TLG 3075 001 :: Pseudo–MAURICIUS :: Strategicon (sub nomine Mauricii Imperatoris vel Urbicii) Pseudo–MAURICIUS Tact., vel Urbicius Strategicon (sub nomine Mauricii Imperatoris vel Urbicii)
Citation: Book — chapter — section — (line) | ||
pin1t | ΛΟΓΟΣ Αʹ. ΕΙΣΑΓΩΓΗ. ΚΕΦΑΛΑΙΑ ΤΟΥ ΠΡΩΤΟΥ ΛΟΓΟΥ | |
pin1.1 | Αʹ. Πῶς δεῖ γυμνάζειν τὸν καθ’ ἕνα ἄνδρα ἐν ταῖς μελέταις; Βʹ. Πῶς δεῖ ὁπλίζεσθαι τὸν καβαλλάριον καὶ ποῖα κατὰ τὸ ἀναγκαῖον εἴδη κτᾶσθαι; Γʹ. Περὶ διαφόρων ὀνομάτων τῶν τε ἀρχόντων καὶ στρατιωτῶν. | |
5 | Δʹ. Πῶς δεῖ τὴν τοῦ στρατοῦ διανομὴν γίνεσθαι καὶ τῶν ἀρχόντων αὐτοῦ; Εʹ. Πῶς δεῖ τοὺς τῶν ταγμάτων ἄρχοντας τὴν ἐπιλογὴν τῶν γενναίων καὶ χρη‐ σίμων ἐν μάχῃ ποιεῖσθαι καὶ τὰ κοντουβέρνια τοῦ τάγματος καθιστᾶν; ϛʹ. Ποῖα μανδάτα περὶ καθοσιώσεως δεῖ τοῖς στρατιώταις δοθῆναι; Ζʹ. Ποῖα μανδάτα περὶ καθοσιώσεως δεῖ τοῖς τῶν ταγμάτων ἄρχουσι δοθῆναι; | |
---|---|---|
10 | Ηʹ. Περὶ ἐπιτιμίων στρατιωτικῶν. Θʹ. Πῶς δεῖ εὐτάκτως τὸν στρατὸν ὁδοιπορεῖν ἐν τῇ ἰδίᾳ χώρᾳ πολεμίων μὴ ἐνοχλούντων; | |
pin2t | ΛΟΓΟΣ Βʹ. ΠΕΡΙ ΚΑΒΑΛΛΑΡΙΚΗΣ ΠΑΡΑΤΑΞΕΩΣ ΚΕΦΑΛΑΙΑ ΤΟΥ ΔΕΥΤΕΡΟΥ ΛΟΓΟΥ | |
pin2.1 | Αʹ. Περὶ τοῦ χρειώδη καὶ ἀναγκαῖαν εἶναι τὴν εἰς πρώτην καὶ δευτέραν | |
τάξιν τοῦ στρατοῦ διαίρεσιν. Βʹ. Περὶ διανομῆς τῶν ἐν παρατάξει ταγμάτων. Γʹ. Περὶ κουρσόρων καὶ δηφενσόρων. | 27 | |
5 | Δʹ. Περὶ πλαγιοφυλάκων καὶ ὑπερκεραστῶν καὶ περὶ ἐνεδρῶν κατὰ τοῦ νώτου ἤτοι τῶν πλαγίων τῆς τῶν ἐχθρῶν παρατάξεως. Εʹ. Περὶ βάθους. ϛʹ. Περὶ κοντουβερνίων. Ζʹ. Περὶ ὁπλίσεως. | |
10 | Ηʹ. Περὶ δηποτάτων. Θʹ. Περὶ φλαμούλων. Ιʹ. Περὶ κατασκόπων ἤτοι σκουλκατόρων. ΙΑʹ. Περὶ μηνσόρων καὶ ἀντικενσόρων. ΙΒʹ. Περὶ διαστημάτων μερῶν τε καὶ παρατάξεων. | |
15 | ΙΓʹ. Περὶ μέτρου καὶ διαφορᾶς βάνδων. ΙΔʹ. Περὶ φυλακῆς βάνδων. ΙΕʹ. Περὶ στάσεως ἀρχόντων. Ιϛʹ. Περὶ βουκίνων. ΙΖʹ. Περὶ τῆς φωνῆς τῆς ἐν τῇ συμβολῇ ποτε λεγομένης. | |
20 | ΙΗʹ. Περὶ καντατόρων. ΙΘʹ. Περὶ διπλῶν βάνδων. | |
pin3t | ΛΟΓΟΣ Γʹ. ΠΕΡΙ ΣΤΑΣΕΩΣ ΤΑΓΜΑΤΟΣ ΚΕΦΑΛΑΙΑ ΤΟΥ ΤΡΙΤΟΥ ΛΟΓΟΥ | |
pin3.1 | Αʹ. Γνῶσις σημείων δηλούντων τινὶ τοῦ τάγματος στάσιν. Βʹ. Στάσις τάγματος ὡς ἐν ὑποθέσει ἀνδρῶν τριακοσίων δέκα. Γʹ. Σχῆμα τοῦ αὐτοῦ τάγματος, ὅταν κατὰ πλευρὰν ἡ σφίγξις γίνεται. Δʹ. Σχῆμα τοῦ αὐτοῦ τάγματος, ὅταν κατὰ πλευρὰν καὶ οὐρὰν ἡ σφίγξις | |
5 | γίνεται. Εʹ. Περὶ γυμνασίας τάγματος. Πῶς δεῖ γυμνάζειν αὐτό; ϛʹ. Στάσις μέρους καὶ γνῶσις σημείων δηλούντων τὴν στάσιν τοῦ μέρους καὶ τῶν ἐν αὐτῷ. Ζʹ. Γνῶσις σημείων δηλούντων τὴν στάσιν τῆς πρώτης καὶ δευτέρας τάξεως. | 29 |
10 | Ηʹ. Πῶς δεῖ τάσσεσθαι τὴν πᾶσαν παράταξιν, ἐὰν ἀνάγκη γένηται καὶ τὸν τοῦλδον συντάσσεσθαι αὐτῇ; Θʹ. Μέρος ἕν. Ιʹ. Στάσις συμμέτρου στρατοῦ. ΙΑʹ. Περὶ μανδάτων καθολικῶν. | |
15 | ΙΒʹ. Περὶ μανδάτων τοῖς τῆς πρώτης τάξεως διδομένων. ΙΓʹ. Περὶ μανδάτων τοῖς πλαγιοφύλαξι διδομένων. ΙΔʹ. Περὶ μανδάτων τοῖς ὑπερκερασταῖς διδομένων. ΙΕʹ. Περὶ μανδάτων τῇ δευτέρᾳ τάξει διδομένων. Ιϛʹ. Περὶ μανδάτων διδομένων τοῖς εἰς ἐνέδραν ἐπερχομένοις. | |
pin4t | ΛΟΓΟΣ Δʹ. ΠΕΡΙ ΕΝΕΔΡΑΣ ΚΕΦΑΛΑΙΑ ΤΟΥ ΤΕΤΑΡΤΟΥ ΛΟΓΟΥ | |
pin4.1 | Αʹ. Περὶ ἐνέδρας καὶ ἀπάτης κατ’ ἐχθρῶν δυνατωτέρων. Βʹ. Περὶ Σκυθικῆς ἐνέδρας. Γʹ. Περὶ τῆς ἑκατέρωθεν ἐνέδρας. Δʹ. Περὶ τοῦ καιροῦ τῆς ἐνέδρας. | |
5 | Εʹ. Περὶ τοῦ δρουγγιστὶ τάσσεσθαι τοὺς εἰς ἐνέδραν καὶ ἐφόδους πεμπομέ‐ | |
νους. | 31 | |
pin5t | ΛΟΓΟΣ Εʹ. ΠΕΡΙ ΤΟΥΛΔΟΥ ΚΕΦΑΛΑΙΑ ΤΟΥ ΠΕΜΠΤΟΥ ΛΟΓΟΥ | |
pin5.1 | Αʹ. Περὶ τοῦ μὴ ἐπάγεσθαι προχείρως τοῦλδον ἐν μάχῃ. Βʹ. Περὶ ἀδεστράτων. Γʹ. Περὶ τοῦ μὴ ἀναγκαίου τούλδου. Δʹ. Περὶ τῶν ἐμμέσῳ ἀπλήκτων. | |
5 | Εʹ. Περὶ φυλακῆς τούλδου ὁδοιποροῦντος. | |
pin6t | ΛΟΓΟΣ ϛʹ. ΠΕΡΙ ΔΙΑΦΟΡΟΥ ΤΑΞΕΩΣ ΚΑΙ ΓΥΜΝΑΣΙΑΣ ΚΕΦΑΛΑΙΑ ΤΟΥ ΕΚΤΟΥ ΛΟΓΟΥ | |
pin6.1 | Αʹ. Περὶ Σκυθικῆς γυμνασίας σχηματικῆς. Βʹ. Περὶ Ἀλανικῆς γυμνασίας σχηματικῆς. Γʹ. Περὶ Ἀφρικανῆς γυμνασίας σχηματικῆς. Δʹ. Περὶ Ἰταλικῆς γυμνασίας τῆς καὶ χρειώδους. | |
5 | Εʹ. Πῶς δεῖ γυμνάζειν ὑπερκεραστὰς καὶ πλαγιοφύλακας; | |
pin7t | ΛΟΓΟΣ Ζʹ. ΚΕΦΑΛΑΙΑ ΤΟΥ ΕΒΔΟΜΟΥ ΛΟΓΟΥ | |
pin7.1 | Αʹ. Στρατηγικά. Ποίων δεῖ κεφαλαίων φροντίσαι τὸν στρατηγὸν πρὸ τοῦ καιροῦ τοῦ πολέμου; Βʹ. Περὶ τοῦ ἁγιάζειν τὰ βάνδα. Γʹ. Περὶ τοῦ προκαθιστᾶν τὰ κοντουβέρνια. | |
5 | Δʹ. Περὶ τοῦ πολυπραγμονεῖν τὰ κατὰ τοὺς ἐχθρούς. | |
Εʹ. Περὶ τοῦ προθυμοποιεῖσθαι τὸν στρατὸν διὰ δημηγορίας. ϛʹ. Περὶ τῶν κρατουμένων ὡς εἰκὸς ἐχθρῶν εἰς σκούλκαν. Ζʹ. Περὶ τῆς κατὰ τῶν ἁμαρτανόντων ἐπεξελεύσεως. Ηʹ. Περὶ δαπάνης τῶν στρατιωτῶν καὶ ἀλόγων αὐτῶν καὶ ἀπλήκτων. | 33 | |
10 | Θʹ. Περὶ τοῦ βουλεύεσθαι μετὰ τῶν μεραρχῶν περὶ τοῦ τόπου τῆς συμβολῆς. Ιʹ. Περὶ ποτοῦ τῶν ἵππων. ΙΑʹ. Περὶ τῆς ἐν σελλοπουγγίοις δαπάνης. ΙΒʹ. Περὶ τοῦ πρὸς ξένον ἔθνος κινουμένου πολέμου. ΙΓʹ. Περὶ αἰφνιδιασμοῦ ὡς εἰκὸς γινομένου ὑπ’ ἐχθρῶν ἐν τῷ ὁδοιπορεῖν. | |
15 | ΙΔʹ. Περὶ ἀπλήκτων καὶ τῆς ἐν αὐτοῖς τῶν ἀλόγων ἀποτροφῆς. ΙΕʹ. Περὶ τοῦ μὴ σκυλεύειν ἐχθροὺς ἐν καιρῷ μάχης. Ιϛʹ. Περὶ τῶν ὁμογενῶν τοῖς ἐναντίοις. αʹ. Περὶ τῶν ἐν τῇ ἡμέρᾳ τοῦ πολέμου ὀφειλόντων παραφυλάττεσθαι. Περὶ τοῦ μὴ πολλὰ πονεῖν τὸν στρατηγὸν ἐν τῇ ἡμέρᾳ τοῦ πολέμου. | |
20 | βʹ. Περὶ τοξοτῶν πολεμίων. γʹ. Περὶ τοῦ μὴ συμπλέκεσθαι τοῖς πολεμίοις, μηδὲ τὴν ἰδίαν δύναμιν δεικ‐ νύειν, πρὶν ἂν τὴν βουλὴν αὐτῶν μάθωμεν. δʹ. Περὶ τοῦ τὴν δευτέραν τάξιν κρύπτεσθαι μὴ δυναμένην κατ’ οὐρὰν ἐπα‐ κολουθεῖν τῆς πρώτης, ὡς μίαν τὰς δύο φαίνεσθαι. | |
25 | εʹ. Περὶ ἐφόδου ἐχθρῶν μηνυομένων. Πῶς ἁρμόσασθαι αὐτῇ; ϛʹ. Περὶ πληγάτων. ζʹ. Περὶ πλήθους φαινομένων πολεμίων. ηʹ. Περὶ τοῦ μὴ συγχωρεῖν τοὺς ἐχθροὺς προκατασκοπεῖν τὴν τάξιν. θʹ. Περὶ φυλακῆς φοσσάτου. | |
30 | ιʹ. Περὶ συλλογῆς χόρτου. ιαʹ. Περὶ ἐναντίας ἐκβάσεως. ιβʹ. Περὶ αἰσίας ἐκβάσεως. ιγʹ. Περὶ σκούλκας. ιδʹ. Περὶ τοῦ μὴ φαίνεσθαι προχείρως τὴν δευτέραν τάξιν τοῖς ἐχθροῖς. | |
35 | ιεʹ. Περὶ τοῦ μὴ φαίνεσθαι τὴν τῶν ὅπλων λαμπρότητα πρὸ τῆς μάχης τοῖς ἐχθροῖς. ιϛʹ. Περὶ κεφαλαίων ὀφειλόντων δοθῆναι ἑκάστῳ μεράρχῃ ἐκ τῶν εἰρημένων κεφαλαίων. ιζʹ. Περὶ ὁμοίως κεφαλαίων ὀφειλόντων δοθῆναι ἑκάστῳ ἄρχοντι τάγματος | |
40 | καὶ μοιράρχῃ καὶ αὐτῷ δὲ τῷ μεράρχῃ, ἵνα οἶδε τί καταζητεῖν. | 35 |
pin8t | ΛΟΓΟΣ Ηʹ. ΚΕΦΑΛΑΙΑ ΤΟΥ ΟΓΔΟΟΥ ΛΟΓΟΥ | |
pin8.1 | Αʹ. Περὶ καθολικῶν παραγγελμάτων τῷ στρατηγῷ ἁρμοζόντων. Βʹ. Γνωμικά. | |
pin9t | ΛΟΓΟΣ Θʹ. ΠΕΡΙ ΕΦΟΔΩΝ ΚΕΦΑΛΑΙΑ ΤΟΥ ΕΝΝΑΤΟΥ ΛΟΓΟΥ | |
pin9.1 | Αʹ. Περὶ ἐφόδων ἀδοκήτων. Βʹ. Περὶ νυκτερινῶν ἐφόδων. Γʹ. Πῶς δεῖ ἐν τῇ πολεμίων χώρᾳ εἰσβάλλειν καὶ πῶς ὁδοιπορεῖν ἀσφαλῶς ἐν αὐτῇ καὶ πραιδεύειν βλάβης ἰδίας χωρίς; | |
5 | Δʹ. Περὶ διαβάσεως στενῶν καὶ δυσβάτων τόπων. Εʹ. Πῶς δεῖ σκουλκεύειν ἐχθροὺς καὶ πῶς δεῖ ἐξπλοράτορας ἤτοι κατασκό‐ πους κρατεῖν λανθάνειν θέλοντας ἐν τῷ στρατῷ; | |
pin10t | ΛΟΓΟΣ Ιʹ. ΚΕΦΑΛΑΙΑ ΤΟΥ ΔΕΚΑΤΟΥ ΛΟΓΟΥ | |
pin10.1 | Αʹ. Πῶς δεῖ πολιορκεῖν ὀχυρώματα ἐχθρῶν, εἰ καιρὸς γένηται; Βʹ. Πῶς δεῖ ἁρμόζεσθαι πολεμίων ὡς εἰκὸς ἐν τῇ ἡμετέρᾳ χώρᾳ εἰσβαλλόν‐ των; Γʹ. Πῶς δεῖ ἀντέχειν τὸν πολιορκεῖσθαι προσδοκῶντα χρονίως; | |
5 | Δʹ. Πῶς δεῖ ἐν μεθορίοις λάθρα κτίζειν ὀχύρωμα χωρὶς πολέμου δημοσίου; | 37 |
pin11t | ΛΟΓΟΣ ΙΑʹ. ΠΕΡΙ ΤΟΥ ΕΚΑΣΤΟΥ ΕΘΝΟΥ ΕΘΩΝ ΤΕ ΚΑΙ ΤΑΞΕΩΝ ΚΕΦΑΛΑΙΑ ΤΟΥ ΕΝΔΕΚΑΤΟΥ ΛΟΓΟΥ | |
pin11.1 | Αʹ. Πῶς δεῖ Πέρσαις ἁρμόζεσθαι; Βʹ. Πῶς δεῖ Σκύθαις ἁρμόζεσθαι, τουτέστιν Ἀβάροις καὶ Τούρκοις; Γʹ. Πῶς δεῖ ἁρμόζεσθαι τοῖς ξανθοῖς ἔθνεσιν, οἷον Φράγγοις, Λαγγοβάρδοις καὶ λοιποῖς ὁμοδιαίτοις αὐτῶν; | |
5 | Δʹ. Πῶς δεῖ Σκλάβοις καὶ Ἄνταις καὶ τοῖς τοιούτοις ἁρμόζεσθαι; | |
pin12t | ΛΟΓΟΣ ΙΒʹ. ΚΕΦΑΛΑΙΑ ΤΟΥ ΔΩΔΕΚΑΤΟΥ ΛΟΓΟΥ | |
pin12.1 | Αʹ. Πῶς δεῖ τὴν σύμμικτον τάξιν τάσσεσθαι; Βʹ. Γνῶσις σημείων τῶν ἐν τῇ συμμίκτῳ τάξει τασσομένων. Γʹ. Τάξις ἡ λεγομένη σύμμικτος. Δʹ. Τάξις πρώτη καβαλλαρίων. | |
5 | Εʹ. Τάξις ἄλλη. ϛʹ. Τάξις ἡ λεγομένη πλαγία. Ζʹ. Τάξις ὀρθία καὶ μετ’ αὐτὴν ἡ λεγομένη ἐπικάμπιος ὀπισθία. Ηʹ. Περὶ πεζικῆς τάξεως. Θʹ. Καταγραφὴ χάρακος ἤτοι φοσσάτου. | |
10 | Ιʹ. Πῶς δεῖ ἄγρια κυνηγεῖν βλάβης καὶ συμπτώματος καὶ συντριβῆς χωρίς; | 39 |
pro 1t1 | ΕΙΣΑΓΩΓΗ | |
1 | Ἡγείσθω τοῦ λόγου καὶ τῶν ἔργων ἡ Παναγία Τριάς, ὁ Θεὸς καὶ Σω‐ τὴρ ἡμῶν, ἡ βεβαία ἐλπὶς καὶ ἀσφάλεια τῶν θείων πραγμάτων, τὰ τελειότερα καὶ συμφέροντα εἰσηγουμένη πρὸς αἰσίας ἀποβάσεις. καὶ εἴτιπερ ἐνδεῶς, ὡς ἄνθρωποι ἀσθενεῖς, διὰ μόνην τὴν προθυμίαν τὴν πρὸς τὴν πολιτείαν ὁρμηθέντες | |
5 | ἐγράψαμεν, αὕτη πρὸς τὸ σύμφερον ἡμῖν ῥυθμίσει καὶ μεταβαλεῖ καὶ ὁδηγήσει τοὺς ἐγχειροῦντας πρεσβείαις τῆς δεσποίνης ἡμῶν ἀχράντου καὶ ἀειπαρθένου θεοτόκου Μαρίας καὶ πάντων τῶν ἁγίων, ὅτι εὐλογητὸς ὁ Θεὸς ἡμῶν εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν. | |
pro 1t2 | Τῆς στρατιωτικῆς καταστάσεως ἀμεληθείσης χρόνῳ πολλῷ καὶ εἰς παντελῆ λήθην ὡς εἰπεῖν ἐλθούσης, ὡς μηδὲ αὐτὰ τὰ πρόχειρα τοὺς στρατηγεῖν ἐγχειροῦντας ἐπίστασθαι πολλά τε δυσχερῆ διαφόρως συμβῆναι, καὶ ποτὲ μὲν ἀγυμνασίαν αἰτιᾶσθαι στρατιωτῶν, ποτὲ δὲ ἀπειρίαν στρατηγῶν καταμέμφεσθαι | |
5 | συνείδομεν, | |
pro 1t3 | ἔκ τε τῶν ἀρχαίων λαβόντες καὶ μετρίαν πεῖραν ἐπὶ τῶν ἔργων εὑρόντες ταύτην συγγραφῇ παραδοῦναι, κατὰ τὸ ἡμῖν δυνατόν, συντόμῳ τε καὶ ἁπλῆ, τὴν ὠφέλειαν ἐπὶ τῶν πραγμάτων ἐχούσῃ μᾶλλον ἤπερ ἐν λέξεσι. Τοῦτο δὲ πράττομεν οὐ καινουργεῖν ἢ πλέον τι τῶν παλαιῶν ἐπινοῆσαι βουλόμενοι. | |
5 | Οἱ μὲν γὰρ πρὸς εἰδότας τε καὶ ἐμπείρους ποιούμενοι τὴν γραφὴν οὐ σαφετέραις τοῖς πολλοῖς ἐχρήσαντο παραδόσεσι, τὰ ἀναγκαῖα καὶ συστατικὰ καὶ ὧν νῦν | |
χρεία παραδραμόντες. Ἡμεῖς δὲ χρειῶδες καὶ τοῦτο κρίνοντες εἶναι τὸ μηδὲ τὰ πρόχειρα παριδεῖν ὧν χωρὶς ἀσφαλῶς στρατεύειν οὐκ ἔνεστι, μετρίαν τινὰ στοι‐ χείωσιν ἤτοι εἰσαγωγὴν τοῖς εἰς τὸ στρατηγεῖν ἐπιβαλλομένοις ἐφεύραμεν, ὡς | 41 | |
10 | εὔκολον εἶναι ἐντεῦθεν τοῖς βουλομένοις καὶ ἐπὶ τὰ μείζω τῶν τακτικῶν ἐκεί‐ νων καὶ ἀρχαίων θεωρημάτων βαθμῷ τινι προϊόντας ἐλθεῖν. Φράσεως μὲν οὖν ἀκριβοῦς ἢ κόμπου ῥημάτων ἡμῖν, ὡς εἴπομεν, οὐδεμία φροντίς, οὐδὲ γὰρ ἔργον ὂν ἱερόν, πραγμάτων δὲ μᾶλλον καὶ συντομίας λόγος γέγονεν· ὅθεν καὶ Ῥωμαϊ‐ καῖς πολλάκις καὶ ἄλλαις ἐν στρατιωτικῇ συνηθείᾳ τετριμμέναις χρήμεθα λέξεσι | |
15 | διὰ τὴν σαφῆ τῶν ἐντευξομένων κατάληψιν. καὶ εἰ μὲν χρήσιμόν τι ἐν τοῖς συγ‐ γραφεῖσιν ἀποδειχθῇ, χάρις τῷ παντοδυναμένῳ Θεῷ, τῷ καὶ ἡμῖν λόγον ἐν τού‐ τοις χαρισαμένῳ· εἰ δὲ καὶ ὁ στρατηγὸς δι’ αὐτῆς τῆς πείρας καὶ ἐπιμελείας τὰ μείζονα τούτων εὕρῃ, χάρις καὶ οὕτως τῷ Θεῷ, ὡς δοτῆρι τῶν ἀγαθῶν, τῇ δὲ ἡμετέρᾳ προθυμίᾳ συγγνώμη. | |
pro 1t4 | Τῷ στρατηγῷ τοίνυν παραινοῦμεν θεοφιλείας καὶ δικαιοσύνης πρὸ πάντων φροντίζειν καὶ σπεύδειν ἐντεῦθεν τὴν εὐμένειαν τοῦ Θεοῦ προσλαμβάνε‐ σθαι, | |
pro 1t5 | ἧς ἐκτὸς οὐκ ἔστι βουλὴν εὐτυχῶς κατορθωθῆναι, κἂν εἰ δόξῃ φρόνι‐ μος φαίνεσθαι. οὔκ ἔστι πολεμίων περιγενέσθαι, κἂν ἀσθενεῖς νομίζονται, διὰ τὸ πάντα ἐν προνοίᾳ τοῦ Θεοῦ τυγχάνειν καὶ μέχρις ὀρνέων καὶ ἰχθύων διοικεῖν τὴν αὐτοῦ πρόνοιαν. | |
pro 1t6 | ὥσπερ γὰρ κυβερνέτης, κἂν ἄριστος εἴη, τῶν ἀνέμων αἰσίως μὴ πνεόντων, ἄπρακτον ἔχει τὴν τέχνην, τούτους δὲ προσλαμβάνων καὶ τῆς τέχνης αὐτῷ συμπραττούσης διπλοῦν τὸν δρόμον τοῦ πλοίου σὺν ἀσφαλείᾳ ποιεῖται. οὕτως καὶ στρατηγὸς ἄριστος τὴν εὐμένειαν τοῦ Θεοῦ τεθωρακισμένος | |
5 | καὶ τῇ τάξει καὶ στρατηγίᾳ σὺν ἀγρυπνίᾳ κεχρημένος, ἀσφαλῶς καὶ τὸν πιστευό‐ μενον αὐτῷ στρατὸν διοικεῖν καὶ τῇ ποικίλῃ γνώμῃ τῶν ἐχθρῶν ἁρμόζεσθαι δύ‐ ναται, τὰ μὲν εἰσηγουμένης πρὸς τὸ σύμφερον, τὰ δὲ πρὸς αἴσιον πέρας τὰς βουλὰς ἀποτελούσης. | |
pro 1t7 | Εἶτα πρᾷόν τε καὶ ἀτάραχον τοῖς ἐντυγχάνουσι φαί‐ νεσθαι, λιτόν τε καὶ ἁπλοῦν περὶ τὴν δίαιταν καὶ φορεσίαν, καὶ μὴ ποικίλον καὶ κομπὸν περὶ τὴν εἰς ἑαυτὸν θεραπείαν, ἀγρύπνως τε καὶ ἐπιμελῶς τοῖς ἀναγ‐ καίοις μάλιστα πραγμάτων ἐντίθεσθαι, καὶ μὴ ῥαθύμως καὶ ἀμελῶς, ὥστε τῇ ἐπι‐ | |
5 | μελείᾳ καὶ ἐπιμονῇ καὶ τὰ πάνυ δυσχερῆ τῶν πραγμάτων ῥᾳδίως κατορθοῦν δύ‐ | |
νασθαι· ὁ γὰρ περιφρονοῦν πράγματος πάντως ὑπ’ αὐτοῦ περιφρονηθήσεται. | 43 | |
pro 1t8 | Τὰ δὲ μεγάλα τῶν πραγμάτων πολλάκις βουλεύεσθαι καὶ τὸ δοκοῦν συντόμως καὶ ἀσφαλῶς, ὡς δυνατόν, ἀποτελεῖν· τῶν γὰρ πραγμάτων ἰατροὶ οἱ καιροί. Ἀλλὰ καὶ τοῖς ἀρχομένοις ἴσως προσφέρεσθαι | |
pro 1t9 | καὶ μήτε χαύνως διακεῖσθαι ἐπὶ τοῖς ἀπὸ κακίας ἢ ἀμελείας ἁμαρτανομένοις διὰ τὸ καλὸν εἶναι δοκεῖν, —οὐδὲ γὰρ κα‐ λόν ἐστι τὸ συνεργεῖν κακίᾳ καὶ ῥᾳθυμίᾳ—, μήτε δὲ πάλιν δι’ ἔνδειξιν εὐδρανείας περιπετῶς καὶ ἀδιακρίτως τὰς ἐπεξελεύσεις ποιεῖσθαι. τὸ μὲν γὰρ περιφρονεῖν | |
5 | καὶ ἀπείθειαν φέρει, τὸ δὲ μῖσος εὔλογον καὶ τοὺς ἐξ αὐτοῦ καρπούς. ἑκατέρων τοίνυν ἐν ἀμετρίᾳ κειμένων, κρεῖττόν ἐστιν ὁ μετὰ δικαιοσύνης φόβος, τουτέστιν ἡ κατὰ τῶν ἁμαρτανόντων μετὰ τὴν γύμνωσιν τῆς αἰτίας εὔλογος ἐπεξέλευσις, ἥτις οὐ κόλασις, ἀλλὰ σωφρονισμός ἐστι τοῖς εὐφρονοῦσιν ἀνθρώποις, φυλάτ‐ | |
των τὴν τῶν πραγμάτων τάξιν καὶ ἀκολουθίαν. | 45 | |
1pint | ΛΟΓΟΣ Αʹ. ΚΕΦΑΛΑΙΑ ΤΟΥ ΠΡΩΤΟΥ ΛΟΓΟΥ | |
1pin1 | Αʹ. Πῶς δεῖ γυμνάζειν τὸν καθ’ ἕνα ἄνδρα ἐν ταῖς μελέταις; Βʹ. Πῶς δεῖ ὁπλίζεσθαι τὸν καβαλλάριον καὶ ποῖα κατὰ τὸ ἀναγκαῖον εἴδη κτᾶσθαι; Γʹ. Περὶ διαφόρων ὀνομάτων τῶν τε ἀρχόντων καὶ τῶν στρατιωτῶν. | |
5 | Δʹ. Πῶς δεῖ τὴν τοῦ στρατοῦ διανομὴν γίνεσθαι καὶ τῶν ἀρχόντων αὐτοῦ; Εʹ. Πῶς δεῖ τοὺς τῶν ταγμάτων ἄρχοντας τὴν ἐπιλογὴν τῶν γενναίων καὶ χρησίμων ἐν μάχῃ ποιεῖσθαι καὶ τὰ κοντουβέρνια τοῦ τάγματος καθιστᾶν; ϛʹ. Ποῖα μανδάτα περὶ καθοσιώσεως δεῖ τοῖς στρατιώταις δοθῆναι; Ζʹ. Ποῖα μανδάτα περὶ καθοσιώσεως δεῖ τοῖς τῶν ταγμάτων ἄρχουσι δο‐ | |
10 | θῆναι; Ηʹ. Περὶ ἐπιτιμίων στρατιωτικῶν. Θʹ. Πῶς δεῖ εὐτάκτως τὸν στρατὸν ὁδοιπορεῖν ἐν τῇ ἰδίᾳ χώρᾳ πολεμίων μὴ ἐνοχλούντων· | |
1.1t | Πῶς δεῖ γυμνάζειν τὸν καθ’ ἕνα ἄνδρα ἐν ταῖς μελέταις; | |
1.1.1 | Εἰς τὸ τοξεύειν πεζῇ συντόμως, εἴτε Ῥωμαϊστί, εἴτε Περσιστί, ἡ γὰρ ταχυτὴς καὶ ἐκτινάσσεσθαι παρασκευάζει τὴν σαγίτταν καὶ ἰσχυρῶς βάλλεσθαι, ὅπερ τῶν ἀναγκαίων ἐστὶ καὶ τοῖς ἐφίπποις χρήσιμον. ὥσπερ οὖν καὶ τὸ βρα‐ δέως τοξεύειν ἀχρεῖόν ἐστι, κἂν εἰ δόξῃ ἡ σαγίττα εὐστόχως βάλλεσθαι. | |
1.1.2 | εἰς | |
τὸ τοξεύειν πεζῇ ἀπὸ διαστήματος συντόμως, εἴτε κατὰ κονταρίου, εἴτε καθ’ ἑτέρου σημείου. | 47 | |
1.1.3 | εἰς τὸ τοξεύειν ἐπάνω ἵππου τρέχοντος συντόμως, ἔμπρο‐ σθεν, ὄπισθεν, δεξιὰ καὶ ἀριστερά. | |
1.1.4 | εἰς τὸ πηδᾶν ἐφίππους. | |
1.1.5 | καὶ εἰς τὸ τοξεύειν συντόμως ἐπάνω ἵππου τρέχοντος μίαν ἢ δευτέραν σαγίτταν καὶ ἀπο‐ τίθεσθαι τὸ τόξον τεταμένον ἐν τῷ ἰδίῳ θηκίῳ, ἐὰν πλατύ ἐστιν, ἢ ἐν ἄλλῳ ἡμιθηκίῳ ἐπὶ τούτῳ γινομένῳ καὶ ἐπιλαμβάνεσθαι τοῦ κονταρίου ἐκ τοῦ νώτου | |
5 | ἀναβασταζομένου. | |
1.1.6 | εἰς τὸ ἔχειν μὲν τὸ τόξον τεταμένον ἐν τῷ θηκίῳ, κρα‐ τεῖν δὲ τὸ κοντάριον καὶ συντόμως ἀποτίθεσθαι αὐτὸ ἐν τῷ νώτῳ, ἐπιλαμβάνε‐ σθαι δὲ τοῦ τόξου. Ταῦτα δὲ καλόν ἐστι καὶ ἐν τῷ ὁδοιπορεῖν τοὺς στρατιώτας ἐν τῇ ἰδίᾳ χώρᾳ ἐπιτηδεύειν ἐπάνω τῶν ἵππων ποιεῖν· ἐκ τούτου γὰρ καὶ ἡ | |
5 | ὁδὸς ἀνεμποδίστως διανύεται καὶ οἱ ἵπποι οὐ συντρίβονται. | |
1.2t | Πῶς δεῖ ὁπλίζεσθαι τὸν καβαλλάριον στρατιώτην καὶ ποῖα κατὰ τὸ ἀναγκαῖον εἴδη κτᾶσθαι; | |
1.2.1 | Τῆς γυμνασίας, τῆς καθ’ ἕνα ἄνδρα, δεόντως γινομένης δεῖ ὁπλισθῆναι τοὺς στρατιῶτας διὰ τῶν ἰδικῶν αὐτῶν ἀρχόντων καὶ τὰ ἐπιτήδεια δὲ ἐν τῷ και‐ ρῷ τοῦ παραχειμαδίου παρασκευάζεσθαι, τὰ πρὸς τὰς ἀναγκαίας χρείας τῆς ἐκ‐ στρατείας· καὶ ἔχειν ταῦτα πάντας μὲν ἀναλόγως πρός τε τὴν ἑκάστου ποιότητα | |
5 | καὶ τὰς χορηγουμένας αὐτοῖς χρυσικὰς συνηθείας, μάλιστα δὲ τοὺς τῶν μερῶν καὶ μοιρῶν καὶ ταγμάτων ἄρχοντας, ἑκατοντάρχας, δεκάρχας καὶ πεντάρχας καὶ τετράρχας, βουκελλαρίους καὶ φοιδεράτους· | |
1.2.2 | ζάβας σὺν σκαπλίοις τε‐ λείας μέχρι τοῦ ἀστραγάλου, ἀνασυρομένας λωρίοις καὶ κρικελλίοις μετὰ τῶν θηκαρίων αὐτῶν, κασσίδας ἐχούσας ἄνωθεν τουφία μικρά, τοξάρια κατὰ τὴν ἑκάστου ἰσχὺν καὶ οὐχ ὑπὲρ αὐτήν, μᾶλλον δὲ καὶ ἁπαλώτερα, ἔχοντα θηκάρια | |
5 | πλατέα, ἵνα ἐν καιρῷ δυνατόν ἐστι τεταμένα χωρεῖν τὰ τόξα ἐν αὐτοῖς, κόρδας ἐκ περισσοῦ ἐν τοῖς πουγγίοις αὐτῶν, κούκουρα μετὰ σαγιττῶν καὶ σκεπασμά‐ των αὐτῶν ἐπιτήδεια χωροῦντα ἀπὸ τριάκοντα ἢ τεσσαράκοντα σαγιττῶν, ἐν τοῖς τοξοζωνίοις ῥινία καὶ σουβλία, κοντάρια καβαλλαρικὰ ἔχοντα λωρία κατὰ τοῦ μέσου, πρὸς τὸ σχῆμα τῶν Ἀβάρων, μετὰ φλαμούλων, σπαθία, περιτραχήλια | |
10 | στρογγύλα, κατὰ τὸ τῶν Ἀβάρων σχῆμα, ἐν τάξει κροσσίων λινῶν ἔξωθεν καὶ ἔσωθεν ἐρεῶν· | |
1.2.3 | τοὺς δὲ μὴ εἰδότας νεανίσκους ἐθνικοὺς τοξεῦσαι κοντάρια | |
μετὰ σκουταρίων. Οὐκ ἄτοπον δὲ καὶ χειρομάνικα σιδηρᾶ τοὺς βουκελλαρίους ἐπινοῆσαι καὶ μικρὰ τουφία κατὰ τῶν ὀπισθελινῶν καὶ ἀντελινῶν τῶν ἵππων καὶ φλάμουλα μικρὰ ἐπάνω τῶν ζαβῶν κατὰ τῶν ὤμων. Ὅσον γὰρ εὔσχημος ἐν | 49 | |
5 | τῇ ὁπλίσει ὁ στρατιώτης ἐστίν, τοσοῦτον καὶ αὐτῷ προθυμία προσγίνεται καὶ τοῖς ἐχθροῖς δειλία. | |
1.2.4 | Χρὴ πάντας τοὺς νεωτέρους Ῥωμαίους δίχα τῶν ἐθνικῶν τοὺς μέχρι τεσσαράκοντα ἐτῶν ἀναγκάζεσθαι, εἴτε κατὰ λόγον οἴδασι τοξεῦσαι, εἴτε μετρίως, τοῦ πάντως τοξοφάρετρα φορεῖν. | |
1.2.5 | κεκτῆσθαι δὲ καὶ κοντάρια, ἵνα τοῦ ἑνὸς ὡς εἰκὸς ἀστοχοῦντος ἔχει τὸ ἄλλο εἰς χρῆσιν. τοὺς δὲ ἀπειροτέρους ἀπαλω‐ τέροις χρήσασθαι τοξαρίοις· κἂν γὰρ οὐκ οἴδασι τοξεύειν, τῷ χρόνῳ ἐπιτηδέουσι μαθεῖν, ὅπερ τῶν ἀναγκαίων ἐστίν. | |
1.2.6 | Χρὴ τοὺς ἵππους καὶ μάλιστα τῶν ἀρχόντων καὶ τῶν λοιπῶν ἐπιλέκτων προμετωπίδια ἔχειν σιδηρᾶ κατὰ τῶν μετώπων τῶν ἵππων καὶ στηθιστήρια σιδηρᾶ ἢ ἀπὸ κεντούκλων ἢ κατὰ τὸ σχῆμα τῶν Ἀβάρων σκέπεσθαι τὰ στήθη καὶ τοὺς τραχήλους αὐτῶν καὶ μάλιστα τῶν προτασσομένων ἐν τῇ μάχῃ. | |
1.2.7 | Χρὴ τὰς σέλλας ἔχειν ἐπισέλλια δασέα καὶ μεγάλα, καὶ τὰ χαλινάρια αὐτῶν ἐπιτήδεια εἶναι. Ἔχειν δὲ εἰς τὰς σέλλας σκάλας σιδηρᾶς δύο, λωρό‐ σοκκον, πέδικλον, σελλοπούγγιν, ἐν ᾧ καιροῦ καλοῦντος δυνατόν ἐστι κἂν τριῶν ἡμερῶν ἢ τεσσάρων τοῦ στρατιώτου δαπάνην χωρῆσαι· τουφία εἰς τὰς | |
5 | ὀπισθελίνας τέσσαρα, κορυφάδιν καὶ ὑπὸ γένειον τουφίν. | |
1.2.8 | Χρὴ τὰ ἱμάτια αὐτῶν πλατέα καὶ τέλεια εἶναι, κατὰ τὸ σχῆμα τῶν Ἀβάρων κεκομμένα, τουτέστι ζωστάρια, εἴτε λινᾶ εἰσιν, εἴτε αἴγεια, εἴτε ῥάσα, ἐφ’ ᾧ καβαλλικευόντων αὐτῶν σκέπεσθαι δι’ αὐτῶν τὰ γόνατα καὶ εὐσχήμους αὐτοὺς φαίνεσθαι. | |
1.2.9 | Χρὴ φορεῖν γουννία ἤγουν νευρίκια ἀπὸ κεντούκλων πλατέα πάνυ, ἔχον‐ τα μανίκια φαρδᾶ, ἐπινοῆσαι αὐτούς, ἵνα ἐν τῷ ὁπλισθῆναι αὐτοὺς καὶ φορεῖν τὰς ζάβας καὶ τὰ τοξάρια, ἐὰν ὡς εἰκὸς συμβῇ βροχὴν γίνεσθαι ἢ ὑγρότερον ἐκ τῆς δρόσου τὸν ἀέρα, φοροῦντες ταῦτα ἐπάνω τῶν ζαβῶν καὶ τῶν τοξαρίων φυ‐ | |
5 | λάττωσι τὸ ἄρμα αὐτῶν καὶ οὐκ ἐμποδίζωνται, εἴτε τοῖς τόξοις, εἴτε τοῖς κοντα‐ ρίοις αὐτῶν βουληθῶσι χρήσασθαι. ἔστι δὲ καὶ ἄλλως πῶς ἀναγκαῖα ἐν ταῖς σκούλκαις· οὐ διαφαίνονται γὰρ μήκοθεν τοῖς πολεμίοις αἱ ζάβαι ὑπ’ αὐτῶν σκε‐ πόμεναι, ἀντέχουσι δὲ καὶ πρὸς τὰς βολὰς τῶν σαγιττῶν. | |
1.2.10 | Χρὴ τένδαν κατὰ κοντουβέρνιν καὶ δρέπανα καὶ ἀξίνας ἔχειν αὐτοὺς διὰ τὸ ἀναγκαῖον τῆς χρείας· καλὸν δέ ἐστι τὰς τένδας κατὰ τὸ σχῆμα τῶν Ἀ‐ | |
βάρων γίνεσθαι, ὅτι καὶ κομπαὶ καὶ χρειώδεις εἰσίν. | 51 | |
1.2.11 | Χρὴ ἀναγκάζεσθαι τοὺς στρατιώτας καὶ μάλιστα τοὺς τὰ φαμιλιαρικὰ λαμβάνοντας πάντως παῖδας ἑαυτοῖς ἐπινοεῖν ἢ δούλους ἢ ἐλευθέρους κατὰ τὴν γενομένην διατύπωσιν, καὶ ἐπιμελῶς ἐν τῷ καιρῷ τῆς χρυσικῆς ῥόγας, ὥσπερ τοὺς στρατιώτας, οὕτω καὶ τοὺς παῖδας αὐτῶν καὶ τὸ ἄρμα ἀπογράφεσθαι καὶ | |
5 | καταζητεῖσθαι εἰς τὸ εἰδέναι αὐτοὺς ὑπὲρ ποίων τίτλων ταύτην λαμβάνουσιν, ἵνα μὴ περιφρονοῦντες καὶ ἀποροῦντες παίδων ἐν καιρῷ πολέμου ἀναγκάζωνται ἐξ αὐτῶν τῶν στρατιωτῶν ἀφορίζεσθαι εἰς τὸ τοῦλδον καὶ ὀλιγοῦνται οἱ κάμνοντες ἐν τῇ μάχῃ· εἰ δέ τινες ὡς εἰκὸς μὴ εὐποροῦσι κτήσασθαι παῖδας, ἀναγκαῖόν ἐστιν ἀπὸ διαγράφου εἰς τοὺς κατωτέρους στρατιώτας τρεῖς ἢ τέσσαρας ἄνδρας ἕνα | |
10 | παῖδα ἐπινοεῖν· τὸν ὅμοιον δὲ τρόπον ποιεῖν καὶ εἰς τὰ σαγμάρια, ὧν χρεία κα‐ τὰ τὸ ἀναγκαῖον διὰ τὰς ζάβας καὶ τὰς τένδας αὐτῶν. | |
1.2.12 | Χρὴ τὰς μὲν κεφαλὰς τῶν βάνδων ἑκάστου μέρους ὁμοχρόους γίνε‐ σθαι, τὰ δὲ φλάμουλα ἑκάστης μοίρας ἰδιόχροα εἶναι, ἵνα τὸ καθ’ ἕκαστον τάγ‐ μα εὐκόλως ἐπιγινώσκῃ τὸ ἴδιον βάνδον. | |
1.2.13 | Δεῖ ἕτερα ἰδικὰ σημεῖα προστιθέναι ταῖς κεφαλαῖς τῶν βάνδων, ἐγνω‐ σμένα τοῖς στρατιώταις, ὥστε ἐκ τούτου εὐκόλως ἐπιγινώσκεσθαι αὐτὰ καὶ κατὰ τὸ μέρος καὶ κατὰ τὴν μοῖραν καὶ κατὰ τὸ τάγμα. | |
1.2.14 | Πάντως δὲ τὰ τῶν μεραρχῶν βάνδα ἐνηλλαγμένα δέον εἶναι καὶ πρό‐ δηλα, ἵνα ἐκ πολλοῦ διαστήματος ἐπιγινώσκωνται τοῖς ὑπ’ αὐτοῖς τεταγμένοις. | |
1.2.15 | Χρὴ ἐκ περισσοῦ ἐπιφέρεσθαι τὸν στρατηγὸν ἄρμα διὰ βασταγῆς καὶ μάλιστα τοξάρια καὶ σαγίττας, ἵνα τοῖς ὡς εἰκὸς ἀστοχοῦσιν ὅπλοις ἐξ αὐτῶν ἀντεισάγηται. | |
1.2.16 | Χρὴ τοὺς ἄρχοντας τῶν ταγμάτων γνώσεις ποιεῖν ἐν τῷ καιρῷ τοῦ παραχειμαδίου, ἐὰν μὴ εὐπορῶσι κατὰ τὴν χώραν ἀγοράσαι τὰ ἐπιτήδεια, καὶ διὰ τῶν μεραρχῶν δηλοῦν, πόσων ἵππων καὶ ποίου εἴδους καὶ ἄρματος δέονται οἱ ὑπ’ αὐτοὺς τεταγμένοι στρατιῶται, ἵνα παρασκευάζῃ ὁ στρατηγὸς ἐν τῷ δέοντι | |
5 | καιρῷ ταῦτα εὐτρεπίζεσθαι πρὸς ἀγορασίαν τοῖς στρατιώταις. | |
1.2.17 | Χρὴ ἔξωθεν τῶν βοείων θηκαρίων τῶν ζαβῶν ἕτερα θηκάρια ἀπὸ | |
βέτζας ἐλαφρᾶς ἔχειν, ἵνα ἐν τῷ καιρῷ τοῦ πολέμου καὶ ἐν καιρῷ κούρσων ὄπιθεν τῶν ὀπισθοκουρβίων κατὰ τὰς ψύας τῶν ἵππων βαστάζωνται. Καί, ἐὰν συμβῇ τροπῆς ὡς εἰκὸς γινομένης πρὸς μίαν ἡμέραν ἀφανεῖς γενέσθαι τοὺς τὰ | 53 | |
5 | ἀδέστρατα βαστάζοντας, μή εἰσι γυμναὶ αἱ ζάβαι καὶ φθείρονται, εἶτα δὲ σκέπουσι καὶ τοὺς στρατιώτας διηνεκῶς ἐπικείμεναι αὐτοῖς. | |
1.3t | Περὶ διαφόρων ὀνομάτων τῶν τε ἀρχόντων καὶ τῶν στρατιωτῶν. | |
1.3.1 | Ἐπειδὴ τὰ περὶ τῆς γυμνασίας τῶν καθ’ ἕκαστον στρατιωτῶν καὶ τῆς ὁπλίσεως αὐτῶν διελάβομεν, ἀναγκαῖον ἡγούμεθα καὶ τὰς σημασίας τῶν ὀνομά‐ των τῶν ἀρχόντων καὶ ταγμάτων καὶ ἄλλων στρατιωτῶν πρὸς τὴν πᾶσαν τῶν τα‐ κτικῶν πραγματείαν φερομένων ἐκθέσθαι πρὸς ἐντελεστέραν τῶν ἐντυγχανόντων | |
5 | εἴδησιν, ὥστε μὴ τοὺς πρώτους ἐντυγχάνοντας τῶν τοιούτων ὀνομάτων ἀκούοντας διαπορεῖν ὡς εἰκὸς πρὸς τὰ ἐξ αὐτῶν δηλούμενα. | |
1.3.2 | Στρατηγὸς τοίνυν προσαγορεύεται ὁ τοῦ παντὸς στρατοῦ κορυφαῖός τε καὶ ἡγεμών, | |
1.3.3 | ὑποστράτηγος δὲ ὁ τὴν δευτέραν τούτου τάξιν ἐκπληρῶν. | |
1.3.4 | Ὁ δέ γε μεράρχης ἐστὶν ὁ τοῦ μέρους τὴν ἀρχὴν ἐμπεπιστευμένος, | |
1.3.5 | μοιράρχης δὲ ὁ τῆς μοίρας ἄρχων, ὁ λεγόμενος δούξ. | |
1.3.6 | Καὶ μέρος ἐστὶ τὸ ἐκ τριῶν μοιρῶν συγκείμενον ἄθροισμα ἤγουν δροῦγγος, | |
1.3.7 | μοῖρα δὲ τὸ ἐκ ταγμάτων ἤτοι ἀριθμῶν ἢ βάνδων συγκείμενον πλῆθος. | |
1.3.8 | Κόμης δέ ἐστιν ἤτοι τριβοῦνος ὁ τοῦ τάγματος ἢ ἀριθμοῦ ἢ βάνδου ἡγούμενος. | |
1.3.9 | Ἰλάρχης δὲ προσ‐ αγορεύεται ὁ πρῶτος μὲν τῶν ἑκατονταρχῶν, δευτερεύων δὲ τῷ κόμητι ἤτοι τρι‐ βούνῳ, | |
1.3.10 | ἑκατοντάρχης δὲ ὁ ἑκατὸν ἀνδρῶν ἄρχων, ὥσπερ καὶ δεκάρχης ὁ τῶν δέκα πρῶτος, καὶ πεντάρχης ὁ πρῶτος τῶν πέντε. | |
1.3.11 | Τετράρχης δὲ ὁ καὶ φύλαξ ἐστίν, ὁ λεγόμενος οὐραγὸς καὶ τελευταῖος τῆς ἀκίας. | |
1.3.12 | Βανδοφόρος δὲ ὁ τὸ σημεῖον τοῦ βάνδου βαστάζων. | |
1.3.13 | Ὁ δὲ τὴν κάππαν βαστάζων ὁ δευ‐ τερεύων ἐστὶ τῶν βανδοφόρων. | |
1.3.14 | Καὶ ἀρμάτος προσαγορεύεται ὁ σύμμαχος τοῦ ὀπτιμάτου ἤτοι ὁ αὐτοῦ ὑπερασπιστής. | |
1.3.15 | Κούρσορες δὲ λέγονται οἱ προ‐ τρέχοντες τῆς παρατάξεως καὶ τοῖς φεύγουσιν ἐχθροῖς ὀξέως ἐπιτιθέμενοι, | |
1.3.16 | δηφένσορες δὲ οἱ τούτοις μὲν ἐπακολουθοῦντες, μὴ ἐκτρέχοντες δὲ καὶ λύοντες τὴν τάξιν, ἀλλὰ συντεταγμένως περιπατοῦντες πρὸς ἐκδίκησιν τῶν κουρσόρων, εἴπερ αὐτοὺς ὡς εἰκὸς τραπῆναι συμβαίνῃ. | |
1.3.17 | Δηποτάτοι δὲ προσαγορεύ‐ | |
ονται οἱ παρακολουθοῦντες τῇ τάξει καὶ τοὺς ἐν τῇ μάχῃ τραυματίας γενομένους ἀνακομίζοντές τε καὶ περιποιούμενοι. | 55 | |
1.3.18 | Ἀντικένσορες δὲ λέγονται οἱ προλαμ‐ βάνοντες ἐν ταῖς ὁδοιπορίαις καὶ τὰς ἐπιτηδείας ὁδοὺς καὶ τοὺς τόπους τοὺς πρὸς τὴν τῶν ἀπλήκτων ποίησιν ἀνερευνῶντές τε καὶ κατανοοῦντες, | |
1.3.19 | μήνσορες δὲ οἱ τὰ ἄπληκτα ἤτοι φοσσάτα μετροῦντές τε καὶ καθιστῶντες. | |
1.3.20 | Σκουλκάτορες οἱ κατάσκοποι λέγονται. | |
1.3.21 | Καντάτωρ λέγεται ὁ ἐπιδημηγορῶν τῷ στρατῷ πρὸ τῆς μάχης, | |
1.3.22 | καὶ πλαγιοφύλακες οἱ πρὸς φυλακὴν τῶν πλαγίων τῆς πρώτης τάξεως ταττόμενοι, | |
1.3.23 | ὑπερκερασταὶ δὲ οἱ πρὸς τὸ περιλαβεῖν τὸ τῶν ἐναντίων κέρας τεταγμένοι. | |
1.3.24 | Καὶ τοῦλδός ἐστιν ἡ ἀποσκευὴ τῶν στρατιωτῶν, τουτ‐ έστι παῖδές τε καὶ ὑποζύγια καὶ τὰ λοιπὰ ζῴα. | |
1.4t | Πῶς δεῖ τὴν τοῦ στρατοῦ διανομὴν γίνεσθαι καὶ τῶν ἀρχόντων αὐτοῦ; | |
1.4.1 | Τῆς ὁπλίσεως γενομένης κατὰ λόγον καὶ τῶν κατὰ τὸ ἀναγκαῖον εἰς ἀποτροφὴν τοῦ στρατοῦ προετοιμασθέντων καὶ τῶν ὀνομάτων, δι’ ὧν οἵ τε καθ’ ἕκαστον ἄρχοντες καὶ στρατιῶται σημαίνονται, δήλων γενομένων, χρὴ διανεμη‐ θῆναι τὸν στρατὸν εἰς διάφορα τάγματα καὶ ἀρχάς, καὶ ἐπιστῆναι αὐτῷ φρονί‐ | |
5 | μους καὶ προσφόρους ἄρχοντας. | |
1.4.2 | Χρὴ τάγματα γίνεσθαι διάφορα ἀπὸ τρια‐ κοσίων ἢ τετρακοσίων τὸ πλεῖστον ἀνδρῶν καὶ ἐπιστῆναι εἰς μοίρας ἤτοι χι‐ λιαρχίας καὶ γενέσθαι αὐτὰς ἀπὸ δισχιλίων ἢ τρισχιλίων ἀνδρῶν πρὸς τὸ πλῆθος τοῦ στρατοῦ. καὶ ἐπιστῆναι αὐταῖς μοιράρχας χρησίμους τοὺς λεγομένους δοῦκας | |
5 | ἤτοι χιλιάρχας, φρονίμους καὶ τεταγμένους. | |
1.4.3 | Τὰς δὲ μοίρας ταύτας τρία μέρη γενέσθαι ἴσα καὶ ἐπιστῆναι αὐτοῖς μεράρχας, τοὺς λεγομένους στρατηλάτας, φρονίμους, εὐτάκτους καὶ ἐμπείρους, εἰδότας, εἰ δυνατόν, καὶ γράμματα, καὶ μά‐ λιστα τὸν τοῦ μέσου μέρους λεγόμενον ὑποστράτηγον, ὀφείλοντα, εἰ χρεία γέ‐ | |
5 | νηται, ἐν πᾶσι τὸν τοῦ στρατηγοῦ τόπον ἀναπληροῦν. Ἔστιν οὖν ἡ τάξις οὕτως. | |
1.4.4 | Διαιροῦνται πρότερον οἱ καβαλλάριοι εἰς τάγματα διάφορα, τὰ δὲ τάγματα εἰς μοίρας ἤτοι χιλιαρχίας, αἱ δὲ μοῖραι εἰς μέρη τρία ἴσα, τουτέστι μέσον, δε‐ ξιόν, ἀριστερόν, τὰ ποιοῦντα τὴν παράταξιν τὴν ὑπὸ τῷ στρατηγῷ τεταγμένην. | |
1.4.5 | Χρὴ μηδὲ τάγματα πλέον τῶν τετρακοσίων ἀνδρῶν γίνεσθαι δίχα τῶν ὀπτι‐ μάτων βάνδων, μηδὲ μοῖραν τῶν τρισχιλίων, μηδὲ μέρος τῶν ἑξακισχιλίων ἢ ἑπτακισχιλίων. Εἰ δὲ συμβῇ πλέον τοῦ λεχθέντος μέτρου εἶναι τὸν στρατόν, | |
κάλλιον ἐστὶν ἔξωθεν τῶν μερῶν ἐν ὑποβοηθείᾳ ἐν δευτέρᾳ τάξει καθίστασθαι | 57 | |
5 | καὶ ἐπὶ φυλακῇ τῶν πλαγίων μερῶν καὶ τοῦ νώτου, καὶ εἰς ἐνέδρας καὶ κυκλώ‐ σεις τῶν ἐναντίων. Καὶ μὴ τὰ μέρη ἢ τὰς μοίρας μείζους ποιεῖν, ἵνα μή, ὡς τέλεια καὶ ἐπὶ πολὺ ἐκτεινόμενα, ἀπειθῆ καὶ συγχεχυμένα εὑρηθῶσιν. | |
1.4.6 | Χρὴ μὴ πάντα τὰ τάγματα ἐπιτηδεύειν πάντως ἴσα ποιεῖν, ἵνα μὴ ἐκ τοῦ ἀριθμοῦ τῶν βάνδων εὐαρίθμητος τοῖς ἐχθροῖς ὁ στρατὸς γένηται, ἀλλὰ τοῦτο φυλάττειν, τὸ μηδὲ τῶν τετρακοσίων ἀνδρῶν, ὡς εἴπαμεν, πλέον, μηδὲ τῶν διακοσίων ἔλαττον τὰ τάγματα γίνεσθαι. | |
1.5t | Πῶς δεῖ τοὺς τῶν ταγμάτων ἄρχοντας τὴν ἐπιλογὴν τῶν γενναίων καὶ χρησίμων ἐν μάχῃ ποιεῖσθαι καὶ τὰ κοντουβέρνια τοῦ τάγματος καθιστᾶν; | |
1.5.1 | Τῆς διανομῆς τοῦ στρατοῦ γινομένης δεῖ ἕκαστον ἄρχοντα τὸ ἴδιον τάγμα ὀρδινεῦσαι ἤτοι διανεῖμαι εἰς κοντουβέρνια. | |
1.5.2 | Χρὴ πρότερον ἀπὸ παν‐ τὸς τοῦ τάγματος τοὺς ἑκατοντάρχας ἐπιλέγεσθαι, φρονίμους καὶ γενναίους καὶ κατ’ ἐξαίρησιν τοὺς ἰλάρχας, τοὺς δευτερεύοντας τοῖς τῶν ταγμάτων ἄρχουσιν. εἶτα τοὺς δεκάρχας, γενναίους καὶ αὐτόχειρας, εἰ δυνατὸν δέ, καὶ τοξεύειν εἰδό‐ | |
5 | τας, καὶ μετ’ αὐτοὺς πεντάρχας καὶ τετράρχας ὁμοίως, καὶ τότε τοὺς φύλακας τῶν ἀκιῶν, δύο ὑπὲρ ἑκάστης ἀκίας, ὡς γίνεσθαι τοὺς ἐπιλέκτους ἑκάστης ἀκίας ἄνδρας πέντε. Καὶ τοὺς ἀπομένοντας ὀρδινεῦσαι εἰς ἀκίας, παλαιούς τε καὶ νέους. | |
1.5.3 | στήσας δὲ καὶ τούτους τοὺς ἀπομένοντας καὶ τότε τοὺς ἐπιλέκτους ἐπιβάλαι κατὰ διαφοράν, πρὸς τὴν ἑκάστου ποιότητα, τοὺς κρείττονας ἔμπρο‐ σθεν καὶ τοὺς λοιποὺς ἀναλόγως. | |
1.5.4 | Χρὴ δύο μανδάτορας ἀγρύπνους καὶ φρονίμους ἐπιλεγῆναι καὶ δύο βαν‐ δοφόρους. | |
1.5.5 | Χρὴ τὴν τοιαύτην ἐπιλογὴν καὶ ὀρδινατιόνα ποιεῖσθαι ἐν τοῖς κοντουβερνίοις, τουτέστιν ἐν ταῖς ἀκίαις, καὶ ἔνθα ὡς εἰκὸς παῖδες οὔκ εἰσιν, τοὺς ὑποδεεστέρους τῶν στρατιωτῶν εἰς τὰ σαγμάρια ἀφορίζειν, τουτέστιν εἰς τρία ἢ τέσσαρα σαγμάρια ἄνδρα ἕνα καὶ ἕτερόν τινα τῶν καθεστώτων στρατιω‐ | |
5 | τῶν χρήσιμον μετὰ σημείου, ᾥτινι ὁ πᾶς τοῦλδος ἤτοι τὰ σαγμάρια ἀκολουθεῖν ὀφείλουσιν. | |
1.5.6 | Χρὴ ὁρισθῆναι πόσαι καὶ ποῖαι ἀκίαι δεξιὰ τοῦ βάνδου τάσ‐ | |
σονται καὶ ποῖα ἀριστερὰ αὐτοῦ. | 59 | |
1.6t | Ποῖα μανδάτα περὶ καθοσιώσεως δεῖ τοῖς στρατιώταις δοθῆναι; | |
1.6.1 | Μετὰ τὸ ὀρδινευθῆναι καὶ γενέσθαι τὰ κοντουβέρνια δεῖ συναγαγεῖν τὸ τάγμα κατὰ δεκαρχίαν. Καὶ εἰ μὲν ἐπιγινώσκουσιν οἱ ἐν αὐτῷ τὰ διὰ τοῦ νόμου μανδάτα τῆς καθοσιώσεως, εὖ· εἰ δὲ μήγε, ἐγγράφως ἐπὶ σχολῆς διὰ τοῦ ἰδικοῦ ἄρχοντος εἰπεῖν ταῦτα. | |
1.6.2 | Ἐὰν στρατιώτης τῷ ἰδίῳ πεντάρχη ἢ τετράρχῃ ἐναντιωθῇ, σωφρονι‐ ζέσθω. εἰ δὲ πεντάρχης ἢ τετράρχης τῷ ἰδίῳ δεκάρχῃ, ὁμοίως. εἰ δὲ δεκάρχης τῷ ἑκατοντάρχῃ, ὁμοίως. εἰ δέ τις τῶν τοῦ τάγματος τολμήσει τοῦτο ποιῆσαι εἰς τὸν ἄρχοντα, τουτέστι τὸν κόμητα αὑτοῦ ἢ τριβοῦνον, κεφαλικῇ τιμωρίᾳ | |
5 | ὑποκείσθω. εἰ μέντοι ἀδικηθῇ παρά τινος, τῷ ἄρχοντι τοῦ τάγματος αὑτοῦ προσ‐ έλθῃ. εἰ δὲ καὶ παρὰ τοῦ ἄρχοντος αὐτοῦ ἀδικηθῇ, τῷ μείζονι ἄρχοντι προσέλθῃ. | |
1.6.3 | Εἴ τις τολμήσει βαγεῦσαι ὑπὲρ τὸν χρόνον τοῦ κομμεάτου, καὶ τῆς στρατείας ἐκβληθῇ καὶ ὡς παγανὸς τοῖς πολιτικοῖς ἄρχουσι παραδοθείῃ. | |
1.6.4 | Εἴ τινες τολμήσουσιν συνωμοσίαν ἢ φρατρίαν ἢ στάσιν κατὰ τοῦ ἄρ‐ χοντος τοῦ ἰδίου ποιῆσαι ὑπὲρ οἱασδήποτε αἰτίας, κεφαλικῇ τιμωρίᾳ ὑποβλη‐ θῶσι, κατ’ ἐξαίρετον οἱ πρῶτοι τῆς συνωμοσίας ἢ τῆς στάσεως γενόμενοι. | |
1.6.5 | Εἴ τις παραφυλακὴν πόλεως ἢ κάστρου πιστευθεὶς τοῦτο προδώσει ἢ παρὰ κέλευσιν τοῦ ἄρχοντος αὐτοῦ ἐκεῖθεν ἀναχωρήσει, ἐσχάτῃ τιμωρίᾳ ὑπο‐ βληθείῃ. | |
1.6.6 | Εἴ τις ἐλεγχθῇ θελήσας ἐχθροῖς ἑαυτὸν παραδοῦναι, τῇ ἐσχάτῃ τιμωρίᾳ ὑποβληθείῃ, οὐ μόνον αὐτός, ἀλλὰ καὶ ὁ τοῦτο συνειδώς, ἐπειδὴ τοῦτο γνοὺς τῷ ἄρχοντι οὐκ ἐμήνυσεν. | |
1.6.7 | Εἴ τις ἀκούσας τὰ μανδάτα τοῦ δεκάρχου μὴ φυλάξει, σωφρονιζέσθω. εἰ δὲ ἀγνοῶν τὰ μανδάτα πταίσει, ὁ δεκάρχης σωφρονιζέσθω, ἐπειδὴ οὐ | |
προεῖπεν αὐτῷ. | 61 | |
1.6.8 | Εἴ τις ἄλογον ζῷον ἢ ἄλλο οἱονδήποτε εἶδος μικρὸν ἢ μέγα εὑρὼν μὴ τοῦτο φανερώσει καὶ τῷ ἄρχοντι τῷ ἰδίῳ παραδώσει, ἵνα τῷ ἰδίῳ δεσπότῃ ἀπο‐ καταστῇ, σωφρονιζέσθω, οὐ μόνον αὐτός, ἀλλὰ καὶ ὁ συνειδὼς αὐτῷ, ὡς κλέπται ἀμφότεροι. | |
1.6.9 | Εἴ τις ζημιώσει συντελεστὴν καὶ μὴ τοῦτον προαιρέσει ἀποθεραπεύσει, κατὰ τὸ διπλάσιον τὴν ζημίαν αὐτῷ ἀποκαταστήσει. | |
1.6.10 | Εἴ τις λαμβάνων ῥεπαρατιῶνα τῶν ἑαυτοῦ ὅπλων περιφρονήσει καὶ μὴ τοῦτον ὁ δεκάρχης ἀναγκάσει κτήσασθαι ταῦτα ἢ τῷ ἰδίῳ ἄρχοντι φανερώσει, καὶ ὁ στρατιώτης αὐτὸς καὶ ὁ δεκάρχης σωφρονισθῶσιν. | |
1.7t | Ποῖα μανδάτα περὶ καθοσιώσεως δεῖ τοῖς τῶν ταγμάτων ἄρχουσι δοθῆναι; | |
1.7.1 | Εἴ τις μὴ ὑπακούσει τῷ ἰδίῳ ἄρχοντι, σωφρονιζέσθω κατὰ τοὺς νόμους. | |
1.7.2 | Εἴ τις ζημιώσει στρατιώτην, ἐν διπλῇ ποσότητι τοῦτο αὐτῷ ἀποκα‐ ταστήσει, ὁμοίως καὶ συντελεστήν. Εἰ δὲ ἐν παραχειμαδίῳ ἢ εἰς τὰ σέδετα ἢ κατὰ πάροδον ἄρχων ἢ στρατιώτης ζημιώσει συντελεστὴν καὶ μὴ τοῦτον δεόντως ἀποθεραπεύσει, ἐν διπλῇ ποσότητι τοῦτο αὐτῷ ἀποκαταστήσει. | |
1.7.3 | Εἴ τις ἐν καιρῷ πολέμου δίχα κομμεάτου στρατιώτην ἀπολῦσαι τολμή‐ σει, τριάκοντα νομισμάτων ποινὴν διδότω· ἐν καιρῷ δὲ παραχειμαδίου δύο ἢ τριῶν μηνῶν 〈κομμεάτα ὁ στρατιώτησ〉 ποιείτω, ἐν καιρῷ δὲ εἰρήνης κατὰ τὸ διάστημα τῆς ἐπαρχίας τὰ κομμεάτα τῷ στρατιώτῃ γινέσθω. | |
1.7.4 | Εἴ τις πόλιν ἢ κάστρον πιστευθεὶς εἰς παραφυλακὴν τοῦτο προδώσει ἢ χωρὶς ἀνάγκης εἰς ζωὴν συντεινούσης ἀναχωρήσει, δυνάμενος τοῦτο ἐκδικῆσαι, κεφαλικῇ τιμωρίᾳ ὑποβαλλέσθω. | |
1.7.5 | Μετὰ τὰ μανδάτα τῆς καθοσιώσεως δεῖ ταγῆναι τὰ τάγματα 〈ὡς εἰσ〉 τὴν πολεμικὴν τάξιν καὶ τὰ ἐπιτίμια τοῦ πολέμου γνῶναι τοὺς ἐν τοῖς τάγμασι ταττομένους. | |
1.8t | Περὶ ἐπιτιμίων στρατιωτικῶν. | |
1.8.1 | Μετὰ τὸ ταγῆναι τὰ τάγματα ἀναγινώσκηται τὰ ἐπιτίμια Ῥωμαϊστὶ καὶ | |
Ἑλληνιστὶ οὕτως· | 63 | |
1.8.2 | Ἐὰν στρατιώτης ἐν καιρῷ παρατάξεως καὶ πολέμου τὴν τάξιν ἢ τὸ βάνδον αὑτοῦ ἐάσῃ καὶ φύγῃ ἢ τοῦ τόπου, ἐν ᾧ ἐπάγῃ, προπηδήσῃ ἢ σκυλεύσῃ νεκρὸν ἢ εἰς ἐπιδίωξιν ἐχθρῶν καταδράμῃ ἢ τούλδῳ ἢ φοσσάτῳ ἐχθρῶν ἐπέλθῃ, κελεύομεν τιμωρεῖσθαι αὐτὸν κεφαλικῶς καὶ πάντα ὡς εἰκὸς τὰ παρ’ αὐτοῦ ἐπαι‐ | |
5 | ρόμενα ἀφαιρεῖσθαι καὶ τῷ κοινῷ δίδοσθαι τοῦ τάγματος, ὡς τὴν τάξιν παρα‐ λύσαντος καὶ τοῖς ἑταίροις αὐτοῦ ἐπιβουλεύσαντος. | |
1.8.3 | Ἐὰν ἐν καιρῷ δημοσίας παρατάξεως ἢ συμβολῆς τροπή, ὅπερ ἀπείῃ, γένηται ἄνευ τινὸς εὐλόγου καὶ φανερᾶς αἰτίας, κελεύομεν τοὺς στρατιώτας τοῦ πρώτου φεύγοντος τάγματος καὶ ἀναχωροῦντος τῆς παρατάξεως ἤτοι τοῦ ἰδίου μέρους τοὺς εἰς τὴν μάχην ταγέντας ἀποδεκατοῦσθαι καὶ ὑπὸ τῶν λοιπῶν ταγ‐ | |
5 | μάτων κατατοξεύεσθαι, ὡς τὴν τάξιν παραλύσαντας καὶ αἰτίους τῆς τοῦ παντὸς μέρους τροπῆς γενομένους. εἰ δὲ συμβῇ τινας ἐν αὐτοῖς ὡς εἰκὸς πληγάτους ἐν τῇ συμβολῇ γενέσθαι, ἐκείνους ἐλευθέρους τοῦ τοιούτου ἐγκλήματος εἶναι. | |
1.8.4 | Ἐὰν βάνδου ἀφαίρεσις ὑπὸ ἐχθρῶν γένηται, ὅπερ ἀπείῃ, ἄνευ εὐλό‐ γου τινὸς καὶ φανερᾶς προφάσεως, κελεύομεν τοὺς τὴν φυλακὴν τοῦ βάνδου πιστευθέντας σωφρονίζεσθαι καὶ οὐλτίμους γίνεσθαι τῶν ἀρχομένων ὑπ’ αὐτῶν ἤτοι τῶν σχολῶν, ἐν αἷς ἀναφέρονται. εἰ δὲ συμβῇ τινας αὐτῶν μαχομένους | |
5 | γενέσθαι πληγάτους, τοὺς τοιούτους ἐλευθέρους τοῦ ἐπιτιμίου τούτου φυλάτ‐ τεσθαι. | |
1.8.5 | Ἐὰν φοσσάτου ὄντος τροπή, ὅπερ ἀπείῃ, μέρους ἢ παρατάξεως γένηται καὶ μηδὲ πρὸς δηφένσορας προσδράμωσιν, μηδὲ ἐν αὐτῷ τῷ φοσσάτῳ καταφύ‐ γωσιν οἱ τρεπόμενοι, ἀλλὰ περιφρονοῦντες ἐν ἑτέρῳ τόπῳ προσδράμωσιν, κελεύο‐ μεν τοὺς τοῦτο πράττειν τολμῶντας τιμωρεῖσθαι, ὡς τῶν ἑταίρων περιφρο‐ | |
5 | νήσαντας. | |
1.8.6 | Ἐὰν στρατιώτης τὰ ὅπλα αὑτοῦ ῥίψῃ ἐν πολέμῳ, κελεύομεν αὐτὸν τι‐ μωρεῖσθαι, ὡς γυμνώσαντα αὑτὸν καὶ τοὺς ἐχθροὺς ὁπλίσαντα. | |
1.9t | Πῶς δεῖ εὐτάκτως τὸν στρατὸν ὁδοιπορεῖν ἐν τῇ ἰδίᾳ χώρᾳ πολεμίων μὴ ἐνοχλούντων; | |
1.9.1 | Χρὴ ἐν ἑνὶ τόπῳ στρατὸν πολὺν μὴ συναγαγεῖν πολεμίων μὴ ἐνοχλούν‐ των, ἵνα μὴ εὐκαιροῦντες οἱ στρατιῶται εἰς στάσεις καὶ ἀκαίρους ἐννοίας ἀσχο‐ | |
λοῦνται. | 65 | |
1.9.2 | Χρὴ πολέμου προσδοκωμένου μετὰ τάξεως τὸν στρατὸν περιπατεῖν, εἴτε κατὰ μοίρας τὰς ὁδοιπορίας ποιεῖται, εἴτε κατὰ μέρη· τὸ γὰρ ἐν τάξει ταύ‐ τας γίνεσθαι καὶ ἐπὶ τῆς ἰδίας καὶ ἐπὶ τῆς πολεμίας ἀσφαλεστέρους καθίστησι τοὺς στρατιώτας. | |
1.9.3 | Ἑκάστην δὲ μοῖραν ἐθίζειν τὴν ἰδίαν ἀποσκευὴν ὄπιθεν ἀκολουθεῖν μετὰ τῶν ἰδίων σημείων κατὰ τὸν λεχθέντα τρόπον καὶ μὴ ἐπιμίγνυ‐ σθαι ἑτέρᾳ τῶν ἀναγκαίων ἐστί. Καὶ ἀφεστεκότων μὲν τῶν πολεμίων κατὰ μοῖ‐ ραν ἢ κατὰ μέρος περιπατεῖν καὶ μὴ συνάγειν ἐν ἑνὶ τόπῳ τὸν πάντα στρατὸν | |
5 | διά τε τὸ μὴ λοιμώττειν αὐτὸν εὐχερῶς, μηδὲ εὐσύνοπτον τοῖς ἐχθροῖς γίνεσθαι, μηδὲ εἰς βοσκὰς στενοῦσθαι. | |
1.9.4 | Ἐγγιζόντων δὲ τῶν ἐχθρῶν ὡς περὶ ἓξ ἢ ἑπτὰ ἡμερῶν ἢ καὶ δέκα, συνάπτεσθαι καὶ ἐν τῷ ἅμα ἀπληκεύειν κατὰ τὸν περὶ ἀπλήκτων λεχθέντα λόγον. | |
1.9.5 | Χρή, ἐὰν μὲν ἐν ἀγνώστοις χωρίοις ἤτοι τόποις ἡ ὁδοιπορία γίνεται, τοὺς μήνσορας προλαμβάνειν πρὸ μιᾶς 〈ἡμέρασ〉, ὀφείλοντας τὴν περίμετρον τοῦ παντὸς ὑπογράφειν τόπου, ἐν ᾧ μέλλει στρατοπεδεύεσθαι, καὶ τὸ ἐπιβάλλον μέτρον ἀναλόγως ἑκάστῳ μέρει διανεῖμαι. Τὰ αὐτὰ δὲ ποιεῖν καὶ τοὺς ἀντι‐ | |
5 | κένσορας, ὀφείλοντας τὴν τῶν ὑδάτων καὶ τῆς νομῆς χρῆσιν καταμανθάνειν. | |
1.9.6 | Χρὴ τοὺς πάνυ τραχεῖς ἢ κρημνώδεις ἢ δυσβάτους καὶ δασεῖς τόπους τοὺς ἀπαντῶντας προευτρεπίζειν πλήθους στρατεύοντος διά τινων ἐπὶ τοῦτο προπεμπομένων καὶ διορθοῦσθαι κατὰ τὸ δυνατόν, ἵνα μὴ συντρίβηται ἡ ἵππος, τοὺς δὲ ἀφοριζομένους ἐπὶ τοῦτο μὴ ὑποκεῖσθαι σκούλκᾳ ἢ ἑτέρῳ νουμέρῳ. | |
1.9.7 | Χρὴ περιπατοῦντος τοῦ στρατοῦ ἡγεῖσθαι τὸν τοῦ παντὸς στρατηγόν, προπορευομένων αὐτοῦ τιμῆς ἕνεκεν 〈καὶ διὰ τὸν φόβον〉 τῶν ἐπιτιμίων καὶ 〈μετ’〉 ἰδικῶν αὐτοῦ ἀνθρώπων, μετὰ τῶν ἀδεστράτων καὶ βουκελλαρικῶν βάνδων, ὄπιθεν δὲ αὐτοῦ εὐθὺς τοὺς σπαθαρίους καὶ μετ’ αὐτοὺς τοὺς βουκελλαρίους, τε‐ | |
5 | λευταῖον δὲ τούτων τὴν ἀποσκευήν. πρὸς τὸ σχῆμα δὲ τοῦτο καὶ ἕκαστον ἄρχον‐ τα μέρους ἢ μοίρας τὴν αὐτὴν τάξιν φυλάττειν, εἴτε ἡνωμένως περιπατοῦσιν, εἴτε καὶ ἰδίᾳ. | |
1.9.8 | Χρὴ ἐν ταῖς τῶν ποταμῶν διαβάσεσιν ἢ ἄλλων δυσχερῶν χωρίων ἀγνώ‐ στων τοὺς ἀντικένσορας προλαμβάνειν καί, δοκιμάσαντας πρότερον τοὺς τόπους, | |
ἀπαγγέλλειν τῷ στρατηγῷ τὰ τοῦ τόπου καὶ προφυλάττεσθαι τὴν διάβασιν διὰ τῶν ἐπιτηδείων ἀρχόντων. Εἰ δὲ πάνυ ἐπισφαλεῖς εἰσιν οἱ τόποι, καὶ αὐτόν, | 67 | |
5 | τὸν τοῦ παντὸς στρατηγόν, ἀπέρχεσθαι καὶ μένειν κατὰ τὸν τόπον, ἄχρις ἂν πάντες ἀπαθῶς διέλθωσιν. τοῦτο δὲ ποιεῖν τὸν στρατηγὸν πολεμίων μὴ ἐγγιζόν‐ των τῷ τόπῳ ἐκείνῳ. τηνικαῦτα γὰρ αὐτὸν ἀπομένειν οὐ δέον, ἀλλ’ ἑκάστου μέρους τὸν ἄρχοντα, πληροῦντα τὴν αὐτὴν χρείαν, μέχρις οὗ πάντες οἱ ὑπ’ αὐτὸν ἀβλαβῶς διέλθωσιν, ἵνα μὴ ἐκ τοῦ σπουδάζειν πάντας προλαβεῖν συντριβαὶ | |
10 | ἴσως καὶ βλάβαι παρακολουθήσωσιν. | |
1.9.9 | Χρὴ τῶν γεωργηθέντων φείδεσθαι τόπων καὶ μὴ δι’ αὐτῶν τὰς διαβά‐ σεις ποιεῖσθαι καὶ τοὺς ὑποτελεῖς ἀζημίους φυλάττειν. εἰ δὲ ἀνάγκη πάντως δι’ αὐτῶν παρέρχεσθαι, παραγγέλλειν τὸν ἑκάστης μοίρας ἢ μέρους ἄρχοντα μένειν, μέχρις οὗ τὰ ὑπ’ αὐτὸν παρέλθωσι τάγματα καὶ τῷ μετ’ αὐτὸν παραδί‐ | |
5 | δοντα ἀβλαβεῖς τόπους ἀναχωρεῖν, τὸν ὅμοιον δὲ τρόπον καὶ τοῦ μετ’ ἐκεῖνον πράττοντος καὶ τὸ αὐτὸ ἐφεξῆς ἑκάστου ἄρχοντος ποιοῦντος. ἐντεῦθεν γὰρ καὶ ἡ τοῦ στρατηγοῦ εὐταξία καὶ τοῦ γεωργοῦ τὸ ἀβλαβὲς φυλαχθήσεται. | |
1.9.10 | Χρὴ καμάτου ἐγγίζοντος, εἴπερ ζῷα ἄγρια κατὰ τὴν ὁδὸν διαναστῶσιν ἢ ὑπαντήσωσιν, κωλύειν τὰς κατ’ αὐτῶν διώξεις, ὡς δι’ αὐτῶν θορύβου καὶ κραυ‐ γῆς γινομένων καὶ τῶν ἵππων οὐκ ἀναγκαίως συντριβομένων. ἐν δὲ καιρῷ εἰρή‐ νης ἀναγκαῖά εἰσιν τὰ κυνήγια τοῖς στρατιώταις. | |
1.9.11 | Χρή, ἐὰν ὀλίγος ἐστὶν ὁ στρατός, μὴ ἐπιτηδεύειν διὰ τόπων οἰκουμέ‐ νων παράγειν αὐτόν, μηδὲ ἐν τῇ ἰδίᾳ, μηδὲ ἐν τῇ πολεμίᾳ, ἵνα μὴ διὰ κατασκό‐ πων ἔκδηλος γενόμενος τοῖς ἐχθροῖς πουβλικισθῇ, ἀλλὰ δι’ ἑτέρων τόπων προ‐ | |
έρχεσθαι. | 69 | |
2pint | ΛΟΓΟΣ Βʹ. ΠΕΡΙ ΚΑΒΑΛΛΑΡΙΚΗΣ ΠΑΡΑΤΑΞΕΩΣ ΚΕΦΑΛΑΙΑ ΤΟΥ ΔΕΥΤΕΡΟΥ ΛΟΓΟΥ | |
2pin1 | Αʹ. Περὶ τοῦ χρειώδη καὶ ἀναγκαίαν εἶναι τὴν εἰς πρώτην καὶ δευτέραν τά‐ ξιν τοῦ στρατοῦ διαίρεσιν. Βʹ. Περὶ διανομῆς τῶν ἐν τῇ παρατάξει ταγμάτων. Γʹ. Περὶ κουρσόρων καὶ δηφενσόρων. | |
5 | Δʹ. Περὶ πλαγιοφυλάκων καὶ ὑπερκεραστῶν καὶ περὶ ἐνέδρων κατὰ τοῦ νώτου ἤτοι τῶν πλαγίων τῆς τῶν ἐχθρῶν παρατάξεως. Εʹ. Περὶ βάθους. ϛʹ. Περὶ κοντουβερνίων. Ζʹ. Περὶ ὁπλίσεως. | |
10 | Ηʹ. Περὶ δηποτάτων. Θʹ. Περὶ φλαμούλων. Ιʹ. Περὶ κατασκόπων ἤτοι σκουλκατόρων. ΙΑʹ. Περὶ μηνσόρων καὶ ἀντικηνσόρων. ΙΒʹ. Περὶ διαστημάτων μερῶν τε καὶ παρατάξεων. | |
15 | ΙΓʹ. Περὶ μέτρου καὶ διαφορᾶς βάνδων. ΙΔʹ. Περὶ φυλακῆς βάνδων. ΙΕʹ. Περὶ στάσεως ἀρχόντων. Ιϛʹ. Περὶ βουκίνων. ΙΖʹ. Περὶ τῆς φωνῆς τῆς ἐν τῇ συμβολῇ ποτε λεγομένης. | |
20 | ΙΗʹ. Περὶ καντατόρων. | |
ΙΘʹ. Περὶ διπλῶν βάνδων. | 71 | |
2.1t | Περὶ τοῦ χρειώδη καὶ ἀναγκαίαν εἶναι τὴν εἰς πρώτην καὶ δευτέραν τάξιν τοῦ στρατοῦ διανομήν. | |
2.1.1 | Ἐν ταῖς δημοσίαις καβαλλαρικαῖς μάχαις ἀπεριέργως ἐν μιᾷ παρατάξει τὸν πάντα στρατὸν εἰς ὄψιν ἐκτάσσειν καὶ μηδὲν εἰς δευτέραν τύχην πρὸς δια‐ φόρους ἐγχειρήσεις φυλάττειν ἀνδρὸς ἀπείρου καὶ προφανῶς κινδυνεύειν ἐθέ‐ λοντος ἴδιον ἐστίν. | |
2.1.2 | οὐδὲ γὰρ διὰ πλήθους σωμάτων καὶ ἀλόγου θρασύτη‐ τος, οὐδὲ ἐξ ἁπλουστέρας ἐγχειρήσεως, καθώς τινες τῶν ἰδιωτῶν δοξάζουσιν, οἱ πόλεμοι κρίνονται, ἀλλὰ μετὰ Θεὸν διὰ στρατηγίας καὶ τέχνης. | |
2.1.3 | στρατη‐ γίας μὲν—τὸ καιροῖς καὶ τόποις καὶ αἰφνιδιάσμασι καὶ τρόποις διαφόροις πρὸς ἀπάτην τῶν ἐχθρῶν κεχρῆσθαι εἰς τὸ καὶ δημοσίων πολέμων χωρὶς δυνατὸν εἶ‐ ναι τῶν σπουδαζομένων ἐπιτυγχάνειν· ὅπερ ὡς ἀναγκαῖον καὶ σωτήριον τῆς τοῦ | |
5 | στρατηγοῦ συνέσεως καὶ ἀνδρείας γνώρισμα γίνεται. | |
2.1.4 | τέχνης δὲ—τὸ μετὰ τάξεως καὶ συμφωνίας τὸν στρατὸν ποικίλως 〈διαμερίζειν〉 καὶ ἀσφαλῶς τὰς τῶν πολέμων μάχας καὶ ἐγχειρήσεις ποιεῖσθαι | |
2.1.5 | καὶ μὴ μόνον φυλάττεσθαι τοὺς ἐκ τῶν ὑπεναντίων δόλους, ἀλλὰ καὶ ἐπιτηδεύειν κατ’ αὐτῶν. | |
2.1.6 | διὸ καὶ οἱ ἀρχαῖοι τοῦτο παρατηρήσαντες εἰς δρούγγους ἤτοι μέρη καὶ μοίρας διαφόρους πρὸς τὴν χρείαν ἔτασσον, καθὼς νῦν Ἀβάρεις καὶ Τοῦρκοι τάσσονται, ἐκεῖνο τὸ σχῆμα αὐτοὶ φυλάττοντες καὶ συντόμως ἐντεῦθεν ἀνακαλούμενοι τὰς συμβαι‐ | |
5 | νούσας αὐτοῖς μερικὰς τροπὰς ἐν ταῖς μάχαις. | |
2.1.7 | οὐδὲ γὰρ ἐπὶ μιᾶς μόνης πα‐ ρατάξεως ἐκτάσσονται, ὡς Ῥωμαῖοι καὶ Πέρσαι, ἐν μιᾷ ῥοπῇ τὴν κρίσιν τοσού‐ των μυριάδων καβαλλαρίων φέροντες, ἀλλὰ δευτέραν, ἔστιν ὅτε καὶ τρίτην, κατ’ οὐρὰν διῃρημένως τὰς τάξεις ποιοῦσιν, ὅταν μάλιστα ἐν πλήθει τυγχάνουσιν καὶ | |
5 | πρὸς διαφόρους ἐπελεύσεις εὐκόλως ἐγχειροῦσιν. | |
2.1.8 | Τὸ γὰρ ἐπὶ μιᾶς τάξεως τὸν πάντα στρατὸν γίνεσθαι, καὶ κατ’ ἐξαίρετον κοντάτους, λογιζόμεθα πολλὰ ἐναντία ἐπακολουθεῖν. Συμβαίνει γὰρ πλήθους στρατοῦ ὄντος καὶ τούτου ἐπὶ πολὺ διάστημα ἐξ ἀνάγκης ἐκτεινομένου καὶ ἀνωμάλων τόπων ὑποπιπτόντων, | |
5 | ἄνισον καὶ ἀπειθῆ εὑρίσκεσθαι ὡς μακρὰν τὴν τάξιν, καὶ ἀσύμφωνα τὰ μέρη αὐτῆς γίνεσθαι, καὶ ἐντεῦθεν εὐδιάλυτον πρὸ τῆς συμβολῆς ταύτην καθίστα‐ σθαι. | |
2.1.9 | Εἶτα ὑπερκεράσεως καὶ ἐξελεύσεως αἰφνιδίως ὑπ’ ἐχθρῶν ὡς εἰκὸς ἐπιγενομένης αὕτη διὰ τοῦ νώτου ἢ τῶν πλαγίων ἀποροῦσα βοηθείας καὶ μηδε‐ νὸς ὄντος τοῦ δηφενδεύοντος αὐτὴν ἢ ἐπιβοηθεῖν δυναμένου, ἀνάγκη αὐτὴν πρὸς | |
φυγὴν τελείαν χωρεῖν. | 73 | |
2.1.10 | Πρὸς τούτοις καὶ ἐν αὐταῖς ταῖς συμβολαῖς, οὐδενὸς κατὰ λόγον ἐποπτεύοντος τὴν πᾶσαν μάχην, ὡς ἐπὶ πολὺ ἐκτεινομένης τῆς παρατάξεως, ἐγγίνεταί τισι τῶν βάνδων ἀφανῶς λειποτακτεῖν καὶ γίνεσθαι πρόφασιν ἀναχω‐ ρήσεως τοῖς λοιποῖς πᾶσι· τρεπομένων δὲ αὐτῶν οὐδεμία ὑποστροφὴ ἢ ἀνα‐ | |
5 | κοπὴ τῆς φυγῆς γίνεται, οὐδενὸς φαινομένου τοῦ ἀνακαλέσασθαι αὐτοὺς ὀφεί‐ λοντος, πάντων, ὡς εἴρηται, ἐν τροπῇ γινομένων. | |
2.1.11 | ὅτε δὲ δόξουσι καὶ ἐπι‐ τυχῶς πράττειν οἱ ἐν μιᾷ παρατάξει τασσόμενοι καὶ ὠθεῖν ἐν τῇ μάχῃ τοὺς ἐναν‐ τίους, διαλυομένης πάντως τῆς τάξεως ἐν τῇ συμβολῇ καὶ ἀτάκτως τὴν δίωξιν τῶν ἐν αὐτῇ ποιουμένων, εἰ συμβῇ, ὡς ἔστιν ἔθος τοῖς Σκύθαις, φεύγοντας | |
5 | ἀντιστραφῆναι κατὰ τῶν ἐπιτιθεμένων αὐτοῖς ἢ ἄλλην ἄφνω δύναμιν ἐξ ἐνέδρας ἐπιφανῆναι, ἀνάγκη πᾶσα εἰς φυγὴν τοὺς διώκοντας χωρεῖν, μηδενὸς ὄντος, ὡς εἴρηται, τοῦ ἀποσοβοῦντος τοὺς ἐπερχομένους ἀπροσδοκήτως. | |
2.1.12 | Δοκεῖ δὲ ἕν τι ἔχειν προτέρημα τὸ πάντας ἐν μιᾷ παρατάξει τάσσεσθαι, ὅπερ καὶ αὐτὸ μέχρι θεωρίας καὶ μόνης ἔχει τὸ κέρδος, τουτέστι τὸ τοῖς ἐχθροῖς τελείαν καὶ κομψὴν τὴν τοιαύτην τάξιν φαίνεσθαι μήκοθεν καὶ ἐπιτηδείαν μὲν τοῖς ἁρμο‐ | |
5 | δίως κεχρημένοις πρὸς ὑπερκέρασιν. | |
2.1.13 | ἅτινα δυνατὸν μεθοδεύεσθαι εὐ‐ κόλως διὰ τῶν λεχθησομένων τρόπων. εἰς δὲ τὸ διπλᾶς τὰς τάξεις γίνεσθαι κατὰ τὴν δηλωθησομένην καταγραφὴν καὶ ὑποβοήθειαν εἶναι κατὰ τὸν ἀνθρώπινον λογισμὸν πολλὰ τὰ ἐξαίρετα καὶ ἀναγκαῖα νομιζόμενον συντρέχειν· πρῶτον | |
5 | μέν, ὅτι οἱ τῆς πρώτης τάξεως προθυμοτέρως μάχονται, ὡς τοῦ νώτου αὐτῶν ὑπὸ τῆς δευτέρας τάξεως φυλαττομένου, ὁμοίως δὲ καὶ τῶν ἄκρων αὐτῆς διὰ τῶν πλαγιοφυλάκων, εἶτα δὲ καὶ ὡς πολλῶν, τουτέστι τῶν τῆς δευτέρας τάξεως, ὄπι‐ θεν ἐκτεταγμένων καὶ ἐποπτευόντων τοὺς ὡς εἰκὸς λειποτακτοῦντας μὴ τρέπε‐ σθαι τινὰ τῶν τῆς πρώτης τάξεως, ὡς ἔτυχεν· ὅπερ μεγάλην ῥοπὴν ὠφελείας συν‐ | |
10 | εισάγει τῷ πράγματι. | |
2.1.14 | Ἐν καιρῷ δὲ ὡς εἰκὸς τροπῆς ἤτοι ὠθήσεως, συμβαι‐ νούσης τῇ πρώτῃ τάξει, ἔχειν τὴν δευτέραν τάξιν εἰς ἀντίληψιν καὶ καταφυγήν, δι’ ἧς πάλιν δυνατὸν ἀνακαλεῖσθαι αὐτοὺς καὶ κατὰ τῶν ἐπιτιθεμένων ἀντι‐ στρέφεσθαι, καὶ ἐν ταῖς διώξεσί τε, ταῖς κατὰ τῶν ἐχθρῶν, ἀσφαλῶς τὴν ἐπέλευ‐ | |
5 | σιν ποιεῖσθαι. | |
2.1.15 | Εἰ γὰρ καὶ ἀντιστροφὴ ἐκ τῶν φευγόντων ἢ ἑτέρα ἐπέλευσις ἄφνω γένηται, ἔστιν ἡ δευτέρα ἀντέχουσα καὶ συνάγουσα καὶ φυλάττουσα αὐ‐ τούς. | |
2.1.16 | Πρὸς τούτοις, εἰ συμβῇ τελείαν τροπὴν ὑπομεῖναι τὴν πρώτην τά‐ | |
ξιν, ὡς μηδὲ δύνασθαι ἀντιστραφῆναι κατὰ τῶν ἐπιτιθεμένων αὐτῇ, ἡ δευτέρα συντεταγμένως εὑρισκομένη εὐκόλως καταγωνίζεται τὴν ἐναντίαν, κἂν εἰ τρέψῃ, ὡς εἴρηται, τὴν πρώτην. | 75 | |
2.1.17 | Πᾶσα γὰρ ἀνάγκη ἐκ τῆς συγκρούσεως τὴν τάξιν τῶν ἐναντίων ἀκατάστατον καὶ διαλελυμένην γίνεσθαι, ὡς πρὸς συντεταγμένην δύναμιν, τουτέστι τὴν δευτέραν. | |
2.1.18 | Καὶ τὸ πάντων ἀναγκαιότερον, ὅτι οὐ μό‐ νον πρὸς τὰς ἰσαρίθμους δυνάμεις ἐστὶν ἁρμοδία ἡ διπλῆ, ὡς εἴρηται, παράταξις, ἀλλὰ καὶ πρὸς τὰς ὑπερεχούσας αὐτήν, ὡς δηλοῖ καὶ ὁ λογισμὸς καὶ τὸ σχῆμα τῆς ὑποκειμένης καταγραφῆς. | |
2.1.19 | Ἵσως δέ τινας συμβαίνει λέγειν, ὅτι τῆς πρώτης τάξεως ἐκταρασσο‐ μένης ἤτοι τρεπομένης εὐχερῶς καὶ ἡ δευτέρα συνεπάγεται. Πρὸς οὓς λέγομεν, ὅτι, ἐὰν δύο τάξεων γινομένων, ὡς εἴρηται, ἐπισφαλὲς τὸ πρᾶγμα φαίνεται, μιᾶς γινομένης καὶ ταύτης τρεπομένης τί ἄν ἐστιν ἐντεῦθεν ἐλπίσαι; | |
2.1.20 | Εἰ δὲ πάλιν τὶς λέγει, ὅτι τῆς δυνάμεως ἤτοι τοῦ στρατοῦ μεριζομένου εἰς πρώτην καὶ δευτέ‐ ραν τάξιν ἀσθενεστέρα ἡ τάξις εὑρίσκεται, κατανοήσει, ὅτι, εἰ μὲν ἐμερίζετο ἡ δύναμις καὶ ἐχωρίζετο τῆς μάχης, καλῶς ἂν τοῦτο ἠπορεῖτο. ἀλλ’ οὐ τὴν δύναμιν | |
5 | ἐμερίσαμεν, τὸ σχῆμα δὲ μόνον ἠλλάξαμεν. Ὁ γὰρ ἐπ’ εὐθείας συνέβαινε πρὸ τούτου πᾶσαν τὴν δύναμιν ἐκτασσομένην μακρὰν καὶ λεπτὴν εὑρίσκεσθαι, ταύ‐ την ἐν διπλῇ τάξει ἐποιήσαμεν, οὐ τῆς μάχης χωρίσαντες, ἀλλὰ τὸ σχῆμα ἐναλλά‐ ξαντες καὶ πλέον αὐτὴν διὰ τῶν προλεχθέντων τρόπων ὀχυρώσαντες. | |
2.2t | Περὶ διανομῆς τῶν ἐν τῇ παρατάξει ταγμάτων. | |
2.2.1 | Διά τοι τοῦτο εἰς μοίρας καὶ μέρη ἤτοι τοὺς λεγομένους δρούγγου διαφόρους χρὴ τὸν πάντα καβαλλαρικὸν στρατὸν διανέμεσθαι, εἴτε πολύς ἐστιν, εἴτε καὶ σύμμετρος. | |
2.2.2 | Δῆλον γάρ, ὅτι λόγος ὀφείλει τῷ στρατηγῷ γίνεσθαι, ὡς ἐνδέχεται, ὅταν μάλιστα πρὸς τὰ τακτικὰ ἔθνη ἡ μάχη γίνεται, ἵνα κατὰ τὸ δυνατὸν μὴ πολὺ πρὸς πλείους αὐτοῦ τὸν πόλεμον φανερῶς ποιεῖται. | |
2.2.3 | Καὶ εἰ μὲν πεζικὸς σύνεστι στρατὸς, ὡς δηλοῦνται ἐν τῷ περὶ τούτου λόγῳ, οὕτως τὴν τάξιν ποιεῖσθαι. | |
2.2.4 | Εἰ δὲ μόνοι καβαλλάριοί εἰσι καὶ πρὸς καβαλλαρίους ἡ μάχη πρόκειται, εἰς τρεῖς καβαλλαρικὰς τάξεις ποιεῖν. καὶ τὴν μὲν πρώτην τάξιν, τὴν λεγομένην πρόμαχον, ἐν τρισὶν ἴσοις μέρεσι τάσσειν, ἀπὸ τριῶν μοιρῶν ἔχοντος ἑκάστου μέρους. καὶ ἐν μὲν τῷ μέσῳ μέρει τάσσεσθαι τὸν ὑποστράτηγον, | |
5 | ἐν δὲ τοῖς ἑκατέρωθεν αὐτοῦ τοὺς μεράρχας, μέσους τῶν ὑπ’ αὐτοὺς μοιραρχῶν. | 77 |
2.3t | Περὶ κουρσόρων καὶ δηφενσόρων. | |
2.3.1 | Ταῦτα δὲ τὰ μέρη ἀπὸ κουρσόρων καὶ δηφενσόρων συνίστασθαι, ὥστε τὸ μὲν τρίτον ποσὸν ἑκάστου μέρους τὸ ἑκατέρωθεν κούρσορας εἶναι, τοξότας μάλιστα, τὸ δὲ δίμοιρον τὸ ἐν μέσῳ αὐτοῦ δηφένσορας. | |
2.4t | Περὶ πλαγιοφυλάκων καὶ ὑπερκεραστῶν καὶ περὶ ἐνέδρων κατὰ νώτου ἤτοι τῶν πλαγίων τῆς τῶν ἐχθρῶν παρατάξεως. | |
2.4.1 | Παρατάξαι δὲ τῇ πρώτῃ ταύτῃ τάξει κατὰ μὲν τοῦ ἀριστεροῦ μέρους, καθ’ οὗ καὶ ὑπερκεράσεις καὶ κυκλώσεις ὑπὸ τῶν ἐναντίων εὐκόλως γίνονται, δύο ἢ τρία βάνδα εἰς πλαγιοφύλακας, ἰσομετώπους τοῦ αὐτοῦ μέρους, κατὰ δὲ τοῦ δεξιοῦ μέρους βάνδον ἓν ἢ δύο, τοὺς λεγομένους ὑπερκεραστάς, τοξότας, | |
5 | τὴν δὲ δευτέραν τάξιν, τὴν λεγομένην βοηθόν, ἔχουσαν μέχρι τὸ τρίτον ποσὸν τοῦ παντὸς στρατοῦ, εἰς τέσσαρα μέρη, κατὰ τὸ ὑποτεταγμένον σχῆμα, ἀπὸ ἑνὸς σαγιττοβόλου κατὰ πλευρὰν ἀλλήλων περιπατοῦντα. | |
2.4.2 | ταῦτα δὲ τὰ μέρη ἀμφί‐ στομα ποιεῖν, διὰ τὰς κατὰ τοῦ νώτου ἐπεξελεύσεις. | |
2.4.3 | Καὶ ἐν τοῖς ἄκροις δὲ αὐτοῖς μέρεσιν, ὄπιθεν ὡς ἀπὸ ἑνὸς σαγιττοβόλου, ἑκατέρωθεν ἀπὸ ἑνὸς βάνδου, ποιεῖν ἐν τάξει νωτοφυλάκων εἰς τρίτην τάξιν. | |
2.4.4 | Ἵνα δὲ τὰ ἐν τῷ μέσῳ εὔκαιρα τρία χωρία, τὰ μεταξὺ τῶν μερῶν, τῆς δευτέρας τάξεως ἡνωμένα ὦσι διὰ παντὸς, καὶ ἡ πᾶσα τάξις τῆς δευτέρας ὡς ἓν σῶμα φαίνηται καὶ μὴ δια‐ στρέφηται περιπατοῦσα, ἀναγκαῖον εἰς ταῦτα τὰ διαλείμματα ἀπὸ ἑνὸς | |
5 | βάνδου καταστῆσαι δι’ ὅλου τοῦ εὐκαίρου διαστήματος αὐτῶν, ἢ ἀπὸ δύο καβαλλαρίων τὸ βάθος ἔχοντα, ἢ τὸ καλῶς ἔχον ἀπὸ τεσσάρων, ἐν πλήθει μάλιστα τοῦ στρατοῦ, ἵνα, ὅταν καιρὸς γένηται τοῦ ὑποδέχεσθαι τὰ τρεπόμενα μέρη τῆς πρώτης τάξεως, ὑποστελλόμενα τὰ τρία ταῦτα βάνδα, τὰ ἐν τοῖς εὐκαίροις χωρίοις τασσόμενα, μέχρι τοῦ γενέσθαι ἄντικρυς τῶν νωτοφυλάκων | |
10 | τὰ ἀργοῦντα χωρία τῆς ὑποδοχῆς εὔκαιρα ποιοῦσιν. Καὶ ἅμα μὲν τοὺς τρεπομένους ὑποδέχονται, εὔκαιρα τὰ χωρία, ὡς εἴπομεν, ποιοῦντα, ἅμα δὲ ἀναστέλλουσι τοὺς θέλοντας περαιτέρω σκορπίζεσθαι, ἅμα δὲ καὶ ἐν τῇ τρίτῃ τάξει καθιστά‐ μενα μετὰ τῶν νωτοφυλάκων, τοὺς ὡς εἰκὸς κατὰ νῶτον ἐπιφαινομένους ἐχθροὺς | |
εἰς τὸ τὴν δευτέραν τάξιν διαταράξαι ἀπωθοῦσι καὶ ἀδιάλυτον αὐτὴν φυλάττουσιν. | 79 | |
2.4.5 | Εἰ μέντοι σύμμετρός ἐστιν ὁ στρατός, τουτέστιν ἀπὸ πέντε χιλιάδων ἕως δέκα ἢ δώδεκα, τὴν δευτέραν τάξιν μηκέτι ἀπὸ τεσσάρων μερῶν γίνεσθαι, ἀλλ’ ἀπὸ δύο, ὥστε ἓν χωρίον ἔχειν εὔκαιρον εἰς ὑποδοχὴν τῶν καταφευγόντων. | |
2.4.6 | Εἰ δὲ ἐπ’ ἔλαττον τῶν πέντε χιλιάδων ἐστὶν ὁ στρατός, δεῖ τὴν δευτέραν τάξιν εἰς ἓν καὶ μόνον μέρος γίνεσθαι. | |
2.4.7 | Πρὸς ἐπὶ τούτοις τρία ἢ τέσσα‐ ρα βάνδα, τοὺς λεγομένους ἐνέδρους, δέον ἑκατέρωθεν τῆς παρατάξεως ἀφορίζειν, κατὰ τὸν λεχθέντα περὶ τούτου τρόπον, τοὺς μὲν ὡς κωλύσοντας τὰς ἀπὸ τῶν ἐχθρῶν ἐγχειρουμένας ἐνέδρας κατὰ τῶν ἀριστερῶν ἡμῶν, | |
5 | τοὺς δὲ ποιήσοντας ἐνέδρας κατὰ τοῦ δεξιοῦ τῶν ἐχθρῶν, εἴγε οἱ τόποι εἰσὶν ἁρμόδιοι. | |
2.4.8 | Σημειωτέον δέ, ὅτι αἱ κατὰ τῶν πλαγίων καὶ τοῦ νώτου τῆς τῶν ἐχθρῶν παρατάξεως ἔφοδοι εὐκαίρως γινόμεναι μᾶλλον δραστικώτεραί εἰσι καὶ ἀναγκαῖαι ἤπερ αἱ δι’ ὄψεως μόνης συμβολαὶ καὶ ὠθήσεις. Εἴτε γὰρ ὀλιγώτεροί εἰσιν οἱ ἐναντίοι, ὡς ἄφνω ἐμπεριλαμβανόμενοι διὰ τῶν τοιούτων | |
5 | ἐφόδων, μείζονα βλάβην ὑφίστανται σῴζεσθαι τῶν τρεπομένων εὐκόλως οὐ δυ‐ ναμένων, εἴτε ἰσόμετροι εἶεν ἢ καὶ πλείους, ἐν ἀγῶνι μεγάλῳ καθίστανται, πλῆθος νομίζοντες εἶναι τοὺς τὴν ἔφοδον ποιούντας. | |
2.4.9 | Διὸ οὐ χρὴ μὲν ἐπιτηδεύειν ἀνάγκης χωρὶς ὀλίγους πρὸς πλῆθος τακτικὸν φανερῶς μάχεσθαι. Εἰ δὲ καὶ ἀνάγκη γένηται, μὴ πάντες δι’ ὄψεως ἐγχειρεῖν, κἂν πλείους εἰσὶν οἱ 〈ἡμέτεροι τοῦ〉 ἀντίς, ἀλλὰ καὶ διὰ τοῦ νώτου τῶν ἐχθρῶν ἢ διὰ τῶν πλαγίων ἐγχειρεῖν. | |
2.4.10 | Ἐπικίνδυνος γὰρ καὶ ἐπισφαλής ἐστιν ἀεὶ ἡ δι’ ὄψεως μόνον μάχη πρὸς οἱονδήποτε ἔθνος, εἰ καὶ ἔλασσον αὐτῇ πλῆθος συνίσταται. | |
2.4.11 | Διαιροῦνται τοίνυν πάντα τὰ καβαλλαρικὰ τάγματα εἰς πρώτην καὶ δευτέραν τάξιν, ἐν πλήθει μάλιστα στρατοῦ, κατὰ τὸν λεχθέντα τρόπον, εἰς δη‐ φενσόρας, εἰς κούρσορας, εἰς πλαγιοφύλακας, εἰς ὑπερκεσαστὰς, εἰς ἐνέδρους, εἰς βοηθούς, εἰς νωτοφύλακας. | |
2.5t | Περὶ βάθους. | |
2.5.1 | Περὶ δὲ τοῦ βάθους τῶν τάξεων ἤρκει μὲν ἑκάστῳ τάγματι κατὰ τὸ ἀρχαῖον σχῆμα, ὡς ἔγραψαν οἱ πολλοί, εἰς τέσσαρας τὸ βάθος γίνεσθαι, ὡς τοῦ πλείονος τοῦ μέτρου τούτου ἀνωφελοῦς καὶ ἀργοῦ τυγχάνοντος. Οὐδὲ γὰρ, ὡς | |
ἐπὶ τῆς πεζικῆς τάξεως, ἐκ τῶν ὄπιθεν διὰ τοῦ βάθους ὠθισμός τις γίνεσθαι δύνα‐ | 81 | |
5 | ται, ἵνα καὶ ἄκοντες οἱ πρωτοστάται τὴν ὁρμὴν ἐπὶ τὰ πρόσωπα ποιοῦνται, ὅτι μὴ πεφύκασιν οἱ ἵπποι μετὰ τῆς ὄψεως αὐτῶν συμφώνως, ὡς οἱ πεζοί, ὠθεῖν τοὺς ἔμπροσθεν. Οὔτε δὲ βοήθεια τις περιγίνεται τοῖς πρωτοστάταις, τουτέστι τοῖς εἰς μέτωπον τασσομένοις ἐκ τοῦ πλείονος βάθους, εἴτε κοντάτοι εἰσίν, εἴτε το‐ ξόται, | |
2.5.2 | ὡς τῶν μὲν κοντάτων μετὰ τὸν τέταρτον μὴ φθαζόντων ἐφικνεῖσθαι τῶν ἔμπροσθεν, τῶν δὲ τοξοτῶν εἰς ὕψος ἀναγκαζομένων τοξεύειν διὰ τοὺς ἔμπρο‐ σθεν αὐτῶν, καὶ ἐντεῦθεν ἀπράκτους κατὰ τῶν ἐχθρῶν ἐν ταῖς συμβολαῖς γίνεσθαι τὰς τούτων σαγίττας· καὶ ὁ ἀμφιβάλλων τούτοις πεισθῇ δι’ αὐτῆς τῆς πείρας. | |
5 | Ἤρκει γοῦν, ὡς εἴρηται, τὸ βάθος τῶν τεσσάρων καβαλλαρίων. | |
2.5.3 | Ἀλλ’, ἐπειδὴ συμβαίνει τοὺς γενναίους ὀλιγωτέρους κατὰ τάγμα εὑρί‐ σκεσθαι, τουτέστι τοὺς πρωτοστάτας, τοὺς καὶ χεῖρας μιγνύειν ὀφείλοντας, διὰ τοῦτο χρὴ πρὸς τὴν τῶν ταγμάτων ποιότητα τὰ βάθη ὁρίζειν, οἷον· | |
2.5.4 | εἰς τὰ φοιδερατικά, τὰ καὶ μέσον ἐν τῇ προμάχων τάξει τασσόμενα, ἀπὸ ἑπτὰ ποιεῖν καὶ ἑνὸς παιδός, ἐὰν εὑρίσκωνται ἐν δυνάμει ἐν αὐτοῖς, οὕτως καὶ τῶν δεκαρχιῶν εἶναι ὀφειλουσῶν. Ἀριστερὰ αὐτῶν τὰ τῶν βιξελλατιόνων ἀριθμῶν, ἀπὸ ἑπτὰ | |
5 | ἀνδρῶν ἑκάστην δεκαρχίαν, ἐν δεξιᾷ τὰ τῶν Ἰλλυρικιανῶν, ἀπὸ ἀνδρῶν ὀκτώ, οὕτως καὶ τῶν δεκαρχιῶν ὀφειλουσῶν ἔχειν. Τὰ δὲ λοιπὰ τάγματα τὰ ὑποδεέστερα ἀπὸ ὀκτὼ ἢ δέκα ἀνδρῶν γίνεσθαι, πρὸς τὰς δεκαρχίας τασσόμενα. | |
2.5.5 | Εἰ μέντοι συμβῇ ἐκ τῶν ὑποδεεστέρων τούτων ταγμάτων ἐν πρώτῃ τάξει τάσσεσθαι, ἢ ἀπὸ ὀκτὼ ἢ ἀπὸ δέκα ποιεῖν, ὡς ἀσθενέστερα. Τὰ μὲν τῶν ὀπτιμάτων τάγματα, ὡς ἐν δευτέρᾳ τάξει τασσόμενα καὶ ἐν ἐπιλογῇ ὄντα, ἀπὸ πέντε μὲν στρατιωτῶν, | |
5 | δύο δὲ ἀρμάτων ποιεῖν, ἑπτὰ ἄνδρας τῆς δεκαρχίας ὀφειλούσης ἔχειν· ταῦτα δὲ ἐν τῇ πρώτῃ τάξει, εἰ συμβῇ τάσσεσθαι, ὡς εἴπομεν, ἀεὶ τὸ βάθος οὕτως ἔχειν· τοὺς δὲ ἐθνικούς, ἐὰν καθ’ ἑαυτούς εἰσιν, ὡς ἔθος ἔχουσιν, οὕτως δεῖ τάσσειν· οὗτοι δὲ ἐπιτηδείως εἴς τε κούρσορας καὶ ἐνέδρους καθίστανται. | |
2.5.6 | Οὐδὲ οὖν τῶν ὀκτὼ ἢ τὸ πολὺ δέκα ἀνδρῶν πλεῖον χρὴ εἰς βάθος ποιεῖν, ὡς δή ποτε, ἂν ἀσθενῆ ὦσι τὰ τάγματα, οὐδὲ τῶν πέντε ἧττον, ὡς ἄν εἰσιν ἐπίλεκτα, ὥστε διὰ τοῦ ῥηθέντος τρόπου καὶ τῆς τοιαύτης ἀναλογίας ἀρκούντως καὶ τὰ βάθη γίνεσθαι | |
5 | καὶ μηδὲ τὸ μῆκος τῆς πρώτης παρατάξεως ἤτοι τὸν ἀριθμὸν τῶν πρωτοστατούν‐ των ἐλαττοῦσθαι πολύ. | |
2.5.7 | Ὁ γὰρ μέχρι τοῦ παρόντος ἀδιακρίτως ἐγένετο ἀπὸ δέκα πάντων τῶν ταγμάτων ἴσως τασσομένων, ὥστε καὶ ἐν ταῖς ἀρμαστατιῶσιν | |
εὐχερῶς καὶ συντόμως ἀπὸ κατασκόπων ἀριθμεῖσθαι διὰ τῶν πρωτοστατῶν ὅλον τὸν στρατόν, ὡς νομίμου ὄντος τοῦ βάθους, ταύτης ἄρτι τῆς ἀναλογίας | 83 | |
5 | φυλαττομένης. Ἐκ τοῦ περιποιουμένου ποιοῦ ἡ δευτέρα καθίσταται τάξις. | |
2.5.8 | Δῆλον δέ ἐστιν, ὅτι, καθὼς εἴρηται, τοῖς μὲν ὀπτιμάτοις τάγμασιν οἱ ἀρμάτοι συντάσσονται, τοῖς δὲ φοιδεράτοις οἱ ἐν δυνάμει εὑρισκόμενοι εἰς αὐτοὺς παῖδες. | |
2.6t | Περὶ κοντουβερνίων. | |
2.6.1 | Τὰ κοντουβέρνια ἀπὸ παλαιῶν καὶ νέων γίνεσθαι ἀναλόγως, ἵνα μηδὲ οἱ παλαιοὶ καθ’ ἑαυτοὺς τασσόμενοι ἀσθενεῖς ὦσιν, μηδὲ οἱ νεώτεροι ἄτακτοι εὑρε‐ θῶσιν, ὡς ἄπειροι. | |
2.7t | Περὶ ὁπλίσεως. | |
2.7.1 | Περὶ δὲ τῆς τῶν ὅπλων διαφορᾶς δεῖ τὸν μὲν πρωτοστάτην τῆς πρώτης τάξεως καὶ τὸν μετ’ αὐτόν, τουτέστι τὸν δεύτερον καὶ τὸν οὐραγὸν κοντάτους εἶναι, τοὺς δὲ λοιποὺς πάντας, τοὺς ἐν μέσῳ τασσομένους, ὅσοι τοξεύειν οἴδασιν, ἀρκάτους σκουταρίων χωρίς· οὐδὲ γὰρ δυνατόν ἐστιν δεόντως τρακτεύειν τινὰ | |
5 | τόξον ἐπάνω ἵππου ἐν τῇ ἀριστερᾷ σκουταρίου κατεχομένου καὶ τόξου. | |
2.8t | Περὶ δηποτάτων. | |
2.8.1 | Πρὸς τούτοις δεῖ ἀφορίσαι τῇ προμάχων μάλιστα τάξει τοὺς λεγομένους δηποτάτους ἐκ τῶν ὑποδεεστέρων στρατιωτῶν ὀκτὼ ἢ δέκα ἄνδρας καθ’ ἕκαστον βάνδον ἐκ τοῦ αὐτοῦ τάγματος, ἐξπλήκτους, κούφους τε καὶ εὐσταλεῖς, ἄνευ ὅπλων, ὀφείλοντας ὄπιθεν ὡς ἀπὸ ἑκατὸν ποδῶν τοῖς ἰδίοις τάγμασιν ἀκολου‐ | |
5 | θεῖν καὶ τοὺς ὡς εἰκὸς ἐν ταῖς συμπλοκαῖς τραυματιζομένους ἐπικινδύνως ἢ ἐκπί‐ πτοντας τῶν ἵππων καὶ ἀπομάχους γινομένους ἀναλέγεσθαι καὶ περιποιεῖσθαι, ἵνα μὴ καταπατοῦνται αὐτοὺς οἱ ὑπὸ τῆς δευτέρας τάξεως ἢ καὶ ἐξ ὀλιγωρίας τῶν τραυμάτων διαφθείρωνται· καὶ λαμβάνειν ὑπὲρ μισθοῦ ἀπὸ τοῦ σακελλίου καθ’ ἕκαστον πρόσωπον διασῳζόμενον παρ’ αὐτοῦ νόμισμα ἕν. | |
2.8.2 | Εἶτα δὲ μετὰ τὸ τὴν δευτέραν τάξιν παρελθεῖν καὶ τραπῆναι τοὺς ἐχθροὺς τὰ σκύλα τῶν εὑ‐ ρισκομένων ἐν τῷ τόπῳ τῆς πρώτης συμβολῆς αὐτοὺς συνάγειν καὶ τοῖς δεκάρχαις ἤτοι πρωτοστάταις τοῦ ἰδίου τάγματος διδόναι, εἰς παραψυχὴν μοῖράν τινα καὶ | |
5 | αὐτοὺς ὑπὲρ τούτου παρὰ δεκαρχῶν λαμβάνοντας. Τοῦτο γὰρ τοῖς πρωτοστάταις ἐν ταῖς μάχαις πριβιλέγιον δίκαιον καὶ ἁρμόδιον ἐν ταῖς ἐπιτυχίαις ἔχειν νομί‐ ζομεν, καθὸ πλέον τῶν λοιπῶν τῆς ἀνάγκης μετέχουσιν ἐν τῇ πρώτῃ συμβολῇ, εἶτα δὲ ἐντεῦθεν μήτε γίνεσθαι καιρόν τινας διὰ τὸ σκυλεῦσαι ἐκ τῶν ἵππων κατ‐ έρχεσθαι καὶ τὴν τάξιν διαλύειν. | 85 |
2.8.3 | Ἴνα δὲ εὔκολοι αἱ ἀναβάσεις ἐπὶ τῶν ἵππων τῶν τε δηποτάτων γίνωνται καὶ τῶν τραυματιζομένων ἤτοι ἐκπιπτόντων, δεῖ τὰς σκάλας τῶν δηποτάτων κατὰ τοῦ ἀριστεροῦ μέρους τῆς σέλλας ποιεῖν, τουτέστι τὴν μίαν πρὸς τῇ κούρβᾳ, ὡς ἔθος ἐστί, καὶ τὴν ἄλλην πρὸς τῇ ὀπισθοκούρβᾳ, ἵνα τῶν δύο ἐπὶ τὸν ἵππον | |
5 | βουλομένων ἀνέρχεσθαι, τουτέστιν αὐτοῦ τε καὶ τοῦ ἀπομάχου, ὁ μὲν διὰ τῆς πρὸς τῇ κούρβᾳ σκάλας ἀνέρχεται, ὁ δὲ διὰ τῆς πρὸς τῇ ὀπισθοκούρβᾳ. Οἷς καὶ ἀναγκαῖόν ἐστιν ἐν φλασκίοις ὕδωρ ἐπιφέρεσθαι διὰ τὸ ὡς εἰκὸς λειποθυμεῖν τοὺς τραυματίας. | |
2.9t | Περὶ φλαμούλων. | |
2.9.1 | Φλάμουλα δὲ ἐν καιρῷ μάχης τὰ κοντάρια ἔχειν οὐ συμβουλεύομεν· ὅσον γὰρ εἰς ἀρμαστατιῶνα καὶ πολιορκίαν ἤτοι ἐπίδειξιν καὶ κόμπον ἀναγκαῖα εἰσι, τοσοῦτον ἐν ταῖς μάχαις ἀχρεῖα. Εἴτε γὰρ ῥῖψαι, εἴτε λαγκεῦσαι γένηται καιρός, οὐ συγχωρεῖ τὸ φλάμουλον εὐστόχως 〈εἰς ὀρθὸν〉 ἢ εἰς μῆκος ῥίπτεσθαι | |
5 | 〈τὸ κοντάριον〉· εἴτε τοξείας γένηται καιρός, παρεμποδίζει τοῖς ὄπιθεν τοξεύουσιν. Εἶτα δὲ καὶ τὰς ἐξελασίας καὶ ὑποχωρήσεις τε καὶ ἀντιστροφὰς ἐμποδισμὸν οὐκ ὀλίγον ποιοῦσι, καὶ διὰ τοῦτο ἐν ταῖς μάχαις χρηματίζειν τοῦτα οὐ δέον. | |
2.9.2 | Δυνατὸν δέ ἐστιν, ἵνα καὶ ὁ κόμπος μήκοθεν φυλάττεται τῆς παρατάξεως καὶ τὸ χρήσιμον, ὥστε ταῦτα μὲν βάλλειν, μέχρις οὗ οἱ ἐχθροὶ ἀπὸ μιλίου ἑνὸς φθά‐ σωσι, τότε δὲ συστέλλειν αὐτὰ καὶ ἐν τοῖς θηκαρίοις αὐτῶν ἀποτίθεσθαι. | |
2.10t | Περὶ κατασκόπων ἢ σκουλκατόρων. | |
1 | Πρὸς τούτοις δεῖ εἶναι ἐπὶ μὲν τοῖς ὀπτιμάτοις καὶ φοιδεράτοις καθ’ ἕκαστον τάγμα, ἐπὶ δὲ τοῖς ἄλλοις, τοῖς ὑποδεεστέροις, καθ’ ἕκαστον μέρος κατασκόπους | |
ἤτοι σκουλκάτορας, δύο μὲν κατὰ τάγμα, ὀκτὼ δὲ καὶ δώδεκα κατὰ μέρος, νηφα‐ λίους, ἀγρύπνους, γοργούς τε καὶ εὐειδεῖς, οἵτινες καὶ πρὸ τοῦ πολέμου ἐν | 87 | |
5 | τοῖς ἀπαντῶσι καὶ ἐν αὐτοῖς δὲ τοῖς ἰδίοις μέρεσι, καθ’ οὓς ἂν τάσσονται τόπους, ἐκ διαστημάτων σκουλκεύειν ὤφελον μέχρι τῆς τελείας τοῦ πολέμου ἐκβάσεως, ἵνα μὴ ἔφοδος ἐξ ἐνέδρας ἢ δόλος αὐτοῖς ὑπὸ ἐχθρῶν γένηται. | |
2.11t | Περὶ μηνσόρων καὶ ἀντικεσσόρων. | |
1 | Πρὸς τούτοις δεῖ καὶ τοὺς μήνσορας τοιούτους εἶναι, τοὺς ὀφείλοντας μετὰ τῶν ἀντικεσσόρων προλαμβάνειν καὶ τὰ ἄπληκτα μετρεῖν. Πρὸς τούτοις δεῖ ἀφορίζειν καὶ ἀντικέσσορας ἤτοι πραιπαράτορας τοσούτους, τοὺς ὀφείλοντας προλαμβάνειν καὶ τὰς ὁδοὺς προγινώσκειν καὶ ἐπὶ τὰ ἄπληκτα ὁδηγεῖν τὸν στρατόν. | |
2.12t | Περὶ διαστημάτων μερῶν τε καὶ παρατάξεων. | |
2.12.1 | Τῆς δὲ τοιαύτης τάξεως γενομένης, ὡς δηλοῖ καὶ αὐτὴ ἡ καταγραφή, δεῖ τὰ μὲν τῆς πρώτης τάξεως μέρη πλησίον ἀλλήλων περιπατεῖν, ὥστε μὴ εἶναι πολὺ διάστημα ἤτοι διάλειμμα τὸ μεταξὺ αὐτῶν ἀπὸ μέρους εἰς μέρος, ἀλλ’ ὅσον μὴ συντρίβεσθαι ἐν τῷ περιπατεῖν καὶ διακεκριμένα φαίνεσθαι. | |
2.12.2 | Τοὺς δὲ πλαγιοφύλακας, μέχρι μὲν τοῦ ἐγγίζειν τοὺς ἐχθροὺς ἐγγύς, τότε δὲ ὡς ἀπὸ ἑνὸς σαγιττόβολου τοῦ ἀριστεροῦ μέρους, ἐὰν μάλιστα ὑπερέχῃ ἡ τῶν ἐναντίων τάξις, παρεκβαίνειν, καὶ μὴ πλέον. ὁμοίως δὲ καὶ τοὺς ὑπερκεραστὰς κατὰ τοῦ δεξιοῦ, | |
5 | ὡς ἡ χρεία ἀπαιτήσει. | |
2.12.3 | Τὰ δὲ μέρη τῆς δευτέρας τάξεως κατὰ μὲν πλευρὰν ἀλλήλων ἀπὸ ἑνὸς σαγιττοβόλου, κατ’ οὐρὰν δὲ τῆς πρώτης, μέχρι μὲν οἱ πολέ‐ μιοι ἀφεστήκασιν, ἀπὸ ἑνὸς ἢ καὶ πλεῖον μιλίου πρὸς τὴν τοῦ τόπου θέσιν, ἵνα, ὅσον δυνατόν ἐστιν, ἀφανῶς ἐπακολουθεῖν εἰς τὸ μὴ περιορᾶσθαι μήκοθεν | |
5 | ταύτην τοῖς πολεμίοις καὶ μεθοδεύεσθαι ὑπ’ αὐτῶν. ὅταν δὲ οἱ ἐχθροὶ ἐγγίσωσι καὶ λοιπὸν φαινομένης τῆς δευτέρας οὐ φθάσουσιν ἁρμόσασθαι, τότε ἐπιφαί‐ νεσθαι καὶ ἕως τεσσάρων σαγιττοβόλων ἐγγίζειν τῇ πρώτῃ καὶ κανονίζειν αὐτήν. οὐδὲ γὰρ μήκοθεν πολὺ θέλει εἶναι τῆς πρώτης ἐν καιρῷ τῆς συμβολῆς, ἵνα μὴ ἀβοήθητον αὐτὴν ποιήσῃ, οὐδὲ πολὺ ἐγγύς, ἵνα μὴ συμφύρηται τῇ πρώτῃ | |
10 | ἐν ταῖς συμβολαῖς, κονιορτοῦ μάλιστα κινουμένου, καὶ πρὸ τοῦ διαλυθῆναι τοὺς πολεμίους κατὰ τῆς διώξεως τῆς πρώτης εὑρηθῇ καὶ ἡ δευτέρα συμβαλοῦσα | |
ἔτι ἐν τῇ ταραχῇ εὑρισκομένης τῆς πρώτης τάξεως καὶ μὴ συνελθεῖν αὐτῇ δυ‐ ναμένης. | 89 | |
2.12.4 | Τὰ δὲ τάγματα ὄπιθεν τῶν ἄκρων τῆς δευτέρας ἑκατέρωθεν τασ‐ σόμενα δεῖ ὡς ἀπὸ ἑνὸς σαγιττοβόλου αὐτῶν εἰς νωτοφυλακὴν ταῦτα ποιεῖν καὶ οὕτως ἀκολουθεῖν. | |
2.13t | Περὶ μέτρου καὶ διαφορᾶς βάνδων. | |
2.13.1 | Περὶ δὲ τῶν βάνδων ἤτοι τῶν σημείων αὐτῶν χρὴ ἐν ἑκάστῳ μέρει τὰ μὲν τῶν ταγμάτων μικρότερα εἶναι καὶ εὐμετακόμιστα· οὐκ οἴδαμεν γὰρ διὰ ποίαν αἰτίαν ἐφεύρηται τέλεια καὶ δυσμετακόμιστα. ἐν μόνοις δὲ τοῖς φλαμούλοις αὐ‐ τῶν ἔχειν τὸ διάλλαττον. τὰ δὲ τῶν μοιραρχῶν τελειότερα καὶ ἐξηλλαγμένα, | |
5 | ὁμοίως δὲ καὶ τὰ τῶν μεραρχῶν πρὸς τὰ τῶν ὑπ’ αὐτοὺς μοιραρχῶν ἐνηλλαγμέ‐ να. Δεῖ δὲ καὶ τὸ τοῦ ὑποστρατήγου βάνδον διαφορὰν πατὰ 〈τὰ〉 τῶν μεραρχῶν ἔχειν, ὥσπερ οὖν καὶ τὸ τοῦ στρατηγοῦ ἐπηλλαγμένον καὶ διαφανὲς παρὰ τὰ ἄλλα πάντα καὶ πᾶσιν εὔγνωστον, ἐφ’ ᾧ ἐν δευτέρᾳ τύχῃ πρὸς αὐτὸ βλέποντας εὐκόλως, ὡς ἐλέχθη, συνάγεσθαι καὶ ἑαυτοὺς ἀνακαλεῖσθαι. | |
2.14t | Περὶ φυλακῆς βάνδων. | |
2.14.1 | Πάντων δὲ τῶν βάνδων ἰσομετώπων ἐν τάξει ἱσταμένων, ὡς δηλοῖ ἡ κατα‐ γραφή, δέον ἐκ τῶν περὶ αὐτὰ τασσομένων τοὺς γενναιοτέρους, κἂν δεκαπέντε ἢ καὶ εἴκοσι ἄνδρας, ἀφορίσαι ἐπὶ τῇ ἑκάστου αὐτῶν φυλακῇ καὶ δηφενσιῶνι. | |
2.15t | Περὶ στάσεως ἀρχόντων. | |
2.15.1 | Ἀσφαλῶς δὲ χρὴ καὶ τοὺς ἄρχοντας 〈τοὺς μείζονασ〉 τάσσεσθαι εἰς τὸ μὴ προπετευομένους ἐν ταῖς μάχαις διαπίπτειν καὶ ἐντεῦθεν ὀλιγωρίαν τοῖς στρατιώταις ἐγγίνεσθαι. Ἐκ μὲν γὰρ τῶν μικροτέρων ἀρχόντων, εἰ συμβῇ παρα‐ πεσεῖν τινα, οὐδενὶ εὐκόλως γινώσκεται, εἰ μὴ τοῖς τοῦ ἰδίου τάγματος· εἰ δέ τις τῶν | |
5 | ἐμφανῶν διαπέσῃ, ἢ τοῖς πᾶσιν ἢ τοῖς πολλοῖς δηλούμενος ὁ θάνατος αὐτοῦ ὀλι‐ γωρίαν τῷ ὅλῳ στρατῷ εἰσάγει. | |
2.15.2 | Διὸ χρὴ τόν τε ὑποστράτηγον καὶ τοὺς με‐ ράρχας μέχρι μὲν ἀπὸ ἑνὸς ἢ δύο σαγιττοβόλων τῆς τῶν ἐχθρῶν παρατάξεως ἰσομετώπους τάσσεσθαι μετὰ τῶν βάνδων καὶ ἐπιβλέπειν καὶ ἁρμόζειν τὴν τάξιν. | |
Ὅταν δὲ μέλλῃ συμβολὴ γίνεσθαι, ἐκ τῶν ἰδικῶν αὐτῶν ἀνθρώπων τοὺς γεν‐ | 91 | |
5 | ναιοτέρους εἰς 〈τὸ〉 πλάγιον αὐτῶν τασσομένους προέρχεσθαι εἰς ὄψιν αὐτῶν καὶ σκέπειν αὐτοὺς κἀκείνους μᾶλλον χεῖρας μιγνύειν. | |
2.15.3 | Τὸν μέντοι στρατηγόν, μέχρι μὲν ὁ καιρὸς τῆς συμβολῆς γίνεται, τάσσειν καὶ ἐπιβλέπειν καὶ ἁρμόζεσθαι τῇ τῶν ἐχθρῶν κινήσει, τότε δὲ ἐν τῷ ἰδικῷ αὐτοῦ ἔρχεσθαι τάγματι, ὅπερ οὐ πρὸς μάχην, ἀλλὰ πρὸς σκοπόν τινα καὶ κανόνα τῆς πρώτης καὶ δευτέρας | |
5 | τάξεως τέτακται, τουτέστιν ἐν τῷ μέσῳ χωρίῳ τῆς δευτέρας τάξεως. | |
2.16t | Περὶ βουκίνων. | |
2.16.1 | Βούκινα δὲ πολλὰ λαλεῖν ἤτοι κινεῖν ἐν καιρῷ μάχης οὐ συμβουλεύομεν, ἵνα μὴ ἐντεῦθεν θόρυβός τις καὶ σύγχυσις γένηται καὶ μηδὲ τὰ παραγγελλόμενα ἐξακούεσθαι δεόντως δύναται. ἀλλ’ εἰ μὲν ὁ τόπος ὁμαλὸς εὑρεθῇ ἀρκεῖ τὸ βούκινον τὸ τοῦ μέσου μέρους ἐν ἑκάστῃ παρατάξει· εἰ δὲ ἀνώμαλός ἐστιν ἢ | |
5 | ἄνεμος ὡς εἰκὸς ταραχώδης κινούμενος ἢ ἦχος ὕδατος παρεμποδίζει τῇ φωνῇ τοῦ καθαρῶς διακούεσθαι, οὐκ ἄτοπον τότε καὶ ἐν τοῖς λοιποῖς μέρεσιν ἓν βού‐ κινον ἐν ἑκάστῳ 〈μέρει〉 λαλεῖν, ὥστε τρία λαλεῖν ἐν ὅλῃ τῇ παρατάξει. ὅσον γὰρ ἡσυχία φυλάττεται, τοσοῦτον καὶ οἱ νεώτεροι ἀτάραχοι καὶ τὰ ἄλογα 〈ἄπτυρ‐ τα〉 γίνονται καὶ ἡ τάξις φοβερωτέρα τοῖς ἐχθροῖς φαίνεται καὶ τὰ μανδάτα εὐ‐ | |
10 | κόλως γινώσκονται. Διὸ οὐδὲ τὴν οἱανοῦν φωνὴν ἀκαίρως δεῖ ἀφίεσθαι μετὰ τὸ κινῆσαι τὴν παράταξιν ἐπὶ πόλεμον. | |
2.17t | Περὶ τῆς φωνῆς τῆς ἐν τῇ συμβολῇ λεγομένης ποτέ. | |
2.17.1 | Περὶ δὲ τῆς φωνῆς τῆς κατὰ συνήθειάν ποτε λεγομένης ἐν τῷ καιρῷ τῆς συμβολῆς, τουτέστι τὸ nobiscum, πάνυ ἡμῖν ἀσύμφορον καὶ ἐπιβλαβὲς φαί‐ νεται καὶ πρόφασιν γίνεσθαι διαλύσεως τῇ παρατάξει τὸ κατ’ ἐκείνην τὴν ὥραν ταύτην κράζεσθαι. συμβαίνει γὰρ δι’ αὐτῆς τοὺς μὲν δειλοτέρους τῶν στρατιω‐ | |
5 | τῶν εἰς μείζονα ἀγῶνα ἐμπίπτοντας ἐναπομένειν πρὸς τὴν ὁρμήν, τοὺς δὲ θρασυ‐ τέρους πρὸς ὀργὴν διεγειρομένους προπετεύεσθαι καὶ ἐξέρχεσθαι τῆς τάξεως. Ὁμοίως δέ ἐστι κατανοῆσαι καὶ ἐπὶ αὐτῶν τῶν ἵππων· διαφορὰ γὰρ καὶ ἐν αὐτοῖς ἐστιν. Ἐντεῦθεν οὖν ἄνισον καὶ ἀσύμφορον, μᾶλλον δὲ καὶ διαλελυμένην εὑρίσκε‐ σθαι συμβαίνει πρὸ τῆς συμβολῆς τὴν παράταξιν, ὅπερ ἐστὶν ἐπικίνδυνον. | |
2.17.2 | ἀλλὰ δεῖ τὴν μὲν εὐχὴν γίνεσθαι ἐν ἐκείνῃ μάλιστα τῇ τοῦ πολέμου ἡμέρᾳ ἐν | |
τῷ φοσσάτῳ, πρὶν ἤ τινα τῆς πόρτας ἐξελθεῖν, διά τε τῶν ἱερέων καὶ τοῦ στρα‐ τηγοῦ καὶ τῶν λοιπῶν ἀρχόντων τὸ «Κύριε, ἐλέησον» ἐπιμόνως πάντας λέγειν, | 93 | |
5 | εἶτα διὰ τὸ αἴσιον καὶ τὸ nobiscum Deus τρίτον ἕκαστον μέρος ἐξερχόμενον τοῦ φοσσάτου. | |
2.17.3 | ἅμα δὲ τῷ ἐξελθεῖν τοῦ φοσσάτου τὸν στρατὸν ἐπὶ τὴν μάχην παντοίαν ἡσυχίαν ἄγειν καὶ μὴ ἀκαίρως φθέγγεσθαι. Τοῦτο γὰρ καὶ τὸν στρατὸν πλέον ἀτάραχον φυλάττει καὶ τὰ τῶν ἀρχόντων μανδάτα εὐπαράδεκτα ποιεῖ. | |
2.17.4 | Τὸ γὰρ μέτρον τῆς συμβολῆς αὐτὸ τὸ πρᾶγμα δοκιμάζει καὶ ἡ σφίγξις ἡ δέ‐ ουσα καὶ ἡ τῶν ἐχθρῶν παρουσία. | |
2.17.5 | Καὶ ἄλλου σημείου χρεία, ὅταν μέντοι εἰς χεῖρας ἔλθῃ ὁ στρατός, τότε ἀλαλάζειν ἢ ὠρυᾶσθαι, καὶ μάλιστα τοὺς ὄπι‐ θεν τασσομένους πρὸς κατάπληξιν τῶν ἐχθρῶν καὶ διανάστασιν τῶν ἰδίων οὐκ ἄτοπόν ἐστιν. | |
2.18t | Περὶ καντατόρων. | |
2.18.1 | Ἐπιτήδειον δὲ ἡμῖν φαίνεται καὶ τὸ τῶν καντατόρων ἔργον, ὥστε πρὸ τῆς συμβολῆς τινα λέγειν αὐτοὺς προτρεπτικὰ καὶ ἀναμιμνήσκοντα τοὺς στρατιώτας προλαβουσῶν ἐπιτυχιῶν. Τούτων οὕτως εἰρημένων δεῖ τάξαι καὶ γυμνάσαι ἕκα‐ στον τάγμα. | |
2.19t | Περὶ διπλῶν βάνδων. | |
2.19.1 | Ἐπειδὴ δὲ κατανοοῦμεν τοὺς στοχασμοὺς τῆς ποσότητος τοῦ στρατοῦ ὑπὸ τῶν ἐναντίων διὰ τοῦ ἀριθμοῦ ὡς ἐπίπαν τῶν βάνδων γίνεσθαι, ἀναγκαῖον λογιζόμεθα δύο ὅμοια εἶναι βάνδα καθ’ ἕκαστον τάγμα· ἓν μὲν τὸ αὐθεντικόν, τὸ ὀφεῖλον ἐπ’ ὀνόματι εἶναι τοῦ κόμητος ἤτοι τριβούνου ἑκάστου τάγματος, | |
5 | ἕτερον δὲ τοῦ ἑκατοντάρχου, τοῦ λεγομένου ἰλάρχου, ἐφ’ ἃ ἐξ ἴσης μοίρας ἑκά‐ τερα τὰ βάνδα ἔχειν καὶ ἑκάτερα βαστάζεσθαι μέχρι τῆς ἡμέρας τοῦ πολέμου. Κατ’ αὐτὴν δὲ τὴν ἡμέραν τῆς συμβολῆς τὰ αὐθεντικὰ καὶ μονόβανδα ὑψοῦσθαι, ὥστε μὴ πολλῶν βάνδων ὀρθουμένων φύρσιν ἀπαντᾶν καὶ ἀνεπίγνωστα γίνεσθαι τοῖς ἰδίοις αὐτῶν. Ἐντεῦθεν γὰρ δυνατόν ἐστι καὶ πολὺν στρατὸν φαίνεσθαι ἐκ | |
10 | τοῦ ἀριθμοῦ τῶν βάνδων καῖ τῇ ἡμέρᾳ τοῦ πολέμου τὰ αὐθεντικά, ὡς εὐεπίγνω‐ στα, φαίνεσθαι. | |
2.19.2 | Χρὴ τὰ τάγματα τὰ πολὺ ὀλιγώτερα σώματα ἔχοντα μὴ συγχωρεῖν ἐν δημοσίᾳ παρατάξει βάνδα ἀνορθοῦν, ἀλλ’ ὑπὸ ἕτερα βάνδα κα‐ θιστᾶν αὐτά, ἵνα μή, ὡς μικρὰ ὄντα, ἀδυνάτως ἔχωσιν ἐκδικεῖν τὰ βάνδα αὐτῶν καὶ φύρσιν προσάγωσι τῷ μέρει, ὡς πολλῶν σημείων τασσομένων ἐν αὐτῷ. ἀλλ’, | |
5 | ὡς εἴρηται, κανονίσαι, ἵνα μηδὲ τῶν διακοσίων ἀνδρῶν ἔλαττον ἔχῃ ἕκαστον | |
βάνδον, μηδὲ τῶν τετρακοσίων πλέον. | 95 | |
3pint | ΛΟΓΟΣ Γʹ ΠΕΡΙ ΣΤΑΣΕΩΣ ΤΑΓΜΑΤΟΣ ΚΕΦΑΛΑΙΑ ΤΟΥ ΤΡΙΤΟΥ ΛΟΓΟΥ | |
3pin1 | Αʹ. Γνῶσις σημείων δηλούντων τὴν τοῦ τάγματος στάσιν. Βʹ. Στάσις τάγματος ὡς ἐν ὑποθέσει ἀνδρῶν τριακοσίων δέκα. Γʹ. Σχῆμα τοῦ αὐτοῦ τάγματος, ὅταν κατὰ πλευρὰν ἡ σφίγξις γίνηται. Δʹ. Σχῆμα τοῦ αὐτοῦ τάγματος, ὅταν κατὰ πλευρὰν καὶ οὐρὰν ἡ σφίγξις γί‐ | |
5 | νηται. Εʹ. Περὶ γυμνασίας τάγματος. Πῶς δεῖ γυμνάζειν αὐτό; ϛʹ. Στάσις μέρους. Γνῶσις σημείων δηλούντων τὴν στάσιν τοῦ μέρους καὶ τῶν ἐν αὐτῷ. Ζʹ. Γνῶσις σημείων δηλούντων τὴν στάσιν τῆς πρώτης καὶ δευτέρας τάξεως. | |
10 | Ηʹ. Πῶς δεῖ τάσσεσθαι τὴν πᾶσαν παράταξιν, ἐὰν ἀνάγκη γένηται καὶ τὸν τοῦλδον συντάσσεσθαι αὐτῇ; Θʹ. Μέρος ἕν. Ιʹ. Στάσις συμμέτρου στρατοῦ. ΙΑʹ. Περὶ μανδάτων καθολικῶν. | |
15 | ΙΒʹ. Περὶ μανδάτων τῶν τῆς πρώτης τάξεως διδομένων. ΙΓʹ. Περὶ μανδάτων τῶν τοῖς πλαγιοφύλαξι διδομένων. ΙΔʹ. Περὶ μανδάτων τῶν τοῖς ὑπερκερασταῖς διδομένων. ΙΕʹ. Περὶ μανδάτων τῶν τῇ δευτέρᾳ τάξει διδομένων. | |
Ιϛʹ. Περὶ μανδάτων διδομένων τοῖς εἰς ἐνέδραν ἀπερχομένοις. | 97 | |
3.1t | Περὶ στάσεως ταγμάτων. | |
3.1.1 | Γνῶσις σημείων δηλούντων τὴν τοῦ τάγματος στάσιν. ΤΡ τὸ βάνδον Χ ὁ τοῦ τάγματος ἄρχων Β ὁ βουκινάτωρ | |
5 | ΚΠ ὁ τὴν κάππαν βαστάζων ΡΧ ὁ ἑκατοντάρχης ἢ ἰλάρχης ΙΧ ὁ δεκάρχης, κοντὸν μετὰ σκούτου ΚΧ ὁ πεντάρχης, κοντὸν μετὰ σκούτου ΚΓ ὁ τρίτος τῆς ἀκίας, τοξότης δίχα σκούτου | |
10 | ΚΔ ὁ τέταρτος τῆς ἀκίας καὶ οὐραγός, τοξότης μετὰ σκούτου ΚΕ ὁ πέμπτος τῆς ἀκίας, τοξότης δίχα σκούτου Κ ὁ καβαλλάρις ἤτοι στρατιώτης, μετὰ σκούτου, εἰ οἶδεν ἕκαστος τρακτεύειν | |
3.2t | Στάσις τάγματος ὡς ἐν ὑποθέσει ἀνδρῶν τριακοσίων δέκα. | |
1 | Σχῆμα τάγματος, ὅταν ταξάμενον ἄρχηται τῆς ἐπὶ τὴν μάχην ὁδοῦ. Χρείαν γὰρ ἔχει ἀριστερᾶς περιπατεῖν, ἵνα μὴ στενοχωρούμενοι οἱ καβαλλάριοι ὑπ’ ἀλλήλων συντρίβωνται πρὸ τῆς μάχης, οὕτω μέντοι, ὥστε δύνασθαι ἕκαστον αὐτῶν ἀνεμποδίστως βουλόμενον τὸν ἑαυτοῦ περιστρέφειν ἵππον. Καὶ παραγγέλ‐ | |
5 | λειν· largiter ambla. Καὶ περιπατοῦντες ἀνετῶς κινοῦνται κατὰ τῶν ἐχθρῶν, ὡς | |
δηλοῖ ἡ καταγραφή. [Omitted graphic marker] | 99 | |
3.3t | Σχῆμα τοῦ αὐτοῦ τάγματος, ὅταν κατὰ πλευρὰν ἡ σφίγξις γένηται. | |
3.3.1 | Ὅταν ἐχθρῶν ἀφ’ ἑνὸς μιλίου φθασόντων δόξῃ κατὰ πλευρὰν τὴν σφίγξιν γίνεσθαι, παραγγέλλει· ad latus stringe! Καὶ σφιγγομένων τῶν ἐν αὐτοῖς καβαλ‐ λαρίων κατὰ πλευρὰν περιπατοῦσιν εἰς ἀπαντὴν τῶν ἐχθρῶν, ὡς δηλοῖ ἡ ὑποκει‐ μένη καταγραφή. | |
5 | [Omitted graphic marker] | 101 |
3.4t | Σχῆμα τοῦ αὐτοῦ τάγματος, ὅταν κατὰ πλευρὰν καὶ οὐρὰν ἡ σφίγξις γίνεται. | |
3.4.1 | Ὅταν ἐγγίσῃ τῇ τῶν ἐχθρῶν παρατάξει ἀπὸ τριῶν ἢ τεσσάρων σαγιττοβόλων καὶ δόξῃ κατὰ πλευρὰν καὶ οὐρὰν σφιγχθῆναι αὐτό, ὡς καὶ ἡ χρεία ἀπαιτεῖ, παραγγέλλει· iunge! Καὶ σφιγγομένων κατ’ ὀλίγον ἐν τῷ περιπατεῖν τῆς τοξείας ἀρχομένης γίνεσθαι ἡνωμένων καὶ πεπυκνωμένων πάντοθεν συμβαλεῖ, ὡς δηλοῖ ἡ | |
5 | ὑποκειμένη καταγραφή. [Omitted graphic marker] | |
3.5t | Περὶ γυμνασίας τάγματος. Πῶς δεῖ γυμνάζειν αὐτό; | |
3.5.1 | Τοῦ βάνδου συντεταγμένως ἱσταμένου δεῖ τὸν μανδάτορα παραγγέλ‐ λειν οὕτως· Silention! Nemo demittat, nemo anteceda bandum 〈,donec sequis | |
inimicum〉! Si venias e recta facie, bandum capta! Ipso seque cum bando! Milix, talis est comodu miles barbatu! Si vero bandum demittes, eo modu | 103 | |
5 | non servies! Serva, milix, ordinem † pos deum ipsa te †! Serva et tu, bandifer, sive pugnas, sive seque inimicum! Si venias e recta facie, non forte minare, ut nec sparges tu suum ordinem! | |
3.5.2 | Ἔστι δὲ καὶ ἡ καθ’ ἑαυτὴν τοῦ τάγματος γυμνασία αὕτη· κινεῖν καὶ ἵστασθαι σημείῳ ἢ συντεταγμένως ἢ ἀπὸ δρόμου. Καὶ εἰ μὲν θέλει κινῆσαι, ση‐ μαίνει τῇ φωνῇ· move! ἢ τῷ βουκίνῳ ἢ νεύματι φλαμούλου. καὶ κινεῖ. Εἰ δὲ στῆ‐ ναι, σημαίνει ἢ τῇ φωνῇ· sta! ἢ τῷ ἤχῳ τοῦ σκουταρίου ἢ τῇ χειρὶ νεύει ἢ τῇ | |
5 | τούβᾳ. καὶ ἵσταται. | |
3.5.3 | Ἴσως περιπατεῖν, ἐν ἀραιοτέροις πρῶτον διαστήμασι· καὶ παραγγέλλει· equaliter ambula! | |
3.5.4 | Σφίγγεσθαι κατὰ πλευρὰν μάλιστα δεόντως καὶ κατ’ οὐ‐ ράν, ὡς δηλοῦσιν αἱ προκείμεναι καταγραφαί. Καὶ παραγγέλλει· ad latus stringe! τουτέστι δεκάρχαι· ad decarchas! πεντάρχαι· ad pentarchas! τετράρχαι· ad te‐ trarchas! Καὶ σφίγγονται πάντες πλευρὰν πρὸς πλευρὰν ἐγγίσοντες, μὴ καθ’ ἑνὸς | |
5 | μέρους, ἀλλ’ ἐπὶ τὸν μέσον τόπον, τουτέστι τὸν βανδοφόρον, ἑκατέρωθεν συννεύ‐ οντες, ὅπερ δεῖ καὶ ἐπὶ τῶν μερῶν γίνεσθαι· συντόμως γὰρ ἡ τοιαύτη καὶ εὐτάκτως γίνεται σφίγξις. Ὥσπερ δὲ οἱ δεκάρχαι ἰσοῦνται, οὕτως χρὴ καὶ τοὺς τετράρχας ἤτοι οὐραγοὺς ἰσοῦσθαι· αὐτῶν γὰρ σφιγγομένων κατὰ λόγον, κἂν λειποτακτή‐ σωσιν ἐν ταῖς συμβολαῖς οἱ ἔμπροσθεν, κωλύονται ὑπ’ αὐτῶν εἰς τὰ ὀπίσω τρέ‐ | |
10 | πεσθαι. | |
3.5.5 | 〈... καὶ παραγγέλλει〉· iunge! Καὶ σφίγγονται κατ’ οὐρὰν συμβάλλειν. | |
3.5.6 | Καὶ μετὰ τὴν ἀκριβῆ πύκνωσιν τῆς κατὰ πλευρὰν μάλιστα σφίγξεως ἐν τῷ περιπατεῖν πεπυκνωμένους, ὅταν ἡ τοξεία ἄρχεται γίνεσθαι, παραγγέλλει· percute! Καὶ ἐπικλινομένων τῶν δεκαρχῶν καὶ πενταρχῶν ἐπὶ τὰ ἔμπροσθεν καὶ σκεπόν‐ των τὰς ἑαυτῶν κεφαλὰς καὶ μέρος τῶν τραχήλων τῶν ἵππων μετὰ τῶν σκουτα‐ | |
5 | ρίων αὐτῶν καὶ τοὺς κοντοὺς ἀναβασταζόντων ἐπὶ τοὺς ὤμους, ὡς τὰ ξανθὰ ἔθνη, καὶ ὑποκρυπτόντων τοῖς σκουταρίοις ἐπελαύνειν εὐτάκτως τριπόδῳ μόνῳ καὶ μὴ βιαίως, ἵνα μὴ τῇ ὀξύτητι τῆς ἐλασίας διαλυθῇ ἡ τάξις πρὸ μίξεως χει‐ ρῶν, ὅπερ ἐστὶν ἐπικίνδυνον. τοὺς δὲ ὄπισθεν, ὅσοι τοξόται εἰσίν, τοξεύειν. | |
3.5.7 | Ἐπιδιώκειν ὅτε σὺν ἐλασίᾳ ὡς κούρσορας, ὅτε συντεταγμένως ὡς δη‐ | |
φένσορας. Καὶ εἰ μὲν ὡς κούρσορας, παραγγέλλει· curso mina! Καὶ ἕως ἑνὸς ση‐ μείου ἀκολουθεῖν σὺν ἐλασίᾳ· ἐὰν δὲ ὡς δηφένσορας, cum ordine seque! Καὶ ἀκολουθεῖν συντεταγμένως. | 105 | |
3.5.8 | Ὑποχωρεῖν ὀλίγον καὶ πάλιν ἀντιστρέφεσθαι. Καὶ ὅτε μὲν θέλει ὑπο‐ χωρῆσαι ὁ κούρσωρ, κράζει· cede! Καὶ ὑποχωρεῖ 〈σὺν〉 ἐλασίᾳ ὡς ἓν ἢ δεύτερον σαγιττοβόλον ἐπὶ τοὺς δηφένσορας. Καὶ πάλιν κράζει· torna, mina! Καὶ ἀνθυπο‐ στρέφουσιν ὡσανεὶ κατὰ τῶν ἐναντίων. Καὶ τοῦτο ποιεῖν πολλάκις, μὴ μόνον | |
5 | ἐπὶ τὰ πρόσωπα, ἀλλὰ καὶ δεξιὰ καὶ ἀριστερά, καὶ πάλιν ὡσανεὶ ἐπὶ τὴν δευτέ‐ ραν τάξιν. Καὶ ὅτε μὲν ἐν αὐτῷ διαλείμματι ταύτης, ὅτε δὲ ἐν τῷ μεταξὺ αὐτῆς ἐξελίσσεσθαι καὶ ἅμα δρουγγιστὶ ὁρμᾶν κατὰ τῶν ἐχθρῶν. Ἐν δὲ ταῖς γυμνα‐ σίαις κοντοὺς ἄνω βασταζομένους ἔχειν καὶ μὴ εἰς πλάγιν, ἵνα μὴ οἱ ἵπποι ἐν τῇ ἐλασίᾳ ἐμποδίζωνται. | |
3.5.9 | Μετατίθεσθαι συντεταγμένως ἀριστερὰ καὶ δεξιά, ὅπερ ἁρμόζει πλα‐ γιοφύλλαξι καὶ ὑπερκερασταῖς. Καὶ 〈εἰ μὲν ἀριστερὰ μετατίθεσθαι βούλεται,〉 παραγγέλλει· depone senestra! εἰ δὲ δεξιά· depone dextra! Καὶ μετατίθεται, εἰ μὲν ἓν βάνδον ἐστί, τὸ ἕν, εἰ δὲ πλείονα, ὁμοίως τοῦ ἑνὸς μετατιθεμένου | |
5 | καὶ τὰ λοιπὰ ὁμοίως καθ’ ἓν βάνδον ποιοῦσιν. | |
3.5.10 | Μεταλλάσσεσθαι, ὅταν μὲν ἐν οἷς ἵστανται τόποις, ὅταν δὲ καὶ τὸ μέ‐ τωπον τῆς παρατάξεως ἀλλάσσοντες. Εἰ μὲν γὰρ αἰφνιδιασμός τις γένηται ὑπὸ ἐχθρῶν κατὰ νώτου ἐπιφερομένων, παραγγέλλει· transfurma! Καί, ὡς ἵστανται ἐν τοῖς τόποις αὐτῶν, ἐπὶ οὐρὰν βλέπουσι τῶν βανδοφόρων μόνων μετὰ τῶν ἀρχόν‐ | |
5 | των εἰς τὸ κατ’ οὐρὰν μέτωπον ἐρχομένων. Εἰ δὲ πλῆθος ἐχθρῶν ἐπιφανῇ ὄπιθεν, τὸ transmuta! λέγεται, καὶ κατὰ βάνδον μετατίθενται. | |
3.5.11 | Ὅτι οὐ μόνον, ὡς ἡ καταγραφὴ δηλοῖ, ἐπὶ μῆκος ὀρδινεύειν καὶ γυμ‐ νάζειν ἀναγκαῖόν ἐστι τὸ τάγμα—τοῦτο γὰρ πρὸς μόνην συμβολὴν καὶ ὤθησιν χρήσιμον τυγχάνει—, ἀλλὰ καὶ δρουγγιστὶ τάσσειν καὶ ἐξελαύνειν ἐπ’ εὐθείας καὶ κύκλους διαφόρους, πρῶτον μὲν διὰ τὰς ὑποχωρήσεις καὶ ἀντιστροφάς, | |
5 | εἶτα διὰ τὰς αἰφνιδίους κατὰ τῶν ἐχθρῶν ἐφόδους, λοιπὸν δὲ καὶ διὰ τὸ συντό‐ μως τοῖς δεομένοις ἐπιβοηθεῖν. Εἰ γὰρ οὕτως ἐθισθῶσι τὰ τάγματα, ἑτοίμως ἔχου‐ | |
σι καὶ εἰς δηφένσορας καὶ εἰς κούρσορας καὶ εἰς ἑκάστην χρείαν τάσσεσθαι. | 107 | |
3.5.12 | Τῆς οὖν τοιαύτης γυμνασίας κατορθωμένης εἰς τὰ πλείονα ἢ καὶ πάντα γινώσκουσιν οἱ στρατιῶται ὡς πούβλικα· διὰ τῶν εἰρημένων ἐννέα τούτων κι‐ νήσεων πρὸς πᾶσαν χρείαν ἑτοίμως καθίστανται τὰ τάγματα, εἴτε εἰς κούρσορας, εἴτε εἰς δηφένσορας, εἴτε εἰς πλαγιοφύλακας, εἴτε εἰς ὑπερκεραστὰς χρὴ ἀφο‐ | |
5 | ρισθῆναι, ἐν συνηθείᾳ πάσης τάξεως γενομένα. | |
3.5.13 | Ἀναγκαῖόν ἐστι λοιπὸν καὶ τὴν πρὸς ἄλληλα τὰ βάνδα συμφωνίαν καὶ τάξιν ἐθίζεσθαι, ὡς ἐπὶ παρατάξεως, ἀλλ’ ἵνα μὴ πουβλικίζηται ἡ πᾶσα τάξις τοῖς ἐχθροῖς. οὐδήποτε γὰρ χρὴ πρὸ τῆς μάχης τὴν πᾶσαν τάξιν ἐν τῷ ἅμα, τουτ‐ έστιν εἰς πρώτην καὶ δευτέραν, διὰ γυμνασίαν μόνην τάσσειν, ἢ πλαγιοφύλακας | |
5 | ἢ ὑπερκεραστὰς ἢ τοὺς ἐν αὐτοῖς δρουγγιστὶ λανθάνοντας ἢ ἐνέδρους μετ’ αὐ‐ τῶν. Τὰ γὰρ τοιαῦτα στρατηγίας μᾶλλον ἢ τάξεως εἶναι, ἅπερ προπουβλικίζεσθαι ἐν ταῖς γυμνασίαις οὐ συμφέρει, ἀλλὰ πρὸς τὸ παρὸν κατὰ τὴν ἀπαιτοῦσαν χρείαν ποιεῖν. | |
3.5.14 | Δεῖ τοίνυν εἴτε καθ’ ἑαυτὸ τὸ βάνδον γυμνάζεται, εἴτε μοῖρα, εἴτε μέ‐ ρος, εἴτε καὶ ἡ πρώτη παράταξις, ἐν τρισὶ μέρεσι τάσσειν. Καὶ εἰ μὲν βάνδον ἐστὶ τὸ καθ’ ἑαυτὸ γυμναζόμενον, τοὺς πλείους αὐτοῦ ἐν τάξει κουρσόρων ποιεῖν ἀπὸ δέκα δέκα καβαλλαρίων ἐπὶ ἁπλῆς ἀκίας ἑκατέρωθεν αὐτοῦ, ἰσομετώπους | |
5 | τάσσειν ἐν τάξει δηφενσόρων, ἄλλους τε ὀλίγους καβαλλαρίους μέχρι δέκα τάσ‐ σειν δι’ ὄψεως ἐναντίους, ὥστε τὴν συμβολὴν πρὸς αὐτοὺς εἰκάζεσθαι. | |
3.5.15 | Κι‐ νοῦντος δὲ αὐτοῦ ὡς ἐπὶ μάχης ἐξέρχεσθαι σὺν ἐλασίᾳ τοὺς κούρσορας καὶ χωρί‐ ζεσθαι τῶν δηφενσόρων, καὶ τρέχοντας ἐπ’ εὐθείας ὡς ἓν ἢ δεύτερον μίλιον ὑπο‐ στρέφειν ἄχρι τοῦ ἡμίσεως διαστήματος καὶ ἐκκλίνοντας ὅτε δεξιά, ὅτε ἀρι‐ | |
5 | στερὰ τρέχειν. Καὶ τρίτον τέταρτον οὕτως, εἶτα πάλιν κυκλοειδῶς ἐλαύνειν καὶ μετὰ ταῦτα προστρέχοντας ἐν τῷ μεταξὺ τόπῳ τῶν δηφενσόρων, ὅθεν καὶ ἐξῆλ‐ θον, ἅμα τοῖς σφισὶ δηφένσορσιν ἐλαύνειν ὡς εἰς ἀπάντησιν τῶν καταδιωκόντων αὐτούς. | |
3.5.16 | Οὕτως δὲ ποιεῖν καὶ μοίρας γυμναζομένης· καὶ τὰ μὲν τῶν βάνδων αὐτῆς τάσσειν κούρσορας, τὰ δὲ δηφένσορας. Καὶ πάλιν ἐναλλάσσειν αὐτά, ὅτε τοὺς κούρσορας δηφένσορας ποιεῖν, ὅτε δὲ τοὺς δηφένσορας κούρσορας, ὥστε πρὸς τὴν δοκοῦσαν χρείαν ἑτοίμους αὐτοὺς εἶναι. | |
3.5.17 | Ὁμοίως δὲ ποιεῖν | |
καὶ μέρους γυμναζομένου καὶ παρατάξεως πρώτης, ὁμοίως δὲ καὶ παρατάξεως δευτέρας. Ἐπισκεπτέον δὲ εἰς τὰς κυκλοειδεῖς ἐλασίας τῶν κουρσόρων, ἔνθα διά‐ φορα βάνδα εὑρίσκονται, ὥστε εἰς δύο ἀρχὰς τοῦτο μερίζεσθαι, καὶ ἐλαύνειν | 109 | |
5 | τὴν ἐναντίαν ἀλλήλων, καὶ ὑπαντούσας τὰς ἀρχὰς τὴν μὲν μίαν ἔξω, τὴν δὲ δευτέραν ἐσωτέρω τρέχειν, ἵνα μὴ προσκρούσματα τῶν καβαλλαρίων γίνωνται. | |
3.5.18 | Δεῖ δὲ καὶ πλαγιοφύλακας καὶ ὑπερκεραστὰς ἰδίᾳ μετ’ αὐτῶν δρουγγιστὶ λανθανόντων ἐν αὐτοῖς γυμνάζειν κατά τε τῶν μικροτέρων ἑκατέρωθεν παρατά‐ ξεων εἰς τὸ ἰσοῦσθαι καὶ μὴ ἐμπεριλαμβάνεσθαι ὑπ’ αὐτῶν, κατά τε τῶν κονδο‐ τέρων εἰς τὸ τὰς κυκλώσεις ἁρμοδίως κατά τε τῶν ἴσων ὑπερκεράσεις καὶ τὰς | |
5 | κυκλώσεις ποιεῖσθαι ὀλίγων καβαλλαρίων ἄχρι ἑνὸς ἢ δευτέρου βάνδου ἐπὶ ἁπλῆς ἀκίας ἀντιτασσομένων αὐτοῖς ὡς ἐναντίων, ἵνα πρὸς αὐτοὺς κανονίζωσιν οἱ ὑπερ‐ κερασταὶ πρότερον ὑπερκερᾶν αὐτούς· εἰθ’ οὕτως οἱ συνόντες αὐτοῖς δρουγγιστὶ λανθάνοντες αὐτοὶ μόνοι ἄφνω ὑπεξερχόμενοι μετ’ ἐλασίας ὀξείας τῷ νώτῳ τῶν ἐναντίων ἐπιτίθενται. | |
3.5.19 | Αὗται αἱ γυμνασίαι καὶ ἁπλαῖ εἰσι· καὶ κοινῶς καὶ ἰδίᾳ τὰ τάγματα ἁρμοδίως γυμνάζουσι, καὶ τοῖς ἐχθροῖς ἄγνωστος ἡ τάξις φυλάττεται, ὥστε καὶ ἄλλας, τὰς ὑποκειμένας, ἐκ περιττοῦ κεῖσθαι. Καὶ δεῖ ταύτας ἐγγράφως δίδοσθαι μεράρχαις τε καὶ μοιράρχαις. | |
3.5.20 | Ἐθίζειν δὲ τὰς τοιαύτας γυμνασίας μὴ μό‐ νον ἐν ὁμαλοῖς, ἀλλὰ καὶ δυσβάτοις τόποις ὑψηλοῖς τε καὶ κατωφερέσιν. Καὶ ἐν καιρῷ δὲ καύσωνος καλόν ἐστι γυμνάζειν καὶ ἐθίζειν· οὐδεὶς γὰρ οἶδε τί συμβή‐ σεται. | |
3.6t | Στάσις μέρους. | |
3.6.1 | Γνῶσις σημείων δηλούντων τὴν στάσιν τοῦ μέρους καὶ τῶν ἐν αὐτῷ. ΜΕ ὁ μεράρχης ΜΟ ὁ μοιράρχης Ρ̶ βάνδον κουρσόρων | |
5 | | |
⁘ μέρος φοιδεράτου, ἐάν ἐστι χρήσιμος ΤΑΞΙΣ μέρος κουρσόρων μέρος δηφενσόρων μέρος κουρσόρων | 111 | |
10 | [Omitted graphic marker] | |
3.7t | Γνῶσις σημείων δηλούντων τὴν στάσιν τῆς πρώτης καὶ δευτέρας τάξεως. | |
3.7.1 | Φ ὁ ὑποστράτηγος
| |
5 | κα ὁ ἀρμάτος τοῦ ὀπτιμάτου λ τὸ ἀδέστρατον, ὅταν σύνεστιν Ϟ βάνδον τουλδοφύλακος, ὅταν σύνεστιν Ν+ ὁ ταξίαρχος τῶν ὀπτιμάτων | |
ω* ὁ στρατηγός | 113 | |
3.8t | Πῶς δεῖ τάσσεσθαι τὴν πᾶσαν παράταξιν, ἐὰν ἀνάγκη γένηται καὶ τὸν τοῦλδον συντάσσεσθαι αὐτῇ; | |
3.8.1 | Τάξις ἡ λεγομένη πρόμαχος μὴ διεστηκότων τῶν μερῶν ἀπ’ ἀλλήλων ἢ μόνος, ὥστε μὴ συντρίβεσθαι αὐτὰ καὶ διακεκριμένα φαίνεσθαι. μέρος ἀριθμῶν καὶ μέρος φοιδεράτων μέρος ἐκλέκτων ἀνδρῶν καὶ ταγμάτων ἄλλων πλαγιοφυλάκων | |
5 | [Omitted graphic marker] | |
14 | Λέγει κληθῆναι εἰς ἕκαστον μέρος τοῦ ἐν αὐτῷ στρατοῦ εἰς τὰ ἄκρα κούρσο‐ | |
15 | ρας, τὸ δὲ ὡς ἐν τῷ μέσῳ δηφένσορας. Χρὴ βάλλειν εἰς τὰς τάξεις μῆκος δέκα | |
ἑπτὰ καὶ βάθος ὀκτώ. | 115 | |
3.8.2 | Μέρος Ἰλλυρικιανῶν βάνδα ὑπερκερασταὶ βάνδα ἡμίσεος δευτέρου [Omitted graphic marker] | |
15 | Λέγει κληθῆναι ὡς ἕκαστον μέρος τοῦ ἐν αὐτῷ στρατοῦ εἰς τὰ ἄκρα κούρ‐ σορας, τὸ δὲ ὡς ἐν τῷ μέσῳ δηφένσορας. | |
3.8.3 | Τάξις δευτέρα, ἡ λεγομένη βοηθός, ἔχουσα τὸ τρίτον μέρος τοῦ παν‐ τὸς στρατοῦ καὶ τῶν μερῶν διεστηκότων ἀπὸ ἑνὸς σαγιττοβόλου ἀλλήλων κατὰ πλευράν. | |
[Omitted graphic marker] | 117 | |
10 | ὁ τοῦλδος, ἀδέστρατα πρώτη τάξις, νωτοφύλακες νωτοφύλακες [Omitted graphic marker] | |
14 | ἀδέστρατα δευτέρα τάξις | |
15 | [Omitted graphic marker] | |
3.8.4 | Εἰ δὲ συμβῇ εἰς πλῆθος καὶ ὑπὲρ τὰς δεκαπέντε χιλιάδας εἶναι τὸν στρατόν, οὐκ ἄτοπόν ἐστι, μᾶλλον δὲ καὶ ἁρμοδιώτερον, ὡς τέσσαρα μέρη, τρία δὲ χωρία ἐν τῇ δευτέρᾳ τάξει γίνεσθαι, κατὰ τὸ προκείμενον σχῆμα, διὰ τὸ ἕκα‐ στον μέρος τῆς πρώτης παρατάξεως ἴδιον χωρίον ἔχειν. | |
3.8.5 | Εἰ δὲ σύμμετρός ἐστιν ὁ στρατός, τουτέστιν ἀπὸ δεκαπέντε χιλιάδων μέχρι πέντε ἢ ἕξ, ἀπὸ δύο μερῶν καὶ ἑνὸς εὐκαίρου χωρίου γίνεσθαι τὴν δευτέραν τάξιν, κατὰ τὸ ἑξῆς ὑπο‐ κείμενον σχῆμα, τουτέστι τοῦ ἑνὸς μέρους. | |
3.8.6 | Εἰ δὲ ὀλιγώτερός ἐστιν ὁ στρα‐ τός, ὡς ἀπὸ πέντε χιλιάδων καὶ κάτω, ἓν μέρος ποιεῖν τὴν δευτέραν τάξιν. | |
3.8.7 | Ταῦτα δὲ τὰ εὔκαιρα χωρία τῆς δευτέρας τάξεως τὰ ἀπὸ μέρους εἰς μέρος δεῖ ἕκαστον αὐτῶν εἶναι κατὰ τὸ ποσὸν τῶν προτασσομένων παρατάξεων τῆς πρώτης τάξεως, ὥστε τὸ τέταρτον μέρος ἔχειν εἰς πλάτος οἷον ἔχει τὸ μέρος τῆς πρώ‐ | |
5 | της τάξεως ἑξακοσίους καβαλλαρίους· εἰς μέτωπον δ’ ἔσται τὸ εὔκαιρον χωρίον τῆς δευτέρας ἑκατὸν πεντήκοντα. ἔχειν εἰς μέτωπον καὶ τὰ βάθη τῶν ταγμάτων ὡς ἀνωτέρω εἴρηται, τῶν ἐν τοῖς αὐτοῖς εὐκαίροις χωρίοις τασσομένων. | |
3.8.8 | Τὸ μὲν καλῶς ἔχον, χρεία ἐπὶ τέσσαρας τὸ βάθος γίνεσθαι, ἵνα, εἰ γένηται ἀνάγκη, καὶ ἐν συμβολῇ χρησιμεύωσιν | |
3.8.9 | Εἰ δὲ σύμμετρός ἐστιν ὁ στρατός, ἀρκεῖ ὁ στρατὸς οὐ διὰ μάχην, ἀλλὰ διὰ τὸ τὴν δευτέραν τάξιν ἀδιάστροφον μένειν δι’ | |
αὐτῶν. | 119 | |
3.9t | Μέρος ἕν. | |
3.9.1 | [Omitted graphic marker] | |
7 | Τάξις δευτέρα [Omitted graphic marker] | |
14 | Χρὴ λαβεῖν εἰς μῆκος εἴκοσι καὶ τρεῖς καὶ εἰς βάθος ἑπτά. Ὑπόδειγμα τοῦ | |
15 | προδηλωθέντος σχήματος ἑνὸς μέρους. Ὅταν ὡς εἰκὸς τοῦτο τὸ μέρος τρεπό‐ μενον καταφεύγει εἰς τὴν δευτέραν καὶ ὑποστελλόμενον ἐν τῷ μέσῳ ὑποδέχονται αὐτῷ, κράζοντος τοῦ βανδοφόρου τοῦ ὑποστελλομένου τάγματος ἢ τοῦ ἐν αὐτῷ | |
ἄρχοντος· suscipe! | 121 | |
3.10t | Στάσις συμμέτρου στρατοῦ. | |
3.10.1 | Τὸ βάθος ὀκτὼ καὶ τὸ μῆκος ἐννέα. [Omitted graphic marker] | |
10 | Τάξις δευτέρα [Omitted graphic marker] | |
16 | Τοῦτο τὸ σχῆμα, τουτέστιν ὥστε ἓν μέρος γίνεσθαι ἐπὶ τῆς δευτέρας τάξεως καὶ μὴ πλείονα, ἁρμόδιόν ἐστιν, ἡνίκα σύμμετρός ἐστιν ὁ στρατός, τουτέστιν ἀπὸ δύο μέχρι πέντε ἢ ἓξ χιλιάδων, καὶ ἔλαττον ὀφειλούσης τῆς πρώτης τάξεως, εἰ γένηται καιρὸς εἰς τὰ ἄκρα ἤτοι πλάγια τῆς δευτέρας τάξεως προτρέχειν καὶ | |
20 | μὴ δι’ ὄψεως. | |
3.10.2 | ἀπὸ δὲ πέντε μέχρι δέκα ἢ δώδεκα χιλιάδων τοῦ παντὸς στρα‐ τοῦ καθεστῶτος ἀναγκαίως εἰς δύο μέρη γίνεται ἡ δευτέρα τάξις, εὔκαιρον ἔχουσα δηλονότι τὸ μέσον τῶν δύο μερῶν, ὡς προγέγραπται ἐν τῇ τοῦ μέρους καταγραφῇ. | |
εἰς τὸ ἐκεῖσε τὴν πρώτην τάξιν τρεπομένην ὡς εἰκὸς καταφεύγειν ἀπὸ μέντοι | 123 | |
5 | δεκαπέντε ἢ εἴκοσι χιλιάδων καὶ πλεῖον. Χρὴ τὴν δευτέραν τάξιν εἰς τέσσαρα μέρη καὶ τρία εὔκαιρα χωρία γίνεσθαι, ὡς ἐν τῷ περὶ αὐτῆς εἴρηται λόγῳ. μάλι‐ στα ἐν πλήθει στρατοῦ ἀναγκαία ἡ τοιαύτη στάσις τῆς τάξεως γίνεται. | |
3.10.3 | Πῶς δεῖ ταῖς μακροτέραις καὶ κονδοτέραις τῶν ἐχθρῶν παρατάξεσιν ἁρμόζεσθαι διὰ τῶν πλαγιοφυλάκων καὶ ὑπερκεραστῶν; Παράταξις τῶν ἐχθρῶν | |
3.10.4 | Πῶς δεῖ τάσσεσθαι τὴν πρόμαχον παράταξιν, ὅταν ἔχῃ τοὺς ὑπερκε‐ ραστὰς λανθάνοντας μέχρι τοῦ καιροῦ τῆς συμβολῆς; Ὄψις Πλαγιοφύλακες Μέρος Μέρος Μέρος Ὑπερκερασταί | |
5 | Ὁ δροῦγγος λανθάνων Ἡ τῶν ἐχθρῶν τάξις | |
3.10.5 | Πῶς δεῖ τὴν πρόμαχον τάσσειν, ὅταν πρὸς μακροτέραν ἔχῃ καὶ μὴ φθά‐ σῃ ἰσωθῆναι διὰ τοῦ δεξιοῦ αὐτοῦ μέρους τῶν ἐναντίων; Ὄψις Πλαγιοφύλακες Μέρος Μέρος Μέρος Ὑπερκερασταί | |
5 | Ἡ τῶν ἐχθρῶν τάξις | |
3.10.6 | Ἐὰν δὲ πολὺ μακροτέρα εὑρεθῇ ἑκατέρωθεν ἡ τῶν ἐχθρῶν παράταξις, | |
δεῖ πρὸ τῶν ἄλλων μερῶν τὸ μέσον προσβάλλειν τὸν πόλεμον καὶ μὴ τὰ ἄκρα. | 125 | |
3.10.7 | Πῶς δεῖ περιλαμβάνειν τὴν ἐναντίαν, ὅταν ἑκατέρωθεν κονδοτέρα ἡ ἐναντία εὑρεθῇ καὶ πλησιάζωσιν αἱ πλαγίαι τάξεις; Ὄψις Μέρος Μέρος Μέρος | |
5 | Πλαγιοφύλακες Ὑπερκερασταί | |
3.10.8 | Δεῖ εἰς τὰς κυκλώσεις ἤτοι ὑπερκεράσεις μέλλοντας συμβάλλειν ὀλίγον ἐμβραδύνειν τὰ μέρη ἐν τῷ περιπατεῖν, ἵνα φθάσωσι τὰ κέρατα πρὸ τῆς τῶν με‐ ρῶν συμβολῆς ἐμπεριλαμβάνειν τὴν ἐναντίαν. εἰ μέντοι συμβῇ τὴν ἡμετέραν ὡς κονδοτέραν ὁμοίως ἐμπεριλαμβάνεσθαι, δεῖ τοὺς τῆς δευτέρας τάξεως ἐπακολου‐ | |
5 | θοῦντας καὶ κατὰ νώτου τῶν κυκλούντων ἔρχεσθαι. | |
3.10.9 | Πῶς δεῖ ὑπερκερᾶν, ὅταν πρὸς ἴσην ἔχῃ; Ἡ τῶν ἐχθρῶν τάξις — — — — — — — — — — Ὄψις | |
5 | Πλαγιοφύλακες Μέρος Μέρος Μέρος Ὑπερκερασταί —— —— —— —— —— | |
3.11t | Περὶ μανδάτων καθολικῶν. | |
3.11.1 | Τῶν Ῥωμαϊκῶν ταγμάτων ἰδιαζόντως τασσομένων καὶ γυμναζομένων εἶτα καὶ τῶν μερῶν δεῖ τοὺς ἑκάστου μέρους ἄρχοντας μεταστείλασθαι καὶ ἐγ‐ γράφως προοιμιάσασθαι ταῦτα· εἰ λαγωοὶ διωκόμενοι ἢ ἄλλο τι τῶν εὐτελῶν ζῴων ἐν τοῖς κυνηγίοις οὐ πάντως ἔξωθεν ἔξω τὴν φυγὴν ποιοῦνται, ἀλλ’ ἀπο‐ | |
5 | βλεπόμενα πρὸς τὸν τόνον καὶ τὴν ὁρμὴν τῶν ἐπιτιθεμένων αὐτοῖς οὕτως καὶ τὰς ὑποχωρήσεις ποιοῦνται, πόσῳ μᾶλλον δεῖ τοὺς ἀνθρώπους ἐν συνέσει ὄντας καὶ ὑπὲρ τοιούτου ἀγωνιζομένους προσεχόντως καὶ τὰς διώξεις καὶ τὰς ὑποχω‐ ρήσεις ποιεῖσθαι ἐν ταῖς μάχαις καὶ μὴ ὡς ἐπὶ ὕδατος ἐπὶ τὰ ἐμπρὸς ἢ ἐπὶ τὰ ὀπίσω, μικρᾶς ὡς εἰκός τινος ὠθήσεως ἢ τοῖς ἐχθροῖς γινομένης ἢ παρ’ αὐτῶν | |
10 | ἐπαγομένης ἀμέτρως ἐκχεῖσθαι καὶ 〈οὕτως ἐλαυνομένουσ〉 κινδυνεύειν, ἀλλὰ πάν‐ τα ὑπομένειν καὶ ἐξ οἱουδήποτε τρόπου σπουδάζειν τὸν ἐχθρὸν νικᾶν. | 127 |
3.11.2 | οὐδὲ γὰρ τὸ πρὸς ὀλίγον ὠθῆσαι τὸν ἐναντίον καὶ ἀφιεῖν τελεία νίκη ἐστίν, οὐδὲ 〈τὸ〉 πρὸς μικρὸν ὑποχωρῆσαι καὶ πάλιν ἀντιστραφῆναι ἧττα. | |
3.11.3 | ἀλλὰ τὸ τοῦ πο‐ λέμου πέρας ἑκάτερα δεικνύειν καὶ πρὸς αὐτὸ δεῖ ἀγωνίζεσθαι, ἵνα τοίνυν ἐντε‐ λεστέρως γνωσθῇ. εἰ ἄρα ἐνόησαν οἱ ἄρχοντες τὰς αἰτίας τῆς λεχθείσης τάξεως καὶ γυμνασίας, δι’ ἃς αἱ τοιαῦται ἐφεύρηνται κινήσεις, δεῖ μετὰ τὴν ἰδιάζουσαν | |
5 | τῶν μερῶν γυμνασίαν τάξαι ἅπαξ ἢ τὸ πολὺ δεύτερον τὴν ὅλην παράταξιν καὶ ἑρμηνεῦσαι αὐτοῖς δι’ αὐτῶν τῶν κινήσεων. | |
3.12t | Περὶ μανδάτων τοῖς τῆς πρώτης τάξεως διδομένων. | |
3.12.1 | Παραγγεῖλαι χρὴ τοῖς τῆς πρώτης ἤτοι προμάχου τάξεως ἄρχουσιν, ὥστε τῷ μέσῳ πείθεσθαι μέρει, ἔνθα τὸν ὑποστράτηγον συμβαίνει τάσσεσθαι, καὶ ἰσοῦσθαι αὐτῷ καὶ ἅμα τὴν συμβολὴν ποιεῖσθαι. | |
3.12.2 | Ταύτης δὲ γενομένης, ἐὰν τραπῶσιν οἱ ἐχθροί, τοὺς μὲν κούρσορας σὺν ἐλασίᾳ ὁρμᾶν κατὰ τῶν ἐχθρῶν εἰς ἐπιδίωξιν ἕως αὐτοῦ φοσσάτου αὐτῶν, τοὺς δὲ δηφένσορας ἐπακολουθεῖν ἐν τάξει καὶ μὴ ἀπομένειν, ἵνα τῶν ἐχθρῶν ὡς εἰκὸς ἀντιστρεφομένων, κἂν μὴ δυ‐ | |
5 | νηθῶσι βασθάσαι οἱ κούρσορες ἐκ τοῦ πλησίον, εἰς τοὺς δηφένσορας καταφεύ‐ γοντες πάλιν ἑαυτοὺς ἀνακαλέσωνται. | |
3.12.3 | Εἰ μέντοι ἐν αὐτῇ τῇ συμβολῇ συμβῇ ἢ ἓν μέρος ἢ τὰ ὅλα ἀνατραπῆναι, ὑποχωρεῖν ὡς ἐπὶ τὴν δευτέραν τάξιν ἐπὶ ἓν ἢ δεύτερον σαγιττοβόλον καὶ πάλιν ἀντιστρέφεσθαι κατὰ τῶν ἐχθρῶν τῶν ἁρ‐ μοδίων καὶ συνήθων φονῶν ἤτοι παραγγελμάτων λεγομένων. | |
3.12.4 | Καὶ εἰ μὲν δυνηθῶσιν εἰς φυγὴν τρέψαι τοὺς ἐχθρούς, 〈διώκειν κατ’ αὐτῶν〉, ἐπείτοιγε ὑπο‐ χωρεῖν καὶ πάλιν ἀντιστρέφεσθαι. Εἰ δὲ ἅπαξ ἢ δεύτερον ἐγχειροῦντες μὴ ἰσχύ‐ σωσιν ἀντωθῆσαι τοὺς ἐχθρούς, τότε τῆς δευτέρας τάξεως ἐπιφθαζούσης κατα‐ | |
5 | φεύγειν πρὸς αὐτὴν καὶ διὰ τῶν εὐκαίρων αὐτῆς χωρίων παρέρχεσθαι καὶ ἐν τῷ μεταξὺ διαστήματι κατ’ οὐρὰν τῆς δευτέρας καὶ τῆς τρίτης ἐξελισσομένης ἅμα τῇ δευτέρᾳ τάξει δρουγγιστὶ τοῖς ἐχθροῖς ἐπέρχεσθαι καί, ἐὰν τραπῶσιν, ἐπακο‐ | |
λουθεῖν αὐτοῖς ὀξέως. | 129 | |
3.13t | Περὶ μανδάτων τοῖς πλαγιοφύλαξι διδομένων. | |
3.13.1 | Παραγγεῖλαι δὲ καὶ τοῖς πλαγιοφύλαξιν, ὥστε, ἐὰν μὲν μακρότερον εὑρεθῇ τὸ ἀντὶς κέρας, σπεύδειν ἐπὶ κέρας, τουτέστιν ἐπὶ σκουτάριν, κλίνοντας συνεκ‐ τείνεσθαι αὐτῷ καὶ ἰσοῦσθαι, ἵνα μὴ ὑπ’ αὐτοῦ κατακύκλωσις τῷ μέρει γένηται. εἰ δὲ κονδότερον εὑρεθῇ, σπεύδειν μηνοιειδῶς ἐπικλίνεσθαι καὶ ἐμπεριλαμβάνειν | |
5 | αὐτό, πρὶν ἢ τὸ μέρος φθάσαι συμβάλασθαι, τουτέστιν ὅταν μέλλῃ ἡ φωνὴ τῆς συμβολῆς γίνεσθαι· εἰ δὲ ἴσον, μένειν ἐν τῇ ἰδίᾳ τάξει ὡς δηφένσορας καὶ συμβάλ‐ λειν μετὰ τοὺς μέρους. | |
3.14t | Περὶ μανδάτων τοῖς ὑπερκερασταῖς διδομένων. | |
3.14.1 | Παραγγεῖλαι δὲ καὶ τοῖς ὑπερκερασταῖς, ὅτι, μέχρις οὗ γένωνται οἱ ἐχθροὶ ὡς ἀπὸ δύο ἢ τριῶν σαγιττοβόλων τῆς παρατάξεως, λεληθότως 〈ἤγουν κρύφα〉 παρακολουθεῖν τῷ δεξιῷ κέρατι, τοῦ μὲν ἑνὸς τάγματος ἐπὶ μέτωπον ἔχοντος τοὺς δεκάρχας ἢ πεντάρχας—ἀρκοῦσι γὰρ καὶ ἀπὸ πέντε τὸ βάθος, | |
5 | ἐάν εἰσι χρήσιμοι—, τοῦ δὲ ἑτέρου δρουγγιστὶ ὄπισθεν αὐτοῦ ἀκολουθοῦντος. | |
3.14.2 | Τὰ δὲ βάνδα ἤτοι τὰς κεφαλὰς αὐτῶν μὴ ὀρθὰς κρατεῖν, ἀλλ’ ἐπικεκλι‐ μένας, ἕως καιροῦ, εἰς τὸ μὴ προφαίνεσθαι αὐτὰς τοῖς ἐχθροῖς καὶ ἐπιγινώσκε‐ σθαι. | |
3.14.3 | Καὶ ἐὰν μακρότερον τὸ ἀντὶς κέρας εὑρεθῇ, πρότερον ἐπὶ κέρας κλί‐ νεσθαι, τουτέστιν ἐπὶ κοντάριν, καὶ ὀλίγον τοῦ δεξιοῦ μέρους ἐν τῷ περιπατεῖν ἐμβραδύνοντος, παρεκτεῖναι μέχρις οὗ καὶ ἥμισυ σαγιττοβόλου, τοῦ ὑπερβάλαι τὸ ἀντὶς κέρας· εἰθ’ οὕτως ἐκνεύοντας κατ’ αὐτοῦ καὶ κυκλοῦντας σημαίνοντος | |
5 | ἐξεῖν καὶ ἐπαφεῖν κατὰ τοῦ νώτου τὸν λανθάνοντα δροῦγγον ἄφνω μετὰ ἐλασίας ὀξείας. | |
3.14.4 | Τρεπομένων δὲ τῶν ἐχθρῶν μὴ ἐπιδιώκειν τοὺς φεύγοντας, ἀλλ’ εὐθέως κατὰ τοῦ νώτου ἱσταμένων ἔρχεσθαι ἅμα τῷ ἑτέρῳ τάγματι· εἰ δὲ κονδό‐ τερον, εὐθέως ἐκ τοῦ μέρους ἐξέρχεσθαι καὶ μηνοειδῶς ἐμπεριλαμβάνειν αὐτό· εἰ δὲ ἴσον, ὀλίγον παρεκτείνειν καὶ ὑπερβάλλειν τὸν ἀντίς· εἴθ’ οὕτως, ὡς εἴρηται, | |
5 | ὁρμᾶν. | |
3.14.5 | Εἰ μέντοι ἐν τῷ παρεκτείνεσθαι τοὺς ὑπερκεραστὰς βουληθῶσι καὶ οἱ ἀντὶς ὁμοίως παρεκτείνεσθαι ἑαυτούς, δεῖ εὐθέως κατ’ αὐτῶν ὁρμᾶν, ἐν ὅσῳ | |
ἀκατάστατοι εὑρίσκονται· ἀνάγκη γὰρ στρεφομένων αὐτῶν ἐπὶ κέρας καὶ τὰ δεξιὰ αὐτῶν γυμνὰ ἔχειν καὶ τὴν σφίγξιν διαλελυμένην. | 131 | |
3.14.6 | Ταύτας μὲν τὰς κυκλώσεις δεῖ μὴ μόνον τοὺς ὑπερκεραστὰς κανονίζειν εἰς τὸ μηδὲ πολὺ ἐμβρα‐ δύνειν, μηδὲ πρὸ πολλοῦ ποιεῖν, ἀλλὰ καὶ τὸν τοῦ μέρους ἄρχοντα, ὥστε ἐγχει‐ ρούντων τῶν ὑπερκεραστῶν καὶ ἀρχομένων τῶν ἀντὶς θορυβεῖσθαι, τότε καὶ | |
5 | αὐτὸν τὸ ὅλον μέρος αὐτοῖς ἐπάγειν. | |
3.14.7 | Λόγος δὲ γίνεσθαι αὐτῷ ὀφείλει τοῦ, εἰ μὲν ἀπαντήσει αὐτῷ, περιβάλλειν τὸ ἀντὶς μέρος, ἐπείτοιγε πάντως κἂν ἰσοῦ‐ σθαι αὐτῷ, εἰ καὶ μακροτέρα εὑρεθείη ἡ τῶν ἐναντίων παράταξις, ὥστε ἐντεῦθεν ἁρμοδίως δύνασθαι τοὺς ὑπερκεραστὰς τὸ ἔργον αὐτῶν ποιεῖν. | |
3.14.8 | Γνωστέον δέ, ὅτι οἱ ὑπερκερασταὶ διὰ τοῦτό εἰσιν ἀναγκαῖοι, καθὸ ἐν γυμνοῖς τόποις, ὡς εἴρηται, τὰς ἐνέδρας ποιεῖν ἀσφαλεστέρως δύνανται. | |
3.15t | Περὶ μανδάτων τῇ δευτέρᾳ τάξει διδομένων. | |
3.15.1 | Παραγγεῖλαι δὲ καὶ τῇ δευτέρᾳ τάξει, ὥστε τῷ μέσῳ τόπῳ—ἔνθα συμβαίνει τὸν ὑποστράτηγον τάσσεσθαι—αὐτῷ πείθεσθαι καὶ κανονίζειν, ὥστε ἐν τῷ καιρῷ τῆς συμβολῆς ἀπὸ τριῶν—τεσσάρων σαγιττοβόλων τῆς πρώτης εὑρε‐ θῆναι αὐτήν, ἵνα, ἐὰν τραπῶσιν οἱ ἐχθροί, αὐτὴ ὡς δηφένσωρ καὶ βοηθὸς ἐν τάξει | |
5 | ἐπακολουθῇ καὶ μὴ ἀπομείνῃ. | |
3.15.2 | Εἰ δὲ ἐκείνη τραπῇ, διὰ τῶν τῆς τρίτης τάξεως ταγμάτων ὑποδέχεσθαι τὸ βαρούμενον μέρος καὶ ἐρχόμενον εἰς καταφυγὴν καὶ ἅμα τοῖς τῆς πρώτης τάξεως ἐπέρχεσθαι συντεταγμένως, καὶ μὴ διαλύεσθαι μέχρι τελείας ἐκβάσεως τοῦ πολέμου καὶ τῆς ἐπὶ τὸ φοσσάτον ὑποστροφῆς, ἀλλ’ | |
5 | ἀεὶ συντεταγμένως φυλάττεσθαι καὶ μὴ ἐπιδιώκειν ἀτάκτως τοὺς ἐχθρούς. | |
3.15.3 | Εἰ μέντοι ἀμφίβολος ἡ μάχη τῆς πρώτης τάξεως φαίνεται καὶ διώξεις καὶ ἀντι‐ διώξεις γίνονται, χρὴ ἀναμένειν καὶ θεωρεῖν τὴν τοῦ πράγματος ἔκβασιν ἐπιβάλ‐ λειν τε δεύτερον ἢ τρίτον φωνὰς βρυχμώδεις πρός τε διανάστασιν τῶν μαχομένων | |
5 | καὶ κατάπληξιν τῶν ἐχθρῶν καὶ μὴ σπουδάζειν προχείρως συμμίγνυσθαι ἢ ἐγ‐ γίζειν πολὺ τῇ πρώτῃ, ἵνα μὴ φύρσις τις καὶ ἀλλόκοτος τροπὴ πα‐ ρακολουθήσῃ. | |
3.15.4 | Εἰ δὲ ὡς εἰκὸς συμβῇ καὶ τὴν δευτέραν τραπῆναι μέχρι τῶν νωτοφυλάκων ἤτοι τῆς τρίτης τάξεως ἐρχομένην, σπουδάζειν ἀνακαλεῖσθαι ἑαυτήν. | |
3.15.5 | Εἰ μέντοι ἐξ ἐνέδρας τινὸς διὰ τοῦ νώτου ἔφοδος μηνυθῇ καὶ ἐπέλευσις ἐχθρῶν, εἰ μὲν ὀλίγοι εἰσὶν οἱ μηνυόμενοι καὶ ἀρκοῦσιν | |
οἱ τῆς τρίτης τάξεως, ἑαυτοὺς πέμπειν· εἰ δὲ μὴ ἀρκοῦσιν, ὡς ἔστιν ἡ τάξις, ἀντι‐ στρεφομένων τῶν προσώπων καὶ τοῦ βάνδου μετὰ τοῦ ἄρχοντος εἰς οὐρὰν ἐρχο‐ | 133 | |
5 | μένου, ὡς ἀμφίστομος ἡ τάξις τὴν συμβολὴν ἁρμοδίως ποιεῖται, καὶ τρεπομένων τῶν ἐχθρῶν τοὺς νωτοφύλακας, εἴτε ἕν, εἴτε δύο βάνδα εὑρεθῶσιν, ἐπαφιέναι. | |
3.15.6 | Εἰ δὲ πολλοί εἰσιν οἱ μηνυόμενοι, τότε 〈παραγγέλλει〉· transmuta! Καὶ ἔρχονται ἐπὶ οὐρὰν οἱ δεκάρχαι κατὰ τάγμα, ὥστε ἐκεῖνο τὸ μέρος μέτωπον γί‐ νεσθαι. | |
3.15.7 | Πᾶσι δὲ γενικῶς παραγγεῖλαι τὴν δευτέραν τάξιν μηδένα θαρσῆσαι παρελθεῖν, κἂν κακῶς ὡς εἰκὸς τροπή τις τῇ πρώτῃ τάξει γένηται. | |
3.16t | Περὶ μανδάτων τοῖς εἰς ἐνέδραν ἀπερχομένοις διδομένων. | |
3.16.1 | Τοῖς δὲ εἰς ἐνέδραν ἤτοι ἐγχείρησιν κατὰ τῆς τῶν ἐχθρῶν παρατάξεως ἀπερχομένοις χρὴ παραγγεῖλαι, ὥστε πρόσγε ἁπάντων σκούλκας προπέμπειν, ἵνα μὴ ἢ ἀπάντημα ὡς εἰκὸς ὑπὸ τῶν ἐχθρῶν ἀθρόως ὑπομείνωσιν ἢ ἐνέδραν ἐκ πλαγίου ἢ καὶ ἀπὸ νώτου τῆς τῶν ἐχθρῶν παρατάξεως. | |
3.16.2 | Πολλάκις γὰρ καὶ αὐτοὶ εἰς δύο τάξεις τάσσονται, καί, ἐὰν μὴ προσεχόντως γίνωνται αἱ κατὰ τῆς πρώτης αὐτῶν τάξεως ἐπελεύσεις, ἐνεδρεύονται ἀπ’ αὐτῶν ἐκ τοῦ ἐναντίου. | |
3.16.3 | Ἐὰν οὖν καὶ οἱ ἐχθροὶ ὁμοίως εἰς δύο τάξεις τάσσωνται, οὐ δεῖ τῷ νώτῳ τῆς πρώτης αὐτῶν τάξεως ἐφεδρεύειν, ἀλλὰ τῷ ἄκρῳ αὐτῆς ἤτοι κέρατι, εἴτε ἐξ ἑνὸς μέρους ἡ ἔφοδος γίνεται, εἴτε ἐκ τῶν δύο, ὡς εἴρηται. | |
3.16.4 | Τὸν δὲ καιρὸν τῆς κατ’ αὐτῆς ἐγχειρήσεως κανονίζειν, ὥστε μήτε προλαμβάνειν πολὺ τῆς ἡμετέρας παρατάξεως, μήτε ὑστερεῖν, ἁλλ’, ὅταν ὡς ἀπὸ δύο ἢ τριῶν σαγιττοβόλων αἱ παρατάξεις γίνωνται, τότε ἐγχειρεῖν κατὰ τῶν ἐχθρῶν τοὺς ἐπὶ τὴν ἐνέδραν ἀπερ‐ | |
5 | χομένους. | |
3.16.5 | Τῆς γυμνασίας δέ, ὡς εἴρηται, κατορθωμένης τῶν μανδάτων τούτων καιρὸς οὐ γίνεται. Ταῦτα γὰρ αὐτὰ ἐπὶ τῶν πραγμάτων αὐτῶν παραλαμβά‐ | |
νεται. | 135 | |
4pint | 〈ΛΟΓΟΣ Δʹ〉 ΠΕΡΙ ΕΝΕΔΡΑΣ ΚΕΦΑΛΑΙΑ ΤΟΥ ΤΕΤΑΡΤΟΥ ΛΟΓΟΥ | |
4pin1 | Αʹ. Περὶ ἐνέδρας καὶ ἀπάτης κατ’ ἐχθρῶν δυνατωτέρων. Βʹ. Περὶ Σκυθικῆς ἐνέδρας. Γʹ. Περὶ τῆς ἑκατέρωθεν ἐνέδρας. Δʹ. Περὶ τοῦ καιροῦ τῆς ἐνέδρας. | |
5 | Εʹ. Περὶ τοῦ δρουγγιστὶ τάσσεσθαι τοὺς εἰς ἐνέδραν καὶ ἐφόδους πεμπο‐ μένους. | |
4.1t | Περὶ ἐνέδρας καὶ ἀπάτης κατ’ ἐχθρῶν δυνατωτέρων. | |
4.1.1 | Αἱ ἐνέδραι ἐπιτηδείως γινόμεναι μεγίστας ὠφελείας ἐν ταῖς μάχαις ποιοῦσι· καὶ διαφόρως μεγάλας δυνάμεις ὑπ’ ὀλίγον κατέλυσαν, ὥστε μηδὲ καιρὸν γενέσθαι τὴν ὅλην παράταξιν συμπλακῆναι. | |
4.1.2 | Οἱ μὲν γὰρ τόπων ἐπιτηδείων πρὸς ταύτην εὐπορήσαντες, οἷον ἢ ὕλης δασείας ἢ κοιλάδων ἢ βουνῶν μεγάλων ἢ φαράγγων ἢ ὀρέων ἐγγιζόντων καὶ μέχρι σχεδὸν τῆς τῶν ἐχθρῶν παρατάξεως συνεκτεινομένων, ὥστε ἐν αὐτοῖς λαθεῖν καὶ μὴ πόρρωθεν ὁρωμένην ταύτην | |
5 | μεθοδευθῆναι τῷ νώτῳ τῶν ἐχθρῶν ἄφνω ἐπελθόντες, πρὸ τῆς συμπλοκῆς διετά‐ ραξαν καὶ ἔστρεψαν αὐτούς. | |
4.1.3 | Ἄλλοι οὐ πλησίον τῆς τῶν ἐχθρῶν παρατά‐ ξεως ταύτην ἐποίησαν, οὐκ ἐσχηκότες ἐπιτήδειον τόπον, ἀλλ’ ἢ ἐκ πλαγίου αὐτῶν μέσον τῆς ἰδίας καὶ τῆς τῶν ἐχθρῶν τάξεως ποιήσαντες ἢ καὶ τῆς ἰδίας ὄπιθεν | |
ἐκ πλαγίου. Καὶ τὴν μὲν μείζονα δύναμιν εἰς ἐνέδραν ἔταξαν, τὴν δὲ ἐλάσσονα | 137 | |
5 | σχηματικῶς τοῖς ἐχθροῖς προέταξαν· ὅπερ ἐστὶ χρήσιμον κατὰ τῶν ξανθῶν καὶ ἄλλων ἀτάκτων ἐθνῶν. | |
4.1.4 | Ἄλλοι δὲ μέρος τοῦ στρατοῦ ἔταξαν καὶ οὐ τὴν μεί‐ ζονα, ἀλλὰ τὴν ἐλάσσω. | |
4.2t | Περὶ Σκυθικῆς ἐνέδρας. | |
4.2.1 | Τῆς δὲ συμβολῆς γενομένης ἑκουσίως τῶν προταγέντων εἰς φυγὴν ἐλθόντων καὶ τῶν ἐχθρῶν ἀτάκτως τὴν δίωξιν ποιουμένων, μετὰ τὸ παρελθεῖν αὐτοὺς τὸν τόπον τῆς ἐνέδρας ὑπεξελθόντες οἱ τὸ ἔγκρυμμα ποιήσαντες, τῷ νώτῳ τῶν ἐχθρῶν ἐπέστησαν, εἶτα καὶ οἱ φεύγοντες ἀντίστροφοι γινόμενοι πρὸς τὴν σύνταξιν | |
5 | ἐμεσολάβησαν αὐτούς· ἅπερ ποιοῦσιν ὡς ἐπίπαν τὰ Σκυθικὰ ἔθνη. | |
4.3t | Περὶ τῆς ἑκατέρωθεν ἐνέδρας. | |
4.3.1 | Ἕτεροι φόσσαν βαθεῖαν ἐπὶ ὀκτὼ ἢ δέκα πόδας καὶ πλατεῖαν ὡς πεντή‐ κοντα ἢ ἑξήκοντα ἐπὶ ἱκανὸν διάστημα ὀρύξαντες σκεπάσαντές τε ταύτην ξύλοις λεπτοῖς χόρτῳ τε καὶ χώματι, ὥστε ἡνωμένην καὶ ὁμοίαν τὴν ἐπιφάνειαν τοῦ ὀρύγματος εἶναι τῇ ἐγγιζούσῃ αὐτῷ γῇ καὶ κατὰ μηδὲν ἐναλλάττειν αὐτῷ, ἀλλὰ | |
5 | μηδὲ τὸ ἐπαρθὲν χῶμα ἐάσαντες παρακεῖσθαι αὐτῷ, ἵνα μὴ ἐμφαίνῃ τινὰ ξενο‐ πρέπειαν, ἐν τῷ μέσῳ δὲ τοῦ αὐτοῦ ὀρύγματος καταλείψαντες σποράδην τόπους τινὰς στερεοὺς καὶ ἑδραίους, σεσημειωμένους καὶ ἐγνωσμένους πρὸς τὸ παρὸν τῷ ἰδίῳ στρατῷ, ἑκατέρωθέν τε ἐκ τοῦ πλησίον τοῦ ὀρύγματος ἔγκρυμμα ἐν ἀφα‐ νέσι τόποις λεληθότως ποιήσαντες ἔταξαν τοὺς λοιποὺς πρὸ τοῦ ὀρύγματος. Συμ‐ | |
10 | βολῆς δὲ γενομένης ἑκουσίως οἱ προταγέντες τὴν τροπὴν σχηματισάμενοι, αὐτοὶ μὲν διὰ τῶν ἐγνωσμένων αὐτοῖς τόπων καὶ στερεῶν ἀκινδύνως παρῆλθον. Οἱ δὲ ἐναντίοι σφοδρῶς καὶ ἀσχέτως τὴν δίωξιν ποιούμενοι, ἐνέπεσον ἐν τῷ ὀρύγματι. Ὑπεξ‐ ελθόντες δὲ ἄφνω οἱ τε τὸ ἔγκρυμμα ποιησάμενοι, εἶτα ἐπαναστρέψαντες καὶ οἱ τὴν ὑποχώρησιν σχηματισάμενοι, τοὺς πλείστους τῶν ἐχθρῶν ἀπώλεσαν, | |
15 | τοὺς μὲν ὡς ἐμπεσόντας ἐν τῇ φόσσῃ, τοὺς δὲ ὡς τραπέντας ἀτάκτως ἐπὶ τῷ ἀδο‐ κήτῳ συμπτώματι· τούτῳ τῷ τρόπῳ ἐχρήσαντο Νεφθαλῖται κατὰ Περόζου βα‐ σιλέως Περσῶν· ἀλλὰ τοῦτο ὡς χρονίως γινόμενον καὶ ὑπὸ πολλῶν ἐργασόμενον | |
εὐκόλως διὰ τῶν προσρυομένων ἢ κατασκόπων τοῖς ἐχθροῖς προγινώσκεται. | 139 | |
4.3.2 | Ἕτεροι τὸν ὅμοιον τρόπον ἐν παλουδίῳ ποιήσαντες δύο ἢ τρεῖς εἰσό‐ δους στερεὰς καὶ ἑδραίας προσεπινοήσαντες ἐγνωσμένας τῷ παρατασσομένῳ στρατῷ, προσετάξαντο τοῦ παλουδίου καὶ σχηματισάμενοι ἐν τῇ συμβολῇ τὴν φυγὴν κατὰ τὸν εἰρημένον τρόπον προέτρεψαν τοὺς ἐχθροὺς τῷ παλουδίῳ περι‐ | |
5 | πεσεῖν, καὶ ἄφνω ἐπελθόντες οἵ τε τὸ ἔγκρυμμα ἔχοντες ἐκ πλαγίων καὶ οἱ σχη‐ ματικῶς ὑποχωρήσαντες κατὰ κράτος τοὺς ἐχθροὺς ἀπώλεσαν· ὅπερ ἐποίησαν Δεκίῳ βασιλεῖ Ῥωμαίων Σκυθικὰ τῶν Γότθων ἔθνη διὰ τοῦ Δανουβίου εἰσβάλ‐ λοντα ἐν Θράκῃ καὶ περὶ Μυσίαν τὸν πόλεμον φανερῶς αὐτῷ συμβαλόντα, καί τοι τοῦ Δεκίου εὐτυχήσαντος πρὸ τούτου φυγομαχίᾳ τῇ λεγομένῃ χρησαμένου ἐκ | |
10 | τῶν ὀχυρωτέρων πολέμων καὶ ἐντεῦθεν τοὺς πολλοὺς αὐτῶν ἀναλώσαντος. | |
4.3.3 | Γίνεται δὲ τοιοῦτος δόλος ἐχθροῖς καὶ ἄνευ ὀρύγματος ἢ παλουδίου τριβόλων σιδηρῶν ἀσυμφανῶς πρὸς ὥραν ῥιπτομένων ἤτοι διατιθεμένων, ἐν σφηκώματι ἀποδεδεμένων εἰς τὸ ἑτοίμως συνθεμένῳ συστέλλεσθαι μετὰ τὴν χρείαν, τουτέστιν ἐπὶ πλάτος μὲν ἑκατὸν ποδῶν, πρὸς μῆκος δὲ πρὸς τὸ τῆς πα‐ | |
5 | ρατάξεως διάστημα, ἐν τῷ μέσῳ δὲ τέσσαρας ἢ πέντε παρόδους καταλιμπάνειν ἀπὸ τριακοσίων ἢ τετρακοσίων ποδῶν πλάτους, ἐγνωσμένας τῷ συμβάλλοντι στρατῷ καὶ σεσημειώμενας ἀπὸ κλάδων μεγάλων ἢ κονταρίων κεφαλὰς ξενο‐ πρεπεῖς ἐχόντων ἢ γῆς σωρηδὸν ἢ λίθων ἀποτιθεμένων ἢ ἑτέρων εὐδήλων σημείων οὐ μόνον κατὰ τὰς ἀρχὰς ἤτοι τὸ μέτωπον τοῦ μήκους τῶν τριβόλων, ἀλλὰ | |
10 | καὶ κατὰ τοῦ βάθους, ὥστε τῆς σχηματικῆς τροπῆς μετὰ τὴν συμβολὴν γενομένης, μετὰ τὸ παρελθεῖν διὰ τῶν τοιούτων παρόδων τὸν στρατόν, ἐπαίρεσθαι τὰ τοιαῦτα σημεῖα ἤτοι καταστρέφεσθαι παρὰ τῶν εἰς τοῦτο ἀφοριζομένων καβαλλαρίων· εἶθ’ οὕτως τὴν ἐνέδραν ἑκατέρωθεν ἐπεξέρχεσθαι κατὰ τῶν ἐχθρῶν περιπιπτόντων ταῖς τριβόλοις καὶ οὐ δυναμένων οὐδὲ πρόσω οὐδὲ ὄπιθεν ῥᾳδίως χωρεῖν. | |
4.3.4 | Γίνεται δὲ κατὰ τὸν ὅμοιον τρόπον καὶ ἄνευ τριβόλων, στρογγύλων ὀρυγμάτων τῶν λεγομένων ἱπποκλαστῶν ὀρυσσομένων σποράδην, ἀπὸ ἑνὸς ποδὸς τὸ ἔμφωτον ἐχόντων, καὶ βάθος δύο ἢ τριῶν, καὶ πάλων ὀξέων καταπει‐ ρομένων ἐν αὐτοῖς, τούτων δὲ παραλλὰξ ὀρυσσομένων, καὶ μὴ ἐπ’ εὐθείας ὡς | |
5 | ἀπὸ τριῶν ποδῶν ἀλλήλων κατὰ τέσσαρα μέρη ἀφεστεκότων, ἐπὶ πλάτος ποδῶν ἑκατὸν πεντήκοντα, μῆκος δὲ πρὸς τὸ τῆς παρατάξεως διάστημα· ἀλλ’ ἐν ταῖς | |
συμβολαῖς, ὅταν μὲν προτάσσηται ἡ πρώτη τάξις, δεῖ ὡς πρὸ ἑνὸς μιλίου τοῦ σοφίσματος αὐτὴν ἵστασθαι, τὴν δὲ δευτέραν ὄπιθεν αὐτοῦ, μὴ δι’ ὅλου τοῦ δια‐ στήματος, ἀλλὰ κατὰ τῶν διαλειμμάτων, τουτέστι τῶν εὐκαίρων τόπων, ὡς ἀπὸ | 141 | |
10 | δύο ἢ τριῶν σαγιττοβόλων αὐτοῦ ὄπιθεν, ἵνα, εἰ χρεία γένηται, καὶ οἱ τρεπόμενοι τῆς πρώτης δι’ αὐτῶν ἀκινδύνως παρέρχωνται καί, εἰ χρεία, τὴν δευτέραν ἐπι‐ θέσθαι τοῖς ἐχθροῖς, δι’ αὐτῶν τῶν διαλειμμάτων ἀκινδύνως διερχεμένην ἐπιτί‐ θεσθαι. | |
4.3.5 | Ὅταν δὲ οὐ προτάσσηται, ἀλλ’ ὄπιθεν τοῦ σοφίσματος ἡ παράταξις πᾶσα γίνεται, δέον ἀπὸ τριῶν σαγιττοβόλων τούτου ὄπιθεν τὴν παράταξιν ἵστασθαι. Καὶ ὅταν οἱ ἐχθροὶ παρέλθωσι τούτῳ, τότε ὑπαντιάζειν αὐτοῖς, ἵνα φθάσωσιν οἱ ἵπποι αὐτῶν ἐμπεσόντες ἀφανισθῆναι. Ἀλλὰ τότε οὐ δεῖ πολὺ πλατέα τὰ εὔ‐ | |
5 | καιρα χωρία τοῦ σοφίσματος καταλιμπάνειν, ὅταν ὑποτάσσηται ἡ παράταξις, ὥστε μὴ πλείους τῶν ἐχθρῶν ἀκινδύνως τῆς μάχης προσάπτεσθαι. | |
4.3.6 | Τὰ δὲ τοιαῦτα ἐγχειρήματα ἤτοι σοφίσματα λανθανόντως δεῖ γίνεσθαι, δι’ ὀλίγων καὶ πιστῶν ἀνθρώπων, ἢ κατ’ αὐτὴν τὴν τοῦ πολέμου ἡμέραν ἢ πρὸ μιᾶς περὶ τὰς δειλινὰς ὥρας, ἐν ἐκείνῳ τῷ τόπῳ δηλονότι ἐν ᾧ ἡ μάχη προσδο‐ κᾶται κἀκεῖσε τοὺς ἐχθροὺς ἀναμένειν· καὶ πρὸς τὴν ὥραν τοῦ πολέμου θαρρεῖν | |
5 | τοῖς τοῦ στρατοῦ καὶ κατ’ ἐξαίρετον τοῖς βανδοφόροις, ἵνα εἰδότες φυλάξωνται. Καὶ ἐν τῷ ὑποχωρεῖν δὲ μή, ὡς τάσσονται, οὕτω καὶ ὑποχωρεῖν, ἀλλὰ κατ’ οὐρὰν ἀλλήλοις τὰ βάνδα δρουγγιστὶ ἀκολουθεῖν, ὡς οἱ εὔκαιροι τόποι ὑποδέχονται. | |
4.3.7 | Καὶ ἵνα πάντες παραγγελθῶσι τοῖς βάνδοις αὑτῶν ἐν τῷ ὑποχωρεῖν μάλιστα ἀκολουθεῖν, ἵνα μὴ, ὅπερ ἀπείῃ, πλανώμενοι αὐτοὶ περιπίπτωσι τῇ παγίδι. | |
4.3.8 | Πάντων δὲ τῶν εἰρημένων σοφισμάτων, ὡς ἡγούμεθα, ἢ διὰ τῶν τριβόλων ἀπάτη εὐκολωτέρως καὶ λεληθότως ἐν ἑκάστῳ τόπῳ γίνεσθαι δύναται. Διὸ χρὴ πρὸς τοὺς τόπους καὶ τὴν τάξιν ἁρμόζεσθαι. | |
4.3.9 | Καὶ ἐὰν δοκῇ τὴν ἔφοδον κατὰ τῆς τῶν ἐχθρῶν παρατά‐ ξεως, ὡς ἐν τῷ πρὸ τούτου λόγῳ εἴρηται, γενέσθαι, ἀφορίζειν ἀπὸ ἑνὸς καὶ δευτέρου βάνδου ἢ καὶ πρὸς τὸ ποσὸν τοῦ ὄντος στρατοῦ πλείονας μετὰ ἀρχόντων τολμητιέων καὶ φρονίμων καὶ στρατιωτῶν χρησίμων, κατὰ μὲν τὸ | |
5 | ἴδιον δεξιὸν τὴν μίαν ὀφείλουσαν τοῦ τόπου συμπράττοντος κατὰ τῆς τῶν ἐχθρῶν ἐγχειρῆσαι παρατάξεως, κατὰ δὲ τὸ ἀριστερὸν τὴν ἄλλην ὀφείλουσαν. | |
4.3.10 | Εἰ μὲν παρὰ τῶν ἐχθρῶν ἐγχειρεῖται, ταύτην ἀναστέλλειν καὶ μὴ δοῦναι καιρὸν ἐλθεῖν καὶ διαταράξαι τὴν παράταξιν. Εἰ δὲ μὴ ἐγχειρεῖται, ὥστε αὐτοὺς διὰ τοῦ μέρους ἐκείνου ἢ τῷ τούλδῳ τῶν ἐχθρῶν ὡς εἰκὸς ἐκεῖσε εὑρισκομένῳ ἐπελθεῖν | |
5 | ἢ καὶ τῷ τῶν ἐχθρῶν νώτῳ ἢ τῷ κέρατι τῆς αὐτῶν παρατάξεως, ἵνα μηδὲ ὡς εἰκὸς καὶ τῶν ἐχθρῶν ἐν δευτέρᾳ τάξει τασσομένων ἢ καὶ ἐνέδραν ὄπιθεν τῆς ἰδίας αὐτῶν τάξεως ἐχόντων εὑρηθῶσιν οἱ ἐφεδρεύοντες ἐκ τοῦ ἐναντίου ὑπ’ αὐτῶν βλαπτόμενοι. Δεῖ καὶ αὐτοὺς τοὺς εἰς ἐνέδραν ἀπερχομένους προσκουλκεύειν ἀσφαλῶς καὶ οὕτως ἁρμόζεσθαι τῇ κατὰ τῶν ἐχθρῶν ἐπιθέσει. | 143 |
4.4t | Περὶ τοῦ καιροῦ τῆς ἐνέδρας. | |
4.4.1 | Τὸν δὲ καιρὸν τῆς ἐνέδρας ἐπιμελῶς κανονίζειν, καὶ μηδὲ πρὸ πολλοῦ τῆς παρατάξεως ἐγχειρεῖν, ἵνα μὴ ὡς ὀλίγους ἔχουσα ὑπὸ τῶν ἐχθρῶν βαρεῖται, μηδὲ ὑστερεῖν, ἵνα μὴ φθάσῃ ἡ συμβολὴ τῆς παρατάξεως γενέσθαι, καὶ ἀνωφελὴς αὐτῇ εὑρίσκεται. | |
4.4.2 | Ἀλλὰ δεῖ ἐν τῷ ἅμα μὲν κινεῖν τήν τε παράταξιν καὶ αὐτάς, εἴτε μία, εἴτε δύο γίνονται ἐνέδραι· μᾶλλον δὲ ὀλίγον τὴν παράταξιν προκινῆσαι, ἵνα ἡ μὲν παράταξις διὰ τῶν φανερῶν τόπων ἐρχομένη ἐκεῖθεν τοὺς ἐχθροὺς ἀντιπερισπᾷ, ἡ δὲ διὰ τῶν ἀφανῶν καὶ ἀλλήλους διὰ σκουλκῶν καὶ σημείων καὶ | |
5 | εἰκασμοῦ κανονίζειν καὶ τὸν ὡς εἰκὸς διὰ συντομίαν τοῦ τόπου προλαμβάνοντα ἐμβραδύνειν καὶ ἀναμένειν τὸν ἄλλον, ὥστε, ὡς ἐνδέχεται, ἴσως τὰς ἀμφοτέρας, τήν τε ἐνέδραν καὶ παράταξιν, εὑρίσκεσθαι κατὰ τῶν ἐχθρῶν καὶ ὀλίγον τὴν ἐνέδραν μᾶλλον προσκρούειν, ἵνα ὅταν ἄρξωνται οἱ ἐχθροὶ ὑπὸ τῆς δευτέρας διαταράσσεσθαι, τότε ἡ παράταξις ἐγγὺς εὑρισκομένη συμβάλλῃ. | |
4.4.3 | Διά τοι τοῦτο, ἐὰν οἱ τόποι ἐπιτήδειοί εἰσιν, ἑκατέρωθεν δεῖ τὰς ἐνέδρας ἐκπέμπειν, μάλιστα μεγάλου στρατοῦ προκειμένου, ἵνα ἡ μὲν τοὺς ἐπερχομένους ἀναστέλλῃ, ἡ δὲ ἁρμοδίως τοῖς ἐχθροῖς ἐπιχειρῇ. | |
4.4.4 | Εἶτα δὲ κἂν μία αὐτῶν ἐπιτύχῃ, εἰ μέντοι ἢ ἐγχειροῦντες μὴ ἐπιτύχωσιν ἢ καὶ τροπὴ τῆς παρατάξεως ἐν τοσούτῳ παρακο‐ λουθήσει, μηδὲ οὕτως ἐνδιδόναι τοῖς ἐχθροῖς καὶ ἐπὶ τὴν δευτέραν τάξιν ἔρχεσθαι καὶ συναπλέκεσθαι τοῖς φεύγουσιν, ἀλλ’ ἔξω μένειν καὶ σπουδάζειν τῷ τῶν ἐχθρῶν | |
5 | νώτῳ ἐφεδρεύειν καὶ ἐντεῦθεν ἀνακαλεῖσθαι τὴν τῶν ἰδίων φυγήν. | |
4.5t | Περὶ τοῦ δρουγγιστὶ τάσσεσθαι τοὺς εἰς ἐνέδραν καὶ ἐφόδους πεμπομένους. | |
4.5.1 | Ὑπολαμβάνομεν δέ, ὅτι οἱ πεμπόμενοι εἴτε εἰς ἐνέδραν, εἴτε εἰς ἔφοδον νώτου ἢ πλαγίων παρατάξεως, εἴτε εἰς νώτου ἢ πλαγίων ἢ τούλδου φυλακήν, εἴτε εἰς ὀξεῖαν βοήθειαν μέρους ὡς εἰκὸς βαρουμένου, εἴτε εἰς σκοῦλκαν ὀλίγοι ἁρμο‐ | |
διωτέρως μᾶλλον δρουγγιστὶ τάσσονται ἤπερ ἐπὶ μακρᾶς παρατάξεως, τουτέστι | 145 | |
5 | κατ’ ὄρδινον δεκαρχίας ἢ πενταρχίας· αὕτη γὰρ κομπὴ μὲν καὶ ἰσχυροτέρα καὶ εὐτακτοτέρα ἐστὶ καὶ ἀσφαλῶς τὰς συμβολὰς ἐν ταῖς μάχαις ποιεῖται, βραδέα δὲ καὶ δυσμετάθετός ἐστι ταῖς χρείαις, ὡς μονότροπος· ἡ δὲ δρουγγιστὶ τἀναντία ἔχει καὶ ἐν ταῖς ἐνέδραις γὰρ εὐκόλως λανθάνειν δύναται, ὀλίγῳ τόπῳ ἀρκουμένη, καὶ συντόμως μετατίθεται πρὸς τὰς χρείας. Διὸ χρὴ διὰ γυμνασίας δοκιμάσαι | |
10 | εὐκαίρως καὶ τὸ ἀναγκαιότερον δι’ αὐτῆς τῆς πείρας ἐπιλέξασθαι. | |
4.5.2 | Ἁρμό‐ ζεσθαι δὲ καὶ πρὸς τὸ ποσὸν τῶν ἐπὶ τοῦτο πεμπομένων καὶ πρὸς τὰς τῶν τόπων θέσεις. Ἐὰν γὰρ ἡ μείζων δύναμις ἢ καὶ ἰσόμετρος τῆς φανερῶς τασσομένης πέμπεται εἰς ἐνέδραν, δι’ ἑνὸς τόπου ἐγχειρῆσαι προσδοκῶσα, δέεται κατὰ δε‐ | |
5 | καρχίαν ἢ πενταρχίαν τάσσεσθαι· εἰ δὲ ὀλίγοι ἢ κατὰ διαφόρων τόπων, δρουγγιστί. | |
4.5.3 | Ἐν τούτοις γάρ ἐστιν ἡ διαφορά, ὡς εἴρηται, ἀμφοτέρων, ὅτι ἡ μὲν τὸ ἰσχυρῶς καὶ ἀσφαλῶς μάχεσθαι ἔχει, ἡ δὲ τὸ ὀξέως τὰς βοηθείας καὶ διώξεις, καὶ ἁθρόως τὰς ἐπελεύσεις καὶ ταραχὰς ποιεῖσθαι. | |
4.5.4 | Ταύτην τὴν τάξιν ἐπὶ τῶν καβαλλαρίων ἁρμοδίαν νομιζομένην δεῖ κατορθοῦν διὰ συνεχοῦς γυμνασίας, καθ’ ὃν εἰρήκαμεν τρόπον, ἰδιαζόντως τὰ βάνδα. Ἐὰν γὰρ αὕτη δεόντως κατορθωθῇ, οὐδὲ μανδάτων χρεία, οὐδὲ ἄλλης παραγγελλίας. Αὔτη ἡ τάξις καὶ ἡ γυμνασία ἕκαστον διδάσκει τὰ δέοντα. | |
4.5.5 | Ἴσως δέ τινας τῶν ὀκνηροτέρων καὶ ἀσφαλεστέρων συμβαίνει λογίζεσθαι ποι‐ κίλην τινὰ καὶ πολυειδῆ τὴν τάξιν ταύτην εἶναι καὶ ἐντεῦθεν ἐπὶ κόπον. Οὓς εἰδέναι χρή, ὅτι οἱ ἀθληταὶ καὶ ἡνίοχοι καὶ ἄλλοι τινὲς τῶν πρὸς τέρψιν ἀγω‐ | |
5 | νισταί, οἷς ἡ μὲν ἐπιτυχία μέχρι χρηματικῆς ὠφελείας καὶ ταύτης μετρίας πρό‐ κειται, ἡ δὲ ἀστοχία ἀζήμιος λύπη· τοσοῦτον μόχθον καὶ κάματον ὑφίστανται μετὰ ἐνδείας βρωμάτων παραφυλακῆς τε καὶ ἀνενδότου γυμνασίας εἰς τὸ δυνηθῆναι μαθεῖν ποῖα μέν εἰσι τὰ πρὸς βλάβην τῶν ἀντιπάλων γινόμενα, τίνα δὲ τὰ φυλάττοντα τὴν ἐξ αὐτῶν ἐγχειρουμένην βλάβην καὶ | |
10 | πῶς τὰ προκαταλαμβανόμενα κρατήματα ἀνατρέπεσθαι δύναται; Πόσῳ μᾶλλον χρὴ ἐνταῦθα ἀόκνως καὶ πολυειδῶς καὶ σεσοφισμένως τὰς παρα‐ τάξεις καὶ γυμνασίας ποιεῖσθαι, ὅπου τὸ μὲν σφάλμα παρ’ εὐθὺς ἢ τὸν θάνατον ἢ τὴν χείρω θανάτου φυγὴν φέρει; ἡ δὲ ἐπιτυχία χαρὰν καὶ κέρδος, ὑπό‐ ληψιν τε καὶ μνήμην ἀληθάργητον 〈φέρει〉 | |
4.5.6 | Καὶ μὴ ἑνὶ καὶ αὐτῷ ἁπλῷ τρόπῳ τάσσεσθαι, ἵνα ἐκ τοῦ τυχόντος σφάλματος κρίσις τοσούτου πλήθους ἀνδρῶν γίνεται. Καὶ μηδὲ ἐπιγινώσκεται ὁ ἁμαρτήσας, ἀλλὰ τῷ σφάλματι τοῦ ἑνὸς πάντες ὑπάγονται, ὁπόταν οὐδὲ πολλά εἰσι τὰ κεφάλαια τὰ ὀφείλοντα γί‐ | |
5 | νεσθαι, ἀλλ’ οἱ λογισμοὶ τῶν αἰτιῶν ἐμήκυναν τὸν λόγον, καὶ μᾶλλον κόπον | |
ἔχει τὸ ἐντυχεῖν αὐτοῖς ἢ τὸ ποιῆσαι αὐτά. | 147 | |
5pint | 〈ΛΟΓΟΣ Εʹ.〉 ΠΕΡΙ ΤΟΥΛΔΟΥ ΚΕΦΑΛΑΙΑ ΤΟΥ ΠΕΜΠΤΟΥ ΛΟΓΟΥ | |
5pin1 | Αʹ. Περὶ τοῦ μὴ ἐπάγεσθαι προχείρως τὸν τοῦλδον ἐν μάχῃ. Βʹ. Περὶ ἀδεστράτων. Γʹ. Περὶ τοῦ μὴ ἀναγκαίου τούλδου. Δʹ. Περὶ τῶν ἐν τῷ μέσῳ ἀπλέκτων. | |
5 | Εʹ. Περὶ φυλακῆς τοῦ τούλδου ὁδοιποροῦντος. | |
5.1t | Περὶ τοῦ μὴ ἐπάγεσθαι προχείρως τὸν τοῦλδον ἐν μάχῃ. | |
5.1.1 | Τοῦ τούλδου κατὰ τὸ ἀναγκαῖον δεῖ φροντίζειν καὶ μὴ περιφρονεῖν αὐτοῦ ἤ, ὡς ἔτυχεν, καταλιμπάνειν αὐτὸν ἀνασφαλῶς ἢ πάλιν ἀπροόπτως ἐπιφέ‐ ρεσθαι ἐν τῇ μάχῃ. | |
5.1.2 | Συμβαίνει γὰρ καὶ πάλλικας εἶναι ἐν αὐτῷ χρησίμους τοῖς στρατιώταις καὶ τέκνα ἢ συγγενεῖς αὐτῶν. καί, εἰ μὴ ἐν ἀσφαλείᾳ τυγχάνει, τῷ περισπασμῷ αὐτοῦ οἱ στρατιῶται συνεχόμενοι ἀμφίβολοι τὰς γνώμας ἐν ταῖς μάχαις γίνονται. | |
5.1.3 | σπουδὴ γάρ ἐστι τῷ συνετῷ ἀνδρὶ μετὰ τῆς ἑαυτοῦ ἀβλαβείας τὰ τοῦ ἐχθροῦ κερδῆσαι. | |
5.1.4 | Καὶ πρωτοτύπως μὲν πλῆθος παλλίκων συμβολῆς δημοσίας προσδοκωμένης ἐπιφέρεσθαι οὐ συμβουλεύομεν, οὔτε ἐν τῇ ἰδίᾳ τῆς μάχης ἐλπιζομένης, οὔτε ἐν τῇ ἀλλοτρίᾳ ἀπερχομένης, ἀλλὰ συμμέτρους καὶ τοὺς ἐν δυνάμει ὄντας, | |
5.1.5 | τοσούτους δέ, τοὺς ἐπαρκοῦντας κατὰ κοντουβέρνιν ἀντέχεσθαι τῶν ἀλόγων αὐτῶν πρὸς τὴν διαφορὰν καὶ ποιότητα τῶν ταγμάτων ἤτοι τὸ πλῆθος τῶν ἀλόγων, διὰ τὸ μηδὲ πολλὴν φύρσιν καὶ δαπάνην ἄκαιρον καὶ περισπασμὸν εἰς αὐτοὺς γενέσθαι. | |
5.1.6 | Τούτους δὲ ἐν τῷ καιρῷ τῆς μάχης, εἰ μὲν σύνεστι πεζικὸς στρατός, δηλονότι σὺν αὐτῷ μετὰ τῶν ἐπὶ τοῦτο ἀφοριζο‐ μένων, εἴτε ἐν τῇ ἰδίᾳ, εἴτε ἐν ἀλλοτρίᾳ ὁ πόλεμος κρίνεται, ἐν φοσσάτῳ κατα‐ λιμπάνειν, ἀσφαλῶς τούτου γινομένου, ὡς δηλοῦται ἐν τῷ περὶ ἀπλήκτων λόγῳ. | 149 |
5.2t | Περὶ ἀδεστράτων. | |
5.2.1 | Καὶ αὐτὰ δὲ τὰ ἀδέστρατα μετ’ αὐτοῦ ἐᾶν· ἀγνοοῦμεν γὰρ διὰ τί οὐ δοκεῖ ἐν τῇ ἡμέρᾳ τῆς μάχης ἐκ περισσοῦ ἀδέστρατα σύρειν τοὺς στρατιώτας διὰ τῶν παλλίκων αὐτῶν. Εἴτε γὰρ νίκη ἢ ἧττα ἐν τῷ στρατῷ γένηται, ἐν τηλι‐ καύτῃ ἀνάγκῃ καὶ ταραχῇ καὶ φύρσει τίς δύναται ἐν πλήθει τοσούτῳ τὸ ἀδέστρα‐ | |
5 | τον αὐτοῦ ἐπιγνῶναι, ἵνα τούτῳ χρήσηται. Διὸ καὶ τὸ τάγμα τῶν δηποτάτων εὐ‐ λόγως ἐπενοήσαμεν εἰς βοήθειαν διὰ τὰ οὕτως συμβαίνοντα. | |
5.2.2 | ὥστε οὖν ἐν μὲν τοῖς κούρσοις ἢ σκούλκαις ἀναγκαῖον ἔχειν τὰ ἀδέστρατα τοὺς στρατιώτας καὶ μέχρι δὲ καὶ αὐτῆς τῆς ἡμέρας τῆς συμβολῆς πεφεισμένα καὶ ἐν δυνάμει. | |
5.2.3 | Ἐν αὐτῇ δὲ τῇ συμβολῇ, ὡς ἡμεῖς νομίζομεν, ἐγγὺς ἔχειν τῆς παρατάξεως ἀδέστρατον οὐκ ἀναγκαῖον κρίνομεν, ἀλλ’ ἐν τῷ φοσσάτῳ καταλιμπάνεσθαι· συμ‐ βαίνει γὰρ καὶ παραπίπτειν αὐτὰ εὐκόλως ἐν ταραχῇ ὑπὸ παλλίκων μικρῶν κρα‐ τούμενα. | |
5.3t | Περὶ τοῦ μὴ ἀναγκαίου τούλδου. | |
5.3.1 | Εἰ δὲ οὐ σύνεστι πεζικὸς στρατός, εἰ μὲν ἐν τῇ ἰδίᾳ, ᾗ φιλεῖ, χώρᾳ ἢ ἐν αὐτοῖς τοῖς μεθορίοις προσδοκᾶται ἡ μάχη εὐθέως γίνεσθαι καὶ οὐκ ἔχει ὑπέρθεσιν, ἐν ὀχυρῷ τόπῳ, ἔνθα καὶ βοσκαὶ καὶ ὕδατα ἀρκοῦντα εὑρίσκονται, ὡς ἀπὸ τριάκοντα ἢ πεντήκοντα μιλίων καταλιμπάνειν τὸν πλείονα καὶ ἄχρηστον | |
5 | τοῦλδον καὶ τὰ περισσὰ ἄλογα καὶ ἐργαλεῖα καὶ ἕτερα εἴδη, ὧν χρεία οὐκ ἔστι κατὰ τὴν ἡμέραν τοῦ πολέμου, μετὰ ἑνὸς ἢ δευτέρου βάνδου, καὶ παραγγεῖλαι προευτρεπίσαι χόρτον τοὺς μένοντας ἐν αὐτῷ τεσσάρων ἢ πέντε ἡμερῶν, καὶ ἔσω τὰ ἄλογα φυλάττειν μέχρις ἐκβάσεως τοῦ πολέμου. | |
5.3.2 | ἀφορίσαι δὲ καί τινας ἐν τῷ μέσῳ διαστήματι ἐγνωσμένους πᾶσι καὶ μὴ φαύλους ἀνθρώπους, καὶ κατα‐ στῆσαι αὐτοὺς εἰς διάστατα καὶ ὑποδεῖξαι τούτους τῷ ἐπάνω τοῦ τούλδου, τοὺς ὀφείλοντας πρὸς τὴν τοῦ πολέμου ἔκβασιν μηνῦσαι τοῖς ἐν τῷ τούλδῳ ἢ μεῖναι | |
5 | ἐν τῷ αὐτῷ τόπῳ, ἐν ᾧ καταλιμπάνονται, ἢ προλαβεῖν ἐν τῷ δοκοῦντι τόπῳ ἢ | |
καὶ ἐνέγκαι αὐτοὺς πρὸς τὸν στρατόν. | 151 | |
5.4t | Περὶ τῶν ἐν μέσῳ ἀπλήκτων. | |
5.4.1 | Ἐκεῖθεν δὲ ἐκ τοῦ τούλδου κινοῦντας τοὺς ἐπὶ μάχην παραλαμβάνει τὰ ἀδέστρατα καὶ ἢ τένδας μικρὰς ἢ σαγία διπλᾶ εἰς τὸ—τὸ μὲν ἕν—σκέπεσθαι, εἴπερ χρεία καλέσοι, —τὸ δὲ ἕτερον—εἰς τένδαν ἤτοι καμάρδαν ἔχειν. | |
5.4.2 | Καὶ δαπάνην βουκελλάτου ἢ πίστου ἢ ἄλλου τινὸς εἴδους εἴκοσι ἢ τριάκοντα λίτρας, ἐὰν μάλιστα πρὸς Σκύθας ἐστὶν ὁ πόλεμος, καὶ ἀπληκεῦσαι ἐν τῷ δοκοῦντι φοσ‐ σάτῳ τῷ ἐπὶ τοὺς ἐχθρούς. | |
5.4.3 | Τοῦτο δὲ τὸ φοσσάτον 〈ἢ ἀπὸ ὀρυγμάτων〉 ἢ ἀπὸ οἰκοδομῆς ὀχυρῶσαι, κἂν πρὸς μίαν ἡμέραν συμβῇ μένειν ἐκεῖσε. | |
5.4.4 | Καὶ ἀποτίθεσθαι ἕκαστον βάνδον χόρτον ἢ ἄχυρον μιᾶς ἡμέρας, ἵνα, ἐὰν ὡς εἰκὸς ἐναντίως τὰ τοῦ πολέμου ἐξέλθῃ, ἐν τῷ ὑποστρέφειν τὸν στρατὸν μετὰ σπουδῆς ἐν αὐτῷ ἔστιν ἢ μεῖναι ἐν αὐτῷ τῷ φοσσάτῳ, εἴτε ἕν, εἴτε δύο γίνονται, ἔχοντα | |
5 | τὴν τῶν ἀλόγων ἀποτροφὴν μιᾶς ἡμέρας καὶ μὴ ἀναγκάζεσθαι ἐν τοιούτῳ θο‐ ρύβῳ ἢ βόσκειν ἢ χορτολόγιν ποιεῖν καὶ βλάπτεσθαι ἑτοίμως ὑπὸ τῶν ἐχθρῶν, ἢ περιάγειν ἐν χωρίοις διὰ δαπάνας τῶν ἐχθρῶν ἐπικειμένων ἢ καὶ παρελθεῖν ἐν τοιαύτῃ ἐνδείᾳ. | |
5.4.5 | ἀλλά, εἰ ἄρα καὶ παρέρχονται καὶ οὐ χρεία τινός, τοὺς ἐπὶ τοῦτο ἀφοριζομένους καίειν τὸν χόρτον καὶ ἐπὶ τὰ πρόσω ὑπέρχεσθαι. | |
5.5t | Περὶ φυλακῆς τούλδου ὁδοιποροῦντος. | |
5.5.1 | Ἀλλὰ καὶ ἐν ταῖς ὁδοιπορίαις, πολεμίων ἐγγιζόντων, ἀναγκαῖόν ἐστιν ἀεὶ μέσον ἔχειν τὸν τοῦλδον, ἵνα μὴ ἀφύλακτος ὢν ἐπηρεάζηται. | |
5.5.2 | Τὰς δὲ ὁδοιπορίας μὴ ποιεῖσθαι μεμιγμένως ἢ συγκεχυμένως μετὰ τοῦ τούλδου, ἀλλὰ διακεκριμένως, ὥστε ἰδίᾳ τὸν τοῦλδον ὄπιθεν τοῦ ἰδίου μέρους ὁδοιπορεῖν καὶ | |
ἰδίᾳ τοὺς στρατιώτας ἐξπλήκτους. | 153 | |
6pint | 〈ΛΟΓΟΣ ϛʹ.〉 ΚΕΦΑΛΑΙΑ ΤΟΥ ϛʹ ΛΟΓΟΥ | |
6pin1 | Αʹ. Περὶ διαφόρου τάξεως καὶ γυμνασίας. Βʹ. Περὶ Σκυθικῆς γυμνασίας σχηματικῆς. Γʹ. Περὶ Ἀλανικῆς γυμνασίας σχηματικῆς. Δʹ. Περὶ Ἀφρικανῆς γυμνασίας σχηματικῆς. | |
5 | Εʹ. Περὶ Ἰταλικῆς γυμνασίας τῆς καὶ χρειώδους. ϛʹ. Πῶς δεῖ γυμνάζειν ὑπερκεραστὰς καὶ πλαγιοφύλακας; | |
6.1t | Περὶ διαφόρου τάξεως καὶ γυμνασίας. | |
6.1.1 | Ἡ συνεχὴς γυμνασία ὠφέλειαν μὲν πολλὴν τῷ στρατιώτῃ προσποιεῖ. Κατά‐ δηλος δὲ αὕτη εὐχερῶς τοῖς ἐχθροῖς γίνεται διά τε ἐξπλορατόρων καὶ τῶν ὡς εἰκὸς προσρυομένων· καὶ ἐντεῦθεν μεθοδευομένη ἄπρακτος εὑρίσκεται. Ἀρκεῖ τοίνυν ἡ λεχθεῖσα γυμνασία, ἁπλῆ οὖσα καὶ πάσῃ τάξει ἁρμοζομένη, ἄνευ τοῦ μηδὲ | |
5 | πουβλικίζεσθαι τὴν πᾶσαν παράταξιν. Εἰ δὲ πολλὴ εὐκαιρία τις ἔστιν πρὸς μεί‐ ζονα γυμνασίαν καὶ μετέωρον, δεῖ οὖν διαφόρους μὲν τάξεις καὶ γυμνασίας τὰ μέρη καθ’ ἑαυτὰ ἐπιτηδεύειν, τουτέστι καὶ τὴν λεχθεῖσαν πρὸς τὸ χρειῶδες καὶ ἄλλας ἐκ περισσοῦ καὶ οὐκ ἀναγκαίας. Καὶ ἑκάστῃ τάξει ἤτοι γυμνασίᾳ γνώρισμα ἴδιον ἐπιθῆναι, ἵνα οἱ μὲν στρατιῶται τὴν διαφορὰν γνωρίζουσιν ἐν συνηθείᾳ | |
10 | τῶν κινήσεων γινόμενοι καὶ μὴ ξένον ποιοῦνται· μὴ οἴδασι δὲ τὴν μέλλουσαν βουλὴν ὑπὸ τοῦ στρατηγοῦ γίνεσθαι κατὰ τὸν τοῦ πολέμου καιρόν. Εἰσὶν οὖν διαφοραὶ τῶν τάξεων τῶν σχηματικῶν γενομένων τρεῖς καὶ μία ἡ χρειώδης, τουτ‐ | |
έστιν ἡ Σκυθική, Ἀλανική, Ἀφρικανὴ καὶ Ἰταλική. | 155 | |
6.2t | Περὶ Σκυθικῆς γυμνασίας σχηματικῆς. | |
6.2.1 | Σκυθική ἐστιν ἡ ἀδιακρίτως ἔχουσα τὰ τάγματα, τουτέστιν, ὡς πρώην, οὐκ εἰς κούρσορας καὶ δηφένσορας διῃρημένα· ἅτινα χρὴ ἐπὶ μιᾶς παρατάξεως τάσ‐ σειν, καὶ οὐκέτι εἰς τρεῖς, ἀλλ’ εἰς δύο μοίρας διαιρεῖν, ἐφ’ ᾧ, κινούντων τῶν δύο κεράτων τοῦ μέρους ὡς πρὸς κύκλωσιν καὶ πρὸς ἄλληλα νευόντων καὶ ἐμπε‐ | |
5 | ριλαμβανόντων εὔκαιρον χωρίον, τὸ μὲν δεξιὸν κέρας ἐξώτερον, τὸ δὲ ἀριστε‐ ρὸν ἐσώτερον, παρερχόμενον κυκλοειδῶς, τὴν ἐναντίαν ἀλλήλων ἐλαύνωσιν· ὃν τρόπον ἐν τῷ Μαρτίῳ ποτὲ οἱ καβαλλάριοι ἔπαιζον ἐν τοῖς παραχειμαδίοις. | |
6.3t | Περὶ Ἀλανικῆς γυμνασίας σχηματικῆς. | |
6.3.1 | Ἀλανική ἐστιν, ὅταν ἐπὶ μιᾶς μὲν παρατάξεως τάσσωνται ὑπὸ κούρσορας καὶ δηφένσορας, διῃρημένας δὲ τὰς μοίρας ἀπὸ διακοσίων—τετρακοσίων ποδῶν ἀλλήλων διστώσας, καὶ ἐν τῇ κινήσει τῶν κουρσόρων σὺν ἐλασίᾳ ἐξερχομένων εἰς καταδίωξιν, εἶτα ὑποστρεφόντων, ὅτε μὲν εἰς τὰ διαλείμματα ἤτοι εὔκαιρα | |
5 | χωρία αὐτῆς ἐξελίσσεσθαι καὶ ἅμα τοῖς δηφένσορσι χωρεῖν κατὰ τῶν ἐχθρῶν, ὅτε δὲ ὑποστρέφοντας δι’ αὐτῶν τῶν διαστημάτων ἀπέρχεσθαι καὶ ἐπὶ τὰ ἄκρα τοῦ μέρους φαίνεσθαι τοὺς ἑκατέρωθεν κούρσορας, ἕκαστον ὡς τέτακται. | |
6.4t | Περὶ Ἀφρικανῆς γυμνασίας σχηματικῆς. | |
6.4.1 | Ἀφρικανή, ὅταν ἐπὶ μιᾶς παρατάξεως τάσσωνται, ὡς καὶ μέχρι καὶ νῦν ἦν, καὶ ἡ μὲν μέση μοῖρα εἰς δηφένσορας γίνεται, αἱ δὲ ἑκατέρωθεν αὐ‐ τῆς εἰς κούρσορας· εἶτα, τῆς ἐλασίας ὡς ἐπὶ δίωξιν γινομένης, ἡ μὲν μέση μοῖρα ἐν τάξει ἐπακολουθεῖ, ὡς δηφένσωρ, αἱ δὲ ἑκατέρωθεν ὡς κούρσορες ἐξ‐ | |
5 | έρχονται· εἶτα ἐν τῷ ὑποστρέφειν, ἡ μὲν μία μοῖρα μένει ἤτοι ἐμβραδύνει ἔξω, ἡ δὲ ἄλλη σὺν ἐλασίᾳ ὑποστρέφει, ὡς ἐπὶ τοὺς δηφένσορας. Καὶ πάλιν κινούσης τῆς ἐναπομεινάσης ὡς πρὸς τοὺς δηφένσορας, ἡ ἄλλη, ὡς εἰς ἀπάντησιν τρέ‐ χουσα, δι’ ἑνὸς μέρους ἀπέρχεται, καὶ τῷ τρόπῳ τούτῳ μία παρὰ μίαν μοῖραν ἀντιπρόσωποι ἀλλήλων εὑρίσκονται, μὴ ἐγκρούουσαι ἑαυταῖς. | |
6.4.2 | Ἔστι δὲ καὶ ἄλλη ὁμοιότροπος αὐτῆς εἰς τοὐναντίον τασσομένη, τουτέστιν τὴν μὲν μέσην μοῖραν κούρσορας ἔχουσαν, τὰς δὲ ἑκατέρωθεν δηφένσορας ἐν ταῖς εἰρημέναις | |
κινήσεσιν· ἥντινα δέον, εἰ χρὴ γενέσθαι, Ἰλλυρικιανὰν καλεῖν. | 157 | |
6.5t | Περὶ Ἰταλικῆς γυμνασίας τῆς καὶ χρειώδους. | |
6.5.1 | Ἡ μέντοι Ἰταλική ἐστι τάξις τε καὶ γυμνασία, ἥτις πρὸς πᾶν ἔθνος ἐπιτη‐ δεία ἡμῖν φαίνεται, τουτέστιν, ὅταν εἰς δύο τάξεις, εἰς προμάχους καὶ βοηθοὺς τάσσεται, ὑπὸ κούρσορας καὶ δηφένσορας, πλαγιοφύλακας τε καὶ ὑπερκεραστὰς καὶ ἐνέδρους, κατὰ τὸν προλέχθεντα τρόπον καὶ τὴν προκειμένην καταγραφήν. Διὸ | |
5 | χρὴ πρὸς τὰς εἰρημένας διαφορὰς τῆς γυμνασίας ἐθίζειν, ἵνα μὴ πουβλικίζηται ἡ ἀναγκαιοτέρα, ἢ τῆς πρώτης τάξεως γυμναζομένης τὴν δευτέραν τάξιν μὴ φο‐ ρεῖν μετ’ αὐτῆς, ἀλλὰ μόνην τὴν πρώτην ἄνευ πλαγιοφυλάκων καὶ ὑπερκεραστῶν δηλονότι καὶ ἐνέδρων, ὅπερ πλέον ἡμῖν ἁπλούστερον καὶ ἀναγκαιότερον φαί‐ νεται. ἀλλὰ τότε ἀντὶ τῆς δευτέρας ὀλίγους καβαλλαρίους σχηματικῶς ὄπιθεν | |
10 | ἱστᾶν, ἵνα πρὸς τὸ διάστημα ἐκεῖνο ἐθίζωνται προσφεύγειν οἱ τῆς πρώτης τά‐ ξεως. ὁμοίως δὲ ἰδίᾳ καὶ τὴν δευτέραν τάξιν γυμνάζειν καὶ ὀλίγους ἐν τάξει τῆς πρώτης τάξεως ποιεῖν ἤτοι προτάσσειν, ἵνα ἐθίζηται ἡ δευτέρα τοὺς ὡσανεὶ τῆς πρώτης τάξεως καταφεύγοντας εἰς αὐτοὺς δέχεσθαι. | |
6.6t | Πῶς δεῖ γυμνάζειν τοὺς ὑπερκεραστὰς καὶ πλαγιοφύλακας; | |
6.6.1 | Δυνατὸν δὲ ἰδίᾳ καὶ τοὺς πλαγιοφύλακας καὶ τοὺς ὑπερκεραστὰς τὴν ἰδίαν τάξιν τε καὶ γυμνασίαν πρὸ τοῦ πολέμου γυμνάζεσθαι, ἵνα καὶ ἐθίζωνται πρὸς τὰς κινήσεις καὶ μὴ πουβλικίζωνται, τουτέστι τοὺς ὑπερκεραστάς, εἴτε ὑποτάσ‐ σονται λανθανόντως τῷ δεξιῷ κέρατι, εἴτε ἐκ πλαγίου παρατάσσονται ἰσομε‐ | |
5 | τώπως, ὅταν καιρὸς γένηται τῆς ὑπερκεράσεως, ἐπὶ δόρυ κλίναντας αὐτούς, εἶτα, ὅσον ἀπαιτεῖ ἡ χρεία, διάστημα περιπατοῦντας. Οὕτως εἰς ὀρθὸν ἀποκα‐ θισταμένους κινεῖν ἐν τάξει καὶ σπεύδειν ὡσανεὶ τὴν τῶν ἐναντίων τάξιν πε‐ ριλαμβάνειν. Τοὺς δὲ πλαγιοφύλακας τοὺς κατὰ τοῦ ἀριστεροῦ μέρους τασσομέ‐ νους ὁμοίως ἐπὶ σκουτάριον κλίναντας, εἶτα, ὅσον ἀπαιτεῖ ἡ χρεία, διάστημα | |
10 | περιπατοῦντας, οὕτως εἰς ὀρθὸν ἀποκαθίστασθαι καὶ σπεύδειν ὡσανεὶ τῷ ἐναν‐ | |
τίῳ κέρατι ἐξισοῦσθαι. | 159 | |
7pint | 〈Λ Ο Γ Ο Σ Ζʹ.〉 ΚΕΦΑΛΑΙΑ ΤΟΥ ΕΒΔΟΜΟΥ ΛΟΓΟΥ ΠΕΡΙ ΣΤΡΑΤΗΓΙΑΣ | |
7pin1 | Αʹ. Ποίων δεῖ κεφαλαίων φροντίσαι τὸν στρατηγὸν πρὸ τοῦ καιροῦ τοῦ πο‐ λέμου; Βʹ. Περὶ τοῦ ἁγιάζειν τὰ βάνδα. Γʹ. Περὶ τοῦ καθιστᾶν τὰ κοντουβέρνια. | |
5 | Δʹ. Περὶ τοῦ πολυπραγμονεῖν τὰ κατὰ τοὺς ἐχθρούς. Εʹ. Περὶ τοῦ προθυμοποιεῖν τὸν στρατὸν διὰ δημηγορίας. ϛʹ. Περὶ τῶν κρατουμένων ὡς εἰκὸς ἐχθρῶν εἰς σκοῦλκαν. Ζʹ. Περὶ τῆς κατὰ τῶν ἁμαρτανόντων ἐπεξελεύσεως. Ηʹ. Περὶ δαπάνης τῶν στρατιωτῶν καὶ τῶν ἀλόγων αὐτῶν καὶ τῶν ἀπλήκτων. | |
10 | Θʹ. Περὶ τοῦ βουλεύεσθαι μετὰ τῶν μεραρχῶν περὶ τοῦ τόπου τῆς συμβολῆς. Ιʹ. Περὶ τοῦ ποτοῦ τῶν ἵππων. ΙΑʹ. Περὶ τῆς ἐν σελλοπουγγίοις δαπάνης. ΙΒʹ. Περὶ τοῦ πρὸς ξένον ἔθνος κινεῖσθαι πόλεμον. ΙΓʹ. Περὶ τοῦ αἰφνιδιασμοῦ ὡς εἰκὸς γινομένου ὑπὸ ἐχθρῶν ἐν τῷ ὁδοιπορεῖν. | |
15 | ΙΔʹ. Περὶ ἀπλήκτων καὶ τῆς ἐν αὐτοῖς τῶν ἀλόγων ἀποτροφῆς. ΙΕʹ. Περὶ τοῦ μὴ σκυλεύειν ἐχθροὺς ἐν καιρῷ μάχης. Ιϛʹ. Περὶ τῶν ὁμοιογενῶν τοῖς ἐναντίοις. αʹ. Περὶ τῶν ἐν τῇ ἡμέρᾳ τοῦ πολέμου ὀφειλόντων παραφυλάττεσθαι. βʹ. Περὶ τοξοτῶν πολεμίων. | |
20 | γʹ. Περὶ τοῦ μὴ συμπλέκεσθαι τοῖς πολεμίοις μηδὲ τὴν ἰδίαν δεικνύειν δύ‐ | |
ναμιν πρὶν ἂν τὴν βουλὴν αὐτῶν μάθωμεν. δʹ. Περὶ τοῦ τὴν δευτέραν τάξιν κρύπτεσθαι μὴ δυναμένην κατ’ οὐρὰν ἐπα‐ κολουθεῖν τῆς πρώτης, ὡς μίαν τὰς δύο φαίνεσθαι. εʹ. Περὶ ἐφόδου ἐχθρῶν μηνυομένης. Πῶς δεῖ ἁρμόσασθαι αὐτῇ; | 161 | |
25 | ϛʹ. Περὶ πληγάτων. ζʹ. Περὶ πλήθους φαινομένων πολεμίων. ηʹ. Περὶ τοῦ μὴ συγχωρεῖν τοὺς ἐχθροὺς προκατασκοπεῖν τὴν τάξιν. θʹ. Περὶ φυλακῆς φοσσάτου. ιʹ. Περὶ συλλογῆς χόρτου. | |
30 | ιαʹ. Περὶ ἐναντίας ἐκβάσεως. ιβʹ. Περὶ αἰσίας ἐκβάσεως πολέμου. ιγʹ. Περὶ σκούλκας. ιδʹ. Περὶ τοῦ μὴ φαίνεσθαι προχείρως τὴν δευτέραν τάξιν τοῖς ἐχθροῖς. ιεʹ. Περὶ τοῦ μὴ φαίνεσθαι πρὸ πολέμου τὴν τῶν ὅπλων λαμπρότητα τοῖς | |
35 | ἐχθροῖς. ιϛʹ. Γνῶσις τῶν εἰρημένων κεφαλαίων ὀφειλόντων δοθῆναι ἑκάστῳ μεράρχῃ. ιζʹ. Γνῶσις ὁμοίως κεφαλαίων ὀφειλόντων δοθῆναι ἑκάστῳ ἄρχοντι καὶ μοιράρχῃ καὶ αὐτῷ δὲ τῷ μεράρχῃ, ἵνα οἶδε τί καταζητεῖν. | |
7.1t | Ποίων δεῖ κεφαλαίων φροντίσαι τὸν στρατηγὸν πρὸ τοῦ καιροῦ τοῦ πολέμου; | |
7.1.1 | Οὐκ ἔστιν ὁλκάδα πελάγει διαπορθμεύεσθαι κυβερνέτου χωρίς, οὐκ ἔστι πολεμίους καταγωνίζεσθαι τάξεως καὶ στρατηγίας ἐκτός, δι’ ἧς οὐ μόνον τοῦ ἰσορροποῦντος πλήθους τῶν πολεμίων περιγίνεσθαι δυνατόν ἐστι σὺν Θεῷ, ἀλλὰ καὶ τοῦ πολλῷ πλέον ἐν ἀριθμῷ ὑπερβάλλοντος. οὐδὲ γάρ, ὥς τινες τῶν | |
5 | ἀπείρων ἔχουσι, διὰ θράσους καὶ πλήθους ἀνδρῶν οἱ πόλεμοι κρίνονται, ἀλλὰ δι’ εὐμενείας Θεοῦ τάξεως τε καὶ στρατηγίας, ἧς ἐπιμελητέον μᾶλλον ἢ συλλο‐ | |
γῆς πλήθους ἀκαίρου· ἡ μὲν γὰρ ἀσφάλειαν καὶ ὠφέλειαν ἄγει τοῖς ταύτῃ καλῶς κεχρημένοις, ἡ δὲ συντριβὴν καὶ ἐπιζήμιον δαπάνην. | 163 | |
7.1.2 | Δεῖ τοίνυν τοῖς τε καιροῖς καὶ τόποις ἁρμοδίως κεχρῆσθαι ἐν ταῖς κατὰ τῶν ἐχθρῶν μάχαις καὶ πρότερον τὰς ἀφορμὰς φυλάττεσθαι, δι’ ὧν συμβαίνει τὰς βλάβας γίνεσθαι, καὶ τότε διὰ τῶν τοιούτων κατὰ τῶν ἐχθρῶν ἐγχειρεῖν. | |
7.1.3 | Καὶ πρό γε ἁπάντων χρὴ τὰς παρὰ τῶν ἐχθρῶν μελετωμένας ἐνέδρας ἐρευνᾶν διὰ σκουλκῶν πυκνῶν καὶ μα‐ κρῶν κατὰ τῶν τεσσάρων πλευρῶν τοῦ τόπου, ἔνθα ἡ παράταξις γίνεται, καὶ ἀπέ‐ χεσθαι τῶν ἀτάκτων καὶ ἐσκορπισμένων διώξεων. | |
7.1.4 | Τὸν δὲ στρατηγὸν κοῦρ‐ σα ἢ προπετεῖς ἐγχειρήσεις δι’ ἑαυτοῦ ποιεῖσθαι οὐκ ἐπιτρέπομεν, ἀλλὰ διὰ τῶν ἁρμοδίων ἀρχόντων τὰ τοιαῦτα γίνεσθαι. Εἰ μὲν γὰρ ἐκ τῶν ἄλλων ἀρχόν‐ των παράπτωμα ἢ ἀστοχία γένηται, ἔστιν ἐλπὶς σύντομος ἐπανορθώσεως· εἰ δὲ | |
5 | ὁ πρῶτος τοῦ στρατοῦ πταίσει, ἀναρχίας πρόφασις ἢ τούτου διάπτωσις γίνεται. | |
7.1.5 | Σοφὸς δὲ στρατηγὸς ὁ πρὸ τῶν πολέμων ἀκριβῶς τὰ τοῦ ἐχθροῦ πολυ‐ πραγμονῶν καὶ πρὸς μὲν τὰ πλεονεκτήματα αὐτοῦ φυλαττόμενος, πρὸς δὲ τὰ ὑστερήματα ἐπιβαλλόμενος, οἷον· | |
7.1.6 | ὑπὲρ αὐτὸν τὴν ἵππον ἔχει ὁ ἐχθρός, δέον αὐτὸν τὰς βοσκὰς ἀφανίζειν· | |
7.1.7 | εἰς πλῆθος ἀνδρῶν πλεονεκτεῖ, τὰς τού‐ των δαπάνας περιστέλλειν· | |
7.1.8 | ἀπὸ διαφόρων ἐθνῶν συνέστηκεν, δώροις καὶ χαρίσμασι καὶ ἐπαγγελίαις ὑποφθείρειν τοὺς σὺν αὐτῷ· | |
7.1.9 | ἐναντίως πρὸς ἀλ‐ λήλους τὰς γνώμας ἔχουσι, τοὺς πρώτους αὐτῶν μεταχειρίζεσθαι· | |
7.1.10 | κοντάτον ἐστὶ τὸ ἔθνος, εἰς δυσχωρίας αὐτὸ προσκαλεῖσθαι· | |
7.1.11 | τοξόται εἰσίν, εἰς κάμ‐ πους τάσσεσθαι σπουδάζειν καὶ τὴν ἐκ χειρὸς σύνεγγυς μάχην ποιεῖσθαι· | |
7.1.12 | Σκυθικὸν ἢ Οὑννικόν ἐστι, περὶ τὸν Φεβρουάριον μῆνα ἢ Μάρτιον ἐπιτίθεσθαι, ὅταν οἱ ἵπποι ἐκ τῆς τοῦ χειμῶνος κακοπαθείας ταλαιπωροῦσι καὶ ὡς πρὸς το‐ ξότας τὰς συμβολὰς ποιεῖσθαι· | |
7.1.13 | ἀφυλάκτως ὁδοιποροῦσιν ἢ ἀπληκεύουσιν, ἐν νυκτὶ ἢ ἐν ἡμέρᾳ τούτοις ἀδοκήτως ἐφεδρεύειν· | |
7.1.14 | θρασέως καὶ ἀτάκτως τὰς μάχας ποιοῦνται καὶ τοῦ κακοπαθεῖν ἄπειροι, σχηματίζεσθαι μὲν ὡς πρὸς συμβολήν, ἀναβάλλεσθαι δὲ καὶ διασύρειν μέχρις οὗ τὸ ζέον τοῦ θυμοῦ ἐνδώσει. καὶ ὅταν ἀποκνήσωσιν, τότε τὰς συμβολὰς κατ’ αὐτῶν ποιεῖσθαι· | |
7.1.15 | ἐν πλή‐ θει πεζῶν προτερεύειν, εἰς ὁμαλοὺς τόπους τούτους προτρέπειν καὶ μὴ σύνεγ‐ γυς, ἀλλὰ μήκοθεν ἐξ ἀκοντίων τὰς μάχας ποιεῖσθαι. | |
7.1.16 | Κυνηγίῳ δὲ ἔοικε τὰ τῶν πολέμων. ὥσπερ γὰρ ἐκεῖ διά τε κατασκόπων καὶ δικτύων καὶ ἐγκρυμ‐ μάτων καὶ προσκοπῶν καὶ κατακυκλώσεων καὶ τοιούτων σοφισμάτων μᾶλλον ἢ δυνάμει ἢ θήρᾳ τούτων γίνεται, οὕτως δεῖ καὶ ἐπὶ τῶν πολέμων ἁρμόζεσθαι, | |
5 | εἴτε πρὸς πλείους, εἴτε πρὸς ὀλίγους γίνονται. | |
7.1.17 | Τὸ γὰρ φανερῶς καὶ χειρὶ δι’ ὄψεως μόνον βιάζεσθαι τοὺς ἐναντίους, ὅτε καὶ δόξῃ τις νικᾶν τούτους μετὰ κινδύνου καὶ ζημίας οὐ τῆς τυχούσης, ἡ τοῦ πράγματος ἀπόβασις αὐτῷ συμβαί‐ νει. ὅπερ τῶν ἀλογίστων ἐστὶν ἀνάγκης μεγίστης χωρὶς μετὰ ζημίας νίκην κτᾶ‐ | 165 |
5 | σθαι, κενὴν ὑπόληψιν φέρουσαν. | |
7.2t | Περὶ τοῦ ἁγιάζειν τὰ βάνδα. | |
7.2.1 | Χρὴ παρασκευάζειν τοὺς μεράρχας τὰ βάνδα ἁγιάζειν πρὸ μιᾶς ἢ δευτέρας ἡμέρας τοῦ πολέμου καὶ οὕτως ἐπιδιδόναι τοῖς βανδοφόροις τῶν ταγμάτων. | |
7.3t | Περὶ τοῦ καθιστᾶν τὰ κοντουβέρνια. | |
7.3.1 | Χρὴ τὸν ἑκάστον τάγματος ἄρχοντα προκαθιστᾶν τὰ κοντουβέρνια καὶ ἀνα‐ πληροῦν τὰ λείποντα σώματα. | |
7.4t | Περὶ τοῦ πολυπραγμονεῖν τὰ κατὰ τοὺς ἐχθρούς. | |
7.4.1 | Χρὴ τὰ κατὰ τοὺς ἐχθροὺς σπουδάζειν πολυπραγμονῆσαι διὰ σκουλκῶν ἀκριβῶν καὶ συνεχῶν ἐκ διαστημάτων ἱκανῶν καὶ διὰ κατασκόπων ἤτοι ἐκσπλο‐ ρατόρων τήν τε κίνησιν τό τε ποσὸν τοῦ πλήθους αὐτῶν καὶ τὴν τάξιν καὶ οὕ‐ τως ἁρμόζεσθαι εἰς τὸ μὴ αἰφνιδιασθῆναι παρ’ αὐτῶν. Σημειωτέον δέ, ὅτι οἱ δη‐ | |
5 | μοπόλεμοι πρὸς τὰ γενναῖα καὶ τακτικὰ ἰσόμετρα καὶ πρὸς τὰ θρασέα ἔθνη ἐπι‐ σφαλεῖς εἰσι. Διὸ χρὴ στρατηγίᾳ μᾶλλον καὶ σοφίᾳ αἰφνιδιάσμασι τε καὶ δό‐ λοις καὶ ἀπάταις ἀποπειρᾶσθαι τῶν τοιούτων ἐθνῶν ἤπερ δυνάμει καὶ δημοσίᾳ. | |
7.5t | Περὶ τοῦ προθυμοποιεῖν τὸν στρατὸν διὰ δημηγορίας. | |
7.5.1 | Χρὴ ἐπὶ σχολῆς συνάγειν κατὰ μέρη ἢ μοίρας τὸν στρατὸν καὶ μὴ τὸν πάντα ὑφ’ ἓν ἐν ἐνὶ τόπῳ· καὶ διαλέγεσθαι τὰ εἰκότα καὶ προθυμοποιεῖσθαι ἀναμιμνή‐ σκοντα αὐτὸν προτέρων ἐπιτυχιῶν ἐπαγγείλασθαι τε αὐτοῖς τὴν ἐκ βασιλέως ἀμοι‐ βὴν καὶ τὸν ὑπὲρ τῆς εὐνοίας τῆς πολιτείας μισθόν 〈, ἔτι δὲ προσυπομιμνήσκειν〉 | |
5 | καὶ τὰ ἐγγράφως δοθέντα μανδάτα διὰ τῶν ἀρχόντων τῶν ἰδικῶν ἑκάστῳ τάγ‐ | |
ματι. | 167 | |
7.6t | Περὶ τῶν κρατουμένων ὡς εἰκὸς ἐχθρῶν εἰς σκοῦλκαν. | |
7.6.1 | Χρή, εἰ συμβῇ τινας τῶν ἐχθρῶν εἰς σκοῦλκαν κρατηθῆναι ἢ προσρυῆναι, εἰ μὲν γενναῖοί εἰσι τοῖς σώμασι καὶ ἔνοπλοι, τούτους μὴ δημοσιεύειν τῷ στρα‐ τῷ, ἀλλὰ ἐν ἑτέρῳ τόπῳ ἀφανῶς ἐκπέμπειν αὐτούς· εἰ δὲ εὐτελεῖς, τοὺς μὲν προσ‐ ρυομένους ἐπιτηδεύειν ἐπιδεῖξαι τῷ παντὶ στρατῷ, τοὺς δὲ κρατουμένους γυμνοὺς | |
5 | περιάγειν καὶ ὑποτίθεσθαι αὐτοῖς παρακαλεῖν τοὺς στρατιώτας μὴ φονευθῆναι, εἰς τὸ πάντας τοὺς ἐχθροὺς ἐλεεινοὺς εἶναι νομίζεσθαι παρὰ τῶν στρατιωτῶν. | |
7.7t | Περὶ τῆς κατὰ τῶν ἁμαρτανόντων ἐπεξελεύσεως. | |
7.7.1 | Χρὴ ἐχθρῶν ἐγγιζόντων καὶ δημοσίου προσδοκωμένου πολέμου τοὺς ἄρχον‐ τας τῶν ταγμάτων παραγγέλεσθαι τὰς κατὰ τῶν ἁμαρτανόντων στρατιωτῶν ἐπεξ‐ ελεύσεις ἐν ἐκείναις παραφυλάττεσθαι ταῖς ἡμέραις ποιεῖν καὶ παντοίως μὴ κακοῦν τὸν στρατιώτην, ἀλλὰ καὶ τοὺς ἐν ὑποψίᾳ ὄντας λύπης τινὸς ἕνεκα με‐ | |
5 | ταχειρίζεσθαι, εἰ δὲ ἀμεταχείριστοι οὗτοι τυγχάνουσι, χωρίζειν αὐτοὺς πρὸς μικρὸν καὶ ἑτέρῳ παραπέμπεσθαι τόπῳ μετὰ προφάσεως εὐλόγου μέχρι τῆς τοῦ πολέμου ἐκβάσεως, ἵνα μὴ τοῖς ἐχθροῖς προσχωροῦντες εἴπωσί τι, ὧν μὴ χρὴ γινώσκειν αὐτούς. τοὺς δὲ ὁμογενεῖς τῶν ἐχθρῶν πρὸ πολλοῦ χωρίζειν καὶ ἐν πολέμῳ τούτους μὴ φέρειν κατὰ τῶν ἰδίων. | |
7.8t | Περὶ δαπάνης τῶν στρατιωτῶν καὶ τῶν ἀλόγων αὐτῶν καὶ τῶν ἀπλήκτων. | |
7.8.1 | Χρὴ μέλλοντας συμβάλλειν καὶ τὰ εἰς δευτέραν τύχην ὁρῶντα προσκοπεῖν καὶ τὰς ἐκεῖθεν ἐναντιώσεις προασφαλίζεσθαι καὶ μάλιστα τὰς ἀποτροφὰς ἡμε‐ ρῶν ὀλίγων τῶν τε στρατιωτῶν καὶ τῶν ἀλόγων, καὶ φοσσάτα ὀχυρώτερα ποιεῖν κατὰ τὸ ὑποτεταγμένον σχῆμα ἐν ἐπιτηδείοις τόποις, ἔνθα δυνατὸν τὸ ὕδωρ πάν‐ | |
5 | τως ἐκδικεῖσθαι ἐν καιρῷ ἀνάγκης. | |
7.9t | Περὶ τοῦ βουλεύεσθαι μετὰ τῶν μεραρχῶν περὶ τοῦ τόπου τῆς συμβολῆς. | |
7.9.1 | Χρὴ τὸν στρατηγὸν τοὺς μεράρχας συγκαλεῖσθαι καὶ βουλεύεσθαι τὰ περὶ | |
τοῦ πολέμου, κατανοεῖν δὲ καὶ τὸν τόπον, ἔνθα ἡ συμβολὴ μέλλει γίνεσθαι. | 169 | |
7.10t | Περὶ τοῦ ποτοῦ τῶν ἵππων. | |
7.10.1 | Χρὴ προπαραγγέλλειν τοῖς ἄρχουσιν, ὥστε κατὰ τὴν πρώτην φωνὴν τοῦ βουκίνου ἐν τῆ νυκτὶ τῆς τοῦ πολέμου ἡμέρας τὴν ἵππον ἐπὶ ποτὸν παρασκευά‐ σαι ἐξαγαγεῖν, ἵνα μὴ ὡς εἰκὸς ἀμελοῦντες τούτου ἐν τῷ καιρῷ τῆς παρατά‐ ξεως ἀπολείπωνται. | |
7.11t | Περὶ τῆς ἐν σελλοπουγγίοις δαπάνης. | |
7.11.1 | Χρὴ παραγγελθῆναι ἕκαστον στρατιώτην, ὥστε ἐν τῷ κινεῖν πρὸς παράταξιν ἐν τῷ σελλοπουγγίῳ αὐτοῦ μίαν ἢ δευτέραν λίτραν ἄρτου ἢ ἀλφίτου ἢ πίστου ἑψητοῦ ἢ κρέους ἔχειν καὶ φλασκὶν μικρὸν ἐν τῇ ἀργαβίᾳ ὕδατος γέμον καὶ μὴ οἴνου διά τε τὰς τυχηρὰς περιστάσεις καὶ τὰς ἀπαντώσας χρείας. Πολλάκις γὰρ | |
5 | τρεπομένων ἐχθρῶν καὶ ὀχυρώματι προστρεχόντων χρεία διανυκτερεῦσαι ἢ προσ‐ εδρεῦσαι αὐτοῖς ἢ τὴν συμβολὴν μέχρις ἑσπέρας παρατείνεσθαι, καὶ ἀναγκαῖόν ἐστιν ἐπιφέρεσθαι δαπάνην, ἵνα μὴ τῇ ἐλλείψει τῆς δαπάνης τὸ πρακτέον ἐμπο‐ δίζηται. | |
7.12t | Περὶ τοῦ πρὸς ξένον ἔθνος κινουμένου πολέμου. | |
7.12.1 | Χρή, ἐὰν πρὸς ξένον καὶ δυνατὸν ἔθνος ἐστὶ πόλεμος καὶ ἐκ προλήψεώς τινος ἐν δειλίᾳ ἐστὶν ὁ στρατός, μὴ σπουδάζειν συμπλέκεσθαι αὐτῷ δημοσίως εὐθύς, ἀλλὰ πρότερον ἀσφαλῶς ἐπιτηδεύειν πρὸ τῆς ἡμέρας τοῦ πολέμου μετὰ ἐξπλήκτων καὶ χρησίμων ἀνδρῶν λεληθότως καὶ μὴ φανερῶς ἐπέρχεσθαι μέρει | |
5 | αὐτῶν. ἐὰν γὰρ φονευθῶσί τινες τῶν ἐναντίων ἢ ζῶντες συλληφθῶσι, νομίζον τὸ πλῆθος τῶν στρατιωτῶν δυνάμει γενέσθαι τὸ συμβάν, προθυμότεροι καθίστανται τὴν δειλίαν ἀποβαλλόμενοι, καὶ οὕτως κατὰ μικρὸν ἐθίζεται κατ’ αὐτῶν ἐγχειρεῖν. | |
7.13t | Περὶ αἰφνιδιασμοῦ ὡς εἰκὸς γινομένου ἐν τῷ ὁδοιπορεῖν ὑπὸ ἐχθρῶν. | |
7.13.1 | Χρή, ἐὰν αἰφνιδιασμὸς γένηται ὑπὸ τῶν ἐχθρῶν καὶ μὴ συμβαίνῃ τῇ χρείᾳ τοῦ πολέμου ἢ ὁ τόπος, ὡς δασὺς καὶ δυσχερής, ἢ καιρὸς ἀπρόσφορός ἐστιν, μὴ ἐπιτηδεύειν συμβάλλειν αὐτοῖς ἐκεῖσε, ἀλλὰ σπουδάζειν μᾶλλον συνάγειν ἑαυτὸν καὶ τόπον ἐπιτήδειον κρατεῖν εἰς ἄπληκτον καὶ ὑπερτίθεσθαι, μέχρις οὗ | |
5 | καὶ τόπου καὶ ὥρας τῆς ἐπιτηδείας τύχοι καὶ μὴ ἀκουσίως συμβάλλειν. τοῦτο | |
γὰρ ποιῶν οὐχὶ τὸν ἐχθρὸν φεύγει, ἀλλὰ τὸν φαῦλον τόπον φυλάττεται. | 171 | |
7.14t | Περὶ ἀπλήκτων καὶ τῆς ἐν αὐτοῖς τῶν ἀλόγων ἀποτροφῆς. | |
7.14.1 | Χρὴ ἐν τοῖς ἀπλήκτοις τῶν πολεμίων ἐγγιζόντων καὶ προσδοκωμένου πολέμου Σκυθικοῦ μάλιστα γίνεσθαι, εἰ μὲν προλαβὼν ἐν φοσσάτῳ διάγει ὁ στρα‐ τὸς καὶ τοὺς ἐχθροὺς ἀναμένει ἐκεῖσε, εὐτρεπίζειν καὶ ἀποτίθεσθαι χόρτον ἢ ἄχυ‐ ρον μιᾶς ἢ δευτέρας ἡμέρας τῶν ἀλόγων· εἰ δὲ κινήσει ὁ στρατὸς καὶ βούλεται | |
5 | ἐν ἑτέρῳ ἀπλήκτῳ ἀπελθεῖν κἀκεῖθεν παρατάξασθαι, ἀναγκαῖον χόρτον ἢ ἄχυ‐ ρον κἂν μιᾶς ἡμέρας βαστάζειν καὶ οὕτως ἐν τῷ γινομένῳ φοσσάτῳ ἀποτίθεσθαι τοῦτον. ἴσως γὰρ οὐ συγχωροῦνται ὑπὸ τῶν ἐχθρῶν οἱ πάλλικες αὐτῇ τῇ ἡμέρᾳ ἐξελθεῖν καὶ χορτολογῆσαι, οὔτε δὲ τὰ ἄλογα εἰς βοσκὴν ἐκβάλλειν. | |
7.14.2 | Εἰ δὲ οἱ ἐχθροὶ πολὺ ἐγγίζουσιν, οὐκ ἄτοπον ἐν τῷ περιπατεῖν, ὡς εἴρηται, ἕκαστον συνάγειν τὸν χόρτον τὸν ὀφείλοντα ἀποτεθῆναι. οὐδὲ γὰρ μετὰ τὸ ἀπληκεῦσαι πολλάκις συγχωροῦνται οἱ παῖδες ἐξελθεῖν καὶ χορτολογῆσαι, πλειόνων μάλιστα | |
5 | καβαλλαρίων τῶν ἐχθρῶν εὑρισκομένων. | |
7.15t | Περὶ τοῦ μὴ σκυλεύειν ἐχθροὺς ἐν καιρῷ μάχης. | |
7.15.1 | Σκυλεύειν δὲ νεκροὺς ἢ τούλδῳ ἢ φοσσάτῳ πολεμίων ἐπέρχεσθαι πρὸ τελείας ἐκβάσεως τοῦ πολέμου πρᾶγμα ὀλέθριον καὶ ἐπικίνδυνόν ἐστι. Διὸ χρὴ εὐκαίρως προπαραγγέλλειν τοὺς στρατιώτας, ὡς καὶ ἐν τοῖς ἐπιτηδείοις δηλοῦται, τούτων παντοίως ἀπέχεσθαι. Πολλάκις γὰρ οἱ νικήσαντες διὰ τοιούτων τρόπων οὐ μό‐ | |
5 | νον ἡττήθησαν, ἀλλὰ καὶ ἀπώλοντο, σκορπίσαντες ἑαυτοὺς καὶ ὑπὸ τῶν αὐτῶν ἐχθρῶν αἰφνιδιασθέντες. | |
7.16t | Περὶ τῶν ὁμοιογενῶν τοῖς ἐναντίοις. | |
7.16.1 | Χρὴ τοὺς ὁμογενεῖς τῶν ἐναντίων πρὸ πολλοῦ χωρίζειν τοῦ στρατοῦ καὶ ἐν ἑτέροις τόποις πέμπειν, ἵνα μὴ ἐν καιρῷ μετὰ κλάσματος τοῖς ἐχθροῖς προστε‐ θῶσιν. | |
7t1a-17a1 | ΕΤΕΡΑ ΚΕΦΑΛΑΙΑ ΤΟΥ Ζʹ ΛΟΓΟΥ. | |
71a1 | Περὶ τοῦ μὴ πολλὰ πονεῖν τὸν στρατηγὸν ἐν τῇ ἡμέρᾳ τοῦ πολέμου. | |
1 | Χρὴ τὸν στρατηγὸν μηδὲ πολλὰ πονεῖν ἐν τῇ αὐτῇ ἡμέρᾳ τῆς συμβο‐ λῆς, ἵνα μὴ τῷ πολλῷ κόπῳ καὶ τῇ συντριβῇ τῶν ἀναγκαίων ἐπιλάθηται, μηδὲ | |
κατολιγωρεῖν αὐτὸν ἐκ τῆς φροντίδος, ἀλλὰ ἀνθηρῶς παρέρχεσθαι τὴν παρά‐ ταξιν καὶ προθυμοποιεῖν πάντας. | 173 | |
71a2 | Καὶ μὴ συμπλέκεσθαι τοῖς πολεμίοις· στρατιώτου γὰρ μᾶλλον ἢ στρατηγοῦ τοῦτό ἐστι. Τὰ δὲ προσήκοντα πράξαντα ἐν ἐπιτηδείῳ ἵστασθαι τόπῳ, ὅθεν ὁρᾶν δύναται τούς τε κάμνοντας καὶ τοὺς ὡς εἰκὸς ἀμελοῦντας, καὶ ἐπευχόμενον τὰ δέοντα σπουδάζειν διὰ τῶν ἐν ὑποβοη‐ | |
5 | θείᾳ ὄντων συναίρεσθαι τῷ δεομένῳ μέρει, τουτέστι διὰ τῶν πλαγιοφυλάκων καὶ νωτοφυλάκων. | |
72at | Περὶ τοξοτῶν πολεμίων. | |
72a1 | Χρὴ ἐν ταῖς παρατάξεσιν, ἐὰν πρὸς τοξότας ἐστὶν ὁ πόλεμος, τοὺς πρόποδας τῶν ὀρέων καὶ δυσχερεῖς τόπους κατὰ τὸ δυνατὸν φυλάττεσθαι καὶ ἢ ἐν τῷ ὕψει τὴν παράταξιν τάσσειν ἢ τελείως ἀποβαίνειν τοῦ ὄρους καὶ ἐν ὁμαλωτέρῳ καὶ γυμνῷ 〈τόπῳ〉 τάσσεσθαι, ἵνα μὴ τῶν ἐχθρῶν ὡς εἰκὸς ἐκεῖθεν ἐνεδρευόντων ὑπὸ | |
5 | τοῦ ὕψους ἡ παράταξις ἁθρόως βιάζηται. | |
73at | Περὶ τοῦ μὴ συμπλέκεσθαι τοῖς πολεμίοις μηδὲ τὴν ἰδίαν δεικνύειν δύ‐ ναμιν, πρὶν ἂν τὴν βουλὴν αὐτῶν μάθωμεν. | |
73a1 | Χρὴ μηδὲ συμπλέκεσθαι παρατάξει πολεμίων, μηδὲ τὴν ἰδίαν δύναμιν προ‐ δεικνύειν αὐτοῖς, πρὶν ἂν τὴν τάξιν αὐτῶν κατανοῆσαι καὶ τὰς ὡς εἰκὸς μελετω‐ μένας παρ’ αὐτῶν ἐνέδρας πολυπραγμονῆσαι. | |
74at | Περὶ τοῦ τὴν δευτέραν τάξιν κρύπτεσθαι μὴ δυναμένην κατ’ οὐρὰν ἀπο‐ κολουθεῖν τῆς πρώτης, ὡς ἂν μίαν τὰς δύο φαίνεσθαι. | |
74a1 | Χρή, ἐὰν οἱ τόποι τῆς συμβολῆς γυμνοί εἰσι καὶ ἀναπεπταμένοι καὶ οὔκ ἐστι εὐκόλως τὴν δευτέραν τάξιν κρύπτειν ἐν αὐτοῖς, εἰς τὸ μὴ τοὺς ἐχθροὺς προγι‐ νώσκειν ἐν τῷ κινεῖν τὸν στρατὸν πρὸς μάχην, ἐντεῦθεν ἤδη τὴν δευτέραν τάξιν κατ’ οὐρὰν τῆς πρώτης πλησίον ἐπακολουθεῖν, ὥστε τὰς δύο ὡς μίαν τοῖς ἐναν‐ | |
5 | τίοις φαίνεσθαι παράταξιν. Ὅταν δὲ ὡς ἀπὸ ἑνὸς μιλίου τῆς τῶν πολεμίων γένη‐ ται παρατάξεως, τότε τὴν δευτέραν κατ’ ὀλίγον ἐμβραδύνουσαν χωρίζεσθαι τῆς πρώτης τὸ εἰρημένον διάστημα καὶ εἰς τὸ ἴδιον σχῆμα καθίστασθαι. Ἐντεῦθεν | |
γὰρ οὔτε τοῖς πολεμίοις εὔγνωστος ἡ τάξις γίνεται, οὔτε τοῖς συμμάχοις. | 175 | |
75at | Περὶ ἐφόδου ἐχθρῶν μηνυομένης. Πῶς δεῖ ἁρμόζεσθαι αὐτοῖς; | |
75a1 | Χρή, ἐὰν ὑπὲρ τοὺς πλαγιοφύλακας καὶ τοὺς εἰς ἐνέδραν κατὰ τῶν ἐχθρῶν πεμπομένους ἡ τῶν ἐναντίων ἔφοδος κατὰ τῆς πρώτης τάξεως μηνυθῇ, [δεῖ] ἐκ τῶν εἰς τὰ ἄκρα τῆς δευτέρας τάξεως τασσομένων βάνδων μετατίθεσθαι αὐτοῖς· εἰ μὲν ἐξ ἑνὸς πλαγίου ἔρχονται, ἐξ ἐκείνου τοῦ κέρατος, εἰ δὲ ἐκ τῶν δύο, ἐξ | |
5 | ἑκατέρων. ὁμοίως δὲ καὶ τοῖς κατὰ νώτου τῆς δευτέρας τάξεως ἐρχομένοις· εἰ μὴ ἀρκοῦσιν οἱ νωτοφύλακες αὐτῆς διὰ τῶν αὐτῶν ἁρμόζεσθαι, 〈τὰ αὐτὰ ποιεῖν〉 εἰς τὸ τοὺς λοιποὺς ἀπερισπάστως μένειν πρὸς βοήθειαν τῆς πρώτης. | |
76at | Περὶ πληγάτων. | |
76a1 | Χρὴ σπουδάζειν μετὰ τὸν πόλεμον τὸν στρατηγὸν τοῖς πληγάτοις παραμυ‐ θεῖσθαι καὶ τοὺς διαπίπτοντας ἐν τῷ πολέμῳ ταφῆς ἀξιοῦν, ἐπειδὴ καὶ ὅσιόν ἐστι καὶ προθυμίαν τοῖς ζῶσιν ἐμποιεῖ. | |
77at | Περὶ πλήθους φαινομένων πολεμίων. | |
77a1 | Χρή, ἐὰν πολὺς ὁ τῶν ἐχθρῶν στρατός ἐστι καὶ διὰ πλῆθος ἀλόγων ἢ ἀνδρῶν κομπὸς φαίνηται, μὴ ἐπιτηδεύειν εὐθὺς εἰς ὑψηλὸν τόπον τὸν στρατὸν τάσσειν τῶν ἐχθρῶν μήκοθεν ὄντων, ἵνα μὴ τῇ θέᾳ τοῦ πλήθους προκαταλαμβα‐ νόμενος δειλιάσῃ προχείρως, ἀλλ’ ἐν κοιλοτέρῳ τόπῳ τάσσειν αὐτόν, ὅθεν οὐδὲ | |
5 | κατοπτεύεται, οὐδὲ καθορᾶται ὑπὸ τῶν ἐχθρῶν. Καὶ ὅταν ἢ ἀπὸ ἑνὸς ἢ ἡμίσεως σημείου γένωνται οἱ ἐχθροί, τότε ἐν τῷ ὕψει φέρειν τὸν στρατόν, ἵνα, πρὶν δει‐ λιάσῃ ὁ στρατός, ἡ συμβολὴ γένηται. | |
77a2 | Εἰ δὲ μὴ εὑρίσκεται τόπος τοιοῦτος, ἀλλὰ μήκοθεν οἱ ἐχθροὶ τῷ στρατῷ φαίνονται, προπαραγγέλλειν τῷ στρατῷ ἐν αὐτῇ τῇ παρατάξει, ὅτι ἀλόγων ἤτοι τούλδου πλῆθος ἐστι τὸ φαινόμενον καὶ οὐκ ἀνθρώπων μόνον. | |
78at | Περὶ τοῦ μὴ συγχωρεῖν τοὺς ἐχθροὺς προκατασκοπεῖν τὴν τάξιν. | |
78a1 | Χρὴ πάντως ἓν ἢ δεύτερον βάνδον ἔχειν ὡς ἀπὸ ἑνὸς ἢ δευτέρου μιλίου τῆς παρατάξεως πρὸ τοῦ πολέμου, ἐν ὅσῳ τάσσεται ὁ στρατός, ἵνα μὴ ἄδειαν ἔχωσιν | |
οἱ πολέμιοι πρὸ τῆς μάχης κατασκοπεῖν τὴν τάξιν καὶ 〈κατα〉σοφίζεσθαι αὐτήν. | 177 | |
79at | Περὶ φυλακῆς φοσσάτου. | |
79a1 | Χρή, ἐὰν πεζικὸς οὐκ ἔστι στρατός, τοὺς παῖδας τῶν στρατιωτῶν κατα‐ λιμπάνειν διανεμηθησομένους δι’ ὅλου τοῦ φοσσάτου, ὡς ἀπληκεύειν ἕκαστον περὶ τὴν ἔσω τάφρον μετὰ ὅπλων, εἴτε τοξεύειν δύνανται καὶ ἀκοντίζειν, εἴτε σφενδονᾶν, καὶ ἓν βάνδον μετ’ αὐτῶν ὀφεῖλον σκουλκεύειν καὶ τὰς πόρτας τοῦ | |
5 | φοσσάτου φυλάττειν καὶ ἄρχοντα χρήσιμον τοῦ ὅλου φοσσάτου. | |
79a2 | Καὶ μη‐ δέποτε τοῦλδον ἐπὶ παρατάξεως φέρειν· καὶ γὰρ ἕτοιμον τοῖς ἐχθροῖς βρῶμα γίνεται, ἐὰν ἐν μάχῃ ἀκολουθῇ. | |
79a3 | Εἰ μέντοι ὡς εἰκὸς ἐν τῷ ὁδοιπορεῖν ἀδοκή‐ τως ἐπέλευσις παρ’ ἐχθρῶν γίνηται καὶ οὐ φθάζει ἀπληκεῦσαι καί, ὡς εἴρηται, ἀσφαλίσασθαι τὸν τοῦλδον, τότε φέρειν αὐτὸν καὶ κατὰ τοῦ δεξιοῦ μέρους ἐκ πλαγίου τῆς δευτέρας τάξεως τάσσειν καὶ ἓν ἢ δεύτερον βάνδον ἐκ τῶν περισσῶν | |
5 | εἰς παραφυλακὴν ἀφορίζειν. | |
710at | Περὶ συλλογῆς χόρτου. | |
710a1 | Χρή, ἐὰν μὴ ἔτυχον, ὡς εἴρηται, προαποθέμενοι χόρτον, κἂν ἐν αὐτῇ τῇ τοῦ πολέμου ἡμέρᾳ τῶν νεωτέρων ἤτοι 〈ἄλλων〉 ὁπλιτῶν ἐπὶ τὴν παράταξιν κινούν‐ των τοὺς πάλλικας περὶ τὸ αὐτὸ ἐξέρχεσθαι κατὰ τοῦ μέρους τοῦ νώτου τῆς πα‐ ρατάξεως ἤτοι τοῦ φοσσάτου μετ’ ὀλίγων σκουλκατόρων, τῶν ἐν τῷ φοσσάτῳ | |
5 | καταλιμπαμένων, καὶ χόρτον συνάγειν τὸν ἀρκοῦντα, ἐν ὅσῳ ὁ πόλεμος γίνεται. Δοθῆναι δὲ μανδάτα τοῖς πάλλαξι καὶ σημείου ἐν ὑψηλοτέροις καὶ διαφόροις τόποις καθισταμένου, ὥστε ἐναντίου τινὸς συμβαίνοντος ἐν τοσούτῳ, καπνοῦ γινομένου ἢ τούβας βαλλομένης, τουτέστι τὸ ἀνακλητικὸν σημαινούσης, ἀναχω‐ ρεῖν αὐτοὺς δρόμῳ, ὡς δύνανται, καὶ ἐπὶ τὸ φοσσάτον σῴζεσθαι, ἵνα μὴ ἔξω | |
10 | ἀποκλεισθῶσιν. Τοῦτο δὲ ἀναγκαῖόν ἐστι γίνεσθαι διὰ τὸ ἄδηλον τῆς ἐκβάσεως. Ἐὰν γὰρ ἐναντίως ἐξέλθῃ τὸ πρᾶγμα, δαπάνην ἔχοντες καὶ ἑαυτῶν καὶ τῶν ἀλό‐ γων οἱ στρατιῶται, ἐν αὐτοῖς γίνεται βουλομένοις ἢ μεῖναι ἢ ἀναμαχήσασθαι ἢ εὐθέως ἀναχωρῆσαι μετὰ τάξεως ἔτι ἐν δυνάμει τῶν ἵππων αὐτῶν εὑρισκομέ‐ νων, πρὶν ἢ τά τε τῶν ἀνθρώπων φρονήματα πλέον καταπέσωσιν αἵ τε τῶν ἵππων | |
15 | δυνάμεις. ὅπερ, ἐὰν μή ἐστιν καὶ ἐν ἑτοίμῳ, ἡ δαπάνη γένηται. μετὰ ἧτταν οὐδεὶς | |
θαρρεῖ ἐξέρχεσθαι εἰς συλλογὴν χόρτου καὶ οἱ ἵπποι λιμώττοντες ἀθυμίαν τοῖς στρατιώταις παρέχουσι καὶ βουλὴν πρὸς συμφέρον οὐκ ἔστι γίνεσθαι τῆς τε ἐνδείας καὶ τοῦ φόβου βιαζομένων αὐτήν. Ἀλλὰ χρὴ πάντως καὶ τὴν τῶν ἀλό‐ γων ἀποτροφὴν προαποτίθεσθαι μιᾶς ἢ δευτέρας ἡμέρας, ἢ ἀπαντᾶ καὶ πλέον, κἂν | 179 | |
20 | συμβῇ πλησίον τοῦ φοσσάτου εἶναι τὰς βοσκάς. | |
711at | Περὶ ἐναντίας ἐκβάσεως. | |
711a1 | Εἰ δὲ κατὰ τὴν πρώτην ἡμέραν τῆς συμβολῆς τοῦ πολέμου ἐναντία ἔκβασις παρακολουθήσει, ἡμῖν μὲν παντοίως ἀπρόσφορον καὶ ἀσύμφορον φαί‐ νεται τὸ κατὰ τὰς αὐτὰς ἡμέρας ἤτοι τὸν αὐτὸν χρόνον πάλιν πρὸς δημόσιον πόλεμον ἐγχειρῆσαι τοὺς ἐκ παρατάξεως ἡττηθέντας. Διὸ οὐ συμβουλεύομεν τῷ | |
5 | στρατηγῷ πρὸς τοῦτο ἐπιτηδεύειν· πᾶσιν γὰρ ὡς ἐπίπαν δυσχερές ἐστι τοῦτο καὶ οὐδεὶς εἴωθεν εὐθέως τὰς ἧττας ἀναμάχεσθαι, πλὴν τῶν Σκυθικῶν, κατεξαίρετον δὲ Ῥωμαίοις ἀνοίκειον. Ὡς, εἰ γὰρ καὶ σφάλμα παρακολουθήσει καὶ ἐλπίσει ὁ στρατηγὸς τοῦτο διὰ τῆς δευτέρας μάχης διορθοῦσθαι, οὐκ ἔστιν ἱκανὸν τὸ πλῆ‐ θος τὴν αἰτίαν διαγινῶσκον τοῦ προαιρέσει εἰς δημοσίαν μάχην εὐθέως ἐλθεῖν, | |
10 | ὡς γὰρ ἐκ θείας ψήφου οὕτως τὸ ἀποτέλεσμα δεχόμενον ἐν πάσῃ δειλίᾳ γίνεται. | |
711a2 | Διὸ χρὴ ἀνάγκης καὶ περιστάσεως χωρὶς μετὰ δημοσίαν ἧτταν μὴ ἐπιτη‐ δεύειν κατὰ τὰς αὐτὰς ἡμέρας φανερῶς συμβάλλειν ἐκ παρατάξεως, ἀλλὰ δόλῳ καὶ ἀπάτῃ σπουδάζειν καιροσκοποῦντα αἰφνιδιάζειν καὶ τὸ λεγόμενον φυγομα‐ χεῖν, μέχρις οὗ ἐν λήθῃ τῆς δειλίας ἐκείνης γινόμενος ὁ στρατὸς πάλιν ἀναρ‐ | |
5 | ρωσθῇ. | |
711a3 | Εἰ μέντοι καὶ ὁ στρατὸς πρόθυμος εὑρεθῇ καὶ ὁ στρατηγὸς δοκιμά‐ σει τοῦ πάλιν συμβάλαι δι’ εὐλόγους αἰτίας, ἃς γράφειν πολλὰς ἐπισυμβαινούσας οὐκ ἔστι ῥάδιον, δεῖ τὴν πρόμαχον τάξιν ὡς κατακρουσθεῖσαν εἰς δευτέραν ποι‐ εῖν καὶ τὴν δευτέραν εἰς πρόμαχον μετὰ τῶν ἐπιλέκτων ταγμάτων τῶν ἐν τῇ πρώ‐ | |
5 | τῃ· καθ’ ἑαυτὴν γὰρ ὡς μικροτέρα οὐκ ἐπαρκεῖ. | |
711a4 | Ἀλλ’ οὐδὲ ἐμβραδύνειν δεῖ ἀσκόπως ἐπὶ ταῖς ἐναντίαις ἐκβάσεσι τοῦ πολέμου, εἰ μή που ἐλπὶς συμμαχίας ἢ ἕτερος τρόπος βοηθείας προσδοκᾶται ἢ ὡς εἰκὸς πρότασις βαστάζουσα παρὰ τῶν ἐχθρῶν γίνεται, ἥνπερ ἀναγκαῖον μὴ πουβλικίζειν προχείρως, ἀλλ’ ἰδίᾳ | |
5 | ταύτην μανθάνειν. Καί, εἰ μὲν ἂν ἐτεῇ ἐστι καὶ τὸ προτεινόμενον παρ’ εὐθὺ γί‐ νεσθαι δύναται, μὴ ἀναβάλλεσθαι, ἀλλὰ πράττειν αὐτὸ ἀσφαλῶς δι’ ὀψίδων ἢ | |
ὅρκων. Εἰ δὲ ἐπιβλαβές ἐστι καὶ δι’ ὑπέρθεσίν τινος καὶ χαύνωσιν τοῦ ὄχλου λέγεται, τὰ ἐναντία φημίζειν, σκληρότερα τῶν προτεινομένων, ἵνα τῇ ἀπαγορεύσει τῶν προτεινομένων μᾶλλον ὁ στρατὸς πρὸς ὀργὴν διανιστάμενος τῇ ἀνάγκῃ | 181 | |
10 | ἰσχυροτέρως τοῖς ἐχθροῖς ἀντικαταστῇ καὶ ἔτι πειθήνιος τῷ ἄρχοντι γένηται. Ὅσον γὰρ βραδὺς γίνεται, τοσοῦτον οἱ ἡττηθέντες δειλότεροι γίνονται καὶ οἱ νικήσαντες τολμηρότεροι. | |
711a5 | Πρὶν ἢ οὖν εἰς τέλειον τὰ φρονήματα καταπέσωσι, δεῖ τὸν στρατηγὸν διά τε τῶν ἀρχόντων τῶν ταγμάτων καὶ δεκαρχῶν καὶ πενταρ‐ χῶν προτρέψασθαι τὸν στρατὸν καὶ εἰπεῖν, ὡς οὐκ ἔστι καιρὸς δειλιάσαι, ἀλλὰ ὀργισθῆναι μᾶλλον κατὰ τῶν ἐχθρῶν καὶ τὸ γενόμενον παρά τινων σφάλμα | |
5 | ἀνδρείως ἀνακαλέσθαι. | |
711a6 | Καὶ εἰ μὲν ἔστιν ἐλπὶς τοῦ διὰ δημοσίας παρατάξεως ἀναμαχήσασθαι, τῇ εἰρημένῃ τάξει χρήσασθαι· εἰ δὲ τοῦτο οὐ συμβαίνει, συμφε‐ ρόντως δεῖ κατατολμᾶν τῶν κινδύνων. | |
711a7 | Καὶ εἰ μὲν πεζοί εἰσιν οἱ νικήσαντες ἐχθροί, σπεύδειν μετὰ τῶν ἵππων εὐτάκτως τὰς ἀναχωρήσεις ἤτοι μεταστάσεις τοῦ φοσσάτου ἐκείνου ἀσφαλῶς ποιεῖσθαι καὶ μὴ ἀναμένειν· | |
711a8 | εἰ δὲ καβαλλάριοι ὦσιν, ἢ Πέρσαι ἢ Σκύθαι, μάλιστα τῶν περισσῶν καὶ βραδυτέρων ἀλόγων καὶ πραγμάτων περιφρονεῖν καὶ πεζῇ καθίστασθαι καὶ ἄνευ ὀλίγων καβαλλαρίων πάντας εἰς δύο φάλαγγας ἤτοι τάξεις 〈παρατάξασθαι〉 ἢ καὶ ἓν τετράγωνον εἰς | |
5 | πλινθίου σχῆμα. καὶ μέσον μὲν τὰ ἄλογα καὶ τὸν τοῦλδον φέρειν, ἔξωθεν δὲ ἔχειν τοὺς στρατιώτας, ὡς εἴρηται, ἐν τάξει καὶ τοὺς τοξότας ἐξωτέρω πεζῇ καὶ οὕτω τὰς μεταστάσεις καὶ ἀναχωρήσεις ποιεῖσθαι ἀσφαλῶς. | |
712at | Περὶ αἰσίας ἐκβάσεως πολέμου | |
712a1 | Ὥσπερ οὖν καί, ἐὰν αἰσίως τὰ τοῦ πολέμου ἐξέλθῃ, οὐ δεῖ τῇ ὠθήσει καὶ μόνῃ ἀρκεῖσθαι, ὡς οἱ ἀπειρόκαλοι, μὴ εἰδότες χρήσασθαι τῷ καιρῷ, ἀκούειν φιλοῦντες νίκα καὶ μὴ ὑπερνίκα ἐνδίδουσι 〈καιρὸν καὶ〉 μείζονα διὰ τῆς ἐνδόσεως τοῦ καιροῦ κάματον καὶ ἄδηλον τὴν μέλλουσαν ἔκβασιν ἑαυτοῖς | |
5 | κατασκευάζοντες, ἀλλὰ δεῖ ἐπιμένειν τῇ τοῦ ἐχθροῦ τελείᾳ καταλύσει. | |
712a2 | Εἰ δὲ ἐν ὀχυρώματι καταφεύγει, σπεύδειν ἢ χειρὶ ἢ τῇ τῶν λιπόντων εἰδῶν τοῖς ἀν‐ θρώποις ἢ τοῖς ἀλόγοις παραφυλακῇ στενοχωρεῖν αὐτὸν μέχρις ἢ τελείας αὐτοῦ καταλύσεως ἢ ἐπωφελῶν συμφώνων; καὶ μηδὲ ἐκλύεσθαι τῇ ὀλίγῃ τοῦ τόπου | |
5 | ὠθήσει, μηδὲ ἀμελεῖν τῆς τοῦ ὅλου πράγματος ἐκβάσεως δι’ ὀλίγην καρτερίαν | |
μετὰ τοσοῦτον κάματον καὶ τὸν ἐκ τοῦ πολέμου κίνδυνον, ἐπεὶ καὶ 〈ἐπὶ〉 θήρας τὸ παρὰ μικρὸν ἴσον ἐστὶ τοῦ μηδενός. | 183 | |
712a3 | μήτε μὴν περιφρονεῖν τῆς τῶν στρα‐ τιωτῶν εὐταξίας ἀπὸ νίκης μάλιστα, καθὼς περὶ τάξεως γέγραπται. οὐκ ἀρκεῖ αὕτη μόνη εἰς ἀσφάλειαν ἰδίαν ἢ βλάβην τῶν ἐχθρῶν, ἀλλὰ μετὰ τὴν τοῦ Θεοῦ βοήθειαν καὶ ἡ τοῦ στρατηγοῦ διοίκησις ἀναγκαῖα καὶ πρώτη τυγχάνει. | |
712a4 | Δεῖ τοίνυν τοῖς καιροῖς καὶ τοῖς τόποις ἁρμοδίως κεχρῆσθαι καί, ἐὰν δεδοκί‐ μασται τοῦ πάντως δοθῆναι πόλεμον δημόσιον, πάντα χρὴ σκοπεῖν καὶ τόπον ἐπιτήδειον γυμνόν τε καὶ ὁμαλὸν διὰ τοὺς κοντάτους καὶ μὴ μόνον τὰ δεξιὰ καὶ | |
5 | ἀριστερὰ καὶ νώτια μέρη προερευνᾶν καὶ σκούλκαν ἔχειν ἀπὸ δύο ἢ καὶ τριῶν μιλίων τῆς παρατάξεως μέχρι πέρατος τοῦ πολέμου, ἀλλὰ καὶ τοὺς προκειμένους τόπους, μήπως φόσσαι εἰσὶν ἢ δόλος τις πρόκειται. | |
713at | Περὶ σκούλκας. | |
713a1 | Ἐν δὲ τῇ ἡμέρᾳ τοῦ πολέμου, ὡς εἴρηται, τῶν σκουλκῶν προεξερχο‐ μένων ἕωθεν κατὰ τῶν τεσσάρων μερῶν τοῦ τόπου, ἔνθα ἡ συμβολὴ γίνεται, ἀπὸ δύο ἢ καὶ τριῶν μιλίων ἐν διπλαῖς σκούλκαις παραγγέλλεσθαι αὐτοῖς μὴ μόνον πρὸς τὴν τῶν ἐχθρῶν κίνησιν ἀποβλέπειν καὶ μηνύειν, ἀλλὰ καὶ πρὸς τοὺς ἐθέ‐ | |
5 | λοντας προσρυῆναι ὡς εἰκὸς τοῖς ἐχθροῖς συνέχειν· ἐντεῦθεν γὰρ καὶ τοὺς ἀπο‐ φεύγοντας ἐκ τοῦ στρατοῦ ῥαδίως κωλύουσι καὶ τοὺς ἐκ τῶν ἐχθρῶν βουλομένους προσρυῆναι καὶ ἐπιφερομένους ὡς εἰκὸς ἤδη μετὰ ἀσφαλίας ὑποδέχονται εἰς τὸ μὴ ἐπηρεάζεσθαι αὐτοὺς παρά τινων κακῶν ἀνθρώπων. | |
713a2 | Χρὴ δὲ τοὺς κατὰ τὰ ἔμπροσθεν μέρη τῆς παρατάξεως σκουλκεύοντας μέχρις ἑνὸς σαγιττοβόλου τῆς τῶν ἐχθρῶν παρατάξεως ἔμπροσθεν τῆς ἰδίας περιπατοῦντας ὁδηγεῖν, μήπως ἢ φόσσαι εἰσὶν ἐπίτηδες ὀρυγεῖσαι ἢ ἕτερος δόλος μεμελέτηται παρὰ τῶν ἐχθρῶν καὶ ἀναστέλλειν τοὺς ἰδίους εἰς τὸ μὴ ἀδοκήτως | |
5 | περιπεσεῖν. | |
713a3 | Δεῖ δὲ ἐν τοῖς ἀναγκαίοις τόποις καὶ καιροῖς μὴ μόνον ἁπλᾶς τὰς σκούλκας κατὰ τῶν αὐτῶν τόπων ποιεῖσθαι, ἀλλὰ καὶ διπλᾶς, ἵνα τῆς μιᾶς ὡς εἰκὸς γριπιζομένης τὴν μετ’ αὐτὴν οὖσαν μὴ διαλάθῃ. | |
713a4 | Καὶ ἐὰν ἕτοιμός ἐστιν ἡ τάξις καὶ ὁ τόπος ἐπιτήδειος, μὴ ἀναμένειν τοὺς ἐχθρούς, ἵνα μὴ προκα‐ | |
νονίζουσι καὶ μεθοδεύουσι τὴν τάξιν, ἀλλ’ ἀσφαλῶς ὁρμᾶν καὶ ἐπιτίθεσθαι αὐτοῖς | 185 | |
714at | Περὶ τοῦ μὴ προφαίνεσθαι προχείρως τὴν δευτέραν τάξιν. | |
714a1 | Εἰ μέντοι ὑπέρθεσιν ἔχει ὡς εἰκὸς τὰ τῆς συμβολῆς διά τινας εὐλόγους αἰτίας, ἀναγκαῖόν ἐστι τὴν δευτέραν μάλιστα τάξιν ἐν ταῖς εὑρισκομέναις ὕλαις ἢ τοῖς κοιλοτέροις τόποις ὄπιθεν κρύπτειν, ἵνα μὴ πρὸ πολλοῦ τοῖς ἐχθροῖς ἀκαί‐ ρως προφαινομένη αὐτὴ μεθοδεύεται καὶ ὑπὸ ἐνεδρῶν τε καὶ ἄλλων ἐγχειρήσεων | |
5 | σοφίζεται. | |
715at | Περὶ τοῦ μὴ φαίνεσθαι πρὸ πολέμου τὴν τῶν ὅπλων λαμπρότητα τοῖς ἐχθροῖς. | |
715a1 | Ἐπειδὴ δὲ εὑρίσκομεν καὶ Ῥωμαίους καὶ πάντας τοὺς ἐθνικούς, ὡς ἐπίπαν μήκοθεν τὰς ἀλλήλων παρατάξεις ὁρῶντας, ἐπισημαίνεσθαι τὴν στυγνο‐ τέραν μᾶλλον τῇ ὄψει ἐπιτυγχάνειν ἐν ταῖς μάχαις ἤπερ τὴν ἐν ὅπλοις λάμπουσαν, κἂν ὅτι ψευδές ἐστι τὸ χυδαῖον· μετὰ γὰρ τὴν τοῦ Θεοῦ κρίσιν τῇ τοῦ στρατηγοῦ | |
5 | διοικήσει καὶ προθυμίᾳ τοῦ στρατοῦ ὁ πόλεμος κρίνεται. Ἀλλ’ οὖν διὰ τοὺς ἐπισκήπτοντας χρή, εἰ μὲν ὕλαι ἢ κοῖλοι τόποι πρόκεινται, τὸν στρατὸν ἐκεῖσε ἀποκρύπτειν καὶ πρὸ πολλοῦ μὴ ἐπιδεικνύειν τοῖς πολεμίοις εἰς τὸ κατασοφί‐ ζεσθαι αὐτόν, εἰ μήπου ἔλθωσιν ἀπὸ ἑνὸς σημείου ἢ δευτέρου. | |
715a2 | εἰ δὲ γυμνός ἐστι καὶ καθαρὸς ὁ ἀήρ, τότε τὰς κασσίδας παρασκευάζειν μὴ πρὸ πολλοῦ φο‐ ρεῖσθαι, ἀλλὰ ταῖς χερσὶ κατέχεσθαι, μέχρις οὗ ἐγγίσωσιν οἱ ἐχθροί· ἀλλὰ καὶ τὰ σκουτάρια μικρὰ ὄντα ἔμπροσθεν κατὰ τοὺς στήθους φέρειν καὶ σκέπειν | |
5 | ἐντεῦθεν τὰς ζάβας· καὶ τὰς σκαπλίδας τῶν ζαβῶν ὄπιθεν κατὰ τῶν ὠμοπλατῶν φέρειν ἕως καιροῦ καὶ τὰ σίδηρα τῶν κονταρίων ἀποκρύπτειν εἰς τὸ παντοίως τὰ ὅπλα μήκοθεν μὴ διαλάμπειν διὰ τὸν εἰρημένον τρόπον, ἀλλὰ καὶ διὰ τοιούτου σημείου, ὅπερ ἐπισκήπτουσιν οἱ ἐναντίοι, προκαταλαμβάνεσθαι τὰς γνώμας αὐτῶν, ὥστε εἰς δειλίαν, καὶ πρὸ τῆς μάχης μεταπίπτειν. | |
716at | Γνῶσις κεφαλαίων ὀφειλόντων δοθῆναι ἑκάστῳ μεράρχῃ ἐκ τῶν εἰρη‐ μένων κεφαλαίων. | |
716a1 | Ὥστε τὸ τρίτον ποσὸν ἑκάστου μέρους κούρσορας ποιεῖν καὶ ἑκατέρωθεν τοῦ μέρους τάσσειν αὐτούς, τὸ δὲ δίμοιρον, τὸ ἐν μέσῳ, δηφένσορας. | |
716a2 | ὥστε | |
τὰ φλάμουλα ἢ μὴ ἔχειν εἰς τὰ κοντάρια ἐν καιρῷ τῆς συμβολῆς, ἀλλ’ ἐπαίρειν καὶ βάλλειν εἰς τὰ θηκάρια αὐτῶν ἢ βάλλειν μέν, ἕως οὗ φθάσωσιν οἱ ἐχθροὶ ἀπὸ ἑνὸς μιλίου, τότε δὲ συστέλλειν αὐτά. | 187 | |
716a3 | ὥστε τὰ βάνδα τῶν ταγμάτων μικρότερα, τὰ δὲ τῶν μοιραρχῶν τελειότερα καὶ ἀλλοῖα, ὁμοίως δὲ καὶ τὸ τοῦ μεράρχου ἐνηλλαγμένον πρὸς τὰ ἄλλα ποιεῖν. | |
716a4 | ὥστε τὴν nobiscum φονὴν μηδὲ λέγεσθαι 〈ἐν〉 τῷ καιρῷ τῆς συμβολῆς, ἀλλὰ ἐν τῷ κινεῖν πρὸς παράταξιν, ἐν ἀρχῆ δὲ τῆς συμβολῆς ἀλαλάζειν καὶ ὠρυᾶσθαι μάλιστα τοὺς ὄπισθεν, καὶ ἄλλου σημείου οὐ χρεία. | |
716a5 | ὥστε μὴ λαλεῖν πολλὰ βούκινα ἐν καιρῷ μάχης· ἀρκεῖ γὰρ τὸ τοῦ μεράρχου· | |
716a6 | ὥστε τὸν μεράρχην μέσον τοῦ μέσου μέρους τάσσεσθαι, τουτέστι τῶν δηφενσόρων, τοὺς δὲ μοιράρχας εἰς τὰ ἑκατέρωθεν μέρη μέσον τῶν βάνδων τῶν κουρσόρων. | |
716a7 | ὥστε τὰ ἁρμόζοντα κεφάλαια ἑκάστῳ μοιράρχῃ καὶ ἄρχοντι τάγματος τοὺς ὑπ’ αὐτοὺς τελοῦντας παρασκευάζειν αὐτοὺς ποιεῖν, καθὼς δηλοῦνται ἐν τῇ προκειμένῃ γνώσει. | |
716a8 | ὥστε ἐν καιρῷ μάχης, ὡς ὁ τόπος ἀπαιτεῖ, ἔνθα τάσσεται, οὕτως καὶ τὰς σκούλκας ἔχειν ἢ ἀπὸ δύο μιλίων αὐτοῦ. | |
716a9 | Χρὴ ἐν καιρῷ 〈τῆσ〉 παρατάξεως διὰ μανδατόρων προσερευνᾶν τοὺς τῆς συμβολῆς τόπους, τουτέστιν τοὺς μέσον τῆς ἰδίας καὶ 〈τῆσ〉 τῶν ἐχθρῶν, διὰ φόσσας ἢ τέλματα ἢ δόλους τινὰς ὡς εἰκὸς μεμελετωμένους καί, ἐάν τι τοιοῦτον εὑρηθῇ, ἀναμένειν, ἵνα οἱ ἐχθροὶ αὐτοὺς παραστατῶσι, καὶ τότε αὐτοὺς ἐν τῷ | |
5 | καθαρῷ τόπῳ ἀπαντήσῃ. | |
716a10 | Χρὴ τὸ ἰδικὸν τοῦ μεράρχου βάνδον μὴ μόνον ἐξηλλαγμένον τὸ εἶδος παρὰ τὰ ἄλλα, τὰ ὑπ’ αὐτὸν βάνδα, ποιῆσαι, ἵνα εὐεπί‐ γνωστόν ἐστι πᾶσι τοῖς ὑπ’ αὐτὸν βανδοφόροις, ἀλλὰ μὴν καὶ διὰ κι‐ νήσεώς τινος ξένης ἐν τῷ ἵστασθαι, οἷον· ἢ ἄνω ἢ κάτω ἢ δεξιὰ ἢ ἀριστερὰ | |
5 | συνεχῶς ἐπικλίνειν καὶ ἐγείρειν τὴν κεφαλὴν τοῦ βάνδου ἢ πυκνῶς τινάσσειν ὀρθόν, ὥστε καὶ ἐντεῦθεν αὐτὸ ἐν ταῖς συγχύσεσιν εὐκόλως ὑπὸ τῶν λοιπῶν βάνδων γνωρίζεσθαι. Οὐ δεῖ δὲ τὴν αὐτὴν κίνησιν ὅλα τὰ μεραρχικὰ βάνδα ποι‐ εῖσθαι, ἀλλ’ ἐνηλλαγμένως, ἅτινα καὶ ἐπὶ γυμνασίας δεῖ παραδοθῆναι, ἵνα ἐν συνηθείᾳ πάντες αὐτῶν γένωνται· οὐ μόνον γὰρ 〈ἐκ τούτου〉 τὰ ὑπ’ αὐτῶν βάνδα | |
10 | ὠφελοῦνται τὸ μέρος αὐτῶν συντόμως στηρίζοντα, ἀλλὰ καὶ οἱ ἐν αὐτοῖς τεταγμένοι τὸ μεραρχικὸν ἐπιγινώσκοντες δι’ αὐτοῦ εὐκόλως καὶ τὰ ἴδια, οἱ ὡς εἰκὸς πλανώ‐ μενοι, εὑρίσκουσι. | |
716a11 | Χρὴ τοὺς ὁμογενεῖς τῶν ἐναντίων πρὸ τῆς τοῦ πολέμου ἡμέρας χωρίζειν καὶ ἐν ἑτέροις τόποις εὐπροφασίστως πέμπειν | 189 |
716a12 | Χρὴ τὴν γυμνασίαν τῆς συμφωνίας τῶν ταγμάτων τῶν ἐν τῷ μέρει, ὡς εἴρηται, ἐγγράφως ἔχειν τὸν μεράρχην. | |
717at | Γνῶσις κεφαλαίων ὀφειλόντων δοθῆναι ἑκάστῳ ἄρχοντι ταγμάτων καὶ μοιράρχῃ καὶ αὐτῷ δὲ τῷ μεράρχῃ, ἵνα οἶδεν, τί καταζητεῖν; | |
717a1 | Χρή, εἴτε ἐν φοσσάτῳ διάγει τὸ βάνδον ἤτοι τὸ τάγμα, εἴτε καὶ καθ’ ἑαυτὸ ὁπουδήποτε ἀπληκεύει, καὶ πρωΐας εἰς αὐτὸν τὸν ὄρθον πρὸ παντὸς πράγ‐ ματος καὶ εἰς ἑσπέραν ὁμοίως μετὰ τὸ δεῖπνον καὶ τὰς μίσσας τὸ τρισάγιον ψάλλεσθαι καὶ τὰ λοιπὰ κατὰ τὴν συνήθειαν. | |
717a2 | Χρὴ τὰ κοντουβέρνια ἤτοι τὰ βάνδα τῶν ἀκιῶν πρὸς τὴν ποιότητα τῶν ταγμάτων καὶ τὴν προτεταγμένην καταγραφὴν γίνεσθαι ἀπὸ παλαιῶν τε καὶ νέων. | |
717a3 | Χρὴ τὸν πρῶτον καὶ δεύ‐ τερον τῆς ἀκίας καὶ τὸν οὐραγὸν καὶ τὸν πρὸ αὐτοῦ κοντάτους εἶναι, τὸν δὲ τρίτον καὶ τέταρτον τοξότας καὶ τοὺς ἐν μέσῳ, ὡς οἴδασιν. | |
717a4 | Χρὴ τὰ φλάμουλα τῶν κονταρίων ἐν τῷ καιρῷ τοῦ πολέμου μὴ ἀφιεῖν εἰς τὰ κοντάρια, ἵνα μὴ τοῖς ὄπισθεν καὶ αὐτοῖς τοῖς ἔχουσι κοντάρια ἐμποδίζουσιν. | |
717a5 | Χρὴ ἀφορισθῆναι τοὺς λεγομένους δηποτάτους, κἂν ἓξ ἢ ὀκτὼ πρόσωπα ἐκ τῶν ὑποδεεστέρων, ἵνα ἐν καιρῷ πολέμου περιποιοῦνται τοὺς τραυματιζομένους. | |
717a6 | Χρὴ κατασκό‐ πους ἤτοι σκουλκάτορας δύο χρησίμους καὶ ἀγρύπνους καὶ ἐνδρανεῖς ἐπιλέ‐ γεσθαι καὶ δύο μανδάτορας. | |
717a7 | Χρὴ μήνσορας δύο ἐπιλεγῆναι εὐτάκτους ἄνδρας, τοὺς ὀφείλοντας τὰ ἄπληκτα μετρεῖν. | |
717a8 | Χρὴ ἀντικένσορας δύο ἐπιλέγεσθαι, τοὺς ὀφείλοντας τὰς ὁδοὺς προερευνᾶν. | |
717a9 | Χρὴ ἀφορίζειν ἐκ τῶν περὶ τὸ βάνδον τασσομένων δύο ἀκίας, χρησίμους εἰς φυλακὴν τοῦ βάνδου ἐπὶ καιρῷ πολέμου. | |
717a10 | Χρὴ καντάτορα ἐπιλέγεσθαι ἐπιτήδειον. | |
717a11 | Χρὴ τουλδοφύλακα ἐκ τῶν παλαιωτέρων καὶ τεταγμένων ἕνα στρατιώτην ἀφορίζεσθαι. | |
717a12 | Χρὴ ἐν τοῖς μεγάλοις τάγμασι διπλᾶ βάνδα γενέσθαι καὶ πρὸ τοῦ πολέμου τὸ μὲν ἓν τὸν ἄρχοντα ἔχειν τοῦ τάγματος, τὸ δὲ ἄλλο τὸν πρῶτον ἑκατοντάρχην, τὸν λεγόμενον ἰλάρχην, ἔχοντα ἴσους καὶ ἀναλόγους τοὺς νεωτέρους ἤτοι τὰς ἀκίας· ἐν δὲ τῇ ἡμέρᾳ τοῦ | |
5 | πολέμου μὴ τὰ δύο βαστάζεσθαι ἤτοι ὀρθοῦσθαι, ἀλλὰ τὸ τοῦ ἄρχοντος. | |
717a13 | Χρὴ ἐν ἡμέρᾳ πολέμου ἐν ταῖς σέλλαις ἐπιφέρεσθαι ἕκαστον στρατιώτην ὕδωρ καὶ βουκελλάτον ἢ ἄλευρον, μίαν ἢ δευτέραν λίτραν. | |
717a14 | Χρὴ ἐν καιρῷ μάχης πρὸ ἐκβάσεως τοῦ πολέμου ἐχθρὸν μὴ σκυλεύειν στρατιώτην καὶ τοῦτο πολλάκις προπαραγγέλλειν. | 191 |
717a15 | Χρὴ πρὸς τὰ σημεῖα καὶ τὴν καταγραφὴν τὴν στάσιν τοῦ τάγματος ποιεῖσθαι. | |
717a16 | Χρὴ εἰς τὰς ὁδοιπορίας μὴ συνκαταμίγνυσθαι τοὺς στρατιώτας μετὰ τοῦ τούλδου καὶ μάλιστα ἐχθρῶν προσδοκωμένων, ἀλλὰ τὸ μὲν βάνδον ἔμπροσθεν ἰδίᾳ, τὸν δὲ τοῦλδον ὅπισθεν ἢ καὶ ὡς ἡ χρεία καλέ‐ σοι. | |
717a17 | Χρὴ τὴν γυμνασίαν πρὸς τὰς λεχθείσας κινήσεις γίνεσθαι καί, ἐὰν ἀγνοῇ, ἐγγράφως δοθῆναι αὐτῷ τὰς δηλουμένας ἐννέα κινήσεις. | |
717a18 | Ἐθίζειν δὲ καὶ ἀναγκαῖόν ἐστι τοὺς ἵππους μὴ μόνον εἰς δρόμους ἐν τοῖς ὁμαλοῖς καὶ ἀναπεπταμένοις τόποις, ἀλλὰ καὶ εἰς ὑψηλοὺς καὶ δασεῖς καὶ τραχεῖς, ἐφ’ ᾧ σὺν ἐλασίᾳ τούτους διαβαίνειν, ὁμοίως δὲ καὶ εἰς τοὺς κατωφερεῖς. ἐὰν γὰρ εἰς | |
5 | τοὺς τοιούτους ἐθίζωνται, οὐκέτι οὐδὲ τοὺς ἄνδρας, οὐδὲ τοὺς ἵππους ξενίζει τόπος ἢ ἀδικεῖ· ἀλλὰ καὶ ἐν καιρῷ θέρους μὴ ἐπιτηδεύειν πυκνῶς τοὺς ἵππους ποτίζειν· διὸ οὐδὲ χρήσιμον ἐστὶ πλησίον ποταμῶν ἀπληκεύειν. | |
717a19 | Ἐν ταῖς οὖν γυμνασίαις καὶ εἰς δυσβάτους φέρειν τοὺς ἵππους καὶ ἐμπεριλαμβάνειν, ἢ παρατάσσεσθαι εἰς τόπον δυσχερῆ καὶ ἐπιτρέπειν, ὡς ἔστιν ἐν τάξει, τὸ βάνδον, καθὼς φθάσει ἑκάστῳ ὁ τόπος σὺν ἐλασίᾳ ἀνέρχεσθαι, ὁμοίως δὲ καὶ κατέρχεσθαι. | |
717a20 | Ὅσοι τοίνυν φειδόμενοι τῶν ἵππων αὐτῶν περιφρονοῦσι τῆς τοιαύτης αὐτῶν γυμνασίας, ἑαυτοῖς ἐπιβουλεύουσιν. Ἐθίζειν δὲ τούτους καὶ ἐν καιρῷ καύσωνος | |
πρὸς κόπον καλόν ἐστιν. | 193 | |
8pint | ΛΟΓΟΣ Ηʹ ΚΕΦΑΛΑΙΑ ΤΟΥ ΟΓΔΟΟΥ ΛΟΓΟΥ | |
8pin1 | Αʹ. Περὶ καθολικῶν παραγγελμάτων τῷ στρατηγῷ ἁρμοζόντων. Βʹ. Γνωμικά. | |
8.1t | Περὶ καθολικῶν παραγγελμάτων τῷ στρατηγῷ ἁρμοζόντων. | |
8.1.1 | Ἐν ταῖς τῶν ἀναγκαίων πραγμάτων ἐγχειρήσεσιν οὐ δεῖ χωρίζειν ἑαυτὸν τὸν στρατηγὸν ἐκ τῶν πόνων ὡς ὑπερέχοντα, ἀλλὰ καὶ ἄρχεσθαι τῶν ἔργων καὶ συμπονεῖν τοῖς στρατιώταις κατὰ τὸ δυνατόν. Ἐκ τούτου γὰρ καὶ ὁ στρα‐ τιώτης ὑπήκοος γενήσεται τῷ ἄρχοντι, ἐρυθριῶν αὐτόν, καὶ τοῦ πρακτέου περι‐ | |
5 | γίνεται. | |
8.1.2 | Τὰ παρὰ πλήθους τῶν στρατιωτῶν ἁμαρτανόμενα δεῖ μετριάζειν καὶ μὴ κατὰ πλήθους τὰς κατακρίσεις καὶ ἐπεξελεύσεις ποιεῖσθαι, ἵνα μὴ εἰς μείζονα σύναρσιν καὶ ἀταξίαν ἡ κοινὴ λύπη συνάψῃ αὐτούς, ἀλλὰ κατ’ ὀλίγον μᾶλλον τῶν τὴν προκάταρξιν πεποιηκότων. | |
8.1.3 | Ἐν μὲν τῇ διαίτῃ κοινὸν καὶ ἁπλοῦν τοῖς στρατιώταις τὸν στρατηγὸν εἶναι χρεὼν καὶ πατρικὴν στοργὴν ἔχειν πρὸς αὐτούς, πρᾴως τὰ πράγματα διδα‐ σκόμενον καὶ συνεχῶς τὰ περὶ τῶν ἀναγκαίων δι’ ἑαυτοῦ παραινοῦντα καὶ διαλε‐ γόμενον, καὶ φροντίζειν τῆς τε εὐπαθείας καὶ ἀποτροφῆς καὶ τῶν συνηθειῶν | |
5 | αὐτῶν, ὧν ἐκτὸς κρατεῖν καταστάσεως στρατοῦ οὐκ ἔστιν. Ἐν δὲ ταῖς δικαίαις ἐπεξελεύσεσι κατὰ τῶν ἁμαρτανόντων φοβερὸν φαίνεσθαι αὐτόν. Σπεύδειν καὶ τὰς ἀρχὰς μάλιστα τῶν ἀταξιῶν ἐκκόπτειν καὶ μὴ ἀναμένειν ἐπὶ τὸ μεῖζον ταύτας προκόπτειν. Προτέρημα γὰρ στρατηγοῦ τὸ ἀκατάπληκτον αὐτὸν τοῖς στρατιώταις | |
ἑαυτοῦ φαίνεσθαι καὶ δίκαιον. Φιλάττειν δὲ καὶ τοὺς συντελεστὰς ἀνεπηρεάστους. | 195 | |
8.1.4 | Τὸ συμμέτρως διαιτᾶσθαι καὶ ἀγρυπνεῖν καὶ ἐν ταῖς νυξὶ βουλεύεσθαι τὰ περὶ τῶν ἀναγκαίων ἀγαθόν ἐστιν. Ἐν νυκτὶ γὰρ εὐχερῶς τελειοῦται βουλή, ἠρεμούσης ψυχῆς ἐκ τῶν ἔξωθεν θορύβων. | |
8.1.5 | Τὸ βουλεύεσθαι βραδέως καὶ ἀσφαλῶς τῶν ἀναγκαίων ἐστὶ καὶ δοκού‐ σης τῆς γνώμης μὴ ἀναβάλλεσθαι τοὺς καιροὺς δι’ ὄκνον τινὰ ἢ δειλίαν· οὐδὲ γὰρ ἀσφαλὲς ἡ δειλία, ἀλλὰ κακίας ἐπίνοια. | |
8.1.6 | Τὸ μήτε ἐπαίρεσθαι ἐν ταῖς ἐπιτυχίαις, μήτε καταπίπτειν ἐν ταῖς δυ‐ σχολίαις ἐῤῥωμένου ἐστὶ λογισμοῦ. | |
8.1.7 | Βουλῇ μᾶλλον καὶ στρατηγίᾳ κρατεῖν ἐχρῶν ἀσφαλὲς καὶ ὠφέλιμον, ἤπερ χειρὶ καὶ δυνάμει· τὸ μὲν γὰρ ἄνευ τῆς ἑαυτοῦ βλάβης, τὸ δὲ μετά τινος ζημίας ἔχει τὴν ἔκβασιν. | |
8.1.8 | Ἄλλα φημίζειν τοῖς ἐχθροῖς, ἕτερα δὲ πράττειν τῶν ἀναγκαίων ἐστί, καὶ μηδὲ πολλοῖς τὰ περὶ τῶν ἀναγκαίων ἀνατίθεσθαι, ἀλλ’ ὀλίγοις καὶ τοῖς γνησιωτέροις μᾶλλον. | |
8.1.9 | Ταῖς αὐταῖς ἐγχειρήσεσι κατὰ ἐχθρῶν συνεχῶς κεχρῆσθαι οὐκ ἀναγ‐ καῖόν ἐστιν, κἂν εἰ δόξῃ εὐτυχῶν πράξειν ἐπ’ αὐταῖς. πολλάκις γὰρ τῇ συνεχείᾳ κανονιζόμενοι συμφορὰς προσάγουσι τινί. | |
8.1.10 | Τὰ φημιζόμενα κακὰ ἤτοι δολερὰ καὶ ἐπίβουλα, εἴτε περὶ ἐχθρῶν, εἴτε περὶ ἰδίων, οὐ δεῖ περιφρονεῖν ἢ ὑπερτίθεσθαι, ἀλλὰ σπουδάζειν μεθοδεύειν καὶ καταπαύειν αὐτά, πρὶν ἢ εἰς ἔργον ταῦτα ἐλθεῖν. | |
8.1.11 | Δεῖ ταῖς ἐναντίαις, ὧν βουλευόμεθα, φήμαις ἐξαπατᾶν δι’ αὐτομόλων ἡμετέρων τοὺς πολεμίους. Δεῖ τοῖς στρατιώταις θάρσος ἐμποιεῖν πρασσόμενον ἄγγελμα. | |
8.1.12 | Νίκην ὡς τῶν ἡμετέρων ἀλλαχοῦ τοὺς πολεμίους νενικηκότων κρύπτειν. | |
8.1.13 | Προσήκει τὰ ἐπαγγελλόμενα ἀτυχήματα καὶ τὰ ἐναντία τῶν ἀληθῶν ποιεῖν ἀγγέλλεσθαι. | |
8.1.14 | Τοὺς ἡττηθέντας εἰς ἀπόνοιαν ἄγειν οὐ δεῖ, ἀλλὰ ποικίλοις τρόποις καὶ ἐλπίσιν ἀγαθαῖς μεθοδεύειν. | |
8.1.15 | Ἐν τῷ καιρῷ τοῦ πολέμου προσποιεῖσθαι δεῖ ἀγνοεῖν τὰ παρὰ τῶν στρατιωτῶν ἁμαρτανόμενα, τοὺς δὲ αἰτίους τῶν στάσεων ἐκ ποδῶν ποιητέον μετὰ καιρόν. | |
8.1.16 | Νυκτὸς τὴν τῶν οἰκείων νεκρῶν ταφὴν ποιητέον ἀφανῶς, τῶν δὲ | |
ἐχθρῶν ἐᾶν, ὥσπερ ὕπερ τούτου τοῖς πολεμίοις ἀθυμίαν ἐμβάλλειν. | 197 | |
8.1.17 | Ἐν καιρῷ πρεσβείας τῆς ἀπὸ τῶν ἐχθρῶν τοὺς πρωτεύοντας τῶν πολεμίων ἐπιζητεῖν δεῖ καὶ τούτους φιλοφρονεῖσθαι ἐρχομένους, ὥστε τοῖς πολεμίοις ὑπόπτους γίνεσθαι. | |
8.1.18 | Συγκαλύπτειν προσήκει τὰς δειλίας τῶν στρατιωτῶν καὶ μὴ προ‐ χείρως ἐλέγχειν, ἵνα μὴ πλέον ταπεινότεροι ἀποδειχθῶσιν. | |
8.1.19 | Ποταμοῦ διάβασις ἀκώλυτος, τὸ φοσσεῦσαι περὶ τὸν ποταμὸν καὶ βαθεῖαν ὀρύξαι τάφρον, ταύτην δὲ γεμίσαι ἀπὸ ξύλων καὶ τοὺς μὲν πολλοὺς δια‐ βῆναι τὸν ποταμόν, τοὺς δὲ ἀπομένοντας ἀνάψαι τὰ ξύλα τὰ ἐν τῷ ὀρύγματι, ἵνα ἐν τῷ καίεσθαι ταῦτα ἀνενοχλήτως καὶ οἱ λοιποὶ παρέλθωσιν. | |
8.1.20 | Διχονοίας καὶ ὑποψίας κατασκευὴ ἐκ τοῦ μὴ ἐμπρῆσαι ἢ πραιδεῦσαι μόνα τὰ τῶν ἐπισήμων ἐπὶ τοῖς πολεμίοις ὄντων χωρία. | |
8.1.21 | Εὐπειθείας τρόπος τὸ τοῖς πολιορκουμένοις διὰ τῶν μετὰ βελῶν πεμπο‐ μένων ἐπιστολῶν ἐλευθερίαν καὶ ἀπάθειαν ἐπαγγέλλεσθαι. Τοῦτο δὲ ποιεῖν καὶ δι’ αἰχμαλώτων ἀφέσεως. | |
8.1.22 | Ὑφορᾶσθαι προσήκει τὰς διώξεις τὰς ἀγούσας εἰς χωρία ἐπιτήδεια πρὸς ἐνέδρας. καὶ ὅτι καὶ τὸ ἀναχωρεῖν εὐκαίρως στρατηγικόν, ὥστε αὖθις σφο‐ δροτέραν ποιεῖσθαι τὴν ἐμβολήν. | |
8.1.23 | Οὔτε ταῖς φιλανθρωπίαις τῶν πολεμίων, οὔτε τῇ προσποιήσει τῆς ἀναχωρήσεως δεῖ ἐξαπατᾶσθαι. | |
8.1.24 | Ἐκ τοῦ ὄκνου καὶ τῆς ὠχριάσεως διαγνωστέον τοὺς δειλοὺς τῶν ἀρχόντων καὶ τούτοις ἁρμόδια τὰ ἐπιτάγματα ἐν τῷ καιρῷ τοῦ πολέμου ἐπιτρέπειν. | |
8.1.25 | Πόλεως παμπληθοῦς ἁλούσης συγχωρεῖν ἀνοίγεσθαι τὰς πύλας ἀναγκαῖόν ἐστιν, ὥστε φεύγειν τοὺς πολλοὺς καὶ μὴ χωρεῖν εἰς ἀπόνοιαν ἤτοι ἀπόγνωσιν· τοῦτο δὲ αὐτὸ καὶ φοσσάτου ἁλισκομένου ἐχθρῶν ποιεῖν. Δεῖ καὶ ἐν φιλίᾳ τὸν χάρακα βάλλεσθαι. | |
8.1.26 | Οὐ γὰρ ἔστι στρατηγικὸν τὸ οὐ προσεδόκουν· φυγὴ ἀκίνδυνος ἀπὸ τοῦ πῦρ ἀνακαῦσαι ἀλλαχοῦ καὶ ἐν ἄλλῳ τόπῳ ἡσυχάσαι· τοὺς δὲ πολεμίους ἐπὶ τὸ πῦρ χωρῆσαι. | |
8.1.27 | Καὶ τοῖς ἀφ’ ἡμῶν εἰς τοὺς πολεμίους αὐτομολοῦσι γράμματα δεῖ πέμπειν ἐμπεσούμενα τοῖς πολεμίοις ὑπομιμνήσκοντα δῆθεν τοὺς αὐτομόλους τοῦ καιροῦ τοῦ εἰς τὴν προδοσίαν συντεταγμένου, ὥστε οὕτως αὐτοὺς ὑπόπτους γενομένους τοῖς πολεμίοις φυγεῖν. | |
8.1.28 | Δειλῶν διάκρισις γένοιτο ἂν ἐν τοῖς ἀναγκαίοις καὶ αἰφνιδίοις ἐγχει‐ | |
ρήμασι τοὺς ἀρρώστους ἢ τοὺς ἀσθενεστέρους ἵππους κεκτημένους κελεύσειέν τις χωρίζεσθαι. Οἱ γὰρ δειλοὶ ἀρρωστίαν προσποιούμενοι χωρισθήσονται. Τοὺς δὲ τοιούτους ἢ εἰς παραφυλακὴν ὀχυρωμάτων ἢ εἰς ἑτέρας ἀκινδύνους χρείας | 199 | |
5 | πέμπειν. | |
8.1.29 | Περὶ σίτου ἀκμὴν ἐπιστρατεύειν δεῖ κατὰ τῶν πολεμίων, ἵνα μηδὲ περὶ δαπάνην στενοῦται, ἀλλὰ καὶ πλέον λυπεῖ τοὺς πολεμίους. | |
8.1.30 | Οὐ δεῖ ὁπλίζειν τοὺς συμμαχεῖν ἐπαγγελλομένους διὰ τὸ ἄδηλον τῆς γνώμης αὐτῶν. | |
8.1.31 | Μετὰ νίκην ἀμελῶς ἔχειν οὐ δεῖ, ἀλλὰ μᾶλλον φυλάσσεσθαι τὰς αἰφνιδίους ἐπιθέσεις τῶν ἡττηθέντων. | |
8.1.32 | Οὐ δεῖ τοὺς πρεσβευτὰς τῶν ἐναντίων ὑβρίζειν, οὐδ’ ἂν πολὺ ὑπερ‐ έχομεν τῇ δυνάμει. | |
8.1.33 | Οὐ δεῖ ἐν πολλῇ δυνάμει πόλιν τις πολιορκῶν ἀφύλακτον ποιεῖν δεῖ τὴν στρατοπεδείαν, οὐδὲ τὸν χάρακα ἀρκεῖν ἡγήσεται εἰς ἀσφάλειαν, ἀλλὰ καὶ σκούλκας ἔχειν προσήκει. | |
8.1.34 | Τοῖς ὑποπτευομένοις προδόταις τἀναντία, ὧν βουλευόμεθα, ῥητέον, ὥστε δι’ αὐτῶν ἐξαπατᾶσθαι τοὺς πολεμίους, καὶ τὰς ἐν τῷ καιρῷ τῶν ἀνοχῶν ἤτοι πρόσκαιρον εἰρήνην ἐπιβουλαὶ φυλακτέον. | |
8.1.35 | Μόνοις τοῖς αὐτομόλοις ἤτοι προσρυομένοις οὐ πάντως δεῖ πιστεύειν, ἀλλὰ καὶ παρὰ τῶν ἐξ ἐπιδρομῆς κρατουμένοις λεγόμενα καὶ τὰ παρὰ τῶν αὐ‐ τομόλων ἀνακρίνειν καὶ οὕτως τὸ ἀληθὲς διαγινώσκειν. | |
8.1.36 | Οὐδενὶ τρόπῳ παραβατέον τὸν πρὸς τοὺς πολεμίους ὅρκον. | |
8.1.37 | Μετὰ Θεὸν ἐν τοῖς ὅπλοις ἔχειν δεῖ τὰς ἐλπίδας τῆς σωτηρίας ἢ ἐν μόνῳ τῷ ὀχυρώματι καὶ χάρακι. | |
8.1.38 | Παρακελεύεσθαι δὲ τοῖς στρατιώταις οὕτως δεῖ παρασκευᾶσθαι, ὡς ἐν ἑορτῇ καὶ ἐν ὄμβρῳ καὶ νυκτὸς καὶ ἡμέρας μέλλοντας ἐξιέναι, καὶ διὰ τοῦτο μήτε τὸν καιρὸν, μήτε τὴν ἡμέραν προλέγειν εἰς τὸ ἑτοίμους αὐτοὺς εἶναι διὰ παντός. | |
8.1.39 | Ἄνευ λυσιτελείας ἢ ἀνάγκης παρακινδυνεύειν οὐ χρή· οἱ γὰρ τοιοῦτοι οὐδὲν διαφέρουσι τῶν χρυσῷ δελεαζομένων. | |
8.1.40 | Οὐχ, ὡς ἔτυχε, δεῖ τοὺς οἰκέτας καταφεύγοντας δέχεσθαι· πολλάκις γὰρ ὑπὸ τῶν πολεμίων πέμπονται δόλῳ ὡς ἱκέται καὶ τοῖς δεξαμένοις ἐπιβουλεύ‐ | |
ουσιν. | 201 | |
8.1.41 | Τοὺς προσρυομένους ταῖς πολιορκουμέναις πόλεσι δεῖ περιφυλάτ‐ τεσθαι· πολλάκις γὰρ ὑπὸ τῶν πολεμίων πέμπονται, καὶ ἐμπρησμοὺς ποιοῦσι, καὶ τῶν ἔσω περὶ αὐτοὺς ἀσχολουμένων, οἱ πολέμιοι ἐπιτίθενται. | |
8.1.42 | Τοῖς ἐν δημοσίᾳ μάχῃ ἡττημένοις οὐ δεῖ ἐνδιδόναι, οὐδ’, εἰ δόξει, ἐν χάρακι ἢ ἐν ἑτέρῳ ὀχυρῷ τόπῳ καταφεύγειν, ἀλλὰ τοῦ φόβου νεαροῦ ὄντος ἐπιτίθεσθαι, ἵνα μὴ τῇ ἐνδόσει πάλιν ἀσφαλέστερον ἀναμαχήσωνται. | |
8.1.43 | Εἰ ἄρα δοκιμάσει στρατηγὸς ἀξιόμαχος εἶναι τῶν ἐχθρῶν, δεῖ τὴν μάχην ἐπιτηδεύειν ἁρμοδίως ποιεῖν ἐν τῇ πολεμίᾳ ἤπερ ἐν τῇ ἰδίᾳ. Τῶν γὰρ ἐν τῇ ἀλλοτρίᾳ μαχομένων μείζονα καὶ τὰ φρονήματα γίνονται καὶ ὁ ἀγὼν οὐκ ἔτι ὡς ὑπὲρ πολιτείας μόνον τοῦ πολέμου αὐτοῖς ἐπικειμένου, ἀλλὰ καὶ ὑπὲρ τῆς | |
5 | ἑαυτῶν σωτηρίας, ὅπερ ἐν τῇ ἰδίᾳ γίνεσθαι οὐ πέφυκε· τῶν ἐν αὐτῇ ὀχυρωμάτων μὴ συγχωρούντων τοὺς στρατιώτας κινδυνεύειν, ἀλλ’ εἰς φυγὴν προτρεπόντων ἀκινδύνως ἐλθεῖν. | |
8.2t | Γνωμικά. | |
8.2.1 | Πρὸ τῶν κινδύνων ὁ στρατηγὸς θεραπευέτω τὸ θεῖον· θαῤῥῶν γὰρ ἐν τοῖς κινδύνοις ὡς πρὸς φίλον αὐτῷ τὸ θεῖον τῆς ἱκεσίας ποιήσηται. | |
8.2.2 | Ὁ πλέον συναγρυπνῶν τῷ στρατεύματι καὶ πλέον τῷ γυμνάζειν τοὺς στρατιώτας πονῶν ἐλάχιστα κινδυνεύει κατὰ τὸν πόλεμον. | |
8.2.3 | Οὐδέποτε δεῖ στρατιώτας ἐξάγειν ἐπὶ μάχην, ὧν μὴ πρότερον ἱκανὴν ἀνδρείας πείραν εἰλήφαμεν. | |
8.2.4 | Ἢ δόλοις ἢ ἐφόδοις ἢ λιμῷ τοὺς πολεμίους βλάπτειν καλόν· οὐχὶ πάντως πρὸς πόλεμον ἐγκαλεῖσθαι δημόσιον, ἔνθα πλέον τῆς τύχης ἢ τῆς ἀνδρείας ἐστὶν ἡ ἐπίδειξις. | |
8.2.5 | Ἐκεῖνα μόνα καλῶς βουλευόμεθα κατὰ τοῦ πολέμου, ὅσα πρὶν πρά‐ ξομεν ἠγνόησαν οἱ πολέμιοι. | |
8.2.6 | Δόλος πολλάκις ὠφέλησεν κατὰ πόλεμον. Εἰ χωρὶς ἀπάτης αὐτομο‐ λήσει πρὸς ἡμᾶς πολέμιος, μέγιστον ἐντεῦθεν ἐστὶ προτέρημα· πλέον γὰρ αὐτοὶ λιποῦσι τοὺς ἐναντίους τῶν ἀναιρουμένων ἐν ταῖς συμβολαῖς. | |
8.2.7 | Ὁ τὰς οἰκείας καὶ τῶν πολεμίων δυνάμεις μὴ συγκρίνων σφαλήσεται | |
δυσχερῶς. | 203 | |
8.2.8 | Ἀνδρεία μᾶλλον καὶ τάξις ἢ πλῆθος τῶν μαχομένων οἶδεν εὐεργετεῖν. | |
8.2.9 | Πολλάκις γὰρ ἡ τοῦ τόπου θέσις ὠφέλησε καὶ τοὺς ἀσθενεστέρους κάλλιον ἔδειξεν. | |
8.2.10 | Ὀλίγους ἡ φύσις ἀνδρείους ἀνέδειξε, ἐπιμέλεια δὲ καὶ γυμνασία χρησίμους ἀπέδωκεν. Στρατιῶται κάμνοντες μὲν ἐπ’ ἀνδρείᾳ προκόπτουσιν, ἀργοῦντες δὲ νωθεῖς τε καὶ ἀσθενεῖς μᾶλλον ἐδείχθησαν, ὅθεν φροντιστέον μὴ ἀργεῖν τούτους. Τὸ παρ’ ἐλπίδας τε καὶ αἰφνίδιον τοὺς πολεμίους φοβεῖ, τὰ | |
5 | δὲ συνήθη μᾶλλον ἐφάνησαν εὐτελέστερα. | |
8.2.11 | Ὁ μετὰ νίκην τοὺς πολεμίους διεσπαρμένῳ τε καὶ οὐ συντεταγμένῳ διώκων στρατεύματι τὴν ἑαυτὴν νίκην τοῖς πολεμίοις προδίδωσιν. | |
8.2.12 | Δίκαιαν δεῖ τὴν ἀρχὴν τοῦ πολέμου γίνεσθαι. | |
8.2.13 | Ἀνδρεῖος στρατηγός, ὃς πρὸς τὴν ποιότητα τῶν τε καιρῶν καὶ τῶν πολέμων ταῖς οἰκείαις τέχναις συγκέχρηται. | |
8.2.14 | Οὔτε συνάγειν ὁμοῦ βουλῆς ἕνεκα τὸ στράτευμα χρήσιμον, οὔτε συνεχῶς ἀργοῦντας καλεῖν· ταῦτα γὰρ στάσεων αἴτια τοῖς στρατεύμασι γίνεται. Ἀεί τι πραττέτωσαν οἱ στρατιῶται, κἂν μὴ πόλεμος ἐνοχλῇ· ἀργεία γὰρ συντρα‐ φεῖσα στρατεύματι ταραχῆς ἐστι γεννητική. | |
8.2.15 | Συνετὸς ἡγεμὼν ὁ μὲν πλέον εἰς τὴν ἑαυτοῦ χώραν τῆς οἰκείας δυνά‐ μεως εἰσάγων συμμαχίαν, μήποτε συμφρονήσασα καὶ τοὺς κεκτημένους διώξασα αὐτὴ τῆς χώρας κρατήσῃ. Ἐκ διαφόρων ἐθνῶν ἔστωσαν, εἰ δυνατόν, οἱ σύμμαχοι· οὕτως γὰρ ἂν ἧττον ὁμονοήσουσιν ἐπὶ κακουργίαν. | |
8.2.16 | Πρὸς τὰς τῶν πολεμίων τάξεις τε καὶ δυνάμεις τῆς ἡμετέρας ἀντι‐ τάττειν ὀφείλομεν, τουτέστι πεζοὺς πρὸς πεζοὺς, ψιλούς τε καὶ ἱππέας καὶ ὁπλίτας κατὰ τῶν ὁμοίων. | |
8.2.17 | Ὁ μὴ τοῖς στρατεύμασι τά τε ἐπιτήδεια καὶ τὰς ἀναγκαίας τροφὰς προευτρεπίζων πολεμίων χωρὶς ἡττηθήσεται. | |
8.2.18 | Ὁ τοῖς ἱππεῦσι τοῖς οἰκείοις θαῤῥῶν καὶ μάλιστα κοντάτοις ἀναπε‐ πταμένα πεδία ζητείτω τὰ τούτοις ἁρμόδια καὶ ἐνταῦθα χειριζέτω τὸν πόλεμον. Ὁ πεποιθὼς πεζικαῖς μᾶλλον δυνάμεσιν, ἀνωμάλους τε καὶ δασεῖς καὶ τραχυτέ‐ ρους ἐπιλεγόμενος τόπους, ἐν τούτοις ἐπιτελείτω τὴν μάχην. | |
8.2.19 | Εἰ τὴν ἡμετέραν βουλὴν προδεδόσθαι τοῖς πολεμίοις ἀκούσομεν, τά τε συνθήματα καὶ ὅσα παρὰ συνθήματα καὶ τὸ τῆς παρατάξεως εἶδος ἐναλ‐ | |
λάσσειν ὀφείλομεν. | 205 | |
8.2.20 | Τὸ πρακτέον βουλεύου σὺν πλείοσιν, αἱ μέντοι πράξεις σὺν ὀλίγοις καὶ τούτοις εὐπίστοις. Τὸ δὲ συμφέρον σὺ λάθρα κατὰ σεαυτὸν τὴν πασῶν καλ‐ λίονα γνώμην ἐπιλεξάμενος κράτει. | |
8.2.21 | Ἢ πρὸς τὰ ἐπιτήδεια συνάγειν τὸ στράτευμα δέον ἢ αὐτὰ τὰ ἐπιτήδεια πρὸς τοῦτο μετακομίζειν. | |
8.2.22 | Οὐ διὰ κατασκόπων δεῖ μόνον προερευνᾶν τὰς ὁδούς, ἀλλὰ καὶ τὸν στρατηγὸν τοῖς οἰκείοις ὀφθαλμοῖς παραπεφυλαγμένως ταύτας κατανοεῖν. κατα‐ σκόπους ἐπιλεκτέον σταθερούς, ὀξεῖς, πιστοὺς, σπουδαίους, δόξης μᾶλλον ἢ χρημάτων ἐρῶντας· οὗτοι μὲν γὰρ μηνύουσι τὴν ἀλήθειαν. οἱ δὲ κοῦφοι τὴν | |
5 | γνώμην, δειλοί τε καὶ ὅσοι περὶ τὴν τῶν χρημάτων κτῆσιν πεποίηνται, οὐ καταγ‐ γέλλοντες τὴν ἀλήθειαν κινδύνου αἴτιοι πολλάκις τῷ τε στρατηγῷ καὶ τῷ στρα‐ τεύματι γίνονται. | |
8.2.23 | Τοὺς στρατιώτας ἐν εἰρήνῃ φόβος τε καὶ κόλασις ἐπὶ τοῖς ἁμαρτήμασιν ἀνορθοῖ, ἐν δὲ ταῖς ἐκστρατείαις ἐλπίδες ἀγαθαὶ καὶ δῶρα καλλίονας ἀπεργά‐ ζονται. | |
8.2.24 | Μέγιστα κατορθοῖ στρατηγὸς λιμῷ τὴν τῶν πολεμίων δύναμιν μᾶλλον ἢ τοῖς ὅπλοις καταλύσειν πειρώμενος εἰληφθείη. | |
8.2.25 | Κατάσκοπος κατανοῶν τὰ ἡμέτερα, εἰ μὲν ἀσφαλή τε καὶ ἰσχυρὰ τὰ πράγματα ἡμῖν ᾖ, ἀπαθῆ τοῦτον ἐάσωμεν, ὡς ἂν τοῖς πολεμίοις ἀπαγγείλας καταπλήξῃ τὰ τούτων φρονήματα. Εἰ δέ τι παρ’ ἡμῖν ἀσθενές, κολάζειν τε δεῖ τοῦτον καὶ ἐξειπόντα τὰ τῶν πολεμίων μυστήρια τελευταῖον ἢ ἀναιρεῖν ἢ ἀσφαλῶς | |
5 | ἀλλαχόσε πέμπειν. | |
8.2.26 | Εἰ δειλία τις ἐμπέσοι τοῖς στρατιώταις, τέχναις διαφόροις εἰς θάρσος τούτους ἀνακαλεῖσθαι καλόν. Βουλεύου μὲν βραδέως, ἐπιτελεῖ δὲ ταχέως τὰ δόξαντα· τῶν γὰρ πολεμίων ὀξὺς ὁ καιρὸς καὶ οὐδὲ μιᾶς ἀνεχόμενος ὑπερθέσεως. | |
8.2.27 | Μηδὲ ταῖς εὐπραγίαις ἐπαιρόμενος, μηδὲ καταπίπτων ἐν ταῖς δυσπρα‐ γίαις γίνου φανερὸς τοῖς στρατεύμασιν. Φοβερὸς τοῖς πολεμίοις στρατηγὸς οὐχ ὁ τὸ λέγειν δεινός, ἀλλ’ ὁ ταῖς πράξεσι δυνατός. Βουλεύου μὲν ἐν νυκτὶ τὸ πρα‐ κτέον, ἐπιτελεῖ δὲ μεθ’ ἡμέραν τὰ δόξαντα· οὐ γὰρ αὐτὸς ὁ καιρὸς βουλῆς τε | |
5 | καὶ παρατάξεως. | |
8.2.28 | Ὁ φοβερὸς ὢν ἄγαν τοῖς ὑπηκόοις στρατηγὸς καὶ ὁ ἄγαν ἐπιεικής, ἀκατάλληλος τῷ στρατεύματι. φόβος μὲν γὰρ πολὺς μῖσος, ἡ δὲ ἄγαν ἐπιείκεια | |
καταφρόνησιν ἀπεργάζεται· κρατίστη δὲ αἵρεσις τοῦ μέσου. | 207 | |
8.2.29 | Συνθήκας τε καὶ ἀνακωχὰς πρὸς τοὺς πολεμίους τιθέμενος, ἡγεμὼν μείζοσί τε καὶ ἀκριβεστέραις περιλαμβανέτω φυλακαῖς τὸ στρατόπεδον. Εἰ γὰρ παρασπονδεῖν θελήσουσιν οἱ πολέμιοι, παρ’ ἐκείνοις μὲν μετὰ τῆς τοῦ Θεοῦ δυσμενείας ἔσται τὸ ἄπιστον, παρ’ ἡμῖν δὲ μετὰ τῆς ἀσφαλείας εὑρεθήσεται | |
5 | τὸ πιστόν· τὸ γὰρ προσεδόκουν ἀνάξιον στρατηγοῦ. | |
8.2.30 | Τοῖς ἐλάττοσι στρατεύμασι στενωτέρους τόπους ἐπιλεγώμεθα, συμ‐ μετροῦντες τὸ χωρίον τῷ ἡμετέρῳ στρατεύματι· τὸ γὰρ περιττὸν τῶν πολεμίων πλῆθος ἀχρεῖον τοῦ τόπου μὴ ἐπιδεχομένου τὸ πλέον. Ἐκ τῆς τοῦ τόπου θέσεως ὁ στρατηγὸς τὸ τῶν πολεμίων συλλογιζέσθω στρατόπεδον, ἐκ τῆς πείρας εἰδὼς | |
5 | ὁπόσος τόπος πόσους στρατιώτας ἐπιδέχεσθαι δύναται. | |
8.2.31 | Εἰ λανθάνειν τοὺς πολεμίους τὸ τῶν ἡμετέρων στρατευμάτων πλῆθος ἐθέλοιμεν, βάδην τε καὶ πυκνοὺς αὐτοὺς ἑστάναι τε καὶ πορεύεσθαι παραγγέλ‐ λωμεν· ἡ γὰρ συνέχεια σφάλλει τε τὴν ὅρασιν καὶ τοὺς ἐναντίους ἀκριβῶς εἰκάζειν τὸν ἀριθμὸν οὐκ ἐᾷ. | |
8.2.32 | Ἥλιον, ἄνεμον, κόνιν κατὰ νώτου μὲν τῶν ἡμετέρων ποιεῖσθαι, κατ’ ἄντικρυς δὲ τῶν πολεμίων εἶναι καλόν, ὡς ἂν τήν τε ὅρασιν συνεχθέντες καὶ τὴν ἀναπνοὴν ἐπεχόμενοι ταχείαν ἡμῖν παραδώσειν τὴν νίκην. | |
8.2.33 | Πρῶτοι τῶν ἐναντίων τοὺς ἡμετέρους εἰς μάχην ἐκτάξωμεν· ἡμῖν μὲν γὰρ ἐστὶ κατ’ ἐξουσίαν ποιεῖν ὁ βουλόμεθα, τοῖς δὲ πολεμίοις οὐδὲ τοῦ καθ’ ὁπλίσασθαι σχεδὸν δοθήσεται καιρός. | |
8.2.34 | Πρῶτοι κατὰ τὴν συμβολὴν εἰ ἐσμὲν ἕτοιμοι, τοῖς ἐναντίοις ἐγχει‐ ροῦντες ἀσφαλῶς, θάρσος μὲν τοῖς ἡμετέροις, δειλίαν δὲ τοῖς πολεμίοις ἐντίθε‐ μεν. Μέγιστον ἐν παρατάξει κεφάλαιον τὸ φυλάττειν τοὺς μαχομένους τήν τε τάξιν καὶ τὰ μεταξὺ διαστήματα. | |
8.2.35 | Πολλὴν τῶν τραυματίων τίθεσθαι πρόνοιαν δίκαιον· καὶ γὰρ ἀμε‐ λοῦντες αὐτῶν τούς τε λοιποὺς ἐθελοκακοῦντας ἐν ταῖς μάχαις εὑρήσομεν καὶ τοὺς δυναμένους ἐξ ἐπιμελείας ῥωσθῆναι ῥαθυμοῦντες ἀπόλλυμεν. | |
8.2.36 | Εἰς φυγὴν τοὺς πολεμίους τρεψάμενοι ἀπέχθωσαν οἱ στρατιῶται τῆς πραίδας, ὡς ἂν μὴ περὶ ταύτην σποράδην ἀσχολουμένοις αὐτοῖς συντεταγμένον τὸ τῶν πολεμίων ἐπίθηται στράτευμα. | |
8.2.37 | Ἁμάρτημα τοῦ στρατηγοῦ τὸ μιᾷ μάχῃ φθαρῆναι τὸ πολὺ τοῦ στρα‐ τεύματος. | |
8.2.38 | Μεγαλόφωνον στράτευμα κατὰ τοὺς ἀλαλαγμοὺς ἐπιτήδειον πρὸς | |
τὴν τῶν πολεμίων κατάπληξιν. | 209 | |
8.2.39 | Φιλύποπτος στρατηγὸς ἀσφαλὴς κατὰ πόλεμον. | |
8.2.40 | Εἰ πλήθει τοξοτῶν ἰσχύουσιν οἱ πολέμιοι, ὑγροτέρους ἀέρας διὰ τὰ τόξα τηρήσαντες, τὴν πρὸς αὐτοὺς ποιησόμεθα συμπλοκήν. | |
8.2.41 | Πρὸς τὴν τοῦ στρατηγοῦ τῶν πολεμίων διάθεσιν ὁ ἡμέτερος ἡγεμὼν κεχρήστω τοῖς στρατηγήμασιν· εἰ μὲν γὰρ εἴη θρασύς, εἰς ἄκαιρον αὐτὸν ἐγκα‐ λείσθω προπέτειαν· εἰ δὲ εἴη δειλός, ἐφόδοις αὐτὸν ἀδοκήτοις καὶ συνεχέσι κα‐ ταπληκτήτω. | |
8.2.42 | Ἴσος ἔστω πρός τε τοὺς συμμάχους καὶ τοὺς στρατιώτας ὁ στρατη‐ γὸς δίκαιος τε ἀμφοτέροις κριτὴς καὶ τοῖς μὲν συμμάχοις δῶρα διδούς, αὔξων δὲ τοῖς στρατιώταις κατὰ λόγον τὰ χαρίσματα. | |
8.2.43 | Πλέον μὲν τῶν στρατιωτῶν ἐν πολεμίοις ὁ στρατηγὸς μετεχέτω τῶν πόνων, ἔλασσον δὲ τῶν κερδῶν· οὕτω γὰρ τὴν παρὰ πάντων μετὰ δόξης εὔνοιαν κτήσεται. | |
8.2.44 | Ἑτοίμως ὁ στρατηγὸς καὶ μετὰ νίκην ὑπακουέτω τῶν πολεμίων, εἰ‐ ρήνην λυσιτελῆ προτεινόντων, ἐννοῶν τὸ τῶν πολεμίων ἄδολον. | |
8.2.45 | Πλείονα τῶν ὅπλων τὴν τῶν ἐπιτηδείων περὶ τὰ ὅπλα πρόνοιαν ὁ στρατηγὸς τιθέσθω, εἰδὼς ὡς τὰ ἐπιτήδεια μὲν καὶ ἀπὸ τῆς τῶν πολεμίων χώρας πορίζεσθαι δυνατόν, ὅπλων δὲ χωρὶς τῶν δυσμενῶν οὐ κρατήσομεν. | |
8.2.46 | Ἄριστος στρατηγὸς οὐχ ὁ τῷ γένει λαμπρός, ἀλλ’ ὁ ταῖς οἰκείαις καλλωπιζόμενος πράξεσιν. | |
8.2.47 | Δεῖ τὸν στρατηγὸν οὐ τὰ παρόντα μόνον ὀρθῶς διοικεῖν, ἀλλά τινα καὶ τοῦ μέλλοντος τίθεσθαι πρόνοιαν. | |
8.2.48 | Ἄριστος ἡγεμὼν ὁ μήτε μάχης ἐπικινδύνου καὶ πολλὴν ἐχούσης ἀδη‐ λίαν ἑκουσίως ἁπτόμενος, μήτε τοὺς παραβόλως χρησαμένους τοῖς πράγμασι καὶ θαυμασθέντας ἐπὶ τύχῃ λαμπρᾷ ζηλοῦν ἀνεχόμενος, ἀλλὰ τοὺς μὲν πολεμίους κινῶν, αὐτὸς δὲ ἀσφαλείας ταῖς οἰκείαις ἐπιβολαῖς ἑκάστοτε χρώμενος. | |
8.2.49 | Χρημάτων ἐρῶν στρατηγὸς τοῖς τε οἰκείοις ὀλέθριος καὶ τοῖς πο‐ λεμίοις ἐστὶν εὐκαταφρόνητος. | |
8.2.50 | Τρυφῶν στρατηγὸς κοινὸς ὄλεθρος τῷ στρατεύματι γίνεται. | |
8.2.51 | Ἄριστος ἡγεμὼν ὁ καὶ θάρσος εὐκαίρως ἐμποιῶν καὶ προπέτειαν δει‐ λιώντων στρατιωτῶν ἀναστέλλων. | |
8.2.52 | Στρατηγὸς εἰρήνης ἐπιθυμῶν εὐπρεπὴς ἔστω πρὸς πόλεμον· τοὺς γὰρ | |
πρὸς πόλεμον ἑτοίμους μᾶλλον ἀγωνιῶσιν οἱ βάρβαροι. | 211 | |
8.2.53 | Πταίσας τὶς ἐν ἑτέροις πράγμασι μετ’ ὀλίγον τὸ πταισθὲν ἐπανώρθω‐ σεν, τοῖς δὲ κατὰ πόλεμον ἁμαρτήμασιν ἡ βλάβη πρόσεστιν. Τοῖς πολλὰ πράτ‐ τουσι φαῦλα μηδὲ περὶ τῶν τυχόντων πιστεύειν καλόν. | |
8.2.54 | Ἀκριβὴς στρατηγὸς ὁ μὴ τὰ εἰκότα μόνον παρὰ τοὺς κινδύνους, ἀλλὰ καὶ τὰ παράδοξα λογιζόμενος. | |
8.2.55 | Τὴν μὲν εἰρήνην ἄσκησιν τῶν κατὰ πόλεμον, τοὺς δὲ ἀγῶνας ἐπίδει‐ ξιν τῆς ἀνδραγαθίας ποιοῦ. | |
8.2.56 | Μὴ πρότερον εἰς ὕπνον τρεπέσθω ὁ στρατηγός, πρὶν κατανοήσει τί μὲν πράξαι δέον παρέλιπεν, τί δὲ εἰς τὴν αὔριον πραχθῆναι καλόν. | |
8.2.57 | Ἐν παντὶ μὲν καιρῷ κρατεῖν ἡδονῆς, ἐν δὲ πολέμῳ μᾶλλον χρήσιμον στρατηγῷ. | |
8.2.58 | Μὴ προχείρως πιστευέτω τοῖς ὑπισχουμένοις τί πράξειν ὁ στρατηγός· εἰ δὲ μή, κοῦφος τοῖς ἐντυγχάνουσι νομισθήσεται. | |
8.2.59 | Μέλλησις μετὰ λογισμοῦ κατὰ πόλεμον ἀσφάλειαν ὑπισχνεῖται πολ‐ λήν· οἱ γὰρ ὀξεῖς καὶ προπετεῖς στρατηγοὶ πλεῖστα διαμαρτάνουσιν. | |
8.2.60 | Εἰκὼν ἔστω τῶν πρακτέων τοῖς ὑπηκόοις ὁ στρατηγός· ἄριστά τε γυμναζόμενος καὶ ποιῶν μὲν ἆ δεῖ, ἀπεχόμενος δὲ ὧν καὶ τοὺς στρατιώτας ἀπέ‐ χεσθαι χρήσιμον. | |
8.2.61 | Ὅρκῳ δεῖ τὸν στρατηγὸν τὴν τῶν στρατιωτῶν εὔνοιαν ἀσφαλίζεσθαι. | |
8.2.62 | Τὴν ἑκάστου ἄρχοντος καὶ στρατιώτου κίνησιν τε καὶ ὁρμὴν εἰδὼς στρατηγός, οἶδεν καλῶς ἐφ’ ὁποῖαν ἕκαστον πράξιν δεόντως ἀποστελεῖ. | |
8.2.63 | Τοὺς πολεμίους ὁ στρατηγὸς τὰ οἰκεῖα βουλεύματα λανθάνειν βου‐ λόμενος, μηδὲ τοὺς πολλοὺς τῶν οἰκείων ταῦτα θαῤῥείτω ποτέ. ἴσης παρ’ ἑκατέ‐ ρας οὔσης παρασκευῆς ὁ κάλλιον τάττων πλεονεκτεῖ στρατηγός. | |
8.2.64 | Ἱκανὸς ὢν ἐν τῷ λέγειν ὁ στρατηγός, καὶ τοὺς δειλιῶντας πολλάκις εἰς μάχην ἔστησε καὶ τὰς ἐν τοῖς στρατοπέδοις εὐκόλως παρεμυθήσατο συμφοράς. | |
8.2.65 | Κατανοείτω τὸ χωρίον ὁ στρατηγός, εἰ ὑγιεινόν τε καὶ σωτήριον, ἢ νοσερόν, καὶ τοῖς οἰκείοις πολέμιον, καὶ ταῦτα δὲ τὰ ἐπιτήδεια, ὕδωρ καὶ ξύλα καὶ χόρτον, εἰ πλησίον εἰσίν. Εἰ γὰρ πόῤῥωθεν εἴῃ, δυσχερής τε καὶ ἐπικίνδυνος καὶ μάλιστα πολεμίων παρόντων ἡ τούτων συγκομιδή. Καὶ λόφον δέ τινα πα‐ | |
5 | ρακείμενον προκαταλαμβάνειν καλόν, μὴ λάβωσι τοῦτον φθάσαντες ἡμᾶς οἱ πο‐ | |
λέμιοι. | 213 | |
8.2.66 | Πολλάκις ἡ τοῦ στρατηγοῦ προσποίησις ὤνησεν οὐ μικρά· δόξας γὰρ ἔσθ’ ὅτε χάρακα τίθεσθαι, εἰς ὁμοίαν δὲ πρᾶξιν τοὺς πολεμίους παρώρμησε, καὶ λαθὼν αὐτὸς ἢ συντεταγμένως ἐσκεδασμένοις περὶ τὰ ἐπιτήδεια τοῖς πολεμίοις ἐπέθετο, ἢ λαθὼν ἐκ τόπων δυσχερῶν ἀπήγαγε τὸ στρατόπεδον. | |
8.2.67 | Δεῖ τὸν στρατηγὸν ἐν ταῖς πράξεσιν ὥς περ ἀγαθὸν παλαιστὴν δεικ‐ νύειν μὲν ἕτερα καὶ τούτοις πειρᾶσθαι τοὺς ἐναντίους ἐξαπατᾶν, κεχρῆσθαι δὲ τοῖς τε ἁρμόζουσι τῷ καιρῷ, καὶ οἶς ἂν τῶν μαχομένων κρατήσειεν. | |
8.2.68 | Ἄριστος καὶ σοφὸς στρατηγὸς ἐν πολέμοις καὶ ἑκάστῃ δὲ αὐτοῦ κατ’ ἐχθρῶν ἐγχειρήσει, ὡς πρὸς δευτέραν τύχην καὶ ἐναντίαν ἔκβασιν ἀποβλέπων καὶ ὡς παρούσης ταύτης δεόντως προνοῶν, ἐπειδὴ πέφυκε τῷ φρονήματι τῶν ἀρχόντων συνδιατίθεσθαι τοὺς ἀρχομένους. Ἀρχαῖός ἐστι λόγος, κάλλιον εἶναι | |
5 | λέοντα ἐλάφων ἄρχειν ἢ ἔλαφον λεόντων. | |
8.2.69 | Ὅτι οὐ δεῖ τὰς συμμαχικὰς δυνάμεις ἐμμιγνύειν τῷ ἰδίῳ στρατῷ, ἀλλὰ καὶ τὰ ἄπληκτα αὐτῶν καὶ τὰς ὁδοιπορίας ἰδίας παρασκευάζειν ποιεῖσθαι καὶ παντοίως αὐτοὺς ἀποκρύπτειν τήν τε τάξιν καὶ στρατηγίαν, ἵνα μὴ ταύτας γινώσκοντες ἐν καιρῷ ἔχθρας ἁρμόζωνται κατὰ τῶν ἐναντίων. | |
8.2.70 | Τοιαύτη τις ἔστιν ἐν τοῖς τῶν πολέμων καιροῖς ἡ τοῦ συμφέροντος εὕρεσις· τὸ σοὶ συμφέρον τοῖς πολεμίοις ἐστὶν ἀσύμφορον, καὶ ὅπερ ἐκείνοις ὠφέλιμον, τοῦτο τοῖς σοῖς ἐναντιοῦσθαι φιλεῖ. οὐδὲν τοίνυν κατὰ τὴν ἐκείνων γνώμην ἢ ποιεῖν ἢ παραιτεῖσθαι συμφέρει ἡμῖν. Τοῦτο δὲ πράττειν μόνον, ὅπερ | |
5 | τοῖς ἡμετέροις χρήσιμον εἶναι νομίζομεν. Εἰ γὰρ ἅπερ ἐκεῖνος ὑπὲρ ἑαυτοῦ πράττει, ταῦτα συμμιμήσῃ, ἑαυτὸν ἀδικεῖς· ὥσπερ καὶ τὸ ἀνάπαλιν, εἴ τι σὺ πράττεις συμφέρον αὐτῷ, τοῦτο βλάψει τὸν πολέμιον τὰ σὰ μιμεῖσθαι βου‐ λόμενον. | |
8.2.71 | Πλείστας ἐκτάξαντες φάλαγγας πλείοσιν ἐπαγωγαῖς κατὰ τῶν πο‐ λεμίων χρησόμεθα, τὸ τοῦ ποιητοῦ μιμησάμενοι· ῥεῖα δὲ κἀκμῆτες κεκμηότας ἄνδρας αὐτῇ ὤσαιμεν πρό τι ἄστυ. | |
5 | Διὰ πολλὰς γὰρ καὶ οὐ τὰς τυχούσας αἰτίας ἐπισφαλὲς εἰς ἄπειρον ἐκτείνειν τὸ στράτευμα. Συμμέτρου χρεία στρατεύματος, εἰ κρατῆσαι τῶν πολεμίων μόνον βουλόμεθα· πλείονος δέ, εἰ καὶ τὴν κτηθεῖσαν παρὰ τῶν πολεμίων γῆν φυλάτ‐ | |
τειν ἐθέλοιμεν. | 215 | |
8.2.72 | Πλείονας ἱππεῖς τῶν πεζῶν ἐχέτω μᾶλλον ὁ στρατηγός· οἱ μὲν γὰρ πρὸς σταταίαν μάχην εἰσὶν ἐπιτήδειοι, οἱ δὲ καὶ πρὸς τὸ διώκειν εὐκόλως καὶ ὑποχωρεῖν εἰσι χρήσιμοι, καὶ κατίοντες τῶν ἵππων εὐκόλως πεζομαχήσουσιν. | |
8.2.73 | Ἀγαθὸς στρατηγὸς πόλεμον δημόσιον, εἰ μὴ καιρῶν ἢ πραγμάτων κα‐ ταλάβῃ περίστασις μεγίστη, πρὸς τοὺς ἐναντίους οὐ τίθεται. | |
8.2.74 | Ἄλλοις μὲν ἐπὶ τῆς παρατάξεως, ἄλλοις δὲ πρὸ τῆς συμπλοκῆς, ἄλλοις παρὰ τὰς τῶν πολεμίων ἐντάξεις καὶ ἄλλοις σιτούμενος μὲν, ἄλλοις δὲ καθεύδων κεχρήσθω σχήμασιν, ὡς ἂν μήτε τοῖς ἐναντίοις, μήτε τοῖς ἄλλως ἐπιβουλεύουσιν εὐάλωτος. ἧς ὁ δὲ Καρχηδόνιος Ἀνίβας καὶ κόμῃ προσθετῇ καὶ πώγωνι δια‐ | |
5 | φόρῳ χρώμενος θειοτέρας εἶναι τοῖς βαρβάροις φύσεως ἐνομίζετο. | |
8.2.75 | Οὐ πρὸς τὴν ὅπλισιν μόνον, ἀλλὰ καὶ πρὸς τὰ ἔθνη τὸν τόπον ἐπι‐ λεγόμεθα. Πάρθοι μὲν γὰρ καὶ Γάλλοι πεδιάσιν εἰσὶν ἐπιτήδειοι, Σπάνοι δὲ καὶ Λίγουροι ἐν ὄρεσί τε καὶ λόφοις μάχονται κάλλιον, καὶ Βρετανοὶ ἐν ὕλαις. Γερμανοὶ δὲ τοῖς ἐλώδεσι χαίρουσι τόποις. Ὁποῖον ἂν τόπον ἐπιλέξηται ὁ στρα‐ | |
5 | τηγός, γνώριμον τοῦτον ποιείτω τοῖς στρατεύμασιν· οὕτως γὰρ ἂν ἐκφεύξωνται τῶν τόπων τοὺς δυσχερεῖς καὶ μετὰ θάρσους τοῖς πολεμίοις διὰ τὸ γνωρίζειν τοὺς τόπους μαχήσονται. | |
8.2.76 | Ἐξάγων ὁ στρατηγὸς τοὺς στρατιώτας εἰς πόλεμον, ἱλαρὸς ἔστω παραιτούμενος τὸ στυγνόν, ὥστε τὰ πολλὰ γὰρ ἐκ τῆς ὄψεως τοῦ στρατηγοῦ τὰ στρατεύματα τὸ μέλλον εἰκάζουσιν. | |
8.2.77 | Μετὰ τὴν νίκην ὁ στρατηγὸς μὴ παραχρῆμα λυέτω τὰς τάξεις. Πολ‐ λάκις γὰρ οἱ πολέμιοι τοὺς ἡμετέρους ὁρῶντες διὰ τὴν χαρὰν ἀναπεσόντας ταῖς διανοίαις καὶ λελυκότας τὰς τάξεις ἀναθαῤῥήσαντες καὶ μαχόμενοι πάλιν τρό‐ πον τὴν νίκην ἀπέδειξαν. | |
8.2.78 | Κυκλωθεῖσι τοῖς πολεμίοις τοῦ κύκλου μέρους ἀνοίξαντες πάροδον εἰς φυγὴν διδόναι τοῖς πολεμίοις καλόν, ἵνα τὸ φεύγειν τοῦ μένειν τε καὶ κιν‐ δυνεύειν κρίνωσιν αἱρετώτερον. | |
8.2.79 | Πρὸς τὴν τοῦ στρατηγοῦ κίνησιν τὸ στράτευμα κρίνεται. Τοῦτο γὰρ εἰδὼς ὁ Καρχηδόνιος Ἀνίβας, ἐπειδὴ Σκιπίωνα στρατηγοῦντα Ῥωμαίων ἐπέγνω, εἶτα τὴν διάταξιν ἐπαινήσας τοῦ στρατεύματος τοῖς ἐγκαλοῦσιν, ὅτι πρὸς τοὺς πολλάκις ἡττημένους ὀκνηρότερον τῆς μάχης ἀπέρχεται, ἀπελογήσατο λέγων· | |
5 | βουλοίμην, ἔφην, πρὸς ἀγέλην λεόντων ἔχειν, ἧς ἔλαφος ἄρχει, μᾶλλον ἢ πρὸς ἀγέλην ἐλάφων, ἧς λέων ἐστὶν ἡγεμών. | |
8.2.80 | Εὐτυχὴς στρατηγὸς τοῦ γενναίου μᾶλλον τοῖς κοινοῖς ἐστιν ὠφελι‐ | |
μώτερος· ὁ μὲν γὰρ ἀπόνως, ὁ δὲ μετὰ κίνδυνον τὰ πλείονα κατορθοῖ. Τοὺς δολίους τῶν ἐντυγχανόντων μᾶλλον ἢ τοὺς πικροὺς παραιτεῖσθαι καλόν. οἱ μὲν γὰρ οὐδὲν λανθάνουσι πράττοντες, τῶν δὲ τοῖς ἔργοις παρακολουθεῖν δυσχερές. | 217 | |
8.2.81 | Δεινὸς μὲν ἔστω μετὰ ἀκριβείας ὁ ἡγεμὼν τὰ τῶν στρατιωτῶν ἐξε‐ τάζων πταίσματα, πρᾷος δὲ συστέλλων τὰς ἐπὶ τούτοις κολάσεις· οὕτω γὰρ εὔνουν τὸ ὑπήκοον κτήσεται. | |
8.2.82 | Ἀκατάπληκτος ἐν τοῖς δεινοῖς στρατηγός, συνετὸς ἐν βουλῇ, πρᾷος τοῖς ἐντυγχάνουσιν, οὐ μετὰ θυμοῦ θηριώδους, ἀλλὰ μετὰ λογισμοῦ τοῖς πολε‐ μίοις ἐμπίπτων, πλεῖστα μαχόμενος κατορθοῖ. Μηδὲν ἀγνοέτω τῶν κατὰ πόλεμον συμβαινόντων ὁ στρατηγός· τίς γὰρ ἅπερ ἀγνοεῖν πράττειν ἐπιχειρήσειεν, ἢ | |
5 | τίς, ἅπερ οὐκ οἶδεν ὡς σφαλερά, τούτοις τινὰ βοήθειαν ἐπάγειν δυνήσεται; | |
8.2.83 | Δεῖ τὸν στρατηγὸν τοῖς ἐναντίοις ἐπιβουλεύειν οὐ δι’ ὅπλων μόνων, ἀλλὰ καὶ διὰ σιτίων καὶ ὕδατος, τὰ μὲν ἄποτα ποιοῦντα, τὰ δὲ τοῖς θανασίμοις φαρμάσσοντα. Δεῖ δὲ καὶ τὰ τούτων εἰδέναι σωτήρια καὶ οἶς ἂν τὰ τοιαῦτα ῥαδίως ἐκφύγοιμεν. | |
8.2.84 | Ἐχέτω μὲν ἀεὶ περὶ αὐτὸν ἄνδρας ἐπιλέκτους ὁ στρατηγός, μεθ’ ὧν ἐπικουρεῖν τοῖς κάμνουσι τῆς στρατιᾶς δυνήσηται μέρεσι. Μὴ προπετῶς δὲ χωρείτω κατὰ τῶν πολεμίων, μή τι παθῶν ἀθρόως συναπωλέσῃ τὸ στράτευμα. | |
8.2.85 | Ἐχομένῳ λόγῳ τὸν στρατηγὸν καὶ πανηγυρίζειν κατὰ τῶν πολεμίων, τοῖς ἡμετέροις πειθόμενος, μή ποτε τοίνυν ἡμᾶς † καταλίπητε ἐξ ἑτέρων ἑτέ‐ | |
ρους συμπλέκοντες καὶ τοῖς ἡμετέροις κοσμοῦντες δωρήμασιν. | 219 | |
9pint | 〈ΛΟΓΟΣ Θʹ.〉 ΚΕΦΑΛΑΙΑ ΤΟΥ ΕΝΑΤΟΥ ΛΟΓΟΥ | |
9pin1 | Αʹ. Περὶ ἐφόδων ἀδοκήτων. Βʹ. Περὶ νυκτερινῶν ἐφόδων. Γʹ. Πῶς δεῖ τῇ τῶν πολεμίων χώρᾳ εἰσβαλεῖν καὶ πῶς ὁδοιπορεῖν ἀσφα‐ λῶς ἐπ’ αὐτῇ καὶ πραιδεύειν βλάβης ἰδίας χωρίς; | |
5 | Δʹ. Περὶ διαβάσεως στενῶν καὶ δυσβάτων τόπων. Εʹ. Πῶς δεῖ σκουλκεύειν ἐχθροὺς καὶ πῶς δεῖ ἐξπλοράτορας ἤτοι κατασκό‐ πους κρατεῖν λανθάνειν θέλοντας ἐν τῷ στρατῷ; | |
9.1t | Περὶ ἐφόδων ἀδοκήτων. | |
9.1.1 | Τὸ δίχα ἰδίας βλάβης τὰς κατὰ τῶν ἐχθρῶν ἐπελεύσεις ποιεῖσθαι καὶ ἀρχαῖος που διδάσκει λόγος, ὅπερ καὶ οἱ συνετοὶ τῶν στρατηγῶν παραφυλάτ‐ τοντες ὡς ἐπίπαν εὐδοκιμοῦσι. Τοῦτο δὲ γίνεσθαι δυνατόν, ἐὰν σεσοφισμένως καὶ ἀθρόως αἱ κατὰ τῶν ἐχθρῶν γίνωνται ἐπελεύσεις. Οὐ μόνον γὰρ πρὸς τὰς | |
5 | ἰσομέτρους δυνάμεις ἐπωφελεῖς εὑρίσκονται ἐπιτηδείως αὗται γενόμεναι, ἀλλὰ μὴν καὶ πρὸς τὰς πάνυ ὑπερβαλλούσας. | |
9.1.2 | Διὰ τοῦτο οὖν καλὸν μέν ἐστιν ἀεὶ καιροὺς καὶ προφάσεις ἁρμοδίας τηρεῖν καὶ προκαταλαμβάνειν τοὺς ἐχθροὺς πρὶν ἢ ἐμπαράσκευοι γένωνται, καὶ κατ’ ἐξαίρετον ἐκείνους τοὺς νομιζομένους ἐν πλήθει δυνάμει ὑπερέχειν. | |
9.1.3 | καθ’ ὧν δεῖ αἰφνιδιασμοῖς μᾶλλόν τισι καὶ σοφίσμασιν, ὡς εἴρηται, κατὰ τὸ δυνατόν, πρότερον σπεύδειν κεχρῆσθαι, ἤπερ δημοσίαις ἐγχειρήσεσι, καὶ ἐντεῦθεν κινδύνοις δυσαναλήπτοις προσομιλεῖν. | |
9.1.4 | Οἱ μὲν γὰρ πρεσβείας ἀπὸ τῶν ἐχθρῶν δεξάμενοι ἁπαλά τε καὶ κολακευτικὰ ῥήματα ἀντιδηλώσαντες καὶ μετὰ τιμῆς τὴν πρεσβείαν ἀπολύσαντες εὐθέως ἐπα‐ κολουθήσαντες αὐτοῖς ἐπῆλθον ἀδοκήτως. | 221 |
9.1.5 | Ἄλλοι δὲ ἰδίαν πρεσβείαν στεί‐ λαντες μετὰ ῥημάτων μετριωτέρων τὴν ἐπέλευσιν ἄφνω ἐποιήσαντο. | |
9.1.6 | Ἄλλοι δὲ καὶ ἐν αὐτοῖς τοῖς τῶν ἐχθρῶν ἀπλήκτοις πολυπραγμονήσαντες ἂν ἀσφαλῶς αὐτοὺς ἀπληκεύειν, ἐν νυκτὶ τῆς σελήνης συναυγαζούσης πρὸ δύο ἢ τριῶν ὡρῶν τῆς ἡμέρας τὴν κατὰ τῶν ἐχθρῶν ἐγχείρησιν ἐποιήσαντο, τοξόται μάλιστα ὄντες· τοιού‐ | |
5 | των γὰρ χρεία ἐν τοῖς τοιούτοις καιροῖς. | |
9.1.7 | Ἕτεροι μαθόντες ἐν ταῖς πορείαις ἀσυν‐ τάκτως καὶ ἐσκορπισμένως περιπατεῖν τοὺς ἐχθρούς, ἐν τῷ μέσῳ τῆς ὁδοῦ ἐπελθόν‐ τες ἔβλαψαν. | |
9.1.8 | Ἄλλοι ἐν τόποις κρύψαντες ἑαυτούς, ἄφνω τὴν κατὰ τῶν ἐναντίων ἔφοδον εἰργάσαντο. | |
9.1.9 | Ἄλλοι σχηματισάμενοι ἀναχώρησιν ἐξ ὧν διῆγον τόπων, ἄφνω ἐπανατρέψαντες τοῖς ἐχθροῖς ἐπέστησαν. | |
9.1.10 | Ἄλλοι προσβαλ‐ λόμενοι ἀγέλας ζῴων ἐντεῦθέν τε τοὺς ἐχθροὺς προτρέψαντες εἰς διαρπαγὴν τούτων, ὡς εἶδον αὐτοὺς ἀτάκτως κατ’ αὐτῶν διασκεδασθέντας, ἐπέθεντο αὐτοῖς. | |
9.1.11 | Γίνονται δὲ καὶ φανερῶς ἔφοδοι, ὅταν ἐν τῷ μεταξὺ διαστήματι τῶν ἐχθρῶν ποταμὸς εὑρεθῇ δύσβατος, καὶ μάλιστα καβαλλαρίοις. Γεφύρας ἐνταῦθα συμπηγ‐ νυμένης, ἢ διὰ ξύλων ζυγωμάτων, ὥς ἐστιν ἔθος τὰς πολλὰς γίνεσθαι, ἢ διὰ ναυκλῶν πύργων τε ἢ ξυλίνων ἢ οἰκοδομημάτων ἐκ λίθου ξηροῦ ἢ χώματος ἑκα‐ | |
5 | τέρωθεν τῶν ἄκρων αὐτῆς ἐγειρομένων, δι’ αὐτῆς ὅτε χρεία τὴν διάβασιν ἀσφα‐ λῶς ποιεῖσθαι, καὶ πάλιν ἀναχώρησιν, ὥστε ἐν τῇ τοῦ στρατηγοῦ ἀποκεῖσθαι γνώμῃ προσμένειν ὅσον βαστάζειν αὐτὸν χρόνον ἢ συμβαλεῖν ἀσφαλῶς ἢ ἀνα‐ χωρεῖν τῆς γεφύρας παρ’ αὐτοῦ καταλυομένης. | |
9.1.12 | Ἀλλ’ ἐν ταῖς τοιαύταις ἐγχειρήσεσι καὶ ταῖς κατὰ τῆς τῶν ἐχθρῶν χώρας εἰσόδοις οὐ δεῖ καίειν ἢ ἀφα‐ νίζειν τὰς δαπάνας ἐκείνων τῶν χωρίων, δι’ ὧν ἐλπίζει ὑποστρέφειν, ἵνα μὴ ἑαυτὸν στενώσῃ. | |
9.1.13 | Τὰς δὲ τοιαύτας γεφύρας γίνεσθαι ἀναγκαῖον νομίζομεν καὶ ἐν καιρῷ δημοσίας μάχης, ἐφ’ ᾧ τὰ ἄπληκτα ἐν τοῖς τοιούτοις ποταμοῖς κα‐ θίστασθαι, εἴπερ δύσβατος εὑρεθείη ἐν οἱῳδήποτε μέρει τῆς τοῦ τοιούτου πο‐ ταμοῦ ὄχθης, καὶ κατ’ ἐξαίρετον κατὰ τοῦ μέρους τῶν ἐχθρῶν, ἐφ’ ᾧ ἀνεμποδίστως | |
5 | καὶ ἀστενοχωρήτως ἐν τῇ ἡμέρᾳ τῆς μάχης τὸν στρατὸν ἐξάγεσθαι, εἶτα δὲ καὶ ἐν καιρῷ τροπῆς ἐν τῷ ἀπλήκτῳ μένειν αὐτοὺς ἀσφαλῶς φυλαττομένους καὶ μὴ ἀναγκάζεσθαι ἐν αὐτῇ τῇ ὥρᾳ τῶν ἐχθρῶν ἐπικειμένων τὴν διάβασιν τῆς γεφύρας μὴ βουλομένους ποιεῖσθαι. Καὶ διὰ τοῦτο χρὴ εἰς τὴν ὄχθην τὴν ἐπὶ τὸ μέρος | |
τῶν ἐχθρῶν τὸ ἄπληκτον γίνεσθαι. | 223 | |
9.2t | Περὶ νυκτερινῶν ἐφόδων. | |
9.2.1 | Νυκτεριναὶ ἔφοδοι διάφοροι παρὰ τῶν στρατηγῶν γεγόνασιν. Οἱ μὲν γὰρ πλησίον τῶν ἐναντίων ἀπληκεύσαντες ὡς ἀπὸ ἑνὸς ἀπλήκτου, πρεσβείαν τε μίαν καὶ δευτέραν εἰρηνικὴν δηλώσαντες, καὶ ἐλπίδας συμβάσεως δεδωκότες τοῖς ἐναντίοις, καὶ ἀμερίμνους ποιήσαντες, ἀδοκήτως προεπῆλθον πρὸ ἡμέρας, | |
5 | ἐν νυκτὶ τὴν ὁδοιπορίαν ποιησάμενοι, ὅπερ ἐποίησε Λούσιος ὁ στρατηγὸς Ῥω‐ μαίων ἐπὶ Τραϊανοῦ. | |
9.2.2 | Ἄλλοι ἐπὶ ἡμέρας τινὰς παραταξάμενοι πλησίον τοῦ ἰδίου ἀπλήκτου ὡς ἐπὶ μάχῃ δημοσίᾳ καὶ σχηματισάμενοι φοβεῖσθαι τοὺς ἐναν‐ τίους καὶ διὰ τοῦτο μὴ παρεξέρχεσθαι πλέον τοὺς τόπους τοῦ ἰδίου ἀπλήκτου, καὶ ἐντεῦθεν αὐτοὺς παραχαυνώσαντες ἐπῆλθον ἐν νυκτί, | |
9.2.3 | ὅπερ ἐποίησεν ὁ χαγὰν τῶν Ἀβάρων εἰς τὰ περὶ Ἡράκλειαν τοῖς Ῥωμαίοις καβαλλαρίοις μὴ ἀνασχομένοις ἐν φοσσάτῳ ἀσφαλῶς μετὰ τῶν πεζῶν ἀπληκεύειν, ἀλλ’ ἔξωθεν ἀφυλάκτως. | |
9.2.4 | Ἕτεροι ὑποθέμενοι τινὶ προσρυῆναι τοῖς ἐχθροῖς καὶ εἰπεῖν, ὅτι ἐν δειλίᾳ ἐστὶν ὁ στρατός, εἶτα προφασισάμενοι εἰς τὰ ὀπίσω ὑπαναχωρεῖν καὶ ὀλίγον διάστημα τὸ φοσσάτον ἤτοι ἄπληκτον μεταστήσαντες, αἰφνίδιον ἐν νυκτὶ ἐπῆλθον τοῖς ἐναντίοις. | |
9.2.5 | Γίνονται δὲ αἱ νυκτεριναὶ ἔφοδοι ἁρμοδίως ὑπό τε πεζῶν καὶ καβαλλαρίων τοξοτῶν μάλιστα, ἤτοι ἀκοντιστῶν κατὰ ἐθνῶν πεζῶν καὶ καβαλλαρίων, τῶν μὴ ἐν φοσσάτῳ καὶ τάξει ἀπληκευόντων, ἀλλὰ σπο‐ ράδην καὶ ἀφυλάκτως σκηνούντων, | |
9.2.6 | καὶ κατὰ τῶν μὴ εἰδότων τόξοις ἢ ἄλλοις ἀκοντίοις κεχρῆσθαι, ἀλλ’ ἐκ χειρὸς μᾶλλον τὴν μάχην ποιουμένων. | |
9.2.7 | Ἐν δὲ νυξὶ τοιαύταις δὲ χρὴ ἐπιτηδεύειν, τουτέστιν ἢ ἐν πανσελήνῳ, ἢ ἐπαρκοῦντος τοῦ φέγγους τῷ διαστήματι τῆς ὅλης πορείας, ἵνα μὴ ἐν σκοτίᾳ ὁ στρατὸς πε‐ ριπατῶν συντρίβεται καὶ πλανᾶται, ἢ ἐν ἀστεροφώτῳ· | |
9.2.8 | Ἀεὶ τοίνυν ἔξπλη‐ κτον καὶ ἐμπαράσκευον τὸν στρατὸν κινεῖν, μηδὲν περισσὸν ἐπιφερόμενον, καὶ οὕτως κανονίζειν πρὸς τὰ διαστήματα τὰ ἐν τῷ μέσῳ, ὥστε, πρὸ δύο ὡρῶν τῆς ἡμέρας εὐφυῶς περιπατοῦντα εἰς τὸ μὴ συντρίβεσθαι, φθάσαι πλησίον ὡς ἀπὸ | |
5 | ἑνὸς ἢ δευτέρου σημείου τοῦ τῶν ἐχθρῶν ἀπλήκτου, ἐκεῖσέ τε λανθανόντως ἀναπαύειν τὸν στρατὸν καὶ πρὶν ἢ ἄρξηται αὐγάζειν ἐπιτίθεσθαι τοῖς ἐχθροῖς. | |
9.2.9 | Ἐν δὲ ταῖς τοιαύταις ὁδοιπορίαις, ὁδηγεῖσθαι μὲν ὑπὸ πάνυ ἀκριβῶς εἰδό‐ των τοὺς τόπους, εἰς τὸ μὴ πλανᾶσθαι τὸν στρατόν, παντοίαν δὲ ἡσυχίαν ἄγειν, καὶ μηδὲ βουκίνων φωνήν, μηδὲ ἄλλην οἱανδήποτε κραυγὴν γίνεσθαι· ἀλλ’, εἰ χρὴ τοῦ μεῖναι τὸν στρατὸν ὡς εἰκὸς ἢ τοῦ κινῆσαι, συριγμῷ ἢ ἁπλῷ ψόφῳ σκου‐ | 225 |
5 | ταρίου σημαίνειν ἢ παραγγέλματι. | |
9.2.10 | Ἵνα δὲ μηδὲ θόρυβος τῶν ἤχων γένηται, μηδὲ ἐπὶ πολὺ τῆς παρατάξεως ἐκτεινομένης πλάνῃ καὶ ἀνισότης καὶ κραυγαὶ μανδάτων κινοῦνται, καὶ εὔγνωστος τοῖς ἐχθροῖς ἡ παρουσία τοῦ στρατοῦ γένη‐ ται, δεῖ μὴ ἐπὶ μέτωπον, ἀλλ’ ἐπὶ κέρας, τουτέστιν ἐπὶ ὀρθίᾳ παρατάξει, ὡς ἐπὶ | |
5 | ἀκίας κατ’ οὐρὰν ἀλλήλων περιπατεῖν τοῦ βάθους, δηλονότι τῆς παρατάξεως, φυλαττομένου· καὶ ὅταν πλησίον τῶν ἐχθρῶν φθάσῃ ὁ στρατός, τότε λεληθότως ἀναπαύειν καὶ ὀρθοῦν τὴν τάξιν, καί, ὡς ὁ τόπος ἐπιδέχεται, εἴτε διὰ δύο, εἴτε καὶ διὰ τριῶν μερῶν τὴν ἐπέλευσιν ποιεῖσθαι. | |
9.2.11 | οὐδὲ γὰρ κατὰ τῶν τεσσάρων χρεία, ἵνα μὴ περιλαμβανόμενοι πάντοθεν οἱ ἐχθροὶ ἐκ περιστάσεως συμφράξων‐ ται, ἀλλ’ ἵνα ἔχωσιν ἄδειαν δι’ ἑνὸς μέρους οἱ θέλοντες φεύγειν. | |
9.2.12 | Τότε, εἰ μὲν πλῆθος στρατοῦ ἐστι τὸ ἐπερχόμενον, ἓν ἢ δεύτερον βούκινον παρασκευά‐ ζειν φωνεῖν· εἰ δὲ ὀλίγος, πλείονα βούκινα, ἵνα πλῆθος νομίζηται τὸ ἐπερχό‐ μενον. | |
9.2.13 | Χρὴ δὲ πάντως δύναμιν τινὰ συνίστασθαι στρατοῦ τὴν μὴ μιγνύου‐ σαν χεῖρας κατὰ τὴν ὥραν ἐκείνην, ἀλλ’ εὐκαίρως ἱσταμένην καὶ ὀφείλουσαν τοὺς ὡς εἰκὸς προστρέχοντας ἐκ τῶν ἰδίων προσδέχεσθαι. | |
9.2.14 | Χρὴ δὲ τὰς τοιαύτας ἐφόδους, τὰς κατὰ καβαλλαρίων μάλιστα, ἀσφαλῶς καὶ ἐμπαρασκεύως ποιεῖσθαι, ὡς ἐπὶ δημοσίας μάχης, ἵνα, εἴπερ τὰ τῆς ἐφόδου μὴ κατὰ σκοπὸν προέλθῃ, ἀλλ’ οἱ πολέμιοι προαισθόμενοι ἀντιπαρατάξονται, μὴ κατόπιν πράξῃ | |
5 | ὁ στρατὸς ἐν τῇ κινουμένῃ μάχῃ, ὡς ἀπαράσκευος. | |
9.2.15 | Εἰ γὰρ πεζοὶ ὦσιν οἱ ἐναντίοι, καβαλλάριοι δὲ οἱ ἐπερχόμενοι, πρόδηλόν ἐστιν, ὅτι ἔβλαψαν τοὺς ἐναντίους ἢ αὐτοὶ ἀπαθεῖς ἀναχωροῦσι τῶν πεζῶν διώκειν αὐτοὺς οὐ δυναμένων. | |
9.2.16 | Εἴτε δὲ ἐν νυκτὶ ἔφοδος γίνεται κατὰ φοσσάτου, εἴτε ἐν ἡμέρᾳ ἢ κατὰ ὁδευόντων ἢ κατὰ τούλδου, δεῖ ἀφωρισμένα τάγματα εἶναι τὰ πρὸς διαρπαγὴν τῶν πραγμάτων ἐγχειρήσοντα, ἵνα μή, τῶν πολλῶν ἢ καὶ πάντων εἰς τοῦτο ἀσχο‐ λουμένων, ἐπέλευσις ὑπὸ ἐχθρῶν γένηται καὶ κινδυνεύσῃ ὁ στρατός. | |
9.3t | Πῶς δεῖ τῇ τῶν πολεμίων χώρᾳ εἰσβάλλειν καὶ πῶς ὁδοιπορεῖν ἀσφαλῶς ἐπ’ αὐτῇ καὶ πραιδεύειν βλάβης ἰδίας χωρίς; | |
9.3.1 | Κατὰ τοὺς τρόπους τούτους ἀσφαλῶς τῇ πολεμίᾳ ἐπιχειρήσοι τις ἢ | |
συμβαλὼν ἤδη τοῖς ἐχθροῖς καὶ μάχῃ κρατήσας ἢ γνούς, ὡς οὐκ εἰσὶν ἀξιόμα‐ χοι ἢ ἐμπαράσκευοι, αἰφνιδίως ἐπιτιθέμενος. Εἰ γὰρ καὶ πλείους εἰσίν, ἀλλ’ οὖν ἄτακτοι καὶ ἄναρχοι, ὥσπερ Σκλάβοι καὶ Ἄνται καὶ τὰ τοιαῦτα ἄναρχα καὶ | 227 | |
5 | ἄτακτα ἔθνη· ἢ ὅτε προκαταλαβὼν τόπον καὶ κρατήσας οἷον ποταμὸν ἢ καὶ οὐ‐ ράν· καὶ δι’ αὐτοῦ τοὺς ἐχθροὺς δύναται βλάψαι καὶ μὴ βλαβῆναι παρ’ αὐτῶν. | |
9.3.2 | Χρὴ πρὸ πάντων τὸν στρατηγὸν ἀποτροφῆς φροντίσαι τοῦ στρατοῦ, κἂν ἐν τῇ πολεμίᾳ εἰσέρχεται, καὶ ἢ διὰ βασταγῆς δημοσίας ἢ δι’ αὐτῶν τῶν στρα‐ τιωτῶν ἢ ἑτέρως πως ἐπινοῆσαι καὶ βαστάσαι, ἵνα μὴ ὡς εἰκὸς περὶ τὴν μέσην χώραν ἄφνω τῶν ἐχθρῶν ἀφανιζόντων τὰ τρόφιμα εἴδη, στενοχωρηθῇ ὁ στρα‐ | |
5 | τός. | |
9.3.3 | Χρὴ μὴ ἐπιτηδεύειν νυκτερινὰς ὁδοιπορίας ἐν πολεμίᾳ χώρᾳ ποιεῖσθαι, εἰ μὴ πρὸς ἅπαξ λεληθότως, ἴσως χρείας ἀναγκαίας καλούσης, εἰς τὸ λαθεῖν τοὺς ἐχθροὺς καὶ τόπον δυσχερῆ αἰφνιδίως προκαταλαβεῖν ἢ παρελθεῖν τῶν ἐχ‐ θρῶν μὴ γινωσκόντων· πρότερον δὲ περιεργάσασθαι καὶ ἐρευνᾶν τὰς ὁδοὺς καὶ | |
5 | οὕτως τὰς ὁδοιπορίας ποιεῖσθαι. | |
9.3.4 | Χρὴ πᾶσαν θέσθαι σπουδήν τινας ζωγρῆσαι τῶν τῆς χώρας. ὅπως ἐξ αὐτῶν τὴν τῶν ἐχθρῶν μαθήσεται δύναμιν καὶ τὰ αὐτοῦ ἐσπουδασμένα. | |
9.3.5 | Τὰς ἐρωτήσεις δὲ τῶν κρατουμένων δι’ ἑαυτοῦ ποιεῖσθαι τὸν στρατηγὸν καὶ μὴ δι’ ἑτέρου· πολλάκις γὰρ ἀναγκαῖά τινα καὶ παρὰ πᾶσαν ὑπόνοιαν διὰ τῶν ἐρωτω‐ μένων ἐφανερώθησαν. | |
9.3.6 | Ἀλλὰ μηδὲ τοῖς προσχωροῦσιν ἤτοι προσρυομένοις προχείρως πιστεύειν, ἀλλὰ τοῖς ἐξ αἰφνιδίου ἐπιδρομῆς, ἐπειδὴ συμβαίνει πεπλα‐ σμένα καὶ ἐκ τῶν προσρυομένων καὶ ἐκ τῶν κρατουμένων λέγεσθαι. | |
9.3.7 | Οὐ δεῖ δὲ τοῖς ὑφ’ ἑνὸς λεγομένοις προσέχειν, ἀλλὰ τῇ τῶν πλειόνων πείθεσθαι συμφω‐ νίᾳ, μάλιστα δὲ τοῖς παρὰ τῶν ἐξ ἐπιδρομῆς ἁλισκομένων, ὡς εἴπομεν, ἢ τοῖς αὐτομολοῦσιν. | |
9.3.8 | Τοὺς δὲ αὐτομολοῦντας τῶν ἐχθρῶν καί τινα μηνύειν ἐπαγ‐ γελλομένους ἀπόῤῥητα ἢ ἐν δεσμοῖς δεῖ φιλάττειν ἢ ἀσφαλῶς ἄλλως πως ἔχειν, καὶ προλέγειν δωρεὰς μὲν ἀληθεύουσι, ψευδομένοις δὲ θάνατον. | |
9.3.9 | Χρή, ἐὰν συνέστηκε στρατὸς ἐχθρῶν καὶ ἔξωθεν ὀχυρωμάτων διάγῃ, μηδαμῶς ἐπὶ ἁρπαγῇ ἢ πραίδᾳ πραγμάτων τινὰς τῶν στρατιωτῶν ἐπαφιέναι, ἀλλὰ κατ’ αὐτοῦ χωρεῖν πρότερον· καί, εἰ μὲν αἰσίως ἐξέλθῃ τὸ τοῦ πολέμου πέρας, μὴ ἀναβάλλεσθαι | |
5 | τὸν καιρόν, ἀλλ’ ἐν ὅσῳ ἐν φόβῳ καὶ ταραχῇ εἰσιν οἱ ἐχθροί, ἐπιτίθεσθαι αὐτοῖς, μέχρις οὗ τελείως καταλυθῶσι καὶ σκορπισθῶσιν ἢ σύμφωνα συμφέροντα γέ‐ νωνται ἀσφαλῶς καὶ ἀναμφιβόλως. | |
9.3.10 | Εἰ δὲ συνίστανται μέν, ὑπερτίθεσθαι δέ, συμβάλαι δὲ σπουδάζειν ἡνωμένως περιπατεῖν καὶ τὰ ἐν ποσὶν ἀφανίζειν. | 229 |
9.3.11 | Εἰ δὲ διὰ τοιαύτης ὁδοῦ ἡ ἐπάνοδος ἐλπίζηται γίνεσθαι καὶ οὔκ εἰσιν ἀποτρο‐ φαὶ ἢ βοσκαί, δεῖ φείδεσθαι ταύτης καὶ ἐν τῷ ὑποστρέφεσθαι μᾶλλον ἀφανί‐ ζειν αὐτήν. | |
9.3.12 | Χρὴ σημεῖά τινα ἐν ταῖς διόδοις καὶ ἀμφιβόλοις παρὰ τῶν προλαμβανόντων τίθεσθαι· καί, εἰ μὲν ὕλαι εἰσίν, ἐν τοῖς δένδροις, εἰ δὲ γυμνοί εἰσιν οἱ τόποι, διὰ σωρῶν λίθων ἢ ὀρυγμάτων μετρίων, διὰ τὸ ἐπιγινώσκοντας δι’ αὐτῶν τοὺς ὑστερίζοντας ἐκ τοῦ στρατοῦ μὴ πλανᾶσθαι τὸν ὁδόν. | |
9.3.13 | Χρὴ τοὺς εἰς πραῖδαν ἀπερχομένους μὴ πάντας εἰς διαπραγὴν ἀσχο‐ λεῖσθαι, ἀλλὰ διακεκριμένους εἶναι· καὶ τοὺς μὲν αὐτῶν πραιδεύειν, τοὺς δὲ πλεί‐ ους αὐτῶν συντεταγμένως εἰς φυλακὴν αὐτῶν παρακολουθεῖν, εἴτε κατὰ χωρίου, εἴτε κατὰ φοσσάτου ἐχθρῶν, εἴτε κατὰ ἀγέλης, εἴτε κατὰ τούλδου ἢ ἑτέρου τι‐ | |
5 | νὸς ἡ ἐπέλευσις γίνεται, | |
9.3.14 | Τοῦτο δὲ ποιεῖν καὶ ἡνωμένως τοῦ παντὸς στρατοῦ εἰς πραῖδαν ἐγχειροῦντος, καὶ εἰς τὸ μὴ πάντας ἐπὶ ἁρπαγῆς ἀσχολεῖσθαι, ἀλλ’, εἰ καὶ συλλογῆς δαπάνης καιρὸς γένηται, δεῖ τοὺς μὲν συλλέγειν, τοὺς δὲ συν‐ τεταγμένως παρακολουθεῖν, ὥστε μὴ πάντων εἰς ἁρπαγὴν ἢ συλλογὴν τῶν ἐπι‐ | |
5 | τηδείων ἀσχολουμένων αἰφνιδιασμόν τινα ἢ ἐνέδραν ὑπὸ τῶν ἐναντίων γένεσθαι καὶ τοὺς στρατιώτας μὴ δύνασθαι ἑαυτοὺς ἀνακαλεῖσθαι. | |
9.3.15 | Ἀλλ’ οὐδὲ ἐκ διαφόρων ταγμάτων δηποτατιόνας κατ’ ὀλίγους γίνε‐ σθαι εἰς κοῦρσον ἢ εἰς σκούλκας ἢ ἄλλον στρατιωτικὸν κάματον συμφέρει νο‐ μίζομεν ἀνάγκης χωρίς, ἀλλ’ ἢ ὁλόκληρα τάγματα ἤτοι βάνδα ἢ τὸ ἥμισυ αὐτῶν μέρος, τουτέστι κατὰ ἰλάρχας καὶ δεκάρχας δηποτατεύεσθαι. | |
9.3.16 | Εἰ δὲ χρεία ὡς εἰκὸς κατὰ τὸ ἀναγκαῖον ἀπαντήσει τοῦ ἐπιλογὴν γενέσθαι ἢ ὡς τῶν πλειόνων στρατιωτῶν διά τινα πρόφασιν ὀκνηρῶς πρὸς τὸ παρὸν ἐχόντων ἢ ὡς ἵππων ἀσθενούντων, τότε δὲ ἐπιλογὴν γενέσθαι τῶν προθύμων ἀνδρῶν καὶ ἐν δυνάμει | |
5 | τοὺς ἵππους ἐχόντων διὰ τὴν συνέχουσαν χρείαν· τὸ γὰρ ὀλίγους προπετῶς ἀπὸ τάγματος ἐπαίρεσθαι πρὸς κάματον ἐπισφαλές ἐστιν. οὔτε γὰρ οἱ δηποτατευόμενοι χρησιμεύειν δύνανται ὡς ἐστερημένοι τῆς τῶν ἑτέρων συνάρσεως καὶ ἀλλήλους ἀγνοοῦντες, οὔτε οἱ μένοντες ὡς τῶν καλλιόνων ἐπαιρομένων ἀπ’ αὐτῶν. | |
9.3.17 | Χρὴ βουλόμενον τὸν στρατηγὸν φρούριον ἢ ἄκραν προκαταλαβεῖν ἢ ἕτερον τόπον μὴ προλέγειν τῷ πλήθει, ἄχρις ἂν ἐπὶ τοῦ τόπου γινόμενον ἔχεσθαι τῶν ἔργων κελεύσει. | |
9.3.18 | Χρή, κἂν ἀνάγκη κελεύσοι, τοῦ πάντως τὴν στρατείαν | |
πλησίον ὀχυρώματος πολεμίων ἢ ἀπληκεύειν ἢ πάροδον ποιεῖσθαι, ἕνα τῶν ἀρ‐ χόντων μετὰ ἐξπλήκτων ἀνδρῶν συστῆσαι εἰς τὰς ἐξόδους τοῦ ὀχυρώματος, ἵνα τὰς ὡς εἰκὸς αἰφνιδίους ἐκδρομὰς τῶν ἐναντίων κωλύσῃ. Τοῦτο δὲ καὶ ἐν τοῖς | 231 | |
5 | στενοῖς τόποις γίνεσθαι ἀναγκαῖον. | |
9.3.19 | Χρὴ πλησίον ὀχυρώματος ἐχθρῶν ἢ ὕλης μὴ ἐπιτηδεύειν αὐλίζεσθαι ἤτοι ἀπληκεύειν τὸν στρατόν. εἰ δὲ ἀνάγκη πᾶσα ἐκεῖσε αὐλίζεσθαι, ἀκριβῶς τὰς παραφυλακὰς ποιεῖσθαι διὰ τὰς νυκτερινὰς τῶν ἐχθρῶν ἐπιθέσεις. Μᾶλλον δὲ σπουδάζειν γυμνῷ καὶ ἡπλωμένῳ καὶ ὑψηλοτέρῳ | |
5 | καὶ ὀχυρωτέρῳ τόπῳ ἀπληκεύειν. | |
9.3.20 | Χρὴ τὴν ἀποσκευὴν ἐμβαλλόντων μὲν εἰς τὴν πολεμίαν ὄπιθεν ἀκο‐ λουθεῖν, πλησιαζόντων δὲ τῶν ἐχθρῶν, ἐν μέσῳ τοῦ στρατοῦ ποιεῖν. | |
9.3.21 | Χρὴ ἀπὸ τῶν ὁπλιτῶν διακεκρίσθαι τὴν ἀποσκευὴν καὶ τοὺς αἰχμαλώτους, ἐὰν ὦσι, μήποτε πολεμίων ἀθρόως ἐπιτιθεμένων τοῖς ἀγωνιζομένοις ἐμπόδισμα γένηται· μὴ μόνον δὲ ἐν τῇ ὁδοιπορίᾳ τοῦτο φυλάττειν, ἀλλὰ καὶ ἐν τῷ ἀπληκεύειν. | |
9.3.22 | Χρὴ ἐπὶ τῆς πολεμίας τοὺς μήνσορας ἤτοι ἀντικένσορας ἀπροόπτως μὴ προλαμ‐ βάνειν ἄνευ βοηθείας ἀρκούσης αὐτοῖς, ἀλλὰ μόνον διὰ τῶν αἰχμαλώτων καὶ αὐ‐ τομόλων ἀσφαλῶς ἀνερευνᾶν τὴν τῶν τόπων ποιότητα. | |
9.3.23 | Χρὴ ἐν τῷ ἀπληκεύειν τὸν στρατὸν μὴ ἀναμεμιγμένως καὶ ἀτάκτως εἰσέρχεσθαι εἰς τὸ φοσσάτον, ἀλλ’, εἰ μὲν ἐχθροὶ ἐγγίσουσι καὶ πεζοὶ σύνεισι τῷ στρατῷ, πρότερον τὰς ἁμάξας τίθεσθαι, καὶ ἐν τάξει τὰ ὀρύγματα γίνεσθαι δεόντως τῆς τάφρου, καὶ τοὺς ἐξπλήκτους πάντας ἀπὸ ὀλίγου διαστήματος | |
5 | ἑτοίμους ἵστασθαι, καὶ τὴν ἀποσκευὴν κατὰ τάξιν εἰσέρχεσθαι, καὶ ἀπληκεύειν καὶ τῆς σκούλκας ἀπολυομένης τότε εἰσέρχεσθαι καὶ αὐτοὺς τοὺς ὁπλίτας κατὰ τάξιν καὶ ἀπληκεύειν. | |
9.3.24 | Εἰ δὲ μή εἰσι πλησίον ἐχθροί, ἀρκεῖ καὶ δι’ ἑνὸς μό‐ νου δρούγγου ἤτοι μέρους τοῦτο γίνεσθαι τὸ σχῆμα, καὶ τοὺς λοιποὺς ἀπληκεύειν. | |
9.3.25 | Χρὴ ἐχθρῶν ἐγγιζόντων καὶ συνισταμένων ἢ ὀχυρωμάτων ὄντων πλη‐ σίον ὕλης ἢ τόπου δυσχεροῦς, εἰς βοσκὴν τῶν ἵππων μὴ ἀφεῖναι, ὡς ἔτυχεν, ἀλλὰ καὶ τὰς σκούλκας ἀσφαλῶς πέμπειν καὶ ἔχειν μὲν ταύτην ἐν τῷ χάρακι, σπεύδειν δὲ ἀπὸ χειρῶν συναγαγεῖν ἢ ἐκ τῶν εὑρισκομένων καρπῶν ἐν τοῖς πλησίον χω‐ | |
5 | ρίοις ἢ χόρτου συλλογὴν ποιεῖσθαι, οὕτως μέντοι, ἵνα μετὰ τῶν παλλίκων ἔξ‐ πληκτοι ἐξ ἑκάστου μέρους συνέρχονται ὁπλῖται ἐν τάξει περιπατοῦντες διὰ τὰς αἰφνιδίους τῶν ἐχθρῶν ἐπελεύσεις. | |
9.3.26 | Εἰ δὲ ἐγχρονίζει τῷ τόπῳ καὶ ὁ καιρὸς ἐπιτήδειός ἐστι, καὶ ὁ τόπος πρὸς ἀποτροφὰς καὶ μήκοθέν ἐστι συνιστῶσα | |
δύναμις τῶν ἐχθρῶν, δυνατὸν βόσκεσθαι αὐτήν, σκούλκας διπλῆς καὶ τριπλῆς πανταχόθεν ἀσφαλῶς γινομένης ἀπὸ πολλῶν διαστημάτων κατὰ διαδοχήν. | 233 | |
9.3.27 | Χρὴ τοὺς ἐπιγενομένους στρατιώτας ἰδίᾳ αὐθεντίᾳ τοῖς ἐπὶ πραῖδαν ταχθεῖσι μετὰ καθολικὰ μανδάτα συνέχεσθαι καὶ τοῖς ἰδικοῖς παραπέμπεσθαι ἄρχουσιν εἰς τὸ σωφρονίζεσθαι, ἵνα μὴ ἄδειαν οἱ λοιποὶ λαμβάνοντες καὶ εἰς ἁρπαγὴν | |
5 | ἐκτρέχοντες γυμνώσωσι τὸν στρατηγὸν καὶ κινδυνεύσῃ ὅλος ὁ στρατός. | |
9.3.28 | Χρὴ τὸν εὑρισκόμενον οἶνον ἢ ἄρτον μὴ τρώγειν ἢ πίνειν προχεί‐ ρως, εἰ μὴ πρότερον διὰ τῶν αἰχμαλώτων ἡ δοκιμασία γένηται, μηδὲ τὸ ἐν τοῖς φρέασιν ὕδωρ· πολλάκις γὰρ φαρμάκοις ἠφανίσθησαν. Καὶ ἡμεῖς δὲ ἔγνωμεν ἐν τοῖς Περσικοῖς, ὅτι καὶ κριθαὶ διὰ φαρμάκου τινος ἠφανίσθησαν· καὶ οὐκ | |
5 | ὀλίγοι ἵπποι ἀπώλοντο, βοσκῆς μὴ οὔσης, καταναγκασθέντων τῶν στρατιωτῶν ἐκεῖθεν τοῖς ἵπποις αὐτῶν δοῦναι. | |
9.3.29 | Χρὴ παραγγελθῆναι τὸν στρατόν, ἐὰν ὡς εἰκὸς ταραχὴ γένεται ἀπροσ‐ δόκητος ἐν τῷ περιπατεῖν, μὴ ἀλληνάλλῳ τρέχειν καὶ ἀγωνιᾶν, ἀλλὰ κατ’ ἐκείνου τοῦ μέρους τρέχειν πάντας ἐν ᾧ ἡ ταραχὴ συμβαίνει. ἐκ τούτου γὰρ καὶ πρὸς τοὺς πολεμίους ἕτοιμοι γίνονται, καὶ ἑνοῦνται εὐκόλως, | |
5 | καὶ οὐ συγχέονται. | |
9.3.30 | Χρὴ μὴ μόνον κατὰ τὰς εἰσβολὰς ἤτοι τὰ ἔμπροσθεν μέρη διὰ παντὸς τὰς σκούλκας ἀσφαλῶς ἔχειν, ἀλλὰ καὶ κατὰ τοῦ νώτου ὄπιθεν ἔξπληκτον καὶ εὔοπλον καὶ ἱκανὴν δύναμιν μετὰ χρησίμου ἄρχοντος, τοὺς λεγο‐ μένους ὀπισθοφύλακας, ὡς ἀπὸ πεντεκαίδεκα ἢ εἴκοσι μιλίων, μετὰ σκούλκας | |
5 | ἀκριβοῦς διά τε ὡς εἰκὸς ὑστερίζοντας ἐκ τοῦ στρατοῦ, ἢ δι’ ἀῤῥωστίαν, ἢ καθ’ ἑτέραν χρείαν διά τε τὰς τῶν ἐχθρῶν αἰφνιδίους ἐπιθέσεις. | |
9.3.31 | Τότε γὰρ μάλιστα ἐγχειροῦσιν, ὅταν καὶ ἀμερίμνως ὁδεύωσιν οἱ τοῦ στρατοῦ, καὶ οἱ ἔμπροσθεν τοῖς ὄπιθεν εὐκόλως βοηθεῖν οὐ δύνανται. | |
9.3.32 | Τοῦτο δὲ καὶ τῇ ἰδίᾳ οὐκ ἄτοπον γίνεσθαι, διὰ τοὺς ὡς εἰκὸς ῥεμβομένους στρατιώτας καὶ μὴ καλῶς διαγινομένους παρὰ γνώμην τῶν ἀρχόντων αὐτῶν καὶ γινώσκεσθαι, τίς ἀμελῇ τῆς τῶν στρα‐ τιωτῶν καταστάσεως. | |
9.4t | Περὶ διαβάσεως τῶν στενῶν καὶ δυσβάτων τόπων. | |
9.4.1 | Εἰς δασεῖς καὶ δυσβάτους τόπους ἐπὶ πολλῷ διαστήματι ἐκτεταμένους κατ’ ἐξαίρετον πεζοῖς δυσχερῶς διάβασιν ποιεῖσθαι. | |
9.4.2 | Καβαλλαρίους ἐν χώρᾳ ἐχθρῶν ἐν καιρῷ θέρους μάλιστα ἀπερισκέπτως καὶ ὡς ἔτυχεν οὐκ ἐπιτρέπομεν ἀνάγκης χωρίς. Εἰ μέντοι πεζοῖς δύσβατοί εἰσι καὶ ἐπ’ ὀλίγον ἄχρι ἑνὸς μιλίου ἐκτεταμένοι, δυνατόν ἐστι καὶ καβαλλαρίους πεζεύειν ἐν αὐτοῖς ἀσφαλῶς. | |
9.4.3 | Στενοὺς δὲ καὶ δυσκόλους ἐκείνους λέγομεν τοὺς μίαν καὶ μόνην πάροδον ἔχοντας. Εἰ γὰρ καὶ ἄλλαι εἰσὶ καὶ ἐπινοηθῆναι δύνανται, ἀνεμποδίστως ἡ πάροδος γίνεσθαι δύναται | 235 |
9.4.4 | Ἐὰν οὖν γένηται καιρὸς στενῶν διαβάσεων καὶ διὰ τῶν αὐτῶν τόπων ἐλπίζηται ἡ ἐπάνοδος, εἰ μὲν δασεῖς εἰσι καὶ ἐπ’ ὀλίγον διάστημα, ὡς εἴρηται, κρατοῦσι, τούτους κατὰ τὸν καιρὸν τῆς εἰσόδου ἐκκόπτειν καὶ πλατύ‐ νειν καὶ καθαρίζειν κατὰ τὸν ἐνδεχόμενον τρόπον. Εἰ δὲ στενοὶ καὶ κρημνώδεις, | |
5 | ὥστε μηδὲ πλατυνθῆναι δύνασθαι, προκαταλαμβάνειν αὐτοὺς καὶ ἐν ὑψηλοτέροις τόποις αὐτῶν τὴν ἀρκοῦσαν καταλιμπάνειν ἀσφαλῶς βοήθειαν ἢ διὰ καβαλλαρίων ἢ πεζῶν μέχρι τῆς ἐπανόδου, ἢ καὶ ἑκάτερον ποιεῖν ἐν τοῖς ἀναγκαιοτέροις τόποις, τουτέστιν ἐκκόπτειν ἤτοι καθαρίζειν καὶ βοήθειαν καταλιμπάνειν κατὰ τὸ ἐνδεχό‐ μενον. | |
9.4.5 | Τοὺς δὲ τὴν πάροδον διὰ τῶν στενῶν ποιουμένους, ἢ μετὰ τούλδου ἢ μετὰ πραίδας, εἰς δύο παρατάξεις ἤτοι φάλαγγας γίνεσθαι καὶ ἐπὶ κέρας ἐν ὀρθίᾳ παραγωγῇ περιπατεῖν πεζῇ, πραίδας μάλιστα ἐν χερσὶν οὔσης, εἴτε πεζοὶ σύνεισιν, οἷς μᾶλλον εὐχερὴς ἡ τῶν δασέων καὶ δυσβάτων καὶ στενῶν τόπων | |
5 | διάβασις, εἴτε καὶ μόνοι καβαλλάριοι· ἐκ τῶν ἵππων ἀποβαίνοντες καὶ μέσον τὸν τοῦλδον καὶ τὴν ἀποσκευὴν τάσσειν | |
9.4.6 | Ἐν δὲ τοῖς τοιούτοις καιροῖς καὶ τόποις μετὰ τὴν διφαλαγγίαν τὴν ἀφοριζομένην εἰς παραφυλακὴν τοῦ τούλδου καὶ τῆς πραίδας τῆς ὡς εἰκὸς ἐνούσης αὐτοῖς, πάντως καὶ ἄλλους ἐξπλήκτους τοὺς καλλίω καὶ πλείους ποιεῖν ἐκ περισσοῦ κατὰ τῶν τεσσάρων μερῶν τῆς διφαλαγγίας, | |
5 | ὡς ὁ τόπος παραδέχεται, παρακολουθοῦντας καὶ ἀποσοβοῦντας τοὺς πειρωμένους ὡς εἰκὸς ἐκ τῶν ἐχθρῶν ἐπέρχεσθαι καὶ διαταράσσειν ταύτην, ἴνα ἀδιάστατος καὶ ἀσύγχυτος ἡ πρὸς φυλακὴν τοῦ τούλδου ἢ τῆς πραίδας τάξις φυλάττηται, καὶ μὴ περισπῶνται οἱ ἐν αὐτῇ πρὸς τοὺς ἐπερχομένους. Πῶς γὰρ ἅπαντα πραχθή‐ σεται τοῖς εἰς τὴν διφαλαγγίαν τασσομένοις, καὶ τὴν πραῖδαν κατὰ τάξεως φυλάτ‐ | |
10 | τειν, καὶ τοῖς ἐπερχομένοις ὡς εἰκὸς τῶν ἐχθρῶν ἁρμόζεσθαι; Καὶ διὰ τοῦτο ἐκ περισσοῦ δεῖ ἔξωθεν τῆς διφαλαγγίας ἔχειν κατὰ τῶν τεσσάρων μερῶν καὶ κατ’ ἐξαίρετον ὄπιθεν τῆς τάξεως ἀφορίζεσθαι. οὕτω γὰρ ἄν τις δυνήσεται ἐν παντὶ καιρῷ τοὺς δυσκόλους εὐκόλως διαβαίνειν τόπους. | |
9.4.7 | Τοὺς μέντοι ἵππους τῶν ἀποβαινόντων καὶ πεζευόντων στρατιωτῶν, ἐὰν πεζοὶ οὐ σύνεισι στρατιῶται, μὴ πλησίον τῶν πεζευόντων ἔχειν, ἀλλ’ ἐν μέσῳ τόπῳ αὐτοὺς ἀσφαλῶς ἄγεσθαι· ὥστε μὴ ὡς εἰκὸς ἀλόγου δειλίας γινομένης ταρασσομένους τοὺς πεζεύοντας | |
5 | καὶ πλησίον αὐτῶν τούτους εὑρίσκοντας προχείρως ἐπιλαμβανομένους τῶν ἵππων καταλιμπάνειν τὴν τάξιν, καὶ ἐντεῦθεν βλάβην γίνεσθαι. | |
9.4.8 | Εἰ δὲ συμβῇ αἰχ‐ | |
μαλωσίαν αὐτοὺς ἢ πραῖδαν ἐπιφέρεσθαι, εἴτε καθ’ ἑνὸς μέρους συμβῇ ἐπιφαί‐ νεσθαι τοὺς ἐχθρούς, εἴτε κατὰ τῶν δύο, ἔνθα ἡ πάροδος γίνεται, τοὺς αἰχμαλώ‐ τους δεῖ δεδεμένους ἐξωτέρω τῆς τάξεως παράγειν καὶ ὑπ’ αὐτῶν ὡσανεὶ σκου‐ | 237 | |
5 | τεύεσθαι, ἵνα αὐτῶν φειδόμενοι οἱ ἐχθροὶ μὴ ἐπιτηδεύωσιν ἀκοντίζειν· εἰ δὲ καὶ ἀκοντίζουσιν, αὐτοὺς μᾶλλον ἀφανίζουσι, καὶ μὴ τὸν στρατιώτην. | |
9.4.9 | Εἰ δὲ ἄρα ἐν ἀνάγκῃ ὡς εἰκὸς καὶ περιστάσει ἀδοκήτῳ ἐν τῇ ἐξόδῳ ὁ στρατὸς γένηται καὶ ἐν στενώμασι καταληφθῇ, καὶ οὐκ ἔστιν ἀκινδύνως τὴν ἀναχώρησιν ἐκεῖθεν ποιήσασθαι, κρεῖττόν ἐστιν ἐκ συμφώνου ἢ μέρος τῆς πραίδας ἢ πᾶσαν παρα‐ | |
5 | χωρεῖν τοῖς ἐχθροῖς καὶ ἀβλαβῶς ἐξέρχεσθαι ἤπερ δι’ αὐτὴν κινδυνεύειν. | |
9.4.10 | Εἰ δὲ μηδὲ οὕτως συμβιβασθῆναι βούλωνται, φονεύειν τούτους ἐπ’ ὄψεσι τῶν ἐχθρῶν, καὶ ἢ ἐπιμένειν τῇ χώρᾳ αὐτῶν καὶ λυμαίνεσθαι αὐτὴν ἀφειδῶς, ἤ, ὡς δυνατόν ἐστιν, ἑαυτοὺς μετὰ τάξεως περισῴζειν καὶ τῆς ἐξόδου φροντίζειν. | |
9.4.11 | Καὶ παντοίως τῷ στρατηγῷ σκοπὸς ἔστω ἐν τοῖς τοιούτοις στενώμασι, καὶ μάλιστα ἐπὶ πολὺ διάστημα κρατοῦσι, μὴ ἐπιτηδεύειν βιάζεσθαι τὴν πάροδον, ἐξαιρέτως ἐν καιρῷ θέρους, διὰ τὴν τῆς ὕλης δασύτητα πολεμίων ἐνοχλούντων, πρὶν ἂν | |
5 | οἱ αὐτοὶ ἀποσοβητῶσι φαινόμενοι ἢ ὑψηλότεροι τόποι τῆς παρόδου ὑπὸ τοῦ στρα‐ τοῦ προκαταληφθῶσιν. | |
9.5t | Πῶς δεῖ σκουλκεύειν ἐχθροὺς καὶ πῶς δεῖ ἐξπλοράτορας ἤτοι κατα‐ σκόπους κρατεῖν, λανθάνειν θέλοντας ἐν τῷ στρατῷ; | |
9.5.1 | Τὰ σχήματα τῶν καβαλλαρικῶν καὶ πεζικῶν παρατάξεων καὶ αἱ τῶν λοιπῶν θέσεις πολλὴν τῆς ποσότητος διαφορὰν ποιοῦνται· ἀνυπέρβλητον προσ‐ άγουσι πλάνην τοῖς ἁπλῶς καὶ ἀπείρως κατανοοῦσιν αὐτά. Καὶ μαρτυρεῖ τῇ θεωρίᾳ ὁ λεχθησόμενος τρόπος. | |
9.5.2 | Ὑπόθου ἑξακοσίους καβαλλαρίους εἰς μῆκος ἐπὶ πεντακοσίους εἰς βάθος τάσσεσθαι, ὃ γίνεται τριάκοντα μυριάδες καβαλλαρίων· ἑκάστου δὲ ἵππου εἰς τόπον ἢ εἰς πλάτος τασσομένου κρατοῦντος πόδας τρεῖς, γίνονται πόδες χίλιοι ὀκτακόσιοι· καὶ ἑκάστου ἵππου ἐν τῷ βάθει | |
5 | τασσομένου κρατοῦντος πόδας ὀκτώ, γίνονται πόδες τετρακισχίλιοι, ὡς γίνεσθαι ἐν τετραπλεύρῳ σχήματι ὑπὸ τῶν δύο τοῦ μήκους τῶν ἀπὸ χιλίων ὀκτακοσίων καὶ τῶν δύο τοῦ βάθους τῶν ἀπὸ τετρακισχιλίων ποδῶν πόδας μυρίους χιλίους ἑξακοσίους, οἱ ποιοῦσι περίμετρον μιλίων δύο τέταρτον· ἐν τούτῳ τῷ διαστήματι χωροῦνται αἱ τριάκοντα μυριάδες. | |
9.5.3 | Εἰ δὲ τάξομεν ταῦτα ἐπὶ ἁπλῆς ἀκίας καὶ ἐκτε‐ ταμένης, ἑκάστου ἵππου εἰς μῆκος τασσομένου κρατοῦντος πόδας τρεῖς, γίνονται πόδες ἐννενήκοντα μυριάδες, οἱ ποιοῦσι διάστημα μιλίων ἑκατὸν ὀγδοήκοντα. Εἰ δὲ διεσκεδασμένως κινοῦνται, ὁμολογούμενον ἐστὶν ἐπὶ πολλαπλασίονα τοῦ | 239 |
5 | μέτρου τούτου κατέχουσι τόπον, καὶ πλείονες τῶν ἐν τῇ τάξει ἑστώτων τῷ ὀφθαλμῷ ὑποπίπτουσιν. Εἰ δὲ καὶ ἐν πλαγίῳ τόπῳ καὶ ὑψηλοτέρῳ περιπατοῦσιν, ἔτι πλέον. | |
9.5.4 | Διὸ καὶ οἱ βουλόμενοι στρατὸν διὰ κόμπον τινα ὑποδεῖξαι, ἢ ἐπὶ λεπτοτέρου βάθους τάσσουσιν ἢ κεχυμένον μήκοθεν ἢ διεσκεδασμένον, ὅταν οὐδὲ τὸν μάχιμον, οὐδὲ τῶν ἄλλων διακρίναι τὶ οὐ δύναται. Ἔστι δὲ καὶ ἐν τούτῳ διαφοραί. Εἰ μὲν εὔοπλος καὶ εὐφανὴς ἐν ἀνδράσι καὶ ἵπποις ἐστὶν ὁ στρατός, | |
5 | ἐκ τοῦ πλησίον ἐπὶ λεπτοτέρου καὶ ἀνίσου βάθους, ἐν ἀραιοτέρῳ διαστήματι· εἰ δὲ διὰ πλήθους θέαν, διεσκεδασμένον καὶ ῥεμβόμενον ἢ ἐν διαφόροις τόποις ἀπληκεύοντα. | |
9.5.5 | Τοσαύτης τοίνυν τῆς διαφορᾶς οὔσης ἐν ταῖς τάξεσι καὶ τοῖς σχήμασιν, οὐ δεῖ ἀπείροις τὰς σκούλκας καταπιστεύειν ἢ τοῖς παρ’ αὐτῶν λεγο‐ μένοις ὡς ἔτυχε πιστεύειν· ἀνείκαστον γάρ ἐστι τοῖς πολλοῖς, εἴ τι ὑπὲρ τὰς εἴκοσι ἢ τριάκοντα χιλιάδας τὸ μέτρον ἐστί, καὶ μάλιστα Σκυθῶν διὰ τὴν πολλὴν ἵππον | |
5 | αὐτῶν. | |
9.5.6 | Μήτε δὲ προχείρως ἀγωνιᾶν ἐπὶ ταῖς μακραῖς καὶ λεπταῖς παρατάξεσι, διὰ πλήθους ὑπόνοιαν· εἰ γὰρ μή εἰσιν ἀναλόγως βαθεῖαι, μέγα ποσὸν οὐκ ἔχουσιν αὗται. Τὰς δὲ βαθείας πολυπραγμονεῖν, εἰ τὸ τοῦλδον συντέτακται τῇ παρατάξει ὄπιθεν ἢ μόνοι οἱ ὁπλῖται εἰσί. | |
9.5.7 | Τὰ μὲν οὖν τοῦ ποσοῦ δυνατὸν ἀκριβέστερον γινώσκεσθαι διά τε τῶν προσρυομένων διά τε τῶν κρατουμένων ἐχθρῶν διά τε παρόδου στενωτέρων τόπων καὶ διὰ τῶν ἀπλήκτων, εἰ συμβῇ αὐτοὺς ἡνωμένως ἀπληκεύειν. | |
9.5.8 | Χρή, εἰ μή ἐστι φοσσάτον, ἐν μὲν τοῖς στενωτέροις τόποις δι’ ὀλίγων κατὰ τὰς τῶν τόπων θέσεις τὰς σκούλκας ποιεῖν, ἐν δὲ τοῖς ἀναπε‐ πταμένοις καὶ γυμνοῖς ἐν διαφόροις τόποις διὰ πλειόνων κατὰ συνέχειαν καὶ ἀπὸ διαστήματος, καὶ μάλιστα ἐν ταῖς νυξίν, ὅταν εὐχέρειαν ἔχῃ ὁ ἐχθρός, δι’ | |
5 | οὗ βούλεται τόπου προκανονίζειν τὰς σκούλκας, ἐὰν ὀλίγαι ὦσι, λαθεῖν καὶ αἰφνιδιάσαι· καὶ διὰ τοῦτο ἀπὸ διαστήματος τὰς σκούλκας δεῖ γίνεσθαι ἀλλεπαλ‐ λήλους ἐν διαφόροις τόποις τοῖς ἐπιτηδείοις. | |
9.5.9 | Ἴδιον κατασκόπων ἐστὶ τὸ φρονήσει καὶ ἀγρυπνίᾳ τόπους τε καὶ κινήσεις πολεμίων κατασκοπεῖν. | |
9.5.10 | ||
Τοὺς δὲ τοιούτους ἐλαφρᾷ ὁπλίσει χρᾶσθαι καὶ ἵπποις ὁδεύειν ταχέσι καὶ τοὺς μὲν ἐξπλοράτορας ἀδεέστερον συνδιατρίβειν τοῖς πολεμίοις, ὡς ὁμογενεῖς αὐτοὺς εἶναι νομίζεσθαι. Τοὺς δέ γε σκουλκάτορας πιστοὺς εἶναι, καὶ εἴδει στόματος | 241 | |
5 | καὶ ψυχῇ καὶ ὁπλίσει ἀνδρείους τε καὶ τῶν λοιπῶν στρατιωτῶν διαφέρειν, ὥστε ἢ δράσοντάς τι γενναῖον κατὰ τῶν ἐχθρῶν ἐπανελθεῖν, ἢ ζωγρηθέντας παρ’ ἐκείνοις θαυμάζεσθαι. | |
9.5.11 | Τὸν δὲ ἄρχοντα τῆς σκούλκας ἄγρυπνον καὶ φρόνιμον καὶ ἔμπειρον ἐπιλέγεσθαι, καὶ μὴ τὸν τυχόντα· οὐδὲ γὰρ τοσοῦτον ἀνδρείας, ὅσον φρονήσεως δεῖται ἡ τοιαύτη χρεία. | |
9.5.12 | Χρὴ τοὺς κατασκόπους μόνους μὲν ἀποστέλλεσθαι, πόῤῥωθεν ἔτι τῶν πολεμίων ἀπαγγελλομένων, ἡνίκα βούλεται μαθεῖν ὁ στρατηγὸς ἢ κίνησιν ἐχθρῶν ἢ θέσεις ὁδῶν ἢ τόπων ὀχυρῶν. | |
9.5.13 | Ὅταν δὲ ἐπὶ τὸ κατασχεῖν τινας ἡ ἐπιδρομὴ ᾖ, 〈τότε〉 ἀναμεμιγμένους τούτους τυγχάνειν τοῖς σκουλκάτορσι, καὶ αὐτοὺς μὲν προεκτρέχειν καὶ ἐξ ἀπόπτων χωρίων κατα‐ σκοπεῖν, ἕπεσθαι δὲ αὐτοῖς τοὺς σκουλκάτορας ὁδηγουμένους παρ’ αὐτῶν. | |
9.5.14 | Χρὴ τὰς σκούλκας ἐν τοῖς ἀναγκαίοις μὴ εἶναι ἁπλᾶς ἢ ἐξ ἑνὸς μέρους, ἀλλὰ διαφόρους καὶ ἀλλεπαλλήλους, κατὰ τὴν τοῦ τόπου θέσιν καὶ ἀπὸ διαστήματος ἱκανοῦ, ἵνα, εἰ συμβῇ τοὺς ἐχθροὺς ἀπὸ διαστήματος καὶ μὴ ἐκ τοῦ πλησίον | |
5 | τινὰς τῶν σκουλκατόρων διαλαθεῖν, εἰς τοὺς ἄλλους περιπίπτοντες μὴ διαλά‐ θωσι· καὶ τοὺς μὲν ἐν τῇ πρώτῃ σκούλκᾳ ὄντας ὀλιγωτέρους δεῖ εἶναι, τοὺς δὲ μετ’ αὐτοὺς πλείους, καὶ τοὺς ἐν τῇ τρίτῃ ἔτι 〈πλείουσ〉. | |
9.5.15 | Χρὴ καταζητεῖν τὰς σκούλκας πῶς γίνονται καὶ πέμπειν τοὺς πιστοτέρους τῶν ἀρχόντων ὀφείλον‐ τας αἰφνιδιάσαι καὶ ἐπιδεῖν, πῶς αὗται γίνονται, καὶ τοὺς ἀμελοῦντας τιμω‐ ρεῖσθαι, ὡς μεγάλου κινδύνου αἰτίους τῷ στρατῷ γινομένους. | |
9.5.16 | Ὁ ἐν πείρᾳ σκουλκάτων δύναται ἔκ τινων σημείων, καὶ πρὶν ἢ τοὺς πολεμίους θεάσηται, κατανοῆσαι τὸ μέτρον τοῦ πλήθους αὐτῶν ἐκ τῆς τῶν ἵππων καταπατήσεως καὶ ἐκ τῶν ἀπλήκτων αὐτῶν, δύναται δὲ καὶ τὸν τόπον στοχάσασθαι ποτὲ, διὰ οὖ | |
5 | τόπου παρῆλθον, ἐκ τῆς τῶν ἵππων καὶ τῶν ἀνθρώπων κόπου καὶ τῆς καλκατούρας αὐτῶν. | |
9.5.17 | Χρή, ἐὰν ὁ χάραξ, τουτέστιν τὸ φοσσάτον, τάφρῳ ἢ οἰκοδομίαις ὠχύρωται, ἔδοξε δὲ ἐν τῷ χάρακι εἰσελθεῖν τοὺς καβαλλαρίους, μὴ πάνυ ἀπὸ διαστήματος ποιεῖσθαι τὰς σκούλκας καὶ συντρίβειν ἀκαίρως τοὺς ἵππους. Εἰ δὲ ἔξω ἀπληκεύσωσιν οἱ καβαλλάριοι, ἐπιμελῶς ταῦτας γίνεσθαι. | |
9.5.18 | Χρὴ παραγγελθῆναι τοὺς πεμπομένους ἐπὶ σκούλκας εἰς τὸ ζωγρῆσαί τινα, καὶ ὥσπερ ἐπὶ τῶν κυνηγησίων, οὕτως σχολάζεσθαι καὶ σπεύδειν προ‐ | |
σκουλκεύειν καὶ ἀσυμφανῶς καὶ ἀγνώστως, τοὺς μὲν δι’ ὄψεως φαίνεσθαι ὀλίγους ὄντας καὶ ὑποχωρεῖν, ἄλλους δὲ κεκρυμμένως καὶ ἀφανῶς κατακυκλοῦν, πρὸς | 243 | |
5 | τὴν τῶν τόπων ἐπιτηδειότητα. Καὶ ἀλλαχοῦ μὲν δεικνύσθαι ὄψιν ἐπιμόνως, ἑτέ‐ ρωθεν δὲ ἐπέρχεσθαι μετὰ πλειόνων λεληθότως, καὶ διανυκτερεύειν, μάλιστα, ὅταν μήκοθεν δοκοῦσιν εἶναι οἱ πολέμιοι, ὅταν οὐδὲ ὑπόνοιαν ἔχωσι τούτου. | |
9.5.19 | Χρὴ τὰς γινομένας σκούλκας μὴ τοὺς ἐναντίους μόνον, ἀλλὰ καὶ τοὺς πολλοὺς τοῦ στρατοῦ λανθάνειν, ἵνα, ἐάν τινες ὡς εἰκὸς αὐτομολῆσαι βουληθῶ‐ σιν ἐκ τοῦ στρατοῦ, ἀδοκήτως ταύταις περιπέσωσιν. | |
9.5.20 | Χρὴ θαῤῥῆσαι τοῖς ἄρχουσι τῶν ταγμάτων, ὅτε βουλόμεθα ἐξπλοράτορας ἤτοι κατασκόπους κρα‐ τῆσαι, καὶ ἵνα ἕκαστος τοῖς ὑπ’ αὐτὸν παραγγείλῃ, ὅτι τῇ ἑξῆς περὶ δευτέραν ἢ τρίτην ὥραν τῆς ἡμέρας κατὰ τὴν πρώτην φωνὴν τοῦ βουκίνου, εἴτε στρατιώτης, | |
5 | εἴτε παῖς ἐστιν, ἕκαστος εἰς τὴν ἰδίαν τένταν εἰσέλθῃ, καὶ μηδεὶς τολμήσῃ ἔξωθεν τῆς τέντας εὑρεθῆναι, ἐπεὶ σωφρονίζεται. Καὶ μετὰ τὸ πάντας εἰσελθεῖν, αὐτοὺς τοὺς ἄρχοντας ἔξωθεν μένειν τῶν τεντῶν καὶ θεωρεῖν, ἵνα, ὅσους ἔξωθεν ἱσταμένους τῶν τεντῶν εὕρωσιν αὐτοί, κρατήσωσιν αὐτούς. Τοὺς δὲ ὡς εἰκὸς εἰσερχομένους ἐν ταῖς τένταις, οἱ τῶν κοντουβερνίων συσχῶσι καὶ παραδώσουσι | |
10 | τῷ ἰδίῳ ἄρχοντι· ἓν γὰρ τῶν ὁποτέρων· ἢ ἔξωθεν ἱστάμενος συνέχεται, ὡς μὴ εἰδὼς ποῦ ἀπελθεῖν· ἢ καί, ἐὰν ὡς εἰκὸς θαῤῥήσῃ εἰσελθεῖν ἔν τινι τῶν κοντου‐ βερνίων, ὡς ξένος ἐπιγινώσκεται καὶ παραδίδοται τῷ ἄρχοντι τοῦ κοντουβερνίου. | |
9.5.21 | Πάντας οὖν κατὰ τοῦτον τὸν τρόπον εὑρισκομένους δεῖ κρατεῖσθαι, εἴτε Ῥωμαῖοι δοκοῦσιν εἶναι, εἴτε ἀλλογενεῖς, καὶ ἐξετάζεσθαι ἐφ’ ᾧ ἐκεῖθεν εὑρί‐ σκεσθαι τὴν ἀλήθειαν. | |
9.5.22 | Τοῦτο δὲ γίνεται καὶ ἐν φοσσάτῳ συνειλεγμένου στρατοῦ ἢ πεζοῦ ἢ καβαλλαρικοῦ ἐπιτηδείως, ὁμοίως δὲ καὶ μεμερισμένως κατὰ μέρος ἢ κατὰ τάγμα ἀπληκεύοντος. | |
9.5.23 | Γίνεται δὲ καὶ δι’ ἑτέρων τοιούτων καὶ ὁμοίων σημείων διαφόρων ἡ ἐπίγνωσις τῶν εἰρημένων ἐξπλορατόρων, ἅτινα ἀναγκαῖόν ἐστιν ἐπιτηδεύειν, καὶ διάφορα σημεῖα ἤτοι παραγγέλματα ποιεῖν· ἅμα γὰρ καὶ οἱ ἐξπλοράτορες τῶν ἐχθρῶν ἐκ τούτων φανεροῦνται, ἅμα δὲ καὶ | |
5 | οἱ στρατιῶται ἐθίζονται πείθεσθαι τοῖς ἄρχουσιν αὐτῶν καὶ φυλάττειν ἐπιμελῶς τὰ μάνδατα, ἐὰν μάλιστα μετρίως πῶς σωφρονίζωνται οἱ ἀμελοῦντες περὶ αὐτά. | |
9.5.24 | Οὐκ ἄτοπον δὲ καὶ ἄλλα τινὰ σχηματικὰ μανδάτα παρασχεῖν τοῖς στρα‐ τιώταις, ὅταν μάλιστα εὐκαιρῶσιν, ἵνα καὶ δοκιμασθῶσι καὶ ἐθισθῶσι ταῦτα | |
φυλάττειν. | 245 | |
10pint | 〈ΛΟΓΟΣ Ιʹ.〉 ΚΕΦΑΛΑΙΑ ΤΟΥ ΔΕΚΑΤΟΥ ΛΟΓΟΥ | |
10pin1 | Αʹ. Πῶς δεῖ πολιορκεῖν ὀχυρώματα ἐχθρῶν, εἰ καιρὸς γένηται; Βʹ. Πῶς δεῖ ἁρμόζεσθαι πολεμίων ὡς εἰκὸς ἐν τῇ ἡ μετέρᾳ χώρᾳ εἰσβαλ‐ λόντων; Γʹ. Πῶς δεῖ ἀντέχειν τὸν πολιορκῆσαι προσδοκῶντα χρονίως; | |
5 | Δʹ. Πῶς δεῖ ἐν μεθορίοις λάθρα κτίζειν ὀχυρώματα χωρὶς πολέμου δημοσίου; | |
10.1t | Πῶς δεῖ πολιορκεῖν ὀχυρώματα ἐχθρῶν, εἰ καιρὸς γένηται; | |
10.1.1 | Χρὴ φοσσάτον ὀχυρὸν πάνυ ποιεῖν καὶ σκούλκας ἀκριβεῖς καὶ πολλὰς ἔχειν, καὶ μάλιστα κατὰ τῶν ἀνυπονοήτων τόπων, ἵνα μὴ οἱ πολιορκούμενοι ἢ οἱ ἔξωθεν ἄφνω ἐπερχόμενοι ἐν νυκτὶ ἢ ἐν ἡμέρᾳ κινδύνους τῷ στρατῷ προσά‐ γωσιν, ὅπερ γέγονεν ἐν Ἀρζαληνῇ τινων τῶν ἀρχόντων ἐπὶ πολιορκίᾳ κάστρου | |
5 | καταλειφθέντων. | |
10.1.2 | Χρὴ σπουδάζειν πρῶτον, ἐὰν δυνατόν ἐστι, στενοχωρεῖν τοὺς ἐν τοῖς ὀχυρώμασι περὶ τὴν τῶν ἀναγκαίων εἴσοδον, τουτέστιν ἢ περὶ τὸ ὕδωρ ἢ περὶ τὴν τροφήν. Εἰ δὲ ταῦτα ἀφθόνως ἔχουσι, τότε μηχαναῖς κεχρῆσθαι καὶ πολέμῳ. | |
10.1.3 | Χρὴ τοῖς πολιορκουμένοις ἢ ἐν ὀχυρώμασι διάγουσι κατὰ πάροδον τοὺς ἐξέχοντας τῷ σώματι στρατιώτας καὶ ὡπλισμένους ἵππους ἔχοντας ἐπιτη‐ δείως σπουδάζειν ἐπιδεικνύειν εἰς τὸ πλησίον ἀσφαλῶς. Τοὺς δὲ ὑποδεεστέρους μήκοθεν ἐπιφαίνεσθαι μετὰ τῆς ἀποσκευῆς, ἀπὸ τοσούτου, ὥστε μὴ δύνασθαι | |
5 | τοὺς ἀπὸ τοῦ ὀχυρώματος διακρίναι ἄνδρα ἢ ἄλογον, ἀλλὰ πάντας τοὺς φαινομέ‐ νους ἄνδρας εἶναι νομίζειν καὶ τοιούτους οἵους εἶδον πλησίον ἐλθόντας. | |
10.1.4 | Καλὸν δὲ ἔστιν, ἵνα πολλοὶ ζαβάτοι φαίνωνται τοῖς πολιορκουμένοις καὶ τοὺς μὴ ἔχοντας ζάβας σκαπλία τῶν ζαβάτων φορεῖν, εἰς τὸ καὶ αὐτοὺς ἀπὸ διαστή‐ ματος ζαβάτους ὁρᾶσθαι. | 247 |
10.1.5 | Καὶ τὰ ἄπληκτα δὲ μήκοθεν ποιεῖν, ὅθεν πάντα τὰ ὁρώμενα στρατὸν εἰκός ἐστι νομίζεσθαι. | |
10.1.6 | Χρὴ τοῖς πολιορκουμένοις μὴ προτείνειν ἐν προοιμίοις σκληρὰ καὶ βαρέα, ἵνα μὴ τῇ δυσχερείᾳ τῶν προτει‐ νομένων τὸν κίνδυνον κουφότερον λογιζόμενοι, εἰς ἕνωσιν καὶ ἀπόνοιαν ἔλ‐ θωσιν, | |
10.1.7 | ἀλλ’ εὐχερῆ ἐπιζητεῖν ἢ τὰ ἄλογα αὐτῶν ἤ τι ἄρμα ἢ ἕτερά τινα τῶν ὑπαρχόντων αὐτοῖς φορητά, ἵνα τῇ εὐχερείᾳ τῶν προτάσεων καὶ τῇ ἐλπίδι τῆς σωτηρίας εἰς διχόνοιαν ἔλθωσι καὶ χαυνώτεροι γένωνται πρὸς ἀντικατάστασιν καὶ κίνδυνον. | |
10.1.8 | Χρὴ ἐν ταῖς μακραῖς πολιορκίαις προευτρεπίζειν τὰ ἐπιτήδεια καὶ τοὺς ἀνθρώπους τοὺς ἐπὶ ἑκάστῃ χρείᾳ ἰδιαζόντως κάμνειν ὀφείλοντας καὶ ἀφορίσαι τίς ποίαν χρείαν πράττειν ὀφείλει. | |
10.1.9 | Ἐν δὲ ταῖς προσβολαῖς οὐ χρὴ ἅπαντα τὸν στρατὸν καθ’ ἡμέραν ἄγειν εἰς πόλεμον, ἵνα μὴ ὑφ’ ἓν πάντες ἀποκάμνωσιν, ἀλλ’ εἰς μέρη διάφορα αὐτὸν διανεῖμαι καὶ ἀφορίσαι, πόσοι καὶ πόσας ὥρας τῆς ἡμέρας ὀφείλουσι κάμνειν, καὶ διακρίναι, τίνες οἱ ἐν τῇ νυκτί, | |
5 | καὶ τίνες οἱ ἐν ἡμέρᾳ; | |
10.1.10 | Δεῖ γὰρ καὶ ἐν ταῖς ἡμέραις ὀχλεῖσθαι τοὺς πολιορ‐ κουμένους διὰ πολέμου ἀμοιβαδόν, καὶ ἐν ταῖς νυξὶ δὲ διὰ φόβου ἐπὶ τούτῳ ἀφο‐ ριζομένων τι νῶν, ἵνα καὶ ἐκ τοῦ γινομένου θορύβου ὑπὸ τῆς κραυγῆς τῶν ἀν‐ θρώπων ἢ ἀπὸ τοῦ ἤχου τῶν σκουταρίων μὴ σιαίνωνται. Οἱ τοῦ στρατοῦ πάντες | |
5 | ἀπὸ ἑνὸς μιλίου ἢ δύο δεῖ ἀπληκεύειν τοῦ ὀχυρώματος, ὅθεν οὐκ ἐξακούεται ὁ ἦχος τῶν θορυβούντων ἐν τοῖς πολιορκουμένοις. | |
10.1.11 | Χρὴ μὴ ἐπικινδύνως καὶ ἀσκόπως τὰς προσβολὰς ποιεῖσθαι, ἵνα μή τινων διαπιπτόντων καὶ οἱ τοῦ στρατοῦ διαλύσωσι καὶ οἱ πολιορκούμενοι προθυμότεροι γένωνται. | |
10.1.12 | Χρή, ἐὰν μικρά εἰσιν ὀχυρώματα καὶ ἐπικίνδυνον ἤτοι ἐπιζήμιον ἔχουσι τὴν προσβολὴν καὶ οὐ λείπονται τῶν ἐπιτηδείων, σπουδάζειν διὰ θορύβων ἐν ἡμέρᾳ καὶ νυκτὶ ὀχλεῖν αὐτοῖς, ἵνα τῇ ὀχλήσει ἀποκάμνωσιν. | |
10.1.13 | Εἰ δὲ καὶ οἶκοί εἰσιν ἐν αὐτῷ ἐπιτήδειοι πρὸς τὸ καῆναι, διὰ πυρφόρων σαγιττῶν συνεχῶν, διὰ πολλῶν τόπων, ἀνέμου μάλιστα σφοδροῦ κινουμένου, πέμπειν, καὶ διὰ τῶν λεγομένων χουζίων ἀπὸ πετροβόλων καὶ αὐτῶν πυρὸς πεπληρωμένων, καὶ ταῖς σκάλαις ἤτοι κλί‐ | |
5 | μαξιν, εἰ ἐπιδέχεται ὁ τόπος, ἐπιβαίνειν, ἐν ὅσῳ εἰς τὴν τοῦ πυρὸς ἐνοχλοῦνται κατάσχεσιν. | |
10.1.14 | Εἰσὶ δὲ ὡς ἐπίπαν ἐν ταῖς πολιορκίαις ἐπιτήδειοι πετροβόλοι, | |
ἔνθα μάλιστα διορυγὴν ἢ ἀγέσταν γίνεσθαι οὐκ εὐχερές ἐστιν ἢ στάσιν κριῶν. | 249 | |
10.2t | Πῶς δεῖ ἁρμόζεσθαι πολεμίων ὡς εἰκὸς ἐν τῇ ἡμετέρᾳ χώρᾳ εἰσβαλλόν‐ των; | |
10.2.1 | Χρὴ μὴ ἐπιτηδεύειν συμβάλλειν φανερῶς ἐκ παρατάξεως τῷ εἰς τὴν ἡμετέραν εἰσβάλλοντι χώραν, καὶ μάλιστα ἐν τῇ εἰσόδῳ αὐτοῦ, ἐὰν ὑπερέχῃ ἢ καὶ ἰσόμοιρός ἐστιν ἡ δύναμις τοῦ ἐχθροῦ, ἀλλ’ ἐνεδρεύειν μᾶλλον ἢ κατα‐ λαμβάνειν ὀχυρώματα 〈καὶ〉 ἀφανίζειν δαπάνας προκειμένας αὐτῷ. | |
10.2.2 | Εἰ δὲ δοκεῖ, συμβάλαι μᾶλλον ἐπανερχομένῳ καὶ ἐξιόντι τῆς χώρας, ὅταν καὶ εἰς τὴν πραῖδαν περισπᾶται καὶ κεκοπωμένος ἐστὶ καὶ τοῖς ἰδίοις ἐγγίζῃ, τότε συνάπτειν αὐτῷ, εἰ ἄρα βούλεται συμβάλλειν. | |
10.2.3 | Ὁ γὰρ ἐν ἰδίᾳ χώρᾳ διάγων ἀμελέ‐ στερον διάκειται περὶ τὴν μάχην, πολλὰς ἀφορμὰς ἔχων τοῦ σῴζεσθαι καὶ κινδυ‐ νεύειν μὴ βουλόμενος. Ὁ δὲ τῆς ἀλλοτρίας κατατρέχων ἐξ ἀπονοίας τοῦτο προέ‐ θετο, πάντως τὴν φυγὴν εἰς κίνδυνον λογιζόμενος. | |
10.2.4 | Χρὴ παντοίως φυλάττειν ἀπαθῆ καὶ ἄκρουστον τὸν στρατόν· αὐτοῦ γὰρ φυλαττομένου, οὔτε πολιορκίαι εὐχερῶς ἀπὸ ἐχθροῦ γίνονται τοῖς ὀχυρώμασιν, οὔτε πλατύνονται οἱ ἐχθροὶ εἰς βλάβην τῆς χώρας, ὑφορώμενοι καὶ ὑποπτεύοντες τὸν στρατὸν συνεστάναι. | |
10.2.5 | Χρή, εἰ καὶ μὴ δέδοκται τῷ στρατηγῷ συμβάλλειν δημοσίως, ὅμως οὕτως αὐτὸν εὐτρεπίζεσθαι καὶ φαίνεσθαι καὶ ὑπόνοιαν πᾶσι τοῖς τοῦ στρατοῦ παρέχειν, ὡς πάντως συμβαλεῖν τοῖς ἐχθροῖς. Τοῦτο γὰρ τοῖς ἐναντίοις γινώσκομεν λυπεῖ. | |
10.2.6 | Χρὴ, ἐὰν ὁ τόπος καὶ ἡ θέσις τῆς τῶν ἐναντίων χώρας ἐπιτηδεία ἐστί, δι’ ἑτέρου τόπου μᾶλλον ἐπιτηδεύειν πέμπειν στρατὸν ἐν αὐτῇ, ἵνα ἐκ τούτου περι‐ σπάσῃ τοὺς ἐχθρούς. | |
10.2.7 | Δέον οὖν καὶ τὴν θέσιν, ὡς εἴρηται, διανοῆσαι καὶ τὰ διαστήματα, ἵνα, εἴπερ γνωσθῇ τοῖς ἐχθροῖς τοῦτο καὶ ὁρμήσωσι κατὰ τῶν πεμπομένων, δι’ ἑτέρου τόπου ἐξέλθωσιν ἀπαθεῖς, ἵνα μὴ ὁρμώντων τῶν ἐχθρῶν ἐκεῖθεν εἰς ὄψιν αὐτῶν περιπέσωσιν. | |
10.2.8 | Χρὴ τὰ ἀναγκαιότερα πάντα ἐν τοῖς ὀχυρωτέροις φρουρίοις συλλέγειν, φυγαδεύειν δὲ καὶ τὰ ἄλογα τῆς χώρας. | |
10.2.9 | Χρὴ πολιορκοῦντος ἐχθροῦ ὀχυρώματα ὡς εἰκὸς σπουδάζειν περικόπτειν τὰς ἔξωθεν δαπάνας καὶ τοὺς ἐπὶ συλλογὴν δαπανημάτων πεμπομένους ἐνεδρεύειν καὶ ἐντεῦθεν στενοχωρεῖν τοὺς ἐχθρούς. | |
10.2.10 | Χρὴ τὰ μὴ κατὰ φύσιν ὀχυρὰ φρούρια προασφαλίζεσθαι καὶ μέρος τῆς στρατείας πρὸς τὴν τοῦ πολέμου κίνησιν ἀφανῶς συμμεθιστᾶν εἰς ἐκδίκησιν αὐτῶν. | |
10.2.11 | Χρὴ παρασκευάζειν τοὺς ἐκ τῶν μὴ ὄντων ὀχυρῶν τόπων μεθίστασθαι καὶ εἰς ὀχυρωτέρους καταφεύγειν | |
τόπους. | 251 | |
10.3t | Πῶς δεῖ ἀντέχειν τὸν πολιορκεῖσθαι προσδοκῶντα χρονίως; | |
10.3.1 | Χρὴ τῶν ἀναγκαίων εἰς ἀποτροφὴν φροντίσαι, ὅσον οἶδε τὸν ἐχθρὸν ἐξαρκεῖν χρόνον ἐπὶ τῇ πολιορκίᾳ. Καί, εἰ μὲν εὐπορεῖ τοσαύτης ἀποτροφῆς, ἔπειτα γε τὴν ἄχρηστον ἡλικίαν ἐκβάλαι ἐκ τοῦ ὀχυρώματος πρὸ τῆς τῶν ἐχθρῶν παρουσίαν, οἷον γυναῖκας, γέροντας, ἀσθενεῖς καὶ παῖδας, ἵνα τοῖς ἐν δυνάμει | |
5 | οὖσιν ἡ εὑρισκομένη δαπάνη ἐξαρκήσῃ. Καὶ προευτρεπίσῃ μάγγανα ἀμυντικὰ πρὸς ἀποτροπὴν πετροβόλων. | |
10.3.2 | Ἀντίκεινται δὲ ταῖς τοιαύταις βολαῖς κιλίκια κρεμώμενα ἔξωθεν τοῦ τείχους κατὰ τοὺς προμαχῶνας, σάρκινα, σχοινία εἱλη‐ μένα, πόντιλα κρεμώμενα, καὶ πλίνθος δὲ ἐν τοῖς προμαχῶσιν οἰκοδομουμένη. Καὶ πρὸς τοὺς κριοὺς ἀντίκεινται τύλαι καὶ σακκία, γέμοντα ἄχυρα καὶ ψάμμον, | |
10.3.3 | πρὸς δὲ τοὺς παλλίωνας ἤτοι ἐμβόλους τοὺς προσαγομένους ἅρπαγες, | |
10.3.4 | πίσσα καὶ πῦρ καὶ λίθοι βαρεῖς κατάκεντροι ἀπὸ μαγγάνων ἄφνω χαλώμενοι διὰ σχοινίων ἤτοι ἁλύσεων καὶ πάλιν ἀνασπώμενοι δι’ ἑτέρων ἀντιβαρημάτων. | |
10.3.5 | Πρὸς δὲ τοὺς ἐπαγομένους πύργους πυρβόλα εἴδη καὶ πετροβόλοι ἤ, εἰ μὴ τοῦτο ἀντισχῇ, ἀντιπύργους ὁμοίως οἰκοδομητοὺς ἔσωθεν τοῦ τείχους ἀντὶς αὐτῶν ποιεῖν. | |
10.3.6 | Ἀναγκαῖον δὲ ἐστὶ τοὺς πύργους τοὺς ἐπιμάχους τοῦ τείχου ἀσκεπεῖς εἶναι, ὥστε τοὺς μαχομένους ἀκωλύτως ἐκεῖθεν μάχεσθαι καὶ τὰ μάγ‐ γανα εὐκόλως τίθεσθαι καὶ ἐργάζεσθαι. | |
10.3.7 | Καὶ παραπόρτια δὲ ἐν τοῖς τοιούτοις πύργοις ἐκ πλαγίου στενὰ ἀνοίγεσθαι κατὰ τοῦ δεξιοῦ μέρους τῶν προσαγομένων μαγγάνων ἐκ τῶν ἐχθρῶν, ἵνα πεζοὶ ἐξερχόμενοι ἐκ τῶν παραπυλίων καὶ κατὰ χεῖρα ἁρμοδίως τῷ σκουταρίῳ σκεπόμενοι καὶ ὑπὸ τῶν ἄνωθεν βοηθούμενοι | |
5 | δύνανται ἀπωθεῖν τὰ μάγγανα· ἔχειν δὲ ταῦτα πύλας, δι’ ὧν δέον ἀσφαλίζεσθαι ἐν καιρῷ καὶ μὴ μένειν ἀνοικτά. | |
10.3.8 | Καταμερίσαι δὲ τὴν βοήθειαν δι’ ὅλου τοῦ τείχους καὶ ἔχειν ἄλλην δύναμιν ἐκ περιττοῦ χρήσιμον, ἵνα τῷ δεομένῳ μέρει, εἰ χρεία γένηται, ἐν καιρῷ ἀνάγκης ἐκ τόπου εἰς τόπον διατρέχουσιν οἱ πρὸς παραφυλακὴν τοῦ τείχους, καὶ ἐκ τούτου μὴ γυμνοῦσθαι τινὰς αὐτοῦ τόπους, | |
5 | ὅπερ ἐστὶν ἐπικίνδυνον. | |
10.3.9 | Εἰ δὲ δῆμός ἐστιν ἐν τῇ πόλει, δέον κἀκείνους συμ‐ μίξαι ἐν ταῖς τοῦ τείχους πεδατούραις τοῖς στρατιώταις. ἐκ τούτου γὰρ οὐδὲ εὐ‐ καιροῦντες στάσιν μελετῶσιν, ἀλλὰ καὶ δοκοῦντες φυλακὴν τῆς πόλεως πιστεύε‐ σθαι ἐρυθριῶσι νεωτερίσαι. | |
10.3.10 | Τὰς δὲ πύλας τῆς πόλεως πιστοῖς ἀνδράσι | |
παραδοθῆναι, καὶ μὴ συγχωρῆσαί τινας τῶν στρατιωτῶν ἢ πολιτῶν ἐν τοῖς προοι‐ μίοις μάλιστα τῆς πολιορκίας ἐξέρχεσθαι τοῦ τείχους καὶ μάχεσθαι, κἂν συμβῇ πολλοὺς καὶ γενναίους εἶναι ἐν τῷ ὀχυρώματι. Εἰ μήπου καιρὸς γένηται μάγγανον | 253 | |
5 | ἐνοχλοῦν ἐπικινδύνως, τῷ τείχει ἀποσοβηθῆναι ἐκ χειρὸς, ἀλλ’ ἄνωθεν ἀμύνασθαι καὶ μὴ ἔξωθεν τινὰς πλήττεσθαι ἢ κινδυνεύειν. | |
10.3.11 | Εἰ γάρ τι τοιοῦτο γένηται, τῶν δυνατωτέρων ἢ ἀποθνησκούντων ἢ πληττομένων, ὁ λοιπὸς ὄχλος ἐν ὀλι‐ γωρίᾳ καθιστάμενος εὐχείρωτος τοῖς ἐχθροῖς γίνεται. | |
10.3.12 | Δῆλον γὰρ ἔστιν, ὅτι μέχρις οὗ οἱ ἄνδρες περίεισι, καὶ τὸ τεῖχος συνίσταται· ἑνὸς δὲ αὐτῶν προ‐ διδομένου, τὸ λειπόμενον κινδυνεύσει. | |
10.3.13 | Οὐκ ἄτοπον δέ, ἐὰν προτείχισμα ἔχῃ, βίγλας ἐν αὐτῷ γίνεσθαι, καὶ μάλιστα ἐν ταῖς νυξίν, ὅταν καὶ προσρύεσθαι τινὲς τοῖς ἐχθροῖς μελετῶσι, καὶ ἐπιβουλαὶ λάθρᾳ κατὰ τοῦ τείχους γίνωνται. | |
10.3.14 | Μήτε δὲ ἀκαίρως τὰ ἀκοντίσματα ἐκ τοῦ τείχους ποιεῖν. | |
10.3.15 | Εἰ δὲ καὶ ἀπὸ κινστέρνας ἐπιδίδοται τὸ πόσιμον ὕδωρ ἢ ἀπὸ πλέθρου, μέτρῳ τινὶ καὶ διοικήσει γίνεσθαι, καὶ μὴ ἔχειν ἐπ’ ἐξουσίας τὸν θέλοντα, ὡς ἀρκέσει αὐτῷ, δαπανᾶν. | |
10.3.16 | Τὰς δὲ βίγλας ἐπιμελῶς κατὰ διαδοχὴν γίνεσθαι, καὶ μάλιστα ταῖς νυξί, καὶ δαπάνην ἀκριβῶς χορηγεῖσθαι καὶ ἐν ἀσφαλείᾳ αὐτὴν ὑπὸ φυ‐ λακὴν εἶναι, εἰς τὸ μὴ εὐκόλως ὑπὸ τῶν τυχόντων ἁρπάζεσθαι. | |
10.4t | Πῶς δεῖ ἐν μεθορίοις λάθρᾳ κτίζειν ὀχυρώματα πολέμου δημοσίου χωρίς; | |
10.4.1 | Χρὴ προκατασκοπῆσαι ἀκριβῶς τόπον ὀχυρὸν δυνάμενον διὰ δέκα ἢ δώδεκα ἡμερῶν ξηρᾷ ὕλῃ περιβληθῆναι καὶ δι’ ὀλίγων ἀνδρῶν φυλαχθῆναι ἐν καιρῷ προσβολῆς ἐναντίων. καὶ ἐάν εἰσιν ὕλαι πλησίον λίθου ἢ ξύλου ἢ πλίνθου ἑτοίμης, καὶ εἰ ἔστιν ὕδωρ ἢ ἐπινοηθῆναι δυνατόν. | |
10.4.2 | Καὶ προπαρασκευάσαι τεχνίτας ἱκανοὺς καὶ πόρτας καὶ μάγγανα τείχους καὶ βοήθειαν ἀρκοῦσαν πεζῶν ἐνόπλων καὶ γενναίων μετὰ ἀρχόντων φρονίμων καὶ εὐψύχων καὶ δαπάνην τριῶν ἢ τεσσάρων μηνῶν. Καὶ εἰ καιρός ἐστι θέρους, ἐμπρῆσαι τὰς βοσκὰς τὰς πλησίον | |
5 | αὐτοῦ· εἰ δὲ καῆναι δυσχερεῖς, καταδαπανῆσαι αὐτάς, καὶ διαφημίσαι ἑτέρῳ τόπῳ τῶν ἐχθρῶν ἐπέρχεσθαι· καὶ πέμψαι βοήθειαν ἀσφαλῶς κατὰ τοῦ φημι‐ ζομένου τόπου, ἵνα ἐκεῖ περισπῶνται οἱ ἐχθροί, καὶ τότε πρὸ μιᾶς ἡμέρας θαῤῥῆ‐ σαι τοῖς ὀφείλουσιν εἰσελθεῖν ἐν τῷ τόπῳ· καί τινα μὲν δοῦναι εἰς προτροπὴν | |
αὐτῶν, τινὰ δὲ καὶ ἐπαγγείλασθαι, καὶ αἰφνίδιον ἐν ἑτέρῳ τόπῳ τῶν ἐχθρῶν ἀσχο‐ | 255 | |
10 | λουμένων μετὰ παντὸς τοῦ στρατοῦ ἐπιστῆναι αὐτῷ, σκούλκας ἀσφαλοῦς οὔσης, καὶ τῶν πεζῶν πέριξ τοῦ ὀχυρώματος ἀπληκευόντων καὶ φόσσαν βαθυτάτην ποιούντων, εἰ ἐπιδέχεται ὁ τόπος. | |
10.4.3 | Καὶ εἰ μὲν λίθος ἢ πλίνθος εὑρίσκεται, οἰκοδομῆσαι ξηρὸν καὶ δῆσαι διὰ ξύλων ἀσφαλῶς καὶ συνεχῶς· εἰ δὲ ξύλα μόνα εἰσί, δι’ αὐτῶν ἀποκλεῖσαι ὀλίγον καὶ ὀχυρὸν τόπον, καὶ μὴ μέγαν. | |
10.4.4 | Μετὰ δὲ τὸ ἀποκλεισθῆναι αὐτὸν κατὰ τὸν λεχθέντα τρόπον, εἰ μὲν ὁρμήσωσιν οἱ ἐχθροὶ κατὰ τοῦ τόπου, καὶ οἶδεν ὁ στρατηγὸς μὴ ἀντέχειν πρὸς μάχην δημοσίαν, ἀναχωρεῖν πρὸ τῆς παρουσίας αὐτῶν καὶ πλησίον ἀπληκεύοντα ἁρμόζεσθαι, | |
5 | εἰς τὸ μηδὲ ἐγγὺς τῶν ἐχθρῶν εἶναι καὶ ἀναγκασθῆναι μαχήσασθαι, μηδὲ μήκοθεν τῶν ἐν τῷ ὀχυρώματι, ἵνα μὴ εὐκαιροῦντες οἱ ἐχθροὶ σφοδρῶς ἐπίκεινται τοῖς ἔσωθεν. | |
10.4.5 | Δοῦναι δὲ σημεῖον τοῖς ἐν αὐτῷ, τὶ μὲν τῇ ἡμέρᾳ, τὶ δὲ τῇ νυκτὶ ὀφείλουσι ποιεῖν, δι’ οὗ δηλοῦται τοῖς ἔξωθεν ἐν ποίᾳ εἰσὶ καταστήσει, ἵνα οὕτως σπουδάσωσι οἱ ἔξωθεν βοηθεῖν. | |
10.4.6 | Εἰ δὲ δυνατὸν διὰ πεζικῆς μάχης ἀποσο‐ βηθῆναι τοὺς ἐχθροὺς, περιστάσεως ὡς εἰκὸς συμβαινούσης τῆς ἐν αὐτῷ, οὐδὲ τοῦτο δεῖ ὑπερτίθεσθαι, ἵνα μὴ οἱ ἔσωθεν κινδυνεύσωσιν | |
10.4.7 | Ἀδείας δὲ γενομένης εὐθέως κατ’ ὀλίγον ἀποτειχίζουσι τοὺς πρὸς ποιητὸν οἰκοδόμημα, καὶ ἐγχορήγῳ ἰσχυρὸν κτίζειν αὐτὸ καὶ τὸ ἀναγκαῖον φροντίζειν. | |
10.4.8 | Γίνονται δὲ αἱ τοιαῦται ἐγχειρήσεις ἁρμοδίως κατὰ καβαλλαρικοῦ ἔθνους περὶ τὸν Ἰούλιον ἢ Αὔγουστον ἢ Σεπτέμβριον μῆνα, ὅτε ἡ βοτάνη εὐκόλως ξηραινομένη καίεται καὶ οἱ καβαλ‐ λάριοι τῶν ἐχθρῶν στενοῦνται παρακαθίσαι χρόνον ἱκανόν. | |
10.4.9 | Εἰ δὲ ἀπόρως πρὸς τὸ ὕδωρ ὁ τόπος ἔχει μηδὲ ῥυτοῦ ἐν αὐτῷ ὄντος, μηδὲ ἐν ὀρύγματι εὑρισκο‐ μένου, δεῖ ἢ πίθους ὀστρακίνους ἢ βούττεις τελείας προευτρεπίζειν καὶ γεμίζειν ὕδατος καὶ κόχλακας ἐν αὐτῷ ποταμίους ῥίπτειν, εἰς τὸ αὐταρκῆσαι μέχρι τῆς τοῦ | |
5 | χειμῶνος ὥρας καὶ φθάσαι κινστέρνα οἰκοδομηθῆναι, καὶ ὄμβριον ὑποδέξεται ὕδωρ. | |
10.4.10 | Ἵνα δὲ μὴ ὡς εἰκὸς ὄζῃ ἀκίνητον μένον τὸ ὕδωρ ἐν τοῖς ἀγγείοις, δεῖ ἐπιτόνια γίνεσθαι ἐν τοῖς ἀγγείοις καὶ δοχεῖα μικρὰ παρατίθεσθαι αὐτοῖς, ἵνα κατ’ ὀλίγον ἀποστάζον τὸ ὕδωρ ἐν αὐτοῖς κίνησιν προσδέχεται. ἅμα δὲ τοῦ πληροῦσθαι τὰ δοχεῖα, πάλιν ἀποκενοῦν ἐν τοῖς πίθοις ἤτοι βουττίοις τοῦτο, ἵνα | |
5 | διὰ τῆς κινήσεως ταύτης διαπνέεται τὸ ὕδωρ καὶ μὴ ἀφανίζηται. | |
10.4.11 | Χρήσιμον δὲ ἔστι καὶ τὸ ὄξος ἐν τοῖς ἀφανιζομένοις ὕδασιν· ἀμβλύνει γὰρ καὶ μεταβάλλει | |
τὴν τούτου ὁρμὴν εὐκόλως. Δυνατὸν δὲ ἐστὶ καὶ σανίδας προπαρασκευάσαι πα‐ χυτέρας καὶ ἐν κατορύγματι συμπλῆξαι αὐτὰς ὡς ἐπὶ σαρπίου καὶ διὰ πίσσης | 257 | |
5 | καὶ στουπίου ἢ καμψαρικῶν κατασφαλίσασθαι τὰς ζεύξεις ἤτοι τοὺς ἁρμοὺς αὐτοῦ καὶ ἐν τάξει ξυλίνης κινστέρνας συμμέτρου κατασκευάσαι, εἴτε μίαν, εἴτε πλείους, ἐχούσας εἴκοσι ἐπὶ δέκα πόδας μῆκος καὶ ὕψος ὀκτὼ ἢ δέκα, μέχρις οὗ ἐγχόρηγοι αἱ κινστέρναι γένονται. Δῆλον γὰρ ἐστίν, ὡς ἐν τοῖς μειζοτέροις ἀγγείοις πλέον τὸ ὕδωρ διαμένει. κατόχια δὲ ξύλινα ἐν τῷ μέσῳ τῶν κινστερνῶν | |
10 | δεῖ βάλλεσθαι καὶ σανίδας παχείας, ἵνα μὴ τῷ πλήθει τοῦ ὕδατος βιαζόμεναι | |
αἱ σανίδες διαστρέφωνται καὶ τὸ ὕδωρ ἀπολύουσιν. | 259 | |
11pint | 〈ΛΟΓΟΣ ΙΑʹ.〉 ΚΕΦΑΛΑΙΑ ΤΟΥ ΕΝΔΕΚΑΤΟΥ ΛΟΓΟΥ | |
11pin1 | Πρόλογος. Περὶ ἑκάστου ἔθνους ἐθῶν τε καὶ τάξεων. Αʹ. Πῶς δεῖ ἁρμόζεσθαι Πέρσαις; Βʹ. Πῶς δεῖ Σκύθαις ἁρμόζεσθαι, τουτέστιν Ἀβάροις καὶ Τούρκοις καὶ λοι‐ ποῖς ὁμοδιαίτοις αὐτῶν ἔθνεσιν; | |
5 | Γʹ. Πῶς δεῖ ἁρμόζεσθαι τοῖς ξανθοῖς ἔθνεσιν, οἷον Φράγγοις, Λαγγοβάρδοις καὶ λοιποῖς ὁμοδιαίτοις αὐτῶν; Δʹ. Πῶς δεῖ Σκλάβοις καὶ Ἄνταις καὶ τοῖς τοιούτοις ἁρμόζεσθαι; | |
11prolt | Πρόλογος. Περὶ ἑκάστου ἔθνους ἐθῶν τε καὶ τάξεων. | |
11prol1 | Τὰ πρόχειρα περὶ τῆς καβαλλαρικῆς τάξεως καὶ στρατηγίας εἰπόντες, ὧν χωρὶς οὐκ ἔνεστιν, ὡς ἡγούμεθα, τοῖς πολεμίοις ἀσφαλῶς ἐγχειρεῖν, ἀναγκαῖον καὶ τὰς ἑκάστου ἔθνους ἐνοχλοῦντος τῇ πολιτείᾳ τάξεις καὶ τὰ αὐτῶν ἔθῃ διη‐ γήσασθαι, ἐφ’ ὧ δύνασθαι καὶ διὰ τῶν παρ’ ἡμῶν εἰρημένων τοὺς πρὸς αὐτοὺς | |
5 | πολεμεῖν θέλοντας ἱκανῶς ἁρμόζεσθαι· οὐδὲ γὰρ πάντα τὰ ἔθνη μιᾷ τάξει καὶ τοῖς αὐτοῖς τρόποις μάχονται, ἵνα τὶς ὡσαύτως ἐπὶ πᾶσι χρήσηται. Τὰ μὲν γὰρ θυ‐ μῷ μᾶλλον καὶ προπετείᾳ στρατηγοῦνται διὰ θράσους ἀμετρίαν, τὰ δὲ συνέσει καὶ τάξει τοῖς πολεμίοις ἐπιβάλλονται. | |
11.1t | Πῶς δεῖ ἁρμόζεσθαι Πέρσαις; | |
11.1.1 | Τὸ Περσικὸν ἔθνος μοχθηρὸν καὶ κρυψίνουν καὶ δουλοπρεπές ἐστι, φιλοπάτριον δὲ καὶ εὐπειθές. Τοῖς ἄρχουσιν ὑπάρχει διὰ φόβον· | |
11.1.2 | ὅθεν καὶ | |
καρτερικῶς τούς τε πόνους καὶ τοὺς ὑπὲρ τῆς πατρίδος πολέμους ὑφίστανται. | 261 | |
11.1.3 | Βουλῇ τε καὶ στρατηγίᾳ μᾶλλον τὰ πολλὰ τῶν ἐσπουδασμένων κατορθοῦν σπεῦδον, τάξεως ἐπιμελεῖται, καὶ οὐχὶ θράσους καὶ προπετείας. | |
11.1.4 | Φέρει δὲ ῥᾳδίως ἐν θερμοῖς ἀνατεθραμμένον τόποις καύσωνος ὄχλησιν δίψης τε καὶ δα‐ πάνης ἔνδειαν· δεινὸν πολιορκοῦν, δεινότερον δὲ πολιορκούμενον· ἱκανώτατον ἐπὶ πολὺ κρύψαι τὰ λυποῦντα καὶ γενναίως ἐγκαρτερῆσαι ταῖς περιστάσεσι καὶ | |
5 | ταύτας εἰς τοὐναντίον ἀποδεικνύειν· καὶ ἐν ταῖς σπονδαῖς ἀσύμβατον, | |
11.1.5 | ὥστε μηδὲ ἅπερ εὔχεται αὐτῷ εἰς σωτηρίαν αἱρεῖσθαι οἴκοθεν προτείνειν, ἀλλ’ ἐκδε‐ χόμενον ἐκ τῶν ἐχθρῶν αὐτοῦ ταῦτα προτείνεσθαι αὐτῷ. | |
11.1.6 | Ὁπλίζεται δὲ ζά‐ βαις ἢ λωρικίοις, τόξοις τε καὶ σπαθίοις, ἠσκημένον τὴν σύντομον τοξείαν, ἀλλ’ οὐκ ἰσχυρὰν, ὑπὲρ πάντα τὰ πολεμικὰ ἔθνη. | |
11.1.7 | Κινοῦν δὲ πρὸς πόλεμον ἐν φοσσάτοις ἀπληκεύει, κατεγγίζον δὲ τῷ πολέμῳ τάφρον τε καὶ χάρακα ἀκριβῆ περιβάλλει, οὐκ ἐν αὐτῷ καταλιμπάνον τὸν τοῦλδον, ἀλλὰ διὰ τὴν ἐκ περιστά‐ σεως ἐν καιρῷ μάχης καταφυγὴν τὴν τάφρον ποιεῖ. | |
11.1.8 | Τὴν δὲ ἵππον οὐ βόσκειν ἐπιτηδεύει, ἀλλ’ ἐκ χειρὸς συνάγειν τὴν τούτων ἀποτροφήν. | |
11.1.9 | Τάσσεται δὲ ἐπὶ μάχην ἐν τρισὶν ἴσοις μέρεσι, τουτέστι ἐν μέσῳ, δεξιῷ, ἀριστερῷ, τοῦ μέσου μέρους ἄχρι τετρακοσίων ἢ πεντακοσίων ἐπιλέκτων ἀνδρῶν ἔχοντος κατὰ περισ‐ σείαν· τὰ δὲ βάθη τῆς τάξεως οὐχ ὡρισμένῳ μέτρῳ ποιεῖ, ἀλλὰ σπεύδει τοὺς | |
5 | καβαλλαρίους ἐν ἑκάστῳ τάγματι ἐν τῇ πρώτῃ καὶ δευτέρᾳ τάξει ἤτοι φάλαγγι τάσσειν καὶ τὸ μέτωπον τῆς τάξεως ἴσον καὶ πεπυκνωμένον ἔχειν. Τὰ δὲ ἀδέ‐ στρατα καὶ τὸν τοῦλδον ὄπιθεν ἀπ’ ὀλίγον τῆς παρατάξεως ποιεῖ. Ἐπιτηδεύει δὲ ἐν καιρῷ μάχης, ἔχον κατὰ κοντάτων, ἐν τοῖς δυσχερεστέροις τόποις τὴν πα‐ ράταξιν ἐκτάσσειν καὶ τοῖς τόξοις κεχρῆσθαι, ἵνα τῇ δυσκολίᾳ τῶν τόπων διεσπα‐ | |
10 | σμέναι καὶ εὔλυτοι αἱ τῶν κοντάτων ὁρμαὶ κατ’ αὐτοὺς γίνονται. | |
11.1.10 | Φιλεῖ δὲ οὐ μόνον πρὸ τῆς ἡμέρας τοῦ πολέμου τὰς ὑπερθέσεις ποιεῖσθαι τῆς μάχης, ἐὰν μά‐ λιστα γνῷ ἐμπαρασκεύους καὶ ἀξιομάχους τοὺς ἐναντίους, ἀπληκεῦον ἐν τοῖς δυσβάτοις χωρίοις, | |
11.1.11 | ἀλλὰ καὶ κατ’ αὐτὴν τὴν μάχην ἐν καιρῷ μάλιστα θέ‐ ρους καὶ περὶ τὴν θερμοτέραν ὧραν τὰς συμβολὰς ποιεῖσθαι, ἵνα τῇ τοῦ ἡλίου | |
ζέσει καὶ τῇ τοῦ καιροῦ παρολκῇ τὸ θρασὺ καὶ θυμῶδες τῶν ἀντιταττομένων αὐτοῖς παύεται καὶ τὰς συμβολὰς δὲ ἐκ τοῦ πρᾴως καὶ προσεχόντων περιπατεῖν | 263 | |
5 | ἴσας καὶ πεπυκνωμένας κατ’ ὀλίγον ποιεῖται. | |
11.1.12 | Λυπεῖ δὲ αὐτῷ ψύχος καὶ βροχὴ καὶ νότου πνοή, διαλύουσα τὴν τῶν τόξων δύναμιν· πεζικὴ τάξις ἐπιμελῶς συντεταγμένη· τόπος ὁμαλὸς καὶ γυμνὸς διὰ τὰς τῶν κοντάτων ὁρμάς· ἡ κατὰ χεῖρας συμπλοκὴ ἤτοι μάχη, διὰ τὸ ἀχρείους ἐκ τοῦ ἐγγὺς τὰς βολὰς τῶν σαγιτ‐ | |
5 | τῶν γίνεσθαι καὶ μὴ κεχρῆσθαι αὐτοῖς κονταρίοις ἢ σκουταρίοις· | |
11.1.13 | ὠθήσεις ἐν ταῖς μάχαις, διὰ τὸ πρὸς σύντομον φυγὴν ὁρμᾶν καὶ μὴ εἰδέναι τὰς αἰφνιδίους ὑποστροφὰς κατὰ τῶν ἐπερχομένων αὐτοῖς, ὡς τὰ Σκυθικὰ ἔθνη. | |
11.1.14 | ἔφοδοι ἤτοι κυκλώσεις ἐξ ὑπερκεράσεως κατὰ τῶν πλαγίων καὶ τοῦ νώτου τῆς τάξεως αὐτοῦ διὰ τὸ μὴ ἀφορίζειν ἐν τῇ τάξει αὐτοῦ πλαγιοφύλακας ἀξίους μεγάλῃ ἐφόδῳ ἀντικαταστῆναι. Πολλάκις δὲ καὶ νυκτεριναὶ ἀδόκητοι ἔφοδοι κατὰ τοῦ | |
5 | φοσσάτου αὐτοῦ διὰ τὸ ἀδιακρίτως καὶ χύδην ἀπληκεύειν τοὺς ἐν τῷ περιβόλῳ τοῦ φοσσάτου. | |
11.1.15 | Χρὴ τοίνυν ἐν ταῖς μάχαις, καθὼς ἐν τῷ περὶ τάξεως λόγῳ εἴρηται, τάσσεσθαι, τόπους ὁμαλοὺς καὶ ἀναπεπταμένους καὶ ἴσους, ὡς ἐνδέχεται, ἐπι‐ λέγεσθαι, μὴ ἔχοντας τέλματα ἢ φόσσας ἢ θάμνους εἰς τὸ μὴ διασπᾶσθαι τὴν τάξιν. | |
11.1.16 | Ἐμπαρασκεύου δὲ ὄντος τοῦ στρατοῦ ἤτοι τάξεως μὴ ὑπερτίθεσθαι τὴν συμβολήν, ἐὰν ἔδοξε πάντως μαχήσασθαι δημοσίως κατὰ τὴν ἡμέραν τοῦ πολέμου. | |
11.1.17 | Τὰς δὲ συμβολὰς ἤτοι προσκρούσεις ἐν ταῖς μάχαις πρὸς τὸ μέτρον τῆς σαγίττας γινομένας, ἴσας καὶ πυκνὰς κατὰ λόγον, καὶ συντόμους ποιεῖσθαι, ἵνα μὴ τῇ βραδυτῆτι τῆς συμπλοκῆς διὰ τῆς τῶν ἐναντίων συνεχοῦς τοξείας πλείονα βέλη τοῖς στρατιώταις ἢ τοῖς ἵπποις ἐμπέσωσιν. | |
11.1.18 | Εἰ δὲ ἀνάγκη γένηται ἐν δυσχερεστέρῳ τόπῳ τὴν μάχην συνεστάναι, κάλλιον ἐστὶ τοὺς μὲν ἐν πεζικῇ τάξει, τοὺς δὲ ἐπὶ τῶν ἵππων, καὶ μὴ τὴν πᾶσαν παράταξιν ἐν τοιούτοις τόποις ἐφ’ ἵππων τάσσειν. | |
11.1.19 | Αἱ γὰρ τῶν κοντάτων ἐγχειρήσεις κατὰ τῶν τοξοτῶν, ὡς εἴπαμεν, εἰ μήτε ἴσοι καὶ ἀδιάσπαστοι ὦσι, βλάβην πολ‐ λὴν ἐκ τῶν σαγιττῶν ὑφίστανται καὶ πρὸς τὴν συμπλοκὴν ἀνακόπτονται, διὸ καὶ ὁμαλωτέρου δέονται τόπου ἐν ταῖς μάχαις. | |
11.1.20 | Εἰ δὲ οὐκ ἀξιόμαχός ἐστιν ὁ στρατός, οὐ δεῖ δημοσίοις πολέμοις συμπλέκεσθαι, ἀλλ’ ἐφόδοις καὶ κλοπαῖς κατὰ τῶν ἐχθρῶν κεχρῆσθαι ἀσφαλῶς καὶ εὐσχήμως διὰ τόπων ἐπιτηδείων εἰς τὸ μὴ δηλοῦσθαι ἢ τοῖς ἐναντίοις ἢ τοῖς ἰδίοις τὸν σκοπόν, δι’ ὃν ἡ ὑπέρθεσις τῆς | |
5 | δημοσίας μάχης γίνεται, ἵνα μὴ ἐκ τούτου τοῖς μὲν θράσος, τοῖς δὲ δειλία γένηται. | 265 |
11.1.21 | Τὰς δὲ ἐξελίξεις ἤτοι ἐπιστροφὰς ἐν ταῖς ὑποχωρήσεσι μὴ δι’ ὄψεως αὐ‐ τῶν ποιεῖσθαι, ἀλλὰ διὰ τῶν πλαγίων αὐτῶν ἀναστρέφειν καὶ τοὺς νώτους αὐ‐ τῶν λαμβάνειν. Σπεύδοντες γὰρ Πέρσαι ἐν ταῖς διώξεσι μὴ διαλύειν τὴν τάξιν αὐτῶν, εὐκόλως τοὺς νώτους αὐτῶν προδιδόασι τοῖς κατ’ αὐτῶν ὑποστρέφουσιν. | |
5 | Ὥσπερ οὖν οἱ ὑποχωροῦντες αὐτοῖς, εἰ βουληθῶσιν ἀντιστρεφόμενοι εἰς ὄψιν τῶν διωκώντων αὐτοὺς ἐλθεῖν, βλάπτονται συντεταγμένοις περιπίπτοντες. | |
11.1.22 | Οὐδὲ γὰρ ὡς Σκῦθαι ἐν ταῖς διώξεσιν οἱ Πέρσαι ἀτάκτως ἐπιτίθενται, ἀλλὰ πρᾴως καὶ συντεταγμένως. | |
11.1.23 | Διὸ τοὺς ἀναστρέφοντας κατ’ αὐτῶν, ὡς εἴρηται, οὐ δεῖ δι’ ὄψεως, ἀλλὰ διὰ τῶν πλαγίων κατὰ τοῦ νώτου αὐτῶν ἐπιτηδεύειν ἔρχεσθαι. | |
11.2t | Πῶς δεῖ Σκύθαις ἁρμόζεσθαι, τουτέστιν Ἀβάροις καὶ Τούρκοις καὶ λοιποῖς ὁμοδιαίτοις αὐτῶν Οὐννικοῖς ἔθνεσιν; | |
11.2.1 | Τὰ Σκυθικὰ ἔθνη μιᾶς εἰσιν, ὡς εἰπεῖν, ἀναστροφῆς τε καὶ τάξεως πο‐ λύαρχά τε καὶ ἀπράγμονα. Μόνα δὲ τὰ τῶν Τούρκων καὶ Ἀβάρων φροντίζουσι τάξεως πολεμικῆς, ἰσχυροτέρας τῶν ἄλλων Σκυθικῶν ἐθνῶν τὰς κατὰ συστάδην μάχας ποιούμενα. | |
11.2.2 | Καὶ τὸ μὲν Τούρκων πολύανδρόν τε καὶ ἐλεύθερον, ἀπηλ‐ λαγμένον τῆς τῶν πλειόνων πραγμάτων ποικιλίας καὶ δεινότητος, οὐδὲν ἕτερον ἠσκημένον ἢ τὸ ἀνδρείως πρὸς τοὺς ἐχθροὺς διακεῖσθαι. | |
11.2.3 | Τὸ δὲ Ἀβάρων μοχθηρότατον τε καὶ ποικίλον καὶ πρὸς τοὺς πολέμους ἐμπειρικώτατον· ταῦτα τοίνυν, ὡς μοναρχούμενα καὶ ἀπηνεῖς, τὰς ἐπεξελεύσεις ἐπὶ τοῖς ἁμαρτήμασιν ἐκ τῶν ἀρχόντων αὐτῶν ὑφιστάμενα, οὐκ ἀγάπῃ, ἀλλὰ φόβῳ κεκρατημένα τοὺς | |
5 | πόνους καὶ μόχθους γενναίως φέρουσιν. Ἀνέχονται δὲ καύσωνος καὶ ψύχους καὶ τῆς λοιπῆς τῶν ἀναγκαίων ἐνδείας, νομαδικὰ ὄντα. | |
11.2.4 | Περίεργα δὲ καὶ κρυ‐ ψίβουλα ἄφιλα τε καὶ ἄπιστα ὄντα καὶ τῇ ἀπληστίᾳ τῶν χρημάτων κρατούμενα, ὅρκον περιφρονοῦσι, μηδὲ συνθήκας φυλάττοντα, μηδὲ δώροις ἀρκούμενα, ἀλ‐ λὰ πρὶν τὸ δοθὲν δέξονται, ἐπιβουλὴν μελετῶσι καὶ ἀνατροπὴν τῶν δοκούντων. | |
11.2.5 | Καὶ τοὺς ἐπιτηδείους καιροὺς δεινῶς στοχαζόμενα τούτοις ἀνυπερθέτως κέχρηνται, σπουδάζοντα οὐ τοσοῦτον τοὺς ἐχθροὺς χειρὶ καταγωνίσασθαι, ὅσον ἀπάταις καὶ αἰφνιδιάσμασι καὶ ταῖς τῶν ἀναγκαίων στενώσεσιν. | |
11.2.6 | Ὁπλίζονται δὲ ζάβαις καὶ σπαθίοις τόξοις τε κονταρίοις, ὅθεν ἐν ταῖς μάχαις διπλοῦν ἄρμα οἱ πλείους αὐτῶν ἐπιφέρονται, ἐν τοῖς ὤμοις τὰ κοντάρια ἀναβαστάζοντες καὶ τὰ τόξα ἐν ταῖς χερσὶ κατέχοντες, ἀμφοτέροις κατὰ τὴν ἀπαντῶσαν χρείαν κε‐ | 267 |
5 | χρημένοι. | |
11.2.7 | Οὐκ αὐτοὶ δὲ μόνον ὁπλοφοροῦσιν, ἀλλὰ καὶ οἱ ἵπποι τῶν ἐμ‐ φανῶν σιδήρῳ ἢ κεντούκλοις τὰ ἔμπροσθεν μέρη σκέπονται. | |
11.2.8 | Ἤσκηνται δὲ ἐπιμελῶς καὶ πρὸς τὴν ἐφίππον τοξείαν· | |
11.2.9 | Ἀκολουθεῖ δὲ αὐτοῖς καὶ πλῆ‐ θος ἀλόγων ἀῤῥένων τε καὶ θηλείων, ἅμα μὲν πρὸς ἀποτροφήν, ἅμα δὲ καὶ διὰ πλήθους θεωρίαν. | |
11.2.10 | Ἀπληκεύουσι δὲ οὐκ ἐν φοσσάτω, ὥσπερ Πέρσαι καὶ Ῥωμαῖοι, ἀλλὰ μέχρι μὲν τῆς τοῦ πολέμου ἡμέρας διεσπαρμένως κατὰ γένη καὶ φυλάς, τοὺς ἵππους βόσκοντες δεηνεκῶς ἔν τε θέρει καὶ χειμῶνι. Τότε δὲ τοὺς ἀναγκαίους κατέχοντες καὶ πεδικλοῦντες πλησίον τῶν τεντῶν, φυλάττουσι μέχρι | |
5 | τοῦ καιροῦ τῆς παρατάξεως, ὑπὸ νύκτα τῆς παρατάξεως ἀρχόμενοι. | |
11.2.11 | Τὰς δὲ σκούλκας αὐτῶν ἀπὸ μήκους ἀλλεπαλλήλους καθιστῶσιν εἰς τὸ μὴ εὐκόλως αὐτοὺς ὑπομένειν αἰφνιδιασμούς. | |
11.2.12 | Ἐν δὲ τῇ μάχῃ οὐχ ὡς Ῥωμαῖοι καὶ Πέρ‐ σαι τὴν παράταξιν τάσσουσιν ἐν τρισὶ μέρεσιν, ἀλλ’ ἐν διαφόροις μοίραις δρουγ‐ γιστὶ συνάπτοντες ἀλλήλοις τὰς μοίρας, ὥστε μίαν τινὰ φαίνεσθαι παράταξιν. | |
11.2.13 | Ἔχουσι δὲ ἔξω τῆς παρατάξεως δύναμιν τινὰ ἐκ περισσοῦ, ἣν πρὸς ἐνέδραν ἐκ‐ πέμπουσι κατὰ τῶν ἀμελῶς ἀντιτασσομένων αὐτοῖς ἢ εἰς βοήθειαν τοῦ βαρουμένου μέρους φυλάττουσι. Τὰ δὲ ἀδέστρατα αὐτῶν ὄπιθεν τῆς παρατάξεως ἔχουσι | |
5 | πλησίον καὶ τὸν τοῦλδον, ἢ ἀριστερὰ ἢ δεξιὰ τῆς παρατάξεως, ὡς ἀπὸ ἑνὸς ἢ δευτέρου μιλίου ὑπὸ μετρίαν παραφυλακήν. | |
11.2.14 | Πολλάκις δὲ καὶ συνζευγνύντες τὰ περισσὰ τῶν ἵππων κατὰ νώτου τῆς παρατάξεως ποιοῦσιν εἰς φυλακὴν αὐτῆς. Καὶ τὰ μὲν βάθη τῶν ἀκιῶν ἀορίστως, ὡς ἀπαντᾶ, ποιοῦσι, βάθους μᾶλλον φρον‐ τίζοντες, καὶ ἴσον ποιοῦσι καὶ πυκνὸν τὸ μέτωπον. | |
11.2.15 | Χαίρουσι δὲ ταῖς ἀπὸ μήκοθεν μάχαις καὶ ἐνέδραις καὶ ταῖς κυκλώσεσι κατὰ τῶν ἐναντίων καὶ ταῖς ἐσχηματισμέναις ὑποχωρήσεσι καὶ ἀντιστροφαῖς καὶ ταῖς κατὰ κούνας τάξεσι τουτέστι ταῖς διεσπαρμέναις. | |
11.2.16 | Τρέποντες δὲ τοὺς ἐχθροὺς αὐτῶν, πάντα ἐν δευτέρᾳ τάξει τιθέμενοι, οὐκ ἀρκοῦνται, ὥσπερ Πέρσαι καὶ Ῥωμαῖοι καὶ τὰ | |
ἄλλα ἔθνη, τῇ μετρίᾳ καταδιώξει καὶ τῇ τῶν χρημάτων ἁρπαγῇ, ἀλλὰ μέχρι τοσούτου ἐνίστανται, μέχρις οὗ τελείως τὴν τῶν ἐχθρῶν κατάλυσιν ποιήσονται, | 269 | |
5 | πάσῃ μεθόδῳ εἰς τοῦτο κερχημένοι. | |
11.2.17 | Εἰ δὲ καί τινες τῶν ἐχθρῶν αὐτῶν διω‐ κώμενοι εἰς ὀχύρωμα καταφύγωσιν, σπουδάζειν, ἀκριβῶς κατανοοῦντες τὴν τῶν ἀναγκαίων ἔνδειαν τῶν ἵππων ἢ τῶν ἀνδρῶν, προσκαρτερεῖν, ἵνα τῇ στενότητι τούτων χειρώσωνται τοὺς ἐχθρούς, ἢ εἰς τὰ δοκοῦντα αὐτοῖς σύμφωνα τούτοις | |
5 | ἀγάγωσιν. Πρῶτον κουφότερά τινα ἐπερωτῶντες καὶ τότε συντιθεμένων αὐτοῖς τῶν ἐχθρῶν καιριώτερα προτιθέασιν. | |
11.2.18 | Ἐναντιοῦται δὲ αὐτοῖς ἔνδεια βοσκῆς διὰ τὸ πλῆθος ὧν ἐπιφέρονται ἀλόγων· | |
11.2.19 | καὶ ἐν καιρῷ δὲ συμβολῆς τάξις πεζικὴ συντεταγμένη, ὡς ἐναντία αὐτοῖς—καὶ ἐπὶ τῶν ἵππων οὖσι καὶ οὐκ ἀπο‐ βαίνουσι τούτων, οὐδὲ γὰρ στῆναι πεζῇ καρτεροῦσιν, ὡς συντραφέντες τοῖς ἵπ‐ ποις, οὐδὲ τοῖς ποσὶν αὐτῶν ἐπιβαίνειν τῇ ἀσθενείᾳ κρατούμενοι—· | |
11.2.20 | τόπος ὁμαλὸς καὶ γεγυμνωμένος· τάξις καβαλλαρικὴ πεπυκνωμένη καὶ ἀδιάσπαστος ἀκολουθοῦσα· | |
11.2.21 | ἡ ἐκ χειρὸς συμβολὴ ἤτοι συμπλοκή· ἔφοδοι νυκτεριναὶ ἀσφαλῶς γινόμεναι, ἐφ’ ὧ μέρος μὲν συνίστασθαι τεταγμένως, μέρος δὲ ἐφεδρεύειν. | |
11.2.22 | Λυπεῖ δὲ αὐτοὺς σφόδρα καὶ ἡ τῶν αὐτομολούντων ἀναχώρησις· ἀστάτου γὰρ ὄντα γνώμης καὶ φιλοκερδῆ καὶ ἐκ πολλῶν φυλῶν συγκείμενα οὐ ποιοῦνται λόγον συγγενῶν καὶ τῆς εἰς ἀλλήλους ὁμονοίας· | |
11.2.23 | ὀλίγων δὲ ἀρχομένων προσρύεσθαι καὶ φιλοφρονουμένων πλῆθος αὐτοῖς ἐπακολουθεῖ. | |
11.2.24 | Χρὴ τοίνυν ἐγγιζόντων αὐτῶν πρὸς μάχην πρό γε ἁπάντων τὰς σκούλκας ἔχειν ἐπιμελεῖς καὶ συνεχεῖς ἐκ διαστημάτων, εἶτα μεριμνῆσαι καὶ προευτρεπί‐ σασθαι τὰ εἰς δευτέραν τύχην συντείνοντα, εἰς τὸ καὶ ὀχυρὸν τόπον κατανοῆσαι ἐν καιρῷ περιστάσεως καὶ δαπάνην ἐφευρεῖν ὀλίγων ἡμερῶν, εἰ μὲν ἀπαντᾷ, καὶ | |
5 | τῶν ἀλόγων, ἐπείτοι γε τῶν ἀνδρῶν, καὶ μάλιστα τὴν τοῦ ὕδατος εὐπορίαν, εἶτα καὶ τὰ κατὰ τὸν τοῦλδον διαθῆναι, ὡς ἐν τῷ περὶ τούτου γέγραπται λόγῳ. | |
11.2.25 | Καὶ εἰ μὲν σύνεστι πεζικὸς στρατὸς ἐν τῇ πρώτῃ μάχῃ, μάλιστα ἐν ὅσῳ ἐν συνη‐ θείᾳ τοῦ ἔθνους ὁ στρατὸς γίνεται, οὕτως τάξαι κατὰ τὸν δηλουμένον τρόπον ἐν τῇ καταγραφῇ τῆς ἐπικαμπίου ὀπισθίας τάξεως, τουτέστι τῆς ἐχούσης τοὺς | |
5 | καβαλλαρίους ὑποτεταγμένους τοῖς πεζοῖς. | |
11.2.26 | Εἰ δὲ μόνον καβαλλάριοί εἰσιν ἀξιόμαχοι, κατὰ τὸν λεχθέντα τρόπον ἐν τῷ περὶ τάξεως λόγῳ τάσσειν, πλείονας | |
δὲ ἐν τοῖς πλαγίοις ἀφορίζειν καὶ χρησίμους· ἐν τῷ νώτῳ γὰρ ἀρκοῦσιν οἱ δη‐ φένσορες. | 271 | |
11.2.27 | τοὺς δὲ κούρσορας μὴ πλέον τριῶν ἢ τεσσάρων σαγιττοβόλων τῆς παρατάξεως τῶν δηφενσόρων ἐν ταῖς διώξεσι χωρίζεσθαι, μηδὲ καταμαίνε‐ σθαι αὐτῶν ἐπὶ καταδρομῇ. σπουδάζειν δὲ ἐν γυμνῷ καὶ ἀναπεπταμένῳ τόπῳ κατὰ τὸ δυνατὸν τὴν παράταξιν ἐκτάσσειν, ἔνθα μηδὲ ὕλαι, μηδὲ τέλματα, μηδὲ κοι‐ | |
5 | λάδες ἐνοχλοῦσι, διὰ τὰς παρ’ αὐτῶν ἐνέδρας. | |
11.2.28 | Καὶ τὰς σκούλκας δὲ ἐκ διαστήματος κατὰ τῶν τεσσάρων μερῶν τῆς παρατάξεως ἔχειν. | |
11.2.29 | Καλὸν δέ ἐστιν, εἰ ἐνδέχεται, ἢ δύσβατον ποταμὸν ἢ τέλματα ἢ λίμνην κατὰ τοῦ νώτου τῆς παρατάξεως ἔχειν, ἵνα ὁ νῶτος ἀσφαλῶς φυλάττεται. | |
11.2.30 | Καὶ ἐὰν καλῶς τὰ τοῦ πολέμου ἐξέλθῃ, μήτε κατατρέχειν αὐτῶν ἀπλήστως, μήτε ἀμελῶς διακεῖ‐ σθαι· οὐδὲ γάρ, ὡς τὰ λοιπὰ ἔθνη, τὴν πρώτην ἡττώμενα μάχην ἀπολήγουσι τοῦ πολέμου, ἀλλὰ, μέχρις οὗ κατὰ κράτος ταπεινωθῶσιν, ἐπιτηδέουσι διὰ πολ‐ | |
5 | λῶν τρόπων κατὰ τῶν ἐχθρῶν αὐτῶν ἐγχειρεῖν. | |
11.2.31 | Εἰ δὲ σύμμικτός ἐστιν ἡ τάξις καὶ πλείους οἱ πεζοί, δέον πρόνοιαν ἐν τοῖς τοιούτοις ποιεῖσθαι τῆς ἀπο‐ τροφῆς τῶν ἀλόγων· οὐ πάντως γάρ, ὅτε συγχωροῦνται οἱ καβαλλάριοι τῶν ἐχθρῶν ἐγγιζόντων, χορτάσματα συναγαγεῖν. | |
11.3t | Πῶς δεῖ ἁρμόζεσθαι τοῖς ξανθοῖς ἔθνεσιν, οἷον Φράγγοις, Λαγγοβάρ‐ δοις καὶ λοιποῖς ὁμοδιαίτοις αὐτῶν; | |
11.3.1 | Τὰ ξανθὰ ἔθνη λόγον ἐλευθερίας ποιούμενα θρασέα εἰσι καὶ ἀκατά‐ πληκτα ἐν τοῖς πολεμίοις, τολμηρά τε καὶ προπετῆ ὄντα, τὴν δειλίαν καὶ τὴν πρὸς μικρὸν ἀναχώρησιν εἰς ὄνειδος ἔχοντα εὐκόλως θανάτου περιφρονοῦσιν, τὴν κατὰ χεῖρα μάχην σφοδρῶς ἐπί τε ἵππων καὶ πεζῇ μαχούμενα· ἐν οἷς στενού‐ | |
5 | μενα ὡς εἰκὸς ἐν ταῖς καβαλλαρικαῖς μάχαις, ἑνὶ συνθήματι ἐκ τῶν ἵππων ἀπο‐ βαίνοντα πεζῇ τάσσονται, ὀλίγοι πρὸς πλείονας καβαλλαρίους, μὴ ἀπολήγοντες τῆς μάχης. | |
11.3.2 | Ὁπλίζονται δὲ σκουταρίοις καὶ κονταρίοις καὶ σπαθίοις κοντοῖς ἐπὶ τῶν ὤμων αὐτῶν ἀναβασταζομένοις. | |
11.3.3 | Χαίρουσι δὲ τῇ πεζομαχίᾳ καὶ τοῖς μετ’ ἐλασίας ἐμπέτοις. | |
11.3.4 | Τάσσονται δὲ ἐν ταῖς μάχαις εἴτε πεζῇ, εἴτε ἐπὶ τῶν ἵππων, οὐ μέτρῳ τινὶ ὡρισμένῳ καὶ τάξει, ἢ ἐν μοίραις, ἢ ἐν μέρεσιν, ἀλλὰ κατὰ φυλὰς καὶ τῇ πρὸς ἀλλήλους συγγενείᾳ τε καὶ προσπαθείᾳ, ὅθεν πολλάκις ἐν καιρῷ περιστάσεως, φίλων ἐναπολειφθέντων, συνεκινδύνευσαν αὐτοῖς μά‐ | |
5 | χῃ, τούτους ἐκδικήσαντες. | |
11.3.5 | Ἴσον δὲ τὸ μέτωπον τῆς παρατάξεως αὐτῶν καὶ πυκνὸν ἐν ταῖς μάχαις ποιοῦσιν. | 273 |
11.3.6 | Τὰς δὲ συμβολάς, εἴτε ἐπὶ τῶν ἵππων, εἴτε πεζῇ, σφοδρὰς καὶ ἀκατασχέτους ποιοῦσιν, ὡς μόνα τῶν ἁπάντων ἁπάσης δειλίας ἀπεχόμενα. | |
11.3.7 | Ἀπειθῆ δὲ ὄντα τοῖς ἄρχουσιν αὐτῶν καὶ ἀπράγμονα καὶ πά‐ σης ποικιλίας καὶ ἀσφαλείας ἐκτὸς καὶ τῆς τοῦ συμφέροντος γνώμης, τάξεως περιφρονοῦσι, καὶ μάλιστα τῆς ἐφ’ ἵππου. | |
11.3.8 | Ὑποφθείρονται δὲ χρήμασιν εὐκόλως, φιλοκερδῆ ὄντα. | |
11.3.9 | Λυπεῖ δὲ αὐτὰ κακοπάθεια καὶ συντριβή· ὅσον γὰρ τὰς ψυχὰς τολμηρὰς καὶ θρασείας κέκτηνται, τοσοῦτον τὰ σώματα εὐπαθῆ καὶ ἁπαλὰ καὶ κόπον εὐκόλως φέρειν μὴ δυνάμενα. | |
11.3.10 | Προσέτι δὲ λυπεῖ καύ‐ σων, ψύχος, βροχή, ἔνδεια δαπανημάτων καὶ μάλιστα οἴνου, ὑπέρθεσις πολέμου. | |
11.3.11 | Ἐν δὲ τῷ καιρῷ τῆς καβαλλαρικῆς μάχης ἐναντιοῦνται αὐτοῖς τόποι δύσ‐ βατοι καὶ δασεῖς. | |
11.3.12 | Ὑπομένουσι δὲ καὶ ἐνέδρας εὐκόλως κατά τε τῶν πλα‐ γίων καὶ τοῦ νώτου τῆς παρατάξεως, μὴ πάνυ φροντίζοντες σκούλκας καὶ τῆς λοιπῆς ἀσφαλείας. | |
11.3.13 | Διαλύονται δὲ εὐκόλως καὶ ὑπὸ φυγῆς ἐσχηματισμένης καὶ ἄφνω κατ’ αὐτῶν ἀντιστρεφομένης. | |
11.3.14 | Πολλάκις δὲ καὶ νυκτεριναὶ ἔφοδοι ὑπὸ τοξοτῶν βλάπτουσιν αὐτούς, χύδην αὐτῶν ἀπληκευόντων. | |
11.3.15 | Χρὴ τοίνυν πρό γε ἁπάντων ἐν ταῖς κατ’ αὐτῶν μάχαις μὴ ἀμβιτεύειν εἰς δημοσίας παρατά‐ ξεις, καὶ μάλιστα ἐν τοῖς προοιμίοις, ἀλλ’ εὐτάκτως ἐφεδρεύειν καὶ κλοπαῖς κατ’ αὐτῶν κεχρῆσθαι μᾶλλον καὶ σοφίσμασι, καὶ ὑπερτίθεσθαι καὶ διασύρειν τὸν | |
5 | καιρὸν καὶ ἀσύμφωνα σχηματίζεσθαι πρὸς αὐτούς, ἵνα ἢ τῇ τῶν δαπανημάτων λείψει ἢ καὶ τῇ τοῦ καύσωνος ἢ τοῦ ψύχους ὀχλήσει τὸ θράσος αὐτῶν καὶ τὸ πρόθυμον ἐλαττοῦται. | |
11.3.16 | Δυνατὸν δὲ ἐστὶ τοῦτο γενέσθαι ἐν ὀχυρωτέροις καὶ δυσβάτοις τόποις ἀπληκεύοντος τοῦ στρατοῦ, ἔνθα ὡς κοντάτοι κατὰ τοῦ τόπου ἐγχειρεῖν ἐπιτηδείως οὐ δύνανται οἱ ἐχθροί. | |
11.3.17 | Εἰ καιρὸς γένηται παρα‐ τάξεως ἐν τῇ μάχῃ, χρὴ ὡς δηλοῦται ἐν τῷ περὶ τάξεως λόγῳ τάσσειν. | |
11.4t | Πῶς δεῖ Σκλάβοις καὶ Ἄνταις καὶ τοῖς τοιούτοις ἁρμόζεσθαι; | |
11.4.1 | Τὰ ἔθνη τῶν Σκλάβων καὶ Ἀντῶν ὁμοδίαιτά τε καὶ ὁμότροπά εἰσι καὶ ἐλεύθερα, μηδαμῶς δουλοῦσθαι ἢ ἄρχεσθαι πειθόμενα, καὶ μάλιστα ἐν τῇ ἰδίᾳ χώρᾳ, | |
11.4.2 | πολύανδρα τε καὶ τληπαθῆ, φέροντα ῥᾳδίως καὶ καύσωνα καὶ ψύχος καὶ βροχὴν καὶ σώματος γυμνότητα καὶ τὴν τῶν δαπανημάτων ἔνδειαν. | 275 |
11.4.3 | Εἰσὶ δὲ τοῖς ἐπιξενουμένοις 〈ἐν〉 αὐτοῖς ἤπιοι καὶ φιλοφρονούμενοι· αὐτοὺς διασῴζου‐ σιν κατὰ διαδοχὴν ἐκ τόπου εἰς τόπον, οὗ ἂν δέονται· ὡς, εἴγε δι’ ἀμέλειαν τοῦ ὑποδεχομένου συμβῇ τὸν ξένον βλαβῆναι, πόλεμον κινεῖ κατ’ αὐτοῦ ὁ τοῦτον | |
5 | παραθέμενος, σέβας ἡγούμενος τὴν τοῦ ξένου ἐκδίκησιν. | |
11.4.4 | Τοὺς δὲ ὄντας ἐν αἰχμαλωσίᾳ παρ’ αὐτοῖς οὐκ ἀορίστῳ χρόνῳ, ὡς τὰ λοιπὰ ἔθνη, ἐν δουλείᾳ κα‐ τέχουσιν, ἀλλὰ ῥητὸν ὁρίζοντες αὐτοῖς χρόνον, ἐν τῇ γνώμῃ αὐτῶν ποιοῦνται, εἴτε θέλουσιν ἐν τοῖς ἰδίοις ἀναχωρῆσαι μετά τινος μισθοῦ ἢ μένειν ἐκεῖσε ἐλεύ‐ | |
5 | θεροι καὶ φίλοι. | |
11.4.5 | Ὕπεστιν δὲ αὐτοῖς πλῆθος ἀλόγων παντοίων καὶ γενημά‐ των ἐν θημωνίαις ἀποκείμενον, καὶ μάλιστα κέγχρου καὶ ἐλύμου. | |
11.4.6 | Σωφρονοῦσι δὲ καὶ τὰ θήλεα αὐτῶν ὑπὲρ πᾶσαν φύσιν ἀνθρώπου, ὥστε πολλὰς αὐτῶν τὴν τῶν ἰδίων ἀνδρῶν τελευτὴν ἴδιον ἡγεῖσθαι θάνατον καὶ ἀποπνίγειν ἑαυτὰς ἑκουσίως οὐχ ἡγουμένας ζωὴν τὴν ἐν χηρείᾳ διαγωγήν. | |
11.4.7 | Ἐν ὕλαις δὲ καὶ ποταμοῖς καὶ τέλμασι καὶ λίμναις δυσβάτοις οἰκοῦντα καὶ πολυσχιδεῖς τὰς διεξόδους τῶν οἰκήσεων ποιούμενα, διὰ τὰς ὡς εἰκὼς συμβαινούσας αὐτοῖς περιστάσεις, | |
11.4.8 | τὰ ἀναγκαῖα τῶν πραγμάτων αὐτῶν ἐν ἀποκρύφῳ χωννύουσιν, οὐδὲν περιττὸν ἐν φανερῷ κεκτημένα. | |
11.4.9 | Καὶ βίον ζῶντα ληστρικὸν φιλοῦσιν ἐν τοῖς δασέσι καὶ στενοῖς καὶ κρημνώδεσι τόποις τὰς κατὰ τῶν ἐχθρῶν αὐτῶν ἐγχειρήσεις ἐργά‐ ζεσθαι. Κέχρηνται δὲ ἐπιτηδείως ταῖς ἐνέδραις καὶ τοῖς αἰφνιδιάσμασι καὶ κλο‐ παῖς ἔν τε νυξὶ καὶ ἡμέραις πολλὰς μεθόδους σχηματιζόμενα. | |
11.4.10 | Ἐν πείρᾳ δέ εἰσι καὶ τῆς τῶν ποταμῶν διαβάσεως ὑπὲρ πάντας ἀνθρώπους καὶ γενναίως ἐγ‐ καρτεροῦσι τοῖς ὕδασιν, ὡς πολλάκις τινὰς αὐτῶν ἐν τοῖς οἰκείοις διάγοντας, αἰφνιδιασμένους ἐκ περιστάσεως, καταδύναντας ἐν τῷ βάθει τοῦ ὕδατος, καλά‐ | |
5 | μους ἐπὶ τούτῳ πεποιημένους μακροὺς δι’ ὅλου κεκενωμένους κρατεῖν ἐν τοῖς στόμασιν αὐτῶν διήκοντας μέχρι τῆς τοῦ ὕδατος ἐπιφανείας καὶ κειμένους ὑπτίους ἐν τῷ βάθει δι’ αὐτῶν ἀναπνέειν καὶ ἐπὶ πολλὰς ὥρας ἐξαρκεῖν, ὥστε μηδεμίαν ὑπόνοιαν ἐξ αὐτῶν γίνεσθαι· ἀλλὰ κἂν συμβῇ τοὺς καλάμους ἔξωθεν ὁρᾶσθαι, συμφυεῖς τῷ ὕδατι τούτους νομίζεσθαι ὑπὸ τῶν ἀπείρων. Διὸ οἱ πρὸς τοῦτο ἐμπεί‐ | |
10 | ρως ἔχοντες διὰ τῆς τομῆς καὶ θέσεως ἐπιγινώσκοντες τὸν κάλαμον ἢ κατανύτ‐ τουσιν αὐτῶν τὰ στόματα δι’ αὐτῶν ἢ ἀποσπῶντες τούτους ἀναφέρουσιν ἐκ τοῦ | |
ὕδατος οὐ δυναμένων αὐτῶν τοῦ λοιποῦ ἐπιμένειν τῷ ὕδατι. | 277 | |
11.4.11 | Ὁπλίζονται δὲ ἀκοντίοις μικροῖς δυσὶν ἕκαστος ἀνήρ, τινὲς δὲ αὐτῶν καὶ σκουταρίοις γενναίοις μέν, δυσμετακομίστοις δέ. Κέχρηνται δὲ καὶ τόξοις ξυλίνοις καὶ σαγίτταις μικραῖς κεχριμέναις τοξικῷ φαρμάκῳ, ὅπερ ἐστὶν ἐνεργη‐ τικόν. Εἰ μὴ πόματι τῆς θηριακῆς προκαταληφθῇ ὁ τιτρωσκόμενος παρ’ αὐτοῦ, | |
5 | ἑτέροις βοηθήμασιν ἐγνωσμένοις τοῖς ἐπιστήμασι τῶν ἰατρῶν ἢ παρ’ εὐθὺ περι‐ τμηθῇ τὴν πλαγὴν εἰς τὸ μὴ κατανέμεσθαι αὐτὰ καὶ τὸ λοιπὸν τοῦ σώματος. | |
11.4.12 | Ἄναρχα δὲ καὶ μισάλληλα ὄντα, οὐδὲ τάξιν γινώσκουσιν, οὐδὲ τὴν κατὰ συ‐ στάδην μάχην ἐπιτηδέουσι μάχεσθαι, οὐδὲ ἐν γυμνοῖς καὶ ὁμαλοῖς τόποις φαί‐ νεσθαι· ἤ, εἰ δὲ καὶ συμβῇ αὐτοῖς κατατολμῆσαι ἐν τῷ καιρῷ τῆς συμβολῆς, κρά‐ | |
5 | ζοντες ἅμα ὀλίγον ἐπὶ τὸ πρόσω κινοῦσιν. Καὶ εἰ μὲν ἐνδώσουσι τῇ φωνῇ αὐτῶν οἱ ἀντιτασσόμενοι, ἐπέρχονται σφοδρῶς· εἰ δὲ μήγε, τὴν αὐτὴν τρέπονται, μὴ σπεύδοντες χειρὶ ἀποπειραθῆναι τῆς τῶν ἐχθρῶν αὐτῶν δυνάμεως, προστρέχουσι δὲ ταῖς ὕλαις, πολλὴν ἐκεῖθεν βοήθειαν ἔχοντες, ὡς γινώσκοντες ἁρμοδίως ἐν τοῖς στενώμασι μάχεσθαι. | |
11.4.13 | Καὶ γὰρ πολλάκις πραῖδαν φερόμενα ὑπὸ μετρίας ταραχῆς, ταύτης περιφρονοῦντα ἐν ταῖς ὕλαις προστρέχουσι καὶ τῶν ἐπερχομέ‐ νων περὶ τὴν πραῖδαν ῥεμβομένων εὐκόλως ἐπανιστάμενα βλάπτουσι τούτους. Τοῦτο δὲ διαφόρως καὶ ἑκουσίως ποιεῖν ἐπιτήδειοι πρὸς δέλεαρ τῶν ἐναντίων | |
5 | αὐτῶν. | |
11.4.14 | Ἄπιστοι δέ εἰσι παντοίως καὶ ἀσύμφωνοι περὶ τὰς συνθήκας, φόβῳ μᾶλλον ἢ δώροις εἴκοντες· διαφόρου γὰρ γνώμης κρατούσης ἐν αὐτοῖς, ἢ οὐ συμ‐ βαίνουσιν, ἢ καὶ συμβαινόντων αὐτῶν τὰ δοκοῦντα συντόμως ἕτεροι παραβαίνουσι, πάντων ἐναντίων ἀλλήλων φρονούντων καὶ μηδενὸς τῷ ἑτέρῳ παραχωρεῖν βου‐ | |
5 | λομένου. | |
11.4.15 | Λυποῦσι δὲ αὐτὰ ἐν ταῖς μάχαις αἱ ἐκ τῶν σαγιττῶν βολαὶ καὶ αἰφνίδιοι κατ’ αὐτῶν ἐγχειρήσεις καὶ αἱ ἐκ διαφόρων τόπων ἐπελεύσεις καὶ αἱ τῶν πεζῶν ἐκχειρὸς μάχαι, καὶ μάλιστα ψιλῶν, καὶ αἱ τῶν γυμ‐ νῶν καὶ ἀναπεπταμένων τόπων θέσεις. | |
11.4.16 | Χρὴ τοίνυν καβαλλαρίων καὶ πεζῶν, μάλιστα ψιλῶν ἤτοι ἀκοντιστῶν, δύναμιν παρασκευάσαι, καὶ βελῶν πλῆθος, μὴ μόνον σαγιττῶν, ἀλλὰ καὶ ἑτέρων ἀκοντίων, | |
11.4.17 | καὶ γεφυρωμάτων κατασκευάς, εἰ δυνατὸν, τὰς λεγομένας πλωτάς, ὥστε ἀσκόπως τὰς διελεύσεις τῶν ποταμῶν | |
γίνεσθαι, πολλῶν ὄντων καὶ δυσβάτων ἐν τῇ χώρᾳ αὐτῶν· καὶ κατὰ τὸ Σκυθικὸν σχῆμα, τοὺς μὲν γεφυροῦν, τοὺς δὲ πουλπιτοῦν. | 279 | |
11.4.18 | Ἔχειν δὲ καὶ ἀσκοὺς βοείους ἢ Αἰγυπτίους, ὥστε καὶ δι’ αὐτῶν σχεδίας γίνεσθαι· καὶ ἐν ταῖς αἰφνι‐ δίαις καταδρομαῖς καὶ διαβάσεσι κατὰ τῶν ἐχθρῶν ἐν καιρῷ θέρους νήχεσθαι δι’ αὐτῶν τοὺς στρατιώτας. | |
11.4.19 | Χρὴ δὲ τὰς κατ’ αὐτῶν ἐγχειρήσεις ἐν χειμε‐ ρίοις μᾶλλον καιροῖς γίνεσθαι, ὅταν τῶν δένδρων γυμνουμένων λανθάνειν εὐκό‐ λως οὐ δύνανται, ἀλλὰ καὶ τῆς χιόνος τὰ ἴχνη τῶν φευγόντων διελεγχούσης καὶ τῆς φαμιλίας αὐτῶν ταπεινῆς οὔσης, οἷα γυμνῆς, λοιπὸν δὲ καὶ τῷ κρύει οἱ πο‐ | |
5 | ταμοὶ εὐδιάβατοι γίνονται. | |
11.4.20 | Τὰ πλείονα δὲ τῶν ἀλόγων καὶ τὴν περιούσην ἀποσκευὴν ἐν τοῖς ἰδίοις καταλιμπάνειν ἐν ἀσφαλεστέρῳ τόπῳ, μετὰ μετρίας πα‐ ραφυλακῆς καὶ ἄρχοντος. Τοὺς δὲ δρόμωνας καταστῆσαι ἐν τοῖς τράκτοις τοῖς ἀναγκαίοις. | |
11.4.21 | Μοῖραν δέ τινα καβαλλαρίων ἐάσαι ἐν τῇ χώρᾳ μετὰ ἐμφανῶν ἀρχόντων, ἅμα μὲν πρὸς παραφυλακὴν αὐτῆς, εἰς τὸ μὴ περιπασθῆναι τὸν πε‐ ροῦντα στρατὸν ἐχθρῶν ὡς εἰκὸς ἐφεδρευόντων αὐτῇ, ἅμα δὲ φημίσαι ὡς καὶ δι’ ἑτέρων τόπων μέλλει ἡ ἔφοδος κατ’ αὐτῶν γίνεσθαι, ἵνα τῇ φήμῃ ταύτῃ καὶ τῇ | |
5 | προλήψει τῶν ἀρχόντων ἕκαστος ἀγωνιῶν ὑπὲρ τῶν ἰδίων μὴ λάβῃ καιρὸν συναχ‐ θῆναι καὶ κόπους τῷ στρατῷ παρασχεῖν. | |
11.4.22 | Τούτους δὲ μηδὲ πλησίον τοῦ Δανουβίου μένειν, ἵνα μὴ κατασκοπούμενοι ὡς ὀλίγοι εὐπεριφρόνητοι γίνωνται, μηδὲ πολὺ μήκοθεν, εἰς τὸ μὴ ἐμβραδύνειν αὐτούς, χρείας μελλούσης, ἑνωθῆναι τῷ περοῦντι στρατῷ, ἀλλ’ ὡς ἀπὸ μιᾶς μόνης τοῦ Δανουβίου διάγειν. | |
11.4.23 | Τὸν δὲ περοῦντα ἐν τῇ πολεμίᾳ ἄφνω ἐπιστῆναι καὶ τὴν διάβασιν ἐν ὁμαλοῖς καὶ ἴσοις ποιήσασθαι τόποις καὶ εὐθέως χρήσιμον ἄρχοντα μετὰ ἐπιλέκτων ἀνδρῶν δραμεῖν κρατῆσαι γλῶτταν, δι’ ἧς δυνήσεται τὰ κατὰ τοὺς ἐχθροὺς πολυπραγμονῆσαι. | |
11.4.24 | Παραφυλάττεσθαι δέ, ὅσον ἐστὶ δυνατόν, εἰς τὸ διὰ δυσβάτων ἤτοι δασέων τόπων ἐν καιρῷ θέρους τὴν πάροδον, ὡς ἔτυχεν, ἀπολυπραγμόνως μὴ ποιεῖσθαι, ἐχθρῶν μάλιστα συνισταμένων, πρὶν ἢ τούτους διὰ πεζῶν ἢ καβαλλαρίων ἐκδιωχ‐ θῆναι. | |
11.4.25 | Εἰ δὲ διὰ τῶν αὐτῶν τόπων στενῶν ὄντων ἀνάγκη τὴν ἐπάνοδον προσδοκᾶσθαι, δεῖ τούτους, καθὼς εἴρηται ἐν τῷ περὶ τούτου λόγῳ, ἢ ἐκκόπτειν καὶ πλατύνειν ἢ τὸν ἀρκοῦντα στρατὸν ἐν αὐτοῖς καταλιμπάνειν μέχρι τῆς ἐπα‐ νόδου, ἵνα μὴ οἱ ἐχθροὶ αἰφνιδιάζοντες ἢ καὶ λανθάνοντες βιάζωνται ἐν τῇ παρόδῳ | |
5 | τὸν στρατὸν μετὰ πραίδας ὡς εἰκὸς ὄντα. | |
11.4.26 | Καὶ ἐν τοῖς ἀπλήκτοις δὲ φυλάτ‐ τεσθαι τοὺς δασεῖς τόπους, ὡς ἐνδέχεται, καὶ μὴ πλησίον αὐτῶν σκηνοῦν· δι’ αὐ‐ τῶν γὰρ εὐκόλως ἔφοδοι τολμῶνται καὶ κλοπαὶ ἀλόγων γίνονται. | 281 |
11.4.27 | Τὴν δὲ πεζικὴν δύναμιν ἐν τάξει καὶ ἐν φοσσάτῳ ἀπληκεύειν, τοὺς καβαλλαρίους ἔξωθεν τούτου, τὰς δὲ σκούλκας μήκοθεν ἐν κύκλῳ τῶν βοσκομένων ἵππων ποιεῖν, εἰ μὴ ἄρα ἀποτροφὰς τῶν ἀλόγων ἐπινοεῖν δύνανται, ἵνα καὶ ἐν ἡμέρᾳ καὶ ἐν | |
5 | νυκτὶ ἡ ἵππος ἔσω ἐστίν. | |
11.4.28 | Εἰ δὲ καιρὸς γένηται μάχης, μὴ πάνυ βαθείας τὰς κατ’ αὐτῶν τάξεις ποιεῖν, μηδὲ ἐπιτηδεύειν δι’ ὄψεως μόνον τὰς κατ’ αὐτῶν ἐγχειρήσεις, ἀλλὰ καὶ δι’ ἑτέρων τόπων. | |
11.4.29 | Εἰ δέ, οἷα εἰκός, ὀχυρώτερον τόπον κατέχοντες καὶ τὸν νῶτον φυλαττόμενοι εὐχέρειαν οὐ διδόασι, κύκλωσιν ἢ ἔφοδον κατὰ τῶν πλαγίων ἢ τοῦ νώτου αὐτῶν γενέσθαι, ἀναγκαῖόν ἐστί τινας ἐνέδρας ποιεῖν, ἑτέρους δὲ καὶ φυγὴν σχηματίζεσθαι εἰς ὄψιν αὐτῶν, ἵνα τῇ | |
5 | ἐλπίδι τῆς διώξεως κρατούμενοι ἀποστῶσι τοῦ ὀχυρώματος καὶ τότε κατ’ αὐτῶν ἀντιστρέφεσθαι ἢ τοὺς τῆς ἐνέδρας ἐπέρχεσθαι αὐτοῖς. | |
11.4.30 | Πολλῶν δὲ ὄντων ῥηγῶν καὶ ἀσυμφώνως ἐχόντων πρὸς ἀλλήλους, οὐκ ἄτοπόν τινας αὐτῶν μεταχειρίζεσθαι ἢ λόγῳ ἢ δώροις καὶ μάλιστα τοὺς ἐγγυτέ‐ ρω τῶν μεθορίων καὶ τοῖς ἄλλοις ἐπέρχεσθαι, ἵνα μὴ ἡ πρὸς πάντας ἔχθρα ἕνω‐ σιν ἢ μοναρχίαν ποιεῖ. | |
11.4.31 | Τοὺς δὲ λεγομένους ῥεφούγους ἐπιστελλομένους καὶ στράτας δεικνύειν καὶ μηνύειν τινὰ δεῖ ἀσφαλῶς φυλάττειν· κἂν γὰρ Ῥωμαῖοί εἰσι τῷ χρόνῳ ποιωθέντες καὶ τῶν ἰδίων ἐπιλαθόμενοι τὴν πρὸς τοὺς ἐχθροὺς εὔ‐ νοιαν ἐν προτιμήσει ποιοῦνται· οὓς εὐγνωμονοῦντας μὲν εὐεργετεῖν, κακουργοῦν‐ | |
5 | τας δὲ τιμωρεῖσθαι προσήκει. | |
11.4.32 | Τὰς δὲ εὑρισκομένας δαπάνας ἐν τῇ χώρᾳ ἐκ τοῦ πλησίον μὴ ἀκαίρως ἀναλίσκειν, ἀλλὰ σπουδάζειν ἐν τῇ ἰδίᾳ μετακομίζειν διά τε ζῴων καὶ πλοίων· τῶν γὰρ ποταμῶν αὐτῶν ἐπιμιγνυμένων τῷ Δανουβίῳ εὔκολος ἡ μετακομιδὴ διὰ πλοίων γίνεται. | |
11.4.33 | Ἀναγκαῖοι δέ εἰσιν οἱ πεζοὶ οὐ μόνον ἐν τοῖς στενοῖς τόποις καὶ ὀχυ‐ ρώμασιν, ἀλλὰ καὶ ἐν δυσβάτοις τόποις καὶ ποταμοῖς· ἔνθα καὶ ἐχθρῶν φαινομέ‐ νων εὐκόλως τούτους δυνατὸν γεφυροῦσθαι. Ὀλίγων γὰρ σκουτάτων καὶ ψιλῶν ἐν νυκτὶ λεληθότως ἢ ἐν ἡμέρᾳ ἀντιπερούντων εἰς τάξιν τε εὐθέως καθισταμέ‐ | |
5 | νων ἢ καὶ ἐχόντων εἰς νῶτα τὸν ποταμόν, ἄδειαν παρέχουσι γεφυροῦσθαι τοὺς ποταμοὺς πρὸς διάβασιν. | 283 |
11.4.34 | Ἐν δὲ ταῖς στεναῖς διαβάσεσι ποταμῶν ἢ τόπων ἀναγκαῖόν ἐστι πάντως ὀπισθοφύλακας εἶναι ἐξπλήκτους, πρὸς τὴν τοῦ τόπου θέσιν. Τότε γὰρ συμβαίνει τὰς ἐφόδους ἐπιτηδεύεσθαι, ὅταν μεμερισμένη ἐστὶν ἡ δύναμις καὶ οἱ προλαμβάνοντες τοὺς ὄπιθεν βοηθεῖν οὐ δύνανται. | |
11.4.35 | Τὰς δὲ κατὰ τῶν ἐχθρῶν γινομένας ὡς εἰκὸς αἰφνιδίους ἐπιδρομὰς κανόνι ποιεῖσθαι, ὥστε τοὺς μὲν δι’ ὄψεως ἐπέρχεσθαι καὶ διαταράσσειν αὐτούς, ἑτέρους δὲ ὄπιθεν λεληθότως πεζοὺς ἢ καβαλλαρίους καθιστᾶν ἔνθα προσδοκῶσι φεύγειν, ὥστε | |
5 | τοὺς ὡς εἰκὸς λανθάνοντας ἢ ἐκφεύγοντας τὴν πρώτην ἐπιδρομὴν τῇ ἄλλῃ ἀπρο‐ όπτως περιπίπτειν. | |
11.4.36 | Ἀναγκαῖον δὲ ἐστὶν μηδ’ ἐν θέρει ἀργεῖν εἰς τὴν κατ’ αὐτῶν βλάβην, ὥστε ἐν τοῖς τοιούτοις καιροῖς τοὺς γυμνοτέρους καὶ πιλωτέρους τόπους πραιδεύειν καὶ ἐπιτηδεύειν ἐμβραδύνειν τῇ χώρᾳ αὐτῶν, ἵνα ἄδειαν λάβωσιν οἱ Ῥωμαῖοι αἰχμάλωτοι ἀδεῶς ἀναχωρεῖν δι’ αὐτῶν· τότε γὰρ μάλιστα | |
5 | τῆς ὕλης κομώσης εὐχέρεια γίνεται τοῖς αἰχμαλώτοις ἀφόβως ἀναχωρεῖν. | |
11.4.37 | Τὰ μέντοι περὶ τῆς ὁδοιπορίας καὶ καταδρομῆς ἤτοι πραίδας τῆς χώρας καὶ τῶν ἄλλως πῶς παρεμπιπτόντων εἴρηται μὲν ἐν τῷ λόγῳ τῷ περὶ τῆς ἐν τῇ πολεμίᾳ εἰσόδου. Νῦν δὲ κατὰ τὸ δυνατὸν ἐν συντόμῳ λεχθήσεται. | |
11.4.38 | Τῶν γὰρ χωρίων τῶν Σκλάβων καὶ Ἀντῶν κατὰ τοὺς ποταμοὺς ἐφεξῆς διακειμένων καὶ συνημ‐ μένων ἀλλήλοις, ὥστε μηδὲ διάλειμμα εἶναι μεταξὺ αὐτῶν ἄξιον λόγου ὕλης τε ἢ παλουδίων ἢ καλαμεώνων ἐγγιζόντων αὐτοῖς, ὡς ἐπίπαν συμβαίνει ἐν ταῖς | |
5 | κατ’ αὐτῶν γινομέναις ἐφόδοις, ἅμα τοῦ τῷ πρώτῳ αὐτῶν χωρίῳ ἐπιστῆναι κἀκεῖσε ἐνασχολεῖσθαι τὸν πάντα στρατόν, τὰ λοιπὰ ὡς γειτονεύοντα καὶ ἐγγὺς τὰς ὕλας ἔχοντα, αἰσθανόμενα τῆς τοιαύτης κινήσεως, ἐκ τοῦ πλησίον μὲν εὐκόλως φυ‐ γαδεύουσι τὰ ὑπάρχοντα αὐτοῖς. | |
11.4.39 | Ἔξπληκτοι δὲ οἱ νεώτεροι αὐτῶν γινό‐ μενοι, ὡς εὐκαιροῦντες λεληθότως τοῖς στρατιώταις ἐπέρχονται, ὡς ἐντεῦθεν μηδὲν δύνασθαι εἰς βλάβην τῶν ἐχθρῶν ἐργάζεσθαι τοὺς τὴν ἔφοδον μετ’ αὐτῶν ποι‐ ουμένους. | |
11.4.40 | Διὸ χρὴ αἰφνιδίους κατ’ αὐτῶν τὰς ἐγχειρήσεις ποιεῖσθαι διὰ τόπων μάλιστα ἀνυπόπτων· προορδινεύειν δὲ τὰ βάνδα ἤτοι τάγματα εἰς τὸ εἰδέναι αὐτὰ ποῖον πρῶτον καὶ ποῖον δεύτερον καὶ τρίτον καὶ ἐφεξῆς ὀφεῖλον περιπατεῖν | |
διὰ τοὺς στενουμένους μάλιστα τόπους καὶ ἵνα μὴ συνέσχωνται καὶ βραδέως | 285 | |
5 | ἐν τῇ διανομῇ διακρίνωνται. | |
11.4.41 | Τοῦ δὲ περάματος ἄφνω γινομένου, εἰ μὲν διὰ δύο τόπων ἐπιτηδείων τὴν ἐγχείρησιν γενέσθαι δυνατόν, δεῖ τὸν στρατὸν εἰς δύο μερίζεσθαι· καὶ τὸ μὲν ἓν μέρος λαμβάνειν τὸν ὑποστράτηγον· ἔξπληκτον καὶ χωρὶς τούλδου καὶ προκόπτοντα ὡς δεκαπέντε ἢ εἴκοσι μιλίων διάστημα | |
5 | δι’ ἀγνώστων τόπων ἐκ πλαγίου ὡς ἀπὸ τῶν ὀρινωτέρων μερῶν ἐγχειρεῖν, καὶ ἐγγίζοντα τοῖς χωρίοις ἐκεῖθεν ἄρχεσθαι τῆς πραίδας καὶ ὡς ἐπὶ τὸ μέρος τοῦ στρατηγοῦ ἔρχεσθαι. Τὸν δὲ στρατηγὸν ἔχοντα τὸ ἄλλο μέρος διὰ τῆς ἑτέρας ἀρχῆς τῶν χωρίων εἰσβάλλειν καὶ πραιδεύειν καὶ ἀμφοτέρους εἰς ἀπαντὴν ἀλ‐ λήλων ἐρχομένους καὶ ἀφανίζοντας ἤτοι πραιδεύοντας τὰ ἐν μέσῳ χωρία, ἐν ᾧ | |
10 | συμφθάσωσι τόπῳ ἐφ’ ἑσπέραν ἐκεῖσε ἐν τῷ ἅμα ἀπληκεύειν. Ἐκ τούτου γὰρ καὶ ἀσφαλῶς ἡ ἐγχείρησις γίνεται καὶ οἱ διαφεύγοντες τῶν ἐχθρῶν τὸν ἕνα αὐτῶν τῷ ἄλλῳ περίπτουσιν ἀδοκήτως, μηδ’ ἐπισυναχθῆναι δυνάμενοι. | |
11.4.42 | Εἰ δὲ μία ἔστιν ἡ ἐπιτηδεία ὁδός, δι’ ἧς τὴν εἰσβολὴν κατὰ τῶν χωρίων δυνατὸν γε‐ νέσθαι, χρὴ καὶ οὕτως τὸν στρατὸν διανεμηθῆναι, καὶ τὸ μὲν δίμοιρον αὐτοῦ, ἢ καὶ πλέον, ἔξπληκτον καὶ εὐδύναμον, λαμβάνειν τὸν ὑποστράτηγον, δίχα τούλδου, | |
5 | καὶ μετὰ τοῦ ἰδίου αὐτοῦ ἐν ᾧ αὐτὸς τάσσεται βάνδου ἔμπροσθεν πάντων προη‐ γεῖσθαι, ἔχοντα μεθ’ ἑαυτοῦ πάντας τοὺς τῶν ταγμάτων αὐτοῦ ἄρχοντας· καὶ ὅταν τῷ πρώτῳ χωρίῳ ἐπιστῇ πρὸς τὴν αὐτοῦ δύναμιν, ἀφορίζειν εἴτε ἕν, εἴτε δύο βάνδα, ὥστε τοὺς μὲν πραιδεύειν, τοὺς δὲ φυλάττειν τοὺς πραιδεύοντας. | |
11.4.43 | καλὸν δὲ ἐστὶν ἐν τοῖς πρώτοις χωρίοις μὴ πολλὰ βάνδα ἀφορίζεσθαι, κἂν εἰ μεγάλα συμ‐ βαίνει τὰ χωρία εἶναι· ἐπιφθάζοντος γὰρ τοῦ στρατοῦ οὐ δίδοται καιρὸς ἀντι‐ καταστάσεως τοῖς ἐν αὐτοῖς εὑρισκομένοις. Συντόμως δὲ τὴν πάροδον τὸν ὑπο‐ | |
5 | στράτηγον ἐπὶ τὰ πρόσωπα ποιούμενον, ὁμοίως καὶ εἰς τὰ λοιπὰ χωρία ἐφεξῆς τοῦτο ποιεῖν, μέχρις οὗ ἐπαρκήσωσι τὰ παραδιδόμενα αὐτῷ τάγματα· αὐτὸν δὲ τὸν ὑποστράτηγον, ἐξωτέρω πάντων εὑρισκόμενον, δεῖ τρία ἢ τέσσαρα βάνδα ἄχρι χιλίων ἀνδρῶν χρησίμων περὶ αὐτὸν ἔχειν, μέχρι τελείας τοῦ πράγματος τῆς ἐφόδου ἐκβάσεως, ἵνα σκούλκα καὶ ἀσφάλεια ἐν τοῖς λοιποῖς γένηται. | |
11.4.44 | Τούτων οὖν ἐκ τοῦ ὑποστρατήγου γινομένων, χρὴ τὸν στρατηγὸν ὑπακολου‐ θοῦντα τοὺς κατὰ μέρος πραιδεύοντας ἐπισυνάγειν καὶ ἐπὶ τὰ πρόσω προκόπτειν, ὡς ἐπὶ τὸν ὑποστράτηγον, ὁμοίως δὲ καὶ τὸν ὑποστράτηγον ὑποστρέφοντα τὸ | |
5 | αὐτὸ ποιεῖν καὶ ἐπισυνάγειν παρερχόμενον τοὺς πραιδεύοντας. καὶ ἐν ᾧ τόπῳ ἂν ἑκάτεροι ὑπαντήσουσιν ἀλλήλοις, ἀπληκεύειν ἅμα κατὰ τὴν αὐτὴν ἡμέραν. καὶ μὴ μέχρι τῶν δεκαπέντε ἢ εἴκοσι μιλίων χωριζομένους ἐπιποιεῖσθαι τὰς τοι‐ αύτας αἰφνιδίους ἐπελεύσεις, ἵνα φθάζουσιν ἀμφότεροι καὶ τὴν πραῖδαν ποιεῖν καὶ κατὰ τὴν αὐτὴν ἡμέραν ἀπληκεύειν. | 287 |
11.4.45 | Ἐν ταῖς τοιαύταις ἐφόδοις οὐ δεῖ τοὺς δυναμένους ἀντικαθίστασθαι τῶν ἐχθρῶν ζωγρεύειν, ἀλλὰ πάντας τοὺς παρατυγχάνοντας φονεύειν καὶ παρέρχεσθαι, καὶ μὴ εἰς αὐτοὺς ἐμβραδύνειν τοὺς τὴν πάροδον μάλιστα ποιουμένους καὶ τὸν καιρὸν γριπίζεσθαι. | |
11.4.46 | Ταῦτα μὲν οὖν κατὰ τὸ δυνατὸν ἔκ τε τῆς πείρας αὐτῆς καὶ ἐκ τῶν τοῖς ἀρχαίοις εἰρημένων κατανοήσαντες, ἀπεγραψάμεθα πρὸς τὴν τῶν ἐντυγχα‐ νόντων ὠφέλειαν. Τὰ δὲ ἄλλα πάντα κεφάλαια, τὰ ὡς εἰκὸς ἀπαντῶντα καὶ μὴ γεγραμμένα ἐν τῇ παρούσῃ βίβλῳ, ἔκ τε τῶν ἡμῖν γεγραμμένων ἔκ τε τῆς προλα‐ | |
5 | βούσης πείρας καὶ αὐτῆς δὲ τῆς τῶν πραγμάτων φύσεως δεῖ στοχάζεσθαι καὶ ὡς δυνατὸν ἁρμόζεσθαι τοῖς ἀναφυομένοις. Πῶς γὰρ δυνατὸν ἦν ἡμᾶς ἢ ἕτερόν τινα πρὸς πάντα τὰ ὁπωσοῦν μέλλοντα ἀναφύεσθαι γράφειν διὰ προφυλακήν τινα, ἅπερ εὐθέως καὶ ὡς ἀεὶ ἐγχειρούντων ὑπὸ τῶν ἐναντίων; καὶ ὅσα τις δυνηθῇ τεκμήρασθαι τὰ μέλλοντα; ἀλλ’ οὐδὲ μιᾷ γνώμῃ στρατηγοῦνται· ποικίλης γὰρ | |
10 | τῆς στρατηγίας οὔσης, διάφοροι καὶ οἱ τρόποι τῶν ἐγχειρήσεων γίνονται. Διὸ χρὴ τῇ πρὸς τὸν Θεὸν δεήσει σχολάζειν, ἵνα τις δι’ αὐτοῦ δύναται τὸν ἐχθρὸν σοφίζεσθαι· πανοῦργος γὰρ καὶ ἀκατάληπτος ἡ ἀνθρωπεία φύσις ὑπάρχουσα. | |
πολλὰ καὶ βουλεύεσθαι καὶ ἐγχειρίζεσθαι ταῖς πανουργίαις δύναται. | 289 | |
12prolt | 〈ΛΟΓΟΣ ΙΒʹ.〉 ΚΕΦΑΛΑΙΑ ΤΟΥ ΔΩΔΕΚΑΤΟΥ ΛΟΓΟΥ 〈Πρόλογοσ〉. Περὶ τάξεως συμμίκτου. | |
12.1t | Πῶς δεῖ τὴν σύμμικτον τάξιν τάσσεσθαι; .............................................................. .............................................................. | |
12.2t | Γνῶσις σημείων τῶν ἐν τῇ συμμίκτῳ παρατάξει τασσομένων. | |
12.2.1 | ∞* ὁ στρατηγὸς τοῦ ὅλου στρατοῦ Φ ὁ ὑποστράτηγος ΜΟ ὁ μοιράρχης τῶν καβαλλαρίων Ρ̶ τὸ βάνδον τῶν κουρσόρων | |
5 | | |
10 | τ σκουτάτος πεζός | 291 |
12.3t | Τάξις ἡ λεγομένη σύμμικτος. | |
12.3.1 | μέρος μέρος μέρος μέρος πεζῶν καβαλλαρίων πεζῶν καβαλλαρίων [Omitted graphic marker] | |
10 | φαλαγγία [Omitted graphic marker] Αὕτη ἡ τάξις ἁρμοδία ἐστιν, ὅταν καβαλλαρίων ἐστιν ἡ μάχη καὶ ὁ καβαλλαρικὸς στρατὸς μέρος | |
ἐστι τοῖς πεζοῖς ἢ ὀλιγώτερος. | 293 | |
12.4t | Τάξις Αʹ καβαλλαρίων. | |
12.4.1 | [Omitted graphic marker] | |
14 | Τάξις δευτέρα. | |
15 | [Omitted graphic marker] | 295 |
23 | Αὕτη ἡ τάξις ἁρμοδία ἐστιν, ὅταν κατὰ καβαλλαρίων ἐστιν ἡ μάχη καὶ οἱ καβαλλάριοι πλείους μέν εἰσιν τῶν πεζῶν, ἰσόμετροι δὲ τοῖς ἐχθροῖς. Τότε δύο | |
25 | τάξεις καβαλλάριοι γίνονται, καὶ μετὰ πεζῶν· ἀλλὰ δεῖ τὰς παρατάξεις ἀφεστάναι ἀπαλλήλων ὡς ἀπὸ σαγιττοβόλου, εἰ δὲ τῶν καβαλλαρίων εἰς δηφένσορας τάσ‐ σεται, τὴν ἰδίαν τάξιν. | |
12.5t | Τάξις ἄλλη | |
12.5.1 | νωτοφύλακες νωτοφύλακες [Omitted graphic marker] | |
10 | Αὕτη ἡ τάξις ἐπιτηδεία ἐστιν, ὅταν κατὰ πεζῶν πρόκειται ἡ μάχη καὶ οἱ | |
πεζοὶ ἡμῶν πλείους τῶν καβαλλαρίων εἰσιν. | 297 | |
12.6t | Τάξις ἡ λεγομένη πλαγία. | |
12.6.1 | [Omitted graphic marker] | |
11 | Αὕτη ἡ τάξις ἐπιτηδεία ἐστιν ἐν τοῖς γυμνοῖς καὶ ἀναπεπταμένοις τόποις. | 299 |
12.7t | Τάξις ὀρθία. | |
12.7.1 | [Omitted graphic marker] Αὕτη ἀναγκαῖα ἐστιν εἰς διαβάσεις ἐν τοῖς στενοῖς καὶ δυσβάτοις τόποις καὶ δασέσι. Γίνεται καὶ διφαλαγγία καὶ τριφαλαγγία καὶ | |
5 | τετραφαλαγγία, ὅλαι ὀρθίαι πρὸς τὴν τοῦ τόπου θέσιν. | |
12.7.2 | Πῶς δεῖ τὴν σύμμικτον τάξιν ἤγουν ἐπικάμπιον ὀπισθίαν γίνεσθαι καὶ κατὰ τὶ χρησίμη ἐστί; Χρὴ τὰ βάθη τῆς φάλαγγος ἤγουν τὴν παράταξιν πρὸς τὸ ποσὸν τοῦ στρατοῦ | |
καὶ τὴν ποιότητα τάσσειν. Ἐὰν γὰρ οἱ καβαλλάριοι πλείους εἰσὶ τῶν πεζῶν, | 301 | |
5 | τὰς μὲν καβαλλαρικὰς ἀκίας βαθύνειν ἄχρι ὀκτὼ ἢ καὶ δέκα καβαλλαρίων, τὰς δὲ πεζικὰς λεπτύνειν ἄχρι τεσσάρων ἢ πέντε ἀνδρῶν. | |
12.7.3 | Εἰ δὲ οἱ πεζοὶ πλείους εἰσὶ τῶν καβαλλαρίων, τοὐναντίον ποιεῖν πρὸς τὸν λεχθέντα τρόπον. | |
12.7.4 | Ἀνά‐ λογον δὲ μέτρον τῶν τοιούτων γίνεται τάξεων, τὸ μὲν τρίτον μέρος καβαλλαρίων, τὸ δὲ δίμοιρον πεζῶν. Εἰ δὲ καὶ τέταρτον μέρος ἀπαντήσει τὸ τῶν καβαλλαρίων, οὔκ ἐστιν ἄτακτον ἐν συμμέτρῳ στρατῷ. | |
12.7.5 | Καλὸν δὲ ἔστιν, ὡς ἐμοὶ δοκεῖ, ἐὰν πρὸς ξένον καὶ δυνατὸν ἔθνος ἐστὶν ὁ πόλεμος καὶ ὁ στρατὸς ἱκανός ἐστιν ἐν τῇ πρώτῃ μάχῃ, ἐν ὅσῳ ἐν συνηθείᾳ τῶν ἐχθρῶν γίνεται, ἀπὸ ὀκτὼ μὲν σκου‐ τάτων τάσσειν τὰ βάθη τῶν πεζῶν, δύο δὲ ψιλῶν, καὶ ἀπὸ ὀκτὼ ἢ δέκα καβαλ‐ | |
5 | λαρίων, διὰ τὰς ἐγχειρουμένας ὡς εἰκὸς παρὰ τῶν ἐχθρῶν ὠθήσεις ἤτοι ῥήξεις. | |
12.7.6 | Ὅταν δὲ κατατολμῶντες πρὸς ἐξέλασιν τῶν ἐχθρῶν ἐρεθίζωνται, ἀρκεῖ τεσσάρων σκουτάτων καὶ ἑνὸς ψιλοῦ ταύτας γίνεσθαι· ἔχουσαι γὰρ καὶ τοὺς καβαλλαρίους ὄπιθεν ἐστῶτας εὐκόλως οὐκ ὠθοῦνται. | |
12.7.7 | Τοὺς δὲ πλαγιοφύλακας εἶναι ἀπὸ χιλίων ἢ χιλίων διακοσίων ἑκατέρωθεν καὶ τετράπλευρα πλινθία ἤτοι τοὺς νωτοφύλακας ἀπὸ πεντακοσίων μετὰ ψιλῶν καὶ σκουτάτων. | |
12.7.8 | Χρήσιμα δὲ εἰσὶν ἐν ταῖς τοιαύταις τάξεσιν καὶ τὰ λεγόμενα τῶν πεζῶν κουνία εἰς φυλακὴν νώτου. | |
12.7.9 | Παραγγεῖλαι δὲ τοῖς καβαλλαρίοις, ἵνα, ἐὰν οἱ πεζοὶ ὠθήσωσι τοὺς ἀντὶς αὐτῶν καὶ πρὸς φυγὴν τρέψωσιν, ἑνὶ συνθήματι τὰς μὲν προτεταγμένας τοῖς καβαλλαρίοις πεζικὰς ἀκίας εἰς τὰ βάθη τῶν ἀκιῶν τῶν λοχαγῶν ἤτοι πρίμων εἰσέρχεσθαι καὶ εὐρυχωρίαν ἐντεῦθεν ποιεῖν, τοὺς δὲ καβαλλαρίους δι’ αὐτῆς | |
5 | ἴσως καὶ εὐτάκτως ἐξέρχεσθαι, ἵνα μὴ ἐν τῇ παρόδῳ συνθλίβωσι τοὺς πεζούς. | |
12.7.10 | Ἅμα δὲ τῷ παρελθεῖν αὐτοὺς τὸ βάθος τῆς φάλαγγος ὀξυτέρᾳ καὶ ἴσῃ κινήσει, ὡς ἐνδέχεται, τοὺς μὲν ἡμίσεις κατὰ βάθους ἐν ἑκάστῃ ἀκίᾳ, τοὺς καὶ προτεταγ‐ μένους, κατατρέχειν ὑποχωρούντων ἄχρι τριῶν ἢ τὸ πολὺ πέντε σαγιττοβόλων, | |
5 | καὶ μὴ πλέον, διὰ τὰς τῶν ἐχθρῶν ἐνέδρας. | |
12.7.11 | Τοὺς δὲ μετ’ αὐτοὺς ἡμίσεις ἐν τάξει ἐπακολουθοῦντας πυκνοῦσθαι καὶ ἰσοῦσθαι, ἵνα, ἐὰν ὡς εἰκὸς τραπῶσιν οἱ προεκδραμόντες, αὐτοὶ ἐν τάξει ὄντες δέξωνται αὐτοὺς, καὶ τὴν πεζικὴν δὲ φάλαγγα ἐπακολουθεῖν ἐν τάξει. | |
12.7.12 | Οὐκ ἄτοπον δὲ καὶ ἀπὸ ἑνὸς καβαλλαρικοῦ τάγματος ἑκατέρωθεν ὑποτάξαι τοῖς πεζοῖς πλαγιοφύλαξιν, ἵνα καὶ ἐν ὑποβοηθείᾳ τῆς δεομένης χρείας εἰσί· καὶ τῶν ἐν τῇ φαλαγγίᾳ καβαλλαρίων πάντων ἐξερχο‐ μένων ἐπὶ καταδιώξει τῶν ἐχθρῶν, αὐτὰ ἔξωθεν διατρέχοντα καὶ ἐγγίζοντα τοῖς | |
5 | κέρασι τῶν καβαλλαρίων κατὰ τὸ ὄπισθεν μέρος, τάξιν πλαγιοφυλάκων αὐτοὺς ποιήσωσιν· εἰς γὰρ νῶτον τοὺς πεζούς, ὡς εἴρηται, ἔχουσιν ἐπακολουθοῦντας αὐτοῖς. | 303 |
12.7.13 | Εἰ δὲ ὡς εἰκὸς μηδὲ οἱ πρῶτοι καταδραμόντες, μηδὲ οἱ ἐπακολου‐ θοῦντες καβαλλάριοι βασθάσαι ἀντεπερχομένους τοὺς ἐχθροὺς δύνανται καὶ τραπῶσι διὰ τοῦ νώτου τῆς τῶν πεζῶν παρατάξεως, ἔρχεσθαι καὶ αὐτοὺς καὶ ἐν τῇ προτέρᾳ καθίστασθαι τάξει, καὶ μὴ διὰ τῆς ὄψεως αὐτῆς, ἵνα μὴ φύρσις | |
5 | καὶ σύγχυσις ταύτῃ προσγένηται· τότε δὲ τοὺς πεζοὺς ἐκ τοῦ βάθους τῶν ἀκιῶν, ὡς ἦλθον, ἐξερχομένους εἰς τὰ διαλείμματα πυκνοῦν τὴν φάλαγγα καὶ ἀντικα‐ θίστασθαι τοῖς ἐχθροῖς. εἰ δὲ τὴν τῆς σαγίττας βολὴν παρερχόμενοι οἱ ἐχθροὶ ῥῆξαι καὶ βιάσασθαι τὴν φάλαγγα ἐπιχειρήσουσιν, ὅπερ ἐστὶν αὐτοῖς ἐπικίνδυνον, τότε πυκνοῦσθαι κατὰ λόγον τοὺς πεζούς. | |
12.7.14 | Καὶ τὸν μὲν πρῶτον καὶ δεύτερον καὶ τρίτον ἑκάστης ἀκίας εἰς φοῦλκον καθίστασθαι, τουτέστιν ἓν ἐφ’ ἓν σκουτάριν, καὶ τὰ κοντάρια αὐτῶν ἔξω τῶν σκουταρίων ὄρθια προβάλλοντας, ἀντερείδειν γενναίως τῇ γῇ, ἵνα ἑτοίμως ἐμπειρῶνται οἱ κατατολμῶντες ἐγγίζειν αὐτοῖς, καὶ | |
5 | τοῖς ὤμοις ἐνθλίβειν ἤτοι ἀντιβαίνειν τοῖς σκουταρίοις, ἵνα ῥᾴως τὴν ὤθησιν τῶν ἔξωθεν φέρωσιν. τὸν δὲ τρίτον, ὡς ὑψηλότερον ἑστῶτα, καὶ τὸν τέταρτον κατέχοντας ὡς ἐπὶ ἀκοντίων τὰ κοντάρια, ὅτε μὲν κατακεντᾶν τοὺς ἐγγίζοντας, ὅτε δὲ καὶ ἀκοντίζειν καὶ ἐπιλαμβάνεσθαι τῶν σπαθίων, τοξεύειν δὲ καὶ τοὺς ψιλοὺς μετὰ τῶν καβαλλαρίων. | |
12.7.15 | Εἰ δὲ ὡς εἰκὸς πειραθῶσι διὰ τοῦ νώτου τῶν καβαλλαρίων ἐλθεῖν οἱ ἐχθροί, ὅπερ ὡς ἐπίπαν ἐπιτηδεύουσιν, εἰς διφαλαγγίαν μεριζόμενοι μίαν οἱ πεζοὶ, μίαν παρά· μίαν ἀκίαν ἐξέρχονται κατὰ νώτου διὰ τῶν καβαλλαρίων καὶ γίνονται ἐν τῷ μέσῳ οἱ καβαλλάριοι, καὶ οἱ ψιλοὶ μεριζόμενοι | |
5 | καὶ αὐτοὶ, οἱ μὲν ἡμίσεις αὐτῶν μετὰ τῆς κατὰ πρόσωπον φάλαγγος, οἱ δὲ ἡμίσεις μετὰ τῆς κατὰ νῶτον | |
12.7.16 | Εἰσὶ δὲ καὶ τὰ πλινθία εἰς βοήθειαν τοῦ νώτου. Ἵνα δὲ ἡ τάξις μὴ προκατοπτεύηται τοῖς ἐχθροῖς πρὸ τῆς συμβολῆς, δυνατὸν τοὺς καβαλλαρίους ἀραιοτέρους προτετάχθαι τῆς πεζικῆς φάλαγγος, μέχρις οὗ ἐγγί‐ σωσιν οἱ ἐχθροί. Ὅταν δὲ ὡς ἀπὸ τεσσάρων ἢ πέντε σαγιττοβόλων γένωνται | |
5 | τῆς παρατάξεως, ὑποστελλομένων τῶν καβαλλαρίων ἐξέρχεσθαι τὰς πεζικὰς ἀκίας τῶν λειμμάτων τῶν καβαλλαρίων ἤτοι τοῦ βάθους αὐτῶν καὶ προτάττεσθαι τῶν καβαλλαρίων κατὰ τὸ ὑποτεταγμένον σχῆμα. | |
12.7.17 | Ἐντεῦθεν γὰρ καὶ τὴν | |
τάξιν σημαίνει φυλάττεσθαι ἀσφαλῶς καὶ τοὺς ἐχθροὺς ὡς κατὰ καβαλλαρίων τεθαρρηκότας ἐγγίζειν καὶ εὐκόλως ὑπὸ τῶν πεζῶν, ὡς εἴπομεν, ἄφνω ἐξερχομέ‐ νων ὠθεῖσθαι. | 305 | |
12.7.18 | Συνεχοῦς δὲ δεῖται γυμνασίας ἡ τοιαύτη τάξις, ἵνα καὶ οἱ ἄνδρες καὶ οἱ ἵπποι ἐν συνηθείᾳ γένωνται καὶ γνωσθῇ εἰς πόσον διάστημα πλάτους δυνατὸν τοὺς καβαλλαρίους συντόμως καὶ ἀσυγχύτως ἐξέρχεσθαι ἐν ταῖς διώξεσι, καὶ τὴν τάξιν τῶν πεζῶν ὑπὲρ τὸ μέτρον μὴ διαλύεσθαι ἤτοι ἀραιοῦσθαι. | |
12.7.19 | Αὕτη ἡ τάξις ἀναγκαῖα ἐστι καὶ πεζῶν συνόντων τῷ καβαλλαρικῷ στρατῷ, μετὰ ἁμαξῶν, καὶ ἄνευ ἁμαξῶν, καβαλλαρίους δὲ καθ’ ἑαυτούς. | |
12.7.20 | Περιστάσεως γὰρ ὡς εἰκὸς τοῖς καβαλλαρίοις γινομένης, ἢ διὰ τόπου δυσχέρειαν, ἢ διὰ μάχης βίαν καὶ τροπὴν, καὶ ἐν δειλίᾳ ὅντων, δυνατόν ἐστι τινὰς τῶν καβαλλαρίων πεζῇ τάσσεσθαι καὶ προσλαμβάνοντας τὰ τῶν κοντάτων σκουτάρια, ἐὰν ἐπιλείπῃ | |
5 | αὐτοῖς, τινὰς δὲ ἐπὶ τῶν ἵππων, κατὰ τὸν λεχθέντα τρόπον, καὶ ἐντεῦθεν τὸν κίν‐ δυνον ἐκφεύγειν. | |
12.7.21 | Γνῶσις σημείων τῶν ἐν τῇ συμμίκτῳ τάξει ἤγουν ἐπικαμπίῳ ὀπισθίᾳ τασ‐ σομένων. Τ ἡγεμών, πρωτοστάτης, λοχαγός, δεκάρχης, πεζός Ο ὁπλίτης, σκουτάτος, ἀρμάτος, πεζός | |
5 | Ι ψιλός, ἀκοντιστής, τοξότης, πεζός Κ καβαλλάριος | |
12.7.22 | Καταγραφὴ συμμίκτου τάξεως, τῆς ἐπικαμπίου ὀπισθίας, ἐχούσης πεζοὺς | |
καὶ καβαλλαρίους· ἥτις ἀναγκαῖα ἐστιν ἐν ταῖς περιστάσεσι φάλαγξι. πλαγιοφύλακες φάλαγξ πλαγιοφύλακες [Omitted graphic marker] | 307 | |
27 | πλίνθος ἤτοι πλίνθος ἤτοι | |
νωτοφύλακες νωτοφύλακες | 309 | |
12.8t | Περὶ τῆς πεζικῆς τάξεως. | |
12.8prol | Ἑξῆς ῥητέον ἡμῖν καὶ περὶ πεζικῆς τάξεως, ἣν ἀμεληθεῖσαν ἥδη καὶ καταλυθεῖσαν τῷ χρόνῳ πάσης ἐπιμελείας ἀξιῶσαι σπουδάσαντες, οὐ γυμνα‐ σίας αὐτῶν μόνης, ἀλλὰ δὴ καὶ ὁπλίσεως καὶ ἐσθῆτος ἐποιησάμεθα πρόνοιαν, καὶ τῶν λοιπῶν, ὅσα πρὸς ἀρχαῖαν ὁρᾷ τάξιν καὶ κατάστασιν στρατιωτικήν. | |
5 | Καὶ ταῦτα τοῖς αὐτῶν ἄρχουσι συνθέντες ἐγγράφως παραδίδομεν εἰς τὸ εἰδέναι τε καὶ φυλάττειν αὐτά. Πρὸς εἴδησιν δὲ αὐτῶν ἀκριβεστέραν, ὡς ἐν κεφαλαιογράφῳ τὸν πάντα σκοπὸν συνηγάγομεν, οὐ φράσεως, ἀλλὰ πραγμάτων καὶ συντομίας πανταχοῦ ποιησάμενοι λόγον. Τὰ δὲ περὶ τούτου κεφάλαια ἐν ἑνὶ συλλέξαντες τῆς κατὰ μέρος διηγήσεως ὑπετάξαμεν. | |
10t | Κεφάλαια τοῦ περὶ πεζικῆς τάξεως. | |
11 | Αʹ. Ποῖα δεῖ φορεῖν ἱμάτια τοὺς πεζούς; Βʹ. Πῶς δεῖ γυμνάζειν τοὺς σκουτάτους καθ’ ἕνα αὐτῶν; Γʹ. Πῶς δεῖ γυμνάζειν τοὺς ψιλοὺς ἤτοι σαγιττάτορας; Δʹ. Ποῖα δεῖ ὅπλα ἔχειν τοὺς κοντάτους; | |
15 | Εʹ. Ποῖα δεῖ ὅπλα ἔχειν τοὺς ψιλούς; ϛʹ. Ποίων δεῖ φροντίσαι κατὰ τὸ ἀναγκαῖον καὶ προπαρασκευάσασθαι; Ζʹ. Πῶς δεῖ ἀφορισθῆναι ἀπὸ ἑκάστου ἀριθμοῦ εἰς τὰς ἀναγκαίας χρείας; Ηʹ. Πῶς δεῖ τὸν πεζικὸν στρατὸν καὶ τοὺς ἄρχοντας αὐτοῦ διαιρεθῆναι; Θʹ. Πῶς δεῖ τὴν ἐπιλογὴν καὶ ὀρδινατιόνα τῶν πεζικῶν ταγμάτων γίνεσθαι; | |
20 | Ιʹ. Ποῖα δεῖ μανδάτα περὶ καθοσιώσεως διδόναι; ΙΑʹ. Πῶς δεῖ τάσσεσθαι τοὺς ψιλοὺς τῶν σκουτάτων; ΙΒʹ. Πῶς δεῖ τάσσεσθαι τοὺς ψιλοὺς μετὰ τῶν σκουτάτων καὶ καβαλλαρίων; ΙΓʹ. Πῶς δεῖ τάσσεσθαι τοὺς καβαλλαρίους μετὰ τῶν σκουτάτων; ΙΔʹ. Ποίας δεῖ κινήσεις γυμνάζεσθαι τοὺς πεζούς; | |
25 | ΙΕʹ. Γυμνασία δευτέρα. Ιϛʹ. Διὰ ποίας αἰτίας αἱ εἰρημέναι κινήσεις γίνονται; ΙΖʹ. Πῶς δεῖ τάσσεσθαι τὴν παράταξιν καὶ ἐθίζεσθαι πρὸς ἐχθρῶν ἀντι‐ | |
κατάστασιν; ΙΗʹ. Πῶς δεῖ τὰς ἁμάξας καὶ τὸν τοῦλδον τάσσεσθαι; | 311 | |
30 | ΙΘʹ. Πῶς δεῖ τὰς πορείας ποιεῖσθαι ἐχθρῶν ἐγγιζόντων; Κʹ. Πῶς δεῖ πεζοὺς εἰς δασεῖς καὶ δυσβάτους τόπους καὶ στενοὺς πορεύεσθαι; ΚΑʹ. Πῶς δεῖ τοὺς ἀπόπλους ἐν τοῖς ποταμοῖς καὶ τὰς διαβάσεις αὐτῶν ποιεῖσθαι ἐχθρῶν ἀντικαθισταμένων; ΚΒʹ. Πῶς δεῖ τὰ ἄπληκτα ἤτοι φοσσάτα γίνεσθαι; | |
35 | ΚΓʹ. Ποίων δεῖ φροντίσαι τὸν στρατηγὸν τοῦ πεζικοῦ κατὰ τὴν ἡμέραν τοῦ πολέμου; ΚΔʹ. Σύντομος παράδοσις τῶν προειρημένων γυμνασιῶν, ἣν δεῖ εἰδέναι τοὺς τριβούνους ἤτοι ἄρχοντας τῶν πεζικῶν ταγμάτων. | |
128,1t | Ποῖα δεῖ φορεῖν ἱμάτια τοὺς πεζούς; | |
128,11 | Εἴτε ζωστάρια Γοτθικά, εἴτε ἀρμελαύσια ἔχουσι κονδά, μέχρι τῶν γονάτων αὐτῶν δεῖ φορεῖν αὐτούς. | |
128,12 | Τὰ ὑποδήματα αὐτῶν Γοτθικά, κασσυτά, δίχα ῥωθωνίων, ἁπλῶς ἐρραμμένα, ὑπὸ δύο ἀσίων καὶ μὴ πλέον· ἀναγκαῖον δὲ καὶ ὀλίγοις καὶ μικροῖς κέντροις καθηλοῦσθαι αὐτὰ πρὸς πλείονα ὑπουργίαν· οὐ γὰρ χρεία κρηπιδίων ἢ ὀκριδίων, ὡς τούτων ἐν ταῖς ὁδοιπορίαις οὐ ἐπιτηδείων | |
5 | ὄντων, ἀλλὰ καὶ περὶ τὴν φορεσίαν βραδέων. | |
128,13 | ζωνάρια δὲ λιτὰ καὶ οὐ Βουλ‐ γαρικὰ σαγία· καὶ τὰς κουρὰς δὲ αὐτῶν κοντὰς γίνεσθαι καὶ μὴ ἀφεῖναι αὐτοῖς τελείας τρίχας χρήσιμόν ἐστιν. | |
128,2t | Πῶς δεῖ γυμνάζειν τοὺς σκουτάτους καθ’ ἕνα αὐτῶν; | |
128,21 | Εἰς μονομαχίαν μετὰ σκουταρίων καὶ βεργίων ἀντὶς ἀλλήλων, | |
128,22 | εἰς τὸ ῥῖψαι μήκοθεν βηρύτταν καὶ μαρτζοβάρβουλον. | |
128,3t | Πῶς δεῖ γυμνάζειν τοὺς ψιλοὺς ἤτοι σαγιττάτορας; | |
128,31 | Εἰς τοξείαν σύντομον κατὰ κοντοῦ ὑψηλοῦ ἀπὸ διαστήματος, εἴτε Ῥωμαϊστί, εἴτε Περσιστὶ αὐτὸ γίνεται· | |
128,32 | εἰς τοξείαν σύντομον μετὰ σκουταρίου εἰς τὸ ῥίπτειν μήκοθεν βηρύττας καὶ σβενδοβόλα. | |
128,33 | εἰς πηδήσεις καὶ δρόμους. | 313 |
128,4t | Περὶ ὁπλίσεως. Ποῖα δεῖ ὅπλα ἔχειν τοὺς σκουτάτους; | |
128,41 | Σκουτάρια ὁμόχροα, ἢ κατὰ ἀριθμόν, ἢ κατὰ τάγμα· σπαθία Ἐρουλίσκια, κοντάρια, κασσίδια ἔχοντα τουφία μικρὰ καὶ φλάμουλα κατὰ τῶν μήλων, καὶ μάλιστα τοὺς πρώτους τῶν ἀκιῶν. σφενδοβόλα καὶ μαρτζοβάρβουλα· τοὺς δὲ ἐπιλέκτους τῆς ἀκίας καὶ ζάβας, εἰ μὲν ἀπαντᾷ, ὅλους, ἐπεὶ κἂν δύο, τοὺς πρώτους | |
5 | τῶν ἀκιῶν τασσομένους· περικνημίδας σιδηρᾶς ἢ ξυλίνας, μάλιστα τοὺς ἐν ταῖς κεφαλαῖς καὶ οὐραῖς τασσομένους. | |
128,5t | Ποῖα δεῖ ὅπλα ἔχειν τοὺς ψιλούς; | |
128,51 | Τοξοφάρετρα ἐπὶ τῶν ὤμων ἀναβασταζόμενα, ἔχοντα κούκουρα μεγάλα, χωροῦντα ἀπὸ τριάκοντα ἢ καὶ τεσσαράκοντα σαγιττῶν. σκουτάρια μικρά· σω‐ ληνάρια ξύλινα μετὰ μικρῶν σαγιττῶν καὶ κούκουρον μικρόν, ἅπερ καὶ ἐπὶ πολλοῦ διαστήματος ῥίπτονται διὰ τῶν τοξαρίων καὶ τοῖς ἐχθροῖς ἀχρεῖά εἰσιν· βηρύττας | |
5 | ἤτοι λαγκίδια Σκλαβινίσκια τοὺς ἀπείρως πρὸς τοξείαν ἔχοντας ἢ καὶ λειπομένους ὡς εἰκὸς τόξων· μαρτζοβάρβουλα ἀναβασταζόμενα εἰς θηκάρια δερμάτινα, σφεν‐ δοβόλα. | |
128,6t | Ποίων δεῖ φροντίζειν κατὰ τὸ ἀναγκαῖον καὶ προπαρασκευάζεσθαι; | |
128,61 | Ἁμάξας εὐσταλεῖς κατὰ δεκαρχίαν ἤτοι κοντουβέρνιν, μίαν, μὴ πλέον, ἵνα μὴ πολὺ εἰς αὐτὰ ἀσχολούμενοι ἀργῶσιν, ἐχούσας ἑκάστην αὐτῶν χειρομύλην, ἀξίνην, πελέκας, σκέπαρνον, πριόνιν, ὄρυγας δύο, σφῦραν, πτυάρια δύο, κόφινον, κιλίκιν, φαλκίδιν, μαρτζοβάρβουλον, τριβόλους ἀναδεδεμένους λεπτοῖς σφηκώ‐ | |
5 | μασι καὶ ἐν ἥλῳ σιδηρῷ ἀποκρατουμένας, διὰ τὸ ἑτοίμως συνάγεσθαι αὐτάς. ἑτέρας ἁμάξας ἐχούσας βαλλίστρας, ἑκατέρωθεν στρεφομένας· βαλλιστραρίους, λεπτουργούς, χαλκεῖς, καὶ τούτοις ἰδικὸν ἄρχοντα ἐπιστῆναι· ἵππους σαγματα‐ ρίους ἐπὶ τὸ ἀφορισθῆναι, εἰ μὲν ἀπαντᾷ, καθ’ ἑκάστην λοχαγίαν ἕνα, εἰ δὲ μήγε, εἰς τὰς δύο, ὀφείλοντας, εἰ γένηται καιρὸς χωρισθῆναι τοὺς πεζοὺς ἐκ τῶν ἁμα‐ | |
10 | ξῶν καὶ προκαταλαβεῖν τόπον, βαστάζειν ὀκτὼ ἢ δέκα ἡμερῶν δαπάνην καὶ ἀκο‐ λουθεῖν μέχρις οὗ ἐπιφθάσωσιν αἱ ἅμαξαι ἀργοτέρως περιπατοῦσαι· ἑτέρας ἁμάξας λόγῳ τοῦ ἀρμαμέντου ἑκάστου ἀριθμοῦ· ἑτέρας ἁμάξας, ὡς εἰ δέκα ἢ καὶ εἴκοσι, | |
βασταζούσας πίστον ἢ βουκελλάτα, σαγίττας καὶ τοξάρια ἐκ περισσοῦ. | 315 | |
128,7t | Πῶς δεῖ ἀφορισθῆναι ἀπὸ ἑκάστου ἀριθμοῦ εἰς τὰς ἀναγκαίας χρείας; | |
128,71 | Μανδάτορας ἀγρύπνους, συνετούς, γοργοὺς καὶ εὐφώνους, εἰδότας Ῥωμαϊστὶ καὶ Περσιστί, ἐὰν ἀπαντᾷ, καὶ Ἑλληνιστί· καμπιδούκτορας· βανδο‐ φόρους ἤτοι δρακοναρίους· βουκινάτορας· ἀρματούρους· σαμιάτορας· τοξοποιούς· σαγιττοποιούς, καὶ τοὺς λοιποὺς πρὸς τὴν διατύπωσιν. | |
128,72 | Δεῖ τινας προβληθῆναι τοὺς ὀφείλοντας τὰ εὑρισκόμενα ἐκ τῶν ἀπολλυμένων συνάγειν καὶ ἀποδιδόναι τοῖς κυρίοις αὐτῶν. | |
128,73 | Δεῖ, ὡς ἐπὶ τούλδου τοῦ καβαλλαρικοῦ, οὕτως καὶ ἐπὶ τῶν ἁμαξῶν προβληθῆναι τινας, οἷς ὀφείλουσι πείθεσθαι οἱ τοῦ καραγοῦ. | |
128,74 | καὶ καθ’ ἕκαστον μέρος 〈ἕνα〉 πρῶτον τὸν ἄρχειν ὀφείλοντα, καὶ σημεῖον, ὡς ἐπὶ τῶν ἵππων, ἐντεθῆναι τοῖς βουσίν, ἰδικὸν ἑκάστου ἀριθμοῦ, ἵνα εἰσὶν εὔδηλοι τοῖς ἰδίοις. | |
128,75 | Ἔχειν δὲ καὶ ὀρνίβορας, ἐὰν ἀπαντᾷ, καθ’ ἕκαστον μέρος δύο τῶν ἀναγκαίων ἐστίν. | |
128,8t | Πῶς δεῖ τὸν πεζικὸν στρατὸν καὶ τοὺς ἄρχοντας αὐτοῦ διαιρεθῆναι; | |
128,81 | Οἱ ἀρχαῖοι, ὅταν αἱ πολύανδραι λεγεῶνες συνίσταντο, τὰ τάγματα τῶν σκουτάτων ἀπὸ ἀκιῶν δεκαὲξ ἐποίουν, ἀνδρῶν διακοσίους πεντήκοντα ἕξ, τουτέστιν ἑκάστην ἀκίαν ἀνδρῶν δεκαέξ, καὶ τὴν τελείαν παράταξιν ταγμάτων ἑξήκοντα τεσσάρων, ἀκιῶν χιλίων εἴκοσι τεσσάρων, ἀνδρῶν μυρίων ἑξακισχιλίων | |
5 | τριακοσίων ὀγδοήκοντα τεσσάρων, ψιλῶν—τῶν λεγομένων σαγιττατόρων καὶ ἀκοντιστῶν καὶ σφενδοβολιστῶν—ὀκτακισχιλίων, καὶ καβαλλαρίων μυρίων ..., διαιροῦντες τὰ μὲν τάγματα τῶν σκουτάτων καὶ ψιλῶν εἰς τέσσαρα ἴσα μέρη· δε‐ ξιόν, ἀριστερόν, μέσον ἀριστερόν, μέσον δεξιόν, τοὺς δὲ καβαλλαρίους εἰς δύο. | |
128,82 | Νῦν δὲ ἀριθμῶν ὄντων καὶ μηδὲ ἴσον ἐχόντων μέτρον, οὔκ ἐστιν εὐχερὲς ὁρίσαι τὸ μέτρον τοῦ τάγματος, ἵνα μὴ ὡς εἰκὸς ἢ οἱ περιττεύοντες τὸ ποσὸν τῶν διακοσίων πεντήκοντα ἓξ ἀνδρῶν ἀργήσωσιν ἤ, ἑτέροις τισὶν ἀγνώστοις προστιθέμενοι, ἄτακτοι εὑρεθῶσι, | |
128,83 | ἀλλὰ τὰ μὲν τάγματα εἰς ἕκαστον ἀριθμόν, | |
ὡς ἀπαντήσει, ποιεῖν, πρὸς τὸ ποσὸν τῶν ὄντων σωμάτων· εἴτε ἓν τέλειον ποιεῖ ὁ ἀριθμός, εἴτε δύο μετριώτερα· καὶ βάνδον ἔχειν ἰδικὸν ἕκαστον αὐτῶν καὶ ἄρχοντα, ὅπου μὲν τὸν τριβοῦνον, γενναῖον καὶ φρόνιμον καὶ κατὰ χεῖρα μάχεσθαι | 317 | |
5 | δυνάμενον, ὅπου δὲ βικάριον ἢ καμπιδούκτορα. | |
128,84 | Τὰς μέντοι ἀκίας ἑκάστου τάγματος παραφυλάττειν τοῦ παντὸς ἀπὸ δεκαὲξ ἀνδρῶν, ὀρδινεύεσθαι εἰς τὸν κάματον. Τὴν δὲ παράταξιν πρὸς τὸ μέτρον τοῦ εὑρισκομένου στρατοῦ ποιεῖν. | |
128,85 | Ταύτην δὲ εἰς τέσσαρα ἴσα μέρη διανέμειν, ἐξ ὅσων ἀπαντήσει ταγμάτων τε καὶ ἀκιῶν, τουτέστιν εἰς δεξιόν, οὗ ἄρχει ὁ δεξιὸς μεράρχης ἤτοι στρατηλάτης, εἰς ἀριστερόν, οὗ ἄρχει ὁ ἀριστερὸς μεράρχης ἤτοι στρατηλάτης, εἰς μέσον ἀριστερόν, οὗ ἄρχει ὁ μέσος ἀριστερὸς μεράρχης ἤτοι στρατηλάτης, εἰς μέσον | |
5 | δεξιόν, οὗ ἄρχει ὁ μέσος δεξιὸς μεράρχης ἤτοι στρατηλάτης. | |
128,86 | Δεῖ δὲ ἐκ πε‐ ρισσοῦ τῆς παρατάξεως ὀλίγους, καὶ σκουτάτους καὶ ψιλούς, φυλάττειν ἐν ὑπο‐ βοηθείᾳ, ἵνα, ἐὰν χρεία γένεται, ἢ ἐν τοῖς ἄκροις τῆς παρατάξεως ἐξωτέρω τῶν κα‐ βαλλαρίων, ἢ ἐν ταῖς ἁμάξαις, ἢ ἐν ἑτέροις τόποις μετὰ τῶν ἰδικῶν ἀρχόντων συν‐ | |
5 | τρέχοντες ἐπιβοηθῶσιν, | |
128,87 | ὥστε, ἐὰν ἐπ’ ἔλαττον τῶν εἴκοσι τεσσάρων χι‐ λιάδων πεζῶν ἐστιν ὁ στρατός, μὴ ποιεῖν τέσσαρα μέρη, ἀλλὰ τρία· ἐν τῷ μέσῳ δὲ μέρει τάσσεσθαι τὸ τοῦ στρατηγοῦ βάνδον, ᾧ καὶ πείθεσθαι τὰ λοιπὰ ὀφείλουσιν. | |
128,9t | Πῶς δεῖ τὴν ἐπιλογὴν καὶ ὀρδινατιόνα τῶν πεζικῶν ταγμάτων γίνεσθαι; | |
128,91 | Ὥστε πρότερον τοὺς εἰδότας τοξεῦσαι ἢ καὶ μαθεῖν δυναμένους καὶ γοργοὺς καὶ νεωτέρους εἰς ψιλοὺς χωρισθῆναι—εἰ μὲν ὑπὲρ τὰς εἰκοσιτέσσαρας χιλιά‐ δας εἰσί, τὸ ἥμισυ μέρος· εἰ δὲ ἔλαττον, τὸ τρίτον ἐν ἑκάστῳ ἀριθμῷ—καὶ εἰς δεκαρχίας ὀρδινευθῆναι αὐτοὺς καὶ ἐπιστῆναι αὐτοῖς δεκάρχας χρησίμους καὶ | |
5 | ἄρχοντα, τὸν λεγόμενον ἀρχισαγιττάτορα. | |
128,92 | Τὸ δὲ μένον δίμοιρον μέρος διανεῖμαι εἰς ἀκίας ἀπὸ ἀνδρῶν δεκαοκτὼ παλαιῶν καὶ νέων, ὥστε τοὺς μὲν δύο αὐτῶν τοὺς ὑποδεεστέρους εἰς τὰς ἁμάξας καὶ εἰς ἑτέρας ὡς εἰκὸς ἀπαντώσας χρείας ἀσχολεῖσθαι, τοὺς δὲ δεκαὲξ ἐν τῇ παρατάξει, καὶ ἐπιστῆναι αὐτοῖς λο‐ | |
5 | χαγοὺς γενναίους καὶ φρονίμους. | |
128,93 | Ἐκ τούτων δὲ τῶν δεκαὲξ τοὺς χρησιμω‐ τέρους ὀκτὼ ἔμπροσθεν καὶ ὄπισθεν τῆς ἀκίας καταστῆναι, τουτέστιν εἰς τὸν πρῶτον τόπον, εἰς τὸν δεύτερον, εἰς τὸν τρίτον, εἰς τὸν τέταρτον, εἰς τὸν ἑξκαι‐ | |
δέκατον, εἰς τὸν πεντεκαιδέκατον, εἰς τὸν τεσσαρισκαιδέκατον, εἰς τὸν τρισκαι‐ | 319 | |
5 | δέκατον, ἵνα, καὶ μέχρι τεσσάρων ἀνδρῶν μεριζομένου τοῦ βάθους τῆς ἀκίας, ἐν δυνάμει ἐστὶ καὶ τὸ μέτωπον καὶ ἡ οὐρὰ αὐτῆς· τοὺς δὲ λοιπούς, τοὺς ὑποδεεστέ‐ ρους, ἐν τῷ μέσῳ αὐτῆς τάξαι. | |
128,94 | Τούτους δὲ τοὺς δεκαὲξ ὀνομάσαι ἕνα παρ’ ἕνα ἀπὸ πρίμων καὶ σεκούνδων· τοὺς δὲ δύο ἐν αὐτοῖς διωνύμους, τουτέστι τὸν μὲν πρῶτον λοχαγὸν καὶ πρῖμον, τὸν δὲ δεύτερον δεκάρχην καὶ σεκοῦνδον, οἱ δὲ λοιποὶ ἀπὸ πρίμων καὶ σεκούνδων. | |
128,95 | Ἵνα δὲ καὶ ἄρχεσθαι εὐχερῶς δύνανται καὶ ἁρμοδίως συνδιάγειν ἀλλήλοις, χρὴ τούτους εἰς δύο κοντουβέρνια γενέσθαι, ἵνα οἱ μὲν πρῖμοί εἰσι μετὰ τοῦ λοχαγοῦ, οἱ δὲ σεκοῦνδοι μετὰ τοῦ δεκάρχου, οὕτως μέντοι ὥστε, κἂν ἐν τῇ διαγωγῇ διῄρηνται, ἀλλ’ οὖν ἐν τῇ τάξει ἡνωμένοι | |
5 | ὄντες οἱ δεκαὲξ τῇ βουλῇ καὶ τῇ γνώμῃ τοῦ λοχαγοῦ πείθονται· ἐντεῦθεν γὰρ καὶ ἡ τάξις φυλάττεται καὶ εὐκόλως ἄρχεσθαι δύνανται. | |
128,96 | Πάντας δὲ τοὺς σκουτάτους καὶ ψιλοὺς εἰς τέσσαρα μέρη ἴσα διανεῖμαι καὶ τάξαι. | |
128,97 | Χρήσιμον δὲ ἐστίν, ἐὰν ἀπαντᾷ, μὴ μόνον κατὰ ποιότητα ὀρδινεύειν τοὺς δεκαὲξ καθ’ ἑκά‐ στην ἀκίαν τῶν σκουτάτων, ἀλλὰ καὶ καθ’ ἡλικίαν, ἵνα οἱ μακρότεροι ἔμπροσθεν τασσόμενοι εὐτακτοτέραν καὶ κομποτέραν τὴν παράταξιν ἀποδείξωσιν. Εἰ δὲ | |
5 | μὴ ἀπαντᾷ πρὸς ἡλικίαν καὶ ἀνδρείαν πάντως, ὡς εἴπομεν, τοὺς γενναιοτέρους ἑκάστης ἀκίας χρὴ εἰς τοὺς ἔμπροσθεν καὶ ὄπισθεν τόπους τάσσεσθαι, τοὺς δὲ ὑποδεεστέρους εἰς τὸ μέσον αὐτῶν, καθ’ ὃν εἰρήκαμεν τρόπον. | |
128,98 | Διὰ τοῦτο δὲ οἱ ἀρχαῖοι ἀπὸ δεκαὲξ τὸ βάθος τῶν ἀκιῶν ὥρισαν ἐν ταῖς μάχαις, ἐπειδὴ καὶ τὸ μέτρον ἀρκοῦν ἐστιν, ὅπερ ὑπερβαίνειν οὐ δεῖ, καὶ ἐν ταῖς χρείαις εὐτάκτως καὶ συντόμως μερίζεται καὶ λεπτύνεται μέχρι ἑνὸς ἀνδρός, καὶ ὁμοίως βαθύνεται. | |
128,10t | Ποῖα δεῖ μανδάτα δοθῆναι περὶ καθοσιώσεως; | |
128,101 | Τῆς διαγωγῆς τοῦ στρατοῦ κατὰ τὸν εἰρημένον τρόπον γενομένης δεῖ ἐν μίᾳ ἡμέρᾳ ἐνέγκαι τὸν πάντα στρατὸν καί, εἰ μὲν οἴδασιν οἱ στρατηγοὶ καὶ ἄρ‐ χοντες τὰ διὰ τοῦ νόμου μανδάτα, ἀναμνῆσαι αὐτούς, ἐπείτοιγε εἰπεῖν αὐτοῖς διὰ τῶν ἰδικῶν ἀρχόντων ἰδίᾳ ἑκάστῳ τάγματι, ἅπερ εἴρηται ἡμῖν ἐν τῇ τῶν | |
5 | καβαλλαρίων συγγραφῇ. | 321 |
128,11t | Πῶς δεῖ τάσσεσθαι τὸ τάγμα τῶν σκουτάτων; | |
128,111 | Τῶν μανδάτων δοθέντων αὐτοῖς δεῖ τάξαι τάγμα καὶ ὑποδεῖξαι τοῖς ἄρχουσιν. Ὁρίζονται πρῶτον αἱ ἀκίαι τοῦ τάγματος· τινὲς μὲν ἀριστερά, τινὲς δὲ δεξιὰ τοῦ βάνδου ἤτοι τοῦ ἄρχοντος τάσσονται. Καὶ προπορευομένου τοῦ ἄρχοντος ἅμα τῷ βανδοφόρῳ καὶ μανδάτορι καὶ καμπιδούκτορι καὶ τουβά‐ | |
5 | τορι, ἐπακολουθοῦσιν ὡς ὡρίσθησαν οἱ λοχαγοί· πρῶτον οἱ τοῦ ἀριστεροῦ μέρους, καὶ τότε τοῦ δεξιοῦ. | |
128,112 | Γινομένων δὲ αὐτῶν ἐν τῷ τῆς παρατάξεως τόπῳ ἵσταται ὁ ἄρχων καὶ μετ’ αὐτὸν ὁ βανδοφόρος, ὄπιθεν δὲ αὐτοῦ ὁ τὴν κάππαν βαστάζων καὶ μετ’ αὐτὸν ὁ τὴν τοῦβαν. Καὶ παρατάσσονται αὐτῷ ἑκατέρωθεν αἱ ἀκίαι, ὡς ὡρίσθησαν, πρῶτον ἐν ἀραιοτέρῳ διαστήματι, ἵνα μὴ συντρίβωνται | |
5 | ὑπ’ ἀλλήλων, ἀπὸ δεκαὲξ τὸ βάθος, ἔχουσαι καὶ τοὺς ψιλοὺς ὄπιθεν, τὰ δὲ ξίφη τῶν κονταρίων ἄνω βλέποντα, ἵνα μὴ ἐμποδίζωνται ὑπ’ αὐτῶν. Ἔμπροσθεν δὲ τοῦ μετώπου περιπατοῦσιν ὁ καμπιδούκτωρ καὶ ὁ μανδάτωρ, ὁ μὲν τοὺς τόπους ἀνερευνῶν καὶ ὁδηγῶν, ὁ δὲ τὰ μανδάτα γνώμῃ τοῦ ἄρχοντος διδούς. | |
128,113 | ὥστε, εἰ μὲν τάγμα γυμνάζεται, τὸν τοῦ τάγματος ἄρχοντα ἔμπροσθεν περιπατεῖν μετὰ μανδάτορος καὶ καμπιδούκτορος· εἰ δὲ μέρος γυμνάζεται, μηδένα ἔμπροσθεν περιπατεῖν, εἰ μὴ τὸν τοῦ μέρους ἄρχοντα καβαλλάριον μετὰ μανδατόρων δύο, | |
5 | καμπιδουκτόρων δύο, στράτορος ἑνὸς καὶ σπαθαρίου ἑνὸς καὶ τοὺς ὀρνίβορας, μέχρις οὗ πλησίον τῆς συμβολῆς γένηται ἡ παράταξις. Τότε δὲ εἰσέρχεσθαι ἐν τῇ παρατάξει ἀσφαλῶς ἐν ᾧ τὸ βάνδον αὐτοῦ τέτακται. | |
128,114 | Καὶ μὴ συμπλέ‐ κεσθαι αὐτὸν τοῖς πολεμίοις, μηδὲ τοὺς ὀρνίβορας διὰ τὸ γυμνοὺς αὐτοὺς εἶναι, μηδὲ βούκινον ἢ τοῦβαν λέγειν εἰς ἕκαστον μέρος, πλὴν τοῦ μεράρχου, κἂν εἰ συμβῇ πολλὰ εἶναι, ἵνα μὴ θορύβου γινομένου τὰ μανδάτα ἐξακούωνται. | |
128,12t | Πῶς δεῖ τάσσεσθαι τοὺς ψιλοὺς μετὰ τῶν σκουτάτων καὶ καβαλλαρίων; | |
128,121 | Τάσσονται δὲ καὶ οἱ ψιλοὶ κατὰ διαφόρους τρόπους· οἱ σαγιττάτορες ποτὲ μὲν ὄπιθεν ἑκάστης ἀκίας πρὸς τὸ μέρος τῶν ὄντων, τουτέστιν εἰς τοῦ δεκαὲξ σκουτάτους τέσσαρες, ἵνα καὶ μέχρι τεσσάρων μεριζομένης τῆς τῶν σκου‐ | |
τάτων ἀκίας εὑρεθῇ εἷς τοξότης ὄπιθεν αὐτῆς· ποτὲ δὲ ἐν τῷ βάθει τῶν ἀκιῶν | 323 | |
5 | εἷς παρ’ εἷς σκουτάτος καὶ τοξότης, ποτὲ δὲ καὶ ἐν ταῖς ἀκίαις καὶ ἐν τοῖς κέρασι τῆς παρατάξεως, τουτέστιν ἐσωτέρω τῶν καβαλλαρίων, πολλάκις δὲ καὶ ἐξωτέρω αὐτῶν, ἀπὸ μικροῦ διαστήματος, μετὰ καὶ ὀλίγων σκουτάτων εἰς τὸ δηφενδεῦσαι τοὺς εἰς τὸ ἐξώτερον ἑστῶτας καβαλλαρίους, ἐὰν πολλοί εἰσιν οἱ ψιλοί. | |
128,122 | Οἱ δὲ τὰς βηρύττας ἤτοι μαρτζοβάρβουλα ἔχοντες ἢ ὄπισθεν τῶν ἀκιῶν τῶν σκουτάτων ἢ εἰς τὰ ἄκρα τῆς παρατάξεως καὶ οὐκ ἐν τῷ μέσῳ. Οἱ δὲ σφενδοβολισταὶ πάντως εἰς τὰ ἄκρα τῆς παρατάξεως. Νῦν δὲ τάξωμεν τοὺς τοξότας καὶ λοιποὺς ἀκοντιστὰς ὄπιθεν τῶν ἀκιῶν πρὸς τὴν γυμνασίαν. | |
128,13t | Πῶς δεῖ τάσσεσθαι τοὺς καβαλλαρίους μετὰ τῶν σκουτάτων; | |
128,131 | Ὥστε εἰς τὰ ἄκρα τῆς πεζικῆς παρατάξεως τάσσεσθαι τοὺς καβαλ‐ λαρίους, τὰ δὲ γενναιότερα τάγματα μετὰ τῶν ἀρχόντων αὐτῶν ἐξωτέρω. Καί, εἰ μὲν πολλοί εἰσιν οὖτοι, τουτέστι πλέον τῶν δώδεκα χιλιάδων, ἀπὸ δέκα τὸ βάθος τούτων γίνεσθαι· εἰ δὲ καὶ ἐπ’ ἔλαττον τοῦ μέτρου τούτου, ἀπὸ πέντε. | |
5 | Εἶναι δὲ ἐκ περισσοῦ τινας ὄπιθεν ἐν ὑποβοηθείᾳ αὐτῶν ἐξωτέρω τῶν ἁμαξῶν, ἵνα, ἐὰν μὲν διὰ τοῦ νώτου τινὲς τῶν ἐχθρῶν φθάνουσιν, ἀποσοβήσουσιν αὐτούς· εἰ δὲ μήγε, προστεθῶσι τοῖς πλαγίοις καὶ αὐτοί. Τάσσονται δὲ καὶ αὐτοὶ ἐν ἀραιο‐ τέρῳ πρότερον διαστήματι, ἵνα μὴ ἐμποδίζωνται, εἰ γένηται καιρὸς ἐν ταῖς με‐ ταβολαῖς. | |
128,132 | Ὥστε παραγγεῖλαι τοὺς καβαλλαρίους μὴ κατατρέχειν τῶν ἐχθρῶν, μηδὲ ἀφίστασθαι τῆς πεζικῆς παρατάξεως ἐπὶ πολὺ διάστημα, κἂν εἰ τραπῶσιν οἱ ἐχθροί, ἵνα μὴ ἐνέδρας παρ’ αὐτῶν γινομένης, εἴπερ ἀπὸ διαστήματός εἰσι, γυμνούμενοι τῆς παρατάξεως ἐπηρεασθῶσιν, ὡς ὀλιγώτεροι, ἀλλὰ, καὶ ἐὰν βια‐ | |
5 | σθῶσιν ὡς εἰκὸς ὑπὸ τῶν ἐναντίων, κατὰ τοῦ νώτου τῆς παρατάξεως προσφεύγειν καὶ μὴ παρέρχεσθαι τὰς ἁμάξας. Εἰ δὲ μηδὲ οὕτως ἀντέχουσι, κατέρχεσθαι αὐτοὺς ἐκ τῶν ἵππων καὶ οὕτως πεζῇ ἑαυτοὺς δηφενδεύειν. | |
128,133 | Ὥστε, ἐὰν παρατά‐ ξασθαι μὲν θέλῃ ὁ στρατός, μὴ συμβαλεῖν δὲ κατὰ τὴν αὐτὴν ἡμέραν, καὶ ὁρμήσωσιν οἱ ἐχθροὶ κατὰ τῶν καβαλλαρίων καὶ μὴ βαστάζωσιν αὐτούς, μὴ ἀναμένειν αὐτοὺς εἰς τὰ κέρατα τῆς παρατάξεως, ἀλλ’ ὄπιθεν μᾶλλον ἐλθεῖν τῶν πεζῶν, τουτέστι | |
5 | μέσον τῆς παρατάξεως καὶ τῶν ἁμαξῶν. Ἀλλ’, εἰ τοῦτο γένηται, χρεία μείζονος τοῦ ἐν τῷ μέσῳ διαστήματος, ἵνα μεταβαλλομένων ὡς εἰκὸς τῶν καβαλλαρίων | |
μὴ στενοχωρηθῶσιν, μηδὲ αἱ τῶν ἐχθρῶν σαγίτται βλάψωσιν αὐτούς. | 325 | |
128,14t | Ποίας δεῖ κινήσεις γυμνάζεσθαι τοὺς πεζούς; | |
128,141 | Παραγγέλλει ὁ μανδάτωρ· Silention! Mandata captate! Non vos turbatis! Ordinem servate! Bando sequite! Nemo demittat bandum et inimicus seque! Καὶ κινοῦσι πρᾴως καὶ ἡσύχως, ὥστε μηδὲ ψιθυρισμὸν γί‐ νεσθαι παρά τινος. | |
128,142 | Ἐθίζεσθαι δὲ αὐτοὺς πρὸς ταῦτα φωνῇ καὶ νεύματι, διὰ σημείου τινός, κινεῖν καὶ ἵστασθαι, λεπτύνεσθαι ἤτοι μερίζεσθαι τὸ βάθος τῶν ἀκιῶν, περιπατεῖν ἴσως καὶ συντεταγμένως ἐπὶ στόμα, καὶ κατὰ ποικίλους τρόπους καὶ διαφόρους πυκνοῦσθαι ἤτοι σφίγγεσθαι κατὰ βάθος καὶ μῆκος, | |
5 | φούλκῳ περιπατεῖν, συμβάλλειν σχηματικῶς ποτὲ μὲν μετὰ βεργίων, ποτὲ δὲ μετὰ γυμνῶν σπαθίων. | |
128,15t | Γυμνασία δευτέρα. | |
128,151 | Μερίζεσθαι πρὸς διφαλαγγίαν καὶ πάλιν ἀποκαθίστασθαι, δεξιὰ καὶ ἀρι‐ στερὰ κλίνεσθαι καὶ περιπατεῖν ἐπὶ κέρας 〈ἤγουν τὸ δεξιὸν μέρος, προάγειν ἔμπροσθεν〉 καὶ πάλιν ἀποκαθίστασθαι, φυλάττεσθαι ἀμφιστόμως ἑκατέρωθεν καὶ πάλιν ἀποκαθίστασθαι, μετατίθεσθαι δεξιὰ καὶ ἀριστερά, ἀραιοῦσθαι καὶ | |
5 | πλατύνεσθαι, βαθύνεσθαι ἤτοι διπλοῦσθαι τὸ βάθος τῶν ἀκιῶν, μεταβάλλεσθαι κατὰ νώτου καὶ πάλιν ἀποκαθίστασθαι. | |
128,16t | Διὰ ποίαν αἰτίαν αἱ εἱρημέναι κινήσεις γίνονται; | |
128,161 | Γίνονται δὲ τὰ σχήματα ταῦτα διὰ τὰς αἰτίας ταύτας· | |
128,162 | φωνῇ ἤτοι νεύματι διὰ σημείου τινός, κινοῦσιν καὶ ἵστανται. | |
128,163 | Ὅτε θέλει κινῆσαι, ση‐ μαίνει βουκίνῳ ἢ τῇ ταυρέᾳ ὁ καμπιδούκτωρ ἢ τῇ φωνῇ, καὶ κινοῦσιν. εἰ δὲ στῆσαι, ἢ τῇ τούβᾳ ἢ τῇ φωνῇ ἢ νεύματι τῆς χειρός, καὶ ἵστανται· διὰ δὲ τοῦτο φωνῇ καὶ σημασίᾳ ἐθίζεσθαι ἀναγκαῖόν ἐστιν διὰ τὸν τοῦ ἄρματος θόρυβον ἢ κονιορτὸν | |
5 | ἢ ὁμίχλην ἐπιγινομένην. | 327 |
128,164 | Λεπτύνονται ἤτοι μερίζονται αἱ ἀκίαι, ὅταν ἀπὸ δεκαὲξ ἀνδρῶν τὸ βάθος ἐστὶν αὐτῶν καὶ θέλει μᾶλλον τὸ μῆκος τῆς παρατάξεως ἐκτεῖναι διὰ κόμ‐ πον ἢ διὰ τὸ ἰσωθῆναι τῇ τῶν ἐναντίων τάξει. Παραγγέλλει ἢ Ad octo! ἢ Exi! Καὶ ἐξέρχονται εἷς παρ’ ἕνα μεριζόμενοι, καὶ λεπτύνεται μὲν τὸ βάθος τῶν ἀκιῶν, | |
5 | προστίθεται δὲ τὸ μῆκος τῆς παρατάξεως καὶ γίνεται τὸ βάθος ἀπὸ ὀκτώ. Εἰ δὲ θέλει ἀπὸ τεσσάρων, πάλιν· Exi! Καὶ ἐξέρχονται ὁμοίως πάντες εἰς ἓν μέρος, ἢ δεξιὰ ἢ ἀριστερά· τοῦτο χρεία παραφυλάττειν, ἵνα πάντες εἰς ἓν μέρος καὶ ἐξέρχονται καὶ εἰσέρχονται. | |
128,165 | Περιπατεῖν ἴσως καὶ συντεταγμένως. Ὅταν τινὲς τῆς παρατάξεως προκύψωσι καὶ ἀνίσως περιπατοῦσιν, παραγγέλλει· Derige frontem! Καὶ ἰσοῦ‐ ται τὸ μέτωπον. | |
128,166 | Πυκνοῦνται ἤτοι σφίγγονται, ὅταν ὡς ἀπὸ δύο ἢ τριῶν σαγιττοβόλων τῆς τῶν ἐχθρῶν παρατάξεως γίνεται ἡ παράταξις καὶ μέλλει συμβάλλειν. Παραγ‐ γέλλει· Iunge! Καὶ πυκνούμενοι σφίγγονται πρὸς τὸν μέσον τόπον κατὰ βάθος καὶ μῆκος τοσοῦτον, ἵνα οἱ μὲν ἔμπροσθεν τεταγμένοι ἐκ πλαγίου εἰς τὰ βούκουλα | |
5 | ἀλλήλοις ἐγγίζουσιν, οἱ δὲ ὄπισθεν κατὰ νώτου ἀλλήλοις σχεδὸν κεκόλληνται. Τοῦτο δὲ τὸ σχῆμα γίνεσθαι δύναται καὶ περιπατούσης καὶ ἱσταμένης τῆς παρα‐ τάξεως. | |
128,167 | Χρὴ δὲ τοὺς οὐραγοὺς παραγγέλλεσθαι ἐκ τῶν ὄπιθεν ὠθεῖν τοὺς ἔμπροσθεν καὶ ἀπορθοῦν αὐτούς, εἰ χρεία, ἵνα μὴ ἐναπομένουσι τινὲς ὡς εἰκὸς δειλιῶντες. | |
128,168 | Φούλκῳ περιπατοῦσιν, ὅταν, ἐγγιζουσῶν τῶν παρατάξεων, τῆς τε ἡμετέρας καὶ 〈τῆσ〉 τῶν ἐναντίων, μέλλῃ ἄρχεσθαι ἡ τοξεία γίνεσθαι καὶ οὐ φοροῦσιν οἱ ἐν τῷ μετώπῳ τεταγμένοι ζάβας ἢ γονυκλάρια. Παραγγέλλει· Ad phulco! Καὶ τῶν ἔμπροσθεν κατὰ τὸ μέτωπον τεταγμένων πυκνούντων τὰ σκου‐ | |
5 | τάρια αὐτῶν μέχρι τοῦ ἐγγίζειν τοῖς βουκούλοις κατασκέποντες προσπεπλα‐ σμένως τὰς γαστέρας αὐτῶν μέχρι τῆς κνήμης, οἱ δὲ παρεστῶτες αὐτοῖς ὄπιθεν ὑπερανέχοντες τὰ σκουτάρια αὐτῶν καὶ ἀναπαύοντες εἰς τὰ βούκουλα τῶν ἔμπρο‐ σθεν σκέπουσι τὰ στήθη καὶ τὰς ὄψεις αὐτῶν 〈καὶ οὕτωσ〉 συμβάλλουσιν. | |
128,169 | Ὅταν πυκνωθείσης τῆς παρατάξεως κατὰ λόγον ἀπὸ ἑνὸς σαγιτ‐ | |
τοβόλου γένηται τῶν πολεμίων καὶ μέλλει πάντως ἡ συμβολὴ συνάπτεσθαι, παραγγέλλει· Parati! Καὶ ἄλλου διαδεχομένου καὶ κράζοντος· Adiuta! Καὶ πάντων ἀποκρινομένων ὁμοῦ, ἵσως καὶ συμφόνως· Deus! οἱ μὲν ψιλοὶ το‐ | 329 | |
5 | ξεύουσιν ὑψηλοτέρως, οἱ δὲ σκουτάτοι, οἱ εἰς τὸ μέτωπον τεταγμένοι ἔτι ἐγγυ‐ τέρω γενομένων τῶν πολεμίων, εἰ μὲν ἔχουσι μαρτζοβάρβουλα ἢ ῥιπτάρια, ἀνα‐ παύοντες τὰ κοντάρια εἰς τὸ χαμαὶ ῥίπτουσιν ἐκεῖνα, εἰ δὲ μήγε, ἀναμένοντες μέχρις οὗ ἐγγὺς ἔλθωσιν, τότε ἀκοντίζοντες τὰ κοντάρια αὐτῶν ἐπιλαμβάνονται τῶν σπαθίων αὐτῶν καὶ μάχονται εὐτάκτως ἐν τῇ τάξει αὐτῶν μένοντες καὶ οὐ | |
10 | κατατρέχοντες τῶν ὡς εἰκὸς ὑποχωρούντων αὐτοῖς ἐχθρῶν, οἱ δὲ ὄπιθεν αὐτῶν ἑστῶτες, τὰς ἑαυτῶν κεφαλὰς σκέποντες μετὰ τῶν σκουταρίων αὐτῶν, ἐπιβοη‐ θοῦσι τοῖς ἔμπροσθεν μετὰ τῶν κονταρίων. Χρεία δ’ ἐστὶν ἀσφαλῶς τοὺς εἰς τὸ μέτωπον τασσομένους προφυλάττειν ἑαυτοὺς, μέχρις οὗ εἰς χεῖρας ἐκ τοῦ πλησίον ἔλθωσιν, ἵνα μὴ κατατοξεύωνται ὑπὸ τῶν πολεμίων, ἐὰν μάλιστα μὴ | |
15 | ἔχωσι ζάβας ἢ περικνημῖδας. | |
128,1610 | Μερίζονται πρὸς διφαλαγγίαν, ὅταν ἐπ’ εὐθείας περιπατούσης τῆς παρα‐ τάξεως καὶ ἔμπροσθεν καὶ κατὰ νώτου φανῶσι πολέμιοι. Καὶ εἰ μὲν ἀπὸ δεκαὲξ ἔχουσιν αἱ ἀκίαι καὶ ἤγγισαν οἱ δι’ ὄψεως ἐρχόμενοι ἐχθροὶ καὶ μέλλουσιν ἐκ τοῦ πλησίον ἄρχεσθαι τῆς μάχης, παραγγέλλει· 〈Ad octo!〉 Medii partitis ad | |
5 | diphalangiam! Καὶ ἐν ὀκτὼ ἵστανται, ἐν δὲ ὀκτὼ στρεφόμενοι καὶ κινοῦντες πρὸς διφαλαγγίαν μερίζονται. Εἰ δὲ ἢ ἀπὸ ὀκτὼ ἵστανται τὸ βάθος ἢ ἀπὸ τεσσάρων, παραγγέλλει· Primi statis, secundi ad diphalangiam exitis! Καὶ στρε‐ φόμενοι οἱ σεκοῦνδοι, τουτέστιν οἱ ὑπὸ τὸν δεκάρχην, ἐξέρχονται διάστημά τι ἄχρι τριακοσίων βημάτων ἤτοι σκελισμάτων, τοσοῦτον ὥστε μὴ δύνασθαι τὰς | |
10 | βαλλομένας παρὰ τῶν ἐναντίων σαγίττας ἑκατέρωθεν βλάπτειν τοὺς νώτους τῶν ἀντιβλεπόντων, ἀλλ’ ἐν τῷ εὐκαίρῳ τόπῳ πίπτειν αὐτάς. 〈Εἶτα παραγγέλλει·〉 Reverte! Καὶ πάλιν ὑποστρέφοντες, εἰ χρεία γένηται, ἀποκαθίστανται κατὰ τὸ πρότερον σχῆμα. Εἰ δὲ ὡς εἰκὸς ἡ μείζων δύναμις τῶν ἐχθρῶν διὰ νώτου τῆς παρατάξεως ἔρχεται καὶ ἅμαξαι οὐκ ἀκολουθοῦσιν, οἱ σεκοῦνδοι ἵστανται | |
15 | καὶ οἱ πρῖμοι ἐξέρχονται. Τὰ δὲ τῆς διφαλαγγίας γίνεται, ὅταν αἱ ἅμαξαι οὐκ ἀκολουθοῦσιν ἢ ἀκολουθοῦσαι ἐβιάσθησαν ὑπὸ τῶν πολεμίων. | |
128,1611 | Δεξιὰ ἢ ἀριστερὰ κλίνονται, ὅταν ἐκ πλαγίου εἰς ἓν μέρος θέλει τὴν | |
παράταξιν σῦραι ἢ διὰ τὸ ὡς εἰκὸς ἐκτεῖναι τὴν παράταξιν καὶ ὑπερκεράσαι τοὺς ἐχθροὺς ἢ μὴ ὑπερκερασθῆναι παρ’ αὐτῶν ἢ διὰ τόπου ἐπιτηδειότητα ἢ διὰ παρα‐ γωγὴν στενοῦ τόπου. Καὶ εἰ μὲν δεξιὰ θέλει παραγαγεῖν αὐτήν, παραγγέλλει· | 331 | |
5 | Ad conto clina! Καὶ στρέφοντες πάντες οἱ ὁπλῖται ἐκεῖθεν, 〈παραγγέλλει·〉 Move! Καὶ κινοῦσιν ἕως οὗ χρεία. Redi! Καὶ ἀποκαθίστανται. Εἰ δὲ ἀριστερὰ θέλει, παραγγέλλει· Ad scuto clina, move! Καὶ τὰ ἄλλα ὁμοίως φυλάττονται. | |
128,1612 | 〈Φυλάττεσθαι〉 ἀμφιστόμως, ὅταν τῶν ἐχθρῶν ὡς εἰκὸς ἄφνω γυρευ‐ όντων ἔμπροσθεν καὶ ὄπισθεν μὴ φθάσῃ πρὸς διφαλαγγίαν μερισθῆναι ἡ πα‐ ράταξις. Παραγγέλλει· Undique servate! Καὶ οἱ ἡμίσεις κατὰ τῶν ἔμπροσθεν ἐρχομένων ἱστάμενοι ἁρμόζονται, οἱ δὲ ἡμίσεις ἐπὶ τὸν νῶτον ἀντιστρεφόμενοι, | |
5 | οἱ δὲ ἐν τῷ μέσῳ ἑστῶτες τὰς κεφαλὰς αὐτῶν ἴσως σκέπουσι διὰ τῶν σκουταρίων. | |
128,1613 | Μετατίθενται δεξιὰ καὶ ἀριστερά, ὅταν ἢ δεξιὰ ἢ ἀριστερὰ θέλει με‐ τενεγκεῖν τὴν παράταξιν χρείας καλούσης, ὡς εἰκός. Παραγγέλλει· Depone au destra au senestra! Καὶ ἑνὸς ἑνὸς τάγματος μετατιθεμένου μεταφέρεται ἡ παράταξις πᾶσα πρὸς τὸ μέρος ἐκεῖνο συντόμως. | |
128,1614 | Ἀραιοῦνται ἤτοι πλατύνονται, ὅταν πεπυκνωμένοι εἰσὶ καὶ θέλει μερίσαι ἤτοι λεπτύναι ὡς εἰκὸς τὰς ἀκίας καὶ ἐκτεῖναι τὴν παράταξιν εἰς μῆκος ἢ διὰ τὸ ἀνετωτέρους αὐτοὺς γενέσθαι. Παραγγέλλει· Largia ad ambas partes! Καὶ πλατύνονται. Τοῦτο δὲ τὸ σχῆμα καὶ περιπατούσης καὶ ἱσταμένης τῆς παρα‐ | |
5 | τάξεως δύναται γίνεσθαι τῶν δύο κεράτων ἐπὶ τὰ ἔξω νευόντων, εἴτε μέρος 〈ἕν〉, εἴτε παράταξίς ἐστιν. | |
128,1615 | Βαθύνονται ἤτοι διπλοῦνται αἱ ἀκίαι, ὅταν μὲν ἀπὸ τεσσάρων ἵστανται καὶ θέλει αὐτὰς διπλῶσαι καὶ πρὸς συμβολὴν ἰσχυροποιῆσαι, ἁρμοζόμενος τῷ βάθει τῶν ἐναντίων. Παραγγέλλει· Intra! Καὶ γίνονται ὀκτώ. Εἰ δὲ θέλει δεκαὲξ ποιῆσαι, πάλιν παραγγέλλει· Intra! Καὶ εἰσερχόμενοι εἰς τοὺς ἰδίους τόπους | |
5 | εἷς παρ’ ἕνα διπλοῦνται καὶ γίνονται δεκαὲξ πάντες εἰς ἓν μέρος, ὡς ἐξῆλθον. | |
Εἰ δὲ θέλει ὡς εἰκὸς ἀπὸ τριακονταδύο τὸ βάθος τῶν ἀκιῶν ποιῆσαι, ὅπερ οὐκ ἔστιν χρειῶδες, παραγγέλλει· Acia in acia! Καὶ διπλοῦνται ὁμοίως καὶ βαθύ‐ νεται μὲν ἡ παράταξις, συστέλλεται δὲ τὸ μῆκος αὐτῆς. | 333 | |
128,1616 | Μεταβάλλονται, ὅταν ἐπ’ εὐθείας περιπατούσης τῆς παρατάξεως μηκέτι δι’ ὄψεως ἔλθωσιν οἱ ἐχθροί, ἀλλὰ διὰ τοῦ νώτου αὐτῆς. Καὶ εἰ μὲν τὸ μέτωπον ἤτοι τοὺς λοχαγοὺς ὄπιθεν θέλει μετενεγκεῖν 〈ἀπὸ〉 δεκαὲξ ὄντος τοῦ βάθους, παραγγέλλει· Muta locum! Καὶ διὰ τοῦ βάθους τῶν ἀκιῶν παρερχόμενοι | |
5 | οἱ λοχαγοὶ, ὡς ἵσταται ἡ παράταξις, συνακολουθούντων αὐτοῖς καὶ τῶν λοιπῶν μεταβάλλονται, τὸ μέτωπον ἐπὶ τοὺς πολεμίους ποιοῦντες. Τοῦτο δὲ τὸ πρὸ τῆς πυκνώσεως ἐπιτηδείως γίνεται. Εἰ δὲ πεπύκνωται καὶ οὐ συμφθάζει ἀραιῶσαι, παραγγέλλει· Transforma! Καὶ στρεφόμενοι, ὡς ἵστανται, ἀντιβλέπουσι κατὰ τοῦ νώτου μέρος, οὐκέτι τοῦ λοχαγοῦ ἔμπροσθεν εὑρισκομένου, ἀλλὰ τοῦ ἑξ‐ | |
10 | καιδεκάτου οὐραγοῦ. | |
128,17t | Πῶς δεῖ τάσσεσθαι τὴν παράταξιν καὶ ἐθίζεσθαι πρὸς ἐχθρῶν ἀντι‐ παράταξιν; | |
128,171 | Κατορθωθείσης ἰδίᾳ τῆς ἑκάστου τάγματος γυμνασίας κατὰ τὸν εἰ‐ ρημένον τρόπον, δεῖ ἐνέγκαι τὸν στρατὸν ὅλον καὶ κατὰ πάντα ὁμοίως δημοσίῳ πολέμῳ τάξαι τὴν παράταξιν, τούς τε σκουτάτους καὶ ψιλοὺς καὶ καβαλλαρίους καὶ τὰς ἁμάξας καὶ τὸν λοιπὸν τοῦλδον, καὶ ἀντικαταστῆσαι αὐτῇ ὅτε μὲν πεζοὺς | |
5 | ἐπὶ ἁπλῆς ἀκίας ἀντιπαρατασσομένους αὐτῇ, ὅτε δὲ τοὺς καβαλλαρίους τοξεύ‐ οντας δίχα ξιφῶν. | |
128,172 | Καὶ ποτὲ μὲν μετὰ τάξεως ἐρχομένους κατ’ αὐτῆς, ποτὲ δὲ μετὰ κονιορτοῦ καὶ κραυγῆς καὶ ἀταξίας, ὅτε ὄπιθεν, ὅτε ἐκ τῶν πλαγίων καὶ κατὰ νώτου, ἵνα οἱ πεζοὶ καὶ οἱ καβαλλάριοι πάντων ἐν ἔθει γινόμενοι μὴ ταράσσωνται καὶ οἱ μεράρχαι ἁρμόζωνται ταῖς κατ’ αὐτῶν ἐγχειρήσεσιν. Ὁμοίως | |
5 | τε καὶ τοὺς καβαλλαρίους δοκιμάζεσθαι ποτὲ εἰς τὰ ἄκρα ἑστῶτας, ποτὲ εἰς τὸν νῶτον ἐρχομένους τῶν πεζῶν καὶ μεταβαλλομένους κατὰ νώτου. | |
128,173 | τάσσονται δὲ τὰ μέρη τῆς παρατάξεως ἀπὸ ἑκατὸν ἢ διακοσίων ποδῶν ἀλλήλων διακεκρι‐ μένως, ἵνα μὴ στενοῦνται ὑπ’ ἀλλήλων ἐν τῷ περιπατεῖν καὶ ἐν τῷ καιρῷ τῆς συμ‐ | |
βολῆς ἑνοῦνται καὶ βοηθοῦσιν ἑαυτοῖς, καὶ παραγγέλλονται τῷ μέσῳ μέρει πεί‐ | 335 | |
5 | θεσθαι, ἔνθα τὸ τοῦ στρατηγοῦ βάνδον συμβαίνει τάσσεσθαι. Τὸν μὲν γὰρ μέσον τόπον τῆς παρατάξεως οἱ ἀρχαῖοι διὰ τοῦτο στόμα ἐκάλεσαν καὶ ὀμφαλόν, ἵνα αὐτῷ τὰ λοιπὰ πείθωνται. | |
128,174 | Ἐπειδὴ δὲ τὸ σφίγγεσθαι ἤτοι πυκνοῦσθαι πρὸς τὸ ἁρμοῦσθαι καὶ πλατύνεσθαι συντομώτερον καὶ ἀσφαλέστερόν ἐστιν, οὐ χρὴ ἀπὸ δεκαὲξ τὸ βάθος τῶν ἀκιῶν τάσσεσθαι, ἀλλ’ ἀπὸ τεσσάρων, ἵνα καὶ κομπωτέρα φαίνεται τοῖς πολεμίοις ἡ παράταξις καὶ ἀνεκτότεροι γένωνται οἱ | |
5 | ὁπλῖται ἐν τῷ περιπατεῖν μάλιστα ἐπὶ διάστημα. εἰ γὰρ χρεία ἢ ἀπὸ ὀκτὼ ἢ ἀπὸ δεκαὲξ γίνεσθαι τὸ βάθος, ἐν τῷ περιπατεῖν συντόμως γίνεται καὶ σφίγγεται. εἰ μέντοι σφιγκτῆς καὶ κονδῆς οὔσης τῆς παρατάξεως, χρεία τοῦ ἐκταθῆναι τὸ μῆκος αὐτῆς, πολλῆς ὥρας δεῖται εἰς τοῦτο καὶ οὐκ ἔστι χρειῶδες τῶν πολεμίων ἐγγιζόντων ἐκτείνειν παράταξιν. | |
128,175 | Οἱ δὲ βανδοφόροι μέχρι μὲν τῆς παρατά‐ ξεως καβαλλάριοι μετὰ τῶν ἀρχόντων αὐτῶν, ἐν δὲ τῇ τάξει πεζοὶ ὀφείλουσιν ἵστασθαι, ὥστε μήτε τῶν δεκαὲξ πλέον τὸ βάθος τῶν ἀκιῶν γίνεσθαι, κἂν εἰ τῶν ἐναντίων βαθυτέρα ἐστί, μήτε τῶν τεσσάρων ἔλαττον, κἂν εἰ λεπτοτέρα ἐστὶ | |
5 | τῶν ἐναντίων. | |
128,176 | ὥστε τὸ μὲν πλέον τῶν δεκαὲξ ἄχρηστον, τὸ δὲ ἔλαττον τῶν τεσσάρων ἀσθενές· μέση δὲ τάξις τῶν ὀκτὼ σκουτάτων ἐστίν. | |
128,177 | ὥστε πᾶσαν ἡσυχίαν γίνεσθαι ἐν τῷ στρατῷ καὶ παραγγέλλεσθαι τοὺς ἑκάστης ἀκίας οὐ‐ ραγούς, ἵνα ἕως ψιθυρισμοῦ ἐὰν ἀκούσωσι παρά τινος τῶν ὑπ’ αὐτοὺς μετὰ τῶν ἁστιλίων τῶν κονταρίων νύσσουσιν αὐτούς, καὶ ἐν ταῖς συμβολαῖς δὲ ὠθοῦσι | |
5 | τοὺς ἔμπροσθεν αὐτῶν, εἰς τὸ μή τινας τῶν ὁπλιτῶν ἐξ ὀλιγωρίας ὡς εἰκὸς παραπομένειν. | |
128,178 | ὥστε μὴ ἐπιτηδεύειν ἐπὶ πολὺ διάστημα τοὺς πεζοὺς ὡπλι‐ σμένους περιπατεῖν, ἀλλὰ καὶ ἐὰν βραδύνουσιν οἱ ἀντιπαρατασσόμενοι, καὶ χρεία τοῦ ἀναμεῖναι τὴν παράταξιν, μὴ ἀναγκάζειν αὐτοὺς ἵστασθαι πολλὰς ὥρας, ἵνα μή, ὡς βραχεῖαν ὅπλισιν ἔχοντες, ἐν τῇ συμβολῇ κεκοπωμένοι εὑρε‐ | |
5 | θῶσιν, ἀλλ’ ἢ παρασκευάζειν αὐτοὺς καθέζεσθαι καὶ ἀναπαύεσθαι, καὶ ὅταν ἐκ τοῦ πλησίον ἔλθωσι, τότε ἐγείρειν αὐτούς, ἵνα καὶ ἄκοποι καὶ ἀσύντριπτοι μένωσιν. | |
128,179 | ὥστε μηδένα ἔμπροσθεν τῆς παρατάξεως περιπατεῖν, πλὴν τῶν μεραρχῶν καβαλλαρίων καὶ μανδατόρων δύο καὶ καμπιδουκτόρων δύο καὶ στρά‐ τορος ἑνὸς καὶ σπαθαρίου ἑνὸς καθ’ ἕκαστον ἄρχοντα, καὶ τῶν ὀρνιβόρων, μέχρις | |
οὗ ἐγγίσωσιν οἱ πολέμιοι. τότε δὲ ἕκαστον ἀσφαλῶς ἐν τῷ ἰδίῳ μέρει εἰσέρχεσθαι. | 337 | |
128,1710 | Δεῖ εἰδέναι, ὅτι τὸ μὲν ἐθίζειν ἐν σημείῳ ἤτοι παραγγέλμασι ἐν ταῖς γυμνα‐ σίαις τὴν πεζικὴν παράταξιν ἤτοι τὰ μέρη αὐτῆς καλὸν καὶ χρήσιμόν ἐστι καὶ εὐπαθεῖς τοὺς στρατιώτας καὶ ἑτοίμους ποιεῖ. | |
128,1711 | Οὐκ ἀνάγκη δὲ ἐν καιρῷ πολέμου πᾶσαν τὴν παράταξιν ἑνὶ σημείῳ τάσσεσθαι· οὐδὲ γὰρ πάντως τόπος τοιοῦτος εὑρίσκεται, οὐδὲ ὁ καιρὸς, πλήθους μάλιστα ὄντος. καὶ ἐκτεταγμένης ἐπὶ πολὺ τῆς παρατάξεως, εἰς τὸ πᾶσιν δηλοῦσθαι τὰ σημεῖα, ἅπερ ἡ χρεία | |
5 | ἀπαιτεῖ γίνεσθαι. | |
128,1712 | Οὔτε δὲ οἱ ἐχθροὶ ἴσως ἐπέρχονται. Ὑπόθου οὖν, ὅτι τὸ ἓν μέρος τῆς παρατάξεως λεπτὸν ὂν ὠθεῖται ἀπὸ τῶν ἐχθρῶν, τὰ ἄλλα μέρη βαθυνόμενα τί ὠφελοῦνται; τοῦ ἑνὸς μέρους γυρευομένου ὑπὸ τῶν ἐχθρῶν, τὰ ἄλλα ἀμφιστόμως τασσόμενα τί εὐεργετοῦνται; Καὶ διὰ τοῦτο χρὴ ἕκαστον μέρος | |
5 | τῇ ἐπερχομένῃ καὶ ἐνοχλούσῃ αὐτῷ τάξει διὰ τῶν εἰρημένων κινήσεων ἁρμό‐ ζεσθαι, καὶ μὴ ἀναμένειν ἕτερον σημεῖον. | |
128,1713 | Τὸ μέντοι ἵστασθαι καὶ περιπα‐ τεῖν ἴσως ἀνάγκη πάντας ἑνὶ παραγγέλματι πείθεσθαι ἕως τοῦ καιροῦ τῆς συμ‐ βολῆς. Καὶ διὰ τοῦτο εἰς μέρη διάφορα καὶ τάγματα οἱ ἀρχαῖοι τὰς μεγάλας παρα‐ τάξεις διένειμαν. | |
128,18t | Πῶς δεῖ τὰς ἁμάξας καὶ τὸν τοῦλδον τάσσεσθαι; | |
128,181 | Ὥστε ἐὰν ἔδοξε τὸν καραγὸν ἀκολουθῆσαι, ὄπισθεν ἀπὸ ἑνὸς τελείου σαγιττοβόλου τάσσεσθαι αὐτὸ τῆς πεζικῆς παρατάξεως, καὶ συνακολουθεῖν ἐν τάξει τῷ ἰδίῳ μέρει. Τοσοῦτον δὲ διάστημα κρατεῖν τὰς ἁμάξας, ὅσον ἡ παράταξις ἔχει, ἵνα μὴ ἔξωθεν γινόμεναι ταύτης ἀβοήθητοι μένωσιν. Ἑκάστην δὲ αὐτῶν | |
5 | κιλικίῳ τὸ ὄπισθεν μέρος σκέπεσθαι, ἵνα καὶ οἱ ἁμαξηλάται ἄνω ἱστάμενοι καὶ μαχόμενοι ὡς ἀπὸ προμαχώνων βοηθοῦνται, καὶ οἱ βόες φυλάττονται ἀπὸ τῶν βαλλομένων σαγιττῶν. | |
128,182 | Τὰς δὲ βαλλιστροφόρους ἁμάξας δι’ ὅλου μὲν κατα‐ μερίζειν τοῦ διαστήματος, τὰς δὲ πλείους καὶ χρειώδεις ἐν τοῖς ἄκροις τάσσειν, τοὺς δὲ ἁμαξηλάτας ἀκοντιστὰς εἶναι ἢ σφενδοβόλων ἢ μαρτζοβαρβούλων ἢ σαγιττῶν. | |
128,183 | Ἐσωτέρω δὲ τῶν ἁμαξῶν εὐθέως τὸν λοιπὸν τοῦλδον, ἐφ’ ᾧ τὸν μέσον τόπον τὸν μεταξὺ τῶν ἁμαξῶν καὶ τῆς παρατάξεως εὔκαιρον εἶναι, ἵνα | |
κἂν πρὸς διφαλαγγίαν καιρὸς γένηται μερισθῆναι τοὺς σκουτάτους ὡς βιαζο‐ μένων τῶν ἁμαξῶν εἴτε τοὺς καβαλλαρίους διαδραμεῖν εἴτε τοὺς ψιλούς, μὴ ἔχωσιν | 339 | |
5 | ἐμπόδισμα μηδὲ συγχέωνται. | |
128,184 | Ὥστε ἐὰν πολλὴ δύναμις τῶν ἐναντίων ἐκ τῶν ὄπιθεν ταῖς ἁμάξαις ἐνοχλῇ καὶ οὐκ ἀντέχουσιν οἱ ἁμαξηλάται ἢ οἱ ὡς εἰκὸς πρὸς διφαλαγγίαν μεριζόμενοι, ῥίπτεσθαι ὀλίγας τριβόλους· ἀλλ’ ἐὰν ῥίπτωνται, παραφυλάττεσθαι δεῖ τοῦ μὴ δι’ αὐτῆς ὑποστρέψαι τὸν στρατόν, ἀλλὰ | |
5 | δι’ ἑτέρας, ἵνα μὴ βλάβη τοῖς ὑπὸ τούτων γένηται αὐτῷ. | |
128,19t | Πῶς δεῖ τὰς πορείας ποιεῖσθαι ἐχθρῶν ἐγγιζόντων; | |
128,191 | Ὥστε καὶ ὄπιθεν καὶ ἔμπροσθεν καβαλλαρίους εἶναι πρὸς σκούλκαν καὶ περαιτέρω τῆς σκούλκας μηδένα τῶν πεζῶν φαίνεσθαι, τὰ δὲ ἄπληκτα ἐκ τοῦ πλησίον, ἵνα μὴ κοποῦνται οἱ πεζοὶ πολὺ περιπατοῦντες διάστημα. | |
128,192 | Ὥστε τὰς ἁμάξας κατὰ τὰ μέρη τῆς παρατάξεως περιπατεῖν, εἴτε ἐν ὀρδίνῳ, εἴτε ἐν παρατάξει πρὸς τὸν τόπον, πρῶτον τοῦ δεξιοῦ κέρατος, εἶτα τοῦ ἀριστεροῦ, μετ’ αὐτὰς τοῦ μέσου ἀριστεροῦ καὶ τότε τοῦ δεξιοῦ μέσου καὶ μὴ χύδην καὶ ἀνα‐ | |
5 | μεμιγμένως. | |
128,193 | Ὥστε ἐὰν οἱ ἐχθροὶ πλησίον εἰσίν, τὰ ὅπλα αὐτῶν βαστάζοντας τοὺς ὁπλίτας περιπατεῖν καὶ μὴ εἰς τὰς ἁμάξας ταῦτα καταλιμπάνειν, ἵνα ὦσιν ἕτοιμοι πρὸς τὴν μάχην. | |
128,194 | Ὥστε ἐν τοῖς ἀναγκαίοις καιροῖς, καθὼς ἐν τῇ παρατάξει τάττονται, οὕτως τάγμα τάγμα περιπατεῖν, καὶ μὴ συγκεχυμένως ἢ διεσπαρμένως, ἵνα, εἰ γένηται χρεία τοῦ παρατάξασθαι, ἑτοίμως πρὸς τοῦτο καταστῶσιν. | |
128,195 | Ὥστε ἐὰν πολλοί εἰσιν οἱ τῶν ἐχθρῶν καβαλλάριοι, ἐγγιζόντων αὐτῶν τῷ στρατῷ μὴ ἐπιτηδεύειν συνεχῶς τὰ ἄπληκτα ἀλλάσσειν ἢ τὰς ὁδοιπορίας ποιεῖσθαι πρὸ τῆς τοῦ πολέμου ἐκβάσεως, ἀλλὰ πρὸ δύο ἢ τριῶν ἡμερῶν προκα‐ ταλαμβάνειν τὸν τόπον ἔνθα ἡ συμβολλὴ μέλλει γίνεσθαι κἀκεῖσε ἀσφαλῶς | |
5 | ἀπληκεύειν. | |
128,20t | Πῶς δεῖ τοὺς πεζοὺς εἰς δασεῖς καὶ δυσβάτους καὶ στενοὺς τόπους πορεύεσθαι; | |
128,201 | Τοὺς ἐν ὕλαις δασείαις καὶ δυσβάτοις καὶ στενοῖς τόποις ἐλπίζοντας κατ’ ἐχθρῶν τὰς ἐγχειρήσεις ποιεῖσθαι, καὶ κατ’ ἐξαίρετον Σκλάβων ἢ Ἀντῶν, | |
εὐσταλεῖς εἶναι δεῖ καὶ μήτε πολλοὺς καβαλλαρίους ἔχειν μήτε δὲ ἁμάξαις κε‐ χρῆσθαι ἢ τούλδῳ πολλῷ ἢ ὅπλοις βαρέσιν, οἷον ζάβαις ἢ κασσιδίοις, ἀλλὰ | 341 | |
5 | σκουταρίοις τοὺς μὲν σκουτάτους μείζοσι, κονταρίοις δὲ κονδοῖς καὶ μὴ καβαλ‐ λαρικοῖς, τοὺς δὲ ψιλοὺς σκουταρίοις μικροτέροις καὶ ἐλαφροτέροις, τοξοφα‐ ρέτροις, βηρύτταις, ἀκοντίοις μικροῖς Μαυρικίοις καὶ ὀλίγοις μαρτζοβαρ‐ βούλοις. ἀξίνας δὲ πάντας περισσὰς χρὴ ἔχειν καὶ ἐν τοῖς νωτοφόροις ζῴοις ἐπιφέρεσθαι διὰ τὰς χρείας. | |
128,202 | Τὴν δὲ πεζικὴν τῶν σκουτάτων τάξιν μηδ’ ἐπ’ εὐθείας ἤτοι 〈κατὰ〉 μέτωπον τάσσειν ὡς ἐν τοῖς ὁμαλοῖς καὶ γυμνοῖς τόποις, ἀλλ’ εἰς δύο ἢ τέσσαρα μέρη ἢ ἐπὶ δύο ἢ τέσσαρας τὸ βάθος τῶν ἀκιῶν πρὸς τὸ ποσὸν τοῦ στρατοῦ, ἢ ἐπὶ κέρας πρὸς τὸ ὑποτεταγμένον σχῆμα, 〈ἢ〉, | |
5 | ὡς ἡ χρεῖα ἀπαιτεῖ, τὰ δὲ μέρη ἴσως κινεῖν καὶ περιπατεῖν ἀφεστῶτα ἀλλήλων ὡς ἀπὸ λίθου βολῆς. | |
128,203 | Ἐὰν δὲ σύνεισι καβαλλάριοι ἢ τοῦλδος, ὄπισθεν αὐτῶν τὸν τοῦλδον ποιεῖν καὶ μετ’ αὐτὸν τοὺς καβαλλαρίους καὶ μετ’ αὐτοὺς ὀλίγους σκουτάτους καὶ ψιλοὺς νωτοφύλακας διὰ τὰς ἐκ τοῦ νώτου ὡς εἰκὸς ἐπιγινομένας ἀδοκήτως ἐφόδους. | |
128,204 | Τοὺς δὲ ψιλοὺς, τοὺς μὲν προπορεύεσθαι τῆς παρατά‐ ξεως μέχρι ἑνὸς σημείου μετ’ ὀλίγων καβαλλαρίων, τοὺς δὲ ἐκ πλαγίων ἑκατέ‐ ρωθεν αὐτῆς περιπατεῖν, ἵνα μὲν καὶ σκουλκεύουσιν καὶ γινώσκουσιν μὴ ἐγκρύμ‐ ματά εἰσιν ἐχθρῶν ἢ δένδρα ἵστανται κατὰ τοὺς νώτους αὐτῶν πεπρισμένα, ἐγγὺς | |
5 | ὄντα καὶ σχηματικῶς ἱστάμενα, ἅτινα διὰ τῶν χειρῶν ὠθούμενα συντόμως ἐμφρά‐ ξεις ποιοῦσιν ἐν τοῖς στενώμασι καὶ ἀγῶνα τοῖς αἰφνιδιαζομένοις παρέχουσιν. | |
128,205 | Ταῦτα προερευνᾶν διά τε ψιλῶν καὶ ὀλίγων καβαλλαρίων, ἅμα δὲ καὶ ἀποσοβεῖν τοὺς κεκρυμμένους ἐχθρούς, εἶθ’ οὕτως παρέρχεσθαι τὴν παράταξιν. | |
128,206 | Καὶ ὅπου μὲν ἀραιότεροί εἰσι τόποι, τοὺς καβαλλαρίους προλαμβάνειν καὶ τὰς σκούλκας ποιεῖν, ὅπου δὲ δασεῖς καὶ δυσχερεῖς, τοὺς ψιλούς. | |
128,207 | Τοὺς δὲ ψιλοὺς μὴ ὡς τοὺς σκουτάτους ἐπ’ εὐθείας τάττεσθαι, ἀλλὰ κατὰ δρούγγους τουτέστι τρεῖς ἢ τέσσαρας μὲν ψιλοὺς ἀκοντιστὰς ἐπιφερομένους καὶ τὰ σκου‐ τάρια αὐτῶν, ἵνα, εἰ χρεία γένηται, καὶ σκουτεύουσι καὶ ἀκοντίζουσιν οἱ αὐτοί. | |
5 | Καὶ ἕνα δὲ τοξότην ἔχειν ὑπ’ αὐτῶν φυλάττεσθαι δυνάμενον. | |
128,208 | Τοὺς δὲ τοιού‐ | |
τους δρούγγους, ὡς εἴρηται, μὴ ἐπὶ μιᾶς παρατάξεως ἢ ἐπ’ εὐθείας τὴν ὁδοιπορίαν ποιεῖσθαι, ἀλλ’ ἐφεξῆς, μὴ διεσπαρμένως, ἵνα καὶ τοὺς νώτους ἀλλήλων φυλάττωσιν καί, εἰ συμβῇ τοὺς ἔμπροσθεν αὐτῶν ἀντίστασιν ὑπὸ ἐχθρῶν ὑφίστασθαι καὶ | 343 | |
5 | βαρεῖσθαι ὑπὸ δυσχερείας τόπου, οἱ ὄπισθεν ἀγνώστως ὑψηλότεροι γινόμενοι κατὰ τοῦ νώτου τῶν ἐχθρῶν ἔρχονται· ὥσπερ ἀναγκαῖόν ἐστιν ἀεὶ σπεύδειν τοὺς ψιλούς, ἐφ’ ᾧ τοὺς ὑψηλοτέρους τόπους κατὰ τῶν ἐχθρῶν προλαμβάνειν· | |
128,209 | Πα‐ ραγγελθῆναι δὲ τοὺς ψιλοὺς περαιτέρω τοῦ δύνασθαι αὐτοὺς ἀκούειν ἢ βουκίνου ἣ τούβας μὴ χωρίζεσθαι τῆς παρατάξεως, ἵνα μὴ γυμνούμενοι βοηθείας ὡς εἰκὸς βαροῦνται. | |
128,2010 | Τῶν δὲ τεσσάρων μερῶν ἐπὶ κέρας πορευομένων, εἰ μὲν στενὸς εὑρεθείη τόπος, ὥστε μὴ δύνασθαι τὰ τέσσαρα μέρη καθ’ ἑαυτὰ παρέρχεσθαι, δύο μέρη ποιεῖν εἰς διφαλαγγίαν. | |
128,2011 | Εἰ δὲ μηδὲ δύο χωροῦσιν, κατὰ ἓν μέρος παράγειν [ὡς] ἐπὶ κέρας ὡς μίαν παράταξιν, καὶ τοὺς λοιποὺς ἐφεξῆς, τῶν ψιλῶν, ὡς εἴρηται, ἀεὶ προλαμβανόντων. | |
128,2012 | Μετὰ δὲ τὸ παρελθεῖν τὸν στενὸν τόπον πάλιν εἰς τέσσαρας ἀρχὰς ἤτοι μέρη, ὡς ἐτάγησαν, ἐπὶ κέρας φέρειν αὐτούς. | |
128,2013 | Εἰ δὲ πλῆθος ἐχθρῶν ἐπιφανείῃ ἔμπροσθεν ἢ ἐκ πλαγίων, καθ’ οὗ χρεία μέρους, κατ’ ἐκείνου δέον ἐπὶ μέτωπον ποιεῖν τὴν παράταξιν, τουτέστιν· εἰ μὲν ἀριστερὰ τῆς τάξεως φανῶσιν, αὐτοῦ τοῦ ἄκρου μέρους ἱσταμένου ἐν τάξει ἔρχονται τὰ ἄλλα τρία μέρη καὶ παρατάσσονται αὐτῷ ἐν τοῖς ἰδίοις τόποις. Εἰ | |
5 | δὲ δεξιὰ φανῶσι, τὸν ὅμοιον τρόπον μεταβαλλόμενοι ποιοῦσι τὰς ὄψεις κατ’ ἐκείνου. Ἐὰν δὲ ἔμπροσθεν φανῶσι τῶν μέσων μερῶν ἢ τοῦ ἑνὸς ἢ τῶν δύο, πρὸς τὸν τόπον δεξιὰ ἐγκλινομένων ὡς ἐν παραγωγῇ καὶ εἰς μέτωπον ἀποκαθι‐ σταμένων τὰ ἄλλα δύο ἐρχόμενα ὁμοίως παρατάσσονται καὶ γίνεται ἡ τάξις πλα‐ γία ἐπὶ μέτωπον. Καὶ εἰ μὲν ὁ τόπος ἔχει συντεταγμένως ἐπέρχεσθαι τοῖς ἐχθροῖς, | |
10 | τοὺς ψιλοὺς καὶ καβαλλαρίους κατακυκλοῦν τοὺς ἐναντίους, εἰ δὲ οὐ χωρεῖ συν‐ τεταγμένην αὐτὴν καὶ πεπυκνωμένην 〈διέρχεσθαι〉, δεῖ βαθείας καὶ ἀραιὰς τὰς τῶν σκουτάτων ἀκίας τάσσεσθαι, ἵνα καὶ τὰς διαβάσεις διὰ τῶν δένδρων εὐκόλως ποιοῦνται καί, εἰ χρεία γένηται, πυκνοῦνται. Εἰ δὲ οὐδὲ οὕτως χωροῦνται, δεῖ ἵστασθαι τὴν παράταξιν, τοὺς δὲ ψιλοὺς ἐπαφιέναι τοῖς ἐχθροῖς καὶ ἐκ τοῦ πλη‐ | |
15 | σίον ἐπιβοηθεῖν αὐτοῖς διά τε ὀλίγων σκουτάτων καὶ διὰ καβαλλαρίων. | |
128,2014 | Δεῖ δὲ παραγγελθῆναι, ὅταν ὡς εἰκὸς κραυγὴ γένηται ἐν τῷ ὁδοιπο‐ ρεῖν τῶν πολεμίων ἐπιφαινομένων, μὴ πάντας φύρεσθαι καὶ κατ’ ἐκείνου τρέχειν | |
τοῦ μέρους, ἀλλὰ τοὺς μὲν σκουτάτους τῆς τάξεως αὐτῶν ἔρχεσθαι, τοὺς δὲ ψι‐ λοὺς ἑκάστου μέρους ἐπὶ τὸν κράζοντα συντρέχειν καὶ μὴ τοὺς ἔμπροσθεν εἰς | 345 | |
5 | τὰ πλάγια προχείρως ἔρχεσθαι ἢ τοὺς τῶν πλαγίων ἐπὶ τὸ ἔμπροσθεν μέρος ἄνευ τῆς τοῦ ἄρχοντος ἐπιτροπῆς, ἀλλ’ ἕκαστον μέρος τοῖς ἰδίοις ἐπιβοηθεῖν ἐν και‐ ρῷ κραυγῆς, ὡς ἡ χρεία καλέσει, καὶ ἵνα, ἐὰν βαροῦνται ὡς εἰκός, εἰς τὴν τῶν σκουτάτων παράταξιν προστρέχουσι καὶ μὴ βιάζονται ὑπὸ τῶν ἐχθρῶν. | |
128,2015 | Ἀσφαλῶς οὖν αἱ ὁδοιπορίαι τῶν πεζῶν καὶ ἁρμοδίως γίνεσθαι δύνανται, ἵνα, ὡς εἴπομεν, ἐν μὲν τοῖς δασυτέροις τόποις καὶ δυσβάτοις ἐπὶ κέρας τάσσονται, εἴτε εἰς τέσσαρα μέρη, εἴτε εἰς δύο, ἐν δὲ τοῖς ἀραιοτέροις ἐπὶ μέτωπον ἐν πλα‐ | |
5 | γίᾳ τάξει, ἐν ἀραιοτέραις καὶ βαθυτέραις ἀκίαις ὡς οἱ τόποι δέχονται. | |
128,2016 | Δεῖ δὲ εἰδέναι, ὅτι ἐν ταῖς ὕλαις ταῖς δασείαις οἱ ἐκ χειρὸς ἀκοντίζοντες ἀναγκαιό‐ τεροί εἰσι καὶ τῶν τοξοτῶν καὶ τῶν σφενδονιστῶν· διὸ χρὴ τοὺς πολλοὺς τῶν ψιλῶν εἰς βηρύττας καὶ ἀκόντια γυμνάζεσθαι. | |
128,2017 | Οἱ δὲ τοξόται ἀναγκαῖοί εἰσι τῇ παρατάξει μᾶλλον ὑποτασσόμενοι καὶ εἰς τραχεῖς καὶ εἰς κρημνώδεις καὶ εἰς στενοὺς καὶ γυμνοὺς τόπους. | |
128,2018 | Οἱ μέντοι ἀκοντισταὶ καὶ ἔξωθεν τῆς παρατά‐ ξεως εἰς τὰς ὕλας τὰς δασείας μάλιστα ἀναγκαῖοί εἰσιν. | |
128,2019 | Δεῖ δὲ καὶ τὰ ἄπληκτα ἤτοι φοσσάτα ἀσφαλῶς ποιεῖν καί, εἰ μὲν ἐνδέχεται, εἰς ἀραιοτέρους τόπους σκηνοῦν· εἰ δὲ οὐκ ἀπαντᾷ, μὴ ἀμελῶς, ἀλλὰ σφιγκτῶς καὶ ἰσχυρῶς ἀπληκεύειν, καὶ ἀποφεύγειν τοὺς τόπους ἐκείνους, τοὺς ἔχοντας ἐκ τοῦ πλησίον | |
5 | ὑψηλοτέρους αὐτῶν. | |
128,2020 | Μὴ καταλύεσθαι δὲ τὴν παράταξιν πρὶν ἢ πάντες ἀπλη‐ κεύσωσιν καὶ τὸ φοσσάτον δεόντως ὀχυρωθῇ καὶ αἱ σκοῦλκαι ἐξέλθωσιν. | |
128,2021 | Εἰδέναι δὲ πάντας χρή, ἵνα τῇ φωνῇ τῆς τούβας ἵστανται καὶ τῇ τοῦ βουκίνου κινοῦσιν. | |
128,2022 | Πρὸς δὲ τὸ σαφῶς παραλαβεῖν τὰ ἐν τῷ παρόντι εἰρημένα κεφάλαια καὶ αὐτὰ τὰ σχήματα σκαριφεύσαντες ὑπετάξαμεν. | |
128,2023 | Τάξις πλαγία, ἥτις ἐστὶ κομπὴ καὶ χρήσιμος ἐν τοῖς γυμνοῖς τόποις. | |
ΜΕΤΩΠΟΝ | 347 | |
128,2024 | Τάξις ὀρθία καὶ μονοφαλαγγία, ἥτις ἀναγκαία καὶ χρήσιμος ἐν τοῖς στενοῖς καὶ μονοπατίοις τόποις· [Omitted graphic marker] | |
128,2025 | Τάξις ὀρθία καὶ διφαλαγγία, ἥτις ἀναγκαία ἐστὶν ἐν δασείαις περιό‐ δοις πρὸς καταφυγὴν ἤτοι ἐκδίκησιν καὶ ψιλῶν καὶ καβαλλαρίων καὶ εἰς φυ‐ λακὴν τοῦ λαοῦ· [Omitted graphic marker] [Omitted graphic marker]ΜΕΤΩΠΟΝ | |
128,2026 | Τάξις ὀρθία τετραφαλαγγία· αὕτη ἀναγκαία ἐστίν, ὅταν πολύς ἐστιν ὁ πεζικὸς στρατὸς καὶ ὁ τόπος ἐπιδέχεται καὶ βούλεταί τις συντομώτερον τὴν πά‐ ροδον ποιεῖσθαι· ὁμοίως δὲ ταχέως εἰς πλαγίαν αὐτὴν μεταβάλλεται. | |
ΜΕΤΩΠΟΝ[Omitted graphic marker] ΜΕΤΩΠΟΝ[Omitted graphic marker] [Omitted graphic marker]ΜΕΤΩΠΟΝ [Omitted graphic marker]ΜΕΤΩΠΟΝ | 349 | |
128,21t | Πῶς δεῖ τοὺς ἀπόπλους ἐν τοῖς ποταμοῖς καὶ τὰς διαβάσεις αὐτῶν ποι‐ εῖσθαι ἐχθρῶν ἀντικαθισταμένων; | |
128,211 | Ὅτι δεῖ τοὺς δρόμωνας καὶ τὰ λοιπὰ σκεύη τά τε δαπανηφόρα καὶ τὰ ναυκέλια τά τε μικρὰ καὶ τὰ ἄλλα τὰ εἰς γέφυραν πεποιημένα μετά τε τῶν σχοινίων αὐτῶν καὶ τῶν ποντιλίων ἐν ἑτοίμῳ γενέσθαι, καὶ ὡς ἐπὶ στρατοῦ ἐν γῇ ὁδοιποροῦντος οὕτω καθιστᾶν, τουτέστιν ὑπὸ μοιραρχίας καὶ μεραρχίας | |
5 | καὶ τοὺς ἰδικοὺς τῶν ἐν αὐτοῖς ταγμάτων ἄρχοντας, καὶ εἶναι δῆλον ἕκαστον δρό‐ μωνα ὑπὸ ποῖον ἄρχοντα τελεῖ διὰ σημείων ἐν τοῖς καταρτιδίοις αὐτῶν βαλλο‐ μένων ἐν τάξει βάνδων, καὶ μετὰ τοῦτο ἕνα ναύαρχον ἤτοι στρατηγὸν ἐπιστῆσαι αὐτοῖς· καὶ ἐὰν εἰς πλῆθός εἰσιν οἱ δρόμωνες, ὑπὸ τρεῖς ἄρχοντας καὶ τρία δη‐ λονότι μέρη καὶ βουκινάτορας τρεῖς καὶ μανδάτορας ποιῆσαι. | |
128,212 | Καταστῆσαι δὲ ἢ εἰς ὅλους αὐτῶν ἢ εἰς τοὺς πλείους ἐκ τῶν μικροτέρων βαλλιστρῶν ἀπὸ κιλικίων σκεπομένας, ἵνα ἐν καιρῷ πρώρᾳ τῶν δρομώνων βαλλόμεναι ἀποσο‐ βοῦσι μήκοθεν τοὺς ἐπερχομένους ἐχθρούς. Χρησίμους δὲ τοξότας ἐν αὐτοῖς βάλ‐ | |
5 | λειν καὶ γενναίους, καὶ καστελλῶσαι αὐτούς. Ἐν δὲ τῷ καιρῷ τοῦ πλέειν ὁρίζειν τὰ ἄπληκτα ἔνθα δεῖ ἀπληκεύειν πάντα, καὶ κατὰ μέρος ἐν τάξει πλεόντων τῶν δρομώνων, ὡς ἐτάγησαν, συνάγεσθαι, ὡς εἴρηται, ἐν τῷ δοκοῦντι τόπῳ, καὶ ὅταν γνωσθῇ ὅτι πάντες διεσώθησαν καὶ οὐδεὶς λείπει, τότε κινεῖν ἐπὶ τὸ ἔμπροσθεν ἄπληκτον κατὰ τάξιν. | |
128,213 | Ἐπειδὴ δὲ σαγηνῶν οὐσῶν καὶ λοιπῶν βαρυτέρων σκευῶν οὐ πάντως [ὅτι] δύνανται συνέρχεσθαι τοῖς δρόμωσι, δεῖ καὶ ταῦτα ὑπὸ ἄρχοντας καταστῆναι ἐν τάξει τούλδου. μὴ τάσσειν δὲ μακρὰν τὰ ἄπληκτα, ὡς ἵνα δύνανται φθάζειν καὶ αὐτά, καὶ ἐν τῷ ἅμα μετὰ τῶν δρομώνων ἀπληκεύειν | |
5 | ὁμοίως καὶ κινεῖν. Ταῦτα δὲ τὰ βαρέα δέον ὄπιθεν τῶν δρομώνων ἀκολουθεῖν, καὶ μετὰ ταῦτα ὀλίγους δρόμωνας εἰς φυλακὴν αὐτῶν. | |
128,214 | Πολεμίων δὲ ἐγγι‐ ζόντων, εἴπερ χρεία ἐν τῇ γῇ ἀπληκεύειν, καὶ οὕτως χρὴ καὶ φόσσαν ἀκριβῆ | |
ποιεῖν διὰ τὰ ἀπὸ τῶν ἐχθρῶν αἰφνιδιάσματα κατὰ τὴν νύκτα ὡς εἰκὸς ἐγχειρού‐ μενα. Καὶ εἰ μὲν ναυτικὸς πόλεμος πρόκειται καὶ φαίνονται οἱ ἐχθροὶ ὡς ἐπὶ | 351 | |
5 | παρατάξεως, ἐπὶ μέτωπον τάσσειν τοὺς δρόμωνας καὶ ἴσως πλέειν ἕνα δρόμωνα εἰς βάθος, καὶ τοσοῦτον ἐγγὺς ἀλλήλων, ὅσον ἀνεμποδίστως ἐλαύνειν δύνανται καὶ μὴ συγχέεσθαι ἢ τὰς κώπας συγκρούειν. Καὶ ὅσοι μὲν δι’ ὅλου τοῦ πλεο‐ μένου διαστήματος τοῦ ποταμοῦ χωροῦσιν ἀβλαβῶς, εἰς πλάτος τάσσειν τούτους, ὡς εἴρηται, ἐπὶ μέτωπον, καὶ τοὺς λοιποὺς ἐν δευτέρᾳ καὶ τρίτῃ τάξει ἀπὸ ἑνὸς | |
10 | σαγιττοβόλου κατ’ οὐρὰν ποιεῖν. | |
128,215 | Εἰ δὲ ὡς εἰκὸς χρεία τὴν ἀντὶς ὄχθην κρατη‐ θῆναι, ἔνθα οἱ ἔχθροι ἵστανται, εἰ μὲν γεφυρῶσαι χρή, τουτέστιν ὑπογέφυραν ποιῆσαι, δέον ἀπὸ τῆς ἰδίας ὄχθης ἄρξασθαι τὰ ἐπὶ τούτων σκεύη, τουτέστι ναύ‐ κλας μεγάλας, καὶ ποντιλῶσαι ἤτοι καταστρῶσαι πάντων ἐν ἑτοίμῳ ὄντων, τουτέστι | |
5 | τῶν τε σχοινίων καὶ τῶν ποντιλίων. Καὶ ὅταν ἀπὸ σαγιττοβόλου γένηται τῆς ἀντὶς ὄχθης ἡ δενομένη γέφυρα, προβάλαι τοὺς βαλλιστροφόρους δρόμωνας ἤτοι τὰ σκεύη τὰ ἔχοντα πάντα καὶ δι’ αὐτῶν ἀποσοβῆσαι τοὺς ἐχθρούς· καὶ οὕτως κατὰ μέρος ὄπισθεν ἀκινδύνως δένειν τὴν γέφυραν μέχρις αὐτῆς τῆς στερεᾶς. Καὶ μετὰ τὸ δεθῆναι ἑκατέρωθεν εἰς τὰς ὄχθας, κατ’ ἐξαίρετον ἔνθα οἱ ἐχθροί εἰσιν, | |
10 | ξυλίνους ἢ πλινθίνους ἢ ἀπὸ ξηρουλίθου πύργους πρὸς ἀσφάλειαν τῆς γεφύρας ἐγεῖραι, φοσσάτου πρότερον ὀρυσσομένου ἰσχυροῦ, ὥστε ἐν αὐτῷ πεζοὺς ἀπλη‐ κεύοντας μετὰ βαλλιστρῶν ἄδειαν δοῦναι τὴν πᾶσαν τούτων κατασκευὴν ἀνεμπο‐ δίστως γίνεσθαι, καὶ οὕτως διαβιβάζειν τὸν στρατόν, εἴτε καβαλλαρικός ἐστιν, εἴτε τοῦλδος. | |
128,22t | Πῶς δεῖ τὰ ἄπληκτα γίνεσθαι ἤτοι φοσσάτα; | |
128,221 | Ὅτι δεῖ τὰς ἁμάξας πέριξ καθιστᾶν τοῦ ἀπλήκτου. Ἐν τοῖς δὲ ἀναγ‐ καίοις καιροῖς καὶ οἰκοδομεῖν, ἐὰν ὁ τόπος ἔχῃ, καὶ ἔξωθεν τάφρον ποιεῖν, πλά‐ τους μὲν ποδῶν πέντε ἢ ἕξ, βάθους δὲ ἑπτὰ ἢ ὀκτώ, καὶ τὸ χῶμα ἐν τῇ ἐσωτέρᾳ ὄψει τεθῆναι, ἔξωθεν δὲ ταύτης τριβόλους καὶ φόσσας μικράς, ἐχούσας 〈ἔνδον〉 | |
5 | σκόλοπας, ἃς δεῖ ἐν γνώσει ποιεῖν τοῖς τοῦ στρατοῦ διὰ τὸ μὴ ἀγνοοῦντας ὑπ’ αὐτῶν βλάπτεσθαι. | |
128,222 | Ἔχειν δὲ τὴν περίμετρον τοῦ φοσσάτου τέσσαρας μὲν πόρτας τελειοτέρας καὶ δημοσίας, παραπόρτια δὲ μικρὰ πλείονα, καὶ καθ’ ἑκάστην πόρταν ἤτοι πύλην ἄρχοντα τὸν πλησίον ἀπληκεύοντα πρὸς παραφυ‐ λακὴν αὐτῆς, ἔσω τε δὲ παρ’ αὐτὰς τὰς ἁμάξας τὰς τῶν ψιλῶν τένδας ἁπλᾶς | 353 |
5 | παρακειμένας καὶ μετὰ ταύτας εὔκαιρον διάστημα ὡς ποδῶν τριακοσίων ἢ τε‐ τρακοσίων, καὶ τότε τὰς λοιπὰς ταγῆναι τένδας, ὥστε ἐν ταῖς τῶν ἐχθρῶν το‐ ξείαις μὴ πλήττεσθαι τοὺς ἐν τῷ μέσῳ, ἀλλ’ ἐν τῷ εὐκαίρῳ τόπῳ πίπτειν τὰς σαγίττας. | |
128,223 | Ἐν τῷ μέσῳ δὲ τοῦ φοσσάτου σταυροειδὴ πλατεῖαν εἶναι, ἔχουσαν τὸ πλάτος ἄχρι τεσσαράκοντα ἢ πεντήκοντα ποδῶν, καὶ ἑκατέρωθεν παρακεῖσθαι αὐτῇ τὰς τένδας ῥυμοειδῶς κατ’ ὄρδινον, ἐχούσας αὐτὰς ὀλίγον ἀπ’ ἀλλήλων διάστημα καὶ ἕκαστον μεράρχην μέσον τῶν ὑπ’ αὐτὸν ἀπληκεύειν, τὸν | |
5 | δὲ στρατηγὸν εἰς ἓν μέρος καὶ μὴ ἐν τῷ μέσῳ τῆς πλατείας, ἵνα μὴ καὶ τῇ μέσῃ ἐμποδίζῃ πρὸς πάροδον καὶ ὑπὸ τῶν παρερχομένων ὀχλεῖται. Τοὺς δὲ καβαλ‐ λαρίους, εἰ γένηται καιρὸς εἰσελθεῖν, ἐν τῷ μέσῳ τοῦ φοσσάτου ἀπληκεύειν καὶ μὴ ἐν τοῖς ἄκροις. | |
128,224 | Ὅτι δεῖ τοὺς χρησίμους τῶν τριβούνων μετὰ τῶν ὑπ’ αὐτοὺς ταγμάτων εἰς τὰς πόρτας τοῦ φοσσάτου ἀφορίζεσθαι, ὥστε μετὰ τὰς ἑσπερινὰς μίσσας μέχρι τοῦ σημείου μηδένα θαρρεῖν παρὰ γνώμην τοῦ στρατηγοῦ αὐτῶν ἐν τῷ φοσσάτῳ εἰσιέναι ἢ ἐξιέναι. Καὶ τὰς νυκτερινὰς βίγλας τῶν καβαλλαρίων ἔσωθεν ὄντων | |
5 | ἀσφαλῶς γίνεσθαι. | |
128,225 | Ὅτι δεῖ ἕκαστον ἄρχοντα μέρους μανδάτορα ἴδιον ἀφορίσαι τῇ σκηνῇ τοῦ στρατηγοῦ προσεδρεύοντα, τοὺς δὲ τῶν τριβούνων τῇ σκηνῇ τοῦ μεράρχου, ἵνα διὰ τούτων συντόμως γινώσκουσι πάντα τὰ ἐντελλόμενα. | |
128,226 | Ὅτι δεῖ τὸν στρατηγὸν περὶ αὐτὸν ἔχειν τουβάτοράς τε καὶ βουκινάτορας· καὶ τῆς τούβας τρισσάκις σημαινούσης περὶ ἑσπέραν παύεσθαι τῶν πόνων καὶ δειπνοῦντας ψάλλειν τὸν τρισάγιον ὕμνον. | |
128,227 | Καὶ ἀφορίζεσθαί τινας τῶν ἰδι‐ κῶν τοῦ στρατηγοῦ κατανοοῦντας τὰς βίγλας καὶ σιωπὴν πᾶσι παρεγγυῶντας, ὥστε μηδὲ ἐξ ὀνόματος θαρρεῖν μετὰ κραυγῆς καλεῖν τὸν ἑταῖρον αὐτοῦ. Πολλὰ γὰρ τὰ ἐκ τῆς σιωπῆς ἀγαθὰ καὶ ὅτι πολλάκις κατάσκοποι πολεμίων ἐντεῦθεν | |
5 | ἐν στρατοπέδῳ λανθάνοντες ἐφωράθησαν, ὥσπερ καὶ ἐκ τῆς κραυγῆς πολλὰ τὰ συμβαίνοντα βλαβερά. | |
128,228 | Κωλύειν δὲ καὶ τὰς ὀρχήσεις καὶ τοὺς κρότους καὶ μάλιστα μετὰ τὰς ἑσπερινὰς μίσσας, ὡς μὴ μόνον ἀκόσμους καὶ θορυβώδεις 〈ποιοῦνται ἀταξίασ〉, ἀλλὰ καὶ κόπους ἀνωφελεῖς παρεχούσας. | 355 |
128,229 | Μέλλοντος δὲ καθίστασθαι τοῦ φοσσάτου καὶ μανδάτα δίδοσθαι ἀφ’ ἑσπέραν, καὶ εἰς τὸ αὖγος κατὰ τὴν αὐτὴν ἡμέραν 〈τοῦ κινήματοσ〉 τὰ βούκινα τρισάκκις σημαίνειν καὶ τότε κινεῖν. Καὶ κατὰ τάξιν τὰ μέρη ἐξέρχεσθαι, πρῶτον τοὺς ὁπλίτας καὶ τότε τὰς | |
5 | ἁμάξας. | |
128,2210 | Ὅτι ἀναγκαία ἡ τῶν τριβόλων χρῆσις. Ἐὰν γὰρ ἢ πετρώδης ὁ τόπος εὑρεθῇ καὶ μὴ δυνηθῶσιν ὀρύξαι, ἢ βραδεῖα ἡ ὥρα τὴν τοιαύτην τῷ στρατῷ παρ‐ έχουσι χρῆσιν ἐν τῇ στρατοπεδείᾳ, αἱ τρίβολοι δεόντως ἀποτιθέμεναι, ἣν τὸ ὄρυγμα παρέχει. | |
128,2211 | Ὅτι διαφόρους μὲν θέσεις στρατοπεδείας ἤτοι φοσσάτου οἱ ἀρχαῖοι παραδεδώκασιν, ἐπαινεῖ δὲ ὁ συγγραφεὺς τὴν παραμήκη τετράγωνον ὡς εὔτακτον καὶ ἀναγκαῖαν. Καὶ τὰ πλάγια καὶ ἐφ’ ὕψους ἄπληκτα πλείονα τὸν ἐν αὐτοῖς στρατὸν παρὰ τοὺς ἴσους ἢ ἐγκειμένους τόπους δείκνυσιν. | |
128,2212 | Ἐὰν οὖν πρὸς ἐπίδειξιν χρεία γένηται 〈διὰ〉 ἐξπλοράτορας, τοὺς πλαγίους δεῖ ἐπιλέγεσθαι τό‐ πους, εἴγε μάλιστα καὶ τὰ ἐπιτήδεια ἔχουσι τῆς ἀναγκαιοτέρας χρείας. | |
128,2213 | Δεῖ ἀνόσους καὶ καθαροὺς ἐπιλέγεσθαι τόπους εἰς ἄπληκτα καὶ μὴ χρόνον πολὺν ἐνδιατρίβειν ἐν ἑνὶ χωρίῳ, εἰ μήπω περί τε ἀέρας καὶ τὰ ἐπιτήδεια χρειῶδές ἐστιν, διὰ τὸ μὴ λοιμώττειν τὸν στρατὸν | |
128,2214 | Ἀλλὰ καὶ τὰς σωτηριώδεις χρείας μὴ γίνεσθαι ἔσω ἐν τῷ φοσσάτῳ, ἀλλ’ ἔξωθεν, διὰ τὴν δυσωδίαν· καὶ μάλιστα ἐὰν ἐπιμένῃ διά τινα χρείαν τὸ φοσσάτον ἐν ἑνὶ τόπῳ. | |
128,2215 | Ὅτι ἐν τοῖς ἀναγ‐ καίοις καιροῖς βραχὺν μὲν ὄντα τὸν ποταμὸν ἐν μέσῳ δεῖ περιλαμβάνειν τοῦ χάρακος ὡς εὔβατον τοῖς τοῦ στρατοῦ, τραχὺν δὲ καὶ μέγαν ἐκ πλαγίου διὰ τὸ εἰς ὀχύρωμα γενέσθαι τοῦ στρατοῦ. | |
128,2216 | Καὶ τοῦ ποταμοῦ παρατρέχοντος συμ‐ μέτρου οὐ δεῖ τοὺς ἵππους εἰς ποτὸν ἐξάγειν κατὰ τὸ ἄνωθεν μέρος, ἵνα μὴ τῇ κινήσει τῶν ποδῶν θολερὸν καὶ ἀχρεῖον τὸ ὕδωρ ποιήσωσιν, ἀλλὰ κάτωθεν μᾶλ‐ λον. Εἰ δὲ ὀλίγος ἐστίν, δι’ ἀγγείων αὐτοὺς ποτίζειν καὶ μὴ ἐπαφιέναι αὐτοὺς | |
5 | εἰς τὸ ταράξαι αὐτό. | |
128,2217 | Ὅτι οὐ δεῖ πλησίον λόφων τοῖς ἐχθροῖς εὐβάτων σκηνοῦν, μήπως | |
ἐκεῖθεν τοὺς ἐν τῷ στρατοπέδῳ κατατοξεύσωσιν εὐκόλως. | 357 | |
128,2218 | Ὅτι πρὶν ἢ τοὺς πολεμίους ἐγγίσαι οὐ δεῖ ἐπιτηδεύειν πλησίον ὕδα‐ τος τὰ ἄπληκτα ποιεῖν, καὶ μάλιστα τοὺς καβαλλαρίους, ἵνα μὴ καὶ τὰ ἄλογα καὶ οἱ ἄνδρες ἐν συνηθείᾳ τῆς πολυποσίας γινόμενοι, ἐν καιρῷ 〈λείψεως ... ὕδα‐ τοσ〉 καρτερίας μὴ φέροντες ὀλιγωροῦσιν. | |
128,2219 | Ὅτι οὐ δεῖ πρὶν ἢ τοὺς ἐχθροὺς ἐγγίσαι ἀναμεμιγμένους πεζοὺς με‐ τὰ τῶν καβαλλαρίων ἐν τῷ φοσσάτῳ ἀπληκεύειν, ἀλλ’ ἔξωθεν μὲν, πλησίον δὲ τοῦ φοσσάτου, ἵνα μηδὲ στενοχωροῦνται, μηδὲ εὐαρίθμητον φαίνονται τοῖς κατασκόποις. Δοκιμάσαι δὲ πρὸ ὀλιγῶν ἡμερῶν, εἰς πόσον διάστημα χωροῦνται | |
5 | καὶ πῶς ἀπληκεύουσιν, εἰ γένηται αὐτοῖς καιρὸς εἰσελθεῖν ἐν αὐτῶ. | |
128,2220 | Τῶν δὲ ἐχθρῶν ἐγγιζόντων συνάπτεσθαι τοῖς πεζοῖς καὶ ἐν τῷ ἅμα ἐν τοῖς τεταγμέ‐ νοις τόποις ἀπληκεύειν. | |
128,2221 | Ἐν τοῖς τοῦ πολέμου καιροῖς εἰς ὀχυρὸν τόπον τὰ ἄπληκτα ἐπινοεῖν καὶ φροντίζειν τῶν ἐπιτηδείων, μὴ μόνον τῆς τῶν ἀνθρώπων ἀποτροφῆς ὀλιγῶν ἡμερῶν, ἀλλ’, εἰ δυνατόν, καὶ τῶν ἀλόγων, διὰ τὸ ἄδηλον τοῦ πολέμου· καὶ ἐπισκέπτειν εἰς τὸ πρόγε ἁπάντων τὸ ὕδωρ δύνασθαι δηφενδεύειν | |
5 | ἀπὸ τῶν ἐχθρῶν, εἰ καιρὸς γένηται δεηθῆναι τοῦ φοσσάτου εἰς βοήθειαν. | |
128,2222 | Ὥστε, ἐάν ἐστι κάμπος, ἐν ὧ ἡ συμβολὴ γίνεται, σπουδάζειν μὲν ἔχειν πάντως εἰς τὸν νῶτον ἢ ποταμὸν ἢ λίμνην ἢ ἕτερόν τι τοιοῦτον εἰς ὀχύρω‐ μα. | |
128,2223 | Καὶ τὸ μὲν φοσσάτον ποιεῖν ὀχυρόν, τὰς δὲ ἁμάξας ἐπακολουθεῖν ἐν τάξει. | |
128,2224 | Εἰ δὲ δύσβατός ἐστιν ὁ τόπος καὶ ἀνώμαλος, τὸν μὲν καραγὸν καὶ τὸν λοιπὸν τοῦλδον ἐν τῷ φοσσάτῳ καταλιμπάνειν μετ’ ὀλίγων τῶν ἁμαξελατῶν εἰς παραφυλακήν, τὴν δὲ παράταξιν πλησίον τοῦ φοσσάτου τάσσειν ἐν ἐπιτηδείῳ τόπῳ. | |
128,2225 | Εἰ γὰρ δύσβατοί εἰσιν οἱ τόποι καὶ μάλιστα καβαλλαρίων ὄντων τῶν ἐχθρῶν, ἀρκεῖ τῇ παρατάξει εἰς ὀχύρωσιν ἡ τοῦ τόπου δυσχέρεια. Εἰ γὰρ ἀκο‐ λουθοῦσιν αἱ ἅμαξαι ἐν τοῖς τοιούτοις τόποις καὶ ἐπωφελεῖς τοῖς τασσομένοις οὐκ εἰσίν, ἀλλὰ δυσμετάθετοι εὑρίσκονται. | |
128,2226 | Ὥστε ἐπινοῆσαι τοῖς βουσὶ τῶν ἁμαξῶν, ἵνα ἐν τῷ ἀκολουθεῖν τῇ παρατάξει, εἰ χρεία γένηται ἀναμεῖναι τὰς ἁμάξας, μὴ διαταράσσωνται ὑπὸ τοῦ θορύβου τῶν ἐχθρῶν, ὑπὸ τῶν ὡς εἰκὸς βαλλομένων σαγιττῶν, καὶ ἀτακτοῦσαι ἐνοχλήσουσι τῇ παρατάξει· καὶ ἢ πεδικλοῦν ταύτας ἢ δεσμεῖν, ἵνα, ὡς εἴρηται, | |
5 | εἰ καί τινες ἐξ αὐτῶν ἀπὸ σαγιττῶν τιτρώσκωνται, μὴ διαταράσσουσι τοὺς πεζούς· | |
διὸ οὐδὲ χρὴ πολὺ ἐγγὺς τάσσεσθαι αὐτάς. | 359 | |
128,2227 | Ὥστε, εἰ ὡς εἰκὸς γένηται χρεία ὀχλουμένῳ βοηθῆσαι τόπῳ ἢ προκα‐ ταλαβεῖν καὶ οὐ φθάσουσιν αἱ ἅμαξαι, ἵνα μὴ ἐμβραδύνωσιν, τὸ μὲν φοσσάτον καταλιμπάνειν ἐν ὀχυρῷ τόπῳ, παραλαμβάνειν δὲ τοὺς πεζοὺς καὶ τὴν δαπάνην αὐτῶν 〈καὶ〉 παρασκευάζειν βαστάζεσθαι ἢ διὰ βασταγῆς καμήλων ἢ διὰ τῶν | |
5 | ἐπὶ τούτῳ ἀφορισμένων ἵππων καὶ τὰς τριβόλους, καὶ οὕτως ἀπέρχεσθαι. | |
128,2228 | Εἰ γὰρ γένηται καιρὸς φοσσάτου, τοῦ ὀρύγματος κατὰ τὸ δέον γινομένου καὶ τῶν τριβόλων ἀποτιθεμένων καὶ ἢ οἰκοδομῆς γινομένης ἔσωθεν ἢ χάρακος ἀπὸ ξύλου πηγνυμένου καὶ ἀποτιθεμένου· τὴν αὐτὴν ἀσφάλειαν ἔχει τὸ φοσσάτον, | |
5 | ἣν ὤφειλε μετὰ τοῦ καραγοῦ ἔχειν, μετὰ τὸ μηδὲ ἐμβραδύνειν, 〈ὥστε〉 καὶ ἐκ τού‐ του ὡς εἰκὸς βλάβην τινὰ προσγενέσθαι. | |
128,2229 | Ὥστε, ἐὰν οἱ καβαλλάριοι πλείους εἰσίν, ὀλίγοι δὲ οἱ πεζοὶ καὶ δοκεῖ μεῖναι τὸν τοῦλδον ἐν τῷ φοσσάτῳ, μὴ πάντας τοὺς πεζοὺς ἵστασθαι ἔσωθεν τοῦ φοσσάτου, ἀλλά τινας μὲν ἐν αὐτῷ παραφυλάττειν, τινὰς δὲ ἔξωθεν τῶν πορτῶν καὶ τῶν ὀρυγμάτων τοῦ φοσσάτου ἐν τάξει ἵστασθαι, ἵνα, ἐὰν συμβῇ τῶν κα‐ | |
5 | βαλλαρίων τροπὴν γενέσθαι καὶ μὴ σύνεισιν αὐτοῖς πεζοί, αὐτοὶ δεχόμενοι ἄδει‐ αν αὐτοῖς διδόασιν ἢ ἀντιστραφῆναι κατὰ τῶν ἐχθρῶν ἢ εὐτάκτως ἐπέρχεσθαι τῷ φοσσάτω καὶ μὴ στενοχωρεῖσθαι ἐν ταῖς πόρταις καὶ κινδυνεύειν. | |
128,23t | Ποίων δεῖ φροντίσαι τὸν στρατηγὸν τοῦ πεζικοῦ κατὰ τὴν ἡμέραν τοῦ πολέμου; | |
128,231 | Ὥστε ἐὰν πολλοί εἰσιν οἱ καβαλλάριοι τῶν ἐναντίων καὶ περιττόν ἐστιν τὸ πλῆθος αὐτῶν, καὶ καραγὸς οὐκ ἀκολουθεῖ τοῖς ἡμετέροις, μὴ ἐπιτηδεύειν εἰς ἴσον καὶ ἀναπεπταμένον τόπον παρατάσσεσθαι αὐτόν, ἀλλὰ μᾶλλον εἰς δυσχε‐ ρεῖς καὶ δυσβάτους τόπους, τουτέστιν ἢ ἑλώδεις ἢ πετρώδεις καὶ ἀνωμάλους τό‐ | |
5 | πους ἢ δασεῖς. | |
128,232 | Ὥστε φροντίζειν τὰς κατὰ τοῦ νώτου καὶ τῶν πλαγίων ἐπε‐ λεύσεις ἀσφαλίζεσθαι διὰ σκούλκας. | |
128,233 | Ὥστε ὀλίγους σκουτάτους ἔχειν ἐκ περισσοῦ εἰς τὰ ἄκρα τῶν ἁμαξίων, καὶ τὸ μέσον αὐτῶν, ἵνα, ἐὰν χρεία γένηται, ἐπιβοηθοῦσιν ἐκ τῶν ὡς εἰκὸς βουλομένων παρενοχλεῖν ἐχθρῶν ἢ αὐταῖς ἢ τῇ παρατάξει ἢ τοῖς καβαλλαρίοις αὐτῆς. | |
128,234 | Ὥστε πολλοὺς καβαλλαρίους ἐν | |
ταῖς πεζικαῖς μάχαις μὴ βάλλειν, ἀλλ’ ὀλίγους καὶ κατὰ τῶν ἄκρων τῆς παρατά‐ ξεως, ἄχρι τριῶν ἢ τεσσάρων χιλιάδων ζαβάτων ἢ καὶ χρησίμων, τοὺς ὀφεί‐ λοντας, εἰ καιρὸς γένηται, τοῖς τρεπομένοις τῶν ἐναντίων ἐπιτίθεσθαι· τὸ γὰρ | 361 | |
5 | τούτου πλέον οὐκ ἀσφαλές. | |
128,235 | Ὥστε ἐὰν οἱ ἐχθροὶ καβαλλάριοι ὄντες ἐδει‐ λίασαν πρὸς τὴν πεζικὴν μάχην καὶ πολλοί εἰσιν οἱ καβαλλάριοι ἡμῶν, ὀλίγοι δὲ οἱ πεζοί, τοὺς μὲν καβαλλαρίους τάσσειν ἔμπροσθεν τρία μέρη, ὄπιθεν δὲ τὴν πεζικὴν παράταξιν ἐπακολουθεῖν ἐν τάξει ἀπὸ ἑνὸς ἡ δευτέρου μιλίου τῶν κα‐ | |
5 | βαλλαρίων καὶ παραγγεῖλαι τοῖς καβαλλαρίοις περαιτέρω τοῦ διαστήματος τού‐ του μὴ ἀφίστασθαι τῆς πεζικῆς παρατάξεως. Εἰ δὲ καὶ βαρυθῶσιν ὑπὸ τῶν ἐχθρῶν διὰ τῶν πλαγίων καὶ τοῦ νώτου τῆς παρατάξεως προστρέχειν, καὶ μὴ διὰ τῆς ὄψεως, ἵνα μὴ διαλύσωσιν αὐτήν. | |
128,236 | Ὥστε ἐν τῇ ἡμέρᾳ τῆς συμβολῆς μὴ σπουδάζειν τὴν πεζικὴν παράταξιν ἐπὶ πολὺ διάστημα κινεῖν περαιτέρω δύο μι‐ λίων ἔξωθεν τοῦ φοσσάτου, ἵνα μὴ τῷ βάρει καὶ τῇ ὁπλίσει συντρίβεται. ἀλλ’, ἐὰν ὑπερτίθενται οἱ ἐχθροὶ τὴν συμβολήν, καθίζεσθαι αὐτοὺς καὶ ἀναπαύεσθαι | |
5 | μέχρις οὗ μέλλουσιν ἐγγίζειν. Εἰ δὲ καιρὸς θέρους ἐστίν, καὶ τὰς κασσίδας αὐτῶν ἐπαίρειν, ἵνα διαπνέωνται αἱ κεφαλαὶ αὐτῶν. Οἶνον δὲ ἐν τοιούτοις καιροῖς με‐ ταλαμβάνειν αὐτοὺς οὐ χρή, ἵνα μὴ ἀναζέων οὗτος σκοτώσῃ αὐτούς, ἀλλ’ ὕδωρ ἐν ταῖς ἁμάξαις βαστάζειν καὶ καθ’ ἕνα διδόναι τοῖς δεομένοις, ὡς εἰσὶν ἐν τῇ παρατάξει αὐτῶν. | |
128,24t | Ἔντομος παράδοσις τῶν προειρημένων γυμνασιῶν, ἣν δεῖ εἰδέναι τοὺς τριβούνους ἤτοι τοὺς ἄρχοντας τῶν πεζικῶν ταγμάτων. | |
128,241 | Παραγγέλλει ὁ μανδάτωρ· Cum silentio mandata captate! Non vos turbatis! Ordinem servate! Bando sequite! Nemo demittat bandum suum! Nemo demittat ordinem! καὶ κινοῦσι πρᾴως, ἡσύχως καὶ ἴσως ἄνω τὰ ξίφη τῶν κονταρίων κατέχοντες, ἐθιζόμενοι ταῦτα φωνῇ καὶ νεύματι διὰ | |
5 | σημείου κινεῖν καὶ ἵστασθαι ἢ λεπτύνεσθαι ἤτοι μερίζεσθαι. | |
128,242 | Καὶ παραγ‐ γέλλει· Exi a stema! Περιπατεῖν ἴσως καὶ συντεταγμένως ἐπὶ διάστημα. | |
128,243 | Ἐάν τις προκύψῃ τοῦ τάγματος, παραγγέλλει· Dirige frontem! | |
128,244 | Πυ‐ κνοῦσθαι ἤτοι σφίγγεσθαι κατὰ βάθος καὶ μῆκος. Καὶ παραγγέλλει· Iunge fulco! | 363 |
128,245 | Περιπατεῖν. Καὶ παραγγέλλει· Ami fulco! | |
128,246 | Συμβάλλειν σχημα‐ τικῶς ποτὲ μὲν μετὰ βεργίων, ποτὲ δὲ μετὰ σπαθίων γυμνῶν. Καὶ ἑνὸς κράζοντος Adiuta! ἀποκρίνονται πάντες ὁμοφώνως· Deus! | |
128,24t7-17 | Γυμνασία δευτέρα. | |
128,247 | Μερίζεσθαι πρὸς διφαλαγγίαν. Καὶ παραγγέλλει· Primi state, se‐ cundi exite! | |
128,248 | Δεξιὰ καὶ ἀριστερὰ κλίνεσθαι. Καὶ ἐὰν θέλῃ δεξιά, παραγγέλ‐ λει· Clina dextra! Ἐὰν δὲ ἀριστερά· Clina senextra! | |
128,249 | 〈Παραγγέλ‐ λει·〉 Move! Καὶ κινεῖ. | |
128,2410 | 〈Παραγγέλλει〉· Redi! Καὶ ἀποκαθίσταται. | |
128,2411 | Φυλάττεσθαι ἀμφιστόμως ἑκατέρωθεν. Καὶ παραγγέλλει· Undique servate! | |
128,2412 | 〈Παραγγέλλει〉. Redi! Καὶ ἀποκαθίσταται. | |
128,2413 | Μετατί‐ θεσθαι δεξιὰ καὶ ἀριστερά. Ἐὰν δεξιά, παραγγέλλει· Despone dextra! Ἐὰν ἀριστερά. Despone sinestra | |
128,2414 | Ἀραιοῦσθαι ἤτοι πλατύνεσθαι. Καὶ ἐὰν θέλῃ δεξιά, παραγγέλλει· Largia dextra! Εἰ δὲ ἑκατέρωθεν· Largia ad ambas partes! | |
128,2415 | Βαθύνεσθαι ἤτοι διπλοῦσθαι τὸ βάθος τῶν ἀκιῶν. Καὶ ἐάν εἰσιν ἀπὸ ὀκτὼ ἢ ἀπὸ τεσσάρων, παραγγέλλει· Intra! | |
128,2416 | Μεταβάλλεσθαι κατὰ νῶτον. Καὶ παραγγέλλει· Transforma! | |
128,2417 | Ὅτι τοῖς μὲν τριβούνοις τὰ προειρημένα δεῖ κεφάλαια ἐγγράφως δοθῆναι, τοῖς δὲ μεράρχαις αὐτῶν καὶ ταῦτα καὶ διὰ τί γίνονται τὰ σχήματα. | |
12.9t | Καταγραφὴ φοσσάτου. | |
12.9.1 | Δεῖ εἰδέναι ὅτι ἡ μὲν ἔξωθεν τοῦ καραγοῦ χαραγὴ δηλοῖ φόσσαν, τὰ δὲ λάμβδα τριβόλους, τὰ δὲ ἐν τῷ μέσῳ τένδας. | |
12.9.2 | Χρὴ δὲ τὴν μὲν σταυροει‐ δῆ πλατεῖαν ἔχειν πεντήκοντα ποδῶν πλάτος, τὴν δὲ περὶ τὰς ἁμάξας ἔσωθεν διακοσίων. | |
12.9.3 | Χρὴ δὲ καὶ ἔξωθεν τῶν βόλων ὄρυγμα γίνεσθαι, ἵνα μὴ ἄλογα | |
ὡς εἰκὸς ἢ ἄνθρωποι τοῦ φοσσάτου ἀγνοοῦντες περιπίπτουσιν ἐν αὐτοῖς. | 365 | |
129,1t | ΟΥΡΒΙΚΙΟΥ ΕΠΙΤΗΔΕΥΜΑ | |
129,11 | Αἱ μὲν προτεταγμέναι τάξεις εὑρημάτων παλαιῶν εἰσιν ἀνδρῶν, ἐκτε‐ θεῖσθαι πρὸς στρατιώτας μεμελετηκότας δέχεσθαι τὰς τῶν πολεμίων προσβολάς· δι’ ὃ καὶ ῥᾴδιον ἦν αὐτοῖς μετασχηματίζεσθαι εἰς ἀπάτην τῶν ἐχθρῶν. | |
129,12 | Ἐπει‐ δὴ δὲ νῦν ἀθρόως εἰς ἐκδίκησιν τῶν Ῥωμαϊκῶν πραγμάτων θεόθεν κινούμενος ὁ καλλίνικος ἡμῶν καὶ εὐσεβέστατος δεσπότης ὥρμησε καὶ συμβαίνει τοὺς μὲν ἐμπείρους τοῦ πράγματος ἀπολιμπάνεσθαι διὰ γῆρας, τοὺς δὲ νεωτέρους ἐν τοῖς | |
5 | κινδύνοις μανθάνειν τὴν τῶν πολεμίων πεῖραν, ἐκ δὲ τούτων ἀθυμίαν καὶ ὄκνον προσγίνεσθαι τοῖς κάμνουσιν, ἐτόλμησα μίαν παράταξιν προσθεῖναι τὸν μὲν στρατιώτην φιλάττουσαν ἄτρωτον, τοὺς πολεμίους δὲ κατεργαζομένην, μὴ ῥη‐ θεῖσαν μὲν παρὰ τῶν παλαιῶν, ἐπινοηθεῖσαν δὲ παρ’ ἐμοῦ, λογισάμενος ὅτι συγ‐ γνώμην ἕξει παρρησία κοινὸν συμφέρον γνωρίζουσα τῷ γαληνοτάτῳ πάντων δε‐ | |
10 | σπότῃ. Οὐδὲ γὰρ ὡς φθέγγεσθαι περὶ πολέμων καταθαρρῶν, ἀλλ’ ὡς εὐτυχῆ δου‐ λείαν ἐκπληρῶν ἐπὶ τὸ προσθεῖναι τότε σχῆμα καὶ τὸ χρήσιμον τῆς τάξεως ὥρμησα. Χρησιμεύσει δὲ μάλιστα τὸ ταύτης ὄφελος πεζοῖς πολεμοῦσι πρὸς ἱππέας. | |
129,13 | Ὄνομα δὲ τῆς φάλαγγος οἰκεῖον τῷ γράμματι, κάστρον κινούμενον κατὰ τετράγωνον σχῆμα τῆς τῶν στρατιωτῶν πορείας γινομένης, ὡς δείκνυσιν ἡ ὑποκειμένη γραφή. | |
129,14 | Δεῖ τοῖς ἐκ τῶν πλευρῶν ὁδεύουσιν ἀκολουθεῖν ζῷα, βαστάζοντα κα‐ νόνας καθηλωμένους καὶ ἑκάστην στρατιωτῶν δεκανίαν ἐξουσίαν ἔχειν τριῶν τοιούτων κανόνων, ὡς τὸ ζῷον τὸ ἓν ὑπουργεῖν δεκανίαις δέκα, καὶ ἄλλα ἐφε‐ ξῆς ἄλλαις. | |
129,15 | Καὶ ἐπειδ’ ἂν προσδοκηθῶσιν οἱ πολέμιοι, ἐκπηδῶντας στρα‐ τιώτας ἐπὶ τοσοῦτον πλάτος περιφράττειν δεῖ τοῖς κανόσι τὸ μέσον, ἐφ’ ὅσον οὐ φθάσει τὰ τῶν πολεμίων ἐφικέσθαι βέλη τῆς τάξεως καὶ προσηλοῦν μεγάλοις ἥλοις εἰς βάθος τοὺς κατακεκεντρωμένους κανόνας οὕτως, ὡς ἡ γραφὴ δείκνυσι, | |
5 | καὶ περιτρέχειν δι’ ὀλίγων γοργῶς τοῦτο ποιούντων τῶν νεωτέρων τὸ στράτευμα. | |
129,16 | Ἔσται δὲ τὸ πᾶν εὐκόλως, ἐὰν οἱ καθ’ ἑκάστην πλευρὰν τούτου φροντίζοντες τὸ οἰκεῖον περιφράττουσι. | |
129,17 | Καὶ ὅτε μὲν ἡ πρώτη τῶν βαρβάρων προσβολή, ὃ νῦν ἔμπετον καλοῦσι, κατενεχθήσεται, δῆλον, καὶ οὐκ ἔσται τὸ τυχόν, μὴ πλη‐ | |
γέντος Ῥωμαίου τοὺς τὰ πρῶτα τῶν βαρβάρων φρονοῦντας, οἷς τὸ προκατελαύνειν σύνηθες, πεσόντας τοῖς ἵπποις βάλλεσθαι μὲν ὑπὸ Ῥωμαίων, συμπατεῖσθαι δὲ | 367 | |
5 | παρὰ τῶν οἰκείων, ἀπροσδοκήτως ὄπιθεν ἐπενεχθέντων. | |
129,18 | Ὑπάρξει δὲ τῆς τάξεως τὸ ῥᾳδίως φονεύειν τοὺς πολεμίους ἢ ἐπὶ ἁμαξῶν βαλλίστρας ἔχοιεν ἐκ τῶν τεσσάρων πλευρῶν ἐργαζομένας καὶ μάλιστα κατ’ ἐκείνου τοῦ μέρους, καθ’ οὗ ἂν πολέμιον ὁρμήσοι στράτευμα· ὡς γὰρ ἐν γυμνασίας σχήματι οἱ μὲν | |
5 | ἐκ τῶν βαλλιστρῶν ἀκοντίσουσιν εἰς τὸ τριπλάσιον τῆς ἐκείνων βολῆς, καὶ σώ‐ μασιν ἀνδρῶν ἢ ἵππων ἐμπήξουσι τὸν πεμπόμενον σίδηρον. | |
129,19 | Θεωρηταὶ δὲ τῆς τῶν πολεμίων καταφορᾶς ἔσονται οἱ ἐν τῷ μέσῳ μετὰ τῶν ὅπλων ἑστῶτες στρατιῶται, ἵνα, εἰ ἴδοιεν τοὺς πολεμίους ἐθέλειν ἀποβάντας τῶν ἵππων ἀνορύτ‐ τειν τοὺς κανόνας, καὶ αὐτοὶ νενευκότας αὐτοὺς καὶ ἀσχολουμένους ἐξ ἐπιδρο‐ | |
5 | μῶν ἀκοντίζουσιν, εἰ καὶ οὐκ ἐάσωσιν αὐτοὺς αἱ βαλλίστραι σχολὴν ἀγαγεῖν εἰς ἐρευνᾶν τῆς τῶν κανόνων ἀναλήψεως, οὐδὲ ὁ προεμπαρεὶς αὐτῶν ὄχλος. | |
129,110 | Δῆλον γὰρ ὅτι, εἰ συμπίπτοιεν οἱ ἵπποι, κατὰ τῶν ἥλων μένουσιν κείμε‐ νοι, καθ’ ὧν ἂν πρῶτον ἀπιστῶσιν. Ἐπειδὴ δὲ καὶ ὀλίγων ἀνδρῶν σαγὴ οἶδεν ἐκδειματῶσαι τοὺς ἀκολουθοῦντας αὐτοῖς πανταχόθεν ὁρῶντας πίπτοντας, τοὺς δὲ τὴν μέσην τάξιν ἔχοντας ἀβλαβεῖς ἑστῶτας, δώσουσι νῶτα. | |
129,111 | Καὶ ἐξέσται τοὺς ἡμετέρους ἀναλεξαμένους τὰ παρὰ τῶν πολεμίων ἀκοντισθέντα βέλη ἔσω τῶν κανόνων τοῦ περιφράγματος σκυλεῦσαι μὲν τοὺς πεσόντας, ἀνασπάσαντας δὲ τοὺς κανόνας ἀφόβως ἐν ὁδοιπορίας σχήματι πάλιν διώκειν τοὺς πολεμίους | |
5 | καὶ τοῦτο ποιεῖν ἐφ’ οἷον ἂν ἔθνος πορεύεσθαι βούλοιντο ἐν ταῖς ἱππικαῖς ἐφό‐ δοις ἔχον τὴν δύναμιν. | |
129,112 | Εἰ δὲ δόξει πόνον ἔχειν τὸ καταπηγνῦσαι τοὺς κα‐ νόνας, λογισώμεθα μὲν ἀκίνδυνον ἐξ αὐτῶν ἀσφάλειαν, τὴν τῶν στρατιωτῶν εὐθυμίαν, τὴν εὔθυμον νίκην. | |
129,113 | Πόσα δὲ ἄλλα τοῖς ἐπὶ πόλεμον ἐξιοῦσιν ἐπιπονώτερα μηδὲν τοῦτον ἀγαθὸν προυποφαίνοντα· βασταγαὶ παπυλαιώνων, ἀσχολίαι περὶ τὴν τούτων κατάπληξιν, φοσσάτων ἢ σουδάτων ἐργασίας. | |
129,114 | Τί δὲ οἱ βάρβαροι ἑαυτοὺς οὐ περιφράττουσιν ἁμάξαις, ἅς ἐστιν ῥᾴδιον ἀναλῶ‐ σαι τέχνῃ τῷ πυρί; Εἰ οὖν πάντα πόνον ἔχει διὰ τί δυσκόλως ὀφθήσεται κάματος ὁ πανταχοῦ τὴν δύναμιν ἡμῶν ἀκαταμάχητον ποιῶν; | |
129,115 | Μὴ τοίνυν, ἐπειδὴ πρῶτον ἐπινενόηται μηδὲ ἐν ἔργοις ἔτι τὴν ὠφέλειαν ἔδειξε καταφρονεῖσθαι ὡς παρὰ ἀπείρου πολέμων ἐκτεθεῖσαν· ἡ γὰρ Ἀρχιμέδους βοηθήσει τέχνη τοῖς στρα‐ τεύμασιν ἢ τὰς βαλλίστρας τεχνεσαμένη τὸ ἀκαταμάχητον ὅπλον καὶ οὐκ ἀσχο‐ | |
5 | λήσει τηλικοῦτον ὅπλον, οἷον οὐδὲν ἄλλο παρὰ τῆς σοφῆς τέχνης ἐπινενόηται. | |
129,116 | Εἰ γὰρ κριῶν πολεμικῶν προσβολὰς καὶ πᾶσαν ἐχθρῶν δύναμιν καὶ τέχνην ἱσταμένη διώκειν, ἀποδημεῖν ἐθιζομένη, πολλῷ πλέον ἄτακτον ὅπλον ἐπιμένοντα ἀπολέσει, φεύγοντα δὲ μέχρι παντὸς ἐπιδιώξει. | 369 |
129,117 | Καὶ τελεία νῦν ἔσται μετὰ Ἀρχιμέδους καμοῦσα σοφία ἐπὶ τοῦ καλλινίκου καὶ αὐτοκράτορος ἡμῶν βασι‐ λέως Ἀναστασίου, ὅτε τέως ἀπείρως ἔχων ὁ στρατιώτης ἐν ἀκινδύνοις μελέ‐ ταις καταφρονεῖν τῶν πολεμίων ἐθισθήσεται. | |
1210,1t | Πῶς δεῖ ἄγρια ζῷα κυνηγεῖν βλάβης καὶ συμπτώματος καὶ συντριβῆς χω‐ ρίς; | |
1210,11 | Τῆς κυνηγετικῆς ἐπιμελείας πολλὴν τοῖς στρατιώταις οὐ μόνον φρονή‐ ματος κίνησιν καὶ γυμνασίαν ἵππων, ἀλλὰ καὶ πεῖραν τάξεως πολεμικῆς προσφε‐ ρούσης ἀναγκαῖον ἐν τοῖς ἐπιτηδείοις καὶ εὐκαίροις χρόνοις διὰ συνεχοῦς ἀσκή‐ σεως αὐτὴν αὐτοὺς ἐκδιδάσκεσθαι, ὅταν καὶ τοὺς ἀγνοοῦντας δυνατόν ἐστιν εὐ‐ | |
5 | κόλως μανθάνειν καὶ τοὺς ὡς εἰκὸς σφαλλομένους ἀζημίως ἐπανορθοῦσθαι τὰ ἁμαρτήματα. | |
1210,12 | Θείας τοίνυν προνοίας καταστησαμένης εὐαίσθητα καὶ ταχύ‐ δρομά τινα καὶ ὑποηγουμένους εἶναι τῶν ἀγρίων ζῴων, ἁρμόδιόν ἐστιν μέτρῳ τινὶ καὶ τάξει καὶ στρατηγίᾳ τὰς κατ’ αὐτῶν ἐγχειρήσεις ποιεῖσθαι. Καὶ μήτε πολὺ βαθείας τὰς τάξεις τάσσειν, ἵνα μὴ ὡς κονδότεραι καὶ ὀλίγον διάστημα | |
5 | κρατοῦσαι μὴ δύνανται εὐκόλως τὰ κυνήγια περιλαμβάνειν, μήτε δὲ ἐπὶ πολὺ ἐκτεταμένας, ἵνα μὴ ὡς πολὺ τῶν καβαλλαρίων ..., ἵνα μὴ τῇ στενοχωρίᾳ μικρῶν ζῴων ὡς εἰκὸς ἐναποκλειομένων διὰ τῶν σκελῶν τῶν ἵππων διαλάθωσιν. | |
1210,13 | Εἰ δὲ πεζοὶ οὔκ εἰσιν, ἐκ τοῦ ἐξωτέρου κύκλου τῆς παρατάξεως τῶν καβαλλαρίων ἐπαίρειν καὶ κατὰ τοῦτο τὸ σχῆμα ποιεῖν. | |
1210,14 | Τότε δὲ τὸν στρατηγόν, εἴτε ἐκ τῶν ἀρχόντων τοῖς ἐπιτηδείοις, εἴτε ἐκ τῶν στρατιωτῶν ἐπιτρέπειν ἐφ’ ἵππων το‐ ξεύειν τὸ κυνήγιν καὶ μηδένα ἔξωθεν τῶν ἐπιτρεπομένων παρὰ τοῦ στρατηγοῦ θαρρεῖν ἐπελαύνειν τὸν ἵππον κατὰ τοῦ κυνηγίου. | |
1210,15 | Εἰ δέ τοι βραδυτέρα ἐστὶν ἡ ὥρα, δυνατὸν διὰ τῶν πεζῶν πλέον τὸ μέσον διάστημα συστεῖλαι, ἐφ’ ὧ σκου‐ ταρίῳ ἐπὶ σκουτάριν εἰς ὕψος τιθεμένους σχεδὸν ἐκ χειρὸς κατασταλῆναι τὸ κυ‐ νήγιν. | |
1210,16 | Τούτων δὲ οὕτω καταστελλομένων, εἰ μὲν ἄξια λόγου ᾖ τὰ ἐμπί‐ πτοντα, ταῦτα ἀναλόγως τοῖς τάγμασι μερίζειν εἰς τὸ πάντας κοινῶς τοῦ κόπου αὐτῶν ἀπολαύνοντας προθυμοτέρους γενέσθαι· εἰ δὲ οὐδενός εἰσιν ἄξια, κλήρῳ τινὶ διανέμειν τὰ εὑρισκόμενα. Φιλοτιμεῖσθαι δὲ καὶ τοῖς σκουλκάτορσιν, τουτ‐ | |
5 | έστιν τοῖς κατασκόποις ἐπιμελῶς διαγενομένοις. | |
1210,17 | Αὕτη ἡ τάξις καὶ ἀπὸ φοσ‐ σάτου κινοῦντι στρατῷ κατὰ σύνταξιν καὶ πάλιν ἐπανερχομένῳ αὐτῷ ἐστιν ἐπι‐ τηδεία, καὶ ὁδοιποροῦντι. Οὐ μόνον γὰρ κατὰ τῶν κατοπτευομένων ζῴων ἐστὶν ἐπιτηδείᾳ, ἀλλὰ καὶ κατὰ τῶν ὡς εἰκὸς ἀδοκήτως ἐγειρομένων ἐν τῷ περιπατεῖν | 371 |
5 | τὴν τάξιν. | |
1210,18 | Μιμεῖται δὲ καὶ πολέμου τάξιν, ἣν καὶ Σκῦθαι ποιεῖν ἐπιτηδεύου‐ σιν, ἀλλὰ μικρὰν βραδύτητα ἔχει καὶ διασυρμόν. Χρὴ τοίνυν τοὺς πρώτως ἐπιτη‐ δεύοντας τὴν τοιαύτην τάξιν μὴ παρ’ εὐθὺ κατὰ ζῴων δοκιμάσαι, ἵνα μὴ τῇ ἀπει‐ ρίᾳ ὡς εἰκὸς ἀστοχίας γενομένης μετὰ κόπον καὶ συντριβὴν εὐπεριφρόνητος | |
5 | ἡ τάξις φανῇ, ὡς ἀνωφελής, ἀλλὰ πρότερον διά τινων ὀλίγων καβαλλαρίων ὡς ἐν τάξει κυνηγίου ἀφορίζειν, ἵνα πρὸς αὐτοὺς δυνηθῇ ἡ τάξις τὰ μέτρα καὶ τὰς κυκλώσεις μαθεῖν εὐκόλως. | |
1210,19 | Ἔστιν δὲ καὶ ἕτερος τρόπος τάξεως κυνηγικῆς ὡς ἡγούμεθα συντομώ‐ τερος καὶ εὐκολώτερος καὶ δι’ ὀλίγων καβαλλαρίων γίνεσθαι δυνάμενος, καὶ μάλιστα ἐπὶ τῶν προκατασκοπουμένων ζῴων. | |
1210,110 | Διαιρεῖται ὁ στρατὸς πρὸ μιᾶς τοῦ κυνηγίου ἡμέρας εἰς πέντε μοίρας, τουτέστιν εἰς τρίτην καὶ τετάρτην καὶ δεκάτην καὶ δωδεκάτην, καὶ τὸ μὲν τρίτον γίνεται μέσον μέρος, τὰ δὲ δύο τέταρτα πλάγια μέρη, καὶ τὰ δωδέκατα πλαγιοφύλακες. | |
1210,111 | Ἐγγίζοντος οὖν τοῦ στρατοῦ ἐν τῷ ἐπιτηδείῳ τόπῳ, κατὰ τὸν προλεχθέντα τρόπον, καὶ σπουδαζόντων τῶν ὁδη‐ γούντων κατασκόπων εἰς τὸ, ὅσον ἐνδέχεται ἐν τῷ καιρῷ τῆς παρατάξεως, κατὰ τὸ ἄντικρυς τοῦ μέσου μέρους εὑρεθῆναι τὸ κυνήγιν, καὶ μὴ παρὰ μέρος, τάσσεται | |
5 | πρῶτον τὸ μὲν ἓν μέρος ἐπὶ φάλαγγος, τουτέστι κατὰ στόμα ἤτοι μέτωπον· εἶτα ὅπισθεν αὐτοῦ τὸ δεξιὸν μέρος ἔχον τοὺς πλαγιοφύλακας ὑποτεταγμένους κατὰ τοῦ ἀριστεροῦ αὐτοῦ κέρους καὶ μετ’ αὐτὸ τὸ δεξιὸν ὁμοίως ἔχον τοὺς πλαγιο‐ φύλακας ὑποτεταγμένους κατὰ τοῦ δεξιοῦ αὐτοῦ κέρους. | |
1210,112 | Ἐπιφθαζόντων δὲ τῶν κατασκόπων καὶ κρατούντων τὰ ἄκρα τῶν πλαγίων μερῶν, ἔνθα καὶ οἱ πλαγιοφύλακες τεταγμένοι εἰσιν, καὶ ἱσταμένου τοῦ μέσου μέρους ἐπὶ φάλαγγος, εὑροῦσιν ἴσως ταῦτα ὡς ἐν παραγωγῇ, τουτέστιν διὰ τῶν ἄκρων τοῦ μέσου μέρους, | |
5 | ὡς ἐπὶ τὸ κυνήγιν, ἅμα δὲ τοῦ τελείως ταῦτα παρελθεῖν, συνακολουθεῖ καὶ τὸ μέσον μέρος ἀδιασπάστως, ὥστε τὸ πᾶν σχῆμα τῆς τάξεως ταύτης τῶν στοιχείων γενέ‐ σθαι, τουτέστιν ἐπικάμπιον τάξιν. | |
1210,113 | Μέχρι δὲ τοσούτου τὴν τάξιν περιπατεῖν οὕτως, μέχρις φθάσωσι τὰ κέρατα παρελθεῖν τὸ κυνήγιν καὶ ἐσωτέρω αὐτῶν τοῦτο ποιῆσαι. Τούτου δὲ ἐσωτέρου γινομένου ὑπεξερχόμενοι οἱ πλαγιοφύλακες ἑκατέρωθεν καὶ ἐπὶ λόχον περιποιοῦντες ἀπαντῶσιν ἀλλήλοις ὀξυτέρᾳ κινήσει | |
5 | καὶ ἐμπεριλαμβάνουσι τὸν λείποντα τόπον, ὥστε τὴν πᾶσαν τάξιν σχῆμα γίνεσθαι πλινθίου τετραπλεύρου. | |
1210,114 | Τοῦ κυνηγίου ἐναπολαμβανομένου γίνεται σφίγξις | |
ἤτοι πύκνωσις τῶν τεσσάρων μερῶν ἤτοι τῶν ἐν αὐτοῖς καβαλλαρίων, πρῶτον τῶν πλαγίων μερῶν ὡς ἐπὶ πλαγιοφύλακας, συνακολουθοῦντος αὐτοῖς καὶ τοῦ μέσου μέρους, | 373 | |
1210,115 | ὁμοίως καὶ τῶν πλαγιοφυλάκων συντιθεμένων αὐτοῖς δηλονότι καὶ ἁρμοζομένων τῶν πλαγίων μερῶν εἰς τὸ μὴ γενέσθαι κατὰ τὰ ἄκρα τινὰ διά‐ στασιν καὶ λαθεῖν τὸ κυνήγιν. | |
1210,116 | Τῆς δὲ σφίγξεως δεόντως γινομένης σκο‐ πουμένου τοῦ ἐπιτηδείου τόπου, ἔνθα τὸ κυνήγιν συστελλόμενον ἐπιτηδείως τοξεύεται, τότε τὰ μὲν δύο μέρη ἵστανται πεπυκνωμένα δεόντως, τὰ δὲ ἄλλα συ‐ στέλλονται ἤτοι βαθύνονται εἰς διάστημα τριῶν ἢ τεσσάρων σαγιττοβόλων καὶ | |
5 | κινοῦντα ἀπαντῶσι μακρᾷ τῇ ἀσυμφωνίᾳ, καὶ διασπάσει τῆς τάξεως ἐκρέουσιν καὶ ἀπόλλουσι ταῦτα. | |
1210,117 | Ἐπαρκεῖ δὲ τοῖς γυμνοῖς καὶ ἀναπεπταμένοις τόποις ἕως ἑπτὰ ἢ ὀκτὼ μιλίων τὴν παράταξιν ἐκτείνεσθαι καὶ μὴ πλέον, ἐν δὲ τοῖς πλα‐ τυτέροις καὶ δασέσιν ἐπ’ ἔλλαττον τούτου τοῦ μέτρου. | |
1210,118 | Ἀναγκαῖον δ’ ἔστι καὶ τὸ μέτρον τῶν καβαλλαρίων ὁρίσαι, πόσους ἐπιδέχεται ἕκαστον μίλιν ἐν τάξει καὶ ἀνέσει ταγῆναι εἰς τὸ μὴ περιπατοῦντας συντρίβεσθαι ἢ συγχέεσθαι. Χωρεῖ οὖν ἕκαστον μίλιν ἄχρι ὀκτακοσίων ἢ χιλίων καβαλλαρίων. | |
1210,119 | Χρὴ οὖν πρὸ μιᾶς ἡμέρας τοῦ κυνηγίου δι’ ὀλίγων σκουλκατόρων κατασκοπῆσαι τὸ κυνήγιν καὶ ἀκριβώσασθαι τὴν τοῦ τόπου θέσιν. | |
1210,120 | Παραγγεῖλαι δὲ τοῖς στρατιώταις διὰ τῶν ἰδικῶν αὐτῶν ἀρχόντων ταῦτα· ἐν τῷ καιρῷ τῆς πα‐ ρατάξεως ἡσύχως καὶ ἀθορύβως διαγενέσθαι πάντας καὶ μηδένα τὴν τάξιν ἢ τὸν τόπον αὐτοῦ καταλιπεῖν, κἂν δυσχερὴς ἀπαντήσῃ τόπος, μηδένα ἐλάσαι τὸν | |
5 | ἵππον αὐτοῦ ἢ τοξεῦσαι ἀκαίρως, ἀλλ’, εἰ καὶ κινηθῇ κυνήγιν, ἐκεῖνον τοξεῦσαι τὸν ἐγγίζοντα αὐτὸ πρὸς μέτρον σαγίττας μένοντα ἐν τῇ τάξει αὐτοῦ καὶ τὸν τοξευόμενον πρὸς τὸν ἄρχοντα τοῦ τάγματος φέρεσθαι διὰ τῶν μανδατόρων καὶ μηδένα θαρρεῖν ἅπτεσθαι αὐτοῦ. | |
1210,121 | ὡς, εἴγε δι’ ἀταξίαν τινὰ διαλυθῇ τὸ κυ‐ νήγιν, ἐπιτιμίῳ σωφρονισθήσεται ἐκεῖνος, δι’ οὗ ἀποφεύγειν τοῦτο δυνηθῇ. | |
1210,122 | Ἔμπροσθεν δὲ τῆς τάξεως μηδένα περιπατεῖν, εἰ μὴ τοὺς μεράρχας μετὰ τῶν ἰδικῶν αὐτῶν μανδατόρων καὶ τοὺς τῶν ταγμάτων ἄρχοντας μετὰ τῶν μανδατόρων αὐτῶν, ὀφείλοντας τοὺς μὲν μεράρχας· τοὺς ἰδικοὺς μανδάτορας δι’ ὅλου τοῦ διαστήματος ἑκάστου μέρους διανεῖμαι καὶ τὰ παρὰ τοῦ στρατηγοῦ | |
5 | μανδάτα καὶ τῶν κατασκόπων ἐκ διαδοχῆς μεταδοῦναι τοὺς τῶν ταγμάτων ἄρ‐ χοντας ἀπευθύνειν καὶ τάσσειν τὰ ἰδικὰ τάγματα. | |
1210,123 | Τῇ δὲ ἡμέρᾳ τοῦ κυνηγίου πρὸ δύο ὡρῶν τῆς ἡμέρας ὁπλιζόμενον τὸν στρατὸν κούφοις ὅπλοις, τοτέστι τόξοις, καὶ τοὺς ἀπείρους τοξείας, κονταρίοις, κινῆσαι ἐπὶ τὸ κυνήγιον, τῶν σκουλκατόρων τῶν μὲν ἐπὶ κατασκοπῇ τοῦ κυνηγίου προλαμβανόντων, τῶν δὲ ὁδηγούντων τὸν | |
5 | στρατὸν, ἐγγιζόντων τοῦ κυνηγίου, ὥστε ἀπὸ τριῶν ἢ τεσσάρων μιλίων ἐν ἐπιτηδείῳ καὶ ἀφανεστέρῳ τόπῳ ἄρξασθαι τῆς τάξεως καὶ μὴ πολὺ ἐκ τοῦ πλησίον, ἵνα μὴ τῇ τοῦ ἀνέμου καὶ τῇ τοῦ στρατοῦ κινήσει ὀσφραινόμενα τὰ ζῷα, ὥς εὐαίσθητα, πρὸ πολλοῦ τῆς τάξεως ἀναχωρήσουσιν. | 375 |
1210,124 | Τάσσεται δὲ ὁ στρατὸς ἐπὶ φάλαγγος ἐν τρισὶ μέρεσιν, τουτέστιν μέσῳ, δεξιῷ καὶ ἀριστερῷ, μετὰ τῶν πλα‐ γιοφυλάκων ὑποτεταγμένων τοῖς κέρασι τῆς παρατάξεως ἐκ τοῦ πλησίον. | |
1210,125 | Τὸ δὲ βάθος τῶν ἀκιῶν, ὡς εἴπαμεν, πρός τε τὸ πλῆθος τοῦ στρατοῦ καὶ τὴν θέσιν τοῦ τόπου ἤτοι τὸ διάστημα· εἴτε ἀπὸ τεσσάρων, εἴτε ἀπὸ δύο, εἴτε καὶ ἑνὸς κα‐ βαλλαρίου. | |
1210,126 | Ἐπιφθαζόντων δὲ τῶν καβαλλαρίων καὶ ὁδηγούντων τὰ κέρατα τῆς τάξεως, δι’ ὧν τὴν κύκλωσιν δεῖ γενέσθαι τοῦ κυνηγίου εἰς τὸ ἐμπεριληφθῆ‐ ναι αὐτῷ καὶ, εἰ μὲν ἡ τάξις πρῶτον ἐπ’ εὐθέτῳ σχήματι ἐπὶ φάλαγγος, ἐγγίζοντος δὲ τοῦ κυνηγίου καὶ ἀναφαινομένου αὐτοῦ ἄρχεσθαι προκόπτειν τὰ κέρατα καὶ | |
5 | μηνοειδοῦς γινομένης τῆς τάξεως τοσοῦτον κατὰ μικρὸν συνάπτεσθαι ἀλλήλοις τὰ κέρατα, ὅσον ἐσωτέρω γίνεται τῆς τάξεως τὸ κυνήγιν εἰς τὸ ἐμπεριληφθῆναι αὐτό. | |
1210,127 | Σφοδροῦ δὲ ὡς εἰκὸς ἀνέμου πνέοντος, τὸ κέρας τὸ πρὸς τὸν ἄνεμον μήκοθεν τοῦ κυνηγίου τὴν πάροδον ποιεῖσθαι, ἵνα μὴ ἐκ τῆς ὀσμῆς αἰσθόμενον τὴν τούτου κίνησιν, πρὶν ἢ ἐμπεριληφθῆναι αὐτό, ὑποχωρήσει. | |
1210,128 | Εἰ μέντοι ταρασσόμενον τὸ κυνήγιν, πρὶν ἢ φθάσαι τὰ κέρατα συναφθῆναι, ὁρμήσει διὰ τοῦ λείποντος τόπου διαλαθεῖν καὶ ἐκφυγεῖν τότε τοὺς πλαγιοφύλακας ἑκατέ‐ ρωθεν τῶν κεράτων ἐπεξερχομένους ἀπαντᾶν ἀλλήλοις ὀξυτέρως ἐπὶ λόχου | |
5 | περιπατοῦντας, τουτέστιν κατὰ τὴν τῶν κεράτων ὁρμὴν καὶ ἀναπληροῦν τὸν λείποντα τόπον, ὥστε ἔσωθεν τῆς τάξεως ἐναποληφθῆναι τὸ κυνήγιν. | |
1210,129 | Τού‐ του δὲ ἀπολαμβανομένου τὰ κέρατα τῆς τάξεως ὑπαντῶντα ἑαυτοῖς ἀντιπαρέρ‐ χεσθαι ἀλλήλοις· καὶ τὸ μὲν δεξιὸν κέρας ἐσωτέρω γίνεσθαι, τὸ δὲ ἀριστερὸν ἐξωτέρω. | |
1210,130 | Καὶ ἑλικοειδῶς κινουμένων ἀμφοτέρων, κατὰ μικρὸν συστέλλειν τὸ κυνήγιν καὶ σμικρύνειν τὸ ἐν τῷ μέσῳ διαστήματι τῆς τάξεως, ὡς μέχρι ἑνὸς ἢ δευτέρου μιλίου τὴν πᾶσαν περιαγωγὴν γενέσθαι, εἴτε δύο ἢ καὶ πλέον κύκλοι ἀπαντήσουσιν εἰς τὸ καὶ συντόμως χειροῦσθαι τὸ κυνήγιν καὶ τοὺς τοξεύοντας | |
5 | μὴ βλάπτεσθαι ὑπὸ ἀλλήλων ἐκ τῆς τοῦ τόπου στενοχωρίας. | |
1210,131 | Τοῦ δὲ διαστήματος συστελλομένου κατὰ τὸν λεχθέντα τρόπον, εἰ μέν εἰσίν τινες τῶν πεζῶν, αὐτοὺς εἰσάγειν μετὰ τῶν σκουταρίων αὐτῶν πεζῇ ἔσωθεν ἐν τῷ περιληφθέντι διαστήματι καὶ ἱστᾶν σύσκουτα ἔμπροσθεν ἀλλήλοις ἁρμο‐ ζομένων καὶ συσφιγγομένων αὐτοῖς κατὰ τὰ ἄκρα καὶ τῶν ἄλλων μερῶν, ὡς πολ‐ | |
5 | λάκις εἴπαμεν· συστελλόμενον δὲ τὸ λεχθὲν μέρος τοῦ κυνηγίου τότε προβαί‐ νουσιν. | |
1210,132 | Τὰ ἀνωτέρω ἐφημέννα ἐπὶ τῇ τοξείᾳ αὐτοῦ αὕτη ἡ τάξις δύναται καὶ ἀπὸ φοσσάτου κινοῦσα εὐθέως ταγῆναι, τοῦ μέσου μέρους ἔμπροσθεν περι‐ πατοῦντος, ὡς εἴρηται, καὶ τῶν ἄλλων δύο κατ’ ὄπισθεν ἀκολουθούντων μέχρι αὐτοῦ τοῦ κυνηγίου, καὶ ἐκ τοῦ πλησίον δὲ τοῦ κυνηγίου γινομένου τοῦ στρατοῦ | 377 |
5 | ἐν ἀφανῇ τόπῳ ὡς ἀπὸ δύο ἢ τριῶν μιλίων, καθὰ εἴρηται. | |
1210,133 | Ἔστι δὲ καὶ ἄλλος τρόπος δυνάμενος γίνεσθαι δι’ ὀλιγωτέρων καβαλλαρίων, ὧν καὶ Σκῦθαι ἐπιτηδέουσι ποιεῖν. Διανέμονται οἱ καβαλλάριοι εἰς κοντουβέρνια καὶ γίνονται ἀπὸ πέντε ἢ δέκα, τοξόται μάλιστα, καὶ μερίζουσιν ἑαυτοῖς τὰ ἐξώτερα διαστή‐ | |
5 | ματα τοῦ κυνηγίου. Καὶ τούτου κινουμένου οἱ ἐγγίζοντες αὐτῷ ἐν τοῖς ἰδίοις τόποις ἀπελαύνοντες, ὡς δύνανται, τοξεύουσιν. ἀλλὰ τοῦτο, κἂν μείζονα κίνησιν καὶ γυμνασίαν προσάγῃ καθ’ ἕνα ἄνδρα, ἀλλὰ καὶ κίνδυνον φέρει ἐν ταῖς ἐλασίαις | |
αὐτοῦ τοῖς νεωτέροις, καὶ κόπον τοῖς ἵπποις, καὶ ἀστοχίαν. | 379 |