TLG 3088 002 :: NICEPHORUS BRYENNIUS :: Historiae NICEPHORUS BRYENNIUS Hist., vel Nicephorus Botaniata Historiae
Citation: Book — section — (line) | ||
p4 | Ἐκ τῆς ἑῴας καὶ οὗτος ἀποστατεῖ κατ’ αὐτοῦ καὶ ὑπερισχύσας τῆς βασιλείας ἐπιλαμβάνεται, τῆς ἐγκεχειρισμένης αὐτῷ, καθὼς εἴρηται, στρατηγίας τῶν Ἀνατολικῶν ἀμοιβὴν πονηρὰν τῷ ἐγχειρίσαντι ἀντι‐ δούς, κιβδήλων τινῶν ἀνδρῶν καὶ τὴν τοῦ καλοῦ φύσιν ἀγνοησάντων | |
5 | παντάπασι καὶ μηδὲ πίστιν ὀρθὴν συντηρεῖν μαθόντων, οἷς ταύτην ἐπώ‐ φειλον, εἰς ταὐτὸ συνελθόντων γνώμης καὶ συμπνευσάντων καὶ τοῦ δήμου παντὸς ἀλογίστως οὕτω τῷ ἐκείνων θελήματι παρακολουθήσαν‐ τος. Ἀεὶ γὰρ ἐν ἀνθρώποις ἡ κακία μᾶλλον ἢ τὸ ἀγαθὸν πλεονεκτεῖν εἴωθε· φιλεῖ δὲ καὶ ἄλλως τὸ πλῆθος ταῖς τοιαύταις χαίρειν μεταβολαῖς. | |
---|---|---|
10 | Οὕτω τοίνυν ὁ Βοτανειάτης εἰς τὸ τῆς βασιλείας ὕψος ἀνάγεται, ἀνὴρ συνετὸς μὲν τὰ πρῶτα καὶ ἱκανώτατος τῇ χειρί, γήρᾳ δὲ ἄλλως καὶ χρόνῳ κατειργασμένος καὶ τὸ περὶ τὴν δεξιότητα πάλαι καταλύσας φιλότιμον καὶ μικροῦ 〈δεῖν〉 πᾶσαν τὴν ἑαυτοῦ ἀφῃρημένος ἐνέργειαν καὶ πρὸς τὸ τῆς βασιλείας ὕψος μὴ ἐπαρκῶν. | |
p5 | Τούτου τοίνυν τῶν τῆς βασιλείας σκήπτρων ἐπιλαβομένου καὶ προτετιμημένου τοῦ φυσικῶς ἐπὶ ταύτην δικαιουμένου—ὁ τοῦ Δούκα | |
Μιχαὴλ οὗτος ἦν ἀδελφός, Κωνστάντιος 〈ὁ〉 πορφυρογέννητος—ὁ δηλωθεὶς Κομνηνὸς Ἀλέξιος συνιδὼν τὸ τοῦ πράγματος ἄτοπον, ὡς | 55 | |
5 | οὔτε ὁ τῆς βασιλείας δίκαιος κληρονόμος ἐπ’ αὐτῇ δεδικαίωται, οὔτε μνήμη τις γέγονε τοῦ δικαίου τῆς βασιλείας τοῦ προβεβασιλευκότος θείου αὐτοῦ τοῦ Ἰσαακίου Κομνηνοῦ, εἰς ὃν πάντων συνέδραμον τὰ θελήματα καὶ ὃν πάντες ἑκόντες εἰς τοὺς τῆς βασιλείας ἀνήγαγον ἄξο‐ νας καὶ τούτῳ κυριεύεσθαι εἵλοντο, ὥστε τινὰ τῶν ἐξ ἐκείνου τὴν τοῦ | |
10 | γένους ἑλκόντων σειρὰν δικαιότερον εἰς τοῦτο λογίσασθαι, ἤσχαλλεν, ἐδυσφόρει, παρεζήλου τὸ δίκαιον ὁρῶν ἀθετούμενον καὶ οὐκέτι φέρειν εἶχε τὸ συμπεσόν. Καὶ γὰρ καὶ τὸ οἰκεῖον θέλημα συνιστῶντες οἱ τηνικαῦτα παραδυνα‐ στεύειν λαχόντες τὴν μὲν ἀπώλειαν τῆς Ῥωμαϊκῆς βασιλείας ὡς οὐδὲν | |
15 | ἐλογίζοντο, τὸ δὲ πρὸς τὴν αὐτῶν μόνην θεραπείαν ἐπελέγοντο, ἀλλ’ ἐκεῖνος τὴν καρδίαν νυττόμενος καὶ τὸ τῆς ψυχῆς δεικνὺς εὐγενὲς οὐκ ἠνείχετο τοῖς οὕτω διαπραττομένοις ἐφησυχάζειν καὶ τὸν ἐπὶ τῇ βασι‐ λείᾳ δικαιούμενον καθορᾶν ἑτέρῳ μὴ δικαιουμένῳ ὑποταττόμενον. Ὅπως μὲν οὖν ὁ Κομνηνὸς τῷ ἀδελφῷ προσηνέχθη τοῦ Δούκα καὶ | |
20 | τοῦτον ὑπὸ τῇ οἰκείᾳ δυνάμει τε καὶ συνάρσει ἐγκαθιδρῦσαι τῷ τῆς βασιλείας θρόνῳ ἐσπούδαζε, θεὶς αὐτῷ τοῖς ποσὶ καὶ τὰ φοινικοβαφῆ πέδιλα καὶ ἀπάγων τοῦτον εἰς τὰ βασίλεια, καὶ ὅπως τούτων ἐν ταῖς λεωφόροις διερχομένων στόμα ἓν γεγονότες ὁ δῆμος μὴ θέλειν ὑπ’ αὐτοῦ βασιλεύεσθαι τρανῶς ἐξεβόησαν καὶ ὅπως καὶ 〈τὸ〉 ῥηθὲν παιδίον | |
25 | πρὸς τὸν θροῦν ἰλιγγιᾶσαν καὶ τοῖς τοῦ δήμου λόγοις ἐκδειματωθὲν τὴν ψυχὴν ἀπείχετο τῆς τοιαύτης προθέσεως, κατεδυσώπει δὲ καὶ τὸν | |
Κομνηνὸν αὐτῆς ἀποσχέσθαι καὶ μὴ ἐπὶ πλέον τοῦτον παραβιάζεσθαι, ταῦτα καὶ ἐν στόμασι πάντων κεῖται καὶ ὡμολόγηται παρὰ τοῖς εὖ φρονοῦσι καὶ ὅσοι μὴ τοῦ τῆς Λήθης πόματος ἐκπιόντες εὐμνήμονες | 57 | |
30 | τῶν γενομένων εἰσίν. | |
p6 | Ὁ δὲ καὶ αὖθις ὁ Κομνηνὸς δευτέραν ὁδὸν δραμεῖν εἵλετο καὶ λαβό‐ μενος τοῦ παιδὸς εἰς τὸν Βοτανειάτην ἄγων καὶ αὐτὸς παραγίνεται καὶ εἰς μνήμην τοῦτον ἄγει τοῦ φυσικοῦ δικαίου, ὃ δὴ τῷ παιδίῳ τούτῳ κεκλήρωται, καὶ οἰκονομικώτερον τῷ παρόντι χρήσασθαι αὐτῷ ὑπο‐ | |
5 | τίθεται καὶ τὸν ἀδελφὸν τοῦ Δούκα ὡς ἀδελφὸν κυρίου αὐτοῦ καὶ βασι‐ λέως εὐνοϊκώτερον ἀγκαλίσασθαι καὶ βασιλείας μὲν ὄνομα περιθέσθαι τούτῳ, αὐτὸν δὲ τὸν Βοτανειάτην τὰ τῆς βασιλείας ἰθύνειν σκῆπτρα ἕως ἂν τοῖς ζῶσι συντάττοιτο, εἶτα τὸν τῆς βασιλείας κληρονόμον ἐπιτηδείως ἤδη ἔχοντα πρὸς τὴν ταύτης διακυβέρνησιν ἐγκαταστῆσαι | |
10 | αὐτῇ. Ἀλλὰ καὶ τούτου δὴ τοῦ ἐγχειρήματος ἐκπεσών, ἐκεῖνο τῆς τοιαύτης παρρησίας ἀπώνατο, τὸ ὕποπτος λογισθῆναι τῷ Βοτανειάτῃ καὶ τοῖς περὶ αὐτὸν καὶ ἄλλοις μέν, μάλιστα δὲ τοῖς δυοῖν ἐκείνου δού‐ λοις— Βορίλλιος οὗτος καὶ Γερμανός—ἀργυρωνήτοις ἀνδράσι καὶ ἀγεννέσι καὶ ἀσυνέτοις παντάπασι τοῦ καλοῦ, οἳ καὶ σκοπὸν παρ’ ἑαυ‐ | |
15 | τοῖς θέμενοι τὸν Κομνηνὸν ἀπολέσαι καὶ οὕτω συναπολέσαι καὶ τὸν πορφυρογέννητον, τὸν τοῦ Δούκα ἀδελφόν, τοῦ φρουροῦντος αὐτὸν ἀπο‐ γυμνωθέντα καὶ εὐχερῆ γενόμενον τοῖς ἐπιβουλεύουσι, μὴ ὄντος τοῦ ἀντιληψομένου αὐτοῦ, πρόσταγμα καταπέμπουσιν ὑπερορίαν τοῦ Κο‐ μνηνοῦ διακελευόμενον. Ἀλλὰ τοῦ τοιούτου προστάγματος εἰς χεῖρας | |
20 | περιελθόντος τῷ Κομνηνῷ, αὐτὸς αὐτοπροσώπως τὰ περὶ τούτου τῷ βασιλεῖ ἀνήνεγκε καὶ οὗτος ἅμα τὸ ὑπερβάλλον τῆς τοῦ ἀνδρὸς εὐγε‐ νείας τε καὶ φρονήσεως αἰδεσθεὶς καὶ πολλῶν καὶ γενναίων αὐτοῦ ἔρ‐ | |
γων ἀπομνημονεύσας καὶ πρὸς ταῦτα δυσωπηθεὶς καὶ τῶν τῷ προ‐ στάγματι συνθεμένων καταμεμψάμενος, εἰς οὐδὲν τὰ τοῦ πράγματος | 59 | |
25 | περιέστησε καὶ ἦν μὲν τότε τὰ τῆς ὑπερορίας ἀγρά. | |
p7 | Ἀλλ’ ὁ Βοτανειάτης καὶ αὖθις ὑπὸ τῶν δηλωθέντων αὐτοῦ δούλων περιαγόμενος, παντοίως τῇ τούτων παραθήξει καὶ συνωθήσει πολλά‐ κις παραπλαγείς, τοὺς ὀφθαλμοὺς διορύξαι διενοεῖτο τοῦ Κομνηνοῦ· τοῦτο δὲ ἀνερυθριάστως οὕτως ἀγαγεῖν εἰς τέλος οὐκ ἔκρινεν, αὐτὸ | |
5 | τὸ δίκαιον καὶ τὴν ἀλήθειαν εὐλαβούμενος· ἕτερον δὲ τρόπον κακοῖς ἐσκέπτετο τοῦτον περιβαλεῖν καὶ ἀφορμὴν ἐζήτει εὐπρόσωπον κακοῖς τὸν ἀναίτιον παραπέμψαι καὶ ἐκ μέσου θέσθαι τῆς ἀληθείας τὸν ἔλεγχον. Ἀμέλει καὶ ἡνίκα οἷα δή τις ὑπόθεσις παρεισέπιπτε μεγάλης δεο‐ μένη καὶ βουλῆς καὶ χειρὸς καὶ πόλεμον ἀπαιτοῦσα καὶ γενναίας ἔνδειξιν | |
10 | ψυχῆς καὶ ἀνδρίας καὶ κίνδυνον τῇ ἐγχειρήσει ταύτης ἐπικρεμάμενον, εὐθὺς τοῦ Κομνηνοῦ χρῆσις ἦν ὑπὲρ ἅπαντας καὶ μόνος τῶν ἁπάντων ὁ Κομνηνὸς τοῖς οὕτω μεγάλοις καὶ κινδυνώδεσιν ἔργοις ἐπιστατήσων προβέβλητο· τοῦτο βουλομένου τοῦ σκέμματος ὥστε ἢ καταπειθῆ γεγονότα τὸν Κομνηνὸν τοῖς ἐπιτεταγμένοις αὐτῷ καὶ γενναίως καὶ | |
15 | ἀνδρικῶς, καθὼς ἦν ἔθος αὐτῷ, προσβαλόντα τινὶ τῶν τηλικούτων ἔργων καὶ κατὰ ξιφῶν χωρήσαντα μέσων καιρίως πληγῆναι καὶ παρὰ τῷ πολέμῳ πεσεῖν, διὰ τὸ μηδὲ δυνάμεσιν ἀναλόγοις ἐφοδιάζεσθαι πρὸς τὸ κείμενον ἔργον, ἢ γοῦν μὴ πειθόμενον, μηδ’ οὕτω ποιοῦντα, μηδὲ τοῖς τούτῳ κελευομένοις ὑπείκοντα δικαίως δῆθεν ἐγκληθῆναι καὶ νό‐ | |
20 | μιμον τὴν κόλασιν ὑποσχεῖν. Ἤδη μὲν οὖν οἱ διαληφθέντες ὅ τε Βρυέννιος καὶ ὁ Βασιλάκης, ἄνδρες τῶν εὖ γεγονότων καὶ ἐπισήμων, μὴ φέροντες μηδὲ οὗτοι τὴν ἐπὶ τοῦ βασιλείου θρόνου τοῦ Βοτανειάτου καθίδρυσιν, ἅτε καὶ τοῦτον σὺν ἑαυτοῖς ἀποστάτην κατὰ τοῦ βασιλέως Μιχαὴλ ἐπιστάμενοι καὶ τοῖς | |
25 | αὐτοῖς συνυπεύθυνον, ἣν ἔφθασαν ἄρασθαι πρώτως ἀποστασίαν κατὰ τοῦ Μιχαήλ, ταύτην καὶ κατ’ αὐτοῦ τετηρήκασιν ἐπὶ σχήματος καὶ μετὰ πλήθους στρατιωτῶν καὶ οὐκ εὐκαταφρονήτου δυνάμεως αὐτῷ | |
ἀντιπαρατάττονται. Καὶ εὐθὺς ὁ Κομνηνὸς ἐπὶ μνήμης 〈γενόμενοσ〉 τῷ βασιλεῖ κατὰ τῶν τοιούτων ἀνδρῶν ἀνθοπλίτης καὶ ἀντιστράτηγος | 61 | |
30 | στέλλεται, τὴν τοῦ μεγάλου δομεστίκου τηνικαῦτα διέπων ἀξίαν, καὶ ἀντικαθίσταται τούτοις καὶ θαρραλεωτάτην μάχην συμβάλλει καὶ συρ‐ ρήγνυται τούτοις οὐχ ἅπαξ μόνον, ἀλλὰ καὶ πολλάκις εἰς πόλεμον αὐτὴν προΐεται τὴν ψυχὴν καὶ τέλος τοὺς ἀντιπάλους νικᾷ καὶ λαμπρὸν κατ’ αὐτῶν τρόπαιον ἵστησι καὶ δορυαλώτους ἑλὼν εἰς τὴν βασιλίδα | |
35 | τῶν πόλεων ἐπάγει καὶ τῷ βασιλεῖ παραδίδωσιν. Οἴδασι πάντες ταῦτα καὶ ἐν χείλεσι πάντων κεῖται τὰ περὶ τούτων καὶ οὐκ ἔστιν ὅστις τῶν εὖ φρονούντων ἠγνόησε ταῦτα. | |
p8 | Ἐπεὶ δὲ τῷ Κομνηνῷ τούτων καὶ ἑτέρων πολλῶν καὶ μεγάλων ἔργων καὶ ὄντως ἀνδρικῶς καὶ γενναίως τετελεσμένων οὐδεμία τις ἦν ἀντι‐ μισθία καὶ ἀμοιβή, ἀλλ’ ἢ μόνος ζῆλος οὐκ ἀγαθὸς καὶ κατ’ αὐτοῦ με‐ λέτη καὶ συσκευή, ὅπως ἀποδοθείη τούτῳ πονηρὰ ἀντὶ ἀγαθῶν καὶ | |
5 | ὅπως αὐτὸς μὲν ἐκκοπείη τοὺς ὀφθαλμοὺς καὶ ἀπόλοιτο, συνεκτριβείη δὲ τούτῳ καὶ ὁ πορφυρογέννητος, οὐκ ἔτι ἐν φορητῷ ταῦτα τίθεται. Ἀλλὰ βλέπων ὡς αὐτῷ μὲν εἰς κακὸν τὰ τοῦ πράγματος διήκει καὶ ὅτι τοῦ θείου αὐτοῦ τὴν ἑαυτοῦ κληρονομίαν αὐθαιρέτως εἰς ἕτε‐ ρον παραπέμψαντο ..., ἐπειδήπερ οὐδεὶς τῶν κατὰ γένος προσηκόντων | |
10 | τῷ λαχόντι ταύτην προὐβέβλητο, ἕτερος δὲ ἀλλότριος εἰς τὴν ταύτην ἀντεισῆκται κληρονομίαν, ἅμα δὲ καὶ ἑαυτῷ τὸ ἀσφαλὲς περιποιούμενος, ἵνα μή τι δεινῶν πάθῃ ὁποῖα πολλὰ κατ’ αὐτοῦ προβεβούλευτο, τῆς | |
μεγαλοπόλεως ἀπάρας εἰς Ἀδριανούπολιν ἄπεισι· καὶ τὸ ἐκεῖσε στρα‐ τιωτικὸν ἄθροισμα εὑρὼν τῇ μὲν τοῦ Βοτανειάτου βασιλείᾳ ὡς τὰ πολλὰ | 63 | |
15 | ἀπεχθανόμενον, αὐτῷ δὲ προστιθέμενον καὶ εἰς βασιλέα τοῦτον αἱρού‐ μενον, ἅτε καὶ ὑπ’ αὐτῷ στρατάρχῃ πολλὰς ἀνδραγαθίας διαπραξά‐ μενον, καὶ ὁμοῦ καὶ ἄκοντα τοῦτον πρὸς ἀνάρρησιν βιαζόμενον, δέχεται τὴν τούτων βουλὴν καὶ ἀνακαλεῖται τὴν κληρονομίαν τοῦ θείου αὐτοῦ ἐφ’ ᾗ δεδικαίωτο. Καὶ δῆθεν μὲν εἰς ἑαυτὸν περιάγει τὰ σκῆπτρα, πλὴν | |
20 | οὐχ ὥστε τὸν πορφυρογέννητον ἀποστερῆσαι τούτων ἱκανῆς ἤδη καὶ ἀξιόχρεω γενόμενον καταστάσεως. Πῶς γάρ, ὃς καὶ πρότερον οὐκ ἀνῆκε πάντα κάλων κινῶν ὥστε τῷ ἀδελφοῦ θρόνῳ τοῦτον ἐγ‐ καθιδρῦσαι; Διὰ τοῦτο γὰρ εὐθὺς τὴν ἰδίαν θυγατέρα τῷ πορφυρογεν‐ νήτῳ φέρων συνάπτει καὶ συμβασιλεύειν αὐτῷ καὶ συνοικονομεῖν τὰ | |
25 | τῆς βασιλείας ἐπευδοκεῖ καὶ μὴν καὶ τῆς συνήθους εὐφημίας καὶ ἀναρ‐ ρήσεως αὐτῷ κοινωνεῖ καὶ τῆς ἐν γράμμασιν ἐρυθρᾶς ὑποσημασίας, προμνηστευόμενος ἐντεῦθεν αὐτῷ τὰ σκῆπτρα καὶ σκοπῶν τέλεον, και‐ ροῦ καλοῦντος, ἀναγαγεῖν αὐτὸν εἰς τὸν τῆς βασιλείας θρόνον, ὁπηνίκα καὶ τὴν τοῦ πολλοῦ πλήθους δυνηθείη περὶ αὐτὸν ἀγαθὴν ῥοπὴν ἐπι‐ | |
30 | σπάσασθαι καὶ τὴν προτέραν μῆνιν περιελεῖν. Καὶ τάχ’ ἂν εἰς ἔργον ἐκβέβηκε τὸ οἰκονομούμενον, εἰ μὴ βαρεῖα νόσος πρότερον τῷ πορφυρο‐ γεννήτῳ εἰσφρήσασα, μὴ συγχωροῦσα τούτῳ τῆς τοιαύτης ἐπιβῆναι ἀρχῆς, μετ’ οὐ πολὺ τῶν ἐνταῦθα προήρπασεν. | 65 |
p9 | Ἀλλὰ καὶ ὁπηνίκα 〈ὁ〉 Κομνηνὸς Ἀλέξιος βασιλεὺς ἄρτι γεγονὼς ἐπέβαινε τῆς μεγαλοπόλεως, οὐδὲ τὸν Βοτανειάτην εὕρισκεν ἐπὶ τὸ πρᾶγμα αὐτῷ ἀντιπίπτοντα καὶ ἀντιπαραταττόμενον, ἀλλὰ καὶ οὗτος τῷ δικαίῳ ὑπεξιστάμενος ὅπερ ἐκ συγγενείας εἰς τὴν βασιλείαν τῷ | |
5 | Κομνηνῷ προσαρμόττον ἦν, ἀφιλονείκως τὴν ἀρχὴν ἀποτίθεται, οὐχ ὅπλα αἴρειν ὑπὲρ αὐτῆς ἐθέλων καὶ ἀντιπολεμεῖν, ὅπου τὸ συνειδὸς ἀφ’ ἑστίας εἶχεν αὐτὸν καταπολεμοῦν καὶ ἀμφοτέρωθεν πλῆττον, ἔκ τε τῆς περὶ τὴν βασιλείαν ἀλλοτριότητος ἑαυτοῦ καὶ τῆς τοῦ Κομνηνοῦ Ἀλεξίου περὶ ταύτην γνησιότητος. Οὕτω γὰρ καὶ ὁ Κομνηνὸς καὶ οὐχ | |
10 | ἕτερον τρόπον τὴν βασίλειον ἀνακαλεῖται ἀρχήν, δικαίῳ τε δηλαδὴ τῆς πρὸς τὸ Κομνηνικὸν γένος ἐξ αἵματος γνησιότητος καὶ τῆς πρὸς τὸ Δουκικὸν ἐξ ἀγχιστείας ἐγγύτητος· ἐκ Δουκῶν γὰρ ἁρμοσάμενος τοῦ βίου τὴν κοινωνόν, εἰς μίαν συμφωνίαν ἄμφω τὰ γένη συνῆψε καὶ εἰς ἓν φυτὸν συνεδένδρωσεν, ἅμα δὲ ἐπὶ τῷ ἀρχαιότητι διαφέρειν αἰ‐ | |
15 | δεσιμώτερον, ὥς φασι. Διὰ τοῦτο καὶ πάντες τήν τε Κομνηνικὴν ἀρ‐ χαιογονίαν καὶ Δουκικὴν αἰδούμενοι καὶ τὸν ἐντεῦθεν ἐπὶ τὴν βασι‐ λείαν μᾶλλον ἑτέρου τινὸς δικαιούμενον, τὸν Κομνηνὸν δηλονότι Ἀλέ‐ ξιον, ἀσμένως ὑπ’ ἐκείνου βασιλεύεσθαι εἵλοντο. Εἰ γάρ τις ἀνὰ ῥοῦν ὥσπερ ἀναδραμεῖν βούλοιτο, εὑρήσει τὸ τῶν Δουκῶν γένος ὥσπερ ἐκ | |
20 | πρώτης ἀναβλύσαν τῆς τοῦ μεγάλου Κωνσταντίνου φυλῆς, καθότι καὶ ὁ πρῶτος Δούκας ἐκεῖνος, εἷς ὢν τῶν μετὰ τοῦ μεγάλου Κωνσταντίνου | |
τῆς πρεσβυτέρας Ῥώμης ἀπαναστάντων καὶ πρὸς τὴν νεωτέραν μετοι‐ κησάντων, καθ’ αἷμα τῷ μεγάλῳ Κωνσταντίνῳ καὶ γνησιώτατα προσ‐ ῳκείωτο· ἐκείνου τε γὰρ ἐξάδελφος ἦν καὶ τὴν τοῦ δουκὸς Κωνσταν‐ | 67 | |
25 | τινουπόλεως ἀξίαν παρ’ αὐτοῦ ἐγκεχείριστο, κἀντεῦθεν καὶ πάντες ἐξ αὐτοῦ κατωνομάσθησαν οἱ Δουκώνυμοι. | |
p10 | Οὕτως οὖν ὁ βασιλεὺς Ἀλέξιος τὴν βασιλείαν ἀνακαλεσάμενος καὶ ὑπ’ αὐτῆς τιμηθείς, οὐχ ἧττον δὲ καὶ ταύτην τιμήσας, οἷς ἄρα πολλοῖς καὶ μεγάλοις ἔργοις εἰργάσατο τροπαίων πληρώσας ἑῴαν λῆξιν καὶ ἑσπερίαν, καθὼς αὐτὰ δηλοῦσι τὰ πράγματα, πρὸς αὐτῇ τῆς ζωῆς ἐκ‐ | |
5 | δημίᾳ παραπέμπει τὰ σκῆπτρα πρὸς τὸν οἰκεῖον 〈υἱὸν〉 Ἰωάννην, ὡς ἐξ ἀμφοῖν δίκαιον πρὸς τὸ κρατεῖν προτιμώμενον, ἀπό τε τῆς Κο‐ μνηνικῆς φυλῆς δηλονότι οὕτω πρὸς τὴν βασιλείαν κληρωθείσης ὡς προδιείληπται καὶ ἀπὸ τοῦ Δουκικοῦ βασιλείου ῥιζώματος, οὗ καὶ ἡ τούτου μήτηρ ἐξέφυ καρπὸς εὐγενής. Καὶ τίς γὰρ μετὰ τὸν πορφυρο‐ | |
10 | γέννητον ἕτερος τὸν βίον ἀπολιπόντα εἰς τὸ ἄρχειν μάλιστα δεδικαίωτο; Εὔδηλον τοίνυν ὡς ὁ ἐν βασιλεῦσιν ἐκεῖνος ἀοίδιμος Ἀλέξιος, τῶν τῆς βασιλείας σκήπτρων ἐγκρατὴς γενόμενος, οὐ μόνον οὐκ αἰτιάσεως ἄξιος, ἀλλ’ ἤδη καὶ ἐγκωμίων τοῖς εὖ φρονοῦσι κριθήσεται καὶ ὑπό‐ δειγμα καὶ ἀρχέτυπον ἀγαθὸν τοῖς ἐφεξῆς προτεθήσεται, ὡς ἂν καὶ | |
15 | ἕτεροι τοὺς φυσικοὺς αὐτῶν κυρίους παρευδοκιμουμένους ὁρῶντες καὶ τὸ προσαρμόσαν αὐτοῖς ἀνέκαθεν δίκαιον ἀφαιρουμένους παραζηλώ‐ σωσιν ἐπὶ τοῖς τὰ ἄδικα πεπονθόσι, καὶ πᾶσαν μὲν εἰσφέρωσι σπου‐ δὴν ἐπὶ τὴν τούτων ἐκδίκησιν καὶ εἰς τὸ ἀποκαθιστᾶν αὐτοῖς τὴν αὐτῶν κληρονομίαν ἀφ’ ἧς ἐκπεπτώκασιν, εἰ δὲ τῶν πραγμάτων ἴσως ἀντι‐ | |
20 | πιπτόντων τοῦτο μὴ δύναιντο, τὸν γοῦν τὴν βίαν τούτοις ἐπενεγκόντα ἀντιβιάζωνται καὶ τὸν ἐκδιώξαντα τούτους τῆς οἰκείας κληρονομίας ταύτης ἀποδιώκωσι, μὴ συγχωροῦντες αὐτῷ τῆς οἰκείας κακοτροπίας ἀπόνασθαι, ὡς καὶ ἑτέρους ἀδικεῖν ἐγχειροῦντας τὸ μὴ ἀπολαῦσαι ὧν ἑτέρους ἀποστερήσουσιν. Οἱ γὰρ μὴ οὕτως τηνικαῦτα φρονήσαντες | |
25 | μηδὲ τῷ Κομνηνῷ, ταὐτὸν δὲ εἰπεῖν τῷ Δούκᾳ, περὶ τὴν τῆς κληρονο‐ μίας αὐτῶν ἀποκατάστασιν συναράμενοι, ἀλλὰ καὶ μᾶλλον ὁπωσοῦν τούτοις ἀντιπεσόντες καὶ μὴ ῥίψαντες τὰ ὅπλα καὶ τὸν φύσει δεσπότην αὐτῶν προσκυνήσαντες, ὑπὲρ οὗ μᾶλλον αἴρειν ὅπλα τούτοις ἐχρῆν, ποίαν οὐκ ἂν τιμωρίαν ὑποσχεῖν ἦσαν δίκαιοι, ἢ μὴ μόνον μέχρι χρημά‐ | 69 |
30 | των καὶ πραγμάτων ἀπαρχῆς καὶ πάσης ἄλλης ζημίας, ἀλλ’ αὐτοῦ θανάτου καὶ τούτου πικροῦ καὶ ὀδυνηροῦ; Καὶ ἄλλως γὰρ πῶς ἔμελλε τούτους ὁ Θεὸς ἀνωτέρους διατηρῆσαι κακώσεως καὶ μὴ ἀντιμετρῆσαι τούτοις οἷς αὐτοὶ ἐμέτρησαν μέτροις; Ὡς γὰρ καὶ τοῦ δικαίου τῆς φύσεως ἐκλαθόμενοι καὶ ἀσπλάγχνως τῷ φυσικῷ αὐτῶν κυρίῳ χρησά‐ | |
35 | μενοι, δικαίως ἂν ἔτυχον καὶ οὗτοι θεόθεν ἀσπλαγχνίας, ἀποτόμως ποινηλατούμενοι, ὅτι καὶ Θεῷ αὐτῷ προσκεκρουκότες ἑάλωσαν. Ὅτι δὲ καὶ μετὰ τῆς ἄνωθεν ῥοπῆς καὶ Θεοῦ ἐπινεύσει ταῦτα τετέλεσται, ἡ περὶ τὴν Ῥωμαϊκὴν βασιλείαν κατάστασις ἀριδηλότερον παριστᾷ, 〈τῶν πραγμάτων〉 ἐξ ἐκείνου λαβόντων τὴν εἰς τὸ κρεῖττον ἐπίδοσιν | |
40 | καὶ μέχρι καὶ νῦν καθεκάστην ἐπιδιδόντων καὶ πρὸς ἕω καὶ πρὸς δυσμὰς εὐτυχῶς χωρούντων εὐδοκίᾳ Θεοῦ καὶ χάριτι, ὡς ἐκ τῶν δεξιῶν ἀπο‐ τελεσμάτων παραδηλοῦσθαι καὶ τὴν ἀρχὴν δεξιάν. | |
p11 | Ἆθλον δὴ τοῦτο μέγιστον ἁπάντων ὧν ἴσμεν προτέθεικας ἡμῖν, ὦ σοφωτάτη μοι φρὴν καὶ διάνοια, τὰς Ἀλεξίου τοῦ μεγάλου πράξεις συναγαγεῖν ἐπιτάξασα, ὃς ἐν καιροῖς δυσκόλοις τὰς τῶν Ῥωμαίων ἡγεμονίας παραλαβών, ὁπηνίκα τὰ τῶν Ῥωμαίων ἀπηύδησε πράγματα | |
5 | εἰς γῆν καταπεπτωκότα καὶ κινδυνεύοντα διαρρυῆναι, τέλεον ἀνέστησέ τε καὶ εἰς κλέος ἀνήγαγε μέγιστον. Νουνεχείᾳ γὰρ τὴν ἀνδρίαν συνάψας, τῇ συνεχείᾳ τῶν πράξεων οὐκ ἔστιν εἰπεῖν ὁπόσα ἔστησε τρόπαια τῶν Ῥωμαίων, ὡς εἶναι τὰ πράγματα ...... τὰ μὲν ἐξεδίωξε, τὰ δὲ ἐδου‐ λώσατο, τὰ δὲ ὑπόσπονδα Ῥωμαίοις πεποίηκε. Τούτου τοίνυν τὰς | |
10 | πράξεις συναγαγεῖν ἐργῶδες ἂν εἴη καὶ τὴν ἡμετέραν δύναμιν ὑπερ‐ βαῖνον καὶ παρῃτησάμην ἂν τοὖργον, εἰ μή με βίη Ἡρακληείη πρὸς αὐτὸ ἐβιάζετο, μεγίστων ἀγαθῶν βραχύν τινα πόνον ἀνταλλά‐ ξασθαι πείθουσα. Τί γὰρ ἂν ἄλλο καὶ ἀνταποδοίην αὐτῷ ἐπάξιον πάν‐ των ὧν αὐτὸς ἔδωκέ μοι, εἰ τὰς πράξεις ἐκείνου σιγῇ παρέλθοιμι ὥστε | 71 |
15 | λήθης ἀμαυρωθῆναι βυθῷ; Εἰ δὲ μὴ πασῶν ἐφικέσθαι δυνηθείη ὁ λόγος, ἐπισυριττέτω τούτῳ μηδείς· οὔτε γὰρ ἱστορίαν συγγράφειν προῄρημαι οὔτε πλέκειν ἐκείνῳ ἐγκώμιον—μόλις γὰρ ἂν πρὸς ταῦτα ἥ τε Θου‐ κυδίδου δεινότης καὶ τὸ Δημοσθένους ἐξήρκεσε μεγαλόφωνον—ἀλλ’ ἀφορμήν τινα παρασχεῖν βουλόμενος τοῖς τὰ ἐκείνου συγγράφειν ἐθέ‐ | |
20 | λουσι πρὸς ταυτηνὶ τὴν γραφὴν ἐξώρμησα· ταύτῃ τοι καὶ Ὕλη | |
ἱστορίας ὄνομα ἔστω τῷ λόγῳ. Ἀρκτέον οὖν ἡμῖν ἐντεῦθεν. | 73 | |
1t | Βιβλίον αʹ | |
1.1 | Μανουὴλ ἐκείνου τοῦ πάνυ, ὃς ἐς Κομνηνοὺς ἀναφέρων τὸ γένος, τῶν μεταξὺ συμβάσεων καὶ σπονδῶν τοῦ τε τηνικαῦτα τὰ Ῥωμαίων σκῆπτρα ἰθύνοντος Βασιλείου καὶ Βάρδα ἐκείνου τοῦ Σκληροῦ, τοῦ ἐπὶ πολλοῖς ἔτεσι τυραννήσαντος καὶ τὴν ἑῴαν μικροῦ δεῖν ἅπασαν κατα‐ | |
5 | στρέψαντος, ἀποδέδεικτο πρέσβυς, τὰ διερρωγότα μέλη τῆς Ῥωμαίων ἡγεμονίας συνάψαι πειραθεὶς πρὸς ὁλότητα καὶ μέντοι ἔτι καὶ συνά‐ ψας ἐπιστημόνως λίαν καὶ νεανικῶς, Μανουὴλ οὖν τούτου γίνονται παῖδες δύο, ὧν ὁ μὲν πρεσβύτερος Ἰσαάκιος, ὁ δὲ νεώτερος Ἰωάννης ἐκέκλητο. Κομιδῇ δὲ τούτοιν νέοιν ὄντοιν ἀμφοῖν, ἐπειδὴ ὁ πατὴρ ἠσθένει καὶ τὴν | |
10 | τοῦ βίου ὑπώπτευε τελευτήν, ἐβουλεύσατο ἄμφω τῶ παῖδε τῷ βασιλεῖ παραθέσθαι· ἐστέρηντο γὰρ καὶ μητρός, τῆς συγκλήρου τούτου τῷ βίῳ πάλαι θανούσης. Τοῦτο δὲ βουλευσάμενος, ἄριστα ἐς πέρας τὸ βουλευθὲν ἐξήνεγκε καὶ μέντοι καὶ παρατίθεται τούτους τῷ βασιλεῖ. Ὁ δὲ ἐπιεικής τε ὢν καὶ τιμᾶν εἰδὼς τὴν εὐγένειαν οὐκ ἔστιν εἰπεῖν | |
15 | ὅσης ἠξίωσε προμηθείας τοὺς παῖδας· παιδαγωγοὺς γὰρ αὐτοῖς ἐπι‐ στήσας καὶ παιδοτρίβας, τοῖς μὲν ῥυθμίζειν τὸ ἦθος τῶν νέων ἐπέταττε, τοῖς δὲ τὰ πολεμικὰ ἐκδιδάσκειν, ὁπλίζεσθαί τε εὐφυῶς καὶ τῷ θυ‐ ρεῷ σκέπεσθαι πρὸς τὰς τῶν ἐναντίων βολὰς καὶ ἔγχος κραδαίνειν καὶ ἱππάζεσθαι δεξιῶς καὶ βέλος ἀφιέναι κατὰ σκοποῦ καί, ἵνα τὸ καιριώ‐ | |
20 | τατον εἴποιμι, τὰ τακτικὰ μελετᾶν, ἵνα ἔχοιεν εἰδέναι ὅπως τε χρὴ φά‐ λαγγα τάττειν καὶ καταλέγειν λόχους, στρατοπεδεύειν τε ἐπικαίρως | |
καὶ χάρακα πήγνυσθαι καί τ’ ἄλλα ὅσα δὴ τὰ τακτικὰ ἐκδιδάσκουσι. Διατριβὴ δὲ τούτοις ἡ μονὴ τοῦ Στουδίου ἀφώριστο δυοῖν ἕνεκα, τὸ μὲν ἵνα καὶ πρὸς ἀρετὴν ἐπαλείφοιντο τῇ μιμήσει τῶν ἀρίστων ἀνδρῶν, | 75 | |
25 | τὸ δ’ ἵνα ἔχοιεν εὐχερῶς ἐξιέναι τῆς πόλεως πρὸς θήραν τε ἀπιέναι καὶ τοῖς ὅπλοις γυμνάζεσθαι. | |
1.2 | Ἐπεὶ δὲ διηλλαξάτην ἄμφω τὴν ἥβην, εὐθὺς ταῖς βασιλικαῖς ἑται‐ ρείαις συγκατελεγέτην· ἔθος γὰρ τοῦτο βασιλεῦσι Ῥωμαίων τοὺς τῶν ἀρίστων ἀνδρῶν παῖδας καὶ τῶν εὖ γεγονότων τῇ σφῶν αὐτῶν ὑπη‐ ρεσίᾳ συγκαταλέγειν. Οὔπω συχνὸς παρρερύη καιρὸς καὶ αἱ μέγισται | |
5 | τῶν τιμῶν εἶχον αὐτούς, ἐπαρχίαι τε καὶ φαλαγγαρχίαι καὶ στρατη‐ γίαι. Ἐπεὶ δὲ γάμων ἔδει λαμπρῶν τοῖς οὕτω τὸ γένος περιφανέσι, καὶ τούτων τυγχάνουσι· συζεύγνυται γὰρ ὁ μὲν Ἰσαάκιος τῇ πρε‐ σβυτέρᾳ τῶν βασιλέως Βουλγάρων Σαμουὴλ θυγατέρων, Αἰκατερίνᾳ ὄνομα· ὁ δὲ Ἰωάννης τῇ τοῦ Χάρωνος Ἀλεξίου, ᾧ τὰ κατὰ τὴν Ἰτα‐ | |
10 | λίαν ἐκ βασιλέως ἐγκεχείριστο πράγματα, ἀνδρὸς φρενήρους καὶ νου‐ νεχοῦς καὶ τὴν χεῖρα γενναίου καὶ τὴν ψυχὴν θαρσαλέου, ᾧ καὶ τὸ ἐπώνυμον ἐκ τῆς ἀνδρίας κεκλήρωτο· τόν τινα γὰρ τῶν ἐναντίων βα‐ λὼν ἐπεὶ νεκρὸν ἀποδέδειχε, Χάρων ἐντεῦθεν ἐπωνομάσθη. Τούτου τὴν θυγατέρα γήμας ὁ Ἰωάννης Ἄνναν εἰς Δαλασσηνοὺς τὸ γένος μητρόθεν | |
15 | ἀνέλκουσαν τοὺς Ἀδριανοὺς ἐκείνους καὶ τοὺς Θεοφυλάκτους, παίδων | |
ἀρίστων ἀπεφάνθη πατήρ. Ἐκ δὴ τούτων πέντε μὲν ἄρρενες, Μανουήλ, Ἰσαάκιος, Ἀλέξιος, Ἀδριανός, Νικηφόρος, τρεῖς δὲ θήλειαι, Μαρία, Εὐδοκία καὶ Θεοδώρα, αἳ καὶ μέχρι τέλους αὐτοῦ διεσώθησαν· ἐπὶ τούτοις γὰρ τὸν βίον κατέλυσεν. Ἀλλὰ ταῦτα μὲν ὕστερον, νυνὶ δὲ | 77 | |
20 | τῆς ἀκολουθίας ὁ λόγος ἐχέσθω. | |
1.3 | Προϊόντε γοῦν ἐκ δόξης εἰς δόξαν, ἄμφω τὼ ἀδελφὼ τὴν ὁμόνοιαν μέχρι τέλους ἐτηρησάτην, τοῦ νεωτέρου τῷ πρεσβυτέρῳ ἐν ἅπασι καθυπείκοντος κἀκείνου τῷ νέῳ τὴν προσήκουσαν τιμὴν ἀπονέμοντος. Ὡς δὲ καὶ εἰς τὴν βασίλειον περιωπὴν ἀνήχθη Ἰσαάκιος, κουροπα‐ | |
5 | λάτην τὸν ἀδελφὸν τιμήσας ἄρχοντα τῶν τῆς δύσεως στρατευμά‐ των ἀποδέδειχεν, ὃν πάλαι δομέστικον τῶν Σχολῶν ἐκάλουν, νυνὶ δὲ μέγαν καλοῦσι δομέστικον. Τὰ μὲν οὖν κατὰ τὸν Ἰσαάκιον, ὅπως τῶν βασιλείων ἐπελάβετο σκήπτρων καὶ ἐφ’ ὅσον καὶ ὅπως ταῦτα διίθυνε, περιττὸν ἂν εἴη λέγειν· ἐξέσται γὰρ τοῖς βουλομένοις ἀναλέγεσθαι | |
10 | ταῦτα ταῖς περὶ τοῦτον ἐντυγχάνοντα ἱστορίαις. Ὁ δὲ Ἰωάννης, ἐπειδὴ τῆς δύσεως ἄρχειν ἔλαχεν, ὡς ὁ λόγος φθάσας ἐδήλωσε, μνημεῖον ἄλη‐ στον τὰς αὐτοῦ πράξεις κατέλιπε Θρᾳξί τε καὶ Μακεδόσι καὶ μέντοι καὶ Ἰλλυριοῖς καὶ Βουλγάροις ἄρχουσί τε καὶ ἀρχομένοις, καὶ οὐκ ἦν ὃς οὐ πεπείρατο τῆς τοῦ ἀνδρὸς καλοκαγαθίας· ἐπιεικὴς γὰρ καὶ μέ‐ | |
15 | τριος εἴπερ τις ἄλλος ἀνθρώπων γενόμενος τὴν ἁπάντων εὔνοιαν ἐπε‐ σπάσατο, πρὸς μὲν τὸ εὐεργετεῖν ὀξύτατος ὢν καὶ συντονώτατος, πρὸς δὲ τὸ κολάζειν ἀμβλὺς καὶ δυσκίνητος. Τεκμήρια δὲ τῆς τ’ ἀνδρὸς ἀρε‐ τῆς καὶ ἄλλα μὲν πλεῖστα, οὐχ ἧττον δὲ καὶ τὸ τὴν βασιλείαν ἀποσκευά‐ | |
σασθαι· ὅπως δέ, προϊὼν ὁ λόγος δηλώσειε. | 79 | |
1.4 | Τρίτον ἔτος ἀνύων ἤδη κατὰ τὴν βασιλείαν ὁ ἀδελφός τε καὶ βασι‐ λεὺς τὸν τῆς Προποντίδος διαπεράσας πορθμὸν ἐν τοῖς περὶ τὸ Ὁνω‐ ράτου πολίχνιον προαστείοις ηὐλίζετο, ἐπὶ θήραν τε συνεχῶς ἐξιὼν καὶ τὸ σῶμα γυμνάζων. Ἀλλὰ κατ’ οὐδὲν αὐτῷ συνετέλει τὸ γυμνάσιον· | |
5 | νόσῳ γὰρ συνεσχέθη πλευρίτιδι καὶ τρίτην ἡμέραν ἐγκαρτερήσας, ἐπειδὴ ᾔσθετο ἑαυτοῦ μὴ καλῶς ἔχοντος, εἰς τὸν βασιλικὸν εἰσελθὼν δρόμωνα ἐκομίσθη πρὸς τὰ ἀνάκτορα. Φροντὶς οὖν εἶχεν αὐτὸν εὐθὺς τοῦ μετ’ αὐτὸν βασιλεύσοντος καὶ πάντων ὁ ἀδελφὸς προτετίμητο—ᾔδει γὰρ τοῦτον χρηστὸν ὄντα καὶ ἱκανὸν περὶ τὴν τῶν κοινῶν πραγμάτων ἀντί‐ | |
10 | ληψιν—, εὐθύς τε μετεκέκλητο καὶ λόγων πρὸς αὐτὸν ὁ βασιλεὺς ἤρ‐ χετο παρακλητικῶν· «Ἐμὲ μέν, λέγων, ὦ φίλτατε ἀδελφέ, τὸ πέρας ἤδη τοῦ βίου καταλαβὸν βιάζεται πρὸς τὴν ἔξοδον, σὲ δὲ χρὴ τῶν κοι‐ νῶν ἀντιλαβέσθαι πραγμάτων καὶ τοὺς τῆς βασιλείας οἴακας ἀναδέ‐ ξασθαι· τοῦτο γὰρ λυσιτελήσειν οἶμαι οὐ τοῖς καθ’ αἷμα μόνον ἡμῖν | |
15 | προσήκουσιν, ἀλλὰ καὶ τοῖς ὑπὸ Ῥωμαίους ἅπασι. Ταινιωθεὶς οὖν τῷ διαδήματι, ἕως αὐτὸς ἐμπνέων εἰμί, τῶν πραγμάτων ἀντιλαβοῦ· πολλοὶ γάρ, ὡς οἶσθα, τῇ βασιλείᾳ Ῥωμαίων ἐποφθαλμίζουσι». Τού‐ των ἀκούσας τῶν λόγων, ἐκεῖνος δραμεῖν πρὸς τὴν τῶν κοινῶν ἀντίληψιν ἀνασχάλλων ἦν καὶ ἀναδυόμενος καὶ πάντα παθεῖν ἕτοιμος μᾶλλον ἢ | |
20 | τῶν κοινῶν ἀντιλήψεσθαι, ἀλλ’ ὁ μὲν οὕτως εἶχε προθέσεως, ἡ δ’ αὖ ὁμευνέτις αἰσθομένη τῶν λεγομένων βαρέως ἔφερε τὴν παραίτησιν καὶ παρὰ τῷ ἀνδρὶ παρακαθίσασα τοιούτοις ἐχρῆτο παρ’ αὐτὸν λόγοις· «Ἵνα τί, λέγουσα, κύριέ μου, ξίφος ἕλκεις πρὸς ἑαυτὸν καὶ τὰ φίλτατα, μήτε τὸ τούτων οἰκτείρων ἄωρον μήτε ἡμῶν κηδόμενος; Οὐκ οἶσθα | |
25 | ὡς εἴ τις ἐπιλάβηται ἄλλος τῆς Ῥωμαίων ἀρχῆς, ἐκ ποδῶν ποιῆσαι σπεύσειεν ἅπαν τὸ γένος ἡμῶν, οἰόμενος οὕτως ἐπ’ ἀσφαλοῦς ἡδράσθαι | |
αὐτῷ τὰ τῆς ἀρχῆς; Ἵνα τί γοῦν οὕτω μεματαιώμεθα ἑαυτοὺς καὶ τὰ φίλτατα εἰς προῦπτον ἐπιρρίπτοντες κίνδυνον καὶ τὸ πᾶσιν ἱμερτὸν ἀπωθούμεθα τὴν βασιλείαν Ῥωμαίων; Τίς ἡ ἐπιβλαβὴς αὕτη φιλοσοφία | 81 | |
30 | καὶ ἄκαιρος μετριοφροσύνη; Ἀλλ’ εἴ τι ἐμοὶ πείθῃ, σπεῦσον ὡς τάχιστα ταῖς συμβουλαῖς πεισθῆναι τοῦ βασιλέως καὶ ἀδελφοῦ καὶ τῶν πρα‐ γμάτων ἐπιλαβοῦ». | |
1.5 | Ταῦτα καὶ πλείω τούτων εἰποῦσα—ἦν γὰρ δεινή τις καὶ λέγειν καὶ πράττειν—, ἐπειδὴ μὴ ἔπειθε, πρὸς ἱκεσίαν ἐτράπετο καὶ τὰς διὰ δακρύων καὶ στεναγμῶν ἐντεύξεις προσέφερεν· ὡς δ’ ἄτεγκτον ἑώρα καὶ πρὸς πᾶν σκληρυνόμενον, ἀπογνοῦσα τοῦ πείθειν ἐσίγα, πολλὰ καθ’ | |
5 | ἑαυτὴν ἀλγοῦσα καὶ τούτου καταστυγνάζουσα. Οὕτω μὲν οὖν ἐκεῖνος τὴν βασιλείαν ἀπεσκεύαστο. Ὁ δὲ βασιλεὺς τὴν νόσον ὁρῶν ἐπιτεί‐ νουσαν, ἐπείπερ ἀπέγνωστο αὐτῷ τὰ κατὰ τὸν ἀδελφόν, πρὸς τὸν Δούκα Κωνσταντῖνον ἀπεῖδεν, ἄνδρα πολλοῖς κομῶντα πλεονεκτήμασιν. Εὐ‐ θὺς οὖν ἐκάλει καὶ διαλεχθεὶς αὐτῷ περὶ τῶν κοινῶν καὶ τοὺς 〈συγγε‐ | |
10 | νεῖσ〉 αὐτῷ παραθέμενος τῷ βασιλικῷ ταινιώματι στεφανοῖ, αὐτὸς πρότερον τῆς ἁλουργίδος τὸ ἀγγελικὸν ἀνταλλαξάμενος σχῆμα. Ὁ μὲν οὖν πρὸς τὴν τοῦ Στουδίου μονὴν ὑπήγετο. Ὁ δέ γε Δούκας τῶν τῆς βασιλείας οἰάκων δραξάμενος, εὐθὺς ἔσπευσε πλεονεξίαν μὲν ἀνελεῖν, μετριότητα δὲ καὶ δικαιοσύνην εἰσε‐ | |
15 | νεγκεῖν, καὶ μέντοι καὶ κατωρθώθη τοῦτο αὐτῷ· ὁρῶν γὰρ τοὺς πλείστους περὶ τὸ ἀδικεῖν τετραμμένους ἐπὶ τὸ δικάζειν ἐτράπετο. Μὴ λαμβάνων δ’ ἐν κρίσει πρόσωπον κατὰ τὸν προφήτην, μήτε μὴν ἐκκλίνων εἰς δεξιὰ ἢ εἰς ἀριστερά, ἀλλ’ | |
20 | ὁδῷ βασιλικῇ πορευόμενος, τοῖς μὲν ἀδικοῦσι | |
ἐμβριθής τις ἐφαίνετο καὶ δεινός, τὰ τῆς ἀδικίας ἐκκόπτων ὁρμή‐ ματα, τοῖς δ’ αὖ ἀδικουμένοις προσφιλής τε καὶ χα‐ ριέστατος, καὶ μέντοι οὐδὲ πρὸς τὸν βασιλεύσαντα τοῦτον ἀχάρι‐ στος ἀναπέφηνεν· ἐπεὶ γὰρ μετὰ τοῦ μονήρους βίου καὶ σχήματος | 83 | |
25 | τὴν περιβολὴν καὶ πρὸς τὴν τοῦ Στουδίου μονὴν ἐπαγωγὴν τὰ τῆς νόσου ἐρράϊσε καὶ ὑγιὴς ὁ πρὶν θανεῖν προσδοκήσιμος ἀποδέδεικτο, διὰ πάσης ἦγεν ὁ Δούκας τοῦτον τιμῆς κύριόν τε καὶ βασιλέα ἀποκαλῶν καὶ προ‐ εδρίας ἀξιῶν, ὁπηνίκα φοιτῶν ἦν πρὸς αὐτόν· ἐφοίτα δὲ συνεχῶς. Οὐκ αὐτὸν δὲ μόνον ἦγε διὰ τιμῆς, ἀλλὰ καὶ τὸ τούτου συγγενὲς ἅπαν, γυ‐ | |
30 | ναῖκα καὶ θυγατέρα καὶ ἀδελφὸν καὶ τοὺς ἄλλους· ἀλλ’ ὁ μὲν Κομνηνὸς ἐνιαυτὸν ἐπιβιοὺς μετὰ τὴν τούτου ἀνάρρησιν ἐτελεύτα. | |
1.6 | Ὁ δέ γε Δούκας ἐπὶ ἑπτὰ ἔτεσι τοῖς πᾶσιν ἐννόμως τὴν βασιλείαν Ῥωμαίων ἰθύνας τὸν βίον καὶ οὗτος κατέλυσε· διαδέχεται δὲ τὴν βασι‐ λείαν ἡ τούτου σύνοικος Εὐδοκία σὺν Μιχαὴλ καὶ Κωνσταντίῳ τοῖς παισί. Βραχὺν δέ τινα χρόνον μετὰ τὸν τοῦ Δούκα θάνατον καὶ ὁ κουρο‐ | |
5 | παλάτης ἐπιβιοὺς 〈ἐτελεύτησε〉 παῖδας ὀκτὼ καταλιπών, ὡς ὁ λό‐ γος φθάσας ἐδήλωσε, πέντε μὲν ἄρρενας, τρεῖς δὲ θηλείας, οὓς ἡ μήτηρ ἅπαντας καλῶς ἀναθρεψαμένη ἀξίους τοῦ γένους ἀπέδειξεν. Ἀλλ’ αἱ μὲν δύο τῶν θυγατέρων ἔτι τοῦ πατρὸς περιόντος ἀνδράσιν ἡρμόσθησαν τῶν εὖ γεγονότων καὶ πλούτῳ κομώντων, ἡ μὲν πρεσβυτέρα Μαρία | |
10 | τῷ Ταρωνίτῃ Μιχαήλ, ἡ δὲ μετ’ ἐκείνην Εὐδοκία τῷ Μελισσηνῷ Νικη‐ φόρῳ, ἀνδρὶ νουνεχεῖ τε καὶ θαυμασίῳ, ὃς πατρόθεν ἐς Βουρτζίους τὸ γένος ἀνέφερε. Τὴν δέ γε ὑστάτην πασῶν Θεοδώραν μετὰ τὸν τοῦ | |
πατρὸς μόρον τῷ τοῦ Διογένους υἱῷ Κωνσταντίνῳ, τοῦ πατρὸς ἤδη τὰ Ῥωμαίων σκῆπτρα διέπειν λαχόντος, ἡ μήτηρ συνήρμοσεν ὕστερον, | 85 | |
15 | ἀνδρὶ εὐγενεῖ μὲν καὶ κατὰ χεῖρα γενναίῳ, τὸν δέ γε τρόπον οὐ πάνυ τι ὄντι ἐπαινετέῳ, ὡς τὰ ὕστερον ἔδειξεν. Ἀλλ’ οὕτω μὲν τὰ κατὰ τὰς κόρας συνέβη. 〈Ἀρρένων δὲ παίδων ὁ μὲν Μανουήλ, πατρὸσ〉 ἔτι τού‐ του περιόντος, στρατεύειν τε ἤρξατο καὶ πρὸς μίμησιν τῶν προγόνων ἑαυτὸν ἀποξέων ἔσπευδεν ἀποβῆναι τούτων ἐπάξιος. Ὁ δὲ μετ’ ἐκεῖνον | |
20 | Ἰσαάκιος τοῖς τἀδελφοῦ κατὰ πόδας εἵπετο ἴχνεσιν. Ὁ δ’ αὖ τρίτος Ἀλέξιος παντοίων ἦν χαρίτων ἀνάπλεως· χάρις γὰρ ἐπήνθει τῷ προ‐ σώπῳ ὁποίαν οὔ τις ἐν ἄλλῳ ἐθεάσατο πώποτε καὶ φαιδρὸς ἦν ἀεὶ καὶ ἀγαθωσύνης ἀνάπλεως, καὶ τί ἄν τις εἴποι περὶ τούτου ὡς δυνηθῆναι τοὺς λόγους ἐξισῶσαι ταῖς τῶν ἠθῶν ἀγλαΐαις καὶ ταῖς τῆς ψυχῆς ἀρε‐ | |
25 | ταῖς; Παντοδαπὸν ἦν χρῆμα φυσικῆς τε καὶ προαιρετικῆς κοσμιότητος καὶ οἷόν τι κάλλιστον τῷ βίῳ ἀνάθημα ἐκ δυοῖν τοῖν ἐναντίοιν συγκεί‐ μενον· ὀξύτατος γὰρ ὢν ξυμπάντων ὧν αὐτοὶ τεθεάμεθα καὶ δραστη‐ ριώτατος, οὕτω πρᾳοτάτην ἐδείκνυτο τὴν ψυχὴν ὡς μικροῦ δεῖν καὶ ἀκίνητον πρὸς ὀργὴν ἑαυτὸν ἀποφαίνειν. Οὔπω δὲ τὴν ἥβην ὑπερβὰς | |
30 | ἐβιάζετο τὴν μητέρα συνεκπέμπειν καὶ αὐτὸν τῷ ἀδελφῷ· ἀμέλει καὶ ξυνείπετο τούτῳ στρατηγοῦντι καὶ τὰ τῆς ἀρετῆς πρὸ τῆς τελειό‐ τητος ἐδείκνυτο καὶ σάκος φέρων καὶ δόρυ κραδαίνων ὡς ἄριστα καὶ διὰ γλώττης ἦν ἁπάντων εὐθύς. Τὰ μὲν οὖν κατὰ τοῦτον ἀναμεινάτω μικρόν, ὁ λόγος δ’ ἐχέσθω τῆς ἀρχῆθεν ἀκολουθίας· οὕτω γὰρ ἂν καθ’ | |
35 | εἱρμὸν προβαίνων εἰς τὰς ἑαυτοῦ καταντήσειε πράξεις, πρῶτον ἐπιμνη‐ σθεὶς καὶ τῶν λοιπῶν ἀδελφῶν· ἤστην δὲ τούτω Ἀδριανός τε καὶ Νικηφόρος, οἷν ἡ μήτηρ κομιδῇ νέοιν ὄντοιν διδασκάλους ἐπιστήσασα | |
τὴν ἐγκύκλιον ἐπέταττεν ἐκπαιδεύεσθαι παίδευσιν. | 87 | |
1.7 | Ἄρτι δὲ καὶ τοῦ Διογένους Ῥωμανοῦ τῶν τῆς βασιλείας οἰάκων ἐπειλημμένου, πρῶτος τῶν ἀδελφῶν Μανουὴλ ᾠκείωτο τῷ βασιλεῖ καὶ πρωτοστράτωρ πρὸς αὐτοῦ ἀποδέδεικτο. Οὔπω συχνὸς παρερρύη και‐ ρὸς καὶ στρατηγὸς αὐτοκράτωρ τῶν ἑῴων ταγμάτων προὐβέβλητο. | |
5 | Περαιωθεὶς οὖν τὴν Προποντίδα περὶ Γαλάτας ηὐλίζετο, ἤδη τῶν Τούρ‐ κων ἀρξαμένων τὰ τῆς ἑῴας ληΐζεσθαι. Τίνες δὲ οἱ Τοῦρκοι καὶ ὅθεν γῆς ὡρμημένοι πρότερον ὁμορεῖν Ῥωμαίοις ἔληγον ὕστερον, ἀναγκαῖον ἄνωθεν διηγήσασθαι. Οὗτοι οἰκεῖν μὲν ἔλαχον τὰ προσάρκτια τὰ πέραν Τανάϊδός τε καὶ Βοσπόρου, | |
10 | οὐ πάνυ τι τῶν Καυκασίων ἀπέχοντες ὀρῶν· αὐτό‐ νομον ἔθνος ὂν καὶ γαλακτοφάγον ἀρχῆθεν πολυάνθρω‐ πόν τε καὶ πολεμικώτατον ὑπ’ οὐδενὸς δεδούλωται ἔθνους πώποτε. Τῆς γοῦν Περσῶν ἀρχῆς εἰς τοὺς τῆς Ἄγαρ διαλυθείσης καὶ τῆς μὲν Σαρακηνῶν | |
15 | ἐπικρατείας μὴ μόνον Περσίδος καὶ Μηδίας καὶ Βαβυλῶνος καὶ Ἀσσυρίων κυριευούσης, ἀλλ’ ἤδη καὶ Αἰγύπτου καὶ Λιβύης καὶ μέρους οὐκ ἐλαχίστου τῆς Εὐρώπης, ἐπείπερ ἀλλήλων καταστασιάσαντες οἱ ἐξ Ἄγαρ τὴν μεγίστην ἀρχὴν | |
20 | εἰς πολλὰς ἐμερίσαντο, ἄλλος ἄλλης κατάρχων, καὶ εἰς ἐμφυλίους πολέμους τὸ ἔθνος ἐχώρησεν, ἀρχηγὸς Περσίδος καὶ Χω‐ ρασμίων καὶ Ἀβριτανῶν καὶ Μηδίας ὑπάρχων τότε Μουχούμετ ὁ τοῦ Ἰμβραὴλ κατὰ τοὺς χρόνους Βασιλείου τοῦ αὐτοκράτορος καὶ πολεμῶν Ἰνδοῖς | |
25 | καὶ Βαβυλωνίοις, ἐπειδὴ πρὸς τὸ κατόπιν ἑώρα χωροῦντα ἑαυτῷ τὰ πράγματα, ἔγνω δεῖν πρὸς τὸν Οὔννων δια‐ πρεσβεύσασθαι ἄρχοντα καὶ ξυμμαχίαν ἐκεῖθεν αἰτήσασθαι. Τῆς γοῦν πρεσβείας κατευθυνθείσης αὐτῷ, συνέ‐ πεμπε τοῖς πρέσβεσι καὶ δῶρα πολυτελῆ· ἐπανῄεσαν γοῦν | 89 |
30 | οἱ πρέσβεις ξυμμάχους φέροντες τρισχιλίους ἀρχηγὸν ἔχοντας Ταγγρολίπηκα Μουκάλετ τὸν υἱὸν Μικεήλ, οἳ διαπεραιωσάμενοι τὸν Ἄραξιν κατὰ τὴν ἐν αὐτῷ γέφυραν πεπυργωμένην ἑκατέρωθεν οὖσαν ἐς τὴν Περσίδα φοιτῶσι. Συμμίξας οὖν ὁ Μουχούμετ τῷ ἑαυτοῦ στρατεύ‐ | |
35 | ματι τοὺς μισθοφόρους Τούρκους προσβάλλει τῷ τῶν Ἀ‐ ράβων ἄρχοντι Πισασιρίῳ καὶ ῥᾷον αὐτὸν κατα‐ τροποῦται. Ἐπανελθὼν δὲ εἰς τὴν ἑαυτοῦ ἔσπευσε καὶ πρὸς τοὺς πολεμοῦντας Ἰνδοὺς μετὰ τῶν ξυμμά‐ χων διαγωνίσασθαι. Παραιτουμένων δ’ ἐκείνων | |
40 | καὶ πρὸς τὴν ἑαυτῶν ἐκλιπαρούντων ἐξαποστέλλειν, ἀνεθεί‐ σης σφίσι τῆς ἐν τῇ γεφύρᾳ φυλακῆς τοῦ Ἀρά‐ ξιδος, ἐπείπερ ἐκεῖνος ἐνέκειτο καὶ βίαν ἐπε‐ νεγκεῖν ἐβουλεύετο, δείσαντες οἱ Τοῦρκοι μὴ πά‐ θοιέν τι δεινὸν πρὸς ἀποστασίαν χωροῦσι καὶ τὴν Καρ‐ | |
45 | βωνῖτιν ἔρημον ὑποδύντες διὰ τὸ μὴ θαρρεῖν ὀλίγους πρὸς τοσαύτας ἀντιπαρατάξασθαι μυ‐ ριάδας, ἐκεῖθεν ἐκδρομὰς ποιούμενοι τὰ τῶν | |
Σαρακηνῶν ἐδῄουν καὶ ἔφθειρον. | 91 | |
1.8 | Δυσανασχετῶν δ’ ἐπὶ τοῖς γενομένοις ὁ Μου‐ χούμετ στρατὸν ἀθροίσας ἀμφὶ τὰς εἴκοσι χι‐ λιάδας ἐκπέμπει κατὰ τῶν Τούρκων, δέκα στρατηγοὺς αὐτῷ ἐπιστήσας τῶν ἐπ’ ἀνδρίᾳ | |
5 | καὶ συνέσει μαρτυρουμένων Σαρακηνῶν. Ἄραντες οὖν οὗτοι πρὸς τὴν Καρβωνῖτιν ἠπείγοντο, ἀλλ’ εἰσιέναι μὲν τὴν ἔρημον διά τε τὴν τοῦ ὕδατος σπάνιν καὶ τὴν τροφῶν ἔνδειαν ἀλυσιτελὲς εἶναι ᾤοντο, ἔγ‐ γιστα δὲ τοῦ στόματος τῆς ἐρήμου στρατοπε‐ | |
10 | δεύσαντες διεσκοποῦντο τὰ πρὸς τὸν πόλεμον. Ὁ δὲ Ταγγρολίπηξ 〈ἐσ〉 τὸ βάθος αὐλιζόμενος τῆς ἐρήμου, ἐπείπερ ἔγνω τὴν κατ’ αὐτοῦ ἐκστρα‐ τείαν, τοῖς μετ’ αὐτοῦ κοινολογησάμενος καὶ ξυμφέρον εἶναι κρίνας νυκτὸς τοῖς Ἀγαρηνοῖς ἐπι‐ | |
15 | θέσθαι καὶ Πέρσαις, ταχυπορίᾳ χρησάμενος ἐπὶ δυσὶν ἡμέραις ἐπιτίθεται τῇ τρίτῃ νυκτὸς αὐ‐ τοῖς ἀφυλάκτως σκηνοῦσι καὶ μηδὲν προσδεχομέ‐ νοις κακὸν καὶ κατατροποῦται τούτους ῥᾳδίως. Ἐν‐ τεῦθεν λείας ὅτι πλείστης γενόμενος ἐγκρατὴς καὶ ἁρμάτων καὶ | |
20 | ἵππων κυριεύσας πολλῶν, οὐκέτι λοιπὸν περὶ τὴν Καρβωνῖτιν ηὐλίζετο, οὐδὲ λαθραίας ἐποιεῖτο τὰς ἐπιθέ‐ σεις ὡς φυγὰς καὶ λῃστής, ἀλλὰ φανερῶς τῶν ὑπαίθρων ἀντεποιεῖτο, προσρυϊσκομένων αὐτῷ καὶ τῶν ὅσοι διὰ κακουργίας τότε θάνατον | |
25 | ἐδεδίεσαν, δούλων τε οὐκ ὀλίγων καὶ τῶν χαιρόντων ταῖς ἁρπαγαῖς, ὡς ἐν βραχεῖ τῷ χρόνῳ δύνα‐ μιν ἀθροισθῆναι μεγίστην περὶ αὐτόν, οὐκ ἐλάττω τῶν πέντε μυριάδων. Τὰ μὲν κατ’ ἐκεῖνον ἐφέρετο τῇδε· ὁ δὲ Μουχούμετ μὴ ἐνεγκὼν τὰ ξυμβάντα | |
30 | μετρίως, τοὺς μὲν δέκα στρατηγοὺς ὑποστρέψαντας ἀπετύφλωσε, τοὺς δὲ τὸν κίνδυνον ἀποδράσαντας στρα‐ τιώτας θριαμβεύσειν ἠπείλησε γυναικείους περιβεβλημένους στολάς, αὐτὸς δὲ πρὸς ἀντι‐ παράταξιν καθωπλίζετο. | |
1.9 | Ἀλλ’ οἱ μὲν στρατιῶται τὰς ἐκείνου ἐνωτισάμενοι | |
ἀπειλὰς προσχωροῦσι τῷ Ταγγρολίπηκι. Το‐ σαύτης οὖν προσγενομένης ἐκείνῳ καὶ τηλικαύ‐ της δυνάμεως, ἀγείρας ἅπαντα τὸν στρατὸν | 93 | |
5 | πρὸς τὸν Μουχούμετ ἠπείγετο, καθολικῇ μάχῃ σπεύδων κρῖναι τὰ πράγματα. Ἀλλὰ κἀκεῖνος Σαρακηνοὺς καθοπλίσας καὶ Πέρσας καὶ Καβεί‐ ρους καὶ Ἄραβας καὶ στρατὸν συστησάμενος περί που τὰς πεντήκοντα μυριάδας, φέρων δὲ καὶ πυρ‐ | |
10 | γοφόρους ἐλέφαντας ἑκατόν, ἔσπευδεν ἀντιμετώπως στῆναι τῷ Ταγγρολίπηκι. Ὑπαντιάζει γοῦν αὐτῷ κατὰ τὸν λεγόμενον Ἀσπαχᾶν καὶ γενομένης μάχης καρ‐ τερωτάτης ἔπεσον μὲν ἐξ ἑκατέρων πολλοί, πίπτει δὲ καὶ αὐτὸς ὁ Μουχούμετ, οὔτε τόξῳ βληθεὶς οὔτε | |
15 | δόρατι, ἀλλ’ ἐφιππαζόμενος καὶ τὸν οἰκεῖον πα‐ ραθαρρύνων λαόν, τοῦ ἵππου αὐτῷ ὀλισθήσαντος, σὺν ἐκείνῳ κατενεχθεὶς εἰς γῆν καὶ ἐκτραχηλισθεὶς ἐτεθνήκει. Τούτου δὲ καὶ συμπεσόντος, τὸ σὺν αὐτῷ τῶν Περ‐ σῶν πλῆθος τῷ Ταγγρολίπηκι προσεχώρησε καὶ ὁ Ταγγρο‐ | |
20 | λίπηξ ὑπὸ πάντων εὐθὺς βασιλεὺς ἀνηγόρευτο τῆς Περσίδος. Ἀναρρηθεὶς δ’ ἐκπέμπει καὶ καθαιρεῖ τὴν ἐν τῇ γεφύρᾳ τοῦ Ἀράξιδος φυλακὴν καὶ τὸ ἔθνος τῶν Τούρκων πρὸς τὴν Περσίδα καλεῖ. Ἀνέτου δὲ τῆς ἐς Περσίδα πορείας ἀποδειχθείσης αὐτοῖς καὶ τῆς τοῦ Ἀρά‐ | |
25 | ξιδος διαβάσεως, ξυνέθεον παμπληθεί, πλὴν τῶν ὅσοι πόθῳ τῆς ἑαυτῶν πατρίδος ἀντεποιοῦντο· οἳ καὶ κα‐ θελόντες Πέρσας τε καὶ Σαρακηνοὺς αὐτοὶ κύρι‐ οι τῆς Περσίδος γεγόνασι, σουλτάνον τὸν Ταγγρολί‐ πηκα ὀνομάσαντες, ὅπερ σημαίνει παρ’ αὐτοῖς βασιλεὺς | |
30 | βασιλέων καὶ παντοκράτωρ. Πάσας οὖν τὰς ἀρ‐ χὰς τῶν Περσῶν καὶ Σαρακηνῶν ἀφελόμενος εἰς Τούρ‐ κους μετήνεγκε καὶ τὴν Περσίδα πᾶσαν αὐτοῖς | |
καθυπέταξεν. | 95 | |
1.10 | Ἀλλ’ οὕτω μὲν Ῥωμαίων οἱ Τοῦρκοι γεγόνασιν ὅμοροι, τὴν Περσῶν ἀρχὴν κατασχόντες. Ἀναγκαῖον δ’ ἴσως εἰπεῖν κἀκ ποίας ὁρμηθέντες αἰτίας Ῥωμαίους πολεμεῖν ἤρξαντο, καίτοι δε‐ διότες πρότερον τὸν πρὸς αὐτοὺς πόλεμον καὶ φρίττοντες | |
5 | ἐκ μόνης τῆς φήμης τὰ τῶν προηγησαμένων τριῶν βασιλέων ἀνδραγαθήματα, τοῦ Φωκᾶ Νι‐ κηφόρου φημὶ καὶ Ἰωάννου καὶ τοῦ πορφυρογεννήτου Βασιλείου· ὑπώπτευον γὰρ ἔτι παρὰ Ῥωμαίοις σῴ‐ ζεσθαι τὴν ἐκείνων ἀρετήν τε καὶ δύναμιν. Τοῦ Ταγ‐ | |
10 | γρολίπηκος, ὡς ὁ λόγος ἐδήλωσεν, τὴν Περσῶν ἀναδυσαμένου βασι‐ λείαν καὶ πλούτου πολλοῦ καὶ στρατευμάτων ἐγκρατοῦς γενομένου καὶ τὰ Σαρακηνῶν ταπεινώσαντος, οἱ πρὶν ὁμοροῦντες Πέρσαις καὶ πολεμοῦντες πρὸς τὸν Μουχούμετ σπονδὰς πρὸς ἀλλήλους ποι‐ ούμενοι πόλεμον ἐμελέτων κατὰ Περσῶν. Ἀλλὰ τοῦτο προγνοὺς | |
15 | ἐκεῖνος πρὸς μὲν Πισασίριον τὸν Βαβυλῶνος ἄρ‐ χοντα αὐτὸς δι’ ἑαυτοῦ παρετάξατο 〈καὶ〉 διαφόροις μάχαις τοῦτον ἡττήσας καὶ ἀνε‐ λὼν κύριος καὶ τῆς Βαβυλωνίων ἐξουσίας ἐγέ‐ νετο. Πρὸς δὲ Καρβέσην τὸν τῶν Ἀράβων ἀρ‐ | |
20 | χηγὸν καὶ Κουτλουμοῦν ἐκπέμπει τὸν τοῦ οἰ‐ κείου πατραδέλφου υἱόν, χεῖρα βαρεῖαν αὐτῷ δούς· ὃς ἀπελθὼν καὶ τοῖς Ἄραψι συμβαλὼν ἡττή‐ θη τε καὶ αἴσχιστα ἔφυγεν· ἐπανιὼν 〈δ’〉 ἐκεῖθεν καὶ μέλλων διιέναι διὰ τῆς Μήδων ἔγγιστα τοῦ Βαασπρακὰν στρα‐ | |
25 | τοπεδεῦσαι ἤθελε· δεδιὼς δὲ Ῥωμαίους ἐγκρατοῦντας τότε Μηδίας, | |
πρεσβεύεται πρὸς τὸν τῆς χώρας ἄρχοντα—ἦν δὲ τότε Μηδίας ἄρχων ὁ πατρίκιος Στέφανος ὁ Κωνσταντίνου τοῦ παραδυναστεύοντος τῷ τότε βασιλεῖ, ὃν καὶ Λειχουδίαν ἐκάλουν, υἱός—, ἀξιῶν συγχωρηθῆναί | 97 | |
30 | οἱ τὴν δίοδον καὶ ὑπισχνούμενος ἄψαυστον καὶ ἀσι‐ νῆ τὴν χώραν διατηρῆσαι. Ὁ δὲ τοῖς πρεσβεῦσιν ἐντυχὼν καὶ τὴν παράκλησιν δειλίαν εἶναι ὑπο‐ τοπάσας, τὸν ἐγχώριον ἀθροίσας στρατὸν συμ‐ βάλλει τοῖς Τούρκοις, ἀπειροπόλεμος ὢν ἐμπειροπολέμοις, | |
35 | καὶ μηδέν τι ἄξιον λόγου διαπραξάμενος ἡττᾶται ἅμα τῇ συμβολῇ καὶ πίπτουσι μὲν συχνοὶ τῶν Ῥωμαίων, ἑάλω δὲ καὶ αὐτός. Ἀλλὰ τοῦτον μὲν ὁ Κουτλουμοῦς γενόμενος κατὰ τὸ Ταβρέζιον ἀπεμπολεῖ, αὐτὸς δὲ πρὸς τὸν σουλ‐ τάνον ἐπανελθὼν ἀπολογεῖται μὲν περὶ τῆς στρατείας, | |
40 | ὡς ἐν παρόδῳ δὲ ἀφηγεῖται καὶ τὰ περὶ τῆς Μηδίας, ὡς εἴη μὲν χώρα πάμφορος, κατέχεται δὲ ὑπὸ γυναικῶν, τοὺς πολεμήσαντας πρὸς αὐτὸν στρατιώτας ὑπαινιττόμενος. Τούτοις τοῖς λόγοις ὁ σουλτάνος ἐπιρρωσθεὶς δύναμιν κατὰ Ῥωμαίων | |
45 | ἐκπέμπει ἀμφὶ τὰς εἴκοσι χιλιάδας, στρατη‐ γὸν ἐπιστήσας αὐτῇ τὸν ἀδελφόπαιδα Ἀσὰν τὸν λεγόμενον Κωφόν, ἐπισκήψας αὐτῷ τὴν τα‐ χίστην ἐφικέσθαι καὶ τὴν Μηδικήν, εἰ μὴ προσ‐ χωροίη αὐτῷ, προσκτήσασθαι. Ἐκεῖθεν τοῦ πρὸς | |
1.10(50) | Ῥωμαίους πολέμου οἱ Τοῦρκοι ἀρξάμενοι διετέλεσαν μέχρι τῆς νῦν πολεμοῦντες Ῥωμαίοις. Ἀλλ’ ἐπανίτω μοι ὁ λόγος πρὸς τὴν ἀρχῆθεν | |
ἀκολουθίαν. | 99 | |
1.11 | Μανουήλ, ὡς εἴρηται, ὁ κουροπαλάτης στρατηγὸς αὐτοκράτωρ τῶν ἑῴων ταγμάτων πρὸς τοῦ Διογένους ἀποδειχθείς, περὶ τὴν Χαλ‐ τικὴν διατρίβων ἐφυλάττετο τὰς τῶν Τούρκων ἐπιδρομάς. Ἐπεὶ δ’ ἀπηγγέλη αὐτῷ παρὰ τῶν σκοπῶν ὡς πλῆθος Τούρκων στρατηγὸν | |
5 | ἔχοντες τὸν Χρυσόσκουλον, ὃς ἐκ σουλτάνων σειρᾶς ὥρμητο, τῆς δ’ ἐξουσίας ἀντεποιεῖτο Περσῶν αὐτῷ προσηκούσης, ἐπίασι τὰς τοῦ Ἀρμενιακοῦ κωμοπόλεις πορθήσοντες, τὰς δυνάμεις ἀναλαβὼν ἐχώρει κατὰ τῶν Τούρκων καὶ διεσκεδασμένοις αὐτοῖς ἐντυχὼν ὡς εἰς προ‐ νομὴν ἐξιοῦσι ῥᾳδίως τούτους ἐτρέψατο. Ἔγγιστα δὲ τοῦ στρατοπέ‐ | |
10 | δου τῶν Τούρκων ἐν τῷ διώκειν γενόμενος καὶ λόχοις αὐτομάτοις περιπεσὼν καὶ ἐπιπολὺ ἀντισχὼν καὶ γενναίως ἀγωνισάμενος, ἐπεὶ μὴ οἷός τε ἦν καρτερεῖν ἔτι, τῆς Ῥωμαίων φάλαγγος εἰς φυγὴν τρα‐ πείσης καὶ διασκεδασθείσης, ὥρμησε καὶ αὐτὸς εἰς φυγήν, κυκλω‐ θεὶς δ’ ὑπὸ τῶν Τούρκων ἁλίσκεται ἅμα τοῖς δυσὶν αὐτοῦ γαμβροῖς | |
15 | τῷ τε Μελισσηνῷ καὶ Ταρωνίτῃ· ἔπεσον δὲ καὶ τῶν λοιπῶν Ῥωμαίων ὀλίγοι. Ἀπαχθεὶς οὖν πρὸς τὸν Χρυσόσκουλον, δεινὸν ᾤετο μὴ δρᾶσαί τι τοῦ γένους ἐπάξιον, καὶ μέντοι καὶ δέδρακεν ἔργον ἀξια‐ φήγητον. Διαγνοὺς γὰρ ὡς ἀποστάτης ἐστὶ τοῦ σουλτάνου ὁ τοῦτον νικήσας καὶ τῆς Περσῶν ἐφίεται δυναστείας, δεῖν ᾠήθη ἀπόπειραν | |
20 | ποιήσασθαι τούτου. Καὶ προσελθὼν αὐτῷ καταμόνας καὶ τὰ κατ’ αὐ‐ τὸν ἐξετάζων, ἐπείπερ ἔγνω τὸν ἄνδρα ἐν φόβῳ πολλῷ καθεστῶτα— ἠπόρει γὰρ ὡς πρὸς τὸν σουλτάνον ἀξιομάχου δυνάμεως—, ἠπίων ἥπτετο λόγων πρὸς αὐτὸν καὶ δὴ μαλάξας τὸ τούτου σκληρόγνωμον δραστικωτέρων ἐχρῆτο λόγων φαρμάκοις πρὸς τὴν δευτέραν ἀπόπει‐ | |
25 | ραν. Τὰ δὲ ἦν ὡς ἐπείπερ τῆς βασιλείας ἐρᾷ Περσῶν καὶ πρὸς τὸν | |
κρατοῦντα ταύτην ἀδυνατεῖ παρατάξασθαι, ἅτε σπανίζων ἀξιολόγου δυνάμεως, οὐκ ἄν ποτ’ αὐτῷ τὰ κατὰ σκοπὸν ἀποβαίη, εἰ μὴ πρὸς τὸν βασιλέα Ῥωμαίων αὐτομολήσειε κἀκεῖνον ξύμμαχον σχοίη καὶ πρὸς τὸ προκείμενον συνεργόν. Ὁ δὲ ξυμβούλῳ τε ἅμα τούτῳ καὶ | 101 | |
30 | ὁδηγῷ χρησάμενος ἅμ’ αὐτῷ ταχέως τὴν βασιλίδα κατέλαβε καὶ ὁ τοῖς ὅπλοις κρατήσας ἑάλω λόγων δεινότητι. Τοῦτο τὸ ἔργον εἰς μέγα κλέος τὸν κουροπαλάτην ἀνήγαγεν, καὶ γὰρ ἦν ὄντως ἀξιεπαί‐ νετον. Φιλοφρόνως οὖν καὶ ἄμφω ὁ βασιλεὺς ὑπεδέξατο καὶ δωρεαῖς μεγάλαις τετίμηκεν. | |
1.12 | Ἦρος δὲ ἀρχομένου κατὰ τῶν Τούρκων ἐστράτευσεν ἐπαγόμενος ξὺν αὐτῷ τὸν Χρυσόσκουλον· γενομένου δὲ τούτου κατὰ τὴν Βιθυνίαν, ὁ κουροπαλάτης ὠταλγίᾳ συσχεθεὶς τετελεύτηκε, μέγα πένθος τῷ βασιλεῖ καταλιπών· μάλα γὰρ ἐφίλει τὸν ἄνδρα. Ὁ δὲ Χρυσόσκουλος | |
5 | μικροῦ δεῖν καὶ συναπῆλθεν αὐτῷ· οὕτως ὑπὸ τοῦ πάθους νενίκητο ὡς προέσθαι βούλεσθαι καὶ αὐτὴν τὴν ζωήν. Ἀλλ’ οὕτω μὲν οὗτοι· ἡ δὲ τοῦ κουροπαλάτου μήτηρ 〈ἐν〉 τῇ βασιλίδι τῶν πόλεων διατρί‐ βουσα, ἐπεὶ περὶ τῆς νόσου τοῦ υἱοῦ ἐπέπυστο, ὡς δεινή τις καὶ δυσα‐ πάλλακτος αὕτης ὑποτοπάσασα, διαπεραιωθεῖσα ταχέως τὴν Βιθυ‐ | |
10 | νῶν καταλαμβάνει μητρόπολιν. Μαθοῦσα δ’ ὅτι πρὸς τὸ κάκιον προσχωροίη τῷ παιδὶ τὰ τῆς νόσου, τὸ ὄρος ὑπερβᾶσα ὅπερ ἐγχωρίως Ἀζαλὰς ὠνόμασται, εὗρε τοῦτον περὶ τὰς ὑπωρείας τούτου ἔν τινι φροντιστηρίῳ ἐπ’ ὀνόματι τῆς Θεομήτορος—Ἄλυπος ὄνομα τῇ μονῇ —πρὸς τὴν ἔξοδον ἐπειγόμενον. Βοῆς δ’ ἐπὶ τῇ ταύτης εἰσελεύσει | |
15 | γενομένης τοῖς περὶ τὸν κουροπαλάτην, ἐπείπερ ἑώρακεν οὗτος τὴν μητέρα φοιτήσασαν, ἀνήλατό τε σπουδαίως τῆς κλίνης καὶ ταύτην περιπλακεὶς κατησπάζετο, μηδέν τι φθέγξασθαι δυνηθεὶς ἕτερον, μό‐ | |
νον δὲ αἰτησάμενος ταύτην κοινῆς ἄμφω ἀξιωθῆναι ταφῆς. Ὁ μὲν οὖν αὖθις ἀνακλιθεὶς τετελευτήκει μετὰ βραχύ. Ἡ δὲ γενναία μήτηρ | 103 | |
20 | καὶ μεγαλόψυχος τὴν ὀφειλομένην ὁσίαν ἀποπληρώσασα τῷ υἱῷ καὶ τοσοῦτον πενθήσασα ὅσον εἰκὸς τὴν τοιοῦτον παῖδα ἀποβαλοῦσαν στρατιώτην τε ἅμα καὶ στρατηγόν, βραχύ τι τοῦ πάθους ἑαυτὴν ἀνε‐ νεγκοῦσα τὸν κλεινὸν ἐκπέμπει Ἀλέξιον συστρατευσόμενον τῷ βασι‐ λεῖ. Ὁ δὲ τῇ μητρὶ συνταξάμενος καὶ δακρύων κρουνοὺς ἀφιεὶς ἐπὶ | |
25 | δυσὶν ἐμερίζετο πάθεσι, σπλάγχνῳ τε μητρικῷ καὶ στρατείας ἐπιθυ‐ μίᾳ, καὶ γὰρ ἦν εἴπερ τις ἄλλος φιλοπόλεμός τε καὶ φιλομήτωρ. Ἀπάρας οὖν ἐκεῖθεν τῆς πρὸς τὸν βασιλέα φερούσης ἥπτετο καὶ δὴ φθάνει τοῦτον περὶ τὸ Δορύλαιον σκηνοῦντα καὶ τὸν στρατὸν συνα‐ γείραντα. Ὁ δὲ τοῦτον ἰδὼν καὶ ἐν ἀναμνήσει τοῦ πάθους γενόμενος | |
30 | δακρύειν τε ἤρξατο καὶ περὶ τῆς ἐκείνου μητρὸς ἐπυνθάνετο καὶ τέλος βιάζεται τοῦτον πρὸς τὴν μητέρα παλινοστῆσαι, τοῦτο φράσας· «Ὡς οὐ καλόν ἐστι ταύτην ἐπὶ τοσούτῳ μεγέθει πάθους καταλιπεῖν ἀπα‐ ράκλητον, τῷ πάθει πάθος προσθέντα, τῷ ἐκείνου θανάτῳ τὴν σὴν ἐπὶ μακρὸν ἀποδημίαν». Ταῦτα μὲν οὖν ὁ βασιλεύς. Ὁ δ’ ἐπειρᾶτο προσ‐ | |
35 | μένειν καὶ ξυνέπεσθαί οἱ κατὰ βαρβάρων στρατεύοντι, ἀλλὰ ταῦτα λέ‐ γων τὸν βασιλέα οὐκ ἔπειθε, καὶ ἄκοντα γὰρ τοῦτον ἐπαναζεῦξαι πρὸς τὴν μητέρα παρεσκεύσασεν. Ὁ μὲν οὖν ἀπῄει, ὁ δὲ βασιλεὺς πρόσω χω‐ ρῶν τὰς Ῥωμαϊκὰς δυνάμεις συνήθροιζε καὶ πρὸς τὸν πόλεμον αὐτὰς ἐξηρτύετο. | |
1.13 | Γενόμενος δὲ περὶ τὴν Καππαδοκῶν, τοὺς ἀρίστους ἅμα τῶν στρατηγῶν ἐπ’ ἐκκλησίαν ἐκάλει καὶ βουλὴν περὶ τοῦ πολέμου προὐ‐ τίθει, πυνθανόμενος εἰ χρὴ τὴν Περσίδος ἐλαύνειν κἀκεῖσε τοῖς Τούρ‐ κοις συμπλέκεσθαι ἢ μένοντα ἐπὶ τῆς ἰδίας τὴν ἐκείνων ἔλευσιν ἀνα‐ | |
5 | μένειν· ἠγγέλλετο γὰρ ἤδη καὶ ὁ σουλτάνος ἐξελθεῖν τῆς Περσίδος καὶ σχολῇ καὶ βάδην κατὰ Ῥωμαίων χωρεῖν. Τοῖς μὲν οὖν ἐδόκει, | |
ὅσοι θρασύτερόν πως διέκειντο καὶ κολακικώτερον, μὴ μένειν, ἀλλ’ ἀπιέ‐ ναι καὶ συμπλέκεσθαι τῷ σουλτάνῳ εἰσιόντι ἐν Βατάνοις τῆς Μηδίας. Τῷ μαγίστρῳ δὲ Ἰωσὴφ τῷ Ταρχανειώτῃ κατάρχοντι τότε ταγμάτων | 105 | |
10 | πολλῶν καὶ τῷ δουκὶ πάσης δύσεως Νικηφόρῳ τῷ Βρυεννίῳ παντά‐ πασιν ἐδόκει τὰ τοιαῦτα βουλεύματα σφάλλεσθαι καὶ ἐξελιπάρουν τὸν βασιλέα, εἰ οἷόν τε εἴη, προσμένειν καὶ τοὺς πολεμίους ἕλκειν πρὸς ἑαυτὸν τὰς πέριξ πόλεις κατοχυρώσαντα καὶ τὰς πεδιάδας ἐμ‐ πρήσαντα, ὥστε σπανίζειν τοῖς πολεμίοις τὰ ἐπιτήδεια· εἰ δὲ μὴ τοῦτο, | |
15 | κἂν γοῦν καταλαβεῖν τὴν Θεοδοσίου πόλιν κἀκεῖσε στρατοπεδεύσαντα προσμένειν τοὺς πολεμίους, ὥστ’ ἀπορίᾳ τῶν ἀναγκαίων τὸν σουλ‐ τάνον ἀναγκασθῆναι τοῖς Ῥωμαίοις συμπλέκεσθαι ἔνθα Ῥωμαίους ξυμβαλεῖν πρὸς πόλεμον συμφέρον ἐστίν. Ἀλλ’ ἐδόκουν παρὰ κω‐ φῷ ᾄδειν καὶ τὰ τῶν κολάκων ἐνίκα καὶ δέον ἀνδράσι τὴν οἰκείαν | |
20 | ἀρετὴν παραστήσασιν ὑπακούειν, ὁ δὲ τοῖς κόλαξι μᾶλλον προσεῖχεν ἢ τοῖς ὀρθὰ συμβουλεύουσιν, ἐπῃρμένος τοῖς προλαβοῦσι τροπαίοις καὶ μέγα ἐπὶ τούτοις φρονῶν, καὶ γὰρ τό τε Μέμπετ φρούριον εἷλε καὶ Τούρκων ἀποσπάσι προνομευόντων ἐντυχὼν ἐτρέψατό τε τούτους καὶ πολλοὺς μὲν ἀνεῖλεν, οὐκ ὀλίγους δὲ καὶ ἐζώγρησε. Τούτοις οὖν | |
25 | ἐπαιρόμενος καὶ θαρρήσας πέρα τοῦ δέοντος ἅτε καὶ πλείονα τῶν προτέρων ἐπαγόμενος ξυμμαχίαν καὶ δύ‐ ναμιν, ἄρας ξὺν παντὶ τῷ στρατεύματι τὴν εὐθὺ Περσίδος ἤλαυνε καὶ πρὸς τοὺς ἐναντίους ἐχώρει. | |
1.14 | Γενομένῳ δὲ τούτῳ περὶ τὸ Μαντζίκερτον ὁ Βασιλάκιος ὑπην‐ | |
τίαζε, στρατὸν ἐπαγόμενος οὐκ ὀλίγον ἐκ Συρίας καὶ Ἀρμενίας, ὃς ῥωμαλέος μὲν ὢν καὶ τὴν χεῖρα γενναῖος, θρασὺς δὲ ἄλλως καὶ δυσκά‐ θεκτος ταῖς ὁρμαῖς καὶ τὸν βασιλέα κολακεύειν βουλόμενος οὐδὲν | 107 | |
5 | ὑγιὲς ἐρωτώμενος ἀπεφθέγξατο. Τοῦ γὰρ βεστάρχου Λέοντος τοῦ Διαβατηνοῦ γράμματα τῷ βασιλεῖ πεπομφότος, ὡς ὁ σουλτάνος, φησί, τὴν ἐκστρατείαν πυθόμενος καὶ δείσας τὴν δύναμιν, τὴν Περσίδα κα‐ ταλιπὼν ἄπεισι φεύγων εἰς Βαβυλῶνα, τούτοις ὁ βασιλεὺς τοῖς λόγοις ἀναπεισθείς, διχῆ τὸ στράτευμα διελὼν τὴν μὲν τῶν δυνάμεων αὐτόθι | |
10 | κατεῖχε, τὴν δὲ πρὸς τὸ Χλέατ ἐξαποστέλλει, στρατηγὸν ἐπιστήσας αὐτοῖς τὸν μάγιστρον Ἰωσὴφ τὸν Ταρχανειώτην, ἄνδρα δεινὸν μὲν στρατιωτικοῖς βουλεύμασί τε καὶ στρατηγήμασιν, ἀπρόθυμον δὲ τότε παντάπασιν ὄντα, καὶ τῷ βασιλεῖ παραινοῦντα εἴσω τὰς δυνάμεις ἁπάσας κατέχειν καὶ μὴ μερίζειν τὸ στράτευμα, ἀγχοῦ τῶν ἐναντίων | |
15 | στρατοπεδευόντων· ὅς, ὡς ταῦτα λέγων οὐκ ἔπειθε, τὰς δυνάμεις ἀνα‐ λαβὼν πρὸς τὸ Χλέατ ἠπείγετο· πόλις δὲ τὸ Χλέατ ὑπὸ τοὺς Τούρ‐ κους τελοῦσα καὶ φρουρὰν ἔχον ἀποχρῶσαν ἔνδοθεν Τούρκων. Ἀλλ’ οὔ‐ πω τρίτης διελθούσης ἡμέρας τοῖς ἐπὶ χόρτου συλλογὴν ἐξιοῦσιν ἐπι‐ τίθενται Τοῦρκοι καί τινας μὲν ἀναιροῦσιν, ἐνίους δὲ καὶ ζωγροῦσι. | |
20 | Τοῦ ξυμβάντος γοῦν ἀπαγγελθέντος τῶν βασιλεῖ, εὐθὺς ὁ Βασιλάκης μετεκέκλητο καὶ περὶ τῶν Τούρκων ἐπολυπραγμονεῖτο, τίνες τε εἶεν οἱ τὰς ἐπιθέσεις ποιούμενοι καὶ ὅθεν γῆς ἥκοντες. Ὁ δὲ τῇ συνήθει θρασύτητι καὶ πάλιν χρησάμενος τοὺς ἐκ τοῦ Χλέατ ἥκειν ἐφ’ ἁρπαγῇ διενίστατο. Ἔλαθεν οὖν οὕτω τὸν βασιλέα ἡ τοῦ σουλτάνου ἔφοδος | |
25 | οὐ μακρὰν τοῦ στρατοπέδου ὄντος καὶ τὰ τοῦ πολέμου εὖ διατιθεμένου. | |
Βουλόμενος γὰρ τὸν βασιλέα ὑπαγαγεῖν εἰς τὰ ἔμ‐ προσθεν καὶ ἐντὸς ἀρκύων ποιήσασθαι, προδρό‐ μους ἐξέπεμπεν, οἳ προέτρεχόν τε τοῖς ἵπποις περὶ τὸν τῶν Ῥωμαίων χάρακα καὶ αὖθις ἀνθυπενόστουν | 109 | |
30 | ὥσπερ δρασμὸν ποιούμενοι καὶ τοῦτο πολλάκις ποιοῦντες ἐνίους τῶν στρατηγῶν συνηρπάκασιν, ὧν ὁ πρῶτος ὁ Βασιλάκης ἦν. Σπεύδων γὰρ οὗτος τὸν βασιλέα πληρο‐ φορῆσαι ὡς οὐκ ἐκ τοῦ Περσικοῦ στρατεύματος εἶεν οἱ τὰς ἐκδρομὰς ποιούμενοι, ἀλλ’ ἐκ τῶν ἐνοικούντων τῷ Χλέατ, ᾔτει συγχωρηθῆναί | |
35 | οἱ τοῦ χάρακος ἐξελθεῖν καὶ τὸν ἀκινάκην σπασάμενος καὶ μυωπίσας τὸν ἵππον ἀσυντάκτως ἐχώρει κατὰ τῶν πολεμίων καὶ οἱ περὶ αὐτὸν εἵποντο οὐ κατὰ τάξιν, ἀλλ’ ὥσπερ ἔτυχεν ἕκαστος. Ἀμέλει καὶ τὴν ἄτακτον τούτων φορὰν οἱ πολέμιοι θεασάμενοι προσεποιήσαντο φεύ‐ γειν· ἐπεὶ δὲ πόρρω τοῦ χάρακος εἶδον αὐτοὺς ἐξελάσαντας, τοὺς χαλι‐ | |
40 | νοὺς ὑποστρέψαντες καὶ διεσκεδασμένοις αὐτοῖς προσβαλόντες νικῶσιν αὐτοὺς κατὰ κράτος καὶ πίπτουσι μὲν πολλοὶ τῶν στρατιωτῶν, ὡς μικροῦ δεῖν μηδ’ ἄγγελον, ὃ δὴ λέγεται, διασωθῆναι τῆς συμφορᾶς, ἑάλω δὲ καὶ ὁ Βασιλάκης. | |
1.15 | Ἐπεὶ δ’ ἀπηγγέλη τῷ βασιλεῖ ὡς ὁ Βασιλάκης ἀσυντάκτως τοῦ χάρακος ἐξελθὼν κατὰ τῶν πολεμίων ἐλαύνει τὸν δοῦκα πάσης δύσεως μετακαλεσάμενος τὸν Βρυέννιον τοῦ ἀριστεροῦ τηνικαῦτα κατάρχοντα κέρατος, ἐκπέμπει τοῦτον μετὰ τῆς οἰκείας δυνάμεως | |
5 | ἀπιέναι τὴν ταχίστην κελεύσας, ὡς εἴ τι δεινὸν ἐπισυμβαίη τῷ Βασι‐ λάκῃ ἐπαμύνηται τούτῳ καὶ τῆς ἐκτροπῆς ἐπαμύνηται· ἤδη γὰρ ἐν αἰσθήσει γενέσθαι ἤρξατο τοῦ κακοῦ. Ὁ μὲν οὖν ἀπῄει καὶ τὰς δυνά‐ μεις ἐξῆγε τοῦ χάρακος· ἐξιὼν οὐδένα μὲν ἑώρα φίλων ἢ πολεμίων, σπεύδων 〈δ’〉 ἐπὶ τὰ πρόσω παραχωρῶν ἤρξατο ἤδη ὁρᾶν περὶ γη‐ | |
10 | λόφους πολεμίους συνεστηκότας· βραχὺ δὲ προϊὼν καὶ νεκροῖς ἐνέ‐ τυχε σώμασι καὶ ἠπόρει τί ποτ’ ἂν ὁ Βασιλάκης γέγονεν· ἐντυχὼν δὲ στρατιώτῃ ἔτι ἐμπνέοντι ἐπυνθάνετο ποῦ ποτ’ ἂν εἴη ὁ Βασιλάκης καὶ τί τὸ περὶ αὐτοὺς δρώμενον. Ὁ μὲν ἀπήγγελλε συμβάντα, οἱ Τοῦρκοι δὲ πανταχόθεν συνέθεον καὶ κυκλοῦν ἐπειρῶντο τὴν φάλαγγα. | 111 |
15 | Αἰσθόμενος τοῦτο ὁ δοὺξ παρεκάλει τοὺς στρατιώτας ἄνδρας ἀγαθοὺς ὀφθῆναι καὶ μηδέν τι δρᾶσαι τῶν ἀγενῶν καὶ τῆς Ῥωμαϊκῆς ἀνάξιον γενναιότητος. Στρέψας οὖν τὴν φάλαγγα ὡς ἐπὶ τὸ στρατόπεδον συν‐ τεταγμένως ἐχώρει, τῶν ἐπιόντων μηδένα λόγον ποιούμενος· ὡς δ’ ἔγγιστα τοῦ χάρακος γέγονε, μέρος ἀναλαβὼν τῆς φάλαγγος καὶ | |
20 | τοὺς ἄλλους προσμένειν κελεύσας, ἐξαίφνης κατὰ τῶν ἐπιόντων ἐπή‐ λασε καὶ ῥᾳδίως τούτους ἐτρέψατο. Ἐπεὶ δὲ τοὺς λοιποὺς ἑώρα συν‐ θέοντας παμπληθεί, πάντας ἀναλαβὼν ὑπέστρεψε πρὸς τὴν φάλαγγα· ἐπιθεμένων δ’ αὐτῷ τῶν Τούρκων καὶ κυκλωσάντων, δόρατι μὲν ἐτρώ‐ θη κατὰ τῶν στέρνων, βέλεσι δὲ δυσὶ κατὰ τῶν μεταφρένων· ἡρωϊκῶς | |
25 | δ’ ἀγωνισάμενος πρὸς τὴν φάλαγγα διασέσωστο καὶ ξὺν αὐτῇ κατέ‐ λαβε τὸ στρατόπεδον· ἀπελθὼν δὲ πρὸς βασιλέα καὶ τὰ ξυμβάντα διηγησάμενος ἐκελεύσθη πρὸς τῇ σκηνῇ γενέσθαι καὶ θεραπεύειν τὰ τραύματα, καὶ τότε μὲν ἔμεινε παρὰ τῇ σκηνῇ. | |
1.16 | Ἡμέρας δ’ ἤδη διαγελώσης καὶ τοῦ ἡλίου ὁρίζοντα ὑπερβαίνον‐ τος, αὖθις μετεκαλεῖτο παρὰ τοῦ αὐτοκράτορος· ὁ δ’ ἀπῄει τῶν τραυ‐ μάτων καταφρονήσας. Ὡς δὲ βουλὴ προετέθη ἢ πολεμεῖν ἢ εἴσω τὰς δυνάμεις κατέχειν, τοῖς μὲν ἐδόκει συνετῶς ἄγαν εἴσω μένειν τοῦ χά‐ | |
5 | ρακος καὶ τὰς δυνάμεις ἐκ τοῦ Χλέατ μεταπέμπεσθαι, τοῖς δὲ κόλαξι τἀναντία. Εἰ μὲν καὶ οὕτω φρονοῦσιν, οὐκ ἔχω λέγειν· τέως δ’ ἔδοξε καὶ αὖθις ἐνίκα τὰ χερείονα. Ἐξάγειν οὖν τὰς δυνάμεις ἐγένετο. | |
Οἱ δέ γε Τοῦρκοι κραταιότεροι αὖθις καὶ μετὰ πλείονος ἐπήρχοντο τῆς χειρός· καὶ δὴ προσβάλλουσι ταύταις καὶ μάχης συστάσης πίπτουσι | 113 | |
10 | μὲν τῶν Τούρκων συχνοί, πίπτουσι δὲ καὶ τῶν Ῥωμαίων πλεῖστοι· ἐτρώθη δὲ καὶ αὐτὸς ὁ Βρυέννιος πολλαχοῦ τοῦ σώματος, ἀλλὰ δεινὸς ὢν περὶ τὰ στρατηγικὰ τὸ πλεῖστον τῆς φάλαγγος ἀσινὲς διεσώσατο. Ὁρῶν δ’ ἐπιόντας τοὺς Τούρκους ὁ βασιλεὺς ἐξῆγε καὶ αὐτὸς τὰς δυ‐ νάμεις ὡς ἐπὶ πόλεμον καὶ παρετάττετο πρὸ τοῦ χάρακος· ἡγεῖτο | |
15 | δὲ τοῦ μὲν δεξιοῦ κέρατος ὁ Ἀλυάτης, ἀνὴρ Καππαδόκης καὶ συνήθης τῷ βασιλεῖ, τοῦ δ’ εὐωνύμου αὐτὸς ὁ Βρυέννιος, τὸ δὲ μέσον τῆς φά‐ λαγγος εἶχεν ὁ βασιλεύς· οὐραγεῖν δὲ ἐτέτακτο ὁ τοῦ καίσαρος υἱὸς ὁ πρόεδρος Ἀνδρόνικος, τάς τε τῶν ἑταίρων τάξεις ἔχων καὶ τὰς τῶν ἀρχόντων, ἀνὴρ καὶ γένους λαμπροῦ καὶ πᾶσι κομῶν τοῖς κα‐ | |
20 | λοῖς· φρονήσει γὰρ τῶν ἡλίκων ἁπάντων ὑπέρτερος καὶ ἀνδρικώτατος εἴπερ τις ἄλλος καὶ ταῖς στρατηγικαῖς ἐντραφεὶς μελέταις, οὐ πάνυ δὲ φιλίως ἔχων πρὸς βασιλέα. | |
1.17 | Οἱ δὲ Τοῦρκοι τὸν βασιλέα βλέποντες παρατάττοντα τὸν στρα‐ τόν, οὐ κατὰ φάλαγγας οὐδὲ κατὰ λόχους—οὐδὲ γὰρ ἐβούλοντο Ῥω‐ μαίοις εἰς χεῖρας ἐλθεῖν—ἡσύχασαν· ἀλλ’ ὁ μὲν σουλτάνος πόρρω που ἱστάμενος τὰ πρὸς πόλεμον διετάττετο, ἀνδρὶ δέ τινι ἐκτομίᾳ | |
5 | τὰ μέγιστα παρ’ αὐτῷ δυναμένῳ, Ταράγγης τούτῳ τὸ ὄνομα, τὰς πλεί‐ | |
στας δυνάμεις παραδοὺς κύριον τοῦ πολέμου τοῦτον ἀπέδειξεν. Ὁ δὲ εἰς πολλὰ μέρη τὸ στράτευμα διελὼν προλοχισμούς τε ἐποίει καὶ ἐνέδρας συνίστα καὶ περιιέναι τὰς τάξεις Ῥωμαίων ἐπέταττε καὶ τοῖς τοξεύμασι χρῆσθαι πάντοθεν. Οἱ δὲ Ῥωμαῖοι, τῶν ἵππων αὐτῶν | 115 | |
10 | βαλλομένων, ἠναγκάζοντο ἕπεσθαι καὶ δὴ εἵποντο, φεύγειν δοκούν‐ των ἐκείνων· εἰς δὲ τοὺς λόχους καὶ τὰς ἐνέδρας περιπίπτοντες μεγά‐ λως ἐβλάπτοντο. Τοῦ βασιλέως δὲ τὸν ὑπὲρ τῶν ὅλων βουλομένου κίνδυνον ἀναδέξασθαι, βάδην ἑπομένου καὶ προσδοκῶντος φάλαγγα Τούρκων εὑρεῖν καὶ αὐτῇ συρραγῆναι καὶ οὕτω κριθῆναι τὰ τοῦ πολέ‐ | |
15 | μου, οἱ Τοῦρκοι πανταχόθεν διεσκεδάννυντο· ὑποστρέψαντες δὲ μετὰ ῥύμης σφοδρᾶς καὶ κραυγῆς ἐπελθόντες Ῥωμαίοις τρέπουσι τὸ δε‐ ξιὸν κέρας. Εὐθὺς δ’ ἀνεχώρουν καὶ οἱ περὶ τὴν οὐραγίαν καὶ τὸν βασιλέα οἱ Τοῦρκοι κυκλώσαντες ἔβαλλον πάντοθεν. Ὁρμήσαντος δὲ τοῦ εὐωνύμου κέρατος ἐπαρήγειν οἱ Τοῦρκοι ἐκώλυον· κατὰ νώτου | |
20 | γὰρ οὗτοι γενόμενοι καὶ τοῦτο κυκλώσαντες φυγεῖν κατηνάγκασαν. Ὁ δὲ βασιλεὺς παντάπασιν ἔρημος ἀποληφθεὶς βοηθείας τὸ ξίφος ἐγύμνωσεν ἐπὶ τοὺς ἐχθροὺς καὶ πολλοὺς μὲν ἀνεῖλε, τοὺς δὲ καὶ φυγεῖν κατηνάγκασε· κυκλωθεὶς δ’ ὑπὸ τῶν πολεμίων τοῦ πλήθους τὴν χεῖρα τιτρώσκεται καὶ γνωσθεὶς | |
25 | ὑπ’ αὐτῶν ὅστις ἐστὶ κύκλῳ περιστοιχίζεται πάντοθεν, καὶ τοξεύεται μὲν ὁ ἵππος αὐτοῦ καὶ ὀλισθήσας πίπτει, συγκαταβάλλει δὲ καὶ τὸν ἐπιβάτην, καὶ τοῦτον τὸν τρόπον δορυάλωτος ὁ βασιλεὺς Ῥωμαίων γίνεται καὶ πρὸς τὸν σουλτάνον ἀπο‐ κομίζεται δέσμιος, οὐκ οἶδ’ οἷστισι λόγοις τοῦτο τῆς θείας προνοίας | |
30 | οἰκονομησάσης. Ἑάλω δὲ καὶ λοιπὸν μοῖρα τῶν ἀρχόντων οὐκ ὀλίγη· τῶν δὲ λοιπῶν οἱ μὲν μαχαίρας ἔργον γεγό‐ νασιν, οἱ δὲ διεσώθησαν· ἑάλω δὲ καὶ τό τε στρατόπεδον ἅπαν καὶ ἡ σκηνὴ ἡ βασίλειος καὶ τὰ χρήματα καὶ τῶν βασιλικῶν παρασή‐ μων τὰ κάλλιστα, ἐν οἷς καὶ ὁ πολυθρύλλητος μάργαρος ᾖν, ὃν Ὀρφα‐ | 117 |
35 | νὸν κατωνόμαζον. Οἱ δ’ ἐκ τῆς μάχης διασωθέντες ἄλλος ἀλλαχοῦ διεσπάρησαν, τὴν ἰδίαν ἕκαστος καταλαβεῖν σπεύδοντες. | |
1.18 | Οὐ πολλαὶ δ’ ἡμέραι διεληλύθεσαν καὶ τῶν διαδράντων τὸν πόλεμον ἄγγελός τις προλαβὼν τὸ δεινὸν ἐν τῇ πόλει ἀπήγγειλε καὶ αὖθι ἄλλος καὶ ἐπὶ τούτοις τρίτος καὶ τέταρτος, σαφὲς μὲν οὐ‐ | |
5 | δὲν ἀπαγγέλλειν ἔχοντες, αὐτὸ δὲ μόνον τὸ δεινὸν ἐξηγούμενοι καὶ ἄλλος ἄλλως διερμηνεύοντες· οἱ μὲν γὰρ αὐτὸν τὸν βασιλέα τεθνηκέναι κατήγγελ‐ λον, οἱ δὲ ἑαλωκέναι, οἱ δὲ τετρωμένον τοῦ‐ τον ἰδεῖν καὶ κατὰ γῆς ἐρριμμένον, οἱ δὲ δέ‐ | |
10 | σμιον ἀπαγόμενον εἰς τὸ τῶν ἐναντίων στρα‐ τόπεδον. Ἐπὶ συμβούλοις οὖν 〈ἐν〉 τῇ βασιλίδι τὰ πράγματα 〈γίνεται〉 καὶ ὁ καῖσαρ εὐθὺς μετεκέ‐ κλητο περὶ Βιθυνίαν διάγων καὶ σχολάζων κυνηγεσίοις διὰ τὸ ὕποπτον εἶναι τῷ βασιλεῖ· μήπω δὲ τούτου καταλαβόντος, ἡ βασιλὶς | |
15 | διηρώτα τί ποτε ἄρα χρὴ πράττειν. Ἔδοξεν οὖν πᾶσιν ἐκεῖνον μὲν τέως ἐᾶσαι, εἴτε ἑάλω εἴτε τέ‐ θνηκεν, ἑαυτῇ δὲ καὶ τοῖς παισὶ κρατύνε‐ σθαι τὴν ἀρχήν. Ἔτι δὲ μετεώρου ὄντος τοῦ πρά‐ γματος, γίνεται κοινωνὸς ὁ καῖσαρ· ὁ δὲ τήν τε κοινοπρα‐ | |
20 | γίαν ἀσπάζεται καὶ συμπράττειν ἀμφοτέρους | |
ὅσα τῇ βασιλείᾳ προσήκει πράγματα—τήν τε μητέρα καὶ τὸν πρε‐ σβύτερον τῶν υἱῶν ἀποφαίνεται—καὶ τὸν μὲν ὡς τεκοῦ‐ σαν σεβάζεσθαι, τὴν δὲ κοινῇ μετὰ τοῦ παιδὸς τὴν τῶν ὅλων ποιεῖσθαι οἰκονομίαν. Οὕτω μὲν | 119 | |
25 | καὶ τῷ βασιλεῖ Μιχαὴλ ἐδόκει καὶ ξυνετίθε‐ το τῷ τοῦ θείου σκοπῷ· ἀλλ’ οἱ τῶν κοινῶν κατατρυφᾶν πραγμάτων βουλόμενοι καὶ κέρδους ἕνεκα τοῦ σφετέρου τὰ περὶ τὴν ἀρχὴν πραγματεύεσθαι τὴν μὲν εἰς μοναρχίαν ἠρέθιζον, τὸν δ’ ὁπλίζειν | |
30 | ἔσπευδον κατὰ τῆς μητρός. | |
1.19 | Ἀλλ’ οὔπω τούτου κατευνασθέντος τοῦ κύματος, ἕτερον ἠγείρετο καὶ ἐπωρύετο. Ὁ γὰρ Περσῶν ἀρχηγός, ἐπειδὴ τὸν βασιλέα Ῥω‐ μαίων δορυάλωτον ἐθεάσατο, οὐκ ἐπήρθη τῷ κα‐ | |
5 | τορθώματι, συνεστάλη δὲ μᾶλλον τῷ εὐτυχήματι καὶ μετριάζει τῇ νίκῃ τοσοῦτον ὅσον οὐδεὶς ἐνενόησε· παραμυθεῖται τὸν ἑαλωκότα, κοινωνεῖ τραπέζης, λύει αὐτῷ τῶν δεσμωτῶν οὓς ἐβού‐ λετο, τελευταῖον καὶ αὐτὸν τῆς αἰχμαλωσίας | |
10 | ἐλευθεροῖ καὶ σύμβολα κήδους πεποιηκὼς καὶ ὑποσχέσεις παρ’ ἐκείνου λαβὼν ἐνωμότους οὐκ ἀναξίας Ῥωμαίων—ἐβούλετο γὰρ ὁ βασιλεύς. μᾶλλον τεθνάναι ἢ ἀναξίας συμβιβάσεις ποιεῖσθαι τῆς ἑαυτοῦ γενναιότητος—, αὖθις ἐπὶ τὴν ἰδίαν ἐκπέμπει ἀρχὴν μεθ’ ὅσης ἂν εἴποι | |
15 | τις προπομπῆς καὶ δορυφορίας, ὅπερ δὴ ἀρ‐ χέκακον ἐγεγόνει καὶ πολλῶν συμφορῶν αἰ‐ τιώτατον. Τυχὼν γὰρ ὁ βασιλεὺς παραδόξως ὧν‐ περ οὐκ ἤλπιζεν, ἀπραγματεύτως ᾠήθη τὴν βασιλείαν Ῥωμαίων λήψεσθαι αὖθις καὶ ὥσ‐ | |
20 | περ αὐτάγγελος τοῦ μετὰ τὸ μέγιστον ἐκεῖνο ἀτύ‐ χημα εὐτυχήματος τῇ βασιλίδι καθίστατο γράμμασι τῆς ἰδίας χειρὸς ἃ συμβεβήκει τού‐ τῳ σημειωσάμενος. Θόρυβος οὖν καὶ συνδρομὴ εὐθὺς περὶ τὰ βασίλεια, τῶν μὲν θαυμαζόν‐ | 121 |
25 | των τὸ γεγονός, τῶν δὲ ἀπιστούντων τῷ πρά‐ γματι· μετέωρος δὲ ἦν καὶ ἡ βασιλὶς σκεπτομένη τί ποτ’ ἂν δράσειε καὶ τὸ περὶ αὐτὴν εὔνουν συγκαλουμένη παρε‐ σκεύαζε σκέμματα. | |
1.20 | 〈Ἐν τούτῳ δὲ τῶν πραγμάτων ὄντων〉 δείσας ὁ καῖσαρ περὶ ἑαυτοῦ καὶ τοῖν ἀδελφοπαίδοιν μὴ καί 〈τι〉 πάθοιεν δεινὸν τοῦ Διογένους αὖθις κατασχόντος τὴν βασι‐ λείαν, τοὺς περὶ τὴν αὐλὴν φύλακας εὐθὺς οἰκειοῦ‐ | |
5 | ται· τοῦτο δὲ τὸ γένος ὥρμητο ἐκ τῆς βαρβάρου χώρας τῆς πλησίον ὠκεανοῦ, πιστὸν δὲ βασιλεῦσι Ῥωμαίων ἀρχῆθεν, ἀσπι‐ δηφόρον ξύμπαν καὶ πέλεκύν τινα ἐπὶ ὤμων φέρον. Δίχα οὖν αὐτοὺς διελών, τοῖς μὲν ἐκέλευσε τοῖς υἱέσιν ἕπεσθαι καὶ τὰ κελευ‐ σθέντα πληροῦν, τοῖς δὲ ξυνέπεσθαί οἱ καὶ ὁδηγῷ τούτῳ χπῆσθαι | |
10 | πρὸς τὴν μελετωμένην ἐγχείρησιν. Ἀλλ’ οἱ μὲν περὶ τὸν κλεινὸν Ἀνδρόνικόν τε καὶ Κωνσταντῖνον—οὕτω γὰρ ὠνομάζοντο ἄμφω τὼ παῖδε τοῦ καίσαρος—περιστάντες τὸν βασιλέα καὶ χορὸν περὶ αὐτὸν ἑλίξαντες, ἀθρόον ἐπὶ τὰ ὑψηλότερα τῶν ἀνακτόρων ἀνάγουσιν, ἡγουμένων τῶν παίδων | |
15 | τοῦ καίσαρος καὶ αὐτοκράτορα τὸν Μιχαὴλ ἀναγορευόντων. Οἱ δὲ περὶ τὸν καίσαρα κτυπήσαντες τὰς ἀσπίδας ἀθρόοι καὶ βαρβαρικὸν ἀλαλάξαντες τάς τε ῥομφαίας πρὸς ἀλλήλους συντρίψαντές τε καὶ συγκροτή‐ σαντες περὶ τὴν βασιλίδος ἐχώρουν σκηνήν. Ἡ δὲ τοῦ θορύβου | |
20 | καὶ τῆς κραυγῆς αἰσθομένη οὐδὲ καθεκτὴ ἔτι ἦν, ἀλλὰ τῆς κεφαλῆς περιελομένη τὸ κάλυμμα ἐπί τι οἴκημα ἄδυτον ἐμφερὲς σπηλαίῳ ἐξώρμα, καὶ ἡ μὲν ἐδεδύκει τῷ φωλεῷ, οἱ δὲ περιειστήκεισαν τὸ στόμιον ἀλαλάζοντες καὶ φόβον μέγιστον αὐτῇ ἐπισείοντες, καὶ | 123 |
25 | μικροῦ ἂν ἐτεθνήκει, εἰ μὴ ὁ καῖσαρ εἰσδὺς τὸ πολὺ τοῦ φόβου αὐτῇ διελύσατο. Ξυνεβούλευε γοῦν ἀπιέναι τῶν ἀνακτόρων αὐτήν, μὴ καὶ πάθῃ τι τῶν ἀνηκέστων πρὸς τῶν φυλάκων· ἡ δὲ ἐπείθετό τε καὶ κα‐ τῄει ὡς ἐπὶ θάλασσαν καὶ εἰς τὸν δρόμωνα τὸν βασιλικὸν εἰσελθοῦσα ἀπῄει ἔνθα οἰκεῖν κατακέκριτο, εἰς ὅπερ αὕτη δηλαδὴ τοῦ Στενοῦ | |
30 | πρὸς τῇ θαλάσσῃ τέμενος τῇ Θεοτόκῳ ἱδρύ‐ σατο. Οὔπω συχνὸς παρερρύη καιρὸς καὶ δεύτερον κατ’ αὐτῆς δόγμα γίνεται εἰς τὴν μοναδικὴν αὐτὴν με‐ τατεθῆναι ζωὴν καὶ αὐτίκα δὴ καὶ τοῦτο τε‐ τέλεστο, ἀλλὰ τὰ μὲν κατὰ τὴν βασιλίδα εἰς | |
35 | τοῦτο συντέτακται. | |
1.21 | Διογένης δ’ ὁ βασιλεὺς τῆς αἰχμαλωσίας ἀπο‐ λυθεὶς δεινὸν ἡγεῖτο εἰ μὴ αὖθις τῆς ἀρχῆς ἐπιλά‐ βοιτο καὶ δὴ πέμπων εἰς τὰς ἁπανταχοῦ πόλεις καὶ χώρας στρατεύ‐ ματά τε συνήθροιζε καὶ χρήματα εἰσεπράττετο· ἤδη δὲ πλή‐ | |
5 | θους αὐτῷ συνερρυηκότος στρατηγικῆς φάλαγ‐ γος, τὸ διὰ πάσης γλώττης βοώμενον πόλι‐ σμα, φημὶ δὴ τὴν Ἀμάσειαν, μετὰ παντὸς τοῦ στρατοπέδου καταλαμβάνει. Ἀλλὰ τοῦτο μαθόντες οἱ περὶ τὸν βασιλέα τε καὶ τὸν καίσαρα ἐσκόπουν τίνα τούτῳ ἀντίπα‐ | |
10 | λον καταστήσειαν. Ἔδοξεν οὖν τῶν τοῦ καίσαρος υἱέων | |
τῷ νεωτέρῳ τὸ Ῥωμαϊκὸν πιστεύειν στρα‐ τόπεδον, ἀνδρὶ καὶ τὴν χεῖρα γενναίῳ καὶ τὴν σύνεσιν ὀξεῖ τε καὶ θαυμασίῳ. Ὁ δὲ τὰς δυνάμεις λα‐ βὼν ἐχώρει κατὰ τοῦ Διογένους καὶ ἀγχοῦ κατὰ τῆς Ἀμασείας | 125 | |
15 | γενόμενος πρῶτα μὲν συνεῖχε τὸ στράτευμα καὶ ἀκροβολισμοῖς ἐχρῆτο καὶ πάντα τρόπον ἐμηχανᾶτο ἢ αἱρήσειν τὸν Διογένην ἢ ἐξελάσειν τῆς πόλεως. Ὁ δέ, στενοχωρούντων τῶν πρα‐ γμάτων αὐτῷ, ἠναγκάσθη τὰς δυνάμεις ἐξαγαγεῖν καὶ πα‐ | |
20 | ρατάττεσθαι πρὸς τὸν Δούκα. Μίγνυνται οὖν ἀμ‐ φότερα τὰ στρατόπεδα καὶ πίπτουσιν ἑκατέρωθεν πλεῖστοι τῶν στρατιωτῶν, ἑκατέρων γενναίως ἀγωνιζομένων. Φεύγουσι δ’ ὅμως οἱ περὶ τὸν Διογένην, τοῦ Δούκα Κωνσταντίνου γενναιότερον προσβα‐ λόντος τοῖς κατὰ μέτωπον ἱσταμένοις καὶ τὴν ἐκείνων ὠθήσαντος | |
25 | φάλαγγα. Πίπτουσιν οὖν πολλοὶ τῶν περὶ τὸν Διογένην, αὐτὸς δὲ διαφεύγει καὶ σὺν ὀλίγοις τοῖς περὶ αὐτὸν εἴς τι κλείεται φρούριον. Τοῦτο πρῶτον θάρσους αἴ‐ τιον τοῖς περὶ τὸν βασιλέα Μιχαὴλ γίνεται καὶ Διογένης ἐντεῦθεν ἀρχὴν λαμβάνει τῆς καταλύσεως καὶ | |
30 | ἑάλω ἂν αὐτίκα, εἰ μή τι ἄλλο συνεμπεπτώ‐ κει. Ἀνὴρ γάρ τις ἐξ Ἀρμενίας τὸ γένος ἀνέλκων, τὴν γνώμην βαθύς, τὴν χεῖρα γενναῖος—ὁ Χα‐ τατούριος ἦν—, ἀρχήν τινα παρὰ τοῦ Διογένους τῶν με‐ γίστων λαβών, ὁπηνίκα ἐκεῖνος βασιλεὺς Ῥω‐ | |
35 | μαίων ἐχρημάτιζε, χάριτας αὐτῷ ἐπὶ τοῦ δυστυχήμα‐ τος ἀνθομολογούμενος, στρατιώτας συχνοὺς ἐπαγόμενος πρόσεισι τούτῳ, καὶ θαρρεῖν πα‐ ρακελευσάμενος καὶ τὰ μέγιστα ὑποσχόμε‐ νος, ἀντικαθίστασθαι μὲν τοῖς περὶ τὸν Δούκα Κων‐ | |
40 | σταντῖνον στρατεύμασιν οὐκ ἔτι ἐᾷ, εἰς δὲ τὴν τῶν Κιλίκων χώραν ἀπαγαγὼν καὶ τὰ τέμπη τῆς Κιλικίας αὐτοῦ προβαλόμενος, στρατόν τε αὐτῷ ἐξαρτύει καὶ χρήματα δίδωσι καὶ ὁπλίζει μὲν πρότερον, εἶτ’ ἐν καιρῷ μάχεσθαι | 127 |
45 | πρὸς τὸν ἀντίπαλον στράτευμα ταμιεύεται. | |
1.22 | Ἐν βουλεύμασι τοίνυν καὶ αὖθις τὰ κατὰ τὸν βασιλέα Μιχαὴλ καὶ τὸν καίσαρα καὶ οἱ τῆς συγκλήτου λογάδες ἠ‐ θροίζοντο καὶ τοῖς μὲν σπείσασθαι πρὸς τὸν Διογένην ἐδόκει καὶ μέρους αὐτῷ τῆς ἀρχῆς παρακεχωρη‐ | |
5 | κέναι, τοῖς δὲ πολεμεῖν καὶ ἔτι ἐδέδοκτο καὶ μη‐ δεμίαν ἀφορμὴν αὐτῷ τῆς εἰς τὴν βασιλείαν εἰσαγωγῆς παρασχεῖν. Ἐπράττετο μὲν οὖν πρῶτον τὰ τῆς εἰρήνης καὶ γράμματα παρὰ τοῦ βασι‐ λέως Μιχαὴλ πρὸς ἐκεῖνον μετὰ πρεσβέων 〈ἐξαπε‐ | |
10 | στέλλοντο〉, κακῶν ἀμνηστίαν τούτῳ ἐπαγγελλόμενα. Ὁ δὲ εἰκότως ὥσπερ ὑβριοπαθεῖ 〈ὅτι συμπάθειά〉 τις αὐτῷ ἀπηγγέλλετο μηδὲν ὅλως τῶν κα‐ κῶν πλημμελήσαντι, εἰς ἀποκρίσεις δὲ καθιστά‐ μενος, οὔτε τῆς βασιλείας ἀπείχετο καὶ τὰ μέ‐ | |
15 | γιστα διετείνετο ἀδικεῖσθαι. Ἀλλὰ τὰ κατὰ τὸν Διογένην ἐπράτ‐ τετο τῇδε. Ὁ δὲ τοῖς καλοῖς βασκαίνων ἀεὶ διωγμόν τινα ἐξήγειρε κατὰ τῶν Κομνηνῶν καὶ ὅστις λεκτέον. Ἄνδρα τινὰ θρασύστομον εὑρηκὼς καὶ ἠκονηκὼς τὴν γλῶτταν αὐτοῦ ὡσεὶ ὄφεως κατὰ τῆς γενναίας τούτων μητρὸς καθοπλίζει· συκοφαντίαν συρράψας τινὰ | |
20 | ψεύδους ἔκγονον καὶ γράμματα συμπλασάμενος ἐξ ἐκείνης πρὸς τὸν Διογένην κομίζει ταῦτα τῷ βασιλεῖ· τῷ δὲ μήθ’ ὅστις εἴη ὁ κατή‐ γορος σκοποῦντι, μήτε δὴ μένοντι τοῦ κατηγορουμένου τὸ πρόσω‐ | |
πον εὐθὺς ξυμβέβηκε μηνιᾶν. Ἐντεῦθεν δικαστήριά τε συνεκροτεῖτο καὶ μετάπεμπτος ἡ εὐγενὴς καὶ γενναία καὶ σώφρων ἦν ἐπὶ τὰ ἀνά‐ | 129 | |
25 | κτορα. Ἡ δὲ ἐφοίτα, ἀλλ’ ὁ μὲν βασιλεὺς ᾐδέσθη κοινωνὸς γενέσθαι τοῦ σκέμματος, συνήγοντο δὲ οἱ περὶ τὰ δικαστήρια, τῆς κυρίας πα‐ ρούσης καὶ τοῦ κήρυκος πρὸς τὴν δίκην καλοῦντος. Εἴσεισι γοῦν ἡ γενναία καὶ μεγαλόψυχος φαιδρῷ τῷ προσώπῳ καὶ τὴν εἰκόνα δὲ κρύπτουσα ὑπὸ τὴν χλαμύδα τοῦ πάντων Δικαστοῦ ἐξάγει ταύτην | |
30 | ἀθρόον καὶ σεμνῷ τῷ σχήματι καὶ τῷ βλέμματι πρὸς τοὺς δικαστὰς ἀτενίσασα, «οὗτος», ἔφη, «δικαστὴς ἐμοῦ τε καὶ ὑμῶν καθίσταται σήμερον, πρὸς ὃν ἀτενίζοντες ψήφους ἐκφέρετε μὴ ἀναξίας τοῦ δι‐ καστοῦ τοῦ εἰδότος τὰ κρύφια». Τὸ γοῦν στερρὸν τοῦ λόγου ἐκεῖνοι ἐνωτισάμενοι θάμβους γεγόνασι μεστοὶ καὶ παραιτεῖσθαι | |
35 | τὴν δίκην ἔνιοι ἤρχοντο βδελυττόμενοι τὴν συκοφαντίαν· ἤδη γὰρ διέλαμψεν ἡ ἀλήθεια ὡς πυρσὸς ὑπ’ αἰθάλῃ κρυπτόμενος. Ἀλλ’ οἱ μὲν τὸν θεῖον φόβον ταῖς καρδίαις ἐντρέφοντες καὶ πνεῦμα σω‐ τηρίας ὠδίνοντες οὕτως· οἱ δὲ πάντα χαρίζεσθαι τοῖς κρα‐ τοῦσι βουλόμενοι δεινοί τινες δικασταὶ καθεστήκεσαν. Ἐπεὶ δὲ οὐχ | |
40 | οἷόν τε ἦν ἀποδείκνυσθαι τὴν συκοφαντίαν καὶ τὸν κρατοῦντα ᾐδοῦντο, μᾶλλον δὲ πρὸ ἐκείνου τὸν τὸν δόλον συρράψαντα, οὐκ ἀποφαίνονται μέν, εἰς πρόληψιν δὲ τὸ πρᾶγμα ἐνάγουσι. Βαβαὶ τῆς ἀσυνεσίας. Ποία πρόληψις, ὦ ἐμβρόντητοι, εἶπεν ἄν τις πρὸς αὐτοὺς θαρραλέως, ὁπηνίκα ὁ μὲν κατηγορῶν ἀναιδῶς φθέγγεται, ὁ δὲ φεύγων γενναίως | |
45 | τὰς κατηγορίας ἀποσκευάζεται, καὶ ὁ μὲν ἀγύρτης ἐστὶ καὶ ὀβολοῦ πιπράσκων τὴν δίκην εἰ δέοι, ὁ δὲ πάσης ὑποψίας ἀνώτερος καὶ πρὸς αὐτὴν μικροῦ δεῖν ἐρυθριῶν τὴν ἀλήθειαν. Τουτὶ μὲν τὸ συνέδριον οὕτω πως διελέλυτο, μικροῦ δεῖν ἐοικὸς τῷ τοῦ Καϊάφα· ἡ δὲ σὺν τοῖς παισὶν εἰς τὴν τοῦ Πρίγκιπος ἐξορίζεται νῆσον. | |
1.23 | Καὶ τὰ μὲν κατ’ αὐτοὺς ὧδε ἐπράττετο. Ὁ δὲ βασιλεὺς Μιχαὴλ καὶ οἱ περὶ τὸν καίσαρα, ἀπογνόντες τὰ πρὸς εἰρήνην, ἐπεὶ ἔφθη ὁ Δούκας Κωνσταντῖνος ὁ τῷ Διογένει συμπλακεὶς καὶ τοῦτον ἡττή‐ | |
σας, ὃν υἱὸν εἶναι τοῦ καίσαρος δεύτερον ὁ λόγος ἡρμήνευσεν ἄνω‐ | 131 | |
5 | θεν, παλινοστῆσαι πρὸς τὸ Βυζάντιον, ἐσκέπτοντο ὅπως ἂν τὰ κατὰ τὸν Διογένην διάθωνται· ἐδεδίεσαν γὰρ μήπως ἀδείας πάλιν ἐκεῖνος δραξάμενος στρατεύματά τε συναγείρῃ τῶν πρώην πλείονα καὶ χρή‐ ματα τῶν ἐκ τῆς Ἀντιοχείας χώρων εἰσπράξηται καὶ δυσμαχώτερος κατασταίη. Εὐθὺς οὖν ὁ καῖσαρ μετακαλεῖται τὸν υἱὸν Κωνσταντῖ‐ | |
10 | νον καὶ αὖθις τὰς δυνάμεις ἀναλαμβάνειν καὶ κατὰ τοῦ Διογένους χω‐ ρεῖν παρεκελεύετο· τοῦ δὲ παραιτουμένου, ὁ πρεσβύτερος τῶν τοῦ καίσαρος υἱῶν μετεκαλεῖτο Ἀνδρόνικος καὶ ἐκελεύετο ἀπιέναι· ὁ δέ, εἴπερ τις ἄλλος, ὑπήκοος ὢν πατρί, εὐθὺς ἕτοιμος ἦν πρὸς τὸ ἔργον. Συνταξάμενος οὖν αὐθημερὸν τῷ βασιλεῖ καὶ τῷ καίσαρι τὸν πορθμὸν | |
15 | διεπεραιοῦτο τὸν Χαλκηδόνιον καὶ ἓξ ἡμέρας διατρίψας περὶ τὴν Χαλ‐ κηδόνα ὅσον τὰ ἐπιτήδειά οἱ τὰ πρὸς τὴν ἐκστρατείαν γενέσθαι, ἐκεῖ‐ θεν ἀπάρας περιῄει τὴν ἕω καὶ τὰς δυνάμεις συνέλεγε καὶ θᾶττον ἁπά‐ σας συλλέξας ξὺν αὐταῖς ἐχώρει πρὸς τὴν Κιλίκων. Σκοπὸν δ’ ἔθετο πρῶτον εἰς μίαν καὶ τὴν αὐτὴν γνώμην μεθαρ‐ | |
20 | μόσασθαι τὸ στρατόπεδον· ἐπεὶ δὲ τοῦτο αὐτῷ ἐξεγένετο ἑκάστῳ προσφερομένῳ ἐπιεικῶς καὶ πρὸς πάντας μεθαρμοζομένῳ οἰκείως, δεύτερον σκοπὸν τίθεται τοὺς πολεμίους λαθεῖν καὶ τὰ στε‐ νὰ τῆς Κιλικίας διελθεῖν πρὸ τοῦ τὸν Διογένην αἰσθέσθαι | |
25 | τῆς τούτου ἐφόδου. Γίνεται οὖν καὶ τοῦτο κατὰ τὰ βεβου‐ λευμένα καὶ τὴν στενὴν καὶ ἀπόκρημνον διελθόντες 〈ἀτραπὸν〉 οἱ περὶ τὸν Ἀνδρόνικον ἀθρόοι τοῖς περὶ βα‐ σιλέα ἐπιφαίνονται. | |
1.24 | Αἰσθόμενος δὲ καὶ ὁ βασιλεὺς τῆς τούτων ἐφόδου ἐξῆγε καὶ αὐτὸς τὰς δυνάμεις, τῷ Χατατουρίῳ Ἀρμενίῳ, ὃν φθάσας ἐδήλωσεν ἄνωθεν ὁ λόγος, τὴν τοῦ πολέμου δε‐ δωκὼς ἐξουσίαν καὶ πάντα τὸν στρατὸν μικροῦ δεῖν αὐτῷ | |
5 | ὑποτάξας. Τοὺς πεζοὺς οὖν οὗτος καὶ ἱπ‐ πεῖς ἐπαγόμενος τοὺς ἐπικαίρους τῶν τόπων | |
καταλαβεῖν ἔσπευδεν· ἀλλὰ τῶν ἐλπίδων ἐσφάλη, τοῦ δομεστί‐ κου τῶν Σχολῶν Ἀνδρονίκου προκατασχόντος αὐτούς. Ἀπογνοὺς οὖν τούτου, ἀντιμέτωπον τὴν ἰδίαν φάλαγγα τῇ τῶν ἐναντίων ἵστησιν· | 133 | |
10 | ἀντικαθίσταται δὲ πρὸς τοῦτον καὶ ὁ Ἀν‐ δρόνικος καὶ τοῦ μὲν μέσου τῆς φάλαγγος αὐτὸς ἦν ἐξηγούμενος, τοῦ εὐωνύμου δὲ κέρατος ὁ Φράγγος Κρισπῖνος, τοῦ δε‐ ξιοῦ δ’ ἕτερός τις τῶν ὑπὸ τὸν Ἀνδρόνικον τεταγμένων. Ἀλλὰ πρὶν ἢ τὸν συνασπισμὸν γενέσθαι καὶ εἰς χεῖρας | |
15 | ἀλλήλων ἰέναι, ὁ Φράγγος δύσνους ὢν πάλαι τῷ βασι‐ λεῖ Ῥωμανῷ καὶ μῆνιν κατ’ αὐτοῦ τρέφων, τὸ τῶν ἐναντίων ἱππικὸν θεασάμενος καὶ τῷ Ἀνδρονίκῳ προειπὼν τὴν κατ’ ἐκείνων ἐξέλασιν, ἀπὸ ῥυτῆρος σὺν τοῖς ἀμφ’ αὐτὸν ἐξελαύνει τὸν ἵππον. Ἰσχυρᾶς οὖν τῆς | |
20 | προσβολῆς γενομένης, φεύγουσιν οἱ περὶ τὸν Χατατούριον· οἱ δὲ κατόπιν διώκοντες πολλοὺς μὲν ἀνῄρουν, πολλοὺς δὲ καὶ ἐζώγρουν. Τοῦ γοῦν ἱππικοῦ οὕτω διασκεδασθέν‐ τος, καὶ ἡ φάλαγξ ἡ πεζική, δείσασα μὴ κυκλωθεῖσα διακοπείη, τὰ νῶτα δοῦσα καὶ αὕτη πρὸς φυγὴν ἔκλινεν. Ὅσοι μὲν οὖν ταῖς φάραγξι | |
25 | καὶ ταῖς λόχμαις εἰσέδυσαν διεσώθησαν, τῶν δὲ λοιπῶν οἱ μὲν ἔπε‐ σον, οἱ δὲ ἐζωγρήθησαν. Καὶ ἡ μὲν τοῦ Διογένους φάλαγξ οὕτως διελέλυτο καὶ διεσκέδαστο. Τρο‐ παιοφόρῳ δ’ ἐπανελθόντι τῷ Ἀνδρονίκῳ πρὸς τὴν σκηνὴν καὶ μετ’ εὐφροσύνης τὰ χαριστήρια θύοντι καὶ ἕτερον | |
30 | ἐπῆλθεν εὐτύχημα. Ἱππεὺς γάρ τις ἧκεν, ὡς τά‐ χιστα πρὸς αὐτὸν τῶν πολεμίων ἄγων τινὰ καὶ τὸν στρατηγὸν ἐζήτει θεάσασθαι· ὁ δὲ τῆς σκηνῆς προκύψας ἑώρα πρᾶγμα πολλὴν αὐτῷ θυμηδίαν παρέχον, τὸν Χατατούριον πρὸς αὐτὸν ἀγόμενον δέσμιον. Οὗτος γὰρ ἐν τῷ φεύγειν τοῦ | |
35 | ἵππου διωλισθηκώς, ὡς ἔλεγε, λόχμην τε εἰσέδυ τινὰ καὶ λανθάνειν ἔσπευδεν· ὡς δ’ ὑπὸ τῶν διωκόντων καταφανὴς γέγονε καὶ συλληφθεὶς ἔμελλεν ἀναιρεῖσθαι, ἐλιπάρει τὸν ζωγρήσαντα· ὡς δὲ δακρύοντα οὗτος τὸν ἄνδρα τεθέαται, τὴν ἐσθῆτα ἀποδυσάμενος καὶ γυμνὸν | |
40 | ὑπὸ τὴν λόχμην ἀφεὶς ἀπῄει· εἶτα δὴ ἄλλος αὐτὸν γυμνὸν κατιδὼν ὑπὸ τὴν λόχμην κρυπτόμενον ὥρ‐ | |
μησεν ἀναιρεῖν, ὁ δὲ ὅστις εἴη ἐφθέγγετο καὶ πρὸς τὸν στρατηγὸν ἀπαχθῆναι παρεκάλει· κἀκεῖνος ταχέως τοῦ‐ τον ἐπὶ τοῦ ἵππου θεὶς πρὸς τὸν Ἀνδρόνικον ἀπεκόμιζεν· ὃν ἐκεῖνος | 135 | |
45 | ἐκ τῆς σκηνῆς ἰδὼν γυμνὸν ἐπαγόμενον ἐξῄει τε τῆς σκηνῆς καὶ ἱλέῳ τῷ ὄμματι τοῦτον καθυπεβλέπετο. Περιστείλας οὖν τὴν αὐτοῦ γύμνωσιν περιβολῇ στρατηγῷ πρεπούσῃ γεν‐ ναίῳ, ἐν ἀδέσμῳ ἐτήρει φυλακῇ· ἀγασθεὶς δὲ ὁ Χατατούριος τῆς περὶ αὐτὸν φιλοφροσύνης τοῦ Ἀνδρονίκου, λίθον | |
1.24(50) | τινὰ τῶν πολυτίμων ὑπ’ αὐτοῦ κρυβέντα περὶ τὴν λόχμην ἐν ᾗ ἑάλω αὐτῷ φανεροῖ καὶ πέμψαι ξὺν αὐτῷ ἀξιοῖ τοὺς ἀποκομίσοντας, καὶ δὴ πέμπονται καὶ κομίζουσι θέαμα τοῖς ὁρῶσιν ἰδεῖν· μεγέθει γὰρ ἦν σχεδὸν ὑπὲρ ἅπαντας λίθους, λαμπρότητι δὲ τοὺς διαυγεῖς ἅπαντας ὑπερέλαμπεν· ὃν ὁ Ἀνδρόνικος τῇ βασιλίδι Μαρίᾳ δῶρον προσήνεγκεν | |
55 | ὕστερον. | |
1.25 | Ὁ δὲ Διογένης καὶ τῶν πραγμάτων αὐτῷ κατόπιν ἐρ‐ χομένων οὐ κατεγίνωσκεν, ἀλλὰ τοὺς περὶ αὐτὸν ἐπερ‐ ρώννυε καὶ ἐλπίδας ὑπέτεινεν ὡς ἀφιξομένης αὐτίκα δὴ μάλα Περσικῆς συμμαχίας. Διεπρεσβεύετο | |
5 | δὲ καὶ πρὸς τὸν Κρισπῖνον, πειρώμενος αὐτοῦ τὸ βάρβαρον φρόνημα διεγεῖραι κατὰ τοῦ Ἀνδρονίκου· ἀλλὰ τοῦτο γνοὺς Ἀνδρόνικος καὶ θωπευτικώτερον ἐντετυχηκὼς τῷ Κρισπίνῳ τὴν ἐκείνου πρεσβείαν ἀπέδειξεν ἄπρακτον. Ἀπράκτου δὲ τῆς πρεσβείας ἀποδειχθείσης καὶ τοῦ ἐκ Περσίδος συμμαχικοῦ ἔτι μέλλοντος, οἱ περὶ τὸν Διογένην ἀπο‐ | |
10 | γνόντες τῷ Ἀνδρονίκῳ συνθέμενοι καὶ πίστεις τοῦ μὴ παθεῖν εἰληφότες αὐτόν τε τὸν βασιλέα παρα‐ | |
διδόασι καὶ τὸ φρούριον. Οἱ δὲ περὶ τὸν Δούκα Ἀνδρόνικον αὐτὸν συλλαβόντες τὴν ἁλουργίδα αὐτὸν ἀποδύσαντες, τὸ μοναδικὸν ἐπεν‐ δύουσι σχῆμα, καὶ οὕτω τοῦ φρουρίου ἐξαγαγόντες | 137 | |
15 | πρὸς τὸν Ἀνδρόνικον μετὰ πλείστης ὅτι τῆς περι‐ χαρείας ἀπάγουσιν· ὁ δὲ τῆς τύχης αὐτὸν οἰκτείρας ἐδάκρυσε καὶ δεξιὰν ἐμβαλὼν εἰς τὴν ἑαυτοῦ ἀπάγει σκηνὴν καὶ τραπέζης αὐτῷ κοινωνεῖ. Ἦν οὖν ἄμεινον μέχρι τούτου στῆναι τῷ ἀνδρὶ τὰ τῆς | |
20 | δυστυχίας, ἀλλ’ οὖκ ἦν αὐτῷ διαδρᾶναι τοῦ φθόνου τὰ βέλεμνα. Οἱ γὰρ περὶ τὸν βασιλέα Μιχαὴλ πρόφασιν ὥσπερ τῆς ἰδίας ἐπιθυμίας τὴν πρὸς ἐκεῖνον πλασάμενοι εὔνοιαν, δείσαντες, ὡς ἔφησαν, μή τι καὶ διαμηχανήσαιτο ὁ Διογένης καὶ πάλιν ἀφορμὴ πραγμάτων τῷ βασιλεῖ γέ‐ | |
25 | νοιτο, ἐντέλλονταί τινι διὰ γραμμάτων ἐπὶ τοῦ καιροῦ δυναστεύοντι ἐκκόψαι τούτῳ τοὺς ὀφθαλμούς. Ὃ δὴ καὶ γενόμενον μεγάλως ἠνίασε τὸν Ἀνδρόνικον καὶ μᾶλλον ὅτι καὶ πειρασθεὶς διασώσασθαι τοῦτον οὐ δεδύνητο, τῶν περὶ τὸν βασιλέα σφοδρότερον ἐγκειμένων· ἐπέστειλε | |
30 | δὲ καὶ πρὸς τὸν πατέρα τὸν καίσαρα, παρακαλῶν αὐτὸν μὴ συγχω‐ ρῆσαι τελεσθῆναι τοιοῦτον ἀνοσιούργημα ἢ μὴν τῆς θείας ἐκδέχεσθαι δίκης τὴν ψῆφον οὐκ εἰς μακρὰν ἀπαντήσουσαν. Ὁ μὲν οὖν ταῦτα, οἱ | |
δὲ τὰ γράμματα δεξάμενοι ἐκτυφλοῦσί τε τοῦτον καὶ εἰς ὃ ἱδρύ‐ σατο φροντιστήριον ἐν τῇ νήσῳ Πρώτῃ ἐκπέμ‐ | 139 | |
35 | πουσι· βραχὺ δέ τι ἐπιβιοὺς μετὰ τὴν τῶν ὀφθαλμῶν στέρησιν ἐτελεύτησεν, ἐπὶ τρισὶν ἔτεσι τὴν βασιλείαν Ῥω‐ | |
μαίων ἰθύνας. Τοιοῦτον ἔσχε τέλος τὰ κατὰ τὸν Διογένην. | 141 | |
2t | Βιβλίον βʹ | |
2.1 | Ὁ μὲν δὴ βασιλεὺς Ῥωμανὸς ὁ Διογένης προθυμηθεὶς τὰ Ῥω‐ μαίων ὑψῶσαι ἀρξάμενα ἤδη κλίνειν οὐκ εὐφυῶς οὐδ’ ἐπιστημόνως τὰ τῆς ὑψώσεως μεταχειρισάμενος αὐτός τε κατεβέβλητο καὶ τὰ Ῥω‐ μαίων ἑαυτῷ συγκατέβαλε πράγματα· ὅπως δὲ τὸ μὲν δεδήλωται | |
5 | πρότερον, τὸ δὲ προϊὼν ὁ λόγος δηλώσει νῦν. Ὁ δὲ βασιλεὺς Μιχαὴλ τοῦ Διογένους ἀπαλλαγείς, τὴν κουροπα‐ λάτισσαν Ἄνναν, ἣν ὁ λόγος φθάσας ἐδήλωσε μητέρα τῶν Κομνηνῶν, σὺν τοῖς υἱέσι τῆς ὑπερορίας ἀνακαλεῖται καὶ διὰ κήδους αὐτοὺς ἑαυ‐ τῷ οἰκειοῦται· γήμας γὰρ αὐτὸς πρότερον τὴν Παγκράτειαν τοῦ | |
10 | Ἰβήρων κατάρχοντος θυγατέρα Μαρίαν, τὴν ἐκείνης ἐξαδέλφην Εἰ‐ ρήνην τὴν θυγατέρα τοῦ Ἀλανίας ἐξουσιάζοντος τῷ πρεσβυτέρῳ τῶν παίδων τῆς κουροπαλατίσσης Ἰσαακίῳ πρὸς γάμου κοινωνίαν ἐκδί‐ δωσιν. Ὁ δὲ καῖσαρ, ἐπεὶ τὸν ἀνεψιὸν εἶδεν οὐκ ἐπιτηδείως πρὸς τὴν τῶν κοινῶν ἀντίληψιν ἔχοντα, αὐτός τε γενναιότερον τῶν πραγμά‐ | |
15 | των ἀντελαμβάνετο καὶ τὸν ἐκτομίαν Νικηφόρον, ὃν ὑποκορί‐ ζοντες ἐκάλουν Νικηφορίτζην, τῷ βασιλεῖ οἰκείωσας λογοθέτην τοῦ δρόμου κατέστησεν, ἄνδρα ἐντρεχῆ μὲν καὶ δραστήριον καὶ λόγῳ κοσμούμενον καὶ πείρᾳ πραγμάτων πολλῶν, βαθυγνώμονα | |
δὲ ἄλλως καὶ συγκυκῆσαι δυνάμενον πράγματα μᾶλλον ἢ τὸν Περι‐ | 143 | |
20 | κλέα φασὶ τὴν Ἑλλάδα κυκᾶν. Λέληθεν οὖν ὁ καῖσαρ καθ’ ἑαυτοῦ τὸν ἑαυτοῦ ἐξοπλίσας πολέμιον. | |
2.2 | Ὑπελθὼν οὖν οὗτος τὴν τοῦ βασιλέως κουφότητα ὅλον τοῦτον πρὸς ἑαυτὸν ἐφειλκύσατο, ἥκιστα πείθων φροντίζειν τοῦ θείου καί‐ σαρος. Ὁ δὲ καῖσαρ τέως μὲν προσεποιεῖτο τὰ δρώμενα ἀγνοεῖν καὶ τῶν πραγμάτων ἀντείχετο· ἐπεὶ δὲ ἑώρα καθεκάστην αὐξομένην | |
5 | τὴν βασιλέως παρόρασιν καὶ ὅλον τοῦτον διεγίνωσκε τοῦ λογοθέτου ἐξεχόμενον, δεῖν ᾠήθη ἀπόπειράν τινα ποιήσασθαι καὶ δὴ σκηψάμενος ὡς βούλοιτο θήρας χάριν πρὸς τὴν μικρὰν Ἀσίαν περαιωθῆναι, ἐπεὶ τὸν βασιλέα εἶδε πρὸς τοῦτο συγκαταβαίνοντα, τὸν πρὸ τοῦ Πόντου πορθμὸν περαιωθεὶς ἅμα τῷ υἱῷ Ἀνδρονίκῳ ἀπῄει πρὸς τὴν Ἀσίαν, | |
10 | τοῦ ἡλίου τὰς μετοπωρινὰς τροπὰς μεταλλάττοντος. Θάτερος δὲ τῶν τούτου υἱέων ὁ Κωνσταντῖνος ἔμεινε παρὰ τῷ βασιλεῖ· προεβέ‐ βλητο γὰρ πρὸς αὐτοῦ πρωτοστράτωρ, τουτὶ δὲ τὸ ὀφφίκιον μέγα ἦν ἀεὶ παρὰ βασιλεῦσι καὶ μεγίστοις ἐδίδοτο· μείνας δὲ θεραπεύειν ἔσπευδε τὸ βασιλέως ἀμφίγνωμον καὶ γὰρ ἦν ἐκ δυοῖν τοῖν ἐναντίοιν | |
15 | τοῦτο συγκείμενον, κουφότητός τε καὶ πανουργίας. | |
2.3 | Ὁ μὲν οὖν καῖσαρ τὴν Ἀσιᾶτιν καταλαβὼν περὶ θήραν ἐπτοῆσθαι προσεποιεῖτο. Ὁ δὲ βασιλεὺς Μιχαήλ, συγκλειομένων αὐτῷ τῶν πραγμάτων ἤδη κατά τε τὴν ἕω καὶ τὴν ἑσπέραν—οἵ τε γὰρ Τοῦρ‐ κοι τὰ κατὰ τὸν Διογένην πυθόμενοι καὶ τὰς πρὸς Ῥωμαίους δι’ ἐκεῖ‐ | |
5 | νον γενομένας ξυμβάσεις τε καὶ σπονδὰς διαλύσαντες τὴν ἑῴαν πᾶσαν | |
ἐδῄουντο καὶ ἐληΐζοντο, οἵ τε μὴν Σκύθαι πρὸς τούτοις συστασιάσαντες Θρᾴκην τε καὶ Μακεδονίαν κατέτρεχον, ὡς πορθεῖσθαι μικροῦ δεῖν ἅπασαν τὴν Ἀσίαν καὶ τὴν Εὐρώπην ὑπ’ ἀμφοῖν τοῖν ἐχθροῖν—, οὕτω γοῦν αὐτῷ τῶν πραγμάτων συγκλεισθέντων, τὸν Κομνηνὸν | 145 | |
10 | Ἰσαάκιον, ὃν διὰ κήδους ἑαυτῷ ᾠκειώσατο, δομέστικον τῶν Σχολῶν τῆς ἀνατολῆς καταστήσας, αὐτοκράτορα στρατηγὸν τοῦ κατὰ Τούρ‐ κων πολέμου τοῦτον ἐκπέπομφεν. Ὁ δὲ παραλαβὼν τὰς δυνάμεις ἀπῄει ὡς ἐπὶ τὴν τῶν Καππαδοκῶν· ξυνείπετο δέ οἱ καὶ ὁ ἀδελφὸς Ἀλέξιος, ὁ τότε μὲν μεγάλη Ῥωμαίων ἐλπὶς καὶ ὢν καὶ φαινόμενος, | |
15 | ὕστερον δὲ μέγιστον Ῥωμαίοις γενόμενος ὄφελος, μήπω τὸν ἴουλον ἐπανθοῦντα φέρων, ἀλλὰ τὰ τῆς στρατηγικῆς ἀρετῆς ὑπεδείκνυ καὶ πρὸ τῆς τελειότητος μᾶλλον ἤπερ φασὶν οἱ τὰ Ῥωμαϊκὰ συγγραψάμενοι τὸν Σκηπίωνα, ὁπηνίκα ξυνείπετο τῷ Αἰμυλίῳ κατὰ τοῦ Μακεδόνος στρατηγοῦντι Περσέως· ξυνέπραττε γὰρ τἀδελφῷ καὶ τὰς τάξεις | |
20 | καθίστα καὶ τοὺς λόχους ἐνίστα καὶ φαλαγγαρχῶν ἐφαντάζετο καὶ πρὸ τῆς πείρας περὶ τὰ στρατιωτικὰ δεξιώτατος ὤν. Ἐπεὶ δ’ ἀφικέσθην εἰς τὴν Καππαδοκῶν μητρόπολιν, φημὶ δὴ τὴν περιβόητον Καισάρειαν, ἐστρατοπεδευσάτην περὶ τὴν παλαιὰν πόλιν, ἀντὶ τάφρου καὶ χάρακος τὰ διερρωγότα ταύτης προβαλλόμενοι τείχη καὶ γὰρ ἔφθη πάλαι σει‐ | |
25 | σμοῦ γενέσθαι πάρεργον μικροῦ δεῖν ἅπασα, πύργων ἐνίων περιλειφθέν‐ των εἰς ἀπόδειξιν οἶμαι τῆς παλαιᾶς εὐδαιμονίας τῆς πόλεως. Ἐν ταύτῃ γοῦν στρατοπεδευσάμενοι διεσκοποῦντο ὅπως ἂν ἐπιόντας τοὺς Τούρκους καὶ τὰς κωμοπόλεις πορθοῦντας ἀποσοβήσαιεν. | |
2.4 | Ἀλλ’ οὕτω μὲν οὗτοι. Ἐπεὶ δὲ συνετρίβετο τούτοις καὶ ὁ Φράγ‐ | |
γος Οὐρσέλιος, τῆς ἑταιρείας ὢν τοῦ Κρισπίνου καὶ τῆς ἐκείνου κατάρχων φάλαγγος, ἅτε ἐκείνου τὸ χρεὼν ἀποτίσαντος, ἐζήτει δὲ πρόφασιν εὑρεῖν εὐλογοφανῆ ὥστε ἣν πάλαι ὤδινεν ἀποστασίαν εἰς | 147 | |
5 | τοὐμφανὲς ἀγαγεῖν, ἐπειδὴ ξυνέβη τῶν τινα τῆς φάλαγγος ἀδικῆσαι μεγάλως τῶν ἐγχωρίων τινά, ὁ δὲ τῷ στρατηγῷ προσελθὼν τὰ τῆς ἀδικίας κατεβοᾶτο καὶ ὁ στρατηγὸς ἐζήτει τὸν ἀδικήσαντα ἐν μέσῳ ἀχθῆναι, τοῦτο πρόφασις τῷ Οὐρσελίῳ τῆς ἀποστάσεως γίνεται, καὶ στρατοπεδεύει μὲν ἔξω τῆς παρεμβολῆς ἐπαγγελλόμενος εἰς νέωτα | |
10 | φοιτῆσαι πρὸς τὸ στρατόπεδον, περὶ δὲ μέσας νύκτας ἄρας τὴν φάλαγγα τῶν Κελτῶν, ἀπεδίδρασκε καὶ εὐθὺ Σεβαστείας ἐχώρει. Γνωσθέντος δὲ τοῦ δρασμοῦ περὶ τὴν ἕω τῷ Κομνηνῷ Ἰσαακίῳ, δεῖν ἔκρινε τῷ ἀδελφῷ Ἀλεξίῳ μέρος τῆς στρατιᾶς πιστεύειν καὶ πρὸς τὴν τοῦ Οὐρ‐ σελίου ἐκπέμψαι δίωξιν. Ἐν μετεώρῳ δὲ ἔτι τοῦ σκέμματος ὄντος | |
15 | καὶ τοῦ στρατοῦ συναθροιζομένου, ἠγγέλλετο δὲ παρὰ τῶν σκοπῶν Τούρκων πλῆθος πολὺ κατὰ Ῥωμαίων χωρεῖν καὶ ἀγχοῦ που τούτου στρατοπεδεύειν. Ἐπισχὼν οὖν τὴν τοῦ Οὐρσελίου δίωξιν ὁ Κομνη‐ νὸς Ἰσαάκιος παρεσκευάζετο πρὸς τὸν πόλεμον, παρεκάλει δὲ τὸν ἀδελφὸν ἐντὸς τοῦ χάρακος μένειν καὶ συνέχειν τὸ στρατόπεδον· ὁ | |
20 | δὲ βαρέως τὸ κελευόμενον ἔφερε κἀκείνῳ ὑπισχνεῖτο ἐγκαρτερήσειν εἰ μόνον ἐξαποστείλειεν ὕστερον κατὰ τῶν Τούρκων, πολλὰς τῶν Ῥω‐ μαίων ἐπαγόμενον φάλαγγας. | |
2.5 | Ὁ μὲν οὖν πεισθεὶς ἐπὶ τοῦ στρατοπέδου κατέμεινεν, ὁ δὲ τὰς δυνάμεις ἄρας ἐχώρει κατὰ τῶν Τούρκων. Ὑπαντιάζει γοῦν τούτους κατὰ τὰ Καππαδοκῶν ὅρια καὶ συμβολῆς γενομένης τρέπονται μὲν Ῥω‐ μαῖοι, ὁ δὲ γενναίως τε ἀγωνίζεται καὶ κυκλωθεὶς ὑπὸ τῶν ἐναντίων, | |
5 | τοῦ ἵππου αὐτοῦ τρωθέντος καὶ τὸν ἐπιβάτην αὐτῷ συγκαταβαλόντος, ἁλίσκεται. Τοῦ δὲ τῶν Ῥωμαίων στρατεύματος διασκεδασθέντος, ἐχώρουν οἱ Τοῦρκοι πρὸς τὸ στρατόπεδον· τῶν Τούρκων δὲ ἐπικειμέ‐ | |
νων, βοηθεῖν ἐπειρᾶτο 〈Ἀλέξιοσ〉 μετ’ ὀλίγων τῶν ξυνόντων αὐτῷ καὶ μέντοι καὶ βεβοήθηκε καὶ σέσωκε μικροῦ δεῖν ἅπαντας· αὐτὸς δὲ τὸν | 149 | |
10 | ὑπὲρ πάντων ἀναδεξάμενος κίνδυνον παρὰ μικρὸν ἑάλω. Ἐς μέσους γὰρ ἑαυτὸν ὠθήσας τοὺς πολεμίους καὶ τῷ δόρατι πλήξας τὸν ἐπιόντα πρώτως καὶ νεκρὸν εὐθὺς ὑποδείξας, ἐπειδὴ ὑπὸ τούτων κεκύκλωτο καὶ τὰ βέλη πανταχόθεν ἐπέμπετο κατ’ αὐτοῦ, αὐτὸς ἀσινὴς ὑπὸ τῆς ἄνωθεν τετήρητο δεξιᾶς, ὁ δὲ ἵππος ᾧ ἐπωχεῖτο τὰ πλεῖστα τῶν βελῶν | |
15 | ὑπεδέχετο καὶ εἰς γῆν σὺν τῷ ἐπιβάτῃ κατέπεσεν· ἀλλ’ οἱ περὶ αὐτόν, φιλοῦντες αὐτὸν οἷα φιλήσεως ἄξιον, τῶν ἵππων καταπηδήσαντες καὶ γενναίως ξὺν ἐκείνῳ ἀγωνισάμενοι τοῦ κινδύνου τοῦτον ἐρρύσαντο· πεντεκαίδεκα δ’ ὄντων ξυμπάντων πέντε μόνοι εἰς τὸ στρατόπεδον ξὺν αὐτῷ διεσώθησαν, τῶν δὲ λοιπῶν οἱ μὲν ἀνῃρέθησαν, οἱ δὲ ἑάλω‐ | |
20 | σαν. Διασωθεὶς δὲ 〈εἰσ〉 τὸ στρατόπεδον οὐκ ἠρέμησεν, ἀλλὰ κύ‐ κλῳ περιθέων τοῦ χάρακος τὰ φρονήματα τῶν στρατιωτῶν ἐπερρών‐ νυεν ὡς μηδέν τι τῆς Ῥωμαϊκῆς γενναιότητος ἀνάξιον πεπραχέναι. Ἕως μὲν οὖν ἡμέρα ἦν, ἐκαρτέρουν καὶ τὸ γενναῖον τοῦ νέου θαυμά‐ ζοντες ἐπῄνουν καὶ χεῖρας ἱκέτιδας ἀνατείνοντες σωτῆρα καὶ εὐερ‐ | |
25 | γέτην ἐκάλουν, «εὖγε», λέγοντες, «ὦ νεανία, ὁ σωτήρ, ὁ κυβερνήτης, ὁ τῆς περισωθείσης τῆσδε Ῥωμαϊκῆς στρατιᾶς ῥύστης, εὖγε ὁ ἀσώ‐ ματος μικροῦ δεῖν ἐν σώματι· ὀναίμεθά σου τῶν ἀνδραγαθημάτων καὶ τηρηθείης ἡμῖν εἰς χρόνους μακροὺς κοινὸν ὄφελος». Τούτοις ἐπιρ‐ ρωννύντες τοῦ νέου στρατηγοῦ τὸ γενναῖον ἔμενον ἐν τῷ στρατοπέδῳ, | |
30 | ἐκείνου τοῦ χάρακος προεκθέοντος καὶ πολλοὺς τῶν ἐπιόντων πολε‐ μίων ἀναιροῦντος, τοὺς δὲ καὶ ἀποσοβοῦντος. Τῆς νυκτὸς δὲ κατα‐ λαβούσης, ἐπεὶ ἑώρα ξύμπαντας εὐτρεπιζομένους, ἔχαιρέ τε ὡς εἰκός, οἰόμενος ὡς πρὸς μάχην αὐτοὺς εὐτρεπίζεσθαι, καὶ τοῖς θεράπουσιν ἐκοινοῦτο τὰ δρώμενα. | |
2.6 | Οἱ μὲν οὖν ἄλλοι ἐσίγων, εἷς δέ τις τούτων γενναῖος ὢν κατὰ χεῖρα καὶ πείρᾳ τῶν ἄλλων διαφέρων, Θεόδοτος τοὔνομα, οὐκ ἀγαθὸν οἰωνὸν ἔφη τὰ πραττόμενα εἶναι· «ἐπειδὰν γὰρ ἡ νὺξ προέλθῃ, αὐτίκα δὴ μάλα φεύξονται». Τούτου λεχθέντος λύπης ὁ νεανίας πεπλήρωτο· | |
5 | ᾤετο γὰρ ξύμπαντας εἶναι τῆς αὐτοῦ γενναιότητος. Ἀπῄει δ’ ὅμως | |
ἐπὶ τὴν σκηνὴν δειπνήσων· ἄσιτος γὰρ τὸ παράπαν διέμεινε. Καὶ ὁ μὲν ἔτι τεθωρακισμένος ὢν ἐδείπνει, οἱ δὲ λάθρα τοῦ χάρακος ἐξιόν‐ τες ἔφευγον· ὡς δ’ ἀπηγγέλη τούτῳ φεύγειν ἅπαν τὸ στράτευμα καὶ μόνον αὐτὸν ξὺν ὀλίγοις περιλελεῖφθαι, ἵππον αἰτήσας ἔσπευδε βοη‐ | 151 | |
10 | θεῖν καὶ ξυνέχειν. Μόλις οὖν ἡμίονον εὑρηκὼς ἐπαναβεβήκει καὶ πρὸς τὴν ἔξοδον ὥρμα, βουλόμενος αὐτὴν κατασχεῖν καὶ τοὺς περι‐ λειφθέντας ἐντὸς συγκλεῖσαι τοῦ χάρακος, ἀλλ’ ἔφθασαν μικροῦ δεῖν φυγεῖν ἅπαντες. Ἐξῄει οὖν καὶ αὐτός, ἤδη τῶν Τούρκων αἰσθομένων τὸν τῶν Ῥωμαίων δρασμὸν καὶ μετὰ ῥύμης ὅτι πλείστης καὶ δυνά‐ | |
15 | μεως ἰσχυρᾶς ἐπειγομένων φθάσαι τοὺς φεύγοντας, καὶ ἑάλω, εἰ μὴ ὁ Θεόδοτος, οὗ πρόσθεν ὁ λόγος ἐμνήσθη, τοῦ κρότου τῶν ἵππων αἰ‐ σθόμενος καὶ διαγνοὺς ὡς πλῆθος Τούρκων πολὺ κατ’ αὐτῶν ἔπεισιν, ἀπονεῦσαι τοῦτον μικρόν τι τῆς ὁδοῦ παρεσκεύασε. Ἐκκλίναντες δὲ τῆς ὁδοῦ καὶ ἐπί τι χωρίον συνηρεφὲς παραγενόμενοι, ἔμενον μέχρις | |
20 | ἅπαν τὸ πλῆθος τῶν Τούρκων διῆλθεν· εἶτ’ ἐκεῖθεν ἀπάραντες πρὸς τοὺς Διδύμους τὸ ὅρος ἠπείγοντο· Τούρκοις δ’ ἐντυχόντες καὶ κατ’ ἐ‐ κείνων ὁρμήσαντες διεσπάρησαν καί, ἐπεὶ νὺξ ἦν, οὐχ οἷοί τε γεγόνασιν εἰς ταὐτὸ ξυνελθεῖν. Ἀπῄει οὖν ἕκαστος ὅπη ἔτυχεν· ὁ δὲ κλεινὸς Ἀλέξιος μόνος περιλειφθείς, ἐπειδὴ περὶ τοὺς πρόποδας τῶν Διδύ‐ | |
25 | μων ἐγένετο, τῆς ἡμιόνου ἤδη κεκοπακυίας καὶ μηκέτι οἵας τε οὔσης προσωτέρω χωρεῖν, ἀποβὰς ταύτης πεζῇ 〈τὸ〉 ὄρος ἀνῄει ἔτι τὸν θώ‐ ρακα περιβεβλημένος· ἀποδύσασθαι γὰρ τοῦτον οὐ ξυνεχώρει τῶν νέων τὸ πρόθυμον, καὶ ἅμα λόγος τις διὰ μνήμης αὐτῷ φερόμενος διεκώλυε τοῦτον, ὡς ἔφασκεν· ἔφη γὰρ ἀκηκοέναι τοῦ πατρὸς ἀπο‐ | |
30 | σκώπτοντος πρός τινα τὰ ὅπλα ἀποβαλόντα. Διά τοι τοῦτο τὸν θώ‐ ρακα περιβεβλημένος ἐπεζοπόρει· τὸ δὲ παράδοξον, ὅτι καὶ αἱμορ‐ ραγίας ὅτι πλείστης ἐκ τῶν ῥινῶν προσγινομένης αὐτῷ ἐξ ὅτου πεζο‐ πορεῖν ἤρξατο διὰ πάσης τῆς νυκτός, οὔτε ὅπλα ἀπέβαλεν, οὔτε τοῦ | |
δρόμου ἐπαύσατο, μέχρις ὅτου πρὸς τὸ ἐν Γαβαδονίᾳ πολίχνιον ἐγένετο. | 153 | |
2.7 | Ἐκεῖσε δ’ αὐτοῦ γενομένου συνέθεον ἅπαντες οἱ ἐγχώριοι, οἳ καὶ ὁρῶντες αὐτοῦ τὴν ἐπὶ θώρακος χλαῖναν κατάστικτον τῷ λύθρῳ τοῦ αἵματος ἔστενόν τε καὶ ἐδάκρυον ὡς εἰκός. Ὡς δ’ ἡ φήμη τὴν ἄφι‐ ξιν τούτου τοῖς δυναστεύουσι παρέπεμψεν, ἀφίκοντό τε πρὸς αὐτὸν | |
5 | καὶ οἴκοι τοῦτον ἀπῆγον μετὰ τιμῆς ὅτι πλείστης φιλοφρόνως ὑποδε‐ ξάμενοι· στολὰς δὲ ἐκόμιζον πρεπούσας ἀνδρὶ τοιούτῳ καὶ θεραπεύειν τὸ σῶμα τοῦ νέου παντοίως προεθυμοῦντο, ὡς καὶ κάτοπτρον τούτῳ κομίσαι κατὰ τὸ παρ’ ἐκείνοις ἔθος καὶ πρὸς αὐτὸ ἀτενίζειν 〈παρακα‐ λεῖν〉. Ὁ δὲ τοῦτ’ ἰδὼν ἐμειδία κἀκεῖνος διηπορεῖτο τὸ δρώμενον· | |
10 | ὁ δὲ οὐκ ἔθος ἔφη ἀνδράσι καὶ ταῦτα στρατιώταις εἰς κάτοπτρον ἐνο‐ ρᾶν· «γυναιξὶ γὰρ καὶ τοῦτο μόναις ἐπιτετήδευται μεριμνώσαις ἀρέ‐ σκειν τοῖς σφῶν ἀνδράσιν· ἀνδρὶ δὲ στρατιώτῃ κόσμος τὰ ὅπλα καὶ τὸ τῆς διαίτης λιτόν τε καὶ ἄθρυπτον». Οἱ δὲ ταῦτ’ ἐπαΐοντες τοῦ νέου τὸ σῶφρον καὶ συνετὸν διὰ θαύματος ἦγον. Ἐπιξενωθεὶς οὖν αὐτοῖς | |
15 | τρισὶν ἡμέραις, ἤδη τῶν θεραπόντων καταλαβόντων, ἀπῄει ὡς ἐπὶ Ἄγκυραν· ἔφθη γάρ τις τῶν ἐκ τῆς μάχης διασωθέντων πυνθανομένῳ τούτῳ περὶ τοῦ ἀδελφοῦ ὑποδεῖξαί τι πολίχνιον, εἰς ὃ διασεσῶσθαι τοῦτον τοὺς διώκοντας διαδράντα ἐβεβαιοῦτο. Οἰόμενος οὖν ἀληθῆ τὰ ἀπαγγελθέντα εἶναι, ἠπείγετο συγγενέσθαι τῷ ἀδελφῷ. Ἀλλ’ ὁ | |
20 | μὲν διεψεύσατο, ὁ δ’ ἀπιὼν περὶ τοῦ ἀδελφοῦ ὡς ἁλῴη πεπληροφόρητο. Διαψευσθεὶς οὖν τῶν ἐλπίδων ἠνιᾶτο μὲν καὶ ἠθύμει καὶ ἔστενε καὶ ἐδάκρυεν, οὐ μὴν πέπαυστο τῆς ἐπὶ τὰ πρόσω πορείας. | |
2.8 | Ἀλλ’ ἐν Ἀγκύρᾳ γενόμενος διεπέμπετο πανταχόθεν μαθεῖν τι πλέον καὶ ὡς βούλοιντο οἱ τὸν ἀδελφὸν κατασχόντες ἀποδόσθαι τιμῆς χρυσίου χιλιάδων συχνῶν ἠκηκόει· τούτων ἐκεῖνος ἀκούσας τῶν λό‐ γων ἀπήλλακτό τε τῆς πολλῆς ἀθυμίας καὶ πρὸς τὴν βασιλίδα τῶν πό‐ | |
5 | λεων ἔσπευδεν ἐφ’ ᾧ τὸ χρυσίον ἀναλαβεῖν καὶ τὸν ἀδελφὸν πρίασθαι. Ἡμέραις οὖν ὀλίγαις τοῦτο συναγαγὼν ἀπῄει ὡς ἐπὶ Ἄγκυραν καὶ σπεύδων ταχέως καταλαβεῖν τό τε πλεῖστον τῆς νυκτὸς καὶ τῆς ἡμέρας τὸ πᾶν ἤλαυνε. Περὶ ἑσπέραν δὲ βαθεῖαν φθάσας εἰς τὴν Ἄγκυραν | |
καὶ τὰς τῆς πόλεως πύλας εὑρὼν κεκλεισμένας, ἐζήτει ταύτας ἀνοιχθῆ‐ | 155 | |
10 | ναί οἱ· οἱ δ’ ἐντὸς τοῦ ἄστεος, δεδιότες μήπως ὑπ’ ἐχθρῶν ἐνεδρεύοιντο διὰ τὸ μὴ πάνυ τι πόρρω τοὺς Τούρκους ἔτι στρατοπεδεύειν, ἀπῄτουν οἵτινες εἶεν εἰπεῖν καὶ οἱ περὶ τὸν Ἀλέξιον εὐθὺς ὅστις εἴη ἀνεδίδασκον κἀντεῦθεν συνέβη τι ἡδονὴν παρέχον τοῖς φιλακροάμοσιν, οὐκ ἐκείνοις τότε μόνον, ἀλλὰ καὶ νῦν. Ἐν ὅσῳ γὰρ ὁ Κομνηνὸς ἀπῄει Ἀλέξιος τὴν | |
15 | τιμὴν ἄξων τῷ ἀδελφῷ, δείσας ὁ Κομνηνὸς Ἰσαάκιος μὴ πόρρω τῶν Ῥωμαϊκῶν ὁρίων γενόμενος δυσχερέστερον τῆς αἰχμαλωσίας ἀπαλλα‐ γείη, πρὸς τὰς κύκλῳ διεπέμπετο πόλεις καὶ τὰ κατ’ αὐτὸν ἀνεδί‐ δασκεν ὡς ἁλῴη καὶ ὡς βούλοιντο τιμῆς αὐτὸν ἀποδιδόναι οἱ βάρβαροι, ἠξίου τε τῆς τιμῆς κομίζειν ὁπόσον ἕκαστος δύναιτο πρὸ τοῦ πόρρω | |
20 | τοὺς βαρβάρους τῶν Ῥωμαϊκῶν ὁρίων γενέσθαι καὶ ὑπισχνεῖτο πάντα σὺν τόκῳ ἀποδοῦναι σφίσι τὰ κομισθησόμενα. Πολλοὶ γοῦν τῶν εὐ‐ πόρων χρυσίον πεπόμφασιν αὐτῷ, καὶ τὸ μὲν ἀπέδοτο τοῦ τιμήματος, τοῦ λοιποῦ δὲ χάριν ὁμήρους καταλιπὼν τῶν δεσμῶν ἀπολέλυτο καὶ τὴν τῶν Γαλατῶν μητρόπολιν κατέλαβεν Ἄγκυραν. Ξυνέπεσε γοῦν | |
25 | ἄμφω τὼ ἀδελφὼ εἰς μίαν ἡμέραν τὴν πόλιν καταλαβεῖν, ἀλλ’ ἐκεῖνος μὲν προφθάσας ἐπί τινος οἰκήματος τῶν πυλῶν ὄντος ἄνωθεν ἀνεπαύετο, τὰς πύλας κλείσας καὶ τὰς κλεῖς κατέχων αὐτός· ὡς δ’ ἠκηκόει τοῦ ἀδελφοῦ φωνοῦντος ἔξωθεν, ἀνήλατό τε τῆς κλίνης καὶ τὰς κλεῖς λα‐ βὼν ἐπὶ τὰς πύλας ἔθεεν. Ἀνοίξας οὖν εἰσῆγε πάντας ἔνδον τῆς πόλεως· | |
30 | ὁ δὲ θαυμασιώτατος Ἀλέξιος αὐτὸν ἀπροσδοκήτως θεασάμενος—οὔπω γὰρ πέπυστο περὶ αὐτοῦ—, κατεπήδησέ τε τοῦ ἵππου καὶ περιπλα‐ κεὶς κατησπάζετο. Θυμηδίας οὖν ὅτι πλείστης πλησθέντες ἀνῄεσαν ὡς ἐπὶ τὸ δωμάτιον, καὶ ὁ μὲν ἐδείπνει ἄσιτος ὢν τὸ παράπαν, ὁ δὲ ἃ πάθοι κατὰ τὴν αἰχμαλωσίαν ἀπήγγειλε, καὶ ἦν ὁ δεῖπνος ἐκείνοις | |
35 | μετὰ ἡδονῆς καὶ δακρύων. | |
2.9 | Τρισὶν οὖν ἡμέραις ἀναπαύσαντες ἑαυτούς τε καὶ τὰ ὑποζύγια, ἐπεὶ περὶ τῶν Τούρκων ἐπύθοντο ὡς πόρρω γένοιντο τῶν Ῥωμαϊ‐ κῶν ὁρίων, ἄραντες ἐκεῖθεν ἐπὶ τὴν βασιλίδα τῶν πόλεων ἐπορεύοντο· | |
περαιωθέντες δὲ τὸν Σαγγάριον, τὴν Νικομήδους καταλαβεῖν ἠπεί‐ | 157 | |
5 | γοντο. Διιοῦσι δὲ τούτοις τὸ χωρίον ὃ Δέκτη καλεῖται τῶν συνήθων τις ὑπηντίαζε καὶ παρεκάλει παρὰ τῇ οἰκίᾳ τούτου γενέσθαι καὶ ἑαυ‐ τοὺς βραχύ τι διαναπαῦσαι. Εἴξαντες οὖν ταῖς τοῦ ἀνδρὸς παρακλήσεσιν ἀπῄεσαν καὶ τῶν ἵππων ἀποβάντες ἀνῄεσαν ἐπὶ τὸ δωμάτιον, καὶ οἱ μὲν ἀνεπαύοντο, ὁ δ’ ἑστιάτωρ τὸ δεῖπνον ηὐτρέπιζε μάλα ἀσμένως, | |
10 | ὅτι τοιούτους ὑπεδέξατο δαιτυμόνας. Ἐν ὅσῳ δὲ ταῦτα ἐπράττετο, ξυνέβη Τούρκους περί που διακοσίους κατιέναι ἐπὶ προνομῇ, οἳ καὶ διώδευον τὴν ὁδὸν ἐπὶ τὰ πρόσω σπεύδοντες καὶ μηδένα λόγον τῶν κατὰ πάροδον Ῥωμαίων ποιούμενοι. Ἀγρότης δέ τις ἀροτριῶν αὐτοὺς θεα‐ σάμενος καὶ οἰηθεὶς τοῦ μέρους εἶναι τῶν προκληθέντων, ἐφώνει καὶ | |
15 | αὐτοὺς ἐκάλει καὶ τὸν μέγαν δομέστικον ἐπιδεικνύειν ἐπηγγέλλετο· οἱ δὲ πρὸς αὐτὸν ἀφικόμενοι, ἐπειδήπερ ἐμάνθανον ξὺν ὀλίγοις τοῦτον ἐπιξενίζεσθαι, ἐξελάσαντες τὴν οἰκίαν τε ἐκύκλουν καὶ τὰς διεξόδους ἐτήρουν· πορθεῖν δὲ ταύτην οὐκ ἐπεχείρουν δεδιότες τοὺς ἔσωθεν. Ὡς δ’ ἐγνώσθη τὰ συμβάντα τοῖς ἔσωθεν, οἱ μὲν τούτων ἦσαν ἐν ὅπλοις | |
20 | εὐθὺς ὅσοι γενναιότατοι καὶ ἀλκιμώτατοι, οἱ δὲ πρὸς δρασμὸν ἐχώρουν ἅτε πλῆθος ὄντες σύμμικτον καὶ θητικὸν τὸ πλεῖον, τοῖς δὲ ἐδόκει βέλτιον οἳ καὶ μεγέθει σωμάτων τῶν ἄλλων διέφερον καὶ μεγάλως ηὔχουν ἐπὶ στρατὸν μηδαμῶς εἰς χεῖρας ἰέναι τοῖς πολεμίοις, ἀλλὰ τὰ ὅπλα ῥίψαντας αὐτομολῆσαι 〈πρὸσ〉 τοὺς βαρβάρους, ὅρκια λαβόντας | |
25 | ἐκεῖθεν ὥστε μὴ θανεῖν. Θροῦς οὖν ἐπὶ τῷ λόγῳ ἤρθη πολύς, τῶν μὲν ἐπαινούντων τὸ δόγμα, τῶν δ’ ἀμφιβόλως ἐχόντων· ὁ δὲ γενναῖος Ἀλέ‐ ξιος κατασιγάσας τὸν θόρυβον τοιῶνδε πρὸς αὐτοὺς ἤρχετο λόγων· | |
2.10 | «Ἐμοὶ μέν, ὦ ἄνδρες, τὸ μηδόλως ἀποπειρᾶσθαι τῶν πολεμίων, ἀλλὰ σφᾶς αὐτοὺς εἰς δουλείαν προδοῦναι καὶ προῦπτον κίνδυνον πρὸς τὸ δειλίας ἔγκλημα φέρειν καὶ πάσης εὐηθείας δοκεῖ εἶναι μεστόν. Οἶμαι γὰρ μὴ ὅτι γε Ῥωμαίους ἄνδρας τῶν εὖ γεγονότων τοῦτο δρᾶ‐ | |
5 | σαί ποτε, ἀλλ’ οὐδὲ γυναῖκας εὐγενεῖς τε καὶ σώφρονας· πρὸς γὰρ τῷ δεινὰ παθεῖν καὶ τὸν ἔλεον τῶν ἀνθρώπων ἀφ’ ἡμῶν ἀποκλείσομεν καὶ τῶν εἰς τὸ μέλλον ἐγκωμίων ἀποτευξόμεθα, ἃ τοῖς γενναίως ἀγωνι‐ | |
σαμένοις καὶ ἀξίως τῆς σφῶν εὐγενείας ..... θανόντες ἐλεοῦνται μὲν παρ’ ἰδιωτῶν, ἐπαινοῦνται δὲ παρὰ σοφῶν, μακαρίζονται παρὰ | 159 | |
10 | πάντων· οἱ δὲ σφᾶς αὐτοὺς προδόντες εἰς δουλείαν ἢ κίνδυνον πάσης συγγνώμης πόρρω τυγχάνουσι, ταλανίζονται δὲ παρὰ πάντων τῆς ἀθλιό‐ τητος, ἀλλ’ ἢ καλῶς ζῆν ἢ καλῶς τεθνηκέναι δέον σκοπεῖν, τοῦτο δὴ τὸ τοῦ λόγου. Εἴ τι οὖν ἐμοὶ πείθεσθε, ὅσοις μὲν ὅπλα ἀγχέμαχα πρόσ‐ εστι λαβόντες ταῦτα πρὸς τῇ ἐξόδῳ στῶμεν, ὅσοις δὲ τόξα καὶ βέλη | |
15 | ἐπὶ τοὺς ὀρόφους ἀνίτωσαν· τὸ δὲ θητικὸν ἅπαν καὶ ἀπόλεμον καὶ ὅσοι πολεμικοὶ μέν εἰσιν, ἵππων δ’ ἀποροῦσι καὶ ἐφ’ ἡμιόνων ὀχοῦνται, στήτωσαν ἡμῶν ὄπισθεν. Εἶτα οἱ μὲν ἄνωθεν τὰ βέλη πεμπέτωσαν ἐπὶ τοὺς πολεμίους· αὐτοὶ δὲ τὰς πύλας ἀναπετάσαντες χωρῶμεν κατ’ αὐ‐ τῶν σφοδροτάτῃ ῥύμῃ τῶν ἵππων. Ἐπειδὰν δ’ ἐκεῖνοι φεύγοντες πόρρω | |
20 | τῶν διεξόδων γένωνται, οἵ τε ἄνωθεν ὄντες καταβάντες καὶ ἱππασάμε‐ νοι ἐξίτωσαν καὶ τὸ λοιπὸν συνεπέσθωσαν πλῆθος· ἁπτέσθωσαν δὲ τῆς ὁδοῦ ἐν τάξει φάλαγγος καθιστάμενοι, πλὴν ἅπασιν ἔστω σκοπὸς εἷς μὴ διαλῦσαι τὴν τάξιν μηδὲ διασκεδασθῆναι. Ἀλλ’ ἐπειδὰν ἡμεῖς κατὰ τῶν πολεμίων χωρῶμεν, οἱ δ’ ἀπίτωσαν βάδην, ἐπειδὰν δ’ οἱ | |
25 | πολέμιοι καθ’ ἡμῶν ἐξορμήσωσιν, ἑστηκέτωσαν· ἐγγὺς δὲ ὄντων τῶν στενωπῶν, ἐπειδὰν ἐν αὐτοῖς γενώμεθα πάντες, τῶν ἵππων ἀποβησώ‐ μεθα, καὶ πείθομαι μὴ ἂν τοὺς πολεμίους κατατολμῆσαι πλησίον ἡμῶν γενέσθαι». | |
2.11 | Ταῦτ’ εἶπε καὶ πάντες ἐπείθοντο, καὶ οἱ μὲν ἐπὶ τοὺς ὀρόφους ἀνῄεσαν καὶ τὰ βέλη προέπεμπον, οἱ δὲ τὰς πύλας ἀνεπετάννυον καὶ σφοδρᾷ τῇ ῥύμῃ κατὰ τῶν πολεμίων ἐπῄεσαν. Οἱ οὖν πολέμιοι τῷ αἰφνιδίῳ καταπλαγέντες ἀλκῆς ἐπελάθοντο καὶ πρὸς φυγὴν ἐτρά‐ | |
5 | ποντο. Ἀδείας οὖν δραξάμενοι οἱ ἐντὸς ἅπαντες ἐξῄεσάν τε καὶ τῆς ὁδοῦ ἥπτοντο, εἰς τάξιν μὲν δὴ φάλαγγος καθιστάμενοι, ταχυτέραν δὲ ἢ ἐχρῆν τὴν πορείαν ποιούμενοι, ἀλλ’ οἱ βάρβαροι πόρρω τοῦ κινδύνου γενόμενοι ἀλκῆς τε αὖθις ἐμέμνηντο καὶ προύπεμπον ἀλλήλους ὑπο‐ στρέφειν τε καὶ κατὰ τῶν διωκτῶν χωρεῖν καὶ μάλισθ’ ὅτι ἑώρων οὐ | |
10 | πλείους ἢ εἴκοσι ὄντας. Ὑποστρέφοντες οὖν κυκλοῦν αὐτοὺς ἔσπευδον· | |
οἱ δὲ προτροπάδην φεύγοντές τε καὶ ἀπιόντες, ἐπεὶ ἐγγὺς τῶν ἰδίων ἐγένοντο, ἐπῄεσαν αὖθις σφοδρᾷ τῇ ῥύμῃ καὶ οἱ βάρβαροι ἔφευγον· αὖθις οὗτοι ὑπέστρεφον, καὶ οὕτω μέχρι πολλοῦ ἀλλήλων ἀπεπει‐ ρῶντο. Ἀλλ’ οἱ Τοῦρκοι πάντας ὀλίγους ὁρῶντες, σφᾶς δὲ πολλαπλα‐ | 161 | |
15 | σίους—ἦν γὰρ καὶ τὸ εἰς 〈τὴν〉 φάλαγγος τάξιν καθιστάμενον ἐνδέον ἱππέων πεντήκοντα—, τούτους ἀφέντες κατ’ ἐκείνων ἐχώρουν καὶ βαρβαρικὸν ἀλαλάξαντες ἐξήλαυνόν τε καὶ τοξεύμασιν ἔβαλλον. Δείσαντες οὖν τὴν τάξιν διαλύειν ἤρξαντο καὶ πρὸς φυγὴν ἐξώρμων ἤδη καὶ πάντως ἀπώλοντο ἂν εἰ μὴ ταχέως ἄμφω τὼ ἀδελφὼ ξὺν ὀλί‐ | |
20 | γοις καταδραμόντες ἐβοήθουν ὅλῃ χειρὶ καὶ τοὺς πρὸς φυγὴν τρα‐ πέντας ἀνεκαλοῦντο, στῆναι κελεύοντες εἰ μὴ βούλοιντο καταλειφθῆ‐ ναι ὑπ’ αὐτῶν ἀβοήθητοι. | |
2.12 | Τότε τοίνυν ξυνέβη καὶ γενέσθαι τι θαυμάσιον· ἀνὴρ γάρ τις μέγας καὶ ἰσχυρὸς τοῖς ἐν τοῖς βασιλείοις ἐκτομίαις ὁρώμενος ἐθαυ‐ μάζετο. Ἐπειδὰν γὰρ ὁρῷεν αὐτόν, ἐφώνει ἕτερος πρὸς τὸν ἕτερον ὡς· «Ἆρά τις ὑποσταίη πολεμίων ἀλκὴν τοιοῦδε ἀνδρός; Θέᾳ γὰρ | |
5 | μόνῃ καὶ βρυχήματι φεύξονται ἅπαντες». Τοῦτον συνέβη τότε παρεῖ‐ ναι μετὰ τῶν εἰς τὴν φάλαγγος τάξιν καθισταμένων, ὁπηνίκα κατ’ ἐκεί‐ νων οἱ Τοῦρκοι ἐξώρμησαν. Εἰς φυγὴν οὖν ἁπάντων ὁρμησάντων, ἐπεὶ οὗτος μέγας τε ἦν καὶ θώρακα περιεβέβλητο, ἀγανακτεῖν ἐποίει τὸν ἵππον καὶ μόνος τῶν ἄλλων ὄπισθεν περιλέλειπτο. Ὡς γοῦν αὖθις | |
10 | οἱ Τοῦρκοι ἐπῄεσαν καὶ οἱ περὶ τὸν Ἰσαάκιον καὶ τὸν κλεινὸν Ἀλέξιον βοηθεῖν ἐπεχείρουν, αὐτὸς ἐξ ὀνόματος τὸν κλεινὸν ἐκάλει Ἀλέξιον καὶ βοηθεῖν παρεκάλει· ὁ δ’ εὐθέως ὑποστρέψας καὶ τοὺς ἐπιτυχόντας διώξας τοῦ κινδύνου τοῦτον ἐρρύσατο, διδάξας αὐτόν τε καὶ τοὺς τοῦ‐ τον θαυμάζοντας ὡς ἄρα οὐ μέγεθος σώματος οὐδὲ ῥώμη δυνάμεως | |
15 | οὐδὲ φωνῆς τραχύτης καὶ βάρος τὸν ἄριστον στρατιώτην δεικνύουσιν, ἀλλὰ ψυχῆς γενναιότης καὶ ἡ πρὸς τὰ δεινὰ καρτερία. Ἀλλ’ ὁ μὲν τοῦτον διέσωσεν· Ἀλανὸς δέ τις τῶν ἐπὶ μισθῷ συνόντων τῷ γεν‐ ναίῳ Ἰσαακίῳ, Ἀραβάτης τὸ ὄνομα, τὴν ὁρμὴν ὅτι πλείστην θεασά‐ μενος τῶν βαρβάρων καὶ ὡς μετὰ σφοδρᾶς τῆς ῥύμης ἐπῄεσαν καὶ τοὺς | |
20 | ἀδελφοὺς ὅτι μόνοι διακινδυνεύουσι σὺν ὀλίγοις, δείσας μή τι τῶν ἀνη‐ | |
κέστων τούτων συμβαίη τινί, τὸν ἑταῖρον ᾧ Χασκάρης ὄνομα ὑπὸ τῷ Κομνηνῷ Ἀλεξίῳ ταττόμενον παρεκάλει ξὺν αὐτῷ γενέσθαι καὶ ἄμφω τῶν ἵππων ἀποβῆναι καὶ τοξεύειν ἐπὶ τοὺς πολεμίους· «Αἰσχρὸν γάρ, ἔφησεν, εἰ Ἀλανῶν ἐνταῦθα παρόντων παρακινδυνεύουσιν ἄνδρες εὐ‐ | 163 | |
25 | γενεῖς τε καὶ ἄριστοι· ὄνειδος γὰρ ἂν οὕτω ἅπαν ἕξει τὸ γένος τῶν Ἀλανῶν». Οὕτω μὲν οὖν ἐκεῖνος ἔφη, ὁ δὲ τὴν βουλὴν ἀπεπέμπετο ὡς οὐ συνετὴν μᾶλλον ἢ τολμηράν· αὐτούς τε γὰρ κινδυνεῦσαι οὕτω δράσαντας κἀκείνους μηδέν τι ἐκ τούτου προσεφευρεῖν τοῦ ὀνήσασθαι, ἅτε ὁμαλοῦ ὄντος τοῦ τόπου καὶ πεδινοῦ· «ἀλλ’ εἴ τί μοι πείθῃ, φησίν, | |
30 | ἐπεὶ ἐγγύς που τῶν στενωπῶν ἤδη γεγόναμεν, ἐπειδὰν ἐκεῖσε φθάσωμεν, ἀποβησώμεθα τῶν ἵππων καὶ γενναίως ἀγωνίσασθαι σπεύσωμεν καὶ οὕτω τό τε γένος τιμήσομεν καὶ τοὺς δεσπότας ὀνήσομεν». | |
2.13 | Ταῦτα ὁ Χασκάρης ἔλεγεν· ὁ δὲ Ἀραβάτης βαρβαρικῶς εἰς αὐτὸν ἐξυβρίσας εὐθὺς τοῦ ἵππου ἀπέβη καὶ τῇ μάστιγι τοῦτον πλήξας ὥστε ἕπεσθαι τοῖς ἀπιοῦσιν, αὐτὸς ἤμυνεν ἐν τῇ πεδιάδι· οἱ δὲ Τοῦρκοι τῷ παραδόξῳ τῆς θέας καταπλαγέντες ἠπόρουν ὅ τι καὶ εἴη τὸ δρώμενον· | |
5 | βραχὺ γὰρ βέλος εἶχεν ἐν τῇ χειρί. Τὸν γοῦν πρώτως ἐπιόντα βάλλει κατὰ τῶν στέρνων τῷ ὀϊστῷ καὶ εὐθὺς τοῦτον καταβάλλει τοῦ ἵππου. Ἀφεὶς δέ τις βέλος βάλλει τούτου τὴν δεξιάν· ὁ δ’ ἐκεῖθεν τὸ βέλος ἑλκύσας αὐτῷ τούτῳ τὸν βάρβαρον, καθάπερ ὁ Βρασίδας πάλαι, ἠμύ‐ νατο. Οἱ γοῦν βάρβαροι δείσαντες αὐτοῦ τὸ γενναῖον βραχύ τι τούτου | |
10 | διέστησαν· ὁ δ’ ἀδείας λαβόμενος ἐπί τι δωμάτιον ἀνέβαινε κἀκεῖθεν αὐτοὺς τοῖς τοξεύμασιν ἔβαλλε καὶ τοὺς λοιποὺς εἶχον ἤδη τὰ στενωπὰ τῶν χωρίων. Καταλιπόντες οὖν ἐκεῖνον οἱ βάρβαροι μετὰ σφοδροτάτης ῥύμης ἐκείνοις ἐπῄεσαν· ὁ δὲ Κομνηνὸς Ἀλέξιος ὑποστρέψας ξὺν ὀλίγοις τῶν ἀμφ’ αὐτὸν πρῶτος ἕνα τούτων κατέβαλε καὶ ὁ Χασκάρης, οὗ πρῶ‐ | |
15 | τον ὁ λόγος ἐμνήσθη, κατὰ τῶν μεταφρένων ἔτρωσεν ἕτερον. Φόβῳ οὖν μεγάλῳ συσχεθέντες, ἀφέντες αὐτοὺς ἀνεχώρουν· οἱ δὲ ὀλίγον βα‐ δίσαντες, ἀποβάντες τῶν ἵππων ἐν ὀχυρῷ χωρίῳ ἐσκήνουν· νυκτὸς δ’ ἐπιγενομένης καὶ ὁ πρὶν ἀποβὰς τοῦ ἵππου Ἀλανὸς πρὸς αὐτοὺς κατελάμβανε καὶ πάντες ὁμοῦ διεσώθησαν, μήθ’ ἁλόντος μήτε θανόν‐ | |
20 | τος τινός· οἱ δὲ σωθέντες ἅπαντες σωτῆρα καὶ κηδεμόνα τὸν καλὸν ἐπευ‐ φήμουν Ἀλέξιον. Ἐκ τῆσδε οὖν τεταρταῖοι τὴν βασιλίδα καταλαβόν‐ | |
τες, τὰ συμβάντα πάντα τοῖς ἐν τῇ πόλει ἀπήγγειλαν καὶ ὡς πάντων σωτὴρ γένοιτο ὁ χρυσοῦς νεανίας Ἀλέξιος, καὶ ἐπειδὰν περιῄει, συνέ‐ θεον ἅπαντες σκιρτῶντες ὥσπερ ἐπὶ τοῖς τούτου πλεονεκτήμασι. | 165 | |
2.14 | Ταῦτα μὲν τοῦτον ἐπράχθη τὸν τρόπον. Ὁ δὲ Οὐρσέλιος ἀδείας λαβόμενος περιῄει τὰς μεταξὺ Γαλατίας καὶ Λυκαονίας κώμας καὶ πόλεις, καὶ τὰς μὲν ἐπόρθει, τὰς δὲ πειθοῖ ἑαυτῷ παρίστα, ἐκ δὲ τῶν χρήματα εἰσεπράττετο, καὶ πολὺς ἦν ἤδη καὶ τὴν ὁρμὴν ἀκατάσχετος. | |
5 | Ἄρτι δὲ τοῦ χειμῶνος λήξαντος, καὶ ὁ καῖσαρ ἐκ τῆς Ἀσίας εἰσῄει πρὸς τὰ βασίλεια καὶ τῷ βασιλεῖ συνεδρεύων ὡμίλει τε πρεπόντως καὶ τὰ κοινὰ συνδιῴκει, καὶ ἐπειδὰν δικάσειε, τὰς ψήφους ἐκεῖνος ἀπέφηνε τῆς βασιλέως ἀπειρίας τὸ ἐνδέον ἀναπληρῶν, ἀλλ’ οὐκ ἤρεσκε τοῦτο τῷ λο‐ γοθέτῃ· ταύτῃ τοι καὶ πάντα τρόπον ἐπενοεῖτο καὶ πάντα κάλων | |
10 | ἐκίνει ὅπως τοῦτον θᾶττον ἀποσκευάσηται. Ἐπεὶ δὲ οὐκ ἦν εὐχερὲς αὐτῷ τὸ βούλημα, μετὰ τῶν φίλων συνδιεσκέπτετο, τὸν καιρὸν δ’ ὁρῶν ἔτι τριβόμενον διεπρίετο· ἐβούλετο γὰρ τοῦ ἐξ ἐκείνου δέους ἀπαλλα‐ γῆναι καὶ οὕτω τῆς βασιλέως ἀβελτηρίας κατατρυφᾶν ἀδεῶς. Ἀπο‐ ρήσας δὲ πάντοθεν βουλὴν βουλεύεται οὐ συνετὴν μᾶλλον ἢ βαθεῖαν | |
15 | καὶ πονηράν· ὑπεισέρχεται αὖθις τὴν βασιλέως ἁπλότητα καὶ πείθει τοῦτον τὸν θεῖον ἀποσκευάσασθαι καίσαρα καὶ τὸν τρόπον αὐτῷ ὑπο‐ τίθησι πεῖσαι τοῦτον στρατεῦσαι κατὰ τοῦ Οὐρσελίου. Τί τὸ ἐντεῦθεν; Πείθεται τοῖς τούτου λόγοις ὁ βασιλεύς, μετακαλεῖται τὸν θεῖον, τὸ ἀπόρρητον καταγγέλλει βραχείᾳ καὶ διακεκομμένῃ φωνῇ· οὕτω γὰρ | |
20 | ὁμιλεῖν εἰώθει βραδύγλωσσος ὤν. Ὁ δὲ τὸν τρόπον μὴ ἀγνοήσας, εἰ‐ δὼς δὲ μᾶλλον τοῦ τε ὑποθεμένου τὸ δύστροπον καὶ τοῦ πεισθέντος τὸ εὔκολον, πρῶτα μὲν υἱὸν ἐκπέμπειν Ἀνδρόνικον κατὰ τοῦ ἀποστάτου | |
συνεβούλευεν· ὡς δ’ ἐνιστάμενον εἶδε τὸν βασιλέα καὶ τοῦτο τέλος εἰπόν‐ τα ὡς «ἤτοι ἐμὲ χρὴ κατ’ ἐκείνου στρατεύειν ἢ σέ», ἐπείθετό τε καὶ τὰ | 167 | |
25 | πρὸς τὴν ἐκστρατείαν αὐτοῦ ηὐτρεπίζετο. Ἐπεὶ δ’ ἀποχρώντως εἶχε τούτῳ τὰ τῆς παρασκευῆς, διεπεραιοῦτο πρὸς τὴν Ἀσίαν καὶ τὰς δυ‐ νάμεις συνάγων ἐξώρμα πρὸς πολέμιον. Διαβὰς δὲ τὰ Βιθυνῶν ὄρη, ἐπειδὴ ἐμάνθανε τοῦτον περὶ τὰς πηγὰς τοῦ Σαγγαρίου στρατοπεδεύειν, τὸ Δορύλαιον διελθὼν ἠπείγετο πρὸς τὰ πρόσω· μαθὼν δὲ καὶ ὁ βάρ‐ | |
30 | βαρος τὴν τούτου ἔφοδον, ἐκίνει καὶ αὐτὸς τὰς δυνάμεις αὐτοῦ. Ὑπαν‐ τιάζουσιν οὖν ἄμφω περὶ τὴν Ζόμπου καλουμένην γέφυραν καὶ στρα‐ τοπεδευσάμενοι τὰ πρὸς τὸν πόλεμον ἐξηρτύοντο. Ἅμα δὲ τῇ ἕῳ τὰς δυνάμεις ἐξῆγον καὶ παρετάττοντο τόνδε τὸν τρόπον· ὁ μὲν καῖσαρ τὸ μέσον εἶχε τῆς Ῥωμαϊκῆς τάξεως ἔχων μεθ’ ἑαυτοῦ τοὺς ἀσπιδη‐ | |
35 | φόρους καὶ πελεκηφόρους βαρβάρους, οἷς ἡ τῶν βασιλείων ἄνωθεν πεπίστευτο φυλακή· τὸ δεξιὸν δὲ κέρας οἱ μισθοφόροι κατεῖχον Κελ‐ τοί, ὧν προΐστατό τις Κελτὸς ᾧ ὄνομα Πάπας· τοῦ εὐωνύμου δὲ κέρα‐ τος ὁ δομέστικος τῶν Σχολῶν κατῆρχεν Ἀνδρόνικος· οὐραγεῖν δ’ ὁ Βοτανειάτης τέτακτο Νικηφόρος, ὁ βασιλεὺς Ῥωμαίων ἐς ὕστερον, | |
40 | ἔχων μεθ’ ἑαυτοῦ τὴν τῶν Φρυγῶν καὶ τῶν Λυκαόνων φάλαγγα, ἔτι δὲ καὶ τὴν τῶν Ἀσιανῶν. Ὁ δὲ Οὐρσέλιος κατιδὼν οὕτω ταξαμένην τὴν Ῥωμαϊκὴν φάλαγγα, διχῆ καὶ αὐτὸς τὰς δυνάμεις διεῖλε καὶ τὸ μὲν τῆς φάλαγγος αὐτὸς ἀναλαβὼν εἵπετο βάδην, τὸ δ’ εὐθὺ ἀπιέναι τῆς πρὸς τοὺς Κελτοὺς μισθοφόρους παρήγγειλεν. Ἐπεὶ δ’ οὐ πόρρω ἀλ‐ | |
45 | λήλων ἦσαν, ἤδη οἵ τε μισθοφόροι καὶ οἱ πολέμιοι ὁμιλεῖν πρὸς ἀλλή‐ λους ἤρχοντο καὶ εὐθὺς προσκεχώρηκεν ἅπαν τὸ περὶ τὸν Πάπαν μισθο‐ φόρον τοῖς πολεμίοις καὶ ξυνασπίσαντες ἄμφω ἐπειρῶντο κυκλοῦν τοὺς περὶ τὸν καίσαρα καὶ ὁ Οὐρσέλιος δὲ 〈τὸ〉 ἐπίλεκτον ἔχων τῆς φά‐ | |
λαγγος ..... ὑποστάντων τῶν βαρβάρων τὴν ἔφοδον, γέγονε μάχη | 169 | |
2.14(50) | καρτερὰ καὶ πίπτουσι συχνοὶ ἑκατέρωθεν· τῶν δὲ δοράτων ἀμφοτέρων θραυσθέντων, τὰ ξίφη γυμνώσαντες ἀγχεμάχως ἀλλήλους ἐτίτρωσκον. | |
2.15 | Ἀλλ’ ἐν ὅσῳ ταῦτα ἐπράττετο, ὁ τὴν οὐραγίαν πεπιστευμένος τοὺς μισθοφόρους θεώμενος τοῖς πολεμίοις προσχωρήσαντας καὶ σπεύ‐ δοντας τὴν φάλαγγα κυκλοῦν ἧς κατῆρχεν ὁ καῖσαρ, δέον βοηθεῖν, ὁ δὲ τὰς δυνάμεις ἀναλαβὼν ὑπεχώρει, καίτοι ἀνὴρ ὢν ἀνδρεῖος, ὡς | |
5 | ἐν πολλοῖς δέδειχεν. Οἱ βάρβαροι δὲ ἀδείας δραξάμενοι ἐκύκλουν ἀδεῶς τοὺς περὶ τὸν καίσαρα· τὸ δὲ περὶ αὐτὸν βάρβαρον μέχρι μέν τινος ἔμεινε βάλλον τε καὶ βαλλόμενον· ἐπεὶ δ’ εἶδε τῶν πολεμίων τοὺς μὲν κατὰ στόμα ἀπαντῶντας, τοὺς δὲ κατὰ νώτου γενομένους, ἀπορίᾳ ἤδη συνείχετο· ἀλλ’ ὁ καῖσαρ ἀτρέμας ἑστὼς ἐπερρώννυε τὰ | |
10 | φρονήματα τούτων. Ἕως μὲν οὖν ἰσχὺς αὐτοῖς, ὅλως ἔμενον· ἐπεὶ δὲ τὸ μὲν καταπεπόνητο καὶ οὐκέθ’ οἷοί τε ἦσαν τοὺς βάλλοντας ἀμύ‐ νασθαι, αὐτῶν δὲ τὸ πλεῖστον διεφθάρη καὶ ὁ καῖσαρ μηδόλως πρὸς φυγὴν ἐξορμήσας ἑάλω, ἤδη δὲ καὶ οἱ περὶ τὸν Ἀνδρόνικον ὑπὸ τῶν πολεμίων πλεονεκτούμενοι ἐτράπησαν πρὸς τὸ φεύγειν. Ὁ δὲ καίτοι | |
15 | κατάστικτος τοῖς τραύμασιν ὤν—ἐβέβλητο γὰρ καιρίαις πληγαῖς—, περιῄει ζητῶν τὸν πατέρα. Μαθὼν δὲ τοῦτον ἁλῶναι, ἐξὸν σῴζεσθαι ὡς ἔξω τῶν βελῶν καὶ τοῦ πολέμου γενόμενον ἤδη, ὁ δὲ τῆς ἰδίας σω‐ τηρίας τοῦ πατρὸς ὑπερκινδυνεῦσαι προελόμενος ὑπέστρεψεν καὶ εἰς μέσον ἑαυτὸν τῶν πολεμίων ὠθεῖ καὶ πολλοὺς τούτων τῷ ξίφει κατα‐ | |
20 | βαλών, ἐπειδὴ πλησίον τοῦ καίσαρος γέγονεν, οὐκέτι καθεκτὸς ἦν, οὐδὲ ἐῴκει ἀνδρί γε θνητῷ, ἀλλ’ ἀθανάτῳ τε καὶ ἀσάρκῳ. Βαλλόμενος γὰρ τοῖς δόρασιν ἄτρεστος ἦν καὶ τὰ μὲν τούτων συγκόπτων, τὰ δὲ διωθούμενος ἐπειρᾶτο γενέσθαι ἔνθα οἱ ὁ πατὴρ ἁλώσιμος ἦν· οἱ δὲ πολέμιοι τὴν ἀνυπόστατον ὁρῶντες ὁρμὴν συνέθεον ἅπαντες, καὶ οἱ | |
25 | μὲν τοῖς ξυστοῖς, οἱ δὲ τοῖς δόρασιν ἵππον τε καὶ αὐτὸν ἔβαλλον, ἕως ὁ ἵππος βαρυνθεὶς ὑπὸ τῶν τραυμάτων εἰς γῆν σὺν τῷ ἐπιβάτῃ κατέ‐ πιπτε. Τότε οὖν οἱ βάρβαροι περιστάντες αὐτὸν τὴν περικεφαλαίαν περιελεῖν ἐπειρῶντο καὶ ξίφει τὴν τοῦ γενναίου ἀνδρὸς κεφαλὴν ἐκτε‐ | |
μεῖν, ἀλλ’ ὁ καῖσαρ διασχὼν τοὺς κατέχοντας ἔπεισί τε δρομαῖος καὶ | 171 | |
30 | προσπίπτει τῷ γενναίῳ παιδὶ ὀλιγοδρανέοντι ἤδη ὑπὸ τοῦ τῶν τραυ‐ μάτων πλήθους καὶ γνωρίζει τούτοις ὅστις ἐστὶ καὶ οὕτω τὸν παῖδα τοῦ παρὰ πόδας κινδύνου ῥύεται. | |
2.16 | Τοιοῦτον ἔσχε τὸ τέλος ἡ μεταξὺ Ῥωμαίων τε καὶ Κελτῶν τῶν ἀποστατῶν συναφθεῖσα περὶ τὴν τοῦ Σαγγαρίου γέφυραν μάχη. Ὁ δὲ βάρβαρος ἐπαρθεὶς τῇ νίκῃ περιῄει τὰς Παρασαγγαρίους πόλεις καὶ πάσας ὑφ’ ἑαυτὸν ἐποιεῖτο· γενόμενος δὲ περὶ Βιθυνίαν, ἵναπερ τὰ | |
5 | βασίλεια τοῦ καίσαρος ἦν καὶ φρούριον ἱκανῶς ἐρυμνὸν ᾠκοδόμητο ἄνωθεν, περὶ 〈τοὺσ〉 τοῦ Σόφωνος πρόποδας ἐν τοῖς ἐκεῖσε πεδίοις ηὐλίζετο, σκεπτόμενος ὅπως ἂν ἑαυτῷ τὰ τῆς βασιλείας Ῥωμαίων μνηστεύσηται πράγματα· τόν τε γὰρ καίσαρα διὰ τιμῆς εἶχε καὶ τὸν τούτου υἱὸν τὸν γενναῖον Ἀνδρόνικον ὁρῶν κακῶς ἔχοντα ὑπὸ τῶν | |
10 | τραυμάτων πάσης ἐπιμελείας ἠξίου. Ὁ γοῦν καῖσαρ οὕτω πάσχοντα θεώμενος τὸν υἱὸν ἠνιᾶτο καὶ ἤσχαλλε καὶ τὸν Οὐρσέλιον ᾔτησε τοῦτον πρὸς τὴν βασιλίδα ἐξαποστεῖλαι τῶν πόλεων· ὁ δὲ ἐπείθετό τε καὶ ὁμήρους αἰτήσας τοὺς πρεσβυτέρους τῶν τούτου υἱέων καὶ δὴ λαβὼν ἐξέπεμψε τοῦτον οἴκαδε, ἀλλ’ ὁ μὲν θεραπείας ἠξιοῦτο τῆς προση‐ | |
15 | κούσης, ὁ δὲ τοὺς παῖδας τούτου καθείρξας ἐτήρει παρὰ τὸ φρούριον. Ἐνταῦθα δέδραστό τι παρὰ τῶν παιδαγωγῶν τῶν νέων ἄξιον μνήμης. Ἐφοίτα πολλάκις πρὸς αὐτοὺς τῶν ἐγχωρίων τις ἀγροτῶν· οἱ δ’ ἐκεῖ‐ νον οἰκειωσάμενοι ἠρώτων εἰ τὰς πρὸς Νικομήδειαν φερούσας ὁδοὺς αὐτὸς ἐπίσταται καὶ μαθόντες ὡς εἰδοίη ταύτας ἀκριβῶς ὡς καὶ | |
20 | νύκτωρ καὶ ἔξω τρίβου μεταξὺ διελθεῖν ὄρη δύνασθαι καὶ φοιτῆσαι πρὸς Νικομήδειαν, βουλὴν βουλεύονται συνετὴν ἅμα καὶ τολμηρὰν ἄμφω τοὺς παῖδας λαθραίως τῆς πύλης ἐξαγαγεῖν τοῦ ἐρύματος, ὁπη‐ νίκα οἱ φύλακες νυκτὸς καθυπνώττουσι, καὶ δρασμῷ τὴν τῶν παίδων πραγματεύσασθαι σωτηρίαν. Ὁδηγὸν οὖν ἀξιοῦσι λαβεῖν τὸν ἀγρότην | |
25 | τῆς ὁδοῦ καὶ πείθουσι χρημάτων ὑποσχέσεσι. Νύκτα οὖν παρατηρή‐ σαντες ἀφεγγῆ καὶ ἀσέληνον καὶ τὴν κλεῖδα τῆς πύλης ὑποκλέψαντες, τὸν μὲν ἀγρότην ἔξω εἴασαν τοῦ ἐρύματος, παραγγείλαντες μὴ πόρρω | |
τῆς πύλης καταίρειν, αὐτοὶ δὲ ἔνδον ὄντες παρετήρουν τοὺς φύλακας. Ἐπεὶ δὲ ἤδη ἀφύπνωττον ἅπαντες, ὁ τοῦ πρεσβυτέρου τῶν παίδων | 173 | |
30 | παιδαγωγὸς τοῦ χαριεστάτου Μιχαήλ—ὄνομα τῷ παιδαγωγῷ Λεον‐ τάκιος ἦν—, ἀνὴρ ἐκτομίας καὶ νουνεχέστατος, ἀφύπνιζέ τε τὸν παῖδα καὶ τὸ δρᾶμα ἀπήγγελλε, τὴν πύλην πρότερον ἀνοίξας. Ἐξῆγεν οὖν εὐθὺς ἐκεῖνον καὶ παρηγγύα θατέρῳ τῶν παιδαγωγῶν ἐπισπεύδειν τὴν τοῦ ἑτέρου ἀφύπνισίν τε καὶ ἔξοδον. Ὁ δὲ ἔσπευσε μέν, ἐδυστύχει | |
35 | δὲ ὅμως. Ἐν ὅσῳ γὰρ κατῄει, ψόφος τις περὶ τὴν κλίμακα γέγονε καὶ οἱ φύλακες τοῦ ψόφου αἰσθόμενοι ἀνεπήδων καὶ ὅστις ᾔει ἀνηρεύνων· ὁ δὲ προλαβὼν ἵστησι τὸν παῖδα ὡς οὖρον ἐκχέοντα, ἀλλ’ ὅμως ἐκεῖνοι περιεργότερον ἐζήτουν καὶ τὰ περὶ τοῦ Μιχαὴλ ἐπυνθάνοντο. Ἀπο‐ γνοὺς οὖν ὁ ἐντὸς διάγων παιδαγωγὸς καὶ δείσας μὴ ἁλώῃ ὁ διαπεφευ‐ | |
40 | γὼς ἤδη γεγωνοτέρᾳ ἐκέχρητο ἐν ταῖς ἀποκρίσεσι τῇ φωνῇ· αἰσθόμενοι δὲ τῆς ταραχῆς οἱ ἔξω ὄντες, ὅ τε παιδαγωγὸς καὶ ὁ πρὸς τὴν ὁδὸν ὁδηγός, ἔθεον ὡς οἷοί τε ἦσαν, τὸν παῖδα ἐπωμάδιον φέροντες ἐναλλάξ, καὶ γὰρ ἦν κομιδῇ νέος. Οἱ μὲν οὖν ἔφευγον, οἱ δὲ φύλακες φῶτα ᾔτουν καὶ πρὸς τὴν οἰκίαν ἀνῄεσαν, ἔνθα οἱ τῶν παίδων κατέκειντο σκίμπο‐ | |
45 | δες. Ἐπεὶ δὲ κενὸν ἐθεώρουν τοῦ διαδράντος τὸν σκίμποδα, εὐθὺς ὡς εἶχεν ἕκαστος ἔτυπτε τὸν παιδαγωγὸν καὶ ἐπηρώτων μανθάνειν ὅ τι καὶ γένοιτο τὸ παιδίον ξὺν τῷ παιδαγωγῷ· ὁ δὲ ἔφερέ τε τὰς πληγὰς γενναίως καὶ οὐδὲν τῶν βουλευμάτων ἀπήγγειλεν. Ἐς τοσοῦτον δ’ ἀπη‐ νείας προῆλθον οἱ βάρβαροι ὡς καὶ τὰ σκέλη τούτου καταθλᾶσθαι ῥο‐ | |
2.16(50) | πάλοις καὶ ἦν ἰδεῖν ὑπομονὴν ἀνδρὸς ἐκτομίου, ἀσθενοῦς μὲν τῷ σώ‐ ματι, γενναίου δέ, ὡς ἔδειξε, τὴν ψυχὴν ἐπαίνων ἀξίαν καὶ λόγου κρείτ‐ τονα. Ἀπογνόντες οὖν οἱ βάρβαροι τούς τε ἵππους ηὐτρέπιζον καὶ τοὺς διώξοντας ἔπεμπον. Ἀλλ’ οἱ μὲν οὕτω, ὁ δὲ καλὸς ὁδηγὸς ὁδη‐ γὸν φέρων, ὡς ἔοικε, τὸν ὡσεὶ πρόβατον ὁδηγοῦντα τὸν Ἰωσήφ, τὸν | |
55 | νέον λαβὼν Ἰωσὴφ ἅμα τῷ νουνεχεστάτῳ παιδαγωγῷ πόρρω ἀπένευσε τῆς ὁδοῦ καὶ πρός τι ὄρος συνηρεφὲς ἀνιόντες τοὺς διώκοντας κατεσκό‐ πουν, ὁρῶντες μέν, οὐχ ὁρώμενοι δέ. Ἐπεὶ δ’ ἐκεῖνοι τὸν Σόφωνα ὑπερ‐ βάντες καὶ μέχρι τῶν τῆς Νικομήδους τεμπῶν γενόμενοι ἐπανέστρε‐ φον, ἰδόντες τούτους παλινοστοῦντας οἱ φεύγοντες ἐξῆλθον νυκτὸς ἐκ | |
60 | τῶν ὀρῶν καὶ ἤδη μειδιώσης ἡμέρας τὴν Νικομήδους κατέλαβον καὶ οὕ‐ τως συνέβη σωθῆναι τὸν ἕνα τῶν ὁμηρευόντων ἐκγόνων τοῦ καίσα‐ | |
ρος, ἀλλὰ ταῦτα μὲν ὕστερον. | 175 | |
2.17 | Ὁ δὲ βασιλεὺς Μιχαήλ, ἐπειδὴ μεμαθήκει τὴν τοῦ Ῥωμαϊκοῦ στρατεύματος ἧτταν καὶ ὡς ἑάλωσαν ἄμφω ὅ τε θεῖος καῖσαρ καὶ ὁ τούτου υἱός, ὁ τῶν στρατευμάτων κατάρχων Ἀνδρόνικος, φροντίσι μεγίσταις ἐβάλλετο καὶ τὸν Δούκα μετεπέμπετο Κωνσταντῖνον, τὸν | |
5 | ὕστατον τῶν υἱέων τοῦ καίσαρος, οὗ πρόσθεν ὁ λόγος ἐμνήσθη, ἄνδρα τολμηρὸν καὶ γενναῖον καὶ διαπερᾶν τὴν Προποντίδα ἐκέλευε καὶ τὸ περισωθὲν ἐκ τῆς μάχης τοῦ στρατεύματος ἀναλαμβάνειν. Ὁ δὲ μὴ φέρων τὰ ξυμβάντα τῷ πατρί τε καὶ τἀδελφῷ ἔβρυχέ τε καθάπερ λέων καὶ δῆλος ἦν προθύμως τοῦ ἔργου ἁπτόμενος· συνταξάμενος δὲ περὶ | |
10 | ἑσπέραν τῷ βασιλεῖ οἴκαδε ἐχώρει παρασκευασθησόμενος, ἀλλ’ ἀλγή‐ ματος αὐτῷ γεγονότος κατὰ τὴν ... περὶ μέσην νύκτα καὶ ἀρρήτου τινὸς δυσφορίας, οἱ τῶν ἀκεστόρων μετεκαλοῦντο ἄριστοι· κατ’ οὐδὲν δὲ τῆς τέχνης ἰσχυσάσης βοηθῆσαι τὸν κάμνοντα, ἕωθεν ἐτελεύτα· τοῦτο προσθήκη τῶν συμφορῶν ἐγεγόνει καίσαρι. Ὁ δὲ βάρβαρος ἀδείας | |
15 | δραξάμενος, βουλὴν ἐβουλεύσατο βαθεῖαν, εἰ καὶ μὴ παρὰ Κυρίου· ἡ δὲ ᾖν βασιλέα τὸν καίσαρα ἀνειπεῖν Ῥωμαίων καὶ οὕτω περιέρ‐ χεσθαι τὰς πόλεις καὶ ὑποχειρίους ποιεῖν ἑαυτῷ· ἑλκύσαι γὰρ καὶ τῶν ἐν βασιλίδι τῶν πόλεων δυναμένων τὴν εὔνοιαν οὕτως ᾤετο. Ὁ δὲ κλεινὸς καῖσαρ πρῶτον μὲν ἐδυσφόρει καὶ ἤσχαλλε καὶ πάντα | |
20 | κάλων, ὅ φασιν, ἐκίνει ὥστε διαδρᾶναι τὸ δρᾶμα. Ἐπεὶ δ’ εἰς μέσον τοῦ ἔργου αὐτὸν ὁ βάρβαρος καὶ ἄκοντα ὤθησε, γενναιότερον ἤρξατο τῶν πραγμάτων ἀντιλαμβάνεσθαι καὶ πρὸς τοὺς ἐν τῇ πόλει | |
διεπέμπετο λάθρᾳ καὶ πάντων μικροῦ δεῖν τὰς γνώμας πρὸς ἑαυτὸν ἐφειλκύσατο. Πᾶσι γὰρ ἦν ἐπέραστος ὁ ἀνὴρ ὡς πᾶσι κομῶν τοῖς | 177 | |
25 | καλοῖς καὶ καλοκαγαθίᾳ πάντων ὑπερέχων τῶν τότε· εἰ μὴ γοῦν τὸ θεῖον ἀντιπρᾶττον ἐφάνη, ῥᾳδίως ἂν τῶν βασιλείων σκήπτρων γέγονεν ἐγκρατής. Ἀλλὰ κινῆσαν τοῦτο τὸν ἐκτομίαν Νικηφόρον σπουδαιό‐ τερον τῶν πραγμάτων ἀντιλαβέσθαι τὰς ἐκείνων βουλὰς ἀπράκτους ἀποδέδειχεν. Ἀπογνοὺς γὰρ τῆς ἐκ τῶν Ῥωμαϊκῶν στρατευμάτων βοη‐ | |
30 | θείας πρὸς τοὺς Τούρκους διεπρεσβεύσατο καὶ τὸν Ἀρτοὺχ τοῖς τῆς ἑῴας τηνικαῦτα μέρεσιν ἐπιχωριάζοντα τὸν κατ’ ἐκείνων πόλεμον ἀνα‐ δέξασθαι πέπεικε, δώροις τε χρημάτων καὶ ὑποσχέσεσι τοῦτον πα‐ ραθαρρύνας· ὁ δέ—καὶ γὰρ ἦν δεινὸς στρατηγός—μετὰ πλείστης ὅτι δυνάμεως κατ’ ἐκείνων ἐξώρμα. | |
2.18 | Οἱ δὲ περὶ τὸν καίσαρά τε καὶ τὸν Οὐρσέλιον πυθόμενοι τῶν Τούρκων τὴν ἔφοδον καὶ ὡς ὁ Ἀρτοὺχ πλῆθος ἀμύθητον ἐπιφερόμενον Τούρκων κατ’ αὐτῶν ἔπεισιν, ὑπερβάντες τὸν λόφον, ἵναπερ τὸ φρού‐ ριον ἵδρυται τὸ ἀγχοῦ που τῶν βασιλείων τοῦ καίσαρος ὄν—Μετα‐ | |
5 | βολὴ τῷ φρουρίῳ τὸ ὄνομα—, πρὸς τοὺς τοῦ Σόφωνος πρόποδας πε‐ δίον ἐφηπλωμένον ἐπίμηκες εὑρόντες ἐν τούτῳ στρατοπεδεύουσι. Δεί‐ σαντες γὰρ μὴ κυκλωθῶσιν ὑπὸ τῶν πολεμίων, ὀλίγοι ὄντες ὑπὸ πολ‐ λῶν, καὶ διαφθαρεῖεν, πεδίον στενὸν ἐξελέξαντο, τὸν ἐκ τοῦ Σόφωνος κατιόντα ποταμὸν ἀντὶ χάρακος προβαλλόμενοι. Ὁ δὲ Ἀρτοὺχ πε‐ | |
10 | ραιωθεὶς τὸν Σαγγάριον καὶ ἐπὶ τὴν Μεταβολὴν φθάσας, ἐπεὶ μὴ εὗρε τὸν καίσαρά τε καὶ τὸν Οὐρσέλιον, διέβαινε καὶ αὐτὸς τὰ ἐκεῖσε στενὰ καὶ πρὸς τῇ κεφαλῇ τοῦ ὄρους γενόμενος, ὃ Μαροξὸς καλεῖται, ἐστρα‐ | |
τοπέδευσε κἀκεῖθεν τοὺς πολεμίους περιεσκόπει ἐγγύς που τοῦ χωρίου ὃ Τρισέα καλεῖται στρατοπεδεύοντας. Αὐτίκα γοῦν προσέβαλλε τού‐ | 179 | |
15 | τοις καὶ πρῶτον μὲν ἀκροβολισμοῖς διὰ τῶν ὑψηλῶν ἐχρῆτο, ἔπειτα εἰς λόχους τρεῖς τὸ στράτευμα διελὼν κυκλοῦν ἐπειρᾶτο τοὺς περὶ τὸν Οὐρσέλιον καὶ τὸν καίσαρα. Ἀλλὰ κατὰ νώτου μὲν γενέσθαι οὐκ ἠδύναντο οἱ πολέμιοι, ἅτε τοῦ ὄρους τούτους ἀπείργοντος· τοῖς δὲ τρισὶ μέρεσιν ἐπετίθεντο ἰσχυρῶς καὶ οὕτω διασπᾶν τὸ συνεχὲς | |
20 | τῆς τῶν Λατίνων φάλαγγος ἐπεχείρουν. Οἱ δὲ ὀλίγοι ὑπὸ τῶν πολ‐ λῶν πιεζόμενοι καὶ τῶν ἵππων αὐτῶν τοῖς βέλεσι βαλλομένων πάντο‐ θεν, δεῖν ᾠήθησαν ὁμόσε χωρῆσαι τοῖς πολεμίοις ὥστε καταπλῆξαι τούτους τῷ σφοδρῷ τῶν ἵππων· παρακαλέσαντες οὖν ἀλλήλους καὶ συνασπίσαντες ἀκρατῶς ἐξήλαυνον· ἐκ τούτου ξυνέβη πολλοὺς μὲν | |
25 | τῶν πολεμίων περιπεσεῖν, αὐτοὺς δὲ κυκλωθέντας ὑπὸ τοῦ πλήθους, πολλοὺς μὲν ἀναιρεθῆναι, τοὺς πλείονας δὲ ληφθῆναι· ἑάλω δὲ σὺν τούτοις καὶ ὁ καῖσαρ καὶ ὁ Οὐρσέλιος. Ὁ γοῦν Ἀρτοὺχ ἡσθεὶς τῇ νίκῃ τὸν μὲν Οὐρσέλιον λύτρον λαβὼν ἀπέδοτο τοῖς αὐτοῦ, τὸν δὲ καί‐ σαρα ἔχων ἀπῄει ὡς ἐπὶ τὴν ἄνω Φρυγίαν. Οἱ δὲ περὶ τὸν βασιλέα | |
30 | Μιχαὴλ πυθόμενοι τὰ ξυμβάντα πέμπουσι τοὺς ἐξωνησομένους τὸν καίσαρα καὶ ἀποδίδωσι τοῦτον ὁ βάρβαρος συχνὰ χρήματα λαβών. Ὁ δὲ πλησίον τῆς βασιλίδος τῶν πόλεων γενόμενος καὶ δείσας μή τι καὶ πάθῃ δεινότερον, διαπεράσας πρὸς τὸ Τραγονήσιον, τὸ μονα‐ δικὸν ἀμφιέννυται σχῆμα τὴν κόμην ἀποκειράμενος καὶ οὕτως εἴσεσι | |
35 | πρὸς τὸν βασιλέα Μιχαήλ· ὁ δὲ τοῦτον ἰδὼν ὑπεκρίθη δεινοπαθεῖν. | 181 |
2.19 | Καὶ τὰ μὲν κατὰ τὸν θαυμασιώτατον καίσαρα τοιοῦτον ἔσχε τὸ τέλος. Ὁ δὲ Οὐρσέλιος τῆς αἰχμαλωσίας ῥυσθεὶς ἀπῄει αὖθις ὡς ἐπὶ τὸν Πόντον καί τινα τῶν φρουρίων κατελάμβανε κἀκεῖθεν ἐλύπει τὰς τοῦ Πόντου πόλεις Ἀμάσειάν τε καὶ τὴν νέαν Καισάρειαν· ἐδῄου γὰρ | |
5 | τὰς χώρας καὶ δασμοφορεῖν κατηνάγκαζεν. Ὃ δὴ μαθὼν ὁ βασιλεὺς Μιχαὴλ τὸν Παλαιολόγον Νικηφόρον πρὸς τὸν ἄρχοντα Ἀλανίας ἐκ‐ πέπομφεν ἄξοντα στράτευμα μισθοφόρον· ὁ δὲ ἀπελθὼν καὶ στρατὸν ἐκεῖθεν ἀναλαβὼν περί που τὰς ἓξ χιλιάδας τὸν Πόντον κατείληφε καὶ τὰς ὁρμὰς τοῦ Οὐρσελίου ἀναστέλλειν ἀπεπειρᾶτο. Τῶν δ’ Ἀλα‐ | |
10 | νῶν ἀπαιτούντων τὸν συμφωνηθέντα μισθόν, ἐπεὶ μὴ εἶχεν ἐκεῖνος, ἠναγκάσθη τῷ Οὐρσελίῳ προσβαλεῖν πρὸ τοῦ παλινοστῆσαι τοὺς Ἀλανούς, ἀλλ’ οὗτοι ἐνέκειντο τοὺς μισθοὺς ἀπαιτοῦντες, οὓς δὴ πα‐ ρασχεῖν ἐκείνου μὴ ἔχοντος, ὑπέστρεφον ἅπαντες, ὀλίγων δηλαδὴ καταλειφθέντων· οἷς δὴ καὶ συμβαλὼν ὁ Οὐρσέλιος ἐτρέψατό τε τού‐ | |
15 | τους καὶ οὐκ ὀλίγους ἀνεῖλεν αὐτῶν, οἱ δὲ λοιποὶ εἰς τὰς τοῦ Πόντου διεσώθησαν πόλεις. Ἀπαγγελθέντων δὲ τούτων τῷ βασιλεῖ Μιχαήλ, ὁ καλὸς νεανίας μετεκαλεῖτο Ἀλέξιος, τῆς θείας προνοίας ἤδη βου‐ λομένης ἐμφανῆ γενέσθαι τὴν αὐτοῦ ἀρετήν· μετακληθεὶς δὲ στρατο‐ πεδάρχης προχειρίζεται καὶ στρατηγὸς αὐτοκράτωρ τοῦ κατὰ Οὐρ‐ | |
20 | σελίου πολέμου. | 183 |
2.20 | Ὁ μὲν οὖν ἀσμένως ἐδέχετο τὰ τῷ βασιλεῖ δόξαντα, ἡ δὲ μήτηρ τούτου πυθομένη ταῦτα παραιτεῖσθαι ἠνάγκαζε τὴν ἀρχήν, λέγουσα μὴ νεανικῆς δεῖσθαι φρενὸς καὶ χειρὸς τὰ κατὰ τὸν Οὐρσέλιον, ἀλλ’ ἀν‐ δρὸς γενναίου καὶ πολλὰ μὲν εἰδότος, πολλὰ δὲ δράσαντος. Ἀλλ’ ἡ | |
5 | μὲν οὕτως, ὁ δὲ παρακλήσεσι χρησάμενος καὶ πείσας αὐτὴν ἐξῄει ταῖς εὐχαῖς αὐτῆς ἐφοδιασθείς, μήτε χρήματα πρὸς τοῦ βασιλέως λαβὼν εἰς τὴν τοῦ πολέμου δαπάνην μήτε στράτευμα ἀξιόμαχον. Διελθὼν δὲ τὸν ἐν Παφλαγονίᾳ Πόντον περὶ τὴν Ἀμάσειαν γέγονε καὶ τοὺς περισωθέντας τῶν Ἀλανῶν εὑρὼν οὐ πλείους ἑκατὸν πρὸς | |
10 | τοῖς πεντήκοντα ὄντας, τοὺς πολεμίους ἀνέστελλε πολλάκις μὲν αὐτοῖς προσβαλών, τοσαυτάκις δ’ ἡττήσας. Ἐπεὶ δὲ τὰς τούτων ὁρμὰς συνέ‐ στελλεν, οὐκέτι τὰς ἐπελεύσεις ἐκείνων ἐτήρει, ἀλλ’ ἐπιὼν πρὸς τὰ φρούρια τὰ παρ’ αὐτοῦ κατεχόμενα ἐνέδρας ἐνίστα καί τινας πρὸς διαρπαγὴν πλησίον τῶν φρουρίων ἐξέπεμπε· τῶν γοῦν πολεμίων | |
15 | ἐξιόντων καὶ διωκόντων τοὺς προνομεύοντας, αὐτὸς ἐξιὼν τῆς ἐνέ‐ δρας τὰς εἰς τὰ φρούρια φερούσας ὁδοὺς κατελάμβανε καὶ τοὺς διώ‐ κοντας ἀπεῖργε τῆς πρὸς ταῦτα εἰσόδου· ξυνέβαινε γοῦν μικροῦ δεῖν πάντας ζωγρεῖσθαι, ἅτε τῶν πρὸς τὰ φρούρια φερουσῶν ὁδῶν προκατει‐ λημμένων. Τούτων γοῦν συχνάκις γινομένων εἰς ἀμηχανίαν εἰσῆγε τὸν | |
20 | βάρβαρον· ὁ μὲν γὰρ ἀξιόμαχον ἔχων δύναμιν ἐβούλετο μάχῃ μιᾷ κριθῆναι τὰ κατ’ αὐτόν, ὁ δὲ στρατοπεδάρχης δυνάμεως ἀπορῶν κατα‐ στρατηγεῖν τὸν βάρβαρον ἔσπευδε, καὶ ὁπηνίκα ἐκεῖνος τὸ ἑαυτοῦ συνήθροιζε στράτευμα, οὗτος ἠρεμεῖν προσεποιεῖτο καὶ διασχὼν ἡμέ‐ ρας τινὰς ἐξῄει λάθρᾳ καὶ οὐ πόρρω τούτου γενόμενος λόχους ἐνίστα | |
25 | καὶ τὰ πλεῖστα ἐνήδρευε καὶ τοὺς 〈τὰ ἀναγκαῖα〉 ἐπὶ τὸ στράτευμα διακομίζοντας ἐζώγρει. Ἀγγελλομένων δὲ τούτων τῷ βαρβάρῳ, στρατιῶται ἐκεῖθεν ἐπέμποντο βοηθήσοντες, ἀλλὰ τοῖς λόχοις καὶ ταῖς ἐνέδραις ἐμπίπτοντες μικροῦ δεῖν ἄρδην ἡλίσκοντο ἅπαντες· ἀναιρεῖσθαι γὰρ τούτους οὐχ ὅσιον ἐνομίζετο τῷ στρατοπεδάρχῃ χρι‐ | |
30 | στιανοὺς ὄντας. | 185 |
2.21 | Ταῦτα πολλάκις γινόμενα μεγάλως ἐλύπουν τὸν βάρβαρον· τῶν γὰρ πόλεων ὅσαι προσεῖχον αὐτῷ πρότερον φόβῳ 〈μᾶλλον〉 ἢ εὐνοίᾳ τούτῳ δασμοφοροῦσαι, ἐπειδὴ ἀπογινώσκειν τῶν κατ’ αὐτὸν ἤρξαντο, οὐδὲν οὐδεμία παρεῖχεν αὐτῷ, καὶ διὰ τοῦτο χρημάτων σπα‐ | |
5 | νίζων βουλὴν ἐβουλεύσατο βαθεῖαν μέν, οὐ συνετὴν δὲ ὅμως, ὡς τὸ τέλος ἀπέδειξεν. Ἄρτι γὰρ τοῦ Τουτὰχ ἐκ Περσίδος κατελθόντος ἐπὶ τῷ τὰ Ῥωμαίων ληΐζεσθαι ξὺν πλήθει Τούρκων πολλῶν, δεῖν ἔγνω προσχωρῆσαι τούτῳ κἀκεῖνον ξύμμαχον λαβεῖν κατὰ τοῦ στρα‐ τοπεδάρχου. Πέμψας τοίνυν πρότερον πρέσβεις, ὕστερον καὶ αὐτὸς | |
10 | παρεγένετο εἰς τὸ τῶν Τούρκων στρατόπεδον καὶ τῷ Τουτὰχ συγγε‐ νόμενος καὶ πίστεις λαβὼν ἀπῄει ἐπὶ τὸ φρούριον ὑποσχόμενος ἥξειν εἰς νέωτα. Ὁ δὲ στρατοπεδάρχης πυθόμενος τὴν τοῦ Οὐρσελίου πρὸς τὸν Τουτὰχ ἄφιξιν ἐξέπεμψε καὶ αὐτὸς πρέσβεις καὶ δῶρα πολυτελῆ τῷ Τουτὰχ καὶ φιλίας αὐτῷ ἀνεμίμνῃσκε τῆς βασιλείας | |
15 | Ῥωμαίων πρὸς τὸν κρατοῦντα Περσῶν καὶ δὴ καὶ πρέσβεις ἀντιπεμ‐ φθῆναι ἠξίου τοὺς μάλα πιστοτάτους αὐτῷ, ὡς ἔχων τι μηνύειν μυστι‐ κῶς οὐ μικρὰν αὐτῷ τὴν ὄνησιν φέρον. Ὁ δὲ τοῖς δώροις ἡσθεὶς καὶ ὅστις εἴη μαθὼν εὐθὺς αὐτῷ τὸν πιστότατον πέπομφε· ἐπεὶ δ’ εἰς Ἀμά‐ σειαν ἧκε, φιλοφρόνως αὐτὸν ὁ στρατοπεδάρχης ὑπεδέξατο καὶ οὕ‐ | |
20 | τως αὐτὸν ᾠκειώσατο δῶρα διδοὺς καὶ θαμὰ ὁμιλῶν—ἦν γὰρ εἴπερ τις ἄλλος ἐν λόγοις ἡδύς—ὡς μεγίστην εὔνοιαν πρὸς αὐτὸν τὸν βάρ‐ βαρον κτήσασθαι. Τούτου οὖν γενομένου, τοιῶνδε πρὸς αὐτὸν ἤρξατο λόγων· «Φίλοι μέν, λέγων, ὦ τάν, ὅ τε βασιλεὺς Ῥωμαίων καὶ ὁ σουλτάνος, ὁ δὲ Οὐρσέλιος ἀμφοῖν ὑπάρχει ἐχθρός· σίνεται μὲν γὰ | |
25 | τὰ Ῥωμαίων, ἐπιτίθεται δὲ καὶ τοῖς Τούρκοις· καὶ νῦν ἰδὼν τὸν σὸν ἀμυρὰν προσελθόντα, ὥσπερ δείσας μὴ ὑπ’ ἀμφοτέρων ἀναλωθείη, προσωπεῖον ὑποδὺς ἀγάπης ἀφίκετο πρὸς αὐτὸν τὸν καιρὸν ἐξαγορα‐ | |
ζόμενος· ἐπειδὰν οὗτος παρέλθῃ, ἐχθρὸς ἐσεῖται πάλιν τῶν Τούρκων ὁποῖος καὶ πρότερον ἦν· ἀλλ’ εἴ τι ἐμοὶ πείθεται, ἀφικόμενον αὖθις | 187 | |
30 | αὐτὸν ἀποδότω μοι χρημάτων πολλῶν· τρία γὰρ ἐκ τούτου κερδανεῖ τὰ μέγιστα, χρημάτων πλῆθος, οἰκειότητα πρὸς βασιλέα Ῥωμαίων ἀφ’ ἧς μεγάλας ἕξει εὐεργεσίας, καὶ τρίτον τὸ τὸν σουλτάνον ἡσθῆναι τῶν Τούρκων ἀποσκευασάμενον τὸν ἐχθρόν». | |
2.22 | Πείθεται τοῖς τοῦ στρατοπεδάρχου λόγοις ὁ πρέσβυς καὶ ὑπι‐ σχνεῖται πείθειν τὸν ἀμυρὰν ἐπιτελέσαι τὰ τῷ στρατοπεδάρχῃ δό‐ ξαντα. Πέμπεται οὖν μετὰ δώρων αὖθις καὶ ἀπαγγέλλει πάντα τῷ Τουτάχ, τήν τε γνώμην παρίστησι τοῦ στρατοπεδάρχου καὶ τὸ ἐν | |
5 | λόγοις μειλίχιον καὶ τὸ ἐν χρήμασιν ἐλευθέριον, καὶ δὴ δουλοῦται τοῖς ἀπαγγελθεῖσιν ὁ βάρβαρος καὶ ὅλος γίνεται τοῖς τοῦ στρατο‐ πεδάρχου λόγοις καὶ γνώμῃ πειθήνιος. Ἐλθόντα τοιγαροῦν τὸν Οὐρσέλιον προσποιεῖται φιλοφρόνως ὑποδέχεσθαι καὶ συνδειπνήσας αὐτῷ τέλος συλλαμβάνει καὶ δεσμώτην ἀποδείξας ἐκπέμπει τοῦτον | |
10 | πρὸς τὸν στρατοπεδάρχην, ὁμήρους λαβὼν ὥστε ἀποδοθῆναί οἱ τὰ συμφωνηθέντα χρήματα. Ἡσθεὶς οὖν ὁ στρατοπεδάρχης ἐπὶ τῷ γεγονότι, ἐπεὶ χρημάτων ἠπόρει, ἐν ἀμηχανίᾳ ἦν ὅ τι καὶ δράσειε· καὶ εὐθὺς ἐκκλησίαν συνήθροιζε καὶ τοὺς περὶ τὴν πόλιν δυναμένους ἐκάλει πρὸς βουλὴν καὶ πάντων συνελθόντων ἤρξατο τῶν πρὸς αὐτοὺς | |
15 | λόγων ἐντεῦθεν· «Ἄνδρες ὁπόσοι παρ’ ἐμοῦ ξυνελέγητε σήμερον ἐς τὸ βουλευτήριον, ἀκούσατε τῶν πρὸς ὑμᾶς λόγων. Ἴστε ὅπως ὁ βάρβαρος τὰς τοῦ Ἀρμενιακοῦ διέθετο πόλεις ἁπάσας καὶ ὁπόσα χρή‐ ματα ἀφ’ ὑμῶν εἰσεπράξετο, ὅσας τε κωμοπόλεις ἐπόρθησε καὶ σώ‐ ματα ἀνθρώπων κακῶς διέθετο, ποιναῖς ὑποβάλλων ἀφορήτοις ἐξ | |
20 | ἀφορμῆς βραχυτάτης. Ἐπεὶ οὖν ἧκε καιρὸς ἀπαλλάττων ἡμᾶς τῆς ἐκ τούτου κακώσεως, δέον ἐστὶν ἡμᾶς μὴ προέσθαι τοῦτον μηδὲ τὸν καπνὸν φεύγοντας εἰς κάμινον ἐμπεσεῖν· ἐπεὶ γὰρ νεύσει Θεοῦ καὶ σπου‐ δῇ ἡμετέρᾳ ὁρᾶτε νῦν δεσμώτην τὸν βάρβαρον, ὁ δὲ τοῦτον ζωγρήσας ἀπαιτεῖ τὴν τιμήν, αὐτοὶ δὲ χρημάτων ἀποροῦμεν, δέον ἐστὶν ἕκαστον | |
25 | συνεισενεγκεῖν τὰ πρὸς δύναμιν. Εἰ μὴ γὰρ πόρρω βασιλέως ἦν ἢ και‐ ρὸν ἀναμονῆς ἀπῄτει ὁ βάρβαρος, ἔσπευσα ἂν ἐκεῖθεν κομισθῆναι τὰ τῆς τιμῆς· ἐπεὶ δ’ ὡς ὁρᾶτε, οὐδέν ἐστι τούτων δυνατὸν γενέσθαι, τὸ δὲ Τούρκων πλῆθος μεγάλως τὴν χώραν λυμαίνεται, μένοντος τοῦ ἀμυρᾶ διὰ τὴν τιμήν, δέον ἐστίν, ὡς ἔφην, πάντας ὑμᾶς συνεισενεγκεῖν, | 189 |
30 | πρὸς τοὺς ἄρχοντας δέ μοι ὁ λόγος, καὶ λήψεσθε πάντα ἐκ βασιλέως ὁπόσα παράσχητε». | |
2.23 | Τούτων ἐκεῖνοι ἀκούσαντες ἐπεχείρουν ταράττειν τὸ πλῆθος καὶ θόρυβος καὶ κραυγὴ ἦν μεγίστη, τῶν μὲν ἀσήμως βοώντων, τῶν δὲ βουλομένων σῴζεσθαι τὸν Οὐρσέλιον· ἐπεβόων γὰρ μηδέν τι δεινὸν παθεῖν πρὸς αὐτοῦ καὶ ἐπειρῶντο ἁρπάζειν τοῦτον ἐκ τῆς οἰκίας καὶ | |
5 | ἀπολύειν ἐλεύθερον. Καὶ τάχα ἂν ἕτερος ὢν ἐταράχθη δῆμον ὁρῶν τοσοῦτον μαινόμενον καὶ θορυβουμένην πόλιν μεγίστην, ὁ δὲ γενναῖος νεανίας, ὁ στρατοπεδάρχης ἐκεῖνός φημι, ἤδη μέν τι δείσας τὸ σύνολον κατασιγάζειν ἤρξατο τῇ χειρὶ τὸν θόρυβον· ὀψὲ δὲ καὶ μόλις γενο‐ μένης ἡσυχίας, λόγων ἤρχετο πρὸς τὸ πλῆθος τοιούτων· «Θαυμάζειν | |
10 | ἔπεισί μοι, ἄνδρες Ἀμασειανοί, ὅπως ῥᾳδίως οὕτως ἐξαπατᾶσθε ὑπὸ τῶν κατασοφιζομένων ὑμᾶς καὶ τὴν σφῶν μὲν αὐτῶν ὠφέλειαν ὠνου‐ μένων τῷ ὑμετέρῳ αἵματι, μεγίστης δὲ βλάβης ὑμῖν προξένων γινο‐ μένων. Ποία γὰρ ὑμῖν ὄνησις ἐγένετο τῆς τυραννίδος συνισταμένης ὅτι μὴ σφαγαὶ καὶ αἰχμαλωσίαι καὶ πηρώσεις καὶ ἀκρωτηριασμοὶ | |
15 | μελῶν; Ἀλλ’ ὑμεῖς μὲν οὕτω κακῶς ἐπάσχετε, οἱ δὲ νῦν ὑμᾶς πρὸς θυ‐ μὸν καὶ θόρυβον ἀνεγείροντες διετήρουν μὲν ἀσινῆ τὰ οἰκεῖα τὸν βάρ‐ βαρον θεραπεύοντες, ἀπελάμβανον δὲ καὶ τῶν ἐκ βασιλέως δωρεῶν, ὅτι μὴ σφᾶς τε καὶ τὴν πόλιν ἐνεχείρισαν τῷ βαρβάρῳ· ὑμῶν δὲ οὐδὲ ἕνα λόγον ἐποιήσαντο πώποτε. Διά τοι τοῦτο καὶ αὖθις βούλονται | |
20 | τὴν τυραννίδα συνίστασθαι, ἵνα τῷ τυράννῳ μὲν χρηστὰς ὑποσαίνοντες ἐλπίδας ἀσινῆ τὰ οἰκεῖα διατηρῶσιν, ἐκ βασιλέως δὲ ἀπαιτῶσιν αὖθις τιμάς τε καὶ δωρεάς. Ἢν δέ τι καὶ νεωτερισθείη, αὐτοὶ μὲν πόρρωθεν ἑαυτοὺς τοῦ δράματος ἐξαγαγεῖν πειράσονται, τὸν δὲ βασιλέως ὅλως θυμὸν ἐξάψωσι καθ’ ὑμῶν. Ἀλλ’ εἴ τί μοι πείθεσθε, τοὺς μὲν ὑμᾶς | |
25 | πρὸς θόρυβον διεγείραντας ἔρρειν ἐάσατε, ἀπίτω δὲ ἕκαστος εἰς τὴν | |
οἰκίαν αὐτοῦ καὶ τὰ λεχθέντα σκοπείτω καὶ εἴσεσθε ὁποῖος ὑμῖν βου‐ λεύεται τὰ ξυμφέροντα». Τούτων ἀκοῦσαν τῶν ῥημάτων τὸ πλῆθος ἐπῄνει τὰ λεχθέντα καὶ ἅπαντες ὑπεχώρουν. | 191 | |
2.24 | Ὁ δὲ στρατοπεδάρχης δείσας μὴ καὶ αὖθις οἱ δυνατοὶ τὸ πλῆ‐ θος διεγείρωσι καὶ τὸν Οὐρσέλιον διαρπάσωσι, βουλὴν βουλεύεται πάνυ μὲν συνετήν, πάνυ δὲ καὶ φιλάνθρωπον. Τίς δ’ ἡ βουλή; Προσκα‐ λεῖται τὸν δήμιον· ἀνάπτεται πῦρ· ἐκπυροῦται σίδηρος· ῥίπτεται | |
5 | κατὰ γῆς ὁ Οὐρσέλιος· φωνεῖν καὶ στένειν γοερὸν παραγγέλλεται ὡς δῆθεν τῶν ὀμμάτων στερούμενος. Ὁ δὲ πείθεται καὶ τὴν οἰκίαν ἐπλήρου φωνῶν τε καὶ στεναγμῶν· εἶτα τοῖς τούτου βλεφάροις ἐπι‐ τίθεται φάρμακον ἀκεσώδυνον καὶ ἐπὶ τῷ φαρμάκῳ κάλυμμα· ἕωθεν δὲ πρὸς τὸ πλῆθος ἐξάγεται καὶ ὁρᾶται παρὰ πάντων ὡς δῆθεν τυ‐ | |
10 | φλός· τοῦτο τὸ δρᾶμα πάμπαν τὸν θόρυβον κατεσίγασεν. Ὁ μὲν οὖν στρατοπεδάρχης ἀδείας λαβόμενος ἐσκόπει ὅπως καὶ τὸ περὶ τὸν Οὐρσέλιον στράτευμα καθελὼν τῶν παρακατασχεθέντων φρουρίων γένοιτο ἐγκρατής· οἱ δ’ ἐκ βασιλέως πεμφθέντες, τῶν οἰκείων ὄντες τῷ βασιλεῖ, ἠνάγκαζον τοῦτον τὸν Οὐρσέλιον λαβόντα εἰς τὴν βασιλίδα | |
15 | ἐπανελθεῖν· ὁ δὲ «αἰσχρόν», ἔλεγεν, «εἶναι εἰ, πολλῶν τῶν ὑπὸ τὸν τύραννον ὄντων, ἑνὸς ἐγκρατεῖς γεγονότες αὐτοῦ τοῦ τυράννου, τοὺς ἄλλους καταλιπόντες οἰχησόμεθα· ἀνάγκη γὰρ ἕνα τῶν λειπομένων εἰς τύραννον καταστῆναι καὶ αὖθις τὰς πόλεις κυκᾶν· ἀλλ’ ἐμοὶ δοκεῖ εἶναι ταῦτα καὶ τοῦτον ..., ἀποπειρᾶσαι δὲ καὶ τῶν φρουρίων ὅσον οἷόν | |
20 | τε». Ταῦτ’ εἰπὼν ἔργου εἴχετο καὶ πρῶτον μὲν τὰς ὁδοὺς ἐφρούρει, ὡς μηδέν τι τῶν ἀναγκαίων λαθεῖν εἰς τὰ φρούρια εἰσαχθῆναι, καὶ ἐπὶ συλλογὴν σίτου καὶ τῶν ἄλλων ἀναγκαίων ἐξιόντας μεγάλως ἐσί‐ νετο, ἔπειτα μέντοι ἐνέδρας ἐνίστα καί τινας εἰς προνομὴν ἔστελλεν· οἱ δὲ ἐν τοῖς φρουρίοις ἐξιόντες καὶ τοὺς προνομεύοντας διώκοντες ταῖς | |
25 | ἐνέδραις περιπίπτοντες ἡλίσκοντο. Τοῦτο πολλάκις ποικιλοτρόπως γινόμενον εἰς ἀπορίαν τοὺς Φράγγους ἐνέβαλλεν· ὅτε μὲν γὰρ μετὰ | |
τετάρτην ἢ πέμπτην ἡμέραν ἐποίει τὰς προνομάς, ὅτε δὲ μετὰ μίαν αὖθις ἡμέραν ἢ καὶ δευτέραν. Ἀμηχανοῦντες οὖν οἱ ἔνδον οἱ μὲν σφᾶς τε αὐτοὺς καὶ τὰ φρούρια τῷ στρατοπεδάρχῃ παρέδοσαν, οἱ δὲ κενὰ | 193 | |
30 | ταῦτα καταλιπόντες ᾤχοντο, καὶ οὕτω πάντων γέγονεν ἐγκρατής. Ἡμέρας δὲ διατρίψας ἐν Ἀμασείᾳ καὶ τὰς πόλεις ἁπάσας καταστήσας καὶ εἰρήνην βαθεῖαν καταλιπὼν καὶ τοῖς πᾶσι δειχθεὶς ἐρασμιώτατος, ἐξῆλθεν ἐκεῖθεν μετὰ κροτοῦ καὶ εὐφημιῶν ὅτι πλείστων ἐπαγόμενος μεθ’ ἑαυτοῦ καὶ τὸν Οὐρσέλιον. | |
2.25 | Διιὼν δὲ διὰ Παφλαγονίας ἐπειδὴ ἔγγιστα γέγονε τῆς οἰκίας τοῦ Δοκειανοῦ Θεοδώρου, ἀνδρὸς τῶν εὖ γεγονότων καὶ πλούτῳ κομώντων καὶ καθ’ αἷμα τῷ στρατοπεδάρχῃ προσήκοντος—τῆς γὰρ ἀδελφῆς τοῦ πατρὸς ἐκείνου παῖς ἦν οὗτος—, ὡς καταλαμβάνοντα | |
5 | τοῦτον ἐμάνθανεν ὁ Δοκειανὸς ἀπήντα μακρόθεν καὶ κατησπάζετο· ἀτενίσας δὲ καὶ πρὸς τὸν Οὐρσέλιον καὶ τὸ κάλυμμα θεασάμενος τὸ τοῖς ὀφθαλμοῖς αὐτοῦ ἐπικείμενον λύπης πεπλήρωτο καὶ οὐκέτι καθεκτὸς ἦν, ἀλλὰ τὸν στρατοπεδάρχην ὠνείδιζεν ὡς ἄνδρα γενναῖον οὕτω καὶ μεγάλα δυνάμενον τὰ Ῥωμαίων ὠφελῆσαι πράγματα τῶν ὀμμάτων ἀπο‐ | |
10 | στερήσαντα. Ὁ δὲ ἐπιεικής τε ἄλλως ὢν καὶ δεινὸς συσκιάσαι πρᾶγμα καὶ μὴ ταχέως ἐκφαίνειν, πρᾴως οὕτω καὶ γαληνῶς πρὸς ἐκεῖνον ἀντέ‐ φησε· «Τὰς μὲν αἰτίας, ἐξάδελφε, δι’ ἃς οὗτος τῶν ὀμμάτων ἐστέρηται, οὐ νῦν ἐστι καιρὸς ἀπαγγέλλειν· ἐπειδὰν δὲ ἀπιόντες οἴκαδε κατὰ μόνας γενοίμεθα, εἴσῃ πάσας καί με ταχέως ἀπολύσεις τῆς μέμψεως». Φθά‐ | |
15 | σαντες οὖν τὴν οἰκίαν καὶ τῶν ἵππων ἀποβάντες καὶ τὸν κονιορτὸν ἐκτινάξαντες ἠρίστων, τοῦ ἐστιάτορος τὸ δεῖπνον φιλοτίμως προευ‐ | |
τρεπίσαντος· μετὰ δὲ τὸ ἄριστον τῆς χειρὸς λαβόμενος τοῦ Δοκεια‐ νοῦ ὁ στρατοπεδάρχης εἰς τὸ δωμάτιον εἴσεισιν, ἐν ᾧ ὁ Οὐρσέλιος ἐνεκέκλειστο, καὶ ἐκέλευσεν ἀναπεταννύειν τὸ κάλυμμα. Ὁ δὲ εὐθὺς | 195 | |
20 | ἀνεπήδα καὶ τὸ κάλυμμα ἀναπεταννὺς ὡρᾶτο βλέπων καὶ τὸν Δοκειανὸν κατησπάζετο· ὁ δὲ τῷ αἰφνιδίῳ κατεπέπληκτο καὶ πλήρης χαρμονῆς ἐγεγόνει καὶ τὸν κλεινὸν περιπλακεὶς Ἀλέξιον κατεφίλει χείλη καὶ παρειὰς καὶ τοὺς χαριέντας ὀφθαλμοὺς καὶ μέγα ἐβόα ἄξιον εἶναι τῶν προαγόντων τοῦ νέου τὸ φρόνημα καὶ τὸ δρᾶμα ἐπῄνει καὶ τὴν σκηνὴν | |
25 | ἐθαύμαζε. | |
2.26 | Τρισὶν οὖν ἡμέραις ἐπ’ αὐτῷ ξενωθεὶς ὁ στρατοπεδάρχης ἐξῄει καὶ κατῄει ὡς ἐπὶ τὴν τοῦ Πόντου θάλασσαν. Περὶ δὲ τὴν Κασταμόνα γενόμενος ἐπεθύμησε τὴν τοῦ πάππου οἰκίαν ἰδεῖν. Παρακαλεσά‐ μενος οὖν ἀπιέναι πάντας αὐτὸς μετ’ ὀλίγων ἀπένευσε τῆς ὁδοῦ· ἐντὸς | |
5 | δὲ ταύτης γενόμενος καὶ ἔρημον ταύτην τῶν οἰκούντων ἰδὼν δακρύων ἐπληροῦτο καὶ στεναγμῶν, ἐν μνήμῃ γενόμενος τῶν αὐτοῦ γεννητόρων· βίᾳ δ’ ἐκεῖθεν ἀποσπασθεὶς πρὸς τῶν ἑπομένων ἀπῄει, ὅτε μικροῦ δεῖν ἐνηδρεύθη παρὰ τῶν Τούρκων, εἰ μὴ ταχέως αὐτὸν οἱ περὶ αὐτὸν ἀποσπάσαντες συνέμιξαν τοῖς λοιποῖς. Διελθόντι δὲ τοὺς στενωποὺς | |
10 | καὶ παρὰ τὴν θάλασσαν κατιόντι πρὸς τὴν Ἡράκλειαν ὁ Μαύρηξ ἀπήντα, ἀνὴρ οὐ τῶν εὖ γεγονότων, ἐντρεχὴς δὲ ἄλλως καὶ πεῖραν τῶν κατὰ θάλατταν ἔχων ὅτι πλείστην· διὸ δὴ καὶ βασιλεῦσι Ῥωμαίων ἀναγ‐ καῖος ἐδόκει καὶ πολλῶν ἀπήλαυε τῶν ἐξ αὐτῶν δωρημάτων, ὡς καὶ πλοῦτον κτήσασθαι πλεῖστον καὶ δούλων πλῆθος καὶ τῶν ἄλλων ὑπη‐ | |
15 | ρετούντων περὶ τὰ στρατιωτικὰ καὶ οἰκίαν ἀνεγεῖραι λαμπράν. Ἀπαν‐ | |
τήσας δ’ οὗτος ἠξίου ἐπιξενωθῆναί οἱ, ὁ δ’ ἐπείθετο. Ἐπεὶ δὲ περὶ τὴν Ἡράκλειαν ἐγένοντο, ἐπῄει πρότερον 〈ὁ〉 στρατοπεδάρχης ἐπὶ τὸν ἀχειροποίητον τῆς Θεομήτορος ναόν, ἐν ᾧ τὰ χαριστήρια ἐτεθύκει τῷ πάντων Σωτῆρι καὶ τούτου μητέρι· εἶτ’ ἐπεξενίσθη τῷ Μαύρηκι. | 197 | |
2.27 | Ἐν ὅσῳ δὲ αὐτῷ τὰ πρὸς τὴν ἔξοδον ἑτοιμάζετο, ἀπήγγελτο Τούρ‐ κους κατιέναι εἰς προνομήν· τὸν δ’ εὐθὺς ὁ λόγος πρὸς τὰ ὅπλα ἐκίνησε μᾶλλον ἢ τὸν Ἀλέξανδρον, ὥς φασι, πάλαι ἡ Τιμοθέου αὔλησις. Ὁπλισάμενος οὖν καὶ τοῦ ἵππου ἐπιβάς, ἐξῄει σὺν τοῖς περὶ αὐτόν· | |
5 | ξυνείποντο δέ οἱ καὶ οἱ τοῦ Μαύρηκος ἄνδρες ἐμπειροπόλεμοι καὶ γενναῖοι, ὧν κατάρχων ἦν ὁ Βουτουμίτης Μιχαήλ, ἀνὴρ μικρὸς μέν, ὥς φησιν Ὅμηρος, δέμας, ἀλλὰ μαχήτης. Ἀλλ’ οἱ Τοῦρ‐ κοι πόρρωθεν τούτους ἰδόντες καὶ τὴν ἀστραπὴν τῶν ὅπλων καὶ τὸ τῆς τάξεως εὔρυθμον καὶ τὸ τῆς ὁρμῆς ἀνυπόστατον μὴ ὑπενεγκόντες ἔφευ‐ | |
10 | γον ἀκρατῶς. Οἱ δὲ πόρρω τούτους τῶν ὁρίων ἐκείνων ἀπελάσαντες καὶ καταβαλόντες ἐνίους ἐπανῄεσαν. Ἥσθη τῷ παρέργῳ τῆς κατὰ πάροδον νίκης ὁ στρατοπεδάρχης καὶ ἐβούλετο καρτερεῖν ἐν τοῖς τῆς Ἡρακλείας ὁρίοις, εἴ που ἐντυχεῖν δυνηθείη Τούρκοις εἰς προνομὴν κατελθοῦσιν· ἐβούλετο γὰρ αὐξῆσαι τὰ τρόπαια καὶ οὕτως εἰς τὴν με‐ | |
15 | γαλόπολιν πένταθλος εἰσελθεῖν στεφανίτης. Ἀλλ’ ἐκ βασιλέως πεμ‐ | |
φθέντα γράμματα καὶ ναῦς σὺν ἐρέταις μονήρης ἐκώλυσαν αὐτὸν τῆς ὁρμῆς· ἐκέλευον γὰρ τὰ γράμματα εἰσελθεῖν εἰς τὴν ναῦν σὺν τῷ Οὐρσελίῳ καὶ ταχέως τὴν βασιλίδα καταλαβεῖν, ὡς ἐνεδρευόντων περὶ τὰς διόδους τῶν Τούρκων. Ὁ μὲν οὖν ἐποίει τὸ κελευσθὲν καὶ διὰ | 199 | |
20 | τῆς νηὸς ἠπείγετο πρὸς τὴν Προποντίδα· θρασκίου δὲ πνεύσαντος ἐξαίφνης σφοδροῦ, μικροῦ ἂν ἐκινδύνευε ναυαγίῳ περιπεσεῖν, εἰ μὴ προφανῶς τοῦτον ἡ Θεομήτωρ ἐρρύσατο· ἅμα τε γὰρ ἐπεκαλέσατο τὴν ταύτης βοήθειαν καὶ εὐθὺς ἡ θάλασσα κατηυνάζετο καὶ οὕτω γέγονε διαδρᾶναι τοῦτον τὸν κλύδωνα. | |
2.28 | Καταλαβόντα δὲ τοῦτον τὴν βασιλίδα φιλοφρόνως ὁ βασιλεὺς ὑπεδέχετο ἠσπάζετό τε ἡδέως καί, ἵνα τοῖς ἐκείνου χρήσωμαι ῥήμασι, «καλῶς, ἔφησεν, ἧκεν ἡ μετὰ Θεὸν δεξιὰ ἡμῶν χείρ». Ἀλλὰ ταύτην μὲν πρώτην ἔσχεν ἐκ βασιλέως ἀμοιβὴν τῶν πόνων, τὴν βασιλέως | |
5 | εὐχαριστίαν πρώτως αὐτὸς ἐντυχών· μετὰ δὲ τοῦτο ἐτίμα καὶ σύμ‐ βολα. Εἶχε δὲ καὶ τὸν Οὐρσέλιον εἱρκτὴ φρουρούμενον ἀσφαλῶς, ὃν ὁ καλὸς τὰ πάντα Ἀλέξιος παντοίας ἐπιμελείας ἠξίου, πολλὰ τῶν ἀναγκαίων οἴκοθεν αὐτῷ χορηγῶν καὶ τὴν βασιλέως αὐτῷ κατευνά‐ ζων ὀργήν. Τὰ μὲν οὖν κατὰ τὸν κλεινὸν Ἀλέξιον οὕτω. | |
10 | Ὁ δὲ βασιλεὺς Μιχαὴλ τὸν Ἰσαάκιον, ἄρτι τοῦ δουκὸς Ἀντιοχείας τοῦ πρωτοπροέδρου Ἰωσὴφ τοῦ Ταρχανειώτου τὸ κοινὸν ἀποτίσαντος χρέος καὶ τῶν ἐκεῖσε στασιασθέντων πραγμάτων, ὡς μόλις δυνηθῆναι κατευνασθῆναι τὰς ἀναφυείσας στάσεις παρὰ τοῦ ἐκείνου υἱέος τοῦ | |
μαγίστρου Κατακαλών, ἅτε καὶ τῆς τοῦ Φιλαρέτου τυραννίδος ἀρ‐ | 201 | |
15 | ξαμένης ἤδη αὐξάνειν, δοῦκα Ἀντιοχείας προεχειρίσατο. Ἐπεὶ δὲ τῶν στάσεων αἴτιον ᾤετο εἶναι τὸν πατριάρχην Αἰμυλιανόν, ἐκέλευε τοῦτον εἰς τὴν Κωνσταντινούπολιν ἐξαποστεῖλαι μετὰ σπουδῆς ὅτι πλείστης. Ὁ λογοθέτης δὲ πρὸς τὸν πατριάρχην πάλαι δυσμενῶς ἔχων καὶ ἀμοιβὰς σχεῖν αὐτὸν ἐκ βασιλέως ὑπισχνεῖτο, μόνον εἰ τὸν πα‐ | |
20 | τριάρχην τῆς πόλεως ἐξελάσει. Ὁ γοῦν Κομνηνὸς τὴν Ἀντιόχειαν καταλαβὼν μετὰ τιμῆς ὅτι πλείστης ὑπό τε τῶν ἐν τέλει καὶ αὐτοῦ δὴ τοῦ τὸν πατριαρχικὸν θρόνον ἰθύνοντος ὑπεδέχθη· εἰσελθὼν δ’ ἐν τῇ πόλει τὸν πατριάρχην θεραπεύειν προσεποιεῖτο καὶ φιλίως αὐτῷ προσενήνεκτο δεδιὼς τοῦ πλήθους τὴν πρὸς ἐκεῖνον εὔνοιαν· διχῆ | |
25 | γὰρ ἡ πόλις μεμέριστο καὶ τὸ μὲν τῷ πατριάρχῃ προσεποιεῖτο καὶ φιλίως αὐτῷ προσενήνεκτο, τὸ δὲ τοὺς ἄρχοντας ἐθεράπευεν. Ὑφο‐ ρώμενος οὖν τὴν στάσιν ὁ δοὺξ οὔτε τὰ τοῦ βασιλέως γράμματα τὰ κελεύοντα τὴν ἐξέλευσιν τοῦ πατριάρχου παρέσχεν, οὔτε τι τῶν προστα‐ χθέντων αὐτῷ παρὰ βασιλέως ἀπεκάλυψεν. Ἀλλὰ τί μηχανᾶται; | |
30 | Σκήπτεται νόσον καὶ ἄμφω τὰς χεῖρας δεσμεῖ καὶ τοὺς βραχίονας καὶ νοσεῖν ὑποκρίνεται καὶ τοὺς ἰατροὺς συγκαλεῖται. Φοιτᾷ τοίνυν πρὸς αὐτὸν καὶ ὁ πατριάρχης καὶ περὶ τῆς νόσου φιλοσοφεῖ καὶ τὰ περὶ ταύτης κοινοῦται μετ’ αὐτοῦ. Ἐδόκει οὖν τῆς νόσου αἴτιον εἶναι ἔμφραξις περὶ τὰς λείας ἀρτηρίας συνισταμένη· ὡς δ’ ἐξιέναι τῆς | |
35 | πόλεως τοῦτον ἤρεσε τοῖς ἰατροῖς καὶ χωρίον ἐσκοπεῖτο τῇ νόσῳ κατάλληλον εὖ τε κράσεως ἔχον καὶ θυμηδίαν τινὰ παρέχον τῷ κά‐ μνοντι, ὁ πατριάρχης τοιοῦτό τι ἔχειν ἐπήγγελται καὶ εὐθὺς ἐξιέναι τὸν δοῦκα ἐπέτρεπε κἀν τούτῳ ἐνδιαιτᾶσθαι. Ὁ δὲ ἐξῄει καὶ ὁ πατριάρ‐ χης ἧκε τοῦτον προπέμψας καὶ ὑπέστρεφεν. Ἀλλὰ τί τὸ ἐντεῦθεν; | |
40 | Δύο παρῆλθον ἡμέραι καὶ ὁ πατριάρχης ἧκε τοῦτον ἐπισκεψόμενος· ὁ δὲ τὸν πατριάρχην ἰδὼν πυθομένου ἐκείνου τὰ κατ’ αὐτὸν ῥᾷον ἔλεγεν ἔχειν ταῖς σαῖς εὐχαῖς, ὀνήσασθαι γὰρ ὑπὸ τῆς εὐκρασίας τοῦ κατὰ τὸ χωρίον ἀέρος, καὶ ὃς ἀκούων ταῦτ’ ἔχαιρεν. Ἔτι δ’ αὐτῶν ὁμιλούν‐ των, ἧκέ τις μηνύων ἔγγιστα τοῦ χωρίου κοιτάζεσθαι λαγωόν. Ἐκέ‐ | 203 |
45 | λευον οὖν 〈τοῦτον〉 ἀπιέναι οἱ ἰατροί, ὁ δὲ προσεποιεῖτο μὴ βούλεσθαι· ὁ δὲ πατριάρχης παντάπασιν ἀγνοήσας τὸ δρᾶμα παρεκάλει τοῦτον ἐξιππασάμενον ἀπελθεῖν πρὸς τὴν θήραν τοῦ λαγωοῦ· ὁ δ’ ὑποκρίνεται τούτου ἀκούειν. Βίᾳ οὖν ἐπιβὰς τοῦ ἵππου τῆς πρὸς Ἀντιόχειαν εἴ‐ χετο καὶ εἰσελθὼν ἐντὸς τῆς πόλεως καὶ τὰς πύλας κλείσας τὰ βασι‐ | |
2.28(50) | λικὰ πρὸς τὸν πατριάρχην ἐξέπεμπε γράμματα τὰ πρὸς τὴν βασιλίδα τῶν πόλεων τοῦτον μεταπεμπόμενα καὶ ἠξίου πρὸς τὴν θάλασσαν κατιέναι ὡς τάχιστα. Ὁ δὲ ἐδυσχέραινε μὲν καὶ ἠπείλει δράσειν ἀνήκεστα, οὐ μέντοι γε καὶ δεδύνητο, ἀλλὰ τὴν Λαοδικέων καὶ ἄκων καταλαβὼν καὶ ὀλίγας ἐνδιατρίψας ἡμέρας ὥστε αὐτῷ τὰ ἐφόδια | |
55 | κομισθῆναι ἐκ τῆς Ἀντιοχέων, ἀπῆρε πρὸς τὸ Βυζάντιον. | |
2.29 | Ὁ δὲ δοὺξ Ἰσαάκιος τοῦ ἐκ τοῦ πατριάρχου δέους ἀπαλλαγεὶς διώκει τὰ κοινὰ καὶ τὰς ἀναφυομένας ταῖς πόλεσι στάσεις ἐπειρᾶτο διαλύειν. Ἀλλ’ οὐκ ἦν ἠρεμῆσαι τὸν τῶν χριστιανῶν ἀρχαῖον πολέ‐ μιον· ταύτῃ τοι καὶ ἐξ αἰτίας βραχείας τοὺς στασιαστὰς αὖθις κεκί‐ | |
5 | νηκε· τῶν γὰρ ἄρτι προκόπτειν ἀρξαμένων τινὲς ἐκκαυθέντες ὑπὸ τοῦ φθόνου κατὰ τῶν ἐν τέλει καὶ τοῦ δουκὸς τὸ πλῆθος ἐξώπλισαν, καὶ τὸν μὲν εἴσω τῆς ἀκροπόλεως συγκλείσαντες τὰς εἰσόδους ἐφρού‐ ρουν, κατὰ δὲ τῶν ἐξορμήσαντές τινας μὲν ἀνεῖλον, οἱ δὲ λοιποὶ πρὸς τὴν ἀκρόπολιν τὰς οἰκίας τῶν ἀρχόντων πορθοῦντες καὶ τὰ χρήματα | |
10 | διαρπάζοντες. Ὁ δοὺξ τοίνυν εἰς προῦπτον καταστὰς κίνδυνον πρὸς τὰς κύκλῳ πόλεις ἐξέπεμψε τοὺς στρατιώτας μετακαλούμενος· ἐν ὀλίγῳ δὲ ἀποχρώσης συνελθούσης δυνάμεως κατεστρατήγει τοὺς στασια‐ στάς· εἰς πολλὰ γὰρ μέρη τὸ στράτευμα διελὼν ἐκέλευσε ἀπιέναι πρὸς τὰ στενωπὰ καὶ τοὺς ἀπαντῶντας ξυλλαμβάνειν, ὡς μὴ ὁμοῦ | |
15 | γενόμενοι βοηθοῖεν ἀλλήλοις· οὗ γενομένου, συνέβη τῶν Ἀντιοχέων στασιαστῶν φόνον γενέσθαι πολὺν καὶ οὕτω μόλις τὴν στάσιν κα‐ τευνασθῆναι· ἄρτι δὲ ταύτης κατευνασθείσης τοὺς Ἀντιοχεῖς ἔ‐ σπευδε θεραπεύειν. Εἶτα διελθουσῶν ἡμερῶν ὀλίγων, ἠγγέλθη Τούρ‐ κων οὐκ ἐλαχίστην μοῖραν κατὰ Συρίας χωρεῖν. Ὁ δὲ τὰς δυνάμεις | 205 |
20 | ἀναλαβὼν ἐξῄει· συνείπετο δέ οἱ καὶ ὁ ἐπ’ ἀδελφῇ τούτου γαμβρὸς Κωνσταντῖνος ὁ τοῦ βασιλέως Διογένους υἱός· ἐντυχὼν δὲ τοῖς Τούρ‐ κοις καὶ μάχην μετ’ αὐτῶν συνάψας ἡττήθη καὶ γενναίως ἀγωνι‐ σάμενος καὶ τραύματα ἱκανὰ παρ’ αὐτῶν λαβὼν αὐτὸς μὲν ἑάλω, ἀνῃ‐ ρέθη δὲ καὶ ὁ Διογένης. Τὸν μὲν οὖν εὐθὺς οἱ Ἀντιοχεῖς ἀποστείλαντες | |
25 | χρυσίου χιλιάδων ὠνήσαντο εἴκοσι καὶ τὰ ἐκ τοῦ πολέμου τραύματα θεραπεύειν ἔσπευδον· αὐτὸς δὲ εἰσέτι γνησίως διέκειτο πρὸς αὐτοὺς καὶ τὰς ἀμοιβάς, ὡς οἷόν τε, ἔσπευδε τούτοις ἀποδιδόναι. Ἀλλὰ τὰ μὲν κατὰ τὴν Ἀντιόχειαν ἐν τούτοις ἦν, ὁ δὲ ἑξῆς λόγος δηλώσει καὶ | |
περὶ τῶν κατὰ τὴν ἑσπέραν. | 207 | |
3t | Βιβλίον γʹ | |
3.1 | Ὅσα μὲν οὖν ξυνέβη κατὰ τὴν ἕω μετὰ τὴν τοῦ Διογένους τοῦ βασιλέως καθαίρεσιν καὶ ὅσαι ταραχαὶ καὶ ἀποστασίαι καὶ στάσεις ἀνήφθησάν τε καὶ αὖθις ἐσβέσθησαν καὶ ὡς ἡ μεγίστη πασῶν τυ‐ ραννίς, φημὶ δὴ 〈ἡ〉 τοῦ Οὐρσελίου, εἰς μέγα ἀρθεῖσα καὶ μεγίστων | |
5 | κακῶν αἰτία τῇ Ῥωμαίων γενομένη παρὰ τοῦ Κομνηνοῦ Ἀλεξίου καθῄρητο ἔτι κομιδῇ νέου ὄντος καὶ στρατοπεδάρχου τῆς ἕω ἀπο‐ δειχθέντος, ὁ πρὸ τοῦδε λόγος δηλοῖ. Νυνὶ δὲ ἀπὸ τῶν κατὰ τὴν ἑῴαν πραγμάτων ἀναγκαῖον μεταβῆναι πρὸς τὴν ἑσπέραν καί τινα τῶν ἐν αὐτῇ πραχθέντων ἀφηγήσασθαι, ἵν’ εἱρμῷ τινι καὶ τάξει βαδίζων ὁ | |
10 | λόγος ἐπὶ τὰς πράξεις αὖθις ἔλθῃ τοῦ Κομνηνοῦ Ἀλεξίου. Ἐπειδὴ τῶν παίδων τοῦ θειοτάτου καίσαρος ὁ μὲν νεώτερος Κωνσταντῖνος ἀνὴρ ἀγαθὸς γενόμενος ἐξαίφνης ἀπεβίω, ὁ δὲ πρεσβύτερος Ἀνδρόνικος τὸ γενναῖον αὐτοῦ τῆς ψυχῆς παραστήσας κἀν τῷ κατὰ τοῦ Οὐρσε‐ λίου πολέμῳ καὶ ἑαυτὸν προέμενος ὑπὲρ τῆς τοῦ πατρὸς σωτη‐ | |
15 | ρίας δεινῶς τετραυμάτιστο ὡς μικροῦ δεῖν ἔξαιμος γεγονὼς ἐπανῆλθε πρὸς τὸ Βυζάντιον, ἐπανελθὼν δὲ καὶ ἐπιμελείας τυχὼν ὅτι πλείστης τῶν μὲν ἐκ τῶν τραυμάτων ἀλγηδόνων ἀπήλλακτο, καχεξίᾳ δὲ σπλάγ‐ χνων συσχεθεὶς 〈καὶ〉 ὑδέρῳ ληφθεὶς ἀπηγόρευτο πρὸς τῶν ἰατρῶν, ἀτονησάσης τῆς τέχνης ἐπικουρῆσαι τῷ κάμνοντι, ἐπεὶ γοῦν οὕτω | |
20 | ταῦτα συνέβη καὶ ὁ καῖσαρ τὸν εὐκλεῆ βίον εἰς τὸν μοναδικὸν μετή‐ μειψεν, ὁ βασιλεὺς Μιχαὴλ φροντίσι μυρίαις ἐπάλαιε, τῶν τε Σκυθῶν | |
Θρᾴκην τε καὶ Μακεδονίαν κατατρεχόντων, τοῦ τε Σθλαβίνων ἔθνους τῆς δουλείας Ῥωμαίων ἀφηνιάσαντος καὶ τὴν Βουλγάρων δῃοῦντός τε καὶ ληϊζομένου· Σκοῦποί τε καὶ Ναϊσὸς ἐπορθοῦντο καὶ αὐτὸ δὴ | 209 | |
25 | τὸ Σίρμιον καὶ τὰ περὶ τὸν Σαβίαν ποταμὸν χωρία καὶ αἱ Παρίστριοι πόλεις αἱ μέχρι Βυδίνης κακῶς διετίθεντο· ἐκεῖθεν δ’ αὖθις Χωρο‐ βάτοι καὶ Διοκλεῖς ἀποστάντες ἅπαν τὸ Ἰλλυρικὸν κακῶς διετίθουν. | |
3.2 | Τούτων οὕτως γινομένων ὁ βασιλεὺς Μιχαὴλ εἰς δέος ἐκπέπτωκε μέγα καὶ ἐσκέπτετο κοινωνόν τινα προσλαβέσθαι καὶ τὴν δευτέραν αὐτῷ ἀπονεῖμαι τιμήν, φημὶ δὴ τὴν τοῦ καίσαρος. Ἐπεὶ δὲ τὸ συγ‐ γενὲς αὐτοῦ ἅπαν καθῄρητο, πρὸς τῶν ἐν τέλει τοὺς στρατηγικωτάτους | |
5 | ἀπέβλεψε καὶ ἐζήτει καθ’ ἑαυτὸν μετὰ τῶν περιοικιδίων τὸν πείρᾳ πραγμάτων καὶ φρονήσει καὶ ἀρετῇ τῶν ἄλλων πλεονεκτοῦντα. Ὡς δὲ πᾶσιν ἐδόκει τοῖς περὶ αὐτὸν καὶ αὐτῷ τῷ λογοθέτῃ τοιοῦτος εἶναι ὁ Βρυέννιος Νικηφόρος, οὗ πρόσθεν ἡ ἱστορία ἐμνήσθη, τὰ πρὸς τὸν Θεὸν πιστός, τὰ πρὸς φιλίαν βέβαιος δεινός τε ὑπαισθέσθαι τὸ μέλλον | |
10 | καὶ προφυλάξασθαι στρατηγῆσαί τε κατ’ ἐχθρῶν δοκιμώτατος, εὐ‐ θὺς γράμμασι βασιλικοῖς ἐξ Ὀδρυσῶν μετεπέμπετο. Πρὸ τοῦ δὲ τοῦτον τὸν ἄνδρα εἰς τὴν βασιλίδα ἐπανελθεῖν κοινοῦται ὁ βασιλεὺς τὸν λόγον τινὶ τῶν τῆς συγκλήτου βουλῆς, καθ’ αἷμα τούτῳ μητρόθεν | |
προσήκοντι· ὁ δρουγγάριος οὗτος ἦν Κωνσταντῖνος, ὁ τοῦ τῆς πα‐ | 211 | |
15 | τριαρχίας τὸν θρόνον ἰθύναντος πάλαι Μιχαὴλ ἀδελφιδοῦς, ὃς ἐπε‐ κέκλητο Κηρουλλάριος. Ὁ δ’ ἀκούσας βαρέως ἔφερε τὰ λεχθέντα· πάλαι γὰρ ἦν ὀνειροπολῶν τὴν βασιλείαν. Ἀπαιτούμενος οὖν γνώ‐ μην εἰσαγαγεῖν ἔφησε τὸν μὲν ἄνδρα γινώσκειν καὶ ἐπαινεῖν, τὴν δὲ περὶ αὐτοῦ σκέψιν τε καὶ βουλὴν οὐ πάνυ τι ἐπαινεῖν, «ἀλλ’ ἤτοι, φησί, | |
20 | καὶ τῆς βασιλικῆς ἀρχῆς ὑπεκστῆναί σε ἑκουσίως τούτῳ χρή, ἀνδρὶ ὄντι γενναίῳ καὶ δραστηρίῳ καὶ ῥέκτῃ, 〈ἢ〉 εἰ μὴ ἄκων βούλοιο τοῦτο παθεῖν, τοῦ τὸ κοινωνὸν αὐτὸν λαβέσθαι σκέμματος ἀποστῆ‐ ναι». Ταῦτ’ εἴρηκε καὶ εἰς δέος μέγα τὸν βασιλέα ἐνέβαλε καὶ ἄλλως δειλόν τε ὄντα καὶ τὴν ἑαυτοῦ σκιὰν ὑποπτήσσοντα, | |
25 | ὅ φασιν. | |
3.3 | Ἀφικομένου τοίνυν τοῦ Βρυεννίου, ὁ βασιλεὺς Μιχαὴλ τὸν σκο‐ πὸν μεταθέμενος ἐβούλετο τοῦτον δοῦκα τῆς τῶν Βουλγάρων ἀποδεί‐ ξασθαι πάσης χώρας, ὥστε δι’ αὐτοῦ καὶ τὸ Σθλαβίνων ἔθνος κατα‐ κυριεῦσαν ἀνασταλῆναι· καὶ δὴ ἐν Βουλγαρίᾳ γενόμενος, ἐν βραχεῖ | |
5 | καιρῷ ἐς τοσοῦτον τὸ Σθλαβίνων ἐταπείνωσεν ἔθνος ὡς ὑπὸ ζυγὸν Ῥωμαίων αὖθις τοῦτο ποιῆσαι καὶ ἀγαπᾶν ὑπ’ ἐκείνου 〈τὰ〉 τῶν ἐν Βουλγαρίᾳ πραγμάτων κυριεύεσθαι. Ἐπεὶ δὲ Χωρο‐ βάτοι καὶ Διοκλεῖς τὴν Ἰλλυρίδα κακῶς διετίθουν καὶ τὸ Φράγγων ἔθνος κατακυριεῦσαν τῆς Ἰταλίας καὶ Σικελίας δεινὰ κατὰ Ῥωμαίων | |
10 | ἐμελέτων, ἐβουλεύετο τοῦτον ὁ Μιχαὴλ ἐκ τῆς Βουλγαρίας ἐπὶ τὸ Δυρ‐ ράχιον μεταβαίνειν, ὃ μητρόπολίς ἐστι τοῦ Ἰλλυρικοῦ. Εὐθὺς οὖν γράμματα πρὸς ἐκεῖνον ἐπέμπετο οὐ κελεύοντα μᾶλλον ἢ ἀξιοῦντα αὐτὸν εἰς τὸ Ἰλλυρικὸν μεταβῆναι. Ἀφίκετο οὖν καὶ πάντες ἀσμένως | |
αὐτὸν ὑπεδέχοντο οἱ ἐγχώριοι· ἦν γὰρ ὁ ἀνὴρ χαριέστατος καὶ ἐλευ‐ | 213 | |
15 | θεριώτατος. Βραχὺν δέ τινα χρόνον ἐκεῖσε ἐνδιατρίψας ὥστε τὰ πρὸς τὸν πόλεμον ἐξαρτῦσαι, ἐστράτευσε κατὰ Διοκλέων καὶ Χωροβάτων. Ἐν ὀχυρωτάτοις δὲ τούτων χωρίοις στρατοπεδευομένων, τὰς δυσχω‐ ρίας αὐτὸς καθαίρειν ἔσπευδεν. Ὁπλίσας γὰρ πρότερον τοὺς στρα‐ τιώτας διέβαινε τοὺς στενωπούς· δεδιότος δὲ τοῦ στρατεύματος ἐν | |
20 | τῷ ὑποστρέφειν τὰ δυσδιόδευτα, ἐκέλευε τοὺς ἐγχωρίους συχνὰς ἀξί‐ νας ἐπιφερομένους ὄπισθεν ἕπεσθαι καὶ καθαίρειν τὰ δύσβατα καὶ τὰς ὁδοὺς εὐρύνειν· οὗ γενομένου, προθύμως οἱ στρατιῶται κατὰ τῶν πο‐ λεμίων ἐχώρουν καὶ οὕτω κατὰ τὸν τόπον γενόμενος ἔνθα τὸ τῶν ἐναν‐ τίων στράτευμα ἦν, προσέβαλε τούτῳ καὶ μάχης ἰσχυρᾶς γενομένης | |
25 | κατὰ κράτος ἐνίκησε. Τὰς γοῦν πόλεις ἁπάσας ὑποσπόνδους Ῥω‐ μαίους ποιησάμενος καθάπερ τὸ πρότερον καὶ ὁμήρους λαβὼν καὶ φρουρὰν ἀποχρῶσαν ἐφ’ ἑκάστην χώραν καταλιπὼν ἐπανῆκεν εἰς τὸ Δυρράχιον. Ἐπεὶ δ’ ἐξ Ἰταλίας πεμπόμεναι νῆες τὰς φορτηγοὺς ναῦς καταιρούσας κακῶς διετίθουν, σκοπὸν ἔθετο καὶ τούτων τὴν | |
30 | ὁρμὴν ἀναστεῖλαι καὶ μέντοι καὶ ἀνέστειλε ταύτην ταχέως τριήρεις κατ’ αὐτῶν ἐξοπλίσας καὶ πολλὰς μὲν τῶν λῃστρικῶν καταποντίσας νηῶν, οὐκ ὀλίγας δὲ κατασχών, ὡς ὑποπτῆξαι πάντα τὸν ἐν Ἰταλίᾳ στόλον καὶ συσταλῆναι. | |
3.4 | Ταῦτα μὲν οὕτω πέπρακτο ἄξια ὄντα τιμῆς καὶ γερῶν, ἀλλ’ ὁ φθόνος οὐκ ἤνεγκεν ἔργα τοιαῦτα ἀνδρὸς ἀρίστου, ἀλλὰ τὰς συκο‐ φαντῶν ἠρέθισε γλώσσας τῶν λαλούντων εἰρήνην μετὰ τῶν πλησίον αὐτῶν, ὅι φησιν ὁ θεῖος Δαυίδ, κακὰ δὲ | |
5 | ἐν ταῖς καρδίαις αὐτῶν. Ὑπεισελθόντες οὖν τὴν τοῦ βασιλέως κουφότητα κατελάλουν λάθρᾳ τοῦ ἀνδρὸς ὡς τυραννεῖν με‐ λετῶντος· ὧν κινηθεὶς τοῖς λόγοις ἐκεῖνος τῶν αὐτῷ πιστοτάτων ἕνα—ὁ Καππαδόκης οὗτος Εὐστάθιος ἦν—πρὸς τὴν Ἰλλυρίδα ἐκ‐ πέπομφε, παραγγείλας αὐτῷ λάθρα τὰ περὶ τῶν μηνυθέντων ἐξακρι‐ | |
10 | βώσασθαι. Ἀπελθόντα δὲ τοῦτον μάλα ἀσμένως ὁ Βρυέννιος ὑποδέ‐ | |
χεται καὶ τοσοῦτον αὐτὸν ᾠκειώσατο ὡς καὶ τὰ τοῦ δράματος αὐτῷ ἀπαγγεῖλαι καὶ ὅτου χάριν πρὸς βασιλέως ἐπέμφθη. Τούτων δ’ ἀκού‐ σας ἐκεῖνος ἐδάκνετο τὴν ψυχὴν καὶ εἰς δέος ἐνέπιπτεν· οὐ μέντοι καὶ πρὸς ὀργὴν ἐκινεῖτο, ἀλλ’ ἐπεῖχε τέως καὶ ἐσκόπει τί ποτ’ ἂν δρά‐ | 215 | |
15 | σειεν. Ἔτι δ’ ἐν τούτοις ὄντος, ὁ ἐκείνου αὐτάδελφος ἐφοίτα πρὸς τὸ Βυζάντιον προσεχῶς ἀριστεύσας κατὰ Σκυθῶν· ᾔτει οὖν ἐκ βασιλέως τῆς ἀριστείας τὰς ἀμοιβάς, τῷ λογοθέτῃ δι’ ὄχλου γινόμενος· ὡς δὲ παρωρᾶτο καὶ κενὸς ἀπεπέμπετο, ἐδυσφόρει μάλα καὶ ἠνιᾶτο. Ἐπεὶ δὲ καὶ ὁ τοῦ Φλώρου υἱός, Βασιλάκης, ἐκ Παφλαγόνων ἀφίκετο, οἰό‐ | |
20 | μενος καὶ αὐτὸς ἐκ βασιλέως δωρεάς τινας σχεῖν, καὶ γὰρ ἦν ἀνὴρ ἀγαθὸς τὰ πολεμικά, ἀπετύγχανε δὲ καὶ οὗτος τῶν κατὰ σκοπὸν καὶ διὰ τοῦτο ἠνιᾶτο καὶ ἤσχαλλεν, ἐντυχόντες ἀλλήλοιν εἰς λόγους ἠλθέ‐ την ἄμφω καὶ πολλὰ κατεβόων τῆς τοῦ βασιλέως ἀνελευθερίας καὶ τῆς τοῦ λογοθέτου σκληρότητος. Εἰς τοσοῦτον οὖν αὐτοῖν τὰ τῆς | |
25 | ἐντυχίας προῆλθον ὡς καὶ ὅρκια δοῦναι καὶ λαβεῖν ἐπὶ τῷ σκέψασθαί τι σφωὶν συνοῖσον καὶ τῇ Ῥωμαίων ἀρχῇ καὶ μέντοι καὶ ἀνέκφορα τηρῆσαι τὰ βουλευθέντα. Τὰ δὲ ἦσαν ἀποσκευάσασθαι μὲν τὸν οὕ‐ τως ἀνελεύθερον καὶ ἀνοικονόμητον, καταστῆσαι δὲ εἰς τὴν Ῥωμαίων ἀρχὴν ἄνδρα πολλοῖς κομῶντα πλεονεκτήμασι καὶ μὴ ὑπ’ ἀνδρὸς ἐκ‐ | |
30 | τομίου οὕτω τοὺς στρατηγοὺς Ῥωμαίων ἐμπαίζεσθαι. Ἐδόκει οὖν αὐτοῖν ὡς τάχιστα τὸν Βρυέννιον ἐξ Ἰλλυρίδος μεταπέμπεσθαι κἀ‐ κεῖνον ἀρχηγὸν τοῦ σκέμματος καθιστᾶν. | |
3.5 | Τούτων τοίνυν βεβουλευμένων, ὁ μὲν Βρυέννιος Ἰωάννης οἴκαδε ἀπῄει, ὁ δὲ Βασιλάκης εἰς τὸ Βυζάντιον ἔμεινεν. Οὔπω βραχὺς διῆλθε καιρὸς καὶ τῶν βαρβάρων τις τῶν πελεκηφόρων, οἷς ἡ τῶν βασι‐ λείων πεπίστευτο φυλακή, ἐν Ὀδρυσοῖς ἐφοίτα πρὸς τὴν πάλαι μὲν Ὀρε‐ | |
5 | στιάδα καλουμένην, νυνὶ δὲ Ἀδριανούπολιν, ὃς καταλύσας ἔν τινι πανδο‐ | |
χείῳ, ἐπειδὴ ἱκανῶς οἴνου ἐνεφορεῖτο, ἀπεφοίβαζε τὰ ἐντὸς ὡς πεμφθείη πρὸς τοῦ λογοθέτου δόλῳ μετελθεῖν καὶ ἀνελεῖν τὸν Βρυέννιον. Μη‐ νυθέντων δὲ τούτων τῷ Βρυεννίῳ, ὁ βάρβαρος εὐθὺς ξυλλαμβάνεται καὶ πρὸς ἐξέτασιν ἤγετο καὶ εἴθ’ ἑκὼν εἴτε ἄκων ξυνετίθετο ταῦθ’ οὕ‐ | 217 | |
10 | τως ἔχειν. Τὴν ῥῖνα οὖν αὐτοῦ προστάξας τμηθῆναι ὁ Βρυέννιος Ἰωάν‐ νης πρὸς τὸν ἀδελφὸν εὐθὺς ἐξέπεμψε γράμματα πρὸς ἀποστασίαν αὐτὸν ἐρεθίζοντα. Διακομισθέντων οὖν πρὸς αὐτὸν τῶν γραμμάτων κατὰ τὸ Δυρράχιον, πλήρης ἦν ὁ ἀνὴρ φροντίδος, οὐκ ἔχων ὅ τι καὶ δράσειε· τό τε γὰρ πρὸς ἀποστασίαν χωρῆσαι δεινὸν ᾤετο καὶ μεγί‐ | |
15 | στων κακῶν αἴτιον, τό τε ἑαυτὸν εἰς προῦπτον κίνδυνον παραδοῦναι πάντων καταφρονήσαντα οὐκ ἀνδρὸς ἔκρινεν ἀγαθοῦ εἶναι καὶ συνετοῦ καὶ γενναίου· τούτοις παλαίων τοῖς λογισμοῖς διέμεινε μέχρι πολ‐ λοῦ, καίτοι συχνῶς ὑπὸ ἐπιστολῶν ἐρεθιζόμενος ὑπὸ τοῦ ἀδελφοῦ. | |
3.6 | Ἀλλὰ τὰ μὲν κατὰ τοῦτον ἐν τούτοις ἦν. Ὁ δὲ καῖσαρ τὴν πρὸς θάνατον φερόμενον ὁρῶν τὸν υἱὸν καὶ τοὺς παῖδας αὐτοῦ κομιδῇ νέους, ἔσπευδεν ὡς ἔοικεν ἐπίκουρον τῇ οἰκίᾳ ἐκείνου εἰσαγαγεῖν, ἐκείνου τε πρὸς τοῦτο αὐτὸν παραθήγοντος καὶ τῆς καλλίστης πασῶν γυναικῶν αὐτοῦ | |
5 | ὁμευνέτιδος, ἧς τῷ ἔξωθεν κάλλει τὸ ἐντὸς ξυνεξέλαμπε κάλλος καὶ τῇ περιφανείᾳ τοῦ γένους αἱ τῶν ἀρετῶν ἀγλαΐαι καὶ ἡ τῶν ἠθῶν κοσμιότης συνήστραπτε. Πατρόθεν γὰρ εἰς τὸν βασιλέα Βουλγάρων τὸν Σαμουὴλ ἀνεῖλκε τὸ γένος, Τρωϊάννου θυγάτηρ οὖσα τοῦ ἐκείνου υἱέος, μητρόθεν δὲ ἐς τοὺς Κοντοστεφάνους καὶ τοὺς Ἀβαλλάντας καὶ τοὺς | |
10 | Φωκάδας τοὺς πάλαι περιφανεστάτους καὶ πλούτῳ πολλῷ κομῶντας. Αὕτη γοῦν ἡ συνέσει πασῶν γυναικῶν διαφέρουσα οὐκ ἀνῆκε τὸν ἄνδρα παραθήγουσα ἀρωγὸν τῶν ἐκείνου παίδων εἰσαγαγεῖν τινα καὶ μέντοι καὶ γνώμην εἰσήνεγκεν ὡς μὲν συνετωτάτην, ὡς δὲ λυσιτελεστάτην· ἡ δὲ ἦν τὸ τὸν Κομνηνὸν Ἀλέξιον συνάψαι τῇ πρωτοτόκῳ τῶν θυγα‐ | 219 |
15 | τέρων. Τριῶν γὰρ θυγατέρων ἀποδειχθέντες γεννήτορες, τὴν μὲν νεωτέραν Θεοδώραν ἐκ βρέφους αὐτὴν τῷ Θεῷ προσανέθεντο καὶ τῷ καθαρῷ δι’ ἀπαθείας νυμφίῳ προσήρμοσαν· ἀμφοῖν δὲ ταῖς ἄλλαις ἐφρόντιζον, καὶ μᾶλλον τῆς ἤδη ῥηθείσης Εἰρήνης, καὶ γὰρ ἦν χαρί‐ των ἡ νεᾶνις ἀνάπλεως, ὥρᾳ τε σώματος διαλάμπουσα καὶ ἠθῶν | |
20 | ἀγλαΐαις. Ὡς γοῦν ἡ ταύτης μήτηρ τὴν γνώμην εἰσήνεγκεν, ὅ τε καῖσαρ ἐπῄνει καὶ ὁ πρωτοβεστιάριος, ὁ κλεινός φημι Ἀνδρόνικος, ἥσθη καὶ μονονοὺ καὶ τῆς νόσου ἐπελανθάνετο, καὶ φοιτήσαντά ποτε πρὸς αὐτὸν τὸν Κομνηνὸν Ἀλέξιον ἰδίᾳ παραλαβὼν ἐπυνθάνετο εἰ βούλοιτο γυναικὶ συναφθῆναι, καὶ γὰρ ἔφθη ἀποβιοῦσα ἡ πρώην τούτῳ συναρμοσθεῖσα | |
25 | θυγάτηρ τοῦ Ἀργυροῦ ἐκείνου ἀνδρὸς εὐγενοῦς καὶ πλούτῳ κομῶντος καὶ κτήσεως ὅτι πλείστης ὄντος δεσπότου· ὡς δὲ συντιθέμενον τοῦτον εὗρεν, εὐθὺς περὶ τοῦ κήδους ἀπήγγελλεν. Ὁ δὲ ξυνετώτατος ὢν εἴπερ τις ἄλλος τῶν νέων ἥσθη μὲν τῷ ἀκούσματι, ἀνήρτα δ’ ὅμως τὰ περὶ τούτου τῷ θελήματι τῆς μητρός. Ἐν ἀγῶσιν οὖν εὐθὺς ἅπας | |
30 | ὁ οἶκος τοῦ καίσαρος, τῆς καλλίστης πασῶν γυναικῶν διεγειράσης ἅπαν τὸ θεραπευτικὸν καὶ οἰκίδιον. Οὔτε γὰρ τῷ βασιλεῖ πρόθυμον ἦν τὸ διὰ κήδους συναφθῆναι τῷ τούτου γένει τὸν Κομνηνόν, οὔθ’ ἡ μήτηρ τούτου πρόθυμος ἦν, ἀρχαίαν ἔχουσα τὴν δυσμένειαν πρὸς καίσαρά τε καὶ τὴν οἰκίαν τοῦ καίσαρος· ὅ τε μὴν τοῦ κρατοῦντος | |
35 | αὐτάδελφος, ὁ πορφυρογέννητος Κωνστάντιος, σφόδρα φιλῶν τὸν | |
γενναῖον Ἀλέξιον, οὐ συνεχώρει τούτῳ τὸν γάμον ἀσπάσασθαι τὸν τῆς ἐκείνου ἀνεψιᾶς· ἦν γὰρ αὐτῷ ἀδελφὴ πρεσβυτέρα, Ζωὴ τὸ ὄνομα, ἣν ἐβούλετο τούτῳ συζεῦξαι. Τοσούτων τοίνυν ὄντων τῶν ἐμποδίων, οὐκ ἀνῆκεν ἡ συνετωτάτη πασῶν γυναικῶν, οὐδ’ ἔδωκεν ὕπνον τοῖς | 221 | |
40 | ὀφθαλμοῖς οὐδὲ νυσταγμὸν τοῖς βλεφάροις, οὐδὲ χρημάτων ἐφείσατο, ἔστ’ ἂν τῷ καλλίστῳ τῶν νεανιῶν τὴν καλλίστην ἐμνηστεύσατο. Ὁ μὲν οὖν πατὴρ μετὰ τὴν μνηστείαν βραχύν τινα χρόνον ἐπιβιοὺς ἐτε‐ λεύτα ἐπ’ ἀγαθαῖς ταῖς ἐλπίσι τὴν φιλτάτην παῖδα καταλιπών, ἀλλ’ αὖθις νικᾶν ἐδόκουν οἱ πονηροὶ καὶ ὁ γάμος οὐ παρετίθετο, τῶν ἀρχῆθεν | |
45 | κακῶν ἐπεισερχομένων τὴν τοῦ βασιλέως ἁπλότητα, οὕτω γὰρ ἐγὼ καλῶ τὴν ἐκείνου κουφότητα, ἀλλ’ ὑπερενίκα πάλιν τὰ τῆς προνοίας καὶ τὰ τοῦ φθόνου ὡς σμῆνος ἐκ καπνοῦ ὑπεχώρει καὶ διελύετο καὶ οἱ καλῶς μνηστευθέντες μετ’ οὐ πολὺ καὶ νυμφίοι ἀπεδείχθησαν κάλλι‐ στοι· τὸν δὲ τρόπον ἐροῦμεν ἐπὶ τὴν ἀρχῆθεν ἀκολουθίαν ἀναδραμόν‐ | |
3.6(50) | τες τοῦ λόγου. | |
3.7 | Ὁ Βρυέννιος Ἰωάννης, οὗ πρὸ βραχέος ὁ λόγος ἐμνήσθη, ὁρῶν τὸν ἀδελφὸν ἔτι μέλλοντα καὶ ἀναδυόμενον καὶ διαδρᾶναι ὡς οἷόν τε σπεύδοντα ἢ εἰς ἀποστασίαν χωρῆσαι, δεῖν ᾠήθη παρασκευάσαι τοῦτον καὶ ἄκοντα τοῦ ἔργου ἅψασθαι. Τοὺς προὔχοντας τοίνυν πάν‐ | |
5 | τας τῆς πόλεως κοινωνῆσαι αὐτῷ τοῦ σκέμματος πείσας καὶ τὴν Ἀδριανούπολιν ἅπασαν ὑπὲρ αὐτοῦ ποιησάμενος, συχνῶς μετεκα‐ λεῖτο τὸν ἀδελφόν. Ἐπεὶ δ’ ἀνθίστατο ταῖς τούτου πράξεσιν ὁ Ταρ‐ χανειώτης, ἀνὴρ νέος μὲν ἔτι, συνετώτατος δ’ εἴπερ τις ἄλλος καὶ φρονιμώτατος, καὶ πρὸς τὸν βασιλέα καὶ τὸν λογοθέτην ἐπέστελλε, | |
10 | ζητῶν ἐπικουρῆσαι διὰ στρατεύματος ὡς δυνηθῆναι τὴν ἀνάψασαν ἤδη ἀποστασίαν καθελεῖν. Οὗτοι δὲ εἴτ’ ἀποροῦντες στρατιωτῶν εἴτ’ ἀ‐ μελῶς πρὸς τὸ ἔργον διατιθέμενοι, οὐδεμίαν αὐτῷ βοήθειαν ἀπεπόμ‐ φασιν. Ἐφ’ ἱκανὰς ἡμέρας οὖν ἀντισχών, ὡς ἑώρα ὁμοφρονήσαντας ἅπαντας καὶ ἑαυτὸν εἰς κίνδυνον προῦπτον καταστάντα, μικρὸν | 223 |
15 | ἐνεδίδου τῆς πολλῆς ἐνστάσεως καί, τῆς Βρυεννίων μητρὸς τῆς κου‐ ροπαλατίσσης Ἄννης διὰ κήδους συνάψαι τοῦτον τοῖς παισὶ μηνυ‐ σάσης, ξυγκατετίθετο καὶ τὴν τούτου ἀδελφὴν Ἑλένην κάλλει τε δια‐ λάμπουσαν καὶ κοσμιότητι τῶν ἡλίκων πασῶν ὑπερφέρουσαν κατεγ‐ γυᾶται τῷ τοῦ ἀδελφοῦ Νικηφόρου υἱῷ καὶ οὕτω τούτοις συνάπτεται. | |
3.8 | Ὁ δὲ βασιλεὺς Μιχαὴλ ἀγνοήσας, οἶμαι, τὰς μεταξὺ τοῦ Βρυεν‐ νίου καὶ τοῦ Βασιλάκη συμβιβάσεις καὶ τὰ ὅρκια δοῦκα τὸν Βασιλά‐ κην τῶν Ἰλλυριῶν ἐξαπέστειλε, παραγγείλας αὐτῷ, εἰ οἷόν τε, κατα‐ σχεῖν τὸν Βρυέννιον καὶ δεσμώτην τοῦτον ἐκπέμπειν πρὸς τὴν Κων‐ | |
5 | σταντινούπολιν· ἀπαγγελθέντος δὲ τούτου τῷ Βρυεννίῳ, δεῖν ᾠήθη μηκέτι μένειν, ἀλλ’ ἐξορμᾶν καὶ οἴκαδε ἀπιέναι. Ἐξῄει οὖν ὀλίγην τινὰ μεθ’ ἑαυτοῦ ἐπιφερόμενος δύναμιν. Ἐπεὶ δὲ καὶ ὁ Βασιλάκης πρὸς τὸ Δυρράχιον ἐπειγόμενος ἐκεῖ καταλαβεῖν τὸν Βρυέννιον ἔσπευ‐ δε, συνέβη τούτους ἀπαντῆσαι περὶ Θεσσαλονίκην, τοῦ Βασιλάκη | |
10 | προκατειληφότος τὸ ἄστυ· ὃς ἰδὼν τὸν Βρυέννιον βραχεῖαν ἐπιφερό‐ μενον δύναμιν καὶ κατὰ πολὺ τῆς ἐκείνου ἐλάττονα, τῶν ὁρκίων ὥσπερ ἐπιλαθόμενος καὶ τῶν πρὸς τὸν ἐκείνου αὐτάδελφον συνθηκῶν ἐξώρ‐ μησε κατ’ αὐτοῦ. Γενναίως δὲ τὴν τούτου ὁρμὴν ὑποστάντος τοῦ Βρυεννίου καὶ πολλοὺς τῶν αὐτοῦ καταβαλόντος, εἰς φυγὴν τέτραπτο | |
15 | καὶ τῆς πόλεως ἐντὸς συνεκλείετο. Ἐκεῖθεν οὖν πρέσβεις ἐκπέμψας, ᾔτει ἀνανεωθῆναι σφίσι τὰς τοῦ ἀδελφοῦ συνθήκας τε καὶ τὰ ὅρκια, | |
κἀκεῖνος αὐτὸν ὑποδέχεται μάλα ἀσμένως καὶ τὰς ξυμβάσεις ἐκύρου. Ἀλλ’ ὁ μὲν ἥπτετο τῆς πρὸς Ἀδριανούπολιν, ὁ ἀδελφὸς δὲ ἀπήντα μετὰ πλείστης ὅτι δυνάμεως· Μακεδόνων τε 〈γὰρ〉 καὶ Θρᾳκῶν | 225 | |
20 | τὰς τάξεις ἁπάσας εἶχε μεθ’ ἑαυτοῦ ἅμα λοχαγοῖς καὶ φαλαγγάρχαις καὶ αὐτοῖς δὴ τοῖς στρατηγοῖς, καὶ οἱ ἄρχοντες δὲ τῶν πόλεων ξυνῆ‐ σαν αὐτῷ ἅπαντες κἀκεῖνος ἅπαντας χαριέντως ὑπεδέχετο, καὶ γὰρ ἦν προσηνὴς ὁ ἀνὴρ καὶ εὐόμιλος εἴπερ τις ἄλλος. Τότε μὲν οὖν στρα‐ τοπεδευσάμενοι ἀριστεῦσαι παρεσκευάζοντο, ἀλλὰ τῷ Βρυεννίῳ Ἰωάν‐ | |
25 | νῃ ἠρεμεῖν οὔτι δέον ἐδόκει οὐδ’ ἀναβαλέσθαι τὸν καιρόν. Ἐπιφερό‐ μενος οὖν μεθ’ ἑαυτοῦ τὰ τῆς βασιλείας παράσημα, ἠνάγκαζε τὸν ἀδελφὸν ταῦτα περιβαλέσθαι· ἐκείνου δὲ ἀναδυομένου καὶ σκέψασθαι περὶ τούτου ζητοῦντος, αὐτὸς ἀνέπειθε πάντας, εἰ οἷόν τε, τὸν ἄνδρα βιάσασθαι. Ἐνίκα δ’ ὅμως ἐκείνου τὸ σταθηρὸν τῆς γνώμης· ἀπεφαί‐ | |
30 | νετο γὰρ ἐς νέωτα συναθροίζειν ἄρχοντάς τε καὶ στρατηγοὺς ἅμα 〈καὶ〉 λοχαγοὺς καὶ βουλὴν προθεῖναι καὶ ζητῆσαι κοινῇ τὸ πᾶσι συμφέρον. Κατὰ μὲν αὐτὴν ἡμέραν ἐκείνην οὕτω κατεύνασε τὴν τοῦ ἀδελφοῦ τε καὶ τῶν ἀρχόντων ὁρμήν, ἀλλά τι ξυμπεσὸν ἔπεισε τοῦτον τῇ ἐπιούσῃ καὶ ἄκοντα ὑπεῖξαι τῷ τούτων θελήματι. | |
3.9 | Τῆς γὰρ Τραϊανουπόλεως στρατοπεδευσάμενοι, εὔνοιαν φυλάξαι πρὸς τὸν κρατοῦντα βουλόμενοι τὰς πύλας τῆς πόλεως ἀπεκλείσαν‐ το 〈καὶ〉 ἐπὶ τὰς ἐπάλξεις ἀνῄεσαν, φρουροῦντες δῆθεν τὴν πόλιν. Πυθόμενοι δὲ τοῦτο πολλοὶ τῶν στρατιωτῶν ἐξέθεον ὡς πρὸς τὴν θέαν | |
5 | ἄοπλοι· οἱ δὲ τῆς πόλεως ὠνείδιζόν τε τοὺς ἐπιόντας καὶ εἰς ἀπιστίαν ἀπέσκωπτον καὶ οἱ ἐκτὸς ἀντωνείδιζον· εἶτα καὶ ἀκροβολισμοῖς τοῖς | |
διὰ σφενδόνης κατ’ ἀλλήλων ἐκέχρηντο. Τούτου τοίνυν ἀπαγγελθέν‐ τος εἰς τὸ στρατόπεδον ξυνέθεον πλείονες· οἱ δὲ καὶ κλίμακας ἐσχε‐ δίαζον, τὴν πόλιν αἱρήσειν αὐτοβοεὶ ἀπειλοῦντες. Φθάσαντος δὲ τοῦ | 227 | |
10 | λόγου καὶ πρὸς τὸν Βρυέννιον, δεινὸν ᾤετο εἰ, αὐτοῦ μέλλοντος ἔτι καὶ ἀναδυομένου πρὸς τὴν τυραννίδα, οἱ στρατιῶται τὰ τῆς τυραννί‐ δος ἐνδείξονται καὶ ταῦτα εἰς πόλιν ἄνδρας φέρουσαν ἀγαθοὺς καὶ ἐκ πρώτης, ὅ φασι, βαλβῖδος ἐμφυλίῳ αἵματι τὰς χεῖρας μιανοῦσιν. Εὐθὺς οὖν ἐξέπεμπε τοὺς ἀπείρξοντας τὴν ὁρμὴν τῶν στρατιωτῶν, | |
15 | οἳ φθάσαντες πρὸ τοῦ εἰς μέγα τὴν μάχην ἐξάψαι τὰς ὁρμὰς ἀνεχαί‐ τισαν αὐτῶν· οὗ γενομένου, ἐδόκει ἀποχρῶσαν φυλακὴν ἔγγιστα τῶν τειχῶν τῆς πόλεως καταλειφθῆναι, μή πως νυκτὸς ἐκδραμόντες τινὲς τῆς πόλεως τὸ στράτευμα θορυβήσωσιν. Ὡς δὲ καὶ τοῦτο τετέλεστο, ὁ τοῦ βασιλειῶντος ἤδη Νικηφόρου | |
20 | υἱός, ὁ πατρίκιος Βρυέννιος, ἄρτι τὴν παιδικὴν ἡλικίαν ὑπερελάσας καὶ μειράκιον ὢν θυμοειδὲς καὶ γενναῖον, τοὺς συνηλικιώτας παρα‐ λαβών—ἤστην δὲ τούτω ὁ Κουτζομίτης καὶ ὁ Κουρτίκης Βασί‐ λειος, ὃν καὶ Ἰωαννίκιον ἐκάλουν—ἀπῄει παιδιᾶς χάριν πρὸς τοὺς τὴν ἔξω τῆς πόλεως πεπιστευμένους φρουρὰν στρατιώτας καὶ ἀγρυ‐ | |
25 | πνοῦντας ἅπαντας ἐκείνους εὑρὼν ἐπαίνων ἠξίου καὶ παρελθὼν αὐτοὺς πλησίον τῆς πόλεως γέγονε καὶ περιῄει ἀγχοῦ τῶν τειχῶν τὴν τῆς πόλεως περισκοπῶν φυλακήν. Ὡς δ’ ὑπνώττοντας ἅπαντας τοὺς ἔνδον φυλάττοντας κατεμάνθανεν, ὑποστρέφων ταῖς σχεδιασθείσαις ἐντετύχηκε κλίμαξι καὶ ταύτας ἆραι προστάξας τοῖς ἑπομένοις τῷ | |
30 | τῆς πόλεως τείχει προσήρεισε καὶ πρῶτος αὐτὸς ἀνῄει ὡς ἐπὶ τὰς ἐπάλξεις· ξυνείποντο δέ οἱ καὶ οἱ λοιποί· εὑρόντες δὲ τοὺς φύλακας βαθέως ὑπνώττοντας καὶ μηδέν τι τῶν δρωμένων προαισθομένους, τὰ ξίφη γυμνώσαντες περιέστησαν αὐτοῖς ἀφύπνιζόν τε καὶ βασιλέα Ῥωμαίων τὸν Νικηφόρον εὐφημεῖν ἐκέλευον. Τῷ γοῦν αἰφνιδίῳ | |
35 | καταπλαγέντες οὗτοι καὶ οἱ κακῶν εἰσι συναισθόμενοι, οἱ μὲν ἀπὸ τῶν τειχῶν σφᾶς αὐτοὺς κατεκρήμνιζον· οἱ δὲ τὸ κελευσθὲν ἐποίουν βρα‐ | |
χείᾳ καὶ διακεκομμένῃ φωνῇ, διέκοπτε γὰρ αὐτοῖς τὰς φωνὰς ὁ φόβος· οἱ δὲ τῆς πόλεως οἰκήτορες αἰσθόμενοι τὸ συμβάν, ὑπειληφότες τὴν πόλιν ἤδη πᾶσαν ἑαλωκέναι, συνέθεον ἅπαντες, οὐ πρὸς ὅπλα χωροῦντες | 229 | |
40 | οὐδὲ ἀμύνειν σπεύδοντες, ἤδη γὰρ ἀπεγνώκεισαν, ἀλλὰ μίαν ἡγούμενοι σωτηρίας ὑπόθεσιν τὸ βασιλέα Ῥωμαίων ἀναγορεῦσαι τὸν Βρυέν‐ νιον. Εὐθὺς οὖν τοῦτο ἐγένετο καὶ πάντες ἀνευφήμουν καὶ πρὸς τοὺς ἄνω τῶν τειχῶν τὰς χεῖρας ἐκτείνοντες ἱκέτευον σῴζειν τὴν πόλιν. Τῆς γοῦν κραυγῆς ἰσχυρᾶς γενομένης, τὸ στρατιωτικὸν ἅπαν συνέθεον | |
45 | πρὸς τὴν πόλιν, προσεπειρῶντο δὲ 〈διὰ〉 τῶν κλιμάκων ἀναβαίνειν ἐπὶ τὰ τείχη, ἀλλ’ ὁ τοῦ Βρυεννίου υἱὸς κάτεσχεν αὐτοὺς τῆς ὁρμῆς, κελεύσας κάτωθεν ἱσταμένους συνεφάπτεσθαι τοῖς ἐντὸς τῆς εὐφημίας. | |
3.10 | Τοῦτον μὲν οὖν τὸν τρόπον ἡ Τραϊανούπολις πρώτη τὸν Βρυέν‐ νιον βασιλέα Ῥωμαίων ἀνευφήμησεν· ἕωθεν δὲ τὸ στρατιωτικὸν ἅπαν ἅμα στρατηγοῖς τε καὶ λοχαγοῖς συναθροισθὲν περὶ τὴν τούτου σκηνὴν ἐβιάζοντο τοῦτον τήν τε ἁλουργίδα περιθέσθαι καὶ τὰ κοκκο‐ | |
5 | βαφῆ ὑποδύσασθαι πέδιλα· ὁ δ’ ὀψὲ καὶ μόλις εἴξας τῇ τούτων βίᾳ ταῦτα περιεβάλλετο καὶ βασιλεὺς Ῥωμαίων ἤδη ἀνηγόρευτο. Ἄρας οὖν ἐκεῖθεν ἐπὶ τὴν Ἀδριανούπολιν ἐχώρει καὶ παριόντα τοῦτον αἱ πόλεις καὶ αἱ κῶμαι ἅπασαι ἀνευφήμουν· φθάσαντες δὲ τὴν πόλιν περιχαρῶς οἱ τῆς πόλεως ὑπεδέχοντο ἅπαντες. Ὁ δὲ ἐπὶ τὸν ναὸν | |
10 | φοιτήσας τῆς Θεομήτορος καὶ τῇ μητρὶ τοῦ Θεοῦ τὰ χαριστήρια θύσας οἴκαδε ἐπανέζευξε καὶ περὶ τῶν ἑξῆς ἐβουλεύετο καὶ στρατη‐ γοὺς καὶ ἄρχοντας ἅπαντας εἰς ἐκκλησίαν ἐκάλει καὶ βουλὴν προὐτίθει εἰ δέον ἐστὶν ἀποπειρᾶσθαι τῶν τῆς μεγαλοπόλεως. Ἐδόκει δὲ πᾶσι μὴ αὐτίκα χωρεῖν αὐτὸν μετὰ παντὸς τοῦ στρατεύματος ἐπὶ τὸ Βυ‐ | |
15 | ζάντιον, ἀλλ’ ἐκπέμπειν τινὰ τῶν στρατηγῶν μετὰ δυνάμεως ἀποχρώ‐ σης, ἅμα τε καὶ πρέσβεις πρὸς τὸν κρατοῦντα περὶ εἰρήνης τε καὶ | |
δικαιοπραγίας, ἐκπέμπειν δὲ καὶ πρὸς τοὺς ἐν τέλει πάντας χρυσοση‐ μάντους γραφὰς πλήρεις οὔσας ὑποσχέσεων τιμῶν τε καὶ δωρεῶν μεγίστων καὶ οὕτω τῆς γνώμης τούτων ἀποπειρᾶσθαι. | 231 | |
3.11 | Τούτου γοῦν δόξαντος, ὁ Βρυέννιος τὸν οἰκεῖον ὁμαίμονα τὸν μάγιστρον Ἰωάννην κουροπαλάτην τιμήσας καὶ δομέστικον τῶν Σχο‐ λῶν ἀποδείξας μετὰ δυνάμεως ἀποχρώσης ἐξέπεμπε, δοὺς αὐτῷ καὶ τῶν ἀρχόντων μοῖραν οὐκ ἐλαχίστην. Ὁ δὲ τὰς δυνάμεις ἀναλαβὼν ἀπῄει | |
5 | πρὸς τὴν Κωνσταντινούπολιν· ξυνείπετο δὲ καὶ Σκυθῶν οὐκ ἐλαχίστη τις δύναμις, οὐ τῶν ξέων καὶ μισθοφόρων, ἀλλὰ τῶν πρὸ πολλοῦ αὐ‐ τομολησάντων ὑπὸ τὴν βασιλείαν Ῥωμαίων. Φθάσας οὖν ὁ δομέστικος τῶν Σχολῶν ἐγγὺς τῆς Κωνσταντινουπόλεως ἐστρατοπέδευε καὶ ἀπε‐ πειρᾶτο ταύτης. Καὶ οἱ ἐντὸς ἅμα μὲν δι’ ὀργῆς ἄγοντες τὸν κρατοῦντα | |
10 | καὶ τὸ γενναῖον καὶ σταθηρὸν τοῦ Βρυεννίου γινώσκοντες, ἣν ἐντὸς ἔκρυπτον εἰς ἐκεῖνον εὔνοιαν ἀνεκάλυπτον ἤδη, ἀλλὰ τὸ δαιμόνιον ἀν‐ τωπῆσαν τὴν πάντων εὔνοιαν ταχέως εἰς τὸ δύσνουν μετέστρεψε κατά τινα συντυχίαν τοιάνδε. | |
3.12 | Τοῦ δομεστίκου τῶν Σχολῶν ἀντικρὺ τῶν ἐν Βλαχέρναις παλα‐ τίων στρατοπεδεύσαντος περὶ τὸν τόπον ὃν καλοῦσι Κοσμίδιον, ἐν ᾧ καὶ ναὸς ἐπ’ ὀνόματι τῶν θαυματουργῶν Ἀναργύρων ἵδρυται μέ‐ γιστός τε καὶ κάλλιστος καὶ φρούριον ᾠκοδόμηται, τινὲς τῶν τοῦ | |
5 | θητικοῦ, ἔτι γε μὴν καὶ τῶν τοῦ στρατιωτικοῦ τοῦ χάρακος ὑπεκθέον‐ τες διέβαινόν τε τὴν γέφυραν καὶ καταντικρὺ τῆς πόλεως ἐν τοῖς τοῦ Στε‐ | |
νοῦ φοιτῶντες μέρεσιν 〈ἐξ〉 ἀφορμῆς δῆθεν τῆς τῶν ἀναγκαίων συγκο‐ μιδῆς διαρπάζειν τὰ προστυχόντα ἐβούλοντο. Τῶν δ’ οἰκητόρων φθα‐ σάντων πάντα ἐντὸς συγκομίσαι τῆς πόλεως, οἱ ἐκδραμόντες, ἐπεὶ κε‐ | 233 | |
10 | νὰς τὰς οἰκίας λαφύρων ἑώρων, θυμοῦ τε ἐνεπίμπλαντο καὶ πυρπολεῖν αὐτὰς ἐπεχείρουν, ἀλλὰ τοῦτο αἰσθόμενος ὁ δομέστικος τῶν Σχολῶν ἀπέστειλε διὰ τάχους τοὺς εἵρξοντας αὐτοὺς τῆς ἀτάκτου ὁρμῆς καὶ τὸ πῦρ κατασβέσοντας· εἰς οὐδὲν δ’ αὐτῷ τὰ τῆς ὁρμῆς κατέληξε, τοῦ πυρὸς εἰς μέγα ἀρθέντος καὶ πᾶν τὸ παρατυχὸν καταφλέγοντος. | |
15 | Ξυνέβη γοῦν ἐκ τούτου πολλὰ τῶν καλλίστων προαστείων πυρπολη‐ θῆναι. Τοῦτο τὸ ἔργον εἰς θυμὸν τοὺς πολίτας διήγειρε καὶ τὴν εὔ‐ νοιαν τούτων μετέστησεν. Ἀπογνοὺς τοίνυν ὁ τῶν ταγμάτων ἔξαρχος τοῦ πειθοῖ τὴν πόλιν παραστήσασθαι πρὸς πολιορκίαν ἐχώρει. | |
3.13 | Ὁ δὲ τηνικαῦτα κρατῶν τῆς τῶν κατὰ τὴν χέρσον τειχῶν φρου‐ ρᾶς ἐπέστησε φύλακας τόν τε οἰκεῖον ὁμαίμονα Κωνστάντιον τὸν πορφυρογέννητον καὶ τὸν Κομνηνὸν Ἀλέξιον, οἳ στρατιωτῶν ἀπορίᾳ τῶν προστυχόντων τινὰς ἐπὶ τὰ τείχη ἀναβιβάσαντες καὶ τοὺς ἑαυτῶν | |
5 | καθοπλίσαντες, αὐτοὶ περιθέοντες ἐφρούρουν τὴν πόλιν. Ἐν μιᾷ δὲ τῶν ὡρῶν περισκοπῶν ὁ Κομνηνὸς Ἀλέξιος τοὺς ἀπὸ στρατοπέδου τοῦ Βρυεννίου προνομῆς χάριν πρὸς τὰ παράλια τῶν χώρων κατιόν‐ τας καὶ αὖθις πρὸς τὸ στρατόπεδον ἀναστρέφοντας, ὀλίγους δὲ κομιδῇ καταλειφθέντας, τὰς πύλας ἀναπετάσας ἔξεισι μετὰ τῶν ἀμφ’ αὐτὸν | |
10 | καὶ ἐπιθέμενος τούτοις ζωγρεῖ ἄνδρας μέχρι τῶν εἴκοσι καὶ πρὶν ἢ τοὺς ἄλλους γνῶναι τὸ δρᾶμα ἐπάνεισι μετ’ αὐτῶν εἰς τὴν πόλιν καὶ εὐθὺς περιλάλητος ἦν τοῖς ἁπάντων στόμασιν ἡ τοῦ ἀνδρὸς ἀρετή. Ὁ δὲ φθόνος ὑπέκνιζε τὸν Κωνστάντιον τοσοῦτον ὡς καὶ κατὰ πρόσωπον τῷ ἀνδρὶ λοιδορήσασθαι ὅτι μὴ καὶ τοῦτον συμπράκτορα ἔσχε τοῦ ἔρ‐ | |
15 | γου· ὁ δὲ κρατῶν ἠγάσθη τε τούτου τὴν πρᾶξιν καὶ χάριτας αὐτῷ φανερῶς ὡμολόγει. Ταύτην τὴν πρᾶξιν τοῦ Κομνηνοῦ ἀφορμὴν ὁ καῖσαρ εὑρὼν τὸν γάμον ἐξαιτεῖ τῆς θυγατριδῆς τελεσθῆναι τοῦ γάμου συναφείᾳ καὶ τελεῖται ταχέως ἅμα τῷ λυθῆναι τὴν πολιορκίαν τῇ | |
πόλει. Ταῦτα μὲν τοῦτον ἔσχε τὸν τρόπον. | 235 | |
3.14 | Ὁ δὲ τῶν ταγμάτων κατάρχων τοῦ Βρυεννίου τηνάλλως ὁρῶν τριβόμενον τὸν τῆς πολιορκίας καιρόν, ἵνα μὴ πλέον κακοπαθῇ οἱ τὸ στράτευμα, ἐβούλετο μὲν τὴν πολιορκίαν λῦσαι, ᾐσχύνετο δ’ ὅμως καὶ ἐδεδίει μή ποτέ τι ξυμβαίη σχίσμα περὶ τὴν παλινόστησιν. Ἐζήτει | |
5 | οὖν τινα πρόφασιν ἐφευρεῖν ὥστε καὶ τὴν πολιορκίαν λῦσαι καὶ μηδέν τι ἐκ τούτου περιέσεσθαι βλαβερόν. Οὕτω δ’ αὐτοῦ διανοουμένου, ἀπαγ‐ γέλλεταί τι πλῆθος Σκυθῶν διαβὰν τὸν Αἷμον καὶ τὰ κατὰ τὴν Χερρό‐ νησον κατατρέχον χωρία καὶ ληϊζόμενον. Τοῦτο τοίνυν ἀφορμὴν εὑρὼν ὁ στρατάρχης λύει τὴν πολιορκίαν· κατὰ τῶν Σκυθῶν ἐξορμήσας | |
10 | καὶ ἐντυχὼν αὐτοῖς ἐπανιοῦσιν ἐτρέψατο κατὰ κράτος καὶ φόνον ὅτι πλεῖστον εἰργάσατο, παμπόλλους δὲ ζωγρήσας πρὸς τὸν ἀδελφὸν ἐπα‐ νῆκε. Γίνονται οὖν οἱ ἑαλωκότες ἐκείνῳ ἀφορμὴ πρὸς τοὺς Σκύθας εἰρήνης τε καὶ ξυμβάσεως· ὁμήρους γὰρ τῶν ἐπιφανῶν δόντες τούς τε οἰκείους αἰχμαλώτους εἰλήφασι καὶ σύμμαχοι τούτῳ κατέστησαν. | |
3.15 | Ἐν ὅσῳ δὲ ταῦτα ἐπράττετο, ὁ Βοτανειάτης Νικηφόρος, εἷς ὢν τῶν ἐκ τῆς ἑῴας εὐγενεστάτων, στρατηγὸς τῶν Ἀνατολικῶν πρὸς | |
πολλοῦ καταστὰς παρὰ βασιλέως, ἣν ὤδινεν ἐπανάστασιν εἰς τοὐμ‐ φανὲς ἐξήγαγε. Μαθὼν γὰρ ἐν ταραχαῖς εἶναι τὰ κατὰ τὴν ἑσπέραν, | 237 | |
5 | ὡς τῶν πόλεων ἁπασῶν ὑπὸ τὸν Βρυέννιον γενομένων, τοὺς κατὰ τὴν ἀνατολὴν καὶ αὐτὸς συναθροίσας στρατιώτας καὶ τὸν Χρυσόσκουλον ἐπιδημοῦντα τηνικαῦτα τοῖς τῆς ἑσπέρας μέρεσι προσλαβόμενος— πάλαι γὰρ ἔφθη προσχωρήσας Ῥωμαίοις, ὁπηνίκα τὰς ἡνίας ἦγε τῆς βασιλείας ὁ Ῥωμανὸς Διογένης, ὡς ὁ λόγος φθάσας ἐδήλωσεν— | |
10 | ἐπιὼν τὰς πόλεις ὑφ’ ἑαυτὸν ἐποιεῖτο. Πάντων δ’ αὐτῷ προσκεχωρη‐ κότων, ὁ Μελισσηνὸς Νικηφόρος, ἐς Βουρτζίους τε καὶ Μελισσηνοὺς ἀνέλκων τὸ γένος, τῷ κρατοῦντι τηνικαῦτα Ῥωμαίων πίστιν τηρῶν, πολέμιον ἑαυτῷ τὸν Βοτανειάτην ἀπέδειξε. Προσεχώρησε δὲ τούτῳ καὶ ὁ Παλαιολόγος Γεώργιος, ἀνὴρ ὢν γενναῖος κἀν τοῖς πολεμικοῖς | |
15 | ἔργοις ἄριστος, ἄρτι δ’ ἐκ Μεσοποταμίας ἐλθών—ξυνῆν γὰρ ἐκεῖσε τῷ ἰδίῳ πατρὶ διέποντι τὴν τῆς Μεσοποταμίας ἀρχήν—βουλόμενος εἰς τὸν κρατοῦντα πίστιν τηρῆσαι ἀκράδαντον. | |
3.16 | Ὁ γοῦν Βοτανειάτης, τῶν ἄλλων ἁπάντων αὐτῷ προσκεχω‐ ρηκότων, ἀπάρας ἐκ τῆς Φρυγίας πρὸς τὴν Βιθυνίαν ἠπείγετο, διε‐ πέμπετο δὲ καὶ πρὸς τοὺς ἐν τῇ πόλει λάθρᾳ, τιμὰς μεγίστας καὶ δω‐ ρεὰς τοῖς ἄρχουσιν ἐπαγγελλόμενος, εἰ συνεργοὺς αὐτοὺς σχοίη πρὸς | |
5 | τὸ τῆς βασιλείας Ῥωμαίων ἐγκρατῆ γενέσθαι. Ἐπεὶ γοῦν πολλοὶ καὶ τῶν τῆς συγκλήτου βουλῆς καὶ τῶν τοῦ βήματος δυσμενῶς εἶχον πρός τε τὸν κρατοῦντα καὶ πρὸς τὸν λογοθέτην, μάλιστα δὲ πάντων ὁ πατριάρχης Ἀντιοχείας Αἰμυλιανός, οὗ πρόσθεν ὁ λόγος ἐμνήσθη, | |
καιρὸν ἐζήτουν ὥστε σφίσι συμφέροντα δρᾶσαι. Ὁ βασιλεὺς δὲ καὶ | 239 | |
10 | ὁ λογοθέτης τὸν ἐντὸς ἀγνοήσαντες πόλεμον πρὸς τὸν ἔξωθεν ἐξηρ‐ τύοντο καὶ πρὸς τὸν τῶν Τούρκων διεπρεσβεύοντο ἄρχοντα—ἦν δὲ τηνικαῦτα τούτων κατάρχων Σολυμάν, ὁ τοῦ Κουτλουμοῦς υἱός— ἐξοπλίζοντες τοῦτον κατὰ τοῦ Βοτανειάτου. Ὁ δὲ σπεισάμενος τού‐ τοις τὸν κατὰ ἐκείνου πόλεμον ἀνεδέξατο καὶ ἔκτοτε τὰς ὁδούς τε | |
15 | ἐτήρει καὶ τοὺς στενωποὺς κατεῖχε καὶ τὴν τοῦ Βοτανειάτου ἐπετήρει δύναμιν καὶ διάβασιν. Ὁ δὲ τὸ Κοτυάειον καταλαβὼν καὶ τὰ κατὰ τὸν Σολυμὰν πυθόμενος, ἐπειδὴ σπανίζων ἦν στρατεύματος καὶ δυνά‐ μεως ἀποχρώσης πρὸς τὸ πλῆθος τὸ τοσοῦτον τῶν ἐναντίων, βουλὴν βουλεύεται συνετήν. Τὰς γὰρ εὐθείας καταλιπὼν ὁδοὺς ἐν αἷς προσδο‐ | |
20 | κήσιμος ἦν, νυκτὸς ἀπάρας ἐκεῖθεν καὶ λαθὼν τοὺς φυλάσσοντας γέ‐ γονε περί τι φρούριον ἔγγιστα τοῦ Σαγγαρίου ποταμοῦ διακείμενον, ὅπερ Ἀτζούλα καλεῖται, ἀπέχον Νικαίας περί που τὰ διακόσια μίλια· ἐκεῖθεν δ’ αὖθις ἀπάρας ἤπειγε πρὸς τὴν Νίκαιαν πρὸ τοῦ τοὺς Τούρ‐ κους αἰσθέσθαι τῆς ἐκείνου ἐφόδου, ἀλλ’ οἱ Τοῦρκοι πυθόμενοι τὴν | |
25 | ἐκεῖθεν λαθραίαν διάβασίν τε καὶ δύναμιν οἱ μὲν ἐπῄεσαν τεταγμένοι, ὀλίγους δὲ τῶν ἱππέων ἐξαποστείλαντες ἐπὶ τὸ ἀσχολῆσαι τοῦτον καὶ βραδυτέραν αὐτοῦ 〈τὴν〉 πορείαν ποιήσασθαι, οὐ πάνυ τοῦ σκέμματος ἔτυχον. Φθάνουσιν οὖν τοῦτον οἱ προπεμφθέντες οὐ πόρρω Νικαίας καὶ ἀλαλάξαντες κωλύειν τοῖς τοξεύμασιν ἐπειρῶντο τὴν | |
30 | τούτου πορείαν. Οἱ δὲ περὶ αὐτὸν γενναῖοι ὄντες, εἰ καὶ ὀλίγοι, ἀλλ’ ὅμως ἐξώρμων κατὰ τῶν Τούρκων καὶ τὰς ἐκείνων ὁρμὰς ἀνέστελλον· δείσαντες δ’ οἱ περὶ αὐτὸν μὴ τοῦ πλήθους τῶν Τούρκων φθάσαντος κυκλωθεῖεν ὁμοῦ καὶ ἁλῷεν, τὸν Χρυσόσκουλον πρὸς αὐτοὺς ἐκπε‐ πόμφασιν. Ὁ δὲ ὁμιλήσας ἐκείνοις καὶ πείσας χρήματα λαβεῖν καὶ | |
35 | παλινοστῆσαι ἄδειαν τούτοις παρέσχεν ἐλθεῖν πρὸς τὴν Νίκαιαν. | 241 |
3.17 | Γενόμενοι δὲ περὶ τὰ ταύτης προάστεια ὁρῶσι λαὸν ὅτι πλεῖστον κατὰ φάλαγγας τεταγμένον· οὓς οἰηθέντες πολεμίους εἶναι καὶ κατ’ αὐτῶν μέλλειν χωρεῖν, μικροῦ δεῖν ὑπὸ τοῦ δέους ἐπεπήγεσαν, ἀπογνόντες τὴν σωτηρίαν· τὸ γὰρ μάχεσθαι πρὸς τοσοῦτον πλῆθος | |
5 | ὀλίγους ὄντας ἀμήχανον τούτοις ἐδόκει, τό τε χωρεῖν εἰς τοὐπίσω καὶ λίαν ἦν ἐπικίνδυνον. Πέμψαντες τοίνυν ἀγγέλους ἠρώτων τίνες τε εἶεν καὶ ὅ τι βούλονται· οἱ δὲ μιᾷ φωνῇ βασιλέα τὸν Βοτανειάτην Ῥωμαίων εὐφήμουν· ὅπερ πυθόμενος ἐκεῖνος καὶ τοῦ δέους ἀπολυ‐ θεὶς εἴσεισιν εἰς τὴν Νίκαιαν, παραδόξως οὕτω διασωθείς. Ὁ γὰρ | |
10 | ξὺν αὐτῷ πρὸς ἀποστασίαν χωρήσαντες οὐ πλείους ἦσαν τριακοσίων ἀνδρῶν, οἵτινες ἅμα αὐτῷ διαβάντες μέσον παγίδων, πολλῶν δηλαδὴ τῶν ἐνεδρευόντων αὐτούς, ὑπὸ τῆς θείας προνοίας ἀσινεῖς διεσώθησαν, δεικνύοντος τοῦ Θεοῦ κἀνταῦθα ὡς, ἐκείνου διδόντος, φθόνος κατι‐ σχύει καί, μὴ διδόντος, μάταιος μὲν οὗτος, μάταια δὲ τῶν στρατευ‐ | |
15 | μάτων πλήθη καὶ λόχοι καὶ φάλαγγες ταττόμεναι ἄριστα, κενὰ δὲ δεινὰ στρατηγήματα καὶ βουλεύματα καὶ παντάπασιν ἄπρακτα. | |
3.18 | Διαδοθείσης οὖν τῆς τοῦ Βοτανειάτου παρουσίας τοῖς ἐν τῇ πόλει καὶ ὡς ἡ Νικαέων ὑπτίαις χερσὶν αὐτὸν ὑπεδέξατο, εὐθὺς ἐν λόγοις ἅπαντες ἦσαν καὶ σκέμμασιν οἵ τε τῆς συγκλήτου βουλῆς καὶ συχνοὶ τοῦ βήματος καὶ ἐσκόπουν ὅπως ἀποσκευάσονται τὸν | |
5 | κρατοῦντα, βασιλεύσουσι δὲ ἑαυτοῖς τὸν Βοτανειάτην· ἔφθησαν γὰρ πρὸς αὐτὸν οἱ πλεῖστοι λάθρᾳ διαπρεσβεύσασθαι καὶ χρυσοσημάν‐ τους γραφὰς ὑποδέξασθαι. Ἐβουλεύσαντο οὖν πρὸς τὸν περιώνυμον τοῦ Θεοῦ Σοφίας ναὸν ἀθροισθῆναι καὶ τοὺς περὶ αὐτοὺς καθοπλίσαι | |
καὶ τοὺς δεσμώτας ἐξαγαγεῖν τῆς φρουρᾶς καὶ οὕτως ἐξαποστέλλειν | 243 | |
10 | πρὸς τοὺς ἐν τέλει τοὺς μὴ τοῦ σκέμματος κοινωνήσαντας καὶ τούτους καλεῖν πρὸς κοινοπραγίαν· κατάρχοντες δὲ τοῦ σκέμματος ἦσαν ὅ τε Αἰμυλιανός, ἀνὴρ πανοῦργος ὁμοῦ καὶ δραστήριος καὶ δῆμον πρὸς ἀταξίαν κινῆσαι εἴπερ τις ἄλλος καὶ δυνάμενος καὶ βουλόμενος, ξὺν τούτῳ δὲ καὶ συχνοὶ τῶν τῆς συγκλήτου βουλῆς. Ἔδοξεν οὖν αὐτοῖς | |
15 | πρὸ τοῦ ἔργου κοινωνὸν τοῦ σκέμματος λαβεῖν καὶ τὸν καίσαρα καὶ πέμπουσι πρὸς αὐτὸν τὸν Βαρὺν Μιχαήλ, ἄνδρα φρονήσει καὶ πείρᾳ πολλῶν διαφέροντα. Ἦν δὲ ὁ καῖσαρ τηνικαῦτα ἐνδιατρίβων πρὸς τὸν ἐν Βλαχέρναις ναόν· ἐν τούτῳ γὰρ ἔτυχε παρεῖναι καὶ αὐτὸν βα‐ σιλέα. Καὶ δὴ ἐντυχὼν ὁ βαρὺς αὐτῷ περὶ δείλην ὀψίαν ἀπήγγειλε | |
20 | τὰ τοῦ δράματος καὶ γραφήν τινα χρυσοσήμαντον ὑπεδείκνυ τούτῳ πεμφθεῖσαν παρὰ τοῦ Βοτανειάτου δωρεάς τε πλείστας καὶ τιμὰς ἐπαγγελλομένην τῷ καίσαρι. Ὁ δὲ τούτων ἀκούσας μηδὲ τὸ τυχὸν ἀναμείνας ἀντέφησε πρὸς τὸν ἄνδρα ὡς οὔτι ἑκὼν πρόοιτο ἂν τὸ τοῦ ἀνεψιοῦ καὶ βασιλέως συμφέρον καὶ χρὴ ..... τοῦτον ἀπιόντα πρὸς τὸν | |
25 | λογοθέτην ἐξέπεμπεν, ἀκοῦσαι τούτου κελεύων καὶ ἀκούσαντα πρὸς βασιλέα ἀνενεγκεῖν καὶ οἰκονομῆσαι τὰ δέοντα. | |
3.19 | Ὁ δὲ ἀπιὼν τῶν περὶ αὐτὸν ἕνα καλέσας ἀπέστειλε πρὸς τοὺς συνωμότας, μηνύων αὐτοῖς ὡς, ἐπειδήπερ ἁλῴη, μὴ οἷός τε ὢν φέρειν μάστιγγας ἢ καὶ τὰς ἐκ βασάνων ποινάς, ἕτοιμός ἐστι φράζειν ἅπερ εἰδοίη. «Μελήσει δ’ ὑμῖν, φησίν, ὀξέως βουλεύσασθαι περὶ τοῦ | |
5 | ξυμφέροντος». Ὁ μὲν οὖν ταῦτα εἰπὼν ἀπήγετο πρὸς τὸν λογοθέτην καὶ πάντα ἔφραζεν ὅσα ἠπίστατο· ὁ δὲ πρὸς τὸν κρατοῦντα πάντα ἀνέφερεν. Ἔτυχε δὲ τηνικαῦτα παρὼν καὶ ὁ Κομνηνὸς Ἀλέξιος καὶ γνώμην εἰσενεγκεῖν ἀπαιτούμενος βουλὴν ἀρίστην εἰσήνεγκε, φήσας ὡς χρὴ ταχέως στρατιώτας ἐκπέμπειν καὶ τοῦ σκέμματος ἄρχοντας | |
10 | ξυλλαμβάνειν. Ἐφαίνετο μὲν καὶ τῷ καίσαρι καὶ τῷ λογοθέτῃ ἀρίστη πασῶν ἡ βουλὴ αὕτη, τῷ δὲ κρατοῦντι οὐκ ἤρεσκεν· ἤδη γὰρ ὀψίας οὔσης τῆς ὥρας, ἐδόκει θόρυβόν τε καὶ ταραχὴν γενέσθαι τῇ πόλει τινά, ἢν ἁλῷέν τινες. Τῆς γοῦν προνοίας σφηλάσης τὴν τοῦ κρατοῦν‐ | |
τος γνώμην καὶ εἰς τὴν αὔριον τηρησάσης 〈τὰ〉 τῆς τούτων ζωγρή‐ | 245 | |
15 | σεως, ἅπαντες ὄρθρου βαθέος ἐν τῷ ναῷ τῆς τοῦ Θεοῦ Σοφίας συνα‐ θροισθέντες τάς τε φρουρὰς τὰς ἐν τῇ πόλει ἀνοίξαντες καὶ τοὺς κατα‐ δίκους ὁπλίσαντες, πρὸς δὲ καὶ ὅσον εἶχεν ἕκαστος θεραπευτικὸν 〈καὶ〉 οἰκετικόν, ἐξέπεμπον πρὸς τοὺς τῶν ἐν τέλει μὴ μετασχόντας αὐτῶν τοῦ βουλεύματος καὶ ἐμπιπρᾶν τὰς οἰκίας ἠπείλουν, εἰ μὴ πρὸς | |
20 | αὐτοὺς παραγένοιντο καὶ τοῦ σκέμματος κοινωνήσειαν. Γράμμασι δὲ στελλομένους ἐφοδιάζοντες ἐπέγραφον οὕτως· «Οἱ ἁγιώτατοι πατριάρχαι, ἡ σύνοδος καὶ ἡ σύγκλητος συγκαλοῦσιν ὑμᾶς περὶ τὸν περιώνυμον 〈ναὸν〉 τῆς τοῦ Θεοῦ Σοφίας.» Καὶ οἱ μὲν ἑκόντες, οἱ δὲ ἄκοντες συνέτρεχον. | |
3.20 | Ἀγγελθέντων δὲ τούτων τῷ βασιλεῖ, ὁ Κομνηνὸς Ἀλέξιος με‐ τεπέμπετο καὶ ὁ βασιλεὺς ἐπυνθάνετο τούτου ὅ τι χρὴ πράττειν ἐπὶ τοῖς ξυμβᾶσιν. Ὁ δὲ βουλὴν εἰσῆγε μάλα μὲν ἀρίστην, μάλα δὲ λυσι‐ τελεστάτην· ἔφησε γὰρ ὡς τοῦ συναθροισθέντος πλήθους τὸ πλεῖστον | |
5 | ἀπόλεμόν τέ ἐστι καὶ βάναυσον καὶ οὐκ ἂν ὑποσταῖεν καθωπλισμένους ἄνδρας ἰδόντες καὶ πρὸς μάχην ἑτοίμους· «Χρὴ γοῦν πελεκηφόρους καθοπλίσαντας βασιλέων φύλακας κατ’ ἐκείνων ἐπιπέμπειν σὺν στρα‐ τηγῷ». Ὁ δὲ κρατῶν τῶν λεχθέντων ἀκούσας τὴν βουλὴν ἀπεστρέφετο, εἴτε δειλίᾳ συσχεθείς, εἴτε ἀρετῆς ὑπερβολῇ ἀνωτέρω τῶν ξυμπιπτόν‐ | |
10 | των ἤδη τούτῳ παθῶν γενόμενος, οὐκ ἐπίσταμαι. Τέως γοῦν ἐνὸν καταλῦσαι τὴν στάσιν καὶ κατασβέσαι τὸ πῦρ πρὸ τοῦ εἰς μεγίστην ἀναφθῆναι φλόγα· ὁ δὲ οὐκ ἠθέλησεν. | |
3.21 | Ἀλλ’ ὁ Κομνηνὸς καὶ αὖθις ἠνάγκαζεν αὐτὸν πρὸς τὴν πρᾶξιν καὶ παντοίως ἠρέθιζεν, ἕως ἀκήκοεν ἀποσκώψαντος κατ’ αὐτοῦ εἰς ὡμότητα. Τέλος ἔλεξε τάδε πρὸς αὐτὸν ὁ κρατῶν· «Ἐμοὶ πάλαι σκο‐ πὸς ἦν τὴν βασιλείαν ἀποσκευάσασθαι· ὃ γοῦν ἑκὼν ἐμελέτων, ἐπείπερ | |
5 | ἡ πρόνοια καὶ ἄκοντος ἐμοῦ ἐψηφίσατο, ἀσμένως προσίεμαι· σὺ δέ, ἢν βούλοιο, τὸν ἐμὸν ἀδελφὸν Κωνστάντιον βασιλέα κατάστησον ἀντ’ ἐμοῦ». Ταῦθ’ ὁ μὲν εἶπεν, ὁ δὲ γραφῇ πιστώσασθαι τὰ λεχθέντα ἐζήτει καὶ εὐθὺς τὸ γράμμα ἐσχεδιάζετο σημασίᾳ, καὶ ὁ μὲν κρατῶν αὐτίκα πρὸς τὸν ἐν Βλαχέρναις ἐξώρμα ναὸν τῆς Θεομήτορος, ὁ δὲ | 247 |
10 | Κομνηνὸς τὸ γράμμα λαβὼν ἀπῄει πρὸς τὸν Κωνστάντιον καὶ ἕπεσθαί οἱ παρεκάλει πρὸς τὰ βασίλεια τὴν βασιλείαν παραληψόμενον. Ὁ δὲ ταύτην ἀπεσκευάζετο, νεότητος λογισμοῖς ὑποσκάζων καὶ οἰόμενος ὡς ἐσεῖται τούτῳ καλῶς πάντα εἰ τῶν σκήπτρων ἐγκρατὴς ὁ Βοτα‐ νειάτης γένοιτο, καὶ ἠξίου τὸν πρὸ τοῦ Πόντου πορθμὸν διαπεράσαντα | |
15 | πρὸς τὸν Βοτανειάτην φοιτῆσαι· Ἀλλ’ οὗτοι μὲν οὕτω. | |
3.22 | Ὁ δὲ Βοτανειάτης τὴν ἐν τῇ πόλει στάσιν μαθών, ἀπάρας ἐκ τῆς Νικαέων, ἠπείγετο πρὸς τὴν μεγαλόπολιν καὶ τῇ Πραινέτῳ γενό‐ μενος ἐξέπεμπε τοὺς τὰ βασίλεια παραληψομένους, ἀρχηγὸν ἔχοντας ἕνα τῶν πιστοτάτων αὐτῷ οἰκετῶν, ᾧ Βορίλλιος ἦν ὄνομα. Μετ’ ὀλί‐ | |
5 | γον δὲ καὶ αὐτὸς πρὸς τὴν πόλιν ἠπείγετο. Φθάσας οὖν ἐν τοῖς τῶν Ῥουφινιανῶν παλατίοις ἔμενε, τὸν βασιλικὸν ἐκδεχόμενος δρόμωνα καὶ τὴν ἄλλην παρασκευήν. Ἀφικέσθην δὲ πρὸς αὐτὸν ἄμφω, ὅ τε | |
πορφυρογέννητος Κωνστάντιος καὶ ὁ Κομνηνὸς Ἀλέξιος, ὁ μὲν πρὸ τῆς πείρας ἀγνοήσας τὰ τούτῳ ἑπόμενα, ὁ δὲ καὶ προγνοὺς καὶ προαγ‐ | 249 | |
10 | γείλας πάντα πρὸ τῆς ἐκβάσεως. 〈Οὗτοσ〉 μὲν οὖν, μήτε δεξιὰν δόντος αὐτῷ τοῦ βασιλέως, μήτε ἀσπασαμένου, τοιούτων ἤρχετο λό‐ γων πρὸς τὸν ἤδη κρατοῦντα· «Οἶδας, ὦ ἄριστε βασιλεῦ, ὡς ὁ πορ‐ φυρογέννητος οὗτος, ἐγκρατοῦς ὄντος τῆς βασιλείας τούτου τοῦ ὁμαίμονος, οὐδέν τι πέπονθεν ὑπ’ ἐκείνου χρηστόν, ἀλλ’ ὡς ἐν εἱρκτῇ | |
15 | καθειργμένος ζοφώδει διῆγε τὸν ἅπαντα βίον. Νῦν οὖν ἐλπίδας ἔχει χρηστάς, ὅτι περ αὐτῷ τὰ τοῦ ζόφου διαλυθήσεται καὶ φῶς ὄψεται καθαρώτατον, τῆς σῆς βασιλείας τυχὼν εὐμενοῦς καὶ πατρικῶς αὐ‐ τοῦ κηδομένης». | |
3.23 | Τοῦ δὲ συγκαταθεμένου τῶν ὑπὲρ αὐτοῦ λόγων αὖθις ἤρχετο· «Οἶδας, ὦ βασιλεῦ, λέγων, ὡς εὔνους τῷ πρὸ σοῦ κρατοῦντι ἕως τέ‐ λους διέμεινα καί, πάντων πρὸς τὴν σὴν βασιλείαν ἀποκλινάντων, αὐτὸς μέχρι καὶ ἐς δεῦρο τὴν πρὸς ἐκεῖνον πίστιν τετήρηκα, μήτε πρέσβεις | |
5 | πρὸς σὲ πεπομφώς, μήτε γράμματα· ὡς γοῦν τὴν πρὸς ἐκεῖνον πίστιν ἄδολον διετήρησα, οὕτω καὶ τὴν πρὸς σὲ τηρήσω ἀκράδαντον». Ἐπὶ τούτοις τοῦ βασιλέως αὐτὸν ἐπαινέσαντος, ὁ Ἀλέξιος ἀπηλλάττετο. Μαθὼν οὖν ὁ Βοτανειάτης ὡς οἱ προπεμφθέντες τῶν βασιλείων γε‐ γόνασιν ἐγκρατεῖς, ἀπῄει διαπεράσων πρὸς τὰ βασίλεια. Γενομένου | |
10 | δ’ αὐτοῦ πρὸς τὴν κατ’ ἀντιπέραν τῆς πόλεως ἠϊόνα, ἔνθα καὶ δάμαλις λιθίνη ἐπὶ κίονος ἵστατο, ὁ δρόμων ὁ βασίλειος ὑπεδέχετο καὶ εὐθὺς μετ’ εὐφημιῶν καὶ κρότων διεπεραιοῦτο πρὸς τὰ βασίλεια. | |
3.24 | Ὁ δὲ βασιλεὺς Μιχαὴλ παραυτίκα τήν τε κόμην ἐκείρατο καὶ | |
τὸ μοναδικὸν περιεβάλλετο σχῆμα, συνόντος αὐτῷ καὶ τοῦ θείου καὶ καίσαρος, ὃς τό τε κοῦφον τοῦ κρατήσαντος ἐπιστάμενος καὶ τὸ αὔθαδες τῶν περὶ αὐτόν, ἐπεὶ καὶ δουλοκρατουμένην ἑώρα τούτου | 251 | |
5 | τὴν ἐξουσίαν, δείσας περὶ τοῦ ἀνεψιοῦ μή τι πάθῃ δεινότερον συνε‐ βούλευε τούτῳ τῷ Θεῷ καθιερωθῆναι. Ὁ τοίνυν τηνικαῦτα τὸν τῆς πατριαρχίας θρόνον ἰθύνων—ἦν δὲ Κοσμᾶς ὁ μέγας καὶ περιβόη‐ τος—τὴν καθαρότητα τοῦ ἀνδρὸς γινώσκων τῷ κλήρῳ αὐτὸν συγκα‐ τέλεξε καὶ μετ’ ὀλίγον μητροπολίτην Ἐφέσου κεχειροτόνηκεν. | |
3.25 | Ὁ Βοτανειάτης δὲ τῶν τῆς βασιλείας σκήπτρων γενόμενος ἐγκρατής, καίτοι τοῖς οὐδοῖς προσεγγίσας τοῦ γήραος, μᾶλ‐ λον δὲ καὶ τούτων ἔνδον γενόμενος καὶ δυσὶ γάμοις προσομιλήσας πρότερον, ὅμως αὖθις τὴν βασιλίδα Μαρίαν ἠγάγετο, καὶ γὰρ ἅμα | |
5 | τῷ τὸν Βοτανειάτην ἐγκρατῆ τῆς βασιλείας γενέσθαι εἰς τὸ ἀγχοῦ τῆς Σιδηρᾶς διακείμενον μοναστήριον, ὃ Πέτριον ὀνομάζεται, ἡ βασι‐ λὶς Μαρία ἀπελθοῦσα ἐκεῖσε τὴν οἴκησιν ἐποιήσατο. Ἐπεὶ δὲ τῷ θελήματι τοῦ καίσαρος, ὡς ὁ λόγος σαφέστερον ἐν ὑστέρῳ δηλώσει, καταπειθὴς γεγονὼς ὁ Βοτανειάτης ἀγαγέσθαι ταύτην προείλετο, με‐ | |
10 | τακαλεσάμενος αὐτὴν ὁ καῖσαρ εἰς τὰ βασίλεια εἰσάγει κἄπειτα τῶν πρὸς τὴν μνηστείαν ἑτοιμασθέντων καὶ πρὸ τῶν πυλῶν τοῦ τεμένους τοῦ τε βασιλέως καὶ τῆς βασιλίδος νυμφίων ἤδη ἱσταμένων, ἐπεὶ ὁ μέλλων τὴν μνηστείαν τελέσαι ἑαυτοῦ γεγονὼς καὶ πτοηθεὶς τὴν | |
καθαίρεσιν διὰ τὸ τόν τε βασιλέα {καὶ} Δούκα καὶ σύνευνον αὐτῆς | 253 | |
15 | καὶ ἣν εἶχεν ὁ Βοτανειάτης ἐκ δευτέρου συνοικεσίου ὁμευνέτιν ἔτι τῷ βίῳ περιεῖναι, συναγαγὼν ἑαυτὸν καὶ γνοὺς ὅπη κακοῦ φέρεται μοιχείαν ἅμα καὶ τριγαμίαν εὐλογῶν, ἀνεβάλλετο τέως τὴν ἐκ τοῦ βήματος πρόοδον, τοῦτο θεασάμενος καὶ στοχασάμενος τοῦ ὀχλοῦν‐ τος τὸν ἱερέα λογισμοῦ ἐν ἀγωνίᾳ ἦν μὴ τὴν τελουμένην μνηστείαν | |
20 | λύσει ὁ πατριάρχης ἐνωτισθεὶς περὶ τούτου καὶ αὖθις πρὸς τὴν Εὐδο‐ κίαν ἀπονεύσει· φράσαι δὲ τὸ βουλητὸν διὰ τοὺς περιεστῶτας μὴ θέλων, πρὸς τὸν ἔκγονον αὐτοῦ Μιχαὴλ τὸν Δούκα ἐνατενίσας διὰ τοῦ βλέμματος τὸ ἀπόρρητον ἐπισημήνασθαι ἤθελεν. Ὁ δὲ νεανίας οὗτος τὴν ἀναβολὴν τοῦ ἱερέως ὁρῶν καὶ τὸ εἰς ἑαυτὸν βλέμμα τοῦ | |
25 | καίσαρος γοργῶς συνῆκε τὸ δέον καὶ εὐθὺς ἕτερον ἱερέα ἑτοιμάσας τὸν τὴν μνηστείαν τελέσοντα τέως εἶχεν ἀφανῆ, αὐτὸς δὲ τῷ θυσια‐ στηρίῳ πλησιάσας προσκαλεῖται τὸν παραιτούμενον τὴν μνηστείαν ἱερέα. Ὁ δὲ ἐπυνθάνετο τί ἂν εἴη δι’ ὃ προσκαλοῖτο καὶ ὃς τῶν ἀμ‐ φίων αὐτοῦ ἁψάμενος μεθίστησι τοῦτον ἐκεῖθεν ἠρέμα, ἀντεισάγει | |
30 | δὲ τὸν ἕτερον, ὃς καὶ τὴν ἱερολογίαν ἐτέλεσεν· ἐντεῦθεν ὁ καῖσαρ τὴν πρὸς βασιλίδα παρρησίαν ἔσχηκεν. | |
3.26 | Ἐπὶ τούτοις ὁ λογοθέτης τῶν παρακειμένων καὶ τοῦ βασιλέως ἀπογνοὺς ἐξώρμησε φεύγειν πρὸς τὸν Βρυέννιον καὶ τῇ Σηλυμβρίᾳ γενόμενος καὶ τῷ Οὐρσελίῳ προσομιλήσας μετὰ τῶν τάξεων ἐκεῖσε πρὸς αὐτοῦ τε καὶ τοῦ βασιλέως Μιχαὴλ πεμφθέντι ἐβούλετο ξὺν | |
5 | αὐτῷ ἀπαίρειν πρὸς τὸν Βρυέννιον. Ὁ δὲ συλλαβὼν τοῦτον δεσμώ‐ την πρὸς τὸν Βοτανειάτην ἀπήγαγε καὶ τῇ Ὀξείᾳ καλουμένῃ νήσῳ περιορισθεὶς μετὰ μικρὸν ἀπανθρώπως τε καὶ ἀνηλεῶς ἐτασθεὶς ἀπε‐ | |
βίω. Τοιοῦτον ἔσχε τὸ τέλος τὰ κατὰ τὴν βασιλείαν τοῦ Δούκα Μιχαήλ. | 255 | |
4t | Βιβλίον δʹ | |
4.1 | Οὕτω μὲν οὖν ὁ Βοτανειάτης Νικηφόρος ἐπειλημμένος τῶν τῆς βασιλείας σκήπτρων ἔσπευδεν, ὡς οἷόν τε, τὴν τῶν πολιτῶν εὔνοιαν ἐπισπάσασθαι, μάλιστα καὶ τὰ κατὰ τὸν Βρυέννιον πυνθανόμενος καὶ τὰς περὶ αὐτὸν ἀθροισθείσας δυνάμεις· ᾔδει γὰρ αὐτὸν πρὸς τῷ στρα‐ | |
5 | τηγικώτατον εἶναι καὶ ἐλευθεριώτατον ὄντα ὁμοῦ καὶ δραστηριώτατον. Διὰ τοῦτο τὴν τῶν πολιτῶν δῆθεν θηρώμενος εὔνοιαν ἐπεσπάσατο ταύτην καὶ μάλιστα ἐλευθεριώτατος ἄλλος ἀναδειχθῆναι φιλονεική‐ σας, πλὴν οὐ ξὺν λόγῳ τῷ δέοντι· ταύτῃ τοι καὶ μεγάλης συγχύσεως τῇ πολιτείᾳ Ῥωμαίων γέγονεν αἴτιος. Δυοῖν γὰρ ὄντοιν πόροιν | |
10 | ἐξ ὧν ἡ βασιλεία Ῥωμαίων τὰ μέγιστα ἐσεμνύνετο ὀχετηγοῦσα τὰ γέρα τοῖς ἀριστεύουσι καὶ τοῖς ἄλλως εὔνοιαν συνεισφέρουσιν, ἄμφω τούτους ἀναστομώσας τοῖς πᾶσι προῖκα ἐκεῖθεν ἀρδεύεσθαι δαψιλῶς ἐχορήγησε· τῶν τε γὰρ ἀξιωμάτων τὰ μέγιστα οὐκ ἀριστεῦσι καὶ στρατιώταις καὶ τοῖς ἐκ τῆς συγκλήτου βουλῆς καταγομένοις πεφι‐ | |
15 | λοτίμητο οὐδὲ τοῖς εὔνοιάν τινα συνεισφέρουσιν, ἀλλὰ παντὶ τῷ αἰτοῦντι· ταὐτὸ δὲ καὶ τοῖς λεγομένοις παρὰ Ῥωμαίοις ὀφφικίοις ἐπετελεῖτο, ὥστε ξυμβῆναι πολλαπλασίους τὰς ἐξόδους τῆς εἰσόδου γενέσθαι κἀκ τῆς τοιαύτης αἰτίας μετὰ βραχύν τινα χρόνον τῶν χρη‐ μάτων ἐκλελοιπότων τό τε νόμισμα κεκιβδήλευτο λοιπὸν καὶ αἱ τοῖς | |
20 | ἀξιώμασι καὶ τοῖς ὀφφικίοις ἐκ βασιλέως ἀνήκουσαι δωρεαὶ διὰ 〈τὴν〉 τῶν χρημάτων σπάνιν ὑπεκρούοντο. Τῆς γὰρ τῶν χρημάτων ἐπεισ‐ ροῆς τῶν ἀπὸ τῆς Ἀσίας χορηγουμένων τοῖς ταμείοις ἀποφυγούσης ἐκ τοῦ τῆς Ἀσίας ἁπάσης κατακυριεῦσαι τοὺς Τούρκους καὶ τῶν ἀπὸ τῆς Εὐρώπης παντάπασι στενωθέντων, τῶν τε προυπαρχόντων κακῶς | 257 |
25 | καταναλισκομένων ξυνέβαινε σπάνιν ὅτι πλείστην εἶναι χρημάτων τοῖς βασιλικοῖς ταμείοις. Ἀλλ’ οὕτω μὲν ἐκεῖνος ἐλευθέριος θέλων ἀποδειχθῆναι παρεχρήσατο τῇ ἐλευθερίᾳ, εὔνουν ἑαυτῷ τὸ πόλισμα καταστῆσαι βουλόμενος, ὡς προείρηται. | |
4.2 | Ὁ δὲ Βρυέννιος ἐν Ὀδρυσοῖς διάγων καὶ τὰ κατὰ τὸν βασιλέα Μιχαὴλ πυθόμενος καὶ τὴν κατ’ ἐκείνου στάσιν τῆς πόλεως, τὸ Μακεδονικὸν καὶ Θρᾳκικὸν στράτευμα συλλεξάμενος ὅλον, ἐπαγόμενος καὶ συμμάχους, ἐξώρμα πρὸς τὸ Βυζάντιον. Ἀλλὰ μαθὼν ὁ Βοτανειάτης | |
5 | καὶ δείσας μὴ μετὰ τοσαύτης δυνάμεως πλησιάσας τῇ πόλει ἐκπεσεῖν αὐτὸν παρασκευάσει τῆς βασιλείας πρὸ τοῦ ταύτην σχεδὸν ἐνιδρυν‐ θῆναι, τέως μὲν πρέσβεις ἐδόκει πέμπειν πρὸς ἐκεῖνον τοὺς περὶ διαλ‐ λαγῶν καὶ ξυμβάσεων ὁμιλήσοντας· εἶτα τὸν Κομνηνὸν Ἀλέξιον υἱοθετηθέντα τῇ βασιλίδι Μαρίᾳ δομέστικον τῶν Σχολῶν ἀποδείξας | |
10 | τῆς δύσεως ηὐτρέπιζε πέμπειν πρὸς ἀντιπαράταξιν. Στρατεύματος δ’ ἀπορῶν οἰκείου διεπέμπετο πρὸς τοὺς τῶν Τούρκων ἐξάρχοντας ἐν Νικαίᾳ τῆς Βιθυνίας διατρίβοντας· ἤστην δὲ τούτω Μασοὺρ καὶ Σολυμάν, οἱ τοῦ Κουτλουμοῦς παῖδες, καὶ αὐτίκα ἐκεῖνοι συμμάχους ἐξέπεμπον οὐκ ἐλάττονας δισχιλίων καὶ κατὰ πόδας ἑτέρους ηὐτρέ‐ | |
15 | πιζον. Μήπω δὲ τῶν συμμάχων φθασάντων, ἐδόκει τοὺς πρέσβεις ἀπιέναι καὶ ἐπέμποντο ὅ τε Χοιροσφάκτης Κωνσταντῖνος εἰς προέ‐ δρους τότε τέλων, ἀνὴρ νουνεχής τε καὶ λόγιος καὶ πᾶσι κομῶν τοῖς καλοῖς ὁπόσα πολιτικὸν ἄνδρα κοσμοῦσι, καὶ ὁ Στραβορωμανός, ὃς ἐκ Πενταπόλεως ὥρμητο τῆς Φρυγίας, ἀνὴρ δεινὸς καὶ δραστήριος, | 259 |
20 | τὸ γένος ἀνέλκων εἰς †τούτους† καὶ συγγενὴς ὢν τῷ βασιλεῖ Νικη‐ φόρῳ. Ἀπελθόντες οὖν ἐντυγχάνουσι τῷ Βρυεννίῳ περὶ τὴν Θεοδω‐ ρούπολιν τὴν φάλαγγα τάξαντι καὶ βάδην πορευομένῳ· ἔτι δὲ πόρρω ὄντες καὶ τὰς τάξεις θεώμενοι καὶ τὴν φάλαγγα κοσμίως συντεταγμέ‐ νην ἐθαύμαζόν τε τὸ πλῆθος ὁμοῦ καὶ τὴν τάξιν καὶ τὸν ἄγοντα ἐμε‐ | |
25 | γάλυνον. Ἐπεὶ δ’ ἐγένοντο πλησίον, οἱ ἐπὶ τῶν ἑταιρειῶν τεταγμένοι καὶ τὰ τούτων πρὸς τὸν βασιλειῶντα ἀνέφερον. Ὁ δὲ κελεύσας τὰς τάξεις στῆναι καὶ τοὺς λογάδας παραλαβών, τόν τε Μακεδόνων ἄρ‐ χοντα καὶ Θρᾳκῶν στρατηγούς τε καὶ ἰλάρχας καὶ ἄρχοντας, μικρόν τι τῆς φάλαγγος ὑπεξῄει καὶ πάντων ἀποβάντων τῶν ἵππων καὶ στοι‐ | |
30 | χηδὸν παρ’ ἀλλήλων στάντων μόνος ἔφιππος ἦν, ἵππου λευκοῦ τὴν χρείαν αὐτοῦ πληροῦντος· ἵστατο δὲ οὐκ ἐν τοῖς ὅπλοις, ἀλλ’ ἐν κόσμῳ βασιλικῷ, ὃν ἐδόκει μᾶλλον ἐκεῖνος κοσμεῖν, ἀνὴρ ὢν ἀγαθός τε τὸ εἶδος καὶ ὁμιλῆσαι δεινότατος. Ἐγγισάντων δὲ τῶν πρέσβεων καὶ τὴν συνήθη πρεσβεῦσι ποιησαμένων προσηγορίαν καὶ αὐτοῦ τοῦ κρατοῦντος | |
35 | ἀντιπροσαγορεύσαντος καὶ αὐτοῖς ἠπίως προσφερομένου, ἐπήρετο ἀναδιδάσκειν αὐτοὺς δι’ ἣν αἰτίαν τὴν παρ’ αὐτὸν ἐποιήσαντο ἄφιξιν· χάριν εἰρήνης τε καὶ σπονδῶν φαμένων καὶ κοινοπραγίας πεμφθῆναι | |
παρὰ τοῦ κρατοῦντος, αὖθις ἐπήρετο ἐπὶ τίσι τὰς ξυμβάσεις αἰτοῦσιν, οἱ δὲ πάντα διεξῄεσαν τὰ παρὰ βασιλέως, τοῦ Στραβορωμανοῦ τῶν | 261 | |
40 | λόγων κατάρχοντος· οὗτος γὰρ καὶ τὸ τῆς πρεσβείας εἶχε κῦρος ἅτε οἰκεῖος ὢν βασιλεῖ· ὁ δὲ ἕτερος χάριν τοῦ πείθειν ἀπέσταλτο διὰ τὴν πρὸς τὸν βασιλειῶντα ἐκ τοῦ κήδους οἰκειότητα. | |
4.3 | Τὰ δὲ τῆς πρεσβείας ἦσαν τοιάδε. «Ἐγώ, φησὶν ὁ κρατῶν, πάλαι τὸν σὸν πατέρα γινώσκων, ἄνδρα δεινὸν μὲν στρατηγῆσαι καὶ πολλὰ κατὰ Σκυθῶν ἀναστήσαντα τρόπαια καὶ μέντοι καὶ ξυστρα‐ τεύσας αὐτῷ καὶ ταῖς ἑταιρείαις πρότερον σύντροφον σχών, οὐχ ἧττον | |
5 | καὶ σὲ ἐπίσταμαι ἄξιον ὄντα παῖδα τοιούτου πατρός. Διὰ ταῦτα, ἐπεί με Θεὸς εἰς τὸ βασίλειον ὕψος ἀνήγαγε, βούλομαί σοι γενέσθαι ἀντὶ πα‐ τρὸς φιλοστόργου. Γένοιο οὖν σὺ κἀμοὶ υἱὸς εὐγνώμων ἀνθ’ υἱοῦ ἀγνώ‐ μονος, ὑπερείδων τὴν ἐκ τοῦ γήρως ἀσθένειαν, καὶ νῦν μὲν τὴν μετὰ βασιλείαν δευτέραν τιμὴν λάμβανε, φημὶ δὴ τὴν τοῦ καίσαρος, μετ’ οὐ | |
10 | πολὺ δὲ καὶ διάδοχος ἡμῖν χρηματίσεις τῆς βασιλείας Ῥωμαίων». Ταῦτα διεξελθόντων τῶν πρέσβεων, μηδὲν μελλήσας ἐκεῖνος—καὶ γὰρ ἦν εἴπερ τις ἄλλος ἀγχίνους—εὐθὺς ἀπεκρίνατο τὰς συμβάσεις ἐθέλειν καὶ τὴν εἰρήνην ἀσπάζεσθαι καὶ τὸν πόλεμον καταλῦσαι ἐμ‐ φύλιον καὶ τὴν παρὰ βασιλέως τιμὴν δέχεσθαι, βούλεσθαι δὲ μὴ αὐτὸν | |
15 | μόνον τυχεῖν τῶν τῆς εἰρήνης καλῶν, ἀλλὰ καὶ τοὺς ξυμμετασχόντας αὐτῷ τοῦ ἔργου, στρατηγούς τε 〈καὶ〉 στρατιώτας καὶ ἄρχοντας, ὧν τὸ ξυμφέρον προδοῦναι ἴσον αὐτῷ τοῦ ἀσεβῆσαι νενόμισται· φιλαυ‐ τίας γὰρ εἴη ἐσχάτης ἢ μᾶλλον εἰπεῖν ἀπανθρωπίας, ζητοῦντα τὸ ἑαυ‐ τοῦ συμφέρον τὸ τῶν ἄλλων προδοῦναι· οὐκ ἄλλως οὖν τὴν υἱοθεσίαν | |
20 | λαμβάνειν καὶ τὴν τιμήν, εἰ μὴ πρότερον τὰ ἐκείνων ἐξασφαλίσαιτο. Βούλεται οὖν πρότερον τὸν βασιλέα βεβαιῶσαι τὰ παρ’ αὐτοῦ σφίσιν ἐκείνοις ἐπαγγελθέντα καὶ οὕτω τῆς πόλεως ἐξελθεῖν σὺν τῷ πατριάρχῃ καὶ περὶ τὸν ναὸν γενέσθαι τοῦ ταξιάρχου τῶν ἄνω δυνάμεων Μιχαήλ, ὃς ἵδρυται ἐν τῷ περὶ τὴν Θρᾴκην χωρίῳ Δαμοκρανίας κἀκεῖσε τὰ τῆς | |
25 | υἱοθεσίας ἐπὶ τοῖς καίσαρσι γίνεσθαι καὶ τῷ στεφάνῳ ταινιωθῆναι συνήθως. Τῶν δὲ πρέσβεων ἐρομένων διὰ τί οὐ βούλεται τὰ τῆς τελε‐ τῆς αὐτοῦ γενέσθαι γενομένῳ κατὰ τὴν βασιλίδα τῶν πόλεων, φοβεῖ‐ σθαι μὲν ἔφησεν οὐδένα πλὴν τὸν Θεόν, ἀπιστεῖν δὲ τῶν περὶ τὸν βασιλέα τοῖς πλείστοις. | 263 |
4.4 | Ἐπὶ τούτοις οἱ πρέσβεις ἀπαλλαγέντες ἀπῄεσαν· ξυνέβη δὲ μικροῦ δεῖν αὐτοῖς κινδυνεῦσαι τοῖς σκοποῖς ἐντυχοῦσιν· ὅμως μέντοι ἐσώθησαν συνέσει τοῦ τῶν σκοπῶν κατάρχοντος. Τούτων οὖν ἀπελ‐ θόντων καὶ τῷ βασιλεῖ ἀπαγγειλάντων τὰ τῶν ξυμβάσεων, ἐδόκει μὴ | |
5 | τρίβεσθαι τὸν καιρόν, ἀλλ’ ἐκπέμπειν μετὰ τῶν στρατευμάτων τὸν δομέστικον τῶν Σχολῶν· ἀπεγνώσθη γὰρ τὰς ξυμβάσεις ὡς τοῦ Βρυεν‐ νίου δοκοῦντος ἀπαιτεῖν 〈ἀδύνατα〉. Ἐξῄει οὖν ὁ Κομνηνός, σχὼν μεθ’ ἑαυτοῦ τούς τε ξυμμάχους Τούρκους καὶ τοὺς Χωματηνοὺς λε‐ γομένους, οἳ μετὰ τοῦ βασιλέως ἐληλύθεισαν τοῦ Βοτανειάτου, καὶ | |
10 | Φράγγων τῶν ἐξ Ἰταλίας ἐλθόντων ἀπομοιράν τινα καὶ τῆς τῶν Ἀθα‐ νάτων καλουμένων φάλαγγος ἐπαγόμενος. Τίνες δὲ οἱ Ἀθάνατοι οὗ‐ τοι εἰπεῖν ἀναγκαῖον. Ὁ βασιλεὺς Μιχαὴλ ἢ τἀληθὲς εἰπεῖν ὁ ἐκτο‐ μίας Νικηφόρος ὁ λογοθέτης ἰδὼν τὸ τῆς ἑῴας στράτευμα ἅπαν ἤδη ἐκλελοιπὸς ὡς ὑποχείριον τῶν Τούρκων γενόμενον, ἐφρόντιζεν, ὡς | |
15 | οἷόν τε, στράτευμα καταστῆσαι νεόλεκτον καὶ δή τινας τῶν ἐκ τῆς Ἀσίας διασπαρέντων καὶ ἐπὶ μισθῷ δουλευόντων συλλέγων θώρακάς τε ἐνέδυε καὶ θυρεοὺς ἐδίδου καὶ κράνη φέρειν καὶ δόρατα. Ἐπιστή‐ σας δὲ αὐτοῖς ἕνα τῶν στρατηγῶν εὐφυῶς ὁμοῦ καὶ ἐπιδεξίως πρὸς τὴν ἐκείνων ἄσκησιν ἔχοντα—ἦν δὲ οὗτος ὁ Καππάδοξ Κωνσταντῖ‐ | |
20 | νος, ἀνὴρ πρὸς γένος ἐγγίζων τῷ βασιλεῖ Μιχαὴλ καὶ συνήθης τούτῳ | |
καὶ σύντροφος—, ἐγύμναζε δι’ αὐτοῦ καὶ τὰ στρατιωτικὰ ἐξεπαίδευεν. Ὁπηνίκα 〈δὲ〉 καὶ διιππεύειν ἀσφαλῶς ἤδη δύναιντο καὶ τὰ ὅπλα φέρειν ἱκανῶς καὶ εὐφυῶς ἐδόκει γεγυμνάσθαι κατὰ τὸ ἔξωθεν, ἐδό‐ κει γυμνάζειν τούτων καὶ τὰς ψυχάς. Ὁπλίζεσθαι γοῦν αὐτοὺς παρα‐ | 265 | |
25 | σκευάζων περιῄρει μὲν τῶν δοράτων τὰ ξίφη, κατὰ ἴλας δὲ αὐτοὺς διαιρῶν κατὰ πρόσωπον ἵστα ἀλλήλους, εἶτα ἐκέλευε σφοδρᾷ τῇ ῥύμῃ τοὺς ἵππους ἐλαύνοντας χωρεῖν κατ’ ἀλλήλων καὶ παίειν, ὡς οἷόν τε, τοῖς δόρασιν καὶ οὕτω τοὺς τολμηρότερον πρὸς τὸ ἔργον χωροῦντας τοῖς πρώτοις κατέλεγε. Τοὺς γοῦν πολλάκις ἐν τῇ κατ’ ἀλλήλων συμ‐ | |
30 | πλοκῇ ἀρίστους ἀναφανέντας Ἀθανάτους ὠνόμασε καὶ οὕτως ξυνέβη πάντας τοὺς τὴν συλλεγεῖσαν ἀναπληροῦντας φάλαγγα Ἀθανάτους ὀνομασθῆναι. | |
4.5 | Τούτους ὁ Κομνηνὸς παραλαβὼν Ἀλέξιος ξὺν τοῖς ἄλλοις ἀπελ‐ θὼν ἐστρατοπέδευσε παρὰ ποταμὸν οὐκ οἶδ’ ὅπως ἀρχῆθεν καλού‐ μενον διὰ τὸ ἀμειφθῆναι τῶν ὀνομάτων τὰ πλεῖστα, τέως δ’ οὖν ἐκ τῶν Θρᾳκικῶν ὀρῶν καταρρέοντα καὶ Ἁλμυρὸν παρὰ ἐγχωρίων κα‐ | |
5 | λούμενον· ἐν ᾧ καὶ φρούριον ἐπὶ λόφου ἵδρυται· Καλοβρύη τούτῳ τὸ ὄνομα. Ἐκεῖσε τοίνυν στρατοπεδεύσας, οὔτε τάφρον ὤρυξεν, οὔτε ἐπήξατο χάρακα· ἐβούλετο γὰρ αὐτοῦ μὴν πολεμίων ἐφοδεύειν ἔφοδον καὶ τὴν νίκην κλέπτειν, εἰ οἷόν τε, καὶ γὰρ ἔμελλε μετ’ ὀλίγων μά‐ χεσθαι πρὸς πολλοὺς στρατηγούς τε ἅμα γενναίους καὶ πολυπειρο‐ | |
10 | τάτους, ὧν καθάπερ ἀστέρων ἥλιος ἐξῆρχεν ὁ βασιλειῶν. Διὰ τοῦτο ἐβούλετο τῷ πλήθει καὶ ταῖς δυνάμεσιν ἐλαττούμενος ὁ δομέστικος τῶν Σχολῶν μὴ τόλμῃ μόνον, ἀλλὰ καὶ μελέτῃ καὶ ἀγχινοίᾳ κατα‐ στρατηγῆσαι τῶν πολεμίων· σκοποὺς δὲ πέμπων ἐμάνθανε στρατοπε‐ | |
δεύειν τοὺς περὶ τὸν Βρυέννιον ἐν τοῖς κατὰ τοῦ Κηδόκτου πεδίοις. | 267 | |
4.6 | Ὁ μὲν οὖν Βρυέννιος κατὰ τὸν ἐκεῖσε ναὸν τῆς τοῦ Θεοῦ Λόγου μητρὸς ἑσπέρας γενόμενος καὶ τὰ εἰκότα τελέσας, ἐπεὶ μεμαθήκει τοὺς ἀντιπάλους περὶ Καλοβρύην στρατοπεδεύειν—καὶ γὰρ τῶν μετὰ τοῦ Κομνηνοῦ Ἀλεξίου Τούρκων τινὲς νύκτωρ ἀπιόντες ἐπὶ | |
5 | 〈τῷ〉 τὸ τοῦ Βρυεννίου στράτευμα κατασκέψασθαι τοῖς σκοποῖς ἐμπεσόντες ἑάλωσαν καὶ ἀχθέντες πάντα ἀπήγγειλαν—ἕωθεν ἀνα‐ στὰς ἐκέλευεν ἅπαν ὁπλοφορεῖν τὸ στράτευμα καὶ κατ’ ἴλας τοῦτο συνέταττεν. Εἶχε δὲ αὐτῷ τὰ τῆς συντάξεως ὧδε. Τοῦ μὲν δεξιοῦ κέρως ὁ τούτου κατῆρχεν ὁμαίμων ὁ κουροπαλάτης Ἰωάννης, ὃν δο‐ | |
10 | μέστικον κατέστησε τῶν Σχολῶν. Συνεπλήρουν δὲ ταύτην τὴν φά‐ λαγγα οἵ τε ἐξ Ἰταλίας παρὰ τοῦ Μανιάκη ἐκείνου κομισθέντες Φράγ‐ γοι καὶ τῶν ἐκ Θετταλίας ἱππέων συχνοί, ἔτι γε μὴν καὶ τῶν ἀπὸ τῶν ἑταιρειῶν λεγομένων μοῖρα οὐκ ἐλαχίστη, οὐκ ἐλάττους ὄντες οἱ πάν‐ τες τῶν πεντακισχιλίων. Τὸ μὲν οὖν δεξιὸν οὕτως ἐτέτακτο. Τοῦ | |
15 | δ’ εὐωνύμου κέρως ἐξῆρχε μὲν ὁ Ταρχανειώτης Κατακαλών, ἀνὴρ καὶ βίῳ καὶ λόγῳ καὶ στρατηγικαῖς μελέταις κοσμούμενος, ἐπλή‐ ρουν δὲ ταύτην τὴν φάλαγγα αἱ τῶν Μακεδόνων τε καὶ Θρᾳκῶν ἶλαι ἐς τρισχιλίους ποσούμεναι. Τὸ δὲ μέσον τῆς φάλαγγος αὐτὸς ἐκεῖνος ὁ Βρυέννιος ἦγεν, ἐν ᾧ τό τε ἀρχοντικὸν ἐτάττετο ἅπαν καὶ Θρᾳκῶν | |
20 | τε καὶ Μακεδόνων καὶ τῆς ἵππου τῶν Θεσσαλῶν ὅσον ἐπίλεκτον. Ἔξωθεν δὲ τοῦ εὐωνύμου κέρως τὸ συμμαχικὸν Σκυθικὸν ἐτέτακτο προτρέχον ταύτης δυοῖν σταδίων διάστημα. Ἀλλ’ οὕτω μὲν ἐκεῖνος τὸ στράτευμα ἔταξεν, ἐκτείνας εἰς μῆκος τὴν φάλαγγα καὶ παραγγείλας, ἐπὰν οἱ πολέμιοι φανεῖεν καὶ ἡ σάλπιγξ ἠχήσῃ τὸ ἐνυάλιον, πειρᾶσθαι τοὺς | |
25 | ἀμφὶ τὸ Σκυθικὸν ξὺν ἀλαλαγμῷ καὶ βοῇ κατὰ νώτου γενέσθαι τῶν πολεμίων. Ὁ μὲν οὕτω τοῖς ἡγεμόσι παρήγγειλεν. | |
4.7 | Ὁ δὲ Κομνηνὸς Ἀλέξιος, μαθὼν διὰ τῶν σκοπῶν ἐγγίζειν ἤδη τοὺς πολεμίους, τὸ μὲν στράτευμα ἅπαν ἐν κοιλάσι κατέκρυψεν, αὐτὸς δὲ ἐπὶ λόφον ἀνελθὼν κατεσκόπει τὰ ἐκείνων. Ἰδὼν δὲ πλῆθος καὶ | |
διανοησάμενος μήπως οἱ ὑπ’ αὐτὸν τεταγμένοι πρὸ τοῦ προσβαλεῖν τού‐ | 269 | |
5 | τους τοῖς πολεμίοις εἰς φυγὴν ἐξορμήσωσιν, ἐβουλεύσατο βουλὴν ἀρί‐ στην ὁμοῦ καὶ συνετωτάτην, ὥστε μηδόλως καταφανεῖς γενέσθαι τῷ τού‐ του στρατεύματι τοὺς πολεμίους. Μάλιστα δ’ ἐφόβει τοῦτον τὸ παρὰ γνώμην τοῦ βασιλέως μάχεσθαι τὴν ἡμέραν ἐκείνην· ἔφθη γὰρ τῇ πρὸ ταύτης ἑσπέρᾳ γράμματα πεμφθῆναι αὐτῷ πρὸς τοῦ βασιλέως κελεύοντα | |
10 | μὴ πολεμεῖν, ἀλλὰ μένειν τὴν ἔλευσιν τῶν ἄρτι πεμφθέντων πρὸς τῶν Τούρκων συμμάχων. Μένειν μὲν οὐχ οἷόν τε ἦν μὴ συνάψαντα πόλεμον, τῶν πολεμίων εἰς χεῖρας ἤδη ἰόντων· ὑποχωρεῖν δὲ ἄνευ πολέμου ἀνάξιον ἔδοξεν αὐτῷ. Βεβούλευτο οὖν αὐτῷ ἢ νικᾶν ἢ θνῄσκειν μαχό‐ μενον ἢ οὕτως ἀγεννῶς τε καὶ ἀνάνδρως παλινοστεῖν διὰ τὸν ἐκ βασι‐ | |
15 | λέως φόβον. Κατασκοπήσας οὖν τὸν τόπον, ἐπεὶ εἶδε τὸ μὲν ἀναπεπτα‐ μένον, τὸ δὲ λόφους καὶ κοιλάδας ἔχον, ὥστε δύνασθαι τὸ μὲν τῆς Βρυεννίου φάλαγγος ἀποκρύπτεσθαι, τὸ δ’ εἶναι καταφανές, τὸν στρατὸν ὁπλίσας καὶ διχῆ διελών, τῶν μὲν Ἀθανάτων καὶ Φράγγων αὐτὸς εἶχε τὴν ἡγεμονίαν, τῶν Χωματηνῶν δὲ καὶ τῶν Τούρκων τὸν Κατα‐ | |
20 | καλὼν Κωνσταντῖνον ἡγεμόνα κατέστησε, κατέναντι τῆς Σκυθῶν φά‐ λαγγος τάξας αὐτούς. | |
4.8 | Ἐπεὶ γοῦν κατὰ τοὺς κοιλώδεις τόπους τὸ τοῦ Βρυεννίου γέγονε στράτευμα, καὶ τοὺς κατὰ δεξιὸν κέρας ταττομένους ὑπεδείκνυε καὶ χωρεῖν κατὰ τούτων σφοδρᾷ τῇ ῥύμῃ ἐκέλευε. Καταπηδήσαντες οὖν ὥσ‐ περ ἀπὸ ἐνέδρας καὶ τῷ αἰφνιδίῳ τοὺς ἀντιπάλους καταπλήξαντες, | |
5 | μικροῦ δεῖν ἐκκλίνειν αὐτοὺς πρὸς φυγὴν παρεσκεύασαν, ἕως ὁ τούτων καθηγεμὼν ὁ Βρυέννιος Ἰωάννης τὸν ἀκινάκην σπασάμενος σὺν ὀλί‐ γοις τὸν πρώτως ἐπιόντα τῶν Ἀθανάτων κατέβαλε καὶ ἄλλοι ἑτέρους καὶ τὴν φάλαγγα πᾶσαν συνέστησεν, ὥστε τοὺς ἀντιπάλους τρέψασθαι. Οἱ μὲν οὖν Ἀθάνατοι τοῦτον τὸν τρόπον πάντες ᾤχοντο· ὁ δὲ Κομνηνὸς | |
10 | Ἀλέξιος κατὰ νώτου τῶν πολεμίων γενόμενος καὶ δοκῶν ξυνέπεσθαί οἱ τὴν φάλαγγα τὴν ἰδίαν γενναίως τε ἠγωνίζετο καὶ τοὺς εἰς χεῖρας ἰόντας κατέβαλεν. Ἐπεὶ δὲ εἶδε τὴν ἑαυτοῦ φάλαγγα εἰς φυγὴν τρα‐ πεῖσαν, παρακαλέσας τοὺς ἑαυτοῦ—ἦσαν γὰρ σὺν αὐτῷ τῶν ἰδίων τινὲς ἀγαθοὶ στρατιῶται εἰς ἓξ ποσούμενοι—βουλὴν ἐβουλεύσατο | |
15 | τολμηράν, γενέσθαι κατὰ νώτου τοῦ Βρυεννίου καὶ ξυμμίσγοντας τοῖς τούτου ἠρέμα ἰέναι μέχρις αὐτῷ πλησιάσαιεν, ἐπειδὰν δ’ ἐγγὺς τού‐ τῳ γένοιντο, σπασάμενοι ξίφη αὐτὸν ἀνελεῖν· κἂν ξυμβαίη καὶ τού‐ τοις σὺν ἐκείνῳ πεσεῖν, αἱρετώτερον εἶναι μᾶλλον αὐτῷ ἢ τὸ παρα‐ κούσαντα βασιλέως δίκας εἰσπραχθήσεσθαι τῆς παρακοῆς πρὸς ἐκεί‐ | 271 |
20 | νου. Ἀπεῖρξε δὲ τοῦτον τοῦ τοιούτου βουλεύματος ὁ Θεόδοτος, οὗ πρόσθεν ὁ λόγος ἐμνήσθη, εἰπὼν τοῦτο μὲν εἶναι πρὸς τῷ παραβόλῳ καὶ εὔηθες, νυνὶ δὲ χρῆναι ἐξελθόντας τοῦ τῶν πολεμίων στρατεύματος ἀπιέναι πρὸς τοὺς ἰδίους, ἐπειδὰν δὲ τούτοις συμμίξειαν, εἰ βούλοιτο, λαβόντα κἀκείνων ὁπόσους δυνατοὺς κοινωνεῖν οὕτω χωρεῖν πρὸς τὸν | |
25 | κίνδυνον. Τὰ μὲν οὖν κατὰ τὸ δεξιὸν κέρας τοιοῦτον ἔσχε τὸ τέλος. | |
4.9 | Κατὰ δὲ τὸ εὐώνυμον οἱ περὶ Κατακαλὼν τὸν Ταρχανειώτην Σκύθαι ἰδόντες Χωματηνοὺς εὐθὺς ἐξώρμησαν κατ’ αὐτῶν ξὺν βοῇ πολλῇ καὶ ἀλαλαγμῷ καὶ θᾶττον ἢ λόγος τούτους τρεψάμενοι, τοῦ διώκειν παυσάμενοι, σὺν τάξει ὑπέστρεφον καὶ κατὰ τῶν τὴν οὐρα‐ | |
5 | γίαν τηρούντων 〈τοῦ〉 τοῦ Βρυεννίου στρατεύματος ἐξώρμων σὺν προθυμίᾳ πολλῇ καὶ ὅσον θητικὸν σκυλεύσαντες καὶ ἵππους καὶ λά‐ φυρα λαβόντες ἀπῄεσαν οἴκαδε. Συγχύσεως δὲ ἐκ ταύτης τῆς αἰτί‐ ας γενομένης ταῖς τάξεσιν, ἅτε τῶν περὶ τὸ τοῦλδον Ῥωμαίοις καλού‐ μενον εἰς αὐτὰς καταφευγόντων δέει τῷ τῶν Σκυθῶν καὶ τῶν σημεί‐ | |
10 | ων ἀναμιχθέντων, ὁ Κομνηνὸς Ἀλέξιος τοῦτο κατιδών—ἔτι γὰρ ἐντὸς διέτριβε τοῦ τοῦ Βρυεννίου στρατεύματος—καλύψας τὸ πρόσωπον τῷ ἀπῃωρημένῳ θωρακιδίῳ τῇ κόρυθι, τῶν ἱπποκόμων ἕνα τοῦ Βρυεν‐ νίου καταβαλὼν 〈ἵππον τινὰ τῶν βασιλικῶν ἐπισυρόμενον〉 ἐκείνου τῇ ἁλουργῷ ἐφεστρίδι καὶ τοῖς χρυσοῖς φαλάροις κοσμούμενον 〈αἱ‐ | |
15 | ρῶν〉, ἔτι δὲ καὶ τὰς ἐξ ἔθους τοῖς βασιλεῦσι παρεπομένας ῥομφαίας, λάθρᾳ τοῦ στρατεύματος ἐξιών, ἐπειδὰν ἔξω φόβου παντὸς γέγονεν, ἐξέπεμπε τὸν ἵππον μετὰ κήρυκος βοῶντος μέγα ὡς ὁ Βρυέννιος πέ‐ πτωκε. Τοῦτο πολλοὺς τῶν φευγόντων μένειν ἔπειθε, τοὺς δὲ καὶ παλινοστεῖν· ξυνέβαινε γάρ, τῶν Σκυθῶν τῶν μελλόντων διώκειν | |
20 | οὕτω τοῖς περὶ Βρυέννιον ἐπιβουλευσάντων, μηδενὸς ὄντος τοῦ διώ‐ κοντος, μὴ πόρρωθεν φυγεῖν τοὺς περὶ τὸν Κομνηνὸν Ἀλέξιον, ἀλλὰ πλησίον ἀλᾶσθαι ἐπαποροῦντας ὅπως, ἐκείνων φευγόντων, τόν τε ἵππον ἐδείκνυ καὶ τὰς ῥομφαίας καὶ τὴν ἀναίρεσιν τοῦ Βρυεννίου τρανῶς ἐκήρυττε, καὶ συνελέγοντο ἅπαντες. | 273 |
4.10 | Ξυνέπεσε δέ τι καὶ ἕτερον, Τούρκων οὐκ ἐλαχίστην μοῖραν πρὸς συμμαχίαν ἄρτι πρὸς βασιλέως ἀπεστάλθαι, οὓς συνεκύρησε κατὰ τὸν καιρὸν ἐκεῖνον καθ’ ὃν ἡ μάχη συνέστη καὶ ἡ τροπὴ παραγενέσθαι. Ἰδόντες οὖν φεύγοντας καὶ τὸν δομέστικον ζητήσαντες τῶν Σχολῶν | |
5 | καὶ παρὰ τούτῳ γενόμενοι θαρρεῖν τε ἐκέλευον καὶ τοὺς πολεμίους ἐζήτουν θεάσασθαι. Ὁ δὲ τοὺς ἡγεμόνας τούτων παραλαβὼν ἄνεισιν ἐπί τινα λόφον ἀφ’ οὗ καταφανεῖς ἔμελλον ἔσεσθαι οἱ πολέμιοι καὶ ὑπεδείκνυ τούτους ἐκεῖθεν. Οἱ δὲ ξυγκεχυμένην ἰδόντες τὴν φάλαγγα καὶ ξὺν οὐδεμιᾷ τάξει χωροῦσαν, ἀλλ’ ἀκινήτως ὥσπερ κινουμένην | |
10 | καὶ φθειρομένην—πάντες γὰρ ἔξω φροντίδων ἦσαν, ὡς ἤδη νενικη‐ κότες καὶ τοὺς πολεμίους τρεψάμενοι, ἐπεὶ καὶ οἱ τοῦ Βοτανειάτου Φράγγοι τῷ Βρυεννίῳ προσκεχωρήκασιν ἅπαντες καὶ τῶν ἵππων ἀπο‐ βαίνοντες, ταῖς ἐκείνου χερσὶ τὰς χεῖρας ἐμβάλλοντες, ὡς δὴ πάτριος νόμος τούτοις ἐστί, πίστεις ἐδίδουν, 〈καὶ〉 ξυνέθεον ἅπαντες οἱ τῆς | |
15 | φάλαγγος, θεαταὶ τῶν δρωμένων γενόμενοι—ταῦτ’ οὖν οἱ τῶν Τούρ‐ κων ἡγεμόνες ἰδόντες, κατελθόντες ἐκεῖθεν τριχῆ τὴν οἰκείαν φάλαγγα διελόντες, τὰς μὲν δύο μοίρας ἐπὶ τὸ ἐνεδρεύειν ἐξέπεμπον, τὴν δὲ ἑτέραν ἐκέλευον πρὸς τοὺς πολεμίους χωρεῖν οὐ κατὰ φάλαγγα συντε‐ ταγμένην, ἀλλὰ κατὰ λόχους ὀλίγους καὶ διεσκεδασμένως, ἐλᾶν τε | |
20 | τοὺς ἵππους καὶ τοῖς τοξεύμασι χρῆσθαι καὶ πέμπειν βέλη συχνὰ κατ’ ἐκείνων. | |
4.11 | Ξυνείπετο δὲ τούτοις καὶ ὁ Κομνηνὸς Ἀλέξιος, συλλέξας τῶν ἐκ τῆς τροπῆς ὁπόσους τὸ ὀξὺ τοῦ καιροῦ συνεχώρει. Οὕτω γινομέ‐ νων, τῶν Ἀθανάτων τινὲς προεκδραμόντες τοὺς Τούρκους ἐντὸς τοῦ | |
〈τοῦ〉 Βρυεννίου στρατεύματος γεγόνασι καὶ τῶν τις ἐκείνων παίει | 275 | |
5 | τοῦτον κατὰ τοῦ στέρνου τῷ δόρατι. Ὁ δὲ τοῦ κουλεοῦ τὸ ξίφος ἑλ‐ κύσας αὐτό τε δόρυ †πάσας† διεῖλε διχῆ καὶ τὸν βαλόντα κατὰ τῆς κλειδὸς πλήξας τὸν ὦμον ἅμα τῷ θώρακι διαμπὰξ ἐξέτεμε καὶ εὐθέως οἱ Τοῦρκοι σὺν ἀλαλαγμῷ τὰ βέλη ἐξέπεμπον καὶ οἱ φαλαγγάρχαι ἦσαν ἐπὶ τῷ αἰφνιδίῳ τοῦ δράματος καταπληγέντες· ὅμως ἄνδρες δεινοὶ | |
10 | τὰ πολεμικὰ ὄντες, ἐς τάξεις ἐπειρῶντο καταστῆσαι τὴν φάλαγγα καὶ τοὺς σφῶν παρεκάλουν στρατιώτας ἄνδρας ἀγαθοὺς γενέσθαι, †κλέος τοιοῦτον ὃ νικήσαντες ἀλλήλους† καὶ ὡς τὸ στενὸν τοῦ καιροῦ συνεχώρει, καταστάντες 〈εἰσ〉 τάξεις γενναίως ἐξώρμων κατὰ 〈τῶν〉 Τούρκων. | |
4.12 | Οἱ δὲ φεύγοντες προτροπάδην εἷλκον ἐκείνους πρὸς τὰς ἐνέδρας, ἕως ἐγγὺς πρώτης ἐνέδρας γεγόνασιν· ἐπεὶ δὲ πλησίον γένοιντο, αὐτοί τε ὑπέστρεφον καὶ οἱ τῆς ἐνέδρας ὀξέως καταπηδήσαντες πάντοθεν αὐτοὺς τοξεύμασιν ἔβαλλον καὶ κακῶς διετίθουν καὶ ἵππους καὶ ἄν‐ | |
5 | δρας. Ἐκείνων δὲ πρὸς φυγὴν ἐκκλινόντων ἤδη, ὁ τῶν Σχολῶν δο‐ μέστικος τοῦ τοῦ Βρυεννίου στρατεύματος, ὁ κουροπαλάτης Ἰωάν‐ νης, ὃν ἐκείνου ὁμαίμονα ὁ λόγος φθάσας ἐγνώρισεν ἄνωθεν, ἐβοήθει ξὺν τάχει πολλῷ· ὃν ἰδόντες οἱ περὶ τὸν Βρυέννιον θαρραλεώτερον κατὰ τῶν Τούρκων ἐχώρουν. Οἱ δ’ αὖθις ὑπέστρεφον καὶ φεύγειν οὐ | |
10 | πρὶν ἀνῆκαν ἕως οὗ ταῖς ἐνέδραις περιπεσεῖν τοὺς διώκοντας παρε‐ σκεύασαν· οὗ δὴ γενομένου καὶ πρὸς φυγὴν ἐκκλινάντων ἁπάντων ἤδη, συχνοὶ τῶν περὶ τὸν Βρυέννιον ἐόντων ἔπιπτον· ὃ κατιδὼν ἐκεῖ‐ νος βοηθεῖν ἐπεχείρει ταχέως· πολλοὺς γὰρ τῶν διωκόντων συναντῶν ἀνῄρει καὶ τοὺς φεύγοντας παρεκάλει μένειν, ἀλλ’ εἰς κενὸν αὐτῷ | |
15 | καθεστήκει τὰ τοῦ σπουδάσματος· πάντες γὰρ λιπόντες αὐτὸν ξὺν τῷ υἱῷ καὶ τῷ ἀδελφῷ ὑπεχώρουν· αὐτοὶ δὲ λαμπρῶς ἀγωνισάμενοι καὶ συχνοὺς τῶν Τούρκων καταβαλόντες, ἐπειδὴ τὴν φάλαγγα πᾶσαν διασκεδασθεῖσαν ἑώρων, ἐξώρμων καὶ αὐτοὶ πρὸς τὸ φεύγειν, οἱ δὲ Τοῦρκοι ἐπέκειντο· συχνῶς οὖν ἐπιστρεφόμενοι τούτους ἀνέκοπτον | |
20 | τῆς ὁρμῆς, ἕως ὁ ἵππος ὃν ἐκεῖνος ἐπωχεῖτο καμὼν προσωτέρω χω‐ ρεῖν οὐκ ἠδύνατο. Τούτου οὖν γινομένου, αὐτὸς μὲν βάδην ἀπῄει, ὁ δὲ τούτου ὁμαίμων καὶ ὁ υἱὸς συχνάκις ἐπιστρεφόμενοι τοὺς Τούρ‐ | |
κους ἀνέκοπτον. | 277 | |
4.13 | Μέχρι μὲν οὖν οὐ πολύ τι πλῆθος ἦσαν οἱ διώκοντες, εὔδρομα τούτοις ἦσαν τὰ τῆς ὑποχωρήσεως. Ἐπεὶ δὲ πολλοὶ συνέθεον καὶ ὁ ἐκείνου ἵππος κεκοπιακὼς πρὸς δρόμον ἦν ἄρχρηστος, κυκλοῦν ἐπεχεί‐ ρουν αὐτοὺς κατὰ πρόσωπον οἱ πολέμιοι. Οἱ δ’ ἄμφω σὺν πολλῷ | |
5 | τῷ ῥοίζῳ κατὰ τῶν πολεμίων ὁρμήσαντες δύο μὲν τούτων κατέβαλλον, τοὺς δ’ ἄλλους πόρρω φυγεῖν κατηνάγκαζον κἀκ τούτου βραχείας ἀδείας τυχόντες ἀπῄεσαν, ἀλλ’ αὖθις οἱ Τοῦρκοι μετὰ πλείστων ἄλλων ὑπέστρεφον καὶ σφοδρῶς ἐπέκειντο τούτοις· οἱ δ’ αὖθις ἔδρων τὰ πρό‐ τερον καὶ πολλῇ τῇ προθυμίᾳ κατὰ τῶν Τούρκων ἐχώρουν. Ξυνέβη | |
10 | δὲ τούτοις τὰ τῆς προθυμίας οὐκέτι κατὰ τὸ πρότερον, ἀλλ’ ὁ μὲν Ἰωάννης ἕνα τῶν Τούρκων καταβαλὼν ἑτέρῳ προσκέκρουκε καὶ ἀμφοῖν οἱ ἵπποι σὺν τοῖς ἐπιβάταις πεπτώκασιν· ὁ δὲ τοῦ βασιλειῶν‐ τος υἱὸς ἐν τῷ διώκειν πόρρω γενόμενος καὶ ἕνα τῶν Τούρκων κατα‐ βαλών, ἐν μέσοις τοῖς Τούρκοις ἐναπελείφθη καὶ οὐκέθ’ οἷός τε ἦν τῷ | |
15 | πατρὶ ξυνελθεῖν, καίτοι πολλὰ πειραθεὶς συμμῖξαι τούτοις. Λαβόντες οὖν ἄδειαν οἱ Τοῦρκοι ἐπῄεσαν κατὰ τοῦ Βρυεννίου σφοδρότερον. Εἷς οὖν αὐτῶν τὸ ξίφος σπασάμενος κατ’ ἐκείνου τολμηρότερον ἐξώρ‐ μησεν· ὁ δ’ ἐπιστραφεὶς παίει τοῦτον τῷ ξίφει καὶ τήν τε χεῖρα ἀπέ‐ τεμε καὶ κατὰ γῆς αὐτὴν πεσεῖν σὺν τῷ ἀκινάκῃ παρεσκεύασεν· οἱ | |
20 | δὲ λοιποὶ κυκλοῦν ἐπεχείρουν αὐτόν· ὁ δὲ γενναίως ἠμύνετο. Ἐξορ‐ μήσας οὖν κατὰ τῶν ἔμπροσθεν ἐπιόντων πλήττεται δόρατι· ἀσχολη‐ θέντος δ’ αὐτοῦ διακόψαι τὸ δόρυ, ὁ πρῶτος τὴν χεῖρα ὑπ’ αὐτοῦ ἐκτμη‐ θεὶς Τοῦρκος τοῦ ἵππου καταπηδήσας ἐπιβαίνει τοῖς νώτοις τοῦ Βρυεννίου· ὁ δ’ ἐπιστρέφων τὸν ἀκινάκην οὐχ οἷός τε ἦν παίειν αὐτὸν | |
25 | τοῖς 〈νώτοισ〉 τούτου κρυπτόμενον. Ἀποβάντες οὖν οἱ λοιποὶ τῶν Τούρκων τῶν ἵππων ἱκέτευον μὴ θνῄσκειν ἐθέλειν αὐτόν, ἀλλὰ πρὸς τὸ ξυμπεσὸν ἐνδιδόναι. Ἕως μὲν οὖν αὐτῷ ἡ χεὶρ οὐ κεκοπία‐ κεν, οὐκ ἐνέδωκε παίων τε καὶ παιόμενος· ἐπεὶ δὲ κατάκοπος ἤδη γέγονεν, εἶξε καὶ ἄκων ταῖς τῶν ἐχθρῶν παρακλήσεσι καὶ οὕτω συνέβη | |
30 | τοῦτον ἁλῶναι. | |
4.14 | Λαβόντες οὖν τοῦτον οἱ βάρβαροι μετὰ πλείστης ὅτι τιμῆς πρὸς τὸν Κομνηνὸν ἐχώρουν Ἀλέξιον, κήρυκας ἐκπέμψαντες πρότερον τὴν ἅλωσιν τούτου μηνύσοντας. Ταῦτα μὲν οὖν τοῦτον ἐπράχθη τὸν | |
τρόπον· τὸν δὲ τούτου αὐτάδελφον ἐντυχών τις τῶν Φράγγων μετὰ | 279 | |
5 | τὸ σύμπτωμα καὶ πεζὸν θεασάμενος ἐπὶ τοῦ ἵππου ἀναβιβάσας διέ‐ σωσε μέχρι τῆς Ἀδριανουπόλεως· σέσωσται δὲ καὶ ὁ τούτου υἱὸς διασχὼν τοὺς κυκλώσαντας καὶ οὕτω γενόμενος ἔξω βελῶν, ὃν ἐν τῷ φεύγειν παρήγγειλεν ὁ πατὴρ γενόμενον κατὰ τὴν Ἀδριανοῦ εἰπεῖν πρὸς τὴν μάμμην καὶ τὴν μητέρα, εἴπερ μὴ σωθείη τούτου ὁ ἀδελφός, | |
10 | συλλέξαι τοὺς ἐκ τῆς μάχης διασωθέντας καὶ πεῖσαι μὴ πρότερον βασιλεῖ συνθέσθαι, πρὶν ἂν ἐγγράφους ἐκεῖνον ὁμολογίας ποιῆσαι μη‐ δένα στερῆσαι τῆς προσούσης τούτῳ τιμῆς μηδ’ ὑποστῆναι τῶν ὑπαρ‐ χόντων ἀφαίρεσιν. Τοῦτο μὲν οὕτω πέπρακτο ὕστερον. | |
4.15 | Τὸν δὲ Βρυέννιον πρὸς τὸν Κομνηνὸν Ἀλέξιον ἀπαχθέντα ἰδών, ἐκεῖνος ἐθαύμασε τό τε εἶδος τοῦ ἀνδρὸς καὶ τὸ μέγεθος καὶ γὰρ ἦν ὄντως ἄξιον τυραννίδος· ἐγεγήθει δὲ ὁρῶν οἵου κατηγωνίσατο στρα‐ τηγοῦ, τὴν χεῖρα γενναίου καὶ τὴν ψυχὴν τολμηροῦ καὶ στάσιμον | |
5 | ἦθος ἔχοντος· ἡρωϊκὴν γὰρ ἔφερε τὴν ψυχὴν καὶ μή τις οἴοιτό με πε‐ ριαυτολογοῦντα ταῦτα λέγειν καὶ γράφειν, ἀλλ’ ἴστω πάντα λόγον νι‐ κώμενον τοῖς τἀνδρὸς κατορθώμασι καὶ ταῖς χάρισι καὶ ταῖς ἀγλαΐαις· εἰ γοῦν μὴ πρὸς ἄλλον σκοπὸν ὁ λόγος ἑώρα, ἀλλὰ τὰ ἐκείνου κατὰ μέρος διεξελθεῖν ἠβουλήθη, ἄλλης ἂν Ἰλιάδος ἐδέησε. Τοῦτον οὖν | |
10 | τὸν ἄνδρα τὸν δεινὸν μὲν ἐν ἀπερισκέπτῳ χρόνῳ τὸ δέον εὑρεῖν, δεινὸν δὲ τάξαι φάλαγγα καὶ καταστρατηγῆσαι πολεμίων ὁ Κομνηνὸς Ἀλέ‐ ξιος, μήπω τὸν ἴουλον φέρων ἀπαρτισθέντα, ἀλλ’ ἔτι χλοάζοντα καὶ χρυσίζοντα—ἦν γὰρ ἐκεῖνος ..... —, μετὰ τὴν συμπλοκὴν ἐκείνην καὶ τοὺς γενναίους ἀγῶνας καὶ τὴν ἧτταν νενίκηκεν οὐ πλήθει δυνάμεως, | |
15 | ἀλλὰ καρτερίᾳ καὶ τόλμῃ καὶ μελέτῃ στρατηγικῇ, συνέριθον λαβὼν καὶ τὴν ἄνωθεν πρόνοιαν, δι’ ἣν τὰ τέλη κατορθοῦντα τῶν ἐγχειρή‐ σεων. | |
4.16 | Τοῦτον οὖν λαβὼν αὐτὸς μὲν ἀπῄει ὡς πρὸς τὴν Κωνσταντινού‐ πολιν· τὰ δὲ κοκκοβαφῆ πέδιλα, ἃ ἐκεῖνος βασιλειῶν ἐπεδύετο, μαρ‐ γάροις ὄντα καὶ λίθοις κατάστικτα πρὸς τὸν κρατοῦντα ἐξέπεμπε, | |
μηνύων αὐτῷ τὴν ἐκείνου κατάσχεσιν. Ὁ δ’ ἡσθεὶς τῷ ἀκούσματι | 281 | |
5 | ὃν εἶχε πιστότατον καὶ οἰκειότατον ἄνδρα, εἴτε Σκύθην, εἴτε Μυσόν— Βορίλας ἦν τούτῳ τὸ ὄνομα—, ὃν πρωτοπρόεδρον τιμήσας ἐθνάρχην ἐκπέμπει παραληψόμενον τὸν Βρυέννιον, τῷ τῶν Σχολῶν δομεστίκῳ τῷ Κομνηνῷ κελεύων μὴ εἰσιέναι πρὸς τὴν Κωνσταντινούπολιν, ἀλλ’ ἀπελθόντα καὶ τὰ κατὰ τὴν Ἀδριανούπολιν καταστήσαντα κατὰ | |
10 | τοῦ Βασιλάκη στρατεύειν. Ἔφθη γὰρ κἀκεῖνος δυνατὸς γενέσθαι, τοῦ ἐν τῷ Ἰλλυρικῷ παντὸς στρατεύματος καὶ τῇ Βουλγαρίᾳ αὐτῷ προσχωρήσαντος· οὐ μὴ δέ, ἀλλὰ καὶ Βαράγγους εἶχε μεθ’ ἑαυτοῦ, ὅσοι πρὸς τοῦ βασιλέως Μιχαὴλ ξὺν τῷ Βασιλάκῃ πρὸς τὸ Δυρράχιον κατεπέμφθησαν· κατέσχε δὲ καὶ τὴν ἐν Θεσσαλίᾳ μητρόπολιν, ἣν | |
15 | Θεσσαλονίκην ὀνομάζουσιν. Ὁ μὲν οὖν Κομνηνὸς βαρέως τὸ κελευ‐ σθὲν ἔφερεν· ᾤετο γὰρ τιμὰς ἐκ βασιλέως καὶ γέρα αὐτῷ γενέσθαι τοῦ κατορθώματος ἄξια, ὡς οὐ τυραννίδα, μᾶλλον δὲ βασιλείαν μεγί‐ στην καὶ στρατεύματι τοσούτῳ καὶ τηλικούτῳ κρατυνομένην καὶ στρατηγῷ τοιούτῳ περιωνύμῳ καὶ χώρας τοσαύτης δασμοφορίᾳ καὶ | |
20 | πόλεων καταλύσαντι καὶ ὑποτάξαντι, πλὴν ἀλλὰ καὶ βαρέως φέρων ἐποίει τὸ κελευσθέν. | |
4.17 | Τὸν δὲ Βρυέννιον ὁ Βορίλας παραλαβὼν καὶ πρὸς τὸ Φιλοπά‐ τιον λεγόμενον ἀπαγαγὼν ἐκτυφλοῖ, ἄνδρα στερήσας τῇ Ῥωμαίων ἀρχῇ καὶ πολιτείᾳ οἷον οὔτινα ἄλλον ἐκέκτητο ἄνευ τοῦ τούτῳ ὑπερ‐ ισχύσαντος. Ὁ Κομνηνὸς δ’ ἐπὶ τρισὶν ἡμέραις μείνας ἔξω τῆς πόλεως | |
5 | καὶ τοὺς ἰδίους πρὸς αὐτὸν ἐξελθόντας ἰδών τε καὶ συνταξάμενος ἐχώ‐ ρει πρὸς τὴν Ἀδριανούπολιν, λαβὼν ἐκ βασιλέως καὶ συγχωρήσεις ἐγγράφους βασιλικοῖς γράμμασιν ἐρυθρὰς καὶ σφραγῖσι χρυσαῖς βε‐ βαιουμένας, ὥσθ’ ἕκαστον τῶν ἀρχόντων ἔχειν καὶ τὴν τιμὴν ἣν εἶχε | |
καὶ τὰς κτήσεις ἁπάσας ὁπόσων δεσπότης ἐφαίνετο πρότερον. | 283 | |
4.18 | Ὁ δὲ βασιλεὺς μεθ’ ἡμέρας τινὰς μεταστειλάμενος τὸν Βρυέν‐ νιον ὤκτειρέ τε τῆς συμφορᾶς καὶ τῶν ἰδίων ἁπάντων κατέστησε κύριον, τιμαῖς τε αὐτὸν καὶ δωρεαῖς ἑτέρων κτήσεων ἀνεκτήσατο. Οἱ δὲ θαμινὰ πρὸς αὐτὸν μετεπέμποντό τε ἄρχοντες καὶ πάντες εἰσῄε‐ | |
5 | σαν εἰς τὴν βασιλίδα τῶν πόλεων καὶ 〈ὁ〉 βασιλεὺς ἀσμένως ἅπαντας ὑπεδέχετο, φθάσαντος ἤδη καὶ τοῦ Κομνηνοῦ Ἀλεξίου καὶ τὰς χρυσο‐ σημάντους γραφὰς αὐτοῖς ἐγχειρίσαντος. Τοὺς μὲν ἄλλους ἅπαντας παραλαβὼν κατὰ τοῦ Βασιλάκη χωρεῖ τὰ πρὸς βασιλέως κελευσθέντα ποιεῖν· κἀκεῖνοι μὲν ξὺν γυναιξὶ καὶ τέκνοις ἀφίκοντο πρὸς τὴν με‐ | |
10 | γαλόπολιν, καθάπερ ἄνωθεν λέλεκται· ὁ Κομνηνὸς δὲ διὰ Μακεδονίας καὶ Βολεροῦ διελθὼν τὸν Στρύμονα καταλαμβάνει καὶ τοῦτον διαπε‐ ράσας καὶ τὰ μεταξὺ Στρουμπίτζης καὶ τοῦ λεγομένου Μαύρου ὄρους στενὰ διελθὼν εἰς χωρίον πρός τινα ποταμὸν κείμενον γέγονεν, ὃν ἐγχωρίως καλοῦσι Βαρδάριον. Ὁ δὲ Βαρδάριος καταρρεῖ μὲν ἐκ τῶν | |
15 | τῆς νέας Μυσίας ὀρῶν καὶ διιὼν διὰ Σκούπων κάτεισι μεταξὺ Στρουμ‐ πίτζης καὶ Στυπίου, δίχα τέμνων τὰ ὄρη· βραχὺ δὲ ἐκεῖθεν προϊὼν διίστησιν ἀλλήλων τά τε Βερροίας καὶ Θεσσαλονίκης χωρία δι’ αὐτῶν ῥέων καὶ πρὸς τὴν θάλασσαν δίεισι· χρόνοις δὲ πρότερον βραχύ τι τῆς ἰδίας ἀπονεύσας πορείας ἑτέρωσε ἐτράπετο οὐ πάνυ τι δυοῖν | |
20 | 〈ἢ〉 τριῶν σταδίων τῆς προτέρας διόδου ἀπέχουσαν, ὥστε ξυμ‐ βῆναι τὴν πρώην ἐκείνου πάροδον διώρυχα εἶναι αὐτοφυῆ. Μεταξὺ οὖν ἀμφοῖν ὁ Κομνηνὸς Ἀλέξιος κατεστρατοπέδευσε, παραγγείλας πάντας ἀριστήσαντας τὸ λοιπὸν τῆς ἡμέρας ἀναπαύεσθαι ὡς τὴν νύκτα μέλλοντας ἀγρυπνεῖν ἢ καθεύδειν ἐν ὅπλοις. | 285 |
4.19 | Καὶ γὰρ ἀγχίνους ὢν καὶ πεῖραν λαβὼν ἱκανὴν ἐξ 〈ὧν〉 ἔδρασε πρότερον, ἐθήρασε τὸν τοῦ πολεμίου σκοπόν, οἰόμενος ἐπιθέσθαι τούτῳ ἐκεῖνον νυκτός, ὃ δὴ καὶ γέγονε. Ταύτῃ τοι καὶ προπαρεσκευά‐ σατο καὶ σκοποὺς πανταχόθεν ἐξέπεμπεν· ἀλλ’ οὗτος μὲν οὕτως· | |
5 | ὁ δὲ Βασιλάκης, τῶν ξυνόντων τῷ Κομνηνῷ αὐτομολήσαντός τινος πρὸς αὐτὸν καὶ φράσαντος ὡς, εἰ βούλοιτο ἐπιθέσθαι τούτῳ, παραδώσει τοῦτον αὐτὸς καθεύδοντα ἐπὶ τὴν σκηνήν, μηδὲν μελλήσας ἐκέλευε πάντας ὁπλίζεσθαι καὶ εὐθὺς ἅπαντες ἦσαν ἐν ὅπλοις. Ἐπεὶ δὲ πρὸς τὸν δυτικὸν ὁρίζοντα ὁ ἥλιος ἦν, ἤδη ταῖς σάλπιγξι σημάνας τὸν ἐξι‐ | |
10 | τήριον ἐξῄει τῆς πόλεως. Καταλιπὼν δὲ τὴν εὐθεῖαν ὁδόν, ἵν’ οὕτως λάθῃ τὸν μικροῦ δεῖν ἀλάθητον, διὰ τῆς λεγομένης Λιτῆς διελθών, ἐπεὶ πρὸς τὸν ποταμὸν γέγονεν ὃν Γαλικὸν καλοῦσιν ἐγχώριοι, δια‐ περάσας τοῦτον ἐγγύς που τοῦ φρουρίου τοῦ Ἀετοῦ καλουμένου καὶ τὸν ἐκεῖσε ὑπερβὰς αὔλακα ἐχώρει διὰ τῆς πεδιάδος. | |
4.20 | Ἀλλ’ οὐκ ἔλαθε τοὺς σκοπούς, ἀλλ’ ἅμα τε ἐκεῖνος ἐξῆλθε τῆς πόλεως κἀκ τοῦ πλήθους τῆς κόνεως οἱ σκοποὶ τὴν ἔξοδον τεκμηρά‐ μενοι τῷ τῶν Σχολῶν δομεστίκῳ ταῦτα ἐμήνυον. Ὁ δ’ ἐκέλευε πάν‐ τας ὁπλοφορήσαντας καὶ τοὺς ἵππους εὐτρεπίσαντας περιμένειν τὸ | |
5 | σύνθημα καὶ ἄλλον ἐπ’ ἄλλῳ ἐξέπεμπεν ὥστε μανθάνειν τὰ κατὰ τὸν | |
πολέμιον. Ἐπεὶ δ’ ἀφίκετό τις τῶν ἐκείνου οἰκογενῶν, ὃς πιστὸς ἦν αὐτῷ καὶ συνηλικιώτης καὶ σύντροφος, Τατίκιος ἦν ὄνομα τῷ ἀνδρί, φράζων ὡς οὐ πόρρω εἰσὶν οἱ πολέμιοι, ἐπυνθάνετο τούτου εἰ αὐτὸν ἐκεῖνον ἐγνώρισεν εἶναι τὸν Βασιλάκην. Ὁ δ’ ἐβεβαίου καὶ φωνῆς | 287 | |
10 | ἐκείνου ἀκοῦσαι καθιστώσης τὴν φάλαγγα καὶ ἕπεσθαί οἱ κελευούσης καὶ βέλος ἀφεῖναι κατ’ ἐκείνου διὰ τοῦ τόξου. Εὐθὺς οὖν ἐκελεύετο ἐξόδιον σημῆναι τὰς σάλπιγγας καὶ τοῖς περὶ τὴν ἰδίαν παρεμβολὴν εὐθὺς λύχνους καὶ κηροὺς ἐξάπτειν ἐπέταττεν. | |
4.21 | Ἐντὸς δὲ τῆς ἰδίας σκηνῆς τὸν συνόντα αὐτῷ μοναχόν, ἄνδρα ἐκτομίαν, ᾧ τὴν αὐτοῦ πρόνοιαν ἡ μήτηρ ἐπίστευσεν ὡς ἐντρεχεῖ τε καὶ περιδεξίῳ, καταλιπὼν παρεκελεύσατο μὴ σβεσθῆναι τὴν λαμπάδα δι’ ὅλης νυκτός. Τὸ αὐτὸ δὴ τοῦτο καὶ τοῖς ἄλλοις ἅπασιν ἐκέλευσεν | |
5 | ἐν ταῖς ἰδίαις ποιεῖν σκηναῖς καὶ λύχνους καὶ δᾷδας ἀνάπτειν μέχρι τοῦ περιόρθρου. Ἐκεῖνος δὲ μετὰ τοῦ ὁπλιτικοῦ παντὸς τῆς παρεμ‐ βολῆς ἐξελθὼν εἴς τινα συνηρεφῆ τόπον εἰστήκει. | |
4.22 | Ὁ δὲ Βασιλάκης ἐγγὺς τῆς παρεμβολῆς γενόμενος, ἐπεὶ ταύ‐ την παρὰ τῶν ἰδίων σκυλευομένην ἑώρα, αὐτὸς τὴν τοῦ δομεστίκου σκηνὴν καταλαβὼν ἐδόκει τὸ πᾶν ἠνυκέναι καὶ αὐτοῦ που τοῦτον καταλαβεῖν καὶ ζωγρίαν ποιῆσαι καὶ ἀγαγέσθαι· ὡς δὲ τὴν ὅλην | |
5 | περιαθρήσας οὐδένα εἰ μὴ τὸν μοναχὸν ἑώρα καὶ τὴν ἀνάπτουσαν λαμπάδα, ὑπ’ ἀλαζονείας ἐπαρθείς φησι· «Ποῦ ὁ τραυλός;» —καὶ γὰρ οὐκ ἀκριβῶς κατώρθου τὸ ῥῶ—, «ἐξαγάγετέ μοι τοῦτον ὧδε». Τοῦ δὲ ῥηθέντος μοναχοῦ ἐνωμότως ἀπαρνουμένου μὴ εἰδέναι τί γέ‐ | |
γονεν, ἀπατᾶσθαι νομίζων ὑπό τε θυμοῦ ὑπό τε χαρᾶς ἁλοὺς γέλωτα | 289 | |
10 | Σαρδόνιον, κατὰ τὴν παροιμίαν, ἐγέλα καὶ τοῖς ὑπ’ αὐτὸν τὴν σκηνὴν κατατμηθῆναι ἐκέλευε. Τούτου γεγονότος, ἐπέταττεν ὑπὸ τὴν κλίσιν τοῦ δομεστίκου κατακύψαντας ἀναζητεῖν εἰ αὐτοῦ που κέκρυπται· ὡς δὲ οὐδαμοῦ παρῆν, τὰ ἐκεῖσε ἱστάμενα κιβώτια περι‐ τραπῆναι ἐκέλευε· τοιοῦτον ὑπερηφανεία τὸ φρονοῦν τῆς ψυχῆς παν‐ | |
15 | τάπασι διαφθείρουσα. Ἀπελπίσας οὖν καὶ εἰς τοὐναντίον τραπείς— μετεβέβλητο γὰρ αὐτῷ τηνικαῦτα εἰς λύπην ἡ χαρά—, συχνάκις παίων τὸν μηρόν φησιν· «Οὐαί μοι, ἠπάτημαι παρὰ τοῦ τραυλοῦ». Μὴ ἔχων γὰρ ἕτερόν τι καταμωκήσασθαι τοῦ τοιούτου ἀνδρός, τὸ σμικρότατον ἐκεῖνο τοῦ ῥῶ καὶ ἀπροαίρετον αἰτίαμα ἄνω καὶ κάτω | |
20 | προσφέρων ἦν. | |
4.23 | Εὐθὺς οὖν μέγα βοήσας φησίν· «Ἄρχοντες, ἐξέλθατε τῆς πα‐ ρεμβολῆς· ὁ πόλεμος ἔξωθεν»· φωνὴ γὰρ αὐτοῦ εὑρεῖα ὡς καὶ φάλαγ‐ γας ὅλας συνταράττειν ἐκ μόνου ἐκβοήματος. Ἐξιόντι γοῦν ἐκείνῳ τοῦ στρατοπέδου, τῶν στρατιωτῶν περὶ λαφυραγωγίαν ἀσχολουμέ‐ | |
5 | νων, ὑπαντιάζει ὁ γενναῖος Ἀλέξιος πρὸ τῆς φάλαγγος ὢν ξὺν ὀλίγοις καὶ τὸν προοδεύοντα ταύτης κατιδὼν εἰς τάξιν συνιστῶντα τὴν φά‐ λαγγα καὶ νομίσας εἶναι τὸν Βασιλάκην, εὐθὺς ἐξήλασε κατ’ αὐτοῦ καὶ τὸ ξίφος σπασάμενος παίει τοῦτον κατὰ τῆς δεξιᾶς χειρός, ἔτι τὸ δόρυ κατέχοντα, καὶ τοὺς τρεῖς τῶν δακτύλων τεμὼν τὸ δόρυ πεσεῖν | |
10 | σὺν αὐτοῖς παρεσκεύασε. Τοῦτο μεγάλως τὴν φάλαγγα συνετάραξε καὶ ἄλλος ἄλλον πρὸς τὸ φεύγειν προλαμβάνειν ἠπείγετο· κύκλῳ δὲ περιιόντες ὑπ’ ἀλλήλων συνεποδίζοντο. | |
4.24 | Εἷς δὲ τῶν ὑπὸ χεῖρα τοῦ Ἀλεξίου, ἀνὴρ Καππαδόκης Γουλῆς τὸ ἐπώνυμον, γνωρίσας τὸν Βασιλάκην παίει τοῦτον τῇ σπάθῃ κατὰ τοῦ κράνους· τῆς δὲ σπάθης κατεαγείσης ἐγγὺς αὐτοῦ τῆς χειρὸς καὶ πεσούσης, ὁ Κομνηνὸς αὐτὸν κατωνείδιζεν ὡς ὀλιγωρίᾳ τὸ ξίφος τῆς | |
5 | χειρὸς ἀφέντα, ὁ δὲ τὴν κώπην εὐθὺς ὑπεδείκνυε καὶ τῆς μέμψεως | |
ἀπελύετο· καί τις ἀνὴρ Μακεδών, Πέτρος τοὔνομα Τορνίκιος τὸ ἐπώνυμον, εἰσελάσας μέσον τῶν πολεμίων κατέβαλε τούτων συχνούς· ἡ δὲ φάλαγξ εἵπετο, ἀγνοοῦσα τὰ δρώμενα· ἐν σκότει γὰρ συστάσης τῆς μάχης, οὐχ οἷόν τε ἦν ὁρᾶν τὰ γινόμενα ἅπαντας. Ὁ δὲ Κομνηνὸς | 291 | |
10 | καὶ αὖθις ἐπὶ τὸ συνιστάμενον ἔτι τῶν πολεμίων ἐχώρει παίων καὶ καταβάλλων τοὺς εἰς χεῖρας 〈ἰόντασ〉 καὶ αὖθις ὑποστρέφων πρὸς τοὺς ἰδίους· ὅν τις θεασάμενος τῶν ἐκ τῆς ἰδίας ἐκείνου φάλαγγος Φράγγων ἄρτι μέσον ἐξιόντα τῶν πολεμίων καὶ νομίσας εἶναι τῶν πολε‐ μίων τινά, ἐξελάσας βάλλει τῷ δόρατι καὶ μικροῦ ἂν αὐτὸν κατέβαλεν, | |
15 | εἰ μὴ ἑδραιότατος ἦν ἱππότης. Ἐπιστραφεὶς οὖν πρὸς αὐτὸν μετὰ τοῦ ξίφους ἐξώρμησεν· ὁ δ’ εὐθὺς ἐπιγνοὺς ἐκεῖνον ἱκέτης ἦν ἐλεεινός, διαβεβαιούμενος ὡς ἀγνοίᾳ μᾶλλον ἢ κακουργίᾳ κατ’ αὐτοῦ ἐξώρμη‐ σε. Τούτου οὖν ἀφῆκεν ὁ γενναῖος ἐκεῖνος τὸ ἔγκλημα. | |
4.25 | Ἔτι δὲ τῶν πολεμίων συνισταμένων ἐν μέρει, ἔσπευδεν, ὡς οἷόν τε, καὶ τὸ λοιπὸν παραλῦσαι τῆς τάξεως καὶ πρὸς τὴν ἰδίαν ἀπέστελλε φάλαγγα κελεύων μὴ μέλλειν, ἀλλ’ ἕπεσθαί οἱ ταχινώτερον. Τὰ μὲν ἐν νυκτὶ ξὺν ὀλίγοις πραχθέντα ἔργα τοιάδε ἦν· ἦμος δὲ ἡέ‐ | |
5 | λιος ἀνώρουσε καὶ οἱ περὶ τὸν Βασιλάκην συνιστᾶν ἐπειρῶντο τοὺς ἰδίους καί, ὡς οἷόν τε, ἐπερρώννυον· ἐν τούτοις δέ, τῶν ἐκ τῆς ἐκείνου φάλαγγός τινες ἐν τῷ σκυλεύειν ἀπολειφθέντες τῆς λοιπῆς φάλαγγος ἧκον κατόπιν θέοντες· οὓς θεασάμενοί τινες τῶν ἐκ τῆς τοῦ δομεστίκου τῶν Σχολῶν φάλαγγος Ἀλεξίου, ἐπιστραφέντες καὶ κατ’ αὐ‐ | |
10 | τῶν ἐξορμήσαντες, πρὸ τοῦ εἰς χεῖρας ἰέναι ῥᾳδίως ἐτρέψαντο καὶ πολ‐ λοὺς τούτων ζωγρήσαντες ἐπανῆλθον. | |
4.26 | Ὁ δὲ τοῦ Βασιλάκη ἀδελφὸς Μανουὴλ ἐπὶ λόφου τινὸς ἀνελθὼν ἐπερρώννυε τὸ ἔτι τῆς φάλαγγος συνιστάμενον, διαρρήδην βοῶν Βα‐ | |
σιλάκη εἶναι τὴν νίκην καὶ τὴν ἡμέραν· ὃ θεασάμενος, Βασίλειος ὁ Κουρτίκης, ἀνὴρ Μακεδὼν τῶν τοῦ Βρυεννίου οἰκείων, τὸν ἵππον | 293 | |
5 | ἐλάσας ἄνεισι πρὸς τὸν λόφον· κἀκείνου τὴν σπάθην ἑλκύσαντος κατ’ αὐ‐ τοῦ, οὗτος ἐκεῖνον τῇ ῥάβδῳ παίει κατὰ τῆς κόρυθος καὶ εὐθὺς κατα‐ βάλλει τοῦ ἵππου καὶ δεσμώτην ἐπάγει πρὸς τὸν δομέστικον τῶν Σχο‐ λῶν τὸν γενναῖον Ἀλέξιον. Οὗ γενομένου, καὶ ἡ φάλαγξ ἐπιφανεῖσα τοῦ Κομνηνοῦ τὸ ἔτι περὶ τὸν Βασιλάκην συνιστάμενον φυγεῖν παρεσκεύασε, | |
10 | καὶ ὁ μὲν ἔφευγε τὴν πόλιν σπεύδων καταλαβεῖν, ὁ Κομνηνὸς δὲ ἐδίω‐ κεν. Εἰκότως οὖν ἄν τις κἀνταῦθα τὸ ἔπος ἁρμόσειε τὸ Ὁμηρικόν, ὃ περὶ Ἀχιλλέως ἐκεῖνος καὶ Ἕκτορος ἔφησε, τό· πρόσθε μὲν ἐσθλὸς ἔφευγε, δίωκε δέ μιν μέγ’ ἀμείνων, καὶ γὰρ ἦν ἐκεῖνος γενναῖος κατὰ χεῖρά τε 〈καὶ〉 κατὰ ψυχήν, καὶ | |
15 | γὰρ ἐξ εὐγενῶν φὺς εἰς μέγα κλέος ἤρθη ταῖς ἀνδραγαθίαις. | |
4.27 | Συγκλεισθέντα δὲ τοῦτον τῇ πόλει, ὁ Κομνηνὸς Ἀλέξιος ἔξω στρατοπεδεύσας καὶ διασῴζειν τὸν ἄνδρα ἐθέλων ἐπρέσβευε πρὸς αὐτόν, ὥστε τὰ πιστὰ λαβόντα τοῦ μηδέν τι ἀνιαρὸν πείσεσθαι, ἐγχει‐ ρίζειν αὐτῷ καὶ ἑαυτὸν καὶ τὴν πόλιν. Ὁ δὲ πρεσβεύων ἦν ἀνὴρ ἀγα‐ | |
5 | θός τε καὶ κόσμιος, ἀσκητικοῖς διαλάμπων κατορθώμασιν· ἦν δὲ ὁ καθηγούμενος τῶν ἐν τῇ Ἄθω τοῦ Ξενοφῶντος μονῇ μοναχῶν Συμεὼν | |
ὁ πανάριστος· ὃς πολλὰ παρακαλέσας τὸν Βασιλάκην οὐκ ἔπεισεν. Ἀρ‐ ξαμένων οὖν ἤδη τῷ Κομνηνῷ προσχωρεῖν τῶν ξὺν τῷ Βασιλάκῃ στρατιωτῶν καὶ τῶν πολιτῶν τὴν πόλιν ἐγχειρισάντων αὐτῷ, ἐκεῖνος | 295 | |
10 | ἔμενεν ἔτι κρατῶν τὴν ἀκρόπολιν, ἕως οἱ περὶ αὐτὸν βιασθέντα συλλα‐ βόντες τῷ Κομνηνῷ ἐνεχείρισαν. Εἰσελθὼν οὖν ἐν τῇ πόλει πολλῶν χρημάτων ἐκείνου γέγονε κύριος. Ἀγγέλους οὖν πρὸς τὸν βασιλέα πέμψας τὴν τοῦ Βασιλάκη μηνύσοντας ἅλωσιν, αὐτὸς ἔμενεν ἐν τῇ πόλει ἡμέρας τινὰς καὶ τὰ ἐν αὐτῇ καταστήσας ἐπάνεισι μετὰ λαμπρῶν | |
15 | τροπαίων. | |
4.28 | Ἔδειξεν οὖν καὶ τὰ παρ’ ἐκείνου πραχθέντα ὡς χρὴ μὴ πάνυ τι πιστεύειν τῇ τύχῃ καὶ μάλιστα ἐν ταῖς εὐπραγίαις καὶ μὴν καὶ τὸ παρ’ Εὐριπίδῃ καλῶς εἰρῆσθαι δοκῶ ὡς «ἓν σοφὸν βούλευμα τὰς πολλὰς χέρας νικᾷ», 〈ὃ〉 τότε δι’ αὐτῶν τῶν ἐκεί‐ | |
5 | νου ἔργων τὴν πίστιν εἴληφεν. Εἷς γὰρ ἄνθρωπος καὶ μία γνώμη τοὺς δεινοτάτους τῶν στρατηγῶν Ῥωμαίων εἰς μέγα κλέος ἀρθέντας καὶ τὰ μυριόλεκτα πλήθη τῶν στρατευμάτων ἐν βραχεῖ καθεῖλε καιρῷ, τὸ δὲ προφανῶς πεπτωκὸς πολίτευμα καὶ τὰς ἀπειρηκυίας ψυχὰς τῶν ὑπὸ τὸν βασιλέα δυνάμεων ἐπὶ τὸ κρεῖττον ἤγαγε καὶ ἀνύψωσε. | |
10 | Τὸν μὲν οὖν Βασιλάκην πεμφθέντες πρὸς βασιλέως τινὲς συναντῶσιν μεταξὺ Φιλίππων καὶ Ἀμφιπόλεως καὶ τὰ ἐκ βασιλέως τῷ Κομνηνῷ χειρίσαντες γράμματα, περί τι χωρίον ἀπαγαγόντες—Χλεμπίνα τούτῳ τὸ ὄνομα—, 〈ἐν〉 ᾧπερ καὶ πηγὴ ἀναδίδοται διειδής, τοὺς ὀφθαλμοὺς αὐτοῦ διορύττουσι καὶ ἡ πηγὴ ἔκτοτε Βασιλακίου πηγά‐ | |
15 | διον ὀνομάζεται. Τὸν δὲ Κομνηνὸν περὶ τὴν Κωνσταντινούπολιν γε‐ νόμενον ὁ βασιλεὺς ἐντίμως δεξάμενος σεβαστὸν τετίμηκε καὶ πολλῶν | |
κτήσεων δωρεαῖς ἐφιλοφρονήσατο. | 297 | |
4.29 | Ἐν τούτῳ δ’ ἐπανῆκεν ἐκ τῆς Ἀντιοχέων καὶ ὁ τούτου ὁμαίμων ὁ Κομνηνὸς Ἰσαάκιος, ὃς τὴν βασιλέως ἁπλότητα διαγνοὺς καὶ ὡς χάριν 〈ἔχει〉 τῶν ἐκ Συρίας ὑφασμάτων, συχνάκις τοιαῦτα διδοὺς τοσοῦτον τὴν βασιλέως ἐπεσπάσατο εὔνοιαν ὡς καὶ κτήσεων κατα‐ | |
5 | κυριεῦσαι πολλῶν καὶ σεβαστὸν ἀποδειχθῆναι διὰ χρόνου βραχέος καὶ οἰκίαν ἐν βασιλείοις λαβεῖν ἐπὶ τὸ προσμένειν· ἐχρῆτο δ’ αὐτῷ κἀν ταῖς κρίσεσι κἀν ταῖς ἀποφάσεσι, καὶ γὰρ ἦν ὀξύς τε θηρᾶσαι ἀλήθειαν καὶ τὸ ῥηθὲν ἀπαγγεῖλαι τρανῶς ἐπιτήδειος· οὕτως τοῖς βασιλείοις προσμένων τὴν βασιλέως ἁπλότητα ἐθεράπευε καὶ ὅλως εἶχε τοῖς | |
10 | ἑαυτοῦ χείλεσιν ἐκκρεμάμενον. | |
4.30 | Ὁ Κομνηνὸς δ’ Ἀλέξιος ἐξῄει αὖθις ἐπὶ τὸ τὰ τῆς οἰκείας ἀρ‐ χῆς ἐπισκέψασθαι. Πρὸς τὴν Ἀδριανοῦ δὲ πόλιν γενόμενος καὶ ἡμέ‐ ρας ἐκεῖσε ἐνδιατρίψας τινὰς καὶ μαθὼν ὅτι τὸ Σκυθικὸν γένος ἐξωπλί‐ ζετο ὥστε τὰ Βουλγάρων ληΐσασθαι ὅρια, τὸ στρατιωτικὸν ἅπαν συλ‐ | |
5 | λέξας καὶ ὅσον ἐν ἡγεμόσι καὶ ἄρχουσι πρὸς τὴν Φιλίππου παρεγένετο πόλιν, κἀκεῖθεν τὰ περὶ τοὺς Σκύθας πυθόμενος ὡς ἐκδραμόντες τὰ μεταξὺ Ναϊσοῦ καὶ Σκούπων πορθοῦσι χωρία, σπουδαίως κατ’ ἐκεί‐ νων ἐχώρει. Παρελθόντος δ’ ἐκείνου τὴν Σαρδικήν, οἱ Σκύθαι τὴν ἐκεί‐ νου κατ’ αὐτῶν πυθόμενοι ἔλευσιν, τὴν λείαν καταλιπόντες, ἔφευγον | |
10 | καθάπερ εἶχον δυνάμεως· ἀπελάσας δὲ τούτους, ἐκεῖθεν πρὸς τὴν Φι‐ λίππου αὖθις ἐπάνεισι καὶ τὰ κατὰ τὴν χώραν εὖ διαθέμενος καὶ τὰς πόλεις ἐν βραχεῖ καιρῷ τὴν ἁπάντων εὔνοιαν ἐπεσπάσατο, καὶ γὰρ ἦν πρὸς τῷ ἐλευθερίῳ καὶ ἐπαγωγὸν ἦθος ἔχων ὁμιλῆσαί τε πάντων ἀνθρώπων ἡδύτατος. Ταῦτα διαπραξάμενος ἐπανῆκε πρὸς τὸ Βυζάν‐ | |
15 | τιον καὶ ὁ βασιλεὺς χαριέντως αὐτὸν ὑπεδέχετο. | 299 |
4.31 | Ἐν ὅσῳ δὲ ταῦτα ἐπράττετο, ὁ Μελισσηνὸς Νικηφόρος, ἀνὴρ εὐγενής, ὡς ὁ λόγος ἐγνώρισεν ἄνωθεν, ἐκ κήδους ὢν ᾠκειωμένος τοῖς Κομνηνοῖς, καὶ γὰρ ἔφθη συναφθῆναι τὴν τούτων ἀδελφὴν Εὐ‐ δοκίαν, περὶ τὴν Κῶ διατρίβων, τὰς Τούρκων δυνάμεις καὶ τοὺς Τούρ‐ | |
5 | κων ἄρχοντας ἑλκύσας πρὸς ἑαυτόν, περιῄει τὰς τῆς Ἀσίας πόλεις, τὰ κοκκοβαφῆ ὑποδησάμενος πέδιλα. Οἱ γοῦν πολῖται ὡς βασιλεῖ Ῥωμαίων σφᾶς τε αὐτοὺς καὶ τὰς πόλεις αὐτῷ παρεδίδουν. Ὁ δὲ καὶ ἄκων τοῖς Τούρκοις ἐνεχείριζεν, ὡς συμβῆναι διὰ βραχέος καιροῦ κἀκ τούτου τοῦ τρόπου πασῶν τῶν περὶ τὴν Ἀσίαν τε καὶ Φρυγίαν | |
10 | καὶ τὴν Γαλατίαν πόλεων κατακυριεῦσαι τοὺς Τούρκους· ξὺν στρα‐ τεύματι γοῦν πλείστῳ τὴν ἐν Βιθυνίᾳ Νίκαιαν καταλαμβάνει κἀκεῖ‐ θεν τῆς βασιλείας ἀντεποιεῖτο Ῥωμαίων. Ὁ Βοτανειάτης δὲ ταῦτα πυθόμενος τὸν Κομνηνὸν μετεκαλεῖτο Ἀλέξιον καὶ ἐκέλευε τοῦτον σὺν ταῖς δυνάμεσι τὸν πορθμὸν διαπεραιωθέντα τὸν Χαλκηδόνιον | |
15 | κατ’ ἐκείνου στρατεύειν. Ὁ δ’ ἀπελέγετο τὴν κατ’ ἐκείνου στρατείαν συνετῶς ἄγαν· ἐδεδίει γὰρ τὴν βασιλέως κουφότητα καὶ τὴν τῶν περὶ αὐτὸν πονηρίαν ὁμοῦ καὶ τὸν φθόνον, μή ποτε τοῦτον προσπταῖσαι ξυμβαίη κατὰ πολὺ τῆς τῶν Τούρκων δυνάμεως ἐλαττούμενον καὶ οἱ πονηροὶ λαβὴν εὑρόντες διαβάλωσι τοῦτον πρὸς βασιλέα ὡς διὰ | |
20 | τὸ κῆδος προδιδόντα τὴν μάχην. Ὁ βασιλεὺς τοίνυν, ἐπεὶ πολλὰ παρα‐ καλέσας τοῦτον οὐκ ἔπειθεν, ἀγασθεὶς τὸ τούτου στερρὸν τοῦ φρονή‐ ματος τὰς δυνάμεις παραδιδόναι τῷ πρωτοβεστιαρίῳ ἐκέλευεν· ἦν δ’ οὗτος ὁ ἐκτομίας Ἰωάννης, πάλαι τούτῳ πρὸ τῆς βασιλείας ὑπηρε‐ τῶν· φιλόδοξος δὲ ἦν, εἴπερ τις ἄλλος, καὶ τὸ ἦθος φέρων οὐ στάσιμον. | |
4.32 | Ὁ Κομνηνὸς οὖν διαπεράσας ἐν Χρυσουπόλει πρὸς αὐτὸν πα‐ ρεδίδου τὰ στρατεύματα καὶ τῶν ἀρχόντων τοὺς πλείστους· οἱ δὲ βαρέως τοῦτο φέροντες τὸν Κομνηνὸν αὖθις ἀνεκαλοῦντο, συνήθη τοῦ‐ τον ἐκ μακροῦ ἔχοντες· ὁ δὲ κατέστελλεν αὐτούς, μὴ βουλόμενος τὸ | 301 |
5 | τοιοῦτον ἀναδύσασθαι ἔργον διὰ τὴν ῥηθεῖσαν αἰτίαν. Παραδοὺς τοί‐ νυν τὰ στρατεύματα πρὸς τὸν ῥηθέντα ἐκτομίαν, εἴθ’ οὕτως συνταξά‐ μενος τούτῳ, ἐπειδὴ ὑποχωρεῖν ἔμελλεν, οἷα τὰ τῆς νεότητος, καὶ τοῖς στρατιώταις συντακτήριον ἱππασίαν ἱππάσασθαι ἤθελεν. Ἐνδοὺς 〈οὖν〉 ὅλους ῥητῆρας, ὁπόσον διάστημα ταῖς τοιαύταις ἱππηλασίαις | |
10 | προσήκει ἐξιππασάμενος ἔστη. Ὁ γοῦν ἐκτομίας Ἰωάννης ἐπιλαθό‐ μενος οἷον ἑαυτοῦ καὶ τὸν χαλινὸν ἐνδοὺς ἁπάντων ἐνώπιον καὶ αὐτὸς ἤλαυνεν· εὐθὺς δὲ γέλως ὦρτο πολὺς παρὰ πάντων καὶ καταμωκησά‐ μενοι τούτου τὸ συνήθως τοῖς ἐκτομίαις ἐπαγόμενον «κλοῦ κλοῦ» πρὸς τοῦτον ἔλεγον· οἱ δὲ περὶ τὸν Κομνηνὸν ἐπιμελῶς τούτους κατέ‐ | |
15 | στελλον. | |
4.33 | Ὁ μὲν οὖν Ἀλέξιος πρὸς τὸν βασιλέα ἀπῄει ἐν τοῖς βασιλείοις διάγοντα· ὁ δὲ ἐκτομίας σὺν πάσαις δυνάμεσιν ὥρμησε κατὰ τοῦ Μελισσηνοῦ καὶ τὰ Βιθυνῶν διελθὼν ὅρια ἐστρατοπέδευσε περί τι καστέλλιον, ὃ καλοῦσι Βασιλεία, πλεῖον ἢ τεσσαράκοντα σταδίων | |
5 | Νικαίας ἀπέχον. Ἐκεῖσε δὲ γενομένῳ συνεβούλευον ὅ τε Παλαιολόγος καὶ ὁ τούτου ἐξάδελφος Κουρτίκης ληΐσασθαι τὰ παρατυχόντα ἄχρι Νικαίας, ὑποστρέψαι δὲ διὰ τῆς παραλιμνίου καὶ πολιορκῆσαι τὸ τοῦ κυροῦ Γεωργίου καστέλλιον· ὃ δὴ καὶ καταλαβόντες αὐτίκα κατέσχον. Εἶτα, ἐπεὶ βουλῆς ἐδεῖτο τὰ πράγματα ἐπὶ ξυροῦ ἱστάμενα, | |
10 | ἅπαντες οἱ τοῦ στρατοῦ λογάδες εἰς τὴν σκηνὴν τοῦ ἐκτομίου γενόμε‐ νοι διεσκοποῦντο εἴτε τὴν Νίκαιαν πολιορκῆσαι δεῖ, εἴτε εἰς τὸ Δο‐ ρύλαιον ἀπελθόντας μετὰ τοῦ σουλτάνου συνάψαι πόλεμον. Ἐπεὶ δὲ ὁ Παλαιολόγος Γεώργιος καὶ ὁ τούτου ἐξάδελφος Κουρτίκης ἀσύμ‐ φορον τὸν 〈κατὰ〉 τῆς Νικαίας πόλεμον 〈ἡγούμενοι〉 ἐσίγων τοῦτό | |
15 | 〈τέ〉 τινες τῶν ἐκ τοῦ ἐκτομίου Ἰωάννου φωρασάμενοι ὑποψιθυ‐ ρίζουσι κατ’ αὐτῶν καὶ ἄλλα κατειπόντες αὐτῶν, εὐθὺς ἀπεφοίβασεν ὁ ἐκτομίας πρὸς ἅπαντας· «Τὴν ἐξουσίαν τῶν ταγμάτων ἐμοὶ ἀνέθετο ὁ βασιλεὺς καὶ ὅπως ἂν αὐτὸς κρίνω τοῦτο δέον ἐστὶ γίνεσθαι». | 303 |
4.34 | Ὡς δὲ ἐθεάσατο ὁ Παλαιολόγος τὸν κατὰ τῆς Νικαίας πόλεμον προκριθέντα καὶ πάντας πρὸς τὰ ὅπλα ἤδη χωρήσαντας, στοχασά‐ μενος ὡς περὶ τὰ στρατιωτικὰ πολλὴν ἐμπειρίαν κεκτημένος τοῦ ἀποβησομένου, παρρησιασάμενος αὐτός τε καὶ ὁ Κουρτίκης φησίν· | |
5 | «Οὐδ’ αὐτοὶ ἀγνοοῦμεν ὅτι σε τῶν ταγμάτων ὁ βασιλεὺς ἡγεμόνα προεχειρίσατο καὶ διὰ τοῦτο τὰ πολλὰ ἐσιγῶμεν. Νῦν δὲ ἐφορώμενοι τὸν προκείμενον κίνδυνον καὶ τὴν ἐκ βασιλέως ἐς ὕστερον ἐπενεχθησο‐ μένην ἡμῖν ὀργὴν δεδιότες, ἐπὶ πλεῖον σιγᾶν οὐ δυνάμεθα. Ἴσθι τοί‐ νυν ὡς, ἡνίκα τῇ Νικαίᾳ πλησιάσωμεν καὶ ταύτης ἀπόπειραν ἐπιχει‐ | |
10 | ρήσωμεν ποιεῖσθαι, οἱ τολμηρότεροι τῶν στρατιωτῶν πληγήσονται, οἱ δὲ καὶ ἀναιρεθήσονται· δεινὸς γὰρ ὁ ἀπὸ τῶν ἐπάλξεων τοῖς ἔξωθεν πόλεμος· οἱ δὲ ἔξωθεν κείμενοι Τοῦρκοι τῆς πολιορκίας ταύτης αἰ‐ σθόμενοι εὐθὺς καθ’ ἡμῶν χωρήσουσιν· ἡμεῖς δὲ πρός τε τοὺς ἀπὸ τῶν τειχῶν ἡμᾶς βάλλοντας καὶ τῶν πυλῶν ἐξιόντας πρός τε τοὺς | |
15 | ἔξωθεν καθ’ ἡμῶν ἐπεισπεσόντας ἀντέχειν μὴ δυνάμενοι, ἐξ ἀνάγκης ὀπισθόρμητοι γενησόμεθα, καὶ οἱ μὲν τοὺς τετρωμένους τῶν ἰδίων ἀναλαβόμενοι ἐφ’ ᾧ θεραπεῦσαι αὐτοὺς ὅπη βουλητὸν ἕκαστος ἀπελεύ‐ σεται, οἱ δὲ κάτοχοι τῇ λύπῃ τῶν ἀποκτανθέντων γεγονότες παρ’ οὐ‐ δὲν ἡμᾶς ὠφελήσουσιν». | |
4.35 | Οἱ δὲ παρὰ κωφῷ ᾄδειν ἐῴκεισαν· οὐδένα γὰρ λόγον τούτων ποιησάμενος ὁ ἐκτομίας ἐκεῖνος τὰς δυνάμεις ἀναλαβόμενος εὐθὺ Νικαίας ἐχώρει καὶ δὴ τοῖς τείχεσι προσπελάσας ᾐτεῖτο πάντας παραδοθῆναι· οἱ δ’ ἐντὸς 〈τὰσ〉 ἔξωθεν προσδοκοῦντες δυνάμεις | |
5 | εἰς ἀρωγὴν αὐτῶν ἐλεύσεσθαι, λόγοις ἀπατηλοῖς τοῦτον ἐξαπατῶντες ἡμέραν ἐξ ἡμέρας ὑπερετίθεντο. Ὁ δὲ Παλαιολόγος Γεώργιος, μὴ φέρων τὴν παράλογον ἐκείνην στράτευσιν, ἐμπειρότατος ὤν, καὶ τὸν ὑπόγυιον ἐν ὀφθαλμοῖς ἤδη ὁρῶν κίνδυνον, συνεβούλευε τούτῳ πα‐ λινοστῆσαι. Ὁ δὲ τοὺς τούτου λόγους ὡς λῆρον δεξάμενος ἀγνοίᾳ | |
10 | τοῦ δέοντος μᾶλλον ἢ καρτερίᾳ προσμένειν ἐβούλετο, ἕως τοὺς Τούρ‐ | |
κους ἥκειν ἤδη πυθόμενος ἄκων μετ’ αἰσχύνης ἐπαναζεύγνυσι. | 305 | |
4.36 | Πάλιν οὖν ὁ Παλαιολόγος Γεώργιος, ταγματάρχης ὢν ἐμπειρό‐ τατος καὶ κατὰ χεῖρα καὶ γνώμην γενναῖος, παρρησιασάμενος συνε‐ βούλευε μὴ ὡς ἔτυχε παλινοστεῖν, ἀλλὰ σὺν τάξει καὶ κόσμῳ τῷ δέοντι. Ὁ μὲν τοῦτ’ ἔλεγεν, ὁ δὲ τὴν τῶν ὅλων ἡγεμονίαν αὐτῷ ἐνεχείριζε. | |
5 | Καταστήσας οὖν εἰς τάξεις τὸ στράτευμα καὶ ἱππεῖς παρεδρεύειν ἐγκε‐ λευσάμενος, πλὴν ὀλίγων τῶν ἐνεδρεύειν καὶ λοχίζειν μελλόντων, τὸ δὲ ὁπλιτικὸν καὶ πεζικὸν τάξας ὄπισθεν βάδην ἐκέλευσεν ἀπιέναι, αὐ‐ τὸς δὲ περιιὼν σὺν ὀλίγοις ὁτὲ μὲν κατ’ οὐραγίαν, ὁτὲ δὲ κατὰ τὸ κέ‐ ρας τὸ δεξιόν—τὸ γὰρ εὐώνυμον ἦν ἐν ἀσφαλείᾳ, τὴν λίμνην ἔχον ἐπαρή‐ | |
10 | γουσαν—, ἀπεσόβει τῶν Τούρκων τοὺς προεκτρέχοντας, ἕως πλησίον τῆς Βασιλείας φθάσαντες πρὸς τὸ στρατοπεδεύειν γένοιντο. | |
4.37 | Ἐπεὶ δ’ ἂν αὐτοῦ που θριγγίῳ πλινθίνῳ ἀναπεπταμένον πεδίον ἐστὶ κυκλούμενον οὐ πολλὰς εἰσόδους ἔχοντι καὶ οἱ ἱππεῖς ἅμα ἐκτρέ‐ χειν ἤρξαντο ὡς παρὰ τὰς εἰσόδους γενέσθαι, οἱ Τοῦρκοι κατόπιν ἑπό‐ μενοι καὶ τὰ δρώμενα θεασάμενοι μετὰ βοῆς ὅτι πλείστης ἐξελάσαντες | |
5 | κατὰ τῶν πεζῶν ἐξώρμησαν καὶ πανταχόθεν βάλλειν αὐτοὺς τοξεύμασιν ἐπεχείρουν· οἱ δὲ πρὸς φυγὴν ἐτράπησαν· ἐν γοῦν τῷ φεύγειν αὐτὸς μόνος ὁ εὐνοῦχος κατελείφθη καὶ τῷ φόβῳ συσχεθεὶς φυγεῖν οὐκ ἠδύνατο. Ἐντυχόντες οὖν αὐτῷ ὅ τε Κουρτίκιος οὐδὲ ἠξίωσεν αὐτὸν ὄψεως, ἐκώλυε δὲ καὶ τὸν Παλαιολόγον. Ὁ δὲ Παλαιολόγος ἀπελθὼν πρὸς αὐτὸν ἔφη· | |
10 | «Οὕτως ἡμᾶς κατέστησας· οὐ προείπομέν σοι ταῦτα;» Ὁ δὲ ἱκετεύων ἔλεγεν· «Ἐλέησόν με καὶ μὴ ταῖς Ἀγαρηνῶν χερσὶ παραδοθῆναι ἐάσῃς με». Εὐθὺς οὖν ἀνακτησάμενος τοῦτόν φησι· «Συνέπου μοι τὸ λοι‐ πόν». Ἐπιβολῆς δὲ τῶν Τούρκων πλείονος αὐτοὺς καταλαβούσης, ὁ εὐνοῦχος εὐθὺς μικροῦ καὶ τὰς φρένας ἀπόλωλεν. Ὁ δὲ Παλαιολόγος | |
15 | τηνικαῦτα τὰς ἡνίας τρέψας καὶ συναντήσας παίει ἕνα τῶν κατ’ αὐτοῦ | |
ἐρχομένων, καὶ νεκρὸς εὐθὺς κατὰ γῆς ἔρριπτο, ὃν θεασάμενοι οἱ λοι‐ ποὶ μικρὸν ἀνεχώρουν. Ἐπιστραφεὶς δέ, ὡς τὸν εὐνοῦχον ἄνουν καὶ ἄφωνον ἐθεάσατο, τύψας κατὰ τῆς παρειᾶς φησι· «Μὴ φοβοῦ». | 307 | |
4.38 | Ἐφθακότων δὲ τούτους τῶν Τούρκων, ἐπιστραφεὶς ὁ Παλαιο‐ λόγος σὺν ἱππεῦσι μετρητοῖς—καὶ γὰρ ἦν στενὸν τὸ χωρίον—, ἐπέρ‐ ρωσέ τε τὸ ὁπλιτικὸν καὶ κατὰ τῶν Τούρκων αὐτὸς ἐξώρμα σὺν τοῖς ἱππεῦσι καὶ εὐθὺς τὸ βάρβαρον ἔφευγε. Πεσόντων οὖν συχνῶν, τὸ | |
5 | λοιπὸν οὐκέτι ἐχώρουν κατὰ τῆς παρατάξεως, ἀλλ’ ἵσταντο πόρρωθεν. Ἐκέλευσεν οὖν ἐκεῖνος ἀπιέναι τὸ ὁπλιτικὸν καὶ στρατοπεδεύειν· αὐτὸς δ’ ὕστατος μετὰ τῶν ἱππέων, ἕως τῶν θριγγῶν ὑπερβάντες ἐστρατοπέδευσαν ἅπαντες· γενναίως δ’ ἀγωνιζόμενος, ἐπειδὴ τὴν κόρυθα ἀπεβάλλετο, πλήττεται βέλει κατὰ τὸ μέτωπον· ἀλογήσας | |
10 | δὲ τῆς πληγῆς παντάπασιν, ἐπεὶ τὸν εὐνοῦχον ἔκδιψον ἐθεάσατο γενό‐ μενον καὶ μὴ δυνάμενον τὴν γλῶτταν κινῆσαι, νεύμασι δὲ ἱκετεύοντα συνεπιλαβέσθαι αὐτῷ, αὐτοῦ που μένειν τοῦτον παρεκελεύσατο τέσσαρσι τῶν αὐτοῦ θεραπόντων τὴν αὐτοῦ φυλακὴν ἐμπιστευσάμενος, αὐτὸς δὲ καὶ πρὸς τὸ πρανὲς κάτεισι διὰ τῆς περικεφαλαίας ὕδωρ αὐτῷ | |
15 | κομίσων· ὁ δὲ μετρίως ἀνενεγκὼν ὡς τοῦ ὕδατος ἀπεγεύσατο, Θεόν τε αὐτὸν ἄλλον ἀπεκαλεῖτο καὶ υἱὸν τοῦ λοιποῦ, εἰ διασωθείη, ἐκ προαιρέσεως τοῦτον ποιήσασθαι ἐπηγέλλετο, οὐ μέχρι δὲ λόγου τὰ τοῦ λόγου ἐβεβαίου, ἀλλ’ ὡς κληρονόμον αὐτὸν καταστῆσαι ἐπὶ πᾶσι τοῖς αὐτοῦ καὶ τὰ ὑπὲρ αὐτοῦ ὥσπερ οἰκείου παιδὸς σπουδάσειν. | |
20 | Ὁ δὲ Παλαιολόγος φησὶ πρὸς αὐτόν· «Ἐγὼ μὲν τὸ ἐμὸν ἅπαν ἐπὶ σωτηρίᾳ τῇ σῇ ὡς ἐνὸν πεπλήρωκα, σὸν δ’ ἂν εἴη λοιπὸν πληροῦν σοι τὸ βουλητόν». | |
4.39 | Ἐπεὶ δὲ συνέβη τότε Κοντοστέφανόν τινα Ἰσαάκιον τοῦ ἵππου διολισθῆσαι, τὸν Παλαιολόγον φωνῶν ἀνεκαλεῖτο· ὡς δ’ ἐν γνώσει ἐκεῖνος τούτου γέγονε διά τινος, τὸν εὐνοῦχον πρὸς τοὺς ἰδίους πι‐ στεύσας θεράποντας μεθ’ ἑτέρου τινὸς τῶν αὐτοῦ θεραπόντων ἔνθα | |
5 | τὸν Κοντοστέφανον ἔσεσθαι ἔλεγον ἀπῄει καὶ θεασάμενος αὐτὸν πόρ‐ | |
ρωθεν φωνοῦντα, περικαλύπτων τὴν κεφαλήν, ὑπεκρίθη μὴ ὁρᾶν αὐ‐ τόν, δοκιμάζοντος οἷον· ἐκείνου δὲ τὸν Παλαιολόγον γνωρίσαντος καὶ μᾶλλον αὐτὸν ἀνακαλουμένου, ἐπεὶ τοὺς Τούρκους πλησιάζοντας ἐθεά‐ σατο, δεῖν ἔγνω μὴ ἐπὶ πλέον τὴν σκηνὴν ὑποκρίνεσθαι καὶ πλησιά‐ | 309 | |
10 | ζων αὐτῷ ἑτέρωθι βλέπων ἐφώνει· «Ποῖος τὸν Κοντοστέφανον ἐθεά‐ σατο»; Ὁ δὲ ἐπὶ πλέον ἐφώνει τοῦτον ἀνακαλούμενος. Ἀπελθὼν οὖν εἰς αὐτὸν καὶ κελεύσας ἐποχηθῆναι εἰς ὃν αὐτῷ ἐκόμισεν ἵππον ὑπέ‐ στρεψε σὺν αὐτῷ. Καταλαβόντες δὲ ἔνθα ὁ Παλαιολόγος τὸν εὐνοῦχον κατέλιπε παραδοὺς τοῖς ἰδίοις οἰκέταις, συμπαραλαβόντες αὐτὸν | |
15 | κατήλθοσαν ἅμα εἰς Ἑλενούπολιν κἀκεῖθεν εἰς τὴν πόλιν εἰσῄεσαν μετὰ τοῦ καταλειφθέντος στρατεύματος. | |
4.40 | Ὁ δὲ δολιώτατος εὐνοῦχος ἁπάντων ἐπιλαθόμενος καὶ ὥσπερ τὰ αἴσχιστα παθὼν παρὰ τοῦ Παλαιολόγου κατ’ αὐτοῦ καὶ τοῦ Κουρτίκη πρὸς τὸν βασιλέα εὐθὺς ἔγραφεν· ἐν δὲ τῷ εἰσέρχεσθαι εἰς τὴν μεγα‐ λόπολιν τοιαῦτα ὁ Κουρτίκης πρὸς τὸν Παλαιολόγον ἔλεγεν· «Ὀψό‐ | |
5 | μεθα πάντως ὅσα κακὰ ὁ ἐκτομίας οὗτος πρὸς ἡμᾶς ἐνδείξεται». Φθασάντων οὖν πρὸς τὰς πύλας τοῦ παλατίου, προεισελθὼν ὁ εὐνοῦ‐ χος προσεψιθύρισε τῷ πυλωρῷ ὥστε ἀποκλεῖσαι τούτοις τὴν εἴσοδον· ὁ δ’ εὐθὺς τὸ προσταττόμενον ἐπλήρου καὶ ὠθήσας τὸν Παλαιολόγον ἀποκλείει τὴν εἴσοδον. Ἔκτοτε γοῦν ἀνθ’ ὧν ἐπεπόνθει ἀγαθῶν οὐκ | |
10 | ἐνεδίδου κατ’ αὐτοῦ τυρεύων καὶ παντοίως τὴν αὐτοῦ ἀπώλειαν μελετῶν. | 311 |