TLG 3047 001 :: Michael GLYCAS :: Annales

Michael GLYCAS Astrol. Hist., Secretarius Manuelis I Comneni, vel Michael Glycis
(Constantinopolitanus: A.D. 12)

Annales

Source: Bekker, I. (ed.), Michaelis Glycae annales [Corpus scriptorum historiae Byzantinae] Bonn: Weber, 1836: 3–457, 460–625.

Citation: Page — (line)

3

(1t)

ΤΟΥ ΚΥΡΟΥ
2tΜΙΧΑΗΛ ΤΟΥ ΓΛΥΚΑ
3tΒΙΒΛΟΣ ΧΡΟΝΙΚΗ
4Βραχυσύλλαβον ἐγχαράττω σοι τοῦτο τὸ γράμμα, τέκνον μου
5φίλτατον. εἰ γὰρ καὶ μυρίοις ἑαυτοὺς ἐκδεδώκασι πόνοις οἱ τὰ χρονικὰ συλλεξάμενοι διηγήματα ὥστε φιλοτίμως ἐκθέσθαι τὰ
οἰκεῖα συντάγματα, ἀλλ’ ἐν ὀλίγοις ἐγὼ τὰ τοιαῦτα συμπεριλα‐3

4

βὼν (οἶδα γὰρ ὅτι καὶ πάνυ καταβαρύνει τὰς ἀκοάς, εἴπερ ὁ λόγος εἰς μῆκος ἐπεκταθείη) βραχεῖαν ἰδού σοι καὶ ταύτην τὴν βίβλον συντίθημι. Πρὸ πάντων οὖν εἰδέναι σε ἄξιον ὅτι ἐν ἓξ ἡμέραις
5ἐποίησε τοῦτον τὸν κόσμον ὁ θεός, ἐν δὲ τῇ ἑβδόμῃ κατέπαυσεν ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ ὧν ἐποίησεν. ἠδύνατο οὖν ἐν μιᾷ ἡμέρᾳ τὰ πάντα παραγαγεῖν, οὐρανὸν δηλονότι, γῆν καὶ θάλατταν, ἰχθύας τά τε πετεινὰ καὶ τὰ τετράποδα καὶ πρὸς τούτοις τὸν ἄνθρωπον. ἀλλ’ ἵνα μὴ ἀφορμῆς ἐπιδράξονται
10οἱ ἐξ αὐτομάτου τὰ πάντα παραχθῆναι λέγοντες, ἡμερῶν ἐδεήθη ἓξ ἐπὶ τῇ παραγωγῇ τοῦδε τοῦ κόσμου ὁ δημιουργὸς ἡμῶν καὶ θεός, ὡς ὁ χρυσορρήμων Ἰωάννης φησίν. εἰ γὰρ καὶ οὕτω τῶν ποιημάτων ἀπαρτισθέντων αὐτόματα ταῦτά τινες ἐφαντάσθησαν, πολλῷ μᾶλλον εἴπερ ὁμοῦ καὶ κατὰ ταῦ‐
15τὰ εἰς τὸ εἶναι παρήχθησαν. ἐν ἓξ δὲ καὶ μόναις ἡμέραις, καὶ4

5

οὐ πλέοσιν ἢ ἐλάττοσι, τουτονὶ παραχθῆναι τὸν κόσμον ηὐ‐ δόκησεν, ἵνα καὶ ἡμεῖς διδαχθῶμεν ἐντεῦθεν ἓξ ἡμέρας τῆς ἑβδομάδος ἐργάζεσθαι, τῇ δὲ ἑβδόμῃ κεχρῆσθαι πρὸς μόνην δοξολογίαν θεοῦ. διὰ γὰρ τοῦτο καὶ ὁ δημιουργὸς ἐν τῇ
5ἑβδόμῃ κατέπαυσεν ἀπὸ πάντων τῶν ἔργων ὧν ἤρξατο ποιεῖν. εἰ δὲ ὁ κύριος ἐν εὐαγγελίοις εὕρηται λέγων „ὁ πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι,“ μὴ θαύμαζε. τότε μὲν γὰρ ὁ θεός, ὡς ὁ χρυσοῦς τὴν γλῶττάν φησι, κατέπαυ‐ σεν ἀπὸ πάντων τῶν ἔργων, τουτέστιν ἔστη τοῦ δημιουργεῖν·
10μετὰ γὰρ τὴν ἕκτην οὐδὲν ἀπὸ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι πα‐ ρήγαγεν. ἐπειδὴ δὲ τὰ δημιουργηθέντα συνέχων ἔκτοτε καὶ συντηρῶν οὐ διέλειπεν (εἰ γὰρ μὴ οὕτω ποιῶν ἦν, οὐκ ἂν ἐπὶ τοσούτοις αἰῶσι τὰ τοιαῦτα διήρκεσε), καὶ λίαν εὐλόγως καὶ τήμερον ἐργάζεσθαι λέγεται.
15 Καὶ τῇ μὲν πρώτῃ ἡμέρᾳ ἐποὶησε τὸν οὐρανὸν καὶ τὴν γῆν, οὐρανὸν ἐκεῖνον τὸν πρῶτον, τὸν περικαλλῆ τε καὶ ἄνα‐ στρον, περὶ οὗ καὶ ὁ εὐαγγελιστὴς Ἰωάννης ἐν τῇ Ἀποκαλύ‐ ψει αὑτοῦ περὶ τῆς μετὰ ταῦτα καταστάσεως διεξιών, οὕτω φησίν „εἶδον οὐρανὸν καινὸν καὶ γῆν καινήν, καὶ ἡ θάλασσα
20οὐκ ἔστιν ἔτι.“ Ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. πρόσεχε, ἀγαπητέ, ὅτι καὶ τοῦτο ἐνταῦθα ἠπό‐
ρηται, πῶς ἐποίησε τὸν οὐρανὸν πρότερον, εἶτα τὴν γῆν.5

6

ἐπειδὴ γὰρ τὰ θεμέλια καταβάλλονται πρότερον, εἶθ’ οὕτως ὁ ὄροφος, ἔδει πάντως παραχθῆναι τὴν γῆν καὶ τότε τὸν οὐ‐ ρανόν. ἀλλὰ μὴ θαύμαζε τούτου ἕνεκεν. ἐπειδὴ γὰρ πάντα τοῦ θεοῦ ὑπὲρ φύσιν ἐστὶ καὶ τέχνης ἀκολουθίαν, καινὸν
5πάντως οὐδὲν εἴγε καὶ ἐπὶ τῆς τοῦ κόσμου τούτου παραγω‐ γῆς τὸν οὐρανὸν ἐποίησε πρότερον, εἶτα τὴν γῆν. καὶ οὕτω μὲν ὁ θειότατος Ἰωάννης· ἕτεροι δέ φασιν ὅτι ὁ ἀριστοτέ‐ χνης θεὸς τὸν οὐρανὸν πρότερον παραγαγών, εἶτα τὴν γῆν, ἀπόρρητον αὐτοῦ σοφίαν καὶ τέχνην παρέστησεν. ἐπειδὴ γάρ,
10ὡς ὁ τὰ θεῖα σοφὸς Γρηγόριος ὁ Νύσσης φησὶν ὅτι διὰ τῆς ὀξείας κινήσεως τοῦ οὐρανίου σώματος ἑδράζεται κατὰ χώ‐ ρας ἡ γῆ καὶ συσφίγγεται, ἔπρεπε πάντως τὸν συνοχέα πα‐ ραχθῆναι πρότερον, εἶτα τὸν συνεχόμενον. εἰ δὲ καὶ πλέον ἐπαπορήσειέ τις ἐνταῦθα, πῶς ἡ γῆ, λέγων, οὐκ ἐξέστη τῆς
15οἰκείας βάσεως ἀκινήτου τοῦ οὐρανοῦ γεγονότος, ὡς ἐν τοῖς πρὸς Θαλάσσιον ὁ μέγας Μάξιμος, ἡνίκα ὁ τοῦ Ναυῆ Ἰη‐ σοῦς ἔλεγε „στήτω ὁ ἥλιος κατὰ Γαβαῶ καὶ ἡ σελήνη κατὰ φάραγγα Αἰλώμ,“ τότε πρὸς αὐτὸν ἐροῦμεν ὅτι ὅπου βού‐ λεται ὁ θεός, νικᾶται φύσεως τάξις. εἰ γὰρ ἐν τῇ χειρὶ
20αὐτοῦ τὰ πέρατα τῆς γῆς, εἰ καὶ τοὺς στύλους τῆς γῆς αὐ‐
τὸς ἐστερέωσε, καθά φησιν ὁ Δαβίδ, εἰ ἐθεμελίωσε τὴν γῆν6

7

ἐπὶ την ἀσφάλειαν αὐτῆς ὥστε μὴ κλιθῆναι εἰς τὸν αἰῶνα, μὴ θαύμαζε εἴγε καὶ τοῦ οὐρανοῦ ἀκινήτου ποτὲ μείναντος τῆς οἰκείας ἡ γῆ βάσεως οὐκ ἐξέπεσεν. εἰ γὰρ καὶ φυσικῷ λόγῳ τὰ πάντα γίνονται σήμερον, ἀλλ’ ἐπειδὰν ὁ τῆς φύσεως
5βουληθείη δεσπότης, τότε καὶ ὑπὲρ φύσιν ὁρῶμεν οὐκ ὀλίγα τῶν πραγμάτων γινόμενα. Ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. καὶ ἐπειδή, καθώς φησιν ὁ μέγας Βασίλειος, ἐξ ἀντιφράξεως τοῦ οὐρανίου σώματος βαθὺ σκότος ὁ ἀὴρ ἐνε‐
10δύσατο (καὶ σκότος γάρ, φησίν, ἐπάνω τῆς ἀβύσσου), πα‐ ρήγαγε τὸ αἰσθητὸν τοῦτο φῶς ὥστε φαίνειν ἐπὶ τῆς γῆς. οὐδὲ γὰρ ἀπορρῶγά τινα τοῦ νοητοῦ φωτὸς ἐκείνου τοῦ ταῖς ἀΰλοις προσόντος δυνάμεσιν ἐναποληφθῆναι ἔπρεπε τῷ ὑλι‐ κῷ τούτῳ κόσμῳ καὶ ὁρατῷ, ὅτι μηδὲ κοινωνία τοῖς ἐν ἀμφο‐
15τέροις νοητοῖς. κατὰ γὰρ τοῦτο καὶ διεστηκέναι μὲν ἀπ’ ἀλ‐ λήλων τόν τε νοητὸν κόσμον καὶ τὸν αἰσθητόν, ἑστηκέναι δὲ τῶν ἰδίων ὅρων ἐντὸς ἡ θεολόγος γλῶσσα τρανότατα ἔφησε. πρόσεχε οὖν. ἐπειδὴ γὰρ προστάγματι θείῳ περιετάθη ἀθρό‐ ον ὁ οὐρανὸς σῶμα ἔχων συνεχές, ἱκανὸς τῶν ἔξω διαστῆ‐
20σαι τὰ ἔνδον, ἀναγκαίως τὸν ἐναποληφθέντα αὐτῷ τόπον
ἀφεγγῆ κατέστησε, τὴν ἔξωθεν αὐγὴν διακόψας. εἴ τι γὰρ7

8

ἦν πρὸ τῆς τοῦ αἰσθητοῦ τοῦδε κόσμου συστάσεως, ἐν φωτὶ διῆγεν ὁμολογουμένως, ὡς ὁ θειότατός φησι Βασίλειος. οὐδὲ γὰρ αἱ τῶν ἀγγέλων ἀξίαι καὶ πᾶσαι αἱ ἐπουράνιαι στρατιαὶ ἐν σκότει διῆγον, ἀλλ’ ἐν φωτὶ καὶ πάσῃ εὐφροσύνῃ πνευμα‐
5τικῇ. τὸ τοίνυν ἐγκόσμιον σκότος τῇ τοῦ οὐρανίου σώματος παρυπέστη σκιᾷ. ἀλλ’ ἐνταῦθα προσέχειν ἄξιον. οὐδὲ γὰρ προηγεῖται τῆς ἡμέρας ἡ νύξ, ὡς ἔδοξέ τισιν ἀμαθέσι. τὸ γὰρ σκότος ἐκεῖνο τὸ πρὸ τῆς παραγωγῆς τοῦ ὁρατοῦ τοῦδε φωτὸς οὔτε οὐσία τίς ἐστιν (ἐξ ἀντιφράξεως γὰρ ὑφέστηκεν,
10ὡς προείρηται) οὔτε νὺξ ὠνομάσθη παρὰ τῆς ἁγίας γραφῆς, ὡς ἐντεῦθεν τῆς ἡμέρας τὴν νύκτα προτάττεσθαι. εἰ γὰρ καὶ τοῦ Μωσέως ἤκουσας λέγοντος ὅτι μετὰ τὸ διαχωρίσαι τὸν θεὸν ἀναμέσον τοῦ φωτὸς καὶ ἀναμέσον τοῦ σκότους τὸ μὲν φῶς ἡμέραν ἐκάλεσε, τὸ δὲ σκότος ἐκάλεσε νύκτα, μὴ
15θαύμαζε. οὐδὲ γὰρ τὸ σκότος ἐκεῖνο τὸ πρότερον, ὡς Ἰώ‐ σηπος ἐν τῇ καθ’ αὑτὸν ἀρχαιολογίᾳ φαίνεται λέγειν, ἀλλὰ τὸ μετὰ τὴν συστολὴν τοῦ φωτὸς χώραν αὐτίκα λαβόν, ἐκεῖ‐ νο νύκτα ἐκάλεσε. „καὶ ἐγένετο“ γάρ φησιν „ἑσπέρα, καὶ ἐγένετο πρωῒ ἡμέρα μία.“ καὶ πείθου τῷ μεγάλῳ Βασιλείῳ
20λέγοντι ὅτι ἡ πρὸ τῆς γενέσεως τοῦ φωτὸς ἐν τῷ κόσμῳ κα‐
τάστασις οὐχὶ νὺξ ἦν ἀλλὰ σκότος. τὸ μέντοι διασταλὲν πρὸς8

9

τὴν ἡμέραν, τοῦτο νὺξ ὠνομάσθη, ὅπερ νεωτέρας προσηγο‐ ρίας μετὰ τὴν ἡμέραν τετύχηκεν. οὐκοῦν ἡ ἡμέρα προηγεῖ‐ ται τῆς νυκτός. τὸ γὰρ φῶς ἐκεῖνο διακεχυμένον ὂν ἁπαν‐ ταχοῦ συνεστέλλετο κελεύσει τοῦ παραγαγόντος αὐτὸ θεοῦ,
5συστελλόμενον δὲ πάροδον ἐδίδου τῇ νυκτί, καθά φησιν Ἰου‐ στῖνος ὁ φιλόσοφος ὁ καὶ μάρτυς Χριστοῦ, καὶ μετ’ ἐκεῖνον ὁ μέγας Βασίλειος. ἔνθεν τοι καὶ τὸ μῆκος ἀμφοτέρων ἐπι‐ συνάπτων ὁ Μωσῆς καὶ μίαν ἡμέραν ἀποκαλῶν, οὕτω τὴν ἐκ‐ μέτρησιν τῶν χρόνων ποιεῖ, „καὶ ἐγένετο“ λέγων „ἑσπέρα,
10καὶ ἐγένετο πρωῒ ἡμέρα μία.“ ἐπίγνωθι οὖν, ἀγαπητέ, ὡς εἴγε τὸ σκότος ἐκεῖνο προηγεῖτο τῆς ἡμέρας, ἐκεῖθεν ἂν ὁ Μωσῆς καὶ τὴν τῶν ἡμερῶν ἐποιεῖτο ἐκμέτρησιν. ταῦτα μὲν οὖν ἐπιβεβαιοῖ καὶ αὐτὸς ὁ τὴν γλῶτταν χρυσοῦς. ἐν γὰρ τῇ εἰς τὴν ἑξαήμερον τρίτῃ αὐτοῦ ὁμιλίᾳ φησὶν ὅτι εἰπὼν ὁ
15Μωσῆς „καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωῒ ἡμέρα μία“ ἔδειξε σαφῶς ὅτι τὸ τέλος τῆς νυκτὸς πλήρωμα τῆς ἡμέρας ἐστίν· ἐπὶ γὰρ τούτῳ καὶ ἀμφοτέρων τὸ μῆκος ἡμέραν μίαν εἰκότως ἐκάλεσεν. οὕτω μὲν οὖν, ὁ μέγας Βασίλειος περὶ τοῦ Μωσέως φησίν, ἵνα τὰ πρεσβεῖα τῆς γενέσεως ἀποδῷ τῇ
20ἡμέρᾳ, πρότερον εἶπε τὸ πέρας τῆς ἡμέρας, εἶτα τῆς νυκτός,
ὡς ἐφεπομένης τῆς νυκτὸς τῇ ἡμέρᾳ. ἄφες λοιπὸν τὰ τοῦ9

10

Ἰωσήπου· σκότους γὰρ ἐκεῖνος ὡς Ἰουδαῖος ὑπάρχων μεστὸς ἀναβλέψαι πρὸς τὸ φῶς οὐκ ἠθέλησεν. ἔνθεν τοι καὶ τὴν νύκτα τῆς ἡμέρας προέταξε. Καὶ ἐγένετο ἑσπέρα, καὶ ἐγένετο πρωῒ ἡμέρα μία. τί‐
5νος ἕνεκεν ἐνταῦθα εἶπεν ἡμέρα μία, καὶ οὐκ εἶπεν ἡμέρα πρώτη; καίτοι γε τοῦτο ἦν ἀκολουθότερον, εἴγε μετὰ ταῦτα ἔμελλε λέγειν „καὶ ἐγένετο ἑσπέρα, καὶ ἐγένετο πρωῒ ἡμέρα δευτέρα·“ τῆς γὰρ δευτέρας καὶ τῆς τρίτης ἐξ ἀνάγκης πρώ‐ τη κατάρχει τε καὶ προηγεῖται. εἶπεν οὖν ἡμέρα μία τὸ μέ‐
10τρον ἡμέρας καὶ νυκτὸς περιορίζων, καὶ συνάπτων τοῦ ἡμε‐ ρονυκτίου τὸν χρόνον, ὡς τῶν εἰκοσιτεσσάρων ὡρῶν μιᾶς ἐκπληρουσῶν ἡμέρας διάστημα, συνυπακουομένης τῇ ἡμέρᾳ δηλονότι καὶ τῆς νυκτός· καὶ γὰρ ἡ τοῦ οὐρανοῦ ἀπὸ τοῦ αὐτοῦ σημείου ἐπὶ τὸ αὐτὸ πάλιν ἀποκατάστασις ἐν μίᾳ ἡμέ‐
15ρᾳ γίνεται. Καὶ περὶ μὲν τῆς οὐσίας τοῦ οὐρανοῦ πλέον οὐ δεῖ πο‐ λυπραγμονεῖν, εἴγε καὶ μᾶλλον ὁ προφήτης Ἡσαΐας ὡσεὶ κα‐ πνὸν αὐτὸν στερεωθῆναί φησιν ὑπὸ θεοῦ, τὴν φύσιν ἐντεῦ‐ θεν αὐτοῦ παριστῶν, ὅτι λεπτὴ λίαν ἐστίν. ὁ δὲ Πλάτων
20οὐσιωθῆναι λέγει τὸν οὐρανὸν ἐκ τῆς αὐτοειδεστέρας μοίρας10

11

τῶν τεσσάρων στοιχείων, κἀν τούτῳ διαφέρειν τῶν λοιπῶν σωμάτων αὐτόν· ταῦτα γὰρ ἐκ τῆς παχυτέρας μερίδος τὴν γένεσιν ἔσχηκεν. ταῦτα δὲ πάντως ὁ Πλάτων ἐδόξαζεν, ἐπει‐ δὴ προϋπάρχειν ᾤετο τὴν ἀσώματον ὕλην, ἀφ’ ἧς ἄρα τὰ
5τέσσαρα στοιχεῖα. ἀλλ’ ἐρρέτωσαν, ὡς μέγας φησὶ Μάξι‐ μος, οἱ λέγοντες ὅτι οὐδὲν ἐξ οὐκ ὄντων ἐγένετο· ἡμεῖς γάρ φαμεν, ὥσπερ τῆς μεγαλοσύνης τοῦ πεποιηκότος οὐκ ἔστι πέρας, οὕτως οὐδὲ τῆς σοφίας αὐτοῦ καὶ δυνάμεως κατάλη‐ ψις. ὁ δὲ Ἀριστοτέλης ἑτερούσιον τὸν οὐρανὸν καὶ πέμπτον
10σῶμα καλεῖ. καλεῖ δὲ αὐτὸν ἑτερούσιον καὶ ἄλλο τι παρὰ τὰ τέσσαρα, ὅτι καὶ ἡ κίνησις ἀμφοτέρων ἄλλη καὶ ἄλλη. τὰ μὲν γὰρ ἄνω φέρονται ὡς κοῦφα, τὰ δὲ πάλιν ὡς βαρέα ὄντα κάτω κέκτηται τὴν φοράν· ὁ δὲ οὐρανὸς κυκλικὴν ἔχει τὴν κίνησιν, ἐφ’ ᾧ καὶ ἄλλο τι παρὰ τὰ τέσσαρα δοξάζει
15αὐτόν. καὶ οὗτοι μὲν οὕτως. ἡμεῖς δὲ καταβάλλεσθαι ὑπ’ ἀλλήλων ἀφέντες αὐτούς, τῷ θεόπτῃ πεισθῶμεν Μωσεῖ λέ‐ γοντι „ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν.“ κἀντεῦθεν ἐκ τοῦ κάλλους τῶν ὁρωμένων τὸν ὑπέρκαλον ἐν‐ νοώμεθα, ὡσαύτως ἐκ τοῦ μεγέθους αὐτῶν ἀναλογιζώμεθα
20τὸν ὑπερμεγέθη καὶ ἄπειρον· κατὰ γὰρ τὸν σοφὸν Σολομῶν‐ τα ἐκ μεγέθους καὶ καλλονῆς κτισμάτων ὁ γενεσιουργὸς αὐ‐
τῶν θεωρεῖται. καὶ τί χρὴ πολλὰ λέγειν; ἐκ τεσσάρων μὲν11

12

οὖν στοιχείων τὰ κτίσματα συνέστησαν, πλὴν οὐκ ἐκ τῆς ἀσωμάτου ὕλης τὰ στοιχεῖα τὸ εἶναι εἰλήφασι κατὰ τοὺς ἔξωθεν, ἀλλ’ ἐξ αὐτοῦ τοῦ πάντων δημιουργοῦ καὶ θεοῦ· ἐν τῇ πρώτῃ γὰρ ἡμέρᾳ καθ’ ἣν ἐξ οὐκ ὄντων παρήγαγε τὸν
5οὐρανὸν καὶ τὴν γῆν ὁ θεός, τηνικαῦτα καὶ αὐτὰ συμπαρή‐ γαγε τὰ στοιχεῖα, ὡς ἐντεῦθεν πάντα πρὸς τὸ εἶναι παράγε‐ σθαι. καὶ περὶ μὲν τοῦ οὐρανοῦ τοιαῦτα. Περὶ δὲ τῆς γῆς εἰδέναι ὀφείλεις ὅτι μέσον αὕτη τοῦ παντὸς ἀπῃώρηται. καὶ τοῦτο γνοίης ἂν ἐκ τῆς τῶν ἄστρων
10κινήσεως. ἰσομεγέθη καὶ γὰρ σύμπαντα φαίνεται ἡμῖν ἀνα‐ τέλλοντα καὶ μεσουρανοῦντα καὶ δύνοντα. καὶ τοῦτό ἐστιν ὅπερ ὁ μέγας Βασίλειος ἐν τῇ περὶ φωστήρων ἕκτῃ αὐτοῦ ὁμιλίᾳ φησί, „τῷ δὲ ἡλίῳ οὐδείς ἐστιν ἐγγυτάτω καὶ οὐδεὶς πορρωτάτω, ἀλλ’ ἐξ ἴσου τοῦ διαστήματος τοῖς κατὰ πᾶν
15μέρος τῆς γῆς κατῳκισμένοις προσβάλλει.“ πρόσεχε οὖν. εἰ γὰρ παρήλλαξεν ἡ γῆ τὴν μεσότητα, ἐχρῆν ὁποτέρῳ μὲν προσκεχωρήκει τῶν πέριξ μερῶν, ἐκεῖσε τὰ ἄστρα γινόμενα ὁρᾶν μείζονα, ἀφ’ ὧν δὲ διέστηκεν αὕτη, ἐν τούτοις ἐλάσ‐ σονα ταῦτα ἀθρεῖν. νῦν δὲ ἁπανταχόθεν ἴσα ὁρώμενα δίδω‐
20σιν ἡμῖν ἐννοεῖν ὅτι μέσον ἡ γῆ τοῦ παντὸς ἀπῃώρηται. καὶ γὰρ εἰ μὴ τοῦτο ἦν, εἰ μὴ καθάπερ εἴπομεν, ἀπῃωρημένη
αὕτη παρήγετο κατ’ ἀρχάς, οὐκ ἂν αἱ κατὰ τόπους κινήσεις12

13

αὐτῆς ὑπ’ ἀνέμων ἐγίνοντο. αἴτιος μὲν γὰρ τοῦ σεισμοῦ ὁ θεὸς κατὰ τὸν εἰπόντα προφήτην „ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν καὶ ποιῶν αὐτὴν τρέμειν,“ τὸ δὲ συνεχὲς τούτου γίνεται καὶ παρὰ τὴν τῶν ὑπογείων ἀνέμων κίνησιν. διὰ γὰρ τοῦτο καὶ
5ἐπιόντων μεγάλων σεισμῶν ἄνεμοι τῷ τότε οὐκ εἰσίν, ὡς ἐγ‐ κλειομένων αὐτῶν ὑποκάτω κατὰ τόπους καὶ μᾶλλον ὑπάν‐ τρους. Εἰ δὲ καὶ τί ἐστιν ὁ ἄνεμος ἐπιζητεῖς καὶ πόθεν ἔχει τὴν γένεσιν, εἰδέναι ὀφείλεις ὅτι τινὲς μὲν τὸν ἀέρα φασὶ
10κινούμενον τὰς τῶν ἀνέμων αὔρας παρέχειν ἡμῖν, ἕτεροι δὲ πάλιν ἐκ τῆς καπνώδους ἀναθυμιάσεως γεννᾶσθαι τὸν ἄνε‐ μον φάσκουσιν. οἷς δὴ καὶ προσέχειν σε πλέον βούλομαι. ἡ μὲν γὰρ τοῦ ἀέρος κίνησις ἔκλυτος ὑπάρχει καὶ χαλαρά, ἡ δὲ τοῦ ἀνέμου βιαιοτέρα τε καὶ τυραννική. καὶ δῆλον ἐξ
15αὐτῶν τῶν σεισμῶν· οὐδὲν γὰρ ἕτερόν ἐστιν ὁ σεισμὸς εἰ μὴ ὑπόγειος ἄνεμος. τεσσάρων δὲ ὄντων ὡς εἰπεῖν καθολι‐ κῶν ἀνέμων, ἀπηλιώτης μὲν καὶ ζέφυρος οὐκ εἰσὶ σφοδρό‐ τατοι, βορρᾶς δὲ καὶ νότος τυραννικώτατοι, διότι ἐν μὲν τῷ βορείῳ καὶ νοτίῳ πόλῳ, ὅθεν ὁ βορρᾶς καὶ ὁ νότος πνεῖ,
20μὴ γινόμενος ὁ ἥλιος οὐ θερμαίνει τὰ ἐκεῖσε χωρία, ἀλλὰ μένει ψυχρά, ψυχρὰ δὲ ὄντα ἀεὶ ἔνικμά εἰσιν, ὥστε ὄμβρων
πολλῶν γενομένων διὰ τὴν ψῦξιν, εἶτα τῆς γῆς διαβρόχου13

14

γενομένης, πολλὴ καπνώδης ἀναθυμίασις ἀναδίδοται, καὶ διὰ τοῦτο σφοδροὶ ἄνεμοι γίνονται, ὅ τε βορρᾶς καὶ ὁ νότος. ἐν δὲ τοῖς ἀνατολικοῖς καὶ δυτικοῖς χωρίοις κινούμενος ὁ ἥλιος οὐκ ἐᾷ ψῦξιν γενέσθαι πολλήν, καὶ διὰ τοῦτο οὔτε πολὺς
5ὑετὸς γίνεται οὔτε πολλὴ ἡ καπνώδης ἀναθυμίασις, ἅτε τῆς γῆς μὴ διαβρεχομένης. ἔνθεν τοι καὶ οὐ σφοδροὶ γίνονται ἄνεμοι. ἀλλὰ καὶ ἐτήσιοι βόρειοι ἄνεμοι γίνονται μεθ’ ἡμέ‐ ρας εἴκοσι τῆς θερινῆς τροπῆς, μετὰ τὴν τοῦ κυνάστρου ἐπι‐ τολήν. τηνικαῦτα γὰρ τῆς χιόνος λυομένης αὖραι γίνονται
10ψυχραὶ βόρειοι. καὶ τούτου χάριν οἱ διαληφθέντες ἄνεμοι τῷ καιρῷ τούτῳ καθ’ ἕκαστον ἔτος ἀπάρχονται πνεῖν. καὶ περὶ μὲν τούτων οὕτως· ἄνεμον δὲ παρ’ Ὁμήρῳ καλούμε‐ νον θύελλαν ὁ Ἀριστοτέλης τυφῶνα καλεῖ, διὰ τὸ παχὺ εἶ‐ ναι τὸ πνεῦμα καὶ οἱονεὶ τύπτειν τῇ φωνῇ τὸ παρατυχόν. αἰ‐
15τία δὲ τοῦ τοιούτου ἀνέμου ἀτμὶς παχεῖα ἄνωθεν ἀπὸ τῶν νεφῶν φερομένη, εἴτε κατὰ γῆς εἴτε κατὰ θαλάσσης, ἥτις προσπταίουσά τινι ἀντιτύπῳ σώματι ἀναπάλλεται εἰς τοὐπί‐ σω, ἐπεὶ δὲ τὸ ἀναπαλλόμενον κωλύεται εἰς τοὐπίσω χωρεῖν ὑπὸ τοῦ ὄπισθεν ἐπακολουθοῦντος, ἐπὶ τὰ πλάγια διακλᾶται,
20εἶτα κἀκεῖσε ἀντιτύπῳ συναντήσασα πάλιν διασκορπίζεται, καὶ γίνεται ἑλιξίτης συστροφὴ τοῦ ἀνέμου, μετεωρίζουσα
καὶ ἀπὸ γῆς καὶ ἀπὸ θαλάσσης τὰ παρατυχόντα σώματα.14

15

ἔνθεν τοι καὶ σίφωνα τὸν τοιοῦτον ἄνεμον καλοῦσι· κατὰ κύκλον τε γὰρ εἱλεῖται περὶ τὴν γῆν, καὶ πρὸς τὴν οἰκείαν αὖθις ἐπανακάμπτει ἀρχήν, ὅθεν καὶ λίθους ἐφέλκεται καὶ χοῦν ἐπισύρεται καὶ λέμβους ἀνασπᾷ, ἃ δὴ καὶ ἐν ἄλλοις
5τόποις καταρρηγνύμενα θαῦμα τοῖς θεωμένοις ἐμποιοῦσι καὶ ἔκπληξιν. ὁ δὲ ἐκνεφίας ἄνεμος ὁμοίως σχεδὸν τῷ τυφῶνι· πλὴν ὁ τυφὼν ὁρᾶται διὰ τὸ παχυμερεστέραν οὐσίαν ἐκ τοῦ νέφους ἐφέλκεσθαι. καὶ οὐδὲ ὑετὸς παύει αὐτόν, εἰ μὴ μό‐ νος ὁ βορρᾶς. καὶ ταῦτα μέν, ἀγαπητέ, κατ’ ἐπιτομὴν ἐσχε‐
10δίασται διὰ σὲ πολλὰ τῶν τοιούτων ἐφιέμενον. Τῇ δὲ δευτέρᾳ ἡμέρᾳ παρήγαγεν ἐκ τῶν ὑδάτων αὐτὸ τὸ στερέωμα, ὥστε διαχωρίζειν ἀναμέσον τοῦ ὕδατος τοῦ ἐπάνω τοῦ στερεώματος καὶ ἀναμέσον τοῦ ὕδατος τοῦ ὑποκάτω τοῦ στερεώματος. ὕδωρ ὁ θεὸς ἐναπέθετο διὰ τὴν τοῦ ἡλίου
15θερμοτάτην φοράν τε καὶ ἔκκαυσιν· καὶ εἰ μὴ ἔκειτο ὕδωρ ἐπινοτίζον, συνετρίβη ἂν ὑπὸ θέρμης ὡς ἄγγος ὀστράκινον μέσον φλογὸς ἱστάμενον καὶ ὕδωρ μὴ ἔχον. καὶ κάτωθεν διὰ τοῦτο ὕδατα πολλά, ποταμοί τε καὶ λίμναι καὶ θάλασ‐ σαι, ὥστε μὴ καταφλεχθῆναι τουτὶ περίγειον τῇ ὑπερβολῇ
20τοῦ θερμοῦ. ᾔδει γὰρ ὁ θεός, ὥς φησιν ὁ μέγας Βασίλειος,
ὅσον ἀφώρισε τῷ κόσμῳ χρόνον εἰς διαμονήν, καὶ πόσην15

16

χρὴ τῷ πυρὶ προαποθέσθαι δαπάνην. καλῶς οὖν ἔλεγεν ὁ Δαβὶδ „ὁ θεμελιώσας τὴν γῆν ἐπὶ τῶν ὑδάτων·“ ἐπειδὴ γὰρ τὰ ὕδατα τὴν γῆν ἐπινοτίζοντα φυλάττουσιν αὐτὴν ὥστε μὴ καταφρυγῆναι τῷ πυρί, ἀληθῶς ἂν εἴη ταῦτα τῇ γῇ θε‐
5μέλιον ὀχυρώτατον. ὅτι δὲ ταῦτα οὕτως ἔχει, καὶ ὅτι τὰ ὕδατα καθάπερ τι θεμέλιον ὑπανέχουσι τὴν γῆν, ὁ χρυσορ‐ ρήμων Ἰωάννης ἐν τῇ βίβλῳ τῶν ἀνδριάντων ἀριδηλότερον ἔδειξε, κατὰ ῥῆμα διεξιὼν οὑτωσί „ἡ γῆ, ἐὰν ἐπιλίπωσιν αὐτὴν αἱ πηγαὶ καὶ ἡ παρὰ τῆς θαλάσσης καὶ τῶν ποταμῶν
10ἐνσπειρομένη νοτίς, καταφρυγεῖσα τελείως ἀπόλλυται.“ ἔσται μέντοι ὅτε καὶ πάντα καταφρυγήσεται τῷ πυρί, ὡς ὁ προφή‐ της Ἡσαΐας φησὶν ἐν οἷς πρὸς τὸν τῶν ὅλων θεὸν διαλέγε‐ ται „ὁ λέγων τῇ ἀβύσσῳ, ἐρημωθήσῃ, καὶ πάντας τοὺς πο‐ ταμούς σου ξηρανῶ.“
15 Παράγει οὖν ἐξ ὑδάτων τὸ στερέωμα ὁ θεός, καλέσας αὐτὸ καταχρηστικῶς οὐρανόν. κυρίως μὲν γὰρ οὐρανὸς ἐκεῖ‐ νος ὁ πρῶτος λαβὼν ἐξ οὐκ ὄντων τὴν σύστασιν· κατὰ δεύ‐ τερον δὲ λόγον καλεῖ οὐρανὸν ἡ γραφὴ καὶ αὐτὸ τὸ στε‐ ρέωμα τὸ ἐξ ὑδάτων, ὡς εἴπομεν, γεγονός. ἐπίγνωθι οὖν
20ἐντεῦθεν ὅτι δύο παρέδωκεν οὐρανοὺς ἡ γραφή. καὶ οἱ μὲν Ἕλληνες ἕνα διισχυρίζονται εἶναι οὐρανόν, ἅτε τῆς Μωσαϊ‐ κῆς ἱστορίας παντάπασιν ὄντες ἀμύητοι· ὁ δὲ μέγας Βασί‐
λειός φησιν ὅτι τοσοῦτον ἀπέχομεν τῷ δευτέρῳ ἀπιστεῖν ὡς16

17

καὶ τρίτον ἐπιζητεῖν, οὗ τῆς θέας ὁ μακάριος Παῦλος ἠξίω‐ το. καὶ αὐτὸν γὰρ τὸν ἀέρα καλεῖν εἴωθεν οὐρανὸν ἡ γρα‐ φή· „τὰ πετεινὰ“ γάρ φησι „τοῦ οὐρανοῦ,“ καὶ „δώσει κύριος ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ.“ αὐτὸ τοῦτο καὶ ὁ Δα‐
5μασκηνὸς Ἰωάννης ἐν τῷ εἰκοστῷ αὐτοῦ κεφαλαίῳ παρίστησι, τρεῖς εἶναι λέγων οὐρανούς, αὐτίκα τὸν ἐξ οὐκ ὄντων ἐξ ἀρχῆς παραχθέντα, τὸν ἐξ ὑδάτων τε λαβόντα τὴν σύστασιν καὶ αὐτὸν τὸν ἀέρα. καὶ δηλοῖ τοῦτο ἡ γραφὴ λέγουσα „τὰ πετεινὰ τοῦ οὐρανοῦ.“ πρόσεχε οὖν. ὁ πρῶτος μὲν γὰρ οὐ‐
10ρανὸς ὁ ὑπὲρ κεφαλῆς ἡμῖν ὑφηπλωμένος ἀήρ, δεύτερος αὐ‐ τὸ τὸ στερέωμα, καὶ τρίτος ὁ ἐξ οὐκ ὄντων κατ’ ἀρχὰς γε‐ γονώς, εἰς ὃν δὴ καὶ ὁ πάμμεγας ἡρπάγη Παῦλος. εἰ δὲ καὶ πλείους οὐρανοὺς ὁ Δαβὶδ ὑπεμφαίνει λέγων „αἰνεῖτε αὐ‐ τὸν οἱ οὐρανοὶ τῶν οὐρανῶν,“ μὴ θαύμαζε· ἡ γὰρ Ἑβραῒς
15γλῶττα πληθυντικῶς ἐκφέρειν εἴωθε τὰ ἑνικά, ὡς ὁ χρυσοῦς τὴν γλῶτταν φησίν. οὕτω μὲν οὖν νοήσεις καὶ ἔνθα λέγει „τῷ καταδιελόντι τὴν ἐρυθρὰν θάλασσαν εἰς διαιρέσεις·“ μία γὰρ ἐκεῖσε διαίρεσις γέγονε, καὶ οὐ πολλαί. καλεῖ δὲ τὸν δεύτερον οὐρανὸν στερέωμα ἡ γραφὴ πρὸς ἀντιδιαστολὴν τοῦ
20προτέρου οὐρανοῦ καὶ αὐτοῦ τοῦ ὕδατος· εἰκὸς γὰρ τὸν
ἐκεῖνον λεπτομερέστερον σῶμα τυγχάνειν καὶ εἰλικρινέστερον.17

18

καὶ δῆλον ἐξ ὧν ὁ Ἡσαΐας φησὶν „ὁ στερεώσας τὸν οὐρανὸν ὡσεὶ καπνόν.“ ὡσαύτως καὶ τὸ ὕδωρ αὐτὸ ἀραιόν τε καὶ μαλακὸν πρὸς αὐτὸ συγκρινόμενον τὸ στερέωμα. Ὁ μὲν οὖν Ἰώσηπος ἐν τῇ κατ’ αὐτὸν ἀρχαιολογίᾳ φη‐
5σὶν ὅτι τὸ στερέωμα παραγαγὼν ὁ θεὸς κρύσταλλον αὐτῷ περιέπηξε, νότιόν τι καὶ ὑετῶδες πρὸς τὴν ἀπὸ τῶν δρόσων ὠφέλειαν ἁρμοδίως αὐτὸ τῇ γῇ ἐμηχανήσατο. οὐκ ἔχει δὲ καὶ τὰ τῆς ἀληθείας, ὡς οἶμαι, κατὰ τὸν ἐκείνου σκοπόν. τίνος ἕνεκεν; ὅτι δρόσοι καὶ ὑετοὶ πάχναι τε καὶ χάλαζαι
10καὶ χιόνες ἐξ ἀναθυμιάσεως λέγονται τῶν περὶ γῆν ὑδάτων συνίστασθαι. καὶ πρόσεχε τῷ μεγάλῳ Βασιλείῳ περὶ τούτων οὕτως ἐν τῇ ἑξαημέρῳ αὐτοῦ διεξιόντι. „καλὴ μὲν οὖν ἡ θά‐ λασσά ἐστι, καὶ ὅτι τοῖς ἀερίοις ὕδασιν ἀρχή τίς ἐστι καὶ πηγή, θαλπομένη μὲν τῇ ἀκτῖνι τοῦ ἡλίου, ἀποτιθεμένη δὲ
15τὸ λεπτὸν τοῦ ὕδατος διὰ τῶν ἀτμῶν· ὅπερ ἑλκυσθὲν εἰς τὸν ἄνω τόπον, εἶτα καταψυχθὲν διὰ τὸ ὑψηλότερον γενέ‐ σθαι τῆς ἀπὸ τοῦ ἐδάφους ἀνακλάσεως τῶν ἀκτίνων, καὶ ὁμοῦ τῆς ἐκ τοῦ νέφους σκιᾶς τὴν ψῦξιν ἐπιτεινούσης, ὑετὸς γίνεται καὶ πιαίνει τὴν γῆν.“ καὶ μάρτυς τῶν λεγομένων ὁ
20προφήτης Ἀμὼς λέγων „κύριος ὁ ποιῶν πάντα καὶ μετα‐ σκευάζων, ὁ ἀνάγων τὸ ὕδωρ τῆς θαλάσσης καὶ ἐκχέων αὐ‐
τὸ ἐπὶ πρόσωπον τῆς γῆς.“ ὅτι δὲ τὸ λεπτότερόν τε καὶ πο‐18

19

τιμώτερον ἐκ τῆς θαλάττης ἀνάγεται τῇ τοῦ ἡλίου θερμότη‐ τι, οὐδεὶς ἂν ἀπιστήσειεν τοὺς ὑποκαιομένους λέβητας ἐν‐ νοήσας, οἳ πλήρεις ὄντες ὑγροῦ πολλάκις κενοὶ κατελείφθη‐ σαν, εἰς ἀτμὸν πάντως τοῦ ἑψομένου διακριθέντος. ἀλλὰ
5καὶ αὐτὸ τὸ τῆς θαλάττης ὕδωρ ἴδοι τις ἂν ὑπὸ τῶν ναυτιλ‐ λομένων ἑψόμενον κἀντεῦθεν τὴν χρείαν μετρίως παραμυθού‐ μενον· τηνικαῦτα γὰρ σπόγγοις ὑποδεχόμενοι τοὺς ἀναγομέ‐ νους ἐκεῖθεν ἀτμοὺς ἴαμα δίψης ἐν ταῖς ἀνάγκαις εὑρίσκου‐ σι. καλῶς οὖν ὁ προφήτης ἔλεγεν „ὁ ἀνάγων τὸ ὕδωρ τῆς
10θαλάσσης καὶ ἐκχέων αὐτὸ ἐπὶ πρόσωπον τῆς γῆς·“ ὁ γὰρ ἀὴρ ταῖς κάτωθεν ἀναθυμιάσεσι καταπυκνούμενος σταγόνας ἀφίησι καὶ καταπιαίνει τὴν γῆν. κατὰ τοῦτο καὶ ὁ ἥλιος ἡνίκα τὰ νότια παρεάσας ἐπὶ τὰ βόρεια μέρη τρέχει καὶ τὸ θέρος ἐργάζεται, ἀναλίσκει τὰ ὕδατα καὶ τὰ ἡμέτερα ξηραί‐
15νει σώματα. καὶ μέντοι καὶ τοὺς ποταμοὺς μικροτέρους ἔστιν ἰδεῖν. τούτῳ μέντοι τῷ λόγῳ καὶ τὸν Νεῖλον αὐτὸν οὐ κατὰ τὸν αὐτὸν τοῖς ἄλλοις φασὶ πλημμυρεῖν καιρόν, ἀλλὰ μεσοῦντος τοῦ θέρους ἐπικλύζειν τὴν Αἴγυπτον, ὡς τοῦ γε ἡλίου τὴν βορειοτέραν τηνικαῦτα διαθέοντος ζώνην, καὶ τοῖς
20ἄλλοις μὲν ποταμοῖς ἐνοχλοῦντος, τούτου δὲ πλεῖστον ἀπέ‐ χοντος. ἡ μέντοι τῶν ἀτμῶν φύσις οὐδὲν ἄλλο ἐστὶν ἢ λε‐
λεπτυσμένον ὕδωρ. ἀναγομένων οὖν, ὡς εἴρηται, αὐτῶν τῇ19

20

τοῦ ἡλίου ὁλκῇ, κἀντεῦθεν πυκνουμένου τοῦ ἀέρος, ὑετοὶ κα‐ ταρρήγνυνται χιόνες τε καὶ χάλαζαι, καὶ ὅσα τῆς ὑγρᾶς ὑπάρχει φύσεως ἔγγονα. καὶ περὶ μὲν τούτων οὕτως. Οἶδα δέ, ἀγαπητέ, ὅτι καθ’ ἱστορίαν ἐπελθοῦσα ἡ σὴ
5φιλομάθεια τὰ παρὰ Μωσέως γραφέντα περί τε τοῦ πρώτου οὐρανοῦ περί τε τοῦ δευτέρου, στερεώματος δηλαδή, καὶ περὶ τῶν ἐναπειλημμένων ὑδάτων μέσον τῶν δύο τούτων οὐρανῶν, ἐκλαβέσθαι τὰ τοιαῦτα καὶ κατὰ ἀναγωγὴν ἐπιζη‐ τεῖ. ταύτῃ τοι καὶ τὸν Σιναΐτην ἰδοὺ παράγω σοι θεῖον
10Ἀναστάσιον· ὁ γὰρ θεῖος οὗτος ἀνὴρ ἀκούσας τοῦ μεγάλου Παύλου λέγοντος ὅτι πάντα εἰς Χριστὸν προτετύπωται, τὰ ἐν οὐρανῷ καὶ τὰ ἐπὶ τῆς γῆς, τούτου χάριν ἀλληγορικῶς τὰ πλείω τῆς παλαιᾶς ἐξελάβετο. καὶ ἄκουε τί φησι περὶ τῶν οὐρανῶν τέως αὐτῶν. „ἡ τοῦ ἀνωτέρου οὐρανοῦ ἀκατάλη‐
15πτος φύσις ἐμοὶ δοκεῖ τύπον ἐπέχειν τῆς ἀοράτου καὶ ἀκα‐ ταλήπτου λόγου θεότητος, τὸ δὲ στερέωμα τὸ κάτωθεν ἀνελ‐ θὸν τύπον ἐπέχειν τῆς τοῦ Χριστοῦ ἀνθρωπότητος ἣν ἔλαβε κάτωθεν. τὸ δὲ ὕδωρ τὸ μέσον τῶν δύο ἐμπεριληφθὲν εἰ‐ κόνα διαγράφει τῆς ἀχράντου αὐτοῦ ψυχῆς μεσιτευούσης
20θεότητι καὶ σαρκὸς παχύτητι. ὅρα γὰρ ὅτι ὁ μὲν ἀνώτερος
οὐρανὸς φύσει ἀπ’ ἀρχῆς οὐρανὸς ἐκλήθη, καθὰ καὶ ὁ θεὸς20

21

λόγος ἀπ’ ἀρχῆς θεός ἐστί, τὸ δὲ στερέωμα τὸ κάτωθεν καὶ ὑλικὸν οὐκ ἀπ’ ἀρχῆς μετὰ δὲ τὴν πρὸς τὸν ἀνώτερον ἕνωσιν οὐρανὸς ἐκλήθη, ἐπειδὴ καὶ τὸ ἅγιον τοῦ Χριστοῦ σῶμα τῇ θεώσει καὶ τῇ ἑνώσει λέγεται θεός, οὐ μὴν τῇ οἰκείᾳ φύσει·“
5συμμαρτυρεῖ δὲ τοῦτο ὁ πάμμεγας Παῦλος, καταπέτασμα λέγων τὴν ἁγίαν τοῦ Χριστοῦ σάρκα, ἥτις κάτωθεν καὶ ἐξ αἱμάτων συνεπάγη, καθὰ δὴ καὶ αὐτὸ τὸ στερέωμα ἐκ τῶν κάτω νοτίδων. καὶ ταῦτα μὲν τοῦτον ἔχει τὸν τρόπον. Τῇ δὲ τρίτῃ ἡμέρᾳ τὰ ὕδατα πάντα εἰς τὰς ἑαυτῶν
10συναγωγὰς συνήχθησαν κατὰ θείαν κέλευσιν, καὶ οὕτως ἐφάνη ἡ ξηρά. τότε δὴ καὶ παντοίοις αὕτη φυτοῖς τε καὶ δένδρεσι παραδόξως ἐκαλλωπίζετο. τῷ γὰρ θείῳ δυ‐ ναμωθεῖσα βουλήματι, ὡς ὁ Νύσσης φησίν, ἀθρόον ἀπεκύη‐ σεν ἅπαντα, οὐ χρόνου δεηθεῖσα πρὸς αὔξησιν τῶν ἐξ αὐ‐
15τῆς ἀναδιδομένων, ἀλλ’ ὁμοῦ τοῖς ἄνθεσι καὶ τοὺς καρποὺς ἐκβλαστήσασα θέαμά τι τερψίθυμον ἦν. εἰ γὰρ ἀηδές τι πρᾶγμα καὶ παρεκτικὸν ὀδύνης ἡ ἄκανθα, ἀλλ’ οὐκ ἐξ ἀρχῆς αὐτῆς ἡ γῆ καὶ ταύτην ἀνέδωκεν, ἀλλ’ ἡνίκα μετὰ τὴν πα‐ ράβασιν ἤκουσεν ὁ Ἀδὰμ „ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις
20σου ἀκάνθας καὶ τριβόλους ἀνατελεῖ σοι.“ ἵνα γὰρ τῷ τερ‐
πνῷ τὴν λύπην παρακειμένην ἔχωμεν κἀκ τούτου τὴν ἁμαρ‐21

22

τίαν μνημονεύωμεν, ὡς ὁ μέγας φησὶ Βασίλειος, διὰ τοῦτο προσεφύη τῷ ῥόδῳ ἡ ἄκανθα. πρόσεχε οὖν. εἰ μὴ γὰρ ἤκουσεν ὁ Ἀδὰμ „ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις σου,“ τάχα ἂν ἡ γῆ καὶ αὖθις φυτὰ παρεῖχέ σοι ἔγκαρπα μὴ δεό‐
5μενα χρόνου πρὸς αὔξησιν. τότε μὲν γάρ, πρὸ τῆς παρα‐ βάσεως δηλονότι, ὡς ὁ μέγας φησὶ Βασίλειος, ἐν ἀκαριαίᾳ χρόνου ῥοπῇ ἀπὸ τῆς βλαστήσεως ἀρξαμένη ἡ γῆ, ἵνα φυ‐ λάξῃ τοὺς νόμους τοῦ κτίσαντος, πᾶσαν ἰδέαν αὐξήσεως διεξ‐ ελθοῦσα, εὐθὺς πρὸς τὸ τέλειον ἤγαγε τὰ βλαστήματα. καὶ
10λειμῶνες μὲν γὰρ ἦσαν βαθεῖς τῇ ἀφθονίᾳ τοῦ χόρτου, τῶν δὲ πεδίων τὰ εὔκαρπα βρίθοντα τοῖς ληΐοις εἰκόνα πελάγους κυμαίνοντος ἐν τῇ κινήσει τῶν ἀσταχύων ἀπέσωζε. καὶ ταῦ‐ τα μέν, ἡνίκα ἔλεγεν ὁ θεὸς „βλαστησάτω ἡ γῆ βοτάνην χόρτου·“ ὁπηνίκα δὲ προσετίθει „καὶ ξύλον κάρπιμον ποιοῦν
15καρπόν, οὗ τὸ σπέρμα αὐτοῦ ἐν αὐτῷ, κατὰ γένος καὶ καθ’ ὁμοιότητα, ἐπὶ τῆς γῆς,“ τότε δὴ τότε πᾶσαι μὲν λόχμαι κατεπυκνοῦντο, πάντα δὲ ἀνέτρεχε δένδρα, ἐλάται καὶ κέ‐ δροι πεῦκαί τε καὶ κυπάρισσοι, καὶ ὅσα τοιαῦτα, αἵ τε ῥο‐ δωνιαὶ καὶ μυρσίναι καὶ δάφναι, πάντα ἐν μιᾷ καιροῦ ῥο‐
20πῇ, οὐκ ὄντα πρότερον, εἰς τὸ εἶναι παρήχθη μετὰ τῆς οἰ‐ κείας ἑκάστου ἰδιότητος. Μὴ θαύμαζε δὲ εἴπερ αἱ βοτάναι πᾶσαι οὐκ ἐδώδιμοι. τὰ γὰρ μὴ χρησιμεύοντα τῷ ἀνθρώπῳ χρήσιμά ἐστι τοῖς δι’
αὐτὸν γεγενημένοις ζῴοις. εἰ δὲ καὶ δηλητήρια πρόσεισιν αὐ‐22

23

ταῖς, οὐδὲ τοῦτο ξενίζεσθαι χρή. πολλάκις γὰρ καὶ ταῦτα παθῶν ἰατήρια γίνονται· κεραννύμενα γὰρ ἑτέραις βοτάναις ἀλεξίκα‐ κα γίνεται καὶ ὑγείας παρεκτικά. οὕτω μὲν οὖν καὶ ὁ μέγας Βασίλειός φησιν ὅτι τῶν δηλητηρίων οὐδὲν ἀργῶς οὐδὲ ἀχρή‐
5στως γεγενημένον ἐστίν, εἰ καὶ τοὺς ἀχαρίστους ἡμᾶς κατὰ τοῦ πεποιηκότος παρασκευάζει φρονεῖν. τὰ μὲν γὰρ αὐτῶν ἢ τροφὴν παρέχει τινὶ τῶν ἀλόγων, ἢ καὶ ἡμῖν αὐτοῖς παρὰ τῆς ἰατρικῆς τέχνης εἰς παραμυθίαν τινῶν ἀρρωστημάτων ἐξ‐ εύρηται. τὸ μὲν γὰρ κώνειον οἱ ψᾶρες βόσκονται, διὰ τὴν
10κατασκευὴν τοῦ σώματος τὴν ἐκ τοῦ δηλητηρίου βλάβην ἀπο‐ διδράσκοντες· λεπτοὺς γὰρ ἔχοντες τοὺς περὶ τὴν καρδίαν πόρους, φθάνουσιν ἐκπέψαι τὸ καταποθὲν πρὶν τὴν ἀπ’ αὐ‐ τοῦ ψῦξιν τῶν καιρίων καθάψασθαι. ἐλλέβορος δὲ ὀρτύγων ἐστὶ τροφή, ἰδιότητι κράσεως τὴν βλάβην ἀποφευγόντων.
15ἔστι δὲ καὶ αὐτὰ ταῦτα ἐν καιρῷ ποτὲ καὶ ἡμῖν χρήσιμα· διὰ μὲν γὰρ τοῦ μανδραγόρου ὕπνον οἱ ἰατροὶ καταπάσσου‐ σιν, ὀπίῳ δὲ τὰς σφοδρὰς ὀδύνας κατακοιμίζουσιν. ἤδη δέ τινες τῷ κωνείῳ καὶ τὸ λυσσῶδες τῶν ὀρέξεων κατεμάραναν, καὶ τῷ ἐλλεβόρῳ πολλὰ τῶν χρονίων παθῶν ἐξεμόχλευσαν,
20ὥστε ὃ ἐνόμιζες ἔχειν κατὰ τοῦ κτίσαντος ἔγκλημα, τοῦτο εἰς
προσθήκην εὐχαριστίας περιελήλυθεν.23

24

Ἐπὶ μέντοι τοῖς προειρημένοις φυτοῖς καὶ τὸ τῆς ζωῆς ὁ Ἰώσηπος καὶ τὸ τῆς φρονήσεως ἔφησεν ἀναδοθῆναι φυτόν, ᾧ διαγιγνώσκειν τί τε τὸ ἀγαθὸν εἴη καὶ τί τὸ κακόν, εἰ καὶ καθ’ ἕτερον ἐκλαμβάνει σκοπὸν ὁ τὴν γλῶτταν χρυσοῦς
5τὸ γνωστὸν καλοῦ καὶ πονηροῦ, καθὰ δὴ μαθήσῃ μετὰ βραχύ. Περὶ δὲ τῆς ἰδιότητος καὶ διαφορᾶς τῶν δένδρων, τί ἄν τις εἴποι πῶς τινὰ μὲν πέπτεται τῷ ἡλίῳ, τινὰ δὲ ἐν ἐλύτροις κεκαλυμμένα πληροῦται; καὶ ὧν μὲν ἁπαλὸς ὁ καρ‐
10πός, παχὺ τοῦ φύλλου τὸ σκεπαστήριον, ὡς ἐπὶ τῆς συκῆς, ὧν δὲ οἱ καρποὶ στεγανώτεροι, ἐλαφρὰ τῶν φύλλων ἡ προ‐ βολή, ὡς ἐπὶ τῆς καρύας, ὅτι ἐκεῖνα μὲν διὰ τὸ ἀσθενὲς πλείονος ἐδεῖτο τῆς βοηθείας, τούτοις δ’ ἂν πρὸς βλάβην ἐγένετο παχυτέρα ἡ περιβολὴ ἐκ τῆς ἀπ’ αὐτῶν σκιᾶς. πῶς
15κατέσχισται τῆς ἀμπέλου τὸ φύλλον; ἵνα καὶ πρὸς τὰς ἐκ τοῦ ἀέρος βλάβας ὁ βότρυς ἀντέχῃ καὶ τὴν ἀκτῖνα τοῦ ἡλίου διὰ τῆς ἀραιότητος δαψιλῶς ὑποδέχηται. Θαυμαστὰ δὲ δένδρα καὶ οὐ μόνον δι’ ἣν ἔχουσι πρὸς τὰ ἑτερογενῆ τῶν καρπῶν διαφοράν, ἀλλὰ καὶ πρὸς αὐτὰ
20δηλαδὴ τὰ ὁμογενῆ. καὶ γὰρ ἄλλος μὲν χαρακτὴρ τοῦ καρ‐ ποῦ τῶν ἀρρένων, ἄλλος δὲ τῶν θηλειῶν παρὰ τοῖς φυτουρ‐
γοῖς διακέκριται. καὶ αὐτοὺς γὰρ τοὺς φοίνικας εἰς ἄρρε‐24

25

νας καὶ θηλείας διιστῶσι· καὶ τὸ παράδοξον, ἔρως φυσικὸς παρ’ αὐτοῖς. ὑποκύπτει γὰρ ἡ θήλεια τῷ ἄρρενι ὀργῶσα τρόπον τινὰ καὶ τῆς συμπλοκῆς ἐφιεμένη, καὶ οὕτως οἷον ἐν αἰσθήσει τῆς ἀπολαύσεως γεγονυῖα καὶ ἀνορθοῦται πάλιν
5τοὺς κλάδους καὶ πρὸς τὸ πρότερον ἀποκαθίσταται σχῆμα. ἀλλ’ οἱ τῶν τοιούτων θεραπευταὶ καὶ συκᾶς ἀγρίας ταῖς ἡμέ‐ ροις παραφυτεύουσιν, ὡς ἐντεῦθεν τὸν καρπὸν αὐτῶν γλυ‐ κύτερον γίνεσθαι· εἴ τι καὶ γὰρ τοῖς ἡμέροις δριμύτερον πρόσεστι, πρὸς τὰς ἀγρίας ἀδήλως ἐκπέμπεται. καὶ τοὺς
10ὀλύνθους δὲ προσδήσαντες τῶν εὐκάρπων καὶ ἡμέρων συκῶν τὴν ἀτονίαν ἰῶνται, ῥέοντα ἤδη καὶ σκεδαννύμενον τὸν καρ‐ πὸν τοῖς ὀλύνθοις ἐπέχοντες. ταῦτα μὲν οὖν ὁ ποιητὴς αὐ‐ τῶν οὕτω παραδόξως γίνεσθαι συγκεχώρηκεν, ὡς καὶ ἡμᾶς πολλάκις ἐκ τῶν ἀντικειμένων ἡμῖν εὐτονίαν λαμβάνειν πρὸς
15αὐτήν γε τῶν ἀρετῶν τὴν ἐπίδειξιν· οὐκ ὀλίγοι γὰρ αὐτῶν ἐννόμως αἱροῦνται ζῆν, κἂν ἐν δόγμασι σφάλλωνται. ἀλλὰ καὶ φοῖνιξ καρπὸν μὲν ἀποφέρων γλυκύν, ἐν ἁλμυροῖς δὲ τόποις ὡς τὰ πολλὰ εὑρισκόμενος, αὐτὸ τοῦτο αἰνίττεται, ὅτι καὶ ἡμεῖς αὐτοὶ δυνάμεθα τὰ κατὰ γνώμην μὴ διαφθεί‐
20ρειν, κἂν ἐν τοῖς ἐναντίοις τισὶ συνδιάγωμεν. Ὅρα δέ, ἀγαπητέ, ὅτι καὶ τὰ εὐώδη πάντα, ὅταν σκόροδα καὶ κρόμμυα τούτοις παραφυτεύηται, εὐωδέστε‐
ρα γίνεται, διότι πᾶν εἴ τι δριμὺ καὶ δύσοσμον ἐν τού‐25

26

τοις ἐστίν, ἐν τοῖς δριμυτέροις τῶν σπερμάτων φυσικῶς ἀπορ‐ ρεῖ, καὶ γίνεται τὸ καταλειφθὲν εὐωδέστατον. ἀλλὰ καὶ τὸ πήγανον ὑπὸ τῇ συκῇ φυτευόμενον δριμύτερον ἑαυτοῦ γίνε‐ ται· μετατίθεται γὰρ εἰς αὐτὸ τὸ ἐν τῇ συκῇ βαρύοσμον,
5κἀντεῦθεν βελτίω τὰ σῦκα γίνεται. ἀλλὰ καὶ κρέη τινὰ πα‐ ρὰ τῇ συκῇ κρεμαννύμενα εὔθρυπτα γίνεται. τὸ γὰρ φυ‐ τόν, ὡς εἴρηται, ἡ συκῆ ἁπάντων ἐστὶν ὀπωδέστατον. θερμὸν πνεῦμα καὶ δριμὺ καὶ τμητικὸν ἀφίησι, καὶ τοῦτο θρύπτει καὶ πεπαίνει τὴν σὰρκα τοῦ ὄρνιθος. ὅθεν καὶ τῶν ταύρων
10ὁ χαλεπώτατος συκῇ προσδεθεὶς ἡσυχίαν ἄγει καὶ ψαύσεως ἀνέχεται, καὶ ὅλως ἀφίησι τὸν θυμὸν ὥσπερ ἀπομαραινόμε‐ νος. τοῦτο γοῦν τὸ πνεῦμα καὶ τοῖς κρέασι προσπῖπτον διαι‐ ρεῖ τὴν σάρκα καὶ περιθρύπτει. διὰ ταῦτα καὶ πρὸ τῆς γλυ‐ κείας συκῆς ἕτερα σῦκα λεγόμενα ὄλυνθοι τὴν ἄχρηστον ὑγρό‐
15τητα τοῦ φυτοῦ ἐν ἑαυτοῖς ἕλκοντα χρηστοτέραν ἀφίησι. διὰ τοῦτό φησι καὶ ἡ γραφὴ „ἡ συκῆ ἐξήνεγκε τοὺς ὀλύνθους αὐτῆς,“ τουτέστιν, ἡ ψυχὴ διὰ καθάρσεως τὸ ἄχρηστον ἅπαν ὥσπερ ὄλυνθον ἐξήνεγκε καὶ ἀπωχέτευσεν. Ἀλλ’ οὐδὲ τοῦτό σε παραδραμεῖν ἄξιον· λόγος γάρ τις
20ἐστὶ καὶ τὸ ἤλεκτρον ὀπὸν εἶναι φυτῶν εἰς λίθου φύσιν ἀπο‐
πηγνύμενον. ἀλλὰ καὶ τὰ μὲν τῶν φυτῶν ἀειθαλῆ γέγονε26

27

τὰ δὲ γυμνούμενα, καὶ τῶν ἀειθαλῶν τὰ μὲν φυλλοβόλα τὰ δὲ ἀείφυλλα. καὶ φυλλοβόλα μὲν ἐλαία καὶ πίτυς (λεληθό‐ τως γὰρ ὑπαλλάσσει τὰ φύλλα, ὡς μηδὲποτε δοκεῖν τῆς κό‐ μης ἀπογυμνοῦσθαι), ἀείφυλλον δὲ ὁ φοῖνιξ, τὸ αὐτὸ φύλ‐
5λον ἐκ τῆς πρώτης βλαστήσεως συμπαραμένον ἔχει εἰς τέλος. καὶ περὶ μὲν τούτων οὕτως. Μὴ θαύμαζε δέ, ἀγαπητέ, εἴπερ ἡ ἁγία γραφή φησιν εἰς μίαν συναγωγὴν συναχθῆναι τὸ ὕδωρ, ποῦ δὲ εἰς συνα‐ γωγάς· καὶ τοῦτο γὰρ κἀκεῖνο γέγονε, καὶ οὐκ ἐναντιοῦται
10πρὸς ἄλληλα. ὁ μὲν οὖν Θεοδώρητός φησιν ὅτι καλῶς εἶπε καὶ συναγωγὴν καὶ συναγωγὰς ἐπὶ τῶν ὑδάτων· τὰ γὰρ πε‐ λάγη κατὰ τὴν ἔξω ἐπιφάνειαν διῃρημένα δοκοῦσιν (ἄλλο γὰρ τὸ Ἰνδικὸν πέλαγος καὶ ἄλλο τὸ Ὑρκανικόν), κάτωθεν δὲ συν‐ ήρμοσται διά τινων ὑπογείων πόρων. ἔξωθεν δὲ τὸ μέγα
15πέλαγος ἐπίκειται, τουτέστιν ὁ Ὠκεανός, τὸ καὶ Ἀτλαντικὸν καλούμενον. καλεῖται δὲ οὕτως διὰ τὸ ἐκεῖσε ὄρος τὸν Ἄτ‐ λαντα. τοσοῦτον δὲ ὁ Ἄτλας οὗτος ὑψηλός ἐστιν ὡς καὶ κίο‐ να τοῦ οὐρανοῦ παρὰ τοῖς ποιηταῖς λέγεσθαι· οὗ τὴν κεφα‐ λὴν οὐδεὶς ἑώρακε διὰ τὸ χιόνι καλύπτεσθαι. καὶ οὕτω μὲν
20ὁ διαληφθεὶς Θεοδώρητος, ὁ δὲ μέγας Βασίλειός φησιν ὅτι καλῶς εἶπεν εἰς μίαν συναγωγήν. ἵνα γὰρ μὴ τὸ ἐπιρρέον
ὕδωρ τῶν δεχομένων αὐτὸ χωρίων ὑπερχεόμενον μετεκβαίνοι27

28

ἄν, καὶ ἄλλα ἐξ ἄλλων πληροῦν πᾶσαν κατὰ τὸ συνεχὲς ἐπι‐ κλύσῃ τὴν ἤπειρον, „συναχθήτω τὰ ὕδατα“ εἶπεν „εἰς συν‐ αγωγὴν μίαν,“ τουτέστιν ἄλλη ἀπὸ ταύτης μὴ ἀπογευηθή‐ τω, ἀλλ’ ἐν τῇ πρώτῃ συλλογῇ ἀπομεινάτω τὸ συναγόμενον.
5κατὰ τοῦτο καὶ ὁ Ἐκκλησιαστής φησιν ὅτι πάντες οἱ χείμαρ‐ ροι πορεύονται εἰς τὴν θάλασσαν, καὶ ἡ θάλασσα οὐκ ἔστιν ἐμπιπλαμένη, ἐπειδὴ καὶ τὸ ῥεῖν τοῖς ὕδασι διὰ τὸ θεῖον πρόσταγμα· „συναχθήτω“ γάρ φησι „τὰ ὕδατα.“ καὶ τὸ εἴ‐ σω δὲ τῶν ὅρων περιγεγράφθαι τὴν θάλασσαν ἀπὸ τῆς πρώ‐
10της νομοθεσίας ἐστί. πρόσεχε, ἀγαπητέ. „συνήχθη τὸ ὕδωρ εἰς συναγωγὴν μίαν, καὶ ὤφθη ἡ ξηρά.“ ἐπειδὴ γὰρ ἀόρα‐ τος ἦν ἠ γῆ καὶ ἀκατασκεύαστος ἅτε τοῦ ὕδατος ἐπιπολάζον‐ τος αὐτῇ, διὰ τοῦτο τὸ ὕδωρ συνήχθη εἰς τὰς συναγωγὰς αὐτοῦ, καὶ οὕτως ὁρατὴ γέγονεν ἡ ἀόρατος οὖσα τὸ πρότε‐
15ρον. τότε δὴ τότε καὶ φυτοῖς παντοίοις ἐκαλλωπίζετο θείῳ προστάγματι, ὡς ἄνωθεν εἴρηται. Εἰ δὲ καὶ τίνος ἕνεκεν ἐπιζητεῖς οὕτω κατὰ μέρος ἡ γῆ τὸν οἰκεῖον ἐδέχετο κόσμον καὶ οὐκ ἐξ ἀρχῆς αὐτῆς ἀπηρτι‐ σμένη παρήγετο, ἐγώ σοι ἐρῶ, μᾶλλον δὲ οὐκ ἐγὼ ἀλλ’ ὁ
20τὴν γλῶτταν χρυσοῦς. ἐπειδὴ γὰρ ἡ γῆ μήτηρ ἡμῶν ἐστὶ
καὶ τροφός, ἐπειδὴ πάντες ἐξ αὐτῆς γεγένηνται καὶ εἰς αὐτὴν28

29

αὖθις ἐπιστρέφουσιν, ἐπειδὴ πᾶσαν ἀπολαύειν ἡμῖν αὕτη χαρίζεται, ἵνα μὴ τὸ πᾶν αὐτῇ λογισθῇ κἀντεῦθεν σέβας αὐτῇ προσαχθῇ, δυνάμει δῆθεν οἰκείᾳ τοσούτων ἀγαθῶν ἡμῖν αἰτίᾳ γεγενημένῃ, διὰ τοῦτο πρῶτα μὲν ἐπικαλύπτει ταύτην
5τῷ ὕδατι καὶ ἀκατάσκευον ποιεῖ, μετὰ δὲ ταῦτα τὸ ὕδωρ εἰς μίαν ἐπισυνάγει συναγωγήν, καὶ οὕτως ὀφθῆναι παρα‐ σκευάζει αὐτήν. Ἀλλὰ καὶ τοῦτο ζητῆσαι ἄξιον, ποῦ συνήχθη τὸ ὕδωρ, ὡς ἐντεῦθεν ὀφθῆναι τὴν ξηράν, εἴγε τὸ πρόσωπον ἅπαν τῆς
10γῆς, ὥς φησιν ἡ γραφή, τοῖς ὕδασιν ἐκαλύπτετο. Ἰουστῖνος ὁ φιλόσοφος καὶ μάρτυς Χριστοῦ ὁ μέγας τε Βασίλειός φα‐ σιν ὅτι κοιλότητες ἐγένοντο τηνικαῦτα κατὰ θείαν κέλευσιν (καὶ τοῦ λόγου μάρτυρες ἀπαράτρεπτοι αἱ κατὰ τόπους εὑ‐ ρισκόμεναι νῆσοι), καὶ οὕτως αὗται τὸ ὕδωρ ὑποχαλασθὲν
15ἐδέξαντο. εἰ μὴ γὰρ συνήχθη τὸ ὕδωρ ἐν ταῖς τοιαύταις κοιλότησιν, οὐκ ἂν ἀποκαλυφθῆναι ἔφθασεν ἡ ξηρά. ἀλλά, κηδεμονίας θεοῦ, καὶ νήσους γὰρ ταῖς κοιλότησι προσεῖναι παρεσκεύασε. τίνος ἕνεκεν; ὥστε τοὺς ναυτιλλομένους ἐκεῖσε διαναπαύεσθαι, ἡνίκα καὶ μᾶλλον ὁδοιπορίαις μακραῖς ἑαυτοὺς
20ἐκδιδόασι. Μὴ θαύμαζε δὲ εἴγε ποτίμων ὄντων τῶν εἰς τὴν θάλασ‐
σαν εἰσρεόντων ὑδάτων ἁλμυρὰ μόνη αὕτη καὶ ἄποτος δεί‐29

30

κνυται. διὰ γὰρ τὴν καπνώδη ἀναθυμίασιν παρακειμένην αὐτῇ καὶ οἱονεὶ παρακαίουσάν τε καὶ παραφρύγουσαν, καὶ τὴν ἁλμυρὰν αὐτῇ ἐμποιοῦσαν ποιότητα, ὥσπερ τι περίττω‐ μα τὸ ἁλμυρὸν ὕδωρ ὑφίσταται. ἔδει μὲν οὖν καὶ τὸ τῶν
5ποταμῶν ὕδωρ ἐξατμιζόμενον καὶ παραφλεγόμενον ἁλμυρὸν δείκνυσθαι· ἀλλ’ ἡ διηνεκὴς κίνησις τοῦτο οὐ συγχωρεῖ. ἐκείνη δὲ ἐν τόπῳ κοίλῳ περιλιμνάζουσα καὶ ἐφ’ ἑαυτῆς ἑστῶσα ἑτοιμοπαθής ἐστι τοῖς αἰτίοις τῆς ἁλμυρότητος. τοῦ‐ τον μέντοι τὸν λόγον ἐπιβεβαιοῖ καὶ ὁ Δαμασκηνὸς Ἰωάννης
10λέγων „ὁ μὲν οὖν Ὠκεανὸς πότιμος ὢν καὶ γλυκύτατος ἐπι‐ χορηγεῖ τὸ ὕδωρ τῇ θαλάσσῃ· χρονίζων δὲ ὅμως καὶ ἑστὼς ἀκίνητος πικρὸς γίνεται, τοῦ ἡλίου ἀεὶ τὸ λεπτότερον ἀνιμω‐ μένου καίπερ ἐκ τῶν σιφώνων, ὅθεν καὶ τὰ νέφη συνίσταν‐ ται καὶ οἱ ὄμβροι γίνονται διὰ τῆς διηθήσεως γλυκαινομένου
15τοῦ ὕδατος.“ οὕτω μὲν οὖν καὶ ὁ θειότατος Ἀναστάσιος ὁ Σιναΐτης ἐν τῇ ἐξαημέρῳ αὐτοῦ διέξεισι λέγων „ἡ δὲ θάλασσα γλυκεῖα ἦν κατ’ ἀρχὰς καὶ νᾶμα πότιμον ἔχουσα· ὕστερον δὲ τῷ χρόνῳ καὶ τοῖς στοιχείοις τὴν ἀλλοίωσιν ταύτην ἐδέ‐ ξατο.“ ὁ γὰρ ἥλιος, ὡς εἴρηται, τῇ οἰκείᾳ θερμότητι ἐξα‐
20τμίζων τὴν θάλασσαν, καὶ τὸ γλυκύτερον ἕλκων καὶ κουφίζων πρὸς τὸν ἀέρα, κάτω τὸ ἁλμυρώτερον ἐᾷ καὶ βαρύτερον. ὅτι
δὲ παχύτερόν ἐστι τὸ θαλάττιον ὕδωρ τῶν ποταμίων ὑδά‐30

31

των, αὐτὸ τὸ πρᾶγμα παρίστησιν· ἐν μὲν γὰρ τοῖς ποτα‐ μοῖς οὐ δύνανται πλοῖα βαρὺν ἔχοντα φόρτον πλεῖν, ἐν δὲ τῇ θαλάσσῃ ἐλαφρῶς ταῦτα βαστάζονται διὰ τὴν ὑποκειμέ‐ νην παχύτητα.
5 Πρὸς τούτοις δὲ καὶ τοῦτο δέον εἰδέναι σε, ὅτι πάντα τὰ ὕδατα τά τε πηγιμαῖα καὶ φρεατιαῖα ἐκ τῆς θαλάττης ἔχουσι τὰς ἀρχάς. ἡ γὰρ γειτονοῦσα τῇ θαλάσσῃ γῆ διάτρη‐ τός ἐστι καὶ ὑπόνομος, ὥσπερ τινὰς φλέβας ἔχουσα, δι’ ὧν ἐκ τῆς θαλάσσης δεχομένη τὰ ὕδατα τὰς πηγὰς ἀναδίδωσι.
10πρὸς οὖν τὴν ποιότητα τῆς γῆς καὶ τὸ τῶν πηγῶν ὕδωρ ἄνεισι. κατὰ τοῦτο καὶ ὕδατα ὀξώδη ἢ ἐλαιώδη, τεφρώδη, καὶ ὅσα τοιαῦτα· τὰ πάντα γὰρ τῆς ποιότητος ἐκεῖθεν μετέχουσιν ἀφ’ ἧς γῆς διέρχονταί τε καὶ ἀνέρχονται. οὕτω μὲν οὖν καὶ τὰ θερμὰ ὕδατα διὰ πυρώδους γῆς διερχόμενα, ὡς ὁ μέγας
15φησὶ Βασίλειος, ἢ στενοχωρούμενα καὶ βίᾳ ῥηγνύμενα, τὴν ζέσιν ἐκεῖθεν ἐφέλκονται. αἱ μέντοι μεγάλαι πηγαὶ διὰ τοῦ‐ το καὶ μᾶλλον ἐν ὄρεσι γίνονται, ὅτι μέχρι καὶ αὐτῆς τῆς τοῦ ὄρους γίνεται κορυφῆς ἡ ἀπὸ τοῦ βάθους ὁλκὴ καὶ ἀνα‐ θυμίασις, καὶ μᾶλλον εἰ σομφῶδες τύχῃ τὸ ὄρος εἶναι καὶ
20πρὸς τὴν ὁλκὴν ἐπιτήδειον. εἶτα καταρρέον ἔνθεν κἀκεῖθεν τὸ ὕδωρ, καὶ ἔν τινι τόπῳ συρρεῦσαν, τὴν γῆν ἐκεῖσε ῥή‐ γνυσι καὶ οὕτω μετὰ βίας ἐξέρχεται. ἀένναος δὲ ἡ πηγή,
ὅτι καὶ διηνεκὴς ἡ ἀπὸ τοῦ βάθους παρὰ τοῦ ἡλίου ὁλκή.31

32

καὶ μαρτυροῦσι τῷ λόγῳ τὰ μέγιστα τῶν ὀρῶν, ὅ τε Καύ‐ κασος, ὁ Παρνασσός, ἡ Πυρήνη, καὶ ὅσα τοιαῦτα· μέγι‐ στοι γὰρ ἐκεῖθεν ῥέουσι ποταμοὶ τὰς ἀρχὰς ἔχοντες ἀπὸ τῶν μεγάλων πηγῶν. καὶ τί χρὴ πολλὰ λέγειν; πάσης ποταμῶν
5ῥύσεως καὶ ἀμπώτιδος, καὶ τῶν ὅσα φυσικὰς ἔχει τὰς κινή‐ σεις καὶ τὰς ἀρχάς, πάντων αἴτιος ὁ ἥλιός ἐστι, παρὰ θεοῦ τὴν παντοδαπῆ ταύτην λαβὼν ἐνέργειαν. ὅρα γὰρ ὅτι φυσι‐ κῇ δυνάμει καὶ περιουσίᾳ θερμότητος ἑλκτικός ἐστι τῆς ἐν τῷ βάθει ὑγρότητος. ὅθεν ἔαρος καὶ θέρους πλησιάζων ἡμῖν
10ἀνέλκει τὴν ἐν τοῖς δένδροις ἰκμάδα καὶ ἔγκαρπα ταῦτα ποι‐ εῖ. αὐτοῦ τὸ θέρος, αὐτοῦ τὸ μετόπωρον ὅ τε χειμὼν καὶ τὰ λοιπά. Ὁ μέντοι Νεῖλος, ἀγαπητέ, κατὰ τὴν θερινὴν ὥραν αὔ‐ ξεται· παντὸς γὰρ νέφους ὑπ’ ἀνέμων ἐλαυνομένου μέχρι
15τῆς κεκαυμένης ζώνης, κἀντεῦθεν ὑετοῦ λάβρου ῥηγνυμένου, ὀργᾶται Νεῖλος καὶ ποταμὸς εἶναι οὐκ ἀνέχεται· τῆς γὰρ οἰκείας ὄχθης ἐξέρχεται καὶ καταθαλαττίζει τὴν Αἴγυπτον. καὶ γλυκὺς μὲν ὁ Νεῖλος (ἐξ ὄμβρων γάρ), χλιαρὸς δὲ ὡς ἐκ θερμότητος ἀρξάμενος. κατὰ τοῦτο καὶ αὔρας οὐκ ἀνα‐
20δίδωσιν, ὡς οἱ λοιποὶ ποταμοί· τῶν γὰρ νεφῶν ἐλαυνομέ‐ νων, ὡς εἴρηται, ὑπὸ τῶν ἐτησίων ἀνέμων, ἡ ἐμπεριεχο‐ μένη τούτοις ἀτμὶς ὑπὸ τοῦ κατὰ τόπους πυρώδους ἅπασα
ἐξικμάζεται, καὶ τούτου χάριν ὁ Νεῖλος αὔρας οὐκ ἀναδίδω‐32

33

σιν. εἰ δέ, καθάπερ τινὲς ᾠήθησαν, ἀπὸ χιόνος τηκομένης αὐξόμενος ἦν, αὖραι ἂν ἐκεῖθεν δαψιλεῖς ἀνεπέμποντο. τὸ μέντοι κατὰ τὸν Νεῖλον, ἀγαπητέ, θαῦμα, καθά φησιν ὁ θεῖ‐ ος Ἀναστάσιος, πρὸς πίστωσιν τῆς ἀρχαίας κοσμοποιίας γί‐
5νεσθαι συνεχώρησεν ὁ θεός· τίς καὶ γὰρ ὁρῶν τὸν Νεῖλον καταθαλαττίζοντα τὴν Αἴγυπτον καὶ αὖθις ἀποκαθιστάμενον, οὐκ ἂν καὶ τῆς ἡμέρας ἐκείνης πίστιν λάβῃ καθ’ ἣν εἰς μίαν συναγωγὴν τοῦ ὕδατος ἐπισυναχθέντος ἐφάνη ἡ ξηρά. Ἀλλὰ καὶ ἐν τοῖς πλησιοχώροις αὐτοῖς τῆς ἐν Πενταπόλει
10τῇ βαρβαρικῇ ἀδύτοις ὕδασιν ἡ τῶν λίθων φύσις ἀνωφερὴς ἐπιφερομένη αὐτοὺς ἐκεῖθεν ἐλέγχει τοὺς μὴ πιστεύοντας ὅτι ἐπὶ τῶν ὑδάτων ὑπὲρ φύσιν ὁ θεὸς τὴν βαρεῖαν ταύτην γῆν ἀπῃώρησεν. ἀλλὰ καὶ ἐν τοῖς λεγομένοις Λυκίοις ὄρεσι τὸ ὕδωρ καὶ τὸ πῦρ ὁμοῦ συνιόντα τὴν ἀδιαίρετον ἐπὶ Χριστοῦ
15τῶν δύο φύσεων ἕνωσιν, τῆς θεότητός φημι καὶ ἀνθρωπό‐ τητος, ἡμᾶς ἐκδιδάσκουσιν. ἀλλὰ πῶς ἐπὶ τούτοις τὸν ποιη‐ τὴν εἰκότως ἄν τις ὑμνήσειεν; ἐπειδὴ γὰρ πολυειδῆ τυγχάνει τὰ ἐμπίπτοντα ἡμῖν νοσήματα, πολυειδῆ καὶ τὰ ἐκ τῆς γῆς ἀναδιδόμενα θερμὰ ὕδατα. τὰ μὲν γὰρ αὐτῶν χαυνοῖ τὰ τε‐
20ταμένα τῶν νεύρων, τὰ δὲ σφίγγει καὶ τονοῖ τὰ λελυμένα·
καὶ τὰ μὲν φλέγματι πολέμια, τὰ δὲ μελαίνῃ χολῇ· καὶ33

34

ἄλλα πάλιν ἄλλην χρείαν παρέχουσι τῇ κελεύσει τοῦ παρα‐ γαγόντος αὐτά, κἂν ἡμεῖς ἀχάριστοι περὶ τὸν εὐεργέτην φαι‐ νώμεθα. Καὶ ὅπως μέν, ἀγαπητέ, καὶ ποίῳ τρόπῳ θερμὰ κάτω‐
5θεν ἀνέρχονται ὕδατα, εἴρηται ἄνωθεν, ἀναγκαῖον δὲ συμ‐ παρειλῆφθαι τῷ λόγῳ ὅπερ Πατρίκιός τις ἐπίσκοπος Πρού‐ σης εὕρηται λέγων περὶ τῶν θερμῶν ὑδάτων· πῦρ γὰρ καὶ ὕδωρ ἐν τῷ οὐρανῷ εἶναι λέγει, ὡσαύτως καὶ ὑποκάτω τῆς γῆς πῦρ καὶ ὕδωρ, ἀφ’ ὧν ὥσπερ σίφωνες ἀναπέμπονται
10πρὸς ἡμετέραν ζωὴν αἱ πηγαί. ὁ μέντοι Δαμασκηνὸς Ἰω‐ άννης περὶ τοῦ Ὠκεανοῦ φησὶν ὅτι τὴν γῆν ἅπασαν οἷά τις κυκλοῖ ποταμός· περὶ οὗ εἰρηκέναι μοι δοκεῖ ἡ γραφὴ ὅτι ποταμὸς ἐκπορεύεται ἐκ τοῦ Παραδείσου, πότιμον καὶ γλυ‐ κὺ ὕδωρ ἔχων. οὗτος εἰς τέσσαρας ἀρχάς, τουτέστιν εἰς
15τέσσαρας ποταμούς, διαιρεῖται. εἰ δὲ καὶ τὴν αἰτίαν ἐπιζη‐ τεῖς δι’ ἣν τὰ προσγενόμενα ἡμῖν ὀμβριμαῖα ὕδατα κατὰ το‐ σοῦτον σήπεται, καὶ ταῦτα τοῦ ἡλίου διηθοῦντος τὸ λεπτό‐ τατον καὶ ἀνάγοντος, ἰδοὺ καὶ ταύτην σοι προστίθεμεν. πολυ‐ μιγεστάτη τῶν ὑδάτων τούτων ἡ φύσις ἐστίν· ἐκ πάντων
20γὰρ τῶν ὑγρῶν ἀνάγει ὁ ἥλιος. ἡ τοίνυν ἀνωμαλία εὐκίνητος,34

35

καὶ πρός τινα φθορὰν θᾶττον ὁρᾷ. ἔτι γε μην τὸ βαρύτατον τοῦ ἀναχθέντος αὖθις κατάγεται, ἐπεὶ τὸ βαρὺ πρὸς τὸ κά‐ ταντες εἴωθε φέρεσθαι· τὸ δὲ λεπτότατον τῆς ἀναθυμιάσεως πνεύματος φύσις ἐγένετο. καὶ ταῦτα μὲν εἰς τοσοῦτον.
5 Τῇ δὲ τετάρτῃ ἡμέρᾳ τοὺς φωστῆρας ποιήσας ἐν αὐτῷ τῷ στερεώματι ἔθετο. φωστῆρας δὲ ἀκούων μηδὲν ἑτερον ἢ φωτοδόχα τούτους ἀγγεῖα εἶναι νόμιζε. τὸ γὰρ φῶς ἐκεῖνο τὸ κατά γε τὴν πρώτην ἡμέραν παραχθὲν λαβὼν ὁ θεός, καὶ διανείμας αὐτὸ τοῖς φωστῆρσι πᾶσιν, εἰ καὶ τῷ χρυσορρή‐
10μονι Ἰωάννῃ τὰ περὶ τούτων οὐχ οὕτω δοκεῖ, καθάπερ λύ‐ χνοις ἐνέθηκεν ὥστε φαίνειν ἐπὶ τῆς γῆς. ὁ γὰρ θεῖος οὗ‐ τος ἀνὴρ ἐν τῷ εἰς τὴν ἑξαήμερον πέμπτῳ λόγῳ αὐτοῦ τοι‐ αῖσδε περὶ τούτου κέχρηται συλλαβαῖς „εἶδες σοφίαν τοῦ δημιουργοῦ. εἶπε μόνον, καὶ παρήχθη τὸ στοιχεῖον τοῦτο
15τὸ θαυμαστόν, ὁ ἥλιος λέγω. τοῦτον γὰρ καλεῖ φωστῆρα μέγαν, καὶ φησὶν αὐτὸν εἰς ἀρχὰς τῆς ἡμέρας γεγενῆσθαι· οὗτος γὰρ φαιδροτέραν τὴν ἡμέραν ἀπεργάζεται. διὰ τοῦτο καὶ τῇ τετάρτῃ αὐτὸν ἐδημιούργησεν, ἵνα μὴ νομίσῃς τοῦτον συνιστᾶν τὴν ἡμέραν. ἐγένοντο μὲν γὰρ τρεῖς ἡμέραι, αἱ
20πρὸ τῆς τούτου δημιουργίας, ἐβουλήθη δὲ ὁ δεσπότης καὶ διὰ τούτου φαιδρότερον τὸ φῶς τῆς ἡμέρας ἐργάσασθαι.“
πρόσεχε, ἀγαπητέ. δοκεῖ γὰρ ἐνταῦθα ὁ θειότατος Ἰωάννης35

36

ἄλλο λέγειν εἶναι φῶς τὸ κατὰ τὴν πρώτην ἡμέραν παραχθὲν καὶ ἕτερον τὸ κατὰ τὴν τετάρτην, πολλῷ τοῦ προτέρου λαμ‐ πρότερον. ἀλλ’ ὁ μέγας Βασίλειος ἐν τῷ περὶ φωστήρων ἕκτῳ λόγῳ αὐτοῦ, ἵνα μὴ λέγω τοὺς ἄλλους ὁσίους πατέρας,
5σαφέστερον τὸν περὶ τούτου λόγον ποιεῖ, καί φησιν „εἰ καὶ προελήφθη τοῦ φωτὸς ἡ γένεσις, πῶς ὁ ἥλιος πάλιν εἰς φαῦ‐ σιν λέγεται γεγονέναι; τότε μὲν οὖν αὐτὴ τοῦ φωτὸς ἡ φύ‐ σις παρήχθη, νῦν δὲ τὸ ἡλιακὸν τοῦτο σῶμα ὄχημα εἶναι τῷ πρωτογόνῳ ἐκείνῳ φωτὶ παρεσκεύασται. ὡς γὰρ ἄλλο τὸ
10πῦρ καὶ ἄλλο ὁ λύχνος, τὸ μὲν τὴν τοῦ φωτίζειν δύναμιν ἔχον, τὸ δὲ παρεμφαίνειν τοῖς δεομένοις πεποιημένον, οὕτω καὶ τῷ καθαρωτάτῳ ἐκείνῳ καὶ εἰλικρινεῖ καὶ ἀΰλῳ φωτὶ ὄχημα νῦν οἱ φωστῆρες κατεσκευάσθησαν.“ ἀλλὰ καὶ παρα‐ κατιὼν οὕτω κατὰ ῥῆμα διέξεισι. „καὶ ἔστω ὁ ἥλιος εἰς
15ἐξουσίαν τῆς ἡμέρας. πῶς οὖν ἔχει,“ φησίν, „τὴν ἐξουσίαν τῆς ἡμέρας ὁ ἥλιος; ὅτι τὸ φῶς ἐν ἑαυτῷ περιφέρων, ἐπει‐ δάν ποτε τὸν ὁρίζοντα ὑπεράρῃ, ἡμέραν παρέχει διαλύσας τὸ σκότος, ὥστε οὐκ ἄν τις ἁμάρτῃ ἡμέραν ὁρισάμενος εἶ‐ ναι τὸν ὑπὸ τοῦ ἡλίου πεφωτισμένον ἀέρα.“ σαφῶς μὲν
20οὖν ἐνταῦθα ὁ μέγας ἔδειξεν ὅτι φωτοδόχα μόνον ἀγγεῖα, μὴ μέντοι γε δὴ καὶ φῶς κατὰ τὴν τετάρτην ἡμέραν. παρή‐
χθησαν δὲ πάντως ἐπὶ τὸ δέξασθαι τὸ φῶς ἐκεῖνο τὸ πρῶτον36

37

καὶ φαίνειν ἐπὶ τῆς γῆς. τοῦτο δὲ πεποίηκεν ὁ θεός, ἵνα καταμερισθέν, ὥς φησι Θεοδώρητος, εἰς δέ γε καὶ τοὺς μι‐ κροὺς καὶ μεγάλους φωστῆρας τὸ πρωτόγονον ἐκεῖνο φῶς αἴ‐ γλην ἐκπέμπῃ ταῖς τῶν ζώων ὄψεσι σύμμετρον. εἰ μὴ γὰρ
5τοῦτο ἦν, οὐκ ἂν ὀφθαλμοὺς ἔχοντα τὰ ζῶα τὴν ὑπερβολὴν τοῦ φωτὸς ἤνεγκεν. ἐπιβεβαιοῖ ταῦτα καὶ ὁ μέγας Βασίλειος λέγων „καλὸς μὲν ὁ ἥλιος, τουτέστιν ὁ δίσκος ὁ ἡλιακός, ἐν ᾧ ὥσπερ λύχνῳ τινὶ τὸ πρωτόγονον ἐκεῖνο ἐναπετέθη φῶς, καλὸς δὲ καὶ διὰ τὴν συμμετρίαν αὐτοῦ· οὔτε γὰρ διὰ
10τὴν ἐκείνου λεπτότητα τὸ πῦρ παρεξέρχεται καὶ καταφλέγει πάντα, οὔτε διὰ τὴν αὐτοῦ παχύτητα πρὸς ἡμᾶς ἀμβλυτέραν τὴν αὐτοῦ παραπέμπει ἐνέργειαν.“ Πρὸ μέντοι τῆς τετάρτης ἡμέρας, ἤγουν πρὸ τοῦ δη‐ μιουργηθῆναι τοὺς δίσκους, καθά φησιν Ἰουστῖνος ὁ φιλόσο‐
15φος καὶ μάρτυς Χριστοῦ καὶ ὁ λοιπὸς τῶν πατέρων κατάλογος, ὅλον διόλου τῷ ἀέρι περικεχυμένον οὔτε κίνησιν ὁμαλὴν διέτρε‐ χεν οὔτε τῆς ἡμέρας τὰ μέτρα διώριζεν, ἀλλὰ συστελλόμενον πάροδον ἐδίδου τῇ νυκτί. „καὶ ἐγένετο“ γάρ φησιν „ἑσπέρα, καὶ ἐγένετο πρωῒ ἡμέρα μία.“ τῷ δίσκῳ δὲ τῷ ἡλιακῷ συναιρεθὲν
20ὕστερον ἀμέμπτως τὸν δρόμον τῆς ἡμέρας ὡρῶν διὰ τοῦ σώμα‐ τος ἐπιτελεῖ, κἀντεῦθεν ἀνατέλλων ὁ ἥλιος ἡμέραν ποιεῖ, δύ‐
νων δὲ ὑπὸ γῆν νυκτὸς αἴτιος γίνεται. ἡ γὰρ νὺξ αὕτη οὐδὲν37

38

ἄλλο ἐστὶν ἢ σκίασμα γῆς τοῦ ἡλίου τὴν γῆν ὑποτρέχοντος. ὠνομάσθη δὲ νὺξ τοῦτο τὸ σκότος, ἐπειδὴ καθεύδοντα νύτ‐ τει τὸν ἄνθρωπον καὶ οὕτω λέγει μονονουχὶ πρὸς αὐτόν „μά‐ θε, ὦ ἄνθρωπε, ὅτι θνητὸς ὢν ὕπνῳ δουλεύεις.“ ὅτι δὲ
5κατανυγή ἐστιν ἡ νύξ, καὶ ὁ προφήτης ἐδήλωσε Δαβὶδ οὕ‐ τως εἰπὼν „ἃ λέγετε ἐν ταῖς καρδίαις ὑμῶν, ἐπὶ ταῖς κοί‐ ταις ὑμῶν κατανύγητε.“ κατὰ ταῦτα δὲ καὶ τὸ φῶς ἡδύ τι καὶ ἱλαρὸν ὂν ἡμέραν ἐκάλεσεν, διὰ τὸ ἡμεροῦν τὰ πάντα, ὡσπεροῦν καὶ τὰ χειροήθη τῶν ζώων ἥμερα διὰ τοῦτο κα‐
10λοῦνται. Οὕτω μὲν οὖν ἀνατέλλοντος τοῦ ἡλίου καὶ δύνοντος τὸ φῶς ἐξ ἀνάγκης καὶ τὸ σκότος παρέπεται, ἐναντία μὲν ἀλλή‐ λοις, ἀναγκαῖα δὲ τοῖς ἀνθρώποις ἀμφότερα· τὸ μὲν γὰρ πρὸς ἐργασίαν συντελεῖ τοῖς ἀνθρώποις καὶ ὑποδείκνυσι τὰ
15ὁρώμενα, τὸ δὲ διαναπαύει αὐτοὺς καὶ τὸν ἐκ τῆς ἐργασίας διαλύει πόνον. ἡ μέντοι νὺξ καὶ κατὰ τοῦτο χρήσιμος τοῖς ἀνθρώποις εὑρίσκεται· μέση γὰρ καὶ αὕτη κειμένη τῶν ἡμερῶν μετρεῖσθαι τὸν χρόνον ποιεῖ. εἰ γὰρ ἀδιάδοχον ἐμε‐ μενήκει τὸ φῶς, οὐκ ἂν ἐνιαυτῶν ἐμεμαθήκειμεν κύκλους,
20μία δὲ ἔδοξεν ἂν ἡμέρα πάντως εἶναι τοῦ παρόντος αἰῶνος
τὸ μέτρον. ὅπερ ἕξειν τὸν προσδοκώμενον αἰῶνα πιστεύομεν·38

39

τοῖς γὰρ ἀθανάτοις ἰσουμένοις καὶ ἀδιαδόχοις τοιοῦτος καὶ ὁ αἰὼν ἁρμόττει. ἐπὶ δὲ τοῦ παρόντος καὶ μάλιστα ἔδει τὰ μέτρα τοῦ χρόνου γινώσκειν, ἵνα παραθέοντα τοῦτον ὁρῶντες ἡμεῖς αὐτῶν ἡμῶν ἐπιμελώμεθα καὶ πρὸς ἀποδημίαν ἑτοιμα‐
5ζώμεθα· ὅθεν καὶ μεσολαβεῖν τὴν νύκτα πανσόφως ὁ θεὸς διετάξατο. Καὶ οὕτω μὲν οἱ ὑποφῆται τοῦ πνεύματος περὶ τῆς ἐξ ἀρχῆς τῶν ἀστέρων παραγωγῆς καὶ συστάσεως καὶ φρονοῦσι καὶ λέγουσιν· οἱ δὲ ἐπὶ κενοῖς ἀεὶ ματαιάζοντες, οἱ σοφοὶ
10μὲν εἶναι φάσκοντες, μωρανθέντες δὲ κατὰ Παῦλον εἰπεῖν, μυρίαις ἐπὶ τούτοις δόξαις ἑαυτοὺς ἐκδεδώκασιν. αὐτίκα γὰρ ὁ Ἀναξαγόρας τοιάδε περὶ τῆς τῶν ἀστέρων ἐκενολόγησε φύσεως· ἀπὸ γὰρ τῆς τοῦ παντὸς περιδινήσεως πέτρας εἶ‐ πεν ἀνασπασθῆναι, καὶ τούτους ἐκπυρωθέντας καὶ ἄνω πα‐
15γέντας ἀστέρας ὀνομασθῆναι. τὰ αὐτὰ δὲ καὶ Δημοκρίτῳ περὶ τούτου δοκεῖ. ὁ δὲ Διογένης κισσηροειδεῖς ἔφησε τού‐ τους εἶναι, διαπνοάς τινας ἔχοντας. ἀλλὰ καὶ ἐμπίπτειν εἰς τὴν γῆν τινὰς ἐξ αὐτῶν ἀπομάχεται, καὶ σβεννυμένους ἐλέγχεσθαι ὅτι λίθων ἔχουσι φύσιν. καὶ μάρτυρι χρῆται τῷ ἐν Αἰγὸς
20ποταμοῖς πυροειδῶς κατενεχθέντι ποτέ. ὁ δὲ Ἀναξίμανδρος συστήματά τινα τοῦ ἀέρος πυρὸς ἔμπλεα, τροχοειδῶς πεπι‐
λημένα, ἀπό τινων στομίων ἀφιέντα τὰς φλόγας. ὁ δέ γε39

40

Ξενοφάνης τὸν ἥλιον καὶ τὴν σελήνην πεπυρωμένα νέφη ἔφη‐ σεν εἶναι, ἄλλοι δὲ μύδρον ἢ πέτρον διάπυρον ἔλεγον εἶναι. Φιλόλαος δὲ ὑλοειδῆ τοῦτον ἐφιλοσόφει, δεχόμενον μὲν τοῦ ἐν τῷ κόσμῳ πυρὸς τὴν ἀνταύγειαν, διηθοῦντα δὲ πρὸς ἡμᾶς.
5καὶ ταῦτα μὲν οἱ σοφοὶ τὰ μάταια περὶ τῆς τῶν ἀστέρων ἐφρό‐ νησαν φύσεως· τὸν γὰρ ποιητὴν αὐτῶν ἠγνοηκότες θεὸν αἰ‐ τίαν ἔμφρονα τῆς τῶν ὅλων γενέσεως προεστάναι οὐ συνεχώ‐ ρησαν. ἔνθεν τοι καὶ ἀποκλαιόμενος αὐτοὺς ὁ μέγας Βασί‐ λειος κατακριθῆναι λέγει καὶ πλέον τῶν ἄλλων ἐν ἡμέρᾳ τῆς
10κρίσεως, ὅτι οὕτως ὀξὺ πρὸς τὰ μάταια βλέποντες, ἑκόντες πρὸς τὴν σύνθεσιν τῆς ἀληθείας ἀπετυφλώθησαν. Ὅσα δὲ καὶ περὶ μεγέθους ἐφιλοσόφησαν τοῦ τε ἡλίου καὶ τῆς σελήνης, τί χρὴ καὶ λέγειν; Ἀναξίμανδρος μὲν γὰρ καὶ Ἀναξιμένης ἑπτακαιεικοσιπλασίονα τῆς γῆς τὸν ἥλιον ἔφη‐
15σαν εἶναι, Ἀναξαγόρας δὲ Πελοποννήσου μείζονα. καὶ ἕτε‐ ροι πάλιν ποδιαῖον τὸν τοιοῦτον ἐφρόνησαν ἥλιον. τὰ αὐτὰ δὲ καὶ περὶ σελήνης διεξιόντες εὑρίσκονται. οἱ μὲν γὰρ μεί‐ ζονα τῆς γῆς, οἱ δὲ πάλιν ἰσόμετρον, ἄλλοι δὲ ἐλάσσονα· καὶ ἕτεροι σπιθαμιαῖαν εἶναι τὴν σελήνην διισχυρίζονται, καὶ
20οὐκ αἰσχύνονται τῆς μὲν θαλάττης τὸ βάθος ἀγνοοῦντες, ἔν‐
θα καὶ ὁρμιὰν καθεῖναι δύνανται, τὸ δὲ ἀπὸ γῆς ἄχρι σε‐40

41

λήνης κἀκεῖθεν ἄχρις ἡλίου διάστημα εἰδέναι φιλοτιμού‐ μενοι. Καὶ οἱ μὲν διαληφθέντες ἄνωθεν ἄνδρες περὶ παραγω‐ γῆς ὁμοῦ καὶ μεγέθους τῶν δύο φωστήρων οὑτωσὶ διειλήφα‐
5σιν· ὁ δὲ τὰ θεῖα σοφὸς καὶ μέγας Βασίλειος εἰς ἀπόδειξιν τοῦ μεγέθους αὐτῶν καὶ τάδε προστίθησιν. ἀπείρων ὄντων τῷ πλήθει τῶν κατ’ οὐρανὸν ἀστέρων, τὸ παρ’ αὐτῶν συνε‐ ρανιζόμενον φῶς οὐκ ἐξαρκεῖ διαλῦσαι τῆς νυκτὸς τὴν κατή‐ φειαν. μόνος δὲ ὁ ἥλιος ὑπερφανεὶς τοῦ ὁρίζοντος, μᾶλλον
10δὲ ἔτι καὶ προσδοκώμενος, ἠφάνισε μὲν τὸ σκότος, ὑπερηύ‐ γασε δὲ τοὺς ἀστέρας, καὶ πεπηγότα τέως καὶ συμπεπιλημέ‐ νον τὸν περὶ γῆν ἀέρα κατέτηξέ τε καὶ διέχεεν, ὅθεν καὶ ἄνε‐ μοι ἑωθινοὶ καὶ δρόσοι ἐν αἰθρίᾳ τὴν γῆν περιρρέουσι. το‐ σαύτην δὲ οὖσαν τὴν γῆν πῶς ἂν ἠδυνήθη ἐν μιᾷ καιροῦ
15ῥοπῇ τὴν πᾶσαν καταφωτίζειν, εἰ μὴ ἀπὸ μεγάλου τοῦ κύ‐ κλου κατέπεμπε τὴν αὐγήν; Οὕτω μὲν οὖν καὶ ἐπὶ τῆς σελήνης ἔστιν ἰδεῖν. μέγα γὰρ καὶ τὸ σῶμα τὸ τῆς σελήνης, καὶ φανότατόν γε μετὰ τὸν ἥλι‐ ον. ἐπὶ γὰρ τούτων καὶ ἡ ἁγία ἔφη γραφή „καὶ ἐποίησεν
20ὁ θεὸς τοὺς φωστῆρας τοὺς μεγάλους.“ μεγάλους δὲ εἶπεν αὐ‐ τοὺς οὐκ ἐπειδὴ μείζους τῶν μικροτέρων ἀστέρων εἰσίν, ἀλλ’
ἐπειδὴ τοσοῦτοι τὴν περιγραφὴν ὥστε ἐξαρκεῖν τὴν ἀπ’ αὐ‐41

42

τῶν χεομένην αὐγὴν καὶ οὐρανὸν περιλάμπειν καὶ τὸν ἀέρα, καὶ ὁμοῦ τε τῇ γῇ πάσῃ καὶ τῇ θαλάσσῃ συμπαρεκτείνεσθαι. μὴ οὖν ἀπατάτω σε τουτὶ φαινόμενον, μηδὲ πηχυαῖον αὐτὸν εἶναι νόμιζε· ἡ γὰρ ὄψις ἡμῶν ἐνδαπανηθεῖσα τῷ ἀέρι
5κἀντεῦθεν ἐξίτηλος γεγονυῖα πρὸς τὴν ἀκριβῆ κατάληψιν τῶν ὁρωμένων οὐκ ἐξαρκεῖ. κατ’ ἔκπληξιν λοιπὸν καὶ κατὰ σύγ‐ κρισιν μέγαν ἐκάλεσε τὸν ἥλιον ἡ γραφή. ὅρα γὰρ ὅτι καὶ τὰ κήτη τὰ μεγάλα μεγάλα εἶπεν ἡ γραφὴ οὐχ ὅτι καρίδος καὶ μαινίδος μείζονά εἰσιν, ἀλλ’ ὅτι μεγίστοις ἐοίκασιν ὄρεσι τῆς
10θαλάττης πολλάκις ὑπερνηχόμενα. καὶ ἐποίησεν ὁ θεὸς τοὺς φωστῆρας τοὺς μεγάλους. καὶ πῶς γὰρ οὐ μέγας ὁ ἥλιος, εἴγε καὶ τῆς γῆς αὐτῆς πολλαπλασίων ἐστί; καὶ γὰρ εἰ μὴ τοῦτο ἐτύγχανεν, οὐκ ἂν ὑπερφανεὶς τοῦ ὁρίζοντος τῇ οἰκείᾳ τηνικαῦτα δυνάμει συμπεριείληφε ξύμπαντα.
15 Μέγα μέν, ὡς προείρηται, καὶ τὸ τῆς σελήνης σῶμα, καὶ φανότατόν γε μετὰ τὸν ἥλιον. εἰ γὰρ καὶ μὴ διόλου τὸ φῶς αὐτῆς ἀμετακίνητον μένει, ἀλλὰ καὶ τοῦτο ἀρρήτου σο‐ φίας τοῦ δημιουργοῦ πάντων, ὥστε τῷ κατὰ τὴν σελήνην θεάματι παιδεύεσθαι ἡμᾶς τὰ ἡμέτερα δὲ καὶ τῆς ταχείας
20τῶν ἀνθρωπίνων περιτροπῆς ἐντεῦθεν εἰς ἔννοιαν ἔρχεσθαι. οἶμαι δὲ καὶ τῇ τῶν ζώων κατασκευῇ καὶ τοῖς λοιποῖς τοῖς
ἀπὸ γῆς φυομένοις μὴ μικρὰν ὑπάρχειν ἐκ τῆς κατὰ τὴν42

43

σελήνην μεταβολῆς τὴν συντέλειαν· ἄλλως γὰρ διατίθεται μειουμένης αὐτῆς καὶ ἄλλως αὐξομένης τὰ σώματα, νῦν μὲν ληγούσης ἀραιὰ γινόμενα καὶ κενά, νῦν δὲ αὐξομένης καὶ πρὸς τὸ πλῆρες ἐπαγομένης καὶ αὐτὰ πάλιν ἀναπληρούμενα,
5διότι ὑγρότητά τινα θερμότητι κεκραμένην ἐπὶ τὸ βάθος φθά‐ νουσα λεληθότως ἐνίησι. δηλοῦσι δὲ τοῦτο καὶ οἱ καθεύδον‐ τες τῆς ὑπὸ σελήνης ὑγρότητος περισσῆς τὰς τῆς κεφαλῆς εὐρυχωρίας πληρούμενοι, ἔτι δὲ τὰ νεοσφαγῆ τῶν κρεῶν τῇ προσβολῇ τῆς σελήνης ταχέως τρεπόμενα. κατὰ τοῦτο καὶ ἐφ’
10ἅρματος αὐτὴν καὶ δύο ταύρων καθίζουσιν ὡς κυκλοῦσαν τὸν κόσμον καὶ ἀροτριῶσαν καὶ σπείρουσαν, ὑγραίνουσάν τε καὶ θερμαίνουσαν. ταῦτα δὲ πάντα οὐκ ἂν ἐξήρκεσε τῇ ἑαυτῆς ἀλλοιώσει συμμεθιστᾶν, εἰ μή γε κατὰ τὴν τῆς γραφῆς μαρ‐ τυρίαν ὑπερφυής τις ἐτύγχανε τῇ δυνάμει τε ὑπερέχουσα. οὕ‐
15τω μὲν οὖν ἐκ τῆς αἰτίας ταύτης καὶ τὰ κατὰ τὸν ἀέρα πάθη συνίστανται, ὡς μαρτυροῦσιν ἡμῖν αἱ κατὰ τὴν νουμηνίαν πολλάκις ἀπὸ γαλήνης καὶ νηνεμίας αἰφνίδιοι ταραχαὶ τῶν νε‐ φῶν κλονουμένων καὶ συμπιπτόντων ἀλλήλοις, αἱ περὶ τοὺς εὐρίπους τε παλίρροιαι, καὶ ἡ περὶ τὸν λεγόμενον Ὠκεανὸν
20ἄμπωτις, ἣν ταῖς περιόδοις τῆς σελήνης τεταγμένως ἑπομένην43

44

ἐξεῦρον οἱ προσοικοῦντες. ταῦτα μὲν οὖν καὶ ὁ μέγας δια‐ λαμβάνει Βασίλειος, ἀποδεῖξαι θέλων τῶν φωστήρων τούτων τὸ μέγεθος. Σὺ δέ, ἀγαπητέ, πρὸς τοῖς εἰρημένοις τοῦτο γίνωσκε ὅτι
5πάντες μὲν οἱ λοιποὶ ἀστέρες ἴδιον ἔχουσι φῶς, ἐκεῖνο δη‐ λαδὴ τὸ πρώτως καταμερισθὲν καὶ δοθὲν αὐτοῖς, μόνη δὲ ἡ σελήνη φῶς οὐ κέκτηται ἴδιον. εἰ γὰρ καὶ λέγουσί τινες ἀμυδρὸν καὶ ταύτην κεκτῆσθαι φῶς, ἀλλ’ αἱ αὐξομειώσεις πάντως αὐτῆς, ἐν αἷς μηνοειδὴς ὁρᾶται καὶ πλησιφαὴς καὶ
10ἀμφίκυρτος, ἐξ ἡλίου ταύτῃ προσγίνονται κατὰ τὴν ποιὰν αὐτῶν συμπλοκὴν καὶ διάστασιν. μάνθανε οὖν ὅτι φῶς ἀλ‐ λότριον ἡ σελήνη ἐνδύεται, καὶ ὅτι τὸ μέρος ἐκεῖνο παρ’ ἡλί‐ ου φωτίζεται ὃ πρὸς αὐτὸν νένευκε, δηλονότι τὸν ἥλιον. καὶ δῆλον ἐκ τῆς ἐμπιπτούσης ἡμῖν ἡλιακῆς ἀκτῖνος. ἐνίοτε γὰρ
15ἑτέρως καὶ ἄλλοτε ἄλλως ὑπ’ αὐτῆς αὐγαζόμεθα, κατὰ τὴν τοῦ ἡλίου πάντως θέσιν καὶ κίνησιν. εἰ γὰρ καὶ κατὰ τὸν τῆς συνόδου καιρὸν τὸ πρὸς ἡμᾶς τοῦ σεληναίου σώματος μέρος πάντῃ καθορᾶται ἀφώτιστον, ἀλλὰ τὸ ἀνώτερον ἐκεῖ‐ νο καὶ νεῦον πρὸς ἥλιον ἐν τῷ τῆς συνόδου καιρῷ κατ’ ἐκεῖνο
20τὸ μέρος δέχεται καὶ τὸ φῶς καθ’ ὃ πρὸς ἥλιον ἀφορᾷ. οὕ‐ τω μὲν οὖν καὶ ἐν ταῖς πανσελήνοις ἔστιν ἰδεῖν· ὁλολαμπῆ
γὰρ τὴν σελήνην τηνικαῦτα ὁρῶμεν ἅτε τὰς ἡλιακὰς ἐκ δια‐44

45

μέτρον δεχομένην αὐγάς, ὡς ἐντεῦθεν τὸ λοιπὸν μέρος τοῦ δίσκου, τὸ ἀφανὲς δηλονότι καὶ ὄπισθεν, κατανοεῖσθαι ἀφώ‐ τιστον. Ὅτι δὲ ταῦτα οὕτως ἔχει, καὶ ὅτι ἐξ ἡλίου τὸ φῶς ἡ
5σελήνη δανείζεται, σαφῶς ἄρα τοῦτο μάθῃ τις ἂν ἐξ αὐτῶν τῶν τῆς σελήνης ἐκλείψεων. καὶ πῶς ἄκουε. κατὰ διάμετρον οἱ φωστῆρες ἑστήκασι, μεταξὺ δὲ τούτων αὐτὸ τὸ σῶμα τῆς γῆς ἀπῃώρηται. αἱ ἡλιακαὶ τοίνυν ἀκτῖνες ὁρμῶσι μὲν ὡς ἔθος διαβιβασθῆναι καὶ τῷ σεληναίῳ δίσκῳ χορηγῆσαι τὴν
10ἔλλαμψιν, οὐ φθάνουσι δὲ ὅμως ἐκεῖσε καταλαβεῖν ἅτε δὴ μεσολαβοῦντός πως καὶ ἀντιφράττοντος τοῦ τῆς γῆς, ὡς εἴ‐ πομεν, σώματος. καὶ μή μοι λέγε ὡς εἴγε ταῦτα τοῦτον ἔχει τὸν τρόπον, ἵνα τί μὴ καθ’ ἕκαστον διάμετρον ἡ τῆς σελήνης ἔκλειψις γίνεται; οὐδὲ γὰρ ἐπιτηδείως ἔχω περὶ τού‐
15του κατὰ τὸ παρὸν ἀποκρίνεσθαί σοι· καὶ τούτου ἕνεκεν σύγγνωθι. οἱ γὰρ περὶ τὰ τοιαῦτα ἠσχολημένοι συνδέσμους τινὰς ἐκλειπτικοὺς οὕτω καλουμένους ἐν ταῖς συνοδοπανσελή‐ νοις ἐξ ἀνάγκης προσγίνεσθαι. οὐδὲ γὰρ τὸ σῶμα μόνον εἴτε τῆς σελήνης, ὡς ἐπὶ τοῦ ἡλίου, εἴτε τῆς γῆς, ὡς ἐπὶ τῆς
20σελήνης, ἀντίφραξιν ποιῆσαι δύναται, εἰ μή που καὶ σύν‐
δεσμός τις ἐκλειπτικὸς ἐκεῖσε εὑρεθείη, ὡς ἄγονται.45

46

Καὶ κυρίως ἔκλειψις ἐπ’ αὐτῆς ἂν λέγοιτο τῆς σελήνης· ὅτι γὰρ φῶς ἡλιακὸν ἀμφιέννυται, τοῦτο πάλιν δι’ ἣν αἰτί‐ αν εἴπομεν, ἀπεκδύεται. ἐπὶ δὲ τοῦ ἡλίου οὐκ ἔκλειψιν ἀλλ’ ἐπισκότωσιν λέγειν ἐμάθομεν. οὐδὲ γὰρ τὸ ἡλιακὸν ἐκλείψει
5ποτὲ φῶς· ἀλλ’ ὑποτρέχοντος ἐν τῷ τῆς συνόδου καιρῷ τοῦ σώματος τοῦ σεληναίου οἷα περιγειοτέρου τυγχάνοντος, καὶ οὕτω ταῖς ἡλιακαῖς ἀκτῖσιν ἐπιπροσθοῦντος, ὁ ὑπὲρ κεφαλῆς ἡμῶν ἀὴρ ζόφῳ τηνικαῦτα καθυποβάλλεται, ἅτε δὴ μὴ βαλ‐ λομένων αὐτῶν κάτωθεν καὶ φωτιζουσῶν τὸ περίγειον.
10 Εἰ δὲ καὶ τοῦτο ζητεῖς μετὰ τῶν ἄλλων μαθεῖν, πῶς ἡ σελήνη μόνη καὶ τίνι τρόπῳ μὴ σχοῦσα φῶς ἀρχῆθεν ἴδιον ἐξ ἡλίου τοῦτο δανείζεται, εἰδέναι ὀφείλεις ὡς οὐκ ἀπορῶν ἑτέρου φωτὸς ὁ δημιουργὸς καὶ κτίστης πάντων θεὸς τὴν καινοτομίαν ταύτην εἰσήνεγκεν, ἀλλ’ ἵνα ῥυθμὸς καὶ τάξις
15ἐντεθῇ τῇ κτίσει, κατά γε τὸν Δαμασκηνὸν Ἰωάννην, ἄρχον‐ τος καὶ ἀρχομένου, καὶ ἵνα παιδευθῶμεν ἐκ τούτου καὶ ἡμεῖς κοινωνεῖν ἀλλήλοις καὶ μεταδιδόναι, ἀνακρίνειν τε τῶν γινο‐ μένων μηδέν, ἀλλ’ ἐπὶ πᾶσι καλῶς ὑποτάσσεσθαι. Πρὸς τούτοις δὲ καὶ ἕτερον ἡμῖν ὑπεμφαίνει παράδοξον
20ἡ σελήνη ἐκλείπουσα, ὡς ὁ θειότατός φησιν Ἀναστάσιος·
καθάπερ γὰρ αὕτη ζόφῳ καθυποπίπτει μεσολαβούσης τῆς γῆς46

47

καντεῦθεν τὰς ἡλιακὰς ἀκτῖνας ἀποστρεφούσης, οὕτω καὶ ἡ ἐκκλησία μεσολαβούσης τῆς ἁμαρτίας σκότους ἐμπίπλα‐ ται κατ’ ἀποστροφὴν πάντως τοῦ νοητοῦ ἡλίου. καλῶς οὖν ἔλεγε καὶ ὁ μακάριος Παῦλος „πάντα εἰς Χριστὸν προτετύ‐
5πωται.“ ὅτι δὲ ἡ σελήνη αὕτη τῆς ἐκκλησίας εἰκόνα φέρει, ὡσαύτως ὁ αἰσθητὸς οὗτος ἥλιος τοῦ νοητοῦ ἡλίου, αὐτοῦ δηλαδὴ τοῦ Χριστοῦ, τοῦ προφήτου Ἀβακοὺμ ἄκουε λέγον‐ τος „ἐπήρθη ὁ ἥλιος, καὶ ἡ σελήνη ἔστη ἐν τῇ τάξει αὑτῆς.“ κατὰ γὰρ τὸν τὰ τοιαῦτα ἐξηγούμενον μέγαν Κύριλλον ἡ
10ἐκκλησία πρότερον ἐν ἀταξίᾳ ἐτύγχανεν ἅτε τοῖς δαιμονίοις λατρεύουσα, ὕστερον δὲ τοῦ νοητοῦ ἡλίου ἐπαρθέντος ἐν τῷ· σταυρῷ ἐν εὐταξίᾳ γέγονε πρὸς αὐτὸν ἐπιστραφεῖσα τὸν κύ‐ ριον. καὶ τοῦτο δεδήλωκεν αὐτὸς ὁ Χριστὸς οὕτως εἰπών „ὅταν ὑψωθῶ, τότε πάντας ἑλκύσω πρὸς ἐμαυτόν.“
15 Γίνωσκε δέ, ἀγαπητέ, ὅτι καὶ διὰ ταῦτα μὲν ἐκλείπειν ὁ ἥλιος καὶ ἡ σελήνη συγκεχώρηται, οὐ τοσοῦτον δὲ ὅσον τὴν τῶν προσκυνούντων αὐτὰ διελέγχεσθαι ἄνοιαν, κἀντεῦ‐ θεν παιδεύεσθαι ὅτι τρεπτὰ ταῦτα καὶ ἀλλοιωτόν. πᾶν δὲ τρεπτὸν οὐ θεός.
20 Καὶ τοιαῦτα μὲν οἱ ἀστέρες ἐκ τῶν ἐν αὐτοῖς συμπι‐ πτόντων διδάσκουσι τοὺς λόγου μετέχοντας. κατὰ τοῦτο καὶ ὁ θεόπτης ἔλεγε Μωσῆς „καὶ ἔθετο ταῦτα εἰς σημεῖα καὶ εἰς
καιροὺς καὶ ἡμέρας καὶ εἰς ἐνιαυτούς.“ διὰ γὰρ αὐτῶν τοι‐47

48

ῶνδε ἢ τοιῶνδε τοῖς χρώμασιν ἀνατελλόντων τήν τε χειμερινὴν τοῦ ἀέρος κατάστασιν καὶ τὴν εὐδιεινὴν σημειούμεθα. δι’ αὐ‐ τῶν αἱ τροπαί, δι’ αὐτῶν οἱ καιροί, ἔαρ δηλαδή, θέρος, μετόπω‐ ρον καὶ χειμών· ὁ γὰρ ἥλιος τὸν ζωδιακὸν ἠρέμα διοδεύων κύ‐
5κλον, καὶ ποτὲ μὲν τῷ καρκίνῳ παραγενόμενος ποτὲ δὲ τῷ ζυγῷ καὶ ἄλλοτε πάλιν ἐν τῷ αἰγοκέρωτι, τὰς διαληφθείσας τέσ‐ σαρας εἰσφέρει τροπάς. δι’ αὐτῶν αἱ ἡμέραι, δι’ αὐτῶν οἱ ἐνιαυτοί. τῷ γὰρ οὐρανῷ συμπεριφερόμενος ὁ ἥλιος ποιεῖ τὸ νυχθήμερον, ἰδίᾳ δὲ τὴν ἑαυτοῦ ποιούμενος δίοδον καὶ
10ἀπὸ ζωδίου μεταβαίνων εἰς ζώδιον τὸν ἐνιαυτὸν ἐκπληροῖ· ἐνιαυτὸς γὰρ οὐδὲν ἄλλο ἐστὶν ἀλλ’ ἡ ἀπὸ τοῦ αὐτοῦ καὶ ἑνὸς σημείου ἐπὶ τὸ αὐτὸ πάλιν ἀποκατάστασις. ταῦτα δὲ πάντως οὐκ ἄξιον ἀγνοεῖν τοὺς πιστούς. ἐντεῦθεν γὰρ ἡ ἄρ‐ ρητος τοῦ θεοῦ σοφία καταλαμβάνεται καὶ δύναμις· τὰ γὰρ
15ἀόρατα αὐτοῦ, καθά φησι Παῦλος, ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται. ταύτῃ τοι καὶ κατακρί‐ τους ἐκείνους ὁ μέγας φησὶ Μάξιμος, ὅσοι διὰ τῆς τῶν ὄντων αἰτίας οὐ χειραγωγεῖν ἐθέλουσι καὶ ἑαυτούς. Ἔθετο ταῦτα εἰς σημεῖα καὶ εἰς καιρούς. τῷ μεγάλῳ
20Βασιλείῳ κἀνταῦθα προσέχειν σε ἄξιον. ἐν γὰρ τῇ εἰς τὴν ἑξαήμερον ἕκτῃ αὐτοῦ ὁμιλίᾳ περὶ τῆς τῶν ἀστέρων παρατη‐
ρήσεως καὶ τάδε φησίν. ἀναγκαία πρὸς τὸν ἀνθρώπινον βίον48

49

ἀπὸ τῶν φωστήρων παρασημείωσις, ἐὰν μή τις πέρα τοῦ μέ‐ τρου ἐξ αὐτῶν σημεῖα περιεργάζηται. πολλὰ μὲν γὰρ περὶ ἐπομβρίας ἔστι μαθεῖν, πολλὰ δὲ περὶ αὐχμῶν καὶ πνευμά‐ των κινήσεως ἢ μερικῶν ἢ καθόλου, βιαίων ἀνειμένων. ἓν
5γάρ τι τῶν ἀπὸ τοῦ ἡλίου παραδεικνυμένων καὶ ὁ κύριος πα‐ ρέδωκεν ἡμῶν, εἰπὼν ὅτι χειμὼν ἔσται· στυγνάζει γὰρ πυρράζων ὁ οὐρανός. ἐπειδὰν γὰρ δι’ ἀχλύος ἡ ἀναφορὰ γένηται, ἀμαυροῦνται μὲν αἱ ἀκτῖνες τοῦ ἡλίου, ἀνθρακώ‐ δης δὲ καὶ ὕφαιμος τὴν χρόαν ὁρᾶται, παχύτητος τοῦ ἀέρος
10ταύτην ἐμποιούσης τὴν φαντασίαν ταῖς ὄψεσιν. ἀλλὰ καὶ ἐπειδὰν ἡ σελήνη περιλιμνάζηται, ἢ ὕδατος ἀερίου πλῆθος ἢ νότου βιαίαν κίνησιν ἐπαγγέλλεται. καὶ τῷ ἡλίῳ δὲ ὅταν αἱ λεγόμεναι ἅλῳ περιγραφῶσιν, ἢ καὶ οὓς ὀνομάζουσιν ἀν‐ θηλίους, ὅταν συμπεριτρέχουσι τῇ τοῦ ἡλίου φορᾷ, συμπτω‐
15μάτων τινῶν καίρια σημεῖα γίνεται, ὥσπερ οὖν καὶ αἱ ῥά‐ βδοι αἱ κατὰ τὴν χρόαν τῆς ἴριδος εἰς ὀρθὸν τοῖς νέφεσιν ἐμφαινόμεναι ὄμβρους καὶ χειμῶνας ἐξαισίους ἢ ὅλως τὴν ἐπὶ πλεῖστον μεταβολὴν τοῦ ἀέρος ἐνδείκνυται. πολλὰ δὲ καὶ περὶ σελήνην αὐξανομένην ἢ λήγουσαν οἱ τούτοις ἐσχολακότες
20τετηρήκασι σημειώδη, ὡς τοῦ περὶ γῆν ἀέρος ἀναγκαίως τοῖς σχήμασιν αὐτῆς συμμεταβαλλομένου· λεπτὴ μὲν γὰρ οὖσα
περὶ τὴν τρίτην ἡμέραν καὶ καθαρὰ σταθηρὰν εὐδίαν κατε‐49

50

παγγέλλεται, παχεῖα δὲ ταῖς κεραίαις καὶ ὑπέρυθρος φαινο‐ μένη ἢ ὕδωρ λάβρον ἀπὸ νεφῶν ἢ νότου βιαίαν κίνησιν ἀπειλεῖ. τὴν δὲ ἐκ τούτων σημείωσιν ὅσον τῷ βίῳ παρέχεται τὸ ὠφέλιμον οὐδεὶς ἀγνοεῖ. ὅρα γὰρ ὅτι καὶ οἱ ναυτιλλόμε‐
5νοι πρός γε τοὺς ἀστέρας ὁρῶντες τὴν ἀκριβῆ τρίβον ὁδεύ‐ ουσι καὶ τῇ τούτων θέσει προσέχοντες τὸ σκάφος ἰθύνουσιν· ἐπειδὴ γὰρ οὐ δέχεται τῶν ὑδάτων ἡ φύσις ἴχνη, οἷς οἱ ὁδῖται προσέχοντες ἀναμφίβολον τὴν πορείαν ποιοῦνται, δέ‐ δωκεν ὁ θεὸς τοῖς μακρὰ διαπερῶσι πελάγη οἷον ἴχνη τῶν
10θαλαττίων τρίβων, τῶν ἀστέρων τὴν θέσιν. καὶ οὕτω μὲν περὶ τούτων τοῖς ἁγίοις πατράσι δοκεῖ. Ἕτεροι δὲ τὸ διαληφθὲν παρερμηνεύοντες Μωσαϊκὸν ῥη‐ τόν, ἐκ τῆς τῶν ἀστέρων συγκράσεώς τε καὶ διαστάσεως λέ‐ γουσι τὰ καθ’ ἡμᾶς πάντα διοικεῖσθαι καὶ διεξάγεσθαι, εὐ‐
15πραγίαν τε καὶ δυσπραγίαν ἐκεῖθεν κατάγουσι, καὶ ἁπλῶς ὅσα τῷ βίῳ καθ’ ἑκάστην ἀπροσδοκήτως συμπίπτουσιν. ἀλ‐ λὰ μὴ σύ γε, τέκνον ἠγαπημένον, τοιούτοις ὅλως ἀνάσχῃ πείθεσθαι λογισμοῖς, εἰ μὴ βούλει τοὺς ἀστέρας ἐντεῦθεν ἀδίκους εὑρίσκεσθαι, εἴ γε τοὺς μὲν ποιοῦσι πόρνους τοὺς
20δὲ μοιχούς, καὶ ἄλλους πάλιν φονέας καὶ ἅρπαγας. ἀλλὰ καὶ πρὸ τῶν ἀστέρων αὐτὸς ἂν ὁ ποιητὴς αὐτῶν θεὸς ἄδι‐
κος εὑρεθείη, γέενναν πυρὸς τοῖς ἁμαρτωλοῖς ἀπειλῶν καὶ50

51

σκότος ἐξώτερον. ἀλλ’ οὐκ ἔστι τοῦτο, οὐκ ἔστιν· αὐτεξού‐ σιος γὰρ ὢν ὁ κατ’ εἰκόνα θεοῦ γεγενημένος ἄνθρωπος εἱμαρ‐ μένῃ καὶ ἄστρασιν οὐχ ὑπόκειται. εἰ γὰρ τοῦτο ἦν, οὐκ ἂν τοῖς μὴ κατὰ γνώμην ἁμαρτάνουσι πῦρ ὁ θεὸς καὶ σκότος
5ἠπείλησεν. ὅτι δὲ βλασφημία ἐστὶν εἰς θεὸν τὸ νομίζειν ἐξ ἀστέρων γίνεσθαι τοὺς μὲν τῶν ἀνθρώπων φονέας τοὺς δὲ πάλιν ἅρπαγας, ὁ κορυφαῖος Πέτρος ἀριδήλως τοῦτο διδά‐ ξει σε πρὸς Φαῦστον. καὶ γὰρ περὶ γενέσεως διαλεγόμενος καὶ τάδε πρὸς τοῖς ἄλλοις ἔλεγεν. „ἐγὼ μὲν ἀστρολογίας
10ἔμπειρος οὐκ εἰμί, ὥστε τὴν γένεσιν ἀπ’ αὐτῆς τῆς κατὰ γέ‐ νεσιν ἐπιστήμης ἀνασκευάζειν. ἄλλῳ δὲ τρόπῳ δύναμαι ἀπο‐ δεικνύειν ὅτι κατὰ πρόνοιαν διοικεῖται τὰ πράγματα· ἕκα‐ στος γὰρ πρὸς ἃ πράττει τιμῆς καὶ κολάσεως τεύξεται.“ ἁμαρτάνουσιν οὖν οἱ γένεσιν εἰσάγοντες αὐτὸν τὰ πάντα δη‐
15μιουργήσαντα θεὸν βλασφημοῦντες. ἐπὶ τούτοις γὰρ τοῦ γέροντος εἰπόντος ὅτι βλασφημεῖν ἐστὶ τὸ λέγειν ὅτι τὰ πάν‐ τα γενέσει ὑπόκειται, καὶ πάνυ ὁ Πέτρος ἔλεγεν. εἰ γὰρ πᾶσαι αἱ τῶν ἀνθρώπων ἁμαρτίαι ἐξ ἀστέρων γίνονται, οἱ δὲ ἀστέρες ὑπὸ θεοῦ ταῦτα ποιεῖν ἐτάχθησαν, ἵνα πάντων
20χαλεπῶν ἀποτελεσματικοὶ γένωνται, ἁπάντων λοιπὸν αἱ ἁμαρ‐ τίαι εἰς αὐτὸν ἀναφέρονται τὸν τὴν γένεσιν ἐνδόντα τοῖς
ἄστρασι. καὶ τὰ μὲν τοῦ κορυφαίου τοιαῦτα· ὅρα δὲ καὶ51

52

τί φησιν ὁ μέγας Βασίλειος ἐν τῷ περὶ φωστήρων ἕκτῳ λό‐ γῳ αὐτοῦ. τὴν γὰρ ἀστρολογικὴν τέχνην ἐπὶ μέσου παρά‐ γων, καὶ ὅπως ἔχει μεθόδου κατεξετάζων, οὕτω κατὰ ῥῆμα διέξεισιν. „ἐν δὴ τούτοις τοῖς λογισμοῖς πολὺ μὲν τὸ ἀνόη‐
5τον, πολλαπλάσιον δὲ τὸ ἀσεβές. τίνος ἕνεκεν; ὅτι οἱ κακο‐ ποιοὶ τῶν ἀστέρων τῆς αὐτῶν πονηρίας ἐπὶ τὸν ποιήσαντα αὐτοὺς τὴν αἰτίαν μετατιθέασιν. ἔπειτα εἰ καὶ τῶν περὶ κα‐ κίαν καὶ ἀρετὴν ἐνεργημάτων οὐκ ἐκ τοῦ ἐφ’ ἡμῖν εἰσὶν αἱ ἀρχαὶ ἀλλ’ ἐκ τῆς γενέσεως αἱ ἀνάγκαι, περιττοὶ μὲν οἱ νο‐
10μοθέται τὰ πρακτέα ἡμῖν καὶ τὰ φευκτέα διορίζοντες, πε‐ ριττοὶ δὲ οἱ δικασταὶ ἀρετὴν τιμῶντες καὶ πονηρίαν κολάζον‐ τες· οὐ μὲν γὰρ τοῦ κλέπτου τὸ ἀδίκημα, οὐδὲ τοῦ φονέως, ᾧ γε οὐδὲ βουλομένῳ δυνατὸν ἦν κρατεῖν τῆς χειρός. ἀλλ’ οὐκ ἔστι τοῦτο, οὐκ ἔστιν· αὐτεξούσιος γὰρ ὁ ἄνθρωπος,
15ὅτι καὶ κατ’ εἰκόνα παρήχθη θεοῦ, ἐφ’ ᾧ γενέσει καὶ ἄστρα‐ σιν οὐχ ὑπόκειται.“ τοῖς μέντοι προσπταίουσιν ὁπωσδήποτε καθ’ εἱμαρμένην, ὡς εἴρηται, καὶ συγγινώσκειν ἄξιον ἦν, οὐ μὴν ἐπιφέρειν μάστιγας, ὡς ὁ χρυσορρήμων Ἰωάννης φησίν. καὶ γὰρ ἐν οἷς ἐξέθετο λόγοις περὶ εἱμαρμένης καὶ τάδε διέξ‐
20εισι. τοῖς μὲν οὖν ἀνάγκῃ κατεχομένοις συγγινώσκειν οἴδα‐ μεν. κἂν γὰρ ὑπὸ δαίμονός τις ἐνοχλούμενος ἢ τὸν χιτῶνα
διαρρήξῃ τὸν ἡμέτερον ἢ πληγὰς ἐπενέγκῃ, οὐ μόνον οὐ κο‐52

53

λάζομεν, ἀλλὰ καὶ ἐλεοῦμεν καὶ συγγινώσκομεν. τί δήποτε; ὅτι οὐχ ἡ προαιρέσεως ἀλλ’ ἡ τοῦ δαίμονος βία ταῦτα εἰρ‐ γάσατο. ὥστε εἰ καὶ τὰ ἄλλα ἁμαρτήματα ἀπὸ τῆς ἀνάγ‐ κης τῆς κατὰ τὴν εἱμαρμένην ἐγίνοντο, συνέγνωμεν ἄν. ἐπει‐
5δὴ ἴσμεν ὅτι οὐκ ἔστιν ἀνάγκη, διὰ τοῦτο οὐδὲ συγγινώσκο‐ μεν. εἰ γὰρ ἀνάγκῃ τὰ ἡμέτερα ἐδέδετο, τίνος ἕνεκεν τὸν οἰκέτην κεκλοφότα μαστίζεις; διὰ τί τὴν γυναῖκα μοιχευθεῖσαν εἰς κριτήριον ἕλκεις; ἵνα τί δὲ καὶ πονηρὰ πράττων αἰσχύνῃ; εὔδηλον οὖν ἐντεῦθεν ὅτι οὔτε εἱμαρμένη οὔτε τύχη οὔτε γένε‐
10σις οὔτε δρόμοι ἀστέρων τὰ καθ’ ἡμᾶς διοικεῖ. εἰ γὰρ τοῦτο δώσομεν, τίς χρεία λοιπὸν πόνων καὶ ἱδρώτων πρὸς τὸ κατορ‐ θοῦν ἀρετὴν ἔσται; εἵμαρταί τινι γενέσθαι καλός· καὶ κα‐ θεύδων ὁ τοιοῦτος καὶ ῥέγχων ἔσται καλός. μᾶλλον δὲ οὐ καλὸν τὸν τοιοῦτον ἔστιν εἰπεῖν τὸν ἐξ ἀνάγκης εἰς τοιοῦτο
15γινόμενον. τίς χρεία πόνων πρὸς τὸ κακίαν φυγεῖν; εἰ εἵ‐ μαρταί τινι γενέσθαι κακός, κἂν μυρία ταλαιπωρῇ, κακὸς ἔσται. μᾶλλον δὲ οὐ κακὸν τὸν τοῦτον ἔστιν εἰπεῖν τὸν ὑπ’ ἀνάγκης πρὸς τοῦτο ὠθούμενον. εἴπερ ὑγεία καὶ νόσος τῆς εἱμαρμένης ἤρτηται, περιττὰ τῶν χρημάτων τὰ ἀναλώματα,
20περιττὴ τῶν ἰατρῶν ἡ εἴσοδος, περιττὴ δὲ καὶ ἡ τῶν νο‐ σούντων διαίτης ἀκρίβεια. ἀλλ’ ἐπειδὴ μὴ περιττὰ ταῦτα (πῶς γάρ, εἴγε καὶ πολλὴν ὁρῶμεν τὴν ἐντεῦθεν ὠφέλειαν;)
οἴχεται μὲν ὁ τῆς εἱμαρμένης μῦθος, οἴχεται δὲ καὶ ὁ τῆς53

54

γενέσεως λόγος. οὐδεμιᾷ γὰρ ἀνάγκῃ τὰ καθ’ ἡμᾶς ὑπόκειται, τετίμηται δὲ μᾶλλον προαιρέσεως ἐλευθερίᾳ καὶ αὐτεξουσιό‐ τητι. εἰ γὰρ μὴ αὐτεξούσιος ὁ ἄνθρωπος, οὐδὲ κατ’ εἰκόνα θεοῦ παρήχθη λοιπόν· πῶς καὶ γὰρ εἰκὼν ἂν εἴη τῆς βασι‐
5λευούσης φύσεως, κατ’ ἐκεῖνο τὸ μέρος ἀνισότητα φέρων πρὸς τὸ ἀρχέτυπον; ἔπρεπε γὰρ τὸ διὰ πάντων πρὸς τὸ θεῖον ὡμοιωμένον, ὡς ὁ Νύσσης φησί, ἐν τῇ φύσει κεκτῆσθαι τὸ αὐτοκρατὲς καὶ ἀδέσποτον. δέδεικται οὖν ἐκ πολλῶν ὅτι γε‐ νέσεως ἀνάγκῃ κατὰ τὴν τῶν πλειόνων ὑπόληψιν οὐ δεδέμε‐
10θα· οὐ γὰρ τοῦτο ἦν, εἰ μὴ κατὰ γνώμην ἡμῖν τὰ πρατ‐ τόμενα πράττεται; κατ’ οὐδὲν ἂν ἡμεῖς οἱ λόγῳ τετιμημένοι τῶν ἀλόγων ζώων διενηνόχαμεν· τῶν γὰρ τοιούτων ἐστὶ τὸ ἀλλοτρίῳ βουλήματι πρὸς τὸ δοκοῦν περιάγεσθαι. ἡ δὲ λο‐ γική τε καὶ νοερὰ φύσις, ἐὰν τὸ κατ’ ἐξουσίαν ἀπόθηται,
15καὶ τὴν χάριν τοῦ νοεροῦ συναπώλεσεν· εἰς τί καὶ γὰρ χρή‐ σεται τῇ διανοίᾳ, τῇ τῆς εἱμαρμένης ἀνάγκῃ περιαγομένη κἀ‐ κεῖθεν ἐπὶ τὰ πρακτέα παρωθουμένη; καὶ ταῦτα μὲν δὴ ἐς τοσοῦτον. Σὺ δέ, ἀγαπητέ, εἴ που καὶ βρέφος ὄψει ποτὲ σεσινω‐
20μένον ἐκπῖπτον τῆς μήτρας, εἰ τύχῃ δικέφαλον ἢ τετράπουν, ὡς ἐπὶ Μαυρικίου βασιλέως, μὴ σχήμασιν ἀστέρων οὐκ ἀγα‐
θοῖς τὰ τοιαῦτα διαπλάττεσθαι νόμιζε, καθάπερ ἔδοξέ ποτε54

55

καὶ τῷ παρ’ Ἕλλησι τιμωμένῳ Ἑρμῇ. πείθου δὲ μᾶλλον τῷ μεγάλῳ Ἀθανασίῳ τῷ τε χρυσορρήμονι Ἰωάννῃ καὶ τοῖς λοι‐ ποῖς ἁγίοις πατράσι· περὶ γὰρ τοῦ ἐκ γενετῆς τυφλοῦ καὶ τοῦ ἐκ γενετῆς χωλοῦ τὸν λόγον ποιούμενοι τὴν διαπλάττου‐
5σαν τὸ ζῶον ᾐτιάσαντο φύσιν, οὐ μὴν ἐναντίων ἀστέρων σχηματισμούς. ὅτι δὲ ἡ φύσις τῶν τοιούτων αἰτία σινωμά‐ των ἐστί (καὶ γὰρ κατὰ τὴν ἑαυτῆς ἀκολουθίαν εἴωθε τὰ πάντα ποιεῖν, ὡς φησὶν ὁ μέγας Βασίλειος), καὶ αἱ παρ’ ἡμῖν ἐπῳάζουσαι κατοικίδιοι ὄρνιθες μαρτυροῦσι τούτῳ σα‐
10φέστατα. ὁρῶμεν γὰρ ἔστιν ὅτε ἐκ τῶν ᾠῶν ἐκπίπτοντα τε‐ τραπτέρυγα νεόττια καὶ τετράποδα. καὶ τοῖς μὲν ἀγνοοῦσι τὴν αἰτίαν ἔκπληξιν ἐμποιεῖ τὰ τοιαῦτα πολλήν, οὔκουν δὲ καὶ τοῖς λόγου μετέχουσι. τούτῳ μέντοι τῷ τρόπῳ καὶ δικέ‐ φαλον ὄφιν ἴδοι τις ἄν, καὶ ὅσα τοιαῦτα πλήρη τυγχάνοντα
15θαύματος. ἀλλὰ μὴ σύ γε διαταράττου τούτων ἕνεκα, μηδὲ κακοποιῶν ἀστέρων ἀκτινοβολίας ἐπὶ τούτοις παρείσαγε. ἄφες ἐπὶ ματαίοις ματαιάζειν αὐτούς. ἐπὶ πᾶσι γὰρ τούτοις ἡ αἰτία σαφής. εἰ μὲν οὐκ ἐτίκτοντο βρέφη δίδυμά τε καὶ τρίδυμα, εἶχες ἄν τι καὶ λέγειν· ἐπεὶ δὲ καθ’ ἑκάστην τοι‐
20αῦτα ὁρᾷς, καινὸν πάντως οὐδὲν εἴγε συγκεκολλημένα τὰ
δίδυμα καὶ οὐ διῃρημένα πολλάκις τῆς μήτρας ἐκπίπτουσι.55

56

Προγινώσκειν μὲν οὖν καὶ ἀμυδρῶς τοῦ μέλλοντος ἔκ τινων σημείων καταστοχάζεσθαι, ἄνευ ἀντιλογίας καὶ ἡμεῖς τοῦτο κατατιθέμεθα. οὐδὲν γὰρ ἐπὶ προδήλοις οὕτω πρά‐ γμασιν ἀντιπίπτειν ἐπὶ πλέον ἰσχύομεν. εἰ γὰρ καὶ ἥμαρτεν
5ἐν παραδείσῳ ὁ ἄνθρωπος, εἰ καὶ τὸ δοθὲν αὐτῷ προφητι‐ κὸν χάρισμα πάμπαν ἀπώλεσεν, ἀλλ’ οὐκ ἀφῆκεν αὐτὸν ὁ πανοικτίρμων θεὸς τοῖς ἀνοήτοις κτήνεσι τέλεον παραβάλλε‐ σθαι. ἐφ’ ᾧ καὶ σημεῖά τινα δίδωσι τοῦ προορᾶν ἕνεκεν ἔστιν ὅτε τὰ μέλλοντα κἀντεῦθεν ἑαυτῷ περιποιεῖσθαι ἀσφά‐
10λειαν. καὶ τί χρὴ πολλὰ λέγειν; οἱ ἐν τῷ ἀέρι φαινόμενοι κομῆται λόγῳ μὲν φυσικῷ συνίστανται, θανάτους δὲ ὅμως βασιλέων ἢ καὶ προσώπων ἐπιφανῶν καταγγέλλουσιν, ὡς ὁ μέγας ἔφη καὶ οὐρανοφάντωρ Βασίλειος. ἀλλὰ καὶ αὐχμῶν, ἔστιν ὅτε ἀνέμων οἱ τοιοῦτοι δηλωτικοί, οἳ καὶ δοκοῦσι μὲν
15εἶναι ἀστέρες, οὐκ εἰσὶ δέ. πῶς καὶ γάρ; εἴγε συνίστανται μέν, οὐ παραμένουσι δέ· τῆς γὰρ ὕλης τῷ πυρὶ δαπανη‐ θείσης, δι’ ἧς ὁ κομήτης συνέστηκεν, ἐξ ἀνάγκης καὶ οὗτος σβεννύμενος διαλύεται. Ἀλλ’ ὅρα καὶ τὴν γένεσιν ὁποία τίς ἐστι καὶ πόθεν ἔσχη‐
20κε τὴν ἀρχήν. ἐκ τῆς καπνώδους καὶ ξηρᾶς ἀναθυμιάσεως ἔως αὐτῆς τῆς σελήνης ἀνάγεται διὰ κουφότητα καπνὸς μὲν
οὖσα κατὰ τὴν οὐσίαν, φλὸξ δὲ κατὰ τὴν δύναμιν. ἐφ’ ᾧ56

57

καὶ ὑπέκκαυμα ταύτην ὁ Ἀριστοτέλης ἐκάλεσε, τουτέστιν ὑφειμένον πῦρ· ὁ γὰρ καπνὸς θερμὸς μέν ἐστι, μὴ μέντοι γε πῦρ αὐτενέργητον. ἐξάπτεται τῇ τοῦ παντὸς περιφορᾷ συγκινούμενον. ἀλλ’ ἡμέρας μὲν οὐ φαίνεται διὰ τὴν τοῦ
5ἡλίου μαρμαρυγήν, νυκτὸς δὲ τὰ τοιαῦτα διάδηλα γίνεται. ἐπειδὰν οὖν τὸ μέρος τοῦ ὑπεκκαύματος διὰ τὴν κίνησιν ἐξαφθῇ, εἰ μὲν οὐκ ἐντύχῃ ἑτέραις οὐσίαις ἐπιτηδείαις εἰς ἔξαψιν, θᾶττον ἐναποσβέννυται, ἐπειδὰν δὲ κινηθὲν παχείᾳ ὕλῃ ἐγκύρσῃ τινί, ἐκεῖσε ἐνίσχεται· ὅθεν ἡ τοιαύτη ὕλη κα‐
10τὰ πᾶν ἐξαπτομένη αἴξ τε καὶ κομήτης λέγεται. ἀποσπινθη‐ ρίζουσα γὰρ δοκεῖ τινὰ κόμην ἔχειν καθειμένην καὶ οἷά τισι μαλλοῖς κατὰ τὰς αἶγας βρίθεσθαι· ταύτῃ τοι καὶ κομήτης τὸ τοιοῦτον φάσμα ὠνόμασται. οὗτος μὲν ὁ κομήτης ἐνίοτε καὶ πολυήμερός ἐστιν, ἀρκούσης τῆς ὑποκειμένης αὐτῷ ὕλης
15εἰς χρονίαν ἔξαψιν. ἐντεῦθεν οὖν ἴσχει τὴν γένεσιν καὶ τὸ δοκοῦν ἐξ οὐρανοῦ ῥίπτεσθαι πῦρ αἰθρίας οὔσης τῆς νυκτός, ὃ δὴ καί τινες τῶν ἀγροικοτέρων ἄστρον οὐράνιον ἥγηνται. ἀλλ’ οἱ περὶ τὰ τοιαῦτα ἠσχολημένοι τὸ τοιοῦτον φάσμα διάττοντα κατονομάζουσιν. ἐπειδὰν γὰρ τὸ διὰ τὴν κίνησιν
20ἐξαφθὲν ὕλαις ἐπιτηδείαις εἰς ἔξαψιν ἐντύχῃ, κἀντεῦθεν ἀπ’
ἄλλης εἰς ἄλλην φερομένης τῆς φλογὸς διαδόσιμον γένηται57

58

τὸ πῦρ, κατὰ σχῆμα τοῦ δόρατος ἀπομηκυνθῇ, τὸ τοιοῦτον διάττων ὠνόμασται κατὰ τὰ φαινόμενα σχήματα, καὶ τὰς ἐπωνυμίας ἀποπληροῦσι τοῖς φάσμασιν. Ἔθετο μὲν οὖν εἰς σημεῖα, καθάπερ εἴρηται, ὁ θεὸς
5ταῦτα δὴ τὰ κατ’ οὐρανόν, ὡς ἐντεῦθεν ἡμῖν ἀσφάλειαν οὐ τὴν τυχοῦσαν προσγίνεσθαι. ὅρα γὰρ ὅτι καὶ τὰ νέφη πό‐ κοις ἐρίων φανέντα ποτὲ παραπλήσια χειμῶνας ἐνίοτε προ‐ σημαίνουσιν. ἀλλὰ καὶ ἶρις αὐτή, τὸ κατ’ οὐρανὸν δηλαδὴ φαινόμενον τόξον, ὡς οὐχ ἁπλῶς τοῖς ὀφθαλμοῖς ἡμῶν καὶ
10ὡς ἔτυχε πρόκειται· χειμῶνος μὲν γὰρ αὕτη φανεῖσα εὐ‐ διεινὴν ἐπιφέρει κατάστασιν, εὐδίας δὲ οὔσης εἴγε φανείη, χειμῶνα τοὐναντίον ἐμήνυσε. καὶ ἔθετο γάρ, φησί, ταῦτα εἰς σημεῖα. Ἀλλ’ ἡ μὲν ἶρις ἀνυπόστατός ἐστι, φαντασία δὲ μόνον
15τῆς ὁρώσης ὄψεως, ἐξ ἡλίου συνισταμένη νέφεσιν ἀνομοιομε‐ ρέσιν ἐμπίπτοντος. ἀλλὰ καὶ ἡ κατὰ σελήνην ἅλως ἔμφασις ὡσαύτως ἐστίν, οὐ μὴν ὑπόστασις, ἐξ ἀνακλάσεως τῆς ὄψεως. τὸ δὲ ἀστραπαῖον πῦρ ἐνυπόστατον μέν ἐστιν, οὐκ ἔχει δὲ τὸ φλέγον· λεπτομερὴς γὰρ ἡ οὐσία αὐτοῦ. ἀλλὰ καὶ τὰ
20σώματα ταχέως παρέρχεται, ὅθεν οὔτε καίει οὔτε μελαίνει αὐτά. εἰ γὰρ καὶ πῦρ ὁ τοιοῦτός ἐστι κεραυνὸς καὶ φύσει
ἔχει τὸ καίειν, ἀλλ’ ἡ λεπτότης αὐτοῦ, πρὸς δὲ καὶ ἡ ταχύ‐58

59

της μὴ ἐγχρονίζουσα τοῖς σώμασιν, ἄκαυστα ταῦτα ἐᾷ. ὁ δὲ πρηστήρ, ὡς καὶ αὐτὸ δηλοῖ τοὔνομα, τὰ παρατυχόντα κατα‐ φλέγει σώματα. καταφλέγει δὲ διὰ τὸ συνεπισπᾶσθαι μεθ’ ἑαυτοῦ παχυμερεστέραν ὕλην ἐκ τοῦ νέφους, καὶ ταύτην ἐκ‐
5πληροῦν. τούτου δὲ τοῦ πρηστῆρος καὶ προηγεῖται πνεῦμα. καὶ δῆλον ἐκ τοῦ τὰ μέλλοντα ἐμπίπρασθαι πρῶτον ὑπὸ πνεύματος ῥήγνυσθαι· τὸ γὰρ πνεῦμα τοῦ πρηστῆρος θειῶ‐ δες ὂν πλήττει καὶ ῥήγνυσι. ταύτῃ τοι καὶ τὰ κεραυνωθέν‐ τα μένει διεστῶτα ἐπὶ χρόνον τινά.
10 Τὸν μέντοι κεραυνόν, ἀγαπητέ, τοῦτ’ ἔστιν αὐτὸ τὸ ἀστραπαῖον πῦρ, ἢ κατὰ σύγκρουσιν τῶν νεφῶν γίνεσθαι νόμιζε ἢ κατὰ ἐκπυρηνισμόν, ἡνίκα δηλαδὴ πυρώδης οὐσία τοῖς νέφεσιν ἐμπεσοῦσα κατὰ βίαν ἐκεῖθεν ἐκραγῇ, ῥιπτομέ‐ νη καὶ οἷον εἰπεῖν ὠθουμένη παρὰ τοῦ νέφους αὐτοῦ. ἐκ‐
15πυρηνισμὸς γάρ ἐστιν ὁ κατὰ συμπίεσιν· ἀκοντισμὸς γάρ ἐστιν, ὡς ὅταν καὶ ἡμεῖς τὰ τῶν ἐλαιῶν ὀστᾶ τοῖς δακτύλοις συμπιέζοντες ἢ ἄνω ἢ κάτω ταῦτα ἐξακοντίζομεν. καὶ τοι‐ οῦτος μὲν ὁ κατὰ ἐκπυρηνισμὸν κεραυνός, ἡνίκα καὶ μᾶλλον ἡ τοῦ νέφους παχύτης ἄνωθεν πυκνωθεῖσα τὴν ἐμπεσοῦσαν
20ἐκεῖσε οὐσίαν οὐκ ἐᾷ τε διελθεῖν καὶ ἐπὶ τὸν χῶρον αὐτῆς ἀνελθεῖν· τηνικαῦτα γὰρ ὑπὸ τοῦ νέφους, ὡς εἴπομεν, συμ‐ πιεζομένη τε καὶ ὠθουμένη κάτω ῥιπτεῖσθαι πάλιν βιάζεται.
ὁ δὲ ἕτερος ἀποτίκτεται κεραυνὸς τῶν νεφῶν συντριβομένων.59

60

ἡ μὲν γὰρ ῥῆξις τὸν κεραυνὸν ἀπεγέννησε, τοῦ νέφους βίᾳ σπασθέντος· τηνικαῦτα δὲ θυλάκου ὥσπερ διαρραγέντος ὑε‐ τὸς κατενήνεκται. ὁ δέ γε τῆς ῥήξεως ἦχος τὴν βροντὴν ἀπεγέννησεν. ἀλλ’ ἐκεῖ μὲν δεῖ πρῶτον ῥαγῆναι τὸ νέφος
5καὶ οὕτω φανῆναι τὴν ἀστραπήν· ἡμεῖς δὲ τοῦ πυρὸς ἐπι‐ λαμβανόμεθα πρότερον. τούτου δὲ αἴτιον ἡ τῶν ὠτίων καὶ τῶν ὀφθαλμῶν διοργάνωσις· οἱ μὲν γὰρ ὀφθαλμοὶ ἡμῶν ἀμέσως ὁμιλοῦντες τῷ ἀέρι τοῦ ὁρατοῦ θᾶττον ἀντιλαμβά‐ νονται, ὁ δέ γε τοῖς ὠτίοις προβεβλημένος κοχλοειδὴς πό‐
10ρος βραδέως εἰσάγει τὸν ψόφον. κοχλοειδῆ δὲ τὸν τοιοῦ‐ τον κατεσκεύασε πόρον ὁ δημιουργὸς ἡμῶν θεός, ἵνα μὴ ἐκ τῶν παραπιπτόντων ἡμῖν ἀθρόων, εἴτε ψόφου εἴτε ἀέρος ψυ‐ χροῦ, ὁ ἐγκέφαλος ἡμῶν οὐ μικρῶς καταβλάπτηται. καὶ εἰ μὲν ἀπὸ ξηροτάτου νέφους ὁ κεραυνὸς ἐκραγῇ, φοινικοῦς τε
15τὴν χροιὰν ὁ τοιοῦτός ἐστι καὶ τὴν οὐσίαν φλογώδης, εἰ δὲ ἀφ’ ὑγροτέρου νέφους, λευκόν τε ἔχει τὸ χρῶμα καὶ καυσώ‐ δης ἥκιστα. Οὕτω μὲν οὕτω, καθάπερ ἄνωθεν εἴρηται, καὶ τοὺς ἀστέρας τοὺς ἀπλανεῖς τε καὶ πλανωμένους εἰς σημεῖα καὶ εἰς καιροὺς
20ὁ ποιητὴς πάντων καὶ κύριος ἔθετο. κυρίους δὲ τῶν ἐφ’ ἡμῖν ἀρετῆς τε καὶ κακίας παρεκτικοὺς οὐκ ἄν ποτε εἴπῃ τις λο‐
γισμοῦ κύριος ὤν, εἴ γε καὶ μᾶλλον ἤκουσε τοῦ θεοῦ δια60

61

τοῦ προφήτου λέγοντος „ἐὰν θέλητε καὶ εἰσακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε.“ ἐὰν θέλητε γὰρ εἰπὼν ἔδειξε προ‐ φανῶς ὡς ἐλεύθερός τις ὁ καθ’ ἕνα ἡμῶν, καὶ ὅτι τῶν αὑ‐ τοῦ πράξεων ἕκαστος ὁμολογουμένως πέφυκε κύριος.
5 Εἰδέναι γὰρ τοῦτο πρὸς τοῖς εἰρημένοις ἄνωθεν ὀφείλεις, ἀγαπητέ, ὅτι οἱ τὸν ἥλιον λέγοντες μὴ τὴν γῆν ὑποτρέχειν κάτωθεν μετὰ τὴν αὐτοῦ δύσιν, ἀλλ’ ἐκ πλαγίου τὴν αὐτοῦ ποιούμενον δίοδον πρὸς ἀνατολὰς ἀπέρχεσθαι κἀκεῖθεν αὖθις ἀπέρχεσθαι τοῦ φωτίζειν τὴν γῆν, οὐκ εὐπαράδεκτα λέγειν,
10ὡς οἶμαι, τοῖς εὖ φρονοῦσιν κριθήσονται, εἰ μή που κατὰ λόγον οἰκονομίας τοιαῦτα λέγειν προάγονται. εἰ γὰρ οὐδὲν ἕτερόν ἐστιν ἡ νὺξ ἀλλ’ ἢ σκίασμα γῆς, τοῦ ἡλίου τὴν γῆν ὑποτρέχοντος, ὡς ὁ Δαμασκηνὸς Ἰωάννης φησί, πῶς λοιπὸν βαθεῖα τὴν ἡμέραν διαδέξεται νύξ, τοῦ ἡλίου κατ’ ἐκείνους
15ἐγγύτατα καὶ μικροῦ πρὸς ἡμᾶς στρεφομένου, κἀντεῦθεν ἀκ‐ τίνων ἡμῖν ἐμπιπτουσῶν καὶ φωτιζουσῶν τὸ περίγειον; καὶ εἰ μὴ πείθῃ τοῖς λεγομένοις, αὐτοῖς τοῖς πράγμασι πείσθητι. ἐν Βρετανίᾳ τῇ νήσῳ ὀκτωκαιδεκάωρος μὲν ἡ ἡμέρα ἐστίν, ἑξάωρος δὲ ἡ νύξ. καὶ οὐ μόνον ἑξάωρος, ἀλλὰ καὶ τὸ σκό‐
20τος αὐτῆς οὐ πάνυ βαθύ, τοιοῦτον δὲ εἰπεῖν ὁποῖόν ἐστι τὸ παρ’ ἡμῖν λεγόμενον λυκόφωτον. ἐμπίπτουσι γὰρ αὐτοῖς αἱ
αὐγαὶ τοῦ ἡλίου. τίνος ἕνεκεν; ὅτι κἀν ταῖς νυξὶν αὐταῖς ὁ61

62

ἥλιος ἔγγιστα περιστρέφεται διὰ τὸ βραχύτατον αὐτοῦ μέρος ὑπὸ γῆν καταδύεσθαι. καὶ οἵ γε τῶν Βρετανῶν ὀξυδερκέ‐ στατοι σαφῶς ὁρῶσι κατὰ τὴν νύκτα καὶ μικροῦ πάντως τοῖς ὀφθαλμοῖς περιλαμβάνουσι. μάνθανε οὖν ἐντεῦθεν ὡς εἴ γε
5καὶ ἐν τῷ καθ’ ἡμᾶς κλίματι οὐχ ὑπὸ γῆν ὁ ἥλιος διοδεύων ἦν ἀλλ’ ἔγγιστά που κἀνταῦθα περιεστρέφετο, ἡ νὺξ ἀληθῶς οὐχὶ νύξ, οὐδὲ πάνυ βαθὺ τὸ σκότος αὐτῆς, ἀλλὰ τοιοῦτον ὁποῖον ὁ λόγος ἤδη φθάσας ἐγνώρισεν, ἅτε οὐμενοῦν ἀντι‐ φραττούσης ταῖς ἡλιακαῖς ἀκτῖσι παντάπασιν. ἡ γὰρ νὺξ
10οὐδὲν ἄλλο ἐστὶν ἢ σκίασμα γῆς, ὡς ὁ μέγας φησὶ Βασίλει‐ ος. τοῦ γοῦν ἡλίου μὴ τὴν γῆν ὑποτρέχοντος ἀλλ’ ἔγγιστα περιστρεφομένου, ὡς ἄνωθεν εἴρηται, βαθεῖαν γίνεσθαι νύ‐ κτα πάντως ἀμήχανον. καὶ τί χρεία πολλὰ λέγειν καὶ ἀπα‐ ριθμεῖν τὰ καθ’ ἕκαστον; σφαιρικῆς οὔσης τῆς γῆς καὶ ἐν μέ‐
15σῳ τοῦ παντὸς ἀπῃωρημένης, παρ’ ἄλλοις ἄλλως ἀνατέλλει τε καὶ δύνει ὁ ἥλιος, κἀντεῦθεν τοῖς μὲν ἴσα τελεῖ τὰ νυ‐ χθήμερα τοῖς δὲ πάλιν ἄνισα. μὴ θαυμάζε εἴγε παρὰ Βρε‐ τανοῖς ἑξάωρός ἐστιν ἡ νύξ, ὅπου γε παρ’ ἑτέροις, οἷς το‐ σοῦτον ὁ πόλος ἐξῆρται ὁ βόρειος ἢ ὁ νότιος ὥστε κατὰ κο‐
20ρυφὴν ἔχειν τὸν ἕτερόν γε πάντως αὐτῶν, τούτοις διὰ τὴν
πέριξ τοῦ ἡλίου περιδρομὴν τὸ οἰκούμενον ἅπαν ἐσκίασται,62

63

ὅ τε ἐνιαύσιος αὐτοῖς κύκλος ἡμέρᾳ μιᾷ καὶ νυκτὶ ὡσαύτως μεμέρισται, ὡς εἶναι τούτοις λοιπὸν τὴν ἡμέραν ἑξάμηνον καὶ τὴν νύκτα ἰσάριθμον. καὶ τούτων οὕτως. Οἶδα δέ, ἀγαπητέ, ὅτε καὶ τοῦτο πρὸς τοῖς ἄλλοις πε‐
5ριεργάζῃ, τί δή ποτε, λέγων, ἐπὶ τρισὶν ἡμέραις ἀνακεχυμέ‐ νον ἦν ἐκεῖνο τὸ πρωτόγονον φῶς, ἐν δὲ τῇ τετάρτῃ ἡμέρᾳ τοῖς φωστῆρσι κατεμερίσθη, τῷ τε ἡλίῳ δηλαδή, τῇ σελήνῃ καὶ τοῖς λοιποῖς ἀστράσιν; ἀλλὰ μὴ ἐπὶ πλέον τὰ θεῖα πολυ‐ πραγμόνει ῥητά, ὅτι μηδὲ θεραπεύειν ἐπὶ τούτοις ἰσχύομεν τὴν
10σὴν φιλομάθειαν. ἴσθι τοιγαροῦν ὅτι παράγει μὲν ὁ θεὸς τὸ κα‐ θαρὸν ἐκεῖνο καὶ ἄϋλον φῶς, οὐχὶ δὲ καὶ τὸν δίσκον αὐτόν, ἵνα μάθωμεν ἐντεῦθεν ὁποίων ἔργων ἐστὶν αὐτουργός, καὶ ἵνα μαθόντες τὸν ἀριστοτέχνην θεὸν ἐπὶ πλέον θαυμάζωμεν· ἐκ μεγέθους γὰρ καὶ καλλονῆς κτισμάτων ἡ τοῦ δημιουργοῦ κα‐
15θορᾶται σοφία καὶ δύναμις. δίσκῳ δὲ τὸ τοιοῦτον ἐναποτί‐ θησι μετὰ ταῦτα φῶς, ἵνα τὴν ἐκπηδῶσαν ἐκεῖθεν ἀκτῖνα διὰ τοῦ δίσκου συσκιαζομένην ἐργάσηται σύμμετρον· ὀφθαλ‐ μοὺς γὰρ ἔχοντα ζῶα οὐκ ἂν ἤνεγκεν, ὡς πού φησι Θεο‐ δώρητος. ἀλλὰ ταῦτα μὲν ὁ λόγος καθ’ ἱστορίαν ἐπῆλ‐
20θέ σοι. Εἰ βούλει δὲ καὶ ὑψηλότερον ἐκλαβέσθαι τὰ Μωσαϊκὰ
καὶ θεῖα ῥητά, ὥστε μαθεῖν ἐκ τούτων τίνος ἕνεκεν ἀνακε‐63

64

χυμένον ἦν ἐπὶ τρισὶν ἡμέραις ἐκεῖνο τὸ φῶς ἁπανταχοῦ, μετὰ δὲ ταῦτα τοῖς φωστῆρσιν ἐναπετίθετο, τὸν θειότατον ἔχεις Ἀναστάσιον ἀλληγοροῦντα τὰ τοιαῦτα. τὸ μὲν οὖν τῶν προλαβουσῶν τριῶν ἡμερῶν φῶς, περὶ οὗ ἡ γραφὴ λέγει
5„καὶ εἶπεν ὁ θεὸς γενηθήτω φῶς, καὶ ἐγένετο φῶς,“ ὑφη‐ πλωμένον ὂν ἐφ’ ὅλον τὸ σύμπαν, τὸ τῆς ἀκτίστου τριάδος παριστᾷ φῶς πανταχοῦ φθάνον ὡς ἀπερίγραπτον· ὅτε δὲ τῷ ζοφερῷ μὲν πρότερον, ὕστερον δὲ φωτεινῷ διὰ τὴν ἕνωσιν δίσκῳ ἐναπετίθετο, τὴν ἔνσαρκον οἰκονομίαν προέγραφε· σκο‐
10τεινοὺς καὶ γὰρ ὄντας ἡμᾶς τῇ ἁμαρτίᾳ τῇ καθ’ ὑπόστασιν ἑνώσει ἐλάμπρυνε, καὶ πρὶν διὰ μοναδικοῦ φωτὸς τὸ σύμπαν ἐφώτιζε. κατὰ δὲ τὴν τετάρτην ἡμέραν τριαδικῷ φωτὶ τὰ πάντα κατηύγασεν, ὅτε δηλαδὴ ὁ ἥλιος Χριστὸς ἀνέτειλε. τὸ μὲν γὰρ μοναδικὸν ἐκεῖνο φῶς τύπος ἦν τῆς μοναρχικῆς θεό‐
15τητος, τὸ δὲ τριαδικὸν τοῦτο φῶς τῶν τριῶν πάλιν ὑποστά‐ σεων τύπος ἦν. οὗτος δέ ἐστιν ὁ ἥλιος περὶ οὗ Σολομὼν λέγει „ἀνατέλλει ὁ ἥλιοσ“ (τοῦτ’ ἔστι Χριστὸς) „ἐπὶ γῆς, καὶ δύνει ὁ ἥλιοσ“ (τουτέστι πρὸς τάφον χωρεῖ), „καὶ πάλιν πρὸς τὸν τόπον αὐτοῦ ἄνεισιν.“ ἐκ τοῦ ἡλίου δὲ χορηγεῖται τῇ
20σελήνῃ τὸ φῶς, ὅτι καὶ ἐκ τοῦ Χριστοῦ τοῦ νοητοῦ ἡλίου καταλάμπεται ἡ ἐκκλησία καὶ πάντες οἱ ἅγιοι· „ἐκ τοῦ πλη‐
ρώματοσ“ γάρ φησιν „αὐτοῦ πάντες ἐλάβομεν.“64

65

Ἔχεις ἰδοὺ καὶ τὰ τῆς τετάρτης ἡμέρας, εἰ καὶ μὴ κα‐ τὰ σὴν ἔφεσιν δι’ ἡμετέραν πάντως ἀσθένειαν. Τῇ δὲ πέμπτῃ ἡμέρᾳ τοὺς ἰχθύας τῆς θαλάσσης ἐξάγει καὶ αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ. καὶ πρῶτον μὲν ἐπὶ τούτοις
5ἄξιον ζητῆσαι διὰ τιʹ τοῦ ὕδατος οἱ ἰχθύες χωριζόμενοι δια‐ φθείρονται. διότι οὐκ ἔχουσιν ἀναπνοὴν ὥστε ἕλκειν τὸν ἀέ‐ ρα τοῦτον, ἀλλ’ ὅπερ τοῖς χερσαίοις ἐστὶν ὁ ἀήρ, τοῦτο τῶν πλωτῶν γένει τὸ ὕδωρ. καὶ ἡ αἰτία δήλη, ὅτι ἡμῖν μὲν ὁ πνεύμων ἔγκειται ἀραιὸν καὶ πολύπορον σπλάγχνον, ὃ διὰ
10τῆς τοῦ θώρακος διαστολῆς τὸν ἀέρα δεχόμενον τὸ ἔνδον ἡμῶν θερμὸν ἀναρριπίζει καὶ ἀναψύχει, ἐκείνοις δὲ ἡ τῶν βραγχίων διαστολὴ καὶ ἐπίπτυξις δεχομένων τὸ ὕδωρ καὶ διιέντων τὸν τῆς ἀναπνοῆς λόγον ἀποτελεῖ. Γίνωσκε δὲ καὶ τοῦτο, ὅτι οὐδὲν παρὰ τοῖς ἰχθύσιν ἐξ
15ἡμισείας ὥπλισται τοῖς ὀδοῦσιν, ὡς βοῦς παρ’ ἡμῖν καὶ πρό‐ βατον· οὐδὲ γὰρ μηρυκίζει τι παρ’ αὐτοῖς, εἰ μὴ τὸν σκάρον ἱστοροῦσί τινες. πάντα δὲ ὀξυτάταις ἀκμαῖς ὀδόντων κατα‐ πεπύκνωται, ἵνα μὴ τῇ χρονίᾳ μασήσει ἡ τροφὴ διαρρέῃ· ἔμελλε γάρ, εἰ μὴ ὀξέως κατατεμνομένη τῇ γαστρὶ παρεπέμ‐
20πετο, ἐν τῇ λεπτοποιήσει διαφορεῖσθαι παρὰ τοῦ ὕδατος. Εἰ δὲ ζητεῖς καὶ τίνος ἕνεκεν οἱ ἰχθύες διὰ τῆς Προ‐
ποντίδος ἐπὶ τὸν Εὔξεινον ὥσπερ τι ῥεῦμα φέρονται, αὐτοὶ65

66

μονονουχὶ βοῶσιν ὅτι εἰς διαμονὴν τοῦ γένους τὴν μακρὰν ταύτην ἀποδημίαν στελλόμεθα. οὐκ ἔχουσιν ἴδιον λόγον, ἔχου‐ σι δὲ τὸν τῆς φύσεως νόμον ἰσχυρῶς ἐνιδρυμένον καὶ τὸ πρακτέον ὑποδεικνύντα. βαδίσωμεν, φασίν, ἐπὶ τὸ βόρειον
5πέλαγος· γλυκύτερον γὰρ τῆς λοιπῆς θαλάσσης ἐκεῖνο τὸ ὕδωρ, διότι ἐπ’ ὀλίγον αὐτῇ προσδιατρίβων ὁ ἥλιος οὐκ ἐξά‐ γει αὐτῆς ὅλον διὰ τῆς ἀκτῖνος τὸ πότιμον. χαίρει δὲ τοῖς γλυκέσι καὶ τὰ θαλάττια. ὅθεν καὶ ἐπὶ τοὺς ποταμοὺς ἀνα‐ νήχεται πολλάκις καὶ πόρρω θαλάσσης φέρεται. ἐκ τούτου
10προτιμότερος αὐτοῖς ὁ Πόντος τῶν λοιπῶν ἐστὶ κόλπων, ὡς ἐπιτήδειος ἐναποκυῆσαι καὶ ἐκθρέψαι τὰ ἔκγονα. Καὶ τοῦτο δὲ πρὸς τοῖς ἄλλοις ὁ μέγας φησὶ Βασίλειος. ἤκουσα ἐγώ τινος τῶν παραλίων ὅτι ὁ θαλάσσιος ἐχῖνος, τὸ μικρὸν παντελῶς καὶ εὐκαταφρόνητον ζῶον, διδάσκαλος πολ‐
15λάκις γαλήνης καὶ κλύδωνος τοῖς πλέουσι γίνεται· ὃς ὅταν προΐδῃ ταραχὴν ἐξ ἀνέμων, ψηφῖδά τινα ὑπελθὼν γενναίαν ἐπ’ αὐτῆς ὥσπερ ἐπ’ ἀγκύρας βεβαίως σαλεύει, κατεχόμενος τῷ βάρει πρὸς τὸ μὴ ῥᾳδίως τοῖς κύμασιν ἀποσύρεσθαι. τοῦτο οὖν ὅταν ἴδωσιν οἱ ναυτιλλόμενοι τὸ σημεῖον, ἴσασι
20τὴν προσδοκωμένην βιαίαν κίνησιν τῶν ἀνέμων. Ἀλλὰ καὶ ἡ τευθὶς φαινομένη σημεῖον χειμῶνός ἐστιν.
ἡ γὰρ τευθὶς ἰχθύδιόν ἐστι λεῖον τὴν ἐπιφάνειαν τῆς σαρ‐66

67

κός, ὅθεν καὶ μαλάκιον ὀνομάζεται. γυμνὸν οὖν πάντῃ καὶ ἀσκεπὲς ὂν (οὐδὲ γὰρ ὀστράκῳ ἢ δέρματι περιέχεται) προ‐ αισθάνεται δι’ εὐπάθειαν τοῦ χειμῶνος, ὅθεν ἐξάλλεται φεύ‐ γουσα τὸ ψῦχος καὶ τὴν ἐν βάθει ταραχὴν τῆς θαλάσσης.
5ὅταν οὖν ἴδωσι τὸ ἰχθύδιον τοῦτο ἐπινηχόμενον τῇ θαλάσσῃ, χειμῶνα τεκμαίρονται, ὥσπερ ὅταν ἴδωσι τὸν πολύποδα τῆς πέτρας περιεχόμενον, ἀνέμων σημειοῦνται φοράν. ἐγκατέ‐ σπειρε γὰρ τοῖς ζώοις ὁ θεὸς δυνάμεις προγνωστικὰς πρὸς τὴν τῆς ζωῆς αὐτῶν σύστασιν. καὶ ἄλλα μὲν τὰ τῆς θαλάτ‐
10της τινὰ τυγχάνει φοβερά. οὐχ ἧττον δὲ καὶ τρυγόνος κέν‐ τρον τῆς θαλαττίας, καὶ ταύτης νεκρᾶς, καὶ ὁ λαγωὸς ὁ θα‐ λάσσιος ταχεῖαν καὶ ἀπαραίτητον τὴν φθορὰν ἐπιφέρονται. Γίνωσκε δὲ ὅτι παρὰ τοῖς ἰχθύσιν λαγνείαν εἶναι. κέ‐ φαλος γὰρ θῆλυς παρὰ τῷ αἰγιαλῷ προσδεθεὶς ποιεῖ τοὺς ἄρ‐
15ρενας πελαγίζοντας πλησιάζειν ἐκεῖσε καὶ οἷον τῇ θηλείᾳ περισκαίρειν. ὁ κύων ἰχθὺς ἡνίκα ψόφου τινὸς αἴσθηται, τὰ σκυλάκια αὐτοῦ παρὰ τῷ οἰκείῳ κρύπτει κόλπῳ καὶ αὖ‐ θις ἐξάγει. ὅρα δὲ σοφίαν καὶ πονηρίαν μικροῦ ζώου καὶ ἀσθενοῦς. ὁ καρκίνος τῆς σαρκὸς ἐπιθυμεῖ τοῦ ὀστρέου.
20ἀλλὰ καὶ δυσάλωτος ἡ ἄγρα αὐτῷ διὰ τὴν περιβολὴν τοῦ ὀστράκου γίνεται· ἀρραγεῖ γὰρ ἑρκίῳ τὸ ἁπαλὸν τῆς σαρ‐
κὸς ἡ φύσις κατησφαλίσατο, διὸ καὶ ὀστρακόδερμον τὸ ζῶον67

68

προσαγορεύεται. καὶ ἐπειδὴ δύο κοιλότητες ἀκριβῶς ἀλλήλαις προσηρμοσμέναι τὸ ὄστρεον περιπτύσσονται, ἀναγκαίως ἄπρα‐ κτοί εἰσιν αἱ χηλαὶ τοῦ καρκίνου. τί οὖν ποιεῖ; ὅταν ἴδῃ ἐν ἀπηνέμοις μεθ’ ἡδονῆς διαθαλπόμενον καὶ πρὸς τὰς ἀκτῖνας
5τοῦ ἡλίου τὰς πτύχας αὐτοῦ διαπλώσαντα, τότε δὴ λάθρα ψηφῖδας παρεμβαλὼν διακωλύει τὴν σύμπτυξιν, καὶ εὑρίσκε‐ ται τὸ ἐλλεῖπον μέρος τῆς δυνάμεως διὰ τῆς ἐπινοίας πε‐ ριεχόμενος. αὕτη ἡ κακία τῶν μήτε λόγου μήτε φωνῆς με‐ τεχόντων.
10 Οἶδε τὰ κήτη τὴν ἀφωρισμένην αὐτοῖς παρὰ τῆς φύ‐ σεως δίαιταν. τὴν ἔξω τῶν οἰκουμένων χωρίων κατείληφε θάλασσαν, τὴν ἔξω νήσων, ᾗ μηδεμία πρὸς τῇ ἀντίπερα καθέστηκεν ἤπειρος. διόπερ ἄπλους ἐστίν, οὔτε ἱστορίας οὔτε τινὸς χρείας κατατολμᾶν αὐτῆς τοὺς πλωτῆρας ἀναπει‐
15θούσης. ἐκεῖνα καταλαβόντα τὰ κήτη τοῖς μεγίστοις τῶν ὀρῶν κατὰ τὸ μέγεθος ἐοικότα, ὡς οἱ τεθεαμένοι φασί, μένει ἐν τοῖς οἰκείοις ὅροις, μήτε ταῖς νήσοις μήτε ταῖς παραλίαις πόλεσι λυμαινόμενα. οὕτω μὲν οὖν ἕκαστον γένος ὥσπερ πό‐ λεσιν ἢ πατρίσιν ἀρχαίαις τοῖς ἀποτεταγμένοις αὐτοῖς τῆς
20θαλάσσης μέρεσιν ἐναυλίζεται. ἔστι μὲν οὖν καὶ κῆτος πρί‐ ων οὕτω καλούμενος· τοῦτο ἐὰν ἴδῃ πλοῖον ἁρμενίζον, συν‐
αρμενίζει καὶ αὐτὸ τῷ πλοίῳ. καὶ κῆτος ἕτερον ἀσπιδοχε‐68

69

λώνη· τοῦτο ἐὰν πεινάσῃ, ἀνοίγει τὸ στόμα αὐτοῦ, κἀκεῖ‐ θεν εὐωδίας ἐξερχομένης εἰσέρχονται τὰ μικρὰ ἰχθύδια, καὶ οὕτως κορέννυται. ταῦτα μὲν οὖν καὶ ἐπὶ τοῦ διαβόλου καὶ ἀνθρώπων ἔστιν ἰδεῖν· οὐδέποτε γὰρ διαλείπει τούτοις ἐπακο‐
5λουθῶν καὶ παντοίως ἀποπλανῶν αὐτούς, καὶ μάλιστα τοὺς φρονήματι μικροτέρους· καταπίνει γὰρ αὐτοὺς τοῖς τοῦ βίου τερπνοῖς δελεάζων, εἰ καὶ μηδέποτε κορέννυται. Εἰσὶ μὲν οὖν καὶ ἕτερα γένη κητῶν, φῶκαι καὶ φάλαι‐ ναι, δελφῖνες καὶ ζύγαιναι καὶ ὅσα τοιαῦτα· εἰσὶ δὲ καὶ
10ἕτερα περὶ ὧν ἡ γραφή φησι „καὶ ἐποίησεν ὁ θεὸς τὰ κήτη τὰ μεγάλα,“ ἃ δὴ καὶ ἰδιάζουσαν ἔσχεν δίαιταν ἐν ἀφωρι‐ σμένοις χωρίοις, ὥστε μὴ καταβλάπτεσθαι τοὺς αὐτοῖς ἐν‐ τυγχάνοντας. Καὶ ἐποίησεν ὁ θεὸς τὰ κήτη τὰ μεγάλα. οὐκ ἐπειδὴ
15καρίδος καὶ μαινίδος μείζονα, διὰ τοῦτο μεγάλα εἴρηται, ἀλλ’ ἐπειδὴ τοῖς μεγίστοις ὄρεσι τῷ ὄγκῳ τοῦ σώματος πα‐ ρεικάζεται· ἃ δὴ καὶ νήσων πολλάκις φαντασίαν παρέχον‐ ται, ἐπειδάν ποτε ἐπὶ τὴν ἄκραν ἐπιφάνειαν τοῦ ὕδατος ἀνα‐ νήξηται. ταῦτα μέντοι τηλικαῦτα ὄντα οὐ περὶ ἀκτὰς οὐδὲ
20περὶ αἰγιαλοὺς διατρίβει, ἀλλὰ τὸ Ἀτλαντικὸν λεγόμενον πέ‐
λαγος ἐνοικεῖ. τοιαῦτά ἐστι τὰ πρὸς φόβον καὶ ἔκπληξιν69

70

ἡμετέραν δημιουργηθέντα ζῶα. ἐὰν δὲ ἀκούσῃς ὅτι τὰ μέ‐ γιστα τῶν πλοίων ἡπλωμένοις ἱστίοις ἐξ οὐρίας φερόμενα τὸ μικρότατον ἰχθύδιον ἡ ἐχενηῒς οὕτω ῥᾳδίως ἵστησιν ὥστε ἀκίνητον ἐπὶ πλεῖστον φυλάσσει τὴν ναῦν ὥσπερ καταρριζω‐
5θὲν ἐν αὐτῷ τῷ πελάγει, ἆρ’ οὐχὶ καὶ ἐν τῷ μικρῷ τούτῳ τὴν τοῦ δημιουργοῦ καταλαμβάνεις ἰσχύν; ἐκ πάντων οὖν μεγάλων τε καὶ μικρῶν τῆς τοῦ κτίσαντος δυνάμεως ἀπό‐ δειξιν λάμβανε. Τί δήποτε οἱ θαλαττουργοῦντες τὼ χεῖρε πάσχουσιν, εἴ
10ποτε κύρτον ἐντὸς νάρκην ἔχουσαν τοῖς καλωδίοις ἐφέλκου‐ σιν; εὐπαθεστάτην ὁ ἀὴρ τὴν φύσιν κληρωτικῶς ἀπενείμα‐ το· διηχὴς γὰρ καὶ διαφανὴς ἔφυ καὶ δίοσμος, μεταιχμίου μηδέ τινος ἐπιπροσθοῦντος αὐτῷ. πολλῶν τοίνυν παθῶν καὶ ἐνεργειῶν αἴτιος· πῶς γὰρ οἱ τὰς ὄψεις νοσοῦντες τοὺς
15ὁρῶντας σφᾶς πολλάκις τοῦ πάθους κοινωνοὺς ἐποιήσαντο; οὐκοῦν διὰ τοῦ ἐνόντος ἀέρος καὶ νάρκη ποιεῖν τι πάθος ἐπίσταται τοῖς αὐτῇ πλησιάζουσιν, εἰ καὶ μὴ ταύτης ἐφά‐ ψοιντο. καὶ θαυμάζειν οὐ χρή· ἡ Μαγνῆτις γάρ, ἣν καὶ Ἡρακλείαν λίθον φασί, τοῦ σιδήρου διέστηκε, καὶ ὅμως
20ὁρῶμεν διὰ μέσου τοῦ ἀέρος τὴν ἐνέργειαν προσβαλλομένην τῇ λίθῳ. τὸ δὲ καὶ περὶ τὸν φοίνικα τὸ φυτὸν ἐρωτικὸν γε‐ νόμενον πάθος, καὶ ὅπως ἡ θήλεια, κἂν καὶ διίσταται, τοὺς
κλάδους αὐτῆς ὑποκλίνει τῷ ἄρρενι, καὶ ὅπως πάλιν πρὸς70

71

ὄρθιον ἔρχεται σχῆμα τῆς συναφείας οἷον ἐναπολαύσασα, ποίαν ἀκοὴν οὐκ ἐμπίπλησι θαύματος; ἄτοπον τοίνυν οὐδὲν καὶ τὸ τὴν νάρκην ποιεῖν τοῖς θηρεύουσι πάθος. Καὶ διὰ τί οἱ μὲν ἄλλοι ἰχθύες περὶ τὸν Πόντον ἐνδη‐
5μοῦσιν, ὁ δὲ πολύπους τὸν βόρειον ἀποστρέφεται κόλπον; διότι τὰ μὲν τῶν ἰχθύων ψύξεως δεῖται, ὅσα που καὶ τὰ πότιμα ἐπιδιώκουσι νάματα, τὰ δὲ θερμότητος ἐρᾷ καὶ πρὸς τὴν θάλασσαν ἀναστρέφεται· θερμοτέρα γὰρ αὕτη τῶν ἄλ‐ λων ὑδάτων καθέστηκεν. ὁ γοῦν πολύπους τῇ Ποντικῇ θα‐
10λάσσῃ ἀπεχθάνεται· ψυχρότερον γὰρ τὸ βόρειον πέφυκε πέ‐ λαγος. ἀλλὰ καὶ τῆς λοιπῆς θαλάσσης γλυκύτερον· ὑπὸ πολλῶν γὰρ καὶ μεγάλων ποταμῶν ἐπιρρεῖται. ἐναντία δὲ τῷ πολύποδι τό τε ψυχρὸν καὶ τὸ γλυκύ. ἱκανὸν δὲ ἐρῶ σοι τί πρὸς ἀπόδειξιν. πέτρᾳ συμπλακεὶς ὁ πολύπους δυσ‐
15αποσπάστως ἔχεται· διὸ γλυκὺ ὕδωρ ἐπιχέουσι τῇ πέτρᾳ οἱ πρὸς ἄγραν δεινοί, καὶ οἱ μὲν ἔχουσι τὸ ζητούμενον θήρα‐ μα, ὁ δὲ τῆς ἑαυτοῦ καὶ ἄκων ἐξανίσταται φύσεως. ὁ πο‐ λύπους οὗτος λέγεται μὲν ἡνίκα πεινάσει, πλόκαμον ἑαυτοῦ ἐσθίειν, ἕτερον δὲ ἀναφύειν.
20 Γίνωσκε δὲ καὶ τοῦτο, ὅτι τευθῖδες μὲν καὶ πολύποδες ἔχουσι θόλωσιν, ἀλλὰ καθ’ ἅ φησιν Ἀριστοτέλης ἐπὶ τῇ μύ‐
τιδι, σηπυῖα δὲ κατὰ τὴν κοιλίαν, ἀλλὰ καὶ πλείονα. οὐδὲ71

72

γὰρ ἄλλην τινὰ βοήθειαν ἔχει, καθάπερ ὁ πολύπους τὴν τοῦ χρώματος μεταβολήν· πρὸς γὰρ τὴν πέτραν ᾗ προσαράσσει τοὺς ἑαυτοῦ πλοκάμους ἀμείβει καὶ τὴν χροιάν, ἄνευ μέντοι τοῦ λευκοῦ χρώματος. ἄναιμα γὰρ ταῦτα, καὶ διὰ τοῦτο
5κατεψυγμένα καὶ φοβητικά. ὥσπερ ἐνίοις φοβηθεῖσιν ἡ κοι‐ λία ταράττεται, ἑτέροις δὲ περίττωσις ἡ ἀπὸ τῆς κύστεως ῥεῖ, οὕτω καὶ τούτοις συμβαίνει ἐξ ἀνάγκης ἀφιέναι τὸν θό‐ λον διὰ δειλίας. ἡ δὲ φύσις ἅμα τῷ περιττώματι παρακα‐ ταχρῆται καὶ πρὸς σωτηρίαν καὶ βοήθειαν αὐτῷ. πάντα δὲ
10τὰ ἄναιμα τῶν ζώων ὀλιγότροφά εἰσιν, οὐχ οὕτω διὰ μι‐ κρότητα ὡς διὰ ψυχρότητα· τὸ γὰρ θερμὸν καταπέπτει ῥᾳ‐ δίως τὴν τροφὴν καὶ δεῖται καὶ τροφῆς ταχέως, τὸ δὲ ψυ‐ χρὸν ἄτροφον. μᾶλλον δὲ τὸ τῶν τεττίγων γένος ἄτροφόν ἐστι, διότι καὶ τῶν ἄλλων ζώων ψυχρότερον· ἐπὶ γὰρ τού‐
15τῳ καὶ θέρους ὥρᾳ ζωογονούμενον ὥσπερ τῆς ᾠδῆς ἀπάρχε‐ ται. ἱκανὴ δὲ τροφὴ τῇ τέττιγι ἡ ἐκ τοῦ σώματος ὑπομένου‐ σα ὑγρότης, ἣν ἐκ τῆς γενέσεως ἔχει, κατὰ δὴ καὶ τὰ ἐφή‐ μερα ζῶα τὰ περὶ τὸν Πόντον γινόμενα· πλὴν ἐκεῖνα μὲν ἡμέρας μιᾶς χρόνον ζῇ, καὶ διὰ τοῦτο καὶ ἐφήμερα λέγον‐
20ται, ταῦτα δὲ ζῶσι καὶ πλέον.
Μαλακόστρακα λέγονται καρκίνοι κάραβοι ἀστακοὶ καὶ72

73

καρίδες. ταῦτα δὲ ἄνευ τῶν καρίδων χηλὰς ἔχουσιν, οὐ χάριν τοῦ περιπατεῖν, τοῦ συλλαμβάνειν δέ τι. ὅθεν καὶ μείζονες αἱ δεξιαί· τοῖς γὰρ δεξιοῖς πέφυκε τὰ ζῶα δρᾶν μᾶλλον. περὶ τούτων ὁ προφήτης Δαυίδ „τὰ διαπορευόμενα τρίβους θα‐
5λασσῶν.“ σηπίαι δὲ τευθίδες καὶ πολύποδες ἀνὰ πόδας ὀκτὼ ἔχουσιν, μείζονας δὲ μόνος ὁ πολύπους. Διαφορὰν οἱ ἰχθύες καὶ περὶ τὸ στόμα ἔχουσι· τὰ μὲν γὰρ καταντικρὺ ἔχει τὸ στόμα καὶ εἰς τὸ ἔμπροσθεν, τὰ δ’ ἐν ὑπτίοις, οἷον οἱ δελφῖνες καὶ τὰ σελάχη, διὸ καὶ
10ὕπτια στρεφόμενα λαμβάνει τὴν τροφήν. ὄρχεις δὲ οὐδεὶς ἔχει ἰχθύς, οὔτε ἐντὸς οὔτε ἐκτός, οὔτε ἄλλο οὐδὲν τῶν ἀπόδων, διὸ οὐδὲ οἱ ὄφεις. οἱ δὲ δελφῖνες καὶ αἱ φάλαιναι καὶ πάντα τὰ κητώδη βράγχια μὲν οὐκ ἔχουσιν, αὐλὸν δὲ διὰ τὸ ἔχειν πνεύμονα. τὰ μὲν γὰρ βράγχια χρήσιμα ἐπὶ
15τοῖς μὴ ἀναπνέουσιν, ἀδύνατον δὲ τὸ αὐτὰ ἔχειν καὶ ἀνα‐ πνεῖν. ἔστι δὲ ταῦτα τρόπον τινὰ πεζὰ καὶ ἔνυδρα, καὶ πε‐ ζὰ μὲν ὡς ἀέρα δεχόμενα, ἔνυδρα δὲ ὡς ἄποδα καὶ τὴν τροφὴν ἐκ τοῦ ὑγροῦ δεχόμενα. τὰ μέντοι μαλάκια, οἷον τευθίδες σηπυῖαι καὶ ὅσα τοιαῦτα, ὅλα σαρκώδη καὶ μαλα‐
20κά· οὐδὲ γὰρ ὀστῶδες ἔχειν ἔτυχεν οὐδὲ γεηρὸν ἀποκεκρυμ‐ μένον. πρὸς δὲ τὸ μὴ εὔφθαρτον εἶναι τὸ σῶμα αὐτῶν,
καθὰ δὴ καὶ τὰ σαρκώδη, μεταξὺ σαρκὸς καὶ νεύρου τὴν73

74

φύσιν ἔχει· μαλακὸν μὲν γάρ ἐστιν ὥσπερ σάρξ, ἔχει δὲ τάσιν ὥσπερ νεῦρον. Χρὴ δέ σε καὶ τοῦτο περὶ τῶν ἰχθύων εἰδέναι. τὸ μὲν γὰρ ἄρρεν καὶ θῆλυ ἰδίως νήχονται, οὐ συγγίνονται δέ, ἀλλ’
5ἀσπόρως ἐξ ὕδατος καὶ πνεύματος τοῦ ἀνέμου τίκτονται, τὴν πνευματικὴν ἡμῶν ἐντεῦθεν καὶ ἄσπορον ἐξ ὕδατος καὶ πνεύ‐ ματος προσημαίνοντα γέννησιν, ὡς ὁ θειότατός φησιν Ἀνα‐ στάσιος. Ἀλλ’ οὐδὲ τοῦτό σε παραδραμεῖν ἄξιον. ὁ χερσαῖος
10ὄφις τῷ αἰγιαλῷ προσιὼν συρίττει, καὶ συρίττων προσκαλεῖ‐ ται τὴν μύραιναν εἰς συνάφειαν. ὁ γοῦν θαλάσσιος ὄφις εἴτ’ οὖν ἡ μύραινα τῷ συριγμῷ ἀκούσασα εὐθὺς ἐπανάγεται. καὶ συμπλακέντες ἀλλήλοις, πρότερον τοῦ χερσαίου τὸν ἰὸν ἐξεμέσαντος, πρὸς τὰ ἴδια ὁ καθ’ ἕνα χωρεῖ. εὔδηλον οὖν
15ἐντεῦθεν ὅτι καὶ ὁ νοητὸς ὄφις συριγμῷ καὶ δελεάσματι καὶ ὑποκρίσει ἤθους χρηστοῦ καὶ συμβουλῆς ἀγαθῆς τοὺς ἀν‐ θρώπους ἐφέλκεται καὶ κατὰ τὸ βουλητὸν αὐτῷ τούτοις συγ‐ γίνεται, τοῦ ὕδατος καὶ πνεύματος πρότερον αὐτοὺς ἐξιστῶν· οὐ γὰρ ἂν ἄλλως μεταδοῦναι τούτοις τοῦ οἰκείου δύναται
20σπόρου, εἰ μὴ πάντα κάλων κινήσας ἐκεῖθεν αὐτοὺς ἀποσπά‐ σειε. καὶ τί χρὴ πολλὰ λέγειν καὶ ἀπαριθμεῖν τὰ καθ’ ἕκα‐
στον, ἐπεὶ ἑρπετὰ ὧν οὐκ ἔστιν ἀριθμός; καὶ ἑρπετὰ μέν,74

75

ὅτι ἕρπει τῷ ὕδατι καὶ οὕτω τὴν ἑαυτῶν πορείαν ποιοῦνται, ἀριθμῷ δὲ οὐχ ὑποπίπτουσιν ὥστε μὴ ἐκλεῖψαι κατὰ μικρὸν δαπανώμενα. βόσκονται γὰρ οἱ δυνατώτεροι τοὺς καταδεε‐ στέρους, καὶ οὐκ ἠνάλωσαν· νικᾷ γὰρ τὴν δαπάνην ἡ πρόσ‐
5οδος. Ἀλλ’ ὅρα φωνὴν θεοῦ, μᾶλλον δὲ οὐδὲ φωνὴν θεοῦ ἀλλὰ θέλησιν μόνον, ἥτις τὰ παντοδαπὰ γένη τῶν ἰχθύων ἐκ τῶν ὑδάτων παρήγαγεν. ἡ γὰρ θέλησις αὕτη φύσις ἐγε‐ γόνει τοῖς ὕδασι. ταῦτα μὲν τὰ ὕδατα καὶ ἐξ ἀρχῆς αὐτῆς
10ζωτικὴν ἐδέχοντο δύναμιν. εἰ μὴ γὰρ τοῦτο ἦν, οὐκ ἂν αὐτοῖς πνεῦμα θεοῦ ἐπεφέρετο. φερόμενον δὲ ζωτικὴν ἐδί‐ δου τοῖς ὕδασι τὴν δύναμιν, ὡς ὁ χρυσόστομος Ἰωάννης φη‐ σί, καὶ ὅτι μετὰ μικρὸν ζῶα ἐξ αὐτῶν παραχθήσονται. καὶ ὁ μὲν χρυσορρήμων, καθάπερ εἴρηται, ζωτικὴν ἐντεῦθεν
15ἐνέργειαν κατασημαίνεσθαι λέγει· ὁ δὲ μέγας Βασίλειος καὶ πλατύτερον τὰ περὶ τούτων διέξεισι, καὶ οὕτω φησίν. „εἴτε τοῦτο λέγει τὸ πνεῦμα τὴν τοῦ ἀέρος χύσιν, δέξαι τὸν συγ‐ γραφέα τὰ μέρη τοῦ κοσμοῦ καταριθμοῦντά σοι, ὅτι ἐποίη‐ σεν ὁ θεὸς οὐρανὸν γῆν ὕδωρ ἀέρα, καὶ τοῦτον χεόμενον
20ἤδη καὶ ῥέοντα. εἴτε, ὃ καὶ μᾶλλον ἀληθέστερόν ἐστι καὶ τοῖς πρὸ ἡμῶν ἐκκριθέν, πνεῦμα θεοῦ τὸ ἅγιον εἴρηται (οὐδὲ
γὰρ ἄλλο παρὰ τῇ γραφῇ πνεῦμα θεοῦ ὀνομάζεται ἢ τὸ75

76

ἅγιον τὸ τῆς θείας καὶ μακαρίας τριάδος συμπληρωτικόν), καὶ ταύτην προσδεξάμενος τὴν διάνοιαν μείζονα τὴν ἀπ’ αὐ‐ τῆς ὠφέλειαν εὑρήσεις. ἐπεφέρετο γὰρ τὸ πνεῦμα, καθά‐ περ Σύρος τις ἔλεγε θαυμαστὸς ἀνήρ, ἀντὶ τοῦ ἐπέθαλπε
5καὶ ἐζωογόνει τὴν τῶν ὑδάτων φύσιν κατὰ τὴν εἰκόνα τῆς ἐπῳαζούσης ὄρνιθος καὶ ζωτικήν τινα δύναμιν ἐνιούσης τοῖς ὑποθαλπομένοις, ὡς ἐντεῦθεν σαφῶς ἀποδείκνυσθαι ὅτι οὐ‐ δὲ τῆς δημιουργικῆς ἐνεργείας τὸ πνεῦμα τὸ ἅγιον ἀπολεί‐ πεται.“
10 Καὶ τοσαῦτα μὲν περὶ τῶν ἰχθύων. ἀκόλουθον δ’ ἂν εἴη καὶ περὶ τῶν πετεινῶν ὀλίγα διεξελθεῖν, ὅτι καὶ ταῦτα ἐξ ὑδάτων τὴν γένεσιν ἔσχηκε. διὰ γὰρ τοῦτο καὶ συγγένειά τις πρόσεστι τούτοις πρὸς τὰ νηκτά. καὶ γὰρ ὥσπερ οἱ ἰχθύες τὸ ὕδωρ τέμνουσι, τῇ μὲν κινήσει τῶν πτερύγων εἰς τὸ πρό‐
15σω χωροῦντες, τῇ δὲ τοῦ οὐραίου μεταβολῇ τάς τε περι‐ στροφὰς καὶ τὰς εὐθείας ὁρμὰς ἑαυτοῖς οἰακίζοντες, οὕτω καὶ ἐπὶ τῶν πτηνῶν ἔστιν ἰδεῖν διανηχομένων τὸν ἀέρα τοῖς πτεροῖς κατὰ τὸν ὅμοιον τρόπον. ὅτι δὲ ἐξ ὑδάτων τοῖς πετεινοῖς ἡ γένεσις, διὰ τοῦτο καὶ ταῦτα πάντα τοῖς ὕδασι
20χαίρουσι· πλήν γε ὅτι οὐδὲν τῶν πτηνῶν ἄπουν διὰ τὸ πᾶ‐ σι τὴν δίαιταν ἀπὸ τῆς γῆς ὑπάρχειν. καὶ πάντα ἀναγκαί‐
ως· τοῖς μὲν γὰρ ἁρπακτικοῖς πρὸς τὴν ἄγραν αἱ τῶν ὀνύ‐76

77

χων ἀκμαί, τοῖς δὲ λοιποῖς [ἀναγκαίως] πρὸς τὴν τοῦ βίου διεξαγωγὴν ἡ τῶν ποδῶν ὑπηρεσία δεδώρηται. ὀλίγοι δὲ τῶν ὀρνίθων κακόποδές εἰσιν, οὔτε βαδίζειν οὔτε ἀγρεύειν τοῖς ποσὶν ἐπιτήδειοι, ὡς αἱ χελιδόνες καὶ αἱ δρεπανίδες λε‐
5γόμεναι, οἷς ἡ τροφὴ ἀπὸ τῶν ἐν τῷ ἀέρι ἐμφερομένων ἐπι‐ νενόηται. Πρόσεχε λοιπόν. ἄλλη καὶ γὰρ κατασκευὴ τοῖς σπερ‐ μολόγοις ὄρνεσι καὶ ἄλλη τοῖς σαρκοβόροις, τῷ τρόπῳ τῆς διαίτης αὐτῶν πρέπουσα, ὀνύχων ἀκμαὶ καὶ χεῖλος ἀγκύλον
10καὶ πτερὸν ὀξύ, ὥστε καὶ συλληφθῆναι ῥᾳδίως τὸ θήραμα. διὰ γὰρ τοῦτο καὶ σκληρότεροι τῶν ζώων οἱ ὄνυχες ἢ τοῦ ἀνθρώπου· μαλθακώτεροι καὶ γὰρ οὗτοι τῷ ἀνθρώπῳ κατε‐ σκευάσθησαν, ὅτι τε καὶ τὸ δέρμα τούτου μαλθακώτερον, ἀφ’ οὗ καὶ οἱ ὄνυχες τὴν γένεσιν ἔχουσι, καὶ ὅτι πρὸς τὴν
15χρῆσιν ἑκάστῳ τῶν ζώων ἥ τε σκληρότης τῶν ὀνύχων καὶ ἡ μαλθακότης δεδώρηται. ἀλλὰ καὶ τῶν πτηνῶν τὰ μὲν ἄν‐ αρχά εἰσι καὶ οἷον αὐτόνομα, τὰ δὲ ὑφ’ ἡγεμόνι τετάχθαι καταδεχόμενα ὡς οἱ γέρανοι. ἀλλὰ καὶ αἱ μέλισσαι ὑπὸ βα‐ σιλεῖ καὶ ταξιάρχῳ τινὶ τῶν ἔργων ἅπτονται, οὐ πρότερον
20ἐπὶ τοὺς λειμῶνας ἐλθεῖν καταδεχόμεναι, πρὶν ἂν ἴδωσι τὸν βασιλέα κατάρξαντα τῆς πτήσεως. οὐ χειροτονητὸς δὲ οὗτος, ἀλλ’ ἐκ φύσεως ἔχων τὸ κατὰ πάντων πρωτεῖον, καὶ μεγέ‐
θει διαφέρων καὶ σχήματι καὶ τῇ τοῦ ἤθους πραότητι. ἔστι77

78

μὲν γὰρ κέντρον τῷ βασιλεῖ, ἀλλ’ οὐ χρῆται τούτῳ πρὸς ἄμυναν. νόμοι τινές εἰσιν οὗτοι τῆς φύσεως ἄγραφοι, ἀρ‐ γοὺς εἶναι πρὸς τιμωρίαν τοὺς τῶν μεγίστων δυναστειῶν ἐπιβαίνοντας. οὕτω μὲν αἱ τῷ τοῦ βασιλέως ὑποδείγματι
5μὴ ἀκολουθοῦσαι τῇ τοῦ κέντρου πληγῇ ἐναποθνήσκουσιν, ἄξια τῆς ἑαυτῶν ὠμότητος εὑρίσκουσαι τὰ ἐπίχειρα. Ἀλλὰ καὶ τοῦτο θαυμάζειν ἄξιον, πῶς αἱ γέρανοι τὰς ἐν τῇ νυκτὶ προφυλακὰς ἐκ περιτροπῆς ὑποδέχονται, καὶ αἱ μὲν καθεύδουσιν, αἱ δὲ κύκλῳ περιιοῦσαι πᾶσαν αὐταῖς ἐν
10τῷ ὕπνῳ παρέχουσι τὴν ἀσφάλειαν. εἶτα τοῦ καιροῦ τῆς φυλακῆς πληρουμένου ἡ μὲν βοήσασα πρὸς ὕπνον ἐτράπη, ἡ δὲ τὴν διαδοχὴν δεξαμένη, ἧς ἔτυχεν ἀσφαλείας, καὶ ἀντέ‐ δωκε ταῖς λοιπαῖς. οὕτω μὲν οὖν καὶ τὸ τῶν πελαργῶν εἰς ἔκπληξιν ἄγει πάντας τῶν διαληφθέντων οὐκ ἔλασσον. ἐκεῖ‐
15νοι γὰρ τὸν πατέρα ὑπὸ τοῦ γήρους πτερορρυήσαντα περι‐ στάντες ἐν κύκλῳ τοῖς οἰκείοις πτεροῖς διαθάλπουσι, καὶ τὰς τροφὰς ἀφθόνως παρασκευάζοντες βοήθειαν αὐτῷ κατά γε τὴν πτῆσιν παρέχουσιν, ἠρέμα τῷ πτερῷ κουφίζοντες ἑκατέ‐ ρωθεν. καὶ οὕτως πᾶσι τοῦτο διαβεβόηται ὡς ἐντεῦθεν καί
20τινας τὴν τῶν εὐεργετημάτων ἀντίδοσιν ὀνομάζειν ἀντιπε‐ λάργωσιν. μηδεὶς οὖν διὰ πενίαν τὴν αὑτοῦ ἀπογινωσκέτω
ζωήν.78

79

Τὸ δὲ τῆς χελιδόνος εὐμήχανον πῶς οὐκ ἄν τις ὑπερα‐ γάσαιτο; ἐκείνη γὰρ τὴν καλιὰν πηγνυμένη τὰ μὲν κάρφη τῷ στόματι διακομίζει, πηλὸν δὲ τοῖς ποσὶν ἆραι μὴ δυνα‐ μένη (ἀνεπιτήδειοι γὰρ οὗτοι πρὸς πᾶσαν ὑπηρεσίαν) τὰ
5ἄκρα τῶν πτερῶν ὕδατι καταβρέξασα, εἶτα τῇ λεπτοτάτῃ κό‐ νει ἐνειληθεῖσα, οὕτως ἐπινοεῖ τοῦ πηλοῦ τὴν χρείαν, καὶ κατὰ μικρὸν ἀλλήλοις τὰ κάρφη οἷον κόλλῃ τινὶ τῷ πηλῷ συνδήσασα ἐν αὐτῇ τοὺς νεοττοὺς ἐκτρέφει. ὧν ἐάν τις ἐκ‐ κεντήσῃ τὰ ὄμματα, ἔχει τινὰ παρὰ τῆς φύσεως βοήθειαν
10ἰατρικήν, δι’ ἧς πρὸς ὑγείαν ἐπανάγει τῶν ἐγγόνων τὰς ὄψεις. Ἡ δὲ ἁλκυὼν θαλάττιόν ἐστιν ὄρνεον. αὕτη παρ’ αὐ‐ τοὺς τοὺς αἰγιαλοὺς νοσσεύειν πέφυκεν ἐν καιρῷ χειμῶνος, ἐπ’ αὐτῆς τὰ ᾠὰ θεμένη τῆς ψάμμου, ὅτε πολλοῖς καὶ βιαί‐ οις ἀνέμοις ἡ θάλασσα τῇ γῇ προσαράσσεται. ἀλλ’ ὅμως
15κοιμίζονται πάντες οἱ ἄνεμοι, ἡσυχάζει δὲ κῦμα θαλάσσιον, ὅτε ἁλκυὼν ἐπῳάζει, τὰς ἑπτὰ δηλονότι ἡμέρας. ἐπεὶ δὲ καὶ τροφῆς αὐτοῖς χρεία, ἄλλας ἑπτὰ ἡμέρας πρὸς τὴν τῶν νεοττῶν αὔξησιν ὁ μεγαλόδωρος αὐτῇ παρέσχε θεός. ὥστε καὶ ναυτικοὶ πάντες ἴσασι τοῦτο, καὶ ἁλκυονίτιδας τὰς ἡμέ‐
20ρας ἐκείνας προσαγορεύουσιν. Ἀλλὰ καὶ τὴν τρυγόνα φασὶ διαζευχθεῖσάν ποτε τοῦ ὁμόζυγος μηκέτι πρὸς ἕτερον καταδέχεσθαι κοινωνίαν, μνή‐
μῃ τοῦ ποτὲ συζευχθέντος. ἀκουέτωσαν αἱ γυναῖκες ὅπως79

80

τὸ σεμνὸν τῆς χηρείας καὶ παρὰ τοῖς ἀλόγοις τοῦ ἐν ταῖς πο‐ λυγαμίαις ἀπρεποῦς προτιμότερον. Ἀδικώτατος περὶ τὴν τῶν ἐγγόνων τροφὴν ὁ ἀετός. δύο γὰρ ἐξαγαγὼν νεοσσούς, τὸν ἕτερον αὐτῶν εἰς γῆν καταρρήγνυσι
5ταῖς πληγαῖς τῶν πτερῶν ἀπωθούμενος, διὰ τὸ τῆς τροφῆς ἐπίπονον ὃν ἐγέννησεν ἀποποιούμενος. ἀλλ’ οὐκ ἐᾷ τοῦτον ἡ φήνη διαφθαρῆναι, ἀλλ’ ὑπολαβοῦσα αὐτὸν τοῖς οἰκείοις αὐτὴ νεοσσοῖς συνεκτρέφει. ὃν δὲ κρατήσας ἐκθρέψειν νεοτ‐ τὸν ὁ ἀετός, λαμβάνει καὶ συνίπταται αὐτῷ, καὶ ἐὰν ἴδῃ
10αὐτὸν εὐτόλμως μὲν τὸν ἀέρα νηχόμενον, ὀξυωποῦντα δὲ πρὸς τὴν τοῦ ἡλίου λαμπρότητα, ὡς οἰκεῖον περιποιεῖται, εἰ δὲ μή γε, ὡς νόθον ἀποβάλλει. Ἀλλ’ ἐπαινετὸν τὸ τῆς κορώνης φιλότεκνον, ἣ καὶ πετο‐ μένοις ἤδη τοῖς νεοττοῖς παρέπεται σιτίζουσα αὐτοὺς καὶ ἐκ‐
15τρέφουσα μέχρι πολλοῦ. περὶ μέντοι τῶν κορωνῶν καὶ τάδε φησὶν ὁ μέγας Βασίλειος ἐν τῷ περὶ προνοίας λόγῳ αὑτοῦ. „θαῦμα μέγα πῶς αἱ κορῶναι τοῖς πελαργοῖς συναπαίρουσαι δορυφοροῦσιν αὐτοῖς καὶ παραπέμπουσιν, ἐμοὶ δοκεῖ, καὶ συμμαχίαν αὐτοῖς τινὰ παρέχουσι πρὸς ὄρνιθας πολεμίους.
20σημεῖον δὲ πρῶτον μὲν μὴ φαίνεσθαι ὑπὸ τὸν καιρὸν ἐκεῖνον κορώνην παντάπασιν· ἔπειτα μετὰ τραυμάτων ἐπανερχόμε‐
ναι τῆς συμμαχίας ἐναργῆ σημεῖα κομίζουσι.“80

81

Τὸ δέ γε πλέον τῶν ἄλλων παραδοξότερον, τοὺς γῦπάς φασιν ἀσυνδυάστως τίκτειν, καὶ ταῦτα μακροβιωτάτους ὄν‐ τας, καὶ μέχρις ἑκατὸν ἐτῶν τὴν ζωὴν αὐτῶν παρεκτείνε‐ σθαι. διὰ τί δὲ τοῦτο, καὶ τίνος ἕνεκεν; ἵνα γὰρ μή τινες
5ἐπιγελῶσι τῷ μυστηρίῳ ἡμῶν, ὡς ἀδύνατον παρθένον τεκεῖν καὶ αὖθις μεῖναι παρθένον, μυρίας ἐκ τῆς φύσεως ἀφορμὰς πρὸς τὴν πίστιν τῶν παραδόξων προλαβὼν κατεβάλετο. καὶ οὕτω μὲν περὶ τούτων ὁ μέγας Βασίλειος· οἱ δέ γε τὰς φύσεις τῶν ζώων διασκεψάμενοι τριετῆ χρόνον τοὺς γῦπας
10ἐγκυμονεῖν τερατεύονται. καὶ πῶς ἄκουε. οὐκ ἔστιν ἄρρενα γῦπα θεάσασθαι· ἀσυνδυάστως γὰρ αὐτοὺς τίκτειν νόμοι φύσεως παρακελεύονται, ὅθεν καὶ πᾶν τὸ γένος αὐτῶν ἡ τοῦ θήλεος φύσις ἠνέγκατο. ὅπερ ἐπιστάμενοι γῦπες καὶ τὴν ἐρημίαν δεδιότες τῶν τέκνων, εἰς ἐπιγονὴν ἅπαν τὸ γένος
15στρατεύεται, καὶ δρῶσί τι σόφισμα ἄριστον. τῷ νότῳ καὶ γὰρ ἀντίπρωροι πέτανται. εἰ δὲ μὴ νότος εἴη, τῷ συγγενεῖ εὔρῳ ἁπλοῦσι τὰς πτέρυγας, εἶτα κεχήνασι καὶ τοῦ πνεύμα‐ τος ἐμφοροῦνται εἰσρέοντος, καὶ τίκτουσι ζῶα, μὴ μέντοι γε ᾠὰ ὑπηνέμια. διὸ πλείστου χρόνου δεῖται ἡ φύσις πρὸς
20ζώου τελεσιουργίαν· χαλεπὸν γὰρ καὶ λίαν ἐργῶδες τῇ φύ‐ σει οὐσιῶσαι τὸ πνεῦμα καὶ πρὸς ζῶον πλαστουργεῖν τὸ λε‐
πτότατον. ἐπειδὰν τοίνυν ἀκούεις καὶ σὺ συναφείας ἄνευ81

82

ἐγκυμονῆσαι τὴν πάναγνον, πρότερον αὐτῇ πνεύματος ἁγίου ἐπισκιάσαντος καὶ τοῦ κυρίου κατὰ τὸν προφήτην ἀπὸ Θαι‐ μὰν ἥξαντος, μηδ’ ὅλως ἀπίστει τῷ πράγματι, κἂν μέγα τῷ ὄντι δοκεῖ καὶ παράδοξον· ἐπὶ γὰρ τούτῳ καὶ ἡ παρὰ φύσιν
5τῶν γυπῶν κυοφορία θαυμασίως οὕτω τῷ θεῷ προητοίμα‐ σται. λέγεται γὰρ ὅτι γενόμενος ἔγκυος ὁ γὺψ πορεύεται εἰς τὴν Ἰνδικήν, καὶ λαβὼν λίθον τὸ καλούμενον εὐτόκιον ἐπά‐ νω αὐτοῦ κάθηται συνεχόμενος ὠδῖσι, καὶ οὕτως ἀποτίκτει. ὁ μέντοι λίθος περιφερὴς ὡς κάρυον, καὶ κινούμενος ἦχον
10ἐκπέμπει ὡς κώδων, ἔνδοθεν ἑτέρου λίθου κινουμένου. φα‐ σὶ δὲ καὶ τοῦτο περὶ γυπός, ὅτι μύρῳ ῥοδίνῳ χρισθεὶς ἀπο‐ θνήσκει. Θαυμάσειε δ’ ἄν τις καὶ τὸ τῶν κοράκων τῶν διαλη‐ φθέντων οὐκ ἔλασσον. πεπόνθασί τι πάθος ὥρᾳ θέρους οἱ κό‐
15ρακες, τὸ δὲ πάθος ἐστὶ ῥύσις γαστρός. ἐντεῦθεν ποταμοὶ καὶ πηγαὶ καὶ λίμναι οὐδέν τι χρῆμα κατά γε τὸ θέρος τοῖς κόραξιν, ἵνα μὴ τῷ ὑγρῷ ἡ τῆς γαστρὸς ῥύσις σχοίη ἐπίτα‐ σιν. ἴσασι τοίνυν καὶ διαίτης τέχνην οἱ κόρακες, οὐ τὰ Ἱπ‐ ποκράτους παιδευθέντες, οὐ τὰ Χείρωνος, οὐ τὰ Μαχάονος
20φάρμακα, κἀντεῦθεν μὲν ὁρῶσι ποταμούς, ἀλλ’ ὅμως πίνειν ἐκείνοις οὐκ ἔνεστιν, ἀλλ’ οἷα Τάνταλοι κολαζόμενοι δριμυ‐
τέραν δίκην ταῦτα εἰσπράττονται.82

83

Θαυμάζειν σε ἄξιον καὶ διὰ τί τῆς ᾠδῆς οἱ τέττιγες ἐν μέσῳ θέρει ἀπάρχονται. ψυχροί τινες τὴν φύσιν οἱ τέττι‐ γες, διὸ καὶ μετὰ θερινὰς τροπὰς ἀπάρχονται τῆς ᾠδῆς, καὶ ἡλίου ἀπαρχομένου τὸν ἑαυτῶν μετίασι κέλαδον. ἐφ’ ᾧ καὶ
5μεσημβρίας εἰσὶν ᾠδικώτεροι. ἡ μέντοι θήλεια τέττιξ πολὺ ψυχροτέρα τοῦ ἄρρενος οὖσα σιωπῶσα ἐφιζάνει τοῖς δένδρεσι, τὰ Πυθαγόρου ὥσπερ διδαχθεῖσα διδάγματα. πῶς δὲ καὶ φθαρτικὰ πτερῶν ἑτέρων ἀετῶν τυγχάνει πτερά; σηπεδονώ‐ δους ταῦτα μετειλήφασι φύσεως. οὐκ ἂν σωθείη ἕτερα τὰ
10πτερὰ τούτοις συναναμιγνύμενα· θᾶττον γὰρ ἐντεῦθεν ἀπόλ‐ λυνται. διὰ τί δὲ καὶ ὁ χαραδριὸς εἴ ποτε ἀντιβλέψει τῷ ἰκτεριῶντι, μύει τοὺς ὀφθαλμούς; οὐχ ὥς τινές φασι, τῷ νοσοῦντι βασκαίνων καὶ τὸ φρόνημα πρὸς ὑγείας μετάδοσιν ἔχων ἐπίφθονον· οὐ γὰρ τοῖς ἀλόγοις βασκανία τις μέτε‐
15στιν, οὐδὲ Προμηθεὺς παρ’ ἐκείνοις κολάζεται, ἀγαθοῦ τι‐ νὸς τοῦ πυρὸς μεταδοὺς τοῖς ἀνθρώποις. ὀφθαλμὸν δὲ μύ‐ ει χαραδριός, ἐπεὶ τὸ πάθος ἀμείβεται καὶ τὴν ὄρνιν εὐθὺς ἡ νόσος μετέρχεται. Ἀλλ’ οὐδὲ τοῦτο ἔξωθεν θαύματος, ὡς ἄγρυπνος ἡ ἀη‐
20δὼν ὅταν ἐπωάζει, διὰ πάσης νυκτὸς τῆς μελῳδίας μὴ ἀπο‐ λήγουσα. πῶς τετράπουν τὸ αὐτὸ καὶ πτηνὸν ἡ νυκτερίς;
πῶς μόνη τῶν ὀρνίθων ὀδοῦσι κέχρηται; ζωογονεῖ μὲν ὡς τε‐83

84

τράποδα, ἐπιπολάζει δὲ τῷ ἀέρι, οὐχὶ πτερῷ κουφιζομένη ἀλλ’ ὑμένι τινὶ δερματίνῳ. πῶς δὲ καὶ τῶν χηνῶν γένος ἄγρυπνον καὶ πρὸς τὴν τῶν λανθανόντων αἴσθησιν ὀξύτατον; οἵγε ποτὲ καὶ τὴν βασιλίδα πόλιν περιεσώσαντο, πολεμίους
5τινὰς ἀφανεῖς δι’ ὑπονόμων ἀφανῶν δὴ μέλλοντας τὴν ἄκραν τῆς Ῥώμης καταλαμβάνειν μηνύσαντες. Τίς ὁ τοῖς γυψὶ προαγγέλλων τῶν ἀνθρώπων τὸν θάνα‐ τον, ὅταν κατ’ ἀλλήλων ἐπιστρατεύσωσιν; ἴδοις γὰρ ἂν μυ‐ ρίας ἀγέλας γυπῶν τοῖς στρατοπέδοις παρεπομένας, ἐκ τῆς
10τῶν ὅπλων παρασκευῆς τεκμαιρομένας τὴν ἔκβασιν, ὅπερ οὐ μακράν ἐστι λογισμῶν ἀνθρωπίνων. Καὶ ἄλλας δὲ θαυμάζειν ἔπεισι τῷ προσέχοντι. τὰ μὲν γὰρ ἐκ τῆς διαδοχῆς τῶν προϋπαρχόντων παράγεται, τὰ δὲ ἔτι καὶ νῦν ἐξ αὐτῆς τῆς γῆς ζωογονούμενα δείκνυται. οὐ
15γὰρ μόνον τέττιγες ἐν ἐπομβρίαις ἀνίασιν, οὐδὲ ἄλλα μυρία γένη τῶν ἐμφερομένων τῷ ἀέρι πτηνῶν, ὧν ἀκατονόμαστά ἐστι τὰ πλεῖστα διὰ λεπτότητα· ἀλλ’ ἤδη καὶ μῦς καὶ βα‐ τράχους ἐξ αὐτοῦ ἀναδίδοσθαι, ὅπου γε περὶ Θήβας τὰς Αἰγυπτίας, ἐπειδὰν ὕσῃ λάβρως ἐν καύμασιν, εὐθὺς ἀρου‐
20ραίών μυῶν ἡ χώρα καταπληροῦται. τὰς δὲ ἐγχέλυς οὐκ ἄλλως ὁρῶμεν ἢ ἐκ τῆς ἰλύος συνισταμένας, ὧν οὔτε ᾠὸν οὔτε τις ἄλλος τρόπος τὴν διαδοχὴν συνίστησιν, ἀλλ’ ἐκ τῆς
γῆς αὐτῆς ἐστὶν ἡ γένεσις.84

85

Ὅρα δὲ καὶ τὸν ἐρωδιόν. ὁ ἐρωδιὸς εἶδος ὀρνέου ἐστὶ πηγνύντος τὴν καλιὰν αὐτοῦ πάντων ἄνωθεν τῶν στρουθῶν, ἤγουν ἐν τοῖς ὑψηλοτάτοις τῶν δένδρων, καὶ μάλιστα ταῖς ἐλάταις. καὶ ὁ Ἀκύλας „ἐρωδιῷ ἐλάται οἴκῳ αὐτοῦ.“ πάν‐
5των οὖν ἄνωθεν τῶν στρουθῶν πήγνυσι τὴν καλιάν. κατὰ τοῦτο καὶ ὁ Δαβίδ φησι „τοῦ ἐρωδιοῦ ἡ κατοικία ἡγεῖται αὐτῶν.“ τοσαύτῃ δὲ σωφροσύνῃ συζῆν τὸν ἐρωδιὸν ὥστε ἡνίκα πρὸς συνουσίαν ἔρχεσθαι μέλλει, ἡμέρας πενθεῖ τεσ‐ σαράκοντα καὶ μετὰ τὴν συνουσίαν ἑτέρας τεσσαρακοντα· δυσ‐
10ανασχετεῖ καὶ γὰρ τουτὶ τὸ ὄρνεον εἴ ποτε φύσεως ἀνάγκῃ πρὸς ἄλληλα συνδυάζεσθαι καθέλκοιτο, ἅτε δὴ τὴν ἐντεῦθεν ἀηδίαν παριστῶν. εἰ δὲ ταῦτα οὕτως ἔχει, τί ποιήσομεν ἡμεῖς; οἱ λόγῳ μὲν τετιμημένοι, ταῖς δὲ τοῦ βίου κατὰ το‐ σοῦτον ἡδοναῖς ἐμπεδούμενοι.
15 Καὶ περὶ μὲν τοῦ πελεκάνου, οὗ καὶ ὁ Δαβὶδ μέμνηται λέγων „ὡμοιώθην πελεκᾶνι ἐρημικῷ,“ τί χρὴ καὶ λέγειν; τοῦτο τὸ πτηνὸν ἐν ἄκραις πέτραις πήγνυσι τὴν καλιάν, τοὺς ἐπιβούλους ἐκφεύγειν διὰ φροντίδος ποιούμενον. ἀλλ· ὁ ἐπί‐ βουλος ὄφις ἡνίκα τὸν πατέρα μικρόν τι τῶν τέκνων ἀπο‐
20πτάντα θεάσηται, τῆς ἐπιβουλῆς παραχρῆμα ἐφάπτεται. καὶ ἐπειδὴ μὴ προσεγγίζειν τῇ καλιᾷ δύναται, τὸν ἰὸν αὐτοῖς ἐπιχέει καὶ πόρρωθεν· περισκοπήσας γὰρ πρότερον ὅθεν εἰσ‐
πνέει ὁ ἄνεμος, κἀκεῖθεν ἐμφυσήσας αὐτοῖς τὸν ἰόν, ἐπάγει85

86

τὸν ὄλεθρον. ἀλλ’ ὁ πατὴρ ἐπιπτὰς αὖθις αὐτοῖς καὶ φυσι‐ κοῖς τισὶ λόγοις τὴν ἐπιβουλὴν συνιῶν οἶδεν αὖθις ὅθεν ἀνα‐ βιώσαιντο· κατὰ κορυφῆς γὰρ αὐτῶν ἠρέμα πτερύσσεται, καὶ τὰς πλευρὰς ἑκατέρωθεν ἐπιπλήσσων ταῖς πτέρυξιν αἵ‐
5ματος αὐτοῖς ῥανίδας ἀφίησι, κἀντεῦθεν οἱ τεθνεῶτες νεοτ‐ τοὶ παραδόξως ἀναβιώσκουσιν. Ἐπίγνωθι οὖν, ἀγαπητέ, τίνος ἕνεκεν ἡ παράδοξος αὕτη περὶ τὰ ἔγγονα τῷ πελεκᾶνι συμπάθεια. σκιαγραφῆσαι γὰρ ὁ κύριος τὰ καθ’ ἡμᾶς πάντα κἀν τῷ πτηνῷ τούτῳ θέλων
10ἀνέκαθεν, ὅτι τε παράδεισος ἔκτισται καὶ ὅτι περ ἐν αὐτῷ οἱ πρωτόπλαστοι τέθεινται, ὅτι ὁ νοητὸς ὄφις τὸν ψυχικὸν αὐ‐ τοῖς προυξένησε θάνατον, καὶ ὅτι φιλόστοργος οἷα πατὴρ ἐπὶ τεθνεῶσι παισὶν ὁ ποιητὴς πάντων θεὸς ἐπ’ αὐτοῖς ἐπι‐ κάμπτεται, χρηματίζει τε τὰ καθ’ ἡμᾶς ἄνθρωπος καὶ πάντα
15τὰ λοιπὰ καταδέχεται, ἐπὶ σταυροῦ τελευταῖον ὑψοῦται, καὶ τῆς πλευρᾶς αὐτοῦ ζωήρρυτον αἷμα ἐκχέει εἰς ἀνάπλασιν τῶν πρωτοπλάστων ἐκείνων τῶν τῷ ἰῷ τεθνηκότων τοῦ ὄφεως, τοι‐ αύτην τῷ πελεκᾶνι συμπάθειαν περὶ τὰ ἔγγονα κατ’ ἀρχὰς ἐνεφύτευσε. διὰ γὰρ τοῦτο καὶ Δαβὶδ προλαβὼν ἔλεγεν
20„ὡμοιώθην πελεκᾶνι ἐρημικῷ.“ πελεκὰν γὰρ αὐτὸς ὁ Χρι‐ στός, καλιὰ ὁ παράδεισος, νεοττοὶ οἱ πρωτόπλαστοι, ἐπίβου‐
λος ὄφις αὐτὸς ὁ διάβολος, ἰὸς ὄφεως ἡ ἐκ τοῦ διαβόλου86

87

πάντως ἀπάτη, θάνατος ὁ ἐκ τοῦ θεοῦ χωρισμός, συμπάθεια πατρικὴ ἡ τοῦ θεοῦ λόγου δι’ ἡμᾶς ἐνανθρώπησις. ἡ δὲ τῶν νεοττῶν ὕπερθεν ἐπιπτέρυξις ἡ ἐπὶ σταυροῦ τοῦ Χριστοῦ τῶν πρωτοπλάστων ἄνωθεν ἀπαιώρησις, πλευρῶν ἐπίπληξις
5ἡ τῆς θείας νύξις πλευρᾶς, καὶ τελευταῖον τοῖς τεθνεῶσιν ἐπιστάζον αἷμα ζωήρρυτον· εἰ μὴ γὰρ ζωόρρυτον ἦν, οὐκ ἂν τοῖς κάτω κειμένοις ἐχαρίσατο τὴν ἀνάστασιν. καλῶς οὖν ἔλεγε διὰ τοῦ προφήτου ὁ κύριος „ὡμοιώθην πελεκᾶνι ἐρη‐ μικῷ.“
10 Λέγει δὲ τὸ κατὰ Λουκᾶν εὐαγγέλιον περὶ τῶν κοράκων ὅτι οὐ σπείρουσιν οὐδὲ θερίζουσιν, ὁ δὲ θεὸς τρέφει αὐτά. τίνος ἕνεκεν ἐνταῦθα τῶν κοράκων ἐξ ὀνόματος μέμνηται; λέγεται οὖν ὅτι μισοτέκνους ὄντας αὐτοὺς μὴ τρέφειν τὰ οἰ‐ κεῖα νεόττια, τρέφεσθαι δὲ προνοίᾳ θεοῦ ἀπὸ τῶν παραφυο‐
15μένων τῷ ἀέρι ζωϋφίων τῷ στόματι αὐτῶν ἐμπιπτόντων. πόσου δὲ καὶ τοῦτο θαύματος ἄξιον; Αἱ μέλισσαι τοὺς κηφῆνας ἐφάπαξ καταλαβοῦσαι πεφει‐ σμένως τύπτουσι καὶ ἀπολύουσιν, εἰ δὲ καὶ αὖθις αὐτοὺς κατάσχωσι νεκροὺς ἐργάζονται. καὶ αἱ μὲν αὐτῶν τῷ βασιλεῖ
20δορυφοροῦσιν, αἱ δὲ νυκτὸς ἐπαγρυπνοῦσι φυλακῆς χάριν διὰ τὸ τὰς κοπιώσας τότε ἀναπαύεσθαι, τῶν δὲ ἔργον ἐστὶ
τὸ τὰς νεκρὰς ἀποκομίζειν ἔξωθεν.87

88

Οὐ χρὴ θαυμάζειν εἴγε ταῖς τῆς σελήνης αὐξομειώσεσι μεταβάλλεται ὁ ἀήρ, ὅπου γε καὶ ἐν ζώοις τισὶν ἔστι τοῦτο ἰδεῖν. φασὶ γὰρ τὴν ἶβιν μηδαμοῦ ὁρᾶν ὅτε ἀσέληνος ὁ οὐ‐ ρανός, μύειν δὲ καὶ ἄσιτον μένειν. ὁ δὲ κέρκωψ προδηλο‐
5τέρας ἔχει τὰς ἐνεργείας· ὅτε γὰρ αὔξει ἡ σελήνη, ὁ τῶν ὀφθαλμῶν κύκλος τούτῳ εὐρύνεται, ὅτε δὲ μειοῦται, συστέλ‐ λεται. ἀλλὰ καὶ ἡ γαλῆ λειψιφωτούσης τῆς σελήνης ἥπατος λείπεται· αὐξιφωτούσης δὲ πάλιν αὐτῆς τὸ τοιοῦτον αὐτῆς προσεπαύξεται μόριον. φασὶ δὲ καὶ ἐν ποταμῷ τῷ Ὑδάσπῃ
10γεννᾶσθαι λίθον λίχνην καλούμενον, ὃς σελήνης αὐξομένης ἦχον μελῳδίας ἀποτελεῖ. καὶ ἐν ποταμῷ δὲ Κελτικῷ διαιτᾶσθαι ἰχθὺν κλωπίαν ἐγχωρίως καλούμενον, ὃς αὐξομένης τῆς σε‐ λήνης λευκαίνεται μειουμένης δὲ μελαίνεται. ταῦτα δὲ τῇ ἐξαημέρῳ αὐτοῦ συμπεριείληφεν ὁ μέγας Ἀναστάσιος.
15 Ἀλλὰ καὶ διὰ τοὺς ἀπιστοῦντας ἢ μᾶλλον εἰπεῖν ἐπιγε‐ λῶντας τῇ ἀναστάσει, καθά φησιν ὁ μέγας Ἐπιφάνιος, πα‐ ράδοξά τινα προῳκονόμησαν γίνεσθαι. ἡ φάσκα θνήσκει ἡμέ‐ ρας τεσσαράκοντα, καὶ πάλιν ἀνίσταται. ὁ μύωψ θνήσκει μῆνας ἕξ, καὶ πάλιν ἀνίσταται. ὁ φοῖνιξ ὁ Ἀραβικὸς ὄρνις
20λέγεται εἶναι μονογενής, ἄζυγος ἐν τῇ δημιουργίᾳ, κατὰ ἔτη
πεντακόσια τοῦτο πάσχει ὃ καὶ φαιδρὰν προϊστᾷ τὴν ἀνά‐88

89

στασιν. αὐτοὶ καὶ γὰρ οἱ Ἕλληνες περὶ αὐτοῦ διηγοῦνται ὅτι προγνοὺς τὸ τέλος αὐτοῦ ἔρχεται περὶ τὴν Αἴγυπτον καὶ ἀντικρὺ τοῦ ἡλίου ἵσταται, εἶτα τεφροῦται, καὶ ἀπὸ τοῦ χοὸς αὐτοῦ σκώληξ γεννᾶται, καὶ αὐτὸς αὖθις εἰς πτηνὸν
5μεταβάλλεται. τὸν φοίνικα δὲ τοῦτον, ὡς εἴπομεν, μετὰ ἔτη πεντακόσια εἴωθε γίνεσθαι. ὁ δὲ στρουθὸς ὁ Λιβυκὸς ὄρνις μέν ἐστι, πτερωτὸς δέ, οὐ πέταται δὲ διὰ τὸ τὰ πτερὰ αὐ‐ τοῦ μὴ χρησιμεύειν εἰς πτῆσιν· τριχοειδῆ γάρ. καὶ δίπους μέν ἐστιν ὡς ὄρνις, διχηλεῖ δὲ ὡς τετράπους. ἀλλὰ καὶ
10μονότοκον οὐδὲν τῶν ὀρνίθων ἐστίν, εἰ μὴ μόνος ὁ κόκκυξ διὰ τὸ ψυχρὸν τῆς αὐτοῦ φύσεως. ὅτι δὲ ψυχρός, δῆλον ἐκ τῆς δειλίας αὐτοῦ· καὶ γὰρ εἰ μὴ ἦν δειλός, οὐκ ἂν ὑπὸ πάντων ἐδιώκετο τῶν ὀρνέων, κἀντεῦθεν ἐν ἀλλοτρί‐ αις ἔτικτε νεοττιαῖς. πανταχοῦ δὲ ἡ ψυχρότης αἰτία δειλίας.
15 Ἀλλ’ οὐδὲ τοῦτό σε παραδραμεῖν, ἀγαπητέ, βούλομαι, παραδοξότερον καὶ μάλιστα τῶν ἄλλων ὄν, ὃ περὶ ὄρνιθος τοῦ καλουμένου μέροπος ὁ Αἰλιανὸς ἱστορεῖ, „μέροψ“ λέγων „τὸ ὄρνεον εἰς τοὐπίσω πέταται.“ καὶ ἔπεισί μοι θαυμάζειν τὴν ἐπίσημον ἀναφορὰν ἣν ἐκεῖνο ἄγει τὸ ζῶον.
20τὸ δὲ τὸ ἀλεκτρυόνα νυκτὸς ᾄδειν ἐν ὡρισμένοις και‐
ροῖς οὐ πρὸ πολλοῦ τῆς τοῦ ἡλίου ἀνατολῆς τινὲς μὲν ἐφυ‐89

90

σιολόγησαν οὕτως, ὅτι θερμότατον ὂν τὸ ζῶον καὶ λίχνον περὶ τὰς τῶν τροφῶν ὀρέξεις τῇ μὲν ἐμφύτῳ θερμότητι τα‐ χύτερον πέπτει τὴν διδομένην τροφήν, τῇ δὲ λιχνείᾳ τῆς φύσεως προαναφωνεῖ τὴν περὶ ταῦτα ὄρεξιν, οἱονεὶ προσκα‐
5λούμενος τὸν σιτίζοντα. ἕτεροι δέ φασιν ὅτι καὶ ἕκαστον τῶν ἐνταῦθα ὄντων καὶ γινομένων ἑκάστῳ τῶν φωστήρων ἀνάκει‐ ται, ὥσπερ ὁ λωτὸς τὸ φυτὸν ἡλιακόν ἐστιν, ὅθεν ἀνατέλ‐ λοντι μὲν τῷ φωστῆρι ἐξαπλοῖ τὰ φύλλα, δύνοντι δὲ συστέλ‐ λει. οὕτω μὲν οὖν καὶ ὁ ἀλεκτρυὼν ὑπὸ τὴν ἡλιακὴν τάξιν
10ἐστί. ταύτῃ τοι καὶ πρὸς ἀνατολὴν ἐπανιόντι τῷ ἰδίῳ ἀρχη‐ γέτῃ ἀπορρήτως καὶ φυσικῶς ἐπιγάννυται, καὶ ὥσπερ ᾠδὴν αὐτῷ ποιούμενος ἀπολαμπρύνει τε τὴν φωνὴν καὶ μέγα βοᾷ. καὶ οὗτοι μὲν οὕτως· σὺ δέ, ἀγαπητέ, τὰς τοιαύτας φω‐ νὰς μετὰ τῶν μύθων ἀριθμεῖν μὴ δέδιθι. τὸν γὰρ ἀλε‐
15κτρυόνα νυκτὸς ἔταξεν ᾄδειν ὁ κηδεμὼν πάντων θεός, ὡς ἐν‐ τεῦθεν ἡμᾶς ἄκοντας τῆς κλίνης ἐγείρεσθαι καὶ μὴ τὴν νύ‐ κτα καταναλίσκειν ὅλην ἐπὶ κενοῖς, ἀλλὰ τοὺς μὲν εἰς ἐργα‐ σίαν ἐκτρέπεσθαι, τοὺς δὲ πρὸς θείαν δοξολογίαν ἀνίστασθαι· τοιαῦτα γὰρ τοῦ θεοῦ καὶ διὰ λόγων καὶ διὰ ζώων οὐκ ἀναι‐
20νομένου παιδεύειν. καὶ πρόσχες τῷ Σολομῶντι λέγοντι „ἴθι πρὸς τὸν μύρμηκα ὦ ὀκνηρέ.“ Γίνωσκε δὲ καὶ τοῦτο, ὅτι τὴν μυῖαν Ἀττικῷ μέλιτι μὴ
ἐπικαθῆσθαι φασί. θύμοις καὶ γὰρ τὴν Ἀττικὴν κομῶσαν90

91

ἔστι θεάσασθαι, οἷς ἐφιζάνουσιν Ἀττικαὶ συχνότερον μέλισ‐ σαι. ἐντεῦθεν καὶ δριμυτέραν ἔχει τὴν ὄσφρησιν. διὸ κα‐ θάπερ ἱερῷ τινὶ Ἀττικῷ μυῖα οὐκ ἐπικάθηται μέλιτι. Γίνωσκε δὲ πρὸς τούτοις ὅτι μυῖαι καὶ μέλισσαι καὶ
5μύρμηκες ὑπὸ ἐλαίου ἀπόλλυνται, διότι τὰ ἀναπνευστικὰ στενὰ ἔχει, τὸ δὲ ἔλαιον γλίσχρον ἐμφράττει αὐτά. πάσχου‐ σι δὲ τοῦτο καὶ οἱ ὄφεις ὑπὸ τῶν βαρυόδμων· τὸ γὰρ παρ’ αὐτοῖς στενόπορον τῶν ἀναπνευστικῶν ἐμφράττεται ὑπὸ τῆς τῶν θυμιωμένων παχύτητος. ἐπὶ γὰρ τούτῳ καὶ τὸ τῆς ἐλά‐
10φου κέρας θυμιώμενον φεύγει καὶ μᾶλλον ὁ ὄφις· λειποθυ‐ μεῖν γὰρ αὐτὸν ἀναγκάζει. Ἐπὶ πᾶσι δὲ τούτοις τοῖς ὀρνέοις οὐρηδόχον κύστιν καὶ νεφροὺς ἡ φύσις οὐκ ἔδωκεν, ὅτι πολλῆς ὑγρότητος ἔδει πρὸς γένεσιν τῶν πτερῶν. ἀλλὰ καὶ τὸ γυμνάζεσθαι κατὰ
15τὴν πτῆσιν ἐξαναλίσκει ταύτην. ἔχουσι δὲ καὶ τὴν κόπρον ἐξιοῦσαν σὺν ὑγρότητι οὐ μετρίως. καὶ τούτου χάριν οὐρη‐ δόχον κύστιν ἡ φύσις τοῖς ὀρνέοις οὐκ ἔδωκεν. Ἔχεις ἰδοὺ καὶ τὰ τῆς πέμπτης ἡμέρας. Ἐν δὲ τῇ ἕκτῃ ἡμέρᾳ ἐκ τῆς γῆς ἐξάγει τὰ τετράποδα·
20„καὶ εἶπε“ γάρ φησιν „ὁ θεὸς ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶ‐91

92

σαν.“ ἀλλ’ ἐπιπηδῶσιν οἱ Μανιχαῖοι κἀνταῦθα, ψυχὴν ἐν‐ τιθέντες τῇ γῇ. ματαιάζουσι δὲ προφανῶς· οὐδὲ γὰρ ἐπει‐ δὴ εἶπεν „ἐξαγαγέτω ψυχήν,“ τὸ ἐναποκείμενον αὐτῇ προσή‐ νεγκεν, ἀλλ’ ὁ δοὺς τὸ πρόσταγμα καὶ τὴν τοῦ ἐξαγαγεῖν
5αὐτῇ δύναμιν ἐχαρίσατο. οὔτε γὰρ ὅτε ἤκουσεν ἡ γῆ „βλα‐ στησάτω βοτάνην χόρτου καὶ ξύλον κάρπιμον ποιοῦν καρπόν,“ κεκρυμμένον ἔχουσα τὸν χόρτον ἐξήνεγκεν, οὐδὲ τὸν φοίνικα ἢ τὴν δρῦν ἢ τὴν κυπάρισσον κάτω που κεκρυμμένην ἐν ταῖς ἑαυτῆς λαγόσιν ἀνῆκε πρὸς τὴν ἐπιφάνειαν, ἀλλ’ ὁ θεῖος λό‐
10γος φύσις τῶν γινομένων ἐστίν. ἐξάγει λοιπὸν ἡ γῆ οὐχ ὅπερ ἔχει, ἀλλ’ ὅπερ σήμερον κτᾶται, θεοῦ δωρουμένου τῆς ἐνεργείας τὴν δύναμιν. εἰ γὰρ καὶ φυσικῷ λογῷ τὰ πάντα γίνεται σήμερον, ἀλλ’ ἐκεῖθεν ἐσχήκασι κατ’ ἀρχὰς τὴν ὁρ‐ μήν. κατὰ τοῦτο καὶ ὁ μέγας Βασίλειος λέγει ὅτι ποιεῖ μὲν
15ἡ φύσις ἅπαντα κατὰ τὴν ἀκολουθίαν, θείῳ δὲ προστάγματι διὰ πάσης ἀρχῆθεν λαληθέντι τῆς κτίσεως. Ἐξάγει μὲν οὖν κατὰ τὴν ἕκτην ἀπὸ τῆς γῆς τὰ τετρά‐ ποδα. Ἀλλ’ ἐνταῦθα ζητῆσαι ἄξιον, ἀγαπητέ, τίνος ἕνεκεν τοὺς
20μὲν ἰχθύας εὐλογίας ἠξίωσεν ὁ θεός, αὐξάνεσθαι καὶ πλη‐ θύνεσθαι εἰπών, ἐπὶ δὲ τοῖς χερσαίοις τοῦτο οὐκ ἐποίησε.
καὶ λέγομεν ὅτι διὰ τὴν ἐπὶ τῷ ὄφει μετ’ οὐ πολὺ γενησο‐92

93

μένην κατάραν. ἐπειδὴ γὰρ προεῖδεν ὁ θεὸς ὅτι διὰ τοῦ ὄφεως ἀπατηθήσεται ὁ ἄνθρωπος κἀντεῦθεν αὐτὸς ὁ ὄφις ἀρᾷ ὑποπεσεῖται, τούτου χάριν εὐλογίας ἀξιῶσαι τὰ χερσαῖα οὐκ ἔφθασεν, ἵνα μὴ εὑρεθείη τὰ αὐτὰ εὐλογῶν καὶ κατα‐
5ρώμενος, ὡς θειότατός φησιν Ἀναστάσιος. ἀλλ’ ἡ μὲν τῶν ἰχθύων φύσις εὐτελεστέρας δοκεῖ μετέχειν ζωῆς διὰ τὸ ἐν τῇ παχύτητι τοῦ ὕδατος διαιτᾶσθαι· καὶ γὰρ ἀκοὴ παρ’ ἐκείνοις βαρεῖα, καὶ ὁρῶσιν ἀμβλύ, καὶ οὔτε τις μνήμη παρ’ ἐκεί‐ νοις οὔτε φαντασία οὔτε συνήθους ἐπίγνωσις. ἐπὶ δέ γε τοῖς
10χερσαίοις τί χρὴ καὶ λέγειν; αἵ τε γὰρ αἰσθήσεις τετράνων‐ ται, καὶ ἀκριβεῖς μνῆμαι τῶν παρελθόντων ἐν αὐτοῖς. οἶδε τὴν συνήθη φωνὴν ὁ ὄνος, οἶδεν ὁδὸν ἣν πολλάκις ἐβάδισε, καί που καὶ ὁδηγὸς ἐνίοτε ἀποσφαλέντι τῷ ἀνθρώπῳ γίνεται· τὸ δὲ ὀξυήκοον τοῦ ζώου οὐδὲν ἄλλο τι λέγεται τῶν χερσαί‐
15ων ἔχειν. τὸ δὲ τῶν καμήλων μνησίκακον καὶ βαρύμηνι διαρ‐ κὲς πρὸς ὀργὴν πῶς ἄν τις εἴπῃ; πάλαι ποτὲ πληγεῖσα κά‐ μηλος, μακρῷ χρόνῳ ταμιευσαμένη τὴν μῆνιν, ἐπειδὰν εὐκαι‐ ρίας λάβηται, τὸ κακὸν ἀντιδίδωσι. τοῦτο καὶ ἐπὶ ἐλέφαντος ἱστορούμενον εὕρομεν. ποτὲ γὰρ εἰς ἱπποδρομίαν ἐλέφας
20ἀπαγόμενος καταλλάκτην τινὰ καθήμενον ἐν τῷ μιλίῳ φόνου πεποίηκε παρανάλωμα διὰ τῶν ὀδόντων αὐτοῦ, ἀναιδῶς πως
καὶ ἀτάκτως ὁρμήσας κατ’ αὐτοῦ. τὸ δ’ αἴτιον ὅτι πρὸ δέκα93

94

ἐνιαυτῶν ὁ τοιοῦτος καταλλάκτης σιδήρῳ ἔπληξεν αὐτον ἀπα‐ γόμενον καὶ τότε εἰς ἱπποδρομίαν διὰ τοῦ αὐτοῦ τόπου. καὶ τὰ μὲν τοῦ ἐλέφαντος τοιαῦτα· αἱ δὲ παρδάλεις φυσικήν τινα ἔχουσι πρὸς τὸν ἄνθρωπον ὀργήν, καὶ πεφύκασι μᾶλλον
5τοῖς ὀφθαλμοῖς τῶν ἀνθρώπων ἐφάλλεσθαι. ἀλλὰ καὶ ἐν χάρτῃ ἰδοῦσαι τυπωθέντα ἄνθρωπον, ὥς πού φησιν ὁ μέγας Βασίλειος, τὸν χάρτην σπαράττουσιν. Ἱκανῶς δὲ θαυμάσειεν ἄν τις καὶ τὰ τοῦ λέοντος, τὸ μοναστικὸν αὐτοῦ τῆς ζωῆς, τὸ ἀκοινώνητον πρὸς τὸ ὁμόφυ‐
10λον. οἷον γάρ τις τύραννος τῶν ἀλόγων διὰ τὴν ἐκ φύσεως ὑπεροψίαν τὴν πρὸς τοὺς πολλοὺς ὁμοτιμίαν οὐ καταδέχεται, ὥστε οὐδὲ χθεσινὴν τροφὴν προσίεται. ᾧ καὶ τηλικαῦτα ὄρ‐ γανα ἡ φύσις ἐνέθηκεν ὥστε πολλὰ τῶν ζώων ὑπερβάλλοντα τῇ ταχύτητι μόνῳ πολλάκις ἁλίσκεται τῷ βρυχήματι. καὶ
15τοῦτο Δαβὶδ ὁ προφήτης ὑπεμφαίνειν λέγων „ὁ λέων ἐνεδρεύ‐ ει ἐν ἀποκρύφῳ.“ αἴφνης γὰρ ἐκπηδήσας ἐκεῖθεν καὶ μέγα βοήσας τὰ παροδεύοντα τῶν ζώων ἵστασθαι ποιεῖ, καὶ οὕτως ἐσθίει καταλαμβάνων αὐτά. καλῶς οὖν ὁ προφήτης ἔλεγε „σκύμνοι ὠρυόμενοι“ καὶ τὰ λοιπά.
20Οὐ τοσοῦτον δὲ ἡμεῖς οἱ λόγῳ τετιμημένοι, ὅσον αὐτὰ
δήπου τὰ ἄλογα ζῶα τὴν οἰκείαν οἴδασι σωτηρίαν, καὶ ὅθεν94

95

αὐτοῖς παθαινομένοις ἡ ὑγεία προσγίνεται. ἄρκτος γὰρ πολ‐ λάκις βαρυτάταις κατατρωθεῖσα πληγαῖς ἑαυτὴν ἰατρεύει, τῷ φλόμῳ τούτῳ ξηρὰν τὴν φύσιν ἔχοντι τὰς ὠτειλὰς παρα‐ βύουσα. ἴδοις δ’ ἂν καὶ ἀλώπεκα τῷ δακρύῳ τῆς πίτυος
5ἑαυτὴν ἰατρεύουσαν. χελώνη δὲ σαρκῶν ἐχίδνης ἐμφορηθεῖ‐ σα διὰ τῆς ὀριγάνου ἀντιπαθείας φεύγει τὴν βλάβην τοῦ ἰο‐ βόλου. καὶ ὄφις τὴν ἐν τοῖς ὀφθαλμοῖς βλάβην ἐξιᾶται βο‐ σκηθεὶς μάλαθρα. οἶδε δὲ καὶ ὁ ἔλαφος, καθά φησιν Αἰλια‐ νός, θεραπεύειν ἑαυτὸν ἄνθει τινί, ἐάν ποτε ὑπὸ τοῦ βέλους
10τρωθῇ. οἶδε δὲ καὶ κάμηλος κεκαυμένους χυμοὺς ἐξεμεῖν, εἰ φύλλων ὑγρῶν ἐφάψοιτο δρυός. ἀλλὰ καὶ κύων οὐκ ἀγνοεῖ χολῆς μελαίνης χλωρὰν ἄγρωστιν εἶναι καθάρσιον. ἀλλὰ καὶ τράγοι τὴν ἀσκαμωνίαν τῆς ἀπεψίας ἀλεξητήριον οἴδασι. καὶ πάρδαλις λύθρον αἰγὸς ἀγρίου σωτήριον οἴεται. καὶ πτηνὸς
15ἱέραξ τὸν ὀπὸν τῶν πικροφύλλων θριδακίων ὀπτικὸν ἀχλύος ἐπίσταται φάρμακον. καὶ κύκνοι δὲ βατράχους ἐσθίοντες τοῦ λυποῦντος ἀπαλλαγὴν εὑρίσκουσι. φεύγουσι καὶ γῦπες καὶ κάνθαροι τὴν τῶν ῥόδων ὀσμήν. ἀλλὰ καὶ ὄφις ὁ Λιβυκὸς ἀποστρέφεται πήγανον· ψυχρὰν γὰρ καὶ ξηρὰν καὶ νευρώδη
20τὴν φύσιν κληρωσάμενος ὑπὸ τοῦ ξηροτάτου ὄντος λειποψυ‐ χεῖν ἀναγκάζεται, ὥσπερ ὑπὸ κραιπάλης τινὸς καὶ σκοτοδι‐
νίας ταῖς ὑπερβολαῖς τῆς ξηρότητος ἀπονεκρούμενος. φεύγει95

96

τοίνυν ὁ ὄφις τὸ πήγανον ἐντεῦθεν, καθὰ δήπου καὶ τὸν χει‐ μῶνα διὰ τὴν ὑπερβολὴν τῆς ψυχρότητος. Οὕτω μὲν οὖν τὰ ζῶα πάντα φυσικῶς οἶδε τό τε σω‐ τήριον τό τε ὀλέθριον. αἱ δὲ παρ’ αὐτοῖς προγνώσεις τῆς
5περὶ τὸν ἀέρα μεταβολῆς ποίαν οὐχὶ σύνεσιν λογικὴν ἀπο‐ κρύπτουσιν; ὅπου γε τὸ μὲν πρόβατον χειμῶνος προϊόντος λάβρως ἐπεμβάλλεται τῇ τροφῇ ὥσπερ ἐπισιτιζόμενον πρὸς τὴν μέλλουσαν ἔνδειαν. ἤδη δέ τις τῶν φιλοπόνων καὶ τὸν χερσαῖον ἐχῖνον ἐτήρησε διπλᾶς ἀναπνοὰς τῇ ἑαυτοῦ καταδύ‐
10σει μηχανησάμενον, καὶ μέλλοντος βορέου πνεῖν ἀποφράσ‐ σοντα τὴν ἀρκτῴαν, νότου δὲ πάλιν μεταβάλλοντος εἰς τὴν προσάρκτιον μεταβαίνοντα. Ἀλλὰ καὶ τὴν τῶν αἰσθητηρίων περιουσίαν μεγάλην πα‐ ρὰ τοῖς ζώοις ἴδοι τις ἄν. εἰ μὴ γὰρ τοῦτο ἦν, οὐκ ἂν
15ἀρνειὸς ἐν μυρίοις προβάτοις τῶν σηκῶν ἐξαλλόμενος τήν τε χροιὰν καὶ φωνὴν τὴν τῆς μητρὸς ἐπέγνω καὶ πρὸς ἐκείνην ἠπείγετο, καὶ ταῦτα πολλὰ παραδραμὼν οὔθατα βαρυνόμενα. ἔστι καὶ γὰρ παρ’ αὐτοῖς αἴσθησις τῆς ἡμετέρας καταλήψε‐ ως ὀξυτέρα, καθ’ ἣν ἑκάστῳ πάρεστι τοῦ οἰκείου διάγνωσις.
20οὔπω οἱ ὀδόντες τῷ σκύλακι, καὶ ὅμως διὰ τοῦ στόματος
ἀμύνεται τὸν λυπήσαντα. οὔπω τὰ κέρατα τῷ μόσχῳ, καὶ96

97

οἶδε ποῦ τὰ ὅπλα αὐτῷ ἐκφυήσεται. καλῶς οὖν ὁ Ἱπποκρά‐ της ἔλεγε „φύσεις ζώων ἀδίδακτοι.“ Τὸ δὲ τοῦ κυνὸς μνημονευτικὸν τίνα τῶν πρὸς τοὺς εὐερ‐ γέτας ἀχαρίστων οὐ καταισχύνει; ὅπου γε καὶ φονευθεῖσι
5δεσπόταις κατ’ ἐρημίαν πολλοὶ τῶν κυνῶν ἐπαποθανόντες μνημονεύονται. ἤδη δέ τινες ἐπὶ θερμῷ τῷ πάθει καὶ ὁδη‐ γοὶ τοῖς ἐκζητοῦσι τοὺς φονέας ἐγένοντο, καὶ ὑπὸ δίκην ἀχθῆναι τοὺς κακούργους ἐποίησαν. κύων γάρ τις ἐν παν‐ δοχείῳ τὸν φονέα ἰδὼν τοῦ κυρίου αὐτοῦ, κἀντεῦθεν ἀκρα‐
10τεῖ κατ’ αὐτοῦ χρησάμενος ὑλακῇ, οὐκ ἀγαθὴν ὑποψίαν ἔδω‐ κε τοῖς περὶ αὐτοῦ, ἐφ’ ᾧ καὶ εἰς κρίσιν αὐτὸν ἀχθέντα ὡς κακοῦργον ἐκόλασαν. Ἀλλ’ ὅρα σοφίαν θεοῦ, πῶς τοῖς σαρκοφάγοις ζώοις ὀξεῖς τοὺς ὀδόντας ἐνήρμοσε· τοιούτων γὰρ χρεία ἦν αὐτοῖς
15πρὸς τὸ τῆς τροφῆς εἶδος. ἃ δὲ ἐξ ἡμισείας ὥπλισται τοῖς ὀδοῦσι, πολλαῖς καὶ ποικίλαις ἀποθήκαις τῶν τροφῶν παρε‐ σκεύασε· διὰ γὰρ τὸ παρὰ τὴν πρώτην μὴ ἀρκούντως κα‐ ταλεπτύνεσθαι τὴν τροφήν, ἔδωκεν αὐτοῖς τὸ καταποθὲν πά‐ λιν ἀναπεμπάζεσθαι, ὥστε καταλεανθὲν τῷ μηρυκισμῷ προσ‐
20οικειοῦσθαι τῷ τρεφομένῳ. Ἀλλὰ καὶ τοῖς ὅπλοις αὐτοῖς τὰ ζῶα πρὸς ἄλληλα διενή‐
νοχε. κατὰ τὰ ἤθη γὰρ τῶν ψυχῶν, καθὰ καὶ ὁ Ἀριστοτέλης97

98

φησί, δίδωσιν ὁ θεὸς καὶ τὰς τοῦ σώματος διαπλάσεις τε καὶ ἐνεργείας. οἷον τί λέγω; τῷ λαγωῷ καὶ τῷ ἐλάφῳ δει‐ λοῖς οὖσι κατὰ ψυχὴν δρόμον ἔδωκεν, ἵνα τὰς τῶν κυνηγούν‐ των χεῖρας ἐκφεύγωσι. τῷ χοίρῳ θυμώδει καὶ πολεμιστῇ
5ὄντι τοὺς χαυλιόδοντας, τῷ ταύρῳ κέρας χαρίζεται, καὶ τῷ λέοντι ὀδόντας καὶ ὄνυχας. καὶ οὕτω μὲν τὰ πάντα προσφό‐ ρως καθώπλισε, τὸν δὲ ἄνθρωπον γυμνὸν εἰς τὸν βίον πα‐ ραγαγὼν τῇ περιουσίᾳ τοῦ λόγου παρεμυθήσατο· ἐν γὰρ τῷ λόγῳ τὸ πάντων ἄρχειν αὐτῷ πρόσεστι. διὰ λόγου τὰ
10πτηνὰ ἐξ ἀέρος κατάγει, τοὺς ἰχθύας ἐξ ὑδάτων ἀνέλκει. διὰ λόγου τὰ πάντα ποιεῖ ὅσα πρὸς σύστασιν τῆς ζωῆς αὐτοῦ, οἰκίας ἄμφια περιβολὴν ὅπλον, καὶ ὅσα τοιαῦτα. κατὰ τοῦ‐ το καὶ χεῖρας αὐτῷ δέδωκεν ὁ θεός, ὡς ἐντεῦθεν ἀκωλύτως τὸν προσόντα λόγον αὐτῷ πάντα πράττειν ὅσα καὶ βούλεται.
15ταύτῃ τοι καὶ ὁ μέγας Βασίλειος ἐν τῇ εἰς τὸν προφήτην Ἠσαΐαν ἑρμηνείᾳ περὶ τούτων οὕτω φησὶ „τοῖς μὲν ἀλόγοις εὔκολον δέδωκε τὴν πρὸς τὸ ζῆν ἀφορμήν, τροφὰς αὐτομά‐ τους καὶ σκέπην αὐτοφυᾶ, καὶ τὰ τῶν τριχῶν καὶ πτερῶν ἐνδύματα ἡ πάντα οἰκονομοῦσα δύναμις ἐχαρίσατο· τὸν δὲ
20ἄνθρωπον γυμνὸν παραγαγοῦσα λόγον ἔδωκεν ἀντὶ πάντων αὐτῷ, δι’ οὗ αἱ ποριστικαὶ συνεστήσαντο τέχναι, οἰκοδομη‐
τικὴ ὑφαντικὴ καὶ αἱ λοιπαί, τὸ τοῖς σώμασι δέον ἀναπλη‐98

99

ρούσης τῆς ψυχῆς τῇ περιουσίᾳ τοῦ λόγου.“ εἶχε μὲν οὖν συνυ‐ πογεννηθῆναι τῷ ἀνθρώπῳ τὰ πάντα μετὰ καὶ τοῦ λόγου αὐτοῦ κατὰ πλείονα φιλοτιμίαν. ἀλλ’ οὐμενοῦν ἡ τοῦ λόγου χάρις ἐντεῦθεν ἐδείκνυτο. ἀνάγκης γὰρ μὴ οὔσης τίνι ἂν ἡ αὐτοῦ
5ἐνέργεια διάδηλος γέγονε; κατὰ τοῦτο δὲ παρὰ τοῖς ἀλόγοις ζώοις καὶ αἰσθήσεις, ἅτε λόγου μὴ ὄντος, τετράνωνται· τὸ γὰρ ἐλλεῖπον τοῦ λόγου τῇ περιουσίᾳ τῶν αἰσθήσεων πανσό‐ φως ὁ τῶν ἁπάντων παρεμυθήσατο πρύτανις. Ἀλλ’ ὅρα κἀν τούτοις τὴν κηδεμονίαν τοῦ θεοῦ. μα‐
10κρὸς ὁ τράχηλος τῆς καμήλου τίνος ἕνεκεν; ἵνα τοῖς ποσὶν ἐξισάζηται, καὶ ἐφικνῆται τῆς βοτάνης ἐξ ἧς ἀποζῇ. ὅσα δὲ τῶν ζώων οὐκ ἀπὸ τῆς πόας τὴν ζωὴν ἔχει, οὐδὲ πρὸς γῆν κυπτάζειν καταναγκάζεται ἅτε δὴ σαρκοβόρα ὄντα, βραχὺν καὶ τοῖς ὤμοις ἐνδεδυκότα ἔσχε τὸν τράχηλον. διὰ τοῦτο καὶ
15ἡ προνομαία δεδώρηται τῷ ἐλέφαντι, τὴν βρῶσιν καὶ πόσιν ἀντὶ τοῦ τραχήλου κομίζουσα. ἐπεὶ δὲ εἰς ἔκπληξιν τῶν ὁρώντων τὸ σῶμα αὐτοῦ καὶ πάνυ μέγα ἐσκεύαστο, δι’ αὐτὸ τοῦτο καὶ ἀδιάρθρωτοι αὐτοῦ οἱ πόδες καθάπερ τινὲς κίονες τὸ βάρος ὑποστηρίζοντες· εἰ γὰρ χαῦνα αὐτῷ καὶ δίυγρα
20ὑπετέθη τὰ κῶλα, συνεχεῖς ἂν ἐγένοντο τῶν ἄρθρων αἱ ἐκ‐ τροπαί. ἀλλὰ καὶ τριακόσια ἔτη ἱστοροῦσί τινες βιοῦν τὸν
ἐλέφαντα. οὐ μᾶλλον δέ, φησίν, ἄγαμαι τὸν ἐλέφαντα τοῦ99

100

μεγέθους ἕνεκεν, καὶ τὸν μῦν, ὅτι φοβερός ἐστι τῷ ἐλέφαν‐ τι, ὥσπερ δὴ καὶ τὸ λεπτότατον ἄγαμαι τοῦ σκορπίου κέν‐ τρον πῶς ἐκοίλανεν ὥσπερ αὐλὸν ὁ τεχνίτης, ὥστε δι’ αὐ‐ τοῦ τὸν ἰὸν τοῖς τρωθεῖσιν ἐνίεσθαι. ἀλλὰ καὶ τὸν ἐλέφαν‐
5τα μὴ πρότερον πίνειν λέγουσιν, ἐὰν μὴ θολώσῃ τῇ προνο‐ μαίᾳ τὰ νάματα. τίνος ἕνεκεν; ὅτι μορμολύττεται σκιὰν ἐλέφας ἐν ὕδατι τὴν ἑαυτοῦ θεώμενος. διὸ καὶ τοὺς Ἰνδοὺς ἐπιτηρεῖν ἀσέληνον νύκτα φασίν, ὁπηνίκα διαπορθμεύουσι τουτὶ δι’ ὑδάτων τὸ ζῶον. καὶ τούτου χάριν ὑποθολοῦσι τῇ
10προνομαίᾳ τὰ νάματα πίνοντες. ἔτι καὶ τοῦτο πρόσεστι θαυ‐ μαστὸν τοῖς ἐλέφασι. τὸν γὰρ Ἰνδὸν ποταμὸν ἔστιν ὅτε δια‐ περαιούμενοι οὐχ ἁπλῶς καὶ ὡς ἔτυχε τὴν ἐκεῖσε ποιοῦνται διάβασιν, ἀλλ’ ὁ μικρότατος πάντων τῆς περαιώσεως πρῶτος ἀπάρχεται, μετὰ τοῦτον ὁ μείζων αὐτοῦ, ἔπειτα καὶ ὁ ἀμφο‐
15τέρων ἐπέκεινα. καὶ καθεξῆς ὡσαύτως τῇ τοιαύτῃ τάξει χρώμενοι τὸν ποταμὸν ἀκωλύτως διέρχονται. ἐὰν γὰρ οἱ μείζους τῆς πορείας ἀπήρχοντο, τάχα ἂν τῇ βαθύτητι τῶν ποδῶν βόθρους ἐπ’ αὐτῆς τῆς ἰλύος ἐργαζόμενοι προοδεύειν οὐκέτι συνεχώρουν τοὺς τὸ σῶμα σμικρότατον φέροντας, μᾶλ‐
20λον μὲν οὖν καὶ τῷ τοῦ ποταμοῦ τέλματι κατηνάγκαζον τοὺς τοιούτους ἀποπνίγεσθαι. τὸ δὲ τὸν ἐλέφαντα μὴ ἄλλως πως εἰς συνδυασμὸν ἔρχεσθαι, καθά φασιν οἱ περὶ τὰ τοιαῦτα
δεινοί, εἰ μὴ τοῦ μανδραγόρου γεύσαιντο (οὐδὲ γὰρ ἐπιθυ‐100

101

μία μίξεως πρότερον κεῖται, ἐφ’ ᾧ ἡ θήλεια λαβοῦσα μαν‐ δραγόραν καὶ φαγοῦσα δίδωσι καὶ τῷ ἄρρενι, καὶ οὕτω πρὸς μῖξιν ἔρχονται) φανερῶς εἰς τοὺς πρωτοπλάστους ἀνάγεται· κἀκεῖνοι γὰρ πρὸ μὲν τῆς τοῦ φυτοῦ γεύσεως ἰσάγγελον βίον
5εἶχον, μετὰ δὲ τὴν τοῦ ξύλου γεῦσιν καὶ τῆς παρακοῆς εἰσα‐ χθείσης ἔγνω Ἀδὰμ Εὔαν τὴν γυναῖκα αὐτοῦ, καὶ ἔτεκε τὸν Κάϊν. Περὶ δὲ τοῦ μυρμηκολέοντος τί χρὴ καὶ λέγειν; γέγρα‐ πται γὰρ ἐν τῷ Ἰὼβ „μυρμηκολέων ἀπώλετο διὰ τὸ μὴ ἔχειν
10βοράν.“ ὁ μυρμηκολέων ζῶόν τί ἐστιν ἐκ μύρμηκος μὲν καὶ λέοντος τικτόμενον, εὐθέως δὲ τελευτῶν διὰ τὸ μὴ εὑρίσκειν τροφὴν κατάλληλον· ὡς μὲν γὰρ λέων κρέατα ἐπιζητεῖ, ὡς δὲ μύρμηξ πάλιν σῖτον, καὶ διὰ τοῦτο εὐχερῶς ἀπόλλυται. ταῦτα δὲ πάντως εἰς αὐτὸν ἀνάγεται τὸν διάβολον, ὅστις
15ἀπὸ μικροῦ μὲν ἄρχεται, εἰς μεγάλα δὲ καταντᾷ. ἐφ’ ᾧ καί τις τῶν πατέρων ἔλεγε „τὰ μικρὰ τῶν ἁμαρτημάτων εὐ‐ τελίζειν οἶδεν ὁ διάβολος· ἄλλως γὰρ ἐπὶ μεῖζον κακὸν ἀγα‐ γεῖν σε οὐ δύναται.“ ὅθεν ἀπόλλυται καὶ οὗτος, καὶ οἷον εἰπεῖν θνήσκει κατὰ τὸν μυρμηκολέοντα, μὴ τροφὴν εὑρίσκων
20παρ’ ἡμῶν καὶ ἀνάπαυσιν. Ὁ μέντοι ἐλέφας πίπτων ἐγερθῆναι οὐ δύναται διὰ τὸ
μὴ ἔχειν ἁρμογὰς εἰς τοὺς πόδας αὐτοῦ. ἀλλὰ καὶ μονοτόκα101

102

ταῦτα δὴ τὰ σώματα τὰ μέγιστα φέροντα. ἔδει μὲν δι’ αὐτὸ τοῦτο πολύτοκα μᾶλλον εἶναι, ἐλέφαντα λέγω καὶ ἵππον καὶ κάμηλον· ἀλλὰ δαπανωμένης τῆς τροφῆς εἰς τὴν τοῦ σώματος αὔξησιν πλῆθος ἐμβρύων θρέψαι οὐ δύναται. καὶ περὶ μὲν
5τούτων οὕτως, τοὺς δὲ λαγωούς φασι τὰ μὲν τῶν ἐγγόνων ὠδῖναι, τὰ δὲ τετοκέναι, ἔνια δὲ ἡμιτελῆ φέρεσθαι τῇ γα‐ στρί. τὸ δὲ αἴτιον ὅτι γονιμωτάτη τῶν λαγωῶν ἡ φύσις κα‐ θέστηκεν· ὅρα γὰρ ὅτι λαγωοῦ πιτύα γυναικὶ ἐντεθειμένη ἄπαιδι ἐγκύμονα ταύτην θᾶττον ἐποίησε, καὶ παῖδα ὑπομά‐
10ζιον στείρᾳ χαρίζεται. ἡ τοίνυν σύλληψις οὐκ ἔστιν ἐν λα‐ γωοῖς ὡρισμένη, ἀλλ’ ἔτι κυοφορουμένων τῶν ἐγγόνων ἐπι‐ σύλληψις αὐτοῖς ἐγγίνεται. οὐκοῦν ἃ μὲν τέτοκεν ὁ λαγωὸς τῶν ἐγγόνων, ἃ δὲ ὠδίνει, ἃ δὲ ἡμιτελῆ ἐπιφέρει τῇ γα‐ στρί· ταῦτα γὰρ ἡ ἐπισύλληψις ἐξ ἀνάγκης ποιεῖ. κατὰ
15τοῦτο δὲ καὶ δασύπους ὁ λαγωός, καθά φησιν ὁ Ἀριστοτέ‐ λης, ὡς πλήρης περιττωμάτων ὤν· ἡ γὰρ δασύτης σημεῖον πλήθους περιττώματος. ὅθεν καὶ ἐπικυΐσκεται τοῦτο τὸ ζῶ‐ ον. διὸ καὶ τῶν ἀνθρώπων οἱ δασεῖς ἀφροδισιαστικοὶ καὶ πολύσπερμοι μᾶλλόν εἰσι τῶν λείων. καὶ οὗτοι μὲν οὕτως,
20ὁ δὲ Αἰλιανὸς παράδοξόν τι καὶ λίαν διέξεισι περὶ τοῦ λα‐
γωοῦ· τὸ γὰρ ἐκ τούτου γεννώμενον ἔμβρυον ἐντὸς ἐπιφέ‐102

103

ρει ἕτερον ἔμβρυον. ὡσαύτως λέγουσι τόν τε λαγωὸν καὶ τὴν ὕαιναν ἀρρενόθηλυν γίνεσθαι. ἀλλὰ καὶ δειλὸς ὁ λαγω‐ ός. τίνος ἕνεκεν; ὅτι μεγίστην ἔχει καρδίαν, ὥσπερ δὴ ἔλα‐ φος μῦς ὕαινα ὄνος πάρδαλις γαλῆ, καὶ ἁπλῶς πάνθ’ ὅσα
5φανερῶς εἰσι δειλὰ ἢ διὰ φόβον κακοῦργα. μεγίστων γὰρ ἐν αὐτοῖς τῶν καρδιῶν οὐσῶν διαχέεται τὸ πῦρ καὶ οὐ συν‐ ῆκται· ἐφ’ ᾧ καὶ τυγχάνει δειλά. τὰ μέντοι μικρὰν ἔχον‐ τα τὴν καρδίαν συνηγμένον ἐξ ἀνάγκης τὸ ἔμφυτον ἔχοντα πῦρ· ἐφ’ ᾧ καὶ πρὸς μάχην ὑπάρχει τὰ τοιαῦτα ὀξύρ‐
10ροπα. Γίνωσκε δὲ καὶ τοῦτο, ὅτι διετὴς ὁ τῶν ἐλεφάντων τό‐ κος. τίνος ἕνεκεν; ὅτι τὰ μείζονα κυήματα πλείονος χρόνου δεῖται πρὸς τελείωσιν· τὰ μὲν γὰρ δεκάμηνα, τὰ δὲ ἐνιαύ‐ σια, καθάπερ ἐπὶ ἵππου. κατὰ τοῦτο τοίνυν πολυχρό‐
15νιός ἐστι καὶ ὁ τῶν ἐλεφάντων τόκος. διετὴς γὰρ ἡ κύη‐ σις αὐτῶν διὰ τὴν ὑπερβολὴν τοῦ μεγέθους, ὡς Ἀριστοτέ‐ λης φησίν. Ἡ ἔλαφος ἀποβαλοῦσα τὰ κέρατα κρύπτεται, αἰδουμένη ὥσπερ διὰ τὴν ἐκείνων γύμνωσιν. ἐπὰν δὲ ταῦτα εἰς αὔξη‐
20σιν ἔλθῃ, παρρησιάζεται πάλιν καθὰ καὶ πρότερον. οὕτω καὶ ὁ δίκαιος ἐκτραπεὶς ὁπωσδήποτε τοῦ καθήκοντος καὶ τῶν
ἀρετῶν γυμνωθεὶς κρύπτεται ἀπὸ θεοῦ, καθάπερ ποτὲ Ἀδὰμ103

104

ἐν τῷ παραδείσῳ πέπονθεν, ἡνίκα γυμνὸν ἑαυτὸν ἑώρα διὰ τὴν παράβασιν. ἐπὰν δὲ ἀγωνισάμενος διορθώσηται καὶ τὰς ἀρετὰς ἐπαυξηθείσας θεάσηται, τότε δὴ πρὸς θεὸν ἐπανάγε‐ ται καὶ παρρησίας τῆς πρὶν μέτοχος δείκνυται. καὶ τοῦτο
5δηλῶν ὁ Δαβὶδ ἔλεγε „τότε οὐ μὴ αἰσχυνθῶ ἐν τῷ με ἐπι‐ βλέπειν ἐπὶ πάσας τὰς ἐντολάς σου.“ καὶ οὗτοι μὲν οὕτως, ἕτεροι δέ φασιν ὡς οὐ τὴν ἀποβολὴν αὶ ἔλαφοι τῶν κεράτων αἰσχυνόμεναι τὰς συνήθεις δραπετεύουσι διατριβάς, ἀλλ’ ἑαυτῶν μάλιστα προνοούμεναι. ἔστι γὰρ αἴσθησις καὶ ἐν τοῖς
10ἀλόγοις ζώοις, καθ’ ἣν τῆς οἰκείας σωτηρίας ἀπειλήφασι τὴν διάγνωσιν. οἶδεν ἡ σηπία τῆς ἀχλύος τὸ σόφισμα, καί που θηραταῖς ἀορασίαν ἄγρας πολλάκις ἐνέθηκεν. οἶδε τὰ γαμ‐ ψώνυχα τὴν διὰ τῶν ὀνύχων ἀκήν. οἶδεν ὁ λαγωὸς διὰ τοῦ δρόμου καὶ τῆς τῶν ποδῶν ὀξύτητος κυνηγετῶν ἐπιβουλὰς
15ἀποπέμπεσθαι. οἶδεν ἡ ἔλαφος ἀποκειραμένη τὰ κέρατα ἀσθενεστέραν τὴν φύσιν ἀμύνεσθαι τοὺς λυπήσοντας· οὐκοῦν ἀποκρύπτεται οἷά τις τῶν στρατιωτῶν ἄνοπλος δεδιὼς παρα‐ τάττεσθαι. μόνη δὲ ἡ ἔλαφος ἀποβάλλεται τὰ κέρατα χάριν ὠφελείας, ὡς Ἀριστοτέλης φησί· βάρος γὰρ ἐξ ἀνάγκης
20κουφίζεται, διότι καὶ ναστὰ ταῦτα δι’ ὅλου τυγχάνει. τῶν δ’ ἄλλων τὰ κέρατα μέχρι τινὸς κοῖλα, τὰ δ’ ἄκρα στερεὰ
διὰ τὸ ταῖς πληγαῖς χρησιμεύειν.104

105

Γίνωσκε δὲ τοῦτο, ὅτι γεννήτορες τοῦ ἀρώματος μόσχου οἱ ἐν Ἰνδίᾳ νεμόμενοι ἔλαφοι. οὐδὲν γὰρ ἕτερόν ἐστι τὸ πολυθρύλλητον τοῦτο ἄρωμα ἢ αἷμα ἐλάφου ἐσπαργανωμένον ἐν τῷ ὀμφαλῷ· περὶ μέντοι τὰ τέλη τοῦ ἔαρος ῥίπτεται ὥσ‐
5περ τι περίττωμα. εὐῶδες οὐδέν τι μέρος αὐτοῦ συλλεγόμε‐ νον· ἀλλ’ ἐπειδὰν χρόνῳ ταμιευθῇ καὶ εἰς ἑτέραν ἤπειρον μετακομισθῇ, τηνικαῦτα τὸ εὐῶδες πνεῦμα ἀφίησι. λέγεται δὲ ὅτι ἡ ἔλαφος θελγομένη ἤχῳ αὐλῶν καὶ κροτάλοις τὸν ἐγ‐ γὺς τοξότην οὐχ ὁρᾷ καὶ τοξεύεται. οὕτω καὶ ἡμεῖς ὑπὸ
10τῶν τοῦ κόσμου τερπνῶν καταυλούμενοι οὐδαμοῦ συνορῶμεν τὸν καθ’ ἡμᾶς ἀοράτοις βέλεσι χρώμενον. ἀλλὰ καὶ συνε‐ χῶς ἐπὶ δρόμῳ τὴν ἔλαφον τὰ τέκνα γυμνάζειν αὐτῆς λέγου‐ σι. τοῦτο δὲ ᾠκονόμησε πάντως ὁ θεὸς τοὺς νωθροτέρους ἐντρέπειν γονεῖς.
15 Ἀλλ’ ὅρα κἀνταῦθα κηδεμονίαν θεοῦ. ἐπειδὴ γὰρ τουτὶ τὸ ζῶον, ἡ ἔλαφος δηλονότι, δειλόν ἐστι καὶ διὰ τοῦτο φυγαῖς ἀεί ποτε κέχρηται, προκατεσκεύασεν αὐτὴν ὁ θεὸς ὥστε παρακα‐ τέχειν ἀσφαλῶς ἐν τῇ μήτρᾳ τὰ ἔγγονα αὐτῆς. καὶ δῆλον ἐν τοῖς τῶν περιεχομένων τῷ Ἰὼβ τῷ μακαρίῳ ἐκείνῳ ἀνδρί.
20τηνικαῦτα κριθῆναι μετὰ θεοῦ ἐζήτει, καὶ τάδε πρὸς τοῖς
ἄλλοις ἔλεγεν ὁ θεὸς „ἐφύλαξας ὠδῖνας ἐλάφων, ἠρίθμη‐105

106

σας δὲ μῆνας αὐτῶν πλήρεις τοκετοῦ;“ θαῦμα καὶ γὰρ πῶς ἡ ἔλαφος φεύγουσα καὶ ἐπὶ τοσοῦτον πηδῶσα οὐκ ἀμ‐ βλώσκει. Πρός γε τοῖς εἰρημένοις καὶ τοῦτο περὶ ἐλάφου λέγου‐
5σιν, ὅτι τῶν ῥινῶν πνεύματι ἀναφέρει τοὺς ὄφεις ἀπὸ τοῦ φωλεοῦ καὶ κατεσθίει, τῷ φόβῳ δὲ τοῦ ἰοῦ καρκίνους ἐσθίει καὶ οὐ βλάπτεται. Ὁ δέ γε κάστωρ ὅταν ὑπὸ κυνηγετῶν διώκηται διὰ τὰ γεννητικὰ αὐτοῦ μόρια, καὶ γνῷ ὅτι καταλαμβάνεται, κόπτει
10ταῦτα καὶ ῥίπτει τῷ κυνηγῷ. εἰ δὲ καὶ μετὰ ταῦτα παρ’ ἑτέρου διώκεται κυνηγοῦ, ῥίπτει ἑαυτὸν ὕπτιον· καὶ νοή‐ σας ἐντεῦθεν ὁ κυνηγὸς ὅτι ἀναγκαῖα οὐκ ἔχει, ἀναχωρεῖ ἀπ’ αὐτοῦ. Ἔτι δὲ καὶ τοῦτο ζητεῖς, ἀγαπητέ, τίνος ἕνεκεν ἐπὶ τῶν
15τετραπόδων καὶ τῶν λοιπῶν ζώων ἁπλῶς τὰ ἔγγονα τοῖς γο‐ νεῦσιν ὁμοιότητα φέρουσιν, ἐπὶ δὲ τῶν ἀνθρώπων οὐ τοσοῦ‐ τον; διότι ὁ μὲν ἄνθρωπος πολλαχῶς διατίθεται τὴν ψυχὴν ἐν αὐτῷ τῷ τῆς συναφείας καιρῷ· καθὼς οὖν ὅ τε πατὴρ καὶ ἡ μήτηρ διατεθῶσιν, οὕτω ποικίλλεται καὶ τὰ τικτόμενα.
20τὰ δὲ λοιπὰ ζῶα καθότι οὐδὲν ἕτερον διανοοῦνται κατά γε τὸν τῆς συναφείας καιρόν, κατὰ τοῦτο καὶ τὰ ἔγγονα παντάπασιν
ὅμοια τίκτουσιν. μὴ θαύμαζε δὲ εἴγε παρὰ τοῖς ἀνθρώποις αὐ‐106

107

τοῖς ὁμοιώσεις τε καὶ ἀνομοιώσεις πρὸς τοὺς γεννήτορας τὰ τικτόμενα φέρουσιν. οἷον μὲν γὰρ τῶν σπερμάτων ἐν τῇ ἀνα‐ φύρσει καὶ ἀναμίξει ἐπικρατέστερον γένηται, πρὸς ἐκεῖνο καὶ τὸ τοῦ πλαττομένου εἶδος φέρει τὴν ὁμοιότητα. εἰ δὲ τὰ σπέρ‐
5ματα συγκραθέντα ἐπ’ ἴσης ἔχει πρὸς ἄλληλα, τότε τὸ γε‐ νόμενον ἴσην ἔχει πρός τε τὸ θῆλυ καὶ τὸ ἄρρεν τὴν ὁμοιό‐ τητα, τουτέστι πατρομητρόμοια τὰ γεννώμενα τίκτεται. πολ‐ λάκις δὲ καὶ τῆς γυναικὸς φαντασίαν ἐν ταῖς ὁμιλίαις λαβού‐ σης τοῦδε ἢ τῆσδε πρὸς τὸ φαντασθὲν ἀπεικάζεται τὸ γινό‐
10μενον. ὃ δὴ καὶ ἄρρητόν τινα καὶ θαυμαστὸν ἔχει τὸν λόγον. καὶ ἄκουε τί φησι Διοσκουρίδης περί τινος Στρατονίκου τῆς Σι‐ κελίας ἀρχηγοῦ χρηματίσαντος. ἐκεῖνος γὰρ καὶ ἡ αὐτοῦ σύζυ‐ γος δυσειδεῖς μὲν ὄντες, ἐφιέμενοι δὲ παιδίων εὐειδῶν χρηματί‐ σαι γεννήτορες, τοιοῦτόν τι ἐμηχανῶντο· ἑώρων τὰ εἴδωλα, ἤγουν
15αὐτὰ τὰ ἀγάλματα, καὶ οὕτω μιγνυμένων αὐτῶν πρὸς τὴν τῶν ἀγαλμάτων ὁμοίωσιν τὸ βρέφος αὐτοῖς διεπλάττετο. τοῦ‐ το δὲ καὶ ἐπὶ κυνῶν ἔστιν ἰδεῖν· τῆς γὰρ ὀχείας αὐτοῖς γι‐ νομένης πρὸς ὃ τοὺς ὦπας ἀπερείσει τὸ θῆλυ, πρὸς ἐκεῖνο καὶ ἡ ὁμοίωσις γίνεται. ἀλλὰ γὰρ τὸν σοφώτατον Γαληνὸν
20εὑρίσκομεν τῷ κεφαλαίῳ τῷδε συνομολογοῦντα, καὶ οὕτω κα‐ τὰ ῥῆμα λέγοντα „ἐμοὶ δὲ καὶ λόγος τις ἀρχαῖος ἐμήνυσεν
ὅτι τῶν ἀμόρφων τις δυναστῶν εὔμορφον γεννῆσαι θέλων107

108

παιδίον ἐποίησε γράψαι ἐν πλατεῖ ξύλῳ εὐειδὲς ἄλλο παιδίον, καὶ ἔλεγε τῇ γυναικὶ αὑτοῦ συμπλεκόμενος πρὸς ἐκεῖνον τὸν τύπον τῆς γραφῆς ὁρᾶν. ἡ δὲ ἀτενὲς βλέπουσα, καὶ ὡς ἔστιν εἰπεῖν ὅλον τὸν νοῦν ἐκεῖσε προσεπιφέρουσα, οὐχὶ τῷ
5γεννήσαντι ἀλλὰ τῷ γεγραμμένῳ ὅμοιον ἀπέτεκε τὸ παιδίον κατὰ τὴν ὄψιν.“ Εἰ δὲ καὶ περὶ φύσεως ὄφεων βούλει μαθεῖν τινων, ὁ Νίκανδρος πρὸ τῶν ἄλλων διδάξει σε. αὐτίκα γὰρ ἐν τοῖς ἔπεσιν αὐτοῦ καὶ τάδε περὶ τῶν ἐχιδνῶν ἱστορεῖ. ἡ θήλεια
10ἔχις διὰ τοῦ στόματος αὑτῆς δεχομένη τὴν κεφαλὴν τοῦ ἄρ‐ ρενος καὶ οὕτω συνευναζομένη ἀναιρεῖ αὐτόν. εἰς ἐκδίκησιν οὖν, ὡς ἔοικε, τοῦ πατρὸς ἀναιροῦσι τὴν μητέρα τὰ ἔγγονα· ἐν γὰρ τῷ τοῦ τοκετοῦ καιρῷ τὴν μητρῴαν διαρρήσσουσι νη‐ δὺν καὶ οὕτως ἐξέρχονται. κατὰ τοῦτο καὶ ὁ τοῦ κυρίου πρό‐
15δρομος γεννήματα ἐχιδνῶν τοὺς Ἰουδαίους ἐκάλει, ἅτε δὴ τοὺς προφήτας καὶ πατέρας· αὐτῶν ἀποκτείναντας. εἰ δὲ περὶ τοὺς ὄφεις οὕτως ἔχει, πῶς νοητέον τὸ εὐαγγελικὸν ῥητὸν τὸ λέγον „γίνεσθε φρόνιμοι ὡς οἱ ὄφεις, καὶ ἀκέραιοι ὡς αἱ περιστεραί;“ πονηρὸς μὲν οὖν ὁ ὄφις καὶ κάκιστος ἀληθῶς,
20ἀλλὰ καί τινα κέκτηται εἰς ἃ βλέπειν ἐγκελευόμεθα καὶ ταῦ‐ τα μιμεῖσθαι, ἐπεὶ καὶ ἡ μέλιττα θανατηφόρῳ ἐφιζάνου‐ σα, ὃ μὲν χρήσιμον ἐκεῖθεν ἐκλέγεται, ὃ δὲ χείριστον ἐκεῖ‐
σε ἀφίησι. πρόσεχε οὖν. ὁ ὄφις τυπτόμενος τὸ μὲν ἅπαν108

109

αὑτοῦ σῶμα προδίδωσι, τὴν δὲ κεφαλὴν αὑτοῦ κρύπτει, ἐπει‐ δὴ τὴν ἑαυτοῦ ζωὴν εἰδὼς ἑαυτῷ περιέχεσθαι. οὕτω καὶ ἡμεῖς ἐν καιρῷ διωγμοῦ ὀφείλομεν ποιεῖν, πάντα μὲν προ‐ ϊέναι, τὴν κεφαλὴν δὲ φυλάσσειν, ἥτις ἐστὶν ὁ Χριστὸς καὶ
5ἡ πίστις ἡμῶν. ὄφις γηράσας ὡς τὰ πολλὰ καὶ ἀμβλυωπίαν νοσήσας πρῶτον μὲν ἐγκρατεύεται καὶ νῆστις διαμένει, εἶθ’ οὕτως διὰ στενωποῦ τινὸς καταδυόμενος καὶ δέρμα παραδό‐ ξως ἅπαν ἀπεκδυόμενος νέος αὖθις γίνεται. οὕτω καὶ ἡμεῖς τῇ ἁμαρτίᾳ καταγηράσαντες διὰ τῆς στενῆς καὶ τεθλιμμένης
10ὁδοῦ βαδίζειν, καὶ οὕτως ἀνανεούμενοι εἰς τὴν ἀρχαίαν πά‐ λιν ἀποκατάστασιν ἔρχεσθαι. ὄφις διψήσας ποτὲ καὶ ἐν φρέατι μέλλων ὕδατος ἅψασθαι πρῶτα μὲν ἐξεμεῖ τὸν ἰόν, εἶθ’ οὕτως τῇ πηγῇ προσέρχεται. οὕτω καὶ ἡμεῖς τῷ θείῳ μέλλοντες προσελθεῖν ποτηρίῳ, ἅτε δὴ τὴν ἐκκαίουσαν ἡμᾶς
15ἁμαρτίαν ἰάσασθαι, πᾶσαν κακίαν πρότερον ἀπορρίπτειν ὀφείλομεν, καὶ οὕτω τοῖς μυστηρίοις προσέρχεσθαι. καλῶς οὖν ἐπὶ τούτοις ὁ κύριος ἔλεγε „γίνεσθε φρόνιμοι ὡς οἱ ὄφεις.“ καὶ περὶ μὲν τούτων οὕτως. Γίνωσκε δέ, ἀγαπητέ, ὅτι διάφορά εἰσι καὶ ποικίλα γέ‐
20νη τῶν ὄφεων. οἱ μὲν γὰρ αὐτῶν θᾶττον ἀναιροῦσιν οἱ δὲ βραδύ, καὶ ἄλλοι μὲν δήγμασι τὸν ὄλεθρον φέρουσιν ἕτεροι
δὲ καθ’ ἕτερον τρόπον. αὐτίκα ὁ ὄφις καλούμενος βασιλί‐109

110

σκος, οὗ καὶ ὁ σοφὸς μέμνηται Γαληνὸς περὶ θηριακῆς πρὸς Πίσωνα τὸν λόγον ποιούμενος, καὶ ἀπὸ μόνης ὄψεως ἀναιρεῖ τοὺς ἑωρακότας αὐτόν. ἔνθεν τοι τὸν βάσκανον ὀφθαλμὸν τοῦ τοιούτου ὄφεως διενηνοχέναι φησὶν ἡ γραφή· καθάπερ
5γὰρ ἀπὸ τοῦδε τοῦ θηρὸς ὀλέθριόν τι ῥεῦμα ἐκφέρεται πα‐ ραχρῆμα διαφθείρειν δυνάμενον, οὕτω καὶ ἐξ αὐτῶν τῶν τοῦ βασκάνου ὀφθαλμῶν. καὶ τὸ δὴ θαυμαστόν, ὅτι καὶ αὐτοῖς ἐνίοτε τοῖς οἰκείοις καὶ συνήθεσι τὸν ὄλεθρον φέρουσι. καὶ καινὸν ἐπὶ τούτοις οὐδέν· ὃ γὰρ πεφύκασιν, οὐχ ὃ βού‐
10λονται ποιοῦσι. καὶ μὴ θαύμαζε τούτου ἕνεκεν· εἰ γὰρ ἑαυτῷ, καθά φησι Πλούταρχος, ὁ Εὐτελίδας ἐβάσκηνε τὴν ὄψιν αὑτοῦ κατιδὼν ἐν ὕδατι καὶ τῆς ὥρας ἐκπλαγείς, πολ‐ λῷ μᾶλλον ἑτέροις ἐπάξει τὸν ὄλεθρον ὁ βάσκανος ὀφθαλμός, βέλος ὥσπερ ἰῶδες τοῖς ὁρωμένοις τούτῳ ἐνιείς. καὶ ταῦτα
15μὲν ἡ πεῖρα καὶ ὁ χρόνος ἀνέκαθεν ἔδειξεν· οἱ γὰρ ὀφθαλ‐ μοὶ καὶ δρῶσι καὶ πάσχουσι, ποτὲ μὲν πέμποντες ποτὲ δὲ δεχόμενοι, ὡς ἐπὶ τῶν ἐρωμένων ἔστιν ἰδεῖν. ὁ δὲ μέγας Βασίλειος ἐν οἷς ἐπεξηγεῖται τὴν τοῦ τριακοστοῦ τρίτου ψαλ‐ μοῦ ἐπιγραφήν, καὶ τάδε φησίν „ἀλλ’ ἐγὼ τοῦτο μέντοι, τὸ
20βέλος ἰῶδες ἐκπέμπειν τοὺς ὀφθαλμούς, ἀποπέμπομαι ὡς δημῶδες καὶ τῇ γυναικωνίτιδι παρεισαχθὲν ὑπὸ γραΐδων·
ἐκεῖνο δέ φημι, ὅτι οἱ μισόκαλοι δαίμονες, ἐπειδὰν οἰκείας110

111

ἑαυτοῖς εὕρωσι προαιρέσεις, παντοίως, ὥστε καὶ τοῖς ὀφθαλ‐ μοῖς τῶν βασκάνων.“ Διαληφθεὶς οὖν ὁ ὄφις, τουτέστιν ὁ βασιλίσκος, οὐ μόνον τῷ βλέμματι τοὺς ἐνορῶντας αὐτὸν καταβλάπτει, ἀλ‐
5λὰ καὶ συριγμῷ τοὺς ἀκούοντας. ὑπόξανθος δὲ ὁ τοιοῦτος ὄφις ἐστίν, ὥσπερ φησὶ Γαληνός, ἔχων ἐν τῇ κεφαλῇ ἐπα‐ ναστήματα τρία. σὺν τῷ τοιούτῳ δὲ καὶ ἑτέρων ὄφεων μέ‐ μνηται λέγων „ἡ δρύϊνος ὄφις πάνυ κακίστη, ἡ καὶ ἐν δρυ‐ σὶ τὸν βίον ποιουμένη. ταύτης εἴ ποτέ τι καὶ ἐπιβαίη, τοὺς
10πόδας εὐθὺς ἐκδέρεται καὶ ὀγκοῦται. ἀλλὰ καὶ ὁ θεραπεῦ‐ σαι τούτους θελήσας ὁμοίως πάσχει τὰς χεῖρας. ὁ δέ γε αἱμόρρους καὶ ἡ αἱμορροῒς τοῖς ἑαυτῶν ὀνόμασιν ὁμοίαν ποι‐ οῦνται τὴν τῶν ἀνθρώπων διαφθοράν· αἱμορροοῦντες γὰρ διά τε μυκτήρων καὶ στόματος καὶ παντὸς ἁπλῶς τοῦ σώ‐
15ματος οὕτως ἀπόλλυνται, ὥσπερ καὶ ὑπὸ τῆς διψάδος δη‐ χθέντες ὑπὸ τοῦ καύσου διαφθειρόμενοι κακῶς· καὶ γὰρ οὗτοι διψῶντες πάνυ καὶ διακαιόμενοι, ἔτι καὶ διαρρηγνύμε‐ νοι, τελευτῶσιν. ὁ δὲ ἀκοντίας ἐκτείνας ἑαυτὸν πάνυ, καὶ ὥσπερ τι ἀκόντιον ἐφαλλόμενος τοῖς σώμασιν, οὕτως ἀναι‐
20ρεῖ. καὶ τῶν ἀσπίδων ἡ λεγομένη πτυὰς ἀναστείλασα τὸν τρά‐ χηλον καὶ συμμετρησαμένη τοῦ διαστήματος τὸ μῆκος, ὥσπερ
καὶ τότε λογικὸν γενόμενον τὸ θηρίον, εὐστόχως ἐμπτύει τοῖς111

112

σώμασιν ἰόν. τριπλοῦν δὲ λέγουσιν εἶναι τὸ εἶδος τῶν ἀσπί‐ δων, ἡ λεγομένη τε χερσαία, ἡ χελιδοναία, καὶ αὕτη ἡ πτυάς. τούτων ἑνὶ τῶν τριῶν τὴν βασιλίδα Κλεοπάτραν ἀναι‐ ρεθῆναί φασι, λαθεῖν βουληθεῖσαν τοὺς φυλάσσοντας, ταχέ‐
5ως τε καὶ ἀνυπόπτως ἀποθανεῖν. ὁ γὰρ Αὔγουστος Καῖσαρ νενίκηκε ταύτην, καὶ βουληθεὶς Ἀντωνίῳ παραδοῦναι αὐτῇ, πρὸς δὲ καὶ θριαμβευθῆναι, οὐ καλὸν αὐτῇ προυξένησε μό‐ ρον. συνεῖσα γὰρ ἐκείνη τὸ δρᾶμα, κἀντεῦθεν ἐξ ἀνθρώπων γενέσθαι δίκαιον κρίνασα, διά τινων δύο γυναικῶν αὐτῆς,
10Ναείρας καὶ Χαρμιόνης, τὸν ἑαυτῆς θάνατον μελετᾷ. διὰ γοῦν καλαθίσκου τινὸς σῦκα καὶ σταφυλὰς ἔχοντος, χάριν τοῦ λαθεῖν τοὺς αὐτὴν φυλάσσοντας, εἰσάγεται τὸ θηρίον· καὶ πρῶτα μὲν αὐτὸ ταῖς γυναιξὶ δοκιμάζει, εἶτα γνοῦσα ὡς ὀξὺ τὸ θηρίον εἰς ἀναίρεσιν, θέλουσα δὲ καὶ εὐγενῶς
15ἀποθανεῖν, τὴν βασιλικὴν ἐνδύεται στολήν, καὶ οὕτως τὸ θηρίον προσβαλοῦσα τῷ ἀριστερῷ μαζῷ (ᾔδει γὰρ ἐκεῖσε νεύ‐ ειν τὴν καρδίαν) βασιλικῶς ἀποθνήσκει· καὶ γὰρ λέγουσιν αὐτῆς εὑρεθῆναι τὴν δεξιὰν χεῖρα ἐπικειμένην τῇ κεφαλῇ καὶ τὸ διάδημα κρατοῦσαν, ἵνα μέχρι τότε τοῖς ὁρῶσι βασιλὶς
20οὖσα βλέπηται. τούτων μέντοι τῶν θηρίων ἐμνημόνευσεν ὁ Γαληνός, τὴν ἐξ ὅλου τοῦ σώματος αὐτῶν διδάσκων διαφθο‐
ράν, καὶ ὡς οὐ χρὴ τῷ φαρμάκῳ, τῇ θηριακῇ δηλονότι,112

113

τοιαῦτα παραμίγνυσθαι. ἐφ’ ᾧ τὰς ἐχίδνας παραλαμβάνομεν, σὺν τῷ οὐραίῳ τὰς κεφαλὰς ἀποτέμνοντες, ἐν οἷς ὁ κακίων χυμός, τουτέστιν αὐτὸς ὁ ἰός. τὰς μέσας οὖν σάρκας ἐκβάλ‐ λοντες ἰσχυρότερον ποιοῦμεν τὸ φάρμακον.
5 Εἰ δὲ καὶ ὅθεν ἐπενοήθη τῶν ἐχιδναίων σαρκῶν ἡ ἐπί‐ μιξις ἐθέλεις μαθεῖν, ὁ παρὰ πᾶσι σχεδὸν φερόμενος λόγος καὶ τοῦτο ἤδη διδάξει σέ. λέγεται γὰρ ὅτι κατὰ τὴν πρε‐ σβυτέραν Ῥώμην ὥρᾳ θέρους ἄνδρες τινὲς στάχυας ἔτιλλον. καὶ τοῦτο ποιοῦντες δίψει γίνονται κάτοχοι. ταύτῃ τοι καὶ
10πρὸς ἀγγεῖον ἔτρεχον οἴνου μεστόν, ἐλπίζοντες ἐκεῖθεν ἀπαλ‐ λαγὴν τῆς δίψης εὑρεῖν. ἀλλ’ ἐσφάλησαν τοῦ σκοποῦ· ἔχις γὰρ ἐκεῖθεν αἰφνηδὸν ἐκπηδήσασα τῆς ὁρμῆς αὐτοὺς ἀνεχαί‐ τισε. τί τὸ ἐπὶ τούτοις; λαμβάνουσι τὸν οἶνον καὶ ἀνθρώπῳ τινὶ λελωβημένῳ διδόασιν, ὡς ἐντεῦθεν αὐτὸν θᾶττον ἐκστῆ‐
15ναι τῶν ὧδε καὶ μὴ τὸ ζῆν οὕτως ἔχειν ἐπώδυνον. δέχεται τὸν οἶνον ἐκεῖνος, μεθ’ ἡδονῆς ἐκροφᾷ, καὶ παραχρῆμα τῆς νόσου λύτρωσιν εὕρατο. ἔκτοτε οὖν αἱ τῆς ἐχίδνης σάρκες ἐμβάλλονται τῷ φαρμάκῳ. ἀλλὰ καὶ θηριακὴν τὸ τοιοῦτον διὰ τὰς τῶν θηρίων σάρκας ἐπονομάζουσι, καὶ ὅτι τοῖς ἀπὸ
20τῶν ὄφεων δήγμασι καὶ μάλα τὸ τοιοῦτον ἁρμόττει. τῆς δὲ τοιαύτης ἐπινοήσεως Ἀνδρόμαχός τις γέγονεν αἴτιος, καθά
φησι Γαληνός, συνακμάσας τῷ Νέρωνι.113

114

Πρὸς δέ γε τοῖς εἰρημένοις, ἑλιττομένους ἀλλήλοις γίνω‐ σκε τοὺς ὄφεις ὀχεύεσθαι, καθὰ δὴ καὶ τοὺς ἐχίνους ὀρθίους ἱσταμένους διὰ τὴν ἄκανθαν. εἰ δὲ καὶ τὴν αἰτίαν βούλει μα‐ θειν δι’ ἣν οἱ ὄφεις χειμῶνος μὲν τῇ γῇ καταδύονται, θέρους
5δὲ τοὺς ἄνω τόπους ἐπιζητοῦσι, σαφὴς ὅτι καὶ αὕτη ἐστί. ψυχρὸς ὁ ὄφις ἐστὶ καὶ ξηρὸς καὶ νευρώδης καὶ ὀλιγόαιμος, ἐφ’ ᾧ καὶ τοὺς θερμοὺς ἀεὶ τόπους ἐξ ἀνάγκης ἐπιζητεῖ· καὶ ἐπειδὴ χειμῶνος μὲν ἡ θερμότης κάτω χωρεῖν εἴωθε, θέρους δὲ ἄνωθεν ἐπιπολάζει, διὰ τοῦτο καὶ τὰς ἑαυτοῦ νομὰς πρός
10γε τὴν τοῦ ἀέρος κατάστασιν ὑπαλλάττει ὁ ὄφις. ὅρα γὰρ ὅτι καὶ τὰ φρεατιαῖα ὕδατα θέρους μὲν τυγχάνει ψυχρά, χει‐ μῶνος δὲ θερμά. τηνικαῦτα καὶ γὰρ τῆς ψυχρότητος ἄνω‐ θεν ἐπιπολαζούσης εἰς τὸ βάθος ἡ θερμότης χωρεῖ, ὅθεν καὶ θερμὰ τυγχάνει κατά γε τὸν χειμῶνα τὰ ὕδατα. τήν τε γὰρ
15ψυχρότητα καὶ θερμότητα κατά γε τὸν αὐτὸν τόπον καὶ χρό‐ νον ἅμα μένειν ἡ φύσις οὐκ ἐνομοθέτησεν. Ἀλλὰ καὶ τοῦτο πρὸς τοῖς ἄλλοις εἰδέναι σε βούλομαι. τοὺς μεγίστους ὄφεις δράκοντας εἴωθε καλεῖν ἡ γραφή, καὶ μᾶλλον ἡνίκα περὶ τῆς ῥάβδου λέγει τοῦ Μωσέως, μετα‐
20βληθῆναι μὲν εἰς ὄφιν τὸ πρότερον, εἶθ’ οὕτως εἰς δράκον‐ τα, κἀντεῦθεν τὰς ῥάβδους τῶν ἐπαοιδῶν τοῦ Φαραὼ κατα‐
πιεῖν, καὶ αὐτὰς δῆθεν εἰς ὄφεις μεταβληθείσας. ἀλλὰ καὶ114

115

ὁ προφήτης Δαυὶδ τὸ κηταῖον ὑπεμφαίνων γένος οὕτω φησὶ „δράκων οὗτος ὃν ἔπλασας ἐμπαίζειν αὐτῇ.“ τοιοῦτον δὲ γέ‐ νος ὁποῖον ἄρα φημίζουσιν οἱ πολλοί, μέχρι καὶ τήμερον γε‐ γραμμένον οὐχ εὕρομεν· οὐ γὰρ ἐπὶ τούτῳ τὸ ἀστραπαῖον
5ἄνωθεν καταρρήγνυται πῦρ, ἐπὶ τῷ τοὺς τοιούτους δράκον‐ τας ἐμπιπρᾶν. τὸ μὲν οὖν δρακόντειον γένος ξηρόν τε τὴν φύσιν ἐστὶ καὶ [τὴν φύσιν] διάπυρον· πῦρ γὰρ καὶ οἱ ὀφθαλμοὶ αὐτῶν ἀποβλέπουσι. καὶ ὃν δὲ ἐξεμοῦσιν ἰόν, κα‐ πνώδης ἐστί, καὶ διαιρεῖ τὰ σώματα ψαύσας αὐτῶν. ἔνθεν
10τοι καὶ εὔπρηστος ἐστὶν ὁ δράκων, δι’ ἣν ἔχει ξηρότητα, καὶ πρὸς κατάφλεξιν ἐπιτήδειος. πεφόβηται οὖν διὰ ταῦτα τὸν κεραυνόν, καὶ ἁλλόμενός ἐστιν ὅτε δι’ ἀέρος φέρεται, τόπους τε καθύγρους ἐπιζητεῖ καὶ ἐπὶ λίμνας καταφεύγει· οἶδε γὰρ ὅτι διὰ τὴν ἐνοῦσαν αὐτῷ ξηρότητα καὶ ἀπὸ διαστήματος τῷ
15κεραυνίῳ πυρὶ καταφλέγεται. ἔνθα που τύχοι λοιπὸν ὁ δρά‐ κων συρίττων καὶ διιών, ἐπειδὰν ὑπὸ τοῦ πυρὸς ἐλαύνε‐ ται, τότε δὴ τὰ παρακείμενα μέρη συγκαταφλέγεται. πολ‐ λάκις γὰρ καὶ δράκοντος ἄτερ ἦχοί τινες ἐξακούονται ἄσημοι, τοῦ πυρὸς ἄνωθεν καταρρηγνυμένου καὶ σώμασι τοιοῖσδε ἢ
20τοιοῖσδε προσπίπτοντος. ὅσοι δέ φασι τῶν ἐντετυχηκότων ταῖς τοιαύταις καύσεσιν ὅτι τεθέανται χοῖρον γρυλλίζοντα ἢ μηκάζον αἰπόλιον ἢ βοῦν μυκώμενον, ἑαυτῶν τε καὶ τῶν
ἀκροατῶν καταψεύδονται· οὐδὲν γὰρ τεθέανται, ἀλλ’ ὁ φό‐115

116

βος αὐτοῖς τὰς τοιάσδε μορφώσεις εἰδωλοποίησεν. εἰ δ’ ἴσως καὶ βάσκανος δαίμων τὸ σῶμα τοῦ δράκοντος ἐνδυσάμενος εἰς ἐκεῖνα τῶν μερῶν ἄγει τὸν θῆρα ὑπὸ τοῦ πυρὸς ὥσπερ διωκόμενον, οἷς δὴ βασκαίνειν ἐξ ἀρχῆς εἴωθεν, οὐδ’ οὗτος
5ὁ λόγος ἀπόβλητος. ἀρχαῖον γὰρ αὐτῷ ἐνδιαίτημα τὸ τοι‐ οῦτον γένος, ἡνίκα καὶ μᾶλλον ἡμᾶς ἐξορίστους δι’ αὐτοῦ τοῦ παραδείσου πεποίηκεν, ὅθεν καινὸν οὐδὲν εἴγε καὶ τῆς γῆς ταύτης ἀπώσασθαι φιλονικεῖ διὰ φθόνον ἡμᾶς. Καὶ περὶ μὲν τούτων οὕτως· εἰ δὲ τὴν αἰτίαν ἐπιζητεῖς
10δι’ ἣν αἴλουροι καὶ νυκτερίδες νύκτα καὶ μόνην ἀκριβῶς ὁρῶ‐ σιν, αὕτη ἐστί. τὸ ὀπτικὸν πνεῦμα πάντως λεπτότατον ἔχου‐ σιν. ἐν τῇ νυκτὶ οὖν μετρίως παχυνόμενον τῇ ἀπουσίᾳ τοῦ ἡλίου πρὸς τὴν τῶν ὁρατῶν ἀντίληψιν ἐπιτήδειον γίνε‐ ται· κατὰ γὰρ τὴν ἡμέραν ὡς λεπτότατον διαφορεῖταί τε
15καὶ σκεδάννυται. τοῦτο δὲ καὶ ἐν ἄλλοις ἔστιν ἰδεῖν καὶ ἐν αὐτοῖς τοῖς λέουσιν. ἔνθεν τοι καὶ τὰς ἡλιακὰς μαρμαρυ‐ γὰς οἱ λέοντες φεύγοντες δι’ ὅλης ἡμέρας καὶ ἄκοντες κρύ‐ πτονται· εἰ μὴ γὰρ τοῦτο ἦν, τάχα ἂν ἀκωλύτως ἐν ἡμέ‐ ρᾳ περιπατοῦντες οὐ μικρῶς ἔβλαπτον τοὺς αὐτοῖς ἐντυγχά‐
20νοντας. Γίνωσκε καὶ τοῦτο, ὅτι ὁ λέων διωκόμὲνος συστέλλει τὰ ἴχνη αὐτοῦ. οὕτω ὁ κύριος κατερχόμενος ἐπὶ τῆς γης τὸν
τῆς παρουσίας καιρὸν πάντῃ συνέστειλε διὰ τὸν διάβολον116

117

πάλαι τὰς παρθένους ἐπιτηροῦντα. ὁ τοῦ λέοντος σκύμνος νε‐ κρὸς μὲν γεννᾶται, ἐμφυσώμενος δὲ παρὰ τοῦ πατρὸς αὐτοῦ ζωογονεῖται. οὕτω καὶ ὁ θεὸς πρῶτα μὲν ἐπὶ τῷ Ἀδὰμ ἐποίησεν, ὕστερον δὲ καὶ ἐπ’ αὐτῷ τῷ υἱῷ αὐτοῦ δι’ ἡμᾶς
5νεκρωθέντι ποιεῖ. ὅθεν καὶ ὁ Ἰακὼβ ἔλεγεν „ἀναπεσὼν ἐκοι‐ μήθη ὡς λέων καὶ ὡσεὶ σκύμνος· τίς ἐγερεῖ αὐτόν;“ εἰ δὲ καὶ λέων καὶ σκύμνος ὁ αὐτὸς λέγεται, οὐ καινόν· ἦν γὰρ καὶ βασιλεὺς ὁ Χριστὸς καὶ βασιλέως υἱός. Ὁ λύκος φοβεῖται τὸ φυτὸν τὴν σκίλλαν. τοῦτο εἰδυῖα
10ἡ ἀλώπηξ παρὰ τῷ τοιούτῳ ὑπνώττει φυτῷ, εἴ ποτε τοῦ φω‐ λεοῦ αὐτῆς ἔξω τύχῃ διατρίβουσα, ἵνα μὴ ὑπὸ λύκων βρω‐ θῇ. εἰ δὲ ἡ ἀλώπηξ οὕτω ποιεῖ, πὸλλῷ μᾶλλον ἡμεῖς ἐκεί‐ νοις ὀφείλομεν συνεῖναι δι’ ὧν ὁ νοητὸς λύκος διώκεται. τί‐ να δὲ ταῦτα; προσευχὴ καὶ νηστεία· τὸ γένος γάρ, φησί,
15τοῦτο οὐκ ἐκβάλλεται εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ. Ἡ δέ γε καμηλοπάρδαλις ἐν Λιβύῃ καθορᾶσθαι ἱστόρη‐ ται. αἰτία δὲ τῆς τοιαύτης ἐπιμιξίας ἡ τῆς χώρας ἀνυδρία· περὶ γὰρ τὰ ἐκεῖσε ὕδατα ὀλιγοστὰ ὄντα ἀθροίζεται πολυει‐ δῆ ζῶα, κἀντεῦθεν ἀλλήλοις ἐπιμιγνυμένων αὐτῶν θηρία
20πολύμορφα τίκτεται. Γίνωσκε δέ, ἀγαπητέ, ὅτι τὰ τοιαῦτα σύνθετα ζῶα,
καθὰ δὴ καὶ οἱ ἡμίονοι, οὐκ εὔθετά εἰσι πρὸς σύλληψίν τε117

118

καὶ γέννησιν. τίνος ἕνεκεν; ὅτι ἐξ ἀλλοτρίων συνεστηκότα ταῦτα γενῶν διεφθαρμένην τὴν πρὸς τὸ τίκτειν ἀπειλήχασι δύναμιν. καὶ εἰκότως· οὔτε γὰρ ἡ γῆ κατ’ ἀρχὰς ἐξήγαγε ταῦ‐ τα, καθὰ δὴ καὶ τὰ λοιπὰ ζῶα (καὶ γὰρ ἐξ ἐπινοίας ὕστερον
5ἀνθρωπίνης ἡ τῶν ὄνων τε καὶ ἵππων ἐπενοήθη σύζευξις), οὔτε τῆς θείας ἐκείνης φωνῆς ἤκουσαν τῆς οὕτω λεγούσης „αὐξάνεσθε καὶ πληθύνεσθε.“ ἔνθεν τοι καὶ τὴν πρὸς τὸ τίκτειν δύναμιν διεφθαρμένην ἐσχήκασιν. Ὁ μονόκερως ζῶόν ἐστι καὶ πάνυ ἄγριον, μήτε θηραταῖς
10μήτε ἄλλως πως ἀγρευόμενον. παρθένῳ δὲ γυναικί, καὶ ταῦ‐ τα λαμπρειμονούσῃ καὶ ποικίλως ἐστολισμένῃ, καὶ περιέρχε‐ ται τὸ δυσθήρατον ζῶον καὶ παρὰ τοῖς γόνασιν αὐτῆς ἀνα‐ παύεται. τοῦτο δὲ καὶ ἐπὶ τῆς ἀοράτου καὶ ἀθηράτου θεό‐ τητος καὶ τῆς ὄντως καὶ μόνης παρθένου ἔστιν ἰδεῖν· εἰ μὴ
15γὰρ ὁ καθαρώτατος οὗτος εὑρέθη ναός, οὐκ ἂν ὁ θεὸς ἐπὶ τῆς γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη. Ὁ μύρμηξ ἐπὶ τὸν στάχυν ἀνερχόμενος ὀσφραίνεται, καὶ ἐὰν κριθή, φεύγει ἀπ’ αὐτοῦ καὶ ἐπὶ τὸν τοῦ σίτου στά‐ χυν ἔρχεται. εἰ δὲ ὁ μύρμηξ οὕτω ποιεῖ, πολλῷ μᾶλλον
20ἡμεῖς τὴν ἑτεροδοξοῦσαν διδασκαλίαν φεύγειν ὀφείλομεν, ἐπὶ δὲ τὸν σῖτον ἔρχεσθαι, τὸν ὀρθότατον δηλαδὴ λόγον. εἰ
γὰρ ἣν ὁ λύκος ἔχθραν πρὸς τὰ πρόβατα κέκτηται, κἀντεῦ‐118

119

θεν ἔστιν ἰδεῖν· εὑρισκομένης γὰρ τῆς χορδῆς αὐτοῦ ἐν κι‐ θάρᾳ, αἱ λοιπαὶ τῶν προβάτων χορδαὶ σιγῶσι καὶ οὐ φθέγ‐ γονται. τοῦτο δὲ καὶ ἐπὶ τυμπάνων ἔστιν ἰδεῖν. τίνος δὲ χάριν τὸ παράδοξον τοῦτο γίνεσθαι κατ’ ἀρχὰς συγκεχώρη‐
5ται; ὡς ἐντεῦθεν ἀριδηλότερον φαίνεσθαι τὴν ἔχθραν ἣν ὁ νοητὸς λύκος πρὸς τὰ τοῦ Χριστοῦ θρέμματα κέκτηται. Ὁ μὲν οὖν Αἰλιανὸς λέγει τὸν χαμαιλέοντα ποικίλον φαί‐ νεσθαι τῇ μορφῇ ἅτε τὰς τῶν ὁρώντων ὄψεις ἐκκρουόμενον, κατὰ μίμησιν τοῦ εἰς ἄγγελον φωτὸς μετασχηματιζομένου
10Σατάν. ὁ δὲ Ἀριστοτέλης φησὶν ὅτι ἰσχνότατος ὁ χαμαιλέ‐ ων τῶν ᾠοτόκων καὶ πεζῶν, διότι ὀλιγαιμότατός ἐστι. τοῦτο δὲ αἴτιον καὶ τοῦ τῆς ψυχῆς ἤθους τοῦ ζώου· πολύμορ‐ φον γὰρ γίνεται διὰ τὸν φόβον· ὁ γὰρ φόβος δι’ ἔνδειαν θερμότητος.
15 Ὁ ἄρρην ὗς χαυλιόδοντας ἔχει ὡς ὀξύτερος εἰς τὸ πλήσ‐ σειν, τὸ δὲ θῆλυ οὐκ ἔχει, ἐφ’ ᾧ καὶ ἀμυνόμενον δάκνει. οὕτω μὲν οὖν καὶ ἐπὶ τῶν ἐλάφων· ὁ μὲν γὰρ ἄρρην φέρει κέρατα, ἡ δὲ θήλεια οὐκέτι. ἀλλὰ καὶ οἱ ἐκτεμνόμενοι ὕες χαυλιόδοντας οὐκ ἔχουσι, διότι τὴν φύσιν πρὸς τὸ θηλυ‐
20πρεπὲς μεταμείβουσι· καὶ γὰρ αἱ θήλειαι τούτων ἐστέ‐ ρηνται.
Γίνωσκε δὲ καὶ τοῦτο, ὅτι αἱ ἄγριαι ὕες ἁπλῇ τροφῇ119

120

χρώμεναι ἅπαξ τοῦ ἐνιαυτοῦ τίκτουσιν, αἱ δὲ ἥμεραι δὶς διὰ τὴν παχεῖαν δίαιταν. αἱ πιανθεῖσαι ὕες λειποτριχοῦσι· πι‐ αινόμεναι γὰρ σαρκοῦνται, μᾶλλον δὲ τοιαῦται αἱ πέπτουσαι, πέπτουσαι δὲ λείπονται τοῦ περιττώματος, αἱ δὲ τρίχες ἐκ
5τῶν περιττωμάτων. Ἡ δὲ αἰτία δι’ ἣν ὁ ὗς τε καὶ ὁ ἵππος ἀφρὸν παρὰ τῷ στόματι φέρουσιν, αὕτη. ἡ θερμότης ὡσαύτως καὶ ἡ κίνη‐ σις λευκαίνειν εἴωθε τὰ ὑγρά. καὶ ὅρα τὴν θάλασσαν· κι‐ νουμένη γὰρ ὑπ’ ἀνέμων λευκαίνεται. ὅρα τοὺς ὑποκαιομέ‐
10νους λέβητας. ὅρα τὴν ἐν τῷ ἀέρι ὑγρότητα· χειμῶνος γὰρ ὑπ’ ἀνέμων κινουμένη λευκαίνεται, λευκαινομένη δὲ διὰ τὴν τηνικαῦτα ψῦξιν πήγνυται, καὶ οὕτως ἡ χιὼν καταφέρε‐ ται· ἡ γὰρ χιὼν οὐδὲν ἄλλο ἐστὶν ἢ ὕδωρ ἡμιπαγές. οὕ‐ τω μὲν οὖν καὶ παρὰ τῷ σϋὶ καὶ ἵππῳ ὑγρὰ λεπτυνόμενα
15εἰς πομφόλυγας διὰ θερμότητα καὶ κίνησιν εἰς ἀφρὸν μετα‐ βάλλονται. Εἰ δὲ καὶ τὸν λόγον ἐθέλεις μαθεῖν οὗ χάριν οἱ κύνες μόνοι λυττῶσι κατά γε τὸ θέρος, σαφὴς ἰδοὺ καὶ οὗτός σοι πρόκειται. λυττῶσιν οἱ κύνες διὰ τὴν πρόληψιν τῆς ξηρᾶς
20κράσεως. φύσει δέ εἰσι ξηροί, καὶ πλέον τοῖς καύμασι. θερ‐ μαινόμενα οὖν καὶ καταξηραινόμενα ἐκπυροῦται τὰ ἐν αὐτοῖς
ὑγρά, κἀντεῦθεν διὰ τὴν ἄγαν ξηρότητα μαίνονται, καθάπερ120

121

οἱ φρενητιῶντες. ὅθεν καὶ τὸ σίελον αὐτοῖς ἰῶδες γίνεται καὶ ξηρότερον. οτι δὲ ἐκπυροῦνται, δῆλον ἐκ τοῦ ἀσθμαίνειν πυκνῶς καὶ πυρώδη τὰ ὄμματα ἔχειν καὶ ἠνεῳγμένον τὸ στό‐ μα πρὸς ἔμψυξιν ἀέρος. λυττῶσι δὲ οὐ πάντες οἱ κύνες,
5ἀλλ’ ὅσοιπερ ἐν τούτοις ξηρότεροι. τινὲς δέ φασι καὶ τὸν κύνα τὸ ἄστρον συμβάλλεσθαι κατά τινα ἀπόρροιαν τούτοις πρὸς τὴν λύσσαν. λυττήσαντες, καθά φησι Παῦλος ὁ Σινό‐ πτης, καὶ βρῶσιν καὶ πόσιν ἀποστρέφονται, σίελον δὲ καὶ δαψιλὲς καὶ ἀφρῶδες ἀφιᾶσι, καὶ ἄφωνοι τοὐπίπαν εἰσίν,
10πρὸς δὲ καὶ ἄφρονες, ὡς μηδὲ τοὺς οἰκείους γνωρίζειν. ἐφορ‐ μῶσι δὲ κατὰ παντὸς χωρὶς ὑλακῆς καὶ δάκνουσι, καὶ δά‐ κνοντες οὐδὲν ὀχληρὸν παραχρῆμα φέρουσι, πλὴν ὅσον ὀδύνην τὴν ἐκ τοῦ τραύματος. ὕστερον δὲ πάθος ἐμποιοῦσι τὸ κα‐ λούμενον ὑδροφόβιον· φεύγουσι γὰρ τὸ ὕδωρ οἱ λυσσόδηκτοι
15καὶ ὁρῶντες αὐτὸ καὶ προσφερόμενοι. ἔνιοι δὲ αὐτῶν καὶ ὥσπερ κύνες ὑλακτοῦσι καὶ δάκνουσιν ἐπιόντες, καὶ δάκνον‐ τες αἴτιοι τοῦ αὐτοῦ πάθους κατέστησαν. ἡ δὲ τῶν συμπτω‐ μάτων αἰτία τῶν μὲν ἄλλων εὔδηλος· κατειληφὼς γὰρ ἰὸς τὰ μόρια πάντα καὶ αὐτὸν τὸν ἐγκέφαλον τοιαῦτα φέρει συμ‐
20πτώματα. τοῦ δὲ φοβεῖσθαι τὸ ὕδωρ τινὲς μὲν ἔφησαν διὰ
τὴν ἄμετρον γίνεσθαι ξηρότητα, οἷα παντελῶς ἠλλοτριωμένης121

122

τῆς ὑγρᾶς οὐσίας· ὁ δέ γε Ῥοῦφος μελαγχολίας αὐτοῖς εἶ‐ δος τὸ τοιοῦτον ἀπεφήνατο γίνεσθαι, τοῦ ἰοῦ τὸν χυμὸν ἐκεῖνον μιμησαμένου καθ’ ὃν ἄλλα πεφόβηνται. καὶ τί χρὴ πολλὰ λέγειν; ὃν γὰρ τρόπον ἐπὶ τῶν μελαγχολικῶν οἱ μὲν
5ἄλογα ζῶα δοκοῦσιν εἶναι κἀντεῦθεν τὰς ἐκείνων μιμοῦνται φωνάς, οἱ δὲ σκεύη δοκοῦσιν εἶναι ὀστράκινα κἀκ τούτου κα‐ τεαγῆναι καὶ πάνυ δειλαίνονται, ἕτεροι τὸν Ἄτλαντα νομί‐ ζουσιν ἐπάνω πίπτειν αὐτῶν καὶ διὰ τοῦτο μέγα βοᾶν ἀναγ‐ κάζονται, οὕτω καὶ ἐπὶ τῶν λυσσοδήκτων ἔστιν ἰδεῖν. ὁ γὰρ
10τοῦ κυνὸς ἰός, καθάπερ τις χυμὸς μοχθηρός, τὸν ἐγκέφαλον αὐτῶν κατασχὼν φοβεῖσθαι ποιεῖ τὸ ὕδωρ αὐτούς, φοβουμέ‐ νους δὲ τὸν δακόντα κύνα φαντάζεσθαι, καὶ οὕτω σπᾶσθαι καὶ τελευτᾶν. ταύτῃ τοι καὶ σοφόν τινα λυσσόδηκτον εἰσελ‐ θεῖν ἐν βαλανείῳ λέγουσι, καὶ ἰδόντα τὸν κύνα ἐν τῇ λεκάνῃ
15καὶ μὴ καταπτοηθέντα εἰπεῖν „τί κυνὶ κοινόν ἐστι καὶ βαλα‐ νείῳ;“ καὶ περὶ μὲν τούτων οὕτως. Ἡ δέ γε ἄρκτος σάρκα τίκτει μήτε τύπον μήτε μορφὴν ἔχουσαν, τῷ δὲ στόματι λείχουσα ἄρθρα ἀποτελεῖ. ἀλλὰ καὶ οἱ σκύμνοι αὐτῆς οὐ θηλάζουσι, μυζῶντες δὲ τοὺς πόδας
20αὐτῶν ἐντεῦθεν αὐξάνουσι. τίκτει δὲ πρὸ τοῦ καιροῦ, ἵνα τῷ ἄρρενι συνέρχηται. ἀλλὰ καὶ ἐν τῷ τίκτειν κινδυνεύει ἡ
ἄρκτος. ἐν δὲ νυκτὶ ὠδίνουσα προσέχει τῷ τῆς ἄρκτου ἄστρῳ,122

123

καὶ οὕτω τίκτει εὐχερῶς. πολυφάγος μὲν ἄρκτος ἐστίν, ἐν δὲ χειμῶνι παρακαθημένη τῷ φωλεῷ καὶ πεινῶσα λείχει τὸν πόδα καὶ τρέφεται. μόνη δὲ αὕτη ἐν γῇ πάσχει τοῦτο, καὶ ἐν θαλάσσῃ ὁ πολύπους.
5 Ἀλλὰ καὶ τῶν ὀνάγρων αἱ νομάδες ἐπειδὰν τέκωσιν ἄρ‐ ρενα, τέμνουσι τὰ αἰδοῖα αὐτῶν, ἵνα μὴ σπερματίζωσι. κα‐ τάξηρον δὲ ζῶον ὁ ὄναγρος, ἐφ’ ᾧ καὶ διψαλέον· κατὰ γὰρ τοῦτο καὶ ὁ Δαβὶδ περὶ ὑδάτων διεξιὼν οὕτω φησί „προσδέ‐ ξονται ὄναγροι εἰς δίψαν αὐτῶν.“
10 Λέγεται δὲ καὶ τὴν ἀλώπεκα βρωμάτων ἀποροῦσαν ὑπτί‐ αν πίπτειν ὡσεὶ νεκρὰν καὶ φυσᾶσθαι, κἀντεῦθεν διογκουμένην αὐτὴν ὁρῶντα τὰ πετεινὰ ἐπιβαίνουσιν αὐτῆς καὶ ὡσεὶ νεκρᾶς ἅπτονται. ἐκπηδήσασα οὖν αἴφνης ἡ νεκρὰ συλλαμβάνει καὶ κατεσθίει αὐτά.
15 Ἀλλὰ αἴγαγρος ταχύτατόν ἐστι ζῶον καὶ παρὰ τοῖς κρη‐ μνοῖς διάγον, διωκόμενον δὲ ἅλλεται κατὰ κεράτων, καὶ οὐ διαθλᾶται. Γίνωσκε δὲ ὅτι ἑκάστῳ τῶν ζώων, καθὰ δὴ καὶ ὁ Νε‐ μέσιός φησι, φυσικὴν οὐ λογικὴν ἐνέθηκε σύνεσιν ὁ θεός.
20τισὶ δὲ καὶ πανουργίας ἐνέβαλεν ὑπὲρ τοῦ καὶ τὰς ἐνεστώσας ἐπιβουλὰς ἐκκλίνειν καὶ τὰς μελλούσας προφυλάττεσθαι. ὅτι
δὲ φυσικῶς τὰ τοιαῦτα καὶ οὐ λογικῶς ἐνεργοῦσι τὰ ζῶα,123

124

δῆλον ἐκ τοῦ κατ’ εἶδος ἕκαστον ζῶον ὁμοίως ταῦτα ποιεῖν, καὶ μὴ διαλλάττειν αὐτῶν ἐν τῷ πλήθει τὰς ἐνεργείας, ἀλ‐ λὰ καὶ κατὰ μίαν ὁρμὴν ὅλον τὸ εἶδος κινεῖσθαι· πᾶς γὰρ λαγωὸς ὁμοίως τεχνάζεται, καὶ πᾶς λύκος ὁμοίως πανουργεῖ,
5καὶ πᾶς πίθηκος ὁμοίως μιμεῖται. ὅπερ οὐκ ἔστιν ἐπ’ ἀν‐ θρώπων· μυρίαι γὰρ τῶν ἀνθρωπίνων πράξεων αἱ ὁδοί. ἐλεύθερον γάρ τι καὶ αὐτεξούσιον τὸ λογικόν, ὅθεν οὐχ ἓν καὶ τὸ αὐτὸ πᾶσιν ἔργον ἀνθρώποις, ὡς ἑκάστῳ εἴδει τῶν ἀλόγων ζώων. φύσει γὰρ μόνῃ ταῦτα κινεῖται, τὰ δὲ φύ‐
10σει κινούμενα ὁμοίως παρὰ πᾶσιν ἐστίν· αἱ δὲ λογικαὶ πρά‐ ξεις ἄλλαι παρ’ ἄλλοις, καὶ οὐκ ἐξ ἀνάγκης αἱ αὐταὶ παρὰ πᾶσι. τὸ μέντοι πρόβατον διὰ τοῦτο λέγεται καὶ παρὰ τῇ γραφῇ ἄκακον, ὅτι σύνεσιν ἰδίαν οὐκ ἔχει ὥστε νομὰς εὑρί‐ σκειν καὶ ποτόν, ἂν μή τις ὁ ποιμαίνων αὐτά. πολλὰ δὲ
15τῶν ζώων καὶ συνέσεως ἀνθρωπίνης ἐγγύς ἐστι. καὶ ὅρα τὸν χερσαῖον ἐχῖνον δύο κατασκευάζοντα ἐπὶ τοῦ φωλεοῦ ἀνα‐ πνοάς, πρός τε τὸν νότον ἀντιφραττούσας καὶ τὸν βορρᾶν. εἰ καὶ φυσικῷ λόγῳ πρὸς τὰ τοιαῦτα τῶν ἀλόγων γένη κεκίνη‐ ται. οὐδὲ γὰρ αὐτεξούσια τὰ ζῶα, καθὰ δὴ καὶ ὁ Δαμα‐
20σκηνὸς Ἰωάννης φησίν, ὅτι μηδὲ λογικά. λογικῇ γὰρ πάσῃ124

125

φύσει καὶ τὸ αὐτεξούσιον πάντως ἐμπέφυκε θέλημα· εἰς τί γὰρ ἕξει τὸ λογικόν, μὴ αὐτεξουσίως λογιζομένη; τὴν μὲν γὰρ φυσικὴν ὄρεξιν καὶ τοῖς ἀλόγοις ζώοις ὁ δημιουργὸς ἐνέ‐ σπειρε, πρὸς σύστασιν τῆς οἰκείας φύσεως ἄγουσαν ἠναγκα‐
5σμένως αὐτά. λόγου γὰρ ἀμοιροῦντα οὐ δύνανται ἄγειν, ἀλλ’ ἄγονται ὑπὸ τῆς φυσικῆς ὀρέξεως, ὅτε ἅμα ἡ ὄρεξις γένη‐ ται, εὐθέως καὶ ἡ πρὸς τὴν πρᾶξιν ὁρμή. οὐ γὰρ λόγῳ ἢ βουλῇ ἢ σκέψει ἢ κρίσει κέχρηνται. ὅθεν οὔτε ὡς ἀρετὴν μετιόντα ἐπαινοῦνται καὶ μακαρίζονται, οὔτε ὡς κακίαν
10πράττοντα κολάζονται. ἡ δὲ λογικὴ φύσις ἔχει μὲν τὴν φυ‐ σικὴν ὄρεξιν κινουμένην, ὑπὸ δὲ τοῦ λόγου ἀγομένην τε καὶ ῥυθμιζομένην. τοῦ γὰρ λόγου τὸ προτέρημα ἡ αὐτεξούσιός ἐστι θέλησις, ἣν δὴ φυσικὴν ἐν τῷ λογικῷ φαμὲν κίνησιν. διὸ καὶ ὡς ἀρετὴν μετιοῦσα ἐπαινεῖται καὶ μακαρίζεται, καὶ
15ὡς κακίαν μετιοῦσα κολάζεται. Εἰ δὲ καὶ τοῦτο ζητεῖς, τίνος ἕνεκεν αὐτά τε τὰ ζῶα καὶ ὁ ἄνθρωπος πόδας ἀρτίους ἔχουσι, γίνωσκε ὅτι διὰ τὸ μὴ ἀτάκτως ἅλλεσθαι. οὕτω καὶ γὰρ διὰ μὲν τοῦ ἑνὸς ἱστά‐ μενος ὁ ἄνθρωπος, ὥσπερ πάλιν τὰ ζῶα διὰ δύο ποδῶν,
20ἠρέμα διὰ τῶν ἑτέρων ποιοῦνται τὴν βάδισιν.125

126

Ὄντως, ἀγαπητέ, τὸ ἔθος φύσις ἐπί τισι γίνεται. ὅρα γὰρ ὅτι τὰ Λιβυκὰ θηρία τοῦ μὲν θέρους οὐ πίνει, ὅτε μά‐ λιστα δίψα γίνεται, χειμῶνος δὲ πίνουσιν, ὅταν ἧττον δι‐ ψῶσι. τοῦτο δὲ γίνεται πάντως διὰ τὸ μή γίνεσθαι ὕδατα
5θέρους ἐν τῇ Λιβύῃ. τοῦ δὲ χειμῶνος διὰ τὸ γίνεσθαι πί‐ νει. ὃ γοῦν ἐκεῖσε εἴθισται, τοῦτο καὶ ἐν ἄλλοις τόποις τὰ ζῶα ταῦτα παραγενόμενα σώζει τὸ ἔθος. καὶ περὶ μὲν τού‐ των οὕτως. Μετὰ δὲ ταῦτα, ἤγουν μετὰ τὴν τῶν χερσαίων παρα‐
10γωγήν, πλάττει τὸν ἄνθρωπον ὁ θεός, καὶ τίθησιν αὐτὸν ἐν τῷ παραδείσῳ. ἀλλὰ κἀνταῦθα πρόσχες, ἀγαπητέ. εἰ γὰρ καὶ λέγουσί τινες ὅτι μετὰ τὴν ἑβδόμην ἔκτισε τὸν παράδει‐ σον ὁ θεός, τῇ Μωσαϊκῇ δῆθεν ἱστορίᾳ ἑπόμενοι, ἀλλὰ πε‐ πλάνηνται προφανῶς ἅτε δὴ παροδευτικῶς ἐπερχόμενοι καὶ
15οὐκ ἐρευνητικῶς τὴν γραφήν. καὶ ἄκουε τί φησιν ὁ θεόπτης Μωσῆς „καὶ συνετέλεσεν ὁ θεὸς πάντα ὅσα ἐποίησεν ἐν τῇ ἡμέρᾳ τῇ ἕκτῃ· ἐν δὲ τῇ ἑβδόμῃ κατέπαυσεν ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ ὧν ἤρξατο ποιεῖν.“ οὐκοῦν εἰ μετὰ τὴν ἑβδόμην οὐδὲν ἀπὸ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρήγαγε, πῶς
20λοιπὸν ἔκτισε μετὰ τὴν ἑβδόμην τὸν παράδεισον; ἔοικε μὲν ἡ γραφὴ λέγειν ὅτι μετὰ τὴν ἑβδόμην ἔκτισται ὁ παράδεισος·
ἀλλ’ οὐκ ἔχει καὶ τὰ τοῦ σκοποῦ, καθὼς ὑποπτεύουσι πολ‐126

127

λοί. καὶ πείθου τῷ χρυσορρήμονι Ἰωάννῃ ἐν τῇ εἰς τὴν ἑξαή‐ μερον δωδεκάτῃ αὐτοῦ ὁμιλίᾳ λέγοντι „ὅτι τῶν κατὰ συντο‐ μίαν ἱστορηθέντων ἔμπροσθεν ἀνακεφαλαίωσιν ποιεῖ ὁ Μωσῆς ὕστερον, τοιαῦτα καὶ φρονεῖν καὶ λέγειν τοὺς ἁπλουστέρους
5ἐποίησεν.“ ἄλλως τε εἰ μετὰ τὴν ἑβδόμην, ὥς φασιν, ἔκτι‐ σται ὁ παράδεισος, ἀνάγκη πᾶσα καὶ τὴν ἀπὸ τοῦ χοὸς πλά‐ σιν τοῦ Ἀδάμ, ὥσπερ δὴ καὶ τὴν ἀπὸ πλευρᾶς τῆς Εὔας οἰκοδομήν, μετὰ τὴν ἑβδόμην εἰπεῖν γεγενῆσθαι. τίνος ἕνε‐ κεν; ὅτι καὶ ταύτην ὕστερον ὁ Μωσῆς, ἤγουν μετὰ τὴν
10ἑβδόμην, διηγούμενος εὕρηται. πρὸ τοῦ Ἀδὰμ λοιπὸν ὁ πα‐ ράδεισος. καὶ ἄκουε τί φησιν ὁ Δαμασκηνὸς Ἰωάννης ἐν τῷ περὶ παραδείσου κεφαλαίῳ αὐτοῦ. „ἐπεὶ δὲ ἔμελλεν ὁ θεὸς ἐξ ἀοράτου τε καὶ ὁρατῆς φύσεως πλαστουργεῖν τὸν ἄνθρω‐ πον κατ’ οἰκείαν εἰκόνα τε καὶ ὁμοίωσιν, ὥσπερ τινὰ βασιλέα
15ἄρχοντα πάσης τῆς γῆς καὶ τῶν ἐν αὐτῇ, προκαθίστησιν αὐ‐ τῷ οἷόν τι βασίλειον τὸν παράδεισον, ὡς ἐντεῦθεν αὐτὸν μα‐ καρίαν καὶ πανολβίαν ἔχειν ζωήν.“ πρόσεχε οὖν· ἐπειδὴ γάρ, ὡς εἴρηται, πρὸ τοῦ πλασθῆναι τὸν Ἀδὰμ καθίστησιν αὐτῷ τὸν παράδεισον, εὔδηλον πάντως ὅτι ἐν τῇ ἕκτῃ ἡμέρᾳ
20καὶ τοῦτον ἐφύτευσεν ὁ θεός, εἴγε καὶ μᾶλλον ἔστη μετὰ τὴν ἑβδόμην τοῦ δημιουργεῖν, ὡς ὁ χρυσοῦς τὴν γλῶττάν
φησι.127

128

Φυτεύει τοίνυν ἔν τε τῇ ἕκτῃ πρὸ τοῦ Ἀδὰμ τὸν θεῖον παράδεισον κατὰ ἀνατολὰς ἐν Ἐδέμ. ἐξ ἁπάσης γὰρ τῆς γῆς, ὥσπερ φησὶ Θεοδώρητος ὁ μέγας τε Βασίλειος καὶ ὁ Δαμα‐ σκηνὸς Ἰωάννης, τόπον τινὰ κατὰ ἀνατολὰς ἐκλεξάμενος, ὀνο‐
5μαζόμενον μὲν Ἐδέμ, ἐν περιόπτῳ δὲ κείμενον καὶ πάσης τῆς γῆς ὑψηλότερον, φυτεύει ἐν αὐτῷ τὸν παράδεισον, ὡς ἐντεῦ‐ θεν τρυφερὸν οἷον αὐτὸν εἶναι καὶ θαλερὸν εἰσαεί, καθά φη‐ σι Σεβηριανός· τρυφὴ γὰρ ἡ Ἐδὲμ ἑρμηνεύεται. ἐν ᾧ δη τιμῆσαι βουληθεὶς γεγονότα τὸν ἄνθρωπον ἔταξεν οἰκεῖν ὁ θε‐
10ός· „καὶ ἔθετο“ γάρ φησιν „αὐτὸν ἐν τῷ παραδείσῳ.“ ἀλλ’ ἐντεῦθεν, ἀγαπητέ, καὶ τοῦτο μανθάνομεν, ὅτι ἐξ ἑτέρας μὲν ἔπλασε γῆς τὸν Ἀδάμ, μετὰ δὲ ταῦτα ἐν τῷ παραδείσῳ ἔθε‐ το. καὶ ἄκουε τί φησιν ἡ γραφή „καὶ ἐξαπέστειλεν ὁ θεὸς τὸν Ἀδὰμ ἐκ τοῦ παραδείσου τῆς τρυφῆς, ἐργάζεσθαι τὴν
15γῆν ἐξ ἧς ἐλήφθη.“ διὰ τί δὲ καὶ τίνος ἕνεκεν ἔξω τοῦ παρα‐ δείσου πλάττει τὸν ἄνθρωπον ὁ θεός, εἶθ’ οὕτως εἰσάγει αὐ‐ τὸν ἐν αὐτῷ; ὥστε μαθεῖν ἐντεῦθεν αὐτόν, ὡς ὁ χρυσορρή‐ μων Ἰωάννης φησίν, ὅσης ἠξίωτο παρὰ θεοῦ τῆς τιμῆς, καὶ ὅση παρ’ αὐτοῦ ἡ ἀπόλαυσις αὐτῷ ἐχαρίζετο. ὅρα γὰρ ὅτι
20καὶ οἱ ἐξ ἐλαχίστης τάξεως ἐπὶ τὴν ἄνω τε καὶ πρώτην ἀνα‐ βιβαζόμενοι οἴδασιν ἐξ ἀνάγκης τίνες πρότερον ἦσαν καὶ ὅπου κατήντησαν ὕστερον, ὃ δὴ καὶ οὐ μικρᾶς ἀγαλλιάσεως γίνε‐
ται πρόξενον.128

129

Πλάττει μὲν οὖν ὡς εἴρηται, ταῖς ἰδίαις χερσὶ τὸν ἄν‐ θρωπον ὁ θεός. „καὶ ἔλαβε“ γάρ φησι „χοῦν ἀπὸ τῆς γῆς ὁ θεός, καὶ ἔπλασε τὸν ἄνθρωπον, καὶ ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς· καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς
5ψυχὴν ζῶσαν.“ εὐλόγως οὖν τὰ μὲν χερσαῖα πάντα θνητὰ τυγχάνει· ἐξῆλθε γάρ, φησιν, ἀπὸ τῆς γῆς σὺν αὐτῇ τῇ ψυχῇ· „ἐξαγαγέτω“ γάρ φησιν „ἡ γῆ ψυχὴν ζῶσαν.“ ὁ δὲ ἄνθρωπος μόνος ἀθανασίας μετέσχηκεν, ὅτι διὰ τοῦ θείου ἐμφυσήματος καὶ οὐκ ἀπὸ γῆς ἔλαβε τὴν ψυχήν· „ἐνεφύ‐
10σησε“ γάρ φησιν „εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς,“ αὐ‐ τὴν τὴν νοερὰν δηλονότι ψυχήν. οὐδὲ γὰρ ἀπὸ γῆς αὕτη. καὶ πείθου τῷ θεολόγῳ Γρηγορίῳ περὶ τῆς τοῦ ἀνθρώπου πλάσεως οὕτως κατὰ ῥῆμα διεξιόντι „καὶ παρὰ μὲν τῆς ὕλης λαβὼν τὸ σῶμα ἤδη προϋποστάσης, παρ’ ἑαυτοῦ δὲ πνοὴν
15ἐνθείς, ὃ δὴ νοερὰν ψυχὴν θεοῦ οἶδεν ὁ λογος, παράγει τὸν ἄνθρωπον.“ πρόσεχε οὖν. ἐπειδὴ γὰρ ἡ νοερὰ ψυχὴ δι’ ἐμφυσήματος τῷ ἀνθρώπῳ ἐντέθειται παρὰ θεοῦ, διὰ τοῦτο καὶ ἀθάνατός ἐστιν. ἡ δὲ τῶν ἀλόγων ζώων ψυχὴ ἀπὸ γῆς ἐξελθοῦσα κατὰ τὴν θείαν φωνὴν γεώδης ἐστί, διὰ τοῦτο
20καὶ θνητή. καὶ περὶ μὲν τούτων οὕτως.
Ἀναγκαῖον δὲ εἰδέναι σε, ἀγαπητέ, καὶ τί φησιν ἐπὶ129

130

τούτοις ὁ τὴν γλῶτταν χρυσοῦς. „καὶ τὰ μὲν τετράποδα ποι‐ ῶν ὁ θεὸς ὁμοῦ μετὰ τῶν σωμάτων καὶ τὰς ψυχὰς παρήγα‐ γε, τὸν δὲ ἄνθρωπον πλάττων πρῶτον κατασκευάζει τὸ σῶ‐ μα ὡς ὄργανον, καὶ τότε τὴν ψυχὴν δημιουργήσας ἔθηκεν·
5οὐ γὰρ θέλει τὴν ψυχὴν παρεῖναι τῇ δημιουργίᾳ, ἵνα μὴ καυχήσηται ὡς συνεργὸς τοῦ θεοῦ.“ πρόσεχε οὖν. ἐνεφύ‐ σησε γάρ φησι· τουτέστι τὸ σῶμα τοῦτο τὸ ἀπὸ τοῦ χοὸς ἠβουλήθη καὶ προσέταξε ζωτικὴν ἔχειν δύναμιν, ἥτις ἐγένε‐ το τὸ ζῶον εἰς ψυχὴν ζῶσαν, ἤγουν ἐνεργοῦσαν καὶ τὴν αὐ‐
10τὴν τέχνην δεικνύουσαν διὰ τῆς τῶν μελῶν κινήσεως. οὐκ‐ οῦν, ἀγαπητέ, συγκαταβάσεως ταῦτα τὰ ῥήματα, ὥσπερ οὖν καὶ τὸ „ποιήσωμεν ἄνθρωπον.“ μὴ γὰρ βουληθεὶς ὁ θεὸς δεῖται καὶ σκέψεως, ἀλλὰ τῷ προσχήματι τοῦ ῥήματος ἐνδείξασθαι βούλεται ἡμῖν τὴν ὑπερβάλλουσαν τιμήν, ἧς
15ἀξιοῦται παρ’ αὐτοῦ ὁ πλαστουργούμενος. ποιεῖ τοίνυν τὸν ἄν‐ θρωπον κατὰ τὴν νεκρὰν εἰκόνα, ὡς ὁ χρυσορρήμων φησίν. ἔκειτο γὰρ τὸ σῶμα τηνικαῦτα νεκρόν, τοῦ κινοῦντος αὐτὸ δεόμενον. ἔπειτά φησι „καὶ ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐ‐ τοῦ πνοὴν ζωῆς.“ ταῦτα μὲν οὖν ὁ θειότατος Ἰωάννης ἔλε‐
20γε καὶ λίαν εὐμεθόδως, ἐντρέπων τοὺς λέγοντας αὐτὸν ὅτι τὰ Ὠριγένους φρονεῖ. ἀπὸ γὰρ τῶν διαληφθέντων ῥημάτων ἀνασπᾶν ἔοικε πρόρριζον τὴν προΰπαρξιν τῶν ψυχῶν, ἣν ὁ
ματαιόφρων Ὠριγένης ἐδόξαζε.130

131

Καὶ ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς. ἀλλ’ ἐνταῦθα τὸ ἐνεφύσησέ τινες ἀκούσαντες, καὶ μὴ λογι‐ σάμενοι τὴν τῶν λέξεων παχύτητα καὶ ὅτι δι’ ἑτέρων ἕτερα παρίστησιν ἡ γραφή, ἐνόμισαν τὴν ψυχὴν οὐσίας μετέχειν
5τῆς αὐτῆς τῷ θεῷ. ἀλλ’ ἐσφάλησαν τοῦ σκοποῦ. εἰ γὰρ τοῦτο δώσωμεν, εὑρεθείη ἂν ὁ θεὸς αὐτὸς ἑαυτὸν ἐν τῇ γεέννῃ κολάζων τοῦ πυρός, εἴ γε κατὰ τὸ ἱερὸν γράμμα σὺν τῷ σώματι τὴν ψυχὴν ἐκεῖσε παραδίδωσιν αἰωνίως κολάζε‐ σθαι. „μὴ φοβηθῆτὲ“ γάρ φησιν „ἀπὸ τῶν ἀποκτεινόντων
10τὸ σῶμα, τὴν δὲ ψυχὴν ὑμῶν μὴ δυναμένων ἀποκτεῖναι, ἀλλὰ φοβήθητε τὸν δυνάμενον καὶ σῶμα καὶ ψυχὴν ἐν γεέν‐ νῃ ἀπολέσαι.“ τὸ μὲν οὖν ἐμφύσημα μὴ μεταβληθὲν εἰς ψυ‐ χὴν ἐδημιούργησε ψυχήν, ὥσπερ οὖν καὶ ἡ χεὶρ γράφει μὲν γράμμα, οὐ μεταβάλλεται δὲ ὅμως εἰς γράμματα, ἀλλ’ ἡ
15μὲν χεὶρ μένει χείρ, τὰ δὲ γράμματα γράμματα. Ὅρα λοιπὸν νουνεχῶς. τὸ γὰρ ἐνεφύσησεν ἐνταῦθα εἶ‐ πεν, ἵνα σὺν τῷ πατρὶ καὶ τῷ υἱῷ δημιουργὸν ἀποδείξῃ τοῦ ἀνθρώπου καὶ τὸ πνεῦμα τὸ ἅγιον. φησὶ γὰρ „καὶ εἶπεν ὁ θεός ‘ποιήσωμεν ἄνθρωπον.‘ καὶ λαβὼν ὁ θεὸς χοῦν ἀπὸ
20τῆς γῆς ἔπλασε τὸν ἄνθρωπον.“ τίς ὁ εἰπών; ὁ πατήρ. καὶ τίς ὁ λαβών; ὁ υἱός. ἵνα γοῦν μὴ τὸ πνεῦμα τὸ ἅγιον ἀλ‐
λότριον φαίνηται τῆς τοῦ ἀνθρώπου δημιουργίας, τὴν ἐνε‐131

132

φύσησε λέξιν καὶ πάνυ θαυμασίως παρείληφε, δι’ αὐτῆς ὑπεμφαίνων, ὡς εἴρηται, τὸ πνεῦμα τὸ ἅγιον, καὶ ὅτι τῆς τοῦ παναγίου πνεύματος χάριτος, ὡς ὁ θειότατός φησι Κύ‐ ριλλος, μέτοχος ὁ ἄνθρωπος τηνικαῦτα παρήγετο, κἂν ἡ πα‐
5ράβασις ὕστερον τὴν τοιαύτην ἠμαύρωσε δωρεὰν καὶ συνέ‐ χεεν. ταύτῃ τοι καὶ ἀναστὰς ὁ κύριος ἐκ νεκρῶν ἐνεφύσησε τοῖς μαθηταῖς καὶ εἶπε „λάβετε πνεῦμα ἅγιον.“ οὐδὲ γὰρ ἠνέσχετο καὶ αὖθις ἡμᾶς ἀποδεῖξαι τοῦ παναγίου μετέχοντας πνεύματος. ὃ δὴ καὶ τήμερον ἐμφυσᾷ τῷ βαπτιζομένῳ ὁ ἱε‐
10ρεύς, ζωογονῶν ὥσπερ τὴν αὐτοῦ ψυχὴν νενεκρωμένην ἤδη τῷ τοῦ Ἀδὰμ παραπτώματι. Ἀλλ’ ἐπὶ τὴν ἀκολουθίαν τοῦ λόγου καὶ αὖθις ἐπανι‐ τέον. ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς. ἡ μὲν οὖν ἡμετέρα καὶ ἀληθεστέρα δόξα περὶ τῆς εἰς τὸ σῶμα
15τῆς ψυχῆς ἑνώσεως ἁπλῆ τίς ἐστι καὶ σαφής. τὸ μὲν γὰρ σῶμα ἐκ. χοός, ἡ δὲ ψυχὴ ἀμέσως ἐκ θεοῦ παράγεται. κἀν‐ τεῦθεν καὶ ἀλλήλων συναπτομένων ζῶον ἓν σύνθετον γίνεται, καὶ τοῦτό ἐστιν ἡ καθ’ ὑπόστασιν ἕνωσις, ἡ ἀμφύπαρκτος τῶν ἑτερουσιῶν κατ’ αὐτὸν συνδρομή. ὃ δὴ καὶ θαυμάζων
20ὁ τὴν γλῶτταν χρυσοῦς ἔλεγε „πῶς ἐν μήτρᾳ ὁ ἄνθρωπος διαπλάττεται; καὶ πῶς ἀθρόον ἡ θεοείκελος ψυχὴ τῷ σώμα‐
τι συμπαρυφίσταται;“ οἱ δέ γε σοφίᾳ τῇ ἔξωθεν ἐγκαυχώμε‐132

133

νοι ἐπειδὴ τὸν τοῦ ἀνθρώπου πλάστην ἠγνόησαν, καὶ περὶ τὴν πλάσιν αὐτὴν ἐξ ἀνάγκης ἐσφάλησαν. ἀπὸ γῆς μὲν οὖν, ὡς εἴρηται, ὁ χοῦς, ἐκ θεοῦ δὲ ἡ ψυχή. καὶ τοῦτό ἐστιν ὅ φησιν ἡ γραφὴ „καὶ ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ
5πνοὴν ζωῆς, καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν.“ πρόσεχε οὖν. εὔδηλον γὰρ ἐντεῦθεν ὅτι μία τίς ἐστιν ἡ ψυ‐ χὴ δυνάμεις ἔχουσα διαφόρους. ὅθεν καὶ διὰ παντὸς μὲν ἡ δίκη τοῦ σώματος, ἑκάστου δὲ μορίου καταλλήλως ἐφάπτε‐ ται. αὐτίκα γὰρ τὸ μὲν θυμικὸν αὐτῆς ἐν τῇ καρδίᾳ λέγου‐
10σι ποιεῖσθαι τὴν οἴκησιν, τὸ δὲ ἐπιθυμητικὸν ὁμοίως ἐν τῷ ἥπατι. ἡ δὲ λογικὴ αὐτῆς δύναμις αὐτοῦ καθαπτομένη τοῦ ἐγκεφάλου δι’ αὐτοῦ τοῖς πᾶσιν ἐπιλάμπει καὶ δείκνυται. καί τινες μέν, ὧν εἷς ἐστὶ καὶ Ἀπολλινάριος ὁ τῆς Λαοδικείας ἐπίσκοπος, δύο δοξάζουσιν ἐπὶ τοῦ ἀνθρώπου ψυχάς. καθ
15ἑαυτὴν γὰρ εἶναι λέγουσι τὴν ἀλογίαν, αὐτὸ δηλαδὴ τὸ ἀλο‐ γώτερον μέρος τῆς ψυχῆς ἡμῶν, ὡς ἄλογον ψυχὴν οὖσαν καὶ οὐ μέρος τῆς λογικῆς, πρῶτον μὲν ὅτι καὶ καθ’ ἑαυτὴν ἐν τοῖς ἀλόγοις ζώοις εὑρίσκεται, ἐξ οὗ δῆλον ὅτι τελεία τίς ἐστι καὶ οὐ μέρος ἄλλης, εἶθ’ ὅτι τῶν ἀτοπωτάτων ἐστὶ τῆς
20λογικῆς ψυχῆς μέρος εἶναι τὸ ἄλογον. ἀλλ’ οὗτοι μὲν οὕτως δύο δοξάζουσιν ἐπὶ τοῦ ἀνθρώπου ψυχάς, ἐλέγχονται δὲ τῇ
λεγούσῃ θείᾳ γραφῇ „καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶ‐133

134

σαν·“ οὐδε γὰρ εἶπεν εἰς ψυχὰς ἀλλ’ εις ψυχὴν ζῶσαν. ἀλλὰ καὶ Πλωτῖνος ὁ σοφός, ᾧ δὴ καὶ Ἀπολλινάριος ὁ Λαο‐ δικεὺς ἠκολούθησεν, ἐκ τριῶν λέγει συνεστηκέναι τὸν ἄνθρω‐ πον, ἔκ τε νοὸς καὶ ψυχῆς καὶ σώματος. ἀλλὰ κἀνταῦθα
5πεπλάνηται· ὁ γὰρ νοῦς, καθά φησιν ὁ μέγας Βασίλειος, ταυτοφυής ἐστι τῇ ψυχῇ, καὶ καθάπερ ὀφθαλμὸς ἐν σώματι, οὕτω καὶ ὁ νοῦς ἐν αὐτῇ τῇ ψυχῇ. τὸ γὰρ καθαριώτερον καὶ κυριώτερον μέρος αὐτῆς νοῦς ἐπονομάζεται· καθὸ δὴ καὶ νοερὰ λέγεται ἡ τοῦ ἀνθρώπου ψυχή, τῇ μεθέξει πάντως
10αὐτοῦ τοῦ νοός. Καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν. ἐντεῦθεν οὖν ὁρμώμενος ὁ διαληφθεὶς θεῖος ἀνὴρ περὶ ψυ‐ χῆς καὶ τάδε διέξεισι „διττὴν ἔγωγε οἶμαι τὴν δύναμιν τῆς ψυχῆς εἶναι μιᾶς καὶ τῆς αὐτῆς ὑπαρχούσης, τὴν μὲν τοῦ
15σώματος ζωτικήν, τὴν δὲ ἑτέραν τῶν ὄντων θεωρητικήν, ἣν δὴ καὶ νοερὰν ὀνομάζομεν. ἀλλὰ τὴν μὲν ζωτικὴν δύναμιν, ἐπεὶ συγκέκραται τῷ σώματι, ἡ ψυχὴ φυσικῶς διὰ τὴν σύγ‐ κρασιν οὐκ ἐκ προαιρέσεως χορηγεῖ· ἡ δὲ θεωρητικὴ δύ‐ ναμις εν προαιρέσει τὴν κίνησιν ἔχει.“ ταῦτα μὲν οὖν καὶ
20ὁ θειότατος ἐπεξηγούμενος Μάξιμος τὸ μὲν τῆς ψυχῆς, ὃ δὴ καὶ καθαρώτερον, ἀπαθές φησι καὶ ἀμέριστον, νοητῶς τὰ νοητὰ διανοούμενον, τὸ δὲ τῆς ψυχῆς παθητὸν καὶ μεριστόν·
ὃ δὴ καὶ ταῖς αἰσθήσεσι μεριζόμενον συναλγεῖ μὲν ἀλγυνο‐134

135

μένῳ τῷ σώματι, ἡδυνομένῳ δ’ αὖ συνηδύνεται· συμφύεται γάρ, ὡς εἴρηται, ἡ ψυχή, καθὰ δὴ καὶ ὁ Νύσσης φησί, διὰ τῶν σωματικῶν αἰσθήσεων πρὸς τὰ ἡδέα τοῦ βίου. τῇ γὰρ εὐχροίᾳ τῆς ὕλης διὰ τῶν ὀφθαλμῶν ἐπιτέρπεται, καὶ
5τῇ ἀκοῇ πρὸς τὰ ἡδέα τῶν ἀκουσμάτων τὴν ῥοπὴν ἔχει, κἀν τοῖς λοιποῖς ὁμοίως ἑκάστῃ τῶν αἰσθήσεων συνδιατίθεται. κατὰ τοῦτο καὶ ὁ Δαμασκηνὸς Ἰωάννης ἔλεγε τὸ ἀλογώτερον μέρος τῆς ψυχῆς παθητὸν εἶναι καὶ ὀρεκτικόν. καὶ αὖθις ἡ ψυχὴ παθητὴ οὖσα τοῦ σωματος τεμνομένου αὐτὴ μὲν οὐ
10τέμνεται, καθὰ δὴ καὶ τὸ σῶμα, συναλγεῖ δὲ ὅμως καὶ συμ‐ πάσχει τῷ πάσχοντι. ἔνθεν τοι καὶ κοιναὶ μὲν ἡδοναὶ ψυ‐ χῆς καὶ σώματος αἱ ἀπὸ τῶν συναφειῶν καὶ τῶν ἐδωδίμων γινόμεναι, ὡς ὁ διαληφθεὶς ἔφη θεῖος ἀνήρ· αἱ δὲ ἀπὸ τῶν μαθημάτων ἰδίᾳ μόνης εἰσὶ τῆς ψυχῆς, μόνου δὲ σώματος
15ἡδονὰς οὐκ ἄν τις εὕρῃ ποτέ. ὅτι δὲ καὶ παθητὸν μέρος κέκτηται ἡ ψυχή, δι’ οὗ συμπάσχει τῷ σώματι πάσχοντι, κἀντεῦθεν ἀδημονεῖται καὶ λυπεῖται καὶ τὰ λοιπὰ πάθη δέ‐ χεται οἷς μετὰ τὴν ἁμαρτίαν περιέπεσε, δῆλον ἐξ ὧν ὁ κύ‐ ριος ἔλεγε „νῦν ἡ ψυχή μου τετάρακται.“ συγκεχώρηται γὰρ
20τῇ ἁγίᾳ αὐτοῦ ψυχῇ, καθὰ δὴ καὶ τῷ σώματι, πάσχειν ἔστιν
ὅτε τὰ ἴδια, καὶ τῆς κενώσεως μέτρον τετήρηκεν ἁπανταχοῦ,135

136

ὡς ὁ θειότατος ἔφησε Κύριλλος. τὰ πάθη καὶ γὰρ ταῦτα, ἤγουν ἡδονὴ καὶ λύπη καὶ ἀθυμία προηγουμένως, οὐμενοῦν τῇ τῶν ἀνθρώπων φύσει κατ’ ἀρχὰς συνεκτίσθησαν, ἀλλ’ ὡς ὁ θειότατός φησι Μάξιμος, ὕστερον ἐπεισήχθη ταῦτα διὰ
5τὴν τελειότητος ἔκπτωσιν, τῷ ἀλογωτέρῳ μέρει προσφυέντα τῆς φύσεως. τούτοις μὲν οὖν ἀκολούθως καὶ ὁ μέγας διέξ‐ εισι Βασίλειος, λέγων „σκόπει τίς ἡ ἀπὸ σαρκὸς πρὸς ψυ‐ χὴν ἐπανιοῦσα συμπάθεια, πῶς δέχεται μὲν τὴν ζωὴν ἐκ τῆς ψυχῆς τὸ σῶμα, δέχεται δὲ ἀλγηδόνας ἀπὸ τοῦ σώματος
10ἡ ψυχή.“ καὶ οὗτοι μὲν οὕτως· ὁ δὲ Ἀριστοτέλης ἀνθρω‐ πίνοις λογισμοῖς ἐρειδόμενος ἐν αὐτῇ διισχυρίζεται τῇ καρ‐ δίᾳ τὸν ἡγεμόνα νοῦν ποιεῖσθαι τὴν οἴκησιν, ὡς ἐντεῦθεν τὴν προαιρετικὴν αὐτοῦ δύναμιν εὐπετῶς ἐφ’ ἅπαν τὸ σῶμα διαμερίζεσθαι. ἕτεροι δ’ αὖ ὥσπερ ἀκρόπολίν τινα τὴν κε‐
15φαλὴν δεδομῆσθαι παρὰ τῆς φύσεως λέγουσιν, ὡς ἐν αὐτῇ τὸν ἡγεμόνα νοῦν ἐνδιαιτᾶσθαι, καθάπερ τινὰ βασιλέα τοῦ παντὸς ὑπερκαθήμενον σώματος. οἱ δέ γε τὸ τῆς ἐκκλησίας πρεσβεύοντες ὀρθόδοξον φρόνημα τὴν κατ’ εἰκόνα θεοῦ κτι‐ σθεῖσαν νοερὰν ἡμῶν ψυχὴν ἔν τινι τόπῳ τοῦ σώματος,
20ἀσώματον οὖσαν, τοπικῶς περιορίζειν οὐκ ἴσασιν· ὅλη καὶ γὰρ δι’ ὅλου διήκει τοῦ σώματος, ὅλον αὐτὸ ψυχοῦσα καὶ
ὅλον ὅλη καταφωτίζουσα. καὶ καθάπερ ὁ θεὸς οὗ καὶ κατ’136

137

εἰκόνα δεδημιούργηται αὕτη, οὐ μέρος ἐν μέρει ἀλλ’ ὅλος ὅλῳ τῷ κόσμῳ κατ’ οὐσίαν περίεστιν, οὕτω καὶ ἡ τοῦ πρωτο‐ τύπου εἰκὼν ἀμερὴς οὖσα καὶ ἀδιάστατος ἀμερῶς καὶ ἀδια‐ στάτως ὅλη ὅλῳ τῷ σώματι πρόσεστι. καὶ τούτου χάριν μὴ
5θαύμαζε· ἵσταται μὲν γὰρ αὕτη ἐφ’ ἑαυτῆς καθάπερ ἡλια‐ κή τις σφαῖρα οὐκ ἔξω τοῦ σώματος ἀλλ’ ὑπερφυῶς ἐν αὐ‐ τῷ, συμπλέκεται δὲ τούτῳ ταῖς ἀφ’ ἑαυτῆς προϊούσαις αὐ‐ γαῖς, αἵτινες καὶ τεμνομένου τοῦ σώματος ἀπαθεῖς καὶ ἀδιά‐ τμητοι μένουσιν, ὥσπερ δὴ καὶ τοῦ ἀέρος ταῖς τῶν ἀνέμων
10πνοαῖς κινουμένου καὶ μεταπίπτοντος τὸ ἡλιακὸν φῶς ἅπαξ αὐτῷ συμπλακὲν οὔτε τομὴν οὔτε ῥεῦσιν οὔτε μετάστασιν ὑφίσταται. Καὶ ὁ μὲν νοῦς ἀσώματός ἐστιν ἀληθῶς καὶ ἀόρατος, ἀλλ’ ὅμως ὡς ἐν ὀργάνῳ τῷ σώματι τὴν οἰκείαν ἐνέργειαν
15δείκνυσι. καὶ εἴωθε μὲν ὁ νοῦς ἐνεργεῖν ἐν οἷς ὑγιῶς τὸ σῶμα διάκειται, ἐπὶ δὲ τῶν ἀσθενῶς ἐχόντων τὴν τεχνικὴν αὐτοῦ δύναμιν δέξασθαι ἄπρακτος πάντῃ καὶ ἀνενέργητος φαίνεται. πλὴν οὐ καθ’ ἑαυτὸν αὐτὸς παραβλάπτεται, καθά‐ περ τισὶ τῶν ἔξωθεν ἔδοξεν· οὐδὲ γὰρ ἁρμονίας ὀργάνου
20τινὸς ὁπωσδήποτε διεφθορυίας ἀνάγκη πᾶσαν καὶ αὐτὴν τοῦ τεχνίτου τὴν τέχνην συνδιαφθείρεσθαι. καὶ ὅτι μὲν τῷ σώ‐
ματι σύνεστιν ἡ ψυχή, οἶδα, τὸ δὲ πῶς ἐν σώματι τὸ ἀσώ‐137

138

ματον οὐκ οἶδα· οὐδὲ γὰρ αἰδεσθήσομαι τὴν ἄγνοιαν ἐπὶ τούτοις ὁμολογῶν. εἰ γὰρ ἐξηπλῶσθαι ταύτην εἴπῃ τις ὅλῳ τῷ ὄγκῳ τοῦ σώματος, καθάπερ δὴ καὶ ὁ χρυσορρήμων φη‐ σί, καὶ οὐκ ἔχει λόγον τὸ λεγόμενον· τοῦτο καὶ γὰρ ἴδιον
5τῶν σωμάτων ἐστίν. ἄλλως τε εἰ ἐξηπλοῦτο τῷ τοῦ σώμα‐ τος ὄγκῳ, καὶ συνετέμνετο ἄν, τῶν χειρῶν πολλάκις καὶ τῶν ποδῶν ἐκκοπέντων. ἀλλ’ οὐκ ἔστιν ἐν ὅλῳ τῷ σώματι, ἔν τινι δὲ μέρει αὐτοῦ συνείλεκται. οὐκοῦν ἀνάγκη νεκρὰ τὰ λοιπὰ γίνεσθαι μέρη· τὸ γὰρ ἄψυχον πάντως νεκρόν. ἀλλ’
10οὐδὲ τοῦτο ἔστιν εἰπεῖν. ὅτι μὲν γὰρ ἐν τῷ σώματί ἐστιν ἡμῶν, οἴδαμεν, τὸ δὲ πῶς οὐκ οἴδαμεν. καὶ ὅτι μὲν ἄϋλός ἐστι καὶ ἀσώματος ἡ ψυχή, οἶδα (ἤκουσα γάρ), τί δὲ τὸ εἶ‐ δος αὐτῆς καὶ ποταπὴ τὴν οὐσίαν, οὐκ οἶδα, ὅτι καὶ ἀνερ‐ μήνευτον τοῦτο μεμένηκε. πῶς γὰρ ἂν καὶ εἰδείη τις τὴν
15κατ’ εἰκόνα κτισθεῖσαν τοῦ ἀπερινοήτου καὶ ἀκαταλήπτου θε‐ οῦ; ἐὰν ἡ τῆς ψυχῆς οὐσία κατελαμβάνετο, κατελαμβάνετο ἂν καὶ αὐτὸ τὸ τῆς εἰκόνος πρωτότυπον· εἰ δὲ τὸ πρωτότυ‐ πον ἀκατάληπτον, ἀκατάληπτος ἐξ ἀνάγκης καὶ ἡ τοῦ πρω‐ τοτύπου εἰκών. ἔνθεν τοι καὶ πολλὰ μὲν ἐφιλοσοφήθη περὶ
20αὐτῆς, οὐδεὶς δὲ τὴν ταύτης οὐσίαν ἠδυνήθη καταλαβέσθαι138

139

ποτέ, κατ’ εἰκόνα, ὡς εἴρηται, κτισθεῖσαν τοῦ ἀκαταλήπτου καὶ ἀπερινοήτου θεοῦ. ἀλλὰ καὶ παιδεύων ἡμᾶς ὁ θεὸς ὥστε ταπεινὸν ἔχειν φρόνημα καὶ μὴ τὰ περὶ ἡμᾶς ὅλως φαντάζεσθαι, τοιαύτην ἀκαταληψίαν ἐνέθηκε τῇ ψυχῇ.
5 Πρόσεχε δέ, ἀγαπητέ. φθάσας μὲν γὰρ ὁ λόγος ἔδει‐ ξεν ὅτι ἀθρόον ἐν τῇ μήτρᾳ ἡ θεοείκελος τῷ σώματι συμπα‐ ρυφίστατο ψυχή, κἀντεῦθεν ἓν ζῶον σύνθετον ἀποτελεῖται ὁ ἄνθρωπος. καὶ τοῦτ’ ἔστιν ἡ καθ’ ὑπόστασιν ἕνωσις, τοῦτ’ ἔστιν ἡ ἀμφύπαρκτος τῶν ἑτερουσίων κατ’ αὐτὸν συνδρομή. καθ’
10ὃν τοίνυν τρόπον ἀθρόον ἀλλήλοις ἐν τῇ μήτρᾳ συντρέχουσι τό τε σῶμα καὶ ἡ ψυχή, κατὰ τὸν αὐτὸν αὖθις ἀθρόον ἀλ‐ λήλων διίστανται κατά γε τὸν τοῦ θανάτου καιρόν. ὁ τοίνυν οἰόμενος τὴν ψυχὴν κατὰ βραχὺ τοῦ σώματος ὑπαναχωρεῖν ἐν τῷ τοῦ θανάτου καιρῷ διὰ τὸ κατεψῦχθαί τε καὶ παντά‐
15πασιν ἀναισθητεῖν τὰ ἄκρα τῶν μὴ ἐξάπινα τελευτώντων, ὥσπερ ἀπὸ τῶν περάτων τοῦ σώματος ἀρχομένης αὐτῆς συ‐ στέλλεσθαι καὶ κατὰ μέρος ἑλίττεσθαι, ἵνα ἐπειδὰν ὅλη πρὸς τὴν καρδίαν συσπειραθῇ, ὁ τοιοῦτος ἠπάτηται· οὐ γὰρ οὕ‐ τως ἔχει, ἀλλ’ ὥσπερ ἀχρόνως ἐπιλάμπει τῷ σώματι δίκην
20ἡλίου ἐξάπινα τὸν ἀέρα καταφωτίζοντος, κατὰ τὸν αὐτὸν λόγον καὶ ἐκεῖθεν ἀφίπταται. οὔκουν ἐκτείνεται τοῦτο, καθὰ
ἄνωθεν εἴπομεν, οὐδὲ διίσταται, ἀλλὰ καὶ ὅλον δι’ ὅλου139

140

ψυχοῦσα οὐδὲν ἧττον εφ’ ἑαυτῆς ἕστηκε. τί δέ εστι τὸ συν‐ εκτεταμένον τῷ σώματι καὶ ζωοῦν αὐτό; ἡ φύσις καὶ ἡ ἄλογος ζωή. οὐδὲ γὰρ ἦν εὐπρεπὲς τῷ παχεῖ προσομιλῆσαι σώματι τὴν ψυχὴν ἄνευ τινὸς προσφυοῦς τοῖς ἄκροις μεσό‐
5τητος. καὶ αὕτη μὲν πρὸ τῆς παντελοῦς ἀποπνεύσεως τοῖς ἀκρωτηρίοις συναποσβέννυται, οὐ μὴν ἐκεῖθεν ὑποχωρεῖ. ἦν γὰρ ἂν ἀθάνατος ἐπανερχομένη πρὸς ἑαυτήν. ἡ δέ γε ψυχὴ τοῦ μέσου τούτου δεσμοῦ διαλυθέντος, ὥσπερ ἐν ἀτόμῳ ἢ ῥιπῇ ὀφθαλμοῦ, ὅ φησιν ἀπόστολος, τοῦ σώματος ἔξει‐
10σι. καὶ τοσαῦτα μὲν ὁ λόγος ἤδη διείληφε περὶ αὐτῆς τῆς ψυχῆς. Ἀναγκαῖον δὲ προσδιατρῖψαι μικρὸν καὶ τοῖς ἔκπαλαι περὶ αὐτοῦ φυσιολογηθεῖσι τοῦ σώματος. τίνος ἕνεκεν; ὅτι κατὰ τὴν αὐτοῦ διάθεσιν εἴωθεν ἡ ψυχὴ ἐνεργεῖν. καθάπερ
15γὰρ ὁ λαμπρὸς οὗτος ἥλιος κατὰ τὴν τοῦ ἀέρος εἴτε παχύ‐ τητα εἴτε λεπτότητα πρὸς ἡμᾶς τὰς ἀκτῖνας ἀφίησιν, οὕτω καὶ νοερὰ ψυχὴ κατὰ τὴν ὀργάνου διάθεσιν τὴν ἑαυτῆς ἐνέρ‐ γειαν δείκνυσιν. ἐντεῦθεν καὶ μωρὸν ἔστιν ἰδεῖν καὶ μὴ τοι‐ οῦτον, ὑπνηλὸν καὶ γρήγορον, θυμώδη καὶ πρᾶον, ἀνδρεῖον
20καὶ δειλόν, καὶ ὅσα τοιαῦτα. καὶ μὴ μῦθον ἡγοῦ τὰ λεγό‐140

141

μενα· ἔχεις γὰρ τὸν Σιναΐτην θεῖον Ἀναστάσιον λέγοντα μη τὸν θεὸν εἶναι τῶν τοιούτων αἴτιον, αὐτὴν δὲ μᾶλλον τὴν φύσιν καὶ τὴν τῶν τεσσάρων στοιχείων συνδρομὴν καὶ συνέ‐ λευσιν. ἂν γὰρ εὑρεθῇ πλημμύρα τοῦ θερμοῦ στοιχείου ἐν
5τῇ ὥρᾳ τῆς τοῦ βρέφους συλλήψεως, θερμῆς κράσεως τὸ τικτόμενον γίνεται· ἐὰν δὲ τὸ ψυχρὸν καθυπερτερήσῃ στοι‐ χεῖον, ψυχροτέρας ἕξεως εὑρίσκεται τὸ τικτόμενον. ἐντεῦθεν λοιπὸν ὅ τε θυμώδης καὶ ὁ πρᾶος, ὁ ἀνδρεῖος καὶ δειλός. καὶ ὅρα τὸν σῦν καὶ τὸν ἔλαφον, τὸν μὲν πρὸς πόλεμον ἕτοι‐
10μον διὰ θερμότητα, τὸν δὲ τὴν μάχην φεύγοντα διὰ τὴν ἐκ ψυχρότητος αὐτῷ προσοῦσαν δειλίαν. ἐὰν δὲ τὸ ξηρὸν ὑπερ‐ τερήσῃ στοιχεῖον, νηφάλιόν τινα καὶ γρήγορον ἀποτίκτει ἄν‐ θρωπον. ἐφ’ ᾧ καί τις σοφός, ᾧ ὄνομα Ἡράκλειτος, ἔλεγε „ψυχὴ ξηροτέρη σοφωτέρη,“ ψυχὴν ἐνταῦθα τὴν τοῦ ἐγκε‐
15φάλου καλέσας οὐσίαν. ἐὰν δὲ τὸ ὑγρὸν πλεονάσῃ στοιχεῖον, νωθρόν τινα ποιεῖ καὶ δυσκίνητον. κατὰ ταῦτα λοιπὸν ἡ ἐκ φύσεως πραότης φρόνησίς τε καὶ σωφροσύνη οὐκ ἀρεταὶ τοῖς θείοις πατράσι κρίνονται, φυσικὰ δὲ πλεονεκτήματα. καὶ πρόσχες αὐτῷ τῷ μεγάλῳ Βασιλείῳ λέγοντι „πολλοὺς ἔγνων
20φύσει μισοῦντας τὸ μίγνυσθαι γυναικί. ἆρ’ οὖν σώφρονας αὐτοὺς ὀνομάσομεν; οὐδαμῶς· σωφροσύνη γάρ ἐστιν αὐτὴ ἡ ἐγκράτεια καὶ τὸ μαχόμενον περιγενέσθαι τῶν ἡδονῶν.“ καὶ
περὶ μὲν τούτων οὕτως.141

142

Διὰ τί δὲ πλάττων ὁ θεὸς τὸν ἄνθρωπον οὐκ ελαβε βῶ‐ λον, ἀλλὰ χοῦν τὸ λεπτότατον; ὁμοῦ μὲν ἐκ τούτου καὶ τὸ φύσημα καταστέλλων ἡμῶν, ὁμοῦ δὲ καὶ διδοὺς ἐντεῦθεν ἐλ‐ πίδα τῆς ἀναστάσεως. ἐπειδὴ προῄδει ὅτι μέλλει τελευτᾶν
5τὸ ζῶον καὶ εἰς χοῦν καταντᾶν, προλαβὼν ἐν τῇ δημιουργίᾳ τὴν ἐλπίδα τῆς ἀναστάσεως δίδωσι. λαμβάνει χοῦν ἀπὸ τῆς γῆς, ἵν’ ὅταν ἴδῃς ἐν τάφῳ χοῦν, γνῷς ὅτι ὁ ἐκεῖνον πλάσας καὶ τοῦτον ἀνίστησιν. ἀλλὰ καὶ τίνος ἕνεκεν, ἐπιζητεῖς, δι‐ πλοῦν πλάττει τὸν ἄνθρωπον ἔκ τε ψυχῆς νοερᾶς καὶ σώμα‐
10τος; ὥστε σύνδεσμον εἶναι τοῦ τε νοητοῦ κόσμου καὶ τοῦ αἰ‐ σθητοῦ. ἐπειδὴ γὰρ οἱ δύο κόσμοι οὗτοι τῇ οὐσίᾳ διεστήκα‐ σιν, ἵνα μὴ διαφόρους εἰσαγάγῃ δημιουργούς, διπλοῦν ζῶον ἐν τῷ κόσμῳ τὸν ἄνθρωπον τέθεικεν, ὡς ἐντεῦθεν ἕνα δημι‐ ουργὸν τῶν ἄνω τε καὶ τῶν κάτω κηρύττεσθαι.
15 Ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν. διὰ τί τὸ ἐκ σώματος καὶ ψυχῆς συντεθὲν ζῶον ἄνθρωπον ὠνόμασεν ἡ γραφή; ὁ ἄνθρωπος τῇ Ἑβραΐδι διαλέκτῳ πῦρ λέγεται. καὶ ἐπειδὴ προῄδει ὁ θεὸς ὅτι ἀπὸ ἑνὸς ἀνθρώπου ἀνθρωπίνων σωμάτων πληροῦται τῆς οἰκουμένης τὰ πέρατα,
20εἷς λύχνος ἐξάπτει τοσαύτας λαμπάδας, διὰ τοῦτο τὸ τοιοῦ‐
τον ζῶον ἐκάλεσεν ἄνθρωπον, τουτέστι πῦρ. τῶν γὰρ ἄλλων142

143

στοιχείων ἕκαστον ὡς ἔστι μένει. οἷον ἐὰν λάβῃς βῶλον τῆς γῆς, ὡς ἔστι μένει. ὕδωρ ἐὰν λάβῃς μέτρῳ τινί, τὸ αὐτὸ μένει ὕδωρ καὶ προσθήκην οὐ λαμβάνει. ἀέρος ἐὰν πληρώσῃς ἀσκόν, ἄλλον ἀσκὸν ἐξ ἐκείνου πληρῶσαι οὐ δύνασαι. τὸ δὲ
5πῦρ, ὡς ἔστιν, οὐ μένει, ἀλλ’ ὅσην ἐὰν λάβῃς ὕλην, πλεο‐ νάζει τὸ πῦρ. καὶ λύχνους δὲ πολλοὺς ἐὰν ἐξ ἑνὸς λύχνου ἅψῃς, οὐ καινοτομήσεις αὐτόν. προσφόρως οὖν αὐτὸν ἐκά‐ λεσεν ἄνθρωπον. κατὰ τοῦτο δὲ καὶ τῷ τοῦ Ἀδὰμ ὀνόματι προσηγόρευσεν αὐτόν. ἐπειδὴ γὰρ ἤμελλεν τὰ τέσσαρα κλί‐
10ματα ἐξ αὐτοῦ πληροῦσθαι, τὸ τοιοῦτον αὐτῷ προσεπιτίθη‐ σιν ὄνομα. καὶ ὅρα τὰ τοῦ τοιούτου ὀνόματος γράμματα. τὰ τέσσαρα γὰρ ὑπεμφαίνουσι κλίματα· ἄλφα ἀνατολή, δέλ‐ τα δύσις, ἄλφα ἄρκτος, μῦ μεσημβρία. καλῶς οὖν τὸ τοι‐ οῦτον ζῶον καὶ Ἀδὰμ καὶ ἄνθρωπον προσηγόρευσεν· ἐξ αὐ‐
15τοῦ γάρ, ὡς προείρηται, τὰ τέσσαρα πεπλήρωται κλίματα. λέγει γὰρ ἡ γραφή „καὶ ἐφύτευσεν ὁ θεὸς παράδεισον ἐν Ἐδὲμ κατὰ ἀνατολάς.“ διὰ τί δὲ μὴ εἰς ἄλλο κλίμα τὸν πα‐ ράδεισον ἐφύτευσεν, ἀλλὰ κατ’ ἀνατολάς; ὅθεν ἡ ἀρχὴ τοῦ δρόμου τῶν φωστήρων, ἐκεῖθεν καὶ ἡ διαγωγὴ τῶν ἀνθρώ‐
20πων. προμηνύει ὁ θεὸς τὸ μέλλον. κατὰ ἀνατολὴν ἐν τῷ παραδείσῳ τίθησι τὸν ἄνθρωπον, ἵνα δείξῃ ὅτι ὥσπερ οὗτοι οἱ φωστῆρες ἀνατέλλουσι καὶ τρέχουσιν εἰς δύσιν καὶ δύνου‐
σιν, οὕτως καὶ τοῦτον δεῖ ἀπὸ τῆς ζωῆς εἰς θάνατον δραμεῖν143

144

καὶ δῦσαι κατὰ τὸν τύπον τῶν φωστήρων, καὶ ἄλλην ἀνατο‐ λὴν πάλιν λαβεῖν ἐξανάστασιν ἐκ νεκρῶν. ἔδραμεν ὁ Ἀδὰμ εἰς δύσιν, ἔδυσεν εἰς τάφον. ἦλθεν ὁ Χριστός, καὶ ἐποίησεν ἀνατεῖλαι τὸν δύσαντα. διὰ τοῦτο λέγει ὁ προφήτης „ἀνατολὴ
5ὄνομα αὐτῷ.“ Γίνωσκε δὲ καὶ τοῦτο, ὅτι ὁ ἐξερχόμενος ἐκ τοῦ παρα‐ δείσου ποταμὸς εἰς τέσσαρας ἀρχὰς μερίζεται, τουτέστι πη‐ γάς, ἀφ’ ὧν οἱ τέσσαρες ποταμοί. καὶ ἐὰν οἱ τέσσαρες οὗτοι ποταμοὶ ἐξ ἑνὸς ἔχουσι ποταμοῦ τὴν ἀρχήν, διὰ τί μὴ καὶ
10τὸ ὕδωρ αὐτῶν ἕν; διὰ τί μὴ καὶ ἡ ποιότης αὐτοῖς μία; μεταλαμβάνουσι τῆς γῆς καὶ τῆς ποιότητος τῶν τόπων δι’ ὧν παρέρχονται, καὶ διὰ τοῦτο παρηλλαγμένην ἔχουσι τήν τε γεῦσιν αὐτῶν καὶ ποιότητα. ὅρα γὰρ ὅτι καὶ αὐτὸ τὸ ὕδωρ μίαν μὲν ἔχει τὴν φύσιν καὶ τὴν ποιότητα, ἀλλ’ ἐὰν ἐμβλη‐
15θῇ αὐτῷ ἀψίνθιον, ἄλλην ποιότητα ποιεῖ, ἐὰν ἄνηθον, ἄλ‐ λην, καὶ ἑτέραν αὖθις, ἐὰν πήγανον. διέρχεσθαι δὲ τοὺς ποταμοὺς διά τινων ὑπονόμων τόπων ᾠκονόμησεν ὁ θεός, καὶ ἐξ ἑτέρων ἀρχῶν αὐτοὺς ἀναφαίνεσθαι, ἵνα μὴ ταῖς ὄχθαις αὐτῶν ἀκολουθοῦντές τινες αὐτὸν ἐπιχειρῶσι καταλαβεῖν τὸν
20παράδεισον. Οἶδα δέ, ἀγαπητέ, ὅτι καὶ τοῦτο μετὰ τῶν ἄλλων ζη‐ τεῖς, τί δή ποτε περὶ οὐρανοῦ καὶ γῆς καὶ πάντων ἐφεξῆς διεξ‐
ιὼν Μωσῆς τῆς τῶν ἀγγέλων δημιουργίας οὐδαμοῦ μεμνημένος144

145

φαίνεται. γίνωσκε οὖν ὅτι οὐδὲν στερεὸν οὐδὲ βέβαιον εἶχον οἱ νομοθετούμενοι. εἰ μὴ γὰρ τοῦτο ἦν, οὐκ ἂν ἐκεῖνοι καὶ τοσαῦτα θεασάμενοι θαύματα τὴν εἰκόνα τοῦ μόσχου θεὸν ἀνηγόρευσαν. οἱ δὲ ῥᾳδίως οὕτω τὰ τῶν κτηνῶν ἰνδάλματα
5θεοποιήσαντες τί οὐκ ἂν ἔδρασαν, εἰ τῶν ἀοράτων φύσεων τὴν γνῶσιν ἐδέξαντο; τοῦ Μωσέως λοιπὸν τὰ περὶ τούτων πάντῃ σιωπήσαντος ὁ προφήτης Δαβὶδ μετὰ χρόνους ὕστερον ἱκανοὺς μνήμην ποιεῖται τῆς δημιουργίας αὐτῶν, εἰ καὶ πα‐ ροδευτικῶς διὰ τὴν τῶν ἀκροωμένων ἀσθένειαν, καί φησιν
10„αὐτὸς εἶπεν, καὶ ἐγεννήθησαν· αὐτὸς ἐνετείλατο, καὶ ἐκτί‐ σθησαν.“ ὁ δέ γε θεοφάντωρ καὶ μέγας Διονύσιος πλατύτε‐ ρον περὶ τῶν ἀοράτων διέξεισι φύσεων, ἅτε πρὸς αὐτοὺς ἐκείνους τὴν διδασκαλίαν ποιούμενος τοὺς τοιαῦτα δεδυνημέ‐ νους χωρεῖν. τήν τε γὰρ στάσιν αὐτῶν, τὴν τάξιν, τὴν γνῶ‐
15σιν, τὸν φωτισμόν, τὴν πρὸς ἀλλήλας διαφορὰν καὶ τὴν ἑκά‐ στῃ προσοῦσαν ἐνέργειαν θαυμασίως διείληφεν, ὃ τοὺς ἀγνο‐ οῦντας ἐδίδαξεν. Ἔτι δὲ καὶ τοῦτο πρὸς τοῖς ἄλλοις εἰδέναι σε βούλομαι, ὅτι τὰ τῶν ἄνω διακοσμήσεων τάγματα ἐννέα τυγχάνει τὸν
20ἀριθμόν, ἃ καί εἰσι ταῦτα, Χερουβίμ, Σεραφίμ, θρόνοι, κυριότητες, δυνάμεις, ἐξουσίαι, ἀρχαί, ἀρχάγγελοι, ἄγγε‐ λοι. εἰ δὲ καὶ ἕτερα τάγματα ἐν οὐρανοῖς ἐστίν, περὶ ὧν ἐν
τῷ μέλλοντι αἰῶνι καὶ ἀκοῦσαι καὶ μαθεῖν μέλλομεν, ὁ μα‐145

146

κάριος οἶδε Παῦλος οὕτως εἰπών „ἐκάθισεν ὁ Χριστὸς ἐπάνω πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ δυνάμεως καὶ παντὸς ὀνόματος ὀνομαζομένου μὴ μόνον ἐν τῷ αἰῶνι τούτῳ ἀλλὰ καὶ ἐν τῷ μέλ‐ λοντι.“ τὰ μέντοι διαληφθέντα ἐννέα τάγματα εἰς τρεῖς ἀφο‐
5ρίζει διακοσμήσεις ὁ θεῖος Διονύσιος, καὶ πρώτην μὲν εἶ‐ ναί φησι τὰ Σεραφὶμ τὰ Χερουβὶμ καὶ τοὺς θρόνους, ἀμέ‐ σως καὶ προσεχῶς παριστάμενα τῷ θεῷ, δευτέραν δὲ τὴν τῶν κυριοτήτων καὶ τῶν δυνάμεων καὶ τῶν ἐξουσιῶν, τρίτην δὲ καὶ τελευταίαν τὴν τῶν ἀρχῶν καὶ ἀρχαγγέλων καὶ ἀγγέ‐
10λων. τὸ μέντοι ἐν αὐτοῖς ὕστατον τάγμα, ὡς προείρηται, ἰδίως ἄγγελοι καλεῖται ὡς τὰς θείας ἐκφαντορίας ἀγγέλλον τε καὶ διαβιβάζον πρὸς ἡμᾶς. τῆς τοιαύτης δὲ ἀγγελικῆς ἐπω‐ νυμίας καὶ πᾶσαι αἱ νοεραὶ φύσεις ἠξίωνται διὰ τὸ πρώτως αὐτοῖς ἐγγίνεσθαι τὴν θεαρχικὴν ἔλλαμψιν, καὶ οὕτω δι’ αὐ‐
15τῶν εἰς ἡμᾶς διαπορθμεύεσθαι τὰς ὑπὲρ ἡμᾶς ἐκφαντορίας· καὶ ὁ νόμος γὰρ αὐτὸς δι’ ἀγγέλων ἡμῖν ἐδωρήθη, καὶ τοὺς κλεινοὺς καὶ πρὸ νόμου καὶ μετὰ νόμον πατέρας ἄγγελοι πρὸς τὸ θεῖον ἀνῆγον· καὶ γὰρ διὰ τὸν πρῶτον τὰ δεύτερα πρὸς τὸ θεῖον ἀνάγονται. οὐ μόνον δὲ αἱ περὶ ἡμᾶς νοεραὶ φύ‐
20σεις εἰσίν, ἀλλὰ καὶ ἐν αὐταῖς ταῖς ὁμοταγέσιν ἱεραρχίαις πρῶται καὶ μέσαι καὶ τελευταῖαι τάξεις εἰσί, καὶ τῶν ἡττό‐
νων οἱ θειότεροι χειραγωγοὶ ἐπὶ τὴν θείαν προσαγωγὴν καὶ146

147

ἔλλαμψιν γίνονται. καὶ τὰ μὲν ἁγιώτατα τῶν ὑπερτάτων οὐ‐ σιῶν τάγματα καὶ ἀγγέλους καλοῦσιν οἱ θεολόγοι, ὡς εἴρηται (καὶ γάρ εἰσιν ἐκφαντορικὰ καὶ αὐτὰ τῆς θεαρχικῆς ἐλλάμ‐ ψεως)· τὴν δὲ τελευταίαν τάξιν τῶν οὐρανίων νοῶν, τουτέ‐
5στι τοὺς ἀγγέλους, οὐκ ἔχει λόγον Χερουβὶμ ἢ Σεραφὶμ ἢ θρόνους ὀνομάζειν· οὐδὲ γάρ ἐστιν ἐν μετουσίᾳ τῶν ὑπερ‐ τάτων δυνάμεων. πρὸς ἐπὶ τούτοις καὶ δυνάμεις καλοῦσι τὰς νοερὰς πάσας φύσεις ὡς τῶν σωματικῶν παθῶν ἐλευθέρας κἀντεῦθεν πληροῦν τὰ κελευόμενα δυναμένας· „δυνατοὶ“ γάρ
10φησιν „ἰσχύϊ, ποιοῦντες τὸν λόγον αὐτοῦ.“ ἀλλὰ καὶ κατὰ πᾶ‐ σαν ἱερὰν διακόσμησιν αἱ μὲν ὑπερβεβηκυῖαι τάξεις ἔχουσι καὶ τὰς τῶν ὑφειμένων διακοσμήσεων ἐλλάμψεις καὶ δυνάμεις, ἀμέθεκτοι δὲ τῶν αὐτὰς ὑπερκειμένων αἱ τελευταῖαί εἰσιν. Ἀναγκαῖον δὲ πρὸς τοῖς ἄλλοις καὶ τοῦτο εἰδέναι σε, ὅτι
15πᾶσα ἡ τῶν ἐπουρανίων νοῶν ἐπωνυμία δήλωσιν ἔχει τῆς ἑκάστου θεοειδοῦς ἰδιότητος Ἑβραϊκῇ φωνῇ, καθὰ δὴ καὶ ὁ χρυσορρήμων Ἰωάννης φησὶν ἐν τῷ περὶ ἀκαταλήπτου τρίτῳ λόγῳ αὐτοῦ. τὸ μὲν αὐτῶν Χερουβίμ, τὸ δὲ Σεραφὶμ κα‐ λούμενα. τὰ τοιαῦτα καὶ γὰρ ὀνόματα τὰς ἐνεργείας αὐτῶν
20ὑπεμφαίνουσι, καὶ καθάπερ ἄγγελος λέγεται διότι τὰς θείας ἐκφαντορίας ἀναγγέλλει ἡμῖν, καὶ ἀρχάγγελος ἐπειδὴ τῶν ἀγ‐
γέλων ἄρχει, οὕτως αἱ τοιαῦται προσηγορίαι τὴν σοφίαν αὐ‐147

148

τῶν καὶ καθαρότητα δηλοῦσιν ἡμῖν. καὶ ὥσπερ αἱ πτέρυγες τὸ ὕψος δηλοῦσι τῆς φύσεως (καὶ γὰρ ὁ Γαβριὴλ πετόμενος φαίνεται οὐκ ἐπειδὴ πτερὰ περὶ τὸν ἄγγελον, ἀλλ’ ἵνα μά‐ θῃς ὅτι ἐκ τῶν ἀνωτάτων χωρίων ἐπὶ τὴν ἀνθρωπίνην ἀφῖ‐
5κται φύσιν), οὕτω δὴ καὶ ἐπὶ τῶν Χερουβὶμ καὶ Σεραφὶμ οὐδὲν ἄλλο δηλοῖ τὰ πτερὰ ἢ τὸ ὕψος τῆς φύσεως, καὶ οἱ ὀφθαλμοὶ τὸ διορατικὸν αὐτῶν. ὡσαύτως τὸ διὰ παντὸς ἀνυ‐ μνεῖν τὸ ἄγρυπνον αὐτῶν ὑπεμφαίνει καὶ γρήγορον. οὕτω δὴ καὶ τὰ ὀνόματα τῶν μὲν τὴν σοφίαν αὐτῶν δηλοῖ, τῶν
10δὲ τὴν καθαρότητα· τί γάρ ἐστι Χερουβὶμ ἢ πεπληθυσμένη γνῶσις; τί δὲ Σεραφὶμ ἢ ἔμπυρα στόματα; ἡ δὲ τῶν θρό‐ νων κλῆσις οὐδὲν ἄλλο ἢ τὸ ἀπὸ πάντων τῶν περιπεζίων ἐξῃρημένον αὐτῶν ὑπεμφαίνει, καὶ τὸ περὶ τὰς θείας ὑπο‐ δοχὰς ἀναπεπταμένον καὶ ἕτοιμον. οὗτος μὲν οὖν ὁ πρῶτος
15διάκοσμος παρ’ αὐτῆς τῆς οὐσιοποιοῦ θεαρχίας ἀμέσως μυού‐ μενος· ἡ δὲ τῶν κυριοτήτων ἐπωνυμία δηλοῖ ἀδούλωτόν τι‐ να καὶ πάντῃ ἐλευθέραν ἀναγωγὴν τῆς ὄντως κυριαρχίας ἀκαταλήκτως ἐφιεμένην. ἡ δὲ τῶν δυνάμεων ἀρρενωπόν τι‐ να καὶ ἀκατάσειστον πρὸς πάσας τὰς θεοειδεῖς ἐνεργείας πα‐
20ρίστησιν, ἡ δὲ τῶν ἐξουσιῶν εὔκοσμόν τινα καὶ ἀσύμφυρτον περὶ τὰς θείας ὑποδοχὰς. εὐταξίαν. αὕτη μὲν οὖν ἡ μέση
τῶν οὐρανίων νοῶν διακόσμησις τελεσιουργεῖται μὲν καὶ φω‐148

149

τίζεται διὰ τῆς πρώτης ἱεραρχικῆς διακοσμήσεως, διαπορ‐ θμεύει δὲ τῇ μετ’ αὐτὴν τὰς ἐλλάμψεις. ἡ δέ γε τῶν ἀρχῶν ἐπωνυμία τὸ θεοειδὲς αὐτῶν ἐμφαίνει καὶ ἡγεμονικὸν καὶ τὸ πρὸς τὴν ἀρχοποιὸν ἀρχὴν ὡς δυνατὸν ἀποτυποῦσθαι. ἡ δὲ
5τῶν ἀρχαγγέλων ἐπωνυμία τῶν ἄκρων ἀντιλαμβάνεσθαι δη‐ λοῖ· ταῖς γὰρ ἀρχαῖς καὶ τοῖς ἀγγέλοις κοινωνεῖ, ταῖς μὲν ὅτι πρὸς τὴν ὑπερούσιον ἀρχὴν ἀρχικῶς ἐπέστραπται, τοῖς δὲ ὅτι καὶ τῆς ὑποφητικῆς ἐστὶ τάξεως τὰς θεαρχικὰς ἐλλάμ‐ ψεις διὰ τῶν πρώτων ὑποφαινομένη δυνάμεων καὶ τοῖς ἀγ‐
10γέλοις αὐτὰς ἀπαγγέλλουσα. ἡ δὲ τῶν ἀγγέλων ἐπωνυμία τὴν ἐκφαντορικὴν αὐτῶν λειτουργίαν παρίστησιν. Ἔδειξεν οὖν ὁ λόγος ὡς αἱ πρῶται μὲν τάξεις ἀμέσως ἐκ θεοῦ τὰς ἐλλάμψεις δέχονται, παρὰ δὲ τῶν πρώτων αἱ δεύτεραι καὶ καθεξῆς αἱ λοιπαί, τουτέστι παρὰ τῶν δευτέ‐
15ρων αἱ τρίται. ὅτι δὲ διαφορά τίς ἐστι παρὰ ταῖς ἄνω δυ‐ νάμεσι, καὶ ὅτι κατά γε τὴν στάσιν καὶ τάξιν αὐτῶν καὶ τὴν γνῶσιν ἔχουσι, καὶ ὁ θειότατος ὑπέδειξε Κύριλλος ἐν τῇ βί‐ βλῳ τῶν θησαυρῶν οὕτως εἰπών „παντὶ λογικῷ συμμεμέτρη‐ ται ἡ γνῶσις, ὡς ἑτέραν μὲν εἶναι πιστεύειν ἐν ἀγγέλοις,
20μείζονα δὲ ἐν ἀρχαγγέλοις, καὶ ἔτι ταύτας ὑπερέχουσαν ἐν
ταῖς ἀνωτέρω δυνάμεσιν.“ ἀλλὰ καὶ ὁ Δαμασκηνὸς Ἰωάν‐149

150

νης περὶ τούτων οὕτως φησί „διαφέρονται δὲ ἀλλήλων αἱ ἄνω δυνάμεις τῷ φωτισμῷ καὶ τῇ στάσει, εἴτε πρὸς τὸν φω‐ τισμὸν τὴν στάσιν ἔχοντες, εἴτε πρὸς τὴν στάσιν τοῦ φωτι‐ σμοῦ μετέχοντες, καὶ ἀλλήλους φωτίζοντες διὰ τὸ ὑπερέχον
5τῆς τάξεως ἢ φύσεως.“ δῆλον δέ, ὡς καὶ ἄνωθεν εἴρηται, ὅτι οἱ ὑπερέχοντες τοῖς ὑποβεβηκόσι μεταδιδόασι τοῦ τε φω‐ τισμοῦ καὶ γνώσεως. Πρὸς τοῖς εἰρημένοις δὲ καὶ τοῦτό φησιν, ὅτι καὶ φυ‐ λάττουσι μέρη τῆς γῆς αἱ ἄνω δυνάμεις, καὶ ἐθνῶν καὶ τό‐
10πων προΐστανται, καθὼς ὑπὸ τοῦ δημιουργοῦ ἐτάχθησαν. ὅτι δὲ ταῦτα οὕτως ἔχει, καὶ ὁ ἐν πατριάρχαις ἁγιώτατος Γερμανὸς ἀριδηλότερον τοῦτο παρίστησιν. ἐν γὰρ τῷ εἰς τὴν κοίμησιν τῆς θεομήτορος λόγῳ αὐτοῦ καὶ τάδε περὶ τούτου φησίν. „ἅμα τῷ συστῆναι τὰ τῶν ἀνθρώπων γένη, ἄγγελοι
15τῆς τούτων ζωῆς ἐπιτροπεύειν ἐτάχθησαν. ἔστησε γάρ φησιν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων θεοῦ, καὶ παρεμβαλεῖ ἄγγελος κυρίου κύκλῳ τῶν φοβουμένων αὐτόν. ἡνίκα δὲ εἰς εἰδωλολατρείαν οἱ ἄνθρωποι ἐξέκλιναν, διέστησαν ἀπ’ αὐτῶν καὶ οἱ ἄγγελοι. καθ’ ὃν δὲ λοιπὸν ἔτικτε καιρὸν ἡ πανάμω‐
20μος, ἡνώθησαν τὰ ἐν οὐρανῷ τοῖς ἐπὶ γῆς, καὶ σύμφωνον
πολίτευμα γέγονεν ἀγγέλοις καὶ ἀνθρώποις, καὶ μία δοξολο‐150

151

γία.“ τοιοῦτον δέ τι καὶ ὁ χρυσορρήμων Ἰωάννης περὶ τῶν ἀγγέλων διέξεισι. φησὶ καὶ γὰρ ὅτι ὁ προφήτης Δανιὴλ μέ‐ γα τι χρῆμα λέγει τοὺς ἀγγέλους εἶναι, προστάγματι δὲ θε‐ οῦ πᾶσαν τὴν κτίσιν διαλαχεῖν καὶ τῶν ἐθνῶν ἐπιστατεῖν,
5καὶ τούτων τὸν μὲν τοὺς Πέρσας ἐφορᾶν, τὸν δὲ ἀρχάγγε‐ λον Μιχαὴλ τὸν ἐκ περιτομῆς λαὸν φρουρεῖν. συστῆναι δὲ τοῖς ἐφόροις ἄμφω διαπληκτισμόν, οὐ κατὰ πάθος ὀργῆς, ἀλλὰ κατὰ θεῖόν τινα καὶ ἀπόρρητον λόγον, τοῦ μὲν δουλεύ‐ ειν Ἰουδαίους Πέρσαις ἀναγκάζοντος ὡς τοῦ θεοῦ δῆθεν κα‐
10ταφρονητάς, τοῦ δὲ πρὸς τὴν ἐλευθερίαν ἀνθέλκοντος καὶ λέγοντος „παῦσαι, Περσῶν προστάτα· ὁ γὰρ θεὸς ἔπλη‐ ξε μὲν ἁμαρτάνοντας, ἐπιστρεφομένους δὲ οὐκ ἀποστρέφε‐ ται.“ Ὅτι δὲ θεῖος ἄγγελος ἑνὶ ἑκάστῳ προσεδρεύει τῶν πι‐
15στῶν φυλακῆς ἕνεκεν, διείληπται μὲν καὶ τῷ μεγάλῳ Βασι‐ λείῳ λέγοντι „ὡς τὰς μελίσσας φυγαδεύει καπνὸς καὶ τὰς περιστερὰς ἐξελαύνει δυσωδία, οὕτω καὶ τὸν. φύλακα τῆς ζωῆς ἡμῶν ἄγγελον ἡ πολύδακρυς καὶ δυσώδης ἀφ’ ἡμῶν διίστησιν ἁμαρτία.“ οὐχ ἧττον δὲ τὰ περὶ τούτου καὶ αὐτῷ
20τῷ Θεοδωρήτῳ δεδήλωται. ἐν γὰρ τῇ θεραπευτικῇ αὐτοῦ τάδε φησίν. „ἐπαρθεὶς ὁ διάβολος λέγεται πεπτωκέναι, εἶτα κατὰ τῶν ἀνθρώπων ὡς. εἰκόνι θείᾳ τετιμημένων λυττῆσαι,
καὶ τὸν κατὰ τούτων ἀναδέξασθαι πόλεμον. ἔνθεν τοι καὶ151

152

τὸν ποιητὴν τῇ τῶν ἀγγέλων ἐπιστασίᾳ τὸ τῶν ἀνθρώπων φρουρῆσαι γένος, ὅπως μὴ βίᾳ καὶ τυραννίδι χρώμενος, ἀο‐ ράτως ἐπιών, οὓς διὰ φθόνον ἐμίσησεν, ἀδεῶς διαφθείρῃ.“ ὅτι δὲ ταῦτα οὕτως ἔχει, καὶ ὅτι τῶν πιστῶν ἕκαστος ἄγ‐
5γελον φύλακα κέκτηται, καὶ τῷ κατὰ Ματθαῖον εὐαγγε‐ λίῳ διείληπται. λέγει γάρ „ὁρᾶτε μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τούτων· οἱ γὰρ ἄγγελοι αὐτῶν διηνεκῶς ὁρῶσι τὸ πρόσωπον τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς.“ καὶ περὶ μὲν τούτων οὕτως.
10 Ἔτι δὲ καὶ τοῦτο παρά τισιν ἠπόρηται, εἴτε πρὸ τῆς παραγωγῆς τοῦ οὐρανοῦ καὶ τῆς γῆς εἴτε μετὰ τὴν δημιουρ‐ γίαν αὐτῶν αἱ νοεραὶ δυνάμεις παρήχθησαν. ὁ μὲν οὖν Θεο‐ δώρητος, ναὶ μὴν καὶ ὁ Γεννάδιος πρὸ τῶν ἀοράτων φύσεων διισχυρίζονται τὸν ὁρατὸν τουτονὶ κόσμον παραχθῆναι· ἐπει‐
15δὴ γὰρ περίγραπτοί εἰσιν οἱ ἄγγελοι, ἔπρεπε πάντως καὶ τόπον εἶναί τινα, ὡς ἐντεῦθεν αὐτοὺς ἐν αὐτῷ περιγράφε‐ σθαι. ἀλλ’ ὁ λοιπὸς τῶν πατέρων κατάλογος οὐμενοῦν αὐτὸ καταδεχόμενος φαίνεται. καὶ τηνικαῦτα τοῦ μεγάλου Βασι‐ λείου ἐν τῇ ἑξαημέρῳ αὐτοῦ λέγοντος ἄκουε „ἦν τις πρεσβυ‐
20τέρα τῆς τοῦ κόσμου γενέσεως κατάστασις, ταῖς ὑπερκοσμί‐ οις δυνάμεσι πρέπουσα. δημιουργήματα δὲ ἐν αὐτῇ ὁ τῶν
ὅλων δημιουργὸς ἀπετέλεσε φῶς νοητόν, πρέπον τῇ μακαριό‐152

153

τητι τῶν φιλούντων ἀγγέλων τὸν κύριον.“ ἀλλὰ καὶ τοῦ θεο‐ λόγου Γρηγορίου λέγοντος οὕτως ἄκουε „καὶ πρῶτον μὲν ἐν‐ νοεῖ τὰς ἀγγελικὰς οὐρανίους δυνάμεις, καὶ τὸ ἐννόημα ἔρ‐ γον ἦν, λόγῳ συμπληρούμενον καὶ πνεύματι τελειούμενον·
5δεύτερον δὲ ἐννοεῖ κόσμον ὑλικὸν καὶ ὁρώμενον.“ ὅμοια δὲ τούτῳ διέξεισι καὶ ὁ ἀδελφὸς αὐτοῦ Καισάριος „πᾶσαι“ λέ‐ γων „ἐν φωτὶ διῆγον αἱ ἄσαρκοι τῶν ἀγγέλων χορεῖαι καὶ πρὸ τοῦ γενέσθαι τὸν κόσμον.“ καὶ ὁ θειότατος Ἀναστάσιος ὁ Σιναΐτης περὶ τούτων οὕτω φησί „θεὸς ἡμῶν ὁ ἀεὶ ὢν
10πρὸ πάσης κτίσεως ἐννοεῖ καὶ ποιεῖ τὰς ἀγγελικὰς καὶ οὐρα‐ νίους δυνάμεις, ὡς μόνος αὐτὸς οἶδεν.“ ἀλλὰ καὶ ὁ Σεβῆ‐ ρος, ναὶ μὴν καὶ ὁ Διόδωρος αὐτός τε ὁ μέγας Ἀμφιλόχιος πρεσβυτέραν ἀποδείκνυσι τοῦ ὁρωμένου τούτου κόσμου καὶ αἰσθητοῦ τὴν τῶν ἀοράτων φύσεων δημιουργίαν. ὁ δὲ Δα‐
15μασκηνὸς Ἰωάννης περὶ τούτου καὶ τάδε φησίν „ἕτεροι μὲν οὖν μετὰ τὸν πρῶτον οὐρανὸν τὰς ἀοράτους φασὶ παραχθῆ‐ ναι δυνάμεις, ἐγὼ δὲ τῷ θεολόγῳ Γρηγορίῳ συντίθεμαι· ἔπρεπε γὰρ πρῶτον τὴν νοερὰν οὐσίαν κτισθῆναι, καὶ τότε τὴν αἰσθητήν, καὶ οὕτως ἐξ ἀμφοτέρων τὸν ἄνθρωπον.“ πα‐
20ράγει μὲν ὁ θεὸς τὰς ἄνω δυνάμεις, ὡς εἴρηται, πρότερον, ἔπειτα δὲ τὸν οὐρανὸν καὶ τὴν γῆν, τὴν θάλασσαν καὶ πάν‐
τα τὰ ἐν αὐτοῖς. τέλος πάντων ταῖς οἰκείαις χερσὶ πλάττει153

154

τὸν ἄνθρωπον, χοῦν λαβὼν ἀπὸ τῆς γῆς καὶ ἐμφυσήσας αὐ‐ τῷ, καθάπερ ἄνωθεν εἴρηται. Ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν, καὶ ἀρχέτωσαν τῶν ἰχθύων τῆς γῆς. διὰ τί πρῶ‐
5τον ἐνταῦθα τῶν ἰχθύων ἐμνημόνευσε, „καὶ ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης, τῶν πετεινῶν τοῦ οὐρανοῦ καὶ τῶν θηρίων τῆς γῆσ“ εἰπών; κατὰ τὴν τάξιν τῆς δημιουργίας· πρῶτον γὰρ οἱ ἰχθύες ἐκ τῆς θαλάσσης ἐγένοντο, εἶτα τὰ πετεινά, μετὰ ταῦτα δὲ ἀπὸ τῆς γῆς τὰ τετράποδα.
10 Καὶ τοῦτο δὲ ζητοῦσιν, ἀγαπητέ, τίνος ἕνεκεν ἤγαγε τὰ ζῶα πρὸς τὸν Ἀδὰμ ὁ θεός. ἔφθασεν εἰπὼν ὅτι ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα· ἡμετέραν, καὶ ἀρχέτω τῶν ἰχθύων. ἵνα γοῦν ὅπερ εἶπε δῆλον ἔργοις αὐτοῖς γένηται, διὰ τοῦτο τὰ ζῶα ἤγαγε πρὸς τὸν Ἀδὰμ ὡς ἐντεῦθεν καὶ τὴν ὑποτα‐
15γὴν αὐτῶν ἐπιγνωσθῆναι (καὶ γὰρ ὡς δοῦλα παρίσταντο ἅπαντα) καὶ τὴν δοθεῖσαν ὑπὸ θεοῦ σοφίαν τῷ Ἀδὰμ δήλην γενέσθαι παντί· ἐφ’ ἑκάστῳ γὰρ τῶν ζώων ὄνομα ἔθετο τῇ αὐτοῦ φύσει κατάλληλον. Ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’
20ὁμοίωσιν, τουτέστι δώσωμεν αὐτῷ λόγου περιουσίαν, ὡς ὁ μέγας φησὶ Βασίλειος. „καὶ τὸ μὲν κατ’ εἰκόνα ἐκ θεοῦ ἔλα‐
βον, ἤγουν τὸ λογικὸν εἶναι, τὸ δὲ καθ’ ὁμοίωσιν ἐμοὶ κα‐154

155

τέλιπεν. εἰ γὰρ ἐκεῖθεν καὶ τοῦτο ἔλαβον, ποία χάρις ἐμοί; ἔχω τοίνυν τὸ καθ’ ὁμοίωσιν, ἡνίκα χρηστὸς ἀφ’ ἑαυτοῦ γίνομαι.“ τούτοις οὖν ἀκολούθως καὶ ὁ Δαμασκηνὸς Ἰωάννης φησὶν ὅτι καθ’ ὁμοίωσιν ἐποίησεν ἡμᾶς ὁ θεὸς ὥστε ὁμοιοῦσθαι αὐ‐
5τῷ κατὰ τὸ δυνατὸν ἀνθρώπῳ· ἡ ἀρετὴ γὰρ ἐκ θεοῦ μὲν ἐδόθη τῇ φύσει ἡμῶν, ἐφ’ ἡμῖν δέ ἐστιν ἢ ἐμμεῖναι αὐ‐ τῇ καὶ ἀκολουθῆσαι τῷ θεῷ, ἢ ἀποφοιτῆσαι αὐτῆς καὶ ἀκο‐ λουθῆσαι τῷ διαβόλῳ. ὁ δὲ χρυσορρήμων Ἰωάννης ἐν τῇ εἰς τὴν ἑξαήμερον καʹ ὁμιλίᾳ αὐτοῦ καὶ τάδε φησίν „ᾗ ἡμέρᾳ
10ἐποίησεν ὁ θεὸς τὸν Ἀδάμ, κατ’ εἰκόνα θεοῦ ἐποίησεν αὐτόν, τουτέστιν ἀπὸ πάντων δέδωκεν τὴν ἐξουσίαν αὐτῷ. ὥσπερ γὰρ ὁ θεὸς τὴν κατὰ πάντων ἀρχὴν ἔχει, τῶν τε ὁρατῶν τῶν τε ἀοράτων, δημιουργὸς ἁπάντων τυγχάνων, οὕτω καὶ τὸ ζῶον τοῦτο τὸ λογικὸν δημιουργήσας ἐβουλήθη πάντων τῶν ὁρωμένων
15τὴν ἀρχὴν αὐτὸν ἔχειν. διὸ καὶ τὴν τῆς ψυχῆς οὐσίαν αὐτῷ ἐχαρίσατο, βουληθεὶς αὐτὸν καὶ ἀθάνατον εἶναι εἰς τὸ διηνε‐ κές. ἀλλὰ καὶ παραβάντα τὴν ἐντολὴν οὐκ ἀπεστράφη τέλεον, ἀλλὰ τῆς μὲν ἀθανασίας ἀπεστέρησε, θανάτῳ δὲ καταδικάσας ἐπὶ τῆς αὐτῆς ἀρχῆς ἀφῆκεν εἶναι. διὰ γὰρ τοῦ προσόντος
20αὐτῷ λόγου καὶ τήμερον πάντων κρατεῖ. εἰ γὰρ καὶ θῆρας ἀγρίους ὁρᾷς αὐθαδείᾳ χρωμένους ἔστιν ὅτε καὶ ὁρμῶντας
ἀναιδῶς κατ’ αὐτοῦ, μὴ θαύμαζε, ὅτι καὶ τοῦτο κατὰ θείαν155

156

πάντως οἰκονομίαν, ὡς ἐντεῦθεν τῆς ἁμαρτίας ἡμᾶς ἐπιμε‐ μνῆσθαι καὶ ἄκοντας, δι’ ἣν δεδοικέναι καὶ τρέμειν ὡς ὑπὸ χεῖρα κατεδικάσθημεν. ὅτι δὲ ἄρχων ὑπὸ θεοῦ πάντων ἐχει‐ ροτονήθη τῶν ἐπὶ γῆς ὁ ἄνθρωπος, καὶ ἀπ’ αὐτοῦ τοῦ σχή‐
5ματος δῆλον· ὄρθιον γάρ, ὡς ὁρᾷς, τῷ ἀνθρώπῳ τὸ σχῆμα καὶ πρὸς οὐρανὸν ἀνατείνεται καὶ ἄνω βλέπει. ταῦτα δὲ πάν‐ τως, ὡς ὁ Νύσσης φησί, καὶ ἀρχικὰ δοκεῖ εἶναι καὶ τὴν βασιλικὴν ἀξίαν ὑποσημαίνοντα· τὸ γὰρ μόνον ἐν τοῖς οὖσι τοιοῦτον εἶναι τὸν ἄνθρωπον, τοῖς δὲ ἄλλοις ἅπασι πρὸς τὸ
10κάτω νενευκέναι τὰ σώματα, σαφῶς δείκνυσι τὴν τῆς ἀξίας διαφοράν.“ Πρόσεχε, ἀγαπητέ. βουλόμενος ὁ θεὸς τιμῆσαι τὸν ἄν‐ θρωπον, φυτεύει παράδεισον πρότερον, καὶ οὕτω τίθησιν αὐτὸν ἐν αὐτῷ, εἰ καὶ Πύρρων ὁ χρονογράφος μεθ’ ἡμέρας
15τεσσαράκοντα τὸν Ἀδὰμ εἰσελθεῖν ἐν τῷ παραδείσῳ φησίν. ἀλλ’ οὐκ οἶδα ποῦ διέτριβε πρότερον ὁ Ἀδάμ, ἔξω τοῦ πα‐ ραδείσου τεσσαράκοντα διάγων ἡμέρας. ὁ μὲν οὖν χρυσορ‐ ρήμων Ἰωάννης καὶ ταύτην ἐκ μέσου τὴν ὑπόνοιαν ποιεῖ, λέγων „ἐξὸν ἦν τῷ Ἀδὰμ καὶ ἔξω τοῦ παραδείσου διάγειν.
20ἀλλ’ οὐ τῇ οἰκήσει τοῦ ἀνθρώπου ἀφώριστο, ἀλλὰ τοῖς κτή‐ νεσι καὶ πᾶσι τοῖς θηρίοις τῆς γῆς. ἦν δὲ αὐτοῖς βασιλικὸν
ἐνδιαίτημα ὁ παράδεισος· διὰ τοῦτο καὶ ὁ θεὸς ἤγαγε τὰ156

157

ζῶα πρὸς τὸν Ἀδὰμ ὡς κεχωρισμένα αὐτοῦ.“ εἰ δὲ ταῦτα οὕτως ἔχει, μὴ τῷ Πύρρωνι ἀλλὰ τῷ χρυσορρήμονι πάρα‐ σχε τὰς σὰς ἀκοάς, ὅτι καὶ τοῦ παναγίου πνεύματος ὑποφή‐ της ὁ τοιοῦτος ὄντως ἐστί.
5 Μετὰ ταῦτα φησί „ποιήσωμεν αὐτῷ βοηθὸν κατ’ αὐτόν,“ τουτέστιν αὐτῷ τε κατὰ πάντα ἐμφερῆ καὶ τῇ φύσει αὐτοῦ. μὴ μέντοι γε καὶ τὰ λοιπὰ ζῶα, ὅτι μηδὲ τῆς αὐτῆς αὐτῷ τυγχάνουσι ταῦτα μέτοχα φύσεως. ἀλλ’ ἐνταῦθα Μάνης ψεύστην τὸν θεὸν εἶπεν, ὁμοίως καὶ Ἀκύλας· τὸ γὰρ καὶ
10αὐτὸν ἐναντίως αὐτῷ ἐξέδοτο, ἐπεὶ τάχα τὸν Ἀδὰμ αὕτη παραβῆναι πεποίηκε κἀντεῦθεν ὁ βοηθὸς ἐπίβουλος γέγονε. καὶ οὗτοι μὲν οὕτως, κατὰ δὲ τὸν θειότατον Κύριλλον τὸν Δα‐ μασκηνόν τε Ἰωάννην βοηθὸς αὕτη τῷ Ἀδὰμ εἰς τὴν τοῦ ἀνθρωπίνου γένους κεχρημάτικε σύστασιν. ἔκστασιν οὖν ἐπιβάλ‐
15λει τῷ Ἀδάμ, καὶ μίαν τῶν αὐτοῦ πλευρῶν ἐξελὼν οἰκοδομεῖ τὴν γυναῖκα. ἣν καὶ θεασάμενος ὕστερον ὁ Ἀδὰμ „τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστῶν μοῦ“ προφητικώτατα ἔφησεν. οὐ‐ δὲ γὰρ ἡ γυνὴ καὶ εἰσέτι τὸν αὐτὸν τρόπον ἐξ ἀνδρὸς μόνου γενήσεται, ἀλλ’ ἐκ συναφείας ἀμφοτέρου καὶ νόμου γα‐
20μικοῦ.
Οὐκοῦν ἐπιβάλλει ὁ θεὸς ἔκστασιν τῷ Ἀδάμ, καὶ μίαν157

158

τῶν πλευρῶν αὐτοῦ λαβὼν τὴν Εὔαν οἰκοδομεῖ. ἀναγκαῖον γὰρ ἦν μὴ καὶ τὴν Εὔαν ἀπὸ γῆς προελθεῖν, ἀλλ’ ἀπὸ τῆς οὐσίας τοῦ Ἀδάμ, ὡς ἐντεῦθεν φίλτρον ἐντεθῆναι τοῖς ὁμο‐ ζύγοις. ἐπιβάλλει οὖν ἔκστασιν ἤτοι κάρον ἐντίθησι τῷ
5Ἀδάμ, ὡς μὴ λαβεῖν ὀδύνης αἴσθησιν ἐν τῇ ἀφαιρέσει τῆς πλευρᾶς, ὡς ὁ χρυσοῦς τὴν γλῶττάν φησι, κἀντεῦθεν ἐχθρω‐ δῶς διακεῖσθαι πρὸς τὴν ὁμόζυγον. ἀφαιρεῖται γοῦν μίαν τῶν πλευρῶν αὐτοῦ, καὶ οἰκοδομεῖ τὴν γυναῖκα, καὶ ἀνε‐ πλήρωσε σάρκα ἀντ’ αὐτῆς. τινος οὖν ἕνεκεν ἀνεπλήρωσεν;
10ἵνα μὴ ἔχῃ μετὰ τὴν του υπνου ἀπαλλαγὴν ἐκ τοῦ λείποντος αἰσθάνεσθαι τοῦ γεγονότος· εἰ γὰρ ἐν τῷ τῆς ἀφαιρέσεως καιρῷ ἠγνόησεν, ἀλλ’ ὅμως ἔμελλε μετὰ ταῦτα ἐπιγινώσκειν τὸ γεγονός· ἐφ’ ᾧ διὰ σαρκὸς τὴν τῆς πλευρᾶς ἀνεπλήρωσεν ἔλλειψιν.
15 Καὶ εἶπεν ὁ θεός, αὐξάνεσθε καὶ πληθύνε‐ σθε, καὶ πληρώσατε τὴν γῆν. τῷ μεγάλῳ Βασιλείῳ προσεκτέον κἀνταῦθα. φησὶ γὰρ ὅτι διπλῆ ἡ αὔξησις, ἡ μὲν σώματος ἡ δὲ ψυχῆς· ἀλλ’ ἡ μὲν τοῦ σώματος αὔξησις ἡ ἀπὸ τοῦ μικροῦ εἰς τὸ καθῆκον μέγεθος ἀποκατάστασις, ἡ
20δὲ τῆς ψυχῆς αὔξησις διὰ τῶν μαθημάτων προσεπιγίνεται. ἀλλὰ καὶ ὁ χρυσορρήμων Ἰωάννης περὶ ψυχῆς οὕτω φησὶν
ὅτι ἅπαξ λαβοῦσα τὸ εἶναι παρὰ θεοῦ πρὸς αὔξησιν οὐκέτι158

159

καθὰ δὴ καὶ τὸ σῶμα χωρεῖ· πῶς καὶ γὰρ ἄποσος αὕτη καὶ ἀσχημάτιστος οὖσα, ὡς εἰκὼν τοῦ θεοῦ; τελεία μὲν οὖν ἐξ ἀρχῆς αὐτῆς ἡ νοερὰ ἔκτιστο ψυχή, εἰ καὶ κατὰ μικρὸν δο‐ κεῖ συναύξειν τῷ σώματι. καὶ δῆλον ἐξ ὧν ὁ Νύσσης φησί.
5„τὸ τῆς ψυχῆς εἶδος κατὰ τὴν ἀναλογίαν τοῦ ὑποκειμένου ὀργάνου φαίνεται. ἡ γὰρ πρὸς τὴν ἐμπαθῆ καὶ ζωώδη γέ‐ νεσιν κοινωνία οὐκ εὐθὺς ἐκλάμπειν τῷ πλάσματι τὴν θείαν εἰκόνα ἐποίησεν, ἀλλ’ ὁδῷ τινὶ ἀκολουθία ἐπὶ τὸ τέλειον ἄγει τὸν ἄνθρωπον, οὐκ ἄλλης τῷ νηπίῳ καὶ ἑτέρας τῷ τελείῳ
10ἐγγινομένης ψυχῆς, ἀλλὰ τῆς αὐτῆς ἐν ἐκείνῳ μὲν τὸ ἀτελὲς ἐν τούτῳ δὲ δεικνυούσης τὸ τέλειον.“ τελεία μὲν οὖν ἡ ψυ‐ χὴ καὶ ἐν βρεφικῇ ἡλικίᾳ, ἀδυνατεῖ δὲ τὴν ὅλην αὐτῆς δει‐ κνύειν ἐνέργειαν. καθάπερ γὰρ μουσικὸς ἄριστος ἐν μὲν μι‐ κροῖς αὐλοῖς στενόν τι καὶ ἔκτροπον μέλος ἀπήχησεν, ἡνίκα
15δὲ εὐρυπόρους εὕρῃ αὐλούς, τότε τὴν αὑτοῦ τέχνην ὅλην ὑπέδειξεν, οὕτω καὶ ψυχή, ὡς ὁ θεολόγος Γρηγόριος ἐν τοῖς ἐμμέτροις αὐτοῦ διέξεισιν ἔπεσι· κατὰ γὰρ τὴν τοῦ ὀργάνου διάθεσιν οὕτω κἀκείνη τὴν ἐνέργειαν δείκνυσιν. Αὐξάνεσθε καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν.
20πλὴν οὐ τῇ οἰκήσει ἀλλὰ τῇ ἐξουσίᾳ ὡς ὁ μέγας φησὶ Βα‐159

160

σίλειος. οὐ γὰρ δήπου καὶ τὴν διακεκαυμένην καὶ ἀγεώργητον καὶ τὴν κατεψυγμένην καὶ ἄβατον κατ’ ἀνάγκην οἱ ἄνθρωποι πληροῦσιν· ἀλλὰ κυρίους ἡμᾶς ἐποίησε πληροῦν. καὶ πλη‐ ροῦμεν αὐτὴν τῷ λογισμῷ· ὅταν γὰρ ἴδωμεν πόσον μέτρον
5τῆς διακεκαυμένης καὶ ἀοικήτου, ὅταν ἴδωμεν πόσον τὸ κλί‐ μα τὸ βόρειον, ὃ διὰ τὴν ὑπερβάλλουσαν ψῦξιν ἀγεώργητόν ἐστι καὶ ἄχρηστον, οὐκ ἐπληρώσαμεν τὴν γῆν, ἀλλὰ τὸ χρή‐ σιμον ἐκλεξάμενοι, τὸ ὅσον ἄχρηστον εἰς διαμονὴν ἀνθρώποις ἀπεπεμψάμεθα.
10 Καὶ εἶπεν ὁ θεός· ἰδοὺ δέδωκα ὑμῖν πᾶν ξύλον ὃ ἔχει καρπὸν ἐν ἑαυτ. ὑμῖν ἔσται εἰς βρῶσιν καὶ πᾶσι τοῖς θηρίοις τῆς γῆς. πρόσεχε οὖν· ἄρχοντα μὲν γὰρ τῶν ἰχθύων καὶ τῶν λοιπῶν ἐποίησε τὸν ἄνθρωπον ὁ θεός, οὐ μὴν δὲ καὶ τὴν ἀπόλαυσιν αὐτῶν
15αὐτῷ συγκεχώρηκεν. ὥστε ἡ μὲν πρώτη νομοθεσία καρπῶν ἀπολαύειν ἐνδέδωκεν. ἔτι γὰρ ἐνομιζόμεθα ἄξιοι τοῦ παρα‐ δείσου εἶναι· καρπὸς λοιπὸν καὶ χλόη καὶ χόρτος ἡμῖν εἰς βρῶσιν, τοῖς πετεινοῖς τε τοῦ οὐρανοῦ καὶ πᾶσι τοῖς θηρίοις τῆς γῆς. εἰ γὰρ καὶ νῦν αἵμασι χαίρουσιν ὅ τε λέων καὶ ἡ
20πάρδαλις, ἀλλ’ ὅμως καὶ ταῦτα τῷ νόμῳ τῆς φύσεως ὑποτε‐ ταγμένα καρποῖς διετρέφετο. ἐπειδὴ δὲ ὁ θεὸς ἐκδεδιῃτημέ‐
νον εἶδε τὸν ἄνθρωπον, δευτέρῳ νόμῳ μετὰ τὸν κατακλυσμὸν160

161

πάντων αὐτῷ συγχωρεῖ τὴν ἀπόλαυσιν, „ταῦτα πάντα ὡς λάχανα χόρτου φάγεσθε“ εἰπών. ταύτῃ μὲν οὖν τῇ συγχω‐ ρήσει καὶ τὰ λοιπὰ ζῶα τοῦ ἐσθίειν ἔλαβον ἄδειαν. ἐξ ἐκεί‐ νου δὲ λοιπὸν αἱμοβόρος ὁ λέων, ἐξ ἐκείνου καὶ γῦπες ἀνα‐
5μένουσι θνησιμαῖα. οὐ δήπου γὰρ καὶ γῦπες ἅμα τῷ γεν‐ νηθῆναι ζῶα περιεσκόπουν τὴν γῆν, ὡς ἐκεῖθεν οὗτοι τρα‐ φῶσιν· ἀλλὰ ταῦτα πάντα τοὺς λειμῶνας περιήρχοντο. καὶ νῦν γὰρ κύνας ὁρῶμεν θεραπείας ἕνεκεν πολλάκις ἄγρωστιν ἐπινεμομένους, οὐκ ἐπειδὴ συμφυής ἐστιν ἡ τροφή, ἀλλ’
10ἐπειδὴ ἀδιδάκτῳ τινὶ φύσεως διδασκαλίᾳ ἐπὶ τὸ συμφέρον ἔρχεται τὰ ἄλογα. τοιαῦτα λόγισαι εἶναι καὶ τότε τὰ αἱμοβόρα τῶν ζώων, χόρτον ἑαυτοῖς εἰς τροφὴν ἐπινοεῖν, οὐ μὴν ἀλ‐ λήλοις ἐπιβσυλεύοντα. συγκεχώρηται οὖν, ὡς εἴρηται, μετα τὸν κατακλυσμὸν ἡ ἀπόλαυσις, πλὴν ἀλλὰ καὶ νῦν κατὰ μί‐
15μησιν τῆς ἐν τῷ παραδείσῳ ζωῆς ἑαυτοῖς ἄγειν βουλόμενοι, φεύγοντες ταύτην τὴν πολύυλον ἀπόλαυσιν τῶν βρωμάτων, ἐπ’ ἐκεῖνον τὸν βίον, καθὼς οἷόν τέ ἐστιν, ἑαυτοὺς ἀγόμενοι, καρ‐ ποῖς καὶ σπέρμασι καὶ τοῖς ἐκ τῶν ἀκροδρύων εἰς διαγωγὴν χρώμενοι· τὸ δὲ περισσὸν τούτων ὡς οὐκ ἀναγκαῖον ἀπο‐
20στρεφόμεθα· οὐ γὰρ βδελυκτὰ διὰ τὸν κτίσαντα, οὐδὲ αἱ‐
ρετὰ διὰ τὴν τῆς σαρκὸς εὐπάθειαν.161

162

Οἶδα δέ, ἀγαπητέ, ὅτι καὶ ἐπὶ τούτῳ ἠπόρηκας οὐ μι‐ κρῶς, λέγων „εἰ κρεωδαισίας οὐκ ἦν πρὸ τοῦ κατακλυσμοῦ καιρός, τίνος ἕνεκεν ὁ Ἄβελ ποιμὴν προβάτων ἐγένετο;“ ἀλλ’ εἰδέναι κἀνταῦθα ὀφείλεις ὅτι περιβολαίων ἕνεκεν ἡ τῶν θρεμ‐
5μάτων ἐπενοήθη φροντίς, ὡς ὁ χρυσορρήμων Ἰωάννης εἰς τὸν ἑξαήμερον ἐννάτῃ αὐτοῦ ὁμιλίᾳ φησί. πειθέτω δέ σε πρὸς τούτοις ἡ ἁγία γραφὴ περὶ τῶν πρωτοπλάστων οὕτω λέγουσα „καὶ χιτῶνας δερματίνους ἐνέδυσεν αὐτούς.“ ἔκτοτε γὰρ ἔδειξεν ὁ θεὸς τό τε χρήσιμον ὁμοῦ τῆς περιβολῆς καὶ
10ἀπέριττον. ᾠκονόμησε γὰρ ὁ θεὸς ἀπὸ τῶν ἐρίων τῶν προ‐ βάτων τὰ ἐνδύματα τοῖς ἀνθρώποις κατασκευάζεσθαι, οὐδενὸς ἑτέρου ἕνεκεν ἢ ὥστε σκέπην γενέσθαι, καὶ μὴ τὸ λογικὸν τοῦτο ζῶον κατὰ τὸ αὐτὸ τοῖς ἀλόγοις ἐν γυμνότητι καὶ ἀσχημο‐ σύνῃ διάγειν. ἡ τοίνυν τῶν ἱματίων περιβολὴ ὑπόμνησις ἡμῖν
15γινέσθω διηνεκὴς τῆς τῶν ἀγαθῶν ἐκπτώσεως, καὶ τῆς τιμω‐ ρίας διδάσκαλος ἣν διὰ τὴν παρακοὴν τὸ τῶν ἀνθρώπων γέ‐ νος ἐδέξατο. Καὶ εἶπε πρὸς τὸν Ἀδὰμ ὁ θεός „ἀπὸ πάντων τῶν ἐν τῷ παραδείσῳ βρώσει φάγῃ, ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν κα‐
20λὸν καὶ πονηρὸν οὐ φάγεσθε ἀπ’ αὐτοῦ· ᾗ δ’ ἂν ἡμέρᾳ φάγη‐ τε ἀπ’ αὐτοῦ, θανάτῳ ἀποθανεῖσθε.“ ἀλλ’ ἐνταῦθα προσο‐
χῆς, ἀγαπητέ, χρεία πολλῆς. διαφωνία καὶ γὰρ οὐ μικρὰ162

163

παρὰ πᾶσι σχεδὸν περί τε τῆς φύσεως τοῦ φυτοῦ ἐκείνου καὶ τῆς βρώσεως αὐτοῦ. καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ βρώσεως ἐμφορεῖσθαι λέγουσι τὸν Ἀδὰμ αἰσθητῆς, ποιεῖν τε καὶ πά‐ σχειν ὅσα μετὰ τὴν βρῶσιν ἐξ ἀνάγκης τῇ θνητῇ φύσει πα‐
5ρέπεται. ὅθεν ἀναγκαῖον περὶ τῆς φύσεως αὐτοῦ τοῦ Ἀδὰμ διαλαβεῖν πρότερον· οὕτω γὰρ ἐπιγνωσόμεθα κατά γε τὸ ἐγχωροῦν τίς τε ἡ βρῶσις ἣν αὐτὸς ἐν τῷ παραδείσῳ ἤσθιεν ὁ Ἀδάμ, καὶ τὸ φυτὸν ὡσαύτως τῆς γνώσεως ὁποῖον ἄρα τὴν φύσιν ἐτύγχανεν. πρόσεχε οὖν. τὸν Ἀδὰμ ἄλλοι μὲν
10θνητὸν ὑπὸ θεοῦ παραχθῆναί φασιν, ἕτεροι δὲ μέσην αὐτὸν ἔχειν διισχυρίζονται τάξιν, τουτέστιν ἀθανασίας εἶναι μέσον αὐτὸν καὶ θνητότητος· εἰ μὴ γὰρ τοῦτο ἦν, ὡς ἐκεῖνοί φα‐ σιν, οὐκ ἂν ὑπέπεσε θανάτῳ μετὰ τὴν παράβασιν. ἀλλ’ ἄφες αὐτούς, εἴγε καὶ μᾶλλον ὁ σοφὸς Σολομὼν ἐν τῇ σοφίᾳ αὐ‐
15τοῦ κατὰ λέξιν οὕτως εὕρηται λέγων „ὁ θεὸς θάνατον οὐκ ἐποίησεν, ἀλλ’ ἐπ’ ἀφθαρσίᾳ τὸν ἄνθρωπον ἔκτισε κατ’ εἰκό‐ να τῆς ἀϊδιότητος αὐτοῦ. φθόνῳ δὲ τοῦ διαβόλου θάνατος εἰς τὸν κόσμον εἰσῆλθεν.“ εἴπερ οὖν ὁ θεὸς ἐπ’ ἀφθαρσίᾳ ἔκτισε κατ’ εἰκόνα τῆς ἀϊδιότητος αὐτοῦ, πῶς εἴπωμεν αὐτὸν
20ὑποκεῖσθαι φθορᾷ καὶ θνητότητι, καὶ ταῦτα τοῦ θεοῦ θάνα‐ τον, ὡς εἴρηται, μὴ ποιήσαντος ἀπ’ ἀρχῆς; εἰ γὰρ εἴπωμεν
ὅτι τὸ σῶμα τοῦ Ἀδὰμ ἐκεῖνο καὶ φθορᾷ κατά τινα τρόπον163

164

ὑπέκειτο, οὐδέν τι παριστῶμεν ἕτερον ἢ ὅτι παρὰ θεοῦ τὸ κατάρχειν ἡμῶν ἔσχεν ἥ τε φθορὰ καὶ ὁ θάνατος. ἀλλ’ οὐκ ἔστι τοῦτο, οὐκ ἔστιν, ὅτι μηδὲ θανάτου, καθὰ δὴ καὶ προείρηται, ποιητὴς ὁ θεός. ἀμφιβάλλειν οὖν ἐπὶ τούτοις
5οὐκ ἄξιον. εἰ μὲν γὰρ ὅτε παρήγαγε τὸν ἄνθρωπον ὁ θεός, τότε πρὸς αὐτὸν ἔλεγεν „ᾗ δ’ ἂν ἡμέρᾳ φάγητε ἀπὸ τοῦ φυ‐ τοῦ, θανάτῳ ἀποθανεῖσθε,“ εἶχον ἄν τι καὶ λέγειν οἱ μέσον αὐτὸν ἀθανασίας ειναι καὶ θνητότητος λέγοντες. ἐπεὶ δὲ πολ‐ λῷ μετὰ τὴν αὐτοῦ παραγωγὴν ὕστερον ἐδίδοτο τὰ τῆς ἐντο‐
10λῆς, ἀφ’ ἧς ἄρα καὶ χώραν ὁ θάνατος ἐλάμβανε καθ’ ἡμῶν („ἐὰν γὰρ φάγητε“ φησί, „θανάτῳ ἀποθανεῖσθε“), ἀμφιβάλ‐ λειν ὅλως οὐκ ἔπρεπε τοὺς ἐπερχομένους τέως ἐρευνητικῶς τὴν γραφήν. ἔκτισε μὲν οὖν ὁ θεὸς ἐπ’ ἀφθαρσίᾳ τὸν ἄν‐ θρωπον ἀπ’ ἀρχῆς, τουτέστιν ἄφθαρτον αὐτίκα παρήγαγε
15κατ’ εἰκόνα τῆς ἀϊδιότητος αὐτοῦ. Ἀλλὰ μὴ δυσχέραινε τούτου ἕνεκεν. ἔχεις τὸν Σιναΐτην θεῖον Ἀναστάσιον ἐν τῷ περὶ ἀναστάσεως λόγῳ αὐτοῦ περὶ τούτων οὕτω λέγοντα. „καὶ ἐποίησε τὸν ἄνθρωπον ὁ θεός· κατ’ εἰκόνα θεοῦ ἐποίησεν αὐτόν. πρώτη ποίησις αὕτη, ἁπλῆ,
20ἄζυγος, ἄφθαρτος.“ εἴπερ οὖν ἡ πρώτη ποίησις ἄφθαρτος ἦν, ὡς ὁ διαληφθεὶς οὗτος ἔφη θεῖος ἀνήρ, περὶ τοῦ πρώ‐ του ἐκείνου τί χρὴ καὶ λέγειν ἀνθρώπου; ἄφθαρτον μὲν γὰρ
αὐτὸν ὁ θεὸς αὐτίκα παρήγαγεν, ὡς ἤδη προείρηται, καὶ164

165

ἀθανασίᾳ τετίμηκε. καὶ οὐκ ἐμὰ τὰ ῥήματα. ὁ θειότατος Ἀνδρέας ὁ Κρήτης ἐν τῷ εἰς κοιμηθέντας λόγῳ αὐτοῦ περὶ τούτων οὕτως εὕρηται λέγων „πλάσας ὁ θεὸς τὸν ἄνθρωπον, ἀξίωμα δέδωκεν αὐτῷ τὸ λογικόν τε καὶ νοερὸν καὶ ἀθάνατον
5καὶ ἀνώλεθρον.“ εἴπερ οὖν ἀξίωμα δέδωκε τῷ ἀνθρώπῳ τὸ ἀθάνατον ὁ θεός, πῶς λοιπὸν αὐτὸν θνητὸν καὶ ἀθάνατον εἴπωμεν, ἢ φθαρτὸν ὁμοίως καὶ ἄφθαρτον; ἀνένδεκτον, ὡς οἶμαι, τοῦτο καὶ λίαν ἐστίν, ὅτι μηδὲ προσήκει τῷ ἀθανάτῳ καὶ ἀνωλέθρῳ προσάπτειν ὅλως τὸ θνητὸν καὶ
10ἄφθαρτον. Ἀλλὰ γὰρ οὐκ οἶδα πόθεν ἐκεῖνοι λαβόντες τὰς ἀφορ‐ μὰς οὐ τὰ ἄμικτα μιγνύουσι μόνον, ἡνίκα δηλαδὴ τὸ σῶμα τοῦ Ἀδὰμ ἐκεῖνο μέσον ἀθανασίας εἶναι καὶ θνητότητος λέ‐ γουσιν, ἀλλὰ καὶ πάθη φυσικὰ τῷ πρὸ τῆς ἁμαρτίας ἀπα‐
15θεῖ καὶ ἀφθάρτῳ προσάπτειν οὐ παραιτοῦνται, καὶ ταῦτα χωρὶς ἀποδείξεως γραφικῆς. ἀλλὰ μὴ δέδιθι τούτου ἕνεκεν. ὅτι μὲν γὰρ ὁ κατ’ εἰκόνα θεοῦ τοιαύτης ὑπῆρχε φύσεως ἀπ’ ἀρχῆς, ἀφθάρτου δηλαδὴ καὶ ἀθανάτου, καὶ ὅτι τὸ σῶμα τοῦ Ἀδὰμ ἐκεῖνο καθ’ οἷον δή τινα τρόπον οὐκ ἔπασχε, φθο‐
20ρᾶς ἁπάσης ὑπέρτερον ὄν, ὁ χρυσορρήμων Ἰωάννης ἐπι165

166

πλέον διδάξει σε σαφέστερον ἅτε δὴ τὸν περὶ τούτου λόγον εν τῇ βίβλῳ τῶν ἀνδριάντων ποιούμενος. ἐπειδὴ γὰρ τὸ σῶ‐ μα τοῦτο φθαρτὸν διασύραντες ἦσαν ἐπὶ τοσοῦτόν τινες ὥστε καὶ ἀνάξιον αὐτὸ τῆς τοῦ θεοῦ δημιουργίας ἀποκαλεῖν (ἔλε‐
5γον γὰρ ὡς εἴγε πλάσμα τῶν θείων ὑπῆρχε χειρῶν, οὐκ ἂν οὕτω μυρίοις ὑπέκειτο πάθεσι), τοιοῖσδε πρὸς αὐτοὺς λόγοις ἐχρήσατο „μή μοι τὸν ἄνθρωπον τουτονὶ λεγέτω τις τὸν προσκεκρουκότα, τὸν καταδικασθέντα, τὸν ἠτιμωμένον, ἀλλ’ εἰ βούλεσθε μαθεῖν ὁποῖον ἐξ ἀρχῆς ἔπλασε τὸ σῶμα ἡμῶν
10ὁ θεός, ἐπὶ τὸν παράδεισον ἔλθωμεν καὶ τὸν ἐξ ἀρχῆς γε‐ νόμενον ἄνθρωπον ἴδωμεν. οὐ γὰρ οὕτως τὸ σῶμα ἐκεῖνο φθαρτὸν καὶ ἐπίκηρον ἦν, ἀλλὰ καθάπερ τις χρυσοῦς ἀν‐ δριὰς ἀπὸ χωνευτηρίου προελθὼν ἄρτι καὶ λαμπρῶς ἀπο‐ στίλβων, οὕτως πάσης φθορᾶς τὸ σῶμα ἐκεῖνο ἀπήλλα‐
15κτο, καὶ οὔτε πόνος ἠνώχλει οὔτε ἱδρῶς ἐλυμαίνετο, οὐ φροντίδες ἐπεβούλευον, οὐκ ἀθυμίαι ἐπολιόρκουν, οὐ ῥύ‐ πος, οὐ δάκρυον, οὐδ’ ἄλλο τι τῶν τοιούτων ἐλύπει πα‐ θῶν. ἀλλ’ ἐπειδὴ πρὸς τὸν εὐεργέτην ἐξύβρισε, θεός τε γε‐ νέσθαι ἤλπισε, καὶ μείζω τῆς οἰκείας ἀξίας ἔλαβεν ἔννοιαν,
20τότε δὴ τότε σωφρονίζων αὐτὸν ὁ θεὸς φθαρτὸν αὐτὸν ἐποίη‐ σε καὶ θνητόν, καὶ ταῖς πολλαῖς ταύταις ἀνάγκαις κατέ‐ δησε.“ ταῦτα μὲν οὖν ὁ θειότατος Ἰωάννης. ἐφ’ ᾧ καὶ
ἄφθαρτον ἐκεῖνο τὸ σῶμα δικαίως ὁ λόγος ἐκάλεσε· τὸ166

167

γὰρ οἵᾳ δή τινι φθορᾷ μὴ ὑποκείμενον ἄφθαρτον ὁμολογουμέ‐ νως ἐστίν. Εἰ δὲ ἄφθαρτον, πῶς ἄρα καὶ τίνα τρόπον ἔπασχε, τοῦτο μαθεῖν ἀξιοῦμεν. ἡμεῖς γὰρ ἀφ’ ἑαυτῶν ἐννοῆσαι πῶς
5ὑπέπιπτε πάθεσι σῶμα πάσης ἀπηλλαγμένον φθορᾶς, οὐκ ἐσμὲν ἱκανοί, καὶ διὰ τοῦτο παρακαλοῦμεν μαθεῖν. ὅτι δὲ ἄφθαρτον ἐκεῖνο τὸ σῶμα καὶ ἀθάνατον ἦν, ὁ μακάριος ἔδειξε Κύριλλος ἐν τῷ εἰς τὴν δημιουργίαν τοῦ ἀνθρώπου λόγῳ αὐτοῦ, κατὰ λέξιν οὕτως εἰπών „ἐπεποίητο μὲν ἀπο
10γῆς τὸ σῶμα τοῦ Ἀδάμ, ἄμεινον δὲ θανάτου καὶ φθορᾶς ἦν· ἐνεφύτευσε γὰρ αὐτῷ τὴν ζωὴν ὁ τῆς ζωῆς χορηγός.“ ἀλλὰ καὶ ὁ μέγας Βασίλειος αὐτὸ τοῦτο παριστῶν ἔλεγε „πλάσας τὸν ἄνθρωπον ὁ θεὸς αἰωνίου ζωῆς ἀπόλαυσιν αὐ‐ τῷ ἐχαρίσατο.“ πρὸς δέ γε τοῖς εἰρημένοις καὶ ὁ θειότατος
15Βαρλαὰμ οὕτω πρὸς Ἰωάσαφ εὕρηται λέγων „τὸν ἀπ’ ἀρχῆς ἄνθρωπον ὁ θεὸς αὐτεξουσιότητι καὶ ἀθανασίᾳ τιμήσας βα‐ σιλέα πάντων τῶν ἐπιγείων κατέστησεν.“ ἀλλ’ ὅρα, καὶ μὴ παρέργως ἐπέρχου τὰ τοιαῦτα θεῖα ῥητά. ἅμα μὲν γὰρ ὁ κατ’ εἰκόνα παρήγετο, καὶ ἅμα τῆς αὐτεξουσιότητος ἠξίωτο
20καὶ τῆς ἀθανασίας ὑπὸ θεοῦ. καὶ πῶς λοιπὸν αὐτὸν εἴπω‐ μεν ἀθανασίας εἶναι καὶ θνητότητος μέτοχον; ἀσυλλόγιστον,
ὡς οἶμαι, καὶ τοῦτο λίαν ἐστίν. εἰ γὰρ ἐννοῆσαι εἴχομεν ὅτι167

168

βασιλέα κατέστησε τῶν ἐπιγείων αὐτόν, ἀθανασίᾳ τιμήσας αὐτὸν πρότερον, οὐκ ἂν ἐκεῖσε καὶ θνητότητα παρεμιγνύο‐ μεν, οὐκ ἂν ἀσυλλόγιστα τὰ τοιαῦτα διενοούμεθα περὶ τοῦ γεγενημένου κατ’ εἰκόνα θεοῦ. ἀλλὰ καὶ ὁ χρυσορρήμων Ἰωάννης
5αὐτὸ τοῦτο παρίστησι, διεξιὼν οὑτωσὶ κατὰ λέξιν ἐν τῇ εἰς τὴν ἑξαήμερον καʹ ὁμιλίᾳ αὐτοῦ „δημιουργήσας τὸν ἄνθρω‐ πον ὁ θεὸς ἠβουλήθη πάντων τῶν ὁρωμένων τὴν ἀρχὴν αὐ‐ τὸν ἔχειν. διὸ καὶ τὴν τῆς ψυχῆς οὐσίαν αὐτῷ ἐχαρίσατο, βουληθεὶς εἶναι αὐτὸν καὶ ἀθάνατον εἰς τὸ διηνεκές. ἀλλ’
10ἐπειδὴ διὰ ῥαθυμίαν ὤλισθε καὶ παρέβη τὴν δοθεῖσαν αὐτῷ ἐντολήν, οὐδὲ οὕτως ἀπεστράφη τέλεον αὐτόν, ἀλλὰ τῆς μὲν ἀθανασίας ἀπεστέρησε, θανάτῳ δὲ καταδικάσας ἐπὶ τῆς αὐ‐ τῆς ἀφῆκε σχεδὸν εἶναι ἀρχῆς.“ Ἀλλ’ ἐνταῦθα προσέχειν ἄξιον. οὐδὲ γὰρ ἠβουλήθη μό‐
15νον ὁ θεὸς βασιλέα καταστῆσαι τῶν ὁρωμένων αὐτόν, ἀλλὰ καὶ ἔργοις αὐτοῖς ἀπηρτισμένην ἔδειξε τὴν ἀρχήν. ἤγαγε γὰρ τὰ ζῶα πάντα τηνικαῦτα πρὸς αὐτόν, καίτοι γε τὸ μέλ‐ λον οὐκ ἀγνοῶν. καὶ οὕτω τὰ πάντα δουλικῷ παριστάμενα σχήματι παρ’ αὐτοῦ τὰς ἐπωνυμίας ἐδέχοντο. οὕτω μὲν οὖν
20ἔφθασε διά γε τῆς νοερᾶς ψυχῆς καὶ ἀθανασίᾳ τιμήσας αὐ‐ τόν. εἰ γὰρ καὶ τὴν γενησομένην αὐτοῦ μετ’ οὐ πολὺ παρεκ‐
τροπὴν οὐκ ἦν ἀγνοῶν, ἀλλ’ ἐπειδὴ καταδικάζειν ἐκ μόνης168

169

οὐ θέλει προαιρέσεως, τὴν ἑαυτοῦ βουλὴν ἐπ’ αὐτῷ θεοπρε‐ πῶς ἐκπληροῖ, καὶ ψυχῆς αὐτῷ, καθὰ δὴ καὶ προείρηται, μεταδίδωσι νοερᾶς, ὡς ἐντεῦθεν αὐτὸν εἶναι καὶ ἀθάνατον εἰς τὸ διηνεκές. ἀλλὰ γὰρ τίνος ἕνεκεν ἄρχοντα τῶν ἐπιγεί‐
5ων ἐποίησε καὶ ἀθάνατον αὐτίκα τὸν ἄνθρωπον; ἵνα μάθω‐ μεν ἐντεῦθεν ὅτι καὶ ὁ ποιήσας ἡμᾶς θεὸς πασῶν ἄρχει τῶν ἄνω δυνάμεων, καὶ ὅτι ἀθάνατός ἐστι καὶ ἄφθαρτος καὶ ἀνώλεθρος. ἐπὶ τούτῳ γὰρ καὶ προλαβὼν χοῦν ἔλεγε „κατ’ οἰκείαν εἰκόνα ποιήσωμεν τὸν ἄνθρωπον.“ ὃ δὴ καὶ ὁ Σολο‐
10μὼν εἰδώς „ὁ θεὸσ“ ἔλεγε „θάνατον οὐκ ἐποίησεν, ἀλλ’ ἐπ ἀφθαρσίᾳ τὸν ἄνθρωπον ἔκτισε κατ’ εἰκόνα τῆς ἀϊδιότητος αὐτοῦ.“ πλὴν εἰ καὶ θανάτῳ κατεδίκασε μετὰ ταῦτα τὸν ἄν‐ θρωπον, ἀλλ’ οὐκ ἀφῆκεν αὐτὸν ἀπαραμύθητον εἶναι μέχρι πολλοῦ. μετατίθησι γὰρ τὸν Ἐνώχ, καὶ τηνικαῦτα τὴν θνητὴν
15ἐδίδασκε φύσιν ἡμῶν ἀθανασίαν ἐκείνην ἐκδέχεσθαι ἧς ἐξέ‐ πεσε διὰ τὴν παράβασιν. καὶ ἄκουε τί περὶ τούτων φησὶν ὁ μέγας Ἀθανάσιος ἐν τῷ εἰς τὴν ἀνάληψιν λόγῳ αὐτοῦ. „θάνατος μὲν εἰσῆλθε διὰ τὴν παρακοήν, λύων δὲ ὅμως τὴν τῆς ἀπειλῆς ἀκμὴν ὁ θεὸς ἐλπίδα εὐθὺς ἀθανασίας ἀνέτειλε
20τῷ γένει, καὶ τὸν Ἐνὼχ ἐκ μέσου ἁρπάζει, κἀντεῦθεν τὴν θνητὴν ἐδίδασκε φύσιν ὅρους ἀθανασίας ἅμα ἐκδέχεσθαι.“
ταῦτα μὲν οὖν ἐπιβεβαιοῦσι καὶ οἱ μαθηταὶ Χριστοῦ λέγοντες169

170

ὅτι τὴν ἀπαφθάρτησιν ἡμῶν καὶ πολυζωΐαν τὰ κατὰ τὸν Ἐνὼχ καὶ Ἠλίαν ἐναργῶς παριστᾷ. πρόσεχε οὖν· τὴν γὰρ ἀπαφθάρτησιν ἡμῶν καὶ ἀπαθανάτησιν ἀπὸ θεοῦ λαβὼν ὁ Ἐνὼχ διὰ τῆς μεταθέσεως τὴν θνητὴν ἐδίδασκε φύσιν ἡμῶν,
5ὡς ἤδη προείρηται, ὅρους ἀθανασίας ἐκδέχεσθαι. καὶ οὗτοι μὲν οὕτως, ὁ δὲ χρυσορρήμων Ἰωάννης ἀριδηλότερον ἔδειξεν ὅτι τὴν ἀπαφθάρτησιν ταύτην ὁ πρῶτος ἐκεῖνος εἶχεν ἄνθρω‐ πος, οὕτω κατὰ λέξιν εἰπών „εὐηρέστησεν Ἐνὼχ τῷ θεῷ, καὶ μετατίθεται. καὶ ὅρα δεσπότου ἀγαθότητα. εὑρὼν γὰρ αν‐
10δρα τὴν ἀρετὴν κατωρθωκότα οὐκ ἀπεστέρησεν αὐτὸν τῆς ἀξί‐ ας ἣν τῷ πρωτοπλάστῳ ἐχαρίσατο πρὸ τῆς παραβάσεως τῆς ἐντολῆς.“ εἰ δὲ τοῦτο οὕτως ἔχει, τί χρὴ καὶ λέγειν; εἰ γὰρ ὁ πρῶτος ἐκεῖνος ἄνθρωπος τὴν ἀπαφθάρτησιν εἶχε ταύτην, ἣν ἐκδέχεσθαι τὴν θνητὴν φύσιν ἐδίδασκε μετατεθεὶς ὁ Ἐνώχ,
15φαίνεται πάντως ὅτι τοιοῦτος ὑπὸ θεοῦ παρήχθη κατ’ ἀρχὰς ὁ ἄνθρωπος ὁποῖον αὐτὸν ἐκ νεκρῶν ἐγερθῆναι τὰ θεῖα φά‐ σκουσι λόγια. μὴ οὖν ἀπίστει τοῖς λεγομένοις. ὅρα γὰρ ὅτι καὶ ὁ Σιναΐτης θεῖος Ἀναστάσιος ἐν τῷ περὶ ἀναστάσεως λό‐ γῳ αὐτοῦ τὸν περὶ τούτου λόγον ἀριδηλότερον ποιεῖται, καὶ
20οὕτω φησί „τοιοῦτον ἐκ νεκρῶν ἐγήγερται τὸ σῶμα τὸ πεσόν, ὁποῖον ἦν ἀπ’ ἀρχῆς, ἀποβαλόμενον ἅπαν ὅπερ ἔφθασε διὰ τὴν ἁμαρτίαν ἐπισυμβῆναι αὐτῷ.“ πρόσεχε οὖν. εἰ γὰρ τοιοῦ‐
τον ἐγήγερται ὁποῖον ἦν ἀπ’ ἀρχῆς, τὸ δὲ ἐγειρόμενον ἐκεῖνο170

171

σῶμα τότε θανάτου καὶ φθορᾶς ἄμεινον ἐγερθῆναι ὡμολόγηται, καὶ βεβαιοῖ τὸν λόγον ὁ πάμμεγας Παῦλος οὕτω λέγων „δεῖ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν,“ εὔδηλον πάντως ὅτι καὶ τὸ σῶμα
5ἐκεῖνο, λέγω δὴ τὸ πρώτως ὑπὸ θεοῦ ποιηθέν, ἀθάνατον ἀλη‐ θῶς ὑπῆρχε καὶ ἄφθαρτον, ὡς ἤδη πολλάκις εἰρήκαμεν. αὐ‐ τὸ τοῦτο παρίστησι καὶ Νυσσαεὺς θεῖος Γρηγόριος, ἡνίκα καὶ μᾶλλον εὕρηται τὸ τοῦ Ἐκκλησιαστικοῦ ῥητὸν ἐπεξηγού‐ μενος τὸ διαλαμβάνον οὕτως ἐν λέξεσι „τί τὸ γεγονός; αὐτὸ
10τὸ γενησόμενον. καὶ τί τὸ πεποιημένον; αὐτὸ τὸ ποιηθησό‐ μενον.“ λέγει γὰρ ὅτι χειρὶ θεοῦ πεποιημένος ἄνθρωπος οὐχ ὃ νῦν ἐστὶ διὰ τὴν ἁμαρτίαν, ἤγουν τρεπτὸς καὶ φθαρτός, τοῦτο ἦν ἀπ’ ἀρχῆς, ἀλλ’ ὃ ποιηθήσεται ὕστερον, ἄτρεπτος δηλονότι καὶ ἄφθαρτος. εἴπερ οὖν ὁ θεὸς ἐπ’ ἀφθαρσίᾳ τὸν
15ἄνθρωπον ἔκτισε, κατ’ εἰκόνα τῆς ἀϊδιότητος αὐτοῦ, καθά φησι Σολομών· εἴπερ οὖν ἔδειξε τὸ οἰκεῖον φιλότιμον μετα‐ δοὺς αὐτῷ ψυχῆς νοερᾶς ὡς εἶναι καὶ ἀθάνατον ἐς τὸ διη‐ νεκές, ὡς ὁ χρυσοῦς τὴν γλῶττάν φησιν· εἴπερ οὖν ζωῆς αἰωνίου ἀπόλαυσιν ἐχαρίσατο τῷ ἀνθρώπῳ κατ’ ἀρχὰς ὁ θε‐
20ός, ὡς ὁ μέγας φησὶ Βασίλειος· εἴπερ οὖν ἡ πρώτη ποίησις τοῦ Ἀδὰμ ἄφθαρτος ἦν, ὡς ὁ Σιναΐτης φησὶ θεῖος Ἀναστά‐
σιος· εἴπερ οὖν ἀξίωμα δέδωκε τῷ ἀνθρώπῳ κατ’ ἀρχὰς ὁ171

172

θεὸς τὸ ἀθάνατον καὶ ἀνώλεθρον, ὡς ὁ θεῖος Ἀνδρέας εὕ‐ ρηται λέγων· εἴπερ αὐτεξουσιότητι καὶ ἀθανασίᾳ τιμήσας τὸν ἄνθρωπον ὁ θεὸς βασιλέα πάντων τῶν ἐπιγείων κατέστη‐ σε, καθάπερ ὁ μακάριός φησι Βαρλαάμ, πῶς λοιπὸν θνητὸν
5αὐτὸν ὁμοῦ καὶ ἀθάνατον ὑπὸ θεοῦ παραχθῆναι εἴπωμεν; ἀνένδεκτον, ὡς οἶμαι, τοῦτο καὶ λίαν ἐστί. καὶ πῶς γὰρ οὐκ ἀνένδεκτον, εἴγε καὶ ὁ πολὺς ἐν θεολογίᾳ Γρηγόριος οὐκ ἐᾷ περὶ τοῦ πρώτου ἀνθρώπου τοιαῦτα φαντάζεσθαι. παν‐ τὸς γὰρ ἐπικαλύμματος καὶ προβλήματος ἀνενδεᾶ τὸν ἀπ’ ἀρ‐
10χῆς ἐκεῖνον εἰπὼν εἶναι, ἔδειξε προφανῶς ὅτι στολὴν ἀθανα‐ σίας ἠμφιεσμένος ἦν ὁ πρῶτος ὑπὸ θεοῦ δημιουργηθεὶς ἄν‐ θρωπος. ἀλλ’ ἐπὶ τούτοις ἀντιλέγειν οὐ θεμιτόν. ἢ γὰρ ὑπέ‐ κειτο τὸ σῶμα ἐκεῖνο πάθεσι φυσικοῖς καὶ φθαρτὸν ὁμολο‐ γουμένως ἦν, ἢ παθῶν παντοίων ὑπέρτερον ἦν, ὡς ὁ λόγος
15ἤδη διείληφε. καὶ περὶ ἀφθαρσίας ἀμφιβάλλειν οὐ χρή· φαίνεται γὰρ ὅτι φθορᾷ οἱᾳδήποτε μὴ ὑποκείμενον ἀληθῶς ἄφθαρτον ἦν. Οὕτω μὲν οὖν, ἀγαπητέ, καὶ τὸ σῶμα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ φθαρτὸν ὡμολόγηται πρὸ τοῦ πάθους,
20ἐπειδὴ πάθεσι φυσικοῖς ὑπέκειτο, καὶ ἄφθαρτον αὖθις μετὰ τὸ πάθος καὶ τὴν ἀνάστασιν· καὶ τοιαῦτα γὰρ ἀπέθετο πά‐
θη παντάπασιν ἐκ νεκρῶν ἐγερθέν. ἐνθέν τοι καὶ γυμνὸν ἐκ172

173

τάφου ἐξέθορεν, ἐκεῖσε παντάπασι καταλιπὼν τὰ ἐντάφια· καὶ γὰρ ἄφθαρτον, ὡς εἴρηται, γεγονὸς ἐπικαλύμματος οἱου‐ δή τινος οὐκ ἦν ἐνδεές. Ἀλλὰ τί χρὴ πολλὰ λέγειν; εἴπερ οὖν ὁ πρῶτος ἐκεῖνος
5Ἀδὰμ θνητὸς ὁμοῦ καὶ ἀθάνατος ἦν, εἴπερ οὖν φυσικοῖς ὑπέκειτο πάθεσι κατά γε τὴν τῶν πλειόνων ὑπόληψιν, ἀνάγ‐ κη πᾶσα καὶ τὰ ἡμέτερα μετὰ ταῦτα τοιαύτης ἐπιτεύξεσθαι λήξεως, εἴγε πρὸς ἐκεῖνον ἔχουσι τὸν πρῶτον Ἀδὰμ δηλαδὴ τὴν ἐπάνοδον. ἀλλὰ γὰρ ἐπὶ τούτοις τοιοῦτόν τι λέγειν οὐ
10δίκαιον, εἴγε καὶ πρὸ τοῦ λόγου πείθειν ἡμᾶς ἱκανὰ καὶ λίαν αὐτὰ τυγχάνει τὰ πράγματα. εἰ γὰρ ὁ φθορᾷ ὑποκείμενος οὗτος ἄνθρωπος χωννύμενος τῇ γῇ καὶ σηπόμενος ἄφθαρτος ἐκ νεκρῶν ἐγήγερται καὶ ἀθάνατος, καὶ πιστοῖ τὸν λόγον ὁ μακάριος Παῦλος οὕτω περὶ τούτου λέγων „σπείρεται ἐν
15φθορᾷ, ἐγείρεται ἐν ἀφθαρσίᾳ,“ εὔδηλον πάντως ὅτι καὶ ὁ πρὸ τῆς ἁμαρτίας ἐκεῖνος Ἀδὰμ τοιοῦτος ἦν ἀπ’ ἀρχῆς ἄφθαρτος δηλαδὴ καὶ ἀθάνατος. καὶ μὴ θαύμαζε τούτου ἕνε‐ κεν, εἴγε καὶ σπέρμα τῇ γῇ καταβαλλόμενον τοιοῦτον ἀναδί‐ δοσθαι εἴωθεν ὁποῖον ἄρα καὶ πρότερον ἐτύγχανεν εἶναι. εἴτε
20γὰρ σίτου κόκκον εἴποις εἴτε κρίθους, εἰ ἕτερον σπέρμα οἱον‐ δήποτε, ἐκεῖσε πάντως ἐπανέρχεσθαι πέφυκεν ὅθεν δηλονότι
ἐκπέπτωκεν.173

174

Ἀλλὰ μὴ μῦθον ἡγοῦ τὰ λεγόμενα. ὅρα γὰρ ὅτι καὶ ὁ μέγας Ἀθανάσιος ἀποδεῖξαι θέλων ὅτι ἐξ ἀφθάρτου φθαρ‐ τοὶ γεγόναμεν καὶ ὅτι ἀπὸ φθαρτοῦ πάλιν ἄφθαρτοι ἀνιστά‐ μεθα, τῷ τοῦ κόκκου ὑποδείγματι καὶ μάλα προσφυῶς ἐχρή‐
5σατο, πρὸς Ἀντίοχον οὕτως εἰπών „ὥσπερ ἐπὶ τοῦ κόκκου στάχυν ἐποίησεν ἀπ’ ἀρχῆς ὁ θεός, τοῦ δὲ στάχυος συντρι‐ βέντος γέγονεν ὁ κόκκος, καὶ πάλιν ὁ κόκκος σπειρόμενος ἀναβλαστάνει στάχυν, οὕτως ὑπὸ θεοῦ ὁ ἄνθρωπος γέγονεν ἄφθαρτος, εἶτα δὲ διὰ τῆς παρακοῆς συνετρίβη καὶ φθορᾷ
10περιέπεσε, σπειρόμενος δὲ διὰ τοῦ θανάτου καὶ τῇ γῇ κα‐ ταχωννύμενος ἀναβλαστάνει, καὶ γίνεται ὥσπερ ἦν ἄφθαρ‐ τος ἀπ’ ἀρχῆς.“ καὶ μή μοι λέγε ὡς εἴγε τέως ἀθάνατος ἦν, πῶς ὑπέπεσε μετὰ ταῦτα φθορᾷ καὶ θνητότητι; ἄφες τὸ πῶς. θεὸς ἦν ὁ εἰπών „ᾗ δ’ ἂν ἡμέρᾳ φάγητε ἀπὸ τοῦ φυ‐
15τοῦ, θανάτῳ ἀποθανεῖσθε.“ καὶ σὺ λέγεις ὅτι πῶς ὁ ἀθά‐ νατος ἐγεγόνει θνητός; ἄφες τὸ πῶς· ὁ χρυσορρήμων Ἰωάν‐ νης ἐν τῷ εἰς τὴν ἐξορίαν τοῦ Ἀδὰμ λόγῳ αὐτοῦ τὴν ἀπο‐ ρίαν ἐπιλύσει σοι ταύτην, οὕτω λέγων „παρέβη τὴν ἐντολὴν ὁ Ἀδάμ, ἔφαγεν ἀφ’ οὗ παρηγγέλθη μὴ φαγεῖν, καὶ τούτου
20χάριν ὁ ἀθάνατος ἐγεγόνει θνητός.“ ἄφες τὸ πῶς, ἵνα μὴ καὶ ἐπὶ τῷδε τῷ θνητῷ σώματι πλείονι συσχεθῇς ἀπορίᾳ,
πῶς ἀναστήσεται λέγων ἀθάνατον ἐκ νεκρῶν, εἴγε θνητόν174

175

ἐστι καὶ φθαρτόν; ὁ γὰρ ἀμφιβάλλων ἐπ’ ἐκείνῳ πῶς ἀθά‐ νατος ἐγεγόνει θνητός, ἐξ ἀνάγκης ἂν ἀπορήσειε καὶ ἐπὶ τού‐ τῳ. οὐκοῦν ἄφες τὸ πῶς. ὁ θεὸς ὅπου, ἐκεῖσε χώραν οὐκ ἔχει τὸ πῶς. ἔπλασε μὲν γὰρ ἐπ’ ἀφθαρσίᾳ τὸν ἄνθρωπον
5ὁ θεός, ἄρχοντα τῶν ἐπιγείων πάντων κατέστησε, διηνεκῆ δέδωκε τὴν ἀθανασίαν αὐτῷ, καθάπερ ἄνω διείληπται· καὶ εἶχε μὲν εἰς αἰῶνας οὕτω κατ’ αὐτόν, ὅτι καὶ ἀμεταμέλητα τὰ θεῖα χαρίσματα. ἀλλ’ ἐπειδὴ πρὸς ἁμαρτίαν αὐτὸν ἑώρα κατολισθαίνοντα κἀντεῦθεν ἐκπίπτοντα τῆς ὑψηλῆς ἐκείνης
10καὶ ἰσαγγέλου διαγωγῆς, παραχωρεῖ διὰ τοῦτο καὶ λαμβάνει κατ’ αὐτοῦ χώραν ὁ θάνατος, ὅτι μηδὲ συνέφερεν ἔκτοτε διη‐ νεκῆ προσεῖναι τὴν ἀθανασίαν αὐτῷ. καὶ γὰρ εἰ μὴ γέγονέ τι τοιοῦτον, εἰ μὴ συγχώρησις ἐκεῖθεν ἐδίδοτο φιλανθρωπίας ἕνεκεν, ἵνα μὴ ἀθάνατον ᾖ τὸ κακόν, οὐκ ἂν ἐκείνῳ τῷ πρώ‐
15τῳ Ἀδάμ, τῷ ἐπ’ ἀφθαρσίᾳ κτισθέντι κατ’ εἰκόνα τῆς ἀϊδιό‐ τητος τοῦ θεοῦ, προσήγγισε θάνατος· οὐκ ἂν ὑπέπεσε φθο‐ ρᾷ τὸ σῶμα ἐκεῖνο τὸ φθορᾶς καὶ θανάτου ἄμεινον ὑπάρχον τὸ πρότερον. εἰ δὲ ταῦτα οὕτως ἔχει, πῶς ἀθάνατον αὐτὸν ὁμοῦ καὶ θνητὸν ὑπὸ θεοῦ παραχθῆναι εἴπωμεν; εἰ γὰρ καὶ
20θανάτῳ ὑπέπεσε μὴ φυλάξας τὴν δοθεῖσαν αὐτῷ ἐντολήν,
ἀλλ’ ὕστατον τῆς οἰκονομίας, ὡς ἤδη προείρηται, τοῦτο πάν‐175

176

τες εὑρήσομεν, εἴγε τῇ ἀκολουθίᾳ προσέχειν αἱρούμεθα τῆς ἁγίας γραφῆς. οὐδὲ γὰρ ὅτε παρῆγε τὸν ἄνθρωπον ὁ θεός, ὡς ἄνω διείληπται, τότε πρὸς αὐτὸν ἔλεγεν „ᾗ δ’ ἂν ἡμέρᾳ φάγητε ἀπὸ τοῦ φυτοῦ, θανάτῳ ἀποθανεῖσθε,“ ἀλλὰ πολλῷ
5μετὰ τὴν αὐτοῦ παραγωγὴν ὕστερον. μετὰ γὰρ τὸ καθίσαι βασιλέα, μετὰ τὸ ἀναχθῆναι τὰ ζῶα πρὸς αὐτόν, μετὰ τὸ πέρας ἐπ’ αὐτῷ δέξασθαι τὰ τῆς θείας βουλῆς, τότε πρὸς αὐτὸν ἡ τοιαύτη γέγονε θεία φωνή, τότε δὴ τότε καὶ χώραν ὁ θάνατος ἐλάμβανε κατ’ αὐτοῦ. διὰ τί δὲ ταῦτα, καὶ τί‐
10νος ἕνεκεν; ἵνα μὴ ἀθανάτου μείναντος αὐτοῦ μετὰ τὴν πα‐ ράβασιν μείνῃ σὺν αὐτῷ καὶ τὸ κακὸν ἐξ ἀνάγκης ἀθά‐ νατον. Ὅτι δὲ ἀθάνατος ἔμελλε μεῖναι μετὰ τὴν ἁμαρτίαν ὁ ἄνθρωπος, εἰ μὴ γέγονέ τις οἰκονομία θεία ὥστε μὴ καὶ ἡμᾶς
15ἀθάνατα πάσχειν κατὰ τοὺς ἐκπεσόντας ἀγγέλους, ὁ Νύσσης θεῖος Γρηγόριος τοῖς ἀμαθέσι δίδωσι τέως ἡμῖν ἐννοεῖν. „ἐπειδὴ γὰρ ἐν τοῖς ἀπηγορευμένοισ“ φησὶ „γεγόνασιν οἱ πρῶτοι ἄνθρωποι καὶ τῆς μακαριότητος ἐκείνης ἀπεγυμνώ‐ θησαν, χιτῶνας δερματίνους ἤγουν τὴν ἀπὸ τῶν ζώων νε‐
20κρότητα οἰκονομικῶς ἐνέθηκε τῇ εἰς ἀθανασίαν κτισθείσῃ φύ‐ σει, ἵνα μὴ τὸ κακὸν ἀθάνατον ᾖ.“ καλῶς δὲ εἶπεν οἰκονο‐ μικῶς ὁ θεῖος οὗτος ἀνήρ· κηδόμενος γὰρ ἡμῶν ὁ θεός,
ὥστε μὴ ἁμαρτάνειν ἀθάνατα καὶ ὥστε μὴ συμπαραμένειν176

177

εἰς αἰῶνας τῇ ἐπωδύνῳ ταύτῃ καὶ μοχθηρᾷ βιοτῇ, καθὰ δὴ καὶ ὁ χρυσοῦς τὴν γλῶττάν φησι, παραχωρεῖ τῷ θανάτῳ κατὰ τοῦ ἀθανάτου χωρῆσαι, καὶ γίνεται τούτῳ τῷ τρόπῳ θνητὸς ὁ ἀθάνατος καὶ φθαρτὸς ὁμοίως ὁ ἄφθαρτος. καὶ
5πειθέτω ἡμᾶς ἐπὶ πλέον ὁ μέγας Βασίλειος οὕτω περὶ τού‐ του λέγων „οὐκ ἐκώλυσε δὲ τὸν θάνατον ὁ θεός, ἵνα μὴ ἀθάνατον ἡμῖν τὴν ἀρρωστίαν τηρήσῃ.“ ἐπὶ κέρδει λοιπὸν ὁ θάνατος, καὶ ἐπ’ εὐεργεσίαν ἡ τιμωρία δίδοται κατὰ τὸν ἐν θεολογίᾳ μέγαν Γρηγόριον. ἐφ’ ᾧ καὶ σκυθρωπάζειν ἐπὶ τού‐
10τοις οὐκ εὔλογον. εἰ γὰρ καὶ εἰς γῆν ὅθεν ἐλήφθημεν ἀπο‐ στρεφόμεθα κατὰ τὴν ἀρὰν ἐκείνην τὴν οὕτω λέγουσαν „γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ,“ ἀλλ’ ἐκεῖθεν, ὡς ὁ χρυσορρήμων Ἰωάννης φησί, καὶ αὖθις ἀναλαμβανόμεθα, κἀντεῦθεν ἐπὶ τὸ βέλτιον μεταστοιχειούμεθα, καὶ τοιοῦτοι γινόμεθα πάλιν
15ὁποῖοι καὶ πρότερον ἦμεν, τουτέστιν ἄφθαρτοι καὶ ἀθά‐ νατοι. Ἀμφιβάλλειν οὖν ἐπὶ τούτοις οὐ δίκαιον, εἴγε καὶ μᾶλ‐ λον οἱ θεῖοι πατέρες οὐδὲν ἡμῖν ἕτερον ἐπαγγέλλεσθαι λέ‐ γουσι τὴν ἐκ νεκρῶν ἀνάστασιν ἢ τὴν πρὸς τὸ ἀρχαῖον τῶν
20πεπτωκότων ἀποκατάστασιν. καὶ πρόσχες, εἰ βούλει, πρὸ τῶν ἄλλων τῷ θειοτάτῳ Ἀναστασίῳ περὶ τούτων οὕτως λέ‐
γοντι „καὶ ἐποίησε τὸν ἄνθρωπον ὁ θεός· κατ’ εἰκόνα θεοῦ177

178

ἐποίησεν αὐτόν. πρώτη ποίησις αὕτη, ἁπλῆ, ἄζυγος, ἄφθαρ‐ τος· πρὸς ἣν δὴ ποίησιν ἀφορᾷ καὶ ἡ τῶν σωμάτων ἀνά‐ στασις.“ καὶ τί χρὴ πολλὰ λέγειν; ἡ ἐν εὐαγγελίοις τοῦ πλανωμένου προβάτου παραβολὴ καὶ ἡ τῆς ἀπολλυμένης
5ὡσαύτως δραχμῆς αὐτὴν ὑπεμφαίνουσι πάντως τὴν τοῦ ἀν‐ θρώπου καὶ πλάνην καὶ ἔκπτωσιν καὶ τὴν εἰς τὸ πάλιν ἐπι‐ στροφὴν καὶ ἀνάκλησιν. ἐπὶ τούτῳ γὰρ καὶ κλίνας οὐρα‐ νοὺς ὁ θεὸς καταβέβηκε καὶ ἄνθρωπος γέγονεν, ἵνα τοὺς ἐκ‐ πεσόντας ἡμᾶς ἐπὶ τὴν ἀρχαίαν καὶ πρώτην ἐπαναγάγῃ τι‐
10μήν. καὶ γὰρ εἰ μὴ τοῦτο ἦν, οὐκ ἂν ἐπιστρέψας ὁ ἄσωτος ἤκουσεν „ἐνδύσατε αὐτὸν τὴν πρώτην στολήν.“ Εἰ δὲ καὶ λέγουσί τινες πλασθῆναι μὲν ἀθάνατον ὑπὸ θεοῦ τὸν Ἀδάμ, δυνάμει δὲ θνητὸν εἶναι, τουτέστι δύνασθαι θνητότητι περιπεσεῖν αὐτόν, εἴγε μὴ φύλαξ ἐσεῖται τῆς δο‐
15θείσης αὐτῷ ἐντολῆς, δεχόμεθα μὲν τὸν λόγον αὐτῶν (εὐ‐ παράδεκτος γὰρ εἶναι δοκεῖ, καὶ μάλιστα τοῖς μὴ θέλουσι ταῖς τῶν ἁγίων πατέρων ἐμβαθύνειν γραφαῖς), πάσχειν δὲ ὅλως αὐτόν, τουτέστιν οἵῳ δή τινι φυσικῷ πάθει πρὸ τῆς πα‐ ραβάσεως ὑποκεῖσθαι, οὐδαμοῦ τοῦτο καταδεχόμεθα. πῶς
20γάρ, εἴ γέ τινα τῶν ἁγίων πατέρων τοιοῦτόν τι περὶ τοῦ πρώτου ἀνθρώπου διεξιόντα οὐχ εὕρομεν; μᾶλλον μὲν οὖν
ἀπαθῆ λέγουσι τὸν τοιοῦτον εἶναι, καὶ σωματικῶν πασῶν178

179

ὑπέρτερον ἀναγκῶν. αὐτίκα γὰρ ὁ θειότατος Ἰωάννης Δα‐ μασκηνὸς ἄκραν ἔχειν ἀπάθειαν τὸν πρὸ τῆς παραβάσεως ἄνθρωπον ἔλεγε· πεῖνα γὰρ καὶ δίψα, κόπος καὶ ὕπνος καὶ ἱδρώς, ὡς ὁ θεῖος οὗτος ἀνὴρ ἐν ἑξηκοστῷ τετάρτῳ κεφαλαίῳ
5αὐτοῦ λέγων εὕρηται, μετὰ τὴν παράβασιν εἰς τὸν ἀνθρώπι‐ νον βίον εἰσήλθοσαν. ἀλλὰ καὶ ὁ Σιναΐτης θεῖος Ἀναστάσιος ἐν τῷ περὶ ἀναστάσεως λόγῳ αὐτοῦ τὰ ἀδιάβλητα ταῦτα πά‐ θη τῇ τῆς κακίας εἰσόδῳ συνεπακολουθῆσαι ἡμῖν ἔλεγεν ἐν τῇ τοῦ δερματίνου χιτῶνος περιβολῇ. οὐδὲ γὰρ συμπεφυ‐
10κὼς οὗτος τῇ λογικῇ φύσει καθὰ τοῖς ἀλόγοις ἐγένετο, ἀλλ’ ὕστερον ἐπετίθει, κολάζων ἐκεῖνον τὸν ἐν τιμῆ μὲν ὄντα μὴ συνιέντα δέ, κἀντεῦθεν εἰς ὑπόμνησιν ἄγων ὧν ἐξέπεσεν ἀγα‐ θῶν. ἀλλὰ καὶ ὁ χρυσοῦς τὴν γλῶτταν Ἰωάννης τὸ τοῦ πρώτου παριστῶν ἀπαθὲς ἔλεγεν „ἐννόησόν μοι μακαριότητος ὑπερβο‐
15λήν, πῶς ἀνώτεροι πάντων τῶν σωματικῶν οἱ πρωτόπλαστοι ἦσαν, πῶς καθάπερ τὸν οὐρανὸν οὕτω τὴν γῆν ᾤκουν, καὶ ἐν σώματι τυγχάνοντες τὰ τῶν σωμάτων οὐχ ὑπέμειναν.“ οὔτε γὰρ στέγης οὔτε ὀρόφου οὔτε ἱματίων οὔτε ἄλλου οὐδενὸς τῶν τοιούτων ἐδέοντο. ἀλλὰ καὶ ὁ θεολόγος Γρηγόριος, ἐπι‐
20καλύμματος καὶ προβλήματος μὴ δέεσθαι λέγων τὸν ἀπ’ ἀρ‐
χῆς ἄνθρωπον, τὰ αὐτὰ τῷ χρυσορρήμονι πάντως ἐνέφηνε.179

180

σῶμα γὰρ μήτε κρυμοῖς ὑποπῖπτον μήτε θάλψεσιν. εἰ γὰρ ἐλύπει τοιοῦτόν τι πάθος αὐτό, καὶ σκεπάσματος ἂν ἐξ ἀνάγ‐ κης καὶ προβλήματος ἐπιδεὲς ἦν. οὐκ ἂν αὐτὸν πάσχειν ᾠήθη κατά τι ὁ θεῖος οὗτος ἀνήρ, εἴγε καὶ μᾶλλον τὴν πα‐
5χυτέραν σάρκα καὶ θνητήν, ἀφ’ ἧς ἄρα καὶ τὸ πάσχειν ἡμῖν, ἐν τῇ τοῦ δερματίνου χιτῶνος περιβολῇ τὸν Ἀδὰμ ἐνδύσα‐ σθαι ἔλεγεν. ἔδειξε γὰρ ἐντεῦθεν ὅτι πρὸ τῆς τοιαύτης πε‐ ριβολῆς ἀπαθὴς ὁ ἄνθρωπος ἦν ἅτε δὴ σάρκα λεπτοτέραν ἐνδεδυμένος, ἀθάνατόν τε καὶ ἄφθαρτον. ἀλλ’ ἐπὶ ταύταις
10ταῖς λέξεσι χαλεπαίνειν οὐ χρή. κατὰ γὰρ τὸν χρυσορρήμο‐ να Ἰωάννην πάσης ἀπήλλακτο τὸ σῶμα ἐκεῖνο φθορᾶς. ἐφ’ ᾧ καὶ ἄφθαρτον αὐτὸ δικαίως ὁ λόγος ἐκάλεσεν. εἰ δὲ ἄφθαρτον, εὔδηλον ὅτι καὶ ἀθάνατον ἦν. εἰ γὰρ ἐπάγεσθαι εἰώθασι καὶ νόσοι καὶ θάνατοι ἔκ τε πλεονεξίας καὶ ἐλλείψεως
15τῶν τεσσάρων χυμῶν, καθὰ δὴ τῷ χρυσορρήμονι δοκεῖ, τὸ δέ γε σῶμα τοῦ Ἀδὰμ ἐν ἀπαθείᾳ διῆγε καὶ ὡσαύτως εἶχεν ἀεί (οὐδὲ γὰρ ἀλλοίωσιν ἐδέχετό τινα παραπλησίως ἡμῖν, ἅτε δὴ παθῶν παντοίων ὑπέρτερον ὄν), φαίνεται πάντως ὅτι καὶ ἀθανασίας ὑπῆρχε μέτοχον, ὡς ὁ λόγος ἤδη φθάσας
20ἐδήλωσεν. ὅτι δὲ φυσικῶν παθῶν ἀνώτερος ὁ ἄνθρωπος ἦν
ἐν ἐκείνῳ τῷ καιρῷ, καὶ ὁ μέγας ἔδειξε Βασίλειος ἐν τοῖς180

181

ἀσκητικοῖς αὐτοῦ κατὰ ῥῆμα διεξιὼν οὑτωσί „ὥσπερ εἰ ἦμεν ἐν τῷ παραδείσῳ τῆς τρυφῆς, οὐκ ἂν ἐπινοίας καὶ μόχθου γεωργικοῦ προσεδεήθημεν, οὕτως εἰ ἦμεν ἐν ἀπαθείᾳ κατά γε τὸ πρὸ τοῦ παραπτώματος ἐν τῇ δημιουργίᾳ χάρισμα,
5οὐδενὸς ἂν τῶν ἐξ ἰατρικῆς πρὸς παραμυθίαν ἐχρῄζομεν.“ εἴπερ οὖν ἐν τῇ δημιουργίᾳ χάρισμα εἶχε πρὸ τοῦ παραπτώ‐ ματος ἀπαθείας ὁ ἄνθρωπος, πῶς εἴπωμεν οἵῳ δή τινι φυ‐ σικῷ πάθει περιπίπτειν αὐτὸν ἐν τῷ τῆς ἀπαθείας καιρῷ; ἀλλὰ καὶ ὁ μέγας Μάξιμος τὰ πάθη ταῦτα, λύπην ἡδονὴν
10ἐπιθυμίαν καὶ ὅσα ἄλλα τοιαῦτα, ἃ τῇ ἀνθρωπίνῃ φύσει πρόσεστι τήμερον, ἐκ τῆς τῶν ἀλόγων ἔλεγε μοίρας ἐπὶ τὸν ἄνθρωπον εἰσδραμεῖν· ἐπειδὴ γὰρ ὁμοιωθῆναι κατεδικάσθη τοῖς ἀνοήτοις κτήνεσι κατὰ γένεσιν, ἐκεῖθεν ἐξ ἀνάγκης καὶ τὰ πάθη ταῦτα πρὸς ἑαυτὸν ἐπεσπάσατο. οὐδὲ γὰρ προηγουμένως
15συνεκτίσθη ταῦτα τῷ ἀνθρώπῳ, καθὼς ὁ θεῖος οὗτος ἀνὴρ ἐν τοῖς πρὸς Θαλάσσιον ἔλεγεν, διὰ δὲ τὴν τῆς τελειότητος ἔκπτωσιν ὑπεισῆλθε τῷ ἀλογωτέρῳ μέρει προσφυέντα τῆς φύσεως. εἰ δὲ ταῦτα οὕτως ἔχει, πῶς εἴπωμεν ἐν αὐτῇ τῇ τελειότητι πάσχειν ὅλως τὸν πρῶτον ἐκεῖνον ἄνθρωπον;
20 Δέδεικται οὖν ἐκ πολλῶν ὅτι πρὸ τῆς παραβάσεως οἵῳ δή τινι φυσικῷ οὐχ ὑπέκειτο πάθει ὁ ἄνθρωπος, ἅτε δὴ
τῆς κατὰ χάριν ἀθανασίας οὐκ ἀμοιρῶν. εἰ δὲ τοῦτο, πῶς181

182

ἔπασχεν; εἰ γὰρ ἔπασχεν, καὶ θνητῆς ἂν ἐξ ἀνάγκης φύσεως ἦν καὶ φθαρτῆς. ἀλλ’ ἡμᾶς οὕτω φρονεῖν ἐπὶ τούτοις κωλύει μὲν καὶ ὁ τῶν διαληφθέντων ἁγίων χορός, κωλύει δὲ πλέον καὶ ἡ ἐν Καρθαγένῃ συστᾶσα σύνοδος ἐν ἑκατοστῷ ἐννάτῳ
5κανόνι αὐτῆς οὕτω λέγουσα „εἴ τις λέγει τὸν Ἀδὰμ θνητὸν πλασθῆναι παρὰ θεοῦ καὶ μὴ μετὰ τὴν ἁμαρτίαν ἐλθεῖν εἰς φθοράν, ἤτω ἀνάθεμα.“ ταύτῃ τοι καὶ παράγειν ἐνταῦθα τὸν θεολόγον Γρηγόριον οὐκ εὐπρεπὲς ἡμῖν οὐδὲ ὅσιον ἥγη‐ ται. εἰ γὰρ καὶ λέγειν ἔοικε τὸν ἀπ’ ἀρχῆς ἄνθρωπον ἐπί‐
10γειον εἶναι τὸ σῶμα καὶ οὐράνιον τὴν ψυχήν, πρόσκαιρον ὁμοίως καὶ ἀθάνατον, ὁρατὸν καὶ νοούμενον, μέσον μεγέ‐ θους καὶ ταπεινότητος, πνεῦμα καὶ σάρκα τὸν αὐτόν, τὸ μὲν ἵνα μένῃ καὶ δοξάζῃ τὸν εὐεργέτην, τὸ δὲ ἵνα πάσχῃ καὶ πάσχων ὑπομιμνήσκηται καὶ παιδεύηται τῷ μεγέθει φιλοτι‐
15μούμενος, ἀλλ’ οὐχ οὕτω δοκεῖ περὶ τούτου καὶ ἡμῖν, ὅτι μηδὲ τὰ θεῖα ταῦτα ῥητὰ τοῦ πρώτου χάριν ἀνθρώπου λε‐ λέχθαι νομίζομεν. πῶς γάρ, εἴγε καὶ μᾶλλον αὐτοῦ τοῦ θεολόγου λέγοντος ἀλλαχοῦ κατὰ λέξιν οὕτως ἠκούσαμεν „ἐπεὶ δὲ φθόνῳ τοῦ διαβόλου θάνατος εἰς τὸν κόσμον εἰσῆλ‐
20θε καὶ ὑφεῖλε διὰ τῆς ἀπάτης τὸν ἄνθρωπον, διὰ τοῦτο τῷ182

183

ἡμετέρῳ πάθει θεὸς γενόμενος ἄνθρωπος.“ ἀλλὰ προσέχειν ἐνταῦθα παρακαλῶ. εἰ γὰρ ὑφεῖλε τὸν ἄνθρωπον, ὡς ὁ θεολόγος φησί, διὰ τῆς ἀπάτης ὁ θάνατος, φαίνεται πάντως ὅτι πρὸ τῆς ἀπάτης ἀθάνατον εἶχε κατὰ τὸ σῶμα τὸν ἄνθρω‐
5πον ὁ θεῖος οὗτος ἀνήρ. εἰ δὲ τοῦτο, πῶς ἔλεγεν „ἵνα πά‐ σχῃ καὶ πάσχων ὑπομιμνήσκηται καὶ παιδεύηται;“ τὸ γὰρ ἀθάνατον οἵῳ δή τινι τρόπῳ πάσχειν οὐ πέφυκε. καὶ τί χρὴ πολλὰ λέγειν; εἴγε καὶ πάθεσιν ὑπέκυπτε πρὸ τῆς ἁμαρτίας ὁ ἄνθρωπος, καὶ ῥευστὸς ἐξ ἀνάγκης ἦν· εἰ δὲ ῥευστὸς ἐκεῖ‐
10νος, εὔδηλον ὅτι καὶ θνητός. εἰ δὲ θνητὸς ἀπ’ ἀρχῆς ἦν, οὐ διὰ παρακοῆς λοιπὸν ἥ τε φθορὰ καὶ ὁ θάνατος. ἀλλ’ οὐκ ἄν, ὡς οἶμαι, τοῦτο εἴποι τις λογισμοῦ κύριος ὤν. πῶς γάρ, εἴγε καὶ ἀναθέματι τοὺς οὕτω φρονοῦντας ἡ διαληφθεῖ‐ σα καθυποβάλλει ἁγία σύνοδος. ἄλλως τε εἰ πρόσκαιρον εἶ‐
15ναι πρὸ τῆς παραβάσεως ᾤετο τὸν Ἀδάμ, πῶς αὐτὸν ἐπὶ κέρδει λαβεῖν ἔλεγε τὸν θάνατον ὕστερον; ἵνα γὰρ μὴ τὸ κα‐ κὸν ἀθάνατον ᾖ, διὰ τοῦτό φησι θανάτῳ τὸν Ἀδὰμ συγχω‐ ρηθῆναι πεσεῖν. ἀλλὰ κἀνταῦθα προσέχειν ἄξιον. φαίνεται γὰρ ὅτι πρὸ τῆς ἁμαρτίας ὁ ἄνθρωπος ἀθάνατος ἦν, ἐπεὶ
20πῶς ἀθάνατον ἔμελλε μεῖναι τὸ κακόν, εἰ μή γε καὶ μετὰ τὴν ἀπάτην ὁ ἄνθρωπος ἀθανασίᾳ συζῆν ἔμελλε, καθὰ δὴ
καὶ τὸ πρότερον; συγκεχώρηται λοιπὸν ὁ ἀθάνατος, ὡς ἤδη183

184

προείρηται, θανάτῳ περιπεσεῖν, ἵνα μὴ ἀθάνατον ᾖ τὸ κα‐ κόν· ὃ δὴ καὶ κέρδος ὁ θεολόγος ἐκάλεσεν. ἀλλὰ μὴ δυσ‐ χέραινε τούτου ἕνεκεν. εἰ γὰρ θνητὸς ὁ Ἀδὰμ καὶ πρὸ τῆς παραβάσεως ἦν, θνητὸς δὲ καὶ μετὰ τὴν παράβασιν, πότε
5λοιπὸν ἐδέξατο τοῦ θανάτου τὸ ἐπιτίμιον; πότε δὲ καὶ τοὺς δερματίνους ἠμφιάσατο χιτῶνας; εὔδηλον οὖν ὅτι περὶ τῆς κοινῆς τῶν ἀνθρώπων φύσεως τὸν λόγον ποιούμενος τῷ σώ‐ ματι μὲν ἔλεγε πρόσκαιρον εἶναι τὸν ἄνθρωπον, ἀθάνατον δὲ τῇ ψυχῇ. κατὰ γὰρ τοῦτο καὶ πάσχειν αὐτὸν ἔλεγε χά‐
10ριν ὑπομνήσεως καὶ παιδεύσεως, ἐπεὶ πῶς ἂν ὑπέπιπτε πά‐ θεσι τὸ σῶμα ἐκεῖνο τὸ μὴ δεόμενον ἐπικαλύμματος κἀντεῦ‐ θεν ἀπαθὲς γνωριζόμενον; ἀντιλέγειν οὖν ἐπὶ πλέον οὐκ εὔ‐ λογον· εἰ γὰρ πρόσκαιρος ἦν ὁ Ἀδὰμ ἀπ’ ἀρχῆς, εἰ πρὸ τῆς ἁμαρτίας ὑπῆρχε θνητός, οὐκ ἂν ὁ μέγας Παῦλος ἔλε‐
15γεν „ὀψώνιον τῆς ἁμαρτίας ὁ θάνατος.“ ἔδειξε γὰρ ἐντεῦ‐ θεν ὅτι πρὸ τῆς ἁμαρτίας ὁ ἄνθρωπος ἀθάνατος ἦν. εἰ δὲ τοῦτο, καὶ πασῶν λοιπὸν σωματικῶν ἀναγκῶν ὁ τοιοῦτος ὑπέρτερος. Ὡς εἶναι δῆλον ἐντεῦθεν ὅτι καὶ βρώσεως αἰσθητῆς ἄγευ‐
20στος ἦν ὁ ἄνθρωπος ἀπ’ ἀρχῆς. εἰ γὰρ καὶ ἀπὸ πάντων
τῶν ἐν τῷ παραδείσῳ φυτῶν ἐσθίειν ἐπέτρεψε τῷ Ἀδὰμ ὁ184

185

θεός, ἀλλ’ οὐμενοῦν ἐκεῖσε καὶ βρῶσις ἦν αἰσθητὴ καὶ ῥευ‐ στή. καὶ τοῦτο προϊὼν ὁ λόγος ἀριδηλότερον δείξει σοι. ἢ γάρ, ὡς ὁ μέγας φησὶ πρὸς Ἀντίοχον Ἀθανάσιος, ἄφθαρτά εἰσι τὰ ἐν τῷ παραδείσῳ φυτά, καὶ πῶς ὀδοῦσιν ἐτέμνοντο;
5πῶς ἐβιβρώσκοντο; τὸ γὰρ ἄφθαρτον οὔτε τέμνεσθαι πέφυ‐ κεν οὔτε βιβρώσκεσθαι. ἢ φθαρτὰ ἐν τῷ παραδείσῳ, καθά τινες ὑποπτεύουσι, καὶ πῶς αὐτὰ τροφὴν ὁ Ἀδὰμ ἐποιεῖτο; δότωσαν ἐπὶ τούτοις ἀπόκρισιν. ἢ γὰρ τὸ προσὸν αὐτῷ τη‐ νικαῦτα σῶμα διαπνεόμενον ἦν ἅτε φθορᾷ καὶ ῥεύσει ὑποκεί‐
10μενον, καὶ πεινῶν ἐξ ἀνάγκης ἦν· ἢ ἀδιάπνευστον ἔμενεν ὡς ἄρευστον ὑπάρχον καὶ ἄφθαρτον, καὶ τί τὸ καταναγκάζον αὐτὸ αἰσθητῆς ἅπτεσθαι βρώσεως; ἀλλ’ οὐκ ἔχοιεν ἄν τι καὶ λέγειν, εἴγε καὶ μᾶλλον ἀνώτερος ἦν ὁ κατ’ εἰκόνα θεοῦ τῶν σωματικῶν ἀναγκῶν, ὡς ὁ χρυσοῦς τὴν γλῶτταν φησί· πεῖνα
15γὰρ καὶ δίψα καὶ κόπος καὶ ὕπνος καὶ ὀδύνη καὶ φθορά, καθὰ δὴ καὶ προείρηται, μετὰ τὴν παράβασιν εἰς τὸν ἀν‐ θρώπινον βίον εἰσήλθοσαν. ὅρα λοιπὸν νουνεχῶς, καὶ μὴ τοῖς ἔνθεν κἀκεῖθεν εὑρισκομένοις καὶ ἄλλα τε διηγουμένοις ἀπερισκέπτως ὑπάνοιγε τὰς ἀκοάς, ἀποστρέφου δὲ μᾶλλον
20αὐτὰ καὶ οὐδὲν ἡγοῦ καὶ ἀπόρριπτε, καθὰ δὴ πρὸ ὀλίγου καὶ ἡμεῖς ἐποιήσαμεν. πολλὰ γὰρ τοιαῦτα καὶ εὕρομεν καὶ
ἀνέγνωμεν, καὶ μετὰ τῶν μύθων ἐτάξαμεν, ὅτι τοῦ ὀρθοδό‐185

186

ξου τῶν πατέρων φρονήματος πόρρω που πίπτοντα ταῦτα διέγνωμεν. μὴ τοίνυν ἐν παραδείσῳ βρῶσιν εἶναι ῥευστὴν ὑπολάμβανε, μηδὲ ξηραῖς οὕτω ταῖς γραφικαῖς πρόσεχε λέ‐ ξεσιν, εἴγε καὶ μᾶλλον ἕτερα δι’ ἑτέρων ἡ ἁγία πολλάκις δι‐
5δάσκει γραφή. ὁποῖον δὴ καὶ τό „ἔπλασε τὸν ἄνθρωπον ὁ θεὸς χοῦν λαβὼν ἀπὸ τῆς γῆς,“ καὶ τό „ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς,“ καὶ τό „περιεπάτει ὁ θεὸς ἐν τῷ παραδείσῳ κατὰ τὸ δειλινόν.“ ταῦτα μὲν γὰρ ἀνοίκεια τῷ ἀσωμάτῳ πάντως θεῷ· λέγει δὲ ὅμως ἡ ἁγία ταῦτα γρα‐
10φὴ ταῖς ἡμῶν ἀσθενείαις συγκαταβαίνουσα. καὶ γὰρ εἰ μὴ τοῦτο δώσομεν, πολλὰ ἡμῖν ἐπακολουθήσει τὰ ἄτοπα. στόμα γὰρ αὐτῷ περιθήσομεν χεῖράς τε καὶ πόδας, καὶ ὅσα τοιαῦ‐ τα· καὶ γὰρ εἰ μὴ χεῖρας εἶχε, πῶς ἔπλασε τὸν ἄνθρωπον; εἰ μὴ στόμα εἶχε, πῶς ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ;
15εἰ μὴ πόδας εἶχε, πῶς ἡ γραφὴ λέγει περιπατεῖν αὐτὸν ἐν τῷ παραδείσῳ κατὰ τὸ δειλινόν; ἀλλ’ οὐκ ἔστι τοῦτο, οὐκ ἔστιν· ἔφθασε γὰρ ὁ τῶν ἁγίων πατέρων χορὸς ἐπελθεῖν τὰ τοιαῦτα θεῖα ῥητά, καὶ διδάξαι ἡμᾶς ὅπως ἐκλαμβάνειν αὐτὰ χρή, καὶ μὴ τῷ οἰκείῳ θελήματι παρασυρομένους ἅλλεσθαί τε κα‐
20τὰ κρημνῶν καὶ τῆς εὐθείας πόρρω που φέρεσθαι. Οὕτω μὲν οὖν καὶ περὶ τοῦ φυτοῦ ἐκείνου, τοῦ ξύλου
δηλονότι τῆς γνώσεως διανοεῖσθαί σε ἄξιον, εἴγε καὶ δια‐186

187

φωνίαν ἐπὶ τούτοις τινὰ παρεμπίπτουσαν ἔχομεν. αὐτίκα γὰρ ὁ θειότατος Ἰσίδωρος ὁ Πηλουσιώτης οὕτως εὕρηται περὶ τούτου διεξιών. „καταρᾶται μὲν τὴν συκῆν ὁ Χριστός, ἵνα δείξῃ τοῖς Ἰουδαίοις ὅτι καὶ κολάζειν δύναται. ἅμα δέ
5τις τούτῳ καὶ ἀπόρρητος συμπέπλεκται λόγος, παρὰ γερόν‐ των σοφῶν εἰς ἡμᾶς διαφοιτήσας, ὅτι τὸ ξύλον τῆς παραβά‐ σεως τοῦτο ἦν, οὗ καὶ τοῖς φύλλοις οἱ παραβάντες εἰς σκέ‐ πην ἐχρήσαντο. καὶ κατηράθη παρὰ Χριστοῦ φιλανθρώπως μηκέτι ἐνεγκεῖν αἴτιον ἁμαρτίας.“ ὁ δὲ τὰ θεῖα σοφὸς Ἰω‐
10άννης ὁ Δαμασκηνὸς βρῶσιν ἐπὶ παραδείσου τὴν θείαν εἶπεν ἐπίγνωσιν. δίδωσι γὰρ ὁ θεὸς τῷ Ἀδὰμ ἐξουσίαν πάντων τῶν ἐν τῷ παραδείσῳ φυτῶν, π’ ὴν οὐ βρώσεως ἕνεκεν, ἀλλ’ ἵνα πρὸς αὐτὸν ἐντεῦθεν τὸν δημιουργὸν ἐπανάγηται· ἀπὸ μεγέθους γὰρ καὶ καλλονῆς κτισμάτων, ὥς πού φησι Σολομών,
15ὁ δημιουργὸς αὐτῶν ἐπιγινώσκεσθαι εἴωθεν. καὶ ὅρα πῶς ἐκλαμβάνει περὶ παραδείσου ὁ θεῖος οὗτος Ἰωάννης, καὶ τί φησιν ἐπ’ αὐτοῖς. „ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ βρώσει φάγῃς. διὰ πάντων, λέγω, τῶν κτισμάτων ἐπ’ ἐμὲ τὸν ποιητὴν ἀναβιβάσθητι, καὶ ἕνα καρπὸν ἐκ πάντων κάρπω‐
20σαι, ἐμὲ τὴν ὄντως ζωήν. πάντα σοι ζωὴν καρποφορείτω, καὶ τὴν ἐμὴν μέθεξιν ποιοῦ τῆς οἰκείας ὑπάρξεως σύστασιν.“ καὶ οὗτοι μὲν οὕτως, ὁ δὲ θειότατος Γρηγόριος ὁ Νύσσης οὕτω
κατὰ ῥῆμα διέξεισιν, ὅτι τὸ ἀπηγορευμένον ἐκεῖνο τῇ βρώσει187

188

ξύλον οὔτε συκῆν, ὥς τινές φασιν, οὔτε τι τῶν ἀκροδρύων ετερον εἶναι πεπείσμεθα. εἰ γὰρ καὶ περὶ βρώσεως αἰσθητῆς ἐνταῦθα δοκεῖ λέγειν ὁ θεόπτης Μωσῆς, ἀλλ’ ἐγώ, φησί, τῆς ἁγίας ἀκούων γραφῆς οὐ μόνον σωματικὴν ἐπίσταμαι
5βρῶσιν, ἀλλά τινα καὶ ἑτέραν οἶδα τροφήν, ἧς ἡ ἀπόλαυσις ἐπὶ μόνην τὴν ψυχὴν διαβαίνει. φάγετε καὶ γὰρ τὸν ἐμὸν ἄρτον, ἡ σοφία τοῖς πεινῶσι παρακελεύεται, καὶ πίετε οἶνον ὃν κεκέρακα ὑμῖν. ἀλλὰ καὶ ὁ κύριος τὴν Σαμαρειτῶν ὑπεμφαίνων σωτηρίαν ἔλεγε „βρῶσιν ἔχω φαγεῖν ἣν ὑμεῖς οὐκ οἴδατε,“ καὶ
10ἀλλαχοῦ „ὁ διψῶν ἐρχέσθω πρός με καὶ πινέτω.“ οὐκοῦν τῆς φυτείας τῆς ἐν Ἐδὲμ (τρυφὴ δὲ ἡ Ἐδὲμ ἑρμηνεύεται) ἄξιόν τινα καρπὸν ἐννοῆσαι προσήκει, καὶ τρέφεσθαι διὰ τούτου μὴ ἀμφιβάλλειν τὸν ἄνθρωπον, καὶ μὴ πάντως τὴν παροδικὴν καὶ ἐπίρρυτον ταύτην τροφὴν ἐπὶ τῆς τοῦ παρα‐
15δείσου διαγωγῆς ἐννοεῖν. οὕτω μὲν οὖν καὶ ὁ θειότατος Ἀνα‐ στάσιος νοερὰν εἶναι βούλεται τὴν βρῶσιν ἐκείνην, οὐ μὴν αἰσθητήν τε καὶ σαρκικήν. εἰ γὰρ τοιαύτην ἐσήμανε βρῶσιν τὰ θεῖα ῥητά, καὶ σαρκικῶς ἀπέθνησκον οἱ ταύτης ἀπογευό‐ μενοι· νοερῶς δ’ οὖν ἡμαρτηκότες τὸν τῆς ψυχῆς αὐτίκα
20δέχονται θάνατον. οὕτω μὲν οὖν καὶ ὁ θεολόγος Γρηγόριος
τὸ φυτὸν ἐκεῖνο, τὸ ξύλον δηλονότι τῆς γνώσεως, θεωρίαν188

189

εἶναι ἔφησεν, τουτέστι γνῶσιν τελεωτέραν τινά, ἧς ἐπιβαί‐ νειν οὐκ ἀσφαλὲς τοῖς γε λιχνοτέροις τὴν ἔφεσιν. πρόσεχε οὖν. δέδεικται γὰρ ἐκ πολλῶν ὅτι βρώσεως αἰσθητῆς ἐν τῷ παραδείσῳ οὐκ ἦν ἐνδεὴς ὁ Ἀδάμ· ἀθάνατος γὰρ ὑπὸ θεοῦ
5παραχθεὶς οὐκ ἦν οὐδενὸς ἐνδεής. καὶ τί χρὴ πολλὰ λέγειν; εἰ καθ’ ὁμοιότητα τῶν ἀγγέλων ἐν τῇ ἀναστάσει ζήσεται ὁ ἄνθρωπος („καὶ ἔσονται“ γάρ φησι „πάντες ὡς ἄγγελοι θεοῦ“), ἡ δὲ τῆς ἀναστάσεως χάρις οὐδὲν ἄλλο ἐστὶν κατά γε τοὺς θείους πατέρας ἢ πρὸς τὸ ἀρχαῖον τῶν πεπτωκότων ἀποκατά‐
10στασις, εὔδηλον πάντως ὅτι πρὸ τῆς παραβάσεως ἰσάγγελον εἶχε τὴν ζωὴν ὁ Ἀδάμ, μήτε βρώσει μήτε πόσει, καθάπερ εἴρηται, χρώμενος, ὅτι μηδὲ παρὰ τοῖς ἀγγέλοις αὐτοῖς τοι‐ οῦτόν τι τεθεώρηται. μὴ τοίνυν ἐν παραδείσῳ τὸν ἄνθρωπον αἰσθητῆς ἐμφορεῖσθαι νόμιζε βρώσεως, ὅτι μηδὲ χρείαν εἶχε
15ταύτης ἐκεῖσε διά γε τὴν αὐτῷ τηνικαῦτα προσοῦσαν ἀπά‐ θειαν. ἀλλ’ ἐπὶ τούτοις ἀμφιβάλλειν οὐκ ἔπρεπεν. ἐπειδὴ γὰρ τὰ φυσικὰ ταῦτα πάθη, πεῖνα λέγω καὶ δίψα κόπος ὕπνος ὀδύνη λύπη καὶ τὰ λοιπά, μετὰ τὴν παράβασιν εἰς τὸν ἀν‐ θρώπινον βίον εἰσήλθοσαν, ὡς ὁ λόγος ἤδη φθάσας ἐγνώρι‐
20σεν, φαίνεται πάντως ὅτι πρὸ τῆς ἁμαρτίας ὁ ἄνθρωπος οὐκ εἶχε τὸ καταναγκάζον αὐτὸν αἰσθητῆς ἅπτεσθαι βρώσεως.
καὶ τί χρὴ πολλὰ λέγειν; εἴ γε τροφῆς ἦν ἐνδεὴς ὁ ἄνθρω‐189

190

πος ἀπ’ ἀρχῆς, ως τινες ὑπειλήφασι, καὶ πεινῶν ἂν ἐξ ἀνάγ‐ κης ἦν καὶ ῥιγῶν καὶ κοιμώμενος. εἰ δὲ τοιοῦτος ἐκεῖνος ἦν, εὔδηλον πάντως ὅτι θνητὸς ἦν ἀπ’ ἀρχῆς καὶ φθαρτός· ἀδύνατον γὰρ ἄφθαρτον διαμένειν, ὡς ὁ Δαμασκηνὸς Ἰωάν‐
5νης φησί, τὸν αἰσθητῆς βρώσεως ἐν μετουσίᾳ γενόμενον. ἀλλ’ ἄφες αὐτούς· ἡ γὰρ ἀναγεγραμμένη ἁγία σύνοδος οὕτω περὶ τοῦ πρώτου ἀνθρώπου φρονεῖν οὐδαμοῦ συγχωρεῖ. διέξεισι γὰρ οὕτω κατὰ λέξιν „εἴ τις λέγει τὸν Ἀδὰμ θνητὸν πλα‐ σθῆναι παρὰ θεοῦ καὶ μὴ μετὰ τὴν ἁμαρτίαν ἐλθεῖν εἰς
10φθοράν, ἤτω ἀνάθεμα.“ καὶ περὶ μὲν τούτων οὕτως. Φυτεύεται δὲ ὅμως ἐν παραδείσῳ καὶ τοιοῦτον φυτόν, ἀφ’ οὗ κεκώλυται μὴ φαγεῖν ὁ Ἀδάμ. τίνος ἕνεκεν; ὡς ἐν‐ τεῦθεν ἐπιγινώσκειν τὸν τοσούτων ἀγαθῶν παροχέα, καὶ ὡς ὑπὸ δεσπότην αὐτός ἐστι, καθά φησιν ὁ τὴν γλῶτταν χρυ‐
15σοῦς, καὶ μὴ τοιοῦτον παθεῖν ἐξ ἀπονοίας ὁποῖον ἔπαθεν ὁ πεσὼν Ἑωσφόρος, τὴν δοθεῖσαν αὐτῷ λαμπρότητα μὴ δυνη‐ θεὶς ἐνεγκεῖν. ἀλλὰ γὰρ τίνα τὰ μετὰ ταῦτα; παραβαίνει τὴν ἐντολήν, ἅπτεται τοῦ φυτοῦ, γυμνοῦται τηνικαῦτα, φθο‐ ρᾷ περιπίπτει, τοῦ παραδείσου ἐκβάλλεται, γινώσκει τὴν
20Εὔαν, γεννᾷ τρεῖς υἱούς, τὸν Καῒν τὸν Ἀβὲλ καὶ τὸν Σήθ.
Πρόσεχε δέ, ἀγαπητέ, καὶ μὴ συναρπάζου τοῖς οὕτω190

191

λέγουσιν „εἴπερ ᾔδει ὁ θεὸς τὸν Ἀδὰμ τὴν ἐντολήν τε πα‐ ραβαίνοντα καὶ τοῦ παραδείσου τηνικαῦτα ἐκπίπτοντα, τί δήποτε παρήγαγεν αὐτόν; ἢ γὰρ ἔδει μὴ παραγαγεῖν αὐτόν, ἢ παραχθέντα κωλῦσαι τῆς ἀπηγορευμένης ἐκείνης βρώσεως.“
5ἄφες αὐτούς, εἴγε τὰ τοιαῦτα φρονοῦσι, πείθου δὲ μᾶλλον τῷ θειοτάτῳ Γρηγορίῳ τῷ Νύσσης οὕτω λέγοντι „ὅτι μὲν ἐκτραπήσεται τοῦ ἀγαθοῦ τὸ ἀνθρώπινον, οὐκ ἠγνόησεν ὁ τὰ πάντα εἰδὼς θεός. οὐκ ἐκώλυσε δέ· ὥσπερ γὰρ τὴν παρα‐ τροπὴν ἐθεάσατο, οὕτω τὴν ἀνάκλησιν αὐτοῦ πάλιν τὴν πρὸς
10τὸ ἀγαθὸν κατενόησε. τί οὖν; ἄμεινον ἦν καθόλου μὴ ἀγα‐ γεῖν τὴν φύσιν ἡμῶν εἰς γένεσιν, ἐπειδὴ τοῦ καλοῦ διαμαρ‐ τόντα προέγνω τὸν ἄνθρωπον, ἢ παραχθέντα καὶ νενοσηκότα πάλιν πρὸς τὴν ἐξ ἀρχῆς χάριν διὰ μετανοίας ἐπανακαλέσα‐ σθαι; πάντως τὸ δεύτερον. ἄλλως τε διὰ τὴν αὐτοῦ ἀγαθό‐
15τητα παραγαγεῖν ὁ θεὸς ἠθέλησε τὸ ἀνθρώπινον, ὁμολογου‐ μένως δὲ προεῖδε καὶ τὴν γενησομένην αὐτοῦ παρεκτροπήν. εἴπερ οὖν οὐ παρήγαγε διὰ τοῦτο τὸν ἄνθρωπον, ἐνίκα δὲ λοιπὸν ἡ κακία ἡμῶν, ὡς ὁ Δαμασκηνὸς Ἰωάννης φησί, τὴν ἀγαθότητα τοῦ θεοῦ. πάντα μὲν οὖν καλὰ ποιεῖ ὁ θεός, ὅσα
20δὴ καὶ ποιεῖ, ἕκαστος δὲ ἡμῶν ἐξ οἰκείας προαιρέσεως ἐκκλίνει πρός γε τὸ καλὸν ἢ τὸ κακόν. εἰ γὰρ καὶ „συνέφερε τῷ ἀν‐
θρώπῳ εἰ οὐκ ἐγεννήθη“ φησὶν ὁ κύριος, ἀλλ’ οὐ τὴν οἰκείαν191

192

δημιουργίαν κακίζων ἔλεγεν, ἀλλὰ τὴν ἐξ οἰκείας προαιρέσε‐ ως ἐπιγενομένην τῷ κτίσματι αὐτοῦ κακίαν. ἡ γὰρ τῆς οἰ‐ κείας γνώμης ῥαθυμία ἄχρηστον αὐτῷ τὴν τοῦ δημιουργοῦ εὐεργεσίαν ἐποίησε, ὥσπερ οὖν καὶ ἐφ’ ἡμῶν αὐτῶν ἔστιν
5ἰδεῖν. καὶ πρόσχες, εἰ βούλει, τοῖς λεγομένοις. εὐεργετῆ‐ σαι θέλων ὁ βασιλεὺς τῶν ὑπὸ χεῖρά τινα μεγίστην αὐτῷ ἐγχειρίζει ἀρχήν. καὶ ὃς αὐτίκα πρὸς τὸ ὕψος ἀπιδὼν τῆς ἀρχῆς, καὶ μὴ δυνάμενος ἐνεγκεῖν, ἐπαίρεται καθ’ ἑαυτόν, ἡσυχῇ καθῆσθαι οὐκ ἀνέχεται, φαντάζεται τὰ ὑπὲρ αὐτόν,
10τυραννίδι κέχρηται καὶ εἰς ἀποστασίαν χωρεῖ. τί τὸ ἐπὶ τού‐ τοις; ἄχθεται ὁ βασιλεὺς οὐ μικρῶς ἐπὶ τῷ πράγματι, δυσ‐ χεραίνει. τί τοῦτο; λέγει· πῶς ὁ ἀχάριστος τὴν ἐπελθοῦ‐ σαν αὐτῷ δόξαν εἰς ἀδοξίαν μετέστρεψε; καὶ θέλει μὲν μὴ καθελεῖν τὸν ἀγνώμονα, καταφρονῆσαι δὲ ὅμως τῆς τυραννί‐
15δος οὐ δύναται. χειροῦται τὸν ἀποστάτην λοιπόν, τῆς ἀξίας ἀπογυμνοῖ καὶ δριμείαις ὑποβάλλει ποιναῖς, ἐνίοτε δὲ καὶ τῆς παρούσης ὑπεξάγει ζωῆς. συνέφερε λοιπὸν αὐτῷ μὴ δέξα‐ σθαι παρὰ βασιλέως ἀρχήν, εἴπερ ἀπονοίας αὐτοῦ τοιαῦτα παθεῖν ἐκινδύνευσε. πρόσεχε οὖν, ἀγαπητέ, καὶ μὴ συναρ‐
20πάζου τοῖς ἐπιχειροῦσι τὰς θείας οἰκονομίας πολυπραγμονεῖν.192

193

οὐ γὰρ ἡ εὐεργεσία τοῦ θεοῦ πρόξενος ἡμῖν γίνεται τῶν δει‐ νῶν, ἀλλ’ ἡ ῥαθυμία πάντως ἡμῶν καὶ ἡ κατὰ γνώμην ἐπὶ τὸ χεῖρον ὁρμή. Ἀλλ’ οὐδὲ κωλῦσαι τὸν ἄνθρωπον ἔπρεπεν, ἡνίκα τὸ
5φυτὸν ἐπεχείρει φαγεῖν. πῶς γάρ, εἴπερ αὐτεξούσιος ἦν; εἰ γὰρ ἀναστέλλειν ἔμελλε τὸν ἄνθρωπον ὁ θεός, ἡνίκα τοῦτον ἑώρα τῆς εὐθείας ὁδοῦ πόρρω φερόμενον, ποῦ λοιπὸν ἐθεω‐ ρεῖτο τὸ προσὸν αὐτῷ λογικόν; ποῦ δὲ τὸ αὐτεξούσιον, εἴ γε τῆς ἀλόγου φύσεώς ἐστι τὸ ἀβουλήτως ὧδε κἀκεῖσε περιάγε‐
10σθαί τε καὶ μεταφέρεσθαι; εἴπερ ἐκωλύετο μὴ ἁμαρτάνειν ὁ ἄνθρωπος, ποῦ λοιπὸν ἡ ἀρετή; ποῦ δὲ καὶ οἱ διὰ ταύτην διδόμενοι στέφανοι; κατὰ τί δὲ καὶ ἡ βασιλεία τῶν οὐρανῶν ἔπαθλον αὐτῷ πρόκειται, εἴγε μὴ σπουδῇ καὶ βίᾳ καὶ ἀγαθῇ προαιρέσει τοῦ ἀγαθοῦ γένοιτο μέτοχος; οὐκ ἔδει κωλύειν
15αὐτόν, ἵνα μὴ τοῖς ἀλόγοις ὁ λογικὸς ἐναρίθμιος γένηται, ἅτε δὴ μὴ κεκτημένος τὴν χάριν τῆς αὐτεξουσιότητος. κατὰ τοῦτο καὶ ὁ μέγας Βασίλειος οὕτω φησίν. „ὁ λέγων, ἵνα τί μὴ κατεσκεύασεν ἀναμαρτήτους ἡμᾶς ὁ θεός, οὐδὲν ἕτερον ἢ τὴν ἄλογον φύσιν τῆς λογικῆς προτιμᾷ καὶ τὴν ἀκίνητον
20καὶ ἀνόρμητον τῆς προαιρετικῆς καὶ ἐμπράκτου.“
Παραχωρεῖται λοιπὸν ὁ Ἀδάμ, ἅπτεται τοῦ φυτοῦ, γυ‐193

194

μνοῦται, παραχρῆμα παραδείσου ἐξόριστος γίνεται. τί τὸ ἐπὶ τούτοις; οἱ τῆς ψυχῆς αὐτοῦ διανοίγονται ὀφθαλμοί, κἀντεῦ‐ θεν ὁρᾷ καθαρῶς οἷον ἀγαθόν ἐστιν ἡ τῆς ἐντολῆς φυλακὴ καὶ ὅσον αὖθις κακὸν ἡ ταύτης παράβασις. οὐδὲ γὰρ τὸ φυ‐
5τὸν ἐκεῖνο, καθά φησιν Ἰώσηπος καὶ Νεμέσιος ὁ Ἐμέσης ἐπίσκοπος, τοιαύτην εἶχε φύσιν ὥστε τοῖς ἁπτομένοις αὐ‐ τοῦ φρόνησιν ἐνιέναι τοῦ τὸ καλὸν εἰδέναι καὶ πονηρόν. εἰ γὰρ ξύλον αὐτὸ γνώσεως ἡ ἁγία κατονομάζει γραφή, ἀλλ’ οὐ διὰ τοῦτο καὶ τοιαύτην αὐτὸ κεκτῆσθαι δύναμιν εἴπω‐
10μεν. ἀλλ’ ἐπειδὴ περὶ αὐτὸ γέγονε τῆς ἐντολῆς ἡ παράβα‐ σις, καὶ ἐξ ἐκείνου λοιπὸν ἐπεισῆλθε τῆς ἁμαρτίας ἡ γνῶσις καὶ αἰσχύνη, διὰ τοῦτο τὴν ἐπωνυμίαν ταύτην ἐδέξατο. ἔθος γὰρ τῇ ἁγίᾳ γραφῇ ἐκ τῶν συμβαινόντων πραγμάτων ἐπιτι‐ θέναι καὶ τὰ ὀνόματα. καὶ ἄκουε τί φησιν ἐπὶ τούτοις ὁ
15χρυσορρήμων Ἰωάννης. „ἐν ἐρήμῳ μία πηγὴ ὕδωρ ἀντιλο‐ γίας ἐκλήθη, οὐχ ὅτι τοιαύτην εἶχε φύσιν ὥστε τοὺς ἐξ αὐ‐ τῆς ἀρυομένους εἰς ἀντιλογίας εὐθὺς μετατρέπεσθαι· εἰ γὰρ τοῦτο ἦν, καὶ αὐτὸς Μωσῆς ἐξ ἐκείνης πιὼν ἀντεῖπεν ἂν τῷ θεῷ. καθάπερ οὖν ἡ πηγὴ ἐκείνη οὐ παρὰ τὴν οἰκείαν φύ‐
20σιν, παρὰ δὲ τὴν ἐπ’ αὐτῇ γενομένην ἀπείθειαν τοῦ λαοῦ ὕδωρ ἀντιλογίας ἐκλήθη, οὕτω καὶ τὸ φυτὸν ἐκεῖνο τὸ γνω‐ στὸν καλοῦ καὶ πονηροῦ οὐ γνῶσιν εἶχεν, ἀλλ’ ὅτι πᾶς ἁμαρ‐
τάνων εἰς γνῶσιν ἔρχεται τοῦ εἰδέναι ὅτι καλὸν μὲν τὸ ὑπα‐194

195

κούειν κακόν δὲ τὸ παραβαίνειν ἐστίν. ὅθεν καὶ τοιαύτην ἐπωνυμίαν, ὡς ἔφημεν, ἐκ τῶν ἐν αὐτῷ συμβεβηκότων ἔσχη‐ κεν ὕστερον.“ Τοῦ Ἀδὰμ δὲ φθορᾷ καὶ θνητότητι περιπεσόντος μετὰ
5τὴν παράβασιν, εἶπεν ὁ θεός „ἰδοὺ γέγονεν Ἀδὰμ ὡς εἷς ἐξ ἡμῶν.“ πρόσεχε δέ, ἀγαπητέ. ἄλλοι μὲν εἰρωνικῶς ἔφα‐ σαν τουτονὶ τὸν λόγον εἰπεῖν τὸν θεόν· θεώσεως γὰρ ἔρωτα σχὼν ὁ Ἀδάμ, καὶ ὧν ἀγαθῶν μέτοχος ἦν ἀθλίως ἐξέπεσε καὶ θνητὸς ὁ ἀθάνατος γέγονεν. ἕτεροι δὲ προληπτικῶς τὸ
10τοιοῦτον ῥητὸν κατὰ τὸ ἰδίωμα τῆς γραφῆς ἐξέλαβον, λέγον‐ τες „ἰδοὺ γέγονεν Ἀδὰμ ὡς εἷς ἐξ ἡμῶν,“ τουτέστιν ὀψέ ποτε γενήσεται εἷς ἐξ ἡμῶν ἄνθρωπος ὅμοιος τῷ Ἀδάμ. τοῦ‐ το προληπτικῶς, ὡς ἔφημεν, εἴρηται κατὰ τὸ ἰδίωμα τῆς γραφῆς, ἥτις εἴωθε τὰ μέλλοντα γενέσθαι ὡς ἤδη παρόντα ἢ
15καὶ γεγονότα διαγορεύειν, καθὰ καὶ ἐπὶ τῆς προμήτορος εἰ‐ ρημένον εὑρίσκομεν. μήπω καὶ γὰρ αὐτῆς παραχθείσης λέ‐ γει ὅτι ἐποίησε τὸν ἄνθρωπον· ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς, εἰ καὶ καθ’ ἕτερον νοῦν ὁ θειότατος Ἀναστάσιος τὸ τοιοῦτον ἐνόησε θεῖον ῥητόν. ἐν γὰρ τῷ περὶ ἀναστάσεως
20λόγῳ αὐτοῦ καὶ τάδε περὶ τούτων λέγων εὕρηται. „διπλῆ τίς ἐστιν ἡ τῆς φύσεως ἡμῶν κατασκευη, ἥ τε πρὸς τὸ θεῖον
ὡμοιωμένη καὶ ἡ πρὸς τὴν διαφορὰν ταύτην τῶν σχημάτων195

196

διῃρημένη τελευταῖον κατασκευασθεῖσα.“ καὶ οὐ ταῦτα μό‐ νον, ἀλλὰ καὶ τὴν ἁγίαν ἐπιφέρει γραφὴν ὁ θεῖος οὗτος ἀνήρ, ὥστε τὸ δόγμα τοῦτο γενέσθαι σαφέστερον. λέγει γάρ „καὶ ἐποίησε τὸν ἄνθρωπον· κατ’ εἰκόνα θεοῦ ἐποίησεν αὐ‐
5τόν. πρώτη ποίησις αὕτη, ἁπλῆ, μονότροπος, ἄζυγος, μὴ ἔχουσά τινα διαφοράν. καὶ κατ’ εἰκόνα γὰρ θεοῦ ἐποίησεν αὐτόν. δευτέρα δὲ ποίησις, ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐ‐ τούς.“ ὅτι δὲ ταῦτα οὕτως ἔχει, δῆλον ἐκ τῶν ῥημάτων αὐ‐ τῶν. ἐκεῖ μὲν εἶπεν αὐτόν, κατ’ εἰκόνα θεοῦ ἐποίησεν αὐ‐
10τόν· ἐνταῦθα δὲ εἶπεν αὐτούς, ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς. πρόσεχε δέ. ἐπειδὴ ἡ ἁγία γραφὴ προλαβοῦσα εἶ‐ πε „κατ’ εἰκόνα θεοῦ ἐποίησεν αὐτόν,“ εἶτα, μετὰ τὴν αὐ‐ τοῦ δηλαδὴ ποίησιν, ἐπήγαγεν „ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐ‐ τούς,“ ἔδειξε προφανῶς ὅτι ἄλλη ποίησις ἐκείνη καὶ ἑτέρα
15ποίησις αὕτη, ἡ μὲν τὸ τοῦ δημιουργοῦ παριστῶσα φιλότιμον (κατ’ εἰκόνα γὰρ θεοῦ ἐποίησεν αὐτόν), ἡ δὲ τὴν τῶν σχη‐ μάτων ὑπεμφαίνουσα διαφοράν (ἄρσεν γὰρ καὶ θῆλυ ἐποίησεν αὐτούς). δοκεῖ μὲν οὖν ὁ λόγος οὑτοσὶ φορτικός, ἀλλὰ τοῖς ἑπομένοις τῷ ἰδίῳ λογισμῷ. τοῖς γὰρ ἐκζητοῦσι τὰς ἱερὰς
20τῶν πατέρων γραφὰς καὶ πάσης ἀποδοχῆς ἄξιος, ὅτι καὶ σα‐ φὴς ὁ τοιοῦτός ἐστι. καὶ ἄκουε τί φησιν ὁ τὰ θεῖα σοφὸς
Ἀναστάσιος. τοῖς γὰρ προειρημένοις καὶ τάδε προσέθετο, σα‐196

197

φηνίσαι θέλων ἐκ πολλῶν τὸ λεγόμενον. „δευτέρα κτίσις ἐστὶ τοῦ τε ἄρρενος καὶ τοῦ θήλεος προσκατασκευασθεῖσα τῷ πλάσματι, τῷ κατὰ τὴν πρώτην δηλονότι γεγενημένῳ κατ’ εἰ‐ κόνα θεοῦ, ἐν ᾧ διαφορὰ σχημάτων οὐκ ἦν, ὅτι μηδὲ ἐν τῇ
5θείᾳ καὶ μακαρίᾳ εἰκόνι τοιοῦτόν τι ἐπινενόηται.“ εἰ δὲ ταῦ‐ τα οὕτως ἔχει, λέγειν οὖν εὔλογον ὅτι ἐκ προγνώσεως ὁ θεὸς τοιαύτην ἀπ’ ἀρχῆς κατασκευὴν δέδωκε τῷ Ἀδάμ, εἴ γε τῆς δευτέρας ἐστὶ κτίσεως ἡ τοιαύτη τῶν σχημάτων διαφορά, ἣν δὴ καὶ ἀναγκαίως ἐπήγαγε μετὰ τὴν πρώτην, ὡς εἴρηται,
10ποίησιν· οὐδὲ γὰρ ἠγνόει τὸ συμβησόμενον. καὶ πρόσχες, εἰ βούλει, τῷ Δαμασκηνῷ Ἰωάννῃ περὶ τοῦ πρώτου ἀνθρώ‐ που λέγοντι „εἰδὼς δὲ ὁ προγνώστης θεὸς ὅτι ἐν παραβάσει γενήσεται καὶ ὅτι φθορᾷ ὑποπεσεῖται, διὰ τοῦτο παράγει τὸ θῆλυ ἐξ αὐτοῦ.“ ὥστε εἰ μὴ τῆς ἀγγελικῆς ἐξέπιπτε βιοτῆς,
15οὐκ ἂν ἡ τῶν σχημάτων αὕτη προσκατεσκεύαστο διαφορά, ὅτι μηδὲ χρείαν εἶχε ταύτης ὁ κατ’ εἰκόνα γεγενημένος θεοῦ πρός γε τὴν ἐκ διαδοχῆς τοῦ γένους σύστασιν, ἅτε κατὰ τοὺς ἀγγέλους, ὡς ἄνω διείληπται, μέλλων πληθύνεσθαι. ἀλλ ἐπαναληπτέον κἂν αὖθις τὸν λόγον.
20 Θεία μετὰ τὴν παράβασιν πρὸς τὸν ὄφιν ἀπόφασις „ἐπι τῷ στήθει καὶ τῇ κοιλίᾳ πορεύσῃ.“ ἐπειδὴ καρδίαν ἠπάτησας καὶ κοιλίαν ἔπεισας ἅψασθαι βρωμάτων, ἐπὶ τῷ στήθει καὶ
τῇ κοιλίᾳ πορεύσῃ. οὐδὲ γὰρ ὡς πόδας κεκτημένου τὸ πρό‐197

198

τερον, καθὰ Ἰώσηπός τέ φησι καὶ ἡ λεγομένη Λεπτὴ Γένε‐ σις, νῦν ἀποφαίνεται τὸν ἐπὶ τῇ κοιλίᾳ περίπατον. ἀλλ’ ἐπειδὴ κατὰ τὸν χρυσορρήμονα Ἰωάννην ἀπὸ τοῦ ὀρθίου σχή‐ ματος τοιαύτην ἄδειαν ἔσχεν ὥστε πρὸς τὸ οὖς τῇ Εὔᾳ πλη‐
5σιάσαι καὶ περὶ τοιούτων διαλεχθῆναι, τῇ γῇ καὶ πάνυ δι‐ καίως ἐπισύρεσθαι κατεδικάσθη. εἰ γὰρ καὶ ἄπους ἐξ ἀρχῆς διεπέπλαστο, ἀλλὰ κύκλοις τινῶν κάτωθεν ἑλιγμῶν ἐνορθού‐ μενος τεταμένοις τοῖς στήθεσιν ἵππευσε. διὸ καὶ νῦν ὁ ὄφις πολλάκις θυμούμενος ἀνίστησιν ἑαυτὸν καὶ κυκλικῶς ἑλισσό‐
10μενος τρέχει. προβὰς δὲ ὅσον δεῖξαι τοῦ παλαιοῦ βαδίσμα‐ τος τὴν μνήμην, πάλιν τῷ τῆς ἀποφάσεως καταβάλλεται νό‐ μῳ. ὅρα δὲ νουνεχῶς ὅτι τοσοῦτόν ἐστι βαρὺ τό τινα καθ’ ἑαυτὸν ἁμαρτάνειν, ὅσον ἄρα τὸ καὶ ἑτέρους ἐνάγειν εἰς ἁμαρτίαν. κατὰ τοῦτο καὶ βαρυτέραν ὑπέστη τῆς Εὔας τὴν
15κόλασιν. ἡ Εὔα πάλιν τοῦ Ἀδάμ, ὅτι τὸν Ἀδὰμ ἠπάτησεν ἡ Εὔα καὶ τὴν Εὔαν ὁ ὄφις. Ἀλλ’ ἐκ τούτου νοερᾶς μετέχειν ψυχῆς καὶ τὰ ἄλογα οἱ Μανιχαῖοι ἐνόμισαν· εἰ μὴ γὰρ τοῦτο ἦν, ὡς ἐκεῖνοί φα‐ σιν, οὐκ ἂν ἐτιμώρησε τὸν ὄφιν ὁ θεός, οὐκ ἂν ἀρᾷ καθυ‐
20πέβαλεν. ἀλλ’ οὐκ ἔστι τοῦτο, οὐκ ἔστι. καὶ δῆλον ἐξ ων
ὁ προφήτης λέγει Δαβίδ „μὴ γίνεσθε ὡς ἵππος καὶ ἡμίονος,198

199

οἷς οὐκ ἔστι σύνεσις.“ ἄλλως τε εἰ διὰ τὸ τιμωρηθῆναι τὸν ὄφιν δοκοῦσι καὶ τὰ ἄλογα νοερᾶς μετέχειν ψυχῆς, τὸ κω‐ λῦον πάντως οὐδὲν μὴ καὶ ἐπ’ αὐτῶν τῶν φυτῶν τὸ τοιοῦ‐ τον δόγμα κρατεῖν, εἴ γε τὴν συκῆν ἀρᾷ καθυπέβαλεν ὁ
5Χριστός, ἡνίκα πεινάσας οὐχ εὗρεν καρπὸν ἐν αὐτῇ. ὑπο‐ βάλλει τοίνυν ὁ θεὸς τὸν ὄφιν κατάρᾳ, ἵνα κἂν τὸν διάβολον οὐ βλέπῃ τις τί ἔπαθε, τὸν ὄφιν ἀεὶ βλέπων συρόμενον τόν ποτε διανεστηκότα, ὡς ὁ χρυσορρήμων φησίν, ὑπόμνησιν λάβῃ ὅτι εἰ ὁ ὑπουργὸς τῆς κακίας ἐπὶ τοσοῦτον κολάζεται,
10περὶ τοῦ πρωταιτίου τί χρὴ καὶ λέγειν. τιμωρεῖται τὸν ὄφιν ὁ θεὸς τοιοῦτόν τι ποιῶν ὁποῖον δὴ καὶ φιλόστοργος πατήρ. οὐ μόνον γὰρ τὸν φονέα τοῦ υἱοῦ αὐτοῦ τιμωρεῖται, ἀλλὰ καὶ τὸ τοῦ φόνου ὄργανον συνθλάττει τε καὶ εἰς πολλὰ κα‐ τατέμνει. „αὐτός σου τηρήσει τὴν κεφαλήν.“ οὐκέτι, φησί,
15πρὸς ἐπιβουλάς, ω ὄφι, ἀνθρώπων παρρησιάσῃ καθὰ δὴ καὶ τὸ πρότερον, ἀλλὰ σὺ μὲν τοσοῦτον ἕξεις τῶν ἀνθρώπων τὸν φόβον ὥστε περιπατούντων καὶ ἐκείνων ἀκούων φωλεοῖς ἐγκατακρύπτειν ἑαυτόν. Ὁ μὲν οὖν μέγας Μακάριος ἐν ἐπιστολαῖς αὑτοῦ περὶ
20τοῦ διαβόλου φησὶν ὅτι ἅμα τῷ ἐκπεσεῖν τῇ γεέννῃ παραδο‐
θῆναι ἔμελλεν, ἀλλ’ εἰάθη πολεμεῖν, ἵνα φανῶσιν οἱ τοῦ199

200

Χριστοῦ στρατιῶται· ἀντιδίκου γὰρ μὴ προκειμένου οἱ γνή‐ σιοι στρατιῶται τοῦ βασιλέως οὐ φανεροῦνται. ὅθεν ὡς κα‐ ταδικώτερος σφοδροτέραν εὑρήσει τὴν κόλασιν. ὁ δὲ μέγας Βασίλειος ἐν τῇ εἰς τὸν προφήτην Ἠσαΐαν ἑρμηνείᾳ καὶ τά‐
5δε περὶ τοῦ διαβόλου διέξεισι. „τάχα γὰρ πρὸ τοῦ κτισθῆναι τὸν ἄνθρωπον τόπος τῆς μετανοίας καὶ τῷ διαβόλῳ ὑπελείπε‐ το, καὶ ἠδύνατο ὁ τῦφος, εἰ καὶ ἀρχαιότερον νόσημα ἦν, ὅμως διὰ τῆς μετανοίας ἑαυτὸν ἐξιασάμενος ἀποκαταστῆσαι αὐτὸν εἰς τὸ ἐξ ἀρχῆς. ἀφ’ οὗ δὲ τοῦ κόσμου ἡ κατασκευὴ καὶ τοῦ
10παραδείσου, καὶ ὁ ἄνθρωπος ἐν αὐτῷ, καὶ ἐντολὴ καὶ φθό‐ νος τοῦ διαβόλου καὶ φόνος τοῦ τετιμημένου, ἀποκέκλεισται αὐτῷ καὶ ὁ τόπος τῆς μετανοίας. εἰ γὰρ ὁ Ἠσαῦ μετανοίας τόπον οὐχ εὗρε τὰ πρωτοτόκια ἀποδόμενος, τίς τόπος ὑπο‐ λέλειπται μετανοίας τῷ τὸν πρωτόπλαστον ἀποκτείναντι Ἀδὰμ
15καὶ ἐκείνου τὸν θάνατον εἰσενεγκόντι;“ ἀλλὰ καὶ ὁ Σιναΐτης θεῖος Ἀναστάσιος εἰς ἐπιστροφήν, ὡς ἔοικεν, ἕλκων καὶ τοὺς λίαν ἀπεγνωσμένους, καὶ τάδε κατὰ ῥῆμα φησίν. „εἰ Μα‐ νασσῆν ὁ θεὸς διὰ μετανοίας ἐδέξατο, τάχα τολμῶ εἰπεῖν ὅτι καὶ τὸν διάβολον μετανοοῦντα ὁλοψύχως δέξεται.“ καλῶς
20δὲ εἶπεν ὅτι τολμῶ εἰπεῖν· ὅρα γὰρ ὅτι καὶ ὁ Δαμασκηνὸς Ἰωάννης οὐ δίδωσι τῷ διαβόλῳ μετάνοιαν. λέγει καὶ γὰρ
ὅτι ὅπερ ἐστὶ τοῖς ἀνθρώποις ὁ θάνατος, τοῦτο τοῖς ἀγγέλοις200

201

ἡ ἔκπτωσις· μετὰ γὰρ τὴν ἔκπτωσιν οὐκ ἔστιν αὐτοῖς μετά‐ νοια, ὥσπερ οὐδὲ τοῖς ἀνθρώποις μετὰ θάνατον. οὐκ ἐνε‐ δόθη δὲ καὶ τοῖς ἐκπεσοῦσιν ἀγγέλοις μετάνοια, ὡς ὁ Νεμέ‐ σιός φησιν, ὅτι καὶ ἀσώματος ἡ φύσις αὐτῶν· ὁ γὰρ ἄν‐
5θρωπος διὰ τὴν τοῦ σώματος ἀσθένειαν τῆς μετανοίας ἔτυ‐ χεν. ἀλλ’ ἔμοιγε τέως ὁ λόγος οὗτος ὃς ἐπὶ τῷ Ἀδὰμ οὐκ ἔστιν ἀποδοχῆς ἄξιος. οὐδὲ γὰρ ὑπὸ σωματικῶν ἐπιθυμιῶν ἡττηθεὶς ὁ Ἀδὰμ εὑρέθη παραβάτης τῆς ἐντολῆς (ἄπαγε τῆς Ὠριγένους φρενοβλαβείας) ὅτι μηδὲ χώραν εἶχον αὗται πρὸ
10τῆς παραβάσεως ἐν αὐτῷ. καὶ τί χρὴ πολλὰ λέγειν; αὐτὸς ὁ Ἀδὰμ ἐκβληθεὶς τοῦ παραδείσου καὶ ἀπέναντι καθίσας αὐ‐ τοῦ παρ’ ὅλην ἐθρήνει τὴν ζωὴν αὐτοῦ. ἐφ’ ᾧ κάμπτεται ὁ θεός, καὶ πάντα ποιεῖ καὶ πάσχει δι’ αὐτόν. ὁ δὲ διάβολος ἐκπεσὼν οὐ μόνον οὐκ ἐθρήνησεν, ἀλλὰ καὶ κατὰ τοῦ πλά‐
15σματος ἐλύττησε θεοῦ, καὶ τὸν θεὸν αὐτὸν διέβαλε πρὸς τὸν Ἀδάμ. λοιπὸν μετὰ τὴν ἁμαρτίαν οὕτω διατεθέντα μετα‐ νοίας ἐπιτυχεῖν πάντως ἀμήχανον. Ἄκουε δὲ καὶ τί φησιν ὁ Θεοδώρητος ἐν τῇ Θεραπευτι‐ κῇ αὐτοῦ περὶ τούτου. ἐπαρθεὶς ὁ διάβολος λέγεται πεπτω‐
20κέναι, εἶτα κατὰ τῶν ἀνθρώπων ὡς εἰκόνι θεοῦ τετιμημένων
λυττῆσαι, καὶ τὸν κατὰ τούτων ἀναδέξασθαι πόλεμον, τὸν δὲ201

202

ποιητὴν τῇ τῶν ἀγγέλων ἐπιστασίᾳ φρουρῆσαι τὸ τῶν ἀνθρώ‐ πων γένος, ὅπως μὴ βίᾳ καὶ τυραννίδι χρώμενος, ἀοράτως ἐπιών, ἀδεῶς διαφθείρῃ οὓς διὰ φθόνον ἐμίσησεν. οὐκοῦν ὁ φθόνος οὗτος, μάλιστα δὲ ἡ ἔπαρσις αὐτοῦ καὶ ἀπόνοια
5(καὶ νῦν γὰρ ὑπ’ αὐτὸν ἀρχαὶ καὶ ἐξουσίαι, ὡς ὁ Παῦλος φησί), πρὸς τούτοις δὲ ἡ ἀπόγνωσις (εἰ μὴ γὰρ τοῦτο ἦν, οὐκ ἂν ἔλεγον ὅτι πρὸ καιροῦ ἦλθες βασανίσαι ἡμᾶς) μετα‐ νοεῖν τὸν ἀποστάτην οὐκ ἐᾷ. Πρὸς τοῖς εἰρημένοις εἰδέναι σε καὶ τοῦτο βούλομαι, ὅτι
10ὁ ἀποστάτης οὗτος διάβολος ἐν ταῖς ἀγγελικαῖς δυνάμεσι πρω‐ τοστάτης ἦν, ἀγαθὸς παρὰ θεοῦ γενόμενος καὶ μηδὲν ἴχνος κακίας ἢ πονηρίας ἐν ἑαυτῷ φέρων. πάντα γὰρ ὅσα ἐποίησεν ὁ θεὸς καλά, καὶ καλὰ λίαν. κακὸν δὲ οὐδὲν ἐποίησεν ὁ θεός. τὸ γὰρ κακὸν οὐδὲν ἄλλο ἐστὶν ἢ τοῦ καλοῦ ἀναχώ‐
15ρησις, ὥσπερ οὖν καὶ τὸ σκότος οὐδὲν ἄλλο ἐστὶν ἢ φωτὸς στέρησις. καλῶς οὖν εἶπεν ὁ λόγος ὅτι τοῦ κακοῦ ποιητὴς οὐκ ἔστιν ὁ θεός. οὐχὶ δὲ τῶν μὴ ὄντων. εἰ γὰρ τὰ καλὰ παραχθῆναι λέγεται παρὰ θεοῦ, ταῦτα καὶ ὄντα πάντως εἰ‐ σί. τὸ δὲ κακὸν ἐπειδὴ οὐ παρήχθη παρὰ θεοῦ, οὐδὲ ὄν
20ἐστι. τοῦ κακοῦ λοιπὸν οὐκ ἔστι ποιητὴς ὁ θεός, εἴγε τῶν
μὴ ὄντων, ὡς ἔφημεν, οὐκ ἔστι ποιητής, λέγεται δὲ μὴ εἶ‐202

203

ναί τι τὸ κακόν, ἐπειδὴ ἀνυπόστατον καὶ ἐφ’ ἑαυτοῦ μὴ ὑφέ‐ στηκε. Τοιοῦτος οὖν ἤγουν ἀγαθὸς ὑπὸ θεοῦ παραχθεὶς ὁ διά‐ βολος τῆς περιγείου τάξεως καὶ τῆς γῆς ἐνεχειρίσθη τὴν φυ‐
5λακὴν παρ’ αὐτοῦ. μὴ ἐνέγκας δὲ τόν τε φωτισμὸν καὶ τὴν τιμὴν ἣν ὁ θεὸς αὐτῷ ἐχαρίσατο, ἐκ τοῦ κατὰ φύσιν εἰς τὸ παρὰ φύσιν ἐτράπη, καὶ ἐπήρθη κατὰ τοῦ πεποιηκότος αὐ‐ τὸν θεοῦ· „θήσω“ καὶ γὰρ εἶπε „τὸν θρόνον μου ἐπὶ τῶν νεφελῶν, καὶ ἔσομαι ὅμοιος τῷ ὑψίστῳ.“ ἔνθεν τοι καὶ ὡς
10ἀστραπὴ κατὰ τὴν τοῦ κυρίου φωνὴν ἐκ τοῦ οὐρανοῦ κατὰ γῆς ἔπεσε. συναπεσπάσθη δὲ αὐτῷ καὶ συνέπεσε πλῆθος ἄπει‐ ρον τῶν ὑπ’ αὐτὸν τεταγμένων ἀγγέλων. τοῦτο δὲ καὶ ὁ προ‐ φήτης Ἡσαΐας ἔδειξεν οὕτως εἰπών „πῶς ἐξέπεσεν ὁ Ἑωσφό‐ ρος ὁ τὸ πρωῒ ἀνατέλλων, καὶ συνετρίβη εἰς τὴν γῆν;“ Ἑω‐
15σφόρον δὲ αὐτὸν ἐκάλεσεν δι’ ἣν ἀπὸ θεοῦ ἔσχε λαμπρότητα. τούτοις οὖν ἀκολούθως καὶ τῷ θεολόγῳ Γρηγορίῳ διείληπται. Ἑωσφόρον γὰρ αὐτὸν εἶπε διὰ τὴν λαμπρότητα, σκότος δὲ διὰ τὴν ἔπαρσιν καὶ γενόμενον καὶ λεγόμενον. ἔκτοτε δὲ οἱ ἀκάθαρτοι δαίμονες τὸν καθ’ ἡμῶν ἀνεδέξαντο πόλεμον. οὐ‐
20δὲ γὰρ ἀνέχονται τοὺς ἀνθρώπους ὁρᾶν ἐκεῖσε σπεύδοντας ἀνελθεῖν ὅθεν κακοβούλως ἐξέπεσον, ὡς ὁ μέγας φησὶ Βασί‐
λειος. δοχεῖα καὶ γὰρ πάσης ὄντες κακίας καὶ τὴν τοῦ φθό‐203

204

νου νόσον ἐδέξαντο. οὐδὲ γὰρ ἐχθρὸς ἡμῖν ὁ διάβολος ἐκτί‐ σθη παρὰ θεοῦ, ἀλλ’ ἐκ ζηλοτυπίας ἡμᾶς πολεμεῖ. ὁρῶν γὰρ ἑαυτὸν ἐκ τῶν ἀγγέλων καταρριφέντα, οὐκ ἔφερε βλέ‐ πειν τὸν γήϊνον ἐπὶ τὴν ἄξιαν τῶν ἀγγέλων διὰ προκοπῆς
5ἀνυψούμενον. καὶ μία μὲν παρά γε τοῖς ἀγγέλοις καὶ τοῖς δαίμοσιν ἡ οὐσία, οὐχὶ δὲ καὶ ἡ προαίρεσις, καθὰ δὴ καὶ ἐπὶ ἀγαθῶν ἀνθρώπων καὶ πονηρῶν ἔστιν ἰδεῖν· μία μὲν καὶ παρ’ αὐτοῖς ἡ φύσις ἐστίν, οὐ μὴν δὲ καὶ γνώμη καὶ θέλησις ἡ αὐτή.
10 Καὶ τὸ μὲν ὀρθόδοξον τῆς ἐκκλησίας φρόνημα τοῦτον ἔχει τὸν τρόπον· οἱ δὲ τῶν Ἑλλήνων σοφοί, Πορφύριος καὶ Ἰάμβλιχος, διαφέρειν τοὺς δαίμονας κατὰ τὴν οὐσίαν λέγου‐ σι, καὶ ἀλόγους τινὰς αὐτῶν καὶ ὑλαίους εἶναι, ἐμπίπτειν δὲ αὐτοὺς ἡμῖν οὐχ ὡς δυσμενεῖς ἀλλ’ ὡς ἡμῶν κολαστάς.
15ἀλλὰ καὶ προγινώσκειν αὐτοὺς καὶ τὸ μέλλον εἰδέναι λέγου‐ σι, πλὴν οὐχὶ πάντας· τοὺς μὲν γὰρ τὰ ἄνω λαχόντας δαί‐ μονας ἀληθεύειν παντάπασι, τοὺς δὲ ταρταρωθέντας ψευδεῖς εἶναί φασι, τοὺς δὲ περιγειοτέρους καὶ μέσους λοξοὺς εἶναι καὶ ἀμφιβόλους λέγουσιν. ἀλλ’ ἡμῖν οὐχ οὕτω δοκεῖ. ἐὰν
20γὰρ οἱ φωτεινοὶ ἄγγελοι τὸ τῆς προγνώσεως οἴκοθεν οὐκ ἔχω‐ σι χάρισμα (καὶ γὰρ ἐκεῖνα προλέγουσι, καθὰ δὴ καὶ ὁ Δα‐
μασκηνὸς Ἰωάννης φησίν, ὅσα ἂν αὐτοῖς ἀποκαλυφθῆναι πα‐204

205

ρὰ θεοῦ φθάσωσι), πολλῷ μᾶλλον οἱ ἀκάθαρτοι δαίμονες προλέγειν οὐ δύνανται. προγνώστης γὰρ καὶ καρδιογνώστης μόνος ὁ θεός. καὶ πείθου τῷ θείῳ Δαβὶδ πρὸς τὸν θεὸν οὕτω λέγοντι „σὺ γινώσκεις τὰς καρδίας μονώτατος.“
5 Ἀλλὰ ταῦτα μέν, ἀγαπητέ, κατ’ ἐπιτομὴν ὁ λόγος διῆλ‐ θέ σοι. καὶ μὴ δυσχέραινε τούτου ἕνεκεν ἅτε φιλομαθὴς ὤν· ἀλλαχοῦ γάρ, οἶδας, ἐσχεδιάσθη σοι τὰ περὶ τούτων πλατύτερον. Λέγει γὰρ ἡ γραφή „καὶ εἶδεν ἡ γυνὴ ὅτι καλὸν τὸ
10ξύλον εἰς βρῶσιν, καὶ ὅτι ἀρεστὸν τοῖς ὀφθαλμοῖς ἰδεῖν καὶ ὡραῖόν ἐστι τοῦ κατανοῆσαι, καὶ λαβοῦσα τοῦ καρποῦ αὐτοῦ ἔφαγε.“ πρόσεχε, ἀγαπητέ, τῷ μεγάλῳ κἀνταῦθα Βασιλείῳ. φησὶ γὰρ διὰ τί δὲ καὶ ἦν ἐν παραδείσῳ τὸ ξύλον τῆς βρώ‐ σεως; εἰ μὴ γὰρ ἦν αὐτό, οὐκ ἂν ἡμᾶς ὁ διάβολος ἀπατή‐
15σας εἰς θάνατον κατήγαγεν. ἔδει εἶναι ἐντολὴν τὴν δοκιμά‐ ζουσαν ἡμῶν τὸ ὑπήκοον. διὰ τοῦτο ἦν φυτὸν ὡραίων καρ‐ πῶν εὔφορον, ἵνα ἐν τῇ ἀποχῇ τοῦ ἡδέος τὸ τῆς ἐγκρατείας καλὸν ἐπιδειξάμενοι τῶν τῆς ὑπομονῆς στεφάνων δικαίως ἀξιωθῶμεν. καὶ περὶ μὲν τούτων οὕτως.
20 Ὁ δέ γε Νύσσης ὑψηλότερον ἐκλαμβάνει τὰ περὶ τούτου, καὶ οὕτω φησί. προδείκνυσιν ὁ ὄφις τὸν πονηρὸν τῆς ἁμαρ‐
τίας καρπόν, οὐχ ὡς ἔχει φύσεως (οὐ γὰρ ἠπατήθη ὁ ἄν‐205

206

θρωπος τῷ προδήλῳ κακῷ), ἀλλὰ διά τινος ὥρας τὸ φαινό‐ μενον ἀγλαΐσας, καί τινα κατὰ τὴν αἴσθησιν ἡδονὴν ἐγγοητεύ‐ σας τῇ γεύσει, πιθανὸς ἐφάνη τῇ γυναικί. τούτῳ τῷ τρόπῳ τὸν ἄνθρωπον ὁ διάβολος εἴωθεν ἀπατᾶν. καὶ εἰ μὴ διόλου
5νήφων ὁρᾶται, οὐκ ἂν ἐκφύγῃ τὰς αὐτοῦ μηχανάς, οὐκ ἂν εὑρεθείη τῶν παγίδων ἀνώτερος. καὶ ταῦτα μὲν τοῦτον ἔχει τὸν τρόπον. Ἡ δὲ Λεπτὴ Γένεσις λέγει τὸν Ἀδὰμ ἀπροόπτως ἀπὸ τοῦ ξύλου λαβεῖν καὶ φαγεῖν, καὶ μὴ προσχεῖν ὅλως τῷ λό‐
10γῳ τῆς Εὔας, ὅτι λειποθυμῶν ἦν ἀπό τε μόχθου καὶ πείνης. ἀλλὰ ταῦτα μέν, ἀγαπητέ, σιωπᾶν ἄμεινον, ὅτι καὶ σιωπῆς, ὡς προείρηται, τυγχάνουσιν ἄξια. εἰ μὴ βούλει καὶ σὺ λέ‐ γειν ὅτι γυναῖκα ἔλαβεν ὁ Ἀδάμ, ἵνα μὴ ἐφ’ ἕτερα τῶν ζώ‐ ων τραπήσεται. ὁ ὄφις ἀπὸ κτήνους ἑρπετὸν ἐγένετο, χεῖ‐
15ράς τε καὶ πόδας ἐκέκτητο. ἀφῃρέθη δὲ ταῦτα διὰ τὸ τολ‐ μηρῶς εἰς τὸν παράδεισον εἰσελθεῖν, καὶ διὰ τὸ πρῶτος ἀπὸ τοῦ ξύλου λαβεῖν καὶ φαγεῖν. ὁ Ἀδὰμ ἀπεσόβει τὰ πετεινὰ καὶ ἑρπετά, συνῆγε τὸν καρπὸν ἐν παραδείσῳ, καὶ σὺν τῇ γυναικὶ αὐτοῦ ἤσθιεν αὐτόν. ταῦτα μὲν οὖν, ἵνα μὴ λέγω,
20καὶ ἔτι πολλῷ πλείονα τούτων, ἡ Λεπτὴ διέξεισι Γένεσις. ἀλλ’ ἄφες αὐτά. τοῖς γὰρ ὁπωσοῦν ἐγκύπτουσι τῇ ἁγίᾳ γρα‐
φῇ γέλως ἄντικρυς δοκοῦσι καὶ παίγνια.206

207

Καὶ χιτῶνας δερματίνους ἐνέδυσεν αὐτούς. ὁ μὲν οὖν θεῖος Γρηγόριος ὁ Νύσσης φησὶν ὅτι χιτῶνας δερ‐ ματίνους ἐπιβάλλει τοῖς πρωτοπλάστοις ὁ κύριος, οὐ δέρμα‐ τα δέ. ποίων γὰρ ἀποσφαγέντων ζώων καὶ δαρέντων ἐπινο‐
5εῖται αὐτοῖς ἡ περιβολή; ἐκ τῆς τῶν ἀλόγων λοιπὸν φύσεως νεκρότητα ἐντέθεικεν οἰκονομικῶς τῇ εἰς ἀθανασίαν κτισθείσῃ φύσει, ἵνα μὴ ἀθάνατον ᾖ τὸ κακόν. ὁ δὲ χρυσορρήμων Ἰωάννης κατὰ τὸ γράμμα τοὺς τοιούτους ἐκλαμβάνων χιτῶ‐ νας καὶ τάδε φησίν. „εἰ πόθεν εὑρέθησαν τὰ δέρματα μὴ
10σφαγέντων τῶν ζώων, φιλοτιμούμενοι λέγουσιν οἱ ἀλληγορη‐ ταί, οὐκοῦν ἀκούω κἀγὼ αἷμα ἐν Αἰγύπτῳ, καὶ ζητῶ πόθεν μετέβαλε τὸν Νεῖλον εἰς αἷμα, ποῖα ἔθυσε ζῶα; καὶ ὁ ποτα‐ μὸς γέγονεν εἰς αἷμα, καὶ οὐδὲν αἷμα ἐτύθη ζώων. δέρ‐ ματα δύο γέγονε, καὶ ζητοῦσιν ἀπὸ ποίων ζώων ἐγένετο.
15ἀλλ’ ὥσπερ ἐκεῖ ἐκτὸς ζώου αἷμα, οὕτως ἐνταῦθα ἐκτός ζώου δέρμα.“ Γίνωσκε δὲ ὅτι οὐ τοσοῦτον ὁ πατὴρ ἐπὶ τῇ τῶν παίδων ἀνατροφῇ μεριμνᾷ ὡς ἡ μήτηρ, ὅτι καὶ αὐτὴ τότε ἤκουσεν „ἐν λύπαις τέξῃ τέκνα· ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις
20σου.“ ἐγὼ ἁμαρτάνω, καὶ ἡ γῆ ταῖς ἀφορίαις μαστίζεται. ἐπικατάρατος ἡ γῆ διὰ τὰ ἔργα ἡμῶν, τουτέστιν οὐχ ἕτοιμα
εὑρίσκονται ἀπὸ γῆς τὰ ἐκεῖθεν ἀναδιδόμενα ὥσπερ δὴ καὶ207

208

τὸ πρότερον. καὶ ἔρραψαν φύλλα συκῆς, ἀπεδύσαντο τὴν ἀθανασίαν, ἡ στολὴ περιῃρέθη τῆς δόξης, ἐγυμνώθη τὸ σῶ‐ μα καὶ ἦν λοιπὸν πηλός. ὅθεν καὶ φύλλα συκῆς ῥάπτουσιν. ὅθεν δὲ τὴν ῥαπτικὴν εὗρε, μὴ ζήτει· εἰ γὰρ ἦν θεοῦ εἰ‐
5κών, μὴ ἀμφιβάλλῃς περὶ τὴν γνῶσιν αὐτοῦ. Ἐνταῦθα μὲν οὖν ὁ χρυσορρήμων Ἰωάννης ἐμπαίζει καὶ τοῖς ἐν οὐρανῷ λέγουσι τὸν παράδεισον εἶναι καὶ πνευματι‐ κόν. εἰ γὰρ ἄνω ἦν, κατέρχεσθαι ἂν ἐλέγοντο οἱ ποταμοί, οὐ μὴν ἐξέρχεσθαι. ἐντεῦθεν οὖν ὁ κατάρατος Ὠριγένης ἀπο‐
10πνιγόμενος φαίνεται, καὶ μᾶλλον ἐν οἷς ἐκενολόγησεν ἀσώ‐ ματον τὸν Ἀδάμ. εἰ γὰρ ἀσώματος ἦν, οὐκ ἂν ἔλαβε μίαν τῶν πλευρῶν αὐτοῦ ὁ θεὸς καὶ ᾠκοδόμησε τὴν γυναῖκα· πρόδη‐ λον οὖν ὡς ἐπειδὴ πλευρὰν ἔλαβεν ἐξ Ἀδάμ, πλευρὰ δὲ τοῖς ἀσωμάτοις οὐ πρόσεστιν, οὐκ ἦν ἄρα κατ’ ἐκεῖνον ἀσώματος
15ὁ πρωτόπλαστος. μετὰ μέντοι τὸ ἐκβληθῆναι τοῦ παραδεί‐ σου ὁ Ἀδὰμ ἔγνω Εὔαν τὴν γυναῖκα αὐτοῦ, καὶ γεννᾷ τὸν Κάϊν. ἔγνω δὲ πῶς; ἐμπαθῶς, τῆς ἀγγελικῆς ἐκπεσὼν ὁ ἄνθρωπος διαγωγῆς, ἐπειδὴ παραβάτης ὤφθη τῆς ἐντολῆς, τῷ κτηνώδει τούτῳ τρόπῳ καὶ ἐμπαθεῖ περιέπεσε. ταύτῃ τοι καὶ
20ὀδυρόμενος ὁ Δαβὶδ ἔλεγεν „οἴμοι ὅτι ἄνθρωπος ἐν τιμῇ ὢν
οὐ συνῆκε. παρασυνεβλήθη τοῖς ἀνοήτοις κτήνεσι καὶ ὡμοιώ‐208

209

θη αὐτοῖς.“ κατὰ γὰρ τοῦτο καὶ ὁ μέγας Μάξιμος ἐν τοῖς πρὸς Θαλάσσιον ἔλεγεν ὅτι τὰ πάθη ταῦτα, ἤγουν ἡδονὴ λύ‐ πη ἐπιθυμία καὶ τὰ λοιπὰ πάντα, τῇ φύσει τῶν ἀνθρώπων προηγουμένως οὐ συνεκτίσθησαν, ἀλλὰ διὰ τὴν τῆς τελειό‐
5τητος ἔκπτωσιν ἐπεισῆλθε ταῦτα τῷ ἀλογωτέρῳ μέρει προσ‐ φυέντα τῆς φύσεως, δι’ ὧν ἀντὶ τῆς θείας καὶ μακαρίας εἰκόνος εὐθὺς ἅμα τῇ παραβάσει διαφανὴς καὶ ἐπίδηλος ἐν τῷ ἀνθρώπῳ γέγονεν ἡ τῶν ἀλόγων ζώων ὁμοίωσις. ἔδει γὰρ τῆς ἀξίας τοῦ λόγου καλυφθείσης ὑφ’ ὧν γνωμικῶς ἐπε‐
10σπάσατο τῶν ἀλόγων γνωρισμάτων, ἐνδίκως τὴν φύσιν τῶν ἀνθρώπων κολάζεσθαι, σοφῶς εἰς συναίσθησιν τῆς λογικῆς μεγαλονοίας ἐλθεῖν οἰκονομοῦντος τοῦ θεοῦ τὸν ἄνθρωπον. πλὴν οὐκ ἀναγκαίως τῷ ὄντι κατέδησεν ἡμᾶς ὁ θεὸς μετὰ τὴν παράβασιν ταῖς ἐπιθυμίαις ταύταις, ὑφ’ ὧν ἐπί τε βρώ‐
15σεις καὶ πόσεις καὶ ἐπὶ ἀφροδίσια καταφερόμεθα. ἐντεῦθεν γὰρ τοῖς γεννητοῖς ἡμῶν σώμασι τὸ γεννᾶσθαί τε καὶ τρέφε‐ σθαι καὶ διαμένειν ἕως πλείστου, καθ’ ὅσον ἂν ἑκάστῳ τοῦ σώματος ἡ σύστασις ἐπιδέχηται. καὶ γὰρ ἐκ τεσσάρων αὐτὸ στοιχείων συγκείμενον ἐπακολουθοῦσαν ἐξ ἀνάγκης κέκτηται
20τὴν διάλυσιν. σύνθεσις γὰρ ἀρχὴ διαστάσεως, ὡς ὁ θεολό‐ γος φησὶ Γρηγόριος. λέλυται οὖν ἐπὶ τισὶ μὲν τάχιον ἐπὶ
τισὶ δὲ βράδιον. καὶ πείθου τῷ μεγάλῳ Κυρίλλῳ λέγοντι209

210

„εἴασε δὲ μετὰ τὴν ἀπόπτωσιν ἕκαστον ὁ θεὸς τὴν ἑαυτοῦ ζωὴν ἐκπληροῦν ὡς ἂν ἔτυχε κράσεως.“ ἐπὶ γὰρ τούτῳ καὶ τὰ συστατικὰ τῆς ζωῆς ἡμῶν, καρδίαν δηλονότι ἐγκέφαλον ἧπαρ καὶ ὅσα τοιαῦτα, στερροῖς ἁπανταχόθεν ὀστέοις ἡ φύ‐
5σις ἐφρούρησεν, ὥστε μὴ καὶ ταῖς τυχούσαις προφάσεσι κα‐ ταβλαπτομένων αὐτῶν ἑτοίμως οὕτω τὸν θάνατον ἕπεσθαι. ταύταις μέντοι ταῖς ἐπιθυμίαις καὶ ἡδονὴν ὥσπερ τι δέλεαρ ἐγκατέμιξεν, ὡς ἐντεῦθεν ἡμᾶς ἑτοίμως καθέλκεσθαι. εἰ μὴ γὰρ τοῦτο ἦν, οὐκ ἂν ἐπὶ βρώσεις καὶ πόσεις ἐτρέχομεν, οὐκ
10ἂν ἀφροδισίοις ὁλοσχερῶς προσεκείμεθα. εἰ δὲ μὴ τοῦτο, τάχα ἂν ἐξ ἀνάγκης τὸ γένος ἀπόλωλε τὸ ἀνθρώπινον. κατὰ τοῦτο μὲν οὖν καὶ ἡ γονή, περίττωμα οἷον οὖσα, κατεπείγει καὶ ἀνιᾷ καὶ ἀναγκάζει τὸ ζῶον ὁρμᾶν ἐπὶ τὴν ἀπόκρισιν αὐτῆς, εὐμεθόδως καὶ τοῦτο τοῦ θεοῦ συγχωρήσαντος ἕνεκα
15τῆς τοῦ γένους διαμονῆς. ταῦτα δὲ Μάνης καὶ Οὐαλεντῖνος ἠγνοηκότες, ὡς ἔοικε, κτίσμα τοῦ διαβόλου ἔλεγον εἶναι, ὑπ’ αὐτοῦ τε πυροῦσθαι καὶ πρὸς ἀτιμίας ἀποκυλίεσθαι. πλὴν οὐκ ἀφῆκε πρὸς συναφείας ἡμᾶς ὁ θεὸς εἶναι πάντῃ κατωφε‐ ρεῖς, οὐδὲ ζῆν ἀνεπαισθήτως εἴασεν ὡς τὰ ἄλογα. τῇ γὰρ
20ἡδονῇ καὶ ἀηδίαν συνέζευξεν καὶ σύμμικτον ταύτην ἐποίησεν, ὡς ἐκεῖθεν μὲν ἐπὶ τὴν τοῦ γένους αὔξησιν ἕλκεσθαι, ἐντεῦ‐
θεν δὲ ταλανίζειν ἑαυτούς, τῶν προτέρων ἐπιμεμνῆσθαι, καὶ210

211

τῆς ἁμαρτίας μέγα καταβοᾶν, δι’ ἣν τοῖς ἀνοήτοις παρα‐ συνεβλήθημεν κτήνεσι. Πρὸς τούτοις εἰδέναι καὶ τοῦτό σε βούλομαι, ὅτι τὸ ἐπιθυμητικὸν μέρος τῆς ψυχῆς τῷ ἥπατι ἐγκαθίδρυται, τὸ
5δὲ θυμικὸν ἐν τῇ καρδίᾳ ποιεῖται τὴν οἴκησιν, τὸ δὲ λογι‐ κὸν ἐν αὐτῷ τῷ έγκεφάλῳ. τοῦτο μὲν οὖν τὸ λογικὸν ἐχαρί‐ σατό σοι ὁ τῶν ὅλων πρύτανις, ἵνα συμμάχῳ καὶ τῷ θυμι‐ κῷ χρώμενος γενναίως ἀνθίστασαι κατὰ τῆς ἀλόγου καὶ βο‐ σκηματώδους ψυχῆς, τῆς ἐπιθυμητικῆς δηλαδή· οἶδε γὰρ
10ὁ τῆς φύσεως δεσπότης ὅση περ ἐκείνης ἐστὶν ἡ ὁρμή. ὅτι δὲ τὸ τῆς ψυχῆς ἐπιθυμητικὸν αὐτῷ τῷ ἥπατι ἐγκαθίδρυται, καὶ τὸν Τιτυὸν παράγει ὁ Γαληνὸς εἰς σύστασιν τούτου τοῦ λόγου, ἐν μὲν τῇ διαγνωστικῇ αὐτοῦ ὑπὸ ἀετοῦ λέγων αὐτοῦ κατεσθίεσθαι τὸ ἧπαρ, ἐν δὲ τῷ περὶ ἠθῶν ψυχῆς μονοβίβλῳ
15ὑπὸ γυπῶν. ὁ γὰρ Τιτυὸς οὗτος κατὰ τὴν ἔξω μυθολογίαν ἐρασθῆναι λέγεται τῆς Λητοῦς, ἐφ’ ᾧ καὶ παρὰ τῶν παίδων αὐτῆς Ἀπόλλωνός τε καὶ Ἀρτέμιδος κολάσει καθυποβληθῆ‐ ναι, καὶ κατὰ μὲν τὸν Γαληνὸν ὑπὸ ἀετοῦ εἴτε καὶ γυ‐ πῶν τὸ ἧπαρ ἐσθίεσθαι, κατὰ δέ τινας ἄλλους τοξευθῆναι
20αὐτὸν κἀντεῦθεν ἔχειν τὰ βέλη ἐμπεπαρμένα τῷ ἥπατι. εὔδηλον οὖν ἐντεῦθεν τῷ ἥπατι τὸ τῆς ψυχῆς ἐπιθυμητικόν
ἐστι.211

212

Πρόσεχε λοιπόν. ὅταν μὲν γὰρ τὸ λογιστικὸν ἄρχῃ, πει‐ θόμενον μὲν ἑαυτῷ τὸ θυμοειδὲς ἔχον, ἀσθενὲς δὲ καὶ ταπει‐ νὸν τὸ ἐπιθυμητικόν, οὔτε ἀκόλαστος ὁ τοιοῦτος βίος οὔτε οἷ‐ ον οἱ λῃσταὶ βιοῦσι καὶ τύραννοι, ἀλλὰ σεμνὸς πάντῃ καὶ
5δίκαιος. καὶ τούτου χάριν ἀμφιβάλλειν οὐ χρή. εἰ μὴ γὰρ τοῦτο ἦν, εἰ μὴ ἐξ αὐτῆς τῆς σώματος κατασκευῆς οὗτος μὲν ὑπὸ παθῶν ἥττητο, ἐκεῖνος δὲ πάλιν ἐγκρατὴς αὐτῶν κατε‐ φαίνετο, οὐκ ἂν ὁ μέγας Βασίλειος τὸν προφήτην Ἠσαΐαν ἐξηγούμενος εἰσῆγέ τινας ἐκ φύσεως ἔχοντάς τινα προτερή‐
10ματα καὶ κατά γε τὴν σύγκρισιν τῆς σαρκὸς πολλῶν διαφέ‐ ροντας εἰς ἀνάληψιν ἐπιστήμης ἢ ἄσκησιν ἀρετῆς. ἐντεῦθεν οὖν καὶ σώφρονα ἴδοι τις ἂν καὶ ἀκόλαστον, θυμώδη καὶ πρᾶον, ἐχέφρονα καὶ μὴ τοιοῦτον, ὥσπερ δὴ καὶ τοῖς ἔμ‐ προσθεν εἴρηται. ταῦτα μὲν οὖν δύναιτ’ ἄν τις ἐπὶ τὸ κρεῖτ‐
15τον μεταφέρειν ἀπὸ τοῦ χείρονος, καὶ ἐπὶ τὸ χεῖρον αὖ με‐ τατρέπειν ἀπὸ τοῦ κρείττονος. καὶ δῆλον ἐξ ὧν ὁ θεολόγος Γρηγόριος ἔλεγεν „ἀρκετὸν τῷ σώματι ἡ κακία αὐτοῦ. τί δὲ δεῖ τῇ φλογὶ πλείονος ὕλης, τῷ θηρίῳ δαψιλεστέρας τρο‐ φῆς; ἵνα δυσκάθεκτον γένηται καὶ τοῦ λογισμοῦ βιαιότερον.“
20πρόσεχε οὖν ὅσα βιάζουσιν ἑαυτοὺς οἱ θέλοντες μὲν σωφρο‐ νεῖν, ἔχοντες δὲ τὸ ἐπιθυμητικὸν ἰσχυρόν· ἡ μὲν γὰρ φύσις
τὰ ἑαυτῆς ἐξ ἀνάγκης ἐπιζητεῖ, ὁ δὲ ἁγνεύειν αἱρούμενος τοῖς212

213

θελήμασι τῆς σαρκὸς ἀντιπίπτει καὶ βίον ἀγγελικὸν μιμεῖσθαι φιλονεικεῖ. ὅσον δὲ βαρὺ τὸ πρὸς φύσιν μάχεσθαι, καὶ οἷον ἐντεῦθεν τὸ ἔπαθλον, ὁ τῆς Κλίμακος Ἰωάννης ὁ ἁγιώτα‐ τος ἐδήλωσεν οὕτως εἰπών „ὁ σῶμα νικήσας φύσιν ἐνίκησεν·
5ὁ δὲ φύσιν νικήσας ὑπὲρ φύσιν ἐγένετο· ὁ δὲ τοῦτο γενόμε‐ νος βραχύ τι παρ’ ἀγγέλους ἠλάττωται, ἵνα μὴ λέγω μηδέν.“ πρόσεχε δὲ ὅτι καὶ σφόδρα βαρυαλγοῦσι καὶ ἄχθονται οἱ θέλοντες μὲν σωφρονεῖν, ἔχοντες δὲ τὸ ἐπιθυμητικὸν ἰσχυρὸν πολυπληθῆ τε τὴν γονήν, πρὸς ἔξοδον ἀεὶ ἐπειγομένου τοῦ
10ἐνοχλοῦντος αὐτοῖς. καὶ μὴ κατά τι ἀμφίβαλλε. εἰ γὰρ ὁ Διογένης ἐκεῖνος ὁ Κυνικὸς τὸ τῆς φύσεως βάρος οὐκ ἐνεγκών, καὶ ταῦτα τοσοῦτον ἀσκητικώτατος ὤν, γυναῖκα ζητῆσαι λέγεται ὥστε τὸ βαρῦνον ἀποθέσθαι καὶ τὸ ἑαυτοῦ σῶμα κουφίσαι, τί χρὴ καὶ λέγειν ὅσον ὑπομένουσι κάματον οἱ σφοδρὸν μέν,
15ὡς εἴρηται, λαχόντες τὸ ἐπιθυμητικόν, ἐν ἁγνείᾳ δὲ φυλάσ‐ σειν ἑαυτοὺς προθυμούμενοι. ἐντεῦθεν, ἀγαπητέ, τῶν ὁσίων τινές, ἵνα τὴν φυσικὴν ἀποσβέσωσι πύρωσιν, καὶ γυμνοὶ τὸ σῶμα μέσον ὑδάτων διημερεύοντες ὤφθησαν. μηδεὶς λοιπὸν ἐπὶ μέσου προσφερέτω τὴν γένεσιν, μηδεὶς οὐκ ἀγαθοὺς ἀστέ‐
20ρων προφασιζέσθω σχηματισμούς. ἀστέρων μὲν γὰρ κινή‐
σεις, ἀνατολὰς καὶ δύσεις αὐτῶν, τοῖς προσήκουσι γίνεσθαι213

214

καιροῖς ᾠκονόμησεν ὁ σοφῶς τὰ πάντα διευθετῶν, ὡς ἐντεῦ‐ θεν ἀέρος μετατρεπομένου καὶ ὄμβρων καταρρηγνυμένων εὐ‐ καίρως αὔξεσθαι τὰ φυτά. καὶ γὰρ τῶν τροφῶν ὡς ἐν κύ‐ κλῳ διηνεκῶς χορηγουμένων ἀνελλιπὴς καὶ ἡ τῶν προσφερο‐
5μένων τοὺς καρποὺς διαμένει φύσις, ὡς εὑρίσκεσθαι μὲν ἐκεῖνα διὰ τοὺς καρπούς, τοὺς δὲ καρποὺς διὰ τὰ ζῶα καὶ τὸν ἄνθρωπον. οὐ γνώμας λοιπὸν οἱ ἀστέρες μετατρέπουσιν, οὐδὲ καθάπερ τι ἀνδράποδον τὸν κατ’ εἰκόνα θεοῦ περιάγου‐ σιν ἄνθρωπον. οὐδὲ γὰρ εἰς τοσοῦτον ἂν εὑρεθεῖεν ἄδικοι,
10τοὺς μὲν μοιχοὺς ποιοῦντες, τοὺς δὲ φονέας καὶ ἅρπαγας. ἀλλὰ καὶ πρὸ τῶν ἀστέρων ὁ δημιουργὸς αὐτῶν τὴν αἰτίαν ἀποφέρεται, εἴπερ τοιαῦτα κατεσκεύασεν ἃ τὴν ἐπιφορὰν ἡμῖν ἐξ ἀνάγκης τῶν κακῶν ἐπιτίθησι, καθὰ δὴ καὶ πρὸς Φαῦστον ὁ κορυφαῖος ἔλεγε Πέτρος, γενέσει καὶ εἱμαρμένῃ
15τὸ πᾶν ἐπιτρέποντα. Ὅρα λοιπὸν νουνεχῶς, καὶ μὴ ἐπὶ πλέον τοῖς λόγοις αὐ‐ τῶν θορυβοῦ. εἰ γὰρ καὶ λέγουσιν ὅτι ἡ ὥρα καθ’ ἣν ἡ σύλληψις τοῦ συλλαμβανομένου γίνεται, ἐκείνη καὶ τὸ πλα‐ στουργούμενον, εἴτε ἄρρεν εἴτε θῆλυ, διαπλάττειν ἄριστα
20εἴωθεν, ἀλλ’ εὐθέως ἀνθυποφέρειν ἔχεις καὶ σύ, καὶ οὕτω λέ‐ γειν αὐτοῖς, ὡς εἴπερ ἐν μιᾷ ὥρᾳ καὶ τῇ αὐτῇ καταβολῇ
τῶν διδύμων ἡ σύλληψις γίνεται, ἔπρεπε πάντως μὴ τὸ μὲν214

215

αὐτῶν ἄρρεν τὸ δὲ θῆλυ, ἀλλ’ ἄρρενα καὶ ἄμφω κατὰ τὴν ἐπικρατοῦσαν ὥραν ἢ θήλεα ταυτὶ διαπλάττεσθαι. οὕτω μὲν οὖν ἔδει μὴ τὸ μὲν αὐτῶν τάχιον τελευτᾶν τὸ δὲ βράδιον, ἀλλ’ ὁμοῦ καὶ ἄμφω τῶν ὧδε μεθίστασθαι· κατὰ γὰρ ἐκεί‐
5νους εἰπεῖν, ὁ αὐτὸς ἀστὴρ κἀκείνῳ καὶ τούτῳ τὴν ζωὴν ἐχαρίσατο. ἀλλὰ καὶ ἐπί τισι παθήμασι καὶ σινώμασιν ὑφ’ ὧν ἁλίσκονται πολλάκις τὰ κατὰ μήτραν πηγνύμενα (τά τε γὰρ θήλεα σχῆμα πολλάκις ἀνδρῶν περί που τὰ γεννητικὰ φέρουσι μόρια, καὶ τοὐναντίον αὖθις τὰ ἄρρενα) τοὺς ἀστέ‐
10ρας αἰτίους ἥγηνται. ταύτῃ τοι καὶ ἑρμαφροδίτους τοὺς τοι‐ ούτους ἐπονομάζουσι. κομψεύονται γάρ, ἐπειδὰν ὁ Ἑρμῆς καὶ ἡ Ἀφροδίτη εὑρεθεῖεν ὁμόκεντροι, συνόντος αὐτοῖς τοῦ Κρόνου, πρὸς δὲ καὶ σχηματιζομένου τοῦ Ἄρεος, αἴτιοι τη‐ νικαῦτα καὶ τῶν παρὰ φύσιν παθῶν τοῖς τικτομένοις καθί‐
15στανται. ἀλλ’ οὐκ ἔστι τοῦτο, οὐκ ἔστιν· ἡ γὰρ διαπλάττουσα τὸ ἔμβρυον φύσις αἰτία πολλάκις τῶν τοιούτων εὑρίσκεται, καθὼς ἄνωθεν εἴρηται. ἀλλὰ καὶ ὁ παρ’ αὐτοῖς τοῖς Ἕλλη‐ σι τιμώμενος Ἑρμῆς Ἄμμωνι τῷ σοφῷ ἐπιστέλλων αὐτοὺς αἰτιᾶται τοὺς ἀστέρας ἐπί τε τοῖς μαινομένοις καὶ τὸ φρό‐
20νημα κεκτημένοις παράφορον ὡς αἰτίους δῆθεν τοιούτων πα‐ θῶν. φησὶ καὶ γὰρ ὡς ἐπειδὰν ἐξ ἀγαθοῦ σχήματος ὁ τοῦ
ἐγκεφάλου κυριεύων ἀστὴρ κατοπτεύει τὸ πλαστουργούμενον,215

216

κἀκεῖθεν ἀκτῖνα βάλλει τῷ ἐγκεφάλῳ τοῦ πηγνυμένου, καλῶς ἕξουσιν αἱ ἡγεμονικαὶ δυνάμεις τῷ πλαττομένῳ τηνικαῦτα ἐμβρύῳ· εἰ δὲ κακούμενος ὁπωσδήποτε τύχῃ ὁ τοιοῦτος ἀστήρ, τῶν ἐναντίων ἔσται πάντως ποιητικός. καὶ οὕτω μὲν
5οἱ τοῖς μετεώροις προσέχοντες καὶ φρονοῦσι περὶ τούτων καὶ λέγουσιν. σὺ δέ, ἀγαπητέ, μὴ οὕτως, ἀλλὰ μοχθηροῖς τισὶ χυμοῖς κατακρατεῖσθαι τὸν ἐγκέφαλον πίστευε, ἡνίκα δὲ θεά‐ σῃ τινὰ παρακοπῇ φρενῶν συνεχόμενον· ὁ γὰρ ἐγκέφαλος ὄργανόν ἐστι τοῦ νοός· ταύτῃ τοι καὶ κατὰ τὴν ὀργάνου
10διάθεσιν καὶ ὁ τεχνίτης εἴωθε νοῦς ἐνεργεῖν. ἐπὶ γὰρ τούτῳ καὶ βοτάνας ἀκεσωδύνους παρήγαγεν ὁ θεός, καὶ σοφίας ἰατρικῆς τοὺς ἀνθρώπους ἐνέπλησεν· ἐντεῦθεν γὰρ καὶ κε‐ φαλὴν καθαιρομένην ἴδῃ τις, καὶ πάθη ἄλλα τινὰ θεραπείας ἀξιούμενα φαρμάκων καταλλήλων ἐπαγωγαῖς. μὴ οὖν συναρ‐
15πάζου τοῖς λόγοις αὐτῶν, ὅτι μηδὲ καθ’ εἱμαρμένην, ὡς εἴ‐ ρηται, τὰ πάθη τοῖς ἀνθρώποις ἐμπίπτουσιν. τί δὲ τὸ τῆς εἱμαρμένης ἐστὶ σημαινόμενον; ὡς ἐκεῖνοι φασίν, ἡ ἀπὸ τῆς καθ’ εἱρμὸν τῶν οὐρανίων σωμάτων κινήσεως ἀπαράβατος ἔκβασις, ἣν δὴ καὶ πάντων ὁ τῶν ἁγίων χορὸς πόρρω που
20ῥίπτει καὶ ἀποπέμπεται. τίνος ἕνεκεν; ὅτι πολὺ μὲν τὸ ἀνόη‐ τον κέκτηται, πολλαπλάσιον δὲ τὸ ἀσεβές, ὡς ὁ μέγας φησὶ
Βασίλειος.216

217

Φυσικῶς μὲν οὖν, ὡς προείρηται, καὶ διοικεῖσθαι τὸ ἡμέτερον σῶμα καὶ διεξάγεσθαι συγκεχώρηται πάντως παρ’ αὐτοῦ τοῦ δεσπότου τῆς φύσεως. εἰ μὴ γὰρ τοῦτο ἦν, οὐκ ἂν ἡ τῆς ζωῆς ἡμῶν σύστασις καὶ ἀέρος ἔχρῃζε καθαροῦ καὶ
5ὑδάτων διειδῶν τόπου τε ὑγιεινοῦ καὶ καταλλήλων ὡσαύτως βρωτῶν καὶ ποτῶν. ἀλλ’ ὅρα τὴν τοῦ θεοῦ σοφίαν, ἀγαπη‐ τέ, εἴ γε καὶ φυσιολογίας μικρὸν ἅψασθαι. ἵνα γὰρ μὴ τὰ καιριώτατα τοῦ σώματος ἡμῶν μόρια καὶ ταῖς τυχούσαις προφάσεσι καταβλάπτωνται, πολυτρόπως, ὡς προείπομεν, καὶ
10πολυειδῶς ἠσφαλίσατο. αὐτίκα γὰρ τὴν κεφαλὴν ἡμῶν, ἅτε δὴ τὸν ἐγκέφαλον αὐτὸν περιέχουσαν ἐν ᾧ τὰ τῆς ζωῆς ἡμῶν περιείληπται, καὶ θριξὶ κατωχύρωσε καὶ ὀστέοις πρὸ τούτων στερροῖς. ἁπαλὸν δὲ ἡ φύσις τοῦτον ἐποίησεν, ἐπει‐ δὴ ταῖς αἰσθήσεσι πάσαις αὐτὸς χορηγεῖ τὰς πηγάς. ἵνα δὲ
15μὴ τῇ στερρότητι τῶν ὀστῶν συντριβόμενος περὶ τὴν οἰκείαν βλάπτηται φύσιν, ἁπαλὸς καὶ γάρ, δυσὶ μήνιγξιν αὐτὸν πε‐ ριέλαβε, καὶ ταύταις οὐχ ἁπλῶς, ἀλλ’ ἁπαλῇ μὲν οὔσῃ τῇ ἔσωθεν διά γε τὴν τοῦ ἐγκεφάλου ἀνάπαυσιν, στερροτέρᾳ δὲ πάλιν τῇ ἔξωθεν, ὡς ἐντεῦθεν ἄμφω φυλάττεσθαι· οὕτω
20μὲν οὖν καὶ ἐπὶ τῆς καρδίας ἐποίησε, καθὰ δὴ καὶ ὁ χρυ‐ σορρήμων Ἰωάννης φησίν, ὀστέοις μὲν περικυκλώσας, παρα‐ θεὶς δὲ αὐτῇ καθάπερ ἁπαλὸν στρῶμα τὸν πνεύμονα, ἵνα
μὴ τῇ ἀεικινησίᾳ καὶ αὕτη τοῖς ὀστέοις συντρίβηται. ἀλλὰ πολ‐217

218

λαχόθεν ἔχειν ῥαφὰς πολλῆς ἀσφαλείας ὑπόθεσις· ἐξατμίζεται γὰρ ἐκεῖθεν αὐτός, ὥστε μὴ συμπνίγεσθαι ὑπὸ τῶν ἀναφερομέ‐ νων ἀτμῶν. πληγή τε εἴ τις ἐπενεχθείη ποτέ, οὐχ ὁλοσχε‐ ρῶς ἡ βλάβη γίνεται· εἰ μὲν γὰρ ἓν καὶ συνεχὲς ἦν τὸ
5ὀστοῦν, καὶ μία κατενεχθεῖσα πληγὴ τὸ πᾶν ἐλυμήνατο, εἰς πολλὰ δὲ νυνὶ διαιρουμένου γενέσθαι τοῦτο πάντως ἀμήχα‐ νον. εἰ γὰρ καὶ συμβαίη τρωθῆναι μέρος ἕν, ἀνάγκη πᾶσα τὸ κατ’ ἐκεῖνο τὸ μέρος κείμενον ὀστοῦν παραβλάπτεσθαι, ἀσινῆ δὲ τὰ λοιπὰ πάντα διαφυλάττεσθαι, τοῦ συνεχοῦς τῆς
10πληγῆς διακοπτομένου τῇ τῶν ὀστῶν διαιρέσει. περὶ δὲ τῶν τῆς κεφαλῆς περιττωμάτων τί χρὴ καὶ λέγειν, εἴ γε τὰς ἐκ‐ κρίσεις αὐτῶν, ὡς ὁρᾷς, ἡ ὄσφρησις πεπίστευται. ἐπειδὴ γὰρ τοὺς κάτωθεν ἀναπεμπομένους ἀτμοὺς ὡς ὑπερκειμένη αὕτη τοῦ σώματος ὑποδέχεσθαι εἴωθεν, ἡ δὲ τούτων πλημ‐
15μύρα πολλὴν ἂν εἰργάσατο τῷ ἐγκεφάλῳ τὴν λώβην, οὐδὲ τούτου κατημέλησεν ὁ τῶν ἁπάντων ποιητής, ἀλλὰ πόρους τινὰς ἐν τοῖς ὀστέοις ἐργασάμενος τὰ ὑγρὰ καὶ παχέα τῶν περιττωμάτων ἐπὶ τὴν ὑπερῴαν καὶ τοὺς μυκτῆρας ὡδήγησε, καὶ δύο τούτοις ἐκκρίσεων ἀπένειμε μόρια, ἵνα συντόμως τὸ
20βλαβερὸν ἐκφορῆται. τὸ δέ γε ἀτμῶδες περίττωμα διὰ τῶν τοῦ κρανίου ῥαφῶν ἄνωθεν ἐξωθεῖται. μὴ θαύμαζε εἴ γε ψυ‐
χρός ἐστιν ὁ ἐγκέφαλος φύσει, καὶ ὅτι μείζονα τοῦτον ὁ ἄν‐218

219

θρωπος ἢ τὰ λοιπὰ ζῶα κέκτηται. τὴν γὰρ ἐν τῇ καρδίᾳ θερμότητά τε καὶ ζέσιν χωρεῖν ἐπὶ τὸ εὔκρατον ἐντεῦθεν ὁ Ἀριστοτέλης φησίν, αὐτὸν δὲ αὖ τὸν ἐγκέφαλον μὴ ὑπερθερ‐ μαίνεσθαι τῇ ἀναφερομένῃ θερμότητι. ὅρα δὲ νουνεχῶς·
5ἐπειδὴ γὰρ ἡ τοιαύτη θερμότης μείζων ἐστί, μείζων ἄρα και ἡ ἐξ ἐγκεφάλου ψυχρότης τε ὁμοῦ καὶ ὑγρότης ἀντίκειται, ἧς ὑγρότητος ἕνεκα καὶ ὀψιαίτατα πήγνυται τὸ περὶ τὴν κεφαλὴν ὀστοῦν, ὃ δὴ καὶ βρέγμα καλοῦσι τινές. ἀλλὰ καὶ ῥαφὰς πλείους ὁ ἄνθρωπος κέκτηται, καὶ μᾶλλον ὁ ἀνήρ. τίνος
10ἕνεκεν; ὅτι καὶ πλείων ὁ ἐγκέφαλος αὐτῷ πρόσεστιν· ἵνα γοῦν ἔμπνους ὁ τόπος ᾖ, πλειόνων ὁ ἀνὴρ ἐδεήθη ῥαφῶν. καὶ ξηρὸς μὲν ὁ τοιοῦτος καὶ ἀπέριττος ὢν συνετόν τινα ποιεῖ καὶ νηφάλιον, κάθυγρος δὲ ὢν τἀναντία ποιεῖ, νωθρὸν δηλον‐ ότι καὶ ὑπνώδη καὶ ῥάθυμον. καὶ πρόσχες, εἰ βούλει, τῷ
15σοφῷ Ἡρακλείτῳ· ξηροτέρη ψυχὴ σοφωτέρη. ἐπὶ γὰρ τῶν ὑγρῶν κατακλυζόμενον οἱονεὶ τὸ ψυχικὸν πνεῦμα, καθάπερ καὶ ἐπὶ τῶν γυναικῶν ἔστιν ἰδεῖν, ἐνεργεῖν ἀρίστως οὐ δύναται. κατὰ γὰρ τοῦτο καὶ τῆς τῶν ἀνδρῶν εὐφυΐας καὶ ἐξ ἡμισείας ἀπολείπεσθαι τὸ θῆλύ φησιν ὁ θειότατος Κύριλλος. καὶ οὕ‐
20τω μὲν ὁ λόγος περὶ τῶν κατὰ φύσιν ἐχόντων διέξεισιν. ἡνί‐ κα δὲ ξηρότερος ἑαυτοῦ καὶ πλέον τοῦ δέοντος ὁ ἐγκέφαλος
γένηται, παραπαίειν ἐξ ἀνάγκης ποιεῖ τὸν ἄνθρωπον. αἱ με‐219

220

γάλαι γὰρ δυσκρασίαι τὰς ἐνεργείας τῶν μορίων ἀμβλύνειν εἰώθασιν. ὅθεν ἡ ἀσιτία πολλάκις, ναὶ μὴν καὶ ἡ ἀγρυπνία, τὴν κατὰ φύσιν ἐπεκτείνουσα τοῦ ἐγκεφάλου ξηρότητα, ποι‐ εῖν εἴωθε τοιαῦτα συμπτώματα. κατὰ γὰρ τοῦτο καὶ ὑγρο‐
5τέρᾳ διαίτῃ κεχρῆσθαι τοὺς οὕτω διατεθέντας ἐπάναγκες· τὰ γὰρ διὰ ξηρότητα πάθη τῇ ὑγρότητι θεραπεύονται. ψυχρό‐ τερος δὲ πάλιν ἑαυτοῦ διά τινα νόσον γεγονὼς ὁ ἐγκέφαλος καὶ λήθην ἐπάγει καὶ μώρωσιν, κατὰ τοσοῦτον δὲ ὥστε καὶ τεχνῶν καὶ γραμμάτων καὶ τοῦ ὀνόματος πολλάκις αὐτοῦ με‐
10τὰ τὴν ὑγείαν ἐπιλελῆσθαι τὸν ἄνθρωπον. τρισὶ καὶ γὰρ ὑμέσι διῄρηται ὁ ἐγκέφαλος. καὶ ἡ μὲν ἡ ἐμπρόσθιος αὐτοῦ κοιλία ὄργανόν ἐστι τοῦ φανταστικοῦ, ἡ δὲ μέση κοιλία ὄρ‐ γανόν ἐστι τοῦ διανοητικοῦ καὶ ἡ ἑτέρα πάλιν τοῦ μνημονευ‐ τικοῦ. πρότερον μὲν γὰρ φανταζόμεθα τόδε τὸ πρᾶγμα·
15μετὰ ταῦτα διαλογιζόμεθα τὸ φαντασθέν, τί τε καὶ ποταπὸν αὐτὸ τὴν φύσιν ἐστίν· εἶθ’ οὕτως τῇ μνήμῃ τὸ τοιοῦτον ἐναποτίθεμεν. καὶ ταῦτα μὲν ἐπὶ τῶν ἐχόντων καλῶς τε καὶ ὑγιῶς· ἀλλ’ ἐπειδὰν ἓν ἐξ αὐτῶν πάθει τινὶ ὁπωσδή ποτε περιπέσῃ, τότε κατ’ ἐκεῖνο τὸ μέρος ἡ ψυχὴ καθαρῶς ἐνερ‐
20γεῖν οὐ δύναται. ταῦτα δέ, τέκνον, ὑποτίθημί σοι, ὅπως μὴ τοὺς τῶν ἀστέρων σχηματισμοὺς αἰτιάσει καθυποβάλλῃς,
εἴ γε φυσικοῖς τισὶ λόγοις τὰ τοιαῦτα γίνεσθαι εἴωθε.220

221

Ταῦτα μὲν ουν εἰ καὶ παρεκβατικώτερον εἴρηται, ἀλλὰ φιλομαθείας ἕνεκα πάντως τῆς σῆς. ἐφέσει καὶ γάρ, ὡς ὁρᾷς, τῇ σῇ χαριζόμενος, καὶ φιλοπόνως ταῦτα συνέλεξα καὶ φιλοτίμως τῷδε διείληφα τῷ συντάγματι.
5ΤΜΗΜΑ ΔΕΥΤΕΡΟΝ. Γεννᾷ τοίνυν ὁ Ἀδὰμ τὸν Κάϊν, τὸν Ἄβελ, τὸν Σήθ, θυ‐ γατέρας δὲ δύο, καθά φησι Γεώργιος, τὴν Ἀζούραν, ἣν ὁ Κάϊν ἔλαβεν εἰς γυναῖκα, καὶ τὴν Ἀσουάμ, ἣν ἔλαβεν ὁ Σήθ· ὁ γὰρ Ἄβελ φονευθεὶς παρὰ τοῦ Κάϊν διὰ φθόνον
10ἀπῆλθε παρθένος. ἐφθόνει δὲ τῷ Ἄβελ ὁ Κάϊν, ὅτι προσέ‐ σχε ταῖς αὐτοῦ θυσίαις ὁ θεὸς μᾶλλον ἢ ταῖς τοῦ Κάϊν. ἀπεστρέφετο δὲ παρὰ τοῦ Κάϊν τὰ προσαγόμενα οὐχ ὅτι καρποὶ ἦσαν ἀπὸ τῆς γῆς, καθά φησιν ὁ παράφρων Ἰουλια‐ νός, τὴν ζωοθυσίαν εὐμεθόδως εἰσάγων, ἀλλ’ ὅτι ἄχρηστα
15ἦσαν. προσέσχε λοιπὸν τοῖς τοῦ Ἄβελ· ἀπὸ τῶν πρωτοτο‐
κίων καὶ γὰρ ταῦτα, τουτέστι τῶν ἐξαιρέτων, ὡς ὁ χρυσορ‐221

222

ρήμων φησί. τὴν προαίρεσιν λοιπὸν καὶ ἀποδέχεται καὶ αὖ ἀποστρέφεται, οὐμενοῦν αὐτὰ τὰ προσαγόμενα. Ἀλλὰ πόθεν ὁ Κάϊν εἰς τοιαύτην ἦλθεν ἔννοιαν, ὥστε θυσίαν προσενεγκεῖν τῷ θεῷ; ἢ πάντως ἐκ τῆς ἐν τῷ συνει‐
5δότι αὐτοῦ γνώσεως, ὁ χρυσοῦς τὴν γλῶτταν φησί. καὶ πό‐ θεν ὁ Κάϊν ἐπέγνω ὅτι οὐ προσέσχε τοῖς αὐτοῦ δώροις ὁ θε‐ ός; ἀπὸ τοῦ μὴ κατελθεῖν ἄνωθεν πῦρ ἐπὶ ταῖς θυσίαις αὐ‐ τοῦ, καθάπερ ἐπὶ ταῖς τοῦ Ἄβελ γέγονεν· ἐπὶ γὰρ ταύταις κατῆλθε πῦρ καὶ ἠνάλωσεν αὐτάς, τὴν ἀποδοχὴν ἐντεῦθεν
10τοῦ θεοῦ παριστῶν. ἀλλὰ καὶ τοῦτο ζητοῦσιν ἐνταῦθα, διὰ τί κατ’ ἀρχὰς πῦρ μὲν ἐξ οὐρανοῦ κατήρχετο καὶ τὰς προσ‐ αγομένας τῷ θεῷ θυσίας ἐπεβόσκετο, νυνὶ δὲ τοῦτο οὐ γί‐ νεται. μὴ ταῖς τῶν ζώων θυσίαις ὁ θεὸς ἔχαιρεν; οὐχί· κατὰ γὰρ τὸν θειότατον Κύριλλον τύπος ἦν ἐκεῖνο τὸ πῦρ
15καὶ προεικόνισμα τοῦ παναγίου πνεύματος τοῦ κατιόντος μὲν ἀοράτως καὶ τὰς πνευματικὰς ἡμῶν θυσίας προσδεχομένου, καθὰ δὴ καὶ ἐπὶ τὸν Χριστὸν αὐτὸν κατῄει ἐν Ἰορδάνῃ τὸ πνεῦμα τὸ ἅγιον, οὐχ ὡς δεόμενον πνεύματος, ἀλλ’ ἵνα μά‐ θωμεν ὅτι καὶ ἐπὶ παντὶ βαπτιζομένῳ ἀοράτως τὸ πνεῦμα
20κάτεισι καὶ ἁγιάζει αὐτόν. εἰ δὲ καὶ νῦν, ἀγαπητέ, σημεῖα τοιαῦτα οὐχ ὁρᾷς, μὴ ἀπίστει· εἰ γὰρ καὶ ὄψεις ἐγένοντο
κατ’ ἀρχὰς αἰσθηταὶ διά γε τοὺς ἀνοητοτέρως ἐπικειμένους,222

223

ὡς ὁ χρυσορρήμων Ἰωάννης φησί, καὶ μηδεμίαν ἔννοιαν ἀσω‐ μάτου φύσεως δυναμένους λαβεῖν, ἀλλ’ ἡμῖν αἰσθητῶν ὄψε‐ ων οὐκ ἔστι χρεία λοιπὸν ἀντὶ πάντων ἀρκούσης τῆς πί‐ στεως· τὰ γὰρ σημεῖα, φησί, τοῖς ἀπίστοις, οὐ μὴν αὐ‐
5τοῖς τοῖς πιστεύουσι. Καὶ ὁ μὲν Κάϊν, ἀγαπητέ, μεῖζον ἥμαρτεν ἢ ὁ Ἀδάμ. καὶ δῆλον ἐκ τῆς γεγονυίας πρὸς αὐτοὺς κατάρας τοῦ θεοῦ. ἐπὶ μὲν γὰρ τοῦ Ἀδὰμ „ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις σοῦ·“ ἐπὶ δὲ τοῦ Κάϊν, ὀλεθρίου ὄντος τοῦ πλημμελήματος,
10αὐτὸς ὁ Κάϊν τὴν κατάραν ἐδέξατο. καὶ τούτου χάριν οὐδὲ ταχέως ἐπάγεται τούτῳ ὁ θάνατος, ἵνα καὶ τοῖς λοιποῖς δι‐ δάσκαλος γένηται. Πᾶς ὁ εὑρίσκων με ἀποκτενεῖ με. τοῦτο δὲ ἔλεγεν εἰς αὐτὴν ἀφορῶν τὴν πάρεσιν τῶν μελῶν. ἀλλὰ μὴ
15δέδιθι, ἔφη ὁ κύριος· ὁ γὰρ ἀποκτείνας σε ἑπτὰ ἐκδικούμε‐ να παραλύσει, τουτέστιν ἑπτὰ τιμωρίαις ἑαυτὸν ὑπεύθυνον καταστήσει. καὶ περὶ μὲν τούτων οὕτως· ὁ δὲ Γεώργιος οἰκτρῷ θανάτῳ τελευτῆσαι τὸν Κάϊν φησίν. ὁ δὲ ἱερὸς Με‐ θόδιος Πατάρων φησὶν ὅτι ὁ Λάμεχ φονεύσας τὸν Κάϊν κατ’
20ἄγνοιαν (τυφλὸς γὰρ ἦν) θανάτῳ παρέδωκεν. ὅπερ ἀπίθα‐ νον· τίς γὰρ εἶδεν ὅτι ὁ Κάϊν διετέλει ζῶν κατὰ τοὺς χρό‐
νους τοῦ Λάμεχ; ἄδηλον τοῦτο ἦν, ὅτι τῶν ἀπὸ τοῦ Κάϊν223

224

οὐκ ἀναγράφει Μωσῆς ὥσπερ δὴ τῶν ἀπὸ τοῦ Σήθ. ἄλλως τε καὶ σημεῖον τοῦ θεοῦ δόντος τῷ Κάϊν τοῦ μὴ ἀναιρεθῆ‐ ναι (σημεῖον δὲ νοητέον ἢ τὸν ὅρον αὐτὸν τοῦ θεοῦ ἢ τὸν τῶν μελῶν αὐτοῦ κλόνον) πῶς ἀνῃρέθη λοιπόν;
5 Εἰ δὲ ζητεῖς πῶς τὰ ἔτη τῶν ἀπὸ τοῦ Κάϊν οὐκ ἀνα‐ γράφει Μωσῆς, ὁ μέγας Κύριλλος ἐν τοῖς γλαφυροῖς αὐτοῦ διδάξει σε λέγων ὅτι οὐ κατ’ ἄγνοιαν τοῦ θεοῦ, ἀλλ’ ὅτι τῶν ἁμαρτωλῶν τὰ ἔτη καὶ ἁπλῶς καὶ τὴν ζωὴν αὐτῶν ἐν βίβλῳ ζώντων γεγραμμένην ἔχειν οὐ θέλει. καθὰ δὲ τῷ δια‐
10ληφθέντι πατρὶ τύπος ἦν ὁ Κάϊν καὶ ὁ Ἄβελ τοῦ πρωτοτό‐ κου λαοῦ τοῦ Χριστοῦ τε καὶ τῶν εἰς αὐτὸν πιστευσάντων. ὥσπερ γὰρ ὁ Κάϊν διὰ φθόνον καὶ τὸ τοῦ ἀδελφοῦ αἷμα ἐξέβη ἀπὸ προσώπου θεοῦ, ναὶ μὴν καὶ κατηράθη στένειν καὶ τρέμειν ἐπὶ τῆς γῆς περιπατῶν, οὕτως ἄρα καὶ ὁ Ἰου‐
15δαϊκὸς διὰ φθόνον καὶ τὸ τοῦ Χριστοῦ αἷμα ἐξέβη ἀπὸ προσ‐ ώπου τοῦ θεοῦ καὶ περιπατεῖ στένων καὶ τρέμων. Σημεῖον οὖν δέδωκε τῷ Κάϊν ὁ θεός, ὥστε μὴ φονευθῇ παρά τινος, ὡς ἐκεῖνος ὑπώπτευε· καὶ „ἔσται“ γάρ φησι, „πᾶς ὁ εὑρίσκων με ἀποκτενεῖ με.“ ὁ δὲ Ἰώσηπός φησιν
20ὅτι τὸν θεὸν ὁ Κάϊν ἱκέτευε, μήποτε θηρίοις ἀλώμενος πε‐224

225

ριπέσῃ καὶ τουτονὶ τὸν τρόπον ἀπόληται. εἰ δὲ ζητεῖς πόθεν ἔγνωκε τρόπον ὁ Κάϊν δι’ οὗ τῆς ζωῆς ταύτης ὑπεξαγάγῃ τὸν Ἄβελ, ἐπείπερ οὐκ εἶδεν ἕτερόν τινα παρά τινος ἀναι‐ ρούμενον, ὁ μέγας Ἀθανάσιος διδάξει σε λέγων ὅτι κατ’ ὄναρ
5ὑπέδειξεν ὁ διάβολος αὐτῷ τὸν τρόπον τῆς ἀναιρέσεως. Φθόνος μὲν οὖν, ὡς εἴρηται, τῇ τοῦ Κάϊν ἐγκαθιδρύ‐ σας ψυχῇ τὸν τοῦ Ἄβελ φόνον ἀπέτεκεν. τοιούτοις γὰρ πά‐ θεσιν αἱ τῶν ἀνθρώπων ψυχαὶ γεγόνασι κάτοχοι μετὰ τὴν τῆς ἀπαθείας ἐκείνην καὶ τελειότητος ἔκπτωσιν. ἀλλ’ ἔνιαι
10μὲν τῶν ψυχῶν κρείττους εὑρίσκονται τῶν τοιούτων παθῶν, ἔνιαι δὲ πάλιν ἀντιβαίνειν μὴ θέλουσαι καὶ ταῖς τυχούσαις ἀφορμαῖς καταβέβληνται. καὶ καθάπερ ἐπὶ τῶν σωμάτων ἔστιν ἰδεῖν (ἔνια μὲν γὰρ αὐτῶν εὐεξίας δι’ ὅλου μετέχου‐ σιν, ἐν οὐδενὶ τῶν ἐμπιπτόντων ἔξωθεν περιτρεπόμενα, ἔνια
15δὲ τοσοῦτόν εἰσιν ἀρρωστηματικὰ ταῖς ἐκ γενετῆς κατασκευ‐ αῖς ὥστε μὴ πρὸς οὐδὲν ἀντιπράττειν τῶν ἔξωθεν αἰτίων, ἀλλὰ κἂν θαλφθῇ βραχὺ κἂν ψυχθῇ, κἂν ἀγρυπνήσῃ κἂν κοιμηθῇ πλέον τοῦ δέοντος, εὐθέως νοσεῖ), οὕτω καὶ ἐπὶ τῶν ψυχῶν αὐτῶν διανοεῖσθαί σε ἄξιον.
20Μετὰ δὲ ταῦτα παραμυθούμενος τὸν Ἀδὰμ ὁ θεὸς τῇ
ἀπὸ τοῦ παραδείσου τε ἀδημονοῦντα ἐκπτώσει καὶ τῷ τοῦ225

226

Ἄβελ θανάτῳ, ἔδωκεν αὐτῷ τὸν ἐνάρετον Σήθ. κατὰ γὰρ τοῦτο καὶ ἡ Εὔα ἔλεγεν „ἐξανέστησέ μοι ὁ θεος σπέρμα ἕτε‐ ρον ἀντὶ τοῦ Ἄβελ ὃν ἀπέκτεινε Κάϊν.“ Γίνωσκε δὲ ὅτι πρὸς ταῖς ἄλλαις αἱρέσεσι καὶ τὴν λεγο‐
5μένην τῶν Καϊανιτῶν αἵρεσιν ὁ μέγας Ἐπιφάνιος ἔγραφεν. οὗτοι μὲν οὖν Κάϊν ἐτίμων ὡς δύναμίν τινα, ἔλεγον δὲ ὅτι τὸ καλὸν καὶ τὸ κακὸν μὴ κατὰ γνώμην εἶναι ἀνθρώποις ἀλ‐ λὰ κατὰ φύσιν. τιμῶσι δὲ καὶ τὸν Ἰούδαν· διὰ γὰρ τοῦ προδοῦναι τὸν κύριον ἔργον καλὸν ἤγουν τὴν ἡμῶν σωτηρίαν
10εἰργάσατο. καὶ βιβλίον δὲ παρ’ αὐτοῖς Ἀναβατιανὸν λεγόμε‐ νον, περιέχον ἃ εἶδεν ὁ Παῦλος καθ’ ὃν ἀνέβη καιρὸν εἰς τρίτον οὐρανόν. βιβλίον δὲ τὸ τοιοῦτόν ἐστι παρ’ αὐτοῖς, ὅτι οὐ προσέσχον τῷ μεγάλῳ Παύλῳ, ῥήματα μὲν ἀκοῦσαι λέγοντι κατ’ ἐκεῖνο καιροῦ, μὴ ἐξεῖναι δὲ ταῦτα γλώσσαις
15ἀνθρώπων λαλῆσαι. ὅτι δὲ τὰ ῥήματα ἐκεῖνα οὔτε ἐλαλή‐ θησαν οὔτε τινὶ μέχρι τοῦ νῦν ἐγνώσθησαν, καὶ ὁ θεολόγος Γρηγόριος ἐν τῷ περὶ θεολογίας λόγῳ αὐτοῦ δείκνυσιν οὕ‐ τως εἰπών „εἰ μὲν οὖν ἔκφορα γέγονεν ἃ τῷ Παύλῳ παρέ‐ σχεν ὁ τρίτος οὐρανὸς καὶ ἡ μέχρι ἐκείνου πρόοδος, τάχα ἂν
20περὶ θεοῦ πλέον ἔγνωμεν.“ ἀλλὰ καὶ ὁ χρυσορρήμων Ἰω‐
άννης ἐν ταῖς εἰς τὴν ἑξαήμερον αὐτοῦ ὁμιλίαις οὕτω φησίν226

227

„εἰ ὁ μέγας Παῦλος ὁ τῶν ἀρρήτων ἐκείνων ῥημάτων ἀκοῦσαι καταξιωθείς, ὧν μέχρι τῆς σήμερον οὐδεὶς ἄλλος ἤκουσε, γρά‐ φων ἔλεγεν ὑπωπιάζω μου τὸ σῶμα καὶ δουλαγωγῶ, τί ἂν εἴποιμεν ἡμεῖς;“ καὶ περὶ τούτων οὕτως.
5 Ὁ δὲ Ἀδὰμ μετὰ τὸ ἐκβληθῆναι τοῦ παραδείσου (τηνι‐ καῦτα γὰρ ἄρχεται ἡ χρονογραφία) ζήσας ἐννακόσια ἔτη πρὸς τοῖς τριάκοντα τελευτᾷ ἐν Ἰουδαίᾳ, κἀκεῖ τέθαπται. καὶ πῶς ἄκουε. ὁ μέγας Ἐπιφάνιος ἐν τοῖς Παναρίοις, ὡσαύ‐ τως καὶ ὁ μέγας Βασίλειος ἐν τῇ εἰς τὸν προφήτην Ἠσαΐαν
10ἑρμηνείᾳ λέγει ἄγραφον παράδοσιν περισώζεσθαι τῇ ἐκκλησίᾳ περὶ τοῦ Ἀδάμ, ὡς εὐθὺς μετὰ τὸ ἐκβληθῆναι τοῦ παραδεί‐ σου εἰς τὴν Ἰουδαίαν ἐλθεῖν χάριν παρηγορίας ὧν ἀπώλεσεν· αὕτη καὶ γὰρ γῆ πίων καλεῖται. ἐκεῖσε λοιπὸν ἐνδιατρίβει, ἐκεῖσε καὶ τέθαπται. θαῦμα μὲν οὖν ἐδόκει τοῖς ὁρῶσιν ἡ
15ἐκείνου κεφαλὴ τῆς σαρκὸς διαρρυείσης, ὅτι καὶ πρῶτον ἐκεῖ‐ νον Ἰουδαία νεκρὸν ἐδέξατο. ἐν τόπῳ λοιπόν τινι καταθέμε‐ νοι τὸ τοιοῦτον κρανίον, τόπον κρανίου τὸν τόπον ἐκεῖνον ὠνό‐ μασαν. ἐκεῖσε οὖν σταυροῦται ὁ κύριος, ἵνα διὰ ξύλου ζωώ‐ σῃ τὸν διὰ ξύλου σχόντα τὴν νέκρωσιν. φλυαροῦσι λοιπὸν
20οἱ Τατιανοὶ μὴ σωθῆναι τὸν Ἀδὰμ λέγοντες. περὶ μέντοι τοῦ ἐλθεῖν τὸν Ἀδὰμ ἐν γῇ τῇ Ἰουδαίᾳ κἀκεῖσε ταφῆναι δια‐
λαμβάνει ὁ Ἰώσηπος ἀπὸ Ἑβραϊκῆς ἱστορίας τοῦτο μαθών.227

228

Διαφωνοῦσι δὲ κατὰ τοὺς χρόνους οἱ τὰ τοιαῦτα συγ‐ γραφόμενοι. κατὰ γὰρ τοὺς ἑβδομήκοντα εὕρηνται ἐν ταῖς ἀπὸ τοῦ Ἀδὰμ μέχρι καὶ αὐτοῦ τοῦ Νῶε δέκα γενεαῖς ἔτη ͵βσμβʹ, κατὰ δὲ τὸ παρὰ Ἰουδαίοις Ἑβραϊκὸν ἐπὶ ταύταις
5ταῖς ιʹ γενεαῖς ἔτη ͵αχνϛʹ, κατὰ δὲ τὸ παρὰ Σαμαρείταις ἔτη ͵ατζʹ. λέγεται δὲ ὅτι ὁ ἐν τοῖς ἀστράσι τεταγμένος ἄγγελος, ὁ θειότατος δηλαδὴ Οὐριήλ, πρός γε τὸν Σὴθ καὶ τὸν Ἐνὼχ κατιὼν ἐδίδαξεν αὐτοὺς ὡρῶν μηνῶν τροπῶν καὶ ἐνιαυτῶν διαφοράς. κατὰ δὲ τὸν Γεώργιον πρῶτος ἐξεῦρεν ὁ Σὴθ γράμ‐
10ματα Ἑβραϊκὰ καὶ τὰ σημεῖα τοῦ οὐρανοῦ καὶ τὰς τροπὰς τῶν ἐνιαυτῶν καὶ τοὺς μῆνας καὶ τὰς ἑβδομάδας, καὶ τοῖς ἄστροις καὶ τοῖς πέντε πλανήταις ἐπέθηκεν ὀνόματα ὥστε γνωρίζεσθαι. Ὁ μέντοι Σὴθ ἔτη ζήσας ἐννακόσια δώδεκα τελευτᾷ,
15θεὸς εἶναι διὰ τὴν ἀρετὴν αὐτοῦ νομιζόμενος καὶ διὰ τὸ πρῶτος εὑρηκέναι τὰ Ἑβραϊκὰ γράμματα καὶ τὰς τῶν ἀστέ‐ ρων ὀνομασίας. οὗτος ὁ Σὴθ γεννᾷ τὸν Ἐνώς, θεὸν καὶ αὐ‐ τὸν διὰ τὴν ἀρετὴν αὐτοῦ νομιζόμενον. οὗτος ζήσας ἔτη ἐννακόσια πέντε τελευτᾷ. ἐγέννησε δὲ τὸν Καϊνᾶν. οὗτος
20ἔτη ζήσας ἐννακόσια δέκα τελευτᾷ. ἐγέννησε δὲ τὸν Μαλε‐ λεήλ. οὗτος ζήσας ωϙεʹ τελευτᾷ. ἐγέννησε δὲ τὸν Ἰάρεδ.
οὗτος ἔτη ζήσας ἐννακόσια ἑξήκοντα δύο τελευτᾷ. ἐγέννησε228

229

δὲ τὸν Ἐνώχ. οὗτος γεννᾷ τὸν Μαθουσάλα. ξήσας δὲ ἔτη τξεʹ οὐχ ηὑρίσκετο, διότι μετέθηκεν αὐτὸν ὁ θεός. Δὶς δέ φησιν ἡ γραφὴ ὅτι ἐγέννησεν Ἐνὼχ τὸν Μαθου‐ σάλα. ταύτῃ τοι καὶ ὁ χρυσορρήμων Ἰωάννης ἐπὶ τούτοις
5οὕτω διέξεισιν „οὐκ ἔστι γάμος ἐμποδὼν τοῖς εὐαρεστεῖν ἐθέ‐ λουσι τῷ θεῷ· διὰ γὰρ τοῦτο ἅπαξ καὶ δὶς ἡ θεία λέγει γραφὴ ὅτι μετὰ τὸ γεννῆσαι τὸν Μαθουσάλα εὐηρέστησεν Ἐνὼχ τῷ θεῷ,“ ἐφ’ ᾧ καὶ μετατίθεται. καὶ ὅρα δεσπότου ἀγαθότητα· εὑρὼν γὰρ ἄνδρα κατωρθωκότα τὴν ἀρετήν,
10οὐκ ἀπεστέρησεν αὐτὸν τῆς ἀξίας ἣν τῷ πρωτοπλάστῳ ἐχα‐ ρίσατο πρὸ τῆς παραβάσεως τῆς ἐντολῆς. ὅτι δὲ τοὺς θνη‐ τότητι διὰ τὴν ἁμαρτίαν πεσόντας παραμυθούμενος ὁ θεὸς τὸν Ἐνὼχ μετέθηκεν, ὁ μέγας Ἀθανάσιος ἐν τῷ εἰς τὴν ἀνά‐ ληψιν λόγῳ αὐτοῦ σαφῶς οὕτω διείληφε „θάνατος μὲν εἰσ‐
15ῆλθε διὰ τὴν παρακοήν. λύων δὲ ὅμως τὴν τῆς ἀπειλῆς ἀκμὴν ὁ θεὸς ἐλπίδα εὐθὺς ἀθανασίας ἀνατέλλει τῷ γένει, καὶ τὸν Ἐνὼχ ἐκ μέσου ἁρπάζει. κἀντεῦθεν τὴν θνητὴν φύ‐ σιν ἐδίδασκεν ὅρους ἀθανασίας ἐκδέχεσθαι, καὶ ἡ τοῦ δικαί‐ ου κατάστασις θανάτου στάσις ἐγένετο.“ ὁ δὲ Γεώργιός φη‐
20σιν ὅτι τοῦ Λάμεχ τοὺς ἀδελφοὺς αὐτοῦ, τοῦ Ἐνὼχ δηλα‐
δή, φονεύσαντος καὶ τὰς γυναῖκας αὐτῶν λαβόντος προσηύ‐229

230

ξατο μετατεθῆναι ὁ δίκαιος, ὡς μηκέτι τοιοῦτόν τι θεά‐ σηται. Ἔγνω δὲ Κάϊν τὴν γυναῖκα αὐτοῦ, καὶ συλλαβοῦσα ἔτε‐ κε τὸν Ἐνώς. τούτῳ τῷ Ἐνὼς γεννᾶται Γαϊδᾶν, Γαϊδᾶν δὲ
5γεννᾷ τὸν Μαλελεήλ, Μαλελεὴλ δὲ γεννᾷ τὸν Μαθουσάλα, καὶ Μαθουσάλα ἐγέννησε τὸν Λάμεχ. ἔλαβε δὲ ἑαυτῷ· ὁ Λάμεχ δύο γυναῖκας, Ἀδᾶ καὶ Σελᾶ, καὶ ἔφη πρὸς αὐτάς „ἀκούσατε τῆς φωνῆς μου, γυναῖκες Λάμεχ, ἐνωτίσασθέ μου τοὺς λόγους, ὅτι ἄνδρα ἀπέκτεινα εἰς τραῦμα ἐμοὶ καὶ
10νεανίσκον εἰς μώλωπα ἐμοί, ὅτι ἑπτάκις ἐκδεδίκηται ἐκ Κάϊν, ἐκ δὲ Λάμεχ ἑβδομηκοντάκις ἑπτά.“ καὶ ζητοῦσιν ἐνταῦθα διὰ τί ἐκ μὲν Κάϊν ἑπτάκις ἐκδεδίκηται, καὶ ταῦτα τὸν οἰ‐ κεῖον ἀδελφὸν ἔργον φόνου ποιήσαντος, ἐκ δὲ Λάμεχ ἑβδο‐ μηκοντάκις ἑπτά. καὶ λέγομεν ὅτι ὁ μὲν Κάϊν οὔπω ἔγνω
15ὁποῖόν ἐστιν ὁ φόνος κακόν, οὔπω εἶδε φονέα τιμωρούμενον, οὔπω εἶδε τὸν θεὸν ἐπ’ αὐτῷ ἀγανακτοῦντα· ἐφ ᾧ καὶ τι‐ μωρίας οὐ τοσοῦτον βαρείας μετέσχηκεν. ὁ δὲ Λάμεχ βα‐ ρύνεται τῇ κολάσει, ὅτι φονεὺς ἦν μετὰ τὸν νόμον καὶ τὸ κατάκριμα, ὅτι τοῦ Κάϊν ἑαυτὸν οὐκ ἐσωφρόνισεν ὑποδείγμα‐
20τι· ὅθεν καὶ βαρυτέραν ἐκείνου τὴν κόλασιν δέχεται. ἀλλ’ ὁ μὲν Κάϊν ἐπὶ τῷ φόνῳ συγγνώμης οὐκ ἔτυχεν, ὅτι καὶ παρὰ θεοῦ ἐλεγχόμενος κρύπτειν ἔσπευδε τὸ ἁμάρτημα· ὁ
δὲ Λάμεχ τῆς μιαιφονίας ἀπαλλάσσεται, ὅτι τὴν καθ’ ἑαυ‐230

231

τοῦ ψῆφον καὶ μόνος ἐξήνεγκεν, ὅτι μείζονος ἑαυτὸν ἔδειξε κολάσεως ἄξιον οὕτως εἰπών „ἐκ δὲ Λάμεχ ἑβδομηκοντάκις ἑπτά.“ Εἰ δὲ κἀκεῖνο πολυπραγμονεῖς, ἀγαπητέ, ὅπερ πρὸς
5Κάϊν εἶπεν ὁ θεός, ὅτι πᾶς ὁ ἀποκτείνας Κάϊν ἑπτὰ ἐκδι‐ κούμενα παραλύσει, ὁ χρυσορρήμων Ἰωάννης ἐν τῷ κατ’ Ἰου‐ δαίων ἕκτῳ λόγῳ διδάξει σε κατὰ ῥῆμα διεξιὼν οὑτωσί. „μὴ φοβοῦ, φησί· βιώσῃ βίον μακρόν· κἂν ἀνέλῃ σέ τις, πολ‐ λαῖς ἔσται τιμωρίαις ὑπεύθυνος. ὁ γὰρ ἑπτὰ ἀριθμὸς παρὰ
10τῇ γραφῇ ἀδιορίστου πλήθους ἐστὶ σημαντικός. ὁ ἀνελών σε, φησί, καὶ τῶν ἐπικειμένων σοι ἀπαλλάξει κολάσεων, αὐτὸς ἐφ’ ἑαυτὸν ἐπισπάσεται τὴν τιμωρίαν. καὶ δοκεῖ μὲν εἶναι βαρὺ τὸ λεγόμενον, πολλῆς δὲ ὅμως κηδεμονίας ἐστί. καὶ γὰρ τοὺς μετὰ ταῦτα σωφρονίσαι βουλόμενος τοιοῦτον ἐπενόησε κολά‐
15σεως τρόπον, ὃς ἀπαλλάξαι κἀκεῖνον τῆς τιμωρίας ἠδύνατο. εἰ μὲν γὰρ εὐθέως αὐτὸν ἀνεῖλεν, ἀπῆλθεν ἂν ἔχων τὴν ἁμαρτίαν, καὶ τοῖς μετὰ ταῦτα οὐκ ἂν ἐγένετο γνώριμος. νυ‐ νὶ ἀφεθεὶς πολὺν χρόνον ζῆσαι ἐν ἐκείνῳ τῷ τρόμῳ διδάσκα‐ λος τοῖς ἀπαντῶσι καθίστατο πᾶσι διὰ τῆς ὄψεως. ἀλλὰ τί
20δή ποτε τὴν ἁμαρτίαν ὁμολογήσας, καὶ εἰπὼν μείζονα συγ‐
γνώμης ἡμαρτηκέναι, οὐκ ἂν ἴσχυσεν ἀπονίψασθαι τὸ ἁμάρ‐231

232

τημα; καί τοί γε ὁ προφήτης φησί ‘λέγε σὺ τὰς ἀνομίας σου πρῶτος, ἵνα δικαιωθῇς.‘ ἀλλὰ διὰ τοῦτο κατεκρίθη, ὅτι οὐκ εἶπεν ὡς ὁ προφήτης ἐκέλευσε. τὸ γὰρ ζητούμενον τοῦτό ἐστιν, οὐ τὸ εἰπεῖν ἁπλῶς, ἀλλὰ τὸ πρῶτος εἰπεῖν, τὸ μὴ
5ἀναμεῖναι τὸν ἐλέγχοντα. οὗτος δὲ οὐκ εἶπε πρῶτος, ἀλλ’ ἀνέμεινεν ἐλεγχθῆναι παρὰ τοῦ θεοῦ, καὶ οὕτως εἶπε τὴν ἁμαρτίαν. ὅπερ οὐκ ἔστιν ἐξομολόγησις. τὸ γὰρ πρῶτος εἰ‐ πεῖν, ἐκεῖνο πάντως καὶ δικαιοῖ.“ Καὶ τὰ μὲν τοῦ Χρυσοστόμου τοιαῦτα, μετὰ δὲ τὸν
10Ἐνὼχ ὁ Μαθουσάλα, μετὰ δὲ τοῦτον ὁ Λάμεχ, ἐκ δὲ τού‐ του ὁ Νῶε. οὗτος γεννᾷ τρεῖς υἱούς, Σὴμ Χὰμ Ἰάφεθ. καὶ ἐγένετο ἡνίκα ἤρξαντο οἱ ἄνθρωποι πολλοὶ γενέσθαι ἐπὶ τῆς γῆς, θυγατέρες ἐγεννήθησαν αὐτοῖς. ἰδόντες δὲ οἱ υἱοὶ τοῦ θεοῦ τὰς θυγα‐
15τέρας τῶν ἀνθρώπων ὅτι καλαί εἰσιν, ἔλαβον ἑαυτοῖς γυναῖκας ἀπὸ πασῶν ὧν ἐξελέξαντο. καὶ εἶπε κύριος ὁ θεός „οὐ μὴ καταμείνῃ τὸ πνεῦ‐ μά μου ἐν τοῖς ἀνθρώποις τούτοις διὰ τὸ εἶναι αὐτοὺς σάρκας. ἔσονται δὲ αἱ ἡμέραι αὐτῶν
20ἑκατὸν εἴκοσι ἔτη. οἱ δὲ γίγαντες ἦσαν ἐπὶ τῆς γῆς ἐν ταῖς ἡμέραις ἐκείναις. τηνικαῦτα καὶ τὸν κατακλυσμὸν ἐπάγει ὁ θεός. ἡ δὲ αἰτία καὶ πάνυ σαφής.
καὶ ἄκουε πρὸ τῶν ἄλλων αὐτοῦ τοῦ Ἰωσήπου λέγοντος „ἑπτὰ232

233

γενεαῖς οἱ ἄνθρωποι διέμειναν θεὸν ἡγούμενοι δεσπότην καὶ πάντα πρὸς ἀρετὴν βλέποντες. μετὰ δὲ ταῦτα μεταβάλλονται πρὸς τὸ χεῖρον. πολλοὶ γὰρ ἄγγελοι θεοῦ γυναιξὶ συμμιγέντες ὑβριστὰς ἐγέννησαν παῖδας καὶ παντὸς ὑπερόπτας καλοῦ διὰ
5τὴν ἐπὶ τῇ δυνάμει πεποίθησιν. ὅθεν διανοεῖται ὁ θεὸς καὶ πᾶν ὅσον ἦν ἀνθρώπινον διαφθεῖραι σὺν αὐτοῖς, καὶ ποιῆ‐ σαι γένος ἕτερον πονηρίας καθαρόν, ἐπιτεμνόμενος καὶ αὐτὰ τὰ ἔτη ἅπερ πρότερον ἔζων.“ ἀλλὰ καὶ ὁ μέγας Κύριλλος λέγει ὅτι ἰδόντες οἱ υἱοὶ τοῦ θεοῦ, τουτέστιν οἱ ἀπὸ τοῦ Σὴθ
10καταγόμενοι (ἐκεῖνον γὰρ διὰ τὴν ἀρετὴν αὐτοῦ θεὸν ἔλεγον), τὰς θυγατέρας τῶν ἀνθρώπων ἤγουν τὰς ἀπὸ τοῦ Κάϊν, ὅτι καλαὶ τῷ εἴδει εἰσίν, ἔλαβον αὐτὰς εἰς γυναῖκας. ὅθεν καὶ ἐγεννῶντο οἱ γίγαντες, ἄνδρες δυσειδεῖς καὶ πᾶν εἴ τι κάκι‐ στον ὄντες, τοῦ θεοῦ παραχαράξαντος αὐτοὺς διὰ τὴν μυ‐
15σαρὰν αὐτῶν μῖξιν. ὅθεν καὶ κατακλύζει αὐτούς, καθὼς καὶ ὁ κορυφαῖος ἐνέφηνε Πέτρος ἐν τῇ καθολικῇ αὐτοῦ δευ‐ τέρᾳ ἐπιστολῇ οὕτως εἰπών „κατακλυσμὸν κόσμῳ ἀσεβῶν ἐπά‐ ξας.“ διὰ τί δὲ τοὺς ἕνα θεὸν προσκυνοῦντας ἀσεβεῖς ἐκά‐ λεσε; διότι τοσοῦτον ἐξεμάνησαν εἰς συνουσίας ὡς ἐπὶ εἴκοσι
20ἀνδράσι τὴν γυναῖκα περιφέρεσθαι. ἐκ τούτου γὰρ καὶ τοὺς υἱοὺς τοῦ θεοῦ, τοὺς ἐκ τοῦ Σὴθ δηλαδή, πρὸς μῖξιν εἵλκυ‐
σαν. υἱοὶ δὲ τοῦ θεοῦ λέγονται καὶ διὰ τὴν ἀρετὴν αὐ‐233

234

τῶν ὥσπερ υἱος πρωτότοκος ὁ Ἰσραήλ, καθὼς ὁ θεῖος ἔφη Ἐφραΐμ. καὶ ὁ χρυσοῦς δὲ τὴν γλῶτταν οὐκ ἄλλου τινὸς ἕνε‐ κα, τῆς δὲ τῶν γενῶν ἐπιμιξίας ἀνοιχθῆναι λέγει τὰς κατα‐ ράκτας τοῦ οὐρανοῦ. ὅτι δὲ διὰ φιληδονίαν καὶ τὴν μυσα‐
5ρὰν ἐκείνην μῖξιν, ὧν ἕνεκεν ἀσεβεῖς ἐκάλει τοὺς γίγαντας ὁ κορυφαῖος Πέτρος. ἐπήγαγε τὸν κατακλυσμὸν ὁ θεός, καὶ οὐ δι’ ἀθεΐαν ἢ ἄλλην κακίαν τινά, ὁ θειότατος Κύριλλος ἐν τῇ κατὰ Ἰουλιανοῦ βίβλῳ παρίστησι τοῦτο σαφέστατα λέγων „οἱ ἐξ Ἀδὰμ καὶ μέχρι τοῦ Νῶε γεγονότες ἄνθρωποι θεὸν ἕνα
10τὸν ἀληθινὸν τετιμήκασι, μετὰ δὲ την τοῦ πύργου κατασκευὴν καὶ τὴν τῶν γλωσσῶν διαφορὰν ἀσύμβατον καὶ αὐτὴν ἐσχή‐ κασι τὴν περὶ θεοῦ δόξαν· πανταχοῦ γὰρ διασκεδασθέντες καὶ τὴν πολύθεον πλάνην ἐσχήκασιν.“ ὅτι δὲ δι’ ἀσωτίαν ἀμ‐ φοτέρων τῶν μερῶν ὁ παγκόσμιος ἐκεῖνος γέγονε κατακλυ‐
15σμός, αὐτὸς ὁ θεὸς ἐδήλωσεν οὕτως εἰπών „οὐ μὴ καταμείνῃ τὸ πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις διὰ τὸ εἶναι αὐτοὺς σάρκας,“ ἤγουν διὰ τὸ ζῆν αὐτοὺς ἐμπαθῶς τε καὶ σαρκικῶς. οὕτω μὲν οὖν ὁ μέγας Παῦλος τοὺς ἐγκρατῶς ζῶντας ἀσάρκους καλεῖ, λέγων „ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκί.“ σάρκας μὲν οὖν,
20ὥσπερ δὴ καὶ ἀσεβεῖς, εἴωθε καλεῖν ἡ γραφὴ τοὺς βίον ἔχοντας ἄσωτον· ἀσέβεια γὰρ οὐ μόνον ἡ τῶν εἰδώλων
προσκύνησις, ἀλλὰ καὶ αὐτὸς ὁ ἀσελγὴς βίος καὶ ἄσωτος. καὶ234

235

τοῦτο δηλοῖ ὁ μακάριος Δαβὶδ λέγων „ἐγὼ εἶπα, ἐξαγορεύ‐ ω κατ’ ἐμοῦ τὴν ἀνομίαν μου τῷ κυρίῳ καὶ σὺ ἀφῆκας τὴν ἀσέβειαν τῆς καρδίας μου.“ μὴ γὰρ ἀλλόπιστος ἦν ὁ Δα‐ βίδ; μὴ τὸν θεὸν ἐξωμόσατο πάντως; οὐχί, ἀλλὰ τὴν ἐπι‐
5θυμίαν ἥτις ἔτεκε τὴν μοιχείαν, ἀσέβειαν ἐκεῖνος ἐκάλεσε. παγκόσμιον δὲ τὸν κατακλυσμὸν ἐκεῖνον ἐπήνεγκεν ὁ θεός, ὁτι καὶ πάντες ἐκεῖνοι καθάρσεως ἔχρῃζον. καὶ τοῦτο πα‐ ρίστησιν ἡ γραφὴ λέγουσα „καὶ εἶδε κύριος ὁ θεὸς τὴν γῆν, καὶ ἦν κατεφθαρμένη, ὅτι κατέφθειρε πᾶσα σὰρξ τὴν ὁδὸν
10αὐτῆς ἐπὶ τῆς γῆς.“ Πρόσεχε δέ, ἀγαπητέ. εἰ γὰρ οὐκ ἐφείσατο τότε τινὸς ὁ θεός, ἀλλὰ πάντας ἄρδην κατέκλυσε, μηδὲν ὠφεληθέντας ἐκ τοῦ λόγῳ μόνῳ σέβεσθαι τὸν θεόν, εὔδηλον πάντως ὡς οὐδὲ ἡμῶν ἐν ἐκείνῃ φείσεται τῇ ἡμέρᾳ, εἰ καὶ τὸ τῶν Χρι‐
15στιανῶν ἐπιφερόμεθα ὄνομα. ἐρεῖ γὰρ ἀληθῶς ὁ δεσπότης πάντων Χριστὸς καὶ ἡμῖν, ὅπερ εἶπε τοῖς Ἰουδαίοις, ἡνίκα καυχώμενοι ἔλεγον „ἡμεῖς ἐκ τοῦ πατρὸς ἡμῶν τοῦ Ἀβραάμ ἐσμεν.“ καθάπερ γὰρ ἐκείνοις ἔλεγεν „εἰ ἐκ τοῦ Ἀβραὰμ ἦτε, τὰ ἔργα ἂν ἐποιεῖτε τοῦ Ἀβραάμ,“ οὕτως ἐρεῖ καὶ
20ἡμῖν „εἰ Χριστιανοὺς ἑαυτοὺς εἴχετε, τὰ ἔργα ἂν ἐποιεῖτε τὰ τοῖς Χριστιανοῖς ἁρμόζοντα.“ μὴ οὖν ἐπὶ τούτοις ἀμφί‐
βαλλε· διὰ γὰρ τοῦ παγκοσμίου ἐκείνου κατακλυσμοῦ καὶ235

236

τοῦ ἐν Σοδόμοις ἐμπρησμοῦ σαφῶς ἔδειξεν ὁ θεὸς ὁποῖον ἀπαντᾷ τέλος τοῖς ἐν ἀσωτίᾳ τὸν βίον καταλύουσιν. Ὁ μέντοι Νῶε πεντακοσίων ἐτῶν γεγονὼς γεννᾷ τὸν Σήμ, τὸν Χάμ, τὸν Ἰάφεθ. ἐφ’ ᾧ καὶ ἄξιος θαυμασμῶν ὁ
5ἀνήρ, ὅτι τοσοῦτος παρίππευσε χρόνος, καὶ μίξεσι νομίμοις ὑποκύπτειν οὐκ ἤθελε. καὶ ὡς ὁ χρυσορρήμων φησίν, εἰ μὴ θεία τις ἦν οἰκονομία, ὥστε δι’ αὐτὸν αὖθις τὸ τῶν ἀνθρώ‐ πων συστῆσαι γένος, οὐκ ἂν οὐδ’ ὅλως σαρκικαῖς ἐπιθυμίαις ὑπέκυψε· κατὰ γὰρ τοῦτο καὶ τέλειον αὐτὸν ἐν τῇ γενεᾷ
10αὐτοῦ καλεῖ ὁ θεός, τῇ διεστραμμένῃ δηλαδή. ἀλλ’ ὅρα μα‐ κροθυμίαν τοῦ θεοῦ. οὐκ εὐθέως ἐπάγει τὸν κατακλυσμόν, ἀλλ’ ἔτη μὲν ἑκατὸν ἑτοιμάζει τὴν κιβωτόν, κἂν οἱ ἄφρονες τὸν Νῶε θελήματι θείῳ ὑπηρετούμενον ἐξεμυκτήριζον. ἀλ‐ λὰ καὶ συναγόμενα ὁρῶντες τὰ θηρία πάντα, καθά φησιν ὁ
15θεῖος Ἐφραΐμ, ἐλέφαντας μὲν ἀπὸ Ἰνδικῆς καὶ Περσίδος ἐρχόμενα, λέοντας καὶ παρδάλεις μετὰ προβάτων καὶ αἰ‐ γῶν μιγάδας, ἑρπετὰ καὶ πετεινὰ ἄνευ τινὸς διώκοντος ἐρχό‐ μενα καὶ κύκλῳ τῆς κιβωτοῦ αὐλιζόμενα, οὐδαμῶς κατε‐ νύγησαν. ἀλλὰ μὴ καὶ ἡμεῖς τοῦτο πάθοιμεν, γρηγοροῦν‐
20τες ἀεί. Πόθεν δὲ οἶδεν ὁ Νῶε τὰ καθαρὰ καὶ ἀκάθαρτα, μή‐
πω τῆς αὐτῶν διαιρέσεως παρὰ Μωσέως γεγονυίας, ὡς ὁ236

237

χρυσορρήμων φησίν; ἐκ τῆς ἐναποκειμένης αὐτῷ φυσικῆς γνώσεως, ἢ ἐκ τῆς δοθείσης αὐτῷ παρὰ θεοῦ σοφίας. ὡς καλὸν ἡ ἀρετή. αὕτη τὸν Ἐνὼχ μετέθηκεν, αὕτη τὸν Νῶε διεσώσατο. ὅρα γὰρ ὅτι πάντας ἐκείνους ἀπωλείᾳ παραδι‐
5δοὺς ὁ θεὸς πρὸς τὸν Νῶε ἔλεγεν „εἴσελθε σὺ καὶ πᾶς ὁ οἶ‐ κός σου εἰς τὴν κιβωτόν, ὅτι σε εἶδον δίκαιον ἐναντίον ἐμοῦ ἐν τῇ γενεᾷ ταύτῃ τῇ πονηρᾷ καὶ διεστραμμένῃ.“ ἀλλὰ και‐ ρὸν διδοὺς αὐτοῖς ἐμπρόθεσμον εἰς μετάνοιαν φησίν „ἔσονται δὲ αἱ ἡμέραι αὐτῶν ἔτη ρκʹ,“ εἰ καὶ ταῦτα πάντα οὐκ ἔζησαν
10διὰ τὴν κακίαν αὐτῶν· οἱ γὰρ μὴ φθάσαντες διὰ μέσου τῶν ἑκατὸν μετανοῆσαι οὐδὲ ἐν τοῖς εἴκοσι μετενόησαν ἄν. πρόσ‐ εχε δὲ ὅτι ποτὲ μὲν ἣν ὑπισχνεῖται δοῦναι ζωὴν ὑποτέμνει, ὡς ἐνταῦθα, ἐὰν μὴ μετανοήσωμεν, ποτὲ δὲ ἀπειλῶν ἀπολέ‐ σαι τοῦτο οὐ ποιεῖ μετανοησάντων ἡμῶν, ὡς ἐπὶ τῶν Νι‐
15νευιτῶν ἔστιν ἰδεῖν. Τὸ δὲ ὕδωρ ὑψώθη ἐπάνω τῶν ὀρέων ἐπὶ πήχεσι πεντε‐ καίδεκα, ἵνα τὰ τῆς θείας πληρωθῇ ἀποφάσεως. „ἐξαλείψω“ γάρ φησι „πᾶσαν τὴν ἐξανάστασιν ἣν ἐποίησα, ἀπὸ ἀνθρώπου ἕως κτήνους καὶ ἀπὸ ἑρπετῶν ἕως πετεινῶν ὑποκάτω τοῦ οὐρανοῦ.“
20εἰ μὴ γὰρ ὑψώθη τοσοῦτον, οὐκ ἂν τὸ τῶν πετεινῶν ἀπώλετο
γένος. ὅτι δὲ ὑπεράνω τῶν ὑψηλοτέρων ὀρέων ἐπήρθη τὸ ὕδωρ237

238

ἐπὶ τοῦ κατακλυσμοῦ, κἀντεῦθεν πιστοῦται. λίθους γάρ τι‐ νες ἐκ τῶν τοῦ Λιβάνου ἀκρωρειῶν εἰς οἰκοδομὰς μετακομί‐ ζοντες διεβεβαιοῦντο ὡς εὗρον ἐν τοῖς κοιλώμασι τοῦ Λιβά‐ νου ἰχθύας τεταριχευμένους καὶ τῇ ἰλύϊ πεπηγότας, καθά φη‐
5σι καὶ Ἰώσηπος. Μετὰ δὲ τὴν τοῦ κατακλυσμοῦ παῦλαν θυσίαν ὁ Νῶε τῷ θεῷ ἀνήνεγκε. τίνος ἕνεκεν; ἵνα τοῖς ἐσομένοις ἐν ἀσθε‐ νείᾳ συγγνώμονά τε καὶ γαληνὸν προσαπεργάσηται τὸν θεόν, ὡς ὁ μέγας διέξεισι Κύριλλος, ἵνα μὴ πάλιν μία κατὰ πάν‐
10των ἐλεύσεται ψῆφος, δευτέρῳ κατακλυσμῷ τὸ ἀνθρώπινον ὑποτιθεῖσα γένος. ἐφ’ ᾧ καὶ εἶπε πρὸς αὐτὸν ὁ θεός „δια‐ νοηθεὶς οὐκέτι προσθήσω τοῦ καταράσασθαι τὴν γῆν διὰ τὰ ἔργα τῶν ἀνθρώπων, ὅτι ἔγκειται ἡ διάνοια τοῦ ἀνθρώπου ἐπὶ πονηρὰ ἐκ νεότητος.“ τούτου χάριν, ὡς εἴρηται, θυσίαν
15ἀνήνεγκε τῷ θεῷ. κατὰ γὰρ τοῦτο καὶ ἑπτὰ ἑπτὰ ἐκέλευσεν ὁ θεὸς ἀπὸ τῶν καθαρῶν εἰσαχθῆναι ἐν τῇ κιβωτῷ, δύο δύο δὲ ἀπὸ τῶν ἀκαθάρτων. ἐπειδὴ γὰρ ἔμελλε συγχωρεῖν τοῖς ἀνθρώποις μεταλαβεῖν κρεῶν, ἔμελλον δὲ καὶ θυίας προσ‐ φέρειν αὐτῷ τῆς εὐσεβείας οἱ τρόφιμοι, πλείονα τὰ καθαρὰ
20φυλαχθῆναι προσέταξε, τὰς μὲν τρεῖς συζυγίας εἰς τὴν αὔ‐ ξησιν τοῦ γένους, τὸ δὲ περιττὸν ἓν εἰς θυσίαν. ὃ δὴ καὶ
πεποίηκε μετὰ τὸν κατακλυσμόν, ἀπὸ πάντων τῶν καθαρῶν238

239

προσαγαγὼν τῷ θεῷ, ὡς εἶναι δῆλον ὅτι γε τούτου χάριν ἀνὰ ἑπτὰ προσέταξεν ἐξ ἑκάστου γένους τῶν καθαρῶν ἐν τῇ κιβωτῷ εἰσαχθῆναι, ἵνα τὸ ἓν ζῶον ἐξ ἑκάστου γένους ὁ Νῶε προσφέρων μὴ διαφθείρῃ τὰς συζυγίας. τοσοῦτον δὲ
5τὴν τοῦ Νῶε προαίρεσιν ἐπὶ τῇ προσαγωγῇ τῆς θυσίας ἀπε‐ δέξατο ὁ θεὸς ὡς καὶ τὴν γραφὴν οὕτως εἰπεῖν „καὶ ὠσφράν‐ θη κύριος ὀσμὴν εὐωδίας.“ μετὰ γνώμης λοιπὸν ὑγιοῦς καὶ ἡμᾶς τὸ πᾶν ἐργάζεσθαι χρή. εἰ δὲ μή, κἂν ὁτιοῦν προσά‐ ξωμεν, ἀποστραφήσεται αὐτὸ ὁ θεός. ὅρα γὰρ ὅτι καὶ ἐν‐
10ταῦθα ἡ τοῦ δικαίου ἀρετὴ τὸν καπνὸν καὶ τὴν κνίσσαν ὀσμὴν εὐωδίας εἰργάσατο. ἀλλ’ ἐπὶ τῶν Ἰουδαίων ἡ τῶν προσ‐ αγόντων πονηρία τὸ θυμίαμα τὸ εὐῶδες βδέλυγμα ὀφθῆναι παρεσκεύασεν. Ὁ μὲν οὖν Ἰώσηπος καὶ κατ’ αὐτὸν τὸν κόρακα τὸν ἀπο‐
15λυθέντα παρὰ τοῦ Νῶε τοῦ ἰδεῖν εἰ τὸ ὕδωρ ἐκόπασεν, ἐναντιούμενος φαίνεται τῇ τοῦ Μωσέως ἱστορίᾳ. ὑποστρέψαι καὶ γὰρ πρὸς τὴν κιβωτὸν λέγει τὸν κόρακα, ὡς ἐπὶ πάσῃ τῇ γῇ τοῦ ὕδατος ἔτι λιμνάζοντος. ὁ δὲ Μωσῆς περὶ τού‐ των οὕτω φησίν „καὶ οὐχ ὑπέστρεψεν ὁ κόραξ ἕως οὗ ἐξη‐
20ράνθη ἡ γῆ.“ κατὰ γὰρ τοῦτο καὶ περιστερὰν ἀπέστειλεν ὕστερον, ἅτε δὴ παλινοστῆσαι τοῦ κόρακος πρὸς αὐτὸν μὴ θε‐ λήσαντος. ἀλλὰ καὶ ἱστορικοὺς εἰσάγει τινὰς ὁ Ἰώσηπος, περί
τι λέγοντας ὄρος τῆς Ἀρμενίας ὑψηλότατον ἐν τῷ τοῦ κατα‐239

240

κλυσμοῦ πεφευγέναι καιρῷ τῶν ἀνθρώπων τινάς, κἀκεῖσε σω‐ τηρίας διὰ τὸ ὕψος τυχεῖν. ἀλλ’ ἐξω βάλλουσιν ἐκεῖνοι τοῦ σκοποῦ, καὶ τῆς εὐθείας πόρρω που φέρονται. εἰ γὰρ ὑψώ‐ θη τότε τὸ ὕδωρ ἐπάνω τῶν ὑψηλοτάτων ὀρέων ἐπὶ πήχεσι
5πεντεκαίδεκα, καθὰ Μωσῆς ἱστορεῖ, οὐκ ἂν ὁτιοῦν ὑπελεί‐ φθη τηνικαῦτα ὄρος, ὡς οἶμαι, τοὺς ἐν αὐτῷ πεφευγότας ἰσχῦον ἀβλαβεῖς διασώσασθαι. Ἡ μέντοι κιβωτὸς τριακοσίων μὲν πηχέων τὸ μῆκος ἦν, πεντήκοντα δὲ τὸ πλάτος, τὸ ὕψος τριάκοντα. πῆχυν δὲ
10ἀκούων μὴ τοιαύτην εἶναι νόμιζε ὁποία τίς ἐστι παρ’ ἡμῖν, ἀλλὰ γεωμετρικήν. ὁ γὰρ Μωσῆς γεωμέτρης ἐξ Αἰγύπτου ὢν τοιαύτην ἔφη πῆχυν ἐπὶ τῆς κιβωτοῦ, ἥτις ὀργυιὰν με‐ γίστην ποιεῖ. πρῶτοι γὰρ Αἰγύπτιοι, καθά φησι Κύριλλος, τὴν γνωμετρίαν εὗρον ἐκ τοῦ ἀπλέτου τῆς γῆς καὶ τῆς διαι‐
15ρέσεως. ἡ δὲ τῶν φαινομένων θεωρία παρ’ Ἕλλησιν ἐτελειώ‐ θη, τῶν πρώτων τηρήσεων ἐν Βαβυλῶνι γενομένων. τὸ δὲ περὶ τοὺς ἀριθμοὺς ἀπὸ τῶν ἐμπόρων Φοινίκων ἤρξατο. καὶ περὶ μὲν τούτων οὕτως. Μετὰ δὲ πεντακόσια τριάκοντα καὶ ἓξ ἔτη τοῦ κατακλυ‐
20σμοῦ ἡ τοῦ πύργου γέγονεν οἰκοδόμησις, ματαιοπονησάντων
ἐπὶ ταύτῃ τῶν ἀνθρώπων ἐκείνων ἐν ἔτεσι τεσσαράκοντα.240

241

„καὶ εἶπε“ γάρ φησιν „ἄνθρωπος τῷ πλησίον αὐτοῦ δεῦτε καὶ πλινθεύσωμεν πλίνθους, καὶ ὀπτήσωμεν αὐτὰς πυρί, καὶ οἰκοδομήσωμεν ἑαυτοῖς πόλιν καὶ πύργον, οὗ ἔσται ἡ κεφαλὴ ἕως τοῦ οὐρανοῦ.“ διὰ τί δὲ καὶ τίνος ἕνεκεν τοῦτο; ἵνα
5κατακλυσμὸς εἰ γένηται δεύτερος, ἐπὶ τὴν αὐτοῦ κορυφὴν ἀναδράμωσι, κἀντεῦθεν τὸν ἐξ ὕδατος ὄλεθρον φεύξωνται. ταύ‐ τῃ τοι καὶ τὴν ματαιοπονίαν αὐτῶν ἐκώλυσεν ὁ θεὸς διὰ τῆς συγχύσεως τῶν γλωσσῶν. καὶ ἄκουε τῆς γραφῆς οὕτω λεγούσης „καὶ εἶπε κύριος ‘ἰδοὺ γένος ἓν καὶ χεῖλος ἓν πάντων. δεῦτε καὶ
10καταβάντες συγχέωμεν ἐκεῖ τὴν γλῶσσαν, ἵνα μὴ ἀκούσωσιν ἕκαστος τῆς φωνῆς τοῦ πλησίον.‘ καὶ διέσπειρεν αὐτοὺς κύριος ὁ θεὸς ἐκεῖθεν ἐπὶ πρόσωπον πάσης τῆς γῆς.“ τηνικαῦτα καὶ μέροπες καλοῦνται ἀπὸ τοῦ μερισμοῦ τῆς φωνῆς καὶ τῆς γῆς. ὁ δὲ παράφρων Ἰουλιανὸς καὶ τοῦτο πρὸς τοῖς ἄλλοις ἔλεγεν,
15ὅτι θεωρῶν αὐτοὺς ὑψουμένους διὰ τοῦ πύργου, καὶ οὐ μι‐ κρῶς ἐπὶ τούτῳ πτοηθείς, εὐμεθόδως αὐτοῖς κωλύει τὴν ἄνο‐ δον διὰ τῆς συγχύσεως τῶν γλωσσῶν. Ὁ μέντοι πύργος ἐκτίζετο οʹ καὶ βʹ τοῦ κτίσματος ἀρχη‐ γῶν ὄντων. κατὰ τούτους λοιπὸν καὶ ἡ διαίρεσις τῶν γλωσ‐
20σῶν γέγονε, χείλους ὄντος ἑνὸς καὶ φωνῆς ἐπὶ πᾶσι μιᾶς, ὡς ἄνωθεν εἴρηται. μόνος δὲ ὁ Ἕβερ μὴ συγκατατεθεὶς τῇ μα‐ ταιοπονίᾳ τῶν λοιπῶν ἐν τῇ ἰδίᾳ γλώσσῃ ἔμεινεν. ἀρχῆθεν
λοιπὸν ἡ Ἑβραῒς φωνή. ὅτι δὲ τῇ Ἑβραίων γλώσσῃ ἐχρῶν‐241

242

το οἱ ἀπὸ τοῦ Ἀδάμ, δῆλον μὲν καὶ ἀπὸ τοῦ καὶ τοὺς ἀμ‐ φὶ τὸν Ἀβραὰμ τῇ τοιαύτῃ χρᾶσθαι διαλέκτῳ, δῆλον δὲ καὶ ἀπὸ τοῦ τὸν δεύτερον Ἀδὰμ Χριστὸν τὸν θεὸν ἡμῶν τῇ Ἑβραίων χρᾶσθαι φωνῇ. καὶ δηλοῦσι μὲν τοῦτο καὶ τὰ ἐν
5τῷ σταυρῷ, οὐχ ἧττον δὲ κἀκεῖνα ἐν οἷς ἔλεγεν „ἐφαθά,“ τουτέστι διανοίχθητι, καὶ πάλιν ἀλλαχοῦ „ταλιθὰ κοῦμι,“ τουτέστι σοὶ λέγω τῷ κορασίῳ. πρὸς τούτοις δὲ καὶ ὁ μέ‐ γας Ἐπιφάνιος περὶ τούτων οὕτω φησί „μετὰ τὸν κατακλυ‐ σμὸν ὁ πύργος, εἶτα ὁ Ἕβερ ὁ τῶν Ἑβραίων πρόγονος, ὃν
10λέγουσι μὴ βουληθέντα κοινωνῆσαι τοῖς τὸν πύργον οἰκοδο‐ μοῦσι μεῖναι ἐν τῇ ἰδίᾳ γλώττῃ. τούτου ἔκγονος ὁ Ἀβραάμ, ὅθεν καὶ ἡ Ἑβραία γλῶττα.“ τὰ αὐτὰ δὲ τούτοις καὶ Ἰώ‐ σηπός φησι. καὶ οὗτοι μὲν οὕτως, ὁ δὲ Θεοδώρητος τῇ Σύ‐ ρᾳ γλώττῃ τοὺς ἐξ Ἀδὰμ χρᾶσθαι φησίν.
15 Ἰστέον δὲ ὅτι ὁ τοῦ Χὰμ υἱὸς Χαναὰν ἰδὼν τὴν πρὸς τὸν Λίβανον γῆν ὅτι ἀγαθή ἐστι, μετὰ τὴν πρὸς αὐτοὺς κλη‐ ροδοσίαν, καὶ κρείττων τῆς ἑαυτοῦ γῆς, τυραννικῶς καθήρ‐ παξεν αὐτήν, καὶ τοὺς ἐκ τοῦ Σὴμ κληρονόμους ἐκεῖθεν ἐξή‐ λασε. καὶ οὕτω πᾶσα ἡ γῆ τῆς ἐπαγγελίας τοῦ Χαναὰν
20προσηγορεύθη. καὶ Ἰώσηπος δέ φησιν ὅτε Χαναὰν τέταρτος ὢν τοῦ Χὰμ παῖς, τὴν Ἰουδαίαν καλουμένην οἰκήσας Χα‐ ναὰν ἀφ’ ἑαυτοῦ προσηγόρευσεν.
Ὁ δὲ Σὴμ γεννᾷ τὸν Ἀρφαξᾶ, Ἀρφαξᾶ δὲ τὸν Καϊνᾶν.242

243

οὗτος δὲ ὁ Καϊνᾶς, ὥς φησι Γεώργιος, συνεγράψατο τὴν ἀστρονομίαν, εὑρηκὼς τὴν παρὰ τοῦ Σὴθ καὶ τῶν αὐτοῦ τέκνων ἐκτεθεῖσαν ὀνομασίαν τῶν ἀστέρων ἐν πλακὶ λιθίνῃ γεγραμμένην. οἱ γὰρ τοῦ Σὴθ ἔγγονοι προμυηθέντες ἄνωθεν
5τὴν μέλλουσαν γενέσθαι φθορὰν τῶν ἀνθρώπων διά τε πυ‐ ρὸς καὶ ὕδατος καὶ ποιήσαντες δύο στήλας, μίαν μὲν λιθίνην ἑτέραν δὲ πλινθίνην, ἔγραψαν τὰ ἐκ τοῦ πάππου αὐτῶν Σὴθ ἐκτεθέντα οὐράνια πάντα, λογισάμενοι ὅτι εἰ μὲν δι ὕδατος ὁ κόσμος φθαρῇ, ἡ λιθίνη στήλη μενεῖ καὶ τὰ ἐν αὐτῇ γεγραμ‐
10μένα (ἥτις στήλη μετὰ τὸν κατακλυσμὸν εἰς τὸ Σίδιρον ὄρος ἔμεινε, καὶ ἔστιν ἕως ἄρτι, ὥς φησιν Ἰώσηπος), εἰ δὲ διὰ πυρὸς γένηται ἡ φθορά, μενει ἂν ἡ πλινθίνη. Ἀνεφάνη δὲ ἐκ τῆς τοῦ Σὴμ φυλῆς ἕτερος γιγαντογενὴς τοὔνομα Κρόνος. οὗτος πάνυ γενόμενος δυνατὸς καὶ πολλοὺς
15ὑποτάξας, πρῶτος κατέδειξε τὸ βασιλεύειν καὶ τῶν ἄλλων κρατεῖν, καὶ βασιλεύσας πρῶτος Ἀσσυρίων ἔτη νϛʹ ὑπέταξε πᾶσαν τὴν γῆν Περσίδος. μετὰ δὲ Κρόνον ἐβασίλευσε Νῖ‐ νος ἔτη νβʹ, ὅς γε τὴν οἰκείαν μητέρα Σεμίραμιν λαβὼν εἰς γυναῖκα, νόμος ἐγένετο Πέρσαις λαμβάνειν τὰς ἑαυτῶν μητέ‐
20ρας καὶ ἀδελφάς. ἐξ οὗ γένους ἐγένετο καὶ Ζωρόαστρος ὁ
περιβόητος Περσῶν ἀστρονόμος, ὃς εἶπε τοῖς Πέρσαις, „ἐὰν243

244

καύσῃ με τὸ οὐράνιον πῦρ,“ (τοῦτο γὰρ καὶ ηὔχετο) „λάβε‐ τε ἐκ τῶν ὀστέων μου, καὶ φυλάσσετε εἰς σύστασιν τῆς βα‐ σιλείας ὑμῶν.“ ὃ δὴ καὶ γέγονεν. ἐν δὲ ταῖς ἱστορίαις αἷς ἐχρήσατο κατὰ Ἰουλιανοῦ ὁ θεολόγος μέγας Γρηγόριος καὶ
5τάδε φησί. τὴν ἀστρονομίαν λέγονται πρῶτον εὑρηκέναι Βα‐ βυλώνιοι διὰ Ζωροάστρου, δεύτερον δὲ ἐδέξαντο οἱ Αἰγύπτιοι. τὴν δὲ μαγείαν εὗρον Μῆδοι, εἶτα Πέρσαι. διαφέρει δὲ μαγεία γοητείας. καὶ ἡ μὲν μαγεία ἐπίκλησίς ἐστιν, ὥς φα‐ σι, δαιμόνων ἀγαθοποιῶν πρὸς ἀγαθοῦ τινὸς σύστασιν· γοη‐
10τεία δέ ἐστι δαιμόνων κακοποιῶν περὶ τοὺς τάφους εἱλουμέ‐ νων ἐπὶ κακοῦ τινὸς σύστασιν. γοητεία δὲ ἤκουσεν ἀπὸ τῶν γοῶν καὶ τῶν θρήνων τῶν ἐν τοῖς τάφοις γινομένων, μαγεία δὲ ἀπὸ Μαγουσαίων ἤτοι Περσῶν, ὅθεν ἔσχε καὶ τὴν ἀρ‐ χήν· Μαγὼς ἐγχωρίως οἱ Πέρσαι λέγονται. ὁ μέντοι μέ‐
15γας Κύριλλος ἐν τοῖς κατὰ Ἰουλιανοῦ καὶ τάδε γράφων εὕ‐ ρηται, ὅτι μετὰ ἐννακόσια ἔτη τοῦ κατακλυσμοῦ τῶν Ἀσσυ‐ ρίων ἐβασίλευσεν Ἄρβυλος πρῶτος ἐν ἀνθρώποις. οὗτος ἔσχε πρῶτος εἰς ἑαυτὸν τὸ τῆς θεότητος ὄνομα. ἀλλὰ καὶ Νῖνος ὁ ἐκείνου παῖς πρῶτος Ἀσσυρίων ἐπιφανῶς βασιλεῦσαι λέγε‐
20ται, οὗ ἐπώνυμος ἡ Νινευή, ἧς τὰ τείχη Σεμίραμις μεγαλο‐ φυῶς ἐσκευάσατο.
Μετὰ δὲ τὴν πυργοποιίαν, ὡς εἴρηται, διασκεδασθέντες244

245

ἔνθεν κἀκεῖθεν οἱ ἄνθρωποι πρὸς ἀτόπους πράξεις ἐξεκυλί‐ σθησαν, καὶ τελευταῖον πρὸς εἰδωλομανίαν ἀπεπλανήθησαν, ὑπὸ τῶν δαιμόνων αὐτῶν ἀπατηθέντες τουτονὶ τὸν τρόπον οἱ δείλαιοι. ὁ γὰρ ἀπὸ τοῦ Νῶε ὄγδοος Σεροὺχ τὰ τῶν ἀγαλ‐
5μάτων ἀρχῆθεν εὕρατο· λέγεται γὰρ οὗτος τοὺς ἔργον οἷον δήποτε λαμπρὸν ἐπιδειξαμένους ἀνδριᾶσι καὶ στήλαις τιμῆ‐ σαι. οἱ δὲ μετὰ ταῦτα τὴν τῶν προγόνων ἀγνοήσαντες γνώ‐ μην, καὶ ὅτι μνήμης ἕνεκα τοὺς ἀνδριάντας ἔστησαν, κατὰ μικρὸν πλανώμενοι τῇ τοῦ ἀρχεκάκου συνεργείᾳ, ὡς ἀθανά‐
10τοις θεοῖς τοῖς ὁμοιοπαθέσι καὶ φθαρτοῖς ἀνθρώποις προσε‐ τέθησαν καὶ θυσίας αὐτοῖς ἐπενόησαν, τῶν δαιμόνων τοῖς ξοάνοις ἐνοικησάντων. ἐντεῦθεν ἄλλοις καὶ ἄλλοις θεοῖς τὸ τῶν ἀνθρώπων γένος ἐλάτρευσεν. Αἰγύπτιοι δὲ μᾶλλον τῶν ἄλλων εἰς ἀθεΐαν ἐξώκειλαν· αἰλούρους γὰρ καὶ πιθήκους ἐσε‐
15βάσθησαν, τράγους τε ὁμοίως καὶ βόας καὶ κροκοδείλους. πλεὸν δὲ τῶν ἄλλων τὸν Ἆπιν ἐσεβάζοντο, βοῦν ὄντα πολύχρουν αὐτόν. ἡνίκα γὰρ ἐγεννήθη τοιοῦτος βοῦς παρ’ αὐτοῖς παρὰ τῇ γλώττῃ φέρων καὶ τῇ κέρκῳ σήμαντρα, ὡσαύτως παρὰ τῷ μετώπῳ σελήνης ὥσπερ διχότομον μίμημα, ἐχόρευον φαι‐
20δρῶς καὶ ἐπανηγύριζον ἅτε θεοῦ καινοπρεποῦς αὐτοῖς ἐνδη‐ μήσαντος. καὶ περὶ μὲν τούτων οὕτως.
Ὄγδοος δὲ ἀπὸ τοῦ Νῶε λέγεται εἶναι ὁ Σερούχ· ὁ γὰρ245

246

Καϊνᾶν γεννᾷ τὸν Σαλᾶ, ὁ Σαλᾶ τὸν Ἕβερ, ὁ Ἕβερ τὸν Φαλέκ, ὁ Φαλὲκ τὸν Ῥαγαῦ, ὁ Ῥαγαῦ τὸν Σερούχ. οὗτος δὲ ὁ Σεροὺχ γεννᾷ τὸν Ναχώρ, ὁ Ναχὼρ τὸν Θάρα, καὶ ὁ Θάρα τὸν θεσπέσιον Ἀβραάμ. ὁ Ἀβραὰμ γεννᾷ τὸν Ἰσαάκ,
5ὁ Ἰσαὰκ τὸν Ἰακώβ, καὶ ὁ Ἰακὼβ τοὺς δώδεκα πατριάρχας, Ῥουβεὶμ Συμεὼν Λευὶ Ἰούδαν καὶ τοὺς λοιπούς, ἀφ’ ὧν αἱ δώδεκα φυλαὶ τοῦ Ἰσραήλ. καὶ τηνικαῦτα μὲν περὶ τοῦ Ἀβραὰμ οὕτως φησὶν Ἰώσηπος, ὅτι κατελθὼν εἰς Αἴγυπτον ἀριθμητι‐ κὴν αὐτοῖς ἐχαρίσατο καὶ τὰ περὶ ἀστρονομίας αὐτοῖς παρέ‐
10δωκε· πρὸ γὰρ τοῦ Ἀβραὰμ τῆς ἐκεῖσε παρουσίας τῶν τοι‐ ούτων ἀμαθῶς εἶχον Αἰγύπτιοι. ἀπὸ Χαλδαίων οὖν ταῦτα καταπεφοίτηκεν εἰς Αἴγυπτον, κἀκεῖθεν εἰς Ἕλληνας. ὁ δὲ Γεώργιος περὶ τούτου καὶ τάδε. ὁ Ἀβραὰμ ἐτῶν ιδʹ ὢν θεογνωσίας ἤρξατο, καὶ πρῶτος τὸν θεὸν δημιουργὸν ἀνεκή‐
15ρυξεν. ὁρῶν γὰρ οὐρανὸν ποτὲ μὲν λαμπρὸν ποτὲ δὲ ζοφώ‐ δη, καθ’ ἑαυτὸν ἔλεγεν „εἰ καὶ τιμῶσιν αὐτὸν ἕτεροι, ἀλλ’ οὐκ ἔστι θεός.“ ὁμοίως ἔλεγε τοῦτο κἀπὶ τῷ ἡλίῳ, τῇ σε‐ λήνῃ καὶ τοῖς λοιποῖς ἀστράσι· καὶ γὰρ ἀστρονόμος ἄκρος ἦν. ἐφ’ ᾧ τοιοῦτον ἰδὼν ὁ θεὸς ἐκάλεσεν. ἀλλὰ καὶ ἐπὶ
20Ἀβιμέλεχ φησὶ κατελθεῖν αὐτὸν εἰς Αἴγυπτον διὰ τὸν λιμόν, καὶ τοὺς ἐκεῖσε τότε καταισχῦναι σοφοὺς καὶ εἱμαρμένην δο‐ ξάζοντας. μετὰ γὰρ τὴν θεογνωσίαν οὐκέτι προσέχειν ἀστρά‐
σιν ἤθελε, καὶ ἦν ἰδεῖν ἐπ’ αὐτῷ πεπληρωμένον τὸ τοῦ ἀπο‐246

247

στόλου ῥητὸν τὸ λέγον „τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται·“ τὸν γὰρ ποιη‐ τὴν θεὸν ἐκ τῶν ποιημάτων ὁ θειότατος κατέλαβεν Ἀβραάμ. κατὰ τοῦτο καὶ ὁ Πλούταρχος ἔλεγεν „ἔλαβον δὲ ἔννοιαν
5θεοῦ· ἀεί τε γὰρ ἥλιος καὶ σελήνη καὶ τὰ λοιπὰ τῶν ἄστρων τὴν ὑπόγειον ἐνεχθέντα ὅμοια μὲν ἀνατέλλει τῖς χρώμασιν ἴσα δὲ τοῖς μεγέθεσι, καὶ κατὰ τόπους τοὺς αὐτούς.“ Μέγας ὄντως ὁ Ἀβραάμ. τοῦ γὰρ θεοῦ ἀκούσας λέγον‐ τος „ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς γῆς συγγενείας σου,
10καὶ δεῦρο εἰς γῆν ἣν ἂν δείξω σοι“ εὐθέως ἠκολούθει, τῶν ἐν μέσῳ δυσχερῶν καταφρονῶν, καὶ μηδὲ εἰδὼς ὅπου πο‐ ρεύεται. ἡμεῖς δὲ καλοῦντος καθ’ ἑκάστην ἀκούοντες τοῦ κυ‐ ρίου οὔτε τῶν γηΐνων ἐκστῆναι θέλομεν, οὔτε πρὸς τὴν γῆν ἐκείνην τὴν ἐπηγγελμένην ἔρχεσθαι. ἀλλὰ καὶ τὴν ταπεί‐
15νωσιν θαυμάζων ὁ χρυσορρήμων Ἰωάννης καὶ τάδε φησίν „ἀληθὴς ταπείνωσις, ὅτε τις ἑτέρῳ παραχωρεῖ τῶν πρωτεί‐ ων, καθὰ δὴ καὶ Ἀβραὰμ ποιεῖ, ἵνα δὲ μὴ διαδικάζηται μετὰ τοῦ Λὼτ καὶ τῶν ποιμένων αὐτοῦ· ἐφ’ ᾧ καὶ ὁ μὲν Λωτ τὴν κρείττονα γῆν ἔλαβε, τὰ Σόδομα δηλαδή, ὁ δὲ
20Ἀβραὰμ κατῴκησε παρὰ τὴν δρῦν τὴν Μαμβρῆν. ὅρα δὲ
καὶ τὰς θείας ἀμοιβάς. εἶπε γὰρ πρὸς Ἀβραὰμ ὁ θεὸς ὅτι247

248

πᾶσαν τὴν γῆν ἣν σὺ ὁρᾷς ἀπὸ τοῦ τόπου τούτου, σοὶ δώσω αὐτὴν καὶ τῷ σπέρματί σου ἕως αἰῶνος. ἡ δὲ κρείττων ἐκεί‐ νη γῆ ἣν ἔλαβε Λώτ, ἡ παραδείσου μηδὲν διαφέρουσα, οὐκ εἰς καλὸν ἀπέβη τῷ λαβόντι αὐτήν· αἰχμάλωτος γὰρ μετὰ
5μικρὸν ἀπήγετο ὑπὸ τῶν κατ’ αὐτοῦ στρατευσάντων πέντε βασιλέων. ἀλλ’ ὁ θεῖος αὐτὸν ῥύεται Ἀβραὰμ μετὰ τῶν τριακοσίων δέκα καὶ ὀκτὼ οἰκογενῶν αὐτοῦ ἐπελθὼν καὶ κα‐ τακόψας αὐτούς. καὶ τοῦτό ἐστιν ὅπερ ὁ Παῦλός φησιν, ὅτι ὑποστρέφοντα τὸν Ἀβραὰμ ἐκ τῆς κοπῆς τῶν βασιλέων ἄρτῳ
10καὶ οἴνῳ δεξιοῦται ὁ Μελχισεδέκ, κἀκεῖνος ἀφ’ ὧν ἐπεφέρε‐ το λαφύρων δέδωκε δεκάτας αὐτῷ. πρόσεχε λοιπόν. καὶ ἡμᾶς γὰρ ὑποστρέφοντας ἀπὸ τοῦ νοητοῦ πολέμου ἀρτῷ καὶ οἴνῳ δεξιοῦται ὁ Μελχισεδὲκ ὄντως, τῷ σώματι καὶ αἵματι δηλονότι αὐτοῦ. εἰ δὲ τοῦτο, κατὰ τὸν Ἀβραὰμ πάντως
15ὀφείλομεν καὶ ἡμεῖς τὰς δέκα ἡμῶν αἰσθήσεις ἀντὶ δεκατῶν προσάγειν αὐτῷ, τῆς ψυχῆς δηλαδὴ καὶ τοῦ σώματος. Ὁ μὲν οὖν Ἀβραὰμ καθήμενος παρὰ τῇ δρυῒ τῇ Μαμβρῇ πάντας ἐφιλοξένει τοὺς παροδεύοντας, πιστοὺς ὁμοῦ καὶ ἀπί‐ στους, κατὰ μηδὲν ἐπὶ τούτοις διακρινόμενος· καὶ τοσοῦτον
20ἁπλῶς φιλόξενος ἦν ὡς καὶ αὐτὴν τὴν ἁγίαν τριάδα κατελ‐ θεῖν ἐπὶ τῆς σκηνῆς αὐτοῦ καὶ τῶν παρατεθέντων αὐτῇ πε‐ ριχαρῶς ἐμφορηθῆναι. οὐ χρὴ θαυμάζειν. ἀγγέλους ἐσθί‐
οντας ἀκούεις παρὰ τῇ γραφῇ· ἐνεργείᾳ καὶ γὰρ ἀοράτῳ248

249

κατηνάλωσαν τὰ παρακείμενα, προσποιήσει τοῦ φαγεῖν. ἀλλὰ καὶ Θεοδώρητος οὕτω φησίν „οὔτε τῇ φύσει ἄνδρες ἦσαν, ἀλλ’ ἐδόκουν εἶναι, οὔτε ἔφαγον ὡς ἄνθρωποι, ἀλλ’ ἐδόκουν ἐσθίειν τῇ ὄψει τῶν ὁρώντων, ἀναλισκομένων τῶν προτιθε‐
5μένων κατὰ θείαν ἐνέργειαν.“ εἰ δὲ καὶ λέγει ἡ γραφὴ ὅτι παρέθηκεν αὐτοῖς καὶ ἔφαγον, καινὸν οὐδέν· ἴσως γὰρ τὸ ἀνηλῶσθαι αὐτοὺς φαγεῖν εἶπεν ἡ γραφή. καὶ τρεῖς μὲν ἐν τῇ σκηνῇ φαίνονται ἄνδρες, καθάπερ ὁ χρυσοῦς τὴν γλῶτ‐ ταν φησί, δύο δὲ ἐπὶ Σόδομα παραγίνονται. ἐκεῖ μὲν γὰρ
10καὶ οἱ ἄγγελοι καὶ ὁ τούτων δεσπότης κατὰ ταὐτὸν ὤφθησαν. ἀλλ’ οἱ μὲν ὡς ὑπηρέται ἀπεστέλλοντο, ὁ δὲ ἔμεινε καθάπερ φίλος φίλῳ μονονουχὶ κοινολογούμενος τῷ δικαίῳ ἅπερ ἔμελ‐ λε ποιεῖν· „οὐ μὴ“ γάρ φησι „κρύψω ἀπὸ Ἀβραὰμ τοῦ παιδός μου ἃ μέλλω ποιῆσαι.“ Κύριλλος δὲ ὁ μέγας περὶ
15τούτων οὕτω. „καὶ τρεῖς μὲν ἐν ἀρχῇ τῷ Ἀβραὰμ προσέ‐ βαλον ἐν τῇ δρυῒ τῇ Μαμβρῇ, δύο δὲ τοῖς Σοδόμοις ἐπεφοί‐ τησαν. οὐδὲ γὰρ ὁ πατὴρ κρινεῖ οὐδένα, πᾶσαν δὲ τὴν κρί‐ σιν δέδωκε τῷ υἱῷ, κατὰ τὴν φωνὴν αὐτοῦ τοῦ κυρίου, συν‐ όντος φυσικῶς καὶ τοῦ ἁγίου πνεύματος.“ ὅτι δὲ ὁ υἱὸς
20καὶ τὸ πνεῦμα ἐπὶ Σόδομα ἐπορεύοντο, καὶ ἡ τοῦ Ἀβραὰμ ξενία σαφῶς παριστᾷ, καθάπερ ὁ μέγας φησὶν Ἀθανάσιος.
εἰ μὴ γὰρ ὁ υἱὸς καὶ τὸ πνεῦμα ἦσαν, οὐκ ἂν τῷ θεῷ καὶ249

250

πατρὶ συνεκάθηντο. ὅτι δὲ συνεκάθηντο, δῆλον ἐκ τοῦ περὶ τούτων οὕτω λέγειν „οἳ ἐξανέστησαν ἐπιβλέψαντες ἐπὶ πρόσ‐ ωπον Σοδόμων.“ εἰ οὖν ἐξανέστησαν, πάντως καὶ συνεκά‐ θηντο. εἰ δὲ ὁ υἱὸς ἐκ δεξιῶν κάθηται, λείπεται πάντως ἐξ
5εὐωνύμων τὸ πνεῦμα καθῆσθαι. ναί, εἴγε περιγραπτὸς ἦν ὁ πατήρ· ἄλλως γὰρ παρ’ αὐτῷ οὐκ ἔστιν ἀριστερὰ καὶ δεξιά. τοῦ υἱοῦ τοίνυν συγκαθημένου συγκάθηται καὶ τὸ πνεῦμα, ἐπεὶ ἐν αὐτῷ μένει, τῷ υἱῷ δηλαδή. τοιούτου δὲ κατηξίωσεν ἀγαθοῦ τῷ Ἀβραὰμ ἡ φιλοξενία, ὡς καὶ τὴν
10ἁγίαν τριάδα κατελθεῖν ἐπ’ αὐτὸν καὶ καρπὸν αὐτῷ κοιλίας χαρίσασθαι κατά γε τὸν τοῦ γήρους καιρόν· τοσοῦτον γὰρ ἦν ἡ Σάρρα προβεβηκυῖα ὥστε καὶ γελάσαι αὐτὴν περὶ τούτου ἀκούσασαν. Μετὰ δὲ ταῦτα προφάσει τῇ τοῦ λιμοῦ μετανάστης ὁ
15Ἀβραὰμ γίνεται, κἀκεῖθεν ἐν Γεράροις ἔρχεται, πρὸς Αἴγυ‐ πτον ἀφικνεῖται, καὶ αὖθις ἀφαιρεῖται τὴν Σάρραν καὶ πα‐ ρὰ τοῦ Ἀβιμέλεχ· ἤθελε γὰρ αὐτὴν εὐπρεπεστάτην οὖσαν πρὸς γάμου κοινωνίαν λαβεῖν, εἴγε καὶ μᾶλλον ἀδελφὴ τοῦ Ἀβραὰμ ἐλέγετο εἶναι. εἰ γὰρ ἀνεψιάν φησι τὴν Σάρραν ὁ
20Ἰώσηπος τοῦ Ἀβραάμ, ἀλλὰ κατὰ τὴν Μωσαϊκὴν ἱστορίαν
ἐκ μητρὸς μὲν τῆς αὐτῆς, ἐξ ἄλλου· δὲ καὶ ἄλλου πατρός.250

251

κρύπτων οὖν τὸ ἕν, ἵνα μὴ φονευθῇ δῆθεν ὡς ἀνὴρ αὐτῆς, τὸ ἕτερον ἔλεγεν, ὅτι ἀδελφή μου ἐστίν. μεγαλόψυχος ὄντως ὁ Ἀβραάμ. δὶς γὰρ εἰς Αἴγυπτον προφάσει τοῦ λιμοῦ κα‐ τελθὼν καὶ δὶς τὴν Σάρραν ἀφαιρεθείς, παρά τε τοῦ Φα‐
5ραὼ καὶ παρ’ αὐτοῦ ὕστερον του Ἀβιμέλεχ, γενναίως ἔφερε τὴν ἀφαίρεσιν· ἀκολουθεῖν γὰρ καθάπαξ κρίνας θεῷ, πο‐ λυπραγμονεῖν οὐκ ἤθελε τὰς ἀρρήτους οἰκονομίας αὐτοῦ. ἐφ’ ᾧ καὶ κατόπιν αἱ θεῖαι ἠκολούθησαν αὐτῷ ἀμοιβαί. Τοὺς μέντοι Σοδομίτας ἡ κακίστη ἐκείνη συνήθεια ἐν
10ἀγγέλοις αὐτοῖς ἔπεισε τῆν ἀσέλγειαν ἐπιδείξασθαι, ὅθεν καὶ ἀσβέστου πυρὸς ἔργον γεγόνασι. τὰ γὰρ Σόδομα ἐκεῖνα πε‐ ρικαλλῆ μὲν ἑστῶτα, τέφρα δὲ τῇ ἀληθείᾳ ὄντα (καὶ αὐτὸς γὰρ ὁ ἀὴρ σὺν τοῖς ὕδασιν ἐκπυροῦται) τεκμήριον ὅτι σαφὲς τοῦ διαιωνίζειν ἐκεῖσε τὴν κόλασιν. ταῦτα δὲ περὶ Παλαι‐
15στίνην, Ἀσκάλωνος καὶ Γάζης ἄνωθεν, περὶ τὸ τοῦ Ἰορδά‐ νου τέλος, οὐδὲν ἀπεοικότα τότε τοῦ παραδείσου. ὁ γοῦν ἀπιστῶν τῇ γεέννῃ ἀναλογιζέσθω τὰ Σόδομα, καὶ οὕτω τὴν ἀδδηφαγίαν φευγέτω· τοιαῦτα γὰρ εἴωθεν αὕτη πάθη γεν‐ νᾶν. κατὰ τοῦτο καὶ ὁ Μωσῆς ἔλεγεν τῷ Ἰσραήλ „φαγὼν
20καὶ πιὼν πρόσεχε σεαυτῷ, μήποτε ἐπιλήσῃ κυρίου τοῦ θεοῦ σου.“ ἀλλὰ καὶ ὁ τὴν ἰατρικὴν τέχνην ἄριστος Γαληνὸς τῶν
τοιούτων παθῶν αἰτίαν αὐτὴν δείκνυσι τὴν τρυφήν, κατὰ251

252

τὴν ἡμετέραν λέγων Μυσίαν τὴν ὅμορον Περγάμου σπανίως ἄν τις εὕρῃ γυναῖκα μοιχευομένην, ἔτι δὲ ἄνδρας ἀσελγεῖς ἀπορρήτοις ἀφροδισίοις ᾠκειωμένους, ἀλλ’ ἐν Ῥώμῃ διὰ τὴν ἐπιπολάζουσάν τε καὶ συνήθη τρυφὴν καὶ ῥᾴδια ταῦτα. εἰ
5δέ, καθά φησι Πτολεμαῖος ὅτι διὰ τὸ οἰκειοῦσθαί τινας πρὸς τὸ τοῦ ζωδιακοῦ πρῶτον τρίγωνον, τὸν κριὸν δηλαδή, τὸν λέοντα καὶ τὸν τοξότην, διὰ τοῦτο ἄδεσμά τινα πράττουσι, καὶ νομίζουσι μηδέν τι ποιεῖν ἀποτρόπαιον ἅτε ὑπὸ ζώδια ὄντες τὰ μὲν ἔμπροσθεν ἀρρενούμενα τὰ δὲ ὄπισθεν θηλυνό‐
10μενα, ἆρα μὴ ἄδικος ὁ θεὸς ὁ διὰ πυρὸς ἐκτεφρώσας τὰ Σόδομα; ἀλλ’ οὐκ ἄν ποτε ὁ δίκαιος ἄδικος. ἐν πλησμονῇ γὰρ ἄρτων οἱ τοιοῦτοι κατὰ τὴν γραφὴν σπαταλῶντες, οὐ μὴν ὑπὸ τρίγωνον τοιοῦτον ὄντες, κἀντεῦθεν εἰς ἀθέσμους κοίτας ἐγκυλισθέντες, πυρὸς εἰκότως γεγόνασι παρανάλωμα.
15οὐκοῦν ἐντεῦθεν μανθάνομεν ὅτι κατ’ ἐκείνην τὴν ἡμέραν οἱ δίκαιοι, καθάπερ ἐνταῦθα Νῶέ τε καὶ Λώτ, τῶν βασάνων ἀνώτεροι εὑρεθήσονται, οἱ δὲ ἁμαρτωλοὶ κἂν ἅπας εἶεν ὁ κόσμος, σχεδὸν αἰωνίοις ὑποπεσοῦνται κολάσεσι, καθάπερ ἐν‐ ταῦθα κατακλυσμῷ καὶ πυρὶ παρεδόθησαν ἅπαντες οἱ τὰ χεί‐
20ριστα πράττοντες. Ὁ μέντοι Ἀβραὰμ Ἀβρὰμ ἐκαλεῖτο τὸ πρότερον, ὃ λέ‐
γεται περάτης· θείᾳ γάρ, ὡς ἔοικεν, ἡ μήτηρ αὐτοῦ προμη‐252

253

θείᾳ οὕτως αὐτὸν ἐπωνόμασεν, ἐπεὶ περᾶσαι τὸν Εὐφράτην ἔμελλε καὶ εἰς Παλαιστίνην οἰκῆσαι. ἐτῶν δὲ ἦν ἑβδομή‐ κοντα πέντε ὁ Ἀβραάμ, ὅτε τὰς ἐπαγγελίας ἐδέχετο. γεννᾷ δὲ τὸν Ἰσμαὴλ ἐτῶν ὢν πϛʹ. ἡνίκα δὲ γέγονεν ἐτῶν ϙθʹ,
5ὤφθη αὐτῷ ὁ θεὸς λέγων „ἐγώ εἰμι ὁ θεός.“ τότε λοιπὸν περιτέμνεται καὶ ὁ δίκαιος, κανὼν ὥσπερ τοῖς πᾶσι προκεί‐ μενος. ὅτι δὲ ἡ τῶν κατὰ πόλιν δικαίων παρρησία τῆς τοῦ θεοῦ μακροθυμίας πρόξενος ἡμῖν ἐστίν, ἐξ αὐτῆς μάνθανε τῆς περὶ τὰ Σόδομα ἱστορίας· „ἐὰν δέκα“ γάρ φησι „δικαί‐
10ους εὕρω, οὐ μὴ ἀπολέσω τὰς πόλεις.“ πολλάκις δὲ καὶ διὰ τὴν τῶν τετελευτηκότων ἀρετὴν ἢ καὶ αὐτὴν τὴν οἰκείαν μα‐ κροθυμίαν κήδεται τῶν ζώντων, καὶ βοᾷ λέγων „ὑπερα‐ σπιῶ τῆς πόλεως ταύτης δι’ ἐμὲ καὶ διὰ Δαβὶδ τὸν παῖδά μου.“
15 Πῶς δὲ πιστὸς ὀνομάζεται ὁ Ἀβραὰμ εἰρηκὼς τῷ θεῷ „κατὰ τί γνώσομαι τοῦτο, ὅτι κληρονομήσω αὐτήν;“ τὴν Παλαιστίνην δηλαδή. τὸ κατὰ τί οὐκ ἀπιστοῦντός ἐστιν, ἀλλὰ μαθεῖν ποθοῦντος τῆς κληρονομίας τὸν τρόπον. ἔθνη καὶ γὰρ μυρία τῷ τότε τὴν Παλαιστίνην κατῴκουν. καὶ τού‐
20του χάριν ἔφη ὁ θεὸς μετὰ τὴν θυσίαν „γινώσκων γνώσῃ ὅτι πάροικον ἔσται τὸ σπέρμα σου ἐν γῇ οὐκ ἰδίᾳ, καὶ κακώ‐
σουσιν αὐτοὺς ἔτη υʹ, τετάρτῃ δὲ γενεᾷ ἀποστραφήσονται253

254

ὧδε· οὔπω γὰρ ἀναπεπλήρωνται αἱ ἁμαρτίαι τῶν Ἀμορραί‐ ων ἕως τοῦ νῦν.“ οὐδέπω, φησίν, ἄξια πανωλεθρίας δεδρά‐ κασιν. ἄλλως τε καί τινες ἦσαν ἐκεῖσε εὐσεβεῖς· καὶ δῆλον ἔκ τε τοῦ Μελχισεδὲκ καὶ τοῦ Ἀβιμέλεχ. καὶ περὶ μὲν τού‐
5των οὕτως.254

255

Ὁ δὲ Μελχισεδὲκ εἰ καὶ ἀπάτωρ παρὰ τῇ γραφῇ καὶ ἀμήτωρ λέγεται, ἀλλὰ κατάγει τὸ γένος ἀπὸ Σίδου υἱοῦ Αἰ‐ γύπτου τοῦ καὶ τὴν Σίδωνα κτίσαντος. ἐν τῷ ὄρει δὲ Σιὼν πόλιν ἐκεῖνος κτίσας Σαλήμ, καὶ βασιλεύσας ἐν αὐτῇ ἔτη ιγʹ,
5τελευτᾷ δίκαιος καὶ παρθένος. αὕτη δέ ἐστι μετὰ τῆς ἱεροῦ προσθήκης ἡ περίφημος Ἱερουσαλήμ. ἐκ γένους δὲ τοιούτου μιαροῦ καταγόμενον ἀφῆκεν ἡ γραφὴ ἀγενεαλόγητον, εἰ καί τινες θεὸν αὐτὸν ἐνόμισαν ὡς ἄναρχον τάχα καὶ ἀτελεύτητον, τοῦ ῥητοῦ καὶ μᾶλλον τοῦ ἀποστολικοῦ δραξάμενοι τοῦ λέγον‐
10τος „ἀπάτωρ, ἀμήτωρ, ἀγενεαλόγητος, μήτε ἀρχὴν ἡμερῶν ἔχων μήτε τέλος ζωῆς.“ κατὰ τοῦτο καὶ ἀφομοίωμα λέγε‐ ται τοῦ Χριστοῦ τοῦ ἀμήτορος μὲν τὸ πρότερον ἀπάτορος δὲ
τὸ δεύτερον, καὶ ὅτι τὴν ἀναίμακτον θυσίαν ἣν αὐτὸς ὁ255

256

Χριστὸς τοῖς μαθηταῖς παραδέδωκεν, αὐτὸς ἀνέκαθεν προει‐ κόνιζε. καὶ ἄκουσον τί περὶ τούτου φησὶν ὁ τὴν γλῶτταν χρυσοῦς. „προμηνύων ὁ θεὸς τὴν κατάλυσιν τῆς νομικῆς ἱερωσύνης εἴρηκε διὰ τοῦ Δαβίδ ‘σὺ ἱερεὺς εἰς τὸν αἰῶνα
5κατὰ τὴν τάξιν Μελχισεδέκ,‘ ὃς οὐ θυσίας νομικὰς ἱέρευεν ἀλλ’ εὐχὰς καὶ ἄρτους καὶ οἶνον, ὡς ἱστορία διδάσκει.“ κα‐ τὰ τοῦτο καὶ ἱερεὺς τοῦ θεοῦ τοῦ ὑψίστου παρὰ τῇ γραφῇ λέγεται, ἱερεὺς αὐτοχειροτόνητος, ὡς ὁ χρυσορρήμων φησί· τοιοῦτοι καὶ γὰρ τῷ τότε οἱ ἱερεῖς. ἢ καθὸ θύων ἦν ὡς
10Ἄβελ, ὡς Νῶε καὶ οἱ λοιποί. Εἰ δὲ καὶ ἄνθρωπος ἦν ὁ Μελχισεδέκ, πῶς λέγεται μή‐ τε ἀρχὴν μήτε τέλος ἔχειν; καὶ ἔστιν εἰπεῖν ὅτι τοὺς ἀπὸ Σὴθ καταγομένους γενεαλογοῦσα ἡ γραφὴ οὕτως ποιεῖ. ὁ Ἀδὰμ τόσων γενόμενος ἐνιαυτῶν γεννᾷ τὸν Σήθ, ὁ δὲ Σὴθ
15πάλιν τόσων χρόνων γενόμενος τῶν ὧδε ἀφίσταται. δήλη οὖν ἐντεῦθεν καὶ ἡ ἀρχὴ τῶν ἡμερῶν τοῦ Σὴθ καὶ τὸ τέλος τῆς ζωῆς αὐτοῦ. ἐπὶ δὲ τοῦ Μελχισεδὲκ μηδὲν τοιοῦτον ποιήσασα παρέπεισέ τινας ἄναρχον αὐτὸν λέγειν καὶ ἀτε‐ λεύτητον, κἀντεῦθεν δύναμιν μεγάλην αὐτὸν οἴεσθαι τοῦ
20θεοῦ. Βασιλεὺς μὲν οὖν καὶ ἱερεὺς ὁ Μελχισεδέκ, ὡς ἄνωθεν
εἴρηται, ὅτι καὶ τύπος ἦν καὶ ἀφομοίωμα τοῦ Χριστοῦ. ὅθεν256

257

εἰ θέλεις, ἀγαπητέ, μαθεῖν ὅση τῆς καθ’ ἡμᾶς ἱερωσύνης ἡ ὑπεροχή, τῷ χρυσορρήμονι πρόσχες Ἰωάννῃ. ἐν γὰρ τῷ κα‐ τὰ Ἰουδαίων πέμπτῳ λόγῳ φησὶν ὅτι καὶ ἐν τοῖς τύποις ἡ καθ’ ἡμᾶς ὑπεροχὴ τῆς ἱερωσύνης δείκνυται. ὁ γὰρ Ἀβραὰμ
5τοῦ Ἰσαὰκ πατὴρ ἦν καὶ τοῦ Ἰακὼβ πάππος καὶ τοῦ Λευὶ πρόγονος· τοῦ γὰρ Ἰακὼβ υἱὸς ὁ Λευί, ἀπὸ δὲ τοῦ Λευὶ ἡ ἱερωσύνη παρὰ Ἰουδαίοις τὴν ἀρχὴν ἔλαβεν. ἀλλ’ οὗτος ὁ Ἀβραὰμ ὁ πρόγονος τῶν Λευιτῶν, τῶν Ἰουδαϊκῶν δηλα‐ δὴ ἱερέων, ἐπὶ τοῦ Μελχισεδέκ, ὃς ἦν τύπος τῆς καθ’ ἡμᾶς
10ἱερωσύνης, λαϊκοῦ τάξιν ἐπεῖχε. καὶ τοῦτο δι’ ἀμφοτέρων ἐδήλωσε, καὶ διὰ τοῦ δοῦναι δεκάτας, καὶ ὅτι ηὐλογήθη παρ’ αὐτοῦ· οἱ γὰρ λαϊκοὶ καὶ δεκάτας διδόασι τοῖς ἱερεῦ‐ σι καὶ παρ’ αὐτῶν εὐλογοῦνται. ἀλλὰ καὶ τοῦ Μελχισεδὲκ ἐλάσσων ὁ Ἀβραὰμ ὁ τὰς ἐπαγγελίας δεξάμενος. καὶ πῶς;
15ὅτι τὸ ἔλασσον ὑπὸ τοῦ κρείττονος εὐλογεῖται. ἀλλὰ καὶ ὁ δεκάτας λαμβάνων Λευὶ δεδεκάτωται, ὡς ὁ Παῦλός φησι „δεκάτας γὰρ ἔδωκε καὶ αὐτὸς τῷ Μελχισεδὲκ δι’ Ἀβραὰμ τοῦ πατρὸς αὐτοῦ, καὶ μήπω γεννηθείς·“ ἔτι γὰρ ἐν τῇ ὀσφύϊ τοῦ Ἀβραὰμ ἦν, ὅτε συνήντησεν ὁ Μελχισεδέκ. προσ‐
20έχε οὖν ὅτι σκιὰ καὶ τύπος ἦσαν τὰ Ἰουδαϊκά. εἰ γὰρ διὰ
τῆς Ἰουδαϊκῆς ἱστορίας καὶ ἱερωσύνης τελείωσις ἦν, τίς ἔτι257

258

χρεία κατὰ τὴν τάξιν Μελχισεδὲκ ἀνίστασθαι ἕτερον ἱερέα καὶ οὐ κατὰ τὴν τάξιν Ἀαρὼν λέγεσθαι; ἐπεὶ οὖν ἑτέρα ἱε‐ ρωσύνη ἐλθεῖν ἔμελλεν, ἀνάγκη πᾶσα καὶ πολιτείαν ἑτέραν συνεισελθεῖν. καὶ τοῦτο δηλῶν ὁ Παῦλος ἔλεγεν ὅτι τῆς ἱε‐
5ρωσύνης μετατιθεμένης ἐξ ἀνάγκης καὶ νόμου μετάθεσις γί‐ νεται. καὶ ταῦτα μὲν ὁ τὴν γλῶτταν χρυσοῦς. Προσευχομένους δὲ ἡμᾶς καὶ μὴ εὐθέως εἰσακουομένους οὐ δέον ἐκκακεῖν, ἐπεὶ καὶ ὁ Ἰσαὰκ ἔτη εἴκοσι τοῦ θεοῦ ἐδέετο διὰ τὴν ἀπαιδίαν αὐτῶν. ἐδέετο γάρ, φησί, τοῦ θε‐
10οῦ περὶ Ῥεβέκας τῆς γυναικὸς αὐτοῦ, ὅτι στεῖρα ἦν. δυσ‐ χεραινούσῃ δὲ τῇ Ῥεβέκᾳ ἡνίκα ἐγκυμονοῦσα ἦν τόν τε Ἠσαῦ καὶ τὸν Ἰακὼβ (οὐ μικρῶς γὰρ ἐσκίρτων ἐν τῇ κοιλίᾳ αὐτῆς, μηνύοντε, ὡς ἔοικε, τὴν ἐσομένην ὕστερον μέσον αὐ‐ τῶν διαμάχην) ἔφη ὁ κύριος „δύο λαοὶ ἐκ τῆς κοιλίας σου
15διασταλήσονται, καὶ λαὸς λαοῦ ὑπερέξει, καὶ ὁ μείζων δου‐ λεύσει τῷ ἐλάσσονι.“ πρόσεχε οὖν· σαφῶς γὰρ ἐδήλωσεν ὁ θεὸς τὰ κατὰ τῶν Ἰουδαϊκῶν λαῶν καὶ τῶν ἐθνικῶν. Λιμὸς δεύτερος ἐπὶ τοῦ Ἰσαὰκ γίνεται, ἐφ’ ᾧ ἐν Γερά‐ ροις κατέρχεται· εἰς Αἴγυπτον μέντοι ἀπελθεῖν οὐ συγχω‐
20ρεῖται παρὰ θεοῦ. εἰ γὰρ καὶ συνεχωρήθη κατελθεῖν ὁ
Ἀβραάμ, ἀλλὰ χάριν καὶ τοῦ γνωσθῆναι καὶ τοῖς ἐκεῖσε τὴν258

259

αὐτοῦ ἀρετήν. σπείρει δὲ κριθὴν ὁ Ἰσαάκ, καὶ παραδόξως ἑκατοστεύει. εἰ δὲ τὸ καταβληθὲν εἰς ἑκατὸν παρέδωκεν ἡ γῆ, πῶς ὁ ποιῶν ἐλεημοσύνην καὶ ταῖς τοῦ θεοῦ χερσὶ πα‐ ρατιθεὶς τὸ διδόμενον ἑκατονταπλασίονα τὸν μισθὸν οὐ λή‐
5ψεται; εἰ γὰρ ἐνταῦθα τὸ ἓν ἑκατοστεύει, πολλῷ μᾶλλον ἐκεῖσε. Ὁ δὲ Ἰσαὰκ ὅτε τὸν Ἰακὼβ ηὐλόγησεν, ὡσεὶ ἑκατὸν χρό‐ νων ἦν· διὰ γὰρ τοῦτο καὶ τοὺς ὀφθαλμοὺς ἐπεπήρωτο. ἡ μέντοι Ῥεβέκα μετὰ τὴν ἐπαινετὴν τῆς εὐλογίας κλοπὴν συν‐
10εβούλευσε τῷ Ἰακὼβ πρὸς Λάβαν ἀπελθεῖν, ὅπως τὸ ἀκμαῖ‐ ον τῆς τοῦ Ἠσαῦ ἐκφύγῃ μανίας. ἀποδιδράσκων οὖν τὸν Ἠσαῦ ὁ Ἰακὼβ ἐκοιμήθη καθ’ ὁδὸν καὶ ἐνυπνιάσθη. καὶ ἰδοὺ κλῖμαξ ἐστηριγμένη ἐν τῇ γῇ, ἧς ἡ κεφαλὴ ἀφικνεῖτο εἰς τὸν οὐρανόν. καὶ οἱ ἄγγελοι τοῦ θεοῦ ἀνέβαινον καὶ κα‐
15τέβαινον ἐπ’ αὐτήν, ὁ δὲ κύριος ἐπεστήρικτο αὐτῆς, καὶ εἶ‐ πεν „ἐγώ εἰμι μετὰ σοῦ, καὶ μὴ φοβοῦ.“ οἱ δὲ ἀνιόντες καὶ κατιόντες τὴν κλίμακα, καθὰ καὶ ὁ μέγας φησὶ Κύριλλος, τὴν θείαν ἐδήλουν διακονίαν· περὶ τούτων γὰρ καὶ ὁ Παῦλος ἔφη „οὐχὶ πάντες εἰσὶ λειτουργικὰ πνεύματα, εἰς διακονίαν
20ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν;“
ἔδειξεν οὖν διὰ τούτων σαφῶς ὅτι δυνάμεσιν ἀγγελικαῖς τὰ πάν‐259

260

τα οἰκονομεῖ καὶ ὡς οὐδὲν ἀπρονόητον τῶν τῇδε καὶ ὡς ἔτυχε φέρεται. καὶ μή μοι λέγε, τίνος ἕνεκεν ἡ ἁγία γραφὴ πρῶ‐ τον ἀνέρχεσθαι τοὺς ἀγγέλους εἶπεν, εἶθ’ οὕτως κατέρχε‐ σθαι; ἔχεις γὰρ αὐτὴν τὴν ἁγίαν γραφὴν καὶ τὸν περὶ τού‐
5του λόγον διευκρινοῦσάν σοι. τῶν ἀνθρώπων ἕκαστος φύλα‐ κα τῆς ἑαυτοῦ ζωῆς θεῖον ἄγγελον κέκτηται, ὡς ἐντεῦθεν καὶ τὴν καθ’ ἡμῶν ὁρμὴν τῶν δαιμόνων ἀναχαιτίζεσθαι („πα‐ ρεμβαλεῖ“ γάρ φησιν „ἄγγελος κύριου κύκλῳ τῶν φοβουμένων αὐτόν“) καὶ τὰς αἰτήσεις ἡμῶν ἀνάγεσθαι πρὸς τὸν θεὸν δι’
10αὐτῶν. καὶ πειθέτω ἡμᾶς αὐτὸς ὁ κύριος ἐν εὐαγγελίοις λέ‐ γων „ὁρᾶτε μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τούτων· οἱ γὰρ ἄγγελοι αὐτῶν διηνεκῶς ὁρῶσι τὸ πρόσωπον τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς,“ οὐδὲν ἄλλο ποιοῦντες, ὡς ὁ ἐν πα‐ τριάρχαις ἀοίδιμός φησι Νικηφόρος, ἢ τὰς αἰτήσεις ἡμῶν
15εἰσάγοντες εἰς τὰ ὦτα τοῦ κυρίου σαβαώθ. ἐπιβεβαιοῖ ταῦ‐ τα καὶ ὁ θειότατος Ῥαφαὴλ πρὸς τὸν Τωβὴτ οὕτως εἰπών „ὅτε προσηύξω σὺ καὶ ἡ νύμφη σου, ἐγὼ προσήγαγον τὸ μνημόσυνον τῆς προσευχῆς σου ἐνώπιον τοῦ ἁγίου θεοῦ, καὶ νῦν ἀπέστειλέ με ἰάσασθαί σε καὶ τὴν νύμφην σου Σάρ‐
20ραν.“ ἀλλὰ καὶ ὁ καταπεμφθεὶς ἐπὶ Κορνήλιον τὸν ἑκατον‐ τάρχην θεῖος ἄγγελος οὕτως πρὸς αὐτὸν ἔλεγε „Κορνήλιε, αἱ
προσευχαί σου καὶ αἱ ἐλεημοσύναι σου ἀνέβησαν εἰς μνημό‐260

261

συνον ἐνώπιον τοῦ θεοῦ. κάλεσαι ἐξ Ἰόππης τὸν Πέτρον.“ εἰ δὲ ταῦτα οὕτως ἔχει, εἰ, καθὼς ἀποδέδεικται, τῶν ἀν‐ θρώπων ἕκαστος ἄγγελον κέκτηται τὰς αἰτήσεις ἡμῶν εἰσά‐ γοντα εἰς τὰ ὦτα κυρίου σαβαώθ, ἀνάγκη πᾶσα τοὺς ἀγγέ‐
5λους πρῶτον ἀνέρχεσθαι, καὶ δι’ αὐτῶν τὰς αἰτήσεις ἡμῶν, εἶθ’ οὕτως τὰς θείας ἄνωθεν δωρεὰς κατέρχεσθαι πρὸς ἡμᾶς. ἐπὶ γὰρ τούτῳ καὶ ἀγγέλους εἶδεν ἀνερχομένους καὶ κατερ‐ χομένους ὁ μακάριος Ἰακώβ· διὰ γὰρ τούτων, ὡς εἴρηται, λειτουργικῶν ὄντων πνευμάτων, καὶ οἰκονομοῦνται τὰ τῆδε
10πάντα καὶ διεξάγονται. καὶ περὶ μὲν τούτων οὕτως. Ἀνερχόμενον δὲ τὸν Ἰακὼβ ἀπὸ τοῦ Λάβαν, καὶ τον Ἠσαῦ δεδιότα, παραθαρρύνει καὶ αὖθις ὁ θεὸς παλαίων μετ’ αὐτοῦ ἕως πρωῒ καὶ πείθων ἐντεῦθεν μὴ φοβεῖσθαι· εἰ γὰρ μετὰ θεοῦ δυνατός, πολλῷ μᾶλλον μετὰ ἀνθρώπων. τοῦ‐
15το δὲ καὶ ὁ Ἰακὼβ ἐδήλωσεν εἰπών „εἶδον τὸν θεὸν πρόσω‐ πον πρὸς πρόσωπον, καὶ ἐσώθη μου ἡ ψυχή,“ τουτέστιν ἡ τεθνηκυῖα ὥσπερ ὑπὸ δέους θάρσους ἐνεπλήσθη. τηνικαῦτα καὶ Ἰσραὴλ μετονομάζεται ὡς ἐν φαντασίᾳ θεοῦ γενόμενος. ὁ μέντοι Ἰακὼβ διυπνισθεὶς χωλεύων ἦν, ὡς ἡ ἱστορία δη‐
20λοῖ. ἵνα δὲ μὴ μετὰ τὴν τελευτὴν τοῦ δικαίου σβεσθῇ ἡ πρὸς
αὐτὸν τοῦ θεοῦ κηδεμονία, σοφίζεται τὴν περὶ τούτου μνή‐261

262

μην διηνεκῆ ὁ θεός, καί φησιν „οὐ μὴ φάγωσιν οἱ υἱοὶ Ἰσ‐ ραὴλ τὸ νεῦρον τοῦ πλάτους τοῦ μηροῦ, ὃ ἐνάρκησε.“ καὶ ἔστιν ἐνταῦθα μαθεῖν ὅτι ἡ αἰτία τῶν πλειόνων παρατηρή‐ σεων τοῦτό ἐστι τὸ μὴ ἐπιλανθάνεσθαι αὐτοὺς τοῦ θεοῦ καὶ
5τῶν αὐτοῦ εὐεργεσιῶν, καὶ ἅτε δὴ ὄντας ἀγνώμονας. ἀλλὰ καὶ χωριζόμενος τοῦ Λάβαν ὁ Ἰακώβ, καὶ μέλλων συναντᾶν τῷ Ἠσαῦ, παρεμβολὴν ἀγγέλων ὁρᾷ ὡς ἐντεῦθεν θαρρεῖν καὶ μὴ τοὺς συνόντας τῷ Ἠσαῦ δεδιέναι. Ὁ Λάβαν μετὰ τὴν συμπλήρωσιν τῶν εἴκοσι ἐνιαυτῶν,
10ὑποσχεθεὶς ἀποστεῖλαι τὸν Ἰακὼβ μετὰ μισθοῦ, ἀνεβάλλετο, ὑπό τινων μεταβληθείς. ἐφ’ ᾧ καὶ πρὸς Λείαν καὶ Ῥαχὴλ ἔφη ὁ Ἰακὼβ „ὁρῶ ἐγὼ τὸ πρόσωπον τοῦ πατρὸς ὑμῶν ὅτι οὐκ ἔστι πρός με ὡς χθὲς καὶ τρίτην ἡμέραν. ὁ δὲ θεὸς τοῦ πατρός μου ἦν μετ’ ἐμοῦ.“ καὶ δῆλον ὅτι τῷ Λάβαν
15καταδιώκοντι τὸν Ἰακὼβ ἐπέστη ὄναρ λέγων „φύλαξον σεαυ‐ τὸν μήποτε λαλῆσαι μετὰ τοῦ Ἰακὼβ πονηρά.“ μέγα ὄφε‐ λος ἡ διίου τινὸς παρουσία. καὶ δῆλον ἐξ ὧν ὁ Ἰακὼβ πρὸς Λάβαν ἔλεγεν „εὐλόγησέ σε ὁ θεὸς ἐπὶ τῷ ποδί μου.“ ἀλλὰ τῶν γυναικῶν αὐτοῦ ἕνεκα τοιαύτην ἐποίει πρὸς αὐτὸν
20ἀπολογίαν· οὐκ ἐγώ, τὸ δὲ προσὸν φίλτρον ταῖς γαμεταῖς γυναιξὶ παρέπεισεν αὐτὰς ἐκ τῆς αὐτῶν ἀπᾶραι γῆς. κατὰ
μέντοι τὸν Γεώργιον ὁ Ἰακὼβ ἀνερχόμενος ἀπὸ τοῦ Λάβαν262

263

εἶδε πάλιν ὅρασιν ἐν Βεθήλ, καὶ πάντα ἀποδεκατώσας ἅπερ ἐκέκτητο, τελευταίους ὑποβάλλει τοὺς παῖδας. καὶ ἀριθμή‐ σας αὐτοὺς ἀπὸ τοῦ Βενιαμὶν ἀρξάμενος ἀνάπαλιν, καὶ ἐπὶ τὸν Λευὶ ἐλθών, ἐπεὶ δέκατον εὗρεν αὐτόν, τῷ θεῷ τοῦτον
5προσήγαγεν, ἀποδεκατώσας καὶ πάντα ὅσα φθάσας ἐκτήσατο, καθὰ δὴ καὶ προϋποσχόμενος εἶπε τῷ θεῷ ἐν τῷ ἀποδιδράσκειν „πάντα ὅσα ἄν μοι δῷς, δεκάτῃ ἀποδεκατώσω αὐτά σοι.“ καὶ εὐθὺς ἐνδύσας τὸν Λευὶ στολὴν ἱερατικήν, δι’ αὐτοῦ θυσίας τῷ θεῷ προσήνεγκεν ἐν Βεθήλ. κἀντεῦθεν οἱ μὲν τῆς
10παλαιᾶς Λευῖται λέγονται, οἱ δὲ τῆς νέας κληρικοὶ διὰ τὸ γεγράφθαι „οὐκ ἔσται τοῖς Λευίταις κλῆρος ἐν υἱοῖς Ἰσραήλ· ὁ γὰρ κύριος μερὶς αὐτῶν καὶ κλῆρος.“ Καὶ κατὰ μὲν τὴν τοῦ Μωσέως ἱστορίαν ὅ τε Ἠσαῦ καὶ Ἰακὼβ πρὸς ἀλλήλους ἐσπείσαντο· ὁ δὲ Ἰώσηπος τῇ περὶ
15τούτων ἱστορίᾳ καὶ τάδε προστίθησιν. ὁ Ἰσαὰκ τελευτῶν περὶ ὁμονοίας τῷ Ἰακὼβ καὶ τῷ Ἠσαῦ ὡμίλησε. τούτου δὲ τελευτήσαντος ὁ Ἠσαῦ ἐδίωκε τὸν Ἰακώβ. εἰσελθὼν δὲ ἔν τινι πόλει οὗτος, καὶ παρακύψας ἄνωθεν, ἀνεμίμνησκεν αὐ‐ τὸν τῶν πατρικῶν παραγγελιῶν. ὁ δ’ οὐκ ἐπείθετο. καὶ
20τείνας τόξον ἔβαλλε τὸν Ἠσαῦ κατὰ τοῦ μαζοῦ. τότε οὖν
ἐπληρώθη ἡ τοῦ Ἰσαὰκ προφητεία „ἡνίκα ἂν καθέλῃς τὸν263

264

ζυγὸν τοῦ ἀδελφοῦ σου ἐκ τοῦ τραχήλου σου, πλημμέλειαν πλημμελήσεις θανάτου.“ καὶ τὰ μὲν τοῦ Ἰωσήπου τοιαῦτα, προσέχειν δὲ τούτοις ὡς ἀληθέσιν οὐκ ἄξιον. τὸ γάρ „πλημ‐ μέλειαν πλημμελήσεις θανάτου“ προσθήκη ἐστὶ τοῦ Ἰωσή‐
5που· ἐν γὰρ τῇ προφητείᾳ τοιοῦτον ῥητὸν γεγραμμένον οὐχ εὕρηται. καὶ περὶ μὲν τούτων οὕτως. Κρατεῖ δὲ μετὰ ταῦτα τῶν Ἀσσυρίων καὶ Σαρδανάπα‐ λος, διάγων χαύνως πάντῃ καὶ τρυφηλῶς, εὐνούχοις ἔσω συγκεκλεισμένος καὶ γυναιξί, μή τινι τῶν ὑπ’ αὐτὸν θεωρού‐
10μενος, χρώμασί τε καὶ βάμμασι καὶ τῇ τῶν γενείων ἐκκοπῇ θηλυδρίαν ποιῶν ἑαυτόν, ὡς ἐντεῦθεν μισητὸν τοῖς πᾶσι γε‐ νέσθαι. καί τις δὲ τῶν ὑπὸ χεῖρα θέλων ἰδεῖν αὐτὸν οὐκ ἐδύνατο. ποτὲ οὖν ἐπιτυχὼν τοῦ ποθουμένου ξίφος ὠθεῖ κατ’ αὐτοῦ, καὶ τῆς ζωῆς αὐτὸν ἀθλίως ἀποστερεῖ. μετὰ δὲ
15Σαρδανάπαλον κρατεῖ τῶν Ἀσσυρίων ὁ υἱὸς Πίκου τοῦ καὶ Διὸς Περσεύς, ὃς νικήσας τοὺς Λυκάονας καὶ πόλιν κτίσας ἐκεῖ, καὶ τὴν ἑαυτοῦ στήλην στήσας, Ἰκόνιον αὐτὴν ἐκάλεσεν ἐκ τοῦ ἰδίου ἀπεικονίσματος. εἶτα πρὸς Ἰσαυρίαν καὶ Κι‐ λικίαν ἐλθών, καὶ ἀπὸ τοῦ ἵππου κατελθὼν καὶ πήξας τὸν
20ταρσὸν τοῦ ποδὸς ἐν τῇ γῇ καὶ πόλιν ἐκεῖ κτίσας, ἐπωνό‐ μασεν αὐτὴν Ταρσόν. ἐπ’ ὀνόματι μὲν οὖν αὐτοῦ καὶ τοὺς
Ἀσσυρίους Πέρσας ἐκάλεσεν. ἐφ’ οὗ πῦρ ἐξ οὐρανοῦ ἔπεσε,264

265

καὶ κτίσας ἐπ’ αὐτῷ ναὸν πυρσολατρεῖν ἐδίδαξεν. οὐκοῦν πρώτη μὲν βασιλεία ἡ τῶν Ἀσσυρίων ἤτοι Βαβυλωνίων, δευ‐ τέρα δὲ ἡ τῶν Περσῶν ὁμωνύμως καὶ αὐτῶν Βαβυλωνίων κληθέντων.
5 Γίνωσκε δὲ ὅτι ἐπὶ τῆς τοῦ Φοίνικος βασιλείας ἤκμαζεν Ἡρακλῆς ὁ Τύριος καὶ φιλόσοφος, ὁ τῆς κογχύλης εὑρετής. τὸ γὰρ ἔριον τὸ ἀπὸ τοῦ ποιμενικοῦ κυνὸς ἀπομαχθὲν ἰδών, καὶ νοήσας ὡς οὐκ ἔστιν αἷμα ἀλλὰ βάμματος ὑπόθεσις (ἔτυ‐ χε γὰρ ὁ κύων οὗτος παρ’ αἰγιαλῷ κογχύλην εὑρὼν καὶ φα‐
10γών), προσῆξεν ὡς δῶρον τῷ βασιλεῖ. πρῶτος οὖν ὁ Φοῖνιξ τὴν ἁλουργίδα ἐφόρεσε, κελεύσας μηδένα ἕτερον τὴν τοιαύ‐ την χροιὰν φορεῖν, καὶ οὕτως ἐκ τῆς ἁλουργίδος τὸν βασιλέα γνωρίζεσθαι· πρὸ δὲ τούτου κοινὸς ὁ βασιλεὺς ἐδόκει. ἐν δὲ Τύρῳ αὕτη εὑρέθη.
15 Ὅτε ὁ Κροῖσος χρησμὸν λαβὼν τὸν Ἅλυν διεπέρασεν, εἰς φυγὴν ὁ Κῦρος ὥρμησεν, ἡ δὲ γυνὴ αὐτοῦ συνεκράτησεν αὐτὸν λέγουσα τὸν αἰχμάλωτον Δανιὴλ ἀγαγεῖν καὶ δι’ αὐ‐ τοῦ μαθεῖν τὸ πᾶν. ὃ δὴ καὶ γέγονεν. καὶ οὕτω θάρσος ἐκεῖνος ἔλαβε. μετακαλεσάμενος δὲ τὸν Δανιὴλ μετὰ πάσης
20δορυφορίας, εἶπεν αὐτῷ „τάδε λέγει κύριος περὶ τῷ χρηστῷ Κύρῳ· καὶ τὸν Κροῖσον νικήσεις.“ ὃ καὶ γέγονε· καμή‐
λους γὰρ ἔμπροσθεν τῆς παρατάξεως προτείναντος, καὶ τῶν265

266

ἀντιθέτων ἵππων εἰς φυγὴν τραπέντων, κρατεῖται μὲν ὁ Κροῖ‐ σος, ἀπώλοντο δὲ χιλιάδες υʹ· οὐδὲ γὰρ ἴσχυον ἀντιπερᾶ‐ σαι τὸν ποταμὸν πλημμυροῦντα. Μετὰ δὲ Κῦρον Δαρεῖος ὁ υἱὸς αὐτοῦ, εἶτα Ἀρταξέρ‐
5ξης, ἐφ’ οὗ ἦν τις ἐν Ἰταλίᾳ ὀνόματι Πάλας. οὗτος κτίσας οἶκον Παλάτιον ὠνόμασεν, ὅθεν τὸ βασιλικὸν κατοικητήριον παλάτιον λέγεται. καὶ ὁ μὲν Γεώργιος οὕτως, ὁ δὲ Ζωνα‐ ρᾶς περὶ τούτου καὶ τάδε. „ἡ δὲ τῶν αὐτοκρατόρων κατοι‐ κία παλάτιον ὠνομάσθη, ὅτι ἐν ὄρει τῷ καλουμένῳ Παλατίῳ,
10ἐν ᾧ Φαυστοῦλος διῆγεν ὁ τὸν Ῥωμύλον θρεψάμενος, ὁ Καῖ‐ σαρ ᾤκει, καὶ διὰ τοῦτο, κἂν ἀλλαχοῦ που καταλύῃ, τὴν τοῦ παλατίου κλῆσιν ἡ καταγωγὴ αὐτοῦ ἔχει.“ μετὰ δὲ ταῦ‐ τα Ῥῶμος ὁ κτίσας τὴν Ῥώμην καὶ Ῥῆμος ὁ ἀδελφὸς αὐτοῦ. οὗτοι κτίσαντες ναὸν τῷ Διὶ Καπετώλιον Ῥώμης ὠνόμασαν,
15τουτέστι κεφαλὴν τῆς πόλεως. ὁ μέντοι Ῥῶμος τὸν Ῥῆμον φονεύσας, καὶ τὸν δῆμον ὁρῶν στασιάζοντα, πρῶτος ἱππικὸν ἀπετέλεσεν εἰς τιμὴν τοῦ ἡλίου καὶ τῶν τεσσάρων στοιχείων. ἀλλὰ καὶ οὕτως ἡ πόλις ἐταράσσετο. ἐρωτήσας οὖν εἰς τὸ μαντεῖον διὰ τί ἐς τοσοῦτον ἡ πόλις σείεται, ἤκουσεν „εἰ μὴ
20συγκαθίσει ὁ ἀδελφός σου μετὰ σοῦ, οὐκ ἂν ἡ πόλις ἠρε‐ μήσει.“ ἐντύπωμα ποιήσας τοῦ ἀδελφοῦ χρυσοῦν συνεκάθιζε
μετ’ αὐτοῦ καὶ συνέκρινεν.266

267

Ὅτε ὁ τοῦ Ἀρταξέρξου υἱὸς Ὦχος τὴν Αἴγυπτον κατέ‐ σχεν, ὁ βασιλεὺς αὐτῆς Νεκτεναβὼ ἀλλάξας τὴν ἐσθῆτα ἔφυγεν εἰς Μακεδονίαν, διὰ λεκανομαντείας προγνοὺς ὴν Αἰγύπτου κατάσχεσιν, καὶ διὰ τὰς αὐτοῦ μαγγανείας γνώρι‐
5μος γίνεται Φιλίππῳ καὶ τῇ γυναικὶ αὐτοῦ Ὀλυμπιάδι, ᾗ καὶ μιγνύμενος διὰ μηχανῶν ἔτεκε τὸν Ἀλέξανδρον. ὁ μέν‐ τοι Φίλιππος Μακεδονίας βασιλεύσας καὶ Θεσσαλίαν ὑποτά‐ ξας πόλιν ἐν αὐτῇ κτίζει καὶ Θεσσαλονίκην καλεῖ. μετὰ τοῦ‐ τον Ἀλέξανδρος. ὅτε τοίνυν οὗτος κατὰ Περσῶν καὶ Μήδων
10ὥρμησε, συμμαχίαν τοὺς Ἰουδαίους ἐζήτησε. καὶ μὴ λαβὼν (συνθήκας γὰρ εἶχον πρὸς Δαρεῖον μὴ πολεμεῖν αὐτὸν) ἐπῄει κατ’ αὐτῶν. ὁ γοῦν ἀρχιερεὺς πρὸς ἔκπληξιν τὴν θαυμα‐ στὴν ἐκείνην στολὴν ἐνδυσάμενος τῷ Ἀλεξάνδρῳ ὑπήντησε. καὶ ὃς ἐκπλαγείς, κἀντεῦθεν τοῦ ἵππου καταβάς, τῷ ἀρχιε‐
15ρεῖ προσέπεσε. τῶν γοῦν ἀλλοφύλων ἐκπλαγέντων ἔφη „οὐ τὸν ἱερέα προσκυνῶ, ἀλλὰ τὸν ὑπ’ αὐτοῦ τιμώμενον θεόν· τοιούτῳ γὰρ σχήματι καὶ τὸν θεὸν εἶδον κατὰ Περσῶν θαρ‐ ρύναντά με.“ ἐφ’ ᾧ καὶ θυσίαν ἐκεῖσε τῷ θεῷ προσή‐ νεγκεν.
20Οὗτος μὲν οὖν καὶ πάνυ σοφῶς καὶ εὐμηχάνως ἐχειροῦ‐
το τὰ πάντα· μετενδυόμενος γὰρ εἰσήρχετο πανταχοῦ, καὶ267

268

κατασκοπεύων οὕτως ἐνίκα. τοῦτο ποιεῖ καὶ ἐπὶ τῇ χήρᾳ Κανδάκῃ. ἀλλ’ ἑάλω· ἐκείνη γὰρ τὰ συστήματα αὐτοῦ μα‐ θοῦσα (ἦν γὰρ τὸν μὲν τῶν ὀφθαλμῶν γλαυκὸς τὸν δὲ μέ‐ λας) ἅμα τῷ ἰδεῖν αὐτὸν εἶπε „βασιλεῦ Ἀλέξανδρε, τὸν κό‐
5σμον ἔλαβες, καὶ γυνή σε παρέλαβεν.“ ἣν καὶ λαβὼν εἰς γυναῖκα, καὶ εἰς Αἴγυπτον ἀπελθών, καὶ τὴν μεγάλην Ἀλε‐ ξάνδρειαν κτίσας, καὶ ὑποστρέψας εἰς Βαβυλῶνα, τελευτᾷ ἐτῶν λβʹ, δώδεκα καὶ μόνα κρατήσας ἔτη, φρονιμώτατος πάντων καὶ ἀνδρειότατος. διὰ γὰρ τοῦτο καὶ πτηνὴν αὐτὸν
10πάρδαλιν ὁ προφήτης προεῖδε, τὸ ῥαγδαῖον αὐτοῦ καὶ ὀξὺ παριστῶσα καὶ τὸ ἄφνω διαπτῆναι μετὰ τροπαίων τὴν οἰ‐ κουμένην. λέγεται δὲ ὅτι καὶ φιλοσόφου τινὸς ἤκουσεν εἰ‐ πόντος ἀπείρους εἶναι κόσμους, καὶ μέγα στενάξας ἔφη „ἀπεί‐ ρων ὄντων μηδενὸς ἐγὼ κεκράτηκα.“ ἀλλὰ καὶ ἐπὶ σωφρο‐
15σύνῃ ἐθαυμάζετο· τὰς γὰρ Δαρείου θυγατέρας αἰχμαλώτους κρατήσας οὐδὲ ἰδεῖν ἠνέσχετο, ἀπρεπὲς εἶναι εἰπὼν τὸν ἄν‐ δρας κρατήσαντα ὑπὸ γυναικῶν κρατηθῆναι. ὡσαύτως δὲ καὶ ἐπὶ φιλοσοφίᾳ καὶ ἀγχινοίᾳ· τῷ γὰρ Ἀριστοτέλει πα‐ ρηκολούθησε. πολεμικώτατος δὲ καὶ τολμηρότατος ὤν, καὶ
20ἰδὼν ὁμώνυμον αὐτῷ νεανίσκον τινὰ δειλῶς μαχόμενον, εἶπεν
„ἢ τὸν τρόπον ἄλλαξον ἢ τὴν κλῆσιν.“268

269

Οὗτος μὲν οὖν Ἀλέξανδρος καὶ μέχρι τῶν ἐνδοτάτων Ἰνδῶν καὶ αὐτοῦ τοῦ ὠκεανοῦ καὶ τῆς μεγίστης νήσου τῶν Βραχμάνων φθάσας, ὧν καὶ τὸν θαυμάσιον βίον θαυμάσας καὶ τὴν εἰς θεὸν εὐσέβειάν τε καὶ λατρείαν ἐξεπλάγη, ἐν ᾧ τό‐
5πῳ καὶ στήλην στήσας ὑπέγραψεν „ἐγὼ μέγας Ἀλέξανδρος βασιλεὺς ἔφθασα μέχρι τούτου.“ ἐν ἐκείνῃ τῇ νήσῳ κατοι‐ κοῦσιν οἱ λεγόμενοι Μακρόβιοι· ζῶσι γὰρ αὐτῶν οἱ πλείους περὶ τὰ ἑκατὸν πεντήκοντα ἔτη διὰ τὴν τοῦ ἀέρος εὐκρασίαν καὶ τὰ ἀνεξερεύνητα τοῦ θεοῦ κρίματα. ἐκεῖσε ὀπώρα τὸν
10ἅπαντα χρόνον οὐ λείπει. ἐκεῖ τὰ μέγιστα κάρυα καὶ τὰ δυσπόριστα ἀρώματα καὶ ἡ Μαγνῆτις λίθος· παρ’ οἷς οὐκ ἔστι τετράποδον, οὐκ οἶνος, οὐκ ἄρτος, οὐχ ἱμάτιον. μικρᾶς δὲ ὀπώρας καὶ ὕδατος ἀπολαύουσι τὸν ποταμὸν παροικοῦν‐ τες καὶ τῷ θεῷ γνησίως λατρεύοντες. καὶ οἱ μὲν ἄνδρες εἰς
15ποταμὸν παροικοῦσιν, αἱ δὲ γυναῖκες αὐτῶν ἐντεῦθέν εἰσι τοῦ ποταμοῦ Γάγγου τοῦ παραρρέοντος εἰς τὸν ὠκεανὸν ἐπὶ τὸ μέρος τῆς Ἰνδίας. καὶ οἱ μὲν ἄνδρες περῶσι πρὸς τὰς γυναῖκας Ἰούλιον καὶ Αὔγουστον, παρ’ οἷς ὑπάρχουσι ψυχρό‐ τεροι, τοῦ ἡλίου πρὸς ἡμᾶς ὑψωθέντος. τηνικαῦτα γὰρ εὔκρα‐
20τοι γενόμενοι πρὸς οἶστρον κινεῖσθαι λέγονται. καὶ ποιήσαντες μετὰ τῶν γυναικῶν αὐτῶν ἡμέρας τεσσαράκοντα πάλιν ἀντιπε‐ ρῶσι. μεθ’ ὃ δὲ τέκῃ ἡ γυνὴ δύο παῖδας, οὐκέτι μίγνυνται.
ἐὰν δέ τις εὑρεθῇ στεῖρα μέχρι πενταετίας, ἔκτοτε ἀμιγής269

270

ἔστι δι’ εὐλάβειαν. ὁ μέντοι ποταμὸς ὢν δυσπέρατος διὰ τὸ ὀδοντοτύραννον ζῶον· καὶ γὰρ οὗτος ἀμφίβιον μέγιστον, ὥστε καὶ ἐλέφαντας καταπίνειν, εἰ καὶ τοὺς ἄνδρας τούτους οὐ βλάπτει διαπεραιουμένους. ἐν δὲ τοῖς ἐρημοτέροις τόποις
5δράκοντές εἰσιν ὡσεὶ πηχέων ἑβδομήκοντα, σκορπίοι δὲ πη‐ χυαῖοι, μύρμηκες παλαιστιαῖοι· ἐφ’ ᾧ καὶ ἀοίκητοι μένου‐ σιν οἱ τόποι ἐκεῖνοι. ἀλλὰ καὶ ἐλέφαντες ἐκεῖσε ἀγεληδὸν βόσκονται. ἐνδότερον δέ εἰσιν ἄνθρωποι ἀνθρώπους ἐσθίον‐ τες. Χαλδαίοις νόμος μητρογαμεῖν καὶ ἀδελφοτεκνοφθορεῖν.
10παρ’ Ἀγιλαίοις αἱ γυναῖκες αὐθεντοῦσι τῶν ἀνδρῶν καὶ πορ‐ νεύουσιν ὡς βούλονται, μὴ ζηλοτυπούμεναι παρὰ τῶν ἀν‐ δρῶν αὐτῶν, γεωργίαν δὲ καὶ οἰκοδομίαν καὶ πάντα τὰ ἀν‐ δρῷα πράττουσιν. ἐν δὲ Βρεττανίᾳ πλεῖστοι ἄνδρες μιᾷ συγ‐ καθεύδουσι γυναικὶ καὶ πολλαὶ γυναῖκες ἑνὶ ἀνδρί. Ἀμαζό‐
15νες δὲ ἄνδρας οὐκ ἔχουσιν, ἀλλ’ ὡς τὰ ἄλογα κατὰ τὸ ἔαρ τοῖς γειτνιῶσι μίγνυνται, καὶ μέγα πανηγυρίζουσαι οἴκαδε ἀποστρέφουσι, καὶ κατὰ τὸν καιρὸν τῆς κυήσεως τὸ μὲν ἄρ‐ ρεν ἀναιροῦσι, τὸ δὲ θῆλυ ζωογονοῦσι. Ταῦτα μὲν οὖν πάντα νόμος τοῖς κατὰ τόπους ἔθνεσιν
20ἐκ διαδοχῆς κατὰ τὸν μέγαν Καισαριον γέγονε. μετὰ μέντοι270

271

τὴν Ἀλεξάνδρου τελευτὴν εἰς πολλὰς ἀρχὰς ἡ βασιλεία αὐ‐ τοῦ διῃρέθη, καὶ οὐ διέλειπον ἀεὶ κατ’ ἀλλήλων ἐπανιστάμε‐ νοι, ἕως οὗ ἡ Ῥωμαίων ἀρχὴ τὰς τοπαρχίας πάσας κατέλυ‐ σε. καὶ περὶ μὲν τούτων οὕτως.
5 Ὁ δὲ Ἰακὼβ γεννᾷ τοὺς δώδεκα πατριάρχας, τὸν Ῥου‐ βίμ, τὸν Συμεών, τὸν Λευί, τὸν Ἰουδὰν καὶ τοὺς λοιποὺς καθεξῆς. ἠγάπα δὲ τὸν Ἰωσὴφ πλέον τῶν ἄλλων καὶ διὰ τὸ νεώτατον αὐτὸν εἶναι καὶ διὰ τὴν προσοῦσαν αὐτῷ ἀρετήν. ἐφ’ ᾧ καὶ φθονοῦσιν αὐτῷ οἱ ἀδελφοὶ αὐτοῦ. οὐ διὰ ταῦτα
10δὲ μόνον, ἀλλὰ καὶ διὰ τὰς ὁράσεις ὧν ἐκεῖνος γέγονε θεω‐ ρός. ἑώρα γὰρ ἀστέρας ἕνδεκα, σὺν αὐτοῖς τε τὸν ἥλιον καὶ τὴν σελήνην, προσκυνοῦντας αὐτόν. καὶ οἱ μὲν ἀστέρες ἐδή‐ λουν τοὺς ἀδελφοὺς αὐτοῦ, ὁ ἥλιος τὸν πατέρα, ἡ δὲ σελή‐ νη τὴν μητέρα. εἰ δὲ λέγει τις, πῶς ἡ μήτηρ λέγεται προσ‐
15κυνῆσαι, ἐπεὶ προαποθανεῖν ἔφθασεν, ἀκουέτω ὅτι τοῦ Ἰα‐ κὼβ κατελθόντος ἐν Αἰγύπτῳ καὶ προσκυνήσαντος συμπροσ‐ κυνῆσαι λέγεται καὶ ἡ γυνὴ αὐτοῦ, ὅτι καὶ σῶμα ἓν ἀμφό‐ τεροι οὗτοι. οὐκοῦν ἐφθόνουν αὐτῷ διὰ τοῦτο οἱ ἀδελφοὶ αὐτοῦ. καὶ φθονοῦντες εἰς ἐπιβουλὴν προδήλως χωροῦσι, καὶ
20θανατῶσαι θέλοντες αὐτὸν ἐμβάλλουσι λάκκῳ δεινῷ. ἑνὸς
δέ τινος ὑποθήκαις, δηλαδὴ τοῦ Ῥουβὶμ ἅτε πρὸς αὐτὸν φι‐271

272

λίως διακειμένου, τοῦ λάκκου τε αὐτὸν ἐξάγουσι, καὶ κατὰ τὴν τοῦ Ἰωσήπου ἱστορίαν εἴκοσι μνῶν τοῖς ἐμπόροις ἀποδι‐ δόασι. μετὰ δὲ ταῦτα πρὸς τὸν πατέρα ἐπιστρέψαντες τὸν μὲν Ἰωσὴφ ἔλεγον μὴ ἰδεῖν, χιτῶνα δὲ τούτου εὑρεῖν ᾑμα‐
5γμένον καὶ λελακισμένον, ὡς ἐντεῦθεν ὑπόνοιαν τάχα διδόναι παρὰ θηρίων αὐτὸν ἀπολέσθαι. κατάγεται οὖν παρὰ τῶν ἐμπόρων εἰς Αἴγυπτον, καὶ ὡς δοῦλος ἐκεῖσε πιπράσκεται. οὐ πολὺ τὸ ἐν μέσῳ, καὶ εἰς ἔρωτας ἀσέμνους παρὰ τῆς κυ‐ ρίας αὐτοῦ ἐφέλκεται. ὁ δὲ οὐκ ἐπείθετο· εἰ γὰρ καὶ τὸ σῶμα
10δοῦλος, ἀλλὰ τὴν γνώμην ἐλεύθερος. ἐφ’ ᾧ καὶ πρὸς ὀργὴν αὐτὴν κινεῖ. μελετᾷ κατ’ αὐτοῦ, κατηγορεῖ, πείθει εἰς φυ‐ λακὴν αὐτὸν ἐμβαλεῖν. γίνεται ταῦτα, καὶ τρισκαίδεκα ἔτε‐ σιν κατάκλειστος ἦν· τῇ δὲ τοιαύτῃ φυλακῇ καὶ ἕτεροι δύο συνῆσαν, οἰνοχόος τε καὶ ἀρτοποιός· οἷς δὴ παραδόξως
15καὶ τὰ ἐσόμενα προηγόρευσε. καὶ τῷ μὲν οἰνοχόῳ ἐλευθερί‐ αν προέλεγε διὰ τριῶν ἐμμένειν ἡμερῶν· ἑώρα γὰρ ἐκ τρι‐ ῶν κλημάτων ἀποθλιβομένους βότρυας δι’ αὐτοῦ εἰς φιάλην, καὶ τὸν βασιλέα χαριέντως ἐξ αὐτοῦ ταύτην λαμβάνοντα. ὅθεν καὶ πρὸς αὐτὸν ἔλεγε „μὴ ὑπερίδῃς ἡμᾶς δια ταῦτα ἀπερ‐
20χόμενος· οὐδὲν γὰρ ἁμαρτόντες ἐν δεσμοῖς γεγόναμεν, ἀλλὰ
σωφροσύνης ἕνεκα τὰ τῶν κακούργων ὑπομένειν κατεκρίθη‐272

273

μεν.“ τῷ δὲ ἀρτοποιῷ λέγοντι τρία κανᾶ φέρειν ὑπὲρ κεφα‐ λῆς ἑαυτοῦ, καὶ δύο μὲν ἄρτων πλέα, τὸ δὲ τρίτον ὄψων τε καὶ ποικίλων βρωμάτων, καταπταμένους δὲ οἰωνοὺς ἅπαντα δαπανᾶν, κἀντεῦθεν προσδοκῶντι ὁμοίαν τῷ οἰνοχόῳ τὴν
5πρόρρησιν ἔσεσθαι, δύο τὰς πάσας ἔτι τοῦ ζῇν ἔλεγεν ἔχειν ἡμέρας· τὰ γὰρ κανᾶ τοῦτο σημαίνειν, τῇ τρίτῃ δὲ αὐτὸν σταυρωθέντα βορὰν ἔσεσθαι πετεινοῖς. γενέθλιον ἐπιτελεῖ ὁ βασιλεύς, καὶ τηνικαῦτα τὰ τῆς προρρήσεως γίνεται. ἐπι‐ λανθάνεται τούτου ὁ οἰνοχόος. ἐνιαυτοὶ δύο παρέρχονται.
10ὁρᾷ κατὰ νύκτα ὁράσεις δύο ὁ Φαραώ. ἀμηχανοῦσιν ἐπὶ τούτοις οἱ τῶν Αἰγυπτίων σοφοί. καλεῖται ὁ Ἰωσήφ, τοῦ οἰνοχόου τοῦτο προτρέψαντος. ἡ δὲ ὅρασις βόες εὐτραφεῖς ἑπτὰ ἀπὸ τοῦ νάματος ἐπὶ τὸ ἕλος ἐρχόμεναι· ἄλλαι ἰσά‐ ριθμοι ἐκ τοῦ ἕλους ὑπαντῶσαι, λίαν κατισχνωμέναι, καὶ
15κατεσθίουσαι τὰς εὐτραφεῖς καὶ μεγάλας, κἂν οὐδὲν ἐκ τοῦ φαγεῖν ὠφελοῦντο. ἡ δὲ δευτέρα ὅρασις στάχυες εὐτραφεῖς ἑπτὰ ἀπὸ μιᾶς ῥίζης, ὑφ’ ἑτέρων ἑπτὰ διεφθαρμένων καὶ ἀσθενῶν δαπανώμενοι. ἔτος δὲ τριακοστὸν ὁ Ἰωσὴφ τηνι‐ καῦτα ἤνυεν. ἐφερμηνεύει τὰς ὁράσεις, τιμᾶται παρὰ τοῦ
20Φαραώ, ἄρχων Αἰγύπτου καθίσταται. πρὸς τούτοις δὲ καὶ273

274

Ψομθομφάνιχον αὐτὸν ὁ Φαραὼ προσαγορεύει, τουτέστιν ἐφευρετὴν τῶν κρυπτῶν. τὸν δὲ λιμὸν ἐκεῖνον ἱστορεῖ γενέ‐ σθαι διὰ τὸ μήτε τὸν Νεῖλον τότε ἀνελθεῖν μήτε δρόσον ἄνω‐ θεν κατελθεῖν. γεννᾷ δὲ Ἰωσὴφ καὶ δύο υἱούς, Μανασοῆν
5καὶ Ἐφραΐμ. καὶ τὸ μὲν Μανασσῆς σημαίνει ἐπίληθον· εὐ‐ δαιμονήσας γὰρ λήθην τῶν ἀτυχημάτων ἔλαβε. τὸ δὲ Ἐφραῒμ ἀποδιδούς· αὐτὸς γὰρ τοῖς προγόνοις τὴν ἐλευθερίαν ἀπέδω‐ κε. καὶ ταῦτα μὲν τοῦτον ἔχει τὸν τρόπον. Οἱ δέ γε τοῦ Ἰακὼβ υἱοὶ ἀκούσαντες τὰ παρὰ Συχὲμ
10τοῦ υἱοῦ Ἐμὼρ γεγενημένα ἐπὶ τῇ ἀδελφῇ αὐτῶν Δινᾷ κα‐ τενύγησαν ἤγου νἐλυπήθησαν, ἀσχημοσύνην τὸ πρᾶγμα ἐλογί‐ σαντο. ἐφ’ ᾧ καὶ τοὺς ἐκεῖσε παροικοῦντας ἔργον φόνου πε‐ ποιήκασιν. ὅθεν καὶ συγχωρεῖ αὐτοὺς ὁ θεὸς καιρὸν ἱκανὸν κακωθῆναι κατ’ Αἴγυπτον. αὕτη οὖν ἡ αἰτία τῆς πολυετοῦς
15καὶ πρώτης αἰχμαλωσίας αὐτῶν. ὁ μέντοι Ἰακὼβ ζητηθεὶς παρὰ τοῦ Ἰωσήφ, ἡνίκα πρὸς αὐτὸν ἀπῆλθον οἱ ἀδελφοὶ αὐ‐ τοῦ διὰ τὴν ἀνάγκην τοῦ λιμοῦ, κατῆλθον εἰς Αἴγυπτον ἐν οʹ καὶ εʹ ψυχαῖς. τίθησι δὲ τὸν ἀριθμὸν ἡ γραφή, ἵνα μάθωμεν ἐκ πόσων πόσοι γεγόνασιν. ὁ δέ γε Ἰακὼβ μικροῦ δεῖν ἐξέλιπεν
20ἐκ τῆς ἀπροσδοκήτου χαρᾶς, ὥς φησιν Ἰώσηπος, εἰ μὴ ὁ Ἰω‐
σὴφ αὐτὸν ἀνεζωπύρησεν· εἰ γὰρ καὶ αὐτὸς ὑφ’ ἡδονῆς ἥτ‐274

275

των τοῦ πάθους γέγονεν, ἀλλ’ οὐ τὸν αὐτὸν τρόπον τῷ Ἰακώβ. ὁ μέντοι Φαραὼ πολιὸν ἰδὼν τὸν Ἰακὼβ ἐρωτᾷ περὶ τῶν ἐτῶν αὐτοῦ. καὶ ὃς ἀπεκρίνατο λέγων „αἱ ἡμέραι τῶν ἐτῶν τῆς ζωῆς μου ἃς παροικῶ, ρλʹ ἔτη, μικραὶ καὶ πονηραὶ γε‐
5γόνασι.“ ταῦτα δὲ ἔλεγε δι’ οὓς ὑπέστη πειρασμούς. ἐπέ‐ ζησε δὲ μετὰ ταῦτα ἔτη ιεʹ εἰς παράκλησιν ὧν ἔπαθε δεινῶν τὰ πρὸ τοῦ. καὶ οἱ μὲν παλαιοὶ πολὺν χρόνον ἔζων, ὥστε αὐξηθῆναι τὸ γένος ἐν τῷ πλείονι χρόνῳ. διὰ τοῦτο καὶ πολ‐ λαῖς συνήπτοντο γυναιξίν. αὐτίκα γοῦν καὶ μετὰ τὸν κατα‐
10κλυσμὸν μακρόβιοι ἦσαν. ἐπειδὴ δὲ τὴν οἰκουμένην ἐπλή‐ ρωσαν, ἠλαττώθη λοιπὸν ὁ τῶν ἐτῶν ἀριθμός. κατὰ δὲ τὸν θειότατον Κύριλλον, ἠλαττώθη τὰ ἔτη διὰ τὸ τὴν φύσιν αὐ‐ τὴν ἀδρανεστέραν τῷ χρόνῳ γενέσθαι καὶ μὴ ἐπὶ πλείοσιν ἰσχύειν ἔτεσι παρεκτείνεσθαι. καὶ πολυετεῖς μὲν ἦσαν οἱ
15παλαιοὶ δι’ ἣν αἰτίαν ἔφθασεν ὁ λόγος εἰπεῖν· ὁ δὲ Ἰώση‐ πος τῇ παρευρισκομένῃ τότε τροφῇ μακροβίους γενέσθαι τοὺς ἀνθρώπους ἔλεγε. Καὶ γεννᾷ μέν, ὡς εἴρηται, τοὺς δώδεκα πατριάρχας ὁ Ἰακώβ, ἀφ’ ὧν αἱ δώδεκα φυλαὶ τοῦ Ἰσραήλ· διὰ γὰρ
20τοῦτο καὶ πατριάρχας ἐκεῖνος ὁ λόγος ἐκάλεσεν ὡς τῶν πα‐275

276

τριῶν ἤτοι τῶν φυλῶν ἄρχοντας. κατὰ δὲ τὸν μέγαν Ἐπι‐ φάνιον δέκα καὶ τρεῖς αἱ φυλαί. εἰ γὰρ καὶ φυλή τις οὐκ ἔστιν ἐκ τοῦ Ἰωσήφ, ἀλλ’ αἱ ἀπὸ τῶν παίδων αὐτοῦ, τοῦ τε Μανασσῆ καὶ τοῦ Ἐφραΐμ, δύο φυλαὶ τοῦ Ἰωσὴφ γνωρί‐
5ζονται. ὅμως μέντοι τῆς Λευὶ φυλῆς ὑπεξαιρουμένης ὡ μηδὲν ἐργαζομένης, δώδεκα πάλιν αἱ φυλαί. καὶ Ἰακὼβ μὲν γεννᾷ τὸν Λευί, Λευὶ δὲ τὸν Καάθ, Καὰθ δὲ τὸν Ἀμράμ, Ἀμρὰμ δὲ τὸν Μωσέα καὶ τὸν Ἀαρών. καὶ Μωσῆς μὲν ἕκτος ἀπὸ Ἀβραάμ.
10 Ἐκεῖθεν γενεαλογούμενος ὁ Ἰὼβ πέμπτος εὑρίσκεται. οὗ‐ τος ὁ Ἰὼβ κατὰ τὴν τοῦ μεγάλου Κυρίλλου ἐξήγησιν ἐτῶν οʹ καὶ ηʹ ἦν κατὰ τὴν ἀρχὴν τοῦ πειρασμοῦ, ἐν δὲ τῇ πλη‐ γῇ διατελέσας ἔτη ἑπτὰ γέγονεν ἐτῶν πεʹ. καὶ πόθεν τοῦτο δῆλον; ἐκ τῶν μετὰ τὴν πληγὴν δοθέντων αὐτῷ ροʹ ἐτῶν.
15ἐπειδὴ γὰρ εἰς τὸ διπλάσιον δέδωκε πάντα τῷ Ἰὼβ ὕστερον ὁ θεός, ἐξ ἀνάγκης διπλᾶ καὶ τὰ ἔτη αὐτῷ ἐχαρίσατο. οὐκ‐ οῦν τῶν ροʹ τὰ ἡμίση πʹ καὶ εʹ τυγχάνουσιν. ἐντεῦθεν οὖν εὑρίσκονται τὰ πάντα ἔτη τοῦ Ἰὼβ σνεʹ. εἰ δέ γε τὸν πάν‐ τα χρόνον τῆς ζωῆς αὐτοῦ σμηʹ ἔτη λέγει ἡ γραφή, μὴ ξενι‐
20σθῇς· τὰ γὰρ ἑπτὰ ἔτη τῇ ζωῇ τῆς πληγῆς αὐτοῦ οὐ συνῆ‐
ψεν ὁ συγγραφεύς, ἐπεὶ μὴ ζωῆς χρόνον τὸν τῆς πληγῆς276

277

καιρὸν ἐλογίσατο διὰ τὴν ἐκ τοῦ πάθους νέκρωσιν. οὐκοῦν ἔοι‐ κεν ὁ μακάριος Ἰὼβ εἰς ἔνδειξιν τῶν θεόθεν αὐτῷ δοθέντων ἀγαθῶν ὕστερον ταῖς θυγατράσι τεθεικέναι τὰς προσηγορίας· τοῖς πράγμασι γὰρ ἀκολούθως ἐπήνεγκεν αὐταῖς καὶ τὰ ὀνό‐
5ματα, καὶ τὴν μὲν πρώτην Ἡμέραν ἐκάλεσεν ὡς ἀπό τινος βαθείας νυκτὸς τῶν περιστοιχισάντων αὐτὸν χαλεπῶν ἡμέρας αὐτῷ φωτεινῆς ἐπιλαμψάσης, τὴν δὲ δευτέραν Κασίαν ὠνό‐ μασεν ὡς ἤδη λοιπὸν ἐν εὐωδίᾳ τινὶ καὶ ἀπολαύσει τῶν ἀγα‐ θῶν γενόμενος, τὴν δὲ τρίτην Ἀμαλθείας κέρας προσηγόρευ‐
10σεν ὡς ἅπασι λοιπὸν τοῖς ἀγαθοῖς περιρρεόμενος. Ἀμαλθεί‐ ας γὰρ κέρας οἱ παλαιοὶ τὴν ἀφθονίαν ἐκάλουν· λέγεται γὰρ ὅτι ἦν αἰπόλῳ τινὶ αἰξ Ἀμάλθεια καλουμένη, ἥτις ὀρύξασα τῷ κέρατι θησαυρὸν ἀνέδειξε τῷ δεσπότῃ. καὶ οὐχ εὑρέθη‐ σαν γάρ, φησι, κατὰ τὰς θυγατέρας Ἰὼβ βελτίους αὐτῶν
15ἐν τῇ ὑπ’ οὐρανόν. διὰ τί δὲ τοῦτο; ἵνα τῇ θέᾳ τούτων ἡ τοῦ πάθους ἀπαλειφθῇ μνήμη παντάπασι. καὶ δέκα μὲν ἔλαβε παῖδας μετὰ τὴν πληγὴν ὁ Ἰώβ, ὅτι καὶ δέκα τούτους ὄντας ἀπώλεσεν. εἰ δὲ διπλᾶ λέγει τὰ πάντα λαβεῖν τὸν Ἰὼβ ἡ γραφή, μὴ θαύμαζε. τὰ γὰρ λοιπὰ πάντα, καμή‐
20λους, ἡμιόνους, προβάτων ἀγέλας, καὶ ὅσα τοιαῦτα, διπλᾶ277

278

κατὰ τὴν γραφὴν ἔλαβε· θνητὰ γὰρ ταῦτα πάντα, καὶ οὐκ ἀναστήσονται τότε. οἱ δὲ παῖδες ὁμολογουμένως ἀναστήσον‐ ται τότε. ἐφ’ ᾧ δέκα καὶ μόνους ἐνταῦθα λαμβάνει μετὰ τὴν πληγήν. ὀψὲ δὲ κἀκείνους οὓς ἀπώλεσε λήψεται, ὡς ἐν‐
5τεῦθεν δὶς δέκα παῖδας ἔχειν αὐτόν, τουτέστιν εἴκοσι. κα‐ λῶς οὖν ἡ γραφὴ διπλᾶ λαβεῖν ἔλεγε τὰ πάντα μετὰ τὴν πληγὴν τὸν Ἰώβ. Καὶ γεννᾷ Ἀμράμ, ὡς εἴρηται, τὸν Μωσέα, καὶ πα‐ ρευθὺς εἰς ποταμὸν ῥίπτουσιν αὐτόν, ἐν θίβῃ τινὶ πρότερον
10βαλόντες, διά γε τὸν φόβον τοῦ Φαραώ· τὰ γὰρ ἄρρενα τῶν Ἑβραίων παιδία θανατοῦσθαι ἐκέλευσε χάριν τοῦ μὴ κα‐ ταδυναστεῦσαι διὰ τὸ πλῆθος αὐτούς. ἡ δὲ τοῦ Φαραὼ θυ‐ γάτηρ περιπατοῦσα κατ’ αἰγιαλόν, καὶ ἰδοῦσα τὴν θίβην, ἐκ‐ βληθῆναι τοῦ ποταμοῦ κελεύει αὐτήν. ἔνθεν τοι καὶ μαθοῦ‐
15σα ὅθεν τὸ παιδίον καὶ ὅπως εἰς τὸν ποταμὸν ἐρρίφη, παρʹ αὐτοῦ λαμβάνει αὐτὸ καὶ ἀνατρέφεσθαι δίδωσιν. εἶθ’ οὕτως εἰς ἄνδρας ἔρχεται. ὁρᾷ Ἰουδαῖον ὑπὸ Αἰγυπτίου θλιβόμε‐ νον, οὐκ ἀνέχεται, κτείνει τὸν Αἰγύπτιον, παρὰ τῇ ἄμμῳ κρύπτει αὐτόν. μετὰ τοῦτο δύο Ἑβραίους ὁρᾷ πρὸς ἀλλήλους
20διαπληκτιζομένους, καὶ καταλλάσσειν ἐπεχείρει αὐτούς. οἱ δὲ πρὸς αὐτόν „τίς σε κατέστησεν ἐφ’ ἡμῖν ἄρχοντα; μὴ
βούλει καὶ ἡμᾶς ἀνελεῖν, ὡς χθὲς τὸν Αἰγύπτιον;“ ταῦτ’278

279

οὖν ὁ Μωσῆς ἀκούσας, καὶ πτοηθεὶς μήποτε κατάδηλος γέ‐ νηται, ἀπαίρει τῶν ὁρίων Αἰγύπτου καὶ δραπετεύει πρὸς ἔρημον. εἶτα θεὸν ὁρᾷ, κἀκεῖθεν πρὸς Φαραὼ στέλλεται τοῦ ἐξαγαγεῖν τὸν λαόν. καὶ ταῦτα μὲν ἡ Μωσαϊκὴ διέξει‐
5σιν ἱστορία. Ὁ δὲ Ἰώσηπος περὶ τούτου καὶ τάδε. τῶν ἱερογραμμα‐ τέων τις (καὶ γάρ εἰσι δεινοὶ περὶ τῶν μελλόντων τὴν ἀλή‐ θειαν) ἀγγέλλει τῷ βασιλεῖ τεχθήσεσθαί τινα κατ’ ἐκεῖνον τὸν καιρὸν τοῖς Ἰσραηλίταις, ὃς ταπεινώσει μὲν τὴν τῶν Αἰγυπτίων
10ἡγεμονίαν, αὐξήσει δὲ τοὺς Ἰσραηλίτας τραφείς, ἀρετὴν πάντας ὑπερβαλεῖ καὶ δόξαν ἀείμνηστον κτήσεται. δείσας δὲ ὁ βασιλεὺς κατὰ γνώμην τὴν ἐκείνου κελεύει πᾶν τὸ γεννηθὲν ἄρσεν παρ’ Ἑβραίοις εἰς τὸν ποταμὸν ῥιπτοῦντας διαφθείρειν, παραφυλάσσειν τὰς ὠδῖνας τῶν Ἑβραίων γυναικῶν τὰς Αἰ‐
15γυπτίας μαίας· ὑπὸ γὰρ τούτων αὐτὰς ἐκέλευσε μαιοῦσθαι. ἡ ἐπίνοια δὲ αὕτη πρὸς τὸ διαφθείρεσθαι ὑπ’ αὐτῶν τὰ τι‐ κτόμενα. γεννᾶται οὖν κατὰ τὴν πρόρρησιν ὁ παῖς ἐκεῖνος, λαθὼν τοὺς φύλακας διὰ τὴν τῶν ὀδυνῶν ἐπιείκειαν καὶ διὰ τὸ μὴ βιαίας ἐν τοκετῷ περιπεσεῖν τῇ τικτούσῃ τὰς ἀλγηδό‐
20νας. καὶ τρεῖς μὲν μῆνας παρ’ ἑαυτοῖς τρέφουσι λανθάνον‐ τες· εἶτα δείσας Ἀμρὰμ μὴ κατάφωρος γέννηται, πλέγμα
τι βύβλινον ποιήσας καὶ ἀσφαλτώσας αὐτῷ τὸ παιδίον ἐντί‐279

280

θησι καὶ κατὰ ποταμοῦ βάλλει αὐτό. εἶτα Θερμουθὶς ἡ τοῦ βασιλέως θυγάτηρ παρὰ τῷ ποταμῷ παίζουσα καὶ τὸ πλέγμα θεασαμένη κολυμβητὰς ἐπιπέμπει, καὶ ἄγουσιν αὐτό. καὶ ἰδοῦσα ὑπερηγάπησεν αὐτὸ τὸ παιδίον μεγέθους τε ἕνεκεν καὶ
5κάλλους, καὶ φροντίζει ὅπως αὐτὸ τρέφηται. τὸ δὲ οὐ προσ‐ ίεται γυναῖκα Αἰγυπτίαν. ὅθεν καὶ παρατυχοῦσα ἡ Μα‐ ριάμ, καὶ εἰποῦσα ὅτι τὸ συγγενὲς ἐπιζητεῖ, προτρέπεται γυ‐ ναῖκα Ἑβραίαν ἀγαγεῖν. ὅθεν καὶ ἡ μήτηρ αὐτοῦ εὐμεθόδως μετακαλεῖται. τὴν δὲ ἐπίκλησιν αὐτῷ κατὰ τὸ συμβεβηκὸς
10ἔθετο· τὸ γὰρ ὕδωρ μῶ καλοῦσιν Αἰγύπτιοι, ὑσεῖς δὲ τοὺς ἐξ ὕδατος σωθέντας. ἦν δὲ οὗτος ἕβδομος ἀπὸ Ἀβραάμ. καὶ τριετῆ μὲν αὐτὸν γεγενημένον, θαυμαστὸν ὁ θεὸς τὸ τῆς ἡλικίας ἐξῆρεν ἀνάστημα. πρὸς δὲ κάλλος οὐδεὶς ἀφιλότιμος ἦν οὕτως ὡς Μωϋσῆν θεασάμενος μὴ ἐκπλαγῆναι τῆς εὐμορ‐
15φίας. ὅθεν ἡ Θερμουθὶς ἄγονος οὖσα ἰδιοποιεῖται αὐτόν. ἐφʹ ᾧ καὶ προσάγει τῷ βασιλεῖ, πάντα τε ἀναγγέλλει, καὶ ὅτι διάδοχός σου γενήσεται, παιδὸς οἰκείου μὴ εὐποροῦντος. καὶ ταῦτα λέγουσα ταῖς τοῦ πατρὸς χερσὶν ἐντίθησι τὸ βρέφος. ὁ δ’ ἐπιτίθησιν αὐτῷ τὸ διάδημα. ὁ δὲ Μωσῆς καταφέρει
20τε αὐτὸ καὶ τοῖς ποσὶν ἐπιβαίνει, κατὰ νηπιότητα δῆθεν.
ταῦτ’ οὖν ἰδὼν ὁ ἱερογραμματεὺς ἐκεῖνος ὥρμησεν ἀποκτεῖ‐280

281

ναι αὐτόν, παροτρύνων εἰς αὐτὸ τοῦτο καὶ τὸν Φαραώ. φθά‐ νει δ’ αὐτὸν ἡ Θερμουθὶς ἐξαρπάσασα. ἔκτοτε οὖν καλῶς ἀνετρέφετο. εἶτα δήλη καὶ τοῖς Αἰγυπτίοις ἡ ἀρετὴ αὐτοῦ γίνεται. Αἰθίοπες ἐκστρατεύουσι κατ’ αὐτῶν. ἀντιστρατεύ‐
5ονται καὶ οὗτοι, ἑκατέρωθεν δὲ οὐκ ὀλίγοι πίπτουσιν. ὅθεν ὁ βασιλεὺς θεόθεν ὁδηγηθεὶς πείθει τὴν θυγατέρα τὸν Μωσέα παρασχεῖν στρατηγόν. δέχεται τὸ ἔργον, κατ’ Αἰθιόπων ὁρμᾷ. καὶ διὰ γῆς μέλλων διελθεῖν ἐρήμου, ἔνθα ἑρπετὰ δεινὰ ἐτρέφοντο, τί μηχανᾶται; πλέγματά τινα ἐμφερῆ κιβωτοῖς
10ἐκ βίβλου κατασκευάζει, καὶ πληρώσας ἴβεων ἐκόμιζε. πολε‐ μιώτατον δέ ἐστι τοῖς ὄφεσι τοῦτο τὸ ζῶον· φεύγουσί τε γὰρ ἐπερχομένας, καὶ ἀνθιστάμενοι καθάπερ ὑπ’ ἐλάφων ἁρπαζόμενοι καταπίνονται. χειροήθεις δέ εἰσιν αὶ ἴβεις, καὶ πρὸς μόνον τὸ τῶν ὄφεων γένος ἄγριοι. παρέρχεται οὖν διὰ
15τούτων τὴν θηροτρόφον γῆν. συμβάλλει τοῖς Αἰθίοψι, κατά τινα νῆσον διάγουσι δυσπόρθητον οὖσαν διὰ τὸ ποταμοῖς πε‐ ριρρέεσθαι. Θάρβις δὲ ἡ τοῦ βασιλέως θυγάτηρ δεξιῶς ἀπο‐ μαχόμενον ὁρῶσα τὸν Μωσέα εἰς ἔρωτα δεινὸν ὤλισθεν αὐ‐ τοῦ. καὶ περιόντος τοῦ πάθους πέμπει πρὸς αὐτὸν τῶν οἰ‐
20κετῶν τοὺς πιστοτάτους, διαλεγομένη περὶ γάμων καὶ τὴν281

282

πόλιν προδιδοῦσα. γίνεται ταῦτα, τελεῖται τὰ τοῦ γάμου. τοὺς Αἰθίοπας ἀναιρεῖ, καὶ τοὺς Αἰγυπτίους εἰς τὴν ἑαυτῶν ἀπάγει γῆν. ἔκτοτε οὖν φθόνος κατὰ Μωσέως· ἐπτοοῦντο γὰρ μήποτε κατ’ Αἰγυπτίων νεωτερίσῃ. μανθάνει ταῦτα, καὶ
5λαθὼν ἔξεισιν ἐκεῖθεν, καὶ τῶν ὁδῶν φυλασσομένων διὰ τῆς ἐρήμου ποιεῖται τὸν δρασμόν. ἐφίσταται τῷ φρέατι ἔνθα τοῦ Ῥαγουὴλ αἱ θυγατέρες τὰ θρέμματα ἐπότιζον. ἀνήνεκται τῷ Ῥαγουὴλ τὰ περὶ τοῦ Μωσέως, τίς τε ἦν καὶ ὅπως ταῖς αὐτοῦ θυγατράσιν ἐπαμῦναι οὐκ ὤκνησεν· ἐφ’ ᾧ καὶ γαμ‐
10βρὸν τὸν Μωσέα ποιεῖ. ὁ μέντοι Μωσῆς τοιούτων τυχὼν τῶν παρὰ τοῦ Ἰοθόρου (τοῦτο γὰρ ἦν ἐπίκλημα τῷ Ῥαγουή‐ λῳ) διῆγεν αὐτόθι ποιμαίνων τὰ βοσκήματα. τηνικαῦτα καὶ κατ’ αὐτὸ τὸ Σίναιον περιάγει αὐτά, ἔνθα καὶ τὸν θεὸν ὁρᾷ ἐκ τῆς βάτου καλοῦντα αὐτόν. ὁ θεὸς ἀποστέλλων πρὸς Φα‐
15ραὼ τὸν Μωσέα, καὶ ὑπισχνούμενος συμπαρεῖναι αὐτῷ, πρὸς πίστιν τοῦ λόγου εἰς δράκοντα μεταβάλλει τὴν ῥάβδον αὐτοῦ. ὁ μέντοι Μωσῆς παρρησιασάμενος πρὸς Φαραώ, τὴν ῥάβδον αὐτοῦ κατὰ γῆς τε ῥίπτει καὶ εἰς ὄφιν μεταβάλλει. οὐκοῦν περιιοῦσα τὰς τῶν Αἰγυπτίων ῥάβδους, αἳ δράκοντες ἐδόκουν,
20κατήσθιε. καὶ οὕτω μὲν ὁ Ἰώσηπος, ὁ δὲ Νυσσαεὺς θεῖος
Γρηγόριός φησιν ὅτι διὰ τοῦτο ἐπὶ μὲν τῆς βάτου καὶ τοῦ282

283

Ἰσραὴλ ὁ θεὸς τὴν ῥάβδον εἰς ὄφιν μεταβάλλει, ἐπὶ δὲ τοῦ Φαραὼ εἰς δράκοντα, ἵνα τῷ μεγέθει καταπλήξῃ αὐτούς. δῆ‐ λον δὲ ὅτι ἀληθὲς τοῦτο τὸ σημεῖον ἦν, τὸ δὲ τῶν μάγων φαντασία· διὸ καὶ κατεπόθη ὑπὸ τῆς ἀληθείας ἡ φαντασία.
5ἀλλ’ οὐκ ἐντεῦθεν ὁ Φαραὼ πείθεται, μαίνεται δὲ μᾶλλον, καὶ τοῖς Ἰουδαίοις ἐπὶ πλέον ἐπιτίθεται. ὅθεν καὶ μαστίζει αὐτὸν ὁ θεός. ταῖς ἐπενεχθείσαις δὲ κατ’ αὐτοῦ μάστιξι καὶ τοιαύτην λέγει προσεῖναι μάστιγα· φθειρῶν γὰρ τοῖς Αἰγυ‐ πτίοις ἐξήνθησεν ἄπειρόν τι πλῆθος ἔνδοθεν ἀναδιδομένων,
10ὑφ’ ὧν ἐκεῖνοι κακῶς ἀπώλοντο, μήτε λουτροῖς μήτε χρίσεσι φαρμάκων διαφθεῖραι τὸ γένος αὐτῶν δυνάμενοι. καὶ οὕτω μὲν ὁ Ἰώσηπος. Αἱ πληγαὶ δέ, ἀγαπητέ, ἃς ὁ θεὸς ἐπήνεγκε τῷ Φαραὼ μὴ πειθομένῳ τὸν λαὸν ἀπολῦσαι, δέκα τὸν ἀριθμὸν κατὰ
15τὸ ἐν ἐξόδῳ γεγραμμένον εἰσί· δέκα καὶ γὰρ κολάζει πλη‐ γαῖς διά γε τὸν τέλειον ἀριθμὸν τοὺς ἡμαρτηκότας τὰ τέλεια. καὶ πρώτη μὲν ἡ τῶν ἐν Αἰγύπτῳ πάντων ὑδάτων εἰς αἷμα μεταβολή. διὰ τί δὲ καὶ τίνος ἕνεκεν ἐξ ὑδάτων αὐτοὺς τὰ πρῶτα κολάζει ὁ θεός; διότι τὸ ὕδωρ διαφερόντως ἐτίμων,
20ἀρχὴν τοῦτο τῆς τῶν ὅλων γενέσεως εἶναι οἰόμενοι. ἔνθεν
τοι καὶ πολλοὶ τηνικαῦτα τῶν ἀνθρώπων ἐφθάρησαν· ἐπὶ283

284

γὰρ ἑπτὰ ἡμέρας ἡ πάντων τῶν ὑδάτων ἐξαιμάτωσις ἐπεκρά‐ τησε, τοῦ Ἀαρὼν διὰ τῆς βακτηρίας, καθὼς ἐλάλησε Κύρι‐ ος, τὸ τέρας τοῦτο τελέσαντος. ὅτι δὲ οὐ κατὰ φαντασίαν ἐρυθρὰ τὰ ὕδατα γέγονεν, ἀλλὰ καὶ ἡ γεῦσις αὐτῶν μετε‐
5βλήθη καὶ ἄλλη ἐξ ἄλλης ἐγένετο, ἡ τῶν ἰχθύων τελευτὴ τοῦ‐ το δεδήλωκε· „καὶ οἱ ἰχθύεσ“ γάρ φησιν „οἱ ἐν τῷ ποτα‐ μῷ ἐτελεύτησαν, καὶ ἐπώζεσεν ὁ ποταμός, καὶ οὐκ ἠδύναντο οἱ Αἰγύπτιοι πιεῖν ὕδωρ ἐκ τοῦ ποταμοῦ, καὶ ἦν τὸ αἷμα ἐν πάσῃ γῇ Αἰγύπτου.“
10 Δευτέρα πληγὴ ἡ ἐξ ὑδὰτων τῶν βατράχων ἀνάδοσις. „καὶ ἐξέτεινε“ γάρ φησιν „ὁ Ἀαρὼν τὴν χεῖρα αὐτοῦ ἐπὶ τὰ ὕδατα Αἰγύπτου, καὶ ἀνήγαγε τοὺς βατράχους, καὶ ἐκάλυ‐ ψε τὴν γῆν Αἰγύπτου, καὶ εἰσήρχοντο εἰς τοὺς οἴκους αὐτῶν καὶ εἰς τὰ ταμεῖα αὐτῶν.“ ὡσαύτως καὶ οἱ ἐπαοιδοὶ τῶν
15Αἰγυπτίων ἐποίησαν ταῖς φαρμακείαις αὐτῶν, καθὰ δὴ καὶ ἐπὶ τῇ ἐξαιματώσει τοῦ ὕδατος. ἀλλ’ ἱκέτευε Φαραὼ τὸν Μω‐ σέα δεηθῆναι τοῦ θεοῦ περὶ τοῦ δοῦναι αὐτῷ τῶν βατράχων ἀπαλλαγήν· οἷον γὰρ κακὸν οἱ βάτραχοι τῶν ὑδάτων ἀποξε‐ νωθέντες καὶ ἐπὶ πλεῖστον ἀποχερσωθέντες, ἑρπετῶν ἰοβόλων
20κατ’ οὐδὲν διαφέρουσι. γίνεται ταῦτα, δέεται τοῦ θεοῦ ὁ
Μωϋσῆς, καὶ τελευτῶσιν αὐτίκα οἱ βάτραχοι, κἂν ὁ Φαραὼ284

285

θεασάμενος ὅτι γέγονεν ἀνάψυξις, ἀπειθείᾳ τῇ προτέρᾳ ἐνέ‐ μεινε. Τρίτη πληγὴ ἡ ἀπὸ τοῦ χοὸς τῶν σκνιπῶν ἀνάδοσις. „ἐξέτεινε“ γάρ φησιν „Ἀαρὼν τῇ χειρὶ τὴν ῥάβδον, καθὼς
5ἐλάλησε κύριος, καὶ ἐπάταξε τὸ χῶμα τῆς γῆς, καὶ ἐγένοντο οἱ σκνῖπες ἔν τε τοῖς ἀνθρώποις καὶ τοῖς τετράποσι.“ γίνω‐ σκε δὲ ὅτι τὸ ζῶον οἱ σκνῖπες, εἰ καὶ βραχύτατόν ἐστιν, ἀλλ’ ὅμως ἀργαλεώτατον· οὐ μόνον γὰρ λυμαίνεται τὴν ἐπιφά‐ νειαν τοῦ δέρματος τοῖς ἀφανέσι δήγμασι κνησμοὺς ἐμποιοῦν
10ἀηδεῖς, ἀλλὰ καὶ εἰς τὸ ἐντὸς βιάζεται διά γε μυκτήρων καὶ ὤτων. πρὸς τούτοις δὲ καὶ κόρας βλάπτει ὀφθαλμῶν εἰσπε‐ τόμενον. ὡσαύτως δὲ καὶ οἱ ἐπαοιδοὶ τῶν Αἰγυπτίων ἐποίη‐ σαν τοῦ ἐξαγαγεῖν τὸν σκνῖπα, καὶ οὐκ ἠδύναντο. εἶπον οὖν τῷ Φαραὼ ὅτι δάκτυλος θεοῦ ἐστὶ τοῦτο.
15 Τετάρτη πληγὴ ἡ διὰ τῆς κυνομυίας. „καθώσ“ γάρ φη‐ σιν „ἐποίησε κύριος, παρεγένετο ἡ κυνόμυια πλῆθος εἰς τοὺς οἴκους Φαραὼ καὶ εἰς πᾶσαν τὴν γῆν Αἰγύπτου. καὶ ἐξωλο‐ θρεύθη ἡ γῆ ἀπὸ τῆς κυνομυίας ὀδυνηρῶς.“ καὶ γὰρ ἐμφύε‐ ται διὰ τοῦ δήγματος τουτὶ τὸ ζῶον τοῖς σώμασι. κυνόμυι‐
20αν δὲ ἀκούων τὸ αὔθαδες νόει τοῦ ζώου· καθάπερ γὰρ
βέλος εἰσπετομένη, τῶν Αἰγυπτίων καὶ μόνων κατεπεμβαίνου‐285

286

σα ἦν. καὶ τοῦτο δηλοῦσα ἡ γραφὴ κατὰ λέξιν οὕτω φησί „καὶ παραδοξάσομαι τὴν γῆν Γεσέμ, ἐφ’ ἧς ὁ λαός μου ἐπ’ αὐτῆς, ἐφ’ ᾗ οὐκ ἔστιν ἐκεῖ ἡ κυνόμυια, ἵνα ἴδῃς ὅτι ἐγὼ κὺριος ὁ θεός σου πάσης τῆς γῆς. καὶ διαστελῶ ἀναμέσον
5τοῦ ἐμοῦ λαοῦ καὶ ἀναμέσον τοῦ σοῦ λαοῦ.“ δέεται οὖν ἐπὶ τούτοις ὁ Μωσῆς τοῦ θεοῦ, καὶ περιεῖλε τὴν κυνόμυιαν ἀπὸ τοῦ Φαραω, καὶ οὐκ ἠθέλησεν ἐξαποστεῖλαι αὐτούς. Πέμπτη πληγὴ ἡ τῶν τετραπόδων φθορά. „ἰδού“ γάρ φησι πρὸς Φαραὼ ὁ Μωσῆς, „ὅτι χεὶρ κυρίου ἔσται ἐν πᾶ‐
10σι τοῖς κτήνεσί σου, καὶ θάνατος μέγας σφόδρα. καὶ ἐποίη‐ σε κύριος τὸ ῥῆμα τοῦτο, καὶ ἐτελεύτησαν πάντα τὰ κτήνη τῶν Αἰγυπτίων, ἀπὸ δὲ τῶν κτηνῶν τῶν υἱῶν Ἰσραὴλ ἐτε‐ λεύτησεν οὐδὲ εν. ἐβαρύνθη οὖν ἡ καρδία Φαραώ, καὶ οὐκ ἀπέστειλε τον λαόν.
15 Ἕκτη πληγὴ ἡ τῶν φλυκτίδων ἐπίθεσις, καθά φησιν „ἐλάλησε κύριος καὶ ἔλαβε Μωσῆς τὴν αἰθάλην τῆς καμίνου ἐναντίον Φαραώ, καὶ ἔπασεν αὐτὴν εἰς τὸν οὐρανόν. καὶ ἐγένετο ἕλκη, φλυκτίδες ἀναζέουσαι ἔν τε τοῖς ἀνθρώποις καὶ έν τοῖς τετράποσι, καὶ οὐκ ἠδύναντο οἱ φαρμακοὶ στῆναι
20ἐναντίον Μωσεῖ διὰ τὰ ἕλκη. εἶπε δὲ κύριος πρὸς Μωσῆν286

287

ὄρθρισον τὸ πρωΐ, καὶ εἰπὲ πρὸς Φαραώ. εἰ μὴ ἐξαποστεί‐ λῃς τὸν λαόν μου, ἀποστείλας τὴν χεῖρά μου πατάξω σε καὶ τὸν λαόν σου θανατώσω. καὶ ἕνεκεν τούτου διετηρήθης, ἵνα ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου, καὶ ὅπως διαγγελθῇ τὸ
5ὄνομά μου ἐν πάσῃ τῇ γῇ.“ Ἑβδόμη πληγὴ ἡ διὰ χαλάζης καὶ πυρός. „ἔβρεξε γὰρ ὁ κύριος χάλαζαν ἐπὶ πᾶσαν γῆν Αἰγύπτου, καὶ διέτρεχε τὸ πῦρ ἐπὶ τῆς γῆς. ἐπάταξε δὲ ἡ χάλαζα πάντα ὅσα ἦν ἐν τῷ πεδίῳ, ἀπὸ ἀνθρώπου ἕως κτήνους. πλὴν ἐν γῇ Γεσέμ,
10οὗ ἦσαν οἱ υἱοὶ Ἰσραήλ, οὐκ ἐγένετο ἡ χάλαζα.“ δέεται οὖν καὶ αὖθις ὁ Μωσῆς τοῦ θεοῦ κατὰ τὸν λόγον Φαραώ, καὶ ἐπαύσαντο αἱ φωναὶ καὶ ἡ χάλαζα. γίνωσκε δὲ ὅτι τοὺς Αἰγυπτίους οὐ μόνον ἡ ἐξαίσιος φορὰ χαλάζης τε ἅμα καὶ πυρός, ἀλλὰ καὶ τὸ τοῦ πράγματος κατέπληττεν ἄηθες· οὐ‐
15δὲ γὰρ τὴν χειμερινὴν ὥραν ἡ Αἴγυπτος παραδέχεται διά γε τὸ μὴ πόρρω τῆς κεκαυμένης εἶναι ζώνης· τοῦ γὰρ πυρώ‐ δους ἐκεῖθεν ῥέοντος ἀφανῶς τὰ κύκλῳ πάντα λεαίνεσθαι πέφυκεν. Ὀγδόη πληγὴ ἡ διὰ τῶν ἀκρίδων. ἐπῆρε γὰρ ὁ Μωσῆς
20τὴν ῥάβδον εἰς τὸν οὐρανόν· καὶ κύριος ἐπήγαγεν ἄνεμον
νότον ὅλην τὴν ἡμέραν καὶ ὅλην τὴν νύκτα, καὶ ἀνέλαβε τὴν287

288

ἀκρίδα, καὶ ἀνήγαγεν αὐτὴν ἐπὶ πᾶσαν τὴν γῆν Αἰγύπτου. ἐφ’ ᾧ καὶ ἡμάρτηκα ἔλεγε τῷ θεῷ ὁ Φαραώ. δέεται οὖν αὖ‐ θις ὁ Μωσῆς τοῦ θεοῦ, καὶ ἐξάγει ἄνεμον ἀπὸ τῆς θαλάσ‐ σης, καὶ πᾶσαν τὴν ἀκρίδα εἰς τὴν ἐρυθρὰν ἐνέβαλε θάλασ‐
5σαν. περὶ δὲ αὐτῆς καὶ Δαβὶδ οὕτω φησίν „εἶπε, καὶ ἦλ‐ θεν ἀκρὶς καὶ βροῦχος οὗ οὐκ ἦν ἀριθμός.“ βροῦχος δέ ἐστιν ἡ νεογενὴς καὶ ἄπτερος ἀκρίς. Ἐννάτη πληγὴ ἡ διὰ τοῦ ψηλαφητοῦ σκότους. „ἐξέτει‐ νε γὰρ Μωσῆς τὴν χεῖρα αὐτοῦ εἰς τὸν οὐρανόν, καὶ ἐγένε‐
10το σκότος καὶ γνόφος καὶ θύελλα ἐπὶ πᾶσαν τὴν γῆν Αἰγύ‐ πτου τρεῖς ἡμέρας. οὐκ εἶδεν οὐδεὶς τὸν ἀδελφὸν αὐτοῦ, καὶ οὐκ ἐξανέστη οὐδεὶς ἐκ τῆς κοίτης αὐτοῦ τρεῖς ἡμέρας· πᾶσι δὲ τοῖς υἱοῖς Ἰσραὴλ ἦν φῶς έν πᾶσιν οἷς κατεγίνον‐ το.“ ἐπειδὴ γὰρ ἀφέντες τὸν κτίστην τοῖς κτίσμασιν ἐλά‐
15τρευον, διὰ τῶν κτισμάτων αὐτοὺς καὶ μάλα δικαίως ἐπαί‐ δευε. διὰ γὰρ τοῦτο καὶ τῶν ἄλλων μερῶν καταλαμπομένων ἡ Αἴγυπτος μόνη τῷ ψηλαφητῷ περιεστοιχίζετο σκότει. καὶ γὰρ πρὸς ἀναγκαίαν ἔξοδον Αἰγύπτιος ἐβιάζετο, τὴν θύραν, καὶ πολλὰ ψηλαφῶν εὑρεῖν οὐκ ἐδύνατο.
20 Δεκάτη πληγὴ ὁ τῶν πρωτοτόκων θάνατος. τελευταία μὲν ἡ τοιαύτη πληγή, τῇ δυνάμει δὲ καὶ τῷ πόνῳ, καθά
φησι καὶ Δαβίδ, ἀπαρχὴ καὶ πρώτη πασῶν. περὶ γὰρ μέ‐288

289

σας νύκτας καὶ ανευ νόσου ἀνῃροῦντο τᾲ τέκνα αὐτῶν. ἐγει‐ ρόμενοι δὲ τὸ πρωΐ, καὶ τὰ φίλτατα νεκρὰ ὁρῶντες, καὶ μηκέτι κατέχεσθαι δυνάμενοι, τῷ Φαραὼ κατεβόων, ἐφ’ ᾧ καὶ τὸν λαὸν ἄκων ἀπέλυσε.
5 Πλὴν ἐπὶ τούτοις, ἀγαπητέ, μὴ ἀνθίστασο, μηδὲ λέγε ὅτι εἰ ὁ θεὸς σκληρύνει τὴν καρδίαν Φαραώ, τίνος ἕνεκεν ἐπιμέμφεται αὐτῷ σκληρυνομένῳ; γίνωσκε γὰρ ὅτι ἡ ἀνοχὴ τῶν μαστίγων αἰτία τῆς πωρώσεως αὐτῷ γέγονεν, ὡς ὁ μέ‐ γας φησὶ Βασίλειος. οὐδὲ γὰρ εἴκουσαν τὴν ἐκείνου καρδίαν
10λαβὼν καὶ πειθομένην αὐτοῦ τοῖς προστάγμασι, πρὸς τὸ σκλη‐ ρὸν καὶ ἀπειθὲς μετεπλάσατο. τῇ μακροθυμίᾳ λοιπὸν ἐπὶ πλέον ἐποίει ταύτην σκληρύνεσθαι. ὅρα γὰρ ὡς ἐπειδὰν ἐπῆ‐ γεν ἐπ’ αὐτὸν τὰς πληγάς, ἀπολύειν τὸν λαὸν ἐπηγγέλλετο, ἡνίκα δὲ ἠφίει τῶν βασάνων αὐτόν, ἐσκληρύνετο. ὃ δὴ καὶ
15ἡ γραφὴ σημαίνουσα ἔλεγεν „ἰδὼν δὲ Φαραὼ ὅτι γέγονεν ἀνάψυξις, ἐβάρυνε τὴν καρδίαν αὐτοῦ, καὶ οὐκ εἰσήκουσεν αὐτῶν.“ ἀλλὰ καὶ αὐτοῦ λέγοντος ἄκουσον τοῦ θεοῦ ὅτι εἰ αὐτὸ τοῦτο ἐξήγειρά σε, ὅπως ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν
μου, καὶ ὅπως διαγγελθῇ τὸ ὄνομά μου ἐν πάσῃ τῇ γῇ. μὴ289

290

λέγε διαπορούμενος, ἵνα γνωρίζῃς τὴν δύναμίν σου, κολάζεις ἄνθρωπον; ἄφες αὐτά, καὶ πρόσχες τῷδε τῷ ὑποδείγματι. ἡ ἰατρικὴ τέχνη ὠφέλιμόν τι ποιῆσαι τῇ ἀνθρωπίνῃ φύσει σπουδάζουσα ζῶντας ἀνθρώπους ἀνέτεμεν. ἀλλ’ ἦν μὲν καὶ
5τοῦτο ἄδικον, τὸ διὰ τὴν ἑτέρων σωτηρίαν ζῶντας ἄλλους θύεσθαι. τί οὖν ἐποίουν οἱ ἀρχαῖοι; τὸν κατακριθέντα θα‐ νάτῳ ὑποπεσεῖν διὰ ληστείαν ἢ φαρμακείαν, τοῦτον λαμβά‐ νοντες ἀνέτεμνον ζῶντα, οὔτε ἀδικοῦντες τὸν κολαζόμενον καὶ τῇ ἀνθρωπίνῃ φύσει βοήθειαν ἐφευρίσκοντες. ἀνέτεμνον
10οὖν ἐκεῖνον ζῶντα, ἵνα ἔτι σπαιρόντων τῶν σπλάγχνων κα‐ ταμάθωσι τὴν ἐνέργειαν. οὕτω μέν οὖν καὶ ὁ ἀριστοτέχνης θεὸς διὰ τοῦ ἀνιάτως ἡμαρτηκότος Φαραὼ σημεῖα μεγάλα δείκνυσι, τὸν μὲν ἄξιον τιμωρίας κολάζων, τοὺς δὲ μετὰ ταῦτα γενομένους ἄριστα θεραπεύων, σωτηρίας ὑπόθεσιν τὴν
15ἐκείνου τιμωρίαν αὐτοῖς παρεχόμενος. καὶ περὶ μὲν τούτων οὕτως. Μετὰ δὲ τὴν δεκάτην πληγὴν θύουσι τὸ πρόβατον οἱ Ἑβραῖοι καὶ οὕτω τῆς Αἰγύπτου ἐξίασι κατὰ τὴν τεσσαρεσκαι‐ δεκάτην τῆς σελήνης. ἐφ’ ᾧ καὶ νῦν ἔτι κατὰ τὸ ἔθος οὕτω
20θύουσι, τὴν ἑορτὴν τοῦ πάσχα καλοῦντες· σημαίνει δὲ ὑπερ‐ βασίαν. ἀλλ’ ὡς Ἰώσηπός φησι, διότι κατ’ ἐκείνην τὴν ἑσπέ‐
ραν ὁ θεὸς αὐτῶν ὑπερβὰς Αἰγυπτίοις ἐναπέσκηψε τὴν νό‐290

291

σον. φεύγοντες δʹ οὖν οἱ Ἑβραῖοι, καὶ μηδενὸς τῶν ἀπὸ τῆς γῆς εὐποροῦντες διὰ τὴν ἐρημίαν, πεφυραμένοις τοῖς ἀλεύ‐ ροις καὶ πεπηγόσι μόνον ὑπὸ βραχείας θερμότητος τοῖς ἀπ’ αὐτῶν ἄρτοις διετρέφοντο. καὶ τούτοις ἐπὶ τριάκοντα ἡμέ‐
5ραις ἐχρήσαντο· πρὸς πλείονα γὰρ οὐκ ἐξήρκεσαν χρόνον αὐτοῖς ὅσα ἐκ τῆς Αἰγύπτου ἐπεφέροντο. καὶ τὰ μὲν τοῦ Ἰωσήπου τοιαῦτα. Ὁ δὲ μέγας Βασίλειος καὶ τάδε περὶ τοῦ Μωσέως φη‐ σίν, ὅτι οὗτός ἐστιν ὁ μαρτυρηθεὶς ἀστεῖος εἶναι παρὰ θεῷ
10ἔτι ὑπομάζιος ὤν· ὃν εἰσεποιήσατο μὲν ἡ θυγάτηρ Φαραώ, ἐξέθρεψε δὲ βασιλικῶς, τοὺς σοφοὺς τῶν Αἰγυπτίων διδα‐ σκάλους αὐτῷ τῆς παιδεύσεως ἐπιστήσασα· ὃς τὸν ὄγκον τῆς τυραννίδος μισήσας, καὶ πρὸς τὸ ταπεινὸν τῶν ὁμοφύλων ἀναδραμών, εἵλετο συγκακουχεῖσθαι τῷ λαῷ τοῦ θεοῦ· ὁ
15φυγαδευθεὶς παρὰ τῶν εὐεργετηθέντων, κἀντεῦθεν εἰς τὴν Αἰθιοπίαν καταλαβών, κἀκεῖ πᾶσαν σχολὴν ἀπὸ τῶν ἄλλων ἄγων καὶ ἐν τεσσαράκοντα ὅλοις ἔτεσι τῇ θεωρίᾳ τῶν ὄντων ἀποσχολάσας· ὃς ὀγδοηκοστὸν ἤδη γεγονὼς ἔτος εἶδε τὸν θεὸν ὡς ἀνθρώπῳ ἰδεῖν δυνατόν, μᾶλλον δὲ ὡς οὐδεὶς τῶν
20ἄλλων ὑπῆρξε κατὰ τὴν μαρτυρίαν αὐτοῦ τοῦ θεοῦ, „ὅτι ἐὰν γένηται προφήτης ὑμῶν τῷ κυρίῳ, ἐν ὁράματι αὐτῷ γνω‐
σθήσομαι καὶ ἐν ὕπνῳ λαλήσω αὐτῷ, οὐχ οὕτως ὡς ὁ θε‐291

292

ράπων μου Μωσῆς ἐν ὅλῳ τῷ οἴκῳ μου πιστός ἐστι, στόμα κατὰ στόμα λαλήσω αὐτῷ, ἐν εἴδει καὶ δι’ αἰνιγμάτων.“ καὶ μετὰ ταῦτα πρὸς Φαραω ἀποστέλλεται χάριν τοῦ ἐκεῖθεν ἐξαγαγεῖν τὸν λαόν. παραγενόμενος οὖν εἰς Αἴγυπτον ἔλαβε
5τὴν γυναῖκα καὶ τὰ παιδία αὐτοῦ, καὶ εἰσῆλθε. διὸ καὶ ἄγ‐ γελος φαίνεται φοβῶν αὐτόν· οὐ γὰρ οἰκῆσαι ἐκεῖ ἐπέμπε‐ το, ἀλλ’ ἐξαγαγεῖν τὸν Ἰσραήλ. ὅπερ καὶ αὐτὸς συνιδὼν ἀφίησι τὴν γυναῖκα. καὶ δῆλον ἐκ τοῦ Ἰοθὸρ μετὰ τῆς γυ‐ ναικὸς αὐτοῦ ὑπαντῆσαι αὐτῷ ἐξερχομένῳ. τὸν μέντοι Φα‐
10ραὼ μὴ πειθόμενον ἀποδοῦναι τὸν λαὸν ἀφορήτοις ὑποβάλλει μάστιξιν. Καὶ τί δή ποτε συνεχώρησεν ὁ θεὸς τοῖς φαρμακοῖς τὰ αὐτὰ δρᾶσαι τῷ Μωσεῖ; ἵνα δειχθῇ τὸ διάφορον τοῦ τε ψεύδους καὶ τῆς ἀληθείας. μετέβαλλον γὰρ καὶ αὐτοὶ τὰς
15ῥάβδους εἰς ὄφεις, ἀλλ’ ἡ Μωσέως ῥάβδος τὰς ἐκείνων κα‐ τέπιε. μετέβαλλον κἀκεῖνοι τὸ ὕδωρ εἰς αἷμα, ἀλλ’ εἰς τὴν προτέραν φύσιν ἐπαναγαγεῖν τὸ ὕδωρ οὐκ ἴσχυσαν. καὶ τοὺς βατράχους ἐξήγαγον, οὐ μὴν καὶ ἀπαλλάξαι αὐτῶν τὰς τῶν Αἰγυπτίων ἠδυνήθησαν οἰκίας. καὶ εἰς μὲν τὸ παιδεύειν
20τοὺς Αἰγυπτίους καὶ τοῖς φαρμακοῖς ἐνεδίδοτο, εἰς τὸ παύ‐ ειν τὴν τιμωρίαν οὐκέτι. μᾶλλον δὲ τὰς φλυκτίδας καὶ τοῖς
ἐκείνων ἐπήνεγκε σώμασιν, ὡς ἐντεῦθεν δῆλον ὡς οὐ μόνον292

293

ἐπέχειν οὐ δύνανται τὰς θεηλάτους ὀργάς, ἀλλὰ καὶ αὐτοὶ συντιμωροῦνται τοῖς ἄλλοις. ὅθεν καὶ δακτύλῳ θεοῦ τὰ ση‐ μεῖα οἱ μάγοι ἔλεγον γίνεσθαι. μηδεὶς οὖν θαυμαζέτω, εἴ‐ περ ἐλθὼν ὁ Ἀντίχριστος σημεῖα ποιήσει καὶ τέρατα· καὶ
5γὰρ οἱ μάγοι οὗτοι, ὅ τε Ζαμβρῆς καὶ Ἰαννῆς, τὰς ῥάβδους εἰς ὄφεις μετέβαλλον. ἀλλὰ καὶ Σίμων ὁ μάγος ἀνδριάντας ἐποίει περιπατεῖν, καὶ εἰς πῦρ κυλιόμενος οὐκ ἐκαίετο, καὶ εἰς ἀέρα ἵπτατο, καὶ ἐκ λίθων ἄρτους ἐποίει, μετεμορφοῦτο, διπρόσωπος ἐγίνετο, εἰς χρυσὸν μετεβάλλετο, θύρας κεκλει‐
10σμένας αὐτομάτως ἐποίει ἀνοίγεσθαι, τὰ ἐν οἰκίᾳ σκεύη ὡς αὐτομάτως φερόμενα πρὸς ὑπηρεσίαν ἐποίει ὁρᾶσθαι, σκιὰς πολλὰς προηγεῖσθαι αὐτοῦ ἐποίει, ἅσπερ ψυχὰς τῶν τεθνεώ‐ των εἶναι ἔφασκε. ζητούμενός ποτε ὑπὸ τοῦ Καίσαρος καὶ φοβηθεὶς ἀπέδρα, τὴν ἑαυτοῦ μορφὴν ἑτέρῳ περιθείς. εἰ δὲ
15τοιαῦτα καὶ τοσαῦτα οὗτος ἐποίει τῇ συνεργίᾳ τοῦ Σατανᾶ, καινὸν πάντως οὐδὲν εἴγε κατὰ τὸν τῆς συντελείας καιρὸν ὄργανον καὶ αὐτοῦ τοῦ Σίμωνος ἐπιτηδειότερον εὑρών, αὐ‐ τὸν δηλαδὴ τὸν Ἀντίχριστον, καὶ μείζονα δι’ αὐτοῦ ποιήσει σημεῖα καὶ τέρατα. αὐτὸ γὰρ τοῦτο καὶ ὁ ἀπόστολος περὶ
20τοῦ Ἀντιχρίστου διέξεισι, λέγων „οὗ ἡ παρουσία γενήσεται κατ’ ἐνέργειαν τοῦ Σατανᾶ, δυνάμει πολλῇ καὶ σημείοις καὶ
τέρασι ψεύδους.“293

294

Ὁ μὲν οὖν Φαραὼ δέκα πληγαῖς ὑποβάλλεται. τίνος οὖν ἕνεκα; ὅτι τέλειος ὁ δέκατος ἀριθμός. ὁ γοῦν τελείως ἁμαρ‐ τήσας καὶ τελείως δικαίως μαστίζεται. μετὰ γὰρ τὸν θάνα‐ τον Ἰωσὴφ καὶ τοῦ κρατοῦντος τῶν Αἰγυπτίων Φαραὼ ἕτε‐
5ρος ἄρχων ἀνίσταται τοῖς Αἰγυπτίοις, καὶ λίαν πικρός, Φα‐ ραὼ καὶ οὗτος καλούμενος. καὶ γὰρ καθάπερ οἱ τῶν Ῥω‐ μαίων βασιλεῖς Καίσαρας ἑαυτοὺς ἐπονομάζειν ἤθελον ἅτε τὴν τοῦ μεμοναρχηκότος Ἰουλίου Καίσαρος εὔκλειαν ἑαυτοῖς περιποιούμενοι, οὕτω καὶ οἱ τῶν Αἰγυπτίων ἄρχοντες ἀπὸ
10τοῦ πρώτου ἐκείνου Φαραὼ Φαραὼ καὶ οὗτοι κατονομάζεσθαι ἤθελον. Ὁ μέντοι Μωσῆς μετὰ τὸ περᾶσαι τὴν ἐρυθρὰν φροντί‐ ζει τοῦ δοθῆναι νόμον τῷ λαῷ. ὅθεν καὶ περὶ τὸ Σίναιον ἄνεισιν. ὁ δὲ Γεώργιος λέγει ὅτι ὁ Μωϋσῆς ὀγδοήκοντα
15ἡμέρας νῆστις ἦν εν τῷ ὄρει. δὶς καὶ γὰρ εἰς τὸ ὄρος ἀνέ‐ βη, τὰς πλάκας συντρίψας ἃς ἔλαβε πρότερον ἐκ θεοῦ, ἐνδί‐ κως κατ’ ἐκείνων ὡς μοσχοποιησάντων θυμωθείς. κατελθὼν γὰρ ἀπὸ τοῦ ὄρους, καὶ τὰς πλάκας συντρίψας διὰ τὸ τὸν λαὸν ἰδεῖν ἀνομήσαντα, πῶς ἔμελλε βρώσεως μετασχεῖν, εἰ
20μὴ καὶ πάλιν ἀνῆλθεν εὐθὺς καὶ τὸν θεὸν ἐξιλεώσατο; ἐφ’ ᾧ καὶ πʹ ἡμέρας ἐξ ἀνάγκης νηστεύει· δὶς γὰρ ἀνῆλθεν εἰς
τὸ ὄρος, ἐπειδὴ τὰς πρώτας συνέτριψε πλάκας, ἀνάξιον κρί‐294

295

νας ἐκεῖνον τὸν ἀσεβῆ λαὸν καὶ παράνομον. καὶ τὰ μὲν τοῦ Γεωργίου τοιαῦτα, καὶ τοῦτον ἔχει τὸν τρόπον· οὐκ οἶδα δὲ εἰ καὶ τὰ τοῦ πράγματος οὕτως ἔχει καθὼς ἐκεῖνος ὑπέλα‐ βεν. εἰ γὰρ τοῦτο ἦν, οὐκ ἂν ἐν τῷ Δευτερονομίῳ ἔλεγεν ὁ
5Μωσῆς ὅτι τεσσαράκοντα ἡμέρας ἄρτον οὐκ ἔφαγον καὶ ὕδωρ οὐκ ἔπιον. δὶς μὲν οὖν ἀνῆλθεν εἰς τὸ ὄρος, δὶς δὲ καὶ ἐνήστευσεν. ἀλλ’ ἐν τῷ μέσῳ τούτων τῶν ἡμερῶν καὶ φαγεῖν ἔοικεν ἄρτον καὶ ὕδωρ πιεῖν· εἰ μὴ γὰρ τοῦτο ἦν, ὀγδοή‐ κοντα ἂν ἡμέρας ἐν τῷ Δευτερονομίῳ νηστεῦσαι ἔλεγεν, οὐ
10μήν, ὡς εἴρηται, τεσσαράκοντα. τοῦτο μὲν οὖν ἐπιβεβαιοῖ ὁ τὴν γλῶτταν χρυσοῦς· ἐν γὰρ τῷ εἰς τὴν εἴσοδον τῆς ἁγίας τεσσαρακοστῆς λόγῳ αὐτοῦ καὶ τάδε φησίν „ἵνα γὰρ μὴ νομισθῇ ὁ κύριος ἀνειληφέναι δοκήσει τὴ σάρκα, τεσσα‐ ράκοντα ἡμέρας ἐπ’ ἴσης τῷ Μωσῇ καὶ τῷ Ἠλίᾳ, καὶ οὐ
15πλέον, ἐνήστευσεν.“ εἰ γὰρ ἡμέρας πʹ ἔφθασε νηστεῦσαι ὁ Μωσῆς, καθά φησιν ὁ Γεώργιος, μηδ’ ὁπωσοῦν τῶν τοιού‐ των ἡμερῶν ἁψάμενος βρώσεως, οὐκ ἂν ὁ χρυσορρήμων Ἰω‐
άννης ἐπ’ ἴσης τῷ Μωσῇ νηστεῦσαι τὸν κύριον ἔλεγεν.295

296

Ἐπὶ τούτοις εἰδέναι σε χρὴ ὡς εἰ καὶ χάριν τινὸς δῆθεν συμφέροντος χρήσεταί τις τῇ ἁμαρτίᾳ, οὐδὲ οὕτως ἀνεύθυ‐ νος. καὶ γὰρ Ἀαρὼν γλύψας τὸν μόσχον τῷ λαῷ ἐπὶ τῷ κατασχεῖν αὐτόν, οὐ παντάπασι συγγνώμης ἄξιος ἦν· ἐφ’
5ᾧ καὶ θείας ἐδεήθη φιλανθρωπίας ὥστε τὴν τιμωρίαν ἐκφυ‐ γεῖν. καὶ τοῦτο δηλῶν ὁ Μωσῆς ἔλεγεν „ἐδεήθην τοῦ κυ‐ ρίου περὶ Ἀαρὼν τοῦ ἀδελφοῦ μου, καὶ οὐκ ἀπέθανεν.“ Οὗτος μὲν οὖν ὁ τῆς αὐτοπροσώπου θέας τοῦ θεοῦ ἐξ ἴσου τοῖς ἀγγέλοις ἀξιωθείς, καθά φησιν ὁ μέγας Βασίλειος,
10κελεύεται διὰ τὴν ἐν τῷ ὕδατι ἀντιλογίαν ἐλθεῖν εἰς τὸ ὄρος τὸ Ἀβαρίμ, ὃ καὶ Ναβαῦ ἐλέγετο, καὶ ἰδεῖν τὴν γῆν τῆς ἐπαγγελίας, καὶ οὕτως ἐκεῖ τελευτῆσαι. οὐδὲ γὰρ συγχωρεῖ τὴν ἐκείνου τελευτὴν ὁ θεὸς γενέσθαι κατάδηλον, ἵνα μὴ τὰ ὀστᾶ ἐκείνου λαβόντες οἱ τὸν μόσχον προσκυνήσαντες θεοποιή‐
15σωσιν αὐτά. τοῦτον μέντοι τὸν θειότατον δηλαδὴ Μωσέα καὶ παρὰ θείων ἀγγέλων ἐνταφιασθῆναι ὁ μέγας φησὶν Ἐπι‐ φάνιος. εἰ γὰρ καὶ ἐπέστη τηνικαῦτα ὁ διάβολος, καθά φη‐ σιν Ἰούδας ἐν τῇ καθολικῇ αὐτοῦ ἐπιστολῇ, ζητῶν τε αὐτὸν ὡς φονέα καὶ ὡς ἀντιλογίᾳ θανόντα, ἀλλ’ ἀνθίσταται ὁ ἀρ‐
20χιστράτηγος Μιχαήλ, καὶ „ἐπιτιμήσαι σοι ὁ κύριοσ“ λέγει296

297

πρὸς αὐτόν. ει δὲ ταῦτα οὕτως ἔχει, ποῦ θήσομεν τὰ τοῦ Ἰωσήπου, ἢ πῶς αὐτὰ παραδεξόμεθα; ὅμως μέντοι προσθε‐ τέον τοῖς ἄνω καὶ ταῦτα δι’ εἴδησιν. παράγει γὰρ τὸν Μω‐ σέα κατὰ τὸν τοῦ θανάτου αὐτοῦ καιρὸν καὶ τάδε κατὰ ῥῆμα
5πρὸς τὸν λαὸν λέγοντα „ἄνδρες συστρατιῶται, ἐπεὶ τῷ θεῷ δοκοῦν ἤδη καὶ τῷ γήρᾳ, χρόνων ρκʹ καὶ εʹ ἠνυσμένων, δεῖ με τοῦ ζῆν ἀπελθεῖν, ὑποτίθημι καὶ νῦν τὰ δέοντα πρὸς ὑμᾶς, ἄπειμι δ’ αὐτὸς χαίρων ἐπὶ τοῖς ὑμετέροις ἀγαθοῖς.“ πορευομένῳ δὲ αὐτῷ οὗ ἔμελλεν ἀφανισθῆναι, πάντες εἵπον‐
10το δεδακρυμένοι. ἀσπαζομένου δὲ αὐτοῦ καὶ τὸν Ἐλεάζαρον καὶ Ἰησοῦν καὶ προσομιλοῦντος αὐτοῖς, ἔτι δὲ ἐπὶ τοῦ ὄρους τοῦ Ἀβαρίμ, νέφους αἰφνίδιον ὑπὲρ αὐτοῦ στάντος ἀφανί‐ ζεται κατά τινος φάραγγος. καὶ ὁ μὲν Ἰώσηπος ἔστιν ὅτε μυθολογῶν οὕτω φαίνεται.
15 Ὁ δέ γε Μωσῆς τελευτῶν ἐπιτίθησι τὰς χεῖρας ἐπὶ τὸν Ἰησοῦν τὸν τοῦ Ναυῆ υἱόν, καίτοι γε προμαρτυρηθέντα πνεῦ‐ μα ἅγιον ἔχειν. ἀφ’ οὗ δὴ καὶ νόμος κεκράτηκεν ὥστε τοὺς ἀρχιερεῖς χεῖρας ἐπιτιθέναι τοῖς χειροτονουμένοις, καὶ οὕτω θείας χάριτος μεταλαμβάνειν αὐτούς· „καὶ θήσεισ“ γάρ φη‐
20σι „τὰς χεῖράς σου ἐπ’ αὐτόν.“ τούτου δὲ τοῦ Ἰησοῦ συμ‐
μαχοῦντος τοῖς Γαβαωνίταις (ἐστράτευσαν γάρ τινες κατ’ αὐ‐297

298

τῶν ὡς δῆθεν αὐτομολησάντων τῷ Ἰησοῦ) θαῦμα περὶ τὸν ἥλιον γέγονεν ἐν τῷ μεσουρανήματι· καὶ γὰρ ἔστη τῆς πρό‐ σω φορᾶς ἡμέρας ὁλοκλήρου διάστημα. Εἰ δὲ καὶ σὲ μετὰ τῶν ἄλλων ἀπορία κατέχει διὰ τί
5τεσσαράκοντα ἔτη τὸ τῶν Ἑβραίων γένος ἐξιὸν ἐξ Αἰγύπτου ἀνὰ τὴν ἔρημον ἐπλανᾶτο, ἄκουε· ἐν γὰρ τῇ βίβλῳ τῶν ἀριθμῶν σαφὴς ἡ αἰτία σοι πρόκειται. τῶν παρὰ Μωσέως ἀποσταλέντων εἰς κατασκοπὴν τῆς τῶν Χαναναίων γῆς ὑπο‐ στρεψάντων, καὶ τὸν λαὸν ἐκφοβησάντων ἐπὶ τοσοῦτον ὥστε
10καὶ πολλὰ κατὰ θεοῦ γογγύσαι, ἄνευ τοῦ Χάλεβ καὶ τοῦ Ἰη‐ σοῦ, εἶπεν ὁ θεός „οὐ μὴ εἰσέλθητε εἰς τὴν γῆν ἐφ’ ἣν ἐξέ‐ τεινα τὴν χεῖρά μου ἀλλ’ ἢ Χάλεβ καὶ Ἰησοῦς ὁ τοῦ Ναυῆ καὶ τὰ παιδία ἃ εἴπατε εἰς διαρπαγὴν ἔσεσθαι. ὑμῶν δὲ τὰ κῶλα πεσεῖται ἐν τῇ ἐρήμῳ ταύτῃ. οἱ δὲ υἱοὶ ὑμῶν ἔσον‐
15ται νεμόμενοι ἐν τῇ ἐρήμῳ τεσσαράκοντα ἔτη, καὶ ἀνύσουσι τὴν πορείαν ὑμῶν, ἕως ἂν ἀναλωθῶσι τὰ κῶλα ὑμῶν ἐν τῇ ἐρήμῳ, κατὰ τὸν ἀριθμὸν τῶν ἡμερῶν ὅσας κατεσκέψασθε τὴν γῆν, τεσσαράκοντα ἡμέρας, καὶ γνώσεσθε τὸν θυμόν μου.“ μετὰ γὰρ τῶν ἄλλων καὶ τοῦτο εἶπον εἰς διαστροφὴν
20τοῦ λαοῦ „ἐκεῖ εἴδομεν τὴν γενεὰν τοῦ Ἐναάκ, ἄνδρας ὑπερ‐
μήκεις, γίγαντας, ὧν ἐνώπιον ἦμεν ὡσεὶ ἀκρίδες.“ ἔφερον298

299

δὲ καὶ βότρυν ἐκεῖθεν ὑπερμήκη τοσοῦτον ὡς ἐπ’ ἀναφορεῦ‐ σιν αὐτὸν βαστάζεσθαι. ὅτι δὲ παιδευόμενος ὁ Ἰσραὴλ κα‐ τὰ θείαν ὀργὴν τοσοῦτον ἐν ἐρήμῳ διεβίβασε καιρόν, καὶ τοῦ μεγάλου Κυρίλλου λέγοντος ἄκουε. ἐν γὰρ τῇ περὶ τῆς ἐν
5πνεύματι λατρείας βίβλῳ αὐτοῦ καὶ τάδε φησίν, ὅτι προσ‐ κρούσας ὁ Ἰσραὴλ τεσσαρακοστὸν ἔτος ἐπλανᾶτο κατὰ τὴν ἔρημον· ὅρκῳ γὰρ ὤμοσεν ὁ θεὸς μὴ εἰσάξειν αὐτοὺς εἰς τὴν γῆν τῆς ἐπαγγελίας. καὶ τοῦτο διὰ τοῦ Δαβὶδ ἔδειξεν εἰπὼν ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου, εἰ εἰσελεύσονται εἰς τὴν
10κατάπαυσίν μου. καὶ ἦν ὅρος αὐτοῖς τῆς ὀργῆς, καθὼς ἄνω‐ θεν εἴρηται. παρῳχηκότος δὲ τοῦ καιροῦ λέλυται μὲν ἡ ὀρ‐ γή, διέβησαν δὲ τὸν Ἰορδάνην οἱ ἐξ αὐτῶν καὶ εἰσέβησαν εἰς τὴν γῆν, οὐχ ὑπερδραμούσης τῆς ἀγανακτήσεως τὸ τεσ‐ σαρακοστὸν ἔτος. τύπος ἄρα καὶ τοῦδε σαφῆς τὸ μέχρι πλη‐
15γῶν τεσσαράκοντα καταπαίεσθαί τινας· ἀφέσεως γὰρ ὁ μετὰ τοῦτο καιρός, διάβασιν ἡμῖν εἰσφέρων Ἰορδάνου τὴν μυστι‐ κήν. μετὰ γὰρ τεσσαράκοντα ἔτη κἀκεῖνοι τὸν Ἰορδάνην διέ‐ βησαν. Οὗτος μὲν οὖν ὁ τοῦ Ναυῆ Ἰησοῦς Αὐσῆς πρότερον
20ἐκαλεῖτο, ὑποστρέψας δὲ ἀπὸ τῆς κατασκοπῆς παρὰ τοῦ Μω‐ σέως μετονομάζεται. τούτῳ δὴ τῷ Ἰησοῦ μετά γε τεσσαρά‐
κοντα ἔτη ἃ διεβίβασεν ἐν τῇ ἐρήμῳ, λέγει ὁ θεός „καθίσας299

300

περίτεμε τὸν λαὸν μαχαίραις πετρίναις, καὶ οὕτω τὸν Ιορ‐ δάνην διάβηθι.“ ὁ γὰρ Μωσῆς περᾶσαι οὐ συνεχωρήθη, καίτοι πολλὰ περὶ τούτου τοῦ θεοῦ δεηθείς. μετὰ γὰρ τὸ λαλῆσαι τὰ τῆς ᾠδῆς τῷ λαῷ, εἶπε πρὸς αὐτὸν ὁ θεός „ἀνά‐
5βηθι εἰς τὸ ὄρος Ἀβαρίμ. τοῦτο ὄρος Ναβαῦ κατὰ πρόσω‐ πον Ἱεριχώ. καὶ ἴδε τὴν γῆν Χαναάν, καὶ τελεύτα, ὃν τρόπον ἀπέθανεν Ἀρὼν ὁ ἀδελφός σου ἐν Ὢρ τῷ ὄρει, διότι ἠπειθήσατε τῷ ῥήματί μου ἐπὶ τοῦ ὕδατος τῆς ἀντιλο‐ γίας.“ ὅτι δὲ ἐδέετο τοῦ θεοῦ περᾶσαι τὸν Ἰορδάνην, „καὶ
10ὑπερεῖδε κύριος ἐμὲ ενεκεν ὑμῶν, καὶ οὐκ εἰσήκουσέ μου. καὶ εἶπε κύριος πρός με ἱκανούσθω σοι, μὴ προσθῇς ἔτι λα‐ λῆσαι τὸν λόγον τοῦτον. ἀνάβαινε γὰρ εἰς τὸ ὄρος, καὶ ἴδε τοῖς ὀφθαλμοῖς, ὅτι οὐ διαβήσῃ τὸν Ἰορδάνην τοῦτον.“ καὶ τί δήποτε διὰ μικρὰν πλημμέλειαν πόρρωθεν ἰδεῖν ὁ Μωσῆς
15προσετάχθη τὴν γῆν, τὸν δὲ λαὸν εἰσαγαγεῖν ἐκωλύθη; δι‐ δάσκει ἡμᾶς ὁ δεσπότης διὰ τούτων ὡς τοὺς ἐν ἀρετῇ τελεί‐ ους τὴν ἄκραν ἀκρίβειαν ἀπαιτεῖ· „ὁ μὲν γὰρ ἐλάχιστοσ“ φησὶ σοφία Σολομῶντος „σύγγνωστόν ἐστιν ἐλέους, δυνατοὶ δὲ δυνατῶς ἐτασθήσονται.“ ὅτι δὲ μέγα ἔδοξε τὸ τοῦ Μω‐
20σέως ἁμάρτημα, δεδήλωκεν αὐτὸς ὁ θεὸς οὕτως εἰπών „ἀνά‐300

301

βαινε, καὶ τελεύτα, διότι ἠπειθήσατε τῷ ῥήματί μου ἐπὶ τοῦ ὕδατος τῆς ἀντιλογίας.“ πάντα ταῦτα πεποίηκεν ἡ θλῖ‐ ψις. ἐπιτιθέντες γὰρ Ἰουδαῖοι τῷ θείῳ Μωσεῖ, ὅτε ἀθυ‐ μῶν ἦν διὰ τὴν τῆς Μαριὰμ τελευτήν, καὶ βιαζόμενοι χάριν
5ὕδατος, ὡς ἐν τῇ βίβλῳ τῶν ἀριθμῶν γέγραπται, ἠνάγκασαν τὴν ἀμφίβολον ἐκείνην προϊέναι φωνήν. ἄφες λοιπὸν τὰ τοῦ Ἰωσήπου, ὅτι καὶ κατὰ πάντα ταῖς ἱεραῖς γραφαῖς ἐναντιού‐ μενα φαίνονται· καὶ γὰρ διὰ θείαν ὀργὴν ἐτελεύτησεν, οὐ μὴν διὰ γῆρας, ὡς ἐκεῖνος φησίν. ὅτι δὲ τοῦ θεοῦ ὀργισθέν‐
10τος ἐπὶ τοῖς κατασκόποις ἔτη τεσσαράκοντα διέτριψεν ὁ λαὸς ἐν τῇ ἐρήμῳ, καὶ ἐν τῷ Δευτερονομίῳ τοῦτο σαφῶς δεδήλω‐ ται. ἡνίκα γὰρ ὁ Μωσῆς τὰ τελευταῖα τῷ λαῷ διελέγετο, καὶ τάδε πρὸς τοῖς ἄλλοις ἔλεγεν „ἤλθομεν καὶ πρὶν εἰς τὸ περᾶσαι καὶ κατακληρονομῆσαι τὴν Χανανίτιδα γῆν.“ ἀλλ’
15οἱ διάστροφοι ἐκεῖνοι κατάσκοποι καὶ ὁ τοῦ λαοῦ γογγυσμὸς ἔτη μʹ περιπλανᾶσθαι αὐτοὺς ἐν τῇ ἐρήμῳ πεποίηκε. ταῦτα δὲ πρὸς αὐτοὺς ἔλεγεν ἐν τῇ δευτέρᾳ ὑποστροφῇ, τῶν μʹ ἐτῶν δηλαδὴ συμπληρώσει. πρόσεχε λοιπόν· φαίνεται γὰρ ἐντεῦθεν ὅτι εἰ μὴ θεία ἦν ὀργὴ τῆς τῶν κατασκόπων δια‐
20στροφῆς ἕνεκεν, ἐν βραχεῖ διῆλθον τὴν ἔρημον καὶ τὸν Ἰορ‐ δάνην ἐπέρασαν ἄν.
Οὐκοῦν ἔτη μʹ περιπατοῦντες κατὰ τὴν ἔρημον τὸ μάννα301

302

ἤσθιον, τροφὴν ἄσπαρτον καὶ ἀνήροτον. καθ’ ἑκάστην γὰρ ἔβρεχεν ἡμέραν αὐτὸ ὁ θεός, ἄνευ μέντοι τοῦ σαββάτου, δι‐ δάσκων κἀντεῦθεν αὐτοὺς μηδὲν ἐν σαββάτῳ ποιεῖν. ἐφ’ ᾧ καὶ τὸ ἐν παρασκευῇ κατερχόμενον μάννα διπλάσιον ἦν, ὡς
5ἔχειν αὐτοὺς καὶ τὴν ἐν σαββάτῳ τροφήν. εἰ δὲ ἐν δευτέρᾳ τυχὸν ἡμέρᾳ ἢ τρίτῃ λαβὼν ἐκ τοῦ μάννα ἐφύλαξέ τις, εἰς τὴν ὑστεραίαν διεφθαρμένον ἦν ἐξ ἀνάγκης τὸ τοιοῦτον ἰδεῖν. τίνος ἕνεκεν; ἐπειδὴ νόμου παράβασις ἦν. διδάσκων γὰρ αὐτοὺς τῶν φροντίδων ἐλεύθερον βιοῦν, ὑπέσχετο καθ’ ἑκά‐
10στην ἡμέραν παρέχειν τὴν ἀναγκαίαν αὐτοῖς τροφήν. ἐκεῖνοι δὲ ἀπιστήσαντες μέρος τι τοῦ συλλεγέντος εἰς τὴν ὑστεραίαν ἐφύλαξαν. διὰ τοῦτο καὶ ἐπώζεσεν. ὅτι γὰρ οὐ τῆς τοῦ μάννα φύσεως ἦν τὸ πάθος, μαρτυρεῖ τὸ σάββατον, ἐν ᾧ ἀλώβητον διετηρεῖτο τὸ χάριν αὐτοῦ κατὰ τὴν παρασκευὴν
15συλλεγόμενόν τε καὶ φυλασσόμενον. μαρτυρεῖ δὲ καὶ τὸ ἐν τῇ κιβωτῷ ἐπὶ πολλαῖς διαφυλαχθὲν γενεαῖς. τοῦτο δὲ τὸ μάννα κατά γε τὸ πρωῒ καὶ μόνον συνήγετο· ἡλίου γὰρ ἀνα‐ τείλαντος ἐτήκετο. τοῦτο μέντοι τὸ μάννα, καθά φησιν ὁ θειότατος Νύσσης ἐκ τῆς σοφίας Σολομῶντος τὰς ἀφορμὰς
20λαβών, μονοειδὲς ἦν, ἡ δὲ ποιότης αὐτοῦ τὸ ποικίλον εἶχεν,
ἑκάστῳ προσφόρως κατὰ τὸ εἶδος τῆς ἐπιθυμίας ἐγγινομένη.302

303

οὕτω μὲν οὖν καὶ ὁ ἄρτος ὁ καταβὰς ἐκ τοῦ οὐρανοῦ, τὸ νοητὸν δηλονότι μάννα, πρὸς τὴν διάθεσιν τῆς ἑκάστου ψυ‐ χῆς διατίθεσθαι εἴωθε. τοῦτο δὴ τὸ μάννα εἶδος εἶχε κορί‐ ου, οὗ τὴν φύσιν ὅλην διόλου λόγον ἔχειν σπέρματος λέγου‐
5σιν, ὥστε μηδὲ ἐν τῷ κατακόπτεσθαι ἐξαφανίζεσθαι τὴν πρὸς τὸ σπείρεσθαι δύναμιν αὐτοῦ. οὕτω μὲν οὖν καὶ τὸ θεῖον μάννα καὶ πνευματικὸν πανταχοῦ σκεδαννύμενόν τε καὶ κα‐ τακερματιζόμενον ὅλον διόλου ἐν ὅλοις εὑρίσκεται. καὶ τί χρὴ πολλὰ λέγειν; ὥσπερ ἐπὶ τοῦ μάννα ἐκείνου κατερχομέ‐
10νου ἄνωθεν τὸ τῶν Ἑβραίων γένος ὑπερεκπληττόμενον ἔλεγε τί τοῦτό ἐστιν; οὕτω δὴ καὶ ἐπὶ τοῦ νοητοῦ μάννα τοῦ ἄρτου τῆς ζωῆς, αὐτοῦ δηλαδὴ τοῦ μονογενοῦς υἱοῦ καταβάντος ἐξ οὐρανοῦ καὶ ἐπὶ γῆς ὀφθέντος, ὑπερεκπληττόμενοι ἔλεγον ἅπαντες τί τοῦτό ἐστι; πῶς ὁ υἱὸς τοῦ θεοῦ κατῆλθεν εἰς
15τὴν γῆν; πῶς σάρκα ἐφόρεσε; πῶς ἄνθρωπος γέγονε; καὶ περὶ μὲν τούτων οὕτως. Μετὰ δὲ τὴν τοῦ Μωσέως τελευτὴν εἶπε πρὸς τὸν Ἰη‐ σοῦν ὁ θεός „Μωσῆς ὁ θεράπων μου τετελεύτηκεν· νῦν οὖν ἀναστὰς διάβηθι τὸν Ἰορδάνην σὺ καὶ πᾶς ὁ λαὸς οὗ‐
20τος.“ καὶ ὡς ἤκουσαν οἱ βασιλεῖς τῶν Ἀμορραίων, οἳ ἦσαν πέραν τοῦ Ἰορδάνου, ὅτι ἀπεξήρανε κύριος ὁ θεὸς τὸν Ἰορ‐ δάνην ποταμόν, κατετάκησαν αὐτῶν αἱ διάνοιαι, καὶ οὐκ ἦν
ἐν αὐτοῖς φρόνησις οὐδεμία ἀπὸ προσώπου ῶν υἱῶν Ἰσραήλ.303

304

καὶ τοιοῦτόν τι πεπόνθασιν ὁποῖον ἀπὸ χαρᾶς ὁ Ἰακώβ, ἡνί‐ κα κατελθὼν εἰς Αἴγυπτον τὸν Ἰωσὴφ ἐθεάσατο· ἀπὸ μὲν γὰρ τῆς χαρᾶς διάχυσις, ἀπὸ δὲ τοῦ φόβου σύνευσὶς τῆς ζωογονούσης ἡμᾶς δυνάμεως γίνεται, καὶ οὕτως ἢ ἐκείνως
5ἔστιν ὅτε ὁ θάνατος ἐξ ἀνάγκης ἕπεται. μετὰ δὲ τὸ περᾶσαι τηνικαῦτα χωρὶς ὅπλων τὴν Ἱεριχὼ κεκρατήκασιν· ἐφ’ ᾧ καὶ ἀνεθεμάτισαν αὐτήν, τουτέστι τῷ θεῷ ἀφιέρωσαν. Ἄχαρ λοιπὸν ὁ τοῦ Χαρμῆ ἀπὸ τῶν ἀναθεματισθέντων τῷ κυρίῳ στολήν τινα καὶ μᾶζαν χρυσῆν ἀποσυλήσας τὸν θεὸν εἰς ὀρ‐
10γὴν ἤγειρε· δεηθεὶς οὖν ὁ Ἰησοῦς τοῦ θεοῦ, καὶ μαθὼν τὸν τῆς ὀργῆς αἴτιον, λίθοις αὐτὸν πανοικὶ κατέχωσαν. ἐν τού‐ τῳ δὲ τῷ κατὰ τῆς Ἱεριχὼ πολέμῳ ἀρχὴν ἔλαβε καταλύε‐ σθαι τὸ σάββατον· ἑπτὰ γὰρ ἡμέρας αὐτὴν μετὰ σαλπίγ‐ γων περιεκύκλωσαν, ἐν αἷς καὶ τὸ σάββατον ἐξ ἀνάγκης συμ‐
15περιείληπται. ἀλλὰ καὶ μετὰ πέντε βασιλέων, ὡς ἄνωθεν εἴρηται, τοῦ Ἰησοῦ μαχομένου ἔστη ὁ ἥλιος κατὰ τὸ μέσον τοῦ οὐρανοῦ· οὐ προεπορεύετο εἰς δυσμὰς ἕως εἰς τέλος ἡμέρας μιᾶς. καὶ πάντα δὲ τὰ τῶν Χαναναίων ἔλαβεν ὁ Ἰσραὴλ ἐν πολέμῳ, ὅτι διὰ κυρίου ἐγένετο. ἀλλὰ καὶ Χά‐
20λεβ υἱὸς Ἐφωνῆ ἐξωλόθρευσε τοὺς τρεῖς υἱοὺς Ἐναάκ, τὸν
Σουσῆ, τὸν Θολμὲ καὶ τὸν Σχιμᾶν. γίγαντες δὲ καὶ οὗτοι304

305

εὐμήκεις ἦσαν· εἰ μὴ γὰρ τοῦτο ἦν, οὐκ ἂν υἱοὺς τοῦ Ἐναὰκ ἐκείνους ὠνόμασαν. Ἰστέυν ὅτι πρῶτος νόμος παρ’ Ἑβραίοις ἐν ἐξόδῳ γέ‐ γραπται οὗτος. οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ. οὐ
5ποιήσεις σεαυτῷ εἴδωλον οὐδὲ παντὸς ὁμοίωμα ὅσα ἐν τῷ οὐρανῷ ἄνω καὶ ὅσα ἐν τῇ γῇ κάτω. οὐκ ἔστιν ἐνταῦθα ταυ‐ τολογία τό τε εἴδωλον καὶ τὸ ὁμοίωμα· τὸ γὰρ ὁμοίωμα τινός ἐστιν ὁμοίωμα εἴτε χερσαίου ζώου εἴτε θαλαττίου εἴτε πτηνοῦ, τὸ δὲ εἴδωλον κατὰ τὴν Ὠριγένους ἐξήγησιν ἀνάπλα‐
10σμα διανοίας ἀνυπόστατόν ἐστιν, ὡς ὁ παρ’ Αἰγυπτίοις τι‐ μώμενος κυνοκέφαλος καὶ ὁ παρ’ Ἕλλησιν ἱπποκένταυρος. Μετὰ μέντοι τὸν τοῦ Ναυῆ Ἰησοῦν ὑπὸ κριτῶν ὁ λαὸς ἐκρίνετο. ὧν πρῶτος Ἰούδας ὁ τὸν Ἀδωνιβεζὲκ χειρωσάμε‐ νος καὶ ἀκρωτηριάσας αὐτοῦ χεῖράς τε καὶ πόδας, βασιλέα
15τῶν ἀλλοφύλων ὄντα. οἱ γὰρ Χαναναῖοι μετὰ θάνατον τοῦ Ἰησοῦ κρατῆσαι τῶν Ἰουδαίων θαρρήσαντες τῷ Ἀδωνιβεζὲκ τὴν ἡγεμονίαν ἐπιτρέπουσι, καὶ κατ’ ἐκείνων χωροῦσιν. αλλ’ ἐσφάλησαν τοῦ σκοποῦ· κτείνονται γὰρ ἐξ αὐτῶν οὐκ ὀλίγοι, κρατεῖται δὲ καὶ ὁ Ἀδωνιβεζέκ, καὶ χεῖρας καὶ πόδας ἀκρω‐
20τηριασθεὶς ἔλεγεν „οἱ βασιλεῖς τὰ ἄκρα τῶν χειρῶν καὶ τῶν
ποδῶν αὐτῶν ἀποκεκομμένοι ἦσαν συλλέγοντες τὰ ὑποκάτω305

306

τῆς τραπέζης μου. καθὼς οὖν ἐποίησα, οὕτω καὶ ἀνταπέδω‐ κέ μοι ὁ θεός.“ Ἀλλὰ καὶ Βαρὰχ σὺν Δεβώρᾳ τῇ προφήτιδι διέκρινε τὸν Ἰσραὴλ ἔτη μʹ. προφῆτις δὲ ἦν ἡ Δεβώρα. αὕτη τοὺς
5Ἰουδαίους ἀναχωρεῖν βουλομένους διὰ τὸ πλῆθος τῶν κατ’ αὐτῶν ἐπιστρατευομένων Χαναναίων καὶ κατέχει καὶ πείθει τοῖς πολεμίοις συμβαλεῖν· ὅθεν καὶ πολλοὺς αὐτῶν ἀπέκτει‐ ναν. χειμὼν γὰρ βαρὺς γεγονὼς τοὺς μὲν Χαναναίους τὰ μέγιστα ἔβλαπτε, τοὺς δὲ Ἰουδαίους οὐδαμοῦ. τότε καὶ ὁ
10Σισάρας ἰδὼν τὴν γενομένην τροπὴν ἐκπηδᾷ τοῦ ἅρματος, καὶ πρὸς γυναῖκά τινα καταφεύγει λεγομένην Ἰαὴλ τοῦ σω‐ θῆναι παρ’ αὐτῆς. τούτῳ δὲ τῷ Σισάρᾳ καὶ ποτὸν αἰτήσαν‐ τι γάλα δίδωσιν ἤδη διεφθορός. καὶ ὃς πλέον τοῦ μέτρου πιὼν εἰς ὕπνον ἐτράπη βαθύν. τότε γοῦν Ἰαὴλ φονεύει αὐ‐
15τόν, τὸν πάσσαλον τοῖς κροτάφοις ἐμπερονήσασα. καὶ οὕτως αὐτοῖς ἡ νίκη περίεστι κατὰ τὴν τῆς Δεβώρας προφητείαν. καλῶς οὖν ἡ γραφὴ τὸν Σουσῆ, τὸν Θολμὲ καὶ τὸν Σχιμᾶν υἱοὺς ἐκάλεσε τοῦ Ἐναάκ, γιγαντιαῖα φέροντας σώματα. ὅρα γὰρ ὅτι καὶ ὁ Ἰώσηπος ὑπολελεῖφθαι λέγει τοῖς Χαναναίοις
20τὸ τῶν γιγάντων γένος, οἳ διὰ σωμάτων μεγέθη καὶ μορφὰς
οὐδὲν τοῖς ἄλλοις παραπλησίας ἀνθρώποις παράδοξον ἦσαν306

307

θέαμα καὶ δεινὸν ἄκουσμα. δείκνυται δὲ καὶ νῦν ἔτι τούτων ὀστᾶ μηδὲν τοῖς ὑπὸ πίστιν ἐρχομένοις ἐοικότα. Ἐπὶ μὲν Βαρὰχ καὶ Δεβώρας Προμηθεὺς καὶ Ὀρφεὺς Θρᾲξ ἐγνωρίζοντο οἱ παρ’ Ἕλλησι σοφώτατοι, καὶ Ἀσκληπιὸς
5ὁ ἰατρὸς καὶ Λυκοῦργος ὁ νομοθέτης. τοσοῦτον δὲ λέγουσι τὸν Ἀσκληπιὸν ἠκριβωκέναι τὴν ἰατρικὴν τέχνην ὡς καὶ νε‐ κροὺς ἀνιστᾶν, ἐφ’ ᾧ χαλεπήναντα τὸν Δία κεραυνῷ βαλεῖν αὐτόν, καὶ οὕτω τῶν τῆδε ἐκστῆσαι. Δεῖξαι δὲ θέλων ὁ θεὸς ὅτι τῇ δυνάμει αὐτοῦ τὰ πάντα
10γίνονται καὶ οὐ πλήθει λαοῦ, συμβουλεύει τῷ Γεδεών, ἡνίκα κατὰ Μαδιηναίων ὁρμᾶν ἤθελε, περὶ μεσοῦσαν ἡμέραν ἐν ἀκμῇ τοῦ καύματος ὄντος, ἄγειν τὴν στρατιὰν ἐπὶ τὸν ποτα‐ μόν, καὶ τοὺς μὲν κατακλιθέντας καὶ οὕτω πίνοντας εὐψύχους ὑπολαμβάνειν, ὅσοι δ’ ἂν ἐσπουδασμένως καὶ μετὰ θορύβου
15πίνοντες τύχοιεν, τούτους δὴ νομίζειν ὑπὸ δειλίας τοῦτο πά‐ σχειν. τοῦ μέντοι Γεδεὼν κατὰ τὰς ὑποθήκας τοῦ θεοῦ ποιήσαντος τριακόσιοι ἄνδρες εὑρέθησαν ταῖς χερσὶ μετὰ τρο‐ μου προσενεγκάμενοι τὸ ὕδωρ, ὡς Ἰώσηπος ἱστορεῖ. ὅθεν καὶ διὰ τῶν τοιούτων ἔφη ὁ θεὸς τοῖς πολεμίοις ἐμβα‐
20λεῖν. νυκτὸς οὖν αὐτοῖς ἐπεμβαίνουσι, σάλπιγγας ταῖν χε‐
ροῖν φέροντες καὶ λαμπάδας ἁπτομένας ἐντὸς ἀγγείων τινῶν.307

308

Καὶ ὁ μὲν Γεδεὼν γηραιὸς τελευτᾷ, παῖδες δὲ ἦσαν αὐ‐ τῷ γνήσιοι μὲν οʹ (πολλὰς γὰρ ἔγημε γυναῖκας), νόθος δὲ εἷς ἐκ παλλακῆς. ἐξ ἐπαγγελίας τίκτει ὁ Μανωέ, τὸ δὲ γεννη‐ θὲν παιδίον Σαμψῶνα καλοῦσιν· ἰσχυρὸν δὲ κατὰ τὸν Ἰώ‐
5σηπον σημαίνει τὸ ὄνομα. τηνικαῦτα καὶ Ἡρακλῆς ἤκμαζε. τοσοῦτον δὲ ἦν ἀνδρεῖος ὁ Σαμψὼν ὅτι καὶ ἐπὶ Γάζαν εἰσελ‐ θὼν καὶ παρὰ πόρνῃ τινὶ καταχθείς, ἐπειδὴ παρετηρεῖτο παρὰ τῶν ἐκεῖσε, ἀνεμόχλευσε διὰ χειρῶν τὰς πύλας καὶ ἐξῆλθεν. ἀλλὰ καὶ πρὸ τούτου κατὰ Παλαιστινῶν ἔχων ὁ
10Σαμψὼν τί ποιεῖ; θέρους ὄντος καὶ πρὸς ἀμητὸν ἤδη τῶν καρπῶν ἀκμαζόντων συλλαβὼν τὰς ἀλώπεκας, καὶ τῶν οὐρῶν αὐτῶν ἐξάψας λαμπάδας ἡμμένας, ἀφίησιν εἰς τὰς ἀρούρας τῶν Παλαιστινῶν, καὶ οὕτω τοὺς καρποὺς αὐτῶν διέφθει‐ ρεν. οἱ οὖν ἀλλόφυλοι μετὰ τὸ ἐμπρησθῆναι τὰς ἀρούρας
15αὐτῶν πόλεμον πρὸς τοὺς Ἰσραηλίτας συνάπτουσι, τὸν Σαμ‐ ψὼν αἰτούμενοι ἔκδοτον. τί οὖν οἱ Ἰσραηλῖται; τὴν τῶν πολεμίων δεδιότες ἔφοδον δέσμιον αὐτοῖς τὸν Σαμψὼν ἐκδι‐ δόασι. καὶ ὃς ἰδὼν ἐκείνους ὁρμήσαντας κατ’ αὐτοῦ τὰ μὲν δεσμὰ διέρρηξε, σιαγόνα δὲ ὄνου λαβὼν χιλίους ἄνδρας τῶν
20ἀλλοφύλων ἀπέκτεινεν. ὅθεν ἐπὶ τοσοῦτον ἀγωνιζόμενος ὑπὸ δίψους ἐφλέγετο. δέεται οὖν τοῦ θεοῦ, καὶ τηνικαῦτα πα‐
ραμυθεῖται αὐτόν· ἡ γὰρ σιαγὼν παρ’ αὐτοῦ ἐκθλιβεῖσα308

309

ὕδωρ ἔβλυσεν ἄφθονον. ὅθεν ἡ τοιαύτη πηγὴ μέχρι καὶ τή‐ μερον ἐν τοῖς προαστείοις Ἐλευθεροπόλεως φαίνεται, σιαγό‐ νος ἐπονομαζομένη πηγή. ὁ μὲν οὖν Ἰώσηπός φησιν οτι τῇ οἰκείᾳ δυνάμει καὶ οὐ τῷ θεῷ τὴν νίκην ἐπιγραψάμενος δι‐
5ψῆσαι κατὰ πολὺ συγκεχώρηται. πλὴν ὁ τοσοῦτος τὴν ἰσχὺν ὑπὸ γυναικὸς κατέστη παίγνιον ὕστερον. μετὰ ταῦτα γὰρ ἠγάπησε τὴν ἐκ Παλαιστινῶν Δαλιλάν, ἥτις παρὰ τῶν ἀλλο‐ φύλων δωροφορηθεῖσα ἠξίου αὐτὸν ἐξειπεῖν αὐτῇ ἐν τίνι τυγχάνει ἡ ἰσχὺς αὐτοῦ. καὶ ὃς παρελογίζετο μὲν αὐτὴν τὰ
10πρῶτα, λέγων „ἐὰν δήσωσί με ἐν ἑπτὰ κληματίσιν ὑγραῖς ἤγουν νευραῖς, ἀτονήσω, καὶ ἔσομαι ὡς εἷς τῶν ἀνθρώ‐ πων.“ καὶ δὴ λαβοῦσα νευρὰς ἔδησεν αὐτόν, εἶθ’ οὕτως ἐβόησεν „ἀλλόφυλοι ἐπὶ σὲ Σαμψών.“ καὶ ὃς ἀναστὰς διέρ‐ ρηξεν αὐτάς. παραλογισθεῖσα οὖν ἐνέκειτο, καὶ αὖθις ἠξίου
15μαθεῖν ὅθεν ἡ ἰσχὺς αὐτῷ. καὶ ὃς ἀπατῶν αὐτὴν ἔλεγεν „ἐὰν δήσωσί με ἐν ἑπτὰ καλωδίοις ἀθίκτοις, ἐκλείψει ἡ ἰσχύς μου.“ ποιησάσης οὖν καὶ τοῦτο, καὶ βοησάσης „ἀλλόφυλοι ἐπὶ σὲ Σαμψών,“ διέρρηξεν αὐτὰ παραχρῆμα ἐκ τῶν βρα‐ χιόνων αὐτοῦ. πάλιν οὖν ἀξιούσης αὐτῆς ἔλεγεν „ἐὰν τοὺς
20ἑπτὰ βοστρύχους τῆς κεφαλῆς μου διεστῶτας ἀπ’ ἀλλήλων
ἐπὶ πασσάλων ἐκδήσῃς καὶ ἐπὶ τοῦ τοίχου προσπήξῃς, ἀσθε‐309

310

νήσω καὶ ἔσομαι ὡς οἱ λοιποὶ κἀγώ.“ ἀποτυχοῦσα οὖν κἀν τούτῳ ἐξελιπάρει αὐτὸν αὖθις· ὅθεν ἀνακαλύπτει τὸ ἀπόρ‐ ρητον, καὶ οὕτω φησὶ πρὸς αὐτήν „ξυρὸν ἐπὶ τὴν κεφαλήν μου οὐκ ἀνέβη, ὅτι Ναζαραῖος θεοῦ εἰμὶ ἐγὼ ἐκ κοιλίας μη‐
5τρός μου. καὶ εἰ ξυρήσωμαι, ἀσθενήσω, καὶ ἀποστήσεται ἀπ’ ἐμοῦ ἡ ἰσχύς μου, καὶ ἔσομαι ὡς εἷς τῶν ἀνθρώπων.“ κατακοιμίσασα οὖν αὐτὸν ἡ Δαλιλὰ ἐξύρησε, καὶ τοῦτο ποιή‐ σασα ἐβόησεν „ἀλλόφυλοι ἐπὶ σὲ Σαμψών.“ καὶ ὃς ἀναστὰς οὐκέτι ἐνεργεῖν ἴσχυεν, ὡς καὶ πρότερον. οὐκοῦν ἐμπίπτου‐
10σιν αὐτῷ οἱ ἀλλόφυλοι, καὶ κρατήσαντες ἐκπηροῦσιν αὐτόν. ἀλλὰ τί τὸ μετὰ ταῦτα; ἔκλαυσε Σαμψὼν πρὸς κύριον, καὶ εἶπεν „Ἀδωναῒ κύριε τῶν δυνάμεων, μνήσθητί μου νῦν, καὶ ἴσχυσόν με ἔτι ἅπαξ τοῦτο, θεέ, καὶ ἀνταποδώσω ἀνταπό‐ δοσιν μίαν περὶ τῶν δύο ὀφθαλμῶν μου τοῖς ἀλλοφύλοις.“
15ἐφ’ ᾧ καὶ οὐ παρεῖδεν αὐτὸν ἐπικερτομούμενον ὁ θεός· καὶ παιδαρίοις γὰρ εἰς γέλωτα μετὰ τὸ τυφλωθῆναι προύκειτο. παραδόξως οὖν ἐνισχύει αὐτόν. ἐφ’ ᾧ καὶ καθημένων ἐκεί‐ νων καὶ μεθυόντων (ἐπινικίων γὰρ ἕνεκεν τοῖς εἰδώλοις ἐπα‐ νηγύριζον) ἐπιδράσσεται τῶν τοῦ οἴκου δύο κιόνων ἐν ᾧ ἦσαν
20καθήμενοι, καὶ μετὰ τὸ κρατῆσαι αὐτοὺς εἶπεν „ἀποθανέτω
ἡ ψυχή μου μετὰ τῶν ἀλλοφύλων.“ ὃ δὴ καὶ γέγονεν. ἀφ’310

311

οὗ καὶ δείκνυσιν ὁ θεὸς ὡς οὐ παραβλέπει τοὺς ἀδικουμέ‐ νους δεομένους αὐτοῦ· τοσαύτην γὰρ ἰσχὺν ἐχαρίσατο τῷ Σαμψὼν ὡς κλονῆσαι μὲν τοὺς φέροντας κίονας τὸν τῶν εἰ‐ δώλων σηκόν, συγκατενεγκεῖν δὲ τούτοις τὸν ὄροφον, καὶ ͵γ
5ἄνδρας συγχῶσαι, καὶ γυναικῶν ὡσαύτως παραπλήσιον ἀριθμόν. Οὐ μικρῶς δὲ τὴν ἄρρητον τοῦ θεοῦ οἰκονομίαν καὶ φιλανθρωπίαν ἐπὶ τούτοις ἐκπλήττεται ὁ θειότατος Ἀναστά‐ σιος ὁ Σιναΐτης, ἐννοῶν ὅπως τῆς τῶν σεσωσμένων μοίρας
10ἠξίωσε τὸν Σαμψών, καὶ ταῦτα πρὸς φόνον ἑαυτὸν ἐκδεδω‐ κότα τῶν ἀδικησάντων αὐτὸν ἕνεκεν. ἀλλὰ καὶ τίνος χάριν τοσαύτην ἰσχὺν ἐκ κοιλίας μητρὸς ἐκτήσατο ὁ Σαμψών, οὐ παρελθεῖν ἄξιον. ἐπειδὴ γὰρ οἱ Ἰσραηλῖται τεσσαρακονταετῆ χρόνον τοῖς ἀλλοφύλοις δουλεύσαντες τοῦ θεοῦ τέλεον ἐπελά‐
15θοντο, δικαίου μηδενὸς ὄντος παρ’ αὐτοῖς, τούτου χάριν ἐκ σπαργάνων αὐτὸν ὁ θεὸς δίκαιον ἄνδρα καὶ ἰσχυρὸν παρέ‐ σχεν αὐτοῖς, ὅπως διὰ τῆς ἐναρέτου πολιτείας καὶ παραδό‐ ξου ἀνδρείας παρεχομένην αὐτοῖς ὁρῶντες τὴν σωτηρίαν ἑαυ‐ τούς τε διορθώσωνται καὶ τὸν τῶν ὅλων θεὸν ἐκζητήσω‐
20σιν. ἀλλ’ ἐκεῖνοι μᾶλλον καὶ τοῦ θεοῦ λήθην ἐλάμβανον, καὶ τὸν εὐεργέτην αὐτῶν εἰς χεῖρας τῶν πολεμίων φέρον‐
τες ἔρριπτον. ὅθεν εὐλόγως ἡ τοῦ θεοῦ ἐξέλιπεν αὐτοὺς311

312

ἐπισκοπή· μετὰ γὰρ τὸν Σαμψὼν οὐκέτι παρʹ Ἑβραίοις κριτής. Εἰ δὲ καὶ τοῦτο ζητεῖς, ἀγαπητέ, τίνος ἕνεκεν ὁ θεὸς τὴν τοῦ Ἰεφθάε θυγατέρα σφαγῆναι συνεχώρησε (κριτὴς δὲ
5καὶ οὗτος παρ’ Ἑβραίοις ἦν), ἄκουε. ἀνόητος ἄγαν ἡ τοῦ Ἰεφθάε ὑπόσχεσις· ἔδει γὰρ αὐτὸν συνιδεῖν, ὡς εἰκός, κύ‐ να πρῶτον ἢ ὄνον συναντῆσαι, τὰ κατὰ νόμον ἀκάθαρτα. παιδεύων οὖν ὁ θεὸς δι’ ἐκείνου τοὺς ἄλλους ὥστε μετὰ σκο‐ ποῦ ποιεῖσθαι τὰς ὑποσχέσεις (ὑπεσχέθη γὰρ ἐκεῖνος τὸ συν‐
10αντῆσαν αὐτῷ ἐκ τῆς οἰκίας θύσαι τῷ θεῷ) οὐκ ἐκώλυσε τὴν σφαγήν. ἡ δὲ θυγάτηρ πολλῷ κρείττων τοῦ Ἰεφθάε· ἰδοῦσα γὰρ αὐτὸν τὴν ἐσθῆτα ῥηγνύντα καὶ ὀλοφυρόμενον εἶπεν „εἰ ἐν ἐμοὶ ἤνοιξας τὸ στόμα σου, ποίει μοι ὃν τρόπον ἐξῆλθεν ἐκ τοῦ στόματός σου, ὑπὲρ ὧν ἐποίησέ σοι ὁ κύριος
15ἐκδίκησιν ἐκ τῶν ἐχθρῶν σου ἐκ τῶν υἱῶν Ἀμμών.“ Γίνωσκε δὲ καὶ τοῦτο πρὸς τοῖς εἰρημένοις, ὅτι μετὰ τὴν τελευτὴν τοῦ Σαμψὼν ἡ φυλὴ τοῦ Βενιαμὶν τὴν παρα φύσιν τῶν Σοδομιτῶν ἐνενόησεν ἡδονὴν καὶ τοῖς ἐπιξενουμέ‐ νοις ἐπεμαίνοντο. Λευίτης δέ τις ἐν Ἱερουδὶμ κατοικῶν γυ‐
20ναῖκα ἐκ Βηθλεὲμ ἄγεται παλλακίδα, ἥτις δι’ ὀλιγοψυχίαν
τινὰ πρὸς τοὺς πατέρας ὑπέστρεψε. παραγίνεται οὖν ἐκεῖσε312

313

καὶ ὁ Λευίτης, καὶ φιλοτίμως δεξιωθεὶς παρὰ τοῦ πενθεροῦ αὐτοῦ λαμβάνει τὴν γυναῖκα, καὶ παραγίνεται εἰς Γαβαὰ πόλιν τῆς φυλῆς Βενιαμίν, καὶ κατάγεται παρὰ πρεσβύτῃ κατοικοῦντι τὴν πόλιν. γνόντες οὖν οἱ τὴν πόλιν οἰκοῦντες
5Βενιαμὶν τοῦ πρεσβύτου τὸν οἶκον περιστοιχίζουσι καὶ τὰς θύρας συντρίβουσιν, ἐμπαροινῆσαι τῷ ξένῳ ζητοῦντες. ὁ δὲ τὴν θυγατέρα ἔτι ἄγαμον οὖσαν καὶ τοῦ ξένου τὴν παλλακὴν εἰς παράχρησιν ἐδίδου αὐτοῖς, φείσασθαι τοῦ ξένου ἀξιῶν. οἱ δ’ οὐκ ἠνέσχοντο. ἀλλὰ καὶ ὁ Λευίτης παρελθὼν τὴν παλ‐
10λακὴν αὐτοῦ ἐκδίδωσι, κἀκεῖνοι δι’ ὅλης νυκτὸς αὐτῇ παρα‐ χρησάμενοι ἐξαπέστειλαν. ἐγγίσασα οὖν αὕτη τῇ θύρᾳ ἔνθα κατήγετο, εὐθέως ἐξέπνευσεν. ὁ γοῦν ἀνὴρ αὐτῆς νεκρὰν ἰδὼν αὐτὴν ἐπέθετο τῷ ὑποζυγίῳ αὐτοῦ καὶ οἴκαδε ἀπεκόμισε, καὶ διελὼν αὐτὴν εἰς ιβʹ τμήματα ἑκάστῃ φυλῇ πρὸς ἓν τεμάχιον
15ἐξαπέστειλε, τὴν παρανομίαν τῆς τοῦ Βενιαμὶν κηρύττων φυλῆς. σχετλιάζει οὖν ἐπὶ τούτοις ὁ Ἰσραήλ, δέονται τοῦ θεοῦ. ἐφ’ ᾧ καὶ κατ’ αὐτῶν ὁρμήσαντες, ἐπεὶ τοὺς ὑπαιτί‐ ους δοῦναι πρὸς τιμωρίαν οὐκ ἤθελον, αὐτοὺς μὲν κατασφάτ‐ τουσι, τὴν δὲ πόλιν ἔργον ποιοῦσι πυρός.
20 Τὸ μέντοι πρόβλημα ὅπερ ὁ Σαμψὼν προυβάλλετο, τοῦ‐ τον ἔχει τὸν τρόπον. τί βρωτὸν ἐξῆλθεν ἐκ βιβρώσκοντος καὶ
ἀπὸ ἰσχυροῦ γλυκὺ βρωτόν; ἡδὺ τὸ μέλι καλεῖ, βιβρώσκον‐313

314

τα δὲ ἰσχυρὸν τὸν λέοντα, ἐν ᾧ νεκρῷ ὄντι μέλι ἐξύφαναν μέλισσαι, ἀφ’ οὗ λαβὼν ἔφαγεν ὁ Σαμψών. ἀλλ’ ἐντεῦθεν, ἀγαπητέ, συνορᾶν ἄξιον ὅτι μάτην οἱ Ἰουδαῖοι ἀκαθάρτους καλοῦσιν ἡμᾶς. εἰ γὰρ ἀκάθαρτοι ἦμεν ἡμεῖς ἅτε δὴ τὸν
5λαγωόν, τὸν χοῖρον, καὶ ὅσα τοιαῦτα, μὴ κατὰ νόμον ταῦτα ἐσθίοντες, ἀνάγκη πᾶσα καὶ τὸν ἐν προφήταις μέ‐ γιστον Ἠλίαν τοῖς αὐτοῖς ἐγκλήμασι καθυποβάλλεσθαι. τί‐ νος ἕνεκεν; ότι τὸν ἄρτον ἐξ ἀκαθάρτου ζώου τοῦ κόρα‐ κος δεχόμενος ἤσθιε. διὰ τί δὲ ταῦτα συνέβαινε, καὶ τί‐
10νος ἕνεκεν; ἵνα μάθωμεν ὅτι καὶ πρὸ τῆς χάριτος ἡ πα‐ λαιὰ τὰ τοῦ νόμου ἀνέτρεπεν. εἰ γὰρ ἀκάθαρτος ἦν ὁ κό‐ ραξ, πῶς ἐξ αὐτοῦ τὴν βρῶσιν ὁ τοσοῦτος Ἠλίας ἐδέξα‐ το; πῶς δὲ καὶ ὁ Σαμψὼν Ναζαραῖος ὢν καὶ ὑπὸ νόμου τε‐ λῶν τὸ κηρίον τοῦ μέλιτος ἔφαγεν, ὅπερ ἐν νεκρῷ λέοντι
15ἐξύφαναν μέλισσαι; πῶς δὲ καὶ διψήσαντα διὰ τῆς ἀκαθάρ‐ του καὶ μιαιφόνου σιαγόνος παρεμυθήσατο ὁ θεός, ἐὰν ὁ κόραξ, ὁ νεκρὸς λέων καὶ ἡ σιαγὼν τοῦ ὄνου ἀκάθαρτα; πῶς διὰ τῶν τοιούτων ὁ θεὸς τοὺς ἑαυτοῦ θεράποντας ἐθεράπευε; πῶς δὲ καὶ ἀκάθαρτα ὄντα κοινὴν ἀρχῆθεν τὴν εὐφημίαν
20ἐδέξαντο; „εἶδε“ γάρ φησιν „ὁ θεὸς αὐτά, καὶ εἶπεν ὅτι
καλά.“ εἰ οὖν ὁ χοῖρος καλὸς ὡς κτίσμα θεοῦ, πῶς ὁ αὐ‐314

315

τος ἀκάθαρτος ὕστερον; εὔδηλον οὖν ὅτι τὸ τοῦ Ἰσραὴλ πρὸς κακίαν ὀξύρροπον διορθούμενος ὁ θεὸς τοιούτους ἔθετο νόμους καὶ τοιαῖσδε θεραπείαις ἐχρήσατο. οὕτω μὲν οὖν καὶ ἐπὶ τοῦ Νῶε διαίρεσιν τεχνᾶται τῶν ζώων. ἐπειδὴ γὰρ ἑώρα τούς
5ἀνθρώπους εἰς εἰδωλομανίαν ἐκκλίνοντας, εὐμεθόδως, ὡς ἔφημεν, εἰς καθαρὰ ταῦτα διιστᾷ καὶ ἀκάθαρτα. τίνος ἕνε‐ κεν; ἵνα τὰ μὲν αὐτῶν ἐσθίοντες ὡς καθαρά, τὰ δὲ πάλιν ὡς ἀκάθαρτα φεύγοντες μηδὲν ἐξ αὐτῶν ὡς θεὸν προσκυνή‐ σωσιν. εἰ μὴ γὰρ τοῦτο ἦν, οὐκ ἂν ἐκάλει ἀκάθαρτα τὰ
10κοινῶς ἀρχῆθεν παρ’ αὐτοῦ τὴν εὐφημίαν δεξάμενα. ὅτι δὲ συγκαταβάσεως ἦν ἡ γεγονυῖα τότε τῶν ζώων διαίρεσις, καὶ ὁ μακάριος ἔδειξε Παῦλος οὕτως εἰπών „οὐδὲν κτίσμα θεοῦ ἀπόβλητον μετ’ εὐχαριστίας λαμβανόμενον.“ ἐπιβεβαιοῖ ταῦ‐ τα καὶ μᾶλλον ἡ γεγονυῖα θεία φωνὴ πρὸς τὸν κορυφαῖον
15Πέτρον, ἡνίκα τὴν ἐξ οὐρανοῦ κατενεχθεῖσαν ὀθόνην ἑώρα‐ κεν· „ἀναστάσ“ γάρ φησι, „Πέτρε, θῦσον καὶ φάγε, καὶ ἃ ὁ θεὸς ἐκάθηρε, σὺ μὴ κοίνου.“ εἰ δὲ καὶ νῦν ἀκαθαρτά τινα παρ’ ἡμῖν, ὡς ὁ λύκος ὁ λέων καὶ ἡ πάρδαλις, μὴ θαύ‐ μαζε τούτου ἕνεκεν. ἔχεις γὰρ τὸν μέγαν Βασίλειον ἐν τοῖς
20ἀσκητικοῖς αὐτοῦ τὰ περὶ τούτων οὕτω διευκρινοῦντά σοι.
„ὡς ἐν λαχάνοις τὸ βλαβερὸν τοῦ καταλλήλου χωρίζομεν,315

316

οὕτω καὶ ἐν τοῖς κρέασι τοῦ χρησίμου τὸ βλαβερὸν διακρίνο‐ μεν, ἐπεὶ λάχανόν ἐστι καὶ τὸ κώνειον, ὥσπερ κρέας ἐστὶ καὶ τὸ γύπειον· ἀλλ’ ὅμως οὔτε ὑοσκύαμον φάγοι ἄν τις νοῦν ἔχων, οὔτε κυνὸς ἅψαιτο μὴ μεγάλης ἀνάγκης κατε‐
5πειγούσης, ὡς ὅ γε φαγὼν οὐκ ἠνόμησε.“ μάνθανε οὖν ὅτι τὸ βλαβερὸν ἐκφεύγοντες τὰ μὲν τῶν ζώων ἐσθίομεν, ὅσα καὶ μᾶλλον εὔχυμά τε καὶ τρόφιμα, τὰ δὲ μυσαττόμεθα, καχεξίας καὶ ἴσως καὶ ἀηδίας ὄντα παρεκτικά. ταύτῃ τοι καὶ ὅρους οἱ πατέρες ἐπὶ τούτοις τεθείκασι, τὸ λίχνον κἀντεῦθεν
10ἡμῶν ἀναστέλλοντες. καὶ ταῦτα μὲν εἰς τοσοῦτον. Ἄξιον δὲ καὶ τινῶν ἱστοριῶν ἐπιμνησθῆναι φιλομαθείας χὰριν τῆς σῆς ἐκ τῆς Ἰουδήθ. ὁ Ναβουχοδονόσορ διὰ τὸ μὴ ἐπικουρῆσαι αὐτῷ πάντας ὅτε ἐπολέμει μετὰ τοῦ Ἀρφα‐ ξᾶ, ἐπέστειλε τὸν στρατηγὸν αὐτοῦ Ὁλοφέρνην κατὰ πά‐
15σης τῆς γῆς, εἰπὼν πρὸς αὐτόν „τάδε λέγει βασιλεὺς ὁ μέ‐ γας, ὁ κύριος πάσης τῆς γῆς.“ ἐφ’ ᾧ καὶ κατὰ ταύτην τὴν κέλευσιν ἀπαίροντι τῷ Ὁλοφέρνη κατὰ Ἰουδαίων, ἔφη καὶ τάδε ὁ Ἀμμανίτης Ἀχιώρ „εἰ μὲν ἔστιν ἀγνόημα ἐν τῷ λαῷ τούτῳ καὶ ἁμαρτάνουσιν εἰς τὸν θεὸν αὐτῶν, ἀναβησώμεθα
20καὶ ἐκπολεμήσωμεν αὐτούς· εἰ δὲ μή γε, παρελθέτω ὁ κύ‐316

317

ριός μου.“ καὶ ὁ Ὁλοφέρνης πρὸς Ἀχιώρ „καὶ τίς ὁ θεός, εἰ μὴ Ναβουχοδονόσορ; οὗτος ἀποστελεῖ τὸ κράτος αὐτοῦ, καὶ ἐξολεθρεύσει αὐτοὺς ἀπὸ προσώπου τῆς γῆς.“ ἐφ’ ᾧ καὶ ἀπετμήθη τὴν κεφαλὴν αὐτοῦ σοφῶς τῷ ὄντι καὶ εὐμε‐
5θόδως παρὰ γυναικὸς τῆς Ἰουδήθ, πάντα τε τὰ ἐκείνου πα‐ ρὰ Ἰουδαίων ἐσκυλεύθησαν. τότε δὴ τότε καὶ Ἀχιὼρ πι‐ στεύσας τῷ θεῷ καὶ περιτέμνεται. Ἐν ταῖς ἡμέραις τῶν κριτῶν λιμοῦ γεγονότος ἀπῆρεν ἐκ Βηθλεὲμ ἡ Νοεμὶν σὺν τοῖς παισὶν αὐτῆς ἐν ἀγρῷ Μωάβ
10κἀκεῖσε νύμφας ἔλαβον Ὀρφανὴν καὶ Ῥούθ. μετὰ δέκα δὲ ἔτη τῶν ἀνδρῶν θανόντων ὑπέστρεψεν ἡ Νοεμίν. ἠκολούθουν αὐτῇ καὶ αἱ δύο νύμφαι. καὶ ἡ μὲν Ὀρφανὴ πεισθεῖσα τοῖς λόγοις Νοεμὶν ὑπέστρεψεν, ἡ δὲ θαυμασία Ῥοὺθ οὐκ ἐπείσθη, λέγουσα „ὁ λαός σου λαός μου, καὶ ὁ θεός σου θεός μου.“
15καὶ συνελθοῦσα ἐμίγη τῷ Βοώς, καὶ τέτοκε τὸν Ὀβὴδ τὸν πατέρα Ἰεσσαί, ἀφ’ οὗ Δαβίδ. Ἀπὸ Ναβουχοδονόσορ αἰχμάλωτοι Μαρδοχαῖος, γυνὴ Ἐσθήρ, καὶ λοιποί, οἳ ἦσαν ἐπὶ Ἀρταξέρξου. οὗτος ὁ Μαρ‐ δοχαῖος ἐν τῇ αὐλῇ τοῦ βασιλέως ἀκούσας δύο εὐνούχων με‐
20λετώντων κατὰ τοῦ βασιλέως ἀνέφερε περὶ τούτων αὐτῷ· οι
καὶ ἀπώλοντο. τούτων οὖν ἕνεκεν ὁ παρὰ τῷ βασιλεῖ μέγι‐317

318

στος Ἀμμὰν λυπηθεὶς ἔπεισε τὸν βασιλέα κατὰ Ἰουδαίων ἐπεξελθεῖν, καὶ γράμματα στεῖλαι τοῖς τῶν εἴκοσι καὶ ἑπτὰ χωρῶν ἄρχουσιν, ἀπὸ Ἰνδικῆς ἕως Αἰθιοπίας, τοὺς ὁπουδή ποτε παρευρισκομένους Ἰουδαίους τελείως κατασφάττειν κατὰ
5τὴν τεσσαρεσκαιδεκάτην τοῦ δωδεκάτου μηνός. μανθάνει ταῦτα ἡ βασιλὶς Ἐσθήρ, καὶ νηστεύσασα τρεῖς ἡμέρας δέε‐ ται πρῶτον τοῦ θεοῦ, εἶτα καὶ αὐτοῦ τοῦ Ἀρταξέρξου, λέ‐ γουσα „εἶδόν σε κύριε ὡς ἄγγελον θεοῦ, καὶ ἐταράχθη ἡ καρδία μου ἀπὸ φόβου τῆς δόξης σου,“ καὶ ἔπεσεν ἐκλυθεῖ‐
10σα. ὁ δὲ προύτρεπεν αἰτῆσαι ὃ θέλει. ὁ δὲ Ἀμμὰν ἰδὼν τὸν Μαρδοχαῖον ἐπὶ τῆς αὐλῆς παρασκευάζει κρεμασθῆναι αὐτὸν ἐπὶ ξύλου. ὁ δὲ θεὸς τοῦτον ἐκώλυσεν, τὸν τοῦ βα‐ σιλέως ἀφελόμενος ὕπνον· ἀκηδιῶν γὰρ νυκτὸς εἰς ἀνάγνω‐ σιν ἦλθεν, ἐφ’ ᾧ καὶ ἐμνήσθη ὧν ἐποίησεν εἰς αὐτὸν ὁ Μαρ‐
15δοχαῖος. ὅθεν καὶ μὴ βουλομένου τοῦ Ἀμμὰν ἐτιμήθη τὰ μέγιστα. ὁ δὲ Ἀμμὰν καθ’ ἑαυτοῦ τὴν κακίαν ἔφερεν· ἐκρε‐ μάσθη γὰρ ἐπὶ ξύλου τῇ δεήσει καὶ κατασκευῇ τῆς Ἐσθήρ. καὶ γράμματα δὲ ἕτερα ἐστάλησαν οὐ μόνον εἰς σωτηρίαν αὐ‐ τῶν, ἀλλ’ ἵνα καὶ τοὺς ἀντικειμένους ἀμύνωνται· καὶ γὰρ
20ἄνδρας φʹ ἀπέκτειναν, καὶ ἑτέρους πλείονας. ἐκρεμάσθησαν
δὲ καὶ οἱ δέκα υἱοὶ τοῦ Ἀμμάν. κατὰ τοῦτο καὶ ἡ γραφή318

319

φησιν „ἔσονται δὲ ἡ ιγʹ καὶ ἡ ιδʹ τοῦ Ἀδὰρ ἡμέρα ἑόρτιος εἰς γενεὰς αὐτῶν.“ Ὁ Τωβὴτ ᾐχμαλωτίσθη ἐν ἡμέραις Ἐνεμεσάρου βασιλέ‐ ως Ἀσσυρίων. „ἐγὼ Τωβὴτ ὁδοῖς ἀληθείας ἐπορευόμην καὶ
5δικαιοσύνης πάσας τὰς ἡμέρας τῆς ζωῆς μου. καὶ ὅτε μετὰ Σάρρας καὶ Τωβίου ᾐχμαλωτίσθην εἰς Νινευί, πάντες οἱ ἐκ τοῦ γένους μου ἤσθιον ἄρτους τῶν ἐθνῶν, ἐγὼ δὲ οὔ. καὶ εἴ τινας ἀπέκτεινε Σεναχηρεὶμ ὁ βασιλεύς, ὅτε ἦλθε φεύγων ἐκ τῆς Ἰουδαίας, ἔθαψα αὐτοὺς κλέπτων· πολλοὺς γὰρ
10ἀπέκτεινεν ἐν τῷ θυμῷ αὐτοῦ. καὶ νυκτὸς διὰ φόβου πολ‐ λοὺς ἔθαπτον. ὅθεν καὶ ἐκοιμήθην παρὰ τὸ τεῖχος τῆς αὐ‐ λῆς ἀκαλύπτῳ προσώπῳ· καὶ οὐκ ᾔδειν ὅτι στρουθία ἐν τῷ τοίχῳ ἐστί. καὶ ἀφοδεύσαντα θερμὸν εἰς τοὺς ὀφθαλμούς μου, ἐγενήθη λευκώματα ἐν αὐτοῖς. ἡ δὲ γυνή μου προσή‐
15γαγέ μοι ἔριφον, ὃν εἰς μισθὸν τοῦ κόπου ἔλαβεν. ἐγὼ δὲ δοκῶν κλεψιμαῖον εἶναι οὐκ ἔφαγον, καὶ ὠνειδίσθην παρʹ αὐτῆς ὡς δῆθεν μηδὲν ὠφελούμενος ἐξ ἀρετῆς. καὶ ἔκλαυσα πρὸς κύριον ‘λυσιτελεῖ μοι ἀποθανεῖν ἢ ζῆν, ὅτι ὀνειδισμοὺς ψευδεῖς ἤκουσα.‘ τότε δὲ καὶ Σάρρα ἡ τοῦ Ῥαγουὴλ ὠνει‐
20δίσθη ὡς δῆθεν ἀποπνίξασα οὓς ἔλαβεν ἄνδρας ἑπτά· τού‐ τους δὲ Ἀσμοδαῖος τὸ πονηρὸν δαιμόνιον ἀπέκτεινε πρὶν ἢ
γενέσθαι μετ’ αὐτῆς, ὡς καὶ βουληθῆναι αὐτὴν ἐντεῦθεν319

320

ἀπάγξασθαι. ἀλλ’ ὁ θεὸς οὔτε Τωβὴτ οὔτε Σάρρας παρεῖδε τὸν ὀνειδισμόν. ἀποστελλομένου γὰρ τοῦ Τωβίου ἐπὶ τῷ τὰ εἰς παρακαταθήκην κείμενα πατρῷα ἀργύρια λαβεῖν, ὁ τοῦ κυρίου ἄγγελος Ῥαφαὴλ συνηκολούθησε. καὶ καθ’ ὁδὸν ἰχθύ‐
5ος φανέντος παρὰ ποταμὸν ἐπτοήθη ὁ παῖς. ὁ δὲ ἄγγελος ἐπέτρεψε λαβεῖν αὐτὸν καὶ φαγεῖν, τὴν δὲ καρδίαν καὶ τὸ ἧπαρ φυλάσσειν, τὸ μὲν ἧπαρ εἰς θυμίασιν τοῦ Ἀσμοδαίου, τὴν δὲ καρδίαν εἰς χρῖσιν τῶν πατρικῶν ὀφθαλμῶν. ἀπήγα‐ γε δὲ αὐτὸν εἰς τὸν Ῥαγουὴλ οἶκον, ὅθεν καὶ λαμβάνει μὲν
10εἰς γυναῖκα τὴν Σάρραν, τὸν δὲ φιλοῦντα αὐτὴν Ἀσμοδαῖον ἐκεῖθεν διώκει. ἀναλαβόμενος δὲ τὸ ἀργύριον καὶ τὴν Σάρ‐ ραν ὑπέστρεψε. ταύτῃ τοι καὶ τῶν τοῦ Τωβὴτ ὀφθαλμῶν χρισθέντων θαῦμα ἐγένετο. μετὰ δὲ ταῦτα καὶ τάδε πρὸς αὐτοὺς ὁ ἅγιος ἄγγελος ἔλεγεν „ἐλεημοσύνη ἐκ θανάτου ῥύε‐
15ται, καὶ αὐτὴ ἀποκαθαριεῖ πᾶσαν ἁμαρτίαν. καὶ νῦν ὅτε προσηύξω σὺ καὶ ἡ νύμφη σου Σάρρα, ἐγὼ προσήγαγον τὸ μνημόσυνον τῆς προσευχῆς ὑμῶν ἐνώπιον τοῦ ἁγίου θεοῦ. καὶ ὅτε ἔθαπτες τοὺς νεκρούς, συμπαρήμην σοι. καὶ ὅτε οὐκ ὤκνησας ἀναστῆναι καὶ καταλιπεῖν τὸ ἄριστόν σου, ὅπως
20ἀπελθὼν περιστείλῃς τὸν νεκρόν, οὐκ ἔλαθές με ἀγαθοποιῶν,
ἀλλὰ σύν σοι ἤμην. καὶ νῦν ἀπέστειλέ με ὁ θεὸς ἰάσασθαί320

321

σε καὶ τὴν νύμφην σου Σάρραν. ἐγώ εἰμι Ῥαφαὴλ εἷς τῶν ἑπτὰ ἀγγέλων, οἳ προσαναφέρουσι τὰς εὐχὰς τῶν ἁγίων.“ καὶ ταῦτα παραινέσας ἀνέβη πρὸς τὸν ἀποστείλαντα. καὶ τοῦτο μὲν τὸ Ῥαφαὴλ ὄνομα ἔμαθες ἤδη ἐκ τοῦ Τωβήτ· τὸ
5δὲ Οὐριήλ, καθά φησι τῷ ὄντι Ψελλός, οὔτε τὰ τῆς παλαι‐ ᾶς οὔτε τὰ τῆς νέας ἡμῖν ἐγνώρισεν. ἔστι δέ τι βιβλίον Ἑβραϊκὸν ἄγνωστον τοῖς πολλοῖς, προσευχὴ δὲ Ἰωσὴφ ἐπι‐ γεγραμμένον, ἔνθα δὴ ὁ ἐκείνου πατὴρ Ἰακὼβ εἰσῆκται τού‐ τῳ δὴ τῷ ἀγγέλῳ Ῥαφαὴλ διαλεγόμενος, εἰ καὶ ἄρτι τοῖς
10Ἑβραίοις, ὡς καὶ τὰ ἄλλα τῶν ἀποκρύφων, ἀπῶσταί τε καὶ ἠθέτηται. ὁ μέντοι Τωβὴτ ρνʹ ἔτη ἔζησεν, ὁ δὲ Τωβίας ρκζʹ. μετὰ δὲ τὸ θάψαι τοὺς γονεῖς αὐτοῦ ἀπῆλθεν πρὸς Ῥαγουὴλ τὸν πενθερὸν αὐτοῦ, καὶ ἤκουσε πρὸ τοῦ ἀποθανεῖν τὴν ἀπώ‐ λειαν Νινευί, ἣν ᾐχμαλώτευσε Ναβουχοδονόσορ κατὰ τὴν
15Τωβὴτ πρόρρησιν. Μετὰ μέντοι τὸν Σαμψὼν ἕως Ἠλεὶ τοῦ ἱερέως ἀναρχία ἦν παρ’ αὐτοῖς ἔτη μʹ, καὶ ἀλλήλοις ἐπανιστάμενοι συνωλο‐ θρεύοντο. ὅσον μὲν οὖν κακόν ἐστι τὸ περιορᾶν τοὺς ὑπὸ χεῖρα ἁμαρτάνοντας καὶ μὴ σφοδρῶς ἐπιστύπτειν αὐτούς, ἔδειξε
20τὰ κατὰ τὸν Ἠλεί, τὴν κιβωτὸν καὶ τὸν λαὸν συμβάντα. τη‐
νικαῦτα γὰρ ὁ μὲν Ἠλεὶ θανάτῳ οἰκτρῷ περιπίπτει, ἡ κιβω‐321

322

τὸς αἰχμαλωτίζεται, καὶ ὁ λαὸς ἀναιρεῖται μαχαίρᾳ. Πα‐ λαιστινοὶ καὶ γὰρ κατὰ Ἰουδαίων ὁρμῶσι, συμπλέκονται ἀλ‐ λήλοις, καὶ πίπτουσιν Ἑβραῖοι ὡσεὶ τετρακισχίλιοι. εἶτα τὴν κιβωτὸν ἀράμενοι σὺν αὐτῇ κατὰ τῶν πολεμίων ὁρμῶσι, κρα‐
5τῆσαι συνήθως θαρρήσαντες. συμβάλλουσιν ἀλλήλοις, καὶ πίπτουσι μὲν ἐκ τῶν Ἑβραίων οὐκ ὀλίγοι, αἰχμαλωτίζεται δὲ καὶ αὐτὴ ἡ κιβωτός. οὐκ ἀγαθὴ λοιπὸν ἀγγελία καταλαμ‐ βάνει τὸν Ἠλεί· καὶ τὴν μὲν τῶν αὐτοῦ παίδων ἀπώλειαν φέρει γενναίως, καὶ ὅτι καὶ σφάλματα προσῆσαν αὐτοῖς, πορ‐
10νεία καὶ γαστριμαργία (γάμους γὰρ ἀλλοτρίους ἐξώρυττον καὶ τὰ κρέα πρὸ τοῦ ἁγιασθῆναι ἤσθιον), τὴν δὲ τῆς κιβω‐ τοῦ αἰχμαλωσίαν οὐκ ἐνεγκὼν καταπίπτει τοῦ θρόνου καὶ τε‐ λευτᾷ· ἔτυχε γὰρ τότε κατά γε τὰς πύλας τοῦ ἱεροῦ καθή‐ μενος ἐπὶ δίφρου, ὀκτὼ καὶ ϛʹ βιώσας ἔτη.
15 Τὴν μέντοι κιβωτὸν οἱ Παλαιστινοὶ λαβόντες εἰς πόλιν Ἄζωτον αἰχμάλωτον ἤγαγον. τότε καὶ Δαγὼν συνετρίβη τῆς οἰκείας ἐκστὰς ἕδρας καὶ ὡς ἐν σχήματι προσκυνοῦντος πε‐ σών. ἔδειξε γὰρ ὁ θεὸς ἐνταῦθα ὅτι οὐχ ὡς ἀσθενὴς ᾐχμα‐ λωτίσθη ἡ κιβωτός (εἰ γὰρ τοῦτο ἦν, οὐκ ἂν τῇ παρουσίᾳ
20αὐτῆς ὁ θεὸς αὐτῶν Δαγὼν συνετρίβη, [ὥστε] εἰ μὴ θεία
χάρις προσῆν αὐτῇ), αἰχμαλωτισθῆναι δὲ συνεχωρήθη διὰ322

323

τὴν τῶν Ἰουδαίων κακίαν. τότε δὴ τότε καὶ ὑπὸ δυσεντερί‐ ας ἀπέθνησκον οἱ αἰχμαλωτίσαντες αὐτήν, τὰ ἐντὸς ἐξεμοῦν‐ τες διεφθαρμένα. ἀλλὰ καὶ μυῶν πλῆθος ἀνελθὸν τὰ τῆς χώρας κατέβλαπτε. μόλις οὖν οἱ Ἀζώτιοι συνῆκαν ὡς ἐκ τῆς
5κιβωτοῦ τὰ τοιαῦτα προσγίνονται αὐτοῖς· ἀξιοῦσι λοιπὸν τοὺς Ἀσκαλωνίτας. καὶ ταύτην προσδεξάμενοι ἐν τοῖς ὁμοί‐ οις γίνονται κακοῖς. οἱ δὲ Ἀσκαλωνῖται πρὸς ἑτέρους πέμ‐ πουσι, κἀκεῖνοι πρὸς ἄλλους. καὶ πάντες τὰ αὐτὰ πάσχουσι. συνέρχονται οὖν οἱ τῶν παθουσῶν πέντε πόλεων ἄρχοντες,
10Ἀκαρὼν Γάζης Ἀζώτου καὶ τῶν λοιπῶν, καὶ περὶ τούτου σκοποῦσιν. ὅθεν καὶ βόας ὑποζεύξαντες ἀρτιτόκους, καὶ τὴν κιβωτὸν αὐτοῖς ἐπιτιθέασι, καὶ ἐπὶ τριόδου καταλιπόντες ἐπι‐ τρέπουσιν αὐτοῖς ἣν βούλονται ὁδὸν ἀπελθεῖν· κἂν μὲν τὴν Ἑβραίων ἀπίωσιν, ὑπολαμβάνειν τὴν κιβωτὸν αἰτίαν εἶναι
15τῶν τοιούτων κακῶν, ἂν δὲ ἄλλην τράπωνται, καταδιώξωμεν αὐτὴν ἔφασαν ἅτε μὴ τοιαύτην ἔχουσαν δύναμιν. γίνεται ταῦτα, καὶ θείαν τῇ κιβωτῷ προσεῖναι διέγνωσαν δύναμιν. Οἱ μὲν οὖν Ἑβραῖοι τοιαῦτα πάσχοντες ζητοῦσι βασιλέα, καὶ λαμβάνουσι τὸν Σαούλ, εἰ καὶ μὴ πράως ἔφερεν ὁ θεὸς
20τοῦ τοιούτου χάριν ζητήματος, ἐφ’ ᾧ καὶ πρὸς τὸν Σαμουὴλ323

324

ἔλεγεν „οὐ σὲ ἐξουθενήκασιν ἀλλ’ ἐμέ, τοῦ μὴ βασιλεύειν ἐν αὐτοῖς.“ οὗτος μὲν οὖν ὁ Σαοὺλ ἐκ τῆς Βενιαμίτιδος ὑπῆρ‐ χε φυλῆς, υἱὸς τοῦ Κίς, ὁ καὶ τὴν μορφὴν ἄριστος καὶ τὸ σῶμα μέγας. τὰς ὄνους τοῦ πατρὸς ἀπώλεσε, καὶ πρὸς τὸν
5προφήτην Σαμουὴλ ἔρχεται περὶ ἐκείνων ἐρωτήσων. ὁ δὲ προφήτης λαβὼν τὸ ἅγιον ἔλαιον τῆς τοῦ νεανίσκου καταχεῖ κεφαλῆς, καὶ κατασπασάμενος αὐτόν „ἴσθι“ φησὶ „βασιλεύς· ὑπὸ θεοῦ κεχειροτόνησαι σήμερον.“ ἀλλὰ καὶ τὰ συμβησό‐ μενα καθ’ ὁδὸν αὐτῷ ἔλεγεν, ἐντυχεῖν τε προφήταις, καὶ σὺν
10αὐτοῖς προφητεῦσαι γενόμενον ἔνθεον. χρίει δὲ αὐτὸν καὶ τοῦ πλήθους ὁρῶντος. καὶ οὕτως ἡ τῶν Ἑβραίων πολιτεία εἰς βασιλείαν μετέπεσεν. ἔλεγε δὲ πρὸς αὐτοὺς ὅτι πολλὰ παρωργίσατε τὸν θεόν, βασιλέα αἰτησάμενοι. καὶ δῆλον ἐν‐ τεῦθεν· ὃ γὰρ οὐδέποτέ τις εἶδεν ἐν θέρους ἀκμῇ χειμῶνα,
15τοῦτο γεγενημένον θεάσασθε. καὶ ταῦτα εἰπόντος τοῦ προ‐ φήτου ἀστραπαὶ καὶ βρονταὶ καὶ χάλαζαι καταφέρονται, ὡς ἐντεῦθεν τὸν λαὸν ἁμαρτεῖν εἰς θεὸν ἔλεγεν. Ὁ μέντοι Σαοὺλ μέλλων κατὰ Παλαιστινῶν ὁρμῆσαι, κελεύει τὸν ἀρχιερέα λαβόντα τὴν ἀρχιερατικὴν στολὴν προ‐
20φητεύειν αὐτῷ περὶ τῶν μελλόντων. τοῦ δὲ προτρέψαντος ἐξέρχεται κατὰ Παλαιστινῶν. ὁ μέντοι Σαοὺλ τῇ νίκῃ ἐπαρ‐
θεὶς ἐπαρᾶται τοῖς Ἑβραίοις· ἤν τις ἀποσχόμενος τοῦ φο‐324

325

νεύειν τοὺς ἐχθροὺς φάγῃ, καὶ μὴ μέχρις οὗ νὺξ ἐπελθοῦσα τῆς ἀναιρέσεως αὐτοὺς ἀποπαύσῃ τῶν πολεμίων, ἐπικατάρα‐ τος εἴη. οὕτω τοίνυν τοῦ Σαοὺλ φήσαντος, ἐπεὶ κατά τινα δρυμὸν ἐγένοντο μελισσῶν γέμοντα, ὁ τοῦ Σαοὺλ παῖς οὐκ
5ἀκηκοὼς τῆς τοῦ πατρὸς ἀρᾶς ἀποθλίψας τι κηρίον τοῦ μέ‐ λιτος ἤσθιεν. εἶτα γνοὺς τὸ γεγονὸς οὐκ ὀρθῶς ἔφη τὸν πα‐ τέρα τοιαύτην ἀρὰν θεῖναι· εὐψυχότατα γὰρ κατατρέχει τῆς τῶν ἐναντίων, εἴ γε τροφῆς ἐν τῷ μέσῳ φθάσει μεταλα‐ βεῖν. ὁ δὲ Σαοὺλ μετὰ τὸ νικῆσαι καὶ θῦσαι τῷ θεῷ κελεύ‐
10ει τὸν ἀρχιερέα καὶ αὖθις γνῶναι εἰ δίδωσιν αὐτοῖς ὁ θεὸς ἐπὶ τὸ στρατόπεδον τῶν ἐχθρῶν ἐλθεῖν καὶ διαφθεῖραι αὐ‐ τούς. εἰπόντος δὲ τοῦ ἀρχιερέως μὴ ἀποκρίνεσθαι τὸν θεόν, ὁ Σαοὺλ ἔφη μὴ ἄνευ αἰτίας τοῦτο γίνεσθαι· ἀλλ’ ἔστι τι λανθάνον ἐξ ἡμῶν ἁμάρτημα τῆς τοῦ θεοῦ σιωπῆς αἴτιον,
15καὶ ὄμνυμι, κἂν ὁ παῖς ὁ ἐμὸς Ἰωνάθαν εἴη ὁ τὸ ἁμάρτημα τοῦτο ποιήσας, ἀποκτείνειν αὐτὸν καὶ τὸν θεὸν οὕτως ἱλεώ‐ σασθαι. πίπτει οὖν ὁ κλῆρος ἐπὶ τὸν Ἰωνάθαν, καὶ τοῦ πα‐ τρὸς ἐρωτῶντος αὐτὸν τί τε πεποίηκε καὶ ὅπως εἰς θεὸν ἐξή‐ μαρτε, μηδὲν ἕτερον ἔλεγεν συνιδεῖν ἢ μέλιτος χθὲς ἀπογεύ‐
20σασθαι, τὴν ἀρὰν ἀγνοῶν. διομνύεται οὖν ὁ Σαοὺλ ἀπο‐325

326

κτεῖναι αὐτόν. οὐκ ἀνθίσταται ὁ παῖς, τὰ τοῦ ὅρκου βιάζει προβῆναι. ἀλλὰ τὸ πλῆθος ἀλγεῖ, καὶ τὸν Ἰωνάθαν ἐξαιρεῖ τῆς χειρὸς Σαούλ, καὶ ἱκετεύει τὸν θεόν, ἵλεον ἐπὶ τούτῳ ποιεῖ. καὶ περὶ μὲν τούτων οὕτως.
5 Εἰπεῖν δὲ τὸν θεὸν ἔλεγεν ὁ Σαμουὴλ ὡς ἐπεὶ πολλὰ κακὰ τοὺς Ἑβραίους οἱ Ἀμαληκῖται κατά γε τὴν ἔρημον διέ‐ θηκαν, ἡνίκα τῆς Αἰγύπτου ἐξεπορεύοντο, κελεύειν πολέμῳ τιμωρήσασθαι αὐτοὺς τὸν Σαοὺλ καὶ μηδενὸς αὐτῶν φείσα‐ σθαι. νικᾷ τοίνυν αὐτοὺς κατὰ κράτος, λαμβάνει δὲ τὸν αὐ‐
10τῶν βασιλέα Ἀγὰγ αἰχμάλωτον, οὗ θαυμάσας τὸ κάλλος καὶ τὸ μέγεθος τοῦ σώματος, ὡς Ἰώσηπός φησι, σωτηρίας ἄξιον ἔκρινε. καὶ θυσίας ἀπὸ τῶν λαφύρων ἐκείνων ἀνήνεγκε τῷ θεῷ. ἐφ’ ᾧ καὶ πρὸς τὸν Σαμουὴλ ἔφη ὁ θεός „μεταμεμέ‐ λημαι ὅτι ἔχρισα τὸν Σαοὺλ εἰς βασιλέα, κἀγὼ ἐξουδένωκα
15αὐτὸν τοῦ μὴ βασιλεύέιν ἐν Ἰσραήλ.“ ὅθεν καὶ πρὸς τὸν Σαοὺλ οὕτως ἔλεγεν ὁ Σαμουήλ, ἡνίκα τὸν Ἀγὰγ ἐζωογόνησε τῶν Ἀμαληκιτῶν βασιλέα, „μεματαίωσαι σύ, ὅτι οὐκ ἐφύ‐ λαξας τὴν ἐντολὴν ἣν ἐνετείλατό σοι ὁ κύριος. ὅθεν καὶ οὐ στήσεταί σοι ἡ βασιλεία, καὶ ζητήσει κύριος ἄνθρωπον κατὰ
20καρδίαν αὐτοῦ εἰς ἄρχοντα ἐπὶ τὸν λαὸν αὐτοῦ.“ πρὸς τού‐ τοις δὲ καὶ τάδε πρὸς αὐτὸν ἔλεγεν, ἡνίκα τὴν θυσίαν ἔφε‐
ρεν, „οὐ θέλει κύριος ὁλοκαυτώσεις καὶ θυσίας ὡς τὸ ἀκοῦ‐326

327

σαι τῆς φωνῆς αὐτοῦ,“ καὶ αὖθις „διέρρηξε κύριος τὴν βα‐ σιλείαν Ἰσραὴλ ἐκ χειρός σου σήμερον, καὶ δώσει αὐτὴν τῷ πλησίον σου τῷ ἀγαθῷ ὑπὲρ σέ.“ ὅθεν τοῦ προφήτου πολ‐ λὰ φροντίζοντος περὶ τοῦ Σαούλ, „παῦσαι“ πρὸς αὐτὸν ἔφη
5ὁ θεός, „καὶ λαβὼν τὸ ἅγιον ἔλαιον εἰς Βηθλεὲμ ἄπελθε πρὸς Ἰεσσαί, καὶ χρῖσαι εἰς βασιλέα ἕνα τῶν υἱῶν αὐτοῦ.“ ἔρχεται οὖν, καὶ πάντων ἄλλων ἀποδοκιμασθέντων τῶν υἱῶν Ἱεσσαί (οὐδὲ γὰρ εἰς αὐτοὺς τὸ ἅγιον ἔβλυσεν ἔλαιον) χρίε‐ ται ὁ πάντων ὕστατος Δαβίδ. ἐφ’ ᾧ καὶ πνεῦμα ἅγιον ἔκ‐
10τοτε ἦν ἐν αὐτῷ, τὸν δὲ Σαοὺλ πνεῦμα πονηρὸν ἐπέρχεται. πνιγομένου τοίνυν αὐτοῦ ἔλεγον οἱ ἰατροί, καθά φησιν Ἰώ‐ σηπος, ὅτι μὴ ἄλλως τὸ τοιοῦτον καταπαύσεται πάθος, εἰ μή τις οἶδε διὰ κιννύρας ᾄδειν. ὅθεν καὶ ζητηθεὶς εἴ που τοιοῦτός τίς ἐστιν, ἄγεται ὁ Δαβίδ. ποιεῖ οὖν αὐτὸν ὁπλο‐
15φόρον, καὶ διὰ τιμῆς ἄγει. καὶ ὁ μὲν Ἰώσηπος οὕτως. τὸ δὲ δαιμόνιον τὸ συμπνίγον τὸν Σαοὺλ ἡ μὲν τοῦ Δαβὶδ κιν‐ νύρα κατέπαυε, πλὴν ὡς τῷ παναγίῳ πνεύματι κινουμένη· τούτου γὰρ ἐπᾴδοντος ἐκεῖνο καὶ ἆκον ἡσύχαζε. Μετὰ δὲ ταῦτα κατὰ Ἰουδαίων ἐκστρατεύουσι Παλαι‐
20στινοί. ἀφ’ ὧν καταβὰς ἀνήρ τις Γωλιὰτ τοὔνομα παμμε‐
γέθης (ἦν γὰρ πήχεων τεσσάρων καὶ σπιθαμῆς), ἐνδεδυμένος327

328

θώρακα σταθμὸν ἄγοντα πέντε χιλιάδας σίκλων καὶ τὰ λοι‐ πὰ ὅπλα ἀναλόγως, φωνὴν μεγάλην ἀφίησι καὶ μονομαχεῖν ἐζήτει. καὶ πάντων ἐξαπορουμένων εἰσάγεται ὁ Δαβίδ, καὶ τὸν Σαοὺλ παραμυθησάμενος, μόλις δὲ καὶ πείσας αὐτόν
5(οὐδὲ γὰρ ὁ Σαοὺλ ἐθάρρει, πρὸς τὴν τοῦ. Δαβὶδ ἡλικίαν ἀφορῶν) ὁρμᾷ κατὰ Γωλιὰτ καὶ διὰ σφενδόνης αὐτὸν ἀναι‐ ρεῖ. ἔκτοτε οὖν τῶν γυναικῶν λεγουσῶν ὅτι Σαοὺλ μὲν χι‐ λιάδας Παλαιστινῶν κατηκόντισε Δαβὶδ δὲ μυριάδας, πτοεῖ‐ ται καὶ εἰς τὴν αὐτοῦ βασιλείαν ὁ Σαούλ· ἐφ’ ᾧ καὶ ὕπο‐
10πτον εἶχεν ἔκτοτε τὸν Δαβίδ, καὶ φθόνον ἔτρεφεν οὐ μι‐ κρόν. ὅθεν καὶ εἰς ἐκστρατείας αὐτὸν ἀπέστελλεν ὡς ἐντεῦ‐ θεν τῷ πολέμῳ ἀναιρεθῆναι. ὁ δὲ Δαβὶδ τὸν θεὸν ἔχων μεθ’ ἑαυτοῦ ἠρίστευε πανταχοῦ, ὡς ἐντεῦθεν καὶ τὴν θυγατέρα Σαοὺλ παρθένον οὖσαν ἔρωτα σχεῖν αὐτοῦ. δῆλα γίνεται
15ταῦτα καὶ τῷ Σαούλ. καὶ ὃς δραξάμενος ἀφορμῆς πρὸς τὴν κατ’ ἐκείνου ἐπιβουλήν, ὡς Ἰώσηπος ἱστορεῖ, ἀποδοῦναι τὴν θυγατέρα ἔλεγεν, ἂν χιλίας μοι κεφαλὰς κομίσῃ τῶν πολε‐ μίων. γίνεται ταῦτα, καὶ εἰς γυναῖκα λαμβάνει τὴν Μελχώ. οὐ φέρει ταῦτα Σαούλ, ἀλλ’ ἐπὶ πλέον φθονεῖ ἅτε καὶ περὶ
20τῆς βασιλείας αὐτοῦ δεδιώς. ἀποκτεῖναι λοιπὸν αὐτὸν μελε‐ τᾷ. ἀνατίθησι ταῦτα τῷ υἱῷ τε Ἰωνάθαν καὶ τοῖς πιστοτά‐
τοις τῶν οἰκετῶν. ὁ δὲ μηνύει τῷ Δαβὶδ τὰ τῆς βουλῆς, καὶ328

329

ὑπὲρ αὐτοῦ τῷ πατρὶ διαλέγεται. μετὰ δὲ ταῦτα διώκει τὸν Δαβὶδ καὶ ἅπαξ καὶ δὶς καὶ πολλάκις. τηνικαῦτα τῷ ἀρχιε‐ ρεῖ Ἀβιάθαρ προσέρχεται· τότε καὶ τοὺς ἄρτους τῆς προ‐ θέσεως ἔφαγεν. ἐκεῖθεν αὖθις φεύγει πρὸς Ἀβιμέλεχ· τότε
5δὲ καὶ τὰ τῶν ἐπιληπτικῶν ὑποκρίνεται. ἐπὶ τούτοις δὲ ὁ Δαβὶδ εὑρὼν τὸν Σαοὺλ καὶ ἅπαξ καὶ δίς, καὶ ἀποκτεῖναι αὐτὸν εὐχερῶς ἔχων, ποιῆσαι τοῦτο οὐκ ἤθελε, τῷ θεῷ πάντα τὰ κατ’ αὐτὸν ἀνατιθείς. καὶ περὶ μὲν τούτων οὕ‐ τως.
10 Παλαιστινοὶ δ’ αὖθις κατὰ Ἰουδαίων στρατεύονται, ἐφ’ ᾧ καὶ τοὺς αὐτοὺς συμμάχους ὁ Ἀγχοὺς καλεῖ. ὄρει δὲ τῷ Γελβουὲ προσβάλλει καὶ ὁ Σαούλ, καὶ πολυπληθῆ τὴν παρεμ‐ βολὴν τῶν ἀλλοφύλων ἰδὼν ἐταράχθη, καὶ ἐξέστη ἡ καρδία αὐτοῦ. καὶ ἐπηρώτησε τὸν κύριον διὰ τοῦ Ἐφούθ, καὶ οὐκ
15ἀπεκρίθη αὐτῷ· καὶ γὰρ εἰ μὴ εὐδοκίμουν παρ’ αὐτῷ, οὐκ εἰσήκουσεν αὐτῶν. ἐφ’ ᾧ καὶ ζητεῖ ἐγγαστρίμυθον, εἰ καὶ τὸ γένος αὐτῶν ἔφθασεν ἐκ τῆς πόλεως αὐτοῦ ἐκβαλεῖν ἅτε πρὸς θεὸν πρότερον εὐσεβῶν. ἐγγαστρίμυθοι δὲ ἐλέγοντο διὰ τὸ δαίμονα ἔχειν ἐν τῇ γαστρὶ αὐτῶν ἐγκαθήμενον καὶ
20τὰ μέλλοντα μυθευόμενον εἴτ’ οὖν μαντευόμενον. τὸ μέντοι γύναιον ἐκεῖνο πείθεται μόλις, καὶ τὴν τοῦ Σαμουὴλ ψυχὴν
ἐξ ᾅδου ἀνάγει, ὡς Ἰώσηπος ἱστορεῖ. ὁ γὰρ τὰ θεῖα σοφὸς329

330

Θεοδώρητος δυσσεβῆ λέγει τὸν λόγον τουτονὶ καὶ ἀνόσιον· οὐδὲ γὰρ πείθεται νέκυος ψυχὴν ἐξ ᾅδου καὶ τὴν τυχοῦσαν ἀνάγειν, μήτοι γε τοσούτου προφήτου. ἄλλοι δὲ τὸν λόγον τοῦτον μὴ θέλοντες ἀνόσιον δέξασθαι, λαοπλάνον τινὰ λέγου‐
5σι δαίμονα τὰ κατὰ τὸν Σαοὺλ ἀναγγεῖλαι τῇ ἐγγαστριμύθῳ. ὁ μὲν Θεοδώρητος οὔτε τὸ πρῶτον ὡς δυσσεβὲς καταδέχεται οὔτε πάλιν τὸ δεύτερον· εἰ γὰρ δαίμων ἦν ὁ φανείς, οὐκ ἂν ἀληθῆ ἐφθέγγετο ῥήματα. οὐκοῦν αὐτὸς ὁ θεὸς τὸ εἶδος, φησί, τοῦ Σαμουὴλ σχηματίσας ἠβουλήθη, ἐξενήνοχε τὴν
10ἀπόφασιν· ἔφη καὶ γὰρ διά του τῶν προφητῶν „ἐὰν ἀπέλ‐ θητε πρὸς τὸν ψευδοπροφήτην, ἐγὼ κύριος ὁ θεὸς ἀποκρι‐ θήσομαι δι’ αὐτοῦ.“ οὕτω διὰ τοῦ Βαλαὰμ ηὐλόγησε τὸν λαόν, καὶ διὰ δυσσεβοῦς μάντεως προηγγέλθησαν τὰ ἐσόμε‐ να. γίνεται ταῦτα, καὶ οἱ Παλαιστινοὶ τοῖς Ἑβραίοις προσ‐
15βάλλουσι. πίπτει λοιπὸν ὁ Σαοὺλ καὶ οἱ παῖδες αὐτοῦ. ὁ μέντοι Σαοὺλ πολλὰς δεξάμενος πληγάς, καὶ μὴ φέρειν δυ‐ νάμενος, κελεύει τινὶ τῶν αὐτοῦ τὸ ξίφος αὐτοῦ ἐπενεγκεῖν, ἵνα μὴ ταῖς ἐχθρῶν χερσὶ παραδοθῇ. ὁ δ’ οὐκ ἐπείθετο. ἐπιπίπτει λοιπὸν αὐτὸς τῇ μαχαίρᾳ, καὶ μηδὲ οὕτως ἰσχύων
20ἑαυτῷ τὸ τέλος ἐπενεγκεῖν πείθει τινὰ τῶν Ἀμαληκιτῶν, καὶ
τελειοῖ αὐτόν. οἱ δὲ Παλαιστινοὶ σκυλεύοντες τοὺς πολεμί‐330

331

ους ἐντυγχάνουσι τῷ Σαούλ τε καὶ τοῖς παισὶν αὐτοῦ, καὶ κόψαντες τὰς κεφαλὰς αὐτῶν περιῆγον διὰ πάσης τῆς χώ‐ ρας, τὰ δὲ σώματα αὐτῶν ἀνασταυροῦσιν ἔξω τοῦ τείχους, ὡς Ἰώσηπος ἱστορεῖ.
5 Οὕτω κατέστρεψε τὸν βίον ὁ Σαοὺλ διὰ τὸ ἐπὶ τοῖς Ἀμαληκίταις παρακοῦσαι τοῦ θεοῦ καὶ διὰ τὸ τῶν ἱερέων γένος ἀπωλείᾳ παραδοῦναι· διὰ γὰρ τοῦ Σύρου Δωὴκ ὡσεὶ τνʹ ἱερεῖς ἀπέκτεινεν αἴροντας τὸ ἐφούθ. ἐκράτησε δὲ τὸν Ἰσραὴλ ὁ Σαοὺλ ἔτη μʹ, ὑπερωμίας ὢν παντὸς τοῦ Ἰσραήλ.
10τοῖς Ἑβραίοις ὁ θεὸς χαριζόμενος τοιοῦτον ἄνδρα βασιλεύειν ἐν αὐτοῖς ἐξελέξατο· ἀνδραγαθίας γὰρ τῆς ἐν πολέμοις ἕνε‐ κεν, οὐ μὴν εὐσεβείας ᾐτήσαντο βασιλέα. ταύτῃ τοι καὶ τὸν μέγιστον πάντων ἐκλέγεται, ἐπειδή περ οὐ ψυχῆς ἀρετὴν ἀλλὰ σώματος θαυμάζομεν μέγεθος.
15 Μετὰ δὲ θάνατον τοῦ Σαοὺλ ἐβασίλευσεν ἐν Ἰσραὴλ ὁ υἱὸς αὐτοῦ Μεμφοστέ, ἐν Ἰούδᾳ δὲ ὁ Δαβίδ· παρὰ Σα‐ μουὴλ καὶ γὰρ χρισθῆναι προέφθασεν. εἶτα Ῥιχαῦ καὶ Βα‐ νέας λάθρα τὸν Μεμφοστὲ ἀνελόντες ἦλθον πρὸς τὸν Δαβὶδ ὡς δῆθεν εὐδοκιμήσαντες διὰ τὸν φόνον. ὁ δὲ ἀνεῖλεν αὐ‐
20τοὺς κατὰ δὴ καὶ τὸν Ἀμαληκίτην ἐκεῖνον, δι’ οὗ ὁ Σαοὺλ τὸ τέλος ἐδέξατο. τηνικαῦτα παντὸς τοῦ λαοῦ καθίσταται
βασιλεὺς ὁ Δαβίδ. τὴν δὲ θυγατέρα τοῦ Σαούλ, εἰ μὴ ὡς331

332

Ἰώσηπος ἱστορεῖ, ἀλλ’ οὖν ἔπαθλον ἔλαβεν, ἡνίκα τὸν Γολι‐ ὰθ ἐσφενδόνησεν· οὕτω γὰρ ἀναμέσον αὐτῶν συμπεφώνητο. ὁ γοῦν Δαβὶδ μετὰ τὸ ἀναγορευθῆναι βασιλεὺς ἐφίσταται τῇ Ἱεροσόλυμα, καὶ τοὺς ἐκεῖσε κατοικοῦντας Ἰεβουσαίους τρο‐
5πωσάμενος βασιλείαν ἑαυτοῦ ποιεῖται τὰ Ἱεροσόλυμα. πρῶ‐ τος μὲν οὖν Δαβίδ, ὡς Ἰώσηπος ἱστορεῖ, τοὺς Ἰεβουσαίους ἐκεῖθεν ἐκβαλὼν ἀφ’ ἑαυτοῦ τὴν πόλιν προσαγορεύει· Σόλυ‐ μα καὶ γὰρ ἐπὶ Ἀβραὰμ ἐκαλεῖτο. Μετὰ δὲ ταῦτα ὁρᾷ τὴν Βηρσαβεὲ λουομένην ἐν τῷ οἴ‐
10κῳ αὐτῆς, ὅθεν καὶ ταύτης ἐρᾷ. μίγνυται λοιπὸν αὐτῇ, καὶ τὸν Οὐρίαν οἰκονομεῖ θανάτῳ περιπεσεῖν, ὃς ἀνὴρ αὐτῆς ἦν. οὐ πολὺ τὸ ἐν μέσῳ, καὶ διὰ Νάθαν ἐλέγχεται. εἶτα φεύ‐ γει διὰ τὴν τοῦ Ἀβεσσαλὼμ ἐπανάστασιν, καταλείψας τὰς αὐτοῦ δέκα παλλακὰς φυλάσσειν τὸν οἶκον αὐτοῦ. ἡ δὲ αἰ‐
15τία τοῦ Ἀβεσσαλὼμ πατραλοίαν γενέσθαι αὕτη. τῷ Δαβὶδ θυγάτηρ ἦν σφόδρα περικαλλής, τῷ Ἀβεσσαλὼμ ὁμομήτριος. ταύτης ὁ Ἀμνὼν ἐρᾷ τῶν ἀδελφῶν ὁ πρεσβύτατος. καὶ μὴ ἔχων τὰ τῆς ἐπιθυμίας πληρῶσαι σφόδρα κατετήκετο. ἐφ’ ᾧ καὶ νοσεῖν ὑποκρίνεται. ἱκετεύει τὸν πατέρα συμπαραμέ‐
20νειν αὐτῷ τὴν ἀδελφὴν δουλείας ἕνεκεν. γίνεται ταῦτα. ἀπο‐
καλύπτει τὸ πάθος αὐτῇ, ἡ δ’ οὐκ ἐπείθετο. βιάζεται αὐ‐332

333

τήν, ἐφ’ ᾧ καταπειθὴς ὁρᾶται. παραχρῆμα μῖσος τίκτεται κατ’ αὐτῆς τῷ Ἀμνών, ἐφ’ ᾧ καὶ ἐκβάλλει αὐτήν. θλίβεται οὐ μικρῶς αὕτη, ἀποκαλύπτει ταῦτα τῷ Ἀβεσσαλώμ. πα‐ ρατηρεῖται καιρόν, ἐξέρχεται εἰς κουρὰν τῶν θρεμμάτων αὐ‐
5τοῦ, συλλαμβάνει μεθ’ ἑαυτοῦ καὶ τοὺς ἀδελφούς. τελεῖται συμπόσιον, καὶ καρωθέντα τὸν Ἀμνὼν κτείνουσιν οἱ οἰκέται αὐτοῦ. ἐντεῦθεν οὖν ὁ Ἀβεσσαλὼμ πτοηθεὶς φρονεῖν ἤρξα‐ το κατὰ πατρός. καὶ πρῶτον μὲν πείθει αὐτὸν ὁ Ἀχιτόφελ εἰς τὰς παλλακὰς εἰσελθεῖν τοῦ πατρός, ἔπειτα συμβουλεύει
10αὐτῷ μετὰ στρατιᾶς ὁρμῆσαι κατὰ τοῦ Δαβίδ. μὴ εἰσακου‐ σθεὶς δὲ διὰ τὸ ἀγαθὴν δόξαι τὴν τοῦ Χουσὶ συμβουλήν (ἔτυ‐ χε γὰρ φίλος εἶναι τῷ Δαβὶδ ὁ Χουσί) ἀγχόνῃ ἐχρήσατο. ἐπὶ δὲ τούτῳ διώκεται μᾶλλον ὁ Ἀβεσσαλώμ, καὶ δὴ κατα‐ λαμβάνεται. ἀλλ’ ὦ Δαβιδικῆς ψυχῆς. καὶ τοσαῦτα γὰρ
15παθὼν παρὰ τοῦ πατραλοία ἔλεγε „φείσασθε τοῦ παιδαρίου Ἀβεσσαλώμ.“ ἀλλὰ καὶ τοῦ Ἰωὰβ κατὰ καρδίας βαλόντος τὸν Ἀβεσσαλώμ, ἡνίκα τῷ δένδρῳ ἀπῃωρήθη τῶν τριχῶν, ἐθρήνησεν ἄμετρα. Τῷ μέντοι Δαβὶδ μελετῶντι ναὸν οἰκοδομῆσαι τῷ κυρίῳ
20εἶπεν ὁ Νάθαν „πάντα ὅσα ἐν τῇ καρδίᾳ σου βάδιζε καὶ ποίει, ὅτι θεὸς μετὰ σοῦ.“ ἠγνόησε γὰρ καὶ οὗτος τὸ μέλ‐
λον, ὡς ὁ Σαμουὴλ τὸν χρισθησόμενον υἱὸν τοῦ Ἰεσσαί, καὶ333

334

ὡς ὁ Ἐλισσαῖος τὸ τῆς Σομανίτιδος πάθος. νύκτωρ δὲ ἐπι‐ φανεὶς αὐτῷ ὁ κύριος ἔφη „πορεύου, καὶ εἰπὲ τῷ δούλῳ μου τῷ Δαβίδ ὅτι οὐ σὺ οἰκοδομήσεις μου οἶκον, ὅτι αἵματα πολλὰ ἐξέχεας ἐπὶ τῆς γῆς ἐναντίον μου.“ τοῦτο δὲ εἰρῆσθαι
5δοκεῖ εἰς ὠφέλειαν τῶν τὰς μιαιφονίας ἐργαζομένων· οὐδὲ γὰρ ἂν δίκαιον φόνον ἐμέμψατο τῷ βασιλεῖ ὁ τοῦ Φινεὲς τὸν δίκαιον φόνον θυσίας προσαγορεύσας. ἐφ’ ᾧ καὶ δίδωσι Δαβὶδ Σολομῶντι τῷ υἱῷ αὐτοῦ τὸ παράδειγμα τοῦ ναοῦ καὶ τῶν οἴκων αὐτοῦ. πάντα ἐν γραφῇ ἐκ χειρὸς κυρίου δέδω‐
10κεν αὐτῷ. ἀλλὰ καὶ αὐτὸς ὁ Νάθαν ἡνίκα πρὸς αὐτὸν ἀπε‐ στάλη παρὰ θεοῦ, εἶπε „καλὸν τοῦτο ἐποίησας, ὅτι ἐγενήθη ἐν τῇ καρδίᾳ σου περὶ τοῦ οἰκοδομῆσαι οἶκον· ἀλλ’ οὐ σύ, οἰκοδομήσει ὁ ἐκ σοῦ δέ.“ Εἰ καὶ μακροθυμεῖ ὁ θεὸς τῆς ἁμαρτίας τολμωμένης,
15ἀλλ’ ὀψέ ποτε κολάζει. ἴδε γὰρ ὅτι μετὰ τῶν Γαβαωνιτῶν οἱ Ἰσραηλῖται συνέθεντο μὴ φονεῦσαι αὐτούς, ὁ δὲ Σαοὺλ σὺν τοῖς ἄλλοις ἀλλοφύλοις καὶ αὐτοὺς ἀπέκτεινε. τὰς μέν‐ τοι τοῦ τοιούτου τολμήματος δίκας ἐπὶ τοῦ Δαβὶδ εἰσέπραξε, λοιμὸν ἐπενεγκών. καὶ εἰ μὴ τοὺς τοῦ Σαοὺλ ἑπτὰ παῖδας
20ἐφόνευσαν, οὐκ ἂν ἡ θεία ὀργὴ ἔπαυε. μανθάνομεν οὖν ἐκ
τούτου ὡς γένους ὁ δεσπότης οὐκ οἶδε διαφοράν, ἀλλὰ τοῖς334

335

ἠδικημένοις, κἂν ἀλλογενεῖς ὦσιν, ἐπαμύνει δικαίως θεός. καὶ αὐτὸς ὁ Δαβὶδ τὸν Οὐρίαν ἀδικήσας ἀλλόφυλον ὄντα (Χετταῖος γάρ) οὐκ ἀτιμώρητος ἔμεινε. τὸ δὲ μοιχίδιον βρέ‐ φος, ὃ πρῶτον τῇ Βηρσαβεὲ γέγονε μοιχευθείσῃ τῷ Δαβίδ,
5ἐπάταξεν ὁ θεός. ζῶν γὰρ ἔμελλεν εἶναι τοῦ εὐσεβοῦς βα‐ σιλέως ὄνειδος καὶ τῆς αὐτοῦ παρανομίας ἔλεγχος. κηδόμε‐ νος οὖν αὐτοῦ ζῆν τὸ τοιοῦτον ὁ δεσπότης οὐκ εἴασεν. Ἡ δὲ πρώτη βίβλος τῶν Παραλειπομένων αἰνίττεται ὡς τοῦ Δαβίδ εἰσιν ἅπαντες οἱ ψαλμοί, καθά φησι Θεοδώρη‐
10τος. λέγει γὰρ ὅτι ἔταξε Δαβὶδ ἐν ἀρχῇ τοῦ αἰνεῖν τὸν κύ‐ ριον ἐν χειρὶ Ἀσαφὰτ καὶ τῶν ἀδελφῶν αὐτοῦ. ὁ μέντοι Δαβὶδ ἐτῶν τριάκοντα βασιλεύσας, ὥς φησι Θεοδώρητος, πε‐ ρὶ τὰ ἑβδομήκοντα τὸ τοῦ βίου τέλος ἐδέξατο. προσθετέον δὲ τοῖς ἄνω καὶ τάδε καθ’ ἱστορίαν ὄντα τοῦ Ἰωσήπου. κα‐
15τὰ Παλαιστινῶν ἐκστρατεύει ὁ Δαβίδ, καὶ διώξας ἐπὶ πολὺ διέστη τῶν αὐτοῦ πάντων. καὶ ἰδὼν αὐτὸν μεμονωμένον καὶ ὑπὸ κόπου ἔκλυτόν τις τῶν ἐναντίων, ὃς καὶ ἀπόγονος τῶν Γιγάντων ἦν, ἠπείγετο θανατῶσαι αὐτόν. καὶ τοῦτο ἂν ἐγε‐ γόνει, εἰ μὴ Ἀβεσαῖος ὁ ἀδελφὸς Ἰωὰβ παρευθὺς εὑρε‐
20θεὶς ἐκεῖσε ἀπέκτεινε τὸν πολέμιον, ἐκεῖνον δὲ σῶον ἐπανε‐
σώσατο. ὅθεν καὶ ὥρκωσεν αὐτὸν ὁ λαὸς ἅπας ὡς μὴ τοῦ335

336

λοιποῦ σὺν αὐτοῖς ἀπαντᾶν εἰς πόλεμον. στρατοπεδεύουσι καὶ αὖθις κατὰ τῶν Ἑβραίων οἱ Παλαιστινοί, ἐν οἷς ἦν ἀνὴρ τὸ μὲν ὕψος ἓξ πήχεων, δακτύλους δὲ ἐν ἑκατέρᾳ τῶν βάσεων καὶ τῶν χειρῶν περισσοτέρους εἶχε τῶν κατὰ φύσιν· ἀπό‐
5γονος γὰρ τῶν Γιγάντων ἦν. τοῦτον ἀποκτείνει μονομαχήσας Ἰωνάθαν τις Σουβαῖος, ὅθεν καὶ νίκης αἴτιος γίνεται. ἔκτο‐ τε οὖν παύονται οἱ Παλαιστινοὶ τοῦ πρὸς Ἑβραίους μάχε‐ σθαι. ἐφ’ ᾧ λαβὼν ἄδειαν ὁ Δαβὶδ ὑμνεῖν ἤρξατο τὸν θεὸν καὶ τὰς ᾠδὰς ἔπλεκεν.
10 Ἰστέον δὲ ὅτι στρατιώτας ἀμάχους μὲν τὴν ἰσχὺν πολ‐ λοὺς ὁ Δαβὶδ ἐκτήσατο, ἐξαιρέτως δὲ πέντε. ὁ μὲν γὰρ αὐ‐ τῶν χʹ ἀνεῖλεν ἐν μιᾷ ἡμέρᾳ, ὁ δὲ κατ’ ἐχθρῶν ἐκπηδήσας οὐκ ἂν ἐπαύετο εἰ μὴ ἐννακοσίους ἀνεῖλε. τοσοῦτον γὰρ τολμηροὶ ἦσαν ὡς καὶ τρεῖς ἐξ αὐτῶν πρὸς Βηθλεὲμ ἀπελ‐
15θεῖν καὶ ἀγαγεῖν ὕδωρ τῷ Δαβὶδ ἐντὸς ὄντι Ἱεροσολύμων, εἰσελθόντας αὐτοὺς καὶ ἐξελθόντας διὰ μέσων τῶν Παλαι‐ στινῶν ἔξω παρακαθημένων καὶ μὴ τολμησάντων αὐτοῖς ἀν‐ τιπεσεῖν διὰ τοσοῦτον θράσος αὐτῶν. ὃ ὕδωρ οὐκ ἠθέλη‐ σε πιεῖν ὁ Δαβίδ, ἀλλ’ ἔσπεισε τῷ θεῷ, καὶ τοὺς στρατιώ‐
20τας ἐθαύμασε. Μετὰ δὲ ταῦτα χειροτονηθεὶς παρὰ τοῦ Δαβὶδ ὁ Σολο‐
μὼν ἐκάθισεν ἐπὶ θρόνου κυρίου εἰς βασιλείαν, τουτέστιν εἰς336

337

τὸν δοθέντα θρόνον αὐτῷ παρὰ κυρίου. τῆς δὲ πρώτης βί‐ βλου τῶν Παραλειπομένων τὸ τέλος δηλοῖ ὅτι καὶ Σαμουὴλ ὁ ὁρῶν καὶ Νάθαν ὁ προφήτης καὶ Γὰδ ὁ ὁρῶν βίβλους εἶ‐ χον συγγεγραμμένας. ἰστέον ὅτι Ὀρνίας καὶ Ἀδωνίας ὁ αὐ‐
5τὸς ἦν, υἱὸς δὲ Δαβίδ· διώνυμος γάρ. οὗτος δειπνοκλήτο‐ ρας ἔχων τὸν Ἰωὰβ καὶ τὸν Ἀβιάθαρ περὶ τῆς βασιλείας ἐμελέτα. ὁ δὲ Νάθαν μηνύει τὰ περὶ τούτων τῇ Βερσαβεέ (οἶδε γὰρ τὸν σκοπὸν τοῦ θεοῦ), αὕτη δὲ μηνύει τῷ Δαβίδ. ὁ μέντοι Δαβὶδ δι’ ἑαυτοῦ μὲν τὸν Ἰωὰβ τιμωρῆσαι μὴ θελή‐
10σας ἅτε ὑπὲρ αὐτοῦ πολλὰ κοπιάσαντα, τῷ Σολομῶντι πα‐ ραινεῖ ἀποκτεῖναι αὐτόν, ἵνα μὴ τῆς νεότητος αὐτοῦ κατα‐ φρονήσῃ. τὰ αὐτὰ δὲ συμβουλεύει αὐτῷ καὶ περὶ τοῦ Σε‐ μεεὶ ὡς ἀρχηγοῦ ὄντος, εἰ καὶ αὐτὸς ἐκαρτέρει πολλὰ καὶ πολλάκις ὑβριζόμενος παρ’ αὐτοῦ. κρατεῖ ὁ Σολομών, καὶ
15τηνικαῦτα τὸν ἀδελφὸν αὐτοῦ Ὀρνίαν φονεύει. ἀλλὰ καὶ ἐπὶ τῷ Ἰωὰβ ὡσαύτως ποιεῖ, κἂν τῷ θεῷ προσέφυγεν· ὁ γὰρ θεῖος νόμος τὸν προσπεφευγότα τῷ ναῷ ἀνδροφόνον ἀναιρεῖ‐ σθαι προσέταξεν. Ὁ Σολομὼν ἐν χιλιόμβοιν ἱερατεύσας ἱκέτευε τὸν θεόν,
20καὶ σοφίας τυχεῖν ᾔτησε καὶ συνέσεως. ὤφθη δὲ αὐτῷ κύ‐ ριος ἐν ὕπνῳ καὶ εἶπεν „αἴτησαι τὸ αἴτημα σεαυτῷ.“ ὁ δὲ
εἶπε „σὺ ἔδωκας τὸν δοῦλόν σου ἀντὶ Δαβὶδ τοῦ πατρός μου,337

338

καὶ ἐγὼ εἰμι παιδάριον μικρόν, καὶ ἐγὼ οὐκ οἶδα τὴν εἴσο‐ δόν μου καὶ τὴν ἔξοδόν μου, καὶ δώσεις τῷ δούλῳ σου καρ‐ δίαν ἀκούειν καὶ διακρίνειν τὸν λαόν σου ἐν δικαιοσύνῃ.“ καὶ εἴπε κύριος πρὸς αὐτόν „ἀνθ’ ὧν ᾐτήσω παρ’ ἐμοῦ τὸ
5ῥῆμα τοῦτο, καὶ οὐχ ἡμέρας πολλὰς οὐδὲ πλοῦτον οὐδὲ ψυ‐ χὰς ἐχθρῶν σου, ἀλλ’ ᾐτήσω σεαυτῷ σύνεσιν τοῦ εἰσακού‐ ειν ῥῆμα, ἰδοὺ πεποίηκα κατὰ τὸ ῥῆμά σου. ἰδοὺ δέδωκά σοι καρδίαν φρονίμην καὶ σοφήν, ὅση οὐ γέγονεν ἔμπροσθέν σου, καὶ μετὰ σὲ οὐ γενήσεται ὅμοιός σοι ἐν βασιλεῦσι. καὶ ἐὰν
10πορευθῇς ἐν τῇ ὁδῷ μου ὡς Δαβὶδ ὁ πατήρ σου, πληθυνῶ τὰς ἡμέρας σου.“ μετὰ ταῦτα οἰκοδομεῖ ναὸν τῷ θεῷ, καὶ αἰτεῖ εἶναι τοὺς ὀφθαλμοὺς αὐτοῦ ἀνεῳγμένους ἐπὶ τὸν θεῖ‐ ον οἶκον καὶ εἰσακούειν αὐτῶν. καὶ ὤφθη κύριος τῷ Σολο‐ μῶντι δεύτερον, καθὼς ὤφθη ἐν Γαβαώ, καὶ εἶπεν „ἤκουσα
15τῆς φωνῆς τῆς προσευχῆς σου, καὶ ἡγίασα τὸν ναὸν τοῦτον· καὶ ἔσονται οἱ ὀφθαλμοί μου ἐκεὶ καὶ ἡ καρδία μου πάσας τὰς ἡμέρας. ἐὰν δὲ ἀποστραφῆτε ἀπ’ ἐμοῦ, ἐξαρῶ τὸν Ἰσραὴλ ἀπὸ τῆς γῆς ταύτης, καὶ τὸν οἶκον τοῦτον ὃν ἡγία‐ σα τῷ ὀνόματι, ἀπορρίψω αὐτὸν ἐκ προσώπου μου.“ τοῦ
20μέντοι Σολομῶντος προσευξαμένου πῦρ οὐρανόθεν κατηνέχθη καὶ τὰς προσενεχθείσας. θυσίας ἠνάλωσεν. ὅρα λοιπὸν ὅση
πρότερον ἡ τοῦ Σολομῶντος εὐσέβεια, εἴγε καὶ πῦρ ἐπὶ ταῖς338

339

θυσίαις αὐτοῦ κατεφέρετο. καὶ τὸν μὲν ναὸν λίθοις ἀπελε‐ κήτοις οἰκοδομεῖ (αὐτοφυεῖς γὰρ εὑρέθησαν θείᾳ προνοίᾳ, ὥστε μηδενὸς ἁρμονίαν δεηθῆναι σιδήρου, ὥς φησι Θεοδώ‐ ρητος), τὸν δὲ τοῦ ἱεροῦ περίβολον τμητοῖς λίθοις ἐδομήσα‐
5το, κἀκεῖ καὶ λατόμων δέεται. τὸ μέντοι μῆκος τοῦ ναοῦ ἑξήκοντα πηχέων ἦν, καὶ εἴκοσι τὸ εὖρος. κύκλῳ τοῦ ναοῦ οἰκίσκοι ᾠκοδομήθησαν χάριν τῶν Λευιτῶν καὶ τῆς τῶν σκευ‐ ῶν ἀποθέσεως· τὰ γὰρ ἅγια μόνοις τοῖς ἱερεῦσιν ἦσαν βα‐ τά. τὸ δὲ τοῦ ναοῦ ὕψος ρκʹ πήχεων ἦν. πάντα δὲ τὸν
10ναὸν χρυσὸς συνεκάλυπτε. ταῦτα δὲ πάντα τὰ τοῦ ναοῦ ἡ μὲν χάρις τοῦ ἁγίου πνεύματος ὑπέδειξε τῷ Δαβίδ, αὐτὸς δὲ τῷ Σολομῶντι. οἰκοδομεῖ δὲ τὸν θεῖον οἶκον ἐκεῖνον μετὰ τλʹ ἔτη τῆς ἐξόδου. παρῆλθον δὲ τοσαῦτα ἔτη, ὅπως ἀποκαμόντες τῇ εἰς τὰ ὄρη περιπλανήσει τὸν ἕνα τόπον τὴν Ἱερουσαλὴμ
15ἀγαπήσωσι. Ταῦτα δὲ τ κατά γε τὸν παλαιὸν ναόν, ὃς εἰς τρία διῄρηται, εἴς τε τὴν τῶν λαϊκῶν δηλαδὴ στάσιν, τὴν τῶν ἱερέων καὶ τῶν Λευιτῶν, ὃς δὴ καὶ τόπος ἅγιος ἐλέγετο, καὶ εἰς αὐτὰ τὰ ἄδυτα, ἃ δὴ καὶ ἅγια τῶν ἁγίων ἐκαλεῖτο, ἐν
20οἷς οὐδεὶς εἰσήρχετο εἰ μὴ μόνος ὁ ἀρχιερεύς, κἀκεῖνος ἅπαξ339

340

τοῦ ἐνιαυτοῦ, καὶ ταῦτα οὐ χωρὶς αἵματος, καὶ ἐν αὐτοῖς τοῖς οὐρανοῖς εὑρήσεις. ἐν γὰρ τῷ πρὸς ἡμᾶς οὐρανῷ, τῷ ἀέρι δηλονότι, πάντα δὴ τὰ ἀγελαῖα ζῶα, ἐσώτερον δὲ τοῦ φαινομένου στερεώματος, ὥς φησιν ὁ Σιναΐτης θεῖος Ἀνα‐
5στάσιος, τὰς οὐρανίας διαγούσας δυνάμεις, ἴσως δε καὶ αὐ‐ τὰς τὰς τῶν ἁγίων ψυχάς. ἀνώτερον δὲ τοῦ δευτέρου καὶ ἀοράτου οὐρανοῦ οὐδεὶς εἰσελήλυθεν εἰ μὴ μόνος ὁ ἀληθὴς ἀρχιερεὺς Χριστός, ἀντίτυπα τῶν ἀληθινῶν. ὅτι δὲ τὰ τοῦ ἐπιγείου οῦδε ναοῦ κατ’ εἰκόνα τῶν ἐπουρανίων ἔκτισται,
10καὶ αὐτὸς ὁ πάμμεγας Παῦλος ἐδήλωσεν οὕτως εἰπών „οὐδὲ γὰρ εἰς χειροποίητα ἅγια εἰσῆλθεν ὁ Χριστός, ἀλλ’ εἰς αὐ‐ τὸν τὸν οὐρανόν, νῦν ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ θεοῦ ὑπὲρ ἡμῶν.“ ὅρα γὰρ νουνεχῶς ὅτι καὶ τὰ φαινόμενα τοῦ ναοῦ τοῦδε κάλλη τῆς ἀφανοῦς ἐκείνης εὐπρεπείας εἰσὶν ἀπει‐
15κονίσματα, αἱ δ’ οὖν αἰσθηταὶ εὐωδίαι τῆς νοητῆς διαδόσε‐ ως ἐκτυπώματα. τὰ δὲ ὑλικὰ φῶτα τῆς ἀΰλου φωτοδοσίας εἰκόνες τυγχάνουσι· καὶ γὰρ διὰ τῶνδε τῶν ὑλαίων πρὸς την ἄρρητον ἐκείνην θεωρίαν, καθὰ δήπου καὶ τῷ μεγάλῳ δοκεῖ Διονυσίῳ, χειραγωγούμεθα.
20Ὅτι δὲ πάντας ὑπερβαίνων ἦν ἐπὶ πᾶσιν ὁ Σολομών, ἡ
γραφὴ διδασκέτω σε λέγουσα „καὶ ἐμεγαλύνθη Σολομὼν ὑπὲρ340

341

πάντας τοὺς βασιλεῖς Αἰγύπτου πλούτῳ καὶ φρονήσει, καὶ πάντες οἱ βασιλεῖς τῆς γῆς ἐζήτουν τὸ πρόσωπον Σολομῶντος τοῦ ἀκοῦσαι τῆς φρονήσεως αὐτοῦ. ἐπληθύνθη γὰρ ἡ σοφία αὐτοῦ ὑπὲρ πάντα φρόνιμον Αἰγύπτου.“ τὰς τοῦ Σολομῶν‐
5τος βίβλους, ἀφ’ ὧν καὶ οἱ τῶν ἰατρῶν παῖδες τὰς ἀφορμὰς ἔλαβον. μετὰ γὰρ τὸ λαβεῖν ἐκ θεοῦ τὴν σοφίαν τρισχιλίας μὲν παραβολὰς καὶ πεντακισχιλίας ᾠδὰς ἐλάλησε περὶ πάν‐ των τῶν τε ἐκ γῆς φυομένων καὶ πάντων τῶν ζώων. ἐπὶ γὰρ τούτῳ καὶ ὁ συγγραφεύς φησιν ὅτι ἐλάλησεν περὶ τῶν
10ξύλων ἀπὸ τῆς κέδρου τῆς ἐν τῷ Λιβάνῳ καὶ ἕως τῆς ὑσσώ‐ που τῆς ἐκπορευομένης ἐκ τοῦ τοίχου. παρὰ δὲ Ἐζεκίου κε‐ καῦθαί φησιν ὁ πολυμαθὴς καὶ πολυΐστωρ Εὐσέβιος. ὅσα καὶ γὰρ ἐν γῇ καὶ θαλάσσῃ, ἐν ἀέρι, ἀφορμαὶ της ἐκείνου φιλοσοφίας ἐγένοντο. οὕτω μὲν οὖν ὁ Ἐζεκίας καὶ ἐπὶ τοῦ
15Δαβὶδ ἐποίησε ψαλμοῖς. τούτων καὶ γὰρ ἐν ταῖς αἰχμαλωσίαις ὰπολωλότων, Ἔσδρας τις ἀνὴρ εἰς ἄκρον τῆς Ἑβραΐδος δια‐ λέκτου ἐληλακὼς τʹ ὅλους ἀπηριθμήσατο ἢ καὶ πλείους συλλέξας. ἀλλ’ ὁ Ἐζεκίας τοὺς πλείους τῶν ψαλμῶν ἀθετήσας ὡς μὴ τοῦ Δαβὶδ εἶναι ὡμολογημένους, τοὺς ρνʹ καὶ μόνους ἀπέ‐
20κρινεν, ὡς ὁ σοφώτατος Ψελλὸς ἱστορεῖ. ἐφυσιολόγησε δὲ
Σολομὼν καὶ περὶ λίθων, οὐχ ὅπως ἐχρώσθησαν μόνον ἢ341

342

συνεπάγησαν, αλλὰ καὶ οπου ἑκάστη συντελεῖ. τὴν μὲν σω‐ φροσύνης ἔφησε φυλακτήριον, τὴν δὲ πρὸς τὰ θειώδη ἀντέ‐ χειν πυρσά, ἑτέραν δὲ φυγαδεύειν πνεύματα πονηρά. ἀλλὰ καὶ περὶ δαιμόνων ἐτέθη βιβλίον αὐτοῦ, ὅπως τε κατάγοντα
5καὶ ἐν οἵοις εἴδεσι φαίνονται. φύσεις δὲ τούτων καὶ ἰδιότη‐ τας ἔγραψε, πῶς τε δεσμοῦνται καὶ πῶς ἐμφιλοχωροῦντες ἀπολύονται. ὅθεν ἔργα τούτοις ἀχθοφόρα ἐπέταττεν, ὑλοτο‐ μεῖν τε, ὡς λόγος, ἠνάγκαζε, καὶ κατωμαδὸν τὰ ἄχθη φέ‐ ρειν παρεβιάζετο. ᾠδηκότα τε σπλάγχνα ἢ ἐπῳδαῖς ἢ βοτά‐
10ναις περιτιθεὶς ἐθεράπευεν. ἀλλ’ ὅ γε θεῖος Ἐζεκίας θεῷ ἑαυτὸν ἀνατιθείς, καὶ πάντα τῆς ἐκεῖθεν προνοίας ἐξαρτή‐ σας, τῶν ὑπὲρ φύσιν τῷ Σολομῶντι φιλοσοφηθέντων ὠλιγώ‐ ρησεν. ὧν δὲ ἱστόρησεν ὁ Ψελλός, καὶ ὁ Ἰώσηπος μάρτυς ἐστὶ λέγων „καὶ ἐπῳδὰς κατὰ δαιμόνων καὶ ἐξορκισμοὺς ἐπε‐
15νόησεν, αἷσ“ φησίν „οἶδα χρώμενον Ἐλεάζαρ τὸν Ἰουδαῖον, δακτύλιον ἐντιθέντα τῇ ῥινὶ τοῦ πάσχοντος, καθὰ Σολομὼν ὑπέδειξε· καὶ ὀσφραινόμενον τὸ δαιμόνιον εὐθέως ἐκεῖθεν ἠλαύνετο. δῆλον δὲ τοῦτο γίνεσθαι διά τινος ὑποτεθέντος ἀγγείου μεστοῦ ὕδατος· συνεταράσσετο γὰρ τὸ τοιοῦτον ὕδωρ
20ἐκείνου ἐξερχομένου.“ ταῦτα δὲ πάντα τὰ περὶ Σολομῶντος
ἱστορούμενα καὶ αὐτὸς ἐκεῖνος ἐπιβεβαιοῖ ἐν τῇ βίβλῳ αὐτοῦ342

343

τῇ λεγομένῃ Σοφίᾳ Σολομῶντος, καὶ τάδε κατὰ ῥῆμα διεξι‐ ών „ὁ θεὸς ἔδωκέ μοι τῶν ὄντων γνῶσιν ἀψευδῆ, εἰδέναι τε σύστασιν κόσμου, θέσεις ἀστέρων καὶ φύσεις ζώων, διαφο‐ ρὰς φυτῶν καὶ δυνάμεις ῥιζῶν, καὶ γνῶσιν τὴν ἐν κρυπτῷ.“
5οὐκοῦν ἀξιόπιστα πάντα τὰ περὶ Σολομῶντος λεγόμενα. Σοβὰ ἔθνος Αἰθιοπικόν. τούτων ἐβασίλευσεν ἡ θαυμα‐ στὴ ἐκείνη Σίβυλλα. μήτε γὰρ νόμον εἰδυῖα μήτε προφητῶν ἀκούσασα διὰ τοῦ Σολομῶντος τὸν τῆς σοφίας ὕμνησε χορη‐ γόν· „γένοιτο“ γὰρ ἔφη „κύριος ὁ θεός σου εὐλογημένος,
10ὃς ἠθέλησεν ἐν σοὶ δοῦναί σε ἐπὶ θρόνου Ἰσραήλ.“ ἐν οἷς δὲ τὸν Σολομῶντα ἐπείραζεν αὕτη, καὶ τοῦτο ἐπενόησεν. εὐόπτους παῖδας ἄρρενάς τε καὶ θηλείας ὁμοτρόπῳ στολῇ καὶ κουρᾷ τῇ αὐτῇ καλλωπίσασα παρέστησεν αὐτῷ, ζητοῦσα ἑκα‐ τέρου γένους αὐτὴν διάκρισιν ποιήσασθαι. ὁ δὲ νίψασθαι
15τούτους προστάξας τὸ πρόσωπον, ἑκατέρων τὴν φύσιν διέγνω‐ κε, τῶν μὲν ἀρρένων ἀνδρικῶς τὰς ὄψεις καταψώντων, τῶν δὲ θηλειῶν ἁπαλῶς. ἡ δὲ ἐκπλαγεῖσα εἶπεν ὅτι πλείονα ἑώ‐ ρακα ὑπὲρ ὃ ἤκουσα. καὶ δοῦσα αὐτῷ χρυσίου τάλαντα ρκ καὶ ἡδύσματα καὶ λίθους τιμίους καὶ δὴ καὶ τὴν τοῦ ὀπο‐
20βαλσάμου ῥίζαν, ἀφ’ οὗ ἡ Παλαιστίνη τοῦτο γεώργιον ἔσχεν,
ὥς φησιν Ἰώσηπος, ὑπέστρεψε. τὸ δὲ τάλαντον ἔχε λίτρας343

344

ρκʹ καὶ εʹ, ὡς ἐντεῦθεν λαβεῖν αὐτὸν ἐξ ἐκείνης χρυσίου ρʹ. Οὐ μόνον δὲ ταῦτα, ἀλλὰ καὶ ἕως ηὐσέβει, πάντας τοὺς ἀπ’ Εὐφράτου μέχρι Νείλου δασμοφοροῦντας εἶχεν. ἔκτοτε
5δὲ τοῖς δυσμενέσιν εὐεπεχείρητος γέγονε. καὶ κατ’ ἀρχὰς μὲν ὁ Σολομὼν ἐθαυμάζετο, τὰς παροιμίας γράφων καὶ τὸν ναὸν ἀνιστῶν, ὥς φησιν ὁ μέγας Κύριλλος, ἡνίκα καὶ Ὅμηρος τὰς τῶν Τρώων ἐτραγῴδει συμφοράς, μετὰ ρξʹ ἔτη τῆς Ἰλίου ἁλώσεως. ὕστερον δὲ ἀσεβείᾳ περιέπεσε. δῆλον δὲ τοῦτο
10καὶ ἐξ ὧν ἡ θεία γραφὴ διέξεισι περὶ αὐτοῦ λέγουσα „καὶ ἐξέκλιναν αἱ ἀλλότριαι τὴν καρδίαν Σολομῶντος ὀπίσω θεῶν ἑτέρων.“ οὐχ ἧττον δὲ καὶ ἐξ ὧν ὁ προφήτης Ἀχίας ἔφη πρὸς τὸν ἐκείνου δοῦλον Ἱεροβοάμ, μανθάνομεν ὅτι τοῖς εἰ‐ δώλοις λελάτρευκεν ὁ Σολομών. ἔφη δὲ οὕτως „τάδε λέγει
15κύριος. ἰδοῦ ἐγὼ ῥήσσω τὴν βασιλείαν ἐκ χειρὸς Σολομῶν‐ τος, καὶ δώσω σοι τὰ δέκα σκῆπτρα, καὶ δύο σκῆπτρα δώ‐ σω αὐτῷ διὰ Δαβὶδ τὸν δοῦλόν μου καὶ διὰ Ἱερουσαλὴμ τὴν πόλιν μου, ἀφ ὧν ἐγκατέλιπέ με καὶ ἐδούλευσε τῇ Ἀστάρ‐ τῃ βδελύγματι Σιδωνίων, καὶ τῷ Χαμὼς εἰδώλῳ Μωάβ, καὶ
20τῷ Μελχὼ προσοχθίσματι υἱῶν Ἀμμών.“ καὶ Ἀστάρτην
μὲν αὐτὸν εἶναι τὸν Ἑωσφόρον μυθολογοῦσι, τὴν καὶ Ἀφρο‐344

345

δίτην. βδέλυγμα καὶ προσόχθισμα τὰ εἴδωλα καλεῖ ἡ γρα‐ φή. καὶ πρὸς αὐτὸν δὲ τὸν Σολομῶντα οὕτω φαίνεται λέγων ὁ θεός „ἀνθ’ ὧν ἐγένετο ταῦτα μετὰ σοῦ, καὶ οὐκ ἐφύλαξας τὴν ἐντολήν μου καὶ τὰ προστάγματά μου, ἃ ἐνετειλάμην
5σοι, διαρρήσσων διαρρήξω τὴν βασιλείαν σου ἐκ χειρός σου, καὶ δώσω ταύτην τῷ δούλῳ σου.“ ἐπειδὴ γάρ, φησί, τὴν πρέπουσαν ἐμοὶ τῷ κτίστῃ τιμὴν καὶ δόξαν τῇ δούλῃ κτίσει ἀπένειμας, δώσω κἀγὼ τὴν δόξαν σου τῷ δούλῳ σου. ὅθεν καὶ ἐπαρθεὶς ὁ Ἱεροβοὰμ ἤρξατο ἀπὸ Σολομῶντος τὸν λαὸν
10ἀφιστᾶν. τοῦτο μαθὼν ὁ Σολομὼν ἐζήτει τὸν Ἱεροβοὰμ συλ‐ λαβεῖν· ἐφ’ ᾧ καὶ φεύγει πρὸς Αἴγυπτον, τὴν τελευτὴν Σολομῶντος καρτερῶν. καὶ κατὰ μὲν τὴν θείαν γραφὴν ἐβα‐ σίλευσε Σολομὼν ἔτη μʹ, κατὰ δὲ τὸν Ἰώσηπον ἔτη ὀγδοήκον‐ τα. ἐτελεύτησε δέ, ὡς ἐκεῖνος ἔφησεν, ἐτῶν ἐνενήκοντα καὶ
15τεσσάρων. Πλὴν ἡ γραφὴ καὶ τάδε περὶ αὐτοῦ διέξεισι. καὶ ὁ βα‐ σιλεὺς Σολομὼν ἦν φιλογύναιος, καὶ ἔλαβε γυναῖκας ἀλλοτρί‐ ας πολλάς, καὶ τὴν θυγατέρα Φαραώ, Μωαβίτιδας, Ἀμμα‐ νίτιδας, Σύρας καὶ Ἰδουμαίας, Χετταίας καὶ Ἀμορραίας·
20καὶ ἦσαν αὐτῷ γυναῖκες ἄρχουσαι ψʹ καὶ παλλακαὶ τʹ. τότε ᾠκοδόμησεν ὑψηλὰ τοῖς εἰδώλοις πασῶν τῶν γυναικῶν αὐ‐
τοῦ. ὡς ἐντεῦθεν καὶ τὸν παραβάτην Ἰουλιανὸν ὁρμηθῆναι345

346

καὶ εἰπεῖν ὅτι τὸν Σολομῶντα σοφὸν μὴ λέγετε, καθάπερ ὁ μέγας διέξεισι Κύριλλος· εἰ δὲ πεπιστεύκατε εἶναι σοφόν, μήτοι παρὰ γυναικὸς ἐξηπατῆσθαι νομίζετε, κρίσει δὲ οἰκείᾳ καὶ παρὰ τοῦ φανέντος αὐτῷ θεοῦ πειθόμενον λελατρευκέναι
5τοῖς ἄλλοις θεοῖς. πρὸς οὖν ταῦτα ὁ θεῖος οὗτος ἀνὴρ ἀν‐ ταποκρινόμενος καὶ τάδε προστίθησιν „ἀπὸ μὲν ὧν ἔγραφε, σοφὸς ἂν λέγοιτο παρ’ ἡμῶν δὴ καὶ νοοῖτο κατὰ ἀλήθειαν ὁ Σολομών· ὅτι δὲ πεπλημμέληκεν ὁμολογουμένως τοῖς ψευδω‐ νύμοις λατρεύσας θεοῖς, ἀρνήσαιτ’ ἂν οὐδείς. ὅθεν οὔτε προ‐
10φήταις ἁγίοις οὔτε μὴν ἀποστόλοις ποιοῦμεν αὐτὸν ἐναρί‐ θμιον, εἴγε καὶ μᾶλλον κατὰ μὲν τὴν νεότητα τὰ πρὸς δόξαν θεοῦ πληροῦν ἠπείγετο, κατὰ δὲ τὸν τοῦ γήρους καιρὸν πά‐ γην αὐτῷ τὴν ἀπὸ γυναικὸς ὁ Σατανᾶς κατεσκεύασε.“ τού‐ τοις μὲν οὖν καὶ Ἰώσηπος συμφωνεῖ διεξιὼν οὑτωσί „ἀλλ’
15οὐ τοιοῦτος ὁ Σολομὼν ἐν τῷ καιρῷ τοῦ γήρους, ὁποῖος ἄρα καὶ ἐν τῇ νεότητι αὐτοῦ ἦν. προβαινούσης γὰρ τῆς ἥβης, καὶ τοῦ λογισμοῦ διὰ τὸν χρόνον ἀσθενοῦντος ἀντέχειν πρὸς τὴν μνήμην τῶν θείων ἐντολῶν, τοῦ ἰδίου τε θεοῦ κατωλι‐ γώρησε καὶ εἰς γυναῖκας ἀλλοφύλους ἐξώκειλε, τοῖς θεοῖς αὐ‐
20τῶν πρότερον καταθύσας. καὶ πρὸ τούτων δὲ εἰς τὴν φυλα‐ κὴν τῶν νομίμων ἐξήμαρτεν, ὅτε τὰ τῶν χαλκῶν βοῶν
ὁμοιώματα κατεσκεύασεν καὶ τῶν λεόντων τῶν περὶ τὸν θρό‐346

347

νον τον ἴδιον, καὶ ταῦτα δὶς αὐτοῦ τοῦ θεοῦ καθ’ ὕπνους φανέντος. ὅθεν καὶ Ἄδερ τὸν Ἰδουμαῖον ἐγείρει κατ’ αὐτοῦ ὁ θεός.“ ὁ μέντοι θρόνος τοῦ Σολομῶντος ἐλεφάντινος ἦν, ἀναβαθμίδας ἔχων ἕξ. καὶ ἐν μιᾷ ἑκάστῃ αὐτῶν λέοντες εἱ‐
5στήκεισαν ἑκατέρωθεν, πρὸς τούτοις δὲ καὶ ὁμοίωμα μόσχου ἦν παρ’ αὐτῷ. εἰ δὲ ταῦτα οὕτως ἔχει, καθὼς ἄνωθεν εἴ‐ ρηται, προσέχειν ἄξιον, ἀγαπητέ, καὶ μὴ συναρπάζεσθαι τοῖς λέγουσιν ὅτι μετανοίᾳ περὶ τὸ γῆρας ὁ Σολομὼν ἐχρή‐ σατο. εἰ γὰρ τοῦτο ἦν, προφήταις ἂν ἁγίοις ἐναρίθμιος ἦν,
10καὶ οὐκ ἂν αὐτὸν ὁ θειότατος Κύριλλος τῆς τῶν προφητῶν ἐποίει μερίδος ἀλλότριον. Μετὰ δὲ ταῦτα κρατεῖ ὁ τοῦ Σολομῶντος υἱὸς Ῥοβοάμ, ἐφ’ οὗ καὶ διασχίζεται ὁ λαὸς ἅτε μὴ θελήσαντος ἀναπαῦσαι αὐτοὺς βεβαρημένους ἤδη ὄντας τῷ τοῦ Σολομῶντος ζυγῷ.
15καὶ δύο μὲν φυλαί, ἥ τε τοῦ Ἰούδα καὶ ἡ τοῦ Βενιαμίν, αὐτῷ ἐναπέμειναν, αἱ δὲ λοιπαὶ δέκα ὑπετάγησαν τῷ Ἱερο‐ βοὰμ ἐν Σαμαρείᾳ διάγοντι. διὰ γὰρ τὸν φόβον τοῦ Σολο‐ μῶντος ἐν Αἰγύπτῳ διέτριβεν, ἐκείνου δὲ παρελθόντος εἰς Σαμάρειαν ἔρχεται. καὶ ὁ μὲν ὑπ’ αὐτὸν λαὸς καὶ Ἰσραὴλ
20ἐλέγετο· ἀπὸ γὰρ τοῦ Ἐφραῒμ υἱοῦ Ἰωσὴφ ὁ Ἱεροβοὰμ κα‐ τήγετο. τοῦτον δὲ τὸν λαὸν ᾐχμαλώτευσεν ὁ πρὸ τοῦ Σεν‐ ναχηρεὶμ κρατῶν τῶν Ἀσσυρίων Σαλμανασάρ, ἐν οἷς ἦν καὶ
ὁ δίκαιος Τωβήτ. ἀφ’ ὧν πολλοὺς ἔργον φόνου πεποίηκεν ὁ347

348

Σενναχηρείμ, ὅτε μετ’ αἰσχύνης ἐξ Ἱερουσαλὴμ ὑποστρέ‐ φει, εἰ καὶ τὸ τέλος οὐκ εἰς καλὸν ἀπέβη αὐτῷ· εἰς γὰρ τὸν θεὸν βλασφημήσας ὑπὸ τῶν ἰδίων τέκνων ἀνῄρητο τὴν ζωήν.
5 Ὁ Ἱεροβοάμ, ἵνα μὴ ἀποσχίζηται ὁ λαὸς θέλων εἰς Ἱε‐ ροσόλυμα ἔρχεσθαι διὰ τὸν ναόν, τῆς ἀσεβείας κατάρχεται πρῶτος καὶ τὰς χρυσᾶς δαμάλεις ἵστησι. τηνικαῦτα καὶ ὁ προφήτης Ἰωήλ, ὁ καὶ ἄνθρωπος τοῦ θεοῦ, ἐξ Ἰούδα πα‐ ρεγένετο εἰς Βαιθὴλ ἐν λόγῳ κυρίου, καὶ εἶπε „θυσιαστήριον,
10θυσιαστήριον, ἰδοὺ τίκτεται τῷ οἴκῳ Δαβίδ, Ἰωσίας ὄνομα αὐτῷ, καὶ θύσει ἐπὶ σὲ τοὺς ἱερεῖς τῶν ὑψηλῶν, καὶ ὀστᾶ ἀνθρώπων ἐπὶ σὲ κατακαύσει.“ τότε δὴ τότε καὶ τὴν χεῖρα τοῦ Ἱερο‐ βοὰμ ξηρανθεῖσαν διὰ τὸ κινηθῆναι κατὰ τοῦ προφήτου αὐ‐ τὸς ὁ προφήτης ἰάσατο. προφήτης δέ τις ὢν ἐκεῖσε ἐβιάσα‐
15το τὸν ἄνθρωπον τοῦ θεοῦ φαγεῖν ἄρτον μετ’ αὐτοῦ, καὶ ταῦτα τοῦ θεοῦ πρὸς αὐτὸν εἰπόντος ἀπελθεῖν μὲν εἰς Βαι‐ θήλ, καὶ μήτε ἄρτον φαγόντα μήτε ὕδωρ πιόντα ὑποστρέ‐ ψαι. ἐφ’ ᾧ καὶ καθημένων ἐπὶ τραπέζης λόγος κυρίου ἐγέ‐ νετο πρὸς τὸν προφήτην ἐκεῖνον, ἵνα εἴπῃ πρὸς τὸν ἄνθρω‐
20πον τοῦ θεοῦ „ἀνθ’ ὧν ἐπέστρεψας καὶ ἔφαγες ἄρτον καὶ ἔπιες ὕδωρ ἐν τῷ τόπῳ τούτῳ, οὐ μὴ εἰσέλθῃ τὸ σῶμά σου εἰς τὸν τάφον τῶν πατέρων σου.“ ἐφ’ ᾧ καὶ ὑποστρέφων
ὑπὸ λέοντος κατὰ τὴν ὁδὸν θανατοῦται. καὶ ὁ μὲν θὴρ348

349

ἀπέπνιξε μόνον αὐτόν, ἐπὶ πλέον δὲ χωρῆσαι οὐκ ἐτόλμησε· τὸ γὰρ σῶμα τοῦ προφήτου δίκας εἰσπραχθὲν διὰ τὴν παρα‐ κοήν, αὐτὴν δηλαδὴ τὴν πνιγμονήν, ἐδικαιώθη ἔκτοτε, καὶ οὐκέτι βορὰ τῷ λέοντι προύκειτο. καὶ τὸν μὲν προφήτην
5ἐκεῖνον ψευδοπροφήτην εἶναι λέγει καὶ πονηρὸν καὶ ἀπατεῶ‐ να τοῦ Ἱεροβοὰμ ὁ Ἰώσηπος. ὁ δὲ Θεοδώρητος ἀληθῆ προ‐ φήτην τὸν τοιοῦτον εἶναι λέγει, παράγων καὶ τὴν γραφὴν οὕτω λέγουσαν „διεσώθη τὰ ὀστᾶ τοῦ προφήτου τοῦ πρεσβύ‐ του τοῦ κατοικοῦντος ἐν Βαιθήλ, μετὰ τῶν ὀστῶν τοῦ ἀν‐
10θρώπου τοῦ θεοῦ τοῦ ἥκοντος ἐξ Ἰούδα καὶ λελαληκότος πάν‐ τα τὰ ἔργα ἃ ἐποίησεν Ἰωσίας.“ ὡσαύτως καὶ τὸν ἄνθρω‐ πον τοῦ θεοῦ ὁ μὲν Ἰώσηπος Ἰαδὼν αὐτὸν ὀνομάζει, ἡ δὲ βίβλος τῶν Παραλειπομένων Ἰωὴλ αὐτὸν ἡμᾶς καλεῖσθαι ἐδίδαξεν.
15 Ἐπαινεῖ ἡ γραφὴ καὶ τοῦ Ἀσᾶ τὴν προτέραν εὐσέβειαν· „ἐποίησε“ γάρ φησιν „Ἀσᾶ τὸ εὐθὺ ἐνώπιον κυρίου τοῦ θε‐ οῦ αὐτοῦ.“ ὅθεν καὶ τοὺς ὁμόρους πάντας ὑπέταξεν. ἀλλὰ καὶ ἑορτὴν ἐπινίκιον ἐκτελέσας ὀμόσαι παρεσκεύασεν ἅπαντας ὡς τῆς ἐννόμου πολιτείας οὐκ ἀποστήσονται. ἀλλὰ καὶ τὴν
20μητέρα αὐτοῦ τῇ Ἀστάρτῃ λατρεῦσαι προελομένην τῆς βασι‐ λείας ἐγύμνωσεν. οὐκ ἐν πᾶσι δὲ τέλειος ἦν· οὐδὲ γὰρ
ἐξῆρε τὰ ὑψηλά. καὶ τοῦ Βασᾶ δὲ στρατεύσαντος κατ’ αὐ‐349

350

τοῦ, οὐ τὸν θεὸν εἰς συμμαχίαν ἐκάλεσεν ἀλλὰ τὸν βασιλέα Συρίας. ἐφ’ ᾧ καὶ δι’ Ἀνανῆ τοῦ προφήτου τὴν ἀπιστίαν διήλεγξεν ὁ θεὸς εἰπὼν „ἐν τῷ πεποιθέναι σε βασιλεῖ Συρί‐ ας, καὶ μὴ ἐπί κύριον τὸν θεόν σου, ἤτοι ὁ Βασᾶν κατὰ
5σοῦ, διὰ τοῦτο ἐσώθη ἡ δύναμις βασιλείας Ἰσραήλ.“ ὁ δὲ Ἀσᾶ μὴ θρηνήσας ἐπὶ τούτοις, ὡς δέον ἦν, τὸν προφήτην ἐφυλάκισε, καὶ νοσήσας ὕστερον οὐ τὸν κύριον ἐζήτησεν ἀλ‐ λὰ τοὺς ἰατρούς, ἴσως δὲ τοὺς φαρμακούς. Ἐπαινεῖ δὲ καὶ τὸν Ἰωσαφὰτ ὡς τὴν ἀρετὴν ἐζηλωκότα
10κατ’ ἀρχὰς τοῦ Δαβίδ. τὸ γὰρ. „ὑψώθη αὐτοῦ ἡ καρδία“ οὐ κατηγορία ἀλλ’ ἔπαινος· ἐπήγαγε γὰρ „ἐν ὁδοῖς κυρίου.“ ἐπιμέμφεται δὲ αὐτῷ τὴν γαμικὴν ἐπιμιξίαν ἣν πρὸς τὸν Ἀχαὰβ ἐποιήσατο· Γοθολίαν γὰρ τοῦ Ἀχαὰβ τὴν θυγατέ‐ ρα κατεγγύησε τῷ παιδὶ αὑτοῦ. ὅπερ δὲ ἀφῆκεν ἡ τῶν βα‐
15σιλειῶν ἱστορία, ἐνταῦθα ῥηθήσεται. ἐπανιόντι γὰρ αὐτῷ ἀπὸ τῆς τοῦ Ἀχαὰβ παρατάξεως τῷ Ἰωσαφὰτ ἀπήντησεν Ἱηοῦ προφήτης ὁ τοῦ Ἀνανῆ, καὶ εἶπεν αὐτῷ „βασιλεῦ Ἰω‐ σαφάτ, εἰ ἁμαρτωλῷ σὺ βοηθεῖς; εἰ μισουμένῳ ὑπὸ κυρίου σὺ φιλιάζη; διὰ τοῦτο ἐγένετο ἐπὶ σὲ ὀργὴ παρὰ κυρίου. ἀλλ’
20οἱ ὀλίγοι ἀγαθοὶ εὑρέθησαν ἐν σοί, ὅτι ἐξῆρας τὰ ἄλση ἀπὸ
τῆς γῆς Ἰούδα.“ ἐντεῦθεν οὖν μανθάνομεν ὡς ἐλαττοῖ τὰς350

351

ἐπὶ τοῖς ἁμαρτήμασι τιμωρίας τὰ πρῶτα κατορθώματα. ὁ τοίνυν Ἰωσαφὰτ δεξάμενος τὸν ἔλεγχον διωρθώσατο ἐπὶ πᾶ‐ σι, καὶ κριτὰς τῇ πόλει ἐπέστησεν, ἵνα δικαίως πάντα πράτ‐ τοιντο. ἀλλὰ καὶ πολεμίων ἐπιστάντων πρὸς θεὸν κατέφυγεν,
5ὃς καὶ παρεθάρρυνεν αὐτὸν διὰ τοῦ Ἰεζεκιὴλ λέγων „μὴ φο‐ βηθῆτε τὸ πολὺ πλῆθος, ἀλλ’ αὔριον ἐξέλθετε.“ πρώτους δὲ τοὺς Λευίτας ὁ βασιλεὺς ἐξήγαγεν· ὅθεν καὶ οἱ πολέ‐ μιοι ἀλλήλους κατέκοψαν. ὅρα δὲ καὶ ἑτέραν βίβλον προφη‐ τικήν· λέγει γὰρ ἡ ἱστορία „καὶ οἱ πολλοὶ λόγοι Ἰωσαφὰτ
10οἱ πρῶτοι καὶ οἱ ἔσχατοι οὐκ ἰδοὺ γεγραμμένοι εἰσὶν ἐν λόγοις Ἱηοῦ υἱοῦ Ἀνανῆ.“ Καλῶς δὲ ὁ θεῖος ψάλλει Δαβίδ „λύτρωσαί με ἀπὸ συ‐ κοφαντίας ἀνθρώπων.“ „ηὐλόγησε“ γάρ φησιν „Ναβουθαὶ θεὸν καὶ βασιλέα“, τουτέστιν ἐβλασφήμησε, κατὰ τὸ ἐν Ἰὼ
15γεγραμμένον „ἦ μὴν εἰς πρόσωπόν σε εὐλογήσει,“ ἐφ’ ᾧ καὶ τὸν βίον ἐξέλιπεν, τῆς Ἰεζάβελ τοῦτο οἰκονομησάσης. ἐφ’ ᾧ καὶ παρρησιάζεται ὁ μέγας Ἠλίας πρὸς Ἀχαὰβ λέγων „τάδε λέγει κύριος· ὡς σὺ ἐφόνευσας καὶ ἐκληρονόμησας, διὰ τοῦ‐
το τάδε λέγει κύριος. ἐν παντὶ τόπῳ ᾧ ἔλειξαν αἱ ὕες καὶ351

352

οἱ κύνες τὸ αἷμα Ναβουθαί, ἐκεῖ λείξουσιν οἱ κύνες τὸ αἷμά σου, καὶ αἱ πόρναι λούσονται ἐν τῷ αἵματί σου.“ σφόδρα δὲ κατανυγεὶς ἐπὶ τούτοις ὁ Ἀχαὰβ οὐκ εὐθὺς ἐτιμωρήθη διὰ τὴν κατάνυξιν. ἀλλὰ καὶ τὸν υἱὸν Ἀδὲρ τὴν Σαμάρειαν
5παρακαθίσαντα μετὰ τριάκοντα καὶ δύο βασιλέων εἰς χεῖρας αὐτοῦ τοῦ Ἀχαὰβ ἔδωκεν ὁ θεός. διότι δὲ ζωογονήσας αὐ‐ τὸν παρὰ τὴν κέλευσιν ἀπέστειλε μετὰ δορυφορίας, ὠργίσθη ὁ θεός, καὶ διὰ τοῦ προφήτου (Μιχαίας δὲ οὗτος, ὥς φη‐ σιν Ἰώσηπος) τοῦ παταχθέντος τὴν κεφαλὴν αὐτοῦ ὑπό τι‐
10νος ὁδίτου εἶπε πρὸς αὐτόν „διότι ἐξήνεγκας σὺ ἄνδρα ὀλέ‐ θριον ἐκ τῆς χειρός σου, καὶ ἔσται ἡ ψυχή σου ἀντὶ τῆς ψυχῆς αὐτοῦ, καὶ ὁ λαός σου ἀντὶ τοῦ λαοῦ αὐτοῦ.“ καὶ μετὰ τρία ἔτη λαβὼν μεθ’ ἑαυτοῦ τὸν Ἰωσαφὰτ βασιλέα Ἰού‐ δα, ἠρώτησε τετρακοσίους προφήτας αὐτοῦ λέγων „εἰ πορευ‐
15θῶ εἰς Ῥεμὰ Γαλαὰθ εἰς πόλεμον ἢ ἐπίσχω.“ καὶ εἶπον „ἀνάβαινε“ οἱ ψευδοπροφῆται τοῦ Βάαλ. ἐπὶ τούτοις τοῦ Ἰωσαφὰτ εἰπόντος, εἰ ἔστιν ἐνταῦθα προφήτης κυρίου, ἐρω‐ τήσωμεν τὸν κύριον δι’ αὐτοῦ, „ἔστι μὲν“ ἔφη ὁ Ἀχαάβ, „καὶ Μιχαίας καλεῖται, οὔ ποτε δὲ προφητεύει τὰ θυμήρη.“ καλεῖ‐
20ται λοιπὸν, καὶ πρῶτα μὲν ἔλεγε πρὸς αὐτόν „ἀνάβαινε, καὶ352

353

ος εὐοδώσει ἐν χειρὶ βασιλέως,“ εἶτα ὁρκωθεὶς τὰ θεῖα προε‐ μήνυε. τοῦ γοῦν Ἀχαὰβ πρὸς τὸν Ἰωσαφὰτ εἰπόντος „οὐκ εἶπόν σοι ὅτι οὐ προλέγει μοι καλὰ ἀλλ’ ἢ κακά;“ ὁ προφή‐ της ἔφη „οὐκ ἐγώ. ἄκουσον τὸν λόγον κυρίου. εἶδον κύριον
5τὸν θεὸν τοῦ Ἰσραὴλ καθήμενον ἐπὶ θρόνου αὐτοῦ, καὶ πᾶ‐ σα ἡ στρατιὰ τοῦ οὐρανοῦ παρειστήκει αὐτῷ, καὶ εἶπε ‘τίς ἀπατήσει τὸν Ἀχαὰβ βασιλέα τοῦ Ἰσραήλ, καὶ ἀναβήσεται εἰς Ῥεμὰ Γαλαάθ, καὶ πεσεῖται ἐκεῖ;‘ καὶ ἐξῆλθε πνεῦμα, καὶ ἔστη ἐνώπιον κυρίου, καὶ εἶπεν ‘ἐγὼ ἀπατήσω αὐτόν.‘ καὶ
10εἶπε κύριος πρὸς αὐτό ‘ἐν τίνι;‘ καὶ εἶπεν ‘ἐξελεύσομαι, καὶ ἔσομαι πνεῦμα ψευδὲς ἐν τῷ στόματι πάντων τῶν προφητῶν αὐτοῦ, καὶ ἀπατήσω αὐτόν.‘ καὶ εἶπε; ‘δυνήσῃ ἐξελθεῖν, καὶ ποίησον.‘“ ταῦτα δὲ πάντα, καθά φησι Θεοδώρητος, προσ‐ ωποποιία ἐστὶ διδάσκουσα ἡμᾶς τὴν θείαν συγχώρησιν. ου‐
15τω μὲν οὖν καὶ τὰ κατὰ τὸν Ἰώβ, ἐν οἷς ἡ γραφή φησι τοὺς ἀγγέλους ἐνώπιον παραστῆναι τοῦ θεοῦ καὶ τὸν διάβολον ἐν μέσῳ αὐτῶν, καὶ οὕτω διαλεχθῆναι πρὸς τὸν κύριον, προσ‐ ωποποιίαν εἶναί φησιν ὁ θεῖος Χρυσόστομος. τὸν μέντοι Βάαλ θεὸν εἶναι λέγει Τυρίων ὁ Ἰώσηπος, τὴν δὲ Ἀστάρ‐
20την Σιδωνίων, Βααλὴμ δὲ τὸν τοῦ Βάαλ σηκόν. καὶ περὶ
μὲν τούτων οὕτως, ὁ δὲ Ἰωσαφὰτ καὶ προφήτην ζητήσας καὶ353

354

τοιαῦτα μαθὼν ὅμως συναπῆρεν εἰς πόλεμον μετὰ τοῦ Ἀχαάβ· πλὴν διὰ τὴν ἄλλην αὐτοῦ ἀρετήν, ὡς ἄνωθεν εἴρηται, διε‐ φυλάχθη. ὁ μέντοι Μιχαίας φυλακῇ ἐμβληθεὶς παρὰ τοῦ Ἀχαὰβ ἔλεγε μετὰ παρρησίας „ἐὰν ἐπιστρέφων ἐπιστρέψῃς
5ἐν εἰρήνῃ, οὐ λελάληκεν ἐν ἡμῖν ὁ κύριος.“ ἀλλὰ καὶ ἡ ἐπὶ τοῦ Ἀχαὰβ διὰ τοῦ Ἠλίου θεία πρόρρησις πέρας ἔσχε. τρωθεὶς ἐπὶ πολὺ τῷ ἅρματι ἵστατο, ἵνα μὴ τροπὴν ἐργά‐ σηται τῇ φυγῇ. τὸ δὲ αἷμα φερόμενον ἐνεπάγη τῷ ἅρματι. τοῦτο παρὰ κρήνῃ ὁ ἡνίοχος ἔπλυνεν, οἱ δὲ κύνες ἐξέλειχον.
10αἱ δὲ πόρναι περὶ τὴν ἕω κατὰ τὸ ἔθος ἐλούσαντο· πηγι‐ μαῖον γὰρ ἦν τὸ ὕδωρ, κεχρωσμένον δὲ τῷ αἵματι. Ἰωρὰμ δὲ τοῦ κηδεστοῦ Ἀχαὰβ ζηλώσας τὴν ἀσέβειαν ἀξίαν τὴν τιμωρίαν εὕρατο. ὁ γὰρ μέγας Ἠλίας διὰ γραμ‐ μάτων μεμήνυκε τὴν ἀπόφασιν „τάδε λέγει κύριος· ἀνθ’
15ὧν οὐκ ἐπορεύθης ἐν ὁδῷ Ἰωσαφὰτ τοῦ πατρός σου, ἀπέ‐ κτεινας δὲ τοὺς ἀδελφούς σου, ἰδοὺ κύριος πατάσσει πληγὴν μεγάλην ἐν τῷ οἴκῳ σου, καὶ σὺ ἔσῃ ἐν ἀρρωστίαις πονη‐ ραῖς, ἐν ἀρρωστίᾳ κοιλίας, ἕως ἂν ἐξέλθῃ τὰ ἔντερά σου.“ ἐπεστράφησαν τοίνυν ἀλλόφυλοι κατ’ αὐτοῦ, καὶ πάντας ἐξην‐
20δραπόδισαν, καὶ τὰ τέκνα αὐτοῦ πάντα κατέκτειναν ἄνευ
τοῦ Ὀχοζίου. ἐπέσκηψε καὶ ἡ νόσος, καὶ οὐδὲ μετὰ θάνα‐354

355

τον βασιλικῆς ἠξιώθη ταφῆς. ἀληθῶς φοβερὸν τὸ ἐμπεσεῖν εἰς χεῖρας θεοῦ ζῶντος. Μετὰ τοῦτον Ὀχοζίας ζηλωτὴς καὶ αὐτὸς τῆς πατρικῆς ἀσεβείας. ἀποστέλλονται τοίνυν πρὸς τὸν μέγαν Ἠλίαν δύο
5πεντηκόνταρχοι μετὰ σοβαρότητος καλοῦντες αὐτὸν ἐπὶ τῷ ἐρωτηθῆναι τῆς νόσου τοῦ βασιλέως ἕνεκεν· ἐφ’ ᾧ καὶ πῦρ καταγαγὼν ἄνωθεν κατέκαυσεν αὐτούς. ἀλλ’ ἐνταῦθα οἱ ὠμότητα τοῦ προφήτου κατηγοροῦντες αὐτοῦ κατηγοροῦσι τοῦ θεοῦ· δι’ αὐτοῦ γὰρ τὰ πάντα. στέλλεται οὖν τρίτος πεν‐
10τηκόνταρχος, καὶ ἠπίοις λόγοις χρησάμενος τὴν τιμωρίαν διέφυγεν. κατερχόμενος οὖν καὶ συναντήσας τοῖς ἀποσταλεῖ‐ σιν ἐπὶ τὰ εἴδωλα εἶπε „παρὰ τὸ μὴ εἶναι θεὸν ἐν Ἰσραήλ, πορεύῃ ζητῆσαι μυῖαν θεὸν Ἀκαρῶν; ἡ κλίνη ἐφ’ ἧς ἀνέ‐ βης, οὐ καταβήσῃ.“ ἴστωσαν οὖν ἐντεῦθεν οἵῳ κρίματι πε‐
15ριπίπτουσι, καὶ ὅπως ἀγανακτεῖν παρασκευάζουσι τὸν θεόν, οἱ τὰς ἐλπίδας αὐτῶν ἀστρολόγοις καὶ μάντεσιν ἀναθέμενοι. ἄξιον δὲ θρηνῆσαι τῶν δυσσεβῶν τὴν ἀλογίαν. οὐ γὰρ μό‐ νον τὰ μέγιστα τῶν ζώων ἐθεοποίησαν, ἀλλὰ καὶ τὰ σμικρό‐ τατα καὶ μύσους μεστά. τί γὰρ μυσαρώτερον μυίας; ἀλλ’
20ὅμως καὶ τὴν εἰκόνα ταύτης θεὸν ἀνηγόρευσαν, καὶ ἣν ζῶ‐
σαν ταῖς ῥιπίσιν ἐλαύνουσι, ταύτης τὸν τύπον θεὸν ὠνομάκασιν.355

356

Ὁ δέ γε τῶν προφητῶν κορυφαῖος Ἠλίας, ὁ παρρησίαν ἔχων τοσαύτην ὥστε καὶ πρὸς Ἀχαὰβ οὕτως εἰπεῖν „ζῇ κύ‐ ριος ὁ θεός μου, εἰ ἔσται τὰ ἔτη ταῦτα δρόσος ἢ ὑετὸς εἰ μὴ διὰ λόγου στόματός μου,“ ὁ τοὺς ἱερεῖς τοῦ Βάαλ ἐπὶ
5τοσοῦτον καταισχύνας ὥστε καὶ πάντας αὐτοὺς τῇ προτροπῇ αὐτοῦ παρὰ τῶν Ἰσραηλιτῶν ἀποκτανθῆναι, ἵνα μήτι πάθῃ ὑπέρογκον, τοσοῦτον παρὰ τῆς Ἰεζάβελ συγχωρεῖται διώκε‐ σθαι ὡς καὶ πρὸς τὸν θεὸν εἰπεῖν „ἱκανούσθω δή, λάβε τὴν ψυχήν μου ἀπ’ ἐμοῦ. μὴ κρείσσων ἐγὼ ὑπὲρ τοὺς πατέρας
10μου;“ ἀπορήσειε δ’ ἄν τις πῶς ἅγιος ὢν ὁ προφήτης καὶ κατὰ νόμον πολιτευόμενος ἤσθιε τὴν διὰ κοράκων τροφήν. αὐτὸς ὁ νομοθέτης ταύτην αὐτῷ διὰ τῶν κοράκων προσέφερε, καὶ ἄρτον μὲν ἕωθεν, δείλης δὲ κρέα. οἱ γὰρ νόμοι οὗτοι διὰ τὴν τῶν Ἰουδαίων ἀσθένειαν ἐτέθησαν. καὶ γὰρ καὶ Σαμ‐
15ψὼν διὰ μὲν τὴν μέθην καὶ τὴν λαγνείαν ἐγυμνώθη τῆς χά‐ ριτος, φαγὼν δὲ τὸ κηρίον τοῦ μέλιτος, ὃ ἐν νεκρῷ λέοντι ἐξύφαναν μέλισσαι, κατηγορίαν οὐδεμίαν ἐδέξατο. Πρόσεχε δέ, ἀγαπητέ. ἡνίκα προσῆλθε τῇ Σαραφθίᾳ ὁ προφήτης καὶ ἄρτῳ ἐδεξιώθη αὐτοσχεδίῳ ἐν τῷ καιρῷ τοῦ
20λιμοῦ, τοῖς ἀγγείοις ἐκείνοις ἐπηύξατο οὕτως εἰπών „ἡ ὑδρία
τοῦ ἀλούρου οὐκ ἐκλείψει, καὶ ὁ καμψάκης τοῦ ἐλαίου οὐκ356

357

ἐλαττονήσει.“ ἀλλ’ ἐνταῦθα ζητῆσαι ἄξιον εἴπερ ἀληθῶς ἐν τῷ καμψάκῃ ἐκείνῳ ἔλαιον ἦν. ἔγωγε γὰρ τοῦ προφήτου ἀκούων λέγοντος „καὶ ὁ καμψάκης τοῦ ἐλαίου οὐκ ἐλαττονή‐ σει, ἕως οὗ δώσει τὸν ὑετὸν αὐτοῦ ἐπὶ τῆς γῆσ“ οὐκ οἶμαι
5τὸν προφήτην περὶ ἐλαίου εὔξασθαι. τοσούτου γὰρ ὄντος αὐχμοῦ, καὶ τῶν ἀνθρώπων ἐκλειπόντων τηνικαῦτα τῇ ἀνυ‐ δρίᾳ, τίς ἡ ὠφέλεια εἴπερ ὁ καμψάκης ἐπήγαζεν ἔλαιον; οὐκ ἦν λοιπὸν ὁ καμψάκης ἐκεῖνος ἐλαίου καμψάκης, ὅτι μη‐ δὲ χρεία ἐλαίου τοῖς ἕνεκεν ὕδατος κάμνουσιν. ἐπεὶ δὲ τὸ
10ἔλαιον ἀγαλλίασιν ὑπεμφαίνει παρὰ τῇ γραφῇ, διὰ τοῦτο καμψάκην ἐλαίου τὸν καμψάκην ἐκεῖνον ὁ προφήτης ἐκάλεσεν. οὐδὲ γὰρ ἕτερον ἀγαλλίασιν ἐπὶ τοσοῦτον εἰσφέρει ὡς αὐτὸ τὸ ὕδωρ ἐν αὐχμώδει καιρῷ. καὶ πειθέτω σε ἡ ἁγία γραφὴ μέλι τὸ ὕδωρ καλέσασα. οἱ γὰρ Ἑβραῖοι δίψει συσχεθέντες
15ἀφορήτῳ κατὰ τὴν ἔρημον, καὶ ὕδωρ εὑρόντες, μέλιτος ἐδό‐ κουν ἐμπίμπλασθαι. πρὸς γοῦν τὴν διάθεσιν τῶν πινόντων ἀφορῶσα ἡ γραφὴ μέλι ὕδωρ ἐκάλεσεν. Μετὰ δὲ ταῦτα κρατεῖ Ἰωᾶς, ὃς ἐποίησε τὸ εὐθὲς ἐνώ‐ πιον τοῦ θεοῦ πάσας τὰς ἡμέρας Ἰωδάε τοῦ ἀρχιερέως. οὗ‐
20τος ζήσας ἔτη ρλʹ καὶ θανὼν θήκης ἠξιώθη βασιλικῆς. αὐ‐ τοῦ δὲ θανόντος ἐξέκλινεν Ἰωᾶς εἰς ἀσέβειαν. ἐφ’ ᾧ καὶ
στέλλονται προφῆται πρὸς αὐτὸν τὸν Ἰωᾶν, μεθ’ ὧν καὶ ὁ357

358

τοῦ Ἰωδάε Ζαχαρίας, ὃν καὶ κατέλευσαν ἔνδον τοῦ ὑπαί‐ θρου ἐν τῷ ναῷ. καὶ ἀποθνήσκων εἶπεν „ἴδε, κύριε, καὶ κρῖνε.“ καὶ οὐ διήμαρτε τῆς αἰτήσεως· ἀρρωστίᾳ γὰρ πε‐ ριπεσῶν ὑπὸ τῶν ὑπηκόων ἐσφάγη. ὁ δὲ τούτου υἱὸς Ἀμα‐
5σίας βασιλεύσας καὶ τῇ θείᾳ συμμαχίᾳ τοὺς Ἰδουμαίους νι‐ κήσας καὶ τοὺς θεοὺς αὐτῶν ἀνδραποδίσας ὕστερον ἱερούργει αὐτοὺς ὁ ἀνόητος ἐτίμησε, τὴν νίκην αὐτοῖς λογισάμενος. πρὸς ὃν ὁ προφήτης „ἔγνων ὅτι ἐβουλεύσατο κύριος τοῦ δια‐ φθεῖραί σε·“ ὁμοίως γὰρ πατρὶ ἐτελειώθη.
10 Ἐπαινεῖ δὲ τὸν Ὀζίαν ἡ θεία γραφή· „ἦν“ γάρ φησιν „ἐκζητῶν τὸν κύριον ἐν φόβῳ κυρίου ἐν ταῖς ἡμέραις Ζαχαρίου.“ μετὰ δὲ ταῦτα ἐπιθυμήσας εἰσελθεῖν εἰς τὰ ἄδυτα καὶ θυμιᾶ‐ σαι, καὶ ἐλεγχθεὶς ὑπὸ τοῦ ἀρχιερέως καὶ τῶν ὀγδοήκοντα ἱερέων. εἶπον γὰρ πρὸς αὐτόν „οὐκ ἔξεστί σοι, Ὀζία, θυμιᾶν,
15ἀλλὰ τοῖς ἱερεῦσι τοῖς υἱοῖς Ἀαρών·“ ὁ δὲ „οὐχὶ βασι‐ λεύς εἰμι καὶ ἁλουργίδα βασιλικὴν περιβέβλημαι;“ ἐλεπρώθη οὖν ἐπὶ τούτῳ. ἐντὸς δὲ τούτου καθημένου διὰ τὴν λέπραν, ὁ υἱὸς αὐτοῦ Ἰωαθὰμ τὴν βασιλείαν διιθύνων ἦν. ἕτερος δὲ Ζαχαρίας ἦν ὁ τοῦ Ἰωδάε, ὃν Ἰωᾶς κατέλευσε, καὶ ἕτερος
20ὁ ἐπὶ τοῦ Ὀζίου. οἶμαι δὲ τοῦτον εἶναι, φησὶ Θεοδώρητος,
περὶ οὗ πρὸς Ἠσαΐαν ἔφη ὁ κύριος „ποίησόν μοι μάρτυρας358

359

πιστοὺς ἀνθρώπους, τὸν Οὐρίαν τὸν ἱερέα καὶ Ζαχαρίαν υἱὸν Βαραχίου.“ Ἄχατζ δὲ ὁ τοῦ Ἰωάθαμ πάντας ὑπερενίκησε τῇ ἀσε‐ βείᾳ, ἐφ’ ᾧ καὶ πολλὰ κακὰ εὕρατο. καὶ οὐδὲ οὕτω συν‐
5ῆκεν, ἀλλὰ „ζητήσω“ ἔλεγεν „τοὺς θεοὺς τῶν ἐθνῶν τοὺς τύπτοντάς με, καὶ θύσω αὐτοῖς, καὶ ἀντιλήψονταί μου.“ ἀλλὰ καὶ τοὺς υἱοὺς αὐτοῦ διῆγεν ἐν πυρί. τί δὲ τοῦτό ἐστιν; ὡς μὲν Ἰώσηπος ἱστορεῖ, ἕνα τῶν υἱῶν αὐτοῦ ὡλο‐ καύτωσε τῷ Βάαλ. ἐγὼ οἶμαι, φησὶ Θεοδώρητος, τὸ μέχρις
10ἡμῶν φθάσαν τῆς πλάνης εἶδος ἐντεῦθεν αἰνίττεσθαι. ἅπαξ γὰρ τοῦ ἔτους πυρὰς ὁρῶμεν ἀναπτομένας, καὶ ταύταις τι‐ νὰς ὑπεραλλομένους παῖδάς τε καὶ ἄνδρας, ἀλλὰ καὶ βρέφη παραφερόμενα διὰ τῆς φλογὸς ὑπὸ τῶν μητέρων αὐτῶν. ἐδό‐ κει δὲ τοῦτο ἀποτροπιασμός τις εἶναι καὶ κάθαρσις. ταύτην
15οἶμαι κατὰ τοῦ Ἄχατζ γεγενῆσθαι τὴν κατηγορίαν, ὃν καὶ ἀποθανόντα τιμῆς βασιλικῆς οὐκ ἠξίωσαν. Ἐζεκίας δὲ ὁ τούτου υἱὸς τὴν ἀκροτάτην κατώρθωσεν ἀρετήν, καὶ πάντα ὅσα ἐποίησε Δαβὶδ ὁ πατὴρ αὐτοῦ. σὺν τοῖς ἄλλοις καὶ τὸν χαλκοῦν ὄφιν συνέτριψεν, ὃν ἐποίησε
20Μωσῆς· ἕως γὰρ τῶν ἡμερῶν ἐκείνων ἦσαν οἱ υἱοὶ Ἰσραὴλ
θυμιῶντες αὐτῷ. καὶ ἄλλην πᾶσαν ἐπιμέλειαν ποιεῖται τοῦ359

360

ναοῦ. τότε δὴ τῶν ἱερέων μὴ ἐξαρκούντων εἰς τὰς θυσίας, ὡς ἡ τῶν Παραλειπομένων βίβλος φησί, συνεβοήθησαν καὶ οἱ Λευῖται. ὅπερ καὶ νῦν ἔστιν ἰδεῖν· πρεσβυτέρου γὰρ μὴ παρόντος καὶ τῆς χρείας κατεπειγούσης ἀναγκάζεται καὶ διά‐
5κονος προσφέρειν τῷ δεομένῳ τὸ βάπτισμα. τοῦ Σεναχηρεὶμ στρατεύσαντος κατ’ αὐτοῦ, ἀπέστειλε πρὸς Ἠσαΐαν λέγων „ἡμέρα θλίψεως καὶ ἐλεγμοῦ καὶ παροργισμοῦ ἡ ἡμέρα αὕτη, ὅτι ἦλθον οἱ υἱοὶ ἕως ὠδίνων, καὶ ἰσχὺς οὐκ ἔστι τῇ τικτούσῃ.“ ἐμπιπράμεθα, φησί, καὶ ἐξαπτόμεθα τῷ θυμῷ τῶν τοῦ Ῥαψά‐
10κου βλασφημιῶν ἀκούσαντες· κολάσαι δὲ τοὺς δυσσεβεῖς οὐ δυνάμεθα. ἔλεγε γὰρ ὁ Σεναχηρεὶμ διὰ τοῦ Ῥαψάκου „μὴ ἀπατάτω σε ὁ θεός σου ἐφ’ ᾧ πέποιθας.“ ἀλλ’ ὁ θεὸς ἀνελ‐ θόντι τῷ βασιλεῖ εἰς τὸν ναὸν καὶ εὐξαμένῳ αὐτίκα στέλλει τὸν Ἠσαΐαν, μηνύων τὰ ἐσόμενα αὐτῷ χρηστά. τηνικαῦτα
15καὶ γὰρ ἔλεγεν „ὑπερασπιῶ τῆς πόλεως ταύτης δι’ ἐμὲ καὶ διὰ Δαβὶδ τὸν παῖδά μου.“ ἵνα γὰρ μὴ νομίσῃ Ἐζεκίας ὅτι διὰ τὴν αὐτοῦ δικαιοσύνην ἡ δέησις αὐτοῦ εἰσηκούσθη, ταῦ‐ τα λέγει κύριος. ἐμάθομεν οὖν ἐντεῦθεν ὅτι καὶ τεθνηκότες οἱ δίκαιοι τῶν ζώντων προΐστανται. ὁ μέντοι Ἐζεκίας καὶ
20τῷ θεῷ ἐθάρρει καὶ τὰ παρ’ ἑαυτοῦ συνεισέφερε. καὶ πρῶ‐ τον τὰς πρὸ τῆς πόλεως πηγὰς ἐνέφραξεν, ἔπειτα τοὺς πύρ‐
γους ἀνέστησεν εἰς ὕψος, καὶ προτείχισμα προσῳκοδόμησεν360

361

ἕτερον. τότε συνέβη καὶ τὰ πρὸς θάνατον μαλακισθῆναι αὐ‐ τόν, ὥστε ταπεινωθέντα ἐπιστρέψαι πρὸς κύριον, ὡς ἐν τῇ βίβλῳ τῶν Παραλειπομένων ἱστόρηται· „καὶ ἐταπεινώθη“ γάρ φησιν „Ἐζεκίας ἀπὸ τοῦ ὕψους τῆς καρδίας αὐτοῦ.“ τοῦ
5γὰρ πατρὸς αὐτοῦ Ἀχὰτζ τὴν προφητείαν δεξαμένου „ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει“ αὐτός τε ἐνόμισεν εἶναι ὁ Ἐμμα‐ νουήλ, καὶ ὡς εἰς αὐτὸν τὰ τῆς ἐπαγγελίας ἐκβήσεται· ἐφ’ ᾧ παρθενίαν ἀσκῶν γάμοις ὁμιλῆσαι οὐκ ἤθελεν. ἀλλὰ καὶ τὴν τῶν ἀλλοφύλων ἰδὼν ἀπώλειαν (ὑπ’ ἀγγέλου καὶ γὰρ
10ἐν μέσῃ νυκτὶ τεʹ χιλιάδες ἀνῃρέθησαν) ἐπηύξανε μᾶλλον τὴν αὐτοῦ ἀπόνοιαν. ἐφ’ ᾧ συνετίζεται παρὰ κυρίου, σήψει πο‐ δὸς ὑποβληθείς· σημεῖόν τε δίδωσιν αὐτῷ ὡς οὐκ ἀποθα‐ νεῖται οὕτως ἔχων. „ἰδοὺ ἐγὼ στρέφω τὴν σκιὰν τῶν ἀνα‐ βαθμῶν οὓς κατέβη ὁ ἥλιος τοὺς δέκα ἀναβαθμοὺς τοῦ οἴκου
15τοῦ πατρός σου.“ φασὶ γὰρ τὸν Ἄχατζ ἐκ μηχανῆς τινὸς ἐν τῷ οἴκῳ αὐτοῦ ἀναβαθμοὺς κατασκευάσαι τινὰς οἷον ὡρολο‐ γοῦντας καὶ τὸν τοῦ ἡλίου δρόμον ἐκμετροῦντας. τότε λοι‐ πὸν ὁ θεὸς εἰς πίστιν τῶν λεγομένων (προσετίθη γὰρ αὐτῷ καὶ ἕτερα ζωῆς ἔτη πεντεκαίδεκα) ἀνόπιν ἰέναι ποιεῖ τὴν τοῦ
20ἡλίου σκιάν, ἐπειδὴ καὶ ὁ Ἐζεκίας ἀπὸ δυσμῶν τοῦ βίου ἐπὶ δευτέραν ἀρχὴν ἐπαλινδρόμει ζωῆς· ἐφ’ ᾧ τὸ τοῦ ἡλίου
σημεῖον, καὶ οὐχ ἕτερον, δίδωσιν ὁ θεός. γίνεται οὖν ἡ361

362

ἡμέρα ἐκείνη κατὰ τὸν Ἱππόλυτον τριάκοντα καὶ δύο ὡρῶν· τοὺς γὰρ δέκα ἀναβαθμοὺς διαδραμὼν ὁ ἥλιος τοὺς αυτοὺς πάλιν ἀνέδραμεν, εἶτα τῇ ἰδίᾳ διατάξει χρησάμενος ἐπὶ δυ‐ σμὰς ἦλθε τοὺς δώδεκα πάλιν διαδραμών. καὶ οὕτω μὲν ὁ
5Ἱππόλυτος, ὁ δὲ πατριάρχης Ἀντιοχείας Εὐστάθιος εἴκοσι καὶ δύο λέγει γενέσθαι τὴν ἡμέραν ἐκείνην ὡρῶν· ἐν ῥιπῇ γὰρ ὀφθαλμοῦ λέγειν ἔοικεν, οὐ μὴν ἐν ὥραις δέκα τὸν τοῦ ἡλίου γενέσθαι ἀναποδισμόν. οὕτω μὲν οὖν κδʹ ὡρῶν ἡ ἡμέ‐ ρα ἐκείνη γέγονε, καθ’ ἣν ὁ τοῦ Ναυῆ Ἰησοῦς ἐν αὐτῷ τῷ
10μεσουρανήματι τὸν ἥλιον ἔστησεν ἡμέρας ὅλης διάστημα· διὰ γὰρ ἓξ ἀνῆλθεν ὡρῶν, καὶ δι’ ὁμοίων αὖθις μέσον τοῦ οὐρανοῦ. γίνωσκε δέ, ἀγαπητέ, ὅτι οὔτε προηγουμένως ἔστη ὁ ἥλιος, οὔτε τὸ θαῦμα περὶ μόνον τὸν ἥλιον γέγονεν ἀλλὰ περὶ αὐτὸν τὸν πρῶτον οὐρανόν· αὐτοῦ γὰρ κωλυθέντος τῆς
15πρόσω φορᾶς τῷ θείῳ προστάγματι, ἀνάγκη πᾶσα στῆναι καὶ τὸν αὐτῷ συγκινούμενον ἥλιον. καὶ πείθου τῷ μεγάλῳ Μαξίμῳ ἐν τοῖς πρὸς Θαλάσσιον οὕτω κατὰ ῥῆμα διεξιόντι περὶ τούτου. „ἡλίου δὲ καὶ σελήνης δρόμον ἀκώλυτον ἐπέ‐ σχε παραδόξως ὁ θεός, τὴν ἀεικίνητον τοῦ παντὸς φύσιν
20στήσας ἀκίνητον. ταῦτα δὲ ὁ τῶν ὅλων θαυματουργεῖ θεός,362

363

ἵν’ ἐντεῦθεν δείξῃ σαφῶς ὡς οὔτε ὅρος οὔτε ἀνάγκη τοῖς ἄστροις ἐπίκειται, καθάπερ ᾠήθησαν οἱ πολλοί, βλέποντες ὡσαύτως ἀεὶ κινουμένους αὐτούς. ἵστησι λοιπὸν αὐτούς, τὴν ἐπὶ πᾶσι προσοῦσαν αὐτῷ παριστῶν ἐξουσίαν, καὶ φέρε‐
5σθαι αὖθις ἐᾷ κατὰ τὸν ἀρχῆθεν αὐτοῖς ἐπιτεθέντα θε‐ σμόν.“ Οὐκοῦν ἀποστέλλει πρὸς Ἐζεκίαν Μαροδὰχ ὁ βασιλεὺς Βαβυλῶνος τῆς νόσου τε ἕνεκα καὶ τοῦ περὶ τὸν ἥλιον θαύ‐ ματος. ἀλλ’ ἐκεῖνος τἆλλα πάντα παρεάσας τὸν πλοῦτον αὐτοῦ
10τοῖς πρέσβεσιν ἔδειξεν. ἐφ’ ᾧ καὶ τάδε παρὰ Ἠσαΐου τοῦ προφήτου πρὸς αὐτὸν ἐλαλήθη „ἰδοὺ ἔρχονται ἡμέραι, καὶ ληφθήσονται πάντα τὰ ἐν τῷ οἴκῳ σου καὶ εἰς Βαβυλῶνα ἀπε‐ λεύσονται. καὶ οἱ υἱοί σου, οὓς γεννήσεις, ἔσονται εὐνοῦ‐ χοι ἐν τῷ οἴκῳ βασιλέως Βαβυλῶνος.“ υἱοὺς δὲ λέγει τοὺς
15τρεῖς παῖδας σὺν τῷ προφήτῃ Δανιήλ· ἀπόγονοι γὰρ οὗτοι τοῦ Ἐζεκίου γεγόνασιν. εἴωθεν οὖν ἡ γραφὴ τοὺς ἀπογόνους ἐπονομάζειν υἱούς, καθὰ δὴ καὶ τὸν Δαβὶδ πατέρα τοῦ Ἐζε‐ κίου καλεῖ· οὐδὲ γὰρ υἱὸς τοῦ Δαβὶδ ὁ Ἐζεκίας, ἀλλ’ ἀπό‐ γονος πάντως αὐτοῦ. ὁ μέντοι Μαροδάχ, ὡς ἄνωθεν εἴρη‐
20ται, τοῦ περὶ τὸν ἥλιον χάριν θαύματος πρὸς Ἐζεκίαν ἀπέ‐
στειλε· τὸν γὰρ ἀναποδισμὸν αὐτοῦ τοσοῦτον εἶναι λέγει363

364

παραδοξότατον ὁ Ἀρεοπαγίτης θεῖος Διονύσιος, ὥστε καθ’ ὑπερβολὴν ἐκπλῆξαι τοὺς Βαβυλωνίους καὶ ὡς ἰσοθέῳ τινὶ τῷ Ἐζεκίᾳ καθυποτάξαι αὐτούς. Μετὰ δὲ Ἐζεκίαν κρατεῖ Μανασσῆς ὁ υἱὸς αὐτοῦ. οὗ‐
5τος σὺν ταῖς λοιπαῖς αὐτοῦ κακίαις προσεκύνησε καὶ πάσῃ τῇ στρατιᾷ τοῦ οὐρανοῦ, τουτέστι τοῖς ἀστράσι, καὶ ἐκλη‐ δονίζετο, ἤγουν διὰ λόγων παρετηρεῖτο τὰ ἐκβησόμενα, εἰ καί τινες ἕτεροι κληδόνα λέγουσι τὴν διά τινων ἐπῳδῶν ὁλκὴν τῶν δαιμόνων καὶ καταφοράν· ἐφ’ ᾧ καὶ κληδὼν ἐτυμολο‐
10γεῖται παρ’ αὐτοῖς παρὰ τὸ κλῶ τὸ καλῶ. καὶ οἰωνίζετο δὲ πρὸς τοῖς ἄλλοις ὁ Μανασσῆς, ἤγουν τὰς τῶν ὀρνέων πτή‐ σεις παρετηρεῖτο κἀντεῦθεν τοῦ μέλλοντος καταστοχαζόμενος ἦν. καὶ τοῦτό ἐστιν ὅπερ ὁ ποιητὴς Ὅμηρος ἔλεγεν „ἀλλ’ ἄγε δη τινα μάντιν ἐρείομεν ἢ ἱερῆα ἢ καὶ ὀνειροπόλον· καὶ
15γάρ τ’ ὄναρ ἐκ Διός ἐστιν.“ πρόσεχε οὖν ὅτι καὶ διὰ τῆς τοιᾶσδε πτήσεως τῶν ὀρνέων καὶ δι’ ἥπατος προβάτων καὶ δι’ ὀνείρων αὐτῶν ἐδόκουν οἱ παλαιοὶ τὸ μέλλον προορᾶν. καὶ οἱ μὲν ἀρχαιότεροι ἐκεῖνοι, καθάπερ εἴρηται, καὶ πτήσεσιν ὀρνέων καὶ ἄλλοις τοιούτοις, κατά γε δοκοῦν αὐτοῖς, τοῦ
20μέλλοντος ἐστοχάζοντο. Ὅτι δὲ τὸ παρατηρεῖσθαι τοιῶσδε ἢ τοιῶσδε κεκώλυται,
δῆλον μὲν καὶ ἐξ ἄλλων πολλῶν, οὐχ ἧττον δὲ καὶ ἐξ ὧν ὁ364

365

μέγας διείληφε Βασιλειος. ἐπεξηγούμενος γὰρ τὸ ἐν τῇ κατὰ τῆς Ἰουδαίας δευτέρᾳ ὁράσει τοῦ προφήτου Ἠσαΐου ῥητὸν τὸ κατὰ λέξιν οὑτωσὶ διαλαμβάνον ὅτι ἐνεπλήσθη ὡς τὸ ἀπ’ ἀρχῆς ἡ χώρα αὐτῶν κληδονισμῶν, ὡς ἡ τῶν ἀλλοφύλων,
5καὶ τάδε διέξεισιν. ὁρᾷς ἡλίκον κακὸν τὸ κληδονίζεσθαι. ἔξω τῆς παρὰ θεοῦ ἐπιμελείας ποιεῖ τὸν προσέχοντα αὐτῷ. πολ‐ λοὶ τῶν Χριστιανῶν ἀδιαφόρως ὠτακουστοῦσι καὶ φήμας θηρῶνται καὶ συμβόλοις προσέχουσιν. ἀλλ’ ἄκουε ὅτι ἀπερ‐ ρίφη ὁ λαὸς ὁ ταῦτα περιεργαζόμενος. πολλαὶ γὰρ ἐκ τοῦ
10Μωσαϊκοῦ νόμου μαντεῖαι καὶ κληδόνες καὶ οἰωνισμοὶ καὶ ὀρνιθοσκοπίαι διαβέβληνται ὡς δαιμόνων εὑρέματα. ‘οὐκ οἰω‐ νιεῖσθε‘ γάρ φησιν, ‘οὐδὲ ὀρνιθοσκοπεῖσθε. τὰ γὰρ ἔθνη, οὓς κύριος ὁ θεὸς ἐξολοθρεύει ἀπὸ προσώπου αὐτοῦ, οὗτοι κληδόνων καὶ μαντειῶν ἀκούσονται. σοὶ δὲ οὐχ οὕτως δέ‐
15δωκε κύριος ὁ θεός σου.‘ ἄτοπον γὰρ τὸν ἔχοντα την ἐκ τῶν δικαιωμάτων τοῦ θεοῦ συμβουλὴν πρὸς τὴν ὑπὲρ τῶν πρα‐ κτέων σκέψιν συμβούλους ἑαυτοῦ παραλαμβάνειν τὰ ἄλογα, μᾶλλον δὲ οὐδὲ συμβούλους, ἀλλὰ διδασκάλοις χρῆσθαι καὶ νομοθέταις. καὶ τὸν μὲν ἑαυτοῦ κίνδυνον παρακείμενον καὶ
20ἐν ὀφθαλμοῖς ὄντα οὐκ οἶδεν ἡ ὄρνις, σοι δὲ τὸ μέλλον προα‐
γορεύσει; εἰ δὲ ἀπὸ δαιμόνων ἐνεργείας ἀπατηλῶς περιπέτον‐365

366

ται, μή μοι καθέζου δεσποτῶν ἀπάταις προσκεχηνώς, μηδὲ γίνου διαβολικαῖς ἔκδοτος ἐνεργείαις, ὃς ἐπειδὰν ἅπαξ λάβῃ ψυχὴν εὐάγωγον εἰς ἀπώλειαν, πάντα τρόπον αὐτῇ καταχρώ‐ μενος οὐκ ἀνίησιν. ἀλλὰ καὶ κράζοντες κόρακες καὶ ἀετοὶ
5ἀλύοντες δι’ ἀπορίαν θήρας τὴν δεισιδαίμονα καρδίαν πτήσ‐ σουσι. καὶ τοσαύτη τοῦ ἐχθροῦ εἰς τὸν ἄνθρωπον ὕβρις, ὥστε καὶ γαλῆ παραφανεῖσα καὶ κύων διακόψας καὶ ἄνθρω‐ πος ἐπιφανεὶς ἕωθεν τοὺς ἐντυγχάνοντας πάντη ποιοῦσιν ἐκ‐ πλήττεσθαι. τί ἐλεεινότερον τοῦ τοιούτου βίου, πάντα ὑπο‐
10πτεύειν, ὑπὸ πάντων ἐμποδίζεσθαι, δέον πανταχόθεν τὴν ψυχὴν αὐτοῦ πρὸς τὸν θεὸν ἐπανάγειν; ὅταν ἴδῃς ὄρνιθας διαπετομένους τὸν ἀέρα, μὴ τὰ σχήματα τῶν πτήσεων περι‐ εργάζου, ἀλλὰ ταῦτα καταλιπὼν τοῦ δημιουργοῦ τὴν ἐπ’ αὐ‐ τοῖς σοφίαν καὶ διακόσμησιν θαύμαζε, πῶς βάρος τοσοῦτον
15δι’ ἀέρος φέρεται, πῶς ἡ ἁπαλὴ τοῦ ἀέρος φύσις ὄχημα γί‐ νεται τῷ πτερῷ, πῶς τῇ μὲν ἐκτάσει τῶν πτερῶν ἐπινήχον‐ ται τῷ ἀέρι, τῇ δὲ οὐρᾷ οἷον πηδαλίῳ τὴν πτῆσιν ἑαυτῶν ἀπευθύνουσι. καὶ τοιαύτη μὲν ἡ σοφία τοῦ θεοῦ· ὁ δὲ μι‐ κρόψυχος καὶ ταπεινὰ φρονῶν τὰς τῶν ἀλόγων κινήσεις τῷ
20ἰδίῳ σκοπῷ συναρμόζειν ἐπιχειρεῖ, καὶ καταλιπὼν τὸν θεὸν δαί‐
μοσιν ἐπιβούλοις ἐκδέδωκεν ἑαυτόν. καὶ περὶ μὲν τούτων οὕτως.366

367

Ὁ δέ γε διαληφθεὶς βασιλεὺς καὶ ἐγγαστριμύθους ἐποίη‐ σε, καὶ γνώστας ἤτοι μάντεις ἐπλήθυνε, καὶ τὸ πάντων ἀνοσιώτερον, ἐν τῷ θείῳ νεῷ τὸ τῆς ἀκολάστου δαίμονος ἔστησεν ἄγαλμα. οὐ μόνον δὲ εἰδώλοις ἐλάτρευεν ἐν ἔτεσι
5πεντήκοντα καὶ δύο, ἀλλὰ καὶ αἷμα ἀθῷον ἐξέχεεν, εἴτε προφητῶν εἴτε καὶ ἄλλων τινῶν εὐσεβῶν. καὶ αὐτὸν δὲ τὸν Ἠσαΐαν ξυλίνῳ λέγουσι πρῖσαι πρίονι. πλὴν ὥς φησι Γεώρ‐ γιος, Μαροδὰχ βασιλεὺς Ἀσσυρίων δεσμώτην ἤγαγε τὸν Μα‐ νασσῆν, καὶ βαλὼν ἐν φυλακῇ ἄρτῳ πιτυρίνῳ καὶ ὕδατι σὺν
10ὄξει ἔτρεφεν. ὡς δὲ καὶ ὁ θειότατός φησιν Ἀναστάσιος ἐξ ἱστορικῶν τινῶν τοῦτο μαθών, καὶ ζωδίῳ χαλκῷ παρὰ τοῦ βασιλέως Βαβυλῶνος ἐμβάλλεται· ἀλλ’ ἔνδον τοῦ ζωδίου ὢν ἐπέγνω τε τὸν θεὸν καὶ τὴν ᾠδὴν ἔψαλλεν. ἐφ’ ᾧ καὶ δυ‐ νάμει θείᾳ διερράγη τὸ εἴδωλον, καὶ ἄγγελος κυρίου κατήγα‐
15γεν αὐτὸν εἰς Ἱεροσόλυμα. καὶ ἔζησε τὸ λοιπὸν ἐν μετανοίᾳ, καὶ τὰ προλαβόντα διωρθώσατο. τοσαῦτα δὲ εἰς θεὸν ἐπλημ‐ μέλησεν ὡς καὶ τὸν θειότατον Ἀναστάσιον οὕτως εἰπεῖν „εἰ Μανασσῆν ἔσωσεν ὁ θεός, τολμῶ εἰπεῖν ὡς καὶ τὸν διάβολον ἔσωσεν ἄν, εἴπερ ἐπιστρέψαι ἠθέλησεν.“
20Μετὰ δὲ Μανασσῆν ἐβασίλευσεν Ἀμμὼς ὁ υἱὸς αὐτοῦ.
οὗτος τὴν μὲν πατρικὴν ἀσέβειαν ἐμιμήσατο, οὐ μὴν δὲ τὴν367

368

μετάνοιαν. ἄξιον δὲ ζητῆσαι διὰ τί τοῦ μὲν Μανασσῆ τὴν ἐπιστροφὴν ἀνέμεινεν ὁ θεός, τοῦ δὲ υἱοῦ αὐτοῦ Ἀμμὼς οὐχί, ἀλλ’ ἐθέρισεν αὐτὸν ἔτη δύο βασιλεύσαντα. φησὶ γὰρ ἡ γραφή „καὶ παρελογίσατο Ἀμμὼς λογισμὸν πονηρόν, καὶ
5εἶπεν· ὁ πατήρ μου πολλὰ ἐκ νεότητος παρηνόμησε, καὶ ἐν γήρει μετενόησε. καὶ νῦν ἐγὼ πορεύσομαι καθὼς ἐπιθυμεῖ ἡ ψυχή μου, καὶ ὕστερον ἐπιστρέψω πρὸς κύριον.“ διὰ τοῦτο οὐκ ἀνέμεινεν ὁ θεός, διότι οὐκ ἐσωφρονίσθη ἀφ’ ὧν ὁ πατὴρ αὐτοῦ πέπονθεν.
10 Μετὰ τοῦτον Ἰωσίας ὁ ἔγγονος αὐτοῦ. οὗτος τοῦ προ‐ γόνου Δαβὶδ ἐκτήσατο τὴν εὐσέβειαν. καὶ πρῶτον μὲν ἐπε‐ μελήθη τοῦ ναοῦ, κατασκάψας πρὸς τοῖς ἄλλοις καὶ τὸν οἶκον ὃν ᾠκοδόμησε Σολομὼν τῇ Ἀστάρτῃ προσοχθίσματι Σιδονί‐ ων· ἔπειτα δὲ τῶν ἐν τῷ Δευτερονομίῳ θείων λόγων ἀκού‐
15σας καὶ τὴν ἐσθῆτα διέρρηξε καὶ ἐπὶ πλεῖστον ἐθρήνησε. διά τοι τοῦτο καὶ ὁ θεὸς κατὰ μὲν τοῦ λαοῦ καὶ τοῦ ναοῦ τὴν ψῆφον ἐξήνεγκε, τῷ δὲ βασιλεῖ χρηστὰ προηγόρευσεν· „ἀνθ’ ὧν“ γάρ φησιν „ἤκουσας τῶν λόγων μου καὶ ἡπαλύνθη ἡ καρ‐ δία σου καὶ διέρρηξας τὰ ἱμάτιά σου καὶ ἔκλαυσας ἐνώ‐
20πιόν μου, οὐκ ὄψονται οἱ ὀφθαλμοί σου πάντα τὰ κακὰ ἃ
ἐγὼ ἐπάγω ἐπὶ τὸν οἶκον τοῦτον.“ καὶ τὰ μὲν σκεύη τῶν368

369

εἰδώλων ἐν τῷ χειμάρρῳ τῶν Κέδρων συνέτριψεν, ἐν δὲ τῇ Βαιθὴλ τοὺς τῶν εἰδώλων ἱερέας κατέκαυσε, κατὰ τὴν προ‐ φητείαν Ἰωὴλ ἐκείνου τοῦ ἀνθρώπου τοῦ θεοῦ. ἐπὶ μέντοι τῶν χρόνων τοῦ βασιλέως Ἰωσίου, ὥς φησι Γεώργιος, ἐκτί‐
5σθη τὸ Βυζάντιον ὑπὸ Βύζου βασιλέως Θρᾴκης. Ἰστέον ὅτι τρίτον ἐπόρθησε τὴν Ἱερουσαλὴμ ὁ Ναβου‐ χοδονόσορ, ἐπὶ Ἰωακεὶμ Ἰεχονίου, καὶ ὕστερον ἐπὶ Σεδεκίου, ὥς φησι Γεώργιος. ὁ δὲ Θεοδώρητος Ἰωακεὶμ καὶ Ἰεχονίαν τὸν αὐτὸν εἶναι λέγει, τῷ θειοτάτῳ Ἱερεμίᾳ ἑπόμενος. ὁ δὲ
10Σεδεκίας κατὰ τὸν μέγαν Ἐπιφάνιον τυφλωθεὶς καὶ εἰς Βα‐ βυλῶνα ἀπαχθεὶς ἐνεβλήθη μύλωνι ἐπὶ ἔτεσιν εἴκοσι καὶ ἕξ, εἰ καὶ ὕστερον ἐτιμήθη. γίνονται οὖν ὁμοῦ τῶν ἐν Ἱερουσα‐ λὴμ βασιλευσάντων ἀπὸ Δαβὶδ ἄχρι Σεδεκίου τὰ ἔτη υϙʹ καὶ ηʹ, οἱ δὲ βασιλεῖς εἴκοσι καὶ δύο πάντες ἐξ ἑνὸς γένους
15τοῦ Δαβίδ. οἱ δὲ ἐν Σαμαρείᾳ βασιλεύσαντες ιηʹ, ἀπὸ Ἱε‐ ροβοὰμ ἕως Ὠσηέ, ἐφ’ οὗ πέπαυται καὶ ἀπώλετο Σαμάρεια ὑπὸ Σαλμανασάρ. ἀντὶ δὲ τῶν Σαμαρειτῶν Ἀσσύριοι ἐκεῖ‐ σε κατῴκησαν, ἐξ ὧν οἱ αἱρετικοὶ Σαμαρεῖται καὶ Σαδδου‐ καῖοι. οὗτοι μὲν οὖν ὑπὸ λεόντων βιβρωσκόμενοι ἐξαπίνης
20αὐτοῖς ἐμπιπτόντων, καὶ μαθόντες ἀπὸ γερόντων ἀρχαίων τὸν τιμώμενον ἐκεῖσε θεόν, καὶ ὅτι παρ’ ἐκείνου τὰ τοιαῦτα
πάσχουσι, τὴν τοῦ Μωσέως ἐπικτῶνται πεντάτευχον· καὶ369

370

οὕτω τὸν ἀληθινὸν θεὸν ἐπιγνόντες ἀβλαβεῖς τοῦ λοιποῦ διε‐ τηρήθησαν, εἰ καὶ εἰς αἱρέσεις ἐντεῦθεν ἐξώκειλαν ἅτε μὴ κατ’ ὀρθὸν λόγον ταῖς ἱεραῖς βίβλοις ἐγκύπτοντες. τὰ δὲ ἔτη τῶν βασιλευσάντων ἐν Σαμαρείᾳ σνʹ καὶ γʹ, ἐκ διαφόρων μὲν
5γεγονότων, πάντων δὲ πεποιηκότων τὸ πονηρὸν κατὰ τὴν ἁμαρτίαν Ἱεροβοάμ. Τὴν μὲν οὖν ἀπὸ Περσίδος τῶν Ἰουδαίων ἐπάνοδον ἐξη‐ γήσατό τε ὁ Ἔσδρας καὶ συνεγράψατο. ἡ δὲ πρόφασις τῆς ἐπανόδου κατὰ τὸν Ἰώσηπον αὕτη. τρεῖς στρατιῶται φυ‐
10λάσσοντες τὸν βασιλέα, ἐν οἷς ἦν καὶ Ζοροβάβελ, ἤρισαν ἐν προβλήματι τεθείσης συμφωνίας αἰτῆσαι τὸν νικῶντα ἅπερ ἂν ἐθελήσει παρὰ τοῦ βασιλέως. τοῦ τοίνυν ἑνὸς εἰπόντος νικᾶν τὸν οἶνον, καὶ τοῦ ἑτέρου τὸν βασιλέα, ὁ Ζοροβάβελ εἶπε νικᾶν τὰς γυναῖκας, καὶ ὑπὲρ πάντα τὴν ἀλήθειαν. καὶ
15ἐπεὶ ταῦτα εἰρηκὼς νενίκηκε, καὶ ἤκουσεν αἰτήσασθαι ἃ βού‐ λεται, ἠξίωσεν αὐτὸν ἀφεθῆναι τὴν αἰχμαλωσίαν. ὃ δὴ καὶ γέγονε· τηνικαῦτα καὶ γὰρ ἐπληροῦντο τὰ οʹ ἔτη τῆς θείας ὀργῆς. καὶ οἱ μὲν οἰκοδομοῦντες τὸν ναὸν ἦσαν Ζοροβάβελ καὶ Ἰησοῦς ὁ τοῦ Ἰωσεδέκ, οἰκοδομηθῆναι δὲ ὁ τοιοῦτος
20ἔφθασε ναὸς τὴν δευτέραν ταύτην οἰκοδομὴν ἐν χρόνοις μϛʹ διὰ τὸ παρὰ τῶν γειτονούντων ταύτην κωλύεσθαι· ἡ γὰρ
πρώτη ἐν χρόνοις εἴκοσι ἐγένετο παρὰ Σολομῶντος, ὡς Ἔσδρας370

371

ἱστορεῖ. καὶ τὴν μέντοι ἀπὸ Βαβυλῶνος τῶν Ἰουδαίων ἐπάνοδον, ναὶ μὴν καὶ τὴν τῶν νεκρῶν παγκόσμιον ἀνάστασιν αἰνιττό‐ μενος ὁ θεὸς ὑπέδειξε τῷ Ἰεζεκιὴλ πεδίον πλῆρες ὀστῶν νεκρῶν, ἃ παραδόξως ἐζωογονήθησαν. ὁ μὲν οὖν Ἔσδρας εὐφυὴς ὢν
5προεκόμισε τότε τὸν νόμον, καὶ ἀνέγνω, καὶ ὑπετύπωσε πάν‐ τα τὰ κατὰ τὸ ἱερόν, καὶ τοὺς λαβόντας ἀλλογενεῖς γυναῖ‐ κας ἐν τῷ καιρῷ τῆς αἰχμαλωσίας ἐκβαλεῖν πεποίηκε. καὶ οὕτω πάντες καθαρισθέντες ἐποίησαν τὸ πάσχα. ἀλλὰ καὶ αὖθις γυναῖκας ἑωρακὼς Ἀζωτίους Ἑβραίοις ἐπιμιγείσας, καὶ
10θρηνήσας, ἔπεισε τὸν λαὸν ταύτας ἐκβαλεῖν ὡς γάμον παρά‐ νομον. λέγεται δὲ καὶ τοῦτο, ὡς εἰ μὴ ἦν ὁ Ἔσδρας, οὐκ ἂν οὐδὲ ἕν βιβλίον διά γε τὴν τῶν Ἰουδαίων ῥαθυμίαν καὶ τὴν πολυχρόνιον αἰχμαλωσίαν μέχρι τοῦ νῦν διεσώζετο. προσ‐ σχεῖν δὲ ἄξιον καὶ τῷ μεγάλῳ Κυρίλλῳ ἐν τοῖς κατὰ Ἰου‐
15λιανοῦ καὶ τάδε περὶ τούτου διεληφότι. ἐπεὶ δὲ πρὸς τὴν ἐνεγκοῦσαν ἀπεκομίζοντο οἱ Ἰουδαῖοι καὶ νόμῳ τῷ διὰ Μω‐ σέως παιδαγωγεῖσθαι πάλιν ἐσπούδαζον, τότε δὴ τότε παρ’ αὐτοῖς ἐδέχετο σκῆπτρον Ζοροβάβελ ὁ τοῦ Σαλαθιὴλ ἐκ φυ‐ λῆς Ἰούδα, ὥστε εἰ καὶ καταλῆξαί φησιν ὁ παράφρων εἰς
20Σεδεκίαν τὴν τοῦ Δαβὶδ βασιλείαν, ματαιάζειν ἔοικε προφα‐ νῶς, εἴγε μετὰ τὸν τῆς αἰχμαλωσίας καιρὸν τοῖς τῆς βασι‐
λείας θώκοις ὁ Ζοροβάβελ ἐνιδρυμένος ἐφαίνετο. οὗτος μὲν371

372

οὖν παρέπεμψε τὸ σκῆπτρον διὰ τῶν ἐφεξῆς μέχρι τῆς Ἡρώ‐ δου βασιλείας, ὃς μητρὸς μὲν γέγονεν Ἰουδαίας, ἀλλογενοῦς δὲ πατρός. ἐκλελοιπότων γὰρ οὕτω τῶν ἐκ τῆς Ἰούδα φυ‐ λῆς τὸ ἄρχειν λαχόντων ἐγεννήθη ὁ Χριστός· ὃς καὶ γέγο‐
5νεν ἐθνῶν προσδοκία. οὗτος μὲν οὖν, ὁ διαληφθεὶς δηλονό‐ τι Ἡρώδης, τῷ Αὐγούστῳ συμμαχήσας Καίσαρι μετὰ τῶν οἰκείων ἀναλωμάτων, ἡνίκα κατὰ Κλεοπάτρας ὥρμησε, τὸ βασιλεύειν ἐν Ἰουδαίᾳ ὥσπερ τι παρ’ ἐκείνου φιλοτίμημα ἔλαβε. καὶ περὶ μὲν τούτων οὕτως.
10 Τοῦ Ναβουχοδονόσορ δὲ μεγαλαυχοῦντος καὶ μεγαλορ‐ ρημονοῦντος ἐφ’ ᾗ πόλει παγκάλῳ ἔκτισε, φωνὴ γέγονεν ἐξ οὐρανοῦ λέγουσα „Ναβουχοδονόσορ, ἡ βασιλεία σου παρῆλθεν ἀπὸ σοῦ, καὶ ἀπὸ τῶν ἀνθρώπων ἐκδιώξου‐ σί σε, καὶ μετὰ θηρίων ἡ κατοίκησίς σου, καὶ χόρτον
15ἀγροῦ ψωμιοῦσί σε. καὶ ἑπτὰ καιροὶ ἀλλαγήσονται ἐπὶ σέ, ἓως οὗ γνῷς ὅτι κυριεύει ὁ ὕψιστος τῆς βασιλείας τῶν ἀν· θρώπων. καὶ αὐτῇ τῇ ὥρᾳ ταῦτα συνετελέσθησαν, καὶ σὺν τοῖς ἄλλοις ἐμεγαλύνθησαν αἱ τρίχες αὐτοῦ ὡς λέοντος καὶ οἱ ὄνυχες ὡς ὀρνέου.“ ταῦτα δὲ πέπονθεν ἅτε μεγαλαυχή‐
20σας ἐπὶ τῷ τῆς εἰκόνος ὁράματι· θεὸν γὰρ ἐντεῦθεν ἑαυτὸν ὑπέλαβεν. ὅθεν καὶ τὴν ἑαυτοῦ εἰκόνα ἵστησι τοῦ προσκυ‐
νεῖσθαι ἕνεκεν, καὶ τὴν κάμινον ἐκείνην ἀνῆψεν. μετὰ δὲ372

373

ταῦτα ὁρᾷ δεύτερον ὄνειρον, δένδρον εἰς οὐρανὸν φθάνον παντοίως πετεινοῖς περιηχούμενον. φωνὴ ἄνωθεν τομὴν ἀπει‐ λοῦσα τοῦ δένδρου, ἄνευ μέντοι τῆς ῥίζης. σαφηνίζει καὶ τοῦτο τὸ ὅραμα ὁ Δανιήλ, καὶ ἑπταετίαν λέγει αὐτὸν συνα‐
5γελάζεσθαι τοῖς ἐν ὄρεσι θηρίοις, εἶτα πρὸς τὴν βασιλείαν ἐπανελθεῖν. ὅ τι δὴ καὶ γέγονε. Μετὰ τοῦτον κρατεῖ ὁ υἱὸς αὐτοῦ, εἶτα ὁ ἕτερος υἱὸς αὐτοῦ Βαλθάσαρ. οὗτος συμπόσιον ποιήσας καὶ τοὺς μεγι‐ στᾶνας αὐτοῦ συγκαλεσάμενος ἐκάθητο μεθύων καὶ γαστριζό‐
10μενος, ὑπηρετούμενα ἔχων τῷ τοιούτῳ συμποσίῳ τὰ ἱερὰ σκεύη ἐκεῖνα ἅπερ ὁ Ναβουχοδονόσορ ἀφείλετο τοῦ ἐν Ἱερο‐ σολύμοις θείου ναοῦ. ἐπὶ τούτοις ὀργίζεται ὁ θεός. ἐφ’ ᾧ καὶ παντελῆ καταψηφίζεται τῶν αὐτοῦ καταφρονούντων ἀπώλει‐ αν. ὁρᾷ λοιπὸν ὁ Βαλθάσαρ ἐπὶ τῷ κονιάματι τοῦ οἴκου, ἐν
15ᾧ ἐκάθητο, ἀστράγαλον χειρὸς καὶ γράμματα οὕτω διαγο‐ ρεύοντα „μανὴ θεκὲλ φαρές.“ ὅθεν καὶ οὐ μικρῶς ὁ βασι‐ λεὺς ἐπὶ τούτοις ἀπορεῖ. ἐρωτᾷ περὶ τούτων τοὺς ἑαυτοῦ σοφούς· οἱ δὲ μηδὲν εἰδέναι ὄμνυνται. μετακαλεῖται καὶ ὁ προφήτης Δανιήλ· ἔφθασε γὰρ ἡ ἐν αὐτῷ προφητικὴ δύ‐
20ναμις γενέσθαι κατάδηλος, ἡνίκα τὴν θαυμαστὴν ἐκείνην τοῦ
Ναβουχοδονόσορ ὅρασιν καὶ εἶπεν καὶ διεσάφησεν. εἰκόνα373

374

γὰρ εἶδε κατ’ ὄναρ πολύχρουν καὶ λίθον ἄνευ χειρὸς ἐξ ὄρους τμηθέντα καὶ τὴν εἰκόνα συντρίψαντα. ἀλλ’ ἐπελάθετο τοῦ ὁράματος. ἔξυπνος γεγονὼς μαθεῖν ἐζήτει τὴν ὅρασιν. καὶ πάντων ἀπορούντων τῶν αὐτοῦ σοφῶν τε καὶ ἐπαοιδῶν (θεοῦ
5γὰρ ἔλεγον τὰ τοιαῦτα πράγματα) ὁ προφήτης μετεκλήθη Δανιήλ, καὶ ὡς εἶχε τὰ τῆς ὁράσεως τῷ βασιλεῖ διεσάφησε. μανθάνει ταῦτα καὶ Βαλθάσαρ, καὶ τὸν προφήτην οὐ μικρῶς αἰτεῖ περὶ τῆς ἐπιλύσεως τῶν ὁραθέντων ἐκείνῳ γραμμάτων. πείθεται οὖν καί φησι πρὸς αὐτόν „μανή, ἠρίθμησεν ὁ θεὸς
10τὴν βασιλείαν σου καὶ ἐπλήρωσε· τοῦτο γὰρ ἑρμηνεύει ἡ Σύρα γλῶττα καὶ Ἑβραΐς. θεκέλ, ἐστάθμησεν ὁ θεὸς τὴν βασιλείαν σου, καὶ εὑρέθη ὑστεροῦσα. φαρές, διῄρηται καὶ ἡ βασι‐ λεία σου καὶ ἐδόθη Πέρσαις καὶ Μήδοις.“ τότε καὶ γὰρ μόνον ἦν ἡ βασιλεία τῶν Βαβυλωνίων. ὁ τοίνυν Βαλθάσαρ
15τὰ συμβησόμενα αὐτῷ δεινὰ μεμαθηκὼς οὐ μόνον οὐκ ἐδυσ‐ χέρανε κατὰ τοῦ Δανιήλ, ἀλλὰ καὶ ὡς ὑπέσχετο, δωρεαῖς αὐτὸν μεγίσταις ἠμείψατο, πορφύραν ἐνδύσας καὶ χρυσοῦν μανιάκιον. ἀλλὰ καὶ ἐρωτήσας αὐτὸν ὅπως ἐξευμενίσαι δυ‐ νηθείη τὸ θεῖον, ἤκουσεν „ἐν ἐλεημοσύναις τὰς ἁμαρτίας
20σου λύτρωσαι, καὶ ἀσέβειάν σου ἐν οἰκτιρμοῖς πενήτων.“374

375

Μετὰ δὲ ταῦτα στρατεύει κατὰ Βαβυλωνίων ὁ Δαρεῖος κατὰ τὴν τοῦ Δανιὴλ πρόρρησιν, καὶ ἄγει σὺν τοῖς λοιποῖς αἰχμαλώτοις καὶ αὐτὸν τὸν Δανιήλ, ὃν καὶ διὰ τιμῆς εἶχε πολλῆς. φθονοῦσιν αὐτῷ οἱ σατράπαι. πείθουσι τὸν βασι‐
5λέα τοιάνδε θέσθαι κέλευσιν, ὃς ἂν εὑρεθείη εὐξάμενος εἰς θεόν, τῷ τῶν λεόντων ἐμβληθῆναι λάκκῳ. ὁ γοῦν Δανιὴλ μηδὲν τούτων φροντίσας ηὔχετο εἰς θεόν. ἐφ’ ᾧ καὶ τοῖς λέουσι παραδίδοται. ἀλλὰ σῶος τῇ ἐπαύριον τοῦ λάκκου ἐξέρχεται. τῶν δὲ εἰπόντων μὴ ἄλλως τὸν Δανιὴλ σωθῆναι,
10εἰ μὴ κατακορεῖς ἦσαν οἱ λέοντες, τί γίνεται; τοῖς λέουσι καὶ αὐτοὶ παρατίθενται, καὶ εὐθέως βορὰ τούτοις γίνονται. μετὰ ταῦτα, ἤγουν μετὰ τοὺς λέοντας, τὰ ἐκ τῆς θαλάσσης ἀνερ‐ χόμενα τέσσαρα θηρία ὁρᾷ· καὶ ὁ Γαβριὴλ δὲ ἐν πεδίῳ τινὶ διαλέγεται αὐτῷ καὶ τὰ μέλλοντα διδάσκει.
15 Μετὰ ταῦτα κρατεῖ Κῦρος ὁ Πέρσης τὸν τοῦ Ἀστυάγου Δαρεῖον ἀνελὼν καὶ τὸν Κροῖσον ἀφανίσας. τότε δὴ τότε ὁ Δανιὴλ καὶ τὸ τῶν Βαβυλωνίων εἴδωλον, αὐτὸν δηλαδὴ τὸν Βήλ, ἐκ μέσου πεποίηκε, καὶ τὴν τῶν ἱερέων κακουργίαν διὰ τῆς αἰθάλης ἀπήλεγξεν. ἀναιρεῖ δὲ καὶ τὸν παρ’ ἐκείνοις τι‐
20μώμενον δράκοντα. εἶτα τί; ἐπανίστανται κατὰ τοῦ Κύρου ὡς δῆθεν ἰουδαΐζοντος οἱ ἱερεῖς, ἔκδοτον λαμβάνουσι τὸν Δανιήλ, καὶ ἐν ἓξ ἡμέραις λάκκῳ κατακλείουσιν, ἑπτὰ λέου‐
σι παραδόντες αὐτόν. ἀλλὰ βληθεὶς καὶ τότε ἀβλαβὴς δια‐375

376

μένει. τηνικαῦτα καὶ ὁ Ἀβακοὺμ εν ἀκαρεῖ τῷ Δανιὴλ ἐφί‐ σταται, καὶ ταῦτα τοῦ λάκκου ἐσφραγισμένου ὄντος, τὸ τῶν θεριστῶν ἐξ Ἰουδαίας βρῶμα κομίζων αὐτῷ· τοιαῦτα καὶ γὰρ τὰ τοῦ θεοῦ θαυμάσια. καὶ τῷ Δανιὴλ ἐπέστη, καὶ
5τῶν θεριστῶν οὐκ ἀπελιμπάνετο. Μετὰ δὲ Κῦρον Καμβύσης ὁ υἱὸς αὐτοῦ, ὁ καὶ Να‐ βουχοδονοσορ ἐπικληθείς, οὗ στρατηγὸς Ὁλοφέρνης, ὃν ἡ Ἰουδὴθ πανσόφως ἀποκτείνασα καὶ πάντα τὰ αὐτοῦ λαβοῦσα οὐχ ὑψώθη τὴν καρδίαν, ἀλλὰ ταῦτα πάντα τῷ κυρίῳ ἀνα‐
10θεμένη τῇ χηρείᾳ ἐδούλευσε μετὰ τῆς συνήθους ἐγκρατείας ζήσασα ἔτη ρεʹ. μετὰ τοῦτον Σμέρδιος ὁ Μάγος, εἶτα Δα‐ ρεῖος ὁ τοῦ Ὑστάσπου, ἐφ’ οὗ πάλιν ὁ Ζοροβάβελ καὶ ὁ Ἰησοῦς ἐτελείωσαν τὸν ναὸν ἀμεληθέντα ἔτη μʹ. μετὰ Δα‐ ρεῖον Ἀρταβάνης. μετὰ τοῦτον Ἀρταξέρξης ὁ μακρόχειρ,
15ἐφ’ οὗ Σοφοκλῆς καὶ Ἡράκλειτος, Ἀναξαγόρας καὶ Πυθα‐ γόρας καὶ Θουκυδίδης καὶ Εὐριπίδης καὶ Ἡρόδοτος καὶ Ἐμ‐ πεδοκλῆς καὶ Διογένης καὶ Ἱπποκράτης, Πλάτων καὶ Ἀριστο‐ τέλης ἐγνωρίζοντο. μετὰ δὲ Ἀρταξέρξην ἕτερος Ἀρταξέρξης, καὶ ἕως Δαρείου τοῦ Ἀρσάμου, ὃν καθελὼν Ἀλέξανδρος τὴν
20βασιλείαν τῶν Περσῶν κατέλυσε καὶ πᾶσαν τὴν γῆν ἐκρά‐
τησε.376

377

Μὰνθανε οὖν ἐντεῦθεν ὅτι πρώτη βασιλεία ἡ τῶν Ἀσ‐ συρίων ἤτοι Βαβυλωνίων, δευτέρα ἡ τῶν Μήδων ὡς ἐκείνην καθελοῦσα, μετὰ ταῦτα ἡ τῶν Περσῶν ὡς ἐκείνην διαδεξα‐ μένη, ἔπειτα ἡ τῶν Μακεδόνων ὡς καταγωνισαμένη τοὺς
5Πέρσας, καὶ τέλος ἡ τῶν Ῥωμαίων. Μετὰ μέντοι τὸν Ἀλέξανδρον οἱ παῖδες αὐτοῦ καὶ μεγι‐ στᾶνες τὴν βασιλείαν διεῖλον, καὶ τῆς μὲν Αἰγύπτου Πτολε‐ μαῖος ὁ Λαγὼς καὶ οἱ καθεξῆς Πτολεμαῖοι δέκα τὸν ἀριθμὸν ὄντες καὶ τρεῖς ἕως Κλεοπάτρας, τῆς δὲ Ἀσίας Ἀντίγονος,
10τῆς δὲ Συρίας καὶ Παλαιστίνης Σέλευκος ὁ Νικάνωρ, ὃς καὶ πόλεις δύο κτίσας εἰς τὰ μέρη Κιλικίας καὶ ἑτέραν ἐν Συρίᾳ τὴν μὲν Σελεύκειαν ἐκάλεσε, τὴν δὲ Ἀντιόχειαν, τὴν δὲ Λαοδίκειαν, εἰς ὄνομα ἑαυτοῦ τε καὶ τοῦ υἱοῦ καὶ τῆς θυ‐ γατρὸς αὐτοῦ. ἐφ’ οὗ Ῥόδιοι θαλασσοκρατήσαντες ἀνέστη‐
15σαν ἐν τῇ νήσῳ χαλκοῦν ἀνδριάντα εἰς τιμὴν τοῦ ἡλίου, ὃν διὰ τὸ μέγεθος ἐκάλεσαν κολοσσόν, ἀφʹ οὗ καὶ αὐτοὶ Κολοσ‐ σεῖς ὠνομάσθησαν. μετὰ δὲ Σέλευκον Ἀντίοχος ὁ υἱὸς αὐ‐ τοῦ καὶ ἕτεροι πέντε. εἶτα Ἀντίοχος ὁ ἐπιφανὴς υἱὸς Σε‐ λεύκου τοῦ φιλοπάτορος· ἐφ’ οὗ ἡ δευτέρα ἅλωσις τῆς Ἱε‐
20ρουσαλήμ. οὗτος γὰρ τὴν Αἴγυπτον πᾶσαν χειρωσάμενος ὡς
ἅρπαξ καὶ ἄδικος ἐπὶ τὴν Ἱερουσαλὴμ μετὰ θυμοῦ ὑπέστρε‐377

378

ψεν, ἔνθεν τοι καὶ ἀνῃρέθησαν μυριάδες ιηʹ. μετὰ δὲ δύο ἔτη ἀπέστειλε στρατηγόν, ὃς πολλὰ κακὰ τῇ πόλει τῇ ἁγίᾳ ἐνεδείξατο καὶ τὸν λαὸν ἑλληνίζειν ἠνάγκαζε. Ματθαῖος δέ τις ἔχων υἱοὺς πέντε, ἀφ’ ὧν Ἰούδας ὁ Μακκαβαῖος, ὃς
5ζήλῳ θείῳ κινηθεὶς τὸν στρατηγὸν ἀπέκτεινε τοῦ Ἀντιόχου καὶ μυρία ἄλλα εἰργάσατο. ὁ δὲ Ἀντίοχος κατὰ Περσίδος μὲν ὁρμήσας, ἀτίμως δὲ ὑποστρέφων μετὰ καὶ νόσου βαρυ‐ τάτης, συνῆκε καθ’ ἑαυτὸν λέγων „ἄξια πάσχω ὧν εἰς τὴν Ἱερουσαλὴμ πέπραχα.“ καὶ σκώληκας ἐκβράσας τὴν ψυχὴν
10ἀπερρήξατο. μετὰ δὲ τοῦτον Ἀντίοχος εὐπάτωρ ὁ υἱὸς αὐ‐ τοῦ, ἐφ’ οὗ Ἰούδας ὁ Μακκαβαῖος τοὺς φρουράρχους Ἀν‐ τιόχου τροπωσάμενος ἤγειρε καθ’ ἑαυτοῦ τὸν Ἀντίοχον μετὰ πλήθους ἀπείρου καὶ ἐλεφάντων νʹ καὶ εʹ, ἐφ’ ὧν πύργοι ξύ‐ λινοι, ἔχοντες ὁ καθ’ ἕνα ἀνὰ στρατιώτας ἐνόπλους λβʹ. τότε
15δὴ τότε μεγάλα εἰργάσατο ὁ Ἰούδας, ὡς καὶ τὴν ἀρχιερωσύνην λαβεῖν παρὰ τοῦ λαοῦ. ἐφ’ οὗ ὁ Ἰησοῦς ὁ τοῦ Σιρὰχ τὴν
πανάρετον συντάξας Ἰουδαίοις ἐγνωρίζετο.378

379

(1t)

ΤΜΗΜΑ ΤΡΙΤΟΝ
2Τὰ δὲ τῶν Ῥωμαίων πράγματα διῳκεῖτο πρώην ὑπὸ ὑπά‐ των ἐπὶ ἔτη τξʹ καὶ δʹ ἕως Ἰουλίου Καίσαρος τοῦ μὴ γεννη‐ θέντος· τῆς γὰρ μητρὸς αὐτοῦ θανούσης ἐν τῷ ἐννάτῳ μηνὶ
5τῆς ἐγκυμονίας αὐτῆς, τὴν κοιλίαν αὐτῆς ἀνατέμνουσι καὶ σῶον αὐτὸν ἐκεῖθεν ἐκβάλλουσιν, ὅθεν Καῖσαρ ἐλέγετο, ἀφ’ οὗ καὶ πάντες οἱ Ῥωμαίων βασιλεῖς Καίσαρες προσηγορεύ‐ θησαν· κατὰ γὰρ τὴν Ῥωμαίων γλῶτταν ἀνατομὴ τὸ Καῖ‐ σαρ λέγεται. οὗτος ὁ Ἰούλιος Καῖσαρ δικτάτωρ ἐκαλεῖτο,
10τουτέστι μονάρχης· αὐτὸς γὰρ μόνος καὶ πρῶτος τὸ Ῥω‐ μαϊκὸν ἐκράτησε σκῆπτρον ἔτη ιηʹ. ὃς καὶ νόμους Ῥωμαίοις ἔδωκε, καὶ τὰς ἰνδίκτους καὶ τὸν βίσεκτον ἔφερε, καὶ τὸν μῆνα Ἰούλιον ὠνόμασε πρότερον Κιντίλιον λεγόμενον. Μετὰ δὲ Ἰούλιον ἐβασίλευσεν ὁ ἐκ βρέφους μὲν Ὀκτάβι‐
15ος, Αὔγουστος δὲ διὰ τὴν λαμπρότητα ὕστερον, εἰ καί τινες αὐτὸν ἕτεροι λέγουσιν Ὀκταβίου υἱόν, ἔτη νʹ καὶ ϛʹ. ἀφ’ οὗ
καὶ σεβαστοὶ καὶ Αὔγουστοι οἱ Ῥωμαίων βασιλεῖς, καὶ ὁ379

380

μὴν Αὔγουστος ἐκλήθη ὁ καὶ πρότερον Σεκστίλιος. Αὔγου‐ στος δὲ ὁ Καῖσαρ καλεῖται παρὰ Ῥωμαίοις ὡς καὶ πλεῖόν τι ἢ κατὰ ἀνθρώπους ὑπάρχων· πάντα γὰρ τὰ ἱερώτατα καὶ σεβάσμια Αὔγουστα προσαγορεύονται. διὰ γὰρ τοῦτο καὶ
5σεβαστὸν εἶπον αὐτὸν ἀπὸ τοῦ σεβάζεσθαι, ὥσπερ τινὰ σε‐ πτόν. ὁ Καῖσαρ μετὰ τὸ τοὺς ἀντικειμένους αὐτῷ νικῆσαι, καὶ αὐτὸν δὲ τὸν Ἀντώνιον ναυμαχοῦντα, τὸ κράτος ἅπαν ἔσχε καὶ μονάρχης γέγονεν. ἐν δὲ τῷ τοῦ στρατοπεδίου τόπῳ κτίσας πόλιν Νικόπολιν ταύτην ὠνόμασεν. ἔστησε δὲ καὶ
10στήλας χαλκᾶς ἀνθρώπου καὶ ὄνου. λέγεται γὰρ νυκτὸς ἔτι οὔσης, καθ’ ἣν ἡμέραν ἡ ναυμαχία συνέστη, ἀνθρώπῳ συν‐ αντῆσαι ὄνον ἐλαύνοντι· καὶ ὃς ἐρωτηθείς „ἐμοὶ μὲν“ ἔφη „Εὐτυχὴς ὄνομα, τῷ δὲ ὄνῳ Νίκων.“ αἱ δὲ στῆλαι αὗται ὕστερον ἀνεκομίσθησαν εἰς τὸ Βυζάντιον, καὶ ἔστησαν ἐν τῷ
15Ἱπποδρομίῳ. ἀλλὰ καὶ Κλεοπάτραν χειρωσάμενος καὶ πᾶσαν τὴν Αἴγυπτον ὑποτάξας, καθεῖλε τὴν βασιλείαν Πτολεμαίων διαρκέσασαν ἔτεσι διακοσίοις καὶ ἐννενήκοντα. καὶ πάσης δὲ τῆς γῆς κυριεύσας καὶ τοὺς τοπάρχας καταλύσας, ἀνεῖλε τοὺς φονεύσαντας τὸν θεῖον αὐτοῦ Ἰούλιον. τότε δὴ τότε καὶ τὰ
20τοῦ Ἠσαΐου πέρας εἴληφεν „μὴ λήψεται ἔθνος ἐπὶ ἔθνος μά‐
χαιραν.“ κατελύθησαν γὰρ αὶ κατὰ τόπους τοπαρχίαι καὶ380

381

βασιλεῖαι καὶ οἱ ἀνὰ μέσον αὐτῶν πόλεμοι. ἢ οὐκ οἶδας; ὁπηνίκα ταῦτα ἐπροφητεύετο, ἄλλος μὲν τῆς Ἱερουσαλὴμ ἐκράτει, ἄλλος δὲ τῆς Σαμαρείας, καὶ ἕτερος Μωαβιτῶν. τοῦ δὲ Χριστοῦ κατὰ σάρκα γεννηθέντος ὑπὸ τὴν Ῥωμαϊκὴν
5ἀρχὴν αἱ ἐθναρχίαι πᾶσαι γεγόνασιν. οὐκοῦν ἀπὸ τῆς οἰκο‐ δομῆς Ἱερουσαλήμ, ἥτις ἐγένετο ἐπὶ Νεεμίου καὶ Ἔσδρα, μέχρις Ὑρκανοῦ τελευταίου ἀρχιερέως, ὃν Ἡρώδης ἀνεῖλεν, ὁ τῶν ξβʹ ἐτῶν ἀριθμὸς συμπληροῦται. ἔκτοτε δὲ καὶ μέχρι τῆς ἐν τῷ Ἰορδάνῃ ἐπιφανείας τοῦ κυρίου αὶ λοιπαὶ ἑπτὰ
10ἑβδομάδες κατὰ τὴν τοῦ Δανιὴλ πρόρρησιν τὴν οὕτω λέγου‐ σαν „οʹ ἑβδομάδες συνετμήθησαν τοῦ καταλῦσαι ὅρασιν καὶ προφήτην καὶ τοῦ χρισθῆναι ἅγιον ἁγίων,“ τουτέστιν αὐτὸν τὸν Χριστὸν τὸν υἱὸν τοῦ θεοῦ καὶ θεόν. μετὰ μέντοι τὴν ἀναίρεσιν τοῦ Ὑρκανοῦ παρανόμως οἱ ἀρχιερεῖς ἐγίνοντο·
15οὐδὲ γὰρ ἐξ ἐκείνου κατήγοντο. Λέγεται δὲ καὶ τοῦτο περὶ τοῦ Αὐγούστου Καίσαρος, ὅτι ὀξύχολος μὲν ἦν, μετεβάλλετο δὲ τάχιστα. οὗτος κατὰ πολλῶν τε ἀνθρώπων ἀπεφήνατο θάνατον· σοφὸς δέ τις κατ’ ἐκεῖνο καιροῦ χάρτῃ γράψας ἐνώπιον ἀκοντίζει τοῦ Καί‐
20σαρος. τὰ δὲ γράμματα ἔλεγε „δήμιε, παῦσαι κρίνων.“ ταῦ‐
τα οὖν ὁ Καῖσαρ ἀναγνοὺς ἐξίσταται τοῦ θρόνου, καὶ ἀκύ‐381

382

ρωτα πάντα τὰ ψηφισθέντα τίθησιν. οὗτος πολὺς ἦν εἰς γυναῖκας, καὶ μάλιστα τὰς ὑπάνδρους· καὶ δὴ τὸ χεῖρον, προσέταττε τοῖς ἀνδράσι καὶ μὴ βουλομένοις τοιούτου μύσους ὑπηρέτας γίνεσθαι. σοφὸς δέ τις Ἀλεξανδρεὺς Ἀθηνόδωρος
5τοὔνομα πολλὰ μὲν παρῄνει τῷ Καίσαρι τῶν τοιούτων ἕνε‐ κα, πείθειν δὲ ὅλως μὴ ἔχων ἄλλην ὁδὸν μετέρχεται. ἄν‐ θρωπον γάρ τινα τὰ πρῶτα ἐν τῇ συγκλήτῳ φέροντα ὀλοφυ‐ ρόμενον ἰδών (ἠναγκάζετο γὰρ τὴν αὑτοῦ γαμετὴν ἐγκλεῖσαι φορείῳ καταστέγῳ καὶ πρὸς τὸν Καίσαρα πέμψαι) παρεγ‐
10γυᾶται αὐτῷ μηκέτι πενθεῖν, αὐτὸν δὲ τῷ φορείῳ ἐγκλεῖσαι ἀντὶ τῆς γυναικὸς αὐτοῦ καὶ στεῖλαι πρὸς τὸν Καίσαρα. πείθεται οὖν, εἰ καὶ μόλις, ὁ ἀνήρ. καὶ τίνα τὰ μετὰ ταῦ‐ τα; εἴσεισιν ὁ Ἀθηνόδωρος ξίφος ἐπιφερόμενος, καὶ οὕτω διὰ τοῦ φορείου πρὸς τὸν Καίσαρα πέμπεται. δέχεται ὁ
15Καῖσαρ, ῥήγνυσι τὰς σφραγῖδας. ἔξεισιν ὁ Ἀθηνόδωρος, ἐπισείει τὸ ξίφος. πτοεῖται ὁ Καῖσαρ, ὑπισχνεῖται δι’ ὅρκων μηκέτι κοίταις ἀλλοτρίαις χρανθῆναι. μετὰ ταῦτα ὁ Ἀθη‐ νόδωρος πρὸς τὴν ἐνεγκαμένην ἀπαίρων, καὶ εἰδὼς τὸν Καί‐ σαρα ὀξὺ μὲν θυμούμενον ταχὺ δὲ μεταβαλλόμενον, κύπτει
20πρὸς οὖς ὡς δῆθεν καταφιλήσων αὐτόν, καὶ οὕτως ἔφη „σε‐ βαστὲ Καῖσαρ, τοῦτό σοι λείπει μόνον, μὴ τὰς ψήφους ἐξε‐
νεγκεῖν πρὶν ἂν ἐν ἑαυτῷ λαλήσῃς τὰ κδʹ γράμματα.“ το‐382

383

σοῦτον δὲ παρὰ τοῖς ὑπηκόοις ἀγαπώμενος ἦν ὥστε Ῥωμαῖ‐ ος ἀνὴρ τὸν βίον ἐκλιπεῖν μέλλων ἐπέτρεπε τοῖς ἑαυτοῦ παισὶ χαριστηρίους θυσίας ἐνεγκεῖν τοῖς θεοῖς, ὅτι ζῶντα κατα‐ λιμπάνει τὸν σεβαστόν. ἐπεὶ δὲ ὁ Καῖσαρ ἐξίστατο τοῦ βί‐
5ου, „πηλίνην“ ἔφησε „τὴν πόλιν εὑρὼν καλλίπυργον ταύτην καὶ στερεμνίαν πεποίηκα. πρὸς τούτοις δὲ καὶ πολλοὺς ἐν τῇ τελευτῇ μου βούλομαι κροτῆσαι χεῖρας, ὡς ἐπὶ μίμου τελευ‐ τῇ καὶ παίκτου τινός.“ ταῦτα δὲ καταπαίζων τοῦ βίου πάν‐ τως ἔλεγε. καὶ περὶ μὲν τούτων οὕτως.
10 Γίνωσκε δέ, ἀγαπητέ, ὅτι ἐν τῷ μβʹ ἔτει τῆς βασιλείας τοῦ μνημονευθέντος ἄνωθεν Καίσαρος γεννᾶται τὸ κατὰ σάρ‐ κα ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐκ τῆς ἀειπαρθένου Μα‐ ρίας. ἡ γὰρ ἄμωμος αὕτη γεννᾶται μὲν ἐξ ἐπαγγελίας, τριε‐ τίζουσα δὲ προσάγεται τῷ ναῷ, καιρὸν ἱκανὸν ἐν τοῖς αὐτοῦ
15διάγει ἀδύτοις, ὑπ’ ἀγγέλου κομίζεται τὴν τροφήν, ὡσεὶ δέ‐ κα γίνεται καὶ τεσσάρων ἐτῶν. σκέπτονται περὶ τούτου οἱ ἀρχιερεῖς, ὡς εἰκός· δεήσεις προσάγουσι τῷ θεῷ. μνηστεύε‐ ται τηνικαῦτα τῷ Ἰωσήφ, τοῦ θεοῦ καὶ τοῦτο διὰ τῆς βλα‐ στησάσης ῥάβδου προτρέψαντος. τότε δὴ τότε καὶ πέρας
20λαμβάνει προφητικὴ ῥῆσις ἡ λέγουσα „ἰδοὺ δίδοται βιβλίον
ἐσφραγισμένον ἀνδρὶ εἰδότι γράμματα,“ τουτέστι γάμοις προσ‐383

384

ωμιληκότι „καὶ ἐρεῖ, οὐ δύναμαι ἀναγνῶναι αὐτ, ὅτι ἐσφραγισμένον ἐστίν.“ οὐ πολὺς παρῆλθε καιρός, καὶ θεῖος ἄγγελος πρὸς αὐτὴν καταπέμπεται, „χαῖρε κεχαριτωμένη“ λέγων· „ὁ κύριος μετὰ σοῦ.“ ἔκθαμβος οὖν ἐπι τῷ ῥήμα‐
5τι γεγονυῖα, καὶ „πῶς ἔσται μοι τοῦτο“ εἰποῦσα, „ἐπεὶ ἄν‐ δρα οὐ γινώσκω;“ παρὰ τοῦ Γαβριὴλ ἀκούει καὶ τάδε „πνεῦ‐ μα ἅγιον ἐπελεύσεται ἐπὶ σέ, καὶ δύναμις ὑψίστου ἐπισκιά‐ σει σοι.“ πρόσεχε δὲ ὅτι νεῦμα ἅγιον εἰπὼν καὶ δύναμιν ὑψίστου, ὃ σημαίνει τὸν Χριστόν (Χριστὸς γὰρ θεοῦ δύνα‐
10μις) ὅλην ἐν τούτῳ τὴν ἁγίαν τριάδα ἐνέφηνεν. εἰ γὰρ καὶ μόνος ὁ υἱὸς ἐσαρκώθη, ἀλλὰ καὶ ὁ πατὴρ καὶ τὸ πνεῦμα τὸ ἅγιον συμπαρῆσαν αὐτῷ σαρκουμένῳ κατὰ τὸ ἀδιαίρετον τῆς ὁμοουσιότητος, ὡς ὁ μέγας φησὶν Ἀθανάσιος. κατὰ τοῦ‐ το καὶ ὁ Παῦλος ἔλεγεν ὅτι ἐν αὐτῷ κατοικεῖ πᾶν ὸ πλή‐
15ρωμα τῆς θεότητος σωματικῶς, τουτέστιν οὐσιωδῶς. Ἐγκυμονεῖ τηνικαῦτα λοιπόν, ὀγκοῦται ἡ παρθενικὴ γα‐ στὴρ αὐτῆς. οὐ μικρῶς ἐπὶ τούτοις ὁ Ἰωσὴφ ταράσσεται, λαθραίως ἀπολῦσαι τὴν ἐγκύμονα μελετᾷ. θεῖος αὐτῷ ἐφί‐ σταται ἄγγελος κατ’ ὄναρ, „μὴ φοβηθῇσ“ λέγων „παραλαβεῖν
20Μαριὰμ τὴν γυναῖκά ου· τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ πνεύματός ἐστιν ἁγίου.“ ἔξυπνος οὖν γεγονὼς παρέλαβε ὴν
γυναῖκα αὐτοῦ, καὶ οὐκ ἐγίνωσκεν αὐτήν, ἕως οὗ ἔτεκε τὸν384

385

υἱὸν αὐτῆς τὸν πρωτότοκον. ὁ μὲν οὖν μέγας Βασίλειός φησιν ὅτι οὔτε πρὸ τοῦ τόκου οὔτε μετὰ τὸν τόκον ἔγνω τὴν πάναγνον ὁ Ἰωσήφ. τὸ γὰρ ἕως οὗ πολλαχοῦ τῆς γραφῆς ἀόριστον εὕρηται, ὡς ὅταν λέγει „καὶ οὐχ ὑπέστρεψεν ὁ κόραξ
5ἕως οὗ ἐξηράνθη ἡ γῆ·“ καὶ γὰρ ὁ κόραξ οὐδὲ μετὰ τὸ ξηραν‐ θῆναι τὴν γῆν ὑπέστρεψε. καὶ ἀλλαχοῦ „εἶπεν ὁ κύριος τῷ κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.“ εἴπερ οὐκ ἦν ἀόριστον τὸ ἕως, ἐγερθῆναι λοιπὸν εἴπαμεν τὸν κύριον μετὰ τὸ τεθῆναι τοὺς
10ἐχθροὺς αὐτοῦ ὑπὸ τοὺς πόδας αὐτοῦ. ἀλλὰ καὶ ὁ σωτὴρ Χριστὸς τοῖς μαθηταῖς αὐτοῦ ἔλεγε „καὶ ἔσομαι μεθ’ ὑμῶν πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας.“ εἰ οὖν οὐκ ἦν ἀόρι‐ στον τὸ ἕως, μετὰ τὴν συντέλειαν λοιπὸν οὐ συνέσεται τοῖς μαθηταῖς ὁ Χριστός. καὶ μὴν ὁ Παῦλος οὕτω φησίν „ἁρπα‐
15γησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ κυρίου εἰς ἀέρα, καὶ οὕτω πάντοτε σὺν κυρίῳ ἐσόμεθα.“ καὶ ταῦτα μὲν τοῦ‐ τον ἔχει τὸν τρόπον, ὁ δὲ μέγας Ἀθανάσιός φησιν ὅτι οὐκ ἐγίνωσκεν αὐτὴν ἀληθῶς ἕως οὗ ἔτεκε τὸν κύριον. οὐκ ᾔδει τί τὸ ἐν αὐτῇ. μόνον ὅτε ἔτεκε, τότε δὴ καὶ ἐγνώρισε.
20τότε ἔγνω ὁ Ἰωσὴφ τίς ἡ δύναμις τῆς παρθένου. τότε ἔγνω,
ὅτε ἐξελόχευσε καὶ τὰ τῶν λεχῶν οὐ κατενόησεν, ὅτε γάλα385

386

παρεῖχε ξενορρυὲς καὶ θηλὴν τῆς φυσικῆς νομῆς ἀλλοτρίαν, ὅτε μαζὸν ἔδωκε καὶ φλεβοσυλίαν οὐχ ὑπέμεινεν. ἀλλὰ μὴ ξένον τὸ πρᾶγμα ἡγοῦ. ἐπειδὴ γὰρ θεὸς ἦν καὶ ἄνθρωπος τὸ τικτόμενον, ἐξ ἀνάγκης ἑαυτῷ συνέζευξε τά τε θεῖα τά τε
5ἀνθρώπινα. καὶ ἀνθρώπινα μὲν ὁ ὄγκος τῆς γαστρός, ὁ τῆς κυοφορίας ἐνναμηνιαῖος καιρός, ἡ τοῦ τικτομένου συνήθης ἔξοδος, ἡ γαλακτοτροφία καὶ ἡ ἀπὸ τοῦ μικροῦ ἐπὶ τὸ κα‐ θῆκον αὐτοῦ σώματος αὔξησις· κατὰ γὰρ τὸν μακάριον Παῦλον πάντων πεπείραται τῶν ἡμετέρων ἄνευ μόνης τῆς
10ἁμαρτίας. θεῖα δὲ πάλιν ἡ ἄσπορος σύλληψις, ἡ παράδοξος κύησις καὶ ἀρρύπαντος γέννησις. καὶ τοῦτό ἐστιν ὅπερ ἡ θεολόγος ἔλεγε γλῶττα „νόμοι φύσεως καταλύονται.“ πρὸς τοῖς ἄλλοις γὰρ καὶ μητρικῶν ὠδένων ἄνευθεν Χριστὸν ἡ πάναγνος ἔτεκε· κατὰ γὰρ τὸν Δαμασκηνόν, ἔνθα ἡδονὴ οὐ
15προηγήσατο, εἰκότως οὐδὲ ὀδύνη ἐπηκολούθησεν. ὅτι δὲ τὰ τῆς κυοφορίας παράδοξα ἦσαν, καὶ ὁ Ἀρεοπαγίτης Διονύσιος ἔδειξεν, οὕτως εἰπὼν περὶ αὐτοῦ, ὅτι τὸ μὲν ἀνδρικῶς οὐ‐ σιωθῆναι αὐτὸν ἐκ τῶν ἱερῶν λογίων ἐμάθομεν, ἀγνοοῦμεν δὲ ὅπως ἐκ παρθενικῶν αἱμάτων ἑτέρῳ παρὰ τὴν φύσιν
20θεσμῷ διεπλάττετο. καλῶς οὖν ὁ μέγας Ἀθανάσιος ἔφησεν
„ὅτε ἐξελόχευσε, καὶ τὰ τῶν λεχῶν οὐ κατενόησεν·“ εἰ μὴ386

387

γὰρ τοῦτο ἦν, οὐκ ἂν ἡ αὐτὴ καὶ τίκτουσα καὶ σπαργανοῦσα καὶ τῇ φάτνῃ τὸ παιδίον ἐπανακλίνουσα. καὶ οὕτω μὲν οἱ διαληφθέντες θεῖοι πατέρες περὶ τοῦ εὐαγγελικοῦ ῥητοῦ τοῦ λέγοντος „καὶ οὐκ ἐγίνωσκεν αὐτήν, ἕως οὗ ἔτεκεν τὸν υἱὸν
5αὐτῆς τὸν πρωτότοκον.“ οἱ δὲ τοῦ Μάνεντος κληρονόμοι Παυλικιανοὶ τὸ τοιοῦτον ῥητὸν πρὸς ἴδιον ἐκλαμβάνοντες θέλημα, τὴν ἄσπιλον τοῦ κυρίου μητέρα τερατολογοῦσι μετὰ τὸν σωτήριον τόκον ἑτέρους υἱοὺς ἐκ τοῦ Ἰωσὴφ παιδο‐ ποιῆσαι.
10 Γεννᾶται οὖν ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστός, καὶ Μάγοι ἐκ Περσίδος ἐγείρονται τὸν καινότατον ἐκεῖνον ἀστέρα θεασάμενοι, καὶ εἰς προσκύνησιν αὐτοῦ παραγίνονται, προη‐ γούμενον ἔχοντες τὸν τοιοῦτον ἀστέρα καὶ τὴν ὁδὸν οἷον ὑπο‐ δεικνύοντα. πρόσεχε δέ, ἀγαπητέ· διαφωνία γὰρ οὐ μικρὰ
15παρὰ τοῖς ἁγίοις γίνεται τῆς παρὰ τῶν Μάγων ενεκα προσ‐
κυνήσεως. πρῶτον γὰρ ὁ μέγας Ἐπιφάνιος ἐν τῇ βίβλῳ387

388

Παναρίῳ διετῆ λέγει καὶ ἐν οἰκίᾳ παρὰ τῶν Μάγων προσκυ‐ νηθῆναι τὸν Χριστόν· ἐπειδὴ γὰρ ὁ κατὰ τὴν χώραν αὐτῶν φανεὶς ἀστὴρ τὴν κατὰ σάρκα ἐμήνυσε τοῦ Χριστοῦ γέννη‐ σιν, προέφθασε δὲ δι’ ὀλίγου τοὺς Μάγους ἀγαγεῖν εἰς Ἱερο‐
5σόλυμα (κατὰ γὰρ τοῦτο καὶ ὁ Ἡρώδης ἀπὸ διετοῦς ἀναι‐ ρεῖσθαι τὰ βρέφη προσέταξε, κατὰ τὸν χρόνον ὃν ἠκρίβωσε παρὰ τῶν Μάγων), τούτου χάριν ἀναμνησθεὶς ὁ θεῖος ἀνὴρ διετῆ παρὰ τῶν Μάγων ἔφη προσκυνηθῆναι τὸν Χριστόν. ἀλλ’ ὁ χρυσορρήμων Ἰωάννης οὐχ οὕτως· οὐδὲ γὰρ ἅμα
10τῷ γεννηθῆναι τὸν Χριστὸν τηνικαῦτα καὶ τὸν ἀστέρα φησὶ τοῖς Μάγοις ὀφθῆναι. καὶ ἄκουε τιʹ κατὰ ῥῆμα διέξεισιν ἐν τῇ τοῦ κατὰ Ματθαῖον ἑρμηνείᾳ. „ὁ ἀστὴρ δὲ πρὸ πολλοῦ τῆς γεννήσεως ἐφάνη τοῖς Μάγοις, ἵν’ ἐν σπαργάνοις τὸν Χριστὸν προσκυνήσωσι. πολὺν γὰρ ἔμελλον ἐν τῇ ὁδῷ ἀνα‐
15λίσκειν τὸν χρόνον. συνεμέτρησε γάρ“ φησὶ „τὸν χρόνον ὁ θεός, ὃν ἔμελλον ἐν τῇ ὁδῷ ἀναλῶσαι οἱ Μάγοι· καὶ οὕτω κατ’ ἐκεῖνον προέφθασεν αὐτοῖς τὸν ἀστέρα, ὡς ἐντεῦθεν ἐν σπαργάνοις προσκυνῆσαι τὸν κύριον. ἀλλὰ καὶ ὁ μέγας Ἀθανάσιος, αὐτός τε ὁ Δαμασκηνὸς Ἰωάννης, ἐν σπηλαίῳ
20λέγοντες παρὰ τῶν Μάγων προσκυνηθῆναι τὸν Χριστόν, τὴν τοῦ χρυσορρήμονος ἐπιβεβαιοῦσι πάντως ἐξήγησιν.
Οἶδα δέ, ἀγαπητέ, ὅτι καὶ ἐπὶ τοῖς λοιποῖς τοῦ τοιού‐388

389

του ἀστέρος οὐ μικρῶς ἀμφιβάλλεις, τῇ παραδόξῳ τε κινήσει, τῇ στάσει, τῇ ἀποκρυβῇ, τῇ ἀφ’ ὕψους συγκαταβάσει, καὶ πᾶσιν ἁπλῶς τοῖς τοιούτοις. ἀλλὰ μὴ ἐπὶ πλέον ἀμφίβαλλε· οὐδὲ γὰρ ὁ τοιοῦτος ἀστὴρ εἷς ἐτύγχανε τῶν πολλῶν, οὓς ὁ θεὸς
5ἐν τῷ στερεώματι κατ’ ἀρχὰς ἔθετο, ἀλλὰ δύναμίς τις ἀόρα‐ τος ἦν, εἰς ταύτην μετασχηματισθεῖσα τὴν ὄψιν, ὡς ὁ χρυ‐ σορρήμων Ἰωάννης φησίν. ἔδει γὰρ καὶ ἐπὶ παραδόξῳ τοι‐ αύτῃ γεννήσει καὶ παράδοξον ἀστέρα γενέσθαι μηνυτὴν καὶ προάγγελον, ὡς ὁ θειότατός φησι Κύριλλος· εἰ μὴ γὰρ
10τοῦτο ἦν, οὐκ ἂν ἐπὶ τοσοῦτον ἔφαινεν, οὐκ ἂν ἐν ἡμέρᾳ μέσῃ τὰς ἡλιακὰς ἀκτῖνας ὑπερηκόντιζεν. εἰ μὴ τοῦτο ἦν, οὐκ ἂν ἔπεισε τοὺς Μάγους ἐκεῖθεν ἐγερθῆναι καὶ τοσαύτην ὁδὸν στείλασθαι, οὐκ ἂν οὕτω θαυμασίως εἰς Ἱεροσόλυμα ἤγαγεν, οὐκ ἂν ἐξ ὕψους συγκαταβὰς ἐπάνω τοῦ τεχθέντος
15ἔστη παιδίου, οὐκ ἂν ἄφαντος μετὰ ταῦτα ἐγένετο. ἐπειδὴ γὰρ ὁδηγούμενοι παρ’ αὐτοῦ προσεληλύθασι τῷ Χριστῷ καὶ τῇ κατ’ αὐτὸν ἀπλανεῖ πίστει γεγόνασι κάτοχοι, χειραγωγίας οὐκέτι τοιαύτης ἐδέοντο. ἔνθεν τοι καὶ κατ’ ὄναρ χρηματι‐ σθέντες δι’ ἄλλης ὁδοῦ ἀνεχώρησαν εἰς τὴν χώραν αὐτῶν.
20 Πρὸς τούτοις δέ, ἀγαπητέ, τὴν τοῦ ἐν Βουλγαρίᾳ ἀρχιε‐ πισκόπου ἐξήγησιν ἐπὶ μέσου παράγεις, κἀντεῦθεν διισχυ‐
ρίζῃ μὴ ἐν αὐτῷ τῷ σπηλαίῳ ἀλλ’ ἐν οἰκίᾳ γενέσθαι τινὶ τὴν389

390

παρὰ τῶν Μάγων προσκύνησιν. ὁ γὰρ θεῖος οὗτος ἀνὴρ ἐκ τῶν τοῦ κατὰ Ματθαῖον εὐαγγελίου, ὡς ἔοικεν, ὁρμώ‐ μενος, τῶν οὕτω περὶ τῶν Μάγων λεγόντων „καὶ ἐλθόντες εἰς τὴν οἰκίαν εἶδον τὸ παιδίον μετὰ Μαρίας τῆς μητρὸς
5αὐτοῦ,“ καὶ τάδε φησίν, ὅτι μετὰ τὸ γεννηθῆναι τὸν κύριον καὶ ἐν τῇ φάτνῃ ἀνακλιθῆναι εἰκὸς ἦν εὑρεθῆναι καὶ οἰκίαν τινά, ἐν ᾗ παρὰ τῶν Μάγων τὴν προσκύνησιν δέξασθαι. καὶ ὁ μὲν διαληφθεὶς ἀνὴρ ἔοικε προφανῶς λέγειν μὴ ἐν τῷ σπηλαίῳ, ἐν ᾧ καὶ ἡ φάτνη, τοὺς Μάγους ἰδεῖν τὸν Χρι‐
10στόν· ὁ δὲ τὴν γλῶτταν χρυσοῦς τά τε τῆς οἰκίας συμβι‐ βάζων καὶ τὰ τῆς φάτνης αὐτῆς οὕτω φησίν, ὅτι τεκοῦσα μὲν εὐθέως κατέκλινεν· ἐκεῖ πολλῶν καὶ γὰρ συνιόντων διὰ τὴν ἀπογραφὴν οὐκ ἦν οἰκίαν εὑρεῖν. παράγει δὲ καὶ τὸν θειότατον Λουκᾶν ἐπισημαίνοντα τοῦτο καὶ λέγοντα ὅτι
15διὰ τὸ μὴ εἶναι τόπον ἐν τῷ καταλύματι, ἀνέκλινεν αὐτὸν ἐν τῇ φάτνῃ, μετὰ δὲ τοῦτο ἀνείλετο καὶ ἐπὶ τῶν γονάτων εἶχεν. αλλὰ καὶ ἐν τῇ τοῦ κατὰ Ματθαῖον ἕκτῃ ὁμιλίᾳ περὶ τῶν Μάγων οὕτω φησί „τί δὲ ὅλως καὶ βασιλείας σύμβολον εἶδον, καλύβην καὶ φάτνην καὶ παιδίον ἐν σπαργάνοις καὶ μη‐
20τέρα πτωχὴν ἰδόντες;“ καὶ μετ’ ὀλίγα „πῶς δὲ καὶ ὁ ἀστήρ, εἰπέ μοι, τόπον οὕτω στενὸν φάτνης καὶ καλύβην ἐδείκνυεν,
εἰ μὴ τὸ ὑψηλὸν ἐκεῖνο ἀφεὶς κάτω κατέβη καὶ ὑπὲρ αὐτῆς390

391

ἔστη τῆς κεφαλῆς τοῦ παιδίου;“ καὶ μετὰ ταῦτα „ἐπεὶ οὖν ἤγαγε καὶ ἐχειραγώγησε, καὶ πρὸς τὴν φάτνην ἔστησεν, οὐκ‐ έτι δι’ ἀστέρος ἀλλὰ δι’ ἀγγέλου λοιπὸν αὐτοῖς διαλέγεται.“ καὶ ἐν τῇ ὀγδόῃ δὲ ὁμιλίᾳ κατὰ λέξιν οὕτω φησὶ περὶ τῶν
5Μάγων „ἀλλὰ τιʹ τὸ πεῖσαν αὐτοὺς προσκυνῆσαι; οὔτε γὰρ ἡ παρθένος ἐπίσημος ἦν οὔτε ἡ οἰκία περιφανής.“ καὶ μετ’ ὀλίγα „οὐδέν τι τῶν αἰσθητῶν μέγα ἐκεῖ, ἀλλὰ φάτνη καὶ καλύβη καὶ μήτηρ πτωχή, ἵνα γυμνὴν τῶν Μάγων ἴδῃς τὴν φιλοσοφίαν.“ μάνθανε οὖν ἐντεῦθεν ὅτι καὶ οἰκίαν καὶ κα‐
10λύβην τὸ σπήλαιον ὁ χρυσορρήμων ἐκάλεσεν, ἔνθα καὶ ἡ φάτνη. μὴ οὖν ἔνθεν κἀκεῖθεν περιπλανάσθω σου ἡ διάνοια, τῷ χρυσορρήμονι δὲ πρόσεχε μᾶλλον, ὅτι καὶ σάλπιξ οὗτος χρυσήλατος τοῦ παναγίου κεχρημάτικε πνεύματος. Γεννᾶται οὖν, ὡς εἴρηται, ὁ Χριστός, κἀντεῦθεν ὀκταή‐
15μερος περιτέμνεται, ἐν τῷ ναῷ προσάγεται μεθ’ ἡμέρας μʹ. „καὶ ἐπλήσθησαν“ γάρ φησιν „αἱ ἡμέραι τοῦ καθαρισμοῦ κατὰ τὸν νόμον Μωσέως, καὶ ἀνήγαγον τὸ παιδίον εἰς Ἱερο‐ σόλυμα,“ κατὰ τὸν οὕτω λέγοντα νόμον „ἐὰν σπερματισθῇ γυνὴ ἀπὸ ἀνδρὸς καὶ τέκῃ παιδίον ἄρρεν, ἀκάθαρτος αὕτη
20μενέτω ἡμέρας μʹ, ἐὰν δὲ θῆλυ τέκῃ παιδίον, ἡμέρας πʹ.“ διὰ τιʹ δὲ καὶ τίνος ἕνεκεν ταῦτα; ὁ ἐμπρόθεσμος οὗτος τῆς
ἀκαθαρσίας καιρὸς διπλασίων ἐδόθη τῇ μητρὶ τοῦ θήλεως;391

392

ὁ μὲν οὖν Θεοδώρητος οὕτως εὕρηται περὶ τούτων διεξιών, ὅτι τὰ τῆς τοιαύτης ἀκαθαρσίας ἀναπαύσεως χάριν ἐνομοθε‐ τήθη ταῖς γυναιξί, βαρυνομέναις δῆθεν τῷ τῆς ἐγκυμονίας καιρῷ· διὰ γὰρ τοῦ φόβου τῆς ἀκαθαρσίας ἀναχαιτίζει τοὺς
5ὁμοζύγους ὁ νόμος, καὶ πείθει τηνικαῦτα ταῖς γαμεταῖς αὐ‐ τῶν μὴ προσέρχεσθαι. καὶ ἐπειδὴ τὸ θῆλυ μείζονι καθυπο‐ βάλλει ἀχθηδόνι τὴν αὐτὸ φέρουσαν (λέγεται γὰρ ὅτι τάχιον ἐν τῇ γαστρὶ σκαίρει τὸ τοιοῦτον ἢ τὸ ἄρρεν), τούτου χάριν ὁ τῆς ἀκαθαρσίας καιρὸς διπλασίων ἐδόθη ταῖς τικτούσαις
10τὰ θήλεα, ὡς ἐντεῦθεν αὐτὰς διπλασίω κεκτῆσθαι καὶ τὴν ἀνάπαυσιν. καὶ τὰ μὲν τοῦ Θεοδωρήτου τοιαῦτα· ὁ δὲ θειότατος Κύριλλος ἐν ἡμέραις μὲν εἰδοποιεῖσθαι τὸ ἄρρεν φησὶ μʹ, τὸ θῆλυ δ’ αὖ ἡμερῶν πʹ δέεσθαι πρός γε τὴν εἰς εἶδος τὸ ἀνθρώπινον πάροδον. καὶ ἐπειδὴ τὸ μὲν ἄρρεν
15καθαρισμοῦ χάριν ἐν ἡμέρᾳ τῇ τεσσαρακοστῇ τὸ δὲ θῆ‐ λυ τῇ ὀγδοηκοστῇ προσεφέρετο τῷ ναῷ, φαίνεται πάντως ὅτι καθάρσεως ἡ τοιαύτη πλάσις δέεται παρὰ θεοῦ. καὶ οὕτω μὲν οἱ θεῖοι περὶ τούτου πατέρες· ἡ δὲ λεγομένη Λεπτὴ Γένεσις, οὐκ οἶδ’ ὅθεν συγγραφεῖσα καὶ ὅπως, φησὶν
20ὅτι μεθ’ ἡμέρας μʹ εἰσῆλθεν ὁ Ἀδὰμ εἰς τὸν παράδεισον, ἡ δὲ Εὔα μεθ’ ἡμέρας πʹ, καὶ τούτου χάριν ἐν ἡμέραις τοσαύ‐ ταις προσάγονται τῷ ναῷ τό τε ἄρρεν καὶ τὸ θῆλυ, ἀναλό‐
γως τάχα τῷ Ἀδὰμ καὶ τῇ Εὔᾳ. ἀλλ’ ἄφες αὐτήν· ἡ γὰρ392

393

τοῦ Μωσέως ἀληθὴς ἱστορία δείκνυσιν ὅτι τῇ ἕκτῃ ἡμέρᾳ τὸν Ἀδὰμ ἔπλασεν ὁ θεός, καὶ ἔθετο αὐτὸν εὐθέως ἐν τῷ παραδείσῳ· καὶ τὴν Εὔαν ὡσαύτως ἐν αὐτῷ πλάττει τῷ παραδείσῳ ἐν τῇ ἕκτῃ ἡμέρᾳ, μίαν τῶν πλευρῶν λαβὼν τοῦ
5Ἀδάμ· μετὰ γὰρ τὴν ἕκτην ἐποίησεν οὐδέν. Ἀνήγαγον οὖν εἰς Ἱεροσόλυμα τὸν Ἰησοῦν, ὡς προείρηται, τῷ Μωσαϊκῷ νομῷ καὶ αὐτὸν ὑποκείμενον. μετὰ μέντοι τὸ ἀναχθῆναι τὸν Ἰησοῦν εἰς Ἱεροσόλυμα, καθά φησιν ὁ τὴν γλῶτ‐ ταν χρυσοῦς, φεύγει πρὸς Αἴγυπτον. ἐκεῖθεν εἰς Ναζαρὲθ
10ἔρχεται, κἀκεῖ τὴν σωματικὴν αὔξησιν δέχεται. ὡσεὶ ἐτῶν λʹ γίνεται, καθά φησιν ὁ θεηγόρος Λουκᾶς, πρὸς Ἰορδάνην πορεύε‐ ται, παρὰ Ἰωάννου τὸ βάπτισμα δέχεται. τότε δὴ τότε καὶ τοῖς ἀγνοοῦσι γνώριμος γίνεται· εἰ μὴ γὰρ ἄγνωστος παντάπα‐ σιν ἦν, οὐκ ἂν ὁ πρόδρομος τοῖς ἀπεσταλμένοις πρὸς αὐτὸν
15ἱερεῦσι καὶ Λευίταις ἔλεγεν „ἰδοὺ μέσος ὑμῶν ἕστηκεν, ὃν ὑμεῖς οὐκ οἴδατε.“ ὁ πατὴρ ἄνωθεν διὰ τοῦ παναγίου πνεύ‐ ματος αὐτὸν ὑποδείκνυσι. καὶ πρόσχες τῷ βαπτιστῇ λέγοντι „ἐγὼ οὐκ ᾔδειν αὐτόν, ἀλλ’ ὁ πέμψας με βαπτίζειν ἐκεῖνός μοι εἶπεν ‘ἐφ’ ὃν ἂν ἴδῃς τὸ πνεῦμα κατερχόμενον, ἐκεῖνός
20ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός.‘“ εὔδηλον οὖν ἐντεῦθεν ὅτι πρὸ τῆς ἐν Ἰορδάνῃ ἐπιφανείας αὐτοῦ κατάδηλος οὐκ ἦν οὐδενί· εἰ γὰρ τοῦτο ἦν, οὐκ ἂν αὐτὸς ὁ πρόδρομος ἔλεγεν
„ἐγὼ διὰ τοῦτο ἦλθον βαπτίζων ἐν ὕδασιν, ἵνα φανερωθῇ393

394

τῳ Ἰσραήλ,“ καὶ αὖθις „κἀγὼ ἑώρακα, καὶ μεμαρτύρηκα τῇ ἀληθείᾳ, ὅτι αὐτός ἐστιν ὁ υἱὸς τοῦ θεοῦ.“ ἀλλὰ καὶ τὸ πνεῦμα τὸ ἅγιον, ἀγαπητέ, διὰ τοῦτο κατῆλθεν ἐπὶ τὸν Ἰησοῦν, ἵνα μή τις νομίσῃ ὅτι χάριν τοῦ βαπτιστοῦ κατηνέ‐
5χθη ἄνωθεν ἡ πατρικὴ καὶ θεία φωνή, εἴγε καὶ μᾶλλον ἐκεῖνος μείζων ἐδόκει τοῦ βαπτιζομένου· καὶ ἀρχιερέως γὰρ ἦν υἱὸς καὶ ἐκ στείρας γεγέννηται, καὶ μᾶλλον ὅτι τὸν Ἰη‐ σοῦν αὐτὸς ἐβάπτιζεν ὡς ἕνα τῶν πολλῶν ἐκεῖσε παραγενό‐ μενον. οὐδέπω καὶ γὰρ δῆλα γενέσθαι τὰ κατ’ αὐτὸν ἔφθα‐
10σεν, ὡς ὁ χρυσορρήμων Ἰωάννης ἐν τῇ εἰς τὸ κατὰ Ματ‐ θαῖον δωδεκάτῃ αὐτοῦ ὁμιλίᾳ φησίν. Εἰ δὲ ταῦτα οὕτως ἔχει, εἰ πρὸ τοῦ βαπτισθῆναι παν‐ τάπασιν ἄγνωστος ἦν, τὰς εὑρισκομένας ὁπουδήποτε λοιπὸν ἱστορίας, περί τε τοῦ ὕδατος δηλαδὴ τοῦ ἐλεγμοῦ καὶ περὶ
15τῆς ἀρχιερωσύνης αὐτῆς, ἣν λέγουσι παρὰ τῶν Ἰουδαίων δέξασθαι τὸν Χριστόν, ὡς οὐδὲν ἡγοῦ καὶ ἀπόρριπτε. εἰ γὰρ τοιοῦτόν τι γενέσθαι προέφθασεν, οὐκ ἂν ὁ εὐαγγελιστὴς Ἰωάννης ἔλεγε „ταύτην ἐποίησε τὴν ἀρχὴν τῶν σημείων ἐν Κανᾷ τῆς Γαλιλαίας, καὶ ἐφανέρωσε τὴν δόξαν αὐτοῦ, καὶ
20ἐπίστευσαν οἱ μαθηταὶ αὐτοῦ εἰς αὐτόν.“ εἰ γὰρ καὶ περὶ τὸ δωδέκατον ἔτος τῆς κατὰ σάρκα ἡλικίας αὐτοῦ ἀνῆλθεν
εἰς τὸ ἱερόν, καὶ ἐνεφάνισε δῆθεν ἑαυτόν, ἀλλ’ οὐ τὴν394

395

οἰκείαν θεότητα κατάδηλον ἐντεῦθεν ἐποίησεν, ὅτι μηδὲ ση‐ μεῖον ἐκεῖσε τηνικαῦτα εἰργάσατο, μόνην δὲ τὴν ἐπικαθη‐ μένην τοῖς αὐτοῦ χείλεσι χάριν ὑπέδειξε καὶ ἔκτοτε πάλιν ἑαυτῷ συνεσκίασεν, ὡς ὁ χρυσοῦς τὴν γλῶτταν ἐν τῇ κατὰ
5Ἰωάννην ἑρμηνείᾳ φησίν. Μετὰ δὲ ταῦτα, ἤγουν μετὰ τὸ βάπτισμα καὶ τὸ ἐν Κανᾷ σημεῖον, ἐκλέγεται μαθητὰς δυοκαίδεκα τὸν ἀριθμόν, ἀπόρους δὲ πάντας καὶ ἰδιώτας, ἁλιεῖς, ἀγραμμάτους καὶ τῆς μερίδος ὄντας τῶν ἀφανῶν. διὰ τιʹ δὲ ταῦτα καὶ τίνος ἕνεκεν;
10ἵνα τὸ δι’ αὐτῶν κατορθούμενον τῇ τοῦ θεοῦ δυνάμει καὶ σοφίᾳ λογίζηται. καὶ τοῦτό ἐστιν ὅπερ ἔλεγε πρὸς Παῦλον ὁ κύριος „ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται.“ καὶ ὁ μὲν ἀληθὴς λόγος πτωχείαν καὶ
ἰδιωτείαν λέγει προσεῖναι τοῖς μαθηταῖς τοῦ Χριστοῦ· Ἐπι‐395

396

φάνιος δέ τις πρεσβύτερος ἐν λόγῳ αὐτοῦ, ὃν ἐπὶ τῷ γενε‐ θλίῳ δῆθεν τῆς παναμώμου μητρὸς τοῦ κυρίου ἐξέδωκε, καὶ τάδε φησίν, ὅτι ὁ υἱὸς Ζεβεδαίου Ἰωάννης μετὰ τὸ ἀποθα‐ νεῖν τὸν πατέρα αὐτοῦ ἐπώλησε πᾶσαν τὴν αὐτοῦ κτῆσιν
5τὴν ἐν Ζεβεδῇ καὶ ἐλθὼν εἰς Ἱερουσαλὴμ ἠγόρασε τὴν ἁγίαν Σιών· ὅθεν ὡς τοῦ Καϊάφα καταμένοντος ἐν τῇ ἀγορασίᾳ Ἰωάννου, κατὰ τοῦτο λέγεται οὗτος εἶναι γνώριμος τῷ ἀρ‐ χιερεῖ· καὶ τὰ μὲν ἡμίση ἔδωκε τῷ ἀρχιερεῖ, εἰς δὲ τὰ λοιπὰ ἡμίση ἡτοίμασε τὸ πάσχα ἤγουν τὸ μυστικὸν δεῖπνον
10τοῦ Χριστοῦ. ἡνίκα καὶ γὰρ τοῖς μαθηταῖς ἔλεγεν ὁ Χρι‐ στὸς „ὑπάγετε πρὸς τὸν δεῖνα,“ Ἰωάννην ἐδήλου τὸν θεολό‐ γον. ἐκεῖ λοιπὸν ἐτέλεσαν τὸ μυστικὸν δεῖπνον, καὶ ἐκεῖ ἔμειναν· καὶ ὡς οὐκ ἤμην ἐκεῖ, μηδὲ πιστεύσῃς μοι. ὁ γὰρ χρυσορρήμων Ἰωάννης τοσαύτην ἔλεγε πτωχείαν ἔχειν τόν
15τε Ζεβεδαῖον καὶ τοὺς υἱοὺς αὐτοῦ ὥστε καθῆσθαι παρὰ τῷ πλοίῳ καὶ δίκτυα ῥάπτειν διερρωγότα καὶ παλαιά. πῶς δὲ καὶ παρὰ τῇ οἰκίᾳ τοῦ Ἰωάννου τὸ μυστικὸν δεῖπνον ὁ δια‐ ληφθεὶς ἀνὴρ ἑτοιμασθῆναι λέγει, τὸν δεῖνά τε αὐτὸν εἶναι πρὸς ὃν οἱ μαθηταὶ παρὰ τοῦ κυρίου ἐστάλησαν; εἰ γὰρ
20αὐτὸς ὁ Ἰωάννης συνάμα τῷ Πέτρῳ ἀπεστάλη πρὸς τὸν δεῖνα
τῆς τοῦ πάσχα χάριν ἑτοιμασίας κατὰ τὴν εὐαγγελικὴν ἱστο‐396

397

ρίαν, φαίνεται προφανῶς ὅτι ὁ πρεσβύτερος οὗτος εὐαγγέ‐ λιον οὐκ ἀνέγνω ποτέ. εἰ γὰρ ἀναγνῶναι ἔφθασεν, ἔγνω ἂν ὅτι ὁ Ἰωάννης ἀπεστάλη πρὸς τὸν δεῖνα, οὐ μὴν αὐτὸς ὁ Ἰωάννης ἦν ὁ δεῖνα ἐκεῖνος πρὸς ὃν ἀπεστάλησαν οἱ μαθη‐
5ταὶ παρὰ τοῦ κυρίου. Περὶ δὲ τοῦ Παύλου τί χρὴ καὶ λέγειν, εἴγε καὶ τοῦ‐ τον εἶναι νομίζεις ἕνα τῶν δώδεκα κατὰ τὴν πλειόνων ὑπό‐ ληψιν; ἄφες τοὺς τῶν πολλῶν λόγους, καὶ τοῖς ἱεροῖς πρόσ‐ εχε γράμμασι. δώδεκα μὲν οὖν ἐξελέξατο μαθητὰς ὁ Χρι‐
10στός, οἷς οὐκ ἔστι συνηριθμημένος ὁ Παῦλος. πῶς καὶ γάρ, εἴγε μετὰ τὴν τοῦ παναγίου πνεύματος κάθοδον προσελήλυθε τῷ Χριστῷ; δώδεκα μὲν οὖν οἱ μαθηταί, ἐφ’ ὧν ὁ Ἰούδας τῇ τῆς φιλαργυρίας νόσῳ κάτοχος γεγονὼς τοῦ τῶν μαθητῶν ἐκπίπτει χοροῦ. εἰσάγεται δὲ ἀντ’ αὐτοῦ μετὰ τὴν τοῦ κυ‐
15ρίου ἀνάληψιν ὁ Ματθίας, ὡς ἡ βίβλος διαγορεύει τῶν πράξεων. οὐκοῦν οἳ τὸν Παῦλον ἕνα λέγουσιν εἶναι τῶν δώ‐ δεκα, ἢ τὸν ἐκπεσόντα τοῦ χοροῦ δειξάτωσαν ἡμῖν (εἰ μὴ γὰρ ἐξέπεσέ τις, οὐκ ἂν ὁ Παῦλος εἰσῆλθεν) ἢ τὸν Παῦλον ἕνα εἶναι τῶν δώδεκα μὴ λεγέτωσαν. πλὴν εἰ καὶ μὴ τῷ
20χορῷ τῶν ιβʹ συνηριθμημένος ἐστίν, ἀλλ’ οὐδεὶς ἐπάνω στή‐ σεται Παύλου, καθά φησιν ὁ τὴν γλῶτταν χρυσοῦς. εἰ γὰρ ἕκαστος κατὰ τὸν ἴδιον κόπον καὶ τὸν μισθὸν λήψεται, Παύ‐
λου δέ πλεῖον οὐδεὶς ἐκοπίασε, τί χρὴ καὶ λέγειν; εὔδηλον397

398

γὰρ ἐντεῦθεν ὡς οὐκ ἔστιν αὐτοῦ μείζων οὐδείς. καὶ περὶ μὲν τούτων οὕτως. Ὁ δὲ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς μετὰ τὸ βαπτισθῆ‐ ναι καὶ τοῦ θαυματουργεῖν, ὡς προείρηται, καὶ τοῦ διδά‐
5σκειν ἀπάρχεται, ἐφ’ ᾧ καὶ λαὸν οὐκ ὀλίγον ἐφέλκεται. ταύτῃ τοι καὶ φθονοῦσιν αὐτῷ οἱ ἀρχιερεῖς καὶ οἱ γραμμα‐ τεῖς· ὅθεν ὕβρεσι πλύνουσι καὶ μώμους αὐτῷ προσεπιτρί‐ βουσι, Σαμαρείτην ἀποκαλοῦντες καὶ δαιμονῶντα φάγον τε καὶ οἰνοπότην αὐτόν. ἀλλὰ καὶ λίθοις βάλλουσι, καὶ μᾶλλον
10ἡνίκα τετραήμερον ἤγειρε τὸν Λάζαρον ἐκ νεκρῶν. οὐκέτι λοιπὸν παρρησίᾳ περιεπάτει ἐν τοῖς Ἰουδαίοις, ἀλλ’ ἀπῆλθεν εἰς τὴν χώραν ἐγγὺς τῆς ἐρήμου εἰς Ἐφραῒμ λεγομένην πό‐ λιν, κἀκεῖ διέτριβε μετὰ τῶν μαθητῶν αὐτοῦ, ὡς Ἰωάννης φησί. μεθ’ ἡμέρας δέ τινας ἐκεῖθεν ἔρχεται, καὶ μετὰ
15βαΐων προσυπαντῶσιν αὐτῷ τοῦ κατὰ τὸν Λάζαρον ἕνεκα θαύματος. ἐν δέ γε τῇ μεγάλῃ τετράδι παρὰ Σίμωνι ἑστιᾶ‐ ται τῷ πατρὶ τοῦ Λαζάρου, ὃν αὐτὸς τῆς λέπρας ἰάσατο. τότε δὴ τότε ἡ γυνὴ πόρνη τῇ κεφαλῇ αὐτοῦ μύρον ἐπιχέει πολύτιμον. ὅρα δὲ νουνεχῶς ὅτι αἱ γυναῖκες αἱ τὸ μύρον
20ἀλείψασαι τὸν κύριον τρεῖς αἱ πᾶσαι εἰσίν. ἄλλη μὲν γάρ
ἐστιν ἡ παρὰ τῷ Ἰωάννῃ· τιμία δὲ αὕτη, καὶ ἡ ἀδελφὴ398

399

τοῦ Λαζάρου. ἄλλη δὲ ἡ παρὰ τῆς οἰκίας Σίμωνος τοῦ λεπροῦ· πόρνη δὲ αὕτη προσελθοῦσα τῷ Χριστῷ, καθὼς ὁ Ματθαῖος ἱστορεῖ. καὶ ἑτέρα πόρνη πάλιν, ὥς φησιν ὁ Λουκᾶς, ἡ προσελθοῦσα παρὰ τῇ οἰκίᾳ Σίμωνος τοῦ Φαρι‐
5σαίου, τοῦ καὶ σκανδαλισθέντος ἐπ’ αὐτῷ τῷ Χριστῷ καὶ οὕτως εἰπόντος „εἰ προφήτης ἦν, ἔγνω ἂν ὁποία τίς ἐστιν ἡ ἁψαμένη αὐτοῦ.“ Οἶδα δέ, ἀγαπητέ, ὅτι καὶ τὴν μεταμόρφωσιν τοῦ κυ‐ ρὶου ἡμῶν Ἰησοῦ Χριστοῦ τῇ μεγάλῃ τετρὰδι γενέσθαι τινὲς
10ἀπομάχονται. πλὴν ὁ λόγος αὐτῶν, ὡς ἔμοιγε δοκεῖ, καὶ λίαν ἐστὶν ἀναπόδεικτος. εἰ γὰρ τὸ θαῦμα τοῦτο κατὰ τὸ Θαβώριον ὄρος ἐγένετο, ἐν Ἱεροσολύμοις δὲ ὁ κύριος κατά γε τὴν μεγάλην τετράδα παρὰ τῇ οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ ἑστιώμενος ἦν, φαίνεται προφανῶς ὡς ἐν ἄλλῃ
15γέγονεν ἡμέρᾳ τὸ τῆς μεταμορφώσεως θαῦμα καὶ οὐ κατὰ τὴν τετράδα πάντως αὐτήν. εἰ γὰρ ἀναμέσον τοῦ τε Θα‐ βὼρ καὶ τῶν Ἱεροσολύμων ὡσεὶ δύο ἡμερῶν ὑπάρχει τὸ διάστημα, πῶς λοιπὸν ἐν μιᾷ ἡμέρᾳ τῇ αὐτῇ λέγουσιν ἔν τε Θαβὼρ εὑρεθῆναι καὶ ἐν Ἱεροσολύμοις τὸν Χριστόν; ἠδύ‐
20νατο μὲν οὖν ὡς θεὸς ὧδε κἀκεῖσε κατ’ αὐτὸν εὑρεθῆναι, ἀλλ’ ἵνα μὴ φαντασία νομισθείη τὸ πρᾶγμα, πρὸ τοῦ πά‐
θους τοῦτο ποιῆσαι οὐκ ἤθελεν. ἔνθεν τοι καὶ κατὰ τὴν κοι‐399

400

νὴν τῶν σωμάτων φύσιν τὰς τοπικὰς αὐτοῦ μεταβάσεις ποιούμενος ἦν. Μετὰ δὲ ταῦτα δύο τῶν μαθητῶν ἀποστέλλει πρὸς τὸν δεῖνα τῆς τοῦ νομικοῦ πάσχα χάριν ἑτοιμασίας· ὃ δὴ καὶ
5προλαβὼν ἔφαγε κατὰ τὴν τῆς μεγάλης πέμπτης ἑσπέραν, ὡς ὁ χρυσορρήμων Ἰωάννης φησίν. εἶθ’ οὕτως ἀναπεσὼν δι’ ἄρτου καὶ οἴνου τὸ οἰκεῖον πάσχα τοῖς μαθηταῖς παρέδωκε· „λάβετε, φάγετε, τοῦτό ἐστι τὸ σῶμά μου, καὶ πίετε πάν‐ τες, τοῦτό ἐστι τὸ αἷμά μου.“ πρὸ μέντοι τῶν μαθητῶν
10αὐτὸς τοῦ οἰκείου μετέλαβε σώματός τε καὶ αἵματος. τίνος ἕνεκεν; ἵνα μὴ καὶ πάλιν οἱ μαθηταὶ θορυβηθῶσι, καθάπερ καὶ πρότερον. ἡνίκα καὶ γὰρ αὐτοῦ τοῦ Χριστοῦ λέγοντος ἤκουσαν „ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς,“ ἀπῆλθον εἰς
15τὰ ὀπίσω καὶ οὐκέτι περιεπάτουν μετ’ αὐτοῦ, λέγοντες „ὁ λόγος οὗτος σκληρός ἐστι· τίς δύναται ἀκούειν αὐτοῦ;“ ἵνα γοῦν μὴ καὶ πάλιν τοιοῦτόν τι πάθωσιν ἅτε σάρκα ἐσθίειν καὶ αἷμα πίνειν μέλλοντες, πρῶτος αὐτὸς τῆς ἑαυτοῦ σαρκὸς ἀπεγεύσατο, θέλων ἀνενδοιάστως τῶν τοιούτων ἐμφορηθῆναι
20καὶ αὐτούς. τὸ δὲ τοιοῦτον ἑτοιμάζει δεῖπνον ὁ σωτὴρ εἰς
παράκλησιν τῶν μαθητῶν· ἑώρα γὰρ αὐτοὺς ου μικρῶς400

401

ἀδημονοῦντας ἐπὶ τῷ χωρισμῷ αὐτοῦ. μεταδίδωσι λοιπὸν αὐτοῖς, ὡς προείρηται, τοῦ οἰκείου σώματος καὶ αἵματος, „τοῦτο ποιεῖτε“ εἰπὼν „εἰς τὴν ἐμὴν ἀνάμνησιν.“ μεταλαμ‐ βάνει πρὸς τοῖς ἄλλοις καὶ ὁ Ἰούδας, καὶ τηνικαῦτα πρὸς
5Ἰουδαίους ἀπέρχεται, τὰ πεπραγμένα παρ τοῦ κυρίου κα‐ ταμηνύων αὐτοῖς. καὶ τοῦτο δηλῶν ὁ εὐαγγελιστὴς ἔλεγεν ὅτι καὶ λαβὼν τὸ ψωμίον ἐξῆλθεν, ἦν δὲ νύξ. ἀπέρχεται οὖν πρὸς οὓς συνεφώνησε παραδοῦναι τὸν κύριον. Καὶ ὁ μὲν κύριος τὰ τελευταῖα τοῖς μαθηταῖς διατίθε‐
10ται· εἶθ’ οὕτως εἰς τόπον ἔρχεται ὃν ᾔδει καὶ ὁ προδότης, ὃς αὐτίκα καὶ λαβὼν τὴν σπεῖραν ἐκ τῶν ἀρχιερέων καὶ Φα‐ ρισαίων ὑπηρέτας ἔρχεται ἐκεῖ μετὰ φανῶν καὶ λαμπάδων. ἐπερωτᾷ λοιπὸν αὐτούς· πίπτουσι χαμαί. ἀποκόπτει τὸ ὠτίον τοῦ Μάλχου ὁ Πέτρος, εἰ καὶ τὴν αὐτοῦ κεφαλὴν
15ἀποτεμεῖν οὐκ ἴσχυσε· τοῦτο καὶ γὰρ ἦν αὐτῷ τὸ σπουδα‐ ζόμενον. τότε δὴ τότε καὶ πρὸς αὐτὸν ἔφη ὁ κύριος „ἢ δο‐ κεῖ σοι ὅτι οὐ δύναμαι ἄρτι παρακαλέσαι τὸν πατέρα μου, καὶ παραστήσει μοι πλείους ἢ δώδεκα λεγεῶνας ἀγγέλων; πῶς οὖν πληρωθῶσιν αἱ γραφαί, ὅτι οὕτως δεῖ γενέσθαι;“
20ταῦτα δὲ τοῖς μαθηταῖς ἔλεγεν ὁ σωτὴρ ἐκφοβῶν αὐτοὺς καὶ πείθων ἐντεῦθεν μηδέν τι τῶν γινομένων πολυπραγμονεῖν. εἰ
γὰρ ταῖς γραφαῖς, φησί, τοῦτο δοκεῖ, τὸ παθεῖν ἐμὲ δηλον‐401

402

ότι, πῶς ὑμεῖς ἐναντιοῦσθε μαχαίραις χρώμενοι; τὸ ποτή‐ ριον ὃ δέδωκέ μοι ὁ πατήρ, οὐ μὴ πίω αὐτό; Δήσαντες οὖν τὸν Ἰησοῦν ἀπήγαγον πρὸς Ἄνναν πρῶτον, κἀκεῖσε κρίνεται. περὶ τῆς αὐτοῦ διδαχῆς καὶ τῶν μαθητῶν ἐρω‐
5τᾶται. ἀποκρίνεται ὡς εἰκός. ῥάπισμα δέχεται, καί φησιν „εἰ μὲν κακῶς ἐλάλησα“ καὶ τα ἑξῆς. ἐκεῖθεν οὖν ἄγεται πρὸς Καϊάφαν, ἔπειτα πρὸς Πιλᾶτον πρωΐας οὔσης· πρὶν ἢ μὲν ἀλέκτορα φωνῆσαι πρὸς Καϊάφαν ἄγεται, πρωῒ δὲ πρὸς Πι‐ λᾶτον. δείκνυσιν ὁ εὐαγγελιστὴς ὅτι τὸ ἥμισυ τῆς νυκτὸς
10ἅπαν ὑπὸ Καϊάφᾳ ἐρωτώμενος οὐδὲν ἐξηλέγχετο, διὸ καὶ παρέπεμψεν αὐτὸν τῷ Πιλάτῳ. καὶ ὁ μὲν Μάρκος περὶ τῆς ἀλεκτοροφωνίας διεξιὼν οὕτω φησίν „πρὶν ἀλέκτορα φωνῆ‐ σαι δίς, τρίς ἀπαρνήσῃ με“ (ὅτε γὰρ ἅπαξ ἠρνήσατο, ἐφώ‐ νησεν ὁ ἀλεκτρυὼν τὸ πρῶτον, ὅτε δὲ τρίτον ἠρνήσατο, τὸ
15δεύτερον ἐφώνησεν), ἀκριβέστερον ἐξηγούμενος τὴν τοῦ Πέ‐ τρου ἀσθένειαν παρ’ αὐτοῦ τοῦ διδασκάλου μαθών, ὅτι καὶ φοιτητὴς ἐκείνου ἦν. ὁ δὲ Ματθαῖος εἰπὼν ὅτι πρὶν ἀλέ‐ κτορα φωνῆσαι τρὶς ἀπαρνήσῃ με, τὴν ὅλην ἀλεκτοροφωνίαν ἐνέφηνε, τοῦτ’ ἔστι τὴν πρώτην, ἥτις διὰ διαφόρων ἐκφωνή‐
20σεων γίνεται, ὥσπερ οὖν καὶ ἡ δευτέρα ἀλεκτοροφωνία καὶ ἡ τρίτη. πρὶν οὖν ἀλέκτορα φωνῆσαι ὁ Ματθαῖος εἰπὼν
τρὶς ἀπαρνήσῃ με, τοῦτο ὡσανεὶ ἔλεγεν, ὅτι καὶ πρὸ τοῦ402

403

φθάσαι τὴν πρώτην παρελθεῖν ἀλεκτοροφωνίαν τρὶς ἀπαρ‐ νήσῃ με. Μετὰ μέντοι τὸ κριθῆναι τὸν κύριον ὑπὸ τοῦ Πιλάτου μαστίζεται τὸν νῶτον λώροις πλεκτοῖς τοιοῦτον καὶ γὰρ τὸ
5φραγγέλλιον. εἶθ’ οὕτως εἰς τὸ σταυρωθῆναι παραδίδοται. ταῦτα δὲ πάντα πεποίηκεν ἡ ἄκαιρος ἀνανδρία τοῦ Πιλά‐ του· τοὺς γὰρ Ἰουδαίους δυσωπῆσαι θέλων ἐφ’ οἷς ἐνεκά‐ λουν, ἀντάρτην αὐτὸν ἀποδεικνύοντες, εἰς τὸ σταυρωθῆναι παραδίδωσι, φραγγελλίοις πρότερον μαστίξας αὐτόν. διὰ
10τοῦτο καὶ κολάσεως ὁ Πιλᾶτος ἄξιος, ὅτι καὶ δυνάμενος ἀπολῦσαι αὐτόν („ἐξουσίαν“ γάρ φησιν „ἔχω ἀπολῦσαί σε, καὶ ἐξουσίαν ἔχω σταυρῶσαί σε“) τοῦτο οὐκ ἐποίησε, τοὺς Ἰουδαίους καὶ μάλιστα πτοούμενος λέγοντας „ἐὰν τοῦτον ἀπο‐ λύσῃς, οὐκ εἶ φίλος τοῦ Καίσαρος.“ ἐφ’ ᾧ καὶ κατακρίνε‐
15ται· καὶ δῆλον ἐξ ὧν ὁ κύριος ἔλεγε πρὸς αὐτόν „ὁ παρα‐ διδοὺς μέ σοι μείζονα ἁμαρτίαν ἔχει.“ Τὸν μέντοι καιρὸν ὁ εὐαγγελιστὴς Ἰωάννης παριστῶν, ἡνίκα ὁ Πιλᾶτος ἐκάθισεν εἰς τόπον λεγόμενον Λιθόστρω‐ τον, ἵνα κρίνῃ τὰ κατὰ τὸν Ἰησοῦν, ἔλεγεν „ἦν δὲ παρασκευὴ
20τοῦ πάσχα, ὥρα δὲ ὡσεὶ ἕκτη.“ διὰ τιʹ δὲ ἡ ἕκτη τῆς ἑβδο‐ μάδος ἡμέρα παρασκευὴ τοῦ πάσχα λέγεται παρὰ τῷ εὐαγ‐
γελιστῇ Ἰωάννῃ; σαφὴς ἡ αἰτία σοι πρόκειται. καθάπερ403

404

γὰρ τὸ σάββατον ἑβδόμη μὲν ἡμέρα τῆς ἑβδομάδος ἐστί, λέγεται δὲ ὅμως σάββατον ἤτοι κατάπαυσις διὰ τὴν ἐν αὐτῷ γενομένην ἀπὸ πάντων τῶν ἔργων κατάπαυσιν (τότε γὰρ ἀργεῖ ὁ δοῦλος, τὸ κτῆνος καὶ τὰ λοιπὰ πάντα), οὕτω καὶ
5ἡ παρασκευὴ ἕκτη μὲν ἡμέρα τῆς ἑβδομάδος ἐστιʹ, λέγεται δὲ παρασκευὴ διὰ τὸ παρασκευάζειν καὶ οἷον εἰπεῖν ἑτοιμά‐ ζειν τοὺς Ἰουδαίους ἐν αὐτῇ τὰ τοῦ σαββάτου. ἐν αὐτῷ γὰρ οὔτε πῦρ ἅψαι συγχωροῦνται οὔτε ξύλα συνάξαι οὔτε τὰ πρὸς τροφὴν ἁπλῶς ἑτοιμάσαι. ταῦτα λοιπὸν ἡ ἕκτη
10παρασκευάζουσα παρασκευὴ κατωνόμασται. ὁ τοίνυν εὐαγ‐ γελιστὴς Ἰωάννης παρασκευὴν τοῦ πάσχα τὴν τοιαύτην ἡμέ‐ ραν καλέσας ἔδειξε προφανῶς ὅτι πρώτην τοῦ πάσχα τηνι‐ καῦτα παρεσκευάζοντο ἑορτὴν οἱ Ἰουδαῖοι κατὰ τὴν τοῦ νόμου διάταξιν· ἀπὸ γὰρ ἕκτης ὥρας τῆς τεσσσαρεσκαιδεκάτης τῆς
15σελήνης ἡμέρας πᾶς μὲν ζυμωτὸς ἄρτος πυρὶ καιόμενος ἠφανίζετο, τὰ δέ γε ἄζυμα κατὰ τὸ εἰωθὸς ἡτοίμαζον. εἰ δὲ ταῦτα οὕτως ἔχει, φαίνεται προφανῶς ὅτι τὸ δοθὲν δι’ ἄρτου καὶ οἴνου παρὰ Χριστοῦ κατὰ τὴν τῆς μεγάλης πέμ‐ πτης ἑσπέραν ἔνζυμον ἦν, ὅτι μηδὲ καιρὸς ἀζύμων ἐτύγχανε
20τότε κατὰ τὴν τῶν πλειόνων ὑπόληψιν. ἄφες λοιπὸν τοὺς τῶν πολλῶν λόγους, καὶ τῇ ἀκολουθίᾳ τῶν ἱερῶν λογίων πρόσεχε. ὅτι μὲν γὰρ κατὰ τὴν ἑσπέραν τῆς μεγάλης παρα‐
σκευῆς, οὐ μὴν ἐν τῇ μεγάλῃ πέμπτῃ τυθῆναι ὁ ἀμνὸς ἔμελλε,404

405

δῆλον μὲν καὶ ἐξ ἄλλων πολλῶν, οὐχ ἧττον δὲ καὶ ἐκ τῶν ἤδη ῥηθησομένων σοι. τὴν ἡμέραν ἐκείνην ἧς τῇ ἑσπέρᾳ τὸ πάσχα ἐθύετο, καὶ ἀζύμων ἡμέραν καὶ πάσχα ὁμοίως καλεῖν εἰώθασιν ἀπὸ τῆς ἑσπέρας πάντως αὐτῆς· καὶ γὰρ
5διὰ τὸ τὸν ἀμνὸν θύεσθαι καὶ τὰ ἄζυμα ἐσθίεσθαι τῇ ἑσπέρᾳ τῆς τεσσαρεσκαιδεκάτης, κατὰ τοῦτο καὶ ἡ ιδʹ αὕτη καὶ πά‐ σχα καὶ ἀζύμων ἡμέρα ἐλέγετο. ταῦτα δὲ τὰ ὀνόματα καὶ τὴν μεγάλην παρασκευὴν κεκτημένην εὑρίσκομεν. καὶ πρόσχες, εἰ βούλει, τοῖς λεγομένοις. πρώτη τῶν ἀξύμων λέγεται ἡ
10μεγάλη πέμπτη ὡς πρὸ τῶν ἀζύμων οὖσα· καθάπερ γὰρ ὁ Μάρκος τὴν παρασκευὴν προσάββατον ἔλεγεν ὡς οὖσαν πρὸ τοῦ σαββάτου, οὕτω καὶ τὴν μεγάλην πέμπτην πρώτην τῶν ἀζύμων λέγει ὁ Ματθαῖος ὡς πρὸ τῶν ἀζύμων οὖσαν, καθά φησιν ὁ τὴν γλῶτταν χρυσοῦς „τὴν μεγάλην ἐνέφηνε
15πάντως παρασκευήν.“ ὁμοίως δὲ καὶ ὁ Λουκᾶς, ἐλθεῖν λέ‐ γων, τουτέστιν ἠγγικέναι, τὴν τῶν ἀζύμων ἡμέραν, τὰ αὐτὰ τῷ Ματθαίῳ ᾐνίξατο. ἀλλὰ καὶ ὁ Ἰωάννης πρὸ τῆς ἑορ‐ τῆς τοῦ πάσχα γενέσθαι λέγων τὸ δεῖπνον αὐτὴν εἶπε τὴν παρασκευήν, καὶ δηλοῦσι τὰ μετὰ ταῦτα· λέγει γάρ „καὶ
20αὐτοὶ οὐκ εἰσῆλθον ἵνα μὴ μιανθῶσιν, ἀλλ’ ἵνα φάγωσι τὸ
πάσχα,“ καὶ αὖθις „ἔστι δὲ συνήθεια ὑμῖν ἵνα ἕνα ὑμῖν405

406

ἀπολύσω ἐν τῷ πάσχατι,“ τῷ ἐνισταμένῳ δηλαδή. ἀλλὰ καὶ τὸν καιρὸν παριστῶν ἡνίκα ὁ Πιλᾶτος ἐκάθισεν εἰς τόπον τινὰ Λιθόστρωτον λεγόμενον οὕτω φησίν „ἦν δὲ παρασκευὴ τοῦ πάσχα, ὥρα δὲ ὡσεὶ ἕκτη.“ καὶ παρακατιὼν „ἦν γὰρ
5μεγάλη ἡ ἡμέρα ἐκείνη τοῦ σαββάτου.“ μεγάλην δὲ αὐτὴν οὐκ ἂν ἄλλως ἐκάλεσεν εἰ μή που συνέπιπτε τῷ σαββάτῳ ἐκείνῳ ἡ πρώτη τῶν ἀζύμων ἡμέρα ἡ καὶ ἁγία παρὰ τῷ νόμῳ καλουμένη. ταῦτα δὲ πάντα σαφῶς ὑπεμφαίνουσιν ὅτι κατὰ τὴν παρασκευὴν ἐκείνην ἑσπέρας ὁμολογουμένως τὸ
10πάσχα ἐθύετο· διὰ γὰρ τοῦτο καὶ παρασκευὴν τοῦ πάσχα εἶπεν αὐτὴν ὡς παρασκευάζουσαν τὰ τοῦ ἐνισταμένου πάν‐ τως πάσχα. χωρὶς οὖν ἀντιλογίας ἐν τῇ ἑσπέρᾳ φαίνεται τῆς παρασκευῆς τὸ πάσχα γίνεσθαι. εἰ μὴ γὰρ τοῦτο ἦν, οὐκ ἂν ὁ εὐαγγελιστὴς Ἰωάννης τοῦτο ἔλεγε, „καὶ αὐτοὶ οὐκ
15εἰσῆλθον εἰς τὸ πραιτώριον ἵνα μὴ μιανθῶσιν ἀλλ’ ἵνα φά‐ γωσι τὸ πάσχα.“ καὶ πρόσχες, εἰ βούλει, τῷ μεγάλῳ Κυ‐ ρίλλῳ πρὸ τῶν ἄλλων ἐπισφραγίζοντι τὰ τοιαῦτα καὶ λέγοντι ὅτι τὸν τύπον τιμῶντες ἤτοι τὸ πρόβατον, κἀντεῦθεν εἰσελ‐ θεῖν εἰς τὸ πραιτώριον οὐ προαιρούμενοι, τὴν ἀλήθειαν αὐ‐
20τὸν τὸν Χριστὸν ὕβριζον· ἔμελλον γὰρ θύειν τὸ πάσχα κατὰ τὸν νόμον τὸν μηδὲν παρ’ αὐτοῖς ἰσχύοντα. εἰ δὲ ταῦ‐
τα οὕτως ἔχει, ματαιάζουσι προφανῶς οἱ λέγοντες ὅτι κατὰ406

407

τὴν ἑσπέραν τῆς μεγάλης πέμπτης τὸ τυπικὸν ἐσθίεται πρό‐ βατον· τὰ γὰρ ἄζυμα συστῆσαι φιλονεικοῦντες παραχαράτ‐ τειν ἐπιχειροῦσι κακοθελῶς τὴν ἀλήθειαν. καὶ μή μοι τὸν χρυσορρήμονα παρείσαγε Ἰωάννην ἐν τῇ εἰς τὸ κατὰ Ματ‐
5θαῖον πδʹ ὁμιλίᾳ λέγοντα ὅτι τὸν Χριστὸν οἱ Ἰουδαῖοι ἀπροσ‐ δοκήτως κρατήσαντες καὶ τὴν τοῦ πάσχα παριδεῖν εἵλοντο ἑορτὴν τηνικαῦτα συμπίπτουσαν. ἔχεις γὰρ αὐτὸν ἐν τῇ τοῦ κατὰ Ἰωάννην ἑρμηνείᾳ, ἡνίκα λέγεται „καὶ αὐτοὶ οὐκ εἰσῆλ‐ θον ἵνα μὴ μιανθῶσιν ἀλλ’ ἵνα φάγωσι τὸ πάσχα,“ τέλεον
10ἀναιροῦντα τὴν τοιαύτην ὑπόνοιαν. ἔνθεν τοι καὶ τὰ τοῦ θείου κατεξετάζειν ἀνδρός, ἡνίκα καὶ μᾶλλον ἐναντιοῦται πρὸς ἄλληλα, μὴ πρὸς ἰσχύος ἔχοντες, σιωπῇ καὶ μάλιστα τιμᾶσθαι τὰ τοιαῦτα δέον κρίνομεν, εἴγε καὶ μᾶλλον εὔλογον τὰ ὕστατα κατέχειν, ὅτι καὶ σύμφωνα ταῦτα ταῖς τῶν λοι‐
15πῶν πατέρων ἐπεξηγήσεσι φαίνονται. λέγει καὶ γὰρ ὅτι ὁ Χριστὸς πρὸ μιᾶς ἔφαγε τὸ πάσχα, τηρῶν τὴν ἑαυτοῦ σφα‐ γὴν τῇ παρασκευῇ, ὅτε καὶ τὸ νομικὸν πάσχα ἐθύετο. ὅτι δὲ τὸ παρὰ κυρίου τοῖς ἀποστόλοις ἐν τῷ δείπνῳ δοθὲν ἔνζυ‐ μος ἄρτος ἦν, οὐ μὴν ἄζυμος, ὡς ἐκεῖνοι διισχυρίζονται,
20ὁ θειότατος οὗτος ἀνὴρ σαφέστατά σοι παρίστησι. περὶ γὰρ
τῆς παλαιᾶς καὶ τῆς νέας τὸν λόγον ποιούμενος καὶ τάδε407

408

κατὰ ῥῆμα διέξεισιν „ἐκεῖ τὸ γράμμα, ὧδε τὸ πνεῦμα· ἐκεῖ ἡ κιβωτός, ὧδε ἡ παρθένος· ἐκεῖ ἡ ῥάβδος Ἀαρών, ὧδε ὁ σταυρός· ἐκεῖ ὁ ἀμνός, ὧδε ὁ Χριστός· ἐκεῖ τὰ ἄζυμα, ὧδε ὁ ἄρτος.“ ταῦτα μὲν ἐνεχαράχθη σοι κατ’ ἐπιτομήν,
5ὡς ὁρᾷς· οὐδὲ γὰρ ἐγχωρεῖ τὰ τοῦ καιροῦ πλεῖον ἐνδιατρῖ‐ ψαι τοῖς περὶ τούτων λόγοις. Ὁ δὲ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς εἰς τὸ σταυρωθῆναι παραδίδοται· καὶ ὅρα τὰ μετὰ ταῦτα. ἀπὸ γὰρ ἕκτης ὥρας σκότος ἐγένετο ἐπὶ πᾶσαν τὴν γῆν ἕως ὥρας ἐννάτης,
10ἀγανακτοῦντος ἐπὶ τοῖς τολμωμένοις, οἷα εἰκός, τοῦ θεοῦ. ὅτι γὰρ οὐκ ἦν ἔκλειψις, καθά φησιν ὁ τὴν γλῶτταν χρυ‐ σοῦς, ἀλλ’ ὀργὴ καὶ ἀγανάκτησις, καὶ ἀπὸ τοῦ καιροῦ δῆ‐ λον· τρεῖς γὰρ ὥρας παρέμεινεν ἡ ἔκλειψις, ἥτις ἐν μιᾷ γίνεται καιροῦ ῥοπῇ. καὶ τὰ μὲν τοῦ Χρυσοστόμου τοιαῦτα·
15ὁ δὲ θειότατος Διονύσιος ὁ Ἀρεοπαγίτης οὐχ ἁπλῶς οὕτω, κατὰ δὲ ἀντίφραξιν τῆς σελήνης τὸ σκότος ἐκεῖνο λέγει γενέ‐ σθαι καινοπρεπῶς τὸ παγκόσμιον. ἐπιστέλλων γὰρ ἱεράρχῃ τῷ Πολυκάρπῳ διὰ τὸν σοφιστὴν Ἀπολλοφάνην μὴ καταδε‐ χόμενον τὰ Χριστιανῶν καὶ τάδε φησὶ κατὰ ῥῆμα πρὸς αὐ‐
20τόν. „εἰπὲ δὲ αὐτῷ τῷ Ἀπολλοφάνει, τί λέγεις περὶ τῆς ἐν τῷ σωτηρίῳ σταυρῷ γεγονυίας ἐκλείψεως; ἀμφότεροι γὰρ
τότε κατὰ τὴν Ἡλίου πόλιν ἅμα παρόντες καὶ συνεστῶτες408

409

παραδόξως τῷ ἡλίῳ τὴν σελήνην ἐμπίπτουσαν ἑωρῶμεν (οὐ γὰρ ἦν συνόδου καιρὸς) αὖθίς τε αὐτὴν ἀπὸ τῆς ἐννάτης ὥρας ἄχρι τῆς ἑσπέρας εἰς τὸ τοῦ ἡλίου διάμετρον ὑπερ‐ φυῶς ἀντικαταστᾶσαν. τοσοῦτον δὲ καὶ αὐτὸς ἐξεπλάγη τότε
5ὡς οὕτω πρός με εἰπεῖν ‘ταῦτα, ὦ Διονύσιε, θείων ἀμοιβαὶ πραγμάτων εἰσί.‘“ καὶ ταῦτα μὲν τοῦτον ἔχει τὸν τρόπον, περὶ δὲ τοῦ σκοτασμοῦ ἐκείνου τοῦ κατὰ τὸ σωτήριον πάθος γεγονότος θαυμασίως πως καὶ τῷ προφήτῃ Ζαχαρίᾳ διείλη‐ πται· λέγει γάρ „ἐν ἐκείνῃ τῇ ἡμέρᾳ οὐκ ἔσται φῶσ“ (ἡνίκα
10δηλαδὴ σταυρωθήσεται ὁ Χριστός), „ἀλλὰ ψῦχος καὶ πάγος ἔσται μίαν ἡμέραν· καὶ ἡ ἡμέρα ἐκείνη γνωστὴ τῷ κυρίῳ.“ ἄνω γὰρ ἅπαντα προεγίνωσκεν ὁ θεός. καὶ γὰρ οὐχ ἡμέρα καὶ οὐ νύξ. οὔτε γὰρ ἡμέρα κυρίως ἦν διὰ τὸ τρίωρον ἐκεῖνο σκότος, οὔτε νὺξ ἀληθῶς διά τε τὸ μέχρις ἕκτης ὥρας καὶ
15μετὰ τὴν ἐννάτην γενόμενον φῶς. ὃ δὴ καὶ δηλῶν ὁ προφή‐ της ἔλεγε „καὶ πρὸς ἑσπέραν ἔσται φῶς.“ ταῦτα δέ, ἀγα‐ πητέ, οὐ μόνον προφῆται προεῖπον, ἀλλὰ καὶ ἐν πολλοῖς Ἑλληνικοῖς ὑπομνῄμασιν εὕρηνται· καὶ σεισμὸν γὰρ μέγαν τηνικαῦτα λέγουσι γενέσθαι, καὶ σκότος τοσοῦτον ὥστε ἀστέ‐
20ρας φανῆναι.409

410

Τότε δὴ τότε καὶ προφητικὴν ἐπιφέρει ῥῆσιν ἐπὶ σταυ‐ ροῦ τὴν οὕτω λέγουσαν „θεέ μου, θεέ μου, ἵνα τί με ἐγκα‐ τέλιπες;“ Ἑβραϊστὶ δὲ ταῦτα ἔλεγεν ἠλὶ ἠλί, λαμμᾶ σαβα‐ χθανί. τίνος ἕνεκεν; ἵνα καὶ τοῖς Ἰουδαίοις ταῦτα κατάδηλα
5γένηται. ἀλλ’ ἐπὶ τοσοῦτον ἀκόλαστοι καὶ ἀσελγεῖς ὄντες ἐκεῖ‐ νοι, καθά φησιν ὁ τὴν γλῶτταν χρυσοῦς, ἐνόμισαν Ἠλίαν καλεῖν. καὶ οὗτοι μὲν οὕτως. ἀλλ’ ἡ φωνὴ ἐκείνη καὶ τὸ καταπέ‐ τασμα ἔσχισε καὶ τὰ μνημεῖα ἀνέῳξεν. ἀλλ’ οἱ μάταιοι καὶ τοιαῦτα βλέποντες συνιέναι ὅλως οὐκ ἤθελον. μᾶλλον μὲν
10οὖν „καταβάτω ἐκ τοῦ σταυροῦ“ ἔλεγον „ἵνα ἴδωμεν καὶ πι‐ στεύσωμεν.“ ἀλλ’ ἐκεῖνος ἐν τῷ σταυρῷ μένων, ὡς ὁ χρυ‐ σορρήμων φησίν, ἐν τοῖς τῶν δούλων σώμασιν ἐκ περιουσίας ἐδείκνυε τοῦτο πολλῆς· εἰ γὰρ τὸ τεταρταῖον ἐξελθεῖν τὸν Λάζαρον μέγα, πολλῷ μᾶλλον τὸ πολλοὺς τῶν πάλαι κοιμη‐
15θέντων φανῆναι ζῶντας ἀθρόον. καὶ πρόσχες τῷ θειοτάτῳ Ματθαίῳ περὶ τούτων οὕτω λέγοντι „πολλὰ δὲ σώματα τῶν κεκοιμημένων ἁγίων ἠγέρθησαν, καὶ εἰσῆλθον εἰς τὴν ἁγίαν πόλιν, καὶ ἐνεφανίσθησαν πολλοῖς μετὰ τὴν ἔγερσιν αὐτοῦ.“ ἀλλ’ ἐνταῦθα προσέχειν σε ἄξιον. εἰ γὰρ κατὰ τὸν χρυσορρή‐
20μονα Ἰωάννην ἐπὶ σταυροῦ ἔτι ὄντος τοῦ Χριστοῦ τὰ τοιαῦτα
ἠγέρθησαν σώματα, πῶς ἐμφανισθῆναι ταῦτα μετὰ τὴν τοῦ410

411

Χριστοῦ ἔγερσιν ὁ εὐαγγελιστὴς ἱστορεῖ; ἐγὼ δέδοικα μή‐ ποτε τὸ αὐτοῦ ἀντὶ τοῦ αὐτῶν ὀφείλει ἀναγινώσκεσθαι· τὰ γὰρ σώματα ἐκεῖνα μετὰ τὴν ἐκ νεκρῶν ἔγερσιν αὐτῶν καὶ εἰσήλθοσαν εἰς τὴν ἁγίαν πόλιν καὶ ἐνεφανίσθησαν πολλοῖς.
5τότε δὴ τότε καὶ ἡ προφητικὴ ῥῆσις ἔλαβε πέρας ἡ λέγουσα τοῖς ἐν δεσμοῖς ἐξέλθετε καὶ τοῖς ἐν τῷ σκότει ἀνακαλύπτεσθε. καὶ κατὰ μὲν τὴν ἕκτην ὥραν, ὥς φασιν αἱ γραφαί, σταυ‐ ροῦται ὁ κύριος, κατὰ δὲ τὴν ἐννάτην τὸ πνεῦμα ταῖς πατρι‐ καῖς χερσὶ παρατίθησιν.
10 Εἰ δὲ καὶ πρὸς ᾅδην ἀκούεις τὴν αὐτοῦ κατιέναι ἁγίαν ψυχήν, μὴ θαύμαζε τούτου ἕνεκεν, ἀδύνατον εἶναι λέγων καὶ πρὸς ᾅδην αὐτὴν κατελθεῖν καὶ ταῖς τοῦ πατρὸς παρατεθῆ‐ ναι χερσίν. ἡ γὰρ τοῦ θεοῦ χείρ, ἡ τὰ πάντα δηλαδὴ συγ‐ κρατοῦσα δύναμις, καὶ ἄνω ἐστὶν ἐν οὐρανῷ καὶ κάτω ἐπὶ
15τῆς γῆς, καὶ τῶν τοῦ ᾅδου μυχῶν οὐ διαλείπει ποτέ. ὥστε εἰ καὶ πρὸς ᾅδην ἡ ἁγία τοῦ Χριστοῦ ψυχὴ τηνικαῦτα κα‐ τήρχετο, ἀλλὰ τῆς τὰ πάντα συγκρατούσης δυνάμεως, κα‐ θάπερ εἴπομεν, οὐ κατελιμπάνετο, εἴγε καὶ μᾶλλον δύναμις τοῦ πατρὸς αὐτός ἐστιν ὁ Χριστός, ὡς ὁ Παῦλός φησι. πα‐
20ρατίθησι μὲν οὖν ταῖς πατρικαῖς χερσὶ τὴν ψυχήν, ὡς ἐν‐ τεῦθεν καὶ πάσαις ταῖς τῶν δικαίων ψυχαῖς τὴν ἐπὶ τὰ ἄνω
πορείαν χαρίσασθαι (οὐδὲ γὰρ ἀπέθανε δωρεὰν ὑπὲρ αὐτῶν),411

412

κάτεισι δὲ πρὸς τὸν ᾅδην, ἵνα καὶ τοῖς ἐκεῖσε κατεχομένοις κηρύξῃ καὶ διδάξῃ πάντας ἣν ἠγνοήκασι θεοσέβειαν. καὶ πεί‐ θου τῷ κορυφαίῳ Πέτρῳ περὶ τούτων οὕτω διεξιόντι „καὶ τοῖς ἐν φυλακῇ πνεύμασι πορευθεὶς ἐκήρυξεν ἀπειθήσασί
5ποτε.“ ἀλλὰ καὶ ὁ θεολόγος Γρηγόριος ἐντεῦθεν ὁρμώμενος περὶ τούτων οὕτω φησίν „ἆρα πάντας ἔσωσεν ἐπιφανεὶς ἐν ᾅδῃ ὁ κύριος, ἢ κἀκεῖ τοὺς πιστεύσαντας;“ μὴ οὖν ἀμφί‐ βαλλε· καθάπερ γὰρ τοῖς ἐν γῇ εὐαγγελίσατο εἰρήνην, καὶ τοῖς μὲν πιστεύσασι σωτηρίας γέγονε πρόξενος τοῖς δὲ ἀπει‐
10θήσασιν ἀπιστίας ἔλεγχος, ὡς ὁ Δαμασκηνὸς Ἰωάννης φησίν, οὕτω καὶ τοῖς ἐν ᾅδῃ. μὴ θαύμαζε δέ, ἀγαπητέ, εἴγε καὶ ψυχαί τινες ἐν ᾅδῃ κατεχόμεναι τὸ κατὰ Χριστὸν οὐκ ἠθέ‐ λησαν δέξασθαι κήρυγμα· καθάπερ ἐπὶ τοῦ μακαρίου Παύ‐ λου, ἡνίκα τὰ τῆς φυλακῆς ἔσεισε θεμέλια, ὁ μὲν δεσμοφύ‐
15λαξ εὐθέως ἐπίστευσεν, οἱ δὲ δεσμῶται τῇ ἀπιστίᾳ ἐναπέ‐ μειναν, καὶ ταῦτα τὰς σιδηρᾶς αὐτῷ χειροπέδας ἑωρακότες ἄφνω διαρραγείσας, οὕτω κἀν τοῖς ἐν ᾅδου γενήσεσθαι πίστευε. Εἰ δὲ καὶ τὴν αἰτίαν βούλει μαθεῖν δι’ ἣν ἐκήρυξε καὶ ταῖς ἐν ᾅδου ψυχαῖς ὁ σωτήρ, αὕτη ἐστίν. ἐν τῷ εφʹ ἔτει
20γέγονεν ἡ τοῦ σωτῆρος ἡμῶν ἐνανθρώπησις. τίνος ἕνεκεν;412

413

ὅτι κατ’ ἐκεῖνον καιρὸν προήχθη εἰς φῶς ἡ τῷ κατὰ Χρι‐ στόν μυστηρίῳ ὑπηρετοῦσα, ὡς ὁ μέγας ἔφη Βασίλειος, ὅτι τῆς κακίας ἡ νόσος, ὡς ὁ Νυσσαεὺς ἔφη θεῖος Γρηγόριος, τηνικαῦτα παρήκμαζεν, ἡ ἀρχῆθεν ἐνσκήψασα τῇ φύσει τῆς
5ἀνθρωπότητος, ὅτι τὰ ἔθνη καλούμενα τότε πείθεσθαι ἔμελ‐ λον· καὶ τοῦτό ἐστιν ὅπερ ὁ πάμμεγας ἔλεγε Παῦλος ὅτι ὅτε ἦλθε τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ θεὸς τὸν υἱὸν αὐτοῦ. καλῶς οὖν ἐν τῷ διαληφθέντι ἔτει σαρκοῦται ὁ κύριος, ὅτι καὶ κατὰ πάντα τὸ τοιοῦτον εὔθετον ἦν. ἀλλ’
10ἐπειδὴ καί τινες τῶν ἐν ἀσεβείᾳ τὴν ζωὴν καταλυσάντων ἀγαθῆς τοσοῦτον ὑπῆρχον ψυχῆς ὥστε καὶ προσελθεῖν καλου‐ μένους αὐτοὺς καὶ τὸ κατὰ Χριστὸν ἑτοίμως εὐαγγέλιον δέ‐ ξασθαι, εἴπερ εἶδον αὐτὸν ἐν τοῖς ἔμπροσθεν χρόνοις μετὰ σαρκὸς ἐπὶ γῆς διατρίβοντα, τούτου χάριν οὐ παραιτεῖται
15καὶ πρὸς ᾅδην αὐτὸν κατελθεῖν καὶ ταῖς ἐκεῖσε κηρῦξαι ψυ‐ χαῖς, ὡς ἐντεῦθεν ἀναπολογήτους εἶναι ἅπαντας, καὶ μήτε τοὺς ἀγαθοὺς ἀπολέσαι τὴν ἑαυτῶν ἀγαθότητα, μήτε τοὺς οὐκ ἀγαθοὺς ἀντιλέγειν δύνασθαι ὡς εἴπερ εἴδομεν ἐπιστεύ‐ σαμεν ἄν. καὶ περὶ μὲν τούτων οὕτως.
20 Οἱ δὲ Ἰουδαῖοι, ἵνα μὴ μείνῃ ἐπὶ τοῦ σταυροῦ τὰ σώ‐ ματα ἐν σαββάτῳ, ἐπεὶ παρασκευὴ ἦν (ἦν γὰρ μεγάλη ἡμέρα
ἐκείνη τοῦ σαββάτου), ἠρώτησαν τὸν Πιλᾶτον, καὶ τὰ ἑξῆς.413

414

κατάγουσιν οὖν ἀπὸ τοῦ ξύλου τὸν Ἰησοῦν, καὶ μνήματι καινῷ κατατίθενται. ἀλλ’ ὅρα κἀνταῦθ’ τὴν τοῦ θεοῦ σο‐ φίαν, ἀγαπητέ, ἵνα μὴ τὸν σταυρὸν αὐτὸν ζημιωθῶμεν, ἵνα μὴ τὸ πανάγιον τοῦ κυρίου σῶμα πυρὸς ἢ θαλάσσης ἔργον
5ποιήσωσι, τῇ συνήθει κἀν τούτῳ μανίᾳ χρησάμενοι, τὸν Αὔ‐ γουστον ἤγειρε Καίσαρα τὴν οἰκουμένην ἅπασαν ἀπογράψα‐ σθαι. γίνεται ταῦτα, καὶ τὸ τῶν Ἑβραίων γένος τῇ τῶν Ῥω‐ μαίων ὑποπίπτει ἀρχῇ. ταύτῃ τοι καὶ τῷ λαχόντι Πιλάτῳ τὴν ἡγεμονίαν αὐτῶν παριστῶσι τὸν κύριον, μὴ συγχωρού‐
10μενοι τὸ βουλητὸν αὐτοῖς ἐπ’ αὐτῷ διαπράξασθαι. καὶ γὰρ εἰ συνεχωρήθησαν, λίθοις ἂν τὸν Χριστὸν ἐθανάτωσαν ἢ ξυ‐ λίνῳ κατέπρισαν πρίονι, κἀντεῦθεν ἡμεῖς τὸν φύλακα ἡμῶν ἐζημιούμεθα σταυρόν. εἰ γὰρ τὸν φιλόθεον Ἱερεμίαν βορ‐ βόρου λάκκῳ ἐνέβαλον, τί οὐκ ἂν εἰς τὸ τοῦ κυρίου σῶμα
15ἐποίησαν, εἰ μή γε τὸν Ῥωμαϊκὸν εἶχον νόμον αὐτοὺς ἀνα‐ στέλλοντα; γίνεται λοιπὸν ἡ ἀπογραφή, τὰ τῆς εὐταξίας εἰσ‐ άγεται, κἀντεῦθεν τὸ τοῦ κυρίου σῶμα τελείᾳ ταφῇ παραδίδοται. Οἶδα δέ, ἀγαπητέ, ὅτι καὶ περὶ τῆς τριημέρου ταφῆς τοῦ κυρίου πολλὴν ἐποιήσω συζήτησιν, ἡμέρας ἐκμετρῆσαι
20δῆθεν ἐπὶ ταύτης τρεῖς μὴ δυνάμενος. ἀλλ’ ἄφες, εἰ βούλει, τῶν πολλῶν, ὅτι καὶ λογισμῶν ἀνθρωπίνων εἰσὶν ἐφευρέ‐
ματα. πείθου δὲ μᾶλλον Ἰσιδώρῳ τῷ Πηλουσιώτῃ λέγοντι414

415

ὅτι καθάπερ ἐπὶ τῶν τελευτώντων ποιεῖν εἰώθαμεν, ὁποίᾳ δ’ ἂν ὥρᾳ τελευτήσῃ τις, τὴν ἑξῆς μόνην ὑπερτιθέμεθα, τῇ δὲ ἑτέρᾳ ἕωθεν τριταίαν ἄγομεν ἡμέραν αὐτοῦ· καὶ οὕτω καὶ ἐπὶ αὐτοῦ τοῦ Χριστοῦ διανοεῖσθαί σε χρή. καὶ γὰρ κατὰ
5τὴν παρασκευὴν παρέδωκε τὸ πνεῦμα· τοῦτο μία ἡμέρα. τὸ σάββατον ὅλον ἐν τῷ τάφῳ ἐποίησεν· ἰδοὺ δύο ἡμέραι. μετὰ δὲ τοῦτο τῆς κυριακῆς ἐπιφωσκούσης ἐκ τάφου ἐγήγερται· ἰδοὺ καὶ τρίτην ἔχεις ἡμέραν. καὶ πείθου τοῖς περὶ Λουκᾶν καὶ Κλεόπαν οὕτω λέγουσι πρὸς αὐτὸν τὸν Χριστόν „ἀλλά γε
10σὺν πᾶσι τούτοις τρίτην ταύτην ἡμέραν ἄγει σήμερον, ἀφ’ οὗ ταῦτα ἐγένετο“. εἰ δὲ καὶ τάχιον ἐκ τάφου ἐγήγερται, οὐ κατὰ τοῦτο πάντως αἰτιασθήσεται, μᾶλλον μὲν οὖν καὶ προσκυνηθήσεται παρὰ πάντων, ὅτι μὲν τὴν ἐμπρόθεσμον καρτερήσας ὑπόσχεσιν τὴν ἐκ νεκρῶν αὐτοῦ τάχιον ἐποιή‐
15σατο ἔγερσιν. καὶ περὶ μὲν τούτων οὕτως ὁ διαληφθεὶς θεῖος ἀνήρ, ὁ δὲ χρυσορρήμων Ἰωάννης φησὶν ὅτι καὶ λίαν ἐποίησε καλῶς ὁ Χριστὸς πρὸ τῆς τῶν τριῶν ἡμερῶν συμπληρώ‐ σεως ἐγερθεὶς ἐκ νεκρῶν. εἰ μὴ γὰρ́ τότε ἀνέστη καθη‐ μένων αὐτόθι τῶν στρατιωτῶν καὶ φυλασσόντων, ἀλλ’ ἀνα‐
20χωρησάντων μετὰ τὴν τρίτην ἡμέραν, εἶχον ἄν τι καὶ λέ‐
γειν οἱ κάκιστοι. προέφθασε λοιπὸν ἀναστάς. ἔδει γὰρ παρα‐415

416

καθημένων αὐτῶν γενέσθαι τὴν ἀνάστασιν. οὐκοῦν ἠναγκά‐ ζετο καὶ τῶν τριῶν ἡμερῶν ἐντὸς ἐκ νεκρῶν ἐγερθῆναι, ὡς εἴγε παρελθουσῶν αὐτῶν κἀκείνων ἀναχωρησάντων ἡ ἀνά‐ στασις γέγονεν, ὕποπτον ἂν εἶναι τὸ πρᾶγμα ἔμελλε· διὸ καὶ
5σφραγίσαι τὸν τάφον, ὡς ἐβούλοντο, συνεχώρησεν ὁ Πιλᾶτος. εἰ δὲ ταῦτα οὕτως ἔχει, μὴ ἐπὶ πλέον τὰ θεῖα περιεργάζου ῥητά, μηδὲ ζήτει τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας ἐπὶ τῇ ταφῇ τοῦ Χριστοῦ καὶ σωτῆρος ἡμῶν, ὅπου γε καὶ ταύτας, εἰ βού‐ λει, τὸν θειότατον ἔχεις Ἰσίδωρον ἐκμετροῦντά σοι. ἕκτῃ
10ὥρᾳ τῆς παρασκευῆς ἐσταυρώθη ὁ κύριος. ἀπὸ ταύτης ἕως ὥρας ἐννάτης σκότος ἐγένετο· τοῦτό μοι νύκτα νόησον. πά‐ λιν ἀπὸ ἐννάτης ἕως ἑσπέρας αὐτῆς φῶς· τοῦτο νόησον αὖ‐ θις ἡμέραν. ἔχεις ἰδοὺ νυχθήμερον ἕν. πάλιν ἡ νὺξ τῆς παρασκευῆς καὶ ἡ τοῦ σαββάτου ἡμέρα νυχθήμερον· ἔχεις
15ἰδοὺ νυχθήμερα δύο. πάλιν ἡ τοῦ σαββάτου νὺξ καὶ ὁ τῆς κυριακῆς ὄρθρος νυχθήμερον· ἔχεις ἰδοὺ νυχθήμερον τρίτον, ἐν ᾧ καὶ ἀνέστη ὁ κύριος, εἴγε καὶ ἄδηλος ἦν ἡ ὥρα τῆς ἀναστάσεως, καθὰ δὴ καὶ ἡ τῆς δευτέρας παρουσίας αὐτοῦ. Οἶδα δέ, ἀγαπητέ, καὶ τοῦτο πρὸς τοῖς ἄλλοις ζητοῦντά
20σε, τίνος ἕνεκεν ἡ τοῦ κυρίου ταφὴ τριήμερος καὶ οὐ πλείων
ἢ ἐλάσσων αὕτη ἐγένετο. ὑπὲρ πάσης ἔπρεπε τῆς τῶν ἀν‐416

417

θρώπων φύσεως ἀποθανεῖν τὸν Χριστόν, ὑπέρ τε δηλαδὴ τῶν προαποθανόντων τῶν τε περιόντων καὶ τῶν μελλόντων γενέ‐ σθαι, ἐπειδὴ καὶ τρεῖς εἰσὶ καιροί, παρεληλυθὼς ἐνεστὼς μέλ‐ λων. καὶ τοὺς μὲν προαποθανόντας ἔσωσε κατελθὼν ἐν τῷ
5ᾅδῃ, τοὺς δὲ τότε περιόντας ἔσωσεν ὡς πιστεύσαντας εἰς αὐ‐ τόν, τοὺς δὲ μετὰ ταῦτα γενησομένους ὡς πιστεύσαντας εἰς τὸ τῶν ἀποστόλων κήρυγμα καὶ βαπτισθέντας. εἰ οὖν τὴν ὅλην ἡμῶν φύσιν ἔλαβε, δῆλον ὅτι καὶ τὴν ὅλην ἡμῶν φύσιν ἀνέπλασε. καλῶς οὖν ἡ τοῦ κυρίου ταφὴ τριήμερος γέγονεν.
10 Ἀνίσταται οὖν ὁ κύριος ἐκ νεκρῶν, ἀλλ’ οὐκ αὐτίκα πρὸς οὐρανοὺς ἀνάγεται. κατὰ γὰρ τὸν μέγαν Ἀθανάσιον, τοὺς μαθητὰς ἐπιστηρίξαι βουλόμενος ἡμέρας ἐνταῦθα ποιεῖ μʹ, ὀπτανόμενος αὐτοῖς ἔστιν ὅτε καὶ τὰ πρὸς εἰρήνην διαλεγό‐ μενος, ὠτειλὰς ἐν τῷ θεοειδεῖ δεικνύων ἐκείνῳ σώματι, συν‐
15εσθίων αὐτοῖς ἅμα καὶ πίνων, οὐχ ὡς τροφῆς δεόμενος ἀλλὰ πιστούμενος, καὶ τἆλλα πάντα ποιῶν ὅσαπερ εἴωθε τοὺς ἀσθενεῖς ἀσφαλίζεσθαι. καὶ πρῶτα μὲν ὤφθη δυσὶ γυναιξίν, ἡνίκα καὶ τοὺς πόδας αὐτοῦ κρατήσασαι κατησπάζοντο. ἔπειτα τῇ Μαγδαληνῇ μόνῃ ὀπτάνεται, μετὰ δὲ ταῦτα τῷ κορυ‐
20φαίῳ Πέτρῳ, καθὰ καὶ Παῦλος φησίν „ὁ κύριος ἐγερθεὶς ἐκ
νεκρῶν ὤφθη πρῶτον Κηφᾷ“. ὤφθη τοῖς περὶ Λουκᾶν καὶ417

418

Κλεόπαν, ὤφθη τοῖς δέκα, εἶτα τοῖς ἕνδεκα· ὤφθη κατὰ τὴν Γαλιλαίαν αὐτοῖς, ὁμοίως ἐν τῇ Τιβεριάδι· ὤφθη Ἰα‐ κώβῳ τῷ ἀδελφοθέῳ· ὤφθη ἐπάνω πεντακοσίων ἀνδρῶν. καὶ τελευταῖον ἐφάνη αὐτοῖς ἐν τῷ ὄρει τῶν ἐλαιῶν, ἐν ᾧ καὶ
5τὴν χαμόθεν ἐποιήσατο ἔπαρσιν μεθ’ ἡμέρας, ὡς εἴρηται, μʹ. Εἰ δὲ καὶ τοῦτο βούλει μαθεῖν, τίνος ἕνεκεν μετὰ τὴν ἐκ νεκρῶν αὐτοῦ ἔγερσιν ἡμέρας ἐπὶ γῆς ἐποίησε μʹ καὶ οὐ πλεῖον ἢ ἔλασσον, ὁ μέγας ἰδοὺ Ἐπιφάνιος δι’ ὀλίγων ἐπιλύ‐ σει σοι τὸ τοιοῦτον ἀπόρρητον. „ὃν γὰρ τρόπον“ φησί „μετὰ
10τὸ γεννηθῆναι ὁ Χριστὸς ἀνεκλίθη ἐν φάτνῃ, ἐσπαργανώθη, καὶ μεθ’ ἡμέρας μʹ προσήχθη τῷ θείῳ ναῷ καὶ κατὰ τὸν τοῦ Μωσέως νόμον παρέστη τῷ θεῷ, οὕτω καὶ πρωτότοκος ἐκ νεκρῶν γεγονὼς ἡμέρας ἐνταῦθα ποιεῖ μʹ, εἶθ’ οὕτως πρὸς τὸ ἄνω Ἱερουσαλὴμ ἐπανάγεται, τῷ προσώπῳ τοῦ θεοῦ ἐμφα‐
15νισθησόμενος ὑπὲρ ἡμῶν“. καὶ πείθου τῷ μεγάλῳ Παύλῳ λέγοντι „οὐ γὰρ εἰς χειροποίητα ἅγια ἐσῆλθεν ὁ Χριστός, ἀντίτυπα τῶν ἀληθινῶν, ἀλλ’ εἰς αὐτὸν τὸν οὐρανὸν νῦν ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ θεοῦ ὑπὲρ ἡμῶν.“ Οὐκοῦν ἀνελήφθη ὁ κύριος. ἡμέραι μετὰ ταῦτα διέρ‐
20χονται δέκα, καὶ ἡ τοῦ παναγίου πνεύματος γίνεται κάθοδος. μετὰ δέκα δὲ συμπλήρωσιν ἡμερῶν ἡ τοιαύτη γίνεται κάθο‐
δος, διότι τέλειος ὁ δέκατος ἀριθμός. ἐπειδὴ τοίνυν τὸ πνεῦ‐418

419

μα τὸ ἅγιον ἐπὶ τοῦτο κατερχόμενον, ἵνα καὶ τοὺς ἀτελεῖς μαθητὰς τελείους ἀπεργάσηται, τούτου χάριν ἐν ἀριθμῷ τε‐ λείῳ, τουτέστιν ἐν ἡμέρᾳ δεκάτῃ, πρὸς αὐτοὺς ἐπεφοίτησεν. ὅτι δὲ τελείους ἔδειξε τοὺς ἀτελεῖς μαθητάς, ὁ κορυφαῖος
5Πέτρος τοῦτο παρέστησεν. ὅρα γὰρ νουνεχῶς ὅτι παιδίσκῃ τινὶ πρότερον οἰκτρᾷ θροηθεὶς τὸν διδάσκαλον τρίτον ἠρνή‐ σατο, τῷ παναγίῳ δὲ πνεύματι στομωθεὶς ὕστερον μετὰ παρ‐ ρησίας ὅτι πολλῆς ἐδημηγόρει μέσον λαοῦ κἀντεῦθεν ἔπει‐ θεν ἅπαντας ἀνενδοιάστως προσέρχεσθαι τῷ Χριστῷ.
10 Μεθ’ ἡμέρας οὖν, ὡς εἴρηται, πεντήκοντα τῆς ἐκ νεκρῶν ἐγέρσεως τοῦ Χριστοῦ ἡ τοῦ παναγίου πνεύματος γίνεται κά‐ θοδος. τίνος ἕνεκεν; ὅτι καὶ ὁ παλαιὸς νόμος ἐν ἡμέρᾳ πεν‐ τηκοστῇ θεοῦ φανέντος ἐδίδοτο. κατὰ γὰρ τὸν χρυσορρή‐ μονα καὶ θεῖον Ἰωάννην, μᾶλλον δὲ κατὰ τὴν τοῦ θεόπτου
15Μωσέως ἱστορίαν, πεντήκοντα διῆλθον ἡμέραι μετὰ τὴν ἐξ Αἰγύπτου τῶν Ἰουδαίων ἔξοδον, καὶ τηνικαῦτα τὰς θεοχα‐ ράκτους ὁ Μωσῆς πλάκας ἔλαβεν. εἰ τοίνυν ἐν ἡμέραις πεν‐ τήκοντα ὁ παλαιὸς ἐδίδοτο νόμος, ἔδει πάντως κατ’ ἐκείνην τὴν ἡμέραν δοθῆναι καὶ τὴν τοῦ παναγίου πνεύματος χάριν,
20ὡς ἐντεῦθεν, ἀγαπητέ, κατά γε τὴν παλαιὰν καὶ τὴν νέαν, ἀδιαίρετον δειχθῆναι τὴν φύσιν τῆς θεότητος, καὶ ὅτι τὸ
πνεῦμα τὸ ἅγιον ἐνομοθέτει καὶ τότε καὶ νῦν.419

420

Καὶ ὤφθησαν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυ‐ ρός. διὰ τί γλῶσσαι; ἐπειδὴ κηρύγματος χρεία, καὶ ἵνα τὸ σχῆμα τὴν ἐνέργειαν ἑρμηνεύσῃ, καθά φησιν ὁ τὴν γλῶτταν χρυσοῦς. ἁλιεῖς γὰρ ἦσαν οἱ ἀπόστολοι, καὶ πρὸς τὸ κή‐
5ρυγμα λόγου ἐδέοντο. μεριζόμεναι δὲ εἶπεν, ὅτι πῦρ ἐφάνη κατερχόμενον μονοειδές, εἶτα τοῖς ἀποστόλοις ἐμερίζετο. τὸ δὲ πῦρ ἐκεῖνο οὐκ αὐτὸ ἦν τὸ πνεῦμα, ἀλλὰ δύναμις πνεύ‐ ματος. οὐκ ἐν τῷ στόματι δὲ αὐτῶν ἐβλήθησαν αἱ γλῶσσαι, ἀλλ’ ἐπὶ κεφαλῆς ἐκάθισαν· ἄρχοντες γὰρ τῆς οἰκουμένης
10ἐχειροτονοῦντο καὶ κήρυκες. ὅρα γὰρ ὅτι καὶ ἕως ἄρτι τοῦτο κρατεῖ· ἐπιτίθεται γὰρ τῇ κεφαλῇ τοῦ μέλλοντος χειροτο‐ νηθῆναι ἀρχιερέως τὸ εὐαγγέλιον, καὶ ὅταν ἐπιτεθῇ, οὐδὲ ἄλλο ἔστιν ἰδεῖν ἢ γλῶσσαν προσεπικειμένην τῇ κεφαλῇ. ἐν εἴδει δὲ πυρὸς διὰ τὸν εἴποντα „πῦρ ἦλθον εἰς τὸν κόσμον
15βαλεῖν“ χάριν τῶν ὑλομανούντων παθῶν. Καὶ ἐκάθισεν ἐφ’ ἕνα ἕκαστον αὐτῶν. πᾶς οὖν ὁ δια‐ κονῶν τῷ θεῷ θρόνος ἐστὶ τοῦ θεοῦ· διὰ γὰρ τοῦτο καὶ ἐκά‐ θισεν εἶπε. Καὶ ἐπλήσθησαν ἅπαντες πνεύματος ἁγίου, καὶ ἤρξαντο
20λαλεῖν ἑτέραις γλώσσαις, καθὼς τὸ πνεῦμα ἐδίδου αὐτοῖς
ἀποφθέγγεσθαι. ἐφ’ ᾧ καὶ οἱ παρεστῶτες ἔλεγον οὐκ ἰδοὺ420

421

πάντες οἱ λαλοῦντες Γαλιλαῖοι οὗτοί εἰσι; καὶ πῶς ἡμεῖς ἀκούομεν ἕκαστος τῇ ἰδίᾳ ἡμῶν διαλέκτῳ, Πάρθοι καὶ Μῆ‐ δοι καὶ Ἐλαμῖται καὶ οἱ λοιποί; ιεʹ δὲ γλωσσῶν τέως ἔλαβον χαρίσματα, καθά φησιν ὁ τὴν γλῶτταν χρυσοῦς, ὅσον πρὸς
5τοὺς παρόντας. τίς γὰρ ἦν ἡ χρεία Περσικῆς γλώττης μὴ παρόντων Περσῶν; δεκαπέντε δὲ γλῶσσαι ἐφάνησαν καὶ διὰ τοῦτο, ἵνα καὶ ἡ ἐνέργεια τῆς τριάδος φανῇ καὶ ὑπηρέται οἱ δώδεκα. καὶ ἦν ἰδεῖν τὸν Γαλιλαῖον Πέτρον Ῥωμαϊστὶ λαλοῦντα, γλῶσσαν ἣν οὐκ ἔμαθεν, ὥσπερ δὴ καὶ ἕνα ἕκα‐
10στον τῶν λοιπῶν ἰδίαν γλῶσσαν λαλοῦντα. οἰκονομεῖ γὰρ τοῦτο τὸ πνεῦμα τὸ ἅγιον, ἵνα μὴ στάσις ᾖ ἐν τοῖς ἀποστό‐ λοις περὶ τοῦ ποῦ δεῖ ἕκαστον ἀπελθεῖν. ἐφ’ ᾧ καὶ δίδοται ἑκάστῳ ἰδία γλῶσσα ὥσπερ κανών. ἤγουν, Ῥωμαϊστὶ λα‐ λεῖς; ἄπελθε εἰς τὴν Ῥώμην. Περσιστὶ λαλεῖς; ἄπελθε εἰς
15τὴν Περσίαν. καὶ ἐν τῇ γλώσσῃ μέν, ὡς εἴρηται, ἔλαβον τὸν κανόνα· ἀλλ’ ἐπειδὴ πάλιν ἐχρῆν αὐτοὺς ἀπερχομένους εἰς Ῥώμην διέρχεσθαι διὰ πολλὼν ἐθνῶν, ἐλάμβανον ὥσπερ παραβοηθοὺς ἑτέρας γλώσσας, τὴν πρώτην ἀντὶ χειροτονίας ἔχοντες. εὑρίσκεται γὰρ ἕκαστος τῶν ἀποστόλων καὶ διαφόροις
20γλώσσαις λαλῶν, ἐπειδὴ καὶ διὰ πολλῶν παρῄεσαν ἐθνῶν.421

422

δῆλον ἐξ ὧν ὁ Παῦλος φησίν „εὐχαριστῶ τῷ θεῷ, πάντων ὑμῶν γλώσσαις λαλῶ“. Τότε δὴ τότε καὶ ἡ τοῦ θειοτάτου Ἰωὴλ προφητεία πέρας ἐλάμβανεν ἡ οὕτω λέγουσα „ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου
5ἐπὶ πᾶσαν σάρκα“, πιστεύσασαν δηλαδή. οὐ μόνον γὰρ οἱ ἀπόστολοι γλώσσαις ἐλάλουν, ἀλλὰ καὶ πάντες οἱ παρ’ αὐτῶν βαπτιζόμενοι τὸ τοιοῦτον ἐδέχοντο χάρισμα. καὶ τοῦτό ἐστιν ὅπερ ὁ κύριος ἔλεγε „σημεῖα δὲ τοῖς πιστεύσασι ταῦτα πα‐ ρακολουθήσει· ἐν τῷ ὀνόματί μου δαιμόνια ἐκβαλοῦσι, γλώσ‐
10σαις λαλήσουσι καιναῖς.“ καὶ ὅρα δώδεκα ἐν Ἐφέσῳ ἄνδρας, ὡς ὁ Λουκᾶς ἱστορεῖ, προβαπτισθέντας μὲν εἰς τὸ τοῦ Ἰωάν‐ νου βάπτισμα, πνεῦμα δὲ μὴ εἰδέναι τί ποτέ ἐστι λέγοντας· ἀλλ’ ἡνίκα τὰς χεῖρας ὁ Παῦλος ἐπέθηκε, τηνικαῦτα τὸ τῶν γλωσσῶν ἐδέχοντο χάρισμα. ἐπειδὴ γὰρ τὸ πνεῦμα τὸ ἅγιον
15ἄρατον ἦν, ἔδει πάντως τῆς ἐκείνου παρουσίας αἰσθητόν τινα γίνεσθαι ἔλεγχον, ὡς ἐντεῦθεν ἀδιστάκτως ἐπὶ τὸ θεῖον λουτρὸν ἅπαντας ἔρχεσθαι. τοῦτο μέντοι τὸ χάρισμα ἠρέ‐ θισε καὶ τὸν Σίμωνα τοῖς ἀποστόλοις τε προσελθεῖν καὶ τὸ βάπτισμα αἰτήσασθαι· εἰ μὴ γὰρ αἰσθητὴν ἑώρα τὴν τοῦ
20πνεύματος δύναμιν, οὐκ ἂν ἐκεῖνος τοῖς Χριστοῦ προσήρχετο
μαθηταῖς, οὐκ ἂν ἐπιδεὴς αὐτῶν ἐπὶ τοσοῦτον ἐφαίνετο. καὶ422

423

τότε μὲν οἱ βαπτιζόμενοι τῇ τοῦ παναγίου πνεύματος ἐπι‐ φοιτήσει τὸ τῶν γλωσσῶν ἐδέχοντο χάρισμα· ἐπὶ δέ γε τοὺς περὶ τὸν Κορνήλιον καὶ πρὸ τοῦ βαπτισθῆναι ἐπέπεσε τὸ πνεῦμα τὸ ἅγιον, καὶ ἐλάλουν γλώσσαις. διὰ τί δὲ καὶ
5πρὸ τοῦ βαπτισθῆναι τὴν τοῦ παναγίου πνεύματος ἐνέργειαν ἐδέχοντο; διὰ τὴν πολλὴν τῶν ἐκ περιτομῆς πιστευσάντων διάκρισιν. διεκρίνοντο γὰρ οὗτοι μὴ θέλοντες καὶ βαπτιζο‐ μένοις τοῖς ἐθνικοῖς ἀναμίγνυσθαι. Οἶδα δέ, ἀγαπητέ, ὅτι καὶ τὸν καιρὸν ἐκβιάζῃ μαθεῖν καθ’
10ὃν ἡ τοῦ μακαρίου Παύλου γέγονε κλῆσις. καὶ κατὰ τινὰς μὲν ἱστορικοὺς, καὶ μᾶλλον Ἱππόλυτον τὸν Θηβαῖον, ἐνιαυτοὶ διῆλθον ζʹ μετὰ τὴν τοῦ κυρίου ἐκ νεκρῶν ἀνάστασιν, καὶ ὁ πρωτομάρτυς Στέφανος τὸ μακάριον τέλος ἐδέξατο· μετὰ δὲ ταῦτα ὡσεὶ μῆνες διῆλθον ἕξ, καὶ ἡ τοῦ Παύλου γέγονε κλῆ‐
15σις. ἀλλ’ ἡ Εὐσεβίου τοῦ Παμφύλου ἱστορία διέξεισιν ὡς οὔπω εἷς ἐνιαυτὸς ἐπεπλήρωτο μετὰ τὴν ἐκ νεκρῶν τοῦ κυ‐ ρίου ἀνάστασιν, καὶ ταῦτα πάντα ἐγένετο, οἱ ἆθλοί τε τοῦ πρωτομάρτυρος καὶ ἡ τοῦ μακαρίου Παύλου προσέλευσις. ἀλλ’ ἦν ἰδεῖν ἐπ’ αὐτῷ τηνικαῦτα πληρούμενον τὸ λόγιον τὸ
20λέγον „ποῦ ὑπάγεις, οἶδας· τί δὲ μέλλεις παθεῖν, οὐκ οἶ‐ δασ“. ἐπιστολὰς γὰρ ἀπὸ τῶν ἀρχιερέων λαβὼν ὥστε ἀπελ‐ θεῖν καὶ τοὺς ὁπουδήποτε παρευρισκομένους Χριστιανοὺς
ἀναιρεῖν, πηροῦται τοὺς ὀφθαλμοὺς αὐτοῦ καθ’ ὁδόν· πε‐423

424

ριήστραψε γὰρ ἄνωθεν αὐτὸν ἄρρητον φῶς, καὶ οὕτως οἱ τοῦ σώματος αὐτοῦ λύχνοι παραχρῆμα ἐσβέσθησαν. ἀλλὰ καὶ φωνῆς ἄνωθεν ἤκουσε πρὸς αὐτὸν οὕτω λεγούσης „Σαοὺλ Σαούλ“ (τουτέστιν ἀδελφὲ ἀδελφέ) „τί με διώκεισ“; στέλλε.
5ται λοιπὸν πρὸς Ἀνανίαν, καὶ βάπτισμα δέχεται, κἀντεῦθεν φωτίζεται τούς τε ψυχικοὺς καὶ σωματικοὺς ὀφθαλμούς. κηρύσσει λοιπὸν ὁ πάμμεγας Παῦλος ἔτη λέ. ἐν γὰρ τῷ δε‐ κάτῳ ὀγδόῳ ἔτει Τιβερίου Καίσαρος τὸ σωτήριον πάθος γέγονε τοῦ Χριστοῦ. οὔπω τὸ τοιοῦτον ιηʹ ἔτος πεπλήρωται,
10καὶ τὰ διαληφθέντα τηνικαῦτα γεγόνασι. τρέχειν ἤρξατο τὸ ιθʹ ἔτος τῆς βασιλείας Τιβερίου Καίσαρος, καὶ κηρύσσειν ὁ Παῦλος ἄρχεται, ὡς ἱστορία φησί. διέρχονται τοίνυν ἔτη δ’ τὰ ἐπίλοιπα τῆς βασιλείας Τιβερίου· καὶ γὰρ εἴκοσι καὶ δύο ἔτη τὰ πάντα κρατήσας εὑρίσκεται. διέρχονται δὲ ὁμοίως
15καὶ τὰ τῆς βασιλείας Γαΐου ἔτη δʹ, καὶ Κλαυδίου δὲ ὁμοίως διέρχονται ἔτη ὡσεὶ ιδʹ. τοῦτον ὁ Νέρων διαδέχεται, καὶ τῷ ιγʹ ἔτει τῆς αὐτοῦ βασιλείας ἀναιρεῖ τὸν ἀπόστολον. τριά‐ κοντα λοιπὸν καὶ πέντε εὑρίσκονται τὰ ἔτη ἐν οἷς ὁ Παῦλος ἐκήρυξε. τοσοῦτον δὲ τὰ τῆς αὐτοῦ μετεχειρίζετο διακονίας,
20ὡς καὶ πρὸς Ἰάκωβον τὸν ἀδελφόθεον εἰσελθεῖν καὶ συμβου‐ λὴν ἐξ ἐκείνου δέξασθαι ξυρηθῆναι και ἁγνισθῆναι τῶν Ἰου‐
δαίων ἕνεκεν.424

425

Οὗτος ὁ Ἰάκωβος ἀρχιερεὺς Ἱεροσολύμων πρῶτος ἐχρη‐ μάτισε· προείλοντο γὰρ αὐτὸν ὥστε μὴ Πέτρον καὶ Ἰωάν‐ νην καὶ Ἰάκωβον δόξης ἕνεκεν ἐπιδικάζεσθαι, καθὰ Κλήμης ὁ στρωματεὺς ἱστορεῖ. τοῦτον μέντοι τὸν Ἰάκωβον καὶ δί‐
5καιον ἐκάλουν διὰ τὴν αὐτοῦ ἀρετήν. οὗτός ἐστιν ὁ κατὰ τοῦ πτερυγίου βληθεὶς καὶ παρὰ τοῦ κναφέως ξύλῳ πληγεὶς κατὰ κεφαλῆς εἰς θάνατον. Ἰουδαῖοι γὰρ τοῦ Παύλου Καί‐ σαρα ἐπικαλουμένου καὶ ὑπὸ Φήστου πεμφθέντος, τῆς ἐλπί‐ δος καθ’ ἣν ἐξήρτυον αὐτῷ τὴν ἐπιβουλὴν ἐκπεσόντες, ἐπ’
10αὐτὸν τρέπονται, καὶ λέγουσιν „ἐπίσχες τὸν λαόν, ἐπεὶ ἐπλα‐ νήθη εἰς Ἰησοῦν· ἡμεῖς γὰρ μαρτυροῦμέν σοι, καὶ πᾶς ὁ λαός, ὅτι δίκαιος εἶ“. ἦν δὲ πάσχα. καὶ στήσαντες αὐτὸν ἐπὶ τὸ πτερύγιον εἶπον „δίκαιε, σοὶ πάντες πειθόμεθα. ἐπεὶ δὲ ὁ λαὸς πλανᾶται ὀπίσω Ἰησοῦ τοῦ σταυρωθέντος, ἀπάγ‐
15γειλον ἡμῖν τίς ἡ θύρα τοῦ θεοῦ“. ἐκείνου δὲ ἀποκριθέντος ὅτι Ἰησοῦς κάθηται ἐν τῷ οὐρανῷ ἐκ δεξιῶν τῆς μεγάλης δυνάμεως, καὶ μέλλει ἔρχεσθαι ἐπὶ τῶν νεφελῶν τοῦ οὐρα‐ νοῦ, ἔκραξαν „ὢ ὤ, καὶ ὁ δίκαιος ἐπλανήθη“. κατέβαλλον οὖν αὐτὸν ἀναβάντες, καὶ ἔβαλλον λίθοις. καὶ εὐθὺς Οὐε‐
20σπασιανὸς πολιορκεῖ αὐτούς. τοσοῦτον δὲ ἦν δίκαιος ὡς τοὺς ἔμφρονας τῶν Ἰουδαίων νομίζειν δι’ αὐτὸν ταῦτα γε‐
νέσθαι. γράφει δὲ καὶ Ἰώσηπος „ταῦτα δὲ συμβέβηκεν Ἰου‐425

426

δαίοις κατ’ ἐκδίκησιν Ἰακώβου τοῦ δικαίου, ὃς ἦν ἀδελ‐ φὸς Ἰησοῦ τοῦ λεγομένου Χριστοῦ“. τὸν μὲν οὐν τρόπον τῆς τελευτῆς αὐτοῦ, ἤγουν τὸ κρημνισθῆναι καὶ λιθασθῆ‐ ναι καὶ γονυπετῆσαι καὶ εὔξασθαι ὑπὲρ αὐτῶν καὶ ξύλῳ
5πληγέντα τελειωθῆναι, ὁ Κλήμης ἱστόρησεν, ὁ δὲ Ἰώσηπος ταῦτα· οἶνον καὶ σίκερα οὐκ ἔπιεν, ἔμψυχον οὐκ ἔφαγεν, ξυρὸν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ οὐκ ἀνέβη, ἔλαιον οὐκ ἠλεί‐ ψατο, καὶ βαλανείῳ οὐκ ἐχρήσατο. τούτῳ μόνῳ ἐξῆν εἰς τὰ ἅγια εἰσιέναι καὶ δέεσθαι ὑπὲρ τοῦ λαοῦ, ὡς ἐντεῦθεν ἀπε‐
10σκληκέναι τὰ γόνατα αὐτοῦ δίκην καμήλου, γονυπετοῦντος καὶ δεομένου ἄφεσιν τῷ λαῷ. ἀπέκτειναν δὲ αὐτὸν οἱ Ἰουδαῖοι μετὰ τὴν τελευτὴν Φήστου ἀναρχίαν εὑρόντες. Καὶ ὁ μὲν Ἰάκωβος οὗτος, ὁ ἀδελφόθεος δηλαδή, τῇ δω‐ δεκάδι τῶν μαθητῶν οὐκ ἦν ἐναρίθμιος, τὰ πρῶτα δὲ ὅμως
15παρ’ αὐτοῖς ἔφερε. καὶ γὰρ ἀναστὰς ἐκ νεκρῶν ὁ κύριος, ὡς ὁ Κλήμης φησί, Πέτρῳ καὶ Ἰωάννῃ καὶ Ἰακώβῳ τῷ ἀδελ‐ φοθέῳ τὴν γνῶσιν ἔδωκεν, οὗτοι δὲ τοῖς λοιποῖς. πρὸ γὰρ τῆς ἀναστάσεως καὶ ἐνεκότουν τῷ κυρίῳ καὶ ἠπίστουν αὐτῷ οἱ ἀδελφοὶ αὐτοῦ, ὡς ὁ εὐαγγελιστὴς Ἰωάννης φησί. πρόσ‐
20εχε δέ, ἀγαπητέ. εἰ γὰρ καὶ πρώτους ἐκείνους ὁ κύριος426

427

τοὺς δώδεκα ἐξελέξατο, εἰ καὶ τιμῆς ἠξίωσε πλείονος, εἰ καὶ ἐπὶ ιβʹ θρόνων ὑπέσχετο καθίσαι αὐτοὺς τὰς δώδεκα φυλὰς τοῦ Ἰσραὴλ κρίνοντας, εἰ καὶ σύνδειπνοι αὐτῷ ἔσονται κατ’ ἐκείνην τὴν ἡμέραν, ἐπειδὴ μεμενήκασι μετ’ αὐτοῦ, ἀλλ’ ἔχο‐
5μεν ἀλλαχοῦ τὸν κύριον αὐτὸν πρὸς τοὺς ἐκ Ζεβεδαίου, ἡνίκα δεξιὰν ᾐτήσαντο καὶ ἀριστερὰν καθέδραν, οὕτω λέγοντα „οὐκ ἐμόν ἐστι τοῦτο δοῦναι, ἀλλ’ οἷς ἡτοίμασται παρὰ τοῦ πατρός μου“. οὐκοῦν εἰ τὰ τῆς τιμῆς ἐκείνης οὐ δίδοται κατὰ χάριν ἀλλὰ κατὰ τοὺς ἀγῶνας οὓς ὁ καθ’ ἕνα ἐνδείξεται, μὴ θαύ‐
10μαζε εἴγε καὶ οἱ κατὰ τὸν Παῦλον, ναὶ μὴν καὶ Ἰάκωβον τὸν ἀδελφόθεον ἀγωνισάμενοι κοινωνοὶ καὶ συμμέτοχοι τῆς τῶν δώδεκα τιμῆς εὑρεθήσονται. καὶ γὰρ τοῦτο καὶ ὁ τὴν γλῶτταν χρυσοῦς ἔλεγε, Παύλου μείζονα στῆναι τότε μη‐ δέτερον.
15 Ὅτι δὲ οἱ μαθηταὶ τοῦ Χριστοῦ δώδεκα τὸν ἀριθμὸν καὶ οὐ πλείους ἢ ἐλάσσους εἶναι ἔμελλον, ἀρχῆθεν τοῦτο δε‐ δήλωται. καὶ πρόσχες, εἰ βούλει, τοῖς λεγομένοις. ὃν γὰρ τρόπον ὁ αἰσθητὸς οὗτος ἥλιος ἀπὸ τοῦ πρώτου σημείου ἀρξάμενος, καὶ διὰ τῶν ιβʹ ζωδίων τὴν αὐτοῦ ποιήσας περίο‐
20δον, κἀν τούτοις τὰ αὐτοῦ πάντα πληρώσας, ἐκεῖσε πάλιν ὑποστρέφει ὅθεν τοῦ δρόμου κατήρξατο, οὕτω καὶ ὁ νοητὸς ἥλιος τῆς δικαιοσύνης, ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστός, ὁ υἱὸς
τοῦ θεοῦ καὶ θεός, ἐξανατείλας τῷ κόσμῳ καθὼς αὐτὸς ηὐδό‐427

428

κησε, καὶ διὰ τῶν ιβʹ μαθητῶν τὴν ὑπ’ οὐρανὸν διαδραμών, πᾶσαν τὴν αὐτοῦ βούλησιν δι’ αὐτῶν ἐκτελέσας ἐκεῖσε πάλιν ὅθεν ἦλθεν ὑπέστρεψεν. ὅτι δὲ οἱ παρὰ κυρίου ἐκλεγέντες ιβʹ μαθηταί, ναὶ μὴν καὶ οἱ κατ’ αὐτοὺς ἀγωνισάμενοι κρείτ‐
5τονα τόπον ἐσχήκασι τῶν προπατόρων ἐκείνων, ὁ χρυσορρή‐ μων Ἰωάννης ἀριδηλότερον ἔδειξεν. ἐπὶ ιβʹ γὰρ ἔφη θρό‐ νων καθίσαι αὐτούς, καὶ κρῖναι τὰς ιβʹ φυλὰς τοῦ Ἰσραήλ, ἣν δὴ τιμὴν οὐκ ἔδωκε τοῖς προπάτορσι. καὶ ὅτι πολλοὶ ἀπὸ ἀνατολῶν καὶ δυσμῶν ἐλεύσονται, καὶ μετὰ Ἀβραὰμ καὶ
10Ἰσαὰκ ἀνακλιθήσονται· τοῖς δέ γε ἀποστόλοις οὐδεὶς ἕτερος ἐσεῖται συγκάθεδρος. καὶ ὅτι ὑπὸ σκιὰν ἐκεῖνοι τότε φανέν‐ τες ἐλάττονές εἰσι τῶν ἐνακμασάντων τῇ ἀληθείᾳ. καὶ ταῦτα μὲν ὁ τὴν γλῶτταν χρυσοῦς, ὁ δὲ Θεοδώρητος σφάλλεσθαι λέγει τοὺς οὕτω περὶ τῶν προπατόρων καὶ φρονοῦντας καὶ
15λέγοντας. εἰ γὰρ καὶ μὴ αἰσθητῶς ἐκεῖνοι τὸν κύριον εἶδον, ἀλλὰ νοητῶς εἶδον αὑτόν. πῶς δὲ καὶ ἐλάσσων ὁ τοὺς ἁγί‐ ους εἰς τὸν κόλπον αὐτοῦ δεχόμενος, καὶ ὁ τῇ τοῦ κυρίου μεταμορφώσει συμμεταμορφωθεὶς Μωϋσῆς ἅμα τῷ Ἠλίᾳ μετὰ τοσαύτης δόξης ὥστε συλλαβεῖν αὐτῷ περί τε σταυροῦ
20καὶ θανάτου; καὶ ὁ μὲν Θεοδώρητος οὕτω· σὺ δέ, ἀγα‐
πητέ, τοῖς τοῦ χρυσορρήμονος ἐπὶ πλέον πρόσκεισο. τίνος428

429

ἓνεκεν; ὅτι τοῖς τοῦ κυρίου λόγοις τὰ τοιαῦτα συνᾴδουσιν. ἐπὶ γὰρ τῷ κατὰ Λουκᾶν εὐαγγελίῳ καὶ τάδε τοῖς ἀποστό‐ λοις ἔλεγε „μακάριοι οἱ ὀφθαλμοὶ οἱ βλέποντες ἃ βλέπετε. λέγω γὰρ ὑμῖν ὅτι πολλοὶ προφῆται καὶ βασιλεῖς ἠθέλησαν
5ἰδεῖν ἃ ὑμεῖς βλέπετε, καὶ οὐκ εἶδον, καὶ ἀκοῦσαι ἃ ἀκούετε, καὶ οὐκ ἤκουσαν.“ τίνα δὲ ταῦτα; τὰ κατὰ τὴν ἔνσαρκον πάντως οἰκονομίαν, ὧν οἱ ἀπόστολοι μόνοι κατηξιώθησαν. κατὰ δύο λοιπὸν ὑπερέχουσι τῶν προφητῶν οἱ ἀπόστολοι, καὶ κατὰ τὸ σωματικῶς ἰδεῖν καὶ κατὰ τὸ πνευματικῶς μυη‐
10θῆναι τὰ θεῖα. Ἀλλὰ καὶ τὰς ἐκ νεκρῶν ἐγέρσεις εἴγε μαθεῖν ἐπιζητεῖς, πόσαι εἰσὶν αὗται καὶ τίνων εἰσίν, ἰδού σοι ταύτας ἀπαρι‐ θμήσασθαι οὐκ ὀκνήσομεν. ὀκτὼ μὲν οὖν εἰσὶ τὸν ἀριθμόν, τοῦ τῆς Σαραφθίας υἱοῦ ὃν ὁ Ἠλίας ἤγειρε, τοῦ τῆς Σωμα‐
15νίτιδος υἱοῦ ὃν ὁ Ἐλισσαῖος ἤγειρε, καὶ τοῦ στρατιώτου ἐκεί‐ νου ὃς ἐγγίσας τοῖς τοῦ Ἐλισσαίου λειψάνοις ὡς ἀπὸ πυρὸς ἐξεπήδησε, τῆς τοῦ Ἀρχισυναγώγου θυγατρός, τοῦ τῆς χήρας υἱοῦ, τοῦ Λαζάρου, τῶν πολλῶν σωμάτων, καὶ αὐτοῦ τοῦ παναγίου καὶ κυριακοῦ σώματος, εἰ καὶ μανέντες οἱ Ἀπελ‐
20λιανοὶ ἔλεγον ἐν τῷ τάφῳ διαλυθῆναι τὸ σῶμα τοῦ κυρίου
εἰς τὰ τέσσαρα στοιχεῖα ἐξ ὧν καὶ συνέστηκε. τὰ μέντοι429

430

πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων ἀνέστησαν ὡς ἐντεῦ‐ θεν θεὸν ἀνακηρυχθῆναι τὸν πάσχοντα, πιστωθῆναί τε τῆς τελευταίας καὶ κοινῆς ἀναστάσεως τὸ μυστήριον καὶ τῶν κα‐ τεχομένων ἐν ᾅδου ψυχῶν τὴν ἐλευθερίαν ὁμοῦ καὶ ἐπάνο‐
5δον. καὶ γὰρ αἱ πιστεύσασαι ψυχαὶ τῷ Χριστῷ καταβάντι πρὸς ᾅδην εὐθὺς ἀπελύθησαν. καὶ ἐπεὶ ἀδύνατον ἦν ψυχὰς οὕτω γυμνὰς αἰσθητοῖς ὁραθῆναι ὀφθαλμοῖς, οἰκονομίᾳ θείᾳ πρὸς πίστιν μετὰ σωμάτων ἐφάνησαν αἱ τῶν κεκοιμημένων ἁγίων ψυχαί, εἶθ’ οὕτως εἰς τοὺς ἀνήκοντας αὐταῖς τόπους
10ἀπέπτησαν. Ὅρα δέ, ἀγαπητέ, μήτε τοῖς ὧδε κἀκεῖσε μυθολογουμέ‐ νοις καὶ ἡ σὴ διάνοια περιτραπήσεται. ὅτι μὲν γὰρ φημί‐ ζεται παρὰ τοῖς πολλοῖς τῇ Μαγδαληνῇ ἐκείνῃ ἐντυχεῖν τὸν Γαληνὸν ἰατρόν, καὶ ἀκοῦσαι παρ’ αὐτῆς ὅτι τυφλὸν ἐκ γενε‐
15τῆς ὁ Χριστὸς ἰάσατο, κἀντεῦθεν εἰπεῖν πρὸς αὐτὴν καλῶς ἐκεῖνον εἰδέναι τὰ τῆς γῆς μέταλλα (εἰ μὴ γὰρ τοῦτο ἦν, οὐκ ἂν τὸν τυφλὸν ἐκεῖνον ὠμμάτωσε), οἴδαμεν τοῦτο καὶ ἡμεῖς, ἀλλὰ τὴν τοιαύτην φήμην μετὰ τῶν μύθων ἐτάξαμεν.
ἀδύνατον γὰρ τῇ Μαγδαληνῇ ἐντυχόντα Γαληνόν, ὡς ἐκεῖ‐430

431

νοί φασι, Μάρκου μὲν βασιλέως ἐν τοῖς πρὸς Πίσωνα μεμνῆ‐ σθαι, Κομμόδου δὲ πάλιν ἐν τῷ περὶ ἠθῶν πρώτῳ βιβλίῳ αὐτοῦ· ἀπὸ γὰρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἕως αὐτῆς τῆς βασιλείας Κομμόδου ὡσεὶ ἑκατὸν πεντήκοντα ἔτη
5εὑρίσκονται. καὶ ταῦτα μὲν εἰς τοσοῦτον. Οἶδα δέ, ἀγαπητέ, ὅτι καὶ τοῦτο πρὸς τοῖς ἄλλοις ἠπό‐ ρηκας, „ἵνα τί“ λέγων „οἱ μαθηταὶ τοῦ Χριστοῦ καὶ ἀπό‐ στολοι τὰ λοιπὰ συγγραψάμενοι, τὰ κατὰ τὴν κοίμησιν τῆς ἀειπαρθένου παντάπασι σεσιγήκασι;“ καὶ ἔστιν εἰπεῖν ὅτι τὰ
10τῆς ἐνσάρκου τοῦ σωτῆρος ἡμῶν οἰκονομίας οἱ εὐαγγελισταὶ διηγούμενοι μέχρι καὶ αὐτῆς κατηντήκασι τῆς ἀπὸ γῆς αὐ‐ τοῦ ἀναλήψεως. ἡ δὲ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ πα‐ νάμωμος μήτηρ εἰς γῆρας λέγεται ἐφθακέναι βαθύ, καθά φησιν ὁ θειότατος Ἀνδρέας ὁ Κρήτης. οὐκοῦν ἀδύνατον ἦν
15τῇ εὐαγγελικῇ παραμεμῖχθαι ἱστορίᾳ καὶ τῆς ἀειπαρθένου τὴν κοίμησιν, ἅτε πολλῷ τῷ χρόνῳ γεγονυῖαν, ὡς ἔφημεν, ὕστερον. ἰδίᾳ δὲ πάλιν οἱ μαθηταὶ τοῦ Χριστοῦ διαλαβέ‐ σθαι περὶ ταύτης οὐκ ἔφθασαν, ὅτι περὶ τὸν τῆς οἰκονομίας ἀσχολούμενοι λόγον, καὶ διὰ φροντίδος ἔχοντες ὅτι πολλῆς
20πῶς τε πιστοὺς τοὺς ἀπίστους ποιήσαιεν καὶ ὅπως τῇ κατὰ Χριστὸν ἀμωμήτῳ πίστει πάντες προσέλθοιεν, τὰ λοιπὰ παρε‐
βλέποντο, καὶ μάλιστα ταῦτα τῷ θείῳ κηρύγματι μὴ συντεί‐431

432

νοντα. πλὴν οὐ πάντῃ σεσίγηται τὰ τῆς θείας ἐκείνης κοι‐ μήσεως· ὁ γὰρ θεοφάντωρ καὶ μέγας Διονύσιος θαυμαστά τινα περὶ ταύτης ἐν τοῖς πρὸς Τιμόθεον γράφων εὑρίσκεται. καὶ πρόσχες, εἰ βούλει, τοῖς λεγομένοις. ὁ γὰρ θεῖος οὗτος
5ἀνὴρ καὶ τάδε κατὰ ῥῆμα περὶ τούτου διέξεισι „καὶ ἡμεῖς μὲν οὖν, ὡς οἶσθα, καὶ αὐτὸς καὶ πολλοὶ τῶν ἱερῶν ἡμῶν ἀδελφῶν ἐπὶ τὴν θέαν τοῦ ζωαρχικοῦ καὶ θεοδόχου σώμα‐ τος συνεληλύθαμεν, παρῆν δὲ καὶ ὁ ἀδελφόθεος Ἰάκωβος καὶ Πέτρος ἡ κορυφαία τῶν ἀποστόλων ἀκρότης.“ πρὸς τούτους
10δὲ καὶ τὸν τοῦ θείου ἐκείνου ὕμνου παράγει προεξάρχοντα, θεόληπτον γεγονότα ἐξιστάμενον καὶ οἷον ἐκδημοῦντα πρὸς τὴν ὑμνωδίαν μεταποιούμενον. καὶ τί χρὴ πολλὰ λέγειν; δείκνυσι διὰ τῶν αὐτοῦ λόγων ὁ θεσπέσιος Διονύσιος ὡς ἅπας σχεδὸν τῶν ἀποστόλων ὁ θίασος καὶ αὐτῶν δὴ τῶν
15ἑβδομήκοντα περὶ τὸ σεπτὸν ἐκεῖνο τῆς θεομήτορος συνή‐ θροιστο θέατρον, καὶ ὅτι κατ’ αὐτὸν πάντες συνήλθοσαν οἱ ἀνὰ πᾶσαν ἐσκορπισμένοι τὴν γῆν μαθηταί, ὧν εἷς ἐτύγ‐ χανε καὶ αὐτὸς συνάμα Τιμοθέῳ καὶ Ἱεροθέῳ. καὶ δῆλον ἐξ ὧν αὐτὸς ἔγραφε πρὸς Τιμόθεον· „ἡνίκα“ γάρ φησι „καὶ
20ἡμεῖς, ὡς οἶσθα καὶ αὐτός, καὶ πολλοὶ τῶν ἱερῶν ἡμῶν ἀδελ‐ φῶν ἐπὶ τὴν θέαν τοῦ ζωαρχικοῦ σώματος συνεληλύθαμεν.“
καὶ οὕτω μὲν ὁ διαληφθεὶς θεῖος Διονύσιος.432

433

Πλὴν εἰ τοῖς τῆς φύσεως νόμοις ὑπέπεσεν, εἰ καὶ θά‐ νατον ἐγεύσατο, εἰ καὶ μνήματι κατετέθη ὡς ἄνθρωπος, ἀλλὰ τοὺς ὅρους νενίκηκε τῆς φύσεως, ἀλλὰ τάφος καὶ νέκρωσις αὐτὴν οὐ κεκράτηκε· τοῦ γὰρ μνήματος ἐξανέστη καὶ αὕτη
5παραπλησίως τῷ υἱῷ αὐτῆς καὶ θεῷ, μόνα παρὰ τῷ τάφῳ καταλείψασα τὰ ἐντάφια. καὶ πιστοῦται τὸν λόγον Ἰουβενά‐ λιος ὁ τῶν Ἱεροσολύμων χρηματίσας θεῖος ἐπίσκοπος, τήν τε τοῦ Θωμᾶ διηγησάμενος ἀπόλειψιν, τὴν ἐσύστερον αὐτοῦ παρὰ τῷ τάφῳ προσέλευσιν καὶ τὴν ἐπ’ αὐτῷ τῷ τάφῳ γεγο‐
10νυῖαν παρ’ αὐτοῦ κατεξέτασιν. οἱ γὰρ ἀπόστολοι τηνικαῦτα διανοιγῆναι τὸν τάφον κελεύουσιν ἅτε τὸν Θωμᾶν ὁρῶντες ἐπὶ τῇ ἀπολείψει πολλὰ δυσχεραίνοντα, καὶ ὁ μὲν τάφος ἠνοίγετο, ὁ δὲ θησαυρὸς ἐντὸς ἦν οὐδαμῶς, μόνα δὲ κεί‐ μενα, καθάπερ εἴρηται, τὰ ἐντάφια. ὅτι δὲ ἡ αὐτὴ καὶ ἡ
15ἐπὶ τῆς θεομήτορος ἔμελλε γενέσθαι ἀνάστασις, καὶ ταύτην ἐκ νεκρῶν ἐγερθῆναι καθὰ δὴ καὶ τὸν υἱὸν αὐτῆς, ὁ μακά‐ ριος Δαβὶδ προφθάσας ἐδήλωσεν οὕτως εἰπών „ἀνάστηθι, κύριε, εἰς τὴν ἀνάπαυσίν σου, σὺ καὶ ἡ κιβωτὸς τοῦ ἁγιά‐ σματός σου.“ ἐπειδὴ γὰρ τὴν ἐν γαστρὶ βαστάσασαν αὐτὸν
20κἀντεῦθεν κιβωτὸν ἁγιάσματος χρηματίσασαν, οὕτως ἐγηγερ‐ μένην ἐκ τάφου προέγνωκεν ὁ Δαβὶδ καθὰ δὴ καὶ τὸν ἐξ
αὐτῆς γεννηθέντα Χριστὸν τὸν υἱὸν τοῦ θεοῦ καὶ θεόν, εἰκό‐433

434

τως ἄρα καὶ ἐπὶ ταύτῃ τὴν ὁμοίαν προέγραψεν ἔγερσιν. εἰ μὴ γὰρ τοῦτο ἦν, οὐκ ἂν ἐκεῖνος εἰπών „ἀνάστηθι κύριε σύ,“ τηνικαῦτα ἐπήγαγε „καὶ ἡ κιβωτὸς τοῦ ἁγιάσματός σου.“ μὴ οὖν ἀμφίβαλλε. ἐπειδὴ γὰρ τὰ δύο τῶν πρωτοπλάστων σώ‐
5ματα τῇ λύμῃ τῆς φθορᾶς ὑπέπεσε διὰ τὴν παράβασιν, κἀν‐ τεῦθεν τὸ τοιοῦτον ὑφέρπον κακὸν διαδόσιμον ἐφ’ ἅπαν γέγονε τὸ ἀνθρώπινον, διὰ τοῦτο καὶ νῦν πρώτως δύο σώματα ἀπο‐ τιναξάμενα ἀπαρχὴ τοῖς ἐλπιζομένοις ἀφθαρσίας γεγόνασι. καὶ μὴ μῦθον ἡγοῦ τὰ λεγόμενα. ὅρα γὰρ νουνεχῶς ὅτι καὶ
10ὁ ἐν πατριάρχαις ἁγιώτατος Γερμανὸς τὰς ἀφορμὰς ἐκεῖθεν λαβὼν ἐν τῷ εἰς τὴν κοίμησιν λόγῳ αὐτοῦ καὶ τάδε κατὰ ῥῆμα διέξεισιν ὅτι „ζῇ σου τὸ πνεῦμα διὰ παντός, καὶ ἡ σάρξ σου διαφθορὰν οὐχ ὑπέμεινε τάφου. πάντα ἐπισκέπτῃ, καὶ ἡ ἐπισκοπή σου πρὸς πάντα, ὥστε κὰν οἱ ὀφθαλμοὶ
15ἡμῶν κεκράτηνται μὴ βλέπειν σε, ἀλλὰ σὺ παναγία τοῖς ἀξίοις ἑαυτὴν ἐμφανίζεις· ἡ γὰρ σὰρξ οὐκ ἐμποδίζει τῇ δυνάμει καὶ ἐνεργείᾳ τοῦ πνεύματός σου.“ καὶ αὖθις „τὸ μὲν σῶμά σου τὸ παρθενικὸν ὅλον ἅγιόν ἐστιν, ἀλλαγὲν μὲν
ὡς ἀνθρώπινον πρὸς ἄκραν ἀφθαρσίαν ζωῆς, σῶον δὲ ὁ τοῦτο434

435

ζωοτελὲς καὶ ἀκοίμητον ὡς σκεῦος ὑπάρχον θεοδόχον. ἐρρέτω τάφος, ἐρρέτω χοῦς ἐπὶ σοί, θεοτόκε.“ πρὸς τούτοις δὲ ὁ ἁγιώτατος Ἀνδρέας ὁ Κρήτης αὐτὴν ταύτην εἰσάγει λέγου‐ σαν ὅτι τῇ μὲν ψυχῇ μεγαλύνω τὸν κύριον καὶ ἀγαλλιῶμαι
5τῷ πνεύματι, τῷ σώματι δὲ μεταλλάττομαι καὶ μορφοῦμαι τὴν ἐν χάριτι θέωσιν. καὶ ταῦτα μὲν ἐς τοσοῦτον. Μετὰ δὲ Αὔγουστον Καίσαρα κρατεῖ Τιβέριος ὁ υἱὸς αὐτοῦ ἔτη κγʹ. οὗτος κτίσας πόλιν παρὰ τῇ λίμνῃ Τιβεριάδα ταύτην ὠνόμασεν. ἐφ’ οὗ σεισμὸς γεγονὼς ιʹ καὶ γʹ πόλεις
10κατέχωσεν. ὁ Τιβέριος οὗτος τοὺς βαρεῖς καὶ δεινοὺς φορο‐ λόγους αἰκίζων δεινῶς ἔλεγε „κειρέσθωσαν μὲν τὰ πρόβατα, πλὴν οὐ μέχρις αὐτῆς ἐπιδερμίδος.“ ἐφ’ ᾧ καὶ τοὺς εἰς ἀξίαν παρ’ αὐτοῦ προαγομένους θᾶττον οὐκ ἤμειβεν. ἐρω‐ τηθεὶς πῶς τοῦτο ποιεῖ, ἔφη διὰ τὴν τῶν ἀγομένων ἀνάπαυ‐
15σιν. ἐπὶ τούτοις δ’ ἔφερε καὶ παράδειγμα. τραυματίας τις ἔκειτο, καὶ τὰ ἕλκη αὐτοῦ πλῆθος μυιῶν ἀνιμώμενον ἦν. παριὼν δέ τις ἐπεχείρει ταύτας ἀποσοβεῖν. ὁ δὲ εἶπεν „ἄφες αὐτάς. κορεσθεῖσαι γὰρ οὐ τοσοῦτον ὀδύνας μοι παρέχουσιν. ἐὰν ἔλθωσιν ἄλλαι λιμώττουσαι, σφόδρα με ἐπιπλήξουσι.“
20λέγεται δὲ ὅτι μετὰ τὴν ἀνάληψιν τοῦ Χριστοῦ ἡ Μαγδα‐
ληνὴ Μαρία μέχρι καὶ Ῥώμης τρέχει, πολλὰ καταβοῶσα τῶν435

436

παρηνομηκότων εἰς αὐτὸν τὸν Χριστόν. τοσοῦτον δὲ Τιβέ‐ ριος τὸν θυμὸν ἀνῆψεν ὥστε θανάτῳ καταδικάσαι τοὺς ἱερεῖς καὶ γραμματεῖς σὺν αὐτῷ τῷ Πιλάτῳ, εἰ καί τινες ἕτεροι αὐτόχειρα λέγουσι τὸν Πιλᾶτον ἑαυτοῦ γενέσθαι.
5 Μετὰ τοῦτον κρατεῖ Γαΐος ἔτη δʹ. οὗτος πάμπολλα δεινὰ ποιήσας ἀναιρεῖται ὑπὸ στρατιωτῶν ἐν τῷ λουτρῷ· οὐ γὰρ ἔφερον αὐτὸν ὁρᾶν τὴν ἰδίαν θυγατέρα προσάγοντα τῷ εἰδώ‐ λῳ αὐτοῦ, καὶ λέγοντα „σὺ ταύτης πατήρ, καὶ σὺ ταύτην γεγένηκας.“ οὗτος ὁ Γαΐος ὁλονύκτως κυβεύειν ἤθελεν. ὅθεν
10ἐπὶ τούτῳ δυσθυμήσας ὁ βασιλεύς, ἐπὶ τοσοῦτον γὰρ ἐξεκε‐ κένωτο τὸ χρυσίον ἅπαν, ὥστε καὶ τὸν θησαυροφύλακα δυσ‐ θυμοῦντα ὁρῶν τοὺς ὁπουδήποτε πλουσίους ἀναιρεθῆναι κελεύει καὶ τὰς αὐτῶν περιουσίας λαβεῖν. οὗτος ἐν στενωπῷ τῆς Ῥώμης πηλὸν θεασάμενος κόλποις Οὐεσπασιανοῦ τοῦ
15στρατηγικωτάτου βληθῆναι προσέταξε. Τότε δὴ τότε Φίλων ὁ σοφὸς καὶ Ἰώσηπος ἤκμαζον. οὗ‐ τος δὴ φιλαλήθης ἐλέγετο διά γε τὸ τὸν βαπτιστὴν τοῦ κυ‐ ρίου ἐπαινεῖν, καὶ διὰ τὸ τὸν Χριστὸν ὁμοίως ἄνδρα σοφὸν μαρτυρεῖν καὶ μεγάλων σημείων ἐργάτην, σταυρωθέντα δὲ
20ζῶντα φανῆναι μετὰ τρίτην ἡμέραν. σὺ δὲ ἀγαπητέ, μὴ
θαύμαζε εἴγε καὶ βάρβαροί τινες προείλοντο τὰ καλά· ὸν436

437

γὰρ ἄνθρωπον πλάττων ὁ θεὸς ἐντέθεικεν αὐτῷ τὴν τοῦ καλοῦ καὶ κακοῦ διάγνωσιν. διόπερ οὐ μόνον οἱ περὶ τὸν Πλάτωνα τὸν ἄδικον βίον ἐμίσησαν, ἀλλὰ καὶ τῶν βαρβάρων οὐκ ὀλί‐ γοι. καὶ γὰρ τοὺς ὑπερβορέους οἰκεῖν μὲν ὑπὲρ τὰ Ῥίπαια
5ὄρη φασίν, ἀσκεῖν δὲ δικαιοσύνην, ἀκροδρύοις καὶ ὕδασι ζῶντας. ἀλλὰ καὶ τοὺς Βραχμᾶνας ὑπὲρ ἄνθρωπον ἀσκεῖν, φύλλοις τὸ σῶμα σκεπομένους καὶ ἐν ὕλαις διάγοντας. καὶ Ἀνάχαρσιν δὲ τὸν Σκύθην τοσοῦτον ὁ τῆς σωφροσύνης καὶ τῆς ἀσκήσεως ἔρως κατέσχεν ὡς καὶ κοιμώμενον τὰ χείλη
10αὐτοῦ καὶ τὰ αἰδοῖα κρατεῖν δι’ οἰκείων χειρῶν· οὐ μόνον γὰρ γρηγορῶν ἀλλὰ καὶ ὑπνώττων ἐδείκνυε πόσης ἀσφαλείας τὰ τοιαῦτα δέονται μόρια. Μετὰ δὲ Γαΐον κρατεῖ ὁ Κλαύδιος ἔτη ιγʹ. οὗτος ὁ Κλαύδιος τοσοῦτον λέγεται εἶναι δειλὸς ὥστε τοὺς παριστα‐
15μένους ἐρευνᾶν, μή ποτε ξίφος ἐν κόλποις φέροιεν. μετὰ δὲ τοῦτον Νέρων ὁ υἱὸς αὐτοῦ ἔτη ιδʹ. οὗτος ὁ παμμίαρος ἐτῶν ὡσεὶ ιʹ καὶ ζʹ ὢν πρῶτος τοῦ διωγμοῦ ἤρξατο, καὶ τοὺς κορυφαίους ἀναιρεῖ, ὡς μὲν ἱστορικοί τινες ἕτεροι λέ‐ γουσιν, ἐν ἡμέρᾳ μιᾷ καὶ τῇ αὐτῇ, ἐν ἄλλῳ δὲ καὶ ἄλλῳ
20ἔτει, ὡς δὲ Εὐσέβιος ὁ τοῦ Παμφίλου, καὶ ἔτει τῷ αὐτῷ καὶ ἡμέρᾳ τῇ αὐτῇ. ἀλλὰ Τερτουλλιανός τις ἀνὴρ τῶν ἐπὶ
Ῥώμῃ λαμπρῶν καὶ Γαΐος ἀνὴρ ἐκκλησιαστικὸς καὶ Διονύσιος437

438

ἐπίσκοπος Κορίνθου γράφουσι καθ’ ἕνα καιρὸν καὶ ὁμοῦ μαρτυρῆσαι Πέτρον καὶ Παῦλον, τρισκαιδεκάτῳ ἔτει τῆς βασιλείας Νέρωνος. καὶ Πέτρον μὲν ἀναιρεῖ δι’ αἰτίαν τοι‐ αύτην. ἐπὶ τοῦ Νέρωνος ὁ Σίμων ὁ μάγος ἦν, πρὸς ὃν ὁ
5κορυφαῖος ἐλθὼν εὗρε κύνα δεδεμένον ἁλύσει ἐν τῷ πυλῶνι αὐτοῦ, κατεσθίοντα τοὺς ἄνευ προτροπῆς ἐπιχειροῦντας εἰσελ‐ θεῖν ἐπὶ τὸν Σίμωνα. ᾧ δὴ καὶ ἐκέλευσεν εἰσελθεῖν, καὶ ἀν‐ θρωπίνῃ φωνῇ περὶ Πέτρου ἀναγγεῖλαι. καὶ τηνικαῦτα τοῦτο ἐποίησε, καὶ πάντες οἱ ὄντες ἐντὸς ἐξεπλάγησαν. αὐτὸ δὲ
10τοῦτο καὶ ὁ Σίμων ἐποίησε, καὶ τὸν Πέτρον ἐκάλεσεν. ὁ μέντοι Σίμων καὶ τάδε πρὸς τοῖς ἄλλοις τῷ κορυφαίῳ δια‐ λεγόμενος ἔλεγεν. „εἰ πρόγνωσιν εἶχεν ὁ Ἀδάμ, διὰ τί ου προέγνω τὴν τοῦ ὄφεως ἀπάτην;“ καὶ ὁ Πέτρος „εἰ πρόγνω‐ σιν οὐκ εἶχε, πῶς τοῖς υἱοῖς αὐτοῦ πρὸς τὰς ἐσομένας πράξεις
15ἅμα τῷ γεννηθῆναι ἐπέθηκεν ὀνόματα; τὸν μὲν γὰρ Καῒν ὠνό‐ μασεν, ὅ ἐστι ζῆλος· ζηλώσας γὰρ ἀνεῖλε τὸν ἀδελφὸν αὑτοῦ. τὸν δὲ Ἀβὲλ ἐκάλεσεν, ὅ ἐστι πένθος· ἐπ’ αὐτῷ γὰρ φονευ‐ θέντι ἐπένθησαν οἱ γονεῖς αὐτοῦ.“ εἰ δὲ ὸ πλάσμα προεγί‐ νωσκε, πολλῷ μᾶλλον ὁ πλάστης αὐτός, εἰ καὶ ὁ παράφρων
20ἐκεῖνος ἀπὸ τοῦ εἰπεῖν τὴν γραφὴν ὅτι ἐπείραζεν ὁ θεὸς τὸν
Ἀβραὰμ καὶ ὅτι „καταβὰς ἐπὶ Σόδομα ὄψομαι“ ἔλεγεν438

439

ἄγνοιαν ἔχειν τὸν θεόν. πρὸς μέντοι ταῖς ἄλλαις αὐτοῦ φαν‐ τασίαις καὶ εἰς ἀέρα ἐπήρθη ὁ Σίμων, ἐπαγγειλάμενος ἐκεῖθεν ἀγαθὰ καταβιβάσαι τῷ λαῷ. ἐγὼ δὲ ὁ Πέτρος ηὐχόμην καθ· ἑαυτόν, καὶ εἶπον ἐνατενίσας αὐτῷ „εἰ ἀπόστολος Ἰησοῦ Χρι‐
5στοῦ εἰμὶ ἐγὼ καὶ οὐ πλάνος, ὥς φησι Σίμων, προστάσσω ταῖς πονηραῖς δυνάμεσιν ἀφεῖναι τῆς κρατήσεως αὐτόν.“ καὶ παραχρῆμα εἰς γῆν κατηνέχθη καὶ συνετρίβη. διὸ δὴ καὶ τὴν ἡμέραν ἐκείνην ἐπίσημον ἄγουσιν οἱ Ῥωμαῖοι· σάββα‐ τον γὰρ ἦν, ἐν ᾧ καὶ προσευχὴ καὶ νηστεία τοῖς πιστοῖς,
10καὶ μᾶλλον ὑπὲρ τοῦ διδασκάλου. τοῦτο δὲ καὶ μέχρι τοῦ νῦν ἐκεῖσε κρατεῖ. ταῦτα δὲ μαθὼν ὁ Νέρων τὸν Πέτρον ἐσταύρωσε. τὸν δὲ Παῦλον, καθά φησιν ὁ τὴν γλῶτταν χρυσοῦς ἐν τῷ πρὸς τοὺς κωλύοντας μονάζειν λόγῳ αὐτοῦ, διὰ ξίφους ἐτελείωσεν ἅτε κατηχήσαντα Ἐπέραστον αὐτοῦ
15παλλακήν. διὰ γὰρ τοῦτο καὶ τὸν διωγμὸν ἤγειρε· λάγνος γὰρ ὢν οὐκ ἠνέσχετο τὰς αὑτοῦ παλλακὰς ἐπιστρέφειν πρὸς κύριον. ὁ μέντοι θεῖος Ἰωάννης καὶ τάδε πρὸς Παῦλον εὕρη‐ ται λέγων „ποῖος τόπος τὸ σὸν ἐδέξατο αἷμα, τὸ γαλακτοει‐ δὲς ὁραθὲν ἐν τῷ χιτῶνι τοῦ σε ἀνασκολοπίσαντος; ὸ δὴ καὶ
20τὴν βάρβαρον αὐτοῦ ψυχὴν ὑπὲρ μέλι γλυκᾶναν πιστὸν ἐποίησε439

440

τηνικαῦτα τὸν ἄπιστον.“ κεκοίμηνται δέ, ὡς ἐκεῖνοί φασι, καὶ ἀμφότεροι ἐν τῇ πόλει Ῥώμῃ, μηνὶ Ἰουνίῳ κθʹ, ἐπὶ Νέ‐ ρωνος βασιλέως. Οἶδα δέ, ἀγαπητέ, ὅτι καὶ τὴν τοῦ θεηγόρου Λουκᾶ
5περὶ τῶν πράξεων τῶν ἀποστόλων ἐπελθὼν ἱστορίαν εὐλόγως ἠπόρηκας, εἴγε τὰ λοιπὰ Παύλου διηγησάμενος ὁ Λουκᾶς τὸ μακάριον αὐτοῦ τέλος σεσίγηκε. καὶ ἔστιν εἰπεῖν ὅτι μέ‐ χρι τῆς εἰς Ῥώμην πρώτης ἀφίξεως τοῦ μεγάλου Παύλου καταλύει τὴν ἱστορίαν ὁ Λουκᾶς. καὶ ἐκ τούτου φαίνεται
10ὅτι διασχισθεὶς ὁ Λουκᾶς Παύλου τὸ τῶν πράξεων τηνικαῦ‐ τα συνεγράψατο βιβλίον, ὅθεν τὰ λοιπὰ μὲν Παύλου διηγή‐ σατο, τὸ δὲ μαρτύριον ὡς μήπω γεγονὸς εἰκότως παρέδρα‐ μεν. ὁ γὰρ Παῦλος διετίαν ὅλην ἐν Ῥώμῃ ἄνετος ὢν ἐκή‐ ρυσσε· μέχρι γὰρ τοῦδε καὶ ὁ Λουκᾶς αὐτῷ συνῆν. εἶθ’
15οὕτως ἀπολογησάμενος εἰς τὸ κήρυγμα πάλιν ἐστέλλετο καὶ τοῖς ἐκεῖσε κηρύσσων ἦν. ἐκ δευτέρου δὲ τῇ Ῥώμῃ ἐπιδη‐ μήσας, καὶ κατηχήσας τὸν οἰνοχόον Νέρωνος καὶ παλλακὴν αὐτοῦ Ἐπέραστον, τὸ μακάριον τέλος ἐδέξατο. ὅτι δὲ οὐκ ἦν ὁ Λουκᾶς μετὰ Παύλου τὸ πρότερον, αὐτός φησι πρὸς
20Τιμόθεον ἐν τῇ πρὸς αὐτὸν δευτέρᾳ ἐπιστολῇ, ἣν ἔγραψε δέσμιος ὢν ὑπὸ Νέρωνος· „ἐν τῇ πρώτῃ μου ἀπολογίᾳ πάν‐
τες με ἐγκατέλιπον. μὴ αὐτοῖς λογισθείη. ὁ δὲ κύριός μου440

441

παρέστη καὶ ἐνεδυνάμωσέ με.“ κατὰ δέ γε τὸ τέλος μόνος παρῆν ὁ Λουκᾶς. Μετὰ μέντοι τὴν πρώτην ἀπολογίαν εἰς Ἱσπανίαν ὁ Παῦ‐ λος παραγίνεται. γύναιον οὖν τι τῶν ἐπισήμων ἐκ πρὸ πολ‐
5λοῦ θέλον τὸν Παῦλον ἰδεῖν καὶ τὴν ἀλήθειαν ἐνηχηθῆναι, παρακύψαι λέγεται κατὰ τὴν ἀγορὰν καὶ ἰδεῖν αὐτὸν διερχό‐ μενον, καὶ πεῖσαι τὸν αὐτῆς ἄνδρα Πρόβον ἐντὸς τοῦ οἴκου δέξασθαι αὐτόν. εἰσελθόντος οὖν θαῦμα παράδοξον γίνεται· τὸ γὰρ γύναιον ἀνακαλυφθέντων τῶν τοῦ νοὸς ὀφθαλμῶν
10ἑώρα ἐπὶ τοῦ μετώπου τοῦ ἀποστόλου ἐπίχρυσα γράμματα „Παῦλος ὁ τοῦ Χριστοῦ κήρυξ“ διαγορεύοντα. καὶ προσπε‐ σοῦσα τοῖς ποσὶν αὐτοῦ ἡ τοιαύτη γυνὴ κατηχήθη καὶ ἐβα‐ πτίσθη. ὁμοίως καὶ Πρόβος ὁ ἀνὴρ καὶ πάντες οἱ λοιποὶ καθεξῆς.
15 Τοῦ μέντοι Νέρωνος Ἀνίκητόν τινα στείλαντος ἐπὶ τῷ τὴν μητέρα αὐτοῦ Ἀγριππῖναν ἀποκτεῖναι, τιʹ ποιεῖ αὕτη; τὴν ἑαυτῆς γαστέρα γυμνώσασα „παῖε Ἀνίκητε“ ἔφη, „παῖε, ὅτι Νέρωνα ἐγέννησεν.“ οὗτος ὁ Νέρων πρὸς τοῖς ἄλλοις αὐτοῦ κακοῖς καὶ κιθαρῳδοῖς καὶ μίμοις ἐπέχαιρεν, ἀκρατο‐
20ποτῶν ἐσαεὶ κἀντεῦθεν τοὺς ἀναιτίους ἀποστερῶν τῆς ζωῆς. τοσοῦτον δὲ Ῥωμαῖοι ἀπεστράφησαν αὐτὸν ὡς ἐπιστῆναι καί
ποτε τοῦτον ἀναιρήσοντες. τοῦτο δὲ γνοὺς ὁ Νέρων ἑαυτὸν441

442

διεχειρίσατο, μηδὲν ἄλλο εἰπὼν ἢ τοῦτο καὶ μόνον „οἷον, ὦ Ζεῦ, κιθαρῳδὸν ὁ βίος ζημιοῦται.“ λέγεται δὲ καὶ τοῦτο, ὅτι Λουκᾶς ὁ ἀπόστολος ἐπὶ καρποφόρου ἐλαίας ἐσταυρώθη. ἄδηλον δὲ ἦν τὸ τίμιον αὐτοῦ λείψανον διὰ τὸ μέσον πολλῶν
5σκηνωμάτων ῥιφῆναι· διὰ προσευχῆς δὲ ἔπεμψεν ὁ θεὸς κουλούρια ἰατρικὰ σύμβολα τῆς τέχνης αὐτοῦ, καὶ οὕτω φα‐ νερωθὲν ἐνταῦθα ἐπανεσώθη. Οὐ πολὺς μετὰ ταῦτα παρερρύη καιρός, καὶ ἡ τῶν Ἰου‐ δαίων ἐφθάκει ἀπώλεια. οὐκ ἐν ἄλλῳ δὲ καιρῷ ἦλθεν, ἀλλ’
10ἐν ἡμέρᾳ τῆς ἑορτῆς. καὶ εἰκότως· ἐχρῆν γὰρ αὐτοὺς ἐν αἷς εἰς τὸν κύριον ἐξήμαρτον, ἐν αὐταῖς καὶ τὰ ἐπίχειρα εὑρεῖν, καίτοι γε πολλὰ τοῦ θεοῦ ποιήσαντος ἵνα διορθωθῶσι. καὶ γὰρ ἄνθρωπός τις Ἰησοῦς κατὰ τὴν ἑορτὴν τῆς σκηνοπη‐ γίας ἐλθὼν ἐν τῷ ἱερῷ ἀνέκραξε φωνῇ ἀπὸ τῶν τεσσάρων
15μερῶν ἐπὶ Ἱεροσόλυμα καὶ τὸν λαόν, ἀλλὰ καὶ τὴν πόλιν πᾶσαν περιερχόμενος καὶ τυπτόμενος ἔλεγεν „οὐαὶ οὐαί, Ἱε‐ ροσόλυμα.“ δύο καὶ γὰρ ἔτη περικυκλωθέντες καὶ ἀπορή‐ σαντες τοὺς ζωστῆρας καὶ τὰ δέρματα τῶν θυρεῶν ἐμασῶντο. γυνὴ δέ τις Μαρία τοὔνομα, πλουσία οὖσα σφόδρα, ἐκ
20τῆς χώρας πρὸς τὴν πόλιν εἰσῆλθε, καὶ τὰ προσόντα αὐτῇ σκυλευθεῖσα ὑπὸ τοῦ λαοῦ καὶ μὴ ἔχουσα ζῆσαι, ὑπομάζιον
αὐτῆς παῖδα ὀπτήσασα ἔφαγε. τοῦτο οὖν ἰδόντες ηὔχοντο τά‐442

443

χιον ἀποθανεῖν. καὶ θύελλα τότε ἔπνευσε, καὶ τὰ μὲν βέλη τῶν πολεμίων ὄρθια ἔφερε, τὰ δὲ τῶν Ἰουδαίων πλάγια, ὡς ἐντεῦθεν καὶ τὴν Ἱερεμίου προφητείαν πέρας λαβεῖν τὴν οὕτω λέγουσαν „καὶ καταβαλῶ αὐτοὺς ἐν μαχαίρᾳ ἐνώπιον τῶν
5ἐχθρῶν αὐτῶν, καὶ τάξω τὴν πόλιν ταύτην εἰς ἀφανισμὸν καὶ εἰς συρρηγμὸν αἰώνιον. καὶ ἔδονται τὰς σάρκας τῶν οἱῶν καὶ τῶν θυγατέρων αὐτῶν. καὶ συντρίψω τὴν πόλιν ταύτην ὡς ἄγγος ὀστράκινον; ὃ οὐ δυνήσεται ἰαθῆναι ἔτι.“ τί τούτου σαφέστερον; πάντα γὰρ πεπλήρωται κατὰ τὴν
10ἱστορίαν Ἰωσήπου. ἵνα γὰρ μηδεὶς Ἰουδαῖος ἀπιστήσειεν, οὐκ ἀλλόφυλόν τινα ἀλλ’ ὁμόφυλον καὶ ζηλωτὴν παρεσκεύα‐ σεν ἡ ἀλήθεια τὰ δυσεξήγητα ἐκτραγῳδῆσαι πάθη αὐτῶν. τοιαύτην γὰρ θεήλατον ὀργὴν οὐδεὶς εἶδέ ποτε. ὁ μέντοι Ἰώσηπος ἐν Ἱερουσαλὴμ παρὼν τῷ πολέμῳ συνέγραψε τρια‐
15κοσίας ἀνδρῶν μυριάδας ἀπολέσθαι λιμῷ μαχαίρᾳ πυρὶ καὶ τοῖς τοιούτοις, ναὶ μὴν καὶ τῇ κατὰ Ῥώμην θηριομαχίᾳ. γέ‐ γονε δὲ ταῦτα ἐν ταῖς ἡμέραις ταύταις τοῦ Τίτου μετὰ μʹ ἢ καὶ πλείονα ἔτη τῆς Χριστοῦ ἀναλήψεως. Γίνωσκε δέ, ἀγαπητέ, ὅτι τρεῖς δουλείας ὑπέστησαν οἱ
20Ιουδαῖοι καὶ λίαν δεινάς, τὴν ἐν Αἰγύπτῳ, τὴν ἐν Βαβυ‐443

444

λῶνι καὶ τὴν ὑπ’ Ἀντιόχου τοῦ ἐπιφανοῦς. ἀλλ’ ἐπὶ τούτοις καὶ αἱ αἰχμαλωσίαι προηγορεύοντο καὶ ἡ ἐπάνοδος, ἐπὶ δὲ τῆς ἐσχάτης αἰχμαλωσίας τοῦτο οὐ γέγονε. καὶ ὅρα τὸ τοῦ Ἰωσήπου φιλάληθες· ὅτι μὲν γὰρ ὑπὸ Ῥωμαίων ἐρημωθή‐
5σεται τὰ Ἱεροσόλυμα, ἔγραφε, παράγων καὶ τὸν προφήτην Δανιὴλ μάρτυρα τοῦ λόγου αὐτοῦ, ὅτι δὲ στήσεται τῆς ἐρη‐ μώσεως, οὐκ ἔγραφεν, ἐπεὶ μηδὲ τὸν προφήτην εὗρε τοιοῦ‐ τόν τι προειπόντα. καὶ περὶ μὲν τούτων οὕτως. Μετὰ δὲ Νέρωνα κρατεῖ Γάλβας μῆνας ζʹ, μετὰ δὲ Γάλ‐
10βαν Ὄθων μῆνας γʹ, μετὰ δὲ τοῦτον Βιτέλλιος μῆνας ηʹ. οὗτος κηρύγματα τοῖς ἀστρολέσχαις προτέθεικε φεύγειν ἐξ Ἰταλίας. οἱ δ’ ἀντιπροτεθείκασι „φεῦγε τοῦ βίου, Καῖσαρ,“ καὶ τὴν ἡμέραν αὐτὴν καθ’ ἣν ἀποκτανθείη γράψαντες. μετὰ δὲ τοῦτον Οὐεσπασιανὸς ἔτη θʹ, καὶ μετὰ τοῦτον ὁ υἱὸς αὐ‐
15τοῦ Τῖτος ἔτη βʹ, ἐφ’ οὗ καὶ ἡ τῶν Ἰουδαίων ἅλωσις γέγονε. ταύτης μὲν πρῶτος Οὐεσπασιανὸς κατήρξατο· ἀλλ’ ἐκεῖθεν ἀπάρας πρὸς Ῥώμην ἀφῆκε τὸν γενναιότατον Τῖτον τὴν πόλιν πολιορκεῖν. οὗτος δὲ ὁ Τῖτος τοσοῦτον ἦν θαυμαστὸς ὥστε καὶ θρηνῆσαι διὰ τὴν κατὰ τῶν Ἰουδαίων θεήλατον ὀργήν,
20καὶ μᾶλλον ἡνίκα τὸν ναὸν ἑώρα πυρπολούμενον. ἀλλὰ καὶ
τοῦ θεοῦ δεόμενος ἔλεγεν „οὐκ ἐγὼ ἀλλὰ σὺ τούτου αἴτιος.“444

445

ἀλλὰ καὶ εἴ τις νικητὴν αὐτὸν ἀνηγόρευσεν, ὠργίζετο κατ’ ἐκείνου. τοσοῦτον δὲ ἦν ὁ Τῖτος οὗτος φιλότιμος ὥστε καὶ λέγειν „οὐ δεῖ τινὰ βλέποντα βασιλέα ὑποστρέφειν λυπούμε‐ νον.“ λέγεται δὲ καὶ τοῦτο τοῦτον εἰπεῖν „σήμερον οὐκ ἐβα‐
5σιλεύσαμεν, ἐπειδή τινα οὐκ εὐεργετήσαμεν.“ ᾐχμαλώτευσεν δὲ οὗτος ὁ Τῖτος μυριάδας ρʹ, καὶ ἀνεῖλε καὶ οʹ, ὥς φησι Γεώργιος. μετὰ δὲ ταῦτα ἀναιρεῖται ὑπὸ τοῦ ἀδελφοῦ αὐ‐ τοῦ Δομετιανοῦ, λαγωὸν αὐτῷ παραθέντος θαλάσσιον. Μετὰ δὲ Τῖτον κρατεῖ Δομετιανὸς ἔτη ιεʹ, ὑφ’ οὗ ὁ
10θεολόγος εἰς Πάτμον ἐξορίζεται, ἔνθα καὶ τὸ εὐαγγέλιον καὶ τὴν ἀποκάλυψιν ἔγραψε. τότε δὴ καὶ Ἀπολλώνιος ὁ Τυα‐ νεὺς ἁπανταχοῦ περιπατῶν καὶ εἰς Βυζάντιον ἔρχεται, ὅθεν καὶ παρακληθεὶς ὑπὸ τῶν ἐποίκων τοὺς ὄφεις καὶ τοὺς σκορ‐ πίους ἐκ τῆς πόλεως ἐφυγάδευσε, καὶ τῶν ἵππων τὴν ἀτα‐
15ξίαν ἐχαλίνωσε. καὶ ἐν Ἀντιοχείᾳ δὲ ὡσαύτως ἐποίησεν ἐπί τε τοῖς σκορπίοις καὶ κώνωψι (πολλὰ γὰρ ὑπὸ τῶν τοιούτων ἐβλάπτοντο), χαλκοῦν μὲν σκορπίον χώσας ἐν γῇ, ὑπὸ καλά‐ μων δὲ σειομένων διωχθῆναι παρασκευάσας τοὺς κώνωπας. ὁ μέντοι Δομετιανὸς Τίτου μὲν ἦν ἀδελφός, μηδὲν δὲ ἀδελ‐
20φοῦ πρὸς αὐτὸν ἔχων, ὡς εἶναι τὸ θρυλλούμενον ἐκεῖνο παν‐ άληθες „ἀμὶς καὶ ποτιστήριον ἐκ τῆς αὐτῆς ὑέλου.“ ἦν
γὰρ ἐρασιχρήματος, αἵμασι χαίρων ἀνθρώπων. τούτῳ προ‐445

446

εῖπέ τις ἀστρονόμος καὶ τὸ τέλος καὶ τὸν διάδοχον αὐτοῦ. ὁ δὲ ἐπήνεγκε πρὸς αὐτόν „ἡ δὲ σὴ ζωὴ πόση ἐστί, καὶ ποῖον τὸ τέλος αὐτῆς;“ καὶ ὃς ἀπεκρίνατο φιλαλήθως κατὰ τοὺς δρόμους τῶν ἀστέρων. ὁ δὲ Δομετιανὸς θέλων ἀπελέγξαι
5φενακιστὴν τὸν ἀστρονόμον, κελεύει πῦρ ἀναφθῆναι καὶ δε‐ δεμένον αὐτὸν ἐμβληθῆναι τῇ πυρᾷ. γίνεται ταῦτα. ἀλλὰ τὸ ἐγχείρημα τοῦτο τέλος οὐ δέχεται· ὑετὸς γὰρ ἄνωθεν καταρρήγνυται, καὶ σβέννυται ἡ πυρά, λύεται ὁ δεσμώτης. καὶ ὁ βασιλεὺς ὄναρ ἑώρα. ἵππῳ μελαντέρῳ ἐπεκάθητο κατά‐
10φρακτος ὅπλοις. τούτων γοῦν ἀπορρυέντων αὐτομάτως εἰς χάσμα γῆς ἐδόκει καταπίπτειν, καὶ σὺν ἵππῳ καὶ στολῇ ἄφαντος γέγονεν. ὅθεν καὶ τὴν ψυχὴν αὐτοῦ βιαίως ἐκρή‐ ξαντος εἰς Νερούαν τὸ σκῆπτρον ἔρχεται. κρατεῖ τοίνυν μετὰ Δομετιανὸν Νερούας ἔτος ἓν μῆνας δʹ. ἐφ’ οὗ ἐπανεκλήθη
15τῆς ἐξορίας ὁ θεολόγος, ὥς φησιν Ἱππόλυτος. εἶτα τελευτᾷ, καὶ ζητηθείς, τὸ λείψανον αὐτοῦ οὐχ εὑρέθη. Μετὰ δὲ Νερούαν κρατεῖ Τραϊανὸς ἔτη ιθʹ μῆνας ζʹ, ὃς τοσοῦτον ἦν φιλοδίκαιος ὡς γυμνῶσαι σπάθην καὶ ἐπιδοῦναι τῷ ἐπάρχῳ, καὶ οὕτως εἰπεῖν „εἰ μὲν καλῶς ἄρχω, ὑπὲρ ἐμοῦ ἔσο
20κεχρημένος αὐτῇ, εἰ δὲ κακῶς ἄρχω, κατ’ ἐμοῦ.“ οὗτος καὶ τὰς
εν τῇ πρεσβυτέρᾳ Ῥώμῃ γεφύρας ἐποίησεν, ὧν ἕνεκα καὶ σωτη‐446

447

ρίας ἔτυχεν, εἰ καὶ ἐν ἀσεβείᾳ τὸν βίον κατέλυσεν. ὃ δὴ καὶ πα‐ ράδοξον. ὁ γὰρ διάλογος μέγας Γρηγόριος, ὁ τῆς τοιαύτης Ῥώμης χρηματίσας ἐπίσκοπος, ἀνὰ τὴν λιθίνην πορείαν γενό‐ μενος ἣν ὁ Τραϊανὸς οὗτος ᾠκοδόμησεν, εὐχὴν κραταιάν,
5ὡς ὁ θειότατος Ἰωάννης ὁ Δαμασκηνὸς ἀφηγούμενος εὕρηται, πρὸς τὸν φιλόψυχον κύριον ὑπὲρ συγχωρήσεως ἁμαρτιῶν τοῦ τοιούτου βασιλέως πεποίηκε. καὶ ὃς αὐτίκα φωνῆς θεό‐ θεν ἐνεχθείσης αὐτῷ ἐπακήκοε τάδε φησάσης „τῆς εὐχῆς ὑπήκουσα, καὶ τῷ Τραϊανῷ συγγνώμην δίδωμι. σὺ δὲ μη‐
10κέτι προσθῇς ὑπὲρ ἀσεβῶν εὐχὰς προσενέγκαι μοι.“ ὁ μέν‐ τοι Τραϊανὸς μετὰ τοῦ συγκάμπτεσθαι ξένοις καὶ παραμυ‐ θεῖσθαι φίλους ἀνεξικάκως ἅπασαν ἔφερε λοιδορίαν, δεῖν ἐξι‐ σοῦσθαι τῷ θεῷ λέγων τὸν βασιλέα καὶ πάσης ἀνέχεσθαι ὕβρεως.
15 Μετὰ δὲ τοῦτον ὁ γαμβρὸς αὐτοῦ Ἀδριανὸς ἔτη κδʹ, ὃς συγκροτήσας πόλεμον κατὰ Ἰουδαίων στασιασάντων, ὡς ἄνωθεν εἴρηται, ἀνεῖλεν ἐξ αὐτῶν ἐν μιᾷ ἡμέρᾳ μυριάδας ἀνδρῶν νηʹ· συστάντες καὶ γὰρ τηνικαῦτα ἐπὶ τὴν παλαιὰν ἐσπούδαζον πολιτείαν ἐπανελθεῖν. ἀλλ’ αὐτὸς χειρωσάμενος
20αὐτοὺς κατέστρεψε τὴν πόλιν καὶ παντελῶς ἐξηδάφισε. τό‐
τε δὴ τότε πέρας ἐλάμβανε καὶ ἡ κυριακὴ φωνή „οὐ μὴ447

448

μείνῃ λίθος ἐπὶ λίθον, ὃς οὐ μὴ καταλυθήσεται.“ καὶ ἐν τοῖς ἀδύτοις δὲ τοῦ ναοῦ τὸ εἴδωλον αὐτοῦ ἔστησε, καὶ Αἴλιος χρηματίζων Αἰλίαν καὶ τὴν πόλιν καλεῖσθαι παρε‐ σκεύασεν ἔκτοτε· ὁ μέντοι Ἀδριανὸς καὶ τοὺς θεραπευτὰς
5τοῦ λόγου μεγάλως ἐδεξιοῦτο, συνεπομένους ἔχων αὐτῷ καὶ οὓς ᾔδει ἄνδρας σοφούς. καὶ τοὺς μὲν Ἰουδαίους ἐκστῆναι σπεύδοντας τῆς Ῥωμαϊκῆς ἰσχύος ἄρδην ἀπώλεσεν, αὐτὸς δὲ τὸν βίον ὑδέρῳ καταστρέφει. ἡ μέντοι πόλις Ἱεροσόλυμα Αἰλία κεχρημάτικε τρόπῳ τοιῷδε. ὁ Ἀδριανὸς οὗτος φιλί‐
10στωρ ἐγένετο, ἐφ’ ᾧ καὶ τὴν ἐπ’ αὐτὸν ἐπικράτειαν ἰδεῖν ἐπεθύμησε. φθάσας οὖν ἕως Ἱεροσολύμων, καὶ τὴν πόλιν ἰδὼν εἰς τοσοῦτον ἠρημωμένην, κακῶς τοὺς Ἰουδαίους διέ‐ θετο· καταγαγὼν γὰρ αὐτοὺς ἐν τῇ πανηγύρει ἐκέλευσεν ἀπεμπολεῖσθαι τῷ θέλοντι τέσσαρας Ἰουδαίους ἑνὶ μοδίῳ τῆς
15κριθῆς· αὐτὸς δὲ ἤρξατο κτίζειν τὴν πόλιν καὶ τὰ τείχη, οὐχὶ δὲ καὶ τὸν ναὸν αὐτόν. καθίστησι δὲ τῷ ἔργῳ ἐπιστά‐ την τὸν Ἀκύλαν ἐκεῖνον Ἕλληνα ἔτι ὄντα. ἦν δὲ ὁ Ἀκύλας θεωρῶν τοὺς Χριστιανοὺς προστρέχοντας καθ’ ἑκάστην τῇ πίστει, καὶ τὸν θεὸν δὲ σημεῖα πολλὰ ποιοῦντα καὶ τέρατα.
20κατενύγη τηνικαῦτα, καὶ Χριστιανοῖς ἐναρίθμιος γέγονεν. ἦν δὲ ὁ Ἀκύλας οὗτος ἀστρονόμος ἀκρότατος, ὅθεν καὶ Χρι‐
στιανὸς γεγονὼς τῶν προτέρων ἐπιτηδευμάτων αὐτοῦ παύσα‐448

449

σθαι οὐκ ἠθέλησεν. οἱ οὖν ἱερεῖς τῶν Χριστιανῶν ὡς ἑώ‐ ρων αὐτὸν μετὰ πολλὰς παραινέσεις τοῦ ἀστρονομεῖσθαι μὴ παραιτούμενον παύσασθαι, τῆς ἐκκλησίας πόρρω που βάλ‐ λουσι, τοῖς ἐπιτιμίοις αὐτὸν διορθωθῆναι νομίζοντες. ἀλλὰ
5θυμοῦ μᾶλλον ἐκεῖνος ἐντεῦθεν πλησθεὶς τοῖς τῶν Ἰουδαίων ἱερεῦσι προσέρχεται, καὶ τὸν χριστιανισμὸν ἀναθεματίσας περιτομὴν καταδέχεται. ταύτῃ τοι καὶ τὴν Ἑβραΐδα γλῶτταν ἐκπαιδευθεὶς δευτέραν ἔκδοσιν τῶν γραφῶν ἐποιήσατο, τὰς περὶ Χριστοῦ μαρτυρίας ἐπικαλύψαι τέλεον μηχανώμενος.
10ἔχεις ἰδοὺ καὶ τὴν αἰτίαν, ἀγαπητέ, δι’ ἣν ὁ Ἀκύλας ἐκεῖνος ἐνόθευσε τὰς γραφάς. Μετὰ δὲ Ἀδριανὸν Ἀντωνῖνος ὁ διὰ χρηστὸν τρόπον λεγόμενος εὐσεβὴς ἔτη κβʹ, ἐφ’ οὗ καὶ Ἰουστῖνος ὁ φιλόσο‐ φος καὶ Διονύσιος ὁ ἐπίσκοπος Κορίνθου τὸ διὰ μαρτυρίου
15τέλος ἐδέξαντο. μετὰ δὲ τοῦτον Μάρκος ὁ Ἀντωνῖνος μετὰ Σεβήρου γαμβροῦ ἔτη ιθʹ, ἐφ’ οὗ πῦρ ἐξ οὐρανοῦ φερόμενον ὤφθη. οὗτος ὁ Μάρκος σοφίᾳ καὶ λόγοις ἐντεθραμμένος τοὺς μετόχους σοφίας καὶ γνώσεως διὰ τιμῆς εἶχεν ὅτι πολ‐ λῆς. οὗτος περιστάντων αὐτόν ποτε πολεμίων, ἐπειδὴ χρη‐
20μάτων ἐσπάνιζεν εἰς τὸ συλλέξαι στρατόν, τὸν κόσμον, ὡς
φασί, τὸν βασίλειον εἰς ἀγορὰν προέθετο, κηρύξας ἀνυποστό‐449

450

λως τὸν βουλόμενον ἐξωνεῖθαι λίθους μαργάρους καὶ ὅσα τοιαῦτα. γίνεται ταῦτα· συνῆκτο χρήματα. σκορπίζει ταῦτα τῷ στρατῷ, ὁρμᾷ κατὰ τῶν ἐναντίων, τροποῦται, σκυ‐ λεύει, νικητὴς ὑποστρέφει. τίθησι λοιπὸν χρήματα τῇ ἀγορᾷ.
5τίνος ἕνεκεν; ὥστε καὶ πάλιν τὸν θέλοντα τὰ ἐξωνηθέντα δι‐ δόναι καὶ τὸ τίμημα λαβεῖν. Μετὰ τοῦτον Κόμμοδος ὁ υἱὸς αὐτοῦ ἔτη ιβʹ. οὗτος γυναιξὶ μὲν καὶ μίμοις συνέχαιρε, τοὺς δυνατοὺς καὶ πρού‐ χοντας διὰ ξίφους ἐθανάτου, ἐφ’ ᾧ καὶ διὰ φαρμάκου τῆς
10ζωῆς ἐξίστατο. οὗτος ὁ Κόμμοδος θηλυμανὴς ἐγένετο τρόπῳ τοιούτῳ. κατ’ ἐκεῖνο καιροῦ νόσημα τῇ πόλει λοιμῶδες ἐπέ‐ σκηψε. πτοηθεὶς οὖν μή ποτε καὶ αὐτὸς τῷ τοιούτῳ φθορο‐ ποίῳ διαφθαρείη νοσήματι, μύροις πολυτιμήτοις κατεχρίσατο. καὶ τὴν μὲν ἀπὸ τοῦ νοσήματος βλάβην ἐξέφυγεν, ἀλλὰ κα‐
15τωφερὴς ἐντεῦθεν εἰς ἀφροδίσια γέγονε. Μετὰ τοῦτον Περτίναξ μῆνας βʹ. μετὰ τοῦτον Σεβῆρος ἔτη ιζʹ, ἐφ’ οὗ Κλήμης ὁ στρωματεὺς καὶ Σύμμαχος καὶ Ὠριγένης. οὗτος τὸ Ζεύξιππον λουτρὸν ἔκτισεν ἐν Βυζαντίῳ, καὶ τὸ πρῶτον κτίσμα τῷ ἱπποδρομίῳ παρέδωκεν. ὁ μέντοι
20Ὠριγένης ἀκμάζων τότε τοῖς θείοις λόγοις πολλοὺς ἐχειραγώγει
πρὸς τὴν ἀλήθειαν, πιστούς τε καὶ ἀπίστους· ἀφ’ ὧν καὶ450

451

Ἀμβρόσιός τις ἀνὴρ ἐπίσημος καὶ φιλολόγος ἐκ τῆς Οὐαλεν‐ τίνου αἱρέσεως ἐκστάς. ἀλλὰ καὶ ἐν τοῖς ἔξωθεν μέγας ἐγνω‐ ρίζετο, γεωμετρίας καὶ τὰ λοιπὰ παραδιδοὺς αὐτοῖς· εὐ‐ φυὴς γὰρ ἦν ἐκ βρέφους, καὶ ἐπέπληττεν αὐτὸν ὁ πατὴρ ὡς
5παρ’ ἡλικίαν τὰ θεῖα καὶ μεγάλα ζητοῦντα. πολλάκις δὲ καὶ καθεύδοντος αὐτοῦ τὰ στέρνα τοῦ Ὠριγένους ὁ πατὴρ κατε‐ φίλει ὡς θείου πνεύματος μεστά, καὶ τῆς εὐτεκνίας ἑαυτὸν ἐμακάριζε· θεῖος γὰρ ὁ ἀνήρ, ἐπειδὴ καὶ μάρτυς γέγονεν. ὁ δὲ Ὠριγένης τοσοῦτον ἦν ἐγκρατὴς ὡς ὀβολοῖς τέσσαρσι
10καθ’ ἑκάστην ἀρκεῖσθαι, οἴνου καὶ ἐλαίου ἀπεχόμενος, κατε‐ σκληκώς τε ἦν καὶ ψιαθίῳ κείμενος, ἓν ἔργον ἔχων τὴν θείαν μελέτην. ἐφ’ ᾧ καὶ πολλοὺς Ἕλληνας τοῦ μαρτυρίου στέφα‐ νον ἀναδήσασθαι πεποίηκεν. ὁ μέντοι Ἀμβρόσιος τὰ πρὸς χρείαν αὐτῷ παρέχων ἐν ἔτεσιν ιηʹ τὴν γραφὴν ἑρμηνεῦσαι
15ἠνάγκασε. λέγεται δὲ ὅτι καὶ ͵ϛ βίβλους συνεγράψατο. τε‐ λευτᾷ δὲ ἐτῶν ξθʹ, εἰ καὶ δι’ αἰτίαν τινὰ τὸ κλέος αὐτοῦ μέχρι τέλους οὐ διέμεινεν ἄσβεστον· ἐξ αὐτοῦ γὰρ καὶ Ἀρειανοὶ καὶ Ἀνόμοιοι τὰς ἀφορμὰς ἔσχον. τῶν σωμάτων ἀθε‐ τεῖ τὴν ἀνάστασιν· τέλος δοξάζει τῆς κολάσεως καὶ τῶν δαι‐
20μόνων ἀποκατάστασιν. τοσαύτην δὲ μετήρχετο ἄσκησιν ὡς καὶ451

452

τὸν αὐτοῦ ἀνατραπῆναι θώρακα. καὶ φάρμακον δὲ λέγουσιν ἐπιθεῖναι τοῖς γεννητικοῖς αὐτοῦ μορίοις ὥστε καταξηρᾶναι αὐτά, καὶ βοτάνην δὲ εὑρεῖν μνήμης ἕνεκεν. μετὰ ταῦτα φθόνῳ διαβληθεὶς πρός γε τοὺς τῆς ἐξουσίας ἄρχοντας συνεργείᾳ
5Σατανικῇ τῆς πίστεως ἐξίσταται· ἐκεῖνοι γὰρ τὴν προσοῦσαν αὐτῷ σωφροσύνην εἰδότες προσάγουσιν αὐτῷ Αἰθίοπα, καὶ ἢ πείθεται τοῖς λόγοις ἐκείνων ἢ τῷ Αἰθίοπι καταχραίνεται. ἐκεῖνος οὖν μηδὲ ἄκροις ὠσὶν ἀνεχόμενος τοιαύτην ἄθεσμον ἀκοὴν ἐνωτίσασθαι, αὐτοχείρῳ θυσίᾳ διὰ λιβανωτοῦ περιέ‐
10πεσεν. ὅθεν τὴν Ἀλεξάνδρειαν τοῦ μὴ ὀνειδίζεσθαι χάριν καταλιπὼν εἰς Ἱεροσόλυμα ἔρχεται. ἐφ’ ᾧ καὶ ἀναγκασθεὶς ἐπ’ ἐκκλησίας λόγον εἰπεῖν (πρεσβύτερος γὰρ ἦν) ἐκ τοῦ πα‐ ρατυχόντος εἶπε καὶ τάδε „τῷ δὲ ἁμαρτωλῷ εἶπεν ὁ θεός ‘ἵνα τί σὺ ἐκδιηγῇ τὰ δικαιώματά μου καὶ ἀναλαμβάνεις τὴν
15διαθήκην μου διὰ στόματός σου;‘“ καὶ πτύξας τὸ βιβλίον ἐδάκρυσε σὺν ἅπασι. μανεὶς οὖν ἔκτοτε τὴν ἁγίαν πᾶσαν γραφὴν ἀνατρέψαι ἐσπούδασεν, ὅθεν καὶ ἀναθεματίζεται μέχρι τῆς σήμερον. Μετὰ δὲ τοῦτον Ἀντωνῖνος ὁ Καράκαλλος ἔτη ϛʹ καὶ
20μῆνας βʹ. ἐφ’ οὗ Σαραπίων τις μαθηματικὸς ἦν, ὃς ὑπέδει‐452

453

ξεν Ἀντωνίνῳ Μακρῖνόν τινα τὸν μετ’ οὐ πολὺ διαδεξόμενον αὐτὸν ἐπὶ συγκλήτου. καὶ ὁ Ἀντωνῖνος παριδὼν ἄλλον ἀντὶ Μακρίνου φονευθῆναι ἐκέλευσε· μετὰ δὲ Ἀντωνῖνον Μακρῖ‐ νος ἔτος ἓν καὶ μῆνας βʹ. μετὰ δὲ τοῦτον Ἀντωνῖνος ὁ Ἡλιο‐
5γάβαλος ἔτη γʹ καὶ μῆνας θʹ, ὃς τοσοῦτον ἦν ἀσελγὴς ὡς καὶ τὸν Ἱεροκλέα ἔννομον αὐτοῦ ἄνδρα ποιῆσαι. ὡς δὲ λέγουσι, καί τινας τῶν ἰατρῶν ἠντιβόλει διφυῆ αὐτὸν δι’ ἐντομῆς ἐμπροσθίου ποιῆσαι. μετὰ δὲ τοῦτον Ἀλέξανδρος ὁ τῆς Μα‐ μαίας ἔτη ιγʹ μῆνας ηʹ. αὕτη θεοσεβὴς οὖσα τὸν Ὠριγένην
10ἐξ Ἀντιοχείας ἐκάλεσεν ὥστε τὸ κατὰ Χριστὸν διδαχθῆναι μυστήριον. μετὰ τοῦτον Μαξιμῖνος ἔτη ϛʹ. μετὰ τοῦτον Μάξιμος καὶ Βαλβῖνος ἡμέρας κβʹ. μετὰ τούτους Γορδιανός, εἶτα Φίλιπ‐ πος ἔτη εʹ. οὗτος σπονδὰς ἐποίησε μετὰ Σαβώρου βασιλέως Περ‐ σῶν, ὃς ἐθαυμάζετο ἐπὶ μεγέθει σώματος· μέχρι γὰρ ἐκείνου
15τοῦ χρόνου τηλικοῦτος οὐκ ὤφθη ἄνθρωπος. ἐπὶ τούτου τοῦ Φιλίππου δὲ καὶ Σαβέλλιος ἦν. τότε δὴ καὶ καθ’ ὁδὸν Ἰου‐ δαῖος ἔκειτο νοσῶν· ἀλλὰ βαπτισθεὶς ὑπὸ Χριστιανοῦ, καὶ ταῦτα λαϊκοῦ, ὑγιὴς αὐτίκα ἐγένετο. τούτου δὲ Διονυσίῳ τῷ ἀρχιεπισκόπῳ ἀνενεχθέντος τὸ θεῖον καὶ αὖθις ἐδέξατο
20φώτισμα· κατὰ γὰρ τοὺς ἀποστολικοὺς κανόνας οὐκ ἔξεστι453

454

τῷ λαϊκῷ μεταχειρίζεσθαί τι τῶν ἱερατικῶν, κἂν περίστασις ᾖ. καὶ οὗτοι μὲν οὕτω διετάξαντο, ὥστε μηδὲν τῆς τάξεως ἀνα‐ τραπῆναι. ὅρα γὰρ νουνεχῶς ὅτι καὶ ἐν τῷ βίῳ τοῦ μεγάλου Ἀθανασίου τοιοῦτόν τι γέγραπται. ὁ μέγας Ἀθανάσιος οὗτος
5ἔτι παιδίον ὢν ἔρχεταί ποτε μετὰ τῶν ἡλικιωτῶν ἐπί τινα τῆς θαλάσσης ἀκτήν. καὶ συμπαίζειν μὲν αὐτοῖς παρὰ ταῖς ὄχθαις ἐῴκει, τύπος δὲ τῶν μελλόντων τὸ πᾶν ἦν· ὑποκρι‐ νάμενοι γὰρ ἐν τῇ παιδιᾷ τὰ τῶν ἱερέων οἱ παῖδες Ἀθανά‐ σιον μὲν ἐπίσκοπον χειροτονοῦσιν, αὐτοὶ δὲ εἰς πρεσβυτέρους
10καὶ διακόνους ἀφορισθέντες προσῆγον ἑτέρους παῖδας αὐτῷ ἀσφραγίστους, κἀκεῖνος τῷ θαλαττίῳ ὕδατι τοὺς παῖδας ἐβά‐ πτιζεν. ὁ γοῦν τῆς Ἀλεξανδρέων πόλεως ἐπίσκοπος Ἀλέξαν‐ δρος παρ’ αἰγιαλὸν παρερχόμενος, καὶ ταῦτα ἰδὼν καὶ θαυ‐ μάσας, ἐπιχρίει αὐτοὺς καὶ τελειοῖ διὰ τοῦ βαπτίσματος.
15ἀλλὰ καὶ ὁ ναʹ κανὼν τοῦ ἐν πατριάρχαις Κωνσταντινουπό‐ λεως ἁγιωτάτου Νικηφόρου καὶ τῶν σὺν αὐτῷ ἁγίων πατέ‐ ρων τάδε διορίζεται „τὰ ἀβάπτιστα νήπια, μὴ ὄντος ἱερέως, καὶ πατὴρ αὐτὰ βαπτίσει, καὶ οἷος ἕτερος τύχῃ, μόνον ἔστω ὀρθόδοξος.“
20Μετὰ τοῦτον Δέκιος ἔτη βʹ, ἐφ’ οὗ Ναυᾶτος. μετὰ
τοῦτον Γάλλος καὶ Βολουσιανὸς ἔτη βʹ, μῆνας ηʹ. μετὰ τοῦ‐454

455

τον Αἰμιλιανὸς μῆνας δʹ. μετὰ τοῦτον Οὐαλεριανὸς ἔτη ιεʹ, ἐφ’ οὗ λιμὸς γέγονεν οἷος οὐ γέγονε πώποτε, καὶ φθορὰ ἀν‐ θρώπων ἄρρητος· ἀπὸ γὰρ τῆς γῆς καὶ τῆς θαλάσσης ἀτμοί τινες ἀνῄεσαν, ἐκ ποταμῶν τε καὶ λιμνῶν, τοσοῦτον φθορο‐
5ποιοὶ ὡς νομίζειν ἰχῶρας νεκρῶν εἶναι τὰς δρόσους. ἐφ’ ᾧ καὶ οὐκ ἦν οἰκία ἐν ᾗ οὐκ ἦν τεθνηκὼς καὶ ἀπόζων· ἀνα‐ ρίθμητος γὰρ τηνικαῦτα τῶν ἀνθρώπων ὁ ὄλεθρος. Μετὰ τοῦτον Κλαύδιος ἔτος ἕν, ὁ καὶ πρόπαππος τοῦ μεγάλου Κωνσταντίνου. μετὰ τοῦτον Κιντίλιος ὀλίγας ἡμέ‐
10ρας· τὸν γὰρ Αὐρηλιανὸν ὁρῶν τῆς βασιλείας κατεπεμβαί‐ νοντα τὴν τῆς χειρὸς φλέβα τέμνει, καὶ ἀφίησιν αὐτὴν ἕως οὗ λειποψυχήσας ἀπέθανε. μετὰ τοῦτον Αὐρηλιανός, ἐφ’ οὗ Μάνης ὁ κατάρατος ἦν, ὁ καὶ τὸ γένος Βραχμάν, καὶ ὁ Σαμοσατεὺς Παῦλος. ἐν δὲ τοῖς ἑξῆς καὶ Ἀπολινάριος ὁ τῆς
15Λαοδικείας ἐπίσκοπος, ὃς τῶν Ἀρειανῶν λεγόντων ἄψυχον εἶναι τὴν τοῦ κυρίου σάρκα, ἔλεγε σάρκα μὲν ἐψυχωμένην λα‐ βεῖν τὸν κύριον, οὐ μὴν δὲ καὶ νοῦν τὸν ἡμέτερον· ἤρκει γὰρ ἡ θεότης τῆς σαρκὸς ἐκείνης ἡγεμονεύειν. μετὰ τούτους Θεόδω‐ ρος ὁ Μοψουεστίας πόλεως οὔσης ἐν Κιλικίᾳ τὴν ἡγεμονίαν
20λαχών, δυσφημῶν τὸν κύριον ἕνα τὸν καθ’ ἡμᾶς καὶ κοινὸν
εἶναι, κατὰ προκοπὴν τὴν χάριν δεχόμενον, καὶ ἐν αὐτῷ τῷ455

456

βαπτίσματι τῆς τοῦ παναγίου πνεύματος δωρεᾶς γενόμενον μέτοχον. ὁ δέ γε Νεστόριος ἀπὸ Γερμανικείας τῆς Συρίας ὥρμητο. ἦν δὲ καί τις Ἰουλιανὸς ἐπίσκοπος μὲν Ἁλικαρνασ‐ σοῦ τῆς Ἀσίας, αἱρεσιάρχης δέ· τὴν γὰρ ἁγίαν σάρκα τοῦ
5Χριστοῦ πρὸ τοῦ παθεῖν ἄφθαρτον ἔλεγεν εἶναι. Μετὰ δὲ Αὐρηλιανὸν Τάκιτος ἔτη βʹ. μετὰ τοῦτον Πρό‐ βος καὶ Φλωριανὸς ἔτη βʹ μῆνας δʹ. τοῦτον δὴ τὸν Φλωρια‐ νὸν ἀνεῖλεν ὁ Πρόβος, παράφρονα ποιήσας ἑαυτόν. τότε δὴ καὶ βροχῆς γεγονυίας σῖτος μεμιγμένος τῷ ὕδατι πολὺς
10ἄνωθεν κατηνέχθη. τοῦτον συνάγοντες σωροὺς μεγάλους ἐποίη‐ σαν. ὡσαύτως καὶ ἐπὶ Αὐρηλιανοῦ ψεκάδας ἀργύρου κατε‐ νεχθῆναι φασί. Μετὰ δὲ τούτους Κᾶρος καὶ Καρῖνος ἀνὰ ἔτη βʹ. μετὰ δὲ τουτους Διοκλητιανὸς καὶ Μαξιμιανὸς ὁ Ἑρκούλιος ἔτη κβʹ.
15οὗτοι τὴν βασιλείαν ἐξ ἀπονοίας ἀφέντες ἰδιωτικὸν ἀνελάβοντο σχῆμα. κατὰ γὰρ τὸν μεταφραστὴν κύριν Συμεὼν πολλὴν ἔθεντο σπουδὴν οὗτοι τὴν εἰς Χριστὸν πίστιν καταγωνίσα‐ σθαι, ἣν κραταιοτέραν μεῖναι καὶ ᾅδου πυλῶν αὐτὸς ἀπε‐ φήνατο. ἀλλ’ ἐπειδήπερ ἔγνωσαν ἀδυνάτοις ἐπιχειροῦντες,
20ἑκάτερος αὐτῶν τοῦ Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ τὴν βασι‐ λείαν ἀπεσκευάσαντο, πρὸς μὲν τοὺς ἄλλους κόρον τῆς τύχης
καὶ μεταβολῆς ἔρωτα προφασισάμενοι· οἷς δὲ τῶν ἀπορρή‐456

457

των κοινωνεῖν εἶχον καὶ τὰ τῆς ψυχῆς ἐξεκάλυπτον, τοῦ Χριστοῦ τὴν ἰσχὺν ἔλεγον καὶ τὴν ἀπὸ τῶν σημείων πειθὼ καταναγκάσαι αὐτοὺς ἐκστῆναι τῆς βασιλείας. ἐφ’ ᾧ κατέ‐ στησαν ἀνθ’ ἑαυτῶν βασιλεῖς τῆς μὲν ἑώας Γαλέριον Μαξι‐
5μιανόν, τῶν δὲ ἑσπερίων μερῶν Κώνσταντα τὸν πατέρα τοῦ μεγάλου Κωνσταντίνου, κρατήσαντα ἔτη δʹ. οὗτος τελευτᾷ ἐν Βρετανίαις καὶ πάνυ εὐσεβὴς ὤν, ἀναγορεύει δὲ ἀνθ’ ἑαυτοῦ Κωνσταντῖνον υἱὸν αὐτοῦ. ὁ μέντοι Μαξιμιανὸς ὁ Γαλέριος θείᾳ ψήφῳ λέγεται ἐξενεγκεῖν τραῦμα ἐν τοῖς γεν‐
10νητικοῖς αὐτοῦ μορίοις δι’ ἣν εἶχεν ἀσέλγειαν, καὶ οὕτω κα‐ τασκωληκιάσας τὴν δυσώδη αὐτοῦ παρέδωκε ψυχήν. Γίνωσκε δέ, ἀγαπητέ, ὅτι, καθά φησιν ὁ χρονογράφος Ἰωάννης ὁ Σκυλίτζης, τῆς χρονογραφίας μὲν κατήρξατο Γεώργιος ὁ καὶ σύγκελλος χρηματίσας Ταρασίου τοῦ ἁγιωτά‐
15τοῦ πατριάρχου, ἀπὸ καταβολῆς δὲ κόσμου, καὶ μέχρις αὐ‐ τῶν τῶν τυράννων κατέληξε, Μαξιμιανοῦ δηλονότι καὶ Μα‐ ξιμίνου τοῦ υἱοῦ αὐτοῦ. μετὰ δέ γε τὸν Γεώργιον ὁ ὁμολο‐ γητὴς Θεοφάνης, καὶ τοῦ Ἀγροῦ ἡγούμενος, τὰ ἐπίλοιπα συν‐ ετάξατο ἕως τελευτῆς βασιλέως Νικηφόρου τοῦ ἀπὸ γενικῶν.
20ἐφ’ ᾧ καὶ ἀπὸ Μιχαὴλ τοῦ Ῥαγγαβὲ τῆς χρονογραφίας ὁ
Σκυλίτζης κατήρξατο.457

460

(t1)

ΤΜΗΜΑ ΤΕΤΑΡΤΟΝ.
2Ὁ μέγας Κωνσταντῖνος ἡνίκα κατὰ Μαξεντίου ἐστράτευσε, τότε εἶδεν ἐν οὐρανῷ τὸν τίμιον σταυρόν, ἐφ’ ᾧ νενίκηκεν. εἶτα ῥαθυμήσας καὶ κατ’ ἐχθρῶν ὁρμήσας ἡττᾶται, καὶ ἀθυ‐
5μήσας ὕπνωσε, καὶ κατ’ ὄναρ ὑπὸ ῥάβδου πλήττεται τοὺς μυκτῆρας, κἀκεῖθεν αἷμα ἐξιὸν τὸν σταυρὸν ἐν ὀθόνῃ ἐχάρα‐ ξε. ταῦτα δὲ ἰδών, καὶ μετάμελος ἐπὶ τῷ πράγματι γεγο‐ νώς, νικᾷ καὶ αὖθις τοὺς ἐχθροὺς αὐτοῦ. μετὰ δὲ ταῦτα ὑπὸ τῆς γυναικὸς αὐτοῦ Φαύστας εἰς εἰδωλομανίαν ἐκκλίνει.
10ἀλλ’ ὁ θεὸς ἕλκει πάλιν αὐτὸν διὰ τῆς λέπρας· κατασχοῦσα γὰρ αὐτὸν μέγαν ἐστενοχώρει παντοίως καὶ ἔθλιβε. καθὰ δὲ συνεβούλευσαν οἱ ἱερεῖς τοῦ Καπετωλίου Διός, βρέφη συνελέγησαν ὥστε σφαγιασθῆναι ταῦτα καὶ τῷ αἵματι αὐτῶν ἐμβληθῆναι καὶ οὕτω δῆθεν αὐτὸν ἀπαλλαγῆναι τῆς νόσου.
15διερχόμενος οὖν καὶ τῶν μητέρων αὐτῶν ἀκούσας θρηνουσῶν,
καὶ τὴν αἰτίαν τοῦ θρήνου μαθών, εἶπε „κρεῖσσον πάσχειν460

461

ἐμὲ ἢ τοσούτων βρεφῶν καταψηφίσασθαι θάνατον.“ ἐφ’ ῳ καὶ νυκτὸς ἐφίστανται αὐτῷ οἱ ἀπόστολοι λέγοντες τὸν ἐπί‐ σκοπον Σίλβεστρον καλέσαι. καλεῖται οὖν ὁ ἅγιος, καὶ βα‐ πτίσας αὐτὸν τῆς λέπρας ἐλευθεροῖ. ὁ δὲ μέγας ὕστερον
5τοσοῦτον ὑπὲρ πίστεως ἠγωνίσατο ὡς καὶ πάντα μεταποιῆσαι τὰ ἔθιμα, τετράδα καὶ παρασκευὴν νηστεύειν καὶ κυριακὴν ἀργεῖν, τοὺς Ἰουδαίους οἰκέτας μὴ ὠνεῖσθαι, καὶ σταυρῷ μηκέτι καταδικάζεσθαί τινα διὰ τὸ πρὸς τὸν τίμιον σταυρὸν τοῦ Χριστοῦ σέβας. μετὰ τῶν ἄλλων δὲ καὶ τὰς τῆς ἑβδο‐
10μάδος ἡμέρας μετονομάζει, ἀπὸ Κρόνου καὶ Ἄρεος καὶ τῶν λοιπῶν ἀστέρων ὀνομαζομένας τὸ πρότερον. Ἡ μέντοι τοῦ μεγάλου σύζυγος Φαῦστα θυγάτηρ Μα‐ ξιμιανοῦ, ἣν ἐν λουτρῷ πυρώδει τὴν ψυχὴν ἀπορρῆξαι ποιεῖ· τὸ δὲ αἴτιον ὁ πρόγονος αὐτῆς Κρίσπος, ὃν ἐκ παλλακῆς
15ἔσχεν ὁ μέγας. τὸν μέντοι Κωνσταντῖνον Κώνσταντα καὶ Κωνστάντιον ἐκ Μαξιμίνας ἔσχε θυγατρὸς Διοκλητιανοῦ. ἐν δέ γε τῷ Καπετωλίῳ Ῥώμης ἔν τινι καταδύσει βαθμοὺς ἐχούσῃ τξεʹ δράκων ἦν πολλοὺς βλάπτων τῷ φυσήματι, ὅτε τῆς καταδύσεως παρέκυπτεν· ὃν ὁ μέγας Σίλβεστρος ἔκλει‐
20σεν ἐκεῖσε παρακληθείς. μετὰ δέ γε τὸ θαῦμα ἐκεῖνο ὅπερ
ἐπὶ τῷ ἀγρίῳ ταύρῳ πεποίηκεν ὁ Σίλβεστρος, ἡνίκα μετὰ461

462

τοῦ Ζαμβρῆ ἐκείνου τοῦ μάγου περί τε τῆς καθ’ ἡμᾶς πίστεως καὶ τῆς τῶν Ἰουδαίων διελέγετο ἐνώπιον τοῦ τε μεγάλου Κων‐ σταντίνου καὶ αὐτῆς τῆς ἁγίας Ἑλένης, ἔτι τῷ Ἰουδαίων μέ‐ ρει προσκειμένης, πόλιν εἰς ὄνομα αὐτου κτίσαι βούλεται ὁ
5θειότατος βασιλεύς. καὶ δὴ προθυμούμενος τούτου χάριν ἀπελθεῖν ἐπὶ τὰ ἑσπέρια, κατ’ ὄναρ ἐπετράπη ὁδεῦσαι τὴν πρὸς τὸ Βυζάντιον φέρουσαν. ὅθεν ἔσπευδε καὶ περὶ τὴν Χαλκηδόνα τὴν πόλιν οἰκοδομῆσαι. ἀλλ’ ἐκωλύετο ἄνωθεν· ἀετοὺς γάρ φασι τὰ τῶν τεχνιτῶν ἐργαλεῖα ἀφαρπάζειν ἀπὸ
10Χαλκηδόνος καὶ ἐπὶ τὸ Βυζάντιον ταῦτα διαπερᾶν, ὅπερ ἐπισκοπὴ πρότερον ἦν τῆς κατὰ Θρᾴκην Ἡρακλείας. ὑπέ‐ πεσε δὲ τῇ Ἡρακλείᾳ τὸ Βυζάντιον τρόπῳ τοιῷδε. ἀρχαία πόλις τὸ Βυζάντιον ἦν, καὶ καθ’ ἑαυτὸ διοικούμενον. ἐπὶ Σεβήρου δὲ τοῦ Ῥωμαίων αὐτοκράτορος πολιορκηθὲν παρὰ
15τῶν Ῥωμαίων καὶ ἐπὶ τρεῖς ἐνιαυτοὺς τὸν πόλεμον ὑποστὰν ὕστερον ἑάλω, τῶν ἀναγκαίων ἐπιλειψάντων τοῖς ἐποίκοις αὐ‐ τοῦ. καὶ καθῃρέθη μὲν καὶ τὰ τείχη αὐτοῦ, ἀφῃρέθη δὲ καὶ τὰ πολιτικὰ δίκαια, καὶ οὕτως ὑπετέθη Πειρινθίοις· Πεί‐ ρινθος δέ ἐστιν ἡ Ἡράκλεια. ὅθεν καὶ τῷ Ἡρακλείας ἡ χει‐
20ροτονία τοῦ πατριάρχου ἀπονενέμηται, ὡς παρ’ αὐτοῦ χει‐
ροθετουμένου τοῦ ἐπισκόπου Βυζαντίου.462

463

Ἀνανεώσας οὖν ὁ μέγας Κωνσταντῖνος τὸ ὑπὸ Βύζου βασιλέως Θρᾴκης κτισθὲν τεῖχος προσέθετο καὶ ἕτερον διά‐ στημα, καὶ νέαν οὕτω Ῥώμην τὴν πόλιν ταύτην ὠνόμασεν. ἀπαρτίζεται δέ, ναὶ μὴν καὶ ἐγκαινίζεται ἡ μεγαλόπολις αὕτη
5κατὰ τὴν ιαʹ τοῦ Μαΐου μηνὸς ἔτους ἐνισταμένου ͵εωληʹ. τηνικαῦτα κληθεὶς ὁ τῶν ἀστρονόμων δῆθεν ἀκριβέστατος Οὐάλης ποιεῖ θεμάτιον δι’ οὗ εἰς χϙϛʹ ἐνιαυτοὺς διαμεῖναι τὴν πόλιν ταύτην ἐφοίβασεν. ἐντεῦθεν οὖν διεψευμένη ἡ τοῦ Οὐάλεντος πρόρρησις καὶ διημαρτημένη προφανῶς ἡ
10τέχνη ἐλέγχεται. Ὁρῶν δὲ τὴν αὐτοῦ πόλιν ὁ μέγας ὀλιγάνθρωπον, τοὺς ἀξιολογωτέρους Ῥώμης ἐκεῖθεν παρήγαγεν· ἀφ’ ὧν εἰσὶ καὶ οὗτοι, Ὀλύβριος, Βῆρος, Οὐρβίκιος, Καλλίστρατος, Ζωτικός, Εὐγένειος, Εὔβουλος, Στούδιος, Φλωρέντιος, Μαυριανός, Σε‐
15βῆρος καὶ Ἰσίδωρος, οἵτινες οἴκους ναοὺς καὶ ξενῶνας ἀνή‐ γειραν. τούτους μὲν τοὺς διαληφθέντας Ῥωμαίους ἄνδρας τοιουτοτρόπως ἐνταῦθα μετοικίζει ὁ μέγας Κωνσταντῖνος. λα‐ βὼν γὰρ τοὺς δακτυλίους αὐτῶν ἀποστέλλει αὐτοὺς εἰς τὸν βασιλέα Περσῶν Σάρβαρον, ὃν καὶ νικήσαντες ὑπέστρεψαν·
20ἐν δὲ τῷ καιρῷ τῆς ἐκδημίας αὐτῶν ἀποστείλας τοὺς δακτυ‐
λίους εἰς Ῥώμην ἄγει τὰς γυναῖκας αὐτῶν ἐνταυθοῖ. κτίζει463

464

δὲ καὶ οἴκους κατά γε τὸ μῆκος καὶ σχῆμα τοιούτους οἵους εἶχον εν Ῥώμῃ. ὑποστρέψαντες οὖν ἐκεῖνοι καὶ τὸ δρᾶμα μαθόντες ἐξέστησαν. τούτων οἱ μὲν τέσσαρες μάγιστροι, οἱ δὲ ὀκτὼ πατρίκιοι.
5 Γίνωσκε δέ, ἀγαπητέ, ὅτι τῆς πόλεως ἐξισουμένης καθ’ ὃν ἐκτίζετο καιρὸν λίθοι παρὰ λιθοξόων ἐτμήθησαν, οὓς προ‐ τείχισμα διὰ τὴν τῆς θαλάσσης βίαν ἔθεντο, ἀπὸ τῆς Βαρβά‐ ρας σχεδὸν ἕως αὐτῆς τῆς χρυσῆς πόρτης ἐντὸς τὸ τεῖχος φυλάσσοντας. ὁμοίως δὲ μετεκόμισεν ἐνταῦθα καὶ τὸν ἐν
10τῷ φόρῳ κίονα μονόλιθον ὄντα, καὶ ἵδρυσεν ἐπάνω αὐτοῦ τὸν ἀνδριάντα ἐκεῖνον ὃν ἤνεγκεν ἀπὸ Ἡλιουπόλεως τῆς Φρυγίας. ὁ δὲ τοιοῦτος λίθος ἔτη τρία διεπλωΐζετο, ἐνιαυτὸν δὲ ὅλον ἀνεβιβάζετο ἔνθα καὶ ἵσταται. μετὰ δὲ ταῦτα ποιήσας Καί‐ σαρας Κώνσταντα μὲν ἐνταῦθα Λικίνιον δὲ τὸν γαμβρὸν αὐ‐
15τοῦ ἐν Νικομηδείᾳ, κατὰ Περσῶν ἐστράτευσεν. οὗτος δὲ ὁ Λικίνιος κατὰ Χριστιανῶν ἤρξατο διωγμὸν κινεῖν. τότε δὴ τότε καὶ τὸν Ἀμασείας ἐπίσκοπον Βασιλέα οὕτω καλούμενον ἀνεῖλε. τότε δὴ τότε καὶ ὄφεις ἐν Μελιτηνῇ τοσοῦτον ἐπολέ‐ μησαν κατ’ ἀλλήλων ὥστε καὶ τὴν χώραν ἐποζέσαι τῷ φόνῳ
20αὐτῶν. τότε καὶ ἡ ἐν Νικαίᾳ σύνοδος γέγονεν, ἐν ᾗ τὸν ἄμαχον Εὐλόγιον Ἕλληνα ὁ μέγας καὶ ἁπλοῦς τῷ λόγῳ Σπυ‐
ρίδων ἐχειρώσατο. ἡ τοιαύτη σύνοδος καὶ τὸ πάσχα διωρί‐464

465

σατο ἑορτάζειν ἡμᾶς κατὰ τὴν νῦν κρατοῦσαν συνήθειαν· πρότερον γὰρ κατὰ τὴν τεσσαρεσκαιδεκάτην τῆς σελήνης ἐτελεῖτο τὸ πάσχα, ὅθεν καὶ τοὺς οὕτως ἑορτάζοντας ἡ ἁγία καὶ οἰκουμενικὴ δευτέρα σύνοδος ἐν τῷ ἑβδόμῳ κανόνι
5αὐτῆς τεσσαρεσκαιδεκατίτας καὶ τετραδίτας καλεῖ. οὐ γὰρ ἐν κυριακῇ τὸ πάσχα ἑώρταζον, ἀλλ’ ὅτε τεσσαρεσκαιδεκα‐ ταία ἡ σελήνη γένηται, ἐν ᾗ ἂν ἡμέρᾳ τύχῃ πλήρη ταύτην γενέσθαι. ἑορτάζουσι δὲ τότε νηστεύοντες καὶ ἀγρυπνοῦντες. Γίνωσκε δὲ καὶ τοῦτο, ὅτι Κωνστάντιος ὁ υἱὸς τοῦ
10μεγάλου Κωνσταντίνου ἀρειανίσας τὴν πρώτην ἀνατρέψαι σύνοδον ἔσπευδε. τοῦτο μαθὼν ὁ τῆς πρεσβυτέρας Ῥώμης πάπας ἀνήνεγκε Κώνσταντι τῷ τοῦ Κωνσταντίου ἀδελφῷ, καὶ ὃς πόλεμον ἠπείλησε τῷ ἀδελφῷ διὰ γραμμάτων, εἰ μὴ παύσαιτο τὴν ὀρθὴν πίστιν σαλεύων. ἐφ’ ᾧ καὶ βουλῇ τῶν
15βασιλέων σύνοδος ἐν Σαρδικῇ συγκροτεῖται ὑπὸ πατέρων τμαʹ, βεβαιοῦσα τὸ ἅγιον σύμβολον· Σαρδικὴ δέ ἐστιν ἡ νῦν λεγο‐ μένη Τριάδιτζα. ὁ μέγας Κωνσταντῖνος ἀπέστειλε τὸν Ἄρειον ὕστερον πρὸς τὸν μέγαν Ἀθανάσιον ὥστε συγκοινωνεῖν αὐ‐ τόν· διεβεβαιοῦτο γὰρ δι’ ὅρκου φρονεῖν καλῶς. ὁ δὲ
20μέγας οὐκ ἐδέξατο αὐτόν· ἐφ’ ᾧ καὶ τοῦ θρόνου ἐξι‐ στῶσιν αὐτόν· προκατέλαβον γὰρ τὰς βασιλικὰς ἀκοὰς οἱ
ἀρειανίζοντες, καὶ πολλὰ τοῦ ἁγίου κατεῖπον. ὅσον οὖν κακὸν465

466

τὸ ἀπεντεῦθεν τοὺς κατηγόρους παραδέχεσθαι καὶ τὰς ἀπο‐ φάσεις ποιεῖν κατὰ τῶν κατηγορουμένων, ἔδειξε τὰ μεταξύ τε τοῦ ἁγίου βασιλέως καὶ τοῦ ἁγίου Ἀθανασίου συμβάντα. ἀλλὰ καὶ ἐπὶ Κωνσταντίου τὰ αὐτὰ πέπονθεν, ἐφ’ ᾧ καὶ
5προσφυγὼν παρά τινα παρθένον διετέλεσε παρ’ αὐτῇ κρυπτό‐ μενος ἔτη ἕξ. μετὰ δὲ μόρον αὐτοῦ αὖθις ἐπανῆλθε. τοῦ δὲ κατὰ πόδας Ἰουλιανοῦ πάντα ταράξαντος πάλιν ὑπέδρα ὁ ἅγιος περὶ τὸν τοῦ Σαράπιδος ναὸν. κορῶναι ἔκραζον. καὶ ἐρωτηθεὶς παρὰ τῶν Ἑλλήνων „τί βοῶσιν αὗται, κακόγηρε;“
10εἶπε „τὸ κρᾶ τῇ Σύρων φωνῇ αὔριον δηλοῖ· αὔριον καὶ γὰρ ὄψεσθε τὴν τοῦ θεοῦ πρόνοιαν.“ ἐφ’ ᾧ καὶ ἠγγέλθη τοῦ ἀλιτηρίου ὁ θάνατος. Ὁ μέντοι μέγας Κωνσταντῖνος ἐν Ῥώμῃ ἐκράτησεν ἔτη ιβʹ, ἐνταῦθα εἴκοσι, καὶ ἐν Νικομηδείᾳ ἀπέθανε κατὰ Περσῶν ἀπαί‐
15ρων. τελευτᾶ δὲ τὸν βίον ἐξ ἐπιβουλῆς τῶν ἑτεροθαλούντων αὐτῷ ἀδελφῶν, φάρμακον αὐτῷ δηλητήριον ἐγχεαμένων, ἀστέρος, ὥς φασι, κομήτου τὸν θάνατον αὐτοῦ προμηνύσαντος· εἴωθε γὰρ ἐν τοιούτοις κομήτας ἐν οὐρανῷ πολλάκις φαίνεσθαι, καὶ τοῦτο δηλῶν ὁ μέγας Βασίλειος ἔλεγε „συνίστανται δὲ κομῆται
20σημεῖα διαδοχῆς βασιλέων φέροντες.“ καὶ ὁ μὲν μοναχὸς
Ἀλέξανδρος ἐν τῇ διὰ τὴν τοῦ τιμίου σταυροῦ εὕρεσιν ἱστο‐466

467

ρίᾳ λέγει μὲν ἐν Νικομηδείᾳ τελευτῆσαι τὸν ἅγιον Κωνσταν‐ τῖνον νόσῳ θανασίμῳ συσχεθέντα, τηνικαῦτα δὲ καὶ βαπτι‐ σθῆναι· ἀνεβάλλετο γάρ, ὡς ἐκεῖνός φησιν, ἕως θέλων ἐν Ἰορδάνῃ τυχεῖν τοῦ θείου λουτροῦ. ἀπίθανον δὲ τοῦτο τῷ
5ὄντι δοκεῖ. ἀληθέστερον γὰρ φαίνεται εἶναι τὸ ἐν Ῥώμῃ τῇ πρεσβυτέρᾳ ὑπὸ τοῦ ἁγίου Σιλβέστρου βεβαπτίσθαι αὐτόν. εἰ γὰρ καὶ Ἀρειανοί τινες διισχυρίζονται ὅτι ὑπὸ Εὐσεβίου τοῦ Νικομηδείας ἐβαπτίσθη διὰ τὸ καὶ συμβῆναι αὐτὸν ἐκεῖσε κοιμηθῆναι, ἀλλὰ κατὰ τὴν Ῥώμην βαπτιστὴρ τοῦ μεγάλου
10λαμπρῶς παριστᾷ τὴν ἀλήθειαν, εἴγε καὶ μᾶλλον ἀδύνατον ἦν ἀκοινώνητον εἶναι αὐτὸν ἐν τῇ κατὰ Νίκαιαν συνόδῳ· πῶς γὰρ ἠδύνατο ἢ συνεύχεσθαι ἢ συλλειτουργεῖν αὐτοῖς οὕτως ἔχων αὐτός; τὸ λέγειν οὖν καὶ φρονεῖν οὕτω περὶ τοῦ μεγάλου καὶ λίαν ἐστὶν ἀτοπώτατον.
15 Ὅσον δὲ ἡ ἁγία ψυχὴ τοῦ μεγάλου Κωνσταντίνου συγκα‐ ταβαίνουσά τε καὶ συγγνωμονοῦσα ταῖς τῶν πολλῶν ἀσθε‐ νείαις ἐτύγχανε, δῆλον κἀντεῦθεν. αἰτιάματα ἔγγραφα προσ‐ εκομίσθησαν αὐτῷ κατ’ ἐπισκόπων· καὶ ὃς τοὺς μὲν χάρ‐ τας αὐτίκα κατέκαυσεν, ἔλεγε δέ „εἰ εἶδον ἁμαρτάνοντα ἱερέα,
20διὰ τῆς χλαμύδος ἐσκέπασα ἂν αὐτόν, ἵνα καὶ ὁ θεὸς σκε‐
πάσῃ τὰ ἐμὰ ἁμαρτήματα.“ καὶ Σεβῆρος μέν, ὡς ἄνωθεν467

468

εἴρηται, τὸ πρῶτον κτίσμα δέδωκε τῷ ἱπποδρομίῳ, ὁ δὲ μέγας Κωνσταντῖνος τοὺς περιπάτους, τὰς βαθμίδας καὶ τὸν λοιπὸν αὐτῷ καλλωπισμὸν ἔφερεν. ἀπό τε Νικομηδείας Ἀντιοχείας καὶ λοιπῶν πόλεων τὰ ἐν αὐτῷ ἀγάλματα ἤχθησαν· τηνι‐
5καῦτα καὶ γὰρ τὸ σέβας αὐτῶν καταλέλυται. ἐν οἷς καὶ πολλὰ περὶ τῶν μελλόντων ἐγγέγραπται. καὶ αὐτὰ δὲ τὰ Μάγγανα παρὰ τοῦ μεγάλου κτίζονται Κωνσταντίνου· ἀπέκειντο γὰρ ἐκεῖσε πάντα τὰ πολεμικὰ ὄργανα καὶ αἱ μηχανικαὶ βίβλοι. ὁ μέγας Κωνσταντῖνος ἐν τῷ στρατηγίῳ εὑρὼν τὰς φυλακὰς
10τοῦ Βυζαντίου ἐκεῖσε καὶ αὐτὸς ἐφυλάκιζε, καὶ διήρκεσε τοῦτο ἄχρι Φωκᾶ. χήρα δέ τις πατρικία, Μάρη τοὔνομα, ἐλεήσασα τοὺς φυλακιζομένους δι’ ἣν εἶχον δυσωδίαν, τὸν ἑαυτῆς οἶκον δέδωκε τῷ βασιλεῖ χάριν μισθοῦ, καὶ γέγονε τὸ νῦν καλούμενον Πραιτώριον. καὶ περὶ μὲν τούτων οὕτως.
15 Κρατεῖ δὲ μετὰ ταῦτα Κωνστάντιος ὁ υἱὸς αὐτοῦ ἔτη κγʹ. οὗτος ἠνάγκαζε τὸν πατριάρχην Ἀλέξανδρον δέξασθαι εἰς κοινωνίαν τὸν Ἄρειον. ὃ δὴ καὶ γέγονεν ἄν, εἰ μὴ τὰ τῆς θείας δίκης προέφθασεν. ὄπισθεν γὰρ τοῦ φόρου τὸν βίον κατέστρεψεν· ἔνυξε γὰρ αὐτὸν ἡ γαστὴρ ἐκεῖσε διερ‐
20χόμενον, ἐφ’ ᾧ καὶ καθίσας τὰ ἔγκατα αὐτοῦ κάτω διεβίβα‐468

469

σεν. οἱ μέντοι ἀνεψιοὶ τοῦ μεγάλου, Γάλλος καὶ Ἰουλιανός ἀναγνῶσται γεγόνασιν ἐν Ἀντιοχείᾳ. ἀλλὰ καὶ ἐκκλησίαν τῷ μάρτυρι Μάμαντι ἔκτιζον. τὸ μὲν παρὰ τοῦ Ἰουλιανοῦ κτι‐ ζόμενον μερος ἠδαφισμένον πρωΐας ηὑρίσκετο. ἐπὶ τούτου
5δὲ τοῦ Κωνσταντίου Φλαβιανὸς Ἀντιοχείας διχῇ τοὺς ψάλ‐ λοντας διελὼν τὰ τοῦ Δαβὶδ ψάλλειν ἐκ διαδοχῆς ἐνομο‐ θέτησεν. Ὁ Κωνστάντιος οὗτος παρὰ τῶν ἀσεβούντων ἀναγκαζό‐ μενος μετακαλεῖται τοὺς ἐπισκόπους ὥστε σύνοδον συγκρο‐
10τῆσαι κατὰ τῆς ὁμοουσίου τριάδος. ἀλλ’ ἀργεῖ τὸ ἐγχεί‐ ρημα· νόσῳ γὰρ περιπίπτει δεινῇ, καὶ τὸ ζῆν ἀπογνοὺς Εὐζώϊον μετακαλεῖται τὸν Ἀντιοχείας, καὶ διὰ τάχους τὸ θεῖον δεξάμενος φώτισμα, ὡς ὁ μεταφραστὴς ἱστορεῖ, τηνικαῦτα τοῦ ζῆν ἀπαλλάττεται. κατὰ δὲ τὸν χρόνον τῆς
15ζωῆς αὐτοῦ ἀρχιερεὺς Ἱεροσολύμων ὁ μέγας Κύριλλος ἦν, ὃς δὴ καὶ γράφει τῷ Κωνσταντίῳ ὅτι ἐπὶ μὲν τοῦ σοῦ πα‐ τρὸς ἐπὶ γῆς εὕρηται ὁ σταυρός, ἐπὶ δὲ σοῦ πάλιν ἐξ οὐρα‐ νοῦ πεφανέρωται. κατὰ γὰρ τὸν τοῦ Γολγοθὰ τόπον περὶ τρίτην ὥραν τῆς ἡμέρας, κατ’ αὐτὴν δὲ τὴν Πεντηκοστην,
20ὤφθη τὸ τοῦ σταυροῦ σημεῖον ἐκ φωτὸς ὑπερλάμπρου κατε‐ σκευασμένον. ὤφθη δὲ οὐχ ἑνὶ καὶ κατὰ φαντασίαν, ἀλλὰ περὶ ὥρας ἱκανὰς καὶ πᾶσι.
Μετὰ δὲ Κωνστάντιον κρατεῖ Ἰουλιανὸς ἔτη βʹ μῆνας ζʹ.469

470

οὗτος ὁ κάκιστος πρό γε τῶν τῆς βασιλείας καιρῶν, καθὼς ὁ μέγας διαλαμβάνει Κύριλλος ὁ Ἀλεξανδρείας, τοῖς πιστεύ‐ σασιν ἐναρίθμιος ἦν, ἠξιώθη δὲ καὶ αὐτοῦ τοῦ θείου βαπτί‐ σματος, εἰ καὶ ὕστερον ἀπεδύσατο αὐτὸ δι’ αἵματος μιαροῦ,
5ἐνήσητο δὲ ταῖς ἱεραῖς βίβλοις. ἀλλ’ ἄνδρες ὕστερον αὐτὸν δεισιδαίμονες γεγονότες γνώριμοι τοὺς ὑπέρ γε τῆς ἀποστα‐ σίας καθῆκαν λόγους, καὶ λάτριν ἀπέφηναν δαιμονίων ἀκα‐ θάρτων τὸν ταῖς ἁγίαις ἐκκλησίαις καὶ μοναστηρίοις ἐντε‐ θραμμένον. ἔχων τοίνυν εὐφυᾶ τὴν γλῶτταν κατέθηξεν αὐ‐
10τὴν τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ δὴ τρία συγγέ‐ γραφε βιβλία κατὰ τῆς εὐαγοῦς τῶν Χριστιανῶν θρησκείας. τοσοῦτον δὲ μέμηνε κατὰ τῶν ἁγίων, ἡνίκα καὶ μάλιστα πῦρ ἄνωθεν καταρραγὲν τὸ περικαλλὲς ἐκεῖνο προάστειον, τὴν Δάφνην δηλονότι, σὺν αὐτοῖς τοῖς εἰδώλοις κατέκαυσεν, ὡς
15καὶ τὸν τοῦ Χριστοῦ χαλκοῦν ἀνδριάντα τὸν ἐν Καισαρείᾳ τῆς Φιλίππου τῇ νῦν Πανεάδι, ὃν ἡ αἱμορροοῦσα ἤγειρεν, ἀπανθρώπως συντρῖψαι, καὶ τοῦ βαπτιστοῦ Ἰωάννου κατα‐ καῦσαι ἅγια λείψανα, ὀστέοις ἀλόγων παραμίξας αὐτά. ἀλλὰ καὶ τοὺς Ἰουδαίους κατὰ Χριστιανῶν ὥπλιζε, συνήργει δὲ
20αὐτοῖς εἰς τὴν τοῦ ναοῦ οἰκοδομήν, εἰ καὶ ἐκωλύθησαν
ὑπὸ λαίλαπος σεισμοῦ καὶ τελευταῖον πυρός· πῦρ γὰρ470

471

ἐξ αὐτῶν ἐκπηδῆσαν τῶν θεμελίων τῆς ὁρμῆς αὐτοὺς ἀνε‐ χαίτιζε. Γίνωσκε δέ, ἀγαπητέ, ὅτι ὁ ἀκοντίσας αὐτὸν ἐν Πέρ‐ σαις διάγοντα μέχρι καὶ τήμερον οὐχ εὑρίσκεται. εἰ γὰρ
5καὶ κατὰ κέλευσιν τῆς ἀειπαρθένου θεοτόκου διὰ τοῦ ἁγίου Μερκουρίου, δεηθέντος τάχα τοῦ μεγάλου Βασιλείου, ἀκον‐ τισθῆναι τὸν παραβάτην εὑρίσκομεν ἐν τοῖς τοῦ ἁγίου Βα‐ σιλείου θαύμασιν, ἅπερ ὁ μέγας Ἀμφιλόχιος γραφῇ παρα‐ δοῦναι λέγεται, ἀλλ’ οὐκ εὐθέως πείθεσθαι ἄξιὸν. τίνος ἕνε‐
10κεν; ὅτι διὰ τῆς τοιαύτης γραφῆς καὶ ἀρχιερέα τῆς Καισα‐ ρέων μανθάνομεν χρηματίζειν τὸν μέγαν Βασίλειον, ἡνίκα διερχόμενος ἦν κατ’ ἐκεῖνα τὰ μέρη ὁ κάκιστος κατὰ Περ‐ σῶν τὴν ἐκστρατείαν ποιούμενος. ἀλλ’ οὐ δοκεῖ ταῦτα καὶ τῷ μεγάλῳ Γρηγορίῳ τῷ θεολόγῳ· εἰ γὰρ ἐν τοῖς προοι‐
15μίοις, καθὼς οὗτός φησὶ, τοῦ μετὰ ταῦτα κρατήσαντος Οὐά‐ λεντος εἰς Πόντον ἐκάθητο ὁ μέγας Βασίλειος, τοῦ Εὐσεβείου τηνικαῦτα τῆς Καισαρέων χρηματίζοντος ἀρχιερέως, πολλῷ μᾶλλον οὐκ ἦν ἐκεῖνος ἀρχιερεὺς ἐν τοῖς χρόνοις Ἰουλιανοῦ. φαίνεται οὖν ἐντεῦθεν ὡς οὔτε τὸν μέγαν Βασίλειον εὗρεν
20ἀρχιερέα διερχόμενος ὁ Ἰουλιανός, οὔτε ἠπείλησεν αὐτῷ καὶ471

472

τῇ ἐκκλησίᾳ αὐτοῦ. ἀλλ’ οὔτε δέησιν ἐκεῖνος τούτου ἕνε‐ κεν ἐποιήσατο, οὔτε μὴν εἰς ἀναίρεσιν ἀπεστάλη τοῦ πα‐ ραβάτου ὁ Χριστοῦ μάρτυς Μερκούριος· εἰ γὰρ ταῦθ’ οὕτω γέγονεν, οὐκ ἂν ὁ ἀκοντίσας αὐτὸν ἄδηλος ἦν μέ‐
5χρι καὶ τήμερον. ἀκοντίῳ τοίνυν ὁ ἄθλιος βάλλεται, κἂν ὁ ἀκοντίσας ἄδηλος. ὡς δὲ ἐγώ τινος ἤκουσα, φησὶν ὁ θεό‐ λογος, μηδὲ τῷ τάφῳ προσλαμβάνεσθαι αὐτόν, ἀλλ’ ὑπὸ τῆς σεισθείσης δι’ αὐτὸν γῆς ἀποσείεσθαί τε καὶ ἀναβράζεσθαι, προοίμιον, οἶμαι, τῆς ἐκεῖθεν κολάσεως. πολλὰ γὰρ μιαρὰ
10ποιήσας ὡσεὶ ἐτῶν λʹ τελευτᾷ. ἀλλὰ καὶ ἐκ Περσίδος δαι‐ μόνιον στείλας πρὸς δύσιν ἐπὶ τῷ ταχέως ἀγαγεῖν ἀπόκρισιν, ἐσφάλλετο κἀνταῦθα τοῦ σκοποῦ· τὸ γὰρ δαιμόνιον ὃ στεί‐ λας ἐντυχὸν μοναχῷ τινὶ Πουπλίῳ τοὔνομα προσευχομένῳ ἡμέρας δέκα διελθεῖν οὐκ ἠδυνήθη, καὶ ὑποστρέψαν ἄπρα‐
15κτον τὴν αἰτίαν ἐβόα καὶ πόρρωθεν. καὶ γυναῖκας δὲ ἀνα‐ τέμνων ὁ ἄσπλαγχνος δι’ αὐτῶν ἐμαντεύετο. Μετὰ δὲ Ἰουλιανὸν ἐβασίλευσεν ἄριστα Ἰοβιανὸς ἔτος ἕν, ὃς ἐκλεγόμενος ὑπὸ πάντων εἶπεν „οὐ δύναμαι βασιλεὺς εἶναι προμεμολυσμένων ἀνθρώπων,“ ἐφ’ ᾧ πάντες τὸ „Χρι‐
20στιανοί ἐσμεν“ ἔκραξαν. μετὰ μέντοι μῆνας ηʹ τῆς αὐτοῦ βασιλείας ἐν Κιλικίᾳ ἐτελεύτησεν, μέγα πένθος πᾶσιν ἀφείς. μετὰ δὲ τοῦτον Οὐαλεντινιανὸς ἔτη ιβʹ, μισθὸν παρὰ θεοῦ
τὴν βασιλείαν λαβὼν διὰ τὸ τῆς στρατιᾶς αὐτοῦ ἐκβληθῆναι472

473

παρὰ Ἰουλιανοῦ τῆς εἰς Χριστὸν ἕνεκεν ὁμολογίας. εἶχε δὲ συμβασιλεύοντα κατά γε τὴν ἀνατολὴν τὸν αἴσχιστον Οὐάλεντα. καὶ πῶς γὰρ οὐ κάκιστος, εἴ γε τοὺς ἀπὸ Κωνσταντινουπό‐ λεως σταλέντας πρὸς αὐτὸν πʹ ἱερατικοὺς ἄνδρας πρεσβείας
5ἕνεκεν ἐπὶ πλοίου κατέκαυσεν; οὗτος ὑπὸ Γότθων πολεμού‐ μενος ἐζήτησε τὸν θειότατον ἀδελφὸν αὐτοῦ συμμαχίαν. ὁ δὲ οὐ μόνον οὐκ ἔδωκεν, ἀλλὰ καὶ ὠνείδισεν, οὕτως εἰπών „οὐ χρὴ ἀνδρὶ βοηθεῖν πολεμοῦντι θεόν.“ καὶ ὁ μὲν Οὐά‐ λης ἔτη ιʹ καὶ δʹ βασιλεύσας ἀνοσίως ὑπὸ πολεμίων ἐν ἀχυ‐
10ρῶνι πυρὶ παραδίδοται· ὁ δὲ μοναχὸς ἐκεῖνος Ἰσαάκιος ἐλέγχων μὲν αὐτόν, δεσμωθεὶς δὲ παρ’ αὐτοῦ καὶ εἰρκτῇ παραδοθείς, ὠσφράνθη ἐν τῇ φυλακῇ τῆς δυσωδίας ἐκκαυ‐ θέντος ἐκεῖσε, ὡς εἴρηται. ὁ μέντοι Οὐαλεντινιανὸς καὶ τὸν ἀγωγὸν ᾠκοδόμησε καὶ τὸ ὕδωρ εἰς τὴν πόλιν εἰσήγαγεν.
15οὗτος καὶ πραιπόσιτόν τινα διὰ τὴν τῆς γυναικὸς Βερονίκης ἀδικίαν ἐν τῷ ἱπποδρόμῳ κατέκαυσε. τηνικαῦτα ὁ μέγας Μακάριος σκύλακας ὑαίνης τυφλοὺς ἐθεράπευσεν. ἡ γοῦν μήτηρ αὐτῶν δέρμα προβάτου ἤνεγκε τῷ ἁγίῳ δῶρον ὑπὲρ τῆς τῶν παίδων ἰάσεως.
20 Μετὰ δὲ Οὐάλεντα Γρατιανὸς ὁ υἱὸς Οὐαλεντινιανοῦ ἔτη γʹ. τηνικαῦτα καὶ ἐν Ἀλεξανδρείᾳ πρᾶγμα ἐξαίσιον γέγο‐
νεν· ἡ γὰρ θάλασσα ἐντὸς εἰσῆλθε τοσοῦτον ὡς καὶ τὰ473

474

πλοῖα μεῖναι ἐν ξηρᾷ. συρρεύσαντος δὲ τοῦ λαοῦ τὸ θαῦμα ἰδεῖν, ἀνέδραμεν αὖθις ἡ θάλασσα καὶ τοῦ ὡρισμένου τότε ὕπερθεν, ὡς ἐντεῦθεν ὑποπνιγῆναι μυριάδας εʹ. ἀλλὰ καὶ τὰ μέρη Κρήτης καὶ Σικελίας πάντα σχεδὸν κατεκλύσθησαν,
5τῆς θαλάσσης ἐπαναδραμούσης καὶ ἐξελθούσης ὡσεὶ στάδια ρʹ. καὶ πελάγη τὰ μεγάλα διχῆ τότε διέστησαν, ὡς ἐπὶ βυ‐ θοῦ τὰ πλοῖα καθίσαι καὶ αὖθις ἀνελθεῖν ἀποκαταστάντος τοῦ ὕδατος. μετὰ τῶν ἄλλων δὲ καὶ ἡ κατὰ Βιθυνίαν Νί‐ καια ὑπὸ σεισμοῦ κατέπεσεν ἅπασα. τοσοῦτος δὲ φόβος ἦν
10ὡστε τοὺς ἀνθρώπους ἐν ὄρεσι φεύγειν. τοσοῦτον δὲ ὁ Γρα‐ τιανὸς τοξότης εὔστοχος ἦν ὡς ᾄδεσθαι πανταχοῦ Γρατιανοῦ βέλη φρένας ἔχειν. οὗτος ὁ βασιλεὺς γυναικὸς αὐτῷ προσ‐ ελθούσης ποτέ, καὶ τοῦ ὁμοζύγου καταβοώσης ὅτι πληγὰς ἐπάγει καὶ ῥαβδισμοὺς αὐτῇ, „οὐδὲν ὦ γύναι τοῦτο πρὸς
15με“ ἔφησεν. ἀλλὰ καὶ τὸν ὁμόζυγον αὐτῆς βουλεύεσθαι κατ’ αὐτοῦ προσεπειπούσης τοῦ Γρατιανοῦ, πάλιν ἀνταπεκρίνατο „τί σοι πρὸς τοῦτο, γύναι;“ Μετὰ δὲ τοῦτον κρατεῖ ὁ μέγας Θεοδόσιος ἔτη ιζʹ. ὅρα δὲ νουνεχῶς ὅτι νικήσαντα τοὺς Γότθους θέλων ὁ Γρατιανὸς
20αὐτὸν ἐνδῦσαι πορφύραν, οὐχ εὕρισκεν ἰσομήκη αὐτοῦ διὰ
τὸ ὑπερωμίαν εἶναι, εἰ μὴ τὴν τοῦ μεγάλου Κωνσταντίνου·474

475

οὗτος ἡνίκα τὴν βασιλείαν παρὰ τοῦ θεοῦ ἐνεχειρίσθη, ἠγά‐ γετο Γάλλαν τὴν γυναῖκα τοῦ πρὸ αὐτοῦ βασιλέως, ἅτε Πλα‐ κίλλης θανούσης, ἀφ’ ἧς ἔτεκεν Ἀρκάδιον καὶ Ὁνώριον. θέ‐ λων δὲ τὰ ἱερὰ τούτους διδάξαι γράμματα, καὶ μὴ εὑρίσκων
5τινὰ φιλόσοφον ὁμοῦ καὶ φιλόθεον, πέμπει πρέσβεις πρός γε τὸν ἐν Ῥώμῃ συμβασιλεύοντα, εἴ που τοιοῦτον ἔχει τινά. καὶ ὃς συνάμα τῷ πάπᾳ πολλὴν περὶ τούτου ποιησάμενος ἔρευναν οὐχ ἕτερον εὗρέ τινα εἰ μὴ τὸν μέγαν Ἀρσένιον διάκονον τηνικαῦτα ὄντα. πέμπουσι λοιπὸν αὐτὸν πρὸς τὸν μέγαν
10Θεοδόσιον, εἰ καὶ πολλὰ δυσχεραίνων ἦν διὰ τὸ τὴν ἐγκύ‐ κλιον παίδευσιν ἅμα τῷ χειροτονηθῆναι κατὰ τὸν νῶτον ποιή‐ σασθαι. ὃν καὶ ἀσμένως ἐδέξατο, καὶ παρέδωκεν αὐτῷ ὡς τέκνα καὶ μαθητάς, οὐ μὴν ὡς βασιλεῖς, τοὺς υἱοὺς αὐτοῦ. ποτὲ γοῦν ἑωρακὼς τοὺς μὲν παῖδας καθημένους μετὰ δια‐
15δημάτων, τὸν δὲ Ἀρσένιον ἱστάμενον καὶ διδάσκοντα, μετ’ ὀργῆς εἶπεν „οὕτω σοι παρήγγειλα; σὺ αὐτοὺς ποιεῖς βασι‐ λεῖς. ὁ θεὸς ἔχει τὴν περὶ τούτων ἐξουσίαν.“ καὶ ῥίψας τὰ διαδήματα εἶπε „κρεῖσσόν ἐστι τεθνάναι θεοσεβῶς ἢ βασι‐ λεύειν ἀσεβῶς.“ μετὰ δὲ ταῦτα τοῦ Ἀρσενίου μελετῶντος
20ἀποδρᾶσαι, ἐπεὶ συνέβη καὶ μᾶλλον ἡ τοῦ Ἀρκαδίου πληγὴ475

476

καὶ ἡ διὰ ταῦτα ἐπιβουλή, φωνὴ πρὸς αὐτὸν γέγονεν „Ἀρσέ‐ νιε, φεῦγε τοὺς ἀνθρώπους, καὶ σώζῃ.“ φυγὼν δὲ καὶ ἀπελ‐ θὼν ἐν Σκήτει πάλιν ἤκουσε „φεῦγε, σιώπα, ἡσύχαζε.“ οἱ γοῦν παῖδες βασιλεύσαντες ἔγραψαν αὐτῷ συγχωρῆσαι αὐτοῖς,
5καὶ μάλιστα τῷ Ἀρκαδίῳ, ὑπὲρ οὗ ἐβούλετο ἀποκτεῖναι διὰ σπαθαρίου αὐτόν. ὁ μέντοι μέγας ἀκούσας καὶ τοῦτο, „λάβε δημόσια Αἰγύπτου, καὶ διάνειμαι ὅπου θέλεις,“ εἶπεν „ἐγὼ τῷ κόσμῳ ἀπέθανον, καὶ οὐκέτι ζῶ· πλὴν ὁ θεὸς συγχω‐ ρήσαι ὑμῖν.“
10 Ἡ δευτέρα σύνοδος καὶ ὁ μέγας Θεοδόσιος ἐνίδρυσαν τῷ θρόνῳ Κωνσταντινουπόλεως τὸν μέγαν Γρηγόριον, κἂν ἐξ Αἰγύπτου τινὲς ὑπὸ φθόνου ἐταράχθησαν, ἐφ’ ᾧ καὶ ἑκὼν ἐξέστη. ἀντεισάγεται δὲ Νεκτάριος, τὸ μὲν γένος Ταρσεύς, τὴν δὲ τοῦ πραίτωρος ἀρχὴν διέπων, ὃς τὸν μὲν βίον θαυ‐
15μαστός, ἀβάπτιστος δὲ μέχρι τότε. καὶ ὁ μὲν συγκλητικὸς Νεκτάριος προχειρίζετο, ὁ δὲ Μακεδόνιος ἀναθεματίζετο. Ἐκ Κωνσταντινουπόλεως τοῦ μεγάλου Θεοδοσίου ἀπαί‐ ροντος ἐπὶ τὰ κάτω μέρη, στρατιῶται ἐν Θεσσαλονίκῃ εἰσελ‐ θόντες διά τινα χρείαν ἀνταρσίαν ἐποίησαν, ἐφ’ ᾧ ἀντέστη‐
20σαν οἱ τῆς πόλεως καὶ λίθοις ἔβαλον. τοῦ γοῦν βασιλέως476

477

ζέσαντος ἐπὶ τούτοις τῷ θυμῷ, καὶ τῷ ἐκεῖσε ἐπαρχεύοντι τὰ περὶ τούτων ἐπιτρέψαντος, χιλιάδες ζʹ ἀνῃρέθησαν. διερχό‐ μενος δὲ ὁ βασιλεὺς εἰς τὴν ἐπισκοπὴν Μεδιολάνων (πόλις δὲ Ἰταλίας τὰ Μεδιόλανα) οὐ συνεχωρήθη παρὰ τοῦ θειο‐
5τάτου Ἀμβροσίου τῇ ἐκκλησίᾳ ἐπιβῆναι, ἀλλ’ ἔμεινεν ἀφω‐ ρισμένος μῆνας ηʹ, καὶ μόλις διὰ τὴν τοῦ Χριστοῦ γένησιν ἐλύθη τε τῶν δεσμῶν καὶ εἰς κοινωνίαν ἐδέχθη, πρότερον τὰ τοῦ λιβέλλου νομοθετήσας. ἀλλὰ καὶ ἐν τῷ θυσιαστηρίῳ μετὰ ταῦτα οὔμενουν εἰσελθεῖν ἐνεχωρεῖτο· „ἡ γὰρ ἁλουργίσ“
10ἔφη „βασιλεῖς, οὐ μὴν ἱερεῖς ποιεῖ.“ ὅθεν ἐπανελθὼν ὁ βασι‐ λεὺς καὶ παρὰ τοῦ Νεκταρίου ἐρωτηθεὶς δι’ ἣν αἰτίαν οὐκ εἰσέρχεται ἐν τῷ θυσιαστηρίῳ, εἶπεν „εἷς ἐπίσκοπος ὁ Ἀμ‐ βρόσιος.“ Ὅτε ἡ τῶν ἐν Ἀντιοχείᾳ ἀνδριάντων καταστροφὴ γέγονε,
15τότε οἱ τὰς ἀκρωρείας τῶν ὀρέων οἰκοῦντες μοναχοὶ τὴν οἰκείαν ἐπεδείξαντο φιλοσοφίαν. κατῆλθον γὰρ καὶ τοῦ θεοῦ ἀντελάβοντο, λέγοντες οὕτω πρός γε τοὺς ὑπηρέτας τοῦ βασι‐ λέως „εἴπατε τῷ κυρίῳ ἡμῶν βασιλεῖ. εἴπερ τοσοῦτον σὺ ἐπὶ τῇ χαλκῇ εἰκόνι καταστραφείσῃ ἐδυσχέρανας, πῶς οἴει τὸν
20θεὸν ἀρτίως ἔχειν τὴν αὐτοῦ ὁρῶντα εἰκόνα κακῶς οὕτω παρὰ
σοῦ πάσχουσαν;“ τηνικαῦτα καὶ ἡ τιμία κεφαλὴ τοῦ βαπτι‐477

478

στοῦ Ἰωάννου ἐν Κωνσταντινουπόλει διεκομίσθη. ἀλλὰ καὶ τὸν ἐν Ἀλεξανδρείᾳ κτισθέντα ναὸν τοῦ Σαράπιδος καθεῖλε Θεόφιλος. ἐν τούτῳ δὲ τῷ ναῷ ξόανον ἦν ἀσχέτως ἀπῃωρη‐ μένον· διὰ γὰρ τοὺς κύκλῳ αὐτοῦ, τοῦ ξοάνου δηλαδή,
5πεπηγμένους σιδήρους καὶ τοὺς καταντικρὺ τούτων ἐγκεκο‐ λαμμένους μαγνῆτας μέσον ἐδάφους καὶ ὀρόφου ἐκρέματο. ἰσοδυνάμως γὰρ τετραμερόθεν ἑλκόμενον, καὶ μὴ ἔχον ὅπου καὶ νεύσειε, μέσον ἐξ ἀνάγκης ἀπῃώρητο. Ἔθνη ποθὲν ἄπειρα κατὰ τοῦ μεγάλου ἐγείρονται Θεο‐
10δοσίου. τί τὸ ἐπὶ τούτοις; γράφει τηνικαῦτα ὁ βασιλεὺς τῷ τῆς Ἀλεξανδρείας προέδρῳ ἵνα τὸν κατ’ Αἴγυπτον μέγαν Σενούφιον ποιήσῃ πρὸς συμμαχίαν τοῦ βασιλέως ἐλθεῖν. ὁ δ’ οὐ πείθεται, στέλλει δὲ τῷ βασιλεῖ ῥάβδον καὶ μικρὸν αὐτοῦ τριβώνιον, οἷς δὴ καὶ χρησάμενος ὁ βασιλεὺς ἀντὶ
15κράνους καὶ δόρατος κατὰ τῶν πολεμίων ὁρμᾷ, καὶ διὰ χει‐ ρῶν αὐτοῦ κατατροποῦται αὐτούς· τοιαῦτα καὶ γὰρ τὰ τῆς εἰλικρινοῦς πίστεως κατορθώματα. Μετὰ δὲ Θεοδόσιον Ἀρκάδιος ὁ υἱὸς αὐτοῦ ἔτη ιγʹ, ὃς τὸν κίονα τοῦ Ξηρολόφου στήσας ἐν αὐτῷ τὸν ἑαυτοῦ καθί‐
20δρυσεν ἀνδριάντα. ἐφ’ οὗ ἡ γῆ ἐμυκήσατο ἡμέρας ζʹ, καὶ
σεισμὸς γέγονε μέγας τε καὶ πάγκοσμος. μετὰ μέντοι τὸν478

479

Νεκτάριον τοὺς τῆς ἐκκλησίας οἴακας ὁ χρυσορρήμων Ἰωάν‐ νης καὶ λίαν καλῶς ἀναδέχεται. οὗτος πολὺς ἦν περὶ τὸ λέ‐ γειν. ᾧ καὶ Λιβάνιος ὁ διδάσκαλος αὐτοῦ προσεμαρτύρησεν· ἐρωτηθεὶς γὰρ ἀνθ’ ἑαυτοῦ τίνα προβάλλεται διδάσκαλον,
5Ἰωάννην εἶπεν, εἰ μή πως οἱ Χριστιανοὶ τοῦτον ἀφ’ ἡμῶν ἀπεσύλησαν. ὀκτωκαιδέκατον γὰρ ἔτος ἄγων ἀφηνίασεν ἀπ’ αὐτοῦ, καὶ ὑπὸ Μελετίου βαπτισθεὶς καὶ χειροτονηθεὶς ἀνα‐ γνώστης ἀνεχώρησε καὶ ἀπεκάρη, καὶ τὰ θεῖα διδαχθεὶς ἐκεῖσε πάλιν ὑπέστρεψε. γίνεται διάκονος, παρὰ δὲ Φλαβιανοῦ
10πρεσβύτερος. διεβάλλετο δὲ ὁ μέγας ὡς ὀφρύϊ κατὰ τῶν ὑπη‐ κόων μείζονι χρώμενος. ὅθεν ὁ Πηλουσιώτης Ἰσίδωρος καὶ μαθητὴς αὐτοῦ ὑπεραπολογούμενος τοῦ μεγάλου, τὸν ἄρχοντα ἔλεγεν ὅτι καὶ ἀγαθὸν εἶναι δεῖ καὶ φοβερόν. τίνος ἕνεκεν; ὅτι καὶ ἀγαθοὶ καὶ πονηροὶ ἐν τοῖς ἀρχομένοις ὑπάρχουσι.
15μετὰ δὲ ταῦτα πρός γε τὴν μεγαλόπολιν ἔρχεται, καὶ εἰς τὸν πατριαρχικὸν θρόνον ἀνάγεται. ἀνθίσταται τῇ βασιλίσσῃ Εὐδοξίᾳ, πάσχει πολλὰ διὰ τοῦτο δεινά. ὅρα γὰρ ὅτι καὶ ὁ μέγας Ἐπιφάνιος ἐν τῷ Ἑβδόμῳ ἐλθὼν χειροτονίας καὶ συν‐ άξεις παρὰ τὴν Ἰωάννου ἐποίησε γνώμην· καὶ οὗτος γὰρ
20ταῖς ὑπὸ Θεοφίλου κατὰ τοῦ ἁγίου μελετηθείσαις διαβολαῖς
προκατείληπτο. ἡ μέντοι Εὐδοξία τὸν μέγαν Ἐπιφάνιον ἠρέ‐479

480

θισε κατὰ τοῦ χρυσορρήμονος καὶ τάδε εἰποῦσα „πάντα μὲν τὰ Ῥωμαίων σκῆπτρα ὑπὸ τὴν ἐμὴν ἐξουσίαν ἐστίν, ὁ δὲ Ἰωάννης οὗτος δι’ ἔχθρας τέ μοί ἐστι καὶ τὰ ἔσχατα εἰς ἡμᾶς ἐξυβρίζει. καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ δόξαν τινὰ
5πρεσβεύει τῆς ἐκκλησίας ἀπᾴδουσαν. ἐφ’ ᾧ καὶ δίδωμί σοι πᾶσαν ἐξουσίαν, ὥστε σύνοδον ἀθροῖσαι καὶ τοῦ θρόνου δι‐ καίως αὐτὸν καθελεῖν.“ τούτων ἀκούσας Ἐπιφάνιος εἶπεν „εἰ μὲν οὖν αἵρεσιν ἔχει τινά, ἄλλου τοῦτο λόγου ἐστίν· εἰ δὲ ὅτι κακῶς ὑμᾶς ἔλεξε, παρὰ ταύτην δὴ μόνον αἰτίαν
10Ἰωάννην ἐκκήρυκτον δέδοκται γενέσθαι τῆς ἐκκλησίας, Ἐπιφά‐ νιον ὑμῖν οὐχ ἕξετε συναινοῦντα.“ ταῦτα δὲ ἡ Εὐδοξία πρὸς τὸν διαληφθέντα ἔλεγεν ἅγιον, ἐπειδὴ διαφορὰν ἔμαθέ τινα συμβῆναι ἀνὰ μέσον αὐτῶν. ὁ μέντοι θειότατος Ἰωάννης ἐκ δευτέρου ἐξορισθεὶς καὶ ἀπαχθεὶς εἰς Κουκουσὸν κἀκεῖσε
15τρία ἔτη καὶ μῆνας βʹ ποιήσας ἀπηνέχθη εἰς Ποτιούς, κἀκεῖ‐ θεν ἀπαίρει πρὸς κύριον, ἐπισκοπεύσας ἐνταῦθα ἔτη εʹ καὶ μῆνας ϛʹ. ἐπὶ τούτοις δὲ ὁ πάπας Ῥώμης Ἰννοκέντιος γρά‐ φει πρὸς Ἀρκάδιον καὶ τάδε. „φωνὴ αἵματος τοῦ ἀδελφοῦ μου Ἰωάννου βοᾷ πρὸς τὸν θεὸν κατὰ σοῦ, βασιλεῦ, ὥς
20ποτε Ἄβελ τοῦ δικαίου κατὰ τοῦ ἀδελφοκτόνου Κάϊν, καὶ
παντὶ τρόπῳ ἐκδικηθήσεται. οὐ μόνον δὲ τοῦτο πέπραχας,480

481

ἀλλὰ καὶ εν καιρῷ εἰρήνης διωγμὸν κατὰ τῆς τοῦ θεοῦ ἐκκλη‐ σίας καὶ τῶν ἱερέων αὐτοῦ συνεστήσω, ἐξεώσας τὸν μέγαν τῆς οἰκουμένης διδάσκαλον τοῦ θώκου τῆς ἐπισκοπῆς αὐτοῦ ἀκρίτως, συνδιώξας αὐτῷ τὸν Χριστόν. ἀλλ’ ὁ μακάριος
5Ἰωάννης τὸν βίον κατέλιπε, τὴν πίστιν τηρήσας καὶ στηρίξας τοὺς σαλευομένους. ἀλλ’ εἰς ἀλήκτους αἰῶνας τὴν ἀδάπανον τρυφὴν καὶ ἀθάνατον ζωὴν ἐκληρονόμησεν. ἡ δὲ νέα Δαλι‐ λά, ἡ κατὰ μικρὸν τῷ ξυρῷ τῆς πλάνης δεσμεύσασα φορτίον ἁμαρτημάτων βαρὺ καὶ δυσβάστακτον. διὸ ἐγὼ ὁ ἐλάχιστος,
10ὁ πιστευθεὶς τὸν θρόνον τοῦ μεγάλου ἀποστόλου Πέτρου, ἀφορίζω σέ τε κἀκείνην τῆς μεταλήψεως τῶν ἀχράντων μυστη‐ ρίων Χριστοῦ τοῦ θεοῦ ἡμῶν. ἀλλὰ καὶ πάντα κληρικὸν τολ‐ μήσαντα μεταδοῦναι ὑμῖν, ἀφ’ ἧς ἀναγνῶτέ μου τὸν πεμφθέν‐ τα σύνδεσμον, ὑπὸ καθαίρεσιν εἶναι. Ἀρσάκιον δέ, ὃν εἰσά‐
15γετε εἰς τὸν θρόνον τῆς ἐπισκοπῆς ἀντὶ τοῦ μεγάλου Ἰωάν‐ νου, καὶ μετὰ θάνατον καθαιροῦμεν σὺν πᾶσι τοῖς κοινωνήσα‐ σιν αὐτῷ. ἀλλ’ οὐδὲ τὸ ὄνομα αὐτοῦ γραφήσεται ἐν τοῖς ἱεροῖς διπτύχοις· ἀνάξιος γάρ ἐστιν ὡς μοιχεύσας τὴν ἐπι‐
σκοπήν. προστιθέαμεν δὲ τῇ καθαιρέσει Θεοφίλου ἀφορισμὸν481

482

καὶ ἀναθεματισμὸν καὶ τελείαν ἀλλοτρίωσιν τοῦ χριστιανι‐ σμοῦ.“ τούτων ἀκούσας Ἀρκάδιος ἀντιγράφει πρὸς Ἰννοκέν‐ τιον „πάντες ἄνθρωποι ἴσασιν οἱ εὖ φρονοῦντες ὅτι περ τὰ κατὰ ἄγνοιαν γινόμενα οὔτε θεὸς οὔτε νόμοι κολάζουσιν· ἀλλ’
5οὐδέ τις ὑπὲρ ἑτέρου δίκην εἰσπράττεται. ὅθεν ταῦτα γέ‐ γραφα πληροφορῶν τὴν ὑμετέραν πραότητα ὡς ἐπιμαρτυροῦν‐ τος τοῦ φιλανθρώπου θεοῦ οὐκ ἔγνων τι τῶν συμβάντων τοῖς ἡμετέροις ἐπισκόποις καὶ κληρικοῖς, ἀλλ’ ἀθῷός εἰμι τοῦ κρίματος αὐτῶν· εἰ γὰρ ἤμην συμμέτοχος αὐτῶν εἰς τοῦτο,
10οὐκ εἶχον τούτους κακῶσαι. περὶ δὲ τῆς σῆς θυγατρὸς Εὐδο‐ ξίας γνῶθι ὅτι καὶ αὐτῇ ἀνταπέδωκα κατὰ τὸ σφάλμα αὐτῆς οὐ μετρίως, ὡς ἐκ τῆς τοιαύτης λύπης καὶ θλίψεως ἐν ἀρρωστίᾳ βαρυτάτῃ κατακεῖσθαι αὐτήν. παρακαλῶ λοιπὸν ἵνα τοῦ ἀφορισμοῦ λύσῃς ἡμᾶς καὶ μὴ ἐκδικήσῃς πολλαχῶς·
15οὐ γὰρ πατάξει κύριος δὶς ἐπὶ τὸ αὐτό.“ πρὸς ταῦτα καὶ πάλιν Ἰννοκέντιος „ἀπεδεξάμην ὑμῶν τὴν κατὰ θεὸν σπουδήν, ἥνπερ διὰ τὸ ὄνομα αὐτοῦ ἀνεδείξασθε. ὅθεν τῶν ἱερῶν δεσ‐ μῶν ἀνεθέντες ἐν τοῖς δεσποτικοῖς συμβόλοις προσέλθετε ἐρρω‐ μένοι.“ ταύτῃ τοι καὶ διὰ φροντίδος ὁ Ἀρκάδιος ποιεῖται τὴν
20τοῦ ἁγίου πρὸς τὴν μεγαλόπολιν ἐπάνοδον.482

483

Μετὰ δὲ Ἀρκάδιον ἐβασίλευσε Θεοδόσιος ὁ υἱὸς αὐτοῦ, ὁ καὶ καλλιγράφος, ἔτη μβʹ. οὗτος ἐξελθὼν ἱππασθῆναι καὶ συμπεσὼν τῷ ἵππῳ τὸν βίον τελευτᾷ. οὗτος τὸν ἐν τοῖς Χαλκοπρατείοις τῆς θεοτόκου ναὸν ἔκτισε, πρότερον ὄντα συν‐
5αγωγὴν Ἰουδαίων. ἀλλὰ καὶ τὸ τεῖχος τῆς πόλεως παρεξέβα‐ λεν. ἐφ’ οὗ σεισμὸς μέγας ἐγένετο, ὥστε πεσεῖν τὰ τείχη τῆς πόλεως καὶ πολὺ μέρος αὐτῆς. ἐπεκράτει δὲ ὁ σεισμὸς καὶ κατὰ πᾶσαν χώραν μῆνας τρεῖς. τότε δὴ τότε τοῦ πατριάρ‐ χου Πρόκλου καὶ αὐτοῦ τοῦ βασιλέως ἀνυποδέτων λιτανευόν‐
10των, συνέβη παιδίον ἁρπαγῆναι καὶ τὸν τρισάγιον ὕμνον μυηθῆναι, καὶ οὕτω τὴν θείαν στῆναι ὀργήν. τότε καὶ Ἰου‐ δαῖος παράλυτος βαπτισθεὶς ὑγιὴς εὑρέθη. ὁ μέντοι διαλη‐ φθεὶς πατριάρχης Πρόκλος ἐν Κυζίκῳ χειροτονεῖται πρότερον καὶ μὴ δεχθεὶς παρὰ τῶν ἐκεῖσε χειροτονεῖται ἐνταῦθα. ὁ
15δὲ δυσσεβὴς Νεστόριος σὺν ἓξ ὁμόφροσιν αὐτοῦ ἔλεγεν ὅτι διμηναῖον καὶ τριμηναῖον οὐ δύναμαι λέγειν θεόν. Ἰωάννης δὲ ὁ Ἀντιοχείας μετὰ τὴν τοῦ Νεστορίου καθαίρεσιν κατα‐ λαβών, καὶ λυπηθεὶς ὅτι χωρὶς αὐτοῦ καθῃρέθη Νεστόριος, παραλαβὼν τοὺς σὺν αὐτῷ ἐπισκόπους, ἐν οἷς καὶ Θεοδώ‐
20ρητος Κύρου καὶ Ἴβας ὁ Ἐδέσσης, καθαίρεσιν ὑπαγορεύει
τοῦ μεγάλου Κυρίλλου.483

484

Ἡ τοῦ βασιλέως ἀδελφὴ Πουλχερία λαβεῖν ἄνδρα οὐκ ἠθέλησεν, ἀλλὰ τὴν ἑαυτῆς παρθενίαν τῇ θεοτόκῳ ἀνέθετο. αὕτη καὶ τὸν ἐν Βλαχέρναις ναὸν τῆς θεοτόκου ἐδείματο. γίνωσκε δέ, ἀγαπητέ, ὅτι ἡ τοῦ βασιλέως κυρὰ Εὐδοκία θυ‐
5γάτηρ ἐγένετο φιλοσόφου τινὸς ἐξ Ἑλλάδος ὄντος. οὗτος δὲ τελευτῶν τοῖς μὲν τρισὶν υἱοῖς ἀφῆκε πᾶσαν τὴν περιουσίαν αὐτοῦ, περὶ δὲ ταύτης εἶπεν „Ἀθηναΐδι τῇ ποθεινοτάτῃ μου θυγατρὶ ἀφίημι νομίσματα ρʹ· ἀρκεῖ γὰρ αὐτῇ ἡ τύχη αὐτῆς.“ ἡ μέντοι Ἀθηναῒς μηδὲ ταῦτα τὰ ρʹ λαμβάνουσα
10καταλαμβάνει τὴν μεγαλόπολιν, ἐκδίκησιν ὥστε λαβεῖν. καὶ οὕτω διὰ τὴν αὐτῇ παροῦσαν εὐπρέπειαν τοῦ βασιλέως γυνὴ ἐχρημάτισεν. ὅθεν καὶ πρὸς τοὺς ἀδελφοὺς αὐτῆς, ἐλθόντας ὕστερον πρὸς αὐτήν, εἶπεν „εἰ μὴ ὑμεῖς ἠδικήσατέ με, οὐκ ἠναγκαζόμην ἐλθεῖν ἐνταῦθα καὶ βασιλεῦσαι.“ μετὰ δὲ ταῦ‐
15τα τοῦ βασιλέως σκανδαλισθέντος ἐπ’ αὐτῇ διὰ τὸν Παυλῖνον (ἑώρακε γὰρ εἰς αὐτὸν τὸ πάμμεγα μῆλον ἐκεῖνο, ὅπερ πέ‐ νης μὲν αὐτῷ τῷ βασιλεῖ δῶρον ἔφερεν, ὁ δὲ βασιλεὺς πρὸς τὴν δέσποιναν αὖ μετεκόμισεν) ἐξῄτησεν αὕτη ἀπελθεῖν εἰς Ἱεροσόλυμα. καὶ δὴ καὶ ἀπῆλθε καὶ ἐξαίσιά τινα ἐποίησε
20καὶ τὰ ἐκεῖσε τείχη ἔκτισεν, ὡς ἐν αὐτῇ πέρας λαβεῖν τὸ Δαυιτικὸν ἐκεῖνο ῥητὸν τὸ λέγον „ἀγάθυνον κύριε ἐν τῇ
εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσα‐484

485

λήν.“ ἀλλὰ καὶ τελευτῶσα ἔλεγεν μηδὲν τῷ Παυλίνῳ συνιδεῖν, εἰ καὶ φιλοτίμως εἶχε πρὸς αὐτὸν οὐ μικρῶς ἅτε συνεργή‐ σαντα, ἡνίκα Πουλχερία τῷ Θεοδοσίῳ δοῦναι ταύτην πρὸς λέχους κοινωνίαν ἐφρόντιζεν.
5 Ὅσην δὲ ὁ Θεοδόσιος οὗτος κεκρυμμένην ἀρετὴν ἐκέκ‐ τητο, δῆλον ἐντεῦθεν. μοναχός τις ἔτη μʹ δουλεύσας ὡς δεῖ τῷ θεῷ ὑπέλαβέ τι μέγα περὶ ἑαυτοῦ, καὶ ζητεῖ μαθεῖν ἐν ποίᾳ τάξει κέκτηται αὐτὸν ὁ θεός, καὶ μανθάνει ὅμοιος εἶναι Θεοδοσίῳ τῷ βασιλεῖ. ἀπαίρει λοιπὸν πρὸς αὐτόν, καὶ ζη‐
10τεῖ μαθεῖν τὴν ἀρετὴν αὐτοῦ. καὶ ὁ βασιλεὺς πολλὰ μὲν αὐτῷ ἀπεκάλυψεν ἕτερα, οἷον ξηροκοιτίαν, ἐνδυμενίαν τρί‐ χινον, ἀποχὴν γυναικός, νηστείαν, ἐλεημοσύνην, δικαιοπρα‐ γίαν, καὶ ὅσα τοιαῦτα. ὁ δὲ μοναχὸς ἀπαρεσκόμενος δῆθεν τοῖς ἀπαριθμηθεῖσιν, ἐβιάζετο τὸν βασιλέα εἰπεῖν καὶ εἴπερ
15τι ἕτερον μεῖζον τῶν εἰρημένων κέκτηται. καὶ ὃς ἔλεγεν ἐν ἡμέρᾳ ἱππικοῦ θεάτρου καθῆσθαι μὲν ἐν τῷ συνήθει τόπῳ αὐτοῦ, μὴ ἐνατενίζειν δὲ τῷ θεάτρῳ, καλλιγραφεῖν δὲ πρὸς τούτοις, καὶ οὕτω τὴν ζωὴν αὐτοῦ ταῖς ἰδίαις χερσὶ συγκρα‐
τεῖν. τούτων ἀκούσας ὁ μοναχὸς τοσαύτην ἐδέξατο ἔκπληξιν485

486

ὡς καὶ ἑαυτὸν ἀγαπῆσαι ὅτι τοσούτῳ τὴν ἀρετὴν ἀνθρώπῳ συντέτακται. Ὁ μέντοι Θεοδόσιος οὗτος τοσοῦτον ἦν ἀπόνηρός τε καὶ ἄπλαστος, ὡς εἴ τις χάρτην αὐτῷ γεγραμμένον ἔφερε, γράμ‐
5μασιν αὐτὸν ἐρυθροῖς εὐθέως ἐσημειοῦτο, μὴ κατεξετάζων ὁποῖα δὴ τὰ γεγραμμένα καὶ τίνος εἰσὶ δυνάμεως. ἡ οὖν θαυμαστὴ Πουλχερία θελήσασα κἀν τούτῳ διορθώσασθαι τὸν ἄνακτα, πλάττεται χάρτην ὡς αὐτοῦ δῆθεν βασιλέως οἰκέτιν αὐτῇ τὴν βασιλίδα χαριζομένου, εἶτα δίδωσιν αὐτὸν
10τῷ βασιλεῖ, καὶ δέεται γράμμασιν ἐρυθροῖς τὸν τοιοῦτον ἐν‐ σημανθῆναι. γίνεται ταῦτα· λαμβάνει τὸν χάρτην, κἀντεῦ‐ θεν ἕλκει τὴν βασιλίδα καθάπερ δούλην τινά. δυσχεράναντος οὖν ἐπὶ τούτῳ τοῦ βασιλέως ἐκείνη τὸ γράμμα προύφερε τὸ βασίλειον, κἀκεῖθεν ἔλεγεν αὐτὴν ἐπὶ τούτῳ δικαιοῦσθαι.
15συνῆκε τὸ δρᾶμα ὁ βασιλεύς, κἀντεῦθεν οὐ μικρὰν ἐπὶ τῷ σφάλματι δέχεται τὴν διόρθωσιν. Μετὰ δὲ Θεοδόσιον Μαρκιανὸς ἔτη ἕξ, οἰκονομίᾳ καὶ σπουδῇ Πουλχερίας τῆς ἀδελφῆς Θεοδοσίου· ἡ γὰρ θαυ‐ μαστὴ αὕτη γυνὴ τὰ τῆς βασιλείας σκῆπτρα μετὰ τὸν τοῦ
20Θεοδοσίου θάνατον δεξαμένη, καὶ γνοῦσα ὅτι βασιλέως τὰ
τῶν Ῥωμαίων χρῄζουσι πράγματα, τὸν εὐσεβῆ μετακαλεῖται486

487

Μαρκιανὸν καὶ τὸ τῆς βασιλείας στέφος αὐτῷ περιτίθησι, φρικτοῖς αὐτὸν πρότερον ὅρκοις καταδεσμήσασα τοῦ φυλάξαι αὐτῇ τὴν ἁγνείαν ἀδιαλώβητον. οὗτος μὲν οὖν ὁ Μαρκιανὸς πένης ἦν, ἀλλὰ χρηστὸς τοὺς τρόπους. οὗτος στρατιώτης ὢν
5εἰς ἐκστρατείαν ἀπῆρέ ποτε, καὶ καθ’ ὁδὸν ὑπνώσαντα τοῦ‐ τον εἶδον οἱ συγκοιμώμενοι αὐτῷ πρότερον ἀναστάντες ὑπὸ πτερύγων ἀετοῦ σκεπόμενον. ἀλλὰ καὶ κατὰ Γιζερίχου τοῦ τῶν Λιβύων ἄρχοντος ἐκστρατεία γίνεται, ἐν ᾗ καὶ ὁ Μαρ‐ κιανὸς συνὼν αἰχμάλωτος ἄγεται. ὁ γοῦν Γιζερίχος ἰδεῖν
10τοὺς αἰχμαλώτους θελήσας ἀφ’ ὑψηλοῦ τούτοις ἐπεσκόπηκε, καὶ δὴ τὸν Μαρκιανὸν ὑπνοῦντα ὁρᾷ καὶ σκιᾶς ὑπὸ ἀετοῦ ἀπολαύοντα. θαυμάζει τὸ πρᾶγμα, θεῖον εἶναι κρίνει τὸν ἄν‐ δρα καὶ τοῦ τῶν Ῥωμαίων κράτους ἄξιον. ὅθεν καὶ οὐχ ὅσιον ἔκρινε τοιοῦτον ἄνδρα κτεῖναι, προβεβλημένον εἰς βασιλείας
15ὕψος ἄνωθεν, ἀλλὰ καὶ τιμᾷ καὶ ἱκετεύει, εἴγε κρατήσειε, μὴ μάχην συγκροτῆσαι τοῖς Λίβυσιν. ἀπολύεται οὖν ἐκεῖθεν καὶ πρός γε τὴν μεγαλόπολιν ἔρχεται. τελευτᾷ τὸν βίον ὁ Θεοδόσιος, καὶ κρίσει τῆς Πουλχερίας βασιλεὺς Ῥωμαίων ἀναγορεύεται. τότε δὴ τότε καὶ λίθοι τρεῖς ἔπεσον ἐκ τοῦ
20οὐρανοῦ παμμεγέθεις. οὗτος ἐκέλευσε μὴ γίνεσθαι ἄρχοντας
ἐπὶ δόσει νομισμάτων.487

488

Γίνωσκε δέ, ἀγαπητέ, ὅτι ἡ δʹ σύνοδος ἐδέξατο Θεοδώ‐ ρητον καὶ Ἴβαν ὡς ἀναθεματίσαντας Νεστόριον. ὁ μέντοι αἱρεσιάρχης Εὐτυχὴς ἀρχιμανδρίτης ἦν, ὁ δὲ Διόσκορος ἐπίσκοπος Ἀλεξανδρείας. οὗτος ὁ Εὐτυχὴς μετὰ δέκα ἐνιαυ‐
5τοὺς ἀνεφάνη τῆς τρίτης συνόδου. ἑτερούσιον ἡμῶν εἶναι ἔλεγεν τὸ σῶμα τοῦ Χριστοῦ, καὶ μίαν φύσιν αὐτὸν ὅλον εἶναι. καθ’ οὗ πεποίηκε τοπικὴν σύνοδον ὁ μακάριος Φλα‐ βιανὸς ἐπίσκοπος ὢν Κωνσταντίνου πόλεως, καθελὼν αὐτὸν καὶ ὁρίσας ὁμοούσιον ἡμῖν εἶναι τὸ σῶμα τοῦ Χριστοῦ.
10εἶτα δέησιν ὁ Εὐτυχὴς ἐπιδεδωκὼς τῷ βασιλεῖ μετέπεισεν αὐτόν, καὶ μεταστειλάμενος Διόσκορον τὸν τοῦ μεγάλου Κυ‐ ρίλλου διάδοχον ἐποίησε τὴν ἐν Ἐφέσῳ τὸ δεύτερον σύνοδον κατὰ Φλαβιανοῦ τὴν λεγομένην λῃστρικήν, ἐν ᾗ κυλλωθεὶς ἀπὸ πληγῶν ὁ Φλαβιανὸς ἀπέθανεν ἐξ αὐτῶν. ἐφ’ ᾧ καὶ
15γέγονεν ἡ ἐν Χαλκηδόνι τετάρτη σύνοδος κατὰ Εὐτυχοῦς καὶ Διοσκόρου, εἰποῦσα καὶ τοῦτο „Κυρίλλου αἰωνία ἡ μνημη.“ διὰ μέντοι τὸ καθαιρεθῆναι τὸν Διόσκορον διεσχίσθησαν ἀπ’ ἀλλήλων ἥ τε Κωνσταντίνου πόλις καὶ ἡ Ἀλεξάνδρεια. Μετὰ δὲ τὴν τοιαύτην τετάρτην σύνοδον ἔσπευδον αὖθίς
20τινες ἱερεῖς τε καὶ μοναχοὶ τὸ τοῦ Εὐτυχοῦς δόγμα συν‐
ιστᾶν· ὅθεν ὁ τηνικαῦτα χρηματίζων πατριάρχης Ἀνατό‐488

489

λιος συμβουλεύει γραφῆναι δυσὶ χάρταις καὶ ἀμφοτέρων τῶν μερῶν τὰ δόγματα, καὶ τῇ λάρνακι τῆς μεγαλομάρτυρος Εὐφημίας ἐμβληθῆναι, καὶ οὕτω δηλωθῆναι τὴν ἀλήθειαν. γίνεται ταῦτα, καὶ θαῦμα παράδοξον ἦν ἰδεῖν· παρὰ γὰρ
5τοὺς πόδας τῆς ἁγίας ἐρριμμένος εὑρέθη ὁ τῶν ἀντιδι‐ κούντων τῇ ἀληθείᾳ χάρτης, ὁ δὲ ἕτερος παρὰ τῇ χειρὶ αὐτῆς. Ἐπὶ μέντοι τούτου τοῦ Μαρκιανοῦ καὶ Συμεὼν ὁ μέγας ἐπέβη τοῦ στύλου· ἀκοινώνητος γὰρ μέχρι πολλοῦ ἔμενε
10διὰ τὸ καταρχὴν τοιαύτην ἐνδείξασθαι· πολλοὶ γὰρ οἱ μεμ‐ ψίμοιροι. Μετὰ δὲ Μαρκιανὸν Λέων ὁ μέγας ἔτη ιηʹ κρατήσας τελευτᾷ δυσεντερικός· ἐφ’ οὗ σημεῖον ἐφάνη ἐν τῷ οὐρανῷ, νεφέλη σαλπιγγοειδὴς ἐπὶ ἡμέρας μʹ, καὶ ἔβρεξε σποδὸν ἐν
15Κωνσταντινουπόλει, σπιθαμὴν τὸ πάχος ἔχουσαν. καὶ πάν‐ τες ἐλιτάνευον, λέγοντες ὅτι πῦρ ἦν καὶ τῇ φιλανθρωπίᾳ τοῦ θεοῦ ἐσβέσθη. τότε καὶ Δανιὴλ ὁ μέγας ἐπέβη τοῦ στύλου ἐν τῷ Ἀνάπλῳ. τότε καὶ ἡ θεία ἐσθὴς τῆς τοῦ κυρίου μητρὸς ἀνεκομίσθη. οὗτος ὁ μέγας Λέων ἐκέλευσε τὰς κυ‐
20ριακὰς ἀπράκτους εἶναι καὶ μήτε ἱππικὸν τελεῖσθαι μήτε
μουσικὰ ἠχεῖν ὄργανα, ἀλλὰ πάντας τοῖς θείοις ἐνασχολεῖ‐489

490

σθαι ναοῖς. τότε δὴ τότε καὶ ἡ τῶν Ῥωμαίων παύεται βα‐ σιλεία. σημείωσαι δὲ ὅτι ἀπὸ Ῥωμύλου ἤρξατο αὕτη, καὶ μετὰ ͵ατʹ καὶ γʹ ἔτη ἐν Ῥωμύλῳ πάλιν πέπαυται, κρατούντων ἐκεῖσε μετὰ ταῦτα ῥηγῶν μεγιστάνων καὶ ὅσοι τοιοῦτοι χω‐
5ράρχαι βάρβαροι. Μετὰ δὲ τοῦτον κρατεῖ Λέων ὁ ἔγγονος αὐτοῦ καὶ υἱὸς Ζήνωνος τοῦ ἐξ Ἰσαυρίας ἔτη βʹ· τὸν γὰρ ἐπὶ θυγατρὶ αὐτοῦ Ἀριάδνῃ γαμβρὸν Ζήνωνα παριδὼν ὁ μέγας Λέων τῷ ἐγγόνῳ αὐτοῦ τὰ τῆς βασιλείας ἐνεχείρισε σκῆπτρα. μετὰ
10δὲ τὸν τοιοῦτον Λέοντα Ζήνων ὁ πατὴρ αὐτοῦ καὶ Ἴσαυρος ἔτη ιϛʹ. οὗτος μετὰ τὸ βασιλεῦσαι ὑπὸ πενθερᾶς αὐτοῦ Βε‐ ρίνης ἐπιβουλευθεὶς ὡς παρὰ γνώμην αὐτῆς βασιλεύσας, πρὸς τὴν αὐτοῦ φεύγει πατρίδα. κρατεῖ λοιπὸν ὁ τῆς Βερίνης ἀδελφὸς Βασιλίσκος ἔτη βʹ. οὗτος ἐν Κωνσταντινουπόλει
15κτίσας παλάτιον ἐκάλεσεν αὐτὸ τὰ Βασιλίσκου. ὁ μέντοι Βασιλίσκος οὗτος βραχὺ τοῦ κράτους γευσάμενος χειροῦται ὑπὸ Ζήνωνος ἐξ Ἰσαυρίας αὖ ὑποστρέψαντος, πυργίσκῳ δὲ στερρῷ σὺν τῇ γυναικὶ αὐτοῦ κατακλεισθεὶς καὶ μείνας ἀπρόϊ‐ τος λιμῷ θανατοῦται. ὁ μέντοι Ζήνων ὑποστρέψας ἐκεῖθεν,
20ὡς εἴρηται, τὸν μὲν Ἁρμάτιον, ὃς αὐτῷ κατὰ Βασιλίσκου συνήργησε, θανάτῳ παραδίδωσιν ὡς τοῦ οἰκείου δεσπότου
προδότην, τὸν δὲ υἱὸν αὐτοῦ, καθὼς ὑπέσχετο, Καίσαρα490

491

προβάλλεται· μετὰ δὲ μικρὸν καὶ τὰς αὐτοῦ τρίχας ἐκκό‐ ψας ἀρχιερέα Κυζικηνοῖς καὶ ἄκοντα ἐφίστησι. τούτῳ ποτὲ τῷ βασιλεῖ προεῖπεν ἀστρονόμος τις ὅτι μετὰ βραχὺ τελευ‐ τᾷς, καὶ αὐτοῦ τὴν βασιλείαν, ναὶ μὴν καὶ τὴν σύνοικον
5ἀνὴρ ἐκ τῆς συγκλήτου λήψεται. τοῦτο μαθὼν ὁ βασιλεὺς τοὺς πλείους ἀπώλεσεν, ὅσοι τε λαμπροὶ καὶ ὅσοι τὸν βίον εὐτυχέστεροι. ἀλλ’ ἔλαθεν ἑαυτὸν τῷ θεῷ πάντων καὶ τῇ αὐτοῦ προνοίᾳ μαχόμενος· ὡς γὰρ ὁ Ζήνων ἔλιπε τὸν βίον καὶ τὸ κράτος, μεταπίπτει τὰ τῆς βασιλείας εἰς Ἀναστάσιον.
10κρατεῖ τοίνυν ὁ Δυρραχηνὸς Ἀναστάσιος οὗτος ἔτη κζʹ. οὗτος μὲν οὖν καὶ δίκορος ἐλέγετο· τὴν γὰρ ἑτέραν κόρην ἔτυ‐ χεν ἔχων μέλαιναν, γλαυκόχρουν δὲ τὴν ἄλλην. τότε δὴ τότε περὶ τὸ παλάτιον ἀστραπαὶ καὶ βρονταί. καὶ ὁ βασι‐ λεὺς ἔνθεν κἀκεῖθεν διὰ φόβον περιειλούμενος ἐν ἑνὶ τῶν
15κοιτωνίσκων τῇ θείᾳ περιπίπτει ὀργῇ· καταπεσὼν γὰρ οὗτος νεκρὸν ἐκεῖνον εἰργάσατο. ἐφ’ οὗ πῦρ ἐφάνη ἐν τῷ οὐρανῷ, σημαῖνον, ὡς ἔοικε, τὴν γεγονυῖαν ἀντίστασιν. ὁ γὰρ λογο‐ θέτης καὶ ὁ ἔπαρχος ἀναβάντες ἐν τῷ ἄμβωνι τῆς μεγάλης ἐκκλησίας ἐξ ἐπιτροπῆς τοῦ βασιλέως ἐπὶ τῷ ἐκφωνῆσαι τὸ
20τρισάγιον μετὰ τοῦ „ὁ σταυρωθεὶς δι’ ἡμᾶσ“ ἔλεγον ἡμᾶς,
ἀντιστῆναι κατ’ αὐτῶν ἐποίησαν τὸν λαόν. καὶ τοσαύτη γέ‐491

492

γονεν ἀνάγκη ὡς καὶ οἴκους ἐμπρῆσαι, καὶ ἡγούμενόν τινα καὶ στυλίτην τῷ βασιλέως μέρει προσκειμένους φονεῦσαι, καὶ τὰ σώματα αὐτῶν κατακαῦσαι· ἀλλὰ καὶ τὸν βασιλέα εἰς πρόσωπον ὕβριζον. οὗτος ἄνθρωπον εἶδε κατ’ ὄναρ κρατοῦντα
5κώδικα, καὶ πρὸς αὐτὸν λέγοντα „ἰδοὺ διὰ τὴν κακοπι‐ στίαν σου ἀπαλείφω ἔτη ιδʹ τῆς ζωῆς σου.“ ὃ δὴ καὶ γέ‐ γονε, καὶ ἀστραπόβλητος γεγονὼς θνήσκει, ἐτῶν ϛʹ καὶ ηʹ. οὗτος ἔκτισε τὴν κινστέρναν Μωκησίαν. Γίνωσκε δὲ καὶ τοῦτο, ὅτι τινὲς μὲν τουτονὶ τὸν Ἀναστά‐
10σιον, ἕτεροι δὲ Ζήνωνα κατόχῳ συσχεθῆναι νοσήματι λέγουσι, καὶ οὕτω ταφῆναι, καὶ μετὰ ταῦτα φωνὴν ἐκ τοῦ τάφου προϊέναι, εἶθ’ οὕτως ἀνοιγέντος τοῦ μνήματος εὑρεθῆναι τοὺς βραχίονας αὐτοῦ βεβρωμένους ὑπὸ πείνης παρ’ αὐτοῦ. ἐν τῷ κατ’ ἀκρόπολιν ἁγίῳ Μηνᾷ εὑρέθη ὄρυγμα ἐν ᾧ ὀστᾶ
15γιγάντων πολλά· ταῦτα ὁ βασιλεὺς Ἀναστάσιος χάριν θαύ‐ ματος ἐν τῷ παλατίῳ κατέθετο. οὕτω μὲν οὖν κατὰ τὸν ἅγιον Μάμαντα γέφυρα ἦν ἐπὶ μεγάλῳ ποταμῷ. ἐκεῖσε οὖν διὰ τὸ οἴεσθαι δράκοντα κατοικεῖν, ἐν τῇ γεφύρᾳ δηλονότι, παρ‐ θένους καὶ θυσίας προσέφερον. ταῦτα δὲ Ζήνων κατέ‐
20στρεψε. Γίνωσκε δὲ ὅτι ὁ βασιλεὺς Ἀναστάσιος καί τι κάλλιστον
εἶχε τοῖς αὐτοῦ παραμεμιγμένον κακοῖς· καὶ εἰ μὴ περὶ τὸ492

493

θεῖον σέβας ἐσφάλλετο, ἴσχυσεν ἂν τὸ τοιοῦτον καλὸν πάν‐ των περιγενέσθαι τῶν ἐκείνου κακῶν. πρόρριζον γὰρ ἀνέ‐ σπασε τὴν κακίστην ταύτην εἴσπραξιν, ἣν ἱστορῆσαι ὁ λόγος ἐπείγεται. ἅπας ἀνὴρ καὶ γυνή, κόρη παῖς καὶ βρέφος,
5πτωχὸς ἐλεύθερος καὶ δοῦλος ὑπὲρ σκυβάλων κοπρηνῶν, προσ‐ έτι δὲ καὶ οὔρων, ἀργυροῦν τῷ ταμείῳ προσέφερον νόμι‐ σμα. τουτὶ δὲ τὸ βάρος καὶ τοῖς κτήνεσιν αὐτοῖς ἐπέκειτο· ὑπὲρ γὰρ ἑκάστου κτήνους φόλλεις ἓξ ὁ δεσπόζων κατεβάλ‐ λετο. ὁ τοίνυν Ἀναστάσιος μοναχοὺς ἄνδρας εὐλαβηθεὶς ἐν‐
10τεύξεις ποιησαμένους πρὸς αὐτὸν τὸ βάρος τοῦτο παντάπασιν ἐντεῦθεν ἀπήλασε. Κοάδης δὲ ὁ Περσῶν βασιλεὺς ἔν τινι φρουρίῳ λίθους τιμίους μαθὼν ἀποκεῖσθαι, καὶ κωλυόμε‐ νος παρὰ τῶν ἐν αὐτῷ κατοικούντων δαιμόνων ἀναλαβέσθαι αὐτούς, πάσῃ μαγγανείᾳ ἐχρήσατο, Ἰουδαίους τε καὶ πάντας
15ἄλλους προσκαλεσάμενος, καὶ οὐδεὶς ἐξ αὐτῶν ἠδυνήθη ποιῆ‐ σαί τι, μόνος δὲ ὁ ἐκεῖσε ἐπισκοπεύων, τῷ σημείῳ τοῦ σταυ‐ ροῦ ἐκδιώξας αὐτούς. καὶ περὶ μὲν τούτων οὕτως. Μετὰ δὲ Ἀναστάσιον Ἰουστῖνος ὁ Θρᾲξ ἔτη θʹ. ἐφ’ οὗ ἀστὴρ ἐφάνη ἐν τῷ οὐρανῷ ἐπάνω τῆς χαλκῆς πύλης τοῦ
20παλατίου, ἐπὶ ἡμέρας κϛʹ, καὶ γέγονε σεισμὸς φοβερώτατος. καὶ ἡ μὲν Κωνσταντινούπολις ἐν διαφόροις τόποις συμπτώ‐
σεις ὑπέμεινεν, ἡ δὲ μεγάλη Ἀντιόχεια πᾶσα σχεδὸν κατε‐493

494

πόθη καὶ τάφος τῶν οἰκητόρων ἐγένετο· τοὺς δὲ ἔτι ζῶντας πῦρ κάτωθεν ἀνερχόμενον κατέφλεγεν. ἡ δὲ Πομπηϊούπολις μέσον ἐρράγη, καὶ τὸ ἥμισυ αὐτῆς κατεπόθη μετὰ τῶν οἰκη‐ τόρων. ἐσείετο δὲ ἡ γῆ ἐνιαυτὸν ὅλον. καὶ γυνὴ δὲ ἐφάνη
5ἀπὸ Κιλικίας γιγαντογενής, ὑπερέχουσα πάντα ἄνθρωπον μακρὸν πῆχυν ἕνα· ἦν δὲ καὶ πλατεῖα σφόδρα. Μετὰ δὲ τοῦτον Ἰουστινιανὸς ὁ μέγας ἔτη λθʹ. οὗτος ὁ βα‐ σιλεὺς καὶ πρὸ τῆς βασιλείας αὐτοῦ φιλίως διέκειτο πρὸς Ἱνδέ‐ ριχον ῥῆγα τῶν Οὐανδάλων. βασιλεύσας οὖν, καὶ γράμματα δε‐
10ξάμενος ὅτι κατ’ αὐτοῦ ὁ Γελίμερ ἐπανέστη καὶ κατασχὼν αὐτὸν σὺν γαμετῇ καὶ τέκνοις ἐν φυλακῇ κατέκλεισε, πόλεμον συνεκρό‐ τησε κατὰ τῶν Οὐανδάλων καὶ τοῦ ῥηγὸς αὐτῶν Γελίμερος, στόλον ἐκπέμψας ἐκεῖσε μυρίανδρον, τῷ στρατηγικωτάτῳ Βελισαρίῳ παραδοὺς αὐτόν. ἀπέρχεται οὖν ἐκεῖσε, καὶ πᾶσαν Λιβύων
15φυλαρχίαν τροποῦται, καὶ τοὺς ὑψαύχενας Οὐανδάλους καὶ λίαν ἐπικλινεῖς δείκνυσιν. ἥ τε τῶν Καρχηδονίων πόλις τὰς πύλας αὐτῷ ἀνεπέτασεν· ὡς γὰρ πατέρα παῖδες, οὕτως ἐφίλουν ἅπαντες Βελισάριον. ἐν δέ γε τοῖς βασιλείοις Γελίμερος πλοῦτον εὑρὼν ὅτι πολὺν τῷ στρατῷ φιλοτίμως διένειμε. τὸν
20μέντοι Γελίμερα σὺν γαμετῇ καὶ τέκνοις λαβὼν δορυαλώτους
μυριόνικος ὑποστρέφει πρὸς τὸν αὐτοκράτορα. ἔνθεν τοι καὶ494

495

ἀξίως αὐτὸν ἀμειβόμενος ὁ βασιλεὺς ἰδίοις ἐν νομίσμασι, χρυ‐ σέοις ἀργυρέοις, ὁπλίτην ἐνεχάραξε ῥομφαίαν ἐσπασμένον. ἀλλὰ καὶ θρίαμβον αὐτῷ λαμπρὸν ἡτοίμασεν, ἐν ᾧ προπο‐ ρευόμενος ἦν αὐτοῦ καὶ Γελίμερ. ἔτι δὲ καὶ Ῥώμην τὴν
5παλαιτάτην ὑπὸ Γότθων ἁλοῦσαν Ῥωμαίοις ἐπανεσώσατο. ἀλλὰ καὶ αὐτὸν τὸν αὐτοκράτορα κινδυνεύοντα καθ’ ἣν ἡμέ‐ ραν ἱππικὸν ἐκτελεῖται θέατρον, ὁ Βελισάριος συνάμα τῷ Ναρσῇ τοῦ προκειμένου κινδύνου ἐξείλετο. καὶ οὕτω μὲν ὁ Βελισάριος. ἀλλ’ οὐκ ἀνεκτὰ καὶ τῷ φθόνῳ δοκεῖ τὰ κατ’
10ἐκεῖνον. ἐντεῦθεν ὁ τὸν Χοσρόην ἐκφοβῶν, ὁ τόσα Λιβύων ἔθνη χειρωσάμενος πτῶμα πέπτωκεν ἐλεεινόν, πολλῶν δα‐ κρύων ἄξιον· ἐκάθητο γὰρ ἀναμένων τὸν δήμιον ἀποκόψαι τῆν αὐτοῦ κεφαλήν. Γίνωσκε δέ, ἀγαπητέ, ὅτι τὴν τοῦ θεοῦ μεγάλην ἐκκλη‐
15σίαν, ξυλότρουλον καὶ δρομικὴν πρότερον κτισθεῖσαν ὑπὸ τοῦ μεγάλου Κωνσταντίνου, ὁ βασιλεὺς Ἰουστινιανὸς εἰς ὃ νῦν ἔχει κάλλος τε καὶ μέγεθος ἤγειρε. διηγέρθη δὲ εἰς τὸ θαυ‐ μαστὸν τοῦτο ἔργον διὰ τὸν πολυπληθῆ φόνον ἐκεῖνον, ὃν ἡ ἀντιστασία τοῦ Ὑπατίου προυξένησεν. εἰ γὰρ καὶ εἰς φυγὴν
20ἐτράπη πρότερον ὁ βασιλεὺς οὗτος, ἡνίκα οἱ τοῦ πρασίνου
δήμου τὸν Ὑπάτιον ἀνηγόρευον, ἀλλ’ ἡ γυνὴ αὐτοῦ Θεοδώρα495

496

ἐκράτησεν αὐτόν, „καλόν“ εἰποῦσα „ἐντάφιον ἡ βασιλεία.“ ὅθεν καὶ πολέμου συγκροτηθέντος λʹ καὶ εʹ πίπτουσιν, ὥς φασι, χιλιάδες, καὶ αὐτὸς ὁ Ὑπάτιος, τοῦ Βελισαρίου καὶ αὐτοῦ τοῦ Ναρσῆ, καθάπερ ἔφημεν, ἀριστευσάντων ἐπὶ τούτοις
5τὰ μέγιστα. ἔκτοτε γὰρ καὶ τὸ ἥμισυ μέρος τοῦ ἱππικοῦ, τὸ καταντικρὺ τοῦ βασιλικοῦ καθίσματος, νεκρὰ προσηγορεύ‐ θη διὰ τὸ τὰ νεκρὰ σώματα ἐκεῖσε κατατεθῆναι. ὅθεν καὶ τὸν θεὸν τούτου ἕνεκεν ἐξιλεούμενος ὁ Ἰουστινιανὸς τὸ θαυ‐ μαστὸν τοῦτο ἔργον ἀνῳκοδόμησε, γράψας πανταχοῦ γῆς,
10ὅπου δ’ ἂν εὑρεθῇ λίθος ἢ κίων ἢ ἄλλο τι τοιοῦτον λαμπρόν, ἐνταῦθα μετακομίσεσθαι. ἑπτὰ ἔτη συνήγετο ἡ ὕλη ἀπὸ Κυ‐ ζίκου ἡ πλείων. ἀλλὰ καὶ τὰ οἰκήματα τὰ τῇ ἐκκλησίᾳ τοῦ θεοῦ πλησιάζοντα καὶ πάνυ δικαίως ἐπιπράσκετο. ἰδοὺ γὰρ γυνή τις Ἄννα τοὔνομα, οἴκημά τι ἔχουσα, οὐκ ἐβούλετο πωλῆσαι
15αὐτό, πρὸς ἣν ὁ βασιλεὺς ἀφικνεῖται αὐτός. ἥτις αὐτὸν ἰδοῦσα ἔφη „κατὰ δωρεὰν αὐτὸ βούλομαι δοῦναι μισθοῦ καὶ μνήμης ἕνεκεν, ἄλλως δὲ οὐχί.“ καὶ ἔστιν αὐτὸ τὸ σκευοφυ‐ λάκιον σὺν τῷ ἁγίῳ Πέτρῳ· οἶκος ἕτερος Ἀντιόχου ὀστια‐ ρίου ἀπετιμήθη λίτρας ληʹ, ἀλλ’ αὐτὸς οὐκ ἐβούλετο πωλῆ‐
20σαι αὐτό. ἠθύμει ὁ βασιλεύς, ἐφ’ ᾧ καὶ μάγιστρός τις τὸ πρᾶγμα μεταχειρίζεται. τελεῖται ἱππικόν, φρουρεῖται ὁ Ἀν‐
τίοχος· μέγα βοᾷ „εἰ θεάσομαι τὸ ἱππικὸν“ (σφόδρα καὶ496

497

ἐφίλει αὐτό, καὶ ταῦτα φιλοβένετος ὤν), „τὸ τοῦ βασιλέως ποιήσω θέλημα.“ γίνεται ταῦτα, καὶ ἐν αὐτῷ τῷ βασιλικῷ καθίσματι τοῦ διαληφθέντος οἴκου ἡ διάπρασις γέγονεν. ἀλλὰ καὶ διὰ τὸ μὴ βλασφημεῖν τοὺς ἐκεῖσε κάμνοντας νουμία
5πρὸς ἑσπέραν ἐμίγνυε τῷ χώματι, καὶ εὑρίσκοντες αὐτὰ μετὰ χαρᾶς ὑπεχώρουν. Ἐν ἡμέρᾳ σαββάτου πρὸς τὸ ἄριστον ἀπῆλθον διὰ τάχους οἱ κάμνοντες, τὸν τοῦ πρωτομαϊστόρου υἱὸν ἀφέντες εἰς φυ‐ λακὴν τὴν ἐργαλείων. εὐθὺς ἐφίσταται ἄγγελος, χολοῦται,
10πέμπει πρὸς ἐκείνους αὐτόν· ὁ δ’ οὐ πείθεται. ὄμνυσιν ὁ ἄγγελος „μὰ τὴν ἁγίαν σοφίαν τὴν νῦν κτιζομένην, ἥτις ἐστὶν ὁ λόγος τοῦ θεοῦ, οὐκ ἀφίσταμαι τῶν ὧδε, εἰ μὴ λαλήσας ἐκείνους ὑποστρέψεις.“ μηνύεται ταῦτα τῷ βασιλεῖ. στέλ‐ λεται ἀλλαχοῦ ὁ τῶν ἐργαλείων φύλαξ χάριν τοῦ μὴ τὸν
15θεῖον ἐκεῖθεν ἀναχωρῆσαι ἄγγελον. καὶ αὖθις περὶ τὰ τέλη τοῦ κτίσματος, ἀθυμοῦντος τοῦ βασιλέως χρυσίου ἕνεκεν, ἐφίσταταί τις εὐνοῦχος λέγων αὐτῷ „δός μοι ἀνθρώπους, καὶ παρέξω σοι χρυσίον ἱκανόν.“ καὶ ὁ μὲν ἀπέρχεται, οἱ δὲ ἀκολουθοῦσιν. ὁρῶσιν οἰκήματα λαμπρά, χρυσίον ἐπ’ ἔδα‐
20φος πολύ. λαμβάνουσιν ὡσεὶ κεντηνάρια πʹ, καὶ ὑποστρέφου‐497

498

σιν. ἀπαρτίζεται ὁ τροῦλος μετὰ βησάλων κούφων πάντῃ, οὐ μὴν κισσηροειδῶν, καθά τινές φασι. τελεῖται τὸ ἔδαφος διὰ μαργάρων ποικιλοχρόων, ὡς ὁρᾶσθαι θάλασσαν ἄντικρυς. τὸν δέ γε βασιλέα βουλόμενον τὸ ἔδαφος, καὶ αὐτὰ τὰ πλά‐
5για καταχρυσῶσαι κωλύουσί τινες μαθηματικοί, λέγοντες ὅτι ἐπ’ ἐσχάτων βασιλεῖς ἐλεύσονται πένητες καὶ ἐκδαφιοῦσιν αὐτά. ὁ δέ γε ἄμβων καὶ ἡ σωλαία πάνυ λαμπρῶς κατεσκεύα‐ στο· χρόνου γὰρ πάκτον τῆς Αἰγύπτου εἰς αὐτὰ καταβάλ‐ λουσιν ἤγουν ρʹ ρʹ τʹ ξʹ καὶ εʹ. ὁ δὲ ναὸς ἀπαρτίζεται ἅπας
10ἐν χρόνοις ἑπτακαίδεκα. μετὰ δὲ ταῦτα λέγεται τὸν Ἰουστι‐ νιανὸν ἀνελθεῖν ἀπὸ τοῦ παλατίου ἄχρι τοῦ Αὐγουστιῶνος ἐν ἅρματι τεθρίππῳ καὶ εἰσοδεῦσαι μετὰ τοῦ πατριάρχου Εὐτυ‐ χίου, καὶ εὐχαριστῆσαι τῷ θεῷ, δι’ οὗ τὸ τοιοῦτον ἔργον ἐτέλεσε πρὸς τοῖς ἄλλοις. εἶπεν δὲ καὶ τοῦτο „ἐνίκησά σε,
15Σολομών.“ ἀλλὰ καὶ ἐν τῇ κινστέρνῃ τῇ λεγομένῃ βασιλικῇ στήλην ἔστησε τοῦ Σολομῶντος ὁ διαληφθεὶς βασιλεὺς ἀφο‐ ρῶσαν πρός γε τὴν οἰκοδομηθεῖσαν μεγάλην ἐκκλησίαν τοῦ θεοῦ, καὶ κρατοῦσαν τὴν σιαγόνα αὐτῆς, ὡς δῆθεν ἡττηθέν‐ τος τοῦ Σολομῶντος ἐπὶ τῷ κτίσματι τῆς νέας Ἱερουσαλήμ. καὶ
20περὶ μὲν τοῦτο οὕτως.
Ἡ δὲ τῶν ἁγίων ἀποστόλων ἐκκλησία δρομικὴ ξυλότρου‐498

499

λος ἐκτίσθη τὸ πρότερον παρὰ τοῦ μεγάλου Κωνσταντίνου, ἐμεγαλύνθη δὲ καὶ ὡς ἔχει νῦν κατεσκευάσθη παρὰ Θεοδώ‐ ρας, γυναικὸς Ἰουστινιανοῦ. τὸ δὲ ἅγιον βῆμα ἐκεῖσε εἰάθη διὰ τὰ ἐν αὐτῷ κείμενα τίμια λείψανα πατριαρχῶν τε καὶ
5ἀποστόλων. Γίνωσκε δέ, ἀγαπητέ, ὅτι κατ’ ἐκεῖνο καιροῦ καὶ ἡ ὑπαπαντὴ ἑορτάζεσθαι ἤρξατο, ἥτις κατὰ τὸν χρυσορρήμονα Ἰωάννην οὐκ ἔστιν ἐναρίθμιος ταῖς δεσποτικαῖς ἑορταῖς. ὡς γὰρ ἐν ἓξ ἡμέραις τὰ πάντα ἐποίησεν, οὕτω καὶ ἐν ἕξ ἑορ‐
10ταῖς τὰ τῆς ἐνσάρκου οἰκονομίας ἐπλήρωσε, τῇ γεννήσει, τῷ βαπτίσματι, τῷ σταυρῷ, τῇ ἀναστάσει, τῇ ἀναλήψει και τῇ πεντηκοστῇ. λείπεται οὖν ἡ ἑβδόμη, ἐν ᾗ πᾶσα κατά‐ παυσις. Τότε καὶ ἡ θάλασσα ἐξελθοῦσα τῶν ὁρίων αὐτῆς ἐπὶ
15μίλια τρία πρὸς τὰ μέρη τῆς Θρᾴκης, καὶ πολλὰς χώρας καὶ ἀνθρώπους ἀποπνίξασα ὑπέστρεψε. τότε δὲ καὶ θανατι‐ κὸν ἀνθρώπων ἐν Κωνσταντινουπόλει γέγονε. τοσοῦτον δὲ ἦν ὥστε μένειν ἀτάφους τοὺς ἀποθνήσκοντας ἡμέρας γʹ· οὐδὲ γὰρ ἦν ὁδὸς διὰ τὸ πλῆθος θάπτεσθαι. ἐπεκράτει δὲ
20μῆνας Ἰούλιον καὶ Αὔγουστον. ἐντεῦθεν καὶ πᾶσα ἡ γῆ ἐπώ‐ ζεσε διὰ τὰ πτώματα. τοσοῦτον δὲ τὸ πλῆθος τῶν ἀποθνη‐
σκόντων ἦν ὥστε χιλίους κραββάτους τὸν βασιλέα ποιῆσαι499

500

χάριν τοῦ ἀποκομίζεσθαι αὐτούς. καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ ἁμάξας πλείστας καὶ ἡμιόνους ὡσαύτως ἐκέλευσεν ἐπὶ τῇ μετακομιδῇ αὐτῶν ὑπηρετεῖν. ἐπιτεινομένης δὲ τῆς θνή‐ σεως εἰς τὸν αἰγιαλὸν τοὺς πλείους ἔρριπτον. καὶ ἁπλῶς
5εἰπεῖν, τόπος οὐκ ἦν ἐν ᾧ οὐκ ἔκειντο νεκροὶ ἀπόζοντες. βρονταὶ δὲ καὶ ἀστραπαὶ τοσοῦτον γεγόνασι φοβεραὶ ὥστε καὶ καθεύδοντάς τινας καυθῆναι. γέγονε καὶ σεισμὸς παγ‐ κόσμιος· πᾶσαι γὰρ πόλεις καὶ χῶραι καταποθῆναι ἐκινδύ‐ νευον. καὶ ἡ θάλασσα μίλια βʹ παρεξέβη. δεύτερος αὖθις
10σεισμὸς ἡμέρας δέκα, δι’ ὅλου σείων, ὡς καὶ τὸν βασιλέα χωρὶς στέμματος διελθεῖν τὴν τοῦ Χριστοῦ γέννων ἡμέραν. ἕτερον θανατικὸν ἐκ βουβῶνος διαφθεῖρον ἅπαντας, οὐχ ἧτ‐ τον τοῦ προτέρου, μῆνας δʹ. καὶ πάλιν ἐν Ἀντιοχείᾳ σει‐ σμὸς ἐπὶ ὥραν μίαν, καὶ χιλιάδες εʹ συνεπόθησαν. καὶ εἰ
15μὴ κατὰ τὸν ὄνειρον ὃν εἶδέ τις, ἔγραψαν ἐν τοῖς προθύροις „Χριστὸς μεθ’ ἡμῶν, στῆτε,“ πᾶσα ἡ πόλις συνεχώθη. Ἐφάνη καὶ κομήτης ἡμέρας κʹ, καὶ μετὰ χρόνον τινὰ γέγονεν ἀστέρων δρόμος ἀφ’ ἑσπέρας ἕως πρωΐ, ὡς πάντας λέγειν ὅτι πίπτουσιν οἱ ἀστέρες. εἶτα ὁ ἥλιος ἔλαμψε χωρὶς
20ἀκτίνων, ὥσπερ καὶ ἡ σελήνη. τότε δὴ καὶ ἄνθρωπος ἦλθεν
ἀπὸ δύσεως κωμοδρόμος, ἔχων κύνα ξανθὸν καὶ τυφλόν, ὃς500

501

παρὰ τοῦ κωμοδρόμου κελευόμενος ἐποίει θαυμάσιά τινα. καὶ ἀθεσμοκοῖταί τινες εὑρεθέντες ἐθριαμβεύθησαν καυλοτο‐ μηθέντες, μεγιστᾶνες ὁμοῦ καὶ ἀρχιερεῖς, καὶ οὕτω περια‐ γόμενοι οἰκτρῶς ἐτελεύτησαν. κατ’ ἐκεῖνο δὲ καιροῦ καὶ τὸ
5μέγα κῆτος ἑάλω τὸ εἰς ἐνιαυτοὺς τὴν Βυζαντίδα κατατρῦχον πεντήκοντα· τὰς νῆάς τε γὰρ κατεβύθιζε καὶ τοὺς ἀνθρώ‐ πους διέφθειρεν, ᾧ ὄνομα Πορφύριος. ποτὲ γοῦν δελφῖνας διώκων ἐν παραλίῳ κατεσχέθη τέλματι, τῶν δελφίνων περὶ τὴν γῆν ἐκπηδησάντων. καὶ οὕτως ἁλώσιμος γίνεται ὁ πάσης
10ἀνώτερος μηχανῆς ὁρώμενος τὸ πρὸ τοῦ. μῆκος μὲν πήχεις τριάκοντα, εὖρος δὲ πήχεις δέκα κατὰ τὸν Καισαρέα Προ‐ κόπιον. Τότε δὴ καὶ τὰ τῶν Σηρῶν νήματα, τοῦτ’ ἔστιν ἡ με‐ τάξα, παρὰ Ῥωμαίοις ἤρξατο γίνεσθαι. κατὰ γὰρ τὸν δια‐
15ληφθέντα Προκόπιον ἤγετο μὲν ἡ μετάξα δι’ ἐμπόρων ἐνταῦ‐ θα, οὐκ ἐγινώσκετο δὲ οὔθ’ ὅπως γίνεται οὔθ’ ὅτι Σηρῶν νήματά ἐστι. μοναχοὶ δὲ δύο τινὲς ἐξ Ἰνδίας ἐλθόντες τὴν γένεσιν αὐτῆς διηγήσαντο, καὶ ὑπισχνοῦντο κομίσαι τὸν τῶν σκωλήκων ἐκείνων γόνον, ᾠὰ ὄντα καὶ πάνυ σμικρά, δεῖξαί
20τε Ῥωμαίοις ὅπως ἐκεῖνα ζωογονοῦνται θαλπόμενα καὶ εἰς
σκώληκας μεταβάλλονται, καὶ ὅπως δημιουργοῦσι τὴν με‐501

502

τάξαν. ὃ δὴ καὶ πεποιήκασι, πολλὰ παρὰ τοῦ βασιλέως εὐεργετηθέντες. Ἐπὶ ταύτης τῆς βασιλείας καὶ ἡ πέμπτη σύνοδος γέγο‐ νεν, ἀναθεματίσασα τὸν Ὠριγένην, εἰ καὶ πάλαι ἤκμαζε τὰ
5ἀσεβῆ τούτου δόγματα, προσέτι δὲ καὶ τὰς ὑπὲρ τοῦ Νε‐ στορίου τοῦ Θεοδωρήτου συνηγορίας, καὶ τὴν τοῦ Ἰβᾶ ἐπι‐ στολήν, ἣν πρὸς Μάρην τὸν Πέρσην ἔγραψε λέγουσαν μὴ τὸν θεὸν λόγον ἐκ τῆς ἀειπαρθένου γεννηθῆναι. Γίνωσκε δέ, ἀγαπητέ, ὅτι τῷ εἰκοστῷ ἔτει τῆς βασιλείας
10τοῦ μεγάλου Κωνσταντίνου γέγονεν ἡ ἐν Νικαίᾳ πρώτη σύν‐ οδος, ὑπὸ πατρῶν ἁγίων τιηʹ. ὑπῆρχον δὲ προεξάρχοντες τῆς συνόδου ταύτης Σίλβεστρος πάπας Ῥώμης, Μητροφάνης Κωνσταντινουπόλεως, Ἀλέξανδρος Ἀλεξανδρείας, Εὐστάθιος Ἀντιοχείας καὶ Μακάριος Ἱεροσολύμων. συνῆλθον δὲ κατὰ
15Ἀρείου βλασφημοῦντος τὸν θεὸν λόγον, καὶ κτίσμα λέγοντος αὐτὸν καὶ ἑτερούσιον τοῦ πατρός, καὶ ὅτι ἦν ποτε ὅτε οὐκ ἦν. ὃν καθελοῦσα ἡ ἁγία σύνοδος τὴν ὀρθόδοξον πίστιν ἐκράτυνεν. Ἐν δὲ τῷ δευτέρῳ ἔτει τῆς βασιλείας Θεοδοσίου τοῦ
20μεγάλου γέγονεν ἡ δευτέρα σύνοδος ἐν Κωνσταντινουπόλει, ὑπὸ πατρῶν ἁγίων ρνʹ, κατὰ Μακεδονίου τοῦ πνευματομάχου,
ὅτε καὶ Γρηγόριος ὁ θεολόγος τῆς ἐκκλησίας ἐξεβλήθη. ὑπῆρ‐502

503

χον δὲ προεξάρχοντες τῆς συνόδου ταύτης Τιμόθεος Ἀλεξαν‐ δρείας, Μελέτιος Ἀντιοχείας, Κύριλλος Ἱεροσολύμων, Γρη‐ γόριος ὁ θεολόγος Κωνσταντινουπόλεως καὶ Δάμασος πάπας Ῥώμης, οἵτινες ἀνεθεμάτισαν Μακεδόνιον τὸ πνεῦμα τὸ
5ἅγιον βλασφημοῦντα, καὶ σὺν αὐτῷ Σαβέλλιον καὶ Ἀπολι‐ νάριον τὸν τῆς Λαοδικείας πρόεδρον. Ἐν δὲ τῷ ιγʹ ἔτει τῆς βασιλείας Θεοδοσίου τοῦ μικροῦ γέγονεν ἡ ἐν Ἐφέσῳ τρίτη σύνοδος. ὑπῆρχον δὲ οἱ τῆς συνό‐ δου ταύτης προκαθήμενοι Κύριλλος Ἀλεξανδρείας, Κελεστῖ‐
10νος πάπας Ῥώμης, Ἰουβενάλιος Ἱεροσολύμων. συνῆλθον δὲ κατὰ Νεστορίου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως, παρόν‐ τος καὶ αὐτοῦ ἐν Ἐφέσῳ καὶ λέγοντος μὴ θεοτόκον ἀληθῶς τὴν ἁγίαν παρθένον Μαρίαν καὶ εἶναι καὶ λέγεσθαι. τότε καὶ οἱ ζʹ παῖδες ἀνέστησαν οἱ ἐπὶ Δεκίου κοιμηθέντες.
15 Ἐπὶ δὲ Μαρκιανοῦ βασιλέως γέγονεν ἡ τετάρτη ἐν Χαλ‐ κηδόνι σύνοδος, ὑπὸ πατρῶν ἑξακοσίων τριάκοντα, ἧς ἡγοῦν‐ το Λέων πάπας Ῥώμης, Ἀνατόλιος Κωνσταντινουπόλεως, Ἰουβενάλιος Ἱεροσολύμων. συνῆλθον δὲ κατὰ Εὐτυχοῦς καὶ Διοσκόρου, λεγόντων μὴ εἶναι τὴν σάρκα τοῦ κυρίου ὁμού‐
20σιον ἡμῖν, ἀλλ’ ἐκ δύο μὲν φύσεων τὴν ἕνωσιν γενέσθαι, μίαν δὲ ἀποτελεσθῆναι μετὰ τὴν ἕνωσιν, μυθολογούντων δὲ
καὶ φαντασίᾳ φορῆσαι τὴν σάρκα τὸν κύριον, καὶ τῇ θεότητι503

504

πάθημα προσνεμόντων. οὓς καθελόντες ὡς βλασφήμους ἀνε‐ θεμάτισαν, καὶ δύο φύσεις ἐπὶ Χριστοῦ ἀφθάρτους καὶ ἀτρέπτους σαφῶς ἐθεολόγησαν. Ἐν δὲ τῷ ιδʹ ἔτει τῆς βασιλείας Ἰουστινιανοῦ μεγάλου
5ἐν Κωνσταντινουπόλει γέγονεν ἡ πέμπτη σύνοδος ὑπὸ πα‐ τρῶν ρξεʹ. ἡγοῦντο δὲ ταύτης Εὐτύχιος Κωνσταντινουπό‐ λεως, Ἀπολινάριος Ἀλεξανδρείας, Δόμνος Ἀντιοχείας, Βι‐ γίλιος πάπας Ῥώμης. συνῆλθον δὲ κατὰ Σεβήρου τοῦ ἀκε‐ φάλου καὶ τοῦ ματαιόφρονος Ὠριγένους· ἐληρώδει καὶ γὰρ
10τὰς ψυχὰς προϋπάρχειν τῶν σωμάτων, τήν τε μετεμψύχωσιν ἐδόξαζε, καὶ τέλος εἶναι τῆς κολάσεως ἔλεγε, καὶ τὴν τῶν δαιμόνων εἰς τὸ ἀρχαῖον ἀποκατάστασιν, καὶ τὰ σώματα δὲ ἡμῶν μὴ ἀνίστασθαι ταὐτὰ ἐν τῇ ἀναστάσει. τὸν παράδει‐ σον ἠλληγόρει· μήτε γὰρ αἰσθητὸν αὐτὸν ἔλεγεν εἶναι, μήτε
15μὴν ἐν σαρκὶ πλασθῆναι τὸν Ἀδάμ. Ἐπὶ δὲ τῆς βασιλείας Κωνσταντίνου τοῦ Πωγωνάτου γέγονε σύνοδος ἡ ϛʹ, ὑπὸ σπεʹ πατρῶν ἐν Κωνσταντινουπό‐ λει, βεβαιωσάντων μὲν καὶ τὰ δόγματα τῶν προλαβουσῶν ἁγίων πέντε συνόδων, ἀναθεματισάντων δὲ καὶ τὴν τῶν Μο‐
20νοθελητῶν αἵρεσιν καὶ δύο θελήσεις φυσικὰς καὶ ἐνεργείας ἐν Χριστῷ βεβαιωσάντων, καὶ καθελόντων Σέργιον καὶ Πύρ‐
ρον, ὡσαύτως δὲ καὶ Ὁνώριον Ῥώμης.504

505

Ἐπὶ δὲ Κωνσταντίνου ἐγγόνου Κωνσταντίνου τοῦ Κο‐ πρωνύμου, καὶ Εἰρήνης τῆς μητρὸς αὐτοῦ, γέγονεν ἡ ἐν Νι‐ καίᾳ τὸ δεύτερον σύνοδος, ὑπὸ πατρῶν τηʹ, ἐπὶ ἀναστηλώσει τῶν ἁγίων εἰκόνων καὶ καθαιρέσει τῶν Χριστιανοκατηγόρων,
5οἳ διέσυρον τοὺς Χριστιανοὺς ὡς εἴδωλα τάχα προσκυνοῦν‐ τας τὰς ἁγίας εἰκόνας. διωρίσαντο λοιπὸν οἱ πατέρες οὗτοι τὸν τίμιον σταυρὸν καὶ τὰς σεπτὰς εἰκόνας προσκυνεῖσθαι, τοὺς δὲ εἰκονομάχους ἢ χριστομάχους ἐκ μέσου ποιήσαντες. Γίνωσκε δέ, ἀγαπητέ, ὅτι τὴν τοῦ θεοῦ μεγάλην ἐκκλη‐
10σίαν ὁ Ἰουστινιανὸς ἀνεγείρας ἔστησε καὶ τὴν στήλην αὐτοῦ ἐν ὑψηλῷ κίονι, τῇ μὲν ἀριστερᾷ χειρὶ κρατοῦσαν σφαῖραν μετὰ σταυροῦ, ἀφ’ οὗ δηλοῦται ὅτι διὰ τὴν εἰς Χριστὸν πί‐ στιν ἐγκρατὴς γέγονε τῆς γῆς (σφαιροειδὴς καὶ γὰρ ἡ γῆ), τὴν δὲ δεξιὰν χεῖρα κατὰ ἀνατολὴν ἀνατεταμένην ἔχουσαν,
15καὶ ἐπαπειλοῦσαν ὥσπερ τοῖς Πέρσαις καὶ παρεγγυῶσαν ἡσυ‐ χῇ μένειν καὶ μὴ χωρεῖν ὅλως ἐνταῦθα· οὐδὲ γὰρ συμφέ‐ ρει αὐτοῖς. ἐν δὲ τῷ ληʹ ἐνιαυτῷ τῆς βασιλείας αὐτοῦ ὁ βασιλεὺς οὗτος ἄφθαρτον τὸ τοῦ κυρίου σῶμα ἔλεγεν εἶναι καὶ τῶν φυσικῶν παθῶν ἀνεπίδεκτον, καὶ οὕτως ἐσθίειν πρὸ
20τοῦ πάθους καὶ πίνειν καθὰ δὴ καὶ μετὰ τὸ πάθος. ἀλλὰ καὶ τὸν πατριάρχην Εὐτύχιον μὴ καταδεχόμενον ταῦτα ἐξο‐
ρίζει ἐν Ἀμασείᾳ, ὅθεν καὶ ὥρμητο.505

506

Μετὰ δὲ Ἰουστινιανὸν Ἰουστῖνος ὁ ἀνεψιὸς αὐτοῦ ἔτη ιγʹ. οὗτος κτίσας παλάτιον ἔξω τῆς πόλεως καὶ λιμένα ἐν αὐτῇ τῇ πόλει, τὰ μὲν Σοφίας ἐκάλεσε τὰ δὲ Σοφιανάς, εἰς ὄνομα τῆς γυναικὸς αὐτοῦ Σοφίας. ἡ θαυμαστὴ αὕτη Σο‐
5φία ἐπισυνάξασα εἴπου ἦσαν ἐνέχυρα κείμενα τοῖς δεσπόταις ταῦτα δέδωκε, τὰ δὲ δάνεια τοῖς δανείσασιν ἐπανεσώσατο οἴκοθεν. κατ’ ἐκεῖνο καιροῦ ἀνεφάνη καὶ ὁ ὑελεψὸς Ἰουδαῖος ὁ τὸ παιδίον αὐτοῦ διὰ τὸ ἐνωθῆναι Χριστιανοῖς παιδίοις καὶ φαγεῖν ἀπὸ τῆς μυστικῆς τραπέζης βαλὼν εἰς τὸν κάμινον,
10εἰ καὶ οὐκ ἐφλέχθη τῆς θεοτόκου φυλαξάσης αὐτό, καθὰ δὴ τὸ παιδίον διεβεβαιοῦτο. ταύτῃ τοι καὶ τοῦ τοιούτου θαύματος διὰ τοῦ πατριὰρχου Μηνᾶ γνωρισθέντος τῷ βασιλεῖ, μετα‐ καλεῖται ὁ Ἰουδαῖος. πολλὰ τοίνυν παραινεθεὶς καὶ μὴ πει‐ σθεὶς τῆς οἰκείας ἀποστερεῖται ζωῆς ὡς φονεὺς τοῦ ἰδίου
15παιδός. Γίνωσκε δὲ καὶ τοῦτο, ὅτι ἐν τῷ δευτέρῳ ἔτει τῆς βα‐ σιλείας τοῦ διαληφθέντος βασιλέως Ἰουστίνου δὴ τοῦ Θρᾳ‐ κός, ἡμέρᾳ γʹ ὥρᾳ εʹ, πίπτει ὁ τροῦλος τῆς τοῦ θεοῦ μεγά‐ λης ἐκκλησίας, καὶ συνετρίβη ὁ ἀξιοθαύματος ἄμβων, ἡ πο‐
20λύτιμος σωλαία καὶ τὸ πολυποίκιλον ἔδαφος. ζητεῖ τὴν αἰτίαν ὁ βασιλεύς. μανθάνει πρὸς τοῖς ἄλλοις καὶ τοῦτο, ὅτι διὰ
τὸ ὑπερμήκη γενέσθαι τὸν τροῦλον ἐπὶ τὸ πανταχοῦ ὁρᾶ‐506

507

σθαι αὐτὸς ἑαυτὸν βαστάζειν οὐκ ἠδύνατο. ὅθεν ἀνε‐ γείρεται αὖθις, πεδινὸς δὲ λειπόμενος πρὸς τὸ πρώην ὕψος, ὀργυιῶν ιεʹ. Μετὰ δὲ Ἰουστῖνον Τιβέριος ὁ Θρᾲξ ἔτη δʹ, μετὰ δὲ
5τοῦτον Μαυρίκιος ὁ γαμβρὸς αὐτοῦ καὶ Καῖσαρ ἔτη κʹ. οὗτος ἔκτισε τὸν ἐν Κωνσταντινουπόλει ναὸν τῶν ἁγίων μʹ. ἐφ’ οὗ παιδίον ἐγεννήθη ἐν Κωνσταντινουπόλει χωρὶς ὀφθαλ‐ μῶν καὶ χειρῶν· πρὸς δὲ τῷ ἰσχίῳ ἰχθύος οὐρὰ προσφυὴς αὐτῷ ὑπῆρχε. καὶ κύων ὡσαύτως ἑξάπους λεοντοκέφαλος.
10καὶ ἐν τῇ Θρᾴκῃ δύο παιδία ἐγεννήθησαν, ὧν τὸ μὲν τετρά‐ πουν τὸ δὲ δικέφαλον. λέγουσι δὲ μὴ προσημαίνειν ἀγαθὰ ταῖς πόλεσιν ἐν αἷς τὰ τοιαῦτα τίκτονται. ἐφάνησαν δὲ καὶ ἐν τῷ Νείλῳ ποταμῷ, ἡλίου ἀνατέλλοντος, ἀνθρωπόμορφα δύο ζῶα, ἀνήρ τε καὶ γυνή, ἅπερ καὶ Σειρῆνες προσαγο‐
15ρεύονται, ἡδύφθογγα πάνυ καὶ θανατηφόρα, ἀνθρωποπετει‐ νόμορφα. ὁ δὲ λαὸς μετὰ τοῦ ἐπάρχου θαυμάζοντες ὥρκι‐ ζον αὐτὰ μὴ ἀναχωρῆσαι, πρὶν ἂν ἅπαντες ἐμφορηθῶσι τῆς παραδόξου θέας αὐτῶν. ὅθεν καὶ μείναντα μέχρις ὥρας θʹ κατέδυσαν εἰς τὸν ποταμόν. ἐκεῖθεν δὲ κροκόδειλοι ἐξῆλθον,
20καὶ πολλοὺς τῶν ἀνθρώπων διέφθειραν. ὁ δὲ κροκόδειλος507

508

ἰχθυόθηρ μέγας ἐστὶ τετράπους, τὴν μὲν ῥάχιν μέλας τὴν δὲ γαστέρα λευκός, τὸ στόμα φθάνον ἄχρι τῶν ὤμων, τὴν ἄνω γένυν κινῶν, καὶ τὴν οὐρὰν τραχύς. ἀναιρεῖ δὲ τοῦτον πολλάκις ἡ ἱδρὺς λεγομένη, ἐν τῷ αὐτῷ ποταμῷ τυγχάνουσα
5καὶ μορφὴν ἔχουσα κυνός, τοιουτοτρόπως δέ. τὸ στόμα διανοίγων ὁ κροκόδειλος οὕτω καθεύδει. ἡ γοῦν ἱδρὺς ἐγκυ‐ λισαμένη πηλῷ καὶ διὰ τοῦ στόματος αὐτοῦ πρὸς τὴν γαστέρα χωρήσασα καὶ ταύτην διαρρήξασα διὰ τῆς ἕδρας ἐξέρχεται, νεκρὸν αὐτὸν ἐντεῦθεν καταλιμπάνουσα.
10 Οὗτος ὁ Μαυρίκιος διετάξατο τὴν Βλαχερνίτισσαν λιτα‐ νεύειν κατὰ παρασκευὴν καὶ εἰς τὰ Χαλκοπρατεῖα ἔρχεσθαι. ὁ τοῦ Μαυρικίου στρατηγὸς παρέδωκε τὸ Ῥωμαϊκὸν φοσσά‐ τον τοῖς βαρβάροις διὰ τὴν ἀνταρσίαν δῆθεν αὐτῶν, ὡσεὶ χιλιάδας ιβʹ· καὶ ζητηθεὶς ὁ Μαυρίκιος ὑπὲρ μιᾶς ἑκάστης
15ψυχῆς παρὰ Χαγάνου τοῦ τῶν προσακτίων Σκυθῶν βασιλέως ἀνὰ νομίσματος τὸ ἥμισυ, δοῦναι οὐκ ἐπείσθη, καὶ οὕτω πάντες ὑπὸ τῶν βαρβάρων ἀπεκτάνθησαν. ἐφ’ ᾧ τῶν κατὰ τόπους μοναχῶν ὁ βασιλεὺς ἐδέετο διὰ τὸ ἁμάρτημα. κἀκεῖ‐ θεν οὖν ἐλθόντος τοῦ Μαγιστριανοῦ ἔμαθεν ὅτι ἡ μὲν ψυχὴ
20αὐτοῦ σώζεται, μετὰ πόνου δὲ καὶ θλίψεως τῆς βασιλείας
ἐκπίπτει. οὐ πολὺ τὸ ἐν μέσῳ, καὶ ὄναρ ὁρᾷ φρίκης μεστόν.508

509

αὐτὸν ὁρᾷ τὸν κύριον ἐπὶ θρόνου καθήμενον, καὶ οὕτω λέ‐ γοντα πρὸς αὐτόν „ποῦ θέλεις τιμωρηθῆναι, ὧδε ἢ ἐκεῖ;“ καὶ ὅς „ὧδε βούλομαι τιμωρηθῆναι“ εἰπὼν ἀκούει τηνικαῦτα „παράδοτε αὐτὸν Φωκᾷ τῷ τυράννῳ.“ καὶ ὁ Μαυρίκιος
5ἀφυπνισθείς, καὶ μαθὼν εἶναι Φωκᾶν τὸν ἐν Δυρραχίῳ φυλάσσοντα, ἐλθόντα δὲ πρὸς αὐτὸν τὸν βασιλέα χάριν τοῦ λαβεῖν τὰ μηναιορόγια τῶν συστρατιωτῶν αὐτοῦ καὶ τυφθέντα δεινῶς καὶ οὕτως ὅθεν ἦλθεν ὑποστρέψαντα, ἀξίαν ἔγνω τηνικαῦτα τὴν δίκην δοῦναι, εἴγε τοιούτῳ ὑπὸ
10κυρίου παρεδόθη ἀνδρί. ἐπὶ τούτοις οὖν μεταστέλλεται διὰ τοῦ παρακοιμωμένου τὸν Φιλιππικόν· ἔφθασε γὰρ πολλῶν αὐτὸν ἀξιῶσαι δεινῶν. γυναικάδελφος ἦν τοῦ Μαυρικίου ὁ Φιλιππικὸς οὗτος εἰς ἐκστρατείαν ἐκπεμφθείς, καὶ νικητὴς ἐπαναζεύξας φθόνου πυρκαϊὰν ἤγειρε καθ’ ἑαυτοῦ, εἴγε καὶ
15μᾶλλον ἔφθασε μαθεῖν ὁ Μαυρίκιος ὅτι διαδέξεταί τις αὐτὸν ἔχων τὸ Φ στοιχεῖον ἐν ἀρχῇ τῆς αὐτοῦ κλήσεως, ὡς ἐντεῦ‐ θεν εἰπεῖν τὸν Μαυρίκιον, ὥς φασι, μετὰ τὸ ὅραμα, ὅτι καὶ τὸν Φιλιππικὸν ἀπεκτείναμεν, καὶ τὸν θεὸν Φ οὐκ ἔλειψε. μεταστελλόμενος οὖν ὁ Φιλιππικὸς τοσοῦτον ἐπτοήθη ὥστε καὶ
20κοινωνίας μετασχεῖν καὶ τοὺς ὑπ’ αὐτὸν ἐπὶ σποδοῦ καὶ σάκ‐ κου καθημένους καταλιπεῖν. καταλλάσσεται οὖν ὁ βασιλεὺς
αὐτῷ, καὶ συγγνώμην ἐφ’ οἷς ἐκάκωσεν αὐτὸν ἐξαιτεῖ. τού‐509

510

των οὕτως ἐχόντων ἐπανέρχεται ἀπὸ τοῦ Δυρραχίου ὁ δια‐ ληφθεὶς Φωκᾶς, καὶ τῶν πολιτῶν ἐν τῷ Ἑβδόμῳ συναχθέν‐ των βασιλεὺς ἀναγορεύεται. κρατεῖ οὖν ὁ Καππαδόκης οὗτος Φωκᾶς ἔτη ηʹ. μετὰ δὲ ταῦτα τῶν δήμων στασιασάντων καὶ
5λεγόντων ὅτι Μαυρίκιος οὐκ ἀπέθανεν, ἐπὶ τὸν αὐτοῦ φόνον ὁ Φωκᾶς κινεῖται. καὶ δὴ ἐν τῷ τοῦ Εὐτροπίου λιμένι πρῶτα μὲν ἀναιροῦσι τοὺς εʹ παῖδας αὐτοῦ, μηδὲν ἄλλο τηνικαῦτα λέγοντος ἢ τοῦτο „δίκαιος εἶ, κύριε, καὶ δικαία ἡ κρίσις σου,“ τελευταῖον δὲ καὶ αὐτὸν ἀναιροῦσι. τὴν μέντοι γυναῖκα
10αὐτοῦ σὺν ταῖς θυγατράσιν ἐν μοναστηρίῳ κατακλείει. καλ‐ λιγράφος οὖν ἀπὸ παννυχίδος ἐν Ἀλεξανδρείᾳ στρεφόμενος ἑσπέρας καθ’ ἣν ἀνῃρέθη Μαυρίκιος, ἤκουσε τοὺς ἀνδριάντας ἐκ τῶν βωμῶν λέγοντας τὴν ἐκείνου ἀναίρεσιν, καὶ σημειωσά‐ μενος τὸν καιρὸν εὑρίσκει τὸ πρᾶγμα οὕτως ἔχον. τὰ αὐτὰ δὲ
15καὶ ἐπὶ τοῖς λοιποῖς αὐτοῦ συγγενέσιν ὁ Φωκᾶς διεπράξατο. Τότε τοίνυν Χοσρόης ὁ Περσῶν βασιλεὺς ὥρμησε κατὰ Ῥωμαίων, ὁμοίως καὶ Ἄβαρες, διὰ τὸ τὸν ἀνόσιον προκρῖ‐ ναι τοῦ ἐννόμου βασιλέως. ἔτι δὲ καὶ θνῆσις ἀνθρώπὼν καὶ κτηνῶν γέγονε καὶ ἀφορία γῆς καὶ χειμὼν βαρύτατος, ὡς
20καὶ παγῆναι τὴν θάλασσαν καὶ πολλοὺς ἰχθύας τεθνάναι.
τότε καὶ ἐν ἡμέρᾳ τοῦ ἱππικοῦ ἀτακτήσας ὑβρίσθη παρὰ τῶν510

511

δημοτῶν, λεγόντων „πάλιν εἰς τὸν καῦκον ἔπιες, πάλιν τὸν νοῦν ἀπώλεσας,“ ἐφ’ ᾧ καὶ πολλοὺς ἐθανάτωσε. βλέποντες οὖν οἱ ἐν τέλει τὸ τῶν ἀνθρώπων πλῆθος πολλὰ πάσχον κακά· δημευόμενον, τὰς κεφαλὰς ἀφαιρούμενον, γράφουσι
5πρὸς τὸν τῆς Ἀφρικῆς στρατηγὸν Ἡράκλειον, καὶ ὃς αὐτίκα κινηθεὶς στόλον ἑτοιμάζει καὶ κατὰ τοῦ Φωκᾶ ἔρχεται, φέ‐ ρων καὶ τὴν ἀχειροποίητον εἰκόνα τοῦ Χριστοῦ. ἐφ’ ᾧ καὶ νενίκηκε τὸν Φωκᾶν. καὶ τούτου γεγονότος Φωτεινός τις ἐκ τῶν μεγιστάνων προεπιβουλευθεὶς παρὰ τοῦ Φωκᾶ εἰς τὴν
10σύζυγον αὐτοῦ εἰσῆλθεν ἀθρόον εἰς τὸ παλάτιον, καὶ τὸν βασιλέα Φωκᾶν μέλανα χιτωνίσκον ἐνδύσας αὐτίκα τῷ Ἡρα‐ κλείῳ προσάγει. καὶ ὃς ἔφη πρὸς αὐτόν „οὕτως ἄθλιε τὴν πόλιν διῴκησας;“ καὶ ὁ Φωκᾶς „σὺ κάλλιον διοικῆσαι ἔχεις.“ ἐφ’ ᾧ καὶ χεῖρας εὐθέως τέμνεται καὶ πόδας, τὸ δέρμα τῆς
15ῥάχεως, τὰ αἰδοῖα, καὶ κοντῷ ἀναρτᾶται, καὶ τελευταῖον τὴν κεφαλὴν ἀφαιρεῖται μαχαίρᾳ. τὸ μέντοι σῶμα αὐτοῦ συρόμενον κατὰ τὴν τοῦ βοὸς ἀγορὰν πυρὶ παραδίδοται. Κρατεῖ οὖν ὁ Ἡράκλειος μετὰ Φωκᾶν ἔτη λʹ. οὗτος ὁ Ἡράκλειος πρός γε τὸν τοῦ Φωκᾶ γαμβρὸν Κρίσπον, πρότε‐
20ρον μὲν τοῖς κατὰ τοῦ Φωκᾶ συνευδοκοῦντα ὕστερον δὲ Ἡρά‐511

512

κλειον λοιδοροῦντα, εἶπεν „γαμβρὸν οὐκ ἐποίησας, ταλαί‐ πωρε, καὶ φίλον πῶς ἂν ποιήσῃς;“ καὶ περιώρισεν αὐτὸν ἐν τῇ χώρᾳ. τότε ὁ Χοσρόης μετὰ πλήθους πολλοῦ τὸν Σάϊτον ἀπέστειλεν. ἐκάθισεν οὖν ἐν Χαλκηδόνι, καὶ μεθ’ ὑποκρί‐
5σεως εἰρηνεύσας μετὰ τοῦ Ἡρακλείου ἔλαβε πρέσβεις μεγι‐ στᾶνας οʹ, καὶ ἀπῆλθεν. ὅτι δὲ τὸν Ἡράκλειον αὐτὸν οὐκ ἀπεκόμισε πρὸς τοῖς ἄλλοις ἐκεῖσε, τὴν αὐτοῦ δορὰν ἐκδύε‐ ται. οἱ δὲ πρέσβεις δειναῖς εἱρκταῖς ἀσφαλίζονται. τότε δὴ καὶ λοιμὸς μέγας καὶ θανατικόν, καὶ ὁ ἥλιος ἠμαυρώθη, καὶ
10κόνιν ἔβρεξεν. ὁ δὲ Χοσρόης τὸν Σάρβαρον ἀποστείλας τὰ τῆς ἀνατολῆς πάντα ἠφάνιζεν. ἐφ’ ᾧ καὶ κατὰ Περσίδος ἐκστρατεύει Ἡράκλειος, καὶ ἐν ἓξ ἔτεσι πᾶσαν καθελὼν τὴν Περσίδα καὶ αὐτὸν τὸν Χοσρόην, ὃς ἑαυτὸν ἀπεθέωσε, πρὸς τούτοις δὲ καὶ τὸ τίμιον ξύλον ἐπανασώσας (ἔτυχε γὰρ ἀπὸ
15Ἱεροσολύμων σκυλευθῆναι) λαμπρῶς ἐπανέζευξε. μετὰ δὲ ταῦτα ὑπὸ Ἀθανασίου τοῦ τῶν Ἰακωβιτῶν καὶ Σεργίου Κων‐ σταντινουπόλεως πατριάρχου ἀπατηθεὶς εἰς τὴν τῶν Μονο‐ θελητῶν ἐξεκυλίσθη αἵρεσιν. καὶ δὴ νόσῳ μετὰ ταῦτα περι‐ πεσὼν (ὕδερος δὲ αὕτη) δι’ ἧς καὶ τέθνηκε, δεινῶς ἐτιμω‐
20ρεῖτο· ἡνίκα γὰρ οὐρῆσαι ἔμελλε, σανίδα κατὰ τοῦ ἤτρου ἐτίθει. τίνος ἕνεκεν; ὅτι τοῦ αἰδοίου τηνικαῦτα στρεφομένου
τὰ οὖρα κατὰ τοῦ προσώπου ἐφέροντο. ἔλεγχος δὲ τούτου512

513

προφανὴς τῆς αὐτοῦ παρανομίας ἦν, ἣν ἐποίει τῇ ἰδίᾳ συνευ‐ ναζόμενος ἀνεψιᾷ. Μετὰ δὲ τοῦτον Κωνσταντῖνος υἱὸς αὐτοῦ ἔτος ἕν· ἡ γὰρ αὐτοῦ μητρυιὰ Μαρτῖνα σὺν αὐτῷ τῷ Πύρρῳ θανατη‐
5φόρον αὐτῷ κεραννύουσι φάρμακον. ὅθεν τοῦ Κωνσταντίνου τὸν βίον, ὡς εἴρηται, καταλιμπάνοντος τῆς βασιλείας αὐτίκα ἡ Μαρτῖνα ἐπιδράσσεται, καὶ μετ’ αὐτῆς Ἡρακλωνᾶς ὁ παῖς αὐτῆς. ἀλλ’ ἐπ’ ὀλίγον τοῦ κράτους ἀπογευσάμενοι τῇ θείᾳ δίκῃ περιπίπτουσιν, ἄλλο κερδάναντες μηδὲν ἢ τὸ κακοὶ φα‐
10νῆναι· ῥῖνα μὲν γὰρ Ἡρακλωνᾶς, ἡ δὲ Μαρτῖνα γλῶτταν ζημιωθέντες εἰς τὴν ὑπερορίαν ἤχθησαν. κατ’ ἐκεῖνο δὲ και‐ ροῦ ἐν Καθαργένῃ τῇ πόλει λοιμικῆς νόσου συμβάσης καὶ πολλῶν θνησκόντων, στρατιώτης τις ἄσωτος λαβὼν τὴν ἰδίαν γυναῖκα ἐξῆλθεν ἐν προαστείῳ, κἀκεῖσε τῇ τοῦ γεωργοῦ γυνῇ
15περιπεσὼν ἐτελεύτησε. τῇ δὲ ἐπαύριον ψαλλόμενος φωνῇ μεγάλῃ ἔκραξεν „ἐλεήσατέ με,“ καὶ ἀναστὰς διηγήσατο πῶς τε ὑπ’ ἀγγέλων μέχρι τοῦ τῆς πορνείας τελωνίου ἐφέρετο, καὶ ὅπως ἐκεῖθεν ὑπὸ δαιμόνων κατηνέχθη εἰς τὸν ᾅδην, καὶ τίνων ἐκεῖσε γέγονε θεατής. κἀντεῦθεν ἑαυτὸν καὶ πολλοὺς
20ὠφελήσας ἀπέθανε. Μετὰ δὲ Ἡρακλωνᾶν Κώνστας ὁ υἱὸς Κωνσταντίνου καὶ
ἔγγονος Ἡρακλείου ἔτη κζʹ. τότε καὶ ὁ ψευδοπροφήτης Μωά‐513

514

μεθ ἐφάνη. οἱ γὰρ Ἰσμαηλῖται μέχρις Ἡρακλείου εἰδωλολά‐ τρουν, τὴν Ἀστάρτην ἤγουν τὴν σελήνην προσκυνοῦντες· ἣν καὶ Χαβὲρ ὠνόμαζον, τοῦτ’ ἔστι μεγάλην. τηνικαῦτα δὲ ἀνέστη αὐτοῖς Μωάμεθ. οὗτος θητεύων γυναικί τινι πλου‐
5σίᾳ ὕστερον ἔλαβεν αὐτὴν εἰς γυναῖκα. εἶχε δὲ καὶ ἐπίλη‐ ψιν, καὶ θέλων κρύπτειν το πάθος ἔλεγε τὸν Γαβριὴλ ὁρᾶν ἄγγελον καὶ μὴ φέρων αὐτοῦ τὴν θέαν ὀλιγωρεῖν καὶ πίπτειν. ἀξιόπιστα δὲ τὰ κατ’ αὐτὸν ἔδοξεν ἀπὸ μοναχοῦ τινὸς Ἀρεια‐ νοῦ ψευδομαρτυροῦντος αὐτῷ δι’ αἰσχροκέρδειαν. οὗτος ὁ
10Μωάμεθ εἰς Παλαιστίνην ἐλθών, καὶ ἐντυχὼν Ἰουδαίοις, Ἀρειανοῖς, πρὸς δὲ καὶ Νεστοριανοῖς, ἀπὸ πάντων ἠράνικε, καὶ θρησκείαν ἰδίαν παρέδωκεν. οὐ παντάπασι δὲ χρᾶται τῷ νόμῳ· περιτομὴν γὰρ ἐδίδαξεν, οὐ μὴν δὲ καὶ σαββα‐ τίζειν. λέγει δὲ καὶ ἑαυτὸν κλειδοῦχον εἶναι τοῦ παραδείσου,
15τρεῖς δὲ ποταμοὺς φέρεσθαι ἐν αὐτῷ, μέλιτος οἴνου καὶ γά‐ λακτος. λέγει καὶ αὐτὴν σκιὰν τοῦ Χριστοῦ σταυρωθῆναι διὰ φθόνον παρὰ τῶν Ἰουδαίων· αὐτὸν γὰρ ἀνελάβετο διὰ τὸ φιλεῖν ὁ θεός. οὗ καὶ εἰπόντος „σὺ ὁ Ἰησοῦς ἔλεγες ἑαυ‐ τὸν θεόν“ ἀπεκρίνατο ὡς οὐκ αὐτὸς ἑαυτὸν ὠνόμασε θεὸν
20ἀλλ’ οἱ ἄνθρωποι. ἐδίδαξε δὲ τὰ πάντα ὡρισμένα καὶ ἀπὸ
θεοῦ γενέσθαι τοῖς ἀνθρώποις. τὸν δὲ Μωσέα καὶ Ἀαρὼν514

515

παραστῆναι μὲν ἐν τῇ κρίσει τοῦ Χριστοῦ, παραπεμφθῆναι δὲ τῇ κολάσει ὡς ἀνθρώπους ἀπατηλούς. ἔλεγε καὶ τὴν ζωὴν ἔχειν ἐκεῖσε διὰ φθαρτῆς βρώσεώς τε καὶ πόσεως. ἀλλὰ καὶ τὴν Ἀφροδίτην κεκρυμμένως σέβονται. καὶ δῆλον ἐκ
5τῆς προσευχῆς αὐτῶν· λέγουσι γὰρ οὕτως „ἀλὰ ἀλὰ οὐὰ κουβὰρ ἀλά,“ τοῦτ’ ἔστιν, ὁ θεὸς ὁ θεὸς μείζων, καὶ ἡ μεγάλη, ἤτοι σελήνη, Ἀφροδίτη θεός. Μετὰ μέντοι τοῦ θεηλάτου Μωάμεθ θάνατον ἐφάνη ἀστὴρ ἐπὶ μεσημβρίαν δοκίτης, ἐπὶ ἡμέρας λʹ, σημαίνων τὴν
10τῶν Ἀράβων ἔφοδον· τότε γὰρ κατέσχον τὴν Δαμασκὸν καὶ ἄλλα πολλά. ἐπαινεῖται δὲ ἡ γῆ αὐτῶν· σφόδρα γὰρ πο‐ λύκαρπός ἐστι δι’ εὔκρατον ἀέρα. ἀλλὰ καὶ τὸ πήγανον οὐ‐ δὲν διαφέρει τῆς συκῆς κατὰ τὸ μῆκος. καὶ ἐν Παλαιστίνῃ δὲ πηγὴ ἰάσεις παρέχουσα, ἐν ᾗ τὸν κύριον ὁδοιποροῦντα
15λέγουσι νίψασθαι. καὶ δένδρον ἵσταται πᾶσης ἀρρωστίας ἀλεξίκακον, ὃ δένδρον εἰς γῆν ἐκλίθη καὶ προσεκύνησε δῆθεν τὸν κύριον εἰς Αἴγυπτον φεύγοντα, σώζει δὲ καὶ εἰσέτι τὸ σχῆμα τῆς προσκυνήσεως. ἐκεῖ ἐστὶ καὶ ἡ βαταρῖτις ῥίζα ἡ φλογοειδής, ᾗ προσεγγίσαι τις οὐ τολμᾷ, ἀνασπᾶται δὲ κυνὸς
20τῆς τοιαύτης ῥίζης πλησίον δεθέντος· ἡ μέντοι ῥίζα περια‐
πτομένη δαιμονιζομένῳ φυγαδεύει τὸν δαίμονα. γεωργεῖται515

516

δὲ καὶ ὀποβάλσαμον ἐκεῖσε πολύ. ταύτῃ τοι καὶ τὴν γῆν ταύτην ὡς ἐξαίρετον τῷ ἠγαπημένῳ δέδωκεν ὁ θεὸς Ἰσραήλ. ἐν αὐτῇ καὶ ὁ κύριος τὰ πάντα εἰργάσατο. ταύτην οὖν καὶ οἱ ἐξηγηταὶ τῆς γῆς ὀφθαλμὸν προσηγόρευσαν.
5 Ὁ μέντοι Κώνστας θέλων συνάψαι ναυμαχικὸν πόλεμον μετὰ τῶν Ἀράβων ἔδοξε κατ’ ὄναρ διάγειν ἐν Θεσσαλονίκῃ. ὅπερ ἀποκαλύψας τινὶ γνωστικῷ ἤκουσεν ὅτι κακὸν ἐνύπνιον· καὶ γὰρ „θὲς ἄλλῳ τὴν νίκην“ σημαίνει. τῇ γοῦν ἐπαύριον συγκροτήσας πόλεμον καὶ ἡττηθεὶς ἐνέδυσε μὲν τὴν ἁλουρ‐
10γίδα τινὰ τῶν οἰκείων αὐτοῦ, αὐτὸς δὲ λάθρα ἔφυγεν. ἐπ’ ἐκείνῳ λοιπὸν σφαγέντι κατὰ τὸν πόλεμον πεπλήρωται „μεί‐ ζονα ταύτης ἀγάπην οὐδεὶς ἔχει, ἵνα τις τὴν ψυχὴν αὐτοῦ θήσῃ ὑπὲρ τοῦ φίλου αὐτοῦ.“ ὁ δὲ Κώνστας κατῆλθεν εἰς Σικελίαν, βουλόμενος ἐν Ῥώμῃ καταστῆσαι τὸ βασίλειον·
15σφόδρα γὰρ ὑπὸ τῶν Βυζαντίων ἐμισεῖτο, ὅτι τε Μαρτῖνον τὸν Πάπαν Ῥώμης ἀγαγὼν ἀτίμως ἐν Κωνσταντινουπόλει ἐξώρισεν εἰς Χερσῶνα, χεῖράς τε καὶ γλῶτταν τοῦ μεγάλου Μαξίμου ἀπέτεμε μὴ συντιθεμένου τοῖς Μονοθελήταις. ἓξ οὖν ποιήσας ἔτη ἐν Σικελίᾳ (ἀνέμενε γὰρ τοὺς αὐτοῦ παῖδας
20ἐλθεῖν ἀπὸ Κωνσταντινουπόλεως) ἀνῃρέθη ἐν βαλανείῳ. κατ’
ἐκεῖνο δὲ καιροῦ ἐφάνη Κωνσταντῖνος ὁ καὶ Σιλουανὸς λεγό‐516

517

μενος, ὁ Παύλου τοῦ Σαμοσατέως διάδοχος, ὃς ἐδίδασκε μόνοις τοῖς εὐαγγελισταῖς καὶ τῷ ἀποστόλῳ προσέχειν, καὶ τούτοις διεστραμμένως. Μετὰ δὲ Κώνσταντα Κωνσταντῖνος ὁ υἱὸς αὐτοῦ ὁ Πω‐
5γωνᾶτος ἔτη ιζʹ. Πωγωνᾶτος δὲ ἐλέγετο δι’ αἰτίαν τοιαύτην. τὸν ἐν Σικελίᾳ μαθὼν θάνατον τοῦ πατρὸς αὐτοῦ Κώνσταν‐ τος ἐκεῖσε κατάγει. πάλιν οὖν ἀνέρχεται. ἐφ’ ᾧ καὶ Πω‐ γωνᾶτος λέγεται· ἀγένειος γὰρ ἐκεῖσε κατελθὼν τελειοπώ‐ γων ὑπέστρεψε. τελευτᾷ δὲ τὸν βίον δυσεντερικός.
10 Καὶ κρατεῖ μετὰ τοῦτον Ἰουστινιανὸς ὁ Ῥινότμητος ἔτη ιϛʹ. οὗτος ὁ βασιλεὺς καθ’ ὑπερβολὴν ἐμισεῖτο παρὰ παντὸς λαοῦ, σκληρὸς ὢν καὶ ὑπερόπτης καὶ πᾶσαν τὴν γνῶσιν ἔχειν δο‐ κῶν. ὅθεν Λεόντιος πατρίκιος στασιάσας ἀναγορεύεται νυ‐ κτὸς ὑπὸ δήμου τῶν Βενέτων βασιλεύς, ἡμέρας δὲ γενομένης
15κρατεῖ τὸν Ἰουστινιανόν, καὶ ῥινοτομήσας αὐτὸν εἰς Χερ‐ σῶνα ἐξώρισε. κρατεῖ λοιπὸν ὁ Λεόντιος ἔτη τρία, καὶ πά‐ σχει τηνικαῦτα τὰ ἴσα τῷ Ἰουστινιανῷ· ὁ γὰρ παρ’ αὐτοῦ κατὰ Ἀράβων σταλεὶς μυρίανδρος στόλος καὶ ἅπαξ καὶ δὶς μὴ φέροντες τὴν ἐντεῦθεν κακοπάθειαν, Ἀψίμαρόν τινα προϊ‐
20στῶσιν ἑαυτῶν καὶ κατὰ τῆς Βυζαντίδος χωροῦσιν. Ἀψίμα‐
ρος οὖν ὁ καὶ Τιβέριος μετονομασθεὶς κρατεῖ Λεόντιον καὶ517

518

ῥινοτομεῖ αὐτὸν καὶ φρουρᾷ καθείργνυσι. κρατεῖ οὖν Ἀψί‐ μαρος μετ’ αὐτὸν ἔτη ζʹ. τὸν μέντοι Λεόντιον αἱ τὸν ἀστρο‐ λεσχούντων προρρήσεις ἐτάραττον. ὅθεν καὶ πᾶσαν ἐκίνει κατὰ Ἰουστινιανοῦ μηχανήν. γράφει γὰρ Χαγάνῳ τῷ τῶν
5Χαζάρων ἄρχοντι, χρήματα ὑπισχνεῖται εἰ τὸν Ἰουστινιανὸν κρατήσας ἢ ὡς τρίδουλον ἀπεμπολήσει ἢ τὴν κεφαλὴν ἐκκό‐ ψει αὐτοῦ. μανθάνει ταῦτα Ἰουστινιανός, δραπετεύει ἐκεῖ‐ θεν, τοῖς Βουλγάροις προσέρχεται, ἁδραῖς αὐτοὺς ὑποσχέ‐ σεσι καταδεσμεῖ. ὅθεν καὶ μετὰ πλήθους ἀπείρου πρὸς τὴν
10Βυζαντίδα ἔρχεται, καὶ διὰ σωλῆνος ὑδροφόρου κλέπτει τὴν εἴσοδον, καὶ οὕτω τῆς βασιλείας αὖ ἐπιδράζεται, τοῦ Ἀψι‐ μάρου εἰς Ἀπολλωνίδα φυγόντος. ἔτη οὖν ἑπτὰ κρατήσας τὸν μὲν Ἀψίμαρον μέσῃ τῇ πόλει θριαμβεύσας ἀνεῖλεν, ὡσαύ‐ τως καὶ Λεόντιον· τὸν δὲ πατριάρχην Καλλίνικον, ἐπειδή‐
15περ ἀντέστη προλαβὼν αὐτῷ πειρωμένῳ ἐκκλησίαν χαλάσαι, τυφλώσας ἐξώριζεν ἐν Ῥώμῃ, καὶ ἀντ’ αὐτοῦ προβάλλεται Κυριακὸν τὸν ἐν τῇ νήσῳ Ἀμάστριδι ἔγκλειστον ὄντα· προη‐ γόρευσε γὰρ αὐτῷ τὴν τῆς βασιλείας ἀποκατάστασιν. καὶ ἁπλῶς εἰπεῖν, δίκην βοσκημάτων πάντας ἀπέκτεινε· μαινό‐
20μενος γὰρ ἦν. ὅθεν καὶ διὰ μικροῦ σκάφους ἀπὸ Χερσὼνος
ἐπανερχόμενος καὶ κλύδωνι περιπεσὼν τὴν ἐνδομυχοῦσαν518

519

αὐτῷ κακίαν δήλην καθίστησιν. ἐπειδὴ γὰρ τῶν οἰκείων τις αὐτῷ ἔλεγεν „ἰδοὺ ἀποθνήσκεις, δέσποτα, καὶ ὑπόσχου τῷ θεῷ, ἐάν σοι δώσῃ τὴν βασιλείαν, μηδένα τῶν ἐχθρῶν σου λυπῆσαι,“ ἔφη „ἐνταῦθά με καταποντισάτω κύριος, εἰ φεί‐
5σομαί τινος ἐξ αὐτῶν.“ πρὸς τούτοις δὲ καὶ βαλὼν ὁ τύραν‐ νος οὗτος κατὰ νοῦν ὅσα οἱ Χερσωνῖται κατ’ αὐτοῦ ἐμελέ‐ των τῷ Ἀψιμάρῳ χαριζόμενοι, πέμπει στρατὸν κατ’ αὐτῶν. καὶ ἦν ἰδεῖν θέαμα ἐλεεινόν. πᾶσαν ἡλικίαν ἐκέλευσεν ἀνη‐ λεῶς ἀποσφάττεσθαι. καὶ δὴ καὶ ἀποσφάττονται γέροντες
10νέοι γυναῖκες παῖδες καὶ πάντες ἁπλῶς. εἶτά τι μαθὼν Ἰου‐ στινιανὸς ὅτι τῶν νεογνῶν πάντῃ βρεφῶν οἱ σταλέντες ἐκεῖ‐ νοι ἐφείδοντο, καχλάζει ἐπὶ πλέον τῷ θυμῷ καὶ στόλον ἕτε‐ ρον ἐκπέμπει, ὡς κολασθῆναι μὲν καὶ τοὺς προαποσταλέντας, ἀναιρεθῆναι δὲ καὶ πᾶσαν βρεφικὴν ἡλικίαν. καθίστησι δὲ
15τοῦ στόλου ἡγεμόνα Φιλιππικὸν τὸν καὶ Βαρδάνην λεγόμενον. ἀπῆλθον ἐκεῖσε λοιπόν, καὶ τὴν τοῦ κρατοῦντος μυσαχθέντες ἀπανθρωπίαν, καὶ μὴ φέροντες αἵμασιν ἀδίκοις καταχραν‐ θῆναι, εἰς στάσιν χωροῦσιν, ἄνακτα δὲ καὶ κράτορα Φιλιπ‐ πικὸν ποιοῦσι. καιρὸς διῆλθεν ἐπὶ τούτοις ἱκανός. θροεῖται
20ὁ βασιλεύς, μανθάνει ἐκεῖθεν οὐδέν, ἐξέρχεται στρατὸν οὐκ ὀλίγον ἐπισυρόμενος. φθάνει ἕως Σινώπης αὐτῆς, ὁρᾷ διὰ
θαλάττης ἐρχόμενα πλοῖα. εὐθὺς ἀνθυποστρέφει καὶ αὐτός.519

520

ἀλλὰ πρῶτος ὁ Φιλιππικὸς τὰ βασίλεια καταλαμβάνει. ὅθεν καὶ ὑστερήσας ὁ Ἰουστινιανὸς ἐν τοῖς τοῦ Δαμάτρυος ὄρεσι σὺν αὐτῷ συνάγεται τῷ στρατῷ. ἀποστέλλει πρὸς αὐτὸν ὁ Φιλιππικὸς ἀντιπαράταξιν. πλανῶσιν αὐτόν, κρατοῦσι, καὶ
5τὴν αὐτοῦ κεφαλὴν ἀποτέμνουσι. κρατεῖ λοιπὸν ὁ Φιλιππι‐ κὸς ἔτη δύο. ἀλλὰ καὶ τοῦτον πάλιν εἰσελθόντες τινὲς ἀπὸ Θρᾴκης ἐκτυφλοῦσι. Καὶ βασιλεύει Ἀρτέμιος ὁ καὶ Ἀναστάσιος ἔτη δύο, καὶ μετὰ τοῦτον Θεοδόσιος τῶν κάτω ἔτη δύο. οὗτος καὶ ἄκων
10ἐξέστη τῆς βασιλείας καὶ ἀντὶ πορφύρας τὸ μέλαν ἠμφιά‐ σατο. ὁ γὰρ ἐξ Ἰσαυρίας Λέων, πατρίκιος τηνικαῦ‐ τα ὢν καὶ στρατάρχης τῆς ἕω, μελετᾷ κατὰ Θεοδοσίου ἀποστασίαν, ἔχων εἰς τοῦτο συμπράκτορα καὶ ἄνδρα τινὰ τῶν περιδόξων, ᾧ ἦν ὄνομα Ἀρτάβασδος. ᾧ δὴ καὶ
15τὴν αὐτοῦ θυγατέρα χάριν ἀνταμοιβῆς μετὰ τὸ κρατῆσαι δίδωσιν, εἰ καὶ βάναυσος πρότερον ἦν. ἡνίκα γὰρ τοῖς Ἰου‐ δαίοις ἐκεῖνος ἐνέτυχε παρὰ πηγῇ, κατάφορτον ἐλαύνων ὀνά‐ ριον ἦν. ἀλλὰ τοῖς χωράρχαις γνωρισθείς, κἀντεῦθεν τὸ τολμηροκάρδιον ἐκφήνας, κατὰ μικρὸν πατρίκιος καθίσταται
20κἀντεῦθεν βασιλεὺς ἀναγορεύεται. κρατεῖ τοίνυν ὁ Λέων οὗτος ὁ καὶ Κώνων ἔτη κγʹ. οὗτος ἐξ Ἰσαυρίας μὲν ὥρμητο,
τὸ ἐπιτήδευμα δὲ βάναυσος ἦν, Κώνων δὲ παρὰ τῆς μητρὸς520

521

αὐτοῦ παιδόθεν ἐλέγετο. ὅθεν καὶ τοῦ ἁγίου τηνικαῦτα Γερ‐ μανοῦ πρὸς αὐτόν, ἡνίκα τὸν τῆς εἰκονομαχίας κόνιν εἰς ὕψος πάντων κατέχεεν, εἰπόντος „μὴ ταῦτα, ὦ βασιλεῦ· τὴν γὰρ εἰκονομαχίαν Κώνων ἐγεῖραι λέγεται,“ ἔφη „ἐγώ εἰμι ὁ
5Κώνων.“ Τούτῳ τῷ βασιλεῖ πενιχρῷ ὄντι περὶ βασιλείας προεῖ‐ πον Ἰουδαῖοι μάντεις τινὲς ἑνωθέντες αὐτῷ κατὰ τύχην ἔν τινι πηγῇ ἀναψύξεως χάριν· ἐφ’ ᾧ καὶ ὑπέσχετο μεθ’ ὅρκου ἀμείψασθαι αὐτούς. ὅθεν καὶ βασιλεύοντι αὐτῷ ἐπέστησαν
10οὗτοι, λέγοντες ὅτι ἐὰν τὴν εἰκόνα τοῦ θεοῦ καὶ πάντων τῶν ἁγίων ἐκ μέσου ποιήσῃ, ἔσται τὸ σκῆπτρον αὐτοῦ διαρκοῦν κατὰ γενεὰν εἰς ἐνιαυτοὺς ρʹ. οὗτος τοσοῦτον ἐμηχανήσατο κατὰ τῶν εἰκόνων, ὡς καὶ τὸν μέγαν Γερμανὸν πολλὰ δια‐ λεξάμενον ἐκδιῶξαι τοῦ θρόνου. προὐβάλλετο δὲ ὁ πατριάρ‐
15χης τὴν διὰ Θαδδαίου κυριακὴν ἐκτύπωσιν πρὸς Αὔγαρον σταλεῖσαν καὶ τῇ Ἐδέσσῃ ἐναποκειμένην. εἰς μέσον δὲ ἔφερε καὶ τὴν παρὰ Λουκᾶ μὲν τοῦ ἀποστόλου ἱστορηθεῖσαν εἰκόνα, ἐν Ῥώμῃ δὲ πρὸς Θεόφιλον σταλεῖσαν, ὡσαύτως καὶ τὰ δύο χαλκᾶ ἐκτυπώματα, ἅπερ ἡ αἱμορροοῦσα ἐκ πόθου ἀνεστη‐
20λώσατο, ὧν τὸ ἓν ἐπικλινὲς πρὸς γῆν εἰς τύπον αὐτῆς καὶ
τὴν εὐλογίαν παρὰ θατέρου δεχόμενον· τοῦ Χριστοῦ γὰρ521

522

ἦν. τότε καὶ Γρηγόριος ὁ πάπας Ῥώμης γράφει πρὸς τὸν βασιλέα Λέοντα περὶ τῶν εἰκόνων. ἀλλὰ τὸν Αἰθίοπα σμῆ‐ ξαι μὴ δυνηθεὶς τοὺς φόρους τῆς Ἰταλίας καὶ Ῥώμης ἐκώ‐ λυσε τελεῖσθαι πρὸς τὸν βασιλέα, καὶ τὴν ὅλην δὲ χώραν
5αὐτῶν τῆς ἐξουσίας ταύτης ἀπέστησε. Δεῖγμα δὲ τῆς τοῦ Λέοντος κακοπραγίας πρὸς τοῖς ἄλλοις καὶ τοῦτο. ἐγγὺς τοῦ τεμένους τῆς ἁγίας τοῦ θεοῦ σοφίας οἶκος δεδόμητο λαμπρός, ἐν ᾧ βίβλοι τεθησαυρισμέναι ἦσαν, τὸν ἀριθμὸν ὡσεὶ τρισμύριαι ἑξακισχίλιαι πρὸς ἄλλαις πεντακο‐
10σίαις, ἔχουσαι φύλακά τε καὶ προϊστάμενον ἄνδρα τίμιον καὶ σοφόν. ἦσαν δὲ καὶ ὑπ’ αὐτὸν ἕτεροι ἄνδρες θαυμαστοί, ὡσεὶ ιβʹ, ἀμισθὶ τοὺς θέλοντας ἐκπαιδεύοντες· τοσοῦτον δὲ τὴν ἀρετὴν ἦσαν περιώνυμοι ὡς καὶ τοὺς βασιλεῖς μηδέν τι πράτ‐ τειν ἄνευ αὐτῶν. ὁ γοῦν κάκιστος κοινοῦται καὶ τούτοις τὰ
15τῆς ἀθέου γνώμης αὑτοῦ, καὶ μὴ ἔχων καταπειθεῖς εὑρεῖν αὐτοὺς ὕλην περισωρεύει εὐέξαπτον κύκλῳ τοῦ θείου ναοῦ, καὶ πῦρ ὑφάπτει λιπαρόν, καὶ πάντα ὁμοῦ καταφλέγει, τούς τε θείους ἐκείνους ἄνδρας καὶ σὺν αὐτοῖς τὰς βίβλους. Κατ’ ἐκεῖνο δὲ καιροῦ καὶ πλούσιός τις ἦν ἐλεημοσύναις
20ὁμοῦ καὶ πορνείαις συζῶν, καὶ οὕτω καταγηράσας ἀπέθανε.522

523

γίνεται οὖν στάσις περὶ τοῦ ποῦ ὁ τοιοῦτος τέτακται· οἱ μὲν γὰρ ἔλεγον ἄμωμον εἶναι δεῖ τὴν ἐλεημοσύνην, οἱ δὲ ταύτῃ καθαίρεσθαι τὰ ἁμαρτήματα διισχυρίζοντο. δεηθέντων οὖν τοῦ πατριάρχου τε Ῥωμανοῦ καὶ τῶν θεοφιλῶν ἐπισκόπων
5τοῦ θεοῦ περὶ τούτου, ἀπεκαλύφθη τινὶ ἐγκλείστῳ. ἑώρα γὰρ ἐντεῦθεν μὲν παράδεισον, ἐκεῖθεν δὲ φλόγα πυρὸς μεγί‐ στην, μέσον δὲ τὸν τελευτήσαντα ἑστῶτα καὶ μέγα στενά‐ ζοντα· πρὸς ὃν ἄγγελος ἐλθὼν εἶπε „τί μέγα στενάζεις; ἡ ἐλεημοσύνη σου ἐρρύσατό σε τῆς φλογός.“ μανθάνομεν οὖν
10ἐντεῦθεν ὅτι οὐ τοσοῦτον ὠφελήσει τὸ ἀργύριον ἐκ ῥυπαρᾶς χειρὸς διδόμενον. ἀλλὰ καὶ Ζήνων ὁ βασιλεύς, ὥς πού φη‐ σιν, ἐμίγη γυναικὶ παρθένῳ, ἧς ἡ μήτηρ μὴ φέρουσα τὸ συμβὰν τὴν ἀειπαρθένον ἱκέτευε θεοτόκον ἐκτενῶς ὥστε λα‐ βεῖν ἐκδίκησιν. καὶ ἤκουσε θείας ἐκεῖθεν φωνῆς οὕτω λεγού‐
15σης πρὸς αὐτήν „θέλομεν ἐκδικῆσαί σε, ὦ γύναι· ἀλλ’ ἡ δεξιὰ ἐκείνου ποιῆσαί με οὕτως οὐκ ἀφίησι.“ ὁ δὲ θεολόγος Γρηγόριος πρὸς ἀκρίβειαν νομοθετῶν οὕτως εὕρηται λέγων „μίσθωμα πόρνης ἁγνὸς οὐ μερίζεται.“ Ἐγένετο δὲ καὶ ἐν τῇ Ῥώμῃ τοιοῦτόν τι. μοναχός τις
20ἀφορισθεὶς ὑπὸ Γρηγορίου τοῦ πάπα ὡς παρὰ γνώμην τοῦ523

524

ἡγουμένου αὐτοῦ καὶ παρὰ τὸν θεσμὸν τοῦ μοναστηρίου τοῦ αὐτοῦ Γρηγορίου ποιήσας τι, μετ’ ὀλίγας ἐτελεύτησεν ἡμέ‐ ρας. ὅπερ ἀκούσας ὁ πάπας μεγάλως ἐλυπήθη, διότι ἀπῆλ‐ θεν ὁ ἀδελφὸς ἐξαίφνης δεδεμένος ὤν. καὶ γράψας ἐν χάρτῃ
5εὐχὴν λύουσαν τῶν δεσμῶν τὸν τεθνεῶτα ἔδωκέ τινι διακόνῳ εἰπών „ἄπελθε ἐπὶ τὸν τάφον τοῦ ἀδελφοῦ, καὶ ἀνάγνωθι αὐτήν.“ καὶ τούτου γενομένου θεωρεῖ ὁ ἡγούμενος κατ’ ὄναρ τὸν ἀδελφόν, καὶ λέγει αὐτῷ „λύπην ἔχομεν, ἀδελφέ, περὶ σοῦ, ὅτι δεδεμένος ἐτελεύτησας· εἰπὲ οὖν ἡμῖν πῶς
10ἔχει τὰ κατά σε;“ καὶ ὃς ἀποκριθεὶς εἶπεν „ὄντως, πάτερ, εἰς φυλακὴν ἤμην ἕως χθές· σήμερον δὲ ἀπολέλυμαι.“ καὶ ἐγνώσθη πᾶσιν ὅτι καθ’ ἣν ὥραν ἀνέγνω ὁ διάκονος τὴν εὐχὴν ἐπὶ τοῦ τάφου, τοῦ δεσμοῦ παραδόξως ὁ ἀδελφὸς ἠλευθέρωτο. ὅσα δὲ δύναται ὁ παρὰ τῶν ἱερέων ἐπαγόμενος
15δεσμός, δῆλον ἐντεῦθεν. ἐν τῇ ἐκκλησιαστικῇ ἱστορίᾳ Φίλω‐ νος τοῦ φιλοσόφου εὕρηται ὅτι ἐν τῷ καιρῷ τῶν διωγμῶν ἐπίσκοπός τις ἀφώρισε πρεσβύτερον, ὃς ἀπελθών που διά τινα χρείαν κρατεῖται ὑπὸ Ἑλλήνων καὶ μαρτυρεῖ. ναὸς ἐκεῖσε αὐτῷ ἐγείρεται, τελεῖται τὰ ἐγκαίνια. καὶ ἅμα τῷ τὸν
20ἐπίσκοπον εἰπεῖν „εἰρήνη πᾶσι,“ τηνικαῦτα ἡ λάρναξ τοῦ524

525

ναοῦ ἐξεπορεύετο. γίνεται τοῦτο δὶς καὶ πολλάκις. ὀπτάνε‐ ται ὁ μάρτυρ τῷ ἐπισκόπῳ, λέγων „ἄπελθε, καὶ πεῖσον τὸν ἐπίσκοπόν μου ἐλθεῖν καὶ λῦσαί με. ἀφώρισέ με γὰρ τῆς λειτουργίας, καὶ συλλειτουργῆσαι ὑμῖν οὐ δύναμαι. καὶ τὸν
5μὲν στέφανον τοῦ μαρτυρίου ἔλαβον, τὸ δὲ πρόσωπον τοῦ θεοῦ οὐκ ἐθεασάμην. καὶ εἰ μὴ ὁ δήσας λύσει με, λῦσαι ἄλλος οὐ δύναται.“ γίνεται ταῦτα, καὶ ἡ λάρναξ οὐκέτι τοῦ ναοῦ ἐξέρχεται. ὅθεν καὶ πάντες τῷ θεῷ δόξαν δεδώκασι τῷ διδόντι τοιαύτην ἐξουσίαν τοῖς δούλοις αὐτοῦ. ἀλλὰ καὶ
10ὁ χρυσορρήμων οὕτω φησίν „ἡμεῖς μὲν οὖν κατὰ τὸν ἐκκλη‐ σιαστικὸν θεσμὸν τὰ δεσμὰ περιβάλλομεν. εἰ δέ τις τούτων καταφρονεῖ, ἐπιστήσεται ὁ τοῦ θανάτου καὶ τῆς κρίσεως και‐ ρός, διδάσκων αὐτὸν ὡς ἀψευδὴς ὁ λόγος τοῦ κυρίου καὶ ὁ νόμος τῆς ἐκκλησίας αὐτοῦ.“
15 Μετὰ δὲ Λέοντα ἐβασίλευσεν ὁ υἱὸς αὐτοῦ Κωνσταντῖ‐ νος ὁ Κοπρώνυμος ἔτη λδʹ, ἐκ δεινοτάτου λέοντος ποικιλότρο‐ πος πάρδαλις. οὗτος πᾶσαν κακίαν μετήρχετο, τοὺς ἁγίους τε μὴ λέγειν ἁγίους ἐθέσπιζε, τὰ λείψανα διαπτύειν αὐτῶν, καὶ πρεσβείαν ἐκεῖθεν μὴ ἐκκαλεῖσθαι· οὐ δύνανται γάρ.
20καὶ τὸ πάσης βλασφημίας μεῖζον, ὅτι τοιαῦτα καὶ περὶ τῆς
θεομήτορος ἐφρόνει· ἔλεγε γὰρ ὅτι ἕως οὗ εἶχεν ἐν ἑαυτῇ525

526

τὸν Χριστόν, τετιμημένη ἐτύγχανε, ἀφ’ οὗ δὲ τοῦτον ἀπέ‐ τεκεν, ὢ τῆς ἀνοχῆς σου Χριστέ οὐδὲν τῶν λοιπῶν γυναι‐ κῶν διενήνοχε, κατὰ τὴν εἰκόνα δῆθεν τοῦ βαλαντίου· πλῆ‐ ρες μὲν νομισμάτων ὂν διὰ τιμῆς ἐστί, κενωθὲν δὲ οὐδενὸς
5λογίζεται ἄξιον. ἀλλὰ καὶ τοὺς ἱεροὺς ναοὺς ἀνιέρους ἔσπευδε ποιεῖν· τὰς γὰρ ἱερὰς μορφώσεις ἀπείληφεν, ἱππηλασίας δὲ ἀντ’ αὐτῶν ὑπεζωγράφει καὶ κυνηγέσια. καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ τοὺς μοναχοὺς ἐδίωκε καὶ ὡς ἄρνας κατέσφαττε. Ταῦτα δὲ βλέπων ὁ προρρηθεὶς Ἀρτάβασδος συνάπτει
10πόλεμον αὐτῷ, καὶ τῆς βασιλείας ἐξώσας κράτωρ αὐτὸς ἀνα‐ γορεύεται. ἐντεῦθεν ἀνθεῖται τὰ τῆς εὐσεβείας, καὶ τὰ τῶν ἐκκλησιῶν τὸ πρώην κάλλος ἐλάμβανον. ἀλλ’ ὁ Βελίαρ ἐπὶ τούτοις οὐκ ἔφερεν. ὑπέρχεται τὸ στρατιωτικόν, κολα‐ κείαις θερμαίνει. ἀθροίζει δύναμιν, τῷ Ἀρταβάσδῳ συνά‐
15πτει πόλεμον, νικᾷ κατὰ κράτος. χειροῦται αὐτὸν ζῶντα καὶ ὀφθαλμοὺς ἐξορύττει, καὶ κράτωρ αὖθις ἀποκαθίσταται ὁ δεύτερος ὄντως Ἰουλιανός· ἀνθρώπους καὶ γὰρ ἔθυε τῇ Ἀφροδίτῃ. ὅθεν καὶ ἐν ταῖς ἡμέραις αὐτοῦ νοσήματα χα‐ λεπὰ κατὰ θεομηνίαν συνέβαινον, κἀντεῦθεν θανατικὸν γέγο‐
20νεν ἄρρητον. φθορὰ γὰρ ἀνθρώπων τηνικαῦτα ἐπέπεσεν ὁποία δὴ καὶ ἐν ταῖς ἡμέραις Ἰουστινιανοῦ· ὁλόκληροι γὰρ
ἐκλείσθησαν οἶκοι. ἀλλὰ καὶ δείματα φοβερὰ ἑώρων οἱ ἄν‐526

527

θρωποι· ὡς ἐν ἐκστάσει καὶ γὰρ γινόμενοι ἐδόκουν ἐντυγ‐ χάνειν ἀνδράσι τισὶ βριαροῖς. τότε καὶ ψῦχος γίνεται μέγα καὶ πικρόν, ὥστε καὶ τὴν ἀρκτώαν τοῦ Πόντου παράλιον ἐπὶ μίλια ρʹ ἀπολιθωθῆναι τὸ πέλαγος ἐκ τοῦ κρύους, εἰς δὲ
5βάθος ἐπὶ πήχεσι λʹ, ὃ καὶ ἐπιχιονισθὲν ηὐξήθη πήχεις ἑτέ‐ ρους κʹ. κατὰ δὲ μῆνα Φευρουάριον εἰς διάφορα τμήματα διαιρεθὲν ἐπὶ τὴν πόλιν αὐτὴν καὶ μέχρι τῆς Ἀβύδου κατῆλ‐ θεν, ἔχον ἐν ἑαυτῷ καὶ ζῶα πάμπολλα πεπηγμένα. τότε ὁ θέλων πεζοπορῆσαι ἀπὸ ἀκροπόλεως εἰς Χρυσούπολιν οὐκ
10ἐκωλύετο. τότε ὑπ’ αὐτῶν συντριβόμενα τὰ τείχη μεγάλως ἐδονήθησαν. τότε ιβʹ νομίσματα ἐπράθη ὁ μόδιος ἡ κριθή. τότε τῆς κατὰ Μεσοποταμίαν γῆς σχισθείσης ἡμίονος ἀνεδόθη πο‐ λεμίων ἔφοδον ἀνθρωπίνῃ φωνῇ προσημαίνουσα. καὶ τότε Νικήτας τις εὐνοῦχος, τὰ πρῶτα φέρων παρὰ τῷ Κοπρωνύ‐
15μῳ, μηδὲν ἄλλο εἰδὼς ἢ ἐσθίειν καὶ πίνειν, χειροτονεῖται πατριάρχης. οὗτός ποτε τὸ εὐαγγέλιον ἀναγινώσκων ἐν τῷ κελλίῳ αὐτοῦ, ἀντὶ τοῦ εἰπεῖν ἐκ τοῦ κατὰ Ματθαῖον „ἐκ τοῦ κατὰ Ματθάϊον“ ἐξεφώνησεν. ἐφ’ ᾧ καί τις τῶν παρι‐ σταμένων εἶπε „μὴ διαίρει τὴν αι δίφθογγον.“ πρὸς ὃν
20ἐκεῖνος ἔφη μετὰ θυμοῦ „φλυαρεῖς· τὰ γὰρ δίφθογγα καὶ527

528

τρίφθογγα πολλὰ μισεῖ ἡ ψυχή μου.“ ὁ δὲ τύραννος ἀπὸ ἐκστρατείας ὑποστρέφων ἀνθρακοῦται τὰ σκέλη, καὶ περὶ τὸ στρογγύλον θνήσκει λάβρῳ πυρετῷ συσχεθείς, τοῦτο καὶ μόνον ἐπὶ τούτοις εἰπών, ὅτι ζῶν ἀσβέστῳ πυρὶ παραδίδομαι διὰ
5τὴν Μαρίαν· ἀλλ’ ἀπὸ τοῦ νῦν τιμάσθω. γίνωσκε δέ, ἀγαπητέ, ὅτι πολλὰ καὶ πολλάκις ζητήσαντες ὅθεν ἐκεῖνος ἐκλήθη Κοπρώ‐ νυμος, οὐδὲν ἄλλο ἢ τοῦτο μόνον εὕρομεν. χώρα τίς εστι Κάβαλα οὕτω λεγομένη. οἱ οὖν ἐκεῖθεν ὁρμώμενοι Καβαλῖ‐ νοι πάντως ἐλέγοντο. ἐκεῖθεν οὖν καὶ αὐτὸς τὴν γέννησιν
10ἔσχηκε, καὶ ἐπειδὴ κατά τινα συνήθειαν Καβαλίνα ἡ κοπρία λέγεται, δικαίως ὁ κάκιστος ἐκεῖνος ἐπεκλήθη Κοπρώνυμος, ὡς ὄνομα κοπρίας ἐν ἑαυτῷ δῆθεν ἐπιφερόμενος. Μετὰ δὲ τοῦτον κρατεῖ ὁ ἐκ τῆς Χαζάρας υἱὸς αὐτοῦ Λέων ἔτη εʹ, εὐσεβὴς μὲν ὢν κατ’ ἀρχάς. ἔπειτα δὲ τὸ τῆς
15ἐκκλησίας στέμμα φορεῖ, ὅθεν ἀπανθρακωθεὶς ὥσπερ ὑπὸ λαβροῦ πυρετοῦ τελευτᾷ. τότε καὶ ὁ κύων ἐκεῖνος ἦν ὁ τὸν φονέα τοῦ κυρίου αὐτοῦ γνωρίσας ἐν καπηλείῳ εἰσελθόντα τοῦ πιεῖν οἶνον. ὁ γὰρ κύων μετὰ τὸ φονευθῆναι τὸν κύριον συνο‐ δεύοντά τινι κακούργῳ καθ’ ὁδὸν προσήλυτος ἐν πανδοχείῳ
20γέγονεν. ἐκεῖσε γοῦν τυχαίως εἰσελθὼν ὁ φονεὺς ἐγνωρίσθη528

529

παρὰ τοῦ κυνός, καὶ τοσοῦτον ἦν ἐκεῖνος ὑπ’ αὐτῷ ὑλακτῶν ὥστε ὑποψίαν οὐκ ἀγαθὴν δοῦναι περὶ αὐτοῦ. κρατεῖται λοιπὸν ὁ φονεύς, προσάγεται τῷ ἄρχοντι, ἐτάζεται ἀκριβῶς, ὁμολογεῖ καὶ ἄκων, καὶ τελευταῖον ὡς κακοῦργος ἀναι‐
5ρεῖται. Μετὰ δὲ τοῦτον κρατεῖ ὁ υἱὸς αὐτοῦ Κωνσταντῖνος σὺν τῇ αὐτοῦ μητρὶ Εἰρήνῃ ἔτη ιζʹ, ὑφ’ οὗ ἡ εὐσέβεια κρατύνε‐ ται καὶ τὰ μοναστήρια πλατύνονται. τότε καὶ ἐν τῇ Θρᾴκῃ ὀρύσσων τις εὗρε λάρνακα ἐν ᾗ γεγραμμένον ἦν „Χριστὸς
10γεννᾶσθαι μέλλει ἐκ Μαρίας τῆς παρθένου, καὶ πιστεύω εἰς αὐτόν. ἐπὶ Κωνσταντίνου καὶ Εἰρήνης τῶν εὐσεβῶν βασι‐ λέων ὄψει με πάλιν, ὦ ἥλιε.“ ἡ Εἰρήνη αὕτη τῷ υἱῷ αὐτῆς Κωνσταντίνῳ συμβασιλεύουσα, καὶ μὴ ἀνεχομένη τῶν παρὰ αὐτοῦ γινομένων (αὐτήν τε γὰρ τῆς βασιλείας ἐποίησεν
15ἔκπτωτον, εἰ καὶ μεταμεληθεὶς πάλιν ἐπὶ τὰ βασίλεια ταύτην ἀνήγαγε, καὶ τὴν ὁμόζυγον αὐτοῦ σώφρονα καὶ λίαν οὖσαν ἐξάγει, μῖξιν δὲ γυναικὸς ἄλλης ἀντεισάγει), τούτου χάριν ἐκτυφλοῖ αὐτὸν ὑπνώττοντα, ὡς ἐντεῦθεν καὶ τὸν ἥλιον ἐπὶ πλείστας ἡμέρας μὴ δοῦναι καθαρὰς τὰς ἀκτῖνας αὐτοῦ.
20ἀλλ’ ἡ βασιλὶς Εἰρήνη μετάμελον ἐφ’ οἷς δέδρακε σχοῦσα,
καὶ θέλουσα τοῦ μίσους ἑαυτὴν ἀποπλῦναι, χρημάτων529

530

θησαυροὺς τῇ πόλει ἐκκενοῖ καὶ λύει τὰ χρέα. πλὴν οὐκ ἐπενύ‐ σταξεν ὁ παντεπόπτης ὀφθαλμός· πρὸς βραχὺ καὶ γὰρ τῆς ἡδο‐ νῆς τοῦ κράτους αὕτη γευσαμένη ἀψινθιάζοντα πίνει κρατῆρα. ἐπανέστη καὶ γάρ τις τῶν συγκλήτου, τοὔνομα Νικηφόρος, τὴν
5ἀξίαν πατρίκιος ἀπὸ γενικῶν, καὶ τῆς βασιλείας αὐτὴν ἀτί‐ μως ἐξίστησι. κρατεῖ τοίνυν ὁ Νικηφόρος οὗτος ἔτη θʹ, ἄν‐ θρωπος φονικώτατος, δοῦλος χρυσοῦ, Μίδας ἄλλος ἄντικρυς, ὠνίους τὰς ἀρχὰς ποιούμενος. οὗτος πᾶσι μὲν ἐῴκει κατη‐ φὴς εἶναι, τὸν δὲ χρυσὸν αὐτῷ προσάγουσι καὶ πάνυ χαρίεις
10ἐφαίνετο. ἀλλὰ καὶ βαρὺ τοῖς Βυζαντίοις ἄχθος ἐπέθηκε, χάριν τῶν γηρασάντων τειχῶν ἀπαιτεῖσθαι τὸ λεγόμενον δικέρατον ἐκέλευσε. πρὸς τούτοις δὲ ἐπεκράτει καὶ τὰ τῷ στρατῷ ἐποφειλόμενα. Κατ’ ἐκεῖνο δὲ καιροῦ καὶ τὸ τῆς ἁγίας Εὐφημίας λεί‐
15ψανον κατὰ θαλάττης ῥιφὲν παρὰ τοῦ Κοπρωνύμου ἐν Λέσβῳ τῇ νήσῳ ἐπανεσώθη. καὶ περὶ μὲν τούτων οὕτως. ὁ δὲ Ζω‐ ναρᾶς ἐν τῷ χρονικῷ αὐτοῦ συντάγματι καὶ τάδε περὶ τού‐ του φησί. δύο λόγοι φέρονται· ὁ μὲν γὰρ λέγει πυρὶ πα‐ ραδοθῆναι παρὰ τοῦ Κοπρωνύμου τὴν ἁγίαν Εὐφημίαν, εἰ
20καὶ τῆς ἐλπίδος ἐκεῖνος διήμαρτεν (ἀντ’ αὐτῆς γὰρ ετερον530

531

ἐκαύθη σῶμα), ὁ δὲ λέγει κατὰ βυθοῦ ῥιφῆναι αὐτήν, θείᾳ χάριτι περὶ τὴν Λέσβον νῆσον ἐπανασωθῆναι. Τότε δὴ τότε κακῶς οὕτω τοῦ Νικηφόρου τὰ τῆς βασι‐ λείας διέποντος θρόος ἄτακτος παρὰ τῷ λαῷ καὶ στάσις ὅτι
5πολλή. τότε καὶ Βαρδάνην τὸν στρατάρχην τὸ τῆς βασιλείας κράτος ἐκβιάζουσιν ἀναδήσασθαι. ὅθεν καὶ τὸ τῆς τύχης οὗτος ἄδηλον δεδιὼς διορατικῷ τινὶ προσέρχεται ἀνδρὶ τὰ μέλλοντα μαθησόμενος, καὶ δὴ καὶ μεμάθηκεν ἀπλανῶς πάντα τὰ συμβησόμενα. τὸν μέντοι Νικηφόρον, διάγε τὸ τὸν
10μέγαν Θεόδωρον τὸν Στουδίτην ὑπερόριον ποιῆσαι τοῦ δικαίου καὶ τῶν κανόνων ὑπερλαλοῦντα, ἡ θεία δίκη μετέρχεται· κατὰ Βουλγάρων γὰρ ἐκστρατεύσας ἐν τῷ πολέμῳ πίπτει καὶ τὴν κεφαλὴν ἀφαιρεῖται. τῷ παιδὶ Σταυρακίῳ τὰ σκῆπτρα καταλιμπάνει. ἀλλὰ καὶ Σταυράκιος ἐκ μέσου τάχιον γίνε‐
15ται κατὰ ταύτην τὴν μάχην δορατότρωτος γεγονώς, κρατήσας μῆνας δύο. Μετὰ δὲ τοῦτον κρατεῖ Μιχαὴλ ὁ Ῥαγγαβὲ ὁ ἐπὶ θυγατρὶ Προκοπίᾳ τοῦ Νικηφόρου γαμβρός, ἔτη δʹ μῆνας θʹ, ὁ καὶ βασιλείας ἄξιος· πρὸς γὰρ τοῖς ἄλλοις καὶ τοὺς ἐν ἐξορίᾳ
20ὄντας ἁγίους ἐπανεσώσατο. τοῦτον μέντοι τὸν Μιχαὴλ ἀρχὴν
ὁ Σκυλίτζης τοῦ χρονικοῦ αὐτοῦ ποιεῖται συντάγματος. ὁ531

532

διαληφθεὶς Βαρδάνης, ἡνίκα προσῆλθε τῷ κατά γε τὸ Φιλο‐ μίλιον διορατικῷ μοναχῷ, συνεφεπομένους εἶχε Λέοντα τὸν Ἀρμένιον, Μιχαὴλ τὸν τραυλὸν καὶ Θωμᾶν τινά. καὶ ὁ μὲν Βαρδάνης κατὰ τὴν τοῦ μοναχοῦ πρόρρησιν ἐκτυφλοῦται
5τυραννίδος ἐφιέμενος, ὁ δὲ Λέων ὕστερον καὶ ὁ Μιχαὴλ ἐγκρατεῖς τῆς βασιλείας γίνονται. τῷ μέντοι Μιχαὴλ τῷ Ῥαγγαβὲ ἡ τῆς βασιλείας ἀποβολὴ καὶ οὕτω δεδήλωται. παι‐ δίσκη τις οἰκογενὴς ἦν τῷ Μιχαήλ· αὕτη κατά γε τὰς σελη‐ νικὰς συνόδους πάθει μανίας ἡλίσκετο. ἡνίκα γοῦν τῷ πά‐
10θει συνείχετο, κατά γε τὸν Βουκολέοντα ἤρχετο, καὶ γεγω‐ νότερον ἐβόα πρὸς τὸν βασιλέα „κάτελθε, κάτελθε· ὑποχώ‐ ρει τῶν ἀλλοτρίων.“ γίνεται τοῦτο πολλάκις. ἐκπλήττε‐ ται ὁ βασιλεύς. κοινολογεῖται τὰ περὶ τούτου οἰκείῳ τινὶ Θεοδότῳ τοὔνομα. καὶ ὃς ἅμα τῷ γενέσθαι τὸ κορά‐
15σιον τῷ δαίμονι κάτοχον διερωτᾷ τε αὐτὸ καὶ μανθάνει τίνι προσήκει τὸ παλάτιον καὶ ὁποῖα τὰ τούτου γνωρί‐ σματα. ὁ δὲ ἦν Λέων ὁ Ἀρμένιος. πολὺ τὸ ἐν μέσῳ καὶ παρὰ Μιχαὴλ πέμπεται πρὸς τῆς ἕω στρατηγὸς ὁ Ἀρμένιος. εἶτα μετέρχεται τὸ στρατιωτικόν, ἀνταίρει κατὰ Μιχαήλ.
20τρίχινον λοιπὸν οὗτος ἐνδύεται, καὶ τῆς βασιλείας ἑκὼν ὑπ‐
εξίσταται.532

533

Κρατεῖ οὖν μετὰ τὸν Ῥαγγαβὲ ὁ Ἀρμένιος, ἔτη ζʹ μῆ‐ νας εʹ. καὶ τηνικαῦτα τὸ γένος φιλονεικῶν ἐκτρῖψαι τοῦ Μιχαήλ, τὰ παιδογόνα τοῦ παιδὸς αὐτοῦ μόρια, ᾧ ὄνομα Νικήτας, ἐκτέμνει, μή ποτε τεκνώσας ἀμύνηται αὐτόν. εἰς
5ἄνδρας οὖν ὁ παῖς οὗτος ἔρχεται, καὶ τῆς νέας ταυτησὶ Ῥώμης ἀρχιερεὺς χρηματίζει, μετακληθεὶς Ἰγνάτιος ἐν μετα‐ θέσει βίου. ὁ δὲ Λέων κατὰ τῶν ἁγίων εἰκόνων ὁπλίζεται. ἡ δὲ αἰτία τοιαύτη. ὁ προορατικὸς ἐκεῖνος τελευτᾷ μοναχός. διαδέχεται τὸ κελλίον αὐτοῦ μοναχὸς ἄλλος, Σαββάτιος τοὔ‐
10νομα, ὃς καὶ πείθει τὸν Λέοντα ἐκ μέσου ποιῆσαι τὰς ἁγίας εἰκόνας. ὁ γὰρ Λέων τῆς βασιλείας ἐπιβὰς καὶ τῆς τοῦ μοναχοῦ προρρήσεως ἐπιμνησθεὶς στέλλει τάχα πρὸς ἐκεῖνόν τινας ἀμοιβάς· εὑρεθεὶς δὲ ὁ Σαββάτιος ουτος καταπλήττει τε διὰ γραφῆς, καὶ ἔκπτωσιν τῆς βασιλείας ἀπειλεῖ εἰ μὴ
15τὰς εἰκόνας αὐτὰς καταστρέψειεν. ἐντεῦθεν ἡ τῆς εἰκονομα‐ χίας πυρκαϊὰ τῷ βασιλεῖ Λέοντι ὑπανάπτεται. τηνικαῦτα καὶ ὁ ἐν πατριάρχαις ἀοίδιμος Νικηφόρος μὴ πεισθεὶς τῇ εἰκονομαχίᾳ συνθέσθαι ἐξόριστος εἰς Προικόνησον γίνεται, καὶ πρὸ πολλοῦ τοῦτο εἰδώς, καὶ ὅτι ταράξει τὴν ἐκκλησίαν
20ὁ Λέων· ἔδοξε γὰρ τῷ μακαρίτῃ, ὁπηνίκα τὸ διάδημα τῇ τοῦ Λέοντος ἐπέθη κεφαλῇ, ἀκάνθαις καὶ τριβόλοις τὴν
χεῖρα περιπαρῆναι. οὗτος οὖν ὁ μακάριος διὰ νηὸς εἰς τὴν533

534

ὑπερορίαν στελλόμενος ὄρθιος ἵστατο καὶ πρός τινα τὸν ἀσπα‐ σμὸν ἐποιεῖτο. καὶ τί τοῦτο ἐρωτηθείς, καὶ πρὸς τίνα ποιεῖ‐ ται τὸν ἀσπασμόν, πρὸς Θεοφάνην τὸν ὁμολογητὴν ἔλεγε, τὸν τοῦ Ἀγροῦ καθηγητήν, ἅτε κηροῖς καὶ θυμιάμασιν ἡμᾶς
5δεξιούμενον. ἐπὶ τούτοις ὁ Λέων τὴν τοῦ μοναχοῦ καθ’ ἑαυτὸν στρέφων πρόρρησιν δέσμιον εἶχε τὸν Μιχαήλ, εἴγε καὶ μᾶλλον ὁ τοιοῦτος θρασὺς καὶ ἀναίσχυντος ἦν. ἐφ’ ᾧ καὶ παρὰ τῇ συγκλήτῳ ψῆφος γίνεται πυρὸς γενέσθαι τὸν Μιχαὴλ παρανάλωμα. ὃ καὶ γενέσθαι ἔφθασεν ἄν, εἰ μή
10πως ἡ δέσποινα τὸ τοιοῦτον ἐκώλυσεν, εἰς μεσιτείαν τάχα προβαλλομένη τὴν ἐνεστῶσαν ἁγίαν τηνικαῦτα Χριστοῦ γέν‐ νησιν. ὁ μέντοι Λέων ἀπό τε ὀνειράτων καὶ χρησμῳδημά‐ των καὶ ἑτέρων τοιούτων τινῶν ἔντρομος ὢν τὴν ἀναίρεσιν ἐκείνου κατέσπευδεν· ἀλλὰ καὶ πρὸς τὴν ὁμόζυγον αὐτοῦ
15ἔλεγεν „ὁ μὲν Μιχαὴλ ἤδη ἀνύεται διὰ σέ, σὺ δὲ καὶ οἱ ἔκ σου μετ’ ὀλίγον μαθήσεσθε.“ οὐ πολὺ τὸ ἐν μέσῳ, καὶ ὁ Μιχαὴλ τῇ τοῦ προρρηθέντος μοναχοῦ προρρήσει θαρρῶν κατὰ Λέοντος μελετᾷ τὴν ἐπιβουλήν, ταύτην καὶ τῷ κατέ‐ χοντι αὐτὸν ἀποκαλύψας παππίᾳ. ταύτῃ τοι καὶ νυκτὸς
20εἰσάγεται σὺν τοῖς ψαλμῳδοῦσι στρατιώτας ἐνόπλους. καὶ ὁ
μὲν Μιχαὴλ εἰς τὸν βασιλικὸν ἀνάγεται θρόνον, δεσμῷ τοὺς534

535

πόδας κατεχόμενος σιδηρῷ· τὸν δὲ Λέοντα καὶ προσπεφυ‐ γότα τῷ θείῳ ναῷ ἀνηλεῶς ἐκτέμνει τοῖς ξίφεσι. Κρατεῖ τοίνυν μετὰ τὸν Λέοντα ὁ τραυλὸς Μιχαήλ, ἔτη ηʹ, ὁ καὶ ἐξ Ἀμορίου ὁρμώμενος, δυσσεβὴς μὲν ὤν, οὐ
5μὴν δὲ καὶ ἀσεβεῖν ἀναγκάζων τοὺς εὐσεβεῖς. ἐφ’ ᾧ καὶ ἀνίενται τηνικαῦτα οἱ ἅγιοι, ὁ μέγας τε Θεόδωρος ἀπὸ τῆς ὑπερορίας ἀνάγεται· προέφθασε γὰρ αὐτὸν ἐξορίσας ὁ Ἀρμέ‐ νιος καὶ πολλὰ κακὰ ποιήσας ἅτε τῶν ἁγίων εἰκόνων ὑπερμα‐ χόμενον. τούτου μέντοι τοῦ Μιχαὴλ βασιλεύοντος Θωμᾶς
10τις χεῖρα βαρεῖαν συλλέξας ἐξ ἀνατολῆς τε καὶ δύσεως, τριή‐ ρεις τε οὐκ ὀλίγας ποιήσας, κατὰ τῆς βασιλίδος ἐκστρατεύει τῶν πόλεων. τοσαύτη δὲ δύναμις ἦν ὥστε καὶ τὴν ἀπαιω‐ ρηθεῖσαν ἐν ἀκροπόλει ἅλυσιν διακλάσαι καὶ πρὸς Βλαχέρ‐ νας ἀπελθεῖν. ἐν ὅλοις λοιπὸν τρισὶν ἔτεσι τὰ τοῦ πολέμου
15κεκρότηται. εἶτα ὁ Θωμᾶς ἡττᾶται, φεύγει, εἰς Ἀδριανού‐ πολιν ἔρχεται. καιρὸν ἱκανὸν ἐκεῖσε παρὰ τοῦ Μιχαὴλ κύκλῳ τετήρηται. προδίδωσι καὶ ἄκων, κρατεῖται, χεῖρας καὶ πό‐ δας τέμνεται, ἐπ’ ὄνου κάθηται, τοῦτο καὶ μόνον λέγων „ἐλέησόν με, ἀληθῶς βασιλεῦ.“
20Μετὰ δὲ τὸν Μιχαὴλ Θεόφιλος ὁ υἱὸς αὐτοῦ, ἔτη ιβʹ
μῆνας γʹ. καὶ τηνικαῦτα ἐκλογὴν ποιεῖται κορασίων, ὧν μία535

536

καὶ ἡ Κασία, ἣν δὴ καὶ ἀποπέμπεται διὰ τὴν πλὴρη συνὲ‐ σεως ἀπόκρισιν αὐτῆς· μῆλον γὰρ ἐπιδεδωκὼς αὐτῇ ὡς ἐρασθεὶς δῆθεν ἐπὶ τῷ κάλλει αὐτῆς, καὶ εἰπὼν „ἐκ γυναι‐ κὸς ἐρρύη τὰ φαῦλα,“ ἤκουσεν ἐξ αὐτῆς ὅτι καὶ ἀπὸ γυναι‐
5κὸς πηγάζει τὰ κρείττονα. ἐφ’ ᾧ καὶ τὴν Παφλαγόνα Θεο‐ δώραν ἠγάγετο. οὗτος καθ’ ἑκάστην ἑβδομάδαν διὰ τῆς ἀγο‐ ρᾶς ἔφιππος εἰς τὸν ἐν Βλαχέρναις ναὸν ἀπήρχετο· εἰ γὰρ καὶ τιμὴν ταῖς ἁγίαις εἰκόσιν οὐκ ἔνεμεν, ἀλλὰ τῷ σωτῆρι καὶ αὐτῇ τῇ θεομήτορι πίστιν ἐτήρει, ὡς ἔλεγεν. οὗτος καὶ
10περὶ τῶν ἐν τῇ ἀγορᾷ προκειμένων ὠνίων ἠρώτα, καὶ εἰ πολλοῦ ἐπιπράσκοντο, κατὰ τοῦ ἐπάρχου ὠργίζετο. τούτῳ προσῆλθέ τις γυνὴ παρὰ τοῦ τῆς Αὐγούστας συγγόνου Πε‐ τρωνᾶ ἀδικουμένη· οἴκημα καὶ γάρ τι ὑψώσας ἔβλαπτε γει‐ τονοῦσαν αὐτήν. ὁ γοῦν Πετρωνᾶς ἐπεφωνήθη μέν, οὐ διωρ‐
15θώσατο δέ. ἐφ’ ᾧ αἰκίζεται δεινῶς, καὶ τοῦ οἰκήματος ἀνα‐ τραπέντος ἡ ὕλη πᾶσα τῇ γυναικὶ δίδοται. ἡνίκα δὲ καὶ προκύψας τὸ τῆς δεσποίνης εἶδεν ἔγγομον πλοῖον, πυρίκαυ‐ στον κελεύει γενέσθαι, λέγων „βασιλέα με τοῦ θεοῦ ἀνα‐ δείξαντος, σὺ βιάζεις ποιῆσαί με ναύκληρον. ἄλλως τε εἰ
20μετὰ τῆς βασιλικῆς εὐετηρίας καὶ τὰ ἐξ ἐμπορίας ἑαυτοῖς
περιποιεῖσθαι σπεύδομεν, πόθεν ἂν τὰ πρὸς ζωὴν οἱ ἰδιῶ‐536

537

ται πορίζοιντο;“ τοσοῦτον δὲ μεγαλοπρεπὴς βασιλεὺς ὁ Θεό‐ φιλος ἦν ὥστε καὶ θαυμαστά τινα φιλοτεχνήσασθαι ὄργανα. πνεῦμα καὶ γὰρ ἐκεῖθεν ἐν μηχανῇ τινὶ ἀναπεμπόμενον μελῳ‐ δίαν ἀπήχει τερπνὴν καὶ εὐκέλαδον. ἀλλὰ καὶ χρυσᾶ κατε‐
5σκεύασε δένδρα, ἐν οἷς παντοδαποὶ στρουθοὶ καθήμενοι με‐ λῴδημα μελιτόεν ἐξέχεον. Ἀνθρώπιόν τι ἐν ἀνακτόροις περιεστρέφετο, παρακοπὴν φρενῶν ἔχον, Δένδερις καλούμενον. ποτὲ γοῦν ὁ βασιλεὺς ἐρωτήσας αὐτὸ πόθεν ἥκει, παρὰ τῇ Μάννᾳ πορευθῆναι ἔλε‐
10γεν· οὕτω γὰρ ἐκάλει τὴν δέσποιναν. ἀλλὰ καὶ νινία καλὰ διεβεβαιοῦτο ἔχειν αὐτήν. εἰκόνας οὖν ὁ βασιλεὺς ὑποτοπά‐ σας εἶναι τὰ νινία κατὰ τῆς βασιλίδος ἐξώργιστο. ἡ δὲ σο‐ φῶς τὸν ἄνδρα κατεσοφίσατο· „οὐδὲ γὰρ εἰκόνας εἶδεν ὁ Δένδερισ“ ἔλεγεν, „ἀλλ’ ἐνατενιζούσης μου τῷ κατόπτρῳ τὰς
15ἐκεῖθεν ἀντανακλωμένας ἑώρα μορφάς, ἃς δὴ καὶ νινία ὠνό‐ μασεν.“ ἐπὶ τοσοῦτον δὲ ἀπεστρέφετο τὰς εἰκόνας ὁ Θεόφι‐ λος ὥστε καὶ τὸν ἱερὸν Μεθόδιον, ἅτε τῶν εἰκόνων ὑπερμα‐ χόμενον, ἐν σπηλαίῳ τινὶ κατέκλεισεν ὥσπερ νεκρὸν ἐν μνη‐ μείῳ. καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ δύο λῃστὰς σὺν αὐτῷ.
20τότε δὴ τότε καὶ τελευτήσας ὁ εἷς πόσης δυσοσμίας αἴτιον
τῷ μακαρίῳ γέγονε; τηνικαῦτα καὶ οἱ κεντηθέντες τὰ μέτωπα537

538

πρὸς τὴν ὑπερορίαν στελλόμενοι γραφὴν ἐγχαράττουσι τῷ Μεθοδίῳ διά τινος ἰχθυοθήρα ἐν μέτρῳ ἰαμβείῳ κατὰ λέξιν ἔχουσαν οὑτωσί.
τῷ ζῶντι νεκρῷ καὶ νεκρῷ ζωηφόρῳ,
5
ναίοντι τὴν γῆν καὶ πολοῦντι τὸν πόλον,
γραπτοὶ γράφουσι δέσμιοι τῷ δεσμίῳ. ἀντιγράφει δὲ καὶ αὐτὸς πρὸς αὐτούς
τοὺς ταῖς βίβλοισιν οὐρανῶν κλησιγράφους
καὶ πρὸς μέτωπα σωφρόνως ἐστιγμένους
10
προσεῖπεν ὁ ζώθαπτος ὡς συνδεσμίους. τὸν μέντοι Μεθόδιον παραδόξως ὁ θεὸς ἐκεῖθεν ἐξήγαγεν. ὁ γὰρ Θεόφιλος φιλολόγος ὢν γραφαῖς τισὶ δυσνοήτοις ἐνέτυ‐ χεν, ὧν τὴν λέξιν οὐχ εὕρισκεν. ἀκούσας οὐν παρά τινος ὡς οὐδεὶς ἕτερος τὰς τοιαύτας σαφηνίσει γραφὰς εἰ μὴ ὁ ἐν μνή‐
15ματι Μεθόδιος, ἐκεῖθεν αὐτὸν αὐτίκα μετεκαλέσατο καὶ διὰ τιμῆς εἶχεν ὅτι πολλῆς. αἱ μέντοι σιαγόνες αὐτοῦ παραλυ‐ θεῖσαι ὑπὸ Θεοφίλου διὰ τὸ τῶν ἁγίων εἰκόνων ὑπερλαλεῖν (μετὰ γὰρ τὴν ζʹ σύνοδον ὁ βασιλεὺς οὗτος τὴν εἰκονομαχίαν ἀνενέωσεν) ὀθόνῃ λεπτῇ ἐδέδεντο. ταύτῃ τοι καὶ συνήθεια
20μέχρι τοῦ νῦν, ὡς οἶμαι, κεκράτηκεν ἐν ἀρχιερεῦσι τὸ καὶ
τοῖς ἐμπροσθίοις μέρεσι δεδεμένας ἔχειν ὀθόνας.538

539

Ἀλλὰ καὶ τελευτῶν ὁ Θεόφιλος ἠξίου μήτε τὰς ἁγίας εἰκόνας ἀναστηλωθῆναι μήτε τὸν πατριάρχην Ἰωάννην τὸν καὶ γόητα καθελεῖν. ἀλλὰ μετὰ θάνατον ἐκείνου καθελοῦσα τοῦτον ἡ Θεοδώρα τὸν ἱερὸν ἀντεισῆξε Μεθόδιον, εἰ καὶ
5γύναιόν τι πορνίδιον οἱ ἐξ ἐναντίας ὑπελθόντες διαβάλλουσι τὸν Μεθόδιον. κρίσις οὖν ἐπὶ τούτοις προβαίνει, καὶ τὸ κράσπεδον ἄρας ἀπογυμνοῖ τὴν αἰδῶ. ἡ δὲ ἦν κατεψυγμένη πάντῃ καὶ μεμαρασμένη. καὶ τὴν αἰτίαν ἐρωτηθεὶς δι’ ἣν ὁ τοσοῦτος γέγονε μαρασμός, ἔλεγεν ὅτι ποτὲ κατὰ χρείαν εἰς
10Ῥώμην σταλείς, κἀκεῖσε πύρωσιν παθὼν σαρκικήν, δέομαι τῶν μαθητῶν τοῦ Χριστοῦ. ἐφ’ ᾧ καὶ δοκῶ κατ’ ὄναρ ἰδεῖν τὸν κορυφαῖον Πέτρον, καὶ οὗ τῆς αἰδοῦς ἁψαμένου μου πῦρ ἐδόκουν αὐτὴν περιβόσκεσθαι. ἔκτοτε οὖν τὰ μόρια ταῦτα νενέκρωται, καὶ πύρωσις οὐκέτι μοι παρηνώχλησε.
15καὶ ἡ μὲν πρώτη γυνὴ τὸν Ἀδὰμ ἐξάγει τοῦ παραδείσου, ἡ δὲ κυρὰ Θεοδώρα εἰσάγει τὸν ὁμόζυγον αὐτῆς εἰς τὸν παρά‐ δεισον. ὡς οὖν ἔλαβε πληροφορίαν τοῦ πράγματος, φιλοφρο‐ νεῖται τοὺς ἁγίους τούτους πατέρας, δι’ ὧν ἄρα καὶ ἡ πρὸς θεὸν γέγονε δέησις. ἡνίκα γοῦν ἐφιλοφρόνει αὐτούς, συμπαρ‐
20ῆν καὶ ὁ γραπτὸς Θεοφάνης Νικαίας. ταύτης οὖν ἐνατενι‐
ζούσης αὐτῷ καὶ τὰ στίγματα θαυμαζούσης ἔλεγε „τί με539

540

συχνῶς ὁρᾷς; τότε διαδικάσομαι περὶ τούτου τῷ ἀνδρί σου.“ ἣν δὴ καὶ πολλὰ δυσχεράνασαν τούτου ἕνεκεν ὁ πατριάρχης παρεμυθεῖτο Μεθόδιος. Γίνωσκε δέ, ἀγαπητέ, ὅτι ἐπὶ τῆς τοῦ Θεοφίλου βασι‐
5λείας Λέων ὁ φιλόσοφος ἦν, κεκρυμμένος μὲν τοῦ πρώτου καὶ πάντῃ ἄγνωστος ὤν, τούτῳ δὲ γεγονὼς τῷ τρόπῳ κα‐ τάδηλος. νεανίας τις γεωμετρικῆς ἐπιστήμης ἔμπειρος ὢν αἰχμάλωτος ἄγεται. εἶτα παρὰ τοῦ κατέχοντος αὐτὸν Ἀρμε‐ μουμνῆ ζήτησις γίνεται γεωμετρικῶν θεωρημάτων. παρίστα‐
10ται καὶ ὁ νεανίας, τὴν αὐτοῦ σοφίαν δείκνυσι, θαυμάζεται. ἐρωτᾶται εἰ καί τινες ἕτεροι τοιοῦτοι παρὰ τῇ βασιλευούσῃ εὑρίσκονται. καὶ ὁ Ἀρμεμούμνης μαθὼν περὶ τοῦ σοφοῦ Λέοντος, τίς τε ἦν καὶ ὅπως εἰς ἄκρον ἐληλάκει πάσης σο‐ φίας καὶ ἐπιστήμης, γράφει πρὸς τὸν βασιλέα Θεόφιλον ὡς
15ἂν ἀποστελεῖ τὸν φιλόσοφον πρὸς αὐτόν· ἀντὶ δὲ τούτου δοθήσεται χάρις χρυσίου κεντηνάρια ρʹ καὶ φιλία αἰώνιος. καὶ ὁ Θεόφιλος ἄτοπον κρίνας εἰ τὴν τῶν ὄντων γνῶσιν, δι’ ἣν τὸ τῶν Ῥωμαίων γένος θαυμάζεται, ἔκδοτον ποιήσει τοῖς ἔθνεσι, πρὸς τὰ αἰτηθέντα οὐκ ἐπένευσε. γνωρίζεται οὖν
20ἐντεῦθεν ὁ τὰ πάντα σοφώτατος Λέων, διδάσκαλος προχει‐
ρίζεται, τελευταῖον εἰς τὸν τῆς Θεσσαλονίκης θρόνον ἀνάγε‐540

541

ται παρὰ πατριάρχου Ἰωάννου τοῦ μεγάλου. τῶν εἰκονομά‐ χων τηνικαῦτα καθαιρεθέντων συγκαθῃρέθη καὶ αὐτός. με‐ γίστην δὲ τιμὴν παρά γε τοῖς Θεσσαλονικεῦσιν ἔφερε καὶ δι’ ἄλλα μὲν πολλά, μάλιστα δὲ δι’ ἣν ἐπήνεγκε τοῦ λιμοῦ λύ‐
5σιν, τὴν τῶν ἀστέρων ἐπιτολὴν διασκεψάμενος κἀκείνους ἀνα‐ πείσας τὰ σπέρματα τηνικαῦτα καταβαλεῖν. Ὁ μέντοι Θεόφιλος γαμβρὸν εἶχεν Ἀλέξιον, οὗ Μω‐ σηλὲ τὸ ἐπώνυμον· καὶ Μανουήλ τις ἐν αὐτῷ παραδυνα‐ στεύων ἦν. ὁμοίως καὶ Θεόφοβός τις, ὃν δὴ καὶ θανάτῳ
10καθυποβληθῆναι κελεύει, μή ποτε νεώτερόν τι εἰργάσηται. ἀφαιρεῖται οὖν ἡ ἐκείνου κεφαλὴ καὶ τῷ Θεοφίλῳ προσάγε‐ ται. τῶν οὖν τριχῶν αὐτῆς ἁψάμενος ἔφη „οὔτ’ ἐγὼ Θεό‐ φιλος οὔτε σὺ Θεόφοβος.“ ἐπὶ τούτοις οὖν ἐξηρεύξατο τὴν ψυχὴν δυσεντερίᾳ πρότερον συσχεθείς· τὸ δὲ ταύτης αἴτιον
15ψυχροποσία. Μετὰ δὲ τοῦτον κρατεῖ Μιχαὴλ ὁ μεθυστὴς σὺν τῇ μη‐ τρὶ αὐτοῦ Θεοδώρᾳ ἔτη ιδʹ, καὶ μόνος ἔτη ιαʹ. κατάγει δὲ αὐτὴν καὶ ἀποκείρει· μόνος γὰρ ἤθελε σκῆπτρα τὰ Ῥωμαίων ἰθύνειν, εἰ καὶ μὴ πρὸς καλὸν ἀπέβλεπε τὰ ἐκείνου. τιʹ γὰρ
20οὐκ ἔλεγε; τιʹ δὲ οὐκ ἔπραττε; πολλάκις καὶ μηδέ τινος χρείας κατεπειγούσης, χωρὶς φυλάκων καὶ φρουρᾶς, ἄτερ δορυφο‐
ρούντων, ἐπὶ μέσων ἐκεῖνος τριόδων παρώδευε. καὶ τιʹ χρὴ541

542

πολλὰ λέγειν; ἐπὶ χείρονα καθ’ ἑκάστην προκόπτων ζωήν, καὶ κατ’ αὐτῶν ἐλύττησε τῶν μυστηρίων ὁ κάκιστος. βαλὼν γὰρ εἰς κρατῆρα δριμύτατον σίνηπι τὴν ἁγιστείαν ἐκεῖθεν ἐτέλει τὴν μυστικήν, παίζων ὁ τάλας ἐν οὐ παικτοῖς καὶ
5γελῶν ἐν ἀγελάστοις ὁ δείλαιος. ἡ μέντοι Θεοδώρα παραδί‐ δωσι πρὸς αὐτὸν χρυσοῦ κεντηνάρια ϛʹ καὶ ἀργυρίου ὡσεὶ ͵γʹ. ἀλλ’ ὁ Μιχαὴλ τρία καὶ μόνα τελευτῶν ἀφῆκε, κρατήσας ἔτη ιαʹ μετὰ τὴν Θεοδώρας διάζευξιν· περὶ γὰρ μέθας καὶ ἱπποδρομίας κατήγετο. τοσοῦτον δὲ τῶν τοιούτων ἐξείχετο
10θεάτρων ὡς αὐτὸς μὲν φορεῖν τὸ Βένετον καὶ ἱππηλατεῖν, ὁ δὲ λογοθέτης τὸ Πράσινον. καί ποτε γοῦν τοῦ ἱππικοῦ ἐν‐ στάντος ἀγῶνος ὁ τοῦ δρόμου πρωτονοτάριος ἐφίσταται λέγων ὅτι ἐν τοῖς Μελαγγείοις, ἅτινα Μελάγυνα ἰδιωτικῶς λέγον‐ ται, Σαρακηνοὶ προσέβαλον· καὶ ὁ βασιλεὺς „ἐν τοιούτῳ
15μοι“ ἔφη „ἀγῶνι, καὶ τὸν μέσον εὐώνυμον καταστῆσαι σπεύ‐ δοντι, αὐτός, μάταιε, περὶ Σαρακηνῶν ἐπιδρομῆς ἀγγελίαν ἐπάγεις μοι;“ τοιούτοις οὖν ὁ Μιχαὴλ ἐνασχολούμενος τοὺς βασιλικοὺς ἐκένωσεν, ὡς εἴρηται, θησαυρούς· καὶ αὐτοὺς γὰρ τοὺς ἡνιόχων παῖδας ἐκ τῆς ἱερᾶς κολυμβήθρας ἀναλαμ‐
20βανόμενος ἐδίδου ἑκάστῳ αὐτῶν ἀνὰ χρυσίου λίτρας ρʹ.
Πρὸς τοῖς ἄλλοις καὶ τοῦτο τὴν τοῦ Μιχαὴλ ἀβελτηρίαν542

543

παρίστησιν. ἀπὸ Ταρσοῦ μέχρι καὶ αὐτοῦ τοῦ παλατίου φρυκτοὶ κατά τινας τόπους ἀνεφλέγοντο κατὰ διάδοσιν τὰς τῶν Σαρακηνῶν ἐπιδρομὰς προμηνύοντες. ἡνιοχείας οὖν τε‐ λουμένης κατά γε τὸν ἐν τῷ στενῷ τοῦ μεγαλομάρτυρος ναὸν
5Μάμαντος, καὶ τὸ Βένετον ἐνδεδυμένου τοῦ βασιλέως αὐτοῦ, ἀγγελία γέγονεν ἀπό γε τοῦ κατὰ τὸν Φάρον φρυκτοῦ. ἀνίᾳ γοῦν ἐπὶ τούτῳ συσχεθεὶς ὁ βασιλεὺς ἐκ μέσου ποιεῖ τοὺς θαυμαστοὺς ἐκείνους φρυκτούς, ὡς μηκέτι τοιαύταις ἀγγε‐ λίαις οἱ θεαταὶ δειλαινόμενοι τὸ θέατρον καταλύωσιν.
10 Οὗτος ὁ Μιχαὴλ χρημάτων ἀπορήσας καὶ τὰς χρυσᾶς ἐκείνας πλατάνους, ἃς ὁ φιλόσοφος κατεσκεύασε Λέων, ὡς ἄνωθεν ἔφημεν, ἐν αἷς στρουθοὶ καθήμενοι διὰ μηχανῆς ἐκε‐ λάδουν, ὡσαύτως δὲ καὶ τοὺς λέοντας, ἃ πρὸς ἔκπληξιν τῶν ἐθνῶν μεμηχάνηται (καὶ οὗτοι γὰρ ἔστιν ὅτε βρυχώμενοι
15ἐθαυμάζοντο), κατακόψας ἀνάλωσεν. Ἐπὶ τούτοις οὖν ἡ Θεοδώρα πολλὰ παραινοῦσα τὸν Μι‐ χαὴλ τῶν βασιλείων ἔκπτωτος γίνεται· ὁ γὰρ ἐκ μητρὸς αὐτῷ θεῖος, ᾧ Βάρδας ὄνομα, πάντα κάλων κινήσας καὶ παντοίως ὑπελθὼν αὐτόν, τὴν μὲν βασίλισσαν πόρρω γενέ‐
20σθαι τῶν βασιλείων οἰκονομεῖ, ἑαυτὸν δὲ προχειρισθῆναι
Καίσαρα. ἔκτοτε οὖν πάντα ποιῶν ὡς ἀντάναξ οὐ διέλιπε.543

544

πρὸς τούτοις δὲ καὶ παρανομίαν ἐτόλμα, υἱοῦ γνησίου γαμετῇ συνεφθείρετο. μανθάνει ταῦτα καὶ ὁ τότε πατριάρχης Ἰγνά‐ τιος· ἐφ’ ᾧ νουθετεῖ, παραινεῖ, καὶ τελευταῖον ἐκδιώκει τῶν ἁγιασμάτων αὐτόν. μαίνεται ὁ Βάρδας, καὶ τὸν μὲν
5Ἰγνάτιον τῆς ποίμνης ἐξίστησιν, ἀντ’ αὐτοῦ δὲ προχειρίζεται Φώτιον. ἀλλ’ ἐντεῦθεν οἵοις καὶ ὅσοις ἐβλήθη δεινοῖς παρὰ Φωτίου ὁ Ἰγνάτιος, ἵν’ ἑκὼν φανείη παραιτούμενος, οὐκ ἔστιν εἰπεῖν. ἀπορριζοῦσι γὰρ αὐτοῦ τοὺς ὀδόντας, προσε‐ φαπλοῦσι γυμνὸν κοπροφέρτῳ τινὶ λάρνακι τὸν τοῦ καταπτύ‐
10στου Κοπρωνύμου φερούσῃ νεκρόν. ἀλλ’ οὐκ ἐπὶ πλέον ἀνέ‐ χεται ὁ θεός· ὁ μὲν γὰρ Φώτιος αὐτίκα τοῦ θρόνου ἐκβάλ‐ λεται, ὁ δὲ Βάρδας κακῶς τῶν ὧδε μεθίσταται. κατὰ γὰρ τοῦτο καὶ σημεῖά τινα τὸν ὄλεθρον αὐτοῦ κατεμήνυον, ἐπιτο‐ λαὶ κομητῶν, ὄψεις ὀνειράτων ἀλλόκοτοι. ἐδόκει γὰρ ὁ Βάρ‐
15δας πρὸς τὴν μεγάλην ἐκκλησίαν ἀπελθεῖν, καὶ τῷ τοῦ πα‐ τριάρχου θρόνῳ τὸν κορυφαῖον Πέτρον ἰδεῖν ἐγκαθήμενον, καὶ τοῖς ποσὶν αὐτοῦ τὸν ἁγιώτατον Ἰγνάτιον ἐγκυλινδούμε‐ νον, κἀκεῖθεν ὧν ἔπαθε παρὰ τοῦ Καίσαρος αἰτοῦντα ἐκδί‐ κησιν. καὶ ὁ Βάρδας εὐθέως ἑώρα ῥομφαίαν διδομένην ὡς ὑπ’
20αὐτῆς αὐτὸν μεληδὸν διατμηθῆναι. οὐ πολὺς διῆλθε καιρός,
καὶ κατὰ τοῦ Βάρδα θάνατος μελετᾶται παρὰ Μιχαὴλ τὴν544

545

ἐκείνου δυναστείαν δεδοικότος. ξιφήρεις οὖν τοὺς κατ’ αὐτοῦ ἐπιόντας ὁ Βάρδας ἰδὼν τοῖς τοῦ βασιλέως ἑαυτὸν ἐπιρρί‐ πτει ποσίν. ἀλλ’ ἀποσπῶσι τοῦτον ἐκεῖθεν καὶ μεληδὸν κατα‐ τέμνουσι. τὰ δὲ παιδογόνα αὐτοῦ μόρια κοντῷ ἀπαιωροῦσι
5καὶ τῷ λαῷ παραδειγματίζουσι. Μετὰ δὲ ταῦτα φυσικῆς γονῆς ὁ Μιχαὴλ ἀπορῶν, ὥς φησιν ὁ Σκυλίτζης, καὶ τὰ κοινὰ διεξάγειν οὐχ οἷός τε ὢν ἅτε τοῦ Βάρδα ἐξ ἀνθρώπων γενομένου, εἰσποιεῖται τὸν Βασίλειον εἰς υἱόν, καὶ τῇ τῶν μαγίστρων ἀξίᾳ τιμήσας διά‐
10δημα μετὰ μικρὸν αὐτῷ παρατίθησιν. εἶθ’ οὗτος ὁ Μιχαὴλ παρὰ Βασιλείου ἐλεγχόμενος ἐφ’ οἷς ἔπραττε, ποιῆσαι τοῦ‐ τον ἐκ μέσου ἐφρόντιζε. τιʹ γοῦν ποιεῖ; Βασιλίσκον τινὰ (φιλοτιμήσασθαι γὰρ ἤθελεν αὐτόν, ὅτι προφθάσας ὕμνησε τὸ κράτος αὐτοῦ διὰ τὸ καλῶς δῆθεν ἡνιοστροφῆσαι) εἰς μέ‐
15σον ἀγαγὼν τὴν πορφύραν αὐτὸν ἐνδύει καὶ τὸ διάδημα, πρὸς τὴν γερουσίαν εἰπών „πάλαι μὲν οὖν ἔδει τουτονὶ τὸν ἄνδρα, ὦ φίλοι, εἰς τὸν περίβλεπτον κόσμον τῆς βασιλείας ἀναγαγεῖν, ἢ τὸν Βασίλειον ἐφ’ ᾧ καὶ μεταμεμέλημαι.“ ἀλλ’ ἐντεῦθεν ἡ τοῦ Μιχαὴλ κατάλυσις λαμβάνει ἀρχήν, εἰ καὶ
20μᾶλλον ἀκρατοποτῶν οὐ διέλιπε τοῖς ὑπ’ αὐτὸν πολλὰ κακὰ
προξενῶν, ἄλλου μὲν ὦτα κελεύων ἀφαιρεῖσθαι, ἑτέρου δὲ545

546

ῥῖνα καὶ κεφαλὴν ἄλλου. ἀλλ’ ἐν τούτοις ἐμποδίζοντα τὸν Βασίλειον εἶχεν. ἐφ’ ᾧ δόλον μελετᾷ κατ’ αὐτοῦ· ἐνέσκηψε γάρ τινι βέλος ἀφιέναι τῷ δοκεῖν μὲν κατα θηρίου τῇ δὲ ἀληθείᾳ κατὰ Βασιλείου. καὶ ὃς πάντα ἐννοήσας ἔδρασε
5μᾶλλον ἐπὶ Μιχαὴλ ὅπερ αὐτὸς ἔμελλε ἀπ’ αὐτοῦ παθεῖν· ἐφ’ ᾧ καὶ φονεύει αὐτὸν κατὰ τὸν ἅγιον Μάμαντα. Κρατεῖ οὖν μετὰ Μιχαὴλ τὸν μεθυστὴν Βασίλειος ὁ Μακεδὼν ἔτη κʹ. οὗτος βρεφύλλιον ὤν, καθά φησι Ζωνα‐ ρᾶς, ἔκειτο τῷ ἡλίῳ θαλπόμενος ἅτε δὴ τῶν αὐτοῦ γονέων
10περὶ τὸ θέρος ἀσχολουμένων· πάνυ καὶ γὰρ ἦσαν πτωχοί. ἀετὸς δὲ τηνικαῦτα καταπτὰς ἐσκίαζεν αὐτὸν ταῖς πτέρυξιν. ἡ γοῦν μήτηρ αὐτοῦ καὶ πολλάκις ἀποσοβῆσαι ἐπιχειρήσασα τοῦτον, καὶ μὴ δυνηθεῖσα, ἀγαθὸν οἰώνισμα τὸ τοιοῦτον ἔκρινε δρᾶμα. ἀλλὰ καὶ ἀπὸ κώμης ὁ Βασίλειος οὗτος ὥρ‐
15μητο γειτονούσης τῇ μεγαλοπόλει Ἀδριανουπόλεως, καὶ ἀν‐ δράποδον δὲ τοῖς Βουλγάροις συναπήχθη ποτέ. φυγὼν οὖν ἐκεῖθεν πρὸς τὴν Βυζαντίδα ἔρχεται, καὶ τῷ τοῦ ἁγίου Διο‐ μήδους προσπελάζει ναῷ, κακεῖσε ὑπνώττει ἐν κλίνῃ λιθοπλιν‐ θίνῃ. τηνικαῦτα ὁ ἐκεῖσε νεωκόρος τρίτον ἀφυπνίζεται δι’
20ἀγγέλου λέγοντος „ἔσω τὸν βασιλέα εἰσάγαγε.“ πείθεται ὁ
νεωκόρος, θεραπείας ἀξιοῖ τὸν βασιλέα. εἶτα τιʹ; διὰ τὴν546

547

αὐτοῦ ἀνδρείαν τῷ Μιχαὴλ γνωρίζεται, τῶν ἵππων φροντι‐ στὴς καθίσταται, μετὰ ταῦτα παράκοιτος καὶ τελευταῖον κράτωρ ἀναγορεύεται, τοῦ θεοῦ τὰ τοιαῦτα καὶ πρὸ πολλοῦ πάντως δεικνύοντος. ὅρα γὰρ ὅτι καί ποτε μετὰ τοῦ κυρίου
5αὐτοῦ τοῦ Θεοφιλίτζη ἔν τινι τόπῳ ἀπῆλθεν ἔνθα διορατικός τις ἐτύγχανε μοναχός, ὃς τὸν μὲν Θεοφιλίτζην παρεώρα, τὸν δὲ Βασίλειον διὰ τιμῆς ἐποιεῖτο πολλῆς, καὶ τὴν αἰτίαν ἐρω‐ τηθεὶς ὑπό τινος ἔλεγε βασιλέα ἰδεῖν αὐτὸν ἄντικρυς. κρα‐ τεῖ οὖν, ὡς εἴρηται, μετὰ τὸν Μιχαὴλ ὁ Βασίλειος. καὶ
10τῆς ἐκκλησίας εὐθέως τὸν Φώτιον ἐξωθεῖ, καὶ πάλιν Ἰγνατίῳ τὸν θρόνον ἀποδίδωσιν. ἀλλὰ καὶ τὴν γερουσίαν τηνικαῦτα μετακαλεσάμενος τοὺς βασιλικοὺς ὑπανοίγει θησαυρούς, ὥς φησιν ὁ Σκυλίτζης· καὶ ἀπό γε τῶν τοσούτων χρημάτων οὐδὲν ἄλλο εὕρηται ἢ χρυσοῦ κεντηνάρια τρία. ποῦ δὲ ταῦτα
15κενοτομηθῆναι ἔφθασε μαθὼν Βασίλειος οἰκονομεῖ καὶ πάλιν πρὸς τὸν δημόσιον ἀντιστραφῆναι. τὰ ἡμίση λοιπὸν ἀφ’ ὧν ἔλαβεν ἀπὸ τοῦ Μιχαὴλ ἕκαστος ἀφαιρούμενος ἐπισυνάγει χρυσοῦ κεντηνάρια τʹ. Τοσοῦτον δὲ καλῶς ὁ Βασίλειος ἦρχε καὶ τοσοῦτον δι‐
20καιότατος ἦν, ὡς καὶ δικαστὰς τάξαι καὶ τὰς ὑποθέσεις
ποιεῖν ἔν τε τῇ Μανναύρᾳ καθημένους καὶ τῷ ἱπποδρόμῳ.547

548

ἐτύπωσε δὲ καὶ σιτηρέσια λαμβάνειν αὐτούς, ὥστε μὴ τῶν ὑποθέσεων καταφρονεῖν. ἔταξε δὲ καὶ τροφὴν τοῖς πενεστέ‐ ροις τῶν τὰς δίκας ἐχόντων, ὡς μὴ τῷ λιμῷ τηκόμενοι τὰς δίκας ἀπαγορεύοιεν. λέγεται δὲ ὅτι καὶ κατιὼν ἐνταῦθά ποτε
5ὁ βασιλεὺς καὶ μηδέ τινα εὑρὼν ἐγκαλοῦντα, καὶ ὑποπτεύ‐ σας μή πως ἐμποδίζονται τοῦ πρὸς αὐτὸν εἰσέρχεσθαι οἱ ἀδικούμενοι, δορυφόρους ἀνὰ πᾶσαν τὴν οἰκουμένην ἔπεμψε, ὧν δὴ καὶ ὑποστρεψάντων, καὶ μηδέ τινα τοιοῦτον λεγόντων εὑρεῖν, μεθ’ ἡδονῆς ἀπέσταξε δάκρυον καὶ τῷ θεῷ χάριτας
10ὡμολόγει, εἴγε κατὰ τὴν αὐτοῦ βασιλείαν οὐκ ἔστιν ὁ ἀδι‐ κούμενος. Ὁ εἰς ἀδοξίαν ἀπὸ δόξης περιπεσὼν παραμυθίας ἀπο‐ λαυέτω, τὴν ἄνω καὶ κάτω φορὰν τῶν τῆς ἁμάξης τροχῶν συστρέφων καθ’ ἑαυτόν· τῆς γὰρ ἀστάτου τῶν ἀνθρώπων
15εὐδαιμονίας εἰκὼν αὕτη ἐστὶ προφανής. ὁποῖον δὴ πάλαι πεποίηκε καὶ ὁ σουλδάνος ἐκεῖνος ὁ βάρβαρος. οὗτος γὰρ ὑπὸ τοῦ τῆς Φραγγίας ἄρχοντος κατασχεθεὶς καὶ διετίαν ἐν τῇ φρουρᾷ ποιήσας οὐκ ὤφθη γελάσας ποτέ. μετὰ δὲ ταῦτα
γελάσαι τοῦτον ὁ Φράγγος μεμαθηκὼς ἐρωτᾷ τὴν αἰτίαν. καὶ548

549

ὃς ἔλεγε τροχὸν ἰδεῖν ἁμάξης ποτὲ ἄνω ποτὲ δὲ κάτω φερό‐ μενον, καὶ τούτῳ τὰ κατ’ αὐτὸν παρεικάσας τὸ τοῦ βίου γελάσαι ἀνώμαλον. τῷ Φράγγῳ λοιπὸν ᾠκείωτο ἔκτοτε, καὶ σύμβουλος ἦν ἐκείνῳ διὰ τὴν αὐτοῦ σύνεσιν.
5 Ὁ Βασίλειος δὲ μετὰ τὸ κρατῆσαι κατὰ Συρίας ὥρμησε· καὶ Γερμανικόπολιν δέ τινα λεγομένην Ἄδατα πολιορκῶν, καὶ ταύτην ὁρῶν τῆς πολιορκίας ὀλιγωροῦσαν ἔφη „ἐφ’ ὅτῳ πε‐ ποιθότες ἀμερίμνως οὕτως ἔχουσι;“ γέρων δέ τις ἐκεῖθεν ἀπεκρίνατο „οὐ παρὰ σοῦ, ὦ βασιλεῦ, ἡ πόλις ἡμῶν ἁλῶ‐
10ναι νυνὶ πέπρωται, παρὰ δέ του τῶν σῶν ᾧ Κωνσταντῖνος ὄνομα.“ καὶ ὃς ὑποδείξας τὸν υἱὸν αὐτοῦ Κωνσταντῖνον, ἤκουσεν ὡς οὐκ ἔστιν αὐτός, ἀλλ’ ἕτερός τις μετὰ χρόνον συχνὸν ἔκ σου ἀναφύς. καὶ ὁ Βασίλειος ἵνα τὴν πρόρρησιν διημαρτημένην ἐλέγξῃ, ἐπὶ πλέον τῇ πολιορκίᾳ προσέκειτο.
15ἀλλὰ μηδὲν ἀνύσας κενὸς ἐκεῖθεν ὑπέστρεψεν. Οὗτος ὁ Βασίλειος, ὅτι Μιχαὴλ ἀνεῖλε τὸν μεθυστήν, οἷον ἐξιλασκόμενος τὸν θεόν, πολλαχοῦ τῆς πόλεως τῷ ἀρ‐ χιστρατήγῳ Μιχαὴλ ναοὺς ἐδείματο ἐκ καινῆς, ὧν εἷς καὶ ἡ ἐν τῷ παλατίῳ λεγομένη νέα. ἐδείματο δὲ κἀν τῷ φόρῳ
20ναὸν ἐπ’ ὀνόματι τῆς θεοτόκου, ὡς ἂν ἔχοιεν οἱ πραγματευό‐549

550

μενοι οἶκον προσευχῆς. πολλὰ μὲν οὖν καὶ ἄλλα καινουργή‐ σας ὁ Βασίλειος καὶ κινστέρναν ἀπεκάθῃρέ τινα, ἣν ὁ βασι‐ λεὺς Ἡράκλειος ἀπέχωσε, κῆπον αὐτὴν ποιήσας λαχάνων. τοῦτο δὲ ἐποίησε καὶ ἐν ταῖς οὔσαις ἐντὸς τοῦ παλατίου, τῇ
5τε πρὸς τῆς Μανναύρας καὶ τῇ μεταξὺ Ἰουστινιανοῦ καὶ τοῦ Λαυσακοῦ. ὁ γὰρ Ἡράκλειος παρὰ Στεφάνου τοῦ φιλοσόφου τὴν γένεσιν αὐτοῦ πολυπραγμονήσαντος μαθὼν ὡς ἐξ ὕδατος αὐτὸν ἀνάγκη τελευτᾶν, τὰς τῶν κινστερνῶν, ὡς εἴρηται, προσχώσεις ἐποίησεν.
10 Ὁ μέντοι τοῦ βασιλέως υἱὸς Κωνσταντῖνος νοσήσας ἀπέ‐ θανε. καὶ ὁ αὐτοκράτωρ τὸν αὐτοῦ θάνατον οὐ φέρων ἐζή‐ τει ζῶντα τοῦτον ἐμφανισθῆναι αὐτῷ. μοναχὸς δέ τις Εὐχαϊ‐ τῶν πρόεδρος, ᾧ Σανταβαρηνὸς τὸ ἐπώνυμον, δεῖξαι λέγεται τῷ βασιλεῖ τεθνηκότα υἱὸν αὐτοῦ καθάπερ ζῶντά τινα· κατὰ
15γὰρ λόχμην τινὰ τὸν Κωνσταντῖνον ἔφιππον συναντῆσαι τῷ πατρὶ αὐτοῦ κατὰ φαντασίαν ἐποίησεν, ᾧ δὴ καὶ περιπλα‐ κῆναι δόξας ὁ βασιλεὺς καὶ καταφιλήσας οὐκέτι τοῦτον ἑώρα. καὶ ὁ μὲν βασιλεὺς μεγάλως περὶ τὸν μοναχὸν ἐφαντάζετο, ὁ δὲ ἕτερος υἱὸς αὐτοῦ Λέων ὁ φιλόσοφος φαρμακὸν ἐκάλει
20τὸν μοναχὸν καὶ ἀπατῶντα τὸν αὐτοκράτορα. πληγεὶς οὖν550

551

ἐπὶ τούτοις τὴν ψυχὴν ὁ Σανταβαρηνὸς τοιοῦτόν τι ἐπινοεῖται. πείθει τὸν Λέοντα, καὶ ξιφίδιον ἐντὸς τοῦ ὑποδήματος φέ‐ ρειν παρασκευάζει ὁπηνίκα τῷ πατρὶ συνθηρεύων ἦν. οὐδὲ γὰρ τὸν δόλον ἐνόησεν. ἐφ’ ᾧ καὶ ἐπίβουλον προσαγγέλλει
5αὐτόν. δεσμεῖται λοιπόν, καὶ ἐν ἑνὶ τῶν βασιλικῶν κατα‐ κλείεται θαλάμων, καὶ τὰ τοῦ κράτους ἀφαιρεῖται παρά‐ σημα. μετὰ δὲ ταῦτα συμπόσιον μετὰ τῶν ἐν τέλει ποιεῖται ὁ κρατῶν κατὰ τὴν παλαιὰν συνήθειαν. ψιττακὸς οὖν ἐκεῖσε ἀπῃωρημένος Λέον Λέον ἐβόα πυκνά· ὀδυρομένου καὶ γάρ
10τινος τὸν Λέοντα τὴν φωνὴν ἐμιμήσατο. ἀφορμῆς οὖν ἐν‐ τεῦθεν δραξάμενοι δέονται τοῦ βασιλέως περὶ τοῦ Λέοντος, λέγοντες ὡς εἰς κατηγορίαν ἡμῶν ἔσται τουτὶ τὸ ζῶον, εἴπερ αὐτὸ μὲν τὸν οἰκεῖον ἀνεκαλεῖτο δεσπότην, ἡμεῖς δὲ ἀμνημο‐ νοῦμεν ἐπὶ τοσοῦτον αὐτοῦ. ταύτῃ τοι καὶ οὐκ ἀποτυγχάνουσι
15τοῦ σκοποῦ. Πρόσεχε δέ, ἀγαπητέ, ὅτι διαφωνοῦσιν ἐνταῦθα πρὸς ἀλλήλους οἱ χρονογράφοι. ὁ γὰρ Σκυλίτζης φησὶν ὅτι γονῆς ἠπόρει φυσικῆς ὁ Μιχαήλ· οἱ γὰρ μέθαις ἀεὶ ἐνασχολού‐ μενοι, καθά φασιν οἱ περὶ τὰ τοιαῦτα δεινοί, γόνιμον οὔμε‐
20νουν ἔχουσι τὸ σπέρμα πρός γε τὰ τῆς Ἀφροδίτης μυστή‐ ρια. εἰ δὲ τοῦτο, πῶς λοιπὸν ὁ Λέων υἱὸς τοῦ Μιχαήλ; ὁ
δὲ Ζωναρᾶς φησὶν ὅτι τῇ μὲν ἀληθείᾳ υἱὸς τοῦ Μιχαὴλ551

552

ἦν, τοῦ Βασιλείου δὲ τῷ δοκεῖν· ἡ γὰρ μήτηρ τοῦ Λέοντος (Εὐδοκία δὲ ἦν αὕτη, τοῦ Ἴγκηρος θυγάτηρ) συμφθειρομένη πρότερον τῷ Μιχαήλ, ἔγκυος τῷ Βασιλείῳ παρ’ αὐτοῦ συνε‐ ζεύγνυτο. τοσοῦτον γὰρ αὐτὸν ὁ Μιχαὴλ ᾠκειώσατο ὥστε
5καὶ διάδημα περιθεῖναι, τὴν ἀφορμὴν ἐκ τοῦ θρασέος ἵππου λαβών, ᾧ οὐδεὶς ἐπιβῆναι ἐτόλμα· θαυμαστὸς γὰρ ἦν Βα‐ σίλειος κατά γε εἶδος καὶ τόλμαν. Ὁ βασιλεὺς οὗτος Βασίλειός ποτε κυνηγετῶν εὐμεγέθει ἐντυγχάνει ἐλάφῳ. ἡνίκα γοῦν χεῖρα ξιφήρη κατὰ τῆς ἐλά‐
10φου ᾖρεν, ἀντέστη τὸ ζῶον καὶ τοῖς κέρασιν ἠμύνατο τὸν διώκοντα. καὶ τῇ ζώνῃ δὲ τοῦ βασιλέως ἐμπαρέντος τινὸς τῶν παραφυομένων κεράτων μετέωρος ἐκεῖνος τοῖς κέρασιν ἐφέρετο· καὶ τάχα ἂν ἠνάλωτο εἰ μή τις ξίφει τεμὼν τὴν ζώνην αὐτὸν διεσώσατο. ᾧ δὴ καὶ σῶστρα καλὰ δέδωκεν ὁ
15ὑπ’ ἐκείνου σωθείς, τὴν τῆς κεφαλῆς ἐκτομήν, λέγων ὅτι κατὰ βασιλέως ξίφος ἐγύμνωσεν. Ἐπὶ τούτοις οὖν ὁ θεῖος Ἰγνάτιος τῶν ὧδε μεθίσταται. ὁ μέντοι Φώτιος ἀεὶ διψῶν τοῦ θρόνου, καὶ σπουδεύων ἐπι‐ τεύξασθαι πάλιν τῆς ἐκκλησίας, τοιόνδε τι βαθύτροπον καὶ
20σκολιὸν τεχνᾶται. τῶν ὀνομάτων τὰς ἀρχὰς ἀπολαμβάνει552

553

μόνας τοῦ βασιλέως, τῶν υἱῶν, ἀλλὰ καὶ τῆς Αὐγούστας, καὶ τὸ Βεκλᾶς συντίθησι. καὶ τοῦτο σαφηνίσας ἔδοξεν εἶναι βασιλεῖ μέγας ἐπὶ σοφίᾳ, καὶ πάλιν τὸν πολύζηλον κατακλη‐ ροῦται θρόνον. καὶ περὶ μὲν τούτων οὕτως, οἱ δὲ Ῥωσοὶ
5ἐπὶ τούτου τοῦ βασιλέως εἰς τὴν ἀπλανῆ θρησκείαν ἦλθον. τηνικαῦτα καὶ ἀρχιερέα δέχονται, θεοσημίας πρότερον γεγο‐ νυίας· τὸ γὰρ ἅγιον εὐαγγέλιον πυρὶ μὲν παραδίδοται, οὐ κατακαίεται δέ. μετὰ ταῦτα διαρροίᾳ νόσῳ συσχεθεὶς ὁ Βα‐ σίλειος τελευτᾷ τὸν βίον, τὸν υἱὸν αὐτοῦ Λέοντα τὸν σοφὸν
10διάδοχον καταλιπών. Κρατεῖ οὖν ὁ Λέων μετὰ τὸν αὐτοῦ πατέρα ἔτη κϛʹ. θέλων οὖν ἀμύνασθαι τὸν Σανταβαρηνὸν βουλεύεται πρότε‐ ρον τὸν Φώτιον καθελεῖν, οἰόμενος αὐτὸν μεγάλως προστήσα‐ σθαι τοῦ Σανταβαρηνοῦ· λόγος γὰρ ἐφέρετο ὡς ὁ Φώτιος
15τινι τῶν αὑτοῦ τὴν βασιλείαν μνηστευόμενος κοινολογεῖται τῷ Σανταβαρηνῷ περὶ τούτου καὶ οὕτως τὸν δόλον κατὰ τοῦ Λέοντος ῥάπτουσι. καὶ πρῶτα μὲν ὑπερόριον αὐτὸν ὁ Λέων ποιεῖ, εἶθ’ οὕτως αἰκίσας τοὺς ὀφθαλμοὺς αὐτοῦ ἐκκόπτει. κατὰ τοῦτον μέντοι τὸν καιρὸν γέγονεν ἡλίου ἔκλειψις περὶ
20ὥραν ἕκτην, ὡς καὶ ἄστρα φανῆναι, ἀνέμων τε βιαία πνοή,
ἀστραπαὶ καὶ βρονταὶ φρικώδεις, σκηπτοὶ καυσώδεις, ὑφ’ ὧν553

554

ἄνδρες ἑπτὰ κατά γε τὸν φόρον ἐνεκρώθησαν. ὁ μέντοι Λέων ἀνεγείρας ναὸν ἐπ’ ὀνόματι τοῦ ἁγίου Λαζάρου, μετακομίζει ἐν αὐτῷ τὸ τοῦ ἁγίου τε λείψανον καὶ τῆς Μαγδαληνῆς Μα‐ ρίας. συνήθους προελεύσεως γενομένης κατὰ τὴν ἡμέραν
5τῆς πεντηκοστῆς ἐν τῷ ἁγίου Μωκίου ναῷ, ἐπῆλθε μετὰ προόδου καὶ Λέων ὁ βασιλεύς· ἐν δὲ τῷ μέλλειν εἰσοδεύειν καὶ πλησίον γενέσθαι τῶν ἁγίων θυρῶν ἄνθρωπός τις ἐκ τοῦ ἄμβωνος ἐκπεπηδηκὼς ῥάβδῳ βαρείᾳ καὶ ἰσχυρᾷ κατὰ κεφα‐ λῆς αὐτὸν ἔπαισε, καὶ ἐθανάτωσεν ἂν αὐτὸν αὐτίκα, εἰ μὴ
10τὸ ἄκρον τῆς ῥάβδου τῷ ἀπῃωρημένῳ λύχνῳ τῆς ἡμισείας ἀνεσχέθη φορᾶς. αἵματος οὖν σφοδροῦ τῆς ἐκείνου κεφα‐ λῆς καταρρεύσαντος φυγὴ κατέσχεν τοὺς ἄρχοντας. ὁ δὲ τὸν βασιλέα πλήξας κατασχεθεὶς καὶ πολλὰς βασάνους ὑπο‐ μείνας, ὡς μηδένα ἔλεγεν εἶναι τῆς τόλμης ἐκείνης συμμέτο‐
15χον, κἂν ὁ τοῦ βασιλέως ἀδελφὸς Ἀλέξανδρος μὴ παρατυ‐ χὼν ἐκεῖσε διὰ τὸ νόσῳ συσχεθῆναι ὑπόνοιαν ἔδωκε, πόδας ὁμοῦ καὶ χεῖρας ἐκεῖνος ἐκτέμνεται, καὶ τῇ τοῦ ἱππικοῦ σφεν‐ δόνῃ πυρὸς ἔργον γίνεται. σχολάζει τηνικαῦτα καὶ ἡ τοιαύτη προέλευσις, κἂν ὁ σοφώτατος μοναχὸς Μάρκος καὶ τῆς τοι‐
20αύτης μονῆς οἰκονόμος, ὁ καὶ τὸ τετραῴδιον πληρώσας τοῦ μεγάλου Κοσμᾶ, πολλὰ κατεδεήθη τοῦ βασιλέως, λέγων „μὴ ὀργίζου μηδὲ χαλέπαινε, ὦ βασιλεῦ· προγεγραμμένον γὰρ
ἦν σοι παθεῖν παρὰ τοῦ καὶ Δαβίδ, εἰρηκότος ὅσα ἐπονη‐554

555

ρεύσατο ὁ ἐχθρὸς ἐν τῷ ἁγίῳ σου καὶ ἐνεκαυχήσαντο οἱ μι‐ σοῦντές σε ἐν μέσῳ τῆς ἑορτῆς σου. δεῖ οὖν σε, δέσποτα, ἐπ’ ἄλλα ιʹ ἔτη κρατεῖν τῆς βασιλείας.“ ὃ δὴ καὶ γέγονεν· ἀπέθανε γὰρ μετὰ δέκα χρόνους, κατ’ αὐτὴν τὴν ἡμέραν
5καθ’ ἣν καὶ ἐπλήγη. ἡ μέντοι τοῦ Λέοντος γυνὴ Θεοφανὼ μὴ ζηλοτυπήσασα ὅτι γυναῖκα ἑτέραν ὁ Λέων ἠγάγετο, θαυ‐ ματουργὸς ὕστερον ἀναδείκνυται. ἠγάγετο δὲ τὴν τετάρτην γυναῖκα Ζωὴν τὴν Καρβωνοψίαν, ἥτις ἐβίω χρόνον συχνὸν μετ’ αὐτοῦ ἀστεφής. ἀπὸ γοῦν ταύτης ἐτέχθη τῷ βασιλεῖ
10παιδίον ἄρρεν. οὗπερ ἐν τῇ γεννήσει κομήτης ἐφάνη, τὰς ἀκτῖνας ἀπ’ ἀνατολῆς ἀφιεὶς καὶ λάμπων ἄχρις ἡμερῶν μʹ. τηνικαῦτα δὲ καὶ Λέων εὐλογεῖται μετὰ Ζωῆς παρὰ Θωμᾶ τοῦ πρεσβυτέρου τινός, ὃς δὴ καὶ καθαιρέσει ὑπέπεσεν. ὁ δὲ πατρίκιος Σαμωνᾶς προεβλήθη παρακοιμώμενος, συνεργὸς
15ὢν Λέοντος εἰς πᾶσαν κακίαν. καὶ αὐτὸν δὲ τὸν πατριάρ‐ χην οἰκονομεῖ ἐξορισθῆναι, ἅτε τῆς ἐκκλησίας ἐπιβαίνειν παρ’ αὐτοῦ κωλυόμενος. ἀνάγεται δὲ ἀντ’ αὐτοῦ Εὐθύμιος ἀνὴρ θαυμαστός. ὁ μέντοι βασιλεὺς πολλὰ σπουδάσας νόμον τε‐ θῆναι ὥστε τὸν ἄνδρα τρίτην λαμβάνειν ἢ καὶ τετάρτην γυ‐
20ναῖκα τὸ σπουδαζόμενον ἀνύσαι οὐκ ἴσχυσε, τοῦ τοιούτου555

556

πατριάρχου τοῦτο παρεμποδίζοντος· ὅθεν καὶ στάσις ἐν τοῖς ἀρχιερεῦσιν οὐ μικρὰ γίνεται. εἰ μὴ γὰρ τοῦτο ἦν, οὐκ ἂν ἡ περὶ ἑνώσεως ἐκγέγονε σύνοδος. Κωνσταντῖνον τὸν τοῦ Ἀνδρονίκου υἱὸν εἰς ἐκστρατείαν
5ὁ βασιλεὺς ἀποστέλλων, καὶ διὰ τοῦ τρικλίνου ἐξάγων αὐτόν, ἀτενίζει πρὸς τὰς ἄνωθεν τῆς πύλης ἐστηλωμένας εἰκόνας τοῦ Χριστοῦ καὶ τῆς θεομήτορος. καὶ ἀτενίσας οὕτως ἔλεγε πρὸς αὐτόν „μή σε πλανάτω ὦ Κωνσταντῖνε τὸ ὄνομα, μηδὲ διὰ τοῦτο κατάρξαι Ῥωμαίων νόμιζε. ἡ βασιλεία γὰρ τῷ
10ἐμῷ Κωνσταντίνῳ υἱῷ παρὰ θεοῦ τεταμίευται· καὶ δῆλον καὶ τοῦτό μοι γέγονεν ἀπὸ θείων ἀνδρῶν, προορᾶν δεδυνη‐ μένων τὰ ἔμπροσθεν. γίνωσκε οὖν ὅτι τυραννήσαντός σου ἡ κεφαλὴ ἄτερ τοῦ σώματος διὰ τῆσδε τῆς πύλης εἰσελεύσεται.“ ὃ δὴ καὶ γέγονε· μετὰ θάνατον γὰρ τοῦ Λέοντος τυραννίδι
15ἐπιθέμενος ὁ Κωνσταντῖνος ἀνῃρέθη, καὶ τηνικαῦτα τὴν αὐτοῦ κεφαλὴν διὰ τῆσδε τῆς πύλης ἦν ἰδεῖν εἰσαγομένην πε‐ ριρρεομένην αἵμασι· τοιαῦτα καὶ γὰρ οἱ ὑπὲρ τὰ ἐσκαμμένα πηδῶντες πάσχουσι. Κατ’ ἐκεῖνον δὴ τὸν καιρὸν ἔκλειψις ἡλίου μεγίστη γέγο‐
20νεν· οὗ χάριν ὁ βασιλεὺς τὸν ἀρχιερέα Συνάδων Παντα‐ λέοντα μετεκαλέσατο, ἔμπειρον ἀστρονομίας ὑπάρχοντα. καὶ
τιʹ τὸ ἀποτέλεσμα τῆς ἐκλείψεως ἐρωτηθεὶς εἰς τὸ δεύτερον556

557

ἔλεγε πρόσωπον τὴν κάκωσιν ἐπελθεῖν. ἀλλὰ καὶ αὐτὸς ὁ Σαμωνᾶς ἰδίᾳ τὸν σοφὸν παραλαβὼν καὶ ἐρωτήσας ἔμαθεν ὡς αὐτὸς κακωθήσεται· πλὴν εἰ τὴν τρίτην τοῦ Ἰουνίου παρε‐ λεύσεται ἀβλαβής, δεινὸν ἔκτοτε πάθοι οὐδέν. οὔπω ἡ προ‐
5θεσμία ἐφέστηκεν αὕτη, καὶ κατάγουσι τὸν Σαμωνᾶν καὶ ἀπο‐ κείρουσι· διαβολεὺς γὰρ ἐλέγετο εἶναι τοῦ βασιλέως καὶ ὑβριστής. Μετὰ δὲ ταῦτα κρατεῖ ὁ τοῦ Λέοντος υἱὸς Κωνσταντῖ‐ νος ἔτη εʹ. καὶ τηνικαῦτα φαίνεται κομήτης ἐκ δύσεως, ὃν
10ξιφίαν καλοῦσιν οἱ περὶ τὰ τοιαῦτα δεινοί· ὃν ἔλεγον αἱμά‐ των χύσιν προσημαίνειν τῇ βασιλίδι. οὗτος πλάνοις καὶ γόησιν ἑαυτὸν ἐξέδωκε, τὴν βασιλείαν αὐτοῦ θέλων ἐντεῦθεν χρόνους φυλαχθῆναι μακρούς. οὗτος ὁ μάταιος ἱππικὸν ἐκ‐ τελέσας, τὰ τῆς ἐκκλησίας ἱερὰ κειμήλια καὶ πάντα κόσμον
15αὐτῆς ἀγαγὼν τὸν ἱππικὸν κατεκόσμησεν. οὗτος μετὰ θάνα‐ τον τοῦ θείου αὐτοῦ Ἀλεξάνδρου νέος ὤν, καὶ τὴν βασιλείαν ὕποπτον ἔχων, τὸν Ῥωμανὸν διὰ χρυσοβούλλου φύλακα ἑαυ‐ τοῦ ποιεῖ καὶ ἀντὶ πατρὸς ἐκεῖνον ἑαυτῷ καθίστησι, μήπω
τινὸς ἑτέρου τούτῳ τιμηθέντος τῷ ἀξιώματι. μετ’ οὐ πολὺ557

558

δὲ Καῖσαρ ἀναγορεύεται καὶ διαδήματι στέφεται. ἐπίτροπος τοῦ βασιλέως Κωνσταντίνου Ῥωμανὸς ὁ Λακαπηνὸς κρατεῖ ἔτη κεʹ. Πολλὰ καὶ πολλάκις οἱ Βούλγαροι τὸν Συμεὼν ἔχοντες
5ἀρχηγὸν τῆς τῶν Ῥωμαίων χώρας κατέδραμον. εἶτα πρὸς καταλλαγὰς ἔρχεται. καὶ κατά γε τὸν τοῦ Κοσμιδίου αἰγια‐ λὸν ὅ τε διαληφθεὶς Συμεὼν καὶ ὁ βασιλεὺς Ῥωμανὸς προ‐ προσώπως ἀλλήλους τεθέανται, καὶ ὁμιλοῦσι τὰ φίλια, καὶ οὕτως οἴκαδε πάλιν ὑπονοστοῦσι. τηνικαῦτα καὶ τέρας τι
10συμβαίνει γραφῆς ἄξιον. δύο φασὶν ἀετοὺς τῶν βασιλέων ὁμιλούντων ἄνωθεν αὐτῶν ὑπερπτῆναι κλάγξαι τε καὶ ἀλλή‐ λοις συμμῖξαι καὶ παραυτίκα διαζευχθῆναι, καὶ τὸν μὲν ἐπὶ τὴν πόλιν ἐλθεῖν, τὸν δὲ ἐπὶ τὴν Θρᾴκην ἀποπτῆναι. τοῦτο δὲ οἱ περὶ τὰς ὀρνιθοσκοπίας ἐπτοημένοι οὐκ αἴσιον ἔκριναν
15οἰωνόν· διαλυθῆναι γὰρ καὶ αὖθις τὴν αὐτῶν εἰρήνην ἔφη‐ σαν. ἐγένετο δὲ καὶ τηνικαῦτα σεισμὸς ἐν τῷ θέματι τῶν Θρᾳκησίων καὶ χάσματα γῆς, ἀλλ’ ἐπὶ τοσοῦτον ὥστε πολλὰ χωρία καὶ ἐκκλησίας αὐτάνδρους καταποθῆναι. τιʹ τὸ μετὰ ταῦτα; καὶ ποῦ τὰ τῶν ἀετῶν καταντᾷ καὶ ἡ ἐκείνων δια‐
20μάχη; Ἰωάννης τις ἀστρονόμος προσελθὼν τῷ βασιλεῖ ἔφη ὡς εἰ πέμψας ἀποκόψεις τὴν κεφαλὴν τῆς ἱσταμένης στήλης
ἄνωθεν τῆς ἐν Ξηρολόφῳ ἁψῖδος καὶ πρὸς δύσιν βλεπούσης,558

559

ἀποθανεῖται ὁ Συμεὼν τηνικαῦτα· αὐτῷ γὰρ ἐστοιχειῶσθαι τὴν τοιαύτην στήλην ἔλεγεν. ὁ δὲ τοῖς ἐκείνου λόγοις πει‐ σθεὶς τὴν κεφαλὴν αὐτίκα τῆς στήλης ἀπέτεμε. καὶ αὐτῇ τῇ ὥρᾳ, καθὼς ἐπέγνω σημειωσάμενος ὁ βασιλεύς, ἐν Βουλ‐
5γαρίᾳ ὁ Συμεὼν τέθνηκε, νόσῳ κατὰ καρδίας ἁλούς. κατ’ ἐκεῖνο δὲ καιροῦ λίθος ἔπεσεν ἀπὸ τῆς ἐν τῷ φόρῳ ἁψῖδος, ὃν κομήτην καλεῖν εἰώθασι, καὶ ἀπέκτεινεν ἄνδρας ξʹ. Ῥωμανῷ τῷ γέροντι καὶ ἕτερος ἦν υἱός, Θεοφύλακτος τοὔνομα, διάκονος. καὶ ἐπεὶ νέος ὢν οὐ συνεχωρεῖτο εἰς τὸν
10πατριαρχικὸν ἀναχθῆναι θρόνον, χειροτονεῖται ἀντ’ αὐτοῦ Τρύφων τις ὥστε διέπειν τὸν θρόνον ἕως ἂν ἡλικίας δεούσης ὁ Θεοφύλακτος γένηται. τοῦ ῥητοῦ δὲ χρόνου τελεσθέντος ὃν ἔθετο, Τρύφων ὁ πατριάρχης οὐκ ἤθελεν ἐκστῆναι τοῦ θρόνου, ὡς ὑπέσχετο, εἰ μὴ καὶ αἰτία τις ἀναφανῇ δικαίως
15τοῦτον κατάγουσα. ἀθυμεῖ ἐπὶ τούτοις ὁ βασιλεύς. προσ‐ έρχεται αὐτῷ Θεοφάνης ὁ Καισάριος, ὃν δὴ καὶ χοίρινον ἐκάλουν. ὑπισχνεῖται τὴν τοῦ Τρύφωνος κατάβασιν. ὑπέρ‐ χεται τὸν πατριάρχην. λέγει „πολλὴ μέν, ὦ δέσποτα, κατά σου ἡ τοῦ βασιλέως ἐπίθεσις· πλὴν μηδὲν εὑρίσκοντες αἰτίαμα
20ἕτερον, μὴ εἰδέναι σε λέγουσι γράμματα. πληροφόρησον οὖν559

560

αὐτοὺς δι’ ἐπιγραφῆς τοῦ ὀνόματός σου, καὶ οὕτως αὐτῶν ἀποφράξεις τὰ στόματα.“ πείθεται ὁ πατριάρχης, καὶ γραμ‐ ματεῖον ἄγραφον εἰληφώς, ἐπ’ ὄψει πάσης τῆς συνόδου ὑπέ‐ γραψεν οὕτως „Τρύφων ἐλέῳ θεοῦ ἀρχιεπίσκοπος Κωνσταν‐
5τινουπόλεως νέας Ῥώμης, καὶ οἰκουμενικὸς πατριάρχης.“ καὶ γράψας ἐκπέμπει διὰ τοῦ πρωτοθρόνου τῷ βασιλεῖ. ὅπερ λαβὼν ἀνὰ χεῖρας οὗτος, καὶ ἄγραφον ἕτερον χάρτην ἄνωθεν προανυφάνας, παραίτησιν ἔγραψεν, ὡς ἀνάξιος ὢν ἀφίστα‐ ται τῷ βουλομένῳ τοῦ θρόνου παραχωρῶν. οὗτος ὁ τόπος
10δι’ οὗ καθεῖλον τὸν Τρύφωνα. Κατὰ ταύτας τὰς ἡμέρας ἐξ Ἀρμενίας ἐφοίτησε τέρας ἐν τῇ βασιλευούσῃ, παῖδες ἄρρενες συμφυεῖς ἐκ μιᾶς προσ‐ ελθόντες γαστρός. ἐξηλάθησαν δὲ τῆς πόλεως ὡς πονηρὸς οἰωνός, ἐπὶ δὲ Κωνσταντίνου πάλιν εἰσῆλθον. ἐπεὶ δὲ συν‐
15έβη τὸν ἕνα τελευτῆσαι, ἐπειράσθησαν οἱ ἐμπειρότατοι τῶν ἰατρῶν τὸ νεκρωθὲν ἀποτεμεῖν μέρος· οὗ τμηθέντος τὸ ζῶν ἐπιβεβιωκὸς ἐτελεύτησεν. Ὁ μέντοι Ῥωμανὸς φρικωδεστάτοις ὅρκοις ἑαυτὸν κατα‐ δεσμήσας ὡς φύλαξ μὲν ἐσεῖται τοῦ πορφυρογεννήτου Κων‐
20σταντίνου, βασιλείας δὲ οὐκ ἂν ἐρασθείη ποτέ, οὐκ ἐνέμεινε
τούτοις, ἀλλὰ πάντα κατὰ νῶτον θέμενος βασιλέα ἑαυτὸν560

561

ἀνηγόρευσεν, εἶτα τὸν πορφυρογέννητον. ἔνθεν τοι καὶ ὁ Ῥωμανὸς τὸ τέλος ἄξιον εὕρατο· κατάγεται γὰρ τῆς βασι‐ λείας, καὶ ἐπὶ τὴν νῆσον Πρώτην ἀχθεὶς ἀποκείρεται, δρουγ‐ γάριος πρότερον τῶν πλωΐμων ὤν.
5 Ὁ μέντοι υἱὸς αὐτοῦ τοῦ Λέοντος Κωνσταντῖνος ὁ πορ‐ φυρογέννητος κρατήσας ἔτη ιδʹ ἀναξίως ἴθυνε τὴν ἀρχήν· χαῦνός τε γὰρ ἐφαίνετο, οἴνου ἥττητο, ἀσυμπαθὴς τοῖς πταίουσιν ἦν, χυδαίοις τισὶ τὰς ἀρχὰς ἐνεπίστευσε, τῆς γα‐ μετῆς αὐτοῦ Ἑλένης καὶ Βασιλείου παρακοιμωμένου τὰς ἀρ‐
10χὰς ὠνίους παρασκευαζόντων ποιεῖν. οὗτος μὲν οὖν ὁ Βα‐ σίλειος ἐκ παλλακῆς γεννᾶται Ῥωμανῷ τῷ Λακαπηνῷ, ὃν δὴ καὶ πατρίκιον παρακοιμώμενον ἐτίμησεν ὁ διαληφθεὶς οὗτος Κωνσταντῖνος, ὃς δὴ καὶ πράξεων ἀγαθῶν οὐ παντάπασιν ἄμοιρος ἦν· τὰς γὰρ ἐπιστήμας, ἀριθμητικὴν μουσικὴν
15ἀστρονομίαν γεωμετρίαν καὶ πᾶσαν ἁπλῶς φιλοσοφίαν, ἐκ μακροῦ χρόνου τῇ ἀμαθείᾳ καὶ ἀμελείᾳ τῶν κρατούντων ἀπο‐ λωλυίας οἰκείᾳ σπουδῇ ἀνεκτήσατο. οὗτος ὁ Κωνσταντῖνος τῷ υἱῷ αὐτοῦ Ῥωμανῷ νυμφεύεται γυναῖκα δευτέραν, ἅτε τῆς πρώτης ἀποθανούσης, οὔ τινα τῶν ἐπιφανῶν, ἐκ χυ‐
20δαίων δὲ φυεῖσαν καὶ τὴν τέχνην καπήλων, Ἀναστασὼ κα‐ λουμένην, εἰς Θεοφανὼ δὲ τηνικαῦτα μετονομασθεῖσαν.
Τοῦ ἀμηρᾶ τῆς Ταρσοῦ ἐκστρατείαν κατὰ Ῥωμαίων561

562

ποιησαμένου, καὶ ἐν τῇ κώμῃ τῇ Ἡρακλέους λαὸν πεπομφό‐ τος εἰς προνομήν, πρεσβύτερος [γάρ] τις, ᾧ Θέμελος ὄνομα, τὴν ἀναίμακτον ἐπιτελῶν λειτουργίαν, ὡς ἔγνω τὴν τῶν Σα‐ ρακηνῶν ἔφοδον, λιπὼν τὴν ἱερουργίαν καὶ ὡς εἶχε στολῆς
5ἐξελθών, λαβόμενός τε ταῖς χερσὶ τοῦ σημαντῆρος τῆς ἐκκλη‐ σίας, τοὺς ἐπιόντας διὰ τούτου ἠμύνατο, καὶ πολλοὺς μὲν ἐτραυμάτισεν ἱκανοὺς δὲ ἀπέκτεινε, καὶ τοὺς λοιποὺς εἰς φυγὴν ἔτρεψε. παρὰ τοῦ ἐπισκόπου λοιπὸν τῆς λειτουργίας τούτου χάριν ἀποκλεισθείς, ἐπεὶ μὴ ἔπειθε συγχωρηθῆναι,
10τοῖς Ἀγαρηνοῖς προσελήλυθε καὶ τὸν Χριστιανισμὸν ἐξωμό‐ σατο, καὶ σὺν αὐτοῖς ἐξιὼν οὐ μόνον Καππαδοκίαν καὶ τὰ ἔγγιστα ταύτης ἠφάνιζε θέματα, ἀλλὰ καὶ μέχρι τῆς μικρᾶς λεγομένης Ἀσίας ἔφθασεν. Ὁ μέντοι τοῦ γέροντος Ῥωμανοῦ υἱὸς Θεοφύλακτος ἓξ
15καὶ δέκα ἐτῶν ὤν, ἡνίκα τοὺς τῆς ἐκκλησίας ἀκανονί‐ στως παρείληφεν οἴακας, οὐδὲν ἐνέλιπεν ὃ μὴ μετεχειρίζετο χείριστον. ἔρως δὲ ἵππων τοσοῦτον κατέσχεν αὐτὸν ὡς ὑπὲρ β αὐτοὺς κεκτῆσθαι. τῆς μέντοι κομιδῆς φροντίζων αὐτῶν οὐ χόρτον παρετίθη ἀλλὰ κόναρα πιστάκια φοίνικας σταφίδας
20καὶ ὅσα τοιαῦτα, παραμιγνὺς αὐτοῖς καὶ οἶνον εὐώδη βάλ‐
σαμόν τε καὶ κινάμωμον. φασὶ δὲ καὶ τοῦτο, ὅτι λειτουρ‐562

563

γοῦντί ποτε κατὰ τὴν μεγάλην πέμπτην ὁ ἱπποκόμος ἐπιστὰς ἔλεγεν ὡς ἄρα τετοκυῖα εἴη ἐπίσημος φορβάς. ὁ δ’ ὑπὸ πε‐ ριχαρείας τὸ τῆς θείας λειτουργίας ὑπόλοιπον ὡς ἔτυχεν ἀποπληρώσας, δρομαῖος ἀφικνεῖται πρὸς τὸ Κοσμίδιον, καὶ
5τὸν τεχθέντα πῶλον ἑωρακὼς πάλιν ὑπέστρεψε, τὴν τῶν ἁγίων παθῶν ἐκτελέσων ὑμνῳδίαν. βιοτεύων οὖν ἀτάκτως καταστρέφει τὸν βίον ἔν τινι τείχει τῶν παραθαλαττίων, θραυσθεὶς ἱππαζόμενος καὶ αἷμα διὰ τοῦ στόματος ἀναγα‐ γών· ἐντεῦθεν γὰρ δυσὶν ἔτεσι νοσηλευόμενος καὶ ὑδέρῳ
10περιπεσὼν ἐτελεύτησεν, εὐνοῦχος ὢν καὶ τὰς Ῥουφινιανὰς οἰκοδομήσας, ὡς γέγραπται. προχειρίζεται γοῦν ἀντ’ αὐτοῦ τίμιος ἀνήρ, Πολύευκτος τοὔνομα, μοναχὸς ὢν καὶ παιδό‐ θεν ὑπὸ γονέων εὐνουχισθείς, οὐ τοῦ Ἡρακλείας, ὡς ἔθος, ἀλλὰ Βασιλείου τοῦ Καισαρείας τὴν χειροθεσίαν πεπληρωκό‐
15τος· Νικηφόρος γὰρ ὁ τῆς Ἡρακλείας πρόεδρος, τῷ βασι‐ λεῖ κατά τι προσκεκρουκώς, οὐ συνεχωρήθη τὴν χειροθεσίαν ποιήσασθαι. ὅθεν καὶ ψόγος οὐχ ὁ τυχὼν προσετρίβη οὐ τῷ προτρέψαντι καὶ χειροτονήσαντι μόνον, ἀλλὰ καὶ αὐτῷ τῷ χειροτονηθέντι ὡς καταδεξαμένῳ τὴν ἀκανόνιστον χειρο‐
20θεσίαν.
Ῥωμανὸς δὲ ὁ τοῦ βασιλέως Κωνσταντίνου υἱὸς τελεω‐563

564

τέρας ἤδη ἁψάμενος ἡλικίας, καὶ μὴ φέρων ὁρᾶν τὰ πρά‐ γματα ὑπὸ τοῦ πατρὸς αὐτοῦ διοικούμενα, φαρμάκῳ τοῦτον ἐκποδὼν ποιήσασθαι ἐβουλεύσατο, κἂν τὸ ἐγχείρημα πέρας οὐκ ἔλαβε· τὸ γὰρ δηλητηριῶδες φάρμακον περιτραπὲν καὶ
5τύχῃ τινὶ χυθὲν διὰ τὴν ὀλιγότητα θανατῶσαι τοῦτον οὐκ ἴσχυσεν. ἐγκοτῶν μὲν οὖν τῷ πατριάρχῃ καὶ τὴν αὐτοῦ κα‐ θαίρεσιν φανταζόμενος τελευτᾷ. πρὸ δέ τινων ἡμερῶν τῆς αὐτοῦ τελευτῆς ἐπί τινα χρόνον συχνὸν ἑσπέρας καταλαμβα‐ νούσης λίθοι ἄνωθεν καταφερόμενοι καὶ ἐντὸς τῶν αὐτοῦ
10διαιτημάτων σὺν πολλῷ ῥοίζῳ πίπτοντες ἐξαισίους ἀπετέλουν κτύπους. πολλὰ δὲ συντηρήσας οὐκ ἐπέγνω πόθεν οἱ λίθοι καὶ παρά τινος ἐβάλλοντο· ἐκ θείας γάρ, ὡς ἔοικεν, οὗτοι ὀργῆς. Διαδέχεται τοίνυν αὐτὸν Ῥωμανὸς ὁ υἱὸς αὐτοῦ, κρα‐
15τήσας ἔτη τρία. καὶ τὴν μὲν ἐξουσίαν πᾶσαν Ἰωσὴφ ἀνα‐ τίθησι τῷ πραιποσίτῳ, αὐτὸς δὲ μετὰ βεβήλων ἀνδραρίων συνδιῆγε καὶ τὰ χείριστα συνεπράττετο. τοίνυν καὶ κληρικόν τινα ἐκτομίαν ὄντα, διά τινας ἀσέμνους πράξεις ὑπὸ Κων‐ σταντίνου τοῦ βασιλέως ἀπειληθέντα καὶ μοναχικὸν ἀμφια‐
20σάμενον σχῆμα κἀντεῦθεν κρυπτόμενον, ὡς ἤδη ἐπελάβετο
τῆς ἀρχῆς, τὸ μοναχικὸν μὲν αὐτὸν ἐκδιδύσκει ἀμφίον, καὶ564

565

τὸ τῶν κληρικῶν σχῆμα μετενδύσας τοῖς ἑαυτοῦ θαλαμηπό‐ λοις κατέταξεν. ὁ μέντοι Πολύευκτος ζήλου πλησθεὶς ἠνάγ‐ καζε τὸν βασιλέα τοῦτον ἀπώσασθαι. ὡς δὲ ἐκεῖνος ἀνθί‐ στατο μὴ τὸ μοναχικὸν ἐπάγγελμα μετ’ εὐχῆς δέξασθαι, διὰ
5φόβον δὲ τοῦ βασιλέως, τούτου χάριν ἀφίεται. Νικηφόρον μὲν οὖν τὸν Φωκᾶν, δομέστικον τηνικαῦτα ὄντα τῶν σχολῶν καὶ πολλὰ τρόπαια στησάμενον κατὰ τῶν ἑώων Σαρακηνῶν, καὶ κατ’ αὐτῶν δὴ τῶν ἐν Κρήτῃ Σαρα‐ κηνῶν ἐκπέμπει· καὶ ὃς πολλὰ μὲν εἰπὼν πλείω δὲ οἰκονο‐
10μήσας, καὶ τὴν νῆσον αὐτὴν πολιορκῶν καὶ εἰς χεῖρας ἤδη ἔχων ἔμελλεν ἂν ἐπὶ πλέον αὐτὴν καταδουλῶσαί τε καὶ κατα‐ χειρώσασθαι. φήμης δὲ κρατούσης ὅτι ὁ κατασχὼν αὐτὴν Ῥωμαῖος ἐξ ἀνάγκης βασιλεύσει Ῥωμαίων, ἅμα τῷ γνωσθῆ‐ ναι τὴν τῆς νήσου κατάσχεσιν, ταῖς τοῦ Ἰωσὴφ ὑποθήκαις
15ἀποστείλας ὁ Ῥωμανὸς τὸν Νικηφόρον ἐκεῖθεν μετεκαλέσατο. τηνικαῦτα καὶ Λέοντα Φωκᾶν τὸν τοῦ Νικηφόρου ἀδελφὸν ἐξαπέστειλεν εἰς ἀνατολήν, καὶ ὃς τοσαύτην καταδρομὴν ἐποιή‐ σατο τῶν Σαρακηνῶν καὶ τοσαύτας ἀριστείας κατ’ ἐκείνων ἔστησεν ὡς μηδὲ λόγῳ δύνασθαι ταύτας διαλαβεῖν· πᾶσαν
20γὰρ τὴν ἀνατολὴν σχεδὸν ἐχειρώσατο. ἐφ’ ᾧ καὶ μετὰ θριάμ‐
βου λαμπροῦ ὁ βασιλεὺς αὐτὸν ὑποδέχεται.565

566

Κατὰ ταύτας δὲ τὰς ἡμέρας ἀνήρ τις ἀνεφάνη Φιλώ‐ ραιος καλούμενος, ὑπασπιστὴς ὢν Ῥωμανοῦ μαγίστρου του Μωσηλὲ τοῦ ἐγγόνου Ῥωμανοῦ τοῦ γέροντος. οὗτος ἄνωθεν ἵππου ὠκυτάτου ἐπὶ τῆς ἐφεστρίδος ἱστάμενος ὄρθιος, τοῦ
5ἵππου τρέχοντος ὅσον ἠδύνατο, κατὰ τὴν ἱπποδρομίαν ἄνω καὶ κάτω ἐφέρετο. τότε δὴ τότε καὶ τὸ λοιμικὸν ἐπέδωκε πάθος, ἐπιόν τε αὖθις καὶ διαφθεῖρον τοὺς βόας· ὃ Κράβα κατονομάζεται. φασὶ δὲ τὴν ἀρχὴν τοῦτο λαβεῖν ἐπὶ τῶν ἡμερῶν Ῥωμανοῦ τοῦ γέροντος. ἔγγιστα γὰρ τῆς Βόνου κιν‐
10στέρνης ἀναψυχὴν ἑαυτῷ τῆς θερινῆς θέρμης παλάτιον τοῦ Ῥωμανοῦ ἀναγείραντος, καὶ τῶν θεμελίων καταβαλλομένων, βοός φασιν εὑρεθῆναι μαρμαρίνου κεφαλήν, ἣν εὑρόντες καὶ συντρίψαντες εἰς τὴν τοῦ τιτάνου κάμινον βάλλουσιν. ἐξ ἐκείνου δὲ καὶ μέχρι τῶν τῇδε χρόνων οὐκ ἐπαύσατο παν‐
15ταχοῦ τῆς γῆς, ὁπόσην ἡ τῶν Ῥωμαίων περιέχει δυναστεία, τὰ τῶν βοῶν διαφθείρεσθαι γένη. Ὁ μέντοι Φωκᾶς Νικήφορος, ὡς ἔμπροσθεν εἴρηται, προσταχθεὶς ἀπὸ Κρήτης ἐπανελθεῖν οὐ συνεχωρήθη πρός γε τὴν βασιλεύουσαν εἰσελθεῖν, ἀλλ’ ἐν τῇ ἀνατολῇ ἐκελεύσθη
20παραγενέσθαι μετὰ παντὸς τοῦ στρατοῦ διὰ τὸν Ἀποχαυδᾶν καὶ μᾶλλον τὴν ἑαυτοῦ ἧτταν ὥσπερ ἀνακαλούμενον. πάλιν
οὖν κατὰ Συρίας ὁρμήσας ὁ Φωκᾶς κατὰ κράτος τε αὐτὸν566

567

ἥττησε, καὶ λείαν πολλὴν ἐκεῖθεν ἀφείλετο, καὶ τῶν αἰχμα‐ λώτων ἠλευθέρωσε Χριστιανῶν ὅτι πολλούς. Ἐπὶ τούτοις ὁ βασιλεὺς τελευτᾷ Ῥωμανός, ἐτῶν κδʹ, καὶ διαδέχονται τὴν αὐτοῦ βασιλείαν Βασίλειος καὶ Κων‐
5σταντῖνος οἱ παῖδες αὐτοῦ σὺν Θεοφανῷ τῇ μητρὶ αὐτῶν, καὶ κρατοῦσιν ὡσεὶ μῆνας εʹ. ὁ δὲ Φωκᾶς εἰσέρχεται ἐν Κωνσταντινουπόλει κελεύσει τῆς βασιλίσσης, εἰ καὶ τὰ τοι‐ αῦτα κωλύων ἦν ὁ τὰ πρῶτα τηνικαῦτα παρὰ τοῖς κρατοῦσι φέρων Ἰωσήφ. δεδιὼς οὖν ἐπὶ τούτοις ὁ Φωκᾶς εἰσέρχεται
10λάθρα πρὸς τὸν Ἰωσήφ, καὶ δεικνύει αὐτῷ ὅπερ ἐντὸς ἐνε‐ δέδυτο τρίχινον, πληροφορῶν αὐτόν, καὶ λέγων ὡς πάλαι ἂν ἐξέστη τῶν βιωτικῶν συρφετῶν δι’ ἔρωτα μοναχικόν, εἰ μήγε τὸ τῶν κρατούντων φίλτρον συνεκράτει αὐτόν. τοῦτον οὖν ὁ Βρύγγας ἰδὼν Ἰωσὴφ πίπτει παρὰ τοὺς πόδας αὐτοῦ λέ‐
15γων ὡς οὐκ ἄν ποτε πιστεύσειέ τινι κατ’ αὐτοῦ λέγοντι. ἔξει‐ σιν οὖν ἐκεῖθεν ὁ Φωκᾶς. καὶ τηνικαῦτα τὸν Ἰωσὴφ μετά‐ μελος ἔσχηκεν, ὅτι τὸ θήραμα ἐντὸς ἔχων ἀρκύων ἀπώλεσε. γράφει λοιπὸν πρὸς τὸν Τζιμισχῆν Ἰωάννην, στρατηγὸν τη‐ νικαῦτα τῶν ἀνατολῶν ὑπάρχοντα, ἄνδρα θυμώδη καὶ δρα‐
20στήριον καὶ μετὰ τὸν Φωκᾶν ἐν στρατηγοῖς ἐπισημότατον. ὁμοίως δὲ καὶ πρὸς ἑτέρους ἔγραψεν, ὡς εἴγε διαναστάντες τὸν Φωκᾶν καθαιρήσουσι καὶ μοναχὸν ἀποκείρουσι, τὸν μὲν
Ἰωάννην δομέστικον τῆς ἀνατολῆς, ὁ δὲ αὖθίς τινα προβα‐567

568

λεῖται τῆς δύσεως. ἀλλὰ πάντες οὗτοι σχετικῶς ἔχοντες πρὸς τὸν Νικηφόρον ὑποδεικνύουσιν αὐτῷ τὰ γράμματα καὶ διεγερθῆναι πρὸς ἀλκὴν ἀναπείθουσιν. ἔκτοτε λοιπὸν ὑπὸ τῶν τῆς ἀνατολῆς στρατευμάτων ἁπάντων παρακεκινημένων ὑπὸ
5τοῦ Τζιμισχῆ βασιλεὺς ἀναγορεύεται ὁ Φωκᾶς, ἔρωτα δὴ καὶ πάλαι τῆς βασιλείας ἔχων μάλιστα τῆς βασιλίσσης Θεο‐ φανοῦς. ἔρχεται οὖν οὕτως ἔχων πρὸς Χρυσόπολιν, κἀκεῖ‐ θεν διαπεραιοῦται πρὸς τὸ Ἕβδομον, καὶ μετὰ παντὸς τοῦ λαοῦ διὰ τῆς χρυσῆς πόρτης πρὸς τὴν ἐκκλησίαν εἰσέρχεται,
10καὶ παρὰ τοῦ Πολυεύκτου τῷ διαδήματι στέφεται, καὶ κρα‐ τεῖ ἔτη ϛʹ. τὴν μέντοι Θεοφανὼ πρῶτα μὲν τῶν βασιλικῶν κατάγει ὁ Φωκᾶς καὶ ἐξόριστον τίθησιν, ὥσπερ δὴ καὶ τὸν Ἰωσήφ, τὸν δὲ πατέρα αὐτοῦ προχειρίζεται Καίσαρα. μετὰ δὲ ταῦτα τὸ προσωπεῖον καὶ τὴν σκηνὴν ἀποθέμενος ἄγεται
15νόμιμον γυναῖκα τὴν Θεοφανώ. τότε δὴ καὶ κρεῶν ἀπεγεύ‐ σατο, πρότερον ἀπεχόμενος κρεωδαισίας, ἐξ ὅτου Βάρδος ὁ ἐκ τῆς προτέρας αὐτοῦ γαμετῆς ἀποτεχθεὶς υἱός, ἱππαζόμε‐ νος ἐν τῷ πεδίῳ καὶ τῷ οἰκείῳ προσπαίζων ἀνεψιῷ τῷ Πλεύσῃ, μετὰ δόρατος βληθεὶς ἀκουσίως τέθνηκε. τοῦ γάμου δὲ τε‐
20λεσθέντος ἐν τῇ κατὰ τὸ παλάτιον νέᾳ ἐκκλησίᾳ, ἐπείπερ
ἔμελλεν εἴσοδος ἐν τῷ θυσιαστηρίῳ γενέσθαι, τῆς χειρὸς κα‐568

569

τέχων αὐτὸν ὁ Πολύευκτος καὶ ταῖς ἱεραῖς ἐγκύρσας κιγκλί‐ σιν εἴσεισι μὲν ἐκεῖνος εἰς τὰ ἄδυτα, τὸν δὲ Φωκᾶν ὄπισθεν ἐξωθεῖ ἐπειπὼν ὅτι οὐκ ἔξεστί σοι εἰσελθεῖν, εἰ μὴ ἐπιτίμια δέξῃ δευτερογαμοῦντος. διεδίδοτο δὲ καὶ λόγος ἁπανταχοῦ,
5ὃς οὐ μικρῶς διετάραξε τὴν ἐκκλησίαν, ὅτι περ ὁ Νικηφόρος ἀπὸ τοῦ ἁγίου βαπτίσματος ἀνάδοχος ἐγένετο τῶν τῆς Θεο‐ φανοῦς ἑνὸς παιδίου. ταῦτ’ ἄρα καὶ ὁ πατριάρχης ἐπὶ πλέον ἀνέτεινεν. ἔτι δὲ ἀναβαλλόμενον τὸν Πολύευκτον κοινωνῆσαι τῷ βασιλεῖ ὁ Καῖσαρ ἐπληροφόρησεν. ἀλλὰ καὶ Στυλιανὸς
10ὁ πρωτοπαπᾶς τοῦ μεγάλου παλατίου, ἀφ’ οὗ καὶ μᾶλλον ἡ τοιαύτη φήμη κατέσχεν ἅπαντας, δι’ ὅρκων ἐβεβαιοῦτο μηδέν τι τοιοῦτον ἐπισυμβῆναι τῷ Φωκᾷ. ὁ μέντοι Πολύευ‐ κτος, καίπερ φανερῶς ἐπιορκοῦντα εἰδὼς τὸν Στυλιανόν, τὸ τῆς συντεκνίας ἔγκλημα συγκεχώρηκε, καὶ ὁ πάλαι ἐνιστάμε‐
15νος δευτερογαμίας ἐπιτίμια θεῖναι καὶ τὸ μέγα τοῦτο παρῆ‐ κεν ἁμάρτημα. Ὁ μέντοι Φωκᾶς καὶ βασιλεύων κατὰ Συρίας ὁρμᾷ, καὶ πόλεις πολλὰς καταστρέψας ἐκεῖθεν ὑπέστρεψε, φέρων μεθ’ ἑαυτοῦ καὶ τὸν ἔχοντα ἀχειρότευκτον ἐκτύπωμα τῆς μορφῆς
20τοῦ Χριστοῦ καὶ θεοῦ ἡμῶν ἅγιον κέραμον, ὃν εὗρεν ἐν Ἱεραπόλει, ταύτην πεπορθηκώς, καὶ τῶν τριχῶν τοῦ βαπτι‐
στοῦ Ἰωάννου βόστρυχον ἐμπεπιλημένον αἵματι. τοιοῦτος δὲ569

570

ὁ Νικηφόρος ὢν καὶ ἐπὶ τοσοῦτον τὰ Ῥωμαίων αὐξήσας πράγματα (κατέσχε γὰρ πόλεις πλέον τῶν ρʹ καὶ φρούρια Κιλικίας Συρίας καὶ Φοινίκης, ὧν μέγιστα καὶ ἐπίσημα ἡ Ἀνάβαρζα, ἡ Ἀδάνα, καὶ τὰ λοιπὰ ἡ Μάμιστα ἡ καὶ Μό‐
5ψου ἑστία λεγομένη, ἡ Ταρσός, τὸ Παγρά, τὸ Συνέφιον, τὸ Χάλεπ, ἡ Λαοδίκεια, ἔθετό τε ὑποφόρους τὴν ἐν Φοι‐ νίκῃ τε Τρίπολιν καὶ τὴν Δαμασκόν) ἀλλ’ ὅμως μισητὸς παντὶ ἀνθρώπῳ γέγονε, καὶ πάντες τὴν αὐτοῦ καταστροφὴν ἐδίψων ἰδεῖν· εἰ γὰρ καὶ πλεῖστα ἐπέλαμπον αὐτῷ τὰ κάλ‐
10λιστα, ἀλλὰ καὶ δύο κακὰ κατεσπίλουν αὐτόν, ἥ τε τῆς Θεο‐ φανοῦς ἀθέμιτος μῖξις καὶ τὸ πρὸς πάντας αὐτοῦ μικρολόγον καὶ ἀφιλότιμον. λιμὸς καὶ γὰρ τὴν πόλιν κατέσχε ποτέ, ὡς ἕνα μέδιμνον χρυσέῳ πωλεῖσθαι νομίσματι. μανθάνει τοῦτο Φωκᾶς, καὶ μικροπρεπῶς τὸ πάθος ἰᾶται· τὰς δημοσίας
15καὶ γὰρ σιτοθήκας ἀνοίξας δύο μεδίμνους τῷ νομίσματι πω‐ λεῖσθαι ἐκέλευσεν, οὐ τὸν Μακεδόνα Βασίλειον ἐν τούτῳ μι‐ μησάμενος· οὗτος γὰρ τοὺς Βυζαντίους πενθοῦντας ἰδών, καὶ μαθὼν ὡς ὁ λιμὸς αἴτιος τοῦ πενθεῖν αὐτούς, δώδεκα μεδίμνους κελεύει πωλεῖσθαι τῷ νομίσματι. ἀλλὰ καὶ τοῦ
20βασιλέως Φωκᾶ κατ’ ἐκεῖνο δὴ καιροῦ ἐξελθόντος ὥστε γυ‐ μνάσαι τὸν στρατόν, ἐπεί τις ἦλθε πολιὸς τὴν τρίχα καὶ
ἐπειρᾶτο συναριθμηθῆναι τοῖς στρατιώταις, φησὶ πρὸς αὐτόν570

571

„σὺ δέ, ὦ ἄνθρωπε, γέρων ὢν πῶς τοῖς ἐμοῖς στρατιώταις ἐπείγῃ συναριθμηθῆναι;“ ὁ δ’ εὐστόχως ὑπολαβὼν „πολλῷ δυνατώτερός εἰμι νῦν“ ἔφη „ἢ ὅτε ἤκμαζον.“ ὁ αὐτὸς δὲ „καὶ πῶς τοῦτο“ ἐρόμενος, ἔφη ὅτι τὸν τοῦ νομίσματος σῖτον
5πρότερον δυσὶν ἡμιόνοις ἐπεφόρτιζον, ἐπὶ δὲ τῆς σῆς βασι‐ λείας δύο νομισμάτων σῖτον ἐπὶ τῶν ὤμων φέρω. συνεὶς οὖν τὴν εἰρωνείαν ἀνεχώρησε, μηδὲν ταραχθείς. Ἀλλὰ καὶ τὰς ἀριθμηθείσας ἄνωθεν πόλεις καθελών, τὴν Ἀντιόχειαν μόνην ἀφῆκε παρελθών, καὶ ταῦτα δυνάμενος
10αὐτὴν καθελεῖν. ἐξεπίτηδες δὲ πάντως ἀφῆκε, δεδιὼς τὸν φημιζόμενον λόγον· ἐλέγετο γὰρ ὡς ἅμα τῇ ἁλώσει τῆς πόλεως Ἀντιοχείας καὶ ὁ βασιλεὺς τεθνήξεται. ὅθεν καὶ περὶ τὰ μέρη ἐκεῖνα τὸν Μιχαὴλ Βούρτζην ἀφεὶς φύλακα καὶ Πέτρον τινὰ εὐνοῦχον στρατοπεδάρχην, καὶ ἐνσκήψας αὐτοῖς
15μηδαμοῦ τῇ Ἀντιοχείᾳ προσβαλεῖν, πρός γε τὴν βασιλεύου‐ σαν ἔρχεται. ἀλλ’ ὁ Βούρτζης θέλων αὑτῷ περιποιήσασθαι ὄνομα τῶν μὲν ἐκείνου λόγων καταφρονεῖ, παντοίως δὲ τὴν πόλιν πολιορκήσας κατέσχεν αὐτήν. ταῦτα πυθόμενος ὁ Φω‐ κᾶς, καὶ οὐκ ὀλίγα δυσχεράνας, ὕβρεσί τε πλύνει τὸν Βούρ‐
20τζην καὶ τῆς ἀρχῆς παραλύει. ἐντεῦθεν οὖν τὸ κατ’ αὐτοῦ μῖσος λαμβάνει ἀρχήν. πρὸς τούτοις δὲ καὶ τοὺς ὑπὸ χεῖρα
τοῖς συχνοῖς ἐκάκου ταξειδίοις, κατὰ μηδὲν αὐτοὺς παραμυ‐571

572

θούμενος. ἀλλὰ καὶ τὰ παρὰ βασιλέων τινῶν εἰς εὐαγεῖς ναοὺς τυπωθέντα δίδοσθαι τέλεον ἔκοψε, προφάσει τοῦ τὸ δημόσιον σπανίζειν. χωρὶς αὐτοῦ ἐπίσκοπος οὐκ ἐψηφίζετο. ἀλλὰ καὶ θανόντων ἐπισκόπων βασιλικὸς ἄνθρωπος ἐκεῖσε
5ἐστέλλετο. ἐσπούδαζε δὲ καὶ νόμον θεῖναι τοὺς ἐν πολέμοις θνήσκοντας τιμᾶσθαι ὡς μάρτυρας, τὴν ψυχικὴν σωτηρίαν ἐν μόνῳ πολέμῳ θέμενος καὶ οὐκ ἐν ἄλλῳ τινί. πρὸς ὅπερ ἡ σύνοδος ἀντέστη, τὸν τοῦ μεγάλου Βασιλείου κανόνα σύμ‐ μαχον ἔχουσα τὸν ἐκτεθέντα διά γε τοὺς ἐν πολέμῳ θνή‐
10σκοντας. πολλὰ δὲ καὶ τὴν πόλιν ἐκάκωσε, τὸ τεῖχος κτίζων τῶν παλατίων. τοῦτο δὲ ἐποίει δεδιὼς τὰ τηνικαῦτα λεγό‐ μενα· τοῦ παλατίου καὶ γὰρ ἐντὸς θανεῖν αὐτὸν προετεθέ‐ σπιστο. κατ’ ἐκεῖνο δὲ καιροῦ καὶ ἡλίου ἔκλειψις γέγονε περὶ τρίτην ὥραν τῆς ἡμέρας, ὥστε καὶ ἄστρα φανῆναι. ἡ μέν‐
15τοι Θεοφανὼ τὴν τοῦ Νικηφόρου συνουσίαν ἀπεστρέφετο. τίνος ἕνεκεν; ὅτι βίον ἐκεῖνος εἶχε σώφρονα, σαρκικῶν ἀπεί‐ χετο μίξεων, χαμευνίαις ἔχαιρεν. ὅθεν οὐκ ἀρεσκομένη τού‐ τοις ἡ Θεοφανὼ τὸν Τζιμισχῆν μεταπέμπεται, κατά γε τὴν ἑαυτοῦ καθήμενον οἶκον· ἔφθασε γὰρ ὁ Φωκᾶς διά τινα
20ὑποψίαν παραλύσας αὐτὸν τῆς τοῦ δομεστίκου ἀρχῆς. νυ‐572

573

κτὸς οὖν ιαʹ τοῦ Δεκεμβρίου μηνός, λόγου ιγʹ, ἔτει ͵ϛυοηʹ ἀποστείλασα ἄγει τοῦτον πρὸς τὸν χειροποίητον κάτωθεν τοῦ παλατίου λιμένα, κἀκεῖθεν ἀνάγει τοῦτον διὰ κοφίνου σὺν πᾶσι τοῖς ὑπ’ αὐτόν, Μιχαὴλ τῷ Βούρτζῃ, Λέοντι ταξιάρχῃ
5τῷ Ἀβαλάντῃ, τῷ τοῦ Τζιμισχῆ Ἀτζιποθεοδώρῳ καὶ ἑτέροις τισί. καταλαμβάνουσιν οὖν αὐτὸν ἐπ’ ἐδάφους κοιμώμενον. ἔνυξεν ὁ Τζιμισχῆς τὸν πόδα αὐτοῦ, καὶ δὴ μικρὸν ἀνεκά‐ θισε. καὶ τηνικαῦτα κατὰ τοῦ κρανίου αὐτοῦ κατάγει ὁ Ἀβα‐ λάντης τὴν σπάθην. εἶτα πρὸς τὸν Τζιμισχῆν ἐπὶ τῆς βα‐
10σιλικῆς κλίνης καθίσαντα φέρουσιν αὐτὸν ἐμπαροινοῦντες καὶ βλασφημοῦντες εἰς αὐτόν, μηδὲν ἄλλο λέγοντα ὴ „κύριε ἐλέησον“ καὶ „θεοτόκε βοήθησον.“ ἐπεὶ δὲ ὑπὸ τῶν παρα‐ κοίτων ἤδη κατεφωράθησαν καὶ πολλοὺς ἑώρων βοηθήσαντας, τὴν κεφαλὴν αὐτοῦ ἀποτέμνουσι καὶ διὰ θυρίδος αὐτὴν ὑπο‐
15δεικνύουσιν. ὅθεν καὶ ἔνθεν κἀκεῖθεν διεσκεδάσθησαν. Κρατεῖ οὖν μετὰ τὸν Φωκᾶν ὁ Τζιμισχῆς ἔτη ἕξ, συμ‐ βασιλεύοντας ἔχων αὐτῷ τοὺς υἱοὺς Ῥωμανοῦ Βασίλειον καὶ Κωνσταντῖνον. μεταπέμπεται δὲ Βασίλειον παρακοιμώμενον ἅτε δραστήριον ὄντα παντάπασιν καὶ ἱκανόν, ὃν δὴ καὶ ὁ
20Φωκᾶς πρόεδρον ἐτίμησε. τότε δὴ τότε τοῦ ἀξιώματος παρ’ αὐτοῦ εὑρεθέντος, ἔρχεται τηνικαῦτα πρὸς τὴν μεγάλην ἐκ‐
κλησίαν. ἀλλ’ οὐ προσδέχεται αὐτὸν ὁ Πολύευκτος, λέγων573

574

„εἰ μὴ ἄξια ποιήσεις μετανοίας, οὐκ ἐπιβήσῃ τοῦ θείου ναοῦ.“ ἔνθεν τοι καὶ πάντα ὑπέσχετο ποιῆσαι. εἶπε δὲ μὴ αὐτόχειρα γενέσθαι αὐτὸν τοῦ Φωκᾶ, Ἀβαλάντην δὲ καὶ Ἀτζιποθεόδωρον κελεύσει τῆς δεσποίνης. ἣν δὴ καὶ ἐξορι‐
5σθῆναι συναινεῖ ὁ πατριάρχης. γίνεται ταῦτα, καὶ οὐ μόνον ἡ μοιχαλὶς ἀλλὰ καὶ οἱ αὐτόχειρες τοῦ Φωκᾶ τῆς πόλεως ἐκδιώκονται. ῥήγνυσι δὲ καὶ τὸν τόμον ὁ Τζιμισχῆς, ὃν ἐπὶ συγχύσει τῆς ἐκκλησίας ὁ Φωκᾶς ἔθετο. ταύτῃ τοι καὶ τῷ διαδήματι παρὰ τοῦ Πολυεύκτου στέφεται. μετὰ δὲ ταῦτα
10τοὺς Βουλγάρους καταγωνισάμενος χαριστήρια τῶν τροπαίων ἀποδίδωσι τῷ θεῷ. ἐφ’ ᾧ καὶ ἄνωθεν τῆς ἁψῖδος τῆς χαλ‐ κῆς ναὸν ἀνοικοδομεῖ ἐκ καινῆς. προστάσσει δὲ καὶ τὴν εἰκόνα τοῦ σωτῆρος τῷ νομίσματι ἐγγράφεσθαι, μὴ πρότερον τού‐ του γενομένου. τηνικαῦτα καὶ κομήτης ἐφάνη ὁ καλούμενος
15πωγωνίας, κατὰ μῆνα Αὔγουστον, καὶ ἐφαίνετο ἄχρις Ὀκτω‐ βρίου, σημαίνων τὸν τοῦ βασιλέως θάνατον καὶ τὰς ἐπελευ‐ σομένας τοῖς Ῥωμαίοις συμφοράς. τινὲς μὲν οὖν τῶν πό‐ λεων, ἃς ὁ Φωκᾶς προλαβὼν ἐπεκτήσατο, τὴν Ῥωμαίων ἐξ‐ ουσίαν ἀπεσείσαντο. ἔξεισι λοιπὸν ὁ βασιλεὺς κατ’ αὐτῶν,
20καὶ ἄπεισι μέχρι Δαμασκοῦ, καὶ πάντα καλῶς πειθοῖ τε καὶ
πολέμῳ ἀποκαταστήσας πρὸς τὴν βασιλίδα ὑπέστρεφε. διερ‐574

575

χόμενος οὐν κατά γε τὴν Ανάβαρζαν καὶ τὸν Πονδαδόν, κἀκεῖσε κτήσεις ἰδὼν πολυτελεῖς καὶ χωρία πάμφορα, ἠρώτα τοὺς παρευρημένους τίνος ἂν εἶεν αὗται. ὡς οὐν ἐμάνθανεν ὅτι Βασιλείου τοῦ παρακοιμωμένου εἰσὶ πᾶσαι, ἀφ’ ὧν αἱ
5μὲν τῇ Ῥωμαίων προσεκτήθησαν παρὰ Νικηφόρου τοῦ Φωκᾶ, αἱ δὲ τοῦ δομεστίκου καὶ αὗται παρὰ σοῦ, ὦ βασιλεῦ, ἐν‐ τεῦθεν περιαλγὴς γενόμενος (τὰ γὰρ καταλειφθέντα τῷ δη‐ μοσίῳ οὐδενὸς ἄξια λόγου ἐτύγχανε) καὶ βύθιον στενάξας „δεινὸν ὦ παρόντεσ“· ἔφη, „εἰ τὰ δημόσια καταναλίσκονται
10χρήματα καὶ τὰ Ῥωμαϊκὰ ταλαιπωροῦνται στρατεύματα καὶ οἱ βασιλεῖς ὑπερορίους ἀναδέχονται κόπους, τὰ δ’ ἐκ τοσού‐ των προσκτώμενα μόχθων ἑνὸς εὐνούχου γίνονται κτῆμα.“ καὶ ὁ μὲν βασιλεὺς ταῦτα, τὶς δὲ τῶν παρόντων τῷ Βασι‐ λείῳ τηνικαῦτα τὸν τοῦ βασιλέως λόγον διαπορθμεύσας ἠρέ‐
15θισε πρὸς ὀργήν. ὑπέρχεται οὖν τὸν οἰνοχοοῦντα τῷ βασι‐ λεῖ, δηλητήριον κίρνησι. πλὴν οὐ τῶν δραστικωτέρων ἦν· ἐφ’ ᾧ καὶ κατ’ ὀλίγον νοσηλευόμενος ὁ βασιλεύς, καὶ τοὺς ὤμους ἀνθρακιάσας, αἵματος αὐτοῦ πολλοῦ ῥυέντος διὰ τῶν ὀφθαλμῶν κατέλυσε τὴν ζωήν.
20 Κρατεῖ μετ’ αὐτὸν Βασίλειος ὁ πορφυρογέννητος ἔτη ν, εἰ καὶ τὸ πᾶν τηνικαῦτα παρὰ Βασιλείου προέδρου ἐνεργού‐
μενον ἦν διά γε τὸ ἁπαλὸν τῆς τοῦ βασιλέως νεότητος. ἔκτοτε575

576

οὖν τὰ τοῦ ἐμφυλίου πολέμου κατὰ τὸν προφανέντα κομήτην λαμβάνει ἀρχήν. κατὰ τοῦτον μέντοι τὸν καιρὸν καὶ ἔκλει‐ ψις ἡλίου γέγονεν, ὥστε καὶ ἄστρα φανῆναι. πρόσεχε δέ, ἀγαπητέ, ὅτι τῶν Βουλγάρων ἅμα τῇ τελευτῇ τοῦ βασιλέως
5Ἰωάννου ἀποστατησάντων ἄρχειν αὐτῶν προχειρίζονται τέσ‐ σαρες ἀδελφοί, Δαβὶδ Μωσῆς Ἀαρὼν καὶ Σαμουήλ, καὶ οὐ διέλιπον ἔκτοτε πόλεμοί τε πανταχοῦ καὶ σφαγαί. ἐν ἔτει ͵ϛυϙδʹ, Ὀκτωβρίῳ μηνί, ἐγένετο κλόνος μέγας, καὶ κατέπεσον οἰκίαι καὶ ναοὶ πολλοί, καὶ μέρος τῆς σφαίρας τῆς τοῦ θεοῦ
10μεγάλης ἐκκλησίας, ὅπερ ὁ βασιλεὺς φιλοτίμως ἐπανωρθώ‐ σατο, δαπανήσας εἰς μόνας τὰς μηχανὰς τῆς ἀνόδου, δι’ ὧν οἱ τεχνῖται ἱστάμενοι καὶ τὰς ὕλας ἀναγομένας δεχόμενοι ᾠκοδόμουν τὸ πεπτωκός, κεντηνάρια ιʹ. Γίνωσκε δὲ καὶ τοῦτο, ὅτι τὰ Βοδενὰ φρούριόν ἐστιν
15ἐπὶ πέτρας ἀποτόμου κείμενον, δι’ ἧς κατέρρει τὸ τῆς λίμνης τοῦ Ὀστροβοῦ ὕδωρ ὑπὸ γῆς κάτωθεν ῥέον ἀφανῶς, κἀκεῖσε πάλιν ἀναδυόμενον. ὁ μέντοι Βασίλειος συχνοὺς πολέμους κατὰ Βουλγάρων στησάμενος καὶ διαφόρως αὐτοῖς συμπλακείς, καὶ τρόπαια στήσας κρείττονα λόγου, καὶ τὸν Σαμουὴλ πολλάκις
20καταλύσας, ἐπὶ τὴν βασιλίδα ἔρχεται. καὶ δόγμα τηνικαῦτα
ἐξέθετο τὰς τῶν ἀπολωλότων ταπεινῶν συντελείας τελεῖσθαι576

577

παρὰ τῶν δυνατῶν. κατωνομάσθη δὲ ἡ τοιαύτη σύνταξις ἀλληλέγγυον. τοῦ πατριάρχου Σεργίου, τῶν μητροπολιτῶν καὶ πολλῶν ἄλλων ἀσκητῶν δεηθέντων ἐκκοπῆναι τουτὶ πα‐ ράλογον ἄχθος, ὁ βασιλεὺς οὐχ ὑπήκουσε.
5 Κατ’ ἐκεῖνον δὲ καιρὸν χειμὼν γέγονεν ἐπαχθέστατος, ὡς ἀποκρυσταλλωθῆναι πάντα ποταμὸν καὶ λίμνην καὶ αὐτὴν τὴν θάλασσαν. ἀλλὰ καὶ κατὰ Ἰανουάριον μῆνα γέγονε σει‐ σμὸς φρικωδέστατος, καὶ διεκράτησε κλονουμένη ἡ γῆ μέχρι τῆς θʹ τοῦ Μαρτίου μηνός. ἐν ταύτῃ δὲ περὶ δεκάτην ὥραν
10τῆς ἡμέρας γέγονε βρασμὸς καὶ κλόνος φρικτὸς κατά γε τὴν βασιλίδα καὶ τὰ λοιπὰ θέματα, καὶ πεπτώκασιν αἱ σφαῖραι τοῦ ναοῦ τῶν ἁγίων τεσσαράκοντα καὶ τῶν ἁγίων πάντων, ἃς ὁ βασιλεὺς εὐθὺς ἀνεκτίσατο. ταῦτα δὲ προεμήνυσε τὴν γενομένην ἐν Ἰταλίᾳ στάσιν· ἠγέρθησαν γὰρ καὶ οὗτοι σὺν
15Λογγιβάρδοις κατὰ Ῥωμαίων. καθ’ ὧν ὁ Μέλης παρὰ τοῦ βασιλέως ἐκπέμπεται, κοὶ λαμπρὸν ἵστησι τρόπαιον. ὁ μέν‐ τοι βασιλεὺς οὐ διέλιπε καθ’ ἕκαστον ἔτος εἰσιὼν ἐν Βουλ‐ γάροις. ὁ δὲ Σαμουὴλ μὴ δυνάμενος κατὰ τὸ ἐμφανὲς ἀντι‐ τάσσεσθαι, ἔγνω δὲ τάφροις καὶ θριγγίοις τὴν Βουλγάρων
20κατοχυρῶσαι, κἂν διὰ κενῆς αὐτῷ ἀπέβαινε τὰ τεχνάσματα.
συνάπτει οὖν μετὰ ταῦτα καὶ τῷ Σαμουήλ, καὶ τοῦτον κατα577

578

κράτος ἡττᾷ, μόλις μόνον διασωθέντα εἴς τι φρούριον τὸν Πρίλαπον. ὁ δὲ βασιλεὺς τοὺς ἑαλωκότας τῶν Βουλγάρων ὡσεὶ ιεʹ, ὥς φασιν, ὄντας χιλιάδας ἀποτυφλώσας, καὶ ἑκά‐ στην ἑκατοντάδα πεπηρωμένην ὑφ’ ἑνὸς μονοφθάλμου ὁδη‐
5γεῖσθαι κελεύσας, πρὸς τὸν Σαμουὴλ ἐκπέμπει. οὓς ἐκεῖνος ἰδών, καὶ τὸ πάθος οὐκ ἐνεγκών, λειποθυμίᾳ καὶ σκότει βάλλεται καὶ εἰς γῆν πίπτει. ὕδατι οὖν καὶ μύροις οἱ πα‐ ρόντες τὴν πνοὴν αὐτοῦ ἀνακαλεσάμενοι ἀνενεγκεῖν μικρὸν πεποιήκασιν. ἀνενεγκὼν δὲ ὕδωρ πιεῖν ἐπεζήτησε ψυχρόν.
10λαβὼν δὲ καὶ πιὼν ἐλήφθη καρδιωγμῷ, καὶ μετὰ δύο ἡμέρας θνήσκει. ἔνθεν τοι καὶ παραλαμβάνει τὴν τῶν Βουλγάρων ἀρχὴν ὁ υἱὸς αὐτοῦ Γαβριήλ, ὁ καὶ Ῥωμανός, ῥώμῃ μὲν καὶ ἰσχύϊ τοῦ πατρὸς ὑπερέχων, φρονήσει δὲ καὶ διανοίᾳ πολλῷ λειπόμενος. οὕτω μὲν οὖν τὴν τῶν Βουλγάρων ἀρχὴν
15κατέλυσεν ἅπασαν, ὧν μὲν κτανθέντων ὧν δὲ ἄλλων χειρω‐ θέντων, καὶ ἑτέρων αὖθις τῶν ὁπωσδήποτε καταληφθέντων καὶ μὴ βουλομένων αὐτῷ προσελθόντων. καὶ αὐτὴν δὲ τὴν Ἀκρίδα, καθ’ ἣν τὰ βασιλεια τῶν Βουλγάρων ἐτύγχανε, κα‐ τέσχεν· ἀφ’ ἧς καὶ χρήματα πολλά, λίθους δηλαδὴ καὶ
20μαργάρους καὶ χρυσοῦ κεντηνάρια ρʹ, ἀφείλετο. μετὰ ταῦτα δὲ πάντα ἐν Ἀθήναις γενόμενος, καὶ τὰ τῆς νίκης εὐχαρι‐
στήρια τῇ θεοτόκῳ ἀποδούς, καὶ ἀναθήμασι πολλοῖς λαμ‐578

579

προῖς καὶ πολυτελέσι κοσμήσας τὸν ναόν, ὑπέστρεψεν εἰς Κωνσταντινούπολιν, καὶ διὰ τῶν μεγάλων πυλῶν χρυσῷ στε‐ φάνῳ λόφον ἐφύπερθεν ἔχοντι ἐθριάμβευσεν ἐστεφανωμένος, προηγουμένης Μαρίας τῆς τοῦ Βλαδισθλάβου γυναικὸς καὶ
5τῶν τοῦ Σαμουὴλ θυγατέρων καὶ τῶν λοιπῶν Βουλγάρων, καὶ οὕτω μετὰ τροπαίων ἐν τῇ ἐκκλησίᾳ εἰσῆλθεν. ὃν δὴ καὶ πολλὰ τηνικαῦτα κατελιπάρει ὁ πατριάρχης Σέργιος σβέ‐ σαι τὸ ἀλληλέγγυον· ἦν γὰρ ὑποσχόμενος ποιῆσαι τοῦτο, εἰ τῶν Βουλγάρων ὑπερισχύσειεν. ἀλλ’ οὐκ ἔπεισε. ταῦτα μὲν
10οὖν πάντα τελέσας ὁ βασιλεὺς καὶ κατὰ τῆς Σικελίας ἐκστρα‐ τεῦσαι ἐβούλετο. ἀλλ’ ἐκωλύθη· νόσῳ γὰρ αἰφνιδίῳ συσχε‐ θεὶς ἀπεβίω, καὶ θάπτεται ἐν τῷ κατὰ Ἕβδομον ναῷ τοῦ θεολόγου, Ἀλέξιον μοναχὸν ἀπὸ μονῆς τοῦ Στουδίου πατρι‐ άρχην ἐνθρονιάσας. ἔτυχε γὰρ εἰς ἐπίσκεψιν αὐτοῦ ἐλθεῖν
15μετὰ τῆς τιμίας κεφαλῆς τοῦ προδρόμου· τοῦτον καὶ γὰρ εἶχε σύμβουλον πρὸς τὴν τοῦ κοινοῦ διοίκησιν. Μετὰ δὲ Βασίλειον τὴν ἅπασαν τῆς βασιλείας ἐξουσίαν ὁ ἀδελφὸς αὐτοῦ Κωνσταντῖνος διαδέχεται, κρατήσας ἔτη γʹ, εἰ μὴ καὶ κατ’ ἐκεῖνον ταύτην ἐκόσμησε, γυναιξὶ χαίρων ὀρχη‐
20στρίαις καὶ φιλοπαίγμοσιν· ἀλλὰ καὶ πρὸς ἱπποδρομίας ὡς οὐδεὶς ἕτερος κεχηνὼς τὴν τοῦ κοινοῦ φροντίδα ὡς οὐδὲν ἡγού‐
μενος ἦν. καὶ οὓς μὲν εὗρεν ἄνδρας ἀξιολόγους, κατήγαγε καὶ579

580

ἀπετύφλωσε, πρὸς δὲ τὰς ἀρχὰς ἑτέρους ἀνεβίβαζεν ἀφελεῖς καὶ ἀξίους γέλωτος. συνέτριψε δὲ οὐ μόνον πένητας ἀλλὰ καὶ πλουσίους. ἐν τρισὶ γὰρ ἔτεσιν, ἐν οἷς καὶ τὸ πᾶν τῆς αὐτοῦ βασιλείας, πέντε δασμοφορίας ἀπῄτησε· τὰς γὰρ δύο ἔτυχεν
5ἀφεὶς ὁ ἀδελφὸς αὐτοῦ. μετὰ δὲ ταῦτα αἰφνιδίῳ νόσῳ συ‐ σχεθεὶς σκέπτεται τίνα καταλείψει διάδοχον. πρός τινων οὖν ἐκδιδαχθεὶς ὡς εἰς Ῥωμανὸν τὸ κράτος μετ’ αὐτὸν φοιτή‐ σειεν, ἕνα μὲν ὄντα τῶν τῆς συγκλήτου, λεγόμενον δὲ Ἀργυ‐ ρόπουλον, ἐξ ἀνάγκης τὸν τοιοῦτον μεταπέμπεται, ᾧ καὶ
10ἀνάγκη ἐπέκειτο ἢ διαζυγῆναι τῆς νομίμου γυναικὸς καὶ τῇ τοῦ βασιλέως θυγατρὶ συναφθῆναι καὶ οὕτω βασιλεὺς ἀναγο‐ ρευθῆναι, ἢ πηρωθῆναι τοὺς ὀφθαλμούς. τοῦ δὲ ἰλιγγιῶντος καὶ ἀναδυομένου πρὸς αὐτῶν ἑκάτερον, ἡ σύνοικος δείσασα περὶ τοῦ ἀνδρός, μή τι καὶ πάθῃ δεινόν, τὴν κοσμικὴν ἑκου‐
15σίως ἀπέθετο τρίχα, καὶ οὕτως τῷ συζύγῳ πρὸς τῇ ὄψει καὶ τὴν βασιλείαν ἐχαρίσατο. τριῶν θυγατέρων οὐσῶν τῷ βασι‐ λεῖ Κωνσταντίνῳ ἡ μὲν πρώτη ἀπεκείρατο, ἡ δὲ τρίτη ἀπη‐ νήνατο. συνάπτεται οὖν τῇ δευτέρᾳ, ἥτις Ζωὴ ἐκαλεῖτο, καὶ οὕτως αὐτοκράτωρ ἀναγορεύεται, κρατήσας ἔτη εʹ. καὶ
20τηνικαῦτα προοιμίων ἀγαθῶν ἀπάρχεται· τῇ γὰρ θεοῦ με‐
γάλῃ ἐκκλησίᾳ ἐκέλευσε δίδοσθαι κατ’ ἔτος ἀπὸ τῶν βασιλι‐580

581

κῶν ταμείων χρυσοῦ λίτρας πʹ. κόψας καὶ τὸ ἀλληλέγγυον, ἐκκενοῖ τε καὶ τὰς φυλακάς, καὶ ἄλλα πολλὰ τοιαῦτα ποιεῖ. Ὀκτωβρίῳ δὲ μηνί, κατὰ τὴν λά, χύσις ἀστέρος ἐγένετο ἐκ δυσμῶν πρὸς ἀνατολὰς τὴν πορείαν ποιοῦντος, καθ’ ἣν ἡμέ‐
5ραν καὶ πτῶσις οὐ μικρὰ γέγονε τοῦ Ῥωμαϊκοῦ στρατοῦ, στρατηγοῦντος τῆς μεγάλης Ἀντιοχείας Μιχαὴλ τοῦ Σπονδύ‐ λου. ἐγένετο δὲ καὶ ὄμβρων ἐπίκλυσις, κρατήσασα ἕως αὐτοῦ τοῦ Μαρτίου μηνός, τῶν ποταμῶν ἐκχυθέντων καὶ τῶν κοί‐ λων πελαγισάντων, ὡς ἀποπνιγῆναι σχεδὸν πάντα τε τὰ ζῶα
10καὶ τοὺς καταβληθέντας καρποὺς τῇ γῇ, κἀντεῦθεν ἐπακο‐ λουθῆσαι λιμὸν κατὰ τὸν ἐπιόντα χρόνον δεινόν. τὸ μέντοι τοῦ Ῥωμαϊκοῦ στρατοῦ ἀτύχημα κατὰ Συρίαν ἐγένετο. κατ’ ἐκεῖνο δὴ καιροῦ καὶ τεράστιόν τι γέγονεν ἐν τῷ θέματι τῶν Θρᾳκησίων περὶ τὰς ὑπωρείας τοῦ ὄρους τοῦ Κουζινᾶ, ἐν ᾧ
15πηγή ἐστι διειδοῦς ὕδατος, καθ’ ἣν ἤκουστο φωνή τις οἰκτρὰ μετὰ ὀδυρμῶν καὶ οὐαὶ καὶ θρῆνος παρεμφερὴς ὁλοφυρμῷ γυναικῶν. καὶ οὐχ ἅπαξ ἢ δὶς τοῦτο γινόμενον ἦν, ἀλλ’ ἀπὸ Μαρτίου μηνὸς ἕως Ἰουνίου αὐτοῦ, καθ’ ἡμέραν καὶ νύκτα. ἀπιόντων δέ τινων ἐπὶ τῷ κατασκοπῆσαι τὸν τόπον
20ἐν ᾧ ἡ φωνὴ ἐξηχεῖτο, ἀλλαχοῦ μετέπιπτεν ἡ ὀλολυγή.
τοῦτο δέ, ὡς ἔοικε, προεμήνυε τὴν φθάσασαν γενέσθαι τοῖς581

582

Ῥωμαίοις ἀτυχίαν ἐν Κοίλῃ Συρίᾳ. τοῦ γὰρ βασιλέως Νι‐ κηφόρου τοῦ Φωκᾶ τὰς πλείστας τῆς Συρίας καὶ Φοινίκης πόλεις τῇ Ῥωμαίων ἀποκαταστησαμένου, καὶ τοῦ μετ’ αὐτὸν Ἰωάννου τὰ ἑαλωκότα κρατυναμένου καὶ μέχρι γε Δαμασκοῦ
5τὴν ἐπικράτειαν παρατείναντος, ἐπείπερ ὁ μετ’ αὐτοὺς βασι‐ λεὺς ἐμποδιζόμενος μὲν καὶ ὑπὸ τῶν ἐμφυλίων πολέμων, κατατρέχων δὲ καὶ τῶν Βουλγάρων δι’ ὅλου, τὰ τῆς ἕω κα‐ λῶς ἀσφαλίσασθαι οὐκ ἴσχυσεν· ἐν φαντασίᾳ γὰρ καὶ μόνῃ παραγενόμενος ἐκεῖσε τηνικαῦτα ὑπέστρεψεν, ἀσχολίαν ἔχων
10ἔμμονον τὸ τῶν Βουλγάρων καθυποτάξαι γένος. ἐντεῦθεν οὖν ἀδείας οἱ περὶ τὴν ἕω δραξάμενοι τὴν ἑαυτῶν ἐλευθε‐ ρίαν ἀναζητῆσαι διενοήσαντο. ταύτῃ τοι καὶ ἐμελετᾶτο μὲν ἡ ἀποστασία ἐπὶ τοῦ Βασιλείου, ἐκρύπτετο δέ. ἐπὶ δὲ Κων‐ σταντίνου τὴν βασιλείαν ἀμελῶς ἰθύνοντος οἱ Σαρακηνοί, μη‐
15δενὸς ὄντος τοῦ κωλύοντος, ἐπόρθουν ἀδεῶς τὰ ἐν ταῖς πό‐ λεσι φρούρια, πολλὴν ἁπανταχοῦ καταδρομὴν ποιησάμενοι. οὕτω μὲν οὖν τῶν πραγμάτων ἐχόντων ὁρμᾷ κατὰ τῶν Σα‐ ρακηνῶν ὁ βασιλεύς. πρὸς τὸ Φιλομίλιον ἔρχεται. πέμπον‐ ται πρὸς αὐτὸν πρέσβεις ἀπὸ Βερροίας, συμπάθειαν ἐξαι‐
20τούμενοι καὶ τὴν προτέραν δούλωσιν καὶ δασμοφορίαν κατα‐
δεχόμενοι. ὁ δὲ Ῥωμανὸς θέλων ἐνδείξασθαί τι γενναῖον582

583

κατὰ Συρίας, ὡς οἱ πρὸ αὐτοῦ βασιλεῖς, τοὺς πρέσβεις οὐ δέχεται, ἀλλ’ ὁρμᾷ κατ’ αὐτῶν, μήτε τὴν τοῦ ὕδατος σπά‐ νιν ἀναλογισάμενος, μήτε τοὺς Σαρακηνοὺς αὐτοὺς ὡς ἀκά‐ θεκτοι μᾶλλον ἐν θερινῷ καιρῷ διὰ τὸ ἔθος τυγχάνουσι.
5συνάπτεται τοιούτοις, καὶ ἧτταν ἡττᾶται οἵαν ὁ λόγος παρα‐ στῆσαι οὐ δύναται. ὑποστρέφει πρὸς Ἀντιόχειαν, τοῦ στρα‐ τοῦ κοιλιακῷ συσχεθέντος νοσήματι καὶ τῷ δίψει κακωθέντος. ἐπιτίθενται καὶ αὖθις αὐτοῖς οἱ Σαρακηνοί, καὶ τοσοῦτον φθόρον ἐποίησαν ὥστε καὶ τὸν βασιλέα μόλις διασωθῆναι.
10 Ὁ δὲ βασιλεὺς τὸν οἶκον τοῦ Τριακονταφύλλου ἐξωνη‐ σάμενος εἰς μοναστήριον μετεσκεύασεν ἐπ’ ὀνόματι τῆς θεο‐ τόκου, συντρίψας τῇ προφάσει ταύτῃ τὸ ὑπήκοον καὶ κακώ‐ σας ἐν ταῖς τῶν ὑλῶν μετακομιδαῖς. καταλαμπρύνει δὲ καὶ τὰ κιονάκρανα τῆς μεγάλης ἐκκλησίας καὶ τῶν Βλαχερνῶν
15ἀργύρῳ καὶ χρυσῷ. Μετὰ δὲ ταῦτα ἦλθε πρὸς τὸν βασιλέα Ῥωμανὸν μετὰ δώρων πολλῶν ὁ τοῦ Χαλεπίτου υἱὸς Ἄμερ, ἐξαιτῶν ἀνα‐ νεῶσαι τὴν εἰρήνην καὶ τοὺς πρόσθεν παρέχειν φόρους. καὶ δὴ στέλλεται Θεοφύλακτος πρωτοσπαθάριος ὁ Ἀθηναῖος, καὶ
20τὰς σπονδὰς ἐβεβαίωσε. κατ’ ἐκεῖνο δὲ καιροῦ περὶ δευτέ‐
ραν ὥραν τῆς νυκτὸς χύσις ἐγένετο ἀστέρος ἀπὸ μεσημβρίας583

584

πρὸς ἄρκτον πᾶσαν τὴν γῆν περιαστράψαντος. ἐφ’ ᾧ καὶ μετὰ μικρὸν ἀγγέλλονται τὰ κατασχόντα τὴν Ῥωμαίων ἀτυ‐ χήματα, Ἄραβες ληϊσάμενοι τὴν Μεσοποταμίαν ἄχρι Με‐ λιτηνῆς, Πατξινάκαι δὲ τὸν Ἴστρον διαβάντες καὶ τὴν
5Μυσίαν κακῶς διαθέμενοι. τηνικαῦτα δὲ καὶ ἡ ἰδιόγραφος ἐπιστολὴ τοῦ δεσπότου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἡ πρὸς Αὔγα‐ ρον πεμφθεῖσα τὸν τοπάρχην, ἐστάλη πρὸς τὸν βασιλέα. οὗτος μὲν οὖν ὁ βασιλεὺς πάντων ἐπεμελεῖτο τῶν ἀγαθῶν, τὰ ὑπὸ σεισμοῦ κακῶς παθόντα πτωχοτροφεῖα παντάπασιν ἀνανεού‐
10μενος. εἶτα νόσῳ χρονίᾳ βάλλεται καὶ τριχορρυεῖ γένυν τε καὶ τὴν κόμην, κατεργασθείς, ὥς φασιν, ὑπὸ Ἰωάννου τοῦ τηνικαῦτα ὀρφανοτρόφου. οὗτος γὰρ ὁ Ἰωάννης καὶ πρὸ τῆς βασιλείας ὑπηρέτει τῷ Ῥωμανῷ. ταύτῃ τοι κὶ τοῦ κράτους ἐπιβάντος αὐτοῦ μεγάλην δύναμιν ἔσχεν. ἦσαν δὲ τῷ
15Ἰωάννῃ καὶ ἕτεροι ἀδελφοί, Μιχαὴλ Νικήτας Κωνσταντῖνος καὶ Γεώργιος. ἀλλ’ ὁ μὲν Κωνσταντῖνος καὶ Γεώργιος σὺν τῷ Ἰωάννῃ εὐνοῦχοι ὄντες ἀγυρτικὴν μετῄεσαν τέχνην, ἀλλὰ διὰ τοῦ Ἰωάννου πάντες οὗτοι τῷ βασιλεῖ ᾠκειώθησαν. ἡ μέντοι Ζωὴ τὸν Ῥωμανὸν ὁρῶσα βίον ὑπερχόμενον σώφρονα,
20καὶ ἀπαρεσκομένη τῷ πράγματι σφαδασμοῖς ἅτε σαρκικοῖς
ὑποθερμαινομένη, ἐρωτικὸν ἐνορᾷ πρὸς τὸν διαληφθέντα Μι‐584

585

χαήλ, εὐπρεπέστατον τὴν ὄψιν ὑπάρχοντα, καὶ οὕτω κρυ‐ φίως αὐτῷ ἐπεμίγνυτο. ἐφ’ ᾧ καὶ κατεργάζεται ὁ βασιλεὺς ἅτε τῆς βασιλίδος τὸν Μιχαὴλ εἰς τὸν βασιλικὸν θρόνον σπευδούσης ἀναγαγεῖν. βραδυθανάτοις δὲ φαρμάκοις κατερ‐
5γασθείς, καὶ χρόνον συχνὸν κείμενος κλινοπετής, ὅλῃ ψυχῇ ἐπεκαλεῖτο τὸν θάνατον. κατὰ δέ γε τὴν μεγάλην πέμπτην τὰς ῥόγας τῶν συγκλητικῶν ποιησάμενος, καὶ ἐπιθυμή‐ σας λούσασθαι κατὰ τὸ ἐν τῷ μεγάλῳ παλατίῳ βαλανεῖον, καὶ εἰσελθὼν οἰκτρῶς ἀποπνίγεται ὑπὸ τῶν περὶ τὸν Μι‐
10χαὴλ ἐν τῇ κολυμβήθρᾳ τοῦ λουτροῦ. κατὰ ταύτην μὲν οὖν τὴν νύκτα μηνύεται ὁ πατριάρχης Ἀλέξιος ὑπὸ τοῦ βασιλέως δῆθεν Ῥωμανοῦ. ἀλλ’ ὁ πατριάρχης ἐλθὼν αὐτὸν μὲν εὑρί‐ σκει νεκρόν, ἡ δὲ βασιλὶς Ζωὴ ἐν τῷ χρυσοτρικλινίῳ προκα‐ θίσασα ἐξάγει τὸν Μιχαήλ, καὶ καταναγκάζει τὸν πατριάρ‐
15χην ἱερολογῆσαι τοῦτον αὑτῇ. ὁ δὲ πατριάρχης ἐπὶ τῷ πρά‐ γματι ἐκπλαγεὶς τὴν ἱερολογίαν, ὡς εἰκός, ἐνεδοίαζεν. ἔνθεν τοι καὶ ὁ Ἰωάννης σὺν τῇ Ζωῇ νʹ μὲν χρυσοῦ λίτρας τῷ πατριάρχῃ νʹ δὲ ὁμοίως τῷ κλήρῳ ἐπιδοὺς ἔπεισε ἱερολογίας ἀξιῶσαι αὐτούς. καὶ ὁ μὲν Ῥωμανὸς ἐν τῇ ὑπ’ αὐτοῦ νεουρ‐
20γηθείσῃ ἐκκλησίᾳ θάπτεται τῆς περιβλέπτου.
Κρατεῖ δὲ ὁ Μιχαὴλ σὺν τῇ Ζωῇ ἔτη ζʹ. ἀλλ’ ἡ Ζωὴ585

586

αὕτη ἐλπίζουσα τῷ Μιχαὴλ ἀντὶ δούλου κεχρῆσθαι ἀστοχεῖ τοῦ σκοποῦ. ὁ γὰρ Ἰωάννης δραστήριος ὤν, καὶ δεδιὼς περὶ τοῦ ἀδελφοῦ αὐτοῦ, πάντας μὲν τοὺς προσόντας αὐτῇ θαλα‐ μηπόλους, ναὶ μὴν καὶ τὰς οἰκειοτάτας θεραπαινίδας ἐξ
5αὐτῆς ἀποσπᾷ, καὶ οὐδὲ τὸ τυχὸν παρ’ αὐτῆς ἐνεργεῖται εἰ μήγε κατὰ γνώμην Ἰωάννου. οὗτος μὲν οὖν καὶ τὸ ὑπήκοον ἐξημέρου παντοίως καὶ πάντα μετεχειρίζετο. ὅτι δὲ τὰ γε‐ γονότα οὐκ ἀρεστὰ ἦν τῷ θεῷ, δέδεικται καὶ ἐκ προοιμίων αὐτῶν· κατὰ γὰρ τὴν ιαʹ ὥραν τῆς ἁγίας μεγάλης κυριακῆς
10χάλαζα κατηνέχθη ἀφόρητος καὶ γενναία, ὡς συντριβῆναι μὴ μόνα τὰ δένδρα, τά τε κάρπιμα καὶ τὰ ἄκαρπα, ἀλλὰ δὴ καὶ οἰκίας καταπεσεῖν καὶ ναούς. γέγονε δὲ καὶ χύσις ἀστέρος κατὰ τὴν μετὰ τὸ πάσχα κυριακήν, περὶ ὥραν τρί‐ την τῆς νυκτός, τῇ ὑπερβολῇ τῆς λαμπρότητος τοὺς ἀστέρας
15πάντας ἀποκαλύψαντος ὡς καὶ ἥλιον ἀνατεῖλαι δοκεῖν· ὁ μέντοι βασιλεὺς ἐλήφθη δαιμονίῳ, ὃ καὶ σεμνολογοῦντες οὶ περὶ τοῦτον μανικὸν ἀπεκάλουν νόσημα. καὶ παρέμεινε τὸ τοιοῦτον ἄχρι τέλους τῆς αὐτοῦ βιοτῆς. Κατ’ ἐκεῖνο δὴ καιροῦ καὶ τοιοῦτόν τι συνέβη ἐν τῷ θέ‐
20ματι τῶν Θρᾳκησίων. Βαράγγων διεσπαρμένων γυναῖκά τις
ἐγχωρίαν εὑρὼν ἐπ’ ἐρημίας ἐπειρᾶτο τῆς σωφροσύνης αὐτῆς,586

587

ὡς δὲ οὐκ ἔπειθε, καὶ βίαν ἤδη ἐπῆγεν. ἡ δὲ τὸν ἀκινάκην σπασαμένη τοῦ ἀνδρὸς παίει κατὰ καρδίαν τὸν Βάραγγον, καὶ εὐθὺς ἀναιρεῖ. τοῦ δὲ ἔργου διαδοθέντος ἐν τῇ περιχώ‐ ρῳ, συναθροισθέντες οἱ Βάραγγοι τήν τε γυναῖκα στεφανοῦσι
5καὶ τὴν ἅπασαν οὐσίαν τοῦ βιαστοῦ ταύτῃ διδόασι, κἀκεῖνον ἄταφον ῥίπτουσι. Τότε δὴ καὶ σεισμοῦ γενομένου κακῶς ἔπαθε τὰ Ἱερο‐ σόλυμα, τεθνηκότων ἀνθρώπων πολλῶν ἐν τοῖς τῶν ἐκκλησιῶν καὶ οἰκιῶν συμπτώμασι, σειομένης τῆς γῆς ἄχρις ἡμερῶν μʹ.
10τῷ δέ γε Σεπτεμβρίῳ μηνί, ͵ϛφμγʹ ἔτει, ἰνδικτιῶνος τρίτης, πυρὸς ἐφαίνετο στῦλος κατὰ τὴν ἑώαν, τὴν κορυφὴν κεκολ‐ λημένην φέρων πρὸς μεσημβρίαν· καθ’ ἣν ἡμέραν καὶ οἱ Σαρακηνοὶ ᾖραν τὰ Μύρα, καὶ ἄλλα δὲ δεινὰ πολλὰ συνέ‐ βησαν. ὁ μέντοι βασιλεὺς Μιχαὴλ πᾶσαν αὐτοῦ τὴν ζωὴν
15ἀποκλαιόμενος ἦν τὴν εἰς τὸν Ῥωμανὸν ἁμαρτάδα, τὸν θεὸν ἰλασκόμενος δι’ ἀγαθοεργιῶν καὶ κτίσεως μοναστηρίων, καὶ ἄλλας δὲ πρὸς τούτοις πράξεις ἐτέλει χρηστάς. αὗται δὲ ἀνύσιμοι ἂν ἦσαν, εἰ τὴν βασίλειάν τε ἀπέρριψε δι’ ἣν τὰ τοιαῦτα κακά, καὶ εἰ τὴν μοιχάδα ἀπώσατο καὶ καθ’ ἑαυτὸν
20ἀπεκλαίετο τὴν ἁμαρτίαν. τούτων δὲ μηδὲν πεπραχώς, ἀλλ’ ἐκείνῃ συνὼν καὶ τῆς βασιλείας ἀντεχόμενος, κἀκ τῶν δημο‐ σίων καὶ κοινῶν τὰς δοκούσας εὐποιίας ἀποπληρῶν, κἀντεῦ‐
θεν νομίζων τυχεῖν συγχωρήσεως, ἀνόητον διελογίζετο τὸ587

588

θεῖον καὶ ἄδικον, ἀλλοτρίοις χρήμασιν ὠνούμενος τὴν με‐ τάνοιαν. Κατ’ ἐκεῖνο δὲ καιροῦ καὶ σεισμοῦ γεγονότος χάσματα γεγόνασιν ἐν Βουκελλαρίοις, καὶ κατεπόθησαν χωρία πέντε.
5ἔνθα καὶ Νικηφόρον πρόεδρον τὸν Κωνσταντίνου βασιλέως εὐνοῦχον διατρίβοντα μικροῦ δεῖν κινδυνεῦσαι συνέβαινεν ἄν, διαφυγόντα δὲ παρ’ ἐλπίδα τὸν κίνδυνον ἀποκαρῆναι μονα‐ χόν. τηνικαῦτα δὲ καὶ αὐχμοῦ γεγονότος ὡς ἐπὶ μῆνας ἓξ μὴ καταρραγῆναι ὑετόν, λιτανείας ἐποίησαν οἱ τοῦ βασιλέως
10ἀδελφοί, καὶ ὁ μὲν Ἰωάννης τὸ ἅγιον ἐβάσταζε μανδήλιον, ὁ δὲ μέγας δομέστικος τὴν πρὸς Αὔγαρον ἐπιστολὴν τοῦ Χρι‐ στοῦ καὶ τὰ ἅγια σπάργανα. καὶ πεζοὶ ὁδεύσαντες ἀπὸ τοῦ μεγάλου παλατίου ἀφίκοντο μέχρι τῶν Βλαχερνῶν. οὐ μόνον δὲ οὐκ ἔβρεξεν, ἀλλὰ καὶ χάλαζαι παμμεγέθεις καταρραγεῖσαι
15συνέτριψαν τά τε δένδρα καὶ τοὺς κεράμους τῆς πόλεως. ὁ μὲν οὖν βασιλεύς, κατατεινόμενος ὑπὸ τοῦ δαίμονος ἐπὶ πλέον, ἔπεμψεν ἐν τοῖς θέμασι καὶ ταῖς νήσοις τοῖς μὲν πρεσβυτέροις ἀνὰ νομίσματα βʹ, τοῖς δὲ μοναχοῖς ἀνὰ νομίσματα ἕν· ἐπὶ πλέον τὸ κακὸν ἐπετείνετο, συνεπιλαβομένης καὶ νόσου ὑδρωπικῆς.
20κατὰ τοῦτο καὶ ὁ βασιλεὺς διέτριβε τῇ Θεσσαλονίκῃ ὡς τὰ πολλά, προσλιπαρῶν τῷ τάφῳ τοῦ καλλινίκου Δημητρίου τοῦ
πάθους ἕνεκεν· τῶν γὰρ κοσμικῶν πραγμάτων οὐδαμῶς588

589

ἐφρόντιζεν, ὑπὸ τοῦ Ἰωάννου τούτων διοικουμένων. ἐπὶ τού‐ τοις δὲ καὶ συνεχῶς τὴν οἰκουμένην ὁ θεὸς ἔσειε, καὶ δεί‐ ματα κατεῖχον αὐτήν, ἐν οὐρανῷ μὲν κομητῶν ἐπιτολαί, ἄνεμοι ἐναέριοι καὶ ὄμβροι ῥαγδαῖοι, ἐν γῇ δὲ βρασμοὶ καὶ
5κλόνοι· ἃ δὴ καὶ προεμήνυον τὴν μετ’ οὐ πολὺ γενησομένην τῶν κρατούντων καταστροφήν. ὁ τοιοῦτος δὲ Ἰωάννης ὠνίους τὰς ἀρχὰς ποιούμενος μυρίων κακῶν τὴν οἰκουμένην ἐνέ‐ πλησε. διὰ γὰρ τοῦτο καὶ τοὺς Βουλγάρους ἀντιστῆναι πε‐ ποίηκε· τοῦ γὰρ Βασιλείου ἐν εἴδεσί τισι τὴν ἀπαίτησιν
10ποιουμένου καθὰ δὴ καὶ ὁ Σαμουήλ, ὁ Ἰωάννης οὗτος διὰ νομισμάτων ἐδασμοφόρει αὐτούς, ὅθεν καὶ εἰς ἀποστασίαν ἐχώρησαν. Τοιούτῳ δὲ τέλει χρησαμένου Μιχαήλ, τὸ πᾶν περιέστη κράτος ὡς εἰς κληρονόμον τὴν βασιλίδα Ζωήν. αὕτη δὲ δια‐
15λογισαμένη ὡς οὐκ ἄν ποτε τὰ κοινὰ διεξάγειν μόνη δύναιτο, τὸν τοῦ βασιλέως Μιχαὴλ ὁμώνυμον ἀνεψιόν, Καίσαρα ὄντα, πρὸς δὲ καὶ δραστήριον εἶναι δοκοῦντα, εἰσποιητὸν προσλαμ‐ βάνει υἱόν, καὶ βασιλέα τοῦτον ἀναγορεύει, κρατήσαντα δὲ ὡσεὶ μῆνας δʹ, ὅρκοις πρότερον αὐτὸν καταδεσμήσασα ὡς
20κυρίαν ἔχειν αὐτὴν καὶ μητέρα καὶ μὴ παρεμποδίζειν ἐφ’589

590

οἷς ἂν καὶ ὅπως διαπράττεσθαι βούλοιτο. καὶ αὐτὸν δὲ πρό‐ τερον ὀρφανοτρόφον ἐκποδὼν ἐποιήσατο, καὶ Κωνσταντῖνον ὡσαύτως τὸν δομέστικον τῶν σχολῶν τῆς ἀρχῆς ἀπεστέρησε. κατ’ αὐτὴν τὴν ὥραν καθ’ ἣν ἀνεδεῖτο τῷ διαδήματι ὁ Μι‐
5χαήλ, σκοτώσει καὶ ἰλίγγῳ ληφθεὶς ἐγγὺς ἦλθέ που πεσεῖν, μόλις δὲ ἀνακαλεῖται μύροις καὶ ἀρώμασι. καὶ ὃς αὐτίκα δωρεαῖς περιποιεῖται τὴν σύγκλητον. μεταπέμπεται δὲ τῆς ἐξορίας καὶ Κωνσταντῖνον τὸν δομέστικον, καὶ οὕτω δῆθεν ἐν βεβαίῳ δόξας ἑστάναι παρευθὺς πίπτει. γράμμασι γὰρ
10τοῦ ὀρφανοτρόφου καὶ βουλαῖς τοῦ δομεστίκου, λεγόντων μὴ πιστεύειν τῇ βασιλίδι, ὡς ἂν μὴ πάθοι ὅσα δὴ καὶ Μιχαὴλ καὶ Ῥωμανὸς γοητείαις ἅτε παρ’ αὐτῆς κατεργασθέντες, διε‐ γείρεται καὶ ἐπιβουλὴν κατ’ αὐτῆς μελετᾷ. θέλων δὲ καὶ τὸν λαὸν ἰδεῖν, εἴπερ εὐνοϊκῶς πρὸς αὐτὸν διάκειται, καὶ
15οὕτως ἐπιχειρῆσαι τῇ ἐπιβουλῇ, κελεύει γενέσθαι προέλευσιν. ἐφ’ ᾗ καὶ πάντας ἰδὼν ὡς εἰ δυνατὸν καὶ τὰς ψυχὰς προϊέ‐ ναι χάριν τιμῆς αὐτοῦ καὶ λαμπρότητος, ἅπτεται τῆς ἐπι‐ βουλῆς. νυκτὸς οὖν κατασπᾷ τοῦ θρόνου καὶ ἐξορίζει αὐτὴν εἰς Πρίγκιπον, κελεύσας τοῖς ἀποκομίζουσι καὶ τὰς τρίχας
20αὐτῆς ἀποκεῖραι καὶ πρὸς αὐτὸν αὐτὰς ἀγαγεῖν. γίνεται
ταῦτα, καὶ ἀναφορὰ διὰ τοῦ ἐπάρχου τῷ λαῷ ἀναγινώσκε‐590

591

ται ἐν τῷ τοῦ Κωνσταντίνου φόρῳ, περιέχουσα ὅτι κακό‐ νους ἡ Ζωὴ περὶ τὴν βασιλείαν μου εὑρεθεῖσα ἐξορίζεται παρ’ ἐμοῦ· ὑμεῖς δὲ εἴπερ εὐνοϊκῶς διάκεισθε πρός με, μᾶλλον ἀξιωθῆτε τιμῶν. καὶ παραχρῆμα φωνὴ ἐξακούεται
5οὕτω λέγουσα „ἡμεῖς σταυροπάτην Καλαφάτην βασιλέα οὐ θέλομεν, ἀλλὰ τὴν κληρονόμον καὶ μητέρα ἡμῶν Ζωήν.“ αλλὰ καὶ τοῦτο πρὸς τοῖς ἄλλοις ἐβόων „ἀνασκαφείη τὰ ὀστᾶ τοῦ Καλαφάτου.“ καὶ λαβόντες τὰ παρατυχόντα ξύλα παρὰ τοῦ ἐπάρχου φέρονται· καὶ ὃς φυγῇ χρησάμενος μόλις διε‐
10σώζετο. ὁ δὲ λαὸς εἰς τὴν ἐκκλησίαν καταλαβὼν ἐδυσφήμει καὶ μάλα τὸν βασιλέα, ἀνεκαλεῖτο δὲ τὴν Ζωὴν ὅλῃ ψυχῇ. μετὰ δὲ ταῦτα πρὸς τὸ παλάτιον ἔρχονται, καταγαγεῖν τὸν βασιλέα βουλόμενοι. ὃς καὶ πτοηθεὶς ἤγαγε τὴν Ζωήν, καὶ ἀποδύσας αὐτὴν τὰ μοναχικὰ βασιλικοῖς ἐκόσμησε περιβλή‐
15μασιν. εἶθ’ οὕτως τῷ λαῷ δημηγορήσας καὶ μηδὲν ἀνύσας (ὕβρεσι γὰρ μᾶλλον ἐπλύνετο καὶ λίθοις καὶ τόξοις ἐβάλλετο) ἔγνω δεῖν ἐν τῇ μονῇ Στουδίου ἀπελθεῖν. ὁ δὲ δομέστικος οὐκ ἀφῆκεν αὐτόν, ἀλλὰ γενναίως ἀντιστῆναι παρέπεισε καὶ ἢ ὑπερισχῦσαι ἢ βασιλικῶς ἀποθανεῖν. ἑτοιμάζονται ὡς
20εἶχον δυνάμεως. τριχῇ οὖν οἱ τοῦ δήμου διαιρεθέντες,
ὥσπερ δὴ καὶ οἱ περὶ τὸν Μιχαήλ, κατ’ ἀλλήλων ἐχώρουν.591

592

ἔνθεν τοι καὶ ἐκ τοῦ δήμου πίπτει λαὸς οὐκ ὀλίγος, ἄοπλοι ὄντες καὶ πρὸς ξίφη παρατασσόμενοι. πίπτουσιν οὖν ὡσεὶ χιλιά‐ δες τρεῖς. οἱ μέντοι πολῖται διὰ τὸ πλῆθος ὑπερισχύσαντες καὶ τὰς πύλας τοῦ παλατίου ἐκρήξαντες ἐντὸς εἰσέρχονται,
5καὶ αὐτίκα τὸ ἐν σεκρέτοις χρυσίον ἁρπάσαντες καὶ κατ’ αὐτοῦ τοῦ βασιλέως ὁρμῶσιν. ὃς δὴ καὶ ἀπογνοὺς φυγὰς πρὸς τὴν μονὴν τοῦ Στουδίου ἔρχεται, καὶ σὺν τῷ θείῳ αὐτοῦ ἀποκείρεται. Προκάθηται οὖν καὶ αὖθις ἡ βασιλὶς Ζωὴ σὺν τῇ ἀδελ‐
10φῇ αὐτῆς Θεοδώρᾳ. καὶ πρῶτα μὲν εὐχαριστεῖ τῷ λαῷ δι’ ἣν ἐνεδείξαντο πρὸς αὐτὴν εὔνοιαν, ἔπειτα δὲ καὶ σκέψις περὶ τοῦ Μιχαὴλ γίνεται. τοῦ δὲ λαοῦ „σταυρωθήτω τυφλω‐ θήτω“ ἀναβοῶντος ἡ μὲν Ζωὴ συμπαθὴς αὐτῷ κατεφαίνετό, ἡ δὲ Θεοδώρα τὸν ἔπαρχον καὶ τὸ πλῆθος πρὸς αὐτοὺς πεί‐
15θει δραμεῖν. ὡς οὖν ἐκεῖνοι τῆς παρουσίας ᾔσθοντο τοῦ λαοῦ, εἰς τὰ ἄδυτα τοῦ ναοῦ καταφεύγουσιν. ἀλλ’ ἐκεῖθεν ἁρπάζονται καὶ διὰ τῶν ποδῶν ἐν τῇ ἀγορᾷ σύρονται, κατὰ δέ γε τὸ Σίγμα τοὺς ὀφθαλμοὺς ἐκτυφλοῦνται, ὡς ἡ Θεο‐ δώρα ἐνέσκηψεν. ἔκτοτε οὖν κρατεῖ ἡ Ζωὴ σὺν τῇ αὐτα‐
20δέλφῃ αὐτῆς Θεοδώρᾳ ὡσεὶ μῆνα ἕνα. κἀντεῦθεν ἡ σύγκλη‐ τός τε καὶ τὸ κοινὸν διῃτᾶτο καλῶς, ἀπριάτων τῶν ἀρχῶν
ἁπανταχοῦ τελουμένων καὶ μὴ ὠνίων, ὡς πρίν.592

593

Γίνεται σκέψις ὥστε βασιλεῖ νομίμως τὴν Ζωὴν συζευ‐ χθῆναι. καὶ ἡ μὲν ἀγαγέσθαι ἔθελε Κωνσταντῖνον τὸν λε‐ γόμενον Ἀρτοκλίνην· ἦν γὰρ καὶ τὸ εἶδος εὐπρεπής, ἐλέγετο δὲ καὶ πλησιάζειν αὐτῇ. ἀλλὰ τοῦτον μὲν ἡ σύνοικος, οὐχὶ
5μισοῦσα μέλλουσα δὲ αὐτοῦ στερεῖσθαι, τοῦ βίου ἐξάγει φαρμάκοις. ἔνθεν τοι καὶ τὸν Μονομάχον ἀπὸ τῆς ἐξορίας μεταπέμπεται, παρὰ τοῦ ὀρφανοτρόφου τὴν Μιτυλήνην κα‐ τακριθέντα οἰκεῖν· ἐφημίζετο γὰρ παρὰ πάντων ὡς ἐγκρα‐ τὴς ἔσται τῆς βασιλείας. καὶ οὕτω μὲν τῷ Σκυλίτζῃ περὶ
10τοῦ Μονομάχου διείληπται, λέγεται δὲ καὶ τοῦτο, ὅτι τῶν κρατούντων ἤδη παρελθόντων Λεσβόθεν τῇ βασιλίδι μετα‐ πέμπεται· ἐξώριστο γὰρ ἐκεῖθεν παρὰ τοῦ Μιχαὴλ ἅτε τῇ βασιλίδι συμφθείρεσθαι λεγόμενος. ἐπανακέκληται οὖν, εἰ καὶ σβεσθῆναι παρὰ μικρὸν τὰς κόρας ἐκινδύνευε. συνάπτε‐
15ται οὖν τῷ Μονομάχῳ νομίμως ἡ Ζωή, τῆς ἱερολογίας γενο‐ μένης παρὰ τοῦ πρώτου τῶν πρεσβυτέρων τῆς νέας, ἐν ἔτει ͵ϛφνʹ. καὶ τηνικαῦτα προοιμίων ἀγαθῶν ἀπάρχεται, κρατή‐ σας ἔτη ιβʹ. ἦν μὲν γὰρ ἀδαής, ὥς φασι, τὰ πολεμικά, το‐ σοῦτον δὲ μεγαλοπρεπὴς καὶ μεγαλόδωρος ὡς πάντας ἐπαπο‐
20λαῦσαι τῶν χαρίτων αὐτοῦ. κατ’ ἐκεῖνον δὴ τὸν καιρὸν ἐφάνη
κομήτης ἀπὸ τῆς ἑώας πρὸς τὴν δύσιν τὴν πορείαν ποιού‐593

594

μενος, καὶ ὡρᾶτο μῆνα ὅλον λάμπων. προεμήνυε δὲ οὗτος μετὰ ἔτος ἓν τῆς αὐτοῦ βασιλείας φανεὶς τὰς μελλούσας γε‐ νέσθαι κοσμικὰς συμφοράς. ὅρα γὰρ ὅτι μετ’ οὐ πολὺ στά‐ σις ἐν Σερβίᾳ γέγονε. γράφει οὖν ὁ βασιλεὺς τῷ ἄρχοντι
5Δυρραχίου. καὶ ὃς ἐπισυνάξας ὡσεὶ χιλιάδας ξʹ εἰς Τριβα‐ λῶν ἔρχεται, καὶ ἀνεπιστημόνως πάνυ τοῖς Σέρβοις προσβα‐ λὼν ὡσεὶ χιλιάδας μʹ ποιεῖ ἐκεῖσε πεσεῖν καὶ στρατηγοὺς ζʹ. ἀλλὰ καὶ ὁ Μανιάκης Γεώργιος ἐν Ἰταλίᾳ διάγων (παρὰ γὰρ τοῦ Βασιλείου ἐκεῖσε προπεμφθεὶς ἔτυχεν) εἰς ἀποστασίαν
10χωρεῖ καὶ τὰ παράσημα τῆς βασιλείας ἐνδύεται καὶ εἰς Σερ‐ βίαν ἔρχεται. μανθάνει περὶ τούτου ὁ βασιλεύς, καὶ μὴ δυνηθεὶς διὰ γραμμάτων μεταποιῆσαι αὐτὸν χεῖρα βαρεῖαν ἀποστέλλει κατ’ αὐτοῦ· ποδάγρᾳ γὰρ ὁ βασιλεὺς συνεχόμε‐ νος καὶ παρὰ δεμνίοις ἁπαλοῖς κείμενος δι’ ἑαυτοῦ τοῖς τοιού‐
15τοις ἐφίστασθαι οὐκ ἠδύνατο. πόλεμος οὖν ἐν τῷ Ὀστροβῷ συγκροτεῖται, καὶ αἰφνίδιον πίπτει τοῦ ἵππου ὁ Μανιάκης, πολλὰ πρότερον τοῦ στρατοῦ κατατρέχων. τέμνεται τὴν κε‐ φαλήν. τῷ βασιλεῖ στέλλεται, καὶ μέγας ἐπὶ τούτῳ θρίαμβος γίνεται.
20 Ἀλλὰ καὶ Θεόφιλος ὁ Ἐρωτικὸς στρατηγῶν ἐν Κύπρῳ, καὶ μαθὼν τὰ περὶ τὸν Καλαφάτην καὶ ὅτι σύγχυσιν ἔχει
τὰ πράγματα, τοὺς Κυπρίους ὑπανάπτει καὶ εἰς ἀποστασίαν594

595

χωρεῖ. ἀλλ’ ὁ βασιλεὺς ἀποστείλας χειροῦται αὐτόν, καὶ ἐν ἱπποδρομίᾳ θριαμβεύσας στολὴν ἐνδεδυμένον θήλειαν, καὶ πάντων ψιλώσας, ἀπέλυσε. τότε δὴ τότε καὶ ὁ πατριάρχης Ἀλέξιος καταλύει τὸν βίον, ἀναβιβάζεται δὲ ἀντ’ αὐτοῦ Μι‐
5χαὴλ ὁ Κηρουλάρης, μοναχὸς ὤν. Κατὰ τοῦτον δὴ τὸν καιρὸν καὶ οἱ Σκύθαι, τοῦτ’ ἔστιν οἱ Ῥωσοί, διά τινα μικρὰν πρόφασιν κατὰ τῆς βασιλίδος ὁρμῶσι στόλῳ βαρεῖ. καὶ ὁ βασιλεὺς ὑπαντιάζει αὐτοῖς ἔν γε τῷ φόρῳ, καὶ οἱ τραπέντες ἐπαλινόστησαν, συμβολῆς γε‐
10νομένης πλοίων κατεαγέντων καὶ ὡσεὶ χιλιάδες δεκαπέντε περὶ τὴν γῆν ἐκβρασθέντων, εἰ καὶ κατά τινα κόλπον τριήρεις Ῥωμαϊκαὶ διώκουσαι τὰ αὐτὰ πεπόνθασι, τὸν ἀριθμὸν κʹ καὶ δʹ οὖσαι. Ἐν ἔτει ͵ϛφνβʹ, μηνὶ Μαρτίῳ θʹ, βουλεύεται ὁ βασι‐
15λεὺς ἀπελθεῖν εἰς προσκύνησιν τῶν ἁγίων μʹ. γίνεται οὖν δημοσία προπομπή, ἔρχεται περὶ τὸν Χριστὸν τὸν χαλκοῦν. καὶ τηνικαῦτα τὸ πλῆθος εἰς ἀποστασίαν χωρεῖ· φωνὴ γὰρ ἐκ μέσου αὐτοῦ ἐξεχύθη λέγουσα „ἡμεῖς τὴν Σκλήραιναν βα‐ σίλισσαν οὐ θέλομεν, οὐδὲ δι’ αὐτὴν αἱ μάνναι ἡμῶν αἱ
20πορφυρογέννητοι Ζωὴ καὶ ἡ Θεοδώρα θανοῦνται.“ ταραχθὲν
οὖν ἐπὶ πλέον τὸ πλῆθος ἐζήτει τὸν βασιλέα διαχειρίσασθαι,595

596

καὶ φθόρος ἂν εὐθέως οὐκ ὀλίγος ἐγεγόνει, εἰ μήγε προκύ‐ ψασαι ἄνωθεν αἱ βασίλισσαι τὴν τοῦ πλήθους ὀργὴν κατεστό‐ ρεσαν. ἐφ’ ᾧ καὶ ἄκων ὁ βασιλεὺς ἐν βασιλείοις ὑποστρέφει. μετὰ δέ ταῦτα φροντίσι κοσμικαῖς ὑποπίπτει. καὶ ἄλλαι μὲν
5ἀλλαχοῦ κατὰ τὴν ἕω συμβαίνουσιν ἀντιστασίαι, καὶ Λέων δὲ Τορνίκιος πατρίκιος, ὁ στρατηγῶν ἐν Ἰβηρίᾳ, ἐπὶ τυραν‐ νίδι διαβάλλεται. παραλύεται οὖν τῆς ἀρχῆς καὶ ἀποκείρε‐ ται. ὁ δὲ μὴ εὐψύχως ταῦτα ὑπενεγκών, τοὺς ἐν Ἀδρια‐ νουπόλει καὶ μᾶλλον ὅσοι παρεωραμένοι καὶ ἄλλους τινὰς
10νεωτερισμοῖς χαίροντας οὐκ ὀλίγους ἐπισυνάξας, βασιλεὺς ἀναγορεύεται καὶ κατὰ τῆς βασιλίδος χωρεῖ. ὁ δὲ βασιλεὺς μὴ ἔχων ἀντιστῆναι ἅτε δυνάμεως ἱκανῆς ἀπορῶν, γράφει τῷ ἐν Ἰβηρίᾳ προβληθέντι Κωνσταντίνῳ, ὅτι μηδὲ τοῖς πολί‐ ταις ἐθάρρει ἅτε μὴ διακειμένοις εὐνοϊκῶς πρὸς αὐτόν, τὰ
15ἐν χερσὶ πάντα καταλιπεῖν καὶ μετὰ δυνάμεως ὅτι πολλῆς εἰς τὴν βασιλίδα καταλαβεῖν. ὃ δὴ καὶ γέγονε. πρὸ δέ γε τοῦ ἐλθεῖν αὐτοὺς οὐ μικρῶς ὁ Τορνίκιος τὴν βασίλειαν διε‐ τάραξε, τοσοῦτον καταπολεμήσας ἐκ τῶν ἐκτὸς τοὺς ἐντὸς ὡς καὶ τὸν βασιλέα τόξου γενέσθαι παρὰ μικρὸν παρανάλωμα.
20ἔκτοτε οὖν πρὸς Ἀρκαδίου πόλιν ἔρχεται. οὐ πολὺ τὸ ἐν596

597

μέσῳ, καὶ ἐξ ἑώας τὰ στρατεύματα παρεγένετο. στρατηγὸς οῦν αὐτοῖς ὁ Ἰασίτης προβάλλεται. κατὰ τοῦ ἀποστάτου χωρεῖ, χειροῦται αὐτόν· καὶ παρευθὺς αὐτὸν μὲν ἐκτυφλοῦσι καὶ Βατάτζην τινά, τοὺς δὲ λοιποὺς δημεύουσι.
5 Μετὰ δὲ ταῦτα οὐ διέλιπον κατά γε ἀνατολὰς παρὰ Τούρκων καὶ κατὰ δύσιν παρὰ Πατζινακῶν λεηλασίαι καὶ πόλεμοι. τότε καὶ Ῥωμανὸς ὁ Βοῖλος ὑψοῦται τὰ μέγιστα· ἀστεῖος γὰρ περὶ τὴν γλῶτταν ὢν καὶ εὐτράπελος γνωρίζεται τῷ βασιλεῖ, τιμᾶται, σύμβουλος καθίσταται. εἶτα τυραννί‐
10δος ἐπιθυμεῖ, ὑπέρχεται καί τινας, ὅσους ἠδύνατο. ἀλλ’ ἐφωράθη ταῦτα τῷ βασιλεῖ, καὶ οἱ μὲν συνωμόται πάσχουσι κακῶς, αὐτὸς δὲ πρὸς μικρὸν ὑποκατιὼν πάλιν ἐπανάγεται. τότε δὴ καὶ παρὰ τοῦ τῆς Αἰγύπτου ἄρχοντος στέλλεται πρὸς τὸν βασιλέα ἐλέφας ζῶν καὶ καμηλοπάρδαλις. τότε καὶ
15σπουδὴν ἔθετο τοὺς Πατζινάκας τέλεον ἀναλῶσαι. στρατὸν οὖν πανταχόθεν ἐπισυνάξας ἐκπέμπει κατ’ αὐτῶν. ἀλλὰ μέγα συμβαίνει κατὰ Ῥωμαίων ἐκεῖθεν τὸ ἀτύχημα. ὅθεν καὶ ἕτερον αὖθις συλλέγει στρατόν. πλὴν σπονδὰς πρὸς ἀλλήλους τίθενται καὶ τὰ τοῦ πολέμου λύονται μέχρι τριακονταετίας.
20πρὸς τούτοις δὲ μοναστήριον τὰ Μάγγανα οἰκοδομῶν, καὶ
ἀφειδῶς τοῖς χρήμασι χρώμενος, εἰς τοσαύτην ἤλασεν ἔνδειαν597

598

ὥστε καὶ πᾶσαν ἐπινοῆσαι διὰ τοῦτο καπηλείαν καὶ ἀτόπους εἰσπράξεις ἐφευρηκέναι. φροντιστὰς οὖν ἀδίκους τοῦ δημο‐ σίου ἐπιστήσας εξ ἀδίκων πόρων συνέλεγε χρήματα. κατα‐ λύει δὲ καὶ τὸν Ἰβηρικὸν στρατόν, ἀμφὶ τὰς νʹ χιλιάδας
5ἀριθμούμενον, καὶ ἀντὶ στρατιωτῶν φόρους πολλοὺς ἀπὸ τῶν χωρίων ἐκείνων πορίζεται. ἔνθεν τοι καὶ διὰ τὰς ἐκείνου κακίας καὶ ἀσωτίας τὰ τῶν Ῥωμαίων πράγματα εἰς τὸ κα‐ τόπιν χωροῦσιν, εἰ καί τινα τῶν αὐτοῦ μνήμης ὑπάρχουσιν ἄξια. ἡ γὰρ τῶν Μαγγάνων μονὴ καὶ οἱ ξενῶνες καὶ τὸ ἐπὶ
10τῇ μεγάλῃ τοῦ θεοῦ ἐκκλησίᾳ παρ’ αὐτοῦ γεγονὸς ἐπαίνων οὐκ ἀμοιροῦσι. δι’ ἔνδειαν γὰρ μὴ δυναμένης ἱερουργεῖσθαι ἐν σαββατοκυριάκοις γὰρ καὶ ταῖς ἐπισήμοις τῶν ἑορτῶν, τοῦτο οὖν ἰδὼν αὐτὸς καθ’ ἑκάστην τοῦτο διὰ προσόδων γίνε‐ σθαι ᾠκονόμησε, φαιδρύνας αὐτὴν καὶ λαμπροῖς ἀναθή‐
15μασι. Κατ’ ἐκεῖνο δὲ καιροῦ καὶ λοιμικὴ νόσος ἐπὶ τοσοῦτον ἐνέσκηψεν ὥστε τοὺς ζῶντας ἐκφέρειν τοὺς τεθνεῶτας μὴ δύνασθαι. ἀλλὰ καὶ χάλαζα ῥήγνυται, μὴ ζῶα μόνον ἀλλὰ καὶ ἀνθρώπους αὐτοὺς ἀποκτείνουσα. ὁ μέντοι βασιλεὺς τῇ
20συνήθει κακίστῃ νόσῳ, τῇ ποδάγρᾳ δηλονότι, κακουχούμενος
ἔκειτο ἐν τῇ παρ’ αὐτοῦ δομηθείσῃ μονῇ, ὡς δὲ καὶ δι’ ἕτε‐598

599

ρόν τι σύμπτωμα ὁ θάνατος ἤγγισεν, ὅ τε λογοθέτης, ὁ πρω‐ τονοτάριος καὶ ὁ κανικλείου, σκεψάμενοι περὶ τούτου, στέλ‐ λουσιν ἀγαγεῖν Νικηφόρον τὸν πρωτεύοντα· ἔτυχε γὰρ τότε τὴν τῶν Βουλγάρων ἐζωσμένος ἀρχήν. ἀλλὰ τοῦτο γνόντες
5οἱ τῇ Θεοδώρᾳ ὑπηρετούμενοι (ἡ γὰρ Ζωὴ προκατέλυσε τὸν βίον) εἰς τὸ παλάτιον αὐτὴν ἄγουσι καὶ ἀναγορεύουσιν αὐτο‐ κρατόρισσαν. ἐφ’ ᾧ καὶ ἀποστείλαντες κατέσχον ἐν Θεσσα‐ λονίκῃ τὸν πρωτεύοντα. κἀκεῖθεν εἰς τὸ Θρᾳκήσιον ἄγουσι, καὶ ἐν τῇ μονῇ τοῦ Κουζινᾷ περιορίζουσιν. ὁ μέντοι Μονο‐
10μάχος θνήσκει καὶ παρὰ τῇ διαληφθείσῃ μονῇ θάπτεται. Κρατεῖ λοιπὸν ἡ Θεοδώρα ἔτος ἕν, καὶ τηνικαῦτα προ‐ βάλλεται δομέστικον τῶν σχολῶν ἕνα τῶν εὐνούχων αὐτῆς ἐπὶ τῷ ἀναστέλλειν τῶν Τούρκων τὴν καταδρομήν, παραλύ‐ σασα τῆς στρατοπεδαρχίας Ἰσαάκιον τὸν Κομνηνόν. ἔφθασε
15γὰρ ὁ Μονομάχος ἐκεῖσε διαπεράσας τὰς Μακεδονικὰς δυνά‐ μεις. ἐν οἷς ἦν στρατηγὸς καὶ Βρυέννιος· λόγος γὰρ παρὰ τοῖς Τούρκοις ἐφέρετο ὡς ὑπ’ ἐκείνων καταλυθήσονται μεθ’ ὧν ὁ Ἀλέξανδρος τοὺς Πέρσας κατέλυσεν. ὅλην τὴν ἰνδι‐ κτιῶνα θʹ τοῦ ͵ϛφξδʹ ἔτους βιώσασα ἡ βασιλὶς ἀπέθανεν,
20εἰλεοῦ νοσήματι περιπεσοῦσα. οἱ δὲ ταύτης εὐνοῦχοι ἀναβι‐ βάζουσι Μιχαὴλ γέροντα τὸν στρατιωτικόν, ἀφιλῆ ἄνδρα
ὄντα.599

600

Κρατεῖ οὖν ὁ στρατιωτικὸς Μιχαὴλ ἔτος ἕν. τοῦτο δὲ ποιοῦσιν οἱ εὐνοῦχοι ὡς ἄνευ αὐτῶν μηδέν τι γίνεσθαι. καὶ ὁ μὲν βασιλεὺς ἐκ Βυζαντίου μὲν ὥρμητο, στρατιωτικὰ δὲ μόνα μεταχειριζόμενος ἀφυὴς ἦν παντάπασι καταθωπεύειν
5λαόν. τότε δὴ τότε συνήθως ἔρχονται οἱ ἐξ ἑώας μεγιστᾶ‐ νες, ὅ τε μάγιστρος Ἰσαάκιος ὁ Κομνηνός, ὁ κεκαυμένος Κατακαλὼν καὶ ἕτεροι, ἐπὶ τῷ καὶ τιμῶν καὶ ἀξιωμάτων καὶ τῶν συνήθων δωρεῶν παρὰ τοῦ βασιλέως τυχεῖν. ἀλλ’ αὐτοὺς κενοὺς ἐκπέμπει, πλύνας μᾶλλον ὕβρεσιν αὐτούς. ἐφ’
10ᾧ δόντες καὶ λαβόντες ὅρκους ἐν τῇ τοῦ θεοῦ ἐκκλησίᾳ καὶ συμφωνήσαντες τὸν Κομνηνὸν ἀναγορεῦσαι βασιλέα οἴκαδε ἀπῄεσαν. διὰ γοῦν ταῦτα ὁ βασιλεὺς δωρεαῖς μεγίσταις τοὺς πολίτας ἐμπεδοῖ, καὶ ἀραῖς βαρείαις συμφωνοῦντας μὴ προσ‐ δέξασθαι τὸν Ἰσαάκιον, τῇ βουλῇ ταύτῃ καὶ ὁμολογίᾳ καὶ
15αὐτῆς συγκλήτου κατατιθεμένης· τῇ γὰρ ἐξουσίᾳ πειθαρ‐ χοῦντες καὶ γραμματείῳ ταῦτα βεβαιοῦσιν. ἀλλ’ εἰς οὐδὲν ὤνησε ταῦτα· τοῦ γὰρ Ἰσαακίου ἐπιθεμένου, καὶ τοῦ πα‐ τριάρχου συμβουλεύσαντος δῆθεν τῷ βασιλεῖ, αὐτὸς μὲν ἐξίσταται τῆς βασιλείας, ἀναγορεύεται δὲ ὁ βασιλεὺς Ῥω‐
20μαιων ὁ Κομνηνὸς Ἰσαάκιος, καὶ κρατεῖ ἔτη βʹ.600

601

Τούτῳ μὲν οὖν τῷ τρόπῳ τὴν βασιλείαν ἀναζωσάμενος, καὶ τῇ ἑαυτοῦ ἀνδρείᾳ τὰ πάντα λογισάμενος, αὐτίκα τῷ βασιλικῷ νομίσματι σπαθηφόρος διαχαράττεται, μὴ τῷ θεῷ τὸ πᾶν ἐπιγράψας. τὸν πατριάρχην τὰ μέγιστα τιμᾷ καὶ τοὺς
5συναραμένους αὐτῷ. ἀλλὰ φειδωλίας κατάρχεται, τὰ τῶν φροντιστηρίων περιττὰ ἀποκόπτει, μόνα τὰ ἐπαρκοῦντα τού‐ τοις ἀφείς, ἀκτημοσύνην δῆθεν αὐτοὺς ἐκδιδάσκων, καὶ μὴ βίον εὐλακεσμένον ζῆν. ὁ δὲ πατριάρχης ἐπὶ τῷ βασιλεῖ τὰ πλεῖστα θαρρῶν οὐκ εἶχεν ἐπικλινῆ ταῖς αὐτοῦ ἔστιν ὅτε
10αἰτήσεσι φορτικαῖς ἅτε πολλάκις οὔσαις· οὐκοῦν ἐπιτιμίοις ἀποτροπαίας ὑποβάλλει αὐτόν, ναὶ μὴν καὶ ἀπειλαῖς, τὸ δημοκοπούμενον τοῦτο λέγων „ἐγώ σε ἔκτισα, φοῦρνε· ἐγώ σε καὶ καταλύσω.“ βουλεύεται δὲ κοκκοβαφῆ περιβαλεῖν πέδιλα, τῆς παλαιᾶς ἱερωσύνης φάσκων εἶναι τὸ τοιοῦτον
15ἔθος, καὶ δεῖν τούτοις κἀν τῇ νέᾳ κεχρῆσθαι τὸν ἀρχιερέα· ἱερωσύνης γὰρ καὶ βασιλείας τὸ διαφέρον οὐδέν. ταῦτα μα‐ θὼν ὁ βασιλεύς, καὶ δέον κρίνας δρᾶσαι μᾶλλον ἢ παθεῖν, ἐξορίζει ὸν πατριάρχην. ἀλλὰ καὶ τὴν αὐτοῦ καθαίρεσιν μελετῶν τις ἐκείνου ὁ πατριάρχης τελευτᾷ. ταύτῃ τοι καὶ
20μετανοίᾳ χρησάμενος ὁ βασιλεὺς ἐντίμως ἐπανάγει αὐτόν,601

602

πάντων ἐκπλαγέντων ἐπὶ τῷ συμβεβηκότι τότε θαύματι· ἡ γὰρ τοῦ πατριάρχου δεξιὰ χεὶρ σταυροειδῶς σχηματισθεῖσα, ὡς ἡνίκα τὴν εἰρήνην ἐπεφώνει τῷ λαῷ, μεμένηκεν ἄτρεπτος, μὴ συναλλοιωθεῖσα τῇ νεκρώσει τοῦ σώματος. προχειρίζεται
5δὲ ἀντ’ αὐτοῦ πατριάρχης Κωνσταντῖνος πρόεδροι ὁ Λειχού‐ δης, πρωτοβεστιάριος ὤν· οὗ τῆς μεγαλοδώρου χειρὸς καὶ ἱκανῆς προνοίας οὐδεὶς ἔξω μεμένηκε. Μετὰ δὲ ταῦτα ταράσσεται τὸ Οὐγγρικόν. ἐξέρχεται κατ’ αὐτῶν ὁ βασιλεύς, καὶ πάντες μὲν σπένδονται, μέρος
10δέ τι Πατζινακικὸν χεῖρας δοῦναι οὐκ ἤθελεν, ἐφ’ ᾧ καὶ ἄρδην ἀπόλλυται. ὑπὸ τὸν Λιβιτζὸν δὲ σκηνοῖ ὁ βασιλεύς, καὶ ὑετοῦ καὶ νιφετοῦ πολλοῦ καταρραγέντος μηνὶ Σεπτεμ‐ βρίῳ, ἡμέρᾳ τῆς πρωτομάρτυρος Θέκλης, πολὺς τοῦ στρα‐ τοῦ γέγονε φθόρος. ὁ δὲ βασιλεὺς ὑπὸ δρῦν ἔστη τινὰ σκέ‐
15πης ἕνεκεν, μετ’ οὐ πολὺ δὲ ἠχῆς γενομένης ἐκ ῆς δρυὸς πρόεισι μικρὸν ὁ βασιλεὺς ὡς μὴ τῷ μήκει ταύτης καταλαμ‐ βάνεσθαι, καὶ ῥιζόθεν αὐτὴ ἀνασπασθεῖσα ὑπτα τῇ γῇ καταπίπτει. ὅθεν ἐννεὸς ὁ βασιλεὺς γέγονεν, ἰδὼν ὅθεν ἐρ‐ ρύσθη. ἦν δὲ οὐκ ἀγαθὸς οἰωνὸς τὸ συμβάν, πρωίμιον δὲ
20τῶν ἐπισυμβησομένων αὐτῷ.
Μετὰ δὲ ταῦτα κυνηγεσίοις ἐψυχαγωγεῖτο περὶ αὐτὴν602

603

τὴν Νεάπολιν. περὶ δὲ ὥραν ἀρίστου φῶς ἀστραπηβόλον τοῖς τόποις ἐκείνοις ἐνέσκηψε. χοῖρος δέ ποθεν φανεὶς ἐφ’ ἑαυ‐ τὸν τὸν βασιλέα ἐπεκαλέσατο· ὃν ἐπιδιώκων ὁ βασιλεὺς ἄχρι καὶ θαλάσσης ἐξήλαυνεν. ὡς οὖν ὁ χοῖρος τὴν θάλασ‐
5σαν εἰσδὺς ἀφανὴς ἐγένετο, ὁ βασιλεὺς εὐθὺς τῷ ἀστραπη‐ βόλῳ φωτὶ ληφθεὶς τοῦ ἵππου τε ἀπεσφαιρίσθη καὶ ἀφρίζων κατὰ γῆν ἐκυλίετο· ἐμβληθεὶς οὖν ἀκατίῳ πρὸς τὰ βασίλεια διεσώζετο. τούτῳ δὲ τῷ τρόπῳ κακουχούμενος ἐπὶ πολὺ με‐ τανοίᾳ χρᾶται, καὶ τῆς βασιλείας, ἧς ἀδίκως ἐπελάβετο,
10ἑκὼν ἐξίσταται, καὶ ταύτην ἑτέρῳ δίδωσι, ῥάκια ἀμφιέννυ‐ ται καὶ τῇ μονῇ τοῦ Στουδίου ἑαυτὸν ἐπιδίδωσι. τοσαύτῃ ταπεινώσει καὶ πρός γε τὸν προεστῶτα ὑποταγῇ ἐχρᾶτο ὡς καὶ θυρωρὸν αὐτὸν γενέσθαι. λέγεται δὲ σωφρονέστατον αὐτὸν εἶναι. στρατοπεδάρχου γὰρ ὄντος αὐτοῦ καὶ νεφρίτιδι
15συσχεθέντος ὡς καὶ πάρετον πάντῃ γενέσθαι, συνεβούλευον οἱ ἰατροὶ μετὰ μυρίας ἄλλας ἐπαγωγὰς καὶ γυναικὶ χρήσα‐ σθαι. ὁ δ’ οὐκ ἐπείθετο. εἰπόντων δὲ „εἰ μὴ τοῦτο ποιή‐ σεις, ἀνάγκη σοι καυτηρίᾳ χρήσασθαι κἀντεῦθεν ἀπαιδίᾳ συ‐ σχεθῆναι,“ „ἀρκοῦσί μοι“ ἔλεγεν „ὁ Μανουὴλ καὶ ἡ Μαρία,
20οἱ ἤδη μοι χάριτι θεοῦ γενόμενοι· τούτων μὲν γὰρ ἄνευ
τυχεῖν ἔστι τῆς βασιλείας τοῦ θεοῦ, σωφροσύνης δὲ δίχα603

604

οὐδεὶς ὄψεται τὸν θεόν.“ ἐπὶ τούτοις δὲ καὶ ἡ βασιλὶς Αἱκα‐ τερῖνα καὶ ἡ θυγάτηρ Μαρία παρὰ τῇ μονῇ τοῦ Μυλαίου διῆγον ἀσκητικὸν βίον βιοῦσαι. θνήσκει ὁ βασιλεύς. σορῷ κατατίθεται, ἥτις καὶ πλησθεῖσα ὕδατος ὑπονοεῖν ἅπασι δέ‐
5δωκεν ὅτι δικην ἐνταῦθα ἔτισε διά γε τὸν ἐμφύλιον πόλεμον, τὰς τῆς συγκλήτου ἀποστερήσεις, τὰς τῶν μοναστηρίων, ὡς ἄνωθεν εἴρηται, καθαρπαγάς, καὶ ὅσα ἄλλα τοιαῦτα. θά‐ πτεται δὲ τῇ μονῇ τοῦ Στουδίου, καὶ Αἱκατερῖνα μετονομα‐ σθεῖσα Ξένη.
10 Κρατεῖ δὲ μετὰ τὸν Κομνηνὸν Κωνσταντῖνος πρόεδρος ὁ Δούκας ἔτη ζʹ, ἐπιεικὴς ἀνὴρ καὶ μέτριος, τὴν σύγκλητόν τε καὶ τὸ δημοτικὸν τιμῶν ἀξιώσας. ἐπανορθοῖ δὲ καὶ τοὺς ἐκπε‐ σόντας τῶν οἰκείων τιμῶν παρὰ τοῦ Κομνηνοῦ. ἀπῆλθέ ποτε κατὰ τὴν μνήμην τοῦ μεγαλομάρτυρος Γεωργίου ἐν τῇ μονῇ
15τῶν Μαγγάνων, αἰδοῖ τοῦ ἁγίου. καὶ τηνικαῦτα βουλὴ κατ’ αὐτοῦ· διὰ θαλάττης γὰρ ἐπανελθεῖν πρὸς τὰ βασίλεια μέλλοντα ἀποπνῖξαι αὐτὸν ἐμελέτων οἱ προύχοντες. ἀλλ’ οὐδὲν ἤνυ‐ σαν· ἐγνώσθη γὰρ ἐκείνων τὸ βούλευμα. ὁ δὲ Δούκας οὐδενὸς ἄλλου ἐφρόντιζεν ἢ λόγων σεκρετικῶν δικανικῶν συ‐
20κοφαντικῶν, ἐφ’ ᾧ κἀν ταῖς δίκαις προσεδρεύων ἦν ἐπὶ το‐
σοῦτον, ὡς καὶ αὐτοὺς τοὺς στρατιώτας τὰ στρατιωτικὰ κα‐604

605

ταλεῖψαι καὶ λόγους δικανικοὺς ἐκπαιδεύεσθαι, ὃ δὴ καὶ τοὺς Τούρκους ἠρέθισε κατὰ Ῥωμαίων χωρεῖν καὶ ἀδεῶς τὰ ἐκείνων ληΐζεσθαι. καὶ τὰ μὲν κατὰ τὴν ἀνατολὴν οὕτως εἶχε, κατὰ δέ γε τὴν δύσιν ἔθνος Οὐζικὸν (Σκύθαι δὲ οὗτοι)
5καὶ τῶν Πατζινακῶν οἱ εὐγενέστεροι τὸν Ἴστρον διαπεραιώ‐ σαντες, ὡσεὶ μυριάδες ξʹ, καταδρομὴν ὅτι πολλὴν τῶν Ῥωμαίων ἠπείλουν. μανθάνει ταῦτα ὁ βασιλεύς, καὶ οἷα φιλοχρήμα‐ τος καὶ τὸν ὀβολὸν παντὸς προτιμῶν, κἀντεῦθεν μηδὲ στρατὸν ἀξιόλογον ἔχων, ἐξέρχεται εἰς Χοιροβάκχους, μεθ’ ἑαυτοῦ φέ‐
10ρων οὐχὶ πλείους ἢ ρνʹ στρατιώτας. πλὴν κελεύσει αὐτοῦ νηστείαις καὶ προσευχαῖς καὶ λιτανείαις πρὸς θεὸν πάντες ἐχρή‐ σαντο, ἐφ’ ᾧ καὶ μετ’ οὐ πολὺ ὁ τῶν βαρβάρων μηνύεται ὄλε‐ θρος, λοιμῷ καὶ λιμῷ θείᾳ προμηθείᾳ κατεργασθέντων αὐτῶν. ταῦτα δὲ συνέβη ἔτος ἕκτον τοῦ Κωνσταντίνου βασιλεύοντος,
15πρὸ δέ γε τοῦ ἔτους τούτου κατὰ Σεπτέμβριον μῆνα περὶ δευτέραν νυκτὸς φυλακὴν σεισμὸς ἐξαίσιος γέγονεν, τῶν πώ‐ ποτε γενομένων ἐκπληκτικώτερος, ὡς καὶ οἰκίας καὶ ναοὺς ἀνατρέψαι. καὶ οὐκ ἐνταῦθα μόνον, ἀλλὰ καὶ κατὰ Ῥαιδε‐ στὸν Πάνιόν τε καὶ τὸ Μυριόφυτον τὰ αὐτὰ γεγόνασιν, ὡς
20καὶ φόνον ἀνθρώπων πολὺν γενέσθαι. καὶ ἐν Κυζίκῳ δὲ τὸ
Ἑλληνικὸν ἐκεῖνο καὶ θαυμάσιον ἵδρυμα κατεσείσθη τε καὶ605

606

πλεῖον μέρος κατέπεσε, καὶ ταῦτα ὀχυρώτατον ὄν. τὰ αὐτὰ τούτοις καὶ κατὰ Νίκαιαν γέγονε· κατεσείσθησαν γὰρ ὅ τε τῶν ἁγίων πατέρων ναὸς καὶ ὁ ἐπ’ ὀνόματι τῆς ἁγίας Σο‐ φίας, καὶ αὐτὰ τὰ τείχη ἐκ βαράθρων αὐτῶν καταπεπλώ‐
5κασι. καὶ ταῦτα μὲν καὶ ἁμαρτημάτων εἴσπραξις καὶ θεῖος χόλος ἐτύγχανεν, ᾐνίττοντο δὲ καὶ τὴν τοῦ ῥηθέντος ἔθνους ἐπέλευσιν καὶ κατάλυσιν· ἐν γὰρ ταῖς θεοσημείαις οὐ τὸ ἐνεστὸς μόνον ἀλλὰ καὶ τὸ μέλλον προθεωρεῖται καὶ προση‐ μαίνεται. κατ’ ἐκεῖνον δὲ τὸν καιρὸν καὶ κομήτης ἐφάνη κα‐
10τόπιν ἡλίου δύνοντος, τὸ μέγεθος σεληναῖον φέρων, καὶ ἐδό‐ κει μὲν τηνικαῦτα καπνὸν καὶ ὁμίχλην ἐκπέμπειν, ἐν δὲ τῇ ἐπιούσῃ ἤρξατο προδεικνύειν βοστρύχους τινάς, τὰς δὲ ἀκτῖ‐ νας πρὸς ἑώαν ἀπέτεινε, μέχρις ἡμερῶν μʹ φαίνων. Κωνσταντίνου δὲ πατριάρχου τελευτήσαντος Ἰωάννης μο‐
15ναχὸς ὁ Ξιφιλῖνος προχειρίζεται, τὰ πάντα θαυμαστός, λόγῳ σοφίᾳ καὶ συνέσει καὶ ἀρετῇ, ἐκ Τραπεζοῦντος μὲν ὡρμη‐ μένος, ἀσκητικῶς δὲ κατ’ Ὄλυμπον ζῶν, ἐφ’ ᾧ καὶ βίᾳ πρὸς τὴν ἀξίαν ἕλκεται ἅτε τῶν ἄλλων ἔκκριτος ὤν. ὁ δὲ βασι‐ λεὺς νόσῳ τηνικαῦτα περιπίπτει καὶ τὸν βίον ἐξάγεται, τῆς
20ὁσίας αὐτοῦ γενομένης ἐν τῇ μονῇ ἡ καλεῖται Μολιβωτόν. ἦσαν δὲ αὐτῷ παῖδες ἐξ Εὐδοκίας τῆς βασιλίδος, ἣν ἰδιω‐
τεύων ἠγάγετο, Μιχαὴλ Ἀνδρόνικος καὶ Κωνσταντῖνος, ὃς606

607

καὶ πορφυρογέννητος ἦν, πρὸς τούτοις δὲ Ἄννα Θεοδώρα καὶ Ζωή. Τελευτῶν δὲ πάντας ἀπῄτησεν ἔγγραφον ὡς οὐκ ἄν ποτε παρὰ τοὺς αὐτοῦ παῖδας βασιλέα ἕτερον διαδέξονται, καὶ
5αὐτὴν δὲ τὴν βασίλισσαν Εὐδοκίαν ὡς οὐκ ἂν πρὸς δεύτερον ἀπίδοι συνοικέσιον, ἐφ’ ᾧ κρατεῖ σὺν τοῖς παισὶν αὐτοῦ μῆ‐ νας ζʹ, καὶ τοῦ ἐγγράφου ἀπαρτισθέντος, καὶ εἰς φυλακὴν τῷ πατριάρχῃ δοθέντος. εἶχε μὲν οὕτω ταῦτα, καὶ οἱ Τοῦρ‐ κοι πάλιν πᾶσά τε ἡ ἀνατολὴ ἐκυμαίνετο. δέονται λοιπὸν
10βασιλέως τὰ πράγματα, ἐφ’ ᾧ καὶ ψηφίζεται μὲν Νικηφό‐ ρος ὁ Βοτανειάτης καὶ ἕτεροι πολλοί, νικᾷ δὲ ὅμως ἡ θεία βουλή, καὶ βασιλεὺς ἀναγορεύεται ὁ Βεστάρχης Ῥωμανὸς ὁ Κωνσταντίνου τοῦ Διογένους υἱός, εἰ καὶ πρότερον ἐπιβου‐ λεύσας τῷ βασιλεῖ κἀντεῦθεν δεσμηθεὶς καὶ ἐλεγχθείς, εἶτα
15παρὰ πᾶσαν ἐλπίδα τοῦ κινδύνου λυτρωθείς. Κρατεῖ ὁ τοιοῦτος Ῥωμανὸς ἔτη γ μῆνας ηʹ. ἡ μέντοι βασιλὶς θέλουσα μὲν συζευχθῆναί τινι τῶν ἐπιφανῶν, δεδοι‐ κυῖα δὲ διά γε τὸ ἔγγραφον καὶ τοὺς ἐνυπογράψαντας αὐτῷ, ἔγνω δεῖν ὑπὲρ γυναῖκα φρονῆσαι καὶ δόλῳ τὸν πατριάρχην
20ὑπελθεῖν. κοινοῦται τὸ πρᾶγμά τινι τῶν πρὸς τὰ τοιαῦτα607

608

ἐπιτηδείων. τιʹ γοῦν; ἀδελφὸς ἦν τῷ πατριάρχῃ Βάρδας τοὔνομα. πρόσεισι γοῦν τῷ πατριάρχῃ ὁ τομίας, ἀπαγγέλλει αὐτῷ μυστικῶς τὰ τοῦ πράγματος· „εἴγε οἰκονομία τις γέ‐ νηται περὶ τοῦ ἐγγράφου, ὁ σὸς ἀδελφὸς τῇ βασιλίδι μίγνυ‐
5ται καὶ βασιλεὺς ἀναγορεύεται.“ κατέχεται οὖν ἐντεῦθεν ὁ πατριάρχης, καὶ ἕνα καθ’ ἕνα τῆς συγκλήτου μετακαλούμε‐ νος ἔπειθε πάντας ὡς παράνομον τὸ ἔγγραφον, καὶ διὰ ζῆ‐ λον ἑνὸς ἀνδρὸς τὰ Ῥωμαίων οὐ χρὴ καταβλάπτεσθαι· ἀναγ‐ καῖον οὖν τὴν βασιλίδα ζευχθῆναι ἀνδρὶ ὡς ἀναθηλῆσαι καὶ
10αὖθις τὰ πράγματα. ὡς οὖν ἔσχε πάντας συμψήφους ὁ πα‐ τριάρχης, ἔνοπλος ὁ Διογένης εἰς τὰ βασίλεια ἔρχεται καὶ τῇ βασιλίδι συζεύγνυται, καὶ οὕτω τῶν σκήπτρων ἐγκρατὴς γίνεται. εἶχεν ἐφέδρους τούς τε προγόνους αὐτοῦ καὶ Καί‐ σαρα τὸν τοῦ προβεβασιλευκότος ἀδελφόν. καὶ τηνικαῦτα τὰ
15κατὰ τὴν ἑώαν μανθάνει, καὶ κατὰ τῶν Τούρκων χωρεῖ, καὶ εἰς Σεβάστειαν ἐλθὼν καὶ ἔνθεν κἀκεῖθεν παραγενόμενος με‐ γάλα κατὰ τῶν Τούρκων ἔστησε τρόπαια. ὑποστρέφει πρὸς τὴν βασιλίδα. καὶ τὰς συνήθεις ῥόγας τῇ συγκλήτῳ καὶ τῷ λαῷ ποιησάμενος ἐκστρατείας καὶ αὖθις ἐφάπτεται, μηδὲ αὐτὰς
20τὰς πασχαλίας ἡμέρας καρτερήσας. καὶ τοῖς Τούρκοις ἔνθεν
κἀκεῖθεν πολλὰ συμπλακείς, καὶ ποῦ μὲν εὐτυχῶν ποῦ δὲ608

609

ἀτυχῶν, τὴν βασιλίδα καταλαμβάνει, τὸν Κομνηνὸν δὲ Μα‐ νουὴλ κουροπαλάτην τιμήσας μετὰ καὶ παντὸς τοῦ στρατοῦ κατὰ τῶν Τούρκων ἐκπέμπει. πολλὰ λοιπὸν ἐντεῦθεν ἀτυ‐ χήματα τοῖς Ῥωμαίοις συμβαίνει· πολέμου γάρ που συγ‐
5κροτηθέντος καὶ αὐτὸς ὁ Μανουὴλ κρατεῖται καὶ τοῦ στρατοῦ παντὸς ἀπώλεια γίνεται, εἰ καὶ ὁ κατασχὼν αὐτὸν Τοῦρκος διὰ φόβον τινὰ καὶ ἀποστροφὴν τοῦ σουλτάνου αὐτόμολος μετὰ καὶ Μανουὴλ προσῆλθε τῷ βασιλεῖ. διὰ γοῦν ταῦτα πάντα πρὸς ἐκστρατείαν ὁ βασιλεὺς καὶ αὖθις χωρεῖ. διεπεραιοῦτο
10λοιπὸν εἰς τὰ τῶν ἱερείων παλάτια. καὶ τηνικαῦτα περιστερά ποθεν ἀναφανεῖσα οὐ πάντῃ λευκή, τὸ πλεῖον δὲ μελάντερος, καὶ τῇ τριήρει τοῦ βασιλέως περιπταμένη, ταῖς αὐτοῦ χερσὶ περιπίπτει. ἐκεῖνος δὲ πρὸς τὴν βασιλίδα ἐκπέμπει αὐτήν. οὐ χρηστῆς δὲ ἀποβάσεως ἔδοξεν αὕτη. ἀπαίρει δ’ ἐκεῖθεν
15ὁ βασιλεὺς οὐκ ἔν τινι τόπῳ διαφανεῖ, Ἑλεπόλει δέ τινι, ἣν οἱ ἀγροικότεροι Ἐλεεινοῦ πόλιν καλοῦσιν. οἰωνὸς δὲ καὶ τοῦτο ἀπαίσιος. πρὸς τούτοις καὶ ἕτερόν τι τοιοῦτον συμβαίνει· τὸ γὰρ ἐπέχον τὴν βασιλικὴν σκηνὴν ξύλον κατεαγὲν καταπεσεῖν ταύτην πεποίηκεν. χωρεῖ περαιτέρω τῆς ἕω· καὶ δειλαινόμενος
20τοῖς σημείοις ἐν ὑψηλοτέροις δώμασι τὴν ἀνάπαυσιν ἐποιεῖτο.609

610

ἀλλὰ κακεῖ τὰ σημεῖα συντρέχουσι· δωμάτιον γάρ τι, ἐν ᾧ ἀνεπαύετο, πῦρ ἔνθεν κἀκεῖθεν περιέλαβεν, ἵππους τε καὶ βασιλικὰς ἐφεστρίδας κατέκαυσε. διαπεραιοῦται τὸν Ἅλυν, ἐν‐ δότερον γίνεται. προβαίνουσι πολέμιοι. ἐπὶ τούτοις καὶ
5αὐτὸς ὁ σουλτάνος κατὰ τοῦ βασιλέως χωρεῖ. καὶ ὃς ἑτοι‐ μασθείς, ὡς εἰκός, τοῦ σουλτάνου κατόπιν διώκει· οὐδὲ γὰρ αὐτὸς τὴν τοῦ βασιλέως ἐπέλευσιν ἔφερεν. ἐπὶ πολὺ οὖν διώξας ὁ βασιλεὺς ἔστη τῆς πρόσω φορᾶς, μή πως συμβῇ καί τι τῶν ἀδοκήτων. ὀπισθόπους λοιπὸν καὶ ἡ τοῦ βασιλέως
10σημασία χωρεῖ. ὃ δὴ καὶ ἰδόντα τὰ τάγματα, καὶ ἧτταν εἶναι τοῦ βασιλέως τὸ πρᾶγμα λογισάμενα, ἔνθεν κἀκεῖθεν διασκε‐ δάζονται. ἀνηνέχθη τῷ σουλτάνῳ τὰ περὶ τούτου, καὶ τηνι‐ καῦτα διώκων ὁ διωκόμενος γίνεται. εἶτα τιʹ; συμπλέκονται πρὸς ἀλλήλους, ἐπιτίθενται καὶ αὐτῷ τῷ βασιλεῖ· καὶ ὃς
15τὰ πολεμικὰ γενναῖος ὢν ἀνθίσταται τοῖς ἐχθροῖς καὶ διὰ χειρῶν πολλοὺς ἀναιρεῖ. εἶτα τὴν χεῖρα βάλλεται, ὁ ἵππος αὐτοῦ κατακοντίζεται. ἀλλὰ καὶ πεζεύσας γενναίως ἵσταται. ἀλλ’ ὢ τοῦ πτώματος μετὰ γὰρ ταῦτα πάντα τοῖς ἐχθροῖς ἁλώσιμος γίνεται, τῷ σουλτάνῳ δέσμιος ἄγεται. καὶ ὃς τοῦ
20θρόνου ἀνέθορε, καὶ πατήσας τὸν αὐχένα συνήθως αὐτοῦ
τῆς γῆς τοῦτον ἀνίστησι, καὶ περιπτυξάμενος „μὴ δέδιθι,“610

611

ἔφη „ὦ βασιλεῦ· οὐδὲ γὰρ ἐγκύρσεις κινδύνῳ σωματικῷ, ἀξίως δὲ τιμηθεὶς τῆς τοῦ κράτους ὑπεροχῆς· ἄλογος γὰρ ἐμοὶ λογί‐ ζεται ἐκεῖνος ὁ μὴ τὰς ἀπροόπτους τύχας λογιζόμενός τε καὶ εὐλαβούμενος.“ σύνθρονον οὖν αὐτὸν εἶχε καὶ ὁμοδίαιτον καὶ
5ὁμόδοξον, παντοίως αὐτὸν παρακαλῶν μέχρις ἡμερῶν ηʹ. ἐρωτήσαντος δέ ποτε τοῦ σουλτάνου τὸν βασιλέα „τιʹ ἂν ἔδρα‐ σας εἰ ἔσχες ἐμὲ ὑποχείριον,“ ἀνυποκρίτως καὶ ἀθωπεύτως ὁ βασιλεὺς ἀπεκρίνατο ὅτι πολλαῖς ταῖς πληγαῖς κατεδαπά‐ νησα ἄν σου τὸ σῶμα. „ἀλλ’ ἐγώ“ φησιν ὁ σουλτάνος „οὐ
10μιμήσομαί σου τὸ αὐστηρὸν καὶ ἀπότομον. πλὴν ἀκούω ὅτι καὶ ὁ ὑμέτερος Χριστὸς εἰρήνην νομοθετεῖ καὶ ἀμνηστίαν κακῶν, ἀλλὰ καὶ ὑπερηφάνοις ἀντικαθίσταται.“ μετὰ δὲ ταῦτα σπονδὴν ποιησάμενοι καὶ συνθήκας εἰρηνικὰς διηνε‐ κεῖς, καὶ κῆδος ἐπὶ τοῖς παισὶ συστησάμενοι, διίστανται ἀπ’
15ἀλλήλων σὺν πολλῇ περιπλοκῇ καὶ εὐκτηρίῳ τιμῇ. ἐπανέρ‐ χεται ὁ βασιλεύς. γίνεται τοῦτο καὶ τοῖς ἐνταῦθα, Ἰωάννῃ τε τῷ Καίσαρι καὶ τοῖς τούτου υἱοῖς καὶ τοῖς λοιποῖς, ὅσοι τὰ αὐτὰ ἐφρόνησαν. καὶ τηνικαῦτα μὲν τὴν βασιλίδα καὶ μὴ βουλομένην ὑπερόριον τίθενται, ἀποκείραντες αὐτήν, τὸν δὲ
20Μιχαὴλ ἀναγορεύουσιν αὐτοκράτορα. ἔνθεν τοι καὶ γράφουσιν
ἁπανταχοῦ τὸν Διογένην ἐπανιόντα μὴ ὑποδέξασθαι. ἤρξατο611

612

δὲ τῆς τοιαύτης ἀποκηρύξεως ὁ ὑπέρτιμος πρῶτον Ψελλός. ταῦτα δὲ ὁ Διογένης μαθών, καὶ ὅτι κοινῶς ἀποκεκήρυκται, φρούριόν τι κατασχὼν ἐκεῖσε Δόκειαν λεγόμενον στρατοπε‐ δεύειν ἤρξατο. ἀλλ’ ὁ Καῖσαρ τὸν βραχύτατον υἱὸν κατὰ
5Διογένους ἐκπέμπει. συνάπτεται πόλεμος. φυγὰς ὁ Διογέ‐ νης οἴχεται. ἔνθεν κἀκεῖθεν περινοστῶν πρὸς Κιλικίαν πα‐ ραγίνεται. ὑποστρέφει ὁ Κωνσταντῖνος ἐπὶ τούτοις. στέλ‐ λεται ἀντ’ αὐτοῦ κατὰ Διογένους ὁ τοῦ Καίσαρος υἱὸς Ἀν‐ δρόνικος, πολιορκεῖ τὸν Ἄδανον, συνθῆκαι γίνονται. καὶ
10κείρεται τὴν τρίχα ὁ Διογένης, ἔξεισί τε τοῦ κάστρου μελα‐ νειμονῶν. λαβὼν δὲ μεθ’ ἑαυτὸν τὸν Διογένη ὁ Ἀνδρόνικος νόστου μέμνηται, ἕλκων αὐτὸν ἐν εὐτελεῖ ὑποζυγίῳ διὰ τῶν χωρῶν ἐκείνων αἷς ἰσόθεος ἐγνωρίζετο. μέχρις οὐν τοῦ Κο‐ τυαίου τὴν ὁδοιπορίαν ὀδυνηρὰν ποιησάμενος (ἦν γὰρ νοση‐
15λευόμενος ἐκ κοιλιακοῦ ἐκ κωνείου προποθέντος αὐτῷ) ἐκεῖσε κατεσχέθη, ἕως οὗ τὸ ποιητέον ὁρισθῇ ἐπ’ αὐτῷ. καταλαμ‐ βάνει ἡ ἀπόφασις. καὶ τῶν ἀρχιερέων τῶν ἐπὶ τῷ δοθῆναι λόγον συμπαθείας ἐπαρῆξαι μὴ δυνηθέντων (ὠμησταὶ γὰρ καὶ ἀπηνεῖς ἄνδρες ἀφήρπαξαν αὐτόν) ὀφθαλμοὺς ἐξορύσσε‐
20ται. προαχθεὶς ἐν ὑποζυγίῳ μέχρι τῆς Προποντίδος, καὶ τὴν κεφαλὴν ἔχων ἐξῳδηκυῖαν καὶ τοὺς ὀφθαλμοὺς ὥσπερ σῶμα
σεσηπός, κἀντεῦθεν σκωλήκων καὶ δυσωδίας πλησθείς, ἐπω‐612

613

δύνως καταστρέφει τὸν βίον, τῇ νήσῳ Πρώτῃ τὸν χοῦν ἀπο‐ θέμενος, ἔνθα νέον ἐκεῖνος ἐδείματο φροντιστήριον. Κρατεῖ μετὰ τοῦτον Μιχαὴλ ὁ Παραπινάκης, ἔτη ϛʹ. χαῦνος πάντῃ ὁ ἀνὴρ καὶ οἷον εἰπεῖν θῆλυς πρὸς τὴν τοῦ
5κοινοῦ διοίκησιν, ἐφ’ ᾧ καὶ Ἰωάννῃ τῷ μητροπολίτῃ Σίδης τὰ τῆς ἐξουσίας ἀνατίθησι. καὶ καλῶς μὲν τὰ πάντα παρ’ αὐτοῦ οἰκονομοῦνται, ἀνδρὸς ἅτε ὄντος ἀγαθοῦ καὶ περιδεξίου τοῖς πράγμασιν, ἀλλὰ τῷ ἀγαθῷ τούτῳ σίτῳ παραμιγνύεται καὶ τι ζιζάνιον. Νικηφόρος γάρ τις εὐνοῦχος, ὁ καὶ Νικηφο‐
10ρίτζης λεγόμενος, ὁ ἐπὶ κακίαις μυρίαις πρὸ τοῦ Μιχαὴλ διαβληθεὶς κἀντεῦθεν ἐξόριστος ὤν, μεταπέμπεται παρὰ τοῦ Μιχαὴλ καὶ πᾶσαν ἐξουσίαν ἐνδύεται, ἀνὴρ μὲν εὐνοῦχος, δεινὸς συγχέειν πράγματα καὶ ἄνω τὰ κάτω ποιῆσαι. κατη‐ γορίαι γὰρ πανταχοῦ, δημεύσεις καὶ ἀπαιτήσεις ἄδικοι, θρῆ‐
15νος λοιπὸν καὶ οὐαὶ πανταχοῦ. κἀντεῦθεν ὀργὴ καταλαμβά‐ νει θεήλατος. οἱ γὰρ Τοῦρκοι ἰδόντες ὡς ἄπρακτοι μεμενή‐ κασιν αἱ πρὸς Διογένην συνθῆκαι, καὶ ὅτι ὃν αὐτοὶ τετιμή‐ κασιν ὑπὸ χεῖρα λαβόντες, οὕτω κακῶς οἱ αὑτοῦ πρὸς αὐτὸν διετέθησαν, κἀντεῦθεν θυμοῦ πλησθέντες, ἄραντες ἐκ Περσίδος
20παμπληθεῖς τοῖς Ῥωμαϊκοῖς ἐπιστρατεύουσι θέμασι. συλλέγει
λοιπὸν κἀνταῦθα στρατὸν ὁ Μιχαήλ, καὶ στρατηγὸν αὐτοῦ613

614

τὸν Κομνηνὸν Ἰσαάκιον τίθησι· καὶ ὃς ἀπελθὼν καὶ κατὰ Καισάρειαν τοῖς Τούρκοις συμπλακεὶς αἰχμάλωτος αὐτίκα γίνεται, καὶ τὸ στρατόπεδον ἅπαν ἀπόλλυται. μανθάνει ταῦτα ὁ βασιλεὺς καὶ σκυθρωπάζει, ἀλλ’ ὃ μὲν οὐ διορθοῦ‐
5ται τέλεον, ἅτε ταῖς Νικηφόρου ὑποθήκαις ἀγόμενος ὡς ἀν‐ δράποδον. ὤνιος ὁ Ἰσαάκιος γίνεται. ἀντ’ αὐτοῦ προβάλ‐ λεται στρατοπεδάρχης Ἰωάννης ὁ Καῖσαρ. ὅσα μὲν οὖν ἀτυ‐ χήματα τοῖς Ῥωμαίοις συνήντησεν ἐκ τῆς Τούρκων καταδρο‐ μῆς, οὐκ ἔστιν εἰπεῖν. καὶ αὐτὸς γὰρ ὁ Καῖσαρ δεσμηθείς,
10εἶθ’ οὕτως ἀπολυθεὶς καὶ ὕποπτος δῆθεν τῷ βασιλεῖ γεγο‐ νὼς τὴν τρίχα κείρεται, καὶ οὕτω τὴν βασιλίδα καταλαμ‐ βάνει. Ταῦτα μὲν οὖν τὰ τοῦ Νικηφορίτζη ἀνδραγαθήματα. οὗτος μετὰ τῶν ἄλλων αὐτοῦ κακιῶν καὶ τοῦ κερδαλέου φρον‐
15τίζων ἅτε ποριμώτατος ὢν εἰς κακίαν καὶ λιμὸν πραγματεύε‐ ται. τοὺς μὲν οὖν πωλοῦντας κωλύσας ἁπανταχοῦ ὁ Νικη‐ φορίτζης εὐνοῦχος, αὐτὸς δὲ μόνος περὶ τὴν Ῥαιδεστὸν φούν‐ δακα καὶ μονοπωλεῖον στησάμενος, ὡς ἐντεῦθεν καὶ ἐπώνυ‐ μον τῷ βασιλεῖ Μιχαὴλ περιποιήσασθαι τὸ Παραπινάκης λέ‐
20γεται διὰ τὸ τηνικαῦτα τὸν μόδιον παρὰ πινάκιον πιπράσκε‐ σθαι τῷ νομίσματι.
Χαύνως οὖν καὶ παιδαριωδῶς τὴν βασιλείαν ἰθύνοντος614

615

τοῦ Μιχαὴλ καὶ Σερβικαὶ χῶραι κατεξανέστησαν καὶ Φραγ‐ κικαὶ ὡσαύτως ἀφηνίασαν καὶ ἰδιόρυθμοι γεγόνασιν. ἐπὶ τούτοις ἐτέχθη ἐν Κωνσταντινουπόλει τρίπους ὄρνις καὶ παι‐ δίον ἔχον κατὰ μέτωπον ὀφθαλμὸν ἕνα, τραγοσκελὲς τοὺς πόδας.
5κατὰ τοῦτον μέντοι τὸν καιρὸν καὶ λοιμὸς ἐγένετο βαρύς, ὡς μηδὲ τοὺς θνήσκοντας δυνατὸν θάπτεσθαι. ἀλλ’ οὐδὲ ταῦτα τὴν τῶν κρατούντων ἀπληστίαν καὶ ἀδικίαν τὴν μέχρις αὐτῶν τῶν θείων σηκῶν (ἔπιπλα γὰρ καὶ σκεύη τίμια κἀκεῖθεν ἀφῄ‐ ρητο ὁ μόνον ἰαμβίζειν ἐθέλων, καὶ ταῦτα μηδὲ τῆς τέχνης
10γευσάμενος, κἂν τῷ Ψελλῷ ἐνεπαίζετο) ἀναστεῖλαι ἴσχυεν. Οὕτω μὲν οὖν ἐχόντων τῶν πραγμάτων στρατηγοὶ τῆς ἀνατολῆς, ὅ τε Ἀλέξανδρος, ὁ Καβάσιλας καὶ ὁ Βοτανειά‐ της, ἣν ἀποστασίαν ὤδινον εἰς φῶς ἐξάγουσι, καὶ τὸν Βο‐ τανειάτην Νικηφόρον βασιλέα ἀναγορεύουσι. καὶ τῷ βασιλεῖ
15οὐ μικρὰν ἀθυμίαν ἐνέσταξεν· ἦν γὰρ καὶ πρὸ τοῦ λεγόμε‐ νον ὅτι τὸ τεσσαρακοστὸν νικηθήσεται ὑπὸ τοῦ πεντηκοστοῦ. καὶ οὐ μέχρι τούτου ἡ κατὰ Μιχαὴλ ἀποστασία, ἀλλὰ καὶ μείζων ἄλλη κατὰ δύσιν ἐγένετο· ὁ γὰρ Βρυέννιος ἀπὸ τοῦ Δυρραχίου διεγερθεὶς καὶ συνάξας στρατὸν περὶ τὴν Ἀνδρια‐
20νούπολιν ἔρχεται καὶ βασιλεὺς ἀναγορεύεται, προσβάλλει δὲ
καὶ Κωνσταντινουπόλει. ἀλλ’ οὐδὲν ἤνυσεν· ἡ γὰρ βασι‐615

616

λεύουσα σχεδὸν ἅπασα τῷ Βοτανειάτῃ προσέθετο, καὶ τὴν αὐτοῦ δὲ παρουσίαν ἐτάχυνε, καὶ τὰ βασίλεια καταλαβεῖν αὐτὸν ἐπέσπευδε. τὸν δὲ Μιχαὴλ καθαιροῦσι σὺν τῇ γυ‐ ναικὶ καὶ τῷ υἱῷ αὐτοῦ Κωνσταντίνῳ τῷ πορφυρογεννήτῳ,
5καὶ ἀποκείραντες τῇ μονῇ τοῦ Στουδίου ἐνιᾶσιν. Εἰσέρχεται οὖν ὁ Βοτανειάτης, καὶ παρὰ τοῦ πατριάρ‐ χου στέφεται, τοῦ διαδεξαμένου τὸν Ξιφιλῖνον Κοσμᾶ. καὶ κρατεῖ ὁ Βοτανειάτης ἔτη γʹ. ἐπεὶ δὲ καὶ ὁ Βρυέννιος τὰ κατὰ δύσιν ἐτάρασσε, πέμπει πρὸς αὐτὸν πρέσβεις καὶ
10ἅπαξ καὶ δὶς καὶ τρίς, τῆς μὲν ἀλόγου ὀρέξεως ἐκστῆναι, εἰς Καίσαρα δὲ τιμηθῆναι. ὁ δ’ οὐκ ἀνέχεται. τί τὸ ἐπὶ τού‐ τοις; ἡ σκηνὴ αὐτοῦ πίπτει τοῦ ὀρόφου παραλυθέντος ἀορά‐ τοις χερσί. τηνικαῦτα καὶ σελήνης ἔκλειψις γίνεται εἰς αὐτὸν ἐπισκήψασα· τὰ γὰρ τοιαῦτα, ὡς οἱ ἀστρολόγοι τερατεύον‐
15ται, τυραννούντων δηλοῦσι καθαιρέσεις. ἐπεὶ γοῦν ὁ Στρα‐ βορώμανος πρέσβυς ἀτίμως ὑπέστρεψε, διεγείρεται ὁ βασι‐ λεὺς καὶ κατὰ τοῦ Βρυεννίου πέμπει στρατόπεδα, στρατηγὸν ἔχοντα τὸν νωβελίσιμον Ἀλέξιον τὸν Κομνηνὸν καὶ τιμηθέντα μέγαν δομέστικον, ἄνδρα συνέσει καὶ δυνάμει τότε διαφέ‐
20ροντα. συνάπτεται τῷ Βρυεννίῳ, καὶ κατὰ πρόσωπον ἀντι‐616

617

στάντων χειροῦται ὁ Βρυέννιος καὶ τοὺς ὀφθαλμοὺς ἐξορύσ‐ σεται. ὁ μέντοι Βοτανειάτης, τῆς γυναικὸς αὐτοῦ τελευτη‐ σάσης, ἑτέραν ἠγάγετο τὴν τοῦ προβεβασιλευκότος Μαρίαν. καθαιρεῖται δὲ ὁ τὴν ἱερολογίαν δοὺς ἱερεὺς ἅτε μοιχείας ἐπὶ
5τούτῳ τολμηθείσης· ὁ δὲ Μιχαὴλ ψήφῳ κοινῇ ἀρχιερεὺς Ἐφέσου προβάλλεται. ἅπαξ οὖν ἐκεῖσε φοιτήσας ἐν τῇ μονῇ τοῦ Μανουὴλ διέτριβεν ἐργαζόμενος. Τὰ αὐτὰ δὲ τῷ Βρυεννίῳ καὶ ὁ Βασιλάκης φρονεῖ, λαὸν οὐκ ὀλίγον ἐγείρας ἐπὶ Θεσσαλονίκης ἔρχεται. τί τὸ ἐπὶ
10τούτοις; ἐκπέμπεται τῶν ὧδε ὁ νωβελίσιμος Ἀλέξιος καὶ σε‐ βαστός, τὰς στρατικὰς δυνάμεις λαβών. μάχη οὖν ἰσχυρὰ γίνεται παρὰ τῇ Θεσσαλονίκῃ, καὶ τῶν ἐκεῖσε πάντων φρο‐ νούντων τῷ Βασιλάκῃ. ἀλλὰ χειροῦται αὐτὸν καὶ δέσμιον ὁ Ἀλέξιος ἐκπέμπει τῷ βασιλεῖ. καὶ ὃς ταῦτα μαθὼν ἀποστέλ‐
15λει, κατ’ αὐτὴν τὴν Χρυσούπολιν ἐκτυφλοῦσιν αὐτόν, ὡς ἔκτοτε τὸν τόπον ἐκεῖνον τὴν βρύσιν τοῦ Βασιλάκου λέγεσθαι. κατὰ τοῦτον δὴ καιρὸν κεραυνὸς ἐνσκήψας τῷ τοῦ μεγάλου Κωνσταντίνου κίονι οὗ ἄνω ἡ στήλη αὐτοῦ ἵστατο τοῦ Ἀπόλ‐ λωνος πρότερον ἀφίδρυμα, εἰς ὄνομα αὐτοῦ ὀνομασθεῖσα,
20μέρος τούτου διέτεμε καὶ ζωστῆρας τρεῖς.617

618

Τότε δὴ τότε τὴν τῶν Κομνηνῶν εἰσέλευσιν Βοτανειάτης μαθὼν τῶν βασιλείων μὲν ἄπεισι, παρὰ δὲ τῇ τῆς περιβλέ‐ πτου μονῇ ἐπικείρεται καὶ ἄκων. βασιλεύσας γὰρ πάντας σχεδὸν ἀγοραίους τε καὶ χυδαίους λαμπρῶν ἀξιωμάτων ἐτί‐
5μησεν, αὐτὸς δὲ πρὸς ἀνέσεις τραπεὶς τὴν τῆς βασιλείας φροντίδα τοῖς αὐτοῦ δούλοις ἀνέθετο, ὅπερ πάντας ἐξέμηνε, καὶ αὐτοὺς δὴ τοὺς τότε πρωτεύοντας ἐπί τε γένει καὶ πλού‐ τῳ, τοὺς ἀδελφόπαιδας τοῦ προβεβασιλευκότος Ἰσαακίου τοῦ Κομνηνοῦ Ἀλέξιον καὶ Ἰσαάκιον· ἔνθεν τοι καὶ ἀποσχισθεὶς
10ὁ Ἀλέξιος καὶ λαὸν οὐκ ὀλίγον ἑλκύσας μεθ’ ἑαυτοῦ τὴν βα‐ σιλίδα παρέλαβε προδοθεῖσαν αὐτῷ ὑπὸ τῶν ἐν τῇ Χαρσίου πόρτῃ φυλασσόντων Νεμίτζων. Κρατεῖ λοιπὸν μετὰ τὸν Βοτανειάτην ὁ Κομνηνὸς Ἀλέ‐ ξιος ἔτη λζʹ καὶ τῷ διαδήματι στέφεται, ὁ δὲ Ἰσαάκιος τὰ
15δεύτερα τῆς τιμῆς εἶχε καινῷ ὀνόματι ἐπιφημισθεὶς αὐτῷ· σεβαστοκράτωρ γὰρ ἐπεκλήθη καὶ ὑπερεῖχε τοῦ Καίσαρος. παρ’ αὐτοῖς οὖν ἡ βασιλεία καὶ τῇ μητρὶ αὐτῶν. ἦσαν δὲ τῷ βασιλεῖ καὶ ἕτεροι αὐτάδελφοι δύο νεώτεροι, ὧν τὸν μὲν Ἀνδριανὸν δηλαδὴ πρωτοσέβαστον καὶ μεγαδομέστικον,
20τὸν δὲ Νικηφόρον σέβαστον καὶ τοῦ στόλου δρουγγάριον. ἀλλὰ618

619

καὶ κηδεστὰς εἶχεν ἐπ’ ἀδελφαῖς τὸν Μελισσηνὸν Νικηφόρον καὶ Μιχαὴλ τὸν Ταρωνᾶν. ὁ μέντοι κρατῶν ἐπειδήπερ ἐσπάνιζε χρημάτων, τὰς ἐτησίους δόσεις ἐνέκοψε τὰς ἀνηκού‐ σας δηλονότι τοῖς ἀξιώμασι, προσαφῃρεῖτο δὲ καὶ τὰς περιου‐
5σίας τῶν συγκλητικῶν. ὁ μέντοι ἁγιώτατος πατριάρχης Κο‐ σμᾶς τῇ τῶν κοινῶν πραγμάτων μεταχειρίσει ἀπαρεσκόμε‐ νος καὶ ἀπεγνωκὼς τὴν διόρθωσιν, τῷ ὑπηρέτῃ „ἆρον“ εἰπὼν „τὸ ψαλτήριον καὶ ἀκολούθει μοι,“ τῆς ἐκκλησίας ἀναχωρεῖ. προχειρίζεται δὲ ἀντ’ αὐτοῦ ἐκτομίας τις Εὐστράτιος, ἀφε‐
10λὴς ἀνὴρ καὶ γωνίᾳ τὰ μάλιστα προσήκων. μετὰ δὲ ἔτη γʹ κατάγεται καὶ ἄκων. ἡ δὲ αἰτία οὐκ ἔγνωσται. ἀντ’ αὐτοῦ δὲ ὁ γραμματικὸς ἀνάγεται Νικόλαος. μετὰ δὲ ταῦτα ἠγ‐ γέλθη Φραγγὸς Ῥομπέρτος ἐπὶ τὸν δάμνον διαπεραιούμενος. αὐτίκα τοίνυν ὁ βασιλεὺς ἐξεστράτευσε, καὶ ἡττηθεὶς ἀκλεῶς
15ἔφυγε, πολλῶν ἐκεῖσε πεσόντων, οὐ τῶν τυχόντων μόνον ἀλλὰ καὶ τῶν μεγιστάνων καὶ ἐξ αἱμάτων ὄντων βασιλικῶν. ἡττημένος οὖν ὑποστρέφει ὁ βασιλεύς. γαυριῶσιν ἐπὶ τού‐ τοις οἱ βάρβαροι τινὰ τῶν πολισμάτων κατέχοντες. ἐκστρα‐ τεύει καὶ αὖθις βασιλεύς, καὶ τὸν Ἀνδριανὸν τὴν βασιλικὴν
20ἀμφιάσας ἐσθῆτα καὶ στήσας ἀπέναντι τοῦ Ῥομπέρτου πα‐619

620

ρήγγειλε νῶτα δοῦναι, εἴγε διώξει ὁ βάρβαρος. ὁ δε βασι‐ λεὺς διὰ τόπων δυσβάτων κυκλώσας, καὶ τὴν παρεμβολὴν αὐτῶν καταλαβὼν ὑπὸ χεῖρ πάντα ποιεῖται. τοῦτο μαθὼν ὁ βάρβαρος ἀόρατος γίνεται. καὶ ἡ μὲν ἐπίθεσις αὐτοῦ πέ‐
5παυται, οἱ δὲ Τοῦρκοι καὶ αὖθις τῶν Ῥωμαίων κατέτρεχον. ἀλλὰ καὶ Τοῦρκός τις λεγόμενος Τζακατζᾶς τὰς νήσους Χίον Σάμον καὶ Ῥόδον κατέσχε. τότε δὴ τότε καὶ Κύπρος σὺν αὐτῇ Κρήτῃ ἀποστασίαν μὲν ἐνόσησαν, διὰ τάχους δὲ τῇ βασιλευούσῃ ὑπανασώζονται, ἐν μὲν τῇ Κύπρῳ τοῦ Καρύκου
10ἐν δὲ τῇ Κρήτῃ τοῦ Ῥαψαμάτου αὐτάραντος. ἐντεῦθεν ὁ βασιλεὺς ἀναλωμάτων δεόμενος τρόπους ἀπαισίους συλλογῆς χρημάτων ἐφεύρισκεν. ἐντεῦθεν ἀπογραφαὶ τῶν ἁπανταχοῦ κτήσεων, καὶ τὰ καινὰ τῶν ὀνομάτων ἐπινενόηται, τὰ ὑπέρ‐ τιμα δηλαδὴ καὶ τὰ ὑπέρπλεα, καὶ ἄλλοι τρόποι ἐπηρειῶν
15κατὰ τῶν ὑπηκόων ἐπεισήγοντο. γέγονε δὲ τηνικαῦτα καὶ κλόνος τῆς γῆς ἐξ ἡμέρας ἐν αὐτῇ τῇ μνήμῃ τοῦ ἁγίου Νι‐ κολαου, ὑφ’ οὗ πολλαὶ οἰκίαι καὶ στοαὶ καὶ ναοὶ κατέπεσον, ὡς ἐντεῦθεν καὶ πολλοὺς συγχωσθῆναι καὶ ἀποθανεῖν. τηνι‐ καῦτα καὶ Πατζινακῶν πλῆθος πολὺ τὴν Θρᾳκίαν καὶ Μακε‐
20δονίαν ἐλήϊζεν. ἐκστρατεύει κατ’ αὐτῶν ὁ βασιλεύς, καὶ620

621

πρῶτα μὲν ἡττῶνται οἱ στρατιῶται, εἶθ’ οὕτως ἡττῶσι κατὰ κράτος αὐτοὺς ἅτε τῇ θείᾳ δυνάμει τὸ πᾶν ἐπιτρέψαντες. ἅπαξ καὶ δὶς ἐπιβουλαὶ κατ’ αὐτοῦ, τοῦ βασιλέως δηλαδή· πέρας δὲ ταύταις οὐκ ἦν.
5 Τότε δὴ καὶ τὸ τῶν Φράγγων ἔθνος ἐκ τῶν ἑσπερίων τὴν βασιλείαν καταλαμβάνει ὡς ἐκεῖθεν πρὸς ἕω διαπεραιώ‐ σασθαι. ὧν τὴν συγκίνησιν θεόσημόν τι προεμήνυσεν· ἀκρί‐ δων γὰρ ἄπειρον πλῆθος ἐκ τῆς ἑσπέρας τὴν γένεσιν ἐσχη‐ κὸς καὶ ὡς νέφος ἱππαζόμενον ἀπεικάζεσθαι καὶ σκιάζειν τὸν
10ἥλιον διὰ τῆς μεγίστης τῶν πόλεων καὶ τῶν ταύτης ὁρίων τὴν πτῆσιν ποιούμενον πρὸς τὴν ἑώαν ὥρμητο, κἀκεῖ κατέ‐ παυσε. διαπεραιοῦνται οὖν οἱ Φράγγοι, καὶ τὴν Νίκαιαν παρὰ τῶν Τούρκων κατεχόμενοι ἀφαιροῦσι, καὶ τῷ βασιλεῖ ταύτην ὤνιον διδόασι. τότε ἡ τῶν Βογομίλων ἀνεφάνη αἵρε‐
15σις, ἧς κατῆρχε Βασίλειος ὁ λεγόμενος ἰατρός. ἑτέρα δὲ πάλιν ἐπανάστασις παρά τινος γέγονε, Κομάνους μὲν ἐφεπομένους ἔχοντος καὶ εἶναι λέγοντος τοῦ προβεβασιλευκότος Διογένους. ἀναγορεύεται οὖν κατὰ τὴν Θρᾳκίαν ἀπατώμενος, ἀλλὰ κατέ‐ χεται καὶ τοὺς ὀφθαλμοὺς ἐξορύσσεται. τὸ δὲ ὀρφανοτροφεῖον
20ἤδη ἐσχολακὸς ἀνακαινίζει ὁ διαληφθεὶς βασιλεύς. προφο‐
ρεῖ καὶ οἴκοθεν κτήματα, τὰ μέντοι φροντιστήρια καὶ τὸ τῶν621

622

παίδων διδασκαλεῖον αὐτὸς προσεπιτίθησιν. ἑτέρα κατ’ αὐτοῦ ἐπιβουλή, ἧς κατῆρχεν ὁ Ἀνεμᾶς Μιχαήλ. ἀλλ’ αὐτίκα δια‐ μηνυθέντες παιδεύονται, ἁλωθέντες τὰς τρίχας τῆς κεφαλῆς οὐ ξυρῷ ἀλλὰ δρώπακι.
5 Ἡ μέντοι τοῦ βασιλέως μήτηρ τὴν βασιλείαν ἅπασαν οἰκο‐ νομοῦσα ἦν, ἐφ’ ᾧ καὶ ὁ κρατῶν ἠνιᾶτο ὡς ἔχων μόνον τὸ τῆς βασιλείας ὄνομα. τοῦτο οὖν ἡ μήτηρ γνοῦσα ἑκοῦσα ἐξέστη, καὶ εἰς τὴν τοῦ παντεπόπτου μονήν, ἣν αὕτη ἐδείματο, κα‐ τοικεῖ. πρὸς μέντοι τὴν κοινωνὸν τοῦ βίου ὁ κρατῶν οὔτε
10ἀποστόργως εἶχε πρὶν οὔτε παντοίως ταύτῃ προσέκειτο· ἀφροδισίων γὰρ ἡττώμενος οὐ πάνυ τὰ εἰς εὐνὴν ἐτύγχανε δίκαιος. ἐπεὶ δ’ ὁ χρόνος προήκων τῷ αὐτοκράτορι τὰ ὑπο‐ φόρα βέλη τοῦ ἔρωτος ἤμβλυνε, τότε τῇ Αὐγούστῃ πρόσκει‐ ται τέλεον καὶ πᾶσαν αὐτῇ τὴν οὐσίαν ἀνατίθησι, ἡνίκα καὶ
15μᾶλλον ποδαλγῶν κλινοπετὴς ἦν. αὕτη δὲ τῷ μὲν υἱῷ καὶ βασιλεῖ Ἰωάννῃ μὴ φιλίως προσκειμένη, τὴν διάθεσιν πᾶσαν ἐπὶ τῇ πρώτῃ θυγατρὶ καὶ τῷ ἐπ’ αὐτῆς κηδεστῇ Βρυεννίῳ ἐκέκτητο. ταύτῃ τοι καὶ τὸ συγκλητικὸν ἅπαν καὶ τὸ μὴ τοιοῦτον ἐπιτηδείως ὁ Ἰωάννης μετήρχετο.
20Εἷς μέντοι τῶν πρὸς ἑώαν διαβάντων Λατίνων ὁ Βαι‐
μοῦνδος συνθήκας μετὰ τοῦ κρατοῦντος ποιήσας μυρία τε622

623

χρήματα λαβών, καὶ τῇ Ἀντιοχείᾳ προσβαλών, τῇ πολιορκίᾳ τε ταύτην ἑλὼν τῶν συνθηκῶν ἐπιλανθάνεται, καὶ χεῖρα μᾶλλον αἴρει κατὰ Ῥωμαίων. μέλλων δὲ πρὸς ἑσπέραν ἔρ‐ χεσθαι καὶ μήπω κατασχεθῇ πτοηθείς, θάνατον ἑαυτοῦ κα‐
5ταψεύδεται, κἂν ὕστερον σπένδεται τῷ βασιλεῖ. μετὰ δὲ ταῦτα νοσεῖ ὁ κρατῶν τοσοῦτον ὡς ἐκλελοιπέναι δοκεῖν. προσ‐ κομίζεται αὐτῷ τὸ τοῦ σωτῆρος ἡμῶν ἐκτύπωμα τοῦ κατὰ τὴν Χαλκῆν ἀνεστηλωμένου, ὅπερ ἦν ἐν πέπλῳ τινὶ πρὸ τῆς εἰκόνος ἀπῃωρημένον. ὑφαπλοῦται τῇ κλίνῃ, καὶ ὁ κάμνων
10ἀνέρρωται. ἐπὶ τούτῳ φόβος ὑποσείει οὐ μόνον τὸ δημοτικὸν ἀλλὰ καὶ αὐτοὺς τοὺς ἐν τέλει· φήμη γὰρ αὐτοὺς κατεκρά‐ τει ὡς ὁ κρατῶν κατ’ ἐκεῖνο τὸ μέγα τεθνήξεται σάββατον. ἀλλ’ ἡ τοιαύτη φήμη καὶ αὐτὴν τὴν τοῦ βασιλέως κατέσεισε ψυχήν. ψευδὴς δὲ ὅμως ἠλέγχετο. ὁ μὲν οὖν βασιλεὺς ἔκ‐
15τοτε περὶ Φιλιππούπολιν διέτριβεν ἔαρ ὅλον καὶ θέρος. τὸ δὲ αἴτιον ἡ μετὰ τῶν Μανιχαίων διάλεξις, οὓς Παυλικιάνους ἡ δημώδης ὀνομάζει φωνή. πολὺ δὲ τὸ γένος τοῦτο ἐν τῇ χώρᾳ ταύτῃ κατῴκισται, τοῦ βασιλέως Ἰωάννου τοῦ Τζιμι‐ σχῆ ἐκ τῆς ἑώας καταγαγόντος αὐτὸ κἀν ταύτῃ ἐγκατοικίσαν‐
20τος· οἷς δὴ καὶ διαλεγόμενος πολλοὺς πρὸς τὴν ὀρθόδοξον
πίστιν μετήνεγκε. κατ’ ἐκεῖνο καὶ πολλοὶ γεγόνασιν ἐμπρη‐623

624

σμοί. κατὰ δὲ τὸ ἔαρ ἔπνευσεν ἄνεμος τοσοῦτον βιαῖος ὡς καὶ ἄλλα μὲν συμβῆναι συμπτώματα, καταπεσεῖν δὲ καὶ τὴν ἐν τῷ κατὰ τὸ πλακωτὸν κίονι ἱδρυμένην στήλην καὶ πολλοὺς τῶν ἐκεῖσε παρατυχόντων ἀνελεῖν, καὶ ὄμβρον δὲ ῥαγδαῖον
5ἐν τῇ μνήμῃ τῶν ἁγίων ἀποστόλων τοσοῦτον καταρραγῆναι ὡς καὶ οἰκίας καταπεσεῖν ἀνθρώπους τε καὶ ζῶα ἀποπνιγῆ‐ ναι. ἐν τούτοις ἐπιδρομὴν Τούρκων κατὰ Ῥωμαίων. ὁ δὲ κρατῶν μὴ ἰσχύων δι’ ἑαυτοῦ ἐκστρατεῦσαι ἅτε κλινοπετὴς ὤν, στρατὸν ἐκπέμπει οὗ ἀρχηγὸς ὁ Καμύτζης Εὐστάθιος,
10ὃς δὴ καὶ προσβαλὼν τοῖς Τούρκοις αἰχμάλωτος ἄγεται καὶ τὸν στρατὸν ἀπόλλυσιν. οὐκέτι οὖν ἀνέχεται ὁ κρατῶν, ἀλλ’ ἐκεῖσε καταλαμβάνει καὶ τοὺς Τούρκους ὡσεὶ καπνὸν διαλύει. καὶ οἱ τὸν Καμύτζην κατέχοντες αὐτόμολοι σὺν αὐτῷ προσ‐ έρχονται τῷ βασιλεῖ. μετὰ ταῦτα ὁ τῶν Τούρκων ἄρχων
15σπένδεται τῷ βασιλεῖ, καὶ ὁ καθ’ ἕνα οἴκαδε ἄπεισιν. ἐπεὶ δὲ μετὰ ταῦτα τὰ τῆς νόσου ηὔξανε, κοινῇ γνώμῃ τῶν ἰατρῶν σίδηρον κατὰ στομάχου φλογόεντα δέχεται. ἐπεὶ δὲ ὁ ἀὴρ ὁ ἐν ἀνακτόροις ἀὴρ οὐκ εὔκρατος ἐδόκει ἅτε νοτιώτερος ὤν,
εἰς τὰ τῶν Μαγγάνων ἀποκεκόμισται ἀνάκτορα τοῦ χρεών,624

625

ὡς ἔοικε, καθέλκοντος· τὸ γὰρ „ἐν ἀκεσωδύνοις πεσεῖται“ περὶ αὐτοῦ γεγράφθαι φασὶν οἱ περὶ τὰ τοιαῦτα δεινοί. θνή‐ σκει οὖν ἐκεῖσε τῆς βασιλείας διάδοχον καταλιπὼν τὸν υἱὸν
αὐτοῦ τὸν Κωμνηνὸν Ἰωάννην.625