |
80 | ὡς οὐδεὶς ἄλλος σχεδὸν εἰπεῖν ἐπὶ τὸ βασιλεύειν κατέστη, προθυμότερος γενοῦ πρὸς τὴν τοιαύτην τοῦ γένους συνάφειαν. Γεγόνασι πολλοὶ βασιλεῖς, ἀλλ’ ἔσχον τινὰ παρακολουθοῦντα τῆς βασιλείας ἀνάξια· οὗτος δέ, καθὼς ἔφην, ὥσπερ ὑπὸ τοῦ θεοῦ χειραγωγηθεὶς ἐπὶ τὴν τοιαύτην ἦλθεν ἀρχήν. Εἰ δέ μοι καὶ τῆς ἐκκλησίας τὴν κατάστασιν εἰς ἐνθύμησιν ἀναλα‐ | |
85 | βεῖν βουληθῇς, πλέον γνώσῃ τὴν ἐπὶ τῷ ἀνδρὶ τοῦ θεοῦ εὐδοκίαν. Οἶδεν γάρ σου ἡ τελειότης ὅσον πόνον ὁ κύρις Λέων ὑπέστη ὁ βασιλεύς, εἶτα καὶ οἱ ἐξ ἐκείνου τὰ κοινὰ πράγματα διοικήσαντες, ἀλλ’ οὐκ εἶδον τέλος τῆς ἑαυτῶν σπουδῆς, ὅτι μηδ’ ἦν, ὡς ἔοικε, βούλημα τοῦ θεοῦ· τούτου δὲ | |
καταστάντος ἐπὶ τῶν κοινῶν πραγμάτων τῆς διοικήσεως, ἐλύθη μὲν | 108 | |
90 | ἐκεῖνα τὰ πολυχρόνια σκάνδαλα καὶ ὁ τῆς ἐκκλησίας πολὺς κλύδων καὶ τάραχος, καὶ ἀντὶ τούτων ἐν γαλήνῃ καὶ εἰρήνῃ τὰ τῆς ἐκκλησίας ὁρᾶται, καὶ οἱ μαχόμενοι καὶ διεστῶτες τῇ τοῦ ἁγίου πνεύματος χάριτι συνῆλθον πρὸς ἕνωσιν· πόθεν ἑτέρωθεν ἢ πάντως τῆς θείας ἡμῖν συναραμένης προνοίας καὶ τοῦτο ἐν ταῖς ἡμέραις ταύταις εὐδοκησάσης καταπραχθῆναι; | |
95 | Ταῦτα προστεθείκαμεν, ἵνα καὶ αὐτὸς εἰδῇς ὅτι μὴ ἀθεεὶ ἐγκε‐ χείρισται τὰ σκῆπτρα τῆς βασιλείας, καὶ ἵνα τοῦτο εἰδὼς ἣν ἐξ ἀρχῆς εἶχες ἐπὶ τὸ κηδεῦσαι τῷ βασιλεῖ τῶν Ῥωμαίων ἔφεσιν νῦν εἰ βούλοιο τελειουμένην ἕξῃς καὶ καταστῇς ἀληθῶς εἰς ἕνωσιν τῇ Ῥωμαϊκῇ βασιλείᾳ, καὶ διὰ τῆς τοιαύτης ἑνώσεως πάντα μὲν τὰ χαλεπά, πάντα δὲ τὰ ὀδυ‐ | |
16(100) | νηρὰ Ῥωμαίων καὶ Βουλγάρων ἐκποδὼν γένηται, πᾶσα δὲ ἄνεσις καὶ ἀπόλαυσις καὶ ὅση τὸν βίον τοῦτον ἡδονὴ φαιδρύνει ἀμφοτέροις τοῖς γένεσιν ἐπιδαψιλευθήσεται. Καὶ γὰρ τῶν τέκνων ὑμῶν εἰς γάμον συνα‐ πτομένων πεποίθησιν ἔχομεν πρὸς τὸν θεὸν ὡς πᾶν εἴ τι καλὸν καὶ ἡδὺ καταλήψεται ὑμᾶς, εἴ τι δὲ ἐναντίον καὶ ἀνιαρὸν διαφεύξεται, μηκέτι | |
105 | χώραν ἔχοντος τοῦ πονηροῦ δαίμονος ἢ τῶν μιμουμένων τὴν ἐκείνου πο‐ νηρίαν ἀνθρώπων τὰ οἰκεῖα πράττειν καὶ ἐνεργεῖν. | |
17(1t) | Τῷ αὐτῷ | |
2 | Εἰ καὶ πολλάκις ἐγράψαμεν τὰς κοινὰς ἀποδυρόμενοι συμφορὰς ὅσαι Βουλγάρους καὶ Ῥωμαίους συνέχουσιν, υἱέ μου ἠγαπημένε καὶ μεγαλόδοξε· εἰ καὶ πολλάκις ἐδυσωπήσαμεν καὶ συχνὰς προσηνέγκαμεν | |
5 | παρακλήσεις, καὶ προσελθεῖν τῷ ὠτίῳ σου οὐκ ἐξεγένετο τοῖς λόγοις ἡμῶν, ἀλλὰ χαμαὶ τούτους ἀπέρριψας καὶ οὔτε ταπεινοῦ καὶ ἁμαρτωλοῦ πατρὸς ἐδυσώπησέν σε τὸ γῆρας οὔτε ἀρχαία φιλία οὔτε τὸ τῆς ἱερω‐ σύνης αἰδέσιμον ἣν εἰ καὶ ἀνάξιοι κατηξιώθημεν φέρειν, οὔτε, τὸ πάντων ἀναγκαιότατον, αὐτὸ τὸ πρᾶγμα ὑπὲρ οὗ πρεσβεύομεν, ὑπὲρ ἀγάπης, | |
10 | ὑπὲρ εἰρήνης, ὑπὲρ ἀνακοπῆς αἱμάτων Χριστιανικῶν χύσεως καὶ σφαγῆς (καίτοι, τέκνον ἡμῶν, μετὰ τῆς ἄλλης σου ἀρετῆς καὶ τὰ θεῖα λόγια μελετῶν οὐκ ἀγνοεῖς ἃ πρὸς τοὺς μαθητὰς ὁ κύριος ἔλεγεν· «Ὁ ἀθετῶν | |
ὑμᾶς ἐμὲ ἀθετεῖ,» ὧν ἡ διαδοχὴ ἐξ ἐκείνου καὶ μέχρι τοῦ νῦν εἰς ἡμᾶς κατέβη τοὺς ἀχρείους, οἷς κρίμασιν ἐπίσταται ὁ θεός)· ἀλλὰ γάρ, εἰ καὶ | 110 | |
15 | πλειστάκις ὑπὲρ οὕτω μεγάλου πράγματος καὶ σωτηριώδους Ῥωμαίοις τε καὶ Βουλγάροις εἰς κενὸν ἐδυσώπησα, τί ποιήσω; Πάλιν ἀναγκάζομαι δυσωπεῖν, ἐπεὶ ἐτέθην εἰς τοιαύτην τάξιν τοῦ μεσίτης εἰρήνης εἶναι, τοῦ πάσῃ δυνάμει τοὺς διεστῶτας συνάπτειν, τοῦ σκοπεῖν τὰ σκάνδαλα τοῦ ἐχθροῦ καὶ τὰς ἐπιβουλὰς καὶ ἀπαγγέλλειν τοῖς ἐπιβουλευομένοις τὴν | |
20 | ἐκ τούτων προσγινομένην βλάβην. Οὐαὶ γάρ μοί ἐστιν ἐὰν μὴ οὕτω φρονῶ, ἐὰν μὴ τοῦτο πράττω, ἐὰν μὴ φέρω ταύτην τὴν διηνεκῆ σπουδήν. Φρίττω τὴν ἀπειλὴν ἣν ἠπείλησεν ὁ θεὸς καὶ πλάστης τοῖς ὑπ’ αὐτοῦ τεθειμένοις εἰς τὴν ὑψηλὴν ταύτην σκοπιὰν καὶ τῷ ὕψει ἀνάλογον ἐχούσῃ τὸν κίνδυνον. Δοκῶ μοι, τέκνον μου εὐσεβέστατον, κἂν τέως τῷ ἐπικήρῳ | |
25 | τούτῳ βίῳ συναναστρέφομαι, τῷ ἐκεῖθεν παρίστασθαι κριτηρίῳ καὶ τοὺς λόγους ἐξαπαιτεῖσθαι τῆς διακονίας ἣν διακονεῖν προσετάχθημεν· καὶ τὴν φοβερὰν ἐκείνην καταδίκην τρέμω καὶ ἀπαραίτητον ἥτις ἐκδέχε‐ ται τοὺς ῥαθυμότερον πρὸς τὴν εἰρήνην συνάγοντας τοῦ Χριστοῦ καὶ θεοῦ ἡμῶν τοὺς ὑπὸ τοῦ πονηροῦ δαίμονος εἰς τὸ ἐχθραίνειν ἀπενεχθέν‐ | |
30 | τας. Διὰ τοῦτο καὶ νῦν ὀδυρόμενος γράφω, διὰ τοῦτο πάλιν τῆς πρὸς σὲ δεήσεως ἐπιλαμβάνομαι. Καὶ γάρ (οἴμοι) τὰ μέλλοντα πάλιν Χριστια‐ νοῖς ἀπαντᾶν μικροῦ τοῖς ὀφθαλμοῖς θεωρῶ, καὶ συγκέχυμαι ὅλος ὑπὸ τοῦ ἀπευκταίου ἐκείνου θεάματος καὶ τῶν σκυθρωπῶν πραγμάτων, ἃ | |
35 | εὔχομαι πρὶν ἰδεῖν τῆς παρούσης ζωῆς ἐξελθεῖν. Καὶ γὰρ καὶ τὸ ἑνὸς ἀνθρώπου μόνον σφαγὴν ἰδεῖν, ὅστις ἂν ᾖ ὁ ὑποπίπτων τῇ σφαγῇ, ἐλεεινὸν θέαμα· πῶς γὰρ οὐκ ἐλεεινὸν ἄνθρωπος ὑπ’ ἀνθρώπου σφαζόμε‐ νος τοῦ τῆς αὐτῆς μετέχοντος πλάσεως, τοῦ τελοῦντος ὑπὸ τὴν αὐτὴν φύσιν, τοῦ ἐκ τοῦ αὐτοῦ πηλοῦ γεγονότος, τοῦ τὸν αὐτὸν κεκτημένου | |
40 | πλάστην καὶ χορηγὸν τῆς παρούσης ζωῆς καὶ συνάγοντα πάλιν ὅτα ἐκείνῳ δοκῇ ἐξ ἴσου τὸ πλάσμα πρὸς τὴν ἐκεῖθεν ζωήν; Ὅταν δὲ οἱ σφά‐ ζοντες καὶ σφαζόμενοι οὐ μόνον καθ’ ὃν εἴπομεν λόγον ἔχουσι κοινω‐ νίαν, ἀλλὰ καὶ πατέρες τυγχάνωσιν καὶ τέκνα καὶ ἀδελφοί, ναὶ δὴ καὶ κληρονομία τοῦ Χριστοῦ καὶ θεοῦ ἡμῶν τοῦ τὸ αἷμα τῆς ἁγίας αὐτοῦ πλευ‐ | |
45 | ρᾶς τὸ ἀσύγκριτον τοῦτο τίμημα δεδωκότος, ἵνα ἡμᾶς ἐξωνήσηται καὶ κλῆρον οἰκεῖον ἀποδείξῃ· ὅταν οὗτοι κατ’ ἀλλήλων ὁπλίζωνται, ὅταν τὴν γῆν καὶ τὰς χεῖρας μιαίνωσι ταῖς σφαγαῖς, τί ἄν τις εἴποι; Ποῖος Ἱερε‐ μίας θρηνήσει τὰ τοιαῦτα πάθη; Ποῖα ἐξισωθήσεται δάκρυα τῇ οὕτω χαλεπῇ συμφορᾷ; | |
17(50) | Ταῦτα, καὶ πάλιν φημί, κινεῖ με πρὸς τὸ γράφειν καὶ δυσωπεῖν, | |
ὅτι σπαράσσομαι τὴν ψυχὴν τῶν ἐσομένων πραγμάτων ἐνθυμούμενος τὴν ἀπάντησιν, καὶ οὐ δύναμαι σιωπᾶν οὐδ’ ἐν ἠρεμίᾳ διατελεῖν. Πάλιν γὰρ στρατοπέδων συγκίνησις καὶ πανταχόθεν ἐκστρατεία καὶ λαοῦ ἀνα‐ ριθμήτου συνέλευσις, οὓς οὐκ οἶδα ποία ὑποδέξεται χώρα ἢ τίς χωρήσει | 112 | |
55 | τόπος εἰς ἓν συνεληλυθότας. Εἶτα ἐπὶ πᾶσι τούτοις οὐδεὶς ἄλλος ὁ στρα‐ τηγῶν, οὐκ ἐξηγούμενος τοῦ τοσούτου πλήθους, ἀλλ’ αὐτὸς ὁ βασιλεὺς μετὰ πάσης τῆς ἑαυτοῦ δορυφορίας. Αὐτὸς γὰρ στρατηγὸς τοῦ πολέμου, αὐτὸς ἐξηγεῖται τῶν στρατοπέδων, αὐτὸς ἀναλαμβάνει τὰ ὅπλα καὶ συστρατιώτης ἅμα καὶ συναγωνιστὴς καὶ ἀγωνοθέτης καθίσταται. | |
60 | Τοιαύτης οὖν γινομένης τῆς παρασκευῆς, τοιαύτης τῆς συγκινήσεως, οὕτω μυριολέκτου στρατιᾶς ἐφορμώσης, τί δεῖ λογίζεσθαι ἡμᾶς; Ποταπὴν ἔχειν τὴν ψυχήν; Οἶδα μὲν οὖν, τέκνον ἡμῶν, ὡς καὶ ἡ σὴ ἐπίσταται σύν‐ εσις ὅτι οὐκ ἔστιν ὡρισμένος ὁ πόλεμος οὐδ’ ἐπίδηλόν ἐστι μεθ’ ὧν ἡ νίκη γενήσεται, ἀλλ’ ἐν ἀδήλοις κεῖται τὸ τέλος. Ἀλλὰ τοῦτο οὐκ ἄδηλον, | |
65 | κἄν τε ὑπὸ Ῥωμαϊκῆς μαχαίρας τὸ Βουλγαρικὸν ἀναλωθήσεται, κἄν τε ὑπὸ τῆς τῶν Βουλγάρων Ῥωμαῖοι κατατμηθήσονται, Χριστιανικὰ αἵματα ὑπὸ Χριστιανῶν χέεται καὶ γῆ τοῖς Χριστιανῶν αἵμασι μολύνε‐ ται καὶ ὁ Χριστὸς καὶ θεὸς ἡμῶν, οὗ λαὸς ὑμεῖς τε καὶ οὗτοι περιούσιος καὶ τέκνα καὶ κληρονομία, ἐπὶ τῇ τῶν σφαζομένων ὀδυνήσεται ἀπωλείᾳ. | |
70 | Ἢ οὐ τοῦτο νομίζεις ὅτι μεγίστη ὀδύνη τῷ Χριστῷ καὶ θεῷ ἡμῶν, ἄν τε Βούλγαροι ἄν τε Ῥωμαῖοι ἔργον μαχαίρας γενήσωνται; Καὶ τίς ὅλως εἰς ἄγνοιαν τούτου καθίσταται; Τίς οὐχ συνομολογήσει τὴν κατ’ ἀλλήλων ἐπανάστασιν τῶν Χριστιανῶν διὰ μέσων τῶν φιλανθρώπων σπλάγχνων τοῦ σωτῆρος ἡμῶν τὴν πληγὴν διελαύνειν; | |
75 | Λάβωμεν εἰκόνα πατρὸς πολυπαιδίᾳ χαίροντος, εἶτα ἐξαίφνης τῆς κατ’ ἀλλήλων τῶν παίδων ἐπαναστάσεως. Πῶς οὗτος διάκειται, ὅταν ἀντὶ τοῦ εἰρηνεύειν, ἀντὶ τοῦ ὁμονοεῖν τὰ ἑαυτοῦ τέκνα βλέπει ἔχθραν ἀλ‐ λαξαμένους καὶ κατὰ τῆς ἀλλήλων σφαγῆς τὰ ἑαυτῶν ξίφη βάπτοντας; Οὐ μεταβαλεῖ τὴν χαρὰν εἰς θρήνους; Οὐχὶ κοπετὸν μὴ δυνάμενον ῥηθῆ‐ | |
80 | ναι λόγῳ ποιήσεται; Οὐ χανεῖν ἑαυτῷ τὴν γῆν εὔξεται μᾶλλον ἢ βλέπειν τὸν ἥλιον; Εἶτα πατέρες μὲν οἳ μηδένα κόπον εἰς τὴν ἡμῶν κατεβάλοντο γένεσιν ἃ εἶπον ἐξ ἀνάγκης ὀφθήσονται πάσχοντες ὅταν ὁρῶσι τὰ τέκνα πόλεμον πρὸς ἀλλήλους ἀραμένους, ὁ δὲ Χριστὸς καὶ θεὸς ἡμῶν, ὃς ἵνα κτήσηται ἡμᾶς, ἵνα υἱοποιήσῃ, τῶν πατρικῶν ἑαυτὸν ἐκένωσε κόλπων | |
85 | καὶ σαρκὸς μετέσχεν καὶ αἵματος παραπλησίως ἡμῖν καὶ σταυρὸν ὑπέστη καὶ θάνατον ἵνα υἱοὺς ἀπεργάσηται, ὁρῶν τὰ οἰκεῖα τέκνα, Βουλγάρους φημὶ καὶ Ῥωμαίους, οὕτω κατ’ ἀλλήλων ἐκμεμηνότας καὶ ἐπιλελησμέ‐ νους μὲν τοῦ τοιούτου πατρὸς καὶ τῆς υἱότητος, ἀντὶ δὲ τῆς ἀδελφικῆς σχέσεως εἰς θηριώδη καὶ ἀνήμερον διάθεσιν καταστάντας, οὐ μᾶλλον | 114 |
90 | ἀσυγκρίτους ἔσται φέρων τὰς ὀδύνας; Οὐ πολλῷ κεντεῖται δριμυτέρῳ ἀλγήματι; Ἔχει πολλὴν εὐπορίαν ὁ λόγος, υἱέ μου ποθεινότατε καὶ φίλε καὶ εἴ τι ἄλλο οἰκειότερον ὄνομα καὶ γλυκύτερον ἐν ἀνθρώποις, ἐκ τῶν ἀνθρωπίνων προσφέρειν σοι τὴν παραίνεσιν εἰς τὸ συνιδεῖν ὡς τοιαῦτα πράττομεν κατ’ ἀλλήλων τὰ ὅπλα κινοῦντες οἷα πᾶς ἄνθρωπος τίθησιν | |
95 | εἰς ἀράν, καὶ τοὺς τῶν κακῶν τούτων ἐργάτας ἀλάστορας ἥγηνται. Τίς γὰρ φρονήσει κοσμούμενος, τίς ἐπιστάμενος τὴν φύσιν, τίς γνωρίζων τὸν πλάστην, τίς ἁπλῶς ἀνθρωπίνης φύσεως ὑπάρχων καὶ λογισμοὺς φέρων ἀνθρωπίνους, ὁρῶν τοὺς τῆς αὐτῆς καὶ μιᾶς πίστεως ὄντας, τὸν αὐτὸν θεὸν σεβομένους, ὅπλα κατ’ ἀλλήλων ἐπαίροντας (ἐῶ γὰρ νῦν | |
17(100) | λέγειν τέκνα πρὸς πατέρας, πατέρας πρὸς τέκνα, καὶ ἀδελφοὺς ἀδελφοῖς πολεμοῦντας), οὐ σκυθρωπὴν ἀναλαμβάνει διάθεσιν καὶ πάσας ἀρὰς ἀφίησιν κατὰ τῶν οὕτως εἰς ἀπάνθρωπον προαίρεσιν ἐλασάντων; Ἔχει μὲν οὖν, ὡς εἶπον, ἐκ τῶν κάτω καὶ ἀνθρωπίνων πολλὴν ὁ λόγος παράκλησιν εἰς τὸ λῆξαι μὲν ὑμᾶς τῶν σφαγῶν καὶ τῶν πολέμων, | |
105 | ἐπιστραφῆναι δὲ πρὸς τὴν σωτήριον καὶ θείαν εἰρήνην. Ἀλλὰ σύ μοι, τέκνον ἐμόν, κατάλιπε τὰ κάτω καὶ τὰ ἀνθρώπινα καὶ τὰς ἐκ τούτων παρ‐ αινέσεις καὶ τοὺς λόγους, καὶ τὸ σὸν ὄμμα τῆς ὀπτικωτάτης ψυχῆς ἔπαρον πρὸς τὸν οὐρανὸν καὶ κατάστηθι πρὸς ἀναθεώρησιν τῶν ἁγίων δυνάμεων ὅσαι τῷ Χριστῷ παρεστήκασιν, ὅτι καὶ αὐταὶ σκυθρωπάζουσι, | |
110 | καὶ εἰκότως· ὁρῶσαι γὰρ τὸν δεσπότην ὀδυνώμενον ἐπὶ τῇ ἀπωλείᾳ τοῦ λαοῦ αὐτοῦ (λαὸς γὰρ ἐκείνου ὑμεῖς τε καὶ ἡμεῖς), ἐπὶ τῇ ἀπωλείᾳ τῶν τέκνων καὶ ἀδελφῶν (καὶ γὰρ καὶ ὡς πατὴρ εἰς τάξιν ἔθετο τέκνων καὶ ὡς ἀδελφοὺς συγκληρονόμους παρέλαβεν) εἰς πεῖραν τοῦ τοιούτου πάθους καθίστανται. Τί λέγεις; Οὕτω μέχρις οὐρανοῦ τῶν ἡμετέρων ἀναβαινόν‐ | |
115 | των κακῶν, οἷς ὁ ἀπ’ ἀρχῆς ἀνθρωποκτόνος διάβολος Ῥωμαίους ἐφιλονεί‐ κησεν καὶ Βουλγάρους περιβαλεῖν, οὐ λαμβάνομεν λογισμὸν τὸν πρέ‐ ποντα Χριστιανοῖς; Οὐκ ἐπιστρεφόμεθα πρὸς ἑαυτούς; Οὐκ ἐννοοῦμεν τὴν τοῦ πονηροῦ κακομηχανίαν δι’ ἧς λυμαίνεται ἡμῖν, καὶ πρὸς ἐπανόρ‐ | |
θωσιν τῶν οἰκείων κακῶν ἀνανήψομεν; | 116 | |
120 | Ἠβουλόμην ἐπὶ πλέον ἐκτείνειν τὸ γράμμα· καὶ γὰρ πέφυκέν πως ὀδυνωμένη καρδία τῇ μακροτέρᾳ διεξόδῳ τῶν λόγων ὥσπερ ἀναπνεῖν καὶ κουφίζεσθαι τοῦ πιέζοντος βάρους· ἀλλὰ τοῦ λόγου παραστήσαντος ὡς καὶ μέχρι τῶν οὐρανῶν αἱ μεταξὺ Ῥωμαίων καὶ Βουλγάρων ἔφθασαν συμφοραί, ἔγνων τοῦ λόγου τὸ μῆκος ἐπισχεῖν. Τοῦτο μόνον φημί, τοῦτο | |
125 | παρακαλῶ, τοῦτο δυσωπῶ, δός μοι τὴν σὴν ἀκοήν, ἣν ἔδει καὶ ἀπ’ ἀρχῆς ἡμῖν παρασχεῖν· οὐ γὰρ ἂν συνέβη τὰ τοσαῦτα χαλεπά. Ἀλλ’ εἰ καὶ μὴ πρότερον, ἀλλ’ ἔν γε τῷ παρόντι δός μοι (καὶ πάλιν ἐρῶ) τὴν σήν, υἱέ μου ἐρασμιώτατε, ἀκοήν, καὶ δέξαι ταπεινοῦ πατρὸς συμβουλὴν καὶ εἰσήγη‐ σιν· πεποίθαμεν ἐν θεῷ ὡς οὐ μεταμεληθήσῃ τοῦτο ποιῶν. Δέξαι ταπει‐ | |
130 | νοῦ ἀρχιερέως δυσώπησιν ὑπὲρ τοῦ κοινοῦ δυσωποῦσαν συμφέροντος καὶ περὶ μνήμης καὶ ὀνόματος τοῦ σὲ δοξάζειν ἐν γῇ καὶ ἐν οὐρανῷ μέλ‐ λοντος τὴν σπουδὴν ποιουμένην. Μὴ τὴν ἀναρίθμητον ταύτην στρατιὰν πάλιν προσπελάσαι τοῖς τῶν Βουλγάρων βουληθῇς ὁρίοις, μηδὲ γυμνῶ‐ σαι τὰ ὅπλα πατέρας πρὸς τέκνα καὶ τέκνα πρὸς πατέρας, οὓς τὸ παν‐ | |
135 | άγιον πνεῦμα τῇ τοιαύτῃ συνῆψεν σχέσει· μηδὲ τὴν στυγητὴν ἐκείνην ἡμέραν καὶ ὥραν θελήσωμεν ἰδεῖν ἐν ᾗ τοῖς Χριστιανῶν αἵμασι καὶ πάλιν ἡ γῆ μολυνθήσεται. Ὡς γὰρ ἄνωθεν εἴπομεν, εἰ γὰρ καὶ ἀμφιβάλλεται ἡ νίκη μεθ’ ὧν στήσεται, ἀλλὰ τοῦτό γε οὐκ ἀμφίβολον, ὅτι αἵματι μυρίῳ ἡ γῆ φυραθήσεται καὶ δάκρυα ὄμβρους νικῶντα Βουλγάρων καὶ Ῥω‐ | |
140 | μαίων κατακλύσει τὰ πρόσωπα. Ναί, τέκνον ἐμόν, πείσθητι συμβουλῇ ταπεινοῦ γέροντος, οὐ μᾶλλον Ῥωμαίων ἢ Βουλγάρων τὴν σωτηρίαν ἐπιζητοῦντος οὐδ’ ἧττον φλεγομένου τὰ σπλάγχνα καὶ κηδομένου τῆς τῶν Βουλγάρων εὐζωΐας καὶ εὐπαθείας ἢ τοῦ λαοῦ ὧν ἀρχιερατεύειν ἐλάχομεν καὶ ὑπὲρ ὧν ταῖς φροντίσιν ἀδιαλείπτως ἐπαγρυπνοῦμεν. | |
145 | Ἀλλὰ τὰ μὲν παρ’ ἡμῶν ὑπὲρ τοῦ μὴ ὅπλα κινηθῆναι εἰς παρά‐ κλησιν καὶ δυσώπησιν τῆς σῆς ἐμφρονεστάτης εἰρημένα ψυχῆς τοσαῦτα. Πεποίθαμεν δὲ τῷ πάντων βασιλεῖ καὶ θεῷ, παρ’ οὗ πᾶσα ἐξουσία καὶ ἀρχή, δι’ οὗ ὁ αἰώνιος καταλέλυται πόλεμος καὶ εἰρήνη τῷ κόσμῳ δεδώ‐ ρηται, ὡς ἐκεῖνος τὰ λείποντα ἐν τῇ σῇ λαλήσει καρδίᾳ καὶ αὐτός σε δι’ | |
17(150) | ἑαυτοῦ τὸ καλὸν τῆς εἰρήνης ἀναδιδάξει καὶ πείσει πρὸς τὴν ἀρχαίαν κατάστασιν ἐπανελθεῖν, καὶ ἀγαπῆσαι μὲν ἐκείνην τὴν ζωὴν ἐφ’ ἧς ὑμᾶς κατέστησεν διὰ τῆς ἁγίας κολυμβήθρας καὶ τῆς ἐν αὐτῇ ἀναγεννήσεως, ἑνώσας ὡς υἱοὺς πατράσι τῷ Ῥωμαίων γένει, μισῆσαι δὲ τὰ ἐκ τοῦ πονη‐ ροῦ ἐπεισελθόντα σκάνδαλα καὶ ὅσα ἐκ τῶν τοιούτων σκανδάλων ἰδοὺ | |
155 | χρόνος ὅσος ὀλεθρίως Ῥωμαίους καὶ Βουλγάρους διέθηκεν. Τοσοῦτον δὲ καὶ ἔτι προσθεὶς ἀποπαύσομαι, ὡς εἰρήνης σὺν θεῷ γινομένης ὃ ἂν βούλῃ Ῥωμαίους ἐπιζητεῖν ἀντὶ τῆς τῶν ὅπλων καταθέσεως, εἴτε γῆν εἴτε φόρους εἴτε τι ἕτερον, δῆλον ἡμῖν ποίησον· μόνον φορητὸν ἔστω τὸ ζητούμενον καὶ μὴ τῶν λίαν βαρυνόντων καὶ ὑπὲρ δύναμιν· καὶ πᾶσαν | 118 |
160 | ποιήσομαι πρεσβείαν, πᾶσαν ἱκεσίαν, πᾶσαν μηχανὴν συγκινήσω πρὸς τὴν σὺν θεῷ κυβερνῶσαν τὰ Ῥωμαίων βασιλείαν τε καὶ ἐξουσίαν, μέ‐ χρις ἂν τὸ ζητούμενον παρ’ ὑμῶν εἰς τέλος προέλθοι. Ὁ δὲ θεὸς τῆς εἰ‐ ρήνης, ὁ τὸ μεσότοιχον τῆς ἔχθρας πόνοις καταλύσας οἰκείοις, ὁ τὰ διε‐ στῶτα ἐξ αἰῶνος συνάψας, αὐτὸς καὶ νῦν τοὺς ἐπηρείᾳ δαίμονος ἐκπο‐ | |
165 | λεμωμένους εἰς εἰρήνην καταστήσει καὶ τὴν ἐν πνεύματι ἁγίῳ ἑνότητα, καὶ δοίη τῶν ἐκ ταύτης μὲν φυομένων ἀγαθῶν τε καὶ ἡδυνόντων τὴν ἀπόλαυσιν, ἀπαλλαγὴν δὲ τῶν ἐκ τῆς ἔχθρας καὶ τῶν σκανδάλων χαλε‐ πῶν τε καὶ θλίψεων. | |
18(1t) | Τῷ αὐτῷ | |
2 | Ἧκεν πρὸς ἡμᾶς, τέκνον ἡμῶν ἠγαπημένον, ἧκεν, εἰ καὶ βραδύ‐ τερον, ἡ πληροφορία τῆς σῆς πρὸς ἡμᾶς ἀγάπης· ὄντως γὰρ ἐπληροφό‐ ρησας τὴν ἡμετέραν ταπείνωσιν ὅτι σῴζεις ἔτι διάθεσιν υἱοπρεπῆ πρὸς | |
5 | ἀχρεῖον μὲν πατέρα, ποθήσαντα δὲ τὸν υἱὸν πόθῳ ἀληθινῷ καὶ πνευμα‐ τικῷ. Ἐγὼ μὲν γὰρ ὑπελάμβανον ἐν τῷ βραδύνειν τὸν ἀποκρισιάριον ἡμῶν ὡς ἔθου παρὰ φαῦλον ἡμᾶς καὶ οὐκέτι σῴζεται παρὰ σοὶ ἡ θερμὴ ἐκείνη ἀγάπη καὶ τοῦ πνεύματος ἡ στοργή. Ἀλλ’ ὡς ἔοικεν ἡμεῖς μὲν ἐπλανώμεθα, σὺ δέ, τέκνον μου γλυκύτατον, ἐφύλαττες παρὰ σεαυτῷ | |
10 | ἄσβεστον τῆς ἀγάπης τὴν λαμπάδα, καὶ νῦν ἔδειξας ὅτι σῴζεται διὰ τῆς τοῦ γράμματος καὶ τῆς τοῦ ἀποκρισιαρίου ἀποστολῆς καὶ ἤλεγξας τὴν ἡμετέραν ὑπόνοιαν. Καὶ χάριν ὁμολογῶ τῷ θεῷ, τέκνον μου ἠγαπημένον, ὅτι ἐγὼ μὲν ἠλέγχθην πεσὼν εἰς τοιαύτην ὑπόνοιαν, σὺ δὲ τὸ λαμπρὸν τῆς σῆς ἀγάπης, ὅτε θεὸς τὴν σὴν ἐκίνησε καρδίαν, ὥσπερ πάντοτε, | |
15 | καὶ νῦν διέδειξας. Ἀλλ’ ἡ τοῦ σοῦ γράμματος ὑποδοχὴ οὕτω, τέκνον μου ἀγαπητόν, διέθηκεν ἡμᾶς, καὶ τοιαύτης γλυκύτητος κατέστησεν εἰς ἀπόλαυσιν. Ἐκεῖνο δὲ οὐκ ἀποκρύψομεν πρὸς σέ, υἱέ μου ἀγαπητέ, ὅτι παρεμίγη καὶ | |
λύπη τις τῇ τοῦ γράμματος ἡδονῇ καὶ οὐκ ἀφῆκεν τὴν ψυχὴν ἡμῶν χαί‐ | 120 | |
20 | ρειν ἐπὶ τῷ γράμματι καθαρῶς. Διὰ τί; Ὅτι ἐγράψαμεν τὴν εἰρηνικήν σου παρακαλοῦντες καρδίαν, παυθῆναι μὲν τὰ σκάνδαλα τοῦ πονηροῦ, ἀνακαινισθῆναι δὲ τὴν ἐξ ἀρχῆς εἰρήνην Βουλγάρων καὶ Ῥωμαίων· καὶ οὐχ ἁπλῶς οὕτως, ἀλλὰ δηλωθῆναι ἡμῖν παρὰ τῆς ὑμῶν θεοδωρήτου δόξης ἁπλῶς καὶ καθαρῶς τὰ πράγματα δι’ ὧν προβήσεται ἡ εἰρήνη, καὶ | |
25 | ὥστε μὴ ἀμήχανον καὶ ἀδύνατον εἶναι τὴν αἴτησιν, ἀλλὰ τοιαύτην ἥτις καὶ Βουλγάρους ὠφελήσει καὶ Ῥωμαίους οὐκ ἀπολέσει. Σὺ δέ, τέκνον ἡμῶν, καταλιπὼν τὰ περὶ τούτου γράφειν ἔγραψας τοῦ ἐμοῦ γήρους κατειρωνευόμενος ὡς οὐκ ἀδύνατα ἐπιζητεῖς· οὐδὲ γὰρ τῶν τεθνηκότων Βουλγάρων τὴν ἀνάστασιν ἐπιζητεῖς, ἀλλὰ ζητεῖς πράγματα ὧν ἐστι | |
30 | δυνατὸν τὴν τελείωσιν προελθεῖν. Καὶ ταῦτα λέγων ἐκεῖνο ὑπέφαινες, τὸ τὸν ἤδη παρὰ θεοῦ εἰς τὸν θρόνον ἀνηγμένον τῆς βασιλείας ἐκεῖθεν ἀναχωρεῖν. Καὶ τί τούτου ἀδυνατώτερον, τέκνον ἡμῶν; Πῶς ἔχει λόγον τὸν δικαιώμασιν οἷς οἶδεν ὁ θεὸς τῆς μεγάλης αὐτοῦ κληρονομίας τὴν κυβέρνησιν λαχόντα, τοῦτον ἐκστῆναι τῆς κυβερνήσεως; Μή, τέκνον ἐμόν, | |
35 | μὴ κατειρωνεύου τῆς ἐμῆς πολιᾶς· ἐπίστασαι γὰρ καὶ χωρὶς τῶν ἐμῶν λόγων ὅτι ἀδύνατος αὕτη ἡ ἐπιζήτησις. Κατάλιπε οὖν ταύτην καὶ μὴ ὡς δυνατὴν ἐπιτελεσθῆναι λογίζου (οὐδὲ γὰρ δυνατὸν οὐμενοῦν τοῦτο γενέσθαι), πρὸς ἄλλα δὲ μετάβηθι ἐξαιτήματα, ὅσα φύσιν ἔχει τὸ πέρας λαμβάνειν· οἷόν τι λέγω, χρυσοῦ ποσότητα, ἱματίων, τυχὸν δὲ καὶ γῆς | |
40 | τι μέρος. Τούτων, εἴ τίς σοι θεῖος λογισμὸς τῆς τοῦ Χριστοῦ εἰρήνης ἐμπε‐ ριστρέφεται, ὃ βούλει δῆλον κατάστησον ἡμῖν. Ἐγὼ λέγω, τέκνον ἐμόν, τοῦτο εἶναι ἀντὶ παντὸς κέρδους, τοῦτο ἀντὶ πάσης προσκτήσεως, τὸ βουληθῆναι τὰς τῶν αἱμάτων ἀναστεῖλαι χύσεις· τί γὰρ τοιοῦτον πρὸς ἄνθρωπον Χριστιανὸν καὶ θεοφιλῆ, καὶ μάλιστα οἷος σὺ τυγχάνεις, τέκνον | |
45 | ἐμόν, τὸ καταπράξασθαι τοῦτο, καὶ κερδῆσαι ἀνακοπὴν τῶν σφαγῶν, ἀπόπαυσιν τῶν πολέμων, λῆξιν χύσεως αἱμάτων Χριστιανικῶν; Πλὴν ἔστω μετὰ τοῦ μεγάλου τούτου κέρδους καὶ ἀσυγκρίτου καὶ κέρδη ἕτερα προσγινόμενα, ὃ φθάσας εἶπον, χρυσίου ποσότητα, ἱματίων, ἢ καὶ γῆς τινος μέρους ἐπίδοσις, ὅση τυχὸν δυνατὴ καὶ ὑμᾶς ὠφελεῖν καὶ Ῥωμαίοις | |
18(50) | μὴ ζημίαν ἐπάγειν ἀφόρητον. Ναί, τέκνον μου καὶ ἄνθρωπε τοῦ θεοῦ, πρὸς τοιαύτην ἀπόβλεψον εἰρήνην, πρὸς τοιαύτην μετάθου γνώμην, καὶ ἄφες ἐκείνους τοὺς λογισμούς, οἳ μηδὲν συμβάλλονται πρὸς τὴν εἰρήνην, ἀλλὰ μᾶλλον ἐρεθίζουσι τοὺς πολέμους καὶ τὰς σφαγάς. Ἐμνημόνευε τὸ γράμμα καὶ περὶ τῶν εὐνούχων, ὡς ἐκεῖθεν ἡ τῶν | |
55 | κακῶν αἰτία· καὶ φανερὸν τοῦτο καὶ πᾶσιν ἐγνωσμένον καθέστηκεν. Καὶ | |
τί, τέκνον μου, πρὸς ἡμᾶς τὰ τῶν εὐνούχων; Ἐκεῖνοι μὲν κακῶς πεφρο‐ νηκότες συνετάραξαν καὶ συνέχεαν, ὥσπερ τὰ κοινὰ Ῥωμαίων πράγματα, οὕτω καὶ τὴν κοινὴν ἀγάπην καὶ ὁμόνοιαν Ῥωμαίων καὶ Βουλγάρων. Ἀλλ’ οὐ χρὴ κληρονόμους ἡμᾶς εἶναι τῆς ἐκείνων κακίας, μᾶλλον δὲ ἃ | 122 | |
60 | κακῶς ἐξ ἀφροσύνης ἐκεῖνοι διέθηκαν, ταῦτα τήν τε σὴν φρόνησιν καὶ τὴν τῶν Ῥωμαίων διάσκεψιν διορθώσασθαι. Ἐξεμάνησαν ἐκεῖνοι; Μὴ γένοιτο τὴν ἐκείνων μανίαν μιμεῖσθαι ἡμᾶς. Ἄδικα ἐκεῖνοι κατὰ σοῦ ἐμελέτησαν; Οὐκ ἀγνοεῖς, τέκνον ἡμῶν, ὡς ἐστράφη εἰς κεφαλὴν αὐτῶν ἡ ἀδικία αὐτῶν. Ἀρκέσθητι τῇ τοῦ θεοῦ κρίσει καὶ ἀπόδεξαι τὴν ἐκδί‐ | |
65 | κησιν ἣν ὁ θεὸς ἐπ’ αὐτοὺς κατεπράξατο, καὶ μὴ ἐπιμένῃς διὰ τὴν ἐκείνων ἄνοιαν ἢ μανίαν, εἰ βούλει, τὸν ἐκδικήσαντά σε παραλυπῶν. Ἢ οὐ νομίζεις, τέκνον ἡμῶν, παραλυπεῖν τὸν Χριστὸν καὶ θεὸν ἡμῶν τοσούτου φόνου ἐνεργηθέντος τοῦ περιουσίου αὐτοῦ λαοῦ, τῆς κληρονομίας αὐτοῦ, τοῦ Χριστιανῶν λέγω γένους τοῦ τε Βουλγαρικοῦ καὶ Ῥωμαϊκοῦ; Ἢ | |
70 | οὐ λογίζῃ ἀλγεῖν τὸν φιλάνθρωπον ἐπὶ τῇ τοσαύτῃ τῶν ἀνθρώπων ἐρη‐ μίᾳ, ἐπὶ τοσούτων πόλεων, ἐπὶ τῷ πλήθει τῶν ἐκκλησιῶν, ἐπὶ τῷ πλήθει τῶν μοναστηρίων, ἐπὶ τῷ πάντων τούτων ἀφανισμῷ; Ναὶ οἶδα, τέκνον ἐμόν, ὡς οὐδέν σε διαλανθάνει τούτων· καλῶς οὖν ποιῶν καὶ ὅπερ ἐν τῷ σῷ γράμματι ἀπεμνημόνευσας, τὴν μίμησιν τοῦ Χριστοῦ καὶ θεοῦ | |
75 | ἡμῶν δεῖξον καὶ ἐνταῦθα παρὰ σοῦ τιμωμένην, καὶ ῥῖψον εἰς λήθην ὅσα παρὰ τῶν εὐνούχων λελύπησαι, καὶ γενοῦ σεαυτοῦ καὶ τῆς ἰδίας πραότητος καὶ τῆς εἰρηνικῆς καταστάσεως, καὶ στρέψον εἰς πένθος τῷ πονηρῷ δαίμονι ὅσα ταῖς κοιναῖς δυστυχίαις Ῥωμαίων καὶ Βουλγάρων ἐπευφράν‐ θη καὶ ἐξωρχήσατο. Παυσάσθω τῶν ὅπλων ἡ κίνησις κατὰ τῶν ἀδελ‐ | |
80 | φῶν καὶ πατέρων, στήτωσαν οἱ στεναγμοὶ καὶ τὰ δάκρυα ὅσα Ῥωμαίων καὶ Βουλγάρων μέχρι τοῦ παρόντος ἐξεκενώθη καὶ ἔτι διαμένει κενού‐ μενα. Ναί, τέκνον ἐμόν, ναὶ τῶν φίλων ὁ φίλτατος, αἰδέσθητι τὴν διὰ χρόνου τοσούτου πρὸς σὲ γινομένην δέησιν ἡμῶν, δυσωπήθητι τὸν σπα‐ ραγμὸν τῆς καρδίας ἡμῶν, ὃς ἰδοὺ τέταρτον ἔτος νύκτα καὶ ἡμέραν, | |
85 | μᾶλλον δὲ πᾶσαν ὥραν, οὐκ ἀνίησι διαξαίνων ἡμᾶς. Γράφω ταῦτα (λάβε θεὸν αὐτὸν τῶν λεγομένων ἐγγυητήν) οὐκ ἔλαττον φροντίζων τῆς τῶν Βουλγάρων σωτηρίας καὶ τῆς σῆς τιμῆς ἢ τῶν Ῥωμαίων καὶ τῶν σὺν θεῷ βασιλεύειν λαχόντων αὐτῶν. Εἴ τις οὖν ἐστί σοι λογισμὸς θεόθεν καὶ φρόνημα τοῦ Χριστοῦ καὶ | |
90 | θεοῦ ἡμῶν τοῦ εἰρηνικοῦ καὶ ἀμάχου περὶ τοῦ τὴν εἰρήνην ἣν διεσπά‐ ραξεν ὁ τῆς ἔχθρας γεννήτωρ διάβολος πάλιν ἀνακαινισθῆναι, γράψον ἡμῖν ἁπλᾶ καὶ σαφῆ τὰ πράγματα δι’ ὧν ἡ εἰρήνη θεοῦ βουλομένου εἰς | |
ἑαυτὴν ἐπανήξει· καὶ μὴ γράφῃς οἷα γράφεις ἀμφίβολα καὶ ἀδύνατα, λέγω δὴ τὴν ἐκ τοῦ ὕψους τῆς βασιλείας κατάβασιν τοῦ παρὰ θεοῦ πρὸς | 124 | |
95 | ταύτην ἀναβεβηκότος. Καὶ ἔτι, τέκνον ἡμῶν, ἄνθρωπον ἄξιον τῆς σῆς δόξης, ἀγαπῶντα εἰρήνην, ἀλήθειαν τιμῶντα ἐξαπόστειλον, δηλονότι καὶ ἐντεῦθεν ἀποστελλομένου ὁμοίου καὶ ἰσοτίμου ἀνδρός, δι’ ὧν οἱ λόγοι τῆς εἰρήνης τρανῶς τῇ τε σῇ μεγαλοπρεπείᾳ καὶ τοῖς τῶν Ῥωμαίων βα‐ σιλεῦσι παραστήσονται. Καὶ τότε θεοῦ εὐμενοῦς γινομένου, ὥς γε εἰ καὶ | |
18(100) | ἁμαρτωλοὶ ἐλπίζομεν, ἡ εἰρήνη προβήσεται· ἐπεὶ 〈εἰ〉 ὥς γε νῦν λόγοι ἀσα‐ φεῖς καὶ ἀμφίβολοι ἀλλήλους δέχονται, οὐδὲν σωτήριον οὐδὲ κοινω‐ φελὲς γενήσεται. Ἀλλ’ εἰ μὲν ὅλως ἐνθύμιον εἰρήνης ἐν τῇ σῇ καρδίᾳ στρέφεις, ἀγαπητέ μου υἱέ, ἱκανὰ τὰ εἰρημένα· εἰ δ’ ἅπαξ οὗτος ὁ λογισμὸς τὴν | |
105 | σὴν κατέχει καρδίαν, ὡς ἐν τῷ θρόνῳ τῆς Ῥωμαϊκῆς ἱδρυθήσῃ βασι‐ λείας, καὶ τοιαύτην ἔδοξας οὐκ οἶδα ὅθεν τὴν πληροφορίαν λαβεῖν ὅτι τοῦτο ἔδοξεν τῷ θεῷ, κατάλιπε τὰ δεδογμένα τῷ θεῷ καθὼς ἐκεῖνος οἶδεν καὶ βούλεται ἀγαγεῖν εἰς πέρας, καὶ μὴ πολέμοις καὶ σφαγαῖς νόμιζε τυχεῖν τοῦ βουλήματος· ἃ γὰρ ὥρισται παρὰ θεῷ ἀμήχανον μὴ πρὸς πέ‐ | |
110 | ρας ἐλθεῖν. Ἐκεῖνον οὖν προσδέχου ὅπερ νομίζεις παρ’ αὐτοῦ ὡρίσθαι τὸ ὡρισμένον σοι παρασχεῖν. Καὶ τί χραίνεις αἵμασι τὴν γῆν καὶ τότε Χριστιανικοῖς; Τί πορθεῖς ἐκκλησίας θεοῦ; Τί τἄλλα ἃ μηδὲ θέμις λέ‐ γειν ἡμᾶς, τέκνον ἡμῶν, ἐπιτελεῖσθαι ποιεῖς, δι’ ὧν καὶ λύπην θεῷ προ‐ ξενεῖς καὶ σεαυτὸν οὐκ ἔξω κρίματος καθιστᾷς; | |
115 | Τὸ ἐντεῦθεν προσκείσθω εὐχὴ τῶν διηνεκῶς ἡμῖν ἀναφερομένων θεῷ· εἴης ἡμῖν ἐρρωμένος καὶ φρονῶν καὶ διανοούμενος ὅσα πρὸς τὴν ἐξ ἀρχῆς ἐπανάγει σε θείαν εἰρήνην, τὴν διὰ τοῦ ἁγίου βαπτίσματος δεδομέ‐ νην Ῥωμαίοις καὶ Βουλγάροις· καὶ ὅσα πρὸς πολέμους καὶ σφαγὰς ἐρεθίζει, ταῦτα σὺν τῷ πονηρῷ δαίμονι καὶ τούτων ἐργάτῃ τῆς σῆς | |
120 | ἀπελαύνων τιμίας καὶ φρονίμης ψυχῆς. | |
19(1t) | Τῷ αὐτῷ | |
2 | Τοῦ ἀποκρισιαρίου ἡμῶν, λέγομεν δὴ τοῦ ἀποσταλέντος μοναχοῦ παρὰ τῆς ἡμῶν ταπεινότητος, ἐπαναστρέψαντος, τέκνον ἡμῶν ἠγαπη‐ μένον, μετὰ τῶν σῶν γραμμάτων, εἰπόντος δὲ καὶ οἰκείᾳ γλώσσῃ ὅσα | |
5 | ἡμῖν ἀπήγγειλεν, ἀντεγράφη πάλιν ὅσα καὶ οἱ λόγοι ἀπῄτουν καὶ τὸ σὸν ἐπεζήτει γράμμα, καὶ ἀπεστάλη πρὸς τὴν ὑμῶν θεοτίμητον ἐξουσίαν διὰ τοῦ αὐτοῦ μοναχοῦ. Ἀλλ’ ἐκεῖνος μέν, ὡς νομίζομεν, τὴν Βουλγαρίαν κατέλαβεν καὶ ἔστιν διάγων ἐκεῖ· σοῦ δὲ πρὸς τὰ μέρη ταῦτα ἐξεληλυθό‐ τος, οὐκ οἴδαμεν πότε γενήσεται ἀμφοτέροις ἑνωθῆναι καὶ μαθεῖν τὴν | 126 |
10 | ὑμῶν θεοτίμητον ἐξουσίαν τὰ γραφέντα σοι παρ’ ἡμῶν καὶ δι’ αὐτοῦ κο‐ μιζόμενα. Διὰ τοῦτο ἐδεήθημεν τοῦ παρόντος γράμματος, καὶ γράφομεν, τέκνον ἡμῶν, τὴν σὴν ὥσπερ καὶ πρότερον παρακαλοῦντες φρονίμην ψυ‐ χὴν παυθῆναι τὰς τῶν αἱμάτων χύσεις, σβεσθῆναι τῆς ἔχθρας τὴν πυρ‐ καϊάν, ἣν ἀπ’ ἀρχῆς ἀνῆψεν ὁ τῆς ἔχθρας γεννήτωρ διάβολος, καὶ | |
15 | βραβευθῆναι πάλιν μεταξὺ Ῥωμαίων καὶ Βουλγάρων τὴν μακαρίαν εἰρήνην, τὴν δοθεῖσαν κλῆρον Χριστιανοῖς παρὰ Χριστοῦ τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν· καὶ γραφῆναι καὶ δηλωθῆναι ἡμῖν, εἴ γε παρακέκληταί σου ἡ θεοφιλὴς ψυχὴ πρὸς τὸν ἀνακαινισμὸν τῆς εἰρήνης, μὴ πάλιν ἐκεῖνα οἷα πρότερον ἐδηλοῦτο ἀδύνατα ὄντα καὶ ἀτέλεστα, ἀλλ’ ὅσα δυνατὰ καὶ | |
20 | πρὸς τὸ τέλος ἐκβῆναι οὐκ ἀνεμπόδιστα. Τί οὖν ἐστιν ὅ φημι; Μὴ δηλώσῃς, καταλιπέτω τὴν βασιλείαν ὁ πρὸς τὸν θρόνον ἀναβεβηκὼς τῆς βασιλείας, τοῦτο γὰρ ἀμήχανον· μὴ γράφε τοῦ δέξασθαί σε βασιλέα καὶ κύριον τοὺς ἄρχοντας τῆς Ῥωμαϊκῆς βασιλείας καὶ τὸν λαόν, ἀμήχανον γὰρ τοῦτο γενέσθαι, καὶ οὐδεὶς τοῦ‐ | |
25 | τον τὸν λόγον ἀνέχεται ἀκοαῖς παραδέξασθαι· ἀλλὰ γράψον χρυσίου λαβεῖν ποσότητα, ἱματίων, ἢ καὶ γῆς ἐπίδοσιν μέρους, ὅση δυνατὴ καὶ Βουλγάροις ὠφελεῖν καὶ Ῥωμαίοις μὴ ἐπάγειν ζημίαν ἀφόρητον. Ναί, τέκνον μου καὶ ἄνθρωπε τοῦ θεοῦ, πρὸς τοιαύτην ἀπόβλεψον εἰρήνην, πρὸς τοιαύτην μετάθου γνώμην· καὶ ἄφες τοὺς λογισμοὺς οἳ μηδὲν | |
30 | συμβάλλονται πρὸς τὴν εἰρήνην, ἀλλὰ μᾶλλον ἐρεθίζουσι πρὸς τοὺς πολέμους καὶ τὰς σφαγάς. Στήτωσαν οἱ στεναγμοὶ καὶ τὰ δάκρυα ὅσα Ῥωμαίων καὶ Βουλγάρων μέχρι τοῦ παρόντος ἐξεκενώθη (οἴμοι τῶν ἐμῶν παθῶν) καὶ ἔτι διαμένει κενούμενα. Ναί, υἱέ μου ἠγαπημένε καὶ τῶν φί‐ λων ὁ φίλτατος, αἰδέσθητι τὴν διὰ χρόνου τοσούτου πρὸς σὲ γινομένην | |
35 | δέησιν ἡμῶν, δυσωπήθητι τὸν σπαραγμὸν τῆς καρδίας ἡμῶν, ὃς ἰδοὺ τέταρτον ἔτος νύκτα καὶ ἡμέραν, μᾶλλον δὲ πᾶσαν ὥραν, οὐκ ἀνίησι διαξαίνων ἡμᾶς. Γράφω ταῦτα (λάβε θεὸν αὐτὸν μάρτυρα τῶν λεγομέ‐ νων) οὐκ ἔλαττον φροντίζων τῆς τῶν Βουλγάρων σωτηρίας καὶ τῆς σῆς τιμῆς ἢ Ῥωμαίων καὶ τῶν βασιλεύειν λαχόντων αὐτῶν. | |
40 | Εἴ τις οὖν ἐστίν σοι λογισμὸς τῆς σωτηρίου εἰρήνης, τέκνον ἡμῶν, | |
γράψον ἡμῖν ἁπλᾶ καὶ ἀναμφίβολα· καὶ πάντως, εἰ τούτου δεήσει, αὐτὸς ἐγὼ ἐλεύσομαι πρὸς ὑμᾶς, δηλονότι πρὸς Ἡράκλειαν ἐρχομένου σου ἢ πρὸς Σηλυμβρίαν, καὶ περὶ τῆς εἰρήνης κοινολογήσομαι, καὶ σὺν θεῷ εἰπεῖν ὅσα δυνατά ἐστιν ζητούντων ὑμῶν παρασχεθήσεται. Καὶ πάλιν | 128 | |
45 | ἀνακαινισθήσεται ἡ εἰρήνη, καὶ οἱ πατέρες πρὸς τὰ τέκνα καὶ τὰ τέκνα πρὸς τοὺς πατέρας ὥσπερ ἐστὶν ὀφειλόμενον διατεθήσονται, ἀπολαύοντες τῶν τῆς ἀγάπης καλῶν καὶ ζωὴν ἀπηλλαγμένην ἔχοντες τῶν χαλεπωτά‐ των συμφορῶν ἃς ἐξεγέννησεν ὁ τῆς ἔχθρας πατὴρ διάβολος καὶ ἡ τῶν ἐκείνου σκανδάλων ὀλεθριωτάτη ἐπισπορά. | |
19(50) | Τὸ λοιπὸν εὐχὴ προσκείσθω ἡμῖν, ἣν προσφέρομεν διὰ παντὸς τῷ θεῷ καὶ σοῦ ἀγνοοῦντος· εἴης ἡμῖν ἐρρωμένος, καὶ ὑπεράνω τῶν παγί‐ δων τοῦ πονηροῦ διιπτάμενος, ... ὅσα κληρονόμον σε ἀναδείξει τῆς αἰωνίου καὶ βασιλείας καὶ ἀπολαύσεως καὶ ἀκατάκριτον παραστήσει τῷ φρικτῷ βήματι τοῦ Χριστοῦ καὶ θεοῦ ἡμῶν. | |
20(1t) | Τῷ αὐτῷ | |
2 | Ἤλπιζον, υἱέ μου δεδοξασμένε, τοῖς σοῖς γράμμασιν ἐντυγχάνων παραψυχὴν εὑρεῖν τοῦ σπαράσσοντος ἄλγους· ἀνέμενον ἥκειν μοι πα‐ ραμύθιον τῆς διαξαινούσης με νύκτα καὶ ἡμέραν ὀδύνης. Ἐνεθυμούμην | |
5 | γὰρ ὅτι, καὶ εἰ μὴ πρότερον δι’ ὧν ἐγράψαμεν πολλάκις παρεκλήθη σου ἡ ψυχή, ἀλλά γε νῦν δι’ ὧν προεθυμήθην πρὸς σὲ παραγενέσθαι καὶ γή‐ ρους καταφρονῶν καὶ ἀσθενείας καὶ πόνων τῶν ἐκ τῆς ὁδοιπορίας, ὅτι παρακληθήσῃ καὶ προσδέξῃ με δυσωποῦντα καὶ οὐχ ὑπομενεῖς ἀπο‐ στρέψαι διακενῆς τὴν πρὸς σὲ πεποιημένον πορείαν, γενήσεται δὲ μᾶλλον | |
10 | ἡ πρὸς σὲ ἄφιξις ἡμῶν ἀπόπαυσις τῶν τοῦ πονηροῦ δαίμονος σκανδάλων ἃ ἐφιλονείκησεν Ῥωμαίων καὶ Βουλγάρων μεταξὺ ἐμβαλεῖν. Ταῦτα δὲ ἤλπιζον οὐχ ἁπλῶς οὕτως, ἀλλὰ καὶ προηγουμένης αἰτίας εὐλόγου· ἐνε‐ θυμούμην γὰρ κατ’ ἐμαυτὸν ὅτι ἀπελεύσομαι πρέσβυς καὶ τὴν ἱκεσίαν φέρων, οὐ πρὸς ἄνθρωπον οἷοι πολλοὶ τῶν ἀνθρώπων, ἀλλὰ πρὸς | |
15 | ἄνθρωπον ἐκ θεοῦ λαβόντα ἔθνους ἐξουσιάζειν, καὶ διὰ τοῦτο πολὺν ἐν συνέσει, πολὺν ἐν διανοήσει, καὶ εἰδότα κρίνειν καὶ τὴν ἡμετέραν παρου‐ σίαν ὅση τίς ἐστιν· ὅτι, καὶ εἰ ἁμαρτωλοί, ἀλλ’ οὖν ἀρχιερεῖς οἵου καὶ ὅσου λαοῦ, ὁποίας πόλεως τῆς ἀρχιερατεύεσθαι ὑφ’ ἡμῖν λαχούσης, ἡλί‐ | |
κης ἐξουσίας πατὴρ εἰ καὶ ἀνάξιος προβέβλημαι, ἣν μόνην ἐπὶ γῆς ὁ | 130 | |
20 | Χριστὸς ἀντ’ αὐτοῦ τῶν ἐπὶ γῆς ἔθετο ἐξουσιάζειν. Ἀλλ’ ἐνενόουν ὅτι πρὸς τοιοῦτον ἄνθρωπον μέλλων πρεσβεύειν τελέσω τὴν πρεσβείαν, δια‐ πράξομαι τὸ κοινῇ συμφέρον, καὶ ἀνασώσομαι τὴν εἰρήνην ἀπολωλυῖαν πρῶτον μὲν δαίμονος συσκευῇ, ἔπειτα δὲ καὶ ἀνθρώπων κακοβουλίᾳ, καὶ χαίρων ὑποστρέψω, φέρων μὲν τὴν εὐχαριστίαν θεῷ, ἐκδιηγούμενος δὲ | |
25 | πᾶσι τὴν σὴν ἀρετήν, καὶ μεγαλύνων τοῖς ἐπαίνοις αὐτήν, εἴπερ τίς ἐστιν λόγος ταπεινοῦ γέροντος καὶ ἀρχιερέως τοὺς σοὺς διεξιόντος ἐπαίνους· φέρων δέ τι καὶ αὐτὸς ἐν μοίρᾳ κέρδους, ὃ πάντων κερδῶν ἐμοὶ τιμιώτα‐ τον, τὴν Ῥωμαίων καὶ Βουλγάρων ὡς τὸ ἀπ’ ἀρχῆς ὁμόνοιαν καὶ εἰρήνην. Νῦν δὲ οὐχὶ ταῦτά μοι τὸ σὸν ὑπισχνεῖται γράμμα, ἀλλ’ ὅσον ἐκ | |
30 | τῶν ῥημάτων ἄλλα διδάσκομαι, ὅτι ματαιοπονήσω, ὅτι οὐδὲν ἐκτελέσω τῶν δι’ ἃ κοπιᾶν προαιροῦμαι, οὐδ’ ἀπαντήσει μοι παρὰ σοῦ χάρις, οὐδὲ δυσωπηθήσῃ ὁ ἀγαπητός μου υἱὸς τὸ τοῦ πατρὸς γῆρας, οὐδὲ ταπεινοῦ ἀρχιερέως αἰδεσθήσῃ παρουσίαν, ἀλλ’ ἡγήσῃ με τῶν ἄλλων ὅσοι πρὸς σὲ παραγεγόνασι πρέσβεις μηδὲν διαφέρειν. Εἶτα βουλόμενος οὕτω με | |
35 | δέχεσθαι, οὕτω με, τέκνον ἠγαπημένον, τὸν πατέρα, τὸν ἀρχιερέα, τὸν γέροντα τιμᾶν, προτρέπεις ἥκειν, παραθαρρύνεις καταφρονῆσαι γήρους καὶ πόνων καὶ ταλαιπωρίας ὅσα ἐκ τῆς ὁδοῦ ἡμῖν ἀπαντήσει; Τί πρὸς ταῦτα εἴπω; Τί διανοήσομαι; Τίς ποτε υἱὸς ὤφθη πρὸς πατέρα μηνύων «Ἧκε πρὸς ἡμᾶς, ὧ πάτερ, ἵνα τοὺς σοὺς λόγους φαυλίσω· ἐλθέ, ἵνα | |
40 | μηδὲν ὧν ἐπιζητεῖς ἀνύσῃς, ἵνα πόνον ἀκερδῆ ὀφθείης ἀναδεξάμενος»; Οὐκ ἤκουσα μέχρι καὶ σήμερον τοιούτους πέμποντα λόγους υἱόν. Καὶ πάλιν φημί, τέκνον ἡμῶν, ἄξια ταῦτα τῆς σῆς μεγαλονοίας, τῆς σῆς θαυ‐ μαζομένης φρονήσεως, μηνύειν τῷ πατρὶ ὅτι «Ταλαιπωρίαν ματαίαν ἀναλαβοῦ, πάτερ, καὶ ἧκε πρὸς τὸν υἱόν, ἵνα κενὸς ὑποστρέφων τῶν σῶν | |
45 | ἐλπίδων ὄνειδος εἴης ἅπασι τοῖς ταῦτα μανθάνουσι»; Ἀφίημι γὰρ τέως τὸ σόν, τέκνον ἡμῶν, οἷα οἱ πανταχοῦ γῆς ἄνθρωποι περὶ σοῦ ἐροῦσιν, ὅταν εἰς ἀκοὴν ταῦτα λάβωσιν. Ἀλλὰ καὶ ὁ λόγος μεθ’ οὗ ἡμᾶς προσκαλῇ καὶ πρὸς τὴν ὁδὸν παρορμᾷς, ὡς θαυμαστὸς καὶ λίαν ἐπαινετός. Λέγεις γὰρ ὡς οἱ ἀπόστο‐ | |
20(50) | λοι, τρέχοντες ἐπ’ ἀδήλοις καὶ τὸ ἐκβησόμενον οὐκ εἰδότες, ὅμως ἔτρεχον καὶ ἐκοπίων διὰ τὴν ἄνωθεν μισθαποδοσίαν. Ἀγαπῶ τὴν παραίνεσιν, τέκνον μου ἀγαπητόν· καὶ γὰρ ἐξ ὧν λέγεις συνομολογεῖς ὅτι καὶ ἡμεῖς κατὰ βούλησιν θεοῦ ὥσπερ ἐκεῖνοι προθυμούμεθα κοπιᾶν. Πῶς γὰρ ἄλλως ἀποκείσεται ἡμῖν ὁ μισθός, εἰ μὴ κατὰ θεοῦ βούλησιν ὁ κόπος | |
55 | ἡμῶν; Ὥσπερ γὰρ ἐκείνοις ἦν ὁ κόπος ἀρέσκων θεῷ, διότι κατὰ τὸ | |
θέλημα τούτου ἐκοπίων, καὶ παρ’ αὐτοῦ ἐλάμβανον τὸν μισθόν, οὕτω πάντως καὶ ὁ ἡμέτερος κόπος, εἰ μισθὸν ὑπὲρ αὐτοῦ λαμβάνομεν παρὰ θεοῦ, καθὼς εὖ φρονῶν ὁμολογεῖς, κατὰ βούλησιν γίνεται τοῦ θεοῦ. Εἶτα οὐ φοβῇ τὸν κόπον ἡμῶν, ὃν ὁ θεὸς ἀποδέχεται, ὡς κατὰ τὸ αὐτοῦ | 132 | |
60 | γινόμενον θέλημα (πῶς γὰρ ἄν, εἰ μὴ τοῦτο ἦν, τὸν ὑπὲρ αὐτοῦ ἐδίδου μι‐ σθόν;) μὴ ἀποδεχόμενος σὺ μηδὲ τιμῶν, ὥσπερ ἐστὶν πρέπον, καὶ παρ‐ έχων συγκατάθεσιν εἰρήνης δι’ ἣν κοπιῶμεν, ἀλλ’ ἀποστρέφεις κοπιῶν‐ τας διακενῆς; Καὶ πῶς ἔχει λόγον, θεὸν μὲν ἀποδέχεσθαι τὴν ἐμὴν ταλαιπωρίαν καὶ ἀντὶ ταύτης διδόναι δόσιν τῆς ἑαυτοῦ ἀγαθότητος, σὲ | |
65 | δὲ φιλόθεον ὑπάρχοντα, τέκνον ἡμῶν, μὴ τῷ θείῳ βουλήματι συντρέχειν, ἀλλὰ φρονεῖν ἐναντία, καὶ ὅνπερ ἐκεῖνος πόνον ἡμῶν ὡς ὑπὲρ αὐτοῦ γινόμενον ἄμισθον οὐκ ἐᾷ, σὲ τοῦτον ὡς φαῦλον παρορᾶν καὶ οὐδενὸς ἄξιον λόγου νομίζειν; Σκέψαι εἰ ἄξιον τοῦτο φιλοθέου ψυχῆς. Καὶ οὐχ ἑτέρωθεν τοῦτο συνάγεται ἀλλ’ ἢ ἐκ τῶν σῶν ἀληθῶς | |
70 | φρονίμων λόγων. Ἔφης γάρ, καὶ καλῶς ἔφης, ὡς τοῖς ἀποστόλοις ἐκ θεοῦ ὁ μισθὸς ἐδίδοτο κοπιῶσιν, κἂν πρὸς οὓς ἀπῄεσαν ἐνίοτε μὴ πείθειν ἠδύναντο. Ἀλλὰ τίνες οἱ μὴ πειθόμενοι, καὶ τοῦτο εἰπέ· πάντως ἐρεῖς ὅτι ὅσοι μὴ ᾔδεισαν κατὰ θεοῦ βούλησιν εἶναι τὸν κόπον τῶν ἀποστόλων, οὐδ’ ἀξίους αὐτοὺς ἡγοῦντο μισθαποδοσίας, ἀλλὰ μᾶλλον κολάσεως καὶ | |
75 | τιμωρίας· διὰ τοῦτο ἐδίωκον καὶ ἐτιμωροῦντο αὐτούς. Ὁ δὲ ὁμολογῶν ἐμὲ λήψεσθαι μισθὸν πάντως πρότερον ὁμολογεῖ ὅτι ἀποδέχεται κο‐ πιῶντας ἡμᾶς ὁ θεὸς καὶ τούτου χάριν δίδωσι τὸν μισθόν· καὶ θεὸς μὲν ἀποδέχεται τὴν ἐμὴν ταλαιπωρίαν καὶ ἀνταμείβεται τῆς δικαίας κρί‐ σεως αὐτοῦ τῇ μισθαποδοσίᾳ, σὺ δὲ ἄνθρωπος ὢν οὐκ ἀποδέχῃ; Ὁ | |
80 | δεσπόζων οὐρανοῦ καὶ γῆς οὐκ ἀτιμάζει τὸν κόπον ἡμῶν (πῶς γάρ, εἰ ἀτιμάζει, δίδωσι τὸν μισθόν;), σὺ δέ, εἰ καὶ δεσπόζεις λαοῦ ὅσου ποτὲ καὶ δεσπόζεις, ἀλλά γε μετ’ ὀλίγον γυμνὸς μετὰ πάντων ἀνθρώπων παρ‐ ίστασθαι μέλλων τῷ δεσπότῃ τῶν ὅλων, παρ’ οὐδὲν τίθης τὴν ἡμετέραν ταλαιπωρίαν; Καὶ ποῦ προσῆκον τοῦτό γε ἢ τῇ συνέσει σου ἢ τῇ φιλοθεΐᾳ | |
85 | σου ἢ τῇ ἄλλῃ βοωμένῃ τῶν τρόπων σου καταστάσει; Ταῦτα οὐκ ἀνατρέ‐ ποντες λέγομεν τὸ σὸν πρόβλημα, τέκνον ἡμῶν, ἀλλ’ ὑπομιμνήσκοντες καὶ διδόντες ἀφορμὴν φρονίμῳ θεοῦ χάριτι ὄντι φρονιμωτέρῳ γενέσθαι. Βούλομαί σε, υἱέ μου ἠγαπημένε, καὶ ἔτι τῷ λόγῳ προσαγαγεῖν σεαυτόν, καὶ ὥσπερ εἰ παρόντων ἡμῶν ἤκουες ἂν νουνεχῶς τῶν λεγο‐ | |
90 | μένων, οὕτω φυλάξαι τὸ νουνεχὲς τῷ λόγῳ. Πλὴν οὐκ ἀγνοεῖν οἰόμεθά σε ἃ μέλλομεν γράφειν, μᾶλλον δὲ φέρομεν ὑπόληψιν ὡς ἐπίστασαι ταῦτα | |
καὶ χωρὶς τῶν ἐμῶν λόγων, διότι σπουδαῖον ὄντα ὑπολαμβάνω καὶ εἰς τὸ τὰς ἱστορίας ἀναλέγειν τῶν παλαιῶν τὴν αὐτὴν διασῴζειν σπουδήν. Ἀλλ’ εἰ καὶ μὴ ἀγνοεῖς, ὅμως καὶ ταῦτα ὡς πρὸς εἰδότα ἐν ὑπομνήσεως | 134 | |
95 | τάξει προστίθημι. Ἐκράτει τῶν Ῥωμαϊκῶν σκήπτρων Ἀρκάδιος, καὶ πολὺς ἦν Γαϊνᾶς ἐκεῖνος ἀπείρῳ πλήθει ταύτην δὴ τὴν γῆν πυρπολῶν καὶ αἰχμαλωτίζων, ὥσπερ καὶ ὑμεῖς, πάντα τόπον οὗ ἂν ἐπίοι καλύπτων τῷ πλήθει, καὶ οὐκ ἦν χεῖρας πρὸς αὐτὸν ἀνταίρειν, οὐ μᾶλλον ἢ πρὸς τοὺς ἐξ οὐρανοῦ ἀφιεμένους σκηπτούς. Ὡς οὖν ἐν τοιούτοις πράγμασιν ἀπῄε‐ | |
20(100) | σαν πρὸς αὐτὸν πρεσβεῖαι τοῦ βασιλέως, ἐκεῖνος ἀπέφραττε τὰ ὦτα καὶ πρὸς πάντα λόγον ἀνένευεν, ἄκαμπτός τις ὢν καὶ ἀμείλικτος. Ἀντέπρατ‐ τε γὰρ ἡ ἐπιθυμία ὑφ’ ἧς ἐκινεῖτο καὶ ἦν ἀκατάσχετος ἐν ταῖς σφαγαῖς καὶ τοῖς φόνοις, ὥσπερ καὶ ὑμεῖς. Ἤλγει πρὸς ταῦτα ὁ τοῦ θεοῦ ἀρχιε‐ ρεύς, ἐσπαράσσετο τὴν ψυχήν, ὥσπερ καὶ ἡμεῖς οἱ ἀχρεῖοι καὶ ταπεινοί· | |
105 | οὗτος δὲ ἦν Ἰωάννης, ᾧ Χρυσόστομος τὸ ἐπώνυμον. Ἀλγῶν οὖν διε‐ νοήθη πρᾶγμα γελώμενον τοῖς πολλοῖς· τὸ δὲ ἦν ἀντὶ πάντων ἑαυτὸν δοῦναι καὶ πρὸς τὸν Γαϊνᾶν ἐπελθεῖν καὶ τὴν ἀνήμερον ἐκείνου παρακα‐ λέσαι ψυχὴν καὶ τοῦ θυμοῦ τὸ ἄσβεστον πῦρ τῶν λόγων αὐτοῦ τῇ δρόσῳ πειρᾶσθαι κατασβεννύειν. Ἀλλ’ ὁ μὲν ἀρχιερεὺς οὕτω διενοήθη· ἐγέ‐ | |
110 | λων δέ, ὥσπερ ἔφην, πολλοί. Τίς γὰρ ἤλπιζεν ἐπισχεθῆναι τοῦ Γαϊνᾶ τὴν ὁρμήν, τοῦ μυρίου ἐκείνου πλήθους τὴν κίνησιν, ὑπ’ ἀνδρὸς γυμνοῦ καὶ μηδὲν ἄλλο φέροντος πλὴν τὴν τῶν λόγων παραίνεσιν; Ὅμως παρα‐ γίνεται πρὸς τὸν ἄνθρωπον καὶ οὐδὲν ἕτερον ἢ μόνον περιπτύσσεται τοῦ‐ τον, ταῦτα λέγων· «Ἀρκέσθητι, ἄνθρωπε, τοῖς μέχρι τοῦ παρόντος δει‐ | |
115 | νοῖς, παῦσαι ἀνθρωπίνοις αἵμασι ποτίζων τὴν γῆν, ἐνθυμήθητι ὅτι οὐ πολὺ τὸ ἐν μέσῳ, καὶ τοῖς οἰκείοις ὑποδέξεταί σε κόλποις. Ἄρχων λαοῦ κατέστης, οὐχ ἵνα πρὸς φόνους ἄγῃς, ἀλλ’ ἵνα τῆς αὐτῶν προνοῇ σωτη‐ ρίας. Τί πρὸς ἀλλοτρίαν ἐλαύνεις χώραν; Ἀρκέσθητι τῇ παρὰ θεοῦ δεδο‐ μένῃ σοι. Τί πλεονεκτεῖν ἐπιζητεῖς ἃ μὴ ἀσφαλῶς ἴσως ἕξεις; Κατάλιπε | |
120 | τοὺς Ῥωμαίων τόπους τῆς ἀξίας τυχὼν φιλοφρονήσεως, καὶ πρὸς τὰ οἴκοι ἐπάνελθε.» Εἶδεν τὸν ἀρχιερέα ὁ Γαϊνᾶς, ἤκουσε τῶν αὐτοῦ λόγων, καὶ αὐτίκα δυσωπεῖται, καὶ καταλείπει μὲν τὸ ἄγριον καὶ ἀπάνθρωπον, γίνεται δὲ τῆς ἀνθρωπίνης ἡμερότητος, παύει τὰς τῶν αἱμάτων χύσεις τοῖς προλαβοῦσι κακοῖς ἀρκεσθεὶς καὶ συμβαίνει πρὸς εἰρήνην τῷ βασι‐ | |
125 | λεῖ, λαβόμενος μὲν τῶν ποδῶν τοῦ ἀρχιερέως, φιλοφρονηθεὶς δὲ ὅσον ἦν ἄξιον, καὶ πρὸς τὰ οἰκεῖα ἐπαναστραφείς. Οἶδα ὅτι γινώσκεις ταῦτα, καὶ λυποῦμαι ὅτι πρὸς ἄνθρωπον εἰδότα καὶ δύναμιν ἔχοντα διδάσκειν τὸ καλὸν ἑτέρους ταῦτα φθέγγομαι. Πλὴν | |
ἀναγκαῖον ἡγησάμην τὸ γράφειν, ἵνα καὶ ἀφ’ ἧς γνώσεως σὺ φέρεις καὶ | 136 | |
130 | ἀφ’ ὧν ἡμεῖς λέγομεν, αὐτὸς κατὰ σεαυτὸν γενόμενος καὶ τὸν Γαϊνᾶν ἐκεῖνον κατὰ διάνοιαν παραστησάμενος, ἐννοήσῃς εἰ πρέπον τῇ σῇ με‐ γαλοδόξῳ ἀρετῇ ἐκείνου ὀφθῆναι λειπόμενον ἐν ταύτῃ τῇ ὑποθέσει. Ὁ μὲν γὰρ οὐκ ἐδεήθη πρεσβείας δευτέρας, ἀλλ’ ἅπαξ μόνον προσελθόντι ἐπείσθη τῷ ἀρχιερεῖ καὶ τὰ ὅπλα ῥίπτει καὶ τοὺς πολέμους παύει, οὐχ | |
135 | ἡγησάμενος πρέπον αὐτῷ χαρίζεσθαι τῷ θυμῷ οὐδ’ ὥσπερ θηρίον μόνον ἀντέχεσθαι τῆς ἰδίας ὁρμῆς, ἀλλὰ μᾶλλον ἐπέσχεν ἐκεῖνο τὸ ψυχώλεθρον ὅρμημα οἷόν τινι χαλινῷ τοῖς εἰρηνικοῖς τοῦ ἀρχιερέως λόγοις· ἡμεῖς δὲ παραγενέσθαι πρὸς σὲ μέλλοντες μετὰ τοσαύτας προλαβούσας δεήσεις ἀπόφασιν ἐδεξάμεθα μηδὲν πλέον ἕξειν παραγενόμενοι ὧν καὶ ἀπόντες | |
140 | ὤφθημεν δεηθέντες. Τί λέγεις, υἱέ μου τετιμημένε, συνετώτατε ἀνθρώ‐ πων; Ὁ δόξης εἴπερ τις ἄλλος ἔφεσιν κεκτημένος, ὑπομένεις ἡττᾶσθαι τῆς τοῦ Γαϊνᾶ ἐπιεικείας καὶ ἡμερότητος; Ὅλως ἀνέχῃ δεύτερος ἐκείνου ἀπελέγχεσθαι; Ἐγὼ ἀντὶ σοῦ ἐρυθριῶ καὶ αἰσχύνομαι. Εἶτα οὐκ ἐνθυμῇ τὰς ἐκ τῶν ἀνθρώπων μέμψεις, ὅταν εἰς σύγκρισιν ἡ σὴ τιμιότης, εἴτε | |
145 | τῷ βίῳ παρόντος σου εἴτε καὶ τεθνηκότος, παρὰ τῶν εἰδότων τὰς ἱστο‐ ρίας προάγησθε; Τίς γὰρ δὴ Βουλγάρων ἢ Ῥωμαίων ἐν τῷ μετέπειτα ἐσομένῳ καιρῷ, διηγήσεως τοιαύτης ἀκούων, ὅτι σκανδάλων μεταξὺ Ῥωμαίων καὶ Βουλγάρων γεγονότων πρεσβύτης ἀρχιερεὺς ὡρμήθη πρεσβευτὴς γενέσθαι εἰς τὸ παῦσαι τοὺς κατ’ ἀλλήλων πολέμους, συνα‐ | |
20(150) | γαγεῖν ἀμφότερα τὰ γένη πρὸς τὴν ἀρχαίαν εἰρήνην, ὁ δὲ τῶν Βουλγάρων δεσπόζων οὐκ ἠξίωσε δέξασθαι τὴν πρεσβείαν, οὐ κατηγορήσει καὶ εἴποι κατὰ σοῦ ὅσα ἐγὼ μὲν οὐκ ἂν φαίην (μηδὲ συγχωρήσοι θεός), ἐκεῖνοι δὲ πάντως ἐροῦσι καὶ πλείονα λυθέντος τοῦ φόβου τοῦ λέγειν ἕκαστον περὶ σοῦ ὅπως ἔχει φρονήσεως· ὅπου γε καὶ νῦν, ἵνα μὴ λέγω | |
155 | πάντες, ἀλλὰ πολλοί, ὥς γε ἀκούομεν, τοῦ σοῦ λαοῦ, τοῦ σοῦ γένους, μέμφονται τοῦ ἀπαύστου πολέμου καὶ τοῖς γινομένοις ἐπιστενάζουσιν. Αἰσθάνομαι πλέον τοῦ δέοντος εἰπών· ἀλλὰ τί πράξω; Εἰς τοῦτο, εἰ καὶ ἀνάξιος, προκεχείρισμαι ὑπὸ θεοῦ, μεσίτης εἰρήνης, διδάσκαλος εἰρήνης. Καὶ μέχρις ἂν ἡ πνοὴ ἐπαρκῇ, ταῦτά μοι φθέγγεσθαι ἀνάγκη | |
160 | διὰ παντός, καὶ μάλιστα νῦν ὁπότε τέκνα πρὸς πατέρας, ἀδελφοὶ ἀδελφοὺς κατ’ ἀλλήλων ἐκμανέντες ἀποσφάττουσιν· ὅτε τὸ ἓν σῶμα τοῦ Χριστοῦ καὶ θεοῦ ἡμῶν, ὥσπερ τῆς ἰδίας ἐπιλαθόμενον κεφαλῆς ἐφ’ ᾗ συνηρμο‐ λογήθη, καθ’ ἑαυτὸ στασιάζει καὶ τὰ τῶν μαινομένων οἳ τὰ οἰκεῖα κατεσθίουσι μέλη ἐπιτελεῖ. Ναὶ δὴ καὶ σοῦ χάριν τοῦ παλαιοῦ καὶ νέου | |
165 | φίλου ἡμῶν καὶ υἱοῦ, κἂν μὴ πείθωμεν, κἂν εἰς τὸ μηδὲν ῥιπτώμεθα, τὸν λόγον ἐκτείνομεν· ὃν εὔχομαι καὶ κατὰ τὸν παρόντα βίον ἐκεῖνα πράττειν ὅσα μέλλει πάσης ἐλεύθερόν σε μέμψεως ἀνακηρύττειν καὶ ἐν τῇ μακαρίᾳ τῶν ἁγίων ζωῇ τοῖς ἐκεῖ ἀπογεγραμμένοις συναριθμηθῆναι. Ἔλεγεν δὲ τὸ γράμμα τῆς ὑμῶν τιμιότητος καὶ περὶ ἀλλαγίου· | 138 |
170 | καὶ διερχόμενος τὸν τόπον τοῦ γράμματος ἐπὶ πλέον ἐδάκρυσα ὅτι το‐ σοῦτον ἴσχυσεν ὁ διάβολος ὥστε Χριστιανοὺς ποιῆσαι Χριστιανῶν ἀνταλ‐ λάττεσθαι, ὥσπερ εἰ τὸ ἓν σῶμα τοῦ ἀνθρώπου αὐτὸ καθ’ ἑαυτοῦ κε‐ κινημένον τῶν ἑαυτοῦ μελῶν ἐπιζητεῖ ποιεῖσθαι ἀνταλλαγήν. Τί λέγεις; Πῶς νομίζεις τὴν κεφαλὴν ἡμῶν τὸν Χριστὸν καὶ θεὸν ἡμῶν ἐπὶ τούτοις | |
175 | ἔχειν; Ἐγὼ νομίζω πλέον ἐπὶ τοῦ παρόντος ἢ ἐπὶ τοῦ σταυροῦ ὑπομένειν τὰς ὀδύνας. Πλὴν ἐπεὶ τοιαῦτα ἐλεεινὰ καὶ δυστυχῆ Ῥωμαίους καὶ Βουλγάρους κατέλαβε πράγματα, καὶ τοσοῦτον ὁ πονηρὸς ἔλαβε κράτος, καὶ οὐκ ἔστιν ἄλλως εἰρήνης μεσιτευούσης ἕκαστον Βούλγαρον καὶ Ῥω‐ μαῖον φιλικῶς 〈καὶ〉 ἀδελφοπρεπῶς εἰς τὰ οἰκεῖα ἐπανελθεῖν· εἰ οὖν | |
180 | τοσοῦτον ὥσπερ εἶπον ἐκράτησε τὸ κακὸν καὶ ἀμήχανον διὰ τῆς φίλης καὶ γλυκυτάτης εἰρήνης πάντας ὅσους ἡ τοῦ πονηροῦ ἐπήρεια τῶν οἰκείων ἐποίησεν ἀναστάτους ἁπλῶς οὕτω καὶ ἀδελφικῇ ἀπολύσει πρὸς τὰ οἰκεῖα πάλιν ἐπανατρέχειν, ἀλλὰ τοιαύτης δεῖσθε ἀνταλλαγῆς ἣν ἡ τῶν πολεμίων ἐπίσταται ψῆφος, φρίττοντες μὲν καὶ θεόν, αἰδούμενοι δὲ | |
185 | καὶ τοὺς μετέπειτα ἐσομένους ἀνθρώπους, ἡ Ῥωμαϊκὴ συγκατανεύει πολιτεία. Προβήσεται δὲ πάντως τὸ τοιοῦτον ἀλλάγιον ὥσπερ ἐστὶν νόμος τῆς τῶν ἀλλαγίων καταστάσεως· οὐκοῦν δεήσει καὶ ἐξ ὑμῶν τινας τὰ ἐνταῦθα καταλαβεῖν καὶ πάλιν πρὸς ὑμᾶς παραγενέσθαι Ῥω‐ μαίους, ὥστε κοινῆς γενομένης σκέψεως τοῦ πῶς δεῖ καταλλαγῆναι τοὺς | |
190 | μέλλοντας ὑπαλλάττεσθαι κατὰ τὸ καλῶς ἔχον καὶ συμφέρον καὶ Βουλ‐ γάροις καὶ Ῥωμαίοις οὕτω γενέσθαι καὶ τὸ ἀλλάγιον. | |
21(1t) | Τῷ αὐτῷ | |
2 | Πολλάκις ἐγράψαμεν, τέκνον ἡμῶν, καὶ (πῶς εἴπω;) διὰ τὰς ἁμαρ‐ τίας ἡμῶν οὐκ ἐγένετο ἡμῖν ἀπολαῦσαι τῆς ὠφελείας τῶν λόγων· πολ‐ λάκις ἐσπείραμεν εἰς τὴν γῆν τῆς καρδίας σου, υἱέ μου ποθεινότατε, καί | |
5 | (πάλιν φημί) διὰ τὰς ἁμαρτίας ἡμῶν οὐκ ἐθερίσαμεν οὓς ἐποθοῦμεν καρπούς. Πλὴν ἀλλ’ οὐ διὰ τοῦτο σιωπήσω ἀπελπίζων, ἀλλὰ γράφω καὶ | |
νῦν τῆς χρηστοτέρας ἐλπίδος γενόμενος καὶ φέρων ἐπὶ θεῷ τὴν πεποί‐ θησιν ὡς καρπώσομαί τι τῶν σωτηρίων καὶ ὠφελίμων. Καὶ εἴη ὁ πάντων αἴτιος τῶν καλῶν τὴν ἐλπίδα πρὸς τὸ τέλος ἄγων καὶ διδοὺς καὶ ἡμῖν ἀφ’ | 140 | |
10 | ὧν γράφομεν ὠφεληθῆναι καὶ τῷ πνευματικῷ μου υἱῷ ἐξ ὧν τοῖς τοῦ πατρὸς γράμμασι προσομιλεῖ. Ἐκινήθημεν δὲ πρὸς τὸ γράφειν τῷ σῷ γράμματι ἐντυχόντες καὶ εὐθὺς ἐκ προοιμίων εὑρόντες ἐπαγγελίαν θεοῦ ταπείνωσιν μιμουμένην, ἐξ ὧν ἔλεγες ὅτι μιμούμενος θεὸν ἄνδρα τα‐ πεινὸν καὶ εὐτελῆ οὐκ ἀπεστράφης, ἀλλὰ κατὰ πρόσωπον ἤγαγες καὶ | |
15 | τῆς σῆς ἠξίωσας ὁμιλίας, δι’ οὗ καὶ τὸ γράμμα πρὸς τὰ ἐνταῦθα ἀπέ‐ στειλας. Αὕτη γοῦν ἡ ἐπαγγελία τῆς ταπεινώσεως προετρέψατο ἡμᾶς γράφειν, ἐκεῖνο ἐνθυμηθέντας ὅτι ψυχὴ ἅπαξ ταπεινὸν φρόνημα κτησα‐ μένη καὶ πρὸς θεοῦ μίμησιν ἀποβλέπουσα πᾶν ὅ τι καὶ προπέπονθε παρά τινος λυπηρόν, τοῦτο ἐάσει, καὶ τὸ πικρὸν τῆς καρδίας κενώσει καὶ τὸ | |
20 | φιλόνεικον ἀποθήσει, καὶ καταστήσεται μὲν καὶ ἀφ’ ἑαυτοῦ [καὶ] πρὸς τοὺς πρέποντας λογισμούς, ἀκούσεται δὲ καὶ ἑτέρων εὐμενῶς τὰ ὠφέ‐ λιμα καὶ σωτήρια ὑποτιθεμένων. Γράφομεν οὖν διὰ ταῦτα οἷα γράφομεν· καὶ εἰ μέν τις γένηται ὠφέ‐ λεια, εὐχαριστήσομεν τῷ τὴν ὑμετέραν φρονίμην ψυχὴν οὕτω διαθέντι | |
25 | καὶ ταπεινοῦ καὶ ἁμαρτωλοῦ ἀρχιερέως καὶ πατρὸς πείσαντι δέξασθαι σωτηριώδη παραίνεσιν· εἰ δὲ μὴ ὠφελήσωμεν, καὶ οὕτως εἴργασται τὸ ἡμέτερον καὶ ὃ χρεωστοῦμεν πληροῦμεν. Τὸ δὲ σόν, τέκνον ἡμῶν, ὡς φρόνιμος κατανόει, εἰ ἔστιν καὶ παρὰ θεῷ ἀκατάκριτον καὶ παρὰ ἀνθρώ‐ ποις ἀνεπίμωμον. Ἀλλὰ καλὴ τοῦ γράμματος ἡ ἀρχή· «ταπείνωσιν μι‐ | |
30 | μούμενος θεοῦ» ἤγαγες κατὰ πρόσωπον ἄνθρωπον ταπεινόν, καὶ οὐκ ἐπῆρέν σε τὸ μέγεθος τῆς ἀρχῆς οὐδὲ σεαυτοῦ ἡγήσω ἀνάξιον ὁμιλῆσαι οἰκείῳ στόματι τῷ ἀσυγκρίτως ἀπολειπομένῳ τοῦ σοῦ μεγέθους γῆς δό‐ ξης. Τοῦτο ἐπαινετόν, καὶ ἦν ἀκόλουθον καὶ τὰ ἑξῆς τοῦ γράμματος τῇ αὐτῇ συνυφανθῆναι ταπεινότητι καὶ μὴ παρεξελθεῖν τῆς τοῦ θεοῦ (ὡς | |
35 | ἔφης) μιμήσεως. Νῦν δὲ ἄλλον ἔχει χαρακτῆρα τὰ μετὰ ταῦτα τοῦ γράμ‐ ματος· οὐ ταπεινότητος, οὐκ ἐπιεικείας, οὐ φιλανθρωπίας, ἀλλά τινος ἑτέρας διαθέσεως. Φεῦ τοῦ πονηροῦ δαίμονος τοῦ τοῖς ἀγαθοῖς ἐξ ἀρχῆς διαφθονουμένου καὶ ἀεὶ τὴν οἰκείαν κακίαν προσεπιμιγνύειν φιλονει‐ κοῦντος τοῖς ἀγαθοῖς. Καὶ πολλὰς μὲν τὸ γράμμα, τέκνον ἡμῶν, πε‐ | |
40 | ριπλοκὰς ἐδήλου ἡμῖν, καὶ νῦν μὲν ἐντεῦθεν στρέφεται, νῦν δὲ ἐκεῖθεν· εἷς δὲ ὁ σκοπὸς αὐτῷ, τὸ βούλεσθαι τὴν ὑμετέραν προαίρεσιν μὴ ἀρκεῖσθαι τοῖς ἰδίοις μηδ’ ἐμμένειν τοῖς ἐξ ἀρχῆς δεδομένοις ὑμῖν, ἀλλ’ ἐπιπηδᾶν | |
πράγμασιν ἀλλοτρίοις (καὶ τότε τίνων; πατέρων τῶν γεννησάντων ὑμᾶς) καὶ προνομίῳ βασιλείας ἣ πᾶν ἔθνος ὑπὸ πόδας ἔθηκεν· καὶ οὐδὲν | 142 | |
45 | ἔθνος ἐξ οὗ τὸ Ῥωμαίων κράτος ἐγνωρίσθη ἠδυνήθη καυχήσασθαι μὴ οὐχὶ τὸν αὐχένα κλῖναι αὐτῷ. Εἰρήνην ἐπιζητεῖς· καλὸς ὁ λόγος, δεῖξον καὶ τὸ ἔργον τῷ λόγῳ ἀκόλουθον. Ἡ εἰρήνη οὐ τῶν ἀλλοτρίων ἐφίεται, οὐ τοῖς μηδὲν προσ‐ ήκουσιν ἐπιπηδᾷ, οὐ χεῖρας αἴρει πρὸς ὅπλα, οὐ παρέχει προφάσεις | |
21(50) | πολέμων, οὐ χαίρει χύσεσιν αἱμάτων, οὐκ οἶδεν αἰχμαλώτους ἀνθρώπους ποιεῖν. Εἰ τοιαύτην εἰρήνην ποθεῖς, εἴη Χριστὸς ὁ θεὸς ἡμῶν ὁ τὸ οἰκεῖον αἶμα ὑπὲρ τῆς εἰρήνης τοῦ κόσμου κενώσας τὸ σὸν θέλημα, μᾶλλον δὲ τὸ κοινὸν καὶ Βουλγάρων καὶ Ῥωμαίων, ἐκπληρῶν· εἰ δὲ πρὸς ταύτην οὐ βλέπεις τὴν εἰρήνην, τί τοῦ ῥήματος ὄφελος, ὅταν τὰ πράγματα τυγ‐ | |
55 | χάνῃ πολέμια; Κατάθες τὰ ὅπλα, παυέσθωσαν τῶν αἱμάτων αἱ χύσεις, τῶν αἰχμαλώτων αἱ συμφοραί, τῶν ὀρφανῶν, τῶν χηρῶν τὰ δάκρυα, ἡ ἐπιθυμία τοῦ πλεονεκτεῖν, τοῦ τῶν ἀλλοτρίων βούλεσθαι ἄρχειν. Ταῦτα γενέσθω, καὶ ὄντως εἰρήνη θεῷ ἀρέσκουσα βραβευθήσεται. Τὸ δὲ λέγειν τοὺς πατέρας τοὺς ἐκ τῆς δουλείας τοῦ σκότους μετά γε θεὸν | |
60 | ἐλευθερώσαντας ὑμᾶς, τούτους ὑποχειρίους λαβεῖν, πῶς ἐστιν εἰρήνης, ἀλλ’ οὐχὶ τῶν πώποτε πολεμιωτάτων καὶ μηδέποτε εἰρήνην εἰδότων; Ἀλλὰ λέγεις, τέκνον ἡμῶν, οὕτω βούλεσθαι τὸν θεόν. Μέχρι τίνος τῶν ἀπατεώνων προσέξεις τοῖς λήροις φρόνιμος ὤν; Ἕως πότε παραχωρήσεις τοῖς ἀγαπῶσιν ἐκ τοῦ πονηροῦ φθέγγεσθαι πνεύματος | |
65 | ταῖς σαῖς ἀκοαῖς τὴν πονηρίαν αὐτῶν ἐπαντλεῖν; Οὐκ ἔστιν τοῦτο, τέκνον ἡμῶν, ἀληθές, οὐδὲ βούλεται τοῦτο θεός, ἀλλ’ ὁ ἀπ’ ἀρχῆς ἀνθρωποκτό‐ νος διάβολος, ὁ ἀεὶ χαίρων ταῖς στάσεσιν, ταῖς μάχαις, τοῖς πολέμοις, ταῖς ἀνδροφονίαις, καὶ εἴ τι ἄλλο κακὸν ἐν τῷ ματαίῳ βίῳ τῶν ἀνθρώ‐ πων γνωρίζεται, οὗτός ἐστιν ὁ ταῦτα καὶ βουλόμενος καὶ διαπραττόμενος· | |
70 | ἐκεῖθεν ταῦτα (οἴμοι τῶν ἐμῶν παθῶν) ἐπεισῆλθε τὰ κακὰ μέσον Ῥωμαίων καὶ Βουλγάρων, μεταξὺ τῶν πατέρων καὶ τῶν τέκνων, οὓς οὐχ αἷμα καὶ σάρξ, ἀλλὰ τὸ πανάγιον πνεῦμα υἱοὺς καὶ πατέρας ἀπέδει‐ ξεν. Θάνατον γὰρ ὁ θεὸς οὐκ ἐποίησεν, ἀλλ’ ἀπάτη δαίμονος καὶ ἐπιθυ‐ μία παραλόγως τῇ ἀπάτῃ ἐξακολουθήσασα, ἐξ ἧς καὶ τὰ νῦν συμβαίνοντα | |
75 | χαλεπὰ προῆλθεν εἰς γένεσιν. Εἰ μὴ γὰρ ἄνθρωποι διεφθαρμένοι καὶ πλά‐ νοι τὴν σὴν φρονίμην ψυχὴν ἐξηπάτησαν καὶ τῆς ἐκ τῶν πατέρων συνη‐ θείας τοῦ βίου καὶ τῆς διαγωγῆς ἀπέστησαν, οὐκ ἂν οὐδὲ πολεμεῖν πρὸς Χριστιανοὺς ἠγάπησας Χριστιανὸς ὤν, οὐδ’ εὐσεβεῖν χάριτι θεοῦ ὁμολο‐ | |
γῶν εὐσεβεῖς εἷλκες αἰχμαλώτους· καὶ ἁπλῶς εἰπεῖν οὐκ ἂν εἰς ἐρημίαν | 144 | |
80 | κατέστησας οἴκους καὶ τόπους ἐν οἷς τὸ τοῦ Χριστοῦ θεῖον ὄνομα ἐδοξά‐ ζετο, ἀλλ’ ὅπερ ἔφην διαβόλου φθόνος καὶ τῶν ἐκείνου μιμουμένων τὴν κακίαν ἀνθρώπων τοῖς χαλεποῖς τούτοις ἔδωκαν προελθεῖν. Ἀλλὰ γὰρ καὶ τοῦτο ἐνεφέρετο ἐν τῷ γράμματι, ὡς ἀγαπῶν τὸ ὁμόψυχον καὶ τὸ εἰρηνεύειν πάντα πράττεις ἃ πράττεις. Καί〈τοι〉 τὸ μὲν | |
85 | ὁμόψυχον καὶ τὸ εἰρηνεύειν ἔργον τοῦ ἀγαθοῦ, τὸ δὲ πράττειν ἃ πράττεις ἔργον τοῦ πονηροῦ. Οὐδεὶς εἰρηνεύειν ἐπιζητῶν ἐπιβουλεύει ἐκείνου μεθ’ οὗ εἰρηνεύειν ἐπιζητεῖ· οὐδεὶς ὁμόψυχον ἔχειν βουλόμενός τινα τῇ σφαγῇ τούτου μιαίνει τὰς χεῖρας, ἀλλὰ θεραπεύει, ἀλλ’ ἀγαπᾷ, ἀλλὰ παντὶ τρόπῳ τὰ τῆς ἐκείνου ἀνέσεως ἐπιτελεῖν ἀγωνίζεται. Τὰ δὲ ὑμέτερα οὐ | |
90 | τοιαῦτα· οὐκοῦν οὐδὲ ὁμοψυχεῖν οὐδὲ εἰρηνεύειν ἐπιζητούντων, ἀλλὰ τοὐναντίον μᾶλλον ἐχθραινόντων καὶ μαχομένων καὶ μηδ’ ὅτι τί ποτέ ἐστιν εἰρήνη συνιέντων. Καὶ ταῦτα γράφομεν, τέκνον ἡμῶν, οὐχὶ διδά‐ σκοντες ὡς ἀγνοοῦντα, ἀλλ’ ὅτι διὰ τῶν τοιούτων ῥημάτων οὐκ οἶδα τίνας δοκεῖ τὸ γράμμα παραλογίζεσθαι. Ἐρωτῶμέν σε, καὶ ἀποκρίθητι· | |
95 | εἴ τις ἢ ἀδελφὸς ἢ τῶν τέκνων αὐτῶν παρελθὼν πάντα πράττοι ὥστε λαβεῖν τὴν σὴν κυριότητα καὶ τὴν ἀρχὴν τοῦ ἔθνους, εἶτα λέγοι ὡς «Πράττω ταῦτα καὶ ἀγωνίζομαι χάριν τοῦ εἶναι ὁμόψυχός σοι καὶ τοῦ εἰρηνεύειν», ἆρα τοῦτον ἀποδέξῃ τῆς τοιαύτης προαιρέσεως ἢ ὡς ἐπί‐ βουλον καὶ ἐχθρὸν παντὶ τρόπῳ καὶ τῆς ὅλης αὐτὸν ἐκδιώξεις χώρας; | |
21(100) | Καὶ τίς ἐστιν ὃς τοῦτο ἠγνόηκεν; Μὴ τοίνυν μηδὲ σὺ ἐκ τοιούτου φρονή‐ ματος ὁμόψυχος εἶναι βούλου μηδὲ ἐπιζήτει τοιαύτην εἰρήνην· τὸ γὰρ ἰδιο‐ ποιεῖσθαι τὰ ἀλλότρια, τὸ βούλεσθαι τῶν μὴ προσηκόντων ἐπιβαίνειν, τυραννίδος ἐστὶν καὶ μαχομένου τρόπου, ἀλλ’ οὐχὶ ὁμοψυχίας οὐδὲ εἰρηνικῆς καταστάσεως. | |
105 | Ἡ δὲ περὶ τῶν κοσσύφων καὶ τῶν πιθήκων καὶ τῶν κισσῶν χρεία οὐκ οἶδα εἰς τί σοι προβέβληται. Ἄνθρωπος μὲν γὰρ εἰκών ἐστιν θεοῦ καὶ τὴν θείαν μιμούμενος ἀρετὴν γίνεται κρείττων πάσης κακίας καὶ ὅσον ἀνθρώπῳ δυνατὸν θεός, καὶ διὰ τοῦτο παρὰ θεοῦ δεδημιούργηται· ἃ δ’ ἔφης ζῷα, εἰ καὶ μιμηλόν τι πρὸς ἄνθρωπον ἐπιδείκνυται, ἀλλ’ | |
110 | οὐδὲν πρὸς τὰ ἀνθρώπινα πράγματα, οὔτε γὰρ ἀνθρώπου ἀρετὴν ἀναλα‐ βεῖν ἱκανὰ οὔτε ἄνθρωπος λέγεσθαι καθ’ οἱονδήποτε τρόπον, ὥσπερ ἐκ προκοπῆς ὁ ἄνθρωπος παρὰ θεοῦ λαμβάνει τὸ καλεῖσθαι θεός. Πλὴν καὶ τοῦτο, τέκνον ἡμῶν, τὸ παράδειγμα εἰ βούλοιο συνορᾶν τοῖς ἔμπροσθεν | |
εἰρημένοις, ὅμοια παραινεῖ· εἰ γὰρ ἐν τούτῳ γνωρίζονται Χριστιανοί, ἐν | 146 | |
115 | τῷ φυλάττειν τῶν ἀποστόλων τὰς διατάξεις, ἐν τῷ ἀγαπᾶν εἰρήνην, ῥῖψον τὰ ὅπλα, κατάθου τὸν πόλεμον, κάθαρον τὰς χεῖρας ἐκ τῶν Χριστιανικῶν αἱμάτων, ἐπάνηκε εἰς τὴν ἀρχαίαν κατάστασιν, ἐπίγνωθι τοὺς πατέρας καὶ ἀδελφούς, ἀναλαβὼν διάθεσιν ἣν ἡ ἐκ τοῦ πνεύματος συγγένεια βού‐ λεται, καὶ κατάλιπε τὴν γνώμην πρὸς ἣν βασκανία δαίμονος καὶ ἀνθρώ‐ | |
120 | πων πονηρία κατεσκεύασεν. Αὕτη ἐστὶν ὡς ἀληθῶς εἰρήνη, ἣν οὐκ ἰσχύει πλάνη ἐξᾶραι, τὸ παυθῆναι τοὺς πολέμους, τὸ ἀνακοπῆναι τὰς τῶν αἱμά‐ των χύσεις, τὸ ἀρκεῖσθαί σε τῇ παρὰ θεοῦ ἐξ ἀρχῆς καὶ ἐκ τῶν πατέρων δεδομένῃ σοι ἐξουσίᾳ καὶ τιμῇ, τὸ μὴ ὑπερβαίνειν ὅρια ἃ ἔθεντο οἱ πατέ‐ ρες σου καὶ τὴν μεταξὺ Βουλγάρων καὶ Ῥωμαίων ὅτε τὸν Χριστὸν | |
125 | ἐπέγνωτε καὶ θεὸν συμπεφωνημένην εἰρήνην. Εἰ οὕτως φρονοῦμεν, ὄντως οὐδὲ αὐτὸς ὁ διάβολος μετὰ πάσης αὐτοῦ τῆς στρατιᾶς κεκινημένος πα‐ ρατρέψαι τὴν πρὸς σὲ εἰρήνην ἡμῶν δυνήσεται. «Ναί, ἀλλὰ βούλημα θεοῦ τὴν τῶν Ῥωμαίων ἐξουσίαν ἡμᾶς λαβεῖν.» Ἐπισφαλεῖς οἱ λογισμοί, οὐκ εὐπρεπὴς ἡ ἐνθύμησις, ἄδηλον τὸ τέλος εἰς | |
130 | ὃ καταντήσετε. Πολλοὶ τοῖς τέως παροῦσι μὴ ἐπαρκούμενοι, ἀλλὰ πρὸς πλείονα ὑπερεκτείνοντες ἑαυτούς, καὶ ἃ τέως εἶχον προσαπώλεσαν. Οὕτως ἐστὶν τὰ ἀνθρώπινα πράγματα ἄπιστα, οὕτως ἐπισφαλῆ καὶ ἀβέβαια. Πλὴν εἰ βούλημα θεοῦ, δεῖ τὸν οὕτω πεποιθότα ὡς λήψεταί τι παρὰ θεοῦ, ἐκείνου περιμένειν τὴν κρίσιν, ἐκεῖθεν ἐκδέχεσθαι τὴν ἀπόληψιν τῶν | |
135 | ἐλπιζομένων, ἀλλὰ μὴ πρὸς τὰς σφαγάς, πρὸς τοὺς φόνους, πρὸς ἃ μεμί‐ σηκεν ὁ θεὸς ἐφορμᾶν. Καὶ τότε πρὸς τίνας; Οὐ πρὸς ἔθνη τὰ μὴ εἰδότα θεόν, οὐ πρὸς λαὸν ἀλλότριον τοῦ Χριστοῦ, οὐ πρὸς ἀνθρώπους διακειμέ‐ νους πολεμίως πρὸς ὑμᾶς, ἀλλὰ πρὸς πατέρας, πρὸς ἀδελφούς, πρὸς τοιούτους ἀνθρώπους οἳ ὡς τέκνων ὑμῶν ἐτίθεντο πρόνοιαν, πρὸς τού‐ | |
140 | τους ἐξεβαρβαρώθητε, ἐξεπολεμώθητε, καὶ ἡγήσασθε τὸ ἐν τοῖς ὑμετέ‐ ροις ὅπλοις κεῖσθαι καὶ τῇ ἐκχύσει τῶν Χριστιανικῶν αἱμάτων παρελέ‐ σθαι τὴν ἀρχὴν καὶ βασιλείαν, ἀδυνάτοις μὲν ἐπιχειροῦντες, ὅμως ἐπι‐ χειροῦντες. Ἐβουλόμεθα καθ’ ἕκαστον ἐπεξιέναι τῷ γράμματι, ἀλλ’ ὅτι συν‐ | |
145 | είδομεν τὴν τοῦ γράμματος ὑμῶν πολυλογίαν πρὸς ἕνα καὶ τὸν αὐτὸν σκοπὸν συντείνουσαν, ὅνπερ ἀπ’ ἀρχῆς καὶ μέχρι τοῦ νῦν ἀνεδέξασθε, οὐκ ἔδοξεν ἡμῖν καλῶς ἔχειν πρὸς ἕκαστον ἀποκρίνεσθαι τῶν γεγραμ‐ μένων, ἵνα μὴ ἀντὶ γραμμάτων βίβλον φανῶμεν γράφοντες, καὶ συγκόπτον‐ | |
τες μὲν σὲ τῇ πολυρρημοσύνῃ, μηδὲν δὲ ἴσως ὠφελοῦντες. Διὰ τοῦτο | 148 | |
21(150) | καταλιπόντες τὸ πλείονα γράφειν, τοῦτό σοι γράφομεν· Μνήσθητι, τέκνον ἡμῶν, ἡμερῶν ἀρχαίων ἐκείνων ὅτε τῷ δεσμῷ τοῦ ἁγίου πνεύματος συν‐ δεδεμένος ἐτύγχανες τῇ τοῦ πατρὸς καὶ βασιλέως ὡς υἱὸς ποθεινὸς ἀγάπῃ· μνήσθητι τῆς καλῆς ἐκείνης καὶ ἁγίας μεταξὺ Ῥωμαίων καὶ Βουλ‐ γάρων εἰρήνης, τῆς γλυκείας συναναστροφῆς, τῆς ἀταράχου ζωῆς, ὅτε | |
155 | θεὸς ἐδοξάζετο μιᾷ καὶ ψυχῇ καὶ γνώμῃ Βουλγάρων καὶ Ῥωμαίων τὸ πανάγιον ὄνομα δοξαζόντων, ὅτε διάβολος καὶ οἱ σὺν αὐτῷ δαίμονες ὁρῶντες τὴν ὑμῶν σωτηρίαν, τὸ φιλάδελφον, τὸν εὐσεβῆ καὶ ὅσιον τρό‐ πον, ἐθρήνουν τε καὶ ὠδύροντο, ὅτε Βουλγάρων πρὸς τὴν γῆν τῶν Ῥωμαίων εἰσιόντων, ὡς τέκνα, ὡς ἀδελφοὺς ὑποδεχόμενοι τούτους | |
160 | Ῥωμαῖοι ἔχαιρον καὶ εὐφραίνοντο, ὅτε πάλιν Ῥωμαίων πρὸς Βουλγάρους παραγινομένων ὑμεῖς τῆς ἴσης χαρᾶς καὶ ἀγαλλιάσεως ἀπελαύετε. Ταῦτα ἐνθυμήθητι, τέκνον ἡμῶν, τὴν κοινὴν εὐφροσύνην, τὴν πνευματικὴν ἐκείνην καὶ μακαρίαν ἡδονήν, ἧς ἀπήλαυον οἱ τότε Ῥωμαῖοι καὶ Βούλγαροι, δι’ ἣν ὁ διάβολος ἐξεμαίνετο, δι’ ἣν ἐσκυθρώπαζεν καὶ | |
165 | κατηφὴς καὶ ἀλύων ἐπορεύετο, καὶ πάντα τρόπον ἐμηχανᾶτο, πᾶσαν πο‐ ρείαν ἠλαύνετο τοῦ συγχέαι καὶ συνταράξαι τὴν τριπόθητον ἐκείνην διαγωγήν, ὃ καὶ ἐξενίκησεν (φεῦ τῆς ἀμάχου κακίας) ὡς ἐνόμισε κατα‐ πράξασθαι. Ἀλλὰ μὴ συγκεχωρήσθω τῷ πονηρῷ ἐπὶ πλέον ἐγκαυχᾶσθαι μηδὲ ἐξορχεῖσθαι κατὰ τῆς Βουλγάρων καὶ Ῥωμαίων διαστάσεως· ἀλλ’ | |
170 | ὡς νουνεχής, ὡς φρόνιμος, ἀφεὶς τοὺς συνέχοντας λογισμούς, ἀποφράξας τὰ ὦτα τοῖς ὑποβάλλουσι τὰ πονηρὰ βουλεύματα, γενοῦ σεαυτοῦ καὶ τῆς σοὶ πρεπούσης ἀρετῆς, ἐπάνελθε πρὸς τὴν ἀρχαίαν εἰρήνην, ἐπάνηκε πρὸς τὸ ἥμερον καὶ ἐπιεικὲς τῆς ἔμφρονός σου ψυχῆς. Ἀντιστραφήτωσαν οἱ στεναγμοὶ καὶ τὰ δάκρυα Ῥωμαίων καὶ Βουλγάρων, ἃ προεξένησεν ὁ | |
175 | σατανᾶς, ἐπ’ ἐκεῖνον αὐτὸν τὸν εὑρετὴν τῆς κακίας· πορευέσθω πάλιν οἰμώζων καὶ κόπτων ἑαυτὸν ἐπὶ τῇ πρὸς τὴν εἰρήνην συμβάσει καὶ θεοφιλεῖ ὁμοψυχίᾳ τῶν οὓς ἐξ ἀλλήλων διαστῆσαι κακομηχάνως δεδύνη‐ ται. Ἐπὶ πᾶσι δὲ τούτοις τὸ ἐκεῖθεν κριτήριον, τέκνον ἡμῶν, καὶ τὸν φο‐ βερὸν δικαστὴν ἀναλογιζώμεθα, καὶ τὴν κοινῶς μετὰ πάντων ἐπὶ τοῦ | |
180 | φρικτοῦ βήματος παράστασιν, ὅτε οὔτε βασιλεὺς οὐκ ἄρχων οὐκ ἰδιώτης διακρίνεται, ἀλλὰ πάντες γυμνοὶ καὶ τετραχηλισμένοι παραστησόμεθα, οὐ μόνον τὰς πράξεις, ἀλλὰ καὶ τὰς ἐνθυμήσεις καὶ τὸ συνειδὸς εἰς ἔλεγχον παριστάμενα ἔχοντες, ὅταν καὶ αὐτὰς τὰς ἐπουρανίους δυνάμεις | |
τρόμος καὶ φρίκη καταλήψεται. | 150 | |
185 | Ταῦτα ἐνθυμηθῶμεν, καὶ λήξωμεν τῶν ἔργων τῶν μέχρι τοῦ νῦν λυπούντων μὲν τὸν Χριστὸν καὶ θεὸν ἡμῶν, χαίρειν δὲ παρασκευαζόντων τοὺς φθονοῦντας τῇ σωτηρίᾳ ἡμῶν δαίμονας, καὶ εἰς ἐπανόρθωσιν κα‐ ταστήσωμεν ἃ παρεσφάλημεν, μηδὲ βουληθῶμεν ἐπιμεῖναι διότι συνηρ‐ πάσθημεν ἐπὶ τοῖς εἰργασμένοις κακοῖς. Μὴ ἀναμείνωμεν τὴν ἐσχάτην | |
190 | ἡμέραν, ὅτε καὶ βουλόμενοι χρηστόν τι φρονεῖν ἴσως οὐδὲν δυνησόμεθα, περισπωμένης τῆς ψυχῆς καὶ πρὸς μόνην τὴν ἐκδημίαν ἀποβλεπούσης τοῦ σώματος, καὶ ἀγωνιώσης ἐφ’ οἷς μέλλει ὑπὸ τῶν τότε παρισταμένων (ὢ τοῦ φρικτοῦ θεάματος) θείων ἀγγέλων καὶ πονηρῶν δαιμόνων διε‐ ρευνᾶσθαι καὶ ἐξετάζεσθαι. Μὴ ἀπέλθωμεν οὕτως ἐκ τῆς παρούσης | |
195 | ζωῆς, ὅτι φοβερὸν τὸ ἐμπεσεῖν εἰς χεῖρας θεοῦ ζῶντος· μηδὲ γένοιτο ἡμᾶς ἀκοῦσαι τῆς ὀδυνηρᾶς ἐπὶ τοῖς ἀδιορθώτως ἐφ’ οἷς ἐπλημμελήσαμεν ἐκ τῆς παρούσης ζωῆς ἀπιοῦσιν ἀποφάσεως, ὅτε οὐκέτι περιλείπεται προσδοκία μετανοίας, οὐκ ἐλέους τοῦ ἀπροσωπολήπτου κριτοῦ, οὐδ’ ἔχει τέλος ἡ ἀπόφασις, ἀλλὰ ἀπέραντος διαμένει ἐλεεινῶς τὸν πάντα αἰῶνα | |
21(200) | τοὺς ὑπ’ αὐτῇ πεσόντας κολάζουσα καὶ τιμωρουμένη. Ἐμνημόνευε δὲ τὸ γράμμα καὶ περὶ ἀποκρισιαρίων ἀποστολῆς. Καὶ ἧν μέν, τέκνον ἡμῶν ἠγαπημένον, ἁπλοῦν καὶ ἀνυπονόητον τὸ τοὺς παρ’ ὑμῶν κατεχομένους ἀποστεῖλαι καὶ δι’ ἐκείνων δηλῶσαι τὰ δοκοῦν‐ τα· εἰ δὲ μὴ τοὺς δύο, τέως τὸν ἕτερον μετά τινος ἀνθρώπου ὑμῶν, καὶ | |
205 | τότε ἕτεροι ἂν ἀπεστάλησαν οὓς ἐπιζητεῖν ἐγνώκειτε. Νῦν δὲ τὸ κατέχε‐ σθαι παρ’ ὑμῶν τοὺς προαποσταλέντας οὐ δίδωσι χώραν τῷ ἑτέρους ἐξαποστέλλεσθαι. Εἰ οὖν ἀληθῶς ὁ τῆς εἰρήνης μεσίτης Χριστὸς ὁ θεὸς ἡμῶν λογισμοὺς ἁγίους περὶ τῆς εἰρήνης ὑπέβαλεν ἐν τῇ σῇ ψυχῇ, ἀπο‐ σταλήτωσαν οἱ κατεχόμενοι, ἢ τῶν δύο ὁ ἕτερος, μετὰ ἀνθρώπου τῆς | |
210 | σῆς μεγαλοδόξου ἀρχῆς, καὶ καταλαμβανόντων αὐτῶν καὶ τοὺς λόγους ἀποκομιζόντων οὓς ἂν ἐπιτρέψητε, ἐξαποσταλήσονται οἱ τὰ παρὰ τοῦ θεοστεφοῦς βασιλέως ἡμῶν καὶ τῆς συγκλήτου ἀπαγγελοῦντες. | |
22(1t) | Τῷ αὐτῷ | |
2 | Ἐλυπήθημεν μὴ δεξάμενοι γράμμα τοῦ ἡμῖν πεποθημένου τέκνου, καὶ ὡς εἰκὸς ἐλογισάμεθα ὅτι ἐν καταπεφρονημένῃ μοίρᾳ κείμεθα παρὰ | |
σοί, καὶ διὰ τοῦτο καὶ γράφειν πρὸς ἡμᾶς οὐκ ἠξίωσας. Τί γάρ με ἄλλο | 152 | |
5 | ἔδει λογίζεσθαι; Οὐδὲ γὰρ ἐνδέχεται υἱὸν ἀγαπῶντα πατέρα καὶ στοργὴν ἀποσῴζοντα τὴν ὀφειλομένην, γράμματα παρὰ τοῦ πατρὸς δεχόμενον μὴ πάλιν ἀντιπέμπειν τὰ παρ’ ἑαυτοῦ γράμματα. Ὅμως οὖν, τέκνον ἡμῶν, εἰ καὶ σὺ γράψαι πρὸς ἡμᾶς οὐκ ἠξίωσας, ἡμεῖς καὶ πάλιν γράφομεν, οὐδέν τι διὰ τὸ παραλογισθῆναι τὴν πρὸς σὲ πατρικὴν στοργὴν ἀλλοιώ‐ | |
10 | σαντες, ἀλλ’ ὑγιῆ σῴζοντες τὴν σχέσιν ἡμῶν τὴν πρὸς σὲ καὶ τὴν πατρὶ ἐφ’ υἱῷ πρέπουσαν διάθεσιν. Ἐνετύχομεν τοῖς βασιλικοῖς γράμμασι, καὶ κατενοήσαμεν ἐν αὐτοῖς τὴν σὴν ἀγαθὴν προαίρεσιν, καὶ ὅτι θεοῦ εὐδοκοῦντος πρὸς φρό‐ νημα κατέστη τοιοῦτον ἡ σὴ φιλάνθρωπος καὶ ἡμερωτάτη ψυχή, ὥστε | |
15 | παυθῆναι τοὺς πολέμους, λῆξαι τὰς σφαγάς, ἠρεμῆσαι τὰς τῶν αἱμάτων χύσεις, καὶ ἀνακαινισθῆναι πάλιν τὴν εἰρήνην μεταξὺ Ῥωμαίων καὶ Βουλγάρων, ἣν ἔδωκε μὲν ὁ Χριστὸς καὶ θεὸς ἡμῶν, ὁ κοινὸς πατήρ, ὁ πάντων δεσπότης, ἐφιλονείκησεν δὲ ὁ τῆς ἔχθρας γεννήτωρ, ὁ ἀπ’ ἀρχῆς ἀνθρωποκτόνος διάβολος λῦσαι, καὶ ἀντὶ τῆς κληρονομίας ἐκείνης κα‐ | |
20 | ταστῆσαι εἰς πράγματα Βουλγάρους καὶ Ῥωμαίους δι’ ὧν καὶ ἐν τῇ παρ‐ ούσῃ ζωῇ πολλὴ ἀπήντησε χαλεπότης καὶ ἀπώλεια, καὶ ἐν τῇ μελλούσῃ μένει ἀπώλεια μεταβολὴν εἰς τὸ κρεῖττον οὐκ ἔχουσα. Εὐχαριστοῦμεν οὖν τῷ θεῷ τῷ λογισμὸν τοιοῦτον ἐν τῇ ἔμφρονί σου καὶ συνετωτάτῃ καρδίᾳ θεμένῳ, καὶ εὐχόμεθα, εἰ καὶ ἁμαρτωλοί, ἔτι καὶ ἔτι τῷ εἰρη‐ | |
25 | νικῷ πνεύματι τὴν σὴν τιμίαν ψυχὴν ἐμπνέεσθαι, καὶ δοῦναι τῶν σωτη‐ ρίων καρπῶν τῆς εἰρήνης κοινῶς ἀπολαῦσαι Ῥωμαίους καὶ Βουλγάρους, εἰς δόξαν μὲν τοῦ οἰκείου ὀνόματος, εἰς δόξαν δὲ σήν, τέκνον μου ἠγα‐ πημένον, ἀείμνηστον, καὶ εἰς αἰσχύνην τοῦ δαίμονος, ὃς τῇ ἑαυτοῦ κα‐ κοτροπίᾳ ἐπὶ τοσούτοις ἔτεσιν ἐξέμηνεν κατ’ ἀλλήλων, Χριστιανοὺς πρὸς | |
30 | Χριστιανούς, φίλους πρὸς φίλους, καὶ ἵνα συντόμως εἴπω, ἀδελφοὺς πρὸς ἀδελφοὺς καὶ τέκνα πρὸς πατέρας. Ταῦτα εὐχόμεθα καὶ πεποίθαμεν καὶ θεῷ καὶ τῇ σῇ ἀγαθῇ συνειδήσει, ὅτι οἱ τῆς εἰρήνης λογισμοὶ ἐν τῇ σῇ καρδίᾳ ὥσπερ νῦν φαίνονται ἀνατέλλοντες, οὕτω καὶ τὸ οἰκεῖον φῶς τέλειον διαυγάσουσιν. | |
35 | Ἐπειδὴ δέ, τέκνον ἡμῶν, τὸ σὸν ἔλεγε γράμμα καὶ ἄνθρωπον ἀποσταλῆναι δι’ οὗ ὁ τρόπος τῆς εἰρήνης τελείως σοι γνωρισθήσεται, πρὸς τὸ μηδαμῶς ἔτι ἀμφιβολίαν τινὰ ὑπάρχειν ἡμῖν, ἀπεστείλαμεν ἄνθρωπον ὃς τέκνον ἡμῶν οἰκεῖον καθέστηκεν. Καὶ γὰρ καὶ ὀνύχων ἐξ ἁπαλῶν ἡμῖν συνεγένετο καὶ παρ’ ἡμῶν ἐκπεπαίδευται καὶ τοῦ ἀγγελι‐ | |
40 | κοῦ σχήματος ἠξίωται καὶ τὸ εἶναι ἀρχιερεὺς ἐν ἁγίῳ πνεύματι παρὰ τῆς | |
ἡμετέρας ταπεινῆς χειρὸς ἐδέξατο, καὶ ἁπλῶς τοιοῦτόν ἐστιν τέκνον ἡμῶν οἷον ἐν νυκτὶ καὶ ἡμέρᾳ πρὸ τῶν οἰκείων ἔχοντες ὀφθαλμῶν τὴν ἐπ’ αὐτῷ πνευματικὴν χαρὰν κεκτήμεθα. Τοῦτον οὖν, ἐπειδὴ ἐπεζήτησας ἄνθρωπον πιστὸν καὶ μηδὲν ἔξω τῆς ἀληθείας εἰδότα φθέγγεσθαι, ἀπε‐ | 154 | |
45 | στείλαμεν, ἵνα πᾶσαν τὴν ἀλήθειαν ἁπλῶς καὶ ἀπανουργεύτως, παρ’ αὐτοῦ μάθῃς, ὅπως περὶ τῆς σὺν θεῷ μελλούσης ἔσεσθαι εἰρήνης οἵ τε λαχόντες τοῦ βασιλεύειν καὶ πᾶσα ἡ σύγκλητος αὐτῶν καὶ βουλὴν ἔθεντο καὶ τὴν βουλὴν εἰς ἔργον μέλλουσιν ἄγειν, εἰ μή τι αὐτός, τέκνον ἡμῶν, ὅπερ μὴ δοίη θεός, ἄλλο τι διανοηθείης ἐμπόδιον τῇ εἰρήνῃ ἐσόμενον. | |
22(50) | Ἀλλὰ ταῦτα μὲν ἐπὶ τοσοῦτον. Αὐτὸν δὲ τὸν πάντων κύριον καὶ θεὸν καὶ βασιλέα ἐνορκίζομέν σε τοῦ μὴ κατασχεῖν αὐτὸν μηδὲ λυπῆσαι τὸ γῆρας ἡμῶν ἐπὶ τῇ κατασχέσει αὐτοῦ, ἀλλὰ μέχρι πεντεκαίδεκα ἡμε‐ ρῶν ἃ βούλει περὶ τῆς εἰρήνης ἀνακοινώσασθαι αὐτῷ καὶ τῆς πεντεκαι‐ δεκάτης ἡμέρας τὸ τέλος λαμβανούσης ἀκωλύτως, ἀλύπως, ἀβλαβῶς | |
55 | ἀποστεῖλαι αὐτὸν πρὸς ἡμᾶς. Ναί, τέκνον μου, αὐτὸν δυσωπήθητι τὸν οὐρανοῦ καὶ γῆς ποιητήν, τὴν ἡμῶν τῶν ταπεινῶν πρὸς σὲ στοργήν· προσθήσομεν εἰ βούλει καὶ τὴν λειτουργίαν ἣν λειτουργοῦμεν παριστά‐ μενοι τῷ θυσιαστηρίῳ τοῦ θεοῦ· ναὶ δὴ καὶ τὸ ταπεινὸν ἡμῶν γῆρας· καὶ μὴ λυπήσῃς ἡμᾶς, ἐν πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι, τῇ τῶν ὅλων | |
60 | δημιουργῷ τριάδι, δεσμὸν ἐπιβάλλομέν σοι, μηδὲ ποιήσῃς ἡμᾶς στενά‐ ζειν διὰ παντὸς κατὰ σοῦ καὶ προσεντυγχάνειν θεῷ, μέχρις ἂν ἐν τῇ ζωῇ ταύτῃ ἀναστρεφώμεθα καὶ τὴν ματαιότητα τῶν ἀνθρωπίνων πραγμάτων ἀναθεωροῦντες ὑπάρχωμεν. | |
23(1t) | Τῷ αὐτῷ | |
2 | Ἐγὼ καὶ πρότερον ἔγραφον τῇ τιμιότητί σου, τέκνον ἡμῶν, καὶ γράφων παρειχόμην πληροφορίαν τῇ συνέσει σου ὅτι οὐχ ἕνεκεν τῆς τῶν Ῥωμαίων κακώσεως, ἀλλὰ χάριν τῆς κοινῆς σωτηρίας Βουλγάρων καὶ | |
5 | Ῥωμαίων τοὺς λόγους ποιοῦμαι. Καὶ τότε ἴσως ἐδόκουν ἄπιστα λέγειν ὑμῖν, καὶ νῦν δὲ γράφω τῆς αὐτῆς προαιρέσεως ὑπάρχων καὶ τὴν αὐτὴν ἔχων κηδεμονίαν ὑπὲρ ἑκατέρου γένους, Βουλγάρων φημὶ καὶ Ῥωμαίων, ἵνα εἰ δυνατὸν ὅπερ ἐξ ἀρχῆς ἔδει γενέσθαι, ἐπηρείᾳ δὲ τοῦ δαίμονος οὐ | |
γέγονεν, κἂν νῦν δέξηται γένεσιν. Ποῖον δὴ τοῦτο; Φημὶ τῆς εἰρήνης τὸ | 156 | |
10 | μέγα πρᾶγμα, τὸ ἀγαπώμενον καὶ τῷ Χριστῷ καὶ θεῷ ἡμῶν καὶ πρὸς συμφέρον ἐσόμενον τοῖς μέχρι τοῦ παρόντος ἐλεεινῶς καὶ ἀθλίως τὸν βίον διεξανύσασιν, τὸ λῆξαι τῶν αἱμάτων τὰς χύσεις ὅσαι παρὰ Χριστια‐ νῶν εἰς Χριστιανοὺς ἐνεργοῦνται. Καὶ ταῦτα ἔγραφον μὲν πρότερον, ὡς εἶπον, μετ’ ὀδύνης καρδίας, καὶ νῦν ἐπιστέλλω μετὰ κέντρου τῆς ὀδύνης | |
15 | πληκτικωτέρου. Πόθεν δὲ τὸ αἴτιον τοῦ νῦν σφοδροτέρῳ πλήττεσθαι ἡμᾶς κέντρῳ, ἄκουέ μου, ἠγαπημένε· συγκίνησις δυνατωτάτη, ὅσον ἐστὶν ἐμὲ ὑπολαβεῖν, ἐκ τῆς βασιλικῆς σπουδῆς κατὰ τῆς ὑμετέρας ἐξουσίας καὶ τοῦ σοῦ γένους ἢ παρεσκεύασται ἢ παρασκευασθήσεται, τῶν τε Ῥῶς καὶ σὺν ἐκείνοις τῶν Πατζηνακιτῶν, ἔτι δὲ καὶ Ἀλανῶν καὶ τῶν ἐκ τῆς | |
20 | δύσεως Τούρκων πάντων ὁμοφρονησάντων καὶ τὸν κατὰ σοῦ πόλεμον ἀραμένων. Ταῦτα ἐπειδὴ ταῖς ἐμαῖς ἀκοαῖς προσῆλθον, ὅλως συνεχύθην καὶ πλήρης ἐγενόμην δακρύων καὶ τὰς ὀλίγας καὶ πονηρὰς τῆς ἐμῆς ζωῆς ἐμεμψάμην ἡμέρας, ὅτι πρὸς σύμβασιν τοιούτων πραγμάτων καὶ τὴν ἐξ | |
25 | αὐτῶν ἀλγηδόνα τῆς ἐμῆς καρδίας παρέτεινεν ὁ βίος ἡμῶν, καὶ οὐ προαπ‐ ολωλόμην οὐδ’ ἀπῆλθον ἐκ τῆς παρούσης ζωῆς πρὶν ἢ ταῦτα γενέσθαι καὶ ταῖς ἐμαῖς ἀκοαῖς τοὺς περὶ αὐτῶν προσελθεῖν λόγους. Οὕτως οὖν διατεθειμένος καὶ τοῖς φιλοχρίστοις ἡμῶν βασιλεῦσιν ἃ τὸ ἄλγος τῆς ἐμῆς ἐπέτρεπε καρδίας προσειπεῖν οὐκ ἀπώκνησα, καὶ πρὸς ὑμᾶς δὲ ἃ | |
30 | γράφειν προεθυμήθην γράφω. Ἃ μὲν οὖν πρὸς τοὺς ἐκ θεοῦ λαχόντας τοῦ Ῥωμαίων βασιλεύειν γένους ἐφθεγξάμην, ἃ ἐδυσώπησα, ὅσα παραί‐ νεσιν ἐποιησάμην, ταῦτά ἐστιν· ἐπισχεῖν τῶν ἐθνῶν ἐκείνων τὴν καθ’ ὑμῶν συγκίνησιν, μακροθυμῆσαι καὶ ἔτι ἐπὶ πᾶσιν οἷς ὑπέστησαν παρ’ ὑμῶν ἀνιαροῖς, μηδὲ τοσοῦτον κινηθῆναι πικρίᾳ ψυχῆς καὶ ἀγανακτήσει | |
35 | τυχὸν εὐλόγῳ τοῦ τοσαύτην ἄμυναν πρὸς τὸ Βουλγάρων ἐπιδείξασθαι γένος ὥστε παντὶ τρόπῳ φέρειν σπουδὴν τοῦ ἔθνη ἀθεΐᾳ συζῶντα συγκό‐ πτειν ἐπιτρέψαι τοὺς ὀνόματι μὲν τοῦ Χριστοῦ καὶ θεοῦ ἡμῶν ἐπικεκλη‐ μένους, ἀδελφοὺς δὲ καὶ τέκνα ὑπάρχοντας, εἰ καὶ διαβόλου ἐπινοήμασιν ὀλεθρίοις εἰς ἐχθροὺς καὶ πολεμίους κατέστησαν. | |
40 | Τοιαῦτα καὶ ὅσα ἄλλα περιττόν ἐστιν τῷ γράμματι συντάττειν, πρὸς τοὺς φιλοθέους ἡμῶν ἐφθεγξάμην βασιλεῖς, καὶ τό γε φιλάνθρωπον αὐτῶν καὶ ἐπιεικὲς αὐτίκα τῶν ἡμετέρων προσέσχεν λόγων, καὶ οὐκ ἀντεῖπον οὐδ’ ἐφιλονείκησαν πρὸς ἡμᾶς τοῦ ἄμυναν γενέσθαι πρὸς Βουλ‐ | |
γάρους τοὺς οὕτω κακώσαντας τὴν Ῥωμαϊκὴν ἐξουσίαν, ἀλλὰ πρὸς τὴν | 158 | |
45 | ἐξ ἀρχῆς παρ’ αὐτῶν ἐπιζητουμένην εἰρήνην ὅλην τὴν προαίρεσιν ὤφθη‐ σαν ἐπικλίναντες, καὶ εἶπον τοιαῦτα πρὸς ἡμᾶς· «Ὦ πάτερ καὶ ποιμὴν ἡμῶν τῆς τοῦ Χριστοῦ ποίμνης, οὐκ ἐξέστημεν τῆς οἰκείας γνώμης, ὁπόσα δἂν τὸ Βουλγάρων γένος εἰργάσατο ἡμᾶς χαλεπά, οὐδὲ λογιζό‐ μεθα τὰ κεχυμένα παρ’ αὐτῶν αἵματα τοῦ ἡμετέρου λαοῦ καὶ τὴν ἄλλην | |
23(50) | πανωλεθρίαν ὅσην τῷ πονηρῷ ἐνεργούμενοι δαίμονι κατὰ τῶν ἡμετέρων εἰργάσαντο ὑπηκόων, οὐ μὴν ἀλλ’ οὐδὲ τὴν καινοτομίαν ὅσην ὑπέστημεν ἐπὶ χρόνοις τοσούτοις εἰς τὴν τῶν νῦν ἀποκεκινημένων ἐθνῶν ἀποκίνησιν οὐδ’ ὅσα ἔτι μέλλομεν καινοτομεῖσθαι εἰς ἀριθμοῦ λόγον ποιούμεθα. Ἀλλ’ ἐπεὶ ταῦτα τὴν ἡμῶν διενοήθης παρακαλεῖν βασιλείαν, ἐκείνῳ εἰ | |
55 | βούλει ἐπίστειλον, ἀντὶ τοῦ πολέμου καὶ τῶν σφαγῶν τὴν εἰρήνην ἐπιζη‐ τῆσαι· καὶ εἴ γε λάβοις αὐτὸν τοῖς σοῖς πειθόμενον λόγοις, ἡμᾶς ἔχεις τῇ σῇ παρακλήσει μὴ ἀντιλέγοντας.» Ταῦτα μὲν ἃ ἡ ἐκείνων χρηστότης καὶ ἡ τοῦ καλοῦ πράγματος τῆς εἰρήνης ἔφεσις πρὸς τὴν ἡμετέραν ὑπε‐ φθέγξατο δέησιν. Τὸ λοιπὸν ἐπὶ σέ, τέκνον ἡμῶν, προβάλλομαι τὴν | |
60 | παράκλησιν, καὶ ὅπερ ἐξ ἀρχῆς, τοῦτο καὶ νῦν γράφω μετὰ θρήνων καὶ ὀδυρμῶν· ἀπόβλεψον πρὸς τὸ τῆς εἰρήνης ἀγαθόν, ἀπόβλεψον πρὸς τὴν τοῦ σοῦ γένου σωτηρίαν, μηδ’ ἐπιμείνῃς ἔτι τῇ κακίστῃ φιλονεικίᾳ μηδὲ προτιμήσῃς τὰς σφαγὰς καὶ τὰ αἵματα, τὰς χηρείας, τὰς ἀπαιδίας, ἁπλῶς τῆς γῆς τὴν ἐρημίαν, τῶν καλῶν πραγμάτων καὶ ἡδίστων ὅσα ἐκ | |
65 | τῆς εἰρήνης Ῥωμαίοις περιγίνεται καὶ Βουλγάροις. Γίνωσκε γάρ (φημὶ καὶ πάλιν)· εἴ τι ἐγὼ τὰ ἐκ τῆς βασιλικῆς κινήσεως καθ’ ὑμῶν κατενόησα πράγματα, πᾶν γένος οὐ μὴ λήξωσιν εἰς τὸν καθ’ ὑμῶν ὄλεθρον συγκινοῦντες, οὔτε Τούρκους οὔτε Ἀλανοὺς οὔτε Πατζηνακίτας οὔτε Ῥῶς οὔτε τὰ ἄλλα Σκυθικὰ γένη, μέχρις ἂν τὸ | |
70 | τῶν Βουλγάρων εἰς τέλος ἐξαπολέσωσι γένος. Καὶ οὐκ ἔχω πῶς ἐπὶ τοῦτο ἀμφίβολον ἀναλήψομαι γνώμην, ὅτι μὴ πρὸς ἔργον ἡ καθ’ ἑκάστην αὐτοῖς σπουδαζομένη μελέτη οὐκ ἀποβήσεται. Εἰ μὲν γὰρ ἑώρων τὰ σὰ πράγματα μετὰ τοῦ δικαίου τυγχάνοντα καὶ πρὸς θεοῦ ἀρέσκειαν προβαί‐ νοντα, τάχα ἂν περὶ τῆς τῶν βασιλέων καθ’ ὑμῶν σπουδῆς καὶ τῆς | |
75 | ἐπικρατείας ἔσχον λογισμοὺς ἀμφιβόλους παρέχοντας, ὡς τυχὸν οὔτε τῶν ἐθνῶν ἡ συγκίνησις οὔτε τὸ τῆς Ῥωμαϊκῆς βασιλείας ἐπιμελὲς καὶ πεφροντισμένον ἰσχύσει κατὰ Βουλγάρων, τῆς δικαιοσύνης συστρατευο‐ μένης ὑμῖν καὶ τῆς ἄλλης παρὰ θεοῦ παρ’ ὑμῶν θεραπευομένης ῥοπῆς. Ὅταν δὲ εἰς ἐνθύμησιν ἔλθω τῶν τοσούτων ἐκκλησιῶν τοῦ θεοῦ τῆς | |
80 | καταστροφῆς, τῶν ἐπισκοπείων, τῶν μοναστηρίων, τοῦ φόνου τῶν ἱε‐ | |
ρέων, τῆς φθορᾶς τῶν παρθένων, τῶν μοναζόντων τῆς ὕβρεως, τίς ἐστιν λογισμὸς ὅτι ταῦτα παρόψεται ὁ θεός, καὶ οὐχὶ τὴν μακροθυμίαν ἣν ἐπεδείξατο μέχρι τοῦ παρόντος, ὡς φιλάνθρωπος, ὡς ἀνεξίκακος ζητῶν ὑμῶν τὴν ἐπιστροφήν, οὐχὶ πρὸς ὀργὴν καὶ θυμὸν τὸν κατὰ Βουλ‐ | 160 | |
85 | γάρων ἐπιστρέψει καὶ τὴν ἐκδίκησιν τῆς τοσαύτης ἐπάξει μιαιφονίας; Ταῦτα, υἱέ μου ἀγαπητέ (ὁ θεὸς γὰρ οἶδεν ὅτι ἀγαπῶ ὑμᾶς), τὴν ταπεινήν μου σπαράσσει ψυχήν, καὶ ὅτι μανθάνω καὶ νῦν τὴν τοσαύτην συγκίνησιν τῶν καθ’ ὑμῶν ἀποκεκινημένων ἐθνῶν· καὶ ἀλγῶ καθὼς ὑπὲρ τῶν Ῥωμαίων, οὕτω καὶ ὑπὲρ τῶν Βουλγάρων, μή ποτε φιλονει‐ | |
90 | κούντων ὑμῶν καὶ ἔτι καὶ πολέμους ἐπιζητούντων ἀναλωθῆτε, οἷα πολ‐ λάκις συνέβη ἐν πολλοῖς ἔθνεσιν, αὔξησιν μὲν κατὰ χρόνους λαβόντων, τῇ δὲ φιλοπολέμῳ προαιρέσει τελείαν δεξαμένων ἀπώλειαν. Τοιαῦτα μὲν πολλὰ καὶ πολλάκις κατὰ τοὺς ἰδίους συνέβη καιρούς. Νῦν δὲ ἀπευχόμενος μὴ τοῦτο καὶ ἐφ’ ὑμῖν συμβῆναι μηδὲ Χριστιανοὺς | |
95 | ὑμᾶς ὄντας πρὸς τοιοῦτον καταντῆσαι τέλος, ἐπὶ πᾶσιν οἷς προλαβὼν τὴν σὴν φρονίμην καὶ ἥμερον ψυχὴν ἐδυσώπησα, καὶ νῦν δυσωπῶ καὶ ὡς παρὼν περιπτύσσομαι καὶ ὡς υἱῷ ἠγαπημένῳ τὰ συμφέροντα παρ‐ αινῶ· Τέκνον ἡμῶν, ἀρκετὸς ὁ χρόνος ὃν ἐξωρχήσατο κατὰ τῶν Ῥω‐ μαίων καὶ τῶν Βουλγάρων ὁ κοινὸς ἐπίβουλος καὶ ἐχθρός, ἱκανὴ παρ’ | |
23(100) | αὐτοῦ ἡ γενομένη ἐπήρεια, ἀρκεῖ τὰ μέχρι τοῦ παρόντος εἰς κοινὴν ἀπώ‐ λειαν γεγενημένα Βουλγάρων καὶ Ῥωμαίων καὶ εἰς ἀλγηδόνα τοῦ Χρι‐ στοῦ καὶ θεοῦ ἡμῶν, οὗτινος καὶ Ῥωμαῖοι καὶ Βούλγαροι σῶμα τυγχά‐ νουσιν ὡς μιᾶς κεφαλῆς. Οἶδα ὅτι καθ’ ἑκάστην τοῖς ζωοποιοῖς νάμασι τῆς διδασκαλίας [τῶν] τοῦ μακαρίου ἀποστόλου τὴν σὴν καλὴν καταρδεύῃ | |
105 | ψυχήν· «Μὴ νικῶ ὑπὸ τοῦ κακοῦ, ἀλλὰ νίκα ἐν τῷ ἀγαθῷ τὸ κακόν·» «Ὁ ἥλιος μὴ ἐπιδυέτω ἐπὶ τῷ παροργισμῷ ὑμῶν.» Τί τοῦτο; Πῶς ταῦτα μελετῶν, πῶς ἐκ παιδόθεν τούτοις ἐντραφείς—οἷδα γὰρ ὅτι ὥσπερ φυτὸν ἐν διεξόδοις ὑδάτων εὐθαλές, οὕτως καὶ ἡ σὴ ἐν τούτοις ἀνετράφη ψυχή· —διὰ τί τοσοῦτον ἐκράτησεν ἡ τῆς ψυχῆς πικρία, διὰ τί ἐπὶ | |
110 | τοσοῦτον ἐξέτεινεν ἡ ὀργὴ καὶ βλέπειν ἐδώκαμεν τῷ ἡλίῳ ἐπὶ τοσοῦτον μακρὸν χρόνον τὰ ἐλεεινὰ ταῦτα θεάματα, ὅσα τὰ κινούμενα ὅπλα μεταξὺ Ῥωμαίων καὶ Βουλγάρων θεάσασθαι παρέσχεν αὐτῷ; Ἀρκεῖ οὖν ὅσα μέχρι τοῦ νῦν ἐθεάσατο πονηρὰ καὶ χαλεπὰ πράγματα. Δεῖξον μεταβολὴν τὴν πρέπουσαν Χριστιανῷ καὶ τῇ σῇ φρονήσει· ἐπιστράφηθι πρὸς τὴν ὁμα‐ | |
115 | λὴν τῆς εἰρήνης τρίβον· κατάλιπε τὴν τραχεῖαν τοῦ πολέμου ὁδὸν καὶ ἀκανθοφόρον, μᾶλλον δὲ ἀνθρωποφθόρον, ἣν ὁ τοῦ ἐξ ἀρχῆς ἀνθρωπο‐ | |
κτόνου καὶ πονηροῦ δαίμονος ὑπέδειξε φθόνος. Ἔτι καὶ νῦν ὁ φιλόχριστος βασιλεὺς ἕτοιμος τῷ συνδέσμῳ τῆς εἰρήνης ὡς υἱῷ σοι καὶ ἀδελφῷ συνδεδέσθαι καὶ πάντα χαρίζεσθαι καὶ πράττειν ὅσα μετὰ τοῦ πρέποντος | 162 | |
120 | λόγου τὴν ὑμετέραν οἶδε θεραπεύειν ἐξουσίαν. Μὴ βουληθῶμεν ἐπιμένειν ταῖς ἐπιβλαβέσιν ἐπινοίαις μηδὲ πρὸς τοσοῦτον πλῆθος ἐθνῶν ἑτοίμων ὄντων ἢ τὰς ἑαυτῶν ἀφεῖναι ψυχὰς ἢ παγγενεὶ ἐξολέσαι Βουλγάρους προαιρεθῶμεν παρατάξεις συνιστᾶν καὶ πολέμους. Ἄδηλος ἡ τοῦ πολέ‐ μου ἔκβασις· μᾶλλον δὲ οὐκ ἄδηλος, ὅσον ἐστὶν καὶ ἀνθρωπίνως λογί‐ | |
125 | ζεσθαι καὶ πρὸς τὴν τοῦ θεοῦ δικαίαν νέμεσιν ἀφορῶντας ἐλπίζειν. Σκε‐ ψώμεθα τὸ ἀσφαλὲς καὶ μὴ προπετῶς ἐμβῶμεν εἰς τὰς 〈πρὸσ〉 ἐκείνους συμπλοκὰς καὶ τὰς μάχας καὶ τὰς σφαγάς, μή ποτε μετ’ ἐκείνων τῆς νίκης γινομένης περιπέσῃς κινδύνοις καὶ πράγμασιν ἐξ ὧν ὕστερον ἀπαντήσεται μὲν βλάβη καὶ αἰσχύνη καὶ μεταμέλεια, οὐκ οἶδα δὲ εἰ καὶ μεταμελόμενος | |
130 | ἐπιτεύξῃ τινὸς τῶν δυναμένων παραμυθίαν τινὰ τῶν περιστοιχιζόντων χαλεπῶν περιποιήσασθαι ὑμῖν. Ταῦτα, τέκνον ἡμῶν, ἔγραψα δακρύων καὶ ὀδυρόμενος καὶ ἀγωνιῶν καὶ φόβῳ πολλῷ συνεχόμενος, μή πως καταλάβοι τὸ Βουλγάρων γένος τοιαῦτα πάθη οἷα πολλοὺς κατέλαβεν, δόξαντας μὲν πρὸς καιρὸν εὐτυ‐ | |
135 | χίαν τινὰ περιβαλέσθαι, μετέπειτα δὲ τῇ ἐσχάτῃ δυστυχίᾳ περιπεσόντας. Ἀφίημι τὰ παλαιὰ καὶ ὧν ἐξ ἱστορίας καὶ ἀναγνώσεως τὴν γνῶσιν κεκτήμεθα, ἀλλ’ ὅπερ νῦν γέγονεν, πάντως δὲ νομίζω καὶ μέχρι τῶν σῶν ἀκοῶν φθάσαι τὸν λόγον. Λέων ἐκεῖνος ὁ Τριπολίτης, ὁ ἐπὶ τῇ ἁλώσει τῆς Θεσσαλονίκης διὰ τὰς ἁμαρτίας ἡμῶν ὄνομα κτησάμενος μέγα καὶ | |
140 | ἀναβεβηκὼς πρὸς ὀφρῦν εἰς οἵαν οὐκ οἶδα εἴ τις ἄλλος ἐν ταῖς ἡμέραις ταύταις, ἐξεστράτευσε τοιαῦτα καυχησάμενος ὡς «Μέχρι τῆς βασιλίδος ἀφίξομαι πόλεως, καὶ τυχὸν μὲν ἑλῶ ταύτην· εἰ δὲ μή, τοῦτο ἱκανόν μοι καυχήσασθαι ὅτι πρὸς τὴν βασιλίδα τῆς Ῥωμαϊκῆς ἐξουσίας παρεγενό‐ μην πόλιν καὶ βέλη κατ’ αὐτῆς ἐξεκένωσα.» Ἀλλὰ γὰρ οὗτος ὁ τοιαύτην | |
145 | λαβὼν φαντασίαν, ὁ οὕτως ἐπηρμένος, ἤλασε μὲν μέχρις οὗ τοῦτον ἡ τοῦ θεοῦ συνήλασε ψῆφος· ἔστιν δ’ ὁ τόπος νῆσος ἡ λεγομένη Λῆμνος· ἐκεῖ τοίνυν καταλαβὼν καὶ φανταζόμενος οἷα ἐφαντάζετο ἔτυχεν τῆς παρὰ τοῦ θεοῦ δικαίας ἀνταποδόσεως. Καὶ ὅρα μοι ὅσος ὁ χρόνος τῆς τοῦ θεοῦ ἀνοχῆς καὶ μακροθυμίας, τέκνον μου ἠγαπημένον· καὶ γὰρ ὑπερ‐ | |
23(150) | ήλασεν ἔτος που δέκατον καὶ ἐπὶ τούτῳ ἕβδομον ἢ ὄγδοον· ἀλλὰ γὰρ μετὰ τὴν τοσαύτην παρολκὴν τοῦ χρόνου οὐκ ἐξέφυγε τοῦ θεοῦ τὴν κρίσιν | |
οὐδ’ εἰς τέλος συνεχωρήθη τοῖς ματαίοις λογισμοῖς ἐγκαυχᾶσθαι. Πλωΐμου γὰρ στόλου νῦν ἐπ’ αὐτὸν ἐξαποσταλέντος ἀπήντησεν αὐτῷ τοιαύ‐ τη ἀπροσδόκητος καταστροφὴ καὶ ἀπώλεια· καὶ γὰρ ὁ μὲν ἐν τῇ ῥηθείσῃ | 164 | |
155 | νήσῳ διέτριβεν πορθῶν καὶ ληϊζόμενος ἀδεῶς τὰ κατὰ τὴν χώραν ἅπαν‐ τα, ὡς ἐνόμιζεν, τούτου δὲ οὕτως διὰ τὰς ἡμετέρας ἐντρυφῶντος ἁμαρ‐ τίας καὶ φαντασιοσκοποῦντος τὰ τῶν οἰκείων λογισμῶν, καταλαμβάνει ὁ πλώϊμος τῶν Ῥωμαίων στόλος καὶ πάντας ἐκεῖσε, καὶ πλοῖα καὶ μα‐ χητὰς καὶ ἁπλῶς τὴν Ἀγαρηνὴν ἐκείνην δύναμιν μετὰ τῆς ἄνωθεν | |
160 | εὐμενείας καὶ δικαίας τοῦ θεοῦ ἐπιβλέψεως τῷ ὀλέθρῳ παρέδωκαν. Ὁρᾷς, υἱέ μου ἀγαπητέ, μετὰ πόσου χρόνου διάβασιν τὸν ἀλαζόνα καὶ ὑπέροφρυν ἐταπείνωσεν ὁ θεός; Τοιαύτη γὰρ ἡ θεία χρηστότης, ἡ φιλανθρωπία· οὐκ αὐτίκα τὴν αὐτοῦ ῥομφαίαν ἐπάγει κατὰ τῶν ἐπαιρο‐ μένων καὶ ἀλαζόνων, ἀλλὰ στίλβει μὲν αὐτήν, ἐπέχει δὲ τὴν ἐπιστροφὴν | |
165 | ἀναμένων καὶ τὴν ἐπὶ τὰ χρηστότερα μεταβολὴν τῶν τέως ἀγαπώντων τὰ πλημμελῆ πράττειν καὶ τὰ ἐκεῖνον λυποῦντα. Μὴ γένοιτο δέ (καὶ πρό‐ τερον ηὐχόμην καὶ νῦν εὔχομαι καὶ διὰ παντὸς τὴν εὐχὴν ταύτην ποιήσο‐ μαι) τοιαῦτα ὑμᾶς καταλαβεῖν, ἀλλὰ παρασχεθῆναι μὲν ὑμῖν ὑπὸ θεοῦ ἐπὶ λογισμὸν ἐλθεῖν τῆς ἀγάπης καὶ τοῦ πόθου τῆς εἰρήνης, ναὶ Χριστὲ | |
170 | σῶτερ ἡμῶν καὶ θεέ, καὶ σβεσθῆναι μὲν τὴν ἔχθραν, ἀπελαθῆναι δὲ τὸν φιλοπόλεμον δαίμονα, καὶ διὰ τῆς ὑμετέρας ἐπιστροφῆς πρὸς τὰ καλὰ καὶ σωτήρια γενέσθαι ἀποστρόφους ἐκ τοῦ καθ’ ὑμῶν πολέμου τοὺς οὕτω συγκινηθέντας καὶ ἔτι συγκινεῖσθαι καθ’ ὑμῶν μέλλοντας, καὶ ἀπειρά‐ τους συντηρηθῆναι ὑμᾶς πάσης βλάβης καὶ χαλεπότητος ὅσην τοῦ πολέ‐ | |
175 | μου οἶδεν ἡ φύσις ἐπιφέρειν τοῖς ἐπὶ μοῖραν δυστυχεστέραν διὰ τῶν ὅπλων κατακλινομένοις. | |
24(1t) | Τῷ αὐτῷ | |
2 | Πολλάκις ἔγραψα πρὸς υἱὸν ἀγαπώμενον, ὡς πατήρ—ἠβουλόμην εἰπεῖν ἀγαπώμενος, ἀλλ’ οὐ δίδως μοι τοιαύτην ἀναλαβεῖν παρρησίαν καὶ τοῦτο φθέγξασθαι, δι’ ἄλλην οὐδεμίαν αἰτίαν ὡς ἔοικεν ἢ διὰ τὰς ἐμὰς | |
5 | ἁμαρτίας. Γράφω καὶ νῦν τὴν αὐτὴν σῴζων τῆς ἀγάπης πρὸς σέ, τέκνον ἡμῶν, διάθεσιν καὶ τὴν αὐτὴν φροντίδα ἔχων ἐν τῇ ἐμῇ ταπεινῇ ψυχῇ | |
περὶ τῆς σῆς δόξης καὶ τῆς σωτηρίας, τῆς κοινῆς τοῦ γένους τῶν Βουλ‐ γάρων καὶ Ῥωμαίων ἀνέσεως καὶ τῶν κακῶν ἀποπαύσεως. Οὐ δύναμαι δὲ σιωπᾶν ἐπὶ κοινοῖς πάθεσιν, δι’ ὧν οὐ μόνον ἡ παροῦσα ζωὴ τοῦ κοι‐ | 166 | |
10 | νοῦ γένους ἀφανίζεται Ῥωμαίων καὶ Βουλγάρων, ἀλλὰ καὶ ἡ μέλλουσα ζωὴ ἀλλοτρίους ἀποδείκνυσιν αὐτοὺς τῆς ἰδίας μετοχῆς καὶ θάνατος κα‐ λύπτει οὐδέποτε λύσιν δεχόμενος, ἡ γὰρ τῆς τοῦ θεοῦ βασιλείας ἔκπτωσις καὶ τῆς γλυκείας αὐτοῦ ἀπολαύσεως ἀποστέρησις καὶ ἡ πρὸς κόλασιν αἰώνιον κατάκρισις· οἶδας, τέκνον μου ἀγαπητόν, ὅτι θάνατός ἐστιν ἁμαρ‐ | |
15 | τωλῶν πονηρός. Διὰ τοῦτο καὶ νῦν ἐπὶ τὸ γράφειν κεκίνημαι, δεόμενος καὶ προσπίπτων καὶ τῶν σῶν γονάτων ἁπτόμενος, ἀκοῦσαι κἂν ὀψέ ποτε καὶ μὴ ἀτιμάσαι τὴν δέησιν ἡμῶν, ἀλλὰ παρασχεῖν πατρὶ ταπεινῷ ἔτι παρόντι μοι ἐν τῷ βίῳ ἰδεῖν μεταξὺ Ῥωμαίων καὶ Βουλγάρων εἰρήνην, ἰδεῖν τὴν ἀνακοπὴν τῶν Χριστιανικῶν αἱμάτων τῆς ἐκχύσεως | |
20 | ὑπὸ Χριστιανικῆς δεξιᾶς ἐνεργουμένην. Καὶ μὴ βουληθῇς, υἱέ μου ἀγα‐ πητέ, ἀπελθεῖν ἡμᾶς ἐκ τῆς παρούσης ζωῆς (ἤδη γὰρ εἰς τὸν τάφον προκύπτομεν) μετὰ τοῦ ἄλγους, μετὰ τοῦ σπαραγμοῦ τῆς ταπεινῆς ἡμῶν καρδίας ὃν ἐπιφερόμεθα ἐπὶ τῇ τοσαύτῃ κακώσει τοῦ κοινοῦ λαοῦ τοῦ Χριστοῦ καὶ θεοῦ ἡμῶν, ἐπὶ τῇ τοσαύτῃ οὐκ οἶδα πόθεν ποι‐ | |
25 | νηλασίᾳ ἣν ὁ πονηρὸς δαίμων ἐμβαλὼν εἰς τὸ μέσον οὐ δύναται κόρον λα‐ βεῖν τῆς ἀφορήτου κακώσεως. Μὴ βουληθῇς, καὶ πάλιν φημί, οὕτως ἀπελθεῖν ἡμᾶς τοὺς ταπεινοὺς ἐκ τοῦ παρόντος βίου, κεκακωμένους καὶ τὴν ψυχὴν ὅλην διεσπαραγμένους ἐπὶ ταῖς κοιναῖς συμφοραῖς αἵ, χρόνος ὁρᾷς ὅσος, Ῥωμαίους καὶ Βουλγάρους διαμερίζονται. | |
30 | Ἀλλὰ τὸ μὲν ἐμὸν τοιοῦτον· δὸς δέ μοι καὶ περὶ σοῦ εἰπεῖν ἀλύ‐ πως καὶ ἀνεπαχθῶς, καὶ μηδὲν ἐφ’ οἷς λέγομεν ἀγανακτήσῃς. Ἀστά‐ θμητός ἐστιν ἡ ἀνθρωπίνη ζωή, τέκνον ἡμῶν· οὐ μόνον οἱ γεγηρακότες οἷος ἐγὼ ὑπὸ τοῦ θανάτου ταχέως καταλαμβάνονται, ἀλλὰ καὶ πολλοὶ τῶν ἀκμαζόντων ἐν αὐτῇ τῇ ἀκμῇ τοῦ θανάτου τῷ δρεπάνῳ ὑπέπεσον, καὶ | |
35 | ἐν αὐτῷ τῷ ἄνθει τῆς ἡλικίας διεδέξατο τὸ ἀνθηρὸν ἡ τομή. Τίς οἶδεν εἴ γε οἷα πολλὰ τὰ ἀνθρώπινα καὶ ἐπὶ τῆς ὑμῶν θεοτιμήτου ἀρχῆς καὶ ἐξουσίας συμπεσεῖται; Εἶτα (προσθήσω γὰρ καὶ τοῦτο τῆς σῆς ψυχικῆς φροντίζων καὶ σωτηρίας καὶ τῆς ἐν τῇ μελλούσῃ βιοτῇ ἀνα‐ παύσεως) «Τί ὠφελήσει ἄνθρωπον, ἐὰν τὸν κόσμον ὅλον κερδήσῃ καὶ | |
40 | τὴν ψυχὴν αὐτοῦ ζημιωθῇ;» Τίς δὲ ἀμφιβάλλει, θεοτίμητέ μου υἱέ, ὅτι | |
ἀδελφὸς ἀδελφὸν ἀποκτείνας οὐ ζημιοῦται τὴν οἰκείαν ψυχήν; Ἐνθυμή‐ θητι οὖν τὴν ἐν Χριστῷ ἀδελφότητα Βουλγάρων καὶ Ῥωμαίων, καὶ ὅσοι ἀδελφοὶ ἐξ ἑκατέρου γένους ὑπὸ ἀδελφικῆς ἐσφάγησαν δεξιᾶς. Καὶ τούτων οἴδαμεν ὡς ἑαυτὸν ἔξω ποιεῖς αἰτίας, καὶ λέγεις ἄλ‐ | 168 | |
45 | λους ἄρξαι τῶν τοσούτων κακῶν· καὶ ἀληθῆ λέγεις καὶ ἡμεῖς ὁμολογοῦ‐ μεν ὡς ἀνθρώπων ἀφροσύνη τῶν κατὰ καιροὺς εἰς τοῦτο συνελαθέντων ὑπὸ τοῦ δαίμονος παρέσχε τοῦ πολέμου τὴν αἰτίαν. Ἀλλ’ ἐκείνους μὲν ἡ θεία δίκη δικάσασα ὡς ἐβούλετο τῶν πεπραγμένων ἀπῄτησε τὴν ποινήν, σοὶ δὲ παρέσχετο πολλαπλασίονα ὧν ἔπαθες ἀντιδρᾶσαι αὐτούς. Ἀρκε‐ | |
24(50) | σθῶμεν, τέκνον ἡμῶν, τοῖς μέχρι τοῦ νῦν εἰς κοινὴν βλάβην διαπεπραγμέ‐ νοις. Οὐ κατὰ ἀσεβῶν ὁπλίζῃ, οὐ κατ’ ἐχθρῶν τοῦ σταυροῦ τοῦ Χρι‐ στοῦ, οὐ κατ’ ἐθνῶν μὴ εἰδότων τὸ ὄνομα τοῦ θεοῦ, ἀλλὰ κατὰ πατέρων, κατὰ ἀδελφῶν, ἁπλῶς κατὰ συγγενείας, ἣν οὐ σὰρξ καὶ αἷμα, ἀλλὰ τὸ πανάγιον πνεῦμα ἥνωσε τοῦ θεοῦ. Ἕως πότε χορεύειν τῷ διαβόλῳ καὶ | |
55 | τοῖς αὐτοῦ παρέξομεν δαίμοσιν; Οὐκ ἀγνοεῖς δὲ ὅτι χορείαν ἐκεῖνος συνίστησιν ἐπὶ τῇ τῶν Χριστιανῶν πρὸς ἀλλήλους ἐκπολεμώσει καὶ τῇ τῶν αἱμάτων αὐτῶν ὑπ’ ἀλλήλων γινομένῃ χύσει· καὶ σιγῶ τὰ λοιπά, τῶν ἐκκλησιῶν τὴν ἀπώλειαν, τῶν μοναζόντων τὸν σκεδασμόν, τῶν παρθένων τὴν διαφθοράν, τῶν γινομένων ὕμνων καὶ δοξολογιῶν ἐν τοῖς | |
60 | ἱεροῖς ναοῖς τὴν ἀπόσβεσιν. Ἕως πότε διὰ ταῦτα χορεύειν ἐάσομεν τὸν ὡς λέοντα ὠρυόμενον τίνα καταπίῃ περιπατοῦντα; Ἕως πότε τῷ Χριστῷ καὶ θεῷ ἡμῶν τῷ διὰ τὴν ἡμῶν σωτηρίαν πτωχεύσαντι, τῷ ὑβρισθέντι, τῷ σταυρωθέντι, καὶ τοῖς φιλανθρώποις ἀγγέλοις αὐτοῦ ὑπόθεσιν λύπης καὶ κατηφείας διδόαμεν; Ἢ ἀμφιβάλλεις, υἱέ μου (ἀλλ’ οἶδα ὅτι οὐκ | |
65 | ἀμφιβάλλεις) ὡς ἐπὶ τούτοις μεγάλην ὀδύνην, καί, ἵνα εἴπω, μείζονα τῶν ἐπὶ τοῦ σταυροῦ ἥλων, ὁ Χριστὸς καὶ θεὸς ἡμῶν ὑπομένει, καὶ σκυθρω‐ πότης ἀσύγκριτος τὰς ἀγγελικὰς περιτρέχει δυνάμεις; Εἰ καὶ κρίμασιν οἷς οἶδεν χρηστεύεται καὶ μακροθυμεῖ καὶ τέως ἀνέχει τὴν τιμωρίαν καὶ τὴν ἐστιλβωμένην αὐτοῦ ῥομφαίαν κατὰ τῶν λυπούντων οὐκ ἐπαφίησιν. | |
70 | Τί με δεῖ πλέον πρὸς ἄνθρωπον χάριτι θεοῦ πεπληρωμένον φρονή‐ σεως γράφειν; Οὐκοῦν ἐνταῦθα πεπαύσομαι· καὶ γὰρ εἰ μόνον βουληθείης πρὸς τὸ σὸν ἥμερον καὶ φιλάνθρωπον ἐπανελθεῖν, οὐ μόνον ταῦτα, ἀλλὰ πολὺ ἀνθρωπινώτερα καὶ κρείττονα κατὰ σεαυτὸν καὶ ἀνασκέψῃ καὶ τὴν ἐξ αὐτῶν ὠφέλειαν ἀναθεωρήσεις. Διὰ τοῦτο προσκείσθω ἣν διὰ παντὸς | |
75 | ἀναφέρομεν εὐχὴν τῷ θεῷ, καὶ πλέον οὐδέν· ὁ θεὸς καὶ πατὴρ τοῦ κυρίου | |
ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ εἰς τὸν κόσμον ἐξαποστείλας αὐτὸν ἵνα λύσῃ τὸ μεσότοιχον τῆς ἔχθρας διὰ τοῦ αἵματος τοῦ υἱοῦ αὐτοῦ καὶ εἰρηνοποιήσῃ τὰ πάντα, αὐτὸς καὶ νῦν βραβεύων εἰρήνην ἐν τῇ σῇ καρδίᾳ συντρίψει τὸν σατανᾶν ὑπὸ τοὺς πόδας ὑμῶν, καὶ στρέψει τὴν ἀπὸ τῶν σκανδάλων γενο‐ | 170 | |
80 | μένην κάκωσιν μεταξὺ Ῥωμαίων καὶ Βουλγάρων εἰς τὴν ἐκείνου κεφαλήν, καὶ δοίη πάλιν τῷ συνδέσμῳ τῆς γλυκείας εἰρήνης ὡς τὸ ἀπ’ ἀρχῆς ἑνω‐ θῆναι ἡμᾶς· καὶ ἀποκαθιστῶν εἰς τὴν πρέπουσαν πατράσι καὶ τέκνοις καὶ ἀδελφοῖς ἀγάπην τε καὶ στοργήν, οὕτως ἡμᾶς μὲν τῆς ταλαιπώρου ταύτης ἐξάγων ζωῆς, ὑμῖν δὲ μετὰ τῆς εἰρήνης μακρότητα ἡμερῶν παρέ‐ | |
85 | χων καὶ τῆς ἐκεῖθεν αἰωνίου ζωῆς τὴν ἀπόλαυσιν. | |
25(1t) | Τῷ αὐτῷ | |
2 | Ὅπερ ἐν ταῖς κοιναῖς συντυχίαις ὁρῶ συμβαῖνον, τέκνον μου θεο‐ τίμητον, ὅταν πολλάκις θόρυβος προσπίπτων ταῖς ἀκοαῖς τὸν λόγον τοῦ προσομιλοῦντος οὐ συγχωρεῖ ἐξακούεσθαι, τοῦτο καὶ ἐφ’ ἡμῶν γινόμενον | |
5 | κατανοῶ. Καὶ γὰρ καὶ νῦν ὡς ἔοικεν ὁ θόρυβος τῶν ἐμῶν ἁμαρτιῶν ἀποκω‐ λύει τοὺς λόγους ἡμῶν ταῖς σαῖς προσελθεῖν ἀκοαῖς καὶ δι’ αὐτῶν εἰς τὴν ἥμερον καὶ φιλάνθρωπον ψυχὴν διελθεῖν. Εἰ γὰρ μὴ τοῦτο ἦν, πῶς ἔχει λόγον τὰς τοσαύτας ἡμῶν δεήσεις ὑπὲρ τοῦ καλοῦ καὶ συμφέροντος Βουλ‐ γάροις καὶ Ῥωμαίοις ἀνηνύτους μέχρι καὶ σήμερον διαμεῖναι; Πλὴν καὶ | |
10 | οὕτως ἔχοντος τοῦ πράγματος ἐπειδὴ ἀνάγκη μοι ἐπίκειται μὴ σιωπᾶν (οὐαὶ γάρ μοί ἐστιν ἐὰν τὸ μεσιτεύειν ὑπὲρ τῆς εἰρήνης καταλείψω), καὶ πάλιν γράφω καὶ οὐ παύσομαι γράφειν, ὥσπερ οὐδὲ τοῦ δέεσθαι τοῦ θεοῦ, μέχρις ἂν αἱ ὀλίγαι τῆς ζωῆς ἡμῶν ἡμέραι διατρίβειν ἡμῖν ἐν τῷ παρόντι βίῳ διδόασι. | |
15 | Τέκνον ἐμόν, σπλάγχνον ἐμόν, υἱὲ ποθεινότατε, μετὰ τῆς ἄλλης ἣν ἔχεις τῶν σῶν πράξεων ἀναθεωρήσεως καὶ τοῦτο ἐπίσκεψαι, ὅτι ἀφ’ οὗ τὸ Βουλγάρων γένος τὸν αὐχένα ὑπέκλινε τῷ Χριστῷ καὶ θεῷ ἡμῶν δεύτερος σὺ τυγχάνεις ὁ τούτων τὴν δεσποτείαν ἐγκεχειρισμένος· καὶ δίκαιόν ἐστιν, ὥσπερ κληρονόμος γέγονας τῆς ἀρχῆς τοῦ σοῦ μακαρίου | |
20 | πατρός, οὕτω καὶ τῆς ἐκείνου κληρονόμον εἶναί σε εἰρηνικῆς ψυχῆς καὶ τῆς ἄλλης Χριστιανικῆς καταστάσεως. Ἐκεῖνος ἔπηξε σὺν θεῷ τὸν θεμέ‐ λιον, σὲ πρέπον ἐστὶν οἰκοδομεῖν, ἀλλ’ οὐχὶ καταλύειν οὐδὲ τὸν θεμέλιον ἐξορύσσειν· ἐκεῖνος συνέδησε τὸν δεσμὸν τῆς πρὸς Ῥωμαίους ἀγάπης, σὺ ὀφείλεις συσφίγγειν ὅση δύναμις, ἀλλ’ οὐχὶ διατέμνειν· ἐκεῖνος διὰ τῆς | 172 |
25 | ἄνωθεν ἐπιπνοίας ἀπέστρεψε τὰ ὅπλα τῆς κατὰ Χριστιανῶν σφαγῆς, σὺ ὡς τιμῶν τὸν πατέρα, ὡς ἐκείνου ὑπάρχων γνήσιος υἱὸς καὶ κληρονόμος τοῦ φιλοθέου τρόπου, ὀφείλεις παντελῶς αὐτὰ ῥίπτειν ὡς ἀχρηστίαν τῆς τοιαύτης ἐνεργείας. Τοῦτο προσῆκόν ἐστιν φρονεῖν τῇ σῇ μεγαλοδόξῳ ἀρετῇ, τοῦτο ποιεῖν, καὶ χωρὶς τῆς ἑτέρωθεν παρακλήσεως, ἀλλ’ οὐχὶ τοι‐ | |
30 | αῦτα οἷάπερ νῦν ἐλεεινὰ πράγματα γίνεται. Ἐρωτῶ σε, τέκνον ἐμόν, καὶ ἀποκρίθητι ἀξίως τῆς σῆς ἐπιεικείας καὶ ἀγαθότητος· εἰ τῷ βίῳ ἔτι παρῆν ὁ νῦν μετὰ τῶν ἁγίων ἐν οὐρανοῖς συνδιαιτώμενος, καὶ ταῦτα ἑώρα σε διαπραττόμενον καὶ τὰς σφαγὰς καὶ τοὺς πολέμους ἐνεργοῦντα, τίνας ἂν ἔφη πρὸς σὲ λόγους; Πῶς οἴει τοῦτον διατεθεῖσθαι τὴν ψυχήν; Ἆρ’ οὐκ | |
35 | ἂν ἐπληροῦτο δακρύων; Οὐχὶ σκυθρωπότητος ἐγεγόνει πλήρης καὶ κατηφείας καὶ ἀβίωτον εἶχε τὸν βίον; Οὐχὶ τὰς τιμίας τρίχας τῆς κεφα‐ λῆς καὶ τοῦ πώγωνος τίλλων ἀμφοτέραις χερσὶ μετὰ θρήνου τοιαῦτα ἐκέκραγεν· «Τί ποιεῖς, τέκνον ἐμόν; Τί τὴν δόξαν ἡμῶν καθαιρεῖς; Τί τὸ ἔργον ὃ σὺν θεῷ εἰργασάμην, καὶ ἐφ’ ᾧ τὸ καύχημα ἦν ἐμοὶ καὶ σοὶ | |
40 | καὶ παντὶ τῷ ἡμετέρῳ γένει καταλύεις; Τί τοὺς ἡμετέρους ἀγῶνας δι’ ὧν ὁ σύμπας τῶν ἀνθρώπων βίος ἔμελλε μακαρίζειν ἐμέ τε καὶ τὴν ἐμὴν γενεὰν κενοὺς ἀπεργάζῃ, καὶ ζημίαν οὕτως ἀσύγκριτον σεαυτῷ καὶ ἡμῖν ἐπάγεις;» Τί οὖν; Εἰ μὲν ἐνταῦθα παρῆν καὶ σὺν ἀνθρώποις εἶχε τὴν διαγωγήν, οὕτως ἂν διετέθη καὶ τοιαῦτα θρηνῶν ἐκεκράγει· νῦν δὲ τοῖς | |
45 | ἁγίοις συνὼν καὶ θεῷ παριστάμενος, καὶ πολλῆς ἀποδοχῆς ἠξιωμένος ἕνεκεν τοῦ ἔργου ὃ μετὰ θεὸν Βουλγάροις εἰργάσατο καὶ τοῦ θεμελίου τῆς πίστεως, καὶ εἰκότως ἐπ’ αὐτῷ σεμνυνόμενος, καὶ τῶν νῦν ἐναντίων πραγμάτων λαμβάνων τὴν αἴσθησιν (πάντως δὲ οὐκ ἀμφιβάλλεις, τέ‐ κνον ἡμῶν, ὡς ἔστιν τοῖς ἐκεῖθεν βιοῦσιν ἁγίοις ἡ τῶν ἐν κόσμῳ γινομέ‐ | |
25(50) | νων αἴσθησις), οὐ πολλῷ πλέον, καίτοι λύπης ἁπάσης ἀνωτέρας τῆς ἐκεῖθεν ζωῆς τυγχανούσης, ὀδυνήσεται καὶ μεταξὺ τῆς ἀνεκδιηγήτου ἐκείνης φαιδρότητος σκυθρωπάζων ὀφθήσεται, τοῦτο μὲν καὶ τὸ οἰκεῖον ἔργον, ὑπὲρ οὗ τὴν ψυχὴν αὐτὸς ἔθηκεν, εἰ καὶ διὰ τῆς θείας δυνάμεως ὑπέρτερος γέγονε τῶν φονευτῶν, τοῦτο δὲ καὶ ὑπὲρ τοῦ οἰκείου τέκνου, | |
55 | ὑπὲρ οὗ δυσωπεῖ τὸν θεόν, πᾶν εἴ τι καλὸν καὶ ἀρετῆς ἔνδειξιν ἔχον παρασχεθῆναί σοι καὶ μετὰ τοῦτο καὶ τῆς ἄνω δόξης προσεπικτήσασθαι τὴν κληρονομίαν; Αὐτὸν παρεῖναί σοι νόμιζε, τέκνον ἡμῶν, οὕτως | |
ἐλεεινῶς διατεθειμένον, καὶ ἃ γράφομεν μὴ λόγους ἡμετέρους εἶναι, ἀλλ’ ἐκεῖνον ὡς ἀληθῶς ταῦτά σοι διαλέγεσθαι. Τίς γὰρ ὅλως ἀμφιβάλλει | 174 | |
60 | ὡς ὁ τοῦ θεοῦ ἄνθρωπος ἐκεῖνος ἐπὶ τοῖς σήμερον γινομένοις παρὰ σοῦ οὐ σφοδρῶς ἀνιᾶται, καὶ εἴ γε δυνατὸν ἦν ἐκ τῆς ἐκεῖθεν μακαρίας ζωῆς πρὸς τὴν ἀθλίαν ταύτην καὶ ἡμετέραν παραγενέσθαι, ἧκεν ἂν οὐ μόνον τοιαῦτα πρὸς σὲ οἷα ἔφημεν λέγων, ἀλλὰ καὶ πολὺ πλείω τούτων, ἅτε καὶ πολλὴν ἔχων εὐπορίαν ὡς ἀπηλλαγμένος τῆς ματαίας ταύτης περιστρο‐ | |
65 | φῆς καὶ τῷ πρώτῳ νοῒ πλησιάζων καὶ ὅλως τῆς ἐκεῖθεν πεπληρωμένος ἐλλάμψεως. Προέφερεν, υἱέ μου θεοτίμητε, τὸ σὸν γράμμα τὸν μέγαν Μωσῆν καὶ τῇ ἐκείνου μνήμῃ ἔγραψας οἷα δὴ καὶ ἔγραψας. Καὶ τίνα πρὸς τὸν Μωσῆν ἔχει τὰ ὑμέτερα κοινωνίαν; Ποίους ἐδέξω παρὰ θεοῦ χρησμούς; | |
70 | Ποῦ δὲ τὴν θείαν ἐθεάσω δόξαν τοιαῦτα ποιεῖν προτρεπομένην οἷα πράττεις; Ποίας δουλείας, ποίας κακώσεως λυτρωτὴς ἀνεφάνης τῷ λαῷ τοῦ θεοῦ; Ἐῶ γὰρ λέγειν, ἐπεὶ πολλάκις αὐτὰς ἐξετραγῳδήσαμεν, ὅσαι κακώσεις παρ’ ὑμῶν καὶ κατέλαβον καὶ καταλαμβάνουσιν καθ’ ἑκάστην τὸν λαὸν τοῦ θεοῦ. Μή, τέκνον ἡμῶν, οὐκ ἔστιν ταῦτα θεοῦ προτροπῆς | |
75 | οὐδ’ ἀποστολῆς, ἀλλ’ ἀνθρωπίνης (οἴμοι πῶς εἴπω;) ἐπηρείας καὶ πράτ‐ τειν ἀπεναντία τοῦ θεϊκοῦ θελήματος προαιρουμένης. Ἔλεγε δὲ καὶ τὸ γράμμα καὶ ὅτι τῶν προπατόρων καὶ πατέρων πεπονηκότων ἡμεῖς ἀπο‐ λαύομεν τῶν ἐκείνων πόνων. Καλῶς· καὶ ἦν ἁρμόδιον, τέκνον ἡμῶν, τοῦ σοῦ ἁγίου πατρὸς ἐν τοῖς ὑπὲρ τῆς εἰρήνης πράγμασιν τῆς μεταξὺ Ῥω‐ | |
80 | μαίων καὶ Βουλγάρων πολλὰ καμόντος ἀπολαύειν ὑμᾶς ἀκολούθως τῶν ἐκείνου καμάτων, ἀλλ’ οὐχὶ πρὸς ἐναντίαν τρέπεσθαι γνώμην, οὐδ’ ἐν ἐκείνοις στρέφεσθαι καὶ νομίζειν ἀπόλαυσιν ὑπὲρ ὧν ἐκεῖνος ἵνα σὺν θεῷ καταργηθῇ μακροὺς ἐνεδείξατο πόνους. Εἶπον ταῦτα ἐκ τοῦ τὸ σὸν ἀναλέγεσθαι γράμμα διδοὺς τὴν ἀπό‐ | |
85 | κρισιν· λέγομεν δὲ πάλιν ἃ καὶ πρότερον πολλάκις εἰρήκαμεν· Ῥῖψον τὰ ὅπλα, τέκνον ἐμόν, παῦσον τοὺς πολέμους καὶ τὰς τῶν αἱμάτων χύσεις. «Ζήτησον εἰρήνην καὶ δίωξον αὐτήν,» μετὰ τοῦ μακαρίου προφήτου, εἰ καὶ ἀνάξιος, παραινῶ· καὶ ἀντὶ ταύτης τῆς προαιρέσεως ἐπιζήτησον ἃ ἴσως καὶ σὲ δίκαιον λαβεῖν καὶ Ῥωμαῖοι δώσουσι προθύμως, χρυσὸν εἰ | |
90 | βούλει καὶ ἄργυρον, γῆς τὴν ἐνδεχομένην ἀπόμοιραν, ἄλλων τινῶν πρα‐ γμάτων δόσεις, ὅσα καὶ Βουλγάρους εὐφρανοῦσι καὶ Ῥωμαίοις οὐκ ἔσται ἡ δόσις ἀφόρητος. Γεγόνασι πλειστάκις καὶ Πέρσαις πόλεμοι πρὸς Ῥω‐ μαίους καὶ Βουλγάροις τοῖς ὑμῶν προγόνοις ὡσαύτως, καὶ ἐπὶ χρόνοις | |
νῦν μὲν πλείοσιν νῦν δὲ ἐλάττοσιν· ἀλλὰ τέλος ἔλαβον καὶ πρὸς σπονδὰς | 176 | |
95 | κατήντησαν εἰρηνικὰς ὡρισμένων τελῶν χορηγουμένων, ποτὲ μὲν ἐξ ἐκείνων πρὸς Ῥωμαίους, ποτὲ δὲ Ῥωμαίων ὑποτελούντων ἐκείνοις. Καὶ ὡς ἐπὶ τὸ πλεῖστον τοιαύτη ἐστὶν τῶν πολέμων ἡ φύσις. Τὸ δὲ φιλο‐ νεικεῖν παντελῶς ἀρχὴν λαβεῖν ἀλλοτρίαν καὶ κύριον αὐτὸν καταστῆναι τοῦ ὅλου γένους καὶ τῆς ἐξουσίας, τοῦτο τῶν πάνυ δυσχερεστάτων, πρὸς | |
25(100) | δὲ τὴν Ῥωμαϊκὴν βασιλείαν καὶ παντελῶς ἀδύνατον. Ταῦτα ἐπειδὴ πλειστάκις ἐγράφη, ἴσως καὶ νῦν οὐκ ἔδει γραφῆναι, ἀλλ’ ὅμως τὸ γράμμα διὰ βραχέων ἀπεμνημόνευσεν· ἓν δὲ προσθεὶς ἔτι τοῦ γράφειν πεπαύσομαι. Οὐδὲν οὕτως ἀρχῆς καὶ ἐξουσίας ἴδιον ὡς τὸ ἀτάραχον καὶ γαληναῖον τῆς ψυχῆς καὶ τὸ καθάριον ἔν τε λόγοις καὶ | |
105 | πράξεσι. Διὰ τί οὖν, τέκνον ἡμῶν, ἀνάξια ποιῶν τῆς σῆς ἀρχῆς ὑβριστι‐ κῶς γράφεις πρὸς τοὺς ἐγκεχειρισμένους ὑπὸ τῆς ἄνωθεν ψήφου τὴν βασιλείαν ἣν μόνην ὁ θεὸς ἀκατάλυτον ἐπὶ γῆς ἔπηξεν; εἰ καὶ κρίμασιν οἷς οἶδεν παραχωρεῖ τοῖς νομίζουσιν ἐπιτίθεσθαι, μέχρις ἂν ὁ παρ’ αὐτοῦ διωρισμένος καιρὸς ἐπιστῇ καθ’ ὃν πάντες καὶ ἑκόντες καὶ ἄκοντες | |
110 | ὑποκλινοῦσι τὸν αὐχένα καὶ τὴν αὐτῆς κυριότητα καὶ ὁμολογήσουσι καὶ προσκυνήσουσι. Γράφεις ὡς εἰκὸς ἃς οἱ πολέμιοι ἀντιλογίας προβάλ‐ λονται· γράφε ἀντιλέγων καὶ μὴ ὑβρίζων, ἀλλὰ φυλάττων τὴν ἐξ ἀρχῆς πρέπουσαν τοῖς ἄρχουσι μεγαλοπρέπειαν, καὶ μὴ καταβαίνῃς πρὸς τὸ εὐτελὲς καὶ ταπεινὸν καὶ τῆς σῆς ἐξουσίας ἀνάρμοστον. Εὐτελῶν γὰρ | |
115 | ἀνθρώπων τὸ ὑβρίζειν καί (ἵν’ εἴπω) μὴ γνωριζόντων εὐσχημοσύνην, ἀλλ’ οὐχὶ τῶν ἀναβεβηκότων καὶ εἰδότων ἑτέρους εὐσχήμονας ἀποτελεῖν. Ἢ ἀγνοεῖς, τέκνον ἡμῶν, ὅτι ὡς ἐπίπαν οὐ μόνον τῶν ἄρχειν λαχόντων, ἀλλὰ καὶ ὅσοι τῶν ἄλλων ἀνθρώπων σεμνότητος ἀντιποιοῦνται τὰς ὕβρεις ὥσπερ τι ῥύπασμα διωθοῦνται καὶ ἀποστρέφονται καὶ φείδονται | |
120 | τὸ καθάριον τῆς γλώττης καὶ τῶν λόγων καὶ πρό γε τούτων τῆς γνώμης ἐν τῷ ῥυπάσματι περισύρειν τῶν ὕβρεων; Τί με δεῖ λέγειν ἀρχαίους τε καὶ νέους, Πέρσας, Ἀγαρηνούς, ἄλλους πρὸ τούτων, ὅσοι ἀρχὰς ἐπι‐ στεύθησαν, ὡς πολλάκις πολέμων ἀναμεταξὺ κινουμένων τὰ μὲν τοῦ πολέμου ἐνήργουν, ὕβρεων δὲ καλῶς καὶ ἀρχικῶς φρονοῦντες ἀπείχοντο, | |
125 | καὶ μέχρι τοῦ νῦν οὕτως ὁρᾶται γινόμενον; Γράφουσιν Ἀγαρηνοὶ τὰ μὲν ἄλλα ὅσα ὑποβάλλουσι τῶν πραγμάτων αἱ ὑποθέσεις, τὴν ὀφειλομένην δὲ καὶ προσηγορίαν καὶ τιμὴν ἀποσῴζοντες τῇ βασιλείᾳ. Οὕτω καὶ σύ, τέκνον ἡμῶν, τὸ πρέπον τῇ σῇ μεγαλοπρεπείᾳ σῴζων ἀπέχου τῶν ὕβρεων, ὅταν γράφῃς· μάλιστά γε καὶ τοῦ πρὸς σὲ στελλομένου βασιλι‐ | |
130 | κοῦ γράμματος μηδὲν ὑβριστικὸν ἔχοντος, ἀλλ’ ἐπιεικῶς προσδιαλεγο‐ μένου καὶ τὴν ὀφειλομένην σοι τιμὴν διαφυλάττοντος. Καὶ γὰρ οἶδας ὡς εἴ τι καὶ πολλάκις πρὸς σὲ τραχύτερον οἱ τὴν Ῥωμαϊκὴν βασιλείαν διέποντες σὺν θεῷ ἔγραψαν, οὐ παρ’ ἑαυτῶν εἰς τοῦτο κεκίνηνται, ἀλλὰ σοῦ γράψαντος ἃ μὴ προσῆκον ὑπῆρχεν καὶ αὐτοὶ πρὸς τὸ τραχύτερον | 178 |
135 | διατυπῶσαι τὸ γράμμα ἐξεβιάσθησαν· ὥστε ἡ μὲν τραχύτης ἐκ τῶν σῶν ὕβρεων λαμβάνει τὴν ἀφορμήν, ἡ δὲ βασιλικὴ διάθεσις διασῴζουσα τὸ οἰκεῖον ἀδελφόν σε ὀνομάζει καὶ φίλον ἠγαπημένον καὶ ὅσα στοργῆς καὶ ἀγάπης ἐστὶν ἀληθινῆς, καὶ ἵνα τὸ πᾶν εἴπω, ἀγκαλιζομένη φιλοφρόνως οἷα πατὴρ οἰκεῖον υἱόν. Χρὴ οὖν καὶ σὲ τὴν ὁμοίαν διάθεσιν ἐπιδείκνυ‐ | |
140 | σθαι, καὶ ὡς εἶπον τὰ μὲν ἄλλα τοῦ πολέμου γράφειν οἷα βούλει, τὰς δὲ ὕβρεις ἀφιέναι, καὶ προσάγειν τοιαύτην τιμὴν ἐν τῷ σῷ γράμματι ὁποίας καὶ αὐτὸς παρὰ τοῦ βασιλέως ἀξιούμενος διαδείκνυσαι. Ταῦτά σοι γράφω, τέκνον ἐμόν, ἵνα καὶ διὰ τοῦτο γνῷς ὅτι ὡς πατὴρ ἀληθῶς φιλῶν καὶ τῆς σῆς δόξης καὶ τιμῆς κηδόμενος, ἐν οἷς τι | |
145 | κατανοῶ τῇ σῇ δόξῃ ἀπρεπὲς καὶ ἀνάρμοστον οὐ βούλομαι σιωπᾶν, ἀλλὰ παντὶ τρόπῳ ὅσον εἰς ἐμὴν ἧκεν δύναμιν πειρῶμαι τὴν ὑμετέραν συνιστᾶν εὐδοξίαν. Ὁ δὲ θεὸς τῆς δόξης, ὁ τῆς παρούσης καὶ τῆς μελ‐ λούσης ζωῆς χορηγός, αὐτὸς πᾶσαν πρᾶξιν ὅση πρὸς ἀδοξίαν ἀπάγει ποιήσειεν ἐκποδὼν καὶ καταισχύνοι τὸν πονηρὸν δαίμονα, ὃς ἐξ ἀρχῆς | |
25(150) | καὶ μέχρι τοῦ νῦν καταισχύνειν οὐκ ἐλλείπει διαγωνιζόμενος τὸ τετιμη‐ μένον τοῦ θεοῦ πλάσμα· καὶ δοίη εὐδόξως ὑμᾶς καὶ τῆς παρούσης μεταστῆ‐ ναι ζωῆς καὶ δόξης, ὁπότε τῷ ἁγίῳ αὐτοῦ βουλήματι παραστῇ, καὶ εἰς τὴν ἀμάραντον δόξαν κατασκηνῶσαι σὺν πᾶσι τοῖς ἀπ’ αἰῶνος ὑπ’ αὐτοῦ δοξαζομένοις. | |
26(1t) | Τῷ αὐτῷ | |
2 | Εἰ καὶ πλειστάκις ἔγραψα, τέκνον ἡμῶν, ὑπὲρ τῆς κοινῆς εἰρήνης καὶ σωτηρίας τῶν τοῦ Χριστοῦ καὶ θεοῦ ἡμῶν τέκνων· τέκνα γὰρ ἐκεί‐ νου Ῥωμαῖοι καὶ Βούλγαροι, καὶ τῷ τιμίῳ τῆς πλευρᾶς αὐτοῦ αἵματι | |
5 | ἐξηγορασμένοι καὶ λαὸς αὐτῷ περιούσιος ἀνατεθειμένοι· —ἀλλὰ γὰρ εἰ | |
καὶ πλειστάκις ἔγραψα περὶ τοῦ κοινῇ συμφέροντος ἑκατέρῳ γένει καὶ εἰς οὐδὲν ἐλογίσθη τὰ παρ’ ἡμῶν γεγραμμένα, οὐκ ἀφίσταμαι τοῦ γρά‐ φειν οὐδ’ ἀποστήσομαι τὸ ἐμοὶ κεχρεωστημένον πληρῶν καὶ ὅσον ἐμοὶ δυνατὸν τῆς ἀπειλῆς ἐκείνης ἔξω καθιστῶν ἐμαυτὸν τῆς ἀπειλούσης τῷ | 180 | |
10 | σκοπεῖν τεταγμένῳ, ὅταν μὴ τὴν ἐπερχομένην ῥομφαίαν ἀναγγείλῃ κατὰ τοῦ ταύτην δεχομένου, ἐξ αὐτοῦ τὸ αἷμα ζητεῖσθαι τοῦ διὰ τῆς ῥομφαίας ἀπολωλότος. Οὗτος ὁ φόβος καὶ πρότερον καὶ νῦν ποιεῖ, τέκνον μου ἠγαπημένον, μὴ σιωπᾶν· ἅμα δὲ καὶ λογισμός τις ἐπὶ τοῦ παρόντος εἰσῆλθέ με, ὅτι εἰ καὶ μὴ πρότερον, ἀλλά γε νῦν ἡ σὴ καλὴ καὶ ἥμερος | |
15 | ψυχή, ὅσα ἐγὼ τὴν 〈σὴν〉 φύσιν ἐνόησα τὴν ὀλίγην ἐκείνην ὥραν ἐν ᾗ ἑνωθῆναι ὑπῆρξεν, δέξεται πατρὸς τὸν υἱὸν ἀγαπῶντος παραίνεσιν καὶ σβέσει τὸ πῦρ καὶ τὴν φλόγα τὴν τέως ἀνάπτειν φιλονεικοῦσαν καὶ διαλυμαινομένην Ῥωμαίους καὶ Βουλγάρους. Πάλιν οὖν δυσωπῶ, πάλιν οὖν παραινῶ, πάλιν αἵματι δακρύω τὰ | |
20 | παρόντα γράμματα ἐπιστέλλων. Καὶ γὰρ εἰ δάκρυσιν ἀντὶ μέλανος δυνα‐ τὸν ὑπῆρχε γράψαι τὰ γράμματα, ἐθεάσω ἂν τὴν τῶν ἐμῶν δακρύων φύσιν ὡς οὐ παρὰ πολὺ αἵματος ἀποδέουσιν. Καὶ πῶς γὰρ οὐ μέλλω τοιαῦτα δάκρυα φέρειν, ὅτα ἐπὶ νοῦν ἀναλήψωμαι τὰ πάθη καὶ τὰς συμφοράς, τὴν οὐκ ἔχουσαν παράδειγμα τῶν κακῶν τραγῳδίαν ἣν ἐφι‐ | |
25 | λονείκησεν ὁ σατανᾶς ἐξ αἱμάτων Χριστιανικῶν καὶ σφαγῶν καὶ ὀλέθρου τοσούτου ἐπισκοπείων, μοναστηρίων, ἰδιωτικῶν οἴκων, εἰς τὸν βίον εἰσαγαγεῖν καὶ τῷ μετέπειτα γένει τὴν τοιαύτην παραπέμπει διήγησιν; Διὰ τοῦτο, υἱέ μου ἠγαπημένε, ἃ καὶ πρὸς τοὺς θεοστεφεῖς ἡμῶν βασι‐ λεῖς γλώσσῃ προσφθέγγομαι, ταῦτα καὶ σοὶ τῷ γράμματι διαλέγομαι· | |
30 | Ἀποβλέψατε πρὸς τὸ τῆς εἰρήνης ἀγαθόν, ἀποβλέψατε πρὸς τὴν τῶν ὑπηκόων σωτηρίαν, μὴ ἐπιμείνητε τῇ κακίστῃ φιλονεικίᾳ, μηδὲ προτι‐ μήσητε τὰς σφαγὰς καὶ τὰ αἵματα, τὰς χηρείας, τὰς ἀπαιδίας· ἀναμνή‐ σθητε τῶν καλῶν πραγμάτων καὶ ἡδίστων ὅσα ἐκ τῆς εἰρήνης Ῥωμαίοις καὶ Βουλγάροις περιεγίνετο. | |
35 | Ἀλλ’ οἱ μὲν τῶν Ῥωμαίων βασιλεῖς φασιν ἕτοιμοι 〈εἶναι〉 πειθαρ‐ χεῖν τῇ παραινέσει καὶ δέχονται τὴν παράκλησιν καὶ οὐ μνησικακοῦσιν οὐδ’ ἐπιζητοῦσι τὸν πόλεμον ἔτι, κἂν δεινὰ παρὰ Βουλγάρων πεπόνθασιν, κἂν ἐλπίδα φέρουσιν ἐξ ὧν ἀδίκως ὑπέστησαν παρ’ ὑμῶν καὶ ἐξ ὧν ἱκανοί, μάλιστα μετὰ τῆς ἄνωθεν δικαιοσύνης, ἀνακαλεῖσθαι τὴν ἑαυ‐ | |
40 | τῶν ὡς ὑμεῖς νομίζετε κάκωσιν. Σὲ δὲ πρὸς τὴν ὁμοίαν καταστῆναι | |
γνώμην δυσωπῶ καὶ ἀναλαβεῖν ὅμοιον φρόνημα καὶ ἀρκεσθῆναι τοῖς φθάσασι χαλεποῖς. Ἱκανὸς γὰρ ὁ παρεληλυθὼς χρόνος, μᾶλλον δὲ καὶ πέρα τοῦ ἱκανοῦ, τοσαύτας δημιουργήσας συμφορὰς ἀνεπιλήστους μεταξὺ Βουλγάρων καὶ Ῥωμαίων. Ἐνθυμήθητι, τέκνον μου, τῶν ἐκκλησιῶν | 182 | |
45 | τοῦ θεοῦ τὴν ἀπώλειαν, ὅσαι εἰς τάξιν ἐπισκοπείων, ὅσαι μοναστηρίων, τὸν φόνον τῶν ἱερέων, τὴν φθορὰν τῶν παρθένων, τῶν μοναζόντων τὴν ὕβριν. Μὴ ταῦτα παρόψεται ὁ θεός; Οὐχὶ τὴν μακροθυμίαν ἣν ἐπεδείξατο μέχρι τοῦ παρόντος ὡς φιλάνθρωπος, ὡς ἀνεξίκακος τὴν ἐπιστροφὴν ἀναμένων, πρὸς ὀργὴν ἐκκαύσει καὶ τὴν ἐκδίκησιν τῆς τοσαύτης ἐπάξει | |
26(50) | μιαιφονίας; Καὶ τίς ἂν λογικὴν σύνεσιν ἀποσῴζων οὐ συνθήσεται; Ἐπάκουσον ἡμῶν, ἄνθρωπε τοῦ θεοῦ, ἄκουσον πατρὸς ἀγαπῶντός σε καὶ τὸ σὸν ἔθνος· ὁ θεὸς γὰρ οἶδεν ὅτι ἀγαπῶ ὑμᾶς καὶ ἀλγῶ καθὼς ὑπὲρ τῶν Ῥωμαίων, οὕτως καὶ ὑπὲρ Βουλγάρων. Ἀλλὰ περὶ μὲν τῶν Ῥωμαίων ἔχω τινὰς ἐλπίδας χρηστοτέρας, ἀποβλέπων ὡς ἄδικα πά‐ | |
55 | σχουσιν καὶ εἰδὼς ὅτι ἀεὶ τοῖς ἀδικουμένοις θεὸς ὑπερέχει βοηθείας χεῖρα, ὁπότε παραστῇ τῇ τούτου ὑπερσόφῳ κρίσει, κἂν ἐνίοτε ἀναβάλλε‐ ται, τὴν ὑπομονὴν ἐκκαλύπτειν βουλόμενος τῶν πασχόντων τὰ ἄδικα. Περὶ Βουλγάρων οὐκ ἔχω τινὰ χρηστοτέραν ἐλπίδα θεωρουμένην. Ἐδό‐ ξατε γὰρ εὐτυχίαν τινὰ περιβαλέσθαι· ἀλλὰ τί τὸ εὐτύχημα, ὅταν οὐκ | |
60 | ἔχει στρατηγοῦσαν τὴν δικαιοσύνην; Συνέβη καὶ ἄλλα ἔθνη κατὰ και‐ ρούς τινας εὐτυχῆσαι καὶ ὡς ἐνόμισαν αὔξησίν τινα προσλαβεῖν, ἀλλὰ τῇ φιλοπολέμῳ προαιρέσει κατέστησαν εἰς τελείαν ἀπώλειαν καὶ οὐδ’ ὄνομα περιλείπεται αὐτῶν τὰ νῦν ἐν ἀνθρώποις γινωσκόμενον, πλὴν ὅσα οἱ τὰς ἱστορίας ἀναλεγόμενοι τὴν μνήμην αὐτῶν περιφέρουσιν. Οἶδα ὅτι | |
65 | καὶ αὐτός, υἱέ μου ἠγαπημένε, φιλομαθὴς ὢν καὶ τῶν παλαιῶν διερχό‐ μενος τὰς βίβλους ἐπιγινώσκεις ἃ γράφομεν. Ἀπεύχομαι τοίνυν, φοβοῦ‐ μαι δὲ μὴ ἐπιμενόντων ὑμῶν ταῖς σφαγαῖς καὶ τοῖς πολέμοις ἄπρακτος ἡ εὐχὴ καταστῇ, τοῦτο 〈δὲ〉 καὶ ἐφ’ ὑμῖν συμβήσεται. Ἀλλὰ μὴ εἴη τοῦτο μηδὲ γένηται, μηδ’ ἀπαντήσῃ Χριστιανοῖς οὖσιν ὑμῖν πρὸς τοιοῦτον | |
70 | καταντῆσαι τέλος, ἀλλὰ μᾶλλον ἐκ μέσου γενέσθαι τὰ σκάνδαλα ἃ ὑπέ‐ βαλεν ὁ πονηρὸς καὶ τῆς σπορᾶς ἐκείνου τὰ ζιζάνια· καὶ τὸ Βουλγάρων ἔθνος πάλιν 〈τὴν〉 τοῦ Χριστοῦ εἰρήνην ἐπανελομένους ἐν εὐπαθείᾳ, ἐν εὐζωΐᾳ διατελεῖν τῇ μιᾷ κεφαλῇ τῷ Χριστῷ καὶ θεῷ ἡμῶν, οὗτινος καὶ Ῥωμαῖοι καὶ Βούλγαροι σῶμα τυγχάνουσιν, καὶ φυλαττομένους καὶ | |
75 | αὐξανομένους. | 184 |
27(1t) | Τῷ αὐτῷ | |
2 | Ὁσάκις ἂν ὁρμήσω πρὸς σέ, υἱέ μου θεοτίμητε, γράφειν, ἐλπίδες χρηστότεραι τὴν ἐμὴν περιλαμβάνουσι ψυχήν, ὅτι πάντως τὴν σὴν ἡμε‐ ρότητα καὶ φιλανθρωπίαν τὸ γράμμα παρακαλέσει καὶ πρὸς εἰρήνη | |
5 | ἐκκαλέσεται, καὶ τὸ πέρας τῆς αἰτήσεως ἕξομεν ἣν ἐπὶ τῷ συμφέροντι Ῥωμαίων καὶ Βουλγάρων προσάγομεν, ὥσπερ τινὸς γλυκείας αἰσθάνομαι διαθέσεως, καὶ τὴν ψυχὴν ἐλαφρύνομαι τῆς ὀδύνης ἣν ἐπὶ ταῖς κοιναῖς συμφοραῖς Ῥωμαίων καὶ Βουλγάρων φέρω, ἃς ὁ μισάνθρωπος δαίμων εἰς μέσον αὐτῶν ἀπέρριψεν, καὶ τὸ σκυθρωπὸν καὶ ἡ κατήφεια ἡ ἐπὶ | |
10 | τούτοις ὥσπερ δοκεῖ ἀναστέλλεσθαι. Ὅταν δὲ τὸ γράμμα τῆς σῆς μεγα‐ λοδόξου ἀρχῆς ἀναγινώσκων διέρχωμαι, πολλαπλασιάζεταί μοι τὸ ἄλγος, καὶ βαθύτερος ὁ γνόφος τῆς ἀθυμίας τὴν ἐμὴν ἐπικαλύπτει ψυχήν. Καὶ γὰρ οὕτως ἔχει· ἐπεὶ καὶ ἰατρὸς φάρμακον ἐπιτιθεὶς κατὰ τραύματος καὶ βλέπων τὴν φλεγμονὴν ἐπὶ πλέον ἀγριαινομένην πληροῦται ἀθυμίας | |
15 | καὶ συγχύσεως· καὶ ἡμεῖς οὖν οἱ ταπεινοί, κρίμασιν οἷς ἐπίσταται ὁ θεὸς εἰς τὸ τὰ τῶν ψυχῶν πάθη θεραπεύειν κατασταθέντες, ἐπείπερ ὁρῶμεν τὴν κατὰ δύναμιν προσαγομένην θεραπείαν ὠφελοῦσαν οὐδέν, ἀλλὰ τὸ τραῦμα (οἴμοι τῷ ἀθλίῳ, καὶ ἡλίκον τραῦμα) ἐπὶ τὸ χεῖρον προκόπτον, ὅλως κατηφείας καὶ σκυθρωπότητος καὶ συγχύσεως, οὐμενοῦν οὐκ | |
20 | ἔστιν, οὐκ ἔστιν εἰπεῖν ὅσου, πληρούμεθα· μάλιστα μὲν τὴν σήν, υἱέ μου θεοτίμητε, μεγάλην φρόνησιν οὐ φήμαις, ἀλλ’ αὐτῇ πείρᾳ γινώσκοντες. Καὶ γὰρ ἐκεῖνος ὁ καιρὸς καθ’ ὃν ἀλλήλοις πρὸς ὁμιλίαν συνήλθομεν, εἰ καὶ ὀλίγος ἦν, ἀλλ’ οὖν ἱκανὴν παρέσχεν ἡμῖν γνῶσιν τῆς σῆς τελειοτά‐ της φρονήσεως· καὶ λαμβάνει μὲν ἡμᾶς ἔκπληξις, δριμυτάτη δὲ συνέχει | |
25 | ὀδύνη, πῶς ἄνθρωπος τοσοῦτος καὶ τηλικοῦτος οἷον ἐγὼ καταμαθεῖν ἔσχον, οὐ μόνον ὑπὸ τῆς οἰκείας φρονήσεως τοῦ πονηροῦ δαίμονος κατα‐ νοεῖς τὴν ἐπήρειαν καὶ μετὰ τῆς ἄνωθεν δυνάμεως τὰ ἐκείνου κατα‐ πατεῖς μηχανήματα καὶ τὰ σκάνδαλα εἰς τὸ πρόσωπον αὐτοῦ ἀπορρίπτεις καὶ γίνῃ τῆς σοὶ πρεπούσης ἀρετῆς καὶ τῆς ἐξ ἀρχῆς ἁγίας εἰρήνης, ἣν | |
30 | διὰ τοῦ σοῦ ἁγίου πατρὸς 〈ὁ〉 πάντων πατὴρ καὶ θεὸς μεταξὺ Βουλγάρων καὶ Ῥωμαίων ἐφύτευσεν, ἀλλὰ καὶ ἡμῶν τῶν ταπεινῶν πολλάκις δυσω‐ πησάντων, ἱκετευσάντων, ἢ καί, ἵν’ οὕτως εἴπω, δακρύοις τὰ γράμματα γεγραφότων, εἰς τὸ μηδὲν ἐλογίσθη ὅσα μέχρι τοῦ παρόντος δυσωποῦντες | |
ἐγράψαμεν. Καίτοι, τέκνον ἡμῶν, εἰ καί τινος τῶν ἄλλων μὲν θεῷ | 186 | |
35 | ὑπουργούντων, ἐν γωνίᾳ δὲ καθημένων, τοσαύτη δυσώπησις ἐγεγόνει, οὐκ ἔστιν ἄξιον οὐδὲ πρέπον τῇ σῇ ἀρετῇ Χριστιανικωτάτῃ οὔσῃ τὴν δέησιν παρὰ φαῦλον ποιεῖσθαι. Εἰ δὲ τοῦτο, σκέψαι τὸ ἡμέτερον, οὓς εἰ καὶ ἀχρείους ἔθηκεν ὁ θεὸς λειτουργεῖν μὲν τῷ ἁγίῳ αὐτοῦ θυσιαστηρίῳ, χρίειν δὲ καὶ λειτουργοὺς τῆς αὐτοῦ ὑπηρεσίας καὶ παραστάσεως. Ὡς | |
40 | εἶπον, ἔκπληξις ἡμᾶς ἐπὶ τούτοις κατέχει καὶ δριμυτάτη ὀδύνη. Ἀλλ’, υἱέ μου ἠγαπημένε, φίλε πεποθημένε, στῆσον τὴν ἔκπλη‐ ξιν, παῦσον τὴν ὀδύνην· δός μοι τὴν σὴν εὐσύνετον ἀκοήν, δέξαι ῥήματα ταπεινοῦ ἀρχιερέως καὶ γέροντος πατρὸς φιλοῦντος καὶ ὑποτιθεμένου τὰ συμφέροντα, εἰσηγουμένου τὰ σωτήρια καὶ ἃ δοξάσει καὶ μεγαλυνεῖ τὸ | |
45 | σὸν ὄνομα καὶ ἐν τῷ παρόντι αἰῶνι καὶ ἐν τῷ μέλλοντι μετὰ τῶν παρὰ θεοῦ δοξαζομένων συναριθμήσει. Δός μοι τὴν σὴν ἡμερωτάτην ψυχήν· ἡμερωτάτη γάρ ἐστιν, ὅσον ἐγὼ ταύτην κατενόησα, καὶ εἰ πονηρὸς δαίμων ἐφιλονείκησεν ἀλλοιῶσαι ταύτης τὸ ἥμερον· δός μοι οὖν τὴν σὴν φιλάνθρωπον ψυχὴν καὶ δέξαι τοὺς τῆς παρακλήσεως λόγους, οὓς | |
27(50) | ὑπὲρ Χριστοῦ παρακαλοῦντες προσάγομεν. Ὑπὲρ ἐκείνου δυσωποῦμεν, ὅτι ἐκείνου λαὸς καὶ κληρονομία Ῥωμαῖοι καὶ Βούλγαροι, καὶ τῷ τιμίῳ αὐτοῦ αἵματι ἐσφραγισμένοι τυγχάνουσιν (ὢ τῶν ἐμῶν παθημάτων) οἱ νῦν τῷ αἵματι τῆς κατ’ ἀλλήλων σφαγῆς μολύνοντες ἑαυτούς· στῆσον τὸν ὄλεθρον ἑκατέρου γένους ἐν τῷ τὴν εἰρήνην ἀνακαινίσαι, ἣν ὁ ἀπ’ | |
55 | ἀρχῆς ἀνθρωποκτόνος κατέλυσεν· ἀνακαινισθήσεται δὲ πάντως, υἱέ μου ποθεινότατε, τῶν προτάσεων τῶν βαρυτάτων ἃς προβάλλεις πρὸς τὸ ἐπιεικέστερον μεταβαλλομένων. Οἶδας γὰρ φρόνιμος ὢν ὅτι ἐπὶ πάντων τῶν πρὸς μάχην καὶ φιλο‐ νεικίαν ὑπὸ τοῦ πονηροῦ διαστασιασάντων οὐκ ἔστιν ἄλλως τὴν ἔχθραν | |
60 | καὶ τὴν ἔριν καταπαυθῆναι, εἰ μὴ συγκαταβατικώτερον πρὸς ἑαυτοὺς συνέλθωσιν οἱ ὑπὸ τῆς ἔχθρας διαστασιάσαντες· ἐπεὶ τό γε ἀπὸ ἐξουσίας τὸ ἕτερον μέρος τοὺς οἰκείους λόγους προτείνειν καὶ τὰ αὐτῷ δοκοῦντα ζητεῖν οὐκ οἶδεν εἰρήνην οὐδὲ ἀγάπην βραβεύειν. Φανερὸν γὰρ ὅτι ὁ ζη‐ τῶν ἀδύνατα οὐκ εἰρήνην ἐπιζητεῖ, ἀλλὰ μᾶλλον τὸ ἀκατάλυτον τῇ | |
65 | ἔχθρᾳ προνοεῖται. Καὶ σὺ οὖν, υἱέ μου ἀγαπητέ, ὡς τῆς εἰρήνης υἱός (υἱὸς γὰρ εἶ τῆς εἰρήνης ὅτι ἐν καιρῷ τῆς εἰρήνης ἀπεγεννήθης τῷ ἁγίῳ σου πατρί), ὡς παρὰ Χριστοῦ τοῦ τὴν εἰρήνην δωρησαμένου τῷ κόσμῳ | |
τὴν ἀρχὴν τοῦ οἰκείου ἔθνους λαβὼν τὰ τῆ εἰρήνης ἐπιζητῶν, εἰρηνικὰς πρότεινον καὶ τὰς ὑπὲρ ὧν ἔπταισαν εἰς σὲ Ῥωμαῖοι ἀποτίσεις· λέγομεν | 188 | |
70 | δὲ οἷα καὶ πάλαι προεγράφη, χρυσίου συνεισφοράν, ἀργύρου, χρημάτων ἄλλων, τυχὸν καὶ μέρους τινὸς γῆς ἀποκλήρωσιν, καὶ μὴ τοιαῦτα οἷα προβάλλεις ἀδύνατα. Καὶ γὰρ οὔτε ἡ εἰς τὴν πόλιν εἴσοδος ἀνεκτὴ οὔτε τὸ ἕτερον ὅπερ λέγεις· τῆς πάσης δύσεως ἡ κυριότης τῇ Ῥωμαϊκῇ βασιλείᾳ τυγχάνει. Ὥστε ταῦτα καταλιπὼν τὰ δυνατὰ προβαλοῦ καὶ ἃ σὺν θεῷ | |
75 | καὶ σὲ θεραπεύσει· πάντως γὰρ θεραπεύσει ἐκεῖνά σοι προσγενόμενα ἃ μήτε οἱ πρὸ σοῦ τὴν Ῥωμαϊκὴν βασιλείαν ἔσχον ὑποτελοῦσαν μήτε ὑμεῖς μέχρι τοῦ παρόντος καιροῦ τοιαῦτα κέρδη ἐγνωρίσατε. Παρέξουσι δὲ καὶ οἱ τὸ βασιλεύειν λαχόντες καὶ ἡ τούτων σύγκλητος χωρὶς βαρύτητος καὶ ὅλῃ προαιρέσει· καὶ σὺν θεῷ τῆς ἁγίας εἰρήνης τὰ δεσμὰ πάλιν συν‐ | |
80 | άψουσιν Βούλγαροι καὶ Ῥωμαῖοι, καὶ γενήσεται ὁ σατανᾶς μὲν ἐκποδών, εὐφρανθήσεται δὲ ὁ Χριστὸς καὶ θεὸς ἡμῶν καὶ ὅσοι τῆς ἐκείνου μερί‐ δος, καὶ ἡ ἐξ ἀρχῆς εὐδαιμονία καὶ γλυκεῖα κατάστασις πάλιν μεταξὺ Ῥωμαίων καὶ Βουλγάρων πλατυνθήσεται. Περιεῖχεν δὲ καὶ τὸ νῦν ἀποσταλὲν γράμμα σου, τέκνον ἡμῶν, καὶ | |
85 | πρὸ τούτου ἕτερα γράμματα, ὡς ἀποσταλῆναί τινας οἳ περὶ τῆς εἰρήνης συνομιλήσουσιν ὑμῖν· καὶ ἀπεστάλη ἐπὶ τούτῳ ἄνθρωπος θείᾳ χάριτι καὶ συζῶν εὐλαβείᾳ καὶ ἀρετῇ καὶ τῆς θεομήτορος καὶ δεσποίνης ἡμῶν τοῦ ἐν Βλαχέρναις ναοῦ σκευοφύλαξ. Ὃν ὑποδεχόμενος τὰ δοκοῦντά σοι γνώρισον· καὶ μετὰ τὴν ἐκείνου ἐπαναστροφήν, εἴ γε ἡ σὴ ἀγαθὴ καὶ | |
90 | ἥμερος ψυχὴ πρὸς τὸ καλὸν τῆς εἰρήνης ὅλῃ ψυχῇ ἀποβλέψει, ἀποσταλή‐ σονται καὶ τῆς ἐκκλησίας καὶ τῆς πολιτείας ἄνθρωποι τῶν προκρίτων, δι’ ὧν οἱ λόγοι τὸ πάγιόν τε καὶ βέβαιον λήψονται. Εἴη δὲ Χριστὸς ὁ θεὸς ἡμῶν, ὃν οἶδα ὅτι θεραπεύειν γνώμην ἀδιάλειπτον ἔχεις ὡς τῆς ἐκείνου δόξης ἐφιέμενος ἐκεῖθεν κληρονόμος γενέσθαι (ἡ γὰρ παροῦσα | |
95 | δόξα ἄνθος χόρτου), ἐκεῖνα ἐμπνέων, ἐκεῖνα εἰς λογισμούς σου φέρων ὅσα τὴν εἰρήνην βραβεύσει, ὑπὲρ ἧς τὸ ἄχραντον αὐτοῦ αἷμα κἀκεῖνος ἐξέ‐ χεεν καὶ τὰ λοιπὰ ὑπέστη πάθη δι’ ὧν τὸν πατέρα τῆς ἔχθρας κατήργησε τὸν διάβολον. | |
28(1t) | Τῷ αὐτῷ | |
2 | Πάλιν γράφομεν πρὸς υἱὸν ἀγαπώμενον παρ’ ἡμῶν, εἰ καὶ παρα‐ | |
λογιζόμεθα ὑπὸ τοῦ υἱοῦ· ἀλλὰ γράφομεν πρὸς τὴν ἀγάπην μᾶλλον τὴν κεχρεωστημένην τοῖς πατράσι πρὸς τὰ τέκνα ἀποβλέποντες, ἀλλ’ οὐ | 190 | |
5 | πρὸς τὸν σὸν παραλογισμὸν ὃν ποιῇ πρὸς ἡμᾶς. Γράφομεν δὲ τὸ μέν τι κινούμενοι ἐξ ἑαυτῶν, τὸ δέ τι καὶ παρὰ τοῦ ἁγιωτάτου πάπα, τοῦ ἀδελφοῦ ἡμῶν καὶ συλλειτουργοῦ. Οὗτος γάρ, ἐπειδὴ πρὸς πᾶσαν ἐξη‐ πλώθη τὴν γῆν καὶ πανταχοῦ λαλεῖται τὰ μεταξὺ Βουλγάρων καὶ Ῥω‐ μαίων ἐλεεινὰ πράγματα, καίτοι μὴ θεασάμενος τοῖς ὀφθαλμοῖς τὴν | |
10 | τοσαύτην συμφοράν, τὴν αἰχμαλωσίαν, τὴν πυρκαϊάν, τὴν ἀπώλειαν τῶν ἐκκλησιῶν, τὴν διαφθορὰν τῶν παρθένων, τὴν χηρείαν, τὴν ὀρφανίαν· μὴ θεασάμενος ταῦτα, ἀλλ’ ἀπὸ μόνης τῆς ἀκοῆς ὀξεῖαν φέρων ἐν τῇ καρδίᾳ τὴν πληγὴν καὶ μὴ δυνάμενος τὰς δριμείας ὑποφέρειν ὀδύνας, ἀπέστειλεν ἱεροὺς αὐτοῦ ἀνθρώπους, ἀρχιερεῖς κατὰ πάντα θεῷ εὐαρέ‐ | |
15 | στους, τὸν μὲν πρῶτον ὑπάρχοντα τῶν ἑαυτοῦ ἐπισκόπων (Θεοφύλακτος δὲ οὗτος καλεῖται), ἕτερον δὲ καὶ αὐτὸν ἐπίσκοπον οὐ πολὺ τῆς ἐκείνου λειπόμενον τάξεως (Κάρος καὶ οὗτος καλεῖται)· ἀλλὰ γὰρ τούτους ἀπέστειλεν πρὸς σὲ γράμμα κομίζοντας, οὗ ὁ σκοπὸς καὶ ἡ σπουδὴ τὰ χαλεπὰ ταῦτα τὰ μεταξὺ Βουλγάρων καὶ Ῥωμαίων ἐκ μέσου γενέσθαι, καὶ | |
20 | τὸν πατέρα τῶν κακῶν διάβολον καταισχυνθῆναι, εἰρήνην δὲ βραβευθῆ‐ ναι ἣν ἐχαρίσατο τοῖς ἐπικεκλημένοις τῷ τοῦ Χριστοῦ ὀνόματι αὐτὸς ὁ Χριστὸς καὶ θεὸς ἡμῶν, ἡ ὑπερέχουσα πάντα νοῦν εἰρήνη, ὁ τῆς ἔχθρας καθαιρέτης καὶ τῷ συνδέσμῳ τῆς ἀγάπης συνδεδεμένους εἶναι βουλόμε‐ νος τοὺς ἐκεῖνον ὁμολογοῦντας δεσπότην καὶ κύριον. | |
25 | Ἀλλ’ ὅπερ εἶπον, οὕτως ἐκ μόνης τῆς ἀκοῆς πεπληγμένος τὴν καρ‐ δίαν ὁ τῶν Ῥωμαίων ἁγιώτατος ἀρχιερεὺς καὶ πάντες οἱ τελοῦντες ὑπ’ αὐτὸν ὑποχείριοι ἀπέστειλαν πρὸς ἡμᾶς γράψαντες καὶ ἡμῖν τούτους παντὶ τρόπῳ δι’ ἡμῶν ἐκπεμφθῆναι πρὸς Βουλγαρίαν, ἐλπίζοντες ὡς πάντως πεισθήσῃ ἢ τῇ ἐκείνων παραινέσει ἢ τῷ δεσμῷ. Παρεκελεύσατο γὰρ καὶ | |
30 | τοῦτο τοῖς ἑαυτοῦ ἀποστόλοις ὁ ἁγιώτατος πάπας, ἵνα ἐάνπερ πρὸς τὴν παραίνεσιν κλείσῃς τὰ ὦτα, δεσμῷ ἀλύτῳ σε τοῦ ἁγίου πνεύματος συν‐ δεσμήσωσιν. Τούτους οὖν ἐπὶ τούτῳ πρὸς σὲ ἀπεσταλμένους ἠβουλήθη‐ μεν καὶ ἡμεῖς πρὸς σὲ ἀποστεῖλαι· ἀλλ’ ἐκεῖνο ἐνθυμηθέντες, ὡς (οὐκ οἶδα πόθεν, τέκνον ἠγαπημένον) μετὰ τῶν ἄλλων καὶ τοῦτο ποιεῖν διέ‐ | |
35 | γνως οὐ καλῶς, τὸ τοὺς ἀποκρισιαρίους κατέχειν, ὅπερ ἐν οὐδενὶ τῶν ἄλλων ἐθνῶν οὐδ’ ἐν τοῖς ἀπίστοις ὁρᾶται γινόμενον, ὑπεστάλημεν ὥστε μὴ τοὺς ἄνδρας μετὰ τῆς ἄλλης ταλαιπωρίας ἣν ὑπέστησαν τοσοῦ‐ | |
τον μῆκος ὁδοῦ ἐκπονήσαντες, καὶ εἰς τὴν παρὰ σοῦ στενοχωρίαν καὶ κάκωσιν ἐμπεσεῖν. Διὰ τοῦτο τὸ μὲν γραφὲν πρὸς σὲ γράμμα παρὰ τοῦ | 192 | |
40 | ἁγιωτάτου πάπα ἐξεπέμφθη· τῶν δὲ ἀνθρώπων φεισάμενοι τῆς κακώ‐ σεως, ἵνα μὴ λέγω τοῦ θανάτου, τῆς πρὸς σὲ ἀφίξεως ἐπέσχομεν αὐτούς. Τί οὖν φημι, τέκνον ἡμῶν; Σκόπει καὶ μὴ βουληθῇς, ὥσπερ ἡμῶν καταφρονῆσαι, οὕτω καὶ τοῦ νῦν πρὸς σὲ γράψαντος τοῦ Ῥωμαίων ἀρχιερέως. Ἀλλ’ εἰ καὶ ἡμᾶς ἐν οὐδενὶ ἔθου καὶ τὰς ἡμετέρας παραινέ‐ | |
45 | σεις, τίμησον ἐκείνου τὴν νουθεσίαν, μή ποτε ἀτιμαζομένου αὐτοῦ, οἰκείαν οἱ κορυφαῖοι ἀπόστολοι τὴν ἀτιμίαν ποιησάμενοι ὡς ἐν νυκτὶ καὶ ἡμέρᾳ τούτοις ἐξυπηρετουμένου, δριμὺ ἐπιβλέψωσιν ἐπὶ σέ· καὶ οὐκ οἶδα εἰ δυνηθήσῃ τὴν δριμύτητα ὑποστῆναι. Ἀναλόγισαι Πέτρον, ὅπως Ἀνα‐ νίαν καὶ τὴν ἐκείνου σύζυγον τῷ θανάτῳ παρέδωκεν ἐκ μόνης ἀγανακτή‐ | |
28(50) | σεως· ἐνθυμήθητι Παῦλον, ὅπως Ἐλύμα τοῦ μάγου τοὺς ὀφθαλμοὺς ἠμαύρωσεν, ἐπειδὴ μόνον ἔδοξεν ὁ ταλαίπωρος ἐκεῖνος πρὸς ἐναντιότητα φέρεσθαι τοῦ ἀποστόλου. Ταῦτα οὖν ἐνθυμήθητι, τέκνον ἡμῶν, καὶ πάλιν φημί, καὶ φρίκην καὶ φόβον ἀναλαβοῦ εἰς τὸ καθὼς ἡμᾶς, οὕτω καὶ τοῦ πάπα τὴν διδασκαλίαν παραλογίσασθαι, μάλιστα ὅτι καὶ αὐτὸς | |
55 | σύ, ὥς γε μανθάνομεν, περὶ πολλοῦ ποιῇ τὸ τιμᾶν τοὺς ἁγίους καὶ κο‐ ρυφαίους τῶν μαθητῶν· οὓς εἰ ἀληθῶς τιμᾷς, πάντως οὐκ ἀτιμάσεις τὸν ἐν τῷ θρόνῳ τούτων καθήμενον. Ἀλλὰ ταῦτα μὲν γράφομεν περὶ τῶν Ῥωμαίων ἕνεκα τῆς πρὸς σὲ ἀποστολῆς. Γνωρίζομεν δέ σοι καὶ τοῦτο, ὅτι χάριτι θεοῦ τὰ ἐνταῦθα | |
60 | καταλαβόντες, εἴ τι σκάνδαλον ἐκ τοῦ δʹ γάμου ἐν τῇ ἐκκλησίᾳ συμβέ‐ βηκεν, τοῦτο μετὰ τῆς ἡμῶν ταπεινότητος τῷ ἀναθέματι παραδεδώκασιν, καὶ πάντα ὅσα ἐδεῖτο θεραπείας ἔτυχεν τῆς ὀφειλομένης ἰάσεως, καὶ λοιπὸν κοινῇ τοῖς ἀχράντοις ὑπηρετήσαμεν μυστηρίοις καὶ τῆς κοινωνίας αὐτῶν μετέσχομεν καὶ τοῦ ἁγιασμοῦ, καὶ γέγονε λοιπὸν ἡ Ῥωμαίων καὶ | |
65 | ἡ Κωνσταντινουπολιτῶν ἐκκλησία μιᾶς συμπνοίας καὶ ὁμονοίας. Ἐγράψαμεν οὖν καὶ περὶ τούτου [τοῦ] μέν, ἵνα καὶ αὐτὸς χαί‐ ρειν ἔχῃς, ὥσπερ καὶ ἡμεῖς, ἐπὶ τῇ καταστάσει τῶν ἐκκλησιῶν· οἶδα γὰρ ὅτιπερ, εἰ καὶ ὁ σατανᾶς τὰ ἄλλα κακῶς διέθηκεν μεταξὺ Ῥωμαίων καὶ Βουλγάρων, ἀλλ’ ὅμως ὡς τοῦ Χριστοῦ λατρευτὴς χαίρεις ἐπὶ τῇ κατα‐ | |
70 | στάσει τῆς αὐτοῦ ἐκκλησίας. Ἐκεῖνο δὲ θαυμάζω, τέκνον ἡμῶν, πῶς τοσαύτῃ συνέσει διαπρέπων πρᾶγμα ποιεῖς ἀνάξιον τῆς σῆς συνέσεως. Δεχόμενος γὰρ γράμμα παρὰ τῶν λαχόντων ἐκ θεοῦ βασιλεύειν τοῦ | |
Ῥωμαϊκοῦ λαοῦ, ἀντιγράφεις οὐ πρὸς ἐκείνους, ἀλλὰ πρὸς τὴν σύγκλη‐ τον, ὃ καὶ παράδοξον ἀκοῦσαι καὶ ἀπρεπὲς καὶ σὲ εἰς μέμψιν ἐμβάλλον. | 194 | |
75 | Τίς γάρ ποτε τῶν πάντων ἀνθρώπων ἐκ τοῦ λαχόντος ἄρχειν γράμμα δεχόμενος, ἐκεῖνον μὲν καταλείπει, γράφει δὲ πρὸς τοὺς ὑπὸ χεῖρα τελοῦν‐ τας; Τίς ποτε τὸν δεσπότην ἀφείς, ὃς κύριος ὑπάρχει περὶ τῶν λεγομένων καὶ κατανεύειν καὶ μή, τοῖς δούλοις διαλέγεται καὶ παρ’ ἐκείνων ἀξιοῖ γνώμην λαμβάνειν; Ποῦ τοῦτο γινόμενον ἤκουσας ἐν πᾶσιν ἀνθρώποις; | |
80 | Οὐ γέγονε μέχρι καὶ νῦν οὐδαμοῦ τὸ παράλογον τοῦτο, οὐδ’ ἔστιν ὃς τοῦτο ἀκούσας οὐχὶ πολλὴν κατάγνωσιν κατὰ τοῦ τοιαῦτα φρονοῦντος ποιήσεται. Κατάλιπε οὖν, τέκνον ἡμῶν, τὴν τοιαύτην ἐπίνοιαν· οὐ γάρ ἐστιν σπουδαζόντων, ἀλλὰ παιζόντων. Καὶ σὺ οὖν, εἴ γε λαβὼν θεόθεν διάνοιαν εἰς κατάγνωσιν ἦλθες καὶ μεταμέλειαν τῶν παρὰ σοῦ γενομέ‐ | |
85 | νων, τῶν φόνων, τῶν πυρπολήσεων, τῆς ἄλλης ἐρημώσεως, καὶ τὰ τῆς εἰρήνης φρονεῖς ἀληθῶς, γράφε πρὸς τοὺς λαβόντας παρὰ θεοῦ καὶ τὴν βασιλείαν καὶ τὴν πρόνοιαν τοῦ λαοῦ αὐτοῦ· καὶ εἴ γε τοῦτο δοκεῖ, καὶ τὸν τόπον ἐν ᾧ συναφθήσονται οἱ τὰ τῆς εἰρήνης συνθησόμενοι. Καὶ εἰ μὲν αὐτὸς βούλει διὰ σεαυτοῦ παραγενέσθαι, καὶ τοῦτο ποίη‐ | |
90 | σον δῆλον· ὥστε καὶ τὴν ἐμὴν ταπεινότητα, εἰ καὶ γέρων καὶ ἀσθενής, ἀλλ’ ὅμως ὑπεριδεῖν τούτων καὶ πρὸς σὲ παραγενέσθαι μεθ’ ὧν ἂν δοκι‐ μάσωσι προκρίτων τῆς πολιτείας οἱ φιλόχριστοι βασιλεῖς ἡμῶν. Τοῦτο ποίησον, εἰ ἀληθῶς μεμίσηκας πολέμους καὶ τὰς σφαγὰς καὶ τῆς εἰρή‐ νης ἐν ἐπιθυμίᾳ κατέστης. Εἰ δ’ ἃ γράφεις οὐκ ἔστι σπουδάζοντος οὐδὲ | |
95 | τὴν εἰρήνην ἐπιζητοῦντος, ἀλλὰ προφάσεις καὶ λόγοι παιδιᾷ μεμιγμένοι, κρεῖττόν ἐστι σιωπὴν κτήσασθαι καὶ μήτε γράφειν τοιαῦτα μήτε ἀντὶ ματαιολογίας παρ’ ὑμῶν γραφομένης ἀντιγράφεσθαί σοι ματαιολογίας ἐπιζητεῖν. Τὰ δ’ ἄλλα ἐρρωμένον σε διαφυλάξει Χριστὸς ὁ θεὸς ἡμῶν, πλέον | |
28(100) | ἐπεκτείνων τὴν χεῖρα εἰς βοήθειαν τοῦ καλῶς τὸν βίον περᾶσαι καὶ ἀκα‐ τακρίτως, ὅσῳ πλέον ὑμῖν τὸ φορτίον τῶν κοσμικῶν πραγμάτων ἐπέθη‐ κεν, καὶ μὴ συγχωρήσει τῷ τούτων βάρει τοῦ νοῦ χαλασθῆναι τὸ ἔντο‐ νον καὶ διὰ τοῦτο πρὸς ἀπρεπῆ πράγματα ἐξενεχθῆναι, ὅπερ ὡς τὰ πολλὰ συμβαίνει τοῖς τὰς ἀρχὰς διέπουσι καὶ δυναστείαν κοσμικὴν καὶ | |
105 | ἐξουσίαν ἐγκεχειρισμένοις. | |
29(1t) | Τῷ αὐτῷ | |
2 | Ἐσιωπήσαμεν, τέκνον ἡμῶν πεποθημένον, χρόνον ἱκανόν, καὶ | |
συνεστάλημεν τοῦ πρὸς ὑμᾶς γράφειν, τοῦτο μὲν βαρείᾳ πιεζόμενοι θλί‐ ψει, ὅτι ἐκ τῶν συχνῶν γραμμάτων ὧν προεγράψαμεν οὐδεμίαν εἴδομεν | 196 | |
5 | ὠφέλειαν ἀπαντήσασαν, τοῦτο δὲ καὶ πρὸς τὸν υἱὸν τοῦ θεοῦ τὸν τῆς εἰρήνης αἴτιον καὶ χορηγὸν τὰς ταπεινὰς ἡμῶν δεήσεις ἀνατεθεικότες καὶ πρὸς μόνην τὴν παρ’ ἐκείνου ἀφορῶντες εὐμένειαν καὶ τὴν σωτηριώδη πρόνοιαν, ἥτις ἐπ’ οὐδενὶ ἄλλῳ ὅσον ἐπὶ τῇ τοῦ κόσμου θεραπεύεται εἰρήνῃ. Νῦν δέ, τέκνον ἡμῶν, ἐπειδὴ ὥσπερ τὸ πολὺ βάρος ἐκεῖνο τῆς θλί‐ | |
10 | ψεως ἐκ τῆς καρδίας ἡμῶν ἀπογεγενημένον ᾐσθόμεθα καὶ πρὸς ἐλπίδας ἀγαθὰς κατέστημεν (καὶ εἴη μὴ διαψευσθῆναι ἡμᾶς τῆς ἄνωθεν εὐδοκίας τοῦτο προμηθουμένης), πάλιν ἐπὶ τὸ γράφειν πρὸς τὴν ὑμῶν μεγαλόδοξον ὡρμήσαμεν τιμιότητα. Τέκνον ἡμῶν, υἱέ μου ἀγαπητέ—ἀγαπῶμεν γάρ σε, κἂν σὺ τὸν | |
15 | πατέρα οὐκ ἀγαπᾷς· εἰ γὰρ ἠγάπας, ἤκουσας ἂν παραινέσεως πατρικῆς· —ἀλλά, τέκνον μου ἠγαπημένον, μέχρι τίνος οὕτω διακεισόμεθα, λυ‐ ποῦντες μὲν θεόν, ἐφ’ οἷς ὄλεθρον προξενοῦμεν τῇ ἁγίᾳ τούτου κληρονο‐ μίᾳ, εἰς ὄνειδος δὲ ἑαυτῶν, ὅτι χρόνον ἐπὶ τοσοῦτον ταῖς κατ’ ἀλλήλων σφαγαῖς Χριστιανοὶ μολύνονται; Οὐκ ἐννοήσομεν τὸ φοβερὸν κριτήριον | |
20 | τοῦ θεοῦ; Οἶδα ὅτι, ἐὰν βούλῃ, οὐδενὸς 〈ἧττον〉 τῶν ἐπὶ φρονήσει δια‐ βοωμένων τὸ τοῦ κριτοῦ γινώσκεις κατάκριμα. Ἕως πότε προστίθεμεν κακὰ τοῖς κακοῖς; Ἕως τίνος παραχωρήσομεν κατορχεῖσθαι τῷ διαβό‐ λῳ ταῖς τῶν Χριστιανῶν κατ’ ἀλλήλων σφαγαῖς; Ἐνθυμήθητι, τέκνον ἡμῶν, ὅτι τάχα καὶ τῆς ζωῆς ἡμῶν ὁ χρόνος παρήλασεν, καὶ ἴσως οὐ | |
25 | μακρὰ προθεσμία τοῦ διαλυθῆναι τὴν ψυχὴν ἐκ τοῦ σώματος. Εἶτα μετὰ ποίας ἀπαίρομεν συνειδήσεως ἐκ τῆς παρούσης ζωῆς, ἐὰν τοῦτο συμβῇ, οἷα τὰ ἀνθρώπινα, κἂν ἐλπίδες ἀπατῶσι πολλάκις μάταιοι, ὅτι προσμε‐ νοῦμεν ἐπὶ πλεῖον τῇ παρούσῃ ζωῇ; Τί ἐροῦμεν τότε, τί διανοηθῶμεν, ὅτε στενὸς ὁ καιρὸς καὶ οἱ τὴν ψυχὴν ἀπαιτοῦντες ἄγγελοι ἐφεστήκασιν; | |
30 | Ὅτι οὐ μόνον ζῶντες ἐπράξαμεν οἷα ἐπράξαμεν· οἶδας δὲ πάντως οἷα ἐπράχθη, ὅση Βουλγάρων καὶ Ῥωμαίων ἀπώλεια, τῶν υἱοθετηθέντων θεῷ διὰ τοῦ βαπτίσματος, ὅση τῶν ἐκκλησιῶν τοῦ θεοῦ ἐρημία καὶ τῆς ἐκείνου δοξολογίας καὶ τῶν τελουμένων μυστηρίων εἰς ἀποκάθαρσιν τῶν ἁμαρτιῶν ἡμῶν (οἴμοι τῶν ἐμῶν παθῶν τὸ βαρύτατον) ἀφανισμὸς καὶ | |
35 | ἀπόπαυσις· ἀναλογίζου μοι τῶν μοναστηρίων τὴν ἀπώλειαν, τῶν ἐπισκο‐ πείων τὴν ἐξολόθρευσιν, τῶν ἄλλων ὅσαι κατὰ χώρας ὑπῆρχον ἐκκλη‐ σίαι καὶ τῆς ἐν αὐταῖς γινομένης εἰς δόξαν θεοῦ λατρείας τὴν ἐξερή‐ μωσιν· ἐῶ τὰ ἄλλα, τὴν φθορὰν τῶν παρθένων, τῆς ὀφειλομένης μονάζου‐ σιν εὐλαβείας τὴν ἔκπτωσιν, τῶν ἱερέων τοῦ θεοῦ τὴν ὡς εἰκὸς διὰ τὴν | |
40 | αἰχμαλωσίαν οἷα τὰ ἀνθρώπινα τῆς ἱερατικῆς τάξεως καταφρόνησιν· καὶ τούτων πάντων ὥσπερ οὐχ ἱκανῶν ὑπαρχόντων εἰς θλῖψιν τοῦ Χριστοῦ καὶ θεοῦ ἡμῶν, πάλιν μετὰ τὴν σὴν ἀποβίωσιν ὑπὸ σοῦ καταλιμπανομέ‐ νων σκανδάλων ἀνιάτων καὶ ἀθεραπεύτων. Ἤδη τὴν νεότητα ὑπερήλασας· ἄπιστος μὲν γὰρ καὶ νεότητι τὸ πα‐ | 198 |
45 | ραμένειν τῷ βίῳ ἡ ἐλπίς· ὁπότε δὲ τὴν νεότητα ὑπερβῶμεν, καὶ μάλιστα πρὸς ἑξηκοστὸν καταντήσωμεν ἔτος, ᾧτινι καὶ σὺ τυχὸν ἢ πλησιάζεις ἢ οὐ πολὺ πόρρω ἀφέστηκας, τί δεῖ λογίζεσθαι; Πρὸς γὰρ τὸ ἑβδομηκοστὸν σπάνιοι τῶν ἀνθρώπων ἀναβαίνουσιν, ὡς ἐπὶ πλεῖστον δὲ ὁρῶμεν τὸ ἀνθρώπινον γένος κάτωθεν τούτου τὴν ζωὴν καταστρέφον. Τίς οὖν | |
29(50) | ὠφέλεια, ἐν τῷ σὲ καταβῆναι εἰς διαφθοράν, τοῦ κατ’ ἀλλήλων πολέμου Ῥωμαίων τε καὶ Βουλγάρων τῆς παραμονῆς; Τί ἄλλο ἢ τὸ μὴ μόνον ἐν τῇ ζωῇ ἡμῶν τῶν κακῶς γεγενημένων ἐν τῷ ἐκεῖθεν τοῦ θεοῦ κριτηρίῳ τὰ δίκας ὑποσχεῖν, ἀλλὰ καὶ τῶν μετὰ θάνατον ἄλλοις πραττομένων ἡμᾶς ὑποστῆναι τὴν κόλασιν; | |
55 | Διὰ τοῦτο, τέκνον ἡμῶν, οἷα παρὼν προσπτύσσομαι, καταφιλῶ τὸ στόμα, τοὺς ὀφθαλμούς, καὶ πᾶν ἄλλο μέλος· ἐφάπτομαι τῶν γονάτων καὶ δυσωπῶ ἐπικαμφθῆναι τὴν σὴν ἡμερωτάτην ψυχήν (εἰ καὶ πρα‐ γμάτων κακία ταύτην ἐξέστησεν τοῦ οἰκείου αὐτῆς ἰδιώματος) πρὸς τὴν εἰρήνην, ἀρκεσθῆναι τοῖς ἤδη γεγενημένοις ὀλεθρίοις πράγμασιν, ἀπολῆξαι | |
60 | τοὺς κατ’ ἀλλήλων τῶν Χριστιανῶν πολέμους καὶ τὰς σφαγάς, μηδὲ κατα‐ λιπεῖν μνημόσυνον ἐλεεινὸν καὶ κατάρας ἄξιον, ὅτι Συμεὼν ἐκεῖνος, ὁ 〈κατὰ〉 τὴν ἑαυτοῦ γενεὰν ὅσα γε τὰ ἐκ φρονήσεως, τὰ ἐξ ὀρθῆς κρί‐ σεως, τὰ ἐκ παντὸς εἴδους ἀρετῆς γενόμενος ὑπερθαύμαστος καὶ οἷον φωστὴρ τοῦ Βουλγάρων γένους, οὗτος κατεπάτησεν τὴν εἰρήνην τὴν ὑπὸ | |
65 | τοῦ οἰκείου πατρὸς γενομένην, ἠθέτησεν οἰκεῖα σύμφωνα καὶ ὅρκους καὶ συμβάσεις πρὸς τοὺς Ῥωμαίους, καὶ γέγονε πολέμιος ἀπηνέστερος τῶν προπατόρων αὐτοῦ, οἳ τὸν Χριστὸν καὶ θεὸν ἡμῶν οὐκ ἐγνώρισαν· καὶ οὐ μόνον ἐν τοῖς ζῶσιν ὑπάρχων τοιοῦτος ὤφθη, ἀλλὰ καὶ μετὰ τὸν ἑαυτοῦ θάνατον ἄσπονδον κατέλιπε πόλεμον καὶ τὴν κατ’ ἀλλήλων μάχαιραν | |
70 | Ῥωμαίων καὶ Βουλγάρων τοῦ τῆς σφαγῆς αἵματος ἀποστάζειν ἠγάπησεν. Ταῦτά σοι ἔγραψα, τέκνον ἡμῶν, θρηνῶν καὶ ὀδυρόμενος πρῶτον μὲν ἐμαυτόν, ὅτι μέχρι τοσούτου παρέτεινεν τὸ ἐμὸν ἄθλιον γῆρας καὶ τοιούτων ἐλεεινῶν πραγμάτων ἐγενόμην ἐν ἱστορίᾳ· θρηνῶν δὲ καὶ ὑμᾶς, ναὶ δὴ καὶ τὸ Ῥωμαίων γένος, ὧν ἕνεκα καὶ νῦν κατ’ ἀλλήλων κινούμενοι | |
75 | πάσχετε καὶ εἰς τὸν μέλλοντα αἰῶνα, ὅτε τὰ πάθη οὐκ ἔχει ἀπόπαυσιν, πικραῖς ὑποβληθήσεσθε τιμωρίαις, ὡς τὸ αἷμα τοῦ Χριστοῦ καὶ θεοῦ ἡμῶν, δι’ οὗ ἠγοράσθημεν καὶ λαὸς αὐτοῦ γεγενήμεθα, εἰς οὐδὲν λογιζό‐ | |
μενοι. Πλὴν οἱ θεοστεφεῖς ἡμῶν βασιλεῖς, καθὼς πολλάκις, οὕτω καὶ νῦν τὴν εἰρήνην ἐπιζητοῦσιν καὶ παντὶ τρόπῳ τὰ ἐκ τῶν προλαβόντων | 200 | |
80 | ἀνθρώπων παρακολουθήσαντα σφάλματα θεραπευθῆναι σπουδάζουσιν. Διὰ τοῦτο καὶ νῦν ἀπέστειλαν ἀνθρώπους οἳ περὶ τῆς εἰρήνης ὑμῖν συλ‐ λαλήσουσιν· καὶ ἔστι σὸν καὶ τῆς σῆς τελειοτάτης συνέσεως εἰς τὰς πρε‐ πούσας συμβάσεις καὶ θεῷ εὐαρέστους καὶ κοινῶς συμφερούσας Βουλ‐ γάροις καὶ Ῥωμαίοις συνελθεῖν, ἵνα καὶ ὁ σατανᾶς ὁ τῶν σκανδάλων καὶ | |
85 | τῶν πολέμων αἴτιος καταισχυνθῇ, καὶ ὡς τὸ ἐξ ἀρχῆς ἐβράβευσε θεὸς τὴν εἰρήνην μεταξὺ Ῥωμαίων καὶ Βουλγάρων, πάλιν ἔχητε τὴν εἰρήνην, καὶ ὑμεῖς μὲν ὡς τέκνα τοὺς πατέρας ἐπιγινώσκητε, παρ’ ὧν ἐδέξασθε καὶ τοῦ ἁγίου βαπτίσματος τὴν χάριν, καὶ οἱ Ῥωμαῖοι ὡς πατέρες τὰ οἰκεῖα ἐν Χριστῷ τέκνα τοὺς Βουλγάρους ἐπιγινώσκωσιν καὶ θεὸς ἐπὶ | |
90 | τούτοις δοξάζηται, καὶ τὰ τοῦ κοινοῦ βίου καὶ τῆς ζωῆς πράγματα Ῥω‐ μαίοις καὶ Βουλγάροις πρὸς τὴν ἐξ ἀρχῆς ἀποκαταστῇ εὐκληρίαν τε καὶ ἀπόλαυσιν. Ἐπὶ τούτοις ἐκεῖνο προστίθεμεν, ὡς ἀνάξια ποιεῖς τῆς σῆς μεγα‐ λοδόξου ἀρχῆς ὕβρεις γράφων καὶ παραλογισμῶν ῥήματα ἀντὶ τῶν εἰς σὲ | |
95 | γραφομένων φιλικῶν γραμμάτων καὶ τιμώντων τὴν ὑμετέραν ἐξουσίαν παρὰ τοῦ φιλοχρίστου καὶ εἰς εἰρήνην προκαλουμένου σε βασιλέως. Οἶμαι γάρ, τέκνον ἡμῶν, ὡς οὐκ ἀγνοεῖς ὅτι ἄλλο φρόνημα τῶν εἰς ἀρχὰς παρὰ τοῦ θεοῦ ἀναβεβηκότων καὶ ἄλλο φρόνημα τῶν ταπεινῶν καὶ χυδαίων ἀνθρώπων. Αἱ ὕβρεις ἀνθρώπων εἰσὶν εὐτελῶν καὶ φρονήματος ἀπερ‐ | |
29(100) | ριμμένων· ἀρχῆς δὲ οἱ λαβόντες παρὰ τοῦ θεοῦ ἀνάβασιν, ἐὰν συναισθά‐ νωνται τῆς ἑαυτῶν δόξης, οὐδέποτε καταβαίνουσιν εἰς ὕβρεις, αἳ τοῖς εὐτελέσιν ἀνθρώποις καὶ χυδαίοις παρακολουθοῦσιν. Ὁρᾷς, τέκνον ἡμῶν, τὴν ἡμετέραν πρὸς σὲ ἀγάπην, ὅτι καὶ ἐν τούτοις τῆς σῆς φροντίζοντες δόξης ὡς πατέρες ἐπανορθούμεθα τὸ οὐκ οἶδα πῶς ἐπακολουθοῦν σοι | |
105 | πταῖσμα καὶ τὴν σὴν κατευτελίζον μεγαλόδοξον ὑπεροχήν. Γράφε πε‐ ρὶ τῶν προκειμένων πραγμάτων οἷα δεῖ γράφειν ἄνθρωπον δεδοξασμένον, ἐπιζητῶν τὴν κατάστασιν, ἐπιζητῶν τὸ συμφέρον, ἐπιζητῶν τὴν εἰρήνην, ὡς παρὰ θεοῦ λαβὼν τὸ ἄρχειν, ὡς Χριστιανός, ὡς μέλλων τῷ φοβερῷ τοῦ θεοῦ κριτηρίῳ παραστῆναι καὶ λόγον ἀποδώσειν ὑπὲρ τῆς σῆς ἀρχῆς | |
110 | καὶ τῆς τῶν ὑποχειρίων διοικήσεως καὶ σωτηρίας· καὶ μὴ γράφῃς εἰρω‐ νείας μηδὲ ὕβρεις καὶ ἀτιμίας, ἅτινα οὐκ ἀτιμάζουσιν ἐκείνους πρὸς οὓς γράφεις, ἀλλὰ μᾶλλον εἰς τὴν ὑμετέραν (οὐκ ἤθελον εἰπεῖν αἰδοῖ τῆς πρὸς σὲ ἀγάπης, ἀλλ’ ὅμως ὑπὸ τῆς ἀληθείας κινούμενος λέγω) κατάγνωσιν | |
ἐπαναστρέφουσιν. | 202 | |
30(1t) | Τῷ αὐτῷ | |
2 | Μὴ δεξάμενοι γράμμα παρὰ σοῦ, τέκνον ἡμῶν, αὐτοὶ γράφομεν, ὑπὸ τῆς πολλάκις κινησάσης αἰτίας ἡμᾶς πρότερον καὶ νῦν γράφειν κεκι‐ νημένοι· αὕτη δέ ἐστιν τῆς μακαρίας καὶ ποθεινῆς εἰρήνης ἡ ἐπιζήτησις, | |
5 | ἣν ἀποσυλήσας ὁ ἀρχαῖος τῶν ἀνθρώπων ἐχθρὸς ὁ διάβολος μεγίστων μὲν ἀγαθῶν ἐζημίωσε τὸ Βουλγάρων γένος καὶ Ῥωμαίων, πολὺ δὲ ἄλγημα τῷ Χριστῷ καὶ θεῷ ἡμῶν ἐνεποίησεν τὰ [δὲ] ἐκείνου ποίμνια εἰς τὸν κατ’ ἀλλήλων ὄλεθρον ὁρμῆσαι παρασκευασάμενος. Ὑπὲρ τούτου πολλάκις ἐγράψαμεν καὶ νῦν γράφομεν δυσωποῦντες· καὶ μάλιστα τοὺς | |
10 | σοὺς γλυκεῖς λόγους ἐν τοῖς ὠσὶν ἡμῶν ἔχοντες καὶ τούτους καθ’ ἑκά‐ στην μελετῶντες, ὅσους τε πρὸς ἡμᾶς ἡ σὴ φρονίμη ἐδέξατο γλῶσσα καὶ ὅσους πρὸς τὸν φιλόχριστον ἡμῶν βασιλέα, ὃν οἶδα βεβαίως ὅτι ἀφ’ οὗ ἐθεάσω καὶ πεῖραν τῆς ἐκείνου ἀγαθότητος ἔλαβες, ἐπόθησας καὶ πο‐ θεῖς. Καὶ γὰρ καὶ πρὸς ἐκεῖνον, τέκνον ἡμῶν, ἐπαγγελίας παρέσχες εἰρή‐ | |
15 | νης, καὶ ὅτι λήξουσιν αἱ σφαγαὶ καὶ οἱ πόλεμοι καὶ τὰ ἐκ τούτων δυστυχῆ πράγματα, καὶ πάλιν εἰς τὴν προτέραν εὐδαιμονίαν Ῥωμαῖοι καὶ Βούλ‐ γαροι καταστήσονται. Ἀλλὰ καὶ πρὸ τῆς συντυχίας τῆς πρὸς τὸν φιλό‐ χριστον ἡμῶν βασιλέα πρὸς τὴν ἡμῶν ἔφης ταπείνωσιν ἐκ Βουλγαρίας τὰ ἐνταῦθα καταλαβεῖν εἰρήνην γενέσθαι βουλόμενος καὶ ἀποπαῦσαι σὺν | |
20 | θεῷ τὴν κατ’ ἀλλήλων τῶν Χριστιανῶν μάχην καὶ τῶν ὅπλων τὴν κίνησιν. Τούτων ἔχοντες τὴν μνήμην ἀνεπίληστον ἐν τῇ καρδίᾳ ἡμῶν καὶ γινώσκοντες τὴν παρὰ σοῦ τιμωμένην ἀλήθειαν τὸ παρὸν ἐγράψαμεν γράμ‐ μα, οἷα πολλάκις ἱκετεύσαμεν, καὶ νῦν ἱκετεύοντες. Δεῖξον, τέκνον ἡμῶν, τῶν σῶν ῥημάτων τὸ τέλος ἐπάξιον τῆς προσούσης σοι δόξης· | |
25 | πλήρωσον τὰς ὑποσχέσεις, ἵνα καὶ θεὸς δοξασθῇ, καὶ τὸ σὸν ὄνομα γένηται ἀείμνηστον καὶ ἐν ταῖς ἔπειτα γενεαῖς, καὶ ἀμφότερα τὰ ποίμνια τοῦ Χριστοῦ, λέγω δὴ τό τε Βουλγάρων ἔθνος καὶ τὸ Ῥωμαίων γένος, ἀπαλλαγῶσι ψυχικοῦ καὶ σωματικοῦ ὀλέθρου καὶ ἀπολαύσωσι καὶ σωμα‐ τικῆς ἀνέσεως καὶ ψυχικῆς σωτηρίας. Οἶδεν γὰρ ἡ σὴ μεγάλη σύνεσις | |
30 | ὅτι οὐ μόνον τὴν σωματικὴν ζωὴν ἐλεεινῶς ζημιοῦνται Ῥωμαῖοι καὶ Βούλγαροι ἀλλήλους ἀποσφάζοντες, ἀλλὰ καὶ τῆς ψυχικῆς (οἴμοι τῷ ἀθλίῳ) ἀποστερίσκονται. Ναί, τέκνον μου, σβέσωμεν τοῦ θυμοῦ τὴν φλόγα, ἣν εἴτε πονηρὸς δαίμων εἴτε ἄνθρωποι ἀνέφλεξαν ἄφρονες. Ἐγὼ καὶ ἀλόγων γένη ἐθεασάμην ποτὲ ὑπὸ θυμοῦ κινηθέντα καὶ κατ’ ἀλλή‐ | |
35 | λων ὁρμήσαντα καὶ μαχόμενα· ἀλλ’ ἐπαύσαντο πάλιν τοῦ θυμοῦ καὶ τοῦ | |
μάχεσθαι καὶ κατέστησαν πρὸς τὸ ἥμερον. Εἶτα, τέκνον μου, τὰ μὲν ἄλογα μὴ κεκτημένα λόγον ἐπέχοντα τὸν θυμόν, ἀλλ’ ὑπὸ ἀλογίας ἀγόμενα, ἐπίστανται τοῦ θυμοῦ ἀπόπαυσιν καὶ τῆς κατ’ ἀλλήλων ἀφίστανται μάχης καὶ μεταβάλλονται πρὸς εἰρήνην· ἄνθρωποι δὲ λόγῳ κυβερνώμε‐ | 204 | |
40 | νοι, ἕνα θεὸν ὁμολογοῦντες, ἑνὶ ὀνόματι τῷ τοῦ Χριστοῦ καὶ θεοῦ ἡμῶν ἐπικεκλημένοι, διότι ἔφθασαν κατ’ ἀλλήλων ὅπλα κινῆσαι, τούτοις χρή‐ σονται διὰ παντὸς καὶ ταῖς κατ’ ἀλλήλων σφαγαῖς ὥσπερ ἐντρυφῶντες διατελέσουσιν, ἀλλ’ οὐχὶ λογισμῷ κρινοῦσι τὰ πρέποντα καὶ ὀψέ ποτε τῆς κατ’ ἀλλήλων σφαγῆς ἀφέξονται; Καὶ ποῦ τοῦτο ἄξιον τῆς ἀνθρω‐ | |
45 | πίνης φύσεως τῆς κατ’ εἰκόνα θεοῦ διαπλασθείσης καὶ λόγῳ τετιμη‐ μένης; Ἀλλὰ τί μακρύνω τὸ γράμμα; Ἀρκεσθῶμεν τοῖς εἰρημένοις· πέ‐ ποιθα γὰρ ἐν θεῷ ὅτι ὥσπερ παρὼν ἐλάλησας πρὸς τὴν ἡμῶν ταπείνωσιν καὶ πρὸς τὸν φιλόχριστον ἡμῶν βασιλέα τὸν σοὶ ποθούμενον ἀδελφόν, | |
30(50) | οὕτω καὶ γενήσεται· ἀνθ’ ὧν ἐπευχόμεθά σοι μακρότητα ἡμερῶν καὶ κατὰ τὴν παροῦσαν ζωὴν εὐετηρίαν καὶ ἐν τῇ μελλούσῃ κληρονομίαν δόξης τῆς ἀποκειμένης πᾶσι τοῖς τῷ θεῷ εὐαρεστήσασιν. | |
31(1t) | Τῷ αὐτῷ | |
2 | Ἔγραψα πολλάκις, ὡς μὲν ἐγὼ ἐνόμιζον, ἀλλὰ καὶ ἔτι νομίζω, καὶ ὠφέλιμα καὶ συμφέροντα. Γράφω νῦν ἐπὶ πᾶσιν οἷς προέγραψα τοῦτο δὴ τὸ ἔσχατον γράμμα, ἅμα μὲν κινούμενος ὑπὸ τῆς ἐν τῇ ἐμῇ καρδίᾳ | |
5 | ἐγκειμένης διὰ παντὸς ὀδύνης χάριν τῶν κοινῶν παθῶν τῶν καταδαπα‐ νώντων τὸν λαὸν τοῦ θεοῦ τὸν ἐν Βουλγάροις καὶ Ῥωμαίοις συναρι‐ θμούμενον· —ἐκείνου γάρ ἐστι λαὸς ἀληθῶς καὶ τὸ Βουλγάρων γένος τοῦ ἐξαγοράσαντος αὐτοὺς οἰκείῳ αἵματι, τοῦ ἀδελφοὺς ποιησαμένου διὰ τῆς υἱοθεσίας τοῦ πνεύματος, εἰ καὶ τοῦτον σὸν εἶναι σὺ νομίζεις λαόν, | |
10 | ὁ σήμερον ἄρχων καὶ αὔριον ὑπὸ σκωλήκων δαπανηθησόμενος· —ὑπὲρ τούτων οὖν ὀδυνώμενος γράφω καὶ ἔτι ἐκ τῶν σῶν κινούμενος λόγων οὓς ἐνταῦθα παραγεγονότος σου ἀπὸ τῆς σῆς γλώττης αἱ ἡμέτεραι ἀκοαὶ ἐνηχήθησαν· ἦσαν γὰρ τὰ λεγόμενα παρ’ ὑμῶν τοιαῦτα ὅτι «Κεκινήμεθα ἐκ τῆς ἰδίας χώρας ἕνεκεν τοῦ καλοῦ καὶ μεγάλου πράγματος τῆς εἰρή‐ | |
15 | νης.» Ἀλλὰ ταῦτα μὲν ἰδιαζόντως ἔλεγες πρὸς ἡμᾶς, ὅτε τὸ πρῶτον | |
ἰδίως σοι πρὸς ὁμιλίαν κατέστημεν· ἔπειτα δὲ ὅτε μετὰ τοῦ θεοστεφοῦς ἡμῶν βασιλέως συνομιλῆσαι γέγονεν καὶ τῶν ἐξ ἐκείνου φιλοτιμιῶν ἐδέχου τὴν χορηγίαν, μέμνημαι τοιαῦτά τινα ῥήματα εἰπόντος σου, ὡς οὐκέτι τὰ τοῦ πολέμου ἡμῖν ἐνεργηθήσεται οὐδὲ τοῦ πρὸς χρείαν ἐπι‐ | 206 | |
20 | διδομένου ἐν τοῖς πολέμοις χιτῶνος ἡμῖν ἔτι δεήσει, καὶ ἄλλα ὅσα πρὸς παντελῆ τοῦ πολέμου κατάλυσιν καὶ τῆς εἰρήνης ἀποκατάστασιν (ὧν ἐπὶ τοῦ συνειδότος ἔχεις τὴν μνήμην) τότε προσεῖπες· ταῦτά με κινεῖ πρὸς τὸ ἔσχατον τοῦτο γράμμα. Ποῦ τοίνυν, ὡς παρών σοι προσφθέγγομαι, τῶν σῶν λόγων αἱ ὑπο‐ | |
25 | σχέσεις; Τί γέγονεν ἡ μακαρία ἐκείνη ἐν τοῖς ῥήμασιν εἰρήνη, ἧς καὶ μόνον ἡ φήμη καὶ ἐν τῇ τῶν Βουλγάρων χώρᾳ καὶ ἐν τῇ τῶν Ῥωμαίων διαχεθεῖσα πᾶσαν γλῶσσαν εἰς θεοῦ εὐχαριστίαν ἐκίνησεν; Παντὶ μὲν ἀνθρώπῳ τρόπος ἀγαθὸς ἐν τούτῳ γνωρίζεται, ἐν τῷ τιμᾶν τὴν ἀλήθειαν, ἀρχῇ δὲ μάλιστα τῇ πρὸς μεγαλοπρέπειαν ἐξῃρημένῃ οὐδὲν οὕτως ἄλλο | |
30 | εἰς δόξαν συντελεῖ καὶ σεμνότητα τῆς ἀρχῆς ὡς ἡ τῶν λόγων ἀλήθεια καὶ τῶν ἐπαγγελλομένων τὸ ἀδιάψευστον. Ὅρα οὖν εἰ δόξης ἀντιποιουμένῳ σοι καὶ μεγαλοπρεπείας ἁρμόζει τὸ παλίντροπον καὶ μεταπηδᾶν ἐκ λόγων εἰς λόγους μηδαμοῦ τὸ βάσιμον καὶ ἑδραῖον κεκτημένους. Ἐβουλόμην σοι πολλὰ τοιαῦτα γράφειν, ἀλλὰ πρὸς μῆκος ἴσως | |
35 | ἐπεκτεινόμενος ὁ λόγος ὀχληρὸς δόξει, καὶ διὰ τοῦτο ἐκεῖνα καταλιμπά‐ νομεν, ἀπὸ δὲ τῶν πρὸς ἡμᾶς ἐλέγχων καὶ ὀνειδισμῶν, οὓς κατενώπιον τοῦ θεοστεφοῦς ἡμῶν βασιλέως ἐλέγχων καὶ ὀνειδίζων καὶ τρόπον τινὰ φαυλίζων τὴν ἡμῶν ὑπεφθέγγου ἀθλιότητα, ἐκεῖθέν σοι τὸ ἀπὸ τοῦδε προσφθέγγομαι. Ἔλεγες γὰρ κατειρωνευόμενος ἡμῶν ἐνεγκεῖν τὸν | |
40 | ἵππον ὃς παρὰ τὸν πόλεμον ἀντὶ σοῦ τὴν πληγὴν ἐδέξατο, καὶ τοῦτο προσ‐ διασύρων ἡμᾶς ἔλεγες τῆς ἡμετέρας εὐχῆς ἔργον γεγενῆσθαι. Καὶ ἡμῶν ἀπολογουμένων ὡς οὐδὲν τοιοῦτον ἑαυτοῖς σύνισμεν, οὔτε προτροπὴν πολέμου ποιησάμενοι οὔτε τοιαύτην εὐξάμενοι εὐχήν, αὐτὸς ἀντέλεγες ὡς ἡμῶν ἐπὶ τὸν θρόνον τὸν ἀρχιερατικὸν ἱδρυμένων ἦν ἰσχὺς κωλῦσαι τὸν | |
45 | πόλεμον, εἰ δὲ μή, τέως τῆς ἐκκλησίας ἀπελαύνειν τοὺς μὴ πειθομένους ταῖς παραινέσεσιν. Ταῦτα οἶδα ὅτι γνωρίσεις, κἂν βούλῃ, κἂν μὴ βούλῃ, ὅτι τῆς σῆς ἐστιν εἰρωνείας καὶ τῆς καθ’ ἡμῶν κατηγορίας τὰ ῥήματα. Ἄκουε οὖν καὶ περὶ τούτων οἷά σοι φθέγγομαι, καί μοι τέως τὸν ὄγκον τῆς ἀρχῆς σου ταπείνωσον καὶ μετρίαις ἀκοαῖς ἄκουσον φίλου παλαιοῦ καὶ | |
31(50) | ταπεινοῦ ἀρχιερέως λόγους· κατανόησον τί τοῦτο, τὸ τὴν πληγὴν τοῦ ξίφους ἐνεχθῆναι κατὰ τοῦ ἵππου, σὲ δὲ περισωθῆναι. Ἐγὼ ἄνθρωπός εἰμι, καὶ ἤδη τῷ γήρᾳ τὰς φρένας ἐλαττωθείς, ἀλλὰ καὶ ἄλλως ἄνθρωπος ὢν φρονήσεως κατὰ πολὺ ἐνδεής (ὁμολογῶ γὰρ τὴν οἰκείαν ἀσθένειαν)· | |
πλὴν τοῦτο νοῶ ἐκ τοῦ μὴ τὴν πληγὴν εἰς σὲ ἐπενεχθῆναι, ἀλλὰ κατὰ τοῦ | 208 | |
55 | κτήνους. Πρόσσχες οἷς λέγομεν, ἴσως γὰρ ἐν τούτῳ φρονίμως καὶ στο‐ χαζόμεθα καὶ φθεγγόμεθα. Ἐπειδὴ γὰρ οἱ κατὰ τὸν καιρὸν ἐκεῖνον τῶν πραγμάτων τὴν κυριότητα ἐγκεχειρισμένοι παραλόγως τὴν κατὰ σοῦ ἐποιήσαντο κίνησιν, ἔτυχες τῆς ἄνωθεν εὐμενείας καὶ τὴν πληγὴν τοῦ ξίφους ἀπέστρεψεν ἀπὸ σοῦ ἡ τῶν κεκινημένων τότε παράλογος ὁρμὴ καὶ | |
60 | παρὰ τὸ δίκαιον· ἠνέχθη δὲ κατὰ τοῦ κτήνους ἡ πληγή, ἵνα πάλιν παιδευ‐ θῇς μὴ ἀλογίστῳ ἐπάρσει ἐντρυφᾶν τῇ νίκῃ, ἀλλὰ μεμνῆσθαι τῶν ἀνθρω‐ πίνων πραγμάτων καὶ μετριοφρονεῖν, καὶ μὴ ὅλως γίνεσθαι τοῦ δοκοῦντος εὐτυχήματος, ἀλλὰ καὶ πρὸς τὰ συμβαίνοντα τοῖς ἀνθρώποις δυστυχή‐ ματα τὸν νοῦν ἐπιστρέφειν. Σκέψαι δὴ μή ποτε τοῦ πολέμου νῦν μέλ‐ | |
65 | λοντος διὰ σὲ τὴν αἰτίαν λαμβάνειν, οὐκ ἐπὶ τὸν ἵππον, οὐκ ἐπὶ τὸ κτῆνος, ἀλλ’ ἐπὶ σέ (ὅπερ ἀπεύχομαι) ἡ πληγὴ φθάσει. Ἀνάγνωσον ἐπιμελῶς ἃ γέγραφα, καὶ ἐκ τούτων πρὸς τὰς παλαιοτέρας ἱστορίας (οἶδα γὰρ ὅτι καὶ ταύτας ἐν μελέτῃ ποιῇ) ἀνάβηθι· καὶ μὴ νόμιζε πάντοτε μετὰ σοῦ τὴν νίκην εἶναι, ἀλλὰ καὶ τὴν ἧτταν λογίζου κατὰ πόδας ἀκολουθεῖν. | |
70 | Ἀλλὰ τοσοῦτον μὲν περὶ τῆς καθ’ ἡμᾶς εἰρωνείας. Τὰ δὲ ἐντεῦθεν τοιαῦτα πρὸς σὲ γράφομεν οἷα καὶ πρὸς τὸν εὐσεβῆ καὶ φιλόχριστον ἡμῶν βασιλέα καὶ πρὸς τὴν σύγκλητον αὐτοῦ καθ’ ἑκάστην καὶ παραινοῦμεν καὶ ὑποτιθέμεθα. Τίνα δὲ ταῦτά ἐστι; Φείσασθαι παραινοῦμεν καὶ ἱκετεύομεν τὸν φιλόχριστον ἡμῶν βασιλέα καὶ τῆς σφαγῆς τοῦ λαοῦ | |
75 | αὐτοῦ καὶ τῆς σφαγῆς τοῦ Βουλγάρων γένους, καὶ δοῦναι καὶ ἔτι ἀνοχῇ καὶ μακροθυμίᾳ σὺν τῇ ἄνωθεν προνοίᾳ τὸ φιλάνθρωπον αὐτοῦ φρόνημα, καὶ μὴ πάνδημον ἐκστρατείαν ποιῆσαι κατὰ τοῦ Βουλγάρων ἔθνους. «Τάχα διὰ τῆς ὑμῶν μακροθυμίας ἅψεται θεὸς τῆς καρδίας τοῦ τῶν Βουλγάρων ἐξουσιάζοντος, καὶ ἀποβλέψει πρὸς τὸ καλὸν τῆς εἰρήνης καὶ ἀγαπήσει | |
80 | τὴν ἀρχαίαν ταύτης κατάστασιν.» Καὶ ὅ γε φιλάνθρωπος καὶ ἐπιεικὴς καὶ ἀγαθὸς ἡμῶν βασιλεύς (πάντως δὲ οὐχ ὑποπτεύεις ἃ λέγομεν, ἔγνως γὰρ καὶ αὐτὸς πείρᾳ ἰδίᾳ τὴν αὐτοῦ ἐπιείκειαν καὶ τὸ πρᾶον καὶ ἥμερον τῆς ψυχῆς) καὶ πείθεται καὶ ὑπείκει τοῖς λόγοις ἡμῶν. Ἀλλ’ ἡ σύγ‐ κλητος ἅπασα, καὶ ὁμοῦ πᾶσα ἡ πόλις, καὶ τί λέγω τὴν πόλιν; ἅπαν τὸ | |
85 | ὑποχείριον τῆς αὐτοῦ βασιλείας κινούμενοι οὐκέτι λέγουσιν ὑπομένειν τὴν τοσαύτην τῶν Βουλγάρων ἀπόνοιαν οὐδὲ καταφρονεῖν τῶν οἰκείων καὶ συγγενῶν τὴν ἀπώλειαν οὐδὲ τῶν οἰκείων τόπων τὴν αἰχμαλωσίαν, ἀλλ’ εἰ καὶ δεήσει πάντας ἀποθανεῖν, μᾶλλον τοῦτο ἀγαπητὸν ἔχειν ἢ τὸ ὑπομένειν οὕτως τὴν τοῦ Βουλγάρου ἔπαρσιν. Καὶ λοιπὸν πεπεισμένος | |
90 | γενοῦ ὡς ἅπαντα τὰ στρατεύματα καὶ πάντες ὅσοι χεῖρα κινουμένην ἔχου‐ σιν μετὰ τῆς δικαίας τοῦ θεοῦ συμμαχίας ἐπιστήσονται πρὸς ὑμᾶς, ἔτι | |
ἐπιμένοντός σου καὶ ἀγαπῶντος τὰ ἐκ τοῦ πολέμου κακά. Ἀλλὰ μετὰ πάσης ἀληθείας ἀνήγγειλά σοι τὰ ἐνταῦθα παρασκευα‐ ζόμενα· σὺ δὲ εἴ τι πείθῃ πρῶτον μὲν ἀνθρώπῳ πρεσβύτῃ καὶ οὐδὲν | 210 | |
95 | ἕτερον ἢ τὸν τάφον ὁρῶντι, ἔπειτα δὲ καὶ ἀναξίῳ μέν, ὅμως δὲ λειτουρ‐ γῷ τοῦ ἁγίου θυσιαστηρίου, καὶ εἴ τι ἐν λόγῳ σοι γεγένηται τὸ ἡμέτερον φίλτρον (καὶ ὅρα πόσος ὁ χρόνος ἐξ οὗ φίλοι γεγόναμεν), δέξαι παραίνεσιν ἣν καὶ ὁ φιλόχριστος ἡμῶν βασιλεὺς δέχεσθαι ὑπέσχετο· καὶ οὐ ψεύσεται τὴν ὑπόσχεσιν, ἐὰν καὶ σὺ βουληθῇς τὰ ἴσα ἐκείνῳ φρονεῖν. Ἀγάπησον | |
31(100) | τὴν εἰρήνην, μίσησον τοὺς πολέμους· κακοὶ γὰρ καὶ οἱ πρὸς τοὺς ἔξωθεν ἐχθροὺς πόλεμοι, ὅσοι δὲ πρὸς πατέρας, πρὸς ἀδελφούς, πρὸς φίλους, πρὸς ὁμοπίστους, πρὸς τοὺς ἕνα θεὸν ἐπιγραφομένους, ἕνα κύριον καὶ δεσπό‐ την καὶ σωτῆρα, τί ἄν τις εἴποι; Οὐχ ὁρᾷς θηρία πολλάκις πρὸς ἑαυτὰ μαχόμενα καὶ πάλιν εἰρηνεύοντα; Ἀπόβλεψον εἰς ταῦτα, καὶ «ζήτησον | |
105 | εἰρήνην» (οὐκ ἐμὸς ὁ λόγος, ἀλλὰ τοῦ παναγίου πνεύματος) «καὶ δίωξον αὐτήν,» τουτέστιν δράμε ὀπίσω ταύτης, κατάλαβε αὐτήν, καὶ στῆσον τὰ κοινὰ πάθη καὶ τὰ δάκρυα καὶ τοὺς στεναγμοὺς καὶ τὰς κατάρας ὅσας ἐπὶ σὲ πάντες ἄνθρωποι, καὶ Βούλγαροι καὶ Ῥωμαῖοι, πλούσιοι καὶ πέ‐ νητες, μονάζοντες καὶ ἱερεῖς 〈καὶ〉 λαϊκοὶ καταπέμπουσιν. Ἐπὶ γὰρ τὸν | |
110 | εὐσεβῆ καὶ φιλόχριστον ἡμῶν βασιλέα οὐδεὶς ἔχει ἀναφέρειν αἰτίαν, ἐξ οὗ ἐπὶ τὸν θρόνον τῆς βασιλείας ἐκάθισεν τὴν εἰρήνην ἐπιζητοῦντος καὶ παρακαλοῦντος καὶ ὑποκλινομένου δι’ οὐδὲν ἕτερον ἢ διὰ τὰ ἐκ τοῦ πολέ‐ μου κακά. Καὶ γὰρ καὶ νίκης γινομένης πολλάκις τῷ ἑνὶ μέρει οὐκ ἀκινδύ‐ νως τῷ νικήσαντι τὸ νικᾶν περιγίνεται· ἀνάγκη γὰρ καὶ συγγενεῖς καὶ | |
115 | φίλους καὶ οἰκείους τῷ νικήσαντι ἀπολέσαι· τοιαῦτα γὰρ τὰ τοῦ πολέμου, ἀδιάκριτα καὶ συγκεχυμένα. Οἶδας ἃ λέγομεν ἐξ ὧν καὶ αὐτὸς πέπονθας· καὶ γὰρ εἰ καὶ μετὰ σοῦ γέγονεν ἡ νίκη, ἀλλὰ πολλοὺς ἀπώλεσας τῶν φιλτάτων, ὧν ἔτι καὶ νῦν ἡ μνήμη διαξαίνει τὴν σὴν καρδίαν, καὶ οὐκ ἐῶ‐ σιν καθαρῶς ἀπολαύειν τῆς νίκης αἱ δι’ ἐκείνους ἀλγηδόνες. | |
120 | Ἀλλ’ ἐπὶ τὸ τέλος τοῦ γράμματος μεταστῶμεν. Ὁ φιλόχριστος ἡμῶν βασιλεύς, εἰ καὶ ὑπὸ τῆς συγκλήτου καὶ ὑπὸ πάσης τῆς πολιτείας καὶ τῶν στρατηγῶν αὐτοῦ καὶ τῶν ἀρχόντων πρὸς τὴν καθ’ ὑμῶν ἐκστρα‐ τείαν ἐκβιάζεται, ἀλλ’ οὖν ὡς ἐπιεικὴς τῇ παραινέσει τῆς ἡμῶν ταπει‐ νότητος μᾶλλον ἑαυτὸν ἐνδιδοὺς εἰς τοιούτους πρὸς ἡμᾶς κατέστη λόγους. | |
125 | «Ὦ πάτερ, ἔοικα ἐν μέσῳ τινὶ ἑστὼς καὶ διασπώμενος, τῆς μὲν πολιτείας ἑλκούσης ἑτέρωθεν, τῆς δὲ σῆς ἀρχιερωσύνης ἑλκούσης πρὸς ἑαυτήν. | |
Τούτων οὕτως ἐχόντων τοῦτό σοι ἀποκρίνομαι· γράψον πρὸς τὸν ἀδελφὸν ἡμῶν ὡς καὶ χρυσίου ποσότητα ἐπιδιδόαμεν, ὅση δυνατὴ καὶ πρέπουσα, καὶ ἱματίων ἀριθμόν, ἀλλὰ καὶ εἴ τι ἕτερον εἰς ἐκείνου διαβαῖνον θερα‐ | 212 | |
130 | πείαν πρέπον ἐστὶν ἐμὲ παρασχεῖν· καὶ εἴ γε καὶ παρ’ αὐτῷ ἀγαπητόν ἐστιν τὸ εἰρηνεύειν, ἔχεις ἑτοίμους ἡμᾶς καὶ οὐδὲν πρὸς τὴν σὴν παραίνε‐ σιν ἀνανεύοντας.» Διὰ ταῦτα γράφομέν σοι, δεσμὸν ἐπιβάλλοντες ἐν πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι, δηλῶσαι ἡμῖν καὶ χρυσίου ποσότητα ὅσην ἐπιζητεῖς | |
135 | καὶ ἱματίων ἀριθμὸν ὅσος σοι παρίσταται (πάντως δὲ τὰ πρέποντα τῇ με‐ γαλοπρεπείᾳ τῆς ἀρχῆς σου καὶ τῇ συνέσει καὶ συνδιασκέψῃ καὶ ζητή‐ σεις)· οὐ μὴν ἀλλὰ καὶ εἴ τι ἕτερον, ὃ καὶ σὲ πρέπον ἐπιζητεῖν καὶ τὸν βασιλέα παρέχειν ἄξιον, κἀκεῖνο πρόσθες ἐπί τε τῇ τοῦ χρυσίου καὶ τῇ τῶν ἱματίων δόσει, καὶ τεύξῃ κἀκείνου τῆς ἀπολαύσεως. Καὶ τούτων | |
140 | σοι παρεχομένων γενοῦ τῆς εἰρήνης, γενοῦ τῆς ἀρχαίας ἀγάπης· γενέ‐ σθωσαν πάλιν Βούλγαροι καὶ Ῥωμαῖοι πρὸς μίαν ἀδελφικὴν σύμπνοιαν καὶ ὁμόνοιαν, καὶ καταργηθήτω μὲν ὁ ἐξ ἀρχῆς τῆς ἔχθρας δημιουργός, δοξασθήτω δὲ ὁ Χριστὸς καὶ θεὸς ἡμῶν, ὁ διὰ σταυροῦ αὐτοῦ καταλύσας τῆς ἔχθρας τὸ μεσότοιχον καὶ εἰρηνεύσας τὸν κόσμον αὐτοῦ, ἀπολαμβα‐ | |
145 | νούσης μὲν τῆς Ῥωμαϊκῆς βασιλείας τὴν ἰδίαν κατάσχεσιν, ἐχούσης δὲ τῆς Βουλγαρικῆς ἐξουσίας ἀδεῶς τὰ οἰκεῖα καὶ ἀσφαλῶς, καὶ μηκέτι ἀφορμῆς ὑπολιμπανομένης σκανδάλων, ἀλλὰ βεβαίας εἰρήνης καὶ εὐζωΐας ἐν ἀμφοτέροις τοῖς ἔθνεσι διαμενούσης· ὃ παράσχοι Χριστὸς ὁ θεὸς ἡμῶν, καταργῶν μὲν τὴν τοῦ διαβόλου ἐπήρειαν, ἐφαπλῶν δὲ τὰς | |
31(150) | πτέρυγας αὐτοῦ καὶ σκέπων ἐν ἀπαθείᾳ τὴν κληρονομίαν αὐτοῦ, ἧς ἔδωκεν τίμημα τὸ ἅγιον καὶ ζωοποιὸν αἷμα τῆς ἀχράντου πλευρᾶς αὐτοῦ. | |
32(1t) | Τῷ τὰ πάντα ἁγιωτάτῳ πάπᾳ τῆς πρεσβυτέρας Ῥώμης | |
2t | Νικόλαος ἀρχιεπίσκοπος Κωνσταντινουπόλεως περὶ τῆς | |
3t | παραλόγως δεχθείσης τετραγαμίας παρὰ Ῥωμαίοις | |
4 | Τί γράψομεν, ἀδελφοὶ τιμιώτατοι; Θρήνους ἐφ’ οἷς πέπονθεν ἡ | |
5 | καθ’ ἡμᾶς ἐκκλησία ἢ πρὸς θεὸν εὐχαριστίαν οἷς ὑπ’ αὐτοῦ ἠλεήθημεν; | |
Δοξολογίαν καὶ αἴνεσιν ἢ τὴν καθ’ ἡμῶν συσκευὴν καὶ ἐπήρειαν; Μέμψιν ἀδελφικὴν πρὸς ὑμᾶς ἢ δικαίαν ἔγκλησιν τῶν καθ’ ἡμῶν πονηρευσα‐ μένων καὶ ὑμᾶς εἰς τὰς μέμψεις περιστησάντων; Τοιαῦτα γὰρ 〈ἐξ〉 ἐναντίων μικτὰ πράγματα (χωρεῖ δὲ πρὸς τὸ ἄδηλον ἡ αἰτία) συνήντησεν | 214 | |
10 | ἡμῖν. Ἀλλὰ τὴν μὲν εὐχαριστίαν καὶ τὴν αἴνεσιν καὶ τὴν δοξολογίαν τῆς καταλαβούσης διὰ τὰς ἁμαρτίας ἡμῶν τὴν ἐκκλησίαν σκυθρωπότητος διαλελυμένης προσφέρομεν· τὰ δὲ λοιπὰ αἰτίαν ἔχει τὴν σύστασιν τῶν κακῶν, ἃ παραχωρηθέντα γένεσιν λαβεῖν τοῖς θρήνοις καὶ τοῖς πάθεσι καὶ ταῖς μέμψεσι καὶ ταῖς ἐγκλήσεσιν ὥσπερ τισὶ παραβλαστήμασι πο‐ | |
15 | νηροῖς ἔδωκε τὸ παραναβλαστεῖν. Ὧν ἡ κατὰ μέρος ἐξήγησις εἰς μῆκος προελθεῖν ἀναγκάσει τὸ γράμμα· ὅπερ ὀχληρὸν εἰδότες ποιεῖν μὲν οὐκ ἐβουλόμεθα, τῆς δὲ φύσεως τῶν πραγμάτων ἀναγκαζούσης γράφομεν ἃ μὴ παριδεῖν ἄξιον. Ἄρξεται δὲ ἡμῖν ὅθεν καὶ ἡ ἀρχὴ τῆς τῶν κακῶν συστάσεως. | |
20 | Ἄρτι δὴ τῷ καλῷ καὶ φιλτάτῳ μοι βασιλεῖ τρίτης χηρεύσαντι γυναικὸς ἐπῆλθεν, ὡς μή ποτε ὤφειλεν, καὶ τετάρτης πρὸς πεῖραν ἐλθεῖν. Καίτοι ἔδει αὐτὸν τριῶν γυναικῶν θανάτῳ τὴν ψυχὴν διεσπαραγμένον μηδ’ ὅλως ἐπὶ τοιούτους ἐλθεῖν λογισμούς. Ἀλλ’, ὡς ἔοικεν, ἦν μετὰ τῶν χειρόνων ἡ νίκη, καὶ τὰ χείρω νενίκηκε· καὶ γεγονὼς ὅλως τῆς ἀτό‐ | |
25 | που ταύτης ἐπιθυμίας ἐζήτει καὶ τετάρτην ἀγαγέσθαι γυναῖκα, ὃ μηδεὶς τῶν πρὸ αὐτοῦ μὴ ὅτι γε βασιλέων, ἀλλ’ οὐδὲ τῶν εἰς ἐσχάτην τελούντων ἀρχῆς τάξιν ἢ ἁπλῶς τῶν εἰς παλάτιον κατειλεγμένων. Ἐῶ νῦν τὴν ἀπαγόρευσιν τῶν θείων κανόνων καὶ τὴν ἄλλην κατάκρισιν ὅσην ἀπαραι‐ τήτως κατὰ τῆς βδελυρᾶς ταύτης ὁρίζουσι συναφείας· ἀλλὰ γὰρ ἐκράτει | |
30 | τῆς ἐπιθυμίας ἡ τυραννίς, καὶ ἡ τετάρτη γυνὴ πρὸς ἑαυτὴν ἐφείλκετο τὸν πάντα μὲν καλόν, εἰς τοῦτο δὲ κακῶς ὑπαχθέντα βασιλέα. Καὶ πρό‐ φασις ἐδόκει τὸ τεχθὲν παιδίον· καίτοι ῥᾴδιον ἦν τὸ μὲν παιδίον ἀναλα‐ βεῖν, ἐπείπερ ἀνθρώπινόν τι παθὼν ἔρωτα παιδὸς εἶχε, τὴν δὲ μητέρα μηδὲ τὴν ἀρχὴν εὐαγῶς ἐγνωσμένην αὐτῷ ἀποπέμψασθαι τῆς ἄλλης μὴ | |
35 | στερουμένην θεραπείας, ὅσην ἂν παρέχειν ἐβούλετο· ἐπείπερ οὐκ οἶδεν ἡ τεκνογονία τὴν ἄθεσμον μίξιν ποιεῖν θεμιτήν· οὐδὲ γὰρ εἴ τινες τῶν ἔγγιστα συγγενῶν, οἶα πολλὰ τὰ ἀνθρώπινα, προσφθαρέντες ἀλλήλοις ἐτεκνοποίησαν, διὰ τοῦτο καὶ συνεζεῦχθαι συγχωρηθήσονται. Ἀλλ’ ἐκεῖνος ἀφορμῆς δραξάμενος τῆς τεκνογονίας, ἀπέρριπτεν εἰ καὶ μὴ | |
40 | τρανοὺς λόγους καὶ περὶ τῆς γυναικός· ὡς δὲ πρὸς τοῦτο ἑώρα πᾶσαν τὴν καθ’ ἡμᾶς ἐνισταμένην ἐκκλησίαν (ἐφαίνετο γὰρ τὸ πρᾶγμα παντελῶς | |
ἀλλότριον τῆς Χριστιανῶν πίστεως, καὶ μάλιστα ὅτε πρὸς τὸ τοῦ προσ‐ ώπου μέγεθος ἴδοιεν) μικρὸν ὑπεδίδου, καὶ ὥσπερ ἐλπίδας ἐλαμβάνομεν τοῦ τὸ κακὸν μὴ νικήσειν. | 216 | |
45 | Ἀλλὰ τοῦτο μὲν πρὸ τοῦ βαπτίσματος τοῦ παιδός· ἤρεσκε γὰρ πᾶσιν ἀρχιερεῦσι καὶ ἱερεῦσι μηδὲ βαπτίζειν ἡμᾶς τὸ παιδίον, καὶ μάλι‐ στα ὡς ὁ πάτηρ ἐπεζήτει, σὺν τιμῇ βασιλικῇ, μὴ πρότερον λαβόντας ὑπόσχεσιν ὡς ἀποστήσεται τῆς γυναικός. Καὶ τούτου πολλάκις ῥηθέντος κρύπτει τὸ βούλημα τῆς ψυχῆς, καὶ χείλεσι πληροφορίαν δοὺς ἔνορκον | |
32(50) | ὡς ἀποβέβληκε τὴν γυναῖκα, τυγχάνει τῆς περὶ τὸν παῖδα ἐφέσεως, καὶ ὥσπερ ἦν ἀγαπητὸν αὐτῷ ἐβαπτίζετο. Ἀλλὰ τὸ ἀπὸ τούτου ἀκούοιτε. Οὔπω τρίτη ἐκ τοῦ βαπτίσματος ἡμέρα διεληλύθει, καὶ ἡ μήτηρ ἐν τοῖς βασιλείοις εἰσήγετο βασιλικῶς δορυφορουμένη καὶ ὡς εἰκὸς τὴν βασι‐ λέως γαμετήν, τῶν ὑποσχέσεων ἐκείνων καὶ τῶν ὅρκων οὓς ἐπεποίητο | |
55 | διαβεβαιούμενος ἀπηλλάχθαι αὐτῆς εἰς ἀέρα διαλυθέντων, μᾶλλον δὲ εἰς μέγα κακὸν [τῆς] κορυφωθέντων. Ἤδη γὰρ οὐκέτι λόγοις, ἀλλ’ ἔργοις τὰ περὶ τὴν γυναῖκα ἐκράτει, τελουμένου τοῦ βασιλικοῦ ὡς ἐνομίζετο γάμου, ἀλλὰ καὶ αὐτοῦ τοῦ στέφους τῇ γυναικὶ περιτιθεμένου, μήθ’ ἡμῶν τὴν νενομισμένην ἱερολογίαν ἐπιτελεσάντων μήτ’ ἄλλου τινὸς | |
60 | ἀρχιερέως, ἀλλ’ αὐτοῦ βασιλέως χρηματίζοντος αὐτῇ ὅσα ἐβούλετο, καὶ νυμφίου καὶ ἀρχιερέως, καὶ τὴν ἐπὶ τῷ στέφει ποιοῦντος ἱερολογίαν καὶ στέφοντος. Καὶ ταῦτα ἐγίνετο· καὶ πᾶσα ἡ πόλις, οὐ μόνον τὸ ἀρχιερατι‐ κὸν καὶ ἱερατικὸν πλῆθος, ὥσπερ ὅλης ἀνατετραμμένης τῆς πίστεως, συντετάρακτο. | |
65 | Τί οὖν ἔδει με ποιεῖν; Ἠρεμεῖν καὶ καθεύδειν, ἢ ὅσα ἦν εἰκὸς τὸν φίλον, τὸν ἀρχιερέα, τὸν ὑπὲρ τῆς ἐκείνου τιμῆς καὶ τῆς ἐκκλησιαστικῆς καταστάσεως μεριμνῶντα φρονεῖν τε καὶ πράττειν; Τοῦτο ἦν ἡμῖν ὁ ἀγὼν σὺν θεῷ. Καὶ τοὺς μὲν παρῃνοῦμεν κυβερνήτας ὄντας μὴ τὰ τῶν ἀκυβερνήτων πάσχειν, ἀλλὰ μακροθύμως τὸ συνενεχθὲν φέρειν μετὰ | |
70 | τῆς ἀγαθῆς ἐν Χριστῷ τῷ θεῷ ἡμῶν ἐλπίδος. Τοῦ δὲ τῶν γονάτων ἡπτόμην, ἀλλὰ καὶ τῶν ποδῶν, ἐδεόμην, παρῄνουν ὡς φίλον, ἐδυσώπουν ὡς βασιλέα, καὶ μὴ πάντα τῇ ἐξουσίᾳ ἔλεγον χαρίζεσθαι, ἀλλ’ ἐννοεῖν ὅτι ἐστὶν ὁ ὑπεράνω τῆς δυναστείας αὐτοῦ καθήμενος, ὁ κενώσας ὑπὲρ τῆς ἐκκλησίας τὸ ἄχραντον αἷμα. Προσετίθουν καὶ ταῦτα· «Ἔδει, τέκνον | |
75 | ἐμὸν καὶ βασιλεῦ, φιλόθεόν σε ὄντα καὶ δεδοξασμένον ὑπὸ θεοῦ μᾶλλον σοφίᾳ καὶ τῇ ἄλλῃ ἀρετῇ, τοῖς τρισὶν ἀρκεσθῆναι γάμοις. Τάχα γὰρ καὶ ὁ τρίτος ἀνάξιος ἦν τῆς σῆς βασιλείας· ἀλλ’ ἐκεῖνος ἔχει συγγνώμην ἴσως τὰ πρὸς τὸν Φράγκον σύμφωνα, διότι συμπεφωνημένον ἦν ὑπὸ σοῦ τὴν | |
σὴν θυγατέρα, ἣν μόνην ἐκέκτησο, νύμφην ἀποστέλλειν αὐτῷ (ἦν δὲ ὁ | 218 | |
80 | τῆς Βέρτας ἀνεψιός, ᾧ συνέπεσε δυστυχῆσαι οἷα δεδυστύχηκεν), καὶ ἐπειδὴ συμπεφώνητο τὴν σὴν θυγατέρα πρὸς τὴν Φραγκίαν ἀπιέναι, δεῖ δὲ γυναῖκα τῷ παλατίῳ προσεῖναι τὴν διοικοῦσαν τὰ ἐπιβάλλοντα τῶν σῶν ἀρχόντων ταῖς γυναιξίν, ἔστιν συγχώρησις τῷ τρίτῳ, τῆς θυγατρὸς ἐκδίδοσθαι μελλούσης· πλὴν ὅτι καὶ ἱεροὶ κανόνες τὸν τρίτον οὐκ ἀποβάλ‐ | |
85 | λουσι παντελῶς, ἀλλὰ συγχωροῦσιν, εἰ καὶ ὡς ‘ῥύπον‘ παρορῶντες ‘τῆς ἐκκλησίασ‘. Ὑπὲρ δὲ τοῦ τετάρτου, καὶ ὃ τοῖς Ἀγαρηνοῖς γνώριμον, εἰ καὶ μὴ κατὰ διαίρεσιν γυναικῶν, τίς ἀπολογία; Ἐπὶ ποίαν δὲ καταφευ‐ ξόμεθα πρόφασιν, μάλιστα πρὸς τὸ μέγεθος τῆς σῆς δόξης τοῦ μιάσμα‐ τος ἐξεταζομένου; ‘Βασιλεύσ‘, φασίν, ‘ἄγραφος νόμοσ‘, οὐχ ἵνα παρανομῇ | |
90 | καὶ πράττῃ ἁπλῶς τὰ δοκοῦντα, ἀλλ’ ὥστε τοιοῦτον εἶναι διὰ τῶν ἔργων αὐτοῦ τῶν ἀγράφων οἷος ὁ νόμος ὁ ἔγγραφος. Εἰ γὰρ βασιλεὺς τῶν νόμων ἐχθρὸς καὶ πολέμιος, τίς τοὺς νόμους φοβήσεται; Ἢ οὐχὶ τοῦτο ἀκόλουθον, τὸ πρὸς οὓς ἂν ὁ ἄρχων ἐχθρῶς ἔχῃ καὶ πολεμίως, πρὸς τούτους καὶ τὸ ὑποχείριον τὴν ὁμοίαν φυλάσσειν διάθεσιν, κἂν μηδεὶς | |
95 | ὁ βιαζόμενος ᾖ; Ὅτε δὲ καὶ βίᾳ, καὶ μάλιστα φύσεως, πῶς οὐχὶ πρὸς ἐκεῖνο τὸ φρόνημα ὑπενεχθήσονται, πρὸς ὃ καὶ ὁ ἄρχων τὴν ῥοπὴν ἔχει;» Ἔλεγον καὶ ταῦτα· «Ἐννόει μοι τὸν ἥλιον καὶ τοὺς ἀστέρας, καὶ ὅτι ἀστέρι μὲν ὑποδραμόντος τινὸς σκιάσματος οὐδὲν τὸ γινόμενον, | |
32(100) | ἡλίου δὲ τοῦτο παθόντος σκυθρωπάζειν ἀνάγκη τὸν κόσμον.» Προσε‐ τίθουν καὶ ὅτι «Τῶν λοιπῶν τοῦ σώματος μελῶν ῥυπανθέντων, ἢ λαν‐ θάνει ὁ ῥύπος, ἢ κἂν μὴ λανθάνῃ, οὐδὲν μέγα εἰς αἰσχύνην· τοῦ δὲ προσ‐ ώπου ἐρρυπωμένου τυγχάνοντος οὐδὲν εὑρίσκεται τῆς αἰσχύνης παρα‐ μύθιον. Πρόσωπον εἶ τῆς μεγάλης τοῦ θεοῦ κληρονομίας, μᾶλλον δὲ κο‐ | |
105 | ρυφή· μὴ τὸ σῶμα τοῦ Χριστοῦ καταισχύνῃς καὶ ποιήσῃς καὶ παρὰ τοῖς ἀπίστοις αἰσχύνεσθαι διὰ τοῦ κατὰ τῆς σῆς δόξης καὶ σεμνότητος ἀφορ‐ μὴν αὐτοῖς παρασχεῖν πονηρᾶς ἐπιλήψεως.» Ἔλεγον ταῦτα καὶ πλεῖστα ἕτερα, ὧν ἡ μνήμη καὶ πρόσθεσις περιττή· πλὴν ἔλεγον, ἐδυσώπουν, ἱκέτευον. Καὶ ἐπείπερ ἑώρων τοὺς | |
110 | λόγους τούτους ἡττωμένους τῆς ἐκείνου βουλήσεως, ἐστρεφόμην ἐφ’ ἕτερα τοιαῦτα λέγων· «Ἐπείπερ, ὦ βασιλεῦ καὶ τέκνον, ἅπαξ τῷ κράτει σου ἔδοξε καὶ τετάρτῃ γυναικὶ συνῆφθαι, καὶ οὐκ ἀναλογίζῃ τὸ ἄτοπον, | |
δέξαι φίλου καὶ πατρὸς ὑπερφιλοῦντός σε τέως γοῦν ταύτην τὴν συμβου‐ λήν· ἔστω ἡ γυνὴ ἰδίως διάγουσα καὶ μὴ συνοικοῦσα τῷ κράτει σου, καὶ | 220 | |
115 | προσκληθήτωσαν τῆς τε πρεσβυτέρας Ῥώμης καὶ τῶν ἄλλων ἀρχιερα‐ τικῶν θρόνων ἄνδρες καὶ ἀρχιερωσύνῃ τετιμημένοι καὶ τοῖς ἄλλοις οἷς σεμνύνεται ἀρχιερωσύνη, καὶ σὺν αὐτοῖς 〈ἡμῶν〉 ἑνουμένων κοινῇ ἐπι‐ κρίσει καὶ γνώμῃ, ἐπείπερ οὕτω σοι παρίσταται, ἴσως γίνεται τὸ ζητού‐ μενον, εἰ τῷ κακῷ τούτῳ μὴ συνδράμοι καὶ χεῖρον ἄλλο, τῆς ἐκκλησίας | |
120 | ὁ τάραχος.» Ταῦτα δὲ τὸ σφοδρὸν τῆς κατὰ τῆς ἐκκλησίας ὁρμῆς ἀνα‐ κρούων ὁ λόγος τέως διῳκονόμει, ἐλπίδος οὔσης ὡς πάντως τελουμένης συνόδου αἰδεσθήσεται ταύτης τὴν ἀπαγόρευσιν τῆς ἀτόπου καὶ ἀθέσμου συζεύξεως. Ἀλλ’ ἦν πάντα κωφὰ τὰ λαλούμενα, τὴν γὰρ ἀκοὴν ἀπέ‐ κλεισε πᾶσι, μᾶλλον δὲ πρὸ τῆς ἀκοῆς τὴν καρδίαν, ἡ πρὸς τὴν γυναῖκα | |
125 | ῥοπή, καὶ ταύτης ἔλεγε μὴ ὅτι γε μέχρι συνελεύσεως συνοδικῆς, ἀλλ’ οὐδὲ μιᾷ διαχωρίζεσθαι ἡμέρᾳ, ἀλλ’ εἶναι σὺν αὐτῷ ταύτην οἷα δὴ γαμετὴν γνησίαν καὶ τιμωμένην ὡς βασιλίδα, καὶ ἐπειδὰν ἡ σύνοδος τελεσθῇ κυρώσειν αὐτῷ τὰ δοκοῦντα. Παρῆσαν οἱ τῆς πρεσβυτέρας Ῥώμης μετὰ μῆνα ὄγδοον ἢ ἔνατον | |
130 | τῆς συναφείας τῆς γυναικός, καὶ τὸ πρᾶγμα ὑπέρδεινον πάσῃ τῇ καθ’ ἡμᾶς ἐκκλησίᾳ. Προπεφήμιστο γὰρ ὑπ’ αὐτοῦ βασιλέως ὡς ἄγοι Ῥω‐ μαίους ἐπιτρέψοντας αὐτῷ τὸν γάμον. Καὶ πῶς γὰρ οὐκ ἔμελλε βαρέως φέρειν ἡ καθ’ ἡμᾶς ἐκκλησία τούτων ὑπ’ αὐτοῦ ἀπερικαλύπτως λεγο‐ μένων, ὡς τὰ μὲν ἡμέτερα παρ’ οὐδὲν τίθεται, τὴν δ’ ἡμῖν ὀφειλομένην | |
135 | τῆς καθ’ ἡμᾶς ἐπαρχίας διοίκησιν κατὰ τὰς τεθειμένας ἄνωθεν καὶ ἐξ ἀρχῆς ἱερὰς διατάξεις ἑτέροις ἐπιτρέπει, καὶ τότε περὶ πράγματος ἀπη‐ γορευμένου τοῖς κανόσιν ὑπάρχοντος καὶ κατακρίτου; Ποῦ γὰρ θεμιτόν, ποῦ δὲ τῇ καταστάσει τῆς ἐκκλησίας πρέπον, ἡμᾶς μὲν ἐξωθεῖσθαι τῆς παρὰ θεοῦ δεδομένης ἐξουσίας, ἑτέρους δὲ διοικεῖν ἃ οὐδ’ ἡμῖν δυνατὸν | |
140 | διὰ τὴν τῶν κανόνων ἀπαγόρευσιν ἐπιτελεῖν; Ἀλλ’ ὁ μὲν ἔλεγεν ἥκειν ὑφ’ ὧν δεήσει αὐτὸν λαβεῖν τὴν ἐπιθυμίαν, κἂν μηδαμόθεν ᾖ πρὸς τοῦτο κανονικὴ ἐπιτροπή. Οὐκ ἀγνοοῦμεν δὲ ὡς ἐλογοποιήθη καθ’ ἡμῶν ὅτι μὴ βεβουλήμεθα ἐξ ὑπερηφάνου γνώμης πρὸς ὄψιν καταστῆναι μηδ’ εἰς λόγους συνελθεῖν τοῖς τότε παραγενομένοις Ῥωμαίοις· ἐγὼ δὲ ὑπὸ | |
145 | μάρτυρί φημι θεῷ, παρ’ ᾧ καὶ νῦν ὁ λογοποιήσας παρέστηκεν καὶ ἡμεῖς τυχὸν μὲν σήμερον, τυχὸν δὲ αὔριον παρεστήξομεν, ὡς ἔλεγον αὐτῷ δυσχεραίνειν τοὺς καθ’ ἡμᾶς ἀρχιερεῖς τὴν ἐν τῷ κοινῷ τῶν Ῥωμαίων προσομιλίαν καὶ παντελῶς ἀποτρέπειν, προτεθορυβημένους ὄντας «τοῖς ὑπὸ σοῦ πολλάκις εἰρημένοις, ὡς Ῥωμαῖοι δώσουσι τὸ ζητούμενόν σοι, | |
32(150) | κἂν μηδεὶς ἄλλος ἐθέλοι διδόναι. Διὰ ταῦτα εἰσηγοῦμαί σοι τὴν ἐν τῷ παλατίῳ πρόσκλησιν ποιήσασθαι αὐτῶν τε καὶ ἡμῶν, ὥστε κατενώπιόν σου ἑνωθέντας ἡμᾶς καὶ ἰδεῖν καὶ περιπτύξασθαι καὶ ἀκοῦσαι τὰ παρ’ αὐτῶν.» Ἀλλ’ ἦν ὁ ἄνθρωπος πρὸς ἓν μόνον ὁρῶν τὴν ἡμῶν ἐκδίωξιν, καὶ | 222 |
155 | διὰ πάντων συνέλεγεν ἀφορμὰς ἑαυτῷ πρὸς τὸ τὴν καθ’ ἡμῶν κενῶσαι πικρίαν. Οὐδαμῶς οὖν οὐδ’ ἐπὶ τούτῳ κατένευσεν, οὐδ’ ἐβούλετο εἰσελ‐ θόντας ἡμᾶς τε κἀκείνους ἐν τῷ παλατίῳ ἀλλήλοις συνομιλῆσαι· καὶ ἦν οὕτως ἐν μετεώρῳ ἡ καθ’ ἡμῶν αὐτῷ μελετωμένη ἐπιβουλή, ἐπεὶ τέως ἓν ἦν τῆς ἐκκλησίας τὸ φρόνημα, καὶ μηδεὶς μήτε ἀρχιερεὺς μήτε | |
160 | ἱερεὺς πρὸς αὐτὸν ὑπῆκτο μηδὲ τῆς ἐκείνου γεγόνει μοίρας. Ὡς δὲ κατ’ ὀλίγον δώροις, ἐπαγγελίαις ἀξιωμάτων ἐκείνων αὐτῶν τῶν ὑπαγομένων καὶ τῶν συγγενῶν καὶ τῶν φίλων, ἡμῶν μὲν ἀπέσπασεν, ἑαυτῷ δὲ προσήνωσε τοὺς πεισθέντας, καὶ ὥσπερ δύναμίν τινα ἰδίαν προσεκτήσατο, τότε καὶ τὸ κρυφῇ μελετώμενον εἰς φῶς προάγει. Προσκαλεῖται τοίνυν | |
165 | ἡμᾶς ἐν τοῖς βασιλείοις ὡς δῆθεν συνεορτάσοντας καὶ συνεστιασομένους (ἧν γὰρ τοῦ ἁγίου μεγαλομάρτυρος ἑορτὴ Τρύφωνος, ἥτις αὐτῷ ἐπανη‐ γυρίζετο), καὶ κοινῆς μετασχόντας τραπέζης ὡς εἶχεν εἰς πλοῖον ἐμβα‐ λὼν ἐρήμους πάσης θεραπείας ὑπερορίους καθίστησιν, μήτε χιτωνίσκον μήτε στρωμνῆς τι μέρος, μὴ βιβλίον, μηδένα τῶν εἰς παραμύθιον ἐσομέ‐ | |
170 | νων συγχωρήσας ἀκολουθῆσαι ἄνθρωπον, πλὴν σὺν δυσὶν ἀγραμμάτοις, ἀγλώττοις, μικροῦ μηδὲ ἑαυτῶν ἐπαισθανομένων, εἰς τὴν ὑπερορίαν ἐκπέμψας. Πῶς ἂν τὰ λοιπὰ διηγήσωμαι, τὴν πῆξιν τοῦ κρυμοῦ, τὴν στενοχωρίαν, τὴν τῶν φυλάκων βίαν; Ξίφη γὰρ καὶ τόξα καὶ θυρεοὶ ὡς πολεμίους, οὐχ ὡς ἄθλιον περιεστοίχιζον ἀρχιερέα, μηδ’ ἀέρα συγχωρού‐ | |
175 | μενον ὁρᾶν, μὴ ὅτι γε ἄνθρωπον, ἐν μέσοις ἀχύροις κατακεκλιμένον τῇ ἀπορίᾳ τῆς στρωμνῆς. Οὐ μόνον δὲ ἡμεῖς, ἀλλὰ καὶ ὅσον ἀρχιερατικὸν σύστημα τὰ βελτίω περὶ τῆς ἐκκλησίας ἐφρόνουν, καὶ οὗτοι ἐν εἱρκταῖς, ἐν ὑπερορίαις, ἐν λιμῷ καὶ δίψῃ, πάσης ἔρημοι παραμυθίας συγγενῶν, φίλων, συνείχοντο ταλαιπωρούμενοι, μηδὲ προκύψαι τῆς φρουρᾶς παρα‐ | |
180 | χωρούμενοι ἐν ᾗ ταλαιπωρεῖσθαι ὡς ὑπεύθυνοι κατακέκριντο. Καὶ οἱ πρὸς κατάστασιν τῶν πραγμάτων ἀπεσταλμένοι Ῥωμαῖοι παρόντες ἐνταῦθα, ὥσπερ ἐπὶ τὸ αὐτὸ τοῦτο ἥκοντες ἐκ Ῥώμης τοῦ πόλεμον ἄρασθαι καθ’ ἡμῶν, ἐκύρουν ἐξορίαν μηδὲν μήτε πολυπραγμο‐ νήσαντες μήτε μαθεῖν βουληθέντες παρ’ ἡμῶν· καίτοι γε κἂν μηδεὶς ἄλ‐ | |
185 | λος, αὐτοὺς ἔδει τοῦτο ποιεῖν, ἀντεχομένους προνομίου ἐκκλησιαστικῆς ὑπεροχῆς, καὶ μάλιστα μέλλοντας ἐντεῦθεν πρὸς ὑμᾶς ἀπαίρειν καὶ τῶν | |
πραγμάτων ἔσεσθαι ἀγγέλους, καὶ ὀφείλοντας διὰ τοῦτο καὶ ἰδεῖν, εἰ καὶ μὴ ἡμᾶς ἐβούλοντο, ἀλλά τινα τῶν μεθ’ ἡμῶν συγκινδυνευόντων, καὶ πυθέσθαι καὶ μαθεῖν ἀκριβῶς, ἵν’ ἔχοιεν ἀκριβῆ καὶ τὴν πρὸς ὑμᾶς | 224 | |
190 | ἀγγελίαν ποιεῖσθαι. Ἀλλ’ ὅμως τοιαῦτα πάσχοντος ἀρχιερέως δι’ οὐδὲν ἕτερον ἢ ὅτι βδέλυγμα πορνείας μὴ συνεχώρει τὴν ἐκκλησίαν, μᾶλλον δὲ τὸ κοινὸν πλήρωμα τῶν Χριστιανῶν καθυβρίζειν, ἐκδιωχθέντος καὶ τοσοῦτον ζωῆς ἀπολαύοντος ὡς εἶναι τὸν θάνατον αὐτῷ ἢ τὸ ζῆν αἱρε‐ τώτερον, ἀντὶ τοῦ ἐκδικεῖν, ἀντὶ τοῦ προστῆναι, ἀντὶ τοῦ τῆς δικαιοσύνης | |
195 | ἀντέχεσθαι, εἵλοντο συντυραννεῖν τοῖς τετυραννηκόσιν ἡμᾶς καὶ μετὰ τῶν βιασαμένων συντετάχθαι, καὶ συνεπιψηφίζονται τῇ καθ’ ἡμῶν τυραννίδι, οὐκ οἶδα τί παθόντες· οὐ γὰρ βούλομαι εἰπεῖν ὅτι αὐτοὶ προτυ‐ ραννηθέντες ὑπὸ τῆς κραταιᾶς τοῦ χρυσοῦ τυραννίδος. Καὶ οὐ τοσοῦτον μόνον, ἀλλὰ καὶ ὑπὸ τῶν ἐχθρῶν συμφορήσαντες ψεύδους καὶ ἀπάτης | |
32(200) | ὄχλον πρὸς ὑμᾶς ἥκουσι κατήγοροι πραγμάτων ὄντες ἃ ᾔδεσαν ἀσφαλῶς μήτε γεγονότα μηδ’ ὅλως ὄντα, μόνα δὲ ἀναπλάσματα πονηρᾶς καρδίας καὶ τῷ χρυσῷ ἐξηνδραποδισμένης. Ἀλλὰ τοῦτο μὲν ἴσως φορητόν, ἄνδρας δύο ἢ καὶ τρεῖς ἀπατηθῆναι, τυχὸν μὲν ὑπὸ λογοποιίας πονηρᾶς, ὑπὸ γλώσσης αὐτονόμου καὶ μὴ δειλιώσης πλάττειν ἀπ’ ἐξουσίας, ἢ ὑπὸ | |
205 | ἄλλης τινὸς αἰτίας· τὸ δὲ ὅλην ἐκκλησίαν ὑπαχθῆναι ψευδέσι λόγοις, μηδὲν ἕτερον εἰς σύστασιν κεκτημένοις ἢ τὴν κοσμικὴν ματαιότητα, πῶς ἄν τις οὐχ ὑπερεκπλαγείη; Τίς οὖν ἀκοὴ τοιαύτην παρέλαβε κρίσιν ὁποίαν ἡ τῶν Ῥωμαίων ἐκκλησία, ὥς φασιν οἱ ἐν Κωνσταντινουπόλει πλή‐ ρωμα δοκοῦντες ἐκκλησίας, ἐν ταῖς ἡμέραις ταύταις ἐξήνεγκεν καθ’ | |
210 | ἡμῶν, μᾶλλον δὲ εἰς ἀφορμὴν μέμψεως καθ’ ἑαυτῶν; Καὶ μὴ δόξῃ ἐπα‐ χθὲς ὑμῖν τὸ εἰρημένον· μεμπτὰ γὰρ τὰ μὴ καλά, καὶ κἂν ὁ λόγος σιγήσῃ, τὰ πράγματα φέρει τὸν ἔλεγχον ἐξ αὐτῶν. Ἀλλὰ πρῶτον τὰς καθ’ ἡμῶν ψευδολογίας, καὶ οἷα ἐπ’ αὐταῖς ἐκρίνατε, καλῶς ἔχει παραστῆσαι ὑμῖν, εἶτα ὅσα κατὰ τῆς ἐκκλησίας τῇ | |
215 | αὐθεντικῇ ὑπουργήσατε οἰκονομίᾳ. Λίβελλοι καθ’ ἡμῶν ἐκομίσθησαν, καὶ εἴτε ἀληθεῖς ἦσαν εἴτε ψευδεῖς, λόγος οὐδείς· πῶς γὰρ λόγος, ὅτε ζήτησις ἀπολογίας τῶν κατηγορουμένων οὐκ ἦν; Καίτοι νενόμισται καὶ βαρβάροις καὶ ἀνόμοις μηδένα κατακρίνειν τῶν κατηγορουμένων, εἰ μὴ πρότερον παραστὰς ὁ διωκόμενος τὴν ἀπολογίαν ὑφέξοι τῶν κατη‐ | |
220 | γορημάτων. Ἀλλὰ καὶ Χριστὸς ὁ θεὸς ἡμῶν φονώντων κατ’ αὐτοῦ τῶν παρανόμων Ἰουδαίων τὴν ἄνομον ὑπέστη κατάκρισιν παραστὰς τῷ συνεδρίῳ καὶ ἀπαιτηθεὶς ἀποκρίνασθαι. Ἡ δὲ παρ’ ὑμῶν, ἀδελφοί, κρί‐ σις 〈ἣν〉 καὶ ἐνταῦθα καὶ κατὰ τὴν ὑμετέραν ἀποφαίνετε Ῥώμην, καὶ ἄλλα | |
διαπράττεται ὅσα ἐγὼ μὲν εἰπεῖν οὐ προαιροῦμαι, ὁ μέλλων δὲ οὐ | 226 | |
225 | σιγήσει ἀπαγγέλλων χρόνος, ἐπείπερ δυνατώτερος πάσης ἀνθρωπίνης καὶ περινοίας καὶ δυνάμεως. Ὅμως τὸ ἡμέτερον παρὰ φαῦλον κείσθω. Τί γάρ, εἰ ἄνθρωπος ἐλεεινός, καὶ τυχὸν οὐδὲ ἀναπνεῖν ἄξιος τὸν ἀέρα, ἐκδιώκομαι θρόνου καὶ ὑπερορίᾳ καταδικάζομαι, ἵνα τοὺς καθ’ ἡμέραν ἀπολείπω θανάτους; | |
230 | Ἀλλὰ τέως τὴν τιμὴν τῆς ἐκκλησίας, τὴν σεμνότητα τῆς πίστεως, τῶν ἱερῶν κανόνων τὸ σεβάσμιον, τὴν ἄνωθεν ἱερὰν παράδοσιν, πῶς οὐκ ἐδυσωπήθητε, πῶς οὐκ ἐλογίσασθε; Ἀλλ’ οὐκ οἶδα ποίᾳ χρώμενοι ἐξου‐ σίᾳ, ἢ πόθεν αὐτὴν λαβόντες, πορνείαν εἰς τὰ τῶν Χριστιανῶν εἰσηγάγετε ἅγια, καὶ οὐκ ἠβουλήθητε λαβεῖν ἐπὶ νοῦν ὡς εὐθέως καὶ κατ’ ἀρχὰς τοῦ | |
235 | κηρύγματος τοῦτο τοῖς θείοις παρηγγύηται ἀποστόλοις, τὸ πορνείας ἀπέ‐ χεσθαι, ὅτε περὶ τοῦ πνικτοῦ καὶ εἰδωλοθύτου ἀπέστελλον. Καὶ τοῦ σκεύους δὲ τῆς ἐκλογῆς ὅσας ἐστὶν παρακελεύσεις λαβεῖν περὶ τοῦ μὴ πορνείᾳ συμφύρεσθαι, τίς ἠγνόηκε, μὴ ὅτι τῶν εἰς κλῆρον ἀριθμουμένων, ἀλλὰ καὶ τῆς λαϊκῆς πληθύος, εἰ μὴ ἄρα τις παντάπασιν ἀλλότριος | |
240 | ἐκκλησίας καὶ τῶν ἐκείνου λογίων ἀνήκοος; Διὰ τοῦτο οὐδὲ παρατίθημι τὰ περὶ πορνείας αὐτῷ εἰρημένα, ἵνα μὴ περιττὸς εἶναι δόξω, δηλῶν ἃ μηδ’ ὅντινα λέληθεν. Πῶς οὖν τοῦ τῆς πορνείας ἄγους κατακεκριμένου παρὰ πάντων, Ῥωμαίοις ἔδοξε, διότι καὶ ἡμεῖς ἀκολουθοῦντες τῇ κρίσει τῶν ἀποστόλων, τῇ ψήφῳ τῶν ἁγίων πατέρων, ὑπὸ τὴν αὐτὴν | |
245 | κατάκρισιν τὸ πρᾶγμα πεποιήμεθα, νομίζειν ἡμᾶς ὑπευθύνους καὶ τοῦ ποιμνίου διώκεσθαι καὶ πάσχειν τὰ τῶν κακούργων; Ναί, φησίν, ἀλλὰ γάμος τὸ πρᾶγμα καὶ οὐ πορνεία. Γάμος, ὦ σεμνὲ νυμφαγωγὲ καὶ τιμῶν τὸν γάμον οὐχὶ κατὰ τὸν δοθέντα θεόθεν νόμον, ἀλλὰ κατὰ τὸν σὸν οὐκ οἶδα ποῦ γεγραμμένον νόμον, γάμος ἡ | |
32(250) | πρὸς τετάρτην γυναῖκα δι’ ὑπερβάλλοντα οἶστρον συνάφεια; Ποῦ τὸν γάμον τοῦτον εὑρὼν εἰσάγεις εἰς τὸ τῶν Χριστιανῶν ἅγιον ἔθνος, τὸ βασί‐ λειον ἱεράτευμα; Ποίων εὐαγγελίων, ποίας ἀποστολικῆς διατάξεως, ποίας ἐξ ἀρχῆς ἀφ’ οὗ τὸ τῶν Χριστιανῶν γένος ἐγνώρισται παραδό‐ σεως ἐν τῇ ἐκκλησίᾳ τοιαύτης φανείσης; Παῦλος ὁ μέγας φησί· «Τίμιος | |
255 | ὁ γάμος ἐν πᾶσι καὶ ἡ κοίτη ἀμίαντος.» Εἰ γάμος οὗτος ὁ σὸς γάμος, τί τῆς ἐκκλησίας ἀπελαύνουσιν ἱεροὶ θεσμοὶ τὸν εἰς τοιοῦτον περιπεπτω‐ κότα παρανόμημα; Εἰ γάμος τὸ πρᾶγμα, καὶ οὐ πόρρω τῆς τοιαύτης κλή‐ σεως, τί «κτηνῶδες καὶ ἀλλότριον φύσεως ἀνθρωπίνης» τὴν τοιαύτην | |
ὀνομάζουσι μίξιν, καίτοι γε τῆς ἄλλης ἐνεργουμένης πορνείας τοῦτο αὐτὸ | 228 | |
260 | πορνείας ὀνομαζομένης, ἀλλ’ οὐ κτηνώδους οὐδ’ ἀνθρωπίνης φύσεως ἀλλοτρίου τοῦ πάθους δοκοῦντος; Ἀλλὰ Ῥωμαίοις οὐχ οὕτω δοκεῖ· συγκεχώρηται γάρ, ὥς φησιν, παρ’ αὐτοῖς. Καὶ γὰρ τοῦτό εἰσιν οἱ λέγοντες (οὐκ οἶδα βουλόμενοι τιμᾶν ὑμᾶς ἢ ὑβρίζειν) ὡς οὐ μόνον τετάρτη ἀλλὰ καὶ πέμπτη καὶ ἐπὶ | |
265 | ταύτῃ ἑτέρα· ναὶ δὴ καὶ τῆς ἕκτης τὸν βίον ἀπολιπούσης πρὸς ἄλλον συμ‐ πλέκεσθαι γάμον τοιοῦτον, καὶ αὖθις ἐπ’ ἄλλον, καὶ μέχρι τάφου πυλῶν ἡ ἄφθονος οἰκονομία, κρεῖττον δ’ εἰπεῖν τῆς ἀσελγείας ἡ φιλοτιμία, προέρχεται παρ’ ὑμῖν. Καὶ τῆς βδελυρᾶς ταύτης φιλοτιμίας τὸ αἴτιον εἰς τὸν μέγαν ἀπόστολον ἀναφέρουσιν εἰπόντα «Κρεῖσσον γαμῆσαι ἢ | |
270 | πυροῦσθαι.» Καλή γε ἡ σοφία τῶν οὕτως ἐκλαμβανομένων τὸ λόγιον, πάνυ εὐστόχως τῆς Παύλου ἐφικνοῦνται διανοίας. Τοῦτο νομοθετεῖ ὁ τῆς οἰκουμένης διδάσκαλος, τὸ διὰ παντὸς χαρίζεσθαι τῇ ἐπιθυμίᾳ τῆς σαρκός, ὁ λέγων «Παράγει τὸ σχῆμα τοῦ κόσμου τούτου, ἵνα καὶ οἱ ἔχοντες γυναῖκας ὦσιν ὡς μὴ ἔχοντες» καὶ «Θέλω πάντας εἶναι ὡς καὶ | |
275 | ἐμαυτὸν» καὶ μηδ’ ἐπὶ δεύτερον γάμον συνελθεῖν ἀνδράσι συγχωρῶν τῷ φάναι «Λέγω δὲ τοῖς ἀγάμοις καὶ ταῖς χήραις· καλὸν ἐὰν μείνωσιν οὕτως, εἰ δὲ οὐκ ἐγκρατεύονται, γαμησάτωσαν·» γυναιξὶ μὲν χηρευούσαις ἐπιτρέπων δευτέραν συνάφειαν διὰ τὸ ἀσθενές, ἀνδράσι δὲ οὐδαμοῦ χηρεύουσιν, ἀλλὰ τοῖς οὔπω συναφείας ἀφιγμένοις πρὸς πεῖραν «Κρεῖσ‐ | |
280 | σον γαμῆσαι ἢ πυροῦσθαι»; Εἰ μὲν οὖν γάμος ἡ τετάρτη γυνή, ἀλλ’ οὐχὶ πορνεία, μᾶλλον δὲ πορνείας πλέον καὶ ἀσέλγεια, καθὼς δοκεῖ τῷ θειοτάτῳ Κλήμεντι, ἐπί‐ τρεπε καὶ τὴν σύζευξιν. Εἰ δὲ τοῦτο, ποῦ χώραν ἔχει ἐνταῦθα τὸ «Κρεῖσ‐ σον γαμῆσαι ἢ πυροῦσθαι»; Καὶ ἄκουσον οἷά φησι Κλήμης ὁ τοῦ κορυ‐ | |
285 | φαίου Πέτρου μαθητὴς καὶ αὐτήκοος, ἀλλ’ οὐχὶ τῶν κατωτέρω τις καὶ μακρὰν τῆς ἐκείνου μετ’ ἀνθρώπων βιοτῆς διεστώτων· «Μονογαμία μὲν κατὰ νόμον γινομένη δικαία, ὡς ἂν κατὰ γνώμην ὑπάρχουσα θεοῦ· διγα‐ μία δὲ μετὰ ἐπαγγελίαν παράνομον, οὐ διὰ τὴν συνάφειαν, ἀλλὰ διὰ τὸ ψεῦδος· τριγαμία δὲ ἀκρασίας σημεῖον· τὸ δὲ ὑπὲρ τὴν τριγαμίαν προ‐ | |
290 | φανὴς πορνεία καὶ ἀσέλγεια ἀναμφίβολος.» Τί λέγεις; Κλήμης αὐτό φησι πορνείαν καὶ ἀσέλγειαν ἀναμφίβολον, καὶ σὺ τῷ τοῦ γάμου τιμᾷς προσρήματι; Ἀλλ’ οἱ τῆς ἐκκλησίας φωστῆρες, ὧν τὸ φῶς τῆς διδασκα‐ | |
λίας καὶ τῶν πράξεων εἰς πᾶσαν ἐξέλαμψε τὴν οἰκουμένην, «κτηνῶδες» αὐτὸ καὶ «τῆς φύσεως ἀλλότριον», ναὶ δὴ καὶ «βίον» καλοῦσι «χοιρώδη»· | 230 | |
295 | καὶ σὺ ἀποχρῆσθαι ὡς γάμῳ τοῖς ἀνθρώποις κελεύεις τῷ τοσούτῳ βδελύγματι; Ὡς θαυμαστὸς εἶ τῆς προνοίας τοῦ διδάσκειν ἐν σεμνότητι καὶ ἀξίως τῆς Χριστοῦ κλήσεως τοὺς ὑπὸ σοῦ διδασκομένους πολιτεύε‐ σθαι. Ἄνθρωπε, οὐδεὶς ἁγιασμοῦ χωρὶς τὸν κύριον ὄψεται· ἁγιασμὸς δὲ πῶς ἄν τινι προσγένοιτο τῇ ἀκαθάρτῳ πορνείᾳ συμπεφυρμένῳ; Καὶ | |
32(300) | ἄλλος ἔφη· «Μισοῦντες καὶ τὸν ἀπὸ τῆς σαρκὸς ἐσπιλωμένον χιτῶνα·» τοῦτο δὲ τί ἄλλο βούλεται ἢ τὸ φεύγειν τὰς τῆς πορνείας κηλῖδας; Ἀλλὰ βασιλεὺς ὁ τὴν τετάρτην γυναῖκα ζητῶν, καὶ δεῖ παραχω‐ ρεῖν βασιλικῇ ἐπιθυμίᾳ. Καλῶς γε σὺ τιμᾷς τὸ στέφος τῆς βασιλείας, καλὴν αὐτῷ δόξαν χαρίζῃ. Ἢ διότι τῶν ἄλλων ὑπερκάθηται, διὰ | |
305 | τοῦτο δεήσειεν αὐτὸν ῥυπωδέστερον εἶναι καὶ ἀτιμότερον; Σύ μοι δοκεῖς καὶ τῶν ποδῶν μᾶλλον ὥστε καθαροὺς εἶναι φροντίζειν ἢ τοῦ προσώπου, καὶ τοὺς μὲν μὴ προσεμβιβάζειν πηλῷ, τῆς δὲ κεφαλῆς μὴ φροντίζειν εἰ καταχέοιτο. Ἀλλ’ ὑπολαμβάνω μὴ δόξειν ταῦτα τοῖς ὁρίζειν εἰδόσιν ὑψηλοτέρων πραγμάτων καὶ ταπεινοτέρων διαφοράν. Μέγα μὲν γὰρ τὸ | |
310 | τῆς βασιλείας πρᾶγμα, καὶ δέον πείθεσθαι βασιλεῦσιν μηδὲ τοῖς προσ‐ τάγμασιν αὐτῶν ἀντιτείνειν, ἀλλ’ ἐν ἐκείνοις τοῖς προστάγμασιν ἐν οἷς διαφαίνεται τὸ τῆς βασιλείας ἀξίωμα. Προστάσσει δικαιοπραγεῖν; Τοῦτο βασιλικὸν ἀληθῶς πρόσταγμα, καὶ δεῖ μὴ ἀντιλέγειν. Κελεύει κατ’ ἐχ‐ θρῶν ὁπλίζεσθαι; Ἔδοξεν αὐτῷ συνεισφέρειν τι πρὸς τὴν τῶν κοινῶν | |
315 | λυσιτέλειαν; Τιμᾶν πάσῃ σπουδῇ τὸ δόγμα. Εἶπεν ἄλλο τι πράττειν τῶν σύστασιν φερόντων καὶ τιμὴν τῇ ἀρχῇ καὶ τοῖς ὑπὸ χεῖρα τελοῦσιν; Ποιεῖν ταχέως τὸ προσταττόμενον. Ταῦτα βασιλικά, καὶ ἀναγκαῖον, μᾶλ‐ λον δὲ ἀπαραίτητον, ἕτοιμον παρέχειν εἰς τὸ ἀκούειν τὸ οὖς. Κελεύει πά‐ λιν, οἷα τὰ τοῦ διαβόλου πονηρὰ ὑποβλήματα, εἰς θεὸν ἀσεβεῖν; Τοῦτο | |
320 | οὐ βασιλικόν, οὐκοῦν οὐδὲ πειστέον αὐτῷ, ἀλλ’ ὡς ἀσεβοῦς ἀνδρὸς ἀσεβὲς πρόσταγμα παρὰ φαῦλον ποιητέον. Κελεύει συκοφαντεῖν, ἢ δόλῳ ἀναι‐ ρεῖν τινας, ἢ γάμους ὀρύσσειν ἀλλοτρίους, ἢ ἀδίκως ἀφελέσθαι τὰ ἀλλό‐ τρια πράγματα; Οὐδὲ τοῦτο βασιλικῆς ἀρχῆς, ἀλλὰ λωποδύτου καὶ συκοφάντου καὶ μοιχοῦ καὶ ἅρπαγος· καὶ εἴ τις θεοφιλὴς καὶ τὸ θεῖον | |
325 | τιμῶν καὶ τὴν ἐξ αὐτοῦ παρασχεθεῖσαν ἐπὶ γῆς βασιλείαν, οὐκ ἂν πει‐ σθείη τοιούτοις μιαροῖς ἐπιτάγμασιν, ἀλλὰ πρότερον ἕλοιτο ἂν τὴν ψυχὴν ἀφεῖναι ἢ τοῦ κελεύοντος τὰ τοιαῦτα γενέσθαι ὑπηρέτης· εἰ καὶ (οἴμοι τῆς ἀνθρωπίνης ῥοπῆς ἐπὶ τὰ χείρω) πλείστους ἡ κακία ἔχει τῆς θερα‐ | |
πείας αὐτῆς ἐραστάς. | 232 | |
330 | Ἀγνοεῖς ὅτι πέφυκε τὸ ἀρχόμενον οἷον πρὸς παράδειγμα τὸν ἄρχοντα βλέπειν; Καὶ τί τοῦτο λέγω; Ὅπου γε καὶ τοῦ ἄρχοντος πάσῃ κοσμιότητι βιοῦντος, ὅμως τὸ ἀρχόμενον ἐπὶ τὰ ἐναντία κέκτηται τὴν ἐπιφορὰν διὰ τὴν ἀεὶ τρέχουσαν πρὸς τὰ κάτω καὶ τὴν ὕλην προαίρεσιν τῶν ἀνθρώπων. Διὰ τοῦτο γὰρ καὶ νόμοι τέθεινται, ὅτι μηδ’ ἔστι τὸ πα‐ | |
335 | ράδειγμα τοῦ ἀγαθοῦ ἄρχοντος ἱκανὸν βελτίους ποιεῖν τοὺς ἀνθρώπους, ὡς ἂν τῷ φόβῳ τῶν νόμων ἀναστελλόμενοι τῆς πονηρᾶς προαιρέσεως καὶ ἄκοντες μετὰ τοῦ βελτίονος γένοιντο. Ἀνάγει θεὸς εἰς ἀρχήν, εἴτ’ οὖν εἰς βασιλείαν ἢ ἑτέραν, οὐχ ἵνα διότι πλέον τῶν ἄλλων δεδόξασται παρὰ θεοῦ, αὐτὸς ἀτιμάζοι ἑαυτόν τε καὶ τὸν δοξάσαντα, οὐδ’ ἵνα τὴν θείαν | |
340 | κρίσιν ὥσπερ ἐσφαλμένην ἐφ’ ἑαυτῷ δείξῃ, ἀλλ’ ἵνα δι’ οἰκείας ἀρετῆς ἄξιος ὀφθῇ καὶ τῆς θεϊκῆς κρίσεως, καὶ δοξάζεσθαι μὲν θεὸν παρα‐ σκευάσῃ, προσθήκην δὲ δόξης καὶ ἑαυτῷ περιποιήσηται. Εἰ δέ τις διότι πλέον εἴληχε παρὰ θεοῦ τιμῆς, διὰ τοῦτο μᾶλλον οἴεται τὸ ἐξεῖναι αὐτῷ τῆς τιμῆς τῶν θείων νόμων καταφρονεῖν, λέληθεν ἑαυτὸν παραπλήσιος | |
345 | ὢν τοῖς διὰ κόρον ὑβρίζουσι κτήνεσιν. Κακὸν οὖν δόγμα καὶ πάγκακον τὸ λέγειν· διότι βασιλεύς, συγκεχώρηται ἁμαρτάνειν ὃ μὴ τοῖς ὑπὸ χεῖρά τις συγχωρήσειεν. «Δυνατοὶ δυνατῶς ἐτασθήσονται,» λέγει που τῶν σωφρόνων ὁ λόγος· εἰ δὲ τοῦτο, ποῦ χώραν ἕξει τὸ ἡμέτερον συγχώ‐ ρημα; Ἐγὼ καὶ στρατιώτῃ καὶ στρατηγῷ τὸ αὐτὸ πταίσασιν οὐκ οἶδα | |
32(350) | τὴν ἴσην ἐπαγομένην ποινήν, ἀλλ’ ὁ μὲν στρατηγὸς ἀναλογοῦσαν ἕξει τῷ μεγέθει τῆς τιμῆς τὴν τιμωρίαν, ὁ δὲ στρατιώτης κατὰ τὸ μέτρον τῆς τάξεως. Ἀλλὰ καὶ ναύτῃ καὶ κυβερνήτῃ, εἰ βούλει δὲ καὶ δεσπότῃ καὶ οἰκέτῃ, τῷ αὐτῷ σφάλματι περιπεπτωκόσιν οὐχ ἡ αὐτὴ ἀπαντήσει κατηγορία οὐδὲ κατάκρισις, ἀλλὰ τῇ διαφορᾷ τῶν προσώπων συνδιατι‐ | |
355 | θεμένη. Ἀλλ’ οἰκονομίαν ἐπ’ αὐτῷ ἡ Ῥωμαϊκὴ ἐξουσία πεποίηται, καὶ δεῖ πρὸς τὸ οἰκονομηθὲν μὴ ἀντιλέγειν, ἀλλὰ τὰ ἡμῖν δεδογμένα τιμᾶν. Τί λέγεις; Καὶ ἔξεστι τοῦτο Ῥωμαίοις οἰκονομεῖν, ὥστε παρανομοῦντά τινα μὴ δίκην ὑπέχειν, καὶ ὥστε χερσὶν ἀκαθάρτοις τῶν ἁγίων ἐφάπτε‐ | |
360 | σθαι, καὶ τοὺς ἐλαυνομένους τῶν θείων περιβόλων ἐπὶ μιάσματι, τούτους μὴ ἀποθεμένους τὸ μίασμα εἰσάγειν ὅθεν καλῶς καὶ ἐνδίκως ἀπελήλαν‐ ται; Μεγάλης ἂν ἐξουσίας εἴης ἐπειλημμένος, καὶ ἧς οὐδ’ αὐτὸς ὁ τὰς ἁμαρτίας αἴρων τοῦ κόσμου ἐπείληπται, μὴ ὅτι γε ἄλλος ἢ τῶν ἐκείνου ἱερῶν μαθητῶν ἢ τῶν ἄλλων τῆς αὐτοῦ ἐκκλησίας διδασκάλων. Ἧκε μὲν | |
365 | γὰρ τὰς ἁμαρτίας ἡμῶν βαστάσαι, ἀλλὰ δῆλον ὅτι τοῦ ἁμαρτάνειν ἡμῶν παυσαμένων, οὐκ ἐπιμενόντων δὲ οὐδὲ πραττόντων ἀδεῶς ὧν ἐκεῖνος τὴν ἄρσιν ποιεῖται. Ἀκούω γὰρ τῷ τεθεραπευμένῳ τοῦ ὑπ’ αὐτοῦ δοθέντος παραγγέλματος· «Ἴδε ὑγιὴς γέγονας, μηκέτι ἁμάρτανε.» Πρόσσχες ὡς κωλύει, οὐκ ἐπιτρέπει τὸ ἁμαρτάνειν τοῖς τοῦ ἐλέους αὐτοῦ κατηξιωμέ‐ | 234 |
370 | νοις. Οὐμενοῦν οὐδὲ Πέτρος, ἀλλ’ οὐδὲ Παῦλος, οὐδέ τις ἄλλος ποτὲ ὤφθη παρορῶν μὲν τὸ ἁμάρτημα, τῷ δὲ ἁμαρτάνοντι τὸ ἀνεύθυνον ἐπαγγελ‐ λόμενος. Ποῦ ταύτην τὴν ἄτοπον οἰκονομίαν ἐξεῦρες, τὴν οὐκ ἐλαφρύνου‐ σαν τὸ βάρος τοῦ ἁμαρτήματος, ἀλλὰ βαρύτερον αὐτὸ ποιοῦσαν, τὴν μὴ σῴζουσαν, ἀλλὰ τῇ ἀπωλείᾳ παραδιδοῦσαν, τὴν μὴ καθαίρουσαν, ἀλλ’ | |
375 | ἐπὶ πλέον τὸν ῥύπον προστιθεῖσαν; Τίς ποτε τοιαύτην οἰκονομίαν ἄχρι τοῦ νῦν ἔγνω; Οἰκονομία μὲν γὰρ σωτηριώδης ἐστὶ συγκατάβασις, σῴ‐ ζουσα τὸν ἡμαρτηκότα, χεῖρα βοηθείας ὀρέγουσα καὶ ἀνιστῶσα τοῦ πτώ‐ ματος τὸν πεσόντα, οὐχὶ τῷ πτώματι ἐπιτρέπουσα κεῖσθαι, μᾶλλον δὲ πρὸς ἐλεεινὸν βάραθρον συνωθοῦσα. Οἰκονομία ἐστὶ μίμησις τῆς θείας | |
380 | φιλανθρωπίας, ἁρπάζουσα ἐκ στόματος τοῦ καθ’ ἡμῶν ὠρυομένου θηρὸς τὸν μέλλοντα τῷ ἐκείνου ὀλεθρίῳ καταπίνεσθαι στόματι· ἁρπάζεται δὲ πάντως οὐχ ὁ πράττων τὴν ἁμαρτίαν, ἀλλ’ ὁ ταύτης τῇ θείᾳ μεθόδῳ τῆς οἰκονομίας πόρρω καταστὰς καὶ τὴν δίωξιν αὐτῆς ἀποκλίνας. Εἰ μὲν οὖν τὸ πρᾶγμα μή ἐστιν ἁμάρτημα μηδὲ πορνεία ἡ τετραγα‐ | |
385 | μία, μᾶλλον δὲ «πλέον πορνείας,» ἀλλὰ τὴν φύσιν ταύτης ἐνήλλαξας (σὸν δ’ ἂν εἴη καὶ τοῦτο τὸ τόλμημα, τὸ τὴν ἁμαρτίαν μὴ δοκεῖν ἁμαρτίαν νο‐ μίζειν), ἄλλος ἂν εἴη λόγος, ὃν ἡμεῖς οὔτε γινώσκομεν οὔτε γνωσόμεθα· μηδὲ γὰρ γένοιτο τοιοῦτον ἡμᾶς πονηρὸν μάθημα γνῶναι, ὅτι τὸ ἁμαρ‐ τάνειν οὐκ ἔστιν ἁμαρτάνειν. Εἰ δ’ ὡς ἔστι φύσεως τὸ πρᾶγμα, οὕτως | |
390 | καὶ διαμένει, καὶ οὐδεὶς αὐτὸ δύναται διαμείβειν τρόπος οὐδὲ τὴν πορ‐ νείαν ποιεῖν μὴ εἶναι πορνείαν, καὶ τὴν ἀσέλγεια μὴ τυγχάνειν ἀσέλγειαν, καὶ τὸν κτηνώδη καὶ τὸν χοιρώδη βίον μὴ τοῦτο εἶναι ὅπερ ἔστι καὶ λέγε‐ ται, τίς ἡ παράδοξος, μᾶλλον δὲ ὀλέθριος οἰκονομία, ἥτις ᾠκονόμηταί σοι ἐπὶ τῇ σῇ μὲν καταγνώσει, ἐπὶ βαρυτέρῳ δὲ κατακρίματι τοῦ δοκοῦν‐ | |
395 | τος ἐπ’ αὐτῷ διοικονομεῖσθαί σοι τῷ ἀσελγαίνειν; Κακὸν μὲν καὶ ἄλλως ἀπώλεια, εἰ καὶ ὑπ’ ἀγνοίας εἰς ταύτην περιπίπτοιμεν· τὸ δὲ καὶ μετὰ τέχνης καὶ μετὰ σοφισμάτων πρὸς ταύτην ἑαυτὸν ὑπάγειν πόσου ἄν τις | |
κακοῦ ἀριθμήσεται; Ἐγὼ μὲν καὶ εἴ τις ἐμοὶ πείθοιτο, μᾶλλον 〈δὲ〉 τοῖς ἱεροῖς νόμοις, καὶ μετάνοιαν ἀποδέχομαι τῶν ἁμαρτανόντων καὶ οἰκονο‐ | 236 | |
32(400) | μίαν ἐπὶ τούτοις κυρῶ, ἀλλὰ τὴν ἀπρακτεῖν ποιοῦσαν, οὐ τὴν ἐνεργεῖ‐ σθαι παρασκευάζουσαν τὴν ἁμαρτίαν. Ἀδύνατον γὰρ τῆς ἁμαρτίας ἐπιτελουμένης καὶ διηνεκῶς, οἰκονομεῖν τι πρὸς σωτηρίαν ὑπολαμβάνειν τὸν ἄδειαν αὐτῷ παρεχόμενον τῇ ἁμαρτίᾳ συζῆν· εἰρωνευομένου γὰρ τοῦτο μᾶλλον, οὐκ οἰκονομοῦντος, καὶ παίζοντος τὴν τῆς οἰκονομίας | |
405 | βοήθειαν. Τί ἔτι ἐπὶ προλαβόντα λοιπὸν καὶ ἀρχαῖά τινες καταφεύγουσι πράγματα, ὧν ἀτόπων ὑπαρχόντων οἱ τότε παρόντες ἐν βίῳ ἠνέσχοντο; Ἐγὼ δὲ πρῶτόν φημι ὡς οὐκ ἀσφαλὲς αὐτοῖς ἐκεῖ καταφεύγειν οὗ μήτε θείαν ψῆφον πολιτευομένην ὁρῶσι μήτε κρίσιν ἐξ ἀνθρώπων ἐπαινουμέ‐ | |
410 | νην· πῶς δ’ ἂν εἴη θεοῦ ψῆφος ἢ γνώμη ἀνθρώπων ἐπὶ πράγμασι προξε‐ νοῦσιν αἰσχύνην, μέμψεως δὲ τοὺς ἐργάτας ἐξαιρεῖσθαι μὴ δυναμένοις; Δεύτερον δὲ ὅτι μηδ’ ἄξιον εἴ τι πόρρω τοῦ πρέποντος τοῖς ἀρχαιοτέροις ἐπράχθη, τοῦτο παράδειγμα ποιεῖσθαι τοὺς νεωτέρους· λήσομεν γὰρ ἑαυτοὺς πολλὰ τῶν κολάσεως ἀξίων εἰς τὴν καθ’ ἡμᾶς γενεὰν εἰσάγοντες· | |
415 | ἀλλ’ οὐκ ἔστι τοῦτο φιλοθέων ἀνδρῶν οὐδὲ ζωὴν ἀγαπώντων θεοφιλῆ. Κακῶς οὖν καὶ τοῦτο λέγεται, τὸ πρὸς τὰ πρεσβύτερα τῶν ἁμαρτημάτων ὁρῶντας βούλεσθαι καὶ ἡμᾶς ἁμαρτάνειν, καὶ διότι μὴ εὐαγῶς ὁ δεῖνα καὶ ὁ δεῖνα, ἢ ὅτι ἄνθρωπος ὢν παρηνέχθη πρὸς φαύλην πρᾶξιν, διὰ τοῦτο καὶ ἡμᾶς εἴ τι φαῦλον ἀνακύπτει, τοῦτο καταδέχεσθαι. Ἦν δὲ | |
420 | ἄμεινον καὶ πολλῷ ἄμεινον τοῦτο καὶ φρονεῖν καὶ λέγειν, ὡς ἐπειδὴ ἐκεῖνο κακῶς ἐπράχθη, δεῖ ταῦτα κατὰ τὸν προσήκοντα λόγον διαπε‐ πρᾶχθαι· τοῦτο γὰρ κοινῶς παρὰ πᾶσι κρατεῖ, τὸ μὴ πρὸς τὰ χείρω τὴν μίμησιν ποιεῖσθαι, ἀλλ’ ὅση δύναμις ἐκ τῆς τῶν χειρόνων κατηγορίας ἀσφαλίζεσθαι ἡμᾶς αὐτοὺς μὴ τοῖς ἴσοις περιπεσεῖν, ἀλλὰ μᾶλλον πρὸς | |
425 | τὰ βελτίονα φέρεσθαι. Τί οὖν μοι τὸν Οὐαλεντινιανὸν παράγεις ἢ τὸν δεῖνα ἢ τὸν δεῖνα; Εἰ μὲν ἡ τούτου πρᾶξις ἐπαινετή, μιμησώμεθα καὶ ἡμεῖς, ἵνα τῶν ἴσων ἐπαίνων κληρονομήσωμεν· εἰ δὲ μῶμον ἔχει καὶ διαβέβληται, τί με ποιεῖν προτρέπεις ἃ καὶ σοὶ τὴν διαβολὴν καὶ ἡμῖν φέρει; Ἀλλ’ ἐδέξατο | |
430 | Δάμασος ὁ ἁγιώτατος. Εἰ τὴν παραδοχὴν ὅλῃ ψυχῇ ἀποδέχῃ καὶ νομί‐ ζεις αὐτὴν καλῶς ἔχειν, τί καὶ σὺ μὴ θαρρεῖς δυσὶ γυναιξὶ κατὰ τὸ αὐτὸ συνεῖναι δογματίζειν; Ἀλλὰ φεύγεις τὸ δόγμα, καὶ οὐκ ἄν σοι τοῦτο δόξῃ (οὐμενοῦν οὐκ ἂν ἀρνηθείης) προτρέπειν; Δῆλος εἶ καταγινώσκων | |
τοῦ πράγματος καὶ τὴν ἀποδοχὴν μὴ καλὴν οὖσαν ὑπολαμβάνειν. Ἐμο‐ | 238 | |
435 | σχοποίησέ ποτε Ἀαρών, καὶ συνεχώρησε τοῦτο θεός, οὐ γὰρ ὑπήχθη τῇ δίκῃ· ἀλλ’ οὐκ ἤρκεσε τοῖς μετὰ ταῦτα μοσχοποιοῦσι τὸ τοῦ Ἀαρὼν ἀκατάγνωστον εἰς τὸ μὴ δοῦναι δίκην τῆς μοσχοποιίας. Ὁρᾷς πῶς οὐχ ἱκανὸν τοῖς μὴ καλῶς τὰ οἰκεῖα διατιθεμένοις πράγματα ἐπανατρέχειν εἰς προγενέστερα σφάλματα; Τίνος δὲ χάριν καὶ πολιτικοὶ νόμοι καὶ θεῖοι | |
440 | κανόνες ἐκτέθεινται, εἰ τὰ προλαβόντα εἶχε τὴν μίμησιν ἀκατάκριτον; Ἀλλὰ σκοπός, ἵνα μὴ τοῖς προλαβοῦσιν ἁμαρτήμασι περιπίπτοντες ἄνθρωποι καταφεύγοιεν εἰς ἀπολογίαν, ὡς «Τὸ ἡμαρτημένον ἐμοὶ καὶ ἄλλῳ τινὶ προγενεστέρῳ ἐξείργασται». Οὐκ ἀπολύει οὖν, ἀδελφοί, οὐδ’ ἡ πρόφασις αὕτη τοὺς καταφεύγον‐ | |
445 | τας ἐπ’ αὐτὴν καὶ διὰ τοῦτο σύστασιν τῇ τετραγαμίᾳ παρεχομένους, ἀλλὰ κατακρίνει μᾶλλον, ὅτι μὴ ἐκ τοῦ εὐθέος, ἀλλ’ ἐκ τοῦ διεστραμμένου τὰ πολλῆς εὐθύτητος χρῄζοντα πράγματα τῆς ἐκκλησίας ἐγνώκασι διοι‐ κεῖν. Εἶτα εἴ τις τῶν σῶν οἰκετῶν τὸν οἶκον ἢ τὸν χιτῶνα μολύνας, ἐπί τι πρόσωπον ἕτερον αὐτὸ τοῦτο προδιαπεπραγμένον ἀναφέρων ἐρεῖ ὡς | |
32(450) | «Ἐπειδὴ προλαβὼν ἕτερός τις τῶν συνθεραπόντων τοῦτο ἐξήμαρτεν, διὰ τοῦτο κἀμοὶ πράττειν οὕτως ἐπῆλθεν,» οὐκ ἂν δέξῃ τὴν ἀπολογίαν, ἀλλὰ στρεβλώσεις καὶ μαστιγώσεις ὡς εἰς τοιαύτην ἥκοντα καταφρόνη‐ σιν, ὀφειλομένου ὄντος ἐκ τοῦ προημαρτημένου τῷ συνθεράποντι τοῦτον τὴν πρᾶξιν φυλάξασθαι· καὶ τὰ κακῶς τῇ ἐκκλησίᾳ συμπίπτοντα ἐκ τῶν | |
455 | προλαβόντων ἀξιοῖς παραδέχεσθαι, καὶ τὴν ἴσην οὐ τηρεῖς ἐπὶ τῆς ἐκ‐ κλησίας γνώμην τοῖς περὶ σὲ καὶ τὴν σὴν οἰκίαν πραττομένοις, ἀλλὰ δικαιοῖς αὐτὰ παρορᾶν διὰ τὴν τῶν προλαβόντων σφαλμάτων παρόρασιν; Καὶ τίς ἂν εἴποι σε εἰκότα ποιεῖν ὀρθὰ φρονεῖν ἐπιστάμενος; Τὸ δὲ καὶ πρὸς τὴν παλαιότητα συγκρίνειν τὴν χάριν καὶ τὸν μακάριον Δαυὶδ εἰς | |
460 | μέσον παράγειν, οὐκ οἶδα τί συναντιλαμβάνεται τοῖς τοῦτο προφέρουσιν· εἰ μὴ ἄρα καὶ τὸν Ἰακὼβ σὺν ταῖς δυσὶ γαμεταῖς αὐτοῦ ἀδελφαῖς οὔσαις ἡμῖν προσοίσουσιν, εἰ βούλει δὲ καὶ τὸν Σαμουὴλ κατὰ τῆς σφαγῆς τοῦ Ἄγαγ τὸ ξίφος βάπτοντα, καὶ τὴν περιτομήν, καὶ τὰ σφάγια, καὶ ὅσα τῇ παλαιότητι πραττόμενα τέως ἐγνωρίζετο. | |
465 | Ἀλλὰ γὰρ πολλῶν καὶ ἄλλων προσόντων ἃ ῥηθῆναι ἡ ὑπόθεσις ἐπι‐ ζητεῖ, πλεῖστα οἶμαι καὶ ταῦτα διὰ τὸ μῆκος τοῦ γράμματος. Ἀφέντες οὖν τὸ πλέον τι λέγειν περὶ τούτων ἐκεῖνό φαμεν· Ἐπιστράφητε πρὸς ἑαυτούς, ἀδελφοὶ τιμιώτατοι, καὶ τῶν πραχθέντων τὸ παράλογον κατα‐ | |
νοήσαντες καὶ τῆς πρὸς χάριν ἀνθρωπίνην οἰκονομίας ὑμῶν ὡς ἀσχήμο‐ | 240 | |
470 | νος καταγνόντες, τὸ πρέπον καὶ ὑμῖν αὐτοῖς φρονήσατε καὶ τὸ πρὸς τιμὴν διαβαῖνον τῆς ἐκκλησίας καὶ τῆς τῶν Χριστιανῶν σεμνότητος, μηδὲ βουληθῆτε γενέσθαι διήγημα, ὡς Ῥωμαῖοι τετραγαμίαν προφάσει βασιλικῆς χάριτος εἰς τὸ τῶν Χριστιανῶν ἅγιον ἔθνος εἰσήγαγον. Οἴδατε γὰρ ὡς ὀξεῖα τοῦ κακοῦ ἡ φορά, καὶ ἀρχὴν λαβοῦσα μάλιστα ἐκ δυνάμεως, | |
475 | καὶ τότε τοσαύτης, οὐ ῥᾳδίως ἀνακόπτεσθαι. Οὕτω καὶ τριγαμία ἐν ἀνθρώποις ἀρχὴν ἔλαβε πολιτεύεσθαι· συνεχωρήθη πρὸς χάριν ἑνός, καὶ δεύτερος ἦλθεν εἰς μίμησιν, καὶ πάλιν ἄλλος, καὶ οὕτως ἐπὶ πλείστους διελ‐ θὸν εἰς πονηρὰν κατέστη τῷ βίῳ συνήθειαν. Μὴ οὖν ἀνάσχησθε καίτοι γεγηρακυίας τῆς ἀνθρωπίνης φύσεως τὸν ξένον τοῦτον γάμον καὶ ἀλλό‐ | |
480 | τριον τοῦ γένους διδάξαι αὐτήν, μηδὲ τοιούτου μιαροῦ πράγματος ὡς γεγόνατε διδάσκαλοι τῷ βίῳ καταλίποιτε ὄνομα, ἀλλ’ αὐτοὶ ἑαυτοὺς ἐπανορθώσατε. Οὐ γὰρ φέρει αἰσχύνην ἡ τῶν παρὰ τὸ δέον γεγενημένων ἐπανόρθωσις, μᾶλλον μὲν οὖν καὶ σύνεσιν προσμαρτυρεῖ καὶ ἀρετῆς ἔρωτα, καὶ τιμᾷ, οὐχ ὑβρίζει τοὺς οὕτω πεφρονηκότας. Ὅπερ καὶ ὑμᾶς | |
485 | ἄξιον φρονῆσαι, μάλιστα τῶν πραγμάτων ἐξ ἀπάτης καὶ κακουργίας τὴν ὕπαρξιν λαβόντων, ἣν ὑμᾶς ἀποκρυψάμενοι παρήνεγκαν ἐφ’ ἃ μὴ ἔδει οἱ ταῦτα σκεψάμενοι. Καὶ θαυμαστὸν οὐδὲν εἰ ἄνθρωποι ὄντες δι’ ἀπάτης ἐσφάλητε· ἀλλὰ τοῦτο θαυμαστὸν μᾶλλον, εἰ ἄλλους ἐπαγγελλό‐ μενοι διορθοῦσθαι μὴ τὰ 〈μὴ〉 εὐαγῶς ὑμῖν πεπραγμένα τῆς τοιαύτης | |
490 | προνοίας καταξιώσητε. Τοῦτο δὲ πάντως προνοηθήσεται ὑμῖν ἀθετουμέ‐ νων καὶ ἀκυρουμένων καὶ ἀναθέματι παραπεμπομένων τῶν προγεγονό‐ των καὶ τῶν εἰσαγαγόντων τὴν τῶν σκανδάλων αἰτίαν εἰς τὴν τοῦ θεοῦ ἐκκλησίαν καὶ ὑμᾶς πρὸς μέμψεις τηλικαύτας συνελασάντων. Τοῦτο δέ φαμεν οὐ περὶ τοῦ καλοῦ βασιλέως (μὴ γένοιτο) οὐδὲ | |
495 | περὶ τοῦ ὑμετέρου προέδρου Σεργίου, οὐδ’ ἵνα ἐκεῖνοι τῷ ἀναθέματι παραπέμποιντο· ἤδη γὰρ χεῖρα ἐπορέξαντος θεοῦ τῷ καλῷ βασιλεῖ, αὐτὸς πρὸς τὸ τέλος τῆς ζωῆς γεγονώς, καὶ τοῦ κατακρίματος καὶ τοῦ ἀναθέματος (πεποίθαμεν τῇ θεϊκῇ εὐμενείᾳ) τὴν φυγὴν ἑαυτῷ περιπε‐ ποίηται, τὸ μὲν οἰκεῖον ἁμάρτημα ἐπιγνούς, συγγνώμην δὲ καὶ λύσιν | |
32(500) | τῆς καταδίκης ἐξαιτησάμενος ᾗ παρ’ ἡμῶν ὑποβέβλητο, καὶ ἀποδοὺς καὶ ἡμῖν τὸ ποίμνιον ἐξ οὗπερ ἠλάθημεν, καὶ πάντα διοικῆσαι ἡμῖν ἐπιτρέψας καθὼς συνορῶμεν καὶ θεῷ ἀρέσκον καὶ τοῖς θείοις 〈καὶ〉 ἱεροῖς κανόσιν ἁρμόδιον. Καὶ τοῦ ὑμετέρου δὲ προέδρου τὸν βίον λιπόντος καὶ τῷ πρώτῳ καὶ μεγάλῳ τὸν λόγον τῆς αὐτοῦ οἰκονομίας ὑπέχοντος ἀρχιερεῖ, ἀπόχρη | |
505 | τούτῳ καὶ χωρὶς τῆς ἐνταῦθα καὶ ἀνθρωπίνης ὑποτιμήσεως. Ὥστε | |
τούτους μὲν ἐξαιρετέον· τοὺς δ’ ἄλλους καὶ τῷ βίῳ περιόντας τῇ ὀφειλο‐ μένῃ παράδοτε καταδίκῃ, καὶ διὰ τῶν ἡμετέρων γραμμάτων μαθόντες ὅσα ἐπονηρεύσαντο καὶ οἷς ὁ φιλόχριστος καὶ μέγας ἡμῶν βασιλεὺς πρό‐ νοιαν ἔθετο γνῶναι ὑμᾶς τὰ ἐκείνοις δραματοποιηθέντα καὶ μηδὲν λα‐ | 242 | |
510 | θεῖν τῆς ψευδοῦς αὐτῶν συσκευῆς ἐν τῷ καταπράξασθαι διὰ τοῦ περι‐ βλέπτου αὐτοῦ μαγίστρου πρὸς ὑμᾶς κομισθῆναι τὰ κακῶς μελετηθέντα, πολὺ δὲ χείρω καὶ γραφῆς ἀξιωθέντα. Δι’ ὧν πάντων τῆς ἀληθείας ἐμφανιζομένης, ὑμέτερόν ἐστιν καταγνῶναι τοῦ ψεύδους, καὶ ἃ μὴ ἔδει τὴν ἀρχὴν πραχθῆναι, ταῦτα εἰ καὶ διεπράχθη κατακρῖναι καὶ τὴν ἐξ | |
515 | ἀρχῆς ὑμῶν δόξαν ἀνασώσασθαι, πάντα ἐκεῖνα ῥίψαντας εἰς κεφαλὴν τῶν κακουργησάντων καὶ ὅσον ἐπ’ αὐτοὺς ἧκεν πλέον τῇ Ῥωμαίων ἐκ‐ κλησίᾳ ἢ τῇ ἐνταῦθα λυμηναμένων. | |
33(1t) | Τρύφωνι μονάζοντι | |
2 | Οὐδὲν ἔλαττον καὶ ἡμῖν εἰς ἐπιθυμίαν καθέστηκεν τῇ σῇ ὁσιότητι συγγενέσθαι καὶ παρουσίας καὶ ὁμιλίας κοινωνῆσαι ἢ ὅσον αὐτός, ὦ τοῦ θεοῦ ἄνθρωπε, τῆς τοιαύτης ὑπάρχεις ἐφέσεως. Ἀλλ’ ἐπεὶ τῶν πραγμά‐ | |
5 | των αἱ περιπτώσεις σωματικῶς γενέσθαι τοῦτο μὴ βούλονται, κρείττονί τινι κοινωνίᾳ θεραπεύομεν τὴν ἐπιθυμίαν νοερῶς συγγινόμενοι καὶ βλέμ‐ μασι τῆς ψυχῆς τὴν ἀπόλαυσιν ἔχοντες. Τοῦτο οἶδα καὶ τῇ σῇ ὁσιότητι τοῦ ἴσου πόθου παρεχόμενον ἀπολαύειν. Περὶ δὲ τῆς λυπούσης ἀσθε‐ νείας, ἐπὶ τοῖς ἄλλοις ὅσα διὰ τὰς ἁμαρτίας ἡμῶν ἀδιαλείπτοις ἀλγη‐ | |
10 | δόσιν βάλλει τὴν ἡμετέραν ψυχήν, ἐδεξάμεθα καὶ νῦν προσθήκην ἀλγη‐ δόνος. Ὅμως οὖν ἀναφέροντες ἐπὶ τῷ σωτῆρι θεῷ ἡμῶν τὴν ἐλπίδα προσδοκῶμεν τῆς ἐπὶ σοὶ ἀλγηδόνος οὐκ εἰς μακρὰν εὑρεῖν τὴν θεραπείαν, ἐὰν μόνον σὺ βουληθῇς, ὥσπερ ᾐτήσω τὴν τῶν βοηθημάτων ἀποστολήν, ἃ καὶ ἀπεστείλαμεν, οὕτω καὶ τῆς χρήσεως αὐτῶν πεῖραν λαβεῖν μὴ | |
15 | βραδέως. Διότι οὐκ ἄδηλον ὅτι παντὸς ἐναντιώματος ἐν ἀρχῇ ῥᾳδία ἡ ἀποφυγή, ἡ δὲ τούτου παρενόχλησις ἐν καταφρονήσει τιθεμένη, δύναμιν ἀπὸ τοῦ χρόνου λαμβάνουσα οὐκέτι ὁμοίως ἐθέλει ἀνιέναι τοὺς πρότερον καταφρονητάς, ὕστερον δὲ πρὸς ἐπιμέλειαν καθισταμένους τῆς τοῦ παρεν‐ οχλοῦντος διώξεως. Δεῖ οὖν καὶ τὴν ὑμῶν τελειότητα τῶν βοηθημάτων | |
20 | καταλαμβανόντων σὺν θεῷ μὴ ῥαθύμως αὐτῶν τὴν χρῆσιν ποιήσασθαι. Πάντως γὰρ εὐέλπιδές ἐσμεν ὡς εἰ σπουδαιότερον χρήσῃ αὐτοῖς, ἐπανε‐ | |
λεύσεται ἡ φυσικὴ τοῦ σαρκίου κατάστασις. Ταῦτα μὲν ἐπὶ τοσοῦτον. Σὺ δὲ εἰδὼς οἷα εἰκὸς πάσχειν ἡμᾶς, ἐν τοιαύταις καταιγίσι πραγμάτων στρεφομένους οἵας οὐκ οἶδα εἴ τίς | 244 | |
25 | ποτε πραγμάτων ἐπήγειρεν βιαιότης, ταῖς ὁσίαις ἐπαμύνειν εὐχαῖς γενοῦ μοι καὶ προθυμότερος καὶ συντονώτερος. | |
34(1t) | Στρατηγῷ Ἑλλάδος | |
2 | Τέκνον ἡμῶν ἠγαπημένον, οἴδαμεν ὅτι χάριτι θεοῦ φρονήσει κοσμούμενος καὶ συνέσει καὶ θεοφιλὴς ὑπάρχων, ὅσα εἰς τιμὴν καὶ κατάστασιν τῶν ἐκκλησιῶν τοῦ θεοῦ, ταῦτα καὶ χωρὶς τῆς ἡμετέρας | |
5 | παραινέσεως καὶ διανοῇ καὶ πράττεις. Πλὴν ἀλλ’ ἐπεὶ ἡ ὅλη μέριμνα καὶ ἡ φροντὶς ἡμῖν ἐπίκειται τῶν ἐκκλησιῶν, γράφομέν σοι καὶ ἡμεῖς ἃ καὶ σοὶ μισθὸν οὐράνιον προξενεῖ καὶ ταῖς ἐκκλησίαις εἰς συμφέρον ἐστίν. Ἀλλὰ τέως μὲν περὶ τῶν ἄλλων σιγῶμεν. Ἐπεὶ δὲ περὶ τῆς τῶν | |
10 | Θηβῶν ἁγίας ἀνεμάθομεν ἐκκλησίας ὡς οἱ κληρικοὶ κατ’ ἀλλήλων στα‐ σιάζοντες ἀντὶ τοῦ τύπος εἶναι καταστάσεως τοῖς κοσμικοῖς αὐτοὶ ἀτα‐ ξίας καὶ μάχας συνιστῶσιν, καὶ τὸ ἐλεεινότατον καὶ πληγὰς ἐπιφέρουσιν ἀλλήλοις, ὁρίζομεν ἵνα τούτους εἰς ἓν ἡ σὴ προσκαλέσηται σύνεσις, καὶ λόγοις καὶ παραινέσεσι πείσῃ τῆς τοιαύτης ἀταξίας ἀποσχέσθαι· καὶ | |
15 | παραγγείλῃ τοὺς μὲν μετὰ τοῦ ἀρχιεπισκόπου συλλειτουργοῦντας, ἐκεί‐ νους τὴν καθολικὴν ἐκκλησίαν κατέχειν καὶ τὴν ἐν αὐτῇ δοξολογίαν τοῦ θεοῦ ἐπιτελεῖν, τοὺς δὲ ἄλλους, οἳ τέως τῷ ἀρχιεπισκόπῳ οὔτε συνελει‐ τούργησαν οὔτε ἐκοινώνησαν, ἐν ταῖς λοιπαῖς ἐκκλησίαις συνάγεσθαι καθ’ ἑαυτούς, ἵνα οὕτως ἀσύγχυτος ἡ ἱερατεία διαμείνῃ, μέχρις ἂν ὁ ἅγιος | |
20 | θεὸς εὐδοκήσῃ τι οἰκονομηθῆναι εἰς τὰ κατασχόντα πράγματα διὰ τὰς ἁμαρτίας ἡμῶν τὴν ἁγίαν αὐτοῦ ἐκκλησίαν. Τούτου γὰρ γινομένου καὶ οἱ παρὰ τοῦ θεοῦ διατηρηθέντες ἄμεμπτοι ἐν τῇ ἱερουργίᾳ αὐτῶν οὐ μὴ προσ‐ κόψωσιν· καὶ οἱ ἀνθρώπινόν τι παθόντες καὶ σφαλέντες μετὰ τῆς ἀγαθῆς ἐλπίδος ἔσονται ἀναμένοντες τὴν περὶ αὐτοὺς γενησομένην οἰκο‐ | |
25 | νομίαν, ὅταν ὁ μέγας ἡμῶν ἀρχιερεὺς καὶ θεὸς τοῦτο εὐδοκήσῃ ἐπιτε‐ λεσθῆναι. Ἐρρωμένον σε διαφυλάξει ὁ κύριος, τέκνον ἡμῶν ποθεινόν, ἐν πᾶσι καλοῖς προκόπτοντα καὶ εὐδοκιμοῦντα καὶ ὄντα παντοίας ἐπη‐ | |
ρείας ἀνώτερον. | 246 | |
35(1t) | Στρατηγῷ Στρυμόνος | |
2 | Οἶδα, τέκνον ἡμῶν ἠγαπημένον, ὅτι καὶ φρονήσει καὶ συνέσει κοσμούμενος ἐκεῖνα φρονεῖς περὶ τῆς τοῦ θεοῦ ἐκκλησίας ὅσα πρέπον ἐστὶν ἄνθρωπον θεοφιλῆ καὶ παρὰ θεοῦ καὶ νῦν τιμηθέντα καὶ δοξασθέν‐ | |
5 | τα καὶ εἰς τὸν μέλλοντα αἰῶνα δόξαν καὶ τιμὴν λαβεῖν παρ’ αὐτοῦ ἐλπίζοντα· καὶ ἴσως περισσόν τι ποιοῦμεν τὴν σὴν διανοηθέντες παραι‐ νεῖν θεοφιλῆ ψυχὴν περὶ τοῦ προΐστασθαι τῶν πραγμάτων τῆς μεγάλης τοῦ θεοῦ ἐκκλησίας, ἐν ᾗ καὶ ἐδοξάσθης παρὰ τοῦ ἁγίου πνεύματος, διὰ τῆς ἐπιθέσεως τῶν ταπεινῶν ἡμῶν χειρῶν τὴν ἐπὶ τῇ πατρικιότητι | |
10 | εὐλογίαν δεξάμενος· ἐν ᾗ πάντως καὶ τὰς ἐλπίδας ἔχεις, τουτέστιν εἰς τὴν ἐν αὐτῇ διὰ παντὸς κατοικοῦσαν χάριν τοῦ παναγίου πνεύματος. Ἀλλ’ ὅμως ἐπειδὴ γράμματα ἐδεξάμεθα παρὰ τοῦ τῶν κτημάτων αὐτῆς προεστῶτος, λέγομεν δὴ τοῦ Στρογγυλίζοντος, ὑπόμνησιν ποιού‐ μενα τοῦ γράψαι πρὸς τὴν ὑμῶν μεγαλοπρέπειαν, ὥστε τῆς σῆς ἀντιλη‐ | |
15 | πτικῆς χειρὸς ἐν ἀπολαύσει αὐτόν τε τυγχάνειν καὶ τοὺς καταπεπιστευ‐ μένους αὐτῷ τῆς ἐκκλησίας τόπους, οὗ ἂν ἡ χρεία καλῇ, τὴν ἐκείνου πλη‐ ροῦντες ὑπόμνησιν ταῦτά σοι τὰ γράμματα διαπέμπομεν, καὶ ὥσπερ παρόντες δι’ αὐτῶν προσομιλοῦμεν καὶ παραινοῦμεν τοῦ μὴ περιορᾶν τοὺς βουλομένους ἐπιπηδᾶν ἀτάκτῳ γνώμῃ καὶ ὁρμῇ ἐν τοῖς τόποις τοῦ ἁγίου | |
20 | ναοῦ τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν καὶ παρασπᾶν μὲν αὐτοὺς τῆς ἐκείνου δεσποτείας, ὑπὸ δὲ τὴν ἰδίαν δεσποτείαν ἄγειν. Εἰσὶν δὲ ὡς μαν‐ θάνομεν τοιαύτης προαιρέσεως μοχθηρᾶς οὐκ ὀλίγοι τινές, οἵ, ὥς φασιν, μόνῃ πλεονεξίᾳ κινούμενοι οὐ τρέμουσι τὰ τοῦ θείου ναοῦ ἀποσπαράσσειν καὶ οἰκεῖα ποιεῖσθαι, ἱερόσυλοί τινες ὄντες καὶ διὰ τοῦτο τῆς ἱερωτάτης | |
25 | ἐκκλησίας καταφρονοῦντες. Ἀλλ’ οἱ μὲν τοιοῦτοι. Σὺ δέ, τέκνον ἐμόν, ὡς φρόνιμος ἐννοῶν ὅσος ὁ κίνδυνος καὶ τοῖς τολμῶσι ταῦτα καὶ τοῖς παρορῶσι τὴν τόλμαν καὶ δυ‐ ναμένοις διεκδικεῖν τοῦτο μὴ πράττουσιν, μήτε ἐκείνοις συγχωρῇς διὰ τῆς τοιαύτης ζημίας τῆς ἐκκλησίας ἑαυτοὺς ζημιοῦν ψυχικῆς σωτηρίας, | |
30 | μήτε σὺ διὰ τοῦ παρορᾶν τὴν πλεονεξίαν αὐτῶν, μᾶλλον δὲ τὴν ἱεροσυλίαν, ὥσπερ ὑπόδικον σεαυτὸν καταστήσῃς τῷ τοῦ θεοῦ κατακρίματι. Ὁ γὰρ δυνάμενος κωλύειν τὴν πονηρίαν, εἶτα τοῦτο μὴ πράττων, οὐ πολὺ ἀπέχει τῆς κοινωνίας τῆς κατακρίσεως. Καὶ εἰ τὸ μὴ προσφέρειν θεῷ ἐκ τῶν οἰκείων μέμψιν ἔχει καὶ κατάγνωσιν, πόσῳ μᾶλλον τὸ ἁρπάζειν τὰ τοῦ | |
35 | θεοῦ; Ἅπερ ὡς φρόνιμος, τέκνον μου, συνορῶν, δεῖξον τὸν πρέποντα τῇ σῇ ἀρετῇ ὑπὲρ τῆς τοῦ θεοῦ ἐκκλησίας ζῆλον καὶ ἣν ἐν αὐτῇ πεποίθησιν ἔχεις, ἵνα καὶ σεαυτῷ χάριν οὐ τὴν τυχοῦσαν παρὰ θεοῦ περιποιήσῃ καὶ οἱ κακῶς ἐπιπηδῶντες εἰς τὰ τῆς ἐκκλησίας τοῦ θράσους ἐπισχεθέντες | 248 |
40 | μὴ ἐν οἷς οὐ δεῖ μηδ’ εὔλογόν τι φαίνωνται κεκτημένοι τὴν πονηρὰν αὐτῶν προαίρεσιν ἐπεκτείνωσιν. | |
36(1t) | Τῷ κουράτωρι τοῦ Στρογγυλίζοντος | |
2 | Δι’ ὑποδείξεως γράμματος παρὰ σοῦ σταλέντος πρὸς τὸν τοῦ θεοῦ ἱερώτατον ἄνθρωπον καὶ οἰκονόμον τῆς μεγάλης τοῦ θεοῦ ἐκκλη‐ σίας ἐμάθομεν ἀλύειν σε καὶ δυσφορεῖν, τοῦτο μὲν ἐπὶ ταῖς ὀχλήσεσι τῶν | |
5 | πραγμάτων, τοῦτο δὲ καὶ ὅτι γράμματα παρ’ αὐτοῦ πρὸ χρόνου τινὸς ἐδέξω μέμψεις σοι φέροντα. Καὶ ὑπὲρ μὲν τῶν ἐκείνου μέμψεων οὐκ ἀποδεχόμεθά σε λυπούμενον. Αἱ γὰρ πατρικαὶ πρὸς τὰ τέκνα ἐπιτιμήσεις καὶ μέμψεις, ὁποῖαι ἂν ὦσιν, εὐφροσύνης μᾶλλόν εἰσι παρασκευαστικαὶ τοῖς νοῦν ἔχουσιν, ἀλλ’ οὐχὶ λύπης καὶ θλίψεως. Διὰ τί; Ὅτι πρὸς τὸν | |
10 | σκοπὸν τῆς μέμψεως καὶ τὸ τέλος ἀφορᾶν ὀφείλει ὁ ταύτῃ καθυποβεβλη‐ μένος, ἀλλ’ οὐχὶ τοῖς ῥήμασι μόνοις προσέχειν. Εἴτε οὖν μὴ σφαλλόμε‐ νος ἐδέξω τὴν μέμψιν, χαίρειν ὀφείλεις ὅτι ὑπὲρ τοῦ μὴ σφαλῆναι ὥσπερ τις προασφάλεια γέγονεν ἡ μέμψις· εἴτε σφαλλομένῳ σοι ἐπετίμησεν, καὶ οὕτω πλέον ἔδει χαίρειν ὅτι διόρθωσις καὶ θεραπεία τοῦ πταίσματος | |
15 | ἐκ τῆς ἐπιτιμήσεως ἀπαντᾷ. Καλὰ δὲ ἀμφότερα· καὶ ἐπὶ τοῖς καλοῖς οὐκ ἔδει σε φρόνιμον ὄντα ἐκεῖνο παθεῖν ὅπερ ἐπὶ τοῖς κακοῖς καὶ ἀσυμφόροις ἀκολουθεῖ, ταῦτα γὰρ μόνα λυπεῖν οἶδε τὸν λογιζόμενον ἐμφρόνως. Ὥστε τὴν ἐπὶ τοῖς γράμμασι τοῦ οἰκονόμου λύπην ἀπόθου καὶ τοὺς λογισμοὺς ἄφες τῆς ἀκηδίας καὶ τὰ παραιτούμενα ῥήματα τὴν διακονίαν, | |
20 | ἐξ ἧς σοι ὀρθῶς καὶ ὁλοψύχως διακονοῦντι ἀσύγκριτος ἀπόκειται ὁ μισθός. Μὴ γὰρ μόνον εἰς τὰ παρόντα βλέπῃς, ἄνθρωπος συνετὸς ὑπάρχων καὶ πλέον τῆς παρούσης ζωῆς ὥς γε ὑπολαμβάνω ἐφιέμενος τῆς μελλούσης· πάντως δὲ οὐ διστάζεις ὅτι ἀπόκειταί σοι μισθὸς ἐκεῖθεν παρὰ θεοῦ ὑπὲρ ὧν ἐν τοῖς πράγμασιν τῆς αὐτοῦ ἐκκλησίας πονεῖς. Ἢ | |
25 | σὺ ἐάν τις ἐν τοῖς σοῖς πόνον καὶ σπουδὴν ἐπιδείκνυται πράγμασιν, ὥστε ὠφέλειάν τινα τούτοις γίνεσθαι, τῆς ὀφειλομένης χάριτος οὐκ ἀποστε‐ ρεῖς τὸν σπουδάζοντα, ἀλλὰ παντὶ τρόπῳ τὴν ἀμοιβὴν τῶν πόνων τούτου περισκοπεῖς, τὸν δὲ ἐπὶ πάντων θεὸν λείπεσθαι τῆς σῆς προαιρέσεως ὑπολαμβάνεις; Ἀλλ’ ἄτοπον τοῦτο, καὶ μή ποτε εἰς νοῦν ἀνθρώπινον | 250 |
30 | ἔλθοι. Ὡς εἶπον, κατάβαλε τὴν ἐπὶ τῷ γράμματι ἀθυμίαν. Περὶ δὲ τῆς τῶν πραγμάτων περιστάσεως καὶ δυσκολίας ἐγράψαμεν τῷ στρατηγῷ, καὶ λογιζόμεθα τοῦτον μὴ ἐν παραλογισμῷ θέσθαι τὰ παρ’ ἡμῶν γραφέντα, ἀλλὰ τὴν ἐνδεχομένην ἐπιχορηγηθῆναί σοι παρ’ αὐτοῦ βοή‐ | |
35 | θειαν καὶ ἀντίληψιν. Ὥστε καὶ ἐν τούτοις εὐθυμότερος γενόμενος σπου‐ δαιότερον τῶν πραγμάτων ἀντέχου, καὶ συγγινόμενος τῷ στρατηγῷ καὶ τὴν ἐκείνου γνώμην ἀπὸ τοῦ νῦν ἀναμανθάνων γράφε πρὸς ἡμᾶς· καὶ τῆς δυνατῆς οὐκ ἐν δευτέρῳ ποιησόμεθα βοηθείας σε μὴ ἀποτυγχάνειν μηδὲ τῆς ὀφειλομένης προνοίας τε καὶ προστασίας. | |
37(1t) | Στυλιανῷ διακόνῳ | |
2 | Προστάξεις καὶ διδασκαλίαι πράξεων ἐκείνοις ἀναγκαῖαι ὅσοι μὴ τὸν οἰκεῖον νοῦν διδάσκαλον ἔχουσι. Τοῦτο ἡμεῖς οὐ λογιζόμεθα περὶ σοῦ· διὰ τοῦτο καὶ τοῦ γράφειν σοι ὅπως δεῖ σε τὰ τῆς 〈τοῦ〉 θεοῦ ἐκκλησίας | |
5 | πράγματα διοικεῖν ἀπεσχόμεθα. Πείσαντες γὰρ ἅπαξ ἑαυτοὺς ὅτι πρῶ‐ τον μὲν εἰς θεὸν ὁρᾷς καὶ τὸ ἐκείνου κατάκριμα φρίττεις, ἔπειτα δὲ ὅτι καὶ τῶν ἀνθρωπίνων λογισμῶν οἷς τὸ δέον γίνεται οὐχ ὑστερεῖς, περιττὸν ἡγησάμεθα τοῦ προστιθέναι τι παρ’ ἑαυτῶν πρὸς τὴν δέουσαν τῶν τῆς ἐκκλησίας πραγμάτων διοίκησιν, ὅση τε ἐν τῇ καταστάσει τῶν | |
10 | ἱερέων καὶ ὅση ἐν ἐπιμελείᾳ γεωργικῇ. Τοῦτο δὲ μόνον γράφομεν, ὅπερ ᾔτησας, τοῦ ἀνοῖξαι μὲν τὸ σκευοφυλακεῖον, ἐξενεγκεῖν δὲ τὸ χαρτίον ὃ πρὸς τὸ ἀνεπηρέαστον τῶν ἱερέων τῆς ἐκκλησίας οἱ κατὰ καιροὺς ἔδωκαν βασιλεῖς· ἀλλὰ καὶ ὥστε τὰ ἱερὰ πάντα ἐπισκέψασθαι τὰ τῇ μητροπόλει προσόντα καὶ τὴν τούτων | |
15 | παραγραφὴν ἀποστεῖλαι πρὸς ἡμᾶς. Τοῦτο ἐπιτελεσάμενος καὶ τὰς | |
ἡμῶν ἐλπίδας μὴ καταισχῦναι διὰ σπουδῆς ποιούμενος, ἔρρωσο. | 252 | |
38(1t) | Φιλητῷ μονάζοντι | |
2 | Ἐγώ, τέκνον ἐμόν, τοῦτο εἰ καὶ ἁμαρτωλὸς εὔχομαι, πάντας ἐκείνην τὴν ὁδὸν βαδίζειν ἥτις ἀφίστησι τῆς κοσμικῆς αὐτοὺς συγχύ‐ σεως, πρὸς δὲ τὴν σωτήριον ἀπάγει καὶ κατασκήνωσιν καὶ ἀνάπαυσιν· | |
5 | καὶ εἴ γε δυνατόν, οὐ μόνον τὴν αἴτησιν εἰς τέλος ἀγαγεῖν εἰμι πρόθυμος, ἀλλὰ καὶ εἴ τι πλέον, μόνον εἰ ἐπηκολούθει τὸ σπουδαζόμενον τῇ προαι‐ ρέσει, ποιεῖν ἐβουλόμην. Οὐκ ἀγνοεῖς δέ, τέκνον ἡμῶν, καὶ χωρὶς τῶν ἡμετέρων λόγων τὴν κατάστασιν τῶν πραγμάτων, καὶ ὡς οὐδέν ἐσμεν δυνατοὶ πρὸς τὴν ὑπόθεσιν συμβαλεῖν, ἀλλ’ ὁπόσα καὶ ἀγωνιεῖσθαι | |
10 | δόξομεν, ῥυήσεται διὰ κενῆς ὁ ἀγών. Τί οὖν φημι, ὡς ἐν τοιούτῳ καιρῷ, ἢ τὸ πᾶν ἀνατιθέναι θεῷ; Καὶ ὁ μὲν τῷ πόθῳ τοῦ Χριστοῦ ἀναφλεχθείς, εἴ γε ἀληθῶς ἐπεπόθησεν αὐτόν, πληροφορήσοι τὸν ἀναφθέντα πόθον διὰ τοῦ ἀκολουθῆσαι τῷ Χριστῷ καὶ θεῷ ἡμῶν, τῷ αἰτησαμένῳ καὶ ἄλλῳ τινὶ ἐπιτροπὴν λαβεῖν περὶ τῆς τῶν οἰκείων διοικήσεως μὴ μόνον | |
15 | ἐπιτρέψαντι, ἀλλὰ καὶ τὴν τοιαύτην ἀπαγορεύσαντι μέριμναν, καὶ κατα‐ λιπεῖν ἐπ’ ἐκείνῳ καὶ τῇ αὐτοῦ ἀκαμάτῳ προνοίᾳ τὴν ἐπικρεμαμένην αὐτῷ φροντίδα, ὡς ἐκείνου ἱκανοῦ ὄντος καὶ ἃ φροντίζει ἀναδέξασθαι καὶ συμφερόντως διεξαγαγεῖν καὶ τούτῳ προξενῆσαι τὸ ἀπερίσπαστον. Ἐπιβλέπομεν γὰρ εἰς ἀρχαίας γενεάς, καὶ οὐχ ὁρῶμεν ἀνατεθειμένην ἐλ‐ | |
20 | πίδα πρὸς τὸν Χριστὸν καὶ θεὸν ἡμῶν, εἶτα καταισχυνθεῖσαν. Ταῦτά σοι, τέκνον ἐμόν, καὶ ὡς συνετῷ καὶ ὡς τὰ θεῖα μελετῶντι καὶ ὡς ὑπὸ τῆς δυσκολίας τοῦ καιροῦ συμβαλέσθαι τι ἀνθρωπίνως τῇ σῇ ἐξαιτήσει μὴ συγχωρούμενοι γράφομεν. Σὺ δὲ μετὰ τῆς ἄνωθεν εὐμενείας τὸν ἐκ τοῦ βιωτικοῦ κλύδωνος ἐξελάσαι ποθοῦντα, καὶ παραινέσεσι καὶ εὐχαῖς | |
25 | ἐκεῖθεν ἐξάγαγε· καὶ πιστεύομεν τῷ Χριστῷ καὶ θεῷ ἡμῶν ὡς καὶ περὶ ὧν φροντίζει, τούτων πρὸς τὸ συμφέρον γενήσεται ἡ διεξαγωγή. Τὰ δ’ ἄλλα ἔρρωσό μοι καὶ τῆς ἡμῶν ταπεινότητος μὴ διαλιμπάνῃς ὑπερευχό‐ μενος. | |
39(1t) | Γρηγορίῳ μητροπολίτῃ Ἐφέσου | |
2 | Ἴσως περιττὸν ὃ ποιοῦμεν· γράφομεν γὰρ ἃ χειλέων ἡμῶν ἤκουσας, οὐχ ὡς ἔτυχεν, ἀλλ’ ἀπὸ σπουδῆς ὅσην ἑώρας ἐν τῷ ἀκούειν ἃ ἐλέγομεν. | |
Πλὴν ἰδού σοι καὶ γράμματι ἀπόντι προσφθεγγόμεθα ὅσα καὶ παρόντι | 254 | |
5 | ἔφημεν. Οὐ συγχωρεῖ τὰ πράγματα τὴν διάστασιν ἡμῶν· τίνα μὲν γάρ ἐστι τὰ πρὸς ὑμᾶς διαβιβαζόμενα παρὰ τῆς φήμης, αὐτοὶ ἂν εἰδείητε· ἃ δὲ ἡμεῖς τοῦτο μὲν ἀκούομεν, τοῦτο δὲ καὶ μανθάνομεν ἐναργῶς, πολλὴ ἔχει δύναμιν τοῦ λυπεῖν ἡμᾶς. Ὡς οὖν τοιούτοις συνεχόμενοι, ἐκεῖνό σοι γράφομεν, μὴ τὸ σὸν ἐπίπροσθε ποιεῖν, εἴ γε καὶ ἔστι τοῦτο σόν τι καὶ | |
10 | σοὶ χαρίζεσθαι δυνάμενον, ἀλλὰ τὴν κοινὴν τῆς ἐκκλησίας ἀνωμαλίαν, καὶ σὺν τῷ δυνατῷ τάχει καταλαβεῖν πρὸς ἡμᾶς, καὶ μὴ ταὐτὸν παθεῖν τῷ Κυζίκου, ὃς ἔοικε παντελῶς ἐκλελῆσθαι τῶν κοινῶν καὶ τῆς ἡμῶν μετριότητος. Ὦ τέκνων πρὸς πατέρας στοργὴ καὶ φροντίδες καὶ μέριμναι, ποῖ ποτε ἀπανέστητε; Νῦν γὰρ ἐν βίῳ οὐ πολιτεύεσθε. Ἔρρωσό μοι, καὶ | |
15 | ὑπερεύχου τῆς ἡμῶν μετριότητος. | |
40(1t) | Μαλακινῷ πατρικίῳ | |
2 | Οὐκ ἠλγήσαμεν ἐπὶ τοῖς ὀνειδισμοῖς οὓς καθ’ ἡμῶν ἀπερρίπτει τὸ γράμμα, διότι καὶ τοῦτο μέγα νομίζομεν, τὸ ἀξιοῦσθαι ὅλως μνήμης, ἄνθρωποι διὰ τὰς ἁμαρτίας ἡμῶν μηδὲ τὸν ἀέρα σπᾶν δίκαιοι τυγχά‐ | |
5 | νοντες. Ἀλλ’ ἐκεῖνο ἡμῖν ἀλγεινὸν ἐφάνη, ὅτι νοῦν ἔχων ἄνθρωπος καὶ πράγματα κρίνειν εἰδὼς ἀπήχθη τῶν πραγμάτων τῆς φύσεως καὶ οὐκ ἔδωκεν σκέψιν τῷ λογισμῷ, ἀλλὰ πρὸς μόνην τὴν ἑαυτοῦ ἀπέβλεψεν ἐπιθυμίαν. Μέμφεται οἷς οὐκ ἔδει μέμφεσθαι, καίτοι γε εἰδὼς ἐκ προλα‐ βούσης πείρας τὴν ἡμετέραν προαίρεσιν, ὅτε καιρὸς ἦν μὴ δυσκολίαν | |
10 | ἐπάγων τοῦ πρὸς ἔργον τὴν ἡμετέραν ἐξιέναι γνώμην. Εἰ δ’ ὅτι οὗτος κἀκεῖνος ἔτυχόν τινος παρ’ ἡμῶν ἔδακε τὴν καρδίαν τὸ πρᾶγμα καὶ πρὸς τὰς μέμψεις ἠρέθισεν, οὐδὲ τοῦτο εὔλογον. Οὐκ ἀγνοεῖ γὰρ οὐδὲ τοῦτο φρόνιμος ἄνθρωπος, ὅτι μεγάλην ἔχει ῥοπὴν ὁ καιρός· πολλὰ τῶν διοικημάτων οὐ κατὰ τὴν βούλησιν τοῦ διοικοῦντος, ἀλλ’ ἐνίοτε καὶ | |
15 | ἀσχάλλοντος ἐπ’ αὐτοῖς εἰς ὑπόστασιν ἄγει. Ταῦτα γινώσκων ὡς νουν‐ εχὴς καὶ συνετός, ἄφες τὰς μέμψεις καὶ τὰς μικρὰς ἡμέρας τῆς ζωῆς ἡμῶν εὔχου (χρεωστεῖς γὰρ τά τε ἄλλα καὶ ὅτι φίλος ὑπὲρ φίλου τὴν εὐχήν), εἰ μὴ παντάπασιν ἀπαρέσκει θεῷ, ἐκ τοῦ περιστοιχίζοντος βάρους | |
τῶν θλίψεων ἀνέτους διαγαγεῖν. | 256 | |
41(1t) | Γρηγορίῳ μητροπολίτῃ Ἐφέσου | |
2 | Καὶ ἄλλως ἡμῖν λυπηρῶς καὶ ἀθύμως διακειμένοις ἐφ’ οἷς διὰ τὰς ἁμαρτίας ἡμῶν ἐσμεν συνεχόμενοι, τὰ γράμματα τῆς ὑμῶν ἀρχιερατικῆς τελειότητος ἀναλεγομένοις ἐπὶ πλέον προσγέγονε τοῖς εἰρημένοις κατα‐ | |
5 | σχεθῆναι, δι’ ὧν ἐκεῖθεν ἐμανθάνομεν μετὰ τῆς ἄλλης ταλαιπωρίας καὶ νόσῳ περιπεσεῖν ὑμᾶς· μάλιστα καὶ τὴν τοῦ καιροῦ ὑφορώμενος φλόγα, ἥν φασι τοῖς αὐτόθι ἐπιχωριάζειν. Τοῦτο ἡμᾶς ἠνίασε σφοδρότερον καὶ ἀνιᾷ, εἰ καὶ τῆς θείας εὐμενείας ἐλπὶς τὰ χρηστότερα ὑποφαίνουσα δίδωσιν ἡμῖν ἐκ τοῦ βάρους ὥσπερ ἀναφέρειν τῆς λύπης. | |
10 | Περὶ δὲ τῆς ἐνταῦθα καταλήψεως οὐ χρὴ δυσφορεῖν. Ἀναγκαία μὲν γὰρ ἡ ὑμετέρα συναναστροφὴ τῇ παρὰ τοῦ ἁγίου πνεύματος ἐγκε‐ χειρισμένῃ σοι ἐκκλησίᾳ· πλὴν ἀλλ’ ἐπεὶ τὰ ἐνταῦθα πράγματα μετὰ τὴν ὑμετέραν ἔξοδον (οὐκ οἶδα δὲ τὸν τρόπον ὅπως εἰς τοιοῦτον καθέ‐ στηκε σχῆμα) τὴν σὴν ἐπιζητεῖ παρουσίαν, δεύτερα χρὴ λογίζεσθαι | |
15 | τέως τὰ ἐν τοῖς αὐτόθι καὶ μᾶλλον τῆς πρὸς ἡμᾶς γενέσθαι φοιτήσεως. Οἶδας γὰρ ὡς κατὰ ῥοῦν φερομένων τῶν ὧδε πραγμάτων καὶ τὰ κατὰ πᾶσαν ἐκκλησίαν ἀγαθὴν ἔχει τὴν κατάστασιν· τούτων δὲ ἀνωμάλως ἐχόντων ἀνάγκη πολὺ χεῖρον τὰ ἔξω καθίστασθαι πράγματα. Μηδὲν οὖν σε τοῦτο ἀνιάτω, καθὼς εἴρηται, ἀλλὰ μᾶλλον θεοῦ εὐμενῶς ἐπιβλέπον‐ | |
20 | τος καὶ τὴν ἀπαλλαγὴν ὥς γε πεποίθαμεν τῆς νόσου διδόντος, καὶ δίχα τῆς τῶν παρακελευομένων ἐπιτροπῆς μὴ βραδύνῃς καταλαβεῖν. Τὸ δὲ χαρτίον ὃ ὑπεσχόμεθα οὔτε ἀναβολῆς τινος ἢ μεταμελείας ἐγγενομένης μέχρι τοῦ νῦν τῶν σῶν ἀπελείφθη χειρῶν (καὶ γὰρ καὶ πρὸ τῆς ἱερᾶς πανηγύρεως τοῦ μεγάλου γέγονεν ἀποστόλου), ἀλλ’ ὅτι λόγοι | |
25 | τοῖς ὠσὶν ἡμῶν προσῄεσαν τὴν σὴν ἀπαγγέλλοντες μετὰ τὴν πανήγυριν διὰ τάχους πρὸς τὴν πόλιν ἀνακομιδήν, γέγονεν ἡ ὑστέρησις. Νῦν δέ σοι τοῦτο ἀπεστείλαμεν, ἵνα καὶ αὐτὸς φροντίδων ᾖς ἀπηλλαγμένος ἕνεκεν τῆς τοιαύτης ὑποθέσεως καὶ ἡμεῖς ἀπρεποῦς ὑπονοίας ἔξω διατελῶμεν. Ἔρρωσό μοι, τέκνον ἱερώτατον, μεμνημένος ἐν ταῖς ὁσίαις εὐχαῖς τῆς | |
30 | ἡμῶν μετριότητος. | |
42 | Ὅτε τὸ γράμμα τῆς ὑμῶν ἀρχιερατικῆς τελειότητος χερσὶν ἐδεξάμεθα, τῶν συνεχόντων ἡμᾶς λυπηρῶν βραχεῖά τις ἄνεσις προσῆλ‐ | |
θεν ἡμῶν τῇ ψυχῇ, τὸ μὲν ὅτι ποθουμένου τέκνου καὶ ἀδελφοῦ λόγοις ἔμελλον ἐντυγχάνειν, τὸ δὲ ὅτι καὶ ἠλπίζομεν οὐ προσαγγέλλειν ἡμῖν τὸ | 258 | |
5 | γράμμα ἃ προσήγγειλε λυπηρά (λυπηρὸν γὰρ ἡ τῶν τέκνων κάκωσις) ἀλλὰ μᾶλλον τὰ ἡδύνοντα καὶ φέροντα ψυχαγωγίαν ἡμῖν ἐκ τοῦ διακο‐ μίζειν τὸ μήνυμα τῆς ὑμετέρας ὑγείας καὶ τῶν πραγμάτων τῆς καθ’ ὑμᾶς ἐκκλησίας ἐν Χριστῷ τῷ θεῷ ἡμῶν τὴν ἀμείνω κατάστασιν. Νῦν δὲ πρῶτον μὲν ἐδήλου κατέχεσθαι νόσῳ ὑμᾶς, ἔπειτα δὲ καὶ | |
10 | οὐδὲν εἰς ἄνεσιν φέρον καὶ παραμύθιον τῶν ἐμῶν ὀδυνῶν 〈ὑπὲρ τῆς τῶν ἐκκλησιῶν εὐταξίασ〉 τῆς ἀεὶ δι’ εὐχῆς ἡμῖν ὑπαρχούσης, εἰ καὶ διὰ τὰς ἁμαρτίας ἡμῶν ἀτέλεστος ἡ εὐχή [ὑπὲρ τῆς τῶν ἐκκλησιῶν εὐταξίας]. Ὅμως ταῦτα καὶ ἑκόντες καὶ ἄκοντες τὴν ἡμῶν ταπεινὴν διαξαίνοντα καρδίαν καὶ καρτεροῦμεν καὶ καρτερήσομεν, μέχρις ἂν τὰ ἀνεξιχνίαστα | |
15 | κρίματα τοῦ θεοῦ ταῦτα κρίνῃ τῇ ταλαιπώρῳ καὶ δυστήνῳ ἡμῶν ζωῇ συμπολιτεύεσθαι. Σὺ δέ, τέκνον ἡμῶν ἱερώτατον, εἰ καὶ τὸ σαρκίον πεπόνηκεν ταῖς ἀσθενείαις, τυχὸν δὲ καὶ ἔτι πονεῖ, ἀλλὰ τήν γε ψυχὴν χάριτι θεοῦ ὡς ἐρρωμένην κεκτημένος μὴ διαλίπῃς τὸ ὑπὸ τοῦ παναγίου πνεύματος | |
20 | ἐγκεχειρισμένον σοι ποίμνιον ταῖς σαῖς καὶ διὰ τῶν λόγων καὶ τῶν ἔργων ὁδηγίαις καὶ παραινέσεσιν οὕτω καταρτίζων, οὕτως ἰθύνων καὶ ὁδηγῶν, ἵνα καὶ θεὸς διὰ σοῦ εὐαρεστηθῇ, καὶ ἡμεῖς οἱ ταπεινοὶ μαν‐ θάνοντες τὴν σὴν σωτηριώδη πρόνοιαν τῆς καθ’ ὑμᾶς ἐπαρχίας ἐκ τοῦ βάρους ἀναφέρωμεν τῆς ἀθυμίας, καὶ αὐτὸς ὡς φωστὴρ ἐν κόσμῳ | |
25 | λόγον ἐπέχων ζωῆς καὶ ἐν τῷ παρόντι βίῳ τὰ σὰ ἔργα τοῦ φωτὸς ἐπι‐ δείξῃς τοῖς ἀγαπῶσιν ἀρετὴν καὶ ἐν τῷ μέλλοντι αἰῶνι μετὰ τῶν τοῦ φωτὸς κληρονόμων (ὅπερ πεποίθαμεν ὡς ἔσται) συντεταγμένος ὀφθείης. Τὰ δ’ ἄλλα μὴ διαλίπῃς ἐν ταῖς ἁγίαις εὐχαῖς σου τῆς ἡμῶν μεμνημένος ταπεινότητος. | |
43(1t) | Ἀνδρέᾳ μητροπολίτῃ Πατρῶν | |
2 | Τὴν παροῦσαν ἐπιστολὴν γράφομέν σοι, τέκνον ἡμῶν ἱερόν, εἰδότες ὡς καὶ χωρὶς τῶν ἡμετέρων λόγων τὴν ἁρμόζουσαν πρᾶξιν ἡ σὴ ἐξεπί‐ σταται σύνεσις. Πλὴν ἀλλὰ καὶ ἡμεῖς καθ’ οὓς ἐνηχήθημεν λόγους τὴν | |
5 | οἰκείαν σοι γνώμην ἐμφανίζομεν, ἵνα εἰ συμβαίνουσαν τὴν ἀλήθειαν τοῖς | |
ἀπηγγελμένοις ἡμῖν εὕροις, τοιαύτην τινὰ ποιήσῃ καὶ τὴν διοίκησιν. Ἐπεὶ γὰρ ὁ τὸ γράμμα κομίζων ἀπήγγειλεν ὡς γυνή τις ἀνδρὸς χηρωθεῖσα, ὅπερ ἐστὶ φρονίμης ψυχῆς, ἀντὶ τῆς κοσμικῆς ζωῆς τὴν πνευματικὴν προέκρινεν πολιτείαν καὶ τῷ τάφῳ προσκαρτεροῦσα τοῦ | 260 | |
10 | ὁμοζύγου μετὰ τῶν ἄλλων αὐτῆς πραγμάτων καὶ τὴν οἰκείαν ζωὴν προσήνεγκε τῷ Χριστῷ καὶ θεῷ ἡμῶν ἐν μοναδικῇ διεξάγουσα πολιτείᾳ, ταύτῃ δέ, οἷα τὰ ἐξ ἀνθρώπων πονηρεύματα, καὶ ὁ τοῦ διαβόλου φθόνος ἐπήγειρε τρικυμίας, τὴν σὴν ἐπιχορηγήσεις βοήθειαν καὶ μὴ ἐάσῃς τὸν ἐπίσκοπον ἐκεῖνον, ὅστις ποτέ ἐστιν, ἐπηρεάζειν αὐτήν, ἀλλὰ μᾶλλον | |
15 | ταύτην συνεπικροτήσεις ἐν τῇ οἰκείᾳ διαμένειν τάξει, εἴτε ἡγουμενείας ἐπέχει βαθμόν, εἴτε ἄλλως ἐν τῷ μοναστηρίῳ βούλεται διαμένειν καὶ προσκαρτερεῖν. Ἄδικον γὰρ καὶ λίαν ἀπάνθρωπον, οὕτως εὐλαβείᾳ τὴν γυναῖκα ζῶσαν ἐξελαύνειν τοῦ τόπου ἐν ᾧ τὸ λείψανον τοῦ ἀνδρὸς κατέ‐ θηκεν καὶ οὗ τὰ ὑπάρχοντα αὐτῇ προσήνεγκεν εἴς τε σωτηρίαν τῆς | |
20 | ἰδίας ψυχῆς καὶ εἰς τὴν τοῦ τόπου διαμονήν τε καὶ σύστασιν. Ὡς οὖν εἴρηται, τὴν βαρεῖαν καὶ πλεονεκτικὴν τοῦ ἐπισκόπου χεῖρα ἐκεῖθεν ἀπόστρεψον, καὶ δίδαξον μὴ τῶν ἀλλοτρίων ἐπιθυμεῖν τὴν κτῆσιν, ἀλλ’ εἴπερ ὅλως ἐν λειτουργοῖς θεοῦ συναριθμεῖσθαι φιλεῖ, καὶ τῶν οἰκείων καὶ αὐτῷ προσόντων τοῖς δεομένοις δι’ ἀπορίαν κατὰ τὴν | |
25 | τοῦ πνεύματος ἐντολὴν ἐπαρκεῖν. | |
44(1t) | Πρὸς στρατηγόν | |
2 | Καὶ νῦν, ὥσπερ ἀεί, χάριν ὁμολογοῦμεν τῷ ἁγίῳ θεῷ, ἐφ’ οἷς, τέκνον ἡμῶν ἠγαπημένον, καὶ τὴν ὑμετέραν διαφυλάττει ζωὴν καὶ τὴν κατευόδωσιν τῶν πραγμάτων ἐχορήγησεν καὶ πεποίθαμεν ὅτι καὶ ἔτι | |
5 | χορηγήσει· εὐχόμενοι διὰ παντὸς καὶ ἔτι μείζοσι κατορθώμασι λαμπρύ‐ νεσθαι τὴν σὴν στρατηγικὴν ἀρετήν, ὥστε διὰ τῶν σῶν ἀνδραγαθημάτων τὸ θεῖον ὄνομα μεγαλύνεσθαι, καὶ τὸ κοινὸν τῶν ὁμοδόξων γένος κοινῆς ἀπολαύειν εὐεργεσίας καὶ εὐφροσύνης, καὶ σέ, τέκνον ἡμῶν, καὶ ἐν τῷ παρ‐ όντι βίῳ καρποὺς τῶν ἰδίων πόνων τὰς μείζονας τιμὰς καὶ τὴν ἐπὶ | |
10 | πλέον αὔξησίν τε καὶ προκοπὴν ἀπολαβεῖν καὶ ἐν τῷ μέλλοντι αἰῶνι τῆς κοινῆς καταξιωθῆναι τῶν ὑπὲρ τοῦ Χριστοῦ καὶ θεοῦ ἡμῶν καὶ τῆς ἐκείνου δόξης ἀγωνιζομένων ἀντιδόσεως. Τὰ δὲ ἀποσταλέντα ἡμῖν ἀπεδεξάμεθα, καὶ ἀπεστείλαμέν σοι εὐλογίας χάριν ἀλειπτὰ ρʹ, ἐπευχόμενοι τὴν θείαν καὶ ἀμάραντον εὐωδίαν | |
15 | μηδέποτε τὴν σὴν ψυχὴν ἐπιλιπεῖν, ἀλλ’ ἀεὶ ὑπ’ αὐτῆς εὐωδιάζεσθαι καὶ | |
εἶναι πάσης ἀηδίας ἀνωτέραν καὶ καθαράν. | 262 | |
45(1t) | Ἀρσενίῳ μονάζοντι | |
2 | Ἡμεῖς καὶ ἀπούσῃ τῇ σῇ ὁσιότητι καὶ οὔπω ἡμῖν ἐγνωσμένῃ, μόνῃ φήμῃ τῇ ἀνακηρυττούσῃ τὴν σὴν ἀρετὴν συνηπτόμεθα ἐν ἁγίῳ πνεύματι τῷ δεσμῷ τῆς αὐτοῦ ἀγαπήσεως· καὶ ἰδόντες σε καὶ πεῖραν | |
5 | λαβόντες ὅσην ἐλάβομεν, καὶ ἠγαπήσαμεν καὶ τῇ πνευματικῇ ἑνώσει ἐπὶ πλέον συνήφθημεν. Εἰ δὲ μὴ παρέσχομεν ἀπόδειξιν τῆς τοιαύτης ἑνώσεως ἐκ πραγμάτων γνωριζομένην, οἶμαι τῆς μέμψεως ἡμᾶς ἀπολύσει τὸ μηδὲν παρὰ τῆς ὑμῶν ὁσιότητος ἀναδιδαχθῆναι ὧν ἡμεῖς μὲν ἐπιτελεῖν δυνατοί, σὺ δὲ ἐν χρείᾳ καθέστηκας. Οἶδας γὰρ ὡς οὐδὲν εἰς αἴτησιν | |
10 | προεβάλου ὧν παρασχεῖν ἡμεῖς ἱκανοὶ οὔτε προβαλλόμενος ἀπέτυχες τῆς πληρώσεως. Πλὴν εἰ καὶ οὕτως ἔχει, ἀγαπῶ τὸ ἔγκλημα· φίλων γὰρ πνευματικῶν πρὸς ὁμοίους φίλους ἡδέα καὶ ὠφέλιμα τὰ ἐγκλήματα. Ταῦτα μὲν περὶ ὧν ἐδόξαμεν ὑπ’ αἰτίαν πεσεῖν ὅτι παρορῶντες ὤφθημεν τὴν σὴν ὁσιότητα. Περὶ δὲ τῆς κινουμένης φιλονεικίας (καὶ | |
15 | εἴθε πᾶσα φιλόνεικος διάθεσις ἀπώλετο ἐξ ἀνθρώπων, μάλιστα δὲ τῶν τὴν πνευματικὴν πολιτείαν ἐπανῃρημένων) ἐξαπεστάλη μετὰ ἐντάλματος ὃς τῷ τὴν βασιλικὴν δεχομένῳ κέλευσιν συνεπισκεπτόμενος τὰ πράγ‐ ματα (παράσχοι δὲ ὁ ἅγιος θεὸς τελείαν τὴν διάλυσιν δοῦναι) τῶν ἀμφιβόλων τὴν κρίσιν ποιήσεται. | |
20 | Τὰ δὲ ἄλλα τοῦ γράμματος, ὧν τε ὁ κύρις Βάρδας ἐδίδου, καὶ ὧν εἰ παρῆς ἐνταῦθα τοῦ κυροῦ Ἀλεξάνδρου περιόντος πεφιλοτίμησο ἂν ἐξ αὐτοῦ, ἀλλὰ καὶ περὶ τῶν παρεχομένων παρὰ τοῦ κυροῦ Λέοντος, ἴσμεν καὶ χωρὶς τοῦ γράμματος ὡς εἰ τῶν ἀγαπώντων ὑπῆρχες δεδέσθαι κοσμι‐ καῖς ὕλαις, οὐκ ἂν οὐδὲ νῦν ἀπορήσῃς τοιούτου πλούτου. Ἀλλὰ πάντως | |
25 | ἢν ἐξ ἀρχῆς ἐτίμησας καὶ ἀντὶ παντὸς εἵλου ἀπόλαυσιν, τὴν μετὰ τοῦ Χριστοῦ καὶ θεοῦ ἡμῶν κακοπάθειαν, ταύτην μακαριωτέραν ἡγῇ κτῆσιν τῶν πολλὰ πλέθρα κεκτημένων καὶ πολυπλούτους περιουσίας· δι’ ἣν καὶ νῦν παρὰ τοῖς ἀληθῶς τὰ καλὰ εἰδόσιν μακαρίζῃ καὶ μετὰ ταῦτα μακαριστὸς ἔσῃ ἐν τῇ τῶν οὐρανῶν βασιλείᾳ τοῖς παρὰ θεοῦ μακαριζο‐ | |
30 | μένοις συμπλουτῶν καὶ συνδοξαζόμενος. | |
46(1t) | Τῷ ὑπερφυεστάτῳ καὶ ἠγαπημένῳ ἡμῶν υἱῷ | |
2t | τῷ περιδόξῳ ἐξουσιαστῇ Ἀβασγίας | |
3 | Ἐπὶ τῷ χωρισμῷ, τέκνον ἡμῶν, τοῦ μακαριωτάτου πατρός σου | |
ἐλυπήθημεν, ὥσπερ ἦν ἀκόλουθον, τήν τε σὴν ἐννοοῦντες ἐπὶ τῷ πάθει | 264 | |
5 | πληγὴν τῆς καρδίας καὶ τῶν ἄλλων ὅσοι φιλεῖν οἴδασιν ἄνθρωπον ἀρετῇ κεκοσμημένον, μάλιστα οἷος ἦν ὁ σὸς πατήρ, παρὰ πάντων καὶ ἐπαινού‐ μενος καὶ θαυμαζόμενος. Πλὴν εἴχομεν τῆς λύπης ἀπαλλαγήν, ὅτι σὲ βλαστὸν αὐτοῦ ὄντα γνήσιον καὶ καρπὸν τῆς ἐκείνου σπορᾶς ἡ θεία εὐδόκησεν πρόνοια καὶ τὴν ἐξουσίαν τῆς ἀρχῆς ἀναδέξασθαι καὶ ὥσπερ | |
10 | εἰκόνα τινὰ τῷ οἰκείῳ ἔθνει ἀντὶ τοῦ χωρισθέντος ἐκ τῆς ματαίας ταύτης ζωῆς παρέσχεν ὁρᾶσθαι. Τοῦτο ἡμᾶς ἀπήλλαξε τῆς λύπης καὶ μᾶλλον πρὸς θείαν εὐχαριστίαν μετήνεγκεν· καὶ ηὐχαριστήσαμεν καὶ εὐχαριστοῦμεν, δεόμενοι τῆς θεϊκῆς ἀγαθότητος ἐν μηδενί σε τῶν πα‐ τρικῶν ἀπολειφθῆναι κατορθωμάτων, ἀλλὰ μᾶλλον ὑπερβαλεῖν, καὶ γενέ‐ | |
15 | σθαι τοιοῦτον ἐν τοῖς ὑποχειρίοις πατέρα καὶ ἄρχοντα οἷος καὶ τὴν τοῦ θεοῦ ψῆφον ἐπ’ ἔργοις μαρτυρῆσαι δικαίαν ἐπὶ σοὶ γενέσθαι, καὶ τὸν πατέρα ἔτι μακαριώτερον ἀποφῆναι διὰ τοῦ σοῦ τρόπου καὶ τῆς καλο‐ κἀγαθίας, καὶ σεαυτῷ ἀείμνηστον κλέος ἔν τε τῷ παρόντι αἰῶνι περι‐ ποιήσασθαι καὶ ἐν τῷ μέλλοντι τὴν ἀθάνατον δόξαν καὶ τιμὴν καὶ | |
20 | ἀπόλαυσιν. Ἀπεστείλαμεν εὐλογίας χάριν ἱμάτιν. Περὶ δὲ τοῦ ἀρχιεπισκόπου Ἀλανίας, τέκνον ἡμῶν, τί γράφειν οὐκ ἔχω. Αὐτὸς γὰρ συνετὸς ὢν καὶ φρόνιμος καὶ εἰδὼς τὸ ἐκείνου ἔργον, ὅτι πρὸς σωτηρίαν ἀνθρώπων, ὅτι πρὸς δόξαν τοῦ μεγάλου ὀνόματος τοῦ θεοῦ, πάντως καὶ χωρὶς ἡμετέρας | |
25 | γραφῆς διὰ τὴν ἀποκειμένην ἐκεῖθεν μισθαποδοσίαν τοῖς φιλοθέοις καὶ συνεπικουρήσεις αὐτῷ καὶ συναντιλήψῃ τῶν πόνων· καὶ εἴ τινος ἐν ἔθνει τοιούτῳ καὶ γῇ ξένῃ τῶν ἀναγκαίων καὶ ἄνεσιν τῇ ζωῇ φερόντων ἐνδεής ἐστιν, προθύμως ἐπιχορηγήσεις τοῦ θεοῦ σοι δύναμιν παρασχόντος. Καὶ εἴης καὶ ἔτι ἐπὶ πλέον εἰς εὐπορίαν τῆς τοιαύτης δυνάμεως καθιστάμενος, | |
30 | βοηθεῖν τοῖς ἀπορουμένοις. | |
47,I-II(1t) | Κωνσταντίνῳ παρακοιμωμένῳ παραμυθητικὴ | |
2t | ἐπ’ ἀδελφῇ κοιμηθείσῃ | |
47,I(3) | Ὅταν, τέκνον μου τίμιον, τὴν ἀπροσδοκήτως καταλαβοῦσαν θλῖψιν καὶ τὸ πικρὸν ἄλγος ἐννοήσω, πρὸς ἀφωνίαν συστέλλομαι καὶ αὐτὸς | |
5 | ἐγώ, καὶ οὐκ ἔχω τί εἴπω ἢ τίνα λόγον εὕρω παραμυθεῖσθαι δυνάμενον οὔτε τῆς ἐμῆς ψυχῆς τὸ ἄλγημα οὔτε σὲ οὔτε τὴν θεοφιλῆ μητέρα οὔτε | |
τοὺς ἄλλους συγγενεῖς καὶ φίλους, ὧν τὸ πικρὸν τοῦτο πάθος διασπαράσ‐ σει τὴν καρδίαν. Νικᾷ γὰρ ὡς ἀληθῶς πᾶσαν παρηγορίαν καὶ παράκλησιν λόγων τὸ (οἴμοι πῶς εἴπω;) συμβεβηκὸς ἡμῖν ἀτύχημα. Τί γάρ τις | 266 | |
10 | πρῶτον πενθήσει; Τῆς καταλιπούσης ἡμᾶς τὸ ἄωρον καὶ τὴν ἐν αὐτῷ τῷ ἄνθει τῆς ἡλικίας τομὴν ἣν ὁ πικρὸς οὐκ ἐφείσατο θάνατος ἐπενεγκεῖν; Ἢ τὴν τοῦ καλοῦ συζύγου ταύτης μόνωσιν, ὃς καὶ αὐτὸς ἐν ἴσῳ τῷ ἄν‐ θει, εἰ καὶ μὴ τὴν ἐκ τοῦ βίου τομὴν ὑπέστη, ἀλλὰ πικροτέραν ἐδέξατο τὴν πληγήν; Τί δὲ εἴποιμεν πρὸς τὴν διάστασιν σοῦ τοῦ ταύτης ἀδελφοῦ, | |
15 | ὃς διὰ τὸν συμπαθῆ τρόπον, οὐ μόνον πρὸς ἐκείνην, ἀλλὰ καὶ πρὸς τοὺς ξένους καὶ πόρρω συγγενείας ἔχεις τὸ συμπάσχειν καὶ συναλγεῖν; Τί δὲ πρὸς τὴν γηραλέαν μητέρα, ἥτις εἰ καὶ τὸ χαίρειν εἶχεν ἐπὶ σοί, τέκνον ἐμόν, ὡς ἐφ’ υἱῷ τοιούτῳ τυγχάνοντι, ἀλλ’ οὖν ἐπ’ ἐκείνῃ ὡς θυγατρὶ καὶ τῆς αὐτῆς ὑπαρχούσῃ φύσεως (προσθήσω δὲ ὅτι καὶ ἔκγονα τῆς | |
20 | ἐκείνης κοιλίας ποθοῦσα φέρειν ἐν ταῖς ἀγκάλαις αὐτῆς) μείζονος ἀπή‐ λαυεν ἡδονῆς τῷ βίῳ παρούσης καὶ συναναστρεφομένης αὐτῇ; Ὅταν ταῦτα πάντα ὁμοῦ, τέκνον μου τιμιώτατον, ἀναλογίσωμαι, καίτοι καὶ ἓν ἕκαστον αὐτῶν οὐκ ἔστιν εὐχερὲς δέξασθαι παραμυθίαν, ἐπίσταμαι ὡς οὐκ ἔστι λόγος οὐδὲ παράκλησις ἡ δυναμένη παρακαλέσαι καὶ τῷ τραύματι | |
25 | δοῦναι τὴν θεραπείαν. Καὶ γὰρ εἴ τις ἅπερ εἶπον αὐτὰ καθ’ ἑαυτὰ λογί‐ ζοιτο, βαρύτατά ἐστιν ἀληθῶς, ὅλον ὑπὸ τοῦ βάρους συγκαταφέροντα πρὸς ἀθυμίαν καὶ λύπην ἀπαράκλητον τὸν λογισμόν· οἷον μικροῦ καὶ ἡμεῖς πε‐ πόνθαμεν ἀπροσδοκήτως τῆς πικρᾶς ἀγγελίας ταῖς ἡμετέραις ἀκοαῖς προσελθούσης. Καὶ γὰρ ὅτε τοῦτο ἐμάθομεν, οὕτως εὐθέως ἐκρατήθημεν | |
30 | ὑπὸ τῆς λύπης καὶ τῆς ἀθυμίας ὡς μικροῦ μήτε φωνὴν δύνασθαι ἀφεῖναι μήτε ἄλλου πρὸς ἡμᾶς λέγοντος βούλεσθαι ἀκούειν· οὕτως ὑπὸ τοῦ βά‐ ρους τῆς θλίψεως συνεκλάσθημεν τὴν καρδίαν. Ἀλλ’ ὀψὲ καὶ μετὰ πολὺ τοὺς λογισμοὺς ἡμῶν ἀναλαβόντες, καὶ πρῶτον μὲν κατανοήσαντες τὰ κοινὰ τῆς φύσεως πράγματα καὶ ὅσα | |
35 | ἐξ ἀρχῆς καταλαμβάνει τοὺς ἀνθρώπους, εἰς ἐνθύμησιν καταστάντες ὡς οὐδὲν καινὸν οὐδὲ ξένον ὑπέστημεν, ἀλλ’ ὅπερ ἐστὶ σύνηθες καὶ γνώριμον τῇ ἀνθρωπίνῃ ζωῇ· πρὸς τούτοις δὲ καὶ τὴν τοῦ πλάστου καὶ δεσπότου οἰκονομίαν ἀναλογισάμενοι, καὶ εἰδότες ὅτι πάντα πρὸς τὸ συμφέρον οἰκονομεῖ καὶ ὡς κρεῖττον ἐκεῖνος διευθετεῖ τὰ τοῦ οἰκείου πλάσματος | |
40 | ἤπερ ἡμεῖς φρονοῦμεν καὶ διανοούμεθα περὶ ἑαυτῶν, ἀναψυχήν τινα καὶ παραμύθιον εὕρομεν καὶ τοῦ βαθέος ἐκείνου νέφους τῆς ἀθυμίας ὥσπερ | |
ἀνακύπτουσαν ἔσχομεν τὴν ψυχήν, μάλιστα δὲ ὅτι καὶ διὰ τῆς θείας ἐλπίζομεν φιλανθρωπίας τὴν καταλιποῦσαν ἡμᾶς καὶ τῆς ματαίας ταύτης ζωῆς ἐξελθοῦσαν εἰς ἐκεῖνον τὸν τόπον καταντήσειν οὗ πᾶσα μὲν | 268 | |
45 | χαρά, πᾶσα δὲ φαιδρότης, πᾶσα δὲ γλυκύτης καὶ ἀπάθεια καὶ ἄνεσις ἄλυτος. Ταῦτα, τέκνον ἐμόν, καὶ σὲ φρόνιμον ὄντα καὶ συνετὸν θεοῦ χάριτι καὶ παρακαλείτω καὶ παραμυθείσθω καὶ ἀνακουφιζέτω τῆς ὀδυνηρᾶς διαστάσεως. Οὐκ ἦν ἡμᾶς χωρὶς πένθους καὶ κοπετῶν καὶ σπαραγμῶν | |
47,I(50) | ἐνεγκεῖν τὴν διάστασιν, οὐδὲ γὰρ ἦν. Ἐπενθήσαμεν, ἐκόψαμεν, ἐσπα‐ ράχθημεν. Μέχρι τούτου στήσωμεν τὸ πένθος, παύσωμεν σπαραττόμενοι. Διὰ τί; ... | |
47,II | Οἶδα, τέκνον ἡμῶν, ὡς τὰ φυσικὰ κέντρα τῆς συμπαθείας μεγάλην ἐμποιεῖ τὴν ὀδύνην ἐπὶ τοῖς πάθεσι τῶν συγγενῶν, καὶ μάλιστα ὅταν ἐστὶ ψυχὴ καθαρὸν ὅλως καὶ φυσικὸν διασῴζουσα τὸ φίλτρον, καὶ ὅτι καὶ λόγους καὶ παρακλήσεις φιλονεικοῦσι νικᾶν αἱ τῶν φυσικῶν κέντρων | |
5 | ὀδύναι. Διὰ τοῦτο καὶ σὲ εἰκὸς ἐπὶ τῷ θανάτῳ τῆς ἀδελφῆς ἀλγεῖν καὶ ταράσσεσθαι τὴν ψυχήν, συμπαθῆ καὶ φιλάδελφον ὄντα, καὶ ὀδύνην ὑφίστασθαι μὴ βουλομένην ἀκούειν τῶν παρακλήσεων. Ἀλλ’ εἰ καὶ τοι‐ οῦτον τὸ σὸν πρᾶγμα καὶ οὕτω σφοδρὸν τὸ ἄλγημα, ἀλλ’ ὅμως ἐκεῖνο ἐνθυμηθέντες, ὅτι οὐ μόνον λίαν τοὺς συγγενεῖς φιλεῖς, ἀλλὰ καὶ πολλῷ | |
10 | πλέον τυγχάνεις θεοφιλής, πρὸς ταύτην διενοήθημεν ἐλθεῖν τὴν παράκλη‐ σιν καὶ σὺν θεῷ πειραθῆναι τοῦ βαθυτάτου νέφους τῆς ἀθυμίας τὸ ποθεινότατον ἐμοὶ τέκνον ἐξενεγκεῖν. Ἀφῆκεν ἡμᾶς ἡ ἀδελφή· ἀλλὰ μὴ μόνον τοῦτο διενθυμώμεθα, ὡς ἀφῆκεν ἡμᾶς, ἀλλὰ κἀκεῖνο προσεπιλογιζώμεθα, ποῦ ἀπῆρεν καὶ πρὸς | |
15 | τίνας ἐχώρησεν. Ἀπεστερήθημεν ὁμιλίας καὶ θέας τὸ ἡδὺ χαριζομένης ἡμῖν· ἀλλ’ ἐννοῶμεν πρὸς τίνων ὁμιλίαν ἐκείνη, πρὸς τίνων μετέστη θεω‐ ρίαν καὶ ἀπόλαυσιν. Κατέλιπεν ἡμᾶς, ἀλλὰ κατέλαβε πατέρα καὶ τὸν ἄλλον συγγενῆ χορόν, ἐξ ὧν καὶ ἡμεῖς τὴν γένεσιν λαβόντες, καὶ μικρὰ τῷ βίῳ τούτῳ προσπαίξαντες, πάλιν πρὸς αὐτοὺς ἀφιξόμεθα. Ἐστερή‐ | |
20 | θημεν ἧς ἀπελαύομεν ἡδονῆς ἐν τῷ συνεῖναι τὴν ἀδελφὴν μεθ’ ἡμῶν· ἀλλ’ ἀπολαύει νῦν ἐκείνη καθαρᾶς ὄντως ἀγαλλιάσεως δι’ ὧν ὁμιλεῖ | |
συνδιαιτωμένη τοῖς τῆς μακαρίας ἐκείνης ζωῆς ἠξιωμένοις. Μὴ τοίνυν ἃ μὲν ἡμεῖς ἐδόξαμεν ἀπεστερῆσθαι καθορῶμεν, ἃ δὲ καὶ γέγονε τῇ με‐ ταστάσῃ πρὸς τοσαύτην μακαριότητα εἰς παρόρασιν διδῶμεν, μηδὲ τὴν | 270 | |
25 | ἡμετέραν ἀποδυρώμεθα ζημίαν, τὰ δὲ ἐκείνης κέρδη παρὰ φαῦλον ποιώμεθα. Καίτοι τί τοσοῦτον ἡμεῖς ἐζημιώθημεν ὅσον αὐτῇ προσγέγονε κερδῆσαι; Πάντως δέ, εἰ ὡς ἀληθῶς ἐσμεν φιλάδελφοι, ὥσπερ καὶ ἐσμέν, εἴ τινα καὶ ζημίαν ὑπέστημεν ἡμεῖς, χάριν τοῦ μεγέθους ὧν | |
30 | ἐκέρδανεν ἡ ἀδελφή, οὐδαμῶς ἔχειν λόγον ὀφείλομεν. Εἰ δὲ καὶ οὐδὲν ἕτερον ὁ βίος ἢ ὁδός ἐστι καὶ πάντας ἀναμένει τὰ ἐκεῖθεν σκηνώματα, τί δυσφοροῦμεν ὅτι προλαβοῦσα ἐκείνη διήνυσε τὴν ὁδὸν καὶ πρὸς τὴν κοινὴν κατασκήνωσιν ἔφθασεν; Ἢ καὶ ἐν τῷ παρόντι βίῳ εἰ οὕτως ἔτυχε κοινὴν ὁδὸν ἀπιέναι, δυσφορεῖν ἐμέλλομεν εἰ προλαβοῦσα ἐκείνη κατήντησε | |
35 | πρὸς τὸν τόπον οὗ τὴν πορείαν ἐπεποιήμεθα; Ἀλλ’ οὐ νομίζω τοῦτο παθεῖν ἡμᾶς, μᾶλλον δὲ χαίρειν καὶ τῷ θεῷ εὐχαριστεῖν ὅτι πρὸ ἡμῶν τὸν πόνον τῆς ὁδοιπορίας καταπαύσασα εἰς ἐκείνην κατέστη τὴν δίαιταν· ἢ οὐχὶ πόνος ὅλος ἡμῶν ὁ βίος καὶ ταλαιπωρία, ὧν εὑροῦσα καὶ τὴν κατάπαυσιν εἰς τὴν μακαρίαν κατέστη ἀνάπαυσιν; Μὴ οὖν, τέκνον ἡμῶν, | |
40 | ὥσπερ φθονῶμεν αὐτῇ τῆς ἀναπαύσεως καὶ τῆς ἀλύπου διαγωγῆς καὶ ἀπόνου, ἧς ἐκείνη τυχοῦσα οὐμενοῦν οὐκ ἀποδέχεται ὡς φιλοῦντας ἐὰν ὁρᾷ λυπουμένους καὶ θρηνοῦντας, ἀλλὰ μᾶλλον ἀγανακτεῖ καὶ ἀποστρέ‐ φεται ἐπὶ τοῖς καλοῖς ὧν αὐτῇ προσεγένετο ἀπολαύειν βασκαίνοντας. Καὶ ἄλλως δέ, εἰ μέν τι ξένον ὑπέστη καὶ τῆς φύσεως ἀλλότριον | |
45 | καὶ ὃ μὴ πάντως ᾔδειμεν αὐτὴν ὑποστήσεσθαι, εἰκότως ἀλγοῦμεν ἐπὶ τῷ συμβεβηκότι καὶ κοπτόμεθα· εἰ δὲ οὐδὲν τοιοῦτον, ἀλλ’ ὅπερ ἴδιον τῇ ἀνθρωπίνῃ ζωῇ, τί ἐπὶ τῷ ἰδίῳ δυσχεραίνομεν πράγματι; Τί ὥσπερ καταγογγύζομεν τῆς παρὰ θεοῦ δεδομένης ἐξ ἀρχῆς ἡμῖν τάξεως, καὶ δέον εὐχαριστεῖν ὡς φρονίμους, ὡς συνετούς, ὡς πολλῶν χαρίτων παρὰ | |
47,II(50) | θεοῦ ἠξιωμένους, ἡμεῖς δὲ ὥσπερ καινοτομίαν ἀπαραμύθητον ὑποστάν‐ τες διὰ τοῦ βοᾶν καὶ σκυθρωπάζειν καὶ πενθεῖν τούτου καταβοήσεις ποιούμεθα; Οὐχ ὁρῶμεν τοῦτον τὸν ἥλιον, ὡς καλός, ὡς μέγας, ὡς πᾶσαν τὴν γῆν τῷ φωτὶ περιλάμπων; Ἀλλὰ δουλεύει καὶ αὐτὸς τῇ δεδομένῃ τάξει αὐτῷ καὶ ὑπομένει ἔκλειψιν τοῦ· φωτός, οὕτω τοῦ θεοῦ | |
55 | προστάξαντος ἀπ’ ἀρχῆς. Οὐχ ὁρῶμεν τὸν σύμπαντα κόσμον διοικούμε‐ νον τοῖς τεθεῖσι νόμοις, καὶ νῦν μὲν ἀνθοῦσαν τὴν γῆν, νῦν δὲ τὰ ἄνθη ἀποβάλλουσαν; Καὶ φυτὰ πάντα ἄρτι μὲν κομῶντα τοῖς φύλλοις καὶ τοῖς καρποῖς, ἄρτι δὲ γυμνὰ τούτων καθορώμενα; Ναὶ δὴ καὶ ζῷα πάντα, ὅσα | |
χερσαῖα, ὅσα ἔνυδρα, ὅσα διανήχεται τὸν ἀέρα, καὶ ταῦτα τὸν δεδομένον | 272 | |
60 | καιρὸν διαμετροῦντα τῆς ζωῆς, ἔπειτα τὸν καιρὸν λύοντα; Τί οὖν ἐπὶ τούτων πάντων σῳζομένην ὁρῶντες τὴν τάξιν τῆς φύσεως οὐδέν τι πάσχομεν οὐδὲ καινοτομίαν τινὰ ἡγούμεθα τὸ γινόμενον, εἰς ἡμᾶς δὲ μόνους ὁρῶντες ὡς καινοτομούμενοι πενθοῦμεν ὅτι κατὰ τοὺς κοινοὺς νόμους οἰκονομούμεθα; Καὶ πῶς ἄξιον τοῦτο τῆς σῆς καὶ παιδεύσεως | |
65 | καὶ συνέσεως καὶ τῶν θείων ἐλπίδων αἷς ἑαυτὸν ἐξανήρτησας; Ἀλλ’ ἐάσωμεν τὸ πένθος, τὰ δάκρυα, τὴν κατήφειαν. Γενώμεθα ἡμῶν αὐτῶν καὶ παραχωρήσωμεν τοῖς κρίμασι τοῦ θεοῦ, ὃς παρέσχε καὶ τὴν γένεσιν καθὼς αὐτὸς ἐδοκίμασεν καὶ συμβιοτεῦσαι ἡμῖν τὴν γλυκυ‐ τάτην ἀδελφὴν ὅσον ἔκρινε συμφέρειν, καὶ προσελάβετο ταύτην κατὰ τὴν | |
70 | αὐτοῦ ἀπόρρητον βουλὴν καὶ κρίσιν. Πλεῖον ἐκεῖνος ἢ ὅσον ἡμεῖς βου‐ λόμεθα καὶ εὐχόμεθα, ὁ φιλόψυχος ὄντως πατὴρ τὰ ἡμέτερα διευθετεῖ καὶ διεξάγει πρὸς τὸ συμφέρον. Ἡμεῖς μόνῃ τῇ ἐπιθυμίᾳ ἑλκόμεθα καὶ πρὸς ταύτην νομίζομεν καὶ τὸ ὠφέλιμον συμβιβάζειν· κἂν μὲν συντρέχῃ τὰ πράγματα τῇ ἐπιθυμίᾳ, καλῶς ἡμῖν φέρεσθαι τὸν βίον ὑπλαμβάνο‐ | |
75 | μεν, εἰ δὲ μή, ὡς ἐπ’ ἀσυμφόρῳ τῆς ζωῆς στενοχωρούμεθα. Ἐκεῖνος δὲ οὐχ οὕτως, ἀλλὰ καὶ διὰ τῶν λυπεῖν καὶ στύφειν δοκούντων πλέον τὸ ὄφελος δίδωσιν ἢ ὅσον ἄν τις ἡγήσαιτο διὰ τῶν ἡδυνόντων ὠφελεῖσθαι. Ὥστε μεταβάλωμεν εἰς εὐχαριστίαν, εἰς αἶνον, εἰς αἶνον, εἰς δοξολογίαν, χάριν μὲν εἰδότες ἐφ’ ὅσον καιρὸν ἀπελαύσαμεν τῆς συμβιώσεως, χάριν δὲ νῦν | |
80 | ὁμολογοῦντες ὅτι ἐκ τῆς ματαιότητος ταύτης καὶ τῆς ἐπωδύνου καὶ ὄντως πολυπενθοῦς ζωῆς ἀπάρασα ἡ ἀδελφὴ πρὸς τὴν μακαρίαν κατήν‐ τησε καὶ ζωὴν καὶ ἀπόλαυσιν καὶ πάσης λύπης ἐλευθέραν καὶ κατηφείας· καὶ διὰ τοῦτο ἀξίας οὔσης οὐχὶ πενθεῖσθαι, ἀλλὰ ζηλοῦσθαι μᾶλλον καὶ μακαρίζεσθαι. | |
48(1t) | Γρηγορίῳ μητροπολίτῃ Ἐφέσου | |
2 | Ἐπὶ τοῖς προκατειργασμένοις τὴν πολυώδυνον ἡμῶν ψυχήν, τέκνον ἡμῶν ἱερώτατον, ἀλγήμασιν, οὕτω διέθηκε τὰ νῦν καταλαβόντα διὰ τῆς τῶν σῶν γραμμάτων ἀπαγγελίας ἀλγεινά, ὡς μικροῦ πρὸς | |
5 | ἔκστασιν ἑαυτῶν καταστῆναι καὶ τῇ πολλῇ ἀμηχανίᾳ ὅμοιόν τι παθεῖν τοῖς ἐν χειμῶνι σφοδροτάτῳ ἀχανεῖ ἐναπειλημμένοις πελάγει καὶ διὰ τοῦτο ῥίπτουσι πάσας τῆς σωτηρίας ἐλπίδας· πλὴν ὅτι παρέσχεν ὁ πάντοτε παριστάμενος βοηθὸς καὶ ἀνενεγκεῖν ἔδωκεν ἐπιλογίσασθαι οἷς μέχρι καὶ νῦν οὐ διέλιπε τὴν μεγάλην ἐπορέγων χεῖρα καὶ ῥυόμενος δι’ | 274 |
10 | ἄφατον ἀγαθότητα τῶν πολυτρόπων καὶ πολυμηχάνων τὴν ἐκκλησίαν αὐτοῦ περιστάσεων. Εἰς τοῦτο γὰρ ἀνενεγκοῦσιν ἡμῖν τὰς χρηστοτέρας ὑπῆρξε διασῴζειν ἐλπίδας· καὶ εἴησαν διασῳζόμεναι, Χριστέ μου καὶ σῶτερ, καὶ μὴ τῷ ἀπείρῳ τῶν ἐμῶν ἁμαρτιῶν πλήθει ἡμῖν τε καὶ τῇ σῇ ἁγίᾳ διαπίπτουσαι ἐκκλησίᾳ. | |
15 | Ταῦτά σοι, τέκνον ἡμῶν, ἔχω γράφειν. Περὶ δὲ τῆς ἄλλης, ὅσα γε τὰ ἀνθρώπινα, βοηθείας ἴσθι ἐν ἐσχάτῃ ὄντας ἀπορίᾳ καὶ οὔτε τοῖς αὐτόθι ἐπαμῦναί τι οὔτε τοῖς ἐνταῦθά ἐστιν ἰσχύς. Μᾶλλον μὲν οὖν καὶ σὲ τὰ πράγματα ἐπιζητεῖ διὰ τάχους καταλαβεῖν πρὸς ἡμᾶς, καὶ τοῦτο δίχα πάσης ἀναβολῆς δεῖ γενέσθαι· τοῦτο γὰρ εἴπερ τι ἄλλο τοῖς πράγμασιν | |
20 | ὠφελιμώτατον, ἡνωμένους εἶναι, ὥσπερ τῷ πνεύματι, οὕτω καὶ σώματι. Καὶ τὸ ἑξῆς ὡς ἂν ἡ τοῦ Χριστοῦ καὶ θεοῦ ἡμῶν μεγάλη καὶ ἀνεξ‐ ιχνίαστος διοικῆσαι βούληται σύνεσις. Ἔρρωσό μοι, τέκνον ἡμῶν ἱερώτα‐ τον, ταῖς θείαις πτέρυξιν πάσης ἐπηρείας ὁρωμένης τε καὶ ἀοράτου φυλαττόμενος. | |
49(1t) | Πρὸς τοὺς μητροπολίτας ἔξω τῆς ἐκκλησίας ὄντας | |
2 | «Ἀνθρώπους πείθομεν,» φησὶν ὁ θεῖος ἀπόστολος, «θεῷ δὲ πεφανερώμεθα»· καὶ οὐκ ἔστιν ἄλλως ἢ κατὰ τὴν μακαρίαν ἐκείνην γλῶσσαν τὴν ἐξ οὐρανοῦ λαλοῦσαν καὶ οὐχὶ λογισμῶν θνητῶν καὶ ἀνθρω‐ | |
5 | πίνων. Ὅρα δὴ οὖν καὶ σύ, μᾶλλον δὲ ὁρᾶτε, οὓς (οὐκ οἶδα πῶς συμπα‐ θέστερον εἴπω) δυστυχῶς ἐμαυτῷ καὶ τῇ τοῦ Χριστοῦ καὶ θεοῦ ἀπεγέν‐ νησα ἐκκλησίᾳ. Πῶς γὰρ οὐχὶ δυστυχῶς; οἳ ἐγεννήθητέ μοι, οὐχ ἵνα κατὰ τὸν πρέποντα τέκνοις πρὸς γονέα νόμον προασπίσητε, ὑπερμαχή‐ σησθε, καὶ τυχὸν ἐν κινδύνοις ἡμῶν ὄντων συναντιλάβησθε καὶ τοῦ | |
10 | κινδύνου ῥύσησθε τὸν πατέρα, κἂν ἴσως παρὰ δίκην, ἐπείπερ ἐστὶ παρὰ θεῷ καὶ τοιαύτης συμπαθείας ἀντίδοσις τῷ τάξαντι τιμῆς ὅρους πατράσι | |
καὶ τέκνοις. Ἀλλ’ οὐχὶ τὸ ὑμέτερον τοιοῦτον· τοῦ γὰρ Χριστοῦ καὶ θεοῦ μου, οὐχ ὅτι πρὸς θεραπείαν αὐτοῦ ἐξείργασταί τί ποτε παρ’ ἡμῶν, ἀλλὰ δι’ ἄφατον ἀγαθότητα τέως εὐμενοῦς ἡμῖν τυγχάνοντος καὶ | 276 | |
15 | οὐδὲν παρακεχωρηκότος τοιοῦτόν τι πεπραγμένον ἡμῖν ὀφθῆναι, ... | |
50(1t) | Ἰγνατίῳ μητροπολίτῃ Κυζίκου | |
2 | Εὐφράνθημεν, εἰ καὶ μὴ τελείαν εὐφροσύνην, τὸ σὸν γράμμα, τέκνον ἡμῶν ἱερόν, δεξάμενοι. Καὶ γὰρ καὶ αὐτὸ τοῦτο, τὸ διὰ τοσούτου χρόνου ἐξ οὗ ἀπ’ ἀλλήλων διέστημεν σαφῆ τινα λόγον μὴ μαθεῖν περὶ | |
5 | τῆς ὑμετέρας ζωῆς, νῦν διὰ τοῦ σοῦ γράμματος ὃ ἐποθοῦμεν μεμαθη‐ κόσιν ὑπόθεσις γέγονεν εὐφροσύνης. Δεόμεθα δὲ τοῦ φιλανθρώπου θεοῦ ἡμῶν καὶ τελεώτερον ἐπὶ σοὶ εὐφρανθῆναι διὰ τῆς τελείας ἀπαλλαγῆς τοῦ κοινῶς ἡμᾶς λελυπηκότος καὶ σφόδρα λυποῦντος πάθους. Καὶ γένοιτο πληρωτὴς ὁ ἀγαθὸς τῆς αἰτήσεως, διδοὺς καὶ ἀλλήλοις ὀφθῆναι | |
10 | καὶ δοξάσαι οἷς ἀπελαύσαμεν τὴν αὐτοῦ ἀγαθότητα. | |
51(1t) | Τῷ περιδόξῳ ἐξουσιαστῇ Ἀβασγίας | |
2 | Τὸ φιλόθεόν σου καὶ τὸ χρηστὸν τοῦ τρόπου ἐκίνησεν ἡμᾶς πρὸς τὴν σὴν ἀγάπην, ὦ τοῦ θεοῦ ἄνθρωπε· καὶ ἰδοὺ πρῶτοι διὰ τοῦ γράμ‐ ματος προσαγορεύομέν σε καὶ ὡς τέκνον ἡμῶν οἷα παρόντες ἐναγκαλι‐ | |
5 | ζόμεθα καὶ πατρικοῖς φιλήμασι περιπτυσσόμεθα. Καὶ γὰρ τοῦ μὲν φιλοθέου ἀπόδειξις ἡ ἔνθεός σου σπουδή, ἣν ἐπὶ τῇ σωτηρίᾳ καὶ τῇ ἐπιγνώσει τῆς ἀληθείας τοῦ ἔθνους τῶν Ἀλανῶν ἐπεδείξω καὶ ἐπιδείκνυ‐ σαι· ἀνεμάθομεν γὰρ ἐκ διαφόρων τῶν ἐπισταμένων τὰ σὰ κατορθώματα ὡς μετά γε θεὸν πολλὴν τὴν πρόνοιαν κατεβάλου εἴς τε τὸν φωτισμὸν τοῦ | |
10 | τῆς Ἀλανίας ἄρχοντος καὶ εἰς τοὺς ὅσοι σὺν αὐτῷ κατηξιώθησαν τοῦ ἁγίου βαπτίσματος. Τῆς δὲ χρηστότητος τῶν τρόπων καὶ τῆς εὐποιίας τίς ἄλλη περιφανεστέρα ἔσται ἀπόδειξις ἢ τίς ἂν ἄλλο ἐπιζητήσῃ μαρτύριον, ἀρκούσης τῆς ξενοδοχίας, τῆς θεραπείας, τῆς ἄλλης ἐν πᾶσι | |
παραμυθίας ὅση δυνατὴ χορηγεῖσθαι, ἣν εἰς τὸν θεοφιλέστατον ἀρχιεπί‐ | 278 | |
15 | σκοπον, τὸ τέκνον ἡμῶν, ὅλῃ προαιρέσει καὶ ὅλῃ ψυχῇ ὤφθης ἐπιδειξά‐ μενος; Διὰ τοῦτο δεόμεθα τοῦ ἱκανοῦ πολλαπλασίους ἀντιδοῦναι τὰς ἀμοιβὰς ἔν τε τῷ παρόντι βίῳ καὶ τῷ μέλλοντι, αὐτὸν κατὰ τὸν πλοῦτον τοῦ ἐλέους αὐτοῦ ἀνταναπληρῶσαι τὰς χάριτας, νῦν μὲν ἐκ πάσης διατη‐ ροῦντά σε σκυθρωπότητος καὶ τῆς τῶν ἀνθρωπίνων πραγμάτων ἐναν‐ | |
20 | τιότητος, ἐν δὲ τῇ μελλούσῃ ζωῇ συναριθμοῦντά σε τοῖς ἠγαπημένοις αὐτῷ καὶ οὓς ἡ τῶν θεραπόντων αὐτοῦ ἔχει συναρίθμησις. Εἴ τινος δ’ ἂν καὶ ἔτι δυνατοῦ σου ὄντος ὁ θεοφιλέστατος ἀρχιεπίσκοπος ἐπιτεύξηται παραμυθίας τῆς σῆς, τέκνον ἡμῶν, ἀρετῆς, πάντως καὶ τοῦτο ἕξεις τοῖς προλαβοῦσι σου καλοῖς συναριθμούμενον καὶ τὴν ἀντίδοσιν παρὰ τοῦ | |
25 | μεγαλοδώρου θεοῦ ἡμῶν εἰς τὸ πολυπλάσιον ἀπεκδεχόμενος. | |
52(1t) | Πέτρῳ ἀρχιεπισκόπῳ Ἀλανίας | |
2 | Ἐδεξάμεθά σου τὴν ἐπιστολήν, τὰ μὲν ἄλλα ἡδύνουσαν ἡμᾶς ὅτι σὴ ἐπιστολή, τὰ δὲ λοιπὰ λίαν ὀδυνῶσαν δι’ ὧν ἐπιλήσμονας καὶ τὴν πρὸς τέκνα στοργὴν ἀπορρίψαντας ἔλεγε, καί, τὸ βαρύτατον, τέκνου πρὸς | |
5 | διακονίαν 〈ἥ〉, εἰ καὶ πολλὴν ἐπαγγέλλεται τὴν θείαν ἀνάπαυσιν, ἀλλ’ ἔν γε τῇ παρούσῃ ζωῇ ἀγῶνας καὶ πόνους οὐ ῥᾳδίους ἐνεγκεῖν, πλὴν ὅσον ἐπὶ τῇ θείᾳ δυνάμει τῆς ἐλπίδος ἡμῶν ἀποσαλευούσης. Εἰ οὖν περὶ τέκνα τοιοῦτοι, τίνες ἂν εἴημεν πρὸς ἑτέρους καὶ οὓς ἡ τῶν τέκνων οὐκ οἶδε τά‐ ξις; Ἀλλ’ ὅτι μὲν ἡ σὴ μνήμη, τέκνον ἡμῶν ἱερόν, ἐν τῇ ἐμῇ καρδίᾳ διὰ | |
10 | παντός, οἶδεν ὁ πλάσας αὐτήν· ἐπεὶ δὲ ἀπὸ τῶν γραμμάτων συμβάλλεις τὴν ἡμετέραν στοργήν, ἴσθι μηδὲ τούτου ἡμᾶς διημεληκότας. Ἐγράψα‐ μεν γὰρ οὐχ ἅπαξ, ἀλλὰ καὶ δὶς καὶ τρίς, εἰ καὶ ὡς ἔοικεν μέχρι σοῦ τὰ γραφέντα οὐ διίκετο, ὥστε μήτε τὴν ἐν ἀλλοτρίᾳ γῇ ἀποδημίαν μήτε ἄλλο τι πρὸς αἰτίαν λήθης ἡμῖν ἀναφέρῃς. Καίτοι, τέκνον ἡμῶν, εἰ καὶ τοῦτο | |
15 | ἦν, ἔδει σε ἀναλογιζόμενον τὴν φλόγα τῆς ἐμῆς ταπεινῆς ψυχῆς καὶ τὰ συνέχοντα διὰ τὰς ἁμαρτίας ἡμῶν, εἰς συγγνώμην δοῦναι τὸ μὴ δέξασθαι γράμμα, ἀλλὰ μὴ ἔγκλησιν τοῦτο ποιεῖσθαι. Οἴδαμεν οὖν ὅτι καὶ αὐτὸς τὴν τῶν περιστάσεων ἐλαύνεις πορείαν καὶ τῆς καμίνου τῶν θλίψεων πεῖραν λαμβάνεις· ἀλλὰ τό γε ἡμέτερον οὐδ’ αὐτὸς ἂν ἀντείποις ὡς οὐχὶ | |
20 | τῶν σὲ περιστοιχιζόντων ἐπωδυνώτερον. Ἀλλὰ περὶ ὧν ἐγώ τε καὶ σὺ λελυπήμεθα μὴ πλέον εἰρήσθω. Ἐκεῖνα δέ σοι λοιπὸν γράφω ἃ καὶ παρὼν ἤκουσας καὶ ἀπὼν ἀκούεις τοῦ παναγίου σοι πνεύματος ἐνηχοῦντος, ὅτι οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσάν σοι δόξαν ἀποκαλύπτεσθαι· καὶ τοσοῦτον | 280 |
25 | ἀπέχω τοῦ ἀλγεῖν ἐφ’ οἷς λέγεις θλιβεροῖς τῆς χώρας, ὥστε καὶ εὔχο‐ μαι—καὶ εἴη γε τὸ θεῖον οὖς εἴ ποτε τῇ ἐμῇ τεταπεινωμένῃ εὐχῇ νῦν προσέχον, καὶ εὕροιμι τὴν κοινωνίαν τῶν σῶν θλίψεων. Τί γὰρ τῶν ἐν βίῳ εὐφραινόντων ἀντιτιμᾶσθαι ταῖς τοιαύταις θλίψεσιν εὑρεθείη; Ποία τῶν νομιζόντων εὐδαιμόνων ἀντάξιος ἡδονὴ γένοιτο τοῖς σέ, τέκνον ἡμῶν, | |
30 | ἀλγύνειν δοκοῦσιν; Μεγάλης ἐλάχομεν παρὰ τοῦ πεφιληκότος ἡμᾶς φιλανθρώπου Χριστοῦ καὶ θεοῦ ἡμῶν χάριτος· τὸ μεγαλεῖον αὐτῆς ἐν‐ νοῶμεν καὶ τῷ εὐεργέτῃ κατὰ δύναμιν τὴν εὐχαριστίαν, εἰ καὶ μὴ τὴν ὀφειλομένην, ἀποδιδόντες μὴ λήγωμεν, ἀλλὰ μὴ ὥσπερ καταγογγύζοντες ὦμεν καὶ τὸ μέγεθος τῆς χάριτος παρὰ φαῦλον ποιώμεθα. Εἰπέ, τέκνον | |
35 | ἐμόν, εἴ τίς σε τῶν ἐπὶ γῆς μέγα δυναμένων εἰς τὴν ἑαυτοῦ κατέστησε τάξιν, τίς ἂν ἐγένου καὶ ποίαν ἂν διάθεσιν ἀνελάβου; Εἶτα οὐκ ἐννοεῖς ὡς ὁ φιλάνθρωπος ἡμῶν σωτήρ, ὁ κενώσας ἑαυτὸν ἐξ ὕψους τῆς δόξης αὐτοῦ ἵνα τὸ ἀπολωλὸς σώσῃ, ἵνα τοὺς ἐν σκότει πλανωμένους τῆς ἀσεβείας πρὸς τὸ φῶς ὁδηγήσῃ τῆς εὐσεβείας, εἰς ἣν αὐτὸς εἵλετο διακο‐ | |
40 | νίαν, εἰς ταύτην σε προὐβάλετο, καὶ πᾶσαν χαράν, πᾶσαν ἡδονὴν ὅση πτε‐ ροῖ τὸν ἀνθρώπινον νοῦν ἀναλαμβάνεις καὶ πάντων σεαυτὸν ἡγῇ τῶν ἐν βίῳ μακαριώτατον, ἀλλ’ ὀδύρῃ καὶ θρηνεῖς 〈ὡσ〉 ἐσχάτῃ περιπεσὼν συμφορᾷ; Καὶ ποῦ ταῦτα τῶν ὡς σὺ χάριτι θεοῦ ἐκ παιδὸς ἀνηγμένων καὶ ἀρετὴν μεμελετηκότων καὶ οὐδὲν τῶν ἐπὶ γῆς τοῦ μακαρίζεσθαι ἄξιον | |
45 | λογισαμένων προσήκοντα; Ἐγὼ τοσοῦτον ἀπέχω τοῦ ἀθυμεῖν ἐφ’ οἷς ἀθυμεῖς, ὥστε ὅταν τὰ σὰ πράγματα εἰς νοῦν ἀναλήψωμαι, διὰ τοῦ χαίρειν ἐπὶ τοῖς σοῖς ἐπιλανθάνομαι τῶν οἰκείων κακῶν. Ἡμεῖς μὲν γὰρ εἰ καὶ συνεχόμεθα τοῖς ἐνταῦθα λυπηροῖς, ἀλλά (φεῦ τῶν ἐμῶν παθῶν) πάντων ὡς ἐπίστασαι ἱκανοὺς ἑαυτοὺς οἰομένων εἰδέναι τὴν σωτηρίαν, | |
52(50) | μικροῦ δέω εἰπεῖν ἀκερδῆ φέρομεν τὴν ὑπομονήν. Σοὶ δὲ οὐχ οὕτως ἔχει, ἀλλὰ μετὰ τῆς ἄνωθεν δυνάμεως, εἰ καὶ μὴ πάντων, ἀλλ’ ὅσων δή ποτε προσεχόντων τῷ λόγῳ τῆς σῆς διδασκαλίας καὶ ἀντὶ τῆς ἀθεΐας τὴν | |
θεϊκὴν ἐπίγνωσιν ἀλλασσομένων ἀσύγκριτον τῆς ὑπομονῆς τὸ κέρδος. Μὴ οὖν δυσφόρει, μηδὲ ἀνιῶ, μηδὲ τὸ πτερὸν τῆς διανοίας διὰ τὰ προσπί‐ | 282 | |
55 | πτοντα ὑποχαλάσῃς δυσχερῆ, ἀλλ’ ὑπὸ τῆς ἀληθοῦς ἐλπίδος ἣ μὴ δια‐ ψεύδεται τοὺς θεράποντας τοῦ θεοῦ μετεωριζόμενος ὑπεράνω μοι γίνου τῶν ὀδυρμῶν καὶ τῶν θρήνων, νικώσης τῆς αἰωνίου γλυκύτητος πάντα τὰ ἐφ’ ἡμέρᾳ (τί γὰρ ὁ ἀνθρώπινος βίος, εἴπερ χίλια ἔτη ὡς ἡμέρα λογίζεται;) πικραίνειν δοκοῦντα τὴν αἴσθησιν. | |
60 | Χωρὶς δὲ τούτων ἀναλογίζου μοι τὰ τῶν μακαρίων ἀποστόλων πάθη—ἐῶ γὰρ τὰ τοῦ δεσπότου· καίτοι ποίαν πικρότητα παθῶν οὐ δια‐ λύει τῶν δεσποτικῶν παθημάτων ἡ ἀνάμνησις; ἀλλ’, εἰ βούλει, ἐῶμεν ταῦτα, διότι κύριος ὢν τοῦ μὴ πάσχειν ἑκὼν ἑαυτὸν εἰς τοῦτο παρεῖχεν· — πλὴν σκοπῶμεν τοὺς μετ’ ἐκεῖνον τὰ τούτου πάθη ἀναδεξαμένους καὶ | |
65 | τοὺς ἀπ’ αὐτῶν μέχρι τῆς σήμερον εἰς τὸν τοῦ εὐαγγελίου παραγγείλαντας δρόμον· καὶ τοῖς ὁμοταγέσι τὰ οἰκεῖα συγκρίνοντες μὴ διότι φέρομεν ἃ κἀκείνοις ὑπῆρξε δυσφορῶμεν, ἀλλ’ εἴ τι ἐνδεῶς τὰ ἡμέτερα πάθη τῶν μακαρίων πατέρων ἡμῶν ἔχει, ἐν τούτοις πρὸς τὸ ἀγωνιᾶν καθιστώμεθα διὰ τὴν ἔλλειψιν τῆς ἐκείνων χαρᾶς, τῆς λαμπρότητος καὶ τῆς δόξης, | |
70 | ὅταν εἰς ἀμοιβὴν τῶν πόνων καὶ τὴν ἀνακήρυξιν τῶν ἀγωνιζομένων ὁ δεσπότης προκαθίσῃ. Ἀρκεῖ ταῦτα εἰς παραμύθιον τῶν θλίψεων ἡμῶν καὶ συνετῷ σοι ὄντι καὶ τοὺς ὑπὲρ Χριστοῦ κινδύνους ἠγαπηκότι· πάντως δὲ οὐδείς με πείσει λόγος ὅτι καὶ μὴ διὰ τέλους ὁ αὐτὸς εἶ φιλῶν ἅπερ ἐξ ἀρχῆς προετίμησας. | |
75 | Περὶ δὲ ὧν ἔγραψας τῶν τε κατὰ γάμον ἐναντιουμένων πραγμά‐ των τῇ καταστάσει τῆς ἐκκλησίας καὶ τῶν ἄλλων ὅσα πρὸς τὸν ἐθνικώτε‐ ρον τρόπον ὑπάγει τοὺς χρωμένους, οὐκ ἀγνοεῖ σου ἡ σύνεσις ὅτι οὕτως ἀθρόον ἡ μετάστασις τῆς ἐθνικῆς ζωῆς πρὸς τὴν ἀκρίβειαν τοῦ εὐαγγε‐ λίου τὸ ῥᾴδιον οὐ καταδέχεται. Διὰ τοῦτο χρὴ τὴν μὲν διδασκαλίαν καὶ | |
80 | τὴν πρὸς τὰ καλὰ ὁδηγοῦσαν παραίνεσιν ἀδιαλείπτως πατρικῶς καὶ μετ’ ἐπιεικείας προσάγειν· καὶ οἷς μὲν πειθομένους ἔχεις, εὐχαριστεῖν τῷ διδόντι χάριν τῇ σῇ διδασκαλίᾳ, οἷς δὲ δυσχεραίνοντας ὁρᾷς, ἀνέχεσθαι μακροθύμως, καὶ μάλιστα τῶν ἀπειθούντων τῆς ὑψηλοτέρας τάξεως τοῦ ἔθνους ὑπαρχόντων καὶ οὐ τῶν ἀρχομένων ἀλλὰ τῶν ἄρχειν λαχόντων. | |
85 | Πρὸς μὲν γὰρ τοὺς ὑποχειρίους τυχὸν καὶ αὐστηρότερον καὶ ἐξουσιαστι‐ | |
κώτερον δυνατόν σοι προσενεχθῆναι καὶ τὸ ἀτόπημα μηδαμῶς καταδέ‐ ξασθαι· πρὸς δὲ τοὺς μέγα δυναμένους εἰς ἐναντίωσιν τῆς τοῦ παντὸς ἔθνους σωτηρίας ἀνάγκη λογίζεσθαι μή πως τραχύτερον ἡμῶν πρὸς αὐτοὺς διατιθεμένων λήσωμεν αὐτοὺς τέλεον ἐξαγριώσαντες καὶ ἄνω | 284 | |
90 | καὶ κάτω τὸ πᾶν καταστήσαντες. Ἔχεις πολλὰ παραδείγματα τῶν ἀνθρωπίνων πραγμάτων. Οὕτω καὶ ἰατρὸς ὑπενδίδωσι πρὸς χαλεπότητα πολλάκις τοῦ νοσήματος, καὶ κυβερνήτης οὐ βιάζεται πλέον ἢ δυνατὸν ῥοῦν ἐναντιούμενον τῇ πορείᾳ τοῦ σκάφους, καὶ στρατηγίαν 〈ἐπιτρα‐ πεὶσ〉 κἂν μὴ βούληται πολλάκις εἴκει τοῦ λαοῦ τῇ ὁρμῇ· καὶ τὸ ἡμέτερον | |
95 | δὲ οὐκ ἀγνοεῖς, ὡς καὶ διδάσκαλος ἀπείθειαν τῶν διδασκομένων μετα‐ βάλλειν ἐκνικώμενος, εἴ γε μὴ μέλλοι ἀσύνετόν τι καὶ ἄσοφον πάσχειν, φείσεται τῆς ἀναιδείας τῶν μὴ πειθομένων μαθητῶν καὶ ὑπενδώσει τούτοις εἰς καιρόν, ἵνα πάλιν ἔχῃ τῆς διδασκαλίας ἀκροωμένους. Ἔρρωσο. | |
53(1t) | Ἰωάννῃ τῷ ἁγιωτάτῳ πάπᾳ τῆς πρεσβυτέρας Ῥώμης | |
2 | Ὅσα ἡμῖν ἀπήντησε, μακαριώτατε ἡμῶν ἀδελφέ, διὰ τὰς ἁμαρ‐ τίας ἡμῶν (οὕτω γὰρ ἐμὲ δεῖ λέγειν, καὶ ὑποχωρείτω ἡ τῶν ἄλλων αἰτία τῆς καθ’ ἡμῶν ἐπηρείας) τὴν σὴν ἁγιωσύνην ὑπολαμβάνω μὴ | |
5 | ἀγνοεῖν, οὐδὲ τὰ ἐν τῇ καθ’ ἡμᾶς ἐκκλησίᾳ συμβεβηκότα νεώτερα μὲν σκάνδαλα, μικροῦ δὲ εἰπεῖν ἀποδέω τῶν παλαιῶν βιαιότερα καὶ οὐκ ἄν ποτε λύσεως ἐλπίδα παρέχοντα, ὅσα γε τὰ ἀνθρώπινα. Ὡς οὖν πρὸς εἰδότα παραλιπεῖν καλὸν ἡγησάμην τὸ γράφειν ἃ καὶ τοῦ γράμματος χωρὶς οὐ λέληθεν ὑμᾶς. Περιττὸν γάρ, ἵνα μὴ λέγω μάταιον, διδάσκειν | |
10 | τὸν ὃς οὐ δεῖται μανθάνειν τὸ δίδαγμα. Γράφομεν δὲ τοῦτο μόνον, ὡς τὸν τάραχον τῆς καθ’ ἡμᾶς ἐκκλησίας ἰδοὺ πεντεκαιδέκατον ἔτος ἡ ὑπερέχουσα πάντα νοῦν εἰρήνη, ὁ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς καὶ θεός, εἰς τὸ ἀτάραχον διελύσατο, καὶ τὴν δεινὴν καταιγίδα καὶ πρὸς τὸ ἀνέλ‐ πιστον τὴν καταστόρεσιν κεκτημένην (τίς ἂν ἐξερευνήσαι θεοῦ κρίματα;) | |
15 | πρὸς βαθεῖαν γαλήνην ἀθρόον μετήνεγκεν μηδενὸς παρακολουθήσαντος δυσχεροῦς, οἷα πολλάκις τὸ ἀνθρώπινον ἐκβιάζεται παρὰ γνώμην συνέρ‐ χεσθαι τῷ γινομένῳ, οὐδέ τινος καταστάντος εἰς πεῖραν θλίψεως ἢ | |
στενοχωρίας, ὑπερορίας φημί, τῶν οἰκείων ἀποστερήσεως, ταλαιπωρίας ἄλλης ὅση τυραννεῖν ἐξεπίσταται τὸν λογισμὸν καὶ παρὰ συνείδησιν | 286 | |
20 | ἀναγκάζει τῷ δοκοῦντι τῇ ἀνάγκῃ συνέρχεσθαι. Ἀλλὰ γὰρ χάριτι θεοῦ ὥσπερ ἐξ ἑνὸς συνθήματος—τί λέγω ἀνθρωπίνου συνθήματος; ἀλλὰ τῷ ὄντι θείου νεύματος—εἰς ἓν φρόνημα πάντες συνῆλθον, καὶ ἔχει ἅπαντας ἡ τοῦ θεοῦ καθ’ ἡμᾶς ἁγία ἐκκλησία ἐν τοῖς ἱεροῖς αὐτῆς συνηγμένους κόλποις. | |
25 | Ἀλλὰ τὰ μὲν ἡμέτερα τοιαῦτα. Ἐπειδὴ δὲ καὶ τὴν ὑμετέραν ἀδελ‐ φικὴν ἐξ ἀρχῆς ἕνωσιν ἐπιζητοῦμεν καὶ τὴν ἑκάστοτε ὅπερ ἔθος συνομι‐ λίαν διὰ τῶν ὑμῶν ἀποστόλων καὶ τῶν ἐξ ἡμῶν πρὸς ὑμᾶς παραγινο‐ μένων, ἣν τέως τὰ συμπεσόντα σκάνδαλα τῇ καθ’ ἡμᾶς ἐκκλησίᾳ διέ‐ κοψεν, τούτου δὴ χάριν γνωρίζομέν σοι, μακαριώτατε ἡμῶν ἀδελφέ, ἵνα | |
30 | καὶ ὑμεῖς τῇ ἡμῶν εἰρήνῃ συνευφραινόμενοι, πρῶτον μέν, ὃ καὶ χωρὶς τῶν ἡμετέρων λόγων ἀκόλουθόν ἐστιν, δοξάσητε τὸν καταλιπόντα τὸν τῆς εἰρήνης κλῆρον ἡμῖν καὶ τοῦτον ὅσαι ἡμέραι, εἰ καὶ συλᾶν ὁ πονηρὸς ἀγωνίζεται, ὅμως ἐπανασῴζοντα τοῖς ἀγαπῶσιν αὐτόν· ἔπειτα δὲ ἵνα καὶ τῆς τῶν σκανδάλων λελυμένης αἰτίας ἡ πρὸς ἀλλήλους ἀποστολὴ καὶ συν‐ | |
35 | ομιλία τὴν ἀνακαίνισιν δέξηται· οὐ μὴν ἀλλὰ καὶ τοῦ ἱεροῦ ὑμῶν ὀνό‐ ματος ἡ ἀνάρρησις μετὰ τῆς ἡμῶν τεταπεινωμένης κλήσεως ἐν τοῖς ἱεροῖς συνάπτηται διπτύχοις. Τοῦτο δὲ πάντως γενήσεται τῶν ἕνεκα τοῦ τετάρτου γάμου προαχθέντων εἰς ὁμολογίαν καθισταμένων ὡς ἐπράχθη παρὰ τὸ δέον, εἰ καὶ τῆς βασιλικῆς ἕνεκε συμπαθείας τὸ γεγονὸς ἔλαβε | |
40 | τὴν κατάνευσιν. Οἶδεν γὰρ ἡ σὴ τελειότης ὅτιπερ, οἷα πολλὰ τὰ ἀνθρώ‐ πινα, καινοτομίας τινὸς γινομένης καὶ μὴ τὴν ὀφειλομένην λαμβανούσης θεραπείαν ἀφορμή τις καὶ εἰς τὸ ἔπειτα γίνεται τοῖς βουλομένοις τοῦ δέοντος παρατρέπεσθαι, φέρειν τὴν ὁρμὴν ἀνεπίσχετον, προτρεπομένης αὐτοὺς ἐπὶ τοῦτο τῆς προλαβούσης καταφρονήσεως. Διὰ τοῦτο καὶ νῦν | |
45 | δεῖ τὸ αἴτιον γεγονὸς τῶν σκανδάλων εἰς ὁμολογίαν προελθεῖν, ὅτι παρὰ τὸ δέον ἐπράχθη· ὥστε μηκέτι καθάπερ εἴς τι ἀρχέτυπον ὁρῶντας τοὺς ἐπὶ τὸ χεῖρον ὡρμημένους (οὐ παύσεται δὲ πάντως τὸ ἀνθρώπινον τῆς τοιαύτης ὁρμῆς, ἕως ἂν τὸ γένος λαμβάνει τὴν πρόοδον) ἐπαλείφεσθαι πρὸς τὴν μίμησιν. | |
53(50) | Τοῦτο μὲν οἶδα, ὡς καὶ μὴ γραφόντων ἡμῶν ἡ σὴ ἀμώμητος καὶ ἐμφρονεστάτη ψυχὴ καὶ ἐπίσταται καὶ τῆς εἰρημένης προνοήσεται ἀσφα‐ λείας, ὅμως δὲ οὐδὲν ἀπεικὸς καὶ ἡμᾶς περὶ τούτων ὑπόμνησιν φέρειν. Διὰ ταῦτα καὶ ὁ φιλόχριστος ἡμῶν βασιλεὺς Βασίλειον τὸν εὐκλεέστατον | |
πρωτοσπαθάριον καὶ ἐπὶ τοῦ χρυσοτρικλίνου μετὰ τοῦ οἰκείου ἐξαπέστει‐ | 288 | |
55 | λεν γράμματος, καὶ ἡμεῖς Εὐλόγιον τὸν εὐλαβέστατον πρεσβύτερον καὶ κουβουκλείσιον καὶ ἄνθρωπον ἡμῶν μετὰ τοῦ ἡμετέρου γράμματος συνεξαπεστείλαμεν, ἐκεῖνα καὶ σὺν τοῖς γράμμασι καὶ πρὸ τῶν γραμ‐ μάτων οἰκείᾳ γλώσσῃ ἐπιτρέψαντες προσειπεῖν, ὥστε τὰ κατατυπωθέντα ἐν τῇ καθ’ ἡμᾶς ἐκκλησίᾳ καὶ εἰρηνικὴν λαβόντα κατάστασιν, οὕτω καὶ | |
60 | τὰ ἐν ὑμῖν τυπωθῆναι καὶ εἰς τὴν μεθ’ ἡμῶν ἕνωσιν διὰ τοῦ τοιούτου καταστῆναι τύπου. Ταῦτα δέ ἐστιν οὐμενοῦν οὐδεμία τῶν πεπραχότων κατάκρισις οὐδ’ ἀπόρριψις δυσφήμου λόγου κατ’ αὐτῶν, ἀλλὰ μόνον τοῦ τὰ γεγενημένα ἐπὶ τῷ τετάρτῳ γάμῳ διομολογηθῆναι πρὸς τὸ συμπα‐ θὲς ὁρῶντα τῆς βασιλικῆς κατ’ ἐκεῖνο καιροῦ ἀξιώσεως γεγενῆσθαι, | |
65 | ἀλλ’ οὐ κατὰ τὸ προσῆκον οὐδὲ κατὰ θεσμοὺς τῆς ἐκκλησίας· ὃ καὶ χωρὶς τῶν ἡμετέρων λόγων οἱ τότε τῷ βίῳ παρόντες, φημὶ δὴ Σέργιος (ὃν ἐν τοῖς μακαρίοις εὔχομαι συντετάχθαι ἀρχιερεῦσιν) καὶ οἱ σὺν ἐκείνῳ, ἐν τοῖς οἰκείοις διωμολόγησαν γράμμασιν. Καὶ ἵνα μὴ δόξωμεν τὰ μὴ ὄντα λέγειν, αὐτὰ ἐκεῖνά σοι τὰ διαπεμφθέντα παρ’ αὐτῶν ἐξαπεστείλαμεν | |
70 | γράμματα. Ἀξίως οὖν καὶ τῆς σῆς πράττων ἀρχιερατικῆς σεμνότητος καὶ τῆς τελειοτάτης φρονήσεως, οὕτω βουλήθητι διαθέσθαι τὰ πράγματα, ὥστε καὶ τὸν ἀθάνατον καὶ πρῶτον ἀρχιερέα ἡμῶν ἐπὶ πλέον εὐφρανθῆ‐ ναι ἐπὶ τῇ τῆς καθ’ ἡμᾶς ἐκκλησίας καταστάσει (εὐφρανθήσεται δὲ | |
75 | μηδεμιᾶς ὑπολειπομένης ἀφορμῆς τοῖς ἀφορμὴν οἷα τὰ ἀνθρώπινα ζη‐ τοῦσιν εἰς τὸ τὴν γαλήνην ἐκταράττειν τῆς ἐκκλησίας) καὶ τὴν ὑμετέραν ἐν κυρίῳ πρὸς ἡμᾶς ἕνωσιν καὶ τοῦ ἱεροῦ ὑμῶν ὀνόματος τὴν ἐν τοῖς διπτύχοις ἀνακήρυξιν ὁμαλῶς καὶ ἀφιλονείκως γενέσθαι. Οὐδεὶς γὰρ ἔτι δυνήσεται, ὥσπερ ἔφημεν τῆς ὑμῶν ἁγιότητος πραττούσης, τῶν | |
80 | ἐνταῦθα ἀρχιερέων καὶ ἱερέων προφάσεως λαβέσθαι τοῦ ζάλην ἀνακι‐ νεῖν μετὰ ταῦτα τῇ ἐκκλησίᾳ ἕνεκεν τῆς ὑμῶν ἑνώσεως. Ἐπειδὴ δὲ ἀεί τινας ἡ τῶν χειρόνων φύσις ἕλκει πρὸς ἑαυτήν (δεῖ γὰρ καὶ τοῦτο προσ‐ θεῖναι τῷ γράμματι) καὶ εἰσίν τινες οἳ προτιμῶντες τὴν ταραχὴν καὶ τῇ ἐκκλησιαστικῇ γαλήνῃ δυσχεραίνοντες ἀπέρρηξαν ἑαυτοὺς ἐξ ἡμῶν, | |
85 | ἐντείλασθαι ἀξιοῦμεν τοῖς ὑμῶν ἀποστόλοις ὡς τὰ συμφέροντα τῇ ἐκ‐ κλησίᾳ σκεψάμενοι, ἐκεῖνο καὶ περὶ αὐτῶν μεθ’ ἡμῶν καὶ τῆς ἐκκλησίας διαπράξωνται ὃ πράττειν εἰκὸς τοὺς ὑπὲρ τῆς ἱερατικῆς καταστάσεως καὶ εὐχὴν ποιουμένους καὶ τὴν εὐχὴν σὺν τῇ ἄνωθεν εὐμενείᾳ λαβεῖν πέρας λυσιτελὲς διεσπουδακότας. Ἀπόστολοι δὲ ἄξιοι τῆς ὑμῶν ἁγιότητος ἀπο‐ | |
90 | σταλείτωσαν δι’ ὧν μέλλει σὺν θεῷ καλῶς καὶ πρεπόντως τὰ τῶν ἐκκλη‐ | |
σιῶν διευθετηθῆναι· λέγωμεν δή, εἰ δυνατόν, Ἰάκωβος ὁ θεοφιλέστατος ἐπίσκοπος (καὶ γὰρ καὶ πρότερον πρὸς ἡμᾶς ἀνελθὼν κατὰ πάντα ἔδοξεν ἡμῖν ἄξιος τῆς ἁγίας τῶν Ῥωμαίων ἐκκλησίας ἀπόστολος) καὶ ἕτερός τις ἐκείνῳ τὴν ἀρετὴν παραπλήσιος. | 290 | |
54 | Εἰ καὶ πλήρης ὁ τῶν ἀνθρώπων βίος τῶν λυπούντων ἐστίν, ὅμως ἔχει παραμυθίαν τινὰ τὴν ἀπὸ τῶν φιλούντων πολλάκις μνήμην. Ὅταν δὲ τοῦτο μὴ παρῇ, καὶ μάλιστα τοῦ δικαίου τῆς συγγενείας ἀπαιτοῦντος, πλέον αὔξεται τοῖς λυπουμένοις τὰ λυπηρά. Τοιοῦτόν τι καὶ ἡμῖν ἀπήν‐ | |
5 | τησεν. Πολλοῖς γὰρ καθ’ ἑκάστην περιστοιχιζόμενοι τοῖς ἀλγύνουσι 〈τὴν〉 ψυχήν, ὅσα γε τὰ ἀνθρώπινα οὐδεὶς ἡμῖν ὤφθη φέρων παραψυχήν. Καὶ τοὺς μὲν ἄλλους ἐῶ, τὸ δὲ καὶ συγγενεῖς τὴν ὁμοίαν φέρειν διάθεσιν, πῶς ἄν τις παρίδοι μὴ λίαν ὢν τῶν ἀνθρωπίνων πραγμάτων ἀνεπαίσθη‐ τος; Γράφω ταῦτα οὐκ ἐξονειδίζων, ἀλλ’ ἀνακαινίζων εἰ βούλει τὸ συγ‐ | |
10 | γενικὸν φίλτρον καὶ τὴν ἄλλην σχέσιν τῆς φιλίας, ἣν οὐκ οἶδα πῶς ὅσον ἡμῖν κατανοεῖν ὁ παρὼν ἐκάλυψε χρόνος. Τὰ μὲν γὰρ ἡμέτερα οἵαις ἀνάγκαις συνειχόμεθα οὐχ ὑπολαμβάνω σε καὶ μὴ γραφόντων ἡμῶν ἀγνοεῖν. Σὲ δὲ πάντως ἔπρεπεν ἐν τοῖς αὐτόθι παρόντα, κἂν ἡμεῖς ἐκωλυ‐ όμεθα γράφειν, καὶ πρὸς τὴν Ῥώμην παραγενέσθαι καὶ τὸν ἁγιώτατον | |
15 | πάπαν καὶ ἀδελφὸν ἡμῶν ἀναδιδάξαι τὰ εἰς ἡμᾶς συμβεβηκότα (οὐ γὰρ ἐλάνθανέν σέ τι τῶν καθ’ ἡμῶν ἐπιβουλῶν καὶ τῆς ἐπηρείας) καὶ τῆς ἐκκλησίας τὴν ταραχὴν ὅση τις ἦν γνωρίσαι αὐτῷ, καὶ πεῖσαι ἀποκρι‐ σιαρίους στεῖλαι πρὸς ἀδελφὸν ἠδικημένον καὶ συναγωνίσασθαι πρός τε τὸ τὴν ἐκκλησίαν ἡμῶν ἀποκαταστῆναι ἀξίως τῆς ἱερᾶς καταστάσεως | |
20 | καὶ τὰ ἐκ τοῦ τετάρτου γάμου ἀναφυέντα σκάνδαλα διορθώσασθαι, οὐ μὴν ἀλλὰ καὶ τὸ ἐκείνου ὄνομα διὰ τῆς τοιαύτης διορθώσεως ἐν τοῖς ἱεροῖς ἡμῶν διπτύχοις ἐγγραφῆναι καὶ μετὰ τῆς ἡμετέρας ἀνακηρύττεσθαι κλήσεως. Ἀλλ’ ἐπεὶ ταῦτα παρῆλθεν ἤδη, καὶ Χριστὸς ὁ θεὸς ἡμῶν ὁ | |
25 | πρῶτος καὶ μέγας ἀρχιερεὺς τῇ ἀνεξερευνήτῳ αὐτοῦ σοφίᾳ τὴν πολλὴν ἐκείνην ταραχὴν καὶ ζάλην ἰδοὺ πεντεκαιδέκατον ἔτος κατέπαυσεν, καὶ πρὸς ἓν ἡ ἐκκλησία συνῆλθε φρόνημα· —συνῆλθε γὰρ τῶν ὑπουργησάν‐ των μὲν ἐπὶ τῷ τετάρτῳ γάμῳ τὸ οἰκεῖον πταῖσμα ἐξομολογησαμένων, ἡμῶν δὲ σὺν τῇ θείᾳ φιλανθρωπίᾳ τὴν συγχώρησιν αὐτοῖς παρασχόντων, | |
30 | καὶ μιᾷ γνώμῃ καὶ μιᾷ γλώσσῃ ἐκείνων τε καὶ ἡμῶν τὸν τέταρτον ἀποκη‐ ρυξάντων γάμον καὶ εἰς ἑνότητα καταστάντων μιᾶς ἐκκλησίας, καὶ μιᾶς ποίμνης πάντων γενομένων καὶ ὑφ’ ἑνὶ ποιμένι τῇ ἐμῇ ταπεινότητι ποι‐ μαινομένων. Ταῦτα μὲν θεοῦ χάριτι οὕτως ἐνταῦθα ἐπράχθη. Ἐπιζητοῦ‐ μεν δὲ καθὼς ἀπ’ ἀρχῆς καὶ τοῦ ἁγιωτάτου πάπα τοῦ ἀδελφοῦ ἡμῶν ἐν | 292 |
35 | τοῖς ἱεροῖς ἡμῶν διπτύχοις τοῦ ὀνόματος τὴν ἀναφοράν, ἥτις μέχρι τοῦ νῦν οὐκ ἐκηρύσσετο διὰ τὸ ἐκ τῆς Ῥωμαϊκῆς ἐκκλησίας τοῦ τετάρτου γάμου γενέσθαι τὴν ὑπόστασιν. Νῦν οὖν ἐπειδὴ πάντα τὰ προλαβόντα οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ τοῦ θεοῦ παρεχωρήσαμεν, τοῦτο μόνον δέον ἐστὶ γενέσθαι τὸ καὶ τὴν Ῥωμαϊκὴν ἐκκλησίαν, καθὼς ἡ ἐνταῦθα, | |
40 | ὁμολογῆσαι ὡς ὁ τέταρτος γάμος, εἰ καὶ διὰ τὴν βασιλικὴν ἀνάγκην συγκεχώρηται, ἀλλ’ ἔξω τοῦ ἐκκλησιαστικοῦ νόμου συγκεχώρηται καὶ τῆς πρεπούσης γαμικῆς καταστάσεως, ὡς ἂν διὰ τῆς τοιαύτης ὁμολογίας ἀπό γε τοῦ παρόντος ὁ τοιοῦτος γάμος καὶ τοῦ Χριστιανῶν γένους ἀλλότριος ἐξασφαλισθῇ καὶ μὴ χώραν λάβῃ εἰς ὄνειδος τῶν ἐκκλησιῶν | |
45 | τοῦ θεοῦ, μᾶλλον δὲ τοῦ Χριστιανικοῦ γένους, πολιτεύεσθαι. Ἐπίστασαι γάρ, τέκνον ἡμῶν, ὅτι ὅταν πρᾶγμα δέξηται ἀρχὴν ἐξ ἐνδόξου προσώ‐ που καὶ περιφανοῦς, εἰ μὴ παντὶ τρόπῳ κωλυθῇ, πρὸς τὴν μίμησιν τού‐ του εὐκόλως οἱ ταπεινότεροι τῶν ἀνθρώπων ὑπάγονται. Διὰ ταῦτα καὶ Ἀδεαδάτῳ τῷ εὐλαβεστάτῳ κληρικῷ αὐτόθεν | |
54(50) | ἀναδραμόντι πάντως θεοῦ βουληθέντος ἐνετύχομεν, καὶ μαθόντες παρ’ αὐτοῦ τὴν αἰτίαν τῆς ἀναδρομῆς, καὶ ὡς πρὸς τὰ Ἱεροσόλυμα τὴν πορείαν ποιεῖται, τῆς πορείας ἐπέσχομεν αὐτόν, μάλιστα περὶ τῆς ὑμετέρας ἀρε‐ τῆς ἀπαγγείλαντος ἡμῖν ὅσα ἀπήγγειλεν, καὶ προετρεψάμεθα αὐτὸν ὑπο‐ στρέψαι καὶ διακονῆσαι ταύτῃ ἡμῶν τῇ χρείᾳ· ὃν καὶ διὰ τοῦ γράμματος | |
55 | καὶ ἔτι συνιστῶμέν σοι καὶ προτρεπόμεθα μὴ ὀκνῆσαι πρὸς τὴν Ῥώ‐ μην διαβῆναι, καὶ σπουδάσαι τέλος λαβεῖν ἃ τῷ μακαριωτάτῳ πάπᾳ καὶ ἀδελφῷ ἡμῶν ὅ τε φιλόχριστος βασιλεὺς ἡμῶν καὶ υἱὸς καὶ ἡ ἡμετέρα ἔγραψε μετριότης. | |
55 | Ἃ γράφομεν τῇ τιμιότητί σου οἴδαμεν ὅτι συνέσει κοσμούμενος ἐν σεαυτῷ περιστρέφεις. Οὐδὲν γὰρ οὕτω συνέσεως γνώρισμα ὡς τὸ ἀεὶ | |
μελετᾶν ὅσα ἑκάστοτε καὶ καθ’ ὅλην ἡμῶν 〈τὴν ζωὴν〉 διαπράττομεν. Ἡ γὰρ τοιαύτη μελέτη ἀσφαλεστέρους ἡμᾶς παρασκευάζει, καὶ ὧν μὲν | 294 | |
5 | εἴ τι παρὰ τὸ εἰκὸς ἐπράχθη, ἐπαναχθῇ πρὸς ἐπανόρθωσιν, εἴ τι δὲ χρηστόν, σπουδαιοτέρους πρὸς τὴν τούτου ἐργασίαν ποιοῖτο. Οἶδας ὃ λέγω, τέκνον ἐμόν, πλὴν καὶ ὁ ἡμέτερος λόγος ἀναπτύξει αὐτό. Ἐγένετό τις ἐν τοῖς προλαβοῦσι καιροῖς ἐπήρεια καθ’ ἡμῶν· αἰτιᾶσθαι μὲν οὐ βούλομαι τινάς, ἀλλὰ καὶ παραιτοῦμαι τὸν δίκαιον κριτὴν μηδ’ αὐτὸν | |
10 | ἀπαιτῆσαι τὰς εὐθύνας τῶν ἐπηρεασάντων· πλὴν ἐγένετο, τὸ μέν τι ἐν‐ τεῦθεν λαβοῦσα τὴν ἀφορμήν, τὸ δὲ καὶ ἐκ τῆς ἁγίας τῶν Ῥωμαίων ἐκκλησίας, καὶ ἀπηλάθημεν τῆς ἐκκλησίας ἡμῶν, οὐδὲν οὔτε τῇ Ῥω‐ μαίων πταίσαντες ἐκκλησίᾳ οὔτε τοῖς ἐνταῦθα, εἰ καὶ πρὸς τὸν θεὸν διηνεκῶς ἁμαρτάνομεν. Καὶ συνέβη σκάνδαλα ἐκ τῆς αἰτίας ταύτης, | |
15 | ὅσον εἰς ἀνθρώπων ὑπῆρχεν ἐλπίδας πᾶσαν νικῶντα θεραπείαν. Ἀλλ’ ὁ παράδοξα ποιῶν θεός, ἐκεῖνος καὶ νῦν ἀθρόον καὶ ὡς οὐκ ἄν τις ἤλπι‐ σεν ἐπήνεγκεν τῶν σκανδάλων τὴν λύσιν καὶ τὴν ταραχὴν μετήνεγκεν εἰς γαλήνην, ἰδοὺ πεντεκαιδέκατον ἔτος χαλεπῶς ἡμᾶς ἐκταράξασαν. Καὶ χάριν μὲν ἀναφέρομεν τῷ εὐεργέτῃ καὶ τὴν ὀφειλομένην δόξαν | |
20 | ἐπὶ τῇ καταστάσει τῆς καθ’ ἡμᾶς ἐκκλησίας, ἐπιποθοῦμεν δὲ καὶ τὴν μεθ’ ὑμῶν ἀρχαίαν ἕνωσιν, καὶ διὰ τοῦτο γράφομεν ὑμῖν ἅμα μὲν περὶ τῆς ἡμῶν καταστάσεως εὐαγγέλια, ἅμα δὲ καὶ ὑμᾶς ἕλκοντες πρὸς τὴν ἀδελφικὴν ἀγάπην τε καὶ συνάφειαν. Τοῦτο δὲ γενήσεται ῥᾳδίως βου‐ λομένων ὑμῶν. Ἐξειπεῖν γὰρ δεῖ μόνον ὡς τὰ γεγενημένα ἡμῖν περὶ | |
25 | τοῦ τετάρτου γάμου ἕνεκεν τῆς βασιλικῆς συμπαθείας ἐπράχθη καὶ οὐ κατὰ τὸ προσῆκον τῇ ἐκκλησίᾳ καὶ τῇ σεμνότητι τῆς Χριστιανικῆς πολιτείας. Οὐδὲ γὰρ ἄξιον τοῦτο τῆς Ῥωμαίων ἐκκλησίας, χώραν ὑπαν‐ οίγειν τῷ τετάρτῳ γάμῳ καὶ παρέχειν ἐπιτροπὴν τοῖς βουλομένοις πολυγαμίᾳ πρὸς τὸν κτηνώδη βίον ὑπάγεσθαι. Ὡς οὖν εἴρηται, διὰ ταύ‐ | |
30 | την τὴν αἰτίαν ὁ μὲν τέταρτος ἀποκηρυχθήτω γάμος, τὸ δὲ πραχθὲν πρὸς τὴν βασιλικὴν ἀναφερέσθω συμπάθειαν, καὶ τὸ λοιπὸν θεοῦ χάριτι συν‐ απτώμεθα καθὼς ἀπ’ ἀρχῆς, καὶ οὐκέτι ἕξει χώραν ἡ ἐξ ἀλλήλων διάστα‐ σις. Ἀλλὰ καὶ ἀποκρισιάριοι κατὰ τὸ ἀρχαῖον ἔθος αὐτόθεν τε πρὸς ἡμᾶς καὶ πρὸς ὑμᾶς ἐκ τῶν ἐνταῦθα συνεχῶς διαβαίνοντες ἔσονται, καὶ | |
35 | τῆς ὀφειλομένης ἀγάπης καὶ ὁμιλίας ἐσόμεθα ἀπολαύοντες. Καὶ ἐπὶ τούτοις πᾶσι τοῦ ἱεροῦ ὀνόματος ἡ ἀνακήρυξις τοῦ ἁγιωτάτου πάπα μετὰ τῆς ἡμῶν τεταπεινωμένης κλήσεως ἐν τοῖς ἱεροῖς διπτύχοις ἐκτελεσθή‐ σεται· καὶ ἁπλῶς ἑνὶ φρονήματι καὶ μιᾷ γνώμῃ καὶ ἑνὶ πνεύματι, ὅπερ | |
ἐστὶν θεῷ εὐάρεστον, διαβιώσωμεν. | 296 | |
40 | Ἡμεῖς μέν, τέκνον ἡμῶν, ταῦτα γράφομεν τὴν ἐν κυρίῳ ὑμῶν ἐπιζητοῦντες ἀγάπην, μηδέ τι ὧν ἐλυπήθημεν παρὰ τῆς ἁγίας τῶν Ῥωμαίων ἐκκλησίας .... | |
56(1t) | Τῷ πάπᾳ τῆς πρεσβυτέρας Ῥώμης | |
2 | Πολλάκις, εἰ καὶ μὴ διὰ γραμμάτων, ἀλλὰ διὰ τῶν ἐκ τῆς ὑμετέ‐ ρας Ῥώμης ἐνταῦθα καταλαβόντων ἀνδρῶν, τοῦτο μὲν καὶ μοναζόντων, τοῦτο δὲ καὶ ἱερατικῶν, ναὶ δὴ καὶ τῆς λαϊκῆς τυγχανόντων τάξεως, ἐδη‐ | |
5 | λώσαμεν, ἀδελφὲ ἡμῶν ἱερώτατε, ὥστε ἀποστόλους ὑμῶν ἐνταῦθα παραγενέσθαι καὶ σὺν ἡμῖν καὶ τῆς ὅλης ἡμῶν ἐκκλησίας τὰ ἐν αὐτῇ (οὐκ οἶδα πῶς εἴπω, καλὸν γὰρ σιωπῇ δοῦναι τὰ λυπηρά) συμβεβηκότα σκάνδαλα, μέρος μέν τι ἀφορμὴν ἐντεῦθεν ἐσχηκότα, μέρος δέ τι καὶ ἐκ τῶν προηγησαμένων τῆς Ῥωμαίων ἐκκλησίας προέδρων, μετὰ τῆς | |
10 | ἄνωθεν συναντιλήψεως ἐκποδὼν ποιῆσαι, καὶ τὴν ὀφειλομένην εὐστά‐ θειαν καὶ ἀταραξίαν αὐτῇ προμηθεύσασθαι. Ἀλλ’ ἐδηλώθη μὲν ταῦτα πολλάκις. Ἰδοὺ χρόνος ἔνατος ἐξ οὗ κρίμασιν οἷς οἶδεν θεὸς εἰς τὴν ἐκ‐ κλησίαν ἐπανήλθομεν, ἐξ ἧς οὐκ ἐν δίκῃ ἀπηλάθημεν, καὶ οὐδὲν ὅλως ἡμῖ περὶ ταύτης ἐδηλώθη τῆς ὑποθέσεως. | |
15 | Πλὴν ἐῶμεν πάντα· τοῦτο δὲ τῇ σῇ μακαριότητι γνωρίζομεν, ὅτι ἐβράβευσεν ὁ πρῶτος ἀρχιερεὺς ἡμῶν καὶ θεὸς εἰρήνην τῇ καθ’ ἡμᾶς ἐκκλησίᾳ, τῶν πάλαι σφαλέντων τὸ οἰκεῖον ἐξομολογησαμένων ἁμάρ‐ τημα καὶ τυχόντων συγγνώμης καὶ ὡς μελῶν ἡμῖν συναφθέντων, πλὴν ὀλίγων τινῶν, οἳ τῆς εἰρήνης τὸ στασιάζειν προτιμῶντες ἔτι φιλονεικοῦσι | |
20 | τῷ ἰδίῳ χωρισμῷ τὴν ἐπὶ τῇ καταστάσει τῆς ἁγίας ἐκκλησίας συντα‐ ράττειν γαλήνην. Διὰ τοῦτο γράφομεν ἀποσταλῆναι πρὸς ἡμᾶς τῆς ὑμῶν μακαριότητος ἀποστόλους, οἳ καὶ ἔτι τὸ τῆς τετραγαμίας μύσος σὺν ἡμῖν παντελῶς ἀποκηρύξουσι καὶ τῇ τῶν Χριστιανῶν πίστει κοινῷ δόγματι τὸ ἀσφαλὲς περιποιήσονται, ὥστε μηδαμῶς ἔτι τοιοῦτον βδε‐ | |
25 | λυρώτατον γάμον ἐν Χριστιανοῖς πολιτεύεσθαι· καὶ εἴ τι μεταξὺ ταύτης τε τῆς ἐκκλησίας καὶ τῆς ἁγίας τῶν Ῥωμαίων χάριν τοῦ τοιούτου γάμου ἐναντίον συμβέβηκε, καὶ τοῦτο διαλυθῆναι, καὶ εἰς τὸ ἐξ ἀρχῆς φρόνημα | |
καὶ τὴν μίαν σύμπνοιαν καὶ ὁμόνοιαν τὴν ἀποκατάστασιν ἐγγεγονέναι. | 298 | |
57(1t) | Τῷ Συνάδων | |
2 | Καὶ αὐτὸ τὸ ἐντυχεῖν τοῖς γράμμασι τῆς ὑμῶν ὁσιότητος ἐγένετο ἡμῖν εἰς παραμύθιον τῶν λυπούντων, καὶ ἡδονῆς ἔσχομεν πνευματικῆς ἀπόλαυσιν· καὶ ἡ διὰ τοῦ εὐλαβεστάτου υἱοῦ ἡμῶν Ἰωάννου ἀπαγγελία | |
5 | περὶ τοῦ χάριτι θεοῦ ἐν ὑγείᾳ διατελεῖν ὑμᾶς εἰς πλείονα κατέστησεν εὐφροσύνην. Ἀνεπέμψαμεν οὖν τὴν συνήθη τῷ θεῷ εὐχαριστίαν, καὶ εὐχόμεθα, εἰ καὶ ἁμαρτωλοί, ἀνώτερόν σε εἶναι πάσης πείρας ὅση καὶ σὲ λυπεῖ καὶ τοὺς φιλοῦντας τῆς φήμης διαβαινούσης εἰς λύπην καθί‐ στησιν. | |
10 | Ἃ δὲ περὶ τοῦ μοναστηρίου ἔγραψας διοικηθῆναι, ταῦτα καὶ ἡμῖν ἔδοξεν καλῶς ἔχειν, εἰ μή τινες ἄλλοι ἀνακύψουσιν λόγοι πρὸς τὰς ὑμετέρας ἀκοὰς οὔπω ἐλθόντες, καὶ ἴσως τοὺς φιλονεικοῦντας ἔτι διε‐ γείρουσι πρὸς τὸ φιλόνεικον. Ἐγράψαμεν δὲ καὶ πρότερον, γράφομεν δὲ καὶ νῦν· ἧκε πρὸς | |
15 | ἡμᾶς, οὓς μετ’ ὀλίγον ἴσως καὶ βουλόμενος ἰδεῖν οὐκ ὄψει, τοῦ πέρατος τῆς ζωῆς ὅσον κατ’ ἐμὴν αἴσθησιν κατὰ πόδας παρόντος. | |
58(1t) | Τῷ Ἰκονίου | |
2 | Ἡ συνεισφορά, τέκνον ἡμῶν ἱερόν, ἡ ἐκ τῶν ἐκκλησιῶν τοῦ θεοῦ γινομένη, ἀλγεῖν σε παρασκευάζει, καὶ καλῶς ἀλγεῖς· ἴσθι δὲ ὅτι καὶ τὸ ἡμέτερον ἄλγος ἐπὶ τῇ τοιαύτῃ αἰχμαλωσίᾳ τῶν ἐκκλησιῶν τοῦ θεοῦ | |
5 | πολὺ πικρότερον καὶ ἀνιαρότερον. Ἀλλὰ τί ποιήσωμεν, τοιαύτης ἀνάγκης διὰ τὰς ἡμῶν ἁμαρτίας καταλαβούσης; Ὥστε κἂν μὴ θέλωμεν τὴν ὀδύνην ταύτην ὑποίσωμεν. Ἃ δὲ ὁ Καταφλώρων εἰς τὴν ὑμῶν ὁσιότητα ἐνεδείξατο, ταῦτα εἰ καὶ λυπηρά, σὲ μὲν ὠφελήσει πράως καὶ μακρο‐ θύμως τὴν ἐπήρειαν φέροντα, ἐκεῖνον δὲ πάντως τὸ θεῖον καὶ ἀπροσω‐ | |
10 | πόληπτον ὄμμα, εἰ καὶ μὴ νῦν, ἀλλ’ ἔστιν ὅτε βλοσυρῶς ὑποβλέψεται. Ὃ μὴ γενέσθαι ὡς ἀρχιερεὺς τοῦ θεοῦ καὶ ὡς μεμαθηκὼς τοὺς διώκοντας εὐλογεῖν καὶ τῶν ἐπηρεαζόντων ὑπερεύχεσθαι, ἄξια τῆς οἰκείας ποιῶν ἀρετῆς ὑπερεύχου καὶ παραιτοῦ τὸν ζυγοῖς ἀντιμετροῦντα ἴσοις τὰ | |
ἀνθρώπινα πράγματα. Ἔρρωσο. | 300 | |
59 | Τὸ ἐν πᾶσι σπουδαῖον τῆς ὑμῶν συνέσεως εἰδότι μοι, τέκνον ἡμῶν, θαυμάζειν ἐπῆλθε πῶς ἐπὶ τῆς παρούσης ὑποθέσεως, περὶ ἧς προαγόμεθα γράφειν, τὴν οἰκείαν οὐκ ἐφύλαξε τάξιν. Ἀλλ’ οὐκ οἶδα λήθης, οὐκ οἶδα ἄλλης τινὸς αἰτίας κωλυούσης μέχρι καὶ τοῦ παρόντος, ὅσα γε | |
5 | ἡμᾶς εἰδέναι, οὐκ ἐξεγένετο διαπραχθῆναι ὃ ἀναγκαιοτάτην ἐπιζητεῖ τὴν τελείωσιν. Βασιλικῆς γὰρ δεδομένης σοι προστάξεως, ὥς γέ φασιν οἱ τοῦτο εἰδότες, ἐπισκέψασθαι τὸ χωρίον ἐξ οὗ ὁ περιώνυμος τοῦ θεοῦ ναὸς σῖτον μέλλει πορίζεσθαι, τοῦτο μὲν εἰς χορηγίαν τοῦ ἁγιαζομένου τῷ θείῳ πνεύματι καὶ τοὺς μεταλαμβάνοντας ἁγιάζοντος ἄρτου, τοῦτο δὲ | |
10 | καὶ εἰς διατροφὴν τῆς ἡμῶν ταπεινότητος καὶ τοῦ λοιποῦ πλήθους οἳ νυκτὸς καὶ ἡμέρας ἐξυπηρετοῦνται τῷ ναῷ τοῦ θεοῦ, οὐκ οἶδα πῶς εἴπω, οὐκ ἔσχες ἐν σπουδῇ τοῦ προστάγματος τὴν ἐκπλήρωσιν. Ἀλλὰ τὴν μὲν αἰτίαν αὐτὸς ἂν εἰδείης· ἡμεῖς δὲ γράφομέν σοι, τέκνον ἡμῶν, ὥστε τάχιον τοῦ λοιποῦ ἀνενεγκεῖν περὶ τούτου τοῖς δεδωκόσι τὸ πρόσταγμα. | |
15 | Καὶ γὰρ καὶ ἡ ἐκκλησία τοῦ θεοῦ καὶ ἡμεῖς, ὅσα γε τὰ εἰς χρείαν τῶν αὐτῶν, οὐ μικρῶς κινδυνεύομεν. Τὰ δ’ ἄλλα ἐρρωμένος εἴης ὑπεράνω τηρούμενος πάσης κακότητος. | |
60(1t) | Τῷ οἰκονόμῳ τῆς μεγάλης ἐκκλησίας | |
2 | Ἐλπίδες εἶχον ἡμᾶς ἐν τῇ τοῦ ἁγίου προφήτου θείᾳ ἑορτῇ τὴν σὴν ὁσιότητα συνέσεσθαι ἡμῖν, καὶ ὥς γε εἰκὸς ἐπὶ φίλων ἑνώσει γλυ‐ κυτέρας τινὸς διαθέσεως ἀπόλαυσιν, καὶ μάλιστα τοσούτων ὄντων ἀνια‐ | |
5 | ρῶν τῶν ἐπικειμένων ἡμῖν. Ἐπεὶ δὲ τὰ ἀνθρώπινα πράγματα τὸ ἀστά‐ θμητον ἔχει καὶ τὸ ἀόριστον καὶ διὰ τοῦτο ἐψεύσατο ἡμᾶς ἡ ἐλπὶς καὶ κώλυμα παρέστη ἐκ τῶν συμβεβηκότων (λέγομεν δὴ τῆς τῶν Σαρακη‐ νῶν ἀφίξεως) τῷ νῦν τὴν ὑμῶν ὁσιότητα παραγενέσθαι, κατὰ τὴν ὑμῶν ἐξαίτησιν ἀναγκαίαν οὖσαν, εἰ καὶ λυπούμενοι, ὅμως παραχωροῦμεν τὴν | |
10 | τοῦ καιροῦ προθεσμίαν ἣν ἐξαιτῆσαι διέγνως. Μόνον θεοῦ ὑπερέχοντος ἐρρωμένος διατέλει, καὶ ὅτε σοι φίλον καὶ θεὸς ἐπινεύσοι στείλασθαι τὴν πρὸς ἡμᾶς πορείαν, τότε ἡ πορεία γινέσθω. Τῷ δὲ λογοθέτῃ τῶν ἀγελῶν ἀπεστάλη γράμμα· τί δὲ πέπρακται τῷ ἀνθρώπῳ, οὔπω καὶ σήμερον ἔγνωμεν. Ἐρρωμένος ἡμῖν εἴης καὶ ἐν ταῖς ὁσίαις εὐχαῖς μὴ λή‐ | |
15 | θην ἔχων τῆς ἡμῶν μετριότητος. | 302 |
61 | Ἀκηκόαμεν, τέκνον ἡμῶν, λυπεῖσθαί σε ὡς τῆς ἡμῶν ταπεινό‐ τητος ἀγανάκτησίν τινα κατὰ σοῦ φερούσης· καὶ τοῦτο, τέκνον ἡμῶν, εἴτε τις πρὸς τὰς σὰς ἀπεκόμισεν ἀκοάς, ψεύστης ἐστὶ καὶ μὴ τιμῶν τὴν ἀλήθειαν· εἴτε αὐτὸς οἷα τὰ ἀνθρώπινα οἴκοθεν τοῦτο ὑπέλαβες, μηκέτι | |
5 | τοῦτο ἐν τῇ σῇ περιφέρῃς καρδίᾳ. Αὐτὸς γὰρ ἐπίσταται ὁ θεὸς ὁ τὰς καρδίας ἐρευνῶν, οὐδὲν τοιοῦτον ἑαυτοῖς συγγινώσκομεν. Ἐπιστάμεθα γὰρ χάριτι θεοῦ καὶ τὸ τῆς φρονήσεως ὑμῶν τέλειον καὶ τὴν πρὸς ἡμᾶς ἀνυπόκριτον ἀγάπην καὶ τὴν πρὸς τὰς τοῦ θεοῦ ἐκκλησίας εὐλάβειαν ἣν ἔχεις, ὡς ἄνθρωπος θεὸν καὶ εἰδὼς καὶ τιμῶν καὶ γινώσκων ὅτι καὶ | |
10 | τὸ τιμᾶν τὸν θεὸν ἔχει φρίκην τινά (οὐ γὰρ οἴδαμεν εἰ ἀξίως τιμῶμεν), τὸ δὲ προσκρούειν πόσῳ μᾶλλον φοβερώτερόν ἐστιν καὶ φρικωδέστερον. Ἐρρωμένον σε διαφυλάξει ὁ κύριος, πάσης κακώσεως καὶ ὁρωμένης καὶ ἀοράτου ἀνώτερον. | |
62(1t) | Πέτρῳ μονάζοντι | |
2 | Ἐσπούδασε μὲν ὁ ἐξ ἀρχῆς τῆς ἐν εἰρήνῃ καταστάσεως τῆς ἀνθρωπίνης ζωῆς πολέμιος τὰ συνήθη ἑαυτῷ πονηρεύσασθαι καὶ διατα‐ ράξαι τὴν ὑμῶν ἱερὰν ποίμνην· καὶ ἴσως οὐδὲ προαιρέσεως ὄντα τοιαύ‐ | |
5 | της τὸν ἄνθρωπον ἐκεῖνον, τὸν Ἱλαρίωνά φημι, ταῖς οἰκείαις μεθοδείαις ἐκίνησε σκάνδαλον ὑμῖν γενέσθαι. Ὅμως δὲ ὁ τὴν εἰρήνην κλῆρον κατα‐ λιπὼν τοῖς ἀγαπῶσιν αὐτόν, εἴτε ἀνθρωπίνης κουφότητος εἴτε δαιμο‐ νικῆς ἐπηρείας τὸ γεγονὸς ὑπῆρξεν, ἐκεῖνα διέλυσεν, ὑμῖν δὲ παρέσχε τὸ εἰρηνεύειν. Καὶ ἐπὶ τούτῳ μὲν χάριν ὁμολογοῦμεν τῷ ἁγίῳ θεῷ· ὑμῖν δὲ | |
10 | καὶ χωρὶς τῶν ἡμετέρων λόγων εἰδόσιν, οἷα δὴ πνεύματι θεοῦ κυβερνω‐ μένοις, ὡς ἔστιν δέον προσφέρεσθαι τῷ ἀνθρώπῳ, γράφομεν ἃ γινώσκο‐ μεν καὶ τῇ σῇ ὁσιότητι πρέποντα κἀκείνῳ σωτήρια ὄντα καὶ συμφέροντα, τοῦ μὴ ὥσπερ ἀπεξενωμένον αὐτὸν ἔχειν μηδὲ τῆς σῆς ἀλλότριον πνευ‐ ματικῆς σχέσεως, ἀλλ’ εἰ καὶ μὴ συνεχώρησεν αὐτὸν ἡ τοῦ τρόπου ἀνω‐ | |
15 | μαλότης, οἷα πολλὰ τὰ ἀνθρώπινα, σωματικῶς συνεῖναι καὶ συνδιάγειν ὑμῖν, τέως τῆς πνευματικῆς ἑνότητος μὴ εἶναι κεχωρισμένον αὐτόν· ἀλλ’ ὅπως ἂν ᾖ, τὴν σὴν πατρικὴν πρὸς αὐτὸν διαβαίνειν κηδεμονίαν, καὶ τῶν σῶν προσευχῶν καὶ παραινέσεων, δι’ ὧν πρὸς τὴν μακαρίαν καὶ εἰς ζωὴν ἄγουσαν ὁδὸν κατευθύνεται, μὴ ἀμοιρεῖν αὐτὸν μηδὲ ἀπο‐ | 304 |
20 | κήρυκτον τοῦ μεγάλου τούτου κλήρου καθίστασθαι. Ἐρρωμένος ἡμῖν διαφυλαχθείης, μεμνημένος ἐν ταῖς ὁσίαις εὐχαῖς σου τῆς ἡμῶν ταπει‐ νότητος. | |
63(1t) | Ἐπιφανίῳ μονάζοντι | |
2 | Ἔχει τι πρὸς ἡδονὴν καὶ ἡ σωματικὴ τῶν φίλων συνομιλία τῇ σω‐ ματικῇ συναφείᾳ δοκοῦσα τοὺς συναπτομένους ἡδύνειν· ἀλλ’ ἥ γε πνευματική, τέκνον ἡμῶν, κἂν ᾖ τῶν σωμάτων ἀπόστασις, πλέον οἶδε | |
5 | τὸ ἡδὺ πηγάζειν ἐν ταῖς καρδίαις τῶν κατ’ αὐτὴν συναπτομένων. Ἔχο‐ μεν οὖν ἀνελλιπῆ τὴν ἀπόλαυσιν, ἐπεὶ χάριτι θεοῦ καὶ πνεύματί ἐσμεν ἡνωμένοι, μηδὲν ἀπὸ τῆς σωματικῆς διαστάσεως ζημιούμενοι. Τοιαύτη γὰρ ἡ τοῦ πνεύματος σχέσις, καὶ οὕτως οἶδεν τῇ κατὰ τὸν νοῦν συναφείᾳ τοῖς καθαρῶς ἡνωμένοις χαρίζεσθαι, ὥστε εἰ καὶ πολέμιος ὁ καιρὸς τῇ | |
10 | σωματικῇ ἀπήντησεν ὁμιλίᾳ, οὐδὲν ζημιῶσαι δεδύνηται· πάντως δὲ θεοῦ βουλομένου συνεσόμεθα καὶ σωματικῶς ἀλλήλοις, ὁπότε τούτου τῆς θείας βουλῆς ἔσται κρίσις. Περὶ δὲ ὧν ἡμῖν μὲν οὐκ ἐδήλου τὸ γράμμα, ὁ δὲ χαρτοφύλαξ ἐκ τοῦ πρὸς αὐτὸν ἀπεσταλμένου γράμματος λαβὼν ἀνήγγειλεν, ἡ δοκοῦσα | |
15 | πρέπειν ἐξηνέχθη διάστασις· καὶ λοιπὸν οὕτω γενήσεται καθὼς παρ’ ἡμῶν ἐγράφη τοῖς κατὰ χώραν ἱκανοῖς οὖσιν διοικεῖν τὰ γραφόμενα. Τὰ δ’ ἄλλα ἔρρωσό μοι τῆς ἡμῶν ταπεινότητος ἐν ταῖς ὁσίαις σου εὐχαῖς μεμνημένος. | |
64(1t) | Τρύφωνι μοναχῷ | |
2 | Χαίρομεν ἐφ’ οἷς ἡ ὁσιότης ὑμῶν οὕτω διὰ φροντίδος ἔχει πολλῆς τὰ ἡμέτερα· ἐπεὶ καὶ τοῦτο μέγα παραμύθιον τοῖς θλιβομένοις, ὥσπερ | |
δὴ καὶ τὸ ἐναντίον σφοδρῶς ἀνιᾷ τοὺς εἰς παράκλησιν τοιαύτης ἀποροῦν‐ | 306 | |
5 | τας προαιρέσεως· περὶ οὗ καὶ τὸ λόγιόν φησιν· «Καὶ ὑπέμεινα συλλυ‐ πούμενον καὶ οὐχ ὑπῆρξεν, καὶ παρακαλοῦντας, καὶ οὐχ εὗρον.» Ἐν παντὶ γὰρ κοινωνία κουφότερον ποιεῖ τὸ βάρος τῶν ἀνάγκην ἐχόντων φέρειν αὐτό. Ὡς οὖν ἔφην, χαρᾶς ἐν τούτῳ τῷ μέρει ἀπολαύομεν, καὶ εὐχαριστοῦμεν τῷ ἁγίῳ θεῷ τῷ ἐπὶ τοῦτο ὑμᾶς συγκινοῦντι. Πλὴν ὁ | |
10 | χειμὼν ὁ διὰ τὰς ἁμαρτίας ἡμῶν ἐξ ἀρχῆς ἡμῖν ἐπιτεθειμένος οὐδὲν ἔλατ‐ τον καὶ ἔτι χειμάζει, πάντως τοῦ νέφους τῶν ἡμετέρων σφαλμάτων πολλὴν τὴν πύκνωσιν κεκτημένου, καὶ οὔπω ὑπὸ τῆς θεϊκῆς εὐμενείας λαβεῖν τὴν λύσιν ἐθέλοντος· ἣν ταῖς σαῖς ὁσίαις ἐξιλέου εὐχαῖς. Ἴσως ὀψέ ποτε δώσει αἰθρίαν ἡμῖν ὁ φιλάνθρωπος καὶ ἀναπνεῦσαι παράσχοι | |
15 | τὴν ἐκκλησίαν τῆς συνεχούσης αὐτὴν χαλεπότητος. | |
65(1t) | Ἰωάννῃ ἐπισκόπῳ Ἀμισοῦ | |
2 | Τὸ γράμμα τῆς ὑμῶν ὁσιότητος διπλῆν ἡμῖν ἐνεποίησε τὴν διάθε‐ σιν ἐξ ἐναντίων προερχομένην τῶν ἀφορμῶν. Ἡ μὲν γὰρ παρεσκεύαζε χαίρειν, τῆς ὑμετέρας ζωῆς τὴν γνῶσιν ἡμῖν ἐμφανίζουσα· ἡ δὲ τὸ | |
5 | λυπεῖσθαι προεξένει δι’ ὧν ἐμανθάνομεν ὡς παρὰ τῶν βιαίων καὶ πρὸς μόνην τὴν πλεονεξίαν ὁρώντων τὸ ἔλαττον αὐτὸς ἀπηνέγκω, κακὴν ὄντως καὶ ὀλέθριον νίκην ἐκείνων νενικηκότων. Πλὴν ἐκεῖνο ἐνθυμη‐ θέντες, ὅτι χάριτι θεοῦ οὐδὲν ἐζημίωται ἡ σὴ ἀρετή (τῆς σῆς γὰρ ἀγαθῆς προαιρέσεως καὶ σπουδῆς, ναὶ δὴ καὶ τοῦ πόνου καὶ τῶν καμάτων οὓς | |
10 | διὰ τῆς χαλεπῆς ὑπέστης ὁδοιπορίας, οὐκ ἀπεστέρησαν τῆς παρὰ θεοῦ μισθαποδοσίας οἱ δόξαντες ἀποφέρεσθαι τὴν νίκην), παραμύθιον οὐ μικρὸν εὕρομεν τοῦ μὴ λυπεῖσθαι· ὅπερ καὶ τῇ σῇ ἀρετῇ γενέσθω χάριτι θεοῦ πάσης ὕλης ἐλευθέρᾳ τυγχανούσῃ καὶ πρὸς μόνα τὰ ἀποκείμενα αἰωνίως κέρδη ἀτενιζούσῃ. Τοὺς δὲ ὑβριστὰς καὶ εἴρωνας, οἵτινές | |
15 | ποτέ εἰσιν, μετὰ τῆς αὐτῶν δυσφημίας καὶ εἰρωνείας εἰς τὸ μηδὲν ἀπορ‐ ρίψωμεν, μηδεμίαν φροντίδα ποιούμενοι, εἴτε πλύνουσιν ὕβρεσιν εἴτε τι ἕτερον εἰς ἐπίνοιαν φέρουσι τοῦ καθ’ ἡμῶν ἐπιδείκνυσθαι. Τὰ δ’ ἄλλα ἐρρῶσθαί σε ἡμῖν παράσχοι ὁ ἅγιος θεός, μεμνημένον τῆς ἡμῶν μετριό‐ | |
τητος. | 308 | |
66 | Τέκνον μου ἠγαπημένον, πρᾶγμα ἐγένετο ὡς λέγουσί τινες μήτε τῇ δόξῃ πρέπον τῆς πόλεως ταύτης, ἐν ᾗ πᾶσα τάξις Χριστιανικὴ καὶ πᾶσα εὐσέβεια πολιτεύεται καὶ πᾶσα σοφίας ἀκρότης καὶ ἱερᾶς καταστά‐ σεως ἀκρίβεια, μήτε τὸ ἄλυπον καὶ ἄμεμπτον τῇ ἐκκλησίᾳ παρεχόμενον. | |
5 | Λέγουσι γὰρ τοιαῦτα γενέσθαι οἷα ἐν τοῖς ἔθνεσιν καὶ ἐν τοῖς Ἕλλησι πολιτεύεται. Αἱ γὰρ διὰ πυρκαϊᾶς καὶ διὰ σφαγῆς τῶν ζῴων γενόμεναι συνθῆκαι οὐδὲν ἄλλο εἰσὶν ἢ θυσία ἐθνική τε καὶ Ἑλληνική. Μὴ γὰρ μόνον πρὸς τὴν σφαγὴν ἁπλῶς οὕτω καὶ ὡς ἔτυχεν ἀποβλέψῃς, ἀλλὰ κατανόει ὅτι μυστικωτέρους τινὰς ἔχουσι λόγους κατὰ τὴν ἐκείνων | |
10 | ἀθεότητα. Ἐπεὶ διὰ τί μὴ ἁπλῶς τὰ τυχόντα ζῷα σφάζουσιν, ἀλλ’ ἐκλέ‐ γονται βοῦς καὶ κύνας καὶ πρόβατα; Ὥσπερ οὖν ἡ φρικτὴ τῶν Χριστιανῶν θυσία ἐκλέγεται ἄρτον καὶ οἶνον καὶ ταῦτα προσφέρει μυστικῶς ἁγιά‐ ζουσα τοὺς τελοῦντας, οὕτω καὶ ἐκεῖνα τὰ ζῷα κατὰ τὴν ἰδιότητα τῆς ἀσεβείας αὐτῶν ἐκλέγεται εἰς θυσίαν οἰκειοποιοῦντα τοὺς τελοῦντας | |
15 | τοῖς ὑπ’ αὐτῶν λατρευομένοις δαίμοσιν. Μὴ γὰρ ἀπατάτω ἡμᾶς τοῦτο τὸ παρ’ αὐτῶν λεγόμενον, ὡς «Οὕτως χεθείη τὸ αἷμά 〈μου〉,» ὅτι ψιλοί εἰσι λόγοι, ἀλλὰ τοῦτο γινώσκειν ὀφείλομεν, ὅτι πρὸς μυστικήν τινα κατ’ αὐτοὺς τὰ γινόμενα αἰτίαν ἔχουσι τὴν ἀναφοράν. Ἐπεὶ τί ἐκώλυεν ἁπλῶς σχίσαι ξύλον καὶ εἰπεῖν «Οὕτως διατμηθείην»; Τί ἐκώλυεν στρουθίον | |
20 | θῦσαι καὶ εἰπεῖν «Οὕτως τὸ αἷμά μου χεθείη,» ἀλλὰ πυρκαϊὰς ἅπτουσιν καὶ ἐκλογὴν ἰδίως ποιοῦνται κυνῶν καὶ βοῶν καὶ προβάτων; Οὐκ ἔδει οὖν τοῦτο γενέσθαι· ἀπηγορευμένον γάρ ἐστιν καὶ τοῖς ἱεροῖς κανόσιν καὶ τῇ Χριστιανῶν καταστάσει. Ὡς οὖν εἶπον, οὐκ ἔδει γενέσθαι· ἐπεὶ δὲ ἐγένετο, δεύτερόν ἐστιν ἀκολουθῆσαι τὴν θεραπείαν | |
25 | καὶ ὑποβληθῆναι ἐπιτιμίοις τοὺς εἰς τὸ πρᾶγμα τοῦτο παρατυχόντας, ἵνα μήτε σκάνδαλον τῇ ἐκκλησίᾳ προσγένηται καὶ ταραχὴ καὶ ζάλη ἐπὶ πλέον αὐτὴν καταλάβῃ, μήτε μέμψις καὶ ἐν τῇ παρούσῃ γενεᾷ καὶ ἐν τῇ μετὰ ταῦτα ἡμῖν τε τοῖς ἁμαρτωλοῖς καὶ τῇ σῇ ἀρετῇ, τέκνον μου ἠγαπημένον, καὶ τοῖς λοιποῖς ἄρχουσι τῆς πολιτείας προστριβῇ. Ὁ γὰρ φιλόχριστος | |
30 | ἡμῶν βασιλεὺς διὰ τὸ ἀτελὲς τῆς ἡλικίας καὶ παρὰ θεῷ καὶ παρὰ ἀν‐ θρώποις τὸ ἄμεμπτον ἕξει· ἡμεῖς δέ, γίνωσκε (ὅταν δὲ λέγω ἡμεῖς, τὴν ἐκκλησίαν λέγω καὶ σὲ καὶ τοὺς λοιποὺς τῆς πολιτείας ἄρχοντας) καὶ παρὰ θεῷ καὶ παρὰ ἀνθρώποις ἐν μέμψει καὶ φαυλισμῷ γενησόμεθα. Σπού‐ δασον οὖν, τέκνον μου, τῇ παρὰ θεοῦ σοι δεδομένῃ φρονήσει οὕτω | |
35 | διευθετῆσαι τὸ πρᾶγμα, ἵνα μὴ λάβωσιν ἀφορμὴν οἱ φιλόψογοι καὶ δια‐ σύρειν ἐπιμέλειαν ἔχοντες οὐ μόνον τὰ ἔχοντα μέμψεως ἀφορμήν, ἀλλὰ πολλάκις καὶ τὰ καλὰ πράγματα εἰς τὸ λοιδορεῖσθαι καὶ τῇ τοῦ θεοῦ ἐκκλησίᾳ καὶ τῇ περιδόξῳ πολιτείᾳ, καὶ νῦν καὶ μετέπειτα, ἀλλὰ γνῶσιν ὅτι τὸ μὲν γεγονὸς δι’ ἀνάγκην ἐγένετο, ἧς αἴτιοι οἱ τοὺς πολέμους ἀγα‐ | 310 |
40 | πῶντες καὶ τὰς σφαγὰς τῶν ἀνθρώπων, λέγω δὴ οἱ θεομίσητοι Βούλ‐ γαροι, ἡ δὲ θεραπεία ἐπηκολούθησεν ἐκ τῆς ὑμῶν εὐσεβοῦς καὶ εὐδιακρί‐ του φρονήσεως. Τὰ γὰρ κατ’ ἀνάγκην γινόμενα συγγνώμης ἀξιοῦται καὶ παρὰ θεῷ καὶ παρὰ ἀνθρώποις τοῖς εἰδόσι τὰ ἀνθρώπινα πράγματα. Καὶ γὰρ πολλάκις διὰ λιμοῦ ἀνάγκην ἀπεγεύσατό τις τῶν ἀπηγορευμένων, | |
45 | εἶτα μετὰ τοῦτο τὴν ὀφείλουσαν θεραπείαν δεχόμενος οὐδεμίαν ἔχει μέμψιν ὅτι δι’ ἀνάγκην ἀκαθάρτου τινὸς ἀπεγεύσατο. Οὕτως οὖν καὶ τοῦτο ἐὰν δέξηται θεραπείαν, ἀδιάβλητον διὰ τὴν ἀνάγκην καὶ ἀκατά‐ κριτον. Ἐὰν δὲ μείνῃ ἀθεράπευτον, οὔτε ἡ παροῦσα γενεὰ οὔτε ἡ μετὰ ταῦτα ἐσομένη ἀδιαβλήτους ἡμᾶς καὶ ἀκατακρίτους ἐάσουσιν. | |
67 | Τέκνον μου ἠγαπημένον, ἀντὶ τῆς εὐπειθείας καὶ τῆς τιμῆς ἣν πρὸς τὴν τοῦ θεοῦ ἐκκλησίαν ἔχεις, καὶ αὐτὸς καὶ οἱ λοιποὶ ἔνδοξοι τοῦ ἱεροῦ παλατίου ἄρχοντες, εὐχόμεθα εἰ καὶ ἁμαρτωλοὶ δοθῆναι ὑμῖν τὴν αἰώ‐ νιον δόξαν αὐτοῦ καὶ τιμήν, καὶ εἶναι τὸν φιλάνθρωπον δεσπότην Χριστὸν | |
5 | ἡμῶν καὶ θεὸν ἐν πάσαις ταῖς αἰτήσεσιν ὑμῶν εὐπειθῆ καὶ ἐκπληρωτὴν τῶν σωτηρίων ὑμῶν αἰτημάτων· καὶ πιστεύω τοῖς οἰκτιρμοῖς αὐτοῦ ὅτι οὕτως γενήσεται πρὸς ὑμᾶς ὥσπερ καὶ αὐτοὶ πρὸς τὴν ἁγίαν αὐτοῦ ἐκκλη‐ σίαν διετέθητε. Ὁ γὰρ εἰπὼν «Ἐφ’ ὅσον ἑνὶ τῶν ἐλαχίστων τούτων ἐποιήσατε, ἐμοὶ ἐποιήσατε» πῶς οὐχὶ τὴν πρὸς τὴν ἁγίαν αὐτοῦ ἐκκλη‐ | |
10 | σίαν τιμὴν ὑμῶν καὶ ὑποταγὴν ἀμείψεται πολλαπλασίως; Ἀλλὰ ταῦτα μὲν περὶ τῆς θεοφιλοῦς ὑμῶν προαιρέσεως· μητροπο‐ λίτας δὲ ἀποστελοῦμεν τρεῖς, ἐπεὶ πρὸς ἡμᾶς τὸ πλῆθος τῶν ἀρχόντων ἀνελθεῖν οὐκ ἐγχωρεῖ, ἵνα ἐκεῖνοι ἐν τῷ ἱερῷ παλατίῳ κατενώπιόν σου, τέκνον ἡμῶν, καὶ τῶν λοιπῶν περιβλέπτων ἀρχόντων, ὅσοι ἂν εὑρεθῶσι, | |
15 | τὸ ὁρισθὲν ἐπιτίμιον γνωρίσωσιν ὑμῖν. Τοῦτο δὲ ἔσται καὶ ὑμᾶς μὴ λυποῦν μηδὲ καταβαρῦνον καὶ τοῖς πολλάκις κατὰ τῆς ἐκκλησίας τοῦ θεοῦ ἐφεδρεύουσιν καὶ κινουμένοις ἀποκλεῖον τὴν κίνησιν. Καὶ πάλιν | |
δέ φημι· εἴη ὁ θεὸς ὁ διὰ τὴν σωτηρίαν τοῦ γένους τῶν ἀνθρώπων σταυ‐ ρωθῆναι καταδεξάμενος ἀντὶ τῆς ἐπιεικείας ὑμῶν καὶ τῆς σωτηρίου | 312 | |
20 | ταύτης ὑποκατακλίσεως ἀνυψῶν καὶ κατευοδῶν καὶ τὰ φρονήματα ὑμῶν καὶ τὰ βουλεύματα καὶ τὰ πράγματα. | |
68 | Τὰ γράμματά σου, τέκνον ἡμῶν, ἀναγινώσκοντες, πρῶτον μὲν ἐπὶ ταῖς καταλαβούσαις ὑμᾶς χαλεπότησιν ὠδυνήθημεν σφοδρῶς τὴν καρ‐ δίαν. Πῶς γὰρ οὐκ ἐμέλλομεν σφοδρὰν δέχεσθαι τὴν ὀδύνην τοιούτοις πάθεσιν μανθάνοντες ἐμπεπτωκέναι σε, τέκνον ἡμῶν; Ἀλλὰ τὰ τοῦ γράμ‐ | |
5 | ματος ἔσχατα ἔδωκεν ἀναπνεῦσαι ἡμῖν διδάσκοντα θεοῦ χάριτι τοὺς χαλεποὺς ἐκείνους διαλελύσθαι κινδύνους καὶ τὴν ὑμῶν μετὰ σωτηρίας κατάληψιν ἐν τῇ τῶν Χερσωνιτῶν πόλει· καὶ εἴη ὁ ὑπεράγαθος θεός, ἐπεὶ οὐδὲν τῶν ἐν ἀνθρώποις ὁμαλὸν οὐδὲ χωρὶς περιστάσεως, οὕτως τὴν σὴν διεξάγων ζωὴν ὥσπερ τὰ ἔσχατα τοῦ γράμματος ἡμᾶς ἀνεδίδαξεν. | |
10 | Περὶ δὲ τοῦ ἐπισκόπου τῆς Χερσῶνος μέμνηταί σου ἡ ἀγαθὴ σύνεσις ὅτι καὶ στόματι οἰκείῳ προσωμιλήσαμεν καὶ νῦν δηλοῦμεν διὰ τοῦ γράμματος, ὅτι τῶν ἀπὸ Χαζαρίας πρὸς τὰ ἐνταῦθα καταλαβόντων ἐπίσκοπον ἐξαιτησαμένων ὥστε χειροτονίας ἐκεῖσε πρεσβυτέρων ἐπιτε‐ λέσαι, ἀλλὰ καὶ περὶ τῆς καθαρᾶς τῶν Χριστιανῶν πίστεως ἀναδέξασθαι | |
15 | τὴν διακονίαν, τὸν ἐν τῇ Χερσῶνι προβληθέντα ἀρχιεπίσκοπον ἀπεστεί‐ λαμεν ὥστε θεοῦ συνεπιλαμβανομένου ἀπελθεῖν μὲν πρὸς τὴν Χαζα‐ ρίαν καὶ ὅσα ἐκεῖ δεήσει ἐξυπηρετήσασθαι, εἶτα πρὸς ὃν προεβλήθη θρό‐ νον ἐπανελθεῖν, τουτέστι πρὸς τὸν τῆς Χερσῶνος. Καὶ πάντως ὡς τῆς ἐκκλησίας υἱός, οὕτω προθυμήθητι καὶ τῷ πρὸς τὴν Χαζαρίαν ἔργῳ συν‐ | |
20 | αγωνίσασθαι καὶ τῇ καταστάσει καὶ ἐνιδρύσει τοῦ ἀρχιεπισκόπου πρὸς τὸν οἰκεῖον θρόνον, ἐπειδὰν τὰ εἰς τὴν Χαζαρίαν θεοῦ συνεργοῦντος ἐκτελέσῃ. Εἴη δὲ Χριστὸς ὁ θεὸς ἡμῶν καὶ αὐτόθι εὐδόκιμόν σε δεικνὺς καὶ τὴν πρὸς τὰ ἐνταῦθα χαριζόμενός σοι μετὰ σωτηρίας ἀνακομιδήν. | |
69(1t) | Δαυὶδ Καμουλιανῷ πρωτοσπαθαρίῳ | |
2 | Ἃ ἔγραψας, τέκνον ἡμῶν ἠγαπημένον, περὶ τῶν (οὐκ οἶδα πῶς εἴπω) μανίᾳ ἢ μισανθρώπῳ δαίμονι πρὸς τὴν ἀπάνθρωπον πρᾶξιν συνε‐ | |
λαθέντων, εἰς ὑπόμνησιν τοῦ βασιλικοῦ ἀνηνέχθη κράτους· πλὴν καὶ | 314 | |
5 | πρὸ τῆς ἡμετέρας ὑπομνήσεως δι’ ἀναφορᾶς ὑμῶν ἡ τῶν πραχθέντων οὐ διελάνθανεν τούτους γνῶσις. Παρεκελεύσαντο οὖν τῇ ἐντρεχεστάτῃ συνέσει σου, ὥς γε ὑπολαμβάνω σὺν τῷ θεοφιλεστάτῳ τῆς Ἐφέσου ἀρχιεπισκόπῳ, ποιήσασθαι τὴν τούτων ἐπίσκεψιν. Ἀλλὰ περὶ μὲν τούτων οὕτως. Ἡμεῖς δὲ καὶ πρώην ἰδόντες τὴν | |
10 | σὴν τελειοτάτην φρόνησιν καὶ νῦν αὐξάνουσαν ἔχοντες διὰ τῶν πράξεων ὑμῶν τὴν περὶ σοῦ γνῶσιν, εὐχόμεθα εἰ καὶ ἁμαρτωλοὶ διὰ παντός σε τῇ τοῦ θεοῦ ὁδηγεῖσθαι δεξιᾷ ἐν πᾶσιν οἷς πορεύῃ, καὶ ὑπὸ τῆς ἄνωθεν τοῦ ἁγίου πνεύματος ἐπιπνοίας κινούμενον ἐκεῖνα καὶ φρονεῖν καὶ πράτ‐ τειν ὅσα καὶ ἐν τῇ παρούσῃ ζωῇ παντὸς μώμου ἀνώτερον καθίστησιν καὶ | |
15 | ἐν τῇ μελλούσῃ τὴν αἰωνίαν σοι εὔκλειαν χαριεῖται. | |
70(1t) | Δαυὶδ Καμουλιανῷ πρωτοσπαθαρίῳ | |
2 | Ἃ μὲν ἔδει πρὸς θεὸν ἀνενεγκεῖν, ὅτι τέκνου ἠγαπημένου γράμ‐ μασιν τοὺς ὀφθαλμοὺς ἡμῶν ἐπεβάλλομεν καὶ τῇ ἐπιβολῇ ταύτῃ ὥσπερ ἐν ὀφθαλμοῖς ἔχειν τὸ τέκνον ἐνομίζομεν, ἀνηνέχθη. Ἃ δὲ τὸ γράμμα περὶ | |
5 | τῶν τὴν γλῶσσαν εὐκόλων εἰς μνήμην ἦγεν, τί δεῖ, τέκνον μου, συνετὸν ὄντα σε θεοῦ χάριτι πειρᾶσθαι διὰ τῶν ἡμετέρων λόγων τοῦ τοιούτου τῶν ἀνθρώπων πάθους ἄγειν εἰς κατανόησιν; Οἶδας γὰρ ὅτι οὐδὲν οὕτως ἡδὺ τοῖς ἀνθρώποις οἷον τὸ διασύρειν τὰ τῶν πλησίον πράγματα καὶ τοὺς λόγους, ὁποῖά ποτε ἂν ὦσιν. Καὶ τί θαυμαστόν, εἰ καὶ ἡμῖν συμβαίνει | |
10 | ἐκ τοῦ τοιούτου ἀνθρωπίνου πάθους κακολογεῖσθαι; Ὥστε τοὺς κακολο‐ γοῦντας ἔα χαίρειν, τέκνον ἐμόν, σὺ δὲ τῆς σῆς ἀγαθῆς ἔχου συνειδή‐ σεως, ἣν θεῷ σπουδάζεις παραστῆσαι τῷ ἀπροσωπολήπτῳ κριτῇ ἀδιά‐ βλητον· ἐπεὶ τά γε πρὸς ἀνθρώπους οὐδεὶς οὕτω κατωχυρωμένος ἐστὶν ἐξ ὀρθῆς συνειδήσεως, ᾧ μὴ πάντως ὁ μῶμος τὸν πικρὸν ὀφθαλμὸν ἐπι‐ | |
15 | βάλλει. Οἴδαμεν δὲ καὶ ἡμεῖς ὅτι πρότερον πόνους ὑπέστης καὶ νῦν ὑπομέ‐ νεις οὐδὲν ἐξ ἀνθρώπων προξενήσαντας ὄφελος, καί (θεὸς αὐτὸς μάρτυς ὁ τὰς καρδίας ἐποπτεύων) ἀλγυνόμεθα τὴν ψυχήν. Ἀλλὰ τί ἄν τις εἴποι περὶ τῶν πεφυρμένων τοῦ βίου πραγμάτων; Πλὴν εἴ τι δεῖ πρὸς κρείτ‐ τονας ὁρᾶν ἐλπίδας, ἐκεῖνο ἐλπίζομεν ὅτι καὶ ἡ σὴ ἀρετὴ τῆς ὀφειλομένης | |
20 | αὐτῇ μεθέξει τιμῆς. Ἀλλὰ ταῦτα μὲν περὶ τούτων. Ἃ δὲ ἀπέστειλας ἡμῖν περὶ τῶν εἰς ἐξέτασιν ὑποβληθέντων ἀνθρώπων ἐφ’ οἷς κακῶς διεπράξαντο, ταῦτα πρὸς τὴν βασιλικὴν ἐπίσκεψιν προσῆλθεν, καὶ καθὼς ἐπεσκέψαντο τῇ σῇ τιμιότητι παρακέλευσιν ἐποιήσαντο, ὅπως δεήσει καὶ ἔτι τὰ περὶ | 316 |
25 | τῶν ἀφρόνων ἐκείνων μετιέναι ἀνθρώπων. Λοιπόν ἐστιν ἀκόλουθον τῆς σῆς τελειοτάτης συνέσεως τὸ λεῖπον ἔτι τῆς δικαίας ἀνταποδόσεως ἐπε‐ νεγκεῖν τέλος τοῖς δι’ ἐρημίαν φρενῶν, ἵνα μὴ λέγω μανίαν, ὑποδίκους ἑαυτοὺς τῆς τοιαύτης πεποιηκόσιν κολάσεως· τὰ δ’ ἄλλα ἐρρωμένον σε διαφυλάξει ὁ κύριος καὶ ἀνώτερον [ἐκ] πάσης ὁρωμένης καὶ ἀοράτου | |
30 | ἐπηρείας καὶ κακότητος. | |
71(1t) | Ἀλεξάνδρῳ Νικαίας | |
2 | Περιττὸν ἡγούμενοι, τέκνον ἡμῶν, τοῦ διὰ γραμμάτων ἡμετέρων διδάσκειν ἃ τοῦ Ἰακώβου παρόντος παρ’ αὐτοῦ μάθοις, παρείδομεν διεξ‐ ιέναι τὴν τῶν παρὰ σοῦ γραφέντων διόλου διοίκησιν. Ἐκεῖνο δὲ γνωρί‐ | |
5 | ζομεν, ὡς ὁ Πετρωνᾶς, εἰ μὴ πάλιν προτιμήσῃ τὸ ψεῦδος τῆς ἀληθείας, τὸ ζητούμενον τρίτον πρόσωπον ὡμολόγησεν παρασχεῖν. Καὶ εἰ μὲν τιμήσῃ τὴν ἑαυτοῦ ὁμολογίαν, μηδὲν πλέον ἐπ’ αὐτῷ πράξεις· εἰ δὲ πρὸς ἀθέτησιν ταύτης ἴδοι, ἀνάγκη αὐτὸν ἐκεῖθεν ἀπελαύνεσθαι, καὶ πάντως ἀπελαθήσεται. | |
10 | Ὁ δὲ Ἰάκωβος εἰσήχθη κατὰ πρόσωπον τοῦ βασιλεύοντος, καὶ ὡς ἐξηγήσατο ἡμῖν, πᾶσαν εἶδεν τὴν ἐκείνου ῥοπὴν μετὰ τῶν ἀντιδίκων. Τί οὖν δεῖ πράττειν, τέκνον ἡμῶν, τῶν πραγμάτων οὕτως ἐχόντων, ἢ φιλοσόφως διαγενέσθαι καὶ τῷ καιρῷ παρασχεῖν ὅσον μὴ παντελῶς δεί‐ κνυσι προδότας τῶν ἐκκλησιῶν τοῦ θεοῦ; Πλὴν μετὰ τῶν λοιπῶν ὅσα ὁ | |
15 | Ἰάκωβος ἀπαγγελεῖ καὶ ταύτην προσθήσει τὴν ἀπαγγελίαν. Ἐρρωμένος ἡμῖν εἴης καὶ μεμνημένος ἐν ταῖς ὁσίαις εὐχαῖς τῆς ἡμῶν ταπεινότητος. | |
72 | Τέκνον μου ἠγαπημένον, μετὰ πάντων σου τῶν καλῶν δεῖξον καὶ τὴν ἀγαθήν σου προαίρεσιν ὑπὲρ τῆς παραμυθίας τοῦ κλήρου τῆς | |
ἐκκλησίας τοῦ θεοῦ, τῶν ἡμέρας καὶ νυκτὸς εἰς τὴν δοξολογίαν τοῦ θεοῦ κοπιώντων καὶ προσευχομένων ὑπὲρ ζωῆς καὶ σωτηρίας τοῦ βασι‐ | 318 | |
5 | λέως καὶ τῆς σῆς καὶ πάντων τῶν ὑπηκόων, μὴ τὴν ῥῶγα ἣν ἀφ’ οὗ συνέστη ἡ ἐκκλησία καὶ μέχρι τοῦ νῦν ἐλάμβανον, ἀποστερηθῇ ἐν ταῖς ἡμέραις τοῦ βασιλέως τοῦ κυροῦ Κωνσταντίνου, μηδὲ καταλείπῃς τῷ χρόνῳ ἱστορίαν τοιαύτην. Ἀλλ’ εἰ καὶ ἀπέκοψαν αὐτὴν οἱ μὴ καλῶς πρὸ σοῦ διοικήσαντες τὰ κοινὰ πράγματα, σὺ διόρθωσαι τὸ ἐκείνων | |
10 | σφάλμα εἰς δόξαν μὲν τοῦ βασιλέως, εἰς μνημόσυνον δὲ ἀγαθὸν τοῦ ὀνό‐ ματός σου, ὅτι διὰ τῆς σῆς θεοσεβείας οὐχ ὑπέμεινεν 〈ἡ〉 ἐκκλησία τὴν τοσαύτην ζημίαν οὐδὲ ὁ παραλογισμὸς ἐβεβαιώθη ὃν παρελογίσαντο αὐτὴν οἱ ἄνθρωποι ἐκεῖνοι, ἀλλὰ πάλιν ἐν ταῖς ἡμέραις σου τετίμηται ἡ ἐκκλησία. Ἕνεκεν μʹ λιτρῶν, τέκνον μου, οὔτε ἐὰν μὴ δοθῶσι τὸ | |
15 | ταμεῖον τοῦ βασιλέως αὐξηθήσεται οὔτε ἐὰν δοθῶσι καινοτομία τις αὐτῷ προσγενήσεται. Τὸν δὲ μισθὸν σκόπει πόσος ἐστίν, ὡσαύτως καὶ τὸ κατάκριμα. Ἐὰν δὲ ἑνὸς ἐλεουμένου μισθὸς ἀπόκειται παρὰ τῷ θεῷ ἢ πάλιν ἑνὸς ἀδικουμένου κόλασις μένει καὶ τιμωρία, πόσῳ μᾶλλον το‐ σούτου λαοῦ καὶ γυναικῶν ἀθλίων πτωχῶν ἠπορημένων ἡ ἐλεημοσύνη | |
20 | προξενήσει σοι ἄπειρον παρὰ θεοῦ τὴν μισθαποδοσίαν; Ναί, τέκνον ἠγαπημένον, τίμησον τὴν ἐκκλησίαν, ἵνα καὶ σὺ μετὰ τῆς ἐπιγείου τιμῆς καὶ τῆς αἰωνίου, ἣν πάντως οἶδα ὅτι ἐπιθυμεῖς, ἀπολαύσῃς. Παράσχοι δὲ ὁ θεὸς ὁ ἅγιος ὅσα εἰς δόξαν αὐτοῦ, ὅσα εἰς τὴν σὴν τιμὴν καὶ σωτηρίαν, ταῦτα καὶ διανοεῖσθαι καὶ πράττειν, ῥυόμενός σε ἀπὸ πάσης κακῶν περι‐ | |
25 | στάσεως καὶ ὁρωμένης καὶ ἀοράτου. | |
73 | Γένους ὑπάρχων ἐξ ἀγαθοῦ καὶ δικαίου, τέκνον ἡμῶν, οἴκοθεν ἔχεις τὸ ἀγαθὸν καρποφορεῖν καὶ τὸ δίκαιον. Διὰ τοῦτο οὐδὲν ἄλλο ἢ μόνην τὴν ὑπόθεσιν γράφομεν. Ἐκεῖ γὰρ ἡ παραίνεσις χώραν ἔχει, οὗ ἔστιν ὑπόνοια μὴ παρ’ ἑαυτοῦ κατηρτισμένον εἶναι τὸν παραινούμενον. | |
5 | Ἡμεῖς δὲ πόρρω ταύτης τῆς ὑπονοίας ἐσμὲν περὶ σοῦ· διὰ τοῦτο μόνον τὸ πρᾶγμα παριστῶμεν. Τὸ βαρὺ τοῦτο καὶ χαλεπὸν φορτίον, ὁ λεγόμενος κόκκος, ὥς φησιν ὁ τὸ γράμμα κομίζων, ἐξ ἀρχῆς μέχρι καὶ σήμερον οὐκ ἐπεφορτί‐ | |
σθη τῷ τοῦ ἁγίου ἀποστόλου κτήματι, νῦν δὲ ὅπως οὐκ οἶδα κινδυνεύει | 320 | |
10 | τῷ ἄχθει τούτῳ καταβαρεῖσθαι. Σὸν οὖν ἐστιν, τέκνον ἡμῶν, καὶ τῆς σῆς ἀρετῆς, καὶ συνιδεῖν τὸ βάρος καὶ τῷ μοναστηρίῳ, μᾶλλον δὲ τῷ μεγάλῳ μαθητῇ τοῦ κυρίου, μὴ συγχωρῆσαι ἣν οὐκ ἔγνωκεν μέχρι σοῦ βαρύτητα νυνὶ γνωρίσαι. Εἴης ἡμῖν ἐρρωμένος ἐν κυρίῳ καὶ πάσης ὁρωμένης τε καὶ ἀοράτου κακώσεως ὑπερκείμενος. | |
74 | Καὶ οἰκείᾳ γλώσσῃ ἐνετειλάμεθα τῇ εὐλαβείᾳ σου τοὺς χορηγοῦν‐ τας τὸ ἐτήσιον τοῦ κηροῦ τέλος μὴ πλέον τῆς δυνάμεως μηδὲ πρὸς ἀδικίαν τῆς ῥοπῆς κλινούσης ἀπαιτεῖσθαι τὸ τέλεσμα, ἀλλ’ ὅσον ἡ σὴ ὁρᾷ σύνεσις μήτε ἐκείνους τῆς ὀφειλομένης τῇ ἐκκλησίᾳ ζημιοῦν χορη‐ | |
5 | γίας μήτε τὴν ἐκκλησίαν ἀδίκως τι παρ’ ἐκείνων κερδαίνειν. Ἐξ ἴσου γὰρ καὶ τὸ ἐκείνους τὴν ἐκκλησίαν ἀποστερεῖν τῆς δικαίας χορηγίας καὶ τὸ παρὰ τῆς ἐκκλησίας ἐκείνους πλεονεκτεῖσθαι ἀποβεβλημένον ἡμῖν. Ὥστε ὡς ἄνθρωπος φρόνιμος καὶ συνετὸς τὸ ἄλυπον ἑκατέρῳ μέρει περιποίησαι. | |
10 | Τὸν δὲ ἐπίσκοπον ὃς ἀτάκτως καὶ παρὰ κανόνα εἰς πράγματα ἑαυ‐ τὸν ἐπιδίδωσιν καὶ ἄλλους [τὰ πράγματα] κἀκεῖνον ὑπόδικον ποιοῦντα, εἰ μὲν πλησίον ἐστίν, οἰκείοις λόγοις ἀδελφικῶς παρακάλεσον τὸ πρέπον συνιδεῖν καὶ ἐπισχεῖν ἑαυτὸν τῆς ἀτάκτου προαιρέσεως. Εἰ δὲ μὴ πλησιά‐ ζει, ὅσα ἡ διὰ γλώσσης παράκλησις ἔμελλε ποιεῖν, ταῦτα διὰ γράμματος | |
15 | ποίησον· καὶ εἰ μὲν ἀκούσει, θεῷ χάρις, καὶ τὰ πράγματα τὴν οἰκείαν ἕξει κατάστασιν· εἰ δὲ μὴ ἀκούσει, αὐτὸς εὑρήσει τὰ ἐκ τῆς ἀνηκοΐας συναντήσοντα καὶ σὺ ἕξεις τὸν ἐκ τῆς παρακλήσεως ἔπαινον. Καιροῦ δὲ τὴν ὁδὸν ἀνεμπόδιστον ποιοῦντος, τὸν ἀτάκτως τὴν τοῦ Χαλδίας μητροπολίτου ἐπισκοπὴν μεταποιήσαντα πρὸς ἀρχιεπισκοπὴν | |
20 | πρὸς τὰ ἐνταῦθα πάντως ἐξαπόστειλον, ἵνα καὶ ἡμεῖς ἐκ τῆς ἐκείνου γλώσ‐ σης μαθόντες τὰ παρακολουθήσαντα τὸ πρέπον τῇ ἐκκλησίᾳ διορισώμεθα. | |
75 | Τέκνον μου ἠγαπημένον, ἃ γράφομεν, ὑπὲρ τῆς σῆς τιμῆς καὶ σωτηρίας καὶ ἐν τῷ νῦν αἰῶνι καὶ ἐν τῷ μέλλοντι γράφομεν, οὐχ ἵνα | |
ἡμεῖς τι τῶν τοῦ βίου κερδήσωμεν· καὶ γὰρ ἤδη πρὸς τάφον ὁρῶμεν καὶ τὴν ἐκ τοῦ βίου τούτου ἀναχώρησιν. Ὅσοι τῶν ἀνθρώπων δυναστείαν | 322 | |
5 | ἐπὶ γῆς παρὰ θεοῦ λαμβάνουσιν, τοῦτο πρῶτον ἔχουσιν ἔργον, ὅταν εὐχάριστοι διαμένωσιν ἐπὶ ταῖς τοῦ θεοῦ εὐεργεσίαις, τοῦ σπουδάζειν δοξάζεσθαι τὸν θεόν. Δοξάζεται δὲ ὁ θεὸς διὰ πολιτείας ἐναρέτου αὐτῶν τε καὶ τῶν ὑποχειρίων· ἐν οὐδενὶ γὰρ οὕτω θεὸς τῶν ἐπιγείων πραγμά‐ των οὔτε δοξάζεται οὔτε τιμᾶται, ἢ ἐπὶ ναῶν οἰκοδομῇ, ἢ ἐπὶ προσενέξει | |
10 | τινῶν ἀναθημάτων, ὡς ἐπὶ πράξει ἀγαθῇ καὶ βίου καθαρότητι. Καὶ σὺ οὖν, τέκνον ἡμῶν, παρὰ θεοῦ λαβὼν τὸ δύνασθαι, καὶ ἄνθρωπος φρόνι‐ μος ὢν καὶ εὐχαριστεῖν εἰδὼς τῷ εὐεργετήσαντί σε, ὀφείλεις ἐκεῖνα φρονεῖν καὶ σπουδάζειν δι’ ὧν οἱ ἄνθρωποι μέλλουσιν ἔσεσθαι βίου τιμιωτέρου καὶ ἀσφαλεστέρας ζωῆς, καὶ μήτε θεὸν λυπούσης μήτε τὸ | |
15 | ἀνθρώπινον ὑβριζούσης. Διὰ τί γράφω ταῦτα; Ἐπειδὴ χθὲς εἶπες πρὸς ἡμᾶς ὅτι λέγουσιν οἱ ἀνθιστάμενοι τῇ ἐκκλησίᾳ ὡς «Διὰ τοῦτο παραιτούμεθα τὸ ἀσφαλὲς τῇ ἐκκλησίᾳ ποιῆσαι διὰ τῆς ἐγγράφου ἀπαιτήσεως, ὅτι φοβούμεθα μή‐ ποτε πάλιν βασιλική τις ἐξουσία ἢ τοιαῦτα ἢ καὶ χείρονα ποιήσῃ, καὶ | |
20 | πάλιν ὑπαχθῶμεν τοῖς αὐτοῖς.» Καὶ αὐτόθεν, τέκνον ἡμῶν, ἔστιν ἡ ἀπο‐ λογία αὐτῶν φανερὰν τὴν κατάκρισιν ἔχουσα· ἐν τίνι γὰρ ὀφείλουσιν οἱ ἱερεῖς διαφέρειν τοῦ λαοῦ, ἐὰν μὴ τῶν ἱερῶν ἀντέχωνται νόμων; Εἶτα, τέκνον ἡμῶν, ἐν παρατάξει πολεμικῇ, ἐν ᾗ καὶ ἀνετράφης καὶ ἐπαιδεύθης ἀπὸ μικρᾶς ἀρχῆς καὶ ἕως τῆς μεγίστης, οὐχὶ πολλοὶ καταλιμπάνουσι | |
25 | τὴν οἰκείαν τάξιν ὑπὸ δειλίας καὶ φεύγουσιν ἐκ τῆς παρατάξεως; Μὴ οὖν ἐπειδὴ τοῦτο καθ’ ἑκάστην συμβαίνει τοὺς κειμένους ἐπ’ αὐτοῖς νόμους καὶ ἀσφαλιζομένους παραιτήσασθαι ἔχεις, ἐὰν βουληθῇς τοὺς λιποτάκτας ἐκείνους καὶ φυγόντας τὴν παράταξιν πάλιν εἰς τὴν στρατιω‐ τικὴν δέξασθαι τάξιν, ἀλλ’ οὐχὶ πρῶτον σωφρονήσας αὐτοὺς καὶ ἀσφα‐ | |
30 | λισάμενος εἰς τὸ μηκέτι τοιοῦτον τολμῆσαι, μηδὲ ἀποφυγεῖν τῆς οἰκείας τάξεως, οὕτως αὐτοὺς παραδέξῃ; Εἶτα ἐπὶ μὲν τῆς ἀνθρωπίνης στρατείας οὕτως ἐπιζητήσεις ἀσφάλειαν, ἐπὶ δὲ τῆς πνευματικῆς καὶ ἁγίας τοῦτο παραβλέψεις; Ὁ τοῦ θεοῦ ἄνθρωπος, ὅστις ἂν ᾖ, καὶ ἄρχειν ὑπὸ θεοῦ καταπεπιστευμένος, τὸ ἀρέσκον θεῷ καὶ εἰς σωτηρίαν τῶν ὑποχειρίων | |
35 | ὑπάρχον ὀφείλει καὶ φρονεῖν καὶ ποιεῖν· οἱ δὲ ὑποχείριοι, ἐὰν μὲν φυλά‐ ξωσιν, εὑρίσκουσι τὴν ἑαυτῶν σωτηρίαν, εἰ δὲ μὴ φυλάξωσιν, αὐτοὶ μὲν κατακεκριμένοι, ὁ δὲ ἄρχων ἀκατάκριτος, διότι ὅπερ ὤφειλεν ἐκεῖνος προενοήσατο. Διὰ τοῦτο καὶ οἱ νομοθέται τίμιοι καὶ μακάριοι, ὅτι νόμους | |
ἔθεντο προνοούμενοι τῆς σωτηρίας τῶν ἀνθρώπων, οἱ δὲ παραβαίνοντες | 324 | |
40 | τοὺς νόμους ἐλεεινοί· καὶ οὐ διὰ τοῦτο οἱ νομοθέται μεμπτοὶ ἢ τὸ ἔργον αὐτῶν, ὅτι ἔθηκαν νόμους οὓς οἱ πλεῖστοι τῶν ἀνθρώπων, ὡς καὶ αὐτὸς γινώσκεις, τέκνον ἡμῶν, καταπατοῦσι καὶ παρορῶσιν. Περὶ δὲ τῶν λεγόντων ὅτι διὰ τοῦτο δυστυχοῦσι τὰ πράγματα τῆς πολιτείας ἡμῶν, ἐπειδὴ μὴ συνήνωνται οἱ τὴν τετραγαμίαν δεξάμενοι τῇ | |
45 | ἐκκλησίᾳ, ἐκεῖνο λέγω, ὅτι οὐδὲ τὸ τί λέγουσιν οἴδασιν, οὐδὲ περὶ τίνων διαβεβαιοῦνται· διότι ἐν παντὶ πράγματι πρῶτον μὲν προηγήσασθαι τὴν σπουδήν, εἶτα περιμένειν τὴν βοήθειαν τοῦ θεοῦ. Οὐδεὶς ἀμελῶς σπείρας θέρος πολὺ ἐγεώργησεν· οὐδεὶς μὴ ἐπιμελῶς θεμέλιον καταβαλόμενος οἶκον ἀσφαλῆ δύναται οἰκοδομεῖν· ἀλλ’ οὐδὲ πελάγη τις πλεῦσαι δύναται | |
75(50) | καὶ διασωθῆναι ῥαθυμῶν καὶ κοιμώμενος, εἰ μὴ περιποιούμενος τοῦ πλοίου τὰς ἐξαρτήσεις. Ὅμως, τέκνον ἡμῶν, ἐνθυμήθητι καὶ τοῦτο, ὅπερ καὶ οἰκείᾳ εἴπομεν γλώσσῃ, ὅτι τοῦ κυροῦ Φωτίου τοῦ πατριάρχου καὶ πάσης αὐτοῦ τῆς χειροτονίας ἀποδιωχθείσης, διὰ σπουδῆς ἐπιμελοῦς καὶ συντόνου ὁ πάππος τοῦ βασιλέως ἡμῶν τοῦ κυροῦ Κωνσταντίνου τὴν | |
55 | Τεφρικὴν ἐξηφάνισεν, τὴν Βάριν ἐχειρώσατο, τὴν Λογγιβαρδίαν ὑποχεί‐ ριον ἐποιήσατο, τὴν Τερεντῶ καὶ ἄλλα κάστρα ἐκ τῆς ἐπικρατείας τῶν Σαρακηνῶν ἐξήρπασεν. Ἀποθανόντος δὲ τοῦ κυροῦ Ἰγνατίου καὶ τοῦ κυροῦ Φωτίου καὶ τῆς χειροτονίας αὐτοῦ ἑνωθέντων, ἡ Συράκουσα ἠφα‐ νίσθη καὶ ἡ Σικελία πᾶσα. Διὰ τί; Διὰ τὴν ἀμέλειαν τοῦ τότε δρογγα‐ | |
60 | ρίου τοῦ πλωΐμου, λέγω δὴ τοῦ Ἀδριανοῦ. Πάλιν ἐν ταῖς ἡμέραις τοῦ κυροῦ Λέοντος γινώσκεις ὅτι ὁ Μάπας συνῆλθεν καὶ οἱ μετὰ τούτου ὄντες καὶ ἡνώθησαν τῇ ἐκκλησίᾳ, καὶ εἰρήνης βαθείας οὔσης ἀπῆλθεν ἡ Θεσσαλονίκη καὶ τὸ Ταυρομένιον. Διὰ τί; Ὅτι ἐνταῦθα ἀμέλειαν προηγήσαντο. Καὶ γὰρ ἐπιδεομένων βοηθείας τῶν Θεσσαλονικέων, ἡμέ‐ | |
65 | ραν ἐξ ἡμέρας ἀναβαλλόμενοι πρὸς τὸ ἀπολυθῆναι ἐκεῖ πλώϊμον ἀπώλε‐ σαν τὰ πράγματα. Τοῦτο, τέκνον ἡμῶν, καὶ φρόνει καὶ διανοοῦ, καὶ μετ’ ἐπιμελείας τοῦ θεοῦ ἐνισχύοντός σε ἀντέχου τῶν πραγμάτων, καὶ αὐτῇ μαθήσῃ τῇ πείρᾳ τὸ αἴτιον τῆς εὐτυχίας καὶ τῆς δυστυχίας τῆς πολιτείας ἡμῶν. | |
70 | Γράφω δὲ ταῦτα οὐκ ἀποβαλλόμενος οὐδὲ μισῶν τὴν εἰρήνην καὶ τὴν ἕνωσιν τῆς ἐκκλησίας (μὴ οὕτω μανείην ποτέ, μηδὲ συγχωρήσῃ θεὸς οὕτω με φρενῶν ἔξω γενέσθαι), ἀλλ’ ἐπιζητῶ ἕνωσιν τὴν τιμῶσαν τὴν ἐκκλησίαν, τὴν χαριζομένην κατάστασιν τοῖς πράγμασι καὶ ἐν τῷ παρόντι | |
καὶ μετὰ ταῦτα, καὶ ἵνα μὴ ἐκ τοῦ βίου ἀπερχομένων ἡμῶν ἡ ἐρχομένη | 326 | |
75 | γενεὰ καταγνώσῃ ἡμῶν ὡς ἀφρόνων, ὡς ἀλόγων, ὡς καταφρονητῶν τῶν θείων κανόνων, καὶ διὰ τοῦτο καὶ ἡμᾶς καὶ ὑμᾶς τῷ ἀναθέματι παρα‐ πέμψωσιν· ὅπερ οἶδεν συμβαίνειν, ὅταν οἱ τέως δυνατοὶ κατὰ τὸν βίον ἀπέλ‐ θωσιν καὶ ἄλλοι γεννηθῶσιν καὶ φρονήσει καὶ εὐσεβείᾳ καὶ ἀρετῇ διαφέροντες. | |
76 | Τὸ γνήσιον τῆς στοργῆς ὃ πρὸς τὴν ἡμῶν μετριότητα ἡ σὴ εὐλά‐ βεια κέκτηται, πάλαι καὶ διελέχθη καὶ γινώσκεται, καὶ οὐ δεῖται νῦν ἀποδείξεως οὐδὲ τῆς ἐκ λόγων συστάσεως, ἱκανῆς οὔσης τῆς ἐκ τῶν ἔργων πληροφορίας. Διὰ τοῦτο καὶ ἡμεῖς οὐ μικρὰν εὑρίσκομεν ἐν ταῖς θλίψεσιν | |
5 | ἡμῶν παρηγορίαν ἐκ τῆς σῆς πρὸς ἡμᾶς πνευματικῆς διαθέσεως, καὶ οὐδὲν χάριτι θεοῦ ζημιούμεθα τῆς ἐκ τῆς σῆς ἀγάπης περιχεομένης ἡμῖν ἱερᾶς ἡδονῆς ἕνεκεν τοῦ κωλύεσθαι ἀλλήλοις συνεῖναι καὶ διὰ τῆς τῶν αἰσθητῶν ὀφθαλμῶν θεωρίας, τοῦ βλέμματος τῆς διανοίας ἀκωλύ‐ τως καὶ ὁρῶντος καὶ νοερῶς ἡμᾶς συνάπτοντος. Οὕτω δὲ καὶ ἡ ὑμῶν | |
10 | ὁσιότης μηδὲν νομιζέτω διὰ τὴν σωματικὴν ἀπόστασιν τῆς κατὰ πνεῦμα συναφείας ἀποστερεῖσθαι. Ὅπου γὰρ ἀληθοῦς ἀγάπης ἕνωσις, οὗ ἂν ὦσιν διεστηκότες, συνηνωμένοι τυγχάνουσιν· ὥστε καὶ ἡμεῖς ταύτῃ τῇ θείᾳ ἑνώσει οὐ νῦν οὐδὲ χθές, ἀλλ’ ἐκ μακροῦ τοῦ χρόνου συνημμένοι, τῇ τοπικῇ διαστάσει οὐδαμῶς χωριζόμεθα. | |
15 | Ἀλλὰ τοῦτο μὲν οὕτως ἔχει. Περὶ δὲ τοῦ σφαλέντος ἀδελφοῦ δι’ ἄγνοιαν ἐκεῖνό φαμεν, ὡς οὐκ ἀποκλείει αὐτὸν συγγνώμης τὸ πεπραγμέ‐ νον ἐξ ἀγνοίας, καὶ μάλιστα ὡς τὸ γράμμα διήγγειλε συντριβομένου τὴν καρδίαν καὶ δριμείαις ἀλγηδόσιν σπαρασσομένου. Διὰ τοῦτο αὐτὸς ἐπ’ ὀφθαλμοῖς ἔχων τὸν ἄνθρωπον καὶ τὴν ἐπὶ τῇ μετανοίᾳ τούτου σπουδὴν | |
20 | καθορῶν καὶ τὸ ἄλγημα τῆς ψυχῆς, ἐφ’ ὅσον ἂν δοκιμάσῃς ἐπιτιμήσει μετρίᾳ ἰάτρευσον τὸ ἁμάρτημα, ὥσπερ καὶ ἐν τοῖς ἄλλοις οἰκονομεῖν εἴωθας, θείᾳ χάριτι κατασταθεὶς ἐπὶ τοῦτο, καὶ τῶν ὑπὸ σοῦ κυβερνω‐ μένων τὰ σφάλματα διορθούμενος καὶ ἑκάστῳ κατὰ τὸ μέτρον τῆς μετα‐ | |
νοίας καὶ τὴν συγχώρησιν ἐπιμετρῶν. | 328 | |
77 | Ἐδηλώθη καὶ δι’ ἑτέρων γραμμάτων καὶ τοῖς πρὸ ὑμῶν, ὦ μακα‐ ριώτατε, καὶ τῇ σῇ ἀδελφότητι τὰ ἐξ ἐπηρείας τοῦ πονηροῦ δαίμονος εἰς τὴν καθ’ ἡμᾶς ἐκκλησίαν συναντήσαντα χαλεπά· καὶ δοκεῖ μοι τὸ γράφειν περὶ τῶν αὐτῶν πάλιν ἔξω τοῦ δέοντος εἶναι καὶ περιττόν. Πλὴν τοῦτο | |
5 | γνωρίζομεν, ὅτι πρὸ τοῦ παρόντος γράμματος ἐγράψαμεν πρὸς τὴν ὑμῶν μακαριότητα διὰ τοῦ κληρικοῦ τοῦ Ἀδεαδάτου καὶ Πέτρου τοῦ πατρίδα μὲν ἐσχηκότος τὴν Ῥώμην, ἡμετέρου δὲ μετὰ τὴν ἐπάνοδον ἡμῶν τὴν ἐν τῷ θρόνῳ χρηματίσαντος ἀνθρώπου, καθὼς ἡ τῶν πραγμάτων ἀκο‐ λουθία ἐν τῇ καθ’ ἡμᾶς γέγονεν ἐκκλησίᾳ καὶ εἴ τις ἦν πρὸς τὴν καθ’ | |
10 | ὑμᾶς ἐκκλησίαν λόγος ἀναγκαῖος πρὸς τὸ καταργηθῆναι μὲν τέλεον τὰ προλαβόντα σκάνδαλα, εἶναι δὲ ὥσπερ ἐξ ἀρχῆς οὕτω καὶ νῦν τὸν σύνδεσ‐ μον καὶ τὴν ἕνωσιν τῆς τε Ῥωμαϊκῆς ἐκκλησίας καὶ τῆς ἐν Κωνσταντι‐ νουπόλει παρὰ θεοῦ κυβερνωμένης. Ἐγράψαμεν δὲ καὶ *** τῷ πρωτοσπα‐ θαρίῳ, ἀλλὰ καὶ τῶν θεοστεφῶν βασιλέων καὶ τέκνων ἡμῶν κέλευ‐ | |
15 | σις πρὸς αὐτὸν ἐξεπέμφθη, ὥστε καταλαβεῖν ἐκεῖνον πρὸς τὴν ὑμῶν ἁγιωσύνην καὶ ἀποδοῦναι εἴ τι ἐξεπέμφθη λόγον ἔχοντα ξενίων, καὶ ἀναλαβεῖν αὐτόθεν ἀποστόλους τῆς ὑμῶν ἁγιότητος καὶ ἀναδραμεῖν πρὸς ἡμᾶς τοῦ κοινῇ συνεδρίᾳ τῶν τε ὑμετέρων ἀποστόλων καὶ τῆς ἡμῶν τα‐ πεινότητος εὐστάθειαν λαβεῖν εἴ τι καὶ ἔτι ὑπολείπεται ἕνεκεν τῶν προ‐ | |
20 | λαβόντων σκανδάλων ἐν τῇ Κωνσταντινουπολιτῶν ἐκκλησίᾳ στασιαζό‐ μενον. Εἰ μὲν οὖν ἐκεῖνοι κατέλαβον πρὸς ὑμᾶς, πληρωθήσεται τὰ γεγραμμένα διὰ τῆς ἐκείνων ἀνόδου σὺν τοῖς ὑμετέροις ἀποστόλοις. Εἰ δέ, οἷα τὰ ἀνθρώπινα, ἐκείνοις οὐκ ἐξεγένετο παραστῆναι ὑμῖν, ἀλλ’ | |
25 | οὗτος ὁ τὸ παρὸν γράμμα ἐπικομιζόμενος, καθὼς παρὰ τῆς ἡμῶν ταπει‐ νότητος ἐνηχήθη, πάντως ἀπαραλείπτως ἀπαγγελεῖ πάντα· 〈καὶ〉 θεοῦ βουλομένου τὴν ἐπάνοδον αὐτοῦ ποιουμένου πρὸς τὰ ἐνταῦθα, τῆς ἀγάπης μεσιτευούσης ἣν κατέλιπεν ἡμῖν ὁ Χριστὸς καὶ θεὸς ἡμῶν, τῆς ὑμετέρας ἁγιωσύνης ἀναδραμοῦνται σὺν αὐτῷ οἱ ἀπόστολοι, ἵνα μηδὲν | |
30 | ἔτι παραλυπῇ τὴν ἐκκλησίαν ἀδιόρθωτον ὂν τῶν δεομένων ἐπανορθώσεως. | |
Εἰ γὰρ καὶ μὴ τὸ ὅλον, ἀλλὰ χάριτι τοῦ τὴν αἰώνιον τῶν ἀνθρώπων διάστασιν εἰς ἕνωσιν μετασκευάσαντος ἡ καθ’ ἡμᾶς ἀπείληφεν ἐκκλησία τὴν ἕνωσιν· καὶ δέον ἐστίν, εἴ τι καὶ ἔτι ἐξ ἐπηρείας τοῦ ἀεὶ στασιάζοντος δαίμονος ὑπολέλειπται, καὶ τοῦτο ἐκποδὼν γενέσθαι, καὶ τελείαν καὶ | 330 | |
35 | ἀπηρτισμένην ἐν τῇ τοῦ θεοῦ ἐκκλησίᾳ τὴν ὁμόνοιαν διαπρέπειν. Πλειόνων λόγων οὐκ ἔστιν οἶμαι χρεία· διὰ τοῦτο οὐδ’ ἐκτείνομεν τὴν ἐπιστολήν. Οἴδαμεν γὰρ ἀναμφιβόλως ὡς ἡ τελειοτάτη θεοῦ χάριτι σύνεσις ὑμῶν καὶ χωρὶς τῶν ἡμετέρων γραμμάτων πάντα διερευνῶσα καὶ ἐξετάζουσα οὐδὲν ἔλαττον ἡμῶν ἐξεπίσταται τὰ συμπεσόντα ἡμῖν καὶ τῇ | |
40 | τοῦ θεοῦ ἐκκλησίᾳ ἐξ οὗ χρόνου, εἰ καὶ ἀχρεῖοι καὶ ἀνάξιοι, εἰς τὴν ἀρχιερατικὴν κατέστημεν τάξιν, καὶ μέχρι τῆς παρούσης ἡμέρας, εἰς ἣν οὐκ οἶδα ποίοις κρίμασιν τοῦ θεοῦ, ὅμως δ’ οὖν ἡ ἐπώδυνος ἡμῶν ἐξέτεινεν ζωή. Ἐρρωμένον 〈σε〉 διαφυλάξει ὁ κύριος ἡμῶν, μακαριώτατε ἡμῶν ἀδελφέ. | |
78 | Καὶ ἐκ τοῦ γράμματος καὶ ἐκ τοῦ κομίζοντος αὐτὸ μοναχοῦ τὰ περὶ ὑμῶν, ὅσιοι τοῦ θεοῦ θεράποντες, ἀναμεμαθηκότες τὴν ὀφειλομένην ἀνεπέμψαμεν εὐχαριστίαν τῷ ἐκλεξαμένῳ ὑμᾶς ἐκ τῆς τοῦ βίου ματαιό‐ τητος καὶ δυναμώσαντι ζωὴν ἑλέσθαι τὴν τῶν ἀγγέλων, δι’ ἧς καὶ τῆς | |
5 | ἐκείνου ἀξιωθήσεσθε συμπαραστάσεως καὶ δόξης, ὅτε τὰ παρόντα καὶ τοὺς ἀπατωμένους ἐφελκόμενα τὴν λύσιν λάβῃ καὶ φανερωθῇ τῶν ἁγίων ἡ μακαρία διαγωγή. Ὄντως μακάριοί ἐστε, καὶ εἴ τις ἄλλος καθ’ ὑμᾶς τοιοῦτον ἐκτήσατο φρόνημα, καὶ κατέλιπε τὴν ἄστατον ταύτην τοῦ βίου περιφορὰν καὶ μόνην τὴν πρὸς θεὸν ἐζήτησεν ὅσον ἀνθρώπῳ δυνατὸν ἐκ | |
10 | τῆς σαρκὸς ἐκδημίαν καὶ τὴν πρὸς αὐτὸν ἕνωσιν, εἰ καὶ τὸ παχὺ τοῦτο νέφος τοῦ σώματος οὐ συγχωρεῖ καθαρῶς ἑνωθῆναι τῷ ποθουμένῳ. Ἀλλὰ τὸ μὲν ὑμέτερον τοιοῦτον· ἡμεῖς δὲ ἀντὶ παντὸς δώρου τὰς ὁσίας ὑμῶν εὐχὰς ἐξαιτούμεθα, ἃς καὶ ὑμῖν εὐπρεπὲς παρέχειν καὶ ἡμῖν ἀναγκαῖον λαμβάνειν. Τί γὰρ τούτου δῶρον τερπνότερον ἢ ὠφελιμώτερον; | |
15 | Ταύτας οὖν μὴ λήγοιτε διδόντες· καὶ φυλάττοισθε ἡμῖν ἐρρωμένοι ἐν κυρίῳ, εὐοδούμενοι τὴν ἀρετὴν καὶ ἀεὶ προστιθέντες αὐτῇ, μέχρις ἂν τῶν | |
σαρκίνων λυθέντων δεσμῶν ἀναπτῆτε πρὸς τὴν οὐράνιον λῆξιν. | 332 | |
79 | Ἴσως καὶ πρὸ τῶν ἡμετέρων γραμμάτων ὑμῖν τοῖς πνευματικοῖς ἡμῶν τέκνοις ἡ φήμη διεκόμισε τὰ περὶ τῆς ἐκκλησίας ὑπὸ τῆς θεϊκῆς εὐμενείας διῳκημένα· πλὴν καὶ τὸ γράμμα ταῦτα εὐαγγελίζεται, ὅτι τῆς θείας ἀγαθότητος τὰς ἡμῶν παραβλεψαμένης ἁμαρτίας ἡ ἐκκλησία τὴν | |
5 | πολλὴν ἐκείνην διέλαθεν ἐπήρειαν, καὶ τέως οἱ ταύτης ἐπηρεασταὶ τῆς βιαίας ἰσχύος ἀφῄρηνται καὶ τῆς τυραννικῆς ἐπιθέσεως, ἡμῶν ἀπολα‐ βόντων θείᾳ χάριτι τὴν ἰδίαν τάξιν ἣν ὑπήρχομεν, εἰ καὶ ἀχρεῖοι, λαχόν‐ τες, καὶ ἧς ἡ βίαιος ἀπήλασε χείρ. Ἀλλὰ τὸ μὲν ἡμέτερον οὕτως εὐδοκίᾳ θεοῦ τετέλεσται· ὑμεῖς δέ, | |
10 | ἀγαπητοὶ καὶ τῶν θείων ἀποστόλων συγκοινωνοὶ τῶν καμάτων καὶ διὰ τοῦτο καὶ ἀνέσεως, οἱ δραμόντες τὸν μακάριον δρόμον, ὧν οἱ πόδες ὡραῖοι ὡς εὐαγγελιζομένων εἰρήνην, τὸ οἰκεῖον ἔργον ἔτι σπουδαιότερον διανύ‐ σατε, ἐλαύνοντες τὸ σκότος τῆς δυσσεβείας ἐκ τῶν ὑπ’ ἐκείνου κατεχομέ‐ νων ψυχῶν καὶ ἀνατέλλοντες αὐτοῖς τῆς σωτηρίας τὸ φέγγος, ἵνα δι’ | |
15 | ὑμῶν τῆς πίστεως αὐτόθι κρατυνθείσης, δοξάζηται μὲν ὁ θεὸς ἐν αὐτοῖς, δοξασθείητε δὲ καὶ ὑμεῖς ἐν τῷ παρόντι αἰῶνι καὶ ἐν τῷ μέλλοντι τῇ θείᾳ καὶ ἀλύτῳ δόξῃ. Οἶδα μὲν ὅτι πολλὰ τὰ συνέχοντα ὑμᾶς καὶ τὴν ἱερὰν ὑμῶν στενοχωροῦντα ζωήν, αὐτός τε ὡς εἰκὸς ἀναλογιζόμενος τοῦ τόπου τὴν ἐρημίαν καὶ τῶν ἀνδρῶν οἷς συνδιάγετε τὸν τρόπον καὶ | |
20 | τοῦ ἤθους τὸ ἀλλότριον, καὶ παρὰ τοῦ ὑμῶν ἀποκρισιαρίου τοῦτο αὐτὸ διδαχθείς. Ὅμως οὐκ ἄξια τὰ παρὰ τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι ὑμῖν. Πρὸς ἣν ἀφορῶντες καὶ τὸν πόνον καὶ τὴν στενοχωρίαν ἐν δευτέρῳ τιθέμενοι τὸ μακάριον ἔργον ὑμῶν τελειώσατε, καὶ πάσῃ δυνάμει τὸν στηριγμὸν τοῖς νεοπαγέσι περιποιήσασθε· καὶ | |
25 | καταλιμπάνοντες αὐτοῖς τοὺς ἀνθ’ ὑμῶν μέλλοντας τῇ διδασκαλίᾳ πρὸς τὴν ἀπλανῆ ὁδὸν τούτους καθοδηγεῖν καὶ τῆς σωτηρίας αὐτῶν ἀντιλαμ‐ βάνεσθαι, καιροῦ καλοῦντος μετὰ τῆς ἄνωθεν συνεπινεύσεως πρὸς τὴν ἡμῶν ἀναδράμετε μετριότητα, οἰκείοις τε λόγοις αὔξοντες ἡμῶν τὴν χάριν ἣν ἐπὶ τοῖς προσαγομένοις Χριστῷ τῷ θεῷ ἡμῶν κεκτήμεθα διὰ | |
30 | τοῦ βαπτίσματος, καὶ συνησθησόμενοι ἐπὶ τῇ εὐφροσύνῃ τῆς ἐκκλησίας, ἣν παρακληθεὶς ὑφ’ ἑαυτοῦ ὁ σωτὴρ ἡμῶν καὶ θεὸς τοῖς ἐπ’ αὐτῷ | |
παρέσχεν ἐλπίζουσιν. | 334 | |
80 | Τὰ γράμματά σου, τέκνον ἡμῶν, ἐδεξάμεθα, καὶ περὶ τῆς ἐρη‐ μώσεως τῶν κάστρων καὶ πρὸ τοῦ ἐξελθεῖν σε τῶν ἐνταῦθα τοὺς λόγους ἠκούσαμεν καὶ παρὰ σοῦ, τέκνον ἡμῶν, καὶ παρ’ ἑτέρων· καὶ οἶδα ὅτι καὶ τότε ἀληθῆ ἔλεγες καὶ νῦν ἀληθῆ λέγεις. Καταλιπὼν οὖν ἐκεῖνα | |
5 | γράφειν, ἐκεῖνα τοῦ θεοῦ δυναμοῦντός σε γράφε ἡμῖν, ὅτι τὴν διόρθωσιν ἐποιήσω τῶν ἐρημωθέντων, ὅτι ὅσα οἱ πρὸ σοῦ στρατηγήσαντες τῇ ἑαυτῶν ἀπώλεσαν ἀμελείᾳ, ταῦτα ἡ σὴ φρόνησις ἀνεκτήσατο καὶ τῇ σῇ ἐπιμελείᾳ συνεστήσω. Οὕτω γὰρ καὶ ἡ ἀρετή σου ἐπὶ μᾶλλον διαφανήσε‐ ται καὶ τὸν μέγαν ἡμῶν θεραπεύσεις βασιλέα καὶ τῆς ἀξίας παρ’ αὐτοῦ | |
10 | ἀντιδόσεως ἀπολαύσεις. Περὶ δὲ τῶν ἀσεβῶν καὶ ἀθέων ἐχθρῶν τοῦτο γινώσκων, ὅτι οὐκ ἐν πλήθει λαοῦ ἡ δύναμις, ἀλλ’ ἐν δικαιοσύνῃ καὶ ὁμοψυχίᾳ, κἂν ὀλίγους ἔχεις τοὺς ὑπὸ σέ, ταῦτα παιδεύων αὐτοὺς μετ’ ἐκείνων ἀγωνίζου προ‐ θύμως, καὶ πεποίθαμεν Χριστῷ τῷ θεῷ καὶ σωτῆρι ἡμῶν ὅτι ὑπὲρ τοὺς | |
15 | ἐν πλήθει λαοῦ καυχωμένους εὐδοκιμήσεις. | |
81 | Λέγεται πολλὰ παρὰ ἀνθρώποις, καὶ τούτων τὰ μὲν πλείω (φεῦ τῆς ἐπὶ τὰ χείρω νεύσεως τῶν ἀνθρώπων) τοῦ ψεύδους ἐστὶν κληρονομία, ἔστιν δὲ ἃ γινώσκει καὶ ἡ ἀλήθεια. Λέγεται περὶ σοῦ, ἀγαθὲ καὶ καλὲ ἄνθρωπε, ὡς ἐχθραίνεις, αἰσχύνομαι λέγειν, πρὸς ἡμᾶς. Τί γάρ ἐσμεν, εἰ | |
5 | καὶ τὸν πολύφθονον ἐγκεχειρίσμεθα θρόνον, δι’ ἃς οἶδεν αἰτίας ὁ (πῶς εἴπω;) τοῦτον ἐγχειρισθῆναι κεκρικώς; Ἀλλὰ γὰρ ἐχθραίνεις οὐ πρὸς ἡμᾶς, πρὸς δὲ τὴν ἄχραντον καὶ ἡρμοσμένην αἵματι ἀχράντῳ νύμφην τῷ υἱῷ τοῦ θεοῦ· καὶ διὰ τοῦτο στρέφεις μὲν κατὰ σεαυτὸν ἃ στρέφεις, συνιστᾷς δὲ καὶ ἄλλους, ὡς μὲν οἴει τῷ καθ’ ἡμῶν συνασπισμῷ, τῷ δὲ | |
10 | ἀληθεῖ λόγῳ κατὰ τῆς ἑαυτῶν σωτηρίας. Ἡμεῖς γὰρ καὶ χωρὶς τῆς ὑμετέρας συσκευῆς πάντως ἢ νῦν ἢ μετ’ ὀλίγον κεισόμεθα ἐν τάφῳ λυό‐ μενοι, ὅπερ ὑμῖν ἐστιν διὰ σπουδῆς· αὐτοὶ δὲ καὶ ἡμῶν ἀποιχομένων πείρᾳ | |
μαθήσεσθε τοῦ συνασπισμοῦ τὸ κέρδος. Τοῦτο δέ φαμεν ὑπὸ μάρτυρι θεῷ, καὶ μὴ ἀπιστήσῃς, ἀπαραλόγιστος γὰρ ὁ μάρτυς· οὔτε ἀνθρώπῳ ἐν‐ | 336 | |
15 | τευξόμεθα καθ’ ὑμῶν οὔτε θεῷ· ἐπείπερ οἶδα ὅτι μᾶλλον σιωπώντων ἡμῶν ἡ ἀπροσωπόληπτος καὶ θεία ἐπόψεται δίκη τὴν ὑμετέραν προαίρε‐ σιν. | |
82(1t) | Τῷ περιφανεστάτῳ ἠγαπημένῳ πνευματικῷ | |
2t | τέκνῳ Λανδούλφῳ ἀνθυπάτῳ Νικόλαος ἐλέῳ θεοῦ | |
3t | ἀρχιεπίσκοπος Κωνσταντινουπόλεως | |
4 | Τὸ γεγονὸς εἰς τὸν πατρίκιον καὶ στρατηγὸν Οὐρσολέοντα καὶ πρὸ | |
5 | τῶν γραμμάτων σου, τέκνον ἡμῶν, προλαβοῦσα ἡ φήμη ἐγνώρισεν ἡμῖν, καὶ ἐδεξάμεθα λύπην αὐτῆς ἡμῶν τῆς ψυχῆς ἁπτομένην, τὸ μὲν διὰ τὸν θάνατον ἐκείνου τε καὶ τῶν ὁμοίως ἀποθανόντων, τὸ πλέον δὲ ὅτι περὶ σοῦ, τέκνον ἡμῶν, πονηροὶ λόγοι ταῖς ἀκοαῖς τῶν θεοστεφῶν βασιλέων ἡμῶν προσήρχοντο, πᾶσαν τὴν πρόφασιν τῶν κακῶς ἀποθανόντων ἐπὶ | |
10 | σὲ φέροντες καὶ κατηγοροῦντες ἐπὶ τῆς ὑψηλῆς καὶ μεγάλης βασιλείας, ἧς καὶ τῶν εὐεργεσιῶν ἀπέλαυσας καὶ τῆς τιμῆς καὶ τῆς δόξης ὅση παρ’ αὐτῆς σοι δεδώρηται. Ἐλυπούμεθα οὖν διὰ ταῦτα, τέκνον ἡμῶν, ὡς εἶπον, λύπην οὐ δεχομένην παράκλησιν, μάλιστα ἐννοοῦντες καὶ παραβάσεις ὅρκων οὓς ἐποιήσω πρὸς τὸν μακαριώτατον ἡμῶν βασιλέα τὸν κύριν | |
15 | Λέοντα. Νῦν δὲ διὰ τῶν σῶν γραμμάτων καὶ τῶν ἐκ τῆς κοινότητος ἀναπεμφθέντων ἕτερά τινα διδασκόμενοι, καὶ οὐχὶ τοιαῦτα ἀναίσχυντα οἷα προαπήγγειλεν ἡ φήμη, ὥσπερ τινὰ μικρὰν παραμυθίαν τῶν λυ‐ πούντων ἐσχήκαμεν· εἰ καὶ μὴ ἐλεύθεροι καὶ οὕτω δικαίας ἀναφαίνεσθε | |
20 | μέμψεώς τε καὶ κατακρίσεως. Ἔστω γὰρ ἀληθῆ πάντα ὅσα κατὰ τοῦ ἀποθανόντος πατρικίου καὶ στρατηγοῦ παρ’ ὑμῶν ἐγράφη, ἀλλ’ οὐκ ἔδει τοῦτον παρ’ ὑμῶν τὴν τιμωρίαν δέξασθαι· ἀλλὰ παρὰ τίνος; Παρὰ τῆς κοινῆς δεσποτείας καὶ βασιλείας, παρ’ ἧς καὶ σὺ ἐδοξάσθης καὶ εἰς τὸ στρατηγεῖν τοῦ τόπου ἐκεῖνος προβέβληται. Ἔπρεπεν μετὰ τὰς παρα‐ | |
25 | κλήσεις, μετὰ τὰς παραινέσεις, μετὰ τὰς ἄλλας φιλοφρονήσεις τὰς παρὰ σοῦ πρὸς αὐτὸν γεγενημένας, ἐπεὶ ἀπαράκλητος ἦν καὶ ἀδυσώπητος καὶ πρὸς μόνην ἐφέρετο τὴν πονηρίαν, ἀνενεγκεῖν τῷ θεοστεφεῖ κράτει τῶν βασιλέων ἡμῶν, καὶ παρ’ αὐτῶν ἐξαιτεῖσθαι τὴν ἐπανόρθωσιν τῶν | |
κακῶν, ἀλλ’ οὐχὶ γενέσθαι ὑμᾶς αὐτοὺς φονεῖς μὲν τῶν ἀδελφῶν καὶ | 338 | |
30 | συνδούλων, ἐκδικητὰς δέ, ὡς λέγετε, τῶν κακῶς γενομένων. Τοῦτο ἦν, τέκνον ἡμῶν, τῇ εὐγενείᾳ σου πρέπον, τῇ φρονήσει, τῇ ὀρθῇ πίστει καὶ ἀγάπῃ τῇ πρὸς τὴν βασιλείαν, τοῖς σοῖς ὅρκοις οὒς ἐποιήσω πρὸς τὴν σὲ δοξάσασαν βασιλείαν. Νῦν δὲ οὐ μόνον τοσοῦτον, ἀλλ’ ὥς φασιν ἐχει‐ ρώσω καὶ κάστρα τὰ μηδαμῶς πρὸς τὴν σὴν ἐξουσίαν ἀνήκοντα, καὶ ὑπὸ | |
35 | τὴν σὴν ἐποιήσω ἐπικράτειαν ἃ μέχρι τοῦ παρόντος [πρὸς] τὴν σὴν οὐκ ἐγνώριζεν ἐπικράτειαν. Ταῦτα, τέκνον ἡμῶν, εἰ ἀληθῶς διεπράξω, οὐκ οἶδα τίς εὑρεθή‐ σεται ἀπολογία, τίς λόγος ἡμῖν συναγωνιεῖται πρὸς τὸ συστῆσαι ὅτι σῴζεις ἔτι τὴν ὀφειλομένην εὔνοιαν καὶ τὴν ὑποταγὴν πρὸς τὴν μεγάλην | |
40 | καὶ ὑψηλὴν βασιλείαν. Ὅμως ἡμεῖς ἀμφιβόλως διακείμενοι πρὸς τὴν προλαβοῦσαν φήμην, καὶ μᾶλλον τοῖς ἄρτι καταλαβοῦσι γράμμασι προστι‐ θέμενοι, τοὺς θεοστεφεῖς ἡμῶν βασιλεῖς ἐδυσωπήσαμεν μὴ ἐκστῆναι τῆς πρὸς ὑμᾶς διαθέσεως, μηδὲ ἀλλοτρίους νομίζειν 〈τῶν〉 τὴν πίστιν καὶ εὔνοιαν διασῳζόντων πρὸς τὴν βασιλείαν αὐτῶν, ἀλλὰ καὶ ἔτι, καθὼς | |
45 | καὶ πρὸ τῶν συμβεβηκότων τούτων κακῶν διέκειντο πρὸς ὑμᾶς, οὕτως ἔχειν περὶ ὑμῶν, παραβλέψαντας τὰ τολμηθέντα, εἴ τι καὶ γέγονεν, ὡς τὴν ἀφορμὴν μὲν δεδωκότος τοῦ Οὐρσολέοντος, ὑμῶν δὲ ἀνθρωπίνως συναρπασθέντων καὶ πραξάντων ἃ μὴ ἔδει πραχθῆναι. Διὰ τοῦτο καὶ περὶ τοῦ γενέσθαι σε στρατηγὸν Λογγιβαρδίας | |
82(50) | λόγους ἐποιησάμεθα πρὸς τὴν βασιλείαν αὐτῶν, καὶ ἥ γε τούτων εὐμέ‐ νεια καὶ τὰ γεγονότα παρεῖδεν σφάλματα καὶ τὸ κατανεῦσαι πρὸς τὴν στρατηγικὴν ὑμῶν προβολὴν οὐ παντελῶς ἀπηγόρευσεν, ἀλλὰ ζητεῖ, ὥσπερ ἐστὶν ἀκόλουθον, πληροφορίαν δέξασθαι παρ’ ὑμῶν τῆς ἀσφα‐ λοῦς καὶ ἀνοθεύτου πρὸς τὴν βασιλείαν αὐτῶν ἀγάπης καὶ μέχρι βίου παν‐ | |
55 | τὸς ὑποταγῆς καὶ δουλώσεως. Ἡ δὲ πληροφορία καὶ διὰ τιμίας αὐτῶν κελεύσεως ἐδηλώθη σοι, καὶ ἡμεῖς δὲ τῷ παρόντι γράμματι ταύτην ἐνσημαινόμεθα, πρὸ παντὸς ἄλλου καταλιπεῖν τὰ κάστρα ὧν μήπω πρό‐ τερον ἐξουσιάζων νῦν ἰδιοποιήσω τὴν ἐξουσίαν μετὰ τὴν γενομένην ἀταξίαν· δεύτερον, ὃ πάντως καὶ παρέξει τὴν ἐντελῆ πληροφορίαν, ἃ περὶ | |
60 | τῆς γυναικὸς καὶ τῆς ἐν Πελοποννήσῳ διαγωγῆς ἐκελεύσθη σοι. Εἰ δὲ τοῦτό σοι μὴ δυνατόν, ἀλλά γε καὶ τὸν ἕτερον τῶν υἱῶν σου πρὸς τὰ ἐνταῦθα ἐξαποσταλῆναι, ἵνα μετὰ τοῦ ἐνταῦθα ὄντος παιδός σου συνὼν καὶ συνδιάγων τῆς βασιλικῆς τιμῆς καὶ ἀντιλήψεως ἀπολαύῃ. Τούτων παρὰ σοῦ γινομένων, ὥσπερ ἔφημεν, ὡς μηδὲ τὴν ἀρχὴν γενόμενα ἅπερ | |
65 | ἐγένετο σφάλματα παρορῶντες οἱ θεοστεφεῖς ἡμῶν βασιλεῖς τῇ σῇ αἰτήσει δώσουσι πέρας, καὶ στρατηγόν σε τῆς ὅλης Λογγιβαρδίας ἀνα‐ δείξουσιν. Ἃ μὲν ἐσπουδάσθη παρ’ ἡμῶν πρὸς τοὺς μεγάλους καὶ ὑψηλοὺς ἡμῶν βασιλεῖς ὑπὲρ σοῦ, καὶ ἣν ἔχουσι γνώμην πρὸς τὴν σὴν ἔτι εὐεργε‐ | 340 |
70 | σίαν καὶ ἀντίληψιν, ἰδοὺ διὰ τοῦ γράμματος μανθάνεις. Τὸ λοιπὸν σόν ἐστιν ἢ τὴν ὀργὴν αὐτῶν ἐπισπάσασθαι ἢ τῆς εὐμενείας καὶ ἀγαθότητος, ὅπερ ἐλπίζω καὶ εὔχομαι, ἀπολαύσειν. | |
83(1t) | Τῷ τοῦ Ἱδροῦντος | |
2 | Ἃ μὲν περὶ τῆς θείας καὶ ἀνθρωπίνης βραβευθείσης εἰρήνης ἐν τῇ ἐκκλησίᾳ εὐχαρίστεις, καλῶς εὐχαριστεῖς. Ὅπου γὰρ ἐπὶ τῷ τοιούτῳ σωτηρίῳ πράγματι οὐδεὶς οὐδὲ τοῦ πληρώματος τοῦ λαοῦ καθέστηκεν | |
5 | ὃς οὐχὶ τὴν εὐχαριστίαν δίδωσιν ἐπὶ τῇ ὁμονοίᾳ τοῦ ἱερατικοῦ πληρώ‐ ματος τῷ θεῷ, πῶς οὐκ ἄξιον, εἰ δυνατόν, μὴ μόνον γλώσσῃ ἀλλὰ καὶ πᾶσι τοῖς ἄλλοις μέλεσιν ἡμᾶς ἐκπληροῦν τὴν εὐχαριστίαν, οὓς εἰ καὶ ἀναξίους κύκλῳ τοῦ ἁγίου θυσιαστηρίου παρέστησεν ὁ Χριστὸς ἡμῶν καὶ θεός; Ἀλλ’ ἔδει μετὰ τῆς ἰδίου εὐχαριστίας τὰ ἐνταῦθα καταλαβεῖν | |
10 | σε καὶ κοινῶς μετὰ τῶν ἀδελφῶν σου καὶ συναρχιερέων εὐχαριστῆσαι τῷ αἰτίῳ καὶ βραβευτῇ τῆς εἰρήνης, τῷ πρώτῳ καὶ μεγάλῳ ἀρχιερεῖ καὶ θεῷ· πλὴν ἀλλ’ εἰ καὶ τοῦτο περιστάσεις πονηρῶν πραγμάτων ἐκώλυ‐ σαν, ἀλλ’ ἀπό γε τοῦ νῦν μὴ ἀναβάλλῃ ποιῆσαι μηδ’ εἰς ὑπέρθεσιν τὴν πρὸς τὰ ἐνταῦθα δώσεις πορείαν. | |
15 | Ταῦτα μὲν περὶ τούτου. Ἃ δὲ περὶ τοῦ πατρικίου Οὐρσολέοντος ἔγραψας, ταῦτα κοινῶς ἀνενεχθέντα καὶ παρὰ τῶν λοιπῶν ἐνήχηνται οἱ μεγάλοι καὶ ὑψηλοὶ βασιλεῖς ἡμῶν, καὶ ἃς ἔδοξεν αὐτοῖς σωτηρίους καὶ συμφερούσας παρέσχοντο ἀποκρίσεις· πλὴν οὐδὲν κωλύει καὶ ὑμᾶς ταῦτα εἰδέναι. Ἀμνηστίαν ἐπηγγείλαντο τῶν τετολμημένων, εἰ τοῦ λοιποῦ εὖνοι | |
20 | καὶ ὑπήκοοι διαμενοῦσιν οἱ τὰ πονηρὰ τετολμηκότες. Περὶ δὲ τῶν πρὸς τὴν Ῥώμην ἀποσταλέντων τὴν μὲν σὴν εἰς αὐτοὺς προαίρεσιν ἀπεδεξά‐ μεθα, τὴν δ’ ἐκείνων βραδυτῆτα καὶ ῥαθυμίαν ἐν οἷς ἔδει συντείνειν τὸν δρόμον οὐκ ἔξω τίθεμεν μέμψεως· πλὴν καὶ ἀπὸ τοῦ παρόντος εἴ τίς σοι δύναμις συναντιλαβέσθαι αὐτοῖς, ὡς κοινωφελοῦς οὔσης τῆς συναντι‐ | |
25 | λήψεως πρόθυμος περὶ ταύτην γενοῦ. Τὰ δ’ ἄλλα *** | 342 |
84(1t) | Τῷ εὐκλεεστάτῳ ἠγαπημένῳ πνευματικῷ τέκνῳ Γαίδωνι, | |
2t | βασιλικῷ πρωτοσπαθαρίῳ, Νικόλαος ἐλέῳ | |
3t | θεοῦ ἀρχιεπίσκοπος Κωνσταντινουπόλεως | |
4 | Τῷ γράμματί σου, τέκνον ἡμῶν, ἐντυχόντες, οὐ μὴν ἀλλὰ καὶ τοῖς | |
5 | ἄλλοις γράμμασιν ὅσα πρὸς ἡμᾶς ἐξεπέμφθη παρὰ τῶν οἰκητόρων τῆς αὐτόθι γῆς, ἀνεμάθομεν τὰ δυστυχῆ πράγματα, καὶ ὅσα ὁ πονηρὸς καὶ οἱ ἐκείνῳ συνεργοῦντες ἄνθρωποι κατειργάσαντο. Καὶ περὶ μὲν τῶν ἤδη πραχθέντων δυστυχῶς οἱ μεγάλοι καὶ ὑψηλοὶ βασιλεῖς ἡμῶν συγγνώμην παρασχόντες τοῖς ὑπουργοῖς τῶν τοιούτων δυστυχημάτων ἐδήλωσαν διὰ | |
10 | κελεύσεως αὐτῶν οἷα ἐδήλωσαν. Δεῖ οὖν καὶ σέ, τέκνον ἡμῶν, ὡς πιστὸν θεράποντα τῆς βασιλείας, ἐκεῖνα καὶ λέγειν καὶ ὑποτίθεσθαι ὅσα πρὸς κατάστασιν καὶ ἀταραξίαν ὁρᾷ οἷς ἂν δύνῃ προσεντυγχάνειν καὶ λέγειν, καὶ ὅσα πρὸς ὑποταγὴν τῆς βασιλικῆς ἐξουσίας καὶ κυριότητος. Ταῦτα μὲν περὶ τῶν ἐν τῇ χώρᾳ ὑμῶν συμβεβηκότων. Περὶ δὲ | |
15 | τῶν ἐκκλησιαστικῶν πραγμάτων οὐκ ἔχω πλέον τι γράφειν παρὰ τὰ ἤδη γραφέντα σοι. Εἰ οὖν ἐστίν σοι δύναμις τὴν Ῥώμην καταλαβεῖν καὶ κατὰ τὰ γραφέντα σοι διοικῆσαι, τοῦτο σπουδαίως ἐπιτέλεσον, εἰδὼς ὅτι τοῦ σοῦ καμάτου καὶ τῶν πόνων καὶ τὸν μισθὸν ἀπολήψῃ παρὰ θεοῦ καὶ παρὰ τῆς βασιλικῆς ἐξουσίας, καὶ εἴ τίς ἐστιν καὶ παρὰ τῆς ἡμῶν μετριότητος | |
20 | ἀνταμοιβή, καὶ αὐτὴ προσεπιχορηγηθήσεται. Τὰ δ’ ἄλλα διατηρήσει ὑμᾶς ὁ θεὸς εὐαρεστοῦντας αὐτῷ καὶ κατὰ τὸ ἐκείνου ἀεὶ θέλημα καὶ ζῶντας καὶ πράττοντας. | |
85(1t) | Πρὸς τοὺς ἱερεῖς καὶ ἀρχιερεῖς καὶ ἄρχον τας καὶ | |
2t | τὸ λοιπὸν πλῆθος τοῦ λαοῦ Λογγιβαρδίας Νικόλαος | |
3t | ἐλέῳ θεοῦ ἀρχιεπίσκοπος | |
4 | Τὰ γραφέντα παρ’ ὑμῶν, τέκνα μου ποθητά, ἐπιμελῶς ἀνέγνωμεν | |
5 | καὶ τῇ διανοίᾳ ἐπιμελέστερον ἀνεσκεψάμεθα· καὶ ἃ μὲν συνέβη περὶ τὸν ἄνθρωπον ἐκεῖνον οἱ μεγάλοι καὶ ὑψηλοὶ βασιλεῖς ἡμῶν τῷ ἐκεῖθεν πα‐ ραπέμψαντες κριτηρίῳ, ἐν ᾧ λανθάνει οὐδὲν οὐχ ὅτι τῶν πραττομένων, ἀλλ’ οὐδὲ τῶν εἰς ἐνθύμησιν ἡκόντων, ἀφῆκαν ἔξω τῆς ἐτάσεως τῆς | |
οἰκείας αὐτῶν ἐπισκέψεώς τε καὶ κρίσεως, ὥστε τούτου γε ἕνεκεν μηδένα | 344 | |
10 | φόβον οἱ πράξαντες τοῦ τι κακὸν παθεῖν παρὰ τῆς βασιλείας ὑφοράσθω‐ σαν. Μόνον τοῦτο πάσῃ σπουδῇ καὶ εὐγνωμοσύνῃ διατηρείτωσαν, τὸ πρὸς τὴν οἰκείαν καὶ ἣν ἔλαβον παρὰ τοῦ θεοῦ δεσποτείαν τὴν ὀφειλομέ‐ νην ἀγάπην καὶ πίστιν διαφυλάττειν ἀμετακίνητον· μᾶλλον δὲ σπουδάσαι διὰ τῶν ἀγαθῶν ἔργων τὴν ἐπὶ τῷ γενομένῳ φόνῳ ἀποτρίψασθαι κατη‐ | |
15 | γορίαν, καὶ δεῖξαι ὅτι κἀκεῖνο ἔπραξαν, εἰ καὶ μὴ ἔδει, ἀλλ’ οὖν διὰ τὸ μισοπόνηρον καὶ τὴν ἀποδίωξιν τῆς κακίας. Τοῦτο δὲ φανερὸν ἔσται, ἐὰν τοῖς κελευομένοις παρὰ τῶν ὑψηλῶν καὶ μεγάλων ἡμῶν βασιλέων εὐπειθῆ παρέχωσιν τὴν ἀκοήν, καὶ πρὸς τὴν αὐτῶν ἐκπλήρωσιν ἕτοιμοι γίνωνται. | |
20 | Περὶ δὲ τοῦ προχειρισθῆναι στρατηγὸν τὸν ἀνθύπατον Λανδοῦλφον οἱ μεγάλοι καὶ ὑψηλοὶ βασιλεῖς ἡμῶν κατὰ τὴν δεδομένην αὐτοῖς ἄνωθεν παρὰ θεοῦ πρόνοιαν καὶ συνδιεσκέψαντο καὶ τῷ ἀνθυπάτῳ τὴν οἰκείαν γνώμην ἐδήλωσαν, καὶ πάντως εἰ βουλήσεται πεισθῆναι τῇ πρὸς αὐτὸν ἀπεσταλμένῃ κελεύσει, τὸ κοινὸν αἴτημα ὑμῶν τε κἀκείνου εἰς πέρας | |
25 | ἐκβήσεται. Τί δεῖ πλέον γράφειν; Πᾶς ὁ δωρεᾶς ἀξιούμενος, εἴτε θεϊκῆς εἴτε ἀνθρωπίνης, ταύτης ἄξιον ἑαυτὸν ἀποδείκνυσιν, καὶ οὕτως παρὰ τοῦ διδόντος τυγχάνει ὧν ὁ διδοὺς ἔκρινεν ἄξιον τὸν λαμβάνοντα τὰ δωρή‐ ματα. Εἴη δὲ Χριστὸς ὁ θεὸς ἡμῶν καὶ ἄρχοντας καὶ ἀρχομένους ἐκεῖνα διδοὺς καὶ λογίζεσθαι καὶ αἰτεῖσθαι καὶ πράττειν ὅσα εἰς σωτηρίαν, ὅσα | |
30 | πρὸς τὸ συμφέρον ὁρᾷ καὶ τὴν ὑμῶν εἰρηνικὴν κατάστασιν καὶ εὐζωΐαν. | |
86(1t) | Τῷ βασιλεῖ ὑπὲρ τοῦ οἰκονόμου τῆς ἐκκλησίας | |
2 | Δέσποτα καὶ τέκνον δεδοξασμένε ὑπὸ θεοῦ, ὁ ἀναγαγών σε εἰς τὸ ὕψος τῆς βασιλείας ὕψωσεν καὶ τὸν νοῦν σου καὶ τὰ φρονήματα, ὡς πιστευθῆναι μὲν τῇ αὐτοῦ ἀγαθότητι, εἰς ὕψος τὸ ἁρμόζον τῇ βασιλείᾳ | |
5 | σου· καὶ διὰ τοῦτο ὑπομιμνήσκω ὡς πατὴρ τὸ δεδοξασμένον μου τέκνον καὶ δεσπότην, ἵνα κατὰ τὸ ὕψος τῆς βασιλικῆς ἀγαθότητος καὶ πρὸς τοὺς ὑποχειρίους σου διατίθεσαι, καὶ μὴ κατὰ τὴν ἀφροσύνην τῶν πολλάκις παραφρονούντων καὶ λεγόντων ἃ μὲν οὐ δεῖ λέγειν πρὸς τὴν βασιλείαν σου, ὅμως δὲ νικωμένων παρὰ τῆς ἀφροσύνης καὶ φλυαρούντων. Ἀρκεῖ | |
10 | αὕτη ἡ ὑπόμνησις, καὶ πλειόνων οὐ δεόμεθα λόγων. Περὶ δὲ τοῦ οἰκονόμου, ἠγάγομεν αὐτὸν καὶ ὅσα ἔδει παρῃνέσαμεν, | |
καὶ νομίζω μηκέτι αὐτὸν τὴν σὴν τιμίαν λυπήσειν ψυχήν, ὥσπερ πρότερον ἐλύπει, τὰ μὴ πρέποντα λέγων καὶ ὡς ἐδόκει ἐξονειδίζων τὴν σὴν τιμιω‐ τάτην βασιλείαν. Ἀπεστείλαμεν οὖν αὐτόν, καὶ δεῖξον αὐτῷ πρόσωπον | 346 | |
15 | εὐμενὲς ἄξια ποιῶν τῆς σῆς ἀγαθότητος, καὶ οἰκείᾳ γλώσσῃ ἃ ὁ θεὸς ἐμπνεύσει ἐν τῇ ἁγίᾳ σου ψυχῇ λέγων αὐτῷ, καὶ πάλιν ἐγχειρίζων τὰ κλει‐ δία τοῦ οἰκονομείου. Ὁ θεὸς ὁ ἅγιος, ἀνθ’ ὧν τῆς ἡμετέρας τεταπεινωμένης ἤκουσας δεήσεως, αὐτός σοι παρέξει εὐήκοον τὸ ἅγιον αὐτοῦ ὠτίον ἐν πάσῃ δεήσει σου καὶ πληρωτὴς ὀφθείη πάντων σου τῶν θελημάτων. | |
87 | Τέκνον ἡμῶν ἱερόν, οὐ λογίζομαι ἀγνοεῖν τὴν σὴν ἔμφρονα σύνεσιν οὔτε τὴν ἐμὴν φύσιν οὔτε ὅπως ἔχω γνώμης ὁ ταπεινός σου πατὴρ πρὸς τὰ πολλάκις ἀνθρωπίνως γινόμενα προσκρούσματα, οὐδ’ ὅτι οὐδὲν τῶν τοιούτων ἐν τῇ ἐμῇ ἀποθησαυρίσω ψυχῇ, οὐχ ὅτι πρὸς τέκνον ἐμὸν καὶ | |
5 | σπλάγχνον οἰκεῖον καὶ μέλος, ὥσπερ εἶ σὺ χάριτι θεοῦ ἐξ ἀρχῆς, καὶ συγκοινωνὸν τῶν ἐμῶν παθημάτων, ἀλλ’ οὐδὲ πρὸς ἕτερόν τινα. Μηδεὶς οὖν ὑποτρεχέτω λογισμός, τέκνον ἠγαπημένον, τὴν σὴν ψυχήν, ὡς ἕνεκεν τῶν προλαβόντων ἀηδές τι ἐν τῇ ἐμῇ ἀποκείσεται ψυχῇ, οὐδ’ ἀποστροφή τις καὶ ἐναντίωσις. Μὴ γένοιτο, τέκνον μου, μὴ οὕτως ποτὲ νικήσῃ τις | |
10 | ὑπεναντίως κινούμενος λογισμός, ὥστε τοιοῦτον ἐνθύμημα ἐν τῇ σῇ ἐμ‐ φυτευθῆναι ψυχῇ. Ἀλλ’ ὄψει μᾶλλον πλέον ἢ πρόσθεν τὴν ἡμετέραν πρὸς σὲ καὶ διάθεσιν καὶ γνώμην καὶ στοργὴν ἐξηπλωμένην, καὶ τοσοῦτο πλέον ὅσον νῦν εἰς μέσον εἰσέρχομαι τῶν ἴσως διὰ τὰς ἐμὰς ἁμαρτίας μὴ καθαρῶς μηδὲ γνώμῃ ἀδιαστρόφῳ μεθ’ ἡμῶν μελλόντων συναναστραφή‐ | |
15 | σεσθαι. Καὶ πάλιν φημί· εἴ τις παρενοχλεῖ λογισμὸς ἕνεκεν τῆς μικρᾶς ταύτης γεγενημένης διαστάσεως, τοῦτον ὅλῃ ψυχῇ ῥῖψον ἀφ’ ἑαυτοῦ, λαμ‐ βάνων πληροφορίαν ὡς οὐδ’ ἴχνος ὅλως τῶν γεγονότων μεταξὺ ἡμῶν τῇ ἐμῇ ψυχῇ (ἐν θεῷ φαμεν) ἀποκείσεται. | |
88 | Οἴδαμεν τὴν ἀγαθήν σου προαίρεσιν, τέκνον ἡμῶν, μὴ δεομένην | |
τῆς ἡμῶν παραινέσεως· οἱ γὰρ οἴκοθεν ἔχοντες τὸ συμπαθὲς οὐ χρῄζουσιν ἐπὶ τοῦτο τῆς ἐκτὸς παρακλήσεως. Διὰ τοῦτο οἱ τὸ γράμμα ἡμῶν ἐπιφε‐ ρόμενοι μέχρι τοῦ νῦν τοιοῦτον οὐκ ἐκόμισαν γράμμα περὶ τοῦ μηδὲν | 348 | |
5 | ἐπιβαρεῖσθαι αὐτοὺς ἕνεκεν τῆς ἐξ ἀρχῆς καὶ ἄνωθεν ἐλαφρυνούσης αὐτοὺς συνεισφορᾶς ἐν τῇ πατριαρχικῇ διοικήσει. Ἐλογιζόμεθα γὰρ ὅτι καὶ χω‐ ρὶς τοῦ ἡμετέρου γράμματος τούτους ἀφήσεις τοῦ δημοσίου βάρους ἀνέτους· οὐδὲ γὰρ δυνατόν (ὡς καὶ ἡ σὴ ἐξεπίσταται σύνεσις) τά τε τῷ πατριαρχείῳ ἐξ ἀρχῆς διορισθέντα συνεισφέρειν καὶ ταῖς δημοσίαις ὑπη‐ | |
10 | ρεσίαις καταβαρύνεσθαι. Διὰ ταῦτα γράφομέν σοι, τέκνον ἡμῶν, εἰ δυνα‐ τόν, ἐᾶσαι πένητας ἄνδρας διὰ τὴν αὐτῶν ἀπορίαν μικρὰν συνεισφέροντας χρείαν τῇ τοῦ θεοῦ ἐκκλησίᾳ καὶ μὴ βάρος αὐτοῖς ὑπὲρ τὴν δύναμιν ἐπιθεῖναι, ὃ καὶ τοῖς δημοσίοις πράγμασι λειτουργεῖν αὐτοὺς οὐ συγχω‐ ρήσει, καὶ τῆς μικρᾶς προσενέξεως τὴν ἐκκλησίαν τοῦ θεοῦ ἀποστερήσει. | |
89(1t) | Γρηγορίῳ Ἐφέσου | |
2 | Ἐπειδὴ τὰ τῆς ἁγίας αὐτοῦ ἐκκλησίας ὁ μέγας καὶ πρῶτος ἀρχιερεὺς ἡμῶν ὁ κύριος καὶ θεὸς ἡμῶν Ἰησοῦς ὁ Χριστὸς οἰκονομηθῆ‐ ναι παρέσχεν, ὃν τρόπον τῇ αὐτοῦ ἔδοξεν ἀγαθότητι—τίς γὰρ ἐπὶ νοῦν | |
5 | τολμήσοι λαβεῖν ὡς τὸ μέγα τοῦτο ἔργον μὴ γέγονεν σὺν τῇ ἐκείνου εὐδοκίᾳ; —ἀλλὰ γὰρ ἐπεὶ τὰ τῆς ἱερᾶς αὐτοῦ συναγωγῆς διῳκήθη, ὁρί‐ ζομεν τοὺς μὲν ἀρχαίους λειτουργοὺς τοῦ ἁγίου θυσιαστηρίου προτετά‐ χθαι τῶν παρὰ τῆς σῆς ἀρχιερωσύνης ἐν τῷ νῦν καιρῷ εἰς λειτουργίαν προ‐ κεχειρισμένων· μετ’ ἐκείνους δὲ τοὺς παρὰ σοῦ τὴν χειροθεσίαν λαβόν‐ | |
10 | τας· ἐσχάτους δὲ εἶναι τοὺς ἐν τῷ καιρῷ τῶν οὐκ οἶδα ποίοις κρίμασιν θεοῦ συγκεχωρημένων ἐπεισελθεῖν σκανδάλων τῇ ἐκκλησίᾳ ὑπὸ Κωνσταν‐ τίνου καὶ Ἰωάννου χειροθετηθέντας. Καὶ τοῦτο μὲν τὸ μέρος τοιοῦτον ἔχει τὸν διορισμόν. Ἕτερον δὲ ὁρίζομεν (καὶ τοῦτο μενέτω πάντως ἀπαραποίητον), ὥστε τὸν παρὰ σοῦ | |
15 | εἰς τάξιν πρωτοπρεσβυτέρου τεταγμένον καὶ ἀρχιδιακόνου, ναὶ δὴ καὶ τὴν τοῦ λεγομένου δευτερεύοντος συντηρεῖσθαι τάξιν τε καὶ κατάστασιν, καὶ μηδαμῶς αὐτοὺς ἐν ὑποβεβηκυίᾳ τάξει δοκιμάσαι καταγαγεῖν. Ταῦτά σοι ἐντελλόμεθα, καὶ γενοῦ φύλαξ τῆς ἡμετέρας ἐντολῆς, ὡς ἑπόμενος, | |
εἰ καὶ ἁμαρτωλῷ, ὅμως δ’ οὖν πατρί σου καὶ ἀρχιερεῖ. | 350 | |
90 | Ἀδελφοί μου, —προσθήσω δὲ καὶ τέκνα, εἰ μὴ λύπην ἡ προσθήκη ποιεῖ τοῦ τέκνα καλεῖσθαι ἁμαρτωλοῦ μέν, ὅμως δ’ οὖν πατρός, ὡς οὐδ’ ἂν αὐτοὶ ἀρνηθείητε, εἰ καὶ πλ** εἶναι παρὰ πᾶσιν ἄξιοι καθεστήκαμεν· ἀλλὰ γὰρ τέκνα καὶ ἀδελφοί, 〈ἡ μὲν διὰ τοῦ〉 πονηροῦ δαίμονος τῆς ἐκ‐ | |
5 | κλησίας διάρρηξις προμηθείᾳ τοῦ ἀεὶ καὶ ἐξ ἀρχῆς τὰ διεστῶτα εἰς ἕνωσιν ἄγοντος, μάλιστα μὲν δι’ ἑαυτοῦ, οἷς ἐκένωσεν ἑαυτὸν ὑπὲρ τῆς πάντων ἑνώσεως καὶ παθεῖν ἠνέσχετο οἷα πέπονθεν, ἔπειτα δὲ καὶ διὰ τῶν εἰς τὴν ἐκείνου πρόνοιαν τῆς ἀνθρωπίνης εἰσεληλυθότων ἑνώσεως, ἀποστόλων φαμὲν καὶ τῶν ἐφεξῆς διαδόχων, ἀπείληφεν τὴν (ὥς γε νομί‐ | |
10 | ζομεν, εἰ καὶ ἁμαρτωλοί, θείῳ νεύματι) πρέπουσαν ἱερεῦσι θεοῦ σύναψιν· καὶ εἴ τις ταύτην οὐκ ἐν ἀποδοχῇ τίθεται, οὐκ ἔστιν ἐμὸν ἐλέγχειν, τῶν πραγμάτων ἀρκούντων εἰς ἔλεγχον, κἂν ἡμεῖς σιωπήσωμεν. Ἃ δὲ πρὸς τὴν ἐμὴν ταπείνωσιν εἴτε παρ’ ὑμῶν, εἴτ’ ἀπ’ ἄλλων αἰτιάματα βλέπει, οὐ παραιτοῦμαι τὴν τῶν αἰτιωμένων προαίρεσιν, εἰς ὃ προελθεῖν ἀγαπῶ‐ | |
15 | σιν, κἂν θείᾳ χάριτι μὴ δειλιῶμεν τὴν τῶν αἰτιαμάτων διάλυσιν. Ὅμως οὖν, τέκνα καὶ ἀδελφοί, εἰ βαρὺς ἐγὼ καὶ ἀπαρέσκων, ἕτοιμός εἰμι καὶ τοῦ βάρους ἀπαλλάττειν τοὺς βαρυνομένους καὶ πρὸς τὸ ἀρεστὸν ὑμῖν τὰ κατ’ ἐμαυτὸν διατιθέναι, παραχωρῶν τῷ εἰς ἀρέσκειαν ἐσομένῳ τὸ εἶναι ὑμῶν κεφαλήν, μόνον πρὸς τὴν ὁλότητα τοῦ τῆς ἐκκλησίας ἐπιστρά‐ | |
20 | φητε σώματος. | |
91(1t) | Τῷ ἠγαπημένῳ πνευματικῷ τέκνῳ, τῷ ἐνδοξοτάτῳ | |
2t | κουροπαλάτῃ | |
3 | Οἴδαμεν, τέκνον ἡμῶν, καὶ πρὸ τῶν γραμμάτων τῆς σῆς τελειοτά‐ της συνέσεως, ὡς ἡ τῶν πραγμάτων δυσχέρεια τὴν ὑμετέραν ἀπεκώλυσε | |
5 | τιμιότητα διαπέμπεσθαι πρὸς ἡμᾶς. Πλὴν τοῦτό σε μὴ λανθανέτω, ὅτι, κἂν μὴ πρὸς ἡμᾶς δήλωσίς τις ἐγίνετο παρ’ ὑμῶν, οὐκ ἐτίθεμεν ἐν παροράσει τὸ ἐν ταῖς τεταπεινωμέναις ἡμῶν εὐχαῖς μεμνῆσθαι τῆς ὑμῶν | |
εὐζωΐας καὶ σωτηρίας. Τοῦτο καὶ ἀπὸ τοῦ παρόντος οὐ λήξομεν, εἰ καὶ ἁμαρτωλοί, ποιοῦντες. Ἔστιν δὲ τῆς σῆς συνέσεως τὴν ταπεινὴν ἡμῶν | 352 | |
10 | εὐχὴν ἐνεργῆ ποιῆσαι καὶ παρρησίαν λαβεῖν τοῦ προσιέναι τῷ πάντων θεῷ. «Ἰσχύει» γὰρ «δικαίου δέησις ἐνεργουμένη.» Εἰ δὲ ἡ τῶν δικαίων εὐχὴ χρῄζει καὶ τῆς ὑπὲρ ὧν εὔχεται βοηθείας, πόσῳ μᾶλλον ἡ τῶν ἁμαρτωλῶν ὁποῖοι τυγχάνομεν ἡμεῖς; Πάντως δέ, τέκνον ἡμῶν, γενή‐ σεται ἡ παρὰ σοῦ βοήθεια τῇ ἡμῶν τεταπεινωμένῃ εὐχῇ, βιοῦντός σου | |
15 | θεοφιλῶς, ὅπερ ὀφείλει πᾶς μὲν ὁ ὑπὸ τὴν ἀνθρωπίνην φύσιν τελῶν, μάλιστα δὲ οἱ παρὰ θεοῦ λαβόντες τὸ ἄρχειν καὶ ἴσα καὶ θεῷ τοῖς ὁμοφυέσι καὶ ὁμοδούλοις τοῖς ὑποτεταγμένοις ὄντες. Τί οὖν φημι; Ὅτι πατρικῶς ἄρχων μᾶλλον καὶ οὐχὶ δεσποτικῶς, ὅτι προνοούμενος τῶν ὑπηκόων ὡς τέκνων οἰκείων, ὅτι δικαιοσύνην τιμῶν καὶ σωτηριώδη | |
20 | ποιούμενος πρόνοιαν τῶν ὑπὸ τῇ σῇ προνοίᾳ κειμένων, καὶ ἁπλῶς, ἵνα μὴ πλέον λέγω, ὅτι οὕτως ἄρχων τῶν ὑποχειρίων ὡς παρὰ θεοῦ τὸ ἄρ‐ χειν λαβὼν καὶ εἰκονίζων τὸν πάσης ἀρχῆς καὶ κυριότητος ἄρχοντα, τὴ ἡμετέραν ὑπὲρ σοῦ ἔμπρακτον καταστήσεις εὐχήν· καὶ οὕτω, καθὼς εὐχόμεθα, καὶ τὴν ἐπὶ γῆς ζωὴν διανύσεις ἐνδόξως καὶ τῆς μελλούσης | |
25 | οὐκ ἀποτεύξῃ, πρὸς ἣν πᾶς ἄνθρωπος ἔρωτα τῆς κληρονομίας τῶν ἀγαθῶν κεκτημένος καὶ εὔχεται καὶ σπουδάζει καταστῆναι. Εἴη δὲ θεὸς ὁ καὶ προαγαγὼν ὑμᾶς ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι, καὶ εἰς ἀρχὴν ἀφορίζων οἷς οἶδεν ἐκεῖνος κρίμασιν τῶν ὁμοδούλων, ἐκ πάσης μὲν κακώσεως ὅση ὁρωμένη καὶ ἀόρατος διατηρῶν, πάσῃ δὲ ἀρετῇ σεμνύνων ὅση τὸν κατὰ | |
30 | θεὸν ἄρχοντα οἶδεν ἐξωραΐζειν. | |
92 | Αἱ κοιναὶ περιστάσεις κοινὴν ἀπαιτοῦσι καὶ τὴν βοήθειαν· οὐ γάρ ἐστιν ἄλλως τὰς κοινὰς συμπτώσεις λαβεῖν ἐπανόρθωσιν, εἰ μὴ πάντες κατὰ τὸ δυνατὸν συνεπιλήψονται τῆς διορθώσεως. Διὰ τί ταῦτα λέγομεν; Πάντως καὶ πρὸ τῶν ἡμετέρων λόγων οὐκ ἠγνόηκεν ἡ σὴ θεοσέβεια, ὅμως | |
5 | ἀπαγγέλλομεν καὶ ἡμεῖς· ἡ διὰ τὰς ἁμαρτίας ἡμῶν ἐκ τῆς βαρβάρου καὶ Βουλγαρικῆς ἐπαναστάσεως γεγενημένη τῶν πραγμάτων κατάπτωσις πολλῆς ἐπιμελείας δεῖται καὶ σπουδῆς, χεῖρα θεοῦ ὑπερέχοντος, εἰς τὸ τὴν ὀφειλομένην λαβεῖν ἐπανόρθωσιν. Ἡ πολλὴ δὲ αὕτη σπουδὴ πῶς ἂν γένοιτο ἢ δηλονότι πάντων κατὰ δύναμιν, μᾶλλον δὲ καὶ ὑπὲρ δύναμιν | 354 |
10 | τὰ δέοντα συνεισφερόντων; Οὐκοῦν δεήσει τὴν σὴν τελειότητα, πράτ‐ τουσαν μὲν ἑαυτῆς ἄξια τῆς φρονήσεως, ἀναγκαῖα δὲ τῇ κοινῇ καταστά‐ σει, πρῶτον μὲν ἀπὸ τῆς ἰδίας ἐκκλησίας ποσότητα χρυσίου ὅση μηδὲ τὴν ὑμῶν ἐκκλησίαν καινοτομῇ καὶ καταβαρύνῃ καὶ τῷ κοινῷ προξενῇ τὴν ὠφέλειαν, προθύμῳ παρασχεῖν γνώμῃ, ἔπειτα δὲ καὶ τῶν ὑπὸ σὲ μο‐ | |
15 | ναστηρίων καὶ ἐπισκοπείων τελούντων τὸν ὅμοιον τρόπον καταπρᾶξαι τὴν συνεισφοράν. Εἰ γὰρ καὶ ἰδίᾳ στενοχωρουμένοις τισὶν ὀφείλομεν χορηγεῖν κατὰ δύναμιν πρὸς τὸ λῦσαι τὴν στενοχωρίαν τῶν ἀπορουμέ‐ νων, πόσῳ μᾶλλον ἐν τῇ παγκοίνῳ ταύτῃ στενοχωρίᾳ καὶ ἀπορίᾳ τοῦτο πράττειν ὀφείλομεν, ἐκεῖνο καλῶς εἰδότες ὅτι σῳζομένης τῆς κοινότητος | |
20 | πάντως σῴζεται καὶ τὸ ἴδιον ἑκάστῳ, τῶν δὲ κοινῶν παραπολωλότων τίς ἔτι σωτηρία τοῦ ἰδιάζοντος ἀπολείπεται; Ὡς οὖν ἔφημεν, τέκνον ἡμῶν, καὶ τῆς ὑπὸ σὲ χάριτι θεοῦ διεπομένης ἐκκλησίας καὶ τῶν μοναστηρίων καὶ τῶν ἐπισκοπείων ποσότητα χρυσίου συναγαγὼν ὅσην ἡ σὴ ἔμφρων οἰκονομία ὁρᾷ μήτε ὑμᾶς εἰς ἀφόρητον ἀπάγουσαν στενοχωρίαν καὶ τῇ | |
25 | κοινῇ βοηθοῦσαν ἀπορίᾳ, εἴτε διὰ σεαυτοῦ ἧκε φέρων εἴτε δι’ ἀνθρώπου τοῦ σοὶ πιστοῦ τυγχάνοντος μέχρι τοῦ Μαρτίου μηνὸς ἐξαπόστειλον. Περιττόν τι ποιεῖν δοκοῦμεν τῇ σῇ τελειότητι δεσμὸν ὑποβάλ‐ λοντες· πλὴν οὕτω καταναγκαζούσης τῆς χρείας, ἐν πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι προστίθεμεν τὸν δεσμόν, οὕτω τὴν εἴτε λειτουργίαν εἴτε | |
30 | συνεισφορὰν χρὴ λέγειν ταύτην ἐπιτελέσαι, ὥστε μήτε τοῦ δέοντος ἔλαττον τοῖς κοινοῖς πράγμασιν τὴν βοήθειαν γενέσθαι μήτε πλέον ἢ προσῆκε τὰς συνεισφερούσας τοῦ θεοῦ ἐκκλησίας τὸ βάρος ὑποστῆναι τῆς ζημίας. Ὅπερ δὲ ἀναγκαῖόν ἐστιν εἰδέναι τὴν ὑμῶν τελειότητα, τοῦτο ἔτι προσκείσθω, ὅτιπερ ἐάν τε ὑστέρησις γίνηται ἐάν τε σμικρολογούμενοι | |
35 | ἔλαττον τοῦ δέοντος εἰς τὴν κοινὴν ταύτην χρείαν συνεισενέγκητε, τότε βασιλικοὶ ἐξαποσταλήσονται ἄνθρωποι καὶ τὴν ὑμετέραν προαίρεσιν ἀκρι‐ βολογούμενοι καὶ ἀκόντων ὑμῶν τὴν συλλογὴν ταύτην ἐπιτελέσοντες. Καὶ ὅση τις γενήσεται βαρύτης ὑμῖν ἐκ ταύτης τῆς ὑποθέσεως, οὐκ ἐμὲ χρὴ διδάσκειν· αὐτὸς γὰρ καὶ πρὸ τῶν ἡμετέρων λόγων τὸ γενησόμενον | |
40 | ἐξεπίστασαι. | 356 |
93(1t) | Θεοκτίστῳ Κλαυδιουπόλεως | |
2 | Ἃ γράφομεν, τέκνον ἡμῶν ἱερόν, τῇ θεοσεβείᾳ σου, καὶ ἑκόντες καὶ ἄκοντες γράφομεν· ἑκόντες μὲν ὅτι ὁ κομίζων τὸ γράμμα ἐν πάσῃ προ‐ όδῳ ἡμῶν, ὅση ἐν ἐκκλησίᾳ, ὅση ἐν βασιλείοις, οὐ διέλιπεν κόπτων ἡμῶν | |
5 | τὴν ἀκοὴν ταῖς βοαῖς αὐτοῦ, ἕως ἀνέπεισεν δοῦναι τὸ γράμμα. Αἱ δὲ καταβοήσεις, ὅτι πολλὴν παρὰ τοῦ δικαίου ἔχων τὴν δύναμιν ἐξελαύνεται παρ’ ὑμῶν τῶν ἰδίων· ὅπερ οὔτε ἐπιστεύσαμεν οὔτε πιστεύομεν, πλὴν ὁ ἄνθρωπος ταῦτα κράζει, καὶ οὗ ἂν ἐμφανεῖς αὐτῷ καταστῶμεν, πληροῖ τὸν ἀέρα τῶν οἰκείων φωνῶν, μάλιστα προστιθεὶς ὅτι καὶ γενομένης ἐπι‐ | |
10 | σκέψεως περὶ ἧς ἐγκαλεῖ ὑποθέσεως ἐκ διαφόρων βασιλικῶν ἀνθρώπων τὴν δικαιοῦσαν ἔλαβε ψῆφον. Ἀλλὰ ταῦτα μὲν ἑκόντας ἡμᾶς ἐκίνησεν εἰς τὸ γράφειν· ἄκοντες δὲ γράφομεν διὰ τὸ ἀκηκοέναι ὡς Βασίλειος ὁ πρωτοσπαθάριος ἐν τῷ καθ’ ὑμᾶς θέματι ἐξαποσταλεὶς διάταξιν ἐκ τῶν βασιλείων φέρει τὴν τοῦ ἐγκαλοῦντος καθ’ ὑμῶν ἔγκλησιν ἐπισκέψασθαι. | |
15 | Εἰ μὲν οὖν συνορᾷ σου ἡ ἀρετή, οἷα πολλὰ τὰ ἀνθρώπινα, παρὰ τὴν τοῦ δικαίου φύσιν πάσχειν τὸν ἄνθρωπον ἃ πάσχειν διατείνεται, σόν ἐστι καὶ τῆς σῆς εὐλαβοῦς συνειδήσεως μήτε βασιλικοῦ δεηθῆναι κρίσεως μήτε ἄλλου τινός, ἀλλὰ σεαυτοῦ γενέσθαι κριτὴν καὶ τῷ δικαίῳ συστῆναι. Εἰ δὲ τὸ ὅλον μανία καὶ γνώμη ἀπάνθρωπος καὶ ἀσυνείδητός ἐστιν ἡ κινοῦσα | |
20 | τὸν ἄνθρωπον εἰς τὰς καθ’ ὑμῶν ἐγκλήσεις, τὴν ἐκ τοῦ δικαίου βοή‐ θειαν, ὅση ἐστὶν βοηθοῦσα ὑμῖν, ἢ αὐτόθι προβαλλόμενος τῆς κατὰ σοῦ ἀπόστησον συκοφαντίας τὸν ἄνθρωπον, ἢ πρὸς τὰ ἐνταῦθα καταπραττό‐ μενος ἥκειν αὐτόν τε καὶ τοὺς μέλλοντας ὑπὲρ τοῦ ἀντιδικοῦντος ἀγωνί‐ ζεσθαι τὸ ἄμεμπτον σεαυτῷ καὶ ἡμῖν τὸ ἀνενόχλητον περιποίησαι. | |
94(1t) | Γρηγορίῳ Ἐφέσου | |
2 | Ἃ μέν, τέκνον ἡμῶν ἱερόν, τῆς ἄνωθεν συνεργίας τοῦ παναγίου πνεύματος συναντιλαμβανομένης ὑμῖν ἐπράχθη πρός τε ὑμῶν αὐτῶν ἔπαινον καὶ τὴν τοῦ μεγάλου ἀρχιερέως ἡμῶν καὶ θεοῦ δόξαν καὶ σωτη‐ | |
5 | ρίαν τῶν ὑφ’ ὑμῶν κυβερνωμένων καὶ παραμύθιον τῆς ἡμῶν πολυωδύνου | |
ψυχῆς, ταῦτα εἰς εὐφροσύνην διέθηκεν· καὶ ηὐχαρίστησα τῷ Χριστῷ μου καὶ θεῷ καὶ σὲ τῆς τελειοτάτης συνέσεως καὶ πρεπούσης τῇ σῇ ἀρετῇ ἔμφρονος ἐπιμελείας καὶ σπουδῆς ἀπεδεξάμην, καὶ ηὐξάμην οἷα εἰκὸς εὔξασθαι πατέρα ὑπὲρ τέκνου ποθουμένου καὶ ἀντιποθεῖν τὸν πατέρα | 358 | |
10 | οὐκ ἔλαττον ὑπολαμβανομένου. Τὰ δ’ ἑξῆς τοῦ γράμματος ἠλλοίωσε τὴν ἡδονὴν ἡμῶν τῆς ψυχῆς, καὶ μάλιστα ἐν οἷς διεξῄει τῇ τῶν μειζόνων προσλήψει τοὺς εὐτελεῖς ὑμᾶς καὶ μικροὺς παρὰ φαῦλον ἀπορρῖψαι. Καὶ καινόν τι πεπόνθαμεν, λύπῃ καὶ θαύματι συνεχόμενοι· ἐθαυμάζομεν γὰρ πῶς τοῦτο εἰς νοῦν ἦλθε τῆς ὑμῶν τελειότητος, συνειχόμεθα δὲ τῇ λύπῃ | |
15 | τοιοῦτοι δόξαντες οἵους ὑπεζωγράφει τὸ γράμμα. Ἀλλ’ ὡς ἔοικεν, ἀνθρώπινα ταῦτα, καὶ δεῖ μὴ ἀκριβολογεῖν. Πλὴν ἵνα γνῷς ὅτι ἐπλήγημεν τὴν καρδίαν, ἐγράψαμεν οἷα ἐγράψαμεν. Τὸ δὲ πεμφθὲν πρὸς σὲ γράμμα, ὃ καὶ τῆς λυπηρᾶς ταύτης ὑπο‐ θέσεως γέγονεν ἀφορμή, οὐχ ἁπλῶς οὕτω πρὸς τὴν ὑμῶν ὁσιότητα προσε‐ | |
20 | τάγη πεμφθῆναι, ἀλλὰ φήμης ἀεὶ καταλαμβανούσης ὡς ἀλογοῦσι τῆς ἐν κοινῇ συνόδῳ γεγενημένης ἀσφαλείας οἱ προϊστάμενοι τῶν ἐκκλη‐ σιῶν καὶ χειροτονίας ἐπιτελοῦσιν ὃν ἂν αὐτοῖς τρόπον δοκῇ, διωρισάμεθα πρὸς πάντας ὥσπερ ἀνάμνησίν τινα τῶν κοινῶς δοξάντων διὰ τοιούτου γενέσθαι τύπου τοῦ γράμματος, οὐ πρόσωπον σὸν ὀνομάσαντες, μὴ | |
25 | γένοιτο, ἀλλ’ εἰπόντες πρὸς πάντας τοιαύτην ἐκπεμφθῆναι γραφήν. Καὶ τοῦτο γέγονεν αἴτιον, ἀλλ’ οὐ φαύλη τις ἐνθύμησις, οὐ γνώμης ἀλλοτρίω‐ σις, οὐδὲ τῆς ἐξ ἀρχῆς στοργῆς καὶ τῆς ἡμῶν πρὸς σέ, τέκνον, φιλίας ἀθέτησις. Ἀπολογούμεθα ταῦτα καὶ τὴν σὴν ἅμα καὶ τὴν ἐμὴν θεραπεύοντες | |
30 | καρδίαν. Τὰ δ’ ἀπὸ τούτου ἵνα μὴ 〈ᾖ〉 καὶ πάλιν πρόφασις θλίψεως γράφομεν· ἔδοξε τοῖς ἐπὶ τῶν κοινῶν πραγμάτων καθημένοις συνεισφορὰν ποιήσασθαι ἀπὸ πάσης ἐκκλησίας ὅση δυνατὴ γενέσθαι, καὶ βασιλικοὶ κατὰ πᾶσαν ἐξεπέμφθησαν ἐπαρχίαν. Ἡμεῖς δὲ νομίζοντές τι φρονεῖν ὑπὲρ τῆς ἐκκλησίας, μὴ χωρὶς τῆς τῶν ἐπισκόπων γνώμης διοικεῖν | |
35 | τοὺς βασιλικοὺς κατεπραξάμεθα. Δεῖ οὖν σε, τέκνον ἐμόν, αὐτὸν τὰ τῆς οἰκείας ἐπαρχίας διασκέψασθαι, ἐπισκοπεῖά τέ φημι καὶ μοναστήρια, καὶ ὃ ἂν συνίδοις ἑκάστην ἐκκλησίαν δυνατὴν οὖσαν συνενεγκεῖν, τοῦτο ἐπισυναθροῖσαι· καὶ εἴτε διὰ σεαυτοῦ εἴτε δι’ ἀνθρώπου τοῦ πιστοῦ πρὸς ταύτην ὄντος τὴν λειτουργίαν ἄχρι Μαρτίου μηνὸς τὸ συνηγμένον | |
40 | χρυσίον ὥστε πρὸς τὰ ἐνταῦθα κομισθῆναι διοικήσασθαι. | 360 |
95(1t) | Ῥωμανῷ καίσαρι | |
2 | Δέσποτα καὶ τέκνον μου εὐλογημένον· φήμην ἠκούσαμεν (παράσχοι δὲ θεὸς ψευδῆ ταύτην εἶναι) ὅτι πρὸς τὴν Λάμψακον ἐπέρασαν Βούλγαροι καὶ ἐποίησαν κακώσεις τινάς. Εἴτε οὖν ψευδής ἐστιν ἡ φήμη, μὴ κα‐ | |
5 | ταφρονήσωμεν τῶν λεγομένων, ἀλλὰ μετὰ τῆς τοῦ θεοῦ βοηθείας ἀσφά‐ λεια γενέσθω εἰς τὸν τόπον· εἴτε ἀληθής ἐστιν, καὶ ὡς οὕτω πλέον καὶ πλέον γενέσθω πρόνοια τοῦ μὴ συμβῆναι ἄλλο τι τοιοῦτον. Εἰ γὰρ ἐγένετο ἀρχὴ τοιαύτη, καὶ μικρόν τι ἀποθαρρήσωσι τοῦ περνᾶν πρὸς τὰ μέρη τῆς Λαμψάκου, πολλῆς μετὰ ταῦτα δεησόμεθα σπουδῆς, ἵνα τὸ πρᾶγμα | |
10 | θεραπεύσωμεν. Νῦν οὖν γενέσθω ἡ πᾶσα φροντὶς καὶ ἐπιμέλεια, ἵνα θεοῦ συνεργοῦντος μὴ ἀρχὴν λάβῃ τὸ τοιοῦτον κακόν, εἴτε δι’ ἐντοπίων χελανδίων, ἐὰν εἰσίν, εἴτε μονερίων ἐντεῦθεν κἂν δύο ἀποστελλομένων εἰς παραφυλακὴν τοῦ τόπου καὶ σωτηρίαν. | |
95a | Ὁ θεὸς ὁ ἅγιος αὐτός, ὥσπερ τῷ ὕψει τοῦ ἀξιώματος ἐδόξασεν, οὕτω καὶ τῷ ὕψει τῶν κατορθωμάτων καὶ τῆς εὐοδώσεως τῶν κοινῶν πραγμάτων δοξάσει, καὶ ὀνομαστὸν ποιήσει καὶ ἐν τῇ παρούσῃ γενεᾷ καὶ ἐν τῷ μετὰ ταύτην ἀνθρωπίνῳ γένει. Ἐπειδὴ δὲ πάντων σου τῶν κατ‐ | |
5 | ορθωμάτων μετὰ θεὸν τὴν δικαιοσύνην οἶδα αἰτίαν γενήσεσθαι (δι‐ καιοσύνη γὰρ ἔθνος ἀνυψοῖ), καὶ τοῦτο ὑπομιμνήσκω, ἵνα τοὺς ἀντιγρα‐ φεῖς, καὶ μάλιστα τοὺς γέροντας, τιμιωτέρους τοῖς ἀξιώμασιν ποιήσεις, πάντως ἀρκουμένων αὐτῶν ἐν τῇ προκοπῇ τῶν ἀξιωμάτων καὶ μὴ προσθήκην ῥώγας ἐπιζητούντων, καὶ παραινέσεις αὐτοὺς σπουδαιοτέρους | |
10 | γενέσθαι εἰς τὰς κρίσεις καὶ ἀπροσωπολήπτους· προστιθεὶς καὶ τοῦτο, ὅτι «Ἐπειδὴ πληροφορίαν ἔλαβον περὶ ὑμῶν ὡς ἄνθρωποι φιλοδίκαιοί ἐστε, διὰ τοῦτο προανεβίβασα τὰς ἀξίας ὑμῶν, ἵνα ἐπὶ πλέον καὶ αὐτοὶ τὴν ἀρετὴν ὑμῶν ἐπαυξήσητε καὶ μὴ μόνον διὰ τοῦ ἀξιώματος, ἀλλὰ καὶ | |
διὰ τῆς ἐπαυξήσεως τῆς ἀρετῆς ὑμῶν τιμιώτεροι γενήσεσθε.» | 362 | |
96(1t) | Ἰγνατίῳ Νικομηδείας | |
2 | Τὴν περὶ τῶν μοναστηρίων ὑπόμνησιν ἐποιησάμεθα, καὶ περὶ τῆς αὐτῶν διοικήσεως τῷ Μονομάχῳ ἐδήλωσαν ἡμῖν διατάξασθαι· ἃ δὲ τούτου ἡ διάταξις ἕξει, καὶ ὁ σὺν ταῖς μοναζούσαις καταλαβὼν κληρικὸς | |
5 | πάντως ἀπαγγελεῖ, καὶ ἡμεῖς δὲ γράφομεν. Εἶπον γὰρ ὡς εἴ τινας τόπους ἐκ τῶν ἀλλαγῶν ἐκτήσαντο τὰ μοναστήρια ἤ τινας τοὺς ὑπουργοῦντας ἐν αὐταῖς προσελάβοντο, τὴν ἀντ’ ἐκείνων ὑπουργίαν ἄξιοι ποιεῖν τυγχά‐ νουσιν οἱ καινοτομήσαντες τὴν τοῦ δημοσίου δουλείαν. Εἰ δὲ μὴ ἔστιν αἰτία τοιαύτη, παράλογος ἡ δουλεία τῶν μοναστηρίων καὶ πάντως δοθή‐ | |
10 | σεται αὐτοῖς ἡ ἐλευθερία. Ἃ ὥρισται, τέκνον ἱερόν, ἰδοὺ ἐγνωσμένα ἔχεις· τὸ λοιπόν ἐστιν σόν τε καὶ τῶν μοναστηρίων τὴν ὀφειλομένην σύ‐ στασιν ὑπὲρ τῆς αὐτῶν παρασχεῖν ἐλευθερίας. Τὰ δὲ λοιπὰ τοῦ γράμματος· καθὼς καὶ προεγράψαμεν, χωρὶς τῆς ὑμῶν παρουσίας οὔτε κἂν λέγωμεν τοῖς κρατοῦσιν ἀνυσθήσεταί τι | |
15 | πλέον οὔτε κἂν ἄλλα σπουδάσωμεν ἡ σπουδὴ τὸ πέρας ἕξει, διότι ὁ κατὰ καιροὺς βασιλικὸς τοῖς σοῖς ἐπαίνοις ὀχυρωθεὶς νῦν ἐκ τῶν ἐναντίων λό‐ γων οὐχ ἁπλῶς ἀποχυροῦται, ἀλλὰ δοκεῖ τοιοῦτος εἶναι ὁποῖος ἐμαρτυ‐ ρήθη παρ’ ὑμῶν, καὶ οὐδὲν ἕτερον ἢ μέμψεις δεχόμεθα τὰ ἐκείνου πράγματα διασύροντες. Ὅταν οὖν τὰ ἐνταῦθα καταλάβῃς, τότε σὺ ὁ | |
20 | ἐπαινέτης οἶδας ὃ ἐρεῖς, καὶ ὑπὲρ τῶν ἐπαινουμένων καὶ ὑπὲρ τῶν ψεγομένων αὐτοῦ πραγμάτων. Τὰ δ’ ἄλλα ἔρρωσο. | |
97(1t) | Τῷ αὐτῷ | |
2 | Ἃ περὶ τοῦ κυροῦ Θεοστηρίκτου ἔγραψας, τέκνον ἡμῶν ἱερόν, λέγω δὴ τὸ παρ’ ἡμῶν γενέσθαι σημείωσιν τῆς γεγενημένης ἐπ’ αὐτῷ κρίσεως παρ’ ὑμῶν, οὐκ ἔδοξεν ἔχειν ἀκολουθίαν. Οὐδὲ γὰρ προσῆκον οὐδ’ εὐπρε‐ | |
5 | πὲς τὰ παρ’ ἑτέρων κρινόμενα σημειώσεσιν ἑτέρων ἐξοχυροῦσθαι· ἀλλὰ τὴν σημείωσιν ταύτην, εἴτε καὶ τὸ λεγόμενον κρίσιμον, ὑμᾶς δεῖ ποιῆσαι τοὺς διοικήσαντας τὰ παρ’ αὐτοῦ εἰς τὴν ὑμετέραν κρίσιν ἀχθέντα. Καὶ τοῦτο οὕτως γενέσθω, δηλονότι μνημονευούσης τῆς σημειώσεως ὑμῶν, ἢ καὶ τοῦ κρισίμου, ὅτι κατ’ ἐπιτροπὴν ἡμετέραν τῶν πραγμάτων | |
10 | ὁρισθέντων τῆς ὑμετέρας τυχεῖν σκέψεώς τε καὶ κρίσεως ἐπράχθη τὸ καὶ τό, καθὼς ἡ τῶν πραγμάτων προέβη τάξις 〈καὶ〉 ἡ τούτων ἀποπε‐ | |
ράτωσις. | 364 | |
98(1t) | Τῷ ἁγιωτάτῳ καὶ μακαριωτάτῳ ἀδελφῷ καὶ | |
2t | συλλειτουργῷ | |
3 | Ὑπὲρ μὲν ὧν τοῖς καθ’ ἑκάστην ἐνταλαιπωρεῖ κινδύνοις ἡ ἁγιότης ὑμῶν, εἰ καὶ μὴ τῶν κινδύνων ἐσμὲν κοινωνοί, ἀλλά γε τῶν θλίψεων καὶ | |
5 | τῶν σπαρασσόντων ὀδυνῶν τὴν καρδίαν οὐκ ἐσμὲν ἀλλότριοι τῆς κοι‐ νωνίας. Καὶ πάντως οὐκ ἀπιστήσεις· ἡ γὰρ ἀγάπη τοῦ παναγίου πνεύμα‐ τος τοὺς ταύτῃ δεσμίους καὶ ἡνωμένους οἶδεν καὶ τοῖς συμβαίνουσιν πρά‐ γμασιν ἑνοποιεῖν καὶ κοινὰ τούτων ποιεῖσθαι καὶ τὰ ἡδέα καὶ τὰ ἀλγύ‐ νοντα. Ἔστιν μὲν οὖν κοινὸν τὸ ἄλγος ἡμῖν, καθὼς ἔφημεν, οἶδεν δὲ | |
10 | πολλάκις καὶ μείζονα ποιεῖν τὴν ὀδύνην τῷ μὴ κοινωνοῦντι μέρει τῶν παθημάτων ἡ ὄντως εἰλικρινὴς ἀγάπη τοῦ πνεύματος, διότι ἐν μὲν τῷ κοινωνεῖν τοῖς παθήμασι τοῦ φιλουμένου νομίζει τι κέρδος ὁ φιλῶν ἔχειν αὐτὸ τοῦτο τὸ μετασχεῖν τῶν ἴσων παθῶν· ὅταν δὲ μὴ τοῦτο παρῇ, ὥσπερ ζημίαν ἡγούμενος τὸ μὴ τὰ ἴσα παθεῖν, πλέον φέρει τὸ ἄλγημα. | |
15 | Ἀλλὰ τὰ μὲν τῆς ὀδύνης τοιαῦτα, ἔχομεν δὲ καὶ παράκλησιν τὴν ἀπο‐ κειμένην ἐλπίδα ὧν ἡτοίμασεν ἀγαθῶν τοῖς ὑπὲρ αὐτοῦ πάσχουσιν Χρι‐ στὸς ὁ θεὸς ἡμῶν. Ἐνθυμούμενοι γὰρ τὴν ὑπὲρ τῶν ἐπικήρων τούτων πόνων αἰωνίαν ἑτοιμαζομένην ἀνάπαυσιν τῇ σῇ ἁγιότητι, μεγάλης ἀπο‐ λαύομεν παρακλήσεως καὶ χαρᾶς, ἧς οἶδα πάντως καὶ τὴν ὑμῶν ἱερὰν | |
20 | ψυχήν, εἰ καὶ συνέχεται τῶν πειρασμῶν τῷ πυρί, καὶ ἀπολαύειν καὶ κρείττω γίνεσθαι τῆς ἐκ τῶν λυπούντων πυρώσεως. Ἀλλὰ περὶ τούτων τέως μηδὲν πλέον. Τὰ δὲ τῆς καθ’ ἡμᾶς ἁγίας τοῦ θεοῦ ἐκκλησίας, ἐπείπερ καὶ ταῦτα εἴπερ τι ἄλλο ἡδὺ προξε‐ νήσειν ὑπολαμβάνω τὸ ἡσθῆναι τῇ σῇ ἁγιότητι, εὐαγγελιζόμεθά σοι ὡς | |
25 | ταῖς ὑμετέραις εὐπροσδέκτοις εὐχαῖς ἀπῆλθεν ἐκ μέσου τὰ πονηρὰ ἐκεῖνα σκάνδαλα τῆς διαστάσεως, ὅσα ὁ ἀποτρόπαιος γάμος (ὃν εἴθε μὴ ἔγνωμεν ἐν τῇ τοῦ θεοῦ ἐκκλησίᾳ) εἰσήγαγεν, πάντων ὁμοῦ τῶν πρώην οἷα τὰ ἀνθρώπινα συναρπασθέντων ὑπὸ τῆς ἐξουσίας τῇ τούτου παρα‐ δοχῇ μετὰ τῆς ἡμῶν μετριότητος ἀποκηρυξάντων αὐτὸν καὶ ἀλλότριον | |
30 | ἀποφηναμένων τοῦ ἀνθρωπίνου γένους, μάλιστα δὲ τῆς τῶν Χριστιανῶν πολιτείας. Καὶ λοιπόν ἐσμεν πάντες μιᾷ ψυχῇ, ἑνὶ πνεύματι καὶ φρονή‐ ματι τὸ ἱερὸν κυκλοῦντες θυσιαστήριον, ἐκείνων μὲν συγγνώμην ἐξαιτη‐ | |
σαμένων, ἡμῶν δὲ τῇ ἄνωθεν εὐμενείᾳ τεθαρρηκότων καὶ τῇ ἐξαιτήσει τὸ πέρας ἀπονειμάντων καὶ εὐχαριστούντων τῷ συνάψαντι τὰ διεστῶτα | 366 | |
35 | Χριστῷ τῷ θεῷ ἡμῶν καὶ τὸ αἴτιον τῆς ἔχθρας καταλελυκότι μεσότοιχον. Ἐγράφη ταῦτα, ἵνα καὶ ἡ ὑμῶν ἁγιότης ἐπὶ τούτῳ συνηδομένη τὰς χαριστηρίους ἀναφέρῃ εὐχάς, δεομένη καὶ ἔτι συντηρηθῆναι τὴν ἁγίαν τοῦ θεοῦ ἐκκλησίαν ἐν εὐσταθείᾳ εἰρηνικῇ καὶ πάσης καταιγίδος ἀπει‐ ράτῳ γαλήνῃ. Ταῦτα μὲν ἡμῖν, ὦ πατέρων καὶ ἀδελφῶν ἐγράφη τιμιώτατε· | |
40 | σὺ δὲ ταῖς ὁσίαις ἡμᾶς ἀμείβου εὐχαῖς, ἐρρωμένος μοι συντηρούμενος ἐν θεῷ καὶ τῶν πειρατηρίων ἐφ’ ὅσον δυνατὸν ὑπεράνω γινόμενος. | |
99 | Χαίρομεν οὐκ ἔλαττον ἢ σύ, τέκνον ἡμῶν ἱερόν, ἐφ’ οἷς ἀπαγγέλ‐ λεις τοὺς σοὺς πολίτας καὶ τὸν εὐαγῆ κλῆρον τὴν πρέπουσαν ἀρχιε‐ ρεῦσι θεοῦ καὶ οἰκείῳ πατρὶ ἀπονέμοντας αἰδῶ καὶ τιμήν. Ὀφειλόμενον δὲ καὶ ἡμῖν ἐστιν ἐπὶ πλέον τὰ πατρικὰ ἐπιδείκνυσθαι σπλάγχνα καὶ τὴν | |
5 | πρόνοιαν τῆς σωτηρίας αὐτῶν, καὶ τοσούτῳ μᾶλλον ὅσον ἐκεῖνοι τὸ εὔνουν καὶ τὴν εὐπείθειαν διαδείκνυνται παρεχόμενοι. Γράφω δὲ ταῦτα οὐκ ἀγνοῶν ὅτι καὶ χωρὶς τῶν ἡμετέρων λόγων τοῦτο ποιεῖς, ἀλλ’ ὅτι καθὼς συνηδόμεθα †τὸ δὲ† ἡμῖν ἐφάνη καὶ τὸ κοινῇ περὶ τούτου συν‐ διασκέπτεσθαι. Εἴη δὲ θεὸς κἀκείνους ἐπὶ πλέον τῷ δεσμῷ τῆς πνευμα‐ | |
10 | τικῆς ἀγάπης τῷ πατρὶ καὶ ἀρχιερεῖ αὐτῶν συνενῶν καὶ σὲ πλουσιωτάτῃ στοργῇ τῇ πρὸς τὰ τέκνα καὶ ποθεινότερον καὶ τιμιώτερον ἀποτελῶν. Ἡ δὲ πρὸς ἡμᾶς ἄφιξις, ἐπεὶ τὰ τῆς σωτηρίου ἑορτῆς ἐκτετέλεσταί σοι, μὴ ἐν δευτέρῳ εἴη κειμένη. | |
100(1t) | Πρὸς τὸν μητροπολίτην Νικαίας | |
2 | Ὑπὲρ μὲν τῶν ἄλλων, ὅσα κατὰ γνώμην τῇ τοῦ θεοῦ χάριτι ἐπακολουθεῖ, τέκνον ἡμῶν ἱερόν, ἐν τῇ ἐκκλησίᾳ, τὴν ὀφειλομένην εὐχα‐ ριστίαν φέρομεν τῷ ποιουμένῳ θεῷ τὴν διευθέτησιν τῶν πραγμάτων· ἃ | |
5 | δὲ πρὸς τὰς ὑμετέρας ἀκοὰς ἀφικνεῖται περὶ τῶν ἐνταῦθα, οἶδα καὶ χωρὶς τοῦ δέξασθαι τὸ σὸν γράμμα ὡς ἀστάθμητα καὶ τί ἄλλο ἢ δημώδη φλυα‐ | |
ρήματα; Ὁπότε γὰρ μηδ’ ἐνταῦθα δυνατόν ἐστιν λόγον ὑγιῆ ταῖς ἀκοαῖς ἑλκύσαι, ὅπερ οὐδ’ αὐτὸς ἀγνοεῖς, τί δεῖ λογίζεσθαι περὶ τῶν ἐντεῦθεν μέχρις ὑμῶν διαπετομένων ῥημάτων; Ἐγράψαμεν καὶ πρὸ βραχέος τοῦ | 368 | |
10 | καταλαβεῖν πρὸς ἡμᾶς, καὶ καθ’ ἑκάστην ὥσπερ ἐν ὀφθαλμοῖς τὴν σὴν ἐβλέπομεν παρουσίαν· ἀλλ’ ὡς ἔοικεν, οὐκ ἐδόθη ἀνθρώπῳ ἐπιτηδείῳ πρὸς τὴν διακονίαν τὸ γράμμα, διὰ τοῦτο οὐδ’ ἀφῖκται πρὸς σέ, καθὼς παρὰ τοῦ κομιστοῦ ἀνεμάθομεν· νῦν οὖν δευτέρου γράμματος περὶ τῶν αὐτῶν ἐν χρείᾳ κατέστημεν. Ζητοῦμεν καὶ ἡμεῖς καθ’ ἑαυτοὺς τὴν σὴν | |
15 | ἄφιξιν, ζητοῦσι δὲ καὶ οἱ τῆς ἐξουσίας τῶν πραγμάτων ἐπειλημμένοι, καὶ προσεῖπον ἡμῖν ὥστε μετάκλητόν σε γενέσθαι. Τοῦτο μαθών, τέκνον ἡμῶν, πάντως μὴ ἀναβάλῃ τὸ τὴν Νικαίαν μὲν καταλιπεῖν, πρὸς ἡμᾶς δὲ παραγενέσθαι. | |
101 | Φίλοι εὐγνώμονες καὶ θεράποντες, ὅταν τὸν αὐτῶν τρόπον τιμῶσιν, εὐεργεσίας τυγχάνοντες σπουδὴν ποιοῦνται τοὺς εὐεργέτας ἀμείβεσθαι· ἡ δὲ ἀντάμειψις ἐν τῷ καθιστάναι ἑαυτοὺς εἰς ἐκπλήρωσιν ἑτοίμους τῆς τῶν εὐεργετῶν βουλήσεως. Συνορᾷς, τέκνον ἡμῶν· ἡ παρὰ τοῦ θεοστε‐ | |
5 | φοῦς βασιλέως εὐεργεσία παρεσχέθη σοι, τὸ δὲ μέγεθος ταύτης, ἵνα μὴ λέγωμεν ἡμεῖς, πάντως οὐκ ἠγνόησας· λοιπὸν οὖν σόν ἐστιν ἐν πᾶσι πρό‐ θυμον ὀφθῆναι οἷς ἂν ἡ αὐτοῦ βασιλεία τὴν σὴν ὑπηρεσίαν ἐπιζητεῖ, ἵνα καὶ τῆς εὐεργεσίας ἄξιος ὄντως ἀναφανῇς καὶ ἡμεῖς φιλοτιμώμεθα ὑπὲρ ἀνδρὸς τοιούτου τὴν μεσιτείαν πεποιημένοι καὶ ὁ μέγας καὶ ὑψηλὸς | |
10 | ἡμῶν χαίρῃ βασιλεὺς ἄξιόν σε τιμῆς ὄντα τηλικαύτης 〈ὁρῶν〉 δι’ ὧν ἐπι‐ γινώσκεις τὸ εὐεργέτημα· ἐπιγινώσκων δὲ εἴης, ὅπερ ἔφην, τὰ τούτου ἐπι‐ τάγματα ἐκπληρῶν ἐν τῇ τιμῇ καταστάς. Τὰ δ’ ἄλλα ἐρρωμένον σε διαφυ‐ λάξει ὁ κύριος. Εὐλογίας δὲ χάριν ἀπέστειλά σοι ἱμάτιν. | |
101a | Τοῖς αἰτήμασιν ὑμῶν ὁ μέγας καὶ θεοστεφὴς βασιλεὺς εὐήκοον οὖς παρασχὼν ἐπέθηκε τὴν τελείωσιν, καὶ τὴν τιμὴν ἣν ὁ τὴν ὑμετέραν | |
ἀρχὴν πεπιστευμένος πολὺν εἶχεν πόθον λαβεῖν παρέσχεν αὐτῷ. Τὰ μὲν παρὰ τοῦ βασιλέως τοιαῦτα γεγένηνται εἰς ὑμᾶς· ἀναλογίζεσθαι δὲ | 370 | |
5 | ἄξιον τὴν ὑμετέραν τελειότητα τὸ εὐεργέτημα ὅσον, καὶ διὰ τοῦτο τὸν εὐεργέτην τιμᾶν. Τιμὴ δὲ τοῦ εὐεργέτου τίς ἂν ἄλλη πλὴν τοῦ κατὰ πάντα εὔνοιαν αὐτῷ διασῴζεσθαι παρὰ τῶν εὐεργετηθέντων καὶ πάντα τρόπον σπουδὴν ποιεῖσθαι τὰ τῆς ἐκείνου δόξης καὶ φρονεῖν καὶ ἐπιτε‐ λεῖν; Πλειόνων οὐ δεόμεθα λόγων· ἀρκεῖ γὰρ ταῦτα καὶ τὴν ὑμετέραν | |
10 | τελειότητα καὶ τοῦ ἄρχειν ὑμῶν λαχόντος τὴν σύνεσιν, ἐν οἷς προέφημεν, καὶ βεβαίους ἀποκαταστῆσαι φίλους καὶ τὴν ὑμῶν εὐγνωμοσύνην καὶ νῦν καὶ ταῖς μετέπειτα γενεαῖς ἐμφανῆ ποιῆσαι, καὶ ὑπόδειγμα πίστεως ἀληθοῦς καταστῆσαι ὑμᾶς 〈καὶ〉 τῆς πρὸς τοὺς εὐεργέτας διαθέσεως τοὺς εὐεργετουμένους. | |
102(1t) | Τῷ ὑπερφυεστάτῳ πανευγενεστάτῳ μεγαλοδόξῳ φίλῳ | |
2t | ἡμῶν ὁ δεῖνα τῷ κατὰ θεοῦ ψῆφον τοῦ Σαρακηνῶν | |
3t | ἔθνους τὴν ἐπικράτειαν λαχόντι καὶ κυριότητα | |
4 | Ὅσῳ πάντων τῶν σῶν ὁμοφύλων, ὦ εὐγενεστάτη τῶν Σαρακη‐ | |
5 | νῶν κορυφή, παρὰ θεοῦ ἔλαβες τὸ ὑπερέχειν καὶ ὑπεράνω καθῆσθαι, τοσοῦτον καὶ τῇ ἄλλῃ ἀρετῇ πάντων ὀφείλεις τὸ ἐξαίρετον ἔχειν. Καὶ λέγω ταῦτα, οὐχ ὅτι μὴ τοιοῦτόν σε ὑπάρχειν ὑπολαμβάνω (διδάσκει γὰρ ἡμᾶς ἡ ἀγαθὴ περὶ σοῦ φήμη ἅ γε διδάσκει, καὶ μανθάνομεν ἐκ ταύτης ὅτι ὥσπερ κατὰ τὴν ἀρχήν, οὕτω καὶ φρονήσει καὶ δικαιοσύνῃ καὶ τῇ ἄλλῃ | |
10 | καλοκἀγαθίᾳ τῶν τρόπων τῶν σῶν διαφέρεις ὑποχειρίων), ἀλλ’ ἐπειδὴ λόγος ἄτοπος καὶ παράδοξος ταῖς ἡμετέραις ἀκοαῖς προσῆλθεν ὡς κατὰ τῶν ὑποκειμένων ὑμῖν Χριστιανῶν εἰς φοβερὰν ὀργὴν ἐξηνέχθης, ἀπ’ οὐδεμιᾶς ἀληθοῦς αἰτίας, ἀπὸ δὲ ψιλῆς μόνης συκοφαντίας, διὰ τοῦτο προοιμιαζόμεθα ταῦτα. Ἀπήγγελλε γὰρ ὁ ἄτοπος ἐκεῖνος λόγος ὡς τῆς | |
15 | ὑμῶν μεγαλοπρεπείας ἀκοὴν δεξαμένης οὐκ οἶδα πόθεν, —ἢ μᾶλλον οἶδα πόθεν, ἐκ τοῦ διαβόλου τοῦ ἀπ’ ἀρχῆς τὸ ψεῦδος τεκόντος, —ὅτι τὸ τῶν Σαρακηνῶν εὐκτήριον ὅπερ ἐνταῦθά ἐστιν παρὰ τῆς Ῥωμαϊκῆς κατα‐ λέλυται βασιλείας, καὶ ὅτι καὶ Σαρακηνοὶ βίᾳ καὶ ἄκοντες ἔξαρνοι μὲν τῆς ἰδίας καθίστανται πίστεως, πρὸς δὲ τὸ σέβας μεθίστανται τῶν Χρι‐ | |
20 | στιανῶν, καὶ διὰ ταῦτα ἐξηνέχθη παρ’ ὑμῶν πρόσταγμα τοὺς ὑπὸ τὴν | |
ὑμετέραν ἐξουσίαν ναοὺς τῶν Χριστιανῶν καταλύεσθαι. Τοιαύτην ἀρχὴν τῷ γράμματι ἐπιτεθείκαμεν. Οὔτε γὰρ τὴν ἀρχὴν ἔδει τῇ πονηρᾷ ταύτῃ λογοποιίᾳ καὶ διαβόλῳ τὴν σὴν ἀκοὴν ὑποκλῖναι οὔτε, οἷα τὰ ἀνθρώπινα, εἰ καὶ τὴν ἀκοὴν ὑπέσχες, πρόσταγμα τοιοῦτον | 372 | |
25 | ἐξενεγκεῖν, ἀλλ’ ἐπιμελεῖ ἐξετάσει παραδοῦναι τὸν λόγον καὶ διὰ ταύτης εἴτε ὀρθὸς εἴτε διεστραμμένος μαθεῖν, καὶ μὴ πρὸς κατάγνωσιν τοσαύτην ῥῖψαι τὴν τῆς Ῥωμαϊκῆς βασιλείας φιλανθρωπίαν καὶ ἐπιείκειαν ἐκ τοῦ παρατυχόντος ἀκούσματος· ἀλλ’ ὅσῳ μέγας ὢν καὶ ὑψηλὸς τὴν ἀρχὴν περὶ μεγάλης ἤκουες καὶ ἀρχῆς ὑψηλῆς παράδοξον φήμην, τοσοῦτον | |
30 | ἐχρῆν ἀσφαλεστέρας ἔχειν τὰς ἀκοὰς καὶ μὴ τοῖς φημιζομένοις ὑπάγε‐ σθαι. Καὶ γὰρ πολλῶν ὑπαρχόντων οἷς τὸ Ῥωμαϊκὸν σεμνύνεται γένος, ἓν τοῦτο ὑπάρχει ἐξαίρετον, τὸ τῆς φιλανθρωπίας αὐτῶν καὶ ἐπιεικείας. Καὶ τούτου μάρτυς οὐχ ὁ ἐμὸς λόγος, ἀλλ’ ἀφ’ οὗ πῆξιν ἔσχεν ἐπὶ γῆς ἡ Ῥωμαϊκὴ ἐξουσία καὶ πανταχοῦ γῆς ἐξετάθη ταύτης ἡ ἐπικράτεια, πάντες | |
35 | ἄνθρωποι κατὰ πᾶσαν γῆν καὶ πᾶσα ἱστορία ταύτην παρέχονται τὴν μαρτυρίαν. Πῶς οὖν εἰκὸς ἦν, ὧν παρὰ πάσης γλώσσης καὶ πάσης ἱστο‐ ρίας κοιναὶ τῆς φιλανθρωπίας αἱ μαρτυρίαι, ὡς ἂν καὶ αὐτὸς φαίης φρόνιμος τυγχάνων, καὶ πεῖραν πρέπουσαν ἀρχῇ τοσαύτῃ ἐφ’ ἣν ἐπιβέ‐ βηκας τῶν ἀνθρωπίνων ἔχων πραγμάτων, τοιαύτας ἐνεργηθῆναι πράξεις | |
40 | ἀφιλανθρώπους; Οὐκ ἔδει οὖν τὸ ὑμέτερον ὑψηλὸν ἔν τε ἀρχῇ καὶ συνέσει ὅλως ἀπονεῖμαι πίστεως χώραν ταῖς διαβόλοις γλώσσαις, αἵτινές ποτέ εἰσιν, ὅτι Ῥωμαῖοι τοσαύτην ἐπεδείξαντο ἀπανθρωπίαν. Πλὴν ἐπεὶ τοῦτο γέγονεν καὶ τὴν διὰ τῶν ἀποσταλέντων αὐτόθεν καὶ πρὸς ἡμᾶς ἡκόντων πληροφορίαν ἐπιζητεῖς, λήψῃ καὶ παρ’ αὐτῶν τὸ | |
45 | ζητούμενον· ἃ γὰρ οἰκείοις ὀφθαλμοῖς ἐθεάσαντο καὶ ὧν τὴν ἀλήθειαν ἔχουσιν ταῖς αὐτῶν ἀκοαῖς, ταῦτα προσαναγγέλλουσιν ὑμῖν· οὐ μόνον δέ, ἀλλὰ καὶ οἱ σὺν αὐτοῖς ἀπεσταλμένοι τῆς ὑμετέρας φυλῆς καὶ πίστεως παρέξονται τὴν ὁμολογίαν ὧν ἐν τῇ βασιλίδι ταύτῃ πόλει ἀφ’ οὗ χρόνου τῆς αἰχμαλωσίας ἐγένοντο ἔτυχόν τε καὶ ἐν πείρᾳ κατέστησαν. Καὶ ἴσως | |
102(50) | ἤρκει τοῦτο μόνον γενέσθαι, τὸ διὰ γλώσσης τῶν ὑμετέρων ὁμοφύλων καὶ τῶν νῦν παρ’ ὑμῶν ἀποσταλέντων λαβεῖν τῆς γενομένης ψευδολογί‐ ας τὴν μάθησιν. Πλὴν ἀλλὰ γράφομεν καὶ ἡμεῖς, ἁμαρτωλοὶ μὲν ὄντες, τοῦ δὲ Χριστιανικοῦ λαοῦ εἰ καὶ ἀνάξιοι πατέρες ὄντες καὶ τοῦ Χριστοῦ καὶ θεοῦ ἡμῶν τυγχάνοντες μαθηταὶ καὶ τὴν ἐκείνου ἀλήθειαν οὐδέ‐ | |
55 | ποτε (μὴ γένοιτο, μηδὲ τοσοῦτον καταλειφθείημεν τῆς ἐκείνου ὁδηγίας | |
καὶ προνοίας) ἐξαρνούμενοι. Ἄκουε οὖν, τοῦ Σαρακηνῶν γένους ὁ μέγας καὶ ὑπερκείμενος ἄν‐ θρωπος. Ῥωμαίων οἱ ἐξ ἀρχῆς βασιλεύσαντες οὕτω τὰ περὶ τῶν αἰχμα‐ λώτων διέταξαν, ὡς εἰδότες ὅτι μέχρι μὲν τῆς τοῦ πολέμου συστάσεως | 374 | |
60 | δεῖ πρὸς κάκωσιν τῶν πολεμίων ἀγωνίζεσθαι, ἐπειδὰν δὲ λάβωσιν ὑπὸ χεῖρα τοὺς πολεμοῦντας, ὡς ὑπεξουσίων κήδεσθαι καὶ πρόνοιαν ἐπι‐ δείκνυσθαι τῆς αὐτῶν ἀταλαιπώρου ζωῆς, καὶ ὥστε μηδὲν αὐτοῖς λυπη‐ ρὸν ἕτερον ἐπιτρέχειν ἢ μόνην τὴν ἀποστέρησιν τῆς πατρίδος καὶ τῶν οἰκείων καὶ φίλων καὶ συγγενῶν. Διὰ τοῦτο καὶ οἰκήσεις ἀπένειμαν | |
65 | ἀστενοχωρήτους καὶ ἀέρος καθαρωτάτου ἀπόλαυσιν, καὶ τῶν ἄλλων ὅσα πρὸς τὴν ἀνθρωπίνην ζωὴν συντελεῖ οἷα τοῖς ὁμογενέσιν καὶ ὁμοπίστοις, καὶ τοῖς τῆς ὑμετέρας θρησκείας ἀφωρισμένον εὐκτήριον. Καὶ ἁπλῶς, ὅπερ προφθάσας εἶπον, ἐν οὐδενὶ ἄλλῳ ἔδοξε τοῖς ἐξ ἀρχῆς βασιλεῦσι τῶν Ῥωμαίων ὑστερεῖσθαι τοὺς ὑμετέρους αἰχμαλώτους τῶν ἐν τῇ | |
70 | οἰκείᾳ πατρίδι καὶ χώρᾳ διαγόντων Σαρακηνῶν ἢ μόνον [ἢ] τῇ ἀποξενώ‐ σει τῶν οἰκείων συγγενῶν. Ταῦτα τῆς φιλανθρωπίας οὕτως ἀπ’ ἀρχῆς διατεταγμένης οἱ καθ’ ἑκάστην γενεὰν τὸ τῆς βασιλείας διαδεχόμενοι κράτος ἔμειναν τὴν αὐτὴν προαίρεσιν μέχρι καὶ σήμερον διασῴζοντες· καὶ οὐκ ἂν ἔχοι τις εἰπεῖν τὴν ἀλήθειαν τιμῶν ὡς παραλλαγή τις ἐπὶ τὸ χεῖ‐ | |
75 | ρον, ἢ τῆς οἰκήσεως ἢ τῆς ἄλλης διαγωγῆς τῆς ἐξ ἀρχῆς ἀπονεμημένης τοῖς τῶν Σαρακηνῶν γέγονεν αἰχμαλώτοις, καίτοι γε τῶν παρ’ ὑμῖν αἰχμαλώτων Χριστιανῶν, ὡς ἔστιν παρὰ πάντων ἀκούειν, ἐν τοιαύτῃ στενο‐ χωρίᾳ κειμένων καὶ τοιαύτην ἀθλίαν ζωὴν ἐκμετρούντων, ὡς πολὺ κρείττονα εἶναι καὶ ποθούμενον αὐτοῖς μᾶλλον τὸν θάνατον ἢ τὸ ζῶσιν | |
80 | ἐναριθμεῖσθαι. Σκέψαι δὲ καὶ τοῦτο· διὰ τί ἔμελλον οἱ σήμερον λαχόντες βασιλεύειν τοῦ Ῥωμαϊκοῦ γένους τοιαῦτα χαλεπὰ εἰς τοὺς ὁμοφύλους ὑμῶν διαπρά‐ ξασθαι οἷα ἡ πονηρὰ λογοποιία ταῖς ὑμετέραις ἀνήγγειλεν ἀκοαῖς; Οὐ γὰρ ἂν εἴποιτε ὅτι τῶν πρώην βεβασιλευκότων ἀπολείπονται τῆς φιλ‐ | |
85 | ανθρωπίας. Πῶς γὰρ ὁ τοιοῦτος λόγος, κἄν τις προαιρεθείη τοῦτον ἐξ‐ ενεγκεῖν, χώραν εὑρήσει πίστεως; Εἰ μὲν γὰρ βάσανοί τινες νῦν ἐκαινοτο‐ μήθησαν ἢ θανάτου τρόπος ἐπὶ τοῖς ὑμετέροις αἰχμαλώτοις, λεγέτω τις παρελθὼν ἐξ ὑμῶν, καὶ τότε καὶ ταύτην προφερέτω τὴν κατηγορίαν· καί‐ τοι γε ὑμῶν πολλάκις θανάτους βιαίους καὶ ξένους τῆς ἀνθρωπίνης ἐπι‐ | |
90 | νοίας τοῖς τῶν Χριστιανῶν αἰχμαλώτοις ἐπαγόντων. Ὁπότε γὰρ ἀντὶ τοῦ ξίφει τὴν κεφαλὴν ἀποτεμεῖν ὡς πρόβατα σφάζειν οὐκ ἰλιγγιᾶτε οὐδ’ αὐτὴν εὐλαβεῖσθε τὴν κοινὴν φύσιν· ὁπότε κρεμαννύντες ἐπὶ ξύλου | |
τόξοις καὶ λίθοις βιαίως τὸν ἄνθρωπον τοῦ ζῆν ἀπελαύνετε, τί ἄν τις εἴποι; Ἀλλ’ ὅμως καὶ ταῦτα πραττόντων ὑμῶν τὸ φιλάνθρωπον τοῦ | 376 | |
95 | Ῥωμαϊκοῦ γένους οὐ μιμεῖται τὴν βιαιότητα, ἀλλ’ ὁπότε δεήσῃ τινὰ τῶν Σαρακηνῶν τῆς ζωῆς ἀποστερηθῆναι, ἁπλῷ τρόπῳ καὶ βίας 〈καὶ〉 χαλε‐ πότητος ἀπεστερημένῳ μόνῃ τῇ ἀποτομῇ τῆς κεφαλῆς τὸν ἄνθρωπον ὑπεξάγουσιν τῆς ζωῆς. Πῶς οὖν τοὺς οὕτως ἀπ’ ἀρχῆς καὶ μέχρι τοῦ νῦν ἐπιεικεῖς ὄντας καὶ φιλανθρώπους ἔπρεπεν ὑπολαμβάνειν νῦν βίαν τοσαύ‐ | |
102(100) | την ἐπαγαγεῖν Σαρακηνοῖς ὅσην οἱ λογοποιήσαντες εἰς πρόσταγμα τῆς ὑμετέρας ἐξουσίας ἀνάξιον τὴν σὴν προήγαγον ἡμερότητα; Ἀλλ’ ἐκεῖνοι μέν, ἵνα μηδὲν εἴπω περὶ αὐτῶν ἐπαχθέστερον, δοκοῦσι τοιαῦτα ταῖς σαῖς ὑποβαλεῖν ἀκοαῖς δυσμενείᾳ τῇ πρὸς τοὺς Χριστιανοὺς καὶ ζητοῦντες τὴν κατ’ αὐτῶν ἐπιτεῖναι κάκωσιν, καὶ μίσει τῷ πρὸς τὸν Χριστὸν καὶ | |
105 | θεὸν ἡμῶν, ὃς οὔτε τῷ βίῳ παρὼν οὔτε πρὸς τὴν οἰκείαν δόξαν ἀναδρα‐ μὼν ἄμυναν κατά τινος ἐπεδείξατο τῶν ἐπανισταμένων αὐτῷ, τάξας ἐκείνην τὴν φοβερὰν ἡμέραν ἐν ᾗ ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Ἀλλὰ περὶ μὲν τῶν πειραθέντων τὴν ὑμετέραν ἐπιείκειαν εἰς ὀργὴν ἀνακαῦσαι τὴν κατὰ Χριστιανῶν ἱκανὰ τὰ εἰρημένα. Ἡμεῖς δὲ ὡς ἂν εἰ | |
110 | παρόντες ἐτύχομεν καὶ οἰκείᾳ γλώσσῃ προσεφθεγγόμεθα, ταῦτα διὰ τοῦ παρόντος προσομιλοῦμέν σοι γράμματος· Οὐκ ἔστιν, οὐκ ἔστιν, ὦ τοῦ Σαρακηνῶν γένους ὁ παρὰ θεοῦ τὴν ἐξουσίαν ἐγκεχειρισμένος, ἀληθὲς τὸ νῦν εἰς ὑμᾶς διαβεβηκὸς προσάγγελμα τῶν οἵτινές ποτέ εἰσιν οἱ τοῦτο διαπλάσαντες, μήτε θεὸν φοβηθέντες τὸν ἐρευνῶντα καρδίας, οὗ πρὸ τῶν | |
115 | ὀφθαλμῶν τὰ κρύφια παντὸς περικαλύμματος γεγυμνωμένα παρέστηκεν, μήτε τὴν λογικὴν αἰδεσθέντες εὐγένειαν, μήτε τὴν ἐπ’ ἀρετὴν μέγα φέρουσαν παρὰ θεῷ καὶ ἀνθρώποις ἀξίωμα τὴν ἀλήθειαν ἐπὶ λογισμὸν λαβόντες, μήτε τὰς σὰς ἀκοάς, αἷς οὐδὲν οὕτω φίλον ὡς τὸ καθαρὸν τῆς ἀληθείας (τί γὰρ ἂν γένοιτο φιλικώτερον ἀνδρὶ ἀρχικῷ τῆς ἀληθείας, καὶ | |
120 | μάλιστα τῷ ἄρχειν λαχόντι τοσούτου ἔθνους τῶν Σαρακηνῶν;), ῥυπαί‐ νειν ἀποδειλιάσαντες, ἀλλ’ ὁμόσε κατὰ πάντων ὧν διεμνημονευσάμην ἐχώρησαν, προτιμότερον θέμενοι τὸ ψεῦδος καὶ τὴν συκοφαντίαν κατὰ τῶν οὐδὲν ὅλως τοιοῦτον ἑαυτοῖς συνειδότων, καὶ ἐθάρρησαν τοιαῦτα πλαστολογεῖν ἃ ἔμελλεν ἐκ τοῦ παραυτίκα ὡς ἔστιν ψευδῆ ἀπελέγχεσθαι. | |
125 | Οὐκ ἔστιν οὖν οὐδὲν τῶν εἰρημένων παρ’ αὐτῶν ἀληθὲς οὐδὲ γεγο‐ νός, ἀλλὰ παντελῶς ἀγένητα καὶ εἰς τὴν τοῦ ψεύδους χώραν ἀπορριπτό‐ μενα. Οὔτε γὰρ εὐκτήριον τῶν ὁμοπίστων ὑμῶν οὔτε νῦν οὔτε πρότερον | |
κατάλυσιν ἔσχεν, οὔτε κεκωλυμένον ἐστὶν ἐπισκευάζεσθαι αὐτὸ παρὰ τῶν ἐνταῦθα Σαρακηνῶν, ἀλλὰ καὶ τοσαύτης ἐπιμελείας τυγχάνει ὅσης ἂν | 378 | |
130 | ἔτυχεν εἰ παρὰ τῇ ὑμῶν ἐξουσίᾳ ἐτύγχανεν τό τε εὐκτήριον καὶ οἱ τοῦτο θεραπεύειν βουλόμενοι. Ἀλλ’ οὔτε Σαρακηνὸς ἠναγκάσθη τὴν ἰδίαν ἐξαρ‐ νήσασθαι πίστιν ἐκ βασιλικῆς προστάξεως ἢ ἐξ ἐπηρείας τῶν μεγιστά‐ νων καὶ ἀρχόντων, ὅσοι τοῖς βασιλεῦσι πλησιάζουσι καὶ τῆς ἐκείνων ἀπολαύουσιν οἰκειότητος καὶ κατήκοοι γίνονται τῶν λόγων καὶ τῶν | |
135 | προσώπων ἔχουσιν τὴν ἐποψίαν. Εἰ δέ τινες τῶν κάτω κειμένων καὶ ἀφανῶν καὶ μὴ ἐγνωσμένων τοῖς βασιλεῦσιν, ἐνδεεῖς μὲν ὄντες φρενῶν, καταστάσεως δὲ ἀρχικῆς ἀμοιροῦντες, τοῦτο πράττειν ἀπενοήθησαν, οὐκ ἔχω διατείνεσθαι περὶ τούτου. Πλὴν δεῖ τοὺς τοῦτο πράξαντας ἐπιδή‐ λους γενέσθαι, καὶ εἴ γε ὑπεριδεῖν τὸ πρᾶγμα καὶ μὴ κατὰ λόγον ἐπεξ‐ | |
140 | ελθεῖν ἡ βασιλικὴ ἐξουσία διανοηθείη, τότε τάχα ἔξεστιν ὑμῖν καὶ μέμφεσθαι καὶ ἴσως καὶ κατὰ τῶν ὑποχειρίων ὑμῶν φέρειν τὴν ἀγανάκτη‐ σιν· εἰ καὶ μηδὲ οὕτως ὁ τοῦ δικαίου λόγος ἐπιτρέπει, ἀλλ’ οὔτε ἡ σὴ περὶ τὸ δίκαιον ἐπιμέλεια οὔτε ἡ ἐξ ἀρχῆς παρὰ τοῦ προφήτου ὑμῶν δεδομένη τοῖς γεγενημένοις ὑποχειρίοις καὶ ὑπὸ τὴν ὑμετέραν ἐξουσίαν | |
145 | κειμένοις ἀσφάλεια. Τί γὰρ ἐγὼ δίκαιος πάσχειν κακῶς ὑπὸ σὲ τελῶν καὶ μηδὲν ἀπεναντίας τῇ σῇ πράττων ἐξουσίᾳ, ἂν ἄλλος ὁ κατὰ μηδὲν ὑποκεί‐ μενος, ἀλλὰ τῆς σῆς ἀπηλλαγμένος κυριότητος, ἐθέλοι τὰ σοὶ μὴ δο‐ κοῦντα πράττειν; Τί οὖν διὰ ταῦτα Χριστιανοὶ καὶ οἱ τούτων ναοὶ ἄξιοι κακώσεις ὑπομένειν, οἳ κατὰ πάντα τρόπον τοῖς σοῖς ἐξυπηρετοῦνται | |
102(150) | προστάγμασιν καὶ οὐδὲ χεῖρα τὸ δὴ λεγόμενον κινῆσαι τολμῶσιν μὴ σοῦ βουλομένου, ἐὰν βασιλεὺς ὁ Ῥωμαίων, ἵνα καὶ τοῦτο δῶμεν, προαιρεθῇ τοὺς ὑπ’ αὐτὸν δεσμίους τῶν Σαρακηνῶν ταλαιπωρίαις ὑποβάλλειν; Καὶ ταῦτα λέγομεν οὐχ ὅτι γέγονεν οὕτως (οὐδὲ γὰρ γέγονεν οὐδὲ γενήσεται, οὐδ’ ἡ Ῥωμαϊκὴ φιλανθρωπία ἠγνόησεν ἑαυτὴν οὐδ’ ἀγνοήσει ποτέ)· ἀλλὰ | |
155 | ταῦτά φαμεν, ἵνα εἰδῇς ὅτι οὐδὲ οὕτως δίκαια ποιεῖς τοὺς ὑπὸ σὲ Χριστια‐ νοὺς ὑποβάλλων ταλαιπωρίαις. Ἀλλὰ καὶ τοῦ ὑμετέρου προφήτου ἔγγραφοι ἀθετοῦνται ὑπ’ ἐκείνου δεδομέναι ἀσφάλειαι, καὶ τῆς σοὶ ὀφει‐ λομένης τιμᾶσθαι δικαιοσύνης μεγάλη γίνεται ἡ ἀτιμία καὶ ἡ ἀθέτησις. Μὴ οὖν, ὦ τῶν Σαρακηνῶν δόξης καλλώπισμα, κατὰ τοῦτο τὸ μέρος | |
160 | εἰς ἀδοξίαν περιστῆσαι βουληθείης τὴν ὑμετέραν δόξαν. Τίς γὰρ τοῦτο μανθάνων, ὅτιπερ ὁ τῶν Σαρακηνῶν πρῶτος ἄνθρωπος καὶ τὴν κυβέρ‐ νησιν αὐτῶν πεπιστευμένος τοὺς ὑποχειρίους αὐτῷ Χριστιανοὺς εἰς θλί‐ | |
ψεις ἐμβάλλει καὶ στενοχωρίας, μηδὲν ὅλως αὐτῷ πταίσαντας ἢ ἐναντιου‐ μένους, οὐχὶ ἄδικα πράττειν ὑμᾶς λογιεῖται καὶ ἀνάξια τῆς ἐγκεχειρι‐ | 380 | |
165 | σμένης σοι παρὰ θεοῦ ἐξουσίας; Ὥσπερ γὰρ ἄξιος ἕκαστος δι’ οἰκείαν ἀρετὴν εὐεργετεῖσθαι, οὕτω καὶ τῶν ἰδίων σφαλμάτων ἕκαστος ὑπέχειν τὰς εὐθύνας ἐστὶ δίκαιος. Ἐπίσταται γὰρ πάντως ἡ σὴ μεγαλοπρεπε‐ στάτη σύνεσις ὅτιπερ οὐδὲ υἱὸς πολλάκις πταίσαντος τοῦ πατρὸς κοι‐ νωνὸς γίνεται τῆς τιμωρίας, ἐὰν μὴ καὶ τοῦ πταίσματος· ἀλλ’ οὐδὲ | |
170 | ἀδελφὸς ἀδελφοῦ πονηρόν τι πράξαντος σὺν αὐτῷ κατακρίνεται, εἰ μὴ καὶ τοῦ πονηροῦ ἔργου γέγονεν συνεργάτης· καὶ ἁπλῶς οὐδὲ συγγενὴς ἄλλος τῷ ἑαυτοῦ συγγενεῖ οὐδὲ φίλος τῷ ἰδίῳ φίλῳ ἐπί τινι πράγματι ἀξίῳ κολάσεως συγκολάζεται, εἰ μὴ καὶ τῆς πράξεως μετέχων ἀποφανθείη. Σκέψαι οὖν ἐκ τούτου πόσῳ μᾶλλον εὐλογώτερον τοὺς ὑπὸ σὲ | |
175 | Χριστιανοὺς μηδὲν πάσχειν δεινὸν ἕνεκά γε τῆς ὡς λέγετε βίας τῶν ἐνταῦθα Σαρακηνῶν, ἵνα καὶ τοῦτο δῶμεν, καθὼς προφθάσαντες εἴπομεν, οἳ μηδὲν ὅλως μηδὲ καθ’ οἱονδήποτε τρόπον τῆς προαιρέσεως ἢ τῆς βίας συμμετέχουσιν τῶν ἐνταῦθα ἐξουσίαν ἐχόντων βιάζεσθαι. Ἀλλ’ οὐδὲ τοῦτο γέγονεν, οὐδὲ βία τις ἢ παρὰ βασιλέως ἢ παρὰ τῶν ἐκείνου | |
180 | ἀξιουμένων τῆς ὁμιλίας ἢ τῆς ἄλλης γνώσεως καὶ οἰκειότητος προσήχθη Σαρακηνοῖς· πλὴν εἰ μή που παρά τινος τῶν εἰς ἀφανῆ τάξιν κειμένων, οἵτινες τούτου διαγινωσκομένου τῆς προσηκούσης ἐπιτεύξονται διορθώ‐ σεως. Καὶ ἵνα μὴ δόξωμεν διὰ τῶν ἡμετέρων λόγων τὴν περὶ τούτου πίστιν παρέχειν ὑμῖν, καὶ Σαρακηνοὶ ἐντεῦθεν ἐξαπεστάλησαν καὶ γράμματα τῶν | |
185 | ἐνταῦθα δορυαλώτων, δι’ ὧν ἐπὶ πλέον λήψεσθε τὴν πληροφορίαν ὡς ἡ προσελθοῦσα ταῖς ἀκοαῖς ὑμῶν πονηρολογία ἀνθρώπων ἐστὶν ὑπὸ τοῦ πονηροῦ δαίμονος ἐμπνεομένων καὶ τῷ ἀνθρωπίνῳ γένει ὥσπερ ἐξ ἀρχῆς ἐκείνου διαφθονουμένων καὶ μελέτην ποιουμένων καὶ τοὺς Σαρακηνοὺς εἰς διαβολὰς ἐμβαλεῖν, μᾶλλον δὲ τῇ δικαίᾳ τοῦ θεοῦ κατακρίσει, καὶ | |
190 | τοὺς Χριστιανοὺς εἰς κακώσεις καὶ ταλαιπωρίας. Ἀλλὰ σέ, ὦ μεγίστη κεφαλὴ τοῦ Σαρακηνῶν ἔθνους, ταῦτα μὴ λανθανέτω, μηδὲ λάθῃς λυ‐ μεώνων ἀνθρώπων ὑπαγόμενος ψευδολογίαις μηδὲ τῇ σῇ δόξῃ καὶ τῷ μεγάλῳ ὀνόματι προστρίβων ὄνειδος, μηδὲ μνήμην τῷ βίῳ καταλείπῃς ὡς ἐπὶ σοῦ τὰ ἀλγεινὰ τοῖς Χριστιανοῖς ἐπηύξηται· ἀλλ’ εἴ τι ἐμοὶ | |
195 | πείθῃ ἀγαπῶντι καὶ τὴν σὴν δόξαν καὶ σωτηρίαν, ὡς καὶ πάντων ἀνθρώ‐ πων (τοῦτο γὰρ ἡ ἐμὴ διακονία, καὶ ὑπὲρ τῆς πάντων εἰ καὶ ἁμαρτωλὸς νύκτα καὶ ἡμέραν εὔχομαι σωτηρίας), μᾶλλον κατάλιπε, ὁπόταν ἐκ τοῦ βίου παρέλθῃς, μνημόσυνον φιλανθρωπίας, μνημόσυνον ἐπιεικείας καὶ δικαιοσύνης, καὶ ὅτι ἐν ταῖς ἡμέραις τῆς σῆς ἀρχῆς φιλανθρωπία καὶ | |
102(200) | δικαιοσύνη τοῖς ὑπηκόοις ἐμπολιτεύεται, ἀδικία δὲ πᾶσα καὶ βιαιότης | |
ἀπελήλαται. | 382 | |
103(1t) | Γοδίνῳ βασιλικῷ πρωτοσπαθαρίῳ καὶ ἄρχοντι | |
2 | Πολλῶν ἀνθρώπων, ὡς εἰκός, λανθάνουσαν ἀρετὴν εἴωθεν ὁ χρόνος ἀνακαλύπτειν, ἐπειδὰν περιστάσεις πραγμάτων ἡ ἐκείνου φορὰ ἐπαγάγῃ τῷ ἀνθρωπίνῳ βίῳ. Τοιοῦτόν τι, τέκνον ἡμῶν, καὶ νῦν ὁρῶμεν ἐπὶ σοὶ | |
5 | γεγενημένον. Εἰ γὰρ καὶ μὴ πρότερον παντελῶς ἐλάνθανες οἷος εἶ τὴν φρόνησιν καὶ οἷος ἐν τῇ μεταχειρίσει τῶν πραγμάτων, ἀλλ’ ὅμως νῦν καταφανὴς ὑπῆρξας καὶ τελείως τὴν σὴν διέδειξας ἀρετήν· πρῶτον μὲν τὸ μέγα τῶν κατορθωμάτων τὴν ἀγάπην ὡς φυλάττεις ἀπαραποίητον· δεύτερον τὴν εὐγνωμοσύνην καὶ τὸ μὴ ἐξυβρίζειν εἰς τοὺς εὐεργέτας· ἐπὶ | |
10 | τούτοις τὸ οἷόν τις ἀγαθὸς κυβερνήτης ἐν κλύδωνι καὶ ταραχῇ τῶν πραγμάτων σωτηρίαν αὐτοῖς μετά γε τῆς ἄνωθεν βοηθείας πορίζειν. Ταῦτα γάρ, δι’ ὧν ἐσπούδασας τὴν τῶν ἀποστησάντων κακίαν, εἰ καὶ μὴ τέλεον ἐκ μέσου πεποίησαι, ἀλλὰ τέως ἐπισχεῖν τὴν αὔξησιν ταύτης καὶ μὴ ἐπὶ πλέον ἐᾶσαι προβῆναι, μαρτύριον ὑπάρχει τῆς ὑμῶν τελειοτάτης | |
15 | ἀρετῆς. Διὰ τοῦτο καὶ οἱ φιλόχριστοι βασιλεῖς ἡμῶν καὶ τῆς εὐνοίας καὶ τῆς ὀρθῆς ἀγάπης ἀποδεχόμενοι, μᾶλλον οἰκεῖόν σε ποιοῦνται καὶ φίλον πιστόν, καὶ τῆς σπουδῆς ἀποδώσουσι τὰς ὀφειλομένας ἀντιδόσεις. Καὶ νῦν μὲν τῶν σῶν αἰτήσεων παρέσχοντο τὰς πληρώσεις· πάντως δὲ καὶ εἰς τὸ ἔπειτα, τῆς σῆς ἱκανότητος τὰ πράγματα διευθυνούσης καὶ τὴν ἀπο‐ | |
20 | στασίαν σὺν τῇ θείᾳ δυνάμει καθὼς ἄξιον μεταχειριζομένης καὶ τὰ τῆς χώρας εἰς τὸ εἰρηναῖον ἀποκαθιστώσης, πολὺ κρείττονας καὶ πλουσιω‐ τέρας παρέξονται τὰς ἀμοιβάς. Σὸν οὖν ἐστιν, τέκνον ἡμῶν, ὥσπερ μέχρι τοῦ παρόντος, οὕτω καὶ ἀπὸ τοῦ νῦν τοῖς βασιλεῦσιν ὀφθῆναι σπουδαῖον καὶ πιστὸν φίλον, καὶ τὰ εἰς τὴν θεραπείαν αὐτῶν ἔτι μᾶλλον διαπρά‐ | |
25 | ξασθαι, καὶ ἀπολαῦσαι δαψιλεστέρων παρ’ αὐτῶν τῶν φιλοτιμιῶν καὶ δεξιώσεων. | |
104(1t) | Κωνσταντίνῳ μητροπολίτῃ Λαοδικείας | |
2 | Ἐδεξάμην τὸ γράμμα τῆς σῆς ὁσιότητος αὐταῖς ἤδη τοῦ θανάτου ταῖς πύλαις· οὐκ οἶδα δὲ εἰ ἀποστρόφους ἐκεῖθεν ποιήσεται ὁ τῆς ζωῆς ἡμῶν χορηγὸς καὶ ταμίας καὶ οἰκονομῶν τὰ συμφέροντα, ὡς ἡ ἐκείνου | |
5 | ἐξεπίσταται οἰκονομία. Ἀλλὰ γὰρ οὕτω διακείμενος ὑπὸ τῆς συνεχούσης ἀρρωστίας ἐδεξάμην τὸ γράμμα, καὶ ὅμως ἐν τοιαύτῃ ἀπογνώσει τυγχά‐ | |
νων ὥσπερ ᾐσθόμην τινὰ ψυχαγωγὸν ἡδονήν, καὶ ηὐχαρίστησα τῷ κοινῷ δεσπότῃ καὶ θεῷ καὶ μεγάλῳ ἀρχιερεῖ. Καὶ τὴν μὲν σὴν πορείαν—οἶδα ὅτι χαμαίζηλος ἡ εὐχή· ὅμως οὖν ἀναπέμπω ταύτην, ἐξαιτούμενος | 384 | |
10 | ἀλύπῳ διαθέσει ψυχῆς καὶ σώματος διανυσθῆναι. Τὸ δ’ ἄλλο μέρος τοῦ γράμματος ἴσως οὐκ ἀναγκαῖον ἦν παρ’ ἡμῶν πυθέσθαι· ἔχομεν γὰρ διδάσκαλον ὅπως δεῖ προσεύχεσθαι τὸν ἀγαγόντα ἡμᾶς εἰς ἐπίγνωσιν αὐτοῦ καὶ φωτίσαντα, καὶ ὥσπερ τὰ λοιπά, οὕτω καὶ τὰ τῆς προσευχῆς ἡμᾶς διδαξάμενον. Οὐκ ἔστιν οὖν, οὐκ ἔστιν ὃς τὸ | |
15 | βραχὺ ἐκεῖνο καὶ σωτήριον παίδευμα τῆς προσευχῆς ἐκτελῶν μεθ’ οἵας προσῆκεν ψυχικῆς καταστάσεως, οὐκ ἐπιτεύξεται τῶν ἐπαγγελλομένων ἀγαθῶν. Ἔχεις δὲ καὶ τὸν μακάριον ἀπόστολον διδάσκοντα τρόπον τῆς προσευχῆς, ὃς παραινεῖ ἐπαίρειν ὁσίους χεῖρας χωρὶς ὀργῆς καὶ διαλογι‐ σμῶν, διαλογισμῶν δηλονότι τῶν περισπώντων ἐπὶ τὴν τοῦ βίου ματαιό‐ | |
20 | τητα καὶ τὰ ἐκείνης ἐπίπονα μέν, ἀνόνητα δέ. Διὰ τοῦτο καὶ πληθυντικῇ λέξει τοῦτο ἐμνημόνευσεν· ὁ γὰρ πρὸς τὴν βασιλείαν τῶν οὐρανῶν κεκτη‐ μένος τὴν ἔφεσιν οὐ λογισμοῖς ἔνθεν κἀκεῖθεν περιστρέφεται, ἀλλ’ ἕνα λογισμὸν ἀναλαμβάνει μονοειδῆ, καὶ τοῦτον διατηρῶν ἀπλανῆ εὑρίσκει τοῦ μακαρίου ἐκείνου λογισμοῦ τὴν ὄντως ἐπωφελῆ κτῆσιν καὶ ἀϊδίως | |
25 | αὐτῷ τὴν ἄνεσιν περιποιουμένην. Ἀπεκρινάμεθα οὖν ὡς ἐν τοιαύτῃ ἀπορίᾳ τὸ ἡμέτερον φρόνημα. Σὺ δέ, τέκνον ἡμῶν ἱερόν, τῷ χρίσαντί σε παναγίῳ πνεύματι πεφωτισμένος ψυχὴν καὶ διάνοιαν ἀξίως τῆς σῆς ἀρετῆς ἐντυγχάνων παρ’ ἐκείνου μᾶλλον λήψῃ τοῦ ζητουμένου τὴν διδασκαλίαν. Τὰ δ’ ἄλλα εἴης μὲν αὐτὸς | |
30 | ἐρρωμένος, ἀθορύβως καὶ ἀταράχως τὴν ἅλμην μὲν τοῦ βίου διαπερῶν, ἡμῶν δὲ μεμνημένος ἐν ταῖς ὁσίαις εὐχαῖς, τυχὸν μὲν ἔτι τῷ βίῳ στρε‐ φομένων, ὅπερ ἀμφίβολον, τυχὸν δὲ ἀπιόντων, ὃ καὶ μᾶλλον ἐναργέστε‐ ρόν μοι δοκεῖ παρίστασθαι, τῆς τοῦ βίου ματαιότητος. | |
105 | Οἶδα παρόντος σου, τέκνον ἡμῶν, πρὸς ἡμᾶς τοιούτους πεποιημέ‐ νου λόγους, ὡς ἐν τῷ μοναστηρίῳ τοῦ μακαρίου πατρός σου βούλει προσμένειν καὶ τοῖς ἐκεῖ μονάζουσι συνδιάγειν, οὐδενὸς ἄλλου ἐν χρείᾳ | |
σου ὄντος ἢ μόνου οἰκίσκου ἐν ᾧ τὴν διαμονὴν μέλλεις ἔχειν καὶ τῆς | 386 | |
5 | κατὰ θεὸν πολιτείας τὸ σπουδαῖον καὶ ἐπιμελὲς ἐκδιδάσκεσθαι. Ταῦτα οὖν μέμνημαι παρὰ σοῦ ἀκηκοώς· καὶ διὰ τοῦτο ἐκ τοῦ μοναστηρίου πρὸς ἡμᾶς ἀφικομένων μοναχῶν αὐτοῖς τε προσείπομεν καὶ σοὶ γράφομεν ἀπελθεῖν ἐν τῷ μοναστηρίῳ καὶ καθὼς ᾐτήσω τὴν ἐν αὐτῷ ποιεῖσθαι διαγωγήν. Ἐπεὶ δὲ περὶ τοῦ ἡγουμένου καὶ παρὰ σοῦ φήμας οὐκ ἀγαθάς, | |
10 | ἀλλὰ καὶ λίαν ἀλλοτρίους μοναδικῆς εὐλαβείας ἐνηχήθημεν, καὶ παρὰ τῶν μοναχῶν τὰ παραπλήσια λεγόντων ἠκούσαμεν, ἐξαποσταλήσεται ἄνθρωπος ἔρευναν τῶν φημιζομένων ποιούμενος. Καὶ εἴ γε τοὺς λόγους ἀμετόχους εὕροι τοῦ ψεύδους, ἐκεῖνος μὲν ὡς ἄχρηστος πρὸς ἡγουμενείαν ἀποπαυθήσεται, ἄλλος δέ, ὃν ἂν ἥ τε ἀδελφότης συνίδοι ἄξιον εἶναι τῆς | |
15 | ἐπιστασίας αὐτῶν καὶ ἡ ἡμῶν μετριότης ἐπίκρισιν ποιουμένη τὴν ἱκανό‐ τητα τοῦ ἀνδρὸς ἐπιγνῷ, οὗτος ἀναδέξεται τὴν τοῦ μοναστηρίου προστα‐ σίαν. Σὺ δέ, τέκνον ἡμῶν, μὴ ἐπιλάθῃ τῆς ἐξ ἀρχῆς προαιρέσεως μηδὲ κατασβέσῃς τὸ ζέον καὶ πρόθυμον τῆς σῆς καρδίας, ὅτε πρὸς τὸν μο‐ νήρη βίον κατέσπευδες, ἀλλὰ μᾶλλον τῆς θείας δυναμούσης σε χάριτος | |
20 | προθυμότερος γίνου καὶ ἐντονώτερος, οἷον ἐπὶ κλίμακός τινος τὰς ἀνα‐ βάσεις ποιούμενος καὶ ἀεὶ ὅσον δυνατὸν προβαίνων ἐπὶ τὰ πρόσω, καὶ μὴ πρὸς τὰ ὀπίσω στρεφόμενος. | |
106(1t) | Τῷ ἀρχιεπισκόπῳ Χερσῶνος | |
2 | Ἦν μὲν οὖν ἁρμόδιον, μᾶλλον δὲ ὀφειλόμενον τῇ τελειότητί σου καὶ κόπων καταφρονῆσαι καὶ φόβων τῶν ἐκ θαλάσσης τῇ 〈τε〉 ἄνωθεν ἐλπίδι θρασυνόμενον πρὸς τὰ ἐνταῦθα καταλαβεῖν, τοῦ καὶ ἡμῖν καὶ ὅλῳ | |
5 | τῷ πληρώματι τῆς τοῦ θεοῦ ἐκκλησίας συνησθῆναι καὶ ἀπολαῦσαι ὡς εἰκὸς ὧν ἀπολαύει ψυχὴ θεοφιλὴς ἐπὶ τοσαύτῃ ἑνότητι καὶ ἀπαλλαγῇ τῆς πρὶν διαστάσεως. Ἐπεὶ δὲ τῆς θαλάσσης ἡ δειλία καὶ τῆς πορείας ὁ κάματος ἐξενίκησεν καὶ τὸ ζημιωθῆναι τῆς ἐκ τοῦ πρὸς ἡμᾶς παραγενέ‐ σθαι ἱερᾶς ἡδονῆς ἐποίησεν, ὃ λοιπόν ἐστιν παραμύθιον τῆς ζημίας, ἐκεῖνο | |
10 | ποιοῦμεν, καὶ γράφομεν οὐ μέμψιν ὑπὲρ ὧν ὤκνησας οὐδ’ ἐπιτίμησιν ὑπὲρ ὧν ἐδειλίασας, ἀλλὰ συγγνώμην καὶ τὸ εἰδέναι σε ὅτι μηδεὶς θόρυβος ἐν τῇ ἡμετέρᾳ ψυχῇ ἐκ τοῦ μὴ βουληθῆναί σε ἐπίδημον πρὸς ἡμᾶς γε‐ | |
γενῆσθαι. Μᾶλλον μὲν οὖν καὶ ἃ πρὸς τὸ ἐξηπατημένον ἔθνος καὶ μικροῦ | 388 | |
15 | συληθὲν ἐκ τῶν τῆς εὐσεβείας κόλπων ὑπὸ τοῦ πονηροῦ δαίμονος διε‐ σπουδάσθη σοι ἐν μεγάλῃ ἀποδοχῇ πεποιήμεθα, καὶ παραινοῦμεν καὶ ἔτι ὅση δύναμις τὴν ὑπὲρ τῆς αὐτῶν σωτηρίας μέριμναν καὶ σπουδὴν ἀνα‐ δέξασθαι, ἵνα τέλεον ἀνασωθῇ τῷ Χριστῷ καὶ θεῷ ἡμῶν ἡ τούτων οἰκείωσις καὶ σωτηρία, παντὸς ὄκνου καὶ καμάτου καὶ πάσης ἄλλης | |
20 | δυσχερείας ὅση τῇ τοιαύτῃ ἐπανίσταται ὑπηρεσίᾳ παρὰ φαῦλον τιθεμένης διὰ τὴν ἐλπιζομένην ὑπὲρ τῶν τοιούτων καμάτων ἀντίδοσιν καὶ ἀπό‐ λαυσιν. Εἰ γὰρ καὶ μιᾶς ψυχῆς προσένεξις τῷ Χριστῷ ἀσύγκριτον ἔχει τὴν ἀντάμειψιν («ὁ ἐξάγων» γὰρ «ἄξιον ἐξ ἀναξίου ὡς στόμα μου,» φησίν, «ἔσται»· τί δ’ ἂν εὐρεθείη τῆς τοιαύτης ὁμότιμον δωρεᾶς;), σκοπεῖν χρὴ τὴν | |
25 | ὑμῶν σύνεσιν ὅση τις ὑπὲρ τοῦ τοσούτου πλήθους ἐξ ἀναξίων καθιστα‐ μένων ἀξίων θεοῦ ἀποκείσεταί σοι χάρις. Καὶ περὶ τοῦ μέλλοντος δὲ ἀρ‐ χιερέως συνεῖναι αὐτοῖς ὑμῖν ἀνατίθεμεν τὴν φροντίδα, ὥστε τῇ σῇ πεφροντισμένῃ διασκέψει τὸν ἱκανὸν πρὸς τὸ τοιοῦτον ἔργον εὑρεθῆναι καὶ πρὸς ἡμᾶς ἐξαποσταλῆναι τοῦ ἐν τῷ παναγίῳ πνεύματι εἰς τὴν τῆς | |
30 | ἐπισκοπῆς τάξιν προχειρισθῆναι καὶ εἰς ποιμένα τοῦ τέως ἀπεστερημένου τοῦ ποιμαίνοντος ποιμνίου καταστῆναι. Ἀρκεῖ ταῦτα πρὸς τὴν ὑμῶν σύνεσιν, οἴκοθεν ἐχόντων ὑμῶν τὸ περὶ τούτου ἐπιμελὲς ἐξ ὧν ἐκ τῶν προλαβόντων ὑπεδείξατε σπουδασμάτων. | |
107(1t) | Εἰς τὸν Κυζίκου | |
2 | Οὐκ οἶδα ἐπήρεια δαίμονος τοῦ ἀεὶ συνταράσσοντος τὸ ἀνθρώπινον, οὐκ οἶδα γνώμη κακοῦργος ἀνθρώπων φύρειν ἐφιλονείκησε τὰ ἐκ τῆς προ‐ λαβούσης κρίσεως ὁρισθέντα περὶ τῆς ὑμῶν ἀναμεταξὺ καὶ τῶν Βλα‐ | |
5 | χερνῶν συζητήσεως· ἀλλὰ πάλιν, τέκνον ἡμῶν ἱερόν, εἰς τὴν ἑαυτῆς ἐπαν‐ ῆκεν ἡ ψῆφος κατάστασιν. Καὶ λοιπὸν ἔστω διαμένοντα ὡς ὡρίσθη τὰ πράγματα, καὶ τοῦ ἀδελφοῦ σου καὶ τέκνου ἡμῶν τοῦ ἀρχιεπισκόπου, εἴ γε μέχρι τότε μετὰ τῶν ζώντων διατελέσομεν ἀριθμούμενοι, τὰ ἐνταῦθα καταλαμβάνοντος, τότε πάλιν εἴ τι κοινῶς συνδιασκεπτομένων ἡμῶν | |
10 | δόξῃ καὶ εἰρηνικώτερον καὶ ἀλυπότερον, ἐκεῖνο γενήσεται. | 390 |
108(1t) | Πρὸς τὸν Πισσηνούντων | |
2 | Τὴν τῶν ἐκκλησιῶν τοῦ θεοῦ ἐπήρειαν καθ’ ἑκάστην ἀναμανθά‐ νοντες καὶ χωρὶς τῶν ὑμετέρων γραμμάτων λίαν σπαρασσόμεθα τὴν ψυχήν. Νῦν δὲ καὶ τοῦ γράμματος ἡ ἀπαγγελία [καθ’ ἑκάστην] βαθύτε‐ | |
5 | ρον τὸν σπαραγμὸν ἀπειργάσατο, καὶ μάλιστα ὅτι ἄνθρωπος ὀφείλων ἐν ἐτασμοῖς εἶναι ὑπὲρ ὧν τῆς ἑαυτοῦ καταφρονήσας σωτηρίας τοῦ μοναδικοῦ βίου τὸν στρατιωτικὸν ἀντηλλάξατο, τοιαῦτα κατὰ τῆς ἐκ‐ κλησίας πράττει καὶ οὕτω θρασέως καὶ ἀναιδῶς ἐπεμβαίνει αὐτήν. Ὅμως κατὰ τὴν ἐξαίτησιν ὑμῶν καὶ βασιλικὴ ἐξεπέμφθη κέλευσις καὶ ἡμέτε‐ | |
10 | ρον γράμμα πρὸς ὃν ᾐτήσω· καὶ πάντως εἰ μελέτην ἔχει τιμᾶν τὸ θεῖον καὶ οἷα τέκνον τῆς ἐκκλησίας τὴν ταύτης τιμὴν ἐν λόγῳ τίθεται, πληρώσει τὰ προσταχθέντα, καὶ τοῦ ταλαιπώρου ἐκείνου ἀνθρώπου ἐπικόπτων τὴν πρὸς τὴν κακίαν ὁρμὴν καὶ τὴν ἐπὶ τούτῳ θλῖψιν τῆς ὑμετέρας καρδίας καὶ ἣν εὐλόγως περιφέρεις ἀποδιώκων. | |
15 | Τὸ δ’ ἀποσταλὲν κτῆνος ἐκεῖ ἔδει παρεῖναι οὗ πλέον ἡ τούτου χρεία· οὐκ ἄδηλον δὲ ὅτι μᾶλλον ὑμεῖς τῆς χρείας ἐπιδεεῖς. Πλὴν ἐδεξάμεθα, ὁπότε θεοῦ βουλομένου ὀφθείης ἡμῖν λόγον ἐξαπαιτήσοντές σε τῆς τούτου δαπάνης, ἵν’ εἰδῇς μὴ πρὸς ἀπόρους καὶ πένητας τοιοῦτον παμμέγεθες κτῆνος ἐκπέμπειν, οὗ χορηγεῖν τὴν βρῶσιν ἀμηχανοῦμεν. Ἀπεστάλη δέ | |
20 | σοι τῆς ἱερᾶς κεφαλῆς καλυπτήριον. Ἔρρωσο, τέκνον ἡμῶν ἱερόν. | |
109 | Ἤδη τῆς ἀρρωστίας προσομιλεῖν ἀρχομένης ὁ τὸ γραμματεῖον ἐπι‐ φερόμενος ἐπίσκοπος μήπω εἰς ὄψιν ἡμῶν καταστὰς δι’ ἑτέρων τινῶν ἐδή‐ λου ἑαυτὸν ὅστις εἴη καὶ οἷα τὰ μέχρι τοῦ παρόντος αὐτῷ διεπραγμα‐ τεύθη. Καὶ τῶν μὲν προλαβόντων κατεγίνωσκεν καὶ πολλὰ ἑαυτὸν | |
5 | ᾐτιᾶτο τῆς ἀπάτης ἣν ἄνθρωπος ὢν ὑπὸ τῶν πρὸς ταῦτα ἐπιτηδείων ὑπ‐ έστη· νῦν δὲ ὅλῃ ψυχῇ ἐξομολογούμενος τὸ ἁμάρτημα καὶ ἀνακαλούμενος ἑαυτὸν ἐκ τοῦ σφάλματος προσέδραμεν τῇ τοῦ θεοῦ ἐκκλησίᾳ, τὴν μὲν εἰρήνην καὶ τὸ ἀναγνωρίζεσθαι τοῦτον τῆς ἱερᾶς τοῦ θεοῦ ποίμνης πρό‐ βατον εὐχῆς ἔργον ποιούμενος, συγγνώμην δὲ ἥνπερ εἴωθεν ἡ ἐκκλησία | |
10 | νέμειν τοῖς ἐπιστρέφουσιν ἐξαιτούμενος. Ταῦτα μὲν ὥσπερ ἔφην ἀρχο‐ | |
μένης ἤδη τῆς ἀρρωστίας, καὶ διὰ μέσου, ἐπεὶ καθὼς καὶ πρώην ἐγράφη ταῖς τοῦ θανάτου παρειστήκειμεν πύλαις, πλέον οὐδέν. Νῦν δὲ ὅτι πάλιν κρίμασιν οἷς οἶδεν ὁ τῆς ζωῆς ἡμῶν κύριος ὥσπερ ἐλπίδες ἀνέκυψαν (τίς δὲ οἶδεν εἰ ἀληθεύσουσιν;) ὡς πάλιν ἐσόμεθα μετὰ τῶν ἐν βίῳ ζώντων, τὰ | 392 | |
15 | αὐτὰ ὁ ἄνθρωπος κεκίνηκεν ῥήματα καὶ τὴν ἐξαίτησιν προκομίζεται. Καὶ ἡμεῖς, τέκνον ἡμῶν ἱερόν, μετὰ τῶν ἄλλων πάντων τὸ τῆς ἐκκλησίας ἐπιζητοῦντες ὁλόκληρον καὶ τὴν τῶν σκανδάλων ἐλευθε‐ ρίαν—τούτου γὰρ καὶ ζῶσιν ἡμῖν, ὡς καὶ αὐτὸς ἐπίστασαι, εἴπερ τινὸς ἄλλου ἐμέλησεν, τοῦτο καὶ ἀπιόντες ἐντεῦθεν ἐγκάρδιον φέρομεν μέρι‐ | |
20 | μναν, καὶ οὐ βούλεται ἀφίστασθαι ἡμῶν οὐδὲ νῦν ὁ ὑπὲρ τῆς ἐκκλησίας τοι‐ οῦτος πόνος· —τί οὖν φημί; Ἐπεὶ προσῆλθε τῇ τοῦ θεοῦ ἐκκλησίᾳ, καὶ χωρὶς τῶν ἡμετέρων λόγων ὡς οὐκ ἔστιν δίκαιον ὑπεριδεῖν ἡμᾶς τὸν ἄνθρωπον ἐπίσταταί σου ἡ τελειότης. Ποῦ γὰρ δίκαιον παριδεῖν τὸν ἐπὶ τοσούτοις πλανώμενον ἔτεσιν, νυνὶ δὲ τὴν ἐπιστροφὴν ἀγαπήσαντα; | |
25 | Μᾶλλον δὲ πῶς οὐχὶ τὸν πατέρα τὸν φιλάνθρωπον, τὸν εὐμενῆ μιμησό‐ μεθα, ὃς οἶδας οἷα ἐπὶ τῇ τοῦ πεπλανημένου παιδὸς ἐπιστροφῇ ἐτέλεσε πράγματα; Οἶδα οὖν, ὅπερ ἔφην, ὅτι οὐ δεῖ σοι ῥημάτων ἐμῶν εἰς τὸ ἀνοῖξαι αὐτῷ τὰ σπλάγχνα, εἰς τὸ προσλαβεῖν, εἰς τὸ πᾶσαν εἰς *** αὐτῷ ἐπιδείξασθαι ὅσα ὀφείλει ἐπιδεικνύειν ἄνθρωπος τοῦ θεοῦ τῷ ὄντι | |
30 | ἀρχιερεὺς καὶ κατὰ μίμησιν τοῦ πρώτου ἀρχιερέως τὴν οἰκείαν ἀγω‐ νιζόμενος κοσμεῖν ἀρχιερωσύνην. Ἔστι δὲ τοῦ ἀνθρώπου τὸ αἴτημα οὐ βαρὺ οὐδὲ φορτικὸν οὐδὲ τῆς συνηθείας τῆς ἐκκλησίας ἀλλότριον, ἀλλ’ ἀπ’ ἀρχῆς καὶ μέχρι τοῦ νῦν εἰωθὸς γίνεσθαι. Τί τοῦτο; Τὴν οἰκείαν ἀπολαβεῖν ἣν κακῶς κατέλιπεν ἐπιζητεῖ ἐκκλησίαν, καὶ τὸν ἐκεῖ ἀντὶ | |
35 | τούτου τυγχάνοντα πρόεδρον σχολάσαι μέχρις ἂν ὁ ἐπιτήδειος εὑρισκό‐ μενος τόπος αὐτὸν εἰς ἐφορείαν προσλήψεται. Ἣν μὲν ὁ ἄνθρωπος προσήγαγεν ἐξαίτησιν αὕτη ἐστίν, καὶ ἡμεῖς ἐμφανῆ σοι καθιστῶμεν αὐτήν. Τὸ λοιπόν ἐστιν τῆς ὑμῶν ὁσιότητος καὶ τὸ πρέπον τῆς ἐκκλησίας οἰκονομῆσαι καὶ τὸν ἐπίσκοπον πατρικοῖς σπλάγχνοις ἐκ τῆς μακρᾶς | |
40 | ἐκείνης ὑποδέξασθαι πλάνης καὶ οὕτως περὶ αὐτοῦ διοικῆσαι ἵνα καὶ θεῷ εὐχαριστῶν καὶ σοὶ τῷ ἑαυτοῦ ἀρχιερεῖ ὁ ἄνθρωπος διαφαίνηται, καὶ περὶ τοῦ νῦν προεδρεύοντος ἐν τῇ ἐπιζητουμένῃ ἐκκλησίᾳ πρόνοιαν καταθεῖναι μέχρις ἄν, ὡς εἴρηται, τόπου ἀναφανέντος τοῦ προσήκοντος εἰς προεδρίαν πάλιν ἀποκαταστῇ. Ἡμεῖς μὲν οὖν ταῦτα ἐκρίναμεν, | |
45 | τέκνον ἡμῶν ἱερόν, γνωρίσαι σοι· τὸ δὲ πᾶν ἐν τῇ σῇ κεῖται καὶ διασκέψει καὶ μετὰ θεὸν συμφερούσῃ προνοίᾳ ἀμφοτέρων τῶν ἐπισκόπων, ὡς καὶ | |
ὑπὸ τὴν σὴν χεῖρα τελούντων. | 394 | |
110(1t) | Πρὸς τὸν Πισσηνούντων | |
2 | Ὑμῶν μὲν τὴν ῥῶσιν ἔκ τε τοῦ γράμματος καὶ τῆς τοῦ κεκομικό‐ τος αὐτὸ γλώσσης ἀναμαθόντες ηὐχαριστήσαμεν τῶν ἀγαθῶν τῷ δοτῆρι Χριστῷ τῷ θεῷ ἡμῶν, ὃς εἴη, τέκνον ἡμῶν ἱερόν, καὶ τὴν ψυχὴν καὶ τὸ | |
5 | σῶμα ἐν πτέρυξι τῆς ἑαυτοῦ ἀγαθότητος διατηρῶν ἔξω πείρας ἁπάσης κακότητος. Ἡμεῖς δὲ συνεσχέθημεν νόσῳ μαστιζούσῃ μὲν διὰ τὰς ἁμαρτίας ἡμῶν ἐφ’ ὅσον ἐδοκίμασεν ὁ ἐπανορθωτὴς τῶν σφαλμάτων ἡμῶν τῇ τοιαύτῃ ἐτάζεσθαι μάστιγι. Νῦν δὲ ὅτι συνήθως παρακέκληται ὑπὸ τῶν ἰδίων οἰκτιρμῶν τέως ἀνῆκεν, εἰ καὶ παραλυπεῖ ἔτι τὰ ἐκ τῆς | |
10 | προλαβούσης ἐτάσεως· ἐφ’ ὃ δ’ ἂν ἀποβαίη τέλος τὸ τῆς ταπεινῆς ἡμῶν ζωῆς, εἴη τὸ ὄνομα τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ὥσπερ καὶ ἔστιν εὐλογημένον. Τὰ δ’ ἄλλα μεμνῆσθαι ἡμῶν ἐν ταῖς ὁσίαις εὐχαῖς, εἴτε συμβιοτεύομεν ὑμῖν εἴτε τῆς ἐντεῦθεν σκηνῆς ἀναχωρήσομεν, μὴ διαλείψῃς. | |
111 | Ἡδὺ τὸ γράμμα τῆς ὑμῶν ὁσιότητος, ὅτι ἐκ ψυχῆς γλυκείας οἱ λόγοι πηγάζουσιν. Τί γὰρ γλυκύτερον ψυχῆς πλουτούσης τὴν ἀγάπην τοῦ πνεύματος, ἣν καὶ ἡ ὑμετέρα ψυχὴ κεκτημένη τοιούτους ἐξερεύγεται λό‐ γους; Πλὴν τοὺς ἐπαίνους καταλιπών, μᾶλλον τῆς ἡμετέρας ὑπερεύχου | |
5 | ταπεινότητος. Τοῦτο γὰρ ἡμῖν ἐρασμιώτερον, καὶ ταύτῃ ἀγαπῶμεν δεξιούμενοι τῇ χάριτι. Ἄλλων γὰρ οἱ ἔπαινοι, τῶν ἐπαινεῖσθαι ἀξίων, ἡμεῖς δὲ μηδὲν ἐπαίνου ἄξιον ἑαυτοῖς συνειδότες, ἀλλὰ μᾶλλον εὐχῶν ὄντες ἐπιδεεῖς, ταύταις καὶ δεξιούμενοι χαίρομεν. | |
112(1t) | Θεοκτίστῳ Κλαυδιουπόλεως | |
2 | Ὅσης ἐστὶν εἰκὸς ἐγγίνεσθαι χαρᾶς καὶ ἀγαλλιάσεως ἀπόλαυσιν πατρὶ ἀκουτιζομένῳ τέκνων ὑγείαν καὶ σωτηρίαν, ταύτης διὰ τοῦ θεοφι‐ λεστάτου συμπρεσβυτέρου ἡμῶν ἥκοντος ἀπελαύσαμεν, ἀναγγείλαντος | |
5 | ἡμῖν οἰκείᾳ γλώσσῃ τὸ σὲ θείᾳ χάριτι ἀνώτερον πάσης λύπης διατελεῖν ἐπιθέσεως· καὶ τῷ ἁγίῳ θεῷ ἡ ἐπὶ τούτῳ εὐχαριστία ἡμῖν ἀποδέδοται, καὶ εὐχόμεθα πάντοτε τοιαύτης περὶ ὑμῶν ἀγγελίας τυγχάνειν ἀγγέλου. Ἐπειδὴ δὲ τῶν πραγμάτων αἱ περιστάσεις οὐκ ἐῶσιν ἡμᾶς ἀναπνεῖν καὶ ὡς ἐν τοιούτοις περιστοιχιζόμενοι δεόμεθα ἄνθρωποι ταπεινοὶ ὄντες καὶ | 396 |
10 | τῆς ἐκ τῶν συνόντων παρηγορίας (οἶδας δὲ ὅτι οὐδὲν οὕτω παρηγορεῖ ὡς ἡ τῶν τέκνων συνομιλία), ἐβουλόμεθα ἐν τοιούτῳ καιρῷ σὺν ἡμῖν εἶναι. Εἰ μὲν οὖν οὐκ ἔστιν ἀναγκαιότερα τὰ ἐν τοῖς αὐτόθι πράγματα πρὸς τὴν σὴν ἐπίσχεσιν, παραγενοῦ πρὸς ἡμᾶς. Εἰ δ’ ἔστι τις ἀνάγκη δυνατω‐ τέρα, τέως ἡμῖν ταῖς ὁσίαις εὐχαῖς ὅση δύναμις συνίστασο, καὶ ἡ παρου‐ | |
15 | σία, ἐπεὶ μὴ νῦν συγχωρεῖται, πάντως ὅταν θεὸς διδῷ γενήσεται. Τὰ δ’ ἄλλα ἐρρῶσθαί σε ἐπευχόμεθα καὶ μεμνῆσθαι τῆς ἡμῶν μετριότητος. | |
113(1t) | Νικήτᾳ Ἀθηνῶν | |
2 | Καὶ κυβερνήτης ἄριστος τῶν βαπτιζόντων κυμάτων τὴν ἔκκλισιν ποιεῖται διὰ προνοίας, ἀλλ’ οὐχὶ πρὸς ἐκεῖνα συνωθεῖται δι’ ὧν μέλλει πλέον καταβαπτίζεσθαι· καὶ ἰατρός, ᾧ γε δι’ ἐπιμελείας ἐστὶν ἡ σωτηρία | |
5 | τοῦ κάμνοντος, σπουδὴν ἀναδέχεται, εἰ μὴ δυνατὸν παντελῶς θεραπεῦσαι, ἀλλά γε τέως ἐλαττῶσαι τὸ διενοχλοῦν ἀρρώστημα φάρμακα συντιθέ‐ μενος. Συνίεις οἶμαι τοῦ προοιμίου τὸ βούλημα, εἰ μὴ ἑκόντες ἑαυτοὺς τῇ ἀγνοίᾳ παρέχομεν· ἡ τοῦ θεοῦ ἐκκλησία ἐν τοσαύτῃ ζάλῃ καὶ τρικυμίᾳ καθέστηκεν, καὶ τοσοῦτος καθ’ ἡμῶν διὰ τῶν ἔσωθεν, διὰ τῶν ἔξω‐ | |
10 | θεν ἐγείρεται κλύδων ὡς καθ’ ἑκάστην ἡμέραν, μᾶλλον δὲ εἰπεῖν ὥραν, τὴν παντελῆ κατάδυσιν ἐλπίζειν· καὶ σὺ ἐπισκόπους τῶν ἐκκλησιῶν ἐλαύνεις τοὺς ὑπ’ ἐκείνων χειροτονηθέντας οὓς οὔπω ὑπὸ καθαίρεσιν προφανῆ πεποιήμεθα. Ἢ λέληθέν σε ὡς οὔτε Σάβας ὁ πρὸ σοῦ τὸν θρόνον διέπων τῶν Ἀθηνῶν οὔτε τις ἕτερος τῶν ὁμοταγῶν ἐκείνῳ ὑπὸ | |
15 | καθαίρεσιν γέγονεν, πλὴν τῶν φθασάντων τεσσάρων καθῃρῆσθαι, τοῦ τε Δημητρίου φημὶ καὶ Γαβριὴλ καὶ Γρηγορίου καὶ Κοσμᾶ, ὃς εἰ καὶ μὴ διὰ τὴν αὐτὴν αἰτίαν τοῖς ἄλλοις τρισίν, ἀλλά γε διὰ τὰς ἐν τῇ Ῥώμῃ ψευδολογίας τῇ καθαιρέσει ὑποβέβληται; Πάντα καιρῷ ἰδίῳ διευθύνε‐ ται· τὸ δὲ παρὰ τὸν προσήκοντα καιρὸν γινόμενον ὥσπερ ἀτελές ἐστι, τὸ | |
20 | δὲ ἀτελὲς ἀνάγκη ἀποστερεῖσθαι καὶ διαμονῆς. Ἔδει οὖν σε τὸν καιρὸν | |
κατανοήσαντα καὶ τῶν πραγμάτων τὴν ἀνωμαλίαν μηδὲν διαπράξασθαι οἷόν σοι διαπέπρακται. Ἐπεὶ δὲ οὐκ οἶδα ὅπως εἰς τοῦτο προήχθης, πάντως εἴ τί σοι μέλει περὶ τοῦ μὴ ἐπὶ πλέον χειμάζεσθαι τὴν ἐκκλησίαν καὶ περὶ τῆς ἡμῶν μετριότητος τῆς καθόσον ἐγχωρεῖ ἀνέσεως, τὴν ἐπισκοπὴν ὁ | 398 | |
25 | ἄνθρωπος ἀπολαβέτω, καὶ διαμενέτω ἕως ἂν τὰ δοκοῦντα τῇ ἐκκλησίᾳ εἰς πέρας ἔλθοι καὶ ἡ περὶ τῶν πταισάντων ἀμφιβολία ἐναργῆ κατάκρισιν ἢ ἄλλην τινὰ δέξηται οἰκονομίαν. Ἐρρῶσθαί σε καὶ ψυχῇ καὶ σώματι ἐπευχόμεθα καὶ τῆς ἡμῶν ὑπερεύχεσθαι μετριότητος. | |
114(1t) | Βασιλείῳ μητροπολίτῃ Χαλδίας | |
2 | Ἡ μὲν ὑπόθεσις τοῦ γράμματος ἀναγκαία μὲν τῷ κομίζοντι τὸ γράμμα· διὰ τοῦτο καὶ πληροῦντες τὴν δέησιν αὐτοῦ καὶ τὴν ὑπόθεσιν ταύτην τοῦ γράφειν ἐσχήκαμεν. Ἡμῖν δὲ οὔτε πρότερον οὔτε νῦν | |
5 | ἐδόκει ἀναγκαία ἡ ὑπόθεσις. Οὐ γὰρ κατέστημεν εἰς λογισμὸν ὅτιπερ ἡ σὴ εὐλάβεια ὅλως τινὶ λύπης ἐθελήσει αἴτιος γενέσθαι, οὐχ ὅτι ἀναιτίῳ, ἀλλὰ καὶ κἄν τις ᾖ εὔλογος αἰτία, οἷα τὰ ἀνθρώπινα, λύπης πρόξενος ἀναφαινομένη—ἐπειδὴ καὶ τότε τῆς μὲν αἰτίας τὸ ἰάσιμον ἐπιδεχομένης πάντως θεραπευόμενος οὐ λυπηθήσεται ὁ ταύτην παρασχών· εἰ δὲ πρὸς τὸ | |
10 | ἀνίατον ἤλασε τὸ κακόν, οὐδ’ οὕτως ἔσται παρὰ σοῦ τῷ λυπουμένῳ ἡ λύπη, ἀλλὰ παρὰ τῆς κακίας τοῦ πράγματος. Ἀρκεῖ ταῦτα. Λοιπὸν ἐπὶ τὸ πρᾶγμα χωρῶμεν περὶ οὗ γράψαι διε‐ νοήθημεν. Λελύπηται ὥς φησιν παρὰ τῆς ὑμῶν ὁσιότητος ὁ κομίζων σοι τὴν ἐπιστολήν, ὅτι μονῆς ἐξηλάθη ἐν ᾗ πλεῖστα ἔτη διατελέσας τὴν | |
15 | ἐπιστασίαν ἐγκεχείρισται, μηδὲν ἐργασάμενος τοιοῦτον, μηδὲ ἄξιον τῆς ἐκεῖθεν ἐλάσεως. Τοῦτο ἡμῖν ἀπαγγελθὲν γνῶθι ὅτι λίαν ἥψατο τῆς ψυχῆς. Εἴ τι οὖν σοι μέλει περὶ τοῦ ἐμὲ μὴ λυπεῖσθαι, ἀπόδος τὴν ἰδίαν τάξιν τῷ ἀνθρώπῳ, μηδὲν δειλιῶν ὅπερ ὑποπτεύεις. Οὐ γὰρ ἀφαιρήσεταί τις τὸ μοναστήριον τοῦ ὑπὸ τὴν σὴν τελεῖν ἐξουσίαν, οὔτε | |
20 | ἡμεῖς οὔτε ἄλλος, μέχρις ἂν ἐνταῦθα διάγωμεν. | |
115(1t) | Εὐθυμίῳ μητροπολίτῃ Ἀντιοχείας | |
2 | Ὀδυνηρὰν ἀγγελίαν ἀκούσαντες, ἣν εἴη θεὸς πόρρω τῆς ἀληθείας | |
ποιῶν—ἠκούσαμεν γὰρ βεβλῆσθαί σε νόσῳ καὶ διὰ τοῦτο ἐπὶ τοσοῦτον χρόνον τῆς πρὸς ἡμᾶς ἐπανόδου καθυστερεῖν—ἀπεστείλαμεν ἅμα μὲν | 400 | |
5 | περὶ ὧν ἀκηκόαμεν ἐκμαθεῖν, ἅμα δὲ καὶ σοὶ καὶ ὑγιῶς διατελοῦντι, ὅπερ παράσχοι θεὸς ἐγγενέσθαι, παρηγορίαν τινὰ τῇ τοῦ ἀποσταλέντος πρὸς σὲ καταλήψει. Οἴδαμεν γὰρ ὡς εἰ καὶ μηδὲν ἕτερον διοχλοῦν ᾖ, ἀλλά γε αὐτὸ τοῦτο, ἡ ἐξ ἡμῶν διαχώρησις ἐν χρείᾳ σε παρηγορίας καθίστησιν. Παράσχοι δὲ θεὸς πάσης νόσου καὶ πάσης λύπης ἀπηλλαγμένον θᾶττόν | |
10 | σε παραγενέσθαι καὶ ὀφθῆναι ἡμῖν. | |
116(1t) | Φιλίππῳ Λαρίσσης | |
2 | Ἔγνωμεν ἐκ τοῦ γράμματος τῆς σῆς καρδίας τὸ ἄλγημα, ἔγνωμεν δὲ καὶ ὡς ὑπόνοιαν φέρεις περὶ τῆς ἡμῶν μετριότητος, ὅτι ἐξ ἡμῶν σοι προσγέγονε τὸ ἀλγεῖν. Καὶ ἐπὶ μὲν τῇ ὀδύνῃ τῆς καρδίας σου σφοδρῶς | |
5 | ἠνιάθημεν καὶ ἡμεῖς. Οὐ γὰρ μὴ ὅτι γε σοί, τέκνῳ τυγχάνοντι καὶ ἀρχιερεῖ καὶ τῶν μελῶν οἰκειοτάτῳ, ἀλλ’ οὐδέ τινι ἑτέρῳ τῶν ἐναντίως πρὸς ἡμᾶς ἐχόντων τὸ διακεῖσθαι ὀδυνηρῶς βούλησίς ἐστιν ἡμῖν. Περὶ δὲ ὧν ὑπονοούμεθα, λελυπήμεθα μὲν ὅτι ὅλως ὁτῳδήποτε τρόπῳ τοιαῦτά σοι παρέσχομεν ὑπονοεῖν· πλὴν οὐ τοσοῦτον ἅπτεται τῆς καρδίας τὸ | |
10 | ἄλγος διὰ τὸ συνειδέναι μηδὲν τοιοῦτον ὁποῖον εἰς αἰτίαν φέρεις παρ’ ἡμῶν προελθεῖν. Οὔτε γὰρ τῷ ἀτακτήσαντι περὶ τὴν σὴν ἐπαρχίαν τοῦτο ἐνετειλάμεθα οὐδὲ ὅλως ἀναφέρομεν εἰς ἔννοιαν τοιαύτης αὐτῷ ἐγχειρή‐ σεως, οὔτε τῷ ἀρχιεπισκόπῳ Θηβῶν ὑπὸ σὲ τελοῦσαν ἐκκλησίαν ἐπεστεί‐ λαμεν ἱερῶσαι, ἀλλὰ διδαχθέντες ὡς τοῖς πατριαρχικοῖς προνομίοις εἴ | |
15 | τίς ποτέ ἐστιν ἐκεῖνος ὁ ἐγκεκαινισμένος ναὸς τελεῖ, τοῦτο διωρισάμεθα, οὐ τὴν σὴν ἀρετὴν ῥίπτοντες παρὰ φαῦλον, ἀλλὰ τὸ τῆς ὁδοῦ διάστημα μὴ μαθόντες ἀκριβῶς, λογισάμενοι ὅτι μᾶλλον ἐκείνῳ ἢ σοὶ ῥᾴδιος καὶ κουφοτέρα ἡ ὁδοιπορία καὶ τοῦ προστάγματος ἡ ἐκπλήρωσις. Τοῦτο μὲν οὕτω παρηκολούθησεν, καὶ χρή σε τὸ ἀληθὲς διδαχθέντα τὴν λύπην | |
20 | ἀποθέσθαι. Διὰ τί; Ὅτι καὶ ἀπό γε τοῦ νῦν, εἰ τῆς σῆς ἐπαρχίας ἐστὶν ὁ ἱερωθεὶς ναός, πάντως ὑπὸ σοὶ διατελέσει, καὶ οὐ ζημιωθήσῃ τοῦ σοὶ | |
διαφέροντος πράγματος ἐκ τοῦ μὴ κατὰ λόγον προσγεγονότος. | 402 | |
117(1t) | Λέοντι Συλαίου | |
2 | Ἀπ’ ἀρχῆς τοῦ γράμματος τὴν διάθεσιν τῆς ἡμετέρας ψυχῆς φανεράν σοι ποιοῦντες γράφομεν ὅτι μετὰ σφοδρᾶς τῆς λύπης ἐπὶ τὸ γράφειν πρὸς σὲ κεκινήμεθα. Πῶς γὰρ οὐχὶ βαρεῖαν τὴν ἀλγηδόνα φέρο‐ | |
5 | μεν; ὁπότε λογισμοῖς ἀμείνοσιν, καὶ πάντα λογιζομένοις δι’ ὧν ἡμῖν ἔσται παραψυχή, δι’ ὧν δοξασθήσεται μὲν θεός, κλέος δέ σοι ἀείμνηστον περιγενήσεται καὶ τοῖς ὑπὸ τὴν σὴν ἐφορείαν τῶν βαρυνόντων ἄνεσις καὶ παράκλησις ἡ σὴ ἐπὶ τὸν ἀρχιερατικὸν θρόνον τῆς αὐτόθι ἐκκλησίας κατα‐ στήσεται προβολή· νῦν δὲ τῶν λογισμῶν ἐκείνων (φεῦ τῆς τοῦ δαίμονος | |
10 | ἐπηρείας), ὡς οἱ καθ’ ἑκάστην ἡμῖν προσιόντες ἀπαγγέλλουσι, κατα‐ νοοῦμεν ἑαυτοὺς ἐκπεπτωκότες. Ὁρᾷς ἐξ οἵας συνοχῆς τῆς ἡμῶν ψυχῆς τὸ γράμμα σοι γράφεται; Οὐ γὰρ διαλείπουσι καθ’ ἑκάστην νῦν μὲν μονάζοντες, νῦν δὲ τῆς λαϊκῆς τάξεως, νῦν δὲ καὶ τοῦ κλήρου, τὰς ἐγκλή‐ σεις ποιούμενοι κατὰ σοῦ, ὡς τῶν οἰκείων ἀποδιωκόμενοι, καὶ ἀντὶ τοῦ | |
15 | ῥύεσθαι παρὰ τῆς σῆς ἀρχιερωσύνης αὐτοὺς ἐκ χειρὸς ἄλλης στερεωτέρας, τῆς σῆς δεόμενοι παρὰ τῶν δυναμένων ἀντιλαβέσθαι ῥυσθῆναι. Ἐῶ τὰ λοιπά· ἀλλὰ νῦν ὁ τοῦ Βήματος καθηγούμενος τῆς μονῆς ἐπέστη πλήρης δακρύων, πλήρης ἀθυμίας καὶ συγχύσεως· καὶ τὸ αἴτιον ὅτι σὺν αὐτοῖς μονάζουσιν παρὰ τῆς ὑμῶν ἀπελαύνεται προαιρέσεως, οὐκ | |
20 | οἶδα πόθεν ἐπὶ τοῦτο κινηθέντος σου ἢ τί δίκαιον προϊσχομένου τῆς τοσαύτης βιαίας ἐπιθέσεως. Καίτοι εἰ καὶ πᾶς δίκαιος λόγος παρῆν συναγωνιζόμενος, τοῦτο μόνον ἱκανὸν τέως ἦν ἐπισχεῖν, τὸ τελεῖν ὑπὸ τὴν πατριαρχικὴν ἐξουσίαν, εἰς τὸ μηδὲν τοιοῦτον μὴ ὅτι πράττειν, ἀλλὰ μηδ’ εἰς ἐνθύμιον φέρειν, ἕως ἂν πρὸς τὰ ἐνταῦθα παραγενομένου σου | |
25 | καὶ τῆς ὑποθέσεως προβεβλημένης τὸ δέον πραχθῆναι διέγνωστο. Μή, τέκνον ἡμῶν, εἴ τι σοι μέλει περὶ τῆς ἐμῆς πολυωδύνου ζωῆς, μὴ οὕτω καθίστασο τοῖς ὑπὸ τὴν σὴν ἐπαρχίαν βαρύς, μηδὲ ἀγαπῶμεν τὰς πάντων γλώσσας κινεῖν καθ’ ἡμῶν, μηδὲ ἀντὶ τοῦ πρὸς εὐχαριστίαν θεοῦ ἐφ’ οἷς τῆς ἀπὸ σοῦ ἀπολαύουσιν ὠφελείας διανίστασθαι τοὺς | |
30 | ἀνθρώπους πρὸς λοιδορίας αὐτοὺς ἀνακινῶμεν καὶ τὰς κατὰ τῆς ἐμῆς κεφαλῆς ἀράς. Οἶδας γὰρ ὅτι ὡς ἐπὶ πολὺ οἱ κακῶς πάσχοντες τῶν ἀρχομένων μετὰ τὸ διαβάλλειν τοὺς κακῶς διατιθέντας αὐτοὺς καὶ τὰς ἀρὰς ἀπορρίπτουσιν εἰς τὰς τῶν αἰτίων γινομένων κεφαλάς. Ὅπερ, | |
τέκνον ἡμῶν ἱερόν, πάσῃ δυνάμει φυλαξώμεθα, μάλιστα τοῦ ἀποστόλου | 404 | |
35 | λέγοντος ἀπροσκόπους εἶναι οὐ μόνον ὁμοδόξοις, ἀλλὰ καὶ Ἰουδαίοις καὶ Ἕλλησιν. Οὐκ ἀγνοῶ μὲν οὖν ὅτι καὶ τῇ σῇ συνέσει πλεῖστοι ἐπιτίθενται παραλόγως καὶ πονηρευόμενοι ἀγῶνα ποιοῦνται τοῦ τὴν σὴν ἐκκλησίαν ζημίᾳ περιβαλεῖν. Ἐπίσταμαι ὡς πολλοὶ τοιοῦτοι· καὶ γὰρ διὰ πάντων | |
40 | ὁρῶ κεχυμένην τὴν νόσον τῆς πλεονεξίας, καὶ σπάνιόν ἐστιν εὑρεῖν καὶ ἐν μείζοσι προσώποις καὶ ἐν ἐλάττοσι τὸν μὴ κεκρατημένον τῷ πάθει. Πλήν, τέκνον ἡμῶν, ἐπειδάν τι τοιοῦτον ἀνακύψῃ, τῇ προσηκούσῃ συνέ‐ σει καὶ εὐλαβείᾳ τῇ σῇ ἀρχιερωσύνῃ προσφέρου τοῖς διατιθεμένοις, καὶ μὴ σεαυτὸν ἐκδικεῖν μηδὲ ὡς ἐξ αὐτονόμου ἐξουσίας σεαυτῷ τι περιποιεῖ‐ | |
45 | σθαι καὶ ἀποστερεῖν τοὺς κατέχοντας τὸ ζητούμενον· ἀλλ’ εἴτε διὰ σεαυ‐ τοῦ, εἴτε δι’ ἑτέρου τῶν ἐπιτηδείων προσιέναι τοῖς κατὰ τόπον δικάζειν λαχοῦσι καὶ τῷ ψηφιζομένῳ παρὰ τῆς δικαίας κρίσεως ἀγαπητῶς ἐμ‐ μένειν, ἵνα οὕτω καὶ οἱ πλεονεκτικῶς τι κατέχοντες ἀφαιρούμενοι τοῦ πλεονεκτήματος μὴ ἔχοιεν κατὰ σοῦ γογγύζειν καὶ σοὶ τὸ περιγινόμενον | |
117(50) | παρὰ τῆς δικαιοσύνης μηδεμίαν ἐπιφέρῃ μέμψιν μηδ’ ὑπό τινος κατα‐ βόησιν. Ταῦτά σοι, καὶ πάλιν φημί, λίαν ἐγράψαμεν ὀδυνώμενοι· καὶ εἴ τι περὶ πατρὸς ὀδυνωμένου φροντίζεις, μηκέτι πρὸς ἀνάγκην ἡμᾶς κατα‐ στήσῃς τοιαῦτά σοι γράφειν. Ἐρρωμένον σε ὁ κύριος διαφυλάξει ἐν | |
55 | πᾶσιν εὐαρέστως αὐτῷ διαβιοῦντα καὶ τῆς ἡμῶν μετριότητος ὑπερευχό‐ μενον. | |
118(1t) | Πέτρῳ ἀρχιεπισκόπῳ Ἀλανίας | |
2 | Οὐκ οἶδεν τοὺς πνευματικῶς ἡνωμένους σωματικὴ ἀπόστασις ἀπ’ ἀλλήλων διαχωρίζειν, ἀλλ’ εἰ χρή τι καὶ παράδοξον ἐρεῖν, ἡ τῶν σωμά‐ των διάζευξις πλέον τὴν ἕνωσιν ἀπεργάζεται, ὅλης ὡς εἰπεῖν τῆς σχέ‐ | |
5 | σεως εἰς τὴν τῶν ψυχῶν συνάφειαν καθαρῶς περιισταμένης καὶ μὴ ἐθελούσης μερίζεσθαι οἷς ὑποβάλλει τῶν σωμάτων ἡ ἕνωσις. Οὐ | |
τοίνυν ἀθυμεῖν ἄξιον ὅτι τοῖς σώμασιν διεστήκαμεν, ἀλλὰ μᾶλλον εἰδώς, ὅπερ ἔφην, ὅτι πλέον τῷ πνεύματι συναπτόμεθα, ὑψηλότερος γενοῦ μοι τῆς ἐκεῖθεν περισπώσης τὸν λογισμὸν διοχλήσεως, καὶ τῆς ἐγκεχειρι‐ | 406 | |
10 | σμένης σοι παρὰ τοῦ παναγίου πνεύματος ὅλος ὢν ἱερωτάτης ἀγαλλιάσεως πλήρης ἀντέχου, πρὸς ἐκείνην τὴν ψυχὴν περιστρέφων καὶ τὴν ἐκεῖθεν φυομένην ἡδονὴν τῷ σωτῆρι πάντων Χριστῷ καὶ ἡμῖν τοῖς ταπεινοῖς καὶ τὴν σοὶ προσγινομένην δόξαν τε καὶ ὠφέλειαν, ὀπίσω ῥίψας τὴν ἀθυμίαν καὶ τὰ ἐκείνης ἀηδῆ ἐνοχλήματα. Εἰ γὰρ ἕνεκεν γηΐνου κέρδους μακρὰς | |
15 | ὁδοιπορίας στελλόμενοί 〈τινεσ〉 καὶ γονέων καὶ γυναικὸς καὶ παίδων οὐ μόνον οὐκ ἀθυμοῦντες ἀλλὰ καὶ χαίροντες ἐνίοτε ἀναδέχονται τὴν διάστα‐ σιν, τῆς ἐκ τοῦ κέρδους ἐλπίδος τὸ χαίρειν ἀντὶ τοῦ ἀθυμεῖν χαριζομέ‐ νης, τί δεῖ φρονεῖν τοὺς οἳ μέλλουσι κερδαίνειν ἃ καὶ ἀγγέλοις εἰς ἐπι‐ θυμίαν καὶ μόνης καθίσταται παρακύψεως; Ἀλλ’ εἰκὸς ἐνθυμούμενον | |
20 | τὸ μὴ ἔτι πρὸς θέαν καταστῆναι ἀλλήλοις, κεντεῖσθαι τὴν καρδίαν ὑπὸ τοῦ θερμοῦ πρὸς ἡμᾶς πόθου. Μάλιστα μὲν εἰ καὶ τοῦτο συμφέροι, παρέξει ὁ ἀγαθός, εἰ δὲ ὑποτεμεῖται τὴν τοιαύτην ἀπόλαυσιν, ἀλλ’ ἀντὶ ταύτης χαριεῖται (πεποίθαμεν τῇ ἐκείνου χρηστότητι) τὴν ἀμείνω, ἣν οὔτε χρόνος διατέμνει, οὐ τόπος, οὐκ ἄλλη τις περίστασις ἔξωθεν, ἀλλ’ | |
25 | ἀεὶ παραμένει τοῖς συνοῦσιν ἀμάραντον παρεχομένη τὴν ἡδονήν. Ὁ δὲ φιλάνθρωπος ἡμῶν πατὴρ καὶ θεὸς αὐτός, τέκνον ἡμῶν, συνὼν ἀδιαστά‐ τως εἴη καὶ συναντιλαμβανόμενος οἷς διακονεῖς τῷ εὐαγγελίῳ αὐτοῦ καὶ λύων πάσης ἀκηδίας σκυθρωπότητα καὶ τῆς ἀσβέστου 〈σε〉 φαιδρό‐ τητος καταξιῶν. | |
119(1t) | Ἀνδρέᾳ Πατρῶν | |
2 | Ὅσῃ στενοχωρίᾳ περιστοιχιζόμεθα, καὶ χωρὶς τοῦ ἡμᾶς διδά‐ σκειν οὐ λογιζόμεθά σε, τέκνον ἡμῶν, ἀγνοεῖν. Ἡ γὰρ τῶν πραγμάτων διάθεσις οὐκ ἔστιν οἵα λανθάνειν μὴ ὅτι γε ὑμᾶς, ἀλλ’ οὐδὲ ἄλλον τινὰ | |
5 | τὸν τυχόντα. Διὰ τοῦτο ἐπὶ τοῖς ἐνταῦθα συνέχουσι κακοῖς καὶ οἱ ἐξ ἑτέρων τόπων καθ’ ἑκάστην [καὶ] διοχλοῦντες βαρυτέραν τὴν στενοχω‐ | |
ρίαν ἡμῖν ἀπεργάζονται. Ἔδει οὖν, τέκνον ἐμόν, ἐν παντὶ τρόπῳ προ‐ νοεῖσθαι τῶν αὐτόθεν ἀνερχομένων, καὶ μάλιστα ὑπὸ τὴν σὴν χεῖρα τελούντων, μὴ ἐπιτίθεσθαι ἡμῖν τὰς διοχλήσεις, κἄν ποτε διὰ πταίσματα | 408 | |
10 | οἷα φιλεῖ τὰ ἀνθρώπινα ἀποκίνησίν τινος συμβαίη γενέσθαι τῆς ὑπ’ αὐτοῦ διοικουμένης διακονίας, ἄλλης τινὸς τυγχάνειν παραμυθίας, ἥτις τοῦτον ὥσπερ ἐξιλαρυνεῖ καὶ τὸ ἄτακτον πήδημα τῆς καρδίας συστεῖλαι παρασκευάσει. Νῦν δέ (πῶς εἴπω;) ὡς μὴ δυνάμενοι ἄλλως τὴν ἐπώ‐ δυνον ταύτην ἕλκειν ζωήν, οὕτω κατατεινόμενοι ταῖς ὀδύναις καὶ τὴν | |
15 | ψυχὴν σπαρασσόμενοι πρὸς τὰ ἐνταῦθα παραγίνονται οἱ ἐκ τῶν οἰκείων μετακινούμενοι λειτουργιῶν. Τούτων ἐστὶν καὶ Γρηγόριος ὁ μοναχός, ὅς φησιν ἀποδεδιῶχθαι μοναστηρίου ἐν ᾧ ἀπεκείρατο καὶ οὗ προτιμότερος ἦν καταπεπιστεῦσθαι τὴν διοίκησιν, ὡς ἄλλοις τε τρόποις διαφέρουσαν αὐτῷ καὶ τῇ κατὰ | |
20 | συγγένειαν τοῦ τὸ μοναστήριον συστησαμένου κληρονομίᾳ. Ἀλλ’ ἐκεῖνος μὲν ταῦτα, προστιθεὶς ὅτι ξένος τις καὶ ἀλλότριος καὶ μηδὲν δίκαιον εἰς τὸ ἄρχειν τοῦ μοναστηρίου κεκτημένος, μὴ τρόπον, μὴ βίον, μὴ συγγενῆ τινα πρόφασιν, παρὰ σοῦ προεκρίθη εἰς τὴν τοιαύτην ἐπιστασίαν. Ἡμεῖς δὲ τοῦτό σοι γράφομεν, ὡς εἰ μὲν ὁ τὸ γράμμα ἡμῶν ἐπικομιζόμενος | |
25 | ἀληθῆ ἐδίδαξεν καὶ οὐκ ἔστι τις αἰτία κωλύουσα τοῦ μοναστηρίου ἄρχειν αὐτόν, μὴ ἀποστερείσθω παρὰ τῆς ὑμῶν θεοφιλείας τῆς ἐπιβαλλούσης αὐτῷ κατὰ τὸν τοῦ δικαίου λόγον ἡγουμενείας. Εἰ δέ τί ἐστιν ἐναντίωμα δι’ οὗ ἀνάξιος ἀναδείκνυται τῆς τοιαύτης ἀρχῆς, τέως τῆς ὀφειλομένης παραμυθίας καὶ τῆς σωματικῆς ἀνέσεως τῆς ὅσον ἐστὶν δυνατὸν ἀστε‐ | |
30 | νοχωρήτου ζωῆς, εἴ τί σοι μέλει, τέκνον ἡμῶν, περὶ τῶν ἡμετέρων θλί‐ ψεων καὶ ὀδυνῶν, παντὶ τρόπῳ τὴν 〈πρέπουσαν〉 ὡς ἀρχιερεῖ θεοῦ καὶ ἀπαραιτήτως ὀφείλοντι τὸ φιλάνθρωπον ἐπιδείκνυσθαι καταβαλοῦ περὶ αὐτὸν πρόνοιαν. | |
120(1t) | Τρύφωνι μονάζοντι | |
2 | Καὶ τὸ δῶρον γλυκὺ καὶ οἱ λόγοι οὐ μόνον γλυκεῖς, ἀλλὰ καὶ φέρον‐ τες οὐ μετρίαν ἄνεσιν ἀπὸ τῶν συνεχόντων τῇ ἡμετέρᾳ ψυχῇ. Προεθυ‐ | |
μήθην οὖν προτρέψασθαι τὴν σήν, πάτερ, ὁσιότητα πρὸς τὴν ἀπὸ τῶν | 410 | |
5 | ἱερῶν εὐχῶν παρηγορίαν καὶ διάλυσιν τῶν θλίψεων ἡμῶν· ἀλλ’ ἐκεῖνο ἐνθυμηθείς, ὡς οἱ λόγοι ἐκ τῆς γινομένης πράξεως ἐπὶ τῶν θείων ἀνδρῶν λαμβάνουσι τὴν φωνήν, ἐπέσχον τῆς προτροπῆς ἐμαυτόν. Σὺ δέ μοι καὶ χωρὶς τοῦ προτρέπεσθαι ἡμᾶς τὰ τῶν φιλούντων καὶ συνοδυνωμένων τοῖς φίλοις καὶ πράττων καὶ γράφων πάντως διατελέσεις, καὶ τῆς ἡμῶν | |
10 | ὑπερευχόμενος (πῶς εἴπω;) πάντοθεν ἐπηρεαζομένης, ἐκ τῶν ἔξωθεν, ἐκ τῶν ἔνδοθεν ἐπισυνισταμένων, ταλαιπώρου ζωῆς. | |
121(1t) | Λέοντι πατρικίῳ καὶ στρατηγῷ τῶν Ἀνατολικῶν | |
2 | Ἐδεξάμεθά σου, τέκνον ἡμῶν, τὸ διαπεμφθὲν πρὸς ἡμᾶς γράμμα, καὶ ηὐχαριστήσαμεν τῷ διαφυλάττοντί σε Χριστῷ τῷ θεῷ ἡμῶν, ὃς πεποίθαμεν ὅτι καὶ ἔτι διὰ τὴν προσοῦσάν σοι ἀρετὴν ἐπὶ πλέον διατηρή‐ | |
5 | σει πάσης μὲν ὁρωμένης, πάσης δὲ ἀοράτου ἐναντιότητος ὑψηλότερον. Ἀλλά μοι, τέκνον ἡμῶν, τοῦτο εἰδώς, οἷα δὴ φρόνιμος ὢν καὶ συνετός, ὅτι ὀφθαλμοὶ κυρίου ἐπιβλέπουσι μὲν ἐπὶ πάντας, μάλιστα δὲ ἐπὶ τοὺς εὐθεῖς τὴν καρδίαν, πάσῃ δυνάμει ἀντέχου τῆς εὐθύτητος τῆς δικαιοσύ‐ νης, ἵνα διὰ παντὸς τοῦ θείου ὀφθαλμοῦ πρὸς σὲ ἀτενίζοντος καὶ μηδέ‐ | |
10 | ποτέ σε καταλιμπάνοντος ἐν παντὶ καὶ διανοήματι καὶ πάσῃ μελέτῃ καὶ βουλῇ καὶ πράξει πρὸς τὸ συμφέρον εἴης καθοδηγούμενος. Περὶ δὲ ὧν ἔγραψας ἡμῖν πληρώσομεν τὴν ἐξαίτησιν· μόνον τοιοῦτος ἔστω ὁ παρὰ τῆς σῆς μαρτυρούμενος ἀρετῆς καὶ κατὰ παίδευσιν καὶ κατὰ τὴν ἄλλην τοῦ βίου αὐτοῦ κατάστασιν, ἵνα μήτε ἡμεῖς αἰσχυν‐ | |
15 | θῶμεν μήτε αὐτὸς ἐπὶ τῇ σῇ μαρτυρίᾳ καὶ παρὰ θεῷ καὶ ἀνθρώποις μέμψιν εὑρεθῇς ἀποφερόμενος μήτε ὁ μαρτυρούμενος εἰς κατάκριμα ἴδιον εἰς τὴν τοιαύτην προσληφθῇ διακονίαν. Ἐρρωμένον σε διαφυλάξει ὁ κύριος, καὶ ἐν τῷ παρόντι εὐοδούμενον βίῳ καὶ ἐν τῷ μέλλοντι τῆς ἑτοιμαζομένης τιμῆς καὶ ἀπολαύσεως τοῖς εὐαρεστοῦσιν αὐτῷ μὴ ἀπο‐ | |
20 | πίπτοντα. | 412 |
122(1t) | Ἀμβροσίῳ ἐπισκόπῳ | |
2 | Ἐπὶ τοῖς συνέχουσι κοινῶς ἡμᾶς ἄλγεσιν καὶ νῦν ἰδίως ἀλγήματι τὸ σὸν δεξάμενοι συνεσχέθημεν γράμμα, μεμαθηκότες πάλιν ἐπιτίθεσθαί σοι τὰς νόσους, οὐ μόνον ὅτι τὰ πάθη τῶν τέκνων ἴδια γίνεται, ἀλλ’ ὅτι | |
5 | καὶ ταῖς ἀνακυπτούσαις χρείαις ἡ σὴ χάριτι θεοῦ ἐξυπηρετουμένη σύνε‐ σις, καθώς ἐστι φίλον τῇ δικαιοσύνῃ καὶ πρέπον θεοῦ λειτουργοῖς, καὶ διὰ τοῦτο θεραπεύουσα οὐ μικρῶς τὴν πολυώδυνον ἡμῶν ψυχήν, ἐμπό‐ διον ἕξει τὴν ἐκ τῶν πόνων ὄχλησιν πρὸς τὴν τοιαύτην ὑπηρεσίαν· ἐξ οὗ συμβαίνει καὶ ἡμᾶς ἀποστερεῖσθαι ἧς ἀπελαύομεν θεραπείας. Ὅμως καὶ | |
10 | νῦν ὥσπερ ἐν πᾶσι πρὸς τὸν κοινὸν σωτῆρα καὶ βοηθὸν ἀναφέροντες ἐλπίζομεν τυχεῖν τῆς ἐκεῖθεν ἐπικουρίας· καὶ μὴ τῆς ἐλπίδος εἴη διαπε‐ σεῖν, ὦ σπλάγχνοις φιλανθρωπίας τὰς ἡμῶν ὑπερβαίνων ἁμαρτίας. Περὶ δὲ τῶν κοινῶν τῆς ἐκκλησίας παθῶν τί γράφω; Στῆναι πρὸς θεὸν συντονώτερον καὶ σὲ καὶ εἴ τις ἕτερος θεϊκῆς ἐστι παρρησίας | |
15 | κληρονόμος, καὶ πεῖσαι αὐτὸν συναντιλαβέσθαι κατὰ τὴν μεγάλην αὐτοῦ καὶ ἀνεξιχνίαστον σύνεσιν. Οὐ γάρ ἐστιν ἐξ ἀνθρώπων εὑρεῖν παραμύθιον οὐδὲ λύσιν τῆς τοσαύτης καὶ ἀνιστορήτου κατὰ τῆς ἐκκλησίας ἐπαναστά‐ σης ἐπηρείας τε καὶ κακώσεως, καὶ ἀεὶ μὲν αὐξομένης διὰ τὰς ἁμαρτίας ἡμῶν, συστολὴν δὲ μέχρι καὶ σήμερον οὐδὲ τὸ βραχύτατον ἐπιδεικνυούσης. | |
123(1t) | Ἀνδρέᾳ Πατρῶν | |
2 | Τὰ κοινῶς ἐπιτιθέμενα, τέκνον ἡμῶν, κακὰ ταῖς ἁγίαις τοῦ θεοῦ ἐκκλησίαις, κἂν μηδεὶς ὁ γράφων ᾖ μηδὲ τῷ λόγῳ δῆλα ταῦτα ποιῶν, οὐ λανθάνει τὴν ἡμετέραν ταπείνωσιν. Ἴσμεν γὰρ ὅτι λίαν αἱ βαρεῖαι | |
5 | χεῖρες νῦν ἐδράξαντο καιροῦ τοῦ τὴν οἰκείαν βαρύτητα ἐπιδείκνυσθαι. Ἀλλ’ ὅσον ἐκεῖναι τὸ βάρος ἔχουσι, τοσοῦτον διὰ τὰς ἁμαρτίας ἡμῶν πρὸς τὸ ἀμύνειν ἡμεῖς ἀποδέομεν, ὅσα γε τὰ ἀνθρώπινα. Τί οὖν δεῖ ποιεῖν, ἢ πρῶτον μὲν τὴν θείαν αἰτεῖσθαι βοήθειαν καὶ τοῦ ἐκεῖνον ἅψασθαι τῆς καρδίας τῶν ἐπηρεαστῶν, ὡς ἂν οὕτω καὶ τῶν ἁγίων ἐκκλη‐ | |
10 | σιῶν ἡ βλάβη ἀποδιώκοιτο καὶ τῆς ἐκείνων σωτηρίας γίνοιτο ἡ ἐπι‐ στροφή; Ἔπειτα δὲ καὶ ἡμᾶς χρή, ἐφ’ ὅσον ἐστὶν δυνατόν, πραότητι καὶ ἐπιεικείᾳ καὶ λόγοις παραινέσεως προσφέρεσθαι αὐτοῖς καὶ οἷον κατ‐ επᾴδειν τὰς καρδίας αὐτῶν, πληροφορίαν διδόντας ὡς οὐ φροντίζομεν | |
ἐπικρατείας ἁπλῶς, ἀλλὰ σωτηρίας καὶ τῶν ἐκκλησιῶν τοῦ θεοῦ καὶ | 414 | |
15 | τῆς αὐτῶν ἀπωλείας κηδόμεθα· οἳ ἐν τῷ πορθεῖν τὰς ἐκκλησίας ἀγνο‐ οῦσιν ἑαυτοὺς αἰχμαλώτους ποιοῦντες καὶ τοῦ πλούτου τοῦ θεοῦ καὶ τῆς δόξης ἀλλοτριούμενοι, πρὸς δὲ τὸν ἀλάστορα τοῦ ἀνθρωπίνου γένους καὶ ἐξ ἀρχῆς ἐχθρὸν καὶ πολέμιον ὑπαγόμενοι καὶ σὺν αὐτῷ τῇ αἰωνίῳ καταδίκῃ συναριθμούμενοι. | |
20 | Πλὴν καὶ πρὸς οὓς ἔφης τῶν μοναστηρίων ποιεῖσθαι τὴν κατά‐ λυσιν, ὅσοι τοῖς αὐτόθι πάρεισιν, ἡμέτερα ἐξεπέμφθη γράμματα, τοῦτο μὲν παράκλησιν, τοῦτο δὲ καὶ ἐπιτίμησιν ἔχοντα, ἐὰν ἄρα ἀκούσωσι τῶν γεγραμμένων. Πρὸς δὲ τοὺς ἀναδραμόντας ἐνταῦθα αὐτόν σε δεῖ παραγενέσθαι. Τάχα γὰρ οὕτως ἐν ἡμετέρᾳ ὄψει παρ’ ὑμῶν γινομένων | |
25 | τῶν λόγων πρὸς τοὺς ἐπηρεάζοντας ὄφελός τι γενήσεται. Τὸ δὲ μοναστήριον ὅπερ ᾔτησας οὕτω θοῦ πρόνοιαν (σὺν θεῷ φάναι) εἰς ἐπίδοσιν καταστάσεως ἐλθεῖν, ὥστε μήτε ἡμᾶς μεταμεληθῆναι μήτε σὲ πρὸς μέμψιν καταστῆναι ἐπὶ φαυλοτέρᾳ τῶν τε πραγμάτων αὐτοῦ καὶ τῶν ἐκεῖ διαγόντων μοναχῶν διοικήσει. | |
124(1t) | Γρηγορίῳ Ἐφέσου | |
2 | Οὔτε φιλονείκως ἔχοντες οὔτε ὡς ἄν τις ὑπὲρ ἰδίας αἰσχύνης ἀγω‐ νιζόμενοι ἴσως ταῦτά σοι γράφομεν· καὶ τὸ φιλόνεικον γὰρ θεοῦ χάριτι οὐ μεμελετήκαμεν καὶ τῆς παρὰ ἀνθρώπων αἰσχύνης οὐ πεποιήμεθα | |
5 | λόγον· ἀλλὰ γράφομεν ταῦτα καὶ ὑπ’ αὐτοῦ κινούμενοι τοῦ συνειδότος ἡμῶν καὶ ὑπὸ τῶν δακρύων τοῦ χειροτονηθέντος ὑφ’ ἡμῶν (ὡς ἡ τότε παρ’ ὑμῶν γέγονε μαρτυρία, μηδεμιᾶς προκειμένης ἀντιλογίας) καὶ ὑπὸ τοῦ νῦν πλήθους προσυπαντῶντος καὶ διισχυριζομένου ἦ μὴν ἀληθῆ λέγειν, καὶ εἴ τι ψεῦδος ἀπελέγχοιτο, τοῦτο τιμωμένων θανάτου. Ταῦτα | |
10 | ἐκίνησεν ἡμᾶς γράψαι πρὸς τὴν ὑμῶν ἀρχιερατικὴν τελειότητα οἷα γρά‐ φομεν· 〈καὶ〉 ὑπ’ αὐτῆς τῆς χάριτος τοῦ παναγίου πνεύματος, παρ’ οὗ κατέστης ἀρχιερεύς, ἀσφαλῆ ὄντα ἐπὶ μᾶλλον διασφαλιζόμεθα, καί φαμεν μὴ τὴν περὶ τοῦ ἀνδρὸς μαρτυρίαν, εἴτε τῶν χειρόνων εἴτε τῶν ἀμεινόνων ἐστίν, παρέργως ἀκοῦσαι, μηδὲ παρὰ ἀνθρώπων τῶν ἐξ ἐπιπολῆς αὐτὸν | |
15 | γινωσκόντων, ἀλλ’ ἐξ αὐτῆς ἐκείνης τῆς ἐπαρχίας ἐν ᾗ καὶ τὴν γένεσιν ἔσχεν καὶ ἀνατέθραπται καὶ τῶν ἀκριβῶς εἰδότων τὴν ἐκείνου πολιτείαν καὶ βιοτήν. Οἶδας γὰρ οἷα τῶν θνητῶν ἐστι πραγμάτων ἡ φύσις, καὶ | |
οὔτε μέγεθος ἀξιώματος οὔτε σχῆμα νομιζόμενον εὐλαβείας ἱκανόν ἐστιν πίστιν ἐπιθεῖναι τοῖς λόγοις χωρὶς τῆς τῶν πραγμάτων συνομο‐ | 416 | |
20 | λογίας. Εἰ γὰρ ἁπλῶς τὰ ὦτα τοῖς ἐπαίνοις καὶ ταῖς λοιδορίαις διαν‐ οίξομεν, λήσομεν ἑαυτούς, εἰ μὴ τὸ οἰκεῖον προσίσταται συνειδός, μηδὲ ἑαυτοὺς γινώσκοντες, ἀλλὰ νῦν μὲν εἰς τὴν τῶν ἀγγέλων ἀνάγοντες ἑαυ‐ τοὺς τάξιν, νῦν δὲ πρὸς τὴν τῶν μιαρῶν δαιμονίων καταβιβάζοντες. Τοιαῦτά ἐστι τὰ οἰκτρὰ τῶν ἀνθρώπων (οἴμοι πῶς εἴπω;) εἴτε ἀκουσίως | |
25 | ἡμῶν ὑπὸ τοῦ σαρκικοῦ φρονήματος εἴθ’ ἑκουσίως καταδουλουμένων καὶ φρονήματος καὶ σπουδάσματος. Ἀλλὰ σύ γε, ὦ ἄνθρωπε τοῦ θεοῦ, εἴπερ ἄλλοτέ ποτε, νῦν τῷ ἀκριβεῖ κριτηρίῳ τῆς σῆς συνέσεως τὴν περὶ τοῦ ἀνδρὸς ἀμφισβήτησιν διαιτήσας, καὶ ἡμᾶς καὶ σεαυτὸν ἀπαλλάξαι τυχὸν μὲν ἀνθρωπίνου μώμου, τυχὸν δὲ καὶ θεϊκοῦ κατακρίματος | |
30 | προνοήθητι. | |
125 | Οὐκ ἀγνοοῦμεν ὅσα τὴν ὑμῶν θεοφιλῆ συνέχοντα θλίβει ψυχήν. Ἀλλὰ τί δεῖ ποιεῖν ἢ πράως φέρειν καὶ ὅσον δυνατὸν φρονίμως τοῖς πράγμασιν συναρμόζεσθαι; Ὅταν γὰρ πράγματα χαλεπὰ ὄντα καὶ τὴν τοῦ καιροῦ προσλάβηται χαλεπότητα, ἀμήχανον ἐξ ἑτοίμου κατάστασιν | |
5 | αὐτὰ προσλαβεῖν· καὶ τοῦτο ἴδοις ἂν ἄνωθεν καὶ ἐξ ἀρχῆς καὶ μέχρι τοῦ νῦν ὁδῷ καταβαίνων ἐν ταῖς διοικήσεσι τῶν πραγμάτων γινόμενον. Ὥσ‐ τε καὶ σύ, τέκνον ἡμῶν, πειθόμενος τῇ κοινῇ καὶ κοσμικῇ τάξει, πράω καὶ μακροθύμως καρτέρει τὰ συμπίπτοντα, μᾶλλον δὲ ὅσα ἡ προλα‐ βοῦσα τοῦ χρόνου κακία κακῶς διέθηκεν, καὶ σὺν θεῷ κατὰ βραχὺ τὸν | |
10 | δυνατὸν ἐπανόρθου τρόπον αὐτά· καὶ μὴ ἀθρόον βουλόμενος τὴν ἐπαν‐ όρθωσιν δοῦναι, ὑπὸ τῆς ἀντικειμένης τῶν τὴν πονηρίαν φιλούντων σπουδῆς τε καὶ μηχανῆς καὶ σεαυτῷ λύπας προξενῇς καὶ τοῖς πράγμασιν ἀντὶ ὠφελείας ἀφορμὴν παρέχῃς ἐπὶ τὰ χείρω προϊέναι. Ἀλλὰ ταῦτα γράφομεν ἐξ ὧν καὶ ἡμεῖς πεῖραν λαμβάνομεν τὴν σὴν ὑπομιμνήσκοντες | |
15 | σύνεσιν, δοίη δὲ θεὸς ἐπὶ τὸ ἄμεινον πάντα μετασκευασθῆναι, καὶ ὡς ἂν ᾖ σοί τε ἄλυπον καὶ τοῖς ἐκείνου εὐάρεστον κρίμασιν. Τὰ δ’ ἄλλα μὴ | |
διαλίποις ἐν ταῖς ὁσίαις εὐχαῖς σου μεμνημένος τῆς ἡμῶν μετριότητος. | 418 | |
126(1t) | Ἰγνατίῳ μαγίστρῳ γεγονότι, μονάσαντι | |
2t | δὲ ἐν τῷ Μεγάλῳ Ἀγρῷ | |
3 | Καὶ νῦν καὶ πρότερον μεγάλην εὑρηκότες παράκλησιν ἐκ τῶν γραμμάτων τῆς ὑμῶν ὁσιότητος τῶν διὰ τὰς ἁμαρτίας ἡμῶν συνεχόντων | |
5 | ἡμᾶς, εὐχαριστίαν τῷ δοτῆρι τῶν ἀγαθῶν θεῷ ἀνεπέμψαμεν, ὃς τὴν ἀληθῶς εἰλικρινῆ καὶ πνευματικὴν ἀγάπην διατετήρηκεν ἡμῖν, σχεδὸν πάντων ὅσοι ταύτην ἐπηγγέλλοντο πρὸς ἡμᾶς κεκτῆσθαι τῆς αὐτῶν ἐπιλανθανομένων ἐπαγγελίας. Ἀλλ’ ὅπερ ἔφην, σὲ διεφύλαξεν ἡμῖν ὁ ἀγαθός, ἅμα μὲν τὴν σὴν τελειοτάτην ἀρετὴν τοῖς μιμεῖσθαι τὰ καλὰ | |
10 | βουλομένοις παράδειγμα προτιθείς, ἅμα δὲ καὶ ἡμῖν ἐν τοιούτῳ καιρῷ μέγα παραμύθιον χαρισάμενος τῶν περιστοιχισάντων ὀδυνηρῶν. Ἃ δὲ περὶ τῆς τοῦ θεοῦ ἐκκλησίας καλῶς καὶ φρονίμως καὶ ἀξίως τῆς σῆς εὐλαβείας ὑπέμνησας, γίνωσκε ταῦτα ἡμῖν διὰ πολλῆς ἐφέσεως ἐξ ἀρχῆς καὶ σπουδῆς ὑπάρχειν· ἀλλ’ ὡς ἔοικεν καὶ ἐνταῦθα κατὰ πρόσω‐ | |
15 | πον ἀνθισταμένων μοι τῶν ἁμαρτιῶν διαμαρτάνω τῆς ἐπιθυμίας. Τῶν μὲν γὰρ ἡμαρτηκότων τῇ τοῦ θεοῦ ἐκκλησίᾳ ἀντὶ τῆς ἐπὶ τῇ πταίσματι κατανύξεως καὶ τῆς τῶν κακῶν συναισθήσεως ὅσα τὴν ἐκκλησίαν κατέ‐ λαβεν διὰ τοῦ προδοῦναι τούτους τὴν τῆς ἐκκλησίας κατάστασιν μᾶλλον δικαίωσιν 〈ὡσ〉 νομίζουσι προτεινόντων καὶ οὐ μόνον οὐ ταπεινουμένων | |
20 | ἀλλὰ καὶ ὀφρὺν ἐπαιρόντων, τῶν δὲ ὑπὲρ τῆς ἐκκλησιαστικῆς εὐταξίας δεινὰ πεπονθότων καὶ ἄλλως μὲν σκληρυνομένων, μάλιστα δὲ δι’ ἣν ἔφην αἰτίαν εὐλόγως ἀποκλειόντων αὐτοῖς τὰ σπλάγχνα τῆς συμπαθείας, εἰς ἀπορίαν ἐσχάτην καθέστηκα καὶ μεταξὺ ἐκείνων τε καὶ τούτων ὥσπερ ἐν ἀδιεξοδεύτῳ πελάγει χειμάζομαι, πρὸς μόνην ἀφορῶν τὴν | |
25 | θείαν πρόνοιάν τε καὶ κυβέρνησιν καὶ τὴν ἐκεῖθεν ἀναμένων βοήθειαν ἅτε πάσης ἀνθρωπίνης περινοίας εἰς τὸ ἄπορον καθισταμένης. Τὸ γὰρ κατα‐ λιπεῖν τοὺς οἰκείους καὶ μετὰ τῶν τέως ἐναντίων γενέσθαι ἀμήχανον, καὶ μετὰ τοῦ ἀμηχάνου παντελῶς ἄτοπον· τὸ δὲ μὴ βούλεσθαι πάλιν τούτους τῷ ἡμετέρῳ πείθεσθαι λόγῳ τῆς πρὸς ἐκείνους ἀπείργει καὶ | |
30 | μὴ βουλομένους ἑνότητος. Τί οὖν δεῖ ποιεῖν ἢ ἐκτενέστερον διὰ τῶν | |
ὁσίων ὑμῶν εὐχῶν δυσωπῆσαι τὸν ἐπὶ τῷ ἰδίῳ αἵματι τὴν αὐτοῦ ἐκ‐ κλησίαν θεμελιώσαντα, συμβιβάσαι πάντας τῇ ἀνεξιχνιάστῳ αὐτοῦ καὶ ὑπερσόφῳ συνέσει καὶ ὡς αὐτὸς ἐπίσταται τοῦ τοσούτου κακοῦ τὴν λύσιν παρασχεῖν; ὡς τά γε ἀνθρώπινα πάντα ὁρῶ ἡττώμενα τῆς αὐτῶν | 420 | |
35 | φιλονεικίας καὶ προαιρέσεως. Ἐρρωμένον σε διαφυλάξοι θεὸς τῆς ἡμῶν ὑπερευχόμενον ταπεινότητος. | |
127(1t) | Λέοντι πρωτοσπαθαρίῳ καὶ κριτῇ Παφλαγονίας | |
2 | Οὐδὲν οὕτω δῶρον ἡδὺ τοῖς ἡνωμένοις τῇ κατὰ θεὸν ἀγάπῃ ὁποῖον τὸ τοὺς ἀγαπῶντας ἀναμαθεῖν τῶν ἀγαπωμένων τὴν εὐετηρίαν. Τούτῳ δὴ τῷ καλλίστῳ δώρῳ καὶ ἡδυτάτῳ καὶ ἡδύνθημεν καὶ ἡδυνόμεθα, καὶ | |
5 | δεόμεθα τοῦ θεοῦ μηδέποτε τὴν τοιαύτην ἡδονὴν ἐπιλείψειν ἡμᾶς. Ἡδέα δὲ ἡμῖν καὶ ἃ πλεονεκτῶν τὰ προβάτια δῶρα ἀπέστειλας, καὶ ταῦτα κριτὴς ὢν καὶ τὴν πλεονεξίαν ὀφείλων διώκειν. Ἢ οὐ δοκεῖ σοι πλεο‐ νεκτεῖν τὸ τοὺς ἄρνας τροφῆς ἀποστερεῖν, ἵνα μὴ μόνον σὺ τρυφᾷς, ἀλλὰ καὶ τοῖς φίλοις παρέχῃς συντρυφᾶν; Πλὴν ἀλλὰ σοῦ γε ἕνεκεν ἡδέως | |
10 | ἐδεξάμεθα· σὺ δὲ ὅρα ὅπως καὶ τὴν ἐκείνων πλεονεξίαν παραμυθήσῃ καὶ τοὺς φίλους τοῖς τοιούτοις δώροις μὴ διαλείπῃς φιλοτιμούμενος. | |
128(1t) | Βασιλείῳ Χαλδίας | |
2 | Καὶ τῆς πρὸς ἡμᾶς συμπαθείας, ἣν ὥστε μηδὲ θλίβουσαν ἀπαγ‐ γελίαν εἰς ἀκοὰς ἡμῶν ἐλθεῖν ἔθου διὰ προνοίας, ἐν μεγάλῳ μέρει ἀπο‐ δοχῆς πεποιήμεθα, καὶ τὰς ὑμετέρας δὲ ἀλγηδόνας, ἃς οὗτος ὁ πικρὸς | |
5 | καιρὸς καὶ πλήρης ὅλως τῶν θλίψεων ὑμῖν ἐπεγείρει, ἐν ὀδύνῃ καρδίας μεμαθηκότες ὑπέστημεν· καὶ πολλῇ συσχεθέντες ἀμηχανίᾳ, ὡς ἐν ἀπό‐ ροις πρῶτον μὲν τῷ κηδεμόνι καὶ σωτῆρι τὴν κοινὴν ἀνηνέγκαμεν συνοχὴν καὶ αὐτὸν ἐξῃτησάμεθα, ἢ δοῦναι τῶν συνεχόντων τὴν λύσιν ἢ | |
εἰ μὴ τοῦτο βούλοιτο, οἷς ἐπίσταται δικαιώμασιν, παρασχεῖν ὑπομονὴν | 422 | |
10 | φέρειν εὐχαρίστως, ὥστε μὴ μετὰ τοῦ πάσχειν οἷα πάσχομεν καὶ τῶν τῆς ὑπομονῆς ἐκπεσεῖν ἀντιδόσεων. Ἀλλὰ ταῦτα μὲν πρὸς τὸν φιλάνθρωπον δεσπότην· ἔπειτα δὲ καὶ ὅσον ἡμῖν δυνατὸν ἐκ τῆς ἐν κόσμῳ βοηθείας ἄνεσιν ἐπινοήσασθαι ὑμῖν, οὐδὲ αὕτη ἐν ὀλιγωρίᾳ ἀπέρριπται, ἀλλ’ ᾐτησάμεθα τῷ στρατηγῷ γραφῆναι τοὺς ἐπιτιθεμένους ταῖς τοῦ θεοῦ | |
15 | ἐκκλησίαις ἀναστέλλειν τῆς ἐπιθέσεως. Αἱ δὲ τῶν ὡς ἔφης αἱρετικῶν γλωσσαλγίαι ἄνθρωπόν σε ὄντα θεοῦ καὶ ἀπ’ ἀρχῆς ἐσπουδακότα τοῖς ἐκείνου ἄγεσθαι νόμοις μηδὲν ἀλγυνέτωσαν. Διὰ τί; Ὅτι τὸ γλωσσαλγεῖν ἐκείνους οὐδὲν ἡμᾶς ζημιοῖ, ἀλλὰ τοὐναντίον μᾶλλον εἰ βουλοίμεθα καὶ μεγάλης ὠφελείας ἐν ἀπο‐ | |
20 | λαύσει γινόμεθα. Ὅταν γὰρ ὁ μὲν λοιδορῇ, ἡμεῖς δὲ εὐλογοῦμεν, ὅταν ὁ μὲν ὑβρίζῃ, ἡμεῖς δὲ ὑπερευχόμεθα, πράως καὶ φιλοσόφως ἀνεχόμενοι τῶν κακογλώσσων τῆς ὕβρεως, οὐ δεόμεθα μαθεῖν ὅσον ἡμῖν ἐκ τούτου περιγίνεται κερδαίνειν. Πῶς οὖν ἄξιον δυσχεραίνειν ἡμᾶς ὑπὲρ ὧν κερ‐ δαίνομεν; Μὴ οὖν ἀθύμει διὰ ταῦτα, τέκνον ἡμῶν ἱερόν, μηδὲ λύπαις συν‐ | |
25 | έχου· ἀλλ’ ἐκείνους μὲν ἔα ἐπὶ τῇ ἑαυτῶν ἀσχημοσύνῃ ἐγκαλλωπίζε‐ σθαι, σὺ δὲ πρὸς τὴν κοινωνίαν τῆς τιμῆς ἀποβλέπων τοῦ λοιδορηθέντος, τοῦ ἐμπτυσθέντος, τοῦ ῥαπισθέντος Χριστοῦ τοῦ θεοῦ ἡμῶν, ἵνα σιγήσω τὸν ἐπονείδιστον θάνατον, χάριν ἔχε καὶ εὐχαρίστει, ὅτι σοι ἑτοιμάζεται διὰ τῆς μικρᾶς τῶν λόγων φλυαρίας ἡ μεγάλη τῆς τοῦ Χριστοῦ δόξης | |
30 | ἀπόλαυσις. Οἱ δὲ τυφθέντες ἐπίσκοποι καὶ ἱερεῖς, ὅσον μὲν δυνατὸν καὶ συνέρ‐ χεται ὁ καιρός, πάντως ἐπιτεύξονται καὶ τῆς ἐξ ἀνθρώπων βοηθείας, ὑπόμνησιν ἡμῶν ποιουμένων οἷς δέδοται τὸ βοηθεῖν· τὰ δὲ ἄλλα τῆς σῆς ἐστιν ἱερᾶς συνέσεως μὴ μόνον σεαυτόν, ἀλλὰ κἀκείνους παρακαλεῖν καὶ | |
35 | μακροθύμως φέρειν, ἐπείπερ διὰ τὰς ἁμαρτίας ἡμῶν εἰς τοῦτο παρα‐ δεδόμεθα· οὐ μόνον δέ, ἀλλὰ καὶ τὴν τῶν ἀρχόντων χαλεπότητα διὰ τῆς ἐπιεικείας καὶ τῆς τῶν τρόπων ἀγαθότητος, θεοῦ πρὸς τοῦτο συν‐ αίροντος, ἐξομαλίζειν πειρᾶσθαι, καὶ μὴ διὰ τοῦ τραχύνεσθαι ἡμᾶς τραχυτέραν τὴν ἐκείνων παρασκευάζειν προαίρεσιν. | |
40 | Ἐπὶ πᾶσι δὲ τὰ πάθη τῶν ἁγίων καὶ μακαρίων πατέρων ἡμῶν ἀεὶ φέροντες ἐπὶ μνήμης αὐτοί τε τῆς βαρύτητος ἀνακουφιζώμεθα τῶν δεινῶν καὶ τοὺς ταῖς ὁμοίαις συμφοραῖς ἐξεταζομένους ἀδελφοὺς ἡμῶν σὺν θεῷ ἀναφέρωμεν· καὶ μὴ τῇ ἀθυμίᾳ καταβαπτιζώμεθα, ἐκεῖνο | |
γινώσκοντες ὅτι καθώσπερ τοῖς φιλοκόσμοις τὸ διαχεῖσθαι καὶ τρυφᾶν | 424 | |
45 | οἰκεῖον, οὕτω καὶ τοῖς φιλοθέοις τὸ θλίψεσι καὶ τῇ τῶν ταλαιπωριῶν συνοχῇ τὸν βίον διεξανύειν. Τίς δέ μοι δοίη καὶ ὑπὲρ τῶν ἐμὲ νυκτὸς καὶ ἡμέρας διατηκόντων χαλεπῶν τοῦτο εἰπεῖν, ἀλλὰ μὴ τῆς μελλούσης βασάνου προοίμιον ὑπάρχειν τὰ νῦν βασανίζοντα; Ἐρρωμένον σε δια‐ φυλάξει ὁ κύριος, τῆς ἡμῶν ὑπερευχόμενον μετριότητος. | |
129(1t) | Λέοντι Συλαίου | |
2 | Ἃ μὲν πρότερον ἐγράφη τῇ ἀρετῇ σου, ἐγράφη μαθόντων ἡμῶν ὁποῖά σοι τὸ γράμμα ἀπήγγειλεν· νυνὶ δὲ τὸ σὸν ἐπελθόντες γράμμα καὶ δι’ αὐτοῦ γνόντες τὰ περὶ τοῦ ταλαιπώρου ἐκείνου, κατεστενάξαμεν μὲν | |
5 | καὶ τῆς ἀνθρωπίνης περιπτώσεως, κατεστενάξαμεν δὲ καὶ τῆς ἐκείνου ψυχοφθόρου βλάβης, εἴ γε οὕτως ἀθλίως διέθηκεν ἑαυτόν. Σὲ δὲ παραι‐ νοῦμεν μὴ ἀσχάλλειν, ἐπειδάν τινων καταψευδομένων τῆς σῆς ἀρετῆς ἀνάγκην ἔχωμεν δι’ ἐκείνους λυπηρότερα γράφειν, ἀλλὰ μᾶλλον χαίρειν ὅτι διὰ τοῦ ἐλέγχου τῆς ψευδολογίας αὐτῶν ἡ σὴ λαμπροτέρα διαδείκνυ‐ | |
10 | ται σύνεσις. Ἐβουλόμεθα οὖν, ἵνα μηδὲν αὐτῷ καταλειφθῇ ἀντιλογίας ἀφορμή, σοὶ ἐπιτρέψαι ὥστε πάλιν ἀκριβέστερον μετά τινων ἑτέρων προσώπων ἐξερευνῆσαι τὸ ὀλέθριον ἐκεῖνο πταῖσμα. Ἀλλ’ ἐπειδὴ συνείδομεν ὡς δόξει πάλιν ἀντιλαμβάνεσθαι συστάσεώς τινος τῷ λέγειν ἀπεχθῶς πρὸς αὐτὸν ἔχειν σε καὶ διὰ τοῦτο παραιτεῖσθαι ἅπερ ἂν | |
15 | αὐτὸς διαιτήσῃς, τούτου χάριν ἑτέροις προσώποις τὴν τοιαύτην ἐπίσκε‐ ψιν παρεπέμψαμεν, ἵνα μηδ’ ὅλως αὐτῷ ὑπολίποιτο πρόφασις ἀντιλογίας καὶ δικαιώσεως. Σὺ δέ, τέκνον ἡμῶν, ἄν τε γράφωμεν ἄν τε μὴ γράφω‐ μεν, εἰδὼς ὅτι ἐν τῇ μυστικῇ παστάδι φωστὴρ ἐναπετέθης ἐπέχων λόγον ζωῆς, οὕτω καὶ φρόνει καὶ πρᾶττε ὅπως τῶν ἔργων σου τῷ φωτὶ ὅσοις | |
20 | περιγίνηται βλέπειν δοξάζωσι τὸν ἐν οὐρανοῖς πατέρα ἡμῶν καὶ σὲ διὰ τῶν ὀφειλομένων δικαίων φέρωσιν ἐπαίνων, εὐχαριστοῦντες ἐφ’ οἷς | |
τοιούτου ἀπολαύουσιν ἀρχιερέως. Ἐρρωμένος διαφυλαχθείης. | 426 | |
130(1t) | Ἰγνατίῳ Κυζίκου | |
2 | Εἰ καὶ ὀψὲ καὶ μόλις, ὅμως τὰ σὰ δεξάμενοι γράμματα καὶ δι’ αὐτῶν τὰ περὶ σοῦ μαθόντες ἄνεσίν τινα τῶν συνεχόντων περὶ σοῦ φροντίδων ἐσχήκαμεν. Χρόνου γὰρ τοσούτου παρῳχηκότος καὶ μηδε‐ | |
5 | μιᾶς, μὴ διὰ λόγου, μὴ διὰ γράμματος, μὴ διὰ ψιλῆς φήμης ἀγγελίας τινὸς καταλαμβανούσης, ἐν πολλῇ συνοχῇ ἐπὶ πᾶσιν οἷς συνεχόμεθα διὰ τὰς ἁμαρτίας ἡμῶν διετελοῦμεν· μάλιστα ὑπόσχεσιν ἡμῖν παρασχομένης τῆς σῆς ὁσιότητος ὡς μετὰ τὴν τοῦ παναγίου καὶ ζωοποιοῦ σταυροῦ ὕψωσιν αὐτίκα τὰ ἐνταῦθα καταλήψῃ. Πλὴν τῷ ἁγίῳ θεῷ χάρις τῷ τέως ἐν τῷ | |
10 | παρόντι δεδωκότι τὰ περὶ τῆς ὑμῶν ἀρχιερωσύνης ἀναμαθεῖν. Τί με δεῖ πλέον γράφειν; Ἐκεῖνο μόνον ἐπισημαινόμεθα· ταχέως ἧκε, τὰς ἀναβολὰς καὶ ὑπερθέσεις καταλιπών. Οὐ γάρ ἐστιν τοιαῦτα τὰ πράγματα οἷα τῆς ἔξω ὑμῶν διατριβῆς ἐθέλειν ἀνέχεσθαι, ἀλλ’ ἀγαπητὸν εἰ καὶ παρόντων ὑμῶν ὁμαλότητός τινος ἐπιτεύξεται. Ἐρρωμένον σε διαφυ‐ | |
15 | λάξει ὁ κύριος, ὑπερευχόμενον τῆς ἡμῶν μετριότητος. | |
131(1t) | Τρύφωνι μονάζοντι | |
2 | Μεγάλην παράκλησιν ἐπὶ τῷ γράμματι τῆς ὑμῶν ὁσιότητος εὑρηκότες χάριν ἀνηνέγκαμεν τῷ θεῷ τῷ κηδεμόνι τῆς πολυωδύνου ζωῆς ἡμῶν, ὃς ἐκίνησεν ὑμᾶς ἐπὶ τὸ γράψαι καὶ παρακαλέσαι τὴν ἡμε‐ | |
5 | τέραν ταπείνωσιν. Ἀλλ’ ὥσπερ τοῖς λόγοις, οὕτω καὶ τῇ σῇ παρουσίᾳ μὴ βραδύνῃς καὶ συγγενέσθαι ἡμῖν καὶ κοινωνήσων τοῦτο μὲν τῶν συνεχόντων, τοῦτο δὲ καὶ λόγων ὁμιλίας, τοῦ θεοῦ διδόντος, οἰκείᾳ γλώσσῃ τὴν παράκλησιν προσφέρων ἡμῖν. Περὶ δὲ ὧν ἠξιοῦ, ὅσον ἡ τῶν πραγμάτων συνεχώρει διοίκησις (ἑπόμεθα γάρ, κἂν βουλώμεθα | |
10 | κἂν μὴ βουλώμεθα, τῇ τῶν πραγμάτων ἀνάγκῃ), τοσοῦτον καὶ διῳκη‐ σάμεθα. Τὰ δ’ ἄλλα ἐρρῶσθαί σε ἐπευχόμεθα καὶ τῆς ἡμῶν μεμνῆσθαι | |
μετριότητος. | 428 | |
132(1t) | Γρηγορίῳ Ἐφέσου καὶ Φωτίῳ Ἡρακλείας | |
2t | οὖσιν ἐν ὑπερορίᾳ | |
3 | Οὔτε ὑμᾶς, τέκνα ἐμά, τὸ πικρὸν ἄλγημα τῆς ἐμῆς ταπεινῆς δια‐ λανθάνει καρδίας οὔτε τῶν ὑμετέρων σπαραγμάτων καὶ ὀδυνῶν ἐν | |
5 | ἀγνοίᾳ ἡμεῖς καθεστήκαμεν. Ἡ γὰρ τοῦ παναγίου πνεύματος ἑνότης ἡ πρὸς ἓν φρόνημα καὶ μιᾶς κίνημα καρδίας ἡμᾶς διαθεμένη, αὐτὴ ὥσπερ εἰς τὸ συμπάσχειν συνῆψεν, οὕτω καὶ τὸ ἀκριβῶς εἰδέναι τὰ ἀλλήλων πάθη παρασκευάζει. Τί οὖν ἢ κοινῇ τὴν εὐχαριστίαν φέρειν δεῖ τῷ θεῷ ἐφ’ οἷς διωκόμεθα μέν, οὐ καταβαλλόμεθα δὲ θεοῦ χάριτι, καὶ οἷς ὅσον | |
10 | ἐπὶ τοῖς ἐπηρεασταῖς ἀποθνῄσκομεν, ζῶμεν δὲ ὑπὸ τοῦ ζωοποιοῦντος θεοῦ συντηρούμενοι; Ἀληθῶς ἐστι καὶ νῦν ἰδεῖν θείων καὶ παραδόξων γένεσιν πραγμάτων, καὶ στομάτων θηρίων θεοῦ ῥυομένους θεράποντας καὶ καμίνου πυρὸς ἀβλαβεῖς τηρουμένους τοὺς τὴν ἑαυτῶν σωτηρίαν τῇ ὑψίστῳ ἀναθεμένους προνοίᾳ. | |
15 | Ταῦτά μοι ἐπιόντα εἰς νοῦν μεγάλη παράκλησις καὶ τῆς ἀθυμίας ἀνάκτησις γίνεται· ταῦτα καὶ ὑμεῖς, τέκνα ἐμά, καθ’ ἑαυτοὺς λογιζόμε‐ νοι, εἰ καὶ βαρεῖς οἱ ἐπικείμενοι πειρασμοί, μετὰ τῆς ἀμείνονος ἐλπίδος ὑψηλότερον τὸ φρόνημα καὶ πρέπον τῇ ὑμῶν ἀρχιερατικῇ τελειότητι πάσης στενοχωρίας φέροντες διατελεῖτε. Πλείστας ἔχομεν πληροφορίας | |
20 | τῆς θεϊκῆς ἀντιλήψεως, καὶ πέποιθα ὡς παρόψεται μὲν τὰς ἐμὰς ἁμαρ‐ τίας, διαρκέσει δὲ μέχρι τέλους ὁ ἀγαθὸς ἀντιλαμβανόμενος καὶ οὐ διατε‐ μεῖ τὴν βοήθειαν. Εἰ δ’ ἄρα δυσχεράνας ταῖς ἐμαῖς ἁμαρτίαις μικρὸν ὑπενδώσει, τυχὸν ἐμοὶ τὸ ἐκποδὼν οἰκονομήσει γενέσθαι, ὑμῶν δὲ πάντως ἀντιλήψεται συνήθως, καὶ δείξει τοὺς ἐπὶ κακουργίᾳ ὠφρυωμέ‐ | |
25 | νους πολλῷ πλέον ἢ ὅσον ἐπὶ ταύτῃ ἔδοξαν ἡσθῆναι καὶ λυπουμένους καὶ σκυθρωπάζοντας. Ἀσπάζομαι ὑμᾶς ἐν κυρίῳ καὶ ὡς παρὼν ἤδη τῷ | |
πνεύματι περιφύομαι καὶ τῆς ἡμῶν δυσωπῶ ὑπερεύχεσθαι ταπεινότητος. | 430 | |
133(1t) | Πέτρῳ ἀρχιεπισκόπῳ Ἀλανίας | |
2 | Τὰ μὲν ἄλλα τοῦ γράμματος, δι’ ὧν τοὺς σοὺς ἀνεμανθάνομεν πόνους καὶ τὴν τῶν πραγμάτων περίστασιν, λύπην μὲν τοῖς ὠσὶν ἡμῶν ἐνεποίει προσπίπτοντα, πλὴν οὐχ οὕτω δριμεῖαν οὐδὲ παρακλήσεως ἀπο‐ | |
5 | ροῦσαν, διότι πάσης καὶ δυσχερείας καὶ θλίψεως ἐλπὶς προλαβοῦσα καὶ οἷον ἐγγυμνάσασα τὴν ψυχὴν τῇ ἑαυτῆς ὁμιλίᾳ προαφαιρεῖται τὸ πολὺ τῆς βαρύτητος, ἐπειδὰν καταλάβῃ τὰ δυσχερῆ. Καὶ ἡμεῖς οὖν προειδότες τὴν τῶν πραγμάτων κατάστασιν ἐφ’ ἣν ὑπὸ τοῦ παναγίου πνεύματος προεχειρίσθης, ὡς οὐκ εὔκολος οὐδὲ πόνων ἀπηλλαγμένη, νῦν τοῦ σοῦ | |
10 | γράμματος ἀναγγέλλοντος τὰ ὑμῖν συναντῶντα, ἐξ ὧν οὐδὲ πρὶν ἠγνοοῦ‐ μεν, εἰ καὶ ἀνιώμεθα, πλὴν τὸ πάθος φορητὸν 〈ἡγούμεθα,〉 μάλιστα καὶ πρὸς τὰς ἀντιδόσεις τῷ λογισμῷ ὑπερκύπτοντες καὶ τὴν ἐκεῖθεν ἀπό‐ λαυσιν, οὐδ’ ὅσον εἰπεῖν τοὺς παρόντας ἀποκρυπτούσας πόνους. Ἐκεῖνο δὲ ἀφόρητον ἐδόκει καὶ τὴν πληγὴν καιρίαν ἔδωκεν, τὸ τοιαῦτα ὑπολαμ‐ | |
15 | βάνειν, καὶ μὴ μόνον ὑπολαβεῖν, ἀλλὰ καὶ φανερὰν τὴν ὑπόληψιν κατα‐ στῆσαι, δι’ ὧν ἔγραψας ὡς ἐκβέβλησαι τῆς ἡμῶν καρδίας καὶ ἡ σὴ ἀπόλωλε μνήμη. Τοῦτό γε οὐδὲ τῶν ἐχθρῶν λεγόντων ἀκοῦσαι ἠλπίσα‐ μεν, μὴ ὅτι γε τῶν τέκνων ἢ τῶν ἄλλως φιλούντων. Πῶς γάρ, εἰ μὴ πρότερον θεοῦ μνήμης ἔρημοι καὶ τῆς τοῦ λαοῦ σωτηρίας οὗ σὺ ὁδηγὸς | |
20 | ἀπεστάλης καὶ σωτὴρ μετά γε τὸν πρῶτον ἡμῶν σωτῆρα καὶ θεόν, τοῦτο παθεῖν εἰκὸς τὸν ὑπονοοῦντα, ὅστις δἂν ᾖ ὁ ὑπολαμβάνων; Πῶς ἡμᾶς οὐκ εἰς ἐσχάτην ἀπάγει κατηγορίαν καὶ ἧς οὐκ ἄν τις εὕροι βαρυ‐ τέραν; Τί γὰρ βαρύτερον τοῦ ἀμνημονεῖν θεοῦ καὶ τῆς ἀνθρώπων ἐπι‐ στροφῆς πρὸς αὐτὸν καὶ τῆς ἐκ τοῦ διαβόλου τυραννικῆς χειρὸς ἀνακλή‐ | |
25 | σεως; Ὁρᾷς, τέκνον, οἷα κεκακωμένους ἡμᾶς ἐπὶ πᾶσι τοῖς διὰ τὰς ἁμαρτίας ἡμῶν συνέχουσι τὸ σὸν διέθηκε γράμμα; Καίτοι πρὸς τὴν πορείαν στελλόμενος ἐν οἷς κατέλιπες ἡμᾶς οὐκ ἔστιν διανοηθῆναι ὡς ἐπιλέλησαι. Εἶτα καταλιπὼν ὅσα γε τὰ ἀνθρώπινα παροικοῦντας ἐν τῷ | |
30 | ᾅδῃ, μᾶλλον δὲ καὶ τῶν ἐκεῖ παροικούντων χαλεπώτερον διακειμένους— οὐ γὰρ ἔτι κατ’ αὐτῶν οὐ φθόνος, οὐ πόλεμος, οὐκ ἐπιβουλή τις συνίστα‐ ται, ἡμᾶς δὲ μέχρι τοῦ νῦν ἀδιαλείπτως ταῦτα περιστοιχίζει· —οὕτως οὖν ἔχοντας αἰτιᾷ ὡς τῆς ψυχῆς ἀπαλείψαντας; Καὶ πῶς οὐκ ἄν τις σὲ | |
μᾶλλον αἰτιάσεται δικαιότερον καὶ τοιαῦτα ἐγκαλέσει ἢ τὸ οὖς ὑποσχεῖν | 432 | |
35 | ἀξιώσειεν ἐγκαλοῦντι; Ἀλλὰ ταῦτα μὲν οὐδὲ τὴν ἀρχὴν ὑπολαμβάνειν ἐχρῆν, ἢ καταστάντα εἰς ὑπόληψιν ἐπιστῆσαι ὀρθῷ διανοίας κριτηρίῳ καὶ ὡς ψευδομένην ἀπελάσαι τῶν λογισμῶν, ἀλλὰ μὴ μέχρις ἡμῶν διὰ τῶν γραμμάτων δοῦναι καταλαβεῖν, καὶ ἀνθ’ ἧς ἐμέλλομεν ἀπολαύειν ἡδονῆς ἐντυγχάνοντας αὐτοῖς οὐ μόνον ἀποστερεῖσθαι, ἀλλὰ καὶ ἀντ’ ἐκείνης | |
40 | ἀνιαθῆναι. Ὅπερ γὰρ εἶπον, ἐν τῷ σῷ προσώπῳ συνεισερχομένης καὶ ἄλλης βαρυτέρας κατηγορίας, ἀμήχανον μὴ οὐχὶ λίαν ἡμᾶς ἀνιᾶσθαι· ἀλλὰ τοῦτο μηκέτι μήθ’ ὑπολάμβανε μήτε γράφε. Τὴν γὰρ περὶ σοῦ μνήμην εἴπερ τινὸς οὐκ ἔστιν ὅπως τῆς ψυχῆς ἐξωθήσομεν, καὶ εἰ μὴ δι’ ἕτερον, διά γε τὴν τοῦ νεοκλήτου πρὸς τὴν εὐσέβειαν ἔθνους 〈σωτηρίαν〉 | |
45 | καὶ τὴν περὶ τούτου συνέχουσαν μέριμναν καὶ τὴν εἰς τελείωσιν ἐξιέναι τὸ σὸν ἔργον ἐπιθυμίαν ἰδεῖν, τῆς θεϊκῆς συνεπιλαμβανομένης εὐδοκίας καὶ συμπράξεως. Εἰ δ’ ὅτι μὴ γράμματα ἥκει πρὸς σὲ παρ’ ἡμῶν τοιοῦτος λογισμὸς ἐπεισέρχεται, πρῶτον ἐκεῖνό σε διανοεῖσθαι δέον, ὅτι τῶν κομιζόντων οὐκ εὐποροῦμεν· ἐν τοιαύτῃ γάρ ἐσμεν καταστάσει | |
133(50) | ὥστε τοὺς πλείστους καὶ δεδιέναι ἡμῖν συναντᾶν. Ἔπειτα προσενθυμοῦ καὶ ὅτι οὐδ’ ἡμῖν ἀδεὲς τὸ γράφειν, μήποτε διὰ τὰς ἁμαρτίας ἡμῶν οἱ συ‐ σκευάζειν ἀγωνιζόμενοι προσλήψωνται, ὡς οὐκ ἂν ἡμεῖς οἰηθῶμεν, κἀντεῦθεν εἰς τό τι κατεργάσασθαι ῥοπήν. Ἀρκεῖ ταῦτα, τοῦτο δὲ μόνον προστίθημι· τὸν καλὸν ἀγῶνα καὶ | |
55 | θείαν ὑπηρεσίαν εἰς ἣν καὶ ἐκλήθης ὑπὸ τῆς χάριτος, ταύτην δυναμού‐ μενος ὑπὸ θεοῦ, τέκνον μου ἱερόν, ἀγωνίζου πληροφορῆσαι· καὶ περὶ ἡμῶν, ἄν τε ἥκει γράμματα ἄν τε καὶ μή, μηδὲν ὑποπτεύσῃς, ἀλλ’ ἔσο τοῦ φρονεῖν οὕτως ἀμετάπτωτος, ὅτι πλέον τῶν ὁρωμένων ἐν ὀφθαλμοῖς ἡμῶν καὶ μεριμνῶμεν περὶ σοῦ καὶ εὐχόμεθα μὴ ἐπιλείπειν σε τὴν ἀγα‐ | |
60 | θοδότιν εὐμένειαν μηδὲ τὴν σὴν βιοτὴν καὶ τὰ πράγματα. Περὶ δὲ τοῦ ἀθέσμου γάμου, εἰ μὲν οἷόν τε παραινέσει καὶ διδασκα‐ λίᾳ λῦσαι τὴν συζυγίαν, πᾶσα θεῷ χάρις. Εἰ δ’ ἀντιβαίνοι τοῦ πράγμα‐ τος ἡ δύναμις, τέως μηκέτι προκόπτειν τὸ κακὸν μηδ’ ἀπὸ τοῦ νῦν ἐπιτρέψειν τοιούτοις γάμοις καταμολύνεσθαι τὸ γένος. Τοῦτο δὲ πράξεις | |
65 | συνήθως τῷ τε ἡγεμόνι τοῦ ἔθνους ὑποτιθέμενος καὶ τῷ ἀνδρὶ ᾧ συγχω‐ ρεῖται τὸ συνοικεῖν διὰ τὴν ἤδη φθάσασαν σύναψιν. Ἔρρωσο ἐν κυρίῳ, | |
τῆς ἡμῶν μεμνημένος μετριότητος. | 434 | |
134(1t) | Τῷ αὐτῷ | |
2 | Ἡ σωματικὴ διάστασις τῶν ἡνωμένων κατὰ τὸ πνεῦμα οὐδὲν ὑποτέμνεται τὴν ἐγγύτητα. Ἐπεὶ οὖν οὕτως ἔχει, τέκνον ἡμῶν, μηδὲν ἀνιῶ διότι μὴ τοῖς σωματικοῖς ὀφθαλμοῖς τὸν πατέρα ὁρᾷς, ἀλλ’ εἰδὼς | |
5 | μηδενὶ μέσῳ διατειχιζομένην τὴν ἕνωσιν τῶν ἡνωμένων τῷ κατὰ Χρι‐ στὸν φρονήματι, τὸ μὲν ἀθυμεῖν ἀπόθου, τῆς δὲ σῆς εὐθυμότερον μετὰ τῆς τοῦ παναγίου πνεύματος συνεργίας ἀντέχου διακονίας, δι’ ἧς καὶ σεαυτῷ καὶ ἡμῖν τοῖς ταπεινοῖς μεγάλην ἐμποιήσεις τὴν ἡδονήν, καὶ οὐ μόνον τῶν συμπαρόντων ἔλαττον ἔχων ἀναφανήσῃ, ἀλλὰ καὶ πολλῷ | |
10 | πλέον ψυχαγωγῶν ἡμᾶς καὶ χαριζόμενος καὶ μᾶλλον ἡμῖν ἢ οἱ συνομι‐ λοῦντες ἑνούμενος. | |
135(1t) | Τῷ αὐτῷ | |
2 | Ἐπὶ τοῖς περιισταμένοις σε λυπηροῖς καὶ τῆς συνοχῇ τῶν ἀνιαρῶν, τέκνον ἡμῶν ἱερόν, οὐχὶ γράμμασιν ἔδει παρακαλεῖν, ἀλλ’ εἴ πως οἷόν τε ἧν ἡμᾶς αὐτοὺς παρεῖναι καὶ τὴν ἐξ οἰκείας γλώσσης ὅσον παρεῖχε | |
5 | Χριστὸς ὁ θεὸς ἡμῶν προσάγειν παράκλησιν. Ἀλλ’ ἐπεὶ τοῦτο ἀμήχα‐ νον, ἐπὶ τὸ δεύτερον ἥκομεν καὶ τῷ γράμματί σοι προσομιλοῦμεν. Πολ‐ λαί, γράφεις, αἱ θλίψεις καὶ τῶν κακῶν ἡ συνοχή, καὶ ἐπεὶ ἄπειροι ξενιτείας ἡμεῖς, λανθάνει τὴν ἡμετέραν εἴδησιν. Τοῦτο γὰρ ἔφης, εἰ καὶ τὸ γράμμα τρανῶς ὑπεστείλατο. Ἡμεῖς δέ, τέκνον ἡμῶν, εἰ καὶ κρίμα‐ | |
10 | σιν οἷς οἶδεν ὁ πάνσοφος τῆς ζωῆς ἡμῶν οἰκονόμος τὰ τῶν ξενιτευόντων ἰδίᾳ οὐκ ἐδιδάχθημεν ξενιτείᾳ, ὅμως οὐκ ἐσμὲν ἐν γωνίᾳ καθεύδοντες, ἀλλὰ ταχθέντες οἷς ἐτάχθημεν, εἰ καὶ πάντων ἦμεν τυχὸν ἀφυέστατοι πρὸς τὸ μαθεῖν τὰ τῶν ξενιτευόντων, ἀλλ’ ἡ τάξις ἣν ἐλάχομεν παρέσχε τὴν γνῶσιν τῆς ξενιτείας, μυρίων καθ’ ἑκάστην προσομιλούντων, ὅσους | |
15 | ἡ ἐκ ταύτης συνέχει ταλαιπωρία. Τούτου πρότερον ἐμνήσθημεν, ἵνα τοὺς λόγους ἀπορρίψῃς ὡς | |
ἀγνοοῦμεν τὰς περιστοιχιζούσας σε θλίψεις. Δεύτερον δὲ τοῦτό σοι γρά‐ φομεν, ὅτιπερ οὐδὲ τὴν ἀρχὴν ἠγνόουν ὡς οὐκ εἰς ἄνεσιν οὐδ’ εἰς τρυφὴν καὶ κοσμικήν τινα δόξαν τε καὶ τιμὴν ἡ σὴ στέλλεται σύνεσις, ἀλλ’ | 436 | |
20 | εἰς πόνους καὶ καμάτους καὶ στενοχωρίας. Καὶ ταῦτά σοι καὶ πρὸ τῆς ἐπιθέσεως τῆς ταπεινῆς ἡμῶν χειρὸς οὐμενοῦν οὐκ ἐπιλέλησαι ὡς προέφημεν, οὐδ’ ὅτι σου πᾶσαν σὺν τῇ ἄνωθεν εὐμενείᾳ σαρκικὴν ἐναντίωσιν καὶ πάντα κίνδυνον παρ’ οὐδὲν τίθεσθαι ἀνομολογοῦντος, οὕτω τὴν ἁμαρτωλὸν ἐπιτεθείκαμεν χεῖρα, καὶ φωστῆρα λόγον ἐπέχοντα | |
25 | ζωῆς ἐν τῇ μυστικῇ παστάδι τῇ τοῦ παναγίου πνεύματος προβεβλήμεθα συνεργίᾳ. Καὶ ταῦτά φαμεν οὐ καταγινώσκοντες οὐδ’ ὡς μὴ συναλγοῦντες ἐφ’ οἷς ἀλγεῖς, ἀλλ’ εἰδότες ὅτι καὶ τὴν ἀρχὴν πρόθυμος ἐγένου εἰς τοὺς ὑπὲρ τῆς εὐσεβείας καὶ τοῦ εὐαγγελίου κινδύνους καὶ νῦν οὐδὲν ἔλαττον σῴζεις τὸ πρόθυμον, εἰ καὶ τῆς σαρκὸς ἐλέγχεται ἡ ἀσθένεια. Καὶ θαυ‐ | |
30 | μαστὸν οὐδέν· αὐτὸς γὰρ ὁ κύριος ἡμῶν, ἡ τοῦ θεοῦ καὶ πατρὸς δύναμις, εἰδὼς ἣν ἔπλασε φύσιν ἔλεγε τοῖς μαθηταῖς «Τὸ μὲν πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής.» Οὐκ εἴρηται οὖν τὰ προειρημένα, μὴ γένοιτο, εἰς κατάγνωσιν, ἀλλ’ ἵν’ ἔχῃς εἰδέναι ὡς οὔτε τοῦ ἡμετέρου σκοποῦ οὔτε τῆς σῆς ἐπιλελήσμεθα προαιρέσεως. Πονοῦσι, τέκνον ἡμῶν, καὶ πή‐ | |
35 | γνυνται πολλάκις τῷ κρυμῷ οἱ τὰ σπέρματα τῇ γῇ καταβάλλοντες, ἀλλὰ καὶ τὸν πόνον καὶ τὴν ἐκ τοῦ κρυμοῦ πῆξιν ἡ προσδοκία τῆς συγκομιδῆς ὑπανίησι τῶν καρπῶν. Παραβάλλονται πρὸς θανάτους καὶ τότε χαλε‐ πωτάτους οἱ διαπλέοντες τὰ πελάγη, ἀλλὰ τῇ ἐλπίδι τοῦ κέρδους ὀπίσω ῥίπτουσι μνήμης τοὺς ἐκ τῆς θαλάσσης κινδύνους. | |
40 | Οὐκ ἦν εἰκὸς ταῦτα γράφειν ἡμᾶς· θείᾳ γὰρ χάριτι διδάσκειν κατα‐ σταθεὶς ἑτέρους, καὶ μάλιστα παιδόθεν τοιούτοις διδάγμασιν ἐντεθραμ‐ μένος, οὐκ ἐν χρείᾳ τούτων καθέστηκας ἑτέρωθεν ἐπακούειν. Ἀλλ’ ἵνα μὴ δόξωμεν ὥσπερ ἀκίνητοι πρὸς τὰ γραφέντα, καὶ ταῦτα γέγραπται καὶ ὀλίγα ἔτι προστεθήσεται. Ἀπόβλεψον πρὸς τοὺς μακαρίους τοῦ | |
45 | εὐαγγελίου κήρυκας, ὧν σὺ κατηξιώθης τῷ καταλόγῳ συναριθμηθῆναι, καὶ τὰ ἐκείνων πάθη καὶ τοὺς καθ’ ἡμέραν θανάτους καὶ τὴν χαρὰν ἣν ἐπὶ τούτοις ἔχαιρον, καὶ κατάλιπε τὸ θρηνεῖν καὶ τὸ ἀθυμεῖν διότι μὴ τὰ ἀνθρώπινα πράγματα κατὰ ῥοῦν ἡμῖν φέρεται. Ἐνθυμήθητι, μᾶλ‐ λον δὲ ἀεὶ τοῦτο φέρων ἐνθύμιον, ὡς χάρις ἐστὶν καὶ φιλοτιμία ἄνωθεν τὸ | |
135(50) | πάσχειν ὑπὲρ Χριστοῦ, σεμνύνου μετὰ τοῦ εἰπόντος θείου ἀποστόλου | |
«Καὶ τοῦτο ἡμῖν ἐχαρίσθη ἀπὸ θεοῦ, τὸ ὑπὲρ Χριστοῦ πάσχειν.» Πολλοὶ τῶν σῶν παθῶν πόθον ἔχουσι κοινωνοὶ γενέσθαι καὶ τῆς κακώσεως καὶ τῆς στενοχωρίας, ἀλλὰ σοὶ τοῦτο ἐχαρίσθη εὐδοκίᾳ τοῦ πάντα καὶ πρὸ γνώσεως ἀφορίσαντος. Πρὸς τὴν χάριν ἀφόρα, καὶ μὴ πρὸς τὴν ἐπήρειαν | 438 | |
55 | τῶν τῇ χάριτι διαφθονουμένων, εἴτε δαίμονες εἶεν εἴτε ἄνθρωποι δαιμό‐ νων πρόσωπον ἐνδυόμενοι καὶ τῆς ἐκείνων κακίας τυγχάνοντες μιμηταί. Τί γὰρ εἴ τις παρὰ βασιλέως στρατηγὸς προβεβλημένος, εἶτα διαφθο‐ νούμενοί τινες αὐτῷ ἐπανίστανται 〈καὶ〉 λύπας αὐτῷ προσάγειν διανε‐ νόηνται, διὰ τοῦτο τῆς τιμῆς ὥσπερ ἐπιλήσεται ἧς ἠξιώθη, καὶ πρὸς | |
60 | μόνους τοὺς ἐπηρεαστὰς ἀποβλέπων ἀθυμῶν ἔσται καὶ ὀδυνώμενος; Ἢ μᾶλλον φρόνημα φέρων εὐγενὲς τῶν μὲν ἀντ’ οὐδενὸς ἡγήσεται τὴν ἐπήρειαν, τὴν δὲ τάξιν ἐννοούμενος εἰς ἣν ἀνηνέχθη παρὰ τοῦ τάξαντος, παντὶ τρόπῳ σπουδὴν ἐπιδείξεται τῆς τῶν ἀντικειμένων ὁρᾶσθαι ὑψη‐ λότερος ἐπηρείας; | |
65 | Ἀλλὰ τῶν μὲν τοιούτων παραδειγμάτων ἅλις. Ὁρᾷς οἷα καὶ πρὸ τῶν ἐκεῖθεν στεφάνων καὶ τῆς θεϊκῆς ἀντιδόσεως τὰ ἐνταῦθά σοι ἀπαν‐ τᾷ, ὁ παρὰ τῶν γνωρίμων ἔπαινος, ἡ παρὰ τῶν οὐκ εἰδότων ἀλλὰ μόνῃ ἀκοῇ τὴν σὴν ἀρετὴν θαυμαζόντων εὐφημία, καὶ συνελόντως εἰπεῖν, ὁ παρὰ πάντων μακαρισμὸς ἕνεκεν τοῦ ἀποστολικοῦ δρόμου καὶ τοῦ κηρύ‐ | |
70 | γματος καὶ τῆς ἰσοτίμου ἐκείνοις λήξεως. Ἀλλὰ 〈τὰ〉 μὲν ἐνταῦθα τοιαῦτα, λογίζου δέ μοι καὶ τὰ ἐκεῖθεν, ὁπότε ἀγαλλίασις ἀδιάλυτος ἀντὶ τῶν νῦν σε περιστήσεται θλίψεων, ἀντὶ τῆς στενοχωρίας εὐρυτάτη ἀνά‐ παυσις, ἀντὶ τοῦ λιμοῦ, ἀντὶ τῆς γυμνότητος, ἀντὶ τῆς ἄλλης ἀπορίας πλοῦτος οὐ προσιέμενος λόγον εἰς ἔκφρασιν· καὶ τί ταῦτα λέγω; —ὁπότε | |
75 | μετὰ τῶν φωστήρων τοῦ κόσμου τοῦ θείου φωτὸς ἐμπιπλώμενος σταίης, καὶ ἅτε δὴ τοῖς ἐκείνων συμμεμορφωμένος παθήμασιν τῇ θείᾳ δόξῃ ἀπαστράπτων ὀφθείης. Τί λέγεις; Πενθήσομεν ἔτι καὶ τὰ τῶν ἀθυμούν‐ των πεισόμεθα; Ἢ ῥίψομεν πᾶσαν ἀθυμίαν καὶ σὺν τῇ ἄνωθεν εὐμενείᾳ πάντων ὑπεράνω τῶν λυπούντων καταστησόμεθα; Καὶ πῶς ἄλλως ἐμὲ | |
80 | δέον ἐλπίζειν, εἰ μὴ λῆρον ἡγήσῃ, ὅπερ ἀνάξιον τῆς σῆς συνέσεως, τὰ μικρῷ πρόσθεν ἡμῖν εἰρημένα; Διὰ τοῦτο λοιπὸν ἤδη παύομαι τοῦ πλέον τι λέγειν τοῦ σε τῆς κατεχούσης ἀκηδίας ἀναλαβεῖν· ἐπ’ ἄλλην δὲ τρέπομεν τὸν λόγον ὑπόθε‐ σιν, καὶ παραινοῦντες καὶ προτρεπόμενοι τῆς ἐξ ἀρχῆς προσούσης σοι | |
85 | πραότητος καὶ ἐπιεικείας καὶ τῆς διὰ Χριστὸν ταπεινώσεως νῦν ἐπὶ πλέον ἀντιποιεῖσθαι, ὥστε μηδὲν μεταξὺ τῆς ὑμῶν ἀρετῆς καὶ τοῦ εὐλα‐ | |
βεστάτου υἱοῦ ἡμῶν καὶ ἀδελφοῦ σου τοῦ κυροῦ Εὐθυμίου δυνηθῆναι τὸν πονηρὸν ἐπισπεῖραι ζιζάνια, μηδὲ οἷα φιλεῖ πολυμήχανος ὢν εἰς κακίαν καὶ ἀπ’ ἀρχῆς μεταξὺ θεοῦ καὶ τοῦ πλάσματος τὴν ἔχθραν ἐμβεβληκὼς | 440 | |
90 | λάθῃ τι παρεισενεγκὼν τῆς ἐν κυρίῳ ἑνότητος καὶ ἀγάπης ὑμῶν ἐναντίω‐ μα· ἀλλ’ οἷα θεοῦ ἄνθρωπος ἀληθῶς καὶ εἰδὼς πάντας κερδαίνειν, οὕτω περὶ πλείστου γνώμην ἀναλαβοῦ ὥστε κἀκεῖνον καὶ τοὺς σὺν αὐτῷ κερδᾶ‐ ναι καὶ μηδεμίαν ἐν μηδενὶ πρόφασιν παρεμπεσεῖν διαφορᾶς καὶ διαστά‐ σεως. Καὶ ἄλλως μὲν γὰρ ὁ ἀνὴρ θεοφιλὴς καὶ ἀρετῆς ἐργάτης, καὶ δεῖ | |
95 | καὶ διὰ τοῦτο ἐν πάσῃ αἰδοῖ καὶ τιμῇ ἄγειν αὐτόν· μάλιστα δὲ ὅτι καὶ πρὸ ὑμῶν κῆρυξ τῆς εὐσεβείας τῷ ἔθνει γέγονεν καὶ αὐτὸς τὸν σπόρον κατεβάλετο τῆς διδασκαλίας, καὶ νῦν ἐπὶ τοῦτο ἐστείλατο πρὸς ὑμᾶς τοῦ συνεργάτης γενέσθαι καὶ σὺν θεῷ φάναι τῇ κοινωνίᾳ τῆς πνευματικῆς ἐργασίας ἐπελαφρῦναί σοι τὸ βάρος τῶν πόνων. Χαίρειν οὖν ἐπὶ τούτῳ καὶ | |
135(100) | χάριν ὁμολογεῖν δέον θεῷ, οὐχὶ δὲ ἀνιαθῆναι οὐδὲ παθεῖν τι ἀνάξιον ἀγάπης, μάλιστα τῆς τοῦ πνεύματος. Γράφω ταῦτα οὐχ οὕτως ἐλπίζων συμβήσεσθαι τὰ περὶ σέ, ἀλλὰ τὴν πολύτροπον ὑφορώμενος τοῦ πονηροῦ δυσμένειαν, καὶ οἷος ἐκεῖνος οὐκ ἔχων ἐπὶ τοῖς καλοῖς ἠρεμεῖν, ἀλλὰ διὰ παντὸς ἀγῶνα ποιούμενος | |
105 | τοῦ λυμήνασθαι αὐτοῖς· μάλιστα δὲ ἐπὶ τοῦ παρόντος, ὁπότε τοσοῦτον κατόρθωμα γινόμενον καθορᾷ καὶ σωτηρίαν τοῦ πλάσματος ὅπερ ἐκεῖ‐ νος εἰς ἀπώλειαν ἐξ ἀρχῆς καὶ μέχρι τοῦ νῦν οὐκ ἔσχε κόρον ἀνωθῶν οὐδὲ πάσαις τέχναις καὶ περινοίαις τὸν μισάνθρωπον τοῦτον δρόμον τιθέμενος. Τούτου, τέκνον ἡμῶν, τὰ τεχνάσματα ἐπιστάμενος, καὶ δι’ ὧν ἐγράψαμεν | |
110 | ὥσπερ ὑπομιμνήσκοντες καὶ δι’ ὧν αὐτὸς ἐπιγινώσκεις, τῇ θεϊκῇ συναντι‐ λήψει δυναμούμενος τὸν μὲν ὀφλῆσαι γέλωτα παρασκεύασον, σεαυτὸν δὲ τιμῆς ἄξιον καὶ δόξης παρὰ θεοῦ καὶ τῶν ἐπὶ τοῖς τοιούτοις κατορθώμασιν ὀφειλομένων ἐπαίνων καὶ τῆς ἀνακηρύξεως παρὰ τῶν ἐπαινεῖν εἰδότων τὴν ἀρετὴν καὶ ἀνακηρύττειν τὴν ταύτης λαμπρότητα. | |
136(1t) | Στεφάνῳ, Μιχαὴλ καὶ Κωνσταντίνῳ ἀδελφοῖς | |
2 | Ἀνθρώπῳ σύνεσιν τιμῶντι, καὶ μάλιστα θείαν, εὐσταθὴς τρόπος δίδωσι τὸ πιστεύεσθαι, οὐχ ἡ τῶν ὅρκων παράληψις. Πολλοὺς γὰρ ἤλεγ‐ | |
ξεν ἡ πεῖρα μετὰ τῶν ὅρκων χείρους ὀφθέντας, δι’ ὧν ἔσχον κατὰ τῶν | 442 | |
5 | πιστευσάντων πλέον εἰς κακίαν ἐπιδείξασθαι ἢ εἰ μὴ πεπιστευκότες ὤφθησαν. Ἡμεῖς οὖν, τέκνον ἡμῶν, εἰ μὴ ἐξηπατήμεθα (οὐκ ἂν δὲ φαίην) τῶν εὐσταθείᾳ τρόπου σεμνυνομένων εἰδότες ὑμᾶς, ὅτε τὰ ὑμέτερα ἐγι‐ νώσκομεν, ἐκείνῃ μᾶλλον τιθέμεθα τῇ περὶ ὑμῶν ὑπολήψει ἢ τῇ ἐκ τῶν ὅρκων προβαλλομένῃ πληροφορίᾳ. Καὶ εἰ μὲν οὐκ ἀπατώμεθα, τῷ θεῷ | |
10 | χάρις· εἰ δ’ ἄλλως ἔχει (ἀλλ’ ἐρρίφθω τοῦτο εἰς τρίβους ἀβάτους), καὶ οὕτως οὐδεὶς ἄλλος τὴν αἰτίαν ἕξει, ἀλλ’ εἰς τὰς ἐμὰς ἀνοισθήσεται ἁμαρ‐ τίας. Ἐπεὶ δὲ εἰρήνης ἐμνήσθης, ἐκεῖνό φημι, οὐ σὲ πείθων οὐδ’ ἄλλον τὸν εἴ τις δοκεῖ ὀνομάζειν εἰρήνην, ἀλλὰ πρὸς ἐκεῖνον φανερὰ λέγω ᾧ | |
15 | πάντα τὰ τῆς καρδίας ἡμῶν πεφανέρωται, ὡς τοσαύτη μοι ἔφεσις τοῦ τὴν ἐκκλησίαν εἰρηνεῦσαι ἰδεῖν τοῦ θεοῦ, ὡς εἰ τοῦτο ἠκολούθει, μηδὲ τὴν εἰς γέενναν τοῦ πυρὸς παραιτήσασθαι ῥῖψιν. Νῦν δὲ ἣν οἱ ἀπερισκέ‐ πτως ἐπιζητοῦσιν εἰρήνην οὐδὲν ἕτερόν ἐστιν ἢ πρόσληψις τῶν μὴ συνόντων καὶ ἀποβολὴ τῶν συνόντων. Τοῦτο δ’ ἄν τις εἴποι ἕνωσιν καὶ εὐφροσύνην | |
20 | τῆς τοῦ θεοῦ ἐκκλησίας, ἀλλ’ οὐ ῥῆξιν πολλῷ ἀλγεινοτέραν καὶ σκυθρω‐ πότητα οὐκ οἶδα ποίας ἐσχατιᾶς οὐκ οὖσαν ἐσχατωτέραν; Χρὴ δὲ φρονί‐ μους ὄντας ὑμᾶς μὴ μόνον τὸ ἐξ ἐπιπολῆς ὁρᾶν φαινόμενον, ἀλλὰ καὶ ὅσα τοῖς φαινομένοις ἐξακολουθεῖ. | |
137(1t) | Ἰγνατίῳ μητροπολίτῃ Κυζίκου | |
2 | Ἐπιστάμεθα τὴν ὑμετέραν τελειοτάτην σύνεσιν καὶ χωρὶς τῆς ἡμετέρας προτροπῆς οἴκοθεν κινουμένην συμπαθῶς ἔχειν πρὸς τὸν κατασχόντα τὴν ἐν Κυζίκῳ ἐκκλησίαν πρὸ τῆς σῆς ὁσιότητος. Ὅμως | |
5 | δὲ ὅτι καὶ ἡμᾶς ἀξιῶσαι ὁ ἄνθρωπος διενοήθη ἕνεκεν τοῦ γράψαι πρὸς σὲ ὥστε ἀνεπηρέαστον αὐτῷ τὴν ζωὴν εἶναι ἐκ τῶν φιλούντων ἐπεμβαί‐ νειν ταῖς ἀλλοτρίαις θλίψεσι (φεῦ τῆς καταδυναστευσάσης ἐν τῷ ἀνθρω‐ πίνῳ γένει κακίας), τὸ παρόν σοι διεπέμψαμεν γράμμα, ἐκεῖνα δι’ αὐτοῦ προτρεπόμενοι (ὃ προλαβόντες εἴπομεν) 〈ἃ〉 καὶ φρονεῖς καὶ ποιεῖς τῇ | |
10 | σῇ φιλανθρώπῳ κινούμενος διαθέσει. Ἔστι δὲ ἡ ἀξίωσις ἣν ἠξιώμεθα, | |
τοῦ καθίσαι αὐτὸν ἐν τῷ μοναστηρίῳ οὗ ἦν ὅτε τῆς μητροπόλεως ἀπεκε‐ κίνητο καθεζόμενος, καὶ εἶναι αὐτῷ καὶ τοὺς ἐκεῖ προσεδρεύοντας τῇ ἐκείνου ἀνακειμένους θεραπείᾳ καὶ κατὰ μηδεμίαν αἰτίαν αὐτῷ θλίψεως ἢ στενοχωρίας ἀφορμὴν παρεχομένους, μάλιστα ἐπαγγελλομένου αὐτοῦ, | 444 | |
15 | ὅπερ καὶ πεπείσμεθα τὸ ἐπιεικὲς τοῦ ἀνθρώπου ἐπιγινώσκοντες, ὡς οὐδὲν οὔτε ὑμῖν ἐπαχθὲς παρ’ αὐτοῦ ἀπαντήσει οὔτε τοῖς ἐν τῷ μοναστηρίῳ τὸ διάγειν λαχοῦσιν, ἀλλὰ μᾶλλον αὐτοῖς περιγενήσεται πλέον ἢ ὅσον νῦν ἀπολαύουσιν ψυχικῆς καὶ σωματικῆς ὠφελείας ἡ περιποίησις. | |
138(1t) | Τῷ αὐτῷ | |
2 | Ἀνηνέχθη τῷ ἁγίῳ θεῷ εὐχαριστία ἡμῖν ὥσπερ ἔθος ἐπὶ τῇ ὑμῶν σωτηρίᾳ καὶ συντηρήσει, τέκνον ἡμῶν ἱερόν, καὶ εὐχόμεθα καὶ ἔτι σε δια‐ τηρεῖσθαι ὑπὸ ταῖς θείαις πτέρυξι φυλαττόμενον κακοῦ παντὸς ἀπαθῆ. | |
5 | Τὰ δὲ ἡμέτερα τί ἂν εἴπω; Πλὴν τοῦτό σοι γνωρίζω· πρὸς μόνην τὴν ἄνω ἀποσαλεύομεν ἀγαθότητα, κρύπτειν δυναμένην τὰ πλήθη τῶν ἁμαρτιῶν ἡμῶν, ἐξ ὧν καὶ ἡμῖν καὶ παντὶ τῷ κοινῷ ἐπεχύθη ὁ τοσοῦτος ζόφος τῶν θλίψεων· πρὸς ὃν ἀπαγορεύσαντες ζῶμεν οὐ ζῶντες καὶ βαρυνόμεθα τὰς τοῦ ἡλίου ὁρῶντες ἀκτῖνας καὶ μετὰ τῶν ἐν τάφοις | |
10 | ἀγαπῶμεν μᾶλλον συντάττεσθαι ἢ τῶν ὑπὸ τῷ ἡλίῳ διαγόντων. Τὰ μὲν ἡμέτερα τοιαῦτα. Σὲ δέ, ὃ καὶ φθάσας εἶπον, εἴη πάσης κακώσεως τῇ θείᾳ φρουρούμενον εὐμενείᾳ ὑπεράνω διατελεῖν. | |
139(1t) | Τῷ ἄρχοντι τῶν ἀρχόντων | |
2 | Οὐδὲν εὐσεβείας περισπουδαστότερον οὐδὲ τῷ παντὶ βίῳ τῶν ἀν‐ θρώπων σωτηριωδέστερον. Ταύτης γὰρ ἐμπολιτευομένης οὐκ ἄδηλον ὡς θεραπεύεται θεός· θεοῦ δὲ θεραπεία πάντα μὲν χορηγεῖ τὰ καλὰ καὶ | |
5 | συμφέροντα, πάντων δὲ τῶν ἀσυμφόρων ἀπελαύνει τὴν παρουσίαν. Οὕτως καὶ ἰδίᾳ ἕκαστος μακαρίως βιώσεται, καὶ οἶκος καὶ πόλις, ναὶ δὴ καὶ ἔθνος μακαρίαν ἕξει τὴν διαγωγὴν καὶ τὴν κατάστασιν. Τούτου δὲ οὕτως ἔχοντος ἀντιποιοῦνται μὲν πλεῖστοι τῆς οἰκείας δόξης ὡς εὐσεβοῦς, καὶ μάλιστα ὅταν ὦσιν προλήψει κεκρατημένοι· δεινὸν γὰρ ἡ πρόληψις κατέ‐ | |
10 | χειν τὸ παρατεθὲν ἐν τῇ ψυχῇ δόγμα, κἂν ᾖ τῶν ἀτοπωτάτων καὶ τῶν εἰς ἀπώλειαν ἀπαγόντων. Ὥσπερ γὰρ ἐπὶ τῶν ἄλλων ἐστὶν ἰδεῖν, ὅσα βαφῆς εἰσι δεκτικά, ὅτι πολλὰ τῶν εἰς βάθος διαδύντων χρωμάτων ἀνέκπλυτα διαδείκνυνται καὶ πρότερον διαρρήγνυνται μᾶλλον ἢ τὴν βαφὴν ἀποτίθεν‐ ται, οὕτως καὶ ἐπὶ τῆς ἀνθρωπίνης ἐστὶν ἰδεῖν φύσεως ὡς πολλοὶ δόξαν | 446 |
15 | πονηρὰν ἐν τῇ ψυχῇ παραδεξάμενοι φθάσαντες, οὐκ ἐθέλουσι ταύτην ἀποβαλεῖν οὐδὲ τοῦ ἀμείνονος γενέσθαι φρονήματος, ἀλλὰ μᾶλλον προαιροῦνται σὺν ἐκείνῃ τὴν ζωὴν καταλύειν. Ἀλλὰ τοῦτο μὲν τῶν θείας ἀμοιρούντων συνέσεως καὶ μὴ βουλομένων δοκιμάζειν τὴν τοῦ καλοῦ ἐκλογήν, ἀλλ’ ἢ φιλονεικούντων τῇ ἰδίᾳ προλήψει ἐμμένειν ἢ παντελῶς | |
20 | μὴ γινωσκόντων ἃ δοξάζειν ἐγνώκασιν. Ὅσοι δὲ περὶ πολλοῦ ποιοῦνται τὴν ὀρθὴν περὶ θεοῦ δόξαν ἔχειν, οὗτοι κἂν ὦσιν προκατειλημμένοι οὐ πρόσκεινται τῇ ἀρχαίᾳ κακοδοξίᾳ, οὐδ’ ἀγαπῶσιν ὑπερμάχεσθαι τῆς ἀπάτης, ἀλλ’ εὐθέως καθάπερ φωτὸς αὐγῇ τῷ λόγῳ τῆς εὐσεβείας καταυγασθέντες τὰς ψυχὰς ἠγάπησαν τὴν ἐκεῖθεν ὁδηγίαν καὶ τῆς τέως | |
25 | ἐπισκοτιζούσης αὐτοὺς ἀπεπήδησαν ἀχλύος. Ταῦτά σοι, τέκνον ἡμῶν, προοιμιαζόμενον λέγει τὸ γράμμα διὰ τὴν τῶν σῶν ἀποκρισιαρίων ἀπαγγελίαν· φασὶ γὰρ ὡς τοῦ καθ’ ὑμᾶς ἐκδη‐ μήσαντος καθολικοῦ τῆς ζωῆς διανοεῖσθε, οἷα δὴ τοῦ μεγάλου καὶ θεοστεφοῦς ἡμῶν βασιλέως γνήσιοι καὶ ὁμόψυχοι φίλοι καὶ ὁμοφρονεῖν | |
30 | αὐτῷ ἐν πᾶσι σπουδάζοντες, τῆς ἐνταῦθα ἐκκλησίας τὸν εἰς ἀρχιερέα ὑμῶν καταστήσεσθαι μέλλοντα λαβεῖν τὴν προχείρισιν καὶ θεοῦ εὐδοκίᾳ ἕνα τοῦτον γινώσκεσθαι τῶν σὺν ἡμῖν τὸ ἅγιον κυκλούντων θυσιαστήριον. Ἐπεὶ οὖν τοῦτό σοι μετὰ τῆς ἄλλης δεδομένης παρὰ θεοῦ φιλοτιμίας καὶ χάριτος παρεσχέθη (οἶδας γὰρ συνετὸς ὢν ὅσης ἀπήλαυσας τῆς παρὰ | |
35 | θεοῦ εὐεργεσίας, ἧς καὶ τοῦτο τυγχάνει, τὸ λογισμὸν τοιοῦτον ἀναλαβεῖν ὥστε κατὰ πάντα ἡνωμένον γενέσθαι τῷ θεοφρουρήτῳ ἡμῶν βασιλεῖ), ἐκεῖνό ἐστιν ὑπόλοιπον, τὸ στεῖλαι πρὸς τὰ ἐνταῦθα τὸν θεοῦ κατανεύσει μέλλοντα εἰς ἀρχιερέα ὑμῶν καταστῆναι, ὥστε καὶ τὸ δόγμα τῆς εὐσε‐ βείας παραλαβεῖν ἀκριβέστερον καὶ διὰ τῆς σὺν ἡμῖν ὅσης δεήσει δια‐ | |
40 | τριβῆς τά τε πρὸς εὐσέβειαν συντείνοντα καὶ πρὸς τὴν ἐκκλησιαστικὴν ἐκπαιδευθῆναι κατάστασιν, καὶ οὕτω τῆς χειροθεσίας τυχόντα πρὸς τὴν ὑμετέραν ἐπανελθεῖν λαμπροτάτην εὐγένειαν καὶ τὸ πλήρωμα τῆς ὑμετέ‐ ρας ἐξουσίας. Ὥσπερ γὰρ τῇ ὁμολογίᾳ τῆς φιλίας προσῳκειωμένος ὑπάρχεις τῷ τε φιλοχρίστῳ ἡμῶν βασιλεῖ καὶ τῇ καθ’ ἡμᾶς ἁγιωτάτῃ | |
45 | τοῦ θεοῦ ἐκκλησίᾳ, οὕτω δέον ἐστὶν συνοικειούμενον εἶναι καὶ τῇ τῆς πίστεως ὁμολογίᾳ καὶ τῷ φρονήματι τῶν ὀρθῶν δογμάτων, ἀλλὰ μὴ κα‐ θάπερ μέχρι τοῦ νῦν, οὐκ οἶδα ὅπως τοῦ τοιούτου κακοῦ παρεμπεσόντος, τῇ μὲν φιλίᾳ δοκεῖν συνάπτεσθαι, τῇ δὲ κατὰ τὴν πίστιν κοινωνίᾳ διίστασθαι. Περὶ οὗ καὶ τῷ ἡμετέρῳ πατρί, φαμὲν δὴ Φωτίῳ τῷ ἁγιωτά‐ | 448 |
139(50) | τῳ πατριάρχῃ, οὐ μικρὸς ἀγὼν καταβέβληται, τοῦτο μὲν λόγοις, τοῦτο δὲ καὶ ἀποστολῇ ἀνδρῶν, εἰ καὶ τῶν πραγμάτων αἱ περιπέτειαι ἐπὶ τὸ τέλος ἐλθεῖν τὴν σπουδὴν ἀπεκώλυσαν· ἢ τάχα, ὅπερ καὶ προλαβὼν ἄνωθεν εἶπον, τούτου κρίμασιν οἷς οἶδεν ὁ θεὸς ἐν ταῖς σαῖς ἡμέραις τε‐ τηρημένου, ἵνα δειχθῇς καὶ ταύτῃ τῇ δωρεᾷ θεόθεν φιλοτιμούμενος. | |
55 | Διὰ ταῦτα, καθὼς πρὸ βραχέος εἴρηται, τέκνον ἡμῶν ποθεινότα‐ τον, εἰς τοιαύτην ἔννοιαν ὑπὸ θεοῦ καταστὰς μὴ ἀναβάλῃ τὸν ὑπὸ τῆς σῆς τιμιότητος καὶ τῶν τῆς καθ’ ὑμᾶς ἐκκλησίας προκρίτων εἰς τὴν τοιαύτην ἀρχιερωσύνην μαρτυρούμενον προβεβλῆσθαι τοῦ ἀποστεῖλαι, ἵνα καὶ αὐτῷ ὑπάρξῃ προσλαβεῖν ὧν οὐ θέμις ἐνδεῆ γινώσκεσθαι καὶ | |
60 | ὑμῖν σὺν θεῷ φάναι διὰ τῆς ἐκείνου ἀρχιερατικῆς ἐπιστασίας καὶ ἡ πρὸς θεὸν οἰκειότης ἐγγένηται (οὐδὲν γὰρ εὐσεβείας πρὸς τὸ θεῖον ἐγγύτερον) καὶ ἡ πρὸς τὸν ὑψηλὸν καὶ μέγαν ἡμῶν βασιλέα κατὰ πάντα ἑνότης καὶ συνάφεια, ἀσφαλιζομένη, ὥσπερ τῇ ὑποταγῇ καὶ τῇ σχέσει, οὕτω καὶ τῇ τῶν εὐσεβῶν δογμάτων συμφωνίᾳ. Πάντως δὲ οὐκ ἀμφιβάλλεις ὡς | |
65 | ἡ μέχρι τοῦ νῦν ἐν τῇ τῶν Ἀρμενίων περὶ τῆς πίστεως διαφωνία πρὸς τὴν καθ’ ἡμᾶς ἁγίαν τοῦ θεοῦ ἐκκλησίαν ἀλλοτρία καθέστηκεν τοῦ ὀρθο‐ δόξου κηρύγματος καὶ τῆς ἀποστολικῆς καὶ θείας διδασκαλίας. Εἴ τι οὖν μέλει τῇ σῇ συνέσει καὶ περὶ σεαυτοῦ καὶ περὶ τοῦ οἰκείου λαοῦ τῆς πρὸς ἡμᾶς ἑνώσεως καὶ κατὰ πάντα συμφωνίας, μὴ ἄλλως ποιήσῃς μηδὲ | |
70 | βραδύνῃς πρὸς τὴν ἀποστολὴν τοῦ μέλλοντος χρηματίσειν ὑμῶν ἀρχιε‐ ρέως ψήφῳ τοῦ παναγίου πνεύματος καὶ τὴν καθ’ ὑμᾶς ἁγίαν ἐκκλησίαν κατακοσμήσειν. Ἐρρῶσθαί σε ἐν κυρίῳ ἐπευχόμεθα, φρουρούμενον καὶ ὑπερκείμενον πάσης ἐπηρείας καὶ ἐναντιότητος, ὅση τε ὁρωμένων καὶ ὅση ἐξ ἀοράτων ἐχθρῶν ἐπιτίθεται. | |
140(1t) | Μιχαὴλ πατρικίῳ καὶ στρατηγῷ Θεσσαλονίκης | |
2 | Περὶ τῆς ὑποθέσεως ἥτις γράφειν ἡμᾶς πρὸς σέ, τέκνον ἡμῶν ἠγαπημένον, προετρέψατο, πεπείσμεθα ἐκεῖνα παρὰ τῆς σῆς μαθεῖν | |
φιλοθέου ψυχῆς ὅσα μήτε θεοῦ ἀγανάκτησιν κινεῖ μήτε τὴν ἡμῶν λυπεῖ | 450 | |
5 | μετριότητα μήτε τὸν ἄνδρα ὑπὲρ οὗ γράφομεν ἀδίκως ὑπὸ κατάκριμα τίθησιν. Γινώσκομεν γάρ σου χάριτι θεοῦ τελειοτάτην ἐν πᾶσιν οὖσαν 〈τὴν σύνεσιν〉, δι’ ἣν καὶ ἐν τῷ παρόντι περίδοξος ὤφθης βίῳ καὶ σὺν ταύτῃ ἐπιτεύξῃ, ὅπερ εὐχόμεθα, καὶ τῆς οὐ μόνον προσκαίρως ἐπιμειδι‐ ώσης, ἀλλὰ καὶ τῆς αἰωνίως εὐφρανούσης σε δόξης. Μάνθανε οὖν τὴν | |
10 | ὑπόθεσιν καὶ δήλου ἡμῖν, δεσμὸν ἔχων ἐκ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος, ὅσα συνεπιμαρτυροῦσαν τὴν σὴν ἀληθῆ γνῶσιν περὶ τοῦ ἀν‐ δρὸς ἐξεπίστασαι, καὶ μηδὲν μήτε πρὸς χάριν μήτε πρὸς ἐναντίωσιν ἔχον‐ τα. Διαθρυλοῦσί τινες περὶ Παύλου τοῦ θεοφιλεστάτου μοναχοῦ καὶ πρεσβυτέρου ὡς παρὰ τῆς σῆς ἀκηκόασι γλώσσης ὅτιπερ μετὰ τὸ ἐπαν‐ | |
15 | ελέσθαι 〈τὴν〉 μοναδικὴν πολιτείαν τῇ ποτὲ γενομένῃ συμβίῳ πεφώ‐ ραται συνενούμενος καὶ μὴ φυλάξας τὴν ἐξ αὐτῆς γινομένην διάστασιν καθαρὰν μηδὲ τὴν ἐπαγγελίαν διασωσάμενος πρὸς θεὸν ἀψευδῆ καὶ ἀνό‐ θευτον. Ταῦτα, ὡς εἴρηται, πρὸς τὰς ἡμετέρας ἀκοὰς ἐλθόντα οἷα εἰκὸς ἐλύπησέ τε καὶ συνετάραξεν, ὅτι τε ὁ ἄνθρωπος παρ’ ἑτέρων προσώπων | |
20 | τὴν μαρτυρίαν παρασχόμενος πρεσβυτερείου ἠξιώθη καὶ τῶν λειτουρ‐ γούντων τῷ ἁγίῳ θυσιαστηρίῳ εἷς χρηματίζει καὶ πρὸς μείζονα ἔτι ἀφορᾷ λειτουργίαν. Ἔχεις μὲν παρ’ ἡμῶν δεδηλωμένην τὴν περὶ τοῦ ἀνθρώπου φήμην· σὺ δ’ ἐκεῖνα γράψον ἡμῖν ἃ καὶ τῷ φρικτῷ βήματι τοῦ Χριστοῦ, ὅτε πάντες αὐτῷ γυμνοὶ παραστησόμεθα, μέλλεις κατενώπιον | |
25 | πάσης τῆς ἀγγελικῆς τάξεως καὶ τῆς ἀνθρωπίνης παραστάσεως ἀποκρί‐ νασθαι. Τὰ δ’ ἄλλα ἐρρωμένον σε φυλάξει ὁ κύριος πάσης ἐπηρείας ἀοράτου τε καὶ ὁρωμένης ἀνώτερον. | |
141(1t) | Τῷ ἡγουμένῳ τῶν Ἠλιοῦ Βωμῶν | |
2 | Εἰ καὶ προλαβοῦσα ἡ πονηρὰ φήμη τῆς περὶ σέ, τέκνον ἡμῶν ὅσιον, τοῦ πονηροῦ δαίμονος ἐπηρείας τὴν τῶν γραμμάτων ἀγγελίαν ἔπληξε τὴν ψυχὴν ἡμῶν οὐ μετρίως, ἀλλ’ ὅμως ἐλπίσι χρηστοτέραις ὥσπερ ἀποπεμ‐ | |
5 | πόμενοι τὴν φήμην πρὸς τὴν χώραν τοῦ ψεύδους εἴχομεν παραμύθιον τῆς ὀδύνης, ἀεὶ προσδοκῶντες τὴν ὑμῶν ὑγείαν ἐνωτισθῆναι. Νῦν δὲ τί; Ἧκεν τὰ γράμματα τὸ ἄλγος ἐπαύξοντα, ἐκεῖνα φανερῶς ἀναδιδάσκοντα | |
ὅσα τέως καὶ δι’ ἐλπίδων καὶ δι’ εὐχῆς εἴχομεν τῆς ἀληθείας μακρύνεσθαι. Ὅπως μὲν οὖν διετέθημεν ἀναλεξάμενοι τὸ γράμμα καὶ οἷον βέλος διὰ | 452 | |
10 | μέσων ἐδεξάμεθα τῶν σπλάγχνων, παραστῆσαι μὲν οὐκ ἔστιν ἱκανὸς ὁ λόγος· ὁ δὲ τὰς καρδίας καὶ πλάσας καὶ γινώσκων, ἐκεῖνος ὁρᾷ καὶ τὸ τραῦμα καὶ τὸ ἄλγημα τῆς καρδίας, ἐφ’ ᾧ παραμύθιον οὐδὲν ἕτερον ἐξευρίσκομεν πλὴν ἐκείνου μόνου, ὡς ἀντὶ τῆς τοσαύτης τοῦ δαίμονος ἐπιβουλῆς τῆς ὑμῶν ὁσιότητος εὐχαρίστως τὸ συνενεχθὲν φερούσης πολλὴ | |
15 | ἀντὶ τῶν παρόντων πόνων καὶ τῆς ἐντεῦθεν ἀνίας ἡ ἐκεῖθεν ἀποκείσεται ἄνεσις καὶ ἀνάπαυσις. Ἀεὶ μὲν γὰρ ὁ τοῦ γένους ἐξ ἀρχῆς ἐπηρεαστὴς ταῖς κατὰ τῶν θε‐ ραπόντων τοῦ θεοῦ ἐπιβουλαῖς ἐνσκευάζεται. Καὶ καθ’ ὧν μὲν συνερ‐ γοὺς προσλαμβάνεται οὓς ἂν εὕροι τῇ αὐτοῦ κακίᾳ συντρέχοντας, καὶ διὰ | |
20 | τούτων νῦν μὲν διωγμούς, νῦν δὲ κακώσεις ἄλλας ἐπιφέρων τοῖς εὐαρέ‐ στως θεῷ διαβιοῦσιν ἀγῶνα ποιεῖται τῇ μακαρίᾳ ζωῇ τούτων ἐμποδίζειν· νῦν δὲ καὶ χωρὶς προσλήψεως ἀνθρώπων συγκακουργούντων αὐτῷ διὰ τῆς οἰκείας ἐπιθέσεως, τοῦτο μὲν ἀφανῶς, τοῦτο δὲ καὶ ἐν τῷ προφανεῖ, τὸν πόλεμον ἐπιδείκνυται· ὃ καὶ νῦν πρὸς τὴν ὑμετέραν ἀρετὴν κατ‐ | |
25 | ειργάσατο. Ἀλλ’ ἐκεῖνος μὲν ἐπήνεγκε τραῦμα ὃ πάντως ἢ βουλομένου θεοῦ τέλεον ἀποθεραπευθήσεται ἢ κρίμασιν οἷς ἐπίσταται ἐπὶ κέρδει καὶ ὠφελείᾳ τοῦ τὸ τραῦμα φέροντος διαμένον, μετ’ οὐ πολὺ ἀπαλλαγήσεται, τοῦ φθαρτοῦ σώματος ἐν τῇ ἀναστάσει τῶν δικαίων τὴν θεοειδῆ ἀφθαρ‐ σίαν ἀπολαμβάνοντος. Ἐκεῖνος δὲ διὰ τῆς ὑμῶν ὑπομονῆς, ἐν ᾗ πάντες | |
30 | οἱ ἀγαπῶντες τὸν κύριον ἐλαμπρύνθησαν, τραυματισθήσεται εἰς τὸν αἰῶνα πάντα φέρων τὰς ἐπ’ αὐτῷ ἀλγηδόνας καὶ μηδεμίαν εὑρεῖν δυ‐ νάμενος θεραπείαν τοῦ ἄλγους. Ἀποβλέψωμεν, τέκνον ἡμῶν, πρὸς τοὺς ἐν γῇ στρατευομένους, ὡς ἐκ τῶν πολεμίων πληγὰς ἐν τῷ σώματι φέρον‐ τες καὶ τῶν μελῶν πηρώσεις, οἵ γε ἀνδρεῖοι καὶ εὐγενεῖς οὐ μόνον οὐκ | |
35 | ἀθυμοῦσιν, ἀλλὰ καὶ σεμνύνονται καὶ τοῖς πολλοῖς ἐπιδείκνυνται ὡς ταῦτα παρὰ τῶν πολεμίων ὑπέστησαν. Σὺ δὲ εἰς τὴν οὐράνιον στρατιὰν παραγγέλλων, εἶτα πληγεὶς ὑπὸ τοῦ ἀντιπάλου, πόσῳ μᾶλλον ὀφείλεις σεμνύνεσθαι, ἀλλὰ μὴ καταπίπτειν τὸ φρόνημα μηδὲ ἀκηδιᾶν ἐπὶ τῇ πληγῇ. Γράφομεν ταῦτα οὐχ ἵνα σε ἀθυμοῦντα διεγείρωμεν, ἀλλ’ εἰδό‐ | |
40 | τες σε θείᾳ χάριτι γενναίως τὸ συνενεχθὲν φέροντα, καὶ ὥσπερ μετὰ σοῦ τὴν τοῦ ἐχθροῦ δοκοῦσαν ἐπήρειαν διασύροντες. Παράσχοι δὲ ὁ ἅγιος θεὸς καὶ νῦν μὲν τὴν πονηρὰν αὐτοῦ ἐνέργειαν καταισχυνθῆναι καὶ εἰς τὸ ἔπειτα τῇ θείᾳ δυνάμει κατῃσχυμμένον καὶ θρηνοῦντα τὴν ἰδίαν | |
κατήφειαν ἀπὸ πάσης τῆς ὑμῶν ἀπεληλαμένον εἶναι ζωῆς. | 454 | |
142(1t) | Ἀντωνίῳ μητροπολίτῃ Σάρδεων | |
2 | Ἀλγοῦντες οὐ μικρῶς καὶ σπαρασσόμενοι τὴν ψυχὴν ἐπὶ ταῖς κα‐ ταλαμβανούσαις ὡς ἡμᾶς φήμαις περὶ τῆς ὑμῶν ἁγιωσύνης—κατελάμ‐ βανον γὰρ ἀλλεπάλληλοι μηνύουσαι χαλεπῶς ὑπὸ ἀρρωστίας συνέχεσθαι· | |
5 | —ἀλγοῦντες οὖν ἐπὶ τούτοις λίαν, ηὐχαριστήσαμεν τῷ θεῷ διὰ τοῦ κοινοῦ ἡμῶν τέκνου τοῦ Σάβα καὶ τὴν ἀπαλλαγὴν τῆς νόσου ἀναμαθόντες καὶ τὸ χάριτι θεοῦ ἐν ὑγείᾳ σε τελειοτάτῃ διατελεῖν. Ἣν καὶ ἔτι παράσχοι ὁ ἀγαθὸς ἀμιγῆ πάσης λυπηρᾶς διαθέσεως προσεῖναι τῇ σῇ ἀρχιερωσύνῃ, εἰς ὄφελος μὲν τῶν ὑπὸ σοὶ ποιμαίνεσθαι λαχόντων, εἰς εὐφροσύνην δὲ | |
10 | ἡμετέραν, καὶ εἰς θείαν δόξαν οἷς διὰ τῶν εὐσεβῶς καὶ θεοφιλῶς πολι‐ τεύεσθαι παιδευομένων διὰ τῆς ὑμῶν ὁσιότητος δοξάζεται ὁ θεός. Καὶ ταῦτα μὲν οὕτως. Ἓν δὲ λοιπὸν ἔτι προσθήσω· μὴ βραδύ‐ νῃς, εἰ δυνατόν, πρὸς τὴν ἐπανέλευσιν, ὥστε ὀφθῆναι ἡμᾶς ἀλλήλοις καὶ ἀπολαῦσαι καὶ συνουσίας καὶ ὁμιλίας πρὸ τοῦ τὴν ἡμῶν ταλαίπωρον | |
15 | ζωὴν ὑπὸ τῶν συνεχόντων θλίψεών τε καὶ κακώσεων ἀπαγορεῦσαι. | |
143(1t) | Ἰγνατίῳ μαγίστρῳ μονάσαντι ἐν τῷ Μεγάλῳ Ἀγρῷ | |
2 | Οἴδαμεν τὴν ὑμῶν ἔνθεον ἀρετὴν καὶ τὰ θεῖα φρονοῦσαν καὶ ἀνθρώπων κακουργίαν βδελυσσομένην· καὶ διὰ τοῦτο οἷς ἔγραψας περὶ τῆς τοῦ ἐξάρχου πλημμελείας χάριν τὴν μεγίστην ὁμολογοῦμεν. Πλὴν | |
5 | κατὰ πρόσωπον αὐτὸν ἐνεγκόντες καὶ ὥσπερ ἀναιδευόμενον ἰδόντες (μεγάλης γὰρ συνειδήσεως τοῦ οἰκείου πταίσματος τὴν ὁμολογίαν δοῦ‐ ναι) ἐκρίναμεν καὶ ἔτι βεβαιοτέραις ἀποδείξεσιν τὴν ἑαυτοῦ ἔνστασιν ὅτι μηδὲν σύνοιδεν τῶν περὶ αὐτοῦ λεγομένων καταισχυνθῆναι. Διὰ τοῦτο εἰ καὶ τοῖς σοῖς πεπληροφορήμεθα λόγοις—πῶς γὰρ οὐκ ἂν πλη‐ | |
10 | ροφορηθείημεν ἀνδρὸς θεοῦ χάριτι καὶ ἐν τῇ κοσμικῇ διαγωγῇ διαπρέ‐ ψαντος ἐν τῇ ἀνωτάτω τιμῇ καὶ ἐν τῇ τῶν μοναχῶν πολιτείᾳ μαρτύριον ἀποφερομένου τῆς εὐλαβείας ὁποῖον προσῆκεν θεοῦ θεράποντας ἀπο‐ φέρεσθαι; —πλὴν ἀλλ’ ἵνα μὴ δόξῃ, ὥσπερ ἔφημεν, ἀντιλογίας ἔτι κεκτῆσθαι χώραν, τὰ νῦν ἀνεβαλόμεθα τὴν περὶ αὐτοῦ καταδίκην, ἐρευ‐ | |
15 | νῶντες (πάντως δὲ οὐκ ἂν λάθοι πονηρία) καὶ ἐξετάζοντες ἐπιμελέστε‐ ρον, ἵνα πανταχόθεν κατὰ πρόσωπον αὐτῷ τῆς οἰκείας παρισταμένης ἁ‐ μαρτίας δέξηται τὴν κατάκρισιν, πρὸς ἥν, κἂν βούληται, κἂν μὴ βούληται, | |
καὶ αὐτὸς ὀφθείη συμψηφιζόμενος. | 456 | |
144(1t) | Νικολαῷ στρατηγῷ Λογγιβαρδίας | |
2 | Εὐχαριστήσαντες τῷ θεῷ, τέκνον ἡμῶν, ἐπὶ τῇ δεδομένῃ σοι κατὰ τῶν ἐχθρῶν τῆς δόξης αὐτοῦ δυνάμει, πλέον εὐχαριστοῦμεν ὅτι οὐ κατῃ‐ σχύνθησαν αἱ ἡμῶν τῶν ταπεινῶν ἐλπίδες. Καὶ γὰρ καὶ πρὸ τῶν νῦν | |
5 | ἔργων ὥσπερ τὰ σὰ προθεωροῦντες ἀνδραγαθήματα, [καὶ] διὰ τοῦτο καὶ ἐξεβιασάμεθα, καὶ ἄκοντά σε καὶ ἀνανεύοντα πρὸς τὴν ἄθλιον πρώην μὲν οὖσαν χώραν, νῦν δὲ χάριτι θεοῦ εὐδαίμονα ἀπεστείλαμεν, ἐνθυμού‐ μενοι καὶ αὐτοὶ ἀνταμείψασθαι τὰ σὰ ἀνδραγαθήματα, ἃ οὐχὶ διστάζοντες ἀλλὰ μετὰ βεβαιώσεως εἴχομεν, καὶ τιμαῖς καὶ δωρεαῖς ὅσαις ὁ θεὸς | |
10 | οἶδεν καὶ ἡ ἐμὴ ταπεινὴ ψυχὴ διενοεῖτο. Ἐπεὶ δὲ κρίμασιν ἀδήλοις ἀπ‐ ήντησεν ἄλλως τὰ πράγματα, τί ἄλλο ἢ τῇ τεταπεινωμένῃ δεξιούμεθα ἡμῶν εὐχῇ; Καὶ ἐπευχόμεθά σοι μήτε τὴν τοῦ θεοῦ συμμαχίαν ἐπιλι‐ πεῖν μήτε πᾶσαν φαιδρότητα ὅση τὸν ἀνθρώπινον βίον οἶδε φαιδρύνειν τὸ σὸν ὄνομα καὶ τὸ σὸν γένος καταλιπεῖν, καὶ ἐπὶ τούτοις καὶ τῆς αἰωνίου | |
15 | φαιδρότητος καὶ ἀσβέστου τυχεῖν. | |
145(1t) | Τῷ ἠγαπημένῳ περιβλέπτῳ πνευματικῷ τέκνῳ τῷ | |
2t | ἐνδοξοτάτῳ ἄρχοντι Ἀμάλφης | |
3 | Τὸν πρὸς ἡμᾶς ἔνθεον ἔρωτα τῆς σῆς εὐγενείας καὶ τὴν ὑπὲρ τῆς καταπιστευθείσης ἡμῖν εἰ καὶ ἀναξίοις ὑπὸ θεοῦ ἐκκλησίας σπουδαίαν | |
5 | προαίρεσιν καὶ πρὶν μὲν προανήγγειλεν ἡ φήμη προφθάσασα, νῦν δὲ τε‐ λεώτερον ἀνεδιδάχθημεν. Καὶ πρῶτον μὲν ἐπηυξάμεθα ὑμῖν παρὰ τοῦ κενώσαντος τὸ πανάχραντον αἷμα ὑπὲρ τῆς ἐκκλησίας αὐτοῦ Χριστοῦ τοῦ θεοῦ ἡμῶν, ἀντιδοθῆναι ὑπὲρ τῆς τοιαύτης ἀγαθῆς σου προαιρέσεως τὴν παρὰ τῆς ἀγαθότητος αὐτοῦ ἐν παντὶ καιρῷ κατευόδωσιν ἐν τοῖς ὑμετέ‐ | |
10 | ροις πράγμασι καὶ μὴ ἐπιλιπεῖν ὑμᾶς τὴν ἄνωθεν χάριν συγκατορθοῦσαν τὰ συμφέροντα καὶ σπουδαζόμενα. Δεύτερον δὲ καὶ ἡμεῖς εἴ τι δυνατὸν παρ’ ἑαυτῶν συμπράττειν ἐν ταῖς χρείαις τῶν ὑμετέρων πραγμάτων, ὡς ἔστιν ὀφειλόμενον ὑπὲρ τέκνων εὐνοούντων πατράσι συναγωνίζεσθαι, οὐ διαλείψομεν τὸν ἀγῶνα δεικνύντες. Διὰ τοῦτο καὶ ἐν τῷ παρόντι, εἰ καὶ | |
15 | μὴ ὁλόκληρον πέρας ἡ αἴτησις ὑμῶν ἔλαβεν περὶ τῶν αἰχμαλώτων, ἀλλ’ ὅμως ἐφ’ ὅσον ἐπείθετο τὰ πράγματα σπουδὴν ἐποιησάμεθα περὶ τῆς ὑμῶν | |
ἐξαιτήσεως καὶ θεραπείας· καὶ γέγονεν, εἰ καὶ μὴ τὸ πᾶν μηδ’ ὅσον ἠβου‐ λόμεθα, ἀλλ’ ὅσον τέως τῇ φύσει τῶν πραγμάτων ταῖς ἡμετέραις βουλαῖς τε καὶ εἰσηγήσεσιν ἐξεγένετο πεισθῆναι. Ἀπεστείλαμεν δὲ καὶ ἡμεῖς εἰς | 458 | |
20 | ἀνάρρυσιν τῶν αἰχμαλώτων χρυσίου λίτραν μίαν, ἐπευχόμενοι τὴν αὐτῶν ἐλευθερίαν παρὰ τῆς πάντα δυνατῆς θείας χειρός, ἣν οἶδα καὶ πέπεισμαι ὅτι συνεπικουρήσει καὶ τῆς ἀθέου τῶν Ἀγαρηνῶν τυραννίδος τοὺς δε‐ σμίους ἀπολυτρώσεται καὶ κοινῆς εὐχαριστίας ὑπόθεσιν παρέξει σοί τε καὶ ἡμῖν ἐπὶ τῇ τῶν αἰχμαλώτων ἀποκαταστάσει πρὸς τὰ οἰκεῖα, εὐχα‐ | |
25 | ριστούντων καὶ δοξαζόντων ἡμῶν τὸν σωτῆρα καὶ ἐλευθερωτήν, καὶ οὐκ ἐάσει ἐπὶ πολὺ τῇ τῶν ἀσεβῶν τυραννίδι κακουχεῖσθαι καὶ ταλαιπωρεῖ‐ σθαι τοὺς τῷ παναγίῳ αἵματι σεσημειωμένους οὐδὲ τῆς μετὰ τῶν συγ‐ γενῶν καὶ φίλων ζωῆς τε καὶ συνδιαγωγῆς μακρύνεσθαι. Ἐρρωμένον σε διαφυλάξει ὁ κύριος, ἐν πᾶσιν εὐοδῶν, πάντα τὰ καλὰ καὶ συμφέροντα | |
30 | συγκατορθῶν, καὶ διατηρῶν σέ τε καὶ τὸν ὑπὸ χεῖρα λαὸν ἐκ πάσης ὁρωμένης τε καὶ ἀοράτου τῶν κακῶν συνοχῆς. | |
146(1t) | Κωνσταντίνῳ πρωτοασηκρήτῃ | |
2 | Ἁπλᾶ γράφω πρὸς ἄνθρωπον συνιδεῖν καὶ ἐν ἰδιωτείᾳ λόγων ψυχῆς ἄλγημα σφοδρόν. Ἀκοὴν ἠκούσαμεν μετὰ τὴν τοῦ βασιλέως ἐξ ἡμῶν ἀναχώρησιν, ὡς ἀρχιεπίσκοπον παρὰ τῆς ἡμῶν χειροτονηθέντα | |
5 | ταπεινότητος (οὗτος δέ ἐστιν ὁ Νεαπόλεως) ἐκδιώκετε, καὶ πέμπετε ἄλλον ὃν ἐσφράγισεν καὶ ἐξαπέστειλεν ἐκεῖ ὁ καὶ εἰς τὴν ἡμετέραν τῶν ταπεινῶν καὶ πάντων ἀνθρώπων ἁμαρτωλοτέρων, ὅμως δὲ οἵοις οἶδε κρίμασιν ὁ συναρμόσας ἡμᾶς ταύτῃ Χριστός μου, καθὼς αὐτοὶ ἐπίστασθε, εἰσπηδήσας. Βλέπετε τί ποιεῖτε—ὁρᾷς πῶς ἁπλᾶ γράφω; —ἀθῷός εἰμι | |
10 | τῆς αἰωνίου καταδίκης ὑμῶν. Αἰωνίῳ γὰρ κατακρίματι τὸν τοῦτο ποιοῦντα ὑποβαλῶ, εἰ καὶ ἁμαρτωλός εἰμι, ἀρχιερεὺς ὢν τῆς τοῦ Χριστοῦ ἐκκλη‐ σίας καὶ συναρμοσθεὶς αὐτῇ οὐ βίᾳ, οὐ περιδρομαῖς ἐμαῖς, οὐ σπουδῇ ἀνθρωπίνῃ, ἀλλὰ λόγοις οἷς οἶδεν ὁ τὸ ἅγιον αἷμα ὑπὲρ αὐτῆς κενώσας· καὶ τῷ ἀλύτῳ ἐκείνῳ δεσμῷ ᾧ ἂν ὑποβαλοῦμεν τοὺς τοῦτο ἐπιχειροῦντας | |
15 | παραστήσονται τῷ φοβερῷ βήματι, καὶ ἐγὼ σὺν αὐτοῖς, καὶ τότε γνω‐ σόμεθα ἐνώπιον πάσης σαρκὸς καὶ τὸν ἴδιον ζῆλον καὶ τὸ φρόνημα καὶ τὴν ἐντρέχειαν καὶ τὴν φιλίαν καὶ τὰς πολλὰς περινοίας, ὅταν πᾶν στόμα ἐμφράσσηται καὶ ἕκαστος κατὰ τὰ οἰκεῖα ἔργα λήψεται τὴν ἀνταπόδο‐ | |
σιν. | 460 | |
147 | Καὶ χωρὶς τῆς προσπεσούσης ὑποθέσεως ἡ περὶ τῆς ὑμῶν ὁσιό‐ τητος φήμη ταῖς ἀκοαῖς ἡμῶν φθάσασα οἷα εἰκὸς ἐπιθυμητὴν ἐποίει τὴν σὴν ὁμιλίαν, ἄνθρωπε τοῦ θεοῦ. Ἐπεὶ δὲ καὶ τὰ τῆς παρούσης ὑποθέσεως συνῆλθεν, καὶ διὰ ταύτην ὡς ἀναγκαίαν οὖσαν καὶ τὸ μέρος | |
5 | χαριζόμενοι τῇ ἐπιθυμίᾳ, ὅτι μὴ ἔξεστιν ἑτέρως, ἰδού σοι προσομιλοῦ‐ μεν διὰ τοῦ γράμματος. Καλὸν μὲν καὶ θεῷ ἀρέσκον ἔργον καὶ διενοήθη καὶ διεπράξατο ὁ θεοφιλὴς οὗτος ἄνθρωπος, ὃς ἥκει φέρων σοι τὸ γράμ‐ μα, τὸν σταυρὸν τοῦ Χριστοῦ ἀράμενος καὶ πάντα λιπὼν τὰ ἐν κόσμῳ, καὶ ἄξιον ὡς ἀληθῶς τῆς αὐτοῦ ἀρετῆς. Καλὸς δὲ καὶ αὐτὸς ὁδηγὸς αὐτῷ | |
10 | γέγονας καὶ τῆς πρὸς σωτηρίαν ὁδοῦ ἀπ’ ἀρχῆς καὶ μέχρι τοῦ νῦν, ὡς καὶ αὐτὸς εὐχαριστεῖ καθηγούμενος καὶ δεικνὺς διὰ τοῦ ὅλως ἐξηρτῆσθαι τῆς σῆς ὁσιότητος καὶ μηδὲν ἀνέχεσθαι πράττειν σοῦ μὴ κελεύοντος, ὡς τοιούτῳ περιέτυχεν ἀλείπτῃ πρὸς τοὺς πνευματικοὺς ἀγῶνας οἵῳ πάντως ἐντυχεῖν ηὔχετο. Καὶ ἦν μὲν σωτήριον μηδὲν ἀπαντῆσαι παρὰ τοῦ φθόνῳ | |
15 | ἀεὶ κατὰ τῆς σωτηρίας ἡμῶν μαινομένου δαίμονος ἐναντίον μηδὲ τραχὺ μηδὲ προσκόπτειν τὰ ἐκείνου διαβήματα πρὸς τὸν τῆς ἀσκήσεως δρόμον ἐμποιοῦν· οὕτω γὰρ καὶ αὐτὸς εὐχαριστῶν τῷ θεῷ ἡμῶν καὶ σωτῆρι καρτερῶν διετέλει ἐν ᾧ τὴν ἀρχὴν κατήντησε τόπῳ, καὶ αὐτὸς ἔχων ἐγγύθεν τὸν μαθητὴν ἀεὶ τὰ ἐπιβάλλοντα ἐξεπαίδευες. Ἐπεὶ δέ, ὥς γε | |
20 | ἡμῖν ἐγνώσθη, ἀντὶ γαλήνης, ἀντὶ λιμένος εὐδίου, τρικυμίαι καὶ κλύδω‐ νες αὐτῷ ἐπανίστανται, καὶ ἄνθρωποι εἴτε παρ’ ἑαυτῶν ἠρεμεῖν οὐκ εἰδό‐ τες εἴτε παρὰ τοῦ δαίμονος κεκινημένοι καὶ ἑαυτοῖς καὶ τούτῳ βλάβης πρόξενοι γίνονται, τί δεῖ ποιεῖν ἢ πάντως αὐτόθεν ἀπαναστῆναι; Οὐκ ἐμός ἐστιν ὁ λόγος, ἀλλὰ τοῦ κυρίου· «Ἐὰν διώκωσιν ὑμᾶς ἐκ τῆς πόλεως | |
25 | ταύτης, φεύγετε εἰς τὴν ἄλλην.» Διώκεται καὶ οὗτος παρὰ τῶν μὴ ἀγα‐ πώντων εἰρήνην, ὥς φησιν, καὶ διωκόμενος ἀνάγκην ἔχει κἂν μὴ βούληται πρὸς ἄλλον τόπον μεθίστασθαι. Δὸς οὖν αὐτῷ ἐφόδιον τὰς σὰς εὐχάς, καὶ εὐλογήσας ἀπόστειλον, ἵνα καὶ αὐτὸς ἐν ἡσυχίᾳ διατελῶν ἐνταῦθα εὐαρέστως τῷ θεῷ διαζήσῃ (ἐπειδὴ γὰρ εὕρηται τόπος οὗ τὴν ἐπιζη‐ | |
30 | τουμένην αὐτῷ εἰρήνην ἕξει) καὶ οἱ διώκοντες αὐτὸν ἀπαλλαγέντες τοῦ δοκοῦντος ἐπαχθοῦς μηκέτι πρόφασιν ἔχωσι τῆς ἑαυτῶν ἀταξίας τὴν | |
τοῦ ἀνδρὸς ἐπιβαρῆ ὡς νομίζουσι σὺν αὐτοῖς διατριβὴν καὶ κατοίκησιν. | 462 | |
148(1t) | Εὐθυμίῳ μονάζοντι | |
2 | Ἡ τοῦ πνεύματος ἀγάπη οὐκ οἶδεν διάστασιν, ἀλλ’ οἱ τῇ ἑνώσει ταύτης συναφθέντες, εἰ καὶ τόπος αὐτοὺς διίστησιν, μένουσιν ἡνωμένοι καὶ τῆς μακαρίας ἐκείνης ἑνώσεως ἀπολαύοντες. Καὶ ἡμεῖς τοίνυν τῇ | |
5 | ὁσιότητί σου ἀφ’ οὗπερ τῇ ἐν ἁγίῳ πνεύματι συνήφθημεν ἀγάπῃ τὸ συνεῖναι πνευματικῶς οὐκ ἀφῃρέθημεν, μᾶλλον δὲ τοσοῦτον συναπτό‐ μεθα πλέον ὅσον ἡ σωματικὴ μεσιτεύει διάστασις. Ἡ μὲν γὰρ σωματικὴ σχέσις ἐκ τῶν ὁρωμένων χαρακτήρων ἔχει τὴν συνοχήν, τούτων δὲ μὴ παρόντων κατὰ βραχὺ λανθάνει διαλυομένη· ἡ δὲ τοῦ πνεύματος ἕτερον | |
10 | τρόπον τῇ τῶν σωματικῶν ὑπομνήσεων ἀναχωρήσει ἐπὶ πλέον συσφίγ‐ γεται. Πλὴν εὐχόμεθα τῷ ἁγίῳ θεῷ καὶ συγγενέσθαι ἀλλήλοις καὶ θέας καὶ ὁμιλίας κοινῆς ἀπολαῦσαι, ἵνα μὴ μόνον διισταμένων ἡμῶν, ἀλλὰ καὶ συνόντων δοξάζηται παρ’ ἡμῶν ὁ συνάψας ἡμᾶς θεὸς τῷ συνδέσμῳ τοῦ πνεύματος. Εἴης ἡμῖν ἐρρωμένος (ἡ δ’ εὐχὴ περὶ τοῦ | |
15 | σαρκίου) καὶ τῆς ἡμῶν ὑπερευχόμενος μετριότητος. | |
149(1t) | Στρατηγῷ τῶν Θρᾳκησίων | |
2 | Ἃ γράφομεν, τέκνον ἡμῶν, οἴδαμεν ὅτι καὶ χωρὶς τῆς ἡμετέρας ποιεῖς ὑπομνήσεως· οὐδὲ γὰρ ἐπήρειαν οὐδὲ χεῖρα βαρεῖαν τῶν ἐπιτι‐ θεμένων τοῖς ταπεινοτέροις ἡ σὴ φιλοθεΐα συγχωρεῖ, γινώσκουσα ὡς εἰς | |
5 | τοῦτο παρὰ θεοῦ προήχθης καὶ ἄρχειν ἄλλων ἐτάχθης, ἵνα καὶ τοὺς ἀδι‐ κεῖν βουλομένους ἀναστέλλῃς καὶ τοὺς εἰς τὸ καταπονεῖσθαι διὰ πενίαν ἑτοίμους διὰ τῆς σῆς βοηθείας τῆς ἐκείνων βιαιότητος λελυτρωμένους ἀποφαίνῃς. Ταῦτα οἴδαμεν ὅτι καὶ μελετᾷς καὶ τὴν μελέτην εἰς ἔργον προάγεις, κἂν μηδείς ἐστιν ὁ γράφων ἢ παραίνεσιν ποιούμενος· ὅμως | |
10 | ἐπεὶ ὁ τὸ γράμμα κομίζων, εἷς ὢν τῶν ἡμῖν γνωριζομένων, πολλαῖς ἐξεβιάσατο παρακλήσεσιν πρὸς τὸ γράμμασιν ἡμετέροις ὥσπερ συστῆ‐ ναι αὐτὸν πρὸς τὴν σὴν μεγαλόδοξον ὑπεροχήν, πληροῦντες τὴν ἐξαίτησιν αὐτοῦ τὸ γράμμα παρέσχομεν· ὁμοῦ τε διὰ τοῦ γράμματος τοῦτον συνιστῶντες καὶ δεῖξαι καὶ εἰς αὐτὸν τὴν σὴν κηδεμονίαν παρακαλοῦντες, | |
15 | ἧς ἀπολαύουσι πάντες οἱ ταῖς σαῖς περιθαλπόμενοι πτέρυξιν καὶ ἀνεπ‐ | |
ηρέαστοι διασῳζόμενοι παρὰ τῶν ποιουμένων ἀπόλαυσιν καὶ τρυφὴν ἰδίαν τὰς τῶν ἐπηρεαζομένων ταλαιπωρίας. Ἐρρωμένον σε διαφυλάξει ὁ κύριος, εὐοδούμενον ἐν τοῖς πράγμασιν καὶ ὁμαλῶς τὸν βίον διαπορευό‐ μενον καὶ τοῦ φθόνου τῶν κέντρων ἄτρωτον διαμένοντα. | 464 | |
150(1t) | Φιλοθέῳ πατρικίῳ | |
2 | Κληρικοὶ τῆς ἐν Νικαίᾳ μητροπόλεως κατέλαβον πρὸς τὴν ἡμῶν μετριότητα, καὶ χωρὶς τῶν λόγων ἀπ’ αὐτῆς ὄψεως, τέκνον ἡμῶν, τὴν σύγχυσιν καὶ τὴν ὀδύνην τῆς ἑαυτῶν ψυχῆς ἐμφανίζοντες. Ἐπεὶ δὲ λέγειν | |
5 | ἀπήρξαντο, τοσοῦτον καὶ ἡ τῶν λόγων διάθεσις ἐτύγχανεν παθητικὴ ὅτι καὶ τὴν ἡμετέραν ψυχὴν πρὸς τὴν αὐτὴν σύγχυσιν καὶ τὴν ὀδύνην κατ‐ έστησεν, ἵνα μὴ τὸ πλέον λέγω, τῆς συνοχῆς. Καὶ πῶς γὰρ οὐκ ἔμελ‐ λον, τέκνον ἐμόν, τοιαῦτα πάσχειν, ὅτε λειτουργοὶ τοῦ ἁγίου θυσιαστη‐ ρίου, πρεσβύτεροί φημι καὶ διάκονοι, ὁποῖοι δἂν καὶ ὦμεν καὶ οἵαις | |
10 | ἁμαρτίαις ἐνεχόμεθα, πρὸς στρατείαν κοσμικὴν καταλέγονται; Φεῖσαι, κύριε, τοῦ ἁγίου θυσιαστηρίου σου, καὶ μὴ οὕτω διὰ τὰς ἁμαρτίας ἡμῶν ἐξουδενώσῃς ἡμᾶς. Ἐγώ, τέκνον ἐμόν, ὅτε τοῖς ἐμοῖς ὠσὶν προσῆλθον οἱ λόγοι, οὕτως ὑπὸ τοῦ πάθους ἐπάγην καὶ οὕτως ὅλος ἐγενόμην τῆς ἐκπλήξεως, ὥστε εἰς ἀμηχανίαν μὲν καταστῆναι τοῦ γράφειν, μηδὲν | |
15 | δὲ ἄλλο ποιεῖν ἢ ταλανίζειν μὲν τὴν οἰκείαν ζωήν, θρηνεῖν δὲ καὶ ὀδύ‐ ρεσθαι τὸν παρόντα καιρόν, ὃς τοιαύτην περιπέτειαν ἤνεγκε τῶν πρα‐ γμάτων. Ἀλλ’ ἐπεὶ τῶν κληρικῶν αἱ ὁλοφύρσεις ἀνακοπὴν οὐκ ἐδέχοντο, ὀψὲ καὶ μόλις ὥσπερ ἐμαυτοῦ ἐγενόμην καὶ πρέπον ἡγησάμην γράμμα πρὸς τὴν σὴν μεγαλόνοιαν διαχαράξαι, δι’ οὗ παρεγγυῶμαι, εἰ δυνατόν, | |
20 | φείσασθαι τοῦ ἱερατείου, μᾶλλον δὲ τῆς θείας δοξολογίας, ἣν εἰ καὶ διη‐ νεκῶς ἔχει προσφερομένην ἐν οὐρανοῖς ὁ θεός, ὅμως βούλεται καὶ ἐπὶ γῆς ταύτην αὐτῷ ὑπὲρ ἀνθρώπων προσφέρεσθαι. Εἰ μὲν γὰρ καὶ ἄλλοι τινὲς τῶν μὴ τὸ ἅγιον κυκλούντων θυσιαστήριον ὑπῆρχον, οὐδ’ οὕτως ἦν ἀνεκτόν· τὸ γὰρ ὅλως ἀφιέρωμα ἤδη τι γεγενημένον εἰς κοινὴν χρῆσιν | |
25 | μεταφέρειν οὐκ ἔστιν ἀκατάκριτον· ὅταν δὲ οἱ τὰ ἅγια φέρειν καταξιω‐ θέντες, ἐκεῖνοι πρὸς στρατιωτικὰς λειτουργίας ἀπάγωνται, τί ἄν τις | |
ἐρεῖ; Σκόπει, τέκνον ἡμῶν, ὅτι οὔτε ὕφασμα οὔτε ἄργυρον οὔτε χαλκόν, ἀλλ’ οὔτε λίθον εἰς ναὸν ἀφωρισμένον θεοῦ ἔξεστι κοινοποιεῖν, οὐδ’ εἴ τις τολμᾷ ταῦτα, καταδίκης ἀνώτερος. Εἰ δὴ οὖν οὕτως ἐστίν, ὥσπερ | 466 | |
30 | καὶ ἔστι, σοὶ καταλείπω θείᾳ χάριτι τελειοτάτῳ τὴν σύνεσιν ὄντι τὸ νῦν γινόμενον κρίνειν. Ἐβουλόμην τὸ γράμμα ἐκτείνειν καὶ διὰ πλειόνων τὴν ἀτοπίαν τοῦ πράγματος καὶ τὸ ἡμέτερον ἄλγος ἐμφανίζειν. Ἀλλ’ ἱκανὰ τὰ εἰρημένα πρὸς τὴν σὴν ἀρετήν, ἥτις κἂν μηδεὶς ἕτερος λέγῃ δυνατὴ ἀφ’ ἑαυτῆς καὶ | |
35 | συνιέναι καὶ ἄλλους περὶ τούτου διδάσκειν. Τοσοῦτον δὲ μόνον φημί, ὅτι ὅπερ ἐξ ἀρχῆς προνόμιον δέδοται παρὰ τῶν κοσμησάντων εὐσεβείᾳ τὸ στέφος τῇ μητροπόλει χάριν τῶν ἐν αὐτῇ κεκροτημένων ἱερῶν συνόδων (καὶ ὅρα ὅσος ὁ χρόνος· ἀφ’ οὗ γὰρ Χριστῷ ὑπετάγη τῷ βασιλεῖ καὶ θεῷ ἡ τῶν σκήπτρων ἐξουσία τοῦτο παρεσχέθη), μὴ νῦν ὀφθῇ περι‐ | |
40 | υβριζόμενον μηδὲ καταπεφρονημένον. Οὐ γὰρ ἄξιον οὔτε πρὸς τιμὴν δια‐ βαῖνον ἢ τῶν προσταττόντων ἢ τῶν πληρούντων τὸ πρόσταγμα. Τὰ δ’ ἄλλα ἐρρωμένον σε διαφυλάξει ὁ κύριος, ἐν πᾶσιν εὐαρεστοῦντα καὶ τῆς παρ’ αὐτοῦ ἀποδοχῆς ἀξιούμενον. | |
151(1t) | Γρηγορίῳ Ἐφέσου | |
2 | Οὐκ οἶδα τί ἐρῶ ἐπὶ τοῖς οὐκ ἐθέλουσιν ἀνεῖναι σπαραγμοῖς τὴν ἐπώδυνον καρδίαν ἡμῶν. Οὐ γάρ ἐστιν ἰδεῖν ἡμέραν ἐν ᾗ μὴ διαξαινόμεθα ταῖς ἐπιτιθεμέναις ἀλγηδόσιν καὶ πληροῦται ὡς ἔοικε τὸ εἰρημένον, | |
5 | ᾧτινι καὶ ἐρρήθη· «Ἀεὶ τὰ κακὰ τοῖς κακοῖς ἐπισυναπτόμενα τὸν ἐμὸν περιστοιχίζει βίον· καὶ παρῆλθεν οὔπω τὸ χεῖρον, καὶ παρέστηκεν ἕτερον χεῖρον.» Ἔφην, οὐκ οἶδα τί πρὸς ταῦτα ἐρῶ, ἀλλ’ εἰ καὶ τοῖς συνήθεσι καὶ ἀνθρωπίνοις ἐχρησάμην λόγοις, πλὴν οἶδα τῶν ἁμαρτιῶν ἡμῶν εἶναι τὴν αἰτίαν τῆς τοιαύτης τῶν χαλεπῶν ἐπιθέσεως. Τὸ γὰρ ἃ μηδ’ ἄλλου | |
10 | τινὸς προλέγοντος ἐλπὶς ἦν γενέσθαι, ταῦτα ἡμῖν ἀπαντᾶν, πόθεν ἄλλο‐ θεν ἢ ἐξ ἧς εἶπον αἰτίας ἔχει τὴν γένεσιν; Θορυβῇ τὴν ψυχὴν ἴσως, τέκνον ἡμῶν ἱερώτατον, ὥσπερ ἐπικε‐ καλυμμένης προσιούσης σοι τῆς ἡμετέρας ἀλγηδόνος. Οὐκοῦν τὸ πρᾶγμα ἐκδηλότερον μάνθανε. Ὁ τοῦ Δυρραχίου μητροπολίτης τὰ ἐνταῦθα | |
15 | καταλαβών, οὐκ οἶδα τί παθὼν τοῦ πληρώματος τῆς ἐκκλησίας ἑαυτὸν ἀπομερίζειν ἠγάπησεν. Τοῦτον πλειστάκις παραινέσεσιν ὅσαι τῶν ταπει‐ | |
νῶν χειλέων ἡμῶν ἰσχὺν ἔχουσι προϊέναι τῆς ἀτόπου γνώμης μετενεγκεῖν ἐπειράθημεν, ἀλλ’ εἰς κενὸν ὤφθημεν ῥαψῳδήσαντες. Διὰ τοῦτο πρὸς τὴν ὑμῶν σύνεσιν ἐκπεμφθῆναι αὐτὸν καλὸν εἶναι κεκρίκαμεν, ἐλπίζοντες τὸ | 468 | |
20 | ἀπειθὲς αὐτοῦ εἰς εὐπείθειαν οὕτω μετενεχθῆναι, ἅμα δὲ καὶ τοῦτο ἐνθυ‐ μηθέντες ὅτι ἐνταῦθα διατρίβων ὑπὸ τῶν ἀποστατησάντων τῆς ἐκκλη‐ σίας οἷα εἰκὸς καθ’ ἑκάστην εἰσηγήσεις λαμβάνων ὕστερον ὀφθήσεται πρὸς τὸ τῇ ἐκκλησίᾳ συναφθῆναι δυσπειθέστερος, πρὸς ὑμᾶς δὲ στελ‐ λόμενος καὶ εἴ τινα πρόληψιν ἔσχεν τοῦ τῆς ἐκκλησίας ἀποστατεῖν | |
25 | ῥᾳδίως ἀποθήσει, τήν τε ἄλλην ἀρετὴν τῆς σῆς ἀρχιερωσύνης ἐξευλα‐ βούμενος καὶ τὴν ἐξ ἀρχῆς συνήθειαν καὶ ὅσης εὐεργεσίας αὐτῷ πρόξε‐ νος ἐγένου ἀναλογιζόμενος· εἰ μὴ ἄρα πρὸς τὸν τοῦ Ἰούδα βρόχον καὶ εἴ τις ἐκείνῳ παρόμοιος κατένευσεν καὶ διὰ τοῦτο φιλονεικήσει τοῦ τῆς ἐκ‐ κλησίας ἑαυτὸν ἀποτεμεῖν σώματος. | |
152 | Οὐδὲν ἄλλο πρὸς τὴν ὑμῶν σύνεσιν, τέκνον ἡμῶν, αὐτοπαράκλη‐ τον οὖσαν πρὸς τὸ καλὸν καὶ θεάρεστον γράφομεν ἢ μόνον ὅσον εἰς τὸ πα‐ ραστῆσαι τοὺς ἐπικομιζομένους τὸ γράμμα καὶ γνωρίσαι ὑμῖν ὅτι τῇ τοῦ θεοῦ μεγάλῃ ἐκκλησίᾳ πρὸς τὴν ἀπ’ ἀρχῆς ἀποταχθεῖσαν ὑπηρεσίαν, | |
5 | λέγομεν δὴ τὴν τῆς κράμβης συντέλειαν, ἀφωρισμένοι τυγχάνουσιν. Σὸν οὖν ἐστι καὶ τῆς σῆς ἔμφρονος γνώμης τοῦτο μαθόντα διατηρῆσαι αὐτοὺς ἀβαρεῖς τῆς ἄλλης τοῦ δημοσίου περιαγωγῆς καὶ περιστάσεως. Ἀδύνα‐ τον γάρ, ὡς καὶ αὐτὸς ἐξεπίστασαι, ταῖς τε λειτουργίαις τοῦ δημοσίου ὑπάγεσθαι καὶ τὴν ἐξ ἀρχῆς ἀποταχθεῖσαν αὐτοῖς ἐν τῇ ἐκκλησίᾳ | |
10 | ἐπιτελεῖν συνεισφοράν. Τὰ δ’ ἄλλα ἐρρωμένον σε διαφυλάξει ὁ κύριος, τέκνον ἡμῶν, ὑπὸ τῇ σκέπῃ τῶν πτερύγων αὐτοῦ τὴν ἀνώμαλον καὶ πολύπονον τοῦ βίου ὁδὸν ἐξανύοντα. | |
153(1t) | Θεοδοσίῳ μοναχῷ καὶ κουβουκλεισίῳ | |
2 | Ἄλλας ἐτρέφομεν ἐλπίδας ἐπὶ τοῖς μονάζουσιν ἢ ὁποίας νῦν διὰ | |
τοῦ γράμματος ἔγνωμεν. Ὡς εἰκὸς γὰρ ἠλπίζομεν οὐκ ὀλίγης εὐεργε‐ σίας ἀπολαύσαντας αὐτοὺς παρὰ τῆς ὑμῶν ὁσιότητος οὐ μόνον οὕτως | 470 | |
5 | ἐν βραχεῖ καιροῦ ἐπιλελῆσθαι τῆς σῆς ἀγαθῆς προαιρέσεως, ἀλλὰ καὶ τὸν πάντα βίον διατελέσειν εὐγνωμονοῦντας, καὶ τὸν εὐεργέτην ὅση δύναμις ἀντιδεξιοῦσθαι ταῖς θεραπείαις σπουδάζειν. Νῦν δὲ τί εἴπω; Ἐξάγομαι γὰρ ὑπὸ τῆς λύπης, καὶ φθέγγομαι σὺν τῷ προφήτῃ· «Σῶ‐ σόν με, κύριε, ὅτι ἐκλέλοιπεν ὅσιος, ὅτι ὠλιγώθησαν αἱ ἀλήθειαι ἀπὸ τῶν | |
10 | υἱῶν τῶν ἀνθρώπων, καὶ οὐκ ἔστι ποιῶν χρηστότητα, οὐκ ἔστιν ἕως ἑνός.» Ἀλλ’ ἐκεῖνοι μὲν τῆς ἀχαριστίας ἴσως καὶ νῦν τοῦ κέρδους αἰσθή‐ σονται, πάντως δέ, εἰ καὶ μὴ νῦν, ἀλλ’ ἐν τῷ μέλλοντι αἰῶνι συντετάξονται τοῖς ἀγνωμονοῦσι. Σὺ δέ, ὦ ἄνθρωπε τοῦ θεοῦ, μὴ ἀκηδία μηδὲ τὸ ὑψηλὸν τῆς διανοίας τῷ πάθει καταβαπτίσῃς, ἀφορῶν πρὸς τὴν θείαν | |
15 | ἀντίληψιν, ἥτις οὐδέποτε καταλείπει τοὺς πρὸς αὐτὴν ἀφορῶντας. Ἀλλὰ τῶν μὲν ἀγνωμονησάντων ὑπερεύχου, οἰκτείρων τῆς κακίας αὐτοὺς ὡς ἄνθρωπος τοῦ θεοῦ· ἐπὶ δὲ τῶν χρηστοτέρων ἐλπίδων πεποιθότι ἀνάβηθι λογισμῷ· πάντως γὰρ σὺν τῇ θείᾳ εὐμενείᾳ τῶν τέως λυπούντων τὴν ζωὴν ἔσται διάλυσις παρὰ τοῦ μηδέποτε καταισχύνοντος θεοῦ τοὺς | |
20 | οἰκείους θεράποντας. Περὶ δὲ τῆς ὑμῶν εἰσόδου ὅτι καὶ μέχρι τοῦ παρόντος οὐ γέγονεν, ἴσθι λελυπημένους ἡμᾶς ἐπὶ σοί. Οἶμαι γὰρ μὴ ἐπιλελῆσθαί σε ὅτι προσεί‐ πομεν ἐξιόντι σοι τὴν γέννησιν Χριστοῦ τοῦ θεοῦ ἡμῶν μὴ χωρὶς τῆς μεθ’ ἡμῶν συνουσίας τελέσειν. Ἐπεὶ δὲ τοῦτο μὴ γέγονεν, τέως ἣν νῦν | |
25 | ἐν τῷ γράμματι προθεσμίαν παρέθου μὴ διαψεύσῃ, ἀλλ’ εἴ γε τῷ παρόντι βίῳ θεῷ κεκριμένον ἐστὶ περιφέρεσθαι ἡμᾶς, τὴν τῶν βαΐων ἑορτὴν ἧκε σὺν ἡμῖν ἑορτάσων. Ἃ δὲ περὶ τῆς δίκης τῶν μοναχῶν ὑπεσήμαινε τὸ γράμμα, δεῖ ἐκείνους παρεῖναι μεθ’ ὧν ἔχουσι λόγων δικαίων καὶ εἴτε ἡμῖν ἐντυχεῖν | |
30 | εἴτε προσφωνῆσαι ταῖς βασιλικαῖς ἀκοαῖς τὰ τῆς ὑποθέσεως. Οὕτω γὰρ μᾶλλον ῥᾴδιος ἔσται ἡ τῶν πραγμάτων διοίκησις. | |
154(1t) | Γρηγορίῳ Ἐφέσου | |
1 | Καὶ πρότερον περὶ τῆς μελετηθείσης ὑπὸ τῶν ἐμῶν ἁμαρτιῶν συσκευῆς (τί γάρ με δεῖ ἄλλους αἰτιᾶσθαι, προφανοῦς ἡμῖν τῆς αἰτίας | |
οὔσης;) ἐγράψαμεν, τέκνον ἡμῶν ἱερώτατον, ὡς μέχρι τῆς ὁρμῆς καὶ μόνης τὸ κακὸν ἔστη, οὕτω τῆς ἄνωθεν ἀγαθότητος διοικονομησαμένης, | 472 | |
5 | καὶ πεῖρά τις οὐ προσήγγισε κακότητος. Νῦν δὲ εἴ γέ τι ἐν ἀνθρωπίνῳ βίῳ ἄμεινον δεῖ λέγειν, τέως ἀποσαλεύομεν ἐν τοῖς ἀμείνοσι· περὶ δὲ τῶν ἐσομένων ἀπὸ τοῦδε πρὸς τὸ ἀστάθμητον ἀφορῶσι τῶν ματαίων τοῦ βίου πραγμάτων οὐκ ἔστι λόγος. Πλὴν εὐχόμεθα, εἰ καὶ ἀχρεῖοι, τοῦ συνοίσοντος διὰ τῶν ἱερῶν ὑμῶν εὐχῶν τῇ ψυχῇ μὴ διαμαρτεῖν· καὶ ἔστω‐ | |
10 | σαν ὁποῖά ποτ’ ἂν ᾖ, ὡς οὐδὲν ἡμῖν σὺν θεῷ μελήσει περὶ τῆς αὐτῶν διαθέσεως. Ἐρρωμένον σε διαφυλάξει Χριστὸς ὁ θεὸς ἡμῶν, μεμνημένον ἐν ταῖς ὁσίαις εὐχαῖς τῆς ἡμῶν μετριότητος. | |
155 | Εὐλογητὸς ὁ θεὸς ὁ τὸ νέφος τῆς ἐπὶ σοὶ λύπης ἡμῶν διασκεδάσας, ὦ ἄνθρωπε τοῦ θεοῦ. Καὶ γὰρ καὶ πρὸ τοῦ γράμματος ἡ σκυθρωπὴ ἀγγελία τῆς σῆς ἀρρωστίας προσῆλθεν ταῖς ἡμῶν ἀκοαῖς, δι’ ἣν καὶ τῷ νέφει τῆς ἀθυμίας συνείχετο ἡμῶν ἡ ψυχή. Ἀλλὰ χάρις τῷ ἁγίῳ θεῷ | |
5 | τῷ νῦν διὰ τῆς παρουσίας τῶν γραμμάτων τὰ χρηστότερα δόντι μαθεῖν, καὶ τῆς ἐπὶ σοὶ ἀπαλλάξαντι λύπης. Ταῦτα μὲν περὶ τοῦ κατασχόντος νοσήματος. Περὶ δὲ τοῦ κουβου‐ κλεισίου μηδεμίαν ἡ σὴ ὁσιότης φερέτω θλῖψιν. Εἰ γὰρ καὶ γέγονε βα‐ σιλικὴ πρόσταξις τοῦ ἐξωσθῆναί τινας τῶν κουβουκλεισίων, ἀλλ’ εἰς τὸν | |
10 | σὸν καὶ ἡμέτερον οὐδὲν τοιοῦτον οὔτε γέγονεν οὔτε γενήσεται, ἔσται δὲ ὥσπερ πρὸ τούτου ἐν τῷ οἰκείῳ μένων ἀξιώματι καὶ τῆς κατὰ πρόσωπον ἡμῶν μὴ ἀποστερούμενος παραστάσεως. Ὥστε εἴ τι χάριν τούτου παρ‐ ηνώχλει τῇ σῇ ψυχῇ λυπηρόν, τοῦτο ἀπόθου, καὶ θεοῦ κατανεύοντος τῆς τελείας ἀπαλλαγῆς τῆς ἀρρωστίας ἡκέτω τὰ εὐαγγέλια. | |
156(1t) | Ῥωμανῷ βασιλεῖ | |
2 | Δέσποτα καὶ τέκνον δεδοξασμένον ὑπὸ θεοῦ, ὡς μὲν ἡ πληγὴ μεγάλη καὶ πικρὰν φέρουσα τὴν ὀδύνην καὶ λίαν σπαράσσουσα τὴν καρ‐ δίαν ἡμῶν, τίς οὐκ ἂν συνομολογήσῃ; Ἀλλ’ ὅμως τῆς τοῦ Χριστοῦ χάρι‐ | |
5 | τος, παρ’ ἧς ὑψώθης εἰς τὸ ὕψος τῆς βασιλείας, ὑψηλόν σοι φρόνημα | |
δωρησαμένης, οἴδαμεν ὡς ἔχεις καὶ τούτους τοὺς λόγους, ὅτι καὶ εἰ σὰρξ μία σύ τε καὶ ἡ μακαρία ἐτυγχάνετε, ἀλλ’ ἀναγκαῖον πάντως ἦν τῶν δύο γενέσθαι τὸ ἕν, ἢ σὲ πρότερον διατμηθῆναι καὶ λιπεῖν ἐκείνῃ τὴν πικρὰν τούτην ὀδύνην ἢ ἐκείνην, ὅπερ καὶ γέγονεν, ἐξ ἡμῶν χωρισθῆναι. Σκεψώ‐ | 474 | |
10 | μεθα οὖν ὅτι καὶ ἐν τούτῳ ὥσπερ ἐν τοῖς ἄλλοις εὐεργέτησεν ἡμᾶς ὁ θεός. Εἰ γὰρ ὅπερ εἶπον ἀνάγκη συμβῆναι, τίνα μᾶλλον ἔδει τὴν ἐκ τοῦ διαχωρισμοῦ ὑπομεῖναι ὀδύνην, σὲ τὸν δυνάμενον μᾶλλον ὑποφέρειν τὸ ἄλγος ἢ ἐκείνην τὴν διὰ τὴν γυναικείαν ἀσθένειαν μέλλουσαν παντελῶς ὀκλάζειν καὶ πρὸς τὸ βάρος τῆς ὀδύνης, εἴπερ συνέβη ὃ μὴ βεβούληται ὁ | |
15 | θεὸς συμβῆναι, παντελῶς ἑαυτῆς ἀπογινώσκειν καὶ τυχὸν καὶ εἰς βλασ‐ φήμους καὶ λογισμοὺς καὶ λόγους ὑπὸ τοῦ πάθους ἐξάγεσθαι; Συνέ‐ ζευξεν αὐτὴν ὁ θεὸς ὁ πλάστης καὶ νυμφαγωγός· εὐχαριστήσωμεν ὑπὲρ ὧν ἀπηλαύσαμεν τῆς συζυγίας. Ἔκρινεν ἀφελέσθαι αὐτήν· εὐχαριστή‐ σωμεν τῇ ἐκείνου κρίσει. Αὐτῷ μέλει περὶ τῆς ζωῆς ἡμῶν, καὶ τῶν ἐπ’ | |
20 | αὐτῷ πεποιθότων, ὧν, δέσποτα, καὶ αὐτὸς τυγχάνεις, πρὸς τὸ συμφέρον διεξάγει τὰ πράγματα. Ῥίψωμεν τὸ πάθος, ἀποβαλώμεθα τὴν κατήφειαν, ἵνα μὴ ὥσπερ γογγύζοντες κατακριθῶμεν κατὰ τῆς θείας κρίσεως. Τὰ μὲν τοῦ μακαρίου προφήτου Δαυὶδ ἐπὶ τῷ παιδὶ αὐτοῦ οἶδα ὅτι ἐπίστασαι καὶ περιττόν ἐστι περὶ τούτου γράφειν ἡμᾶς, ἀλλ’ ἑτέρων | |
25 | τινῶν μεγαλοψύχων ἀνδρῶν ἐφ’ ὁμοίοις πάθεσι μεγαλοψυχίαν σοι διηγή‐ σομαι. Ἐγένετό τις ἐν τῇ Ῥωμαϊκῇ πολιτείᾳ οὔπω τοῦ Χριστοῦ καὶ θεοῦ ἡμῶν τὰ Ῥωμαϊκὰ σκῆπτρα τῇ ἑαυτοῦ ὑποτάξαντος ἐξουσίᾳ—ἀλλ’ ἐγένετό τις, Αἰμίλιος ὄνομα τῷ ἀνθρώπῳ, εἴ γε μαθεῖν καὶ τὴν κλῆσιν ἐπιθυμεῖς· καὶ δύο παίδων ἀρρένων κατὰ τὸ αὐτὸ τεθνηκότων οὐκ | |
30 | ἐκλάσθη τὴν ψυχὴν ὑπὸ τοῦ πάθους, οὐκ ἔπαθέν τι τοιοῦτον οἶον πάσχου‐ σιν οἱ κοπτόμενοι ἐπὶ τοῖς νεκροῖς· ἀλλὰ τί; «Εὐχαριστῶ,» ἔφη, «ὅτι ἐφ’ ὅσον χρόνον εὐδόκησεν ὁ θεὸς ἐπ’ αὐτοῖς εὐφρανθῆναι, τὴν εὐφροσύνην ἔσχον ἐφ’ οἷς ἐκ τοῦ σπέρματός μου ἐβλάστησαν· καὶ νῦν ὅτε ἔκρινε τούτους λαβεῖν οὐκ ἔσομαι ἀχάριστος.» Ἄλλος ἀνὴρ ἐπίσημος ἐν τοῖς | |
35 | Ἕλλησι, τούτου παῖς ἄλλοθί που διατρίβων τῇ τοῦ θανάτου δρεπάνῃ ὥσπερ τις ἐκόπη βλαστός· καὶ ἧκόν τινες ὡς ἐνόμιζον ὀδυνηρὰν ἀπαγ‐ γελίαν κομίζοντες. Ἀλλ’ ἀκούσας ὁ μεγαλόφρων πατὴρ οὐδὲν ἔπαθεν ἀνάξιον τῆς ἑαυτοῦ ἀρετῆς· οὐκ ἐκόψατο, οὐκ ἐθρήνησεν, ἀλλ’ ἔφη πρὸς τοὺς ἀπαγγείλαντας «Ἠπιστάμην, ὦ οὗτοι, ὅτι θνητὸν ἐγέννησα.» | |
40 | Οὕτω καὶ σύ, δέσποτα, τῇ παρὰ θεοῦ δεδομένῃ σοι φρονήσει | |
συνδιατιθέμενος, μηδὲν ἀνάξιον τῆς σῆς μεγαλοφροσύνης πάσχειν ὑπο‐ μείνῃς, ἀλλ’ εἰδὼς ὅτι ὅτε συνεζεύχθης αὐτῇ, θνητῇ συνεζεύχθης, εὐχα‐ ρίστει μᾶλλον ὑπὲρ ὧν αὐτῇ συνέζησας χρόνων καὶ ὧν ἀπήλαυσας τῆς ἐκείνης φιλανδρίας· καὶ μὴ νῦν ὥσπερ ἀδικίαν παρὰ θεοῦ ὑποστάς, οὕτω | 476 | |
45 | φαίνου κατηφὴς καὶ σκυθρωπάζων. Καὶ γὰρ οἱ κατηφείᾳ καὶ σκυθρω‐ πότητι συγκατεχόμενοι πάντως διὰ ζημίας τινὰς καὶ βλάβας τὰ τοιαῦτα πάσχουσιν. Οὐκ ἔστιν οὖν φοβερόν, δέσποτα καὶ τέκνον μου ἠγαπημένον, τὸ νομίζειν ἐζημιῶσθαι ἡμᾶς ὑπὸ θεοῦ καὶ βλάβην τινὰ παρ’ αὐτοῦ ὑπομεῖναι, τοῦ δοξάσαντός σε καὶ πρὸς τὸ ὕψος τῆς βασιλείας ἀναγαγόν‐ | |
156(50) | τος καὶ τῆς κληρονομίας αὐτοῦ τῆς ἁγίας δεσπότην καὶ κύριον καταστή‐ σαντος; Μή, παρακαλῶ, μηκέτι θρηνῶμεν, μὴ ὀδυρώμεθα, μὴ τὴν κατήφειαν περιφέρωμεν· ἀλλὰ μᾶλλον εὐχαριστῶμεν καὶ δοξάζωμεν, ὡς ἐν τοῖς ἄλλοις πᾶσι, καὶ ἐν τούτῳ, τὸν ἐξ ἀρχῆς καὶ μέχρι τοῦ παρόντος τὸν σὸν φαιδρύναντα βίον καὶ εὐεργετήσαντα καὶ ἔτι (πεποίθαμεν τῇ | |
55 | αὐτοῦ ἀγαθότητι) τὰς εὐεργεσίας ἐπαυξήσοντα, ἐὰν ἡμεῖς εὐαρεστεῖν αὐτῷ καὶ κατὰ δύναμιν τὰ εἰς θεραπείαν πράττειν σπουδάσωμεν. Εἴη δὲ Χριστὸς ὁ θεὸς ἡμῶν καὶ ταύτης ὑπεράνω τῆς λύπης τιθεὶς καὶ πάντων λυπηρῶν ὅσα τῇ ὀδυνηρᾷ ταύτῃ παρακολουθεῖν οἶδε ζωῇ, καὶ τῆς αἰωνίου χαρᾶς καὶ φαιδρότητος παρεχόμενος τὴν κληρονομίαν. | |
157(1t) | Δημητρίῳ Κυζίκου | |
2 | Ὥσπερ ἦν προσῆκον τέκνου ἡμῖν ποθουμένου ἀναμαθοῦσιν εὐετη‐ ρίαν, ἡ ὀφειλομένη τῷ θεῷ ἀνηνέχθη εὐχαριστία· εὐχόμεθα δὲ καὶ ἔτι παντὸς λυπεῖν εἰδότος ἐναντιώματος ἀνώτερον διατηρεῖσθαι καὶ κατὰ | |
5 | μηδὲν τὴν ὑμῶν ἀρετὴν εἰς τὸ τὰ οἰκεῖα πράττειν ἀπείργεσθαι, ἀλλ’ ὑπάρχειν ἀεὶ πρός τε τὴν θείαν εὐαρέστησιν καὶ πρὸς τὴν τοῦ ποιμνίου κατάρτισιν ἀνεμπόδιστον. Ἃ δὲ περὶ τῶν κληρικῶν ἔγραψας, τῶν (οὐκ οἶδα πῶς εἴπω) ἐξ ἀσυνεσίας ἢ κακουργίας μὴ βουληθέντων ἀπαντῆσαι τῇ ὡρισμένῃ κρίσει, | |
10 | διὰ τὸ μὴ δόξαι ἡμᾶς οἷον πικρίᾳ τινὶ ἀντιφέρεσθαι πρὸς τὴν τούτων πλημ‐ μέλειαν, καλῶς ἔχει βραχύ τι προσυπομεῖναι καὶ προτρέψασθαι αὐτούς, καθὼς ἀπ’ ἀρχῆς ὥρισται, ἐπὶ τοῦ τόπου παραγενέσθαι καὶ τῷ δικαίῳ λόγῳ καταθέσθαι. Εἰ δὲ μὴ βούλοιντο, ἀλλ’ ἔτι τῆς οἰκείας ἀντέχονται κακοτροπίας, τότε ὅπερ ἠξίωσας ἔσται, καὶ γράμμα παρ’ ἡμῶν ἐκπεμφθή‐ | |
15 | σεται, ὥστε καὶ ἀπόντων αὐτῶν πέρας ἐπιτεθῆναι τοῖς κεκριμένοις. | 478 |
157a | Καὶ ἡμῖν, ἀδελφὲ καὶ τέκνων ὁ μάλιστα ἠγαπημένος καὶ ἀγαπῶν, τὰ μὲν ἐκ τοῦ γήρους καὶ τῆς ἀσθενείας ὀδυνηρὰ ἐπέστη, †ὡς† οὐδὲν ἔλαττον, ἵνα μὴ λέγω μᾶλλον ἐπίκειται. Ἡ δὲ τῶν ἄλλων ὅσα διὰ τὰς ἁμαρτίας ἡμῶν προστιθέμενα τὴν ἄθλιον ζωὴν δαπανᾷ (πῶς ἄλλως | |
5 | εἴπω ἢ θεόθεν;) κάκωσις οὐκ οἶδα εἰ μὴ προστασίας οἷς οἶδεν κρίμασι λαχούσης ὁ τάξας εἰς τοῦτο θεός, ἀλλὰ καὶ τῆς ἐν ζῶσι συναναστροφῆς *** προτρέπεται φέρειν ἡμᾶς. Οὐκ ἐβουλόμην οὖν εἰσελθεῖν, ἀλλὰ μᾶλ‐ λον πορρωτέρω καὶ πρὸς τὴν νῆσον ἀπιέναι· τῆς δὲ ὁρμῆς ἐπεσχέθην, οὐ δυνηθεὶς ἀξίωσιν ἀδελφοῦ καὶ τέκνου μοι ποθουμένου εἰς κρίσιν τῆς | |
10 | ἐμῆς ἀπορρῖψαι δευτέραν βουλήσεως. Εἰσελευσόμεθα οὖν ὡς ἐπέστει‐ λας, ἅμα καὶ ὀψόμενοι, καὶ θεοῦ διδόντος παράκλησιν ἐπὶ τοῖς συνέχου‐ σιν τῇ κοινῇ συνομιλίᾳ εὑρήσοντες, καὶ εἴ τι δεῖ περὶ τῆς τῶν πραγμάτων χαλεπότητος σοὶ τῷ χάριτι θεοῦ μηδὲν προτιμῶντι τοῦ φρονεῖν ὀρθῶς συνδιασκεψόμενοι. | |
158(1t) | Κωνσταντίνῳ μητροπολίτῃ Λαοδικείας | |
2 | Ἐλυπήσαμεν τὴν ὑμῶν ὁσιότητα οὐχὶ τοῦτο θέμενοι σκοπόν (μὴ γένοιτο) οὐδ’ ἄλλοθέν ποθεν παρακεκινημένοι (μὴ τοῦτο λογίζου, τέκνον ἡμῶν), ἀλλὰ μᾶλλον ὑπολαμβάνοντές σέ τε καὶ ἡμᾶς ἀπαλλάξειν λύπης | |
5 | ἐφ’ οἷς ἔνθεν κἀκεῖθεν περιτρέχοντες οἱ κατὰ τῆς σῆς ὁσιότητος φλυα‐ ροῦντες πολλῶν ἀκοὰς παρηνώχλουν. Οὐ χρὴ οὖν τὴν σὴν ἐπὶ τούτῳ ἀρε‐ τὴν λυπεῖσθαι. Τί γὰρ καὶ ἀπήντησε χαλεπόν; Οὐδὲ γὰρ χάριτι θεοῦ ἡ ἐκείνων φλυαρία μῶμόν τινα τῇ σῇ ἀρετῇ προσετρίψατο, ἀλλ’ αὐτοὶ μᾶλλον ὤφθησαν κατεγνωσμένοι, καὶ ὅμοιόν τι πάσχοντες οἷον πολλάκις | |
10 | ἐν τοῖς κυσίν ἐστιν ἰδεῖν, οἳ τῷ βάλλοντι προσψαῦσαι μὴ δυνάμενοι τοὺς ἐπ’ αὐτοὺς βαλλομένους δάκνουσι λίθους· οὕτως οὖν κἀκεῖνοι πρὸς ἄλλους φέροντες τὴν αἰτίαν, οὐ κατὰ τῆς ὑμῶν τελειότητος, εἰκῇ καὶ μάτην ὑλακτοῦντες ἠλέγχθησαν. Ὥστε εἴ τι καὶ [νῦν] μέχρι τοῦ νῦν ἄνθρωπος ὢν ἔπαθες τὴν ψυχὴν ὡς οὐκ ἔδει, ῥῖψον τὸ πάθος, εἴ τί | |
15 | σοι πρόσεστι φίλτρον ἡμέτερον καὶ λόγος περὶ τοῦ μὴ ἀλγεῖν τὴν ἡμετέ‐ ραν ψυχήν. Καὶ πάλιν γάρ φημι, μὴ τοῦτο εἰς ὑπόληψιν ἔχε· οὔτε οἴκο‐ | |
θεν οὔτε παρ’ ἄλλου τινὸς πρὸς τοῦτο ὑπήχθημεν, ἀλλὰ μᾶλλον βουλόμε‐ νοι τὰς τῶν ἀσυνέτων ἐκείνων κληρικῶν ἀποπαῦσαι κραυγάς, ἵνα μὴ ἐνταῦθα κἀκεῖ περιιόντες τοὺς οὐκ εἰδότας ἴσως τὴν σὴν ἀρετὴν πρὸς | 480 | |
20 | ὑπολήψεις ἀναξίους καὶ ἀπρεπεῖς τῆς ὑμῶν ὁσιότητος συναρπάζωσι. Τὰ δ’ ἄλλα ἐρρωμένος ἡμῖν εἴης καὶ οἷα τοῦ θεοῦ ἄνθρωπος καὶ ἀρχιε‐ ρεὺς τῆς τῶν πολλῶν μικροψυχίας ἀνώτερος. | |
159 | Ἐπὶ τοῖς κεκριμένοις ὑμῖν περὶ τοῦ ἱερέως ὃν ἀφροσύνη διερε‐ θίζουσα τοῦ οἰκείου ἀρχιερέως ὑβριστὴν ἀπειργάσατο, οὐδεμιᾶς ἀπαν‐ τώσης τῇ κρίσει ἀντιλογίας (κανόνος γὰρ ἰσχύϊ διασφαλίζεται), τοῦτο μόνον φαμέν, ὡς ἔξεστι βουλομένοις ἡμῖν ἐπιεικεστέραν τινὰ γνώμην | |
5 | συμπαθῶς κινουμένοις πρὸς τὸν ἀφρονευσάμενον ἐπιδείξασθαι, καὶ πάλιν ἐν τῷ οἰκείῳ ἀποκαταστῆσαι βαθμῷ, διότι τῶν ἁμαρτημάτων ἐκεῖνα παντελῶς ἀσύγγνωστα, ὅσα μῶμον τῷ ἁγίῳ θυσιαστηρίῳ προστρί‐ βεται· ἃ δὲ πρὸς ἡμᾶς ἐξ ἀνθρωπίνης μικροψυχίας τῶν πλημμελούντων μόνους ὁρᾷ, ταῦτα εἰ συγχωρεῖν βουλοίμεθα οἶμαι τὴν τοῦ θεοῦ εὐμέ‐ | |
10 | νειαν μὴ νεμεσήσειν ἡμῖν. Πῶς γάρ; ὅς γε τῆς αὐτῷ προσφερομένης θυσίας ἐπίπροσθεν ποιεῖται τὸν ἔλεον· «Ἔλεον» γάρ φησι «θέλω καὶ οὐ θυσίαν.» Ἐμοὶ οὖν δοκεῖ καὶ τὴν παιδείαν καλῶς ἐπὶ τῷ ἀτακτήσαντι προελθεῖν, καὶ τὸ συμπαθὲς ἔτι κάλλιον ὑπὸ τῆς ὑμετέρας ἀρετῆς ἐπι‐ δειχθῆναι, ὥστε 〈εἰ〉 καὶ ὑμῖν τοῦτο συνδοκεῖ, οὐκ ἔσται τις παρὰ τῶν | |
15 | μὴ παντάπασιν τὰ σπλάγχνα κλειόντων μέμψις τοῖς δεομένοις, ἀνθρώ‐ ποις καὶ αὐτοῖς ὑπάρχουσι, φιλανθρωπίας. | |
160(1t) | Γρηγορίῳ Ἐφέσου | |
2 | Τὰ μὲν ἄλλα πάθη ὅσα, τέκνον ἡμῶν ἱερόν, τὰς τοῦ θεοῦ συνέχει ἐκκλησίας οὐδὲ πρὶν ἠγνοοῦμεν, ἀλλ’ εἶχεν ἡμᾶς ἡ πικρὰ τούτων γνῶσις καὶ χωρὶς τῆς τοῦ γράμματος ἀπαγγελίας. Καὶ πολλάκις ταῦτα ἐκτραγῳ‐ | |
5 | δούντων ἡμῶν μία τις ἀπαντᾷ, ὡς δοκεῖ, τοῖς ἀποκρινομένοις εὐπρόσ‐ | |
ωπος αἰτία, ἡ τῶν κοινῶν πραγμάτων ἀσθένεια. Τὰ δ’ ἄλλα, ὅσα ἡ φήμη φέρουσα θόρυβον ὑμῖν ἐνεποίησεν, ἴσως ἔχει μέν τι καὶ ἀληθές, ἔχει δέ τι καὶ οἷα τὰ ἀνθρώπινα τὴν πρὸς τὸ ψεῦδος ἀναχώρησιν. Πλὴν οὐδὲν λυπηρότερον ἐν τῷ τέως τῇ ταλαιπωρίᾳ ἡμῶν προσήγγισεν, τῆς | 482 | |
10 | ἐκ τοῦ πονηροῦ δαίμονος μεθόδου διαλυθείσης, δι’ ἧς ἐμηχανᾶτο καὶ τὰ τῆς βασιλείας καὶ τὰ τῆς ἐκκλησίας συνεκταράξαι, φανερωθείσης τῆς αὐτοῦ κακούργου μηχανῆς καὶ διαλελυμένης ὑπὸ τῆς θεϊκῆς ἀντιλήψεως. Ταῦτά σοι ὡς ἐν γράμματι δῆλα ποιοῦμεν· καὶ εἴης ἡμῖν καὶ ἐρρωμένος καὶ τῆς ἡμῶν ὑπερευχόμενος ταπεινότητος. | |
161(1t) | Τῷ στρατηγῷ Πελοποννήσου | |
2 | Ἴσως δόξομεν περιττόν τι ποιεῖν ἐπ’ ἐκεῖνο παρακαλοῦντες τὴν ὑμῶν σύνεσιν, ὃ πράττεις αὐτὸς ἐμφύτῳ χρηστότητι καὶ χωρὶς τῆς ἔξω‐ θεν παρακλήσεως. Τί δὲ τοῦτό ἐστιν; Τὸ ἵλεών φημι καὶ συμπαθές· | |
5 | τοῦτο γὰρ μετὰ τῶν ἄλλων καλῶν προσεῖναί σοι παρὰ πάντων σχεδόν, ὅσοι τὸν σὸν οὐκ ἀγνοοῦσι τρόπον, ἐκδιδασκόμεθα. Πλὴν ἀλλ’ ἐπειδὴ ὁ ἠγαπημένος ἡμῶν ἀδελφὸς καὶ συναρχιερεὺς ὁ τῆς Καισαρέων πρόεδρος ἐβουλήθη συμπρεσβευτὰς ἡμᾶς παραλαβεῖν ὑπὲρ ἧς αὐτὸς ἔγραψεν ἐκδηλότερον ὑποθέσεως, οὐκ ἔχοντες ὅπως τὴν ἐκείνου παρὰ φαῦλον | |
10 | ἀξίωσιν θείημεν πρὸς ταύτην ἤλθομεν τὴν παράκλησιν. Πλήρου, τέκνον ἡμῶν, καὶ τὰ σεαυτῷ συνήθη ποιῶν καὶ τὸν παλαιὸν φίλον καὶ συμπα‐ τριώτην τιμῶν, εἰ βούλει δὲ καὶ τὸ ἡμέτερον μέρος ἐν λόγῳ τιθείς, τὴν κοινὴν πρεσβείαν ὑπὲρ ἀνθρώπου ᾧ διὰ τὴν ἐσχάτην ἐκδημίαν πάντως οὐκ ἄλλη τις ὑπολέλειπται χάρις· καὶ παράσχου τὴν ἐπάνοδον τῷ τέκνῳ | |
15 | πρὸς τὸν οἰκεῖον πατέρα, παραμύθιον τοῦτο κοινὸν αὐτῷ τε καὶ τῷ πατρὶ χαριζόμενος, τὸ προσιδεῖν ἀλλήλους καὶ τὰ τελευταῖα προσομι‐ λῆσαι καὶ ἐπιτάφια. Ὁρᾷς ὡς τῇ σῇ πεποιθότες εὐμενεῖ ψυχῇ τὸ αὐτο‐ παράκλητον ἐχούσῃ πλειόνων οὐκ ἐδεήθημεν λόγων ἢ ὅσον τὴν γνώμην ἐνδείξασθαι ἣν κεκτήμεθα περὶ τοῦ πράγματος; Ἀνθ’ οὗ ὡς ἤδη πέρας | |
20 | λαβόντος ἐξαιτούμεθά σοι τὴν τῆς ἄνωθεν εὐμενείας ἀντίδοσιν, παρ’ ἧς ἀμήχανον εἰπεῖν ὅσος τοῖς ἐλεημόνως πρὸς τοὺς πλησίον διατεθεῖσιν ὁ | |
ἔλεος ἀντιδίδοται. | 484 | |
162(1t) | Γεωργίῳ ἐξουσιαστῇ Ἀβασγίας | |
2 | Τοῖς εὐγενέσιν ἀνθρώποις, καὶ μάλιστα ὅσοις τὸ ἄρχειν ἐδωρήσατο ὁ θεός, ὥσπερ τῶν ἄλλων ἔχουσι τὸ διαφέρειν, οὕτως ὀφειλόμενόν ἐστι καὶ τὸ ἐν ἀρετῇ διαπρέπειν, καὶ μὴ μόνον τῇ σαρκικῇ εὐγενείᾳ σεμνύνε‐ | |
5 | σθαι, ἀλλὰ πολλῷ πλέον καὶ τῇ ψυχικῇ λαμπρότητι ἐξωραΐζεσθαι. Τοιοῦτον καὶ σὲ ἀκούομεν εἶναι, τέκνον ἡμῶν, καὶ ἀκούοντες χαίρομεν καὶ ἐξαιτούμεθα παρὰ τοῦ πάντων αἰτίου τῶν καλῶν θεοῦ ἡμῶν ἐπὶ πλέον σε τοῖς εὐγενέσι τούτοις τρόποις καλλωπίζεσθαι καὶ καλὸν ἀρχικῆς ἐξουσίας παράδειγμα καὶ νῦν διαφαίνεσθαι τῷ βίῳ παρόντα καὶ 〈μετὰ〉 | |
10 | τὴν ἐκ τῆς ματαίας ταύτης ζωῆς ἀναχώρησιν δοῦναι τοῖς σοῖς τέκνοις ἐπὶ τῆς σῆς ἀρχῆς καθισταμένοις πρὸς τὴν ὑμῶν ἀφορῶσιν κατάστασιν ὀφθῆναι κατὰ μηδὲν λειπομένοις τῆς πατρικῆς ἀρετῆς καὶ μακαριότητος. Ἃ δὲ περὶ τῶν Βουλγάρων ἔγραψας, οὐκ οἶδα ποίοις κρίμασι τοῦ θεοῦ μένει τὸ κακὸν ἔτι τῆς ἔχθρας καὶ τὸ καλὸν οὐκ ἐμεσίτευσεν τῆς | |
15 | εἰρήνης. Σὺ οὖν, τέκνον ἡμῶν, κατὰ τὴν βασιλικὴν ἀξίωσίν τε καὶ δήλωσιν τὸ καθαρὸν τῆς φιλίας σῴζων, φύλασσε παρὰ σεαυτῷ καὶ τὸ πρόθυμον τῆς συμμαχίας· καὶ εἴ γε χρεία καλέσοι, πάντως οἷα φίλος εὐ‐ γνώμων τὸ ζητούμενον ἐπιτελέσεις, ἵνα καὶ ἐν τούτῳ ἡ σὴ διαφαίνοιτο ἀρετὴ καὶ τὸ τῆς φιλίας ἀνόθευτον. | |
163(1t) | Ἀντιόχῳ μονάζοντι | |
2 | Οὐδὲν ἕτερον γράφομεν περὶ τοῦ κομίζοντος κουβουκλεισίου πρὸς τὴν ὑμῶν εὐλάβειαν τὸ γράμμα ἢ μόνον τὸ δοῦναι λόγους αὐτῷ ἂν τοῦτο δεήσῃ πρὸς τοὺς τὰς ἐγκλήσεις ἐπιφέροντας, καθώς ἐστι καὶ τῇ σῇ | |
5 | ἀρετῇ πρέπον καὶ ἡ τοῦ δικαίου τάξις ἐπιζητεῖ· τοῦτο δέ ἐστιν τὸ μηδὲν εἰς ὕβριν μηδ’ εἰς ἀτιμοτέραν πρᾶξιν καθιστάμενον ἐπαχθῆναι αὐτῷ παρ’ ὑμῶν. Τοῦτο γὰρ οὐδὲ τῆς σῆς ἄξιον εὐλαβείας ἴσως οὐδὲ τῆς τοῦ ἀνθρώπου καταστάσεως. Μονάζων γὰρ καὶ κουβουκλείσιος οὐ χθὲς οὐδὲ σήμερον, ἀλλὰ πάλαι καὶ ἐξ ἀρχῆς, καὶ διακονίας ἑτέρας ἐγκεχειρι‐ | |
10 | σμένος αἳ τοὺς κατὰ τὸν βίον διαφέροντας πρὸς ἑαυτοὺς ἐκκαλοῦνται. Εἴ τι οὖν οἷα τὰ ἀνθρώπινα παρεσφάλη καὶ ἡ καταδικάζουσα ψῆφος τοῦ‐ τον ὁρᾷ, τὴν μὲν ἀπὸ τῆς ψήφου ζημίαν ὑποστήτω καὶ εἴ τινός τι ἀφείλετο | |
πάντως ἀποδιδότω· τιμωρίαν δὲ ἄλλην καὶ ὕβριν, οἷα πολλάκις πρὸς αἰσχύνην τινῶν ἐπεδείξατο ὑμῶν ἡ εὐλάβεια, τούτῳ μὴ προστριψάτω. | 486 | |
15 | Περισσὸν γὰρ καὶ οὐδὲ τῆς σῆς ἄξιον συνέσεως οὔτε τὸν ἄνθρωπον τοιαῦτα πάσχειν ὀφειλόμενον. Εἴ τι οὖν σοι μέλει καὶ περὶ τῆς σῆς εὐκο‐ σμίας καὶ περὶ τῆς ἀνυβρίστου πρὸς σὲ παραστάσεως τοῦ τὸ γράμμα κομίζοντος, προσθήσω δὲ καὶ τῆς ἡμῶν παραινέσεως, τοῖς γεγραμμένοις ὄφθητι ἐπακολουθῶν. | |
164 | Ὅσοι νοῦν φρονήσει κοσμούμενον ἔχουσι, καὶ ἀνθρώπινα πράγματα μεταχειρίζονται φρονίμως καὶ τὰ πρὸς θεὸν ἀναφερόμενα διοικοῦσιν ἀκατακρίτως. Τοιοῦτον σὲ ὄντα, τέκνον ἡμῶν, πειθόμεθα εἶναι καὶ διὰ τοῦτο γράφομεν οἷα γράφομεν. Βασιλικῶν προστάξεων χρηματίζεις ὑπη‐ | |
5 | ρέτης, ἀλλὰ πάντως τὴν ὀφειλομένην τῷ θεῷ ὑπηρεσίαν οὐκ ἀτιμάσεις. Τίς δὲ ἡ τοῦ θεοῦ ὑπηρεσία, κἂν ἐγὼ μὴ λέγω, σὺ πάντως οὐκ ἀγνοήσεις ὡς φρόνιμος· ἀλλ’ οὐδὲν κωλύει καὶ ἡμᾶς λέγειν, κἂν σὲ μὴ λανθάνῃ καὶ χωρὶς τῶν ἡμετέρων λόγων ἡ τοῦ πρέποντος γνῶσις. Αἱ τοῦ θεοῦ ἐκκλησίαι τὴν ὀφειλομένην αὐταῖς ὑπουργίαν χρῄζουσιν | |
10 | ἀναγκαίως· διὰ τοῦτο καὶ οἱ ἐξ ἀρχῆς βασιλεύσαντες, ὅσοι τὸ βασιλεύειν ᾔδεισαν ὑπὸ θεοῦ λαβόντες καὶ οὐχὶ τὸ κράτος ἐκ τυραννίδος ἐκτήσαντο, καὶ τόπους καὶ ἀνθρώπους τοὺς τὴν ἐργασίαν τῶν τόπων ἐκπληροῦντας καὶ κληρικοὺς ταῖς ἁγίαις ἀπένειμαν ἐκκλησίαις, πιστεύοντες διὰ τοῦτο μᾶλλον ἀσφαλεστέραν ἕξειν τὴν βασιλείαν καὶ οὐχὶ ἐκ τῆς ἄλλης περι‐ | |
15 | δρομῆς τε καὶ συγκροτήσεως. Καὶ γὰρ ὡς ἀληθῶς ὅσοι θεὸν ἔχουσιν εὐ‐ μενῆ, καὶ ἐν πολέμοις καὶ ἐν ταῖς ἄλλαις τοῦ βίου καταστάσεσιν πολλὴν εὑρίσκουσι τὴν εὐκολίαν· ὅπου δὲ τὰ ἐκ θεοῦ ἐναντιοῦται, τίς ὁ δυνάμενος ἐξομαλίζειν τὴν ἐναντίωσιν; «Ἐὰν μὴ κύριος οἰκοδομήσῃ οἶκον, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες· ἐὰν μὴ κύριος φυλάξῃ πόλιν, εἰς μάτην | |
20 | ἠγρύπνησεν ὁ φυλάσσων.» Γράφομεν ταῦτα ἵνα τῶν ἐκκλησιῶν τοῦ θεοῦ φείσῃ, μᾶλλον δὲ τῆς ἑαυτοῦ ψυχῆς καὶ τοῦ μὴ τὴν σὴν πρᾶξιν ἀνωφελῆ γενέσθαι. Τοὺς ἐξ ἀρχῆς ἐν τῇ ἐκκλησίᾳ τοῦ θεοῦ καὶ ἐν τῷ βασιλικῷ σιγιλλίῳ κληρικοὺς ἀναγεγραμμένους καὶ τοὺς ἐν ταῖς ἄλλαις ὑπουργίαις παρὰ τῶν εὐσεβῶν | |
25 | βασιλέων ἀποδιδομένους ὑπηρετεῖν ἐν τοῖς τόποις τῆς ἐκκλησίας ἔασον | |
ὡς ἐξ ἀρχῆς ἀφωρίσθησαν, καὶ μὴ μεταποιήσῃς ἃ οὐκ ἔξεστιν μεταποιεῖν, ἵνα μὴ καὶ θεὸν ἀγανακτοῦντα εὑρήσεις καὶ εἴ τίς ἐστιν αἴσθησις τοῖς εὐσεβέσι βασιλεῦσιν οἵτινες ἀπέταξαν ταῦτα ταῖς ἐκκλησίαις, κατεντυγ‐ χάνοντας αὐτοὺς ἐπὶ τοῦ ἀθανάτου βασιλέως ἕξεις καὶ ματαιοπονῶν | 488 | |
30 | ὀφθείης. Πάντως γὰρ οὐδεμία ὠφέλεια τῷ κοινῷ ἔσται οὔτε κληρικῶν στρατευομένων οὔτε τῶν ἐν τῇ ἐκκλησίᾳ πενήτων εἰς δουλείαν ἀφωρισμέ‐ νων. | |
165 | Ὅτε τὰ γράμματά σου ταῖς χερσὶν ἡμῶν ἐδεξάμεθα, τῶν λόγων κατανοοῦντες τὴν κατάστασιν ἀπεδεχόμεθά σε τῆς ὀφειλομένης ἐπὶ τῷ ἀτακτήσαντι φρονήσεως. Ἄρτι δὲ φήμης ἄλλης ταῖς ἀκοαῖς ἡμῶν προσ‐ ιούσης οὐκ οἶδα τί εἴπω, ἢ σοῦ καταστενάξω τῆς ἀπηνείας καὶ τῆς | |
5 | ἀφιλανθρώπου καρδίας, ἢ τοὺς ψευδομένους, ἐὰν ἄρα ψεύδωνται, ἀπο‐ κλαύσομαι χάριν τῆς τοιαύτης κακοπλάστου ψευδολογίας. Ἠκούσαμεν γὰρ ὅτι σάρκας ἀνθρώπου διέξανας καὶ δορὰν οὐκ ἐπαφῆκας τὴν σάρκα περι‐ καλύπτουσαν· καὶ οὐκ ἠρκέσθης μέχρι τούτου, ἀλλὰ καὶ τρίχας ἀπέκοψας, αἳ οὐκ οἶδα τίνα θεραπείαν παρέξουσιν τῇ τῆς ψυχῆς σου πικρίᾳ. Οὐ | |
10 | μόνον δέ, ἀλλ’ ὅτι καὶ κατεπεμβαίνεις τοῖς χωρίοις τοῖς ἀποτεταγμένοις τῷ μεγάλῳ τοῦ θεοῦ ναῷ ὑπὸ βασιλέων εὐσεβῶν καὶ δικαίων μέχρι τῆς σήμερον, ναὶ δὴ καὶ ἀσεβῶν καὶ αἱρετικῶν· ἔτι δὲ καὶ τὰ πλοῖα τὰ εἰς λει‐ τουργίας ἀφωρισμένα τῆς τοῦ θεοῦ ἐκκλησίας, ὡς ἐνόμισας, τῆς ἐκκλη‐ σιαστικῆς ὑπηρεσίας ἀποσπάσας εἰς τὴν τοῦ δημοσίου χρείαν ἐγκατέστη‐ | |
15 | σας. Ἄνθρωπε, πόθεν ἐπήρθης εἰς τοσαύτην ματαιότητα; «Σκληρόν σοι πρὸς κέντρα λακτίζειν.» Οὐκ ἐμὸς ὁ λόγος, ἀλλὰ θεοῦ τοῦ τὴν οἰκείαν ἐκ‐ κλησίαν τῷ ἁγίῳ αἵματι συστησαμένου. Οὐκ ἀποδέχεται ταῦτα βασιλεύς· οἴδαμεν βασιλέων αἰδῶ καὶ εὐλάβειαν, ἣν πάντες ἔσχον πρὸς τὴν μητέρα | |
20 | αὐτῶν τὴν ἁγίαν ἐκκλησίαν. Μὴ ταῦτα προφασίζου τὰς μικρὰς προφάσεις, ὡς «βασιλεὺς κελεύει». Εἴ τι μέχρι τοῦ νῦν ἠτάκτησας, ἐπίδειξαι τὴν διόρ‐ θωσιν. Οὔτε ὁ βασιλεὺς ἡμῶν ὁ φιλόχριστος καταδέξεται οὔτε ἡμεῖς σιωπήσομεν μέχρις ἂν ἀντὶ τῆς τοσαύτης ὕβρεως τὴν ὀφειλομένην δίκην | |
ἀποδώσεις. Πλὴν ἀλλὰ καὶ τῷ τέκνῳ ἡμῶν τῷ πατρικίῳ μήνυσιν περὶ | 490 | |
25 | τούτου πεποιήμεθα καὶ γράμματα παρ’ αὐτοῦ ἐξαπεστάλη σοι. Ὅρα (καὶ πάλιν φημί) μὴ καταφρονήσῃς μηδὲ δόξῃς οἷα νέος ὢν ὑπὸ τῆς νεότητος μετεωρίζεσθαι, καὶ πετεινόν σε καταπίῃ τοῦ ἀέρος ἐν ᾧ δοκεῖς μετεωρί‐ ζεσθαι. | |
166 | Κατερρητόρευσας ἡμῶν ὡς γοργοὺς ἔχων, οἷα δὴ νέος καὶ σφριγῶν, τοὺς λογισμούς σου· ἀλλ’ ἴσθι ὡς οὐκ ἐν τοῖς λόγοις ἡ τοῦ θεοῦ δικαιοσύνη ὁρίζει τὸ δίκαιον, ἀλλὰ ζυγοστατεῖ τὰ ἔργα καὶ σιγώντων ἡμῶν καὶ μηδ’ ὅλως φωνὴν ἀφιέντων κατ’ ἐκείνων τὴν κρίσιν ἐπάγει. Σὺ καὶ τῶν ἀπει‐ | |
5 | λῶν ἡμῶν ὑπέρτερος εἶ, κἂν ἀπειλῶμεν, καὶ τῶν ἐπιπληττόντων λόγων βουλομένῳ σοι οὐδεμία φροντίς. Πλὴν τοσοῦτον ἐγράψαμεν καὶ τοσοῦτον ἠπειλήσαμεν, ἵνα εἰ δυνατὸν μάθῃς ἐπιεικὴς εἶναι καὶ μὴ χαρίζεσθαι τῷ θυμῷ. Ἡμᾶς λέγεις θυμῷ κινηθῆναι; Ὁ θυμὸς ὁ ἡμέτερος τίνος σοι γέγονε πρόξενος χαλεποῦ ἐπίστασαι· καὶ ὁ θυμὸς ὁ ὑμέτερος τί κατειρ‐ | |
10 | γάσατο τὸν καθ’ οὗ τοῦτον ἀφῆκας, οὐκ ἀγνοεῖς. Τὰ δ’ ἄλλα τοῦ γράμ‐ ματος ἀσύμφωνα ὄντα τοῖς προτέροις σου γράμμασιν (πάντως γὰρ μέμνη‐ σαι ἃ πρώην ἔγραψας καὶ ἣν ἡμῖν τὸ νῦν γράμμα κομίζει ἀπαγγελίαν), ἐπεὶ μὴ ἀναγκαίως ζητεῖς τὴν ἀπόκρισιν, σιωπῶ. Τί γάρ με δεῖ φιλονει‐ κεῖν ἄνθρωπον πολιὸν ὄντα μετὰ νεανίσκου καὶ οἷα ἡ τοιαύτη ἡλικία | |
15 | οἶδε σπουδάζοντος; Τοῦτο δέ σοι λέγω· μέμνησο τῆς τοῦ βίου ματαιότη‐ τος καὶ ὅτι πᾶσα δόξα ἀνθρώπου χόρτος, εἰ δὲ βούλει, κἂν μὴ θέλῃς, καὶ χόρτου εὐτελεστέρα. Διενήνοχε τί; Ὅτι ὁ μὲν χόρτος ἰδίῳ ἀνθεῖ καιρῷ καὶ ἰδίῳ μαραίνεται, ἡ δὲ ἀνθρωπίνη ζωὴ ἐν ὅσῳ ἀνθεῖν δοκεῖ ἀπέρ‐ ρευσε τῆς ἀνθήσεως καὶ ἠφάνισται. | |
167 | Ἄλλοις ἐκτείνεται πτερωτοῖς τὰ δίκτυα τοῦ σοφοῦ ῥήματος, ὑμῖν δὲ τοῖς θείῳ πνεύματι ἐπτερωμένοις καὶ ποθοῦσιν ὑπεράνω τῆς ἰλύος | |
καθίστασθαι ὁ τῆς κακίας πατὴρ πειρᾶται μὲν τὰ τῆς ἑαυτοῦ ἀδίκου προαιρέσεως δίκτυα ἐκτείνειν, διαπίπτει δὲ αὐτῷ εἰς κενὸν ἡ σπουδή. Οὐ | 492 | |
5 | γὰρ ἐπιλανθάνεται ὁ φιλάνθρωπος τῶν οἰκείων σπλάγχνων πατὴρ οὐδ’ ἀφίησι τὴν ἐπήρειαν κατὰ σκοπὸν ἐξανύεσθαι τῷ ἐπηρεάζοντι, ἀλλ’ εἰ καὶ πολλάκις κρίμασιν οἷς οἶδε δοκιμάζων τοὺς οἰκείους θεράποντας συγχω‐ ρεῖ τῷ ἀναιδεστάτῳ προσιέναι καὶ προσάπτεσθαι, τοσοῦτον ἡ συγχώρησις γίνεται ὅσον τὸν μὲν αἰσχυνθῆναι, τοὺς δὲ τοῖς ἐπάθλοις τῆς μακαρίας | |
10 | διαμονῆς δοξασθῆναι. Τούτου δὴ καὶ σοί, τέκνον ἡμῶν, ἡ σύμβασις γέγονε, ἵνα διὰ τῆς προσκαίρου ταύτης ἀλγηδόνος τῆς οὐ λυομένης ἀνέσεως ἀπολαύσῃς καὶ μετὰ πάντων ὅσοις ὑπῆρξεν αἰσχύνῃ περιβαλεῖν τὸν ἐχθρὸν τοῦ γένους καὶ ὑμῖν τὸ σεμνύνεσθαι διὰ τῶν οἰκείων ἀγωνισμάτων παρασχεθῇ. Πλὴν | |
15 | ἄπιθι πρὸς ὃν ἔφης τόπον μετὰ τῆς πρὸς θεὸν ἀγαθῆς ἐλπίδος, ὃν εἰ καὶ ἁμαρτωλοὶ δυσωποῦμεν καὶ τῶν λυπούντων τὴν ἀπαλλαγὴν εὑρεῖν καὶ ἡμῖν ὀφθῆναι ἀντὶ τῶν σκυθρωπῶν τούτων ῥημάτων τὰ φαιδρότερα δια‐ λεγόμενον καὶ κοινῇ εὐχαριστοῦντα τῷ αἰτίῳ καὶ δοτῆρι τῶν ἀγαθῶν. | |
168 | Καλὰ μὲν καὶ ἄλλως τὰ δῶρα διὰ τὴν προσοῦσαν αὐτοῖς γλυκύτητα, καλλίω δὲ ὅτι καὶ παρὰ φίλου ἧκε φιλοῦντος ἐξαίρετον φιλίαν τῆς κοσμι‐ κῆς καὶ ἣν οἶδε τὸ θεῖον πνεῦμα καὶ ὅσοι τούτου θεράποντες. Ἀλλ’ οὕτως ἡδέα τὰ δῶρα τυγχάνοντα ἡδύτατα γίνεται λογιζομένοις ὅτι ὁσίων χειρῶν | |
5 | ἐστι γεωργήματα καὶ πρὸς θεὸν αἰρομένων διὰ παντὸς καὶ καθαρὰ πάσης πλεονεξίας βιωτικῆς. Βούλει προσθήσω τὸ πλῆθος; καὶ γὰρ ἔχει τι καὶ τοῦτο πρὸς ἡδονὴν καὶ ἡδίους ποιεῖ τοὺς δεχομένους τῶν δωρημάτων τὸ δαψιλές. Ἀλλ’ εἰ πανταχοῦ καλὸν ἡ ἰσότης, σκόπει μὴ τὸ πλέον τῆς γεωρ‐ γίας ἡμῖν ἀποστέλλων ἔγκλημα διανομῆς ἀνίσου ἀποίσῃ· οὐκ οἶδα γὰρ εἰ | |
10 | τοσοῦτον πλῆθος ἀπαρχαὶ τῶν γεωργημάτων ἐστίν, ἀλλὰ μὴ τὸ πλέον μέ‐ ρος, ἵνα μὴ λέγω ὅτι πᾶν 〈τὸ〉 γεώργιον. Ἀλλ’ ἔρρωσό μοι καὶ ὥσπερ ἐν τούτοις ἐπεδαψιλεύσω, οὕτω δαψιλῶς ἡμῖν καὶ τῇ τοῦ θεοῦ ἐκκλησίᾳ | |
τὰς ὁσίας εὐχὰς ἐπιχορήγει. | 494 | |
169 | Ὡς ἔοικε, τέκνον ἡμῶν, τῆς σῆς πρὸς ἡμᾶς ἀγάπης ἡ λαμπρότης τοῖς δυναμένοις ὁρᾶν τοιαύτην διάθεσιν φανερὰ γέγονε· καὶ διὰ τοῦτο εἷς ὢν καὶ ὁ τοῦ γράμματος ἡμῶν ἀποκομιστὴς τῶν ἐγνωκότων ταύτην ἠξίωσεν ἡμᾶς γράψαι περὶ πράγματος ἐκείνῳ μὲν μεγάλην σωτηρίαν παρ‐ | |
5 | έχοντος, σοὶ δὲ οὐκ ἐσομένου εἰς βάρος οὐδὲ τυχὸν εἰς κατάκρισιν, ἐπεὶ μηδὲ ἀπαραίτητος ἡ δουλεία πρὸς ἣν ἄγεται. Φησὶ δὲ πρὸς στρατείαν ἄγε‐ σθαι· οἶμαι δὲ ὅτι οὔτε τὸ ἀνδρεῖον αὐτοῦ οὔτε τῶν ἄλλων πραγμάτων ὅσα τῶν πολεμίων ἡ προσοῦσα ἐμπειρία τοσαύτη ὥστε ἀπαραιτήτως εἰς τοῦτο αὐτὸν καταλέγεσθαι, μάλιστα ὅτι καὶ παιδίον, φησί, τὸ πρὸς τὴν | |
10 | στρατιωτικὴν λειτουργίαν ἀγόμενον. Εἰ οὖν δυνατόν, τέκνον ἡμῶν, ἐπεὶ τοσαύτην ἐστείλατο πρὸς ἡμᾶς ὁδὸν ἀπὸ *** τοῦτο μόνον διανοούμενος ὥστε κινῆσαι πρὸς τὴν ὑπόθεσιν τοῦ νῦν γράμματος, μὴ ποιήσῃς αὐτῷ, τέ‐ κνον, τὴν ὁδοιπορίαν κενὴν μηδὲ ὀφθείη ῥυεῖσα εἰς τὸ μηδὲν ἡ ἀξίωσις αὐτοῦ. Οὐδὲν ἄλλο γράφομεν πλέον, ἀλλ’ ᾧ πεποιθότες ὅτι μὴ ἀποτεύξε‐ | |
15 | ται τοῦτόν σοι διὰ τοῦ γράμματος παριστῶμεν. Παράσχοι δέ σοι ὁ ἅγιος καὶ ψυχῇ καὶ σώματι παντὸς ὑπερκεῖσθαι τοῦ λυπεῖν εἰδότος. | |
170 | Τέκνον ἡμῶν ἠγαπημένον, τὴν σὴν περὶ τοῦ δικαίου ἐπιμέλειαν εἰδότες καὶ τὴν πρόνοιαν ὅσην ἀεὶ περιφέρεις τοῦ μὴ τοὺς σοὺς ὑποχει‐ ρίους καταπονεῖν τοὺς ἀσθενεστέρους, ἐπειδὴ ἀπήγγειλεν ἡμῖν ἡ ἐπ’ ἀδελφῷ νύμφη, λέγομεν δὴ τοῦ μακαρίου Ἰωάννου τοῦ γεγονότος πατρι‐ | |
5 | κίου καὶ δρουγγαρίου τῆς βίγλας χρηματίσασα γαμετή, ὡς τὸ προάστειον αὐτῆς ἐπήρειαν οὐ τὴν τυχοῦσαν παρὰ τῶν αὐτόθι διατριβόντων ὑφίσταται στρατιωτῶν, γράφομέν σοι, ὥστε, εἰ δυνατόν, καὶ διὰ τὴν ἐκείνης χηρείαν καὶ τῶν τέκνων αὐτῆς τὴν ἀπαραμύθητον ὀρφανίαν ἀναστεῖλαι τοὺς ἐπηρεάζοντας, ἐπειδὴ ἡ πᾶσα ἐλπὶς τῆς ζωῆς αὐτῶν ἐν τῷ εἰρημένῳ | |
10 | ἀποκρέμαται προαστείῳ. Οἴδαμεν οὖν ὅτι καὶ οἱ στρατιῶται ὑπὲρ τῆς κοινῆς εὐετηρίας ταλαιπωροῦσι καὶ δέονται αὐτοὶ ἄνθρωποι ὄντες τῆς πρὸς τὴν ζωὴν παραμυθίας· ἀλλ’ ὅμως, τέκνον ἡμῶν, τοσαύτης ἀπολαυέ‐ τωσαν ἐκ τῶν τόπων ἐν οἷς διατρίβουσιν ὥστε μήτε τοὺς τῶν τόπων δεσπότας αἰχμαλωσίαν ὑφίστασθαι μήτε αὐτοὺς ἀντὶ σωτήρων καὶ προ‐ | |
15 | μάχων πολεμίους ἀναφαίνεσθαι. Τί γὰρ διαφέρει ἐάν τε Βούλγαροι ἐάν τε ὁ ὑπέρμαχος στρατιώτης τὰ τῶν οἰκείων καὶ ὁμογενῶν ἀναλίσκῃ πράγματα; Ἀλλὰ σύ, τέκνον μου, συνετὸς ὢν καὶ ἀρχὴν τοιαύτην ὑπὸ θεοῦ καταπεπιστευμένος καὶ εἰδὼς ὅτι τὸν λόγον ἀπαιτηθήσῃ παρὰ τοῦ πάντων ἄρχοντος καὶ θεοῦ, 〈τὴν〉 βιαιότητα καὶ τὴν μισάνθρωπον γνώμην | 496 |
20 | ἀναστέλλειν μὴ διαλίπῃς, ἵνα καὶ θεὸν ἔχῃς προπορευόμενόν σοι καὶ τοὺς ἀπολαύοντας τῆς σῆς δικαίας προνοίας εὐχαριστοῦντας καὶ ὑπερευχομέ‐ νους τῆς ὑμῶν εὐζωΐας. | |
171 | Τέκνον ἡμῶν, πάντως ἐπὶ μνήμης ἔχεις ὅτι ἐνταῦθα παρόντι σοι περὶ τῶν μοναχῶν τοῦ ἁγίου Ἄνθη ἐδηλώσαμεν ὡς κατέλιπον τὸ οἰκεῖον μονα‐ στήριον ἕνεκε τῶν ὑπὸ σοῦ γεγενημένων ἀπειλῶν πρὸς αὐτοὺς καὶ εἵλοντο μᾶλλον ἐκ τόπου εἰς τόπον πλανᾶσθαι πρὸς ὄλεθρον τῶν οἰκείων ψυχῶν | |
5 | ἢ ἐν τῇ οἰκείᾳ προσμένειν μονῇ. Διὰ τοῦτο νῦν τοῖς ἡμετέροις γράμμασιν ἐφοδιάσαντες, ἐλπίζοντες 〈ὅτι〉 μηδὲν ὑποστήσονται δεινὸν ὑπὸ σοῦ, μόλις ἐπείσαμεν εἰς τὸ μοναστήριον εἰσελθεῖν. Καὶ πάντως εἴ τί σοι μέλει καὶ τῆς θείας καὶ φρικτῆς δίκης καὶ τῆς σωτηρίας τοῦ μοναστη‐ ρίου καὶ τῆς ψυχῆς τῶν ἐκεῖ ἀποτεταγμένων καὶ τοῦ ἀλύπου τῆς ἡμῶν | |
10 | ταπεινότητος, μηδὲν εἰς αὐτοὺς ἐργάσῃ χαλεπόν, ἀλλ’ εἴ τίς ἐστι μεταξὺ αὐτῶν τε καὶ τῶν κατεγκαλούντων φιλονεικία, ὁ τοῦ δικαίου λόγος τὴν λύσιν βραβευσάτω καὶ ὡς ἐν πᾶσι τοῖς ἄλλοις, οὕτω καὶ ἐν αὐτοῖς νόμος καὶ κρίσις εὐθεῖα διοικησάτω καὶ μὴ θυμὸς καὶ ὀργὴ καὶ ἀπειλαὶ καὶ ποιναί, ὧν τῷ φόβῳ προφθάσαντες τὸ οἰκεῖον ἐξέλιπον μοναστήριον. Οἶδας | |
15 | γάρ, τέκνον μου, φρόνιμος ὢν ὡς μιᾶς ψυχῆς οὐκ ἔστιν ἀντάξιος ὅλος ὁ κόσμος καὶ ὡς ἕνεκε σωτηρίας τῶν ψυχῶν ἡμῶν ὁ θεὸς καὶ ποιητὴς τοῦ παντὸς τὴν ἡμετέραν σάρκα ἐφόρεσε καὶ ἐταπείνωσεν ἑαυτὸν πτω‐ χεύσας· καὶ οὐ μόνον τοῦτο, ἀλλ’ 〈ἄλλα τε〉 πολλὰ καὶ σταυρὸν ὑπέμεινε καὶ τῷ οἰκείῳ αἵματι τὴν σωτηρίαν ἡμῖν ἐδωρήσατο. Ἀρκεῖ ταῦτα | |
20 | φρονίμῳ σοι ὄντι καὶ λογιζομένῳ οἵα τοῖς γινομένοις αἰτίοις ἀπωλείας τισὶν ἡ παρὰ τοῦ θεοῦ ἐν τῷ μέλλοντι αἰῶνι ἀπόκειται κόλασις· ἧς μὴ πα‐ ράσχοι πεῖραν ὁ ἀγαθὸς θεός, ἀλλὰ μᾶλλον ἐν τῇ μερίδι τῶν δικαίων αὐτοῦ | |
συντάττων καὶ τῆς τούτων ἀπολαῦσαι καταξιώσει ἀγαλλιάσεως. | 498 | |
172 | Εὐφράνθημεν καὶ ἄλλως γράμμασιν ἐντυχόντες τῆς ὁσιότητός σου, ἐπειδὴ καὶ καθ’ αὑτὸ τοῖς φιλοῦσι παρέχεται ἡδονὴν γράμμα τῶν φιλου‐ μένων ἐμφανιζόμενον, διὰ τῆς ἡδείας ὁμιλίας ὥσπερ εἰς ἕνωσιν καθιστά‐ νον τοὺς φίλους· ἐνταῦθα δὲ πλείονος τῆς ἡδονῆς ἡ ἀπόλαυσις, ὅτι καὶ | |
5 | ὑπόθεσιν ἡμῖν ἐδήλου καλῶς παρὰ τῆς ὑμῶν ὁσιότητος καὶ προσηκόντως διακειμένην ἥτις ψυχῶν σωτηρίαν οἶδε περιποιεῖσθαι τοῖς εἰς ἔρωτα ταύτης γεγενημένοις. Ἐπεὶ οὖν χάριτι θεοῦ ἐν πᾶσιν ἡ σὴ ἀρετὴ τυγχά‐ νουσα τελειοτάτη καὶ ἐξήτασε καὶ τὴν τοῦ πράγματος εὗρεν ἀλήθειαν, οὐκέτι ὁ ἐπίσκοπος ὑπὸ τὴν ἰδίαν ἐξουσίαν ἑλκύσει τὸν τόπον, ἀλλὰ | |
10 | πάντως ἔσται τοῖς πατριαρχικοῖς προνομίοις διακείμενος. Περὶ δὲ τῶν ἐν αὐτῷ προσεδρευόντων μοναχῶν καὶ τοῦ μέλλοντος αὐτῶν σὺν θεῷ τὴν ἐπιστασίαν ἕξειν, ὑμῖν τὸ πᾶν ἀνατιθέαμεν ὡς καὶ τὴν διάθεσιν τοῦ τόπου ἐπισταμένοις καὶ τὴν ἐκεῖθεν διαγνοῦσιν ὠφέλειαν· καὶ ὃν συνορᾷ σου ἡ θεοφιλὴς ἀρετὴ ἱκανὸν ἔσεσθαι πρὸς τὴν τοιαύτην ἐπιστασίαν, εἴτε τὸν | |
15 | προβεβλημένον εἴθ’ ἕτερόν τινα, δηλωθῆναι ἡμῖν ἀξιοῦμεν, ὅπως τὸ προσῆκον καὶ θεῷ εὐάρεστον γένηται διὰ τῶν ἱερῶν ὑμῶν προσευχῶν. | |
173 | Οὐκ ἠγνοοῦμεν, τέκνον, καὶ πρὸ τῶν γραμμάτων τὰ περισχόντα σε λυπηρὰ ἐκ τῆς τῶν πραγμάτων ἀνωμαλίας, οἷα πολλὰ φέρειν οἶδεν ὁ βίος· πλὴν καὶ διὰ τῶν γραμμάτων ἀναμαθόντες ἐπὶ πλέον ἐπὶ τῷ πρώην ἀλγήματι ἔσχομεν προστεθειμένον ἡμῖν ἄλγημα. Οὕτως οὖν ἀλγοῦντες, | |
5 | ἐπεὶ ὅσα τὰ ἐξ ἀνθρώπων ἀνθρωπίνης ἀποροῦμεν βοηθείας, πρὸς τὸν κη‐ δόμενον τῆς ἑαυτοῦ κληρονομίας καὶ ὄμμα καὶ χεῖρας καὶ πρὸ τούτων τὴν καρδίαν ἀνατείνομεν, ἐκεῖνον παρακαλοῦντες, εἰ καὶ ἀνάξιοι, καὶ σὲ τῆς ἀδίκου ῥύσασθαι περιστάσεως καὶ τῷ λαῷ αὐτοῦ, ὑπὲρ οὗ τὸ αἷμα ἐξέχεεν τὸ πανάγιον, τὰ σωτήρια περιποιήσασθαι. Καὶ σὺ δέ, τέκνον | |
10 | ἡμῶν, μετὰ τῆς ἀγαθῆς ἐν θεῷ συνειδήσεως ὑπεράνω γίνου τῶν λυπη‐ ρῶν καὶ τῶν ἀδίκως ἐπιτιθεμένων, συνετὸς ὢν καὶ εἰδὼς ὅτι μεγάλη πα‐ ράκλησις ἀνθρώπῳ, ὅταν τὴν ἰδίαν ἀναπτύσσων συνείδησιν καθαρὰν εὑ‐ ρίσκῃ καὶ μηδὲν φέρουσαν αἴτιον. Πρὸς τὴν συσκευὴν τῶν ἐπιβουλευόν‐ | |
των ἐρρωμένον σε διαφυλάξει ὁ κύριος. | 500 | |
15 | Περὶ δὲ τῆς αὐτόθι ἐκκλησίας σφοδρῶς λυπούμεθα ὅτι μήτε αὐτὸς τὴν ἐνδεχομένην ἐνεδείξω πρόνοιαν πρὸς τὴν ἱερὰν κατάστασιν μήτε πρὸς τὰ ἐνταῦθα διὰ γραμμάτων ἐγνώρισας, ἐπὶ τοῦ τόπου ὢν καὶ γινώσκων τὴν ἐνδεχομένην ἀταξίαν, τοῖς τῆς ἐκκλησίας ἐπὶ τῶν πραγμάτων καθημένοις. | |
174 | Ὁσάκις δεξώμεθα γράμμα τῆς ὑμῶν ὁσιότητος χαίρομεν, ἅμα μὲν τῆς παλαιᾶς συνηθείας εἰς μνήμην γινόμενοι (οἶδας δὲ ὅσην γλυκύτητα τῇ ψυχῇ παρέχει ἀνάμνησις παλαιᾶς φιλίας καὶ συναναστροφῆς), ἅμα δὲ καὶ ὑπὲρ τῆς νῦν χάριτι τοῦ θεοῦ πολιτείας σου εὐχαριστοῦντες τῷ θεῷ, | |
5 | παρ’ οὗ σοι τοῦ μακαρίου βίου διὰ τῆς τοῦ παρόντος βίου ἀναχωρήσεως συντηρεῖται ἡ ἀπόλαυσις. Καὶ παρακαλοῦμεν τὴν ὑμῶν ὁσιότητα ὑπέρ τε τῆς ἡμῶν ταπεινότητος καὶ τῆς τοῦ θεοῦ ἐκκλησίας ἐντυγχάνειν θεῷ τῷ ἀκούοντι τῶν δεήσεων τῶν φοβουμένων αὐτόν, εἰδότα σε μάλιστα εἴπερ τις ἄλλος, ὅση ὀδύνη ταῖς καρδίαις ἐπικάθηται τῶν πρόνοιαν λαοῦ | |
10 | ἐμπεπιστευμένων ὅταν οἱ τελοῦντες ὑπ’ αὐτοὺς διαστασιάζωσιν. Περὶ δὲ οὗ ἠξίωσας γράψαι, ὅτι μὴ τελείως ἐν τῷ ἡμετέρῳ κεῖται θελήματι (πῶς γάρ; ὑπὸ 〈γὰρ〉 τὴν ἐξουσίαν τῆς ἐκκλησίας, ἧς οἰκο‐ νόμοι καὶ μόνον καθιστάμεθα), φεύγοντες τὰς τῶν μεθ’ ἡμᾶς τὴν ἐκκλη‐ σιαστικὴν διοίκησιν ἐγχειριζομένων μέμψεις οὐκ ἔχομέν τι διαπράξασθαι· | |
15 | ὥστε τὸ μὴ τελεσθῆναι τὴν αἴτησιν οὐκ ἔστι τῆς ἡμῶν προαιρέσεως, ἀλλ’ εἰς τὴν δυσκολίαν τῶν πραγμάτων ἀναφέρει τὸ αἴτιον. Μεμνῆσθαι δὲ μὴ διαλείπῃς ὑπὲρ τῆς ἡμῶν ταπεινότητος ἐν ταῖς ὁσίαις ὑμῶν εὐχαῖς. | |
175 | Ἀλγεῖν ἡμᾶς ποιεῖ καὶ αὐτὴ μόνη καθ’ ἑαυτὴν ἡ διάστασις (ὅσον γὰρ ἡδύνει τῶν φίλων ἡ ἕνωσις, ἵνα μὴ λέγω πλέον, ἀλλὰ τοσοῦτον οἶδεν λυπεῖν ἡ διάστασις)· αὔξει δὲ ἡμῖν τὸ ἄλγος καὶ ἐπίθεσις τῆς νόσου ἣν | |
ἐπὶ χρόνον τοσοῦτον ἐπιτίθεσθαι τῇ σῇ ὁσιότητι ἀνεμάθομεν. Ἀλλὰ τὸ | 502 | |
5 | μὲν κοινὸν τῆς ὀδύνης τοιοῦτόν ἐστι· παράσχοι δὲ ὁ ἅγιος θεὸς ὑπὲρ τῆς αὐτοῦ παρακεκλημένος χρηστότητος, ὥσπερ οἷς οἶδε κρίμασι χώραν ἔδωκε τοῖς ἀνιῶσιν, οὕτω καὶ τὴν ἀπαλλαγήν, ἵνα κοινῇ ἔχοντες τὴν ἄνε‐ σιν κοινῇ δοξάσομεν καὶ τὸν εὐεργέτην ἡμῶν σωτῆρα, ὃς καὶ διὰ τῶν λυπούντων καὶ διὰ τῶν ἄνεσιν φερόντων ὡς πλάστης καὶ φιλόσοφος οἰκο‐ | |
10 | νόμος τοῦ οἰκείου πλάσματος οἰκονομεῖ τὴν ζωὴν πάντως πρὸς τὸ συμ‐ φέρον καὶ πρὸς σωτηρίαν, κἄν (οἴμοι) τὸ ἀσθενὲς τῆς φύσεως ἡμῶν ἐνίοτε δακνόμενον ὑπὸ τῆς τῶν πραγμάτων δριμύτητος χωρὶς ὀδύνης τὰ δήγματα φέρειν οὐ δύναται. Τὰ δ’ ἄλλα ἐρρῶσθαί σε ἐπευχόμεθα καὶ ἐν ταῖς ὁσίαις εὐχαῖς σου μὴ ἐπιλανθάνεσθαι τῆς ἡμῶν μετριότητος. | |
176 | Τὰ μὲν ἄλλα τοῦ γράμματος ὅσα δι’ αὐτοῦ ἀνεμάθομεν, ὁδῶν δυσχερείας, τόπων διαπτώσεις, ἀπορίαν τῆς ἀνθρωπίνης ζωῆς, ἐλύπει τὴν καρδίαν, τέκνον ἡμῶν ἱερώτατον, πλὴν οὐ τοσοῦτον ὅσον ἡ ἀπαγγε‐ λία τῆς ὑμετέρας διὰ τὴν ἐπίθεσιν τῆς νόσου κακώσεως. Ἐκεῖνα μὲν | |
5 | γὰρ εἰ καὶ ἀλγεῖν παρεῖχεν, ὅμως ὥσπερ ἄκρας ἡμῶν τῆς καρδίας ἐφή‐ πτετο, τὰ δὲ ὑμέτερα πάθη καιρίαν τῆς ψυχῆς τὴν ὀδύνην ἐποίει. Πλὴν κἀκεῖνα καὶ ταῦτα τῆς πολυπαθοῦς τῶν ἀνθρώπων εἰδότες ὄντα ζωῆς, ὡς οἰκεῖα καὶ συνήθη πάσχοντες εἰς εὐχαριστίαν διελύσαμεν τὴν ὀδύνην μετὰ τῆς ἀγαθῆς πρὸς θεὸν ἐλπίδος καὶ τῶν ἐκείνου τῆς ἀντιλήψεως οἰ‐ | |
10 | κτιρμῶν. Καὶ περὶ μὲν τῶν ὑμετέρων ἐκ τῆς νόσου πόνων πεποίθαμεν μὴ πλέον ἀλγήσειν, ἀνέσεως ὑμῖν τε καὶ ἡμῖν ἐκ τῆς ἄνωθεν χορηγουμένης προνοίας· περὶ τῶν ἄλλων ἐκεῖνό φαμεν, ὅτι θεοῦ βουλομένου καὶ σπουδῆς ἀνθρωπίνης καὶ ἐπιμελείας τὰ οἰκεῖα πράττειν θελούσης, πάντως οὐκ ἀνέλπιστον τὸ δέξασθαι καὶ αὐτὰ ἐπανόρθωσιν. | |
15 | Ἀλλὰ ταῦτα μὲν περὶ τούτων. Περὶ δὲ τοῦ γηρωκομείου τὸ πᾶν ἐν σοὶ ἀνατίθεμεν, ἵνα καὶ ὡς ἐνδημῶν τῷ τόπῳ καὶ ὡς εἰδὼς τὸ μαρτυ‐ ρούμενον ὑπὸ σοῦ καὶ ὡς ἀρχιερατικὴν πρόνοιαν πάντων μέν, μάλιστα δὲ τῶν ἀδελφῶν ἡμῶν τῶν πενήτων κεκτημένος, οὕτω καὶ διοικήσεις, εἰδὼς ὅτι καὶ ἡμεῖς τῇ σῇ κατανεύομεν μαρτυρίᾳ καὶ Χριστὸς ὁ ἀληθινὸς καὶ | |
20 | φιλάνθρωπος θεὸς ἡμῶν τῆς ἀγαθῆς κηδεμονίας καὶ ἀποδέξεται καὶ παρέξει τὰς ἀντιδόσεις. Τὰ δ’ ἄλλα εἴης καὶ ψυχῇ καὶ σώματι πάντων λυπούντων ὑπέρτερος καὶ τὴν πρὸς ἡμᾶς ἐπάνοδον καιροῦ ἐπιτρέποντος | |
εὐόδως ποιούμενος. | 504 | |
177 | Ὅσα τῆς συμπαθοῦς ἐστι καὶ ἀρχιερεῦσι θεοῦ ὀφειλομένης προαι‐ ρέσεως, ταῦτα δὲ οἴκοθεν χάριτι θεοῦ γινώσκεις, τοῦ χρίσματος ὃ ἀπὸ θεοῦ ἔχεις διδάσκοντός σε· εἰ δέ τι καὶ ἄλλοθεν ἀναμαθεῖν ἐπιζητεῖς, ἔχεις τὸν μέγαν ἀπόστολον τῷ χρίσαντί σε ἁγίῳ πνεύματι ταῦτα φθεγγόμενον· | |
5 | «Διὰ τί οὐχὶ μᾶλλον ἀδικεῖσθε ἀλλ’ αὐτοὶ ἀδικεῖτε; Διὰ τί οὐχὶ μᾶλλον ἀποστερεῖσθε ἀλλ’ αὐτοὶ ἀποστερεῖτε, καὶ ταῦτα ἀδελφούς;» Ἀλλ’ ὁ μὲν οὐράνιος ὢν οὐράνια φθέγγεται, ἡμεῖς δὲ τῇ ἅλμῃ τοῦ βίου νηχόμενοι τοσοῦτόν σοι προσφθεγγόμεθα· πρὸ τῶν ἔξωθεν κριτηρίων τῇ σῇ ἐπι‐ τρέπων συνειδήσει τὴν κρίσιν μηδὲ ἐθελήσῃς ὃ μὴ τῇ ἐκκλησίᾳ διαφέρον | |
10 | παρακατασχεῖν μηδὲ τοὺς πένητας ἡμῶν ἀδελφοὺς βλασφημεῖν σε τὸν ἀρχιερέα τούτων καὶ πατέρα, ὅτι βίαιος, ὅτι τύραννος, ὃν μᾶλλον ὀφεί‐ λουσιν εἰδέναι ῥύστην τῆς ἔξωθεν τυραννίδος καὶ βιαιότητος. Ἐκτενέστερον δὲ τὸν ἀγαθὸν ἐξαίτει θεὸν ἡμῶν ἀναστεῖλαι τῶν δυσχερῶν τὴν φορὰν καὶ δοῦναι ἄνεσιν τῇ ἑαυτοῦ ἐκκλησίᾳ τῆς πολλῆς | |
15 | κακώσεως, ἵνα καὶ πρὸς ἑαυτοὺς καὶ πρὸς τοὺς φιλοῦντας παρὰ τῆς θεϊκῆς βοηθούμενοι προνοίας ἀνεμποδίστως ὦμεν ἐπιστρεφόμενοι. | |
178 | Ὅτε τὸ γράμμα ὑμῶν, τέκνον ἡμῶν ἱερώτατον, ἐδίδοτο ταῖς ἡμε‐ τέραις χερσίν, ἡδονή τις κατέσταζε τῇ ψυχῆ τῷ ἐν θεῷ σε σεσῶσθαι πρὸς τὴν ὑμετέραν ἐκκλησίαν καὶ πρὸ τῆς ἀναπτύξεως τοῦ γράμματος ἀναδι‐ δάσκεσθαι. Ὡς δὲ τῇ ὄψει ἀνελαμβάνομεν, ἡ λύπη ἐκεῖθεν προϊοῦσα | |
5 | ἐσκέδαζε τὸ ἡδὺ τῆς ψυχῆς· τὸ γὰρ διὰ τοσούτων πόνων καὶ βαρύτητος γνωρίζεσθαι ἡμῖν διηνυκέναι σε τὴν ὁδὸν ἐποίει καὶ ἀνιᾶσθαι καὶ ἧς τέως ἀπελαύομεν ἡδονῆς ἀποστερεῖσθαι. Πλὴν ὥσπερ εἰς ἀναγκαῖον ἴαμα σοί τε καὶ ἡμῖν τὴν θείαν εἴδομεν εὐχαριστίαν· καὶ ὅτι πάντων ἐκείνων τῆς τῶν κακῶν συστροφῆς ἔδωκεν ὑπερανασχεῖν ὁ ἀγαθὸς καὶ πρὸς τὰ | |
10 | οἰκεῖα κατέστησεν, ηὐχαριστήσαμεν τῇ σωτηρίῳ προνοίᾳ, ἧς καὶ ἔτι δεό‐ | |
μεθα ἐν παντὶ τόπῳ καὶ πάσῃ περιστάσει, ὅση τε ἀνθρωπίνη καὶ ὅση ἐξ ἀερίου χαλεπότητος καὶ εἴ τις ἄλλη ἀόρατος ἐπανάστασις, μηδέποτέ σε, τέκνον ἡμῶν, διαμαρτεῖν. Ἀλλὰ ταῦτα μὲν περὶ τούτου. Ἃ δὲ καὶ παρενταῦθα ᾔδεις κεκινη‐ | 506 | |
15 | μένα κατὰ τῆς ἐκκλησίας ἤδη τέως πρὸς ἡσυχίαν κατέστη, οὐκ οἶδα εἴτε τοῦ καιροῦ τοῦτο διενεργήσαντος εἴτε τῆς ἄφρονος αἰτίας ἐξ ἧς ἡ κίνησις συνιδούσης τὸ παράλογον καὶ πρὸς ἑαυτὴν συσταλείσης. Πλὴν τοῦ ἁγίου θεοῦ σε διατηροῦντος μὴ βραδύνῃς ἡμῖν συγγενέσθαι· ἀλλ’ εἰ μὲν δυνατόν, μετὰ τὸ ἅγιον πάσχα τῆς πρὸς τὰ ἐνταῦθα γενοῦ πορείας, εἰ δὲ μή, πάν‐ | |
20 | τως γε μετὰ τὴν ἱερὰν τοῦ ἀποστόλου πανήγυριν, μὴ τοὺς Ἐφεσίους τῆς μεθ’ ἡμῶν συνδιαγωγῆς προτιμήσῃς. | |
179 | Ἄνθρωπος φρόνησιν κεκτημένος καὶ φόβῳ θεοῦ κυβερνώμενος ἢ οὐδὲ ὅλως ἢ παντάπασιν ὀλίγης χρῄζει τῆς ἔξωθεν παραινέσεως. Οἴδαμεν οὖν καὶ σέ, τέκνον ἡμῶν, ὅτι φρονήσει κεκόσμησαι καὶ φόβον θεῖον ἔχεις τὸν κυβερνῶντά σε καὶ ὡς οὐ χρῄζεις πρὸς τὸ συντηρεῖν τὸ δίκαιον παραι‐ | |
5 | νέσεως ἡμετέρας· ἀλλ’ ὅμως ἐπειδὴ ὁ τὸ γράμμα κομιζόμενος τοῦτο παρ’ ἡμῶν ἐζητήσατο γενέσθαι, καὶ τὴν τούτου ἐξεπληρώσαμεν αἴτησιν καὶ σοί, τέκνον ἡμῶν, γράφομεν, ἐκεῖνα προτρεπόμενοι ἃ πεπεισμένοι ἐσμὲν ὅτι χωρὶς τῆς ἡμετέρας ποιεῖς ὑπομνήσεως. Τίνα ταῦτά εἰσιν; Τὸ τὴν σὴν ἐπιδεῖξαι δικαιοσύνην καὶ ἐν τῇ ὑποθέσει ταύτῃ, καὶ εἴ τι παρὰ τὸ δίκαιον | |
10 | ἐζημίωται ὁ ἄνθρωπος ἢ καὶ ἄλλως ἐνύβρισται, τοῦτο ἐπανορθώσασθαι καὶ 〈διὰ〉 τῆς δικαίας σου κρίσεως ἀναστεῖλαι καὶ ἄλλων ἀτακτεῖν μελ‐ λόντων τόλμαν καὶ προαίρεσιν ἄτακτον καὶ δεῖξαι καὶ τοῦτον ὑπόχρεων τοῦ τῆς σῆς ὑπερεύχεσθαι τιμιότητος καὶ πολλοὺς ἄλλους, ὅσοι μέλλουσιν ἀνεπηρέαστα ζῆν διὰ τὴν γινομένην ἐκδίκησιν 〈τοῦ〉 νῦν ἀτακτήσαντος | |
15 | καὶ τῷ ἑαυτοῦ θράσει καὶ τῇ ἀφροσύνῃ ἀποχρησαμένου, ἐπειδὴ πονηρίας ἀνακοπτομένης συστέλλονται οἱ πονηροί, ὥσπερ πάλιν ἀτιμωρήτου ἀφιε‐ μένης οἱ πονηρίᾳ συζῶντες εὐτολμότεροι γίνονται. Ἐρρωμένον σε διαφυ‐ λάξαι ὁ κύριος καὶ ἐν τῷ νῦν εὐοδούμενον αἰῶνι καὶ ἐν τῷ μέλλοντι μετὰ | |
τῶν εὐαρεστησάντων θεῷ συναριθμούμενον. | 508 | |
180 | Θεοφιλὴς ὤν, τέκνον ἡμῶν, καὶ εἰδὼς τὰ θεῖα τιμᾶν οὐ χρῄζεις τῆς ἔξωθεν παραινέσεως καὶ προτρεπομένης σε τὴν ὀφειλομένην τιμὴν τοῖς τοῦ θεοῦ ἀπονέμειν ἀρχιερεῦσι καὶ τὴν δέουσαν ἐπιδείκνυσθαι πρό‐ νοιαν εἰς τὰς ἁγίας τοῦ θεοῦ ἐκκλησίας· ταῦτα γὰρ ἡ προσοῦσά σοι σύνεσις | |
5 | καὶ προτρέπεται καὶ ὑπομιμνῄσκει. Διὰ τοῦτο καὶ ἡμεῖς μέχρι τοῦ παρόντος οὐκ ἐδεήθημεν τοιαύτης προτροπῆς καὶ ὑπομνήσεως. Ἐπειδὴ δὲ ὁ θεοφιλέστατος Σάρδεων μητροπολίτης καὶ πρὸς τὴν ἰδίαν ἐξερχό‐ μενος ἐπαρχίαν εἰς ταχεῖαν κατέστη τοῦ κομίσαι γράμμα ἡμέτερον πρὸς σέ, τέκνον ἡμῶν, ἕνεκεν τοῦ τυχεῖν καὶ αὐτὸν τῆς ἀπὸ σοῦ κηδεμονίας καὶ | |
10 | συναντιλήψεως ἐν τοῖς πράγμασι τῆς ἐγκεχειρισμένης αὐτῷ ἐκκλησίας, τὴν ἐκείνου πληροῦντες ἐξαίτησιν τὰ παρόντα ἐγράψαμεν, ὥστε, πρῶτον μὲν διὰ τὴν ἀποκειμένην ἐλπίδα πᾶσι τοῖς φιλαρέτοις καὶ ἀγαπῶσι τὸν κύριον, ἔπειτα δὲ καὶ δι’ ἡμᾶς, ὧν εἰ καὶ ἁμαρτωλοὶ τὴν εὐχὴν οὐ παρὰ φαῦλον νομίζεις, καὶ τρίτον διὰ τὴν τοῦ μητροπολίτου θειοτάτην ὡς | |
15 | ἀληθῶς ἀρετήν, οὕτω πρὸς αὐτὸν διατεθῆναι καὶ ἐν οἷς ἂν χρῄζῃ ἐπίκου‐ ρον γενέσθαι ὥσπερ ἐστὶν εἰκὸς τὸν φρόνιμον καὶ θεοφιλῆ ἄρχοντα καὶ στρατηγὸν καὶ εὐχὴν ἐπιζητοῦντα γέροντος πατρὸς καὶ προκαθημένου ἀρχιερατικῆς τάξεως καὶ ἀρετὴν τιμῶντα αἰδεσίμου καὶ θεοφιλεστάτου ἀρχιερέως. Ὁ κύριος φυλάξει σε καὶ ψυχῇ καὶ σώματι πάσης ἀνώτερον | |
20 | καὶ ὁρωμένης καὶ ἀοράτου κακώσεως. | |
181 | Ὁ τῶν Σάρδεων θεοφιλέστατος μητροπολίτης τάχα θειότερα, τέκνον ἡμῶν, περὶ σοῦ πληροφορηθείς, ὡς κατὰ πάντα γενήσῃ αὐτῷ συν‐ εργὸς καὶ ὑπήκοος ἐν τοῖς πράγμασι τῆς ἁγίας ἐκκλησίας ἣν ὑπὸ τοῦ ἁγίου ἐγκεχείρισται πνεύματος, ἐξῃτήσατο γράμμα ἡμῶν πρὸς τὴν σὴν | |
5 | ἐπικομίσασθαι σύνεσιν, ἵνα διὰ τῆς ἡμετέρας προτροπῆς θερμότερος αὐτῷ γενήσῃ πρὸς τὰς ἀξιώσεις αὐτοῦ ἐκπληρωτής. Καὶ προτρεπόμεθά σε διὰ τοῦ παρόντος γράμματος ὡς ἤδη παρόντες καὶ γλώσσῃ προσομι‐ λοῦντες, ἵνα ἐν οἷς ἂν ὀφθῇ τῆς σῆς ἐπιδεόμενος, τέκνον ἡμῶν, διοικήσεως, ἢ ἐν κριτηρίῳ αὐτοῦ ἢ ἐν ταῖς ἄλλαις κατὰ τὸν τόπον χρείαις ἢ ἐν οἷς ἡ | |
10 | μητρόπολις ἐπιδεής ἐστιν ὑπουργήμασιν, ἀπροφασίστως αὐτῷ τὴν σὴν ἑτοίμην δείξῃς ὑπακοὴν καὶ ἐν μηδενὶ εὑρεθῇς ἀναβαλλόμενος καὶ ἀνα‐ νεύων, ὅπως καὶ τὴν παρὰ θεοῦ ἕξεις μισθαποδοσίαν καὶ τὴν παρ’ ἡμῶν, εἰ καὶ ἁμαρτωλοί, καὶ προσευχὴν ὑπὲρ σοῦ ἀεὶ τῶν θεῷ προσαγομένην. | 510 |
182 | Ἠλγοῦμεν, ὡς εἰκός, χρόνου παρελάσαντος ἐξ οὗ πρὸς ὑμᾶς γρα‐ ψάντων, τέκνον ἡμῶν, οὐδὲν πρὸς ἡμετέραν ἧκεν μάθησιν οὔτε περὶ τῶν γεγραμμένων οὔτε περὶ τῆς ὑμετέρας καταστάσεως. Νῦν δέ (καὶ χάρις τῷ ἁγίῳ θεῷ) δεξάμενοι τὰ γράμματα ἀπεσκευάσμεθα, μάλιστα μαθόν‐ | |
5 | τες, εἰ καὶ μὴ διὰ τοῦ γράμματος, ἀλλὰ τῇ τοῦ κομίσαντος αὐτὸ γλώσσῃ, καὶ σὲ νόσῳ μὲν περιπεσεῖν, ἀνώτερον δὲ θείᾳ δυνάμει τῆς κακώσεως γεγενῆσθαι· καὶ πεποίθαμεν τῷ ἀγαθῷ θεῷ καὶ ἔτι μὴ ἐπιλιπεῖν σε καὶ ῥωννύουσαν ὑπεράνω τιθεῖσαν πάσης ὀχλήσεως. Περὶ δὲ ὧν ἐδήλου τὸ γράμμα τί ἄλλο ἐρῶ ἢ ὅτι γινώσκοντες (πῶς | |
10 | εἴπω;) τὴν ἀθλιότητα τῆς ἀνθρωπίνης φύσεως ὀφείλομεν τὰ συμπίπτοντα φέρειν ἐπιεικῶς, ὅθεν ἂν καὶ φέροιτο; Συγγενῆ γάρ, ὡς ἔοικε, ταῦτα τοῦ ταλαιπώρου βίου τῶν ἀνθρώπων καὶ οὐκ ἔστι μὴ κεντεῖσθαι καὶ λυπηρὸν βίον διάγειν οὐδένα τῶν πάντων †ἄλλων ἀπαραίτητος ἀνάγκη τοῦτον ἢ ἐκεῖνον† ἑκάστῳ ἡμῶν τὰς αἰτίας παρέχουσα εἰς τὸ σὺν θλίψει | |
15 | καὶ ὀδύνῃ τὸν βίον ἐξανύειν. Ὥστε λιπόντες, τέκνον ἡμῶν, τὸ πρὸς τοὺς λυποῦντας ἡμᾶς ὁρᾶν πρὸς τὸν ἀγαθὸν ἀφορῶμεν, δι’ οὗ καὶ τοῖς λυπου‐ μένοις ἡ παράκλησις καὶ τοῖς λυποῦσιν ἡ ἀνταπόδοσις· ἀλλὰ μὴ τοῦτο εἴη, μᾶλλον γένοιτο αὐτοῖς ἡ ἐπανόρθωσις. Ταῦτα μὲν περὶ τούτου. Σὺ δὲ θεοῦ βουλομένου εὐοδοῦντος τὴν | |
20 | σὴν πορείαν ἧκε πρὸς ἡμᾶς τὴν ταχίστην, ὡς διαλελυμένης τῆς ὑποθέ‐ σεως δι’ ἣν καὶ τὰ προλαβόντα ὑπέστης καὶ ἐπὶ τοῖς μέλλουσιν ἐδειλίας. Τοῦτο δὲ μόνον ἐπισημαινόμεθα, μὴ καταλιπεῖν ἀδιόρθωτα τὰ περὶ τοῦ ἐπισκόπου Βινδίου καὶ τῆς δεδομένης αὐτῷ τιμῆς· περὶ ἧς ἀκηκόαμεν φήμην πονηράν, ὡς τοὺς ἐκεῖσε προσεδρεύοντας μοναχοὺς ἀποδιώξας | |
25 | ἰδιωτικὸν αὐτὸ οἰκητήριον ἀντὶ μοναστηρίου κατέστησεν. Τοῦτο, εἴ τί σοι μέλει περὶ τῶν ἐμὲ συνεχόντων (οἶδα ὅτι μέλει), μὴ καταλίπῃς ἀνεπαν‐ όρθωτον, ἀλλὰ πρὸς τὸ πρέπον αὐτῷ καταστήσας σχῆμα τὸν ἔκπαλαι τῷ θεῷ ἀφωρισμένον τόπον καὶ τοὺς ἐκεῖθεν ἀπελαθέντας μοναχοὺς σὺν | |
τῷ τούτων καθηγεμόνι, οὕτω γενοῦ τῆς πρὸς ἡμᾶς ἐπανόδου. | 512 | |
183 | Πολλάκις, τέκνον ἡμῶν, ὡρμήθην πρὸς σὲ γράψαι καὶ πολλάκις τῆς ὁρμῆς ἀνεκόπην· νῦν δὲ γράφω ἃ γράφω. Καὶ μὴ δέξῃ βαρέως τὰ λε‐ γόμενα, ἀλλὰ μᾶλλον ὡς παραίνεσιν πατρὸς τέκνον ἀγαπῶντος—οἶδας δὲ πεῖραν τὴν εἴδησιν ἔχων ὅτι τῶν πατέρων οἱ λόγοι αὐστηρίας 〈πλήρεισ〉— | |
5 | ὀρθοῖς τοῖς ὠσίν, ἵνα θεοῦ εὐμενείᾳ γλυκύτητα ἐξ αὐτῶν θησαυρίσῃς. Τί εἴπω οὐκ οἶδα πρὸς σέ. Χρόνος ἀφ’ οὗ τὴν σὴν ἐγνωρίσαμεν τιμιότητα οἶδας ὅσος· καὶ νεότητός τε ἦν καὶ δόξης κοσμικῆς ταπεινότης καὶ πλούτου ἀσύγκριτος ἐλάττωσις καὶ ἦσαν πολλοί, ἵνα μὴ λέγω πάντες, τὸ σὸν φέροντες ὄνομα ἐν ἐπαίνῳ, ἐν μακαρισμῷ, ἐν εὐχαῖς, ὡς τοῦ | |
10 | θεοῦ ἄνθρωπος, ὡς ἀρετὴν ἀγαπῶν, ὡς πάντων ὑπερκηδόμενος, μάλιστα τῶν ἐκκλησιῶν τοῦ θεοῦ καὶ τῶν ἐκείνῳ προσανατεθειμένων. Νῦν δὲ τί; Πάντες καταβοῶσι μονάζοντες, πάντες κατεύχονται ἱερεῖς, πάντες δυσφημοῦντες τὸ σὸν ὄνομα προσέρχονται ἡμῖν. Τί τοῦτο, ἄνθρωπε τοῦ θεοῦ; Οἴδαμεν ὅτι διὰ τὰς ἁμαρτίας ἡμῶν | |
15 | ὁ λυμεών, ὁ ἐχθρός, ὁ ἀποστάτης θεοῦ καὶ τῆς πίστεως τῶν Χριστιανῶν πολλὴν εἰργάσατο καινοτομίαν τῷ δημοσίῳ· ἀλλ’ ὅμως οὐκ ἔδει τὰ τοῦ θεοῦ οὐδὲ τὰ τῶν ἱερῶν αὐτοῦ οἴκων ἀφαιρεθῆναι, ἀλλὰ μᾶλλον (ἵνα τι καὶ εἴπω ἴσως μὲν ὑμῖν οὐκ ἀρέσκον, θεῷ δὲ πειθομένῳ μάλιστα εἰς ἀρέσκειαν ἐσόμενον) αὐτὴν διαπραθῆναι τὴν ἁλουργίδα τοῦ θεοστεφοῦς | |
20 | βασιλέως μου καὶ τέκνου, ὅτε ἄλλη πᾶσα ἦν ἀπορία, καὶ τοὺς οἴκους τοῦ θεοῦ μὴ ἀποστερηθῆναι τῆς ἀπ’ ἀρχῆς παρὰ τῶν εὐσεβῶν βασιλέων ἀφο‐ ρισθείσης αὐτοῖς παραμυθίας. Νῦν δὲ 〈τί〉 ποιοῦμεν; Πατζινακίταις καὶ Τούρκοις καὶ ἄλλοις τισὶ δωρούμεθα τῆς ἐκείνων δεόμενοι συμμαχίας, τῆς δὲ τοῦ θεοῦ συμμαχίας ὡς ἔοικε καταγινώσκοντες ὡς ἀδυνάτου καὶ | |
25 | μηδὲν ὠφελούσης ἀποσυλῶμεν τοὺς αὐτοῦ θείους οἴκους καὶ διὰ τῆς τοιαύ‐ της ἐπινοίας ὑπολαμβάνομεν ἑαυτοὺς συνιστᾶν. Κακῶς ταῦτα ὑπέθεντο οἱ ἀπ’ ἀρχῆς ὑποθέμενοι· ἀδύνατον γάρ ἐστι θεοῦ καταφρονοῦντά τινα ἀνθρωπίνῃ περινοίᾳ κατορθῶσαι τὸ σπουδαζόμενον. Ἢ οὐχὶ ταῦτα θεοῦ καταφρόνησις; Ἐγὼ μὲν σιωπῶ, σὺ δὲ σκέψαι κατὰ σεαυτὸν εἰ μὴ κατα‐ | |
30 | φρονεῖται θεός. Ἐκεῖνο μόνον προστίθημι. Εἰ σύ, ἄνθρωπος ὤν, ἐάν ποτε θεάσῃ τὸν σὸν ὑπηρέτην στυγνόν σοι προσιόντα ὅτι ἀφείλετό τις αὐτοῦ, ἂν οὕτω τύχῃ, ἀργύριον ἢ νόμισμα, ὀργίζῃ κατὰ τοῦ ἀφελομένου, πόσῳ μᾶλλον | |
θεός, ὅταν οὐχ ἁπλῶς ἡ ἀφαίρεσις γίνεται, ἀλλὰ καὶ εἰς στενοχωρίαν | 514 | |
35 | μεγάλην καὶ συνοχὴν τῶν ἀφαιρουμένων; Ταῦτά σοι ἔγραψα ἵνα γνῷς ὅτι ὡς πατὴρ γνήσιος ἀγαπῶ γνησίως καὶ τὴν σωτηρίαν οὐ παρὰ φαῦλον ποιοῦμαι, ἀλλ’ οὐδὲ τὴν τῆς δεσποίνης ἡμῶν καὶ ἠγαπημένης, κἂν ἴσως οὐκ ἔδωκε πληροφορίαν ὅτι ἠγαπήσαμεν, καίτοι τῶν πραγμάτων τὴν ἡμῶν ἀγάπην μαρτυρησάντων. | |
184 | Ψυχὴ πρὸς θεὸν ἀνανεύουσα ἀνθρώπων τὰ χείρονα ψηφιζομένων οὐ ποιήσεται λόγον, τὴν βελτίω περὶ αὐτῆς τοῦ θεοῦ ψῆφον ἐπισταμένη. Ὁ δ’ ἐφ’ οἷς αἱ τυραννικαὶ φέρουσι ψῆφοι καταπίπτων δίδωσιν ἔλεγχον μὴ τῇ θείᾳ πιστεύων τὰ κρείττονα φερούσῃ καὶ διὰ τοῦτο πρὸς ἀθυμίαν | |
5 | ἐκπίπτων. | |
185 | Κάμνομεν τὰς ἡμέρας ἀπαριθμούμενοι καὶ πότε καιρὸς ἐπιστήσεται πρὸς ὀφθαλμούς 〈σε〉 ἄγων τοὺς ἡμετέρους. Ἔχει μέν τι καὶ πρὸς ἡδο‐ νὴν ἡ ἐλπὶς αὕτη, νικᾷ δὲ τὸ ἡδὺ ἡ ἐκ τοῦ παρατείνεσθαι τὸν χρόνον διασπάραξις τῆς καρδίας. Ἡμεῖς καὶ ἅπαξ καὶ δεύτερον ὑπεθέμεθα—εἰ | |
5 | τὸ ἀσφαλές, οὐκ οἶδα, θεὸς δ’ ἂν εἰδείη ὁ τὰ ἐσόμενα βλέπων, πλὴν ὑπὸ τοῦ πρὸς ὑμᾶς ἠναγκασμένοι πόθου καὶ τοῦ τῶν ἐμῶν κακῶν ἐπίπροσθεν τὰ ὑμέτερα τίθεσθαι. Τὰ ὑποτεθειμένα ἦλθε πρὸς ἔννοιαν καὶ τῆς ἐν‐ νοίας ταύτης ἀναχωρεῖν οὐ δυνάμεθα. Εἰ οὖν δυνατόν, γενέσθω τι πρὸς κοινὸν παραμύθιον ὑμῶν τε καὶ ἡμῶν· εἰ δ’ ἔστιν τι τὸ φοβοῦν ὑμᾶς καὶ | |
10 | διὰ τοῦτο τὴν ὁρμὴν ἀναστέλλον (ἐάσθω γὰρ τὰ περὶ ἐμὲ φοβερά), ἐκεῖνο κρατείτω τὸ μὴ δοκοῦν ἐπάγειν ὑμῖν τινα χαλεπότητα. | |
186 | Ἦν ποτε καιρὸς ὅτε τὸ πάσχειν ὑπὲρ φίλων, μὴ ὅτι γε ὑπὲρ πα‐ τρός, ἐζηλοῦτο, καὶ πολλοὶ καὶ τῶν φαύλως βιούντων τοῦτο τέως ἐφιλοτι‐ | |
μοῦντο, τὸ φίλων πάθεσιν ἐπικοινωνεῖν. Νῦν δὲ ὡς ἔοικεν ὑμῖν τοῖς ἐν ὁσιότητι βιοῦσι τοῦτο δοκεῖ φιλότιμον, τὸ τοὺς πατέρας ἐξαρνεῖσθαι. Τὸ | 516 | |
5 | μὲν σόν, καλὲ καὶ ἀγαθὲ ἄνθρωπε, τοιοῦτον· τὸ δὲ ἡμέτερον εὐχαριστεῖν, ὡς ἐπὶ τοῖς ἄλλοις τοῖς συμβεβηκόσιν ἡμῖν, οὕτω καὶ ἐπὶ σοὶ τῷ θεῷ. Τοῦτο δέ σοι μόνον φαμέν· γνῶθι μὴ ἐμὲ ἀθετήσας, ἀλλ’ ἐν τῷ ἐμῷ προσώπῳ τὸν οὐράνιον πατέρα, οὗ νόμος τιμᾶν τέκνοις πατέρας. | |
187 | Ὁ καθ’ ἡμῶν ἀγὼν ἤνυσταί σοι· τί ἔτι κάμνεις ἐπαγωνιζόμενος; Ἢ αὔξειν ἐπιζητεῖς τὰ ἐπὶ τούτῳ βραβεῖα; Ὄψει τὸ σπουδαζόμενον ὅτε τῷ πλείονι μέρει τῶν βραβείων πλέον οἰμώξεις. Τοῦτο μὲν ἡ μέλ‐ λουσα ἡμέρα δείξει ἀναμφιβόλως, τίς δὲ οἶδεν εἰ μὴ καὶ ἡ παροῦσα; | |
188 | Σαλεύουσι τὴν ὑγιαίνουσαν ἕξιν καὶ πρὸς νοσώδη μεταποιοῦσι διάθεσιν, πολλάκις δὲ καὶ τέλεον διαφθείρουσιν, οὐ μόνον τὰ δηλητήρια, ἀλλὰ καὶ καρυκεῖαι καὶ πόσεις τὴν αἴσθησιν γοητεύουσαι. Μακάριος μὲν ὁ μὴ φθειρόμενος ὑπὸ δηλητηρίων ἀλλ’ ἐπικρατοῦσαν ἔχων τοῦ φαρμά‐ | |
5 | κου τὴν τοῦ σώματος ἕξιν· μακαριώτερος δὲ ὃν ἡδονὴ οὐ διεχρήσατο. Τῶν μὲν γὰρ ὑπὸ δηλητηρίων τοῦτο παθόντων ἔχουσι τὴν κατάγνωσιν οἱ ταῦτα συντεθεικότες καὶ δόντες, τῶν δ’ ὑφ’ ἡδονῆς τίς ἄλλος ἢ ὁ δείξας ἑαυτὸν ἀνδράποδον ἡδονῆς; | |
189 | Οὔπω τὸν κοσμικὸν ὁρῶμεν τροχὸν τῆς ἰδίας πεπαυμένον κινήσεως, ἀλλ’ ἔτι κινεῖται καὶ κινήσεται πάντως ἄνω καὶ κάτω περιφερόμενος, | |
ἕως ἂν ἄνθρωπος ἐπὶ γῆς καὶ ἀνθρώπινα πράγματα. Εἰ οὖν οὕτως ὁμολο‐ γεῖς καὶ αὐτός (οἶμαι δ’ οὐ φεύγεις τὴν ὁμολογίαν), μὴ πάνυ σεαυτῷ | 518 | |
5 | πιστεύσῃς μηδ’ ἐφ’ ὑψηλοῦ θαρρήσῃς μετεωριζόμενος. Συμπεριενεχθήσῃ γὰρ καὶ αὐτός, τυχὸν εἰ καὶ μὴ ὑπὸ τῆς τῶν πραγμάτων περιπετείας, ἀλλ’ ὑπὸ τῆς κοινῆς περιφορᾶς, ἥτις σε πάντως κατενέξει πρὸς τάφον, οὗ τῶν ἐν ἀνθρώποις κάτω δοκούντων οὐδὲν κατώτερον εὑρεθήσεται. | |
190 | Εὐχαριστοῦμεν τῷ θεῷ, καθὼς ὀφειλόμενόν ἐστι, περὶ τῆς ὑμῶν ὁσιότητος ἑκάστοτε, ἀναμανθάνοντες καὶ τὴν κατὰ σοῦ μανίαν τοῦ μεμηνότος ὡς ἀληθῶς καὶ τὴν σὴν κατ’ ἐκείνου ἀπτόητον παρρησίαν, δι’ ἧς ὁ μὲν ἐνδύεται τὴν αἰσχύνην, λαμπροτέρα δὲ ἡ σὴ γνωρίζεται ἀρετή, | |
5 | καὶ δοξάζεται μὲν ὁ θεός, χαίρει δὲ τῶν εὐσεβούντων τὸ πλήρωμα, μάλιστα δὲ ἡμεῖς οἱ ἐν τοῖς σπλάγχνοις ἑαυτῶν οἷα δὴ τόκον εὐγενῆ τῆς τοῦ θεοῦ ἐκκλησίας περιφέροντες. Ποία γὰρ ἡμῖν ὑπὸ τῶν καθ’ ἑκάστην θλίψεων, αἳ πολλαὶ καὶ βαρεῖαι κατὰ τῆς ἐκκλησίας ἐπιφύονται, κεκακω‐ μένοις οὐχὶ προσγίνεται ἄνεσις καὶ παράκλησις, λογιζομένοις τὴν διὰ σοῦ | |
10 | ὠφέλειαν τῷ ποιμνίῳ ὑπάρχουσαν τοῦ Χριστοῦ, ὃ σπαράσσειν μὲν ὁσημέραι οἱ κακοὶ θρασύνονται κύνες, ἡ δὲ σὴ ἄγρυπνος φυλακὴ ὅσοις ἐχαρίσθη τὸ σῴζεσθαι, τούτους ἀβλαβεῖς τῆς ἐκείνων ἀγριότητος συν‐ τηρεῖ. Ἀλλ’ εἴης καὶ νῦν καὶ διὰ παντὸς πρὸς τὴν μακαρίαν ταύτην γρηγόρησιν ὑπὸ τοῦ μεγάλου ποιμένος ἐνισχυόμενος, καὶ σῴζων καὶ | |
15 | ἐπανορθούμενος καὶ στηρίζων τοὺς ἑκάστου τούτων ἐν χρείᾳ καθιστα‐ | |
μένους. | 520 |