TLG 3047 002 :: Michael GLYCAS :: Annales (lectiones variae) Michael GLYCAS Astrol.
Hist., Secretarius Manuelis I Comneni, vel Michael Glycis Annales (lectiones variae)
Citation: Page — (line) | ||
254(6) | 5. post οὕτως codex claromontanus: ὁ δὲ Ἀβραὰμ μετὰ τῆς Σάρρας ἐγέννησε τὸν Ἰσαὰκ καὶ μετὰ τῆς Ἄγαρ τὸν Ἰσμαήλ, ὁ δὲ Ἰσαὰκ μετὰ τῆς Ῥεβέκας τὸν Ἠσαῦ καὶ τὸν Ἰακώβ, ὃς διὰ τοῦ Ἠσαῦ τὴν ἀπειλὴν μετῴκησε πρὸς τὸν Λάβαν τὸν πρὸς | |
10 | μητρὸς αὐτοῦ θεῖον, οὗ καὶ τὰς θυγατέρας τὴν Λείαν καὶ τὴν Ῥαχὴλ ἔλαβεν εἰς γυναῖκας. οὗτος οὖν ὁ Ἰακὼβ ἐγέννησε τοὺς δώδεκα πατριάρχας ητοι τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ. Ἰστέον οτι μετὰ τὸ ξενισθῆναι τοὺς τρεῖς ἄνδρας παρὰ του Ἀβραὰμ κατέλαβον οἱ δύο εἰς τὴν τῶν Σοδόμων κατάπρησιν, οι | |
---|---|---|
15 | καὶ πρὸς τὴν τοῦ Λὼτ κατοικίαν κατήντησαν. ὅπερ οἱ ἀσελ‐ γεῖς Σοδομῖται μαθόντες ἐκεῖσε κατέλαβον ἐκζητοῦντες τοὺς ξένους πρὸς τὸ τὴν ἀθεμιτοπραξίαν πληρῶσαι αὑτῶν. ὁ δὲ Λὼτ τούτοις εἰς ἄκρον ἀπήντα· βιαζόμενος δὲ πολλὰ παρ’ αὐτῶν ἐξέδοτο τὴν θυγατέρα αὐτοῦ πρὸς τὴν μιαρὰν ἐκείνην | |
20 | παράχρησιν, μόνον μὴ εἰς τοὺς ξένους τοιοῦτον αἰσχρόν τι γενήσεται. οἱ δὲ ἀσελγεῖς οὐκ ἐπείθοντο, ζητοῦντες δὲ τοὺς ξέ‐ νους ἆραι βιαίως μετὰ τοῦ Λὼτ κατεμάχοντο. οἱ δὲ ξένοι τὰς θύρας τοῦ πυλῶνος ἀνοίξαντες καὶ φανέντες τούτοις μόνον πυρὶ τοὺς πάντας ἐνέπρησαν. ἐκπλαγεὶς δὲ ὁ Λὼτ ἐπὶ τὸ γεγονός, καὶ | |
25 | πεσὼν ἐπὶ πρόσωπον, παρεκάλει αὐτοὺς μαθεῖν τίνες εἰσίν. οἱ δὲ πρὸς αὐτόν „ἔπαρον τοὺς μετὰ σὲ ἅπαντας, καὶ ἔξελθε ἐκ τοῦ τόπου τούτου· αὔριον γὰρ οἱ πάντες κατακαυθήσονται, καὶ ὁ τόπος ἐκλικμισθήσεται καὶ ἀφανισθήσεται διὰ τὰς τῶν κατοίκων μιαρὰς ἀσελγείας.“ ὃ καὶ ταχέως ποιήσας ὁ Λὼτ | |
30 | πρὸς τὸ Σιγὼρ ὄρος ἐξέφυγε. κατόπισθεν δὲ βρέξας τὸ πῦρ ὁ κύριος, κατεκαύθησαν ἅπαντες κατὰ τὴν τῶν ἀγγέλων πρόρρη‐ σιν. ἡ δὲ γυνὴ τοῦ Λώτ, οἷα γυνὴ οὖσα καὶ πρὸς τὴν πρόσ‐ ταξιν τῶν ἀγγέλων μὴ δειλιάσασα, καὶ στραφεῖσα τὸ γεγονὸς ἰδεῖν, εὐθὺς ἀπελιθώθη καὶ ὡς στήλη ἐγεγόνει ἁλός. αἱ δὲ θυ‐ | |
35 | γατέρες τοῦ Λὼτ νομίσασαι ὅτι ὁ κόσμος ἅπας ἤδη ἀπώλετο καὶ σπέρμα ταύταις οὐκέτι γενήσεται, ἐμέθυσαν τὸν πατέρα αὑτῶν οἴνῳ, καὶ συνουσιάσθη αὐταῖς, μὴ εἰδὼς ἐκ τῆς μέθης τὸ γεγονὸς παρ’ αὐτοῦ. τουτο γοῦν γνωρίσας ἐξ αὐτοῦ ὁ θεῖ‐ ος αὐτοῦ Ἀβραὰμ καὶ λυπηθεὶς ἐξαπέστειλεν αὐτὸν εἰς τὰ μέρη | |
40 | τοῦ ποταμοῦ Νείλου, ἐπαίρειν ἐξ αὐτοῦ ὡς δῆθεν δαλοὺς τρεῖς, τῇ δ’ ἀληθείᾳ ἵνα θηριόβρωτος γένηται, καὶ ἐξιλεώσας τὸ ἁμάρ‐ τημα. ὁ δὲ Λὼτ ταχυδρομήσας οἰκονομίᾳ θεοῦ προσήνεγκε τῷ Ἀβραὰμ δαλοὺς τρεῖς, ηγουν ἐκ κυπαρίσσου, ἐκ πεύκης καὶ εκ | |
κέδρου. καὶ θαυμάσας ὁ Ἀβραὰμ ὅτι διεσώθη ἐκ τῶν θηρίων | 254 | |
255(14) | ἀλώβητος, ἐδόξασε τὸν θεόν. ἀνελθόντες δὲ ἀμφότεροι μετὰ | |
15 | τῶν δαλῶν εἰς τὸ ὄρος, ἔπηξεν αὐτοὺς ἐπὶ πέτραν ὁ Ἀβραὰμ χωρὶς ἀπ’ ἀλλήλων, πλησίον δέ, ὡς φέροντας σχῆμα τρίγωνον. προσέταξε δὲ τῷ Λὼτ ἀπέρχεσθαι, καὶ ἀντλεῖν ὕδωρ ἐκ τοῦ Ιορδάνου, καὶ ποτίζειν αὐτὰ καθ’ ἡμέραν· ὃ δὴ καὶ ἐποίει. ἀπεῖχε δὲ τὸ ὄρος ἐκ τοῦ Ἰορδάνου ὡσεὶ μίλια κδʹ. ἐντὸς δὲ | |
20 | μηνῶν τριῶν ἐβλάστησαν οἱ δαλοί. καὶ κατελθὼν ὁ Λὼτ ἐξεῖ‐ πε τοῦτο τῷ Ἀβραάμ. καὶ ἀνελθόντες ἰδεῖν τὸ γεγονός, εὕρο‐ σαν ὅτι ἡνώθησαν οἱ τρεῖς δαλοὶ καὶ εἰς ἓν ἐγεγόνεισαν, αἱ ῥίζαι δὲ μόνον ἐναπελείφθησαν, ὡς καὶ ἐφυτεύθησαν, κεχωρι‐ σμέναι. ἰδὼν δὲ Ἀβραὰμ τὸ γεγονὸς ἐν τοῖς ξηροῖς ξύλοις, | |
25 | πεσὼν προσεκύνησε τῷ κυρίῳ, καὶ ειπε „τοῦτο τὸ ξύλον ἔσται ἁμαρτίας ἀπόφασις.“ τὸ δὲ ξύλον εἰς μέγα δένδρον ἐγένετο, διαρκέσαν αὐτὸ μέχρι καὶ τῆς βασιλείας Σολομῶντος. ἔλαβε δὲ πληροφορίαν ὁ Ἀβραὰμ περὶ της ἀφέσεως τῆς ἁμαρτίας τοῦ Λώτ. ὅτε δὲ ὁ ναὸς τῶν Ἱεροσολύμων ἐκτίζετο, μετὰ τῶν ἄλ‐ | |
30 | λων ἐξεκόπη καὶ αὐτὸ τὸ δένδρον, καὶ πελεκηθὲν ἔκειτο ἀργὸν ἐν τῷ ἱερῷ, οἰκονομίᾳ καὶ τοῦτο θεοῦ. ὅτε δὲ ἔμελλε παθεῖν τὸ ὑπὲρ τοῦ κόσμου σωτήριον πάθος ὁ Χριστὸς καὶ θεὸς ἡμῶν, | |
ἐσταυρώθη ἐν αὐτῷ παρὰ τῶν Ἰουδαίων. | 255 | |
295(19) | 18. Post ἔλεγεν labbei codex: περὶ τοῦ Ἀμαλήκ. μετὰ δὲ τὰ | |
20 | τοιαῦτα ἦλθεν ὁ Ἀμαλὴκ ἐν χιλιάσι καὶ μυριάσι σύναψαι πόλεμον μετὰ τῶν Ἑβραίων ἀόπλων ὄντων. ἀνῆλθε Μωσῆς ἐν τῷ ὄρει, καὶ ἐξέτεινε τὰς χεῖρας αὐτοῦ εἰς προσευχήν. καὶ ὅτε ὕψει τὰς χεῖρας ὁ Μωϋσῆς ἐν τῷ ὄρει, ἐτροποῦτο τὸν Ἀμαλήκ, ὅτε δὲ ἐνάρκει καὶ ἐταπείνωσεν αὐτάς, ἔτρεπεν ὁ Ἀμαλὴκ τοὺς Ἰου‐ | |
25 | δαίους. τοῦτο οὖν προσέξαντες ὅ τε Ἀαρὼν καὶ Ὢρ εἰσῆλθον εἷς ἐκ δεξιῶν καὶ ἕτερος ἐξ εὐωνύμων, καὶ ἐστήριζον τὰς χεῖ‐ ρας τοῦ Μωσέως εἰς ὕψος, καὶ οὕτως εἰς τέλος ὁ Ἀμαλὴκ ἀπώ‐ | |
λετο. καὶ ἐπληρώθη τὸ τοῦ Δαβίδ „ἐν τοῖς ἔργοις τῶν χειρῶν | 295 | |
296(21) | αὐτοῦ συνελήφθη ὁ ἁμαρτωλός.“ ὅτε δὲ ἔφθασαν Ἰουδαῖοι εἰς τὴν ἔρημον Κάδδην, κατήσθιον αὐτοὺς οἱ ὄφεις, καὶ ἀπέθνησκον. τότε καὶ τὸν χαλκοῦν ὄφιν ἐγκαρσίως εἰς ὕψος ἡλώσας ὁ Μω‐ σῆς, ἔστησαν οἱ δάκνοντες ὄφεις· ἀλλὰ καὶ ὅσοι ἐδάκνοντο | |
25 | ὑπὸ τῶν ὄφεων, ἀτενίζοντες εἰς τὸν χαλκοῦν ὄφιν ἐρρύοντο τοῦ | |
θανάτου. | 296 | |
387(17) | 9. huc refer quae p. 211 ima post ὑποκείμενον habet f: καὶ οὐκ ἐγίνωσκεν αὐτὴν ἕως οὗ ἐτέκετο τὸν υἱὸν αὐτῆς τὸν πρω‐ τότοκον. τέθεικεν οὖν ἐνταῦθα τὸ ἕως οὗ, ἵνα μάθωμεν ὅτι | |
20 | πρὸ τῶν ὠδίνων ἀνέπαφος ην ἡ παρθένος ἐν ἀληθείᾳ· τὸ γὰρ μετὰ ταῦτα ἡμῖν κατέλιπε συλλογίζεσθαι, ὅτι τὴν οὕτω γενο‐ μένην μητέρα καὶ καινῶν ὠδίνων καὶ ξένων λοχευμάτων κατα‐ ξιωθεῖσαν οὐκ ἂν οὐδὲ μετὰ ταῦτα δίκαιος ὢν ἐκεῖνος ὑπέμεινε γνῶναι λοιπόν. καὶ οὕτω μὲν ὁ τὰ θεῖα πολὺς Ἀθανάσιος | |
25 | ἐπὶ τῷδε τῷ εὐαγγελικῷ καὶ θείῳ ῥητῷ. οἱ δὲ τοῦ καταράτου Μανέντος κληρονόμοι Παυλικιανοὶ μηδέν το τοῦτο ἐννοῆσαι δυνηθέντες καὶ τοῦτο παρήχθησαν, ὡς προείρηται, εἰπεῖν ἐπὶ ῇ ἀσπίλῳ καὶ παναμώμῳ τοῦ κυρίου μητρι, ὅτι μετὰ τὸν σω‐ τήριον τόκον ἑτέρους υἱοὺς ἔσχεν ἐκ τοῦ Ἰωσήφ. μετὰ μέντοι | |
30 | et quae sequuntur initio pag. 212. | 387 |
395(15) | 14.post Χριστοῦ Φ· ὁ μέντοι καλοσκέπαστος ὁ μεταφραστὴς ἐν τῷ παρ’ αὐτοῦ συγγραφέντι μαρτυρίῳ τῶν ἁγίων ἀποστόλων Βαρτολομαίου καὶ Βαρνάβα φησὶ ταῦτα. ἄρτι δὲ τὸν παράλυτον ὁ σωτὴρ ἰασάμενος κατὰ τὴν προβατικὴν εἶχε θεατὴν τοῦ θαύματος τὸν Βαρνάβαν· διὸ καὶ πρὸς τὰ | |
20 | βάθη τῆς καρδίας ἀποβλεψάμενος καὶ λόγου μετέδωκε καὶ παρ‐ ρησίας τῆς πρὸς αὐτόν. ὁ τοίνυν Βαρνάβας τὴν οἰκίαν Μαρίας τῆς μητρὸς Ἰωάννου, ὃς Μάρκος ἐπελέγετο, καταλαβὼν (θείαν δὲ τούτου ταύτην εἶχεν ὁ λόγος) φησὶ πρὸς αὐτήν „ὁ μέλλων ἔρχεσθαι, ὃν ἐπεθύμουν ἰδεῖν οἱ πατέρες ἡμῶν, ἰδοὺ παραγέ‐ | |
25 | γονε.“ καὶ ἅμα καταλιποῦσα πάντα κατέλαβε τὸν ναόν, καὶ τῷ Χριστῷ προσπεσοῦσα πρὸς τὸν οἶκον αὐτῆς εἰσελθεῖν αὐτὸν παρεκάλει. καὶ δὴ καὶ ἀφίκετο. καὶ ἔστιν οὗτος ἐν ᾧ τὸ πάσχα μετὰ τῶν μαθητῶν ἐπετέλεσε. λόγος δὲ ἄνωθεν εἰς ἡμᾶς κατα‐ βέβηκεν ὡς κεράμιον βαστάζων τοῦ ὕδατος, ᾧ κατακολουθεῖν | |
30 | ὁ Χριστὸς τοὺς μαθητὰς ἐπέτρεψε, Μάρκος ἦν ὁ σοφός, ὁ τῆς | 395 |
396(22) | Μαρίας ταύτης υἱός. ἐν δὴ τῳ τοιούτῳ οἴκῳ καὶ μετὰ τὴν ἀνάληψιν ἀνῆλθον ὑποστρέψαντες οἱ ἀπόστολοι μετὰ τῶν λοι‐ πῶν ἀδελφῶν, ἐν οἷς ἦν καὶ Βαρνάβας καὶ Μάρκος. Ἐπιφά‐ | |
25 | νιος δέ τις et reliqua. | 396 |
457(22) | 21. post κατήρξατο C: οἱ βασιλεῖς οἵτινες ἐβασίλευσαν ἀπὸ τοῦ | |
μεγάλου Κωνσταντίνου, F: σύνοψις ὡς ἐν πίνακι τῶν βασι‐ | 457 | |
458 | λέων, v: βασιλεῖς Κωνσταντινουπόλεως ἐντεῦθεν ἐσχήκασι τὴν ἀρχήν. deinde omnes haec nomina: ὁ μέγας Κωνσταντῖνος ἔτη λβʹ μῆνας ιαʹ. Κωνσταντῖνος ὁ υἱὸς αὐτοῦ ἔτη κνʹ. | |
5 | ὁ Ἰουλιανὸς ἔτη βʹ μῆνας ἑπτά. ὁ Ἰοβιανὸς ἔτος ἕν. ὁ Οὐαλεντινιανὸς ἔτη ιβʹ. Οὐάλης ὁ ἀδελφὸς αὐτοῦ ἔτη ιγʹ. Γρατιανὸς ἔτη τρία. | |
10 | ὁ μέγας Θεοδόσιος ἔτη ιζʹ. Ἀρκάδιος ὁ υἱὸς αὐτοῦ ἔτη ιγʹ. Θεοδόσιος ὁ μικρὸς ἔτη μβʹ. Μαρκιανὸς ἔτη ϛʹ. Λέων ὁ μέγας ἔτη ιζʹ. | |
15 | Λέων ὁ υἱὸς τοῦ Ζήνωνος ἔτος ἔν. Ζήνων ὁ καὶ Ἰσαύρων σὺν τῷ Βασιλισκῷ ἔτη ιζʹ. Ἀναστάσιος ὁ Δυρραχινὸς ἔτη κζʹ. Ἰουστῖνος ὁ γέρων ἔτη θʹ, ὁ καὶ ὁ Θρᾲξ λεγόμενος. Ἰουστινιανὸς ὁ μέγας ἔτη λθʹ. | |
20 | Ἰουστῖνος ὁ ἀνεψιὸς αὐτοῦ ἔτη ιγʹ. ὁ Τιβέριος ὁ Θρᾲξ ἔτη δʹ. ὁ Μαυρίκιος ἔτη εἴκοσι. Φωκᾶς ὁ Καππαδόκης ἔτη ηʹ. ὁ Ἡράκλειος ετη λʹ. | |
25 | Κωνσταντῖνος ὁ υἱὸς αὐτοῦ ετος ἕν. Ἡρακλεώνας ὁ ἀδελφὸς αὐτοῦ μῆνας ϛʹ. Κώνστας ὁ υἱὸς Κωνσταντίνου ετη κζʹ. Κωνσταντῖνος ὁ Πωγωνάτος ἔτη ιζʹ. Ἰουστινιανὸς ὁ ῥινότμητος ἔτη ιβʹ. | |
30 | Λεόντιος ἔτη τρία. Ὀψίμαρος ὁ Τιβέριος ἔτη ζʹ. Ἰουστινιανὸς πάλιν ὁ ῥινότμητος ἔτη ϛʹ. Φιλιππικὸς ἔτη δύο. Ἀρτέμιος ἔτη δύο. | |
35 | Θεοδόσιος τῶν κάτω ἔτη δύο. Λέων Ἰσαυρὸς ὁ Κώνων ὁ καὶ εἰκονομάχος ἔτη κγʹ. Κωνσταντῖνος ὁ Κοπρώνυμος ἔτη λδʹ. Λέων ὁ ἐκ τῆς Χαζάρας υἱὸς αὐτοῦ ἔτη εʹ. Κωνσταντῖνος καὶ Εἰρήνη ἡ μήτηρ αὐτοῦ ἔτη ιεʹ. | |
40 | Νικηφόρος ὁ ἀπὸ γενικῶν ἔτη θʹ, σὺν Σταυρακίῳ τῷ υἱῷ αὑ‐ τοῦ μῆνας βʹ. Μιχαὴλ ὁ Ῥαγγαβὲ ἔτη δʹ μῆνας θʹ. Λέων ὁ Ἀρμένιος ἔτη ζʹ καὶ ἥμισυ. Μιχαὴλ ὁ τραυλὸς ἔτη ηʹ μῆνας θʹ. | |
45 | Θεόφιλος ὁ υἱὸς αὐτοῦ ἔτη ιβʹ μῆνας γʹ. Μιχαὴλ ὁ υἱὸς αὐτοῦ ὁ μέθυσος σὺν Θεοδώρᾳ τῇ μητρὶ αὐτοῦ ἔτη ιδʹ, καὶ μόνος ὁ Μιχαὴλ ἔτη ιαʹ. Βασίλειος ὁ Μακεδὼν ἔτη θʹ. Λέων ὁ φιλόσοφος ἔτη κϛʹ. | |
458(50) | Ἀλέξανδρος ὁ ἀδελφὸς αὐτοῦ μῆνας ιγʹ. ὁ Κώνστας ὁ υἱὸς τοῦ φιλοσόφου ετη εʹ. Ῥωμανὸς ὁ Λακαπηνὸς ἔτη κϛʹ. Κωνσταντῖνος πάλιν ὁ τοῦ φιλοσόφου ἔτη ιδʹ. | |
Ῥωμανὸς ὁ υἱὸς αὐτοῦ ἔτη ιγʹ. | 458 | |
459 | ὁ Νικηφόρος ὁ Φωκᾶς ἔτη ϛʹ. Ἰωάννης ὁ Τζιμισχὴς ἔτη ϛʹ. Βασίλειος ὁ Πορφυρογέννητος ἔτη νʹ. Κώνστας ὁ ἀδελφὸς αὐτοῦ ἔτη ιγʹ. | |
5 | Ῥωμανὸς ὁ Ἀργυρόπουλος ἔτη ιεʹ Sʹ. Μιχαὴλ ὁ Παφλαγὼν ἔτη ζʹ. ἡ Ζωὴ σὺν τῷ Μιχαὴλ τῷ καλαφάτῃ μῆνας δʹ. Κωνσταντῖνος ὁ μονομάχος σὺν τῇ Ζωῇ ἔτη ιβʹ Sʹ. Θεόδωρος ὁ ἀδελφὸς τῆς Ζωῆς ἔτος ἕν. | |
10 | Μιχαὴλ γέρων ὁ στρατιωτικὸς ἔτος ἕν. Ἰσάκιος ὁ Κομνηνὸς ἔτη βʹ. Κωνσταντῖνος ὁ Δοῦκας ἔτη ζʹ Sʹ. Εὐδοκία σὺν τῷ Μιχαὴλ υἱῷ αὐτῆς μῆνας ζʹ, καὶ μετὰ Ῥωμα‐ νοῦ τοῦ Διογένους ἡ Εὐδοκία ἔτη γʹ μῆνας ηʹ. | |
15 | Μιχαὴλ ὁ παραπινάκης ἔτη ϛʹ Sʹ. Νικηφόρος ὁ Βοτανειάτης ἔτη γʹ. Ἀλέξιος ὁ Κομνηνὸς ἔτη λζʹ. | |
Ἰωάννης ὁ Κομνηνὸς ὁ υἱὸς αὐτοῦ ἔτη κδʹ καὶ ἥμισυ. | 459 |