TLG 3074 001 :: Constantinus MANASSES :: Compendium chronicum

Constantinus MANASSES Hist. Poeta, Metropolita (Naupacti)
(Constantinopolitanus: A.D. 12)

Compendium chronicum

Source: Bekker, I. (ed.), Constantini Manassis breviarium historiae metricum [Corpus scriptorum historiae Byzantinae] Bonn: Weber, 1837: 1–286.

Citation: (Line)

t1ΤΟΥ ΚΥΡΟΥ
t2ΚΩΝΣΤΑΝΤΙΝΟΥ ΤΟΥ ΜΑΝΑΣΣΗ
t3ΣΥΝΟΨΙΣ ΧΡΟΝΙΚΗ,
t4ΑΡΚΟΜΕΝΗ ΑΠΟ ΚΟΣΜΟΠΟΙΙΑΣ
t5ΜΕΧΡΙ ΤΟΥ ΚΥΡΟΥ ΝΙΚΗΦΟΡΟΥ ΤΟΥ
t6ΒΟΤΑΝΕΙΑΤΟΥ.
1Ἡμὲν φιλόϋλος ψυχὴ ταῖς ὕλαις ἐπιχάσκει, καὶ πάντα πραγματεύεται πρὸς τὸ τυχεῖν τοῦ πόθου· σὺ δέ, ψυχὴ βασίλισσα καὶ φιλολογωτάτη, ἀεὶ διψῶσα γνώσεως καὶ λόγου καὶ παιδείας,
5βίβλοις ἀεὶ προστέτηκας, ἐπεντρυφᾷς τοῖς λόγοις,
καὶ γίνεταί σοι τῆς ζωῆς ἅπας ὁ χρόνος λόγος. ἐπεὶ γοῦν ἐπεπόθησας οἷα τροφίμη λόγου εὐσύνοπτόν σοι καὶ σαφῆ γραφὴν ἐκπονηθῆναι, τρανῶς ἀναδιδάσκουσαν τὰς ἀρχαιολογίας,
10καὶ τίνες ἦρξαν ἀπ’ ἀρχῆς καὶ μέχρι τοῦ προῆλθον καὶ τίνων ἐβασίλευσαν, ἐτῶν δὲ μέχρις πόσων, ἡμεῖς ἀναδεξόμεθα τὸ βάρος τοῦ καμάτου, κἂν δυσχερὲς κἂν ἐπαχθὲς τὸ πρᾶγμα, κἂν ἐργῶδες· παραμυθοῦνται γὰρ ἡμῶν τοὺς ἐν τοῖς λόγοις μόχθους
15αἱ μεγαλοδωρίαι σου καὶ τὸ φιλότιμόν σου, καὶ τὸν τοῦ κόπου καύσωνα καὶ τῆς ταλαιπωρίας αἱ δωρεαὶ δροσίζουσι κενούμεναι συχνάκις. Καὶ ταῦτα μὲν ἐνταῦθά μοι καὶ μέχρι τούτου στήτω, μή πως κολακικώτερος δόξῃ τισὶν ὁ λόγος,
20καὶ τὸν σκοπὸν καταλιπὼν ἄλλην ἀκούσῃ τρέχειν. πολλῶν ἱστορησάντων δὲ καὶ χρονογραφησάντων, καὶ σπουδασάντων μὲν εἰπεῖν ὀρθῶς καὶ φιλαλήθως, ἀλλήλοις ἀνομοίως δὲ ταὐτὰ συγγραψαμένων, ἡμεῖς προχειρισάμενοι τοὺς μάλιστα δοκοῦντας
25τῆς ἀκριβείας ἔχεσθαι καὶ μᾶλλον ἀληθεύειν, τὸ κατὰ δύναμιν ἡμῶν ἀποπληρώσομέν σοι. Ὁ τοῦ θεοῦ παντέλειος καὶ κοσμοκτίστωρ λόγος τὸν οὐρανὸν τὸν ἄναστρον παρήγαγεν ἀρχῆθεν,
ἀπλέτῳ κάλλει λάμποντα μαρμαρυγῶν ἐνθέων,
30καὶ γῆν τὴν παντοθρέπτειραν, καὶ σὺν αὐτῇ τὸ φάος. ἡ γῆ δ’ ἀπερικόσμητος ἀόρατος ὑπῆρχε, καὶ σκότος ἐπεκάθητο βαθὺ τοῖς ταύτης νώτοις. τοῦ δὲ φωτὸς αὐγάσαντος καὶ πανταχοῦ χυθέντος, καὶ λευκοπέπλου λαμπραυγοῦς ἡμέρας γενομένης,
35ὤφθη τὰ πρὶν ἀθέατα, καὶ σκότους ἡ στυγνότης ἐφυγαδεύθη τῷ πυρσῷ τῶν φωτοβολημάτων. ἐν τούτοις οὖν παρέδραμε τῶν ἡμερῶν ἡ πρώτη. Τοῦ δὲ βλεφάρου λάμψαντος ἡμέρας τῆς δευτέρας τὸν οὐρανὸν τὸν δεύτερον ἐσφαίρωσε πανσόφως,
40ὃν τοῖς ἐν γῇ παντοστεγῆ δημιουργήσας στέγην ὠνόμασε στερέωμα θεὸς ὁ καλιτέχνης, παρὰ τὴν πρώτην ἄναστρον ἑτέραν ὄντα σφαῖραν. τότε καὶ τὴν παντόχυτον φύσιν τὴν ὑδατίαν καὶ τὰς ἀβύσσους διελών, καὶ τούτων τὸ μὲν ἄνω
45πρὸς ὕψος ἀνεννόητον κούφως μετεωρίσας, τὸ δ’ ἐπὶ γῆς ἀπολιπών, ἔστησε τούτων μέσον τὸν οὐρανὸν ὥσπερ φραγμόν, ὥσπερ στερρὸν τειχίον. Κόρη μὲν οὖν ἐπέμυεν ἡμέρας τῆς δευτέρας, καὶ τρίτη πάλιν ηὔγαζε, καὶ πάλιν ὁ τεχνίτης

(50)

ὁ παντοτέκτων ὁ σοφὸς ἄλλοις προσεῖχεν ἔργοις. ἐπεὶ γὰρ ἐξεκέχυτο κατὰ τῆς γῆς ἁπάσης
ὁπόσον ἦν ὑπ’ οὐρανὸν ὕδωρ περιπολεῦον, καὶ πᾶν τὸ πρόσωπον αὐτῆς ἐκάλυπτε λιμνάζον, πᾶσαν τὴν χύσιν εἰς ταὐτὸ συνήγαγεν ἀθρόως,
55ὡς εἴ τις γάλακτος λευκοῦ νοτίδα γλυκυχύμου ὀπῷ συμπήξει καὶ τυροῦ κύκλον ἀποτορνεύσει. ἀπορραγέντος τοιγαροῦν τοῦ πρὶν ἐπιπροσθοῦντος ὤφθη τὸ πρόσωπον τῆς γῆς, ἡ μόρφωσις ἐφάνη καὶ τῶν πετρῶν καὶ τῶν ὀρῶν καὶ λόφων βαθυκρήμνων.
60ἐντεῦθεν τὸ μὲν σύστημα σύμπαν τὸ τῶν ὑδάτων θάλασσαν κατωνόμασε· τῆς δὲ ξηρᾶς τὴν φύσιν, ὁπόση πετροστοίβαστος, ὅση λιπαροβώλαξ, γῆν ὁ τεχνίτης κέκληκε θεὸς ὁ παντεργάτης. τὴν δ’ ὑπερφέρουσαν αὐτῷ δύναμιν ἐμφανίζων,
65μήπω λαμψάσης τῆς αὐγῆς τοῦ γίγαντος ἡλίου παντοδαπὴν ἐκέλευσε βοτάνην ἐκφυῆναι, τὴν μὲν πρὸς μόνην ἡδονὴν καὶ τέρψιν τῶν βλεφάρων, τὴν δὲ καὶ ζωοθρέμμονα καὶ τοῖς ἐν γῇ χρησίμην. τότε τὸ πρῶτον στολισμοῖς ἡ γῆ κατηγλαΐσθη
70ὑπὲρ κορίσκην τρυφερὰν ἄρτι νυμφευομένην, χρυσιοφόρον, στίλβουσαν πέπλοις καταμαργάροις. ἔλαμπεν ἴον εὔοσμον, ἀντέλαμπε τὸ ῥόδον. ἴων χροιὰ παντοδαπὴ πάντοθεν ὑπεγέλα, κυαναυγής, πορφύρεος, ὑπόκιρρος ἑτέρα.
75τινὰ μὲν περιπόρφυρα τῶν ῥόδων ἑωρᾶτο, τινὰ δ’ ὑπελευκαίνετο καὶ γλύκιον ἀντηύγει.
ἦν κρῖνον χιονόχροον, ἦσαν ἀναγαλλίδες. ὑάκινθος ἀνέβαινεν, ἦν καὶ ναρκίσσου κάλλος καὶ πᾶν τὸ πρωτοφόρημα τῶν ἔαρος χαρίτων.
80ἀπεραυδοῦντο στάχυες βαρούμενοι τῷ σίτῳ. εἷρπε κισσὸς μελάμφυλλος κορύμβους ἐπισείων. καλὰ τὰ πάντα, δροσερά, κάλλους αὐγὰς πλουτοῦντα καὶ γῆν εὐωδιάζοντα συγκράτοις εὐοδμίαις. ἔστρωτο πόα μαλακή, πρασίζουσα, βουθρέμμων,
85ἱπποφορβὸς καὶ βουκολίς, δροσώδης, λειμωνία. τοιοῦτον στόλιον ἡ γῆ παντόχροον ἐφόρει, τοιοῦτον πέπλον εὐανθὲς εὐύφαντον ηὐτύχει. ἦσαν καὶ φάλαγγες φυτῶν, ἀνέτελλον καὶ δένδρων καλλίφυλλοι καλλίκομοι κλῶνες ὀπωροφόροι.
90ἦν καὶ μηλέας εὐαυξὴς ὅρπηξ ἀγλαοκάρπου, ἐλαῖαι τηλεθόωσαι, γλυκάζουσαι συκέαι, πίτυς λιπαροστέλεχος, ἐλάτη, δρῦς, πτελέα. προσέβαλλε τῆς πίτυος ἄνεμος τοῖς πετάλοις, καὶ γλύκιον ψιθύρισμα τοῖς φύλλοις ἐνεποίει.
95ἐκεῖ καὶ κέρασος καλὴ καὶ φοῖνιξ μελιτόεις, βοτρυομήτωρ ἄμπελος, ὄρχατοι κληματίδων, καὶ βότρυς νεκταρόχυμος ἤρτητο τῶν κλημάτων. τὰ πάντα τελειόκαρπα, παντέλεια τὰ πάντα· οὐδὲν γὰρ ἀχαρίτωτον οὐδ’ ἀτελὲς παρήχθη.

(100)

Ἐν τούτοις ἔδυ καὶ τὸ φῶς ἡμέρας τῆς τριτάτης,
ἔλαμπε δὲ τὸ πρόσωπον τῆς μετ’ αὐτὴν ἡμέρας, καὶ πάλιν ἔργων καταρχή, καὶ κέλευσις τοῦ κτίστου τὸν οὐρανὸν εὐστέφανον τοῖς ἀστράσι γενέσθαι. τότε τῶν ἄστρων οὐρανὸς τῷ κάλλει διηνθίσθη
105ὡς πέπλος μαργαρόστρωτος, χρυσόπαστον ὡς φᾶρος, ὡς ὕφασμα κοσμούμενον ἐκ πυρραζόντων λίθων. τότε τὸ πρῶτον ἔφαυσεν ἡ κόρη τῆς ἡμέρας, ὁ μέγας γίγας ἥλιος, ὁ ζωοτρόφος λύχνος, πηγὴ φωτὸς ἀκένωτος, οἶκος πυρὸς ἀξύλου.
110τότε τὸ πρῶτον δᾳδουχεῖν ἀπήρξατο τὴν νύκτα σελήνης ἡ γλαυκόφωτος καὶ φαεσφόρος σφαῖρα, ἀρτίκυκλος, ὁλοφαής, λιπαραυγής, τελεία. τότε τὸ πρῶτον οὐρανὸς ἀστέρας τοὺς μεγάλους καλλισφαιρώτους ἔβλεψεν ἐρίζοντας ἀλλήλοις
115καὶ καλλωπίζοντας αὐτὸν ὡς ἄνθη τοὺς λειμῶνας. ὁ Κρόνος ἦν μελάντερος, μολίβδινος τὴν χρόαν· ἔλαμπε Ζεὺς ὡς ἄργυρος, Ἄρης φλογώδης ὦπτο· ἔστιλβεν ἥλιος λαμπρὸν ὡς ὄβρυζον χρυσίον· ἀντηύγει δ’ ὡς κασσίτηρος σφαῖρα τῆς Ἀφροδίτης·
120ὡσεὶ χαλκὸς ἐρυθραυγὴς Ἑρμῆς ἐλαμπτηρούχει· διαφανὴς ὡς ὕελος ηὔγαζεν ἡ σελήνη. οὕτως ὁ πέπλος οὐρανοῦ παντόχρους ἑωρᾶτο. ὁ Κρόνος ἐκυάνιζεν ὡς ὑακίνθου χρόα·
ὡς κρῖνον ἔλαμπεν ὁ Ζεύς, Ἄρης καθάπερ ἴον·
125ὡς ῥόδον περιπόρφυρον ἥλιος ἦν χρυσίζων· ὡς λευκανθὴς ἀναγαλλὶς ἔστιλβεν ἑωσφόρος· ὡς ἄνθος ἐρυθρόβαπτον Ἑρμῆς ἐφωτοβόλει· νάρκισσος καλλιπέταλος ἐφαίνετο σελήνη. τοιαύτη τις ἀνθόχροια τὸν οὐρανὸν ἐκόσμει·
130τοιαύτη τις ἐφίζανε τοῖς οὐρανοῦ προσώποις ποικιλανθὴς χαρίεσσα καλλιλαμπὴς τερπνότης, καὶ κῆπον ἀστροφύτευτον τὸν οὐρανὸν ἐποίει, οὗ φυτοσκάφος ὁ θεός, ὡς δὲ φυτὰ καὶ βλάσται, ὡς ἄνθη μυριόχροα τὰ τῶν ἀστέρων σέλα.
135τότε τὸ πρῶτον ἥλιος φαύσας καὶ φωταυγήσας, φανείς τε κόσμος οὐρανοῦ καὶ κάλλος τῆς ἡμέρας, ἐδούλευσε κελεύσματι τῷ τοῦ πεποιηκότος καὶ μύσας συνετέλεσεν ἡμέραν τὴν τετάρτην. Οὕτω μὲν οὖν τετέλεστο τὰ κατὰ τοὺς ἀστέρας,
140καὶ τέτακτο μὲν ἥλιος ἀστὴρ ἡμεροκράτωρ, τὸ δὲ σελήνης βλέφαρον ἐπύρσευσε τὴν νύκτα. ζῷον δ’ οὐδὲν ἐν τοῖς τῆς γῆς ἐστρέφετο πλατείαις, οὐχ ὑγροπόρον, οὐ πεζόν, ἀλλ’ οὐδ’ ἀεροδρόμον. ἀλλ’ ὁ παντέλειος θεὸς τῇ τῶν ὑδάτων φύσει
145ἰσχὺν ἐνθεὶς ψυχώτριαν καὶ δύναμιν γονίμην, ζῶσαν ψυχὴν ἐκέλευσεν ἐκεῖθεν ἐκραγῆναι ὡς ἐκ γαστρὸς ἀρτιμελὲς ἔμβρυον ὠδινούσης
καὶ φορτουμένης τοκετῷ τελειομήνου βρέφους· ὡς σπέρμα γὰρ ἡ τοῦ θεοῦ κέλευσις ἐμπεσοῦσα

(150)

τὰς ὑγροχεύμονας ῥοὰς ἐποίει πολυγόνους. ἐντεῦθεν τανυπτέρυγες ὄρνεις ἀεροβάται εἶχον ἐλεύθερον πτερὸν εἰς πετασμοὺς συντόνους, καὶ κούφως ἠλαφρίζοντο πρὸς λιμνασμοὺς ἀέρος, περιρροιζοῦντες τὰς αὐτοῦ χύσεις τὰς λεπτοχύτους.
155οἱ μὲν μεγαλοπτέρυγες, μεγαλαγκυλοχεῖλαι, γαμψώνυχες, ὡς βέλεμνα τοὺς ὄνυχας αὐχοῦντες, τομὸν τὸ ῥάμφος ἔχοντες ὑπὲρ τὰς μαχαιρίδας, οἷς ἔμελλε βρωματισμὸς τὰ κρέα χρηματίζειν καὶ σύντροφα γενήσεσθαι τὰ τῆς σαρκοβορίας,
160ὀρνεοκράτωρ ἀετός, ἵρηκες ὠμοφάγοι, καὶ πάντες οἷς οὐ χρήσιμον τὸ πῦρ σαρκοφαγοῦσι. ἐντεῦθεν δὲ στρουθάρια λάλα, βοτανηφάγα, μικρόπτερα, βραχύβια ποικίλως ἐλαλάγουν καὶ λόχμαις ἐτιτύβιζον καὶ δένδρα περιήχουν,
165ἀκανθυλλίδες μουσουργοί, κόρυδοι, σπῖνοι, ψᾶρες, καὶ πᾶν πτερὸν τὰς τῶν ἀγρῶν βοτάνας περιθέον κἀκεῖθεν ἀπραγμάτευτον ὄψον ἁβρὸν συλλέγον. τότε καὶ θῆρες ἐπὶ γῆς ὤφθησαν φρικαλέοι, λέοντες λασιαύχενες, ἄρκοι, παρδάλεις, τίγρεις,
170καὶ κάπροι χαυλιόδοντες, εὐρύστερνος ἐλέφας, καὶ κύνες καρχαρόδοντες, πτηνόποδες λαγῖναι,
καὶ πᾶν πτηνὸν καὶ πᾶν πεζόν, ὅσον ἐν χερσοβίοις, ὅσον θαλάσσῃ σύμφυλον, ὅσον ὀρεσινόμον. τοσῶνδε ζῴων τὴν ὑγρὰν πληρώσας καὶ τὴν χέρσον
175ὁ πάνσοφος ὀροφωτὴς τῆς παγκοσμίου στέγης, ναὶ μὴν τὸν ἀχειρόκλωστον χιτῶνα, τὸν ἀέρα, ὃν θείων ἐμηρύσαντο δακτύλων λεπτουργίαι, ὡς πόλιν ὀχυρόπυργον πλατεῖαν ἐφαπλώσας τοῖς σαρκοβόροις πετεινοῖς καὶ τοῖς βοτανηφάγοις,
180ἡμέρας συνετέλεσε τὸ δρόμημα τῆς πέμπτης. Ἕκτη δὲ πάλιν ηὔγαζεν ἡμέρα, ῥοδεόχρους, καὶ κήπευμα καλλίδενδρον θεὸς ἐφυτοκόμει, οὐ σκαφευτρίαις ἐν χερσίν, οὐδὲ γεωμαχούσαις, οὐδὲ παλάμαις φυτουργοῖς, ἀλλὰ τῷ λόγῳ μόνῳ.
185καὶ δένδρον πᾶν ἀνέτελλε καλλίβλαστον ἐκεῖσε, εὔοσμον, εὐσκιόφυλλον, εὐπέταλον, ἡδύπνουν. τίς δ’ ἂν τὸ κάλλος τοῦ Ἐδὲμ ὑπ’ ὄψιν παραστήσῃ; ἐκεῖθεν ὄρχατοι φυτῶν ἦσαν ὀπωροφόρων, ἐνταῦθα φάλαγξ εὐωδῶν δενδράδων ἀειβλάστων·
190ἐκεῖθεν νεκταρόχυμος ἀνέτελλεν ὀπώρα, ὧδε πρὸς τέρψιν ἔθαλλον οὐρανομήκη δένδρα, πλάτανος ὑδατότροφος, ἀκρότομος ἐλάτη, ὑπερῃρμέναι πίτυες, κυπάριττοι, πτελέαι. τὰ πέταλα συνέπιπτον ἀλλήλοις τῶν δενδρέων,
195οἱ κλῶνες προσεπέλαζον, συνῄεσαν οἱ πτόρθοι.
ἐῴκεσαν αὐτόχρημα τῶν δένδρων αἱ φυλλάδες ἀλλήλας ἀγκαλίζεσθαι περιπλοκαῖς φιλτέραις. ἥλιος ἐπεμάρμαιρε, καὶ τοῖς φυτοῖς ἐμπίπτων διέρρει κάτωθεν αὐτῶν ἠρέμα καὶ σποράδην,

(200)

εἰς ὅσον τὸ συνηρεφὲς ἠνέῳκτο τῶν φύλλων. ἔλαμπον ῥόδων καλλοναί, κρίνων ἀντηύγει χρόα· ἄκεντρα δ’ ἦν ἀνάκανθα τὰ ῥόδα τηνικαῦτα. ὁπόσον περιπόρφυρον καὶ λευκαυγὲς ἐν ῥόδοις, ὡς ἄστρον ἀκτινοβολοῦν ἀνέτελλε χαμόθεν.
205ὧδε τῆς γῆς τὸ πρόσωπον ἐπράσιζε ταῖς πόαις, ἐκεῖθεν ἐκυάνιζεν, ἄλλοθεν ὑπεγέλα. ταῖς δροσοστάκτοις τῶν ἀνθῶν παντοδαπαῖς εὐχροίαις Ζέφυρος ἁπαλόπνοος ἐπέπνει πανταχόθεν, καὶ τῶν ἀνθέων τῆς ὀσμῆς ἐπλήρου τὸν ἀέρα.
210ἐν μέσοις τούτοις τῆς ζωῆς τὸ δένδρον ἐβλαστήκει, ταῖς χάρισι κατάκομον, καλλίφυλλον, ὡραῖον. ὑδατομήτωρ δὲ πηγὴ κάτωθεν ἀνερρώγει, καὶ τὸ καλλίδενδρον Ἐδὲμ ἐπότιζε χωρίον, καὶ τῶν φυτῶν ἐκήπευε τὰς ῥίζας καὶ τοὺς πρέμνους,
215καὶ τῶν ἀνθῶν τοὺς ἁπαλοὺς ἐμόσχευεν ὀρχάτους. ἐκεῖθεν δὲ πρὸς τέσσαρας ἀρχὰς διαιρουμένη γίνεται μήτηρ ποταμῶν τῶν μεγαλοχευμόνων. οἱ ποταμοὶ δὲ τῇ φωνῇ καὶ γλώσσῃ τῇ τῶν Σύρων Φεισὼν καλοῦνται καὶ Γεών, Φορὰδ ἐν τούτοις τρίτος,
220τέταρτός ἐστιν Ἐδδεκέλ, κατὰ δ’ Ἑλλάδα γλῶσσαν
Γάγγης καὶ Νεῖλος ὁ πολύς, Εὐφράτης τε καὶ Τίγρης. καὶ Γάγγης μὲν περιπολεῖ γῆς Εὐϊλὰτ τοὺς ὅρους (ἐκεῖ χρυσὸς εὑρίσκεται καὶ λίθος ὁ πρασίζων, ὁ δὲ χρυσὸς ἀκίβδηλος καὶ στίλβων καὶ πυρράζων),
225ὁ Νεῖλος δ’ ὁ λευκόρειθρος κυκλοῖ τὴν Αἰθιόπων, καὶ τὰς λιπαροβώλακας ἀρούρας Αἰγυπτίων εὐτρόφοις ἄρδει ῥεύμασι καὶ τίθησιν εὐκάρπους. ὁ Τίγρις δὲ φερόμενος ὡς βέλος μετὰ ῥοίζου, καὶ καχλασμοὺς ἀποτελῶν καὶ ῥόθους βαρυδούπους,
230τῶν σχοινισμάτων ἔναντι γῆς Ἀσσυρίων τρέχει. Τοιόνδε σκήνωμα τερπνὸν φυτεύσας καὶ δενδρώσας ἔπλασε καὶ τὸν ἄνθρωπον παντοεργοῖς παλάμαις ἐκ χωματίνου καὶ λυπροῦ καὶ πηλοφύρτου βάρους· πνοὴν δ’ ἐνθέμενος ζωῆς τῷ γεηρῷ σαρκίῳ,
235καὶ τέλειον τὸν ἄνθρωπον ἔμπνουν δημιουργήσας, καὶ σύνθετον ἀπὸ ψυχῆς καὶ σώματος ποιήσας, καὶ χάριν δωρησάμενος ἐθελορμήτου γνώμης, καὶ καθ’ ὁμοίωσιν αὐτοῦ πλάσας καὶ κατ’ εἰκόνα, ἐγκατοικίζει τῆς Ἐδὲμ τῷ καλλιφύτῳ χώρῳ
240ὡς ἐν θαλάμῳ μάργαρον, ἄλλον ἐν κόσμῳ κόσμον, μικρὸν μὲν τὸ φαινόμενον ὡς ἐν μεγέθους ὄγκῳ, τῇ δέ γε τιμιότητι κρείττω πολλῷ τοῦ κόσμου. τοῦτον Ἀδὰμ ὡς ἐκ πυρροῦ χώματος πεπλασμένον ὁ τῆς πηλίνης κεραμεὺς ὠνόμασεν οὐσίας.
245καὶ θέμενος τοῦ τῆς Ἐδὲμ κάλλους πρωτοπολίτην ἐκ πάντων ὀπωροφαγεῖν ἐκέλευσε τῶν δένδρων, τῷ δὲ φυτῷ τῆς γνώσεως μὴ χεῖρας ἐπιβάλλειν. τότε καὶ πᾶν χειρόηθες καὶ πᾶν ἡμερονόμον καὶ πᾶν ἐκτοπιζόμενον εἰς λόχμας πολυξύλους

(250)

ἤγαγε ζῷον πρὸς Ἀδάμ, πεζόν, αἰθεροπόρον, ὡς σχοῖεν κλήσεις παρ’ αὐτοῦ ταῖς φύσεσι προσφόρους. ἤγετο λέων δαφοινὸς χαιτήεις ταυρολέτωρ, ἄρκτοι βλοσυροβλέφαροι, παντόστικτοι παρδάλεις, ἔλαφος ποικιλόδερμος, δασύκερκος ἀλώπηξ,
255ἐλέφας εὐρυμέτωπος, τὴν προνομαίαν σείων, δασύπους κολοβόκερκος, κερατοπλήκτωρ ταῦρος· ἤγετο πέρδιξ ἐρυθρὸς τοὺς πόδας καὶ τὸ ῥάμφος. οἱ ψᾶρες οἱ μελάμπτεροι τὸ πτίλον ἐπεσόβουν καὶ χαλαζώματά τινα λευκότητος ἐφόρουν.
260τὸ κάλλος ἐπεδείκνυτο ταὼς ὁ χρυσοπτέρυξ. ἔλαμπε βάμμασι πολλοῖς, ἐχρύσιζε τὸ πτίλον, ἔστιλβεν ἁλουργόχροον ἐν τῷ ταῶνι χρῶμα· ἐπήνθει μέσον καὶ χρυσὸς ὡς ὀφθαλμὸς μαρμαίρων, καὶ κῆπον πτεροφύτευτον εἰργάζετο τὸ ζῷον.
265ἐκύκλουν πάντα τὸν Ἀδὰμ ὥσπερ δεσπότην δοῦλοι· ἐθώπευον ὑπέτρεχον ἔσαινον τὸν γενάρχην. ὁ δὲ κατέψα ταῖς χερσὶ τὰ δύσμαχα θηρία
ὡς ἀρτιτόκους νεαροὺς ἄρνας γαλακτοφάγους, καὶ τοὺς ἐκ τούτων οὐδαμῶς ὑπέτρεμε κινδύνους·
270ἡ γὰρ σοβὰς καὶ πονηρὰ καὶ θερμουργὸς κακία οὐδέπω κατεχόρευσε καρδίας τῆς ἐκείνου. οὕτως οὐδὲν τῆς ἀπαθοῦς ψυχῆς κατακαυχᾶται, οὐ θήρ, οὐ πῦρ, οὐ ποταμοῦ μεγαλοδούπου θράσος. ἂν βασιλεύῃς τῶν παθῶν, ἂν ἁμαρτίας ἄρχῃς,
275καὶ βασιλίσκων καὶ δεινῶν σκορπίων ἐπιβήσῃ, καὶ ταπεινώσεις λέοντα, καὶ τίγριν ἡμερώσεις. Ἐν τούτοις ὕπνωσεν Ἀδάμ, ἀλλὰ πικρίας ὕπνον, ὕπνον ἀρχὴν καταστροφῆς καὶ παντολέθρου φθόρου. ἥψατο τούτου τῆς πλευρᾶς καθεύδοντος ὁ κτίστης,
280ἔλαβε ταύτην, ἔπλασεν ἐντεῦθεν τὴν γυναῖκα. Ἀδὰμ δ’ ὁ χωματόπλαστος, ὁ πρῶτος ἐν ἀνθρώποις, Εὔας τῆς παντομήτορος γέγονε πλευροπάτωρ. ἔνδοθεν οὖν τοῦ τῆς τρυφῆς χώρου διέζων ἄμφω ὡς ἄσαρκοι, μὴ φέροντες φροντίδας φιλοΰλους,
285ὡς μηδὲ περικείμενοι σώματος ὅλως βάρος. ἀμφοῖν δὲ τούτοιν ὁ θεὸς πάλιν ἐνομοθέτει. “ὦ γηγενεῖς καὶ τῆς Ἐδὲμ ταύτης πρωτοπολῖται, ἅπαντα ταῦτα τῆς ὑμῶν χάριν παρῆκται χρείας· πρὸς τὴν ὑμῶν ἀπόλαυσιν πάντα δενδροκομεῖτε.
290ἁπάντων οὖν κορέννυσθε, πάντων κατατρυφᾶτε.
τοῦτο δὲ μόνον βλαβερὸν τῆς γνώσεως τὸ ξύλον· τοῦτο καὶ μόνον φεύγοιτε, τούτου μὴ ψαύσητέ μοι. ἡ ψαῦσις φέρει τὴν φθοράν, καὶ τὴν χολὴν ἡ γεῦσις. ἂν τούτου μόνου γεύσησθε, πτῶμα πεσεῖσθε μέγα·
295πικρῶς γὰρ ὀπωροδοτεῖ καὶ θάνατον ἐκφύει. ἂν τοῦτό μοι φυλάξησθε, φεύξησθε κέντρον πότμου καὶ πλατυσμὸν κερδάνησθε ζωῆς ἀκαταλύτου.” Ἦν ταῦτα, καὶ πεφόβηντο τὸν λόγον οἱ γενάρχαι, τὴν ἀπειλὴν ὑπέτρεμον, ὑπέφρισσον τὸ ῥῆμα,

(300)

καὶ τὸ φυτὸν ὡς ἔχθιστον ἀπὸ ψυχῆς ἐστύγουν. ἀλλ’ ὁ Σατὰν ἐβάσκαινεν, ἔβρυχε τοὺς ὀδόντας, ὡς ἀφριστὴς ἐθύμαινεν, ὡς ἀγριόδους κάπρος. βλέπειν οὐκ ἔφερεν αὐτοὺς βιοῦντας ὡς ἀγγέλους. καὶ τοίνυν ὄργανον αὐτοῦ τῆς κακομηχανίας
305τὸν ὄφιν τὸν δολόμητιν καὶ σκολιὸν εὑρίσκει. θωπεύει τὴν προμήτορα, δείκνυσι τὴν ὀπώραν, καλὴν ἰδεῖν, ἐπέραστον, γεύσασθαι νεκτάρεαν. εἶδεν ἐκείνη τὸν καρπόν· ἦν ὁ καρπὸς ὡραῖος, χαρίεις ἦν εἰς ὅρασιν καὶ κάλλιστος εἰς γεῦσιν.
310ὑπέσαινε τὴν ὅρασιν, ἔθελγε τὴν καρδίαν, ἐῴκει θελξικάρδιον γλυκυθυμίαν στάζειν. ἔδειξε τοῦτον ὁ Σατάν, καὶ τὸν τοῦ δόλου σκύφον ἐπέχρισε γλυκάζοντι μέλιτι κολακείας.
εἵρπυσε δράκων ὁ δεινός, ἐσύριξεν ὑπούλως.
315“ἂν τούτου γεύσησθέ” φησι “τοῦ καλλικάρπου ξύλου, ἂν μόνον προσενέγκητε στόματι τὴν ὀπώραν, κύκλοι διανοιγήσονται βλεφάρων ὑμετέρων, καὶ χρηματίσετε θεοί, καὶ γνώσεσθε τὰ πάντα.” ἤκουσε τούτων ἡ γυνή, προσέσχε τῇ θωπείᾳ,
320ἡττήθη τοῦ γλυκάζοντος, ἡττήθη τῶν χαρίτων, αἳ τοῦ καρποῦ τὸ πρόσωπον ἠγλάϊζον τῷ κάλλει. ἔλαβεν, ἀπεγεύσατο, δέδωκε τῷ συννόμῳ. ἔφαγον ἄμφω τοῦ καρποῦ, μετέσχον τῆς ὀπώρας, παρήκουσαν τῆς ἐντολῆς, ἔφαγον ἐκ τοῦ ξύλου,
325καὶ παρὰ πόδας τὸ κακὸν αὐτοῖς ἐπηκολούθει. ἠνοίγησαν τὰ βλέφαρα, κατεῖδον τὴν αἰσχύνην, ἐπέγνων τὴν γυμνότητα καὶ τὴν ἀσχημοσύνην. ἐντεῦθεν ὑπεδύοντο τὰς βαθυσκίους λόχμας, ἐπέτρεχον τὰ λάσια καὶ τὰ πυκνὰ τῶν δένδρων,
330ἔρραψαν περιζώματα φύλλων ἐκ παχυφύλλων, ὑπὸ φυτὸν κατέφυγον, ἔδραμον ὑπὸ σκέπην, χανεῖν αὐτοῖς ἐπηύχοντο τὴν γῆν πλατὺ τὸ στόμα. ἐπέγνω ταῦθ’ ὁ φυτουργὸς τῶν εὐκηπεύτων δένδρων, ἐπέστη δραπετεύουσι τοῖς ἀρχηγοῖς τοῦ γένους,
335ὠνείδισε τὴν ἄγνοιαν, ἐκάκισε τὴν πλάνην, καὶ τί μακρὰ λογολεσχεῖν; ἀπήλασεν ἐκεῖθεν, ἐκόλασεν ἐργώδεσι βαρείαις ἐργατείαις.
τὴν γῆν τὴν ζωοθρέπτειραν ἠπείλησεν ἐκφύειν ἄκανθαν κνίζουσαν αὐτοῖς, τριβόλους ὀξυκέντρους.
340ὠδῖνας ἐπηράσατο δριμείας μογοστόκους Εὔᾳ τῇ πρωτομήτορι τῇ πρωτοπαθησάσῃ. Καὶ τοίνυν ὁ ταλάντατος καὶ δύσποτμος γενάρχης, ἀπελαθῆναι δυσκλεῶς ἐκεῖθεν δυστυχήσας, κατῴκησεν ἀπέναντι τοῦ τῆς τρυφῆς χωρίου.
345καὶ δερματίνην ἐνδυθεὶς σαρκὸς ἀντιτυπίαν καὶ γνοὺς τὴν Εὔαν ἐμπαθῶς Ἀβὲλ γεννᾷ καὶ Κάϊν. καὶ Κάϊν μὲν αὐλακισμοῖς προσεῖχε πεδιάδων καὶ τὰς ἀρούρας ἔσπευδε ποιεῖν ταυροπολεύτους, ὁ δ’ Ἀβὲλ ὁ νεώτερος ποιμαντικὴν μετῄει.

(350)

προσῆξεν οὖν ἑκάτερος τὰς ἀπαρχὰς τῶν πόνων. καὶ τοῦ μὲν Ἀβὲλ ὁ θεὸς προσήκατο τὰ δῶρα ὡς προσενέγκαντος ὀρθῶς καὶ τεθεραπευκότος, τοῖς δὲ δωροφορήμασι τοῦ Κάϊν οὐ προσέσχε. τὸ πρόσωπον συνέπεσεν ἐντεῦθεν τὸ τοῦ Κάϊν.
355τὸν Ἀβὲλ ὑπεβλέπετο βλεφάροις μισαδέλφοις, καὶ τῷ μηδὲν πικράναντι μηδὲ λελυπηκότι ἐπενεγκεῖν ἐσκέπτετο παλάμας φονευτρίας· τὴν γὰρ τοῦ φθόνου κάμινον βρέμουσαν εἶχεν ἔνδον. τοῦτο καὶ δὴ τετόλμηκε, φεῦ ἀπανθρώπου γνώμης!
360καὶ τοὺς θεσμοὺς οὐκ αἰδεσθεὶς οὓς αἰδοῦνται καὶ θῆρες, τὸν ἀδελφὸν παρέπεμψε ταῖς τοῦ θανάτου γνάθοις.
ὀργίλως εἶδεν ὁ θεὸς εἰς τὸν ἀδελφοκτόνον, ἀραῖς ὑπέβαλεν αὐτὸν ταῖς παλαμναιοτάταις. ἐντεῦθεν Κάϊν ἐλασθεὶς τῆς πρώτης παροικίας
365καὶ γῆν πολλὴν ἐπιδραμὼν ἔπηξε τὰς αὐλαίας ἔνθα καλὸν τοῖς ὀφθαλμοῖς ἐκείνου κατεφάνη, καὶ πρῶτος ἐπενόησε πόλεις ὀχυροπύργους. νηχύτου γενομένου δὲ τοῦ γένους τῶν ἀνθρώπων ὁδίταις ἐπετίθετο, λῃστείαις ἐπεχείρει,
370ἐσκύλευε, διήρπαζεν, ἔχραινε χεῖρας φόνοις. Ὡς δ’ εἶχον ἀπαράκλητον τὸ πένθος οἱ γενάρχαι, ἐκ παλαμῶν φονοεργῶν Ἀβὲλ ἀπολωλότος, τὸν Σὴθ αὐτοῖς τὸν δίκαιον θεὸς ἀντιδωρεῖται, ὃς ἔθηκεν ὀνόματα τοῖς οὐρανίοις ἄστροις.
375 Ἐντεῦθεν ὡς βαθύρριζον δένδρον ἡ θνητὴ φύσις εἰς πληθυσμὸν καὶ πλατυσμὸν ἐληλακυῖα πλείω εἰς πᾶν τὸ πρόσωπον τῆς γῆς ἦν διασπειρομένη, καὶ πάντῃ περιτρέχουσα πᾶσαν ἐπλήρου χθόνα. ἐκκυλισθεῖσα δὲ λοιπὸν εἰς παρανόμους πράξεις
380εἰς πᾶν ἐφέρετο κακὸν ὡς ἵππος εἰς πεδίον, ὡς εἰς τὸ καταντὲς τροχός, κατὰ πρανοῦς ὡς ὕδωρ, ἕως εἰς βόθρον δυσσεβοῦς πλάνης καταρραγεῖσα θεοποιεῖν κατήρξατο καὶ σέβειν τὰ στοιχεῖα καὶ τὴν τιμὴν ἀντὶ θεοῦ τοῖς κτίσμασι προσφέρειν.
385Ἦν δέ τις Νῶε δίκαιος ἐν τοῖς τοῦ Σὴθ ἐγγόνοις,
ἔνατος ἐκ τοῦ σπέρματος Ἀδὰμ τοῦ πρωτοπλάστου. ὃς μετιὼν τῆς ἀρετῆς τὴν ἐννομοπραγίαν, καὶ τὴν κακίαν ἐκ ψυχῆς ἀποστυγῶν καὶ φεύγων, τοὺς φαυλουργοὺς καὶ δυσσεβεῖς ἔσπευδε σωφρονίζειν.
390ἐπεὶ δ’ οὐκ ἔπειθεν αὐτοὺς τῶν φαύλων ἀποσχέσθαι, μετέστη μὲν ἀπὸ τῆς γῆς ἔνθα τὸ πρῶτον ἔφυ, μέτοικος δὲ γενόμενος ἀλλοδαποῖς ἐν ὅροις τὴν ὑμνουμένην κιβωτὸν ὡρίσθη τεκτονῆσαι καὶ ζῷον ἅπαν ἐν αὐτῇ χερσόϋγρον ἐγκλεῖσαι,
395ὡς σπέρμα χρηματίσαιεν καὶ ζώπυρον τοῦ γένους. ἐπείσθη Νῶε τῷ θεῷ, τὸ κελευσθὲν ἐποίει, ξυλοστεγὲς εἰργάζετο τῆς κιβωτοῦ τὸ κύτος, μυρίους ἔνδον ἑλιγμοὺς λαβυρινθώδεις φέρον. καὶ Νῶε μὲν ἐνέθετο τῇ κιβωτῷ τὰ ζῷα,

(400)

ποντογενῆ, χερσογενῆ, πτηνά, πεζοποροῦντα· ὁ δὲ θεὸς τὰ στέγαστρα τῶν οὐρανῶν ἀνοίξας ὅλας ἐκεῖθεν ὑετῶν κατήγαγε θαλάσσας, ἐκάλυψε τὰς κορυφὰς τῶν βαθυκρήμνων λόφων, ἔκρυψε γῆς τὸ πρόσωπον, ἐκάλυψεν ἀρούρας.
405τὸ πᾶν ὁμοῦ συγκέχυτο, κεκοίνωτο τὰ πάντα. ἦσαν ὑδατοπόντιστα τῶν δένδρων τὰ στελέχη, τοῖς ὑψιλόφοις ὄρεσιν ἐπέλαζον ἰχθύες. ὁ λέων ὑδατόκλυστος, ὁ θύννος ἐν τῇ χέρσῳ, ἅπαν ὑδατοφόρητον ἦν τηνικαῦτα ζῷον,
410ἀεροδρόμον, χέρσυγρον, εὔπτερον, πεζοπόρον.
καὶ πάντα συμποντούμενα τοῖς βαθυρρόθοις ὄμβροις ἐν ὕδασιν ἀπέπνεον, οἰκτρῶς ἀπενεκροῦντο, καὶ τοῖς ὑγροῖς τὰς ἑαυτῶν ψυχὰς ἐναπεφύσων. ἁπλῶς εἰπεῖν, ὡς ἐν βραχεῖ, καθάπερ ὑπὸ σκότους
415πάλιν τῆς γῆς τὸ πρόσωπον ἀόρατον κατέστη, τὸ τοῦ φωτὸς πρωτόγονον πάλιν ἐκράτει χάος, καὶ πάλιν ὑδατόλουτος ἡ ζωοθρέμμων χέρσος. καὶ θῆρες μὲν ἐφέροντο νεκροὶ πελαγωθέντες· ἀνθρώπων δὲ πηλογενῶν ἡ πᾶσα γεναρχία
420ἄσπετον ὕδωρ σπάσασα καὶ καταποντωθεῖσα, ὡς πλοῖον ὑγροκέλευθον, ὡς θαλασσόπλουν σκάφος, κόνις ἐπέπλεε κωφὴ τὰ τῶν ὑδάτων νῶτα. Νῶε δὲ μόνος ὑποδὺς τὴν ζῳοφόρον στέγην ὡς ναύτης ἀθαλάττευτος ἔνδον ἐναυστολεῖτο,
425σπέρμα τοῦ γένους ἐν μικρῷ τῷ ξύλῳ διασώζων, οὐ κώπας ἐπαγόμενος, οὐ κάλωας, οὐ λαίφη. τῷ Νῶε δὲ συνέπλεον υἱοὶ καὶ θυγατέρες, γυνή, γυναῖκες τῶν υἱῶν, νυμφίοι θυγατέρων. ἦσαν δὲ κλήσεις τοῖς υἱοῖς Σήμ τε καὶ Χὰμ Ἰάφεθ.
430ὡς δ’ ὑπελώφησεν ἡ πρὶν καταφορὰ τῶν ὄμβρων καὶ πάλιν ὤφθησαν αἱ πρὶν κλυσθεῖσαι πεδιάδες, ἐξέθορε τῆς κιβωτοῦ σὺν τοῖς παισὶν ὁ Νῶε, καὶ ζῷον πᾶν ταυτοστεγὲς τῷ Νῶε συνεξῄει. καὶ πάλιν κόσμος δεύτερος, πάλιν γενάρχης ἄλλος,
435καὶ πάλιν ἅπασα ψυχὴ πρὸς αὔξην ἐπεδίδου. Ἐκ γοῦν τῆς πρώτης πλάσεως Ἀδὰμ τοῦ πρωτογόνου μέχρις αὖ τοῦ κατακλυσμοῦ συμβάντος ἐπὶ Νῶε πρὸς δισχιλίοις ἔτεσι δὶς ἑκατὸν παρῆλθον, σὺν ἄλλοις τεσσαράκοντα καὶ δύο πληρεστάτοις.
440 Ἀπέγγονοι δ’ ἐγένοντο τοῦ Νῶε τοῦ δικαίου, σὺν ἄλλοις ὑψηλόφροσιν ἐκγόνοις ἀπεκγόνοις, Μεσρὲμ ὁ δευτερότοκος τοῦ Χὰμ υἱοῦ τοῦ Νῶε, Νεβρώδ τε γίγας, ὁ πολὺς τῇ τῆς χειρὸς ἰσχύϊ. Μεσρὲμ μὲν οὖν κατῴκησε τὴν τῆς Αἰγύπτου χώραν,
445ἀφ’ οὗπερ καὶ τὴν Αἴγυπτον φασὶν ὀνομασθῆναι (τὸ γὰρ Μεσρὲμ Ἑβραϊκῶς Αἴγυπτον ἑρμηνεύει), ὁ δὲ Νεβρὼδ κακῴκησεν εἰς χώραν προσαρκτίαν, τὴν ἐξ Ἀσοὺρ τοῦ Σὴμ παιδὸς κληθεῖσαν Ἀσσυρίαν· ὃς τοὺς ἀνθρώπους ἔπεισε τὸν κτίστην ἀθετῆσαι,

(450)

καὶ πρῶτος παρηνόμησεν εἰς τὸν πεποιηκότα, καὶ πρῶτος ἐφρυάξατο κατὰ θεοῦ τοῦ ζῶντος, καὶ τὴν τιμὴν τὴν τῷ θεῷ προσήκουσαν, ὡς θέμις, εἰς ἑαυτὸν ἠθέλησε μετενεγκεῖν ἀφρόνως. καὶ σύμβουλος ἐγένετο πρὸς τὴν πυργοποιίαν,
455ὡς ἂν ἀμύναιτο θεόν, εἰ πάλιν βουληθείη κατακλυσμὸν ἐπενεγκεῖν τῷ γένει τῶν ἀνθρώπων. οἱ γοῦν πεισθέντες ταῖς αὐτοῦ ματαίαις συμβουλίαις οἰκοδομεῖν μὲν ἤρξαντο τὸν πύργον τῆς Χαλάνης ὑπερνεφῆ, μετέωρον, ὑπέρμεγαν εἰς ὕψος,
460αὐτῇ σχεδὸν ἐγγίζοντα τῇ σεληναίᾳ σφαίρᾳ, τὸ δ’ ἔργον οὐκ ἐτέλεσαν τῆς ματαιοπονίας· ὁ γὰρ θεὸς συνέχεε τὰς γλώσσας τῶν κτιζόντων, κἀντεῦθεν διεσπάρησαν ἄλλος εἰς ἄλλον τόπον. Ἕβερ δὲ μόνος τῆς πληγῆς ἐλεύθερος ὑπῆρξεν·
465οὐ γὰρ συγκατετίθετο τοῖς ματαιοπραγοῦσιν. ὁ μὲν οὖν τόπος ἔλαχεν ἐκ τοῦ συμβεβηκότος ὀνομασθῆναι Βαβυλὼν ἤτοι συγκεχυμένη· τὸ γὰρ Βάβελ τὴν σύγχυσιν Ἑβραϊστὶ σημαίνει· ἐκεῖ γὰρ συνεχύθησαν πυργοκτιστῶν αἱ γλῶσσαι.
470 Εἰς πληθυσμὸν δὲ φθάσαντος τοῦ τῶν ἀνθρώπων γένους καὶ βασιλεὺς μετὰ μικρὸν γέγονεν Αἰγυπτίοις, καὶ πρῶτοι βασιλεύεσθαι τῶν ἐπὶ γῆς ἀνθρώπων Αἰγύπτιοι κατήρξαντο, καὶ τοῦ φορολογεῖσθαι. τὸ βασιλεύεσθαι δ’ αὐτοὺς ἔσχεν ἀρχήν, ὡς λόγος,
475ἑπτὰ καὶ μόνον γενεῶν παρελθουσῶν ἀνθρώποις μετὰ τὴν ὑδατόρροιαν, ὑφ’ ἧς τὸ πᾶν ἐφθάρη. ἐντεῦθεν παρηνόμησε τὸ γένος τῶν ἀνθρώπων, καὶ πρὸς ἀθέσμους ἔβλεψε πράξεις καὶ βδελυρίας, σφαγὰς ἀνδροκτασίας τε, φόνους, ἀκολασίας.
480ταῖς ἁρπαγαῖς ἐπέχαιρον, ἐτέρποντο μοιχείαις, καὶ πᾶσαν ἐπετήδευον ἐπίνοιαν κακίας, ἐλῄστευον, διήρπαζον, ἔκλεπτον, ἐμοιχῶντο,
καὶ τελευταῖον ἔβλεψαν πρὸς εἰδωλολατρείαν. Σεροὺχ δὲ πρῶτος ἤρξατο χρῆσθαι γλυπτοῖς καὶ στήλαις,
485ὄγδοος ὢν ἀπόγονος τοῦ Νῶε τοῦ δικαίου. οὗτος οὖν πρῶτος ὁ Σεροὺχ τιμῶν τοὺς παλαιτέρους ὡς ἀγαθῶν ἐφευρετάς, ὡς ἰσχυροὺς ἐν μάχαις, ὡς τῆς σοφίας ἀρχηγούς, ὡς ἐμπειροπολέμους, εἰκόνας κατεσκεύασεν, ἀγάλματα καὶ στήλας,
490δῆθεν ὡς εἰς ἀνάμνησιν καλῶν τῶν ἐξ ἐκείνων. ὅπερ μὴ γνόντες οἱ πολλοὶ τῶν μεταγενεστέρων, μὴ καταστοχασάμενοι Σεροὺχ τῆς διανοίας, ὥσπερ θεοὺς ἐτίμησαν τὰς στήλας τὰς ἀψύχους καὶ προσεκύνησαν γλυπτοῖς ἀνθρώπων χειροκμήτοις.
495ἐντεῦθεν εἰς ἀλλόκοτον θρησκείαν ἐκτραπέντες θρησκεύειν ἐπενόησαν ἄλλοι θεοῖς ἀλλοίοις. Αἰγύπτιοι δ’ ἐξώκειλαν πάντων τῶν ἄλλων πλέον, καὶ τὴν θρησκείαν ἤγαγον ἄχρι καὶ τῶν γελοίων. ἐντεῦθεν ἐσεβάσθησαν αἰλούρους καὶ πιθήκους,

(500)

ἴβεις καὶ τράγους βόας τε, κύνας καὶ κροκοδείλους καὶ τἆλλα προσοχθίσματα τῆς σφῶν φρενοβλαβείας. πάντων δ’ ὑπερφερέστερον τῶν ἄλλων θρησκευμάτων τὸν Ἆπιν ἐσεβάζοντο, βοῦν τελοῦντα πολύχρουν. ἡνίκα γὰρ ἐγίνετο βοῦς παρ’ αὐτοῖς τοιοῦτος,
505ἐπὶ τῇ γλώττῃ σήμαντρα φέρων καὶ πρὸς τῇ κέρκῳ κἀν τῷ μετώπῳ μίμημα σελήνης διχοτόμου,
ἐχόρευον, ἑόρταζον, ἐτέλουν πανηγύρεις ὡς ἐνδημήσαντος θεοῦ τοῦ καινοπρεπεστέρου. κἀκεῖνον μὲν ἐφάτνιζον ἀφθόνοις πανδαισίαις,
510αὐτοὶ δὲ διημέρευον ἐν πότοις καὶ χορείαις. εἰς πλέον προκοπτούσης δὲ τῆς εἰδωλομανίας καὶ σύμπαν γένος ἤλασεν εἰς πλάνην τὴν ἐσχάτην. ἀλλ’ ἐπαναληπτέον μοι τὰ περὶ βασιλείας. Παρ’ Αἰγυπτίοις βασιλεὺς πρώτοις ὑπῆρξε πάντων·
515καὶ μαρτυρεῖ τῷ πράγματι ῥῆσις γραφῆς τῆς θείας. λιμοῦ καταλαβόντος γὰρ τὴν χώραν τὴν Χαλδαίων Ἀβρὰμ ὁ θεῖος ὁ πολὺς γέγονε μετανάστης καὶ τὴν συγγένειαν λιπὼν εἰς Αἴγυπτον μετῆρεν, ὡς ἀποτρέψαιτο λιμοῦ τὴν φθαρτικὴν πυράγραν,
520τοῖς ζωαρκέσιν ἐντυχὼν ἐκεῖ δαψιλεστέροις. συνῆν δ’ αὐτῷ καὶ γαμετὴ πρὸς ξένην στελλομένῳ Σάρρα χαριτοπρόσωπος καὶ περικαλλεστάτη. οἱ τοίνυν θεραπεύοντες ἐκεῖ τὸν βασιλέα (ἦν δ’ Ἀβιμέλεχ βασιλεὺς τότε τῶν Αἰγυπτίων)
525ἰδόντες κάλλει λάμπουσαν τὴν Σάρραν ἀσυγκρίτῳ καὶ τόσον ὑπερέχουσαν γυναίων Αἰγυπτίων ὅσον ἁπάντων τῶν ἀνθῶν τὸ ῥόδον ὑπερφέρει, τῷ βασιλεῖ προσήνεγκαν ἐρωτοληπτουμένῳ. ὁ δ’ Ἀβιμέλεχ κατιδὼν ὅλως ἑάλω ταύτης,
530καὶ τάχ’ ἂν ἐβεβήλωσε τὸ λέχος τοῦ δικαίου, εἰ μὴ θεὸς τὸν ἑαυτοῦ θεράποντα τιμήσας πληγαῖς βαρείαις ἤτασε νύκτωρ τὸν βασιλέα καὶ σὺν αὐτῷ τοὺς προσγενεῖς καὶ τοὺς δορυφοροῦντας. μετ’ οὐ πολλὰς δὲ γενεὰς ἀρχῆς τῶν Αἰγυπτίων
535ἐν ταῖς ἡμέραις Ἀβραὰμ ἦρξε τῶν Ἀσσυρίων Βῆλος ἀνὴρ ὁ βριαρός, ὁ κραταιόχειρ γίγας, ὃν ὡς θεὸν ἐτίμησαν οἱ πεφενακισμένοι καὶ Κρόνον μετωνόμασαν. οὗτος δ’ ὁ Κρόνος ἔσχε γυναῖκα τὴν Σεμίραμιν τὴν λεγομένην Ῥέαν.
540τῶν Αἰγυπτίων τοιγαροῦν ἡ καταδυναστεία καὶ κράτος τὸ βασίλειον καὶ τὰ τῆς ἐξουσίας μέχρις ἐτῶν διήρκεσε χιλίων πληρεστάτων καὶ πρὸς τρισὶν ἑξήκοντα πρὸς τοῖς ἑξακοσίοις. τὴν βασιλείαν πάλιν δὲ τοῦ γένους Ἀσσυρίων
545χίλι’ ἔτη ἐμέτρησαν, καὶ σὺν αὐτῇ παρῆλθον τρὶς ἑκατὸν ἐνιαυτοὶ μέχρι Σαρδαναπάλου. Ὁ Κρόνος τοίνυν συνοικῶν τῇ γαμετῇ τῇ Ῥέᾳ σὺν ἄλλοις ἔτεκε πολλοῖς υἱοῖς καὶ τὸν Νινύαν, ὃν Νινευὶ δομήτορα φασὶ τῆς θρυλουμένης.

(550)

μετὰ μικρὸν ὁ Κρόνος δὲ λιπὼν τὴν Ἀσσυρίαν πρὸς τὴν τῶν Ἄφρων ἔδραμε χώραν τὴν ἑσπερίαν. ὁ δὲ Νινύας ἔλαβε τὴν ἑαυτοῦ μητέρα εἰς γαμετὴν καὶ σύνοικον ἐξ ἐρωτομανίας,
ἔρον νοσήσας ἀσελγῆ καὶ παρὰ φύσιν ἔρον,
555καὶ Σεμιράμιδος αὐτῆς τοῦτο συνθελησάσης· ἐξ οὗ καὶ νόμος γέγονε παρὰ τοῖς Ἀσσυρίοις μητρογαμεῖν καὶ τοὺς δεσμοὺς τῆς φύσεως συγχέειν. τὸ πρᾶγμα δὲ τὸ μυσαρὸν τοῦτο καὶ βδελυκτέον ἐξ Ἀσσυρίων ὁρμηθὲν μετέβη καὶ πρὸς Πέρσας.
560 Ὁ βασιλεὺς Αἰγύπτου δὲ Σέσωστρις ἐν τοῖς τότε μεγαλυνθεὶς καὶ κρατυνθεὶς ὑπὲρ τοὺς πρώην πάντας οὐχ ἱκανὸν ἐνόμισεν ἄρχειν Αἰγύπτου μόνης. καὶ δὴ στρατὸν συναγαγὼν ἐκ πάσης φυλαρχίας, δορατιστὰς καὶ πελταστάς, βελεμνοτοξοφόρους,
565θωρακοφόρους, αἰχμητάς, ἄνδρας ἀρειμανίους, καὶ προσλαβὼν συμμαχικὸν ἐκ τοῦ τῶν Οὔννων ἔθνους, καὶ προσεταιρισάμενος ἐν δώροις σύμπαν γένος, πάσης κατέδραμε τῆς γῆς, καὶ μᾶλλον τῆς Ἀσίας, καὶ πάντας κατηνάγκασε φόρους αὐτῷ προσφέρειν.
570καὶ καθελὼν τοὺς πανταχῇ δυνάστας καὶ σατράπας καὶ ταγματάρχας ἰσχυροὺς καὶ κραταιοὺς στρατάρχας ὑπὸ τὴν ζεύγλην ἤγαγεν αὐτοῦ τῆς ἐξουσίας. ἐνέπλησε λαφύρων δὲ καὶ σκύλων τοὺς συμμάχους, τοῖς Οὔννοις δ’ ἐχαρίσατο τὴν γῆν τῶν Ἀσσυρίων,
575καὶ Πάρθους μετωνόμασε τοὺς Οὔννους ἤτοι Σκύθας. καὶ νικητὴς ἀνέζευξεν ἐν ἔτεσιν ἐννέα σύμπασαν χειρωσάμενος Ἀσίας ἐθναρχίαν.
ἐφ’ οὗ καὶ τὸ βασίλειον κράτος τῶν Ἀσσυρίων ἐπὶ μικρὸν ἀπώλεσεν ἣν εἶχε δυναστείαν.
580ὡς δ’ ἥρπασε καὶ Σέσωστριν θάνατος ἐκ τοῦ βίου, τοῖς Ἀσσυρίοις ἤνθησε πάλιν ἡ βασιλεία ὡς δένδρον ὑπὸ τοῦ πικροῦ κρυσταλλωθὲν χειμῶνος καὶ μαρανθὲν καὶ νεκρωθέν, καὶ πάλιν ἀναζῆσαν παραδραμόντος τοῦ δεινοῦ τῆς χειμερίας ὥρας.
585τοῖς Ἀσσυρίοις τοιγαροῦν πάλιν ἡ σκηπτουχία πρὸς τὴν προτέραν ἔφθασε τῆς τύχης εὐκληρίαν, ἕως ὁ Σαρδανάπαλος ἦρξε τῶν Ἀσσυρίων, γάστρις ἀνὴρ καὶ τρυφηλός, λαγνὸς καὶ γυναικίας, ὃς ἐκθηλύνας ἑαυτὸν καὶ γυναιξὶ συγκλείσας
590ὑπέγραφε τὸ πρόσωπον, ἔβαπτε τὰς ὀφρύας, ἐξύρα καὶ τὸ γένειον μέχρις ἐπιδερμίδος, ἐδείκνυ καὶ τὰς παρειὰς ἐψιμμυθιωμένας, καὶ πᾶν τὸ πρόσωπον ἁπλῶς εἶχεν ἐξηλλαγμένον, καὶ μάχλος ἦν καὶ μαλακός, χαῦνος καὶ θηλυδρίας.
595μόνης τρυφῆς ἐφρόντιζε, μόνης ἁβρᾶς τραπέζης· συνήσθιε συνέπινεν εὐνούχοις καὶ μαχλάσι, καὶ πᾶς ὁ βίος ἦν αὐτῷ πλήρης ἀκολασίας. αὐτὸς μὲν οὖν συγκέκλειστο σὺν γυναιξὶν ἀσέμνοις, ἀθέατος ἀόρατος ἄρχουσιν ἰδιώταις,

(600)

θερμοῖς λουτροῖς ἐνευπαθῶν καὶ μαλακοῖς ἀμφίοις· διῴκουν δὲ τὰ πράγματα τούτῳ τῆς βασιλείας
οἱ στρατηγοὶ τῶν πόλεων, ἐθνάρχαι καὶ χωράρχαι. οὕτως ἐβίου μαλακῶς, οὕτως ἐκλύτως εἶχεν, ἕως εἰς βόθρον ἑαυτὸν ἤγαγεν ἀπωλείας
605καὶ συναπώλεσεν αὐτῷ καὶ τὰ τῆς βασιλείας. Ἀρβάκης γὰρ ὁ στρατηγὸς πολλάκις ἱκετεύων τὸν Σαρδανάπαλον ἰδεῖν καὶ στῆναι πρὸ προσώπου (οὔποτε γὰρ ἑώρακεν αὐτόν, οὐδ’ ἐν ὀνείροις), καὶ τὰ πολλὰ μὲν ἀστοχῶν πρὸς τὸ πεποθημένον,
610μόλις δ’ εὑρὼν ὡς ἕρμαιον τὸ τοῦτον ἱστορῆσαι, ὡς εἶδεν, ὡς ἑώρακεν ἐψιμμυθιωμένον ἄτριχα λειοπώγωνα γυναικοπροσωπίαν, πορφύραν διαξαίνοντα μετὰ τῶν κορασίων, εὐνούχοις τε συμπαίζοντα καὶ συνασχημονοῦντα,
615καὶ μαλακὸν καὶ παντελῶς ἀνάξιον τοῦ κράτους, ἀγανακτήσας ἔπαισεν αὐτὸν ἐγχειριδίῳ, καὶ τῶν ἐγκάτων ὤθησε μέχρις αὐτῶν τὸ ξίφος, καὶ θάνατον ἐπότισε καὶ κύπελλον ὀλέθρου τὸν μέχρι τότε τρυφηλῶς ἐκδεδιῃτημένον
620καὶ τοῖς κρατῆρσι χαίροντα μέχρι τοῦ περιόρθρου. οὕτως ἐκεῖνον ἔκτεινεν ὁ στρατηγὸς Ἀρβάκης, δεινοπαθῶν εἰ λέγοιτο δοῦλος ἀνδρὸς τοιούτου. Ἄλλοι δ’ οὐχ οὕτω γράφουσι τὰ τοῦ Σαρδαναπάλου, λέγουσι δ’ ὡς ἀκούσαντες οἱ πρόσοικοι Χαλδαῖοι
625χοιρόβιον αὐτόχρημα τυγχάνειν καὶ κτηνώδη
τὸν Ἀσσυρίων κράτορα τὸν Ἀνακυνδαράξου, ὀρχηστοφιλοπαίγμονα, ζῶντα γυναικομίμως, αὐτοῦ καταφρονήσαντες ὡς μαλακοκαρδίου, ἐπῆλθον ἐκστρατεύσαντες ἐν βριαρᾷ δυνάμει,
630καὶ συμπλακέντες τῷ στρατῷ τῷ τοῦ Σαρδαναπάλου (κἀκεῖνος γὰρ ἀναμαθὼν τὴν τόλμαν τῶν Χαλδαίων οὐκ ἤνεγκεν, ἀλλ’ ἔπεμψεν ἄνδρας ἀξιομάχους) ἐτρέψαντο τὸν στρατηγόν, ἥττησαν κατὰ κράτος, καὶ νικηθεὶς ὁ στρατηγὸς ἔφευγεν ἀνὰ κράτος.
635ὅπερ ὡς ἔγνω δείλαιος, ἀπορηθεὶς ἐκ πάντων, πυρὰν ὑφῆψε λιπαρὰν ὕλαις ἀφθόνοις θρέψας, καὶ τὰς χρυσᾶς συναγαγὼν καὶ λιθοστρώτους κλίνας καὶ τοὺς ποικίλους στολισμοὺς καὶ τάλαντα χρυσίου καὶ πᾶν ἁπλῶς βασίλειον ὅσον ἐν ἱματίοις,
640ὅσον ἐν σκεύεσι χρυσοῖς, ἐν λίθοις, ἐν μαργάροις, κατὰ πυρᾶς ἠκόντισε πάντα τῆς πολυξύλου, καὶ τελευταῖον ἑαυτόν. κἀντεῦθεν οἱ Χαλδαῖοι κατὰ πολλὴν τὴν ἄδειαν ἐκράτουν Ἀσσυρίων, καὶ τὴν ἀρχὴν εἰς ἑαυτοὺς μεθίστων καὶ τὸ κράτος.
645 Μετ’ Ἀσσυρίους τέως δ’ οὖν κατῆρξαν οἱ Χαλδαῖοι, καὶ τὸ τῆς τύχης παίγνιον καὶ κύβος τῶν πραγμάτων ἄλλοις ἐμπαῖξαν ἱκανῶς μετέπεσεν εἰς ἄλλους. ἡνίκα δὲ συνέβαινε ταῦτα τοῖς Ἀσσυρίοις, Ἑβραίων ἐκυρίευεν ὁ βασιλεὺς Ὀζίας,

(650)

ἕβδομος ὢν ἀπὸ Δαβὶδ τοῦ προφητικωτάτου. Χαλδαίων δ’ ἐβασίλευσε σὺν ἄλλοις βασιλεῦσι Σεναχηρὶμ ὁ σοβαρὸς καὶ γῆς τῶν Ἀσσυρίων ἔθνους Βαβυλωνίων τε καὶ γένους τοῦ τῶν Μήδων· ὃς ἐκστρατεύσας σοβαρῶς κατὰ τῆς Ἰουδαίας,
655καὶ βλασφημήσας εἰς θεὸν καρδίας ἀπονοίᾳ, καὶ ῥήμασι χρησάμενος ὑπερηφανεστάτοις, ἐδρέψατο τἀπίχειρα τῆς ματαιοφροσύνης. ἄγγελος γὰρ ὑπὸ θεοῦ πεμφθεὶς κατὰ τὴν νύκτα ὤλεσε πάντα τὸν στρατὸν ξίφους συγκόψας ἄνευ,
660εἰς ἑκατὸν ποσούμενον χιλιανδρίας ὅλας σὺν ἄλλοις ὀγδοήκοντα πρὸς πεντακισχιλίοις. ὁ τοίνυν πρὶν ἀγέρωχος, ὁ πρὶν ὑπερῃρμένος ὡς λαγωὸς ἐγένετο ταχύπους φυγαδίας. Μετὰ δὲ χρόνους βασιλεὺς ἦν Ναβουχοδονόσορ.
665οὗτος τῆς τύχης εὐμενῶς αὐτῷ προσφερομένης πάντων κατεδυνάστευσεν ἐθνῶν τῶν ἐν Ἀσίᾳ καὶ πάντας ὑπηγάγετο πρὸς ἐτησίους φόρους, Χαλδαίους Ἀσσυρίους τε, Μήδους, Βαβυλωνίους. ὑπήκοον ἐποίησε καὶ γένος Ἰουδαίων,
670καὶ τὴν μητρόπολιν αὐτῶν τὴν περιφανεστάτην Ἱερουσαλὴμ ἐδούλωσε, καὶ πρῶτος ὑποφόρους τοὺς βασιλεῖς κατέστησεν. ὡς δ’ ἀπεστάτουν οὗτοι,
τὸ τελευταῖον ἐπελθὼν μετὰ μυρίων ὅπλων (ὑπὲρ γὰρ ἄμμον ὁ στρατὸς ἦν Ναβουχοδονόσορ)
675κατέσκαψεν εἰς ἔδαφος τὴν πόλιν τὴν ὀλβίαν, καὶ πάντας τοὺς ἐξ αἵματος καὶ γένους βασιλείου δορυαλώτους συλλαβὼν ἐν χώρᾳ Βαβυλῶνος μετῴκισεν, ὡς ἔσοιντο τούτῳ θαλαμηπόλοι. ἦν ἐν αὐτοῖς καὶ Δανιὴλ ὁ μέγας ἐν προφήταις,
680οἱ τρεῖς τε παῖδες σὺν αὐτῷ σὺν ἄλλοις εὐγενέσι. μετὰ μικρὸν δ’ ὑπεραρθεὶς ὁ Ναβουχοδονόσορ καὶ τὴν τῆς τύχης εὔνοιαν οὐ δυνηθεὶς βαστάσαι, κἀντεῦθεν εἰς ἀπόνοιαν ἐκκυλισθεὶς ἐσχάτην (αὐτὸν ἐθεοποίει γὰρ ὑπὸ φρενοπληξίας),
685ἐταπεινώθη πρὸς θεοῦ ταπείνωμα φρικῶδες, εἰς χοίρου μόρφωσιν τραπεὶς ἐξ εἴδους ἀνθρωπείου καὶ ταύτην δίκην ὑποσχὼν τῆς ὑπερηφανίας. Ἀλλ’ ἵνα πάλιν εἰς ἀρχὴν τὸν λόγον ἀναγάγω, Χαλδαίων ἐβασίλευσεν ὁ Ναβουχοδονόσορ,
690καὶ μετ’ ἐκεῖνον Μαροδάχ, καὶ μετ’ αὐτὸν Βαλτάσαρ, ἀμφότεροι βλαστήματα τοῦ Ναβουχοδονόσορ. Βαλτάσαρ τοίνυν ἐντρυφῶν τῷ τῆς ἀρχῆς μεγέθει συμπότας παρελάμβανεν αὐτοῦ τοὺς μεγιστᾶνας,
καὶ ταῖς τραπέζαις λιπαραῖς αὐτοὺς ἐδεξιοῦτο.
695καὶ θέλων ἐπιδείκνυσθαι τὸ δαψιλὲς τοῦ πλούτου πολυτελέσι σκεύεσιν ἐχρῆτο λιθοχρύσοις. σὺν πᾶσι παρεισέφερε καὶ τοῦ ναοῦ τὰ σκεύη, ἅπερ ἀφείλετο τὸ πρὶν ὁ Ναβουχοδονόσορ, ἡνίκα Ἱερουσαλὴμ ἀπέκειρε τὸ κάλλος.

(700)

χρώμενος τοίνυν ἀδεῶς τούτοις εἰς ὑπουργίαν (μεθύων γὰρ τοῖς πράγμασιν οὐδ’ ὅλως ἐνενόει ὡς ὁ θεὸς ἀγανακτεῖ τούτων ὑβριζομένων) ἀστράγαλον ἑώρακε γράφοντα πρὸς τῷ τοίχῳ. ἔλεγον δὲ τὰ γράμματα μανῆ θεκὲλ φάρες τε·
705ἃ μηδενὸς ἰσχύσαντος ἑτέρου σαφηνίσαι ὁ Δανιὴλ ἡρμήνευσε τρανῶς καὶ φιλαλήθως “μερίζων διεμέρισεν ὁ κτίστης σου τὸ κράτος· ἐξέκοψεν ἐθέρισε τοὺς χρόνους τῆς ἀρχῆς σου. μετατεθήσεται λοιπὸν ἡ καταδυναστεία
710καὶ θρόνος ὁ βασίλειος εἰς ἄλλην φυλαρχίαν.” ταῦθ’ ὁ προφήτης ἔφησεν ἐνώπιον Βαλτάσαρ, μηδὲν ὑποστειλάμενος, μηδ’ ὅλως ὑποτρέσας. μετὰ μικρὸν ὁ Μῆδος δὲ Δαρεῖος ἐπελάσας μετὰ πολλῆς δυνάμεως, ὅν φασιν Ἀστυάγην
715παῖδες Ἑλλήνων Περσικὰς γράφοντες ἱστορίας, καθεῖλε τὸν ὑπέροφρυν Βαλτάσαρ τὸν Χαλδαῖον, καὶ Βαβυλῶνος ἔκαμψε τὴν σκληροτραχηλίαν, καὶ Μηδικῆς ὑπόφορον ἐποίησεν ἰσχύος.
κἀντεῦθεν ἐκυρίευσαν οἱ Μῆδοι τῆς Ἀσίας.
720ἀλλ’ οὐδ’ αὐτοῖς παρέμεινεν ἄχρι πολλῶν ἡλίων τὸ κράτος τὸ βασίλειον, ἀλλ’ ἀπερρύη θᾶττον. τὸ κράτος δ’ ὅπως ἀπ’ αὐτῶν τῶν Μήδων ἐξαπέπτη, ἐπιδρομάδην καὶ σαφῶς ὁ λόγος ἱστορήσει. Θυγάτηρ ἦν τῷ βασιλεῖ τῶν Μήδων Ἀστυάγει
725εὐπρόσωπος εὐπάρῃος εὔχρους εὐπρεπεστάτη· Μανδάνην τὸ κοράσιον ὠνόμασεν ὁ σπείρας. πρὸς ταύτην τοίνυν ὁ πατὴρ ἔσχε ζηλοτυπίαν ἐξ ὀνειράτων θροηθεὶς νυκτέρων ἐξαισίων. οὐροῦσαν βλέπειν ἔδοξε τὴν κόρην τὴν Μανδάνην,
730τοσοῦτον δ’ εἶναι τὸ χυθὲν ὑγρὸν ὡς ἐξισχῦσαι τῆς γῆς τῆς Ἀσιάτιδος τὸ πρόσωπον καλύψαι. οὗτος ὁ πρῶτος ὄνειρος, δεύτερος δ’ αὖθις οὗτος· ἔδοξε βλέπειν κάτωθεν ἐκ τῆς αἰδοῦς Μανδάνης ἀναφυεῖσαν ἄμπελον, ὑφ’ ἧς πᾶσαν Ἀσίαν
735καὶ γένος Μήδων καὶ Περσῶν κατάσκιον γενέσθαι. τοιοῖσδε γοῦν ὁ βασιλεὺς ἐκταραχθεὶς ὀνείροις ὑπέτρεφεν ἀπέχθειαν λάθρᾳ κατὰ Μανδάνης, πολλοὺς δὲ στρέψας λογισμοὺς περὶ τοῦ ποιητέου ἔγνω κατασοφίσασθαι τὴν τύχην ἐπινοίᾳ.
740τὴν κόρην τοίνυν ζεύγνυσιν ἀνδρί τινι Καμβύσῃ (ἦν δ’ ὁ Καμβύσης δυσγενὴς καὶ τῶν ταπεινοτέρων), ὡς ἂν τὸ προσδοκώμενον ἐξαμαυρώσῃ κλέος,
τοῦ γένους τὴν λαμπρότητα θολώσας δυσγενείᾳ. ὡς οὖν ἐπέγνω κύουσαν ὅσον οὐδέπω ταύτην,
745καθῆστο καιροφυλακῶν, τὸν τόκον περιμένων. μετὰ μικρὸν δ’ ἐξέθορεν ἄρρεν ἐκ τῆς Μανδάνης, καὶ τὸ τεχθὲν ὁ βασιλεὺς λαβὼν καὶ περιστείλας Ἁρπάγῳ παραδίδωσιν, ὡς ἐξαναλωθείη. ὁ δὲ βουκόλῳ δίδωσι τὸ βρέφος διαφθεῖραι,

(750)

ἐκτεθησόμενον βορὰν θηρίοις ὀρεστέροις. τὸ μετὰ τοῦτο τί καὶ πῶς; ἔλαβεν ὁ βουκόλος, εἰς τὴν οἰκίαν ἤγαγεν, εὗρε τὴν συζυγοῦσαν ἄρτι νεκρὸν ἀπὸ γαστρὸς βρέφος ἐξενεγκοῦσαν. δείκνυσιν ὅπερ ἔφερε, ζητεῖ τὸ ποιητέον.
755κοινῇ γοῦν συσκεψάμενοι τὸ μὲν νεκρὸν ῥιπτοῦσι, τὸ δὲ δοθὲν ἐκτρέφουσιν ὡς γνήσιον παιδίον. τὸ δ’ ἐφεξῆς ὡς θαυμαστόν! ἡλικιώθη Κῦρος, σὺν παιδαρίοις ἔπαιζεν, ᾑρέθη βασιλεύειν, ἐπέταττεν τοῖς ἥλιξιν ὡς ἤθελεν ἑκάστῳ.
760πᾶσι μὲν οὖν τὸ κελευσθὲν ὡς τάχος ἐτελεῖτο· ὁ δ’ Ἀρτεμβάρου μόνον παῖς συμπαίστωρ ὢν τῷ Κύρῳ ἀνηκουστήσας πέπονθε τὰ τῆς ἀνηκοΐας, καθυβρισθεὶς καὶ κραταιαῖς ὑποβληθεὶς αἰκίαις. ἦν δ’ Ἀρτεμβάρης εὐγενὴς καὶ τῶν ὑπερεχόντων.
765ὁ παῖς ὑβριοπαθήσας πρόσεισι τῷ τεκόντι, τὴν ὕβριν φράζει τῷ πατρί, μηνύει τὰ πραχθέντα.
θυμὸς εὐθὺς κατέλαβε σφοδρὸς τὸν Ἀρτεμβάρην, καὶ προσελθὼν τῷ βασιλεῖ τὴν ὕβριν ἀπαγγέλλει. καὶ γίνεται μετάπεμπτος ὁ Κῦρος τὸ παιδίον,
770καὶ πολυπραγμονούμενος σὺν ἀπειλαῖς βαρείαις ἐν ἐλευθέρῳ στόματι τὸ πᾶν καθωμολόγει. ὁ βασιλεὺς ἐθαύμασεν αὐτοῦ τὴν παρρησίαν, καὶ τὸν βουκόλον ἔμελλεν αἰκίαις ὑποβάλλειν, τὸν δῆθεν νομιζόμενον εἶναι πατέρα Κύρου,
775ὡς ἂν ἐξαγορεύσειε τίνος ὁ Κῦρος τέκνον. οὐκ ἤνεγκε τὰς ἀπειλὰς ἐκεῖνος ὁ βουκόλος, καὶ πᾶν εὐθὺς τὸ γεγονὸς τῷ βασιλεῖ γνωρίζει. κοινοῦται ταῦτα τοῖς σοφοῖς καὶ Μάγοις Ἀστυάγης· ἀλλ’ ἔσφηλεν, ὡς ἔοικε, τούτους ἰσχὺς ἡ θεία,
780καὶ τὴν λαμπρότητα τὴν πρὶν αὐτοῖς ἐλπιζομένην ἐν τοῖς παιγνίοις ἔφασαν ἐκβῆναι τῷ παιδίῳ. καὶ τοῦτο μὲν ἠγάθυνεν ἐκείνου τὴν καρδίαν, ἄλλο δὲ πάλιν ἔκνιζεν· ὡς γὰρ ἐχθρὸν ἐμίσει Ἅρπαγον τὸν δυσδαίμονα, τὸν περισεσωκότα
785τὸν Κῦρον καὶ μὴ φθείραντα μηδ’ ἐξηφανικότα. καὶ τοῦτον μεταπέμπεται δῆθεν εἰς πανδαισίαν σὺν τῷ παιδί, τὸν Ἅρπαγον. καὶ τὸν μὲν τούτου παῖδα βαρβαρικῶς ὡς ἀρνίον οἴκτιστα καταθύει, ἐλθόντι δὲ τῷ δυστυχεῖ πρὸς τράπεζαν Ἁρπάγῳ
790ἐν σκεύει παρατίθησι τὰ τοῦ παιδίου κρέα.
ὁ δὲ μὴ γνοὺς τὸ γεγονὸς ἔφαγεν ἄχρι κόρου. εὐθὺς μετὰ τὸ δεῖπνον δὲ καὶ κεφαλὴ καὶ χεῖρες Ἁρπάγῳ παρεφέροντο παιδίου τοῦ τυθέντος. ὁ δ’ ἔγνω μὲν τὸ τολμηθέν, οὐκ ἔχων δ’ ὅτι δράσει,
795ἦν ἐγκοτῶν καθ’ ἑαυτόν, στυγῶν τὸν Ἀστυάγην. τοῦ Κύρου μεταστάντος δὲ πρὸς Πέρσας ἀπὸ Μήδων ἐφαψαμένου τε λοιπὸν ἀνδρώδους ἡλικίας, οὐκ ἔληγεν ὁ δυστυχὴς Ἅρπαγος πάντα πράττων καὶ πάντα μηχανώμενος, καὶ Κῦρον ἐρεθίζων

(800)

τὸν Ἀστυάγην τίσασθαι καὶ τῆς ἀρχῆς ἐκστῆσαι, ἕως αὐτὸν παρώρμησε καὶ στρατιὰν ἐγεῖραι καὶ προσβαλεῖν καὶ κραταιῶς τῷ πάππῳ συμπλακῆναι. τὰ μετὰ ταῦτα τίνα δέ; νικᾷ λαμπρῶς ὁ Κῦρος, νικᾶται Μήδων βασιλεύς, ζωγρεῖται τελευταῖον,
805καὶ μετατίθεται λοιπὸν τὸ κράτος ἐπὶ Πέρσας. οὕτως οὖν ἀνεζώσατο Κῦρος τὴν βασιλείαν, καὶ Κροῖσον τὸν πολύχρυσον τὸν τῶν Λυδῶν δυνάστην ἀντιπαραταξάμενον εἶχε δεσμώτην ζῶντα. Ἀλλὰ γὰρ ὧδε γεγονὼς ἐπιμνησθείς τε Κροίσου
810ἐπιμνησθήσομαι λοιπὸν καὶ τῶν Λυδῶν τῆς τύχης, κἂν οὐ μεγάλη γέγονεν οὐδὲ τῶν περιδόξων, ὥσπερ ἡ Μήδων καὶ Περσῶν, ὡς ἡ τῶν Ἀσσυρίων. Κανδαύλης ἐβασίλευε Λυδίας καὶ Φρυγίας, σειρὰν τοῦ γένους, ὥς φασιν, ἕλκων ἐξ Ἡρακλέος.
815οὗτος συνῴκει γυναικὶ τὸ κάλλος ἐξαισίᾳ, φαιδροπροσώπῳ τρυφερᾷ καὶ φοινικοπαρῄῳ. τοσοῦτον οὖν ἐκαίετο τῷ πόθῳ τοῦ γυναίου ὡς τῷ θεράποντι ποτὲ (Γύγης δ’ ἦν ὁ θεράπων) τὸν πόθον καὶ τὸν ἔρωτα τρανῶς δημοσιεῦσαι
820καὶ σχεῖν θελῆσαι θεατὴν τοῦτον τῆς συνοικούσης, θεοβλαβῶς, ὡς ἔοικε, καὶ τὸ τῆς Μοίρας ξίφος ἐξακονῶν καθ’ ἑαυτοῦ καὶ πρὸς τομὴν ἐπείγων. ὁ μὲν Κανδαύλης ἔκρυπτε τὸν Γύγην πρὸς τὴν θύραν, ἐκείνη δ’ ἀπεδύετο, καὶ Γύγης ἐνετρύφα
825γυμνῷ τῷ κάλλει τῆς σαρκὸς τῆς ἑαυτοῦ δεσποίνης. εἶδε τὸν Γύγην ἡ γυνή, γυναικοθύμως εἶχε. ὑβριοπάθησε δεινῶς, μετακαλεῖ τὸν Γύγην, δίδωσιν αἵρεσιν δυοῖν, ἢ τὸν δεσπότην κτεῖναι κερδᾶναί τε καὶ τὴν ἀρχὴν καὶ γαμετὴν ἐκείνην,
830ἢ τοῦ θανάτου ταῖς ποιναῖς αὐτὸν καθυπαχθῆναι· τῶν γὰρ Λυδῶν ταῖς γυναιξὶν αἰσχρὸν ἦν τὸ φανῆναι ἀχίτωσί τε καὶ γυμναῖς ἀνδράσιν ἀλλοτρίοις. εἵλετο Γύγης τὴν ζωήν, κτιννύει τὸν δεσπότην, εὐθὺς ἐπαναβαίνει δὲ πρὸς ὕψος βασιλείας.
835ὁ πρὸ μικροῦ δὲ ταπεινὸς ἐξαίφνης ἀνεφάνη ἐξ ἰδιώτου βασιλεύς, δεσπότης ἀπὸ δούλου. Οὗτος ὁ Γύγης, ὥς φασιν, εὐνούχισε γυναῖκας,
ὡς νεαζούσαις εἰς ἀεὶ χρῷτο περὶ τὴν μῖξιν. Τούτου τοῦ Γύγου τῆς σειρᾶς καὶ βασιλεὺς ἦν Κροῖσος,
840ὃν Κῦρος ἐχειρώσατο πεισθεὶς ταῖς ὑποθήκαις ταῖς τοῦ προφήτου Δανιήλ. ὁ μὲν γὰρ ἐδεδίει Κροῖσον ὡς πολυτάλαντον, καὶ φεύγειν ἐνενόει πτοούμενος τὴν εὔροιαν τῆς εὐποτμίας Κροίσου· ὁ Δανιὴλ δ’ ἐθάρρυνεν εἰπὼν τὴν προφητείαν,
845ἣν πρὸ πολλῶν τῶν γενεῶν ἔλεξε περὶ Κύρου ὁ μεγαλοφωνότατος προφήτης Ἠσαΐας. Οὗτος ὁ Κῦρος ὁ πολὺς τοῖς ἐν αἰχμαλωσίᾳ Ἑβραίοις ἐχαρίσατο τὰ τῆς ἐλευθερίας, καὶ τὴν μητρόπολιν αὐτῶν ἐπέτρεπεν οἰκίζειν,

(850)

ἣν ἀπὸ βάθρων ἔσκαψεν ὁ Ναβουχοδονόσορ. Τοῦ Κύρου τεθνηκότος δὲ Καμβύσης παῖς ὁ Κύρου τὰ τῆς ἀρχῆς ἐδέξατο καὶ τὰ τοῦ κράτους σκῆπτρα. καὶ μετ’ αὐτὸν ἐκράτησε Δαρεῖος παῖς Ὑστάσπου. ἀλλὰ γὰρ ἄξιον εἰπεῖν ὅπως συνέβη τοῦτο.
855 Ὑπῆρχε παῖς τῷ βασιλεῖ Κύρῳ τὴν κλῆσιν Σμέρδις, θυμοειδὴς καὶ σθεναρός, ἄλκιμος καὶ γενναῖος. τούτῳ Καμβύσης ἐγκοτῶν ὡς βριαρῷ τὰς χεῖρας, ὅτι τὸ τόξον ἴσχυσεν ἐπὶ μικρὸν ἐντεῖναι ὅπερ οἱ πρέσβεις ἤγαγον ἐκ τῆς Αἰθιοπίας,
860ἄλλως τε καὶ ζηλοτυπῶν ἔκ τινων ὀνειράτων (ἐδόκει γὰρ ἐν φάσμασιν ὁρᾶν ὀνειροπλάστοις
θρόνον ἁβρὸν βασίλειον, ἄπλετον τὰ πρὸς ὕψος, ἐν τούτῳ δ’ ἐφεζόμενον τῷ θρόνῳ λαμπρὸν ἄνδρα καὶ ψαύοντα τῇ κεφαλῇ τῶν οὐρανίων ἄστρων·
865ὡς δέ τινος ἐπύθετο τίνος ὁ θρόνος εἴη, ἤκουσεν εἶναι Σμέρδιος ὃν καθορῴη θρόνον, καὶ τὸν ἐγκαθιζάνοντα τῷ θρόνῳ Σμέρδιν εἶναι), ἐκ τούτων τοίνυν οὐ καλῶς διατεθεὶς πρὸς Σμέρδιν δολοφονίας ἤρτυσε μύσος τῷ ταλαιπώρῳ.
870τοὺς δὲ πολλοὺς ἐλάνθανεν τοῦ Σμέρδιος ὁ φόνος. ὡς οὖν Καμβύσης ἔπιε τὸν τοῦ θανάτου σκύφον, οἱ τῶν δωμάτων φύλακες τῶν βασιλείων Μάγοι, ὧν ὁ μὲν εἷς ἐλέγετο Σμέρδις ὁ δ’ Ἀσπαθίνης, εἰς σφᾶς αὐτοὺς μεθείλκυσαν τὸ κράτος καὶ τὸ κῦρος.
875καὶ φήμη μὲν ἐφέρετο καὶ λόγος παρὰ Πέρσαις ὡς τῆς ἀρχῆς τῆς Περσικῆς ἡνίας ἔχει Σμέρδις, αὐτοὶ δ’ οὐκ ἦσαν θεατοί, τὸ πλῆθος δεδιότες· νόμος γὰρ μέγας ἄρρηκτος ἐκράτει παρὰ Πέρσαις, οὐκ ἐπιτρέπων ἄρχεσθαι τούτους ὑπ’ ἄλλου γένους
880οὐδ’ ἔχειν ἄλλον κράτορα, πρὶν ἂν ὑπὸ θανάτου τὸ γένος τὸ βασίλειον ἅπαν ἐκριζωθείη. ὡς δ’ ἐπεγνώσθη τοῖς πολλοῖς ἡ κακομηχανία καὶ τὸ τῶν Μάγων δολερὸν κατὰ μικρὸν ἐφάνη, ἑπτὰ Περσῶν οἱ πρώτιστοι πρὸς λόγους συνελθόντες
885καὶ συσκεψάμενοι πολλὰ καὶ παρασκευασθέντες
(ὑπῆρχε δ’ εἷς ἐκ τῶν ἑπτὰ Δαρεῖος παῖς Ὑστάσπου) τοῖς Μάγοις ἐπιτίθενται καὶ ξίφεσι κεντοῦσι. πολλὰ δὲ βουλευσάμενοι καὶ περὶ βασιλείας τὸ τελευταῖον ἔκριναν, οὗ τινὸς τούτων ἵππος
890χρεμετισμῷ χρησάμενος πρὸ πάντων φωραθείη ἄρτι πυρσεύοντος τὴν γῆν τοῦ φεραυγοῦς ἡλίου, οὗτος κατάρξειε Περσῶν, οὗτος ἀρχηγετήσαι. ἦν ταῦτα τὰ συνθήματα, Δαρείῳ δ’ ἱπποκόμος ἦν ἱκανὸς τεχνάζεσθαι τοιαύταις ἐπινοίαις.
895οὗτος μαθὼν καὶ διαγνοὺς ὁποίαν ἵππον στέργει τῶν ἄλλων πλέον ἁπασῶν ἵππος ὁ τοῦ Δαρείου, μετὰ τὴν μῖξιν τοῖν ἀμφοῖν οὖρον λαβὼν ἐκείνης ἐκ τούτου περιέχρισε μυκτῆρας τοὺς ἱππίους. ἅμα δὲ καθιππάσαντο, καὶ πρῶτος ὁ Δαρείου,

(900)

ἐκ τῆς ὀσμῆς συγκινηθεὶς τῶν οὔρων τῆς θηλείας, καὶ φριμαγμοῖς ἐχρήσατο καὶ χρεμετίζων ὤφθη. καὶ τὸ καινὸν καὶ θαυμαστὸν ὅτι βροντώδης ἦχος καὶ στεροπαὶ γεγόνασι θαμβοῦσαι τοὺς παρόντας, οἳ ταῦθ’ ὡς ἐθεάσαντο, τῶν ἵππων ἀποβάντες
905Δαρείῳ προσεκύνησαν, ὡς ἔθος παρὰ Πέρσαις. Τῆς οὖν ἀρχῆς τοὺς οἴακας δεξάμενος Δαρεῖος πολλὰς μὲν προσεκτήσατο καὶ νήσους ἁλικλύστους καὶ πόλεις ἠπειρωτικὰς καὶ τὴν Ἀσίαν πᾶσαν στρατὸν δὲ μυριάριθμον καὶ κατὰ τῶν Ἑλλήνων
910ἐκπέμψας κεκινδύνευκε πάντων ἐκεῖ πεσόντων. Μετὰ Δαρεῖον τούτου παῖς Ξέρξης Περσῶν κατῆρξεν, ὃς προσβαλὼν τοῖς Ἕλλησιν ἐκ γῆς ἀπὸ θαλάσσης, ἐκ ναυτικῶν ἐξ ἱπποτῶν, ἐκ πάσης ἐπινοίας, καὶ τὸν στρατὸν ἀπώλεσε καὶ μόνος ἐπὶ πλοίου
915μόλις φυγὼν καὶ διαδρὰς αἰσχρῶς ἐπαλινόστει. Μετὰ τὸν Ξέρξην ἦρξε δὲ μακρόχειρ Ἀρταξέρξης, καὶ καθεξῆς γεγόνασιν ἄλλοι πολλοὶ Περσάρχαι, καὶ τῶν ἐθνῶν ὑπήγαγον τὰ πλείονα δουλείᾳ, ἕως Ἀλέξανδρος ἐλθὼν ὁ Μακεδὼν ὁ μέγας
920Περσῶν παρέλυσεν ἀρχήν, εἷλε τὴν δυναστείαν, εἰς ἔτη διαρκέσασαν ἀπὸ τοῦ πρώτου Κύρου δὶς ἑκατὸν καὶ σὺν αὐτοῖς εἰς ἕτερα τρὶς δέκα, ὡς ἐν τοῖς βίβλοις φέρεται τῶν παλαιγενεστέρων. Οὗτος Περσῶν ἐκράτησεν, οὗτος Ἰνδῶν κατῆρξε,
925τούτῳ καθυπετάγησαν Συρία καὶ Φοινίκη καὶ πᾶν ἔθνος καὶ πάσης γῆς χωράρχαι καὶ σατράπαι ἀπ’ ἄκρων τῶν ἀνατολῶν μέχρι δυσμῶν ἐσχάτων. ὡς δὲ καὶ τοῦτον ἄνθρωπον ὄντα θνητὸν τῇ φύσει ἐχρῆν τὸ χρέως τῆς θνητῆς φύσεως ἀποδοῦναι,
930φάρμακον μὲν συσκευασθὲν γῆθεν αὐτὸν ἁρπάζει, τὸ δὲ τοσοῦτον μέγεθος αὐτοῦ τῆς βασιλείας εἰς δέκα μεταβέβηκεν ἄνδρας εὐτολμοτάτους, τῶν Ἀλεξάνδρου δηλαδὴ τοὺς πρώτους δορυφόρων, κατατμηθὲν καὶ μερισθὲν εἰς δέκα διαιρέσεις.
935ὁ μὲν γὰρ ἐκυρίευσε Συρίας καὶ Φοινίκης, ὁ δὲ κατῆρξε γῆς Θρᾳκῶν, ἄλλος Παφλαγονίας, Ἀσία δ’ ἄλλον ἔλαχεν. ὁ δέ γε Πτολεμαῖος τὴν γῆν ἐσφετερίσατο μόνος τὴν τῆς Αἰγύπτου, ἐξ οὗ καὶ πάλιν Αἴγυπτος ἔσχεν ἀρχὴν τοῦ κράτους.
940τοῦτον ἡμέροις ἔβλεψεν ἡ τύχη τοῖς βλεφάροις, καὶ πᾶν ἀπέβη κατὰ νοῦν τούτῳ τῷ Πτολεμαίῳ· οὗτος κατέδραμε πολλῶν χωρῶν καὶ Παλαιστίνης, καὶ γέγονε πολύχρυσος, καὶ βρίθων ἦν τῷ πλούτῳ. οἱ μετὰ τοῦτον τοιγαροῦν κατάρξαντες Αἰγύπτου,
945τὴν τύχην καὶ τὴν εὔκλειαν ζηλοῦντες τὴν ἐκείνου, καλεῖσθαι πάντες ἤθελον ἐκ τούτου Πτολεμαῖοι. τοῦ πρώτου Πτολεμαίου δὲ τὸν βίον ἐκλιπόντος τὸν μετ’ αὐτὸν Φιλάδελφον ἐπίκλην Πτολεμαῖον Αἴγυπτος ἔσχεν ἀρχηγόν, ὃς πρῶτος βασιλέων

(950)

τὴν Ἀλεξάνδρου τέθεικε βίβλων πολλῶν μητέρα· ἀπειραρίθμους γάρ φασιν βίβλους αὐτὸν ἀθροῖσαι, εἰς ὅλας τεσσαράκοντα φθανούσας μυριάδας. εἶχε μὲν οὕτως εὐτυχῶς τὸ Πτολεμαῖον κράτος, καὶ πάλιν εἶχεν Αἴγυπτος εὔκλειαν βασιλείας.
955ἀλλ’ ἦν οὐδέν, ὡς ἔοικε, μόνιμον ἐν τῷ βίῳ, οὐ πλοῦτος, οὐ βασίλειον κράτος, οὐ δυναστεία. πρὸς γὰρ τοῖς ἄλλοις κράτορσι τῆς χώρας Αἰγυπτίων καὶ Κλεοπάτρα βασιλὶς Αἰγύπτου γεγονυῖα ἐκ δεξιᾶς Ῥωμαϊκῆς τὸ κράτος ἀφῃρέθη,
960τοῦ Καίσαρος τοῦ σεβαστοῦ τήνδε χειρωσαμένου.
κἀντεῦθεν πάλιν ἔρρευσε τὰ τῆς Αἰγύπτου σκῆπτρα, ἐν ἔτεσιν ἀνθήσαντα καὶ πρὸς ἀκμὴν ἐλθόντα τοῖς ὅλοις ἐνενήκοντα πρὸς τοῖς διακοσίοις. οὐ μόνην δὲ τὴν Αἴγυπτον εἷλον Ῥωμαίων χεῖρες,
965ἀλλὰ καὶ σύμπασαν ὁμοῦ τὴν ὑπὸ τὴν σελήνην. Καὶ ταῦτα μὲν ὡς δυνατὸν ἱστόρηται τῷ λόγῳ ἐπιδρομάδην καὶ σαφῶς, ὡς ἐμαυτὸν συμπείθω· προσῆκον δ’ ἔμοιγε δοκεῖ, καὶ τέχνης οὐχὶ πόρρω, ἐπιμνησθῆναι πρὸς μικρὸν πραγμάτων Ἑλληνίων,
970τὴν γλῶττάν τε χαρίσασθαι τοῖς κατὰ τοὺς Ἑβραίους. Λιμός ποτε κατέλαβε βαρὺς τὴν Χαναναίαν, καὶ πάντας ἐπεβόσκετο τὸ τοῦ κακοῦ πυρφόρον, καὶ πρὸς τοῖς ἄλλοις Ἰακὼβ εἶχε τὸν οἶκον πάντα. ὁ τοίνυν θεῖος Ἰσραὴλ (οὕτω γὰρ μετεκλήθη)
975τὸ μὲν ἀκούσας Ἰωσὴφ τὸν ἐκ Ῥαχὴλ τεχθέντα ἐπιτροπεύειν Φαραὼ τὴν τῆς Αἰγύπτου χώραν, τὸ δὲ καὶ μηχανώμενος λύσιν εὑρεῖν τοῦ πάθους, ἔγνω λιπεῖν τὴν ἑαυτοῦ κἀκεῖ μεταναστεῦσαι. ἀθροίσας οὖν τοὺς ἑαυτοῦ δούλους υἱοὺς ἐγγόνους,
980τὰς ὅλας ἑβδομήκοντα ψυχὰς σὺν ἄλλαις πέντε, εὐθυδρομεῖ πρὸς Αἴγυπτον, βλέπεται φιλοφρόνως τῷ Φαραὼ τοῖς ὑπ’ αὐτόν, καὶ πρὸ τῶν ἄλλων πάντων ὁ μέγας τοῦτον Ἰωσὴφ βλέπει γλυκείαις κόραις.
ἐν γῇ Γοσὲμ οἰκίζεται, χώρᾳ τῆς Ἀρραβίας.
985ἐνευπαθεῖ τοῖς ἀγαθοῖς, ψωμίζεται προσκόρως, καὶ τὸν ὀδόντα τοῦ λιμοῦ τὸν φθαρτικὸν ἐκφεύγει. τὰ μετὰ ταῦτα τίνα δέ; θνήσκει μὲν ὁ τριγέρων, ὁ δωδεκάπαις Ἰακώβ, ἔσχατον γῆρας φθάσας, καὶ μετ’ ἐκεῖνον Ἰωσήφ, καὶ Φαραὼ σὺν τούτοις,
990ἄλλος δ’ ἀνίσταται πικρὸς ἄρχων τοῖς Αἰγυπτίοις. καὶ τούτῳ κλῆσις Φαραώ· τοῖς γὰρ τῶν Αἰγυπτίων ἄρχουσιν ἦν εἰς εὔκλειαν τὸ Φαραὼ καλεῖσθαι, οἰκειουμένοις ἑαυτοῖς τοῦ Φαραὼ τὸ κλέος τοῦ πρώτου χρηματίσαντος κράτορος Αἰγυπτίων,
995ὡς οἱ Ῥωμαίων βασιλεῖς ἐν τοῖς ὑστέροις χρόνοις Καίσαρας πάντας ἤθελον αὐτοὺς ἐπονομάζειν, εἰς τὸ τοῦ πρώτου Καίσαρος τοῦ μεμοναρχηκότος γένος εἰσάγοντες αὑτοὺς καὶ τὴν ἐκείνου τύχην. οὗτος οὐκοῦν ὁ Φαραὼ τὸ γένος τῶν Ἑβραίων

(1000)

ὑπεραυξόμενον ὁρῶν εἰς πληθυσμὸν ἐλαύνειν ὡς ἄνθη δένδρων εὐθαλῶν, ὡσεὶ θαλάσσης ἄμμον, καὶ δυσμεναίνων κατ’ αὐτῶν ἤρτυε τούτοις δόλους. καὶ πρῶτα μὲν ἐπέσκηπτε ταῖς μαίαις ὥστε κτείνειν τὰ πρώτως νῦν προκύπτοντα τῶν μητρικῶν θαλάμων·
1005ὡς δ’ οὐκ ἐχώρει κατὰ νοῦν ἡ μηχανορραφία, ἄλλην βουλὴν βουλεύεται, καὶ πλινθουργεῖν Ἑβραίους καὶ πόλεις κτίζειν ὀχυρὰς αὐτοὺς καταναγκάζει.
ἔργον οὖν ἦν τὸ κελευσθέν· ἐμόχθουν, ἐτληπάθουν, ἐπλίνθευον, εἰργάζοντο, τὰς πόλεις ᾠκοδόμουν.
1010ἦσαν αὐτοῖς καὶ χαλεποὶ τῶν ἔργων ἐπιστάται· ἐβάρυνον, ἐπέτεινον, ηὔξανον τὰς κακώσεις, ἁπλῶς εἰπεῖν, ὥσπερ ἐχθροῖς ἐχρῶντο τοῖς δειλαίοις. οἱ τοίνυν τληπαθέστατοι καὶ τάλανες Ἑβραῖοι οἰκτραῖς ἐβόησαν φωναῖς πρὸς τὸν θεὸν τὸν ζῶντα,
1015καὶ λυτρωτὴν τῶν ἀναγκῶν ᾔτουν αὐτὸν γενέσθαι. κάμπτεται τοίνυν ὁ θεὸς τοῖς στεναγμοῖς ἐκείνων, βλέπει τὸν μόχθον τὸν βαρύν, οἰκτείρει, δυσωπεῖται, καὶ πέμπει τούτοις Μωϋσῆν τὸν μέγαν, τὸν θεόπτην, τῶν ἀναγκῶν ῥυσόμενον, κουφίσοντα τοὺς πόνους,
1020καὶ τῆς πικρᾶς ἐξάξοντα καὶ στυγητῆς Αἰγύπτου. κάτεισι τοίνυν Μωϋσῆς, τῷ Φαραὼ μηνύει τὸ κελευσθὲν ὑπὸ θεοῦ, καὶ τοὺς Ἰσραηλίτας πέμπειν ἐκεῖθεν παραινεῖ καὶ μὴ κατέχειν ἔτι. οὐ δυσωπεῖται Φαραὼ τοῖς λόγοις τοῦ προφήτου,
1025οὐ δειλιᾷ τὰς τοῦ θεοῦ παντοδυνάμους χεῖρας, πολλάκις δ’ ὑποσχόμενος ψεύδεται τοσαυτάκις, καὶ γίνεται πολύχροος ποικίλος χαμαιλέων. ἐντεῦθεν ἐκβιάζεται προφήτης ὁ θεόπτης, οὕτω θεοῦ κελεύσαντος, ἐπαγαγεῖν κολάσεις.
1030ὁ δ’ ἐχιδνώδης Φαραώ, τὸ τῆς κακίας θρέμμα, τῶν μὲν μαστίγων αὐστηρῶς αὐτῷ προσαγομένων ἐταπεινοῦτο, καὶ Μωσῆν ἱκέτευεν ἐκθύμως νεῦσαι πρὸς λύσιν τοῦ δεινοῦ καὶ τοῦ τῶν πόνων βάρους,
ἐποτνιᾶτο, καὶ θεὸν κλαυθμοῖς ἐξιλεοῦτο,
1035καὶ λύσιν ἐπηγγέλλετο βραβεῦσαι τοῖς Ἑβραίοις· τῶν δὲ πληγῶν ἀνεθεισῶν ἐσκληροτραχηλία, ἄκαμπτος ἦν ἀνένδοτος, οὐκέτ’ αὐτὸς ἐκεῖνος. τέλος βαρείᾳ μάστιγι, πασῶν χαλεπωτέρᾳ, τῶν πρωτοτόκων τῷ πικρῷ θανάτῳ δυσπαθήσας
1040ἐλευθερίαν δίδωσι τῷ γένει τῶν Ἑβραίων. καὶ πάλιν μεταμέλεται, καὶ στρατιὰν ὁπλίσας, ἁρματηλάτας, ἱππαστάς, ὁπλίτας, σακεσφόρους, αὐτός τ’ ἐποχησάμενος ἅρματι χρυσηλάτῳ, ὀπίσω κατεδίωκεν ἐκείνων ὡς φυγάδων,
1045ὡς πάλιν πρὸς τὴν Αἴγυπτον Ἑβραίους ἀποστρέψῃ. ἐντεῦθεν πλῆξις ἐρυθρᾶς καὶ σχίσις καινοτέρα, καὶ τοῦ λαοῦ διαβάσις ὡς ἐπὶ μέσης χέρσου, καὶ βυθισμὸς ταγματαρχῶν τῶν σοβαροπροσώπων καὶ Φαραὼ τοῦ θερμουργοῦ καὶ τολμηροκαρδίου,

(1050)

καὶ τάφος ὑδατόστρωτος ὁπλιτικῆς ἰσχύος. ἔδυσαν πάντες εἰς βυθόν, τριστάται, διφρηλάται· ἰχθύσιν ἐχρημάτισαν τροφὴ θαλασσοβίοις· οὐδὲ γὰρ κἂν τῆς συμφορᾶς ἄγγελος κατελείφθη. ἐντεῦθεν ἐπινίκιοι θεῷ χοροστασίαι·
1055ἐμεγαλύνετο θεός, καὶ Μωϋσῆς ὑμνεῖτο. καὶ φέγγος μὲν ἀνέτελλεν Ἑβραίοις εὐφροσύνης, τοὺς δ’ Αἰγυπτίους σκοτασμοὶ τῶν συμφορῶν ἐζόφουν. οἱ δὲ φυγόντες Αἴγυπτον Ἰσραηλῖται τότε
ἑξήκοντα τὸν ἀριθμὸν ἦσαν μυριανδρίαι,
1060ἄνευ βρεφῶν καὶ γυναικῶν καὶ παίδων ἀνιούλων. ἡγεῖτο γοῦν ὁ Μωϋσῆς τοῦ πλήθους τοῦ τοσούτου, καὶ γογγυσμῶν ἠνείχετο τοῦ στασιώδους ὄχλου, καὶ πικρασμοὺς τοὺς ἀπ’ αὐτῶν ἔφερεν εὐκαρδίως. ἦγε δὲ τούτους Μωϋσῆς ἐρήμοις ἐν ἀβάτοις,
1065τοῦτο θεοῦ κελεύσαντος καὶ κρίναντος συμφέρον. ὕδωρ ἐκ πέτρας ἔβλυζε, πτηνῶν ἔβρεχε σάρκας, ἐμαννοδότει, καὶ τροφὴν ἐψώμιζεν ἀγγέλων, ὡς ἀετὸς ἐσκέπαζεν ἀετιδεῖς ἀπτέρους. ὥδευον τοίνυν ἀκλινῶς εἰς τὴν ἐπηγγελμένην,
1070τὴν ἀπ’ Αἰγύπτου δ’ ἕως γῆς ὁρίων Παλαιστίνης ἐν ὅλοις τεσσαράκοντα τοῖς ἔτεσι διῆλθον. καὶ πᾶν δυσκαταμάχητον ἔθνος καὶ φρικαλέον καὶ γένος πᾶν ἀλλόφυλον καὶ πλῆρες δυσσεβείας ὡς δρεπανῖται λήϊον ἐθέρισαν ῥιζόθεν.
1075 Ἀλλ’ ὁ μὲν θεῖος Μωϋσῆς τὸν βίον ἀπολείπει, πολὺν αὐτοῦ καταλιπὼν πόθον τοῖς ὁμοφύλοις, καὶ νόμον δοὺς ὑπὸ θεοῦ πλαξὶν ἐγγεγραμμένον, ὥσπερ ἀστὴρ ἡμεραυγὴς ὑπὸ τὴν γῆν ἐκρύβη. μετὰ Μωσῆν δ’ ὁ τοῦ Ναυῆ παῖς Ἰησοῦς κυροῦται
1080τοῦ δημαρχεῖν καὶ προστατεῖν τοῦ τῶν Ἑβραίων σμήνους. οὗτος αὐτοῖς κληροδοτεῖ τὴν γῆν τῆς Παλαιστίνης, ἣν ἐπηγγείλατο θεὸς προπάτορσι τοῖς θείοις,
καὶ τῶν φυλῶν ἐμέρισεν ἑκάστῃ τὸ προσῆκον, ἄνευ φυλῆς τῆς τοῦ Λευί· ταύτῃ γὰρ ἀντὶ λάχους
1085τὰ τοῦ θεοῦ καὶ τῷ θεῷ κατεκληροδοτήθη. οὗτος δυνάστας Χαναὰμ καὶ πάντας τοὺς προσχώρους ῥιζῶν ἀνεῖλεν ἀπ’ αὐτῶν βραχίονι μεγάλῳ. καὶ τούτου διαβάντος δὴ τὴν ἅλμην τὴν τοῦ βίου, κριταὶ κατῆρχον τοῦ λαοῦ καὶ πάντα διεκόσμουν
1090μέχρις Ἠλεὶ καὶ Σαμουὴλ τοῦ προφητικωτάτου. ἕως μὲν οὖν ἐνέμενον τοῖς νόμοις τοῖς ἐνθέοις καὶ τὸν θεὸν ἐσέβοντο καρδίαις ἀδιστάκτοις, ἔθνους ὑπέρτεροι παντὸς καὶ γένους ἐτηροῦντο, καὶ κατὰ ῥοῦν ἐφέρετο τούτοις ὁ βίος ἅπας.
1095ἡνίκα δ’ ἐξεφέροντο πρὸς εἰδωλολατρείαν καὶ προσετίθεντο θεοῖς ἀψύχοις καὶ ματαίοις, εὐθέως παρεδίδοντο τοῖς δυσμενέσι δοῦλοι. μέχρι μὲν οὖν καὶ Σαμουὴλ κριταὶ τούτων κατῆρχον· μετὰ δὲ ταῦτα βασιλεὺς αἰτήσασιν ἐδόθη

(1100)

ἀπὸ φυλῆς Βενιαμὶν Σαοὺλ τοῦ Κὶς ὁ γόνος. καὶ μετὰ τοῦτον ὁ Δαβὶδ ὁ μέγας ἐν προφήταις τοῦ γένους κράτωρ γίνεται, θρέμματα τότε νέμων, καὶ καθεξῆς τρισκαίδεκα μέχρις Ἰεχονίου, ἐφ’ οὗ τὸ τρίτον ἐπελθὼν ὁ Ναβουχοδονόσορ
1105τὴν πόλιν ἐνεπύρισε καὶ τὸν ναὸν τὸν θεῖον, καὶ τὸν λαὸν μετῴκισεν ἐν χώρᾳ Βαβυλῶνος.
Τοῦ δὲ Δαβὶδ κατάρξαντος ἄρτι τῶν ὁμοφύλων, ὁ πρὸς τοὺς Τρῶας πόλεμος Ἕλλησιν ἐκροτήθη, χάριν Ἑλένης γαμετῆς οὔσης τοῦ Μενελάου.
1110ταύτην ἐγὼ βουλόμενος τὴν μάχην ἱστορῆσαι καθὼς τοῖς ἱστορήσασι γράφεται περὶ ταύτης, καὶ μέλλων λέγειν οὐ καθὼς Ὅμηρος ἀναγράφει, συγγνώμην ἐξαιτήσομαι παρὰ τῶν εὐγνωμόνων· Ὅμηρος γὰρ ὁ μελιχρὸς τὴν γλῶτταν καὶ θελξίνους
1115μεθόδοις χρώμενος σοφαῖς οἰκονομεῖ τοὺς λόγους, ἐνιαχοῦ δὲ τὰ πολλὰ στρέφει καὶ μεταστρέφει. ἀλλὰ γὰρ ἤδη μοι λοιπὸν ταῦτα διηγητέον. Τῷ Λαομέδοντος παιδὶ τῷ φυλαρχοῦντι Τρώων Πριάμῳ σύζυγος συνῆν Ἑκάβη παῖς Κισσέως,
1120καὶ μήτηρ ἐχρημάτισε πολλῶν ἐκ τούτου παίδων. ἔχουσα γοῦν κατὰ γαστρὸς καὶ πρὸς τὸ τίκτειν οὖσα φοβήτροις ἐκτεθρόητο νυκτέρων ὀνειράτων· βλέπειν γὰρ ἔδοξε δαλὸν φλόγεον ἀνθρακίαν ἐκ τῆς αἰδοῦς προκύπτοντα ταύτης, καὶ πυρπολοῦντα
1125τὴν πόλιν ἅπασαν ὁμοῦ καὶ τὰς τῆς Ἴδης ὕλας. ἀκούει τοῦτο Πρίαμος, τοῖς μάντεσι κοινοῦται· μανθάνει χρήσιμον αὐτῷ γενέσθαι καὶ τῇ πόλει, ἂν τὸ γεννηθησόμενον θηρίοις ἐκτεθείη ἢ τῷ πυρὶ τῷ καυστικῷ πρὸς ὄλεθρον ῥιφείη.
1130μετὰ μικρὸν δ’ Ἀλέξανδρος ἐξέθορεν εἰς φάος, χαρίεν βρέφος, εὐπρεπές, ἀστεῖον τῷ προσώπῳ.
ἐχρῆν μὲν οὖν τὸν Πρίαμον μελλήσαντα μηδ’ ὅλως εὐθὺς προκύψαν ἐκ γαστρὸς τὸ βρέφος ἀφανίσαι, ἐξαφανίζειν παντελῶς ἅπασαν χώραν μέλλον·
1135ὁ δὲ τῇ φύσει νικηθεὶς φείδεται τοῦ τεχθέντος. νομίζων δὲ σοφίσασθαι τὸ δραστικὸν τῆς τύχης, ἄλλοις ἐκτραφησόμενον ἐκτίθησιν εἰς χῶρον τὸν ἀπ’ αὐτοῦ τοῦ Πάριδος Πάριον κεκλημένον. ἔρριπτο τοίνυν ἀμελῶς. εὗρον αὐτὸ ποιμένες,
1140ᾠκτείρησαν, ἀνείλοντο. κήδονται τοῦ νηπίου, καὶ βρεφικῶς ἐκτρέφουσι Πάριν ὠνομακότες. ἤδη δ’ αὐτὸν ἐγγίσαντα μειράκων ἡλικίᾳ ὁ Πρίαμος συνέστιον αὐτὸν παραλαμβάνει, νομίσας ὡς ἐκπέφευγε τὴν ἀπ’ ἐκείνου βλάβην.
1145ἀλλ’ ἦσαν ἀμετάκλωστα τὰ νήματα τῆς τύχης, καὶ τὸ καθάπαξ κυρωθὲν οὐκ ἦν ἀναλυθῆναι. ὁ γὰρ Ἀλέξανδρός τινα τῶν ὁμογνίων κτείνας, οὐχ ἑκουσίαις μὲν ὁρμαῖς πλὴν ὅμως δράσας φόνον, ἀπαίρει πρὸς Μενέλαον ἐκ Τροίας ἐπὶ Σπάρτην.

(1150)

δέχεται τοῦτον εὐμενῶς ἐκεῖνος οἷα φίλον, φιλοφρονεῖται, ξεναγεῖ, παντοίως δεξιοῦται. ἐνταῦθά σου τὸ παίγνιον, τύραννε πάντων Ἔρως, ἐνταῦθά σου τὸ παίγνιον καὶ τὸ τῆς ἔχθρας σπέρμα, ὅθεν ἀνῆψας λιπαρὰν κάμινον τοῦ πολέμου.
1155ἀποδημεῖ Μενέλαος, λείπεται Πάρις μόνος, τὴν Μενελάου γαμετὴν κατὰ τὸν οἶκον βλέπει.
ἦν ἡ γυνὴ περικαλλής, εὔοφρυς, εὐχρουστάτη, εὐπάρῃος, εὐπρόσωπος, βοῶπις, χιονόχρους, ἑλικοβλέφαρος, ἁβρά, χαρίτων γέμον ἄλσος,
1160λευκοβραχίων, τρυφερά, κάλλος ἄντικρυς ἔμπνουν. τὸ πρόσωπον κατάλευκον, ἡ παρειὰ ῥοδόχρους, τὸ πρόσωπον ἐπίχαρι, τὸ βλέφαρον ὡραῖον, κάλλος ἀνεπιτήδευτον, αὐτόβαπτον, αὐτόχρουν· ἔβαπτε τὴν λευκότητα ῥοδόχροια πυρσίνη,
1165ὡς εἴ τις τὸν ἐλέφαντα βάψει λαμπρᾷ πορφύρᾳ. δειρὴ μακρά, κατάλευκος, ὅθεν ἐμυθουργήθη κυκνογενῆ τὴν εὔοπτον Ἑλένην χρηματίζειν. ὁρᾷ ταύτην Ἀλέξανδρος, ἁλίσκεται τῷ κάλλει. καὶ τί πολλὰ καὶ περιττὰ μακρηγορεῖν καὶ γράφειν;
1170ἁρπάζει ταύτην θέλουσαν, φυγὰς ἀποδιδράσκει. καὶ τὴν φυγὴν ἀδυνατῶν ἄλλως εὖ διαθέσθαι, εἰς ναῦν ἐμβὰς ἁλίπλοον ἀπαίρει πρὸς Φοινίκην, ἐκ τῆς φερούσης ἐκτραπεὶς πορείας πρὸς τὴν Τροίαν· δίωξιν γὰρ ὑπώπτευεν ἐκ τῶν ἀδικηθέντων.
1175ἀποληφθεὶς δὲ πνεύμασι σφοδροῖς πολυταράχοις μόλις εἰς ἓν ὡρμίσατο στομάτων τῶν τοῦ Νείλου, Κανωβικὸν ὀνομασθὲν ἐν χρόνοις τοῖς ὑστέροις, ἔνθα δεδόμητο νεὼς ἥρωος Ἡρακλέος, τοῖς πρόσφυξι δωρούμενος ἀνθρώποις ἀσυλίαν.
1180εἰς τοῦτον τοίνυν τὸν ναὸν φυγόντες ὑπὸ δέους οἱ συμφυγόντες Πάριδι καὶ συνεκπεπλευκότες
πολλὰς αὐτοῦ κατέχεον ὕβρεις καὶ λοιδορίας, ἐκτραγῳδοῦντες τὰ δεινὰ τὰ παρ’ αὐτοῦ πραχθέντα, τὴν ὕβριν, τὴν ἀσέβειαν τὴν εἰς τὸν ξενοδόχον,
1185τὴν ἁρπαγὴν τῆς γυναικός, ναὶ μὴν καὶ τῶν χρημάτων. ἀκούει ταῦθ’ ὁ στρατηγὸς ὁ κληραρχῶν τοῦ τόπου, ἀκούει ταῦτα καὶ Πρωτεὺς ὁ βασιλεὺς Αἰγύπτου, καὶ γίνεται μετάπεμπτος ὁ Πάρις πρὸς ἐκεῖνον σὺν γυναικί, σὺν χρήμασι, σὺν τοῖς συνεπομένοις.
1190ὁ μὲν οὖν ἐπυνθάνετο τίς ἡ γυνὴ καὶ τίνος, καὶ πόθεν ἀφελόμενος ταύτην περιπλανῷτο· Ἀλέξανδρος δ’ ἀνέπλαττε ψευδοσυνθέτους λόγους. ὁ δὲ Πρωτεὺς ἐκδιδαχθεὶς τὰ κατὰ τὴν Ἑλένην τοιοῖσδε πρὸς Ἀλέξανδρον ἐχρήσατο τοῖς λόγοις.
1195“εἰ μή μοι προκεκύρωτο καὶ προτεθέσπιστό μοι μηδένα ξένον ἀναιρεῖν τῶν ὑπὸ κλυδωνίου χειμαζομένων χαλεποῦ κἀνταῦθα ῥιπτουμένων, μεγάλαις ἄν σε καὶ δειναῖς βασάνοις ἐτισάμην ἀχάριστον γενόμενον περὶ τὸν εὐεργέτην

(1200)

καὶ τοὺς θεσμοὺς πατήσαντα τοὺς τῆς φιλαλληλίας. νῦν δέ σοι τὰ μὲν χρήματα καὶ τὴν γυναῖκα ταύτην οὐκ ἀποδώσω, κἂν πολλαῖς χρήσῃ ταῖς κολακείαις, τῷ δ’ Ἕλληνι τῷ παρὰ σοῦ βλαβέντι συντηρήσω· σὺ δ’ ἐξ αὐτῆς ἀπόστηθι, κἀκ τῆς Αἰγύπτου φεῦγε.”
1205Πρωτεὺς μὲν οὖν σὺν ἀπειλαῖς ἀπώσατο τὸν Πάριν·
ὁ δὲ κεναῖς ὑπέστρεψε χερσὶ πρὸς τὴν πατρίδα, τῆς ἡδονῆς γευσάμενος ἄκρῳ δακτύλῳ μόνῳ, καὶ πρὸς αἰθέρα φθάνουσαν πυρκαϊὰν ἀνάψας. Καὶ γάρτοι μετὰ τὸν δρασμὸν τούτου τὸν ἀπὸ Σπάρτης
1210καὶ τὴν Ἑλένης ἁρπαγὴν τοιάδε συμβεβήκει. ἐπάνεισι Μενέλαος ἐκ τῆς ἀποδημίας, μανθάνει τὸ γενόμενον, ῥηγνύει τὴν ἐσθῆτα, καὶ σὺν αὐτῷ Τυνδάρεως πατὴρ ὁ τῆς Ἑλένης. εἰς μέσους ἀφικνοῦνται δὲ τοὺς τῶν Ἑλλήνων πρώτους
1215ἠσβολωμένοι πρόσωπα καὶ μελανειμονοῦντες, ὅρκων ἀναμιμνήσκουσι τῶν φρικωδῶν ἐκείνων, οὓς ἦσαν Ἕλληνες ὁμοῦ πάντες ὀμωμοκότες, ὡς εἰ συμβῇ παρά τινος Ἑλένην ἁρπαγῆναι, πάντες ἰδίοις σώμασιν αὐτῆς ὑπερμαχοῦνται.
1220πολλὰ γοῦν ἱκετεύσαντες καὶ δεδυσωπηκότες συμπείθουσι τοὺς Ἕλληνας στρατεῦσαι κατὰ Τρώων. καὶ δὴ πολλοὶ συντρέχουσιν ἐκ νήσων, ἐξ ἠπείρων, παραθαλάσσιοι, μακρὰν τῆς ἅλμης ἀφεστῶτες, ἐξ Ἀθηνῶν αὐθιγενεῖς, ἐκ πάσης τῆς Εὐβοίας,
1225ἐκ Θετταλῶν, ἐξ Ἀχαιῶν, ἐκ πάσης τῆς Ἑλλάδος. ἦσαν καὶ νῆσοι σύμμαχοι, Ἰθάκη, Ῥόδος, Σκῦρος καὶ Σάλαμις, καὶ σὺν αὐταῖς ἡ τρισμεγίστη Κρήτη. Κορίνθιοι συνῄεσαν, Ἀργεῖοι συνεμάχουν, καὶ στόλος μυριόστολος αὐτῶν συνεκροτεῖτο.
1230ἦν Μενεσθεὺς ἐξ Ἀθηνῶν, Νέστωρ ἀπὸ τῆς Πύλου,
ἐκ τῆς Ἰθάκης Ὀδυσσεύς, ἐκ Σαλαμῖνος Αἴας, ἐκ Κρήτης ἦν Ἰδομενεύς, Τληπόλεμος ἐκ Ῥόδου, πάντες τὸ γένος ἕλκοντες ἐξ εὐγενῶν αἱμάτων, ἀριπρεπεῖς, διογενεῖς, ἀρεϊκοί, γεννάδαι,
1235γενναῖοι, θυμολέοντες, ἄνδρες αἱμάτων πάντες. ὁ δὲ Φθιώτης Ἀχιλλεὺς ἔλαμπεν ὑπὲρ πάντας, ἄνθρωπος πολεμόκλονος, ἄλκιμος, βριαρόχειρ. καὶ τοίνυν ἐξαρτύσαντες τὸν χιλιόναυν στόλον ἱστῶσιν Ἀγαμέμνονα στολάρχην καὶ στρατάρχην,
1240ἄνδρα γενναῖον καὶ καλόν, ἥρωα ῥωμαλέον, καὶ κάλλει διαπρέποντα καὶ βραχιόνων σθένει. πατρίδων μὲν ἀπαίρουσι καὶ φίλων καὶ τοκέων, ἐκθύμως ναυστολοῦνται δὲ κατὰ τῆς πολεμίας. κοινῇ δὲ συσκεψάμενοι κρίνουσιν εἶναι δέον
1245λεηλατεῖν τε καὶ πορθεῖν τὰ πρόσοικα τῇ Τροίᾳ, ὡς ἂν καὶ τούτοις γένοιτο τῶν ἀναγκαίων πόρος καὶ τοῖς Τρωσὶν ἐκκόπτοιτο τὰ πρὸς τὴν συμμαχίαν. στέλλεται τοίνυν Ἀχιλλεὺς καὶ τῶν ἀρίστων ἄλλοι, καὶ νήσοις ἐπιτίθενται καὶ κείρουσιν ἠπείρους,

(1250)

καὶ τέλεον ἐκτρίβουσιν ὅσα τῶν πολεμίων. ἤκουστο μὲν οὖν Ἕλλησι τὰ περὶ τῆς Ἑλένης, ὡς ὁ Πρωτεὺς ὁ βασιλεὺς ἀφέλοιτο τὸν Πάριν, ὡς παρ’ αὐτοῦ φυλάττοιτο κατὰ τὴν πόλιν Μέμφιν· ἀλλ’ ἠγωνίζοντό, φασι, περιγενέσθαι Τροίας,
1255φήμης κρατούσης παρ’ αὐτοῖς ὡς θησαυροῖς χρυσίου
ἐνευθηνοῖτο, καὶ πολλῷ τῷ πλούτῳ περιβρίθοι. ἤθελον δὲ καὶ τίσασθαι τοὺς προλελυπηκότας· ἄνανδρον γὰρ καὶ μαλακὸν καὶ ταπεινὸν ἡγοῦντο μὴ λήψεσθαι τῆς ὕβρεως ποινὰς τὰς προσηκούσας.
1260ὡς οὖν οἱ Τρῶες ἔβλεψαν τὸν τηλικοῦτον στόλον, καὶ τὴν πληθὺν ἱστόρησαν τὴν νεναυστοληκυῖαν, ἁπανταχόθεν ἑαυτοῖς ἀθροίσαντες συμμάχους, Κᾶρας Λυκίους καὶ Μυσοὺς καὶ Μαίονας καὶ Φρύγας, καὶ προσεταιρισάμενοι σύμπαν Ἀσίας ἔθνος,
1265ὁπόσον ἠπειρωτικόν, ὅσον ἐν παραλίᾳ, ἀντεπεξῆγον στρατιᾶς σμῆνος ἀπειραρίθμου. καὶ χρόνος διηνύετο μακρὸς ἐν τῷ πολέμῳ. οἱ δὲ τῆς πόλεως αὐτῆς οἰκήτορες τῆς Τροίας ἦσαν ὑπὲρ πεντήκοντα λαοῦ χιλιανδρίας.
1270τὰ μὲν οὖν πρῶτα κραταιῶς ὡπλίζοντο πρὸς μάχην, ἀνδροκαρδίοις συμβολαῖς τὰς φάλαγγας ῥηγνύντες· ὡς δ’ ἐπειράθησαν ὀψὲ τῆς Ἀχιλλέως ῥύμης καὶ τὴν πυρώδη καὶ θερμὴν εἶδον εὐκινησίαν, καὶ τὴν ἀρρενωπότητα καὶ τὴν θυμοτολμίαν,
1275ἐκάθηντο τοῖς τείχεσιν αὑτοὺς συγκεκλεικότες καὶ μηδαμῶς τοῖς Ἕλλησιν ἀντεπελθεῖν τολμῶντες, ἕως ἡ πάντα στρέφουσα καὶ πάντα συγκυκῶσα καὶ πάντων μήτηρ τῶν κακῶν, ἡ βασκανία λέγω, τὴν Ἀχιλλέως ἤμβλυνεν ὁρμὴν τὴν δραστηρίαν
1280καὶ Τρῶας παρεθάρρυνεν ἐκείνου χολωθέντος. τὸ δὲ τῆς λύπης αἴτιον τῆς τοῦτον πικρανάσης ὁ Παλαμήδους φόνος ἦν ἀδίκως ὀλωλότος. τὸ δ’ ὅπως γέγονε, καὶ τίς ὁ συσκευάσας, λέξω. Ὁ νησιώτης Ὀδυσσεὺς κατὰ τοῦ Παλαμήδους
1285ἄσπονδον μῖσος ἔτρεφε καὶ φθόνον ἐκ καρδίας, ὅτι παρὰ τοῖς Ἕλλησιν ἦν Παλαμήδους κλέος καὶ πάντες οἷάπερ θεῷ προσέχοντες ἐκείνῳ καρδιακὴν τὴν πρὸς αὐτὸν ὑπέτρεφον ἀγάπην. καὶ γὰρ προέγνω τοῦ λοιμοῦ τὸ βέλος τὸ πυρφόρον,
1290καὶ πᾶσι προεμήνυσεν Ἑλλήνων στρατιάρχαις, καὶ πάντων τούτων τῷ κακῷ πικρῶς δαμαζομένων ἐκεῖνος διετήρησεν Ἕλληνας ἀπημάντους, τὸ μὲν ὑποτιθέμενος καὶ λόγοις καταρτίζων, τὸ δὲ καὶ πράγμασιν αὐτοῖς διδάσκων τὸ συμφέρον.
1295ἐκ τούτου τοίνυν Ὀδυσσεὺς ἐτήκετο τῷ φθόνῳ, βλέπων ὑπερφιλούμενον πᾶσι τὸν Παλαμήδην, αὐτὸν δὲ νομιζόμενον ὡς ἕνα τῶν τοῦ πλήθους. ἐντεῦθεν δόλους ἤρτυε καὶ μηχανορραφίας, καὶ συνεσκεύαζε βουλὰς πλήρεις συκοφαντίας.

(1300)

τοῦ μὲν οὖν καρτερόχειρος παρόντος Ἀχιλλέως ἠπράκτουν τὰ βουλεύματα παιδὸς τοῦ Λαερτίου, καὶ πᾶν τὸ τυρευόμενον κατὰ τοῦ Παλαμήδους καὶ μηχανορραφούμενον ἦν ὡς ἀράχνης νῆμα·
ὡς δ’ Ἀχιλλεὺς ἀπέσταλτο σὺν ἄλλοις ἀριστεῦσιν
1305συνάψων πόλεμόν τισιν ὑπερμαχοῦσι Τρώων, καὶ συνεπόμενον αὐτῷ καὶ Παλαμήδην εἶχεν (ὑπερεγλίχετο καὶ γὰρ πάντῃ συνεῖναι τούτῳ), ἐνταῦθ’ ὁ πάντολμος ἀνὴρ δραξάμενος ἀδείας τὴν Ἀγαμέμνονος συλᾷ κουφόνοιαν ἐν πρώτοις,
1310καὶ δῆθεν προσποιούμενος ὑπερφιλεῖν ἐκεῖνον “ἐρᾷ” φησίν, “ὦ βασιλεῦ, ἀρχῆς τῆς τῶν Ἑλλήνων ὁ κραταιόχειρ Ἀχιλλεύς· κεντεῖ γὰρ ἡ νεότης. καὶ Παλαμήδην ὡς δεινὸν εἰπεῖν καὶ κολακεῦσαι καὶ μαστροπὸν καὶ συνεργὸν εἰς τοῦτο προσλαμβάνει.
1315μετὰ μικρὸν δ’ ἐλεύσονται τῆς μάχης τελεσθείσης, καὶ σοὶ μὲν βοῦς προσάξουσιν ἀγέλας τε θρεμμάτων, αὐτοὶ δὲ σφετερίσονται χρημάτων ὅλας θήκας, οἷς τοὺς Ἑλλήνων δυνατοὺς ὑποποιήσονταί τε καὶ κατὰ σοῦ κινήσουσιν, ὡς τῆς ἀρχῆς ἐκπέσῃς.”
1320ἤκουσε ταῦθ’ ὁ βασιλεύς, ἐπείσθη, συνηρπάγη, καὶ τῷ τοῦ δόλου σκευαστῇ χρῆται πρὸς συμβουλίαν. καὶ γίνεται μετάπεμπτος εὐθὺς ὁ Παλαμήδης, καὶ μονωθεὶς ταῖς ἄρκυσιν ἐμπίπτει ταῖς τοῦ φθόνου. συκοφαντεῖται τοῖς Τρωσὶν Ἕλληνας προδιδόναι,
1325καὶ γίνεται λιθόλευστος (φεῦ, οἷα ποιεῖς φθόνε!) ἄλλο μηδὲν φθεγξάμενος εἰ μὴ τὸ ῥῆμα τοῦτο “ὦ δυστυχὴς ἀλήθεια, σὲ καὶ πενθῶ καὶ στένω·
σὺ γάρ μου προαπόλωλας καὶ προεθανατώθης.” ἐπάνεισιν ὁ Θέτιδος μετὰ λαμπρῶν τροπαίων,
1330μανθάνει τὸ γενόμενον, οἰκτείρει Παλαμήδην, βαρυθυμεῖ, βαρυπενθεῖ, τοῖς Ἕλλησι μηνίει, ἀφίσταται τοῦ μάχεσθαι καὶ συμμαχεῖν ἐκείνοις. ἐντεῦθεν θάρσος Ἕκτορι καὶ τοῖς αὐτοῦ συμμάχοις, καὶ συγκροτοῦσιν Ἕλλησι μάχας ἰσχυρομάχους·
1335ἐντεῦθεν φόνοι καὶ σφαγαὶ καὶ πρόχυσις αἱμάτων, ἀνδροκτασίαι καὶ βοαὶ καὶ λιμνασμοὶ τοῦ λύθρου. καὶ πίπτουσιν ὡς στάχυες τὰ τῶν Ἑλλήνων σμήνη, καὶ ταπεινοῦνται, καὶ δεινοῖς ἀπείροις συσχεθέντες ἐν μεταμέλῳ γίνονται τῶν πεπλημμελημένων.
1340οἱ πρίν τε σοβαρόφρονες λόγοις ἱκετηρίοις ἐδέοντο τοῦ Θέτιδος καταλλαγῆναι σφίσιν. ἀλλ’ οὐ προσέσχεν Ἀχιλλεὺς τούτοις, οὐ κατεκάμφθη, ἕως πεσὼν ὁ Πάτροκλος, ὅνπερ ὑπερηγάπα, ἐκ παλαμῶν ἡρωϊκῶν γενναίων Ἑκτορέων,
1345αὐτὸν παρεβιάσατο δραμεῖν κατὰ τῶν Τρώων. ἔξεισι τοίνυν Ἀχιλλεὺς πρὸς πόλεμον πῦρ πνέων. καὶ ῥήγνυσι τὰς φάλαγγας, καὶ κτείνει τοὺς προμάχους καὶ σὺν αὐτοῖς τὸν Ἕκτορα τὸν κίονα τῆς Τροίας, ἄνδρα βριθύν, ἀρεϊκόν, ὅπλοις ἐντεθραμμένον,

(1350)

μωλωπισμοὺς ἐμφαίνοντα τοῖς στήθεσι μυρίους,
οὓς εἶχε συμπλεκόμενος τοῖς ταύροις τοῖς ἀγρίοις πρὸ τοῦ τοὺς Ἕλληνας ἐλθεῖν καὶ συγκροτῆσαι μάχην. [ἀντιπαρατασσόμενος ἔθνεσιν ἀλλογλώσσοις.] Ἀναιρεθέντος δ’ Ἕκτορος τοῦ τολμηροκαρδίου
1355μετακαλεῖται Πρίαμος συμμάχους Ἀμαζόνας· καὶ πάλιν μάχη καρτερά, καὶ θανατοῦνται πᾶσαι. ἐκ πάντων οὖν ἀπορηθεὶς ὁ Δαρδανίδη γέρων εἰς τὸν Δαβὶδ τὸν ἄνακτα τῆς Ἰουδαίας πέμπει, παλάμην ἐξαιτούμενος συμμαχικὴν ἐκεῖθεν.
1360ἀλλ’ ὁ Δαβὶδ οὐ δίδωσιν, εἴτε τὸ τηνικαῦτα ἀντιπαρατασσόμενος ἔθνεσιν ἀλλογλώσσοις, εἴτε καὶ μυσαττόμενος Ἕλληνας καὶ βαρβάρους ὡς μὴ θεὸν γινώσκοντας ἀλλ’ εἰδωλολατροῦντας, καὶ δεδιὼς μὴ ῥέψαιεν εἰς πλάνην Ἰουδαῖοι,
1365εἰ παρ’ αὐτοῦ πεμφθήσονται σύμμαχοι τοῖς ἐν Τροίᾳ, πρὸς τὴν κακίαν ἔχοντες εὐεπιφόρως φύσει. τὸν οὖν Ταντάνην τῶν Ἰνδῶν Πρίαμος ἱκετεύει, καὶ μετὰ πλήθους στέλλεται Μέμνων ἀπειραρίθμου. ὁ δὲ στρατὸς ἦσαν Ἰνδοὶ πάντες μελανοχρῶτες·
1370οὕσπερ ἰδόντες Ἕλληνες ἐν ἀλλοκότῳ θέᾳ, καὶ δειλιάσαντες αὐτῶν μορφὴν καὶ πανοπλίαν, καὶ ζῷα περιτρέσαντες ἅπερ Ἰνδία τρέφει, νύκτωρ φυγεῖν ἐσκέπτοντο καὶ προλιπεῖν τὴν Τροίαν.
ἀλλ’ ὅμως ἀντετάξαντο πρὸς τοὺς κελαινοχρῶτας,
1375καὶ τῶν Ἰνδῶν τοῖς αἵμασιν ἠρύθρωσαν ἀρούρας, καὶ τοῦ Σκαμάνδρου τὰς ῥοὰς ἐφοίνιξαν τοῖς λύθροις. Ἐν τούτοις οὖν κατέλαβεν ἡ τῶν ἀναθημάτων τοῖς Ἕλλησι πανήγυρις, ἀλλὰ καὶ τοῖς βαρβάροις, καὶ πᾶσιν ἦν ἀνακωχὴ πολέμων καὶ καμάτων.
1380καὶ δὴ στρατὸς Ἑλλήνιος καὶ τὸ τῶν Τρώων σμῆνος ἀλλήλοις ἐπεμίγνυντο πρᾶξαι μηδὲν τολμῶντες. ἦν δὲ ναὸς πρὸ τῶν τειχῶν τῆς καλλιπύργου Τροίας, ἔνθα θαμίζων Ἀχιλλεὺς εἶδε τὴν Πολυξένην καὶ τὸν πυρσὸν τοῦ πρὸς αὐτὴν ἔρωτος ἐπανῆψεν·
1385ἐν λύτροις γὰρ τοῖς Ἕκτορος αὐτὴν προεωράκει, καὶ κατασχεῖν δυνάμενος ὅμως οὐκ ἠβουλήθη. τότε δ’ ὡς εἶδεν ἔπαθε, καὶ τῷ πατρὶ Πριάμῳ λόγους ἐπέστειλε ζητῶν εἰς γάμον Πολυξένην. ὁ δὲ συγκατατίθεσθαι δῆθεν προσεποιεῖτο,
1390καὶ ταῦτα δόλοις ἔπραττον Δηΐφοβος καὶ Πάρις. ὡς οὖν εἰσῆλθον εἰς ναὸν Ἀπόλλωνος Ἀλσαίου ὅρκοις κατεμπεδώσοντες τὰ περὶ Πολυξένης, ὁ μὲν Δηΐφοβος προσφὺς ἐφίλει τὸν Πηλέως, φίλης νυμφίον ἀδελφῆς αὐτὸν κατονομάζων,
1395ἐγγὺς δὲ στὰς Ἀλέξανδρος ἐπήνεγκε καιρίαν, καὶ πλήξας ὑπεξέφυγε μετὰ τοῦ Δηϊφόβου.
ὁ δ’ Ἀχιλλεὺς κατενεχθεὶς πνοαῖς ἦν ἐν ἐσχάταις. ᾔσθετο τούτων Ὀδυσσεύς, συνείπετο γὰρ τούτῳ, καὶ σὺν αὐτῷ διογενὴς Αἴας ὁ Τελαμῶνος.

(1400)

ἄμφω τοίγαρ εἰς τὸν ναὸν συνεισπεπηδηκότες εὗρον τὸν ἥρω κείμενον αἵμασι πεφυρμένον, ἀπεσβηκὸς ἐμπνέοντα, μόγις κινοῦντα γλῶσσαν καὶ μέλλοντα καλύπτεσθαι τὰ βλέφαρα τῷ σκότει. ὡς εἶδον οὖν ὠλόλυξαν, καὶ προσπεσὼν τῷ στήθει
1405Αἴας ὁ μέγας ἐν κλαυθμῷ πρὸς τὸν Πηλέως εἶπεν “ἦν ἄρα, πολεμόκλονε καὶ γίγα βριαρόχειρ, ὃς ἀνελεῖν ἠδύνατο τὸν θυμολέοντά σε.” ὁ δ’ ἀμαυρὸν ἐφώνησε καὶ παρακεκομμένον “ἀνεῖλόν με Δηΐφοβος καὶ Πάρις μετὰ δόλου.”
1410καὶ ταῦτ’ εἰπὼν ἐξέπνευσεν ὁ τηλικοῦτος ἥρως. Αἴας δ’ ἐπ’ ὤμων θέμενος τὸ σκῆνος Ἀχιλλέως πικρῶς ἐπὶ τὸν ναύσταθμον ἤγαγεν ὀλολύζων. Εὐθὺς δὲ μετεπέμψαντο Πύρρον τὸν Ἀχιλλέως τὸν καὶ Νεοπτόλεμον, τὸν ἀπὸ Δηϊδαμείας.
1415καὶ πάλιν φόνοι καὶ σφαγαί, πάλιν ἀνδροκτασίαι, καὶ πάλιν αἱματόφυρτοι Τροίας αἱ πεδιάδες, καὶ πάλιν αἱμοφόρυκτα τὰ τοῦ Σκαμάνδρου ῥεῖθρα, ἕως τῶν μάντεων αὐτοῖς χρησμοὺς ἐκφοιβασάντων ὡς οὐ χρεών ἐστιν ἑλεῖν ἀπὸ πολέμου Τροίαν
1420οὐδ’ ἐκ χειρῶν οὐδ’ ἐκ ξιφῶν, ἀλλ’ ἀπὸ δόλου μόνου,
τὸν ἵππον ἐτεκτήναντο τὸν ξύλινον ἐκεῖνον, καὶ καταφράκτους εἰς αὐτὸν ἄνδρας εἰσενεγκόντες ἀπαίρειν δῆθεν ἔδοξαν πρὸς τὰς ἐνεγκαμένας. καὶ τὸν μὲν ἵππον εἴασαν αὐτοῦ πρὸς τῷ ναυστάθμῳ,
1425αὐτοὶ δ’ ὑφώρμουν ταῖς ναυσὶν ἐν τῇ Τενέδῳ νήσῳ. εἶδον οἱ Τρῶες τὸ συμβάν, εἶδον ἐρήμους ὅρμους. τὸν ἵππον μόνον βλέποντες ἠπόρουν, ἐθαμβοῦντο. καὶ πρῶτα μὲν νομίζοντες εἶναι τὸ πᾶν ἀπάτην φθείρειν τὸν ἵππον ὥρμηντο, πυρὶ παραδιδόναι
1430ἢ καὶ ῥιπτεῖν κατὰ πετρῶν κατὰ βυθοῦ θαλάσσης· εἶτα (καὶ γὰρ κεκύρωτο Τροίαν ἁλῶναι τότε) προσῆκον ἔδοξεν αὐτοῖς εἰσενεγκεῖν τὸν ἵππον ὡς ἄγαλμα καὶ λάφυρον ἀπὸ τῶν ἐναντίων. οἱ μὲν αὐτὸν εἰσήνεγκαν, καὶ πότοις καὶ χορείαις
1435αὑτοὺς ἐκδόντες ὕπνωττον βαθὺν νήγρετον ὕπνον· οἱ δ’ ἄνδρες οἱ κρυπτόμενοι, καὶ πρὸς αὐτῷ λοχῶντες, ὑπεξελθόντες σιωπῇ φρυκτωρὸν ἦραν μέγαν. ὅπερ ἰδόντες Ἕλληνες οἱ προεκπεπλευκότες θᾶττον ἢ λόγος ἐν ναυσὶ κατῆραν πρὸς τὴν Τροίαν,
1440καὶ τῶν πυλῶν ἀνοιγεισῶν παρὰ τῶν προεμβάντων ὡς ὕδωρ εἰσεχύθησαν λάβρως ποθὲν πλημμῦραν. Τῆς στερροπύργου τοιγαροῦν οὕτω ληφθείσης Τροίας γυναῖκες ἀφηρπάζοντο παστάδων νεοπήκτων, ἡ γῆ κατελιμνάζετο τοῖς φόνοις τῶν πιπτόντων,
1445βρέφος ὑπαγκαλίδιον ἐρρήγνυτο τῷ τοίχῳ. ἁπλῶς εἰπεῖν ὡς ἐν βραχεῖ, γόος κατεῖχε πάντα, καὶ πᾶν δεινὸν καὶ πᾶν πικρὸν κατέκλυζε τὴν πόλιν. αἱ χεῖρες λυθροστάλακτοι, φονόβαπτα τὰ ξίφη· τὸ δάπεδον ἠρύθρωτο, συνεπατοῦντο βρέφη.

(1450)

ὡς δέ ποτ’ ἐκορέσθησαν ἁρπάζοντες κτιννύντες, πυρὶ παραδιδόασι, πιμπρῶσιν ἀπὸ βάθρων τὴν πρὶν ἐν πόλεσι λαμπράν, τὴν περιλαλουμένην. Τὰ μὲν κατὰ τὸν πόλεμον τοιοῦτον ἔσχε τρόπον· ἡ τύχη δ’ ἐγκοτήσασα καθάπαξ Μενελάῳ
1455ἄλλοις καινοῖς τὸν τάλανα καταπιέζει μόχθοις. καὶ πάλιν πλοῦς μακρότερος, ναυστόλησις ἑτέρα, καὶ πόνοι διαδέχονται τοὺς παλαιτέρους νέοι καὶ πλοῦν τὸν Ἑλλησπόντιον Αἰγύπτια πελάγη. ἀπαίρει πρὸς τὴν Αἴγυπτον, δεινὰς μετρεῖ θαλάσσας,
1460καὶ χειμασθεὶς καὶ κυμανθεὶς ἀνέμοις βαρυθρόοις μόγις καταίρει πρὸς αὐτήν. ἄνεισι πρὸς Πρωτέα, εὑρίσκει καὶ τὴν σύνοικον ἐκεῖ κατὰ τὴν Μέμφιν, καὶ ξενισθεὶς καὶ τιμηθεὶς λαμβάνει τὴν Ἑλένην, καὶ μετὰ μόχθους ἱκανοὺς φθάνει πρὸς τὴν πατρίδα,
1465μετὰ τὴν Τροίας ἅλωσιν ὄγδοον ἔτος τρέχων κατὰ τὴν περιπλάνησιν τὴν ἐπὶ τὸν Πρωτέα. εὑρίσκει καὶ τὸν σύναιμον ἀθλίως ὀλωλότα
δόλῳ κακίστης γυναικός, ἐχίδνης μοιχαλίδος· εὑρίσκει τὸν ἀδελφιδοῦν Ὀρέστην ἐφθαρκότα
1470τὸν τοῦ πατρὸς αἰσχύνοντα τὸ γένος καὶ τὸ λέχος καὶ σὺν αὐτῷ τὴν ἀναιδῆ μητέρα Κλυταιμνήστραν. Ἤδη μοι συντετέλεσται καὶ τὰ κατὰ τὴν Τροίαν ἐπιδρομάδην καὶ σαφῶς. καὶ δὴ λοιπὸν γραπτέον τὴν σθεναρὰν καὶ κραταιὰν Ῥωμαίων εὐποτμίαν,
1475πόθεν ἀρξάμενοι τῆς γῆς ἐκράτησαν ἁπάσης. Μετὰ τὴν Τροίας ἅλωσιν Αἰνείας παῖς Ἀγχίσου, εἴτε φυγὼν εἴτε λυθεὶς ἀπὸ τῶν πολεμίων, μεταναστεύει παγγενεὶ πρὸς γῆν τῆς Ἰταλίας, ἣν ἄλλοι μὲν ἱστόρησαν οὕτως ὀνομασθῆναι
1480ἐξ Ἰταλοῦ κατάρξαντος μερῶν τῶν Ἑσπερίων, οἱ δ’ ἐξ αἰτίας ἔφασαν τοιᾶσδε σχεῖν τὴν κλῆσιν. ὁ μέγας ἥρως Ἡρακλῆς τὰς Γηρυόνος βόας ἀγεληδὸν συναγαγὼν ἦγεν ἐξ Ἐρυθείας. εἷς οὖν ἐκείνων δάμαλις τῶν ἀπὸ τῆς ἀγέλης,
1485ἀποσκιρτήσας, ὥς φασιν, ἀπὸ τοῦ βουκολίου, τὸ μεταξὺ νηξάμενος πέλαγος τῆς θαλάσσης εἰς Ἰταλίαν ἴσχυσε διαπεραιωθῆναι τοῦ δὲ καθ’ οὓς ἀφίκοιτο πάντῃ πυνθανομένου εἴ τις αὐτῶν ἑώρακε βοῦν ἀποπλανηθέντα,
1490ἐκεῖνοι τῆς Ἑλληνικῆς μὴ συνιέντες γλώσσης
οὐίτουλον τὸν δάμαλιν ἐκάλουν ἐγχωρίως. ἀπὸ τοῦ ζῴου τοιγαροῦν Οὐιταλία πᾶσα ὅσην ὁ βοῦς ἐπέδραμεν ἐκεῖνος ὠνομάσθη, τῷ χρόνῳ δὲ μετέπεσεν εἰς κλῆσιν Ἰταλίας.
1495 Αἰνείας οὖν σὺν τοῖς Τρωσὶ τοῖς συνεκπεπλευκόσι χρησμοὺς λαβὼν ἀπέπλεε παρὰ τὴν Ἰταλίαν. οἱδὲ χρησμοὶ προσέταττον ἐπὶ δυσμῶν ἐκπλέειν, μέχρις αὐτοῖς ἐγγένηται καταλαβεῖν χωρίον ἐν ᾧ κατασιτήσονται τὰς ἑαυτῶν τραπέζας·

(1500)

ἐπὰν δὲ τοῦτο γένηται, τετράποδι χρωμένους καθηγεμόνι τῆς ὁδοῦ κτίζειν ἐκεῖσε πόλιν ὅπου τὸ ζῷον ἐρεισθῇ καμὸν ἀπὸ τοῦ δρόμου. τούτους λαβόντες τοὺς χρησμοὺς εἰς Λωρεντὸν ἱκνοῦνται· πεδίον δὲ τὸ Λωρεντόν ἐστι τῆς Ἰταλίας.
1505ἐνταῦθα πήξαντες σκηνὰς ἠρίστων ἐν δαπέδῳ. σελίνοις δὲ τὸ δάπεδον ἦν ἅπαν ἐστρωμένον, καὶ ταῦτα χρείαν τραπεζῶν ἐκείνοις ἀπεπλήρουν. ἀναλωθέντων τοιγαροῦν τῶν παρατεθειμένων σελίνου τις ἐγεύσατο, καὶ μετ’ ἐκεῖνον ἄλλος,
1510καὶ μετ’ αὐτὸν ὁ συσσιτῶν, καὶ μετ’ αὐτὸν ὁ πέλας. καί τινες ἀνεβόησαν “ἡμῖν σὺν τοῖς σιτίοις ἀνάλωνται καὶ τράπεζαι.” κρότος δ’ ἦν ἐπὶ τούτοις ὡς τοῦ χρησμοῦ τοῦ παρ’ αὐτοῖς εἰς τέλος πεφθακότος.
ἔπειτα θύειν μέλλοντες βωμὸν ἐδημιούργουν,
1515καὶ θήλειαν ἐφίστασαν ἐπὶ θυσίᾳ χοῖρον ἐγκύμονα τυγχάνουσαν καὶ πρὸς τὸ τίκτειν οὖσαν. μελλόντων δὲ κατάρχεσθαι τῆς χοίρου τῶν θυτήρων, ἐκείνη διασείσασα χεῖρας τῶν κατεχόντων ἐξέδραμε καὶ πρός τινα λόφον ὡρμήθη τρέχειν.
1520Αἰνείας δὲ παρείπετο βήμασι σχολαιτέροις, μικρὸν ὑπολειπόμενος ἐκείνης ἑκουσίως, ὡς μὴ τοῦ δρόμου τῷ γοργῷ θορυβηθὲν τὸ ζῷον ἀπὸ τῆς κατὰ δαίμονα πορείας ἐκτραπείη· συνῆκε γὰρ ὡς ὁ χρησμὸς τοῦτο τετράπουν εἶπεν.
1525ἡ μὲν οὖν ἐκαθέζετο δρόμῳ πολλῷ καμοῦσα (εἴκοσι γὰρ πρὸς τέσσαρσιν ἀνέδραμε σταδίους)· Αἰνείας δὲ τὰ θέσφατα βλέπων τετελεσμένα, τὸ δὲ χωρίον ἀφυὲς εἰς τὸ συστῆσαι πόλιν, μεγάλαις αἰτιάσεσι τοὺς χρήσαντας ὑπῆγεν.
1530οὕτω δ’ αὐτοὺς κακίζοντι καὶ καταμεμφομένῳ φωνή ποθεν ἐξ ἀφανοῦς ἠκούσθη προϊοῦσα, ἥτις καὶ μένειν ἔλεγε καὶ πόλιν ἐκεῖ κτίζειν· καταγωγὴν μὲν γὰρ αὐτοῖς ἄρτι γενέσθαι ταύτην, ἔπειτα δὲ μετὰ καιρὸν καὶ χρόνους ἰσαρίθμους
1535οἷς ἂν ἡ χοῖρος ἁπαλοῖς ἐκτέκῃ δελφακίοις ἄλλην αὐτοῖς γενήσεσθαι μεγαλοπρεπεστέραν. ἡ μὲν οὖν χοῖρος ἔτεκεν ὅλην τριακοντάδα,
καὶ χρόνοις τόσοις ὕστερον παρὰ τῶν ἐξ Αἰνείου ἡ πόλις Ἄλβα γέγονε λαμπρὰ καὶ τρισευδαίμων.
1540τότε δ’ Αἰνείας τῇ φωνῇ τῇ θείᾳ πεπεισμένος ἐκεῖ πολίζειν ἤρξατο πόλιν Λαουινίαν. καί τι συνέβη θαυμαστὸν ἀξιαφήγητόν τε. πρῶτα μὲν πῦρ αὐτόματος τῆς νάπης ἀνεδόθη, ἔπειτα λύκος ἐκπηδῶν ποθὲν ἀπὸ δρυμῶνος
1545ὕλην ξηρὰν τῷ στόματι λαμβάνων ἐπετίθει. ἀετὸς πτερυσσόμενος, ὄρνις μεγαλοπτέρυξ, τοῖς πτέρυξιν ἀνέκαιε τὸ πῦρ ἀναρριπίζων. ἀλώπηξ δέ τις δολερὰ τούτοις ἀντιζηλοῦσα καὶ τοῖς ἀνάπτουσι τὸ πῦρ ἀντιπαλαμωμένη

(1550)

σβεννύειν ἔσπευδεν αὐτὸ καὶ μαρασμὸν ἐπάγειν, τὴν κέρκον διαβρέχουσα λιβάσι ποταμίοις καὶ ταύτῃ διαρραίνουσα τὴν ξυλοφάγον φλόγα. ποτὲ μὲν οὖν οἱ θέλοντες ἀνάπτειν ἐπεκράτουν, ποτὲ δ’ ἐκείνων περιῆν ἡ θέλουσα σβεννύειν·
1555τέλος οἱ μὲν ἐνίκησαν, ἡ δ’ ᾤχετο φυγοῦσα. ταῦτ’ οὖν Αἰνείας κατιδὼν ἐπίφθονον τὴν πόλιν γενέσθαι προεφοίβασε, πολλὰ δὲ κυκηθεῖσαν μόλις ποτὲ καὶ σὺν μακροῖς καμάτοις ἐπαλλήλοις καθυπερτέραν ἔσεσθαι τῶν ἐπιβουλευόντων.
1560Καὶ ταῦτα μὲν ἐπράχθησαν Αἰνείου περιόντος·
ἐπεὶ δ’ ἐκεῖνος ἔλιπε τὸν ταραχώδη βίον, υἱὸς ἐκείνου γνήσιος, Ἀσκάνιος τὴν κλῆσιν, ἀπὸ Κρεούσης γεγονὼς τῆς θυγατρὸς Πριάμου, τὴν πόλιν Ἄλβαν ᾤκισε σὺν τοῖς περιλειφθεῖσι.
1565καὶ ταύτης ἐβασίλευσεν Ἀμούλιος μετ’ ἄλλων, Νεμέτορι προσήκοντι τὰ σκῆπτρα παραρπάσας. ἦν δ’ ἀδελφὸς παλαίτερος Νεμέτωρ Ἀμουλίῳ, οὗ παντελῶς βουλόμενος τὸ γένος ἀφανίσαι τὸν μὲν υἱὸν προσαναιρεῖ, τὴν δέ γε θυγατέρα
1570ἱέρειαν πεποίηκε ναοῦ τοῦ τῆς Ἑστίας. νενομοθέτητο δ’ ἁγνὰς τὰς ἱερείας μένειν, παρθενικὰς καὶ καθαρὰς καὶ γάμων ἀπειράτους. ταύτην ποτὲ πρὸς Ἄρεος ἄλσος πορευομένην φυλάξας τις ἐπέθετο, καὶ συμφθαρεὶς τῇ κόρῃ
1575ἐγκύμονα πεποίηκεν. ὡς δ’ ἐπεγνώσθη τοῦτο τῷ πατραδέλφῳ βασιλεῖ, τότε μὲν ἐτηρεῖτο μέχρις ὠδίνων καὶ καιροῦ τοῦ τῆς βρεφοτοκίας· ἐπεὶ δ’ ὁ χρόνος ἐπιστὰς ὃν ὥρισεν ἡ φύσις γαστρὸς τὸ βάρος ἔλυσε, δίδυμα δ’ ἦν τὰ βρέφη,
1580τὴν μὲν καθείρξας ἀσφαλῶς ὁ βασιλεὺς κατεῖχε, τῶν δ’ ἀρτιτόκων θάνατον κατέγνω βρεφυλλίων, καὶ δίδωσι τὰ δύστηνα ῥιφῆναι καθ’ ὑδάτων. ἔρριπτο δὴ τὰ δυστυχῆ σκάφης ἐντὸς τεθέντα. ἐνταῦθα, θεία πρόνοια, κατάδηλος ὑπῆρξεν
1585ἡ δραστική σου δύναμις, τὸ τῆς χειρός σου κράτος. ἡ σκάφη περιτρέπεται, ῥιπτεῖται καὶ τὰ βρέφη. ἔκειτο δὲ κνυζούμενα καὶ τετελματωμένα. φαίνεται λύκαινά ποθεν σπαργῶσα νεοτόκος, βαρυνομένη τοὺς μαστοὺς τοῦ γάλακτος τοῖς ῥείθροις,
1590καὶ τὰς θηλὰς τοῖς στόμασι τοῖς τῶν βρεφῶν προσῆγε, καὶ τὸν πηλὸν ἀπέλειχε τῇ γλώσσῃ φιλανθρώπως· ἦσαν γὰρ σφῶν κατάπηλα τὰ κάλλη τῶν προσώπων. βλέπει ποιμὴν τὸ γεγονός, τὰ βρέφη περισώζει, ἀπάγει πρὸς τὴν γαμετήν, εὑρίσκει δυσθυμοῦσαν
1595ὅτι νεκρὸν ἀπέτεκε, παραμυθοῦται τούτοις, καὶ δίδωσιν ὡς ἴδια ταῦτα τὰ βρέφη τρέφειν. ἔτρεφε ταῦτα μητρικῶς ἐκείνη καὶ γνησίως, καὶ παρ’ ἐλπίδας μήτηρ ἦν διδύμων βρεφυλλίων ἡ πρὸ μικροῦ μηδ’ ἐφ’ ἑνὶ τοῦτο συγχωρηθεῖσα.

(1600)

ἄλλοι δ’ οὐ λύκαινάν φασιν ἐκθρέψαι τὰ παιδία, αὐτὴν δὲ τὴν ὁμόλεκτρον Φαυστύλου τοῦ ποιμένος, ἥτις κοινὸν τοῦ σώματος τὸ κάλλος ποιουμένη λοῦπα κατωνομάζετο τῇ γλώττῃ τῇ πατρίῳ ἤτοι κατὰ διάλεκτον Ἑλληνικὴν ἑταίρα·
1605ἐπεὶ δὲ καὶ τὴν λύκαιναν σύνηθες λοῦπαν λέγειν, τὴν ὕβριν τὴν τῆς γυναικός τινες ἠγνοηκότες λύκαιναν εἶπον τοῖς μασθοῖς τὰ βρέφη διαθρέψαι.
ὡς δ’ οὖν καὶ διετράφησαν, τέως εἰς αὔξην ἦλθον καὶ Ῥῶμος ὠνομάσθησαν οἱ παῖδες καὶ Ῥωμύλος,
1610καὶ βίον εἶχον συφορβῶν ἀγροίκων καὶ βουκόλων. ἀγνοίᾳ δὲ Νεμέτωρος μανδρεύματα κακοῦντες, ὃν ἔφθη μητροπάτορα τούτων εἰπὼν ὁ λόγος, ἑάλωσαν λῃστεύοντες τινῶν ἐνεδρευσάντων. τῷ πάππῳ προσαχθέντες δὲ καὶ γνόντες καὶ γνωσθέντες
1615τῆς βασιλείας Ἀλβανῶν Ἀμούλιον γυμνοῦσιν, καὶ ξίφει κατασφάττουσιν ἀφύλακτον εὑρόντες, τῷ σφῶν δὲ μητροπάτορι χαρίζονται τὰ σκῆπτρα. τούτοις ὁ πάππος δεδωκὼς χρημάτων ἀφθονίαν καὶ πᾶν τὸ συμβαλλόμενον πέμπει πρὸς ἀποικίαν.
1620ὁ γοῦν Ῥωμύλος παρελθὼν ἐπί τινα πολίχνην ἀπὸ τοῦ κτίστου Πάλαντος Παλάτιον κληθεῖσαν τὸ σχῆμα τὸ τῆς πόλεως ἐκεῖσε διαγράφει, ἄρρενα ταῦρον καρτερὸν καὶ δάμαλιν συζεύξας, ὧν ὁ μὲν ταῦρος ἔνευεν ἔξω πρὸς τὸ πεδίον,
1625ἡ τούτῳ συζυγοῦσα δὲ δάμαλις πρὸς τὴν πόλιν. συμβολικῶς δ’ ἐπηύχετο Ῥωμύλος διὰ τούτων τοὺς ἄνδρας μὲν τοῖς ἔξωθεν γίνεσθαι φρικαλέους, τὰς δὲ γυναῖκας ἔσωθεν γονίμους χρηματίζειν, πιστὰς μενούσας, οἰκουροὺς καὶ φύλακας τῶν ἔνδον.
1630ἔπειτα βῶλον τῇ χειρὶ λαβὼν ἀπὸ τῶν ἔξω ἔνδον ῥιπτεῖ τῆς πόλεως, εὐχόμενος ἐπαύξειν
τὰ πράγματα τῆς πόλεως ἀπὸ τῶν ἀλλοτρίων. καὶ ταῦτα διαθέμενος ἐν σάλπιγγι σημαίνει τὴν κλῆσιν τὴν τῆς πόλεως, καὶ Ῥώμην ὀνομάζει.
1635καὶ πλῆθος συλλεξάμενος ἀπὸ τῆς περιχώρου, ἄνδρας, γυναῖκας, μείρακας, τριγέροντας, ἐφήβους, ἰσοπολίτας τίθησι καὶ κατοικίζει πάντας. Καὶ πρῶτος οὗτος βασιλεὺς καθίσταται Ῥωμαίων, καὶ μετὰ τοῦτον ὁ Νουμᾶς, καὶ μετὰ τοῦτον Τύλλος,
1640καὶ μετ’ αὐτοὺς ὁ Μάρκιος Ἄγκος ὠνομασμένος (τὴν γὰρ ἀγκύλην τοῦ ποδὸς εἶχε πεπηρωμένην), καὶ μετ’ αὐτὸν Ταρκύνιος πέμπτος ἀπὸ Ῥωμύλου, μηδὲν αὐτῷ προσήκουσαν λαβὼν τὴν βασιλείαν· τοῖς γὰρ παισὶν ὠφείλετο Μαρκίου βασιλέως.
1645γαμβρὸς τοῦ Ταρκυνίου δὲ Τύλλιος μετ’ ἐκεῖνον, ὃς ἀπὸ βρέφους, ὥς φασι, κἀκ πρώτης ἡλικίας ἐπωνομάσθη σέρβιος ὡς γεγονὼς ἐκ δούλης· δύναται γὰρ τὸ σέρβιος δοῦλον παρὰ Ῥωμαίοις. οὗτος συνῆψε τὰς αὐτοῦ πρὸς γάμον θυγατέρας

(1650)

τοῖς βασιλέως υἱωνοῖς Λευκίου Ταρκυνίου, ὧνπερ μιᾶς ἐπιβουλῇ καὶ τρόπῳ μιαιφόνῳ καὶ τῆς ζωῆς καὶ τῆς ἀρχῆς ὁ τάλας ἐστερήθη. καὶ μετ’ αὐτὸν Ταρκύνιος ὁ Σούπερβος κατῆρξεν, ὃς προσφερόμενος ὠμῶς καὶ φιλυπερηφάνως
1655καὶ τῇ βουλῇ καὶ τῷ κοινῷ Σούπερβος ἐπεκλήθη·
τὸν δ’ ἀλαζόνα παρ’ αὐτοῖς ἡ λέξις ἑρμηνεύει. πρὸς τοῦτον τὸν Ταρκύνιον ἀφίκετο γυνή τις βίβλους ἐννέα φέρουσα χρησμῶν τῶν Σιβυλλείων, ἀπεμπολῆσαι δ’ ἤθελε τῷ βασιλεῖ τὰς βίβλους.
1660ἐπεὶ δὲ τὸ ζητούμενον ἐκεῖνος οὐκ ἐδίδου, πυρὶ τὰς τρεῖς κατέφλεξε, καὶ πάλιν προσελθοῦσα τιμῆς ἐπώλει τῆς αὐτῆς τὰς καταλελειμμένας. ἀλλ’ ἔδοξεν ἀσύνετος ἐν τούτῳ τοῖς παροῦσιν, καὶ πάλιν τρεῖς πυριφλεγεῖς ἐγένοντο τῶν βίβλων.
1665ἦλθεν ἐκ τρίτου πρὸς αὐτόν, καὶ τῆς τιμῆς τῆς ἴσης τὰς τρεῖς ἐδίδου τὰς λοιπάς. θαυμάσας δ’ ἐπὶ τούτοις ὁ βασιλεύς, καὶ μάντεων πυθόμενος δοκίμων, ἐκέλευσε τῇ γυναικὶ δοθῆναι τὸ χρυσίον. τὴν δὲ λαβοῦσαν τὸ δοθέν, καὶ μετ’ ἐπιμελείας
1670τηρεῖν τὰς βίβλους φράσασαν, εἶδεν οὐδεὶς οὐκέτι· αἱ βίβλοι δὲ γεγόνασι σωτήριοι τῇ πόλει. τούτου ναὸν οἰκοδομεῖν ἐν Ῥώμῃ βουληθέντος βόθρευμα μὲν ὠρύσσετο θεμέθλων ὑπογαίων, τῆς δ’ ὀρυγῆς ἐπὶ πολὺ τὸ βάθος προϊούσης
1675εὑρέθη κάτω κεφαλὴ νεοσφαγοῦς ἀνθρώπου, αἷμα θερμὸν καὶ νεαρὸν χεόμενον δεικνῦσα, καὶ πρόσωπον παρεμφερὲς ἔχουσα τοῖς ἐμπνόοις. ὅπερ μαθὼν ἐν Τυρρηνοῖς δόκιμος τερασκόπος ἔφη τὴν πόλιν κεφαλὴν πολλῶν ἐθνῶν γενέσθαι,
1680πλὴν διὰ ξίφους καὶ σφαγῶν καὶ λιμνασμῶν αἱμάτων. ἐντεῦθεν ὁ Ταρπήϊος μετωνομάσθη λόφος ἐκ τῆς φανείσης κεφαλῆς Καπιτωλῖνος λόφος· κάπουτ γὰρ ἡ κεφαλὴ κατὰ Ῥωμαίων γλῶσσαν. Χρόνοις μὲν οὖν ἐφ’ ἱκανοῖς ἡ τῶν Ῥωμαίων πόλις,
1685πόλις ἡ μεγαλόπολις, ἦν ὑπὸ βασιλεῦσιν· ἐπεὶ δὲ παρηνόμησεν ὁ παῖς τοῦ Ταρκυνίου καὶ Λουκρητίαν ᾔσχυνε τὴν σωφρονικωτάτην, τὴν Κολατίνου γαμετὴν ἀνδρὸς εὐγενεστάτου, τότε δὴ πάντες εἰς ταὐτὸ Ῥωμαῖοι συνελθόντες
1690κατάλυσιν ψηφίζονται τοῦ βασιλείου κράτους, κυροῦσι δὲ προβάλλεσθαι κατ’ ἔτος κονσυλίους, ὅπερ δηλοῖ καθ’ Ἕλληνας συμβούλους ἢ προβούλους, οὓς Ἕλληνες ὠνόμασαν ὑπάτους μετὰ ταῦτα, τὸ μεγαλεῖον τῆς αὐτῶν ἀξίας κατιδόντες.
1695ἀπελαθέντων τοιγαροῦν ἐκ Ῥώμης τῶν τυράννων, πρῶτοι τῶν ἄλλων ἔλαβον ὑπατικὴν ἀξίαν Ταρκύνιός τε Λεύκιος, ἀνὴρ τῆς Λουκρητίας, καὶ Λεύκιος Ἰούνιος, ὃν Βροῦτον ἐπεκάλουν. ἀλλὰ διηγητέον μοι καὶ τὰ περὶ τοῦ Βρούτου.

(1700)

Μάρκιος ἦν τις εὐγενὴς ἀνὴρ παρὰ Ῥωμαίοις, καὶ πλούτῳ βρίθων περιττῷ καὶ δὴ τιμῇ προέχων. τούτῳ βασκήνας ὁ δεινὸς Ταρκύνιος τοῦ πλούτου
αὐτὸν μὲν ξίφει δίδωσι, καὶ σὺν αὐτῷ τὸν παῖδα, γενναῖον ὄντα καὶ καλὸν καὶ ζηλωτὸν ἐν πᾶσιν
1705καὶ φαίνοντα παράστημα ψυχῆς ἀνδροκαρδίου, κἂν εἰ τῷ βίῳ περιῆν οὐκ ἂν ὑπομενοῦντα μὴ τιμωρῆσαι τῷ πατρὶ κατὰ τῶν ἀνελόντων. αὐτὸν μὲν οὖν τὸν Μάρκιον Ταρκύνιος κτιννύει, τὸν δ’ ὄλβον μετατίθησιν ἐν δόμοις βασιλείοις.
1710ὁ Βροῦτος οὗτος τοιγαροῦν παῖς ὑπάρχων Μαρκίου, καὶ κατιδὼν τὴν τοῦ πατρὸς σφαγὴν ἀδικωτάτην, καὶ συνιδὼν ὡς νουνεχὴς ὅτι συγκινδυνεύσει σὺν τῷ πατρὶ καὶ τἀδελφῷ καὶ συναποθανεῖται, βουλὴν βουλεύεται καλήν· πλάττεται γὰρ μωρίαν
1715καὶ σκέπτεται παράνοιαν, κἀντεῦθεν ἀποφεύγει τὸ προσδοκώμενον κακόν, τὸν ἐκ τοῦ ξίφους πότμον. ἐντεῦθεν κατωνόμαστο τοῖς ἀγνοοῦσι Βροῦτος· δηλοῖ δ’ ἡ λέξις τὸν μωρὸν καὶ φρένας βεβλαμμένον. μετάγει δ’ οὖν Ταρκύνιος τοῦτον ἐν ἀνακτόροις,
1720κήδεσθαι μὲν ὡς συγγενοῦς κἀκ τῶν αὐτῶν αἱμάτων τοῦ Βρούτου προσποιούμενος καὶ δῆθεν κατοικτείρων, τὸ δ’ ἀληθὲς βουλόμενος συμπαίστορα τοῖς τέκνοις τοῖς ἑαυτοῦ χαρίζεσθαι ψυχαγωγίας χάριν, οἷς καὶ συνὼν γελοιασμοὺς καὶ παιδιὰς προυξένει.
1725ἀποσταλέντων δέ ποτε τῶν παίδων Ταρκυνίου ἐπὶ Δελφοὺς ὡς πεύσαιντο περὶ λοιμώδους νόσου,
καὶ Βροῦτος συνεπέμπετο τέρψων αὐτοὺς παιγνίοις. οἱ μὲν οὖν τὸν Ἀπόλλωνα δώροις ἐδεξιοῦντο, ὁ Βροῦτος βακτηρίαν δὲ ξυλίνην διατρήσας
1730ὅλην δι’ ὅλης ὡς αὐλὸν χρυσῆν ἔκρυψε ῥάβδον, καὶ ταύτην ὡς ἀνάθημα κεχάριστο τῷ Φοίβῳ. ἀλλ’ οὗτοι τὴν εὐμήχανον σοφίαν τὴν τοῦ Βρούτου καὶ τὸ στερρὸν καὶ δυνατὸν μηδ’ ὅλως ἐπιγνόντες κατέπαιζον ἐτώθαζον ὕβριζον ἐμωκῶντο
1735τοιοῦτον προσενέγκαντα τῷ χρησμοδότῃ δῶρον. μέλλοντες δὲ τοῦ Δελφικοῦ τεμένους μεταβαίνειν ἠρώτων τὸν Ἀπόλλωνα τίς τῶν Ῥωμαίων ἄρξει. ὁ δ’ ἀπεφοίβασε τρανῶς, ὃς πρῶτος τὴν μητέρα φθάσει περιπτυξάμενος. συνῆκεν οὖν ὁ Βροῦτος,
1740ἐκεῖνοι δ’ οὐκ ἐπέγνωσαν τί τῷ χρησμῷ δηλοῦται. κοινῇ δὲ σχεῖν βουλόμενοι τὸ κράτος καὶ τὸ στέφος ἅμα συνέθεντο τὴν σφῶν προσπτύξασθαι μητέρα. καὶ μέντοι προσεπτύξαντο. Βροῦτος δ’ ἐκβὰς τοῦ σκάφους, πρηνὴς πεσὼν ἐπὶ τῆς γῆς ἐκείνην κατεφίλει.
1745 Εἶχε μὲν οὖν προσποίητον ὁ Βροῦτος τὴν μωρίαν· ὡς δ’ ἐφημίσθη τὸ συμβὰν περὶ τὴν Λουκρητίαν, τὸ πᾶν ἐδημοσίευσε, καὶ πρῶτος ἐφορμήσας
καὶ συγκαλέσας τὴν πληθὺν καὶ λόγοις ἐφοπλίσας κατάλυσιν ἐπενεγκεῖν ἴσχυσε τοῖς τυράννοις,

(1750)

τῷ Ταρκυνίῳ δή φημι καὶ τοῖς ἐκείνου τέκνοις. Μετὰ γοῦν τὴν κατάλυσιν ὕπατοι πάντων πρῶτοι Ῥωμαίοις κατεστάθησαν Βροῦτος καὶ Κολατῖνος, καὶ μετ’ ἐκείνους ἕτεροι, καὶ μετ’ αὐτοὺς παντοῖοι, Κάσιοι καὶ Κικέρωνες καὶ Λεύκολοι καὶ Κάτλοι,
1755Κάτωνες καὶ Σκηπίωνες, Πομπήϊοι καὶ Σκαῦροι. ἡ τηλικαύτη γοῦν ἰσχὺς καὶ τὸ τοσοῦτον κράτος ἐν ἔτεσιν ἑξήκοντα πρὸς τοῖς τετρακοσίοις καὶ πρὸς ἑτέροις τέσσαρσιν οὕτως ἐκυβερνᾶτο μέχρις Γαΐου Καίσαρος, ὅστις τὴν ὑπατείαν
1760εἰς βασιλείαν ἤμειψε καὶ καταδυναστείαν. εἰ δέ ποτε κατήπειξε πραγμάτων ἀστασία καὶ τὸ πολύστροφον αὐτῶν καὶ τύχης δυσκληρία, συνερχομένης τῆς βουλῆς, ἀλλὰ καὶ τῶν ὑπάτων, δικτάτωρ εἷς ἐγένετο πάνταρχος αὐτοκράτωρ
1765(τὴν δ’ ἀνυπεύθυνον ἀρχὴν ἡ λέξις ἑρμηνεύει καὶ τὴν αὐτοκρατορικὴν πάντων οἰκονομίαν)· τῆς ζάλης τῶν πραγμάτων δὲ καταστορεννυμένης τὸ κράτος ἀπετίθετο τῆς αὐτοκρατορίας. Γάϊος δὲ γενόμενος δικτάτωρ αὐτοκράτωρ,
1770καὶ κατατροπωσάμενος μυρίας ἐθναρχίας, καὶ τῶν Ῥωμαίων τὴν ἰσχὺν ἄχρις αὐτῶν Γαδείρων καὶ μέχρι καὶ πρὸς ἥλιον ἀνίσχοντα πλατύνας,
μετὰ τὰς νίκας φθονηθεὶς καὶ τὰς τροπαιουχίας, καὶ πρός τινων ἀναμαθὼν (οἷα τυρεύεις, φθόνε!)
1775ὡς κατ’ αὐτοῦ κεκύρωται ψῆφος ἀδικωτάτη, πρὸς τῶν πραγμάτων βιασθεὶς χωρεῖ πρὸς τυραννίδα, καὶ συμπλακεὶς τοῖς κατ’ αὐτοῦ γενναίως ἐπιοῦσι, καὶ καταγωνισάμενος καὶ πάντων κυριεύσας, τὸ κράτος περιζώννυται τῆς αὐτοκρατορίας.
1780 Οὗτος ὁ Καῖσαρ παιδικὴν ἄγων τὴν ἡλικίαν καθ’ ὕπνους ἔδοξεν ἰδεῖν πρᾶγμα δηλοῦν τὸ μέλλον, ὡς τῇ μητρὶ μιγνύοιτο καὶ συνασχημονοίη. ἐτέχθη δὲ κἀν τοῖς αὐτοῦ τέρας ἱπποφορβίοις, ἵππος βοείαις ἐν χηλαῖς τοὺς πόδας ὡπλισμένος,
1785μόνον δ’ αὐτὸν ἐδέχετο Γάϊον ἀναβάτην, καθάπερ τὸν Ἀλέξανδρον ἵππος ὁ Βουκεφάλας. Τούτῳ τῷ Καίσαρι καινὸν τοιοῦτόν τι συνέβη. γυνή τις ἐπαφρόδιτος συνέζευκτο γαμέτῃ· Νέρων ὁ ταύτης ἦν ἀνήρ, ἐκείνη δὲ Ἰουλία.
1790ταύτην τεκοῦσαν Νέρωνι τῷ συνοικοῦντι παῖδα καὶ πάλιν σχοῦσαν ἐν γαστρὶ καὶ τὴν νηδὺν πλησθεῖσαν καὶ τῆς ἐγκυμονήσεως ἄγουσαν ἕκτον μῆνα ὁ Καῖσαρ ἤθελε λαβεῖν εἰς γάμου κοινωνίαν, καὶ Νέρωνα κατήπειγεν αὐτῷ κατεγγυῆσαι
1795τὴν γαμετὴν καὶ πατρικῶς ταύτην νυμφοστολῆσαι. πείθεται Νέρων, οὐχ ἑκὼν δίδωσι τὴν γυναῖκα.
ἡ δ’ ἐπιστάντος τοῦ καιροῦ τίκτει παιδίον ἄρρεν. κἀντεῦθεν ἐξενήνεκτο δημώδης παροιμία “τοῖς εὐτυχοῦσι καὶ λαμπροῖς καὶ τρίμηνα παιδία.”

(1800)

Τῶν γοῦν κατὰ τὸν Καίσαρα τοῦτον ἱστορηθέντων λοιπὸν διηγητέον μοι πόθεν ἐκλήθη Καῖσαρ. οἱ μέν φασιν ὡς τῆς μητρὸς κατὰ γαστρὸς ἐχούσης καὶ μὴ φθασάσης ἐκτεκεῖν, ἀλλὰ προαπελθούσης, ἀνέτεμον οἱ προσγενεῖς ἐκείνης τὴν γαστέρα,
1805καὶ ζῶν ἐκεῖθεν ἔμβρυον καὶ πνέον ἐξελόντες Καίσαρα κατωνόμασαν ὡς ἀνατετμημένον. ἄλλοι δὲ πάλιν λέγουσι τῆς κεφαλῆς τὴν κόμην Ῥωμαίους λέγειν καίσαριν· Καῖσαρ γοῦν ἐπεκλήθη Γάϊος ὡς εὐπλόκαμος ἢ μᾶλλον ὡς δασύθριξ.
1810ἕτεροι δὲ Ῥωμαϊκὰς γράψαντες ἱστορίας φασὶν ὡς τούτου προσγενὴς τοῦ Καίσαρος Γαΐου τρισαριστεὺς ἀναφανείς, ὅτε Καρχηδονίοις Ῥωμαῖοι συνεπλέκοντο, καὶ δόρατι καιρίως βαλὼν τὸν ἀνταγωνιστὴν καὶ κατατραυματίσας
1815ἐλέφαντος ὀχούμενον ἄνωθεν εὐρυστέρνου αὐτῷ πρὸς γῆν κατήνεγκεν ἐλέφαντι, κἀντεῦθεν ἔσχεν ἀρχὴν τὴν Καίσαρος λαμπρὰν προσωνυμίαν· καίσαρες γὰρ ἐλέφαντες τοῖς Φοίνιξι καλοῦνται. ἐκ τοῦ προγόνου τοιγαροῦν τοῦ προηριστευκότος
1820Καίσαρες ἐπεκλήθησαν οἱ προσγενεῖς ἐκείνῳ,
τιμὴν μεγίστην ἑαυτοῖς ἐντεῦθεν προξενοῦντες. Περὶ μὲν τούτων ἱκανῶς· ἡμῖν δ’ ἐπανιτέον ἐπὶ τοῦ λόγου τὸν εἱρμόν. μέλλοντος γὰρ ἐκθνήσκειν τοῦ καλλινίκου Καίσαρος τοῦ τολμηροκαρδίου,
1825ἔδοξε βλέπειν ἡ γυνὴ τούτου κατὰ τοὺς ὕπνους κατὰ τῆς τούτου κεφαλῆς πεσοῦσαν τὴν οἰκίαν, τὸν ἄνδρα δὲ κατάρρυτον αἵμασι γεγονότα οἰκτρότατα καταπεσεῖν ἐπὶ τοὺς ταύτης κόλπους. ἐσφάγη γοῦν ἐλεεινῶς τῆς ἀγορᾶς ἐν μέσῳ,
1830ἐπιθεμένων δολερῶς Κασίου τε καὶ Βρούτου. Γαΐου τοίνυν Καίσαρος οὕτως ἀπολωλότος ἀδελφιδοῦς εἰσποίητος υἱὸς ἐκείνου, Καῖσαρ ὁ σεβαστὸς ἐπικληθείς, ἐλάβετο τῶν σκήπτρων, τὸ μὲν Ὀκτάβιος αὐχῶν ὡς κύριον ἐκ βρέφους,
1835Αὔγουστος μετὰ ταῦτα δὲ κληθεὶς ὡς ηὐξημένος. οὗτος ὑπῆρξε μόναρχος εἰς πλέον ἐκταθείσης καὶ τῆς ζωῆς καὶ τῆς ἀρχῆς εἰς ἄκρα γῆς φθασάσης. τοῦτον ἡ μήτηρ κύουσα κατεῖδεν ἐν ὀνείροις σπλάγχνον αὐτῆς εἰς οὐρανὸν ὡς ἁρπαγὲν ἀνέπτη.
1840ἄρτι δ’ ἐκκύπτοντος ὑγρῶν ἐκ μητρικῶν θαλάμων, ἔδοξε βλέπειν ὁ πατὴρ αὐτοῦ κατὰ τοὺς ὕπνους ὡς ἐκ τῶν κόλπων ἔφαυσε τῆς τούτῳ συνοικούσης ἥλιος ὁ τερψίμβροτος ὁ μέγας ἡμεράρχης. ὡς δὲ προῆλθε βράδιον ἐκ τῆς οἰκίας τότε,
1845ἀστεροσκόπῳ ἐντυχὼν ἤρετο τὴν αἰτίαν.
ἐκείνου δὲ τὴν γέννησιν τοῦ βρέφους ἐπειπόντος καὶ τὰ μεγάλα φράσσοντος αὐτῷ τῶν ὀνειράτων, βαρυπενθήσας ὁ πολὺς ἐκεῖνος ἀστρολόγος “ἄνθρωπε, τί πεποίηκας;” ἀνέκραγεν ἐκ βάθους·

(1850)

“δεσπότην ἀπεκύησας ἡμῖν καὶ βασιλέα.” τοῦ δὲ παιδὸς ἐλαύνοντος εἰς αὔξην ἡλικίας, κἀν τοῖς ἀγροῖς διάγοντος σὺν τοῖς αὐτοῦ τοκεῦσιν, καὶ τερπομένου θερισταῖς καὶ τοῖς ἀμαλλοδέταις, καὶ ταῖν χεροῖν ἐμφέροντος ἄρτον καὶ σιτουμένου,
1855ἄφνω ῥοιζήσας ἀετὸς ἀφήρπασε τὸν ἄρτον, καὶ πτερυχθεὶς μετάρσιος ἐπῆρτο πρὸς ἀέρα, καὶ πάλιν ἐπικαταπτὰς ἀπέδωκε τὸν ἄρτον. ἐπεὶ δὲ πρὸς βασίλειον ὕψος ἀναβεβήκει, θυμώδης ἦν, ἀκρόχολος, ὀργίλος, ὁρμητίας,
1860καὶ πάλιν εὐμετάφορος ἐγίνετο καὶ πρᾶος. ὡς οὖν ἐκάθητό ποτε δικοθετῶν καὶ κρίνων καὶ πότμον ἀπεφήνατο κατὰ πολλῶν ἀνθρώπων, ἀνὴρ Μηκίνης τις σοφὸς μὴ σθένων πλησιάσαι καὶ νουθετῆσαι Καίσαρα (τὸ πλῆθος γὰρ ἀπεῖργε)
1865χάρτῃ πιστεύει γράμματα, σφραγῖδι σημειοῦται. ἔλεγε δὲ τὰ γράμματα “δήμιε, παῦσαι κρίνων.” καταστοχάζεται καλῶς, τὸν χάρτην ἀκοντίζει. καὶ Καῖσαρ τοῦτον κατιδὼν τὴν δέλτον ἀναπτύσσει, καὶ τοῖς γραφεῖσιν ἐντυχὼν ἀνίσταται τοῦ θρόνου,
1870καὶ τίθησιν ἀκύρωτα πάντα τὰ ψηφισθέντα. Τούτῳ συνῆν διδάσκαλος Ἀλεξανδρεὺς τὸ γένος, τὴν κλῆσιν Ἀθηνόδωρος, πάσης σοφίας πλήρης, καὶ τρόπους ἱκανώτατος ῥυθμίζειν καὶ παιδεύειν. οὗτος ἐρωτοκράτητον τὸν Καίσαρα γινώσκων
1875καὶ τὸ μὲν ὅλον πορνικόν, τὸ δὲ τῶν ἄλλων χεῖρον, ὀρεκτιῶντα γυναικῶν ἀνδράσιν ἐζευγμένων, καὶ τοὺς ὁμόζυγας αὐτῶν ὑπηρετεῖν τῷ μύσει δεσποτικῶς προστάττοντα καὶ τυραννικωτέρως, ἀπάγειν τοῦτον ἔσπευδε τῆς λύσσης τῆς τοῦ πάθους.
1880ἐπεὶ δ’ οὐ μετετίθετο Καῖσαρ τοῦ φαύλου βίου, ὁ θαυμαστὸς καθηγητὴς τοιοῦτόν τι τεχνᾶται. ἰδὼν ὀλοφυρόμενον ἄνθρωπον καὶ θρηνοῦντα τῶν τῆς συγκλήτου καὶ λαμπρῶν καὶ τῶν εὐτυχεστέρων (καὶ γὰρ αὐτῷ προστέτακτο φορείῳ καταστέγῳ
1885τὴν γαμετὴν ἐγκλείσασθαι καὶ τῷ κρατοῦντι πέμψαι) παρεγγυᾶται μὴ πενθεῖν μηδὲ βαρέως φέρειν, αὐτὸν δ’ ἀντὶ τῆς γυναικὸς ἐγκλεῖσαι τῷ φορείῳ καὶ στεῖλαι πρὸς τὸν Καίσαρα· τοῦτο γὰρ δέον εἶναι. καὶ μόλις μέν, συμπείθει δ’ οὖν. τίνα τὰ μετὰ τοῦτο;
1890εἴσεισιν Ἀθηνόδωρος, εἴσεισι ξίφος φέρων. πέμπεται πρὸς τὸν Καίσαρα σημειωθεὶς σφραγῖδι. ὁ Καῖσαρ ὑποδέχεται, ῥήγνυσι τὰς σφραγῖδας. ἔξεισιν Ἀθηνόδωρος τὸ ξίφος ἐπισείων.
θαμβεῖται Καῖσαρ κατιδών, τῷ δέει κρυσταλλοῦται.
1895ὅρκοις αὐτὸν καταδεσμεῖ μηκέτι τοῦτο πρᾶξαι μηδ’ ἀλλοτρίαις τοῦ λοιποῦ καταχρανθῆναι κοίταις. Οὗτος πολὺν τῷ Καίσαρι συνδιατρίψας χρόνον, καὶ μέλλων ἀπαλλάττεσθαι πρὸς τὴν ἐνεγκαμένην, ἐπείπερ εἶδε Καίσαρα δύσοργον καὶ θυμώδη

(1900)

καὶ τάχιον ἐκφέροντα τὰς κολαζούσας ψήφους, ταχέως δὲ τὴν τοῦ θυμοῦ πυρκαϊὰν σβεννύντα καὶ τρόπους μεταπίπτοντα πρὸς φιλανθρωποτέρους, κύψας αὐτοῦ πρὸς ἀκοὰς ὡς δὴ καταφιλήσων “ὦ Καῖσαρ” ἔφη “σεβαστέ, τοῦτό σοι λείπει μόνον·
1905μὴ πρὶν τὰς ψήφους ἔκφερε πρὶν ἐν σαυτῷ λαλήσῃς τὸν τῶν γραμμάτων ἀριθμὸν τῶν εἴκοσι τεσσάρων.” ὁ δὲ στενάξας βύθιον καὶ πρὸς ἐκεῖνον βλέψας “ἔτι σου χρῄζω τῆς καλῆς” ἔφη “παιδαγωγίας. καὶ πάλιν ἔσο σὺν ἐμοί, καὶ Ῥώμη σε καθέξει.”
1910 Οὗτος ὁ Καῖσαρ ἤλαυνε τοὺς μετεωρολέσχας, μόνους κυδαίνων τοὺς σοφοὺς τιμαῖς ταῖς προσηκούσαις. τοσοῦτον δὲ πεφίλητο παρὰ τῶν ὑπηκόων, ὥστε τὸν βίον ἐκλείπειν μέλλων ἀνὴρ Ῥωμαῖος ἐπέτρεψε τοῖς ἑαυτοῦ παισὶ καὶ διαδόχοις
1915χαριστηρίους τοῖς θεοῖς προσενεγκεῖν θυσίας, ὅτι, φησί, τὸν σεβαστὸν ζῶντα καταλιμπάνω.
Ὡς δὲ καὶ Καῖσαρ ἔμελλεν ἀπαίρειν τῶν ἐνθάδε, παραστησάμενος αὐτῷ δημότας σὺν ὑπάτοις “πηλίνην” ἔφησεν “εὑρὼν τὴν τῶν Ῥωμαίων πόλιν
1920καλλίπυργον πεποίηκα λιθίνην στερεμνίαν. ἐπεὶ δὲ καὶ μεθίσταμαι τῆς τύρβης τῶν πραγμάτων, κροτῆσαι βούλομαι πολλοὺς ἐπὶ τῇ τελευτῇ μου καὶ χρήσασθαι γελοιασμοῖς καὶ κροταλίσαι χεῖρας ὡς ἐπὶ μίμου τελευτῇ γελοιαστοῦ καὶ παίκτου.”
1925καὶ ταῦτα διετάξατο τοῦ βίου καταπαίζων. ἐφ’ ὅλοις δὲ πεντήκοντα σὺν ἓξ κρατήσας χρόνοις τὴν ὀφειλὴν ἀπέδοτο, κατέβαλε τὸ χρέος. Τούτου τοῦ Καίσαρος ἀρχῆς τοῖς σκήπτροις ἐφεστῶτος ἐν ἔτει τεσσαρακοστῷ ναὶ μὴν πρὸς τῷ δευτέρῳ
1930ὁ συναΐδιος πατρὶ καὶ κοσμοκτίστωρ λόγος, εἰσδὺς νηδὺν τὴν καθαρὰν νεάνιδος ἀφθόρου, τὴν σάρκα συνεπήξατο ταύτης ἐκ τῶν αἱμάτων, καὶ σὺν αὐτῇ καὶ μετ’ αὐτῆς ἐπέφαινεν ἀνθρώποις, θεότητι παντέλειος καὶ φύσει βροτησίᾳ.
1935 Τοῦ σεβαστοῦ δὲ Καίσαρος τὸν βίον ἐκλιπόντος ἀρχηγετεῖ Τιβέριος, ὃς τὰ μὲν πρῶτα πρᾶος ὑπῆρχε καὶ μειλίχιος καὶ τρόπου φιλοδώρου, ἀλλ’ ὕστερον ἐξώκειλεν εἰς ἦθος μιαιφόνον καὶ γνώμην ὑπομόχθηρον καὶ ῥυπαροψυχίαν.
1940ἄρτι δὲ τέως παρελθὼν ἐπὶ τὴν βασιλείαν
οὕτως ὑπερπεφίλητο τοῖς ὑπὸ χεῖρα πᾶσιν ὡς φυλακῆς τε καὶ φρουρᾶς καὶ δορυφόρων ἄτερ βαδίζειν ὅπου δή ποτε νύκτωρ καὶ μεθ’ ἡμέραν. εἰ δέ τισιν ἐπέτρεψε πόλεως στρατηγίαν
1945ἢ τὴν τῶν φόρων εἴσπραξιν, οὐκ ἐν ὀλίγῳ χρόνῳ ἐκ τῆς ἀρχῆς παρέλυε καὶ τῆς ἡγεμονίας, ἐκεῖνο τὸ θρυλούμενον λέγων τοῖς ἐρωτῶσιν. ἄνθρωπος ἦν κατάνοσος, τοὺς πόδας ἡλκωμένος· ἰχώρων πέπλητο πολλῶν δυσόδμων δυσιάτων.

(1950)

αἱ μυῖαι κατεχόρευον ἐκείνου τῶν τραυμάτων, τὰς σηπεδόνας ἔβδαλλον, ἐμύζων τοὺς ἰχῶρας. ὀδύναις δὲ βαλλόμενος καὶ τληπαθῶν ὁ κάμνων οὐκ ἀπεσόβει τὰς δεινὰς καὶ θρασυτάτας μυίας. ὡς δέ τις κατῳκτείρησεν ἐπικαμφθεὶς τῷ πάθει
1955καὶ τὰς δὴ μυίας ἔμελλεν ἐκεῖθεν ἐκδιώκειν, ὁ πάσχων ἀνεβόησεν “ἄνθρωπε, ταύτας ἄφες, μή πως αὐτῶν διωχθεισῶν ἄλγος μοι προξενήσῃς· αἱ μὲν γὰρ κορεσθεῖσαί μου μελῶν τῶν σεσηπότων βραχέα με λυπήσουσιν, ἂν δ’ ἐπιπτῶσιν ἄλλαι,
1960προσφῦσαι βιαιότερον εἰς πλέον πικρανοῦσι.” ταῦτ’ ἔλεγε Τιβέριος περὶ τῶν φορολόγων, χρονίζειν λέγων δεῖν αὐτούς, ὡς κόρον ἐσχηκότας πραότερον προσφέρεσθαι τοῖς φορολογουμένοις. εἰ δέ τινα κατέμαθε τῶν εἰσπραττόντων φόρους
1965εἰς πλέον ἐκφερόμενον τοῦ διατεταγμένου
καὶ χρηματίζοντα βαρὺν καὶ πέρα τοῦ μετρίου, κολάσεσιν ὑπέβαλεν αὐτὸν ἀλγεινοτέραις, ἀναβοῶν καὶ κεκραγὼς ἑτέραν παροιμίαν “τὸν πόκον περικείρεσθαι βούλομαι τῶν προβάτων,
1970ἀλλ’ οὐ ξυρᾶσθαι δυσμενῶς μέχρις ἐπιδερμίδος.” τοιοῦτος ἦν ἐν ταῖς ἀρχαῖς, ἀλλ’ οὐχὶ μέχρι τέλους· καὶ γὰρ ἐκόλαζε πικρῶς πολλοὺς τῶν ἀναιτίων, ἀσυμπαθῶς μιαιφονῶν, καὶ τόσον ἐμισήθη ὡς ὀνομάζεσθαι πηλὸς αἵματι πεφυρμένος.
1975ἄνδρα καὶ γὰρ ὑπατικὸν καὶ τῶν εὐγενεστέρων τὴν κεφαλὴν ἀφείλετο καὶ σὺν αὐτῇ τὸν πλοῦτον, τοῦτο καὶ μόνον ἐπειπών, ὅτι τὸ νόμισμά μου φέρων ἐπικολπίδιον καὶ ῥυπαροὺς εἰς τόπους καὶ σκυβαλώδεις παρελθὼν βάρος γαστρὸς ἐκένου.
1980 Τοῦ Τιβερίου τούτου δὲ κατάρχοντος Ῥωμαίων τὸν Ἰησοῦν μου τὸν γλυκύν, τὸν τῆς ζωῆς ταμίαν, ἐπὶ σταυροῦ καθήλωσαν Ἑβραῖοι καὶ Πιλᾶτος. μετὰ δὲ τὴν καθαίρεσιν τοῦ στυγητοῦ θανάτου καὶ τὴν ἀπὸ τοῦ μνήματος ἐξέγερσιν τοῦ κτίστου
1985καὶ μετὰ τὴν ἐνσώματον ἔπαρσιν ἐκ τῶν κάτω μέχρι καὶ Ῥώμης ἔδραμε Μαγδαληνὴ Μαρία τῇ γλώσσῃ κατατρέχουσα τῶν παρηνομηκότων, καὶ Τιβερίῳ τὸν θυμὸν τοσοῦτον ὑπανῆψεν ὡς βαρυτάτῳ καὶ πικρῷ πάντας κολάσαι πότμῳ
1990τοὺς ἱερεῖς καὶ γραμματεῖς, ἀλλὰ καὶ τὸν Πιλᾶτον. Ὡς δέ ποτε Τιβέριος ἡρπάγη τῷ θανάτῳ, ἐν ἔτεσιν πρὸς τοῖς τρισὶν εἴκοσι βασιλεύσας, εἰς Γάϊον μετέπεσε τὸ τῶν Ῥωμαίων κράτος, θυγατριδοῦν ὑπάρχοντα Καίσαρος Τιβερίου·
1995ὃς ὢν καὶ ῥυπαρόβιος καὶ φονικὸς τὸν τρόπον παρθένους διεκόρησε γνησίας αὐθομαίμους, ἔπαιζε δὲ σὺν κυβευταῖς ἄχρι τοῦ περιόρθρου. σὺν τοῖς συμπόταις δέ ποτε κυβεύων ἐν Γαλλίαις καὶ δυσκληρῶν καὶ δυσπραγῶν ἐν τῷ παιγνίῳ τούτῳ,

(2000)

καὶ τὸν θησαυροφύλακα βλέψας βαρυθυμοῦντα ὅτι τὸ πᾶν κεκένωτο τοῦ θησαυροῦ χρυσίον, ἐξαναστὰς ἐκέλευσεν ἐκθερισθῆναι ξίφει πολλοὺς χρυσίῳ βρίθοντας, εὐθηνουμένους πλούτῳ. ἐκεῖθεν οὖν μετήντλησεν ὅλας χρυσίου λίμνας.
2005οὗτος ἰδών ποτε πηλὸν ἐν στενωπῷ τῆς Ῥώμης κόλποις Οὐεσπασιανοῦ τοῦ στρατηγικωτάτου βληθήσεσθαι προσέταξεν· ἦν γὰρ ἀγορανόμος. Ὡς δ’ ἀπεσφάγη Γάϊος ἐν μέσοις ἀνακτόροις, ἰθύνας τὸ βασίλειον τέσσαρσι χρόνοις κράτος,
2010ὁ Κλαύδιος ἡγήσατο παραλαβὼν τὸ κράτος· ὃς οὕτω δειλοκάρδιος καὶ τρομερὸς ὑπῆρχεν ὡς τοὺς φοιτῶντας παρ’ αὐτὸν ἀνερευνᾶν προστάττειν, μήπως ἐπικολπίδιον τύχοι τις κρύπτων ξίφος. εἰ δέ ποτε συμπόσιον γηθόσυνον συνίστη,
2015περιεστήκεσαν αὐτὸν ὁπλῖται δορυφόροι. κρατήσας δὲ τρισκαίδεκα τῆς βασιλείας ἔτη Κλαύδιος ὁ δειλότατος φαρμάκοις ἀναιρεῖται. Κλαυδίου φαρμαχθέντος δὲ Νέρων ὁ μητροκτόνος παρεισεφθάρη κάκιστα τοῖς τῶν Ῥωμαίων σκήπτροις.
2020ἦν δ’ ἀσελγὴς καὶ βδελυρὸς καὶ πλήρης ἀσωτείας, ἥττων γαστρὸς καὶ τῶν γαστρός, φίλοινος, φιλοπότης. οὗτος πολλοὺς ὑπήγαγε θανάτοις πικροτάτοις, καὶ τὴν μητέρα σὺν αὐτοῖς. εἴποι τις ἂν δικαίως ὅτι κακὸν εἰσήνεγκε τοιοῦτον τοῖς ἐν βίῳ.
2025ἐπικατέθυσε δ’ αὐτῇ καὶ τὴν ὁμοζυγοῦσαν. κακοῖς δ’ ἐπαύξων τὰ κακά, καὶ προστιθεὶς κακίω, εὐνούχῳ προσηρμόσατο πρὸς λέχους κοινωνίαν. ἔχαιρε δὲ κιθαρῳδοῖς καὶ γυναιξὶ παιστρίαις, καὶ πᾶν κακὸν καὶ πᾶν αἰσχρὸν ἀρρητουργῶν ἐπλήρου
2030σὺν ὀρχησταῖς, γελοιασταῖς, μίμοις, ἁρματοστρόφοις. τότε καὶ Πάρθοι τὴν ἀρχὴν τῆς Περσικῆς ἰσχύος εἰς ἑαυτοὺς παρέσπασαν, Πέρσας δεδουλωκότες. ὡς δὲ πολλοὺς ὁ μυσαρὸς Νέρων ἐδίδου ξίφει, ὡς ἀκροχάλιξ, ὡς ὑγρὸς χοῖρος ἀκρατοπότης,
2035ὑπὸ παντὸς μεμίσητο τοῦ πλήθους μῖσος ἄκρον, καὶ πάντες ἀπεστρέφοντο καὶ τὴν ἐκείνου θέαν·
αἰσχρὸν γὰρ σύμπαν ἔπραττεν ἐν μέσοις τοῖς θεάτροις. μὴ τοίνυν ἀνεχόμενοι Ῥωμαῖοι ταῦτα βλέπειν, μηδὲ δουλεύειν φέροντες ἡνιοστρόφῳ μίμῳ,
2040ἐπῆλθον ἀναιρήσοντες. τοῦτο δὲ γνοὺς ὁ Νέρων αὑτὸν διεχειρίσατο, τοῦτ’ ἐπειπὼν ἐν τέλει “οἷον, ὦ ζεῦ, κιθαρῳδὸν ὁ βίος ζημιοῦται!” ἔτη κρατήσας τέσσαρα πρὸς πληρεστάτοις δέκα. Γάλβας κατῆρξε μετ’ αὐτόν, καὶ μετ’ ἐκεῖνον Ὄθων,
2045ὁ μὲν ἑπτὰ γευσάμενος μῆνας τοῦ κράτους μόνον, ὁ δ’ οὐδὲ πλέον τῶν τριῶν μηνῶν σκηπτροκρατήσας. καὶ μετ’ αὐτῶν Βιτέλλιος, ὃς τοῖς ἀστερολέσχαις κηρύγματα προστέθεικε φεύγειν ἐξ Ἰταλίας· οἱ δ’ ἀντιπροτεθείκασι “φεῦγε τοῦ βίου, Καῖσαρ,”

(2050)

καὶ τὴν ἡμέραν γράψαντες καθ’ ἣν ἀποκτανθείη· μῆνας ὀκτὼ κρατήσας γὰρ ἔργον μαχαίρας ὤφθη. Τούτων λιπόντων τὴν ἀρχὴν καὶ σὺν αὐτῇ τὸν βίον στρατὸς Οὐεσπασιανῷ ψηφίζεται τὸ κράτος, τὸ κάλλος περικείροντι τῆς Ἰουδαίας τότε.
2055κἀκεῖνος μὲν ἀπῴχετο ναυστοληθεὶς πρὸς Ῥώμην, τὸν δὲ γενναιοκάρδιον υἱὸν αὐτοῦ τὸν Τῖτον Ἱερουσαλὴμ πολιορκεῖν ἀφῆκε σὺν δυνάμει, ἀναγορεύσας Καίσαρα διάδοχον τοῦ κράτους· ὃς μετὰ μόχθους ἱκανοὺς καὶ τὰς ἀνδροκτασίας
2060καὶ τὰς θαλάσσας τῶν συχνῶν αἱμάτων καὶ τοὺς φόνους,
ὑφ’ ὧν κατηρυθρώθησαν Σιὼν αἱ πεδιάδες καὶ δόρατα γεγόνασι λυθρόφυρτα καὶ ξίφη, ἀσπίδες αἱμοφόρυκτοι, φονοσταγεῖς παλάμαι, τέλος περιγενόμενος πόλεως τῆς ὀλβίας
2065τὰς ὀχυρὰς οἰκοδομὰς καὶ πύργους τοὺς εὐπύργους πυριφλεγεῖς πεποίηκε καὶ τὸν ναὸν καθεῖλε, πολλὰ πολλάκις ἐπ’ αὐτῷ στενάξας καὶ δακρύσας, καὶ πόλιν τὴν περικαλλῆ τὴν μυριανδρουμένην· ἠσβολωμένην τέθεικε, καπνῷ μεμορυγμένην,
2070ὡς περιστῆναι τὴν πολλὴν ἐκείνην εὐανδρίαν εἰς ἄπορον καὶ Σκυθικήν, ὅ φασιν, ἐρημίαν. παρέτου γενομένου δὲ τοῦ κράτορος ἐκ γήρους καὶ νόσῳ καταλύσαντος τὸν βίον καὶ τὸ κράτος, ἔτεσι βασιλεύσαντος οὐ πλείω τῶν ἐννέα,
2075Τῖτος παρῆλθεν εἰς αὐτό, θεῖος ἀνὴρ καὶ πρᾶος, ἀνὴρ φιλοδωρότατος, προετικὸς χρημάτων, καὶ τῆς ἀρχῆς κατάξιος καὶ τῆς ἡγεμονίας, κἂν ἦσαν ἄλλαι πλείονες ἀρχαὶ καὶ βασιλεῖαι, καὶ ταύτας ὢν ἐπάξιος διέπειν καὶ συνέχειν.
2080τούτου τὸ περιλάλητον καὶ θαυμαστὸν ἐκεῖνο “οὐκ ἐγενόμην βασιλεὺς τήμερον οὐδὲ κράτωρ· οὐδένα γὰρ κατήντλησα ῥείθροις εὐεργεσίας.” τούτου τὸ πολυύμνητον ἐκεῖνο καὶ γενναῖον “οὐ χρὴ τὸν θεασάμενον πρόσωπον βασιλέως
2085παλιννοστεῖν περίλυπον ἐν σκυθρωποῖς προσώποις.”
ἀλλ’ ἔφθη προαρπάσασα νόσος ἡ παλαμναία πρὸ χρόνου τὸν πανδέξιον, κρατήσαντ’ ἔτη δύο. τροχοῦ δ’ ἡ ἄστατος φορὰ καὶ ὁ πεττὸς τῆς τύχης κακῶς τῷ Δομετιανῷ τὸ κράτος ἐγχειρίζει,
2090φυέντι μὲν ἐκ τῶν αὐτῶν σπερμάτων ἐξ ὧν Τῖτος, οὐδὲν δὲ φέροντι κοινὸν οὐδ’ ἀδελφὸν πρὸς Τῖτον, ὡς εἶναι τὸ θρυλούμενον πανάληθες ἐκεῖνο “ἀμὶς καὶ ποτιστήριον ἐκ τῆς αὐτῆς ὑέλου, ποδονιπτὴρ καὶ κύπελλον ἐκ τῶν αὐτῶν χωμάτων.”
2095ἦν γὰρ ἐρασιχρήματος, κάπηλος τῶν πραγμάτων, διψῶν αἱμάτων καὶ σφαγῶν, μάγειρος τῶν ἀνθρώπων, κρεανομῶν ἀσυμπαθῶς, βρυχώμενος ὡς λέων. τούτῳ προεῖπέ τις σοφὸς ἀνὴρ ἀστερολέσχης πότε καὶ πῶς τεθνήξεται, τίς μετ’ αὐτὸν κατάρξει·

(2100)

ὁ δὲ παραστησάμενος ἐγγὺς τὸν ἀστρολόγον “σοὶ δ’” ἔφη “πόσος, ἄνθρωπε, ζωῆς ἐστὶν ὁ χῥόνος; καὶ πῶς καὶ πότε τελευτᾷς, καὶ ποῖόν σοι τὸ τέλος;” ἐκείνου δὲ λαλήσαντος τρανῶς καὶ φιλαλήθως ἅπερ αὐτὸν ἐδίδασκεν ὁ τῶν ἀστέρων δρόμος,
2105ὁ βασιλεὺς φενακιστὴν θέλων αὐτὸν ἐλέγξαι πυρὰν κελεύει λιπαρᾶς ἐξ ὕλης ἀναφθῆναι, καὶ πεδηθέντα κρατιῶς τὸν μετεωρολέσχην
ἀκοντισθῆναι κατ’ αὐτῆς περιηγκωνισμένον. ἀνῆπτο μὲν ἡ κάμινος, ᾔρετο μεταρσία
2110ἡ φλόξ, ἠπείλει φοβερόν, ἐφόβει καὶ μακρόθεν· φρικῶδες ἔβρεμε τὸ πῦρ, ἀέρα περιήχει· ὁ δ’ ἀστρολόγος πεδηθεὶς ἔκειτο μηδὲν πτήξας. τί μετὰ ταῦτα τὸ συμβάν; ἐπήρθη ποθὲν νέφος, τὸν οὐρανὸν ἠμαύρωσεν, ἠχλύωσεν ἀέρα.
2115ζοφῶδες ἦν, μελάντερον, κάθυγρον, ὀμβροφόρον· εἴκασεν ἄν τις ποταμοὺς ἐγκυμονεῖν ὑδάτων. ἐντεῦθεν ῥήγνυται βροντὴ καὶ μυκηθμὸς ἠχεῖται, καὶ πάντες ἦσαν ἐκποδών, ἔφευγον ἀνὰ κράτος, ὁ βασιλεύς, οἱ θεαταί, δημόται, δορυφόροι,
2120τὴν κάμινον οἱ τρέφοντες οἱ δήμιοι. καὶ τέλος ὄμβρος πολὺς καταρραγεὶς τὸ πῦρ ἀποσβεννύει, καὶ κύνες ἐπελάσαντες καὶ τοὺς δεσμοὺς φαγόντες τὸν ἀστρολέσχην λύουσι πολλὰ θεοκλυτοῦντα. καὶ ταῦτα μὲν τετέλεστο περὶ τὸν ἄνδρα τοῦτον·
2125αὐτὸς δὲ μέλλων τελευτᾶν ὁ θὴρ ὁ θυμολέων ἐν ὕπνοις βλέπειν ἔδοξεν ὡς ἵππου μελαντέρου βασιλικῶς ἐπέβαινε κατάφρακτος ὢν ὅπλοις, ἀπορρυέντων δ’ ἀπ’ αὐτοῦ τῶν ὅπλων αὐτομάτως εἰς χάσμα γῆς καὶ βόθυνον ἀθλίως κατηνέχθη
2130αὐτῷ σὺν ἵππῳ καὶ στολῇ, καὶ τέλος ἠφαντώθη.
Καὶ τοίνυν τούτου τὴν ψυχὴν ἐκρήξαντος βιαίως, ἐν ἔτεσι κρατήσαντος πέντε σὺν ἄλλοις δέκα, Νερούας τὰ βασίλεια σκῆπτρα παραλαμβάνει, χρηστὸς ἀνήρ, ἐπιεικής, κῆπος πολλῶν χαρίτων,
2135ὃς μυσαχθεὶς τὴν ἐκτομὴν τῶν ἀνδρικῶν κυλίνδρων οὐ συνεχώρει γίνεσθαι Ῥωμαίους ἐκτομίας, ἀλλὰ καὶ τοὺς ἐκτέμνοντας ἀπήλαυνε κολάζων. καὶ τοῖς ἐν τέλει συνεχῶς ἐδίδου γυμνὰ ξίφη, τὸ μὲν δοκεῖν, ὡς βλέψαιεν εἰ τμητικὰ τὰ ξίφη,
2140τὸ δ’ ἀληθές, μὴ δεδοικὼς ἂν παραυτίκα θάνῃ· οὐδὲν γὰρ ἔλεγε κακὸν αὑτῷ συνεγνωκέναι. Ἀλλὰ καὶ τοῦτον θάνατος ταχέως ἀφαρπάσας, κρατήσαντα πρὸς τέσσαρσι μησὶ καὶ χρόνον ἕνα, Τραϊανὸν κατέστησεν ἐν αὐτοκρατορίᾳ,
2145ἄνδρα στρατηγικώτατον, μυριονικηφόρον, καρτερικόν, εὐκάρδιον, γενναῖον, μενεμάχον, τὰς κρίσεις ἀρρεπέστατον ζυγὸν δικαιοσύνης. οὗτος Κελτῶν συνέκαμψε τοὺς ἀκαμπεῖς τραχήλους, οὗτος ὁρμὰς ἀνέκοψε Πάρθων φιλοπολέμων.

(2150)

τότε καὶ γὰρ εἰς πλατυσμὸν ἐληλακότες οὗτοι πάντας κατενεμήσαντο τοὺς τῆς Ἀσίας ὅρους, καὶ πάσης γῆς κατέδραμον κτείνοντες πυρπολοῦντες, καὶ τὰς αὐλαίας ἔπηξαν ἕως Εὐφράτου ῥείθρων.
ταῦτα δὲ γνοὺς Τραϊανὸς ἄρτι τετολμημένα,
2155καὶ τῆς ὁρμῆς τῆς Παρθικῆς ἀναμαθὼν τὸ θράσος, ἀπ’ ἄκρων γῆς εἰς ἄκρα γῆς ὀξέως μεταβαίνει, καὶ συμπλακεὶς καὶ τὰς αὐτῶν ῥήξας φαλαγγαρχίας, καὶ πεδιάδας τὰς ἐκεῖ δείξας σωματοστρώτους, τοῖς ὅροις κατηνάγκασεν ἐμμένειν τοῖς ἰδίοις,
2160καὶ Πάρθων τὰ σχοινίσματα συστείλας καὶ στενώσας καλλίνικος ἀνέζευξε, τὴν νίκην ἑορτάζων. οὗτος συνήλγει πάσχουσι, συνέκαμνε πονοῦσι, τοῖς ξένοις ἐπεκάμπτετο, φίλους παρεμυθεῖτο, ἀνεξικάκως ἔφερεν ἅπασαν λοιδορίαν,
2165δεῖν ἐξισοῦσθαι τῷ θεῷ λέγων τὸν βασιλέα καὶ στόματος ἀνέχεσθαι λοιδόρου καὶ βλασφήμου. παρούσης δὲ καὶ τῆς βουλῆς καὶ τῶν ἐν τέλει πάντων ξίφος γυμνώσας δέδωκεν ἐπάρχῳ τῷ τῆς Ῥώμης, “δέξαι τὸ ξίφος” ἐπειπών, “κἂν μὲν ἀδίκως ἄρχω,
2170χρῆσαι τῷ ξίφει κατ’ ἐμοῦ, μὴ φείσῃ τῆς ζωῆς μου· εἰ δὲ νομίμως καὶ καλῶς καὶ μετ’ εὐθυδικίας, ὑπὲρ ἐμοῦ γενέσθω σοι τὸ ξίφος ἐκδικοῦν με.” Ἀλλ’ οὗτος μὲν ἐξέλιπε πολλαῖς ἐμπρέψας νίκαις, χρόνοις ἐννέα σὺν ἑπτὰ μησὶν ἡγεμονεύσας,
2175Ἀδριανῷ δὲ τῷ γαμβρῷ κατέλιπε τὸ κράτος.
οὗτος ταῖς βίβλοις ἔχαιρε καὶ λόγοις ἐνετρύφα, καὶ πάντας οὓς ἐγίνωσκε θεραπευτὰς τοῦ λόγου μεγαλοδώροις δωρεαῖς συχνῶς ἐδεξιοῦτο. ἄνδρας δ’ ἐπήγετο σοφοὺς αὐτῷ συνεπομένους
2180ἐν στρατοπέδοις, ἐν σχολαῖς, ἐν πάσαις ἐκδημίαις, καὶ πᾶσαν γῆν ἐπίανεν ἀφθόνοις χορηγίαις. πᾶσιν οὖν ἦν τρισέραστος, καὶ βουλευταῖς καὶ δήμῳ. οὗτος τοὺς κακογνώμονας Ἑβραίους ἀποστάντας καὶ ζεύγλην ἐκλακτίσαντας Ῥωμαϊκῆς ἰσχύος
2185ἐπιστρατεύσας κατ’ αὐτῶν ἀπώλεσεν εἰς τέλος, λιμῷ καὶ ξίφει καὶ πυρὶ πάντας ἐκτρίψας ἄρδην. καὶ πόλιν Ἱερουσαλὴμ ἐκ βάθρων ἀνασκάψας Αἰλίαν μετωνόμασεν ὡς δυστυχῆ καὶ τοῦτο. ἀλλὰ μεταπιπτέτω μοι πρὸς ἄλλους τὰ τοῦ λόγου.
2190 Ὑδέρῳ καταλύσαντος Ἀδριανοῦ τὸν βίον, εἴκοσι πρὸς τοῖς τέσσαρσι χρόνοις βασιλευκότος, εἰς Ἀντωνῖνον μετ’ αὐτὸν τὸ σκῆπτρον μεταβαίνει, ὃς εὐσεβὴς ὠνόμαστο διὰ χρηστοτροπίαν, τὰ σκῆπτρα διιθύνας τε ἐν ἔτεσι δὶς δέκα
2195πρὸς ἄλλοις δύο τῆς ζωῆς θανὼν ἀποστερεῖται. καὶ μετ’ αὐτὸν ἐκράτησεν ὁ Μάρκος Ἀντωνῖνος. οὗτος ἐν πάσῃ τέθραπτο σοφίᾳ καὶ παιδείᾳ, καὶ χάρισι τῶν ἀρετῶν κατάκομος ὑπῆρχε, καὶ πάσαις κατηγλάϊστο τῶν ἀρετῶν ἰδέαις·

(2200)

διὸ καὶ προσεφέρετο πᾶσι σοφοῖς ἐντίμως, καὶ συνεχέσιν ἤρδευε ταῖς μεγαλοδωρίαις. τοῦτόν φασιν οἱ παλαιὰν γράψαντες ἱστορίαν, ἐπιτρεχόντων πολλαχοῦ μυρίων πολεμίων καὶ πᾶσαν τὴν Ῥωμαϊκὴν πορθούντων καὶ κειρόντων,
2205χρημάτων ἀπορούμενον, σφιγγόμενον ἐνδείᾳ καὶ μηδαμόθεν ἔχοντα στρατὸν ἀντεφοπλίσαι, τὸν κόσμον τὸν βασίλειον ἐν ἀγορᾷ προθεῖναι, ἔπιπλον πᾶν χρυσοϋφές, περιπορφύρους κάνδυς καὶ στέφη καταμάργαρα καὶ κλίνας λιθοστρώτους
2210αὐτήν τε πᾶσαν τὴν λαμπρὰν στολὴν τῆς βασιλείας, καὶ πάντα τὸν βουλόμενον κηρῦξαι δημοσίᾳ ὠνεῖσθαι τὰ προκείμενα μηδέν τι δειλιῶντα. ὠνοῦντο μὲν οἱ θέλοντες, καὶ χρήματα συνῆκτο· ὁ βασιλεὺς δὲ τῷ στρατῷ σκορπίσας τὸ χρυσίον
2215ἀντεπεξῆλθε τοῖς ἐχθροῖς, καὶ μάχην συγκροτήσας κατὰ πολλὴν εὐχέρειαν τῶν δυσμενῶν ἐκράτει, καὶ τρέψας πάντας εἰς φυγὴν καὶ κτείνας καὶ σκυλεύσας ὅλους ἐκεῖθεν θησαυροὺς ἐκτήσατο χρημάτων, καὶ πάλιν χρήματα προθεὶς τῆς ἀγορᾶς ἐν μέσῳ
2220ἐκήρυσσε τὸν θέλοντα λαμβάνειν τὸ χρυσίον καὶ τὸ κτηθέν, εἰ βούλοιτο, πάλιν ἀποδιδόναι. οὗτος καὶ Λεύκιον γαμβρὸν τὸν σὺν αὐτῷ κρατοῦντα
ἐκπέμπει πολεμήσοντα Πάρθοις τοῖς φιλομάχοις, τῶν Παρθυαίων ἄρχοντος τότε τοῦ Βολογέσου.
2225ἦν δὲ καλὸς ὁ Λεύκιος τὸ σῶμα καὶ τὴν γνώμην, εὐμήκης, εὔοπτος, ἡδύς, ξανθόκομος, ῥοδόχρους· ὃς καὶ συμμίξας τοῖς ἐχθροῖς ὑπερωφρυωμένοις ἐπί τε πλήθει καὶ στρατῷ καὶ φαρετροφορίᾳ, τέλος κατηγωνίσατο τὸ τοξοφόρον ἔθνος.
2230 Ἀλλὰ γὰρ ὧδε γεγονὼς τοῦ δρόμου καὶ τοῦ λόγου θαυμάζω τὸ παλίντοκον τοῦ τῶν ἀνθρώπων γένους, καὶ πῶς οὐκ ἐξεικάζονται παῖδες τοῖς σφῶν πατράσιν. ἀεὶ μὲν λεοντόθυμον σκυμνὸν ὁ λέων τίκτει καὶ πάρδαλις ταυτόθυμον καὶ τίγρις αὐτοτίγριν·
2235παρὰ δ’ ἀνθρώποις ἄνισοι παῖδες πρὸς τοὺς τοκέας. καὶ δῆλον ὡς προαίρεσις τούτων ἡ παραιτία. πρὸς τί μοι ταῦτα λέλεκται, καὶ τίς σκοπὸς τῷ λόγῳ; ὁ Μάρκος μὲν τοῖς φυσικοῖς ὑπέκυψε νομίμοις καὶ τὴν πηλὸν ἀπέδωκε τῇ δανεισάσῃ φύσει
2240δέκα κρατήσας ἔτεσι σὺν τοῖς λοιποῖς ἐννέα· υἱὸς δ’ ἐκείνου Κόμοδος παρῆλθεν εἰς τὸ κράτος, μεῖραξ πατρώζων κατ’ οὐδέν, μηδ’ ἐμφερές τι φέρων τῷ Μάρκῳ τῷ γεννήσαντι καὶ τῷ πεπαιδευκότι. μίμοις γὰρ ἔχαιρεν ἀεὶ καὶ μονομάχων θέαις
2245καὶ γυναιξὶ καὶ φαυλουργοῖς ἀνδράσι καὶ μεθύσοις,
καὶ ξίφος εἶχεν ἐνεργὸν κρεανομοῦν καὶ θῦον τοὺς δυνατοὺς καὶ προύχοντας καὶ τοὺς εὐπορωτέρους. ὅθεν καὶ τέλος εὕρατο κατάξιον τοῦ βίου· φαρμάκοις γὰρ ἀπέρρηξε ψυχὴν τὴν μιαιφόνον

(2250)

καὶ τὴν ζωὴν κατέστρεψεν ἀώρως καὶ πρὸ χρόνου, δὶς ἓξ κρατήσας ἔτεσι τοῦ βασιλείου κράτους. Ῥωμαίων δ’ ἦρξε μετ’ αὐτὸν Περτίναξ ὁ τριγέρων, ὃς μηδὲ φθάσας ἀγαγεῖν εἰς βασιλείους δόμους τοὺς παῖδας ἢ τὴν γαμετὴν ἀνόμως ἀνῃρέθη.
2255 Ἦν δέ τις Ἰουλιανὸς Δίδιος κεκλημένος· οὗτος, ὡς λόγος, ὤνιον ἐκτήσατο τὸ στέφος, τοὺς ταγματάρχας τοῦ στρατοῦ χρήμασιν ὑποφθείρας. ἀλλὰ γὰρ οὐκ ἀπώνατο τῆς βασιλείου τύχης, Σεβήρου δὲ τοῦ Λίβυος ἐπαναστάντος τούτῳ
2260μαχαίρας ἔργον γίνεται καὶ κακιγκάκως θνήσκει, μηδὲ γευσάμενος σχεδὸν τοῦ μέλιτος τοῦ κράτους, δύο καὶ μόνοις ἐντυχὼν μησὶ τῆς βασιλείας. ἡ δὲ πολύζηλος αὐτὸν ἀπολιποῦσα τύχη Σεβήρῳ προσεγέλασε καὶ χαροπὸν ἐνεῖδε.
2265 Τοῦτον ἀκούω δείμασθαι λουτρὸν τὸ τοῦ Ζευξίππου, τὸ μέγα καὶ περίπυστον τῆς Βυζαντίδος θαῦμα,
καὶ τοῦτο δὴ τὸ θέατρον τὸ τῆς ψυγαγωγίας, τὸ πόλεις ὅλας ἱκανὸν στέγειν καὶ γεναρχίας, ἐν ᾧ πρὸς τέρψιν θέουσιν ἁμιλλητῆρες ἵπποι.
2270 Ὁ δὲ Σεβῆρος ἱκανῶς ἐπιβιοὺς τῷ κράτει, καὶ δέκα ὅλοις ἔτεσι προσδιαρκέσας τούτῳ σὺν ἄλλοις ἓξ πρὸς τῷ ἑνί, νόσῳ δεινῇ ἐμπίπτει, καὶ μέλλων θνήσκειν τοῖς παισὶ τὰ σκῆπτρα καταλείπει, ὧν ὁ μὲν πρῶτος ἔλαχε τὴν Ἀντωνίνου κλῆσιν,
2275ὃν ἔλεγον Καράκαλλον, ὁ μετ’ αὐτὸν δὲ Γέτας ἀρχῆθεν κατωνόμαστο πρὸς τῶν γεγεννηκότων. οὗτοι δ’ εἰς ἓξ κρατήσαντες τῆς βασιλείας ἔτη καὶ μῆνας δύο τῆς ἀρχῆς καὶ τῆς ζωῆς στεροῦνται. Τῶν σκήπτρων τοίνυν ὁ πεττὸς συχνάκις μεταπίπτων
2280σὺν ἄλλοις ἐχαρίσατο τὴν αὐτοκρατορίαν καὶ τῷ Διοκλητιανῷ τῷ παρανομωτάτῳ, ὃς προσεταιρισάμενος τὸν ταυτογνωμονοῦντα Μαξιμιανὸν Ἑρκούλιον, τοῦ Σατανᾶ τὸν παῖδα, τοῦ κράτους ἔσχε κοινωνόν. τῆς ἀνοχῆς σου, λόγε!
2285καὶ συνδραμόντων εἰς ταὐτὸ δύο κακῶν μεγάλων, ποῖον δεινὸν οὐχὶ παρῆν, ποῖον δ’ οὐκ ἐτολμᾶτο! σφαγαὶ καὶ πόνοι πανταχοῦ, καὶ λιμνασμὸς αἱμάτων. καὶ τὸ ζοφῶδες τῆς εἱρκτῆς εἶχε πολλοὺς ἐμφρούρους, καὶ μᾶλλον τοὺς ἀπὸ Χριστοῦ τὴν κλῆσιν ἐσχηκότας·
2290πνεύσαντες γὰρ σφοδρότερον ἀνέμων βαρυθρόων τῆς εὐσεβείας τὸ φυτὸν ἀρτίφυτον ὑπάρχον ἐφιλονείκουν ἐκ ῥιζῶν πρεμνόθεν ἀνασπάσαι ὡς κλάδον νεομόσχευτον, ὡς ἁπαλὸν δενδρίον. ἐντεῦθεν στρέβλαι καὶ δεσμά, κατάθυσις ἀνθρώπων,
2295καὶ σάρκες μελιζόμεναι καθάπερ ἐν μακέλλῳ. ἀλλὰ θυμομαχήσαντες ἀλόγιστα πρὸς τοῦτο, καὶ μάτην ὑλακτήσαντες ὡς κύνες λυσσητῆρες, ὄνομα δὲ τὸ τοῦ Χριστοῦ σβέσαι μὴ δυνηθέντες, μανέντες οἱ τρισάθλιοι ῥιπτοῦσι μὲν τὸ στέφος,

(2300)

εἰς τύχην δὲ κατάγουσιν αὑτοὺς ταπεινοτέραν, καὶ κήπων ἐπιμεληταὶ καὶ φυτευταὶ δενδρέων καὶ φυτοσκάφοι γίνονται, καὶ λαχανοκομοῦσιν. ἀναλαβέσθαι πάλιν δὲ θελήσαντες τὸ κράτος καὶ τοῦ σκοποῦ διήμαρτον καὶ τοῦ καταθυμίου,
2305καὶ τὰς ψυχὰς ἀπέρρηξαν θανάτοις βαρυτάτοις, τῆς βασιλείας ἄρξαντες εἴκοσι δύο ἔτη. Οὗτοι λαμβάνουσι γαμβροὺς αὑτῶν ταῖς θυγατράσιν, ἀναγορεύσαντες. αὐτοὺς Καίσαρας οἷα τέκνα, ὁ πρῶτος μὲν Γαλλέριον ἐπὶ τῇ Βαλερίᾳ,
2310Μαξιμιανὸς δὲ Κώνσταντα τὸν τοῦ Κλαυδίου παῖδα τοῦ πρὸ μικροῦ τὸ τῆς ἀρχῆς ἀνεζωσμένου κράτος. εἶχε δ’ ὁ Κώνστας γαμετὴν Ἑλένην τὴν ὀλβίαν,
ἐξ ἧς ὁ μέγας νικητὴς προῆλθε Κωνσταντῖνος· ἀλλὰ γὰρ δυσωπούμενος τὸ κῆδος τοῦ τυράννου
2315αὐτὴν ἀποβαλλόμενος μίγνυται Θεοδώρᾳ, Μαξιμιανοῦ τῇ θυγατρί, καὶ παῖδας ἀποτίκτει, μεθ’ ὧν καὶ τὸν Κωνστάντιον τοῦ Γάλλου τὸν πατέρα καὶ τοῦ παρανομήσαντος καὶ δεδυσσεβηκότος Ἰουλιανοῦ τοῦ μυσαροῦ καὶ καταρατοτάτου.
2320 Ὁ Κωνσταντῖνος τοιγαροῦν τοῦ Κώνσταντος τὸ λάχος ὡς πατρικὸν παραλαβών, καὶ βλέπων τὰ Ῥωμαίων κακῶς περιστροβούμενα ζάλαις ἀλλεπαλλήλοις ὡς τῆς ἀρχῆς εἰς πλείονας ἀρχὰς διῃρημένης (ἦρχε καὶ γὰρ Μαξέντιος, καὶ μετ’ αὐτοῦ Σεβῆρος,
2325καὶ Μαξιμῖνος σὺν αὐτῷ μετὰ τοῦ Γαλλερίου), ἐγείρει μάχας κατ’ αὐτῶν, κατατροποῦται πάντας, καὶ βασιλεὺς καθίσταται καὶ κράτωρ μονοκράτωρ, καὶ θρέμμα γίνεται Χριστοῦ σεπτῆς ἀγελαρχίας, πρῶτος ἀνάκτων τῷ Χριστῷ προσκολληθεὶς γνησίως.
2330οὗτος καθεῖλε τοὺς βωμούς, ἔκλεισε τὰ τεμένη ἐν οἷς προσῆγον Ἕλληνες δαίμοσι τὰς θυσίας, καὶ τῶν αἰσχρῶν ἐναγισμῶν καὶ ῥυπαρῶν ὀργίων σχολὴν κατεψηφίσατο καὶ πάσης βδελυρίας. καὶ γέγονε περίτρανος σάλπιγξ ἀργυροσάλπιγξ,
2335ἀπ’ ἄκρων γῆς εἰς ἄκρα γῆς ἠχοῦσα καὶ βοῶσα, καὶ πανταχῇ σαλπίζουσα τὴν εἰς τὸν κτίστην πίστιν.
πόλεως δὲ βουλόμενος δομήτωρ χρηματίσαι τὴν τῶν τυφλῶν κατέλαβε Χαλκηδονίων πόλιν. καὶ κτίζειν ἀπαρξάμενος πρᾶγμα κατεῖδε ξένον·
2340καὶ γὰρ μεγαλοπτέρυγες ὄρνιθες ἐπιπτάντες τοὺς λίθους ἀφαρπάσαντες μετήνεγκαν ἐκεῖθε ἐπὶ τὴν πόλιν Βύζαντος τὴν περικαλλεστάτην. ὁ τοίνυν θεοφρούρητος αὐτάναξ Κωνσταντῖνος οὐκ ἀπὸ τύχης ἐγνωκώς, ἀλλ’ οὐδ’ ἐκ ταυτομάτου
2345συμβῆναι τὸ γενόμενον τοῦτο περὶ τοὺς λίθους, ἐκεῖθεν μεταθέμενος στρέφει τὴν γνώμην ὅλην ἐπὶ τὴν πανευδαίμονα πόλιν τῶν Βυζαντίων, καὶ πόλιν ὀλβιόπολιν αὐτῇ προσανεγείρει, πόλιν τὴν μεγαλόπολιν, πόλιν τὴν νέαν Ῥώμην,

(2350)

Ῥώμην τὴν ἀρρυτίδωτον, τὴν μήποτε γηρῶσαν, Ῥώμην ἀεὶ νεάζουσαν, ἀεὶ καινιζομένην, Ῥώμην ἀφ’ ἧς προχέονται χαρίτων αἱ συρμάδες, ἣν ἤπειρος προσπτύσσεται, θάλασσα δεξιοῦται, ἠπίως ἀγκαλίζονται παλάμαι τῆς Εὐρώπης,
2355ἀντιφιλεῖ δ’ ἑτέρωθεν τὸ τῆς Ἀσίας στόμα. Ἀλλὰ τὰ μὲν αὐχήματα ταύτης τῆς βασιλίδος ἑτέρου λόγου καὶ καιροῦ καταριθμεῖν καὶ γράφειν· ἐπὶ δὲ τὴν διήγησιν πάλιν ἐπανιτέον. ὁ γάρ τοι γαληνότατος καὶ μέγας Κωνσταντῖνος
2360ἔτεσι μὲν ἐκράτησε δέκα σὺν ἄλλοις δύο τῆς πρεσβυτέρας Ῥώμης καὶ δὶς δέκα Βυζαντίδος· ὡς δ’ ἔμελλεν ὡς ἄνθρωπος ἐκ γῆς γεγεννημένος τὸν χοῦν ἀποφορτίζεσθαι καὶ τῇ πηλῷ διδόναι τὴν δανεισθεῖσαν παρ’ αὐτῆς τοῦ σκήνους κεραμείαν,
2365Κωνστάντιον τὸν δεύτερον υἱὸν ἀναγορεύει πάσης ἑῴας κράτορα, τοῖς δὲ παισὶ τοῖς ἄλλοις (ἦσαν δ’ αὐτοῖς ὀνόματα Κώνστας καὶ Κωνσταντῖνος) χειρίζει τὰ προσέσπερα καὶ Ῥώμην καὶ Γαλλίας. ἀλλ’ οὗτοι μὲν ἀπέσβησαν τάχιον καὶ πρὸ χρόνου,
2370πόλεμον φεῦ εἰς ἔμφυλον ἀλλήλοις καταστάντες καὶ τὰς ἀλλήλων θέλοντες ἁρπάσαι κρατορίας· εἰς μόνον δὲ Κωνστάντιον τὸ πᾶν μετέβη κράτος, ὃς τὰ μὲν πρῶτα Καίσαρα τετίμηκε τὸν Γάλλον, τὸν αὐτανεψιὸν αὐτοῦ, τὸν Κωνσταντίου παῖδα,
2375βασιλειῶντα δὲ μαθὼν καὶ τυραννεῖν ὁρμῶντα καὶ πάντα μηχανώμενον ὥστε τυχεῖν τοῦ πόθου τὴν κεφαλὴν ἀφείλετο, πᾶσαν ὁρμὴν προφθάσας. τὸν ἀδελφὸν τοῦ Γάλλου δέ, τὸν χοῖρον τὸν δυσώδη, Ἰουλιανὸν τῷ Καίσαρος ἐκόσμησε στεφάνῳ·
2380ἐφ’ οἷς ἀστεϊζόμενος δῆθεν ὁ παραβάτης, καὶ τὴν ἐσθῆτα τὴν αὑτοῦ δεικνὺς τὴν ἐκ πορφύρας, ἐκεῖνο τὸ θρυλούμενον ἐπέλεγε τοῖς πέλας “πορφύρεός τε θάνατος κατέλαβε καὶ μοῖρα,”
ὡς ἐν χλαμύδι πορφυρᾷ καὶ Γάλλου τεθνηκότος.
2385μετὰ μικρὸν δ’ ἀποστατεῖ θεοῦ καὶ βασιλέως, ἐξόμνυται τὸν σεβασμὸν ὃν εἶχεν εἰς τὸν κτίστην, καὶ προσκολλᾶται δαίμοσι τοῖς τρισαλιτηρίοις, αἵμασιν ἀποπλύνει δὲ φεῦ τὸ λουτρὸν τὸ θεῖον, ὅπλα κινεῖ καὶ πόλεμον κατὰ τοῦ σεσωκότος,
2390καὶ περιτίθησιν αὐτῷ τὴν αὐτοκρατορίαν. ὅπερ μαθὼν Κωνστάντιος, καὶ τῷ θυμῷ καχλάσας, νόσῳ πιέζεται δεινῇ, καὶ μετ’ ὀλίγον θνήσκει, κατάρξας τὸ βασίλειον εἴκοσι κράτος ἔτη, ταῦτα τὰ τρία πονηρὰ τὰ παρ’ αὐτοῦ πραχθέντα
2395ἀνακλαιόμενος πικρῶς καὶ φέρων ἐπὶ γλώττης, τοῦ Γάλλου τὴν ἀναίρεσιν ἀδίκως γεγονυῖαν, πίστεως τὴν παρατροπὴν καὶ τὴν καινοτομίαν, καὶ τὴν ἀνάρρησιν αὐτοῦ τοῦ θεομισεστάτου. Ἀλλὰ γὰρ οὐκ ἐνύσταξεν ἐπὶ μακρὸν ἡ δίκη,

(2400)

οὐδ’ ὁ παντόπτης ὀφθαλμὸς ἐκάμμυσεν εἰς πλέον, ἀλλ’ ἤγειρε τὸ βλέφαρον, εἶδε τὸν ἀποστάτην, κατεῖδε τοὺς ἐναγισμοὺς καὶ τὰς ζωοσφαγίας, τοὺς τῶν αἱμάτων ποταμούς, τὰς ἀνθρωποκτονίας, καὶ πᾶν αἰσχρὸν καὶ μυσαρὸν καὶ πλῆρες δυσσεβείας
2405τὸ παρ’ αὐτοῦ τελούμενον, καὶ μυσαχθεὶς τὴν λύσσαν τοῖς Πέρσαις παραδέδωκεν ὡς λέουσιν ἀγρίοις
τὸν χοῖρον τὸν πηλόφυρτον πικρῶς διασπαράξαι. καὶ πίπτει μὲν ὁ δυσσεβὴς ἔργον φανεὶς ῥομφαίας, μῆνας ἑπτὰ τὸ εὐκλεὲς κράτος τῆς βασιλείας
2410σὺν ἔτη δύο δυσσεβῶς ταράξας καὶ κυκήσας· ἡ γῆ δ’ οὐ παραδέχεται τὸ σκῆνος τοῦ βεβήλου, ἀλλ’ ἐν σεισμῷ καὶ τιναγμῷ κάτωθεν ἀποπτύει τὸν ἀσεβείας συσσεισμῷ δονήσαντα τὴν κτίσιν. καὶ πάλιν λάμπει φαιδρωπὸν τῆς πίστεως ἡ χάρις
2415τὸ στέφος Ἰωβιανοῦ τοῦ κράτους δεξαμένου. Ἀλλὰ καὶ τούτου πρὸς μικρὸν τῆς τύχης γευσαμένου καὶ παρελθόντος τάχιον καὶ γῆθεν μεταστάντος (μῆνας ὀκτὼ γὰρ τῆς ἀρχῆς ἐκράτησε Ῥωμαίων) εἰς Οὐαλεντινιανὸν τὰ σκῆπτρα μεταβαίνει,
2420ὃς ἀδελφὸν Οὐάλεντα τὸ στέφος περιβάλλει καὶ τῆς ἑῴας κράτορα τοῦτον ἀναδεικνύει, τὸν δὲ καλὸν Γρατιανὸν τῆς πρεσβυτέρας Ῥώμης, τὸν ἐκ Σεβήρας γαμετῆς αὐτῷ γεγεννημένον. Οὐάλης μὲν οὖν ὁ δυσσεβὴς προσθέμενος Ἀρείῳ
2425τῷ κατὰ τοῦ δεσπότου μου κακῶς φρυαξαμένῳ, καὶ τὸν λαὸν τὸν εὐσεβῆ πικράνας καὶ συνθλίψας, πυρὸς τροφὴ μετ’ οὐ πολὺ γίνεται τοῦ παμφάγου, ἀχυρμιὰν καθυποδὺς ἐν τῷ τοὺς Σκύθας φεύγειν, δέκα πρὸς τέσσαρσιν ἀρχῆς κρατήσας τῆς ἑῴας.
2430ὁ δὲ καλὸς Γρατιανὸς Οὐάλεντος πεσόντος,
καὶ πάσης ἤδη τῆς ἀρχῆς εἰς τοῦτον μεταστάσης (καὶ γὰρ Οὐαλεντινιανὸς ἔφθη δοῦναι τὸ χρέος, ὁ τῆς παρόδου τῆς εἰς φῶς αἴτιος φανεὶς τούτῳ, χρηστὸς ἀνήρ, θεοσεβής, ἄλκιμος τὰ πρὸς μάχας,
2435δύο πρὸς δέκα τῆς ἀρχῆς κρατήσας τῶν Αὐσόνων), τὸν πρῶτον Θεοδόσιον ἄρχειν τῆς ἕω πέμπει, ἄνδρα βριθύν, ἀρεϊκόν, ἐξ Ἱσπανίας φύντα, οὐ χαρισάμενος αὐτῷ τὸ κράτος ἀλογίστως, δοὺς δὲ τῆς νίκης ἔπαθλον ἥνπερ κατὰ βαρβάρων
2440ὑπερβαινόντων ψάμαθον τὴν παραγιαλῖτιν ὑπὸ θεοῦ φρουρούμενος ἤνυσεν ὁ γεννάδας. ὁ κράτωρ οὖν Γρατιανὸς ἐκεῖνον βασιλεύσας καὶ τοῖς ἑῴοις γένεσι μόναρχον ἐπιστήσας, τὰ μέρη τὰ προσέσπερα καὶ Ῥώμην οἰκειοῦται.
2445 Οὗτος, φασίν, ὁ βασιλεὺς γυναίου προσελθόντος καὶ κατειπόντος πρὸς αὐτὸν τοῦ συνομοζυγοῦντος ὅτι πληγὰς καὶ ῥαβδισμοὺς αὐτῇ συχνῶς ἐπάγει, “οὐδέν, ὦ γύναι, πρὸς ἐμὲ τοῦτ’ ἔφησεν εὐστόχως. ἐκείνης δὲ τῆς γυναικὸς αὖθις προσεπειπούσης

(2450)

καὶ κατ’ αὐτοῦ βουλεύεσθαι Γρατιανοῦ τὸν ἄνδρα, πάλιν ἀνταπεκρίνατο “τί σοι πρὸς τοῦτο, γύναι;” εὐστόχως δ’ οὕτω τοι φασὶ Γρατιανὸν τοξεύειν ὡς φρένας ἔχειν λέγεσθαι Γρατιανοῦ τὰ βέλη. Τούτου σφαγέντος οἴκτιστα παρά τινος τυράννου
2455ὁ κράτωρ Θεοδόσιος Ῥώμην καταλαμβάνει, καὶ τὸν φονέα τίννυται, καὶ τὸ τῆς Ῥώμης κράτος εἰς Οὐαλεντινιανὸν τὸν νέον μεταφέρει, τὸν ἀδελφὸν Γρατιανοῦ τοῦ βεβασιλευκότος. καὶ πάλιν ἄλλος τάραχος, πάλιν βαρύθρους κλύδων,
2460τὸ τῆς ἀρχῆς φιλονεικῶν καταποντίσαι σκάφος. Εὐγένιός τις τυραννεῖ, καὶ βασιλεὺς ἀγχόνῃ χρησάμενος ὀδυνηρῶς τὸν βίον καταστρέφει. καὶ πάλιν Θεοδόσιος κατὰ τοῦ παλαμναίου. ζωγρεῖται γοῦν ὁ τύραννος, δεσμεῖται χειροπέδαις,
2465τοῦ θράσους δίκας τίννυσι καὶ τῶν τετολμημένων, καὶ τῆς ζωῆς καὶ τῆς ἀρχῆς ἐλεεινῶς ἐκπίπτει. καὶ βασιλεὺς Ὁνώριος τῆς πρεσβυτέρας Ῥώμης καὶ κράτωρ ἀναδείκνυται πρὸς τοῦ πατρὸς αὐτάναξ, ὃς ἐκ Πλακίλλης γέγονεν υἱὸς Θεοδοσίῳ.
2470Θεοδοσίου δὲ λοιπὸν τὸν βίον λελοιπότος, ἐν ἔτεσιν ἰθύναντος δεκαεπτὰ τὸ κράτος, Ἀρκάδιος χειρίζεται τοὺς οἴακας τῆς ἕω, ἐκ τῶν αὐτῶν ἀναφυεὶς σπερμάτων Ὁνωρίῳ. τότε καταφρονήσαντες ὡς μαλακοκαρδίου
2475τοῦ τῆς ἑσπέρας ἄρχοντος αἱματορρόφοι Γότθοι, φίλοπλον ἔθνος, δύσμαχον, χαῖρον ἀνδροκτασίαις, τῶν ὅρων κατατρέχουσι τῆς παλαιτέρας Ῥώμης,
καὶ πλοῦτον τὸν βασίλειον Ἀλάριχος λαμβάνει καὶ Πλακιδίαν ἀδελφὴν οὖσαν τοῦ βασιλέως,
2480ἥτις φυγοῦσα παρευθὺ τὰς χεῖρας τῶν βαρβάρων σπουδῇ πρὸς τὸν Ὁνώριον τὸν ἀδελφὸν ἐκτρέχει, εἰς Ῥάβενναν στερρόπυργον πόλιν προσπεφευγότα, καὶ Κωνσταντίῳ ζεύγνυται τῷ ταύτην σεσωκότι· ἐξ ὧν Οὐαλεντινιανὸς ὁ νέος ἀπετέχθη,
2485ὁ μετὰ ταῦτα βασιλεὺς ἀναδειχθεὶς τῆς Ῥώμης. ὡς δὲ τὸν χοῦν Ἀρκάδιος ἀπέθετο τοῦ σκήνους, ἔτεσι δέκα πρὸς τρισὶν αἰσίως βασιλεύσας, τῆς ἕω Θεοδόσιος ἐγκάθηται τοῖς θρόνοις, ὃν βασιλεὺς Ἀρκάδιος ἐξ Εὐδοξίας ἔσχεν.
2490 Ὁ τοίνυν Θεοδόσιος ἰδίαν θυγατέρα πέμπει Οὐαλεντινιανῷ πρὸς γάμου κοινωνίαν. ἀλλὰ γὰρ τὸ φιλήδονον τούτου τοῦ νεανίου καὶ λύττησις ἀκάθεκτος ἡ τῆς φιλοσαρκίας ζωῆς αὐτὸν ἐστέρησε καὶ κράτους βασιλείου,
2495καὶ τὴν τοῦ λέχους κοινωνὸν κατήγαγεν εἰς ὕβριν. ὅπως δὲ τοῦτο γέγονεν εἰρήσεται συντόμως. Μάξιμος ἦν ὑπατικὸς ἐν Ῥώμῃ πρωτιστεύων. τούτῳ συνῴκει γύναιον ἐπέραστον τὴν ὄψιν, κάλλος ἀμήχανον αὐχοῦν, κῆπος ἄντικρυς κάλλους·

(2500)

ἐκόσμει δὲ τὸ γύναιον ἡ σωφροσύνη πλέον. ὅπερ ἰδὼν ὁ βασιλεὺς ἁλίσκεται τῷ κάλλει,
καὶ πάντα κάλων συγκινεῖ πρὸς τὸ τυχεῖν τοῦ πόθου. τῷ γοῦν ἀνδρὶ τῆς γυναικὸς Μαξίμῳ συγκυβεύων καὶ καθυπέρτερος φανείς, μὴ φέροντος χρυσίον,
2505λαμβάνει τὸν δακτύλιον τὸν χρύσεον ἐκείνου, φερέγγυον ἐσόμενον τῶν ἐποφειλομένων. ἐκπέμπει τὸν δακτύλιον τῇ γυναικὶ σημεῖον, τὴν ἄφιξιν ἐνδώσοντα τὴν πρὸς τὴν βασιλίδα. πιστεύει τούτοις ἡ γυνή, γνωρίζει τὸ σημεῖον.
2510φθάνει πρὸς τὰ βασίλεια. τίνα τὰ μετὰ ταῦτα; ὁ βασιλεὺς ἀπολαβὼν ταύτην αἰσχύνει βίᾳ. μανθάνει ταῦτα Μάξιμος, πιμπρᾶται τὴν καρδίαν, εἰς ἄμυναν ὁπλίζεται, δόλους παντοίους ῥάπτει, καὶ τελευταῖον θανατοῖ ξίφει τὸν βασιλέα,
2515φρουρῶν ἀρίστων στρατηγῶν πρῶτον αὐτὸν στερήσας, αἰσχύνει καὶ τὴν γαμετὴν τούτου τὴν Εὐδοξίαν. ἡ βασιλὶς δεινοπαθεῖ, τὴν ὕβριν ἀναστένει, καὶ πέμπει πρὸς Γιζέριχον τῶν Οὐανδήλων ῥῆγα, κατὰ τῆς Ῥώμης ἐπελθεῖν ἐκεῖνον παρορμῶσα.
2520ἐπῆλθεν ὁ Γιζέριχος, ἐκράτησε τῆς Ῥώμης, ἠνδραποδίσατο πικρῶς, δορυαλώτους ἔσχεν αὐτήν τε τὴν βασίλισσαν καὶ τὰς ἐκείνης κόρας. Ἡ μὲν οὖν Ῥώμη πρὸς μικρὸν ἔτι βασιλευθεῖσα τὸ κράτος τὸ βασίλειον εἰς τέλος ἀφῃρέθη,
2525καὶ τῶν βαρβάρων τοῖς ῥηξὶν εἶξε καὶ τοῖς ἐθνάρχαις, καὶ ταῖς παλάμαις δυστυχῶς τούτων ἐταπεινώθη. ἦρξε μὲν οὖν ὁ Μάξιμος ὁ τότε τυραννήσας, καὶ μετ’ αὐτὸν Ἀνθέμιος, Ὀλύβριος ὁ πάνυ· μετὰ δὲ τὸν Ὀλύβριον ἐκράτησε Μαΐωρ,
2530καὶ μετ’ αὐτὸν Γλυκέριος, καὶ μετὰ τοῦτον πάλιν Νεπωτιανὸς Ὀρέστης τε, καὶ μετὰ τὸν Ὀρέστην ὁ παῖς Ῥωμύλου τῆς ἀρχῆς ἥψατο τελευταῖος. καὶ πόλις μεγαλώνυμος, ἡ τῶν Ῥωμαίων πόλις, Ῥωμύλον σχοῦσα κατ’ ἀρχὰς ἔννομον βασιλέα,
2535καὶ πάλιν περιστήσασα τὸ κράτος εἰς Ῥωμύλον οὐκέτι τὴν κυβέρνησιν ἔσχεν ἐκ βασιλέων, βαρβάροις δ’ ὑποκύψασα καὶ χωροβατηθεῖσα, καὶ τούτοις δυστυχήσασα δορύληπτος γενέσθαι, ῥῆγας κατεῖδεν ἄρχοντας, χωράρχας, σατραπάρχας.
2540καὶ στερηθεῖσα δυσκλεῶς ὑπάτων καὶ κρατόρων καὶ δικτατόρων καὶ βουλῆς, ἀλλὰ καὶ πατρικίων, ἐπωμαδίαν ἤνεγκε τὴν ζεύγλην τῶν βαρβάρων. καὶ πρώην χρηματίζουσα βοῦς ἀγελαῖος ἄζυξ ὑπήκοος ἐγένετο δυνάσταις ἀροτρεῦσι,
2545καὶ γῆς τοῖς αὐλακίσμασι τρύχεσθαι κατεκρίθη. Καὶ ταῦτα μὲν συμβέβηκε τῇ πρεσβυτέρᾳ Ῥώμῃ· ἡ δ’ ἡμετέρα τέθηλεν, αὔξει, κρατεῖ, νεάζει, καὶ μέχρι τέλους αὔξοιτο, ναὶ βασιλεῦ παντάναξ,
τοιοῦτον σχοῦσα τηλαυγῆ φωσφόρον βασιλέα,

(2550)

μέγιστον Αὐσονάνακτα, μυριονικηφόρον, Κομνηνιάδην Μανουήλ, πορφύρας χρυσοῦν ῥόδον, οὗπερ τὸ κράτος ἥλιοι μετρήσαιεν μυρίοι. Ἀλλὰ γὰρ πάλιν εἰς ὁδὸν ὁ λόγος ἀναγέσθω, καὶ τερματούτω τὸν λοιπὸν δρόμον τῆς ἱστορίας.
2555 Τὸν νέον Θεοδόσιον ἔτι παιδίσκον ὄντα ἄγοντά τε τὴν ἁπαλὴν καὶ πρώτην ἡλικίαν Ἀρκάδιος ἐνίδρυσε τοῖς βασιλείοις θρόνοις, καὶ φύλακας ἐπέστησεν αὐτῷ τῆς βασιλείας τοὺς τῆς συγκλήτου προύχοντας καὶ τοὺς ἀγχινουστέρους,
2560καὶ σὺν αὐτοῖς τὸν ἄρχοντα Περσίδος Ἰσδιγέρδην· ὃς καὶ μαθὼν ἐπιβουλὴν κατὰ Θεοδοσίου τυρευομένην ἔκ τινων ἀνδρῶν φιλοτυράννων ἠπείλησεν ἐπιδραμεῖν ἄχρι καὶ Βυζαντίου σὺν μυριάσι μαχητῶν ἀλκίμων ὁπλοφόρων.
2565οἱ τοίνυν βουλευσάμενοι κατὰ τοῦ βασιλέως, κατασεισθέντες τὰς ψυχὰς τῷ φόβῳ τοῦ Περσάρχου, τὸ δύσνουν ἀπεβάλοντο καὶ τὴν κακοτροπίαν, καὶ τῆς βουλῆς ἀπέσχοντο καὶ τῶν ἐγχειρημάτων. ὡς ἄρα τὸ χρηστότροπον ἔστι κἀν τοῖς βαρβάροις,
2570καὶ τὴν φιλίαν ἄτρωτον καὶ τὴν φιλαλληλίαν οἶδεν ἀνὴρ ἀλλόγλωσσος ἀθόλωτον φυλάσσειν·
τὸ γὰρ καλὸν ἐκ φύσεως ἅπασιν ἐνεσπάρη. Ἦν δ’ ἀδελφὴ τῷ βασιλεῖ τούτῳ Θεοδοσίῳ σεμνότροπος, σεμνόβιος, τὴν κλῆσιν Πουλχερία,
2575καὶ κάλλει διαλάμπουσα σώματος εὐπροσώπου, καὶ στίλβουσα ταῖς χάρισι τῆς ἔνδον εὐπρεπείας· ἥτις παρθένον συντηρεῖν αὑτὴν προελομένη καὶ τῆς ἁγνείας ἄσυλον φυλάττειν τὸν λειμῶνα, ἀρρένων μὲν ἀπέσχετο καθάπαξ ὁμιλίας,
2580τῷ καθαρῷ δ’ ἐπέχαιρε καὶ τῷ κοσμίῳ βίῳ, καὶ ζέσιν ἐπεδείκνυτο πρὸς πᾶσαν χρηστουργίαν. οὐ μόνον δὲ τὸν ἑαυτῆς οὕτως ἐκόσμει βίον, ἀλλά γε καὶ τὸν ἀδελφὸν παντοίαις ἐπινοίαις εἰς ἀρετὴν ἐρύθμιζεν καὶ τρόπους φιλοκάλους.
2585ἣ καὶ συνῴκισεν αὐτῷ πρὸς γάμου κοινωνίαν τὴν κάλλεσιν ἀστράπτουσαν παντοίοις Εὐδοκίαν, ἥτις λειμῶνα φέρουσα κάλλους ἐν τῷ προσώπῳ ὡρμᾶτο μὲν ἐξ Ἀθηνῶν τῶν περιλαλουμένων, πρὸς δὲ τὴν Βύζαντος λαμπρὰν ἀφικομένη πόλιν,
2590ἐφ’ ᾧ κατηγορήσειεν ἰδίων ὁμογνίων ὡς τῆς οὐσίας τοῦ πατρὸς αὐτῇ μὴ μεταδόντων, πολλῷ κερδαλεώτερον τὸ πάρεργον εὑρίσκει. τὸ δ’ ὅπως τοῦτο γέγονε λόγῳ συντόμῳ φράσω. Ἦν ἐν Ἀθήναις τις ἀνήρ, Λεόντιος τὴν κλῆσιν,
2595εἰς ἄκρον ἀφικόμενος πάσης φιλοσοφίας,
καὶ λογικῆς καὶ φυσικῆς καὶ τῆς ἀστεροσκόπου. τούτῳ μιᾶς ἐκ γαμετῆς ἐτέχθησαν τρεῖς παῖδες· δύο μὲν ἦσαν ἄρρενες, τριτάτη δὲ θυγάτηρ, θυγάτηρ ἀγλαόμορφος ἐπιχαριτωτάτη.

(2600)

Ἀθηναῒς ὠνόμαστο πρὸς τοῦ πατρὸς ἡ κόρη. ὡς οὖν τὸν βίον ἔμελλε λιπεῖν ὁ ταύτην σπείρας, ἐπιθανάτιον συνθεὶς καὶ τελευταῖον γράμμα τοῖς μὲν παισὶ κατέλιπε τοῖς ἄρρεσι τὸν βίον, ὁπόσος ἐν ἱματισμοῖς, ὁπόσος ἐν χρυσίῳ,
2605ἐν οἴκοις, ἐν βοσκήμασιν, ἐν σκεύεσιν, ἐν δούλοις (ἦν γάρ τοι μεγαλόπλουτος καὶ τῶν βαθυκτημόνων)· τῇ θυγατρὶ δ’ ἐκέλευσε, καὶ ταῦτα φιλουμένῃ, μόνους χρυσίνους ἑκατὸν παρασχεθῆναι κλῆρον, τὴν τύχην τὴν περίλαμπρον ἀρκεῖν ἐκείνῃ φήσας,
2610ἁπάσης ὑπερφέρουσαν γυναίων εὐποτμίας. ὁ μὲν εἰπὼν ἐξέπιε τὸν τοῦ θανάτου σκύφον, οἱ δὲ τῆς κόρης ἀδελφοὶ φαυλότροποι φανέντες πᾶσαν ἐσφετερίσαντο τὴν πατρικὴν οὐσίαν καὶ παντελῶς ἀπόκληρον ἔθεντο τὴν νεᾶνιν.
2615ἐφ’ οἷς ὑπερπαθήσασα καὶ τὴν ψυχὴν πληγεῖσα τῇ μητραδέλφῃ πρόσεισιν Ἀθηναῒς ἡ κόρη, κοινοῦται τὰ καθ’ ἑαυτήν, τὴν συμφορὰν δακρύει, περιπαθέσι στεναγμοῖς ἐκτραγῳδεῖ τὸ πάθος. οἰκτείρει τὸ κοράσιον πενθοῦν ἡ μητραδέλφη,
2620ὑπὲρ τῆς ἀδελφόπαιδος πιμπρᾶται τὴν καρδίαν, καὶ σὺν αὐτῇ καὶ μετ’ αὐτῆς ὡς εἶχεν ἀφικνεῖται πρὸς πόλιν τὴν πρωτόπολιν, πρὸς πόλιν τὴν τοῦ κράτους. τῇ Πουλχερίᾳ πρόσεισι τῇ χαριτοκοσμήτῳ, ἐπικουρίαν ἐξαιτεῖ, δεῖται βοηθηθῆναι
2625τὴν κόρην τὴν τῶν ἑαυτῆς ἀδίκως στερουμένην. θαυμάζει τῆς νεάνιδος ἡ βασιλὶς τὸ κάλλος, ἐκπλήττεται τὰς φεραυγεῖς χάριτας τοῦ προσώπου, θαυμάζει τὴν εὐσύνετον μεγαλογνωμοσύνην. πυνθάνεται εἰ τὴν αὐτῆς ἔφθαρται παρθενίαν,
2630καὶ γνοῦσα κοίτης ἄπειρον τὴν κόρην χρηματίζειν καὶ τὸ καλὸν ἀκίβδηλον φυλάττειν τῆς ἁγνείας λουτρῷ καθαίρει τῷ σεπτῷ, τὴν κλῆσιν μεταμείβει, μετονομάζει τὴν καλὴν νεᾶνιν Εὐδοκίαν, συνάπτει τε τῷ βασιλεῖ καὶ ζεύγνυσιν εἰς λέχος,
2635συναραμένου τὰ πολλὰ πρὸς τοῦτο καὶ Παυλίνου, ὃς ἐν τοῖς πρώτοις τέτακτο τῶν βασιλέως φίλων. ἐκ ταύτης Θεοδόσιος ἔτεκεν Εὐδοξίαν, ἣν Οὐαλεντινιανῷ σκηπτροκρατοῦντι Ῥώμης τῆς πρεσβυτέρας ἔπεμψεν εἰς γάμου κοινωνίαν.
2640 Ἀλλ’ ἦν οὐδέν, ὡς ἔοικεν, εὐτύχημα τοῦ βίου ζάλης καὶ λύπης ἀμιγές, οὐδέ τις εὐποτμία μὴ συναναφυόμενον ἔχουσα καὶ τὸ κνίζον· καὶ γὰρ καὶ ῥόδον εὔοσμον φρίσσει πυκναῖς ἀκάνθαις,
ἡλίου τε τὸ βλέφαρον σκοτίζουσι νεφέλαι,
2645καὶ φθόνος ἐπιφύεται τοῖς τὸ καλὸν ἀσκοῦσι, καὶ πᾶν εὐτύχημα λαμπρὸν καὶ πᾶν σεμνὸν τοῦ βίου φέρει καὶ τὸ δυστύχημα συνανακεκραμένον. Ἀλλὰ γὰρ τί μοι βούλεται τὸ πρόᾳσμα τοῦ λόγου; ἡ βασιλὶς ἐπέπλεε τὴν ἅλμην τὴν τοῦ βίου

(2650)

εὐδιεινοῖς καὶ γαληνοῖς πνεύμασι φερομένη· ἀτάραχον διήνυε τὸν πλοῦν τῆς εὐποτμίας, ὡσπερεὶ πλοῖον φορτηγὸν ὡς ἐξ οὐρίας πλέον. ἀλλ’ αἴφνης ἐξεφύσησεν ὡς καταιγὶς ὁ φθόνος, καὶ λαῖλαψ συνετάραξε τὴν θάλασσαν καὶ κλύδων·
2655νέφος ἐρράγη θολερόν, κατήγαγε χειμῶνα, συνέσεισεν ἐδόνησε τὴν σκάφην ὡς φυλλάδα, καὶ φλοίσβους ἤγειρε δεινοὺς καὶ τάραχον βαρύθρουν, καὶ τὴν μὲν ναῦν συνέτριψε, τῇ δὲ ναυστολουμένῃ στόμα δεινὸν ὑπήνοιξε χάσματος δυσαλύκτου.
2660ἐντεῦθεν ἡ βασίλισσα πικρίας ἐνεπλήσθη καὶ πειρασμοῖς ἐπάλαισε βαρυσυμφορωτάτοις. τί δ’ ἦν αὐτῇ τὸ συμπεσὸν ὁ λόγος ἱστορήσει. Θεοδοσίῳ βασιλεῖ τῷ συζυγοῦντι ταύτῃ μῆλον καλὸν εὐμέγεθες πένης προσήνεγκέ τις.
2665ὁ δὲ τὸ καλλιπρόσωπον θαυμάσας τῆς ὀπώρας, καὶ τῆς εὐχροίας ἀγασθεὶς ἀλλὰ καὶ τοῦ μεγέθους,
ὥς τι καινὸν τὸ δώρημα τῇ βασιλίδι πέμπει· ὅπερ μεγάλων γέγονεν ἀρχὴ πειρατηρίων, οὐχ ἧττον ἢ τῆς Ἔριδος τῆς φθονερᾶς τὸ μῆλον,
2670ὅπερ ἐπεισικώμασεν ἐπὶ κακῷ τοῖς τότε θύουσι γαμοδαίσια Θέτιδος καὶ Πηλέως. οἷα καὶ γὰρ συμβέβηκε διὰ τὸ μῆλον τοῦτο! ἐθαύμασεν ἡ βασιλὶς τὴν ὥραν τῆς ὀπώρας, ὑπερφυὲς ἡγήσατο τὸ χρῆμα τὸ τοῦ μήλου,
2675καὶ φιλοτίμως ἔχουσα πρὸς τὸν καλὸν Παυλῖνον ὡς συναράμενον αὐτῇ πρὸς ὕψος βασιλείας, τῷ μήλῳ τῷ πικροποιῷ τὸν ἄνδρα δεξιοῦται. ἐκεῖνος δὲ τῷ βασιλεῖ τὸ δῶρον ἀντιπέμπει, μὴ κατειδώς, ὡς ἔοικεν, ὅθεν παρεισεφθάρη·
2680ἔτυχε γὰρ τῷ βασιλεῖ μὴ συμπαρὼν ὁ τάλας ἡνίκα Θεοδόσιος ἐδέχετο τὸ μῆλον, Ἅιδου πικράν, ἂν εἴποι τις, ὀπώραν θανασίμην, ἧς κηπευτὴς ὁ θάνατος καὶ φυτηκόμος Ἅιδης. ὁρᾷ τὸ μῆλον ὁ κρατῶν, γνωρίζει τὴν ἀπώραν,
2685κρύπτει τὸ μῆλον παρ’ αὐτῷ, σιγῇ παρακατέχει, πυνθάνεται τῆς γαμετῆς ὅπῃ τὸ μῆλον εἴη, εἰποῦσαν ὅτι βέβρωκεν ὅρκοις καταλαμβάνει. ἡ δέ, τῆς τύχης τῆς πικρᾶς, ὡς ἔοικε, σφαλλούσης ἀντόμνυσι καταφαγεῖν. τίνα τὰ μετὰ ταῦτα;
2690εἰς ὑπονοίας ὁ κρατῶν οὐκ ἀγαθὰς ἐμπίπτει,
δείκνυσι τὸ κρυπτόμενον, ἐλέγχει ψευδομένην, θυμοῦται, μαίνεται, μισεῖ στυγεῖ τὴν βασιλίδα. ἐντεῦθεν ἐπεμόρμυρε τῶν πειρασμῶν τὸ κῦμα καὶ συμφορᾶς ἡ θάλασσα καὶ τῶν κακῶν ὁ κλύδων·
2695ἐντεῦθεν ἀνυπόφορον, ἥλιε, πάθος εἶδες. ὁ μὲν Παυλῖνος θάνατον ἐτρύγησεν ἐκεῖθεν, καὶ ξίφος αἱματόχαρτον ἐμέθυσε τῷ φόνῳ· ἡ βασιλὶς τὸ μῖσος δὲ γνοῦσα τοῦ βασιλέως εἰς πόλιν Ἱερουσαλὴμ ὡς τάχος ἀφικνεῖται,

(2700)

κἀκεῖσε τὸ λειπόμενον ἀνύσασα τοῦ βίου τῆς φύσεως τῆς γεηρᾶς ἐκτίννυσι τὸ χρέος. Οὗτος ὁ Θεοδόσιος τἆλλα μὲν ἦν ἀστεῖος, χαρίεις, μεγαλόδωρος, βίβλοις ἀεὶ σχολάζων, ἀλλὰ τοῖς προτερήμασιν εἶχε συναναβαῖνον
2705καί τι κακὸν ζιζάνιον οἷα τοῦ βίου κῆρα. ἂν γάρ τις οἷον δήποτε τούτῳ προσῆξε χάρτην, ἐν ἐρυθρώοις γράμμασιν αὐτὸν ἐσημειοῦτο, μὴ συσκοπήσας μὴ μαθὼν οἷα τὰ γεγραμμένα. οὕτως οὐδὲν ἀκέραιον ἐν ἀνθρωπίνῃ φύσει,
2710οὐδὲν τῆς λώβης ἀμιγὲς τῆς τῶν ἀποπτωμάτων. ἡ τοίνυν χαριτόστεπτος καὶ θεία Πουλχερία πολλὴν ἐδείκνυ τὴν σπουδὴν περὶ τὸν βασιλέα, ἀπαλλαγῆναι θέλουσα τοῦτον τῆς ἁμαρτάδος· ὡς δὲ πολλὰς καὶ συνεχεῖς πλέξασα παραινέσεις
2715καὶ λόγοις συνετίσασα τοῖς σωφρονιστηρίοις πλέον ἐπέραινεν οὐδέν, τεχνᾶταί τι τοιοῦτον, θηρεύει τε τὸν ἀδελφὸν ἀστείαις ἐπινοίαις. πλάττεται χάρτην ὡς αὐτοῦ δῆθεν τοῦ βασιλέως οἰκέτιν χαριζόμενον αὐτῇ τὴν βασιλίδα.
2720δίδωσι τοῦτον τἀδελφῷ, δεῖται τοῦ βασιλέως ἐνσημανθῆναι τὴν γραφὴν γράμμασι βασιλείοις. ὁ μὲν ἐπένευσεν αὐτῇ ταῦτα λιταζομένῃ, καὶ καλαμὶς ἐν ταῖς χερσὶν εὐθὺς τοῦ βασιλέως, καὶ πορφυρόβαπτος γραφὶς τὸν χάρτην ἐπιστοῦτο·
2725ἡ δὲ τὸ γράμμα σημανθὲν ὡς ἕρμαιον λαβοῦσα, ὡς δούλην ἀργυρώνητον εἷλκε τὴν βασιλίδα. τοῦ δὲ περιυβρίζεσθαι φήσαντος ἐπὶ τούτῳ, ἐκείνη τὸ βασίλειον προύφερε γραμματεῖον, κἀκεῖθεν ἔλεγεν αὑτὴν εἰς τοῦτο δικαιοῦσθαι.
2730συνῆκεν οὖν ὁ βασιλεύς, ᾐδέσθη, κατῃσχύνθη, ἀπέσχετό τε τοῦ λοιποῦ ταύτης τῆς ἀφροσύνης. καὶ τοῦτο μὲν εἰς ἀγαθὸν κατέληξε τὸ τέλος, ὡς ἄρα γε τρισεύδαιμον καὶ μέρος εὐποτμίας εὔνοις ἀνθρώποις συνοικεῖν καὶ καθαρῶς φιλοῦσι
2735καὶ μὴ καταρυπαίνουσι τὰ τῆς φιλαλληλίας. Ἔτι σκηπτροκρατοῦντο δὲ τούτου τοῦ βασιλέως, ἀφυπνισθέντες ὤφθησαν ἐξ ὕπνου μακρολέκτρου
ἑπτὰ καρτερικώτατοι μάρτυρες νεανίαι. τὴν λύσσαν γὰρ ἐκφεύγοντες τοῦ δυσσεβοῦς Δεκίου,
2740εἰς σπήλαιον αὐτόροφον ὁμοῦ συνεισελθόντες τοῖς ὅροις παρακείμενον πόλεως Ἐφεσίων, βαθὺν καὶ μακροκοίμητον ἦσαν ὑπνοῦντες ὕπνον. ἀφυπνισθέντες τότε δὲ καὶ τοῖς πιστοῖς γνωσθέντες καὶ τιμηθέντες παρ’ αὐτῶν καὶ παρὰ βασιλέως
2745τὸν νήγρετον κατέδαρθον καὶ τελευταῖον ὕπνον. Σεισμῶν ἀλλεπαλλήλων δὲ γῆν κινούντων ῥιζόθεν καὶ συσσειόντων τὰς ψυχὰς ἀνθρώπων καὶ δονούντων, καὶ πλήθους τοῦ φιλευσεβοῦς θεὸν ἱλεουμένου, αἴφνης παιδίον ἁρπαγὲν μέχρις αἰθέρος ἄνω

(2750)

τὸν ὕμνον τὸν τρισάγιον ἤκουσεν ὑπ’ ἀγγέλων. ἔμπαλιν δὲ κατενεχθέν, βαβαὶ φρικτῆς ἰσχύος! ἐν μέσοις ἐξεβόησε πῶς χρὴ τὸν ὕμνον πλέκειν· ἦσαν καὶ γὰρ οὐ πρὸ πολλοῦ πρὸς τοῦτον ἐσφαλμένοι. Οὗτος ὁ Θεοδόσιος παρὰ τοῦ Χρυσαφίου
2755ἀπατηθεὶς καὶ πικρανθεὶς κατὰ τῆς Πουλχερίας πολλαῖς πολλάκις πειρασμῶν κατέκνισεν ἀκάνθαις τὴν πάσαις κατακόσμητον τῶν ἀρετῶν ἰδέαις. εὐνοῦχος δ’ ἦν Χρυσάφιος, ἀλάστωρ, κακοήθης, ἐξάγιστος καὶ φόνιος καὶ βδελυρὸς τοὺς τρόπους·
2760οὗ τὴν κακίαν ὁ κρατῶν ὡς ὕστερον ἐπέγνω,
δημεύσας τὸν κατάρατον καὶ πένητα ποιήσας ὑπερορίᾳ χαλεπῇ παρέπεμψεν ἐνδίκως. ἤδη δὲ χρέος τὸ κοινὸν τοῦ Θεοδοσίου δόντος καὶ τὴν τοῦ σώματος πηλὸν εἰς γῆν ἀποθεμένου,
2765κρατήσαντος ἐν ἔτεσι τριάκοντα τρισί τε, εἰς Πουλχερίαν τὴν καλὴν τὸ κράτος μεταβαίνει, ἥ τις σοφῶς καὶ συνετῶς ἄγαν βουλευσαμένη ὡς βασιλέως χρῄζουσι τὰ πράγματα Ῥωμαίων, μετακαλεῖται τὸν χρηστὸν Μαρκιανὸν αὐτίκα,
2770ἄνδρα σεμνοῖς ἐμπρέποντα καὶ φιλοθέοις τρόποις, καὶ καταδήσασα φρικτοῖς καὶ βαρυτάτοις ὅρκοις ἀδιαλώβητον αὐτῆς τηρῆσαι τὴν ἁγνείαν, καὶ συγκατατιθέμενον εὑροῦσα καὶ τὸν ἄνδρα, τὸ στέφος περιτίθησιν αὐτῷ τῆς βασιλείας,
2775τὸν δὲ Χρυσάφιον πικρῷ θανάτῳ καθυπάγει. Πάντως δ’ οὐκ ἄκαιρόν ἐστιν, οὐδὲ τῆς τέχνης πόρρω, εἰπεῖν περὶ Μαρκιανοῦ πόθεν καὶ τίς ὑπῆρχε. πένης μὲν ἦν καὶ ταπεινός, ἀλλὰ χρηστὸς τοὺς τρόπους· οὐκ ὢν δὲ γένους εὐκλεοῦς, οὐδὲ τῶν ἐπισήμων,
2780ταῖς τάξεσι συνείλεκτο ταῖς τῶν στρατευομένων. ἄρτι δὲ νέφους ἰσχυρᾶς μάχης ἀναρραγέντος καὶ Πέρσαις τοῖς ὑπέρφροσιν ἐπάγοντος Ῥωμαίους, νόσῳ ληφθεὶς Μαρκιανὸς θάνατον ἀπειλούσῃ ἔν τινι κώμῃ τῆς λαμπρᾶς Λυκίων ἐπαρχίας
2785κατέμεινε σωματικῆς χάριν νοσοκομίας.
ἔνθα φιλίαν ἐσχηκὼς πρός τινας αὐθομαίμους συνῆν καὶ συνδιέτριβεν ὡς φίλος παρὰ φίλοις, καὶ τῆς δεούσης παρ’ αὐτῶν προνοίας ἠξιοῦτο. τούτοις πρὸς κυνηγέσιον ποτὲ πορευομένοις
2790Μαρκιανὸς συνείπετο τῆς θήρας κοινωνήσων. ὡς οὖν διάβροχοι πολλοῖς γεγόνασιν ἱδρῶσι, πρὸς λόφους ἀνατρέχοντες δυσβάτους θηροτρόφους καὶ λόχμας ὑποτρέχοντες καὶ πολυπραγμονοῦντες, κατακλιθέντες ἐπὶ γῆς νήδυμον ὕπνον ὕπνουν.
2795ἅτερος δὲ τῶν ἀδελφῶν ἀφυπνισθεὶς ταχέως ὁρᾷ καταδαρθάνοντα Μαρκιανὸν εἰσέτι καὶ φέροντα βαθύτατον ὕπνον ἐν τοῖς βλεφάροις, ὄρνιν δὲ τανυσίπτερον, ὀρνεοκράτην ὄρνιν, ἀεροπόρους πτέρυγας ἰδίας ἡπλωκότα

(2800)

καὶ χαριζόμενον σκιᾶς αὐτῷ ψυχαγωγίαν. οὕτω τι μέγα καὶ σεπτὸν ἡ βασιλεία χρῆμα, αὐτοῖς ἀξιοτίμητον τοῖς ζῴοις τοῖς ἀλόγοις· οὕτως αἰδεσιμώτατος ὀρνέοις σαρκοβόροις ὁ ταύτην ἀναζώσασθαι θεῷ προωρισμένος.
2805βλέπει, θαυμάζει τὸ συμβάν, τὸν ἀδελφὸν ἐγείρει, δείκνυσι τὸ τεράστιον, ἀμφότεροι θαμβοῦνται, καὶ νήψαντι Μαρκιανῷ μετὰ μικρὸν ἐξ ὕπνου τὸ σκῆπτρον προαγγέλουσι τῆς αὐτοκρατορίας, καὶ σφῶν ἐπιμνησθήσεσθαι λιτάζονται τὸν ἄνδρα.
2810ὁ δ’ ἐπινεύει καὶ χρηστὰ καθυπισχνεῖται τούτοις.
καὶ δὴ χρυσίον ἱκανὸν ἐκείνων δεδωκότων ἀπάρας πρὸς τὴν Βύζαντος εὐκλεεστάτην πόλιν Ἀρδαβουρίῳ πρόσεισι τῷ πολυχρυσοτάτῳ. ἦν δ’ ἄρχων Ἀρδαβούριος ἁπάντων τῶν ταγμάτων,
2815συστράτηγον τὸν Ἄσπαρα καὶ συστρατάρχην ἔχων, μεθ’ οὗ καὶ συναπέπλευσε κατὰ τοῦ Γιζερίχου. ἦν δ’ ἄρχων ὁ Γιζέριχος Λιβύων Οὐανδήλων, ᾧ πολεμοῦντος Ἄσπαρος ἐκ γῆς ἀπὸ θαλάττης, ἐξ ἱπποτῶν ἀπὸ πεζῶν, ἀπὸ θαλασσοπλόων,
2820καὶ καρτερᾶς τῆς προσβολῆς Λιβύων γενομένης, καὶ τῆς Ῥωμαίων φάλαγγος ἐπὶ φυγὴν βλεψάσης, ζωγρεῖται καὶ Μαρκιανὸς σὺν ἄλλοις οὐκ ὀλίγοις, καθείργνυταί τε σὺν αὐτοῖς ἐν δόμοις Γιζερίχου. θελήσας οὖν Γιζέριχος ἰδεῖν τοὺς δορυκτήτους
2825ἄνωθεν στὰς ἐφ’ ὑψηλοῦ τοὺς ἄνδρας ἐπεσκόπει, καὶ βλέπει πρᾶγμα δύσπιστον, Μαρκιανὸν ὑπνοῦντα καὶ δυσμηχάνητον αὐτῷ σκιὰν σκευαζομένην ὑπὸ πτερύγων ἀετοῦ. τοῦτο θαμβεῖται βλέψας, θεῖόν τινα λογίζεται τὸν ἄνδρα χρηματίζειν
2830καὶ τῆς ἀρχῆς κατάξιον Ῥωμαίων καὶ τοῦ κράτους. κτεῖναι μὲν οὖν ἀπάνθρωπον ἄνδρα τοιοῦτον κρίνει, προβεβλημένον ἄνωθεν εἰς βασιλείας ὕψος (τὸν γὰρ θεοῦ ταῖς κραταιαῖς φρουρούμενον παλάμαις τίς ἂν ἰσχύσειε θνητῶν ὀλέσαι πρὸ τῆς ὥρας;
2835ἂν ἡ θεοῦ μεγαλαλκὴς χείρ σε περιφρουροίη, οὐ δειλιάσῃς σίδηρον, οὐ ξίφος ὑποτρέσῃς, οὐ πῦρ, οὐ θυμοβάρβαρον, οὐ μιαιφόνον ἦθος)· μεταστειλάμενος δ’ αὐτὸν ὅρκοις καταλαμβάνει, ἂν τῶν Ῥωμαίων ἄρξειεν, ἂν τεύξοιτο τοῦ κράτους,
2840μὴ πολεμῆσαι Λίβυσι, μὴ μάχην συγκροτῆσαι. οὕτω καὶ βάρβαρος ἀνὴρ αἰδεῖται βασιλείαν, καὶ τοὺς θεόθεν τιμητοὺς καὶ θηριῶδες ἦθος σεβάζεται, φιλάνθρωπον αὐτοῖς ἐπεντρανίζων. ἐκεῖθεν οὖν ἀπολυθεὶς ἀπὸ τοῦ Γιζερίχου
2845πρὸς τὴν Κωνσταντινούπολιν αὖθις ἐπανατρέχει, καὶ γῆθεν μεταλλάξαντος ἤδη Θεοδοσίου ἄναξ ἀναγορεύεται κρίσει τῆς Πουλχερίας καὶ τῶν Ῥωμαίων ἀρχηγὸς καὶ κράτωρ αὐτοκράτωρ. ἦν δ’ ἀγαθὸς καὶ συνετός, ἀστεῖος, φιλοσώφρων,

(2850)

δένδρον χαριτοφύτευτον, ἄλσος χρηστοτροπίας. ἓξ δὲ καλῶς ἐν ἔτεσι τὰ σκῆπτρα διιθύνας, χοῒ τὸν χοῦν παρέδωκε, τὸ πνεῦμα τῷ κυρίῳ. Ὡς δὴ τὸν χοῦν ἀπῄτησεν ἡ φύσις ἀπὸ τούτου καὶ μνήματι κατέκλεισε τὸ γηγενὲς σαρκίον,
2855ἡ σύγκλητος σὺν Ἄσπαρι τῷ τότε πατρικίῳ εἰς Λέοντα μετάγουσι τὴν σκηπτροκρατορίαν, τὸν φροντιστὴν καὶ λογιστὴν τῶν Ἄσπαρος πραγμάτων, καθυποσχόμενον αὐτῷ θατέρου τῶν υἱέων
τῷ στέφει τῷ τοῦ Καίσαρος τὴν κεφαλὴν κοσμῆσαι·
2860οὐδὲ γὰρ ἦν τὸν Ἄσπαρα κράτους ἐπιλαβέσθαι τῇ λύσσῃ κατεχόμενον Ἀρείου τοῦ βεβήλου. οὕτω πολλάκις ταπεινοὺς ἐργάζεται τὸ κέρδος, οὕτως ἐλπίδες πλάζουσι τὰς τῶν ἀνθρώπων φρένας. τούτῳ ποτὲ τῷ Λέοντι καλῶς φιλευσεβοῦντι
2865ἀνὴρ σοφίας θησαυρὸς ὡς Ἕλλην διεβλήθη, τὴν κλῆσιν Ἰσοκάσιος, κοιαίστωρ τὴν ἀξίαν· κἀντεῦθεν ἀπογυμνωθεὶς τιμῆς τε καὶ χρημάτων ἐπάρχῳ τῷ τῆς πόλεως ἐκδίδοται πρὸς κρίσιν. ὡς οὖν εἰσήγετο γυμνὸς ὡς δοῦλος μαστιγίας,
2870ὡς χειροδέσμητος λῃστὴς περιηγκωνισμένος, ὁ δικαστὴς ἀνέκραγεν, ἐπεγγελῶν τῷ πάθει, “γινώσκεις, Ἰσοκάσιε, πόθεν ἐξεκυλίσθης, καὶ ποῦ σε νῦν κατήγαγεν ὁ κύβος ὁ τῆς τύχης;” ὁ δὲ σὺν παραστήματι καρδίας ἐλευθέρῳ
2875εὐθήκτους ἐποιήσατο τούτῳ τὰς ἀποκρίσεις. “οἶδα τὸ πολυπλάνητον τῆς τύχης τῆς ἀστάτου, καὶ σύνοιδα μηδέν τί με καινὸν καθυποστῆναι· θνητὴν γὰρ περικείμενος καὶ γεηρὰν οὐσίαν ὑπέπεσον καὶ πάθεσι φύσεως ἀνθρωπίνης.
2880σὺ δ’ ἐπιγνοὺς τὸν κύλινδρον καὶ τὸν τροχὸν τοῦ βίου ἐξένεγκε τὴν δίκην μοι τοιαύτην κρινομένῳ, ὁποίαν κρίνων σὺν ἐμοὶ τὴν ψῆφον ἀπεφαίνου.”
ὄχλος οὐκοῦν ὁ παρεστὼς θαυμάσαντες τὸν ἄνδρα, καὶ τὴν σοφὴν ἀπόκρισιν αὐτοῦ καταπλαγέντες
2885ὡς φιλελεύθερον ὁμοῦ καὶ πλήρη παρρησίας, ἐκεῖθεν ἀφαρπάσαντες αὐταῖς σὺν χειροπέδαις εἰς τὸν ναὸν τὸν ἱερὸν μετὰ κραυγῆς εὐφήμου ἀπάγουσιν καὶ τῷ λουτρῷ τῷ θείῳ τελειοῦσιν. ὡς ἄρα πᾶς τῆς ἀρετῆς τὸ χρῆμα δυσωπεῖται,
2890ἀλλογενής, ἰθαγενής, Ἕλλην, ἀλλόθρους, Σκύθης· μόνη γὰρ δύναται κοσμεῖν τοὺς ἐραστὰς καὶ σώζειν. Ὁ μὲν οὖν Ἰσοκάσιος οὕτω κακῶν ἐρρύσθη ὁ δ’ Ἄσπαρ ἐφαπτόμενος χλαμύδος βασιλείου “ὦ βασιλεῦ” ἐπέλεγε μεθ’ ὅσης ἀναιδείας,
2895“οὐ χρὴ τὸν περικείμενον τὴν πορφυρᾶν χλαμύδα ψευδηγορεῖν καὶ πλάττεσθαι ματαιοκρότους λόγους. πλήρου μοι τὴν ὑπόσχεσιν ἣν πάλαι καθυπέσχου, συνθέμενος ἀναγαγεῖν τὸν ἕνα μοι τῶν παίδων εἰς ὕψος τὸ τοῦ Καίσαρος καὶ τὴν ἐντεῦθεν δόξαν.”

(2900)

πρὸς ὃν ἀνθυπεκρούετο σοφῶς ὁ βασιλεύων “οὐ χρὴ τὸν περικείμενον τὴν πορφυρᾶν χλαμύδα παρά τινος κατάρχεσθαι καὶ δοῦλον χρηματίζειν.” Οὗτος ὁ κράτωρ θησαυροὺς εὑρὼν πολυταλάντους, ὅλας θαλάσσας εἴπῃ τις καὶ ποταμοὺς χρημάτων,
2905πόλεμον αὐτεπάγγελτον καὶ μάχην φρικαλέαν καὶ στόλον μυριόστολον καὶ ποντοπόρον ὄχλον
καὶ σμῆνος ὑγροκέλευθον καὶ πλῆθος θαλασσόπλουν κατὰ Λιβύων συγκροτεῖ καὶ κατὰ Γιζερίχου, καὶ στρατηγὸν ἐφίστησι κράτορα τοῦ πολέμου
2910τὸν ἀδελφὸν τῆς γαμετῆς Βερίνης Βασιλίσκον. ἡ στολαρχία τοιγαροῦν ἐφόβει καὶ τοὺς πόρρω, ἐκάλυπτε τὴν θάλασσαν τοῖς λαίφεσι τῶν πλοίων, ἐστενοχώρει τὴν ὑγρὰν σκάφεσιν ἁλιπλόοις. ἦσαν τοξόται, πελτασταί, ναυμάχοι, πεζομάχοι,
2915ὑπὲρ τὴν ἄμμον εἰς πληθύν, τὸ θράσος ὑπὲρ θῆρα. ἀλλὰ τυραννικώτατον τὸ σθένος τοῦ χρυσίου, ἀλλὰ δυναμικώτερον μυρίων στρατευμάτων. τοῦτο καὶ πόλιν εὔπυργον ἐκ βάθρων ἀνασκάπτει, τοῦτο καὶ δόμους ὄλλυσι, τοῦτο κἀν τοῖς πολέμοις
2920ὅλων ἐθνῶν ἀφανισμὸν καινοτομεῖν ἰσχύει, καὶ πάντα δύναται κυκᾶν καὶ στρέφειν καὶ συγχέειν. ἄφυκτόν ἐστι βέλεμνον, βάλλει κατὰ καρδίας, καὶ χειροδέσμη δύσλυτος, ἄρρηκτος ποδακάκη. δύναται γλῶσσαν ἄφωνον τιθέναι λαλιστάτην
2925καὶ στόμα τὸ περίτρανον εἰς ἀφωνίαν τρέπειν. τούτῳ συμμάχῳ χρώμενος Γιζέριχος ὁ Λίβυς τὸν τηλικοῦτον ἴσχυσε καταποντῶσαι στόλον. ὁ Βασιλίσκος γὰρ πολλῷ φαρμακευθεὶς χρυσίῳ ἔβλεψε πρῶτος εἰς φυγὴν κατὰ τὰς ὑποσχέσεις,
2930κἀντεῦθεν ἀνετράπησαν τὰ πράγματα Ῥωμαίοις, καὶ τὸν Ἰνδοὺς φοβήσαντα καὶ τοὺς ἐν Βρεττανίᾳ
καὶ πᾶν ἔθνος καὶ πᾶσαν γῆν στόλον τὸν φρικαλέον μόνη χρυσίου στιλβηδὼν ἴσχυσεν ἀφανίσαι ἄνευ χειρῶν, ἄνευ βελῶν, ἄτερ ὁπλοφορίας.
2935 Καὶ ταῦτα μὲν συνέβησαν Ῥωμαίοις ἐν Λιβύῃ· ὁ δὲ Ῥωμαίων βασιλεύς, οὗτος αὐτὸς ὁ Λέων, οὐκ εὐτυχήσας ἄρρενος γόνου πατὴρ γενέσθαι, τὴν θυγατέρα ζεύγνυσι Ζήνωνι πατρικίῳ, ἐξ Ἰσαυρίας ἕλκοντι τὰς ῥίζας τὰς τοῦ γένους.
2940τῇ δὲ παιδὶ τοῦ Λέοντος κλῆσις ἦν Ἀριάδνη. ἐκ ταύτης δὲ τῷ Ζήνωνι παῖς ἄρρην ἐκυήθη Λέων ὀνομαζόμενος, ὁμώνυμος τῷ πάππῳ· ὅνπερ καὶ προσλαβόμενος ὁ βασιλεὺς καὶ πάππος, καὶ παριδὼν τὸν Ζήνωνα καὶ φίλτρον θυγατρίου,
2945χειρίζει τῷ θυγατριδῷ τῆς βασιλείας σκῆπτρα. δυσεντερίᾳ γὰρ ληφθεὶς οἴχεται σὺν τῇ νόσῳ, ἔτεσι δέκα πρὸς ὀκτὼ Ῥωμαίων βασιλεύσας. ἀλλὰ γὰρ οὗτος πρὸς μικρὸν γευσάμενος τοῦ κράτους γῆθεν ἀπῆλθε τάχιον, Ζήνωνα τὸν πατέρα

(2950)

καταλιπὼν διάδοχον τῆς αὐτοκρατορίας. Οὗτος ὁ Ζήνων οὐ καλῶς εἶχε περὶ τὸ σέβας, καὶ γοῦν πολλὰς καὶ χαλεπὰς ἐπήγαγε κακώσεις ἅπαντι τῷ πληρώματι τῆς εὐσεβοῦς ἀγέλης. Τότε πολλὰ ταυτοπαθῆ τόποις ἐν διαφόροις
2955συνέπεσε παθήματα πολλοῖς τῶν βασιλέων. Καβάδης μὲν ἐν Περσικῇ, Νέπως δ’ ἐν ἑσπερίοις,
ὁ Ζήνων ἐν Ῥωμαίοις τε πεπτώκασι τοῦ κράτους. ἀλλ’ ὁ μὲν Ζήνων ἴσχυσε πάλιν ἐπιλαβέσθαι τῆς ὑψιβάμονος ἀρχῆς, ἀλλά γε καὶ Καβάδης·
2960τὸν Νέπωτα δ’ οὐκ ἔβλεψεν ἡμέροις ἐν βλεφάροις τῆς τύχης τὸ παλίντροπον τῆς ἐπιβουλευσάσης. ὁ γοῦν φιλοχρυσότατος ἐκεῖνος Βασιλίσκος καὶ κατὰ Ζήνωνος ἰὸν ἐξέχεε κακίας, καὶ βασιλίσκου γέγονε πικρότερος ἐν ἔργοις,
2965καὶ προσεταιρισάμενος συμμάχους καὶ προμάχους ἐπήρχετο τῷ Ζήνωνι πυρὶ θυμοῦ καχλάζων. Ζήνων δὲ φόβῳ συσχεθεὶς καὶ σαλευθεὶς τὰς φρένας σὺν Ἀριάδνῃ γαμετῇ φεύγει πρὸς Ἰσαυρίαν· περὶ ψυχῆς γὰρ ἔτρεχεν, ἀλλ’ οὐ περὶ χρημάτων.
2970ὡς ἄρα τιμιώτερον ψυχῆς οὐδὲν ἀνθρώποις, οὐ κράτος τὸ βασίλειον, οὐ θάλασσαι χρημάτων. ἀπονητὶ γοῦν εἰσελθὼν (οὐδεὶς γὰρ ἦν κωλύων) τὸ στέφος περιτίθεται καὶ κράτωρ χρηματίζει. ἀλλὰ γὰρ οὐκ ἀνέχονται τὰ πράγματα πολλάκις
2975συμπαραμένειν. εἰς πολὺ τοῖς θέλουσιν ἁρπάζειν, ἀλλὰ μεθίστανται ταχὺ καὶ φεύγουσιν ἐκ τούτων, ὥσπερ ἀναγνωρίζοντα σὺν χρόνῳ τοὺς δεσπότας. ἐπὶ δυσὶ γὰρ ἔτεσι καὶ μόνοις αὐταρχήσας ὁ Βασιλίσκος ὁ δεινός, Ζήνωνος ἐπελθόντος
2980καὶ πάντας δελεάσαντος ἐλπίσι φιλοτίμοις,
καὶ σὺν αὐτοῖς τὸν στρατηγὸν (Ἁρμάτιος ἦν οὗτος, οὗ τὸν υἱὸν ἐπώμοσε Καίσαρος στέφει στέψαι), πάντοθεν ἀπορούμενος, οὐκ ἔχων ὅτι δράσει, σὺν Ζηνωνίδι γυναικὶ θείῳ ναῷ προστρέχει.
2985οὕσπερ ἐκεῖθεν ἐξελὼν ὁ βασιλεὺς ὁ Ζήνων, προκαταδήσας ἑαυτὸν ὅρκοις φρικωδεστάτοις ὡς οὐκ ἐπάξει φόνιον ξίφος τοῖς σφῶν τραχήλοις, ὑπερορίους τίθησιν ἐν ὀχυρῷ φρουρίῳ, ἔνθα συγκλείσας ἔν τινι πυργίσκῳ στερεμνίῳ,
2990καὶ λίθοις εὐμεγέθεσι τὴν εἴσοδον προσχώσας, λιμῷ καὶ δίψει τοὺς κακοὺς κακῶς ἐξαφανίζει. καλῶς δὲ κρατυνόμενος αὐτῷ τὴν βασιλείαν τὸν μὲν Ἁρμάτιον οἰκτρῷ θανάτῳ παραπέμπει, προδότην δολομήχανον φανέντα τῷ δεσπότῃ,
2995πληροῖ δὲ τὴν ὑπόσχεσιν, καὶ τὸν ἐκείνου παῖδα κατακοσμεῖ τῷ Καίσαρος ὀλβιωτάτῳ στέφει. μετ’ οὐ πολὺ κἀκείνου δὲ τὰς τρίχας ἀποκείρας ἐφίστησι Κυζικηνοῖς ἀρχιερέα βίᾳ. Τούτῳ ποτὲ τῷ βασιλεῖ προεῖπεν ἀστρολέσχης

(3000)

ὡς τελευτᾷς μετὰ βραχύ, καί σου τὴν βασιλείαν λήψεται καὶ τὴν σύνοικον ἀνὴρ ἐκ τῆς συγκλήτου. τοῦτο μαθὼν ὁ βασιλεὺς ἀπώλεσε τοὺς πλείους τῶν τῆς συγκλήτου, τοὺς λαμπροὺς καὶ τοὺς εὐτυχεστέρους. ἀλλὰ τὴν ἄμαχον ἰσχὺν τῆς τοῦ θεοῦ προνοίας
3005οὐδεὶς ἰσχύσει γηγενὴς ἄπρακτον ἀπελέγξαι. Ζήνων μὲν γὰρ ἐν ἔτεσι δέκα τῆς βασιλείας πρὸς ἄλλοις ἓξ ἐκράτησεν, εἶθ’ ἡρπάγη θανάτῳ. ὡς γὰρ ὁ Ζήνων ἔλιπε τὸν βίον καὶ τὸ στέφος, εἰς Ἀναστάσιον φοιτᾷ τὸ τῶν Ῥωμαίων κράτος,
3010ὃς δίκορος ἐλέγετο· τὴν γὰρ ἑτέραν κόρην ἔτυχεν ἔχων μέλαιναν, γλαυκόχρουν δὲ τὴν ἄλλην. ὃς Ἀριάδνῃ συζυγεὶς τῇ πρώην βασιλίδι, καὶ δόξας ἐννομώτατος εἶναι περὶ τὸ σέβας, μετὰ μικρὸν ἀνέρρηξε τὸν τῆς κακίας τόκον
3015καὶ πᾶσαν κακοήθειαν ἐξήνεγκεν εἰς μέσον· ἦν γὰρ ἀρχῆθεν σπέρματα κατὰ καρδίας ἔχων τῆς Εὐτύχους αἱρέσεως τοῦ τρισαλιτηρίου. ἐντεῦθεν λαῖλαψ ζοφερὰ καὶ καταιγὶς ἀγρία καὶ κλύδωνες βαρύθροοι καὶ ζάλαι καὶ χειμῶνες
3020τὸ σκάφος συνεδόνησαν τὸ τῆς ὀρθοδοξίας. ἐντεῦθεν οἱ φιλευσεβεῖς ἀρχιερεῖς ἐκ θρόνων ἰδίων ἀπηλαύνοντο δίκην λῃστῶν κακούργων. ἐντεῦθεν ἦσαν συνεχεῖς ὀλολυγμοὶ καὶ θρῆνοι, πάντῃ βοαὶ καὶ στεναγμοί, πάντῃ στερνοκτυπίαι.
3025τὸ πλῆθος δὲ τῶν εὐσεβῶν τόσην κακίαν βλέπον ἐνύβριζον τῷ κράτορι καὶ διελοιδοροῦντο. οὕτως οὐκ οἶδεν εὐσεβὴς αἰδεῖσθαι βασιλέας, ὅτε πρὸς τὴν εὐσέβειαν κίνδυνος ἀνατρέχει, οὐδὲ λαμβάνει πρόσωπον, οὐδὲ δυνάστας τρέμει.
3030ὁ τοίνυν Ἀναστάσιος προθυμηθεὶς προσθεῖναι τῆς δυσσεβείας τὸν ἰὸν ὕμνῳ τῷ τρισαγίῳ, καὶ πᾶν τὸ πλῆθος κατιδὼν εὐθὺς ἀφηνιάσαν καὶ λιθασμοῖς ἐκ τοῦ ναοῦ τὸν ἔπαρχον ἐλάσαν καὶ πυρπολῆσαν δυσσεβῶν οἰκίας μεγιστάνων
3035καὶ κατασφάξαν τοὺς πολλοὺς ὑπασπιστὰς τῆς πλάνης, ἑκὼν ἀέκων ἔληξε τῆς ῥύμης καὶ τῆς τόλμης, ὡς ἵππος τις σκληρόστομος ἀσθμαίνων ὑπὸ θράσους καὶ δαμασθείς, ἂν χαλινοῦ γεύσηται βαρυτέρου. Οὗτος καθεύδων ἔδοξεν ἰδεῖν κατὰ τοὺς ὕπνους
3040ἄνδρα φρικώδη φέροντα χάρτην ἐν ταῖς παλάμαις, καὶ τοῦτον ἀναπτύξαντα καὶ τὴν Ἀναστασίου κλῆσιν εὑρόντα πρὸς αὐτὸν φάναι σὺν αὐστηρίᾳ “τὴν μὲν εὐσέβειαν θεὸς ἰδὼν τὴν Ἐζεκίου ἐπεφιλοτιμήσατο ζωὴν χρονιωτέραν
3045καὶ λύτρωσιν ἐκ τῶν ἐχθρῶν καὶ πλατυσμὸν τοῦ βίου· σὴν δὲ κακίαν μυσαχθεὶς καὶ βεβηλοτροπίαν, ἐκκόπτων ὑπεξέκοψε τὸν δρόμον τῆς ζωῆς σου, καὶ χρόνους ἐκολόβωσε τέσσαρας πρὸς τοῖς δέκα.” καὶ ταῦτ’ εἰπὼν ἀπήλειψε τούτους ἀπὸ τοῦ χάρτου.

(3050)

μάστιγι γοῦν ὁ βασιλεὺς βληθεὶς ὀλεθροφόρῳ καὶ κεραυνόβλητος φανεὶς μετήλλαξε τὸν βίον, ἔτεσι πρὸς τοῖς εἴκοσιν ἑπτὰ σκηπτροκρατήσας. τῷ τάφῳ δὲ κατακλεισθεὶς μετὰ τινὰς ἡμέρας ὀλολυγὴν ἀνέπεμψεν κάτωθεν ἐκ τοῦ τάφου
3055καὶ στεναγμὸν περίπικρον ἐκ συνοχῆς καρδίας, ἔλεον ἐκκαλούμενος ἀπὸ τῶν φυλασσόντων, καὶ λιταζόμενος αὐτοὺς ἐκεῖθεν ἀναχθῆναι. τῶν δὲ φησάντων ἕτερον κράτορα χρηματίζειν, ἐκεῖνος ἀνθυπήνεγκεν “οὐδείς μοι τούτου λόγος·
3060μόνον ἐξανοιγήτω μοι τὸ κατηφὲς μνημεῖον, ὡς τὴν γλυκεῖαν ἴδοιμι λαμπάδα τοῦ φωσφόρου.” ἀλλ’ ἦν οὐδεὶς ὁ συμπαθῶν οὐδ’ ἐποικτείρων τοῦτον· τοῖς γὰρ κακοῖς κἀν τελευτῇ πάντες ἐπεγκοτοῦσι. συνέβη δὲ μετ’ οὐ πολὺ τὸν τάφον ἀνοιγῆναι
3065καὶ τὸν νεκρὸν τὸν δυστυχῆ πᾶσιν ἐκκαλυφθῆναι, ἐλεεινόν τι θέαμα, κατάξιον δακρύων· εὑρέθη γὰρ καταφαγὼν τοὺς τῶν ποδῶν σανδάλους καὶ τοὺς βραχίονας αὐτοῦ καθάπερ ἀλλοτρίους. τινὲς δὲ Ζήνωνί φασι συμβῆναι τὰ τοιαῦτα·
3070πολλάκις γὰρ νοσήματι συνείχετο κατόχῳ, καὶ θνήσκειν νομιζόμενος αὖθις ἦν ἐν τοῖς ζῶσιν. Ἀλλ’ οὐ γὰρ πάντα τὰ κακὰ πρόσεστι τοῖς ἀνθρώποις, ἀλλὰ συγκίρναταί ποτε καὶ βέλτιστα κακίστοις. βέβηλος γὰρ καὶ δυσσεβὴς οὗτος φανεὶς ὁ κράτωρ
3075ὅμως ἐξώρυξε φυτὸν γῆς πάσης Ῥωμαΐδος, οὗ καὶ καρποὶ πικράζοντες καὶ θάνατος ἡ ῥίζα· ὡς εἴγε μὴ τὸ πρόσκομμα τὸ περὶ τὴν θρησκείαν ὥσπερ παχὺ καὶ θολερὸν ἀντεπεσκότει νέφος, τοῦτο καὶ μόνον τὸ καλὸν ἴσχυσεν ἂν συγκρύψαι
3080τὰς ὅλας ῥυπαρότητας καὶ τὰς ἀκαθαρσίας καὶ πάντας τοὺς τραυματισμοὺς τοὺς ἰχωρωδεστάτους καθάπερ ἀλεξίκακον φάρμακον ὑγιάσαι. ἦν δὲ τὸ περικόσμημα τοῦ παρανομωτάτου ἡ πρόρριζος ἀναίρεσις εἰσπράξεως κιβδήλου,
3085ἣ λέγεται χρυσάργυρον ἀνδράσι φορολόγοις. τί δὲ καὶ ποῖον τὸ λεχθέν, ὁ λόγος ἱστορήσει. ἅπας ἀνήρ τε καὶ γυνή, παῖς κόρη τε καὶ βρέφος, προσαίτης, ἀπελεύθερος, οἰκέτης, οὐκ οἰκέτης, ὑπὲρ σκυβάλου κοπρηροῦ καὶ δυσοσμίας οὔρου
3090ἓν ἐξ ἀργύρου νόμισμα παρεῖχε τῷ ταμείῳ. τουτὶ δὲ καὶ τοῖς κτήνεσιν ἐπέκειτο τὸ βάρος· βουσὶ γὰρ ἡμιόνοις τε, καὶ μέντοι καὶ τοῖς ἵπποις. ὑπὲρ ἑκάστου δὲ κυνός, ὑπὲρ τῶν ὀναρίων ἓξ φόλλεις κατεβάλλετο τοῦ κτήνους ὁ δεσπόζων.
3095ὁ τοίνυν Ἀναστάσιος δυσωπηθεὶς ἐντεύξεις ἀνδρῶν μονήρη καὶ σεμνὸν μετερχομένων βίον, τοσοῦτον ἄχθος ἤλασε καὶ τηλικοῦτον μύσος, προθέλυμνον τὸ βλάστημα τὸ τῆς αἰσχροκερδείας ἐξανασπάσας καὶ πυρὶ δοὺς ἀφανιστηρίῳ.

(3100)

Ἐπεὶ γοῦν Ἀναστάσιος ᾤχετο κακιγκάκως, ἀναιμωτὶ χειρίζεται τοὺς οἴακας τοῦ κράτους καὶ σκῆπτρον τὸ βασίλειον ὁ πρῶτος Ἰουστῖνος· λαβὼν γάρ, ὥς φασι, πολὺν χρυσὸν ἐξ Ἀμαντίου
(ὑπῆρχε δὲ πραιπόσιτος Ἀμάντιος ἐκεῖνος)
3105καὶ κελευσθεὶς τοῖς τάγμασι τοῦτον κατακενῶσαι, ὡς ἂν περιποιήσαιντο τὸ κράτος Θεοκρίτῳ τῷ κοινωνοῦντι τῶν αὐτῶν αἱμάτων Ἀμαντίῳ, ἐκ τῶν ὀθνείων ἑαυτῷ κτᾶται τὴν βασιλείαν, πριάμενος, τὸ κέρδιστον, χρήμασιν ἀλλοτρίοις.
3110οὕτω πᾶσιν ἐπέραστος ἡ σκηπτροκρατορία, κἀνταῦθα μόνον ἀδικεῖν οὐκ ἄν τις κατοκνήσει, κἂν ἐν τοῖς ἄλλοις δίκαιος εὑρίσκοιτο καὶ σώφρων. ἦν δ’ εὐσεβὴς καὶ νουνεχὴς ὁ γέρων Ἰουστῖνος, τῷ ζήλῳ δὲ πυρούμενος τῆς εὐσεβοῦς θρησκείας
3115τοῖς Μανιχαίοις ἄσπονδον πόλεμον ἐξανῆψε καὶ διωγμὸν βαρύτερον τῶν μνημονευομένων τοῖς συντηροῦσι τοὺς σαθροὺς λήρους τοῦ Νεστορίου. τῆς βασιλείας τοιγαροῦν κρατεῖ χρόνους ἐννέα. Ὡς δὲ καὶ τοῦτον φέροντα πάχος θνητοῦ σαρκίου
3120ἐχρῆν τὸ χρέος τῆς θνητῆς φύσεως ἀποδοῦναι, πρὸς τὸν Ἰουστινιανὸν τὸ κράτος μεταβαίνει, τὸν τοῦ ναοῦ δομήτορα τούτου τοῦ τρισμεγίστου, τὸν μεγαλοπρεπέστερον ἀνάκτων τῶν προτέρων, ὃς ἀδελφόπαις γνήσιος ὑπῆρχεν Ἰουστίνου.
3125οὗτος δ’ εὐθὺς ἐν ταῖς ἀρχαῖς τῆς αὐτοκρατορίας πόλεμον συνεκρότησε κατὰ τῶν Οὐανδήλων καὶ τοῦ ῥηγὸς Γελίμερος ὡς τυραννικωτάτου.
φιλίαν γάρ τοι καθαρὰν καὶ πρὸ τῆς βασιλείας πρὸς τὸν Ἰνδέριχον πλουτῶν τῶν Οὐανδήλων ῥῆγα,
3130καὶ γράμματα δεξάμενος ὡς ὁ σκαιὸς Γελίμερ ἐπανασταίη κατ’ αὐτοῦ καὶ κατακλείσας ἔχοι αὐτόν τε τὸν Ἰνδέριχον καὶ γαμετὴν καὶ τέκνα, καὶ τὴν ἀρχὴν ἀφέλοιτο σύμπασαν Ἰνδερίχου, ταῦτα μαθὼν ὁ βασιλεύς, πληγείς τε τὴν καρδίαν
3135καὶ μέγα παθηνάμενος ὑπὲρ τοῦ δυσπραγοῦντος, στόλον κατὰ Γελίμερος μυρίανδρον ἐκπέμπει, στολάρχην δὲ καθίστησι καὶ στρατηγὸν τῆς μάχης τὸν μέγαν Βελισάριον, τὴν τῶν Ῥωμαίων χεῖρα, τὸν πάντας ἀποκρύψαντα στρατάρχας φαλαγγάρχας
3140ἐπὶ στερρότητι φρενῶν, ἐπ’ ἀριστοβουλίαις· ὃς συλλεξάμενος πληθὺν ναυμάχων πεζομάχων, ψιλούς, ἐνόπλους, πελταστάς, ἱππότας, σφενδονήτας, ἐθέλοντας καὶ σπεύδοντας αὐτοῦ προκινδυνεύειν, καὶ βίας ἀπεχόμενος ἀδίκων ἁρπαγμάτων,
3145καὶ πάντας ἔχεσθαι ποιῶν τῆς δικαιοπραγίας, πᾶσαν κατετροπώσατο Λιβύων φυλαρχίαν, καὶ τράχηλον τὸν ἄκαμπτον ἔκλινεν Οὐανδήλων, αὐτῶν αὐτῷ τῶν δυσμενῶν Λιβύων προσχωρούντων καὶ σπουδαζόντων ἄρχεσθαι παρὰ Βελιζαρίου.

(3150)

οὕτω τοι πρᾶγμα δύσμαχον ἡ δικαιοπραγία, καὶ φίλους οἶδε καθιστᾶν τοὺς πρώην μισουμένους,
ἐφέλκεταί τε τοὺς ἐχθροὺς ὡς σίδηρον μαγνῆσις. δεῖγμα χρηστότητος αὐτοῦ καὶ τρόπου φιλανθρώπου. ἥρπασέ τις τῶν τοῦ στρατοῦ κατοικδίαν ὄρνιν·
3155ἤγειρε θροῦν ὁ μὴ καλῶς ἀφαιρεθεὶς τὴν ὄρνιν. ἤκουσε Βελισάριος, ἠχθέσθη τῷ συμβάντι, ἀνεῦρε τὸν φιλάρπαγα. τῷ ζήλῳ δ’ ὑπερζέσας δεινὸν εἰσπράττεται ποινὴν ὑπὲρ μικροῦ μεγάλην· κελεύει γὰρ τὸν ἄθλιον ἀνασκολοπισθῆναι
3160καὶ ταύτην δίκην ὑποσχεῖν τῆς φιλαδίκου γνώμης. εἰ γὰρ καὶ προσεφέρετο τοῖς ὄχλοις φιλανθρώπως καὶ μέλιτι γλυκάζοντι τοὺς λόγους συνεκίρνα, ἀλλ’ ᾔδει καὶ πικράζοντα ποτὲ παραμιγνύειν κατὰ δοκίμους ἰατροὺς καὶ πολυπειροτέρους.
3165ἐντεῦθεν τῇ μὲν στρατιᾷ φόβος ἐπῆλθε μέγας, καὶ δέος ἐκρυστάλλωσε τοῦ πλήθους τὰς καρδίας· ἐκ δὲ Λιβύων τῶν ἐχθρῶν ἀγάπη προσετέθη, καὶ πάντες ἶσα καὶ θεὸν τὸν στρατηγὸν εὐφήμουν. ἐντεῦθεν ὑπερίσχυσε τῶν ἐρυμνῶν φρουρίων
3170καὶ πάσης πόλεως λαμπρᾶς εὐπύργου στερροτείχου. αὐτό τε τὸ τρισεύδαιμον Καρχηδονίων ἄστυ τὰς πύλας ἀνεπέτασεν· ἅπαντες γὰρ ἐκθύμως ἐφίλουν Βελισάριον οἷα πατέρα παῖδες. εὑρὼν δὲ τὰ βασίλεια Γελίμερος ἐκεῖσε
3175πλούτου θαλάσσας ἤντλησε καὶ ποταμοὺς χρημάτων, καὶ τῷ στρατῷ διένειμε τὰ σκῦλα φιλοτίμως. αὐτῷ δὲ τῷ Γελίμερι συμμίξας πλεονάκις, καὶ λυθροφύρτους θέμενος Λιβύης πεδιάδας, καὶ πᾶσαν αἱματόβαπτον ῥομφαίαν ἀναδείξας,
3180καὶ τῶν βαρβάρων τοῖς νεκροῖς τὴν γῆν κατακαλύψας, φανεῖσαν σωματόστρωτον ἐκ τῶν ἀναιρουμένων, μετὰ πολλὰς τὰς συμβολὰς καὶ τὰς ἀνδροκτασίας, μετὰ πολλὰς τὰς συμπλοκὰς καὶ τὰς ἱππομαχίας καὶ τῶν δοράτων τὸν θραυσμὸν καὶ συντριβὴν ἀσπίδων,
3185τέλος αὐτὸν Γελίμερα καὶ γαμετὴν καὶ παῖδας ἐλεεινοῖς ἐν σχήμασι λαβὼν δορυαλώτους ἐκεῖθεν μυριόνικος ἀνέζευξε στρατάρχης, στρατάρχης ἀριστόνικος, νίκαις πολλαῖς ἐμπρέπων· ὃν ἀμειβόμενος καλῶς Αὐσονοκράτωρ κράτωρ
3190ἰδίοις ἐν νομίσμασι χρυσέοις ἀργυρέοις ὁπλίτην ἐνεχάραξε ῥομφαίαν ἐσπασμένον, καὶ θρίαμβον ἡτοίμασε τῷ τρισαριστεργάτῃ, ἐν ᾧ προπορευόμενος ἦν αὐτοῦ καὶ Γελίμερ. ἔφριξε τούτου τὴν αἰχμὴν Χοσρόης ὁ Περσάρχης
3195καὶ τὸ μεγαλεπήβολον καὶ τὰς ἀνδρώδεις φρένας· καὶ τούτῳ γὰρ συνέμιξεν ἰσχυρομάχους μάχας, καὶ τόσον κατεπτόησεν ὡς θέλειν τὸν Χοσρόην εἰρήνην ἀνταλλάξασθαι πολέμων ἀνδροφθόρων. καὶ Ῥώμην τὴν πρωτόπολιν, τὴν παλαιτέραν Ῥώμην,

(3200)

Ῥωμαίοις ἀνεσώσατο Γότθων χερσὶν ἁλοῦσαν· ὧν καὶ τὸν ῥῆγα τὸν πολύν, τὸν μέγαν, τὸν φρικώδη, ζωγρήσας σιδηρόδετον ἔσχεν ἐν χειροπέδαις. αὐτὸν δὲ τὸν αὐτάνακτα μέλλοντα κινδυνεύειν καὶ τὴν ζωὴν καὶ τὴν ἀρχὴν ἀθλίως ζημιοῦσθαι
3205μέσων ἀφήρπασε χειρῶν τοῦ στασιώδους ὄχλου. τὸ γὰρ δημοτικώτερον τοῦ πλήθους στασιάσαν, ἡνίκα συζευγνύουσιν ἵππους ἁρματοστρόφοι καὶ δρόμους ἐρεθίζουσι πρὸς ἁμιλλητηρίους, βοὰς ἀφῆκε κατ’ αὐτοῦ δυσφήμους τοῦ κρατοῦντος
3210καὶ φλήναφον ἀπέπτυσεν ἀπεραντολεσχίαν. κακοῖς κακὰ δὲ προστιθὲν ἐλάττοσι τὰ μείζω καὶ κράτορα προβάλλεται, δείκνυσιν αὐσονάρχην πατρίκιον Ὑπάτιον, ἄνδρα τῶν ἐπισήμων, Ἀναστασίῳ προσγενῆ τῷ βεβασιλευκότι.
3215ἐνταῦθα Βελισάριος πιμπρᾶται τὴν καρδίαν ἀνδρίζεταί τε κραταιῶς καὶ σπᾶται τὴν ῥομφαίαν, καὶ δορυφόροις σὺν πολλοῖς ἀλκίμοις ὑπερθύμοις καὶ τῷ Ναρσῇ τῷ δεξιῷ καὶ στρατηγικωτάτῳ ὡς λέων θρασυκάρδιος εἰσέπεσεν εἰς μέσους,
3220καὶ τοῦ μωραίνοντος λαοῦ συνέκοψε τὸ σμῆνος ὡς Μωϋσῆς τὸν Μαδιάμ, ὡς Ἰησοῦς Χετταίους. ἐμέθυσε τοῖς αἵμασι τὴν ἑαυτοῦ ῥομφαίαν, καὶ μετετράπη τὸ τερπνὸν εἰς λύπης ἀμετρίαν,
ἡμέρα πανηγύρεως ἡμέραν εἰς πενθίμην·
3225τῶν γὰρ πεσόντων ἡ πληθὺς εὑρέθη ποσουμένη εἰς πέντε πρὸς τριάκοντα χιλιανδρίας ὅλας. τὸ μὲν οὖν πλῆθος συσταλὲν ἀπέστη τῆς μανίας, ὁ δὲ κρατῶν ἐξέφυγε τοὺς ἐν ποσὶ κινδύνους. Ἦν τοῦτο τὸ στρατήγημα λαμπρότερον τῶν πρώην,
3230καὶ μέγας Βελισάριος ἦν ἐπὶ στρατηγίαις· ἀλλὰ γὰρ ταῦτ’ οὐκ ἤρεσκε τῷ φθόνῳ τῷ κακίστῳ. ἔνθεν πικρὸν ἐνέβλεψε τοῦ στρατηγοῦ τῷ κλέει, καὶ πάσαις ἤλασεν ὁρμαῖς κατὰ τῆς τούτου δόξης· ὁ φθόνος γάρ, ὡς λέγουσιν, οὐκ οἶδε τὸ συμφέρον.
3235ἐντεῦθεν ὁ πολύολβος, ὁ μέγας, ὁ στρατάρχης ὁ τὸν Χοσρόην ἐκφοβῶν τὸν φοβερὸν Περσάρχην, ὁ βασιλεῖς ὑπαγαγὼν ὑπὸ ζυγὸν δουλείας, ὁ σπάθῃ χειρωσάμενος τόσα Λιβύων ἔθνη, ὁ πολεμόκλονος, ὁ πρὶν ἐν μάχαις θυμολέων,
3240φθόνῳ καταστρατηγηθεὶς τῷ χαλεπῷ θηρίῳ ἄτερ στρατοῦ καὶ μαχητῶν καὶ φαρετροφορίας, πέπτωκε πτῶμα δύστλητον, ἐπάξιον δακρύων. γέγονε φεῦ ἐλεεινός, γυμνότερος ὑπέρου· ἔπιε φεῦ τῶν συμφορῶν ὑπερχειλῆ τὸν σκύφον·
3245ἐγύμνωτο τῶν ἑαυτοῦ καθάπερ φυγὰς δοῦλος· ἐκάθητο τὸν δήμιον, ὢ πάθους! περιμένων,
πότε τῷ ξίφει τὸν αὐτοῦ τράχηλον ἀποκόψει. φθόνε, θηρίον χαλεπόν, λῃστά, φονεῦ, διῶκτα, σκορπίε μυριόκεντρε, τίγρις ἀνθρωποβόρε,

(3250)

δράκαινα φαρμακεύτρια, βοτάνη θανασίμη, βέλος ἀσίδηρον, αἰχμὴ πασῶν τμητικωτέρα, οἷα ποιεῖς καὶ κακουργεῖς, οἷα δεινὰ τυρεύεις! ὑπερνικᾷ τὸ πάθος με, συγχέει με τὸ πένθος, καὶ προκαλεῖται δάκρυον ἐκ τῶν ἐμῶν ὀμμάτων.
3255ἕως καὶ πότε, λυμεών, οὕτως ὑπερισχύσεις; μέχρι καὶ τίνος, κάκιστε, τὸν βίον συγκυκήσεις, τύραννε κακομήχανε, φόνιε, παντορέκτα. κἀγὼ γάρ, ὡς οὐκ ὤφελον, σαῖς ἐμπεσὼν παλάμαις καὶ πειραθείς σου τῶν βελῶν κεῖμαι μικρὸν ἐμπνέων.
3260 Καὶ ταῦτα μὲν ἐλέχθησαν ἡμῖν ἐν παρεκβάσει· ἡ γὰρ πικρία τῆς ψυχῆς λαλεῖν καταναγκάζει. ὁ βασιλεὺς δὲ ζηλωτὴς ὑπάρχων εὐσεβείας πόλεμον ἀνερρίπισε κατὰ τῶν δυσσεβούντων, καὶ πλέον τῶν ἑλληνιστῶν τῆς βωμολόχου πλάνης,
3265κἂν ὕστερον ἀπατηθεὶς ὑπὸ τινῶν βεβήλων, τῇ τῶν ἀφθαρτοδοκητῶν ἑάλω δυσσεβείᾳ. Οὗτος ναὸν ἐδείματο τὸν φεραυγῆ τὸν μέγαν, τὸ τοῦ θεοῦ μου τέμενος, τὸν οὐρανὸν τὸν κάτω, ὃν οἶμαι καὶ τὰ σεραφὶμ αἰδούμενα θαυμάζει.
3270ἂν γὰρ θεὸς καταξιοῖ μένειν ἐν χειροκμήτοις, ἐν τούτῳ πάντως κατοικεῖ· καὶ ποῦ γὰρ ἀλλαχόθι; ἂν οὖν τις παρεικάσειε σφαίρᾳ μὲν οὐρανίᾳ πόλιν τὴν ὀλβιόπολιν, τὴν Κωνσταντίνου πόλιν, τοὺς δὲ ναοὺς τοὺς ἱεροὺς ἀστέρων φεραυγείαις,
3275οὐκ οἶμαι τοῦ καθήκοντος οὗτος ἀποσφαλεῖται. πάντες μὲν οὖν ἐκλάμπουσιν ἀφθόνοις φρυκτωρίαις, καὶ στίλβουσι ταῖς χάρισι καὶ κτίσιν δᾳδουχοῦσι, καὶ χρηματίζουσι φαιδροὶ τοῖς ἐπὶ γῆς ἀστέρες· ἠέλιος δ’ ἀνόρουσε λίμνης περικαλλέος,
3280καὶ πάντων ἀπεκρύβησαν ἀστέρων αἱ λαμπάδες. ὑπερεκλάμπει γὰρ φαιδρῶς, ὡς ἐν μικροῖς ἀστρίοις, τοῖς ἱεροῖς τεμένεσιν ἄλλος ἥλιος γίγας, ὁ θεοδόμητος ναός, τὸ κάλλος γῆς ἁπάσης. Τούτῳ συνῆν τῷ βασιλεῖ σύζυγος Θεοδώρα,
3285ταυτόζηλος, ταυτότροπος, μεγαλοπρεπεστάτη. αὕτη ναὸν ἀνήγειρεν ἀπὸ ῥιζῶν ἐσχάτων τοῖς τοῦ κυρίου μαθηταῖς, μετὰ τὸν πρῶτον πρῶτον, γλαυκόφωτον ἂν εἴποι τις ἐν τοῖς ναοῖς σελήνην, εἰς κάλλος δευτερεύοντα τοῦ λαμπραυγοῦς ἡλίου.
3290Ἀλλὰ τοιαύτας χάριτας τῷ βασιλεῖ πλουτοῦντι
οὐκ ἦν θυγάτηρ, οὐχ υἱός, οὐ διαδοχὴ γένους. ἔνθεν τοι μέλλων τελευτᾶν καὶ γῆθεν μεταβαίνειν ἐπὶ τὸν ἀδελφόπαιδα βλέπει τὸν Ἰουστῖνον, καὶ τοῦτον αὐσονάνακτα καὶ κράτορα δεικνύει,
3295ἰθύνας τὸ καλλίπρωρον τῆς βασιλείας σκάφος ἐν ἔτεσι τριάκοντα πρὸς ἐννεάδι μιᾷ. Ἦν δὲ χρηστὸς καὶ δίκαιος ὁ νέος Ἰουστῖνος, καὶ τὸ φιλάδικον μισῶν καὶ τὴν κακοτροπίαν, φιλόκαλος, φιλόκοσμος, λαμπρόψυχος, ἀστεῖος,

(3300)

χρημάτων καταφρονητής, στυγῶν σμικρολογίαν. δεῖγμα λαμπρότητος αὐτοῦ καὶ μεγαλοπρεπείας ὁ χρύσεός τε καὶ τερπνὸς ἐν ἀνακτόροις οἶκος, ὃς ἔτι τοῦ δομήτορος τὴν κλῆσιν περισώζει, χαρίτων στίλβων καλλοναῖς καὶ πυραυγίζων πάντῃ.
3305 Ἦν μὲν οὖν οὕτω κόσμιος ὁ βασιλεὺς καὶ πρᾶος καὶ μισοπόνηρον αὐχῶν τὴν γνώμην καὶ δικαίαν· ἀλλὰ γὰρ τὸ πολύπονον αὐτοῦ τῆς διαρτίας καὶ τὸ συχνάκις βάλλεσθαι νόσοις ἀλλεπαλλήλοις τὴν πρόθεσιν ἐξέκοπτε τῆς δικαιοπραγίας.
3310οὐ γὰρ προῄει συνεχῶς ἀπὸ τῶν βασιλείων, ὡς εἶναι τοῖς ἐθέλουσιν αὐτῷ προσομιλῆσαι καὶ φιλαδίκων κατειπεῖν ἀνθρώπων ἁρπακτήρων, ἀλλ’ εἶχε τοῦτον νοσερὸν ἡ κλίνη καὶ τὸ δῶμα ὥσπερ τι δένδρον εὐγενὲς βρῖθον καρποῖς ὡραίοις
3315καὶ πᾶσι προϊσχόμενον πλουσίαν τὴν ὀπώραν,
χειμῶνι δὲ καὶ κρυερῷ πηγνύμενον ἀέρι καὶ παρεμποδιζόμενον εἰς τὸ πεπᾶναι ταύτην. ἐντεῦθεν οἱ σπουδάζοντες ἐκ φιλαδίκου γνώμης τοῖς ἀλλοτρίοις ἐντρυφᾶν καὶ τὰς οὐσίας αὔξειν,
3320κατὰ πολὺν τοῦ θέλοντος κωλύειν ἐρημίαν λίχνοις ἐπεντρανίζοντες ταῖς κόραις τοῖς ὀθνείοις ἐλῄστευον διήρπαζον ἐσύλουν τὰ τῶν πέλας, καὶ φύρσις ἦν ἁπανταχοῦ καὶ στόνος οἰμωγμάτων, ὀλοφυρμοὶ καὶ στεναγμοί, θρῆνοι, στερνοκτυπίαι.
3325πόλις δ’ ὁμοῦ μὲν ἔγεμε συχνῶν θυμιαμάτων, ὁμοῦ δ’ ὑπερπεπλήρωτο παιάνων καὶ δακρύων. ταῦθ’ ὁ κρατῶν ὡς ἤκουσε, τὴν μὲν ψυχὴν ἐπλήγη, οὐκ ἔχων δ’ ὅτι δράσειεν (ἔσφιγγον γὰρ αἱ νόσοι) ἐν ἀπειλαῖς ἐπτόησε μόναις τοὺς κακοσχόλους,
3330ὥσπερ εἰ θὴρ ὑπέρακμος ἔξωρος καὶ τριγέρων βλέπει τοὺς σκύμνους τοὺς αὐτοῦ πικρῶς ἁρπαζομένους, καὶ μηδαμόθεν ἄλλοθεν σθένων αὐτοῖς ἀμῦναι φρικώδεις πέμπει βρυχηθμοὺς ἀπὸ καρδίας μέσης. ἀλλ’ οὐκ ἐπέρανεν οὐδὲν ὁ βασιλεὺς ἐν τούτοις·
3335ἡ γάρ τοι φιλοχρήματος καὶ ῥυπαρὰ καρδία οὐ δυσωπεῖται τοὺς θεσμοὺς τοὺς τῆς φιλαλληλίας, οὐ φρίσσει βλέφαρον θεοῦ, κράτορας οὐκ αἰδεῖται, οὐ κατοικτείρει συνοχήν, οὐ συντριβὴν καρδίας. Ὡς οὖν τὸ μὲν κακεντρεχὲς κατίσχυεν εἰς πλέον
3340καὶ πανταχοῦ τὰς στυγητὰς ἐξέτεινε πλεκτάνας, καὶ πάντας ἐπεβόσκετο τὸ τῆς κακίας στόμα, ὁ δὲ κρατῶν ἀνῴμωζεν ἤσχαλλεν ἐδυσφόρει, τὶς τῶν ἐν τέλει παρελθὼν εἰς μέσους μετὰ θάρρους “ὦ βασιλεῦ” ἀνέκραγεν, “εἰ θελητόν ἐστί σοι
3345ἐκ τῶν χειρῶν τῶν πονηρῶν ῥύεσθαι τοὺς ἰδίους, ἐμοὶ τῆς ἐκδικήσεως ἐγχείρισαι τὸ ξίφος. κἂν μὲν ἐκτέμω κεφαλὰς τὰς τῆς πλεονεξίας καὶ τρόπου τοῦ φιλάρπαγος ὡς Ἡρακλῆς τῆς ὕδρας, χάρις μοι κείσεται πρὸς σοῦ καὶ πρὸς τῶν ὑπηκόων·

(3350)

εἰ δ’ οὔ, μὴ φείσῃ, βασιλεῦ, ἀλλ’ ὡς αἰσχύναντί σε πελέκει μοι τὸν τράχηλον ἀπόκοψον ἐνδίκως.” ἤκουσε ταῦθ’ ὁ βασιλεύς, ἐπένευσεν αὐτίκα, ἐπῄνεσε τὸν ἄνθρωπον τῆς φιλανθρώπου γνώμης, ἀρχὴν τὴν ἀνυπεύθυνον δίδωσι τῷ γενναίῳ
3355(ἔπαρχον ἡ συνήθεια λέγει τὸν ταύτην σχόντα,) καὶ πᾶσι τρόποις παραινεῖ φροντίζειν τοῦ δικαίου. ὁ μὲν οὖν ἀνεζώσατο τοιαύτην δυναστείαν, καὶ ζήλου πλείονος πλησθεὶς εἴχετο τῶν πρακτέων· συνέβη δὲ μετ’ οὐ πολὺ γενέσθαι τι τοιοῦτον,
3360λόγου καὶ μνήμης ἄξιον καὶ πρέπον ἱστορεῖσθαι. γυνὴ προσῆλθε πενιχρά, χηρείαν ἀνατλᾶσα, μετ’ οἰμωγῆς, μετὰ βοῆς, μετὰ περιπαθείας,
καταβοῶσα τῶν λαμπρῶν τινὸς καὶ περιδόξων, πρὸς γένους ὄντος βασιλεῖ, μαγίστρου τὴν ἀξίαν,
3365καὶ τὸν φιλάδικον αὐτοῦ τρόπον αἰτιωμένη ὡς τὴν οὐσίαν τὴν αὐτῆς πᾶσαν διηρπακότος. ἤκουσε ταῦθ’ ὁ ζηλωτὴς ἐκεῖνος τοῦ δικαίου, προσέσχε τοῖς οἰμώγμασιν, ᾤκτειρε τὴν γυναῖκα, πέμπει μετακαλούμενος τὸν μάγιστρον εἰς κρίσιν.
3370ὁ μάγιστρος οὐ πείθεται, καταφρονεῖ τῆς δίκης, καταγελᾷ τοῦ δικαστοῦ, τὴν κρίσιν μυκτηρίζει. καὶ δεῖπνον ἁβροτράπεζον τελοῦντος τοῦ κρατοῦντος συμποσιάζων μετ’ αὐτοῦ σὺν ἄλλοις ἀφικνεῖται. τὸ μετὰ τοῦτο τί καὶ πῶς; ὁ δικαστὴς θυμοῦται,
3375φοιτᾷ πρὸς τὰ βασίλεια, φαίνεται τῷ κρατοῦντι, βλέπει λιπαροτράπεζαν ἐν μέσῳ πανδαισίαν, ὁρᾷ συνανακείμενον μετὰ τῶν δαιτυμόνων ἐκεῖνον τὸν ἀπόζοντα πλεονεξίας μύσους. ὡς εἶδεν, ἀναφλέγεται τῷ ζήλῳ τὴν καρδίαν,
3380καὶ παρρησιασάμενος φησὶ πρὸς Ἰουστῖνον “εἰ μὲν ἐμμένεις, βασιλεῦ, τοῖς προτεθεσπισμένοις καὶ βούλει τοὺς φιλάρπαγας ὑπάγεσθαι ταῖς δίκαις, κἀγώ σοι πρόθυμος ποιεῖν τὰ προϋπεσχημένα· εἰ δέ σοί τις μετάμελος ὧν ἔπραξας ἐπῆλθε,
3385ἐμοὶ τὴν ἔπαρχον ἀρχὴν ταύτην παρεσχηκότι,
ἰδού σοι πάρεστιν αὐτὴν πάλιν ἀπολαμβάνειν. ἐγὼ γὰρ ἀναιτίατος σοῦ ποιουμένου φίλους τοὺς ἐξαγίστους καὶ σκαιοὺς καὶ τοὺς ὑπομοχθήρους, καὶ συμπαραλαμβάνοντος συμπότας ὁμοδείπνους
3390ἀνθρώπους κακογνώμονας καὶ κακεντρεχεστάτους.” πρὸς ταῦθ’ ὁ γαληνότατος καὶ πρᾶος Ἰουστῖνος περιπαθές τι καὶ βαρὺ καὶ βύθιον οἰμώξας “εἰ μὲν ἐγώ” φησιν “αὐτὸς ἄδικον εἴργασμαί τι, αὐτίκα με κατάρραξον τοῦ βασιλείου θρόνου·
3395εἰ δέ τίς μοι τῶν συμποτῶν καὶ συνανακειμένων, τοῦτό σοι πάρεστι ποιεῖν ὃ πάλαι διεσκέψω.” βαβαὶ τῆς γαληνότητος καὶ τῆς χρηστότητός σου, αὐτοκρατόρων ἄριστε, δικαιοφύλαξ πρᾶε. εἴρηκε μὲν ὁ βασιλεύς, ὁ μάγιστρος δ’ αὐτίκα

(3400)

ἀναρπαγεὶς πρὸς τοῦ κριτοῦ σὺν ἑλκυσμοῖς βιαίοις ἐκ συμποσίου καὶ τρυφῆς, ἐκ μέσων ὁμοδείπνων, ἐκ τραπεζῶν πολυτελῶν καὶ μεγαλοδαπάνων, ἤγετο πρὸς κριτήριον δίκας ὑφέξειν μέλλων. ἐστάθη πρὸ τοῦ βήματος τρέμων πεφοβημένος
3405ὁ πρὶν ὑπεραιρόμενος, ὁ σοβαρός, ὁ γαῦρος. καὶ πάλιν τὸ μὲν γύναιον ὡς πρώην κατηγόρει καὶ προύφερε τὴν ἁρπαγήν, ἤλεγχε τὴν κακίαν· ὁ δὲ πεφίμωτο καὶ βοῦν ἐπὶ τῆς γλώττης εἶχεν, ὁ πρὶν σοβαροπρόσωπος, ὁ πρώην φρυακτίας.
3410οὕτως ἀπαρρησίαστον κακομηχάνου στόμα.
ὡς οὖν ζητήσας ἀκριβῶς καὶ πολυπραγμονήσας ὁ μεγαλόνους δικαστὴς καὶ τοῦ δικαίου φύλαξ εὗρε παθοῦσαν συμφορὰς βαρυσυμφορωτάτας τὴν προσελθοῦσαν ὡς χερσὶν ἀδίκοις λῃστευθεῖσαν,
3415ὠμοῖς βουνεύροις τὸν λαμπρὸν ἐκεῖνον καταικίζει καὶ ταῖς χαλάζαις τῶν πυκνῶν μαστίγων μωλωπίζει, καὶ πᾶν τὸ σῶμα ταῖς πληγαῖς κατάστικτον δεικνύει, εἶτα ψιλοῖ τὸ γένειον ἕως ἐπιδερμίδος, κείρει καὶ τρίχας κεφαλῆς, τὸ πρόσωπον αἰσχύνει,
3420παλιμπετῆ παλίνστροφον ἐπιβιβάζει κτήνους, δημοσιεύει τὸ κακὸν ἐν μέσοις λεωφόροις, καὶ θριαμβεύει δυσκλεῶς τοῦτον καὶ στηλιτεύει, καὶ τῆς οὐσίας τῆς αὐτοῦ δεσπότην καθιστάνει τὴν ὑπ’ αὐτοῦ πολλὰ δεινὰ τλᾶσαν καὶ πικρανθεῖσαν.
3425οὕτως οὐδὲν ἐφάμιλλον φιλελευθέρῳ γνώμῃ· οὕτως ἀφιλοχρήματος καὶ μὴ δεδουλωμένος εὐπαρρησίαστος ἀνὴρ οὐ πρόσωπα λαμβάνει, οὐ δειλιᾷ τοὺς ὑψηλούς, οὐδένα καταπτήσσει, πτηνός, ἂν εἴπῃς, ἀετός, εὔπτερος, ὑψιβάμων,
3430ὑπ’ οὐδενὸς κρατούμενος τῶν ἐπὶ γῆς πραγμάτων. ἂν ἔχῃς γνώμην καθαρὰν κερδῶν ὑψηλοτέραν, ἂν μὴ ῥυπαίνῃς τὴν ψυχὴν λημμάτων κιβδηλίαις, οὐ πτοηθήσῃ βασιλεῖς, οὐκ αἰσχυνθήσῃ δῆμον,
οὐ πτήξεις ὑπερέχοντας, οὐ μεγαλοδυνάμους.
3435 Ἀλλ’ ἐπανακαμπτέον μοι πρὸς τὰ τῆς ἱστορίας. τοῦτο πολλοὺς ἐφόβησε, τοῦτο πολλοὺς ἐπέσχεν· ἐντεῦθεν συνεστάλησαν πολλοὶ τῆς ἀδικίας τὴν πρόθεσιν καὶ τὴν ὁρμὴν τὴν εἰς πλεονεξίαν· τὸ δυσπαράκλητον καὶ γὰρ καὶ φοβερὸν εἰς κρίσεις
3440τοῦ δικαστοῦ κατέσεισεν ἁπάντων τὰς καρδίας. ἔνθεν γαλήνη πανταχοῦ τῆς δικαιοπραγίας ἀντὶ χειμῶνος καὶ στυγνῆς θυέλλης ἐφηπλώθη. ἀντὶ κυμάτων καὶ βρασμῶν ἐγέλασεν εὐδία, καὶ πέλαγος ἀτάραχον ἐπλέετο τοῦ βίου·
3445πνεῦμα θεοῦ γὰρ ἄντικρυς ἐπέπνεεν ἡδύπνουν, καὶ κατεσίγαζε δεινὰς καὶ πολυρρόθους ζάλας. Τούτῳ συνῆν τῷ βασιλεῖ καὶ σύζυγος Σοφία, ἀνδρεία, μεγαλόψυχος, μεγαλοδωροτάτη. ἥτις μαθοῦσα τὸ κοινὸν κόπτεσθαι καὶ στυγνάζειν

(3450)

ὡς χρέεσι βαρούμενον οἷα δεσμοῖς ἀφύκτοις, συναγαγοῦσα τῶν χρεῶν πάντα τὰ γραμματεῖα αὐτὰ μὲν ἐπυρπόλησε, τοῖς δὲ χρεωφειλέταις ἀπέδωκε τὰ δάνεια χρημάτων ἐξ οἰκείων. ὅσοις δ’ ἑτέροις ἀγαθοῖς καὶ μεγαλοδωρίαις
3455ὁ βασιλεὺς ἡ βασιλὶς ἐπίαναν τὰς πόλεις, ἅπασι πάρεστι μαθεῖν ἐκ τῶν ὀλίγων τούτων·
καὶ γάρ τοι καὶ μικρότατον γεῦμα τὸν ὅλον πίθον καὶ πέπλον τὸ εὐύφαντον τὸ κράσπεδον γνωρίζει, καὶ λέων ὁ μεγάθυμος δῆλος ἐκ τῶν ὀνύχων.
3460 Ἐπεὶ δ’ οὐκ ἦν θυγάτριον ἀλλ’ οὐδ’ υἱὸς ἐκείνοις, ὁ βασιλεὺς Τιβέριον εἰσποίητον ὡς παῖδα ἐπιλεξάμενος δεινὸν ἐν στρατηγίαις ὄντα πρῶτα μὲν τῷ τοῦ Καίσαρος κατακοσμεῖ στεφάνῳ, μετὰ βραχὺ δὲ πρὸς ταὐτὸ συναγαγὼν τὸν ὄχλον,
3465τοὺς ἱερεῖς, τὴν σύγκλητον, ἅπαντας τοὺς ἐν τέλει, καὶ παραινέσεσι πολλαῖς ἐνθέοις καταρτίσας, τὰ σκῆπτρα παραδίδωσι τῆς αὐτοκρατορίας, ἔτι καὶ ζῶν καὶ περιὼν καὶ μὴ τὰ λοῖσθα πνέων, ἔτεσι δέκα πρὸς τρισὶ μῆνας σκηπτροκρατήσας.
3470ἀλλὰ γὰρ ὕπνωσε μικρὸν ἐπιβιοὺς τὸν ὕπνον τὸν νήγρετον καὶ πάγκοινον, τὸν ἀπὸ τοῦ θανάτου, καὶ λίθος κατεκάλυψε τὸν τηλικοῦτον ἄνδρα· οὐ γὰρ καλόν, οὐκ ἔμπικρον ἡ φύσις δυσωπεῖται, ὁμοῦ δὲ φύρδην ἅπαντας τίθησι τυμβοχώστους.
3475 Ὡς ἤδη δὲ Τιβέριος παρῆλθεν εἰς τὸ κράτος, ἐκ πρώτης, ὡς φασί, γραμμῆς ἔδειξε τὰς ἐλπίδας μὴ ψευσαμένας ἐπ’ αὐτῷ τοῦ προχειρισαμένου. τὴν μὲν γὰρ μεγαλόδωρον βασίλισσαν Σοφίαν μυρίαις ἀντημείψατο ταῖς ἀγαθοεργίαις,
3480τοῖς δ’ ὑπηκόοις ὀχετοὺς ἔβλυσεν εὐποιίας καὶ φλέβας ἀνεστόμωσε χρυσίτιδας ἀφθόνους. ἐπὶ παραμυθίᾳ δὲ τῶν νόσοις παλαιόντων καὶ τῶν καμνόντων τῷ λυγρῷ καὶ πολυπόνῳ γήρᾳ οἴκους ἀνήγειρε πολλοὺς καὶ πενητοτροφεῖα.
3485καὶ πρῶτος κατεβάλετο τὰς ῥίζας τοῦ τεμένους τῶν τεσσαράκοντα Χριστοῦ μαρτύρων καλλινίκων. ἐπὶ δυσὶ σαλεύων δὲ τὸν βίον θυγατράσι τούτων μιᾷ συζεύγνυσι Μαυρίκιον εἰς γάμον, ἄνδρα δραστηριώτατον, τὸ γένος Καππαδόκην,
3490καὶ μέλλων γαμοδαίσια τῆς νύμφης ἑορτάζειν ἀναγορεύει Καίσαρα τὸν τῆς παιδὸς νυμφίον. καὶ μετ’ ὀλίγον τελευτᾷ πρὸ χρόνου, πρὸ τῆς ὥρας, μὴ γήρως ἐφαψάμενος, μὴ κατιδὼν τὸν στάχυν τῆς ἡλικίας ὥριμον καὶ χρῄζοντα δρεπάνου,
3495ἰθύνας τὸ βασίλειον τέσσαρσι χρόνοις κράτος. εὐθὺς δ’ ἐπιλαμβάνεται Μαυρίκιος τῶν σκήπτρων, τοῦ Τιβερίου κρίναντος τὸν ἄνδρα βασιλεύειν. Οὗτος γαμβρὸν ἐπ’ ἀδελφῇ τὸν Φιλίππικον ἔσχεν, ἄνδρα γενναῖον, εὔτολμον, μέγαν ἐν στρατηγίαις,

(3500)

καὶ πλούτῳ περιβρίθοντα καὶ λάμποντα συνέσει, ἄρτι λιπόντα τὴν λαμπρὰν Ῥώμην τὴν πρεσβυτέραν καὶ πρὸς Κωνσταντινούπολιν μετακεχωρηκότα. τοῦτον λαμπρὸν γενόμενον ἐπὶ τροπαιουχίᾳ καὶ παραλύσαντα Περσῶν τὸ φρύαγμα τὸ γαῦρον
3505καὶ καταγωνισάμενον ἐν μάχαις φρικαλέαις
ὑπώπτευε Μαυρίκιος ὡς δὴ βασιλειῶντα καὶ παραρπάζειν θέλοντα τὴν αὐτοκρατορίαν. ἦν δὲ παραίτιον αὐτῷ ταύτης τῆς ὑποψίας, ὅτι τινὲς τῶν περιττῶν καὶ τῶν προφοιβαζόντων
3510τῷ Μαυρικίῳ προύφερον ὕθλους τινὰς γραώδεις, ὡς τὴν ζωὴν καὶ τὴν ἀρχὴν ἀφαιρεθῆναι μέλλοι πρός τινος ἔχοντος τὸ φῖ στοιχεῖον ἐν τῇ λήσει. ἐντεῦθεν ὁ περίλαμπρος, ὁ μέγας ἐν ταῖς μάχαις τοῦ φθόνου φεῦ ἀποληφθεὶς ἐν μέσοις ἀρκυστάτοις
3515μεταμφιέννυται στυγνὴν ἀντὶ λαμπρᾶς ἐσθῆτα, καὶ τῶν τριχῶν τῆς κεφαλῆς σίδηρος κατορχεῖται τοῦ πολυόλβου, τοῦ κλεινοῦ, τοῦ καρτεροκαρδίου. Ἀλλ’ ἦσαν ἄρα γηγενῶν ἐπισφαλεῖς αἱ φρένες, καὶ πρὸς τὰ μέλλοντα τυφλαὶ τῶν λογισμῶν αἱ κόραι.
3520εἰς τί μὲν οὖν κατήντησε καὶ τέλος οἷον ἔσχε τὸ φοίβασμα καὶ κόμψευμα τῶν τερατολογούντων, τοῖς ἐφεξῆς γνωσθήσεται καὶ τοῖς ῥηθησομένοις· ὁ δὲ χαγάνος προσβαλὼν Ῥωμαίων τοῖς φρουρίοις (ἦν δ’ ὁ χαγάνος βασιλεὺς Σκυθῶν τῶν προσαρκτίων)
3525καὶ πόλεις χειρωσάμενος εὐπύργους ἐξ ἐφόδου, καὶ πᾶσαν ἰστρογείτονα χώραν λεηλατήσας, καὶ δείξας αἱματόφυρτα τοῦ ποταμοῦ τὰ ῥεῖθρα, καὶ ξίφος πᾶν καὶ δόρυ πᾶν τοῖς φόνοις καταλούσας, τέλος πολὺ συναγαγὼν δορυαλώτων σμῆνος,
3530εἰς δώδεκα ποσούμενον χιλιανδρίας ὅλας,
πέμπει πρὸς τὸν Μαυρίκιον τὸν κράτορα Ῥωμαίων, παρακαλῶν λυτρώσασθαι τοὺς ᾐχμαλωτισμένους καὶ χρήμασιν ἀλλάξασθαι τὸ πλῆθος τοσαρίθμοις. ἀλλ’ οὐ κατέκαμψεν αὐτοῦ τὴν σκληρογνωμοσύνην
3535οὐ Σκυθικῆς ὠμότητος ἀπόνοια καὶ λύσσα, οὐκ ἀγριόθυμος ὁρμὴ χαγάνου τοῦ βαρβάρου, οὐ πένθος, οὐκ ὀλοφυρμός, οὐ δάκρυ τῶν ἁλόντων· δεσμὸν γὰρ εἶχεν ἀρραγῆ τὴν φιλοχρηματίαν. καὶ πάλιν ὁ τριβάρβαρος ἐκεῖνος ὁ χαγάνος
3540ἐκπέμπει πρὸς Μαυρίκιον μετριωτέρους λόγους καθυφιεὶς καὶ τὸ ποσὸν κατάγων τῶν χρημάτων. ὡς δ’ ἦν ἀσπὶς ὁ βασιλεὺς τὰς ἀκοὰς συμβύων οὐδ’ ἀνεχόμενος φωνῆς ἀΐειν ἐπᾳδόντων, θυμοῦται φεῦ ὡς πάρδαλις, ὡς τίγρις ὁ χαγάνος,
3545καταψηφίζεται πικρὸν τοσαυτανδρίας πότμον, θερίζει φεῦ τοῖς ξίφεσι τὸ πλῆθος τὸ τοσοῦτν, καὶ πᾶν τὸ πρόσωπον τῆς γῆς τοῖς πτώμασι καλύπτει· τὰς πεδιάδας τὰς ἐκεῖ δείκνυσι λυθροφύρτους, καταστορέσας ὡς κορμοὺς πεύκης νεκρῶν σωρείαν.

(3550)

Χρυσὲ διῶκτα, τύραννε, παντόλμε, δολοπλόκε, πάντων κακῶν ἀκρόπολις, φρούριον ἀπωλείας, ἑλέπολις, ῥιψέπαλξις, σπαράκτρια τειχέων,
πόλεων τειχοσείστρια, τινάκτρια δωμάτων, οἵοις κακοῖς τοὺς γηγενεῖς κρεωκοπεῖς καὶ τρύχεις!
3555οὐδὲν ἀνθαμιλλᾶταί σοι πραγμάτων τῶν ἐν βίῳ, οὐδὲν ἀντιφερίζει σοι πάντων τῶν ἐπιγείων. μαλάσσεις τὸν ἀμάλακτον, τὸν μαλακὸν σκληρύνεις· γλῶσσαν ἀνοίγεις ἄφωνον, λάλον ἐπιστομίζεις· ποιεῖς βραδὺν τὸν δρομικόν, πτηνόπουν τὸν ἀργόπουν.
3560πειράζεις μὲν καὶ θελγητρὸν ἐπάγεις ταῖς καρδίαις, καὶ γοητεύεις ἴυγξιν ἀφύκτοις τὰς αἰσθήσεις, ἀλλά σου τὸ καλλίχροον ὡς ἔχιδνα φαρμάσσει. θεσμοὺς καὶ νόμους συμπατεῖς καὶ τὴν αἰδῶ διώκεις. τυμβωρυχεῖς, τοιχωρυχεῖς, ἀπεμπολεῖς, προδίδως.
3565λῆρος τὸ κομψευόμενον, ὡς ἔοικε, καὶ μῦθος, ὡς ἄρα τὸν ἀδάμαντα μόνον αἷμα μαλθάσσει· τί γάρ σου δραστικώτερον καὶ λίθους ἁπαλύνειν; τί δὲ τὴν ὑπερίσχυρον ἰσχύν σου διαφεύγει; Ὧδε μὲν ταῦτα στήτω μοι, τὰ δ’ ἐφεξῆς ὁποῖα;
3570τὸν φόνον τὸν μυρίανδρον ὁ βασιλεὺς μανθάνει, καταγινώσκει τῆς αὑτοῦ φαυλῆς σμικρολογίας, λογίζεται τὴν συμφοράν, τὸ πάθος ἀναστένει, καὶ μεταμέλῳ τὴν ψυχὴν πλήττεται βαρυτάτῳ. ἐντεῦθεν δάκρυον αὐτῷ συχνὸν ἐκ τῶν ὀμμάτων
3575καὶ στεναγμοὶ βαρύστονοι καρδίας ἀπὸ μέσης,
καὶ πάταγος βαρύδουπος τὰ στέρνα μωλωπίζων, ὀλολυγμοὶ καὶ βρυχηθμοὶ καὶ πρὸς θεὸν ἐντεύξεις μὴ πρὸς τὸ μέλλον τὰς ποινὰς αὐτῷ θησαυρισθῆναι, ἐνταῦθα δὲ τοῦ πταίσματος τὰς δίκας εἰσπραχθῆναι.
3580κάμπτεται τούτοις ὁ θεὸς τοῖς γόοις, ἐπικλᾶται, οἰκτείρει λιταζόμενον ἐκθύμως τὸν κρατοῦντα, καὶ πρὸς τὴν αἴτησιν αὐτοῦ ταχέως ἐπινεύει, σὺν ἀναρίθμοις δὲ στρατοῖς ὀπτάνεται κατ’ ὄναρ, καὶ τῷ Φωκᾷ τῷ φονικῷ κελεύει παραδοῦναι.
3585ἦν ταῦτα, καὶ μετὰ μικρὸν ἀπὸ τοῦ στρατοπέδου ὁ κάκιστος ἐφίσταται Φωκᾶς τοῖς βασιλείοις, ἐξαιτησόμενός τινα παρὰ τοῦ βασιλέως· καὶ μαστιχθεὶς καὶ διωχθεὶς ἐφ’ οἷς ἀπεφλυάρει ἀνθυποστρέφει, φαίνεται λοχάρχαις φαλαγγάρχαις
3590πνέων μανίας καὶ θυμοῦ, καὶ λόγους ἀποπτύων φληνάφους, ἀποπέμποντας ὀσμὴν ἀπαιδευσίας, καὶ λύσσαν ἐρευγόμενος κυνὸς ὑλακομώρου. δεινοπαθεῖ τὸ στράτευμα ψευσθὲν τῶν ἠλπισμένων, καὶ συνελθόντες εἰς ταὐτὸ στρατάρχαι κλιματάρχαι
3595κράτορα φεῦ τὸν λυσσητὴν Κέρβερον καθιστῶσιν, ἄνδρα λῃστήν, βαρύθυμον, φόνιον, ὁρμητίαν. Ὡς δ’ ἔμαθε Μαυρίκιος καὶ τὴν ἀποστασίαν
καὶ τὸν ἀλάστορα Φωκᾶν κρατοῦντα φεῦ Ῥωμαίων, ὥρμησε μὲν διὰ φυγῆς κλέψαι τὴν σωτηρίαν,

(3600)

ἀλύξαι δ’ οὐκ ἐξίσχυσε τὰς πανσθενεῖς παλάμας· τὸν γὰρ κρατῆρα τῆς ὀργῆς καὶ τῆς δικαίας ψήφου ἔμελλεν ἄκρατον πιεῖν ἄχρι καὶ τοῦ τρυγίου. τοίνυν ἁλίσκεται φυγὼν ἅμα τῇ βασιλίδι καὶ τοῖς φυεῖσιν ἀπ’ αὐτοῦ πορφυροφύτοις κλάδοις.
3605ὁ δὲ θεομισέστατος ἀνθρωποφόντης δράκων πάντας ὁμοῦ συναγαγὼν ἐπ’ ὄψει Μαυρικίου καρατομεῖ θηριωδῶς τὰ πρῶτα μὲν τοὺς παῖδας τοὺς ἐν ἀκμῇ, τοὺς νεογνούς, εἶτα τὴν βασιλίδα, καὶ μετ’ αὐτοὺς Μαυρίκιον (τῆς ἀνοχῆς σου, λόγε!)
3610χρόνοις ἐφ’ ὅλοις εἴκοσι κρατήσαντα Ῥωμαίων. Εἰς τοῦτο μὲν ἀπέβησαν αἱ φλήναφοι τερθρεῖαι καὶ τὰ χρησμοδοτήματα τῶν περισσολογούντων· ὡς δ’ ἐπελάβετο Φωκᾶς τοῦ κράτους καὶ τῶν σκήπτρων, εὐθὺς ἐκ πρώτης, ὥς φασι, βαλβῖδος παρεγύμνου
3615τὸν θῆρα τὸν πικρόθυμον τὸν ἔνδον κεκρυμμένον· ἦν γὰρ τοὺς τρόπους φονικός, ὑγρόβιος, λυσσώδης, ἀκρατοπότης, πάροινος, ἀκρόχολος, οἰνόφλυξ. ἐντεῦθεν αἵματα ῥοφεῖν ὥσπερ βαρύφρων λέων καὶ σάρκας βρωματίζεσθαι ῥυηφενῶν ἀνθρώπων
3620πόσιν ἐνόμιζε τερπνήν, νέκταρος γλυκυτέραν. οὗτος Ναρσῆν τὸν στρατηγόν, τὸ τῶν Ῥωμαίων θαῦμα, πυρὸς τροφὴν πεποίηκε, καὶ τὸ τῆς παροιμίας, νεᾶνιν καλλιπρόσωπον ἐστέρησεν ὀμμάτων, τηλίκον ἄνδρα στρατηγὸν Ῥωμαίους ζημιώσας,
3625καὶ μέρος καίριον τεμὼν ἐκ τῆς ὁλομελείας τὸ κάλλιστον ὁ κάκιστος ἠνθράκωσε καμίνῳ, τὸν καὶ ζωῆς ἐπάξιον, εἰ δυνατόν, ἀλήθου ὁ τρισμυρίων ἄξιος πότμων πικροθανάτων. ἀλλὰ γὰρ ἤλγησεν ἡ γῆ λιμναζομένη φόνοις,
3630καὶ λυθροστάλακτος αὐτῷ καθ’ ὥραν γινομένη βοὰς ἐξέρρηξεν οἰκτρὰς ἐκ στόματος ἀλάλου, καὶ τῆς τιγροπαρδάλεως κατεῖπε τῆς λυσσώδους. ἤνοιξε βλέφαρα θεός, ἔβλεψε τὴν κακίαν, καὶ κατοικτείρας τὰς σφαγὰς τῶν κρεανομουμένων
3635τὴν δίκην ἐψηφίσατο τὴν τῆς ταυτοπαθείας. τῶν γὰρ ἐν τέλει καὶ λαμπρῶν τινὲς καὶ τῆς συγκλήτου, ὡς ἄρνας βλέποντες πικρῶς ἀνθρώπους θυομένους, δημευομένους ἀπηνῶς, οἰκτρῶς σπαρασσομένους, καὶ πῦρ ὑφέρπον πανταχοῦ καὶ φλόγας ἐριβρόμους
3640ἀποτεφρούσας τὰ λαμπρὰ τῶν οἰκοδομημάτων, καὶ θῆρα τὸν ὠμόθυμον πίνοντα μὲν τοὺς φόνους,
ὅμως μὴ κορεννύμενον ἀλλὰ διψῶντα πλέον, ἀγωνιῶσιν ὑπὲρ σφῶν, κινδύνους ὑφορῶνται, τῷ στρατηγῷ τῆς Ἀφρικῆς γράφουσιν Ἡρακλείῳ
3645στόλον κροτῆσαι δύσμαχον σκαφῶν θαλασσοπλόων, καὶ προβαλέσθαι στρατηγὸν ναύαρχον καὶ στολάρχην τὸν παῖδα τὸν Ἡράκλειον κατὰ τοῦ παρανόμου. ἤκουσε ταῦθ’ Ἡράκλειος, εἰς μάχην ἠρεθίσθη, καὶ στόλος ὑγροκέλευθος τὴν θάλασσαν ἐπλήρου,

(3650)

καὶ πλοῦς ἐγίνετο ταχὺς ἐπὶ τὴν Βυζαντίδα. μανθάνει ταῦτα καὶ Φωκᾶς, στρατὸν ἀντεφοπλίζει, καὶ στόλον ἀνεμόπτερον ἀντίπλουν ἑτοιμάζει. ἀλλ’ ἐπολέμει καὶ θεὸς καὶ πόντος τῷ τυράννῳ, καὶ συμβαλὼν ὁ κάκιστος ἡττᾶται κατὰ κράτος,
3655αἰσχύνεται, διώκεται, ζωγρεῖται τελευταῖον. ὃν καὶ λαβὼν Ἡράκλειος ἐνδίκως κατασφάττει, ὀνειδισμοῦ τοῖς βέλεσι πρότερον κατατρώσας. οὕτω ψυχὴν τὴν φονικὴν ἐξέρρηξε βιαίως ἡ βούβρωστις ἡ κοσμική, φάρυγξ ἡ παντοφάγος,
3660ὁ τοῦ θανάτου πρόσπολος, ὁ φίλος Ἐρινύων, ἐφ’ ὅλοις ἔτεσιν ὀκτὼ βιαίως τυραννήσας, καὶ γέγονε βρωματισμὸς ὀρνέων σαρκοβόρων. εὐθὺς δὲ προσεγέλασε τὸ κράτος Ἡρακλείῳ. Τούτῳ πατρὶς Καππαδοκῶν ἡ τρισευδαίμων χώρα,
3665καὶ γένος τῶν ἐπιφανῶν καὶ τῶν κομώντων πλούτῳ. ἦν δὲ στρατηγικώτατος, ἄλκιμος, θυμολέων, ὁπλίτης καρτερώτατος, ὀξύχειρ, βριαρόχειρ. υἱὸν δὲ σχὼν οὐκ ἀγενῆ τοὔνομα Κωνσταντῖνον, ἐπείπερ ἡ βασίλισσα κατέλυσε τὸν βίον,
3670Μαρτίναν προσηρμόσατο πρὸς λέχους κοινωνίαν· ἦν δὲ Μαρτίνα βασιλεῖ μητρόθεν ἀδελφόπαις, ἐξ ἧς υἱὸς Ἡρακλωνᾶς γέγονεν Ἡρακλείῳ. ὃς ὕστερον ἀπατηθεὶς ἀνθρώποις κακοτρόποις τοῖς δόγμασιν ὑπέκυψε καὶ ταῖς φρενοβλαβείαις
3675τῶν ἐν Χριστῷ τὴν θέλησιν μίαν φλυαρησάντων. Τότε Χοσρόης ὁ Περσῶν ὑπέραυχος δυνάστης, τὴν πᾶσαν ληϊσάμενος Ἀσίαν καὶ σκυλεύσας, ἕως αὐτῆς τῆς εὐκλεοῦς ἤλασε Βυζαντίδος, ὑπέροφρυ τὸ στράτευμα καὶ σοβαρόφρον ἄγων,
3680κατάφρακτον τοῖς θώραξι, βρέμον ἐν τοξουλκίαις, δορατοφόρους αἰχμητάς, δυσμάχους λογχοφόρους, καὶ γένος πᾶν ἀρεϊκὸν ἐκ Μήδων, ἐκ Χαλδαίων, ἐξ Ἀσσυρίων, ἐκ Περσῶν, Βακτρίους, Παρθυαίους, χρυσεοπήληκας, ἁβρούς, πάντας φαρετροφόρους,
3685μυκτηροκόμποις βρέμοντας ἵπποις χρυσοφαλάροις. ὡς οὖν ἑώρα βασιλεὺς ἀμήχανον συμμῖξαι Χοσρόου τοῖς στρατεύμασιν (ὑπὲρ γὰρ ψάμμον ἦσαν),
βουλεύεταί τι δραστικὸν καὶ πλῆρες ἀγχινοίας. τῇ κόρῃ τῇ θεόπαιδι τὴν πόλιν ἐπιτρέπει
3690καὶ τὸν υἱὸν καὶ τὸν λαόν, αὐτὸς δ’ ἐντεῦθεν ἄρας καὶ συλλεξάμενος στρατὸν ἐκ γῆς ἀπὸ θαλάσσης, ψιλοὺς ἐνόπλους ἱππαστὰς ὁπλίτας σακεσφόρους, εἰς γῆν εἰσβάλλει Περσικήν, προσβάλλει καὶ φρουρίοις καρτεροτείχοις ἐρυμνοῖς εὐπύργοις στερροπύργοις,
3695φθείρει πορθεῖ λεηλατεῖ πᾶσαν τὴν ὑπὸ Πέρσας, ἄγαν σοφῶς τεχνώμενος μεθέλκειν Βυζαντόθεν κἀντεῦθεν ἀντιπερισπᾶν Χοσρόου τὰς δυνάμεις. πόλεων γοῦν τῶν Περσικῶν ἐκείροντο τὰ κάλλη, ἀγροὶ πυρὸς ἐγίνοντο δαπάνη πολυξύλου,

(3700)

ἠνδραποδίζοντο πικρῶς ὑπέρακμοι πρωθῆβαι, γυναῖκες καλλιπλόκαμοι, κορίσκαι, γηραλέαι, καὶ παῖδες ὑπαγκάλιοι, γαλακτοφάγα βρέφη. ἐλούετο τοῖς αἵμασιν ἡ τῶν Ῥωμαίων σπάθη, ἡρπάζοντο βοσκήματα, μητέρες ἠτεκνοῦντο,
3705καὶ στόνος κατελάμβανε τὴν Περσικὴν καὶ γόος· πτηνὴ γὰρ ἐκδικήσεως ἐπέτρεχε ῥομφαία, καὶ πάσας κατεβόσκετο σπάθη θυμοῦ τὰς πόλεις. ἀκούει ταῦθ’ ὁ βασιλεὺς Περσῶν ὁ φρυακτίας, καὶ τὰ γινόμενα μαθὼν ἀπαίρει Βυζαντόθεν.
3710προῆγε μὲν Ἡράκλειος εἰς μέσην τὴν Περσίδα, ὁ δὲ Περσάρχης πρὸς αὐτὸν ἤλαυνεν ὀπισθόπους. καὶ γενομένης ὑπ’ ἀμφοῖν καρτερομάχου μάχης
καὶ προσβαλόντων φρικωδῶς ἀλλήλοις τῶν ταγμάτων νεκροὶ μὲν ἑκατέρωθεν ἐγένοντο μυρίοι,
3715πλὴν ὅμως καθυπέρτερα τὰ τῶν Ῥωμαίων ἦσαν. ἔβλεψε τότε καὶ Περσὶς ἐκ Βυζαντίου σπάθην θεριστικὴν ἀμφίστομον, δρεπάνην πετομένην καὶ πόλεις ἀφανίζουσαν καὶ τοὺς ἀγροὺς πορθοῦσαν. καὶ πάλιν ἄλλο συνετὸν ὁ βασιλεὺς τεχνᾶται·
3720ἦν γὰρ ἐμπειροπόλεμος εὐμήχανος στρατάρχης. μικρὸν ὑπολειπόμενος τὸν δρόμον ὑποτέμνει, καὶ Περσικοῦ στρατεύματος σὺν ἅμα τῷ Χοσρόῃ ὑπερδραμόντος καὶ στρατὸν Ῥωμαίων παρελθόντος αὐτὸς ἐκείνοις φεύγουσιν εἵπετο κατὰ νώτου,
3725καὶ μυριάκις συμπλακεὶς ἀντενωπίοις μάχαις καὶ τοῖς ὀστοῖς τοῖς τῶν Περσῶν τὰ ξίφη διαθρύψας τὸν βάρβαρον οὐκ ἔληγε διώκων καὶ συμπνίγων, ἕως αὐτοῦ τὸ προσγενὲς καὶ τῶν Περσῶν οἱ κρείττους καὶ πᾶν αὐτοῦ τὸ φίλιον καὶ πάντες φαλαγγάρχαι
3730καὶ παῖς αὐτοῦ πρωτόσπορος πρωτόφυτος Σιρόεις τὸν ἐναγῆ καὶ βδελυρὸν Χοσρόην μυσαχθέντες δεσμῷ στερρῷ συσφίγγουσι πολυχανδὲς ὡς κῆτος, ὡς λέοντα βαρύθυμον, ὡς πάρδαλιν ἀγρίαν, καὶ τῷ λιμῷ πιέζουσι καὶ τέλος θανατοῦσιν.
3735ἐν ἑξαμέτρῳ τοιγαροῦν ἡλίου περιδρόμῳ τὴν Περσικὴν καὶ Μηδικὴν Ἡράκλειος ἐκτρίψας
καλλίνικος ἀνέζευξεν ἐπὶ τὴν βασιλίδα. Καὶ ταῦτα μὲν ἐνιαυτοῖς ἀπέβησαν ὑστέροις· ἀλλ’ ἔτι διατρίβοντος ἐν Πέρσαις Ἡρακλείου,
3740τοῦ δὲ Περσῶν στρατεύματος ἀντιπολιορκοῦντος καὶ χαίνοντος καταπιεῖν τὴν πόλιν τὴν ὀλβίαν, ἄλλος τραχὺς βαρύβρομος μυριοκύμων κλύδων ἀντεπηγέρθη, φοβερὸν βρυχόμενος ὡς λέων, καὶ κατακλύζειν ἀπειλῶν τὴν τηλικαύτην σκάφην.
3745ταῖς Περσικαῖς γὰρ Σκυθικαὶ δυνάμεις συνδραμοῦσαι καὶ φάλαγγες ἰσόψαμμοι θηριωδῶν Ἀβάρων, ὡς χείμαρροι βαρύδουποι σὺν ψόφοις συρραγεῖσαι, καθάπερ εἰς μισγάγκειαν τὴν πόλιν ἐπερρόθουν. οἱ Πέρσαι τὰς παρεμβολὰς εἶχον ἀντενωπίους

(3750)

(καὶ μέχρι γὰρ Δαμάλεως καὶ τῶν Καλχηδονίων αἱ σφῶν δυνάμεις κέχυντο βαρύθρουν λαλαγοῦσαι), Ἄβαρες πρὸς τοῖς τείχεσιν ἐφήδρευον καὶ Σκύθαι, καὶ πᾶν δεινὸν καὶ πᾶν στυγνὸν ἐφαίνετο προὐμμάτων. ἐκεῖθεν ἤχει φοβερὸν ἡ Σκυθοτρόφος Σκύλλα,
3755ἐντεῦθεν τῆς Χαρύβδεως ἠνοίγετο τὸ στόμα, καὶ μέσον ἐχειμάζετο τῆς πόλεως τὸ σκάφος, καὶ πανταχόθεν κίνδυνος καὶ πανταχόθεν σάλος. ὁ δὲ καιρός, ὡς ἔοικε, φιλονεικῶν ὁ τότε
ἄλλο μηδὲν παραλιπεῖν μεῖζον κακὸν ἀνθρώποις,
3760καὶ πᾶσαν περιταύριον ἤγειρεν ἐθναρχίαν· ἀκρίδα μυριόπτερον εἴποι τις ἂν εὐστόχως. καὶ γάρ τοι συμπηξάμενοι θαλαττοπόρα σκάφη Ταυροσκυθῶν οἱ φύλαρχοι τῶν ἀγριοκαρδίων, καὶ πλῆθος ἀπειράριθμον τοῖς σκάφεσιν ἐνθέντες,
3765ἐπῄεσαν καλύπτοντες τὰ νῶτα τῆς θαλάσσης τοῖς λεμβαδίοις τοῖς πυκνοῖς, τοῖς αὐτοξύλοις πλόοις. οὕτως αἱμάστιγες πολλαὶ μυριαχόθεν ἦσαν καὶ πάντοθεν τὰ πράγματα στενὰ τῇ βασιλίδι. ἦν ὁ μὲν Πέρσης ὡς πικρὸς σκορπίος κεντροφόρος,
3770ὡς δ’ ἔχιδνα φαρμάκτρια Σκυθῶν θυμοτολμία, ἀκρὶς ὁ Ταυροσκύθης δὲ πεζόπτερος πτηνόπους. τόσοις κακοῖς ἐπάλαιε τὸ Βυζαντίων ἄστυ, πάντοθεν δ’ ἦν ἀμήχανα τὰ τῆς ἐπικουρίας. ἀλλ’ ὑπερήσπιζεν αὐτοῦ μεγασθενὴς βραχίων,
3775ἀλλ’ ἦν ὑπέρμαχος αὐτοῦ παλάμη κραταιόχειρ. καὶ τοίνυν ἐξεφύσησεν ἄνεμος ἀγριόπνους, καὶ κλύδωνας ἐξήγειρε καὶ στρόφους πολυστρόφους, καὶ πᾶσαν κατεπόντωσεν ἄπλετον στολαρχίαν. ἔδυσαν ὡς ἡ μόλιβδος εἰς ἅλμην θαλαττίαν
3780οἱ κούφως ἐπιπλέοντες ὑγροκελεύθους πόρους, ὡς πρὶν σοβαροπρόσωποι τοῦ Φαραὼ τριστάται. ἐντεῦθεν ἐξεχύθησαν οἱ πρὶν πεφοβημένοι
Ῥωμαῖοι καὶ τοῖς τείχεσιν αὑτοὺς συγκεκλεικότες. ὡς σελευκίδες ὤφθησαν ταῖς πτερωταῖς ἀκρίσιν,
3785ὡς ἴβεις δὲ πτερόεσσαι τοῖς ὄφεσιν ὑπῆρξαν. καὶ μέλος ἐπινίκιον ἠλάλαξαν ὑμνοῦντες καὶ τὰς ᾠδὰς τῇ στρατηγῷ θύοντες καταλλήλους. οὕτως οὐ γίγας σώζεται τῷ πλήθει τῆς ἰσχύος, οὐδὲ δυνάστης ἐν χερσὶ στρατοῦ πολυδυνάμου·
3790ἂν γὰρ θεὸς μὴ πήξειε τῶν οἴκων τοὺς θεμέθλους, ἂν μὴ θριγγίῳ κραταιῷ τοὺς δόμους περιβάλλει, καὶ τὰ τῆς τέχνης ἄχρηστα καὶ τὰ τοῦ κόπου κόποι. Εἰς τοῦτο μὲν ἀπέβησαν τὰ πράγματα Ῥωμαίοις· τριάκοντα δ’ ἐν ἔτεσιν Ἡράκλειος κρατήσας
3795φάος ἐξέλιπεν ὁμοῦ καὶ στέφος καὶ τὸν βίον. ἐπεὶ δὲ τὸν Ἡράκλειον ἠνάγκασεν ἡ φύσις δοῦναι τὸν χοῦν τοῦ σώματος τῇ γῇ τῇ δανεισάσῃ, ὁ παῖς αὐτοῦ χειρίζεται τὰ σκῆπτρα Κωνσταντῖνος, ὃς πρὸς μικρόν τι γνωρισθεὶς μόναρχος αὐτοκράτωρ

(3800)

καὶ τῆς ἀρχῆς γευσάμενος πρὸς ἓν ἔτος τοῦ στέφους ἀνθυπεκρύβη τάχιον, ἐξέλιπε πρὸ χρόνου, μηδέν τι μνήμης ἄξιον φθεγξάμενος ἢ δράσας, τῆς μητρυιᾶς, ὡς λέγουσι, Μαρτίνης καὶ τοῦ Πύρρου συγκερασάντων φάρμακον αὐτῷ θανατηφόρον.
3805ὁ Πύρρος δ’ ἦν ἀρχιερεὺς τότε τῆς Βυζαντίδος,
λοιμὸς ἀνὴρ καὶ δυσσεβὴς καὶ φαρμακὸς καὶ γόης. Ὡς οὖν ἀπέλιπε ζωὴν τὴν κάτω Κωνσταντῖνος, Μαρτίνα παρεισφθείρεται τῇ σκηπτροκρατορίᾳ, καὶ μετ’ αὐτῆς Ἡρακλωνᾶς ὁ παῖς, ἀλλ’ ἐπ’ ὀλίγον·
3810μηδὲ γὰρ φθάσαντες σχεδὸν τῷ κράτει προσλαλῆσαι τῆς θείας ἐκδικήσεως ἐκπίνουσι τὸν σκύφον, ἄλλο μηδὲν κερδάναντες ἢ τὸ κακοὶ φανῆναι. ῥῖνα μὲν οὖν Ἡρακλωνᾶς, ἡ δὲ Μαρτίνα γλῶτταν ζημιωθέντες ἤχθησαν εἰς τὴν ὑπερορίαν,
3815καὶ μετ’ αὐτοὺς πιστεύεται Κώνστας τὴν βασιλείαν, ὁ Κωνσταντίνῳ γεννηθεὶς τῷ πρὸ μικροῦ κρατοῦντι· ὃς ῥίζας τρέφων πονηρὰς ἀρχῆθεν ἐν καρδίᾳ τῆς δυσσεβοῦς αἱρέσεως ἢ μᾶλλον ἀπονοίας τῶν διδασκόντων ἐν Χριστῷ θέλησιν μίαν λέγειν,
3820ἤνεγκε τότε καὶ καρπούς, ἀλλὰ καρποὺς πικρίας, ἐξ ὧν πολλοὶ μὲν ἔφαγον πλὴν ὅσον ἐπιγνῶναι οἷον τὸ στῦφον οἱ καρποὶ καὶ τὸ πικρὸν αὐχοῦσι, Μάξιμος δ’ ὁ καλλίγλωττος, σάλπιγξ ἡ χρυσοσάλπιγξ, ὁ Νεῖλος ὁ χρυσόρειθρος ὁ τῆς ὀρθοδοξίας,
3825ἕως ἐσχάτης πλησμονῆς μετέσχε τῆς πικρίας· τὴν χεῖρα γὰρ τὴν δεξιὰν ἐξεθερίσθη ξίφει, καὶ γλῶσσαν μελιτόεσσαν οἴμοι προσαφῃρέθη, τὴν νέκταρος πηγάζουσαν ἐνθέου τὰς συρμάδας. Οὗτος ὁ Κώνστας ὁ σκαιὸς ἀειφυγίᾳ θλίβει
3830Μαρτῖνον τὸν ἐπίσκοπον τῆς πρεσβυτέρας Ῥώμης· πάπαν αὐτὸν ἀποκαλεῖν οἶδε Ῥωμαίων γλῶσσα. καὶ Κάϊν μιμησάμενος ἐπ’ ἀδελφοκτονίᾳ, καὶ κτείνας Θεοδόσιον τὸν ἐκ μιᾶς ἀρούρης καὶ τῶν σπερμάτων τῶν αὐτῶν αὐτῷ βεβλαστηκότα,
3835εἰς Σικελίαν ἀποπλεῖ τὴν πολυφορωτάτην, τὴν πόλιν τὴν βασίλειον ἀποκοσμῆσαι θέλων καὶ τὴν ἀρχὴν χαρίσασθαι τῇ τριπεμπέλῳ Ῥώμῃ, ὡς εἴ τις ἁβροστόλιστον ἀποκοσμήσει νύμφην καὶ γραῦν τινὰ τρικόρωνον ὡς κόρην ὡραΐσει.
3840ἀλλὰ τὰ διαβούλια μάταια τῶν ἀνθρώπων, ἂν μὴ συμπράττῃ καὶ θεός, ἂν μὴ συνεπινεύσῃ· θερμοῖς γὰρ ὕδασιν αὑτοῦ ψυχαγωγῶν τὴν σάρκα ψυχρὸν ἐκεῖ κυλίκιον ἐξέπιε θανάτου, ἔτεσιν εἴκοσι λαχὼν πρὸς τοὺς ἑπτὰ τοῦ κράτους.
3845 Καὶ τυραννεῖ Μιζίζιος, ἀνὴρ ἐκ Σικελίας, ἀνὴρ χαριτοβλέφαρος, ἀστεῖος τῷ προσώπῳ. πλὴν ὅμως οὐκ ἐπὶ μακρὸν ἀπήλαυσε τῆς τύχης, ἀλλ’ ἀπεψύγη τάχιον, ἀλλὰ φανεὶς ἐκρύβη, ὥσπερ ἂν ῥόδον ἐκφυῇ καὶ παραυτίκα ῥεύσῃ.

(3850)

ὁ γάρ τοι παῖς τοῦ Κώνσταντος ἄρτι λαβὼν τὰ σκῆπτρα (τοὔνομα δὲ τῷ βασιλεῖ βρεφόθεν Κωνσταντῖνος) στόλῳ βαρεῖ τὴν Σικελῶν καταλαμβάνει νῆσον,
καὶ πάντας τοὺς αὐτόχειρας καὶ τοὺς ὀλεθρεργάτας τοὺς βασιλέως καὶ πατρὸς ἐνδίκως ἀποσφάττει,
3855καὶ σὺν αὐτοῖς Μιζίζιον τὸν τετυραννηκότα. τοῦτον τὸν αὐτοκράτορα λαὸς ὁ συρφετώδης καὶ τὸ τοῦ δήμου συμμιγὲς ἐκάλουν Πωγωνᾶτον, ὅτι, φασίν, ἐκναυστολῶν κατὰ τοῦ Μιζιζίου μεῖραξ τρυφεροπρόσωπος ἀνίουλος ἀπώγων
3860ἐκεῖθεν ἀνθυπέστρεψεν ἀνὴρ τελειοπώγων. οὗτος ἀθροίσας σύλλογον ἀνδρῶν θεοφορήτων τὴν πατρικὴν ἀσέβειαν ἀνέσπασε ῥιζόθεν, τοῖς φυτουργοῖς τῶν εὐσεβῶν καταρτισθεὶς δογμάτων. ἴθυνεν οὖν ἐν ἔτεσι δεκαεπτὰ τὸ κράτος.
3865ὡς δὲ καὶ θνήσκειν ἔμελλε καὶ καταντᾶν εἰς κόνιν, υἱὸν Ἰουστινιανὸν δείκνυσι βασιλέα καὶ κράτορα καθίστησιν αὔταρχον γῆς Ῥωμαίων· ὃς ἀπὸ βάθρων ἤγειρεν, ἀπὸ ῥιζῶν ἐσχάτων τὸν μέγαν οἶκον τὸν λαμπρὸν τὸν ἐν τοῖς ἀνακτόροις,
3870χρυσέων πυραυγήμασι ψηφίδων καταυγάσας τοὺς τοίχους, καὶ τὸ δάπεδον μαρμάροις καλλιχρόοις, ὃς ἔτι τοῦ δομήτορος τὴν κλῆσιν διασώζει. Ὁ βασιλεὺς δὲ μισηθεὶς ἄρχουσιν, ἰδιώταις, τοῖς ὄχλοις τοῖς ἐν ἀγορᾷ, τοῖς ἐν τοῖς ἀνακτόροις,
3875ὡς σκληρογνώμων, ὡς σκαιός, ὡς ἐντρυφῶν τοῖς φόνοις, καὶ πλέον ὡς αὐθέκαστος ἐξ αὐταρέσκου γνώμης
(ἦν γὰρ καὶ δοκησίσοφος καὶ πλήρης ἀπονοίας, κἀν ταῖς βουλαῖς οὐ κοινωνόν, οὐ συνεργάτην εἶχε, πᾶσαν πλουτεῖν οἰόμενος τὴν ἐν ἀνθρώποις γνῶσιν),
3880ἐντεῦθεν τοίνυν μισηθεὶς ἀξίαν τῆς κακίας τὴν ἔκπτωσιν ἐφεύρατο τὴν ἐκ τῆς σκηπτουχίας. καὶ γὰρ ἀνήρ τις εὐγενὴς τῶν ἀπὸ τῆς συγκλήτου, πατρίκιος ἀξίωμα, Λεόντιος τὴν κλῆσιν, εὑρὼν καὶ συναιρόμενον καὶ συμφρονοῦν τὸ πλῆθος
3885(πρὸς γὰρ Ἰουστινιανὸν ἔτρεφον πάντες μῖσος) ἐφίσταται τῷ βασιλεῖ μετὰ τῶν συμμαχούντων, ὅτε τὸ καλλιβλέφαρον ὄμμα καὶ φωτοφόρον ἔμυε δῦναν κατὰ γῆς καὶ πᾶν ἦν ἐν δεμνίοις, καὶ χειρωσάμενος αὐτὸν ὡς ἐν δικτύῳ θῆρα
3890ἐκπέμπει διαπόντιον εἰς τὴν Χερσῶνα πόλιν, τὴν ῥῖνα πρότερον τεμὼν καὶ πρόσωπον αἰσχύνας. ἀλλὰ γὰρ οὐκ ἐκάμμυε τὸ βλέφαρον τῆς δίκης, ἀλλ’ ἐπεντράνισεν ὀρθῶς, καὶ τὸν ἐπαναστάντα τοῖς ἴσοις ἀντημείψατο καὶ ταυτομέτροις μέτροις.
3895λῃστῶν ληϊζομένων γὰρ Ἀφρικανῶν τοὺς ὅρους (Ἄρραβες ἦσαν οἱ λῃσταὶ κἀκ τῶν ἀπὸ τῆς Ἄγαρ) καὶ πᾶσαν τὴν παράλιον κακούντων καὶ κειρόντων, ὁ βασιλεὺς ὑπερπαθῶν στόλον βαρὺν ἀρτύει, καὶ πέμπει κατὰ τῶν λῃστῶν τούτων τῶν ὑγροπόρων·

(3900)

οἷς καὶ συμμίξασαι στερρῶς αἱ ναυτικαὶ δυνάμεις
ἐκείνους μὲν μετὰ θυμοῦ καὶ τόλμης ἐπιόντας καθάπερ κάπρους ἀφριστὰς ἀπήλασαν ἐκεῖθεν, Ῥωμαίοις δ’ ἀνεσώσαντο τὰ τῶν Καρχηδονίων. ἀλλὰ γὰρ οὐκ ἠρέμησαν οἱ παλαμναῖοι θῆρες,
3905πάλιν δ’ ἀντεπεστράτευσαν μυριοστόλῳ στόλῳ, καὶ πλείονι συμμίξαντες Ῥωμαίοις στολαρχίᾳ ἐτρέψαντό τε πρὸς φυγὴν ναυάρχους ναυσιπλόους, καὶ τὴν ὀλβιοδαίμονα πόλιν Καρχηδονίων ἑλόντες καὶ σκυλεύσαντες καὶ κατηδαφικότες
3910τὸν χρύσεον ἐξέκοψαν βόστρυχον τῆς Λιβύης. ὄχλος οὐκοῦν ὁ ναυτικὸς καὶ πάντες οἱ στολάρχαι τὴν ἐκ τῆς ἥττης ἔμπικρον οὐ φέροντες αἰσχύνην, ἰώμενοί τε τὸ κακὸν ἄλλῳ κακῷ μεγάλῳ, ὠδίνουσί τε σπέρματα τὰ τῆς ἀποστασίας
3915καὶ Κρήτῃ προσορμίζονται τῇ τρισμεγίστῃ νήσῳ, ἀλλήλοις τε συνθέμενοι καὶ συνομωμοκότες ἐνταῦθα τῆς θρασύτητος ἐκρήσσουσι τὸ βάρος, καὶ σφῶν ἐπιλεξάμενοι συναποστάτην ἕνα, λεγόμενον Ἀψίμαρον, κράτορα καθιστῶσιν,
3920ὃς σὺν αὐτοῖς καὶ μετ’ αὐτῶν τὴν πόλιν περισφίγξας καὶ προδοτῶν ἐπιτυχὼν κρατεῖ τῆς Βυζαντίδος. καὶ πρῶτα μὲν Τιβέριον αὑτὸν μετονομάζει, ἔπειτα καὶ Λεόντιον ἐξενεγκὼν εἰς μέσον
καὶ τῇ τομῇ τῇ τῆς ῥινὸς τὴν κόλασιν μετρήσας
3925φρουρᾷ καθείργνυσιν αὐτὸν ἀφύκτῳ πικροφρούρῳ, ἔτεσι μόνοις ἐν τρισὶ κρατήσαντα Ῥωμαίους. Εἶχε μὲν οὖν Ἀψίμαρος τὸ τῶν Ῥωμαίων κράτος, καὶ πνεύμασιν ἐφέρετο τύχης ἁπαλοπνόοις. ἓν μόνον ἔθραττεν αὐτόν, ἓν μόνον ἐθορύβει,
3930μὴ πρὸς Ἰουστινιανὸν πάλιν τὰ σκῆπτρα φθάσῃ, καὶ πάλιν ἀναπόμπιμος γένηται πρὸς τὸ στέφος ὁ πρὶν αὐτὸ ζημιωθεὶς καὶ σὺν αὐτῷ τὴν ῥῖνα. ὡς θῆρα γοῦν ὑγρόχερσον ὑπώπτευε τὸν ἄνδρα, καὶ μᾶλλον τοὺς προφοιβασμοὺς ἀκούων καὶ προρρήσεις
3935καὶ τὰ κομπολογήματα τῶν ἀστερολεσχούντων. ἐκίνει τοίνυν μηχανάς, ὤρυττεν ἐπινοίας, ὡς ἂν αὐτοῦ κωλύσειε τὰς πρὸς τὸ κρεῖττον τύχας. μαθὼν γοῦν ὡς ἡρμόσατο τὴν αὐθομαιμονοῦσαν τῷ τῶν Χαζάρων ἄρχοντι χαγάνῳ Θεοδώραν,
3940καὶ παρ’ αὐτῷ καὶ μετ’ αὐτοῦ σκηνοῖτο καὶ διάγοι, πρεσβείαν πέμπει τῷ δεινῷ βαρβάρῳ τῷ χαγάνῳ, χρημάτων ὑπισχνούμενος ὅλας αὐτῷ θαλάσσας, ἂν τὸν Ἰουστινιανὸν δήσας δεσμοῖς ἀρρήκτοις ἀπεμπολήσειεν αὐτῷ τρίδουλον ὡς οἰκέτην,
3945ἤγουν αὐτοῦ τὴν κεφαλὴν ἀποτεμὼν ἐκπέμψῃ. ἀκούει ταῦθ’ ὁ βάρβαρος ἐκεῖνος ὁ χαγάνος, τῷ τῶν χρημάτων ἔρωτι πυροῦται τὴν καρδίαν
(καὶ τί γὰρ ἢ τριβάρβαρος χαγάνος σκυθογνώμων;) ἀπάνθρωπον βουλεύεται βουλὴν καὶ θηριώδη

(3950)

εἰς προσγενῆ καὶ τὸ μηδὲν αὐτὸν ἠδικηκότα, καὶ τῷ ζητοῦντι μελετᾷ τὸν δυστυχῆ προέσθαι. χρυσὲ προδότα, πάντολμε, δύστροπε, κακεργάτα, καὶ φίλων ἀπεμπολητὰ καὶ γένους ἀναιρέτα, τί τοῦτο; πῶς παλιμπετεῖς καὶ παλιμβόλους τίθης;
3955πῶς δὲ πρὸς ἀλλοπρόσαλλον γνώμην μεταβιβάζεις τοὺς ἀποικίλους τοὺς ἁπλοῦς ὑπὸ θεοῦ πλασθέντας; ἀλλὰ τὸ μέλλον, ὥς φασι, καὶ τὸ κεκυρωμένον οὐ τεῖχος σχίσει σιδηροῦν, οὐ τοῦ πυρὸς ἡ γνάθος. ὁ γὰρ Ἰουστινιανὸς τοὺς δόλους τοῦ χαγάνου
3960καὶ τὰς βουλὰς ἀναμαθὼν ἐκεῖθεν δραπετεύει, καὶ προσεταιρισάμενος ἁδραῖς ἐπαγγελίαις τὸν Τέρβελιν τὸν ἄρχοντα τοῦ τῶν Βουλγάρων ἔθνους καταλαμβάνει σὺν αὐτῷ τὴν Βυζαντίδα χθόνα, Βουλγάρων ἐπαγόμενος μυρίους λεγεῶνας.
3965ὀλίγοις δὲ τῶν ἀμφ’ αὐτὸν τὸ βούλευμα πιστεύσας καὶ σὺν αὐτοῖς ὑποδραμὼν σωλῆνας ὑδρορρόους τὴν εἰς τὴν πόλιν πάροδον ἐντέχνως ὑποκλέπτει, καὶ δεύτερον ἀρχηγετεῖ καὶ ζώννυται τὸ κρότος. τὰς δ’ ἐπὶ τούτοις συμφορὰς τίς παραστήσει λόγος;
3970τῷ μὲν Βουλγάρων ἄρχοντι πληροῖ τὰς ὑποσχέσεις καὶ δωρεαῖς ἀμείβεται πολλῷ δαψιλεστέραις,
πυρὶ δὲ δίδωσι συχνοὺς τῶν περιλάμπρων οἴκους, καὶ διαρπάζει χρήματα, καὶ δίκην βοσκημάτων τῶν μεγιστάνων πλείονας οἴκτιστα καταθύει.
3975καὶ δὴ καὶ τὸν Λεόντιον κτείνει σὺν Ἀψιμάρῳ οἷα λῃστὰς καὶ συλευτὰς αὐτοῦ τῆς σκηπτουχίας. οὕτω κακοὶ τοῖς ὀφθαλμοῖς ὑπόκεινται τῆς δίκης· κἂν παραυτίκα φύγωσι τὰ τῆς ποινηλασίας, ἀλλ’ ὕστερον ὑπέχουσι μείζονας τὰς κολάσεις.
3980οὐ μόνοις δὲ τοῖς ἀρχηγοῖς τούτοις τῆς τυραννίδος ἐπέσεισε τὸν σίδηρον ἐκδικητὴν ὧν ἔτλη, ἀλλά γε καὶ Καλλίνικον αἰκίσας καὶ χλευάσας, τὸν ἀρχιερατεύοντα ταύτης τῆς βασιλίδος, καὶ παιδαρίων θέμενος ὕβριν μωρονηπίων,
3985τέλος ἀπέσβεσεν αὐτοῦ τοῦ σώματος τοὺς λύχνους· ἦν γάρ τοι καὶ συναίτιος καὶ ῥέκτης καὶ συνίστωρ τῶν εἰς Ἰουστινιανὸν ποτὲ τετολμημένων. οὐ μὴν ἀλλὰ καὶ κατὰ νοῦν βαλλόμενος ὁ κράτωρ ὅσας ἐκέρασαν αὐτῷ κύλικας πικροπότους
3990οἱ τῶν ὁρίων κάτοικοι τῆς Ποντικῆς Χερσῶνος, ὅτε διῆγε παρ’ αὐτοῖς ἀπελαθεὶς τοῦ κράτους, ποτὲ μὲν ἀποσκώπτοντες, ποτὲ δὲ δυσφημοῦντες καὶ βέλεσιν ὀνειδισμῶν κεντοῦντες κακογλώσσων, ποτὲ βυσσοδομεύοντες βουλὰς κακομηχάνους,
3995ὡς ἢ τοῖς σπλάγχνοις τοῖς αὐτοῦ βάψαιεν τὰς μαχαίρας
ἢ καὶ δεσμώτην ἄθλιον πέμψειαν Ἀψιμάρῳ,— ταῦτ’ οὖν Ἰουστινιανὸς τοῖς λογισμοῖς ἐγγράφων, καὶ καθ’ αὑτὸν ἀνατυπῶν καὶ ζωγραφῶν τοὺς τύπους, καὶ πικραινόμενος αὐτοῖς οἷα βαρβαροτρόποις

(4000)

πέμπει στρατὸν ναυσίπλοον, κελεύων ἀποσφάττειν ἅπαν τὸ γένος ἡβηδὸν τῶν προλελυπηκότων, καὶ φείδεσθαι μὴ γυναικῶν, μὴ τῶν ὑποτιτθίων, μὴ γηραιῶν, μὴ νεαρῶν, μὴ πρεσβυγενεστέρων· οὕτω βαρὺς ἐκάχλαζεν ὁ κατ’ ἐκείνων χόλος.
4005ἦν γοῦν ἀξιοπένθητον Χερσωνιτῶν τὸ πάθος, καὶ συγκινοῦν εἰς οἰμωγὰς τοὺς φιλανθρωποτέρους, ὑπερενίκα Βηθλεὲμ τοὺς πολυστόνους πόνους καὶ στοναχὰς βαρυαλγεῖς, βοὰς πολυστενάχους. ἐκεῖ μὲν γὰρ ἡ βρεφικὴ καὶ μόνη νηπιότης
4010ταῖς φονευτρίαις εἰς σφαγὴν ὑπέκειτο παλάμαις· ἐνταῦθα δὲ τριπέμπελοι, πρωθῆβαι, νεανίαι, γυναῖκες ἁπαλόχροοι, κορίσκαι, μειρακίσκοι, φύρδην κατεμελίζοντο καθάπερ ἐν μακέλλῳ. ὀλολυγὴ δὲ πανταχοῦ καὶ γόος ὀξυβόας.
4015καὶ λόφοι μὲν ἀντίδουπα τοῖς θρηνηταῖς ἀντήχουν, ἀκταὶ δὲ κυματόκλυστοι δεινὸν ἀντεπερρόθουν. οὕτω μὲν οὖν εἰς Σκυθικήν, ὅ φασιν, ἐρημίαν Χερσὼν ἡ πολυάνθρωπος αἴφνης μετεποιήθη, καὶ γέγονε πολυχανδὴς Ἅιδου γαστὴρ πανδόχου
4020καὶ τάφος μυριόνεκρος καὶ τοῦ θανάτου πύλη. ὁ βασιλεὺς δ’ ἀκηκοὼς ὅτι τῶν βρεφυλλίων τῶν τρυφερῶν καὶ νεογνῶν οἶκτος ἐγένετό τις, φλεγμαίνει πλέον τῷ θυμῷ, καίεται τῇ μανίᾳ. κότος οὐκοῦν βαρύμηνις κατὰ τῶν φεισαμένων,
4025καὶ τιμωρίας κατ’ αὐτῶν ἀπόφασις αὐτίκα. καὶ πάλιν ἦν ναυστόλησις ἀκάτων γοργοπλόων, καὶ στράτευμα μυρίανδρον ὥσπερ εἰς πολεμίαν, καὶ σὺν αὐτῷ Φιλιππικός, ὃν ἔλεγον Βαρδάνην, ἀρχηγετήσων τοῦ στρατοῦ καὶ τὸν λαὸν κοσμήσων,
4030ὡς ἂν συνεκκεντήσωσι ῥομφαίαις καὶ τὰ βρέφη, κἂν ἄρτι πρώτως βλέποιεν τὸ κάλλος τῆς ἡμέρας, κἂν γάλακτος ποτίζοιντο συρμάδας βρεφοτρόφους, καὶ ταῖς βουσὶ πολεύσωσι πάσας τὰς λεωφόρους, καὶ περιαυλακίσωσιν αὐτῶν τὰς πεδιάδας,
4035καὶ θήσωσιν εἰς ἔρημον τὴν πρὶν εὐθηνουμένην, τὰς ἀγυιὰς εἰς ἄρουραν στάχυσι βριθομένην, τὴν πόλιν πολυάνδριον, ἀφανισμοῦ πεδίον. τοῦτο κακῶν παραίτιον γέγονε τῷ κρατοῦντι, καὶ πάλιν πειρατήρια, καὶ πάλιν τρικυμίαι
4040καὶ κλύδωνες ἐπάφλασαν ἀγριοπνόου βίας. ἡ γὰρ στρατεύσιμος ἰσχὺς ἡ νεναυστοληκυῖα τὴν γνώμην τὴν ἀπάνθρωπον ἐκείνου μυσαχθεῖσα ὡς τίγριν ἀγριόθυμον, ὡς λύκον αἱμοβόρον,
εὑροῦσα καὶ Χερσωνιτῶν τοὺς ὑπολελειμμένους
4045ἀφηνιάσαντας αὐτοῦ καὶ βλέψαντας εἰς στάσιν, ὡς λῆρον μὲν λογίζονται τὰ διατεταγμένα (κηλῖσι γὰρ οὐκ ἤθελον καταχρανθῆναι τόσαις). ἄνακτα δὲ καὶ κράτορα Φιλιππικὸν ποιοῦσι, καὶ στέφος περιβάλλουσι τῆς σκηπτροκρατορίας.

(4050)

Ὁ γοῦν Ἰουστινιανὸς ἐκταραχθεὶς τῷ φόβῳ, καὶ τὴν βραδύπλοιαν αὐτῶν καὶ τὴν ἀργοπορίαν εἰς οἰωνὸν ἀπαίσιον θέμενος ὡς ἀγχίνους, αὐτὸς αὐτῷ χερσοπορεῖ μέχρι καὶ τῆς Σινώπης, στρατὸν συνεπαγόμενος ὁπλίτην πεζοπόρον,
4055ὡς μὴ νεωτερίσαιεν οἱ προεκπεπλευκότες. καὶ βλέψας ἐπὶ τῆς ὑγρᾶς ἀκάτους λαιφοπτέρους καὶ σκάφη πελαγόπλοα, τριήρεις ὑγροπόρους, ταχυπλοούσας καὶ φοροῖς πνεύμασι φερομένας, δονεῖται μὲν τοὺς λογισμοὺς καὶ τὴν ψυχὴν σοβεῖται,
4060καὶ παλιμπόρευτος εὐθὺς ἀνθυποστρέφειν τρέχει, ἵππων ὠκέων ἐπιβὰς πτηνῶν ἀελλοπόδων, εἰ δυνατόν, καὶ πτερωτὸς εὐχόμενος γενέσθαι. ἀλλὰ τὸ πνεῦμα τὸ φορὸν τῆς γοργοπλόου τύχης ταχυναυτεῖν ἐποίησε τὰς ποντοπλόους σκάφας.
4065στόλῳ μὲν οὖν Φιλιππικὸς χρώμενος ὠκυπτέρῳ προφθάνει τὴν βασίλισσαν πόλιν καταταχήσας, καὶ κατασχὼν καὶ παρελθὼν ἔσω τῶν βασιλείων
τὸ στέφος περιτίθεται τῆς αὐτοκρατορίας. ὁ δέ γε ῥινολώβητος αὐτάναξ ὑστερήσας
4070οἷα τριβόμενος ὁδοῖς δυσβάτοις δυσεξόδοις καὶ τόποις φαραγγώδεσι καὶ λόφοις ἀποκρήμνοις, ἀντιστρατοπεδεύεται πρὸς ὄρεσι γηλόφοις, ἅπερ κατὰ συνήθειαν φαμὲν τοῦ Δαματρύος. καὶ τοίνυν ὁ Φιλιππικὸς ἐκπέμπει ταγματάρχας
4075αὐτῷ πολεμησείοντας ἀντενωπίοις μάχαις· οἳ βλέψαντες τὴν λεοντῆν, τὴν ἐκ τῶν στρατευμάτων ἰσχύν, μὴ φθάνουσαν εἰς πᾶν τὸ σῶμα τοῦ πολέμου, ἀλωπεκῆν προσέρραψαν τὴν ἐκ δολιευμάτων, καὶ τὸν λαὸν τὸν σὺν αὐτῷ θηλύναντες ἐλπίσι
4080ζωγροῦσι τὸν τρισάθλιον. τὰ δ’ ἐπὶ τούτοις οἷα; λαιμοτομοῦσιν ὥσπερ βοῦν ἄφωνον ἐπὶ φάτνης, καὶ τοῦ θυμοῦ τὸν καχλασμὸν καὶ τῆς ὀργῆς τὴν ῥύμην ὅλην κενοῦσι κατ’ αὐτοῦ κύκλῳ περιλαβόντες, ὥσπερ λέων, ἂν εἴποι τις, μάρψας νεβρὸν ἐλάφου.
4085τὸν παῖδα δὲ Τιβέριον αὐτοῦ καταλαβόντες προσπεφευγότα τῷ ναῷ τῆς μητρανάνδρου κόρης, ἀπέσπασάν τε τοῦ νεὼ (φεῦ τοῦ φρικωδεστάτου! ὑπῆρχε δὲ Τιβέριος εἰσέτι παιδαρίσκος) καὶ τῇ φλιᾷ προσέρρηξαν ἐπ’ ἴσης σκυλακίῳ,
4090καὶ τὰς ῥαφὰς τῆς κεφαλῆς ἠλόησαν ὡς σῖτον. ἔρρει δ’ ἐγκέφαλος χαμαί, πρᾶγμα δύστλητον ὄψει,
καὶ δάπεδον ἐπάλασσεν ὡς ὕδωρ ἀπορρέων. οὕτω καλῶς καὶ συνετῶς τοῖς παλαιοῖς ἐρρέθη “μηδὲν ὑπὲρ τὸ μέτριον, καλὸν ἡ συμμετρία.”
4095ὁ γὰρ Ἰουστινιανὸς τὰς τοῦ θυμοῦ καμίνους ἐκκαύσας ἑπταπλάσιον κατὰ τῶν ἐν Χερσῶνι, μίσους ἐξῆψε καθ’ αὑτοῦ φλόγα τοῖς ὑπὸ χεῖρα. μισεῖ, φασί, γὰρ καὶ θεὸς τὰς ἄγαν προθυμίας· ἑπτὰ μὲν οὖν Ἀψίμαρος κρατεῖ μέσον ἐν χρόνοις,

(4100)

ὁ δὲ Ἰουστινιανὸς δέκα σὺν ἓξ ἑτέροις. Φιλιππικὸς δ’ ὁ βασιλεὺς τρέφων κατὰ καρδίας δυσσέβειαν καὶ σπέρματα παντοδαπῆς κακίας τὰς κόρας οὐκ ἐλάνθανε θεοῦ τὰς πανοπτρίας. ἔνθεν τοι καὶ τῶν ὀφθαλμῶν ἐκκεντηθεὶς τὰ κύκλα
4105ἄλλος Οἰδίπους δύστηνος ἦν, σκοτεινὰ βακτρεύων καὶ τοῦ φωτὸς καὶ τῆς ἀρχῆς τὴν στέρησιν οἰμώζων, βραχύ τι καὶ μικρόχρονον ἐπιβιοὺς τῷ κράτει· δυσὶ γὰρ μόνοις ἔτεσιν ἐγεύσατο τοῦ στέφους. Φιλιππικοῦ δὲ δυστυχῶς οὕτως ἐκπεπτωκότος
4110ἡ σύγκλητος Ἀρτέμιον ἵστησιν Αὐσονάρχην, κλῆσιν δευτέραν ἔχοντα κατὰ διωνυμίαν· κἀντεῦθεν Ἀναστάσιον Ἀρτέμιον ἐκάλουν. ἦν δὲ βριθὺς καὶ δραστικός, βίβλοις ἐντεθραμμένος, ἀνάκτων ὑπογραμματεύς, ὅν φασιν ἀσηκρῆτις.
4115καὶ τοίνυν δραστικώτερον ἁπτόμενος τοῦ κράτους ἐκδικητὴς Φιλιππικοῦ καὶ τιμωρὸς ἐφάνη, τοὺς ἀσβολώσαντας αὐτοῦ τὰ βλέφαρα κολάσας. Ἀγαρηνοὺς δὲ πειρατὰς μαθὼν ναυστολουμένους, θηρία τὰ χερσόϋγρα, τὰς τῆς θαλάσσης ἄρκτους,
4120τριήρεις συμπηξάμενος καὶ σκάφας γοργοπλόους ἐκπέμπει τοὺς συνάψοντας μάχην τοῖς ἐκ τῆς Ἄγαρ. οἳ μέχρι πρὸς Ἑλλήσποντον εὐθέως πεπλευκότες (εὐθυδρομοῦντες ἦσαν γὰρ πνοαῖς ἁπαλοπνόοις) ἐκεῖσε στασιάζουσι· κατὰ γὰρ τὸν εἰπόντα
4125ἀπαιδευσία ναυτικὴ πυρὸς δραστικωτέρα. καὶ πρῶτα μὲν ἐν ξίφεσι κεντοῦσι τὸν στολάρχην, ἔπειτα Θεοδόσιον ἐκεῖ φορολογοῦντα ἁρπάσαντες ἀέκοντα κράτορα καθιστῶσι καὶ τοῖς συμβόλοις τῆς ἀρχῆς λαμπρῶς κατακοσμοῦσιν,
4130ἄνθρωπον ἁπαλόψυχον, νωθρὸν περὶ τὰς πράξεις, ἄτολμον, μικροκάρδιον, ἀνάξιον τῶν σκήπτρων. καὶ μετ’ αὐτοῦ καὶ σὺν αὐτῷ βοαῖς ὑμνητηρίοις χωροῦσι παλιμπόρευτοι πρὸς τὴν ὀλβίαν πόλιν. ὁ βασιλεὺς δ’ Ἀρτέμιος (ἤγγελτο γὰρ ἡ στάσις)
4135τῇ μὲν ὀλβιοδαίμονι καὶ βασιλίδι πόλει στόλον ἐφίστησι φρουρὸν καὶ καρτεροὺς ναυάρχους, αὐτὸς δὲ βουλευσάμενος, ὡς ᾤετο, κρειττόνως ἀπαίρει μὲν τῆς Βύζαντος, τὴν Βιθυνῶν δὲ φθάσας
τοῖς Νικαέων τείχεσιν αὑτὸν ἐγκατακλείει
4140ὡς δῆθεν οὐχ ὑπείκουσι χερσὶ κριοκοπούσαις· ἡ γάρ τοι περιπέτεια τῆς παλιντρόπου τύχης ἐξέκρουσεν ἐκ τῆς ψυχῆς καὶ τοῦ νοὸς ἐκείνου τὸ “πόλιν τὴν στερρόπυργον ἂν μὴ θεὸς φυλάξῃ, εἰς μάτην ἐκοπίασεν ὁ ταύτης τειχοφύλαξ.”
4145χρόνον μὲν οὖν ἐπὶ βραχὺν οἱ σὺν Θεοδοσίῳ τὸ θελητὸν οὐκ ἤνυον, οἷα πυργοφυλάκων ἀμυνομένων καρτερῶς καὶ τούτους ἀπειργόντων· ἐπεὶ δ’ ἀπεῖπον ἐκ πολλοῦ καὶ συνεχοῦς καμάτου, μεθύουσι τοὺς φύλακας ἐλπίδων τοῖς κρατῆρσι,

(4150)

καὶ τὸν χρυσὸν ἑλέπολιν ἄμαχον προσλαβόντες ὑπέρτεροί τε γίνονται τῶν ἐναντιουμένων, καὶ νύκτωρ ἔνδον τῶν πυλῶν ὡς θῆρες εἰσδραμόντες ἐλάφυξαν τὰ χρήματα πάσης λαμπρᾶς οἰκίας, καὶ τοὺς κατοίκους ἔδειξαν πένητας ἐξ ὀλβίων,
4155ἐκ πολυχρύσων πενιχρούς, γυμνοὺς ἐξ εὐπαρύφων, τὸ κράτος δ’ ἐκρατύναντο στερρῶς Θεοδοσίῳ. ὃς ὅρκους φρίκης γέμοντας ἐκπέμψας Ἀρτεμίῳ πάθους παντὸς ἀπείρατον αὐτὸν διατηρήσειν, ἂν πρότερον ἐκθερισθῇ τῆς κεφαλῆς τὰς τρίχας,
4160τὴν κόλασιν ἐπιμετρεῖ μέχρις ὑπερορίας. ἀλλὰ καὶ τοῦτον πρὸς μικρὸν γευσάμενον τοῦ κράτους
τὸ κλέος τὸ βασίλειον θᾶττον ἀπολιμπάνει, ἐπὶ δυσὶν αὐτάνακτα χρόνοις ἀναδειχθέντα. ὁ γάρ τοι θηριώνυμος ἐξ Ἰσαυρίας Λέων,
4165ὁ καὶ ψυχὴν καὶ τοὔνομα καὶ τρόπους θηριώδης, τὴν τῆς πατρικιότητος καταπλουτῶν ἀξίαν καὶ στρατηγῶν καὶ στραταρχῶν ταγμάτων τῶν ἑῴων, ἀποστασίαν μελετᾷ κατὰ Θεοδοσίου, συμπράκτορα συντυρευτὴν τῶν δολοπλοκημάτων
4170ἐφευρηκὼς Ἀρτάβασδον, ἄνδρα τῶν περιδόξων, ᾧ καὶ συνῆψε τὴν αὑτοῦ πρὸς γάμον θυγατέρα, ὅταν εἰσώρουσεν ὁ θὴρ εἰς τὰ Ῥωμαίων σκῆπτρα, ταύτην διδοὺς ἀνταμοιβὴν τῷ συνεργῷ τοῦ κράτους. ὁ δ’ ἄναξ Θεοδόσιος τοῦ Λέοντος τὸ θράσος
4175καὶ τὴν θηριογνώμονα καρδίαν ὑποπτήξας παραχωρεῖ τῷ δυσμενεῖ τοῦ θρόνου καὶ τοῦ στέφους, ἑκὼν ἀέκων ὑπεκστὰς ἄτερ ὅπλων καὶ μάχης, καὶ μέλαιναν ἀμπίσχεται στολὴν ἀντὶ πορφύρας, μόνα τὰ χείλη μέλιτι τῷ τῆς ἀρχῆς διάνας,
4180αὐτὴν τὴν ὑπερώαν δὲ μὴ δυνηθεὶς γλυκᾶναι, ἔτεσι μόνοις ἐν δυσὶ γευσάμενος τοῦ κράτους. Ὡς οὖν ἐπὶ τὸν Λέοντα τὸν κάκιστον μετέβη τὰ τῶν Ῥωμαίων πράγματα, βαβαὶ θεοῦ κριμάτων! ἐντεῦθεν ἐπεκύμαινε κατὰ τῆς ἐκκλησίας
4185κλύδων βαρὺς ἐκ λαίλαπος δεινῆς ἀγριοπνόου, καὶ πάλιν νέφος τετρυγὸς ὀλεθροφόρου βίας,
καὶ πάλιν νέφος ζοφερὸν ἐγκυμονοῦν ὡς πνεῦμα φόνους ἀνθρώπων καὶ φθοράς, ἀντὶ τῶν ὄμβρων αἷμα. ὁ γάρ τοι τρισκατάρατος οὗτος αὐτάναξ Λέων
4190ὤδινε μέν, ὡς ἔοικεν, ἐκτόπους ἐπινοίας κατὰ Χριστοῦ καὶ τῶν αὐτοῦ τιμίων μορφωμάτων, εἰς φῶς δ’ οὐκ ἔχων ἐνεγκεῖν τὸν τῆς κακίας τόκον (τὸ γὰρ ἀπαρρησίαστον ἠνάγκαζεν ἐπέχειν), ὡς ὕστερον ἐδράξατο καιροῦ καὶ παρρησίας,
4195ἐξέρρηξε τὸν τοκετόν· ἡ γὰρ νηδὺς ἐρράγη, καὶ γόνος ἐχιδνότοκος ἐξέθορεν ἐκεῖθεν. Ἐστὶ δ’ οὐκ ἄκαιρον εἰπεῖν τίς καὶ πόθεν καὶ ποίας ἐκ ῥίζης ἀνεβλάστησεν ὁ βδελυγμίας Λέων. ἐκ μὲν Ἰσαύρων τὴν σειρὰν εἷλκε τῆς γεναρχίας,

(4200)

χειροβιώτων καὶ λυπρῶν τυχὼν τῶν γεννητόρων καὶ παλαιόντων τοῦ λιμοῦ ταῖς φθαρτικαῖς πυράγραις· τὰς ἀτελεῖς δὲ παρελθὼν καὶ πρώτας ἡλικίας μετῄει παλιγκάπηλον ἐμπορικόν τε βίον. ὡς οὖν ποτὲ παρώδευε τοῖς ἐμπεπορευμένοις
4205ῥαμνοφαγοῦν ὀνάριον κατάφορτον ἐλαύνων, ζειᾶς μηδέποτε πλησθὲν μηδὲ κριθοφαγῆσαν, οὕτω συμβὰν συνέκυρσεν ἐμπόροις Ἰουδαίοις, καὶ κοινωνήσας τῆς ὁδοῦ τοῖς σκολιοῖς ἐκείνοις καὶ συναναπαυσάμενος ὕπνωσεν ἐκ καμάτου.
4210οἱ τοίνυν ὀφιότροποι θεομισεῖς Ἑβραῖοι
καθ’ ἑαυτοὺς σκεψάμενοι καὶ συννενοηκότες προεῖπον τούτῳ τὴν ἀρχὴν καὶ τὴν ἡγεμονίαν, εἴτ’ οὖν ἀπὸ μαθήσεως εἴτ’ ἐκ κακοτεχνίας ἢ τεκμηρίων ἔκ τινων τὸ πρᾶγμα συμβαλόντες.
4215καὶ τῆς προρρήσεως αὐτῶν ᾔτουν ἀντιμισθίαν, ὁποίαν ἂν αἰτήσαιεν σχόντος τὴν κρατορίαν. ἤκουσε ταῦθ’ ὁ πάντολμος, κατένευσεν αὐτίκα ἐπ’ ἀπωλείᾳ τῆς ψυχῆς καὶ τῆς Ῥωμαίων τύχης. τοῖς γοῦν χωράρχαις γνωρισθεὶς καὶ τοῖς κλιματαρχοῦσι,
4220καὶ τὸ τολμηροκάρδιον κατὰ μικρὸν ἐκφήνας, πατρίκιος καθίσταται καὶ μέγας ταγματάρχης καὶ τελευταῖον βασιλεύς. οὐ σὺ στενάζεις, δίκη; ἔμαθον τὴν ἀνάρρησιν οἱ δυσσεβεῖς Ἑβραῖοι οἱ προφοιβάσαντες αὐτῷ τὴν αὐτοκρατορίαν·
4225ἀπτέροις φθάσαντες ποσὶ φανῆναι τῷ τυράννῳ καὶ τὰ τῆς ὑποσχέσεως ζητοῦσι τελεσθῆναι. πλὴν οὐ χρυσὸν οὐκ ἄργυρον αἰτοῦσιν, οὐδὲ λίθους, οὐκ ἄλλο τι τῶν ταπεινῶν καὶ τῶν κοσμικωτέρων, ἀλλὰ καθαίρεσιν σεπτῶν εἰκονογραφημάτων,
4230ἀλλὰ κατάλυσιν στηλῶν θείων ἀξιοσέπτων, αὐτόχρημα καταστροφὴν τῆς δυσσεβοῦς θρησκείας τοὺς πύργους ἀνατρέπουσαν αὐτῆς ἀπὸ κρηπίδων. πείθεται τούτοις ὁ σκαιὸς κακοῦργος τοῖς κακούργοις, ὁ τῆς ἐχίδνης τοκετὸς τοῖς τῆς ἀσπίδος γόνοις,
4235καὶ μετακαλεσάμενος τὸν ἱεροθυτοῦντα (ἦν δὲ προστάτης Γερμανὸς τότε τῆς εὐσεβείας) καὶ κοινωσάμενος αὐτῷ τὰ τῆς κακοτροπίας αὐτὸν μὲν μὴ πειθόμενον αὐτοῦ τῇ δυσσεβείᾳ, μᾶλλον μὲν οὖν ἐλέγχοντα τὴν τόλμαν καὶ τὴν λύσσαν,
4240τῆς ἐκκλησίας ἐξωθεῖ, φεῦ τὸν ποιμένα λύκος, ὁ Κέρβερος ὁ λυσσητὴρ τὸν πρᾶον ἀγελάρχην. εὐθὺς δὲ προσλαβόμενος προβατοφθόρους λύκους σπαράσσει φεῦ τὸ ποίμνιον, καὶ καθαιρεῖ τοὺς τύπους τοὺς τῆς παρθενομήτορος καὶ τῶν Χριστοῦ μαρτύρων,
4245ἀπαγλαΐζει τοὺς ναούς, ἀποκοσμεῖ τεμένη, ὀρφναίαν σκοτεινότητα τούτοις κατασκεδάζει, καὶ καταχέει σκυθρωπὴν ἡμέραν μελαντάτην. ὅσον μὲν οὖν κατὰ Χριστοῦ καὶ τῶν αὐτοῦ μαρτύρων ἰὸν ἀπήμεσε πικρὸν χυμόν τε σιελώδη,

(4250)

ἐξ ὧν ἀναβεβλάστηκε βοτάνη θανασίμη, ὁπόσαις τε τοὺς ἄζυγα μετερχομένους βίον κακώσεσιν ἐξέθλιψεν ἄλλος φανεὶς Βαλτάσαρ, βίβλοι καὶ λόγοι φέρουσιν ἀνθρώπων παλαιτέρων· ἐγὼ δ’ ἀπολεξάμενος ἓν ἀπὸ πάντων τούτων
4255τὸν Πέρσην ἐκ τοῦ κανδύους καὶ τοῦ στρεπτοῦ γνωρίσω καὶ κόρακα τὸν κρωκτικὸν ἐκ τῆς μελαντηρίας. Τοῦ τεμενίσματος ἐγγὺς τῆς τοῦ θεοῦ σοφίας οἶκος λαμπρὸς δεδόμητο τοῖς πάλαι βασιλεῦσι,
κῆπος ἂν εἴπῃ τις ἁβρὸς βιβλιοφόρων δένδρων,
4260ἄλσος ἀγλαοφύτευτον παντοδαπῆς σοφίας· βίβλοι γὰρ ἦσαν ἐν αὐτῷ προτεθησαυρισμέναι εἰς τρισμυρίας φθάνουσαι πρὸς ἄλλαις τρισχιλίαις εἰς τρισχιλίους φθάνουσα πρὸς ταῖς πεντακοσίαις. τὸν τηλικοῦτον κῆπον δὲ καὶ τὸ τοσοῦτον ἄλσος
4265θεῖος ἀνὴρ πεπίστευτο, προέχων ἐν σοφίᾳ καὶ πλέον πάντων ταῖς αὐγαῖς τῆς γνώσεως ἐκλάμπων, ἄλλος, ἂν εἴποι τις, Ἀδὰμ ἔνθεος δενδροκόμος, τοῖς τῆς Ἐδὲμ ἐπεντρυφῶν καλλιβλαστήτοις κλάδοις, καὶ φυτευμάτων γεωργὸς τῶν μὴ μαραινομένων.
4270τούτῳ συνῆσαν ἕτεροι καὶ συνδιῆγον ἄνδρες, καθάπερ ὑποστράτηγοι γενναίῳ στρατηγέτῃ, ἀστέρες ἀντικρὺς φαιδροὶ καὶ τῆς νυκτὸς δᾳδοῦχοι. ἐπλήρουν δὲ τὸν ἀριθμὸν τοῦ ζῳοφόρου κύκλου. ἄμισθοι δ’ ἦσαν παιδευταὶ τοῖς ἐρασταῖς τοῦ λόγου·
4275ἀφῄρουν γὰρ τὸ κάλυμμα τῆς σκοτεινολογίας, ὁπόση τῆς Ἑλληνικῆς τερθρείας καὶ σαπρίας, ὁπόση τε τῆς καθ’ ἡμᾶς ἱεροπρεπεστάτης. αὐτὸς δ’ ἐν πᾶσιν ἔστιλβεν ἥλιος ὥσπερ γίγας. τοσοῦτον δ’ ἦν τὸ περιὸν τῆς ἀρετῆς ἐκείνοις
4280ὡς μηδ’ αὐτοῖς τοῖς ἄναξι καινοτομεῖν ἐξεῖναι ἢ πράττειν τι καινοπρεπὲς καὶ πέρα τοῦ συνήθους, ἂν μὴ μετέσχον τῆς βουλῆς ἐκεῖνοι καὶ τῆς γνώμης.
τοιούτους οὖν σεμνοπρεπεῖς ὄντας καὶ σεμνοβίους καὶ χύσει πελαγίζοντας παντοδαπῶν χαρίτων
4285ἐντὸς ἀρκύων συλλαβεῖν ὁ βασιλεὺς ἐδίψα, καὶ σχεῖν κἀκείνους κοινωνοὺς τῆς λύσσης τῆς δυσθέου. ὡς δὲ κινήσας μηχανὰς ἁπάσας ἀπεκρούσθη (οὐ γὰρ φοβῶν οὐκ ἀπειλῶν ἴσχυσε τούτους πεῖσαι, καὶ τῷ χρυσῷ χρησάμενος, συμμάχῳ δυσμαχήτῳ,
4290ἔγνω διώκων ἀετὸν ἢ βάλλων εἰς ἀστέρας), τὸ τελευταῖον ἀπογνούς, ἀλλὰ γὰρ πῶς ἐξείπω; βουλὴν βουλεύεται σκαιὰν ἔκτοπον ἀνοσίαν, ἣν οὐδὲ Σκύθης ἄγριος, ἀλλ’ οὐδὲ Μασσαγέτης. ὕλης σωρεύει φορυτὸν κύκλῳ περὶ τὸν οἶκον,
4295ὕλην ξηράν, εὐέξαπτον, δᾳδῖτιν, φρυγανῖτιν, καὶ πῦρ ὑφάπτει λιπαρόν, καὶ καταφλέγει πάντας τοὺς ἄνδρας φεῦ τοὺς ἱεροὺς καὶ σὺν αὐτοῖς τὰς βίβλους. αἲ αἲ μισόκαλος ψυχή! φεῦ γνώμη θηριώδης! ἐκ τῶν ὀνύχων ὁ δεινὸς πάντως ἐγνώσθη Λέων.

(4300)

ἦσαν ἐκεῖ τὰ κάλλιστα πάντων τῶν παιδευμάτων, καὶ τόμος εἷς ἐξαίσιος ἐκ δράκοντος ἐντέρου, τὰς δέλτους τὰς Ὁμηρικὰς φέρων ἐγγεγραμμένας, τὴν Ἰλιάδα τέ φημι καὶ τὰ τῆς Ὀδυσσείας. Ὡς δ’ ἐπὶ χρόνους εἴκοσι τοῦ κράτους ἀπολαύσας
4305ὁ θὴρ ὁ κακομήχανος, ὁ κρεωβόρος Λέων σὺν ἄλλοις πέντε δυσσεβῶς, ἢ μᾶλλον τυραννήσας,
(τὰ γὰρ κακὰ μακρόβια καὶ μόλις ἀπορρέει) ἔμελλε τάφῳ κρύπτεσθαι καὶ γῇ τῇ παντοδόχῳ, ἐλπίδες μὲν οὐκ ἀγεννεῖς ὑπέσαινον τοὺς τότε
4310τὸν τῆς ἀρχῆς διάδοχον ἐπιεικῆ φανῆναι καὶ γνώμῃ μετριώτερον καὶ μὴ μιαιφονοῦντα. ἀλλὰ γὰρ ὥσπερ Εὔριπος, ὡς ἔοικεν, ἡ φύσις εἰς τοὺς ἰδίους ἀγωγοὺς ἀνθυποστρέφειν χαίρει· καὶ γὰρ ὑπνοῦντος Λέοντος ἀγκάλαις ἐνταφίοις
4315ἡ πάρδαλις ἐξέθορε πολλῷ θυμικωτέρα, καὶ καλυφθείσης ἐπὶ γῆς τῆς ῥίζης τῆς δυσχύμου πολλῷ πικροκαρπότερος κλάδος ὑπανεφύη, ὁ μυσαροκοπρώνυμος ἐκεῖνος Κωνσταντῖνος, ἐκ τῆς ἀσπίδος ἔχιδνα, προσφόρως ἄν τις εἴποι,
4320ἐξ ἑλλεβόρου κώνειον, ἀπὸ σκορπίου δράκων, ἄλλος Βαλτάσαρ ἀναιδὴς ἐκ Ναβουχοδονόσορ. Κατῆρξε γοῦν ὁ βδελυρὸς αἱματοπότης λύκος, ὦ πάντα βλέπων ἥλιε, καὶ βασιλεῖς καὶ νόμοι! ἄνθρωπος γόης, φαρμακός, ζωοσφαγίαις χαίρων
4325καὶ τελεταῖς ταῖς μυσαραῖς τῆς ἡπατοσκοπίας, ἄντικρυς τελματόβιος βορβοροφάγος χοῖρος. οὗτος ὁ δοῦλος τῆς γαστρὸς καὶ τῆς ἀκολασίας τί μὲν οὐκ ἐπενόησε τῶν θλίβειν δυναμένων, τί δὲ παρ’ ἄλλων εὑρεθὲν αὔξειν οὐκ ἐπεχείρει;
4330νύμφην τὴν χρυσοκόσμητον καὶ τρυφερευομένην, ἥνπερ ἡρμόσατο Χριστὸς ὁ καθαρὸς νυμφίος, αἴφνης ἁρπάσας ἀπ’ αὐτῶν φεῦ τῶν παστοπηγίων χήραν ῥυσσὴν ἀπέδειξε καὶ μελανειμονοῦσαν. τὴν ἄμπελον τὴν βρύουσαν βοτρύων καλλιράγων
4335κάπρος ποθὲν ἀπὸ δρυμοῦ πηδήσας χαυλιόδους αὐτόρριζον ἐξώρυξεν, ἐλῄστευσε τὸ κάλλος, ἐξέκοψεν ἐκ τῶν ναῶν τὰς ἱερὰς μορφώσεις, ἀντενεχάραξε δ’ αὐτοῖς χρώμασι καὶ ψηφῖσιν τὰ φίλα κυνηγέσια καὶ τὰς ἱππηλασίας.
4340οὐ ταῦτα δὲ τετόλμητο μόνα τῷ καταράτῳ, ἀλλὰ καὶ τοὺς μονάζοντας ὡς κύων ἀνιχνεύων ὡς ἄρνας φεῦ κατέθυεν ἐθελοσφαγουμένους. ἐξεκενοῦντο τοιγαροῦν οἶκοι μελενδυτούντων, σεμνείων ἦν κατασκαφὴ καθάπερ λῃστηρίων.
4345ἐστενοχώρηντο φρουραὶ τοῖς ἐγκαθειργνυμένοις, καὶ πάντοθεν ἠλαύνετο τὸ μέλαν ὥσπερ μύσος. Τοιαῦτα τοίνυν καθορῶν Ἀρτάβασδος ἐκεῖνος, ὃν φθάσας προεγνώρισεν ὁ δρόμος ὁ τοῦ λόγου εἰς γάμον ἁρμοσάμενον τοῦ Λέοντος τὴν παῖδα,

(4350)

καὶ τὴν ἀγριοβάρβαρον μισήσας τυραννίδα, συνάπτει πόλεμον αὐτῷ, δείκνυσι φυγαδίαν, καὶ κράτωρ ἀναδείκνυται Ῥωμαίων γῆς αὐτάναξ.
καὶ πάλιν ἀπαστράπτουσιν ἀκτῖνες εὐσεβείας καὶ πάλιν πυριμάρμαροι χαρίτων στιλβηδόνες,
4355καὶ πάλιν ἀνατέταλκε τῆς πίστεως ὁ λόγος. ἀναστηλοῦνται τὰ σεπτά, λάμπουσιν αἱ μορφώσεις αἱ τῶν μαρτύρων καὶ Χριστοῦ καὶ τῆς αὐτὸν τεξάσης. Ἀλλὰ γὰρ ἐξῃτήσατο καὶ πάλιν ὁ Βελίαρ τὸν Ἰσραὴλ τὸν ἐκλεκτὸν ὡς σῖτον σινιάσαι
4360(οὔπω καὶ γάρ, ὡς ἔοικεν, ἀρκούντως ἐκολάσθη), καὶ πάλιν ἐπεστράτευσε τοὺς εὐσεβεῖς ἐκθλίψων ὡς Ἰσραὴλ Χουσαρσαθὲμ ὁ Σύρων σατραπάρχης. τί δὲ καὶ ποῖον τὸ συμβάν, ὁ λόγος ἱστορήσει. Οὐ στέγει τὴν ἀπόπτωσιν τὴν τῆς ἀρχῆς ὁ δράκων.
4365βαρυθυμεῖ, παθαίνεται, κοινοῦται τοῖς στρατάρχαις, προσφέρεται κολακικῶς, ἐλπίσιν ἐκθερμαίνει, εἰς ἑαυτὸν ἐφέλκεται χωράρχας κλιματάρχας, καὶ δύναμιν κτησάμενος βαρεῖαν στρατευμάτων μάχην συνάπτει καρτεράν, ἡττᾷ τοὺς ἀντιμάχους,
4370τροποῦται τὸν Ἀρτάβασδον, νικᾷ, χειροῦται ζῶντα, καὶ τὴν ὁρμὴν καὶ τὴν ὀργὴν καὶ τοῦ θυμοῦ τὴν ἀλκὴν τοῦ δυστυχοῦς καὶ τληπαθοῦς ἄκρατον καταχέει, καὶ τῶν ὀμμάτων σβέννυσι τὰς φεραυγεῖς λαμπάδας. καὶ πάλιν ὁ μισόθεος φορεῖ τὴν ἁλουργίδα,
4375πάλιν ὁ θὴρ σκηπτροκρατεῖ, πάλιν Ῥωμαίων ἄρχει, καὶ γίνεται πικρότερος καὶ Ναβουχοδονόσορ.
τί τοῦτο τὸ παλίνστροφον, ἄστατε τροχὲ βίου; τὸ ῥόδον μόλις ἐξανθεῖ, τάχιον δ’ ὑπορρέει, ἡ κεντροφόρος ῥάμνος δὲ μέχρι πολλοῦ νεάζει.
4380ὁ Τίτος μόνον ἔβλεψε τοῦ κράτους τὸν λειμῶνα, καὶ τάχιον ἀνήρπαστο μὴ μετασχὼν ὀπώρας· οὗτος δ’ ὁ μυσαρώνυμος, τὸ σκύβαλον τοῦ γένους, ἐγένετο μακρόβιος, ὢ τύχης ἀνωμάλου! καὶ τὴν ὀπώραν τῆς ἀρχῆς ἐτρύγησεν εἰς κόρον.
4385οὗτος ὁ τρισεξάγιστος ἐξήγαγε τοῦ βίου τὸν Στέφανον τὸν ἱερόν, τῶν μοναστῶν τὸ στέφος· ἦν γὰρ στερρὸς ὑπέρμαχος τῶν ἱερῶν εἰκόνων, καὶ τὸ θηρίον τὸ δεινὸν εὐστόχως διαπείρων καὶ βάλλων κατακάρδια βελέμνοις τῶν ἐλέγχων.
4390ὀστᾶ τῆς καλλινίκου δὲ μάρτυρος Εὐφημίας βοῶν ὀστέοις καὶ κυνῶν ὁ βέβηλος συμμίξας γνάθοις πυρὸς παρέδωκε. ποῦ κεραυνοῦ τὸ βέλος; τριάκοντα δ’ ἐν ἔτεσι πρὸς τέσσαρσι κρατήσας ταῖς Ἅιδου παραπέμπεται κολάσεσιν ἐνδίκως.
4395 Ἐπεὶ δ’ ἐξέρρηξέ ποτε ψυχὴν τὴν μιαιφόνον, Λέων ὁ παῖς τοῦ βδελυροῦ χειρίζεται τὰ σκῆπτρα. ἀλλὰ καὶ Λέων τάχιον γῆθεν μεταναστεύει, τῆς βασιλείας ἔτεσι μόνοις πέντε κατάρξας, Εἰρήνην τὴν ὁμόζυγον καὶ τὸν ἐκ ταύτης παῖδα

(4400)

τὸν Κωνσταντῖνον κράτορας λιπὼν ἐννομωτάτους. οὗτοι καὶ γὰρ ἀθροίσαντες ἄνδρας θεοφορήτους τὴν ἄκανθαν αὐτόρριζον τῆς εἰκονομαχίας ἀνέσπασαν τὴν κνίσασαν τὰς εὐσεβεῖς καρδίας, καὶ ταῖς ἀρούραις τῶν ψυχῶν ταῖς ὑλομανησάσαις
4405τὸν σπόρον κατεβάλλοντο τὸν τῆς ὀρθοδοξίας. ἄμφω μὲν οὖν ἐφ’ ἱκανὸν παῖς τε καὶ μήτηρ ἦρχον, καὶ μήτηρ ἦν, τὸ τοῦ Δαβίδ, ἐπὶ παιδὶ τρυφῶσα. ἐπεὶ δ’ ὁ παῖς ὁ βασιλεὺς λοιπὸν ἡλικιοῦτο καὶ μεῖραξ ἦν καλλιφυής, κροτάφους ἰουλίζων
4410(καὶ γὰρ παιδίσκος ἁπαλὸς λέλειπτο τῷ τεκόντι), παρεισφθαρέντων εἰς αὐτὸν τῶν πονηροκολάκων καὶ δαπανώντων τὴν αὐτοῦ καρδίαν κολακείαις ὡς δένδρα τὰ γλυκύχυμα σκώληκες ξυλοφάγοι, ὑπερφρονεῖ μεγαλαυχεῖ κατὰ τῆς βασιλίδος,
4415αὐτός τε μόνος ἐπαρκεῖν τοῖς πράγμασι νομίσας τῶν ἀνακτόρων ἔκπτωτον ποιεῖται τὴν μητέρα καὶ σὺν αὐτῇ τὴν κοσμικὴν εἰρήνην κουροτρόφον. ἐντεῦθεν ἐκκυλίεται πρὸς ἀθεσμοπραγίας, καὶ κείρει μὲν τὴν σύνοικον τὴν σωφρονικωτάτην,
4420ἄλλης δὲ μῖξιν γυναικὸς τοῖς λέκτροις ἐπεισάγει. καὶ γὰρ ῥανὶς ἐνδελεχὴς πέτραν σκληρὰν κοιλαίνει, καὶ κάμπαι τὰς δενδρίτιδας φυλλάδας ἀναλοῦσι,
καὶ κόλακες ἐσθίουσιν ἀνθρώπους μικροσπλάγχνους. ἀλλ’ ἔνηψεν ὀψέ ποτε τῆς ἄκρας φιλαυτίας,
4425συνῆκεν ὡς συνείληπται μέσος κακοῖς ἐσχάτοις, καὶ πάλιν τὴν βασίλισσαν ἐκλιπαρεῖ μητέρα ἰθύνειν τὸ καλλίπρωρον τῆς βασιλείας σκάφος. κάμπτεται λόγοις τοῦ παιδὸς ἡ βασιλὶς Εἰρήνη, καὶ πάλιν ἦν σὺν τῷ παιδί, καὶ σὺν αὐτῷ διεῖπε
4430τὸ κράτος καὶ τὰ πράγματα καὶ τὴν Ῥωμαίων τύχην· ἦν γὰρ καὶ φύσει φίλαρχος καὶ τοῦ κρατεῖν διψῶσα. ἀλλ’ ὁ λαλήσας ψίθυρα ταῖς ἀκοαῖς τῆς Εὔας, καὶ τῆς κακίας τὸν ἰὸν εἰς τὴν ψυχὴν ἐμέσας, καὶ πείσας ἀπογεύσασθαι ξύλου τοῦ καλλικάρπου,
4435καὶ θάνατον ἐπενεγκὼν ἀντὶ ζωῆς ἀλύτου, καὶ τὸ τερπνὸν μεταβαλὼν εἰς ἄκρατον πικρίαν καὶ τὸ γλυκάζον εἰς χολήν, τὸ θέλγον εἰς ὀδύνην, κἀντεῦθεν τὴν τριτάλαιναν εἰς πέλαγος ποντώσας καὶ πειρασμῶν εἰς θάλασσαν καὶ συμφορῶν εἰς κῦμα,
4440οὗτος καὶ τότ’ ἐπίβουλος καὶ σύμβουλος Εἰρήνῃ τῇ βασιλίδι γεγονώς, καὶ θέλξας τὴν καρδίαν τῆς μοναρχίας ἔρωτι καὶ μονοκρατορίας, πείθει κατὰ τοῦ μείρακος τούτου τοῦ βασιλέως βουλὴν βουλεύσασθαι σκαιάν, φεῦ, ἀπανθρωποτάτην,
4445ἣν οὐδὲ τιγροπάρδαλις, οὐ λέων βρυχητίας, οὐκ ἄρκτος ἀγριόθυμος, οὐ δράκων ὠμοφάγος. ὁρῶσα γάρ τοι τὸν υἱὸν ἀσέμνως τε βιοῦντα
καὶ πᾶσι προσφερόμενον κατὰ τὸ βουλητέον, αὐτὴν δὲ διαπράττεσθαι μηδέν τι δυναμένην,

(4450)

Πάτροκλον δῆθεν πρόφασιν εὔλογον εὑραμένη, ὡς οὐ καλῶς ὁ βασιλεὺς ἀλλὰ καὶ παρανόμως τὰς κόρας ἀπησβόλωσεν αὐτοῦ τῶν πατραδέλφων, κοινοῦται φεῦ τοῖς ἀμφ’ αὐτὴν τὴν θηριώδη γνώμην, εὑρίσκει πάντας εὐπειθεῖς, ἀνήκοον οὐδένα·
4455καὶ τί γὰρ ἂν οὐκ ἔδρασαν οἱ θαλαμηπολοῦντες εὐνοῦχοι ῥυπαρόψυχοι, πάντων κακῶν ἐργάται; τυρεύει τὴν ἐπιβουλὴν φεῦ κατὰ τοῦ φιλτάτου, τοὺς τρόπους ὑποτίθεται. τί δὴ τὸ μετὰ ταῦτα; ὕπνωττε μὲν ὁ βασιλεύς, ἀλλ’ ὕπνον σκοτοδότην,
4460ὕπνον μεθ’ ὃν οὐκ ἔμελλε κάλλος ἡλίου βλέπειν· οἱ δ’ εἰσπηδῶσι κόρακες ὥσπερ ὀφθαλμορύκται, καὶ τῶν ὀμμάτων φεῦ αὐτοῦ τὸ σέλας ἀμαυροῦσι. καὶ γλῆναι μὲν κατέρρεον ἐκ τῶν αὐτοῦ βλεφάρων, καὶ σταλαγμὸς αἱματηρὸς ἐμόλυνε τοὺς πέπλους,
4465καὶ χάλαζα κατέβαινεν ἐκ φόνου σφαιρουμένη· αὐτὸς δ’ ὁ τληπαθέστατος ἔκειτο σφακελίζων, θέαμα φεῦ ἐλεεινόν, πεῖθον πενθεῖν καὶ λίθους, ἐκεῖ τὰς ὄψεις ἐκκοπείς, ἐκεῖ σβεσθεὶς τὰς κόρας, ὅπου τὸ πρῶτον ἔβλεψεν ἡλίου τὰς λαμπάδας·
4470Πορφύραν ὀνομάζουσιν ἐκεῖνον τὸν οἰκίσκον.
τίς τηλικαύτην ἤκουσε βαρύθυμον μανίαν, μητρὸς μανίαν εἰς υἱόν; αἲ πάθους φιλαρχίας! οὐ πάρδαλις ἐκμαίνεται κατὰ τῶν σκύμνων οὕτως· οὐχ οὕτως ἀγριαίνεται κατὰ τῶν σκυλακίων
4475οὐ τίγρις, οὐδὲ κάρχαρος οὐδὲ λυσσώδης κύων. Μήδειαν μόνην λέγουσιν τέκνοις ἐπιβουλεῦσαι, καὶ ταύτην ἀπὸ Σκυθικῆς ἀγριογνωμοσύνης. μόνον ἀκούω τὸν ἰχθὺν τὸν πελαγίτην θύννον πεινάσαντα καταρροφεῖν τὸν γόνον τὸν οἰκεῖον,
4480ἄλλο δ’ οὐδὲν οὐκ ἔνυγρον, ἀλλ’ οὐδὲ χερσοπόρον· αἱ γὰρ Εἰλείθυιαι δειναὶ μητέρας δυσωποῦσι. ἔσβη τὰ σελαγίσματα τότε τὰ τοῦ φωσφόρου, φῶς οὐκ ἐδίδου λαμπραυγὲς παντοφανὴς ὁ λύχνος, ἐπέμυε τὸ βλέφαρον ἡ φωτοφόρος κόρη,
4485ζόφος δ’ ἐφήπλωτο βαθὺς ἐπὶ συχναῖς ἡμέραις· καὶ τὰ στοιχεῖα γὰρ αὐτὰ τὴν συμφορὰν ἐπένθουν. αἲ πάθος ἐλεούμενον οἰκτρῶς καὶ τοῖς ἀψύχοις! οὕτω δὲ τοῦτο δράσασα τὸ πάντολμον ἐκείνη ἀρχηγετεῖ καὶ μοναρχεῖ (τοῦτο καὶ γὰρ ἐπόθει)
4490καὶ μόνη περιζώννυται τὴν αὐτοκρατορίαν. Τότε καὶ Ῥώμῃ τῇ λαμπρᾷ, τῇ γηραλέᾳ Ῥώμῃ, λόγου καὶ μνήμης ἄξιον πρᾶγμά τι συνηνέχθη. ἦν ἁγιστεύων ἐν αὐτῇ τὰς ἱερὰς θυσίας τῶν ἄλλων τε πρωτόαρχος ἱεροπόλων Λέων·
4495πάπας κατονομάζεται τῇ τῶν Ῥωμαίων γλώσσῃ. τούτῳ πικρῶς βασκήναντες ἄνδρες τινὲς ἐκ Ῥώμης οἱ προσγενεῖς Ἀδριανῷ τῷ πρὸ βραχέος πάπᾳ, καὶ στάσεως κλυδώνιον κυμάναντες βαρύθρουν, τοῦ θρόνου καὶ τῆς πόλεως ἐλαύνουσι φυγάδα.

(4500)

ὁ δὲ σημάνας ἐν γραφῇ ταῦτα τῇ βασιλίδι ἐπικουρίας τε τυχεῖν ἐκ ταύτης ἱκετεύσας, ὡς ἔγνω πάντα μάταια τεχνώμενος καὶ πράττων καὶ γράφειν τὸ λεγόμενον ἐπιχειρῶν εἰς ὕδωρ, καὶ πανταχόθεν ἀπογνοὺς προσφεύγει τῷ Καρούλῳ
4505(ἦν δὲ τῶν Φράγγων φύλαρχος ὁ Κάρουλος ἐκεῖνος· ῥῆγας τοὺς σφῶν κατάρχοντας οἴδασι Φράγγοι λέγειν) καὶ δεῖται τούτου τῆς χειρὸς ὡς μεγαλοδυνάμου, ὡς ἐπαρκέσειεν αὐτῷ κατὰ τῶν ἀδικούντων. δέχεται τοῦτον Κάρουλος (ἦν γὰρ παπποπατρόθεν
4510ὑπὸ Χριστοῦ καλούμενος καὶ σέβων Χριστοῦ νόμους), αἰδεῖται λιταζόμενον τὸν ἱεροθυτοῦντα, δίδωσι τούτῳ σύμμαχον μεγασθενῆ παλάμην, καὶ πάλιν ἐγκαθίστησι τῇ πόλει καὶ τῷ θρόνῳ. ἐντεῦθεν ἀμειβόμενος τὸν Κάρουλον ὁ Λέων
4515ἀναγορεύει κράτορα τῆς παλαιτέρας Ῥώμης, καὶ στέφος περιτίθησιν ὡς οἱ Ῥωμαίων νόμοι. οὐ μὴν ἀλλὰ χρησάμενος καὶ νόμοις Ἰουδαίων ἐκ κεφαλῆς μέχρι ποδῶν ἐλαίῳ τοῦτον χρίει, οὐκ οἶδα τίσι λογισμοῖς ἢ ποίαις ἐπινοίαις.
4520οὕτως ὁ πρώην σύνδεσμος τῶν πόλεων ἐρράγη· οὕτω μητρὸς καὶ θυγατρὸς μέσον ἐπέπτη σπάθη, διχάζουσα καὶ τέμνουσα μετὰ θυμοῦ ῥομφαίας νεᾶνιν τὴν εὐπρόσωπον, τὴν νεωτέραν Ῥώμην, ἐκ τῆς ῥυσσῆς καὶ παλαιᾶς καὶ τριπεμπέλου Ῥώμης.
4525 Καὶ ταῦτα μὲν τετύχηκε τοιουτοτρόπου τέλους· ἡ βασιλὶς Εἰρήνη δὲ πολλὰ προθυμουμένη μανίαν τὴν τριβάρβαρον ἐκείνην ἀφανίσαι καὶ μύσος ὅπερ δέδρακεν εἰς τὸν υἱὸν ἐκπλῦναι, χρημάτων ὅλους θησαυροὺς ἐκένωσε τῇ πόλει,
4530καὶ τὸν χειμῶνα τῶν χρεῶν ἔτρεψεν εἰς εὐδίαν, ἔαρ χρυσοῦν ἐκχέασα τῆς μεγαλοδωρίας. πλὴν ἀλλ’ ὁ βλέπων τὰ κρυπτὰ καὶ συνιεὶς εἰς πάντα, ὁ παντεπόπτης ὀφθαλμός, ὁ τὰς καρδίας κρίνων προσέσχεν, εἶδεν, ἔβλεψεν, ἐζήλωσεν, ἠχθέσθη,
4535καὶ πρὸς βραχὺ τῆς ἡδονῆς τοῦ κράτους γευσαμένῃ ἀψινθιάζοντα πικρὸν ἐκέρασε κρατῆρα, καὶ τὸν τρυγίαν τῆς ὀργῆς τῇ παρανομησάσῃ. ἐπαναστάντος γὰρ αὐτῇ τινὸς τῶν τῆς συγκλήτου, τῶν περιλάμπρων καὶ γνωστῶν, τοὔνομα Νικηφόρου,
4540ἐκβάλλεται τοῦ τῆς ἀρχῆς ἀγλαοδένδρου κήπου, ἀντὶ τρυφῆς καρπίζεται δακνοκαρδίους πόνους, πόνους οὐ πόνους τοκετοῦ, τῶν συμφορῶν δὲ κέντρα,
ἅλμην τε πίνει θλίψεως ὡς πένησσα χερνῆτις. τοιαῦτα τὸ παλίνστροφον ἐργάζεται τοῦ βίου·
4545οὕτως ἀνταποδίδωσι θεὸς τοῖς ἀδικοῦσι. μόνη μὲν οὖν τετύχηκεν ἐπὶ μικρὸν τοῦ κράτους, σὺν Κωνσταντίνῳ δὲ υἱῷ χρόνοις ἑπτὰ πρὸς δέκα. Τοῦ κράτους τοίνυν ὁ τροχὸς ἐξ ἄλλων εἰς ἑτέρους κυλινδηθεὶς καὶ συστραφεὶς ἐν δρόμοις ἀνωμάλοις

(4550)

φθάνει ποτὲ μετέωρον ἄρας καὶ Νικηφόρον, ἄνθρωπον φονικώτατον, δύστροπον, κακοήθη, δοῦλον χρυσοῦ χρυσομανῆ, κίμβικα σμικρολόγον, ἄντικρυς Μίδαν τὸν ποτὲ κατάρξαντα Φρυγίας, ὃς τὰς ἀρχὰς τῶν πόλεων ὠνίους ἐποιεῖτο,
4555οὐκ ἀριστίνδην τὰς τιμὰς ἀλλὰ πλουτίνδην νέμων. εἶχε χρυσὸν ἐν χείλεσι, βοῦν ἐπὶ γλώττης εἶχε, χρυσὸν ἐπιτραπέζιον, χρυσὸν ὠνειροπόλει. καὶ τοῖς μὲν ἄλλοις σκυθρωπὸς καὶ κατηφὴς ἐῴκει, ἂν δὲ χρυσοῦ τις ἔφερεν ὁλκὴν ἐπικολπίαν,
4560τότε δὴ τότε προσηνὲς τὸ βλέφαρον ἐδείκνυ, καὶ σκυθρωπότητος ἀχλὺς οὐκ ἦν ἐν τοῖς προσώποις. ἐντεῦθεν πάσας μηχανὰς ὑπώρυττε καὶ τρόπους, καὶ πάντας ὑπεβόθρευεν εὑρεσικάκους δόλους, ὡς εἴ που παρευρίσκοιτο χρυσίον κενωθείη
4565καὶ πρὸς αὐτὸν μετενεχθῇ. τῆς φιλοχρηματίας!
οὗτος ἐπέθηκε βαρὺ τοῖς Βυζαντίοις ἄχθος, οὐ κοῦφον οὐδ’ εὐάγκαλον, οὐδ’ ἐλαφρὸν βαστάσαι, ἀνανεώσεως τειχῶν χάριν τῶν γηρασάντων, ὃ λέγουσι δικέρατον οἱ τούτου τελωνάρχαι.
4570σφίγγων δὲ πάντα ταῖς κλεισί, καὶ θύραζε μὴ φέρων οὐκ ἄργυρον οὐδὲ χρυσόν, οὐκ εὐυφάντους πέπλους, καὶ τοῦτο τὸ λεγόμενον ἐν μύθοις Αἰσωπείοις, πλεῖστα μὲν ἴχνια δεικνὺς χρημάτων εἰσιόντων, ἐξερχομένων δ’ οὐδαμῶς οὐδ’ ἀποκενουμένων,
4575ἐστέρησε καὶ τὸν στρατὸν τῶν ἐποφειλομένων. ἐντεῦθε θροῦς δυσκέλαδος καὶ στάσις ὀλεθρία καὶ λαλαγὴ κακόχαρτος καὶ δυσφημοῦσαι γλῶσσαι. καὶ συνδραμόντες εἰς ταὐτὸ μετὰ κραυγῆς ἀσήμου αὐτάνακτα Βαρδάνιον τὸν τότε στραταρχοῦντα
4580γενέσθαι καθικέτευον, προσφέροντες καὶ βίαν. ὁ δ’ οὐ γινώσκων τὴν ῥοπὴν τῆς ταλαντούχου τύχης, καὶ τὴν ἀμφίρροπον αὐτῆς θέλησιν ὑποτρέσας, ἀνθρώπῳ θείῳ προσφοιτᾷ καὶ θεοφορουμένῳ καὶ ταῖς τοῦ πνεύματος αὐγαῖς πλουσίαις πυρσουμένῳ,
4585ἐκφαίνει τὸ κρυπτόμενον, ἅπαντα καταλέγει, τὴν στάσιν καὶ τὸν τάραχον καὶ τοῦ λαοῦ τὴν βίαν. ἀκούει ταῦθ’ ὁ πολιὸς τὰς φρένας καὶ τὰς τρίχας, ὁ κύκνος ὁ τοῦ πνεύματος, ὁ κελαδῶν τὰ θεῖα· ἀπαγορεύει, νουθετεῖ μηδὲν νεωτερίζειν,
4590“μὴ καὶ τὰς κόρας κεντηθῇς” φησὶ “τὰς τῶν ὀμμάτων,
καὶ πάντα προσαποβαλεῖς, πάντα προσαπολέσεις.” βλέπει βαρυθυμήσαντα Βαρδάνιον ὁ γέρων, βλέπει τοὺς ἕλκοντας αὐτοῦ τὸν ἵππον τῷ ῥυτῆρι, καὶ μετακαλεσάμενος αὖθις τὸν στρατηγέτην
4595“σὺ μέν, λαμπρότατέ” φησι, “τρισμέγιστε στρατάρχα, οὐκ ἐπιτεύξῃ τῆς ἀρχῆς, εἰ καὶ μυρία κάμῃς· τῶν ταττομένων δέ τινες ὑπὸ τὴν σὴν παλάμην τὴν ζώνην ἀναζώσονται τὴν τῆς ἡγεμονίας. ὁρᾷς τοὺς σοὺς ὑπασπιστὰς ἐκείνους τοὺς τρεῖς ἄνδρας;

(4600)

Λέων Θωμᾶς καὶ Μιχαὴλ αἱ κλήσεις τοῖς ἀνδράσι. τούτων ὁ Λέων τῶν ἀνδρῶν πρῶτος ἀρχηγετήσει, καὶ μετ’ αὐτὸν τῷ Μιχαὴλ τὸ κράτος προσφοιτήσει. ὁ δὲ Θωμᾶς ὁ τρίτατος σφαδάσει μὲν ἐκθύμως καὶ βασιλείας ὄνομα πρὸς ἑαυτὸν ἑλκύσει,
4605πλὴν οὐκ εἰς τέλος ἐνεγκεῖν τὸ θελητὸν ἰσχύσει, τῶν ὀφθαλμῶν δὲ τὰς αὐγὰς ἀπεσβεσμένας ἕξει.” Καὶ ταῦτα μὲν ἀπέβησαν ἐν χρόνοις τοῖς ἰδίοις, ὡς ἡ πνευματοκίνητος ἐθεσπιῴδει σάλπιγξ. ὁ δὲ σμικρολογώτατος αὐτάναξ Νικηφόρος
4610Βουλγάροις ἰστρογείτοσι μάχην στερρὰν συνάψας ἔργον μαχαίρας γίνεται, βρωματισμὸς ῥομφαίας, τῷ Σταυρακίῳ τῷ παιδὶ καταλιπὼν τὰ σκῆπτρα. ἀλλὰ γὰρ καὶ Σταυράκιος τάχιον ἀποφθίνει ἐν ταύτῃ δορατότρωτος ἀναφανεὶς τῇ μάχῃ
4615καταβελής τε γεγονώς, ἔξαιμος, τραυματίας.
τῷ Μιχαὴλ δὲ προσγελᾷ τῷ Ῥαγγαβὲ τὸ κράτος, τῆς Νικηφόρου θυγατρὸς γαμέτῃ Προκοπίας. ἔβλεψε τότε Βυζαντὶς ἡμέραν ἐλευθέραν, ἄτερ αἱμάτων καὶ σφαγῶν, βιαίων ἁρπαγμάτων,
4620ἀσκότωτον, ἀθόλωτον, οὐκ ἐξαμαυρουμένην ἀνδροκτασίας ζοφερῷ καὶ ταραχώδει νέφει. ἔβλεψε τότε Βυζαντὶς ἡλίους εὐποιίας καὶ στιλβηδόνας ἀγαθῶν καὶ δωρεῶν ἀκτῖνας. ἦν γὰρ καλοῖς ὁ Μιχαὴλ παντοίοις ἀπαστράπτων,
4625καὶ φιλελεύθερος ἀνὴρ καὶ γαληνὸς καὶ πρᾶος, οὐχ αἵμασι τερπόμενος, οὐκ ἐπιχαίρων φόνοις, ἀλλ’ ἄλσος θεοφύτευτον, ἀλλὰ λειμὼν χαρίτων, παράδεισος κηπεύσιμος νάμασι θεοβρύτοις. Ἀλλὰ καὶ πάλιν ἔρρευσε τὸ ῥόδον πρὸ τῆς ὥρας,
4630ὡς ἄγρωστις δροσότροφος ἐψύγη καὶ παρῆλθεν, ὡς ἄνθος, ὅ φασι, λοκρόν, ὡσεὶ καπνός, ὡς ὄναρ, ἀνθῆσαν ἐπὶ τέσσαρσιν χρόνοις μῆνας ἐννέα, ἀνέβη δ’ ἄχερδος πυκναῖς φρίσσουσα ταῖς ἀκάνθαις καὶ ῥάμνος ἀγριόκεντρος αἱμάσσουσα καρδίας.
4635ὁ Λέων ὁ δυσώνυμος ἐπιπηδᾷ τῷ κράτει, ὁ κρεωβόρος ὁ δεινὸς τῶν τοῦ Χριστοῦ προβάτων. ὁ τοίνυν κράτωρ Μιχαὴλ τὴν τόλμαν τοῦ τυράννου καὶ τὴν ὁρμὴν ἀναμαθὼν καὶ τὴν ἀποστασίαν αὐτὸς ἑκὼν ἐξίσταται τοῦ πολυζήλου θρόνου,
4640πληρῶν κἀν τούτῳ τοῦ Χριστοῦ τοὺς νόμους τοὺς ἐνθέους, καὶ τῷ διώκτῃ πεφηνὼς ἄντικρυς ἄλλος κάστωρ. λέγουσι γὰρ αἱ παλαιαὶ τῶν ζῳογράφων βίβλοι ὡς ἔστι ζῷον χέρσυδρον κάστωρ ὠνομασμένον, καὶ τούτου χρησιμεύουσιν οἱ κύλινδροι τοῦ γόνου
4645πρὸς ἀποσόβησιν οἰκτρῶν παθῶν δυσαπαλλάκτων· ὅπερ εἰδότες οἱ πολλοὶ τῶν θηροδιωκτούντων τὸ ζῷον μεταθέουσι δικτύοις λινοπλόκοις, καὶ τοῖς κυσὶ τοῖς δρομικοῖς χρώμενοι συνεργάταις. ὁ κάστωρ τοίνυν συνιδὼν τῆς μάχης τὴν αἰτίαν,

(4650)

καὶ κατιδὼν ὡς ἄφυκτοι τῶν θηρατῶν αἱ πάγαι, τοὺς σπερμογόνους ἐνδακὼν καὶ παιδουργοὺς κυλίνδρους χαρίζεται τοῖς θέλουσιν, ὁ δ’ ἀποτρέχει φεύγων, κἀντεῦθεν πάντα περιττά, καὶ δρόμοι καὶ διώξεις, καὶ τῶν δικτύων αἱ πλοκαὶ καὶ τῶν κυνῶν τὸ τάχος.
4655οὕτως ἑκὼν καὶ Μιχαὴλ παραχωρεῖ τοῦ στέφους τῷ θηροτρόπῳ Λέοντι, τῷ δυσωνυμουμένῳ, ὃς ἦν βλαστὸς κακόβλαστος ἐξ ὅρων Ἀρμενίων. πάλιν ἀνέζησε πικρὰ ῥίζα τῆς πρὶν ἀκάνθης, πάλιν ἐξήνεγκε βλαστοὺς τῶν πρὶν κεντρωδεστέρους
4660καὶ τὸ χρυσοῦν γεώργιον ἠπείλησε συμπνῖξαι, καὶ πάλιν τὸ τοῦ δράκοντος οὐραῖον ἐκινήθη. ἡ βδελυρότης δή φημι τῆς εἰκονομαχίας ὡς δράκων μέγας εἵρπυσε φρικώδης χασματίας, ἐρροίζησε καταπιεῖν πάλιν τὴν ἐκκλησίαν
4665ὡς ὀρταλίχους νεοσσοὺς στρουθίου μικροπτέρου. αἱ τῶν ἁγίων καὶ Χριστοῦ μορφώσεις ἠσβολοῦντο, τιτάνῳ κατεχρίοντο, πυρὶ κατεμπιμπρῶντο, ἀνηρευνῶντο σπήλαια, καταγωγαὶ σεμνείων καὶ φροντιστήρια ψυχῶν αἳ κατ’ ἀγγέλους ἔζων,
4670καὶ πᾶς ἠλαύνετο σεπτῶν προσκυνητὴς εἰκόνων. ἐπένθει τότε καὶ Σιὼν ἡ τοῦ θεοῦ θυγάτηρ, καὶ δάκρυον σταλάττουσα πένθους ἐφόρει σάκκον, ἀντὶ στολῆς δὲ νυμφικῆς χηρείας χιτωνίσκον. ἐπένθει τότε καὶ χορὸς ἀστέρων οὐρανίων,
4675καὶ πρὸς τὴν γῆν ἠντράνιζεν ἐν σκοτεινοῖς βλεφάροις. Οὗτος τὸ γένος Μιχαὴλ φιλονεικῶν ἐκτρῖψαι τὰ παιδογόνα τοῦ παιδὸς ἐξέτεμε Νικήτα, μή πως τεκνώσειέ ποτε καὶ τοῦτον ἀμυνεῖται. ὁ τοίνυν παῖς τοῦ Μιχαὴλ τομίας χρηματίσας
4680εἰς ὕστερον ἀρχιερεὺς Ῥώμης τῆς νέας ὤφθη, μετακληθεὶς Ἰγνάτιος ἐν μεταθέσει βίου. Οὗτος ὁ θὴρ ὁ χαλεπός, ὁ βρυχητίας Λέων, ἀναπολῶν καθ’ ἑαυτὸν τὰς ἱερὰς προρρήσεις τοῦ θαυμασίου γέροντος, τοῦ χρυσοπτέρου κύκνου,
4685καὶ δεδιὼς τὸν Μιχαὴλ ὃς ἦν ἐξ Ἀμορίου, μὴ πρὸς αὐτὸν ὁ κύλινδρος τοῦ κράτους μεταπέσῃ, δεσμώτην ἐγκαθείργνυσι φρουρᾷ λαβυρινθώδει,
καὶ κατὰ νοῦν ἐσκέπτετο πῶς ἀναλώσει τοῦτον. ἀλλ’ ἀσθενὴς πᾶς ἄνθρωπος πρὸς τὰς θεοῦ παλάμας·
4690ἀλλὰ γὰρ μικροδύναμος ἰσχὺς τοῖς γηγενέσιν, ὁ δὲ θεὸς μεγασθενὴς καὶ μεγαλοβραχίων, καὶ τίς ἀντιπαλαίσειεν αὐτοῦ τῇ δυναστείᾳ; ὁ Μιχαὴλ δὲ πεποιθὼς τοῖς θεσπιῳδηθεῖσι τῷ καλλιγλώττῳ γέροντι, τῷ προφητικωτάτῳ,
4695ἀνακαλύπτει φανεροῖ γυμνοῖ τὸ κεκρυμμένον. πρὸς τὸν τῶν οἴκων φύλακα τὸν ἐν τοῖς ἀνακτόροις (παπίαν λέγομεν αὐτὸν κατὰ Ῥωμαίων γλῶσσαν), καὶ σὺν αὐτῷ καὶ δι’ αὐτοῦ τὸ δρᾶμα συσκευάζει καὶ σκύφον τῆς ἐπιβουλῆς ἀρτύει τῷ κρατοῦντι.

(4700)

καὶ τοίνυν συνεισάγουσι νύκτωρ τοῖς ψαλτῳδοῦσι θωρακοφόρους αἰχμητὰς ἄνδρας ῥομφαιοφόρους, οἳ συμπεσόντες τῷ θηρὶ τῷ παλαμναιοτάτῳ τελοῦντι τὸ λειτούργημα τῶν ὑπορθρίων ὕμνων τοῖς ξίφεσι συγκόπτουσι καὶ θύουσιν ὡς ἄρνα,
4705πέντε μησὶ πρὸς τοῖς ἑπτὰ χρόνοις κεκρατηκότα. καὶ Μιχαὴλ καθίσταται κράτωρ, ἀντὶ δεσμώτου ἐλεύθερος, ἀπὸ φρουρᾶς αὐτάναξ αὐτοκράτωρ. Καὶ ταῦτα μέντοι τοιαδί, τὰ δ’ ἐφεξῆς ὁποῖα; ἐστύγει μὲν καὶ Μιχαὴλ τὰς ἱερὰς εἰκόνας,
4710ἀλλ’ οὐκ ἐνεπικραίνετο τοῖς ταύταις προσκυνοῦσιν, οὐδὲ τὰς σάρκας τὰς αὐτῶν μάστιξιν ἐχαλάζα.
ἐν οὐκ ὀλίγοις τοιγαροῦν ἀποσφαλεὶς ταῖς μάχαις τοῖς ἐκ τῆς Ἄγαρ ἐμπαιγμὸς καὶ χλευασμὸς ἐφάνη, οἳ τὰς Ῥωμαίων φάλαγγας σπαράσσοντες συχνάκις
4715καὶ δορυκτήτους ἄγοντες τοὺς τούτων ταγματάρχας δειλὸν μαλακοκάρδιον ἐκάλουν τὸν κρατοῦντα. ἐντεῦθεν εἶχε Μιχαὴλ ὀδύνας ἐγκαρδίους καὶ συμφορὰς θυμοδακεῖς καὶ θλίψεων πικρίας· τὴν γὰρ δεινὴν καὶ φαυλουργὸν δυσσέβειαν ἐνόσει,
4720ἀποτειχίζουσαν αὐτὸν ἀπὸ θεοῦ βλεφάρων. ἀλλεπαλλήλων οὖν κακῶν ἐπεμπιπτόντων τούτῳ καὶ δίκην πολυκύμονος θαλάσσης ἐκθροούντων, δεινότερος ἐπέφλασε μεγαλοκύμων φλοῖσβος, καὶ τὴν αὐτοῦ συνέσεισε καρδίαν ὡς ὁλκάδα.
4725ὁ γὰρ Θωμᾶς, οὗ πρότερον ὁ λόγος ἐπεμνήσθη, ἄνθρωπος πολυμήχανος, ἐμπύριος τὸ θράσος, στρατεύσιμον συνηθροικὼς ἰσχὺν μυριαχόθεν, ὁπλίτας αἱματοχαρεῖς, ἀλκίμους, εὐκαρδίους, φονοεργούς, ἀρεϊκούς, εὐτόλμους, θρασυμάχους,
4730ἐπιπηδᾷ τῷ Μιχαὴλ μετὰ σφοδρᾶς τῆς ῥύμης καθάπερ σῦς ἀπὸ δρυμοῦ καὶ λόχμης πολυξύλου ἢ σκύμνος ὀρεσίτροφος λεαίνης φιλαιμάτου, καὶ πᾶσαν περιθράκιον περιστοιχήσας πόλιν ἐν ναυτικαῖς δυνάμεσι χειρί τε πεζομάχῳ,
4735καὶ πᾶσαν κάκωσιν αὐταῖς ἐπενεγκὼν βαρεῖαν, καὶ καταδουλωσάμενος καὶ ῥήξας καὶ σπαράξας,
ἕως αὐτῆς ἐπέδραμε πόλεως τῆς ὀλβίας. ἀλλ’ ἂν θεὸς ὁ πανσθενὴς θνητοῖς ἐναντιῷτο, ἱστὸς ἀράχνης ἄντικρυς πᾶσα βουλὴ καὶ πρᾶξις.
4740τὸ θεῖον τοίνυν ὁ Θωμᾶς ὑπερμαχοῦν οὐκ ἔχων εἰς ψάμμον τῆς ἐπιβουλῆς τοὺς πύργους ᾠκοδόμει, ἐπ’ ἀσθενοῦς ἐπήγνυεν αὐτοῦ τοὺς θεμελίους. κἀντεῦθεν τὸ κτιζόμενον ῥίζοθεν ἀνετράπη, καὶ φόνοις χράνας τὰς αὐτοῦ φιλοπολέμους χεῖρας
4745καὶ δόρυ πᾶν κατάβαπτον τοῖς αἵμασι ποιήσας τὸ τελευταῖον ζωγρηθεὶς ὀρύττεται τὰς κόρας καὶ σβέννυται καλλιφεγγεῖς λύχνους τοὺς τῶν ὀμμάτων, καὶ μετὰ ταῦτα ξίφεσι δεινῶς κρεωκοπεῖται. Ὁ βασιλεὺς δὲ Μιχαὴλ μέλλων τὸν βίον λείπειν,

(4750)

ἐφ’ ὅλοις ἔτεσιν ὀκτὼ Ῥωμαίων βασιλεύσας, τῷ Θεοφίλῳ τῷ παιδὶ τὸ σκῆπτρον ἐγχειρίζει· ὃς ἐν τοῖς ἄλλοις ἅπασι τὴν ἅλμην τὴν τοῦ βίου κακοτυχῶς καὶ σφαλερῶς ἀλλ’ οὐκ εὐδίως πλέων τοῦτο καὶ μόνον τὸ καλὸν εὕρατο παραδόξως,
4755τὴν πάνσεμνον ἐν γυναιξὶ καὶ θείαν Θεοδώραν, ὡς μάργαρον κατάλευκον, ὡς λίθον ἀνθρακίαν. ταύτην οὖν σχὼν κοινολεχῆ, ταύτην ζυγεὶς εἰς γάμον, καὶ παίδων γέγονε πατὴρ εἰς γῆν γονίμην σπείρων, καὶ πλέον ἐπευτύχησεν Ἀδὰμ τοῦ πρωτοπλάστου.
4760τὸν μὲν γὰρ ἡ πλευροφυὴς καὶ πρωτομήτωρ Εὔα
ἐκ τῆς τρυφῆς τῶν τῆς Ἐδὲμ ἐξήγαγε δενδρέων· ἡ δὲ τὸν συνοικήσαντα καὶ κοινωνὸν τοῦ βίου τῆς δεξιᾶς πεποίηκε καὶ σωζομένης μοίρας. κἀνταῦθα μόνον τῷ Δαβὶδ ἤχησε παρὰ μέλος
4765ἡ καὶ τοὺς λίθους θέλγουσα καλλιμελὴς κινύρα. ἡ μὲν γὰρ ἀποφαίνεται θεῷ ψαλαττομένη “τοὺς μονοτρόπους ὁ θεὸς ἐν οἴκῳ κατοικίζει·” ἐνταῦθα δὲ συνέδραμε κόπρος εὐώδει μύρῳ καὶ ῥόδον ἐρυθρόφυλλον ἀχέρδῳ κεντροφόρῳ
4770καὶ χρῶμα χολοβάφινον βάμματι πορφυρέῳ. ἡ μὲν γὰρ πάσαις ἀρεταῖς κατάφυτον ἦν ἄλσος καὶ κῆπος χαριτόβλαστος καὶ δένδρον εὐκοσμίας, ὁ δὲ χωρίον ἄντικρυς τριβόλων δυσσεβείας καὶ βάτος ἀκανθοβελὴς καὶ ῥάμνος σπλαγχνοτύπος.
4775καὶ γὰρ ἀπεχθανόμενος ταῖς ἱερογραφίαις καὶ τοῖς ἀπεικονίσμασι Χριστοῦ καὶ τῶν μαρτύρων, τοὺς ἀπονέμοντας αὐτοῖς τὸ κατὰ σχέσιν σέβας ἀνυποφόροις καὶ δειναῖς στρεβλώσεσιν ἐκάκου. ἀλλὰ καὶ τοὺς ἐκλάμποντας τῷ βίῳ καὶ τῷ λόγῳ
4780ὑπὲρ ἀστέρων καλλονάς, ὑπὲρ ἡλίου σέλας, τὸν ἱερὸν Θεόδωρον, τὸν θεῖον Θεοφάνην, ἐπιφοραῖς βαρυαλγῶν βασάνων ἐκπιέσας, καὶ φλοῦν τοῦ σώματος αὐτῶν βουνεύροις ἐκλεπίσας, ἔστιξε καὶ τὰ μέτωπα μέχρις αὐτῶν ὀφρύων,
4785καὶ τύπους ἐνεχάραξεν αὐτοῖς ἰαμβοπλόκους. Οὗτοι μὲν οὖν τὴν κέντησιν τὴν ἐπιμετωπίαν ὡς στέφος καταμάργαρον λιθολαμπὲς ἐφόρουν· ὁ κράτωρ δὲ Θεόφιλος περὶ μὲν τὰς εἰκόνας καὶ τὰ στηλογραφήματα τῶν ἱερῶν προσώπων
4790ἄγαν σκαιῶς καὶ πονηρῶς καὶ κακοτρόπως εἶχεν, τὰ δ’ ἄλλα καὶ λαμπρόψυχος ἦν καὶ μεγαλογνώμων καὶ τοῦ δικαίου φροντιστὴς καὶ τῶν ἐνδίκων νόμων. σημεῖον ἐναργέστατον τῆς μεγαλοπρεπείας ὀργάνων φιλοτέχνησις τῶν χρυσιοκροτήτων,
4795ἐξ ὧν ἀναπεμπόμενον ἐν μηχανῇ τὸ πνεῦμα τὰς εὐκελάδους καὶ τερπνὰς ἀπήχει μελουργίας καὶ λιγυρὸν μουσίκευμα γάργαλον ἀπορρέον. σὺν τούτοις τὰ κατάχρυσα καὶ τηλαυγοῦντα δένδρα, χρυσίου τῇ χλωρότητι πυρράζοντα μακρόθεν,

(4800)

ἐν οἷς στρουθία μουσικὰ χρυσότευκτα καθῆστο, ὡς ἐν πετάλοις πίτυος ἢ πεύκης ἀκροκόμου, ἐκ μηχανῆς ἐκχέοντα λάλημα μελιτόεν. οὕτως ἀνθρώπων τεχνουργοὶ πολυμηχάνων χεῖρες ἀντιφερίζουσι μικροῦ τῇ ψυχωτρίᾳ φύσει.
4805 Εἰ δέ τις ἀκριβέστερον καταμαθεῖν θελήσει τὸ μεγαλόψυχον αὐτοῦ καὶ τὴν φιλοκοσμίαν, εἰς τοὺς θαλασσογείτονας βλεψάτω περιβόλους, οἳ τὴν λαμπρὰν ἐν πόλεσι περιφρουροῦσι πόλιν. χειμὼν γὰρ ἄγριός ποτε κατενεχθεὶς βαρύθρους
4810τὴν ἅλμην ἐκρυστάλλωσεν ἕως ἀπλέτου βάθους καὶ τὴν ὑγρὰν ἐλίθωσε πήξας αὐτῆς τὴν ῥύσιν, καὶ θάλασσαν ὠστράκωσε δυσάνεμος ψυχρία. μετὰ μικρὸν δ’ αὐγάσασαι θερμότητες ἡλίου τὸ συνεχὲς διέσπασαν τῆς λιθωθείσης ἅλμης,
4815κἀντεῦθεν ἀπερράγησαν κρυστάλλων ἀποσπάδες, καὶ λίθους ἁμαξοπληθεῖς νικῶσαι τῷ μεγέθει. εἶπέ τις ἂν ὡς κορυφαὶ βαθυφαράγγων λόφων ὑψόθεν ἀποσπώμεναι κυλίνδονται σὺν κτύπῳ, ἢ λίθοι ῥιψεπάλξιδες πέτονται τειχοσεῖσται,
4820περιρροιζοῦντες τὸν λεπτὸν ἀέρα τῇ κινήσει. καὶ τοίνυν καταβαίνουσαι πελάγους ἐκ Ποντίου προσήρασσον τοῖς τείχεσι τοῖς παραιγιαλίοις καὶ συνεδόνουν τὰ στερρὰ τῶν πυργοδομημάτων. ὧνπερ ἰδὼν ὁ βασιλεὺς τὰς καταμωλωπίσεις
4825καὶ τοὺς πυκνοὺς τραυματισμοὺς ἢ μᾶλλον παραλύσεις, συγκατεσείσθη τὴν ψυχὴν ἐπὶ τῷ γεγονότι, καὶ θέλων ἐπιδείξασθαι φιλοτιμίας πλοῦτον ὡς κάχληκας ἐκένωσεν ἀχρείους τὸ χρυσίον, καὶ τὸ σαθρὸν ἐνίσχυσε καὶ τὸ πεσὸν ἐγείρας
4830τοῖς τείχεσιν ἐπέγραψε τὴν κλῆσιν τὴν ἰδίαν. Καὶ ταῦτα μὲν κατάξια γλώσσης ὑμνητηρίας· ἐγὼ δ’ ὑπερεκπλήττομαι τὴν δικαιοπραγίαν καὶ τὴν ἀπροσωπόληπτον περὶ τὰς κρίσεις γνώμην. καὶ δὴ παρατιθέσθω μοι δεῖγμα μικρὸν τοῦ τρόπου,
4835ὡς ἐκ θαλάττης κύαθος, ὡς ἀπὸ πίθου γεῦμα, βραχύ τε σπινθηράκισμα καμίνου πολυξύλου. γυνὴ προσῆλθε πενιχρὰ τούτῳ τῷ Θεοφίλῳ καταβοῶσα Πετρωνᾶ τινὸς μεγαλοτίμου· βίγλας γὰρ ἦν δρουγγάριος, εἴποιεν ἂν Ῥωμαῖοι,
4840καὶ ῥιζωμάτων τῶν αὐτῶν ἐξέφυ Θεοφίλῳ. ἐφώνει γοῦν περιπαθῶς καὶ δάκρυον κατῆγεν, ἀμύντορα τὸν κράτορα γενέσθαι λιπαροῦσα καὶ τὰς παλάμας ἐπισχεῖν τὰς γιγαντοπαλάμους τοῦ Πετρωνᾶ, λυττήσαντος ἐκ φιλαδίκου γνώμης
4845καὶ τὸ λυπρὸν δωμάτιον αὐτῆς ἐπισκοτοῦντος, ὅπως μὴ φέρειν ἔχουσα τὸ τηλικοῦτον σκότος ἀνέμων, ὅ φασι, πνοαῖς τὸν οἶκον καταλείπῃ. ἤκουσε ταῦθ’ ὁ βασιλεύς, ἐζήτησε τὸ πρᾶγμα, ἔγνω τὸ φιλομόχθηρον τοῦ καταβοωμένου.

(4850)

καὶ τὸν μὲν οἶκον κατασπᾷ μέχρι καὶ θεμελίων τὸν νύκτα χειροποίητον τῇ γυναικὶ ποιοῦντα, αὐτὸν δὲ μέσον ἀγαγὼν τῆς λεωφόρου τρίβου ὠμοῖς βουνεύροις τὰς αὐτοῦ καταμελαίνει σάρκας. Τοῦτο μικρὸν τεκμήριον ψυχῆς τῆς Θεοφίλου,
4855δυνάμενον κατάδηλα καὶ τὰ λοιπὰ ποιῆσαι· καὶ γὰρ καὶ Βόκχορίς, φασιν, ὁ κράτωρ Αἰγυπτίων ἀπὸ ψελλίσματος ἑνὸς ἀρτιγενοῦς νηπίου
τὴν παλαιτέραν ἁπασῶν διάλεκτον ἐπέγνω. τὸ δ’ ἐλευθεροκάρδιον πρὸς τὰς αἰσχροκερδείας
4860καὶ τὸ μὴ βούλεσθαι χρυσὸν ἔχειν ἐκ καπηλείας ἰσχύσουσι πιστώσασθαι τὰ μέλλοντα ῥηθῆναι. Ἔτυχεν ἄνωθεν ἑστὼς τῶν βασιλείων οἴκων, ἔνθα γλυφεῖσα δεξιῶς μάρμαρος χιονόχρους βοῦν μεγαλόπλευρον τυποῖ, καὶ λέοντα μορφάζει
4865ἐπιπηδῶντα τῇ βοῒ καὶ πίνοντα τοῦ φόνου· καὶ γέγονε τὰ γλύμματα ταῦτα τῷ τόπῳ κλῆσις. ἐνταῦθα γοῦν ὁ βασιλεὺς ἑστὼς καὶ τῇ θαλάσσῃ τοὺς ὀφθαλμοὺς ἐπαφιεὶς (γαλήνη γὰρ ἐγέλα) καὶ ταῖς ἐκεῖθεν χάρισι ψυχαγωγῶν τὰς ὄψεις
4870πλοῖον ὁρᾷ κατάφορτον τῇ χέρσῳ πλησιάζον. ἐπέπνει μὲν ὁ ζέφυρος πνοαῖς ἁπαλοπνόοις, ἐτέτατο τὰ λαίφη δὲ κολπούμενα τὸ πνεῦμα, καὶ πρὸς λιμένας ἤπειγον τὸ σκάφος εὐγαλήνους. εἴκασε δ’ ἄν τις καὶ μακρὰν ἀφεστηκὼς τῆς ἅλμης
4875τοῦ πλοίου τὸ κατάφορτον τοῦ προσορμιζομένου· ἐπὶ γὰρ τρίτον τῆς νηὸς τῆς φορτηγοῦ ζωστῆρα τὴν θάλασσαν ἀνέθλιβε τῶν ἀγωγίμων βάρος. ὡς ἔβλεψεν, ἐπύθετο τίς καὶ τίνος ἡ σκάφη. “τῆς βασιλίδος” ἤκουσεν “ἡ ναῦς καὶ τὰ φορτία.”
4880καὶ λύπην μὲν δακέθυμον ἔσχε κατὰ καρδίας, μεταστειλάμενος δ’ αὐτὴν καὶ γνοὺς περὶ τοῦ πλοίου “αἲ αἲ βασίλισσα” φησίν, “εἰς οἷον φθάνω βίον;
οἵαν ἀνθ’ οἵας εὐτυχοῦς ἀντηλλαξάμην τύχην! φορτίων ἀπεμπολητὴς ὁ τῶν Ῥωμαίων κράτωρ
4885καὶ κάπηλος γεγένημαι φεῦ τῶν ἐμπόρων χείρων.” καὶ ταῦτ’ εἰπὼν ἐκέλευσε γνάθοις πυρὸς παμφάγου τὴν ναῦν τὴν μυριόφορτον αὐτόφορτον βρωθῆναι. Οὗτος αὐτὸς ὁ βασιλεὺς Μεθόδιον τὸν πάνυ θέμενος ὑπερόριον ἔν τινι νησιδίῳ
4890εἰς σπήλαιον κατέκλεισεν ὡς εἰς μνημεῖον νέκυν, ὡς ἐν ὀστράκῳ μάργαρον, ὡς ἐν ἀκάνθῃ ῥόδον, καὶ σὺν αὐτῷ καὶ μετ’ αὐτοῦ δύο λῃστὰς κακούργους. τούτων θατέρου τῶν λῃστῶν τὸν βίον ἐκλιπόντος καὶ ῥεύσαντος ἐκ φυσικῆς ἀφύκτου κατ’ ἀνάγκης
4895τὴν δύσοσμον ἀποφορὰν καὶ τὴν ἐκεῖθεν λύμην ὁ καρτερόνους ἀθλητὴς ἐκεῖνος ἐκαρτέρει, ἣν οὐδ’ αὐτὸς ἂν ἴσχυσεν ὑπενεγκεῖν ἀδάμας. ὁ δ’ ἕτερος ἀπολυθεὶς οὐκ ἤθελεν ἐκβῆναι, ἀλλ’ ἐν αὐτῷ τῷ ζοφερῷ σπηλαίῳ καταμείνας

(4900)

καὶ ζηλωτὴς γενόμενος ἐνθέου πολιτείας ὡς ἥλιος ἀπήστραψεν ἀκτῖνας σεμνοῦ βίου. ἔτι δ’ ἐμφρούρου μένοντος τοῦ θείου Μεθοδίου οἱ κεντηθέντες τὰ σεπτὰ πρόσωπα θεηγόροι, ὧνπερ καὶ μνήμην ἔθετο φθάσας ὁ λόγος ἤδη,
4905βιαίως ἐλαυνόμενοι πρὸς τὴν ὑπερορίαν, ἄνδρα τινὰ σαγηνευτὴν ἰχθυοθήραν ἄγραν εὑρόντες δικτυεύοντα γράφουσι τῷ δικαίῳ
ὀλιγοσύλλαβον γραφὴν ἐν ἰαμβείῳ μέτρῳ, ἣν οὐ καλὸν νενομικὼς κατά τι παραφθεῖραι
4910αὐτοὺς ἐκείνους τῇ γραφῇ δίδωμι τοὺς ἰάμβους.
“τῷ ζῶντι νεκρῷ καὶ νεκρῷ ζωηφόρῳ,
ναίοντι τὴν γῆν καὶ πατοῦντι τὸν πόλον,
γραπτοὶ γράφουσι δέσμιοι τῷ δεσμίῳ.” πρὸς οὓς αὐτὸς ἀντιγραφὴν ἀντιχαράξας γράφει
4915
“τοὺς ταῖς βίβλοισιν οὐρανῶν κλησιγράφους
καὶ πρὸς μέτωπα σωφρόνως ἐστιγμένους
προσεῖπεν ὁ ζώθαπτος ὡς συνδεσμίους.” καὶ ταῦτα μὲν τὰ χρύσεα τῶν καλλιγλώττων ἔπη, ἄντικρυς θείου νέκταρος σταλάττοντα συρμάδας·
4920ὁ δὲ καλὸς ἀγωνιστὴς Μεθόδιος ὁ πάνυ ἐγκαρτερήσας τῇ πικρᾷ καὶ κακοφρούρῳ στέγῃ, καὶ τοὺς ὀδόντας ἐκκρουσθεὶς καὶ συνθλασθεὶς τὰς γνάθους, καὶ πᾶσαν ἄλλην ἐνεγκὼν κολάσεων ἰδέαν, δι’ ὧν αὐτὸν οἱ δυσσεβεῖς ἔπληττον ἀπανθρώπως
4925ὡς ἄκμονα σιδήρεον χαλκεῖς σφυροκτυποῦντες, τέλος καθάπερ ἥλιος ἡμεραυγής, ὡς λύχνος, ἐξέκυψεν ὡς ἔκ τινος ὁρίζοντος ἐκεῖθεν, θελήσαντος, ὡς ἔοικε, τοῦ βλέποντος ἀβύσσους καὶ Χερουβὶμ καὶ Σεραφὶμ ὕπερθεν καθημένου
4930ὡς πόλιν ὀχυρόπυργον τοῦτον ἐφ’ ὅρους στῆσαι, ὡς μὴ τοσαύτην ἀρετὴν ὡς ἐν μοδίῳ λύχνον
τῷ στυγερῷ καὶ ζοφερῷ καλύπτεσθαι σπηλαίῳ. ὁ κράτωρ γὰρ Θεόφιλος βίβλοις ἀεὶ σχολάζων καὶ σίμβλα τὰ τῆς γνώσεως κηροπλαστῶν ἐντεῦθεν
4935ὡς μέλισσα φιλόπονος ἀνθῶν ἐκ λειμωνίων, λυβυρινθώδεσί τισι καὶ γρίφοις ἐντυγχάνει. ὧν ἐκλεπίσαι τὸ σκληρὸν καὶ τὸ στυγνὸν φωτίσαι οὐδεὶς ὀρθῶς δεδύνητο, καίτοι μυρίων ὄντων τῶν φήμην μεγαλώνυμον ἐχόντων ἐπὶ γνώσει.
4940μεγάλως οὖν τῷ βασιλεῖ τότε βαρυθυμοῦντι εἷς τῶν προκοίτων πρόσεισι καὶ θαλαμηπολούντων, καὶ τὸν Μεθόδιον ὑμνεῖ, καὶ πάντα καταλέγει, τὴν πολυμάθειαν αὐτοῦ, τὸ πόριμον, τὴν γνῶσιν καὶ τὴν οὐρανοβάμονα σύνεσιν καὶ σοφίαν,
4945εἴτε θεόθεν κινηθείς, εἴτε καὶ φίλτρον τρέφων πρὸς τὸν αἰθέριον τῷ νῷ καὶ θεοφόρον ἄνδρα. ἀκούει ταῦθ’ ὁ βασιλεύς, μετάπεμπτον ποιεῖται τὸν ἱερὸν Μεθόδιον, ἐξάγει τοῦ σπηλαίου ὡς ἀπὸ κόχλου μάργαρον, ὡς ἀπὸ νέφους ἄστρον

(4950)

ἀκτῖνας ἀποστίλβοντα φαιδρὰς πυριμαργάρους καὶ ζόφον ἀπελαύνοντα καὶ σκοτασμὸν ἀγνοίας. τῆς γλώσσης οὖν Θεόφιλος γευσάμενος τῆς τούτου ἐγκατοικίζει τὸν καλὸν καλῶς ἐν βασιλείοις ὡς χρῆμα πολυτίμητον ἐν θησαυροῖς ἀσύλοις,
4955ὡς λίθον μέγαν στίλβοντα πυρράκην φωτοβρύτην. κἀκεῖ παρακαθήμενος τῷ χρυσορρόῳ Νείλῳ ἤντλει τὴν πόσιν δαψιλῆ τῶν γλυκυχύμων ῥείθρων. Περᾶν δὲ μέλλων ποταμὸν τὸν τῆς ῥευστῆς οὐσίας, ὃν πάντα περικείμενον πάχος θνητοῦ σαρκίου
4960ἀμήχανον μὴ διελθεῖν (ἐπείγει γὰρ ἡ φύσις, ἡ ταχουργὸς πορθμεύτρια, τὸ χρέος ἀπαιτοῦσα), ἔτος ἤδη δωδέκατον τῆς βασιλείας ἄγων, τῷ στέφει μὲν τὸν Μιχαὴλ κατακοσμεῖ τὸν παῖδα, ἔτι παιδίσκον ἁπαλὸν ὄντα τὴν ἡλικίαν,
4965τὸ νεαρὸν δὲ τοῦ παιδὸς ὡς θέμις ὑποπτεύων συγκοινωνεῖν ἐκέλευσεν τούτῳ καὶ τὴν μητέρα, τοῦ κράτους ὡς φροντίστριαν αὐτῷ γενησομένην. ἣ μέχρι τότε νύκτερον ἔχουσα μαθητείαν καὶ σέβουσα τὰς ἱερὰς μορφὰς ἐν παραβύστῳ,
4970Νικόδημος, ἂν εἴποι τις, ἀκάρδιος δειλόνους, τότε τορὸν ἐβόησε καὶ μετὰ παρρησίας, καὶ σάλπιγξ ἐχρημάτισεν εὔσημος χρυσοσάλπιγξ, ἢ μᾶλλον καλλικέλαδος νεοττοτρόφος ὄρνις, στρουθοὺς ἐπισυνάγουσα πάντοθεν τοὺς ἀπτέρους,
4975περικρυβέντας μέχρις ἂν ὁ θηρευτὴς παρέλθῃ, καὶ σπέρματα τρισευγενῆ σχοῦσα κατὰ καρδίας, ὡς ἄρουρά τις εὔκαρπος, αὖλαξ λιπαροβώλαξ, χειμῶνος μὲν πιέζοντος οὐκ ἀνεδίδου βλάστην,
ὡς δὲ παρῆλθε τὸ πικρὸν τῆς χειμερίας ὥρας
4980τὸ δ’ ἔαρ ὑπεγέλασε καὶ τὸ στυγνὸν ἐλύθη, τότε δὴ τότε καὶ βλαστὸν ἐξήνεγκε πολύχουν καὶ λήϊον πολύσταχυ, καὶ πλῆρες εὐκαρπίας, ὡς αὔραις κυμαινόμενον εὐπνόοις ζεφυρίαις, τοῦ πνεύματος ταῖς χάρισι τοῦ πάντα τελειοῦντος.
4985ἀγχιθεάζοντας οὐκοῦν ἄνδρας συναγαγοῦσα, δικελλευτάς, ἂν εἴποι τις, φιλοεργοὺς δοκίμους, τὴν ἄκανθαν ἀνέσπασε τῆς εἰκονομαχίας. ἐνθέρμως δ’ ἱκετεύσασα τοὺς θεσπεσίους ἄνδρας ὑπὲρ τοῦ συζυγήσαντος λιτάσασθαι τὸ θεῖον,
4990καὶ πείσασα καὶ πίστωσιν τελείαν δεξαμένη ὡς τῶν βασάνων τῶν ἐκεῖ Θεόφιλος ἐρρύσθη, ὁμόδειπνος ἐγένετο τοῖς ἱεροῖς ἀνδράσιν ἁβρὰν λιπαροτράπεζαν ἑστίασιν τελοῦσα. συνῆν δ’ αὐτοῖς ὁ χρύσεος τὴν γλῶσσαν Θεοφάνης,
4995ὁ τὴν πικρὰν ὑπενεγκὼν στίξιν ἐν τῷ μετώπῳ, τῆς Νικαέων πόλεως ὢν ἀρχιθύτης τότε. ὡς τοίνυν ἐνητένιζεν ἡ Θεοδώρα τούτῳ καὶ τὸ καρτεροκάρδιον ἐῴκει θαμβουμένῃ, συνεὶς ἐκεῖνος ἔφησε σκληρῶς καὶ πικροθύμως

(5000)

“ὁρᾷς τὴν προμετώπειον, ἄνασσα, ταύτην στίξιν; ἕνεκα ταύτης πρὸς τὸν σὸν δικάσομαι γαμέτην,
ὅπου κριτὴς ὁ πάγκοινος ἀδέκαστα δικάζει, οὐδὲ λαμβάνει πρόσωπον, οὐδὲ δωροληπτεῖται, οὐδὲ τὴν περιπόρφυρον χλαμύδα δυσωπεῖται.”
5005πρὸς ταῦθ’ ἡ περιλάλητος ἐν γυναιξὶν ἐκείνη περιπαθὲς οἰμώξασα καὶ μέσης ἐκ καρδίας, καὶ δακρυσίστακτον αὐτῆς τὸ πρόσωπον θεμένη, ὡς κρήνη τις μελάνυδρος ὑψόθεν κατὰ πέτρας τὸν ῥοῦν διακρουνίζουσα φλεβῶν ἐκ ναματίων,
5010φωνὴν ἐξέρρηξεν οἰκτράν, δεῖγμα τῆς ἔνδον ζάλης. “τοιαῦτά μοι, θαυμάσιε, περὶ τοῦ βασιλέως καὶ σὺ καὶ σύμπας ὁ χορὸς οὕτως κατεπηγγέλλου;” ἐνταῦθ’ ὁ μελιχρόγλωττος Μεθόδιος ὁ θεῖος, ἀγελαρχῶν τῆς ἱερᾶς ποίμνης τῆς νέας Ῥώμης,
5015ἐπιρραπίζει τὸ πολὺ τῆς τόλμης Θεοφάνους, παραμυθεῖται τὴν καλὴν ἐκείνην βασιλίδα, τοὺς τῶν δακρύων ὀχετοὺς εὐτέχνως ἀνακόπτει, κατασιγάζει τὸν βαρὺν κλύδωνα τῆς καρδίας, λόγους ψυχῆς μαλακτικοὺς ὡς ἔλαιον σταλάξας.
5020 Μέχρις μὲν οὖν ὁ βασιλεὺς ἦν ἔτι παιδαρίσκος, αὐτῷ συνῆν ἡ βασιλὶς καὶ μήτηρ Θεοδώρα καὶ πάντ’ ἐποίει δεξιῶς, ἰθύνουσα κοσμίως τὴν ναῦν τὴν μεγαλόφορτον τῆς σκηπτροκρατορίας. ἐπεὶ δ’ εἰς ἥβην ἤλασεν ὁ Μιχαὴλ ἀκμαίαν
5025καὶ μόνος ἐπεδράττετο πραγμάτων τηλικούτων, ἔργοις τὸ μυθευόμενον ἔδειξεν ἀληθεύειν·
ὡς ἄλλος γὰρ αὐτόχρημα Φαέθων νηπιάζων ἐφ’ ἅρματος ἡνιοχῶν εὐίππου πυριτρόχου, καὶ τὴν Ῥωμαίων ἅπασαν ὤλεσε χωραρχίαν,
5030αὐτός τε παπποπατρικῆς ἀρχῆς ἐξεδιφρίσθη, καὶ κύμβαχος κατέπεσεν ἐπὶ βρεχμὸν καὶ νῶτα. ἀπέβη γὰρ ὑγρόβιος ἄντικρυς ἄλλος Νέρων, πάροινος, μαλακόψυχος, μάχλος, ἀκρατοπότης, ὅλας χρημάτων ἐπαντλῶν ἀβύσσους τοῖς συμπαίκταις,
5035γελοιασταῖς καὶ ῥυπαροῖς ἁρματοστρόφοις, μίμοις, ἅμα πρωῒ διώκουσι τὰς ἀκρατοποσίας, καὶ βίον τρυφερόβιον βιοῦσι Συβαρίτην, λιχνευομένοις εἰς τρυφὰς εὐόψων ἐδεσμάτων, καὶ συνδιημερεύουσι γυναίοις ἀκολάστοις,
5040καὶ πίνουσι καὶ παίζουσι καὶ γυναικομανοῦσιν ὡς πρὶν ὁ Σαρδανάπαλος ὁ Νίνου βασιλεύσας. τοιούτοις δή τισι συνὼν διεφθαρμένοις, πόταις ἀρρητουργοῖς καὶ φαυλουργοῖς, κακίας τελετάρχαις, ὁμόστολος ἐγίνετο Μαινάδων θυρσοφόρων,
5045καὶ ταῖς Διονυσιακαῖς βακχείαις ἐνετρύφα. ἐντεῦθεν πότοι καὶ χοροὶ καὶ μέθαι καὶ κρατῆρες, ἀσέμνων τε καὶ πορνικῶν ᾀσμάτων ἀπηχήσεις, καὶ λυγισμοὶ γελωτουργοὶ καὶ πᾶσα ῥυπαρότης. μύθοι μὲν οὖν Ἀκταίωνα φασὶ τὸν θηροφόντην

(5050)

ὡς κύνες διεσπάσαντο λυττήσαντες ὡς θῆρα· κόλακες δὲ τὸν Μιχαὴλ περιεστοιχηκότες, ἐξυρισμένοι πώγωνας, ἐψιμμυθιωμένοι, εἰς ποῖον βάραθρον αὐτὸν κακίας οὐκ ἐρρίπτουν; ἐντεῦθεν ὁ περίοπτος, ὁ τῶν Ῥωμαίων κράτωρ,
5055αὐτὸς αὐτὸν ἐπέβαινεν ἁρμάτων χρυσαντύγων, τετρώροις ἐπεκάθητο καὶ δίφροις χρυσοδίφροις. καὶ θησαυροὶ μὲν πάντοθεν χρημάτων ἀπηντλοῦντο καὶ τὰ Ῥωμαίων ἐν στενῷ πράγματα καθειστήκει, κόλακες δὲ καὶ χρήμασιν ἀφθόνοις ἐνευπάθουν
5060καὶ χιτωνίσκοις τρυφεροῖς καὶ πέπλοις χρυσοπάστοις. οὕτως ὑγρῶς καὶ μαλακῶς ὁ Μιχαὴλ ἐβίου. πολλάκις δὲ μηδέ τινος κατεπειγούσης χρείας ἄτερ φυλάκων καὶ φρουρᾶς, ἄτερ δορυφορούντων μόνος αὐτὸς παρώδευεν ἐν μέσαις ταῖς τριόδοις,
5065ἀσέμνως θεατρομανῶν, χαίρων ἱππηλασίαις. ἐγίνετό τε καὶ πατὴρ παιδίων κατὰ πνεῦμα, τῶν μίμων τὰ βρεφύλλια καὶ τῶν ἁρματοστρόφων οἷα πατὴρ φιλόστοργος φέρων ἐν ταῖς ἀγκάλαις ἐκ τοῦ λουτροῦ προκύπτοντα τῆς θεογενεσίας.
5070ἐντεῦθεν (οὐκ ἐξήρκουν γὰρ αἱ φλέβες τοῦ χρυσίου ἐπὶ τοσούτους ἀγωγοὺς κενούμεναι κοπρώδεις) αἱ χρυσοσκεύαστοι στολαὶ τῶν πάλαι βασιλέων καὶ δένδρα τὰ κατάχρυσα, στρουθία τε τὰ λάλα, καὶ λέοντες σφυρήλατοι χρυσοῦ πεποιημένοι,
5075καὶ πᾶν ἁπλῶς βασίλειον λάμπον ἐν ἀνακτόροις, ἅπερ τὸ πρὶν Θεόφιλος εἴργαστο φιλοτίμως εἰς λάλημα περίλαμπρον ἐσόμενα Ῥωμαίοις, χωνείᾳ παρεδίδοντο, κακῶς ἐξεκενοῦντο εἰς μυσαροὺς καὶ βδελυροὺς σωλῆνας πολυτρήτους.
5080οὐ ταῦτα δ’ ὁ χοιρόβιος τετόλμηκε καὶ μόνα, ἀλλ’ ἐπὶ χείρονα ζωὴν προκόπτων ὁσημέραι ἐλύττησεν ὁ κάκιστος κατὰ τῶν μυστηρίων τῶν ἱερῶν καὶ Σεραφὶμ αὐτοῖς ἀξιοσέπτων, καὶ σίνηπι δριμύχυμον ἐγχέων εἰς κρατῆρα
5085τὴν ἁγιστείαν τὴν φρικτὴν δῆθεν ἐτελετάρχει, παίζων, φασίν, ἐν οὐ παικτοῖς, γελῶν ἐν ἀγελάστοις. Οὕτω βιοῦντα Μιχαὴλ ἡ μήτηρ καθορῶσα καὶ παίγνιον γινόμενον τὸν κράτορα Ῥωμαίων τὰ σπλάγχνα συνεστρέφετο, ψυχὴν συνεδονεῖτο,
5090καὶ λόγοις ἐσωφρόνιζεν ἐρύθμιζε παρῄνει, βδελυροτήτων αἰσχρουργῶν ἀπάγειν ἐπειρᾶτο. ἀλλ’ ἦν τὸ δὴ λεγόμενον νεκρῷ προσομιλοῦσα, παρὰ κωφῷ ψαλάττουσα τοὺς παραινετηρίους. ἦν δὲ μητράδελφος αὐτῷ Βάρδας ὠνομασμένος,
5095ἄνθρωπος κακομήχανος, ἄγων καὶ στρέφων πάντα, ὃς ὑπελθὼν τὸν Μιχαὴλ ὡς σκώληξ γλυκὺ ξύλον, καταφαγών τε τὴν αὐτοῦ καρδίαν καὶ συσσήψας, πείθει τὴν μὲν βασίλισσαν ἐλάσαι Θεοδώραν καὶ τὴν τεκοῦσαν ἔκπτωτον θέσθαι τῶν βασιλείων,

(5100)

στεφάνῳ δὲ τοῦ Καίσαρος αὐτὸν καταγλαΐσαι. ἔρημον οὖν παραλαβὼν τὸν ἄθλιον ἐκεῖνον καὶ τὸ περιφερόμενον ἐκκόψαντα τὴν χεῖρα τὴν δεξιὰν ἀριστερᾷ κατὰ τοὺς μαινομένους, μᾶλλον δ’ εἰπεῖν ἀπάλαμνον ἄχειρα γεγονότα,
5105ἢ κατὰ τὸ μυθούργημα τῆς Αἰσωπείας λύρας προβάτιον εἰς ἄνοιαν αὐτόχρημα φανέντα καὶ κύνας ἀπελάσαντα τῇ συμβουλῇ τοῦ λύκου, τὸ κράτος ἐκ τοῦ κράτορος εἰς ἑαυτὸν μεθεῖλκε καὶ πᾶν ἐποίει βουλητὸν ἄντικρυς ὡς αὐτάναξ.
5110οὐ μὴν ἀλλ’ ἐκκεκύλιστο καὶ πρὸς παρανομίαν οἵαν οὐ Σκύθης δέδρακεν, οὐ Πέρσης, οὐ Σαρμάτης, υἱοῦ γνησίου γαμετῇ, φεῦ ἀκολάστου γνώμης! μιγνύμενος ἀναφανδὸν ὡς ἑαυτοῦ συλλέκτρῳ. ἤκουσε τοῦτο τὸ δεινὸν Ἰγνάτιος ὁ μέγας,
5115ὁ τηνικαῦτα κυβερνῶν τὴν βασιλίδα πόλιν· ἦν γὰρ περιλαλούμενον ἐν ἀγυιαῖς, ἐν οἴκοις, καὶ πάντων περιέτρεχε τὰς ἀκοὰς τὸ μύσος. καὶ τοίνυν ἐσωφρόνιζε τὸν Καίσαρα τὸν Βάρδαν λόγοις, φοβήτροις, ἀπειλαῖς τῶν μελλουσῶν βασάνων,
5120ἐπέπληττε, κατήρτιζεν, ἤλεγχεν, ἐνουθέτει, πᾶσαν ἐκίνει μηχανὴν εἰς ἐκκοπὴν τοῦ πάθους. ἀλλ’ ἦν ἐν πᾶσιν ἀληθὴς ἡ Σολομῶντος λύρα,
ἐλέγχειν ἀποτρέπουσα τοὺς κακογνωμονοῦντας· ἔλεγχοι γὰρ ὡς μώλωπες εἰσὶ τοῖς ἀσεβέσι,
5125καὶ πλήττουσιν ὡς βέλεμνα τὰς φαυλουργοὺς καρδίας. ὁ Καῖσαρ γὰρ ἐκπικρανθεὶς τοῖς ὀνειδιστηρίοις Ῥήμασιν οἷς ἐπέπληκτο παρὰ τοῦ θεοφόρου, οὐ μόνον οὐκ ἐφρόντιζε τῶν παραινετηρίων, ἀλλὰ καὶ κότον ἔτρεφε κατὰ τοῦ παραινοῦντος,
5130ὅμοιον δρῶν ὡς εἴ τινες ἰχώρων πεπλησμένοι νοσοκομοῖντο πρός τινος, οἱ δ’ ἀποδυσπετοῖεν καὶ μᾶλλον ἀγριαίνοιντο πρὸς τὸν εὐεργετοῦντα. ἔνθεν τοι Βάρδας προσελθών ποτε τοῖς μυστηρίοις καὶ μὴ τυχὼν τῆς δωρεᾶς ἐκείνης τῆς ἐνθέου
5135(οὐ γὰρ πιστεύεται σαπρὸν ἄγγος εὔοσμα μύρα) καὶ πρὸς θυμὸν ἐκπυρωθεὶς ὡς λέων ἐριβρύχης, ὡς πάρδαλις ἐφάλλεται ῥαγδαῖα τῷ δικαίῳ, καὶ ῥήγνυσι καὶ κατασπᾷ τῆς πηδαλιουχίας, ἀντεφιστᾷ δὲ Φώτιον, φεῦ ἀντὶ τίνος ποῖον!
5140ἐντεῦθεν ἐπεπάφλασεν ἅλμη πειρατηρίων τὸν ἱερὸν Ἰγνάτιον ποντοῦν φιλονεικοῦσα. ὁ Καῖσαρ γὰρ ἐφύσησε βορρᾶς ὡς βαρυβόας, ὡς εὐροκλύδων ἄγριος, ὡς δύσπνους ἀπαρκτίας, καὶ λαίλαπες ἠγέρθησαν βαρύθροοι καὶ ζάλαι.
5145ἀλλὰ γὰρ τίς δυνήσεται τὰ πάθη τραγῳδῆσαι ὅσοις αὐτὸν ὑπέβαλον Φώτιός τε καὶ Βάρδας,
ὡς ἂν ὑποσημήνηται γραφὰς ἰδιογράφους ὡς θέλων ἀποδύσασθαι τὴν ἱερὰν ἐρέαν. ἀπορριζοῦσι μὲν αὐτοῦ τὴν ὀδοντοφυΐαν,

(5150)

τὰς γνάθους φεῦ συντρίβουσι, τὰς σιαγόνας θλῶσι. καθάπερ δὲ χαιρομυσῆ λῄσταρχον κακεργάτην γυμνὸν δεσμώτην, ἥλιε καὶ γῆ! προσεφαπλοῦσι ψυχρῷ μαρμάρῳ, λάρνακι δυσώδει κοπροφύρτῳ, φερούσῃ τὸν κατάπτυστον νεκρὸν τοῦ Κοπρωνύμου.
5155ἀλλ’ οὐκ εἰς τέλος ἔλαθεν ἡ πάντολμος παλάμη, ὁ τυρευτὴς δὲ τῶν κακῶν ἀπέτισε τὴν δίκην, καὶ τῶν δεινῶν ὁ σκευαστὴς ἔπιε σκύφον θυμοῦ. Βάρδας μὲν οὖν τῷ βασιλεῖ βόθρον ὀρύσσων φόνου αὐτὸς ἐκεῖνος εἰς αὐτὸν ἐνδίκως κατερράγη,
5160ὁ δὲ κακοῦργος Φώτιος ἐκβάλλεται τοῦ θρόνου. οὕτως οὐδὲν τὰ βλέφαρα θεοῦ διαδιδράσκει, οὕτως ἀνταποδίδωσι θεὸς ὑπερηφάνοις, ἡ λύρα ψάλλει τοῦ Δαβὶδ ἡ καλλιμελεστάτη. Ὁ βασιλεὺς δὲ Μιχαὴλ διφρηλασίαις χαίρων
5165καὶ δαιμονίως ἐντρυφῶν ταῖς φίλαις ἱππασίαις συνῆν καὶ συνδιέτριβε τοῖς θεατρομανοῦσιν, αὐτὸς αὐτὸς ἀναπληρῶν τὴν ἁρματηστροφίαν. καὶ δή ποτε τὸ τέτρωρον εὖ χαλινοστροφήσας καὶ πρός τινος ἀνυμνηθεὶς τοὔνομα Βασιλίσκου
5170ἀμείβεται τὸν ὑμνητὴν οὐ λίθοις, οὐ χρυσίῳ, αὐτὸ δὲ τὸ βασίλειον ὕψος φιλοτιμεῖται. ὅπερ ἰδὼν Βασίλειος ὁ Μακεδὼν ὁ μέγας, ὁ παρ’ αὐτοῦ τοῦ Μιχαὴλ κράτωρ προβεβλημένος, καὶ τὸ παλίμβολον αὐτοῦ τῆς γνώμης ὑποτρέσας,
5175δεῖν ἔγνω προκαταλαβεῖν καὶ προκαταταχῆσαι. ἔνθεν τοι φόνου κίρνησι τῷ Μιχαὴλ κρατῆρα, ἔτεσι πρὸς τοῖς τέσσαρσι δέκα κεκρατηκότι, καὶ μονοκράτωρ γίνεται καὶ κράτωρ σκηπτροκράτωρ. οὐ γὰρ θυγάτηρ οὐχ υἱὸς τῷ Μιχαὴλ ἐτέχθη·
5180τὸ σπέρμα γάρ, φασὶ σοφοί, τὸ τῶν εὐκαταφόρων εἰς Ἀφροδίτης ὄργια τὸ γόνιμον οὐκ ἔχει. Τοῦτόν φασιν τὴν ἄνασσάν ποτε θεασαμένην, τὴν καὶ ψυχῇ βασίλισσαν καὶ τύχῃ Θεοδώραν, τοιαῦτ’ εἰπεῖν πρὸς Μιχαὴλ “ὦ βασιλεῦ καὶ τέκνον,
5185ὁρᾷς τὸν ἄνδρα τὸν πολὺν τοῦτον καὶ ῥωμαλέον, τὸν παρά σου τιμώμενον καὶ συνδιάγοντά σοι; οὗτος τὸ γένος φεῦ ἡμῶν ὡς δράκων ἐκροφήσει καὶ προνομεύσει καὶ κτενεῖ καὶ παντελῶς ἐκτρίψει καθάπερ ὄρνιθος οἰκτροῦ νηπίους ὀρταλίχους.”
5190 Ἀλλὰ γὰρ ἄξιον εἰπεῖν τὰ περὶ Βασιλείου, ὅθεν καὶ τίνων ἔβλαστε, τίνες αὐτῷ γενάρχαι. κώμης μὲν οὖν ἐξώρμητο λυπρᾶς, προσγειτονούσης
τῇ πρωτοπόλει τῇ λαμπρᾷ τῶν Μακεδόνων πόλει, ἣν ἐξ Ὀρέστου φέρουσαν πρὶν τὴν ἐπωνυμίαν
5195Ἀδριανὸς δειμάμενος ὁ τῶν Ῥωμαίων κράτωρ τὴν κλῆσιν ἐχαρίσατο τῇ πόλει τὴν ἰδίαν. οἱ δὲ γονεῖς καὶ φυτουργοὶ τοῦ καλλικλάδου δένδρου οὐ πολυτάλαντοί τινες, ῥυηφενεῖς οὐκ ἦσαν, οὐδὲ προβατοθρέμμονες, οὐ πλέθρα γῆς αὐχοῦντες,

(5200)

ἀλλ’ αὐτουργοὶ καὶ πένητες καὶ τῶν χειροβιώτων. ὧν ἐκλιπόντων τὴν ζωὴν καὶ γῆθεν μεταστάντων, καὶ τοῦ Βουλγάρων ἄρχοντος τοῦ τηνικαῦτα Κρούμου ἐπιδραμόντος σύμπασαν τὴν ὑπὸ τοὺς Ῥωμαίους καὶ σκύλων ὑποπλήσαντος αὐτοῦ τὴν στραταρχίαν
5205καὶ σύμπαν νεοτήσιον ἄνθος ἠφανικότος, θεμένου δὲ καὶ πλείονας ἐν ἀνδραπόδων μοίρᾳ, ἑάλω καὶ Βασίλειος Βουλγάρων ταῖς παλάμαις ὥσπερ στρουθὸς καλλίπτερος πικρῷ δικτυοθήρᾳ. τὰς παλαμναίας δὲ φυγὼν βροχίδας τῶν Βουλγάρων
5210ἐπέστη πτερυξάμενος αὖθις Ῥωμαίων ὅροις, καὶ πρὸς λατρείαν ἑαυτὸν ὡς πένης ἐκμισθώσας, καὶ τληπαθήσας καὶ πολλοὺς καμάτους ἀεθλεύσας, καὶ γνοὺς ὡς εἰς ἀκάρπωτον γῆν τὰ τοῦ πόνου σπείρει, ἀφίσταται τῶν προσγενῶν καὶ τῆς ἐνεγκαμένης,
5215καὶ πάντα λογισάμενος τἆλλα μικρὰ καὶ φαῦλα ὡς πρὸς σκοπὸν ἐφέρετο τὴν Βυζαντίδα πόλιν. ὡς δὲ τῶν πύργων γέγονεν ἐντὸς τῶν καλλιπύργων,
ἐνταῦθα τὴν εὐμήχανον βουλὴν θεωρητέον, ὅπως προκαταβάλλεται τὰς ῥίζας τῶν πραγμάτων,
5220καὶ πῶς αἰδέσιμον αὐτῇ τὸ βασιλείας χρῆμα. ὕπνωττε μὲν Βασίλειος οὕτως ἀτημελήτως, διερρωγόσι ῥάκεσιν ἐγκεκορδυλημένος, οὐκ ἄργυρον οὐδὲ χρυσὸν οἰκόθεν ἐπηγμένος, εἰς μόνας δὲ τὰς ἑαυτοῦ παλάμας ἀποβλέπων,
5225καὶ ταύτας φέρων ἀφορμὴν τοῦ πολυστόνου βίου. ὕπνωττεν οὖν ἐπί τινος λιθοπλινθίνης κλίνης ἀγχιθυρούσης τῷ ναῷ τοῦ θείου Διομήδους. ἀλλ’ ἐπὶ τούτοις ὄνειρος λευκόπτερος ἐπέπτη· τὸν νεωκόρον τὸν ἐκεῖ τάχιον ἀφυπνίζει
5230προτρέπει τε συναγαγεῖν ἔνδον τὸν βασιλέα. ἀποπηδᾷ τῆς ἑαυτοῦ κλίνης ὁ νεωκόρος, ἐπὶ τὸ προτεμένισμα συντόμως βηματίζει, καταδαρθάνοντα λιτῶς Βασίλειον εὑρίσκει, χαμεύνην, ἀνιπτόποδα, λυπρόν, ῥακιοφόρον·
5235πλάνην νομίζει τὸ φανέν, ἐκεῖθεν ἀποτρέχει. καὶ πάλιν ὕπνος ἔπιπτεν ἐν τοῖς αὐτοῦ βλεφάροις, καὶ πάλιν ὄνειρος ὁ πρίν, καὶ τοῦτο μέχρι τρίτου. συνῆκε κατεφώρασε μόλις ὁ νεωκόρος· ποιεῖται τὸν Βασίλειον ἐφέστιον αὐτίκα,
5240καὶ θεραπείας ἀξιοῖ τοῦτον τῆς προσηκούσης. ἦν δ’ ὁ Βασίλειος καλός, γενναῖος, γιγαντόχειρ, εὐπάλαμνος, εὐρύστερνος ἥρως, στερροβραχίων.
ἐντεῦθεν οὖν κατὰ βραχὺ τὸ σθεναρὸν γνωρίσας ἅπασιν ἐπὶ στόματος ἔκειτο μεγιστᾶσι.
5245καί τι μακρὰ καὶ περιττά; τῷ Μιχαὴλ ἐγνώσθη, καὶ πρῶτα μέντοι φροντιστὴς τετίμητο τῶν ἵππων, ἔπειτα καὶ παράκοιτος, πρᾶγμα Ῥωμαίοις μέγα, καὶ τελευταῖον βασιλεὺς καὶ σὺν αὐτῷ διεῖπε. τοῦ δὲ κρατοῦντος καταγνοὺς ὡς πότου καὶ μεθύσου

(5250)

καὶ κώμοις ἐπιχαίροντος καὶ θεατρομανοῦντος, κατὰ τῶν σπλάγχνων τῶν αὐτοῦ διήλασε τὸ ξίφος, καὶ τὰ τοῦ κράτους ἥρπασε πρὸ χρόνου, πρὸ τῆς ὥρας. Οὗτος εὐθὺς τὸν Φώτιον ὠθεῖ τῆς ἐκκλησίας, καὶ πάλιν ἀποδίδωσι τὸν θρόνον Ἰγνατίῳ.
5255θελήσας δὲ καὶ τῷ κοινῷ χρήματα διαδοῦναι καὶ διερευνησάμενος οἴκους χρυσιοφρούρους, οἵ τινες πρὶν συνέσφιγγον τὰς τῶν χρημάτων λίμνας, καὶ βλέψας πάντας αὐχμηροὺς μηδ’ ἄντλον εὐτυχοῦντας, ἤλγει, βαρέως ἔφερεν, ἤλυεν, ἠδημόνει,
5260οὐκ εἶχεν ὅ τι γένοιτο, πάντοθεν ἠπορεῖτο· ὁ βασιλεὺς γὰρ ἀπορῶν ὄλβου πολυταλάντου ἄντικρύς ἐστιν ἀετὸς παλαιγενὴς τριγέρων, ἀφῃρημένος τὰ πτερά, τοὺς ὄνυχας, τὸ ῥάμφος. ἐντεῦθεν ὁ Βασίλειος ἤσχαλλεν, ἠδημόνει.
5265ὁ κράτωρ γάρ τοι Μιχαὴλ πάντα κατακενώσας καὶ μίμοις χαρισάμενος συμπαίκταις καὶ συμπόταις,
οὐ μόνον γρῦπας δέδωκε χωνείᾳ καταχρύσους, ἀλλὰ καὶ τὴν καλλίπρεμνον πλάτανον τὴν χρυσέαν, ἐφ’ ἧς καθῆστο χρύσεα παντοδαπὰ στρουθία,
5270καὶ μέλος ἐτιτύβιζεν ὡς ἀπὸ ζώσης γλώσσης, καὶ τοῖς ἀκούουσιν αὐτῶν ἔκπληξιν ἐνεποίει, ἐκθαμβουμένοις τὸ καινὸν τῆς μηχανῆς ἐκείνης. ὃ δὲ καὶ πένθους ἄξιον καὶ θρήνων καὶ δακρύων, λέξων ὁ λόγος ἔρχεται καὶ βαρυστοναχήσων.
5275ὁ μυριομαθέστατος ἐν φιλοσόφοις Λέων τῷ φιλοκάλῳ βασιλεῖ τῷ Μιχαὴλ γενέτῃ ἐξαίσιον εἰργάσατο σκεῦος ὡρονομίου, δι’ οὗ παρεῖχε καθορᾶν τῷ βασιλεῖ καθ’ ὧρον, ἐν μέσοις διατρίβοντι τοῖς βασιλείοις οἴκοις,
5280εἴ που τολμᾶταί τι καινὸν ἐν Ἄραψιν, ἐν Σύροις. τελοῦντι γοῦν τῷ Μιχαὴλ ποτὲ διφρηλασίας Σύρων στρατὸς ἐξορμηθεὶς πρός τινος ἐμηνύθη μετὰ βαρείας καὶ σφοδρᾶς καὶ βριαρᾶς τῆς ῥύμης. ὅπερ ἀκούσας Μιχαήλ, καὶ δείσας μὴ τὸ πλῆθος
5285τοῖς ἀκουσθεῖσι ταραχθὲν τὸ θέατρον ἐκλείπῃ, αὐτίκα τὸ μηχάνημα κελεύει συντριβῆναι. φεῦ τῆς σκαιότητος αὐτοῦ! φεῦ τῆς φρενοβλαβείας! φεῦ φεῦ, ὁποῖον θησαυρὸν ἠφάνισε Ῥωμαίων ἄνθρωπος ῥυπαρόβιος, πότης βοσκηματώδης.
5290 Καὶ ταῦτα μὲν ἀρκούντως μοι τεθρήνηται τῷ λόγω· ὁ κράτωρ δὲ Βασίλειος ἤδη κατανοήσας
εἰς γόνυ φεῦ ὀκλάσασαν τὴν τῶν Ῥωμαίων τύχην καὶ κινδυνεύουσαν πεσεῖν ἀθλίως ἐπὶ στόμα, μᾶλλον δ’ εἰπεῖν ἐκλείπουσαν καὶ πνέουσαν τὰ λοῖσθα,
5295δεῖν ἔγνω τὴν βασίλειον ἀναλαβεῖν σοφίαν καὶ σῶσαι τὴν παρὰ μικρὸν νεκράν τε καὶ τυμβήρη. ἐντεῦθεν κάματοι πυκνοὶ καὶ μέριμναι καὶ μόχθοι, καὶ θώραξ περιστέρνιος καὶ σιδηροφορία, καὶ πόλεμοι φιλαίματοι καὶ συνεχεῖς φροντίδες,

(5300)

καὶ βίος ὑπασπίδιος καὶ κόρυθες καὶ λόγχαι, καὶ βλέφαρον ὠμόϋπνον σπῶν οὐκ εἰς κόρον ὕπνον. ἐντεῦθεν ἀνεσώσατο τὰ πράγματα Ῥωμαίοις, καὶ τύχην τὴν γηράσασαν τὴν ἐκρυτιδωθεῖσαν καλὴν τρυφεροπάρειον εἰργάσατο κορίσκην.
5305ἔγνωσαν τότε βάρβαροι θῆρα τὸν πρὶν ὑπνοῦντα γενναίως ἀνεγρόμενον κατὰ τῶν ἀδικούντων, καὶ πάντες ὑποτρέσαντες ἔδυσαν εἰς τὰς λόχμας, καὶ πάλιν ὑπερίσχυσεν ἡ τῶν Ῥωμαίων ῥάβδος. Ἐπεὶ δὲ κλύδωνας φυγὼν Ἰγνάτιος τοῦ βίου
5310τοῖς εὐγαλήνοις οὐρανοῦ προσώκειλε λιμέσιν, ὁ βαθυγνώμων Φώτιος, ἀεὶ διψῶν τοῦ θρόνου καὶ σπεύδων ἐπιτεύξασθαι πάλιν τῆς ἐκκλησίας, τοῖόνδε τι βαθύτροπον καὶ σκολιὸν τεχνᾶται. τῶν ὀνομάτων τὰς ἀρχὰς ἀπολαμβάνει μόνας
5315τοῦ βασιλέως, τῶν υἱῶν, ἀλλὰ καὶ τῆς Αὐγούστης,
καὶ τὸ βεκλὰς συντίθησι, καὶ τοῦτο σαφηνίσας, τοῖς τότε σοφιστεύουσι πράγματα προξενῆσαν, ἔδοξεν εἶναι βασιλεῖ μέγας ἐπὶ σοφίᾳ, καὶ πάλιν τὸν πολύζηλον κατακληροῦται θρόνον.
5320 Ἀλλ’ ἄρα νοῦς ἀκροσφαλὴς πᾶσι τοῖς γηγενέσι, καὶ κῆρες σύμφυτοί τινες σύνεισι τοῖς ἀνθρώποις. ὁ γὰρ πολὺς τὴν σύνεσιν οὗτος ἐν βασιλεῦσιν ὑπό τινων ἀναπεισθεὶς ἀνδρῶν ὀφιοτρόπων, οἳ δόλους ὑπορράπτουσι καὶ μηχανοπλοκοῦσι
5325καὶ φίλτατα διχάζουσιν ἀπὸ πατέρων τέκνα, ἀπὸ μητρὸς θυγάτριον, ἀπὸ νυμφίου νύμφην, οἷος ὁ Σανταβαρηνὸς ἐκεῖνος ὁ δυσδαίμων, καθείργνυσι τὸν Λέοντα τὸν παῖδα τὸν οἰκεῖον ὡς δῆθεν κατὰ τοῦ πατρὸς βρόχους ἱστάντα φόνου,
5330ἄνδρα φιλοσοφώτατον, γνώσεως πάσης πλήρη καὶ πᾶσι τοῖς μαθήμασιν ἐμπαιδοτριβηθέντα, ὃν συμφορῶν ἡ κάμινος καὶ τῶν κακῶν χωνεία χρυσὸν ἀπέδειξεν μηδὲν ὑπόχαλκον ἠχοῦντα. ἐνταῦθα γόοι καὶ κλαυθμοὶ μητρὸς ποτνιωμένης
5335καὶ δεομένης τοῦ πατρὸς ὑπὲρ υἱοῦ δυστήνου· ἀλλ’ ἦν ἐκεῖνος ἄτεγκτος ἀμάλακτος ὡς πέτρα, καὶ πρὸς στοργὴν τὴν φυσικὴν ἄλλος σκληρὸς Ἀδάμας. ἦσαν ἐκεῖ θρηνήτριαι καὶ μονῳδοὶ γυναῖκες
πικρῶς ἀνακλαιόμεναι τὴν συμφορὰν ἐκείνην.
5340οἶκος ἐκεῖνος πένθους ἦν καὶ στεναγμάτων οἶκος. ἦν καὶ στρουθίον μουσικὸν ἐκεῖ κατὰ τὸν οἶκον, ἔνθα πικρὸς ὀλοφυρμὸς καὶ γόος ἐξηχεῖτο, ὅπερ ἀκοῦον συνεχῶς φωνῶν θρηνητηρίων καὶ τὰς βοὰς ἐκδιδαχθὲν τὰς γοερὰς ἐκείνας
5345συνανωλόλυζεν αὐταῖς περὶ τοῦ νεανίου καὶ προύφερε τὸν Λέοντα καὶ συνθρηνεῖν ἐῴκει. τούτου ποτὲ Βασίλειος ἀκούσας τοῦ στρουθίου λαλοῦντος καὶ τὸν Λέοντα φέροντος ἀνὰ στόμα, καὶ τοὺς παρόντας ἔνθερμον στάξαντας βλέψας δάκρυ

(5350)

(ἦν δὲ λιπαροτράπεζον εὔοψον δεῖπνον τότε), ἐνδίδωσι, μαλάσσεται τῆς σκληρογνωμοσύνης, αἰδούμενος, ὡς ἔοικε, μή πως περὶ τὴν φύσιν ἀσυμπαθέστερος αὐτοῦ φαίνοιτο τοῦ στρουθίου. ἐξάγει τοίνυν τῆς εἱρκτῆς, καὶ πατρικὸν προσβλέπει.
5355καὶ τοίνυν ἔτεσιν ὀκτὼ Ῥωμαίων βασιλεύσας, καὶ μέλλων ἤδη τελευτᾶν καὶ καταντᾶν εἰς τύμβον, εἰς τοῦτον τὸ βασίλειον κράτος μεταβιβάζει. Τούτῳ ποτὲ τῷ βασιλεῖ πρόοδον ποιουμένῳ κἀν τῷ ναῷ τοῦ μάρτυρος Μωκίου γενομένῳ
5360ἐπιπηδᾷ τις ἄγριος κατὰ τοὺς δαιμονῶντας, ἄνθρωπος ἀστατούμενος τὸ σχῆμα καὶ τὸ βλέμμα, καὶ ῥάβδῳ κατὰ κεφαλῆς πλήττει πληγὴν καιρίαν. καὶ συλληφθεὶς καὶ βιασθεὶς εἰπεῖν τοὺς συνειδότας
οὐκ εἶχεν ὅ τι φθέγξαιτο· πάθει καὶ γὰρ ὠχλεῖτο.
5365ἄνθρωπος δέ τις ἱερὸς πνεύματι θείῳ λάμπων καὶ χάρισι κατάκομος (ὄνομα τούτῳ Μάρκος), ἰδὼν βαρυθυμήσαντα δεινῶς τὸν βασιλέα καί τι καὶ πείσεσθαι δεινὸν ἐντεῦθεν οἰηθέντα, φάρμακον ἀκεσώδυνον τοὺς λόγους ἐπιπάττων
5370προφητικῶς ἀνέκραγε στόματι καλλιγλώττῳ “ὦ βασιλεῦ, μηδέπω μοι τὴν τελευτὴν προσδόκα, μηδέ σοι καταθύμιος ὁ θάνατος γενέσθω· δέκα καὶ γὰρ ἐνιαυτοὶ ζωῆς καὶ βασιλείας παρὰ τῆς ἄνωθεν χειρὸς πεφιλοτίμηνταί σοι.”
5375ὁ μὲν εἰπὼν ἐσίγησεν, ὁ βασιλεὺς δ’ εὐθέως καὶ τῆς πληγῆς ἐρράϊσε καὶ τῆς βαρυθυμίας. ἡ δὲ τοῦ Μάρκου πρόρρησις γέγονεν οὐκ εἰς μάτην. Οὗτος ἀλόχοις τέσσαρσιν ὁ Λέων συνεζύγη, οὐχ ἡδονῇ νικώμενος, ἀλλὰ διψῶν τεκνῶσαι
5380καὶ παῖδας βλέψαι τῆς αὐτοῦ βλαστήσαντας ὀσφύος. ἐκ τῆς τετάρτης τοιγαροῦν καὶ τελευταίας κύει παῖδα πορφυροβλάστητον τοὔνομα Κωνσταντῖνον. ἀλλὰ γὰρ ἀτοπώτατον τοῖς τοῦ θεοῦ προσπόλοις ἐδόκει τὸ γινόμενον παρὰ τοῦ βασιλέως,
5385τὸν γάμον ἐπεισαγαγεῖν τέταρτον, καὶ μολῦναι τὴν ἄφθαρτον καὶ καθαρὰν νύμφην τὴν ἐκκλησίαν.
καὶ τοίνυν ὁ Νικόλαος, πρῶτος ὢν ἀρχιποίμην καὶ τὴν Κωνσταντινούπολιν διέπων τηνικαῦτα, λαλεῖ, παρρησιάζεται, πληροῖ τὸ τοῦ προφήτου,
5390λαλῶν θεοῦ μαρτύριον ἔναντι βασιλέων, καὶ τὰς ἐκεῖθεν ἀπειλὰς οὐ πτήσσων οὐδὲ τρέμων. οὕτως ὁ φόβος τοῦ θεοῦ βάλλει μακρὰν τὸν φόβον τὸν ἐξ ἀνθρώπων δυνατῶν καὶ τὸν ἐκ τῶν κρατούντων. ἐντεῦθεν ἐκδιώκεται τῆς ποίμνης καὶ τοῦ θρόνου,
5395καὶ δὴ καὶ κατακρίνεται τὰ τῆς ὑπερορίας. ἕτερος δ’ ἀντεισάγεται, πολὺς ἀνὴρ τὰ θεῖα, ὃς ἐξ ὀνύχων ἁπαλῶν κἀκ πρώτης ἡλικίας ζυγὸν τὸν θεῖον ὑπελθὼν τὸν τοῦ μονήρους βίου οἴκησιν ἔσχεν Ὄλυμπον τὸν κατὰ τὴν Μυσίαν,

(5400)

καὶ χάρισιν ἐξέλαμψε τὸ μέλλον προδηλούσαις. οὗτος θεοῦ κελεύσαντος ἑνοῖ τὴν ἐκκλησίαν, κατασχισθεῖσαν εἰς πολλὰς τομὰς καὶ διαιρέσεις ἐπὶ παρανομήματι τῷ τῆς τετραγαμίας. Ὁ δὲ φιλοσοφώτατος ἐν βασιλεῦσι Λέων
5405περιπεσὼν ταῖς φυσικαῖς τοῦ σώματος ἀνάγκαις καὶ νόσῳ χειμαζόμενος κίνδυνον ἀπειλούσῃ, ἤδη πρὸς ἔτος εἰκοστὸν σὺν ἕκτῳ διιθύνας τὸ κράτος τὸ βασίλειον καὶ τὴν Ῥωμαίων τύχην, καὶ συνιδὼν τὸν θάνατον καὶ τὴν τοῦ σκήνους λύσιν,
5410κράτορας ἀναδείκνυσιν αὐτάνακτας αὐτάρχους Ἀλέξανδρον τὸν ἀδελφὸν καὶ παῖδα Κωνσταντῖνον,
τοῦτο καὶ μόνον προειπὼν πνοαῖς ἐν ταῖς ἐσχάταις “βλέπω καὶ τὸν Ἀλέξανδρον ὡς κακοδότην χρόνον κατὰ τρισκαίδεκα μηνῶν,” ἄντικρυς τοῦτο λέγων,
5415ὅτι τοσοῦτον ἔσσεται τὸ κράτος Ἀλεξάνδρου. Καὶ γοῦν οὐ διαπέπτωκεν ὁ λόγος, οὐδ’ ἐσφάλη. ὁ γὰρ Ἀλέξανδρος τρυφαῖς ἐσχολακὼς καὶ πότοις καὶ μόνον τὸν γαργαλισμὸν τοῦ σώματος φροντίσας, ἄλλο δ’ οὐδὲν κατάξιον τοῦ τηλικούτου κράτους
5420οὐ δράσας, οὐ φθεγξάμενος, οὐ σχὼν κατὰ καρδίαν, ὡς ἄνθος ἔρρευσεν ὑγρὸν ἐκμαρανθὲν ἡλίῳ, καὶ τάχιον ἐξέλιπε νόσοις τακεὶς φθινάσι. καὶ Κωνσταντῖνος γίνεται μόναρχος μονοκράτωρ, ἔτι παιδίσκος ἁπαλὸς καὶ τρυφερὸς ὑπάρχων
5425καὶ βασιλείας κυβερνᾶν τὸ σκάφος οὔπω σθένων· τῆς γὰρ ἡλικιώσεως ἕβδομον ἦγεν ἔτος. ὃ καὶ πολλῶν παραίτιον γέγονε κακοτήτων, καὶ θλίψεων ἐπότισεν ἅλμην τὸν βασιλέα, εἰ καὶ τὸ τέλος αἴσιον τῶν πειρασμῶν ἀπέβη.
5430ὥσπερ γὰρ νεομόσχευτον ἀρτίφυτον δενδρίον, μήτε χειμῶνα κρυερὸν ὑπενεγκεῖν ἰσχύον μήτε πνευμάτων προσβολὰς ἀγρίων δυσανέμων μήτε ῥαγδαίους ὑετοὺς μήτε καυσώδη θάλψιν, μὴ χαλαζῶν σφαιρώματα μηδὲ κρυστάλλου πῆξιν,
5435πνοαί ποθεν βαρυηχεῖς τινὲς ἐκφυσηθεῖσαι
ἢ χαλαζῶν πετρώματα νεφόθεν δισκευθέντα χειμάζουσι καὶ κάμπτουσι καὶ κλίνουσιν εἰς γόνυ, καὶ καταμωλωπίζουσιν αὐτοῦ τὴν τρυφερίαν, καὶ πάντοθεν προσβάλλουσιν ὡς ἐν πολιορκίᾳ,
5440φιλονεικοῦσαι τὸ φυτὸν προθέλυμνον ἐκτρῖψαι. ἂν δὲ τὰς ζάλας δυνηθῇ φυγεῖν τὰς κακοπνόους καὶ τὸν χειμῶνα τὸν βαρὺν καὶ τὴν ἐκεῖθεν βίαν, γίνεται δοκιμώτερον ἅτε πολλὰ παλαῖσαν καὶ χειμασθὲν πικροποιοῖς καὶ κακωτρίαις ὥραις·
5445φυτὸν γὰρ ἀνεμοτρεφὲς καὶ γυμνασθὲν ἀνέμοις πολύ τι τὸ στερέμνιον, ὡς φασί, φύσει φέρει. οὕτω κἀκεῖνος ὁ βραχὺς τὴν ἡλικίαν ἄναξ, ὁ παῖς ὁ πορφυρόφυτος Λέοντος Κωνσταντῖνος μόλις ποτὲ μετὰ μακροὺς ἡλίου περιδρόμους

(5450)

τῶν συμφορῶν ἀποφυγὼν τὰς ἀλλεπαλληλίας καὶ πειρασμῶν ἐπαγωγὰς καὶ θλίψεις δακεθύμους, σύνεσιν ἐκαρπώσατο πολλῷ παγιωτέραν, ὥσπερ ναυβάτης κυκηθεὶς πολυκυμίας ζάλαις καὶ μόλις εἰς εὐγάληνον λιμένα καταντήσας.
5455πρῶτα μὲν γὰρ ὁ καρτερὸς ἐκεῖνος Κωνσταντῖνος, ὃν σχεῖν γενέτην λέγουσιν Ἀνδρόνικον τὸν Δοῦκαν, χεῖρα πολλὴν συναγαγὼν εὔοπλον ἐσταλμένην ἀθρόον ἐπιτίθεται τῷ πορφυροβλαστήτῳ, τῆς νηπιότητος αὐτοῦ πάντως καταφρονήσας.
5460ἀλλὰ ψευδής, ὡς ὁ Δαβὶδ ψάλλει, πρὸς σωτηρίαν
ἵππος ὑψαύχην εὔσκαρθμος πτηνόπους φρυακτίας. κἀκεῖνος οὖν ἐκσφαιρισθεὶς τῆς ἕδρας τῆς ἱππείας πίπτει πρὸς γῆν κατενεχθείς, καὶ παρευθὺ τὸ ξίφος γεύεται τούτου τῶν σαρκῶν καὶ βάπτεται τῷ φόνῳ.
5465ἄρτι δὲ τούτου τοῦ δεινοῦ χειμῶνος παρελθόντος ἕτερος ἐπεγείρεται βαρύτερος ἐκείνου, πολλῷ τοῦ πρὶν πικρότερος καὶ τῆς προτέρας ζάλης. ὁ γὰρ Φωκᾶς ὁ μάγιστρος (ὄνομα τούτῳ Λέων), ἀνὴρ μεγέθει σώματος καὶ ῥώμῃ διαπρέπων
5470καὶ πᾶσαν τότε πιστευθεὶς Ῥωμαίων στραταρχίαν, ἰδὼν προσλαμβανόμενον παρὰ τοῦ βασιλέως τὸν γέροντα τὸν Ῥωμανὸν τὸν ἀπὸ τῆς Λακάπης, τοῦ ναυτικοῦ δρουγγάριον ὄντα τὸ τηνικαῦτα, καὶ πάλαι μὲν τὴν ἔκφυλον ὠδίνων τυραννίδα
5475καὶ σκευωρῶν καθ’ ἑαυτὸν τὰ τῆς ἀποστασίας, ὅμως ἐπέχων τὴν ὁρμὴν (οὐ γὰρ καιρὸς ἐκάλει), τότε καιροῦ δραξάμενος, ὡς ᾤετο, προσφόρου ἐξέρρηξε τοῦ τοκετοῦ τὸ βάρος τοῦ δυστόκου κἀκ τῆς γαστρὸς τὴν ἔχιδναν ἐξήνεγκεν εἰς φάος,
5480καὶ τρέφων πάλαι παρ’ αὐτῷ σπινθῆρα δυσμενείας τότε πυρὰν ἐξέκαυσε καμίνου πυριβρόμου. καὶ τοίνυν προσποιούμενος ὑπὲρ τοῦ βασιλέως πάντα σπουδάζειν καὶ ποιεῖν καὶ συμφερόντως τούτῳ ὡς δὴ παρὰ τοῦ Ῥωμανοῦ καταστρατηγηθέντι
5485ὁπλίζεται μετὰ στρατοῦ ῥυέντος πολλαχόθεν,
ἐκ Λυκαόνων, ἐκ Θρᾳκῶν, ἐκ Κόλχων, ἐξ Ἰβήρων, ἐκ Παμφυλίων, ἐκ Μυσῶν, ἐκ Σύρων, ἐκ Κιλίκων, καὶ φάλαγγας συνηθροικὼς ὡσεὶ θαλάσσης ψάμμον, ἄνδρας γενναίους μαχητάς, πάντας ἀγκυλοτόξους,
5490πῦρ ἐν πολέμοις πνέοντας, ἄνδρας ἀγχεσιμάχους, καταστρατοπεδεύεται παρὰ τῇ Χρυσοπόλει, τῆς Βυζαντίων πόλεως κατέναντι κειμένῃ, ἣν οὐρανόπολιν εἰπὼν οὐκ ἄν τις διαμάρτῃ. καὶ πίμπλησιν ἀρεϊκῶν ἀνδρῶν τὰς πεδιάδας,
5495καὶ πᾶσαν γῆν κατάχαλκον. ἀπήστραπτον αἱ λόγχαι, ἀνέλαμπον αἱ κόρυθες, ἀσπίδες ἐπατάγουν, ἀὴρ ἐπυραυγίζετο ταῖς ἐπιδορατίσιν. ἦσαν ἐκεῖ χρυσάσπιδες, ἦσαν φαρετροφόροι, εὔιπποι, χαλκοχίτωνες, πάντες σιδηροφόροι.

(5500)

ἔφριξαν ἂν καὶ γίγαντες παρεμβολὴν τοιαύτην. αὐτὸς μὲν οὖν βασιλειῶν καὶ κατὰ τοῦ κρατοῦντος πάντα τυρεύων καὶ ποιῶν οὐκ ἔλαθεν εἰς τέλος· τότε δὲ τέως πρόφασιν τὸν Ῥωμανὸν εὑρίσκων προσεποιεῖτο κατ’ αὐτοῦ τοῦ Ῥωμανοῦ στρατεύειν
5505καὶ τηλικαύτην συγκινεῖν φάλαγγα στρατευσίμην, προσράπτων τὴν ἀλωπεκῆν ἄγαν κακομηχάνως· οὐ πάντῃ γὰρ τὴν λεοντῆν εἶχεν ἐφικνουμένην. ὁ γέρων γὰρ ὁ Ῥωμανὸς τοῦ ναυτικοῦ κατάρχων κἀκεῖθεν περικείμενος ἰσχὺν οὐ τὴν τυχοῦσαν,
5510ἰδὼν περιφερόμενον τῇδε κἀκεῖ τὸ κράτος καὶ κυμαινόμενον δεινῶς ὡς ναῦν ἀστατουμένην, ἣν ἄελλαι χειμέριοι στρέφουσι καὶ δονοῦσι καὶ καταιγίδες ἄγριοι καὶ στρόφοι πνευματώδεις, καὶ τὰ Ῥωμαίων πίπτοντα φύρδην καὶ κακοπότμως
5515ἅτε χειρὶ κρατούμενα παιδίου νηπιάχου, τοῦ κράτορος ὑπέρχεται προσπόλους καὶ προκοίτους, οἵπερ καὶ μᾶλλον εὐνοεῖν ἐδόκουν τῷ κρατοῦντι, καὶ κοινωσάμενος αὐτοῖς βουλὰς κρυφιωτέρας καὶ συσκεψάμενος αὐτοῖς καὶ συνδολοπλοκήσας
5520καὶ μηχανὰς παντοδαπὰς πορφύρων βαθυβούλους ἐσχηματίζετο τολμᾶν βιαίαν τυραννίδα καὶ πᾶσαν φέρειν καὶ πτεροῦν πρὸς τοῦτο στολαρχίαν, ὡς θροῦν ἐντεῦθεν ἄγριον κακόθρουν κυματίαν ἐπικτυπεῖν καὶ σμαραγεῖν κατὰ τῶν βασιλείων.
5525καὶ πάντας κατασείεσθαι τῷ κλύδωνι τοῦ δέους, ἕως ἡ πάντα στρέφουσα παλίπνοια τοῦ βίου προσώκειλε τὸν Ῥωμανὸν αὐλαῖς ταῖς τῶν ἀνάκτων ὡς ἐν ἀγκάλαις γαληναῖς ὅρμων ἀλεξανέμων. τοῖς πρωτοβούλοις γὰρ πεισθεὶς ἢ μᾶλλον ἐπιβούλοις
5530ὁ βασιλεὺς τὸν Ῥωμανὸν ὡς φίλον οἰκειοῦται καὶ τῆς ζωῆς καὶ τῆς ἀρχῆς φύλακα καθιστάνει, εἴποι τις ἂν οὐκ ἀφυῶς, ἀλλ’ οὐδ’ ἀχαριτώτως, τροχίλον ὁ κροκόδειλος, ἡ πίννα τὸν καρκίνον.
ὁ τοίνυν Λέων ὁ Φωκᾶς, οὗ πρότερον ἐμνήσθην,
5535τὸν Ῥωμανὸν κατάρχοντα μαθὼν τοῦ βασιλέως καὶ φέροντα καὶ στρέφοντα πρὸς τὸ δοκοῦν ὡς δοῦλον τὸν ἄνακτα τὸν ἁπαλὸν ὅρπηκα τῆς πορφύρας, ἐσκήπτετο παθαίνεσθαι δῆθεν ὑπὲρ ἐκείνου καὶ τὸν στρατὸν εἰς ἄμυναν ἄγειν εὐνοίας νόμῳ,
5540τὸ δ’ ἀληθὲς εἰς ἑαυτὸν ἐφείλκετο τὸ κράτος. ἀλλ’ ὁ δρασσόμενος σοφοὺς ἐπὶ ταῖς πανουργίαις καὶ στρέφων διαβούλια καὶ τὰ κρυπτὰ γινώσκων τὰς μηχανὰς τοῦ Λέοντος εἰς τοὐναντίον τρέπει, καὶ λύκος μάτην ἐγχανὼν ὁ Λέων ἐγνωρίσθη.
5545ταῖς γὰρ βουλαῖς τοῦ Ῥωμανοῦ πειθόμενος ὁ κράτωρ γραφὴν ἐρυθροσήμαντον πρὸς τὸν στρατὸν ἐκπέμπει, κατηγοροῦσαν τῷ Φωκᾷ πρόδηλον τυραννίδα, τῷ Ῥωμανῷ δὲ τἀγαθὰ προσεπιμαρτυροῦσαν. ἐντεῦθεν φύρσις τῷ στρατῷ κακόχαρτος καὶ ζάλη,

(5550)

καὶ κολοιὸς ξενόπτερος ἦν ὁ Φωκᾶς ὁ Λέων· τὴν γὰρ γραφὴν τοῦ κράτορος, οἶμαι, δυσωπηθέντες ἔφυγον πάντες, ἔρημον τὸν ἄθλιον λιπόντες. ζωγρεῖται τοίνυν ὁ Φωκᾶς καὶ σβέννυται τὰς κόρας καὶ λύχνους τοὺς τῶν ὀφθαλμῶν τυφλότητι ζοφοῦται,
5555καὶ πάλιν ἦν ὁ Ῥωμανὸς ἄγων καὶ φέρων πάντα. Πλὴν ἀλλ’ ὡς μήτηρ πιστευθεὶς τὴν φυλακὴν τοῦ νέου αἴφνης ἐφάνη μητρυιὰ δύσνους ἀντ’ εὐνοούσης, καὶ τοῦτο τὸ λεγόμενον, ἀποσοβῶν τοὺς λύκους,
ἵνα τὸ πρόβατον αὐτὸς σπαράττοι καὶ θοινῷτο.
5560ὁ μὲν γὰρ ἄναξ Ῥωμανὸν εὔνουν νομίσας εἶναι καὶ κηδεμόνα τῆς ζωῆς καὶ τηρητὴν τοῦ κράτους πρῶτα μὲν μάγιστρον τιμᾷ, μέγαν ἑταιρειάρχην, εἶτα τῇ δόξῃ προστιθεὶς ἄλλην μείζονα δόξαν καὶ πρὸς ἀκρώρειαν ὑψῶν ἐκ τῶν χθαμαλωτέρων
5565πατέρα καὶ προφύλακα ποιεῖ τῆς βασιλείας. καὶ πλέον ἐφελκόμενος τὸν Ῥωμανὸν εἰς φίλτρον ἐχέγγυα προγάμια νέμει τῇ τούτου κόρῃ. ἤδη δὲ γαμοδαίσια μέλλων τῆς νύμφης θύειν, καὶ τὸν γυναικοπάτορα κράτορος στέφει στέφει.
5570ταῦτα μὲν οὖν ὁ βασιλεὺς εἰς Ῥωμανὸν ἐποίει, ἐκεῖνον ἐφελκόμενος, ὡς ᾤετο, πρὸς φίλτρον. ὁ δὲ βαθύνους Ῥωμανὸς πολλὰ βυσσοδομεύσας καὶ κρατυνάμενος αὑτῷ πάντοθεν τὰ τοῦ κράτους, ὡς βασιλεῖ ὡς ἄνακτι ζεύξας τὴν θυγατέρα,
5575ἐκ τοῦ τετρώρου τῆς ἀρχῆς φεῦ τῆς παπποπατρῴας τὸν πορφυρόβλαστον γαμβρὸν κύμβαχον ἐκδιφρίζει, καὶ μόνον χαρισάμενος ὄνομα βασιλείας τῷ δυστυχεῖ καὶ δυστυχῶς αὐτὸν προσλαβομένῳ αὐτὸς ἐπιλαμβάνεται τῆς ἡνιοστροφίας,
5580καὶ βασιλεὺς ὁ Ῥωμανὸς κἀν ταῖς ἁπάντων γλώσσαις, ὁ Κωνσταντῖνος δ’ οὐδαμοῦ· τύχη γὰρ ἐνεκότει καὶ κατεκάλυπτεν αὐτὸν ὥσπερ ἀστέρα νέφος. ναὶ μὴν εἰς κόρον μετασχὼν τοιαύτης ἀμβροσίας
οὐ μέχρι τούτων ἔστησε τὸ λαιμαργὸν τῆς γνώμης,
5585ἀλλ’ ὅλον τὸν ἀλλότριον ἄρτον κακῶς ἁρπάσας ἐψώμισε τοὺς ἑαυτοῦ, τὸν ἔχοντα τὸν ἄρτον καταλιπὼν λιμώττοντα· τοὺς γὰρ ἰδίους παῖδας καὶ Χριστοφόρου τὸν υἱὸν παιδὸς τοῦ πρωτοσπόρου κράτορας ἀνεκήρυξεν ἄνακτας αὐσονάρχας.
5590τὸ δέ γε θυμαλγέστερον καὶ μεῖζον εἰς πικρίαν καὶ τῶν ὀστῶν ἁπτόμενον αὐτῶν καὶ τῆς καρδίας, ἐπίπροσθεν ἐτίθετο πάντας τοῦ Κωνσταντίνου ἐν ταῖς ἀνακηρύξεσιν, ἐν γράμμασιν, ἐν θρόνοις. ἦν οὖν μυριοκέφαλος ἐν βασιλείοις ὕδρα,
5595καὶ λήϊον ἀνέβαινεν ἄντικρυς βασιλέων, ὡς τοὺς σπαρτοὺς τοὺς γηγενεῖς ὁ μῦθος ἀναπλάττει, πλασθέντας ἀπὸ δράκοντος ἄνδρας ὀδοντοφύτους, καὶ μέσον ἦν ὁ τληπαθὴς τῆς ἁλουργίδος στάχυς ὡς ῥόδον συμπνιγόμενον ἀκάνθαις ὀξυκέντροις.

(5600)

Ἀλλ’ ὅτε πάνθ’ ὁ Ῥωμανὸς ἔφθη κατοχυρώσας καὶ τεῖχος Σεμιράμιδος ἄντικρυς κρηπιδώσας ἢ πύργον γιγαντόκτιστον χαλάνης ἀσφαλτώσας, τότε πεσὼν ἐπὶ βρεχμὸν καὶ νῶτα κατεάγη καὶ τῆς ἀρχῆς ἐκκυλισθεὶς τάλας ἐταρταρώθη.
5605ὁ γὰρ πορφυροφύτευτος αὐτάναξ Κωνσταντῖνος ἤδη σφριγώσης ἐπιβὰς ἀνδρώδους ἡλικίας,
ὅτε πυρσὸς φρονήσεως ἀνθρώποις ἐπιλάμπει, προβόλους προσλαβόμενος ἄνδρας ἀγαθοτρόπους ὡς Ἡρακλῆς Ἰόλεων, ὡς ὁ Θησεὺς Πειρίθουν,
5610τὰς ὀφιώδεις κεφαλὰς τῆς ὕδρας ἐκθερίζει καὶ πρὸς ἀλλήλων τοὺς σπαρτοὺς πεσεῖν παρασκευάζει, τὸ δὲ παχὺ καὶ θολερὸν ἀπορραπίσας νέφος καθαρωτέρας τῆς ἀρχῆς ἀκτῖνας ἀποστίλβει. πρῶτα μὲν οὖν ὁ Ῥωμανὸς ἤδη πρὸς γῆρας φθάσας,
5615ἤδη τριγέρων γεγονὼς κατὰ τοὺς μακρογήρως, καὶ πλεῖστον μὲν διηνυκὼς ἐπὶ τῷ κράτει χρόνον καὶ πέντε πρὸς τοῖς εἴκοσι χρόνους σκηπτροκρατήσας, πάντας δὲ πλήσας δωρεῶν καὶ πάντας εὖ ποιήσας, ὑπὸ τῶν παίδων ἑαυτοῦ ῥιπτάζεται τοῦ θρόνου
5620καὶ τρίχας ἀποκείρεται τὰς πρὶν στεφοκοσμήτους, εἴποι τις ἄν, ὑπὸ Διὸς πρεσβυγενὴς ὁ Κρόνος. εἶτα τοὺς παῖδας Ῥωμανοῦ τοὺς κακεντρεχεστάτους ὁ πορφυρόρπηξ συλλαβών, ὁ κράτωρ Κωνσταντῖνος, ἐξοστρακίζει θέμενος ἀθρόον νησιώτας.
5625καὶ τότε πρῶτον ἔβλεψε τὴν γραῦν τὴν βασιλείαν ὡς κόρην χρυσοσπάταλον, ὡς μαργαροφοροῦσαν, ὡς ἁβροχίτωνα στιλπνήν, ὡς τρυφερευομένην, καὶ προσγελῶσαν καπυρὸν καὶ προσλαλοῦσαν τούτῳ, καὶ συνιοῦσαν νυμφικῶς ἐπὶ παιδογονίᾳ.
5630 Οὗτος τὸν Βάρδαν τὸν Φωκᾶν στρατάρχην καθιστάνει, ὃν τῶν σχολῶν δομέστικον εἴποιεν ἂν Ῥωμαῖοι,
τομίαν δὲ Βασίλειον, ἕνα τῶν ἀποκόπων, φυέντα τῷ Λακαπηνῷ σκοτίων ἐκ σπερμάτων παράκοιτον καὶ φύλακα τῆς βασιλείου κλίνης.
5635ἐπεὶ δ’ ὁ Βάρδας ἔσβεστο τὴν πρὸς τὰς μάχας θέρμην καὶ τὴν ὀξύρροπον ὁρμὴν (ἔψυχε γὰρ τὸ γῆρας), εἰς Νικηφόρον τὸν Φωκᾶν τὴν στραταρχίαν τρέπει, εἴποι τις ἄν, ἐκ λέοντος εἰς τὸν ἐκείνου σκύμνον. υἱὸν δ’ ἰδεῖν εὐτυχηκὼς ἰδίας ἐξ ὀσφύος,
5640ὃς ἐξ Ἑλένης Ῥωμανοῦ τῆς θυγατρὸς ἐξέφυ, κατονομάζει Ῥωμανόν. ἐλάσαντα δ’ εἰς ἥβην καὶ γαμετῇ συζεύγνυσι, καὶ βλέψας υἱοῦ γόνον Βασίλειον τὸν μέγιστον ἐπὶ τροπαιουχίαις, καὶ βρέφος ἐπαγκάλιον βαστάσας τὸν τοσοῦτον,
5645καὶ πέντε χρόνους μετασχὼν τοῦ κράτους ἀθολώτου, καὶ μέλλων ἀπολύεσθαι τῶν φυσικῶν συνδέσμων, αὐτάνακτα καθίστησι τὸν Ῥωμανὸν τὸν παῖδα. Ἀλλ’ οὗτος ἅπασαν ἰσχύν, ἅπασαν δυναστείαν κακοῖς καὶ μικρογνώμοσιν εὐνούχοις ἐπιτρέψας,

(5650)

θήρας αὐτὸς ἐφρόντιζε καὶ κυνηγετημάτων καὶ δαιμονίως ἔχασκε πρὸς τὰς κυνοδρομίας. τότε τὴν Κρήτην δυσμενῶν Ἀρράβων κατασχόντων καὶ κραταιὸν κρησφύγετον θεμένων τὰ τῆς νήσου καὶ κακουργούντων τὴν ὑγρὰν καὶ πάντα λῃστευόντων,
5655ὁ Νικηφόρος ὁ Φωκᾶς (ἦν γὰρ ὀξὺς ἐν μάχαις καὶ τὴν ὁρμὴν ἐμπύριος καὶ δραστικὸς τὰς χεῖρας)
στολάρχης ἀναδείκνυται, πιστεύεται τὴν μάχην, πληροῖ τὴν θάλασσαν σκαφῶν εὐστόλων καλλιπρώρων, κατὰ θηρίων στέλλεται τούτων τῶν ὑγροχέρσων,
5660μάχην συνάπτει καρτεράν, ἡττᾷ τοὺς ἀντιμάχους, βυθίζει τὰς πειρατικὰς ἀκάτους τῶν Ἀρράβων, χειροῦται καὶ τὸν λῄσταρχον τὸν πάντολμον ἐκεῖνον, καὶ τὸν γιγαντοπάλαμον ὡς βρέφος συλλαμβάνει. ἐκεῖθεν ἀναζεύξας δὲ μετὰ λαμπρῶν τροπαίων
5665πολυτελέσι καὶ φαιδροῖς θριάμβοις ἐπομπεύθη. Τότε καὶ πόλιν τὴν καλήν, τὴν πόλιν Ἀντιόχου τὴν εὐγενῆ, τὴν εὐπρεπῆ, τὴν νυμφοκοσμουμένην Ἰσμαηλῖται φονικοὶ δορύκτητον λαβόντες ὡς τρίδουλον κατῄσχυναν, ὡς τριοδῖτιν πόρνην.
5670καὶ πάλιν ὁ τρισαριστεὺς σπᾶται Φωκᾶς ῥομφαίαν, πάλιν κινεῖται κατ’ ἐχθρῶν αἱμοχαρῶν ἐκφύλων. τοὺς ἀλλοφύλους ῥήγνυσι, ὑπερμαχεῖ συμφύλων, καὶ πάλιν τὴν εὐσχήμονα τὴν εὐχρουστάτην κόρην ἐπανασώζει τῇ μητρὶ τῇ καλλιτεκνωτάτῃ.
5675 Ἔτι δὲ τότε τοῦ Φωκᾶ τὴν μάχην συγκροτοῦντος τὸν κράτορα τὸν Ῥωμανὸν θάνατος ἀναρπάζει, τῇ γαμετῇ Θεοφανοῖ τὸ κράτος λελοιπότα καὶ τοῖς παισὶ τοῖς ἐξ αὐτῆς νεογενέσιν οὖσιν, κεκρατηκότα ἔτεσι τέσσαρσι πρὸς τοῖς δέκα.
5680ἀκούει ταῦτα καὶ Φωκᾶς, ἐκεῖθεν ἀποτρέχει
καὶ πρὸς τὴν μεγαλόπολιν καταταχήσας φθάνει, καὶ πάλιν ἀναδείκνυται τῆς ἕω ταγματάρχης, ὅρκοις φρικτοῖς καταδεθεὶς ὑπὸ τῆς βασιλίσσης ὡς οὐκ ἐπιβουλεύσειε τοῦ Ῥωμανοῦ τοῖς τέκνοις,
5685καὶ πάλιν ἀναπόμπιμος γίνεται πρὸς Συρίαν. ἀλλὰ γὰρ οὐκ ἠρέμησε τὸ χαλεπὸν θηρίον ὁ φθόνος, ἡ τῶν γηγενῶν καρδιοφάγος ἄρκτος. καὶ τοίνυν τις ἀπόκοπος τῶν ἐν τοῖς ἀνακτόροις, ὁ τότε πᾶσαν τὴν ἀρχὴν ἄνω καὶ κάτω στρέφων,
5690ἀκάνθῃ φθόνου κεντηθεὶς κατὰ τοῦ στρατηλάτου καὶ τηλικαύτην εὔπνοιαν τύχης οὐ φέρων βλέπειν τὸν Νικηφόρον τὸν Φωκᾶν οὐρίως ναυστολοῦσαν, γραφὰς ἐπὶ τὸν Τζιμισχῆν εὐπτέρους ἐγχαράσσει (τῷ Τζιμισχῇ δὲ κλῆσις ἦν βρεφόθεν Ἰωάννης)
5695ἔργον μαχαίρας τὸν Φωκᾶν θέσθαι παρακινούσας, αὐτὸν δ’ εἰς τὸ Βυζάντιον ἥκειν ἐρεθιζούσας, ἐσόμενον αὐτάνακτα καὶ κράτορα Ῥωμαίων. δέχεται τὴν ἐπιστολὴν ἐκείνην Ἰωάννης ὁ Τζιμισχῆς, ἐπέρχεται τοὺς τῶν γραφέντων τύπους,

(5700)

καὶ γνώμην μισοπόνηρον αὐχῶν καὶ χρηστοήθη χειρίζει ταῦτα τῷ Φωκᾷ, τὸ δρᾶμα καταγγέλλει, μυσάττεται τὸ φονικὸν ἐκείνου τοῦ θλαδίου. ἦν δὲ καλὸς ὁ Τζιμισχῆς, εὔοπτος, εὔχρους, εὖθριξ, καρτερικός, ἀνδρόσπλαγχνος, εὐκάρδιος, ἀνδρόνους,
5705καὶ μαχητὴς ἀπρόσμαχος καὶ βουλευτὴς ὀξύνους,
ἄνθρωπος μεγαλόψυχος, σώφρων, ἀνδρεῖος, πρᾶος, καὶ δόρυ δολιχόσκιον κραδαίνειν ἠσκημένος καὶ τόξου ἕλκειν τὴν νευρὰν ἐπὶ βελῶν γλυφίσιν, ἀνὴρ ἐλευθερόψυχος, οὐχ ὑποτρέφων κότον,
5710οὐ τῆς κακίας φωλεὸν τεκταίνων τὴν καρδίαν, οὐδὲ ζηλῶν τὸ ζάκοτον καμήλου βαρυχόλου. εἰ χρὴ δ’ ὀλίγοις τὰ πολλὰ καὶ τὰ μακρὰ γνωρίσαι, ἔμψυχος ἦν παράδεισος χαρίτων φυτοτρόφος, ἄλσος μυρίων ἀγαθῶν κατάφυτον ὀρχάτοις
5715θεοῦ φυτηκομούμενον παλάμαις αὐξιφύτοις, πνεύματος κηπευόμενον νάμασι χρυσορείθροις, ἐν ᾧ περιεχόρευε τῶν ἀρετῶν ὁ κύκλος, ἀντίφθογγα δ’ ὑπέψαλλε χαρίτων ἡ χορεία. Τοιοῦτος ὢν τὴν ἀρετὴν ὁ Τζιμισχῆς καὶ τόσος,
5720καὶ τηνικαῦτα τῷ Φωκᾷ λαχὼν συνομαρτῆσαι καὶ χρείαν ὑποστράτηγον ἀποπληρῶν ἐκείνῳ (ἦν δὲ Φωκᾷ καὶ προσγενὴς κἀκ τῶν αὐτῶν αἱμάτων), ἅμα τὸ γράμμα ταῖς χερσὶν εἶχεν ὑπαναπτύξας, καὶ καθ’ αὑτὸν ἐπέδραμε τὸν νοῦν τῶν ἐγκειμένων,
5725καὶ πρὸς τὸν πρωτοστράτηγον πάντα διαπορθμεύει, καὶ “φεῦ” φησίν, “ὦ στρατηγέ, τῆς τῶν Ῥωμαίων τύχης! ἕως καὶ πότε τῆς ἀρχῆς τὸ σκάφος ἰθυνοῦσιν εὐνοῦχοι γυναικόψυχοι, πόριμοι πρὸς κακίαν, πάντων κακῶν ἐφευρεταί, πάντων κακῶν ἐργάται,
5730ἄνθρωποι μαλακόψυχοι, σκεύη πονηρευμάτων, τῶν ἀθεμίτων ἀγωγοί, σωλῆνες κακουργίας.” ἤκουσε ταῦθ’ ὁ στρατηγός, ἤγειρε θυμοῦ φλόγα. κἀντεῦθεν ὁ κοιμώμενος ὀρεσιβάτης λέων ὑπήνοιξε τὸ βλέφαρον καὶ βρυχηθμὸν ἀφῆκε,
5735καὶ φόβος περιέδραμε λόχμας δρυμῶνας ὄρη. κράτωρ δ’ ἀναγορεύεται, φθάνει τὴν Κωνσταντίνου, ἄνευ κινδύνων εἴσεισι, βλέπεται, βλέπει, τέρπει. καὶ πᾶν τὸ πλῆθος προχυθέν, ὁπόσον ἐν δημόταις, ὁπόσον τῇ λαμπρότητι τοῦ γένους ἐκυδροῦτο,
5740ὁπόσον ἐν ἐργατικοῖς, ὅσον ἐν εὐπαρύφοις, πρὸ πάντων ἡ βασίλισσα σὺν τοῖς ἱερομύσταις, ὑπτίαις ὑποδέχονται τὸν ἄνδρα ταῖς παλάμαις. καὶ ψήφῳ γίνεται κοινῇ κράτωρ ὁ Νικηφόρος· ἦν γὰρ στρατηγικώτατος, εὔτολμος, βριαρόχειρ,
5745καμάτοις ἀταπείνωτος, ἄκμων στερρὸς εἰς πόνους. καὶ μίγνυται Θεοφανοῖ τῇ πρῴην βασιλίδι, καὶ πρὸς τοὺς παῖδας Ῥωμανοῦ σχέσιν πατρὸς δεικνύει. Τότε Φωκᾶς τὸ τῆς ψυχῆς ἐγνώρισεν ἀνδρῶδες καὶ τὸ τολμηροκάρδιον καὶ τὴν πρὸς μάχας θέρμην.

(5750)

εἶχε μὲν γὰρ παράστημα ψυχῆς εὐγενεστέρας, καὶ τὸ στερρὸν μὲν καρτερὸν ὑπέφαινεν ἀρχῆθεν, καὶ τὸν τεχνίτην ἱππαστὴν μακρόθεν παρεγύμνου· τῆς δὲ τοῦ δρᾶν δυνάμεως κειμένης παρ’ ἑτέροις
αὐτὸς τὸ γενναιόθυμον ἔσμυχε κατὰ βάθους,
5755ὡς ὁ δαλὸν ἐν σποδιᾷ σπέρμα πυρὸς φυλάττων. ὡς δ’ ἐπελάβετο καιροῦ καὶ τῆς τοῦ δρᾶν ἰσχύος, καὶ πάντα στρέφων ὁ τροχὸς τοῦ παλινδρόμου βίου αὐτὸς αὐτὸν ἐπέστησε τοῖς εὐαρμάτοις δίφροις, τότε δὴ τότε καὶ Φωκᾶς ὡσεὶ πρηστὴρ ἐρράγη,
5760καὶ πάσας περιέδραμε φυλὰς βαρβαροφύλους, πῦρ ἐμπεσόν, ἂν εἴποι τις, ἐν λόχμῃ πολυξύλῳ καὶ πνεύμασι σοβούμενον καὶ πανταχοῦ διέρπον καὶ πᾶν φυτὸν βοσκόμενον καὶ πᾶν χλωρὸν ἐκκαῖον. ἔτρεσαν Ἄρραβες αὐτόν, ὑπέκυψεν ὁ Σύρος,
5765ὁ Κίλιξ ἐδραπέτευσεν, ὁ Φοῖνιξ ὑπεστάλη, καὶ πάλιν ἀπεδίδοντο Ῥωμαίοις τὰ Ῥωμαίων· οὕτως ἀπρόσμαχος Φωκᾶς ἦν τοῖς ὑπεναντίοις. ὁ κύκλος γὰρ τῶν ἀρετῶν ἀμφέστεφε τὸν ἄνδρα, καὶ πᾶν καλὸν ἠγλάϊζε, πᾶν ἀγαθὸν ἐκόσμει,
5770ἰσχύς, ἀνδρία, φρόνησις, πραότης, σωφροσύνη. ἀλλὰ γὰρ ἄμωμος οὐδεὶς τῶν ἐπὶ γῆς ἀνθρώπων, κἂν ἐπὶ τὴν ἀκρώρειαν τῆς ἀρετῆς ἐλάσῃ. καὶ γοῦν ὁ καλλιστέφανος Φωκᾶς ὁ τηλικοῦτος ἐν μὲν τοῖς ἄλλοις ἔλαμπε καλοῖς τοῖς κατὰ σῶμα,
5775καὶ τὴν ψυχὴν ὑπέφαινε χάρισι λαμπομένην ὡς νύμφην ἁβροκόσμητον, ὡς τρυφερόχρουν κόρην· τοσοῦτον γὰρ τοῦ τῆς ψυχῆς ἐπεμελεῖτο κόσμου
ὡς τρύχειν τὸ σωμάτιον ἀκανθοκέντρῳ ῥάκει καὶ τὸν χιτῶνα τὸν σκληρὸν κρύπτειν τῇ πορφυρίδι
5780καὶ τραπεζῶν ἀπέχεσθαι τῶν τῆς κρεοβορίας. τὰ μὲν οὖν ἄλλα λύχνος ἦν ἡμεραυγὴς παμφαίνων· πλὴν ὡς φορῶν τὴν γηγενῆ καὶ χωματίνην σάρκα, ἔφερε καὶ σπιλώματα τινῶν προσοχθισμάτων, ὥσπερ ἐν πέπλῳ καθαρῷ κηλῖδας δυσεκπλύτους.
5785ὡς γάρ φασιν οἱ γράψαντες πρὸ χρόνων παλαιτέρων, τὸ κατὰ πνεῦμα συγγενὲς σχὼν πρὸς τὴν βασιλίδα ὅμως αὐτῇ συμφύρεσθαι καὶ σαρκικῶς ἐτόλμα. οὗτος ὁ πρῶτος μολυσμός, δεύτερος δ’ αὖ ἐκεῖνος· ἀνάξιον αὐτάνακτος εἶχε τὸ σμικρολόγον,
5790καὶ τὸ φιλόδωρον αὐτοῦ τῆς γνώμης ἀπεδήμει ὡς ὀφθαλμὸς ἐκ σώματος κἀκ τερεβίνθου φύλλον. κἀντεῦθεν ἅπαν τοῦ Φωκᾶ προτέρημα καὶ κάλλος ἄσχημον κατεφαίνετο, δύσμορφον καθωρᾶτο. καὶ γὰρ ἀπὸ τοῦ σώματος τῆς κόρης ἐκκοπείσης,
5795ἅπαν τοῦ σκῆνος ἀμαυρόν, ἅπαν λυπρὸν τὸ δέμας· κἀκ τερεβίνθου τρυφερᾶς φυλλάδος ἐκρευσάσης, οἱ κλῶνες ἀχαρίτωτοι, τὸ στέλεχος ἀχρεῖον. κείσθω μοι δὲ καὶ γνώρισμα τῆς πτωχογνωμοσύνης. λιμὸς τὴν γῆν ἐβόσκετο τὴν ὑπὸ τοῦς Ῥωμαίους,

(5800)

καὶ τῇ πυράγρᾳ τοῦ κακοῦ τὸ πλῆθος ἠναλγοῦτο, καὶ πάντες ἀπωδύροντο τὸ τῆς ἐνδείας βέλος· χρυσίνου γὰρ ὁ μέδιμνος μόλις ἀπημπολεῖτο. ἀνέβη ταῦτα πρὸς Φωκᾶν, ὁ δ’ ἤλγησεν ἀκούσας, καὶ τὸ κακὸν ἰάσασθαι δῆθεν παραζηλώσας
5805τὰς δημοσίας ἀπαντλεῖν κελεύει σιτοθήκας, καὶ δύο τοῦ νομίσματος σιτοπωλεῖν μεδίμνους. οὕτω Φωκᾶς μικροπρεπῶς τὸ πρᾶγμα διετίθει, καὶ ταῦτα χιλιόσιτα πλουτῶν σιτοδοχεῖα κατάφορτα τοῖς βάρεσι καὶ σίτοις βεβυσμένα
5810ἐξ ὧν ἀπεθησαύρισαν αἱ πρὶν εὐετηρίαι, μὴ τὸν πολὺν Βασίλειον ἐζηλωκὼς ἐν τούτῳ, τὸν ὄντως βασιλεύτατον, τὸν ἐκ Μακεδονίας, ὅστις ἰδὼν κατώδυνον τὸ Βυζαντίων πλῆθος καὶ τὸν λιμὸν παραίτιον εἶναι μαθὼν τοῦ πένθους
5815ἐντέχνως ἀντετάξατο πάθει τῷ δυσπαλαίστῳ, ἀντιπαλαμησάμενος γενναίως τῷ γενναίῳ, καὶ φθείρας θῆρα τὸν βαρὺν πνιγμοῖς βιαιοτέροις· δώδεκα γὰρ τὸ νόμισμα τὸ χρύσεον μεδίμνων ἐκέλευσεν ἀντάξιον εἶναι τοῖς σιτωνοῦσι.
5820 Καὶ ταῦτα μὲν ἕκαστος ὡς βούλοιτο λογιζέσθω· ὁ δὲ Φωκᾶς ὑποκνισθεὶς ἔκ τινος ὑποψίας ὡς ἄρα πρὸς τὸν Τζιμισχῆν ἐρωτοδέσμην ἔχοι ἡ βασιλὶς καὶ γίνοιτο τούτοις τὰ τῶν ἐρώντων, μαθὼν δὲ καὶ τὸν Τζιμισχῆν θερμῶς βασιλειῶντα,
5825πάσης ἀρχῆς ἀποστερεῖ τοῦτον καὶ δυναστείας, καὶ καθ’ αὑτὸν ὡς θελητὸν διαβιοῦν κελεύει, ἕτερον ἄχαρι μηδὲν περὶ τὸν ἄνδρα δράσας. ἀλλ’ ἡ βασίλισσα βαρὺ τοῦτο λογισαμένη, τὸν Τζιμισχῆν μὴ καθορᾶν αὐλαῖς ἐν βασιλείοις,
5830πείθει Φωκᾶν μετάκλητον πάλιν τὸν ἄνδρα θέσθαι καὶ πάλιν τὴν λαμπρότητα τὴν πρῴην ἀποδοῦναι. καὶ τοίνυν καρδιότρωτος ἐπανελθὼν ἐκεῖνος καὶ φέρων τραυματίσματα κατὰ ψυχῆς ὕπουλα, σχήματι μὲν τὸν ἀπαθῆ καὶ μὴ βαρυθυμοῦντα
5835πανοῦργος ὑπεκρίνετο καὶ φαιδρωπὸς ὡρᾶτο, ἔσω δ’ ἐπόρφυρε δεινὰ καὶ κατὰ βάθους ὤργα καὶ πάσας ὑπεβόθρευε δολομηχάνους σκέψεις. ὁ δὲ Φωκᾶς ὁ βασιλεὺς οὐ κατειδὼς τὰς πάγας καὶ τὰς βροχίδας τῶν βουλῶν τῶν ὑπορυσσομένων
5840ὡς ἀετὸς ἐφέρετο πτεροῖς αἰθεροπόροις, καὶ κούφως ἠλαφρίζετο πρὸς ἀρετῆς ἀέρα. ἐντεῦθεν ἐπὶ στόματος Δαβὶδ ὁ μελιτόεις, καὶ κοίτασμα σκληρόστρωτον ἀχρείων χαμευνίων· εὐνὰς μαλακοεύνους δὲ πορφυραντῶν δεμνίων
5845καὶ μίξεις τὰς σωματικὰς καὶ τὰ περὶ τὰς μίξεις οὐδ’ ὄναρ ἐφαντάζετο, κατὰ δὲ τὸν εἰπόντα ὡς ἄστροις ἐτεκμαίρετο πᾶσαν γλυκυθυμίαν. μακρύνων οὖν ἐμάκρυνεν, ἔφυγε φυγαδεύων,
μονάζον ἐπὶ δώματος ἐγίνετο στρουθίον

(5850)

καὶ νυκτικόραξ ἄϋπνος ἐπὶ τῶν οἰκοπέδων. ἀλλ’ ἦσαν οὐκ ἀρέσκοντα ταῦτα τῇ βασιλίδι· ἔχρῃζε γὰρ περιπλοκῶν καὶ σωματομιξίας. προσλαβομένη τοιγαροῦν τὸν Τζιμισχῆν ἐγκαίρως, ἅτε κατάδετος αὐτοῦ τῷ φίλτρῳ γενομένη
5855(ἦν δὲ κἀκεῖνος δυσπαθῶν κατὰ τοῦ βασιλέως), ἀνάγει τοῦτον σὺν πολλοῖς λάθρᾳ μαχαιροφόροις, ἐφίστησιν ὡς θηρευτὰς τοῦ λέοντος τῇ κοίτῃ, καὶ παραδίδωσιν ἐχθροῖς φεῦ τὸν ὁμοζυγοῦντα, ὡς τὸν Σαμψὼν ἡ Δαλιδὰς ἡ μιαιφονωτάτη,
5860ὡς Τύνδαρις τὸν σύλλεκτρον, τὸν μαχητήν, τὸν ἥρω. τίς σκυμνοτρόφος λέαινα τετόλμηκε τοιοῦτον, ἢ ποία τιγροπάρδαλις ἢ βαρύθυμος ἄρκτος; ἢ βούπρηστις ἢ ζύγαινα, τὰ τῆς θαλάσσης ἄχθη; εἰστρέχουσιν εἰς τὸν Φωκᾶν ἰχνηλατοῦντες κύνες,
5865εὑρίσκουσιν ἐν ταπεινῷ κείμενον ψιαθίῳ, καὶ κτείνουσιν ἐμφέροντα τῷ στόματι τὰ θεῖα, ἔτεσιν ἓξ αὐτάνακτα Ῥωμαίων γεγονότα. Καὶ τὸ μὲν αἷμα κατὰ γῆς κέχυτο τοῦ δικαίου, ὡς Ἄβελ πρὶν ἐκ παλαμῶν ἀδελφοκτόνου Κάϊν,
5870καὶ πρὸς θεὸν ἀνέπεμπε βοὰς θρηνητηρίους· ὁ Τζιμισχῆς δ’ ἀμφέθετο τῇ κεφαλῇ τὸ στέφος, καὶ πάλιν Ἄρραβες αὐτὸν ἔβλεψαν στραταρχοῦντα,
καὶ πάλιν Σύροι γεύονται δραστικωτέρας σπάθης, πάλιν Χαβδὰν ὁ φύλαρχος ἔφευγε προτροπάδην.
5875οὗτος ὁ κράτωρ τοῖς ἐχθροῖς τὸ ξίφος ἐπισείσας καὶ πᾶν Ῥωμαίοις πρόσοικον βάρβαρον ἐκφοβήσας τὸ γαῦρον τοῦ φρονήματος ἔπεισεν ἀποθέσθαι, καὶ στενωθέντας ὑπ’ ἐχθρῶν τοὺς τῶν Ῥωμαίων ὅρους ἐπλάτυνε σχοινίσμασι χωρῶν ἀπειροπλέθρων,
5880καὶ μέχρι ῥείθρων Τίγρητος ἔπηξε τὰς αὐλαίας. ἔφριξαν τούτου τὴν αἰχμὴν Κιλίκων οἱ φρουράρχαι, ἔτρεσαν τούτου τὴν ἰσχὺν Ἀρράβων οἱ στρατάρχαι. ὁ Φοῖνιξ ἐδραπέτευσε τὰς ἐμπυρίους χεῖρας, ὑπόχλωρος ἐγένετο φεύγων τὸ δόρυ Σύρος.
5885Ἔδεσσα τοῦτον ἔβλεψεν, Εὐφράτου πεδιάδες· Ῥωμαίων ἵππος ἔπιε ναμάτων τῶν Εὐφράτου, καὶ φρυαγμάτων ἔπλησε τοῦτον μυκτηροκόμπων. ἔβλεψε τοῦτον Δάνουβις καὶ Σκύθης ἰστρογείτων τὰς φάλαγγας συγκόπτοντα, ῥηγνύντα τοὺς Σκυθάρχας,
5890κτιννύοντα, διώκοντα, τρέποντα τοὺς προμάχους, ὡς εἴ τις λέων ἐμπεσὼν βουσὶ μεγαλοπλεύροις θοινῷτο καὶ σπαράγμασι βιαίοις κεραΐζοι. τότε καὶ ῥεῖθρα ποταμῶν εἰς αἷμα μετετράπη, καὶ γέγονε λυθρόφυρτος ὁ καλλιχεύμων Ἴστρος.
5895Ῥωμαῖοι κατεχόρευον πεδίων παριστρίων,
καρδίας δὲ βαρβαρικὰς τὸ δέος ἐκρυστάλλου. Τοιοῦτος ἦν ὁ Τζιμισχῆς ποιμὴν θηροδιώκτης, προφυλακὰς ποιούμενος τῶν ἑαυτοῦ θρεμμάτων, ἄγρυπνος οὐδὲ βλέφαρα πρὸς ὕπνον καταφέρων,

(5900)

καὶ σιαγόνας καταθλῶν θηρῶν καρτερονύχων. ἐν ἀνεσίμοις δὲ καιροῖς πρᾶος ἡδὺς ἀστεῖος, ὄμμα χαριτοβλέφαρον, βλέμμα σταλάττον τέρψιν, πρόσωπον ἱλαρώτατον, χεὶρ φιλοδωροτάτη, καρδία μεγαλόψυχος, μεγαλοπρεπεστάτη,
5905ἄλλος παράδεισος θεοῦ τέτταρα βλύζων ῥεῖθρα, δικαιοσύνην, φρόνησιν, ἀνδρίαν, σωφροσύνην, ὡς εἴγε μὴ τῷ μολυσμῷ τοῦ φόνου κατεχράνθη, ἀστὴρ ἂν ἦν αὐτόχρημα φωσφόρος ζῳογόνος. Ὡς δέ ποτε καὶ Τζιμισχῆν ἀπήγαγε τοῦ βίου
5910τὸ πάγκοινον ὀφείλημα τῆς φυσικῆς ἀνάγκης ἔτεσιν ἓξ μετὰ Φωκᾶν κρατήσαντα Ῥωμαίων, ἐξήνθησε Βασίλειος σὺν ἅμα Κωνσταντίνῳ, οἱ πορφυρόφυτοι βλαστοὶ τοῦ Ῥωμανοῦ τοῦ πρώην Ῥωμαίων αὐταρχήσαντος παιδὸς τοῦ Κωνσταντίνου.
5915οἵτινες τὴν παππόπατρον κρυβεῖσαν βασιλείαν κἀν τοῖς Φωκᾶ καὶ Τζιμισχῆ διακοπεῖσαν χρόνοις πάλιν ἐξήνεγκαν εἰς φῶς, πάλιν ἐπισυνῆψαν, χρυσῆν, ἂν εἴποι τις, σειρὰν ἁλυσιδοῦντες ταύτην. τοιοῦτον γὰρ συνέβη τι τοῖς πορφυροβλαστήτοις
5920ὡς εἴ τι δένδρον μαρανθῇ χειμῶνος ἐπελθόντος, καὶ πάλιν ἐκθηλάσειε καὶ πάλιν ἐξανθήσει τῆς ἔαρος φαιδρότητος γλύκιον γελασάσης, ἢ καὶ καθάπερ ἂν ἀστὴρ καλλιφανὴς κρυβείη καὶ θολωθῇ καὶ καλυφθῇ τῷ πάχει τῷ τοῦ νέφους,
5925καὶ πάλιν ἀναλάμψειε λυθέντος τοῦ σκοτοῦντος. Καὶ τοίνυν ὁ πρωτόφυτος τῶν τῆς πορφύρας κλάδων, ζηλώσας τὸν πρωτόπαππον αὐτοῦ τὸν Μακεδόνα καὶ τὸν καρτερικώτατον ἥρω τὸν Ἡρακλέα, τὰς μὲν τρυφὰς ἀπέπτυσε καὶ τὰς ἡδυπαθείας,
5930καὶ βίον τὸν ἀνέσιμον ἀπέστυξε καὶ χαῦνον, τὸ δὲ τραχὺ καὶ τὸ σκληρὸν τῶν ἐργομόχθων ὅπλων καὶ θώρακας καὶ κόρυθας καὶ φάσγανα καὶ βέλη εἵλετο μᾶλλον νέκταρος γλυκαζουσῶν ψεκάδων. ἐντεῦθεν τρυφερόπεπλον περιβολὴν ἐστύγει
5935καὶ τράπεζαν ἁβρόσιτον φλεγμαίνουσαν τοῖς ὄψοις καὶ κλίνην πορφυρόστρωτον καὶ μαργαροφορίας, ἀσπίδων δὲ δουπήματα καὶ πάταγον ἁρμάτων ὑπὲρ ὀργάνων ἴυγγας θελξιμελῶν ἡγεῖτο. ἐντεῦθεν περισφύρια καὶ σιδηραῖ κνημῖδες
5940καὶ δόρυ πολεμόχαρτον ἦσαν αὐτῷ στερκτέα. πλὴν ἀλλ’ ἡ τύχη βάσκανον ὄψιν ἐπιβαλοῦσα ἀντέπιπτεν ἀντέπραττε τῇ τηλικαύτῃ θέρμῃ καὶ τὸν φλογμὸν ἐμάραινε καὶ τὴν ὁρμὴν ἐπεῖχε.
καὶ γὰρ ἀνακινήσασα πρὸς τὴν ἀποστασίαν
5945Βάρδαν ἐκεῖνον τὸν σκληρόν, τὸν μέγαν ἐν ἰσχύϊ, ἄνδρα πολεμικώτατον, εὔτολμον, φρυακτίαν, αἱμάτων τε ταυτογενῶν τῷ βασιλεῖ παγέντα, ἐξήγειρεν ὡς ἕτερον Ἄδερ τὸν παλαμναῖον, καὶ τὴν ζωὴν ἐκύκησε τοῦ κράτορος ὡς πλοῖον

(5950)

νέφους ποθὲν ἀπορραγεὶς ἄνεμος θυελλώδης. ἐπὶ πολὺ δὲ τῷ σκληρῷ τῆς μάχης τριβομένης καὶ κατεχόντων τὴν ἀρχὴν κινδύνων ἐφεστίων, Ἀσία μὲν ἠφάνιστο τῇ τῶν Ἀρράβων σπάθῃ καὶ τὰ Ῥωμαίων ὅρια τοῖς Σύροις ἐστενοῦντο,
5955οἱ Βούλγαροι δ’ ἐπήλαυνον κατὰ τῶν παριστρίων καὶ Θρᾴκην ἐληΐζοντο τὴν ἀγχιτερμονοῦσαν. ἐν μέσοις δ’ ἦν ὁ βασιλεὺς ὡς ἐν πελάγει σκάφος, ὡσεὶ στρουθοῦ νεόττιον ἐν στόματι δρακόντων. ἀλλ’ αἴφνης ἀντεπηύγασεν ἀπὸ χειμῶνος ἔαρ,
5960ἀντὶ τῆς ζάλης ἔπνευσε τῆς κυματώδους αὔρα ἡδύπνοος, ἐπάγουσα τοῖς πράγμασιν εὐδίαν. καὶ Βάρδας μὲν ὑπέκυψε τῇ τοῦ κρατοῦντος ῥάβδῳ, καὶ πάντες ὑπεστάλησαν λάθρᾳ βασιλειῶντες, εἶχε δ’ εὐθὺς Βασίλειον Ἀρράβων ἐθναρχία
5965καὶ Φάσιδος τὸ πότιμον ἰβηροτρόφον ῥεῖθρον καὶ γῆ Φοινίκων βλέψασα ταυτὸν ὡσεὶ πρηστῆρα. ἔφριξαν τοῦτον Ἴβηρες, ἔπτηξαν Ταυροσκύθαι· ὁ γαῦρος ἐδραπέτευεν ἐκεῖνος Ἰβηράρχης.
οὕτως ὀξέως ἅπασαν ἐπέδραμεν Ἀσίαν.
5970οὐκ ἔδωκεν ἀνάπαυσιν τοῖς ἑαυτοῦ κροτάφοις, οὐδὲ βλεφάροις νυσταγμόν, οὐδὲ ταῖς κόραις ὕπνον, ἕως τοὺς λύκους ἤλασε τοὺς προβατοσπαράκτας. ἐπέγνων τούτου τὴν ἰσχὺν οἱ δυνατοὶ Βουλγάρων· ἐβάφησαν τοῖς αἵμασιν ἐκείνων πεδιάδες,
5975κορμοὶ δρυῶν ἐγένοντο τὰ τούτων θνησιμαῖα, ἕλη συνέστη πολλαχοῦ τοῖς ἐκρυεῖσι φόνοις. τότε στρατὸς Αὐσονικός, ὁπλίτης, οὐχ ὁπλίτης, τῆς Θρᾴκης κατεχόρευε βήμασιν ἐλευθέροις· ἁπανταχῇ γὰρ ἔστρωτο τὰ τῶν Βουλγάρων σκηνή,
5980οὐχ ἧττον ἢ τὰ πτώματα πάλαι τὰ τῶν Δαρδάνων Τροίαν σκαμανδρογείτονα κείροντος Ἀχιλλέως. ἐπέσχεν οὖν ὁ βάρβαρος τοῦ θράσους πρὸς ὀλίγον· τὴν γὰρ στρατεύσιμον ἀκμὴν εἶδεν ἐρημωθεῖσαν. καὶ πάλιν ἀνηλάλαξε κραυγὰς ἐνυαλίους,
5985καὶ πάλιν θροῦν ἐσάλπισε σημάντορα τῆς μάχης, καὶ πάλιν ὁ Βασίλειος ἀμφέθετο τὸ ξίφος καὶ πάγχαλκον ἐδούπησε βαρύκτυπον ἀσπίδα, καθάπερ πολεμόκλονος τειχεσιπλήτης Ἄρης, καὶ πᾶν εὐθὺς κατάχαλκον ἐγίνετο πεδίον.
5990οὐδὲ γὰρ ἐνηυλίζετο θαλάμοις βασιλείοις, ὡς τρυφερὸν κοράσιον ὄψεις ἀρρένων φεύγων, ἀλλ’ ἔτεγγον ἑωθιναὶ τούτου βοστρύχους δρόσοι,
οὓς πάλαι ἐκηπεύσαντο τὰ τῆς πορφύρας μύρα. καὶ πάλιν μάχαι δύσμαχοι, πάλιν ἀνδροκτασίαι,
5995καὶ θράσος θυμοβάρβαρον ὁ βάρβαρος ἐδείκνυ, ὡς κάπρος δόρατος αἰχμὴν ὠθῶν ἐν τοῖς ἐγκάτοις. ὥπλιστο μὲν τὸ στράτευμα μερῶν ἐξ ἑκατέρων, καὶ πάντες ἦσαν πνέοντες μένος θυμοῦ καὶ μάχης, πάντες σιδηροχίτωνες, χαλκάσπιδες, λογχῖται·

(6000)

μελίας ἐπεφέροντο πάντες χαλκοβαρείας. ἡ σάλπιγξ ἐνυάλιον καὶ μάχιμον ὑπήχει, καὶ πόλεμος φθισίμβροτος ἔφριξε ταῖς ἐγχείαις, καὶ θροῦς καὶ παρακελευσμὸς ἀμφοῖν τοῖν στρατευμάτοιν. ὡς δ’ εἰς ταυτὸ συνῄεσαν Βούλγαροι καὶ Ῥωμαῖοι,
6005συνέπεσον ὡς λέοντες, ὥσπερ ἀφρισταὶ κάπροι, καὶ ξίφος πᾶν ἐμαίνετο, καὶ χεῖρες οὐκ ἠρέμουν, παλάμαι δ’ ἐπαλάσσοντο τοῖς τῶν πιπτόντων λύθροις, καὶ τῶν ἀσπίδων ὁ θλασμὸς καὶ τῶν δοράτων θραῦσις τὸν πάταγον ἀνέπεμπεν βαρύθρουν ἀγριόθρουν.
6010καὶ βασιλεὺς τοὺς ἀμφ’ αὐτὸν ὡς ἵρηξ ὠκυπέτης παρεπορεύετο κινῶν κατὰ τῶν βαρυφρόνων. τέλος Βουλγάρων ὁ στρατὸς ᾤχετο κλίνας νῶτα, αἱ δὲ Ῥωμαίων φάλαγγες εἵποντο κατὰ νώτου, κτιννῦσαι τὸν ὀπίστατον, πίπτοντας συμπατοῦσαι,
6015διώκουσαι τὸν φύλαρχον, ἵππους νευροκοποῦσαι,
καὶ τὰς σκηνὰς ἁρπάζουσαι καὶ σκύλοις ἐντρυφῶσαι. Οὕτως ὁ κράτωρ φρύαγμα παρέλυσε Βουλγάρων καὶ τὴν ὀφρὺν κατέσπασε τὴν ὑπερεπῃρμένην. οὕτως τοὺς κύνας ἤλασε τοὺς κηρεσιφορήτους
6020ἐκ μανδρευμάτων τῶν αὐτοῦ καὶ τῆς ἀγελαρχίας. οὕτως οἰκτροὺς τοὺς σοβαρούς, οὕτω δειλοὺς τοὺς γαύρου πόνοις συχνοῖς εἰργάσατο, δούλους ἀντ’ ἐλευθέρων. Ἐπεὶ δ’ οὐ φείδεταί τινος Ἅιδης ὁ παντοφάγος, συνέσχον καὶ Βασίλειον αἱ μύλαι τοῦ θανάτου,
6025καὶ τὸν Ῥωμαίων ἑδρασμὸν ἠλόησαν ὡς σῖτον, πλὴν ἐν βαθεῖ καὶ λιπαρῷ καὶ μακροχρόνῳ γήρᾳ, ἐν ἔτεσι πεντήκοντα κρατήσαντα Ῥωμαίων. ἡ δὲ βασίλειος ἰσχὺς καὶ τὰ Ῥωμαίων σκῆπτρα πρὸς τὸν αὐθόμαιμον αὐτοῦ τὸν Κωνσταντῖνον τρέχει.
6030ἀλλ’ ἦν ἐπαληθεύουσα πάντως ἡ παροιμία· ποδονιπτὴρ καὶ κύπελλον ἐκ τῶν αὐτῶν χωμάτων, ζωμήρυστρον καὶ σαρωτρὸν ἐκ τῆς αὐτῆς ξυλείας. οἱ βίοι γὰρ τοῖν ἀδελφοῖν ἦσαν ἐκ διαμέτρου ἀλλήλων παραλλάττοντες ἀπειρομέτροις μέτροις,
6035ὅσον ὁ μὲν Βασίλειος τὰς ἡδονὰς φαυλίσας μελέτην τῶν πολεμικῶν ἐτίθετο τὸν βίον, ἄνδρας ἀεὶ φυλοκρινῶν εὐίππους ὁπλοφόρους καὶ τοὺς χαλκεοθώρακας καὶ πολεμοστολίστους, ὁ Κωνσταντῖνος δ’ ἔμπαλιν· οὐδὲ γὰρ φέρων βλέπειν
6040κνημίδων περισφύρια καὶ σιδηροῦς χιτῶνας, οὐ δοῦπον ἁρματόκτυπον ἀκούειν κἂν ἐν ὕπνοις, οὐδὲ τῆς σάλπιγγος βοὰς τῆς πολεμιστηρίας, οὐ λαλαγὰς ἀρεϊκάς, οὐ κέλαδον κακόθρουν, τρυφαῖς ἐσχόλαζεν ἀεὶ καὶ λιπαραῖς τραπέζαις,
6045καὶ γυναιξὶν ἐπέχαιρεν ἀσέμνοις ὀρχηστρίσι, φιλαύλοις φιλοπαίγμοσι φιλοκιθαριστρίαις, καὶ ταῦτα παλαιόχρονος πέμπελος ὢν τριγέρων. ψυχὴν δὲ δειλοκάρδιον καὶ τρομαλέαν ἔχων ἀπὸ ψιλῆς διαβολῆς τοὺς πλείους ἀπετύφλου,

(6050)

ὡς δῆθεν ὑπορύττοντας δόλους ἀποστασίας. ἐπὶ δυσὶ τὸν βίον δὲ σαλεύων θυγατράσι, καὶ πρός τινων ἐκδιδαχθεὶς ὡς μετ’ αὐτὸν τὸ κράτος εἰς Ῥωμανὸν φοιτήσειεν, ἕνα τῶν τῆς συγκλήτου, ἐπίκλην Ἀργυρόπουλον, βιάζεται τὸν ἄνδρα
6055τὴν ἄλοχον καὶ γαμετὴν τὴν πρὶν ἀποβαλέσθαι καὶ συζυγῆναι τῇ Ζωῇ τῇ πορφυροβλαστήτῳ. καὶ ταῦτα διαθέμενος μεθίσταται τοῦ βίου, βραχὺ τῆς αὐτοκράτορος ἀρχῆς παραπολαύσας, καὶ χρόνους δύο μόναρχος δειχθεὶς αὐσονοκράτωρ.
6060 Καὶ Ῥωμανὸς ἐγκάθηται τοῖς βασιλείοις θρόνοις, ἀνὴρ σοφός, θεοσεβής, ἐμμελετῶν τοῖς θείοις καὶ βίβλοις χαίρων τὰ πολλὰ καὶ στάσεσι παννύχοις·
ὃς ἄγαν μεγαλοπρεπῶς τῇ θεοτόκῳ κόρῃ ἀνεδομήσατο μονὴν ᾗ Περίβλεπτος κλῆσις.
6065καὶ τοίνυν ἡ βασίλισσα νεότητι σφριγῶσα καὶ σφαδασμοῖς σωματικοῖς περιθερμαινομένη, καὶ βλέπουσα τὸν Ῥωμανὸν καθ’ ἑαυτὸν βιοῦντα καὶ μηδὲ μιμνησκόμενον ὡς δέδεται γυναίῳ καὶ συνοικοίη γυναικί, καὶ ταῦτα νεαζούσῃ,
6070φαύλαις τισὶ καὶ σοβαραῖς ἐννοίαις ἐσοβεῖτο. ἦν δέ τις καλοπρόσωπος εὔοπτος νεανίας· ὄνομα τούτῳ Μιχαήλ, γένος ἐκ Παφλαγόνων. ἐκείνῳ δὴ τῷ Μιχαὴλ τῷ χαριτοβλεφάρῳ, τῶν ἀνακτόρων ταῖς αὐλαῖς ἐμπεριστρεφομένῳ,
6075ἡ βασιλὶς ἐρωτικὸν ἐπιβαλοῦσα βλέμμα καὶ τοῦ προσώπου τὰς αὐγὰς ἰδοῦσα καὶ τὸ κάλλος (ἦν γὰρ τρυφεροπάρειος, εὐχρούστατος, χαρίεις, κατάλευκος, ἐξέρυθρος, ἔρωτος στάζων δρόσους) ἐρωτικῶς ἐμίγνυτο, καὶ συνεχῶς ἐτρύγα
6080ἐκ τῶν προσώπων Μιχαὴλ τὰ τῶν χαρίτων ῥόδα. καὶ δή ποτε τῷ Ῥωμανῷ τῷ βασιλεῖ τὴν σάρκα ψυχαγωγοῦντι τοῖς λουτροῖς καὶ παραμυθουμένῳ ἄνδρες τινὲς χαιρομυσεῖς φονίως ἐμπεσόντες ἀπάγχουσιν ὡς δράκοντες ἐμφύντες τῷ τραχήλῳ,
6085οὐκ οἶδα πῶς εἰς τὸ κακὸν ἢ πόθεν προαχθέντες, εἴθ’, ὥς φασι, καὶ τῆς Ζωῆς εἰς τοῦτο συμπραττούσης,
ἢ συνειδυίας μηδαμῶς (οὐδὲ γὰρ ἔχω λέγειν), ἔτη δὲ πέντε ἥμισυ κρατήσαντα Ῥωμαίων. τοιούτῳ τρόπῳ τῆς ἀρχῆς μεθίσταται καὶ βίου.
6090 Τοῦ Ῥωμανοῦ δὲ τὴν ζωὴν τὴν κάτω λελοιπότος ὁ Μιχαὴλ ἀρχηγετεῖ καὶ δράττεται τῶν σκήπτρων, ὁ πρὸ βραχέος ἀφανής, ὁ ταπεινὸς τῷ γένει, τοῦτον μισθὸν εὑράμενος τῶν μοιχιδίων λέκτρων. ἦν δὲ καλὸς ὁ Μιχαὴλ οὐ μόνον τῷ προσώπῳ,
6095ἀλλ’ ἔλαμπε καὶ χάρισιν ἃς ἀρεταὶ γεννῶσι, αἱ τῆς ψυχῆς στολίστριαι καὶ τοῦ νοὸς λαμπάδες. συνίει γὰρ ὡς συνετὸς καὶ καθ’ αὑτὸν ἐσκόπει ἐξ οἵας ταπεινότητος ἔπτη πρὸς βασιλείαν, ἐξ οἵας τῆς φαυλότητος εἰς οἷον ὕψος ἤρθη.

(6100)

ἐντεῦθεν ἦν εὐέντευκτος, ἄτυφος, μετριόφρων, καμπτόμενος εἰς ἔλεον, οἰκτείρων δυσπραγοῦντας, ψυγαγωγῶν τοὺς ἐνδεεῖς, ὀλβίζων τοὺς ἀπόρους, καὶ τοὺς ψυγέντας τῷ κακῷ τῷ τῆς ἀχρηματίας ἀναζωῶν καὶ ζωπυρῶν καὶ συντηρῶν καὶ θάλπων,
6105καὶ χρυσορείθροις νάμασιν ἀρδεύων τοὺς διψῶντας. οὐδεὶς αὐτὸν θεώμενος ἀπῄει δακρυχέων, οὐδεὶς δὲ λιταζόμενος ᾤχετο σχετλιάζων. ἀλλὰ γὰρ ἐσπαράττετο νόσῳ δυσφορωτάτῃ, ὡς ὁ Σαοὺλ τῷ πονηρῷ πνιγμῷ τοῦ δαιμονίου,
6110καὶ τὴν ζωὴν κατώδυνον εἶχε καὶ κινδυνώδη,
εἴτ’ οὖν ὑλαίων ἐκ βρασμῶν θολούμενος καὶ πίπτων, εἴτε βιαίῳ κολαστῇ δαίμονι προσπαλαίων. πολλάκις γάρ τοι κατὰ γῆς ἄφωνος ἐρριπτεῖτο, ἀφρὸν ἐμῶν τοῦ στόματος, σίελον ἀποβλύζων,
6115τὰ χείλη μελαινόμενος, τὰς κόρας διαστρέφων, φθογγὰς προπέμπων δυσηχεῖς ἀσήμους προβατώδεις, κἂν μή τινες ἐντύχοιεν ἀρήγοντες τῷ πάθει, τειχοκρουστῶν τὴν κεφαλὴν καθάπερ ἀλλοτρίαν. ἀπὸ τοιούτου πτώματος πολλάκις ἀνασφήλας
6120θερμότερος ἐγίνετο τῆς ἀρετῆς ἐργάτης, καὶ πλέον ἐπεμέλετο τῆς ἔνδον εὐεξίας, καὶ τὴν μονάστριαν ζωὴν μᾶλλον ὑπερεδίψα. ἦσαν δ’ αὐτῷ ταυτόαιμοι κἀκ τῶν αὐτῶν σπερμάτων ἄνδρες φαυλότροποί τινες, κηφῆνες ἁρπακτῆρες,
6125ἄνθρωποι δυσανάγωγοι, κτηνώδεις, κακοήθεις, καὶ τί γὰρ οἱ βουθρέμμονες, χοιρόβιοι, βουζύγαι, ἄνδρες προβατοθρέμμονες, ἀπόζοντες τοῦ γράσου, καὶ πρινοκάρπων φροντισταὶ καὶ τῶν δρυοβαλάνων; τοιούτων οὖν τῶν ἀδελφῶν ὄντων τοῦ βασιλέως
6130κἀν τοῖς κακοῖς ἐπρώτευεν ὁ καὶ τῷ γένει πρῶτος, ἐκτετμημένος πρὸ μακροῦ τοὺς παιδουργοὺς κυλίνδρους, ἄνθρωπος κακουργότροπος, σκαιός, ῥυπαρογνώμων, ὃς σχὼν τὴν ἐπιμέλειαν τῶν γηροκομουμένων καὶ τἆλλα πάντα τῆς ἀρχῆς ἦγεν ἄνω καὶ κάτω
6135καὶ τοῦ κρατοῦντος ἄντικρυς ὦπτο λεοντοκόμος. οὗτος οὖν πείθει Μιχαὴλ εἰσποίητον γενέσθαι υἱὸν τὸν ἀδελφόπαιδα Ζωῇ τῇ βασιλίσσῃ. ἦν ταῦτα καὶ τοιαῦτα μέν, τὰ δ’ ἐφεξῆς ὁποῖα; ὁ βασιλεὺς τὸν Μιχαὴλ (οὕτω γὰρ ἐκαλεῖτο)
6140τῇ γαμετῇ παιδοθετεῖ, καὶ Καίσαρος στεφάνῳ τὸν κτηνωδέστατον κοσμεῖ, τὸν ἄντικρυς χοιρόνουν. αὐτὸς δὲ συμπνιγόμενος τῷ πάθει τῷ συμφύτῳ καταστολὴν ἐνδύεται κρείττονα πορφυρίδος, τοῦ πνεύματος τῷ μέλανι τοὺς πέπλους μεταβάψας,
6145καὶ τῇ γαλήνῃ προσδραμὼν ἐκ πολυσάλου βίου, ἐφ’ ὅλοις ἔτεσιν ἑπτὰ τῆς βασιλείας ἄρξας. Ἐντεῦθεν ἡ βασίλισσα φροντίζει τῶν τοῦ κράτους, καὶ τὸν ἀνδραδελφόπαιδα τὸν Μιχαὴλ ἐκεῖνον τοῖς τῶν ἀνάκτων οὐ καλῶς κατακοσμεῖ συμβόλοις,

(6150)

ἄνθρωπον κακοδαίμονα, χοιρώδη, προβατόνουν, καὶ φύσει μὲν εἰσφέροντα σκαιότητας συμφύτους, τῆς δὲ νεότητος αὐτὸν εἰς πλέον ἐκτρεπούσης ἀποπτυστῆρα χαλινοῦ πῶλον παραζηλοῦντα, καὶ πωλικὰ σκιρτήματα καὶ λακτισμοὺς ἀτάκτους
6155ἀντιφιλοτιμούμενον τῇ θηλασάσῃ θρέπτρα μετὰ τὸ σπάσαι τῆς θηλῆς καὶ τῆς τροφῆς εἰς κόρον. κἀνταῦθα μόνον ἡ Ζωή, τὸ τῆς πορφύρας ἔρνος, ἠγνόησεν ἀγνόημα θλίψεις πολλὰς κεράσαν,
ὅτι τὸν ὄφιν ἔθαλπεν ἐγγάστριον τιθεῖσα
6160καὶ βασιλείας τὸν μαστὸν τῷ δράκοντι παρεῖχεν. ἐπεὶ γὰρ ἐπελάβετο πραγμάτων τηλικούτων ἄνθρωπος νέος, ἄβουλος, ἀγέρωχος, αὐθάδης, ὡς οἶνος νεοπάτητος ὑβρίζων καὶ καχλάζων, τῆς τύχης τὴν εὐμένειαν οὐκ ἴσχυσε βαστάσαι,
6165κἀντεῦθεν εἰς βαθύκρημνον ἐξεκυλίσθη χάος· μόλιβδος γὰρ βαρύφορτος, φασίν, εὐημέρια, κἂν οὐκ ἐντύχῃ κραταιῷ τῷ φέροντι τὸ βάρος, κύμβαχον ῥίπτει κατὰ γῆς ἐκεῖνον καὶ συμπνίγει. καὶ πρῶτα μὲν τοὺς τῆς ἀρχῆς προάρχους καὶ προβούλους
6170βαρβαρικῶς ἐκόλαζε τὰ παιδογόνα τέμνων, ὥστε πολλοὺς ἀμείψαντας τὴν τῶν ἀρρένων φύσιν ἡμιανθρώπους γίνεσθαι καὶ μὴ γνωστοὺς τῇ φύσει. οὕτως εὐθὺς ἀπὸ γραμμῆς πρώτης κακὸς ἐφάνη· τοὺς γὰρ πονηρογνώμονας καὶ κακεντρεχεστάτους
6175ἐπὶ μιᾶς, ὡς λέγουσιν, ἡμέρας γνώσεταί τις. ἔπειτα προσλαβόμενος νηπιοβούλους παῖδας καὶ πρωτοβούλοις χρώμενος νήπιος τοῖς νηπίοις, καθάπερ πρὶν ὁ Ῥωβοὰμ ὁ Σολομῶντος γόνος, τὰς βασιλίσσας ἐξωθεῖ Ζωὴν καὶ Θεοδώραν,
6180καὶ νησιώτιδας αὐτὰς θέμενος ἀποκείρει. ὅπερ δεινοὺς ἐξήγειρε φλοίσβους τῷ ταλαιπώρῳ,
ὡς ἄνεμος ἐπιπεσὼν θαλάσσῃ σκαφηπλόῳ καὶ κάτωθεν ἀπὸ μοχλῶν αὐτὴν ἀναμοχλεύσας. τότε παρῆν κατανοεῖν ἐξ ἐναργῶν πραγμάτων
6185ὁποῖον πλήθους εὔνοια περὶ τὸν εὐεργέτην, καὶ πόσα σθένει κοίρανος ἄρχων στρατάρχης κράτωρ πατρὸς στοργὴν καταπλουτῶν περὶ τοὺς ὑπὸ χεῖρα καὶ παρ’ αὐτῶν φιλούμενος καθάπερ ὑπὸ τέκνων. ἐπεὶ γὰρ ἠνωτίσατο τὸ πλῆθος τὰ τοιαῦτα,
6190ὡς τὰς ἀνάσσας ὁ κρατῶν ὑπερορίους θείη, ὡς τρίχας σφῶν ἀεκουσῶν ἀποθερίσοι βίᾳ, ὡς τὰς ἐσθῆτας τὰς αὐτῶν εἰς μέλαν μεταχρώσει, θυμοῦ καχλάζει τῇ πυρᾷ, λίθους εὐθὺς ἁρπάζει, ξύλα καὶ πᾶν τὸ προστυχόν, βώλους, κορύνας, ξίφη.
6195ὥπλιστο καὶ τὰ γύναια κερκίσιν ὥσπερ λόγχαις, καὶ σὺν κραυγῇ καὶ λαλαγῇ πρὸς τὸν κρατοῦντα τρέχει, τὰς βασιλίσσας ἐκζητοῦν ὅλαις χερσὶ καὶ γνώμαις, καὶ βλασφημοῦν τὸν Μιχαὴλ βοαῖς ἀγριοθρόοις. τότε δὴ τότε τρομερὰ λαγίνα καθωρᾶτο

(6200)

δράκων ὁ πρὶν βλοσυρωπός, ὁ λέων χαμαιλέων. τοῦ θράσους καθυφίησι καὶ τῆς ἀλαζονείας, καὶ γοργοπλόοις σκάφεσιν ἄγει τὰς βασιλίσσας, καὶ πάλιν ἀποδίδωσιν αὐταῖς τὴν κρατορίαν τὴν ἐκ προγόνων προσγενῆ, τὴν ἐκ τῶν ἐπιπάππων.
6205πλὴν ἀλλὰ πάλιν ἡ πυρὰ τῆς στάσεως ἀνῆπτο,
πάλιν ἀνερριπίζετο κατὰ τοῦ καταπτύστου. καὶ τοίνυν ἄφυκτον ἰδὼν ὁ κάκιστος τὴν βίαν, καὶ πάντοθεν κυκλούμενος ὡς ἄρκτος ὑπ’ ἀρκύων, πειρᾶται τάχα τὴν ζωὴν κλέψαι ποσὶ φυγάσι,
6210καὶ δραπετεύει λαγωός, εἴποι τις ἄν, εἰς πέτραν, καὶ τράπεζαν τὴν μυστικὴν καταφυγὴν ποιεῖται. ἀλλὰ τὸ πλῆθος ἐκκαυθὲν καθάπαξ εἰς μανίαν αὐτὸ τὸ πῦρ, ὡς ἔοικεν, ὑπερνικᾷ τὸ βρέμον· ἔνδον καὶ γὰρ τῶν ἱερῶν ἀδύτων εἰσδραμόντες
6215ἐκεῖθεν ἀφαρπάζουσι τὸν τάλανα βοῶντα σὺν στεναγμοῖς καρδιακοῖς, σὺν δάκρυσιν ἐνθέρμοις, καὶ κόρας ἐξορύττουσιν αὐτοῦ ταῖς μαχαιρίσι. καὶ σὺν αὐτῷ τὸν δυσσεβῆ πατράδελφον τυφλοῦσι, ἄνθρωπον δύστροπον, σκαιόν, κάκιστον, παντορέκτην,
6220μῆνας οὐ πλέον τέσσαρας γευσάμενον τοῦ κράτους. καὶ πάλιν αἱ βασίλισσαι τὸ στέφος ἀναδοῦνται, καὶ πάλιν τὴν πατρόπαππον ἀρχὴν κατακληροῦνται. τῆς ζάλης δὲ τῶν πειρασμῶν ἀπελασθείσης πόρρω, ἔπνευσε ζέφυρος ἡδύς, ἐγέλασεν εὐδία.
6225 Ἀλλ’ ἡ βασίλισσα Ζωὴ τὸ τῶν Ῥωμαίων κράτος κράτορος ἀρρενόφρονος χρῄζειν διεγνωκυῖα, καὶ παίδων δὲ διαδοχῆς καὶ τοκετοῦ διψῶσα καὶ γλιχομένη τεκνουργὸς ἀκοῦσαι παιδομήτωρ
(ὑπὸ δυοῖν γὰρ κοπετοῖν ὡς δένδρον ποτισθεῖσα
6230ἄχλοος ἐκινδύνευεν, ἄφιλος, αὖος μένειν), ἄνδρα τινὰ χαρίεντα τοὔνομα Κωνσταντῖνον Λεσβόθεν μεταπέμπεται σκάφεσι λαιφοπτέροις, ὃν Μονομάχον ἔλεγον ἐκ πατρεπωνυμίας. καὶ γὰρ καταδεδίκαστο ταύτην οἰκεῖν τὴν νῆσον
6235ὑπὸ τοῦ πρώτου Μιχαὴλ τοῦ βεβασιλευκότος, κατ’ ἄλλους μὲν ὡς τὴν ἀρχὴν πειρώμενος ἁρπάζειν (ἄνδιχα γὰρ ἐκράτησαν αἱ περὶ τούτου φῆμαι), ὡς ἄλλοι δέ τινές φασιν, οἷς ἀψευδὴς ἡ γλῶσσα, ὡς συμφθαρεὶς ἐρωτικῶς Ζωῇ τῇ βασιλίσσῃ.
6240τὴν Λέσβον οὖν κατακριθεὶς οἰκεῖν ὁ Κωνσταντῖνος, καὶ κινδυνεύσας παρ’ οὐδὲν σβεσθῆναι καὶ τὰς κόρας, αἴφνης πεσόντος ἔμπαλιν τοῦ κύβου τοῦ τῆς τύχης καὶ τῶν ὀστράκων τῶν αὐτῆς ἄλλως μεταρριφέντων αὐτάναξ ἀναδείκνυται, δεσπότης ὁ πρὶν δοῦλος,
6245αὔταρχος ὁ κατάκριτος καὶ κράτωρ ὁ δεσμώτης, καὶ τὴν βασίλισσαν Ζωὴν νυμφεύεται πρὸς γάμον. οὕτως ἀστάθμητός ἐστι τῶν γηγενῶν ὁ βίος· οὕτω πραγμάτων ὁ τροχὸς ἄνω καὶ κάτω τρέχων κυλίνδει πάντα τὰ θνητὰ καὶ φύρδην μετατρέπει.

(6250)

αἱ φῆμαι δὲ μορφάζουσι τοῦτον τὸν Μονομάχον τῶν μὲν μαχίμων ἀδαῆ καὶ τῆς ὁπλοφορίας,
τὰ δ’ ἄλλα μεγαλοπρεπῆ, φιλόδωρον, ἀστεῖον, λαμπρόψυχον, φιλόκοσμον, ἐπιεικῆ τοὺς τρόπους, φιλοδωρίας θάλασσαν, λίμνην ποτιμωτάτην,
6255ἐξ ὧν ἀπήλαυσαν πολλοὶ χευμάτων καλλικρούνων, ἐξ ὧν ἀπήντλησαν πολλοὶ νάματα ζωοτρόφα· τὰς φλέβας γὰρ ἁπανταχῇ διακρουνίσας ὤφθη, χρυσεοδίνης Πακτωλός, Νεῖλος ἀργυροχεύμων. ἐπέγνων τούτου καὶ λαοὶ παλάμας φιλοδώρους,
6260ἐπέγνων τούτου καὶ ναοὶ τὰς φιλοκόσμους χεῖρας. οἱ πέντες ἐξέπιον ἤντλησαν, ἀλλ’ εἰς κόρον· πᾶν τέμενος ἀπήλαυσεν ἀρδείας χρυσορείθρου. οὕτω κοινὸς ἦν ποταμός, ἁπανταχοῦ λιμνάζων· ἐκένου γὰρ τῶν δωρεῶν ἀφθονοχύτους χύσεις
6265ὡς εἰς ἀτρήτους ἀγωγοὺς τοὺς καταπονουμένους. καὶ Ξέρξης μὲν ὁ σοβαρὸς ἐκεῖνος ὁ Περσάρχης ὑπὸ καλὴν πλατάνιστον ἀνακλιθεὶς ἐν θέρει κόσμοις ἀψύχοις τὸ φυτὸν ἀντεφιλοτιμεῖτο· τοῦ δὲ καὶ πέτραι καὶ φυτὰ καὶ νῆσοι καὶ λειμῶνες
6270χάρισιν ἐπιάνθησαν εὐδρόσοις ἀειρύτοις. οὕτω μεγάλην τὴν ψυχήν, οὕτω πλουσίαν εἶχε. κἂν γνῶναι θέλῃ τις αὐτοῦ τὰ τῆς λαμπροψυχίας, ἡ λαμπροδόμητος μονὴ πιστώσεται τὸ πρᾶγμα, ἣν ἐκ θεμέθλων ἤγειρεν, ἀπὸ ῥιζῶν ἐσχάτων
6275τῷ θείῳ χριστομάρτυρι τῷ τροπαιοφοροῦντι.
ἀλλὰ γὰρ οὕτω τοῖς καλοῖς θάλλων ὑπὲρ τὰς κέδρους, οὕτω κομῶν ταῖς ἀρεταῖς ἀείφυλλος ὡς φοῖνιξ, ἄγαν πονηρῶς τῆς σαρκὸς εἶχε τῆς χωματίνης, ποδάγρας ταῖς βαρύτησιν ἐσφίγγετο τοὺς πόδας
6280ὡς ποδοκάκαις ἰσχυραῖς, ὥσπερ ἀλυκτοπέδαις. καὶ τοίνυν διημέρευεν ἐν μαλακοῖς δεμνίοις παραμυθούμενος αὐτῷ τοὺς κατακόπους πόδας. ἐντεῦθεν ἀνερράγησαν αὐτῷ πολυκυμίαι καὶ συμφορῶν καὶ πειρασμῶν ἄνεμοι κυματίαι.
6285ἤκουσται πάντως ὁ δεινὸς ἐκεῖνος Μανιάκης, ἀνὴρ γιγαντοπάλαμος, ὀξύχειρ, ἀνδροφόντης, θρασύσπλαγχνος, εὐκάρδιος, πνέων ὀργῆς ἐκθύμου. ἐκεῖνος τοίνυν ἠθροικὼς ἄνδρας ἀγχεσιμάχους, κορυνοφόρους, αἰχμητάς, ἄνδρας γιγαντοσώμους,
6290εὐαύξητον ἀναδρομὴν φέροντας τῶν σωμάτων, ὑπὲρ πλατάνων ὑδρηλῶν μῆκος ὠργυιωμένους, ὡς νέφος ὑπὲρ κεφαλῆς ἔστη τοῦ βασιλέως παχύ, ζοφῶδες, θολερόν, μελάντερον καὶ πίσσης, ὄμβρους ῥαγδαίους ἀπειλῶν, οὐχ ὑδατίους ὄμβρους,
6295ἀλλὰ ῥοὰς αἱματηράς, ἀλλὰ φονίους χύσεις. κατέλαβε τὰ φρούρια, κατέλαβε τὰς πόλεις. ἐπῄει βρέμων τῷ θυμῷ, φυσῶν ὑπὲρ Κενταύρους, ὡς Καπανεὺς μεγαλαυχῶν, κομπάζων ὡς Ἀνταῖος. καὶ τίς ἂν ἤλπισε φυγεῖν ἀπὸ κακοῦ τοσούτου;

(6300)

ἀλλ’ ὁ περιφρουρούμενος ταῖς τοῦ θεοῦ παλάμαις
οὐ δειλιάσει γίγαντας, οὐ θῆρας ὑποτρέσει, οὐδὲ τρομάσει σίδηρον οὐδὲ καμίνου στόμα· φέρει γὰρ σύμμαχον θεὸν ὑπὲρ παντάρβην λίθον, ὑπὲρ τὸν περὶ Τίγρητα θηροδιώκτην Μίδαν.
6305ἐντεῦθεν ἥλιος φαιδρὰς ἀνέτειλεν ἀκτῖνας, ἔλυσε τὴν σκοτόμαιναν, ἀπήλασε τὸ νέφος. ἔβλεψαν φῶς ἐλεύθερον ὁ βασιλεὺς αἱ πόλεις, ἐγένετο πλευρότρωτον τὸ δυσμενὲς θηρίον, καὶ πάντες ἤλυξαν αὐτοῦ τὰς ὠμοφάγους γνάθους.
6310καὶ πάλιν ὁ Τορνίκιος ἄλλο κακὸν ἀνέφυ, ἄλλο θηρίον Δανιὴλ ὃ προκατεῖδε πάλαι, πατοῦν τὰ πάντα καὶ λικμοῦν καὶ τοῖς ποσὶ συντρῖβον καὶ τὰ καταλειπόμενα συνθλάττον τοῖς ὀδοῦσι. ἀλλὰ καὶ τοῦτον τάχιον ἀνήρπασεν ἡ δίκη,
6315ἀφύκτοις βέλεσιν αὐτοῦ κατατοξευσαμένη καὶ τὸ θηρίον πλήξασα πληγὰς περιστερνίους. καὶ τότε περιέλαβε τὸν κράτορα γαλήνη ἀτάραχος, οὐκ ἔχουσα κατάλειμμα χειμῶνος. ὡς δὲ κατήπειγον αὐτὸν αἱ παλαμναῖοι νόσοι
6320καὶ τὸν πηλὸν τοῦ σώματος ἡ φύσις ἐπεζήτει, τὰ κατὰ γνώμην θέμενος μεθίσταται τοῦ βίου ἔτεσι δυοκαίδεκα τὸ κράτος διιθύνας. Ὡς δὲ κατέλιπε ζωὴν τὴν κάτω Κωνσταντῖνος, πρὸς τὴν πορφυροβλάστητον εὐθέως Θεοδώραν,
6325τὴν τῆς Ζωῆς ταυτόσπορον, τὸ κράτος μεταβαίνει (ἡ γὰρ βασίλισσα Ζωὴ πάλαι προετεθνήκει), ἣ τῷ τοῦ κράτους πρὸς μικρὸν ἐπαναβᾶσα δίφρῳ, καὶ μῆνας δέκα τῆς ἀρχῆς σὺν δύο βασιλεύσασα, καὶ τὴν ἀνάλυσιν αὑτῆς γνοῦσα τὴν ἐκ τοῦ σκήνους
6330(ἦν δ’, ὥς φασιν, ἀπείρατος σώματος ῥυπαρίας) ἄνδρα τινὰ μακρόβιον πέμπελον τρομαλέον ἐπιβιβάζει διφρευτὴν ἅρματι τηλικούτῳ. καὶ τούτῳ κλῆσις Μιχαήλ, ὃς κατὰ μὲν τὸν χρόνον ἀμετροβίοις ἤριζε κορώναις μακρογήρῳς,
6335ὁποίους ἤδη φθάσαντας ἐπὶ δυσμὰς τοῦ βίου ἐκ τῆς λατρείας ἑαυτοῦ πόλεμος ἀπολύει, τὰ δ’ ἄλλα καὶ σεμνότροπος καὶ βέλτιστος ἐδόκει. ἀλλὰ γὰρ οὐκ ἐξίσχυσε τὰς τῆς καρδίας βλάστας εἰς φῶς προάγειν καὶ δηλοῦν τὸν κατὰ βάθους στάχυν·
6340καὶ γὰρ ἐσφετερίζοντο πᾶσαν τὴν δυναστείαν οἱ Θεοδώρας πρόσπολοι τῆς πορφυροβλαστήτου, καταφρονοῦντες Μιχαὴλ ἄντικρυς ὡς ἀνίκμου κράμβης ἀφύλλου γηραιᾶς, ἤδη διερρευκυίας, ὅτι καὶ κατεδέδετο φρικώδεσιν ὁρκίοις
6345πάντων αὐτοῖς ἐξίστασθαι καὶ λόγων καὶ πραγμάτων. ἦν οὖν αὐτὸς ὡσεὶ σκιά, καὶ λόγοις μόνοις κράτωρ, τὰ δ’ ἄλλα πάντα ταῖς χερσὶν ἐκείνων διῳκεῖτο οὓς παιδοκόμους Μιχαὴλ ἔλιπε Θεοδώρα
καὶ φύλακας καὶ φροντιστὰς καὶ τῆς ἀρχῆς πατέρας·

(6350)

δὶς παῖδες γὰρ οἱ γέροντες κατὰ τὴν παροιμίαν. ἐντεῦθεν οἱ προσαίνοντες καὶ προσιόντες τούτοις καὶ πανταχῇ τοῦ νεύματος αὐτῶν ἐξηρτημένοι ἠρύοντο λιμνάσματα τῶν εὐεργετημάτων. ἄνθρωποι δὲ στρατηγικοί, πολέμων εὖ εἰδότες
6355καὶ ῥιζωμάτων εὐκλεῶν φύντες καὶ καλλικλάδων, οἷς εὐπατρίδαι πρόγονοι καὶ γένος ἐξ ἡρώων, ὡς ἄγγος τι κεραμεοῦν ἄτιμον ἐρριπτοῦντο. πιστοῦται τὸ λεγόμενον ὁ Κομνηνὸς ἐκεῖνος, ᾧ κλῆσις Ἰσαάκιος, ὃς ἐπ’ ἀριστουργίαις
6360ὀνόματος ἠξίωτο καὶ φήμης περιτράνου· εἶχε γὰρ χεῖρας ἀγαθὰς περὶ πολέμων ἔργα, καὶ τοὺς δακτύλους εὐφυῶς ἤσκητο πρὸς τὰς μάχας. ὃς προσελθὼν τῷ Μιχαήλ, καὶ τοὺς καρποὺς τῶν πόνων δαψιλεστέρους παρ’ αὐτοῦ δρέψασθαι προσδοκήσας,
6365καὶ τῶν ἐλπίδων μὴ τυχὼν καὶ μὴ τρυγήσας ῥόδα, ἀλλὰ καὶ μᾶλλον ὕβρεων εὑράμενος ἀκάνθας πρὸς τῶν κακίστων κηπευτῶν τοῦ τῆς ἀρχῆς λειμῶνος, περιαλγὴς γενόμενος βλέπει πρὸς τυραννίδα, καὶ προσεταιρισάμενος τὸν Δοῦκαν Κωνσταντῖνον
6370καὶ πλείους ἄλλους τῶν πολλῷ πλούτῳ περιβριθόντων καὶ τῶν τοῦ γένους τὰς ἀρχὰς λαμπρὰς ηὐτυχηκότων, καὶ συλλεξάμενος στρατὸν Ἀσίηθεν ὁπλίτην,
ἀντέπεισι τῷ βασιλεῖ τοῦ θρόνου κατασπάσων. ἤκουσε ταῦτα Μιχαὴλ ὁ τρομερὸς ὁ γέρων,
6375καὶ κρίνας μᾶλλον ἑαυτὸν ἄξιον ἀφανείας ὡς ἤδη τυμβογέροντα καὶ κατασεσηπότα, ἕτοιμος ἦν ἐξίστασθαι τῷ Κομνηνῷ τοῦ κράτους. ἀλλ’ οἱ τὸ σκάφος τῆς ἀρχῆς ἰθύνειν κληρωθέντες, μὴ σώζειν τοῦτο θέλοντες ἀλλὰ καὶ καταδύειν
6380καὶ κλύζειν τὸν ταλάντατον κύμασι βαρυβρόμοις, εἰς μάχην καὶ μὴ θέλοντα τὸν γέροντα κινοῦσι καὶ τὸν μικροῦ τυμβόχωστον εἰς ἀντιπαρατάξεις. [ἕτεροι δ’ αὖθις λέγουσιν ὡς οἱ Ῥωμαίων κρείττους, ἀρχιθυτῶν οἱ προύχοντες, λογάδες τῆς συγκλήτου,
6385αὐτὸν μετεκαλέσαντο παρέξοντες τὸ στέφος. ἦν γὰρ ἀνὴρ στρατηγικὸς καὶ κυβερνᾶν ἰσχύων τὴν ἱερὰν καὶ σωστικὴν τῆς βασιλείας σκάφην, ἀνὴρ ἀγχίνους, δεξιὸς πρὸς ἔργα καὶ πρὸς μάχας, καὶ μηδενὸς λειπόμενος τῶν πρώην βασιλέων.
6390εἴσεισιν οὖν ὁ Κομνηνὸς τὴν βασιλίδα πόλιν.] ἐντεῦθεν μάχη σύμφυλος, καὶ δεξιαὶ Ῥωμαίων κατὰ Ῥωμαίων τὰς αἰχμὰς θήγουσαι καὶ τὰς λόγχας καὶ καταπαλασσόμεναι φόνοις τοῖς ὁμογνίοις· καὶ δρέπανον ἐπέτετο διχάζον ὁμοφύλους
6395καὶ κατ’ ἀλλήλων συγκινοῦν ὥσπερ ἐν σκοτομήνῃ
καὶ παῖδας ταυτοπάτορας ἀλλήλοις ἀγριαῖνον. γίνεται γοῦν ὑπέρτερος ὁ Κομνηνὸς τῇ μάχῃ, καὶ Μιχαὴλ καθίσταται τοῦ κράτους καὶ μὴ θέλων, ἐνιαυτοῦ περίμετρον ἑνὸς σκηπτροκρατήσας.

(6400)

καὶ πόλιν τὴν πρωτόπολιν φθάσας ἀπτέρῳ τάχει, καὶ στέφος περιθέμενος κρατόρων αὐτανάκτων ἐφήπτετο τῶν τῆς ἀρχῆς πραγμάτων αὐθεκάστως, καὶ πᾶσι προσεφέρετο κατὰ τὸ μεγαλεῖον, καὶ τοῖς ἀγχοῦ καὶ τοῖς μακρὰν καὶ τοῖς ἐν ἐξουσίαις.
6405καὶ τὴν ἁλμοποτίστριαν, τὴν φαύλην κολακείαν, καὶ τοὺς αὐτῆς ναυτιασμοὺς ἀπὸ ψυχῆς ἐστύγει. κἀντεῦθεν φορτικώτερος τοῖς πλείοσιν ἐδόκει, καὶ πλείω τοῦ καθήκοντος φέρων ἀγερωχίαν. πλὴν ἀπολαύσας τῆς ἀρχῆς οὐκ ἐν μακροῖς ἡλίοις,
6410ἀλλὰ τὸ δὴ λεγόμενον ὡς ἄγρωστις ἀνθήσας, καὶ μετ’ ὀλίγον μαρανθεὶς ὑπὸ φθινάδων νόσων,— ἐπὶ δυσὶ γὰρ ἔτεσι τοῦ κράτους ἀπολαύσας τὸν Δοῦκαν μὲν κατακοσμεῖ τοῦ κράτους τοῖς συμβόλοις ὡς ὑπανοίξαντα πολλὰς αὐτῷ χρηματοθήκας
6415καὶ συναντιλαβόμενον τῆς πρώην τυραννίδος, αὐτὸς δὲ τὸ τραχύβιον τοῦ κατὰ θεὸν βίου ἑλόμενος ἀμφέθετο χιτῶνας μελαγχρόους, καὶ δαπανήσας ἑαυτὸν ἔργοις μακροκαμάτοις πολυζηλώτῳ τέρματι τὸν βίον καταλύει·
6420διὸ καὶ εὕρηκε ζωὴν ἥνπερ καὶ ἐπεπόθει. Ὁ Δοῦκας δὲ παραλαβὼν τοῦ κράτους τὰς ἡνίας τὸ τέτρωρον τὸ χρύσεον ἴθυνεν ἀγχωμάλως, καὶ χρώμενος βηματισμοῖς σχολαίοις βραδυπόροις, μήτ’ αὖθις ἅπαν ἐνδιδοὺς καὶ παραβόλως θέων,
6425ἀλλὰ καὶ θράσους τὸν βρασμὸν ὥσπερ ἀνασειράζων καὶ φεύγων τὸ κατὰ κρημνῶν ἐλαύνειν ἀπροόπτως καὶ τοὺς τῶν ἁμαξοτροχῶν κινδύνους ὑπεκκλίνων. ἐν ἑπταρίθμοις δὲ παισὶ τὸν οἶκον ὑπερείσας ὥσπερ ἐν κίοσιν ἑπτὰ παγίως ἀραρόσι,
6430καὶ μέλλων ἀπανίστασθαι τοῦ βίου καὶ τῶν βίου, κλόνον ἀπειρομέριμνον εἶχε κατὰ καρδίας καὶ κλύδωσιν ἐφέρετο φροντίδων ἐπαλλήλων. ἔστεργε τὴν βασίλισσαν, ἤθελε ταύτην μένειν τῶν παίδων τε φροντίστριαν καὶ τῆς ἀρχῆς μερῖτιν,
6435ὑπώπτευε τὸ τρυφερὸν πάλιν τῆς ἡλικίας· τοῖς γὰρ βρασμοῖς καὶ σφαδασμοῖς τοῖς τῆς σαρκὸς ἐσφρίγα. ὑπώπτευε μὴ δεύτερον πρὸς λέχος ἀνακλίνῃ, μὴ πάλιν μήτηρ γένηται παίδων ἀλλοβλαστήτων, κἀντεῦθεν οἱ μὲν ἐξ αὐτοῦ φυέντες μαρανθεῖεν,
6440πρὸς δὲ τοὺς ἑτεροθαλεῖς τὸ κράτος μεταβαίη. τοιαύταις κυματούμενος τῶν λογισμῶν ταῖς ζάλαις μετάγειν τὴν βασίλισσαν ἐκεῖθεν ἐπειρᾶτο καὶ τοῖς παισὶ καταλιπεῖν ἐλεύθερον τὸ κράτος,
ἄλλους αὐτοῖς διοικητὰς θέμενος ὡς νηπίοις.
6445ἀλλὰ τὸ μέλλον ἔοικε πάντων ὑπερισχύειν, κατακαυχᾶσθαι λογισμῶν, ὑπερνικᾶν καρδίας. καὶ τοίνυν ἡ βασίλισσα τούτων ἐπαισθομένη καὶ πᾶν τὸ διαβούλιον μαθοῦσα τοῦ συλλέκτρου ὅρκοις αὑτὴν φρικώδεσιν οἷα δεσμοῖς συσσφίγγει

(6450)

μηκέτι παστοπήγια στῆσαι δευτέρου γάμου, ἄλλους μηκέτι γνώσεσθαι θαλάμους γαμηλίους, ἀλλὰ τοῖς τέκνοις τοῖς αὐτοῦ τὸ κράτος συντηρῆσαι. Ὁ μὲν οὖν Δοῦκας τοῖς θεσμοῖς τοῖς φυσικοῖς ὑπήχθη καὶ τὸ θνητὸν καὶ γηγενὲς ἀπεφορτίσθη βάρος
6455ἐν ἑπταρίθμοις ἔτεσι Ῥωμαίων βασιλεύσας· ἡ δ’ Εὐδοκία σύμπλοος ἐγίνετο τοῖς τέκνοις ναυβάτις χρηματίζουσα τοῦ καλλιπρώρου σκάφους. ἀλλ’ αἴφνης ἀγριάνασαι σαρκὸς αἱ καταιγίδες ἐξήγειραν δυστάραχον ἄνεμον κυματίαν,
6460ἐπήγαγον ναυτιασμοὺς ἐμέτους σκοτοδίνας, ἠπείλησαν τοὺς πλέοντας θέσθαι κυματοκλύστους· πέλαγος γὰρ δυσχείμερον ὑπήνοιγε τὸ στόμα. τί δὲ καὶ ποῖον τὸ συμβάν; ἄγε μοι, λόγε, φθέγγου, μὴ παρὰ μέλος τὴν νευρὰν τὴν μουσικὴν ψαλάττων.
6465 Ἦν Ῥωμανός τις στράταρχος, ἐπίκλην Διογένης, ἐπίχαρις, εὐπρόσωπος, τὸ γένος Καππαδόκης, εὖ ἔχων κάλλους σώματος, εὖ δὲ καὶ βραχιόνων, εἶδος πλουτῶν ἐράσμιον, ἄξιον τυραννίδος.
οὗτος ἰδὼν τὰ πράγματα καὶ τὴν ἰσχὺν Ῥωμαίων
6470ἐπὶ γυναίῳ κείμενα, καὶ ταῦτα φυσιῶντι, ἐπὶ παισί τε τρυφεροῖς καὶ νηπιοδυνάμοις. ὡς δράκων ἐπεσύριζε στρουθίοις ἀπτερώτοις, καταπιεῖν μεγαλαυχῶν στόμασιν ὀστοφάγοις αὐτὴν τὴν στρουθομήτορα μετὰ τῶν ὀρταλίχων,
6475νήπιος, οὐδ’ ἐγίνωσκεν ὡς λύγος ἰξοφόρος εἰς γῆν ῥιπτεῖ τὸν ἀετὸν τὸν ἀεροβατοῦντα καὶ στάλικες ἀγρεύουσι λινόπλοκοι τὰς ἄρκτους. περινοστήσας τοιγαροῦν πόλεις περιθρακίας ἤθροισε σμῆνος στρατιᾶς, ἐφώρμησεν, ἀντῆρεν,
6480ἐνύβριζε τοῖς κηπευταῖς καὶ τοῖς ἀμπελοκόμοις, διαρπαγὴν ἐτίθετο τὰ τῶν γαιομαχούντων. ὀλίγον τι τὸ μεταξύ, καὶ βοῦς ὁ μυκητίας, ὁ βοῦς ὁ μεγαλόστερνος ἑάλω κυναρίοις. ἤχθη κολασθησόμενος, τόλμης ὑφέξων δίκας.
6485εἶδεν αὐτὸν ἡ βασιλίς, τὸ κάλλος κατεπλάγη, καρδίαν ἐρωτότρωτον ἔσχεν ἀπὸ τῆς θέας, καὶ παρ’ οὐδὲν τὸ τόλμημα τοῦ Ῥωμανοῦ θεμένη κἀκείνους ἀθετήσασα τοὺς φρικαλέους ὅρκους ἐρωτικῶς συμπλέκεται, μίγνυται τῷ δεσμώτῃ,
6490ἀντὶ φρουρᾶς ἀνοίγνυσι θαλάμους νυμφιδίους, ἀντὶ κλοιῶν χαρίζεται πέπλους καταμαργάρους, καὶ λέχος τὸ βασίλειον ἀντὶ χαμαιστρωσίας,
καὶ κράτορα καθίστησι θανάτου ῥυσαμένη τὸν Ἅιδου κινδυνεύοντα περιπεσεῖσθαι γνάθοις.
6495τοιαῦτά σου τὰ παίγνια, παῖκτα τροχὲ τοῦ βίου. Ὡς δὲ παρῆλθε Ῥωμανὸς εἰς τηλικοῦτον ὄγκον, ἀπὸ βαλβῖδος ἔδειξεν, ἀπὸ πρωτοδρομίας, οἵας ἀρρενωπότητος θέρμην ἐν στέρνοις εἶχεν. οὐ γὰρ τρυφαῖς ἐπέχανε ταῖς σωματικωτέραις,

(6500)

οὐδὲ θελχθεὶς τῷ χρυσαυγεῖ περιπορφύρῳ φάρει σκώληκος ἔζη βιοτὴν ἀθλίου γαιοφάγου, σκότιος, ἐγκρυπτόμενος θαλάμοις βασιλείοις, καὶ φεύγων οἷον τοὺς ἐχθροὺς καὶ μάχας ἀλυσκάζων, καὶ τοῖς κακοῖς καὶ φαυλουργοῖς οὐκ ἐπισείων σπάθην·
6505ἀλλὰ θυμὸν ἀναλαβὼν κατὰ τῶν ἐκ τῆς Ἄγαρ καὶ τὴν τοῦ ζήλου κατ’ αὐτῶν σπασάμενος ῥομφαίαν, καὶ γῆν τοῖς τούτων πτώμασιν ὡς δράγμασι καλύψας, καὶ τοῖς ῥυεῖσιν αἵμασι θαλάσσας σχεδιάσας, ἔδειξεν οἷαν Αὔσονες τρέφουσιν εὐανδρίαν,
6510ὁποίους τοὺς βραχίονας ἔχουσιν ἐν πολέμοις. κἂν μὴ τοῦ φθόνου τὸ δεινὸν ἀπεῖρξε τὸν γενναῖον, ἂν μὴ κακίας ἔχιδνα κατέφαγε τὸν ἄνδρα, οὐδ’ ἂν πυρφόρος ἔφυγε τὴν μάχαιραν τῆς δίκης. ἀλλ’ ἡ κακίας ἄκανθα καὶ τὸ τοῦ φθόνου πλῆκτρον
6515κατεμωλώπισαν αὐτὸν ὑπὲρ σκορπίων κέντρα, καὶ κόρας ἐξεκέντησαν αὐτοῦ τὰς τῶν ὀμμάτων.
ἦν μὲν γὰρ φύσει Ῥωμανὸς αὐθέκαστος, αὐθάδης, ὑπέροφρυς, φιλότυφος, φίλαυτος, αὐτογνώμων· τότε δὲ πλέον φυσηθεὶς ἀπὸ τῆς ἁλουργίδος
6520καὶ μείζω τῦφον προσλαβὼν ἅτε Ῥωμαίων ἄναξ, ναὶ μὴν καὶ προσκτησάμενος γνώμην ἀστατουμένην καὶ τρόπον ἀλλοπρόσαλλον, καὶ πάντας ὑποπτεύων καὶ πάντας ὑφορώμενος, οἰκείους, οὐκ οἰκείους, ὡς ἐπιβούλους, ὡς αὐτοῦ πτέρναν ἐπιτηροῦντας,
6525βαρὺς ἐδόκει καὶ πικρὸς οὐ τοῖς ἐν τέλει μόνον ἀλλ’ ἤδη καὶ τῇ γαμετῇ καὶ τοῖς τοῦ Δούκα τέκνοις. ἐντεῦθεν λόγοι ψίθυροι καὶ συσκευαὶ καὶ δόλοι, ἐντεῦθεν μῖσος ἔκφυλον καὶ θήρατρα καὶ πάγαι. καὶ τοῖς ἐχθροῖς ἐσκέπτοντο τὸν κράτορα προδοῦναι
6530ἄπονον ἀπραγμάτευτον θήραν ἑτοιμοτάτην. ἐκίρνα δὲ τὸ κέρασμα τοῦτο τῆς προδοσίας ὁ Καῖσαρ ὁ ταυτόσπορος τοῦ Δούκα Κωνσταντῖνος· τούτου γὰρ παῖς Ἀνδρόνικος ἦν τότε στρατιάρχης. κοινοῦται γοῦν τοῖς στρατηγοῖς καὶ τῷ παιδὶ τὸ σκέμμα,
6535καὶ δίκτυον ἐπλέκετο κινδύνου τῷ δειλαίῳ, καὶ στόλισμα μελάμπεπλον ὑφαίνετο θανάτου. εἶχε μὲν οὖν τὸν Ῥωμανὸν περαία Βυζαντίου θηροκτονεῖν ὁρμώμενον καὶ κατατρέχειν λύκων ἐπιπηδώντων ἱεραῖς προβατοφρούροις μάνδραις.
6540πτηνὴ δὲ πέλειά ποθεν ἐπιπτερυξαμένη ἐφίζησε τοῖς γόνασιν ἐν πετασμοῖς ἀψόφοις, οὐχ οἷα πρὶν τῆς κιβωτοῦ προσπτᾶσα τῷ στεγάστρῳ καὶ λύσιν ἀπαγγέλλουσα καταφορᾶς ὑδάτων, καὶ δένδρου φύλλον φέρουσα, καὶ παραμυθουμένη
6545Νῶε τὸν κιβωτόκρυπτον, τὸν δεύτερον γενάρχην, ἀλλ’ οἰωνὸς ἀπαίσιος, ἀλλὰ κακῶν σημάντωρ, δυσάγγελος φοιβάστρια, κακόμαντις προφῆτις. ὁ μὲν οὖν κράτωρ τὸ πτηνὸν πέμπει τῇ βασιλίδι, εὐάγγελον προσήμαντρον ὑποτοπήσας τοῦτο.

(6550)

ὧν γάρ τις γλίχεται τυχεῖν, ἐκεῖνα καὶ δοξάζει· καὶ ταῦτα πᾶσι κατὰ νοῦν, ὅσα καὶ κατὰ γνώμην. ἀλλ’ ἄρα δυσποτμότερον οὐδέν ἐστιν ἀνθρώπου ἔχοντος τοὺς ἐχθραίνοντας οἰκείους ταυτοστέγους. ἂν ἔνδον ἔχῃς τοὺς ἐχθρούς, ἂν ἐφεστίους τρέφῃς,
6555οὐ ῥύσονται κινδύνων σε τὰ Βαβυλῶνος τείχη, οὐ πύργοι Σεμιράμιδος, οὐ πυραμίδων πάχος. ἂν τὴν προδότριαν ψυχὴν σύνοικον δυστυχήσῃς, ἂν συνοικοίης μετ’ αὐτῆς ἐν ἀρραγεῖ φρουρίῳ, ἁλώσιμον τὸ φρούριον, ἀφύλακτος ἡ πόλις.
6560 Ἀλλὰ διηγητέον μοι τὰ περὶ Διογένους. βαρὺς μὲν ἑκατέρωθεν πόλεμος ἀνερράγη μέσον Ῥωμαίων καὶ Περσῶν, ἄγριος θροῦς ἀνέβη.
μέγας ἐφώπλιζε θυμὸς ἄμφω τὰς στραταρχίας, καὶ πάντῃ περιέτρεχεν ἀνδροδιώκτης Ἄρης,
6565τοῖς αἵμασι κατάβαπτος, φονολουτῶν τὰς χεῖρας, ὅλας θαλάσσας ἐκροφεῖν γλιχόμενος αἱμάτων. ὁ βασιλεὺς δ’ ἐπέτετο πλευροκοπῶν, διώκων καὶ δορατείοις νύγμασι χέων ἐχθρῶν χολάδας, στρουθιοφόντης, εἴποι τις, ἱέραξ ὠκυπέτης,
6570στρουθοῖς ἁπαλοπτέρυξιν ἐπιρροιζῶν τὰ πτίλα. πρηστὴρ ἐδόκει τοῖς ἐχθροῖς, ἔμπυρος καταβάτης, ὑψόθεν ἀποδισκευθείς, ἀπορραγεὶς ἐκ νέφους. ἐγένοντο κατάλουτοι λύθροις αὐτῷ παλάμαι, φονοσταγὴς ἡ δεξιά, φονόφυρτος ἡ σπάθη.
6575ἐξέρυθρον ἱμάτιον ἐφόρεσεν ἐκ φόνων, ὡς εἴ τις λέων ἐντυχὼν δειλοκαρδίῳ ζῴῳ ῥήξει πλευρὰν τοῖς ὄνυξι καὶ λάψει τῶν ἐγκάτων καὶ δείξει ἐγκατάβαπτα τοῖς αἵμασι τὰ χείλη. ὑπὲρ αὐτὸν Βριάρεων ἔδειξεν ἑκατόγχειρ,
6580ὑπὲρ αὐτὸν Ἐγκέλαδον, ὑπὲρ Τυφῶνος θράσος, φόνιος, ὀμβριμόεργος, ἀκάμας ὡς ἀδάμας. Ἦν ταῦτα, καὶ προσέβλεψεν ἡ νίκη τοὺς Ῥωμαίους, καὶ χαροπὸν ἐγέλασε, σὺν χρόνῳ τούτους γνοῦσα.
ἀλλὰ γὰρ ἡ τριβάρβαρος ἐκείνη βασκανία
6585καὶ τῆς κακίας τὸ στυγνὸν καὶ τὸ τοῦ φθόνου νέφος τοιαύτην λαμπροστόλιστον ἠμαύρωσεν ἡμέραν. ὡς γὰρ ὁ Καῖσαρ τοῦ δρασμοῦ καὶ τῆς φυγῆς κατῆρξεν, ᾤχοντο πάντες ἐκποδών, τὸν κράτορα λιπόντες. καὶ βασιλεὺς ὡς κολοιὸς ἦν ἀπεψιλωμένος,
6590καὶ τῇδε περιέβλεπε κἀκεῖ περιεσκόπει, καὶ μόνον ἔβλεπεν αὑτὸν ἐν βρόχοις δυσεκβάτοις. ἐντεῦθεν ἐπεπήδησαν πρωτόαρχοι βαρβάρων, συντρέχοντες προτρέχοντες, ἐρίζοντες ἀλλήλοις τίς ἂν συλλάβοι Ῥωμανὸν ζῶντα. καὶ τελευταῖον
6595ζωγρεῖται φεῦ ὁ βασιλεὺς βαρβαρικαῖς παλάμαις, ὁ λέων θήρα γίνεται πανθήρων λυσσητήρων, ταῖς νυκτερίσιν ἀετὸς κρατεῖται χρυσοπτέρυξ. τὸ μετὰ ταῦτα τί καὶ πῶς καὶ μέχρι τοῦ προῆλθεν; ὁ βάρβαρος ὁ φύλαρχος ἐκεῖνος ὁ ζωγρήσας

(6600)

τὴν βαρβαρόθυμον ψυχὴν ἀέλπτως ἡμεροῦται, βλέπει φιλανθρωπότερον περὶ τὸν βασιλέα· οἰκτείρει γὰρ καὶ βάρβαρος ἄνακτα δυσπραγοῦντα. ἐλέγχει τοὺς ταυτογενεῖς τῷ βασιλεῖ προδότας Ῥωμαίους ὁ τριβάρβαρος, ἀλλόφυλος συμφύλους·
6605γίνεται προμηθέστερος αὐτῷ καὶ τῶν οἰκείων, καὶ κηδεμονικώτερος αὐτῶν τῶν ὁμογνίων.
σπένδεται, καταλλάττεται, σύμμαχον νέμει χεῖρα, ἀνακτησόμενον αὐτῷ πέμπει τὴν κρατορίαν. ἤλυξεν οὖν ὁ Ῥωμανὸς ὡς θὴρ ἐκ γαλεάγρας,
6610ὡς ἐκ βροχίδων ἀετός, ὡς ἔλλοψ ἀπ’ ἀγκίστρου, καὶ πάλιν ἦν ἐπίσιμος ἀρθῆναι πρὸς τὸ κράτος. ἀλλὰ συνέχεεν αὐτῷ καὶ τὰς ἐλπίδας φθόνος· γράμματα γὰρ κατάπτερα πάντῃ περιεφοίτων πάσας ἀποτειχίζοντα τῷ Ῥωμανῷ τὰς πόλεις.
6615ἐντεῦθεν ὁ ταλαίπωρος ἔρημος περιῄει, ἄφιλος, ἀβοήθητος, ἄλλος Βελλεροφόντης, τοῦ κράτους ἀποσφαιρισθεὶς ὥσπερ ἀπὸ Πηγάσου, ἔτεσι μόνοις ἐν τρισὶ τοῦ κράτους ἀπολαύσας. Ἀλλ’ οὐδὲ πάλιν ἡ πυρὰ τοῦ φθόνου κατεσβέσθη·
6620ὁ γάρ τοι Δοῦκας Μιχαὴλ ὁ παῖς τοῦ Κωνσταντίνου πρὸς τὴν ἀκμὴν ἐπαναβὰς ἤδη τῶν νεανίσκων καὶ χνοῦν ἐπαγγελλόμενος ἰούλου τοῖς κροτάφοις, τῷ Καίσαρι χρησάμενος τῷ θείῳ συνερίθῳ καὶ τοῖς ὑπερισχύουσι καὶ τοῖς ἐν στραταρχίαις,
6625ἐγκαθιζάνει μὲν εὐθὺς τοῖς θρόνοις τοῖς πατρῴοις, καὶ τὴν τεκοῦσαν στένουσαν πολλὰ καὶ γοωμένην τῶν περιβόλων τῆς ἀρχῆς ἄκουσαν ἀπελαύνει καὶ τίθησι μονάστριαν, καὶ κείρει τοὺς πλοκάμους οὓς χάριτες ἐμόσχευόν ποτε μυραλοιφίας,
6630καὶ σκοτεινόπεπλον τὴν πρὶν χρυσόπεπλον δεικνύει. μαθὼν δὲ καὶ τὸν Ῥωμανὸν πάλιν βασιλειῶντα, καὶ πάλιν ἧς ἐκπέπτωκεν ἀρχῆς ὀρεκτιῶντα, καὶ μάχιμον ἐγείροντα κεντρίον ὡς σκορπίον πέμπει τοὺς πολεμήσοντας καὶ τοὺς συλληψομένους.
6635καὶ πάλιν φεῦ ὁ δυστυχὴς θηράτροις περιπίπτει, ζωγρεῖται καὶ τῶν ὀφθαλμῶν τοὺς κύκλους ἀσβολοῦται, ἐν λυπρογαίῳ καὶ σκληρῷ ῥιπτεῖται νησιδίῳ. Ἀπαλλαγεὶς δὲ Μιχαὴλ τῶν παρεστώτων φόβων, ἀχείμαστόν τε τῆς ἀρχῆς παραλαβὼν τὸ σκάφος,
6640θορύβους μὲν ἀρεϊκοὺς καὶ θωρακοφορίας καὶ θροῦν τὸν ἐνυάλιον καὶ μόχθους καὶ κινδύνους οὐδ’ ὄναρ ἐφαντάζετο, σχολάζων δὲ ταῖς βίβλοις νύκτας ἀΰπνους ἴαυεν, ἄλλος ἦν Δημοσθένης ἢ Δίδυμος χαλκέντερος, Ἀλεξανδρεὺς τὸ γένος,
6645ὃν οὕτως ἐπωνόμασαν ὡς ἐν τῷ χαίρειν λόγοις ἀπόσιτον γενόμενον ἡμέρας ἐπὶ πλείους. ἐντεῦθεν ἀνερράγησαν ἐπίρροιαι βαρβάρων, καὶ πάλιν ἐφυσήθησαν λαίλαπες πανταχόθεν, καὶ φλοίσβους ἀνωρύοντο καὶ παφλασμοὺς ἐποίουν·

(6650)

οὐ γὰρ παρῆν ὁ ναύαρχος ὁ ταύτας ἀλεξήσων, καὶ γῆθεν ἀνεφύησαν βλαστήσεις ἀχερδώδεις.
ὁ γὰρ τῆς χώρας γεωργὸς ἔζη κοχλίου βίον, ὀλίγα προερχόμενος καὶ πάλιν ὑποφεύγων καὶ πάλιν ἐλυτρούμενος τοῖς δόμοις ὡς ὀστράκοις,
6655ἢ μᾶλλον ὡς βυθότροφος πίννα χωματοφάγος, δεόμενος τοῦ νύξοντος εἰς βασιλείους πράξεις καὶ χρῄζων ὑπομνήσοντος ὅτι Ῥωμαίων ἄρχει. ἐντεῦθεν πάλιν εἵρπυσαν δράκοντες χασματίαι, καὶ πᾶν Ῥωμαίων ὅριον ἐρρόφουν ὡς νοσσίον.
6660ἦν οὖν βαρὺς σχετλιασμὸς κατὰ τοῦ βασιλέως, καὶ πάντες ἐπαθαίνοντο βλέποντες τὰ Ῥωμαίων οὐκ ἐπὶ γόνυ κείμενα μόνον οὐδ’ ἐπὶ στόμα, ἀλλ’ ἤδη διαρρεύσαντα καὶ καταμαρανθέντα. εἷς δέ τις μεγαλογενὴς καὶ τῶν ἐκ πρώτης ῥίζης,
6665γεραίτερος μακρόβιος, Πύλιος ἄλλος Νέστωρ (Βοτανειάτην ἔλεγον ἐκεῖνον Νικηφόρον), ἐμπειροπόλεμος ἀνήρ, καταβελὴς τὰς σάρκας ἅτε πολλαῖς ἐνηθληκὼς μάχαις ἐξέτι βρέφους καὶ γεγονὼς ἀρεϊκῶν μεστὸς Ὀλυμπιάδων,
6670χεῖρα προσεταιρίζεται μυρίαν συμμαχίδα, καταλαμβάνει Νίκαιαν, πέμπει πρὸς τὸν κρατοῦντα γράμμα παραινετήριον δῆθεν, αὐτὸν συμπεῖθον ἀναιμωτὶ τῷ γέροντι τῶν σκήπτρων ὑπεκστῆναι, αὐτὸν δ’ ὡς ἀπειρόμαχον ζῆν ἐν ἀπραγμοσύνῃ.
6675καὶ τί πολλὰ καὶ περιττά; φθάνει τὴν βασιλίδα, καὶ πορφυρίδι μὲν αὐτὸς κοσμεῖται χρυσοπάστῳ, ὁ πρὶν δὲ κράτωρ Μιχαὴλ γίνεται μελαμφόρος, ἔτεσιν ἓξ γευσάμενος τοῦ βασιλείου κράτους. ἀλλὰ γὰρ ἐκλαθόμενος αὑτοῦ τε καὶ τοῦ γήρως
6680ὁ γέρων ὁ παλαιγενὴς οὗτος ὁ Νικηφόρος τῇ γαμετῇ τοῦ Μιχαὴλ ζεύγνυται νόμῳ γάμου, καὶ ταῦτα γέρων τρυφερᾷ, πέμπελος νεαζούσῃ· αὐτὸν δὲ βαρυνόμενον καὶ δυσανασχετοῦντα τῆς Ἐφεσίων πόλεως ποιμένα καθιστάνει.
6685καμάτων δ’ ἀπεχόμενος τῶν κατὰ τοὺς πολέμους ἐκάθητο χρυσοφορῶν, κοσμούμενος ἀμφίοις ἀκτῖνας ἀπαυγάζουσι πυρράζοντος χρυσίου, λουτροῖς καὶ πότοις καὶ τρυφαῖς εὐδαῖμον γῆρας βόσκων, χρυσόπτερος, ἂν εἴποι τις, κύκνος ἀγαλματίας,
6690ὁπότε δύνειν ἔμελλε καὶ κρύπτεσθαι τῷ τάφῳ, ἀρχόμενος ἡδύνεσθαι κεὐφραίνεσθαι τῷ βίῳ, τριγέρων ἁπαλόβιος, σπάταλος, τρυφητίας. καὶ τὰ μὲν πράγματα χερσὶν ἐπίστευεν ἀνθρώπων βαρβαριζόντων τὴν φωνὴν μηδ’ ὀρθορρημονούντων,
6695κρατῆρα πανημέριον ἱστάντων καὶ πινόντων, οἷς ἦν τὸ γένος τρίδουλον, καὶ πάπποι καὶ πατέρες τριβάρβαροι, καὶ τὴν ψυχὴν βάρβαροι καὶ τὴν γνώμην,
καὶ σκυθογλώσσους λαλιὰς δυσφράστως λαλαγοῦντες, ὡς εἴ τις μεγαλόφορτον πιστεύσειε φορτίδα

(6700)

ἀνεπιστήμοσι σκαιοῖς ἀχρείοις κυβερνήταις. αὐτὸς δ’ ἐπιπορπούμενος χρυσεοστίλβους πέπλους καὶ βύσσινα χρυσοϋφῆ μαργαροφόρα φάρη, καὶ βάμματι πορφυρανθεῖ λάμποντα καὶ χρυσίῳ, καὶ χρώμενος ἐξ ἀμοιβῆς ἀμφίοις ἐπαλλήλοις,
6705ἐφ’ ὑψηλῶν ἐκάθητο θρόνων ἀργυροήλων, κοσμῶν τοῖς ἀξιώμασι πάντας τοὺς προσιόντας, χαλκεῖς, δρυτόμους, σκαφευτάς, ἐμπόρους, γαιομάχους, κρηπιδοπώλας, σχοινουργούς, κναφεῖς, ἀμπελεργάτας, καὶ χυδαιῶν τὰ τίμια, καὶ τὰ λαμπρὰ ῥυπαίνων,
6710καὶ τηλικαύτην εὔκλειαν κατάγων εἰς βαναύσους, ἣν ἔπαθλον ἐδίδοσαν οἱ κράτορες οἱ πρώην ἀνδραγαθίας καὶ χειρῶν κατορθουσῶν μεγάλα, καὶ ταῦτα τοῖς ἐξ αἵματος καὶ γένους λαμπροσπόρου. τοιούτοις ἔργοις ἔχαιρε, τοιούτοις ἐπηγρύπνει.
6715κἂν μή τινες αἰτήσαιεν ἀξιωμάτων ὕψη, δεινοπαθῶν ἐφαίνετο καὶ κρίνων ζημιοῦσθαι. τὰ δ’ ἄλλα πάντα πάρεργα καὶ τὸ μηδὲν ἡγεῖτο,
κἂν τὰ Ῥωμαίων ὅρια στενοῖντο τοῖς βαρβάροις, κἂν ἑλεπόλεσι πολλαὶ πόλεις κριοκοποῖντο.
6720οὕτως ἐν ἔτεσι τρισὶ τοῦ κράτους ἀπολαύσας βίον λοιπὸν μεθίσταται τοῦ βασιλείου κράτους. Ἀλλὰ λοιπὸν εἰς σιωπῆς ὅρμον ὁ λόγος στήτω· πελάγους γὰρ Ἀτλαντικοῦ χύσις ἀνέρρωγέ μοι, ἀριστουργήματα λαμπρὰ γενναίων βασιλέων,
6725ἀνδρῶν ἡρώων εὐγενῶν ἀλκίμων μεγαθύμων, ὧν οὐδὲ γλώσσῃ δυνατὸν τοὺς βίους διαπλεῦσαι ἤδη λοιπὸν ἐκκύπτουσι τρισαριστεῖς σπηπτοῦχοι Κομνηνιάδαι κράτορες μεγαλουργοὶ γεννάδαι, θαλάσσας πελαγίζοντες τῶν τροπαιουχημάτων,
6730ἃς οὐδ’ αὐτὸς ἂν Ἡρακλῆς ὁ καρτερὸς περάσοι. καὶ τοίνυν ἀναψώμεθα κάλων πρυμνίτην ὧδε, τοῦ πλοῦ τὴν κώπην σχάσαντες καὶ στείλαντες τὰ λαίφη·
οὐ γὰρ περάσιμά φασι τὰ τῶν Γαδείρων πέρα.