TLG 3043 002 :: GEORGIUS Monachus :: Chronicon breve (lib. 1–6) (redactio recentior)

GEORGIUS Monachus Chronogr., vel Georgius Hamartolus vel Georgius Peccator
(Alexandrinus: A.D. 9)

Cf. et GEORGIUS MONACHUS CONTINUATUS (3051)

Chronicon breve (lib. 1–6) (redactio recentior)

  • Dup. partim 3043 001
  • Lib. 5 = Georgius Monachus Continuatus (redactio A)

Citation: Volume — page — (line)

110

.

41

(1t)

ΧΡΟΝΙΚΟΝ ΣΥΝΤΟΜΟΝ
2tΕΚ ΔΙΑΦΟΡΩΝ ΧΡΟΝΟΓΡΑΦΩΝ ΤΕ ΚΑΙ ΕΞΗΓΗΤΩΝ ΣΥΛΛΕΓΕΝ ΚΑΙ ΣΥΝΤΕΘΕΝ
3tΥΠΟ
4tΓΕΩΡΓΙΟΥ ΑΜΑΡΤΩΛΩΥ ΜΟΝΑΧΟΥ.
111 Πολλοὶ μὲν τῶν ἔξω φιλόλογοι καὶ λογογράφοι, ἱστορικοί τε καὶ ποιηταὶ καὶ χρονογράφοι τὰς τῶν ἀρχαίων βασιλέων καὶ δυναστῶν καὶ τὰς τῶν ἀνέκα‐ θεν φιλοσόφων καὶ ῥητόρων τε καὶ τῶν ἐπ’ εὐ‐
15γλωττίᾳ καὶ δεινότητι λόγων καὶ στομυλίᾳ διαθρυλ‐ λουμένων, πράξεις καὶ ῥήσεις καὶ μέν τοι καὶ τὸν τρόπον ἐνίοτε τῆς τούτων ἀποβιώσεως δι’ ὑψηγο‐ ρίας καὶ ἐπιτάσεως λόγων συγγεγραφότες, οὐκ εὐ‐ λήπτους καὶ εὐκαταλήπτους τε καὶ εὐκρινεῖς τοῖς
20πολλοῖς τὰς πραγματείας, ἅτε δι’ ἐπίδειξιν καὶ κρότον ἔσθ’ ὅτε καὶ ἀνάῤῥησιν τοῦτο δεδράκασιν, ἥκιστα πεφροντικότες τῶν τῆς ἀληθείας δογμάτων καὶ διηγημάτων καὶ ἀνθρώποις ὠφελίμων. Ἡμεῖς δὲ πάμπαν οἱ τῶν ἔνδον ἀνάξιοι, δοῦλοι τῶν δούλων
25τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἀμέτοχοι τῆς τῶν
ἔξω φυσιολογίας καὶ τεχνολογίας ἐξ ἐπιμέτρου πέ‐41

110

.

44

λοντες, οὐ μόνον Ἑλληνικῶν καὶ παλαιῶν ἱστοριῶν, ἀλλὰ καὶ νέων καὶ πολὺ μεταγενεστέρων, καὶ σεμνο‐ πρεπῶν ἀνδρῶν καὶ ἐλλογίμων ἐξηγήσεσι καὶ χρονογραφίαις, ἱστορίαις τε καὶ διδασκαλίαις ψυχωφε‐
5λέσιν ἐντετυχηκότες, ἀκριβῶς, κατὰ τὸ ἡμῖν ἐφικτὸν καὶ περιεσκεμμένον, ἐν φόβῳ Θεοῦ καὶ πίστει χρο‐ νικῇ, τοῦτο δὴ τὸ μικρὸν καὶ πανευτελὲς βιβλιδάριον ἐξεθέμεθα, τὰ πρὸς ὄνησιν ἐκ πολλῶν ὀλίγα συν‐ τείνοντα ποσῶς μετὰ πόνου συλλέξαντες 2 καὶ συν‐
10θέντες, τότε πᾶσαν μὲν ἀλήθειαν ἄκομψον, καὶ ἀκατάσκευον σφόδρα περιέχον δραματουργίαν, ἀναγ‐ καῖα δὲ πάνυ καὶ χρήσιμα λίαν οἶμαι δι’ ἐπι‐ τομῆς καὶ σαφηνείας ἐναργεστάτης ὑφηγούμενον ὅτι μάλιστα. Κρεῖσσον γὰρ μετὰ ἀληθείας ψελλί‐
15ζειν ἢ μετὰ ψεύδους πλατωνίζειν. Οὐχ ὅταν γὰρ ὁ λόγος ῥεῖ καὶ ἔξω τῶν ὅρων φέρεται, θαυμαστός ἐστιν, ἀλλ’ ὅταν βραχὺς μὲν ᾖ τῷ μήκει, πολὺς δὲ τοῖς ἐνθυμήμασι καὶ ἐν τῷ συντόμῳ τὸ ἀπαρά‐ λειπτον καὶ ἀτρεκὲς ἔχων τῶν ἀναγκαίων καὶ
20ὀνησιφόρων, ὑπὸ τοῦ καιροῦ μάλιστα καὶ τῶν βα‐ σκανίας καὶ πάσης ἐθελοκακίας ἀπηλλαγμένων ψυ‐ χωθεὶς ζητικώτερος ἀναδειχθήσεται. Οἱ γάρ τοι πνευματικῶς τὰ πνευματικὰ συγκρίνοντες καὶ ἀνακρίνοντες καὶ μεταλλεύοντες, ὡς ἐπιστήμονες
25καὶ δόκιμοι, τὰς ἱερολογίας οὐ λαμπραῖς καὶ γρι‐ φώδεσι καὶ τετορνευμέναις λέξεσι καὶ συντάξεσιν ἐν‐ τέχνοις καὶ καλλιεπείᾳ, ἐν ᾗ τὸ ψεῦδος πολλάκις διὰ τῆς δεινοτάτης μεθόδου καὶ κατασκευῆς ἐπικρύπτου‐ σιν οἱ δεινοὶ, τοὺς ἀπερισκέπτως καὶ ἀβασανίστως
30ἀναγινώσκοντας ἐκλανθάνοντες, ἐπιζητοῦσιν, ἀλλὰ τὰς ἀληθείᾳ λαμπρυνομένας ῥήσεις, εἰ καὶ διὰ βαρβαριζούσης καὶ σολοικιζούσης ἐκφωνοῦνται γλώσσης. Εὕροις τοίνυν, ὅγε πιστῶς, νουνεχῶς τε καὶ ἀφθόνως ἅμα καὶ ἀπεριέργως καὶ πάσης διπλόης
35καὶ ῥᾳδιουργίας ἐλευθέρως ἐντυγχάνων ἐνταῦθα, δι’ ὀλίγων τὰς τῶν εἰδώλων εὑρήσεις καὶ ἀνατροφὰς ἐντέχνως καὶ ἐπιτεταγμένως, τὰς τῶν φιλοσόφων Ἑλλήνων ἐρεσχελίας καὶ μυθοπλασίας καὶ θρη‐ σκείας ἢ μᾶλλον εἰπεῖν ἀθεΐας καὶ κακονοΐας, πῶς
40τε ἡ τῶν μοναχῶν ἤρξατο διαγωγὴ καὶ τάξις ἀπὸ τοῦ νόμου, καὶ διὰ τῆς Χριστοῦ παναρίστου πο‐ λιτείας καὶ διδασκαλίας ὑψηλοτέρα καὶ φαιδροτέρα
καὶ πλατυτέρα μάλα εἰκότως ἀναπέφηνε, καὶ43

110

.

45

ἄλλα πλεῖστα καὶ διάφορα σωτηρίαν ψυχῶν εὐ‐ γνωμόνων καὶ ὀρθοδόξων ὠδίνοντα, οὐ μὴν δὲ ἀλλὰ καὶ τὴν ἔκφυλον καὶ θεοστυγῆ τε καὶ παμβέβηλον τῶν Μανιχαίων λύσσαν, ἀφ’ ἧς ὥσπερ ἔκ τινος
5λυσσῶντος κυνὸς τὴν αἰσχίστην τε καὶ κακίστην μετ‐ ειληφυῖα νόσον ἀνεφύη ἡ τῶν ἀλιτηρίων καὶ κα‐ κοσχόλων εἰκονομάχων ἐμβρόντητος αἵρεσις, καὶ ὅθεν ἀπήρξατο καὶ ποῦ κατέληξεν, ἥτις γε τοὺς προστάτας αὐτῆς καὶ συνίστορας ἀλλοτρίους ἐκ
10περιουσίας τῆς ὀρθοδόξου πίστεως καταστήσασα σὺν τοῖς ὁμόφροσιν 3 αὐτῶν, ἐκδήλως ἅμα καὶ τὰ τούτων ληρήματα καὶ βληχήματα τῆς ἀδεκάστου δίκης ὑπευθύνους καὶ ἐκδίκους ἀπέδειξεν. Ὦ τῆς ἀπάτης καὶ παραπληξίας τῶν πεφενακισμένων καὶ
15ματαιοφρόνων, οἳ ἐνδίκως μάλα τῷ αἰωνίῳ πυρὶ παρεπέμφθησαν, τήν τε τῶν ἀτασθάλων καὶ κακο‐ φρόνων Σαρακηνῶν καταγέλαστον δόξαν καὶ τὴν κτηνήδη ζωὴν καὶ τὴν διδασκαλίαν τοῦ λαοπλάνου ψευδοπροφήτου αὐτῶν καὶ ὅθεν κακῶς ἀναδέδεικται,
20καὶ πρὸς τούτοις καὶ τὴν τοῦ γέροντος Θωμᾶ νεοτερισθεῖσαν παιδοπρεπῆ ματαιοφροσύνην τε καὶ παράνοιαν καὶ τὴν ἀργαλέαν καταστροφὴν τοῦ παναθλίου καὶ ταλαιπώρου. Καὶ ταῦτα μὲν ἅλις. Τῆς δὲ χρονικῆς πραγματείας τὴν ὑπόθεσιν ὡς ἐν τάξει τμημάτων διὰ τὸ εὐσύνοπτον καὶ εὐμνημό‐ νευτον πεποιήκαμεν. (Αʹ) Ἀπὸ μὲν γὰρ τοῦ Ἀδὰμ
25ἀρξάμενοι καὶ μέχρι τῆς Ἀλεξάνδρου τελευτῆς ἐλθόντες ἐν συντόμῳ, πάλιν (Βʹ) ἀνάπαλιν ἀπὸ τοῦ Ἀδὰμ κατὰ τὴν αὐτὴν ἐπιχείρησιν καὶ ἔννοιαν δι’ ἐπαναλήψεως τοὺς χρόνους τῆς ζωῆς τῶν ἐφεξῆς καὶ τὰς πράξεις ὡς οἷόν τε διὰ βραχέων ἀπεμνη‐
30μονεύσαμεν ἕως Ἰησοῦ τοῦ Ναυῆ, εἶτα πάλιν διὰ συντομίας τοὺς κριτὰς μέχρι τοῦ προφήτου Σα‐ μουὴλ καὶ εἶθ’ οὕτως αὐτίκα τοὺς βασιλεῖς τῶν Ἰουδαίων ἀπὸ Σαοὺλ ἕως Σεδεκίου καὶ τῆς ἁλώσεως Ἱερουσαλὴμ, ἐν οἷς καὶ κατὰ Ἰουδαίων ἐκ παρόδου
35διὰ βραχυλογίας. (Γʹ) Ἔπειτα δὲ τοὺς Ῥωμαίων ἡγεμόνας ὥσπερ δὴ καὶ τοὺς πάλαι Περσῶν καὶ Μακεδόνων, Σελεύκων τε καὶ Ἀντιόχων καὶ Πτο‐ λεμαίων ἐν παρεκβάσει διεξήλθομεν ἀρχὰς καὶ δυναστείας, οὕτω δὲ καὶ τοὺς Ῥωμαίων ἐξ Ἑλλή‐
40νων καταγομένους καθολικοὺς βασιλέας, ἅμα καὶ
τὰς ἐργασίας καὶ τοὺς θανάτους ἀπὸ Ἰουλίου Καίσα‐45

110

.

48

ρος μέχρι Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ τῶν ἀνο‐ σίων καὶ χριστομάχων· (Δʹ) εὐθύς τε Κωνσταντῖνον τὸν εὐσεβέστατον καὶ πρῶτον βασιλέα τῶν Χριστια‐ νῶν καὶ τοὺς καθεξῆς ἕως τελευταίου Μιχαὴλ υἱοῦ
5Θεοφίλου, ὅστις μειράκιον βασιλεύσας τὴν ὀρθόδο‐ ξον αὖ πάλιν διὰ συνόδου θείας ἀνεκήρυξε καὶ κατ‐ ώρθωσε πίστιν. «Τέλος δὲ λόγου τὸ πᾶν ἀκούειν» σαφῶς ἡμῖν ὁ Σοφὸς ἐγκελεύεται, ὡς μὴ κάλλεσι συνταγμάτων προστεθηκέναι τὸν ἀναγνώσεσι χαί‐
10ροντα καὶ θελγόμενον, 4 ἀλλ’ αὐτῷ τῷ σκοπῷ καὶ τῷ τέλει τοῦ λόγου προερεθίζειν τὸ τῆς καρδίας ὄμμα. Ἡ γὰρ τοῦ λόγου κατασκευὴ καὶ ποικιλία ταῖς φιλοκρότοις καὶ φιλοκόμψοις καλλιεπείαις οἱον‐ εὶ μεταμορφουμένη λυμαίνεταί που τὴν προκειμένην
15θεωρίαν, κλέπτουσα λεληθότως τὴν αἴσθησιν καὶ πρὸς τὴν κατανόησιν τῆς ὑποθέσεως ἐπισκοποῦσα τοὺς ἐντυγχάνοντας. Ἐκλιπαρῶ δέ γε τοὺς ἐντευ‐ ξομένους φιλοθέους καὶ φιλολόγους ὑπερεύχεσθαί μου διὰ τὸν Κύριον, τοῦ ταπεινοῦ καὶ ὑπερλίαν
20ἁμαρτωλοῦ τε καὶ ἀλόγου. Καὶ εἰ μὲν χρήσιμον καὶ ἀποδοχῆς ἄξιον ὀφθείη τὸ πανευτελὲς τουτὶ δρα‐ ματούργημα, τῷ πάντων αἰτίῳ τῶν καλῶν ἀναθε‐ τέον. Εἰ δὲ καὶ παρὰ τὸ προσῆκον ἀσυνάρτητόν τε καὶ περιττὸν, ὡς εἰκὸς, διὰ τὴν ἀλογίαν ἡμῶν
25εὑρεθείη, συγγνωσθείη μὲν πρὸς τῆς ὄντος καὶ ἀῤῥή‐ του σοφίας· ἔτι μὴν καὶ παρὰ τῶν τροφίμων ταύ‐ της θεοσόφων καὶ θεηγόρων τε καὶ φερεσβίων, ὡς ἰδιώτῃ πάντως οὐ μόνον τῷ λόγῳ, ἀλλὰ καὶ τῇ γνώσει. Ἤδη δὲ λοιπὸν σὺν Θεῷ τῆς ὑποθέσεως τὴν ἀρχὴν ἐντεῦθεν κατὰ τὴν ἐμὴν ποιήσομαι δύναμιν.
30tΒΙΒΛΟΣ Αʹ.
32Αʹ. Γενεαλογία τοῦ Ἀδάμ. Βίβλος γενέσεως ἀνθρώπων, ᾗ ἡμέρᾳ ἔπλα‐ σεν ὁ Θεὸς «τὸν Ἀδὰμ κατ’ εἰκόνα καὶ ὁμοίωσιν
35αὐτοῦ.» (2) Ὁ δὲ Ἀδὰμ ἐγέννησεν υἱοὺς τρεῖς, τὸν Κάϊν, τὸν Ἄβελ καὶ τὸν Σὴθ, καὶ θυγατέρας τὴν Ἀζουρὰν καὶ τὴν Ἀσουάμ. (3) Καὶ ὁ μὲν Ἀδὰμ κατὰ κέλευσιν Θεοῦ ἐπέθηκεν ὀνόματα πᾶσι τοῖς τετραπόδοις καὶ πετεινοῖς καὶ ἀμφιβίοις καὶ ἑρπε‐
40τοῖς καὶ ἰχθῦσι καὶ τοῖς ἑαυτοῦ τέκνοις· τὸ δὲ ὄνο‐
μα αὐτοῦ καὶ τῆς γυναικὸς αὐτοῦ ἄγγελος Κυ‐47

110

.

49

ρίου εἶπεν αὐτοῖς. (4) Καὶ ὁ μὲν Κάϊν ἔλαβε γυναῖκα τὴν πρώτην ἀδελφὴν αὐτοῦ Ἀζουρὰν, Σὴθ δὲ τὴν δευτέραν Ἀσουάμ. (5) Καὶ ὁ μὲν Ἄβελ παρθένος τε καὶ δίκαιος ὑπῆρχε καὶ ποιμὴν προβάτων, ἐξ
5ὧν θυσίας προσενεγκὼν τῷ Θεῷ καὶ δεχθεὶς ἀναι‐ ρεῖται, φθονηθεὶς ὑπὸ τοῦ ἀδελφοῦ αὐτοῦ Κάϊν. Ὁ δὲ Κάϊν γεωργὸς τυγχάνων, καὶ μετὰ 5 τὴν κα‐ ταδίκην χειρόνως βιώσας, πρῶτος μέτρα καὶ στάθ‐ μια καὶ γῆς ὅρους ἐπενόησεν. [Εἶτα κτίσας «ἐν
10γῇ Ναῒδ πόλιν, κατέναντι Ἐδὲμ, ἐπωνόμασεν αὐ‐ τὴν εἰς ὄνομα τοῦ υἱοῦ αὐτοῦ Ἐνὼς,» καὶ εἰς ἓν συνελθεῖν τοὺς οἰκείους αὐτοῦ ἀναγκάσας, εἰς πο‐ λέμους ἑαυτὸν ἀπησχόλει.] Μετὰ δὲ ταῦτα, τῆς οἰκίας ἐπ’ αὐτὸν πεσούσης, ἀπέθανεν, ὡς ἔνιοί
15φασιν, ἕτεροι δὲ, ὅτι Λαμὲχ αὐτὸν ἀπέκτεινεν. (6) Ἀλλ’ ὁ μὲν Κάϊν ἐγέννησε τὸν Ἐνὼς, ὁ δὲ Ἐνὼς τὸν Γαϊδὰδ, ὁ δὲ Γαϊδὰδ τὸν Μαλελεὴλ, ὁ δὲ Μαλελεὴλ τὸν Μαθουσάλα, ὁ δὲ Μαθουσάλα τὸν Λαμὲχ, ὃς καὶ δύο γυναῖκας ἀγόμενος, Ἐλδὰν καὶ Σελὰν, ἐγέν‐
20νησε τὸν Ἰοβὴλ καὶ τὸν Ἰουβὰλ καὶ τὸν Θοβέλ. (7) Ὁ δὲ μὲν Ἰοβὴλ κατέδειξε κτηνοτροφίαν, ὁ δὲ Ἰου‐ βὰλ κατέδειξε ψαλτήριον καὶ κιθάραν, ὁ δὲ Θοβὲλ σφυροκοπίαν χαλκοῦ καὶ σιδήρου. Καὶ ὁ μὲν ἐν σκη‐ ναῖς κατοικεῖν τε καὶ γεωργεῖν ᾑρετίσατο, ὁ δὲ
25κιθαρῳδίας καὶ τραγῳδίας τοῖς δαιμονικοῖς ἐπιτηδεύ‐ μασι προσεπενόησεν, ὁ δὲ ξίφη τε καὶ ὅπλα χορηγεῖν εἰς πολέμους ἐμηχανήσατο. Τὸ οὖν γένος Κάϊν μέχρι τούτου ἀξιωθὲν μνήμης, τοῦ ἀριθμοῦ τῶν πατέρων ἀποκρίνεται, ἵνα μήτε τοῖς πρώτοις ᾖ συνταττό‐
30μενος, μήτε τῶν ἑξῆς ἀφηγούμενος. (8) Τὸ τοίνυν «Πᾶς ὁ ἀποκτείνας Κάϊν ἑπτὰ ἐκδικούμενα παραλύ‐ σει» τοιαύτην ἔχει τὴν λύσιν· ἕκαστος μὲν τῷ ἑαυτοῦ ἁμαρτήματι ἀποθανεῖται, σὺ δὲ ὁ τοῦ φόνου κατάρξας καὶ τοῖς ἄλλοις ὑφηγητὴς τοῦ ἁμαρτήμα‐
35τος γενόμενος ἑπτὰ ἐκδικούμενα παραλύσεις, τουτέ‐ στιν ἑπταπλασίως τιμωρηθήσῃ καὶ πάμπολλα. Σύν‐ ηθες γὰρ τῇ Γραφῇ τὸν ἀριθμὸν τοῦτον ἐπὶ πολ‐ λαπλασίονα κεχρῆσθαι· καὶ ἔστιν ἀδιορίστου πλήθους σημαντικὸν, ὡς τὸ «Ἀπόδος τοῖς γείτοσιν ἡμῶν
40ἑπταπλασίονα,» καὶ τὸ «Ἡ στεῖρα ἔτεκεν ἑπτὰ» καὶ «Οὐ λέγω σοι ἕως ἑπτάκις, ἀλλ’ ἕως ἑβδομηκον‐ τάκις ἑπτά.» Τὸ μὲν γὰρ τελευτῆσαι τῶν ἐν τῷ βίῳ πονηρῶν ἐπάγει τὴν κατάπαυσιν· τὸ δὲ ζῇν ἐν φόβῳ καὶ 6 λύπῃ μυρίους ἐπάγει τοὺς ἐν συναισθή‐
45σει θανάτους. Τρέμων οὖν καὶ στένων ὁ Κάϊν, ὥσπερ δαίμονι κάτοχος, ἐν ἐπιληψίᾳ πάντα τὸν ἑξῆς διῆ‐ γε χρόνον, τοῦτο πρὸς τὸ μὴ ἀναιρεθῆναι ὑπό τι‐ νος ἐκ Θεοῦ λαβὼν τὸ σημεῖον. (9) Περὶ οὗ μέντοι καὶ
ὁ μέγας Βασίλειός φησι· «Ἐκδικούμενα δὲ, εἴτε49

110

.

52

τὰ παρὰ τοῦ Κάϊν ἡμαρτημένα λέγεις, εὑρήσεις ἑπτὰ, εἴτε παρὰ τοῦ δικαίου κριτοῦ ἐπ’ αὐτῷ ὁρι‐ σθέντα, οὕτως οὐκ ἀποτεύξῃ τῆς ἐννοίας. Ἐν μὲν γὰρ τοῖς παρὰ τοῦ Κάϊν τετολμημένοις πρῶτον ἁμάρ‐
5τημα φθόνος ἐπὶ τῇ προτιμήσει Ἄβελ· δεύτερον δόλος, μεθ’ οὗ διελέχθη τῷ ἀδελφῷ, εἰπών· «Διέλ‐ θωμεν εἰς τὸ πεδίον·» τρίτον φόνος, ἡ προσθήκη τοῦ κακοῦ· τέταρτον, ὅτι ἀδελφοῦ φόνος· πέμπτον, ὅτι πρῶτος φόνος· ὅτι γονεῦσι πένθος ἐποίησεν,
10τοῦτο τὸ ἕκτον· ἕβδομον, ὅτι Θεῷ ἐψεύσατο. Ἐρωτηθεὶς γὰρ «Ποῦ Ἄβελ ὁ ἀδελφός σου;» εἶπεν· «Οὐκ οἶδα.» Καὶ ταῦτα μὲν τοῦ Κάϊν τὰ ἑπτὰ ἁμαρτήματα. Αἱ δὲ εἰς κόλασιν αὐτοῦ παρὰ τῆς θείας δίκης ἐπενεχθεῖσαι τιμωρίαι εἰσὶν αὗται. Πρώτη·
15«Ἐπικατάρατος ἡ γῆ ἀπὸ σοῦ.» Δευτέρα· «Ἐργᾷ τὴν γῆν.» Τρίτη· «Οὐ προσθήσει δοῦναί σοι τὴν ἰσχὺν αὐτῆς.» Τετάρτη μετὰ τῆς εʹ συνεζευγμέ‐ νη· «Στένων καὶ τρέμων ἔσῃ ἐπὶ τῆς γῆς.» Ἕ‐ κτη, ἣν αὐτὸς ἀπεκάλυψεν ὁ Κάϊν εἰπών· «Εἰ ἐκβάλ‐
20λεις με νῦν ἀπὸ σοῦ καὶ προσώπου σου κρυβή‐ σομαι,» ἡ βαρυτάτη κόλασις, ἤτοι ὁ ἀπὸ Θεοῦ χωρισμὸς τοῖς σωφρονοῦσιν. —Ἑβδόμη τὸ «μηδὲ κρύπτεσθαι τὴν τιμωρίαν, ἀλλὰ σημείῳ προδήλῳ πᾶσιν προκεκηρύχθαι» διὰ τοῦ στεναγμοῦ καὶ τοῦ
25τρόμου. (10) Πᾶς οὖν, φησὶν, ὁ τὸν κατὰ σοῦ φόνον ἀποτολμήσας κακώσει τὰ κατὰ τὸν βίον ἀπαλλάξας, τὴν κατὰ σοῦ παραλύσει τιμωρίαν. Διὸ, φησὶν, «ἔθε‐ το Κύριος ὁ Θεὸς τῷ Καῒν σημεῖον τοῦ μὴ ἀνελεῖν αὐτὸν πάντα τὸν εὑρίσκοντα αὐτόν.»
307 (11) Ὁ δὲ Ἀδὰμ σλʹ ἐτῶν ὢν, ἐγέννησε τὸν Σήθ. Οὗτος ὁ Σὴθ πρῶτος ἐξεῦρε γράμματα Ἑβραϊκὰ καὶ σοφίαν καὶ τὰ σημεῖα τοῦ οὐρανοῦ καὶ τὰς τροπὰς τῶν ἐνιαυτῶν καὶ τοὺς μῆνας καὶ τὰς ἑβδομάδας, καὶ τοῖς ἄστροις ἐπέθηκεν ὀνόματα καὶ
35τοῖς πέντε πλανήταις, εἰς τὸ γνωρίζεσθαι ὑπὸ τῶν ἀνθρώπων καὶ μόνον· καὶ τὸν μὲν πρῶτον πλανή‐ την ἀστέρα ἐκάλεσε Κρόνον, τὸν δὲ βʹ Δίαν, τὸν δὲ τρίτον Ἄρεα, τὸν δὲ δʹ Ἀφροδίτην, τὸν δὲ εʹ Ἑρ‐ μῆν. Τοὺς γὰρ δύο φωστῆρας, ἥλιον καὶ σελήνην
40ἐκάλεσεν ὁ Θεός. (12) Σὴθ δὲ ὢν ἐτῶν σεʹ ἐγέν‐ νησε τὸν Ἐνὼς, ὃς «ἤλπισεν ἐπικαλεῖσθαι τὸ ὄνομα Κυρίου.» (13) Μετὰ δὲ τὸν κατακλυσμὸν Καϊνὰν ὁ υἱὸς Ἀρφαξὰδ συνέγραψε τὴν ἀστρονο‐ μίαν, εὑρηκὼς τὴν τοῦ Σὴθ καὶ τῶν αὐτοῦ τέκνων
45τὴν ὀνομασίαν καὶ τῶν ἀστέρων, ἐν πλακὶ λιθίνῃ
γεγραμμένην. Ἧσαν γὰρ τοῦ Σὴθ ἔγγονοι προ‐51

110

.

53

μυηθέντες ἄνωθεν τὴν μέλλουσαν ἔσεσθαι φθορὰν τῶν ἀνθρώπων. Καὶ ποιήσαντες δύο στήλας, μίαν μὲν λιθίνην, ἑτέραν δὲ πλινθίνην [ἐνεκόλαψαν αὐ‐] ταῖς τὰ ἐκ τοῦ πάππου αὐτῶν Σὴθ ἐκτεθέντα οὐράνια
5πάντα ταῦτα, λογισάμενοι, ὅτι, εἰ μὲν δι’ ὕδατος ὁ κόσμος κατεφθάρη, ἡ λιθίνη στήλη μενεῖ καὶ τὰ ἐν αὐτῇ γεγραμμένα· εἰ δὲ διὰ πυρὸς, ἡ πλινθίνη σωθήσεται πυρουμένη πλεῖον, καὶ τὰ ἐν αὐτῇ γε‐ γραμμένα, ἥτις στήλη μετὰ τὸν κατακλυσμὸν εἰς τὸ
10Σίριδος ὄρος ἔμεινε, καὶ ἔστιν ἕως ἄρτι, ὥς φησιν Ἰώσηπος. Βʹ. Περὶ τοῦ Νεβρώδ. Μετὰ δὲ ταῦτα γέγονέ τις γίγας, τοὔνομα Νεβρὼδ, υἱὸς Χοῦς τοῦ Αἰθίοπος, ἐκ φυλῆς Χάμ·
15ὃς κτίσας τὴν Βαβυλῶνα πόλιν καὶ πρῶτος κατα‐ δείξας κυνηγίαν καὶ μαγείαν, Περσῶν ἐπρώτευσε, διδάξας αὐτοὺς ἀστρονομίαν καὶ ἀστρολογίαν, τῇ οὐρανίῳ κινήσει τὰ περὶ τοὺς τικτομένους πάντα δῆθεν σημαίνοντα. 8 (2) Ἀφ’ ὧν Ἕλληνες τὴν
20γενεθλιαλογίαν μαθόντες ἤρξαντο τοὺς γενομένους ὑπὸ τὴν τῶν ἄστρων κίνησιν ἀναφέρειν. (3) Οὐκοῦν ἀστρονομία καὶ ἀστρολογία τε καὶ μαντεία ἀπὸ Μαγουσαίων ἤτοι Περσῶν ἤρξατο. Οἱ γὰρ Πέρσαι Μαγὼγ ὑπὸ τῶν ἐγχωρίων προσαγορεύονται, οἵ γε
25τὸν Νεβρὼδ λέγουσιν ἀποθεωθέντα καὶ γενόμενον ἐν τοῖς ἄστροις τοῦ οὐρανοῦ, ὃν καλοῦσιν Ὠρίωνα· (4) περὶ οὗ φησι Μωυσῆς, ὅτι «γέγονεν ἡ ἀρχὴ τῆς βασιλείας αὐτοῦ Βαβυλὼν καὶ Χαλὰν ἐν γῇ Σεναὰρ,» «ὅθεν ἐξῆλθον Φιλιστεὶμ» ἐκ τῆς φυλῆς
30τοῦ Σὴμ, τοῦ «Ἀσσοὺρ, ἀφ’ οὗ Ἀσσύριοι.» (5) Καὶ κρατήσας τὴν Συρίαν καὶ τὴν Περσίδα καὶ τὰ λοιπὰ μέρη τῆς ἀνατολῆς, ἀνεφάνη καὶ ἄλλος υἱός τινος, Οὐρανοῦ λεγομένου, καὶ Ἀφροδίτης γυναικὸς αὐτοῦ, γιγανταῖος, ὀνόματι Κρόνος, κατὰ τὸ ὄνομα τοῦ
35πλανήτου ἀστέρος. Γενόμενος δὲ καὶ οὗτος δυνατὸς πάνυ, καὶ πολλοὺς ὑποτάξας καὶ κυριεύσας πρῶτος κατέδειξε τὸ βασιλεύειν καὶ κρατεῖν τῶν ἄλλων ἀν‐ θρώπων, ὃς καὶ βασιλεύσας πρῶτος Συρίας ἔτη νϛʹ, ὑπέταξε πᾶσαν τὴν Περσίδα, ἀρξάμενος ἀπὸ τῆς
40Συρίας. Ἔχων δὲ γυναῖκα Σεμίραμιν, τὴν Ῥέαν καλουμένην παρὰ Ἀσσυρίοις, ἔσχεν υἱοὺς δύο καὶ θυγατέραν μίαν· καὶ τὸν μὲν προσηγόρευσεν Δίαν καὶ Ζεῦ εἰς ὄνομα τοῦ πλανήτου ἀστέρος· τὸν δὲ ἐπωνόμασεν Νῖνον, καὶ τὴν θυγατέραν Ἥραν, ἣν
45καὶ ἔλαβεν εἰς γυναῖκα Πῖκος, ὁ καὶ Ζεὺς, τὴν ἰδίαν ἀδελφήν. (6) Μετὰ δὲ Κρόνον ἐβασίλευσε Νῖνος, ὁ υἱὸς αὐτοῦ ἔτη νβʹ, ὃς καὶ τὴν ἰδίαν μητέρα Σεμί‐ ραμιν λαβὼν εἰς γυναῖκα, νόμος ἐγένετο Πέρσαις λαμβάνειν τὰς ἑαυτῶν μητέρας καὶ ἀδελφὰς, διὰ τὸ

110

.

53

(50)

καὶ τὴν ἰδίαν λαβεῖν αὐτοῦ ἀδελφὴν Ἥραν [ἣν καὶ ἔλαβε γυναῖκα Πῖκος, ὁ καὶ Ζεὺς, τὴν ἰδίαν ἀδελφὴν
Ἥραν.]53

110

.

56

9 Γʹ. Περὶ Νίνου βασιλέως. Ὁ δὲ Νῖνος ἐπικρατὴς γενόμενος τῆς Συρίας καὶ κτίσας πόλιν μεγίστην σφόδρα, πορείας ἡμε‐ ρῶν γʹ, ἣν καὶ ἐκάλεσεν εἰς ὄνομα αὐτοῦ Νι‐
5νευὴ, καὶ πρῶτος ἐν αὐτῇ βασιλεύει· (2) ἐξ οὗ γένους ἐγένετο καὶ ὁ Ζωροάστρος ὁ περιβόητος καὶ Περσῶν ἀστρονόμος, ὃς μέλλων τελευτᾷν ηὔχετο ὑπ’ οὐρανίου πυρὸς ἀναφθῆναι, εἰπὼν τοῖς Πέρ‐ σαις· «Ἐὰν καύσῃ με τὸ πῦρ, ἐκ τῶν καιομένων
10μου ὀστέων λάβετε καὶ φυλάξατε, καὶ οὐκ ἐκλείψει τὸ βασίλειον ἐκ τῆς χώρας ὑμῶν, ἕως οὗ φυλάτ‐ τητε τὰ ὀστᾶ μου.» Καὶ εὐξάμενος τῷ Ὠρίωνι ὑπὸ πυρὸς ἀνηλώθη. Καὶ λαβόντες οἱ Πέρσαι ἀπὸ τῶν τεφρωθέντων ὀστέων αὐτοῦ ἔχουσι φυλάτ‐
15τοντες ἕως ἄρτι. Δʹ. Περὶ Θούρα βασιλέως. Μετὰ δὲ Νῖνον ἐβασίλευσεν Ἀσσυρίων Θούρας τις τοὔνομα, ἔτη λʹ, ὃν καὶ μετωνόμασαν Ἄρεα εἰς ὄνομα τοῦ πλανήτου ἀστέρος, ᾧτινι Ἄρεϊ πρώ‐
20την στήλην ἀναστήσαντες Ἀσσύριοι καὶ ὡς θεὸν μέχρι τοῦ νῦν προσκυνοῦντες καλοῦσι Περσιστὶ Βάαλ θεὸν, τουτέστι Ἄρης πολεμικὸς, οὗ καὶ Δανιὴλ μέμνηται, ὡς προσκυνουμένου καὶ λατρευομένου. Εʹ. Περὶ Λάμου βασιλέως.
25 Μετὰ δὲ Ἄρεα ἐβασίλευσεν Λάμης, ἔτη κʹ Ϟʹ. Περὶ Σαρδαναπάλου βασιλέως. Μετὰ δὲ Λάμην ἐβασίλευσεν Σαρδανάπαλος ὁ μέ‐ γας, ἔτη λεʹ· καὶ ἐσφάγη ὑπὸ τοῦ Περσέως. (2) Οἱ δέ γε κόλακες καὶ μιμηταὶ τῆς ἐκείνου φιλοσαρκίας
30καὶ γαστριμαργίας καὶ οἰστρηλασίας ἐπέγραψαν, ὡς ἐξ αὐτοῦ δῆθεν, τῷ τάφῳ αὐτοῦ τοιάδε· «Τός’ ἔχω, ὅς’ ἐφύβρισα καὶ ἔφαγόν τε καὶ ἔπιον .... καὶ μετ’ ἔρωτος τερπνοῦ ἐπολιτευσάμην. Παθόντα καὶ πολλὰ καὶ ὄλβια πάντα λέλειπται.
3510 Καὶ γὰρ νῦν σποδός εἰμι, Νίνου μεγάλης [βασιλεύσας.» Ἀλλ’ οὖν γε ψευδῶς οἱ γεγραφότες ἐπέγραψαν. Οὐ γὰρ ἔχει ὁ τελευτήσας, ὅπερ ἔφαγε καὶ ἔπιεν, ἀλλ’ εἰς τὴν δυώδην (δυσώδη) φθορὰν ἐκεῖ τὰ πάντα
40κεκύρηκεν· ἔχει δὲ τοῦ παρανόμου βίου τὴν δυσω‐ δίαν, ἥτις διηνεκῶς τὴν ἐμπαθῆ καὶ ἀθλίαν ψυχὴν ἀλγύνει καὶ ἀνιᾷ, ξυνειδυῖαν ἑαυτῇ τὰ κάκιστα καὶ μεμνημένη, ὧν παρανόμως καὶ ἀκολάστως εἰργά‐ σατο.
45Ζ. Περὶ τοῦ Περσέως βασιλέως. Μετὰ δὲ Σαρδανάπαλον ἐβασίλευσε Περσεὺς ὁ υἱὸς Πίκου, τοῦ καὶ Διός· ὅς γε πολεμήσας καὶ νικήσας τοὺς Λυκάονας καὶ πόλιν κτίσας ἐκεῖ καὶ τὴν ἑαυτοῦ στήλην στήσας ἐκάλεσεν αὐτὴν Ἰκονίαν

110

.

56

(50)

ἐκ τοῦ ἰδίου ἀπεικονίσματος· ὑποτάξας καὶ τὰς55

110

.

57

ἄλλας χώρας καὶ πρὸς τὴν Ἰσαυρίαν καὶ Κιλικίαν ἐλθὼν καὶ ἀπὸ τοῦ ἵππου κατελθὼν καὶ πήξας τὸν ταρσὸν τοῦ ποδὸς ἐν τῇ γῇ, ᾗ καὶ πόλιν κτίσας ἐπωνόμασεν αὐτὴν Ταρσὸν ἐκ τοῦ ἰδίου ποδός. (2) Καὶ
5ὁρμήσας κατ’ Ἀσσυρίων καὶ Σαρδανάπαλον φονεύσας ὑπέταξε καὶ ἐβασίλευσεν ἔτη νγʹ, ὃς καὶ ἐπ’ ὀνόματι αὐτοῦ Πέρσας ἐκάλεσεν αὐτοὺς, ἀφελόμενος ἀπὸ Ἀσσυρίων τήν τε βασιλείαν καὶ τὴν προσηγο‐ ρίαν. (3) Ἐδίδαξε δὲ αὐτοὺς καὶ τὴν μυσαρὰν τελε‐
10τὴν καὶ μαγείαν, τὴν λεγομένην Μηδοῦσαν, ἐξ ἧς καὶ τὴν χώραν αὐτῶν ἐπωνόμασεν Μηδείαν, ἀπὸ τοῦ μιαροῦ μαθήματος. Ἐφ’ οὗ καὶ πῦρ ἐκ τοῦ οὐ‐ ρανοῦ κατῆλθεν ἐν Περσίδι, καὶ θαυμάσας, ἐξ οὗ καὶ ἀνάψας καὶ κτίσας ἱερὸν ἔθηκεν αὐτὸ ἐν αὐτῷ.
15Καταστήσας δὲ ἄνδρας εὐλαβεῖς διακονεῖν αὐτὸ καὶ φυλάττειν ἄσβεστον, ἐκέλευσε τοὺς μάγους· ὅπερ ἕως ἄρτι ἐν πολλῇ τιμῇ ἔχοντες οἱ Πέρσαι πυρσολατροῦσι κατὰ τὴν παράδοσιν τοῦ βασιλέως αὐτῶν Περσέως. (4) Οὐκοῦν πρώτη μέν ἐστιν ἡ βασιλεία ἡ τῶν
20Ἀσσυρίων ἤτοι Βαβυλωνίων· δευτέρα δὲ καὶ τῶν Περσῶν, ὁμωνύμως Βαβυλώνιοι καὶ Ἀσσύριοι οὗτοι κληθέντες. 11 Ηʹ. Περὶ Σώστρου. Μετὰ δὲ Περσέα καὶ τοὺς μετ’ αὐτὸν χρόνους
25καὶ βασιλεῖς ἐβασίλευσεν Αἰγυπτίων Σώστρης ἐκ φυλῆς Χὰμ, ἄνθρωπός τις πανοῦργος, ὀνόματι Σέ‐ σωστρις, ἔτη κʹ· (2) καὶ πολεμήσας Ἀσσυρίους ὑπέταξεν αὐτοὺς καὶ τοὺς Χαλδαίους καὶ Πέρσας ἕως Βαβυλῶνος· ὡσαύτως καὶ τὴν Ἀσίαν καὶ Εὐρώπην
30καὶ τὴν Σκυθίαν ἐκπολεμήσας ὑπέταξεν. (3) Ἐφ’ οὗ ἦν Ἑρμῆς ὁ Τρισμέγιστος, ἀνὴρ Αἰγύπτιος, θαυμαστὸς παρ’ Ἕλλησιν ἐν σοφίᾳ. Θʹ. Περὶ τοῦ Φαραώ. Μετὰ δὲ Σώστρην ἐβασίλευσε τῆς Αἰγύπτου
35Φαραὼ ὁ καὶ Ναραὼν καλούμενος, ἔτη νʹ, ἀφ’ οὗ πάντες οἱ Αἰγύπτιοι βασιλεῖς Φαραωνῖται προσ‐ ηγορεύθησαν. (2) Ἐν δὲ τοῖς προειρημένοις τοῦ Πίκου Διὸς χρόνοις ἀναφαίνεταί τις ἐπὶ τὰ δυτικὰ μέρη, ἐκ φυλῆς Ἰάφεδ, ἐν τῇ χώρᾳ τῶν Ἀργείων,
40τὸ ὄνομα Ἴναχος, ὃς πρῶτος ἐν ἐκείνῃ τῇ χώρα ἐβασίλευσεν· ἐν ᾗ πόλιν εἰς ὄνομα τῆς Σελήνης κτίσας ἐκάλεσεν Ἡλιούπολιν. (3) Λιβύη δὲ ἡ θυγάτηρ τοῦ Πίκου Διὸς συναφθεῖσα τινι ὀνόματι Σιδόνι ἔτεκε τὸν Βὴλ καὶ τὸν Ἀγήνωρα. Καὶ ὁ μὲν
45Βὴλ ἀπελθὼν εἰς Αἴγυπτον, καὶ λαβὼν τὴν γυναῖκα, ὀνόματι Σίδαν, καὶ γεννήσας υἱὸν ἐκάλεσεν αὐτὸν Αἴγυπτον, ἐξ οὗ καὶ ἡ Αἴγυπτος τὴν ἐπωνυμίαν εἴληφεν, ὃς καὶ ἐν αὐτῇ ἐβασίλευσεν. Ὁ δὲ Ἀγήνωρ ἐπὶ Φοινίκην ἐλθὼν καὶ γυναῖκα λαβὼν, τοὔνομα

110

.

57

(50)

Τύρον, καὶ κτίσας πόλιν εἰς ὄνομα αὐτῆς, εἰς ἣν
καὶ ἐβασίλευσεν, ἐγέννησε δὲ υἱοὺς τρεῖς καὶ θυγα‐57

110

.

60

τέρα μίαν, τὸν Φοίνικα, τὸν Σύρον καὶ τὸν Κίλικα καὶ τὴν Εὐρώπην. Ἐφ’ ὧν χρόνων καὶ Ταῦρος, ὁ Κρήτης βασιλεὺς, δορυάλωτον εἰληφὼς καὶ πρὸς τὴν Θρᾴκην, τὴν ἰδίαν χώραν, ἀπαγαγὼν τὴν Εὐρώπην
5παρθενεύουσαν καὶ εὐπρεπῆ, προσηγόρευσεν ἐκεῖνα τὰ μέρη εἰς ὄνομα αὐτῆς Εὐρώπην. Μέλλων δὲ τελευτᾷν Ἀγήνωρ διετάξατο πᾶσαν, ἣν ὑπέταξε, 12 γῆν μερίσασθαι τοὺς τρεῖς υἱοὺς αὐτοῦ. Καὶ ὁ μὲν Φοῖνιξ λαβὼν τὴν Τύρον καὶ τὴν αὐτῆς ἐνορίαν,
10ἐκάλεσεν αὐτὴν Φοίνικα Ὁ δὲ Σύρος τὴν ἐπιλα‐ χοῦσαν αὐτῷ χώραν ἐκάλεσεν Συρίαν· ἀφ’ οὗ Σύροι μετωνομάσθησαν, οἱ πρώην Ἰουδαῖοι καὶ Παλαιστί‐ νοι καλούμενοι· καὶ Συρία ἡ Ἰουδαία κέκληται. Ὁ δὲ Κίλιξ τὸ ἐπελθὸν αὐτῷ κτῆμα ἐκάλεσεν Κιλικίαν,
15εἰς τὸ ἴδιον ὄνομα ἕκαστος τὰς χώρας αὐτῶν προσ‐ αγορεύσαντες. Ιʹ. Περὶ τῆς κογχύλης εὑρέσεως. Ἐν δὲ τοῖς χρόνοις τῆς βασιλείας τοῦ Φοίνικος ἦν Ἡρακλῆς ὁ Τύριος καὶ φιλόσοφος, ὁ καὶ τῆς
20κογχύλης ἐφευρετής. Μετεωρισμένος γὰρ ἐπὶ τὸ παράλιον μέρος τῆς Τύρου, εἶδε ποιμενικὸν κύνα ἐσθίοντα τὴν λεγομένην κογχύλην. Καὶ τοῦ ποιμένος νομίζοντος ἐκμάσσειν τὸν κύνα, λαβὼν πόκον ἐρίου ἀπὸ τῶν προβάτων καὶ ἐκμάξας τὸ καταφερόμε‐
25νον ἐκ τοῦ στόματος τοῦ κυνὸς, καὶ βαφέντος τοῦ πόκου, προσέσχεν ὁ Ἡρακλῆς, μὴ εἶναι αὐτὸ αἷμα, ἀλλὰ βαφῆς πρόξενον. (2) Ὃ καὶ θαυμάσας, ὡς μέγα δῶρον προσήγαγε τοῦτο τῷ βασιλεῖ Φοίνικι, ὃς καὶ μᾶλλον ἐκπλαγεὶς ἐκέλευσεν ἀπὸ
30κογχύλης ἔριον βαφῆναι καὶ γενέσθαι αὐτῷ περι‐ βόλαιον. (3) Καὶ οὗτος πρῶτος φορέσας ἐκ πορ‐ φύρας ἱμάτιον, πάντες ἐθαύμασαν τὴν ξένην ταύτην ἐσθῆτα, ἣν καὶ ἐθέσπισεν ὁ Φοῖνιξ μηδένα τῶν ὑπὸ τὴν βασιλείαν αὐτοῦ τολμᾷν φορεῖν, εἰ μὴ αὐτὸν
35καὶ τοὺς μετ’ αὐτὸν βασιλεύσαντας τῆς Φοινίκης, πρὸς τὸ γνωρίζεσθαι τὸν βασιλέα τῷ στρατῷ καὶ παντὶ τῷ πλήθει ἐκ τῆς τοιαύτης ἐσθῆτος. Πρώην γὰρ οὐκ ἐγίνωσκον οἱ ἄνθρωποι χροιὰς ἱματίων· ὅθεν οὐδὲ ῥᾳδίως ὁ βασιλεὺς ὑπὸ τῶν ὑπηκόων ἐγνωρίζετο.
40ΙΑʹ. Περὶ τοῦ Πέλοπος. Μετὰ δὲ τοὺς χρόνους ἐκείνους καὶ βασιλείας ἐβασίλευσε τῆς Ἑλλάδος Πέλοψ ὁ Λυδὸς, ὃς κτίσας πόλιν ἐκεῖσε προσηγόρευσεν 13 αὐτὴν Πελοπόννη‐ σον, ἐκ τοῦ Πέλοπος καὶ τῆς νήσου, ἀφ’ ἧς καὶ
45Πελοποννήσιοι κέκληνται οἱ Ἑλλαδικοί. ΙΒʹ. Περὶ Κύρου. Ἐβασίλευσε τοίνυν Ἀσσυρίων Κρόνος καὶ Νῖ‐ νος καὶ Σαρδανάπαλος καὶ καθεξῆς ἕως Οὐλεμαρο‐ δάχ· εἶτα Ναβουχοδονόσωρ· μετὰ δὲ τούτους καὶ

110

.

60

(50)

Βαλτάσαρ καὶ Δαρεῖος, υἱὸς αὐτοῦ. (2) Ἐβασίλευσε Περσῶν Κῦρος ὁ Πέρσης ἔτη λβʹ, καὶ ἐσφάγη ἐν
Περσίδι. (3) Ἐφ’ οὗ καὶ Κροῖσος ὁ Λυδῶν βασι‐59

110

.

61

λεὺς ἐπαρθεὶς διὰ τὸ ὑποτάξαι τὰς πλησίον αὐτοῦ χώρας καὶ τὰς πόῤῥωθεν ἐπαρχίας, δηλοῖ Κύρῳ, ἢ παραχωρῆσαι αὐτῷ τὴν βασιλείαν Περσῶν ἢ δέ‐ ξασθαι τὴν παρουσίαν αὐτοῦ ἐν πολέμῳ. (4) Ὁ δὲ
5Κῦρος ἀκούσας ταῦτα καὶ πάνυ φοβηθεὶς καὶ τοὺς ἀπεσταλμένους ἀποπεμψάμενος ἠβουλήθη φυγεῖν ἐπὶ τὴν Ἰνδικὴν χώραν. Ὅπερ μαθοῦσα ἡ γυνὴ αὐτοῦ λέγει πρὸς αὐτόν· «Τί οὕτως ἀθυμεῖς καὶ ἀτονεῖς καὶ ἀβουλήτως τοῦτο πρᾶξαι βούλει;» ὁ δέ
10φησι· «Καὶ τίς μοι ὁ εἰς τοῦτο βουλευσάμενος ὠφελήσει ἑταῖρος;» ἡ δὲ λέγει αὐτῷ· «Ἐπὶ Δα‐ ρείου, τοῦ πρώτου μου ἀνδρὸς, ἦν τις Ἑβραῖος προφήτης, ὀνόματι Δανιὴλ, ἐκ τῆς αἰχμαλωσίας τῶν υἱῶν Ἰσραὴλ, δυνατὸς ἐν ἔργῳ καὶ λόγῳ, ὃν
15καὶ ἐν πολλῇ τιμῇ Δαρεῖος ἔχων καὶ βουλευτὴν, μεγάλως ηὐδοκίμει, ὅστις γεγηρακὼς ἄρτι εἰς τὴν Ἰνδικὴν ἰδιάζει χώραν, οὗ καὶ αὐτὸς ὑπακούσας τῆς βουλῆς καλῶς ποιήσεις.» Τοῦτο Κῦρος ἀκούσας εὐθὺς ἔπεμψε τοὺς μεγιστάνους αὐτοῦ πρὸς αὐτὸν,
20ἵνα μετὰ τιμῆς αὐτὸν ἀγάγωσι. Φιλεῖ γὰρ ἐν ἀνάγ‐ καις πολλάκις τὰ γύναια σπουδαιότερον κεχρῆσθαι τῶν ἀνδρῶν τοῖς μηχανήμασι, καὶ ταῖς πρὸς Θεὸν καταφυγαῖς σπουδαιότερον ἀποθέσθαι καὶ θερμότερον.
25(5) Ὁ δὲ Κροῖσος μετὰ τὴν ἐπάνοδον τῶν ὑπ’ αὐτοῦ πρὸς Κῦρον ἀποσταλέντων ἔπεμψεν εἰς τὸ μαντεῖον ἄνδρα πιστὸν, ἐρωτῆσαι διὰ τοῦ ἱε‐ ρέως τὴν Πυθίαν, εἰ ἐξελθὼν κατὰ Κύρου νική‐ σει τοῦτον· καὶ εἰσελθὼν ὁ ἱερεὺς καὶ εὐξάμε‐
30νος ἔλαβε χρησμὸν παρὰ τῆς Πυθίας· «Κροῖσος Ἅλυν ποταμὸν διαβὰς μεγάλην ἀρχὴν καταλύσει·» 14 ὅνπερ καὶ γράψας ἐν χάρτῃ δέδωκε τοῖς ἀποστα‐ λεῖσι πρὸς Κροίσου. (6) Τοῦ δὲ θείου Δανιὴλ ἐλθόντος πρὸς Κῦρον, εἶπεν αὐτῷ Κῦρος· «Λέγε
35μοι, σοφώτατε, εἰ νικήσω Κροῖσον τὸν ἅρπαγα καὶ ὑπερήφανον;» Καί φησιν ὁ Δανιήλ· «Θάρ‐ σει, ὅτι νικήσεις τὸν Κροῖσον καὶ λαμβάνεις αὐτὸν αἰχμάλωτον. Περὶ σοῦ γὰρ εἶπεν Ἠσαΐας ὁ προφή‐ της· «Οὕτω λέγει Κύριος τῷ χριστῷ Κύρῳ, οὗ
40ἐκράτησα τῆς δεξιᾶς, ἐπακοῦσαι ἔμπροσθεν αὐτοῦ ἔθνη· καὶ ἰσχὺν βασιλέων διαῤῥήξω.» —«Αὐτὸς οἰκοδομήσει τὴν πόλιν μου καὶ τὴν αἰχμαλωσίαν τοῦ λαοῦ μου ἐπιστρέψει, εἶπε Κύριος Σαβαώθ.» Ὁ δὲ Κῦρος ἀκούσας ταῦτα ἔπεσε πρὸς τοὺς πόδας
45Δανιὴλ, φάσκων· «Ζῇ Κύριος ὁ Θεός σου· ἐγὼ ἀπολύσω τὸν Ἰσραὴλ ἐκ τῆς γῆς μου, ἵνα λατρεύ‐ σωσι τῷ Θεῷ αὐτῶν ἐν Ἱερουσαλήμ. (7) Καὶ ὁπλισάμενος παρετάξατο Κροίσῳ. Ὁ οὖν Κροῖσος ἀκούσας τοῦ χρησμοῦ τὴν ἀπόκρισιν, ὥρμησε κατὰ

110

.

61

(50)

Κύρου μετὰ πολλῆς δυνάμεως· καὶ διαβὰς τὸν Ἅλυν ποταμὸν καὶ συμβαλὼν τῷ Κύρῳ, χειμῶνος ὄντος μεγάλου, ἡττήθη. Ἠβουλήθη οὖν φυγεῖν μετὰ
τοῦ λαοῦ αὐτοῦ· καὶ τοῦ ποταμοῦ πλημμυροῦντος,61

110

.

64

οὐκ ἠδυνήθη περάσαι. Τούτου ἕνεκα ἐλήφθη αἰχμάλωτος, καὶ ἀπώλοντο τὰ πλήθη αὐτοῦ, χιλιάδες υʹ. Τοὺς δὲ περιλειφθέντας ἐξ αὐτῶν ἔλαβεν αἰχμαλώτους ὁ Κῦρος· τὸν δὲ Κροῖσον ἀναρτήσας
5ἐπὶ ξύλου δεδεμένον καὶ θριαμβεύσας αὐτὸν τῷ στρατῷ αὐτοῦ καταγαγὼν, καὶ ἀπαγαγὼν ἐν Περσίδι θανάτῳ παρέδωκε, τὸν τὰ ἀλλότρια καὶ ὑπὲρ δύνα‐ μιν ἐφιέμενον, καὶ αὐτὸν τὰ ἴδια προσαπολέσαντα διὰ πολλὴν ἀπληστίαν. (8) Τοὺς δὲ υἱοὺς Ἰσραὴλ πάντας ἐλευθερώσας μετὰ Ζοροβάβελ ἀπέλυσεν ἐν
10Ἱερουσαλήμ. (9) Καὶ οὕτως τῶν Λυδῶν κατελύθη ἡ βασιλεία ἀπὸ Κύρου, διαρκέσασα ἔτη σλβʹ. ΙΓʹ. Περὶ Καμβύσου. Μετὰ δὲ Κῦρον ἐβασίλευσεν ὁ υἱὸς αὐτοῦ Καμβύσης, ἔτη κʹ. (2) Μετὰ δὲ Καμβύσην καὶ ἑτέρους ἐβασίλευσεν Ἀρταξέρξης, ὁ Μνήμων
15λεγόμενος, ἔτη κʹ. (3) Ἐφ’ οὗ ἦν τις ἐν Ἰταλίᾳ ἰθύνων ἐπαρχίαν, 15 ὀνόματι Πάλας, ὃς κτίσας οἶκον μέγαν πάνυ, οἷον οὐκ εἶχεν ἡ περίχωρος ἐκείνη, ἐκάλεσεν αὐτὸν Παλάτιον· ἐξ οὗ τὸ βασιλι‐ κὸν κατοικητήριον Παλάτιον προσαγορεύεται.
20ΙΔʹ. Περὶ Ῥώμου καὶ Ῥήμου. Μετὰ δὲ ταῦτα ἐβασίλευσεν Ῥῶμος, ὁ κτίσας τὴν Ῥώμην, καὶ Ῥῆμος, ὁ ἀδελφὸς αὐτοῦ, οἵτι‐ νες ἀνενέωσαν καὶ προσῳκοδόμησαν τὸ λεγόμενον Παλάτιον [ἤτοι τὸν βασιλικὸν τοῦ Παλατίου οἶκον]·
25καὶ ναὸν μέγιστον τῷ Διὶ ἀνεγείραντες, ἐπωνό‐ μασαν αὐτὸ Καπετώλιον Ῥώμης, ὅ ἐστι Ῥω‐ μαϊστὶ, κεφαλὴ τῆς πόλεως. (2) Ἐν δὲ τῷ βασι‐ λεύειν εἰς ἔχθραν ἐλθόντες, καὶ φονεύσας Ῥῶμος τὸν Ῥῆμον ἐβασίλευσε μόνος. (3) Εἶτα πληρώσας
30τὰ τείχη καὶ κοσμήσας τὴν πόλιν, καὶ τῷ Ἄρεϊ ναὸν κτίσας, καὶ ἐν τῷ Μαρτίῳ μηνὶ τοῦτον ἐγκαι‐ νίσας, ἐκάλεσε καὶ τὸν μῆνα Μάρτιον, τὸν πρώην λεγόμενον Πρίμον, ὅ ἐστιν Ἄρεως, ἥνπερ Ῥω‐ μαῖοι ἑορτὴν κατ’ ἔτος ἐπιτελοῦντες ὀνομάζουσι
35τὴν ἡμέραν τῆς πανηγύρεως Μάρτιον ἐν Κάμπῳ. (4) Ἔκτισε δὲ καὶ ἱππικὸν, θέλων διασκεδᾶσαι τὸ πλῆθος τοῦ δήμου τῶν Ῥωμαίων, ὅτι στα‐ σιάζοντες ἐπήρχοντο αὐτῷ διὰ τὸν φόνον τοῦ ἀδελ‐ φοῦ αὐτοῦ· καὶ ἐπετέλεσε πρῶτος ἱπποδρομίαν ἐν
40Ῥώμῃ εἰς ἑορτὴν (φησὶ) τοῦ ἡλίου καὶ εἰς τιμὴν τῶν τεσσάρων στοιχείων, γῆς, ἀέρος, πυρός τε καὶ ὕδατος· καὶ προσηγόρευσε, τὸ μὲν πράσινον, τὸ δὲ λευκὸν, [τὸ δὲ] ῥούσιον, τὸ δὲ βένετον, ὑποθέμενος αὐ‐ τοῖς, ὡς εὐτυχῶς οἱ τῶν Περσῶν βασιλεῖς φέροντες
45πρὸς τοὺς πολέμους τιμῶντες τὰ τέσσαρα ταῦτα στοιχεῖα. Καὶ λοιπὸν οἱ τὴν Ῥώμην οἰκοῦντες, εἰς τὰ μέρη ταῦτα διαμερισθέντες καὶ ἀντιποιού‐ μενοι ἑκάστου στοιχείου. Καὶ ἐν τούτοις ἀσχο‐ λούμενος καὶ ἁμιλλώμενος ἐδόκει τὸν στασιασμὸν

110

.

64

(50)

παῦσαι. Ἀλλ’ ὁ μὲν, εἰ καὶ ταῦτα Ῥῶμος
ἐπενόησεν, ἀλλ’ οὐκ ἐπαύσατο πᾶσα ἡ πόλις Ῥω‐63

110

.

65

μαίων σειομένη καὶ οἱ δῆμοι αὐτῶν καθ’ ἑαυτοὺς στασιάζειν, ἐξ οὗ 16 τε τὸν ἴδιον ἀδελφὸν ἀνεῖ‐ λεν. Ὅθεν ἀπορήσας καὶ εἰς τὸ μαντεῖον ἀπελ‐ θὼν καὶ ἐπερωτήσας, δι’ ἣν αἰτίαν διηνεκὴς γίνεται
5σεισμὸς, ἐῤῥέθη αὐτῷ παρὰ τῆς Πυθίας οὕτως· «Εἰ μὴ συγκαθήσει σοι ὁ ἀδελφός σου ἐν τῷ βασι‐ λικῷ θρόνῳ, οὐ μὴ παύσῃ τοῦ σείεσθαι ἡ πόλις ἐν ταῖς ἡμέραις σου, οὐδὲ δῆμος ἡσυχάσει τοῦ στασιάζειν.» Καὶ ποιήσας χρυσοῦν στηθάριον ἐκτύπωμα τοῦ ἀδελφοῦ αὐτοῦ καὶ θεὶς ὑπὸ τὸν θρόνον,
10ἔνθα ἐκάθητο πλησίον ὁ ἀδελφὸς αὐτοῦ, ἔπαυσεν ὁ σεισμὸς αὐτίκα, καὶ ἡσύχασεν ἡ δημοτικὴ ταραχή. Καὶ οὕτως ἐβασίλευσε, συγκαθημένου αὐτῷ τοῦ χρυσοῦ ἐκτυπώματος τοῦ ἀδελφοῦ αὐτοῦ Ῥωμύλου. Καὶ εἴ τι ἂν ἐκέλευσε, θεσπίζων ἔλεγεν ὡς ἀφ’ ἑαυτοῦ· «Ἐκελεύσαμεν, ἐθεσπίσαμεν.» ΙΕʹ. Περὶ τῶν Βρουμαλίων. Ὁ αὐτὸς Ῥῶμος καὶ τὰ λεγόμενα Βρουμάλια
15ἐπενόησε διὰ τοιαύτην αἰτίαν. Φασὶ γὰρ αὐτὸν καὶ τὸν ἀδελφὸν αὐτοῦ διδύμους ἐκ πορνείας τεχθῆναι καὶ ῥιφῆναι ἐν ἀλσώδει τόπῳ, καὶ ὑπό τινος ἀγροι‐ κικῆς γυναικὸς πρόβατα νεμούσης εὑρεθέντας ἀνατραφῆναι. Ὄνειδος δὲ ὑπῆρχε παρὰ Ῥωμαίοις
20τὸ ἐξ ἀλλοτρίων ἐκτρέφεσθαί τινα· διὸ καὶ ἐν τοῖς συμποσίοις ἕκαστος τὸ ἴδιον βρῶμα καὶ πόμα κομί‐ ζων καὶ εἰς τὸ κοινὸν τὰ πάντα παρατιθέμενοι ἤσθιον, τὸ ὄνειδος ἐκφεύγοντες, μὴ ἀκούειν ἀλλο‐ τριοφάγοι, οὗ δὲ χάριν ἐπενόησε Ῥῶμος τὰ
25Βρουμάλια, εἰρηκὼς, ἀναγκαῖον εἶναι τρέφειν τὸν βασιλέα τὴν ἑαυτοῦ σύγκλητον ὡς ἐν τῷ χειμῶνι, ὅταν ἠρεμοῦσιν ἐκ τοῦ πολέμου· καὶ ἤρξατο καλεῖν τοὺς ἀπὸ ἄλφα ἔχοντας ὄνομα, καὶ ἀκολούθως ἕως τοῦ ω· κελεύσας καὶ τὴν σύγκλητον καλεῖν τῷ
30αὐτῷ σχήματι, καὶ ἐκτρέφειν τὸν στρατὸν ἅπαντα. Ὅθεν οἱ στρατιῶται εἰς τοὺς οἴκους ἀπιόντες τῶν καλεσάντων αὐτοὺς ἐπ’ ἀρίστῳ, ἀφ’ ἑσπέρας ηὔλουν καὶ ἐχόρευον πρὸς τὸ γνῶναι πάντας, ὅτι παρ’ αὐτῷ αὔριον τραφήσονται. Τοῦτο οὖν πεποίηκε Ῥῶμος,
35ὡς εἴρηται, πρὸς τὸ ἀπαλλαγῆναι τῆς ὕβρεως αὐ‐ τοῦ, καλέσας τὸ ὄνομα τοῦ ἀρίστου Βρωμαλιοὺμ, ὅ ἐστι Ῥωμαϊστὶ ἐκ τῶν ἀλλοτρίων τραφῆναι. (2) Ἡ δὲ θεία δίκη τοῦτον μετὰ ταῦτα διὰ τὴν 17 τοῦ ἀδελφοῦ ἀναίρεσιν μετῆλθε. Καὶ αὐτὸς ἀναιρεῖται μεληδὸν κατατμηθεὶς ἐν τῷ τῆς Ῥώμης βουλευτηρίῳ, βασιλεύσας ἔτι λζʹ.
40(3) Μετὰ δὲ Ῥῶμον συνέβη τὴν Ῥώμην ὑπὸ ὑπάτων διοικεῖσθαι καὶ στρατηγῶν ἔτη υξϛʹ· ἐξ ὧν γέγονέ τις στρατηγὸς, ὀνόματι Μάλιος· καὶ φθονη‐ θεὶς διὰ τὴν ἀνδρείαν αὐτοῦ ὑπό τινος συγκλητικοῦ, ὀνόματι Φεβρουαρίου, παρεσκεύασε τοὺς συγκλητι‐
45κοὺς ἐκδιῶξαι ἐκ τῆς πόλεως τὸν Μάλιον. Εἶτα ἀπελθόντες οἱ Γάλλοι παρέλαβον νυκτὸς τὴν Ῥώ‐ μην, καὶ πολλοὺς κατέσφαξαν τῇ εἰκάδι τοῦ λεγομέ‐ νου Σεξτιλίου μηνός. Οἱ δὲ συγκλητικοὶ γνόντες τὴν παράληψιν τῆς πόλεως καὶ φυγόντες προσκαλοῦσι

110

.

65

(50)

πάλιν μετὰ παρακλήσεως τὸν στρατηγὸν Μάλιον εἰς ἐπικουρίαν· καὶ συναγαγὼν πλῆθος στρατοῦ, καὶ παραλαβὼν τοὺς ἄλλους ἀνεῖλε πάντας. Καὶ κρα‐ τήσας αὖθις τὴν Ῥώμην Μάλιος καὶ λυπηθεὶς διὰ
τὴν παράληψιν αὐτῆς ἐν τῷ Σεξτιλίῳ μηνὶ, ἐκολό‐65

110

.

68

βωσε τὰς ἡμέρας τοῦ μηνὸς, ὡς δυστυχὴς λεγο‐ μένου τῇ Ῥώμῃ, ἀποχαράξας τὸ ὄνομα αὐτοῦ, μηκέτι λέγεσθαι οὕτως. Κατασχὼν δὲ τὸν ἐχθρὸν αὐτοῦ Φεβρουάριον, καὶ ἀφελόμενος αὐτοῦ τὰ ὑπάρ‐ χοντα καὶ γυμνὸν ἀποδύσας καὶ περιειλήσας ψιάθιον δρύϊνον καὶ σχοινίῳ περιζώσας, ἐκέλευσε
5τοῖς ῥαβδούχοις τύπτειν αὐτὸν καὶ λέγειν· «Ἔξελθε, Φεβρουάριε.» Καὶ οὕτως ἀτίμως ἐκβληθεὶς τῆς πό‐ λεως Ῥώμης ἀνῃρέθη. Τὸν δὲ Σεξτίλιον μῆνα Φεβρουάριον ἐκάλεσεν, ὡς ἀξίου ὄντος τοῦ δυστυχοῦς μηνὸς τὸ ὄνομα αὐτοῦ Φεβρουάριον καλεῖσθαι. ΙϞʹ. Περὶ τῆς βασιλείας Φιλίππου, τοῦ πατρὸς Ἀλεξάνδρου.
10 Μετὰ δὲ τὸν προειρημένον Ἀρταξέρξην ἐβασί‐ λευσεν Ὄχος, ὁ υἱὸς αὐτοῦ. Ὃς πολεμήσας Αἴ‐ γυπτον παρέλαβεν αὐτὴν πᾶσαν καὶ ἀπώλεσε, βασι‐ λεύοντος τῶν Αἰγυπτίων τότε Νεκτεναβὼ, τοῦ ποιή‐ σαντος λεκανομαντείαν, καὶ γνόντος τὴν παράληψιν
15τῆς Αἰγύπτου. (2) Ἔφυγε δὲ μόνος εἰς Μακεδονίαν ἀλλάξας τὴν βασιλικὴν ἐσθῆτα. Καὶ δὴ καὶ φαντασίας τινὰς καὶ μαγείας Αἰγυπτιακὰς ἐνδεικνύμενος 18 καὶ προαγορεύων τὰ μέλλοντα, γνώριμος ἐντεῦθεν Φι‐ λίππῳ καὶ Ὀλυμπιάδι τῇ γυναικὶ αὐτοῦ γίνεται,
20καὶ εἰσοικίζεται. Καὶ οὕτω διὰ μαγγανείας Ὀλυμ‐ πιάδι μιγνύμενος ἔτεκε τὸν Ἀλέξανδρον. (3) Τῆς δὲ Μακεδονίας βασιλεύσαντος Φιλίππου ἔτη κʹ, καὶ ἐν τῷ Ἰλλυρικῷ πόλιν κτίσας ἐκάλεσεν αὐτὴν Θεσσαλονίκην· ἔπειτα καὶ Θετταλίαν ὑποτάξας κατε‐ κράτησεν.
25ΙΖʹ. Περὶ τῆς βασιλείας Ἀλεξάνδρου. Μετὰ δὲ Φίλιππον ἐβασίλευσε τῆς Μακεδονίας Ἀλέξανδρος ὁ υἱὸς αὐτοῦ· ἐφ’ οὗ καὶ Δαρεῖος ὁ Ἀρσάμου μετὰ Ὄχον βασιλεύσας κατεκυρίευσε πάντων. (2) Τῷ δὲ τετάρτῳ ἔτει τῆς βασιλείας
30αὐτοῦ ἐξανέστησεν ὁ Θεὸς τοῖς Ἀσσυρίοις καὶ Πέρ‐ σαις καὶ Μήδοις καὶ Πάρθοις Ἀλέξανδρον τὸν Μακε‐ δονίας βασιλέα· (3) ὃς καὶ καθοπλισάμενος κατὰ Δαρείου βασιλέως Περσῶν, καὶ ἐλθὼν εἰς Βυζούπολιν τῆς Εὐρώπης καὶ κτίσας ἐκεῖσε τόπον, ἐν ᾧ τὸν λαὸν
35αὐτοῦ στρατηγήσας ἐκάλεσεν αὐτὴν Στρατήγην. (4) Κἀκεῖθεν ἀπάρας ὀλίγον καὶ ἀντιπεράσας καὶ τῷ λαῷ αὐτοῦ διανείμας χρυσὸν πολὺν, καὶ τὸν τόπον Χρυσούπολιν ἐκάλεσεν. (5) Ὁρμήσας ὡς πάρδαλις μετὰ δυνάμεως πολλῆς ἐπὶ τὰς τῆς Ἀνατολῆς χώρας
40καὶ πόλεις καὶ τὴν Τύρον παραλαβὼν, πρέσβεις ἀπέστειλε πρὸς Ἰουδαίους αἰτούμενος κατὰ Περσῶν συμμαχίαν. Οἱ δὲ μὴ καταδεξάμενοι Δαρεῖον δεδοι‐ κότες, ὡς ὑποχείριοι καὶ συνθήκας ἔχοντες μὴ πολεμεῖν αὐτὸν, θυμωθεὶς Ἀλέξανδρος ἐπὶ τῇ Ἰου‐
45δαίᾳ, ὥρμησεν κατ’ αὐτῆς. (6) Ὁ δὲ ἀρχιερεὺς Ἰαδ‐ δοῦς τὴν ἱερατικὴν στολὴν ἐνδυσάμενος κατὰ θείαν ἀποκάλυψιν πρὸς ἔκπληξιν καὶ πίστωσιν Ἀλεξάνδρου ἐξῆλθεν εἰς ἀπάντησιν αὐτοῦ. ΙΗʹ. Περὶ τῆς στολῆς τοῦ ἀρχιερέως. Ἧν γὰρ ὁ ἀρχιερεὺς ἐπὶ τοῦ παλαιοῦ τοιαύτῃ

110

.

68

(50)

στολῇ κοσμούμενος. Ποδήρη μὲν ἠμφιέννυτο, τοῦτ’ ἔστιν, ἱμάτιον περιχρυσωμένον ἀπὸ κεφαλῆς μέχρι ποδῶν· καὶ ζώνην περιεζώννυτο ἐκ πορφύρας καὶ
βύσσου καὶ ὑακινθίνῳ καὶ χρυσῷ πεποικιλμένην67

110

.

69

περικεκαλλωπισμένην. 19 Περὶ δὲ τὰ κράσπεδα ῥοΐσκους εἶχεν ἐῤῥαμμένους, καὶ ἀναμεταξὺ αὐτῶν χρυσοῦς κώδωνας ἐκ χρυσίου, καὶ καθαροῦ· ἐπέ‐ θηκεν αὐτοὺς ἀναμέσον τῶν ῥοΐσκων ἐπὶ τὸ λῶμα τοῦ
5ὑποδύτου κύκλῳ. Ἐπενδύετο δὲ καὶ ἄλλον χι‐ τῶνα, ἐκ βύσσου καὶ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου καὶ χρυσοῦ καὶ παντοίων χρωμάτων πε‐ ριωραϊσμένον καὶ καθυφασμένον, μέχρι τῶν μηρῶν κατερχόμενον καὶ ζώνην ὁμοίαν τῇ πρώτῃ κατασφιγ‐
10γόμενον, ἤπερ ἐπωμὶς καὶ ἐφοὺδ προσαγορεύεται. Διὸ καὶ Ἀκύλας ἐπένδυμα αὐτὸ κέκληκεν, ἐν ᾧ καὶ ἐπεπόρπουν σαρδόνυχες καθ’ ἑκατέρων τῶν ὤμων, χρυσίῳ δοκίμῳ περιεχόμενοι καὶ ἄλλοι ιβʹ λίθοι, με‐ γέθει καὶ κάλλει διαφέροντες καὶ ἀνθρώποις δυσπό‐
15ριστοι, οἵτινες ἐπὶ στίχων δʹ ἑκατέρωθεν προσκεί‐ μενοι καὶ ὡσαύτως χρυσῷ διακρατούμενοι, καὶ τριάδα λίθων τοὺς στίχους ἔχοντας, θαυμάσιόν τι χρῆμα τοῖς ὁρῶσιν ἐξεφαίνοντο. Ὁ μὲν γὰρ πρῶτος στίχος εἶχε σάρδινον, τοπάζιον καὶ σμάραγδον· ὁ δὲ βʹ
20ἄνθρακα, ἴασπιν, σάπφειρον· ὁ δὲ γʹ λίγυρον, ἀμέ‐ θυστον, ἀχάτην· ὁ δὲ δʹ χρυσόλιθον, ὀνύχιον καὶ βηρύλλιον· καὶ ἐν πᾶσι τούτοις τῶν πατριαρχῶν ἐκεκόλαπτο τὰ ὀνόματα, ἑκάστου τοῦ λίθου ἴδιον ἔχοντος ὄνομα φυλάρχου. Συνῆν δὲ τὸ ἐφοὺδ περί‐
25τμημα, σπιθαμῆς μὲν τὸ μῆκος καὶ τόσον τὸ εὖρος, τετράγωνον περὶ τὸ στῆθος, τοῖς αὐτοῖς δὲ κάλλεσι διηνθισμένον, ὥσπερ δὴ καὶ αὐτὸ Ἑβραϊστὶ μὲν ἐφοὺδ ὠνομάζετο, Ἑλληνιστὶ δὲ λόγιον· καὶ δήλωσις προσ‐ ηγορεύετο, δι’ οὗ ὁ Θεὸς μέλλουσι πολεμεῖν νίκην
30πρόδηλον προέλεγε. Τοσαύτη γὰρ ἐκ τῶν αὐτῶν λί‐ θων ἀπέστιλβεν αὐγὴ, ὡς, εἴποτε τῆς στρατιᾶς κε‐ κινημένης, καὶ μάλιστα τοῦ ἀδαμαντίνου λίθου σημασίαν ποιοῦντος, τῷ πλήθει τοῦ λαοῦ τυγχάνειν γνώριμον, τὸ παρεῖναι τὸν Θεὸν εἰς ἐπικουρίαν αὐ‐
35τῶν. Ἐν μέσῳ γὰρ εἶχεν ὥσπερ ἀστέρα ὁλόχρυσον, καὶ ἑκατέρωθεν αὐτοῦ σμαράγδους ἔχοντας ἀνὰ ἓξ γεγραμμένας τὰς ιβʹ φυλὰς τοῦ Ἰσραήλ· ἐν δὲ τῷ μεταξὺ τῶν ιβʹ σμαράγδων λίθον ἀδαμάντινον. Ἡνίκα οὖν ἔμελλεν ὁ ἱερεὺς ἐπερωτᾷν τὸν Θεὸν,
40ἐδέσμει αὐτὸν ἐν τῇ ἐπωμίδι κατὰ μέσον τῶν 20 στέρνων καὶ ὑποτιθῶν τὰς χεῖρας ὑποκάτωθεν εὑρίσκετο ἐξηπλωμένον ταῖς παλάμαις αὐτοῦ, καθ‐ άπερ πυξίον. Ὅθεν φησὶν ὁ Σαοὺλ πρὸς τὸν ἱερέα, βουλόμενος θᾶττον εἰς τὸν πόλεμον παρατάξασθαι·
45«Συνάγαγε τὰς χεῖράς σου, καὶ ἆρον τὸν ἐφούδ.» Καὶ οὕτω λοιπὸν ἀφορῶν εἰς τὸ ἐφοὺδ ἠρώτα τὸν Θεὸν, τὸ ἐρώτημα προσέχων ἀκριβῶς τε καὶ μᾶλλον τὸν ἀδάμαντα λίθον, ὡς ἐναλλάττων τὴν χροιὰν ἐκ θείας μεταβολῆς καὶ ἀλλοιώσεως ἐδήλου προφανῶς

110

.

69

(50)

τὰ τῷ λαῷ ἐσόμενα. Μέλας μὲν γὰρ γενόμενος θάνα‐ τον, ἐρυθρὸς δὲ σφαγὰς, λευκὸς δὲ διαλλαγὴν τῷ Θεῷ προεσήμαινε. Καὶ πρὸς τούτοις ἦσαν καὶ γράμματα ἐκ χαλκοῦ καθαρωτάτου πεποιημένα καὶ ἐκτετυπωμένα ἑκάστου στοιχείου τοῦ παρ’ Ἑβραίοις
55ἀλφαβήτου, ἅπερ δὴ προσάγων ὁ ἱερεὺς τῷ Κυρίῳ69

110

.

72

ἐπετίθει ἐν τῷ Ἐφοὺδ, καὶ οὕτω διερωτῶν, εὐθὺς ἀνωρθοῦντο τὰ στοιχεῖα δηλοῦντα σαφῶς τὴν ἐπί‐ νευσιν τοῦ Θεοῦ ἢ τὴν ἀνάνευσιν. Οἷον, εἰ μὲν ἦν τὸ ἐρώτημα καὶ τὸ πρᾶγμα κατὰ γνώμην Θεοῦ, ἀνωρ‐
5θοῦντο μόνα τὰ σημαίνοντα τὸ οὔ. Ὡσαύτως γε ἐπὶ τῶν ἄλλων ἀποκρίσεων τοῦ Κυρίου τῶν δι’ αὐτῶν δήλων γινομένων, προδήλως καὶ διαφόρως συνέβαι‐ νεν, εἴ γε πάντως εὐδόκιμοι αὐτῷ ὑπῆρχον· εἰ δὲ ὠργισμένος ἦν αὐτοῖς, οὐδὲν αὐτοῖς διὰ τῶν δήλων
10τούτων ἀπεκρίνετο, οὔτε μὴν διὰ θείων ἀποκαλύ‐ ψεων ἢ προφητειῶν. Ὅθεν φησί· «Εἶδε Σαοὺλ τὴν παρεμβολὴν τῶν ἀλλοφύλων καὶ ἐφοβήθη, καὶ ἐξέστη ἡ καρδία αὐτοῦ σφόδρα, καὶ ἐπηρώτησεν διὰ Κυρίου, καὶ οὐκ ἀπεκρίθη αὐτῷ ὁ Κύριος
15καὶ τότε εἶπε Σαοὺλ τοῖς παισὶν αὐτοῦ· Ζητήσατέ μοι γυναῖκα ἐγγαστριμύθιον.» (4) Ἐπὶ δὲ τὴν κε‐ φαλὴν ἐφόρει τελαμῶνα χρυσώνυμον ὁ ἀρχιερεὺς ἤτοι μίτραν καὶ κίδαριν λεγομένην, ἐν ᾗ πέταλον χρυσοῦν ἐπέκειτο πρὸς τὸ μέτωπον αὐτοῦ, ἐν ᾧ
20γράμμασιν ἱεροῖς τοῦ Θεοῦ τὸ ὄνομα ἐντετύπωτο, Μωϋσέα λέγων· «Ἐγώ εἰμι ὁ ὤν.» (5) Τοῦτο δὲ καθὼς αὐτὸς ἐδήλου τὴν ὀνομασίαν ταύτην, πρὸς παρ’ Ἑβραίοις ἄφραστον ὀνομάζεται· ἀπείρητον γὰρ αὐτοῖς τοῦτο διὰ γλώττης προσφέρειν. Γράφεται
25δὲ διὰ τῶν τεσσάρων 21 στοιχείων, ὅθεν καὶ τετράγραμμον αὐτὸ λέγουσιν. Καλοῦσι δὲ αὐτὸ Σαμα‐ ρεῖται μὲν ΙΑΒΕ, Ἰουδαῖοι δὲ ΛΕΙΑ. Τῆς οὖν ἱερατικῆς ἐσθῆτος ἡ τετράριθμος χροιὰ σύμβολον τῶν τεσσάρων ἐτύγχανε στοιχείων, ἐξ ὧν τὰ πάντα συνέστηκεν, ἅπερ ὁ ἀρχιερεὺς μυστικῶς τε καὶ συμβολικῶς περιβαλλόμενος, καὶ εἰς τὰ ἅγια εἰσερχόμενος δι’ αὐτῶν ὑπὲρ τοῦ κόσμου τὸν τοῦ παντὸς Δημιουργόν τε καὶ Κύριον ἐξιλεοῦτο. Ἡ μὲν γὰρ βύσσος ἀντὶ τῆς γῆς, ἡ δὲ ὑάκινθος ἀντὶ τοῦ ἀέρος,
30ἡ δὲ πορφύρα ἀντὶ τοῦ ὕδατος, τὸ δὲ κόκκινον ἀντὶ τοῦ πυρός. Καὶ ἦσαν ἄλλα μὲν τὰ φαινόμενα, ἄλλα δὲ τὰ νοούμενα. Καὶ μέντοι ἡ σκηνὴ τοῦ μαρτυρίου ἔνδοθεν καὶ ἔξωθεν χρυσίῳ περικεκαλυμμένη ὑπῆρχε, τὸν ὄροφον ἔχουσα ἐξ ὑφασμάτων ποικίλων καὶ διαφόρων χρωμάτων κατεσκευασμένον. Τὸ μὲν γὰρ ἦν ἁλουργὸν, τὸ δὲ ῥοδοειδὲς ἢ κοκκοβαφὲς, τὸ δὲ ὑακινθίνῳ προσεοικὸς, ἥ τε βύσσος τὴν λευκὴν εἶχε χροιάν· ἅπερ δὴ τῶν τεσσάρων ἦν στοιχείων, ὡς ἔφην, αἰνίγματα. Ὁ μὲν γὰρ ὑάκινθος τῷ ἀέρι
35προσέοικε, τὸ δὲ ῥοδοειδὲς ἢ κοκκοβαφὲς τῷ πυρὶ, τὸ δὲ ἁλουργὸν ἐδήλου τὴν θάλασσαν—ἐκείνη γὰρ τρέφει τὴν κόχλον, ἐξ ἧς τὸ τοιοῦτον γίνεται χρῶμα—ἡ δὲ βύσσος τὴν γῆν· ἐκ ταύτης γὰρ φύεσθαι λέγουσι. Καὶ δέῤῥεις δὲ εἶχε τριχίνας ἐπικειμένας καὶ διφθέρας ποικίλας, ὥστε καὶ τὸν ὑετὸν ἀπείρ‐ γειν καὶ τὸν φλογμόν. Ὁ μέντοι Θεὸς καὶ τοῖς ἱερεῦσι παντοδαπὸν περιέθηκε κόσμον, τὸν μὲν λαὸν καταπλήττοντα τῷ διαφόρῳ τοῦ σχήματος, αὐτοὺς δὲ τοὺς ἱερέας διδάσκοντα, ὅπως χρὴ τὴν ψυχὴν
40ὡραΐζειν, καὶ τὸν τῆς ἀρετῆς αὐτῇ κόσμον περιτιθέναι. (6) Οὕτω τοίνυν μετὰ τῆς τοιαύτης στολῆς τε καὶ δόξης μετὰ τῶν λοιπῶν ἱερέων καὶ τοῦ πολιτικοῦ πλήθους ἱεροπρεπῆ διαφέρουσαν τῶν ἄλλων ἐθνῶν ποιησάμενος ὁ ἀρχιερεὺς τὴν ὑπάντησιν Ἀλεξάν‐
45δρου, εἰς τόπον ἐπίσημον ἔστη, ἔνθα μάλιστα ἡ περικαλλὴς τοῦ ναοῦ πρόσοψις ἐξεφαίνετο. Καὶ τὸ μὲν πλῆθος πόῤῥωθεν ἰδὼν ὁ Ἀλέξανδρος ἐν λευκαῖς στολαῖς, καὶ τοὺς ἱερεῖς προεστῶτας ἐν βυσσίναις μετὰ πολλῆς εὐταξίας καὶ σεμνότητος, τὸν δὲ ἀρ‐

110

.

72

(50)

χιερέα ἐν ὑακίνθῳ καὶ διαχρύσῳ κόσμῳ καὶ ἐπὶ τῆς κεφαλῆς τὴν κίδαριν 22 ἔχοντα καὶ τὸ χρυσοῦν
ἐπ’ αὐτῆς ἔλασμα, ᾧ τὸ ὄνομα τοῦ Θεοῦ ἐπεγέγρα‐71

110

.

73

πτο, καθὼς εἴρηται καὶ ἐπὶ τῇ ξένῃ θέᾳ καταπλαγεὶς ὁ Ἀλέξανδρος ἀπὸ τοῦ ἅρματος εὐθὺς κατα‐ πηδήσας καὶ προσελθὼν μόνος προσεκύνησε τὸ θεῖον ὄνομα καὶ τὸν ἀρχιερέα ἠσπάσατο, ὃν πάντες οἱ Ἰουδαῖοι μιᾷ φωνῇ σὺν τῷ ἀρχιερεῖ γνησίως ἠσπάσαντο. Τῶν δέ γε τῆς Συρίας βασιλέων καὶ τῶν λοιπῶν
5καταπλαγέντων καὶ διεφθάρθαι τὴν διάνοιαν τοῦ βασιλέως Ἀλεξάνδρου ὑπειληφότων καὶ Παρμενίω‐ νος τοῦ στρατηγοῦ μᾶλλον θαυμάσαντος καὶ ἀγανα‐ κτήσαντος, διότι καθάπερ εἷς τῶν ὑπηκόων προσ‐ εκύνησεν, εἶπεν ὁ Ἀλέξανδρος· «Οὐ τὸν ἀρχιερέα
10προσεκύνησα, ἀλλὰ τὸν ὑπ’ αὐτοῦ τιμώμενον Θεὸν κἀμοὶ τὴν βοήθειαν κατὰ τῶν ὑπεναντίων ὑποσχόμε‐ νον. Ἡνίκα γὰρ τὴν κατὰ Περσῶν διενοούμην στρα‐ τείαν, καὶ οὐκ ἐτόλμων διὰ τὸ μέγεθος τῆς δυναστείας αὐτῶν, ὤφθη μοι κατ’ ὄναρ κατὰ τὸ σχῆμα τοῦδε
15τοῦ ἀρχιερέως ὁ Θεὸς, καὶ θαῤῥεῖν μοι παρεκελεύ‐ σατο καὶ τῆς προθυμίας σπουδαίως ἔχεσθαι λέγων· «Εἰς σὲ καταλήξω τὴν Περσῶν βασιλείαν.» Διὸ, τοῦτον θεασάμενος ἐν τοιαύτῃ στολῇ καὶ τῆς κατὰ τοὺς ὕπνους ὑπομνησθεὶς ὄψεως, εἰκότως προσεκύ‐
20νησα.» Καὶ ταῦτα εἰπὼν πρὸς τὸν οἰκειακὸν Παρ‐ μενίωνα καὶ τὸν ἀρχιερέα δεξάμενος, τῶν ἱερέων παρεπομένων, εἰς τὴν πόλιν Ἱερουσαλὴμ παρεγέ‐ νετο, μετὰ πολλῆς τῆς ὑπὸ τῶν Ἰουδαίων δεχθεὶς εὐφροσύνης. (7) Οἱ δὲ γραμματεῖς βιβλίον τοῦ Δα‐
25νιὴλ προσκομίσαντες, τὴν προφητείαν αὐτοῦ διηρ‐ μήνευον, ἣν ὁ προφήτης περὶ αὐτοῦ προηγόρευσεν, ὡς δεῖν τινα τῶν Μακεδόνων τὴν Περσῶν χειρώσα‐ σθαι βασιλείαν. Ὃς ἐπὶ τοῦτο μᾶλλον ἡσθεὶς καὶ πε‐ ριχαρὴς γενόμενος, καὶ ἐπὶ τὸ ἱερὸν ἀνελθὼν θύειν
30μὲν τῷ Θεῷ κατὰ τὴν τοῦ ἀρχιερέως ἀφήγησιν ἐκέ‐ λευσεν, αὐτὸν δὲ τὸν ἀρχιερέα καὶ πάντας τοὺς ἱερεῖς ἀξιοπρεπῶς τιμήσας, καὶ λαμπροῖς καὶ μεγί‐ στοις ἀναθήμασι τὸν ναὸν διακοσμήσας κατὰ Περσῶν ἐκίνησεν. (8) Ἰουδαίους δέ τινας πρὸς συμμαχίαν
35ἔλαβεν, ἐν οἷς ὑπερέχων ἦν τις ὀνόματι Μοσόμαχος, ἄριστος κατὰ ψυχὴν καὶ 23 τοξότης εὐστοχώτατος, ὃς βαδιζόντων αὐτῶν κατὰ τὴν Βαβυλῶνα ὁδὸν, καὶ μάντεώς τινος ὀρνιθευομένου καὶ πάντας ἐπέχοντος, ἠρώτησε τὴν αἰτίαν τῆς παραμονῆς τοῦ λαοῦ. Καὶ
40ἀποκριθεὶς ὁ μάντις δεικνύων τὸ ὄρνεον λέγων· Ἐὰν μὲν ἀσάλευτος μένῃ, προσμένειν συμφέρον πᾶσιν· ἐὰν δὲ ἀναστὰς εἰς τὰ ἔμπροσθεν πέτηται, προσ‐ άγειν· εἰ δὲ ὄπισθεν, ἀναχωρεῖν αὖθις. Ταῦτα Μοσό‐ μαχος ἀκούσας παρὰ τοῦ μάντεως καὶ λάθρα τὸ
45τόξον ἑλκύσας βάλλει τὴν ὄρνιν, ἐφ’ οἷς ὁ μάντις χαλεπήνας καὶ οἱ τῇ πλάνῃ ταύτῃ δεδουλευμένοι, λαβὼν εἰς χεῖρας τὴν ὄρνιν. Μοσόμαχος τοιάδε ἔφη· «Τί μοι μέμφεσθε, κακοδαίμονες; πῶς γὰρ οὗτος μὴ τὴν ἑαυτοῦ σωτηρίαν προγινώσκων, τὸ ὑμέτερον συμφέρον προανήγγειλεν; εἰ γὰρ ἠδύνατο προειδέναι τὸ μέλλον, οὐκ ἂν εἰς τὸν τόπον τοῦτον ἦλθε, φοβούμενος, μὴ τοξεύσας αὐτὸν ἀποκτείνει Μοσόμαχος.» Καὶ ταῦτα εἰπόντος αὐτοῦ κατῃσχύνθησαν

110

.

73

(50)

σφόδρα. (9) Ὁ δὲ Ἀλέξανδρος ἀντιπαραταξάμενος Δαρείῳ ἐν Ἰσσῷ τῇ πόλει Κιλικίας, καὶ τοῦτον
χειρωσάμενος καὶ πολλοὺς σὺν αὐτῷ κατασφάξας παρέλαβε πᾶσαν τὴν βασιλείαν αὐτοῦ δίχα τῆς73

110

.

76

βασιλείας Κανδάκης τῆς χήρας, βασιλευούσης τῶν ἐνδοτέρων Ἰνδῶν, ἥτις καὶ συνέλαβεν αὐτὸν οὕ‐ τως. ΙΘʹ. Περὶ τῆς βασιλίσσης Κανδάκης. Ἔθος εἶχεν Ἀλέξανδρος μετὰ τῶν πεμπομένων
5ὑπ’ αὐτοῦ πρέσβεων πρὸς τοὺς ἐναντίους βασιλεῖς συνεισέρχεσθαι σχήματι στρατιώτου καὶ ὁρᾷν, ὁποῖός ἐστιν ὁ βασιλεὺς ἐκεῖνος. Ἡ οὖν Κανδάκη τοῦτο μαθοῦσα περιειργάσατο, ὁποίας ἐστὶ θέας, καὶ τί ἔχει σύσσημον. Καὶ μαθοῦσα, ὅτι χθαμαλός
10ἐστιν, ὀδόντας ἔχων μεγάλους καὶ φαινομένους καὶ τὸν ἕνα μὲν ὀφθαλμὸν γλαυκὸν, τὸν δὲ ἕτερον μέλα‐ να, παρεσημειώσατο καθ’ ἑαυτὴν ταῦτα. Καὶ δὴ εἰσελθόντος πρὸς αὐτὴν ἅμα τοῖς πεμφθεῖσι παρ’ αὐτοῦ πρεσβευταῖς, καὶ γνωρίσασα αὐτὸν ἐκ τῶν
15συσσήμων, συνέσχεν αὐτὸν, λέγουσα· «Ἀλέξανδρε βασιλεῦ, τὸν κόσμον ἔλαβες, καὶ γυνή σε παρέλαβεν.» 24 Ὁ δὲ εἶπεν αὐτῇ· «Διὰ τὸ πανοῦργον καὶ πε‐ ρίεργον τῆς φύσεώς σου ἀβλαβῆ σε καὶ τοὺς υἱούς σου καὶ τὴν βασιλείαν σου διαφυλάξω, καὶ λήψομαί
20σε καὶ γυναῖκα.» Ἣν καὶ λαβὼν καὶ εἰς Αἴγυπτον ἐλθὼν καὶ τὴν μεγάλην Ἀλεξάνδρειαν εἰς, τὸ ἴδιον κτίσας ὄνομα, πάλιν ὑπέστρεφεν εἰς Βαβυλῶνα· ἐν ᾗ καὶ τελευτᾷ, ὑπάρχων ἐτῶν λβʹ, βασιλεύσας ἔτη ιβʹ. (2) Πολλὰ μὲν οὖν καὶ ἄλλα μυρία τρόπαια δυσδι‐
25ήγητα καὶ λόγον ὑπερβαίνοντα εἰργάσατο. Καὶ διὰ τοῦτο πτηνὴν πάρδαλιν ὁ προφήτης αὐτὸν προ‐ βλέπει, τὸ ταχὺ καὶ σφοδρὸν καὶ τὸ πυρῶδες καὶ τὸ ἄφνω διαπτῆναι τὴν οἰκουμένην μετὰ τροπαίων καὶ νίκης προϋπέφηνε. (3) Λέγεται δὲ, ὅτι [φιλοσό‐
30φου τινὸς εἰρηκότος ἤκουσεν, ὅτι] κόσμοι ἄπειροί εἰσι. [Ὃς καὶ ἀκούσας] καὶ μέγα στενάξας ἔφη· «Καὶ ἀπείρων ὄντων, μηδενὸς ἐγὼ κεκράτηκα.» Οὕτως ἦν μεγαλόφρων, μεγαλόψυχος καὶ γενναῖος (ὅθεν καὶ πανταχοῦ ᾔδετο καὶ ἐθαυμάζετο μάλιστα
35διὰ σωφροσύνην αὐτοῦ καὶ σύνεσιν καὶ πολλὴν ἀγχί‐ νοιάν τε καὶ σοφίαν). Ἀριστοτέλει γὰρ μαθητευθεὶς πᾶσαν λογικὴν ἐπιστήμην εἰς ἄκρον ἐξεπαιδεύθη. (4) Πολεμικώτατος δὲ καὶ τολμηρότατος ὑπάρχων, ἰδὼν ὁμώνυμον αὐτῷ νεανίσκον τινὰ δειλῶς μαχόμε‐
40νον εἶπε πρὸς αὐτόν· «Νεανίσκε, ἢ τὸν τρόπον ἄλ‐ λαξον ἢ τὸ ὄνομα.» (5) Ἐπεὶ οὖν καὶ σωφροσύνῃ πολλῇ διεκόσμητο, ἐκδηλοτέραν ταύτην ἐποίησε μετὰ τὴν νίκην. Καὶ γὰρ αἰχμαλώτους λαβὼν τὰς θυγα‐ τέρας Δαρείου μαρτυρουμένας ἔχειν κάλλος ἀξιοθαύ‐
45μαστον, οὐδὲ προσιδεῖν ἠξίωσεν, αἰσχρὸν καὶ λίαν ... ἀποφήνας, τὸν ἄνδρας ἀνδρείως χειρωσάμενον ὑπὸ γυναικῶν ἀθλίως ἡττηθῆναι. Κʹ. Περὶ τῶν Βραχμάνων. Ὅς γε καὶ μέχρι τῶν ἐνδοτάτων Ἰνδῶν καὶ τοῦ κυκλοῦντος πᾶσαν τὴν γῆν Ὠκεανοῦ, μεγάλου ποτα‐

110

.

76

(50)

μοῦ, καὶ τῆς μεγίστης νήσου τῶν Βραχμάνων φθά‐ σας καὶ ὑπὲρ ἄνθρωπον βίον καὶ τὴν εἰς τὸν πάν‐
των Θεὸν εὐσέβειάν τε καὶ λατρείαν μεμαθηκὼς75

110

.

77

ἐξεπλάγη πάνυ 25 καὶ ἠγάσθη τῆς τῶν ἀνδρῶν ἐκείνων ἀκροτάτης φιλοσοφίας. (2) Ἐν ᾧ καὶ τόπῳ καὶ στήλην ἔστησεν, ἐπιγράψας· «Ἐγὼ μέγας Ἀλέξανδρος βασιλεὺς ἔφθασα μέχρι τούτου.» (3) Ἐν
5ἐκείνῃ γὰρ τῇ νήσῳ κατοικοῦσιν οἱ Μακρόβιοι. Ζῶσι γὰρ οἱ πλείους αὐτῶν περὶ τὰ ρνʹ ἔτη διὰ τὴν πολλὴν αὐτῶν καθαρότητα καὶ ἐγκράτειαν καὶ εὐ‐ κρασίαν ἀέρος—ἀνεξερεύνητον τοῦ Θεοῦ κρίμα. —ἐν ᾗ πάλιν οὐδέποτε ὀπώρα λείπει τὸν ὅλον χρό‐
10νον· ἐπειδὴ γὰρ ἐν ταυτῷ ἡ μὲν ἀνθεῖ, ἡ δὲ ὀμφακί‐ ζει, ἡ δὲ τρυγᾶται· καί γε τὰ μέγιστα Ἰνδικὰ κάρυα γίνονται, καὶ τὰ δυσπόριστα ἡμῖν καὶ παν‐ επέραστα ἀρώματα, καὶ ὁ μαγνήτης λίθος (4). Οἱ τοίνυν Βραχμᾶνες ἔθνος ἐστὶν εὐσεβέστατον
15καὶ βίον ἀκτήμονα σφόδρα κεκτημένοι καὶ τὸν κλῆ‐ ρον τοῦτον ἐκ τῶν τοῦ Θεοῦ κριμάτων χρησάμενοι, καὶ τὴν τοῦ ποταμοῦ παροικίαν ἐν γυμνότητι φυσικῇ διαζῶσιν, ἀεὶ τὸν Θεὸν δοξάζουσι. Παρ’ οἷς οὐδὲ τετράποδόν ἐστιν, οὐ γεωργία, οὐ σίδηρος, οὐκ οἰκο‐
20δομὴ, οὐ πύργος, οὐ χρυσὸς, οὐκ ἄργυρος, οὐκ ἄρτος, οὐκ ἄλλο τι τῶν εἰς ἐργασίαν τελούντων ἢ πρὸς ἀπόλαυσιν συντεινόντων· ἀλλὰ τὸν ὑγρὸν καὶ γλυκὺν καὶ εὔκρατον ἄγαν καὶ κάλλιστον ἀέρα καὶ πάσης ἀῤῥωστίας τε καὶ φθορᾶς ἀπηλλαγμένον·
25μικράς τε ὀπώρας καὶ διειδέστατα ὕδατα ἀπολαύον‐ τες σέβονται γνησίως τὸν Θεὸν καὶ ἀδιαλείπτως προσεύχονται. (5) Καὶ οἱ μὲν ἄνδρες εἰς τὰ μέρη τοῦ ὠκεανοῦ ποταμοῦ παροικοῦσιν, αἱ δὲ γυναῖκες αὐτῶν ἔνθεν εἰσὶ τοῦ ποταμοῦ Γάγγου, τοῦ παραῤῥέον‐
30τος εἰς τὸν Ὠκεανὸν ἐπὶ τὸ μέρος τῆς Ἰνδίας. Οἱ οὖν ἄνδρες περῶσι πρὸς τὰς γυναῖκας Ἰούλιον καὶ Αὔγουστον μῆνα, παρ’ αἷς ὑπάρχουσι ψυχρότερα, τοῦ ἡλίου πρὸς δυσμὰς καὶ πρὸς βοῤῥᾶν ὑψωθέντος, οἵ γε καὶ εὐκρατώτεροι γενόμενοι πρὸς οἶστρον αὐ‐
35τοὺς κινεῖν λέγουσι. Ὅπερ δὲ καὶ τὸν Νεῖλόν φα‐ σιν οὐ κατὰ τὸν αὐτὸν τοῖς πολλοῖς πλημμυρεῖν και‐ ρὸν, ἀλλὰ μεσοῦντος τοῦ θέρους ἐπικλύζειν τὴν Αἴ‐ γυπτον, ὡς τοῦ γε παντὸς ἡλίου τὴν βοῤῥειοτέραν διαθέοντος ζώνην, καὶ τοῖς ἄλλοις μὲν παρενοχλοῦν‐
40τος ποταμοῖς καὶ σμικρύνοντος, τούτου δὲ πλεῖστον ἀπέχοντος. Ποιοῦντες μετὰ τῶν γυναικῶν ἡμέρας μʹ πάλιν ἀντιπερῶσι. Τῆς δὲ γυναικὸς δύο παῖδας τεκούσης 26 οὐκ ἔτι ὁ ἀνὴρ ἀντιπερᾷ πρὸς αὐτὴν, οὔτε μὴν ἐκείνη πλησιάζει πρὸς ἕτερον ἄνδρα παν‐
45τελῶς διὰ πολλὴν εὐλάβειαν. Εἰ δὲ συμβῇ στεῖραν ἐν αὐταῖς εὑρεθῆναι μέχρι πενταετίας, διαπερᾷ ὁ ἀνὴρ αὐτῆς· καὶ συγγινόμενος αὐτῇ, ἐὰν μὴ τέκῃ, οὐκέτι προσεγγίζει αὐτῇ. Καὶ διὰ τοῦτο οὐδὲ πολυάνθρωπός ἐστιν ἡ χώρα, διά γε τὴν ὀλιγοδεΐαν καὶ τὴν φυσικὴν ἐγκράτειαν. Καὶ αὕτη μὲν ἡ τῶν Βραχμάνων πολιτεία (6). Τὸν δὲ ποταμόν φασιν δυσπεραιότατον εἶναι, καὶ

110

.

77

(50)

διὰ τὸν λεγόμενον ὀδοντοτύραννον. Ζῶον γάρ ἐστι
τοῦτο ἀμφίβιον μέγιστον, ἐν τῷ ποταμῷ διαιτώμε‐77

110

.

80

νον καὶ δυνάμενον ἐλέφαντα καταπιεῖν ὁλόκληρον διὰ τὴν ὑπερβολὴν τοῦ μεγέθους. Ὅστις ἐν ταῖς μʹ ἡμέ‐ ραις τῆς περαιώσεως τῶν ἀνδρῶν ἐκείνων ἀφανὴς γίνεται κατὰ θείαν πρόσταξιν. (7) Οὐ μὴν ἀλλὰ
5καὶ δράκοντές εἰσιν ἐν τοῖς ἐρημοτέροις τόποις ἐκείνοις μέγιστοι σφόδρα, ὡς πηχῶν οʹ τὸ μῆκος, τὸ πᾶχος πολύ τε καὶ φρικωδέστατον· καὶ τὴν σο‐ φίαν τοῦ Δημιουργοῦ καὶ δόξαν φαινομένην προ‐ φανῶς ἐκδιηγοῦνται. Καὶ σκορπίοι εὑρίσκονται
10πηχυαῖοι, καὶ μύρμηκες παλαιστιαῖοι. Διὸ καὶ δυσδιόδευτοί εἰσιν οἱ ἐρημικοὶ τόποι ἐκεῖνοι καὶ ἀοίκητοι διὰ τὰ φοβερώτατα θηρία καὶ ἰοβόλα. Ἐλέφαντες δὲ γίνονται κατὰ τὰς χώρας ἐκείνας πλεῖστοι, ὡς καὶ ἀγεληδὸν παραπορευόμενοι βόσκον‐
15ται. (8) Ἀμέλει γέ τοι καὶ ὁ μέγας Καισάρειος, ὁ ἀδελφὸς τοῦ μεγάλου Γρηγορίου τοῦ Θεολόγου, διαφόρων ἐθνῶν καὶ ἠθῶν καὶ τρόπων καὶ νόμων ἐξήγησιν ποιούμενος σύντομον, τοιάδε φησίν· «Ἐν γὰρ ἑκάστῃ χώρᾳ καὶ ἔθνεσιν, ἐν τοῖς μὲν ἔγγραφος [νόμος] ἐστὶν, ἐν τοῖς δὲ ἡ συνήθεια. Νόμος γὰρ ἀνόμοις [τὰ] πάτρια δοκεῖ.» ΚΑʹ. Περὶ Σηρῶν.
20«Ὧνπερ πρῶτοι Σῆρες, οἳ, τὸ ἄκρον τῆς γῆς οἰκοῦντες, νόμον ἔχουσι τὸ πατρῷον ἔθος, μὴ πορ‐ νεύειν καὶ μοιχεύειν, ἢ κλέπτειν, ἢ λοιδορεῖν, ἢ φο‐ νεύειν καὶ κακουργεῖν τὸ σύνολον.» ΚΒʹ. Περὶ Βάκτρων.
2527 «Νόμος δὲ παρὰ Βακτριανοῖς ἤτοι Βραχμά‐ ναις [καὶ νησιώταις] ἡ ἐκ προγόνων παιδεία [τε καὶ εὐσέβεια], μὴ κρεωφαγεῖν καὶ οἰνοποτεῖν, ἢ λαγνεύειν, ἣ παντοίαν κακίαν διαπράττεσθαι, διὰ πολὺν φόβον Θεοῦ καὶ πίστιν, καί τοί γε τῶν παρα‐
30κειμένων αὐτοῖς μιαιφονούντων καὶ αἰσχροπρα‐ γούντων ἐμμανῶς τε καὶ ὑπερφυῶς. (2) Ἐν δὲ τοῖς ἐσωτέροις μέρεσι τούτων ἀνθρωποβοροῦντες μάλιστα καὶ κατεσθίοντες ἀλλήλους ὡς οἱ κύνες.» ΚΓʹ. Περὶ Χαλδαίων.
35«Ἕτερος νόμος Χαλδαίοις τε καὶ Βαβυλωνίοις, μητρογαμεῖν καὶ ἀδελφοτεκνοφθορεῖν καὶ μιαιφο‐ νεῖν καὶ πᾶσαν θεομισῆ πρᾶξιν ὡς ἀρετὴν ἀποτε‐ λεῖν, κἂν πόῤῥω τῆς χώρας αὐτῶν γένωνται. (2) Ἄλλος παρὰ Γηλαίοις νόμος, γυναῖκα οἰκοδομεῖν
40καὶ γεωργεῖν καὶ τὰ ἀνδρῶν ἔργα πράττειν, ἀλλὰ καὶ πορνεύειν, ὡς ἂν βούλωνται, μὴ κωλυόμεναι παντελῶς ὑπὸ τῶν ἀνδρῶν ἢ ζηλούμεναι, αἳ ὑπάρ‐ χουσαι πολεμικώταται καὶ θηρῶσαι τὰ μὴ λίαν ἰσχυρότερα τῶν θηρίων. Ἄρχουσι δὲ καὶ τῶν
45ἰδίων ἀνδρῶν καὶ κυριεύουσιν.»79

110

.

81

ΚΔʹ. Περὶ Βρετανῶν. «Ἐν δὲ Βρετανίᾳ πλεῖστοι ἄνδρες μιᾷ συγ‐ καθεύδουσι γυναικὶ, καὶ πολλαὶ γυναῖκες ἑταιρί‐ ζονται ἀνδρί·» καὶ τὸ παράνομον ὡς νόμον καλὸν
5καὶ πατρῷον πράττουσι, ἀζήλωτον καὶ ἀκώλυτον. ΚΕʹ. Περὶ Ἀμαζόνων. 28 Ἀμαζόνες δὲ ἄνδρας οὐκ ἔχουσιν, ἀλλ’ ὡς τὰ ἄλογα ζῶα ἅπαξ τοῦ ἐνιαυτοῦ περὶ τὴν ἐαρινὴν ἰσημερίαν ὑπερόριοι γίνονται, καὶ μιγνύμεναι
10τοῖς γειτνιῶσιν ἀνδράσιν ὡς πανήγυρίν τινα καὶ [μεγάλην] ἑορτὴν τὸν καιρὸν ἐκεῖνον ἡγοῦνται, ἐξ ὧν [καὶ] κατὰ γαστρὸς συλλαβοῦσαι πάλιν δρα‐ μοῦσιν οἴκαδε πᾶσαι. Τῷ δὲ καιρῷ τῆς ἀποκυήσεως τὸ μὲν ἄῤῥεν φονεύουσι, τὸ δὲ θῆλυ ζωογο‐ νοῦσι καὶ ἐπιμελῶς ἐκτρέφουσι.
15ΚϞʹ. Περὶ τῶν βασιλείων ἀρχῶν. (1) Μετὰ δὲ Ἀλεξάνδρου τελευτὴν εἰς πολλὰς ἀρχὰς ἡ βασιλεία αὐτοῦ διῃρέθη. Καὶ Ἀριδαῖος μὲν ὁ ἀδελφὸς, ὁ καὶ Φίλιππος, Μακεδονίας ἀφ‐ ηγεῖτο. Ἀντίπατρος δὲ Εὐρώπης ἐβασίλευσεν, Αἰ‐
20γύπτου δὲ Πτολεμαῖος ὁ Λάγου, Φοινίκης δὲ καὶ Κοιλοσυρίας Σέλευκος, Κιλικίας δὲ Φιλώτας, Ἀσίας δὲ Ἀντίγονος, Καρίας δὲ Κάσανδρος, Ἑλλησ‐ πόντου δὲ Λεωνᾶς, Παφλαγονίας δὲ Εὐμένης, Θρᾴκης δὲ Λυσίμαχος. Καὶ [οὗτοι μὲν] οὐ διέλιπον ἀεὶ κατ’
25ἀλλήλων ἐπανιστάμενοι, ἕως ἡ Ῥωμαίων ἀρχὴ τὰς τοπαρχίας πάσας κατέλυσεν. (2) Τούτων δὲ οὕτως καὶ ἐπὶ τοσοῦτον εἰρημένων, δεῖν ᾠήθημεν ἐπανά‐ ληψιν ποιήσασθαι· καὶ ἀπὸ Ἀδὰμ πάλιν ἀρξάμενοι, καὶ ἑκάστου τῶν ἐπισήμων καὶ ἀναγκαίων ἀν‐
30δρῶν τοὺς τῆς ζωῆς χρόνους διὰ βραχέων ἐπιση‐ μηνάμενοι, καὶ μέντοι καὶ τοὺς καθεξῆς ἄρχοντάς τε καὶ βασιλεῖς τοῦ Ἰσραὴλ ἐν ἐπιτομῇ ἀπομνημο‐ νεύσαντες, οὕτως αὖθις τὴν ἀκολουθίαν τῆς χρονικῆς πραγματείας ἐπισυνάψαι. (3) Τὴν δέ γε ἀπαρίθμη‐
35σιν τῶν χρόνων κατὰ τὸν μέγαν Μωϋσῆν ποιησόμεθα, τὸν καὶ προγενέστερον καὶ ἀληθέστερον καὶ σοφώτερον παρ’ Ἕλλησιν ἀρχαίων πάντων σοφῶν τε καὶ συγγραφέων εἰκότως ἀναφανέντα. 29 (4) Πρῶτος γὰρ σοφὸς Μωυσῆς ἀναδέδεικται, ὡς ἱστορεῖ Εὐπόλεμος, καὶ πρῶτος γράμματα Ἑβραίοις παρέδωκεν, ἅπερ ὁ θεῖος Ἀβραὰμ ἀπὸ
40τῶν Χαλδαίων ἐκόμισε. Λέγει γὰρ Ἰώσηπος, ὅτι πρῶτος Ἀβραὰμ δημιουργὸν τὸν Θεὸν ἀνεκήρυξε, καὶ πρῶτος κατελθὼν εἰς Αἴγυπτον ἀριθμητικὴν καὶ ἀστρονομίαν Αἰγυπτίους ἐδίδαξε. Πρῶτοι γὰρ εὑ‐ ρεταὶ τούτων οἱ Χαλδαῖοι γεγένηνται. (5) Παρὰ δὲ
45τῶν Ἑβραίων ἔλαβον Φοίνικες, ἀφ’ ὧν ὁ μὲν Κάδ‐ μος ταῦτα μετήγαγεν εἰς τοὺς Ἕλληνας, ὁ δὲ Ἡσίοδος μάλα συντάξας εὐφυῶς Ἕλλησιν. (6) Ὁ
δὲ Ἰώσηπος ἐν τῷ Ἰουδαϊσμῷ μείνας τυφλώττων,81

110

.

84

Κλήμης δὲ καὶ Ἀφρικανὸς καὶ Τατιανὸς, τῶν δὲ ἐκ περιτομῆς Ἰώσηπος καὶ Ἰοῦστος κατὰ Ἴναχον ἀκμάσαι τὸν θεσπέσιον Μωϋσῆν ἱστόρησαν, ἰδίως ἕκαστος ἐκ παλαιᾶς ἱστορίας παρασχὼν τὴν ἀπόδειξιν, Κλήμης δὲ ὁ Στρωματεὺς, Ὠριγενιαστὴς ὢν,
5ὥς τινι τῶν Πατέρων ἀπεκαλύφθη, μὴ ἐν κολάσει Ἰουδαῖος ὤν. ΚΖʹ. Σχόλιον τῶν ἁγίων Πατέρων. Περὶ τοῦ Παμφίλου Εὐσεβίου, ὅτι ἐν πολλοῖς αὐτοῦ συγγράμμασι δείκνυται Ἀρειανὸς γνήσιος· εἰ δὲ καὶ παραινεῖται παρά τινων ἐκκλησιαστικῶν ἀνδρῶν ὡς
10πολυμαθὴς καὶ πολυΐστωρ, καθάπερ καὶ Ὠριγένης καὶ ἄλλοι πολλοὶ τῶν ἔξω τῆς Ἐκκλησίας ὄντων, [οὐ‐ δὲν θαυμαστόν]. (2) Ὁ δὲ πολυμαθὴς καὶ πολυΐστωρ Εὐσέβιος, ἀκριβεστάτην τῶν χρόνων ἀναγραφὴν ποιησάμενος, τοῖς χρόνοις μὲν Ἰναχοῦ ἱερὸν Ἰάκω‐
15βον εὗρε συνακμάσαντα, Μωσέα δὲ Κέκροπος. (3) Χρονικοῦ γὰρ κανόνος σύνταξιν ἐπινοήσας, ἐκ παρ‐ αλλήλου ἀντιπαρέθηκε τὸν παρ’ ἑκάστῳ ἔτει δυ‐ ναστεύοντα. Συνήγαγε δὲ χρόνους τῆς βασιλείας Χαλδαίων, Λακεδαιμονίων, Κορινθίων, Θετταλῶν,
20Μακεδόνων (τῶν πάλαι Κειτιέων λεγομένων), Λα‐ τίνων τῶν ἀπὸ Λατίνου βασιλέως αὐτῶν καὶ Ἰταλῶν ἔκ τινος ἡγεμονεύσαντος αὐτῶν προσαγορευθέντων καὶ ὕστερον ἐπικληθέντων Ῥωμαίων ἀπὸ Ῥώμου 30 καὶ Ῥήμου· καὶ τούτων τοὺς χρόνους ἐπὶ τὸ
25αὐτὸ συναρτήσας, ἑκάστου ἔθνους τῶν βασιλέων συνέκρινε τοὺς χρόνους, ἀντιπαραθεὶς τὰ ἔτη τῆς βασιλείας τῇ Ἀσσυρίων βασιλείᾳ, τοῦτ’ ἔστι τῆς Σεμιράμεως τοῖς Ἀβραὰμ ἔτεσι. (4) Κατὰ γὰρ τὴν Σεμίραμιν Ἀβραὰμ ἐγνωρίζετο, καὶ Ἰακὼβ κατὰ
30Ἰναχὸν, καὶ Μωϋσῆς κατὰ Κέκροπα τὸν διφυῆ, ὃν πρῶτον βασιλέα τῆς Ἀττικῆς Ἕλληνες ἱστόρη‐ σαν· ὡς εἶναι τῶν παρ’ Ἕλλησιν ἀρχαίων σοφῶν Μωϋσέα πρεσβύτερον, Ὁμήρου λέγω καὶ Ἡσιόδου, καὶ τῶν Τρωϊκῶν, Ἡρακλέους τε καὶ Μουσαίου,
35Λίνου τε καὶ Ὀρφέως καὶ Διοσκόρων, Ἀσκληπιοῦ καὶ Διονύσου καὶ Ἑρμοῦ, Ἀπόλλωνός τε καὶ τῶν Ἑλληνικῶν μυστηρίων καὶ τελετῶν, καὶ αὐτῶν τῶν τοῦ Διὸς πράξεων· ὅθεν καί τινες τῶν παρὰ τῶν προκρίτων φαίνονται ἐκ τῶν αὐτοῦ συγγραμμάτων σφετερισάμενοι. Πάντες μὲν οὗτοι μετὰ τὸν Κέκροπα γεγόνασιν, ὧν πολὺ Ὅμηρος καὶ Ἡσίοδος τοῖς χρόνοις ὑποβεβήκασιν.
40ΚΗʹ. Τοῦ ἁγίου Βασιλείου. Οὗτός γέ τοι Μωϋσῆς τῶν σοφῶν πάντων διδάσκα‐ λος πέφηνε, τῶν ἀποῤῥήτων ἐξηγητὴς γενόμενος, καὶ τῆς ἀληθείας ὑφηγητὴς θειότατος. Τὴν γὰρ σο‐ φίαν τῶν Αἰγυπτίων διαπτύσας ἄριστα, περὶ δὲ τῆς
45τοῦ κόσμου ἐξῆλθε συντάξεως, ὑπ’ αὐτοῦ δῆλον ὅτι ἐπὶ πάντων Θεοῦ καὶ Δημιουργοῦ πάσης κτίσεως ἐμπνευσθεὶς τὴν ἀλήθειαν. (2) Λέγει γάρ· «Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν.» Καὶ πολλοὶ τῶν παρ’ Ἕλλησι τἀναντία τούτων τολ‐

110

.

84

(50)

μήσαντες διεξιέναι εἰς βυθὸν ἀγνωσίας καὶ ἀσεβείας κατηνέχθησαν· καὶ εἰκότως. Τὰ ἐξ ἀνθρωπίνης διανοίας προσφερόμενα δόγματα σαθρὰ τυγχάνει καὶ
ἀνάρμοστα· διόπερ οὐδεὶς παρ’ αὐτοῖς ἔστηκε λόγος83

110

.

85

ἀκίνητος, ἀεὶ τοῦ δευτέρου τοῦ πρὸ αὐτοῦ καταβάλ‐ λοντος, ὥστε μηδὲν ἡμῖν ἔργον εἶναι τὰ ἐκείνων ἐλέγχειν. (4) Ἀρκοῦσι γὰρ ἀλλήλοις πρὸς τὴν οἰκείαν ἀνατροπήν. Οἱ γὰρ Θεὸν ἀγνοήσαντες αἰτίαν
5ἔμφρονα προεστάναι τῆς γενέσεως τῶν ὅλων οὐ συν‐ εχώρησαν, ἀλλ’ οἰκεῖα τῆς ἐξ ἀρχῆς ἀγνοίᾳ τὰ ἐφεξῆς συνεπέραναν. Διὰ τοῦτο 31 οἱ μὲν εἰς τὰς ὑλικὰς ὑποθέσεις κατέφυγον τοῖς τοῦ κόσμου στοι‐ χείοις τὴν αἰτίαν τοῦ παντὸς ἀναθέντες· οἱ δὲ ἄτομα
10καὶ ἀμερῆ σώματα καὶ ὄγκους καὶ πόρους συνέχειν τὴν φύσιν τῶν ὁρατῶν ἐφαντάσθησαν. Νῦν μὲν γὰρ καὶ συνιόντων ἀλλήλοις τῶν ἀμερῶν σωμάτων, νῦν δὲ μετασυγκρινομένων, τὰς γενέσεις καὶ τὰς φθορὰς ἐπιγίγνεσθαι, καὶ (ἐπὶ) τῶν διαρκεστέρων σωμάτων τὴν ἰσχυροτέραν τῶν ἀτόμων ἀντεμπλοκὴν
15τῆς διαμονῆς τὴν αἰτίαν παρέχειν. Ἀλλ’ ὄντως ἱστὸν ἀράχνης ὑφαίνουσιν οἱ ταῦτα γράφοντες, οἱ οὕτω λεπτὰς καὶ ἀνυποστάτους ἀρχὰς οὐρανοῦ καὶ γῆς καὶ θαλάσσης ἀνοήτως ὑποτιθέμενοι. Οὐ γὰρ ᾔδεσαν εἰπεῖν· «Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν.»
18tΒʹ.
19tΑΡΧΗ ΧΡΟΝΙΚΟΥ ΓΕΩΡΓΙΟΥ ΜΟΝΑΧΟΥ.
20I Περὶ γενεαλογίας Ἀδὰμ καὶ τῶν υἱῶν αὐτοῦ. Ἀδὰμ τοίνυν, κατὰ τὸν σοφώτατον καὶ θεῖον ὑποφήτην Μωϋσῆν, γενόμενος ἐτῶν σλʹ ἐγέννησε τὸν Σήθ, καὶ μετὰ τοῦτο ἔζησεν ἔτη ϡλʹ καὶ ἀπέθανεν. Ὃς καὶ λέγεται πρῶτος εἰς τὴν γῆν
25ἐξ ἧς ἐλήφθη, ταφῆναι· καὶ μνῆμα αὐτῷ κατὰ τὴν τῶν Ἱεροσολύμων γεγονέναι γῆν, Ἑβραϊκή τις ἱστορεῖ παράδοσις, ὥς φησιν Ἰώσηπος. Θνήσκει δὲ κατὰ τὴν παραβάσεως ἡμέραν χιλιονταετίας τῆς τοῦ Θεοῦ ἡμέρας ἐχούσης τὸ διάστημα, ϡλʹ ἔτη μόνον
30ζήσας τελευτᾷ. Τοῦτον λέγεται πρῶτον εἰς τὴν γῆν, ἐξ ἧς ἐλήφθη, ταφῆναι. Ἀφανὲς γάρ φασι τὸ τοῦ Ἄβελ σῶμα γενέσθαι, τοῖς μετέπειτα δικαίοις ἀγα‐ θὰς ἀποφαίνων ἐλπίδας. (2) Σὴθ δὲ γενόμενος ἐτῶν σεʹ ἐγέννησε Ἐνὼς, καὶ μετὰ τοῦτο ἔζησεν ἔτη
35ψζʹ καὶ ἀπέθανε ζήσας τὰ πάντα ἔτη ϡιβʹ Περὶ οὗ εἴρηται· «Εἰσῆλθον οἱ υἱοὶ τοῦ 32 Θεοῦ πρὸς τὰς θυγατέρας τῶν ἀνθρώπων,» ἤτοι τὰς ἀπὸ τοῦ Καΐν. Θεὸν γὰρ αὐτὸν οἱ τότε ἄνθρωποι προσηγόρευον διὰ τὸ ἐξευρεῖν τὰ Ἰουδαϊκὰ γράμματα καὶ τὰς
40τῶν ἀστέρων ὀνομασίας, καὶ πρὸς τούτοις καὶ
τὴν πολλὴν αὐτοῦ εὐσέβειαν θαυμάσαντες· ὅς γε85

110

.

88

καὶ πρῶτος ἤλπισεν ἐπικαλεῖσθαι θεὸς καὶ ὀνο‐ μάζειν, καθὰ δὴ καὶ τῷ Μωϋσῆ λέγει Κύριος· «Θεὸν δέδωκά σε τῷ Φαραώ.» Καὶ περὶ τῶν ἐναρέτων καὶ πνευματικῶν καὶ τῶν κριτῶν ἔφη· «Θεοὺς οὐ
5κακολογήσεις, καὶ ἄρχοντας τοῦ λαοῦ σου οὐκ ἐρεῖς κακῶς.» Εἰκότως οἱ τοῦ Σὴθ καὶ τοῦ Ἐνὼς καὶ Ἐνὼχ παῖδες υἱοὶ Θεοῦ καὶ υἱοὶ τῶν θεῶν κατὰ τὸν Σύμμαχον νοείσθωσαν, οἵ τινες ἁλόντες ἀκολασίᾳ πρὸς τὰς θυγατέρας Καῒν εἰσῆλθον, ἐξ ὧν οἱ τῆς
10κατ’ ἀλλήλου μιαιγαμίας γίνονται γίγαντες, διὰ μὲν τὸν δίκαιον Σὴθ ἰσχυροὶ καὶ μέγιστοι, διὰ δὲ τὸν ἄδικον καὶ βέβηλον Καῒν πονηροὶ καὶ κάκιστοι. (3) Ἐνὼς δὲ γενόμενος ἐτῶν ρϟʹ ἐγέννησε τὸν Καϊνᾶν, καὶ μετὰ τοῦτο ἔζησεν ἔτη ψιεʹ καὶ ἀπέθα‐
15νε, ζήσας τὰ πάντα ἔτη ϡεʹ. (4) Μαλελεὴλ δὲ γενόμενος ἐτῶν ρξεʹ ἐγέννησε τὸν Ἰάρεδ, καὶ μετὰ τοῦτο ἔζησεν ἔτη ψλʹ, καὶ ἀπέθανε, ζήσας τὰ πάντα ἔτη ωϟεʹ. (5) Ἰάρεδ δὲ γενόμενος ἐτῶν ρξβʹ ἐγέννησε τὸν Ἐνὼχ, καὶ μετὰ τοῦτο ἔζησεν ἔτη ωʹ,
20καὶ ἀπέθανε, ζήσας τὰ πάντα ἔτη ϡξβʹ. (6) Ἐνὼχ δὲ γενόμενος ἐτῶν ρξεʹ, ἐγέννησε τὸν Μαθουσάλα, καὶ μετὰ τοῦτο ἔζησεν ἔτη ςʹ, καὶ μετετέθη ζήσας τὰ πάντα ἔτη τξεʹ. (7) Μαθουσάλα δὲ γενόμενος ἐτῶν ρξζʹ ἐγέννησε τὸν Λαμὲχ καὶ μετὰ τοῦτο ἔζησεν
25ἔτη ωβʹ, καὶ ἀπέθανε, ζήσας τὰ πάντα ἔτη ϡξθʹ. (8) Λαμὲχ δὲ γενόμενος ἐτῶν ρπηʹ ἐγέννησε τὸν Νῶε, καὶ μετὰ τοῦτο ἔζησεν ἔτη φξεʹ, καὶ ἀπέθανε, ζήσας τὰ πάντα ἔτη ψνγʹ. Δύο τοίνυν Λαμὲχ ἡ Γραφὴ μνημονεύει, ἕνα μὲν τὸν ἀπὸ Καῒν, ἐκ δὲ τοῦ
30πατρὸς Νῶε. Γεγέννηται γὰρ Νῶε διὰ Λαμὲχ, οὐκ ἐκ τοῦ ἀπὸ Καῒν καὶ πεφονευκότος ἄνδρα καὶ νεανίσκον, ἀλλ’ ἐκ μεταγενεστέρου καὶ ἐξ ὁμωνύ‐ μου τοῦ ἀπὸ Σήθ. Ἐκεῖνος γὰρ λέγει· «Ἄνδρα 33 ἀπέκτεινα εἰς τραῦμα ἐμοὶ καὶ νεανίσκον εἰς
35μώλωπα ἐμοί.» Καὶ ὡς δύο φόνους πεποιηκὼς καὶ τῶν δύο τὰς γυναῖκας εἴληφεν, Ἐλδὰν καὶ Σελὰν, ἑαυτὸν καταμέμφεται ἑβδομηκοντάκις ἑπτὰ ἄξιον εἶναι κολάσεως, «ὅτι ἐκ Καῒν μὲν, φησὶν, ἐκδικεῖται ἑπτάκις, ἐκ δὲ Λαμὲχ ἑβδομηκοντάκις
40ἑπτά.» Καὶ διὰ τί μειζόνως κολάζεται; Διότι τῇ πτώσει τοῦ προημαρτηκότος οὐκ ἐσωφρονίσθη. Ὁρᾷς, πῶς τὸ πρὸ ἡμῶν ἁμαρτάνειν αὔξει καὶ τὴν κόλασιν ἡμῖν; Τοῖς οὐδ’ οὕτως σωφρονιζομένοις καὶ ἀσύγγνωστον ποιεῖ τὴν τιμωρίαν, ὥσπερ οὖν καὶ ὁ
45Λαμὲχ οὕτω πέπονθεν. Τοῦ δικαίου γὰρ Ἐνὼχ ἀδελ‐ φοὺς ἀνεῖλε, τοῦ πίστει διὰ τοῦτο προσευξαμένου, μὴ ἰδεῖν τοιοῦτον θάνατον, ἀκουσθεὶς μετετέθη. Ἦν δὲ Ἐνὼχ ἐκ τοῦ δικαίου Σὴθ, ἐξ οὗ Χριστὸς κατ‐
άγεται γενεαλογούμενος ἀπὸ τοῦ Ἀδὰμ ὑπὸ τοῦ87

110

.

89

Λουκᾶ ἕως τοῦ Σὴθ, καὶ «τοῦ Ἀδὰμ καὶ τοῦ Θεοῦ,» τὸ μὲν κατὰ σάρκα ἐξ αὐτῶν, τὸ δὲ κατὰ πνεῦμα ἐκ τοῦ Θεοῦ. Πνεῦμα γὰρ ὁ Θεός. Ἐσπούδαζε γὰρ τῶν ἀσεβῶν σπέρμα τῶν δικαίων ἐξᾶραι τὸ γένος,
5ἐπειδὴ γὰρ βδέλυγμα ἁμαρτωλῷ θεοσέβεια· καὶ γὰρ τὸ γένος καὶ σπέρμα τοῦ Καῒν κατηράθη, τοῦ δὲ Σὴθ εὐλογήθη· καὶ οὐκ ἐβούλετο ὁ Θεὸς ἐπιμιξίαν γενέσθαι τῶν δικαίων τὸ γένος πρὸς τῶν ἀσεβῶν, ἀλλ’ ἐξαλειφθῆναι. Ἐπεὶ οὖν ἐφόνευον καὶ ἐλάμ‐
10βανον τὰς γυναῖκας αὐτῶν, ἐξαίσια τέρατα ἐτίκτοντο οἱ γίγαντες, δι’ οὓς καὶ ὁ κατακλυσμὸς ἐλθὼν πάν‐ τας ἄρδην ἀπώλεσεν. Καὶ μόνος εὑρίσκεται ὁ Νῶε δίκαιος ἐν τῇ γενεᾷ αὐτοῦ· διὸ καὶ ἐφυλάχθη. (9) Νῶε δὲ γενόμενος ἐτῶν φʹ ἐγέννησεν υἱοὺς γʹ, τὸν
15Σὴμ, τὸν Χὰμ, τὸν Ἰάφεθ. Μετὰ δὲ ἔτη ρʹ τοῦ τεχθῆναι τοὺς υἱοὺς αὐτοῦ εἰσῆλθε τὴν κιβωτὸν, ὑπάρχων ἐτῶν χʹ καὶ γίνεται ὁ κατακλυσμός. Καὶ ἐν τῷ ἑνὶ καὶ χʹ ἔτει τῆς ζωῆς αὐτοῦ ἐξῆλθεν ἐκ τῆς κιβωτοῦ. Καὶ μετὰ τὸν κατακλυσμὸν ἔζησεν ἔτη
20τνʹ, καὶ ἀπέθανε ζήσας τὰ πάντα ἔτη ϡνʹ. Τοῦ δὲ κατακλυσμοῦ γενομένου ἐπὶ ἡμέρας μʹ, πᾶσα μὲν ἡ γῆ ἐκαλύφθη ἐπὶ ἡμέρας ρκʹ. Παντὸς δὲ ὄρους ὑψηλοτάτου τὸ ὕδωρ ὑπὲρ ἄνω γέγονε πήχεων ιεʹ. Τῆς δὲ κιβωτοῦ τὰ λείψανα ἕως ἄρτι πρὸς ἀπόδειξιν
25τῶν γεγενημένων δείκνυται ἐν τῷ ὄρει Ἀραρὰτ ἀναμέσον τῆς Ἀρμενίας καὶ τῆς Παρθικῆς χώρας καὶ 34 τῆς τῶν Διαβηνῶν χώρας. Ἐκ γὰρ ξύλων ἀσήπτων ἢ κεδρίνων ἐστὶ κατασκευασμένη. Φησὶ γάρ· «Καὶ εἶπεν Κύριος ὁ Θεός· Οὐ μὴ καταμείνῃ τὸ
30πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις διὰ τὸ εἶναι αὐτοὺς σάρκας. Ἔσονται αἱ ἡμέραι αὐτῶν ρκʹ ἔτη.» Καὶ ἐπάγει ἡ Γραφὴ λέγουσα· «Καὶ εἶπεν ὁ Θεὸς πρὸς Νῶε· Καιρὸς παντὸς ἀνθρώπου ἥκει ἐναντίον μου, ὅτι ἐπλήσθη ἡ γῆ ἀδικίας ἀπ’ αὐτῶν· καὶ ἰδοὺ
35ἐγὼ καταφθείρω αὐτοὺς καὶ τὴν γῆν.» Πλὴν οὐ εἶναι τὴν ζωὴν αὐτῶν περιώρισεν ρκʹ ἔτη, ἀλλὰ πλημμυροῦσαν τὴν ἁμαρτίαν ἰδὼν καὶ αὔξουσαν οὐκ ἀνέμεινε τὴν κυρείαν, ἀλλὰ τὴν προσθεσμίαν συν‐ τεμὼν τῶν ρʹ ἐτῶν, πᾶσιν ἐπήγαγε τὸν κατακλυσμόν. Ὅθεν φησί· «Ποίησον σεαυτῷ κιβωτὸν ἐκ ξύλων
40τετραγώνων ἀσήπτων· νοσσιὰς ποιήσεις καὶ ἀσφαλτώσεις αὐτὴν ἔσωθεν τῇ ἀσφάλτῳ, καὶ οὕτω ποιήσεις αὐτὴν τʹ πήχεων τὸ μῆκος καὶ νʹ τὸ πλάτος καὶ λʹ τὸ ὕψος. Ἐπισυναγαγὼν ποιήσεις αὐτὴν, συντελέσεις αὐτὴν ἄνωθεν. Τὴν δὲ θύραν ἐκπλαγίου διώροφα, καὶ τριώροφα ποιήσεις αὐτήν.» (10) Ἀλλ’ οὖν γέ τινες τῶν Ἑλλήνων ἐπιλαμ‐ βανόμενοι τὸ ῥητὸν ἔφασαν, ὡς ἀδύνατον ἦν χωρῆσαι
45τοσαῦτα πολυειδῆ καὶ ἄπειρα γένη τῶν ζώων πή‐ χεις τριακοσίας καὶ μόνον. Καὶ οὐκ ἴσασιν οἱ δῆθεν σοφοὶ καὶ ἀπερισκέπτως καὶ ἀμαθῶς τὰ θεῖα λόγια πολυπραγμονοῦντες, ὅτι περ ὁ συγγραφεὺς, γεωμέτρης ὑπάρχων Αἰγύπτου—ἐπαιδεύθη γὰρ,

110

.

89

(50)

φησὶ, Μωυσῆς πάσῃ σοφίᾳ Αἰγυπτίων—ὅτι γεω‐ μετρικὴν πῆχυν ἔφη, ἥτις ὀργυιὰν μεγίστην ἔχει. Τὴν γάρ τοί γε γεωμετρίαν Αἰγύπτιοι, φασὶν, ἐφεῦ‐
ρον, ἐκ τοῦ ἀπλέτου τῆς γῆς τὴν διαίρεσιν διδαχθέν‐89

110

.

92

τες καὶ γράψαντες, ἀφ’ ὧν ἕτεροι μετέλαβον· Ὅθεν σοφοὺς ἄγαν καὶ φρονίμους αὐτοὺς ἀπεκάλεσε διὰ τὴν θαυμαστὴν ἐπιστήμην ταύτην καὶ σοφίαν. Καὶ πρὸς τούτοις ἔτι καὶ ἄλλῃ μαρτυρία εὐαπόδεκτος
5περὶ τοῦ κατακλυσμοῦ, ὥς φησιν Ἰώσηπος.» Ἔσω γὰρ ἐφ’ ὑψηλοτάτοις ὄρεσι καὶ δυσβάτοις γῆς καὶ θαλάσσης λείψανα εὑρίσκεται κοχλίαι καὶ ὀστρέων κελύφαι καὶ τὰ 35 τούτοις ὅμοια, κηρύττοντα τὸ φοβερὸν ἐκεῖνο καὶ παγκόσμιον ναυάγιον ἐπὶ τοῦ δι‐
10καίου τούτου γενόμενον, καὶ πολλῆς ἀθυμίας καὶ λύπης κόπου τε περιστάσεως αἴτιον τοῦτο πεφη‐ νότα. Περὶ οὗ καὶ θεῖος Χρυσόστομός φησι· «Πάντων διεφθαρμένων μόνος εὐηρέστησε τῷ Θεῷ, τῶν ἄλλων πάντων προσκεκρουκότων. Καὶ ἄλλας
15μυρίας θλίψεις ὑπέμενε πολλὰς καὶ κακάς.» — «Ἐνιαυτὸν γὰρ ὅλον δεσμωτήριον ξένον καὶ φοβερὸν ᾤκησεν [οὐδὲν ἄμεινον τῶν ἐν μετάλλοις πιεζο‐ μένων διακείμενος]. Ἵνα γὰρ τὸ πλῆθος ἐάσω τῶν θηρίων καὶ τῶν ἑρπετῶν, οἷς τοσοῦτον ἔζησε
20χρόνον, εἰς τοιαύτην ἀπειλημμένος στενοχωρίαν· τί οἴει πάσχειν αὐτὸν ὑπὸ τοῦ πατάγου τῶν βροντῶν καὶ ὑπὸ τοῦ ψόφου τῶν ὑετῶν; Ἄβυσσος γὰρ ἡ μὲν κάτωθεν ἀνεῤῥήγνυτο, ἡ δὲ ἄνωθεν κατεφέρετο· ἔνδον ἐκάθητο μετὰ τῶν υἱῶν αὐτοῦ. Εἰ γὰρ
25καὶ ὑπὲρ τοῦ τέλους εἶχε θαῤῥεῖν, ἀλλὰ τῇ τῶν γι‐ νομένων σφοδρότητι προαποτεθνήκει τῷ δέει. Ὄπου γὰρ ἡμεῖς, οἰκίας ἔχοντες ἡδρασμένας ἐπὶ τῆς γῆς, καὶ πόλεις οἰκοῦντες, ὅμως, ὅταν ἴδωμεν κατ‐ ενεχθέντα σφοδρότερον ὀλίγον τοῦ συνήθους ὑετὸν, καταπίπτομεν καὶ συστελλόμεθα· τί οὐκ ἂν ἔπαθεν ἐκεῖνος, ἔνδον ὢν καὶ τὴν φρικωδεστάτην ἐκείνην ἄβυσσον ἐννοῶν καὶ τῶν ἀποπνιγομένων τὰ διά‐
30φορα γένη; Ἱκανὸν μὲν οὖν καὶ τὴν πόλιν μίαν ἢ οἰκίαν ἐπικλυσθεῖσαν καλυφθῆναι τοῖς κύμασιν, ἐκπλῆξαι τὴν ψυχήν. Τὸ δὲ τὴν οἰκουμένην ἅπασαν τοῦτο παθεῖν, οὐδὲ ἔστιν εἰπεῖν, πῶς διέθηκε τὸν ἐν μέσῳ περιφερόμενον τῷ κλυδωνίῳ.» (11) Τὸν μὲν οὖν ἐνιαυτὸν ἐκεῖνον τοσούτῳ συνεί‐ χετο δέει. Ἐπειδὴ δέ ποτε ὁ κατακλυσμὸς ἐπαύσατο,
35ὁ μὲν φόβος ἐνεδίδου λοιπὸν, ἐπετείνατο δὲ τὰ τῆς ἀθυμίας αὐτῷ σφόδρα. Καὶ τὸ προφητικὸν ἔπα‐ σχεν, ὃ περὶ τῆς ἡμέρας Κυρίου φησὶν Ἀμώς· «Ὃν τρόπον ἐὰν ἐκφύγῃ ἄνθρωπος ἀπὸ προσώπου λέοντος καὶ ἐμπέσῃ αὐτῷ ἄρκτος καὶ 36 εἰσέλθοι
40εἰς τὴν οἰκίαν αὐτοῦ καὶ ἀπερείσῃ τὰς χεῖρας αὐτοῦ εἰς τὸν τοῖχον, καὶ δάκῃ αὐτὸν ὄφις.»] Καὶ γὰρ τῆς κιβωτοῦ προκύψαντα [καὶ τῆς δυσώδους καὶ ἐστενοχωρημένης εἱρκτῆς ἀπαλλαγέντα] χει‐ μὼν ἕτερος διεδέχετο τοῦ προτέρου οὐχ ἥττων
45ὁρῶντα τὴν πολλὴν ἐρημίαν, τὸν βίαιον θάνατον ἐκεῖνον καὶ τῶν ἀναιρεθέντων τὰ σώματα τῇ ἰλύϊ πεφυρμένα καὶ τῷ πηλῷ καὶ πάντας ὁμοῦ ἀνθρώ‐ πους τε καὶ ὄνους καὶ τὰ τούτων ἀτιμότερα γένη
μιᾷ τῇ ἐλεεινοτάτῃ ταφῇ κατασχέντας, μᾶλλον δὲ91

110

.

93

εἰπεῖν καταχωσθέντας. Εἰ γὰρ καὶ σφόδρα ὑπῆρχον ἁμαρτωλοὶ οἱ ταῦτα πεπονθότες, ἀλλ’ ὅμως ἄνθρωπος ὁ Νῶε καὶ ἔπασχέ τι πρὸς τὸ ὁμόφυλον» «ἐπὶ μὲν τοῦ κατακλυσμοῦ τῷ πλήθει τῶν ὑδά‐
5των συνεχόμενος τῇ μονώσει καὶ τῇ πρὸς τὸ ὁμό‐ φυλον συμπαθείᾳ, τὸ ἄπειρον τῶν ἀπολωλότων, τῷ τρόπῳ τῆς τελευτῆς, τῇ τῆς γῆς ἐρημίᾳ.» —«Πρὸ δὲ τούτων κακίας ἀβύσσῳ πάντοθεν συνείχετο, καὶ τῶν κυμάτων αὐτῷ σφοδροτέρων αἱ τῶν πονηρῶν
10ἀνθρώπων ἐπιβουλαὶ προεῤῥήγνυντο. Μόνος γὰρ εἰς τοσοῦτον πλῆθος ἀπολειφθεὶς μοχθηρῶν ἀνθρώ‐ πων καὶ μιαρῶν, πολὺν τὸν γέλωτα, πολλὰ σκώμματα [καὶ τὰς χλευασίας] ἔφερεν ὁ δίκαιος, μάλιστα ὅτε περὶ τῆς κιβωτοῦ καὶ τῆς μελλούσης αὐτοῖς διελέγετο συμφορᾶς» καὶ πανωλεθρίας, ἐν ἔτεσιν ρʹ τῆς κιβωτοῦ τεκταινομένης καὶ αὐτοῦ διαῤῥήδην καθ’ ἑκάστην ἡμέραν βοῶντος, οὐδεὶς ἐπίστευεν. Βʹ. Περὶ τῆς οἰκοδομῆς τοῦ Πύργου.
15Σὴμ δὲ μετὰ δύο ἔτη τοῦ κατακλυσμοῦ γενό‐ μενος ἐτῶν ρβʹ ἐγέννησε τὸν Ἀρφαξὰδ καὶ μετὰ τοῦτο ἔζησεν ἔτη φʹ, καὶ ἀπέθανε, ζήσας τὰ πάντα ἔτη χβʹ. (2) Ἀρφαξὰδ δὲ γενόμενος ἐτῶν ρλβʹ ἐγέννησε τὸν Καϊνᾶν, καὶ μετὰ τοῦτο ἔζησεν ἔτη υʹ,
20καὶ ἀπέθανε ζήσας τὰ πάντα ἔτη φλβʹ. (3) Καϊνᾶν δὲ γενόμενος ἐτῶν ρλʹ ἐγέννησε τὸν Σαλὰ, καὶ μετὰ τοῦτο ἔζησεν ἔτη τλʹ, καὶ ἀπέθανε, ζήσας τὰ πάντα ἔτη υξʹ. Τὸν δὲ Σαλὰ ὁ πατὴρ αὐξηθέντα γράμματα ἐξεπαίδευσεν. Καὶ δήποτε ὁ Σαλὰ πορευθεὶς ἀποι‐
25κίαν κατασκέψασθαι, ἐλθὼν κατὰ τὴν γῆν Χαλ‐ δαίων, 37 γράμματα ἐπί τινων διακεχαραγμένα πετρῶν, τὰ δὴ ἦν ἄρα τῶν Ἐγρηγόρων παράδοσις· ταῦτα δὲ ἐκγραψάμενος ὁ Σαλὰ, αὐτός τε ἐν αὐτοῖς ἐξημάρτανε, καὶ τοῖς ἄλλοις τὴν αὐτὴν
30ἀτοπίαν ἐξεπαίδευσεν. (4) Σαλὰ δὲ γενόμε‐ νος ἐτῶν ρλʹ ἐγέννησε τὸν Ἕβερ, καὶ μετὰ τοῦτο ἔζησεν ἔτη υλʹ, καὶ ἀπέθανε, ζήσας τὰ πάντα ἔτη φξʹ. (5) Ἕβερ δὲ γενόμενος ἐτῶν ρλδʹ, ἐγέννησε τὸν Ἰεκτὰν καὶ τὸν Φαλέκ. Ἐπὶ τοῦ Ἕβερ πάλιν
35οἱ ἄνθρωποι εἰς ἄπειρον πληθυνθέντες καὶ εἰς ἄκρον πονηρίας ἐλάσαντες πύργον ἐννοοῦσι κατα‐ σκευάσαι οὐρανομήκη, πρὸς ἀποφυγὴν τοῦ κατα‐ κλυσμοῦ, ὡς τοῦ Θεοῦ ἐπιβουλεύοντος αὐτοῖς. Ἦσαν δὲ πάντες μία φωνή. Νεβρὼδ γὰρ ὁ γίγας,
40Χουσὲ τοῦ Αἰθίοπος υἱὸς, προσέτασσε, καὶ εἰς βρῶσιν ἀγρεύων ἐχορήγει ζῶα. Ὁ δὲ Ἕβερ, ὁ τοῦ Σαλὰ υἱὸς, ἐπείγειν ἐνεκεχείριστο τὴν οἰκοδομὴν τοῦ πύργου καὶ τῆς Βαβυλῶνος, ὅ ἐστι σύγχυσις· ὧν τὸ ἔργον κατέῤῥιπτο, ματαίαν τὴν ἀνάβα‐
45σιν ἐπικεχειρηκότων. Οἵ γε καὶ τὴν κατασκευὴν93

110

.

96

τῆς κιβωτοῦ σαφῶς εἰδότες, πρῶτοι ναῦς ποιεῖν ἐν τοῖς ὕδασι καὶ πλέειν ἐπενοήσαντο. Τῶν δὲ πάντων ἐπὶ τὴν τοῦ πύργου καὶ τῆς πόλεως ὁρμη‐ σάντων οἰκοδομήν, ἀρχηγοὺς εἶχον οβʹ. Μόνος δὲ
5ὁ Ἔβερ οὐ συνέθετο τῇ τούτων ἀλογίστῳ ἐργασίᾳ, Διὸ καὶ πάντων αἱ γλῶσσαι συνεχύθησαν, τῶν συν‐ τεθειμένων εἰς οβʹ γλώσσας διαιρεθέντων κατὰ τὸν ἀριθμὸν τῶν ἀρχόντων αὐτῶν. Καὶ εἰς ἀλληλογλωσ‐ σίαν 38 ὑπὸ τοῦ πνεύματος καὶ τῆς δικαίας ὀργῆς
10ἐλαυνομένων καὶ διασπασθέντων, τοῦτο μόνῳ Θεὸς οὐκ ἐστήρησε τὴν ἀρχαίαν φωνήν. Ὅθεν οἱ ἀπομεί‐ ναντες ἐν τῇ προτέρᾳ γλώσσῃ, Ἑβραῒς αὐτὴν ἐπωνόμασαν κατὰ τὴν τοῦ κρατήσαντος αὐτὴν ἐπωνυμίαν, Ἕβερ εἰς τὸ γένος τῶν Ἑβραίων, οἵτινες πατρωνυμικῶς καὶ φερωνύμως Ἑβραῖοι καλοῦνται. III. Ὅτι ὁποία ἦν ἡ αʹ γλῶσσα.
15Ὅτι τῇ τῶν Ἑβραίων γλώσσῃ ἐχρῶντο οἱ ἀπὸ τοῦ Ἀδὰμ, δῆλον μὲν, καὶ ἀπὸ τούτου καὶ τοὺς ἀμφὶ τὸν Ἀβραὰμ καὶ τὸν Νῶε καταγομένους καὶ χρωμένους· δῆλον δὲ καὶ ἀπὸ τοῦ, τὸν δεύτερον Ἀδὰμ τὸν Χριστὸν τῇ τῶν Ἑβραίων φωνῇ κατὰ τὸν
20πρῶτον πάντως Ἀδὰμ χρώμενον, ὡς τὸ «Ἐφφαθὰ,» καὶ «ταλιθὰ κοῦμι» καὶ «λαμὰ σαβαχθανὶ» καὶ τὰ ὅμοια. Καὶ μέντοι πρὸς τούτοις καὶ τὰ τῶν παλαιῶν ὀνόματα ἐναργὲς τεκμήριον τοῦ ταύτην εἶναι. φωνὴν τὴν πρὸ τῆς συγχύσεως. Ἐφ’ ὧν γὰρ κατ’ οὐδεμίαν
25ἐστὶ γλῶσσαν τὸ σημαινόμενον ἐπιλύσασθαι, καὶ ταύτῃ τὸ ζητούμενον ἑρμηνεύεται. Οἷον τοῦ Ἀδὰμ καὶ τῶν λοιπῶν αἱ προσηγορίαι, δι’ ἑτέρας οὐδεμιᾶς ἑρμηνεύεται εἰ μὴ διὰ τῆς Ἑβραϊκῆς καὶ μόνης. Εἰ δέ τινες ἀμαθῶς ἀντιλέγουσιν, οὐ τὴν Ἑβραϊκὴν,
30ἀλλὰ τὴν Συριακὴν πρώτην εἶναι γλῶσσαν, ἀκουέ‐ τωσαν τῆς ἑρμηνείας τοῦ σοφωτάτου καὶ πολυμα‐ θοῦς Ὠριγένους εἰς τὴν ἱστορίαν τοῦ Ἰὼβ «ἣ, φησὶν, οὕτως ἑρμηνεύεται ἐκ τῆς Συριακῆς βίβλου» καὶ ἑξῆς, Συριακὴν εἶπεν τὴν Ἑβραϊκὴν διάλεκτον, ἐπειδὴ γὰρ
35Συρίαν τὴν Ἰουδαίαν καὶ Σύρους οἱ παλαιοὶ τοὺς Πα‐ λαιστινοὺς ὠνόμαζον. (2) Ὁ μὲν οὖν πύργος ᾠκοδο‐ μήθη ἐν ἔτεσι τεσσαράκοντα, ἔμεινεν ἡμιτελὴς μετὰ τὴν σύγχυσιν. Ὁ δέ γε Θεὸς ἀνέμῳ βιαίῳ τοῦτον ἀνα‐ τρέπει, καὶ ἔστιν ἀναμέσον Ἀσσοὺρ καὶ Βαβυ‐
40λῶνος εἰσέτι 39 φυλασσόμενα τὰ ἴχνη αὐτοῦ. (3) Φαλὲκ δὲ γενόμενος ἐτῶν ρλʹ ἐγέννησε τὸν Ῥαγαῦ, καὶ μετὰ τοῦτο ἔζησεν ἔτη σθʹ καὶ ἀπέθανε, ζήσας τὰ πάντα ἔτη τλθʹ. (4) Γίνονται οὖν ἀπὸ τοῦ Ἀδὰμ
ἕως τοῦ κατακλυσμοῦ ἔτη βσμβʹ, καὶ ἀπὸ τοῦ95

110

.

97

κατακλυσμοῦ ἕως τῆς συγχύσεως τῆς πυργοποΐας καὶ τῆς τελευτῆς Φαλὲκ, ὅ ἐστι μερισμὸς, ἔτη ωξηʹ, καὶ γίνεται διαμερισμὸς ἤτοι διασπορὰ τῶν υἱῶν Νῶε καὶ τῶν ἐξ αὐτῶν γεννηθέντων. Διὸ
5καὶ μέροπες ἐκλήθησαν ἀπό τε τῆς μεμερισμένης φωνῆς, ἀπό τε τοῦ μερισμοῦ τῆς γῆς. (5) Ὁ μέν‐ τοι Σὴμ ἐγέννησε τὸν Ἐλὰμ καὶ τὸν Ἀσοὺρ καὶ τὸν Ἀρφαξὰδ καὶ τὸν Λουδί· ὁ δὲ Χὰμ τὸν Χοῦς καὶ τὸν Μεσρὲμ καὶ τὸν Χαναάν· ὁ δὲ Ἰάφεθ τὸν
10Χάμερ, τὸν Μαγὼγ καὶ τὸν Θήραν καὶ τὸν Ἰυωυίαν καὶ τὸν Ἐλισσὰν καὶ τὸν Θόβελ καὶ τὸν Μοσὸχ καὶ τὸν Μαδαὶ, ἀφ’ οὗ Μῆδοι γενόμε‐ νοι καὶ τῶν Βαβυλωνίων κρατήσαντες, ἡ χώρα Μηδία προσηγορεύθη κυρίως καὶ φερωνύμως. (6) Μετὰ γοῦν τὴν σύγχυσιν καὶ τὴν τοῦ πύργου διάλυσιν μεταστέλλονται οἱ γʹ υἱοὶ τοῦ Νῶε πάντας
15τοὺς ἐξ αὐτῶν γενομένους, καὶ διδοάσιν αὐτοῖς ἔγγραφον τῶν τόπων τὴν κατανέμησιν, ὅπερ ἐκ τοῦ πατρὸς Νῶε παρειλήφασι, καὶ λαγχάνουσιν ἑκάστῳ καὶ ταῖς ἑκάστου φυλαῖς καὶ πατριαῖς τόπον καὶ κλίματα καὶ χώρας καὶ νήσους καὶ ποταμοὺς κατὰ τὴν ὑποκειμένην ἔκθεσιν. Δʹ. Περὶ τοῦ τῆς γῆς διαμερισμοῦ. Καὶ κατακληροῦται τῷ μὲν πρωτοτόκῳ υἱῷ
20Νῶε Σὴμ ἀπὸ Περσίδος καὶ Βάκτρων ἕως Ἰνδικῆς καὶ Ῥινοκουρούρων τὰ πρὸς ἀνατολήν· τῷ δὲ Χὰμ ἀπὸ Ῥινοκουρούρων ἕως Γαδείρων τὰ πρὸς νῶτον· τῷ δὲ Ἰάφεθ ἀπὸ Μηδίας ἕως Γαδείρων τὰ πρὸς βοῤῥᾶν. (2) Αἱ δὲ λαχοῦσαι χῶραι τῷ μὲν Σὴμ
25εἰσὶν αὗται· Περσὶς, Βακτριανὴ, Ὑρκανία, Βαβυ‐ λωνία, Κόρδυνα, Ἀσσυρία, Μεσοποταμία, Ἀραβία ἡ ἀρχαία, 40 Ἐλυμαῒς, Ἰνδικὴ, Ἀραβία ἡ Εὐδαίμων, Κοιλησυρία, Κομμαγήνη καὶ Φοινίκη πᾶσα καὶ ποταμὸς Εὐφράτης.
30(3) Τῷ δὲ Χὰμ Αἴγυπτος, Αἰθιοπία ἡ βλέπουσα κατ’ Ἰνδοὺς, ἑτέρα Αἰθιοπία, ὅθεν ἐκπορεύεται ὁ ποταμὸς τῶν Αἰθιόπων, Ἐρυθρὰ βλέπουσα κατὰ ἀνατολὰς, Θηβαῒς, Λιβύη ἡ παρεκτείνουσα μέχρι Κυρήνης, Μαρμαρὶς, Σύρτις, Λιβύη ἄλλη, Νου‐
35μιδία, Μασσυρὶς, Μαυριτανία ἡ κατέναντι Γαδεί‐ ρων. Ἐν δὲ τοῖς κατὰ βοῤῥᾶν τὰ παραθαλάσσια ἔχει, Κιλικίαν, Παμφυλίαν, Πισσιδίαν, Μυσίαν, Λυκαονίαν, Φρυγίαν, Καβαλίαν, Λυκίαν, Καρίαν, Λυδίαν, Βιθυνίαν, τὴν ἀρχαίαν Φρυγίαν· καὶ
40νήσους πάλιν ἔχει, Σαρδινίαν, Κρήτην, Κύπρον καὶ ποταμὸν τὸν καὶ Νεῖλον καλούμενον. (4) Τῷ δὲ Ἰάφεθ Μηδία, Ἀλβανία, Ἀρμενία
μικρὰ καὶ μεγάλη, Καππαδοκία, Παφλαγονία,97

110

.

100

Γαλατία, Κολχὶς, Βόσπορος, Μαιῶτις, Δερβὶς, Σαρματὶς, Ταυριανὶς, Μολοσσὴ, Θεσσαλία. Λοκρὶς, Βοιωτία, Αἰτωλία, Ἀττική, Ἀχαΐα, Πελ‐ λήνη, ἡ καλουμένη Πελοπόννησος, Ἀρκαδία,
5Ἠπειρῶτις, Ἰλλυρὶς, Λυχνῖτις, Ἀδριακὴ, ἐξ ἧς τὸ Ἀδριακὸν πέλαγος. Ἔχει καὶ νήσους, Βρετα‐ νίαν, Σικελίαν, Εὔβοιαν, Ῥόδον, Χῖον, Λέσβον, Κυθήρην, Ζάκυνθον, Κεφαλληνίαν, Ἰθάκην, Κόρ‐ κυραν καὶ μέρος τι τῆς Ἀσίας, τὴν καλουμένην
10Ἰωνίαν, καὶ ποταμὸν Τίγριν, τὸν διορίζοντα μεταξὺ Μηδίας καὶ Βαβυλωνίας. (5) Τούτων οὖν κλη‐ ροδοτηθέντων, ὁ τοῦ Χὰμ υἱὸς Χαναὰν ἰδὼν τὴν πρὸς τῷ Λιβάνῳ γῆν, ὅτι ἀγαθή τε καὶ εὔφορος καὶ κατὰ πολὺ 41 τῆς ἑαυτοῦ διαλλάττουσα
15γῆς, τυραννικῶς καθήρπασεν αὐτὴν καὶ τοὺς ἐκ τοῦ Σὴμ κληρονόμους ἐξήλασεν, καὶ οὕτω πᾶσα ἡ γῆ τῆς ἐπαγγελίας τοῦ Χαναὰν προσαγορεύε‐ ται. Κἀντεῦθεν τοίνυν ὁ δίκαιος κριτὴς μετὰ ταῦτα τοῖς ἐκ τοῦ Σὴμ υἱοῖς ἀπέδωκεν αὐτὴν διὰ Ἰησοῦ τοῦ Ναυὴ, καθὼς καὶ τῷ Ἀβραὰμ προ‐
20επηγγείλατο. Δίκαιος γὰρ ὁ Κύριος καὶ δικαιοσύνας ἠγάπησεν. Ῥαγαῦ δὲ γενόμενος ἐτῶν ρλβʹ ἐγέννησε τὸν Σεροὺχ, καὶ μετὰ τοῦτο ἔζησεν ἔτη σζʹ, καὶ ἀπ‐ έθανε, ζήσας τὰ πάντα ἔτη τλθʹ. (7) Σεροὺχ δὲ γενόμενος ἐτῶν ρλʹ, ἐγέννησε τὸν Ναχὼρ, καὶ μετὰ
25τοῦτο ἔζησε ἔτη ςʹ, καὶ ἀπέθανε, ζήσας τὰ πάντα ἔτη τλʹ, ὃς πρῶτος ἤρξατο τοῦ Ἑλληνικοῦ δόγματος διὰ τοὺς πάλαι γενομένους πολεμιστὰς καὶ ἡγεμόνας καὶ πράξαντάς τι ἀνδρεῖον, ἀρετῆς καὶ μνήμης ἄξιον, οὓς καὶ ἀνδριάσι στηλῶν ἐτίμησαν, ὡς ἀγαθόν τι
30πεπραχότας. Οἱ δὲ μετὰ ταῦτα ἄνθρωποι ἀγνοοῦν‐ τες τὴν τῶν προγόνων γνώμην, ὅτι ὡς προπάτο‐ ρας καὶ ἀγαθῶν πραγμάτων ἐπινοητὰς ἐτίμησαν μνήμης μόνον χάριν, οὗτοι ὡς θεοὺς ἐτίμησαν, καὶ ἔθυον αὐτοῖς, καὶ οὐχ ὡς ἀνθρώπους θνητοὺς γενο‐
35μένους· ὧν τὴν ἀσέβειαν Σολομῶν στηλιτεύει, φάσκων· «Τὸν πρὸ ὀλίγου τιμηθέντα ἄνθρωπον νῦν εἰς σέβασμα ἐλογίσαντο.» (8) Σαφέστερον δὲ καὶ διεξοδικώτερον τὴν παράνοιαν τούτων καὶ ἀθεΐαν ἐλέγχων ὁ μέγας Ἀθανάσιος τοιάδε φησί·
40«Σαθρᾶς τοίνυν τῆς τοιαύτης αὐτῶν διανοίας φαινο‐ μένης, ἀνάγκη τὴν ἀλήθειαν διαλάμπειν τῆς ἐκκλη‐ σιαστικῆς διαγνώσεως. Οὔτε γὰρ τὸ κακὸν παρὰ Θεοῦ, οὔτε ἐν τῷ Θεῷ· οὔτε μὴ οὐσία τις ἔστιν, ἀλλ’ ἄνθρω‐
ποι κατὰ στέρησιν τῆς τοῦ καλοῦ φαντασίας99

110

.

101

ἐπινοεῖν ἤρξαντο, καὶ ἅμα πράττειν τὰ οὐκ ὄντα καὶ ἅπερ ἐβούλοντο. Ὥσπερ γὰρ ἄν τις, ἡλίου φαίνοντος, καμμύων τοὺς ὀφθαλμοὺς σκότος ἐπινοεῖ, καὶ λοιπὸν ἐν σκότει πλανώ‐
5μενος καὶ περιπατῶν προσκόπτει, 42 πολλάκις κατὰ μικρὸν ὑπάγει, νομίζων, μὴ εἶναι σκότος, ἀλλὰ φῶς, οὕτω καὶ ἡ ψυχὴ τῶν ἀνθρώπων καμμύουσα τὸν νοητὸν ὀφθαλμὸν, δι’ οὗ τὸν Θεὸν ὁρᾷν δύναται, ἑαυτῇ τὰ κακὰ ἐπενόησε.» —«Γέγονε μὲν γὰρ εἰς
10τὸ ὁρᾷν τὸν Θεὸν καὶ ὑπ’ αὐτοῦ φωτίζεσθαι· αὐτὴ δὲ ἀντὶ τοῦ ἀφθάρτου Θεοῦ φθαρτὰ τὰ τοῦ σκό‐ τους ἔργα ἐπεζήτησε, καθὼς γέγραπται, ὅτι «Ὁ Θεὸς ἐποίησε τὸν ἄνθρωπον εὐθῆ· αὐτὸς δὲ ἐπε‐ ζήτησε λογισμοὺς πολλούς.»
15(9) Ἐπεὶ οὖν ὥσπερ μανέντες οἱ ἄνθρωποι τὴν οὐκ οὖσαν κακίαν ἐπενόησαν, οὕτω καὶ τοὺς οὐκ ὄντας θεοὺς ἑαυτοῖς ἀνεπλάσαντο. Ὡς γὰρ πάλιν εἴ τις εἰς βυθὸν καταδὺς μηκέτι μὲν βλέπει τὸ φῶς μήτε τὰ ἐν τῷ φωτὶ φαινόμενα, διὰ τὸ τῶν ὀφθαλ‐
20μῶν αὐτοῦ πρὸς τὸ κάτω νεῦμα καὶ τὴν τοῦ ὕδατος ἐπίχυσιν, μόνα δὲ τὰ ἐν τῷ βυθῷ αἰσθόμενος, νομίζει μηδὲν εἶναι πλέον ἐκείνων· οὕτω δὴ καὶ οἱ πάλαι τῶν ἀνθρώπων καταδύντες εἰς τὰς τῆς σαρκὸς ἐπιθυμίας καὶ φαντασίας, κἀντεῦθεν ἐπιλαθόμενοι
25τῆς τοῦ Θεοῦ ἐννοίας τε καὶ δόξης, τὰ φαινόμενα θεοὺς ἀνετυπώσαντο, λατρεύοντες τῇ κτίσει παρὰ τὸν Κτίσαντα. Καὶ ὥσπερ, κατὰ τὸ λεχθὲν παρά‐ δειγμα, οἱ εἰς βυθὸν καταδυόμενοι, ὅσον ἐπικατα‐ βαίνουσι, τοσούτῳ μᾶλλον τὰ σκοτεινότερα καὶ
30βαθύτατα βλέπουσιν, οὕτω καὶ τὸ τῶν ἀνθρώπων πέπονθε γένος. Οὐ γὰρ ἁπλῆν ἔσχε τὴν πλάνην καὶ τὴν εἰδωλολατρίαν, οὐδὲ ἀφ’ ὧν ἤρξαντο, ἐν τούτοις διέμειναν· ἀλλ’ ὅσον τοῖς προτέροις ἐνεχεί‐ ριζον, τοσοῦτον ἑαυτοῖς καινοτέρας ἐφεύρισκον τὰς
35δεισιδαιμονίας, μηδὲν ἄκορον τῶν πρώτων κακῶν λαμβάνοντες. (10) Ἐπικαταβαίνοντες γὰρ λοιπὸν ταῖς ἐννοίαις καὶ τοῖς λογισμοῖς οἱ ἄνθρωποι, οὐρανῷ καὶ ἡλίῳ καὶ σελήνῃ καὶ ἄστροις τὴν τοῦ Θεοῦ τιμήν τε καὶ δόξαν ἀνέθησαν. Εἶτα πάλιν τοῖς
40σκοτεινοῖς λογισμοῖς ἐπικαταβαίνοντες, αἰθέρα καὶ ἀέρα καὶ τὰ ἐν τῷ ἀέρι θεοὺς προσηγόρευσαν. Προ‐ βαίνοντες δὲ τοῖς κακοῖς, ἤδη καὶ τὰ στοιχεῖα καὶ τὰς ἀρχὰς τοῦ σώματος ἡμῶν συστάσεως, τὴν θερ‐ μὴν καὶ τὴν ὑγρὰν καὶ τὴν ξηρὰν οὐσίαν, θεοὺς
45ἀνύμνησαν. (11) Οἱ δέ γε τελειότεροι τὴν ἀσέ‐ βειαν καὶ ἀνθρώπους τοὺς μὲν ἔτι 43 ζῶντας, τοὺς δὲ καὶ μετὰ θάνατον θεοὺς ἐκάλεσαν. (12) Καὶ οὐ μόνον εἰς ἀνθρώπους καὶ κτήνη καὶ ἑρπετὰ, χερσαῖά τε καὶ ἔνυδρα, τὴν τοῦ Θεοῦ προσηγορίαν

110

.

101

(50)

μετήγαγον, ἀλλὰ καὶ εἰς τὰ μηδ’ ὅλως ὄντα ἣ φαι‐101

110

.

104

νόμενα τὴν αὐτὴν δυσσέβειαν ἐξωκείλαντες ἐπεδεί‐ ξαντο· λογικὰ γὰρ ἀλόγοις ἐπιμίξαντες καὶ ἀνόμοια τῇ φύσει ἐνειράντες ὡς θεοὺς ἐδόξασαν. Οἷοί εἰσιν οἱ παρ’ Αἰγυπτίοις κυνοκέφαλοι καὶ ὀφιοκέ‐
5φαλοι [καὶ ὀνοκέφαλοι, καὶ ὁ παρὰ Λίβυσι κριοκέ‐ φαλος], καὶ παρὰ τοῖς μυθίοις τὰ λεγόμενα πλάσματα, ἡ Σκύλλα καὶ ἡ Χάρυβδις καὶ ἱπποκένταυρος, καὶ τραγέλαφος, ἐπιτείνοντες τὴν ἀσέβειαν, καὶ τὴν ἡδονήν τε καὶ ἐπιθυμίαν θεοποιήσαντες, ἣν δὴ καὶ Ἀφροδίτην καλέσαντες προσεκύνησαν.
10(13) Καὶ μέντοι καὶ τοὺς παρ’ αὐτῶν ἄρχοντας διὰ τιμὴν τῶν ἀρξάντων ἢ διὰ φόβον τῆς αὐτῶν τυραννίδος ὡς θεοὺς ἐτίμησαν· ὥσπερ ὁ ἐν Κρήτῃ Ζεὺς τετίμηται, καὶ ὁ ἐν Ἀρκαδίᾳ Ἑρμῆς, καὶ ὁ ἐν Ἰνδίᾳ Διόνυσος, καὶ ἡ ἐν Αἰγύπτῳ Ἴσις καὶ
15Ὄσιρις, καὶ ὁ νῦν Ἀδριανοῦ τοῦ Ῥωμαίων βασι‐ λέως παῖς Ἀντίνοος. Ἐπιδημήσας γὰρ [Ἀδριανὸς] ἐν Αἰγύπτῳ καὶ τελευτήσαντα ἰδὼν τὸν τῆς ἡδονῆς ὑπηρέτην Ἀντίνοον, ἐκέλευσε θρησκεύεσθαι τοῦτον, ἅτε δὴ καὶ μετὰ θάνατον ἐρῶν τοῦ παιδὸς, δι’ ὑπερ‐
20βάλλουσαν ἀσέβειάν τε καὶ οἰστρηλασίαν. Καὶ γὰρ οἱ παρ’ Ἕλλησι διαβεβοημένοι θεοὶ, Ζεύς τε καὶ Ποσειδῶν καὶ Ἀπόλλων καὶ Ἥφαιστος καὶ Ἑρμῆς, καὶ ἐν θηλείαις Ἥρη καὶ Δήμητρα καὶ Ἀθηνᾶ καὶ Ἄρτεμις διαταγαῖς ἐκρίθησαν θεοποιεῖσθαι. (14)
25Διὸ δὴ ταύτας καὶ εἰδωλομανίας καὶ ἐφευρέσεις ἡ θεία Γραφὴ θριαμβεύουσα οὕτω φάσκει· «Ἀρχὴ πονηρίας ἐπίνοια εἰδώλων· εὕρεσις δὲ αὐτῶν φθορὰ ζωῆς. Οὔτε γὰρ ἦν ἀπ’ ἀρχῆς, οὔτε εἰς τὸν αἰῶνα ἔσται. Κενοδοξίᾳ δὲ ἀνθρώπων εἰσῆλθεν
30εἰς τὸν κόσμον. Διὰ τοῦτο καὶ σύντομον αὐτῶν ἐπενοήθη τὸ τέλος. Ἀώρῳ γὰρ πένθει τρυχόμενος πατὴρ, τοῦ ταχέως ἀφαιρεθέντος τέκνου εἰκόνα ποιήσας τόν ποτε νεκρὸν ἄνθρωπον νῦν ὡς ζῶντα ἐτίμησε καὶ παρέδωκε τοῖς ὑποχειρίοις μυστήρια
35καὶ τελετάς. Εἶτα χρόνῳ κρατηθὲν τὸ ἀσεβὲς ἔθος ὡς νόμος διεφυλάχθη καὶ 44 τυράννων ἐπιταγαῖς ἐθρησκεύετο τὰ γλυπτά.» —«Καὶ τοῦτο γέγονε τῷ βίῳ ὡς ἔνεδρον, ὅτι ἢ συμφορᾷ ἢ τυραννίδι δουλεύ‐ σαντες ἄνθρωποι τὸ ἀκοινώνητον ὄνομα λίθοις καὶ
40ξύλοις περιέθηκαν.» (15) Εἶτα τοίνυν καὶ οἱ τῶν τοιούτων ψευδοθέων κήρυκες καὶ μάντεις ποιηταί τε καὶ συγγραφεῖς οὐχ ἁπλῶς εἶναι θεοὺς μόνον ἔγραψαν, ἀλλὰ μὴν καὶ τὰς πράξεις αὐτῶν πρὸς ἔλεγχόν τε ἀθεότητος καὶ
45αἰσχροποιοῦ πολιτείας ἀνέγραψαν. Καὶ γὰρ τοὺς ἀκολάστους ἔρωτας καὶ ἀσελγείας τοῦ Διὸς καὶ
παιδοφθορίας καὶ τῶν ἄλλων ζηλοτυπίας πρὸς ἡδο‐103

110

.

105

νὴν τῶν θηλειῶν, καὶ φόβους καὶ δειλίας καὶ τὰς ἄλλας κακίας οὐδέτερον, καὶ ἑαυτοὺς ἐλέγχουσιν, ὡς οὐ μόνον περὶ θεῶν διηγοῦνται, ἀλλ’ οὐδὲ περὶ σεμνῶν ἀνθρώπων. Ἐκ μὲν γὰρ Διὸς τὴν παι‐
5δοφθορίαν καὶ τὴν μοιχείαν, ἐκ δὲ Ἀφροδίτης τὴν πορνείαν· καὶ ἐκ μὲν Ῥέας τὴν ἀσέλγειαν· ἐκ δὲ Ἄρεως τοὺς φόνους, ἐκ Διονύσου τὴν οἰνοφλυγίαν καὶ ἐξ ἄλλων ἄλλα τοιαῦτά φασι τὴν ἀρχὴν εἰληφέναι. Ἀλλ’ οὐκ ἄδηλον τοῖς νοῦν ἔχου‐
10σιν, ὅτι παρὰ γνώμην εἰρήκασι τὰ τούτων πάθη καὶ τὰς αἰσχίστας πράξεις. Ἐπειδὴ γὰρ τὴν τοῦ Θεοῦ ἀκοινώνητον προσηγορίαν καὶ τιμὴν τοῖς οὐκ οὖσιν θεοῖς, ἀλλ’ ἀνθρώποις θνητοῖς ἐσπούδαζον ἀνα‐ θεῖναι, τούτου χάριν καὶ ἄκοντες ἀπὸ τῆς ἀληθείας
15ἠναγκάσθησαν τὰ τούτων παθήματα πρὸς ἔλεγχον τοῦ μὴ θεοὺς αὐτοὺς εἶναι, ἀλλ’ ἐμπαθεῖς ἀνθρώ‐ πους. Ἀλλὰ φασὶν οἱ τῇ πλάνῃ δεδουλωμένοι· «Διὰ τοῦτο θεοὺς αὐτοὺς ἡγούμεθα, ὅτι τοῖς ἀνθρώποις χρήσιμοι γεγόνασι. Ζεὺς μὲν γὰρ λέγεται πλαστι‐
20κὴν τέχνην ἐξευρηκέναι, Ποσειδῶν δὲ κυβερνητι‐ κὴν, Ἥφαιστος μὲν τὴν χαλκευτικὴν, Ἀσκλη‐ πιὸς δὲ τὴν ἰατρικὴν, καὶ Ἀπόλλων τὴν μουσικὴν, καὶ Ἀθηνᾶ μὲν τὴν ὑφαντικὴν, Ἄρτεμις δὲ τὴν κυνηγητικὴν, καὶ Ἥρα μὲν στολισμὸν, Δημήτηρ
25δὲ γεωργίαν καὶ ἄλλοι ἄλλας.» (15*) Οὐκοῦν εἰ διὰ τὰς τῶν τεχνῶν εὑρέσεις θεοὺς αὐτοὺς ἄξιον ἀνα‐ γορεύεσθαι, δέον καὶ τοὺς 45 τῶν ἄλλων τεχνῶν εὑρετὰς οὕτως ὀνομάζεσθαι; Γράμματα μὲν γὰρ Φοίνικες εὗρον, ποίησιν δὲ ἡρωϊκὴν Ὅμηρος, καὶ
30διαλεκτικὴν μὲν Ζήνων ὁ Ἐλεάτης, ῥητορικὴν δὲ Κόραξ ὁ Συρακούσιος, καὶ μελισσῶν μὲν καρπὸν ὁ Ἀριστοτέλης, σίτου δὲ σπόρον καὶ κριθῆς Τρι‐ πτόλεμος· καὶ νόμους μὲν Λυκοῦργος ὁ Σπαρτιάτης καὶ Σόλων ὁ Ἀθηναῖος, τῶν δὲ γραμμάτων τὴν σύνταξιν καὶ ἀριθμὸν καὶ μέτρα καὶ σταθμία Παλαμήδης ἐφεῦρε, καὶ ἄλλοι ἄλλα καὶ διάφορα τῷ
35βίῳ τῶν ἀνθρώπων ἐπήγγειλαν χρήσιμα κατὰ τὴν τῶν ἱστορησάντων μαρτυρίαν. (16) Ἀλλ’ εὔδηλος ἡ τούτων παράνοια, ὅτιπερ οὐ μόνον ἀνθρώποις φθαρτοῖς προσῆψαν τὴν τοῦ Θεοῦ τιμὴν καὶ δόξαν, ἀλλὰ καὶ πετεινοῖς, καὶ τετραπόδοις, καὶ ἑρπετοῖς, καὶ τὴν ποικιλίαν τῶν
40παθῶν αὐτῶν καὶ μανιώδη λύσσαν. (17) Περὶ ὧν φησιν ὁ Ἀπόστολος· «Ἐματαιώθησαν ἐν τοῖς διαλο‐ γισμοῖς αὐτῶν, καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία· φάσκοντες εἶναι σοφοὶ ἐμωράνθησαν, καὶ ἠλλάξαντο τὴν δόξαν τοῦ ἀφθάρτου ἐν ὁμοιώματι
45εἰκόνος φθαρτοῦ ἀνθρώπου, καὶ πετεινῶν, καὶ τετρα‐
πόδων καὶ ἑρπετῶν· διὸ καὶ παρέδωκεν αὐτοὺς ὁ105

110

.

108

Θεὸς εἰς πάθος ἀτιμίας.» (18) Καὶ ὅλως τῶν ἐν εἰ‐ δώλοις μανέντων πάντων διάφορός ἐστιν ἡ δόξα καὶ ἡ θρησκεία, καὶ οὐ τὰ αὐτὰ παρὰ τοῖς αὐτοῖς εὑ‐ ρίσκεται. Καὶ εἰκότως· τοῦτο γὰρ οὐ μικρὸς ἔλεγχός
5ἐστι τῆς αὐτῶν ἀθεότητος· διαφόρων γὰρ ὄντων καὶ πολλῶν κατὰ χώραν θεῶν, τοῦ ἑτέρου τὸν τοῦ ἑτέρου θεὸν ἀναιροῦντος, οἱ πάντες ἀναιροῦνται· καὶ γὰρ οἱ παρ’ ἄλλοις νομιζόμενοι θεοὶ τῶν παρ’ ἄλλων λεγομένων θεῶν γίνονται σπονδαὶ καὶ θυσίαι. Αἰγύ‐
10πτιοι μὲν τὸν Ἆπιν βοῦν μόσχον ὄντα σέβουσι καὶ τὸν Μενδήσιον τράγον, τούτους δὲ ἄλλοι τῷ Διῒ θύουσιν. Λίβυες δὲ προβατοθεοποιοῦντες, καὶ τοῦτο παρ’ ἑτέρων εἰς θυσίαν σφάττεται. Ἰνδοὶ δὲ τὸν Διόνυσον θρησκεύουσι, συμβολικῶς αὐτὸν οἶνον
15ὀνομάζοντες. Καὶ ἄλλοι τοῦτον σπένδουσι, ἕτεροι δὲ ποταμοὺς καὶ πηγάς· καὶ πάντων μᾶλλον Αἰγύ‐ πτιοι τὸ ὕδωρ προτετιμήκασι καὶ θεὸν ἀνηγόρευσαν. (19) Ἐν οἷς καὶ τοσοῦτον ὑπερεπλεόνασεν ἡ εἰδω‐ λομανία παρὰ τὰ ἔθνη πάντα, ὡς οὐ μόνον βόας
20τε καὶ τράγους καὶ κύνας καὶ πιθήκους θεραπεῦσαι, ἀλλὰ 46 καὶ σκόροδα καὶ κρόμυα καὶ πολλὰ τῶν εὐτελῶν λαχάνων θεοὺς ὀνομάσαι καὶ προσκυ‐ νῆσαι διὰ τὸν πλοῦτον τῆς ἀσεβείας. Καὶ τὸ μὲν ὕδωρ τοῦ Νείλου ἐσέβοντο ὡς τὴν χώραν (1b) αὐτῶν
25ἀρδεῦον· τὸν δὲ βοῦν ἐθεοποίουν ὡς τὴν γεωρ‐ γίαν ἐπιτελοῦντα καὶ τὴν τροφὴν πορίζοντα, τὸν δὲ τράγον καὶ τὰ πρόβατα διὰ τὴν ἐξ αὐτῶν χρῆσιν· τὰ δὲ λοιπὰ βδελύγματα, κύνας τε καὶ πιθήκους καὶ κνώδαλα καὶ τὴν λοιπὴν ἀπρέπειαν τῶν ζώων
30τε καὶ λαχάνων ἐθεράπευον, καθότι πρόφασις αὐ‐ τοῖς αἱ περὶ ταῦτα χρεῖαι γεγόνασι, δῆθεν αἴτια σωτηρίας ἐν τῷ καιρῷ τῆς τοῦ Φαραὼ πανολεθρίας. Ἡνίκα γὰρ ἐκεῖνος τὸν Ἰσραὴλ διώκων κατεπον‐ τίσθη, ἕκαστος περὶ ᾧ ἀπησχολίσθη, μὴ ἐξακολουθήσας τῷ Φαραῷ καὶ περισωθεὶς, τοῦτο ἐθεοποίησε
35λέγων· «Θεός μου γέγονας σήμερον μάλιστα, δι’ οὗ καὶ σωθεὶς οὐ συναπωλόμην τῷ Φαραῷ, κωλυθεὶς διὰ τῆς τούτου προνοίας.» (20) Ὑπὲρ χρόνον δὲ τοίνυν καὶ κατὰ περίοδόν τινα τοῖς Αἰγυπτίοις ἐγεννᾶτο βοῦς ἔχων ση‐ μεῖά τινα περὶ τὴν γλῶσσαν καὶ τὴν κέρκον, ἐξ ὧν
40ἐγνωρίζετο, ὅτι Ἆπίς ἐστιν, ἤγουν θεὸς, ὅθεν καὶ ἑορτὴν ἐποίουν, ὡς θεοῦ αὐτοῖς ἐνδημήσαντος, καὶ παρατιθέασι τῷ βοῒ πανδαισίαν ἐν τῇ φάτνῃ πολ‐ λὴν, ὡς ἂν εἰ εὐωχοῦντες τὸν θεὸν αὐτῶν. Ὡσαύ‐ τως δὲ καὶ τὸν τράγον σεβόμενοι Μένδην λεγό‐
45μενον καὶ κατὰ τὴν ἑαυτῶν γλῶσσαν ὡς ἀνακεί‐ μενον ἔφασκον τῇ γονίμῳ δυνάμει, οὗτινος τράγου
καὶ ἱερὸν ὑπῆρχεν ἐν ᾧ ἦν τραγοσκελὴς ὄρθιον τὸ107

110

.

109

αἰδοῖον ἔχων. Ἔτι μὴν καὶ τοὺς κροκοδείλους, καὶ τοὺς ὄφεις, καὶ τοὺς αἰλούρους, καὶ τοὺς ἰχθύας τι‐ μῶντες, ἐξ ἀλόγου τιμῆς ἀτιμίαν ἑαυτοῖς περι‐ ποιοῦνται. (21) Ἤδη δέ τινες εἰς τοσαύτην ἀσθέ‐
5νειαν καὶ παραφροσύνην ἐξήχθησαν, ὡς καὶ ἀνθρώ‐ πους τοῖς παρ’ αὐτῶν ψευδοθέοις κατασφάττειν καὶ εἰς θυσίαν προσάγειν. (22) Ὅθεν προασφαλιζόμενος ἄνωθεν ὁ θεῖος λόγος τὸν ἐκ τοιαύτης· πλάνης ἀπαλλαγέντα λαὸν ἔφασκεν· «Οὐ ποιήσῃς σεαυτῷ
10εἴδωλον οὐδὲ πᾶν ὁμοίωμα ὅσα ἐν τῷ οὐρανῷ ἄνω, καὶ ὅσα ἐπὶ τῆς γῆς κάτω, καὶ οὐ προσκυνήσῃς αὐ‐ τοῖς, οὐδὲ μὴ λατρεύσῃς αὐτοῖς.» Ὡς οὖν διαφορᾶς οὔσης μεταξὺ εἰδώλου καὶ ὁμοιώματος, εἰκότως 47 εἶπεν· «Οὐ ποιήσῃς σεαυτῷ εἴδωλον οὐδὲ ὁμοίωμα·»
15τὸ μὲν γὰρ εἴδωλον οὐδεμίαν ὑπόστασιν ἔχει, τὸ δὲ ὁμοίωμά τινός ἐστιν ἴνδαλμα καὶ ἀπείκασμα. Ἐπειδὴ τοίνυν Ἕλληνες ἀναπλάττουσι τὰς οὐχ ὑφεστώσας μορφὰς, Σφίγγας, καὶ Τρίτωνας, καὶ Κενταύρους, καὶ Αἰγύπτιοι Κυνοπρόσωπον
20καὶ Βουκέφαλον, εἴδωλα καλεῖ τὰ τῶν οὐχ ὑφεστώ‐ των μιμήματα, ὁμοιώματα δὲ τὰ τῶν ὑφεστώτων εἰκάσματα, οἷον ἡλίου, σελήνης, ἄστρων, ἀν‐ θρώπων, θηρίων, ἑρπετῶν καὶ τῶν τοιούτοις παρα‐ πλησίων· τούτοις δὲ κελεύων μὴ προσκυνεῖν μηδὲ
25λατρεύειν, οὐχ ἁπλῶς ἀπαγορεύει (2) ἀμφότερα· ἀλλ’ ἐπειδὴ σημαίνει τινὰς προσκυνῆσαι μὲν ἀμφό‐ τερα διὰ φόβον ἀνθρώπινον, οὐ μὴν δὲ λατρεῦσαι κατὰ ψυχὴν, ἐδίδαξεν ὡς ἑκάτερον ἀσεβὲς καὶ θεο‐ στυγὲς καὶ λίαν ἀπόβλητον. Εʹ. Περὶ τῶν τεσσάρων στοιχείων.
30Διὰ δὴ τοῦτο πάλιν, ἵνα μή τινες ὡς οὗτοι, τῷ κάλλει τῶν κτισμάτων ἀποβλέψαντες, οὐχ ὡς ἔργον Θεοῦ, ἀλλ’ ὡς θεοὺς τιμήσωσιν, εἰσάγει προσφό‐ ρως ἡ Γραφὴ λέγουσα· «Καὶ μὴ ἀναβλέψῃς τοῖς ὀφθαλμοῖς ἰδεῖν τὸν ἥλιον καὶ τὴν σελήνην καὶ
35πάντα τὸν κόσμον τοῦ οὐρανοῦ, (καὶ) πλανηθεὶς προσκυνήσῃς αὐτοῖς, ἃ ἀπένειμε Κύριος ὁ Θεός σου πᾶσι τοῖς ἔθνεσιν,» ἀπένειμε δὲ οὐχὶ εἰς τὸ εἶναι θεοὺς αὐτοῖς ταῦτα, ἀλλ’ ἵνα τῇ τούτων ἐνεργείᾳ γινώσκωσιν οἱ ἀπὸ τῶν ἐθνῶν τὸν πάντων
40δημιουργὸν καὶ Κύριον· ἐκ γὰρ μεγέθους καὶ καλλο‐ νῆς κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς θεωρεῖται, καὶ «τὰ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται», καὶ «οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ
45ἀναγγελεῖ τὸ στερέωμα,» καθὰ γέγραπται. (2) Ὁ μὲν οὖν κτίστης Θεὸς τέλειός ἐστι καὶ προ‐ τέλειος, ἀνενδεὴς κατὰ πάντα τρόπον· τὰ δὲ κτί‐ σματα λαβών τις, οἷον ἥλιον καθ’ ἑαυτὸν μόνον καὶ
σελήνην, γῆν τε αὖ καὶ ἄστρα καὶ τὴν θερμὴν καὶ109

110

.

112

τὴν ψυχρὰν καὶ ξηρὰν καὶ ὑγρὰν οὐσίαν, διαιρῶν ἀπὸ τῆς πρὸς 48 ἀλλήλας συναφείας, καὶ ἕκαστον ἐκλάβοι καθ’ ἑαυτὸν καὶ ἰδίᾳ θεωρήσειεν, εὑ‐ ρήσει πάντως μηδὲν ἱκανούμενον ἑαυτῷ, ἀλλὰ
5τῆς ἀλλήλων χρείας ἐπιδεόμενα καὶ ταῖς παρ’ ἀλλή‐ λων ἐπικουρίαις συνιστάμενα· ἥλιος μὲν γὰρ τῷ σύμπαντι οὐρανῷ περιστρέφεται καὶ ἐμπεριέχεται, καὶ σκότος ἄνευ τῆς ἐκείνου κυκλοφορίας οὐκ ἄν ποτε γένοιτο· σελήνη δὲ καὶ ἄστρα μαρτυροῦσι τὴν
10παρὰ ἡλίου γενομένην αὐτοῖς φωταυγίαν· γῆ δὲ πάλιν οὐκ ἄνευ ὑετῶν τοὺς καρποὺς ἀποδιδοῦσα φαίνεται· οἱ δὲ ὑετοὶ χωρὶς τῆς τῶν νεφελῶν χρείας οὐκ ἂν ἐπὶ τῆς γῆς καταβαίνουσιν· ἀλλ’ οὐδὲν ἔφυ χωρὶς τοῦ ἀέρος, καὶ ὁ ἀὴρ οὐχ ὑφ’
15ἑαυτοῦ, ἀλλ’ ὑπὸ μὲν τοῦ αἰθέρος διακαίεται, ὑπὸ δὲ ἡλίου καταλαμπόμενος λαμπρύνεται. Καὶ πηγαὶ μὲν καὶ ποταμοὶ οὐκ ἄνευ τῆς γῆς συστήσονταί ποτε· γῆ δὲ οὐχ ὑφ’ ἑαυτῆς ἐρήρεισται· ἀλλ’ ἐπὶ μὲν τῆς τῶν ὑδάτων οὐσίας συνέστηκεν, ἐμπε‐
20ριέχεται δὲ καὶ αὐτὴ κατὰ τὸ μέσον τοῦ παντὸς συν‐ δεθεῖσα, ἥ τε θάλασσα καὶ ὁ ἔξωθεν περιῤῥέων σύμ‐ πασαν τὴν γῆν μέγας Ὠκεανὸς ὑπὸ ἀνέμων κινεῖται καὶ φέρεται ὅπου δ’ ἂν αὐτὸν ἡ τῶν ἀνέμων προσρήξῃ βία. Καὶ αὖ πάλιν οἱ ἄνεμοι οὐκ ἐν ἑαυτοῖς, ἀλλὰ κατὰ τοὺς περὶ τούτων εἰπόντας, ἐκ τῆς πρὸς τὸν ἀέρα τοῦ αἰθέρος διακαύσεως καὶ θερμότητος, ἐν
25αὐτῷ τῷ ἀέρι συνίστανται, καὶ δι’ αὐτοῦ πανταχοῦ πνέουσιν. (3) Περὶ γὰρ τῶν δʹ στοιχείων, ἐξ ὧν καὶ συνέστη‐ κεν ἡ τῶν σωμάτων φύσις, τὴν θερμὴν λέγω καὶ τὴν ψυ‐ χρὰν, ξηράν τε καὶ ὑγράν οὐσίαν, τίς ἂν (2) οὐκ οἶδεν, ὡς ὁμοῦ μὲν συνημμένα ταῦτα συνίστανται, διαι‐
30ρούμενα δὲ καθ’ ἑαυτὰ γινόμενα λοιπὸν καὶ ἀλλήλων εἰσὶν ἀναιρετικά; Τὸ γὰρ θερμὸν ὑπὸ τοῦ ψυχροῦ ἀναιρεῖται, καὶ τὸ ψυχρὸν ὑπὸ τοῦ θερμοῦ ἀφανί‐ ζεται, καὶ τὸ ὑγρὸν ὑπὸ τοῦ ξηροῦ ξηραίνεται· Πῶς οὖν ταῦτ’ ἂν εἶεν θεοὶ, δεόμενα τῆς παρ’ ἑτέρων
35ἐπικουρίας καὶ ἀλλήλοις μαχόμενα, καὶ θεοὺς ἀνα‐ γορεύειν ἄξιον; Πῶς δὲ πάλιν οἱ τὴν κτίσιν θεοποι‐ οῦντες οὐχ ὁρῶσιν ἥλιον μὲν ὑπὸ τὴν γῆν γινόμενον, καὶ τὸ φῶς αὐτοῦ μὴ ὁρᾶσθαι ὑπ’ αὐτοῦ συγχωρού‐ μενον; σελήνην δὲ ἥλιος κρύπτει μεθ’ ἡμέραν τῇ τοῦ
40φωτὸς λαμπηδόνι· καὶ γῆς μὲν τοὺς 49 καρποὺς χάλαζα πολλάκις βλάπτει, τὸ δὲ πῦρ, πλημμυροῦντος ὕδατος, σβέννυται; εἴπερ ἦσαν θεοὶ, ἔδει τούτους μηδ’ ὑπ’ ἀλλήλων ἡττᾶσθαι καὶ ἐπικρύπτεσθαι, ἀλλὰ πάντοτε ἀλλήλοις συνεῖναι καὶ κοινὰς ἅμα τὰς
45ἐνεργείας ἐπιτελεῖν. Ὅθεν εἰκότως οὔτε ἥλιος, οὔτε σελήνη, οὔτε μὴν ἄλλο τι μέρος τῆς κτίσεως, πολλῷ δὲ πλέον οὔτε τὰ ἐν λίθοις καὶ χρυσῷ καὶ ταῖς ἄλ‐ λαις ὕλαις ἀγάλματα, οὐδ’ οἱ παρὰ ποιηταῖς μυθο‐ λογούμενοι Ζεὺς καὶ Ἀπόλλων, καὶ οἱ λοιποὶ εἶεν

110

.

112

(50)

ἀληθῶς θεοὶ, ὡς ὁ λόγος ἀπέδειξεν, ἀλλὰ τὰ μὲν αὐτῶν μέρη τῆς κτίσεώς εἰσι, τὰ δὲ ἄψυχα τυγχάνει,
τὰ δὲ μόνον ἄνθρωποι θνητοὶ γεγόνασιν ἢ ὑπάρχουσιν.111

110

.

113

(4) Εἰ τοίνυν τοὺς παρὰ ποιηταῖς λεγομένους θεοὺς οὐκ εἶναι θεοὺς ἀποδέδεικται, ἀνάγκη πᾶσα, τούτων ἀναιρουμένων, παρ’ ἡμῖν εἶναι λοιπὸν τὴν θεοσέβειαν καὶ τὸν παρ’ ἡμῖν [προσκυνούμενον
5καὶ κηρυττόμενον, τοῦτον μόνον εἶναι Θεὸν ἀληθινὸν καὶ πάσης κτίσεως] δημιουργὸν, τὸν ἐν Τριάδι προσκυνούμενόν τε καὶ λατρευόμενον, ὃς καὶ κα‐ θόλου τοὺς ἀνθρώπους ἀπὸ τῆς περὶ τὰ εἴδωλα πλάνης καὶ ἀλόγου φαντασίας ἀπάγων, καὶ πρὸς
10τὴν ἑαυτοῦ θείαν γνῶσιν ἐπανάγων. Αὖθίς φησι· «Οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ,» καὶ, «Ἄκουε, Ἰσραήλ· Κύριος ὁ Θεός σου, Κύριος εἷς ἐστιν·» καὶ, «Κύριον τὸν Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις.» (5) Οὕτως οὖν τῇ
15ἑαυτοῦ σοφίᾳ καὶ δυνάμει πάντα συνέχων καὶ τὰς ἀρχὰς διαφυλάττων πάσης αἰσθητῆς οὐσίας, ἅπερ εἰσὶ θερμὰ, καὶ ψυχρὰ, καὶ ξηρὰ, καὶ ὑγρὰ, εἰς ἓν συγκεραννύων σύμφωνα, ἀποτελοῦσιν ἁρμονίαν· καὶ οὔτε τὸ πῦρ τῷ ψυχρῷ μάχεται, οὔτε τὸ ὑγρὸν τῷ
20ξηρῷ ἀντιτάσσεται, ἀλλ’ ὡς φίλα καὶ ἀδελφὰ καθ’ ἑαυτὰ ὄντα, τὰ ἐναντία συνελθόντα τε καὶ φαινόμενα ζωογονοῦσι καὶ τοῦ εἶναι τοῖς σώμασιν ἀρχαὶ γίνονται, καὶ οὕτως αὐτῷ πάντα πειθόμενα, τὰ μὲν ἐπὶ γῆς ζωογονεῖται, τὰ δὲ ἐν οὐρανοῖς συνίσταται.
25Καὶ ἡ μὲν θάλασσα πᾶσα καὶ ὁ μέγας ὠκεανὸς ὅροις ἰδίοις ἔχουσι τὴν ἑαυτῶν κίνησιν· ἡ δὲ ξηρὰ πᾶσα χλοηφορεῖ καὶ κομᾷ παντοίοις καὶ διαφόροις φυτοῖς, ὑπείκουσα τῷ θείῳ προστάγματι. (6) Τὴν δέ γε δημιουργίαν τοῦ κόσμου καὶ τὴν πᾶσαν κτίσιν πολ‐
30λοὶ διαφόρως ἐξειλήφασι, καὶ 50 ὡς ἕκαστος αὐτῶν ἠθέλησεν, οὕτω καὶ ὡρίσατο. Οἱ μὲν γὰρ αὐτομάτως καὶ ὡς ἔτυχε τὰ πάντα γεγενῆσθαι λέγουσιν, ἐξ ὧν εἰσιν οἱ Ἐπικούρειοι καὶ τὴν τῶν ὅλων πρόνοιαν πε(3a)ρὶ αὐτῶν οὐκ εἶναι μυθολογοῦσιν· οἱ δὲ, ἐν
35οἷς ἐστι καὶ ὁ περιβόητος οὗτος Πλάτων, ἐκ προϋποκειμένης καὶ ἀγενήτου ὕλης πεποιηκέναι τὸν Θεὸν τὰ πάντα διηγοῦνται, Ϟ. Περὶ μαγείας καὶ γοητείας. Οὐ μὴν δὲ ἀλλὰ καὶ εἰς ἀδικίαν ἐκτραπέντες καὶ παρανομίαν πᾶσαν ὑπερβάντες, ἀκόρεστοι περὶ τὸ
40ἁμαρτάνειν γεγόνασιν. Πόλεις γὰρ κατὰ πόλεων ἐπολέμουν, ἔθνη κατὰ ἐθνῶν ἠγείροντο, καὶ διῄρητο πᾶσα ἡ οἰκουμένη εἰς μάχην, ἕκαστος φιλονεικοῦν‐ τες ἐν τῷ παρανομεῖν καὶ πράττειν ἄθεσμα πρὸς λύπην Θεοῦ καὶ θεραπείαν τοῦ διαβόλου. Τοσοῦτον
45γὰρ ἠσέβουν, ὅτι καὶ δαίμονας ἐθρήσκευον καὶ θεοὺς αὐτοὺς ἀνηγόρευον καὶ θυσίας αὐτοῖς διὰ ἀλό‐ γων ζώων καὶ ἀνθρώπων σφαγὰς προσήγαγον, ὡς εἴρηται. (2) Διὸ καὶ μαγεῖαι παρ’ αὐτοῖς ἐδιδά‐ σκοντο, καὶ μαντεῖαι καὶ φαρμακεῖαι, καὶ

110

.

113

(50)

μέντοι καὶ τὴν γένεσιν αὐτῶν καὶ τὴν αἰτίαν πάσης
πολιτείας τε καὶ συμβάσεως τύχῃ καὶ ἄστροις ἀνε‐113

110

.

116

τίθουν, μηδὲν τῶν φαινομένων πλέον λογιζόμενοι. Καὶ ὅλως ἦν πάντα παρανομίας καὶ ἀσεβείας ἔμπλεα, καὶ πανταχοῦ τῆς ἀπάτης τῶν μάντεων ἐπεπλήρωτο. (2) Καὶ γὰρ τὰ ἐν Δελφοῖς καὶ τὰ ἐν
5Δοδώνῃ, καὶ τὰ ἐν Βοιωτίᾳ καὶ Λυκίᾳ, καὶ Λιβύῃ καὶ Αἰγύπτῳ καὶ Καλαυρίοις μαντεύμασιν· ἡ Πυθία ἐθαυμάζοντο μὲν τότε ὑπὸ τῶν ἀνθρώπων τῇ φαν‐ τασίᾳ, Νῦν δὲ, ἀφ’ οὗ Χριστὸς, ὁ Θεὸς Λόγος, ἡ τοῦ Θεοῦ σοφία καὶ δύναμις καταγγέλλεται, πέπαυται
10ταῦτα καὶ ἡ τούτων δαιμονιώδης μανία, καὶ οὐκ ἔστιν ἔτι λοιπὸν ἐν αὐτοῖς ὁ μαντευόμενος. Καὶ πάλαι μὲν ἐφαντασιοσκόπουν δαίμονες τοὺς ἀνθρώ‐ πους, προκαταλαμβάνοντες πηγὰς, ἢ ποταμοὺς, ἢ Ξύλα ἢ λίθους, καὶ οὕτω ταῖς μαγείαις ἔπληττον τοὺς ἄφρονας· νῦν δὲ, τῆς θείας ἐπιφανείας τοῦ
15Θεοῦ Λόγου γενομένης, ἠφάνισται τούτων ἡ φαντασία. (3) Καὶ πάλαι μὲν τοὺς 51 παρὰ ποιηταῖς λεγομέ‐ νους θεοὺς Δία, καὶ Κρόνον, καὶ Ἀπόλλωνα, καὶ ἥρωας, νομίζοντες οἱ ἄνθρωποι θεοὺς ὑπάρχειν, ἐπλανῶντο σέβοντες· καὶ μέντοι καὶ ἀλληγορικῶς
20τινας αὐτῶν ἐκλαμβάνοντες προσεκύνουν, οἷον τὸν Ποσειδῶνα ὕδωρ, καὶ τὸν Ἥφαιστον πῦρ, καὶ τὴν Ἥραν ἀέρα, καὶ τὴν Δήμητραν γῆν καὶ καρποὺς, καὶ Δία ὑετόν. Ἀντὶ μὲν ἐκείνοις ἐγνώσθησαν ἄνθρωποι θνητοί· μόνος δὲ Χριστὸς ἐν ἀνθρώποις
25ἐπεγνώσθη Θεὸς ἀληθινὸς, ἀληθινοῦ Θεοῦ Θεὸς Λόγος. (4) Οἱ τοίνυν ποιηταὶ εἰρήκασιν, ὅτι Ζεύς ἐστιν ὁ ὕων· ἀλλ’ οἱ αὐτοὶ πάλιν εἶπον, ὅτι μοιχός ἐστι, καὶ παιδοφθόρος, καὶ πατραλῴας καὶ ἕτερα τούτων οὐκ ἔλαττον ἐγκλήματα· ἀλλ’ οὐκ ἔστι,
30φημὶ, ἀληθῶς, οὐκοῦν οὐδὲ τὸ ὕειν. Εἰ γὰρ ταῦτα δέχῃ, κἀκεῖνά σε ἀνάγκη δέξασθαι· εἰ δὲ ἐκεῖνα ἐκβάλλεις, καὶ ταῦτα μετ’ ἐκείνων. (5) Εἰ δὲ ἀφεὶς τοὺς ποιητὰς ὡς πλαστολόγους, καὶ ἐπὶ τὰς ἀλλη‐ γορίας δράμοις, ἐκεῖνό σε ἐρήσομαι, τί ποτέ ἐστιν ὁ
35Ζεὺς, ἡ ζέουσα, φημὶ, οὐσία καὶ τὸ ὑπὲρ τὸν ἀέρα ὄμβρος, ὃ αἰθὴρ λέγεται παρὰ τὸ ζέον καὶ καῖον. Οὐκοῦν οὐκ ἔστι λογική τις καὶ διακριτικὴ, ἀλλὰ ἄλογος· ὅτι γὰρ ἡ τοῦ ἀέρος φύσις ἄλογός ἐστι παντί που δῆλον. Εἰ γὰρ ἀήρ ἐστιν ὁ Ζεὺς, ἄλογός ἐστι
40καὶ ἀναίσθητος· κἀντεῦθεν ὁ μῦθος οἰχήσεται· ὁ γὰρ ἀὴρ οὔτε πατὴρ ἐγένετό τινος, οὔτε τινὰ ἔτεκεν οὐσίαν οἵαν ἀναπλάττουσιν οἱ μυθολόγοι καὶ μυ‐ θοπλάσται τὸν Ἥλιον, ὃν καὶ Ἀπόλλωνα καλοῦσιν, υἱὸν αὐτοῦ λέγουσιν εἶναι· οὔτε γὰρ ὁ ἥλιος λο‐
45γισμὸν ἔχει, οὔτε διάνοιαν ἢ νοῦν, ἀλλὰ καὶ αὐτὸ φυσικόν ἐστι τὸ ἔργον, ἀγόμενον καὶ περιφερόμενον τῷ νόμῳ, ᾧ πάλαι τὴν ἀρχὴν αὐτῷ ἔταξεν ὁ Θεός· ἀλλὰ ὥστε οὐδὲ τὸ ὕειν τοῦ, αἰθέρος ἐστὶν, ἀλλὰ τῶν νεφελῶν δεχομένων τὸ ὕδωρ ἢ ἀπὸ τῆς θαλάσσης,

110

.

116

(50)

ἢ ἄνωθεν φερομένων τῶν ναμάτων, ἢ τῶν ὑπὲρ τὸν οὐρανὸν ὑδάτων, ὡς ἡ ὄντως Ἀλήθεια διὰ τῶν θείων
προφητῶν ἔφη.115

110

.

117

(6) Καὶ ὥσπερ οὖν ἡλίου φαίνοντος ἀπελαύνεται σκότος, οὕτως τῆς θείας ἐπιφανείας γενομένης, ἀπελήλατο τῆς εἰδωλομανίας τὸ σκότος, καὶ πᾶσα ἡ τῶν φιλοσόφων πιθανολογία μωρία καὶ φλυαρία
5φανερῶς ἀπεδείχθη, καθὼς γέγραπται. Περὶ μὲν γὰρ τῆς τῶν εἰδώλων ἄρδην καταλύσεως, «Καὶ ἔσται, φησὶν, ἐν 52 ἐκείνῃ τῇ ἡμέρᾳ, λέγει Κύριος Σαβαὼθ, ἐξολοθρεύσω τὰ ὀνόματα τῶν εἰδώλων ἀπὸ τῆς γῆς, καὶ οὐκ ἔσται αὐτῶν ἔτι μνεία.» Περὶ δὲ
10τῆς τῶν φιλοσόφων ματαιολογίας, «Ὁ δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν,» καὶ, «Κύριος γινώσκει τοὺς διαλογισμοὺς τῶν σοφῶν, ὅτι εἰσὶ μάταιοι.» (7) Καὶ πάλαι μὲν εἰδωλολατροῦντες Ἕλληνες καὶ βάρβαροι κατ’ ἀλλήλων ἐπολέμουν,
15ὡς εἴρηται, καὶ ὠμοὶ καὶ ἀπηνεῖς πρὸς τοὺς συγ‐ γενεῖς ἐτύγχανον· οὐκ ἦν γάρ τινα τὸ σύνολον οὔτε τὴν γῆν οὔτε τὴν θάλασσαν ἄοπλον διαβῆναι διὰ τὴν πρὸς ἀλλήλους ἀκατάλλακτον μάχην· καὶ ἁπλῶς πᾶσα ἡ τούτων ζωὴ καὶ διαγωγὴ δι’ ὅπλων
20ἐγένετο, καὶ ξίφος ἦν αὐτοῖς διὰ βακτηρίας καὶ παντὸς βοηθήματος ἔρεισμα. Νῦν δὲ, ὅτε εἰς τὴν τοῦ εἰρηνοποιοῦ Χριστοῦ διδασκαλίαν καταβεβήκασι, τότε δὴ παραδόξως τῷ ὄντι κατὰ διάνοιαν κατανυ‐ γέντες τὴν ὠμότητα τῶν φόνων ἀπέθεντο, καὶ οὐκέτι
25πολέμια φρονοῦσιν, ἀλλὰ κατὰ δαιμόνων τὸν πόλεμον διὰ τῶν ἀρίστων τρόπων καὶ τῶν κατ’ ἀρετὴν πράξεων ἐτρέψαντο καὶ προδήλως ἀντιπαρετάξαντο. Περὶ ὧν καὶ γέγραπται, ὅτι «Συγκόψουσι τὰς μαχαίρας αὐτῶν εἰς ἄροτρα καὶ τὰς ζιβύνας αὐτῶν εἰς δρέπανα, καὶ οὐ λήψεται ἔθνος ἐπ’ ἔθνος μάχαιραν,» καὶ τὰ ἑξῆς.
30(8) Περὶ τούτων μέν τοι καὶ Θεοδώρητος τάδε φησίν· «Εἰ τοίνυν Ἕλληνες ἀνέγνωσαν ἀκριβῶς τὰς Ἑλληνικὰς ἱστορίας, ἔγνωσαν δήπουθεν ὡς καὶ τὰς περιφανεῖς ἐπιστήμας καὶ τῶν τεχνῶν τὰς πλείστας παρ’ Ἐβραίοις ἐπαιδεύθησαν Ἕλληνες·
35γεωμετρίαν γὰρ Αἰγυπτίους εὑρηκέναι φασὶν, ἀστρολογία δὲ καὶ γενεθλιαλογία Χαλδαίων εὕρημα λέγεται, Ἄραβες δὲ καὶ Φρύγες οἰωνοσκοπίαν ἐπενόησαν εἶναι»· καὶ πρῶτοι θύειν θεοῖς, Χαλ‐ δαῖοι δὲ ἐξεῦρον ἤτοι Κύπριοι, διαφοροῦνται γὰρ
40ἔθνος Περσικὸν ὑπάρχοντες (4a): τὴν δὲ ἀστρονομίαν ἐφευρηκέναι πρῶτοι Βαβυλώνιοι διὰ Ζωροάστρου, ἐξ ὧν δεύτεροι παρειλήφασιν Αἰγύπτιοι, τὴν γεωμε‐ τρίαν ἐκ τοῦ ἀπλέτου τῆς γῆς καὶ τῆς διαιρέσεως τῶν χωρῶν προδιδαχθέντες· καὶ εἶθ’ οὕτω γράψαντες,
45ἕτεροι μετέλαβον. (9) Τὴν δὲ 53 μαγείαν καὶ γοη‐ τείαν καὶ φαρμακείαν Μῆδοι μὲν ἐφεῦρον καὶ Πέρσαι, διαφέρουσι δὲ πρὸς ἀλλήλους· ἡ μὲν γὰρ μαγεία ἐπίκλησίς ἐστι δαιμόνων, ἀγαθοποιῶν δῆθεν πρὸς
ἀγαθοῦ σύστασίν τινος, ὥσπερ τὰ τοῦ Ἀπολλωνίου117

110

.

120

τοῦ Τυανέως θεσπίσματα δι’ ἀγαθῶν γεγόνασιν· ἡ δὲ γοητεία ἐπίκλησίς ἐστι δαιμόνων κακοποιῶν περὶ τοὺς τάφους τελουμένη ἐπὶ κακοῦ τινος σύστασιν· ὅθεν καὶ γοητεία κέκληται ἀπὸ τῶν γοῶν καὶ τῶν
5θρήνων τῶν περὶ τοὺς τάφους γινομένων· φαρμα‐ κεία δὲ ὅταν διά τινος σκευασίας θανατοφόρου πρὸς φίλτρον δοθῇ τινι διὰ στόματος. (10) Ὁμοίως δὲ καὶ τῆς οἰωνικῆς τὸ μέν ἐστι ὀρνεοσκοπικὸν, τὸ δὲ οἰκοσκοπικὸν, τὸ δὲ ἐνόδιον, τὸ δὲ χειροσκοπικὸν, τὸ
10δὲ παλματαῖον. Καὶ ὀρνεοσκοπικὸν μέν ἐστι, ὅταν, πετομένου τοῦδε ἢ τοῦδε ὄρνιθος ἔμπροσθεν ἢ ὄπισθεν, ἢ δεξιὰ ἢ ἀριστερὰ νεύοντος, εἴπωσι· «Τόδε ἢ τόδε συμβαίνει»· περὶ δὲ ἁλματικὸν τὸ διὰ τῆς πάλσεως τοῦ σώματος γνωριζόμενον,
15οἷον ἐπάλθη ὁ δεξιὸς ἢ ὁ ἀριστερὸς ὀφθαλμὸς, ἢ ὁ ὦμος, ἢ μηρὸς, ἢ κνημὶς, ἢ κνισμὸς ἐν τῷ ποδὶ γέγονεν, ἢ πρὸς τὸ οὖς ἦχος ἐγένετο, «Τὸ δὲ, φησὶ, συμβαίνει ἢ συμβήσεται·» οἰκοσκοπικὸν δὲ, ὅταν τὰ ἐν τῷ οἴκῳ συμβαίνοντα εἴπῃ τις· «Τόδε συμ‐
20βαίνει»· οἷον ἐν τῇ στέγῃ φανεῖ γαλῆ, ἢ ὄφις, ἢ μῦς, ἢ ἐκκενωθῇ ἔλαιον, ἢ μέλι, ἢ οἶνος, ἢ τέφρα, ἢ τρισμὸς γένηται ξύλου ἢ ἄλλο τι· «Τόδε προμη‐ νύει»· ἐνόδιον δὲ, ὅταν ἐξηγήσεταί τις τὰ ἐν τῇ ὁδῷ ὑπαντῶντα λέγων· «Ἐάν σοι ὑπαντήσει τοιοῦτος
25ἄνθρωπος ἢ τόδε βαστάζων, τόδε σοι συμβήσεται·» χειροσκοπικὸν δὲ, ὅταν διὰ τῆς ἐκτάσεως τῶν χει‐ ρῶν διατεινόμενοι εἴπωσι· «Τόδε αὐτῷ γενή‐ σεται.» (11) Καὶ τὰ μὲν γράμματα Φοίνικας εὐρηκέναι
30φασὶν Ἕλληνες, καὶ τὸν Κάδμον ταῦτα πρὸς τὴν Ἐλλάδα κομίσαι, ἰατρικῆς δὲ τὸν Αἰγύπτιον Ἆπιν ἔλεξαν ἄρξαι καὶ τὸν Ἀσκληπιὸν αὐξῆσαι τὴν τέχνην, ὧν πάντων Ἑβραῖοι προγενέστεροι. (12) Οὕτω καὶ περὶ τῶν δογμάτων διαφερόμενοι δια‐
35φόρως ἐδογμάτισαν. Οἱ μὲν γὰρ τὰ ὁρώμενα γε‐ νητὰ, οἱ δὲ ἀγένητα καὶ ἐκ ταὐτομάτων γενέσθαι· καὶ οἱ μὲν ἔμψυχον εἶναι τὸ πᾶν, οἱ δὲ ἄψυχον ἔφασαν. Ἀναξαγόρας γὰρ καὶ Πυθαγόρας, εἰς Αἴ‐ γυπτον ἀφικόμενοι καὶ τοῖς Αἰγυπτίων καὶ Ἑβραίων
4054 αὐτόθι σοφοῖς προσομιλήσαντες, τὴν περὶ τῶν ὄντων γνῶσιν ἠκουτίσθησαν, ὥσπερ δὴ μετὰ ταῦτα καὶ Πλάτων ἐμυήθη μᾶλλον, καθὼς ἐν τοῖς Παραλ‐ λήλοις ἔφη Πλούταρχος. (12) Οὐ μὴν δὲ ἀλλὰ καὶ θεοὺς Αἰγύπτιοι πρῶτοι τῶν ἄλλων τὸν ἥλιον καὶ
45τὴν σελήνην ὠνόμασαν, καλέσαντες τὸν μὲν ἥλιον Ὄσιριν, τὴν δὲ σελήνην Ἶσιν· ἅτε οὖν ὁρῶντες αὐτοὺς ἰόντας δρόμῳ καὶ θέοντας, θεοὺς αὐτοὺς ἐκ
τοῦ θέειν ἀνηγόρευσάν τε καὶ ἔθυσαν. Καὶ τὸ μὲν119

110

.

121

πῦρ Ἥφαιστον, Δήμητραν δὲ τὴν γῆν, καὶ τὴν ὑγρὰν οὐσίαν Ὠκεανὸν ἐπέθεσαν· καὶ τὴν μὲν ἐπιθυμίαν Ἀφροδίτην καὶ Ἔρωτα κεκλήκασιν, Ἄρεα δὲ τὸν θυμὸν, καὶ τὴν μέθην Διόνυσον, τὴν
5δὲ κλοπὴν Ἑρμῆν, καὶ τὴν φρόνησιν Ἀθηνᾶν, καὶ πάλιν Ἥφαιστον τὰς τέχνας, ὡς πυρὶ συνεργὸν κεχρημένον· τοσοῦτον γὰρ ταῖς αἰσχραῖς ἐδουλώ‐ θησαν ἡδοναῖς, ὡς καὶ τὸν τράγον διὰ τὴν εἰς τὰς μίξεις μανίαν θεὸν ὁμολογῆσαι καὶ θῦσαι. Μενδήσιοι
10δὲ τοῦτον διαφερόντως ἐτίμησαν, ὡς καὶ τοῖς ἄλλοις ζώοις αἱ ἄλλαι πόλεις θεολογίας τινὰς ἀνέφερον. Ἔσεβον δὲ καὶ Μεμφῖται τὸν ταῦρον, καὶ Λυκοπο‐ λῖται τὸν λύκον, καὶ Κυνοπολῖται τὸν κύνα, καὶ ἄλλοι τὸν αἴλουρον, καὶ ἕτεροι τὸν κροκόδειλον.
15(13) Οὐκοῦν πρῶτοι θεοὺς ὠνόμασαν οἱ Αἰγύπτιοι καὶ Φοίνικες, ὑφ’ ὧν Ἕλληνες παρειλήφασιν ἥλιον καὶ σελήνην, ἀστέρας τε καὶ οὐρανὸν, καὶ γῆν, καὶ τὰ ἄλλα στοιχεῖα προσκυνήσαντες, ὡς θεοὺς ἐλάτρευ‐ σαν. Χρόνῳ δὲ ὕστερον καὶ τοὺς εὖ τι δεδρακότας
20ἢ ἐν πολέμοις ἀνδραγαθήσαντας ὡς τὸν Ἡρακλέα γενναῖον καὶ ἀνδρεῖον ἐθεοποίησαν Ἕλληνες, καὶ τὸν Ἀσκληπιὸν διὰ τὴν ἰατρικὴν ἐπιστήμην θεὸν τελευτήσαντα προσηγόρευσαν· καὶ οὐ μόνον τοὺς ἀγαθόν τι δράσαντας, ἀλλὰ καὶ τοὺς ἀσελγείαις καὶ μυσαραῖς πράξεσιν ἁλόντας ἄνδρας τε καὶ γυναῖκας ἐσεβάσθησαν καὶ ἐλάτρευσαν.
25Ζʹ. Περὶ τῶν θεοποιησάντων Ῥωμαίων. Ἐξ ὧν Ῥωμαῖοι μεμαθηκότες τοὺς ἰδίους βασι‐ λεῖς μετὰ θάνατον ἐθεοποίησαν, καὶ οὐ μόνον τοὺς ἐννόμως βεβασιλευκότας καὶ 55 τοῦ δικαίου πεφροντικότας, ἀλλὰ καὶ τοὺς τυραννικῶς καὶ
30ἀδίκως τε καὶ παρανόμως τὴν ἀρχὴν ἰθύναντας. Καὶ γὰρ Νέρωνα πᾶσαν ἰδέαν ἀκολασίας καὶ πα‐ ρανομίας κατὰ κόρον μετεληλυθότα, καὶ Δομιτιανὸν, καὶ Κόμοδον καί γε ἄλλους μιαιφόνους καὶ λαγνι‐ στάτους ἄνδρας τῷ τῶν σφετέρων θεῶν καταλόγῳ
35συνέταξαν. (2) Οὐ μὴν δὲ, ἀλλὰ καὶ τοὺς παμπο‐ νήρους δαίμονας ἐθεοποίησαν, παρ’ ὧν καὶ τὰς γοητείας καὶ μαγγανείας μεμαθηκότες, πονηραῖς κακοτεχνίαις, θυσίαις καὶ τελεταῖς αὐτοὺς ἐτίμησαν, οὓς ἡμεῖς ἐκ διαμέτρου βδελυττόμεθα δικαίως
40ἄγαν ὡς θεομισεῖς καὶ τῆς αἰωνίου κολάσεως προξέ‐ νους. Ἐπειδὴ δὲ καὶ δαιμόνων ἐμνήσθην, προὔργου οἶμαι καὶ περὶ τούτου, ἄγε δὴ δοξαζομένων παρὰ τῶν ἐλεεινῶν καὶ τοῦ ἀσβέστου πυρὸς ἀξίων διασα‐
45φῆσαι. Τὸν γὰρ τούτων ἄρχοντα Σατανᾶν τὰ θεῖα προσαγορεύουσι λόγια, δηλοῖ δὲ τοὔνομα τὸν ἀποστά‐ την κατὰ τὴν φωνὴν τῶν Ἑβραίων, ὀνομάζει δὲ αὐτὸν Διάβολον ὡς τὸν Θεὸν πρὸς τοὺς ἀνθρώπους
συκοφαντοῦντα καὶ αὐτοῖς δὲ (5a) τοῖς ἀνθρώποις121

110

.

124

ἔριν πρὸς ἀλλήλους καὶ μάχην ἐμβάλλοντα. Τούτους ἡμεῖς οὐ πονηροὺς ἐξ ἀρχῆς παρὰ τοῦ Θεοῦ τῶν ὅλων δημιουργηθῆναι φαμὲν, οὐδὲ τοιάνδε ἕξιν λα‐ χεῖν, ἀλλὰ τῇ παρατροπῇ τῆς γνώμης ἀπὸ τῶν
5ἀμεινόνων εἰς τὰ χείρονα πεσεῖν αὐθαιρέτως καὶ αὐτ‐ εξουσίως, καὶ τοῖς παρὰ τοῦ πεποιηκότος παρασχε‐ θεῖσι οὐκ ἀρκεσθέντες, ἀλλὰ μειζόνως ὀρεχθέντες, εἰσδέξασθαι μὲν τοῦ τύφου τὸ πάθος, ἐκπεσεῖν δὲ τῆς ἀρχῆθεν δοθείσης τιμῆς· εἶτα κατὰ τῶν ἀν‐
10θρώπων ὡς εἰκόνι θείᾳ τετιμημένων λυττῆσαι καὶ τὸν κατ’ αὐτῶν ἀναδέξασθαι πόλεμον· τὸν δὲ ποιη‐ τὴν τῇ μὲν τῶν ἁγίων ἀγγέλων ἐπιστασίᾳ φρουρῆσαι τῶν ἀνθρώπων τὸ γένος, ὅπως μὴ βίᾳ καὶ τυραννίδι χρώμενος ἀοράτως ἐπιὼν, οὓς διὰ φθόνον ἐμίσησεν,
15ἀδεῶς διαφθείρῃ· τὴν δὲ ἀγωνιστικὴν οὐκ ἐκώλυε μάχην, ἵνα δείξῃ τοὺς ἀρίστους ἡ πάλη καὶ γένων‐ ται ἀνδραγαθιῶν ἀρχέτυπα· οὗ δὴ εἵνεκα τὴν βιαίαν ἐκείνου προσβολὴν ὡς ὀλέθριον διακωλύσας τῇ τῶν ἀγγέλων φρουρᾷ, τῇ τῶν λογισμῶν συνεχώρησεν
20ἀγωνίᾳ, ὅπως τοὺς ἀξιονίκους ἀποφήνῃ ἀξίους τῶν στεφάνων, οὐκ αὐτὸς ἐκεῖνον εἰς ἀντιπάλου τάξιν ἀποκληρώσας, ἀλλ’ 56 εἰς δέον τῇ ἐκείνου πονηρίᾳ χρησάμενος, ὥσπερ οἱ ἰατροὶ ταῖς ἐχίδναις εἰς ἀπαλλαγὴν νοσημάτων. (3) Ἐπεὶ οὖν βαρβαροφώνους Ἕλληνες τοὺς ἀπο‐
25στόλους καὶ ἡμᾶς ἀποκαλοῦσιν, ἴστωσαν ὡς καὶ ἡμῖν πάντες Ἕλληνες σκυθίζουσιν· τοῦτο γὰρ ὁ Παῦλος ἐδήλωσε φάσκων· «Ἐὰν μὴ γνῶ τὴν δύ‐ ναμιν τῆς φωνῆς, ἔσομαι τῷ λαλοῦντι βάρβαρος·» τῷ ὄντι γὰρ ὥσπερ τοῖς Ἕλλησιν Ἰλλύριοι, καὶ
30Παίονες, καὶ ἄλλοι βαρβαρίζειν δοκοῦσιν, οὕτως ἐκείνοις καὶ τοῖς τοιούτοις ὅσοι τῆς Ἑλλάδος καὶ τῆς Ἑλληνικῆς τεχνολογίας καὶ στωμυλίας ἐπαΐειν οὐ δύνανται, βάρβαροι δοκοῦσιν εἶναι. Ὅτι δὲ τὴν αὐτὴν ἔχει πᾶσα γλῶσσα διάνοιαν, μία γὰρ ἡ πάν‐
35των ἀνθρώπων φύσις, καὶ ἡ πεῖρα διδάσκαλος. Ἔστι γὰρ εὑρεῖν καὶ παρὰ τοῖς βαρβάροις τέχνας καὶ ἐπιστήμας καὶ τὰς ἐν πολέμοις ἀνδραγαθίας ἐκ περιουσίας, ἔνιοι δὲ τούτων καὶ σοφωτέραν τὴν Ἑλλήνων παιδείαν καὶ πολυλογίαν βραχυλογίᾳ νι‐
40κῶντες. (4) Τοῦτο γὰρ δὴ καὶ Πέρσαι μαρτυροῦσι καὶ οἱ παλαιοὶ συγγραφεῖς, καὶ εἴ τις νῦν πρεσβευ‐ τῶν ἢ στρατηγῶν ἢ ἐμπορίαν τινὰ μετιὼν συνεγέ‐ νετο, καὶ πεπείρατο καλῶς τῆς ἐκείνων ἀγχινοίας καὶ πανουργίας. Φασὶ γὰρ αὐτοὺς ὀξέως νοεῖν τὰς
45τῶν λόγων πλοκάς τε καὶ κλοπὰς καὶ ἐπικρύψεις, καὶ ὀλίγα φθεγγομένους νικᾷν τοὺς προδιαλεγομένους· καί γε ξυλλογιστικοὺς ἄγαν εἶναι διαβεβαιοῦνται, καὶ διαλύειν ἱκανοὺς τὰ παρ’ ἑτέρων πλεκόμενα ῥᾳδίως, καὶ παροιμίαις κεχρῆσθαι σοφωτάταις καὶ

110

.

124

(50)

αἰνίγμασιν· οὐ γὰρ δήπου φιλοσοφικοῖς ἢ ῥητορικοῖς ἐνετρύφησαν λόγοις, ἀλλὰ τὴν φύσιν μόνην εἶχον
διδάσκαλον.123

110

.

125

(5) Τοὺς δὲ Γίνδεις καὶ τούτων πολλῷ σοφωτέρους λέγουσιν εἶναι καὶ ἐντρεχεστέρους. (6) Καὶ (5b) οἱ παρ’ ἡμῖν δὲ νομάδες καὶ πρόχωροι, τοὺς Ἰσμαηλί‐ τας φημὶ, τοὺς ἐν ταῖς ἐρήμοις βιοτεύοντας καὶ
5μηδὲν τῶν Ἑλληνικῶν ξυγγραμμάτων ἐπισταμένους, ἀγχινοίᾳ πολλῇ, συνέσει τε καὶ πολυπειρίᾳ κοσμοῦν‐ ται, καὶ διάνοιαν ἔχουσι καὶ πανουργίαν ὀξυτάτην, ὅτι μάλιστα ξυνιδεῖν τἀληθὲς δυνάμενοι καὶ δι‐ ελέγξαι τὸ ψεῦδος καὶ διακρῖναι τὸ κρεῖττον ἀπὸ τοῦ
10χείρονος. (7) Περὶ δὲ τῶν Αἰγυπτίων περιττὸν οἶμαι λέγειν· καὶ γὰρ αὐτοὶ τῶν φιλοσόφων οἱ πρῶτοι κρείττους εἶναι τούτους ἔφασαν 57 τῶν ὀνομαστο‐ τάτων γεγενημένων παρ’ Ἕλλησιν. (8) Ῥωμαῖοι δὲ καὶ ποιητὰς ἔσχον καὶ συγγραφέας καὶ ῥήτορας, ὡς
15φασὶν οἱ ταύτην κἀκείνην ἠσκημένοι τὴν γλῶτταν· καὶ πυκνότερα καὶ δεινότερα τῶν Ἑλληνικῶν εἶναι τὰ τούτων ἐνθυμήματα καὶ συντομωτέρας ἅμα καὶ βαθυτέρας τὰς γνῶμας. (9) Ταῦτα λέγων, οὐ τὴν Ἑλλάδα σμικρύνων φωνὴν, οὐδὲ ἐναντία γε αὐτῇ
20παραδείγματα παρέχων, ἀλλὰ τῶν ἐπὶ ταύτῃ με‐ γαλαυχούντων συστέλλων τὴν γνάθον καὶ τὴν ὀφρὺν κατασπῶν, καὶ διδάσκων μὴ κωμῳδεῖν γλῶσ‐ σαν ἀληθείᾳ λαμπρυνομένην, μηδὲ βρενθύεσθαι μὲν ἐπὶ λόγοις κομψοτικῇ τέχνῃ πεποικιλμένοις, ἀλλὰ τῇ ἀληθείᾳ γεγυμνασμένοις.
25Ηʹ. Περὶ Πλάτωνος τοῦ φιλοσόφου. Καὶ γὰρ ἐντεῦθεν οἱ μὲν ἄτομά τε καὶ ἀμερῆ σώ‐ ματα προσηγόρευσαν διὰ τὸ ἀπαθὲς ἢ σμικρὸν ἄγαν, ἅτε μὴν νῦν τομὴν καὶ διαίρεσιν δέξασθαι μὴ δυνάμενον. Οὕτω γὰρ καλοῦσιν ἐκεῖνοι τὰ λεπτό‐
30τατα καὶ σμικρότατα σώματα, ἃ διὰ τῶν φωταγω‐ γῶν εἰσβάλλων ὁ ἥλιος, δείκνυσιν ἑαυτὸν ἄνω καὶ κάτω παλλόμενον. Οἱ δὲ τύχην καὶ εἱμαρμένην ἐδόξασαν· καὶ τὴν μὲν εἱμαρμένην ἀναγκαστικὴν δύναμιν εἶπον εἶναι
35καὶ τῆς ὕλης κινητικὴν, τὴν δὲ τύχην ὁ Πλάτων αἰτίαν ἔφη κατὰ συμβεβηκὸς γινομένην ἢ ξύμπτωμα φύσεως ἢ προαιρέσεως. (2) Καὶ γοῦν Δημόκριτος περὶ τούτου οὕτως εἶπεν· «Καὶ γὰρ τὰ μὲν ἐκ Θεοῦ πάντες ἔχομεν, τὰ δὲ ἐκ τῆς εἱμαρμένης καὶ
40τύχης καὶ τῶν σμικροτάτων ἐκείνων σωμάτων, καὶ προδήλως φερομένων, ἄνω καὶ κάτω παλλομένων καὶ περιπλεκομένων τε καὶ διισταμένων καὶ περι‐ φερομένων ἐξ ἀνάγκης,» ἀφ’ ὧν οὐ μόνον πλοῦτον καὶ πενίαν, καὶ ὑγίειαν, καὶ νόσον, καὶ δουλείαν, [καὶ]
45ἐλευθερίαν, καὶ πόλεμον, καὶ εἰρήνην διανέμειν, ἀλλὰ καὶ ἀρετὴν καὶ κακίαν ἀποκληροῦν ἔφη. (3) Καὶ πρὸς ἀλλήλους ἄλλας δοξάζονται ἀντιπαρα‐ τάξαντες διὰ τὸ ἀσύμφωνον καὶ ἀκατάλληλον 58
τῶν τηνικαῦτα δογμάτων καὶ πρὸς τὰς ἀλλήλων125

110

.

128

μαχεσάμενοι δόξας, εἰκότως καταλελύκασιν ὡς ψευδεπιπλάστους· ἐπειδὴ τὸ μὲν ψεῦδος οὐ μόνον τῇ ἀληθείᾳ πολέμιον, ἀλλὰ καὶ αὐτὸ αὐτοῦ πέφυ‐ κεν, ἡ δὲ ἀλήθεια ξύμφωνον ἑαυτῇ, καὶ μόνον ἔχουσα
5τὸ ψεῦδος ἀντικείμενον. Ὅθεν οἱ μὲν αὐτοκράτορα τὸν νοῦν εἶπον εἶναι καὶ ἄγαν δύνασθαι (6a) κατ’ ἐξουσίαν τὰ πάθη θεραπεύειν, οἱ δὲ ἀνάγκης αὐτὸν καὶ εἱμαρμένης ἀπέφηναν δοῦλον· καὶ [ἐκ] τῆς τοῦ οὐρανοῦ περιδινήσεως καὶ τῆς τῶν ἄστρων ξυν‐
10όδου τὰς τούτου πράξεις καὶ ἐνεργείας ἠρτῆσθαι. (4) Ὁ δέ γε Πλάτων τὴν ἐναντίαν τούτου περὶ ψυχῆς ἐξεπαίδευσε δόξαν, ἐλευθέραν αὐτὴν καὶ δέσποιναν τῶν παθῶν εἶναι φήσας, ὥσπερ δηλῶν ἐν τοῖς Νόμοις ἔφῃ· «Τὸ μὲν νικᾷν αὐτὸν ἑαυτὸν
15πασῶν νικῶν πρώτη καὶ ἀρίστη, τὸ δὲ ἡττᾶσθαι αὐτὸν ὑφ’ ἑαυτοῦ αἴσχιστόν τε καὶ κάκιστον.» «Ἴσμεν γὰρ, ὅτι τὰ πάθη ταῦτα ἐν ἡμῖν, οἷον νεῦρα ἢ μήρινθοί τινες ἐνοῦσαι σπῶσί τε ἡμᾶς καὶ ἀλλήλαις ἀνθέλκουσιν, ἐναντίαι γε οὖσαι ἐπ’
20ἐναντίας πράξεις, οὗ δὴ διωρισμένη ἀρετὴ καὶ κακία κεῖται· μιᾷ γάρ φησιν ὁ λόγος δεῖν τῶν ἕλξεων ἑπομένων ἀεὶ καὶ μηδαμῇ ἀπολειπόμενον ἐκείνης ἀνθέλκειν τοῖς ἄλλοις νεύροις ἕκαστον, ταύτην δὲ εἶναι τὴν τοῦ λογισμοῦ ἀγωγήν.» Ἀποδέδεικται
25οὖν ὡς τῇ βουλῇ τῆς ψυχῆς ἀπένειμεν ὁ ποιητὴς τὴν τῶν κρειττόνων καὶ χειρόνων διαίρεσιν καὶ ἁπλῶς ἔριν καὶ μάχην ἔχοντες. Καὶ ὁ μὲν ταῦτα. (5) Οἱ δὲ ἐκεῖνα πρεσβεύοντες ἐναντίαν δόξαν ὤδινον· οὐ γὰρ τἀληθὲς μαθεῖν ἐπεθύμησαν, ἀλλὰ
30κενοδοξίᾳ καὶ φιλοτιμίᾳ δουλεύσαντες καινῶν εὑρε‐ ταὶ κληθῆναι δογμάτων ἐπεπόθησαν, ὅθεν καὶ τὴν πολλὴν ὑπέστησαν πλάνην, τῶν ὕστερον ἐπιγενο‐ μένων ἀνατρεπόντων ἀναιδῶς τῶν πρεσβυτέρων τὰς δόξας. Καὶ γὰρ Ἀριστοτέλης ὁ τάλας ἔτι ζῶντι
35Πλάτωνι προφανῶς τε καὶ ἀναισχύντως ἀντιπα‐ ρετάξατο καὶ τὸν τῆς Ἀκαδημίας ἀνεδέξατο πό‐ λεμον· καὶ οὔτε τὴν διδασκαλίαν ἐτίμησεν, ἧς φιλοτίμως ἀπέλαυσεν, οὔτε τοῦ πολυθρυλλήτου ἀνδρὸς ᾐδέσθη τὸ κλέος, οὔτε 59 τὸ ἐν λόγοις
40ἔδεισε κράτος, ἀλλὰ ὑπερηφάνως καὶ ἀπηρυ‐ θριασμένως ὁ ἐμβρόντιστος πρὸς αὐτὸν ἀντέστη, οὐκ ἀμείνοσιν ἐκείνῳ, ἀλλὰ πολλῷ χείροσι χρη‐ σάμενος δόγμασιν. Καὶ γὰρ δὴ τὴν ψυχὴν ἐκείνου εἰπόντος τριμερῆ καὶ ἀθάνατόν τε καὶ θεοειδῆ,
45αὐτὸς θνητὴν ἔφη καὶ ἐπίκαιρον· καὶ τὸν Θεὸν εἰρηκότος ἐκείνου προμηθεῖσθαι τῶν πάντων, οὗτος
τὴν γῆν, ὅσον ἧκεν εἰς λόγους, τῆς θείας κηδεμο‐127

110

.

129

νίας ἐστέρησε· τὰ γὰρ δὴ μέχρι σελήνης ἰθύνειν ἔφη τὸν Θεὸν, τὰ δέ γε ἄλλα ὑπὸ τὴν εἱμαρμένην τετάχθαι καὶ τύχην καὶ κατὰ τὴν βιαίαν ἀνάγκην ἐφίστησιν ἑκάστῳ. Καὶ ταύτῃ παραγνώμῃ ποιῶν
5τοὺς ἀνδροφόνους καὶ τοιχωρύχους καὶ πόρνους, τὰ τῆς παρανομίας εἴδη, καὶ ἄλλα δὲ πάμπολλα πρὸς ἀνατροπὴν ὁ δείλαιος τοῦ διδασκάλου δυσσεβῶς τε καὶ τολμηρῶς ἐτερατολόγησεν. (6) Ὁ τοίνυν σοφώτατος Πλάτων θεολογῶν ἔφη· «Τί τὸ ὃν (μὲν) ἀεὶ, γένεσιν δὲ οὐκ ἔχον, καὶ
10τὸ γιγνόμενον μὲν ἀεὶ, ὂν δὲ οὐδέποτε; Τὸ μὲν δὴ νοή‐ σει μετὰ λόγου περιληπτὸν ἀεὶ, κατὰ τὸ αὐτὸ ὂν, τὸ δὲ αἰσθήσει ἀλόγῳ δοξαστὸν, (6b) γιγνόμενον μὲν καὶ ἀπογιγνόμενον, ὄντως δὲ οὐδέποτε ὄν.» Ταῦτα δὲ πάντα μέρος χρόνου, τὸ ἦν καὶ ἔσται· ἃ δὴ φέ‐
15ροντες λανθάνομεν ἐπὶ τὴν ἀΐδιον οὐσίαν οὐκ ὀρθῶς· λέγομεν γὰρ δή· ὃ ἦν, ἔστι τε καὶ ἔσται, τί δὲ τὸ ἔστι μόνον κατὰ τὸν ἀληθῆ λόγον προσήκει· τὸ δὲ ἦν καὶ ἔσται περὶ τὴν ἐν χρόνῳ γένεσιν οὖσαν πρέ‐ πει λέγεσθαι, τὸ δὲ ἀεὶ καὶ καθ’ αὑτὸν ὂν ἀνακι‐
20νήτως, οὔτε νεώτερον οὔτε πρεσβύτερον προσ‐ ήκει λέγεσθαι· καὶ γὰρ τὸ ἀεὶ ὂν καὶ προὸν γενέ‐ σεώς ἐστιν ἁπάσης ὑπέρτερον, τὸ δὲ γενόμενον καὶ ἀλλοιώσεις πολλὰς δεχόμενον, εἰκότως ἔφησεν οὐδέποτε εἶναι. Καὶ πάλιν ὁ Πλάτων φησίν·
25«Ἀγαθὸς μὲν ὁ Θεὸς τῷ ὄντι γε καὶ λεκτέον, αἴτιος τῶν ἀγαθῶν, τῶν δὲ κακῶν ἁπάντων ἀναίτιος.» Ταῦτα οὖν περὶ τοῦ πεποιηκότος Θεοῦ καὶ περὶ τῆς ἡμῶν αὐτεξουσιότητος ἐδίδαξε καλῶς ὁ Πλάτων φρονεῖν καὶ δοξάζειν· καὶ τοὺς κακῶν αἴτιον τὸν
30Θεὸν λέγοντας ἐξελαύνειν ἐκέλευσε, καὶ ἀνόσιον εἶναι τόνδε τὸν λόγον φησὶ καὶ ἀξύμφορον ἡμῖν καὶ ἀσύμφωνον ἑαυτῷ. Οὐκοῦν εἰ ἀγαθὸς ὁ Θεὸς, ὥσπερ 60 δὴ καὶ ἀγαθὸς, οὐκ ἂν ἄρα κακῶν αἴτιος γένοιτ’ ἄν. Εἰ δὲ ἀναίτιος τῶν γενομένων κακῶν, κακὰ δὲ
35κυρίως ὀνομαζόμενα οὐ τὰ παρὰ πολλῶν ὀνομάζειν φίλον τισὶν, ἀλλὰ κακίαν, ἀκολασίαν καὶ τὰς ἄλλας παρανομίας τὰς ὑφ’ ἡμῶν αὐτεξουσίως τολμωμέ‐ νας· ἡμεῖς γὰρ τούτων ἄρα αἴτιοι, καὶ οὐχ ὁ τἀναν‐ τία νομοθετήσας Θεός· ὅπερ δηλοῖ αὖθις ὁ Πλάτων
40ἐν τοῖς Νόμοις, καὶ δεικνὺς ἡμῖν τὸν τῶν ὅλων πρύ‐ τανιν, τῶν τοῦ παντὸς οἰάκων ἐπειλημμένον, φησίν· «Ὁ μὲν δὴ Θεὸς, ὡς καὶ ὁ παλαιὸς λόγος, ἀρχὴν καὶ τελευτὴν καὶ μεσότητα τῶν ἁπάντων ἔχων, εὐθείᾳ περαίνει κατὰ φύσιν περιπορευόμενος, τῷ
45δὲ ἀεὶ ξυνέπεται δίκη τῶν ἀπολειπομένων τοῦ ὀρθίου νόμου τιμωρός· ἧς ὁ μὲν εὐδαιμονήσειν μέλλων
ἐχόμενος ξυνέπεται ταπεινῶς κεκοσμημένος· ὁ129

110

.

132

δέ τις ἐξαρθεὶς, ὑπὸ μεγαλαυχίας ἢ χρήμασιν ἐπαι‐ ρόμενος ἢ τιμαῖς ἢ καὶ σώματος εὐμορφίᾳ ἅμα νεότητι καὶ ἀνοίᾳ φλέγεται τὴν ψυχὴν μεθ’ ὕβρεως, ὡς δὴ οὔτ’ ἄρχοντος οὔτ’ αὖ ἡγεμόνος δεόμενος,
5ἀλλὰ καὶ ἄλλοις ἱκανὸς ὢν ἡγεῖσθαι, καταλείπε‐ ται ἔρημος Θεοῦ, καταλειφθεὶς δὲ καὶ ἔτι ἄλλους τοιούτους προσλαβὼν σκιρτᾷ ταράττων πάνθ’ ἅμα· καὶ πολλοῖς τισιν ἔδοξεν εἶναί τι, μετὰ δὲ χρό‐ νον ὑποσχὼν τιμωρίαν οὐ μεμπτὴν τῇ δίκῃ, ἑαυ‐
10τόν τε [καὶ] οἶκον καὶ πόλιν ἄρδην ἀνάστατον ἐποίη‐ σεν.» Διὰ τοῦτο ὁ φιλόσοφος καὶ τὸν τοῦ παντὸς ἔδειξε κηδεμόνα καὶ τὴν ἐπὶ τινῶν ἐσκόπει μακρο‐ θυμίαν καὶ τὴν ἐντεῦθεν τοῖς ἀνοήτοις προσγινομέ‐ νην λώβην καὶ τὴν ἐσύστερον αὐτοῖς ἐπιφερομένην
15πανολεθρίαν. Ἐν δὲ τῷ Γοργίᾳ καὶ τῆς τιμωρίας δηλοῖ τὰς αἰτίας λέγων ὡδί· «Προσήκει δὲ παντὶ τῷ ἐν τιμωρίᾳ ὄντι, ὑπ’ ἄλλου ὀρθῶς τιμωρου‐ μένῳ ἢ βέλτιον γίνεσθαι καὶ ὠνήσασθαι ἢ παράδειγμα ἄλλοις γίνεσθαι, ἵν’ ἐκεῖνοι ὁρῶν‐
20τες πάσχοντα ἃ πάσχει, φοβούμενοι (7a) βελτίους γίγνωνται. Εἰσὶ δὲ οἱ ὠφελούμενοι μὲν καὶ δίκην διδόντες ὑπὸ Θεοῦ καὶ ἀνθρώπων οὗτοι οἳ ἂν ἰάσιμα ἁμαρτήματα ἁμαρτάνωσιν, ὅμως δὲ δι’ ἀλγηδόνων καὶ ὀδυνῶν γίνεται αὐτοῖς ἡ 61 ὠφέ‐
25λεια, κἀνθάδε καὶ ἐν ᾍδου· οὐ γὰρ οἷόντε ἄλλως ἀπαλλάττεσθαι· οἱ δὲ, ἐὰν τὰ ἔσχατα ἀδικήσωσι καὶ διὰ τὰ τοιαῦτα ἀδικήματα ἀνίατοι πάμπαν γέ‐ νωνται, ἐνταῦθα τὰ παραδείγματα γίνονται, καὶ οὗτοι μὲν οὐκέτι ὀνίνανται, ἅτε ἀνίατοι ὄντες·
30ἄλλοι δὲ ὀνίνανται οἱ τούτους ὁρῶντες διὰ τὰς μεγίστας ἁμαρτίας καὶ ὀδυνηρότερα καὶ φοβερώτερα πάθη πάσχοντας τὸν ἀεὶ χρόνον ἀτεχνῶς πα‐ ραδείγματα.» (7) Ταῦτα δὲ ἔοικεν ὁ σοφώτατος Πλάτων ἐκ τῶν θείων σεσυληκέναι λόγων· ἤκουσε
35γὰρ πάντως τὰ διὰ Μωϋσέως ἐπὶ Θεοῦ πρὸς τὸν Φαραὼ λεχθέντα· τό· «Εἰς αὐτὸ τοῦτο ἐξήγειρά σε, ὅπως ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου, καὶ ὅπως διαγγελῇ τὸ ὄνομά μου ἐν πάσῃ τῇ γῇ.» Παμ‐ πονήρῳ γάρ τοι γεγενημένῳ ἐκείνῳ παντοδαπὰς καὶ
40κολάσεις ἐπήγαγεν αὐτῷ ὁ Θεὸς, οὐχ ὥστε ἀποφῆναι βελτίονα—ᾔδει γὰρ αὐτοῦ καὶ τὸν νοῦν ἀντίτυπον καὶ τὸ πάθος ἀνήκεστον—ἀλλ’ ὅπως τὰ περὶ ἐκεί‐ νου διηγήματα πᾶσιν ὠφελείας γένωνται παραδεί‐ γματα. Καθάπερ γὰρ αἱ πόλεις τρέφουσι τοὺς δη‐
45μίους, ὥστε τοὺς ἀνδροφόνους καὶ τοιχωρύχους καὶ τοὺς ἄλλως παρανομοῦντας κολάζειν, οὐκ ἐπαινοῦσαι μὲν αὐτῶν, ἀλλὰ καὶ λίαν μισοῦσαι τὴν τοῦ βίου προαίρεσιν, ἀνεχόμεναι δὲ τῆς τούτων ὑπηρεσίας
διὰ τὴν χρείαν, οὕτως ὁ τοῦ κόσμου πρύτανις, οἷα131

110

.

133

δημίους τινὰς γενέσθαι συγχωρεῖ τοὺς τυράννους, ὥστε διὰ τούτων ποινὴν τοὺς παρανομοῦντας καὶ ἀσεβοῦντας εἰσπράττειν· ὕστερον δὲ καὶ αὐτοὶ πα‐ ραδοθήσονται τιμωρίαις, ἐπειδήπερ οὐχ ὡς Θεῷ
5διακονοῦντες, ἀλλ’ οἰκείᾳ πονηρίᾳ δουλεύοντες, τὰ δεινὰ δεδράκασιν ἐκεῖνα. Οὕτως ἡμαρτηκότα τὸν Ἰσραὴλ τῇ τῶν Ἀσσυρίων ὠμότητι παρέδωκε, καὶ ἐπειδὴ δὲ τὸν τοιοῦτον οὐκ ἔγνωσαν σκοπὸν, καὶ τούτων καταλύσας τὴν δυναστείαν, ἑτέροις δουλεύειν
10ἠνάγκασεν, ὡς διαῤῥήδην οἱ προφῆται διδάσκουσι, παρ’ ὧν ὁ Πλάτων τὰς ἀφορμὰς κεκλοφὼς τοιάδε ἔφη τοὺς ἀνιάτως διακειμένους εἰς ὠφέλειαν ἑτέρων παιδεύεσθαι. (8) Καὶ μέν τοί γε καὶ περὶ τῶν λήξεων καὶ ἀποκληρώσεως τῶν ψυχῶν ὁ σοφώτατος ἐν 62
15τῷ Φαίδωνι πάλιν φησίν· «Ὁ μὲν ἀτέλεστος καὶ ἀκάθαρτος εἰς ᾍδην ἀφικόμενος ἐν βορβόρῳ κείσε‐ ται· ὁ δὲ τετελεσμένος καὶ κεκαθαρμένος ἐκεῖσε μεταχωρήσας μετὰ Θεοῦ οἰκειώσει· τὸν μὲν γὰρ δικαίως τὸν βίον μετεληλυθότα καὶ ὁσίως, ἐπειδὰν
20τελευτήσει, εἰς Μακάρων νήσους ἀπιόντα οἰκεῖν ἐν πάσῃ εὐδαιμονίᾳ κακῶν ἐκτὸς, τὸν δὲ ἀδίκως καὶ ἀθέως εἰς τὸ τῆς κρίσεώς τε καὶ δίκης δεσμωτήριον, ὃ δὴ Τάρταρον καλοῦσιν, ἰέναι καὶ οὕτω γυμνὸν, ἔπειτα κριτέον ἁπάντων τούτων· τεθνεῶτας γὰρ (7b)
25δὴ κρίνεσθαι, ἵνα δικαία ἡ κρίσις τοῦ κριτοῦ γένη‐ ται.» Οὕτως ὁ Πλάτων ἀκριβῶς ἐπίστευσεν εἶναι τὰ ἐν ᾍδου κριτήρια. (9) Ἐντυχὼν γὰρ Ἑβραίοις ἐν Αἰγύπτῳ, τῶν προφητικῶν λογίων ἀσπασίως ἤκουσε καὶ τὸν τοῦ πυρὸς ποταμὸν ἔμαθεν, ὃν ὁ μέ‐
30γας ἐθεάσατο Δανιὴλ, καὶ τοὺς Ἡσαΐου τοῦ θειοτά‐ του μεμύηται λόγους, ἐν οἷς φησι περὶ τῶν ἁμαρ‐ τωλῶν· «Ὁ σκώληξ αὐτῶν οὐ τελευτᾷ, καὶ τὸ πῦρ οὐ σβεσθήσεται,» καὶ· «Τίς ἀναγγελεῖ ὑμῖν τὸν αἰώνιον τόπον;» Ὥστε οὖν Πλάτων, ὁ τῶν
35Ἑλλήνων πάντων σοφώτερος καὶ ὑπέρτερός τε καὶ διαβόητος, ἐν Αἰγύπτῳ πρὸς τοὺς φρονίμους καὶ σοφοὺς τῶν Αἰγυπτίων ἀφίκετο, πολυπειρίαν καὶ φυσιολογίαν ἀκριβεστέραν μαθησόμενος, ὡς Ἕλλη‐ νες ἱστοροῦσιν· ἔμαθε δὲ παρ’ Ἐβραίοις καὶ θεολο‐
40γίαν, εἰ καὶ μὴ σαφεστάτην καὶ ἀκραιφνῆ, καθὼς παρειλήφει διὰ τὴν προκατέχουσαν αὐτὸν δεινὴν ἀθεΐαν καὶ χαλεπὴν ἔτι πλάνην ἀκμάζουσαν, ἀλλ’ οὖν ἐξηγήσατο· καὶ γὰρ τὰ Μωσαϊκὰ σφετερι‐ σάμενος ἱερὰ πάμπολλα καὶ μεταφράσας λόγια,
45ταύτῃ τοι πειρᾶται λεληθότως αἰνιγματωδῶς ποιεῖ‐ σθαι τὴν ἀφήγησιν· ὅθεν καὶ πρός τινα τοῦτο δὴ παρυπεμφαίνων εὖ μάλα ἔφη· «Φραστέον δή σοι δι’ αἰνιγμάτων, ἵν’ ἄν τι ἡ δέλτος ἢ πόντου ἢ γῆς ἐν πτυχαῖς πάθῃ, ὁ ἀναγνοὺς μὴ γνῷ· ὧδε γὰρ

110

.

133

(50)

ἔχει· Περὶ τὸν πάντων βασιλέα πάντα ἐστὶ καὶ ἐκείνου εἵνεκα πάντα, καὶ ἐκεῖνο πάντων τῶν κα‐
λῶν αἴτιον, δεύτερον δὲ περὶ τὰ δεύτερα, καὶ τρίτον133

110

.

136

περὶ τὰ τρίτα.» (10) Καὶ ἁπλῶς, ἵνα συλλήβδην περὶ τῶν αὐτῶν αὖθις κεφαλαιωδῶς εἴπω καὶ περι‐ ληπτικῶς, πολλὰ μὲν οὖν καὶ παντοδαπὰ 63 τῶν δυσσεβῶν αἱρουμένων τὰ στίφη καὶ διαφόρα τῆς
5βλασφημίας τὰ βέλη, πολυσχιδὲς δὲ καὶ ποικίλον τὸ ψεῦδος τῷ τερπνῷ τοῦ μυθώδους κεράσασα καὶ οἷον κυκεῶνα κατασκευάσασα, τῆς πολυθέου πλάνης τὴν μέθην τοῖς ἀνθρώποις προσήνεγκεν· ἡ δὲ σο‐ φιστικὴ ἐν τρίβωνι λευκῷ καὶ πώγωνι μακρῷ καὶ
10κόμῃ κεφαλῆς τὴν φιλοσοφίαν ὁριζομένη, τῆς ποιη‐ τικῆς θεολογίας τὸ καταγέλαστον ὁρῶσα, ἑτέρας πλάνης ἐνενόησεν ἀτραποὺς, εἰς αὐτὸ τὸ ποιητικὸν ἐκεῖνο βάραθρον ἀπαγούσας. Οἱ μὲν γὰρ τῇ κομ‐ ψείᾳ τοῦ λόγου καὶ τῇ τῶν ἐνθυμημάτων δεινότητι
15τῇ ποιητικῇ τὴν περὶ τῶν θεῶν αἰσχρουργίαν καὶ αἰσχρολογίαν ἐκάλυψαν· οἱ δὲ τοῖς πάθεσι τὴν θείαν προσηγορίαν ἔθεσαν, καὶ τὴν μὲν ἡδονὴν, ὡς ἔφην, Ἀφροδίτην ὠνόμασαν, Ἄρεα δὲ τὸν θυμὸν, τὴν δὲ μέθην Διόνυσον, Ἑρμῆν δὲ τὴν κλοπὴν, τὴν δὲ
20φρόνησιν Ἀθηνᾶν, καὶ τοιαῦτά τινα μετὰ ἀλαζονι‐ κῆς ὀφρύος καὶ τῆς Ἀττικῆς στωμυλίας τερατευόμε‐ νοι, τοὺς πολλοὺς τῶν ἀνθρώπων εἰς ἑτέραν εἴδους ἀπάτην μετήγαγον· καὶ οἱ φιλοσοφεῖν ὑπισχνούμενοι καὶ τὴν ἀπὸ τοῦ σχήματος τιμὴν παρὰ πάντων δρε‐
25πόμενοι (8a) καὶ τῶν παθῶν κρατεῖν ἐπαγγελλόμε‐ νοι προσκυνεῖν τὰ πάθη τοὺς ἀνθρώπους ἀνέπεισαν, καὶ τὸν αὐτοκράτορα νοῦν τῶν παθῶν καὶ ἡνίοχον θύειν ἐπιθυμίᾳ, καὶ θυμῷ, καὶ κλοπῇ, καὶ μέθῃ, καὶ τοῖς ἄλλοις πάθεσιν, ἀνοήτως πεπείκασιν. (11)
30Ἄλλοι δὲ πάλιν οὐδὲν ὑπὲρ τὰ ὁρώμενα νοῆσαι δυνη‐ θέντες, ἀλλὰ τοῖς αἰσθητοῖς τὸν νοῦν ἐγκαθείρξαντες, τὰ τοῖς ὀφθαλμοῖς εἰς θέαν προκείμενα, θεοὺς προσηγόρευσαν, καὶ τὸ σεπτὸν ὄνομα καὶ φρίκην ἐμποιοῦν τοῖς ἀκούουσιν οἱ μὲν τοῖς στοιχείοις, οἱ
35δὲ τοῖς μέρεσι τούτων ἐπέθηκαν· καὶ οἱ μὲν ἀπὸ ταὐτομάτου γεγενῆσθαι τὸν κόσμον, οἱ δὲ πολλοὺς θεοὺς ἀνθ’ ἑνὸς ἐφαντάσθησαν· καὶ οἱ μὲν μὴ εἶναι παντελῶς τὸ Θεῖον, οἱ δὲ εἶναι μὲν, οὐδενὸς δὲ τῶν ὄντων ἐπιμελεῖσθαι· οἱ δὲ ἐπιμελεῖσθαι μὲν ἔφασαν,
40σμικρῷ λόγῳ δὲ τοῦτο ποιεῖν καὶ τῇ σελήνῃ περι‐ ορίζειν τὴν πρόνοιαν, τὸ δὲ λοιπὸν τοῦ κόσμου μέρος, ὡς ἔτυχε, φέρεσθαι τῇ τῆς Εἱμαρμένης ἀνάγκῃ δουλεύειν βεβιασμένον. (12) Διὰ δὴ τούτων καὶ τῶν τοιούτων σαφῶς ἔγνωμεν, ὡς οὐ μόνον ἀλλήλους,
45ἀλλά 64 γε καὶ σφίσιν αὐτοῖς περὶ τῶν αὐτῶν ἐναν‐ τία γεγράφασι καὶ μεγίστων διαφωνίαν φιλοδοξίᾳ τε καὶ κακουργίᾳ πιεζόμενοι πρὸς ἀλλήλους εἰργά‐ σαντο καὶ τὴν οἰκουμένην ἐτάραξαν καὶ σὺν ἑαυτοῖς πολλοὺς ἀπώλεσαν. (15) Τοσαύτη γοῦν πάλαι πλάνη κατεῖχε τὸν κόσμον· ἀλλὰ ταύτην ἄρδην ἠφάνισε καὶ πάμπαν

110

.

136

(50)

ἐξήλασε προδήλως ὁ παρ’ ἡμῶν προσκυνούμενος
Κύριος. Καὶ μαρτυρεῖ τῷ λόγῳ τὰ πράγματα, γῆ τε135

110

.

137

καὶ θάλασσα, τῆς προτέρας ἀγνοίας καὶ δυσσεβείας ἀπηλλαγμέναι, πεπαυμένης τῶν εἰδώλων τῆς πλά‐ νης, τῆς ἀγνοίας ὁ ζόφος ἐληλαμένος, τοῦ φωτὸς τῆς γνώσεως αἱ ἀκτῖνες τὴν οἰκουμένην ἐμπλήσασαι,
5Ἕλληνές τε καὶ Ῥωμαῖοι καὶ Βάρβαροι τὸν ἐσταυ‐ ρωμένον θεολογοῦντες καὶ ἀντὶ τῶν πολλῶν καὶ ψευδωνύμων θεῶν τῇ Τριάδι μόνῃ λατρεύοντες, τὰ δὲ τῶν δαιμόνων τεμένη ἄρδην ἀπολλύοντες· οἱ βωμοὶ τῶν εἰδώλων ἐκ βάθρων ἀνεσπασμένοι,
10ἐκκλησίαι περιφανεῖς πανταχοῦ δεδομημέναι, ἐν πόλεσιν, ἐν κώμαις, ἐν ἐσχατιαῖς μαρτύρων καὶ ὁσίων σηκοὶ ἐξειργασμένοι, ἀσκητῶν καταγωγαὶ τὰς τῶν ὀρῶν κορυφὰς ἁγιάζουσιν. Ταῦτα καὶ τὰ τούτοις ὅμοια τῆς τοῦ Σωτῆρος ἡμῶν οἰκονομίας τὸ
15θεοπρεπὲς ἐπιδεικνύει κατόρθωμα, κενὴν ἅπασαν τῶν φιλοσόφων ἐρεσχελίαν καταλειπόντων τοῖς τῶν ἁλιέων καὶ ἰδιωτῶν ἐντρυφῶσι μαθήμασι. (14) Διέμεινε τοίνυν ἡ παλαιὰ τῶν εἰδώλων πλάνη ἀπὸ Σεροὺχ ἕως τῶν χρόνων Θάῤῥα τοῦ πατρὸς Ἀβραάμ. Ναχὼρ δὲ γενόμενος ἐτῶν οθʹ, ἐγέννησε τὸν Θάῤῥα (καὶ μετὰ τοῦτο ἔζησεν (8b) ἔτη ρκβʹ καὶ
20ἀπέθανε, ζήσας τὰ πάντα ἔτη σβʹ). Θʹ. Περὶ τῆς γεννήσεως Ἀβραάμ. Θάῤῥα δὲ γενόμενος ἐτῶν οʹ ἐγέννησε τὸν Ἄβραμ καὶ τὸν Ναχὼρ καὶ τὸν Ἄραν, τὸν πατέρα τοῦ Λώτ, ὃς καὶ ἀπέθανε πρὸ τοῦ πατρὸς αὐτοῦ Θάῤῥα,
25καὶ μετὰ τοῦτο ἔζησεν ὁ Θάῤῥα ἔτη ρλεʹ καὶ 65 ἀπέθανε, ζήσας τὰ πάντα ἔτη σε· ἦν δὲ οὗτος ἀγαλματοποιὸς ἀπὸ λίθων καὶ ξύλων| θεοὺς πλα‐ στουργῶν καὶ πικράσκων. Περιέστη μέντοι ὁ αἰὼν εἰς εἰκοστὴν γενεὰν ἕως τούτου ἐτῶν ͵γτκβʹ, καὶ
30οὐδεὶς πώποτε τῶν προγενεστέρων ἀνθρώπων φαί‐ νεται υἱὸς πρὸ πατρὸς τελευτήσας, ἀλλὰ πατέρες πρὸ παίδων, τοὺς υἱοὺς διαδόχους τῶν πραγμάτων αὐτῶν καταλιμπάνοντες. Καὶ μή τις λεγέτω περὶ τοῦ Ἄβελ· οὐ γὰρ ἰδίῳ θανάτῳ τέθνηκεν, ἀλλὰ
35βιαίῳ· ἐξ ὅτε γὰρ Θάῤῥα ἀντίζηλον τῷ Θεῷ παρε‐ στήσατο διὰ τῆς οἰκείας πλαστουργίας τεχνασάμενος εἴδωλα, τὰ ὅμοια οἷς ἔπραξεν ἐκ τῆς δίκης ἀπείλη‐ φεν καὶ αὐτὸς παραζηλωθεὶς ἀπὸ τοῦ ἰδίου τέκνου. Ἀπέθανε γὰρ ὁ Ἄραν ἐν τῷ ἐμπυρισμῷ, ᾧ ἐνεπύ‐
40ρησεν Ἄβραμ καῦσαι τὰ εἴδωλα τοῦ πατρὸς αὐτοῦ· ἐν γὰρ τῷ εἰσελθεῖν Ἄραν ἐξελέσθαι αὐτὰ, συν‐ εφλέχθη καὶ ἀπέθανεν· διὸ καὶ θαυμάσασα ἡ θεία Γραφὴ ἐπεσημήνατο λέγουσα· «Καὶ ἀπέθανεν Ἄραν ἐνώπιον Θάῤῥα τοῦ πατρὸς αὐτοῦ.» (4) Ὁ γὰρ
45Ἄβραμ, ὑπάρχων ἐτῶν ιδʹ καὶ θεογνωσίας ἀξιω‐137

110

.

140

θεὶς, ἐνουθέτει τὸν πατέρα αὐτοῦ λέγων· «Τί πλα‐ νᾷς τοὺς ἀνθρώπους διὰ κέρδος ἐπιζήμιον; Οὐκ ἔστιν ἄλλος Θεὸς εἰ μὴ ὁ ἐν τοῖς οὐρανοῖς, ὁ καὶ πάντα τὸν κόσμον ποιήσας·» οὕτως λέγεται τῆς
5θεογνωσίας ἀξιωθῆναι· ὁρῶν γὰρ τοὺς ἀνθρώπους πάντας κτισματολατροῦντας καὶ διαφόρους θεοὺς τὰ φαινόμενα προσαγορεύοντας καὶ προσκυνοῦντας, περιήρχετο καθ’ ἑκάστην ἡμέραν διαπονούμενος καὶ τὸν ὄντως ὄντα Θεὸν ἐκζητῶν ἐκ φιλοθέου καρδίας·
10καὶ οὕτω βλέπων οὐρανὸν ποτὲ μὲν λαμπρὸν, ποτὲ δὲ σκοτεινὸν, ἔλεγεν ἐν ἑαυτῷ· «Οὐκ ἔστιν οὗτος Θεός·» ὁμοίως δὲ καὶ ἥλιον καὶ σελήνην, τὸν μὲν ἀποκρυπτόμενον ἢ ἀμαυρούμενον πολλάκις, τὴν δὲ φθίνουσαν καὶ ἀπολήγουσαν, ἔφασκεν· «Οὐδ’ οὗτοί
15εἰσι θεοί·» καὶ μέντοι τὴν τῶν ἄστρων φοράν τε καὶ κίνησιν πολυπραγμονῶν—ἦν γὰρ ἀστρονόμος ἄκρος ἐκ τοῦ πατρὸς πεπαιδευμένος—καὶ μήτε διὰ τούτου μήτε μὴν δι’ ἄλλων τινῶν ὁρωμένων εὑ‐ ρίσκων τὸν τούτων δημιουργὸν, ἐδυσχέρηνε σφόδρα
20καὶ ἠθύμει, οὗ τὸν πόθον καὶ τὴν ἐπιθυμίαν ἰδὼν ὁ πλάσας καταμόνας 66 τὰς καρδίας ἡμῶν καὶ συνιεὶς εἰς πάντα τὰ ἔργα αὐτοῦ, ὤφθη αὐτῷ καὶ πρὸς τὴν γῆν τῆς ἐπαγγελίας πορείαν παρεκελεύσατο λέγων «ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας
25σου καὶ ἐκ τοῦ οἴκου τοῦ πατρός σου καὶ δεῦρο εἰς γῆν ἣν ἄν σοι δείξω.» (5) Καὶ δὴ παραχρῆμα λα‐ βὼν τὰ εἴδωλα καὶ τὰ μὲν κλάσας, τὰ δὲ ἐμπυρήσας ἀνεχώρει μετὰ τοῦ πατρὸς αὐτοῦ ἐκ γῆς Χαλδαίων, καὶ (9a) ἐλθὼν εἰς Χαῤῥὰν ἐτελεύτησεν ὁ πατὴρ αὐ‐
30τοῦ. Καὶ ἐξελθὼν ἐκεῖθεν πάλιν ἐν λόγῳ Κυρίου ἦλθε σὺν τῇ γυναικὶ αὐτοῦ Σάῤῥᾳ καὶ τῷ ἀνεψιῷ αὐτοῦ Λὼτ μετὰ πάσης αὐτῶν τῆς ἀποσκευῆς εἰς τὴν ὀφειλομένην γῆν Χαναὰν, ἣν οἱ Χαναναῖοι τυ‐ ραννικῶς ᾤκησαν, πολεμικῇ χρησάμενοι βίᾳ. (6)
35Περὶ οὗ μέντοι καὶ Κλήμης ὁ Ῥωμαῖος καὶ σοφώ‐ τατος καὶ μαθητὴς Πέτρου τοῦ μεγάλου γνήσιος οὕτως ἔφη· «Λιμοῦ δὲ γενομένου καταλιπὼν Ἀβρὰμ τὴν Χαναναίαν γῆν, εἰς Αἴγυπτον ἀπῄει, οὗ τὴν γυναῖκα Σάῤῥαν Ἀβιμέλεχ ἁρπάσας ὁ βασι‐
40λεὺς, αὐτίκα τοῦτον ὁ Θεὸς, ἐτάσας καὶ λίαν ἐκδει‐ ματώσας, ἅμα καὶ πάρεσιν τῶν μελῶν ἐπάξας· «Ἀπόδος, ἔφη, τὴν γυναῖκα τῷ ἀνθρώπῳ, ὅτι προφήτης ἐστὶ, καὶ προσεύξεται περὶ σοῦ καὶ ζή‐ σεις· εἰ δὲ μὴ ἀποδῷς, γνῶθι ὅτι ἀποθανῇ σὺ καὶ τὰ
45σὰ πάντα.» Καὶ οὕτως ἀπολαβὼν ὁ Ἄβραμ τὴν Σάῤῥαν ἀμίαντον καὶ προσευξάμενος, ἰάθη τῆς παρ‐ έσεως ὅ τε Ἀβιμέλεχ καὶ πάντες οἱ ἐν τῷ οἴκῳ αὐτοῦ ἐκ τῆς θεηλάτου πληγῆς.» (7) Ὅθεν δὴ λοι‐ πὸν ὡς δίκαιον ἔκτοτε καὶ τοῦ Θεοῦ δοῦλον τιμῶν

110

.

140

(50)

αὐτὸν ὁ βασιλεὺς καὶ προσέχων τοῖς ὑπ’ αὐτοῦ λεγο‐ μένοις, διδάσκαλος εὐσεβείας καὶ πολυπειρίας Αἰ‐
γυπτίοις ἐγένετο.» Πρῶτος γὰρ, ὥς φησι Ἰώση‐139

110

.

141

πος, Ἄβραμ δημιουργὸν τὸν Θεὸν ἀνεκήρυξεν, καὶ πρῶτος κατελθὼν εἰς Αἴγυπτον ἀριθμητικὴν καὶ ἀστρονομίαν αὐτοὺς ἐδίδαξε, κἀντεῦθεν ἐπ‐ έραστος καὶ παγγέραστος γενόμενος, ἠξίωσεν ὁ βασι‐
5λεὺς ὑπ’ αὐτοῦ γυμνασθῆναι τὰ περὶ ἀστρολογίας καὶ μαγείας ἅτε πολυπείρῳ καὶ Χαλδαίῳ τυγχάνοντι· ἀστρολογία γὰρ καὶ μαγεία ἀπὸ Μαγουσαίων ἤτοι Περσῶν ἤρξατο· οἱ γάρ τοι Πέρσαι Μαγὼγ ὑπὸ τῶν ἐγχωρίων ὠνομάζοντο. 67 Καὶ δὴ τῶν ἀστρολό‐
10γων καὶ μάγων συναθροισθέντων, ὁ βασιλεὺς ἅμα τῷ Ἄβραμ καὶ τοῖς συνήθεσι ἐκαθέσθη. Καὶ ἡσυ‐ χίας γενομένης, ὁ Ἄβραμ ἔφη· «Μαθεῖν βούλομαι παρ’ ὑμῶν τῶν σοφῶν, εἰ δύναται γένεσις καὶ μα‐ γεία βλάψαι τινὰ ἢ ὠφελῆσαι κατὰ τὴν ὑμετέραν
15δόξαν·» ἀφ’ ὧν ἀποκριθεὶς Αἰγύπτιος ἀστρολόγος καὶ μάγος εἶπεν· «Μεγάλων ἡμῖν καὶ ἀναγκαίων ζητημάτων ἀγαθὴ πρόφασις, ὦ διδάσκαλε, γίνῃ· καὶ ἄξιόν ἐστι μηδὲν ἀποκρύψασθαί σε τῶν παρ’ ἡμῖν ἀποῤῥήτων, πάντας οἴομεν ἀνθρώπους γενέσει
20καὶ εἱμαρμένῃ δουλεύειν· ἀδύνατον γάρ ἐστιν ἄν‐ θρωπον φονευθῆναι ἢ τελευτῆσαι παρὰ γένεσιν.» Ὁ δὲ Ἄβραμ ἔφη· «Ἠπατήθης ὄντως εἰπεῖν τοῦτο, μὴ εἰδὼς ὅτι ἐπὶ κριτοῦ βασιλέως ἔφης, ὃς ἀνθρώ‐ πων τὴν ἐξουσίαν ἔχει.» Καὶ ὁ βασιλεὺς ἀγανακτή‐
25σας ἔφη πρὸς τὸν ἀστρολόγον· Νῦν οὖν, ἐὰν μετα‐ πέμψωμεν τῶν ὑπηκόων ἀνθρώπων ἕνα, καὶ σκεψά‐ μενος ἐφ’ ἡμῶν εἴπῃς, ζωῆς αὐτὸν χρόνον ἔχειν ἢ μὴ ἔχειν, ἐγὼ τοὐναντίον πρὸς τοῦτον ποιήσω γε‐ νέσθαι, οὐ σαφῶς ἐλήλεγξαι ψεύστης ὑπάρχειν; Καὶ
30γὰρ ἐὰν εἴπῃς αὐτὸν ἔτι χρόνον ἔχειν ζωῆς, εὐθὺς κελεύσω αὐτὸν ἀναιρεθῆναι· εἰ δὲ μὴ ἔχειν αὐτὸν χρόνους λειπομένους (9b) λέξῃς πλὴν τὴν συνεστῶ‐ σαν ὥραν, αὐτὸν μὲν τῆς καταδίκης ἀπολύσω, σὲ δὲ παρευθὺ ὡς ψευδολόγον τοῦ ζῇν προεκκόψω, ἵνα
35λοιπὸν ὁ θάνατός σου πείσῃ πάντας αὐτίκα μηδεμίαν ἀληθείας ἔμφασιν ἔχειν τὰ περὶ τῆς ἀστρολογίας σου μυθολογούμενα.» Ταῦτα δὲ τοῦ βασιλέως εἰ‐ πόντος, ὁ Αἰγύπτιος ἔντρομος γενόμενος ἔπεσε πρηνὴς, δεόμενος ἐλέους τυχεῖν, αὐτός τε καὶ οἱ
40ὁμόφρονες αὐτοῦ. Καὶ ὁ βασιλεὺς τῷ Ἄβραμ χαρι‐ ζόμενος ὡς διδασκάλῳ καὶ τὴν πλάνην ἐναργῶς φα‐ νερώσαντι δι’ ἐπινοίας καὶ ὑπὲρ τῶν ματαιολόγων συνικετεύσαντι συνεχώρησεν αὐτοὺς, ἐπὶ πλεῖον κωμῳδήσας τὴν ἄλογον αὐτῶν δόξαν ὡς ἀνίσχυρον
45καὶ λαοπλάνον. Καὶ δὴ κελεύσας ὡς ἐξ ὑποβολῆς Ἄβραμ ἀχθῆναί τινα προκαταδικασθέντα πυρί‐ καυστον γενέσθαι, προσέταξεν ἐπὶ πάντων εὑρεθῆ‐ ναι τὴν γέννησιν αὐτοῦ καὶ τὸν θάνατον, καὶ διασκε‐ ψαμένους εἰπεῖν τὸν τρόπον τοῦ θανάτου. Τῶν δὲ

110

.

141

(50)

νουνεχῶς ἐπὶ πολὺ διασκεψαμένων καὶ εἰπόντων, ὅτι 68 πυρποληθεὶς ἀποθανεῖται, τῆς γενέσεως ἐπαγούσης καὶ διαγορευούσης τοῦτο σαφῶς, ἀλλὰ
νῦν ἔτι χρόνον ἔχει ζωῆς, καὶ οὔπω ἐλήλυθεν ὁ χρό‐141

110

.

144

νος τοῦ θανάτου, φησὶν ὁ βασιλεύς· «Ἐγὼ σήμε‐ ρον τοῦτον ἀπαλλάξω τοῦ διὰ πυρὸς θανάτου, κελεύ‐ σας ὕδατι αὐτὸν ἀναιρεθῆναι, ἵνα ὑμῖν ἔργῳ πα‐ ραστήσω προδήλως, ὅτι δύναταί τι παρὰ γένεσιν
5γενέσθαι·» καὶ οὕτως ἤλεγξεν αὐτῶν εὖ μάλα τὴν περὶ τῶν χρόνων περὶ τῆς ζωῆς πρόῤῥησιν καὶ τῆς τελευτῆς ἀπόφασιν. Ἡσυχασάντων οὖν πάντων, ὁ Ἄβραμ τοῦ λέγειν ἤρξατο· «Μέγιστε καὶ φιλαλη‐ θέστατε βασιλεῦ, ἐπειδὴ ὁρῶ σε φροντίζοντα σφόδρα
10τῆς προκειμένης ζητήσεως, τὸ ἀληθέστερον ἐγώ σοι παρέξω δι’ ἐπιτομῆς, ἀληθεύων ἐν πᾶσιν, ὡς τῆς ἀληθείας ὄντως δοῦλος.» Τοῦ δὲ βασιλέως εἰπόντος· «Μεγάλην μοι ταύτην ποιήσεις χάριν,» φησὶν ὁ Ἄβραμ· «Οὐ μόνον οἱ ἄνθρωποι, ἀλλὰ καὶ τὰ ἄλογα
15ζῶα γενέσει ὑπόκεινται· οἱ μέντοι ἄνθρωποι ἔχουσί τι ἐν ἑαυτοῖς ἐλεύθερον, γενέσει μὴ ὑποκείμενον, καθότι τῆς γενέσεως ἐκεῖνο πρεσβύτερον, ὅπερ ἐστὶν ἐν ἀνθρώποις αὐτεξουσιότης, ἥτις ἐκ Θεοῦ δοθεῖσα ἡμῖν, ὅθεν τῶν ἀλόγων κρείττους ὄντες καὶ κατ’
20ἐξουσίαν ἀναιρεῖν μὲν ἡμεῖς αὐτὰ πεφύκαμεν· ἡμῶν δὲ τὴν ἐξουσίαν αὐτῶν ἐχόντων, σὺ πάλιν κρείττων ὑπάρχεις, ἡμῶν ἔχων τὴν ἐξουσίαν. Ὡς οὖν ἡμεῖς καταλογικώτερον τῶν ἀλόγων ζώων, ἄμεινον ὄντες, ἄρχομεν, οὕτως ἡμῶν σὺ, βασιλεῦ,
25κρείττων ὑπάρχων, κατὰ τὸν τῆς ἀρχῆς λόγον τὴν ἐξουσίαν ἔχεις, ὥσπερ δὴ καὶ σοῦ κρείττων οὐκ ἄνθρωπος, ἀλλ’ ὁ Θεὸς ὁ ἀόρατος καὶ ποιητὴς πάντων καὶ δεσπότης, παρ’ οὗ καὶ τὸ συμφέρον αἰ‐ τεῖσθαι προσήκει.» Πολλὰ δέ γε τοιαῦτα λέξας ὁ
30Ἄβραμ εἰς τὸν τῆς ἀστρολογίας σκοπὸν τῷ βασιλεῖ χαριζόμενος, πολλοὺς τῶν Αἰγυπτίων ἐπεσπάσατο εἰς θεοσέβειαν, καὶ τὴν ἐσφαλμένην (10a) αὐτῶν γνῶσιν καὶ παιδείαν περὶ ἀστρολογίας καὶ μαγείας διωρθώσατο φάσκων· «Πολλή τις, ὦ ἄνδρες, ἡ δια‐
35φορά ἐστιν ἀληθείας καὶ συνηθείας· ἡ μὲν γὰρ ἀλή‐ θεια γνησίως ζητουμένη πάντως εὑρίσκεται, τὸ δὲ ἔθος ὁποῖον ἂν παραληφθῇ εἴτε ἀληθῶς, εἴτε ψευδῶς, ἀκρίτως ὑφ’ ἑαυτοῦ κρατύνεται, καὶ οὔτε ἀληθεῖ αὐτῷ ἥδεται ὁ παραλαβὼν, 69 οὔτε ὡς ψευδὲς
40ἄχθεται· οὐ γὰρ κρίσει, ἀλλὰ προλήψει ὁ τοιοῦτος πεπίστευκε γνώμῃ τῶν πρὸ αὐτοῦ, ἐπ’ ἀδήλῳ τύχῃ τὴν ἰδίαν ἐπιδεδωκὼς ἐλπίδα. Καὶ οὐκέτι ῥᾳδίως ἀποδύσασθαι τὴν πάτριον περιβολὴν, κἂν πάνυ αὐτῷ δείκνυται μωρία καὶ καταγέλαστος οὖσα. Αὐτίκα
45οὖν ἐγὼ τὴν παρ’ Ἑλλήνων παιδείαν καὶ φληναφίαν κακοῦ δαίμονος χαλεπωτάτην ὑπόθεσιν εἶναι λέγω· οἱ μὲν γὰρ αὐτῶν πολλοὺς θεοὺς εἰσηγήσαντο καὶ τούτους φαύλους καὶ παντοπαθεῖς, ἵνα ὁ τὰ ὅμοια πράττειν ἐθέλων μηδὲ αἰδῆται, ὅπερ ἴδιον ἀνθρώ‐

110

.

144

(50)

που, παράδειγμα τῶν μυθολογουμένων θεῶν ἔχων τοὺς κακίστους καὶ ἀσέμνους βίους, τῷ δὲ μὴ αἰ‐
δεῖσθαι οὐδὲ μετανοίας ἐλπίδα πάντως ὁ τοιοῦτος143

110

.

145

ἐμφαίνει· οἱ δὲ, Εἱμαρμένης πλάσαντες πλάνην, ἑτέραν τὴν λεγομένην γένεσιν, ἧς χωρὶς μηδὲν πάσχειν ἢ ποιεῖν τι δύνασθαί τινα τερατολογοῦσιν· καὶ τῇ αὐτῇ πλάνῃ καὶ δυσσεβείᾳ περιπίπτουσι·
5νομίσας γάρ τις, ὅτι παρὰ γένεσιν ἤγουν Εἱμαρ‐ μένην οὐδεὶς οὔτε ποιεῖν τι οὔτε πάσχειν ἐξουσίαν ἔχει, ῥᾳδίως λοιπὸν ὡς κτηνώδης ἐπὶ τὸ ἁμαρτάνειν ἔρχεται. Καὶ ἁμαρτὼν οὐ μεταμελεῖται παντελῶς ἐφ’ οἷς ἠσέβησεν, ἀπολογίαν ἄλογον φέρων, ὡς ὑπὸ γενέσεως αὐτὰ ποιεῖν ἐξηνάγκαστο. Καὶ ὁ τὴν γέ‐ νεσιν ἄλλως κατορθῶσαι μὴ δυνάμενος οὐδὲ τὸ αἰδεῖσθαι ἔχει ἐφ’ οἷς ἐξαμαρτάνει. Ἄλλοι δὲ ἀπρο‐
10νόητον φορὰν εἰσηγοῦνται καὶ αὐτόματον τὸ πᾶν συνεστάναι τε καὶ φέρεσθαι, οὐδενὸς ἐφεστηκότος κυρίου καὶ δεσπότου. Διὸ δὴ τοίνυν οὐδὲ ῥᾳδίως ἢ τάχα οὐδ’ ὅλως οἱ τὰ τοιαῦτα φοροῦντες παντελῶς βελτιοῦνται καὶ σωφρονίζονται.» Ἐφ’ οἷς ὁ βασιλεὺς ἄγαν ἐπαινέσας αὐτὸν καὶ ὑπὸ πάντων ἰδὼν θαυ‐ μασθέντα πολλοῖς δώροις καὶ μεγάλοις αὐτὸν τιμήσας ἐπὶ πάντων καὶ τῆς διδασκαλίας τὴν ὠφέλειαν ὁμολογήσας, μετὰ παίδων καὶ παιδισκῶν ἐπανελθεῖν οἴκαδε σπεύδοντα προὔπεμψεν, ὑπερεκπληττόμενος
15τὴν ἄκραν σύνεσιν αὐτοῦ καὶ σοφίαν καὶ θεοσέβειαν εἰς πάντα τὰ ὑπ’ αὐτοῦ ἑρμηνευθέντα. Ιʹ Περὶ Σίδου καὶ Μελχισεδέκ. Γίνονται οὖν ἀπὸ τοῦ διαμερισμοῦ τῆς συγχύ‐ σεως ἕως οὗ ἦλθεν Ἄβραμ ἐκ Μεσοποταμίας, ἐκ πόλεως Χαρὰν καὶ τοῦ 70 οἴκου τοῦ πα‐
20τρὸς αὐτοῦ κατὰ κέλευσιν Θεοῦ εἰς γῆν Χαναὰν ἢ ἐπὶ Παλαιστίνην, ἔτη αιζʹ· ὑπῆρχε δὲ (10b) ἐτῶν οεʹ. Διατρίψας δὲ εἰς Χαναὰν ἔτη κεʹ, ἐγέννησε τὸν Ἰσαὰκ, καὶ μετὰ τοῦτο ἔζησεν ἔτη οϛʹ καὶ ἀπέθανε, ζήσας τὰ πάντα ἔτη ροϛʹ. (2) Ὃς καὶ τῆς εὐλογίας
25τοῦ θεσπεσίου Μελχισεδὲκ βασιλέως Σαλὴμ ἠξιώθη μετὰ τὸ ὑποστρέψαι αὐτὸν ἀπὸ τῆς κοπῆς τοῦ Χο‐ δολαγομὼρ καὶ λυτρωσάμενος τὸν ἀδελφιδοῦν ἐκ τῆς αἰχμαλωσίας. «Καὶ Μελχισεδὲκ, φησὶν, βασιλεὺς Σαλὴμ, ἐξήνεγκεν ἄρτους καὶ οἶνον· ἦν δὲ ἱερεὺς τοῦ
30Ὑψίστου, καὶ εὐλόγησε τὸν Ἀβραὰμ, καὶ εἶπεν· «Εὐλογημένος Ἀβραὰμ τῷ Θεῷ τῷ ὑψίστῳ, ὃς ἔκτισε τὸν οὐρανὸν καὶ τὴν γῆν, καὶ εὐλογημένος ὁ Θεὸς ὁ ὕψιστος, ὃς παρέδωκε τοὺς ἐχθρούς σου ὑπο‐ χειρίους σοι. Καὶ ἔδωκεν αὐτῷ δεκάτην Ἀβραὰμ
35ἀπὸ πάντων.» (3) Περὶ οὗ καὶ ὁ Ἀπόστολος ἔφη· «Οὗτος γὰρ ὁ Μελχισεδὲκ, βασιλεὺς Σαλὴμ, ἱερεὺς τοῦ Θεοῦ τοῦ ὑψίστου, ὁ συναντήσας Ἀβραὰμ ὑπο‐ στρέφοντι ἀπὸ τῆς κοπῆς τῶν βασιλέων, καὶ εὐλογή‐ σας αὐτὸν, ᾧ καὶ δεκάτην ἀπὸ πάντων ἐμέρισεν
40Ἀβραὰμ, πρῶτον μὲν ἑρμηνευόμενος βασιλεὺς δικαιοσύνης, ἔπειτα δὲ βασιλεὺς Σαλὴμ, ὅ ἐστι βασιλεὺς εἰρήνης, ἀπάτωρ, ἀμήτωρ, ἀγενεαλόγητος, μήτε ἀρχὴν ἡμερῶν μήτε ζωῆς τέλος ἔχων, ἀφομοιωμένος τῷ Υἱῷ τοῦ Θεοῦ, μέ‐
45νει ἱερεὺς εἰς τὸ διηνεκές. Θεωρεῖτε δὲ πηλίκος οὗτος, ᾧ καὶ δεκάτην Ἀβραὰμ ἔδωκεν ἐκ τῶν ἀκρο‐ θινίων ὁ πατριάρχης. Καὶ οἱ μὲν τῶν υἱῶν Λευῒ τὴν ἱερατείαν λαμβάνοντες ἐντολὴν ἔχουσιν ἀποδεκα‐ τοῦν τὸν λαὸν κατὰ τὸν νόμον, τουτέστι τοὺς ἀδελ‐

110

.

145

(50)

φοὺς αὐτῶν, καίπερ ἐξεληλυθότας ἐκ τῆς ὀσφύος
Ἀβραάμ. Ὁ δὲ μὴ γενεαλογούμενος ἐξ αὐτῶν δεδε‐145

110

.

148

κάτωκε τὸν Ἀβραὰμ, καὶ τὸν ἔχοντα τὰς ἐπαγγελίας ηὐλόγησεν. Χωρὶς γὰρ πάσης ἀντιλογίας τὸ ἔλαττον ὑπὸ τοῦ κρείττονος εὐλογεῖται.» (4) Ἀνὴρ γὰρ ἦν δίκαιος καὶ θεοσεβὴς, ἐθνικῶς καταγόμενος· ἐφ’ ὅσον
5γὰρ λέγεται, φυλῆς ἑτέρας μετέσχηκεν, ἐκ τοῦ γένους Σίδου, υἱοῦ βασιλέως Αἰγύπτου, ἐξ οὗ Αἰγύπτιος ὠνόμασται, ὡς καὶ πρόσθεν εἴρηται, ὅστις Σίδος ἐξελθὼν ἐξ Αἰγύπτου καὶ τὴν χώραν τῶν 71 Χανα‐ ναίων παραλαβὼν, τὴν νῦν Παλαιστίνην καλου‐
10μένην, εἰς ἣν οἰκήσας καὶ πόλιν κτίσας, ἐκάλεσεν αὐτὴν Σιδόνα εἰς τὸ ἴδιον ὄνομα, καὶ λοιπὸν ἐκ τοῦ γένους Σίδου κατῆλθεν Μελχὶ ὁ πατὴρ τοῦ Σεδὲκ, ὅστις, Σεδὲκ γενόμενος ἱερεὺς καὶ βασιλεὺς, ἐπεκλήθη Μελχισεδὲκ πατρωνυμικῶς.
15ΙΑʹ Περὶ τῆς κτίσεως τοῦ Μελχισεδέκ. Οὗτος ὑπάρχων ἱερεὺς τοῦ Θεοῦ καὶ βασιλεὺς τῶν Χαναναίων καὶ κτίσας πόλιν ἐν τῷ ὄρει τῷ λεγομένῳ Σιὼν, ἐπωνόμασεν αὐτὴν Σαλὴμ, ὅ ἐστι πόλις εἰρή‐ νης, ἐν ᾗ καὶ βασιλεύσας ἔτη ριγʹ ἐτελεύτησε δίκαιος
20καὶ παρθένος, ὥς φησιν Ἰώσηπος, ᾧ καὶ συνᾴδουσι Ἰωάννης καὶ Κύριλλος. (5) Ἀγενεαλόγητος δὲ εἴρη‐ ται Μελχισεδὲκ, παρὰ τὸ μὴ ὑπάρχειν μὲν ἐκ τοῦ σπέρματος Ἀβραὰμ ὅλως, μηδὲ ὑπὸ Μωσέως γενεα‐ λογεῖσθαι τοπαράπαν, εἶναι δὲ Χαναναῖον τὸ γένος
25καὶ ἐκ τῆς ἐπ(11)αράτου σπορᾶς ὁρμώμενον, ὅθεν οὐδὲ γενεαλογίας ἠξίωτο· οὐδὲ γὰρ πρεπωδέστερον ἦν, τὸν τῆς ἄκρας δικαιοσύνης ἐπειλημμένον συμπλέ‐ κειν τῷ τῆς ἄκρας ἀδικίας γένει· (3) διὸ καὶ ἀμή‐ τορα καὶ ἀπάτορα τυγχάνειν, οὐκ ἀξίους ἡγούμενος
30τοὺς προγόνους τῆς ἀρετῆς τοῦ δικαίου ἀνδρὸς καὶ σώφρονος· (4) ὅτι γὰρ Χαναναῖος ἦν τὸ γένος, εὔδη‐ λον καὶ ἀφ’ ὧν ἐκράτει καὶ ἐβασίλευσε κλιμάτων τῶν Χαναναίων καὶ οἷς ἐπλησίαζε πονηροτάτοις Σοδόμοις· ΙΒʹ Περὶ τῆς Σαλήμ.
35Καὶ μέντοι καὶ ἡ Σαλὴμ ἧς ὑπῆρχε βασιλεὺς, ἡ πολυθρύλλητος Ἱερουσαλὴμ, ἐκ προσθήκης δὲ τὴν τοῦ ἱεροῦ μετὰ τῆς Σαλὴμ συλλαμβάνουσα συλλαβὴν καὶ κατὰ συνάφειαν ὀνομασθεῖσα φερωνύμως Ἱερου‐ σαλὴμ, πῆ μὲν διὰ τὴν ἱερουργίαν τοῦ Μελχισεδὲκ,
40πῆ δὲ διὰ τὴν τοῦ ἱεροῦ ναοῦ κατασκευὴν, εἴληφε τὴν προσθήκην 72 τῶν συλλαβῶν ὕστερον. (2) Περὶ οὗ μέντοι καὶ Μάρκος ὁ θεῖος ὕστερον, ὁ καὶ τοῦ Χρυσοστόμου φοιτητὴς, ἔφη. «Ἐπειδὴ γὰρ ἐν τῇ γε‐ νεαλογίᾳ οὐκ ἐκφέρεται τίνος πατρὸς ἢ ποίας μητρός
45ἐστιν ἢ πότε ἀπέθανε, διὰ τοῦτο μήτε ἀρχὴν ἡμερῶν μήτε ζωῆς τέλος ἔχειν εἴρηται· οὐ γὰρ ἠδύνατο γενεα‐ λογηθῆναι ἐκ τῶν παραλειφθέντων ἐθνῶν καταγόμενος,
καθὼς ἐκ τῆς κατοικίας αὐτὸν ἡ Γραφὴ παρεδήλωσε,147

110

.

149

περὶ οὗ καὶ ὁ Ἀπόστολος εἶπεν·» Οὗτος γὰρ ὁ Μελ‐ χισεδὲκ πρῶτον μὲν ἑρμηνευόμενος βασιλεὺς δικαιο‐ σύνης, ἔπειτα δὲ βασιλεὺς Σαλὴμ, ὅ ἐστι βασιλεὺς εἰρήνης.»
5ΙΓʹ Περὶ τῆς κλήσεως Ἱερουσαλήμ. Ἡ μὲν γὰρ νῦν Ἱερουσαλὴμ Ἰεβοὺς ἐκαλεῖτο πρώην, ὅθεν μανθάνομεν, ὅτι ἐκ τῶν καθαιρεθέντων ἑπτὰ ἐθνῶν ὁ Μελχισεδὲκ Ἰεβουσαῖος πρῶτον ἐτύγ‐ χανεν· (2) ὕστερον δὲ μετὰ τὴν ἐκβολὴν τῶν ἐθνῶν
10καὶ κατοίκησιν τοῦ λαοῦ, ἀπεκλήρωσεν αὐτὴν ὁ Θεὸς τοῖς ἱερεῦσι τοῦ ἐκεῖ ἀναφέρεσθαι τὰς θυσίας ἐκ παντὸς τόπου τῶν Ἰουδαίων. (3) Διὸ καὶ μετὰ τὸ καταπαῦσαι ἀπὸ τῶν πολέμων, μετωνόμασε τὴν πόλιν Σαλὴμ, ὅ ἐστιν εἰρήνη· Ἱερουσαλὴμ γὰρ ἑρμη‐
15νεύεται, ὄρος εἰρήνης, οὗ δὴ χάριν ὁ Μελχισεδὲκ βασι‐ λεὺς εἰρήνης ἑρμηνεύεται βασιλεύσας ἐν αὐτῇ πρό‐ τερον. (4) Τὸ δὲ «βασιλεὺς δικαιοσύνης» πάλιν τοῦ ἰδίου ἐστὶν ὀνόματος ἑρμηνεία, τουτέστι Μελχισεδὲκ γλώσ‐
20σῃ τῇ Χαναΐτιδι. (5) Ὅταν οὖν ἀναγινώσκῃς, ὦ οὗ‐ τος, καὶ εὕρῃς τι περὶ τοῦ Μελχισεδὲκ γεγραμμένον ὑπὲρ ἄνθρωπον, ἀναμνήσθητι παρ’ αὐτίκα τοῦ Ἀπο‐ στόλου φάσκοντος· «Ἐφ’ ὅσον λέγεται ταῦτα, φυλῆς ἑτέρας μετεσχηκέναι», καὶ οὐδέποτε πλανηθήσῃ.
25(6) Ἐματαιώθησαν τοίνυν ἐκ διαμέτρου οἱ ἀπόπλη‐ κτοι καὶ δυσώδεις Μελχισεδεκιανοὶ, θεὸν φύσει τοῦ‐ τον πιστεύοντες εἶναι καὶ οὐ θνητὸν ἄνθρωπον· ὅθεν δικαίως καταδικασθήσονται παρὰ τῆς ἀδεκάστου δίκης ὡς ἀνθρωπολάτραι «τῇ κτίσει παρὰ τὸν κτί‐
30σαντα λατρεύσαντες» διὰ πολλὴν καὶ ἐσχάτην ἄνοιαν, μᾶλλον δὲ τἀληθέστερον εἰπεῖν, διὰ κτηνωδίαν τε καὶ δυσσέβειαν. (11) (7) Εἰκότως 73 οὖν περὶ τῶν τοιούτων ὁ μὲν Ἀπόστολος ἔλεγεν· «Ἐμα‐ ταιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν· καὶ ἐσκο‐
35τίσθη ἡ ἀσύνετος αὐτῶν καρδία. Φάσκοντες εἶναι σοφοὶ ἐμωράνθησαν. Καὶ ἠλλάξαντο τὴν δόξαν τοῦ ἀφθάρτου Θεοῦ ἐν ὁμοιώματι [εἰκόνος] φθαρτοῦ ἀν‐ θρώπου. Διὸ καὶ παρέδωκεν αὐτοὺς ὁ Θεὸς ἐν ταῖς ἐπιθυμίαις τῶν καρδιῶν αὐτῶν εἰς ἀδόκιμον νοῦν
40—καὶ εἰς πάθη ἀτιμίας, οἵτινες μετήλλαξαν τὴν ἀλήθειαν τοῦ Θεοῦ ἐν τῷ ψεύδει, καὶ ἐσεβάσθησαν καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν Κτίσαντα, ὅς ἐστιν εὐλογητὸς εἰς τοὺς αἰῶνας. Ἀμήν.» (8) Ὁ δὲ Σολομῶν ὡσαύτως ἔφη· «Μάταιοι μὲν
45γὰρ πάντες ἄνθρωποι φύσει, οἷς πάρεστιν ἀγνωσία τοῦ Θεοῦ,» καὶ, «Σποδὸς ἡ καρδία αὐτῶν καὶ
γῆς εὐτελεστέρα ἡ ἐλπὶς αὐτῶν», «ὅτι ἠγνόησαν149

110

.

152

τὸν ποιήσαντα αὐτοὺς καὶ τὸν ἐμπνεύσαντα αὐτοῖς πνεῦμα ζωτικόν.» (9) Ἐφ’ ὧν χρόνων πῦρ κατὰ τῆς Πενταπόλεως Σοδόμων καὶ Γομόῤῥων ὁ Θεὸς ὑετίζει καὶ ἀναλίσκει μὲν ἅπαν τὸ γένος τῶν ἀνθρώ‐
5πων παρεκτὸς Λὼτ ἀνεψιοῦ Ἄβραμ καὶ τῶν δύο θυγατέρων αὐτοῦ, διαφθείρει δὲ καὶ ἅπαν τῆς γῆς τὸ ἀνάστημα, καὶ τῆς παρακειμένης θαλάσσης νεκροῦται τὰ ὕδατα. Ὁ μὲν οὖν Λὼτ ἐγέννησεν υἱοὺς δύο ἐκ τῶν δύο θυγατέρων αὐτοῦ, τὸν Μωὰβ καὶ τὸν
10Ἀμμανὸν, ἐξ ὧν Μωαβῖται καὶ Ἀμμανῖται. (10) Ὁ δὲ Ἄβραμ ἔτεκε τὸν Ἰσμαὴλ ἐκ τῆς Αἰγυπτίας αὐτοῦ παιδίσκης Ἄγαρ, καὶ τὸν Ἰσαὰκ ἐκ τῆς Σάῤῥας, ἀφ’ ὧν Ἰσμαηλῖται καὶ Ἰσραηλῖται. Τῆς τοίνυν Ἄγαρ ἐκ τοῦ Ἄβραμ συλλαβούσης καὶ κακουμένης
15ὑπὸ τῆς Σάῤῥας καὶ ἀποδρασάσης, «Εὗρε, φησὶν, αὐτὴν ἄγγελος Κυρίου ἐν τῇ ἐρήμῳ, καὶ εἶπεν αὐτῇ· Πόθεν ἔρχῃ καὶ ποῦ πορεύῃ;» καὶ εἶπεν· «Ἀπὸ προσώπου τῆς κυρίας μου Σάῤῥας ἀποδιδράσ‐ κω·» καί φησιν ὁ ἄγγελος Κυρίου· «Ἀποστράφηθι
20πρὸς τὴν κυρίαν σου, καὶ ταπεινώθητι ὑπὸ τὰς χεῖρας αὐτῆς, καὶ πληθύνων πληθυνῶ τὸ σπέρμα σου, καὶ οὐκ ἀριθμηθήσεται ὑπὸ τοῦ πλήθους· ἰδοὺ γὰρ ἐν γα‐ στρὶ ἔχεις, καὶ τέξῃ υἱὸν, καὶ καλέσεις τὸ 74 ὄνομα αὐτοῦ Ἰσμαὴλ, ὅτι ἐπήκουσε Κύριος τῇ ταπεινώσει
25σου. Οὗτος ἔσται ἄγροικος ἄνθρωπος· αἱ χεῖρες αὐτοῦ ἐπὶ πάντας, καὶ αἱ χεῖρες πάντων ἐπ’ αὐτὸν, καὶ κατὰ προσώπου τῶν ἀδελφῶν πάντων κατοικήσει.» Καὶ ἐκάλεσεν Ἄγαρ τὸ ὄνομα Κυρίου τοῦ λαλοῦντος αὐτῇ· «Σὺ ὁ Θεὸς ἐπιδών με.» Τεχθέντος τοῦ
30Ἰσμαὴλ, φησὶν Ἄβραμ πρὸς τὸν Θεόν· «Ἰσμαὴλ οὗτος ζήτω ἐναντίον σου.» Καὶ εἶπεν ὁ Θεὸς τῷ Ἄβραμ· «Ναὶ, ἰδοὺ Σάῤῥα, ἡ γυνή σου, τέξεταί σοι υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰσαάκ· καὶ στήσω τὴν διαθήκην μου πρὸς αὐτὸν εἰς διαθήκην
35αἰώνιον καὶ τῷ σπέρματι αὐτοῦ μετ’ αὐτόν. Περὶ δὲ Ἰσμαὴλ ἰδοὺ ὑπήκουσά σου καὶ εὐλόγησα αὐτὸν, καὶ πληθυνῶ αὐτὸν σφόδρα, καὶ ιβʹ ἔθνη γεννήσει, καὶ δώσω αὐτὸν εἰς ἔθνος μέγα. Τὴν δὲ διαθήκην μου στήσω πρὸς Ἰσαὰκ, ὃν τέξεταί σοι Σάῤῥα.» Εἶτα
40πάλιν ἡ (12a) Γραφὴ περὶ τῶν ἐξ Ἰσμαὴλ τεχθέντων· «Πρωτότοκος υἱὸς Ἰσμαὴλ Ναβεὼθ καὶ Κεδὰρ καὶ Ναβεὴλ καὶ Μασισὰν καὶ Μασμὰ καὶ Μασὴ καὶ Χοδὰδ καὶ Θεμὰν καὶ Ἰετοὺρ καὶ Ναφὲς καὶ Κεδμά. Οὗτοί εἰσιν υἱοὶ Ἰσμαὴλ, ἄρχοντες ιβʹ κατὰ ἔθνος αὐτῶν.» —«Κατῴκησε δὲ Ἰσμαὴλ ἀπὸ Εἰλὰτ ἕως Σοὺρ, ἥ ἐστι κατὰ πρόσωπον Αἰγύπτου ἕως ἐλθεῖν
45πρὸς τοὺς Ἀσσυρίους. Κατὰ πρόσωπον τῶν ἀδελφῶν αὐτοῦ πάντων κατῴκησεν.» ΙΔʹ Ἀρχὴ Ἀβραάμ. Περὶ τοῦ Ἰσαάκ. Ἀβραὰμ δὲ ὢν ἐτῶν οεʹ ἐγέννησεν ἐκ τῆς Σάῤῥας τὸν Ἰσαάκ. Ὀλίγῳ δὲ ὕστερον ἀπὸ τῆς κατὰ Μαμ‐ βρὴ δρυὸς μεταναστὰς ὁ Ἀβραὰμ, ἐπὶ τὸ φρέαρ

110

.

152

(50)

κατασκηνοῖ τοῦ ὅρκου, ἑαυτῷ τε ἰδία καὶ τοῖς οἰκέ‐151

110

.

153

ταις κατὰ συγγένειαν πηξάμενος σκηνήν. Τότε πρῶτον Ἀβραὰμ τῆς σκηνοπηγίας ἐπὶ ζʹ ἡμέρας ἐπιτελεῖ τὴν ἑορτὴν, ἣν εἰσέτι καὶ νῦν ὁ Ἰσραὴλ ἑορτάζει σκηνοπηγῶν. (2) Κεʹ δὲ, φασὶν, ἐτῶν ἦν ὁ
5Ἰσαὰκ, ὅτε πρὸς θυσίαν ἀνήχθη· εἰς ἐκεῖνον δὲ τὸν τόπον τὸ θυσιαστήριον 75 ᾠκοδόμησεν Ἀβραὰμ, ἔνθα ὕστερον Δαυῒδ τὸ ἱερὸν ἱδρύσατο. ΙΕʹ. Περὶ τοῦ Ἡσαῦ καὶ Ἰακώβ. Ὁ δὲ Ἰσαὰκ, γεννήσας τὸν Ἡσαῦ καὶ τὸν Ἰα‐
10κὼβ ἐκ τῆς Ῥεβέκκας, τὸν μὲν Ἰακὼβ εὐλόγησεν κλέψαντα τὴν εὐλογίαν τοῦ ἀδελφοῦ, λέγων· «Δώ‐ σει σοι ὁ Θεὸς ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ καὶ ἀπὸ τῆς πιότητος τῆς γῆς καὶ πλῆθος σίτου καὶ οἴνου, καὶ δουλευσάτωσάν σοι ἔθνη, καὶ προσκυνησάτωσάν
15σοι ἄρχοντες· καὶ γίνου κύριος τοῦ ἀδελφοῦ σου, καὶ προσκυνήσουσί σοι οἱ υἱοὶ τοῦ πατρός σου. Ὁ κατα‐ ρώμενός σε ἐπικατάρατος, ὁ δὲ εὐλογῶν σε εὐλο‐ γημένος.» (2) Πρὸς δὲ τὸν Ἡσαῦ φησιν· «Ἰδοὺ ἀπὸ τῆς πιότητος τῆς γῆς ἔσται ἡ κατοικία σου καὶ
20ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ ἄνωθεν· ἐπὶ τῇ μαχαίρᾳ σου ζήσῃ, καὶ τῷ ἀδελφῷ σου δουλεύσεις· ἔσται δὲ ἡνίκα ἂν καθέλῃς ἑλκύσαι τὸν ζυγὸν αὐτοῦ ἀπὸ τοῦ τραχήλου σου,» πλημμελήσας πλημμέλιαν θανάτου. (3) Ἀλλ’ αἱ μὲν εὐλογίαι πρὸς τὸν Ἰακὼβ ἐῤῥήθη‐
25σαν, ἐφ’ ἑτέρους δὲ ἐκεκλήρωντο, καθάπερ καὶ τὸ ἐπὶ τοῦ Συμεὼν καὶ Λευῒ παρὰ τοῦ Ἰακὼβ εἰρημέ‐ νον ἔστιν ἰδεῖν· «Διαμεριῶ γὰρ, φησὶν, αὐτοὺς ἐν Ἰακὼβ, καὶ διασπερῶ αὐτοὺς ἐν Ἰσραὴλ,» καί‐ τοι γε οὐκ ἐπ’ αὐτοῦ τοῦτο γέγονε, ἀλλ’ ἐπὶ τῶν ἐγ‐
30γόνων. Καὶ μέντοι οὐκ ἐπὶ τοῦ Χαναὰν τὰ ὑπὸ τοῦ Νῶε λεχθέντα εἰς τοὺς ἐγγόνους ἐξέβη Γαβαωνίτας. Οὕτω δὴ κἀνταῦθα οὐκ ἐπὶ τοῦ Ἰακὼβ τέλος ἔσχεν— πῶς γὰρ τοῦ δεδοικότος καὶ τρέμοντος καὶ μυριάκις τὸν ἀδελφὸν αὐτοῦ προσκυνοῦντος; —ἀλλ’ ἐπὶ τῶν
35ἐγγόνων αὐτοῦ. Τοιγαροῦν ἐκ μὲν τοῦ Ἰσμαὴλ ἀνε‐ φύησαν οἱ Ἰσμαηλῖται, οἱ νῦν Ἀγαρηνοί τε καὶ Σα‐ ρακηνοὶ λεγόμενοι, διὰ μὲν τῆς Αἰγυπτίας Ἄγαρ, ὡς εἴρηται, Ἀγαρηνοὶ, διὰ δὲ τῆς Σάῤῥας Σαρακη‐ νοί. Ἐκ δὲ Ἰσαὰκ Ἡσαῦ ὁ καὶ Ἐδὼμ καὶ Ἰακὼβ
40ἀνεβλάστησαν διὰ τῆς Ῥεβέκκας· (2b) καὶ ἐκ μὲν τοῦ Ἡσαῦ Ἐδὼμ ἐτέχθη υἱὸς ὁμώνυμος τῷ πατρὶ καὶ Ἀμαλὴκ, ἐξ ὧν Ἰδουμαῖοι καὶ Ἀμαληκῖται· ἐκ δὲ τοῦ Ἰακὼβ τοῦ 76 καὶ Ἰσραὴλ Ἰούδας, ἀφ’ οὗ Ἰουδαῖοι πάντες καὶ οἱ ἐκ τῶν λοιπῶν γενόμενοι
45προσηγορεύθησαν· καὶ Ἰσραηλῖται μὲν ἐκ τοῦ πα‐ τρὸς Ἰακώβ τε καὶ Ἰσραὴλ, Ἰουδαῖοι δὲ ἐκ τοῦ ἐπι‐ σημοτέρου αὐτῶν ἀδελφοῦ Ἰούδα φερωνύμως κέκλην‐ ται. (4) Ὁ δέ γε θεῖος Ἀβραὰμ ἐγέννησε πάλιν υἱοὺς ἐκ τῆς ἐσχάτης αὐτοῦ γυναικὸς Χεττούρας εʹ,

110

.

153

(50)

ἀφ’ ὧν ἐστι Μαδιὰμ, ἐξ οὗ Μαδιανῖται, καὶ Ἄφαρ,153

110

.

156

ἐξ οὗ Ἀφρικὴ, ἐν ᾗ παρῴκησε, καὶ ἡ χώρα προσω‐ νομάσθη πατρωνύμως, ὥσπερ καὶ Αὐσῖτις ὁ τό‐ πος τοῦ Ἡσαῦ, ἐν ᾧ ἀνεβλάστησεν ὁ μακάριος καὶ πολύτλας καὶ διαβόητος Ἰὼβ, ὃν ἐγκωμιάζων ὁ θεῖος
5Χρυσόστομος λέγει· «Ἄνθρωπός τις ἦν ἐν τῇ χώρα τῇ Αὐσίτιδι· κηρύττει, φησὶν, αὐτὸν καὶ ἀπὸ τῆς φύσεως καὶ ἀπὸ τῆς χώρας, ἵνα ὥσπερ ἀκούσας αὐτὸν ἄνθρωπον θαυμάζῃς, ὅτι ὑπὲρ ἄνθρωπον ἐπολιτεύσατο, οὕτω μαθὼν καὶ τὴν χώραν, ἐξ ἧς
10ὁ τοσοῦτος καρπὸς ἤνθησεν, ἐκπλαγῆς ἀληθῶς ὁποῖον ῥόδον ἐν μέσῳ τῶν ἀκανθῶν ἐβλάστησεν·» ἦν γὰρ τῆς Αὐσίτιδος χώρας τοῦ Ἡσαῦ, ἐξ οὗπερ Αὐσῖτις ὠνόμασται, ἐκ τοῦ πόρνου καὶ βεβήλου, ὅπως θαυ‐ μάζῃς ἐκ ποίας πατρίδος καὶ ῥίζης κακῆς ἐβλάστησε
15καρπὸς ὡραιότατος. Ἀπόγονος γάρ ἐστι τοῦ δια‐ βαλλομένου, καθὼς ἡ Γραφὴ πέμπτον ἀπὸ τοῦ Ἀβραάμ·» Ἀβραὰμ γὰρ, φησὶν, ἐγέννησε τὸν Ἰσαὰκ, Ἰσαὰκ τὸν Ἡσαῦ, Ἡσαῦ τὸν Ῥαγουὴλ καὶ τὸν Ζαρὰ, Ζαρὰ τὸν Ἰώβ. Ἔχων οὖν τὴν δια‐
20δοχὴν ἀπὸ τοῦ Ἀβραὰμ εἰς αὐτὸν κατερχομένην διὰ τοῦ Ἠσαῦ, δείκνυσι τὴν ῥίζαν, ἵνα τὸν καρπὸν θαυμάσῃς· ὅτι ὁ μὲν πόρνος ἦν καὶ βέβηλος, ὁ δὲ σώφρων καὶ σεμνὸς, λέγων οὕτως· «Εἰ δὲ ἐπη‐ κολούθησεν ὁ ὀφθαλμός μου γυναικὶ ἀλλοτρίᾳ»—
25καὶ· «Διαθήκην διεθέμην τοῖς ὀφθαλμοῖς μου.» Οὐ μὴν δὲ ἀλλὰ καὶ θυσίας ὑπὲρ τῶν ἰδίων τέκνων προσήγαγε καθ’ ἡμέραν φάσκων· «Μήποτε κακὰ ἐνενόησαν οἱ υἱοί μου πρὸς τὸν Θεόν.» Εἰκότως οὖν ἔφη· «Καὶ ἦν ἄνθρωπος ἐκεῖνος θεοσεβὴς, ἄμεμ‐
30πτος,» καὶ τὰ ἑξῆς. Οἱ μὲν γὰρ ἔξω φιλόσοφοι τὸν ὅρον τοῦ ἀνθρώπου δηλοῦντές 77 φασιν· Ἄνθρωπός ἐστι ζῶον λογικὸν θνητόν· ἡ δὲ θεία Γραφὴ οὐχ οὕ‐ τως, ἀλλ’· Ἄνθρωπός ἐστιν «ἄμεμπτος, δίκαιος, θεοσεβὴς, ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγμα‐
35τοσ»—ὡς ὅ γε τούτοις μὴ μεμαρτυρημένος οὐδὲ ἄνθρωπος, ἀλλὰ κτῆνος. Ἐὰν γὰρ ἔχῃ τὸν χα‐ ρακτῆρα τῆς φύσεως, ὑβρίζῃ δὲ αὐτὸν τῇ κακίᾳ τῆς προαιρέσεως, ἀκούσετε παρὰ τοῦ προφήτου· «Ἄνθρωπος ἐν τιμῇ ὢν οὐ συνῆκε, παρασυνεβλήθη
40τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη αὐτοῖς.» — Ὥσπερ τοίνυν ἐπὶ τῆς κοινῆς συνηθείας ἐπειδάν τις τὸν ἑαυτοῦ υἱὸν ἢ οἰκέτην ἀποστέλλῃ ἐπί τινα πρᾶ‐ ξιν. παρακελεύεται λέγων· «ὡς ἄνθρωπος πρᾶξαι τὰ τῆς πράξεως,» καὶ τὸ κοινὸν ὄνομα ἰδιοποιεῖται·
45οὕτως, εἰ καὶ πάντες ἄνθρωποι λέγονται, μόνος ἀλη‐ θὴς ἐκεῖνός ἐστιν ὁ τὴν εἰκόνα σώζων καὶ τὸ πρω‐ τότυπον (15a) κάλλος μὴ ἀφανίζων. Εἶπεν οὖν αὐτὸν ἄνθρωπον, ἵνα ἀπὸ τῆς φύσεως τὴν πρόθεσιν ἐπαι‐ νέσῃς· εἶτα δὲ αὐτὸν καὶ ἀπὸ τῆς Αὐσίτιδος χώρας,

110

.

156

(50)

ὅπως ἐκ τῆς κομώσης γῆς τῇ ἀσεβείᾳ τὸν καρπὸν155

110

.

157

ἀνυμνήσῃς, ὃν ὁ ἀρχέκακος ὁρῶν καὶ φθόνῳ βαλλό‐ μενος, αἰτεῖται παρὰ τοῦ Θεοῦ τὸν κατὰ τοῦ δικαίου πειρασμὸν, ἵνα σὺ θάρσος λάβῃς καὶ μάθῃς, ὅτι οὐκ ἔχει δαίμων ἐξουσίαν κατὰ θεοσεβοῦς ὄντως Χριστια‐
5νοῦ καὶ φοβουμένου τὸν Θεὸν, ἐὰν μὴ ἐπιτροπὴ γέ‐ νηται ἄνωθεν ἢ διὰ παιδείαν, ἢ διὰ συγχώρησιν, Ὅταν γὰρ ἐπάγει ὁ Θεὸς παιδευτήρια, ἢ δίκας ἀπαιτεῖ τῶν ἁμαρτημάτων, ἢ τὴν ἀρετὴν γυμνάζει τῶν θείων κατορθωμάτων, τότε παραδιδοῖ αὐτὸν τῷ
10πονηρῷ· οὐ γὰρ ἠδυνήθη πολεμῆσαι ἕως ἐπετράπη· καὶ μὴ θαυμάσῃς· οὐδὲ γὰρ κατὰ χοίρων ἐξουσίαν ἔχει, καθὼς ἐν τοῖς Εὐαγγελίοις ἤκουσας. Οἱ μὲν οὖν θεῖοι ἄγγελοι διακονοῦσι ταῖς τῶν ἀγαθῶν ἀνθρώπων σωτηρίαις· «Πάντες γὰρ, φησὶ, λειτουργικὰ πνεύ‐
15ματά εἰσιν εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν,» οἱ δὲ πονηροὶ δαίμονες εἰς τὰς κατὰ τῶν ἁμαρτωλῶν τιμωρίας· «Ἐξαπέστειλας γὰρ, φησὶν, εἰς αὐτοὺς θυμὸν καὶ ὀργὴν καὶ θλῖψιν ἀποστολῇ δι’ ἀγγέλων πονηρῶν.»
20Οἱ τοίνυν δαίμονες, εἰ καὶ ἀφηνίασαν τῇ προθέσει, ἀλλ’ ὑπὸ ζυγὸν κεῖνται τῆς δουλείας 78 καὶ κελεύον‐ ται πρᾶξαι ὡς οἱ δήμιοι τὰ προσταττόμενα παρὰ τοῦ Θεοῦ καὶ τῶν ἁγίων. Καὶ δηλοῖ Παῦλος περί τινων λέγων· «Οὓς καὶ παρέδωκε τῷ Σατανᾷ, ἵνα
25παιδευθῶσι μὴ βλασφημῆσαι·» ἵνα γὰρ μὴ νομισθῶ‐ σιν οἱ δαίμονες, ὅτι πάντα κατ’ αὐθεντίαν πράττου‐ σιν, κελεύονται ἄκοντες ποιεῖν τὰ προσταττόμενα. Καὶ τοῖς μὲν ἁγίοις ἀποστέλλει ὁ Θεὸς διακόνους ἀγγέλους ἁγίους εἰς σωτηρίαν, τοῖς δὲ ἁμαρτωλοῖς
30ἐπιτρέπει δαίμονας εἰς τιμωρίαν· καὶ γὰρ ὅτε κατὰ τοῦ Ἀχαὰβ ὁ Θεὸς ἀπεφήνατο λέγων· «Τίς πο‐ ρεύσεται καὶ ἀπατήσει τὸν Ἀχαὰβ, καὶ πεσεῖται;» ἀπεκρίθη πνεῦμα πονηρόν· «Ἰδοὺ ἐγὼ,» πάντως γινῶσκον, ὅτι εἰς τοῦτο τέτακται. Καὶ ἀποστέλλον‐
35ται μὲν ἰδικῶς εἰσπράξασθαι τιμωρίαν ἐπὶ τῶν πο‐ νηρῶν, ἀποστέλλονται δὲ καὶ πρὸς δικαίους, οὐχ ἵνα τιμωρήσωνται, ἀλλ’ ἵνα πειράσωσιν· ἐπειδὴ γὰρ ἄγγελος ἅγιος ὑπουργῆσαι τῇ πείρᾳ οὐ κελεύεται· —οὐδὲ γὰρ ὁ Θεὸς κελεύει τὸ ἀπρεπὲς πρᾶγμα ἀγγέλῳ θείῳ—διὰ τοῦτο δαίμονες ταύτην ἐπιτρέπονται τὴν πεῖραν. Καὶ μὴ θαυμάσῃς εἰ πρὸς δικαίους δαίμο‐
40νες ἀποστέλλονται· «Ἀνήχθη» γὰρ, φησὶν, ὁ πάντων Δεσπότης ἀπὸ τοῦ Ἰορδάνου «εἰς τὴν ἔρημον πειρασθῆναι ὑπὸ τοῦ διαβόλου.» Εἰ τοίνυν τὸν τοῦ παντὸς Κύριον ὁ διάβολος ἐπείρασε, τί θαυμάζεις, εἰ καὶ ἐπὶ τοὺς δικαίους εἰς γυμνάσιον ὑπομονῆς δαίμων ἀποστέλλεται; Ἀποστέλλεται δὲ, οὐ Θεοῦ κε‐ λεύοντος αὐτὸν, ἀλλὰ παραχωροῦντος· σχηματίζει γὰρ τὸν λόγον ἡ Γραφὴ ὡς ἐν προσωποποιίᾳ, ὡς ὅταν λέγῃ, «Τῷ δὲ ἁμαρτωλῷ εἶπεν ὁ Θεός.»
45ΙϞʹ. Περὶ τοῦ Ἰακώβ. Ἰσαὰκ δὲ γενόμενος ἐτῶν ξʹ ἐγέννησε τὸν Ἰακὼβ, καὶ μετὰ τοῦτο ἔζησε (13b) ρκʹ ἔτη, καὶ ἀπέθανε, ζήσας τὰ πάντα ρπʹ ἔτη. (2) Ἰακὼβ δὲ, γενόμενος ἐτῶν πεʹ, ἐγέννησε τὸν Λευῒ, καὶ μετὰ τοῦτο ἔζησεν

110

.

157

(50)

ἔτη ξθʹ, καὶ ἀπέθανεν εἰς Αἴγυπτον, ποιήσας ἐκεῖ ἔτη157

110

.

160

ιζʹ, ζήσας τὰ πάντα ἔτη ρμζʹ. (3) Ὃς, ὑπάρχων ἐτῶν οεʹ, καὶ φυγὼν Ἠσαῦ τὸν ἀδελφὸν αὐτοῦ, κα‐ τήντησεν εἰς 79 Χαῤῥὰν τῆς Μεσοποταμίας πρὸς Λάβαν, τὸν ἀδελφὸν τῆς μητρὸς αὐτοῦ Ῥεβέκκας,
5οὗ καὶ τῶν προβάτων νομεὺς γενόμενος ἔτη κʹ, καὶ τὰς βʹ θυγατέρας αὐτοῦ Λέαν καὶ Ῥαχὴλ εἰς γυ‐ ναῖκας λαβὼν, ἔσχεν υἱοὺς ιβʹ καὶ θυγατέρα μίαν ἀπό τε τῶν θεραπαινίδων Βάλλας καὶ Ζελφᾶς· ἐκ μὲν γὰρ Λέας, τῆς γυναικὸς αὐτοῦ, ἐγέννησε τὸν
10Ῥουβὴμ καὶ Συμεῶνα καὶ τὸν Λευῒ καὶ τὸν Ἰούδαν, τὸν Ἰσάχαρ καὶ τὸν Ζαβουλὼν καὶ τὴν Δεῖνα, ἐκ δὲ Ῥαχὴλ τὸν Ἰωσὴφ, ὕστερον δὲ καὶ τὸν Βενιαμὶν μετὰ τὴν ἐπάνοδον, ἐκ Βάλλας τὸν Δᾶν καὶ τὸν Νε‐ φθαλὶμ, ἐκ δὲ Ζελφᾶς τὸν Γὰδ καὶ τὸν Ἀσήρ. (4)
15 Μετὰ δὲ τὸν κʹ χρόνον τῆς ἀποφυγῆς τε καὶ δουλείας, [καὶ μετὰ] τὴν ἐκ Μεσοποταμίας καὶ πρὸς γῆν Χα‐ ναὰν ὑποστροφὴν καὶ τὴν παλαίστραν μετὰ τοῦ Θεοῦ, δι’ ἧς καὶ Ἰσραὴλ ὠνομάσθη δι’ ὀπτασίας, εἶδε πάλιν ὅραμα ἐν Βεθὴλ καὶ πάντα ἀποδεκατώσας
20ἅπερ ἐκέκτητο, τελευταίους ὑποβάλλει τοὺς παῖδας, καὶ ἀριθμήσας αὐτοὺς ἀπὸ τοῦ Βενιαμὶν ἀρξάμενος, ἀνάπαλιν καὶ ἐπὶ τὸν Λευῒ ἐλθὼν, ὃν δέκατον εὑρὼν, τῷ Θεῷ τοῦτον προσήγαγεν, ἀποδεκατώσας καὶ τέκνα καὶ πάντα ὅσα ἦν αὐτῷ, καθὼς καὶ προϋποσχόμε‐
25νος εἶπε τῷ Θεῷ ἐν τῷ ἀποδιδράσκειν, ὅτι «Πάντων, ὅσα ἄν μοι δῷς, δεκάτην ἀποδεκατῶ σοι αὐτά.» Καὶ εὐθὺς ἐνδύσας τὸν Λευῒ στολὴν ἱερατικὴν, δι’ αὐτοῦ θυσίας προσήνεγκε τῷ Θεῷ ἐν Βεθὴλ, κἀντεῦ‐ θεν οἱ μὴ τῇ κατανόμῳ θυσίᾳ τε καὶ λειτουργίᾳ
30προσεδρεύοντες Λευῗται κέκληνται, οἱ δὲ τὴν κατὰ τῆς θείας χάριτος ἱερουργίαν κληρικοὶ προσαγο‐ ρεύονται, διὰ τὸ γεγράφθαι· «Οὐ κεῖται τοῖς Λευΐ‐ ταις κλῆρος ἐν υἱοῖς Ἰσραήλ· ὁ γὰρ Κύριος μερὶς αὐτῶν καὶ κλῆρος.»
35ΙΖʹ. Περὶ θανάτου Ἠσαῦ. Ὁ δέ γε Ἰσαὰκ καὶ ἡ Ῥεβέκκα μετὰ τὴν τοῦ Ἰα‐ κὼβ ἐπάνοδον, προσκαλεσάμενοι τόν τε Ἰακὼβ καὶ τὸν Ἡσαῦ, καὶ παρακαλέσαντες 80 αὐτοὺς ἅμα καὶ ἐνορκισάμενοι εἰρήνην ἄγειν πρὸς ἀλλήλους καὶ τῆς
40ἀδελφικῆς οἰκειότητος ἀσπάζεσθαι τὴν διάθεσιν, τελευτῶσι, προτέρα μὲν ἡ Ῥεβέκκα, μετ’ οὐ πολὺ δὲ καὶ Ἰσαὰκ, τῷ Ἰακὼβ τῆς πρωτοτοκυίας κατα‐ λιπόντες τὰ γέρα. (2) Μετὰ δὲ ταῦτα παρωξύνθη Ἡσαῦ ὑπὸ Ἀμαλὴκ, τοῦ ἐκ παλλακίδος υἱοῦ αὐτοῦ,
45καὶ συναγαγὼν ἔθνη ὥρμησε κατὰ τοῦ Ἰακὼβ, ὥς φησιν Ἰώσηπος· ὁ δὲ, τὰς πύλας ἀποκλείσας τῆς πόλεως εἰς ἣν κατέφυγε, ἐκ τοῦ τείχους παρεκάλει τὸν Ἡσαῦ μνησθῆναι τῶν γονικῶν ἐντολῶν. Τοῦ δὲ μὴ ἀνασχομένου, ἀλλὰ μᾶλλον ὑβρίζοντος καὶ

110

.

160

(50)

ὀνειδίζοντος (14) καὶ ὀλοθρεύσειν αὐτὸν ἀπειλοῦν‐159

110

.

161

τος, ἐντείνας ὁ Ἰακὼβ τὸ τόξον, κατέβαλεν Ἡσαῦ κατὰ τοῦ δεξιοῦ μαστοῦ, καὶ πλήξας ἀνεῖλεν. Οἱ δὲ υἱοὶ Ἰακὼβ, αὐτίκα ὑπεξελθόντες, σχεδὸν πάντας ἀνεῖ‐ λον. Καὶ τότε ἐπληρώθη τοῦ Ἰσαὰκ ἡ πρόῤῥησις ἡ
5λέγουσα πρὸς τὸν Ἡσαῦ· «Ἐὰν καθέλῃς τὸν ζυγὸν τοῦ ἀδελφοῦ σου ἀπὸ τοῦ τραχήλου σου, πλημμελή‐ σεις πλημμέλειαν θανάτου». ΙΗʹ. Περὶ τῆς γεννήσεως Μωϋσέως. Τῷ δὲ δευτέρῳ ἔτει τῆς τοῦ Ἰσραὴλ ἐν Αἰ‐ γύπτῳ παροικίας ἱερογραμματέα δεινὸν προειπεῖν,
10ὅτι τὸ τικτόμενον παιδίον ἐν τῷδε τῷ χρόνῳ τοῖς Ἑβραίοις τὴν Αἰγυπτίων καταλύσει βασιλείαν, καὶ διὰ τοῦτο Φαραὼ προσέταξε φονεύειν τὰ τικτόμενα ἄῤῥενα τῶν Ἑβραίων παιδία. (2) Λευῒ δὲ, γενόμενος ἐτῶν μεʹ, ἐγέννησε τὸν
15Καὰθ, καὶ μετὰ τοῦτο ἔζησεν ἔτη ϟʹ, καὶ ἀπέθανε, ζήσας τὰ πάντα ἔτη ρλʹ. Καὰθ δὲ, γενόμενος ἐτῶν ξγʹ, γεννᾷ τὸν Ἄμραμ. (3) Ἄμραμ δὲ, γενόμενος ἐτῶν οʹ, γεννᾷ τὸν Μωϋσῆν καὶ τὸν Ἀαρών. (4) Τὸν δὲ Ἄμραμ φασὶ τὸν πατέρα Μωϋσέως εὔξασθαι
20τῷ Θεῷ μὴ περιιδεῖν ἀπολλύμενον τὸ γένος τῶν Ἑβραίων· χρηματισθεὶς δὲ κατ’ ὄναρ περὶ τῆς γεννήσεως καὶ δυνάμεως τοῦ 81 παιδίου Μωϋσέως, οὗ τεχθέντος καὶ ἐκθέτου γενομένου, Θερμοῦθις, ἡ τοῦ Φαραὼ θυγάτηρ, ἀνείλετο· τοσοῦτον δὲ ἦν
25ἀστεῖον τὸ παιδίον Μωϋσῆς, ὡς τοὺς ὁρῶντας αὐτὸ ἀμεταστρεπτὶ θαυμάζοντας ἐνορᾷν· ὃς καὶ ἐγενήθη εἰς υἱὸν τῇ θυγατρὶ τοῦ Φαραώ. (5) Λέγεται δὲ ἔτι νήπιον ὄντα εἰσαχθῆναι πρὸς Φαραὼ τὸν πατέρα αὐτῆς, ἀστεῖον ὄντα τῇ ὄψει καὶ
30χαριέστατον, λαβέσθαι τῆς γενειάδος αὐτοῦ, καὶ διὰ τοῦτο προστάξαντος ἀναιρεθῆναι αὐτὸ, προνοίᾳ δὲ Θεοῦ ἐπισχεθῆναι τὸν Φαραὼ τοῦ μὴ ἀνελεῖν αὐτὸν τρόπῳ τοιῷδε· Ἄνθρακας ἀναφθέντας ἐν τῇ γῇ κατατε‐ θῆναι καὶ χρυσίου σωρὸν ὑποθήκῃ τινῶν τῶν ὑπ’ αὐ‐
35τῶν σοφῶν· καὶ εἰ μὲν ἅψαιτο ὁ παῖς, φησὶ, τοῦ χρυσοῦ καὶ τούτου λάβοι, κακοήθως ἐδράξατο τῆς γενειάδος αὐ‐ τοῦ, εἰ δὲ θίξοι τῶν καιομένων ἀνθράκων, ἀπανούργως καὶ ὡς ἀφελὲς παιδίον τοῦτο εἰργάσατο, καὶ οὐ χρὴ μά‐ την ἀναιρεθῆναι· ὃ καὶ γενόμενον, ἔστησε τὴν ἀπόφα‐
40σιν· ἀφέμενος γὰρ τοῦ χρυσοῦ, προσέδραμε τοῖς ἄν‐ θραξι, καὶ τούτων ἕνα λαβὼν, κατὰ τὸ ἠθισμένον ὡς τὰ πολλὰ τοῖς παισὶ, τῷ στόματι προσήνεγκε, καὶ ψαύ‐ σαντος αὐτοῦ τῇ γλώσσῃ, βραδύγλωσσος γέγονε καὶ δύσηχος τοῦ λαλεῖν.
45ΙΘʹ. Ὅτι υἱοὶ Ἰσραὴλ ἐξῆλθον ἐκ τῆς Αἰγύπτου.
Ἐν δὲ τῷ ὀγδοηκοστῷ ἔτει τοῦ Μωϋσέως ἐξῆλ‐161

110

.

164

θον υἱοὶ Ἰσραὴλ ἐξ Αἰγύπτου, ἐν ᾗ παρῴκησαν ἔτη σιεʹ. Πῶς οὖν φησιν ὁ Θεὸς τῷ Ἀβραὰμ, «Ὅτι πάρ‐ οικον ἔσται τὸ σπέρμα σου ἔτη υʹ;» Ἀλλὰ δῆλον, ὅτι ἀπὸ τῆς ἀναβάσεως Ἀβραὰμ ἐκ Χαῤῥὰν δεῖ τὴν
5τοῦ λαοῦ παροικίαν ἀριθμεῖν· οὐ γὰρ ἐν Αἰγύπτῳ μόνον γέγονεν ἡ παροικία, ἀλλὰ καὶ ἐν γῇ Χαναὰν, καθὼς μαρτυρεῖ Μωϋσῆς λέγων· (14) «Ἡ δὲ παροί‐ κησις τῶν υἱῶν Ἰσραὴλ ἐν γῇ Χαναὰν καὶ ἐν Αἰ‐ γύπτῳ ἔτη υλʹ.» Καί ἐστι τοῦ μὲν Ἀβραὰμ ἀπὸ τῆς
10ἐν Χαῤῥὰν ἀναβάσεως μέχρι τοῦ Ἰσαὰκ γεννήσεως 82 ἔτη κεʹ, τοῦ δὲ Ἰσαὰκ μέχρι Ἰακὼβ ξʹ ἔτη, τοῦ δὲ Ἰακὼβ μέχρι Λευῒ ἔτη πζʹ, τοῦ δὲ Λευῒ μέχρι Καὰθ ἔτη μεʹ, τοῦ δὲ Καὰθ μέχρι Ἄμραμ ἔτη ξγʹ, τοῦ δὲ Ἄμραμ μέχρι Μωϋσέως ἔτη οʹ, τοῦ δὲ Μωϋ‐
15σέως μέχρι τῆς ἐξόδου ἔτη πʹ. (2) Καὶ οὕτως ἐξελ‐ θὼν Ἰσραὴλ, ἐπιφερόμενος τὰ ὀστᾶ Ἰωσὴφ, ἐποίη‐ σεν ἐν τῇ ἐρήμῳ ἔτη μʹ· φησὶ γάρ· «Πέμπτῃ γε‐ νεᾷ ἀνέβησαν υἱοὶ Ἰσραὴλ ἀπὸ τῆς Αἰγύπτου, καὶ ἔλαβε Μωϋσῆς τὰ ὀστᾶ Ἰωσὴφ μετ’ αὐτοῦ· ὁρκώσας
20γὰρ ὥρκισεν Ἰωσὴφ τοὺς υἱοὺς Ἰσραὴλ λέγων·» Ἐπισκοπῇ ἐπισκέψεται ὑμᾶς ὁ Θεὸς, καὶ συνανοί‐ σετε τὰ ὀστᾶ μου ἐντεῦθεν μεθ’ ὑμῶν·» ὃς ὑπάρ‐ χων ἐτῶν ιζʹ φθονηθεὶς ὑπὸ τῶν ἀδελφῶν ἐπράθη, καὶ γενόμενος ἐτῶν λʹ, ἄρχων πάσης Αἰγύπτου καθί‐
25σταται, ἐν ᾗ γεννήσας υἱοὺς βʹ, τὸν Ἐφραῒμ καὶ τὸν Μανασσῆ, ἀπέθανεν ἐτῶν ριʹ. (3) Ἐπεὶ οὖν, ὅτε παρέστη Μωϋσῆς τῷ Φαραὼ, ἦν ἐτῶν πʹ, ἔμεινε δὲ ἄλλα μʹ ἔτη ἐν τῇ ἐρήμῳ, δῆλον οὖν ἐστιν, ὅτι ἐν ὅλαις μʹ ἡμέραις γεγόνασιν αἱ κατ’
30Αἴγυπτον πληγαὶ, ἃς ἡμέρας ἀριθμοῦμεν μετὰ τῶν μʹ ἐτῶν τῆς ἐρήμου· ἀναγνοὺς γὰρ μετὰ ἀκριβείας ἐσημειωσάμην τὰς μʹ ἡμέρας γενέσθαι οὕτως· αʹ, ἀφ’ ἧς ἡμέρας συνέτυχε τῷ Φαραώ· δευτέρᾳ δὲ, τῇ ἐπιούσῃ «διεσπάρη ὁ λαὸς ἄχυρα συλλέξαι» «καὶ
35ἐμαστιγώθησαν οἱ γραμματεῖς αὐτῶν», μὴ ποιη‐ σάντων τὸ τῆς ἡμέρας ἔργον· τρίτῃ γὰρ, τῇ ἑξῆς καταβοῶντες υἱοὶ Ἰσραὴλ διὰ τὸ ἀπαιτεῖσθαι ἄχυ‐ ρον, εἰσῆλθε πρὸς Φαραώ. Τετάρτῃ δὲ εὐξάμενος ἐν λόγῳ Κυρίου εἶπε τῷ Ἰσραὴλ, ὅτι» Ἐξάξει ὑμᾶς ἐξ
40Αἰγύπτου ὁ Θεός»· καὶ οὐ προσέσχον ἐκ πολλῆς ὀλιγωρίας. Πέμπτῃ δὲ, εἰσῆλθε πρὸς Φαραὼ καὶ τὴν ῥάβδον ὄφιν ἐποίησεν· ἕκτῃ δὲ τὸ ὕδωρ εἰς αἷμα μετέβαλεν. Εἶτα ἀνελάβοντο μέχρι τῆς γʹ, καὶ ιʹ ἡμέρας, καὶ ἀνέβη ὁ βάτραχος. Τεσσαρεσκαιδεκάτῃ ἀπέθα‐
45νον οἱ βάτραχοι· ιεʹ σκνῖπες γεγόνασι· ιϛʹ συνέτυχε τῷ Φαραὼ, ὅτι αὔριον μέλλει γίγνεσθαι κυνόμυια, ιζʹ ἦλ‐ θεν ἡ κυνόμυια· ιηʹ ἀπέστη ἡ κυνόμυια, ἐν ᾗ καὶ ἠπειλήθη τῶν κτηνῶν ὁ θάνατος· 83 ιθʹ ἀπέθανον
τὰ κτήνη· κʹ δὲ «φλυκτίδες ἀναζέουσαι» γεγόνα‐163

110

.

165

σιν· καʹ δὲ ἀπειλὴ τῆς ἐσομένης τῇ ἐπαύριον χαλάζης ἐξηνέχθη· κβʹ ἦλθεν ἡ χάλαζα· κγʹ δὲ ἡ ἀκρὶς ἐπῆλ‐ θε, ἐν ᾗ καὶ διὰ προσευχῆς ἤρθη· κδʹ δὲ μέχρι κεʹ τὸ τριήμερον «ἐγίνετο σκότος»· καὶ μετὰ τὰς γʹ ἡμέρας
5διελύθη. Εἶτα μεθ’ ἡμέρας θʹ εἶπε Κύριος πρὸς Μωσῆν καὶ Ἀαρὼν διαταξάμενος περὶ τοῦ Πάσχα· «Οὗτός ἐστιν ὁ πρῶτος μὴν», ὁ παρ’ Ἑβραίοις μὲν Νισὰν λεγόμε‐ νος, παρ’ ἡμῖν δὲ Μάρτιος, ὥς φησιν ὁ Κύριος· «Ὁ μὴν οὗτος ἀρχὴ μηνῶν ὑμῖν ἐστι πρῶτος· λάλησον τοῖς
10υἱοῖς Ἰσραὴλ λέγων· «Τῇ δεκάτῃ τοῦ μηνὸς τούτου λαβέτωσαν ἕκαστος πρόβατον», ἥτις ἐστὶ λϛʹ ἡμέρα. Εἶτα μετὰ δʹ ἡμέρας ἐσφάγη τὰ πρόβατα, καὶ πα‐ σχάσαντες ἐξῆλθον, ὡς εἶναι τὴν (15a) μʹ ἡμέραν, καθ’ ἣν ἐθανατώθησαν τὰ πρωτότοκα Αἰγύπτου περὶ
15τὸ μεσονύκτιον, ὥστε καὶ τὰ ἄζυμα βαστάσαντες ἐξῆλθον διὰ τῆς μεσιτείας καὶ ὁδηγίας τοῦ ἀοιδίμου καὶ τερατουργοῦ Μωϋσέως. Κʹ. Περὶ τῆς δοθείσης πλακὸς Μωϋσεῖ. Οὗτος ἐκεῖνός ἐστιν ὁ μέγας θεοφάντωρ καὶ θεο‐
20φιλέστατος σημαντὴρ, πρὸς ὃν εἶπεν ὁ Θεός· «Ἰδοὺ δέδωκά σε θεὸν Φαραὼ, καὶ Ἀαρὼν ὁ ἀδελφός σου ἔσται προφήτης· σὺ δὲ λάλησον πάντα ὅσα ἐντέλ‐ λομαί σοι.» Οὗτος, πατάξας τοὺς Αἰγυπτίους διὰ τῆς δεκαπληγίας καὶ διὰ τῆς θαλάσσης ὀλοθρεύσας, ἐξή‐
25γαγε τοὺς υἱοὺς Ἰσραὴλ ἐκ τῆς σιδηρᾶς καμίνου ἐν ση‐ μείοις καὶ τέρασι μεγάλοις, ἐν χειρὶ κραταιᾷ καὶ ἐν βραχίονι ὑψηλῷ, καθώς φησι καὶ 84 Δαυΐδ. «Τῷ κα‐ ταδιελόντι τὴν Ἐρυθρὰν θάλασσαν εἰς διαιρέσεις» καὶ τὰ λοιπά. (2) Οὐ γὰρ μία γέγονεν ὁδὸς, καθὼς
30ὁ Χρυσόστομος ὁ θεόσοφος λέγει, ἀλλὰ καθ’ ἑκάστην φυλὴν τὸ ὕδωρ ἐσχίζετο, ὡς πολλὰς γενέσθαι τὰς διαβάσεις τοῦ λαοῦ, ἵνα μὴ φύσεως ἔργον τοῦτο νο‐ μισθῇ, ἀλλὰ Θεοῦ τοῦ πᾶσαν φύσιν δημιουργήσαντος καὶ κυριεύοντος. Ὅθεν ἐν βραχείᾳ καιροῦ ῥοπῇ τἀναν‐
35τία εἰργάζετο· καὶ οὐ καθ’ ἓν ἐτέμνετο μέρος τὸ ὕδωρ, κορυφουμένων τῶν ὑδάτων, ἀλλὰ κατὰ ἀριθμὸν τῶν φυλῶν ἁπάντων· καθ’ ἕκαστον γὰρ τῶν σημείων τοῦτο μάλιστα ἦν περισπούδαστον τῷ Θεῷ, ἐπεὶ διὰ τῶν στοιχείων τὰ θαύματα ἐγίνετο, ὅπως μὴ φυσικῆς
40τινος ἀκολουθίας ἢ συντυχίας εἶναι τὰ γινόμενα νο‐ μισθῇ, ἀλλὰ τῆς ἄνωθεν ῥοπῆς τὰ συμβαίνοντα πα‐
ραδοξοποιούσης διὰ Μωσέως εἰς τοὺς υἱοὺς Ἰσραήλ.165

110

.

168

(3) Οὕς περ καὶ ὁδηγήσας ἐν τῇ ἐρήμῳ ἐν στύλῳ πυρὸς καὶ νεφέλης, καὶ ἄρτῳ διαθρέψας οὐρανίῳ, τοὺς ἐχθροὺς αὐτῶν Ἀμαληκίτας χειρῶν ἐκτάσει κατετροπώσατο. Οὗτος ἤκουσε παρὰ Κυρίου λέγον‐
5τος· «Ἰδοὺ ἐγὼ παραγίνομαι πρὸς σὲ ἐν στύλῳ πυρὸς καὶ νεφέλης, ἵνα ἀκούσῃ ὁ λαὸς λαλοῦντός μου πρὸς σὲ, καὶ πιστεύσωσί σοι εἰς τὸν αἰῶνα». (4) Καὶ «τῇ τρίτῃ ἡμέρᾳ, φησὶν, ἐγίνοντο φωναὶ καὶ ἀστρα‐ παὶ καὶ νεφέλη γνοφώδης ἐπὶ ὄρους Σινὰ, καὶ φωνὴ
10σάλπιγγος ἤχει μέγα. Καὶ ἐπτοήθη ὁ λαός». —«Τὸ δὲ ὄρος ὅλον ἐκαπνίζετο διὰ τὸ καταβεβηκέναι τὸν Θεὸν ἐν αὐτῷ ἐν πυρὶ, καὶ ἀνέβαινεν ἡ ἀτμὶς ὡσεὶ καπνὸς καμίνου, καὶ πᾶς ὁ λαὸς ἐξέστη σφόδρα· ἐγίνοντο δὲ αἱ φωναὶ τῆς σάλπιγγος προβαίνουσαι
15ἰσχυρῶς σφόδρα.» «Καὶ πᾶς ὁ λαὸς εἱστήκει μακρόθεν, ἀκούων τὰς φωνὰς, καὶ τὸ ὄρος ὅλον καπνιζόμενον ὁρῶντες» καὶ πλησιάσαι μὴ τολ‐ μῶντες, ἀλλὰ προσκυνῆσαι πόῤῥωθεν κελευσθέντες· «Κἂν θηρίον, φησὶ, θίγῃ, λιθοβοληθήσεται,» καὶ
20φοβερὸν ἦν τὸ φανταζόμενον. Φοβηθεὶς δὲ πᾶς ὁ λαὸς εἶπε πρὸς Μωσῆν· «Λάλησον ἡμῖν σὺ, καὶ μὴ λαλείτω πρὸς ἡμᾶς ὁ Θεὸς, μήποτε ἀπο‐ θάνωμεν.» —«Καὶ ἐκάλεσε Κύριος (15) τὸν Μωϋσῆν ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους·» —«Καὶ
2585 ἀναβὰς ἐκάλυψεν ἡ νεφέλη τὸ ὄρος, καὶ κατέβη ἡ δόξα τοῦ Θεοῦ ἐπὶ τὸ ὄρος, καὶ ἐκάλυψεν αὐτὸν ἡ νεφέλη ἡμέρας ϛʹ· τὸ δὲ εἶδος τῆς δόξης Κυρίου ὠσεὶ πῦρ φλέγον, ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους ἐναν‐ τίον τῶν υἱῶν Ἰσραήλ· εἰσελθὼν δὲ Μωϋσῆς εἰς τὸ
30μέσον τῆς νεφέλης ἐπὶ τοῦ ὄρους, ἦν ἐκεῖ ἡμέρας μʹ» ἐνώπιον τοῦ Θεοῦ ἑστηκώς· «ἄρτον οὐκ ἔφαγεν, ὕδωρ οὐκ ἔπιεν.» Καὶ ἄλλοτε πάλιν· «Ἀνέβη Μωϋσῆς καὶ Ἀαρὼν καὶ πρεσβύτεροι οʹ, καὶ εἶδον τὸν τόπον οὗ εἰστήκει ὁ Θεὸς καὶ τὰ ὑπὸ τοὺς πόδας
35αὐτοῦ, ὡς ἔργον λίθου σαπφείρου καὶ ὡς εἶδος στε‐ ρεώματος τοῦ οὐρανοῦ τῇ καθαρότητι.» (5) Καὶ αὖθίς φησιν· «Καὶ ἐλάλησε Κύριος πρὸς Μωϋσῆν ἐνώπιον ἐνωπίῳ ὡς εἴ τις λαλήσει πρὸς ἑαυτοῦ φίλον, καὶ ἀπελύετο εἰς τὴν παρεμβολήν. Καὶ εἶπε
40Μωϋσῆς πρὸς Κύριον· «Εἰ εὕρηκα χάριν ἐνώπιόν σου, ἐμφάνισόν μοι σαυτὸν γνωστὸς, ὡς ἴδω σε, ὅπως ἂν ὦ εὑρηκὼς χάριν ἐνώπιόν σου, καὶ ἐνδο‐ ξασθησόμεθα ἐγώ τε καὶ ὁ λαός σου.» Καὶ εἶπε Κύριος πρὸς Μωσῆν· «Καὶ τοῦτόν σου τὸν λόγον,
45ὃν εἴρηκας, ποιήσω· εὕρηκας γὰρ ἐνώπιόν μου χάριν· καὶ οἶδά σε παρὰ πάντας, καὶ χάριν ἔχεις παρ’ ἐμοὶ, ἀλλ’ οὐ δυνήσει ἰδεῖν τὸ πρόσωπόν μου· οὐ γὰρ μὴ ἴδῃ ἄνθρωπος τὸ πρόσωπόν μου καὶ ζή‐ σεται· καὶ ἰδοὺ τόπος παρ’ ἐμοὶ, καὶ στήσῃ ἐπὶ τῆς

110

.

168

(50)

πέτρας καὶ σκεπάσω σε τῇ χειρί μου, καὶ τότε ὄψει τὰ ὀπίσω μου· τὸ δὲ πρόσωπόν μου οὐκ ὀφθήσεταί
σοι.» (6) Εἶτα μέλλων τὸ Δευτερονόμιον δέχεσθαι,167

110

.

169

πάλιν φησίν· «Καὶ ἀνέβη Μωϋσῆς εἰς τὸ ὄρος τὸ Σινὰ, καθὼς συνέταξεν αὐτῷ Κύριος. Καὶ κατέβη Κύριος ἐν νεφέλῃ.» —«Καὶ παρέστη αὐτῷ ἐκεῖ ἡμέρας μʹ καὶ νύκτας μʹ· ἄρτον οὐκ ἔφαγε, καὶ
5ὕδωρ οὐκ ἔπιε, καὶ ἔγραψεν ἐπὶ τῶν πλακῶν τὰ ῥήματα τῆς διαθήκης, τοὺς ιʹ λόγους. Καὶ λαβὼν τὰς πλάκας καὶ καταβὰς ἀπὸ τοῦ ὄρους δεδοξασμέ‐ νος, εἶδεν Ἀαρὼν καὶ πάντες οἱ υἱοὶ Ἰσραὴλ τὸ πρόσ‐ ωπον Μωϋσέως, καὶ ἦν δεδοξασμένον, καὶ ἐφοβή‐
10θησαν αὐτῷ προσεγγίσαι.» Καὶ εἰκότως· νηστεύσας γὰρ ἡμέρας πʹ Κυρίῳ παρεστηκὼς καὶ τὰς θεογρά‐ φους πλάκας δεξάμενος καὶ τὸ θεόσδοτον Δευτερο‐ νόμιον εἰληφὼς, τοσοῦτον αὐτοῦ τὸ πρόσωπον 86 ἐκ τῆς θεοπτίας ἐδοξάσθη, ὥστε μὴ δύνασθαι τὸν
15λαὸν ἀτενίσαι πρὸς τὴν ἐκεῖθεν φερομένην θείαν αὐγήν τε καὶ δόξαν. Καὶ διὰ τοῦτο «κάλυμμα ἐπετέθη ἡνίκα πρὸς αὐτοὺς ὡμίλει·» ἀκτῖνας γὰρ ἐκπέμπων σελασφόρους καὶ ἀπαστράπτων σφό‐ δρα, τὰς ὄψεις ἐπέστρεψε τῶν ὁρώντων, ὥσπερ τις
20ἡλιακὴ αὐγὴ τοῖς ὀφθαλμοῖς προσπίπτουσα. (7) Μετὰ γὰρ ἡμέρας μʹ κατελθὼν καὶ διὰ τὴν μοσχοποιίαν θυμωθεὶς εὐθέως τὰς πλάκας συντρίψας, εἰς τὸ ὄρος πάλιν ἀνέδραμε, τοσαύτας ἄλλας ἐνδιατρίψας ἐν τῷ ὄρει ἡμέρας προσφιλοσοφῶν τῷ Θεῷ, πάσης (16a)
25ἀνθρωπίνης τροφῆς ὡς καὶ ἐν ταῖς προτέραις ἡμέ‐ ραις γενόμενος ἄγευστος. Οὕτως τὰς δευτέρας πλά‐ κας λαβὼν πρὸς τὸν λαὸν κατῆλθε. (8) Ποῖος οὖν λογισμὸς ἀνθρώπινος τὸ ὑπέρογκον τοῦδε τοῦ θαύ‐ ματος παραστῆσαι δυνήσεται, πῶς ἡ ῥοώδης τοῦ
30σώματος φύσις τοσοῦτον κινουμένη διήρκεσεν, οὐδενὸς ἀνεκπληροῦντος τὸ καθ’ ἡμέραν διαπνέον καὶ ἐξωθούμενον τῆς δυνάμεως; Λύει δὲ τὸ ἄπορον τοῦτο πρᾶγμα καὶ θαυμάσιον ὁ θεῖος λόγος, ὡς ὅταν λέγῃ· «Οὐκ ἐπ’ ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος,
35ἀλλ’ ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ ἐκ στόματος Θεοῦ.» Οὐκοῦν εὔδηλον πᾶσιν ἐντεῦθεν, ὡς μηδὲν τὸν ἄγγελον τοῦτον βεβρωκέναι παντελῶς ἐν ᾗ καὶ κατῆλθεν ἡμέρᾳ, σπεύδων ἐν λόγῳ Κυρίου, καὶ τῇ ἐπαύριον ἐν τῷ ὄρει ἀνῆλθεν, ὥστε δικαίως τῷ δι‐
40καίῳ θυμῷ χρησάμενον, τὰς ἐν λίθῳ σαπφείρῳ δακτύλοις Θεοῦ γραφείσας θείας ῥήσεις, μὴ φέρων τὴν ἐπάρατον ἐργασίαν τε καὶ θεοστυγῆ πρᾶξιν τῶν ἀνοσίων ἐκείνων καὶ βεβήλων, συνέτριψεν, τοῦτο μὲν ἀνάξιον πάμπαν εὖ μάλα κρίνας τοιαύτης
45θεουργίας καὶ εὐεργεσίας ἀπολαῦσαι τοὺς θεομισεῖς καὶ ἐμβροντήτους, τοῦτο δὲ μᾶλλον εἰδὼς τὴν κατ’ αὐτῶν ἔνδικον τοῦ Θεοῦ ἀγανάκτησιν, καὶ διὰ τοῦτο παντί που δῆλον κελεύσας, εἰ καὶ μὴ πάντας, ἀλλὰ τοὺς παρατυγχάνοντας ἀναιρεθῆναι. Πῶς οὖν ὁ

110

.

169

(50)

τοιαύτης καὶ τοσαύτης ἐγκρατείας καὶ νηστείας ἐργάτης καὶ χάριτος θείας ἔμπλεος ἐκ διαμέτρου
καὶ θείῳ ζήλῳ πυρπολούμενος ἅμα καὶ ἰλιγγιῶν169

110

.

172

καὶ ἀδημονῶν καὶ ἀθυμῶν σφόδρα καὶ λυπούμενος καθ’ ὑπερβολὴν ἐπὶ τῇ φοβερᾷ τῶν ἀχαρίστων ἁμαρτίᾳ, τῶν ἀστόργων καὶ 87 ἀσπόνδων, ἠνέσχετο βρώσεως ἢ πόσεως μετασχεῖν ἐν ἡμέρᾳ μιᾷ, πικρίας
5καὶ θυμοῦ πεπληρωμένος καὶ στενοχωρίας ἐν λαῷ κακούργῳ καὶ πονηροτάτῳ καὶ μυσαροτάτῳ, μὴ πρότερον ὑπὲρ ἑαυτοῦ ἐξιλεωσάμενος δι’ ἐπιτετα‐ γμένης ἐστὶ νηστείας καὶ κατανύξεως, ἧς οὐδὲν φίλον Θεῷ πέφυκεν, εὖ εἰδὼς εἰ καί τις ἄλλος;
10(9) Ὅτι γὰρ μία γέγονεν ἡμέρα μεταξὺ τῆς ἀπὸ τοῦ ὄρους καταβάσεως αὐτοῦ καὶ ἀναβάσεως, ἐν ᾗ τάς τε πλάκας συντρίψας καὶ τὸν μόσχον ἐξαφανίσας καὶ τοὺς τρισχιλίους αἰσχίστους καὶ κακίστους ἄν‐ δρας ὀλοθρεύσας, βουλόμενος, ὡς οἴονται, κατα‐
15παῦσαι τὴν ὀργὴν τοῦ Θεοῦ μικρὸν καὶ τὸν ἄκρατον θυμὸν, αὐτίκα τῇ ἐπιούσῃ θᾶττον ἀνῆλθεν εἰς τὸ ὄρος πρὸς Κύριον, δυσωπήσων ὑπὲρ αὐτῶν, ἄκου‐ σον τί φησιν ἡ Γραφὴ διαῤῥήδην· «Καὶ ἐγένετο μετὰ τὴν αὔριον καὶ εἶπε Μωϋσῆς πρὸς τὸν λαόν·
20«Ὑμεῖς ἡμαρτήκατε ἁμαρτίαν μεγάλην, καὶ νῦν ἀναμνήσομαι πρὸς τὸν Θεὸν, ἵνα ἐξιλεώσωμαι περὶ τῆς ἁμαρτίας ὑμῶν.» Εἶτα ἐπήγαγεν εὐθέως· «Ἐπέστρεψε δὲ Μωσῆς πρὸς τὸν Κύριον καὶ εἶπε· «Δέομαι, ἡμάρτηκεν ὁ λαὸς οὗτος ἁμαρτίαν μεγάλην
25καὶ ἐποίησαν (16b) ἑαυτοῖς θεοὺς, καὶ νῦν, εἰ μὲν ἀφῇς αὐτῶν τὴν ἁμαρτίαν, ἄφες, εἰ δὲ μὴ, ἐξάλειψον κἀμὲ ἐκ τῆς βίβλου ἦς ἔγραψας·» καὶ εἶπε Κύριος πρὸς Μωϋσῆν· «Εἴ τις ἥμαρτεν ἐνώπιόν μου, ἐξαλείψω αὐτὸν ἐκ τῆς βίβλου μου· νῦν δὲ βάδιζε
30καὶ ὁδήγησον τὸν λαὸν τοῦτον εἰς τὸν τόπον, ὃν εἴρηκά σοι. Καὶ ἰδοὺ ὁ ἄγγελός μου προπορεύσεται πρὸ προσώπου μου, ᾗ δ’ ἂν ἡμέρᾳ ἐπισκέψωμαι, ἐπάξω ἐπ’ αὐτοὺς τὴν ἁμαρτίαν αὐτῶν.» Καὶ ἐπά‐ ταξε Κύριος τὸν λαὸν περὶ τῆς ποιήσεως τοῦ μόσχου
35οὗ ἐποίησεν Ἀαρών.» (10) Ἴδε τοίνυν χρηστότητος καὶ ἀποτομίας Θεοῦ κατὰ τὸν χριστοφόρον· καὶ γνῶθι σαφῶς, ὅτι φοβερὸν ὄντως τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος καὶ ἀμήχανον ἐκφυγεῖν τοὺς ἐπταικότας ἀμετανόητα δήπουθεν τὴν ἔνδικον καὶ
40ἀδέκαστον θείαν δίκην, εἰ καὶ παραχρῆμα ταύτην οὐκ ἐπήγαγε, καθὼς ἐναργεστάτως διὰ βραχυλογίας ἀποδέδεικται. (11) Ὥστε λοιπὸν ἀναμφήριστόν ἐστιν, ὡς πʹ ἡμέρας ἐφεξῆς ἀπόσιτος ἔμεινε θεοφορούμε‐ νος ὁ θεσπέσιος οὗτος ἀνὴρ καὶ ἐνισχυόμενος ἐν
45ἐκείνῃ τῇ πολλῇ προεδρίᾳ 88 καὶ παραστάσει Θεοῦ, Θεὸς καὶ θεοφάντωρ ἤδη γενόμενος καὶ ὑπὲρ φύσιν ἀνθρωπίνην καρτερίαν καὶ εὐτονίαν ἐπιδει‐ ξάμενος, «εἴτε ἐν σώματι πέλων, εἴτε ἐκτὸς τοῦ σώματος, ὁ Θεὸς οἶδεν» ὁ τοῦτον οὕτως ἀποφήνας

110

.

172

(50)

καὶ ὑπερφυῶς δοξάσας. (12) Εἶτα πάλιν φησίν· «Ἡνίκα δ’ ἂν ἐπορεύετο Μωϋσῆς εἰς τὴν σκηνὴν, κατέβαινεν ὁ στῦλος τῆς νεφέλης καὶ ὁ Θεὸς ἐπὶ τὴν
σκηνήν. Ὁ δὲ λαὸς ἑώρα τὸν στῦλον τῆς νεφέλης,171

110

.

173

καὶ προσεκύνουν ἕκαστος ἐκ τῆς σκηνῆς αὐτοῦ· καὶ οὕτως ἐλάλει Κύριος μετὰ Μωϋσέως» ἐνώπιον τοῦ λαοῦ. (13) Καὶ τὸν μὲν λαὸν ἐκ τῆς ὀργῆς Κυρίου διαφόρως ἐπαγωνιζόμενος ἐξελέσθαι, τοσοῦτον ὑπὲρ
5αὐτῶν ἤλγησε τῆς οἰκείας σωτηρίας, ὡς καὶ ἐν τῇ θραύσει τοῦ Θεοῦ κατὰ τὸν Δαυῒδ στῆναι φάναι· «Εἰ μὲν ἀφῇς αὐτοῖς τὴν ἁμαρτίαν, ἄφες· εἰ δὲ μὴ, ἐξάλειψον κἀμὲ ἐκ τῆς βίβλου ἧς ἐγρά‐ ψας·» εἶπε γὰρ, φησὶ, τοῦ ἐξολοθρεῦσαι αὐτοὺς,
10εἰ μὴ Μωϋσῆς, ὁ ἐκλεκτὸς αὐτοῦ, ἔστη ἐν τῇ θραύ‐ σει ἐνώπιον αὐτοῦ τοῦ μὴ ἐξολοθρεῦσαι αὐτούς. Ὅσοι δὲ κατεξανέστησαν αὐτῷ, οἱ μὲν κατεπόθησαν εἰς ᾅδου ζῶντες, οἱ δὲ θείου πυρὸς γεγόνασι παρανά‐ λωμα· φησὶ γάρ· «Καὶ ἐγένοντο οἱ τεθνηκότες
15ἐν τῇ θραύσει χιλιάδες ιδʹ χωρὶς τῶν τεθνηκότων ἕνεκεν Κορέ.» (14) Οὐ μὴν δὲ, ἀλλὰ καὶ Μαρία ἡ προφῆτις καὶ ἀδελφὴ αὐτοῦ, λαλήσασα κατ’ αὐτοῦ, δίκην δέδωκε. «Καὶ ἐλάλησαν, φησὶν, Μαρία καὶ Ἀαρὼν κατὰ Μωϋσέως ἕνεκεν τῆς γυναικὸς αὐτοῦ
20Αἰθιοπίσσης, ὅτι γυναῖκα Αἰθιόπισσαν ἔλαβεν· καὶ εἶπαν· «Μὴ Μωϋσεῖ μόνῳ λελάληκεν ὁ Θεός;» Καὶ ἤκουσε Κύριος. Καὶ ὁ ἄνθρωπος Μωϋσῆς πραῢς σφόδρα παρὰ πάντας ἀνθρώπους ἐπὶ τῆς γῆς. Καὶ κατέβη Κύριος ἐν στύλῳ νεφέλης ἐπὶ τὴν σκηνὴν
25τοῦ μαρτυρίου, καὶ εἶπε πρὸς Ἀαρὼν καὶ Μαρίαν. «Ἐὰν γένηται προφήτης ὑμῶν Κυρίῳ, ἐν ὁράματι αὐτῷ γνωσθήσομαι καὶ ἐν ὕπνῳ λαλήσω αὐτῷ· οὐχ οὕτως ὁ θεράπων μου Μωϋσῆς, ἐν ὅλῳ τῷ οἴκῳ μου (17a) πιστός ἐστιν· στόμα κατὰ στόμα λαλήσω
30αὐτῷ ἐν εἴδει, καὶ οὐ δι’ αἰνιγμάτων, καὶ τὴν δόξαν μου εἶδε· καὶ διὰ τί οὐκ ἐφοβήθητε καταλαλῆσαι κατὰ τοῦ θεράποντός μου Μωϋσέως;» καὶ ὀργὴ θυμοῦ Κυρίου, καὶ ἀπῆλθεν. Καὶ ἰδοὺ Μαρία λεπρώσασα ὡσεὶ χιών.» —Ἀλλ’ οὖν γε 89 δυσω‐
35πήσας Μωϋσῆς δι’ αὐτὴν, καὶ ἀφορισθεῖσα ἐκ τοῦ λαοῦ ἡμέρας ζʹ, ἰάθη κατὰ τὸν λόγον Κυρίου. Καὶ μετὰ ταῦτα Μαρία ἐτελεύτησε. (15) Καὶ οὐκ ἦν ὕδωρ ἐν τῇ συναγωγῇ, καὶ ἐλοιδόρει ὁ λαὸς τὸν Μωϋσῆν καὶ τὸν Ἀαρών. «Καὶ εἶπε Κύριος πρὸς
40Μωϋσῆν· Λάβε τὴν ῥάβδον ταύτην, καὶ ἐκκλη‐ σίασον τὴν συναγωγὴν σὺ καὶ Ἀαρὼν ὁ ἀδελφός σου, καὶ λαλήσατε πρὸς τὴν πέτραν ἐναντίον αὐτῶν, καὶ δώσει τὰ ὕδατα αὐτῆς.» Καὶ ἔλαβε Μωϋσῆς τὴν ἀπέναντι Κυρίου ῥάβδον, καὶ ἐκκλησίασε Μωϋ‐
45σῆς καὶ Ἀαρὼν τὴν συναγωγὴν ἀπέναντι τῆς πέ‐ τρας καὶ εἶπον πρὸς αὐτούς· «Ἀκούσατε ἡμῶν, οἱ ἀπειθεῖς, μὴ ἐκ τῆς πέτρας ταύτης ἐξάξω ὑμῖν ὕδωρ;» Καὶ ἐπάρας Μωϋσῆς τὴν χεῖρα αὐτοῦ, καὶ πατάξας τὴν πέτραν τῇ ῥάβδῳ, εὐθὺς ἐξῆλθεν ὕδωρ

110

.

173

(50)

πολὺ, καὶ ἔπιεν ὁ λαὸς τῆς συναγωγῆς καὶ τὰ κτήνη αὐτῶν. Καὶ εἶπε Κύριος πρὸς Μωϋσῆν καὶ Ἀα‐ ρών· «Ἀνθ’ ὧν οὐκ ἐπιστεύσατε ἁγιᾶσαί με ἐναντίον τοῦ λαοῦ, διὰ τοῦτο οὐκ εἰσάξετε ὑμεῖς τὴν συναγωγὴν ταύτην εἰς τὴν γῆν ἣν ἔδωκα αὐτοῖς.» Διὸ «προστεθήτω Ἀαρὼν πρὸς τὸν λαὸν
αὐτοῦ (καὶ ἀποθανείτω), ὅτι οὐ μὴ εἰσέλθητε εἰς τὴν γῆν ἐκείνην, διότι παρωξύνατέ με ἐπὶ τοῦ ὕδα‐173

110

.

176

τος τῆς ἀντιλογίας καὶ λοιδορίας τοῦ λαοῦ. Καὶ ἀνεβίβασε Μωϋσῆς τὸν Ἀαρὼν εἰς τὸ ὄρος, καθὰ συνέταξε Κύριος, ἐναντίον πάσης συναγωγῆς καὶ ἐξέδυσεν αὐτὸν τὰ ἱερατικὰ ἱμάτια, καὶ ἐνέδυσεν αὐτὰ Ἐλεάζαρ τὸν υἱὸν αὐτοῦ, καὶ ἀπέθανεν Ἀαρὼν ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους» ἐν τῷ μʹ ἔτει τῆς ἐξόδου τῶν υἱῶν Ἰσραὴλ, ζήσας ἔτη, ρκγʹ. «Καὶ εἶδε πᾶσα ἡ συναγωγὴ, ὅτι ἀπελύθη Ἀαρὼν, καὶ
5ἔκλαυσαν αὐτὸν ἡμέρας λʹ.» ΚΑʹ. Περὶ τῆς τελευτῆς Μωϋσέως. Καὶ μετὰ ταῦτα εἶπε Κύριος πρὸς Μωϋσῆν· «Ἀνάβηθι εἰς τὸ ὄρος—τὸ Ναβαὺ, καὶ ἴδε τὴν γῆν —ἣν δίδωμι τοῖς υἱοῖς Ἰσραὴλ, καὶ τελεύτα—ἐκεῖ
10—ὃν τρόπον ἀπέθανεν Ἀαρὼν ὁ ἀδελφός 90 σου ἐν τῷ ὄρει—διότι ἠπειθήσατε τῷ ῥήματί μου ἐπὶ τοῦ ὕδατος (τῆς) ἀντιλογίας Κάδης, καὶ οὐχ ἡγιάσατέ με ἐν τῷ λαῷ· ὅτι ἀπέναντι ὄψει τὴν γῆν ἐκείνην, καὶ ἐκεῖ οὐκ εἰσελεύσῃ.» (2) Τοῦ δὲ
15Μωϋσέως πολλάκις δεηθέντος τοῦ Θεοῦ περὶ τούτου καὶ λέγοντος· «Διαβὰς οὖν ὡδέποτε, Κύριε, τὸν Ἰορδάνην, ὄψομαι τὴν ἀγαθὴν γῆν ἐκείνην καὶ τὸ ἅγιον ὄρος καὶ τὸν Ἀντιλίβανον.» Καὶ εἶπε Κύριος πρὸς αὐτόν· «Ἱκανούσθω σοι· ὅρα μὴ προσέλ‐
20θῃς μοι ἔτι λαλῆσαι περὶ τούτου, ἀλλ’ ἀνάβηθι ἐπὶ τὴν κορυφὴν τοῦ ὄρους, καὶ ἴδε κατὰ θάλασσαν καὶ βοῤῥᾶν καὶ λίβα καὶ ἀνατολὰς τὴν ἀγαθὴν γῆν ἐκείνην καὶ τὸ ἅγιον ὄρος, ὅτι τοῖς ὀφθαλμοῖς σου ὄψει αὐτὴν (17b), καὶ ἐκεῖ οὐκ εἰσελεύσει.» (3) Καὶ
25γράψας ἐκ προστάγματος Κυρίου τὴν ᾠδὴν τὴν μεγάλην καὶ διαθήκην, καὶ ἐπιθεὶς τὰς χεῖρας αὐτοῦ ἐπὶ Ἰησοῦν τὸν τοῦ Ναυῆ ἀνέβη εἰς τὸ ὄρος τὸ Ἀβαρὶμ, ὅ ἐστι Ναβαὺ, καὶ ἔδειξεν αὐτῷ Κύριος πᾶσαν τὴν γῆν τῆς ἐπαγγελίας,» καὶ εἶπε πρὸς
30αὐτόν· «Αὕτη ἡ γῆ ἣν ὤμοσα πρὸς Ἀβραὰμ καὶ Ἰσαὰκ λέγων· Τῷ σπέρματί σου δώσω αὐτήν· ἔδειξα τοῖς ὀφθαλμοῖς σου· ἐκεῖ δὲ οὐκ εἰσελεύσῃ.» Καὶ ἐτελεύτησε Μωϋσῆς ἐκεῖ, διὰ ῥήματος, Κυ‐ ρίου, ζήσας ἔτη ρκʹ. Καὶ θάψας αὐτὸν ὁ λαὸς, καὶ
35κλαύσας ἡμέρας μʹ, οὐδεὶς εἶδε τὴν ταφὴν αὐτοῦ.» (4) «Καὶ οὐκ ἀνέστη ἔτι προφήτης ἐν Ἰσραὴλ ὡς Μωϋσῆς, ὃς ἔγνω αὐτὸν πρόσωπον πρὸς πρόσ‐ ωπον ἐν πᾶσι τέρασι καὶ σημείοις.» Μεθ’ ὃν οὐδεὶς ὑπὲρ τὰ ρκʹ ἔτη ἔζησεν.
40(5) Καὶ τῷ μὲν μʹ ἔτει τῆς ἐξόδου τῶν υἱῶν Ἰσραὴλ, τῇ νουμηνίᾳ, φησὶν Ἰώσηπος, τοῦ πρώτου μηνὸς Νισὰν, ἐτελεύτησε Μαρία, καὶ ἐτάφη ἐν Ὢρ τῷ ὄρει· καὶ τῇ νουμηνίᾳ τοῦ εʹ μηνὸς Ἂβ τοῦ αὐτοῦ ἔτους, ἐτελεύτησεν Ἀαρὼν, καὶ ἐτάφη καὶ
45αὐτὸς ἐν αὐτῷ τῷ ὄρει Ὤρ. Καὶ τῇ νουμηνίᾳ τοῦ ιβʹ μηνὸς Ἄδαρ τοῦ αὐτοῦ ἔτους, ἐτελεύτησε Μωϋ‐ σῆς ἐν ὄρει τῷ Ἀβαρὶμ, ἐν ᾧ καὶ ἐτάφη, καί
τινα λοιπὸν φωτοειδῆ νεφέλην γεγεννῆσθαι 91 κατὰ175

110

.

177

τὸν τόπον ἐκεῖνον ἀμαυροῦσαν καὶ ἀποτειχίζουσαν τὰς ὄψεις τῶν ὁρώντων, ἵνα μὴ γινώσκοιεν αὐτοῦ τὸν τάφον εἰς τὸν αἰῶνα. (6) Προσεκτέον οὖν ὅπως τὸν Νισὰν πρῶτον μῆνα λέγει, ὅνπερ ἡμεῖς ὀνομά‐
5ζομεν Μάρτιον καὶ οὐχὶ Ἀπρίλιον, ὡς τινὲς οἴονται, ὅτι μὲν πρῶτος μήν ἐστι παρ’ Ἑβραίοις ὁ Νισὰν, ὡς καὶ αὐτὴ δηλοῖ τοῦ ὀνόματος ἡ προσηγορία καὶ ἡ ἑρμηνεία, Ἑβραϊστὶ λεγομένη Νισὰν, ὅς ἐστι πρῶ‐ τος μὴν ὁ παρ’ ἡμῖν λεγόμενος Μάρτιος. Καὶ μάρ‐
10τυς μὲν οὗτος ὁ σοφώτατος καὶ νομοδιδάσκαλος Ἰώσηπος, τὸν Νισὰν πρῶτον εἰπὼν μῆνα καὶ τὸν Ἀβὶ πέμπτον καὶ τὸν Ἄδαρ δωδέκατον· μάρτυς δὲ μᾶλλον θεῖος καὶ ἀξιόχρεως ὁ προφήτης Ζαχαρίας περὶ τοῦ θ’ καὶ ιʹ μηνὸς λέγων· «Τῇ δʹ καὶ ιʹ τοῦ
15θʹ μηνὸς, ὅς ἐστι Σαβάτ.» Καὶ γὰρ οὗτος καὶ παρ’ ἡμῖν, εἰ πρῶτος ὁ Μάρτιος ἀπηριθμήθη, ὄγδοος ὁ Ὀκτώβριος εὑρίσκεται, καὶ δέκατος ὁ Δε‐ κέμβριος. Καὶ μέντοι τὸ ἔαρ ἀπὸ τοῦ αὐτοῦ πρω‐ τοκτίστου μηνὸς ἄρχεται Μαρτίου καὶ ἡ γῆ βλαστά‐
20νει, κατὰ τὴν θείαν πρόστασιν, βοτάνην χόρτον· καὶ οἱ τοῦ ἐνιαυτοῦ καιροὶ τέσσαρες, ἀνὰ τρεῖς μῆνας ἔχοντες ἀριθμοῦνται. Καὶ λέγεται ὁ ψῆφος αὐτῶν· ἔαρ, θέρος, φθινόπωρον καὶ χειμών. (7) Οὐ μὴν δὲ ἀλλὰ καὶ ὁ πολυμαθὴς καὶ πο‐ λυΐστωρ Εὐσέβιος ἐν τοῖς χρονικοῖς κανόσι φησί·
25«Οἱ οὖν Ἰουδαῖοι τὴν τοῦ ἔτους νεομηνίαν τοῦ παρ’ αὐτοῖς λεγομένου Νισὰν, ἤτοι τῇ κεʹ τοῦ Μαρ‐ τίου μηνὸς ἔχουσι πάντοτε, ἥτις ἐστὶ πρωτόκτιστος ἡμέρα, ἐν ᾗ τόδε τὸ πᾶν ἐκ μὴ ὄντων εἰς τὸ εἶναι παρήγαγεν ὁ Θεός. Κατὰ τὴν εὐδοκίαν τοῦ Πατρὸς
30καὶ συνεργίαν τοῦ ἁγίου Πνεύματος ἐνοικήσας ἐν τῇ ἁγίᾳ Παρθένῳ, τῷ αὐτῷ ἔτει ἐνηνθρώπησε· (18a) καὶ κατ’ αὐτὴν ἐκ τάφου ἀνέστη καὶ γέγονε τὸ λεγόμενον κύριον Πάσχα.» Αὕτη τοίνυν ἡμῖν κατὰ τὴν τοῦ Θεοῦ ἁγίαν Ἐκκλησίαν ἀρχὴ ἔτους ἐστὶ
35πάντοτε καθὸ καὶ τὸ ἅγιον Πάσχα εὑρίσκοντες εἰς Κυριακὴν ἐμπίπτον μετὰ τὴν ιδʹ τῆς σελήνης τοῦδε τοῦ μηνὸς Μαρτίου τοῦ καὶ Νισὰν προσαγορευομέ‐ νου, οὐκ Ἰουδαϊκῶς, ἀλλ’ ἀποστολικῶς ἐκτελοῦμεν κατὰ φυσικὴν θεοπαράδοτον μέθοδον.
4092 ΚΒʹ. Ἔτι περὶ τοῦ Μωϋσέως. Οὕτως οὖν ὁ θαυμάσιος οὗτος Μωϋσῆς διαπρέ‐ ψας καὶ τερατουργὸς ἀναδειχθεὶς τοὐναντίον πάλιν μετὰ πολλῆς ὀδύνης καὶ θλίψεως διεπέρανε τὸν βίον. Καὶ γὰρ ἀποδυρόμενος τὴν στέρησιν τῆς ἐπηγ‐
45γελμένης ἁγίας γῆς ἔλεγε πρὸς τοὺς Ἰσραηλίτας· «Κύριος ὁ Θεὸς ἐθυμώθη μοι περὶ τῶν λεγομένων ὑφ’ ὑμῶν, καὶ ὤμοσεν, ἵνα μὴ διαβῶ τὸν Ἰορδάνην, καὶ εἰσέλθω εἰς τὴν γῆν ἣν Κύριος ὁ Θεὸς δίδωσιν
ὑμῖν ἐν κλήρῳ. Ἐγὼ γὰρ ἀποθνήσκω ἐν τῇ γῇ ταύτῃ,177

110

.

180

καὶ οὐ διαβαίνω τὸν Ἰορδάνην· ὑμεῖς δὲ διαβαί‐ νετε καὶ κληρονομεῖτε τὴν ἀγαθὴν γῆν ταύτην.» Ποίαν τοίνυν ἄρα λιθίνην καρδίαν οὐ συνέτριψεν ἡ τοῦ δικαίου θλῖψις τότε; Ποίαν ψυχὴν ἀμείλικτον
5καὶ δυσπαράκλητον οὐ κατεμάλαξεν καὶ εἰς οἶκτον ἤγαγεν ταῦτα μετὰ δακρύων φθεγγόμενα; Τίνα οὐκ ἔπληξε καὶ ἐφόβησε, καὶ πρὸς δάκρυα καὶ θρῆνον ἀκατάσχετον οὐκ ἐκίνησεν; (2) Ὄντως ἀληθῶς, πολλαὶ αἱ θλίψεις τῶν δικαίων· ἰδοὺ γὰρ ὁ ἐκ βρέφους
10ἀστεῖος ὁρώμενος καὶ θείας χάριτος ἔμπλεος, οὗτος ὁ ἀοίδιμος καὶ ἐξοχώτατος δίκαιος ἀπὸ τῆς πρώτης ἡλικίας ἀρξάμενος θλίβεσθαι καὶ ὀδυνᾶσθαι καὶ ἀδημονεῖν, μετὰ τῆς αὐτῆς ἀθυμίας τὸν βίον κατέ‐ λυσε. Ἵνα γὰρ τὰς ἐν Αἰγύπτῳ θλίψεις αὐτοῦ πολλὰς
15καὶ κακὰς παρῶμεν, καὶ τὰς ἐν ἐρήμῳ διασκοπή‐ σωμεν, ἔνθα μηκέτι φέρων τοῦ πολλάκις λιθοβολή‐ σαντος λαοῦ τὴν ἀγνωμοσύνην καὶ θρασύτητά τε καὶ ἀγριότητα καὶ παραιτούμενος τὴν πρόστασιν ἐκ πολλῆς ἀθυμίας καὶ θάνατον αἰτούμενος. Ἄκουσον καὶ
20γνῶθι τὸν πολὺν θόρυβον καὶ φοβερὸν ἴλιγγα τῆς ψυχῆς αὐτοῦ δι’ ὀλίγων ῥημάτων, φησὶ γάρ· «Ἐβα‐ ρυθύμησεν Μωϋσῆς σφόδρα καὶ εἶπε πρὸς Κύριον· Ἵνα τί ἐκάκωσας τὸν θεράποντά σου, καὶ διὰ τί οὐχ εὕρηκα χάριν ἐναντίον σου, ἐπιθεῖναί μοι τὴν
25ὁρμὴν τοῦ λαοῦ τούτου; μικρὸν λιθοβολήσουσί με. Μὴ ἐγὼ ἐν γαστρὶ ἔλαβον τὸν λαὸν τοῦτον; ἢ ἐγὼ ἔτε‐ κον αὐτούς; ὅτι λέγεις μοι· ἆρον 93 αὐτοὺς εἰς τὸν κόλπον σου, ὡσεὶ ἄραι τιθηνὸς τὸν θηλάζοντα, εἰς τὴν γῆν ἣν ὤμοσας τοῖς πατράσιν αὐτῶν; Πόθεν
30μοι κρέα δοῦναι παντὶ τῷ λαῷ τούτῳ, ὅτι κλαίουσιν ἐπ’ ἐμοὶ λέγοντες· Δὸς ἡμῖν κρέα ἵνα φάγωμεν· οὐ δυνήσομαι ἐγὼ μόνος φέρειν (18b) τὸν λαὸν τοῦ‐ τον, ὅτι βαρύτερόν μοι ἐστὶ τὸ ῥῆμα τοῦτο. Εἰ δὲ οὕτω σὺ ποιεῖς, ἀπόκτεινόν με ἀναιρέσει, εἰ εὕ‐
35ρηκα χάριν ἐν ὀφθαλμοῖς σου, ἵνα μὴ ἴδω τὴν κάκωσίν μου.» —Τί οὖν λοιπὸν τῶν ῥημάτων τού‐ των γένηται ὀδυνηρότερον, καὶ τί τῆς ζωῆς ταύτης δυσαχθέστερον; (3) Καὶ αὐτὸς μὲν εὐεργετῶν αὐτοὺς διετέλει
40καὶ προκινδυνεύων αὐτῶν. Ἐπεὶ γὰρ διαφόρως εἶπεν ὁ Θεὸς πρὸς αὐτὸν ἐξολοθρεῦσαι τούτους, λέγων· «Ἔασόν με, καὶ θυμωθεὶς ἐξαναλώσω αὐτοὺς εἰς ἅπαξ, καὶ ποιήσω σε εἰς ἔθνος μέγα.» Καὶ τούτῳ πρεσβευόμενος ἔλεγεν· «Εἰ μὲν
45ἀφεῖς τὴν ἁμαρτίαν αὐτοῖς, ἄφες· εἰ δὲ μὴ, ἐξ‐ άλειψον κἀμὲ ἐκ τῆς βίβλου ἧς ἔγραψας.» Ἐκεῖ‐ νοι δὲ συνεχῶς καὶ ἐπανίσταντο κατ’ αὐτοῦ μέχρις ἂν καὶ εἰς ἔσχατον αὐτὸν κίνδυνον ἤγαγον. καὶ τῆς ἐπαγγελίας ἀπεστέρησαν. Καὶ τοῦτο δη‐

110

.

180

(50)

λῶν πρὸς αὐτοὺς πάλιν καὶ τραγῳδικώτερον τὴν179

110

.

181

ἑαυτοῦ συμφορὰν διηγούμενος ἔφη· «Καὶ ἐμοὶ Κύριος ἐθυμώθη δι’ ὑμᾶς, καὶ ὑπερεῖδέ με ἕνεκεν ὑμῶν, καὶ οὐκ ἤκουσέ μου τῆς δεήσεως, λέγων· Οὐδὲ σὺ οὐ μὴ εἰσέλθῃς ἐκεῖ.» Διό φησιν ὁ Δαυΐδ·
5«Καὶ παρώργισαν αὐτὸν ἐφ’ ὕδατος ἀντιλογίας, καὶ ἐκακώθη Μωϋσῆς δι’ αὐτοὺς, ὅτι παρεπίκραναν, καὶ διέστειλεν ἐν τοῖς χείλεσιν αὐτοῦ·» ἀθυμοῦντι γὰρ διὰ τὴν τῆς ἀδελφῆς τελευτὴν, ἐπέκειντο δίψει πιε‐ ζόμενοι. (4) Δυσχεραίνων τοίνυν τὴν πολλὴν ἀκρασίαν
10τε καὶ αὐθάδειαν, ἀνθρώπινόν τι πέπονθε, καὶ ὥσπερ διὰ θεῖον ζῆλον ἐπὶ τῆς μοσχοποιΐας αὐτῶν ἐξ ὑπερβολῆς ἀθυμίας ὁ πραότατος πέπονθε, τοῦτο καὶ ἐπὶ τῆς ἀντιλογίας, ὃ δὴ καὶ ὁ πρᾶος Δαυῒδ πάσχων ἔλεγε· «Ἀθυμία κατέσχε με ἀπὸ ἁμαρτωλῶν τῶν
15ἐγκαταλιμπανόντων τὸν νόμον σου,» καὶ, «Εἶδον ἀσυν‐ ετοῦντας καὶ ἐξετηκόμην, ὅτι τὸν νόμον σου οὐκ ἐφυλάξαντο.» Οὐ γὰρ ἂν, εἰ μὴ 94 σφόδρα αὐτὸν ἐσκότωσαν ἐκ βάθρων αὐτοῦ τὴν ψυχὴν, ἔστρεψεν ὁ τῆς ἀθυμίας ἐκείνης τάραχος, τὰς θεογράφους πλά‐
20κας ἔῤῥιψεν ἀπὸ τῶν χειρῶν καὶ συνέτριψεν, ἐν αἷς ὑπῆρχε γεγραμμένα ταῦτα· αʹ. «Ἐγώ εἰμι Κύριος ὁ Θεός σου, ὃς ἐξήγαγόν σε ἐκ τῆς Αἰγύπτου, οἴκου δουλείας· οὐκ ἔσται σοι θεὸς ἕτερος πλὴν ἐμοῦ.» βʹ. «Οὐ ποιήσεις σεαυτῷ εἴδωλον παντὸς ὁμοιώματος,
25ὅσα ἐν τῷ οὐρανῷ ἄνω καὶ ὅσα ἐπὶ τῆς γῆς κάτω, καὶ ὅσα ἐν τοῖς ὕδασιν ὑποκάτω τῆς γῆς· οὐ προσ‐ κυνήσεις αὐτοῖς.» γʹ. «Οὐ λήψῃ τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ σου ἐπὶ ματαίῳ.» δʹ. «Μνήσθητι τὴν ἡμέραν τῶν σαββάτων ἁγιάζειν αὐτήν.» εʹ. «Τίμα
30τὸν πατέρα σου καὶ τὴν μητέρα σου, ἵνα εὖ σοι γένηται, καὶ ἔσῃ μακροχρόνιος ἐπὶ τῆς γῆς.» ϛʹ «Οὐ μοιχεύσεις.» ζʹ. «Οὐ κλέψεις.» ηʹ. «Οὐ φονεύσεις.» θʹ. «Οὐ ψευδομαρτυρήσεις κατὰ τοῦ πλησίον μαρτυρίαν ψευδῆ.» ιʹ. «Οὐκ ἐπιθυμήσεις
35τὴν γυναῖκα τοῦ πλησίον σου, οὐδὲ τὴν οἰκίαν αὐτοῦ, οὐδὲ τὸν ἀγρὸν αὐτοῦ, οὐδὲ τὸν παῖδα αὐτοῦ (19b), οὐδὲ τὴν παιδίσκην αὐτοῦ, οὐδὲ τὸν βοῦν αὐτοῦ, οὐδὲ τὸ ὑποζύγιον αὐτοῦ, οὐδ’ ὅσα τῷ πλησίον σου εἰσίν.» (5) Ἐννόησον δέ γε πρὸς τούτοις οἷον πῦρ τὴν
40ψυχὴν αὐτοῦ ἀνῆψεν καὶ ἀκατάπαυστον φλόγα ἤγει‐ ρεν καὶ ἡ τοῦ ἀδελφοῦ τελευτὴ, οἷον καυστῆρα διη‐ νεκῆ τε καὶ ἀθεράπευτον ὁ ταύτης ἐνέθηκε τρόπος, οἷον γὰρ εἰκὸς πάσχειν ὑπὸ τῆς φυσικῆς φιλοστορ‐ γίας. Πρῶτον μὲν γὰρ εἰς τὸ ὄρος αὐτὸν ἀγαγὼν,
45διὰ θείας ὀργῆς τελευτῆσαι· δεύτερον δὲ, ἡνίκα τὴν ἀρχιερατικὴν στολὴν ἀμφιάζων καὶ βλέπων αὐτὸν κατώδυνον σφόδρα καὶ συγκεχυμένον καὶ παρειμέ‐ νον δάκρυσί τε καὶ συνεχόμενον καὶ ἀγωνιῶντα· τρίτον δὲ, τὸν ἀπ’ ἀλλήλων αἰφνίδιον χωρισμὸν καὶ

110

.

181

(50)

τὴν ἐπ’ αὐτοῦ ἐκ τῆς ἀδελφικῆς γλυκυτάτης ὁμιλίας181

110

.

184

τε καὶ συνουσίας ἐρημίαν καὶ μόνωσιν. Εἰ γὰρ ὁ λαὸς ἐπένθησεν αὐτὸν ἡμέρας λʹ, πόσῳ μᾶλλον οὗτος οὐ διέλιπε θρηνῶν αὐτὸν ἀκατασχέτως μέχρι τέλους ζωῆς αὐτοῦ, φλεγόμενος πάνυ καὶ σφαδάζων ὑπὸ
5τῆς φυσικῆς τυραννίδος (6) ! Καὶ τὸ δὴ πάντων θαυ‐ μαστότερον, ὅτι καὶ τὴν περιπόθητον γῆν, ὑπὲρ ἧς τε πολλοὺς καὶ φοβεροὺς ἀνέτλη πόνους, ἰδὼν μακρό‐ θεν καὶ μειζόνως τρωθεὶς, ἀπῆλθε μὴ τυχὼν, ὁ θαυ‐ μάσιος 95 καὶ πανάρετος ποιμὴν, τοῦ σπουδαζομένου
10διὰ τὴν ἀπείθειαν καὶ σκληροκαρδίαν καὶ δυστρο‐ πίαν τῶν σπουδαζομένων. Ποῦ οὖν εἰσιν οἱ ἐνάρετοι ποιμένες; Ἴσως καὶ λαὸν ἀπειθῆ καὶ σκληροτράχηλον καὶ δυσάγωγον ἅμα καὶ ἀντίλογον ποιμαίνοντες καὶ μηδὲν ἐκ τῆς ἐκείνων φαυλότητος οἰόμενοι κινδυ‐
15νῶδες πάσχειν ἐκ παγκάκου λήθης. Εἰ γὰρ εἰς ἔννοιαν εἶχον ἀεὶ τὸν ἀοίδιμον ἄνδρα τοῦτον καὶ τὸν δίκαιον ἀρχιερέα Ἠλὶ, καὶ ὅπως ἑκάτερος αὐτῶν ὁσίως καὶ ἀμέμπτως βιοῦντες καὶ προστατεύοντες ἐκ τῆς τῶν προστατευομένων ἐκινδύνευσαν κακίας,
20οὐκ ἂν ἐπαύσαντο θρηνοῦντες καὶ φρίττοντες εἰκό‐ τως καὶ τὴν ἑτέρων προστασίαν ἢ παραιτούμενοι, ἢ μετὰ πολλοῦ φόβου καὶ τρόμου καθηγεῖσθαι, καὶ διηνεκῶς πενθεῖν καὶ φροντίζειν περὶ τῆς ἐκείνων ἀπολογίας κατὰ τὴν περὶ τῶν ἀμφοτέρων ἀποστολι‐
25κὴν παραίνεσιν τὴν λέγουσαν· «Πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν καὶ ὑπείκετε· αὐτοὶ γὰρ ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ὑμῶν ὡς λόγον ἀποδώσοντες.» (7) Εἰ τοίνυν οἱ τοιοῦτοι καὶ τηλικοῦτοι καθηγη‐ ταὶ διὰ τὴν τῶν καθηγουμένων ὑποχειρίων ἐκινδύ‐ νευσαν, ὡς προείρηται, μοχθηρίαν, τίς ὑπὲρ τού‐
30του καυχήσηται φανταζόμενος ἢ ἀλαζονευόμενος καὶ ἀκινδύνως τὴν ἡγεμονίαν μεγαλαυχῶν καὶ ματαιο‐ λογήσει φανερῶς, ἀμνημονήσας, ὅτι πολλοὶ πολλοὺς ἀφελεστέρους καὶ δυσπειθεῖς διασῶσαι πειραθέντες ὑπὲρ τὴν ἰσχὺν αὐτῶν, καὶ ἑαυτοὺς προσαπώλεσαν
35—οἴμοι τῷ ἐλεεινῷ! —ἔσθ’ ὅτε καὶ αἴσχιστον καὶ κάκιστον βίον βιοῦντες; Ἄλλος μὲν γὰρ ἔφη τῶν ὁσίων ἀνδρῶν· «οὐ πάντες ἀπαιτούμεθα σῶσαι ἑτέ‐ ρους, ἑαυτοὺς δὲ πάντες,» ὅθεν οὖν λοιπὸν καὶ τῷ μαθητῇ αὐτοῦ ὁ Χριστοφόρος τῷ (19b) τοιούτῳ δυνατῷ
40ἔργῳ καὶ λόγῳ παραγγέλλων καὶ ἀσφαλιζόμενος ἔφα‐ σκε· «Μὴ κοινώνει ἁμαρτίαις ἀλλοτρίαις· σεαυτὸν ἁγνὸν τήρει,» διότι ὑπὲρ ἑαυτοῦ λόγον δώσεις τῷ Θεῷ. Καὶ μάλα γε εἰκότως ἔφη τοῦτο καὶ λίαν προσφόρως· ᾔδει γὰρ, ὅτι ἡ Γραφὴ τουτὶ προμεμαρτύρηκε σαφέ‐
45στατα λέγουσα· «Σώζων σῶζε τὴν σεαυτοῦ ψυ‐ χὴν,» ἕκαστος δήπουθεν· καὶ ἀλλοίως οὐκ ἔστιν. (8) Ἄξιον τοίνυν ἀληθῶς, σφόδρα θαυμάσαι καὶ μᾶλλον φρίξαι, ὅτι καὶ προφήτης καὶ νομοθέτης καὶ θεό‐ πτης 96 καὶ οὐρανομύστης καὶ πολλῶν θείων χαρι‐

110

.

184

(50)

σμάτων ἀξιωθεὶς καὶ διαφόρων τεραστείων ὑπηρέ‐ της γενόμενος καὶ μέντοι καὶ τῷ λαῷ τοῦ Θεοῦ κατὰ τὸ εἰρημένον ἑλόμενος συγκακουχεῖσθαι τοσαῦτα ἔτη
ἢ πρόσκαιρον ἔχειν ἁμαρτίας ἀπόλαυσιν, εἶτα μετὰ183

110

.

185

τοὺς πολλοὺς ἐκείνους διαύλους, καὶ πόνους, καὶ κόπους, καὶ ἀγῶνας, καὶ ἱδρῶτας, καὶ πειρασμοὺς καὶ θλίψεις, διὰ μικρὰν πλημμέλειαν διήμαρτε, ὁ πάσης ἀρετῆς ἐνθέου κεκοσμημένος καὶ λελαμπρυ‐
5σμένος καὶ ἔργῳ καὶ λόγῳ, τῆς ἐπηγγελμένης ἐλπίδος, καὶ τῆς διὰ τῶν τοσούτων χρόνων ἀποκαραδοκου‐ μένης καὶ βλεπομένης ἐφέσεως καθέστησε ξένος. Βαβαὶ τοῦ θαύματος καὶ τῆς τοῦ Θεοῦ τὰ περὶ τῆς τῶν ἁγίων πράξεις καὶ ῥήσεις ἀκριβολογίας καὶ
10ἐξετάσεως· ἀληθὲς γὰρ, ὅτι «Ὀλίγοι οἱ σωζόμενοι» καὶ «Βιαστῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν, «καὶ Βιασταὶ ἁρπάζουσιν αὐτήν·» —ἐπείπερ οὐδὲ ὄφε‐ λον τῆς προειργασμένης δικαιοσύνης καὶ τῆς προ‐ λαβούσης πρὸς Θεὸν οἰκειώσεως τοῦ δικαίου παῤ‐
15ῥησίας, εἰ μὴ σύμφωνον τῆς ἀρετῆς καὶ κατάλληλον ἀπαντήσει τὸ τέλος ὡς ὁ μέγας οὗτος καὶ ἀξιάγα‐ στος θεράπων καὶ ὑπὲρ ἄνθρωπον δίκαιος ἐναργῶς ἀπέδειξεν. Κἀντεῦθεν, ὡς ἔοικεν, ὁ δίκαιος κριτὴς εἰκότως ἔφη διὰ τοῦ προφήτου· «Ἐν τῷ ἀποστρέ‐
20ψαι δίκαιον ἐκ τῆς δικαιοσύνης αὐτοῦ καὶ ποιήσει ἀδικίαν, πᾶσαι αἱ δικαιοσύναι αὐτοῦ, ἃς ἐποίησεν, οὐ μὴ μνησθῶσιν, ἀλλ’ ἐν τῇ ἁμαρτίᾳ αὐτοῦ ἀποθανεῖται·» καὶ «δικαιοσύνη δικαίου οὐ μὴ ἐξ‐ ελεῖται αὐτὸν ἐν ᾗ ἂν ἡμέρᾳ πλανηθῇ.» Ὅρα γὰρ
25ὅπως οὔτε τὰ ἐν τοσούτοις ἔτεσι τοῦ Μωϋσέως πλεῖ‐ στα καὶ διάφορα καὶ ὑπὲρ λόγον ἀριστεύματα καὶ αἱ συνεχεῖς μετὰ ταῦτα δεήσεις καὶ ἱκετηρίαι τὸν Θεὸν ἐδυσώπησαν· οὔτε μὴν ἡ προλαβοῦσα τηλι‐ καύτη καὶ τοσαύτη δόξα τε καὶ οἰκείωσις καὶ προσ‐
30εδρία εἰς οἶκτον καὶ συγγνώμην τοῦ σφάλματος ἐπισπάσασθαι τὸν Θεὸν τηνικαῦτα δεδύνηται διὰ τὸ μέγεθος τοῦ ἀξιώματος. Εὔδηλον ὅτι κατὰ τὸν Σολο‐ μῶντα «κρίσις ἀπότομος ἐν τοῖς ὑπερέχουσι γίνε‐ ται.» καὶ «τοῖς κραταιοῖς ἰσχυρὰ ἐφίσταται
35ἔρευνα.» (9) Διδάσκει δέ γε διὰ τούτων ἡμᾶς ὁ Θεὸς ὡς τοὺς ἐν ἀρετῇ τελείους τὴν ἀκρίβειαν ἀπαιτεῖ, 97 καὶ τοῖς ἄλλοις ἀνθρώποις μεγάλα παρανομοῦσι μακροθυμῶν, τοῖς ἁγίοις (20a) ταύτης οὐ μεταδίδωσι τῆς συγγνώμης· Ὅθεν ὁ μὲν Σολομὼν αὖθίς φησιν·
40«Ὁ μὲν γὰρ ἐλάχιστος σύγγνωστός ἐστιν ἐλέους, δυνατοὶ δὲ δυνατῶς ἐτασθήσονται·» ὁ δὲ Κύριος· «ᾯ μὲν γὰρ ὀλίγον ἐδόθη, φησὶν, ὀλίγον ἀπαιτή‐ σουσι παρ’ αὐτοῦ· ᾧ δὲ πολὺ, πολὺ καὶ ἀπαιτήσουσι παρ’ αὐτοῦ.» —Οὐκοῦν εὔκαιρον εἰπεῖν· «Ὦ
45βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ· ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ! «Καὶ, «Φοβερὸν τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος.» Καὶ «Φοβερὸν τὸ, πρόσωπον Κυρίου ἐπὶ ποιοῦντας κακά.» Διότι «Κατὰ τὸ πολὺ ἔλεος αὐτοῦ, οὕτως καὶ πολὺς ὁ ἔλεγχος αὐτοῦ.» «Ἔλεος γὰρ καὶ ὀργὴ παρ’ αὐτοῦ,»

110

.

185

(50)

καὶ «Ἐπὶ ἁμαρτωλοὺς καταπαύσει ὁ θυμὸς αὐτοῦ.» Καὶ διὰ τοῦτο πάντως, «Οὐδὲ ἀγγέλων ἁμαρτη‐
σάντων ἐφείσατο,» καθὼς γέγραπται.185

110

.

188

(10) Τί οὖν ἂν λοιπὸν ἐροῦμεν ἡμεῖς, οἱ μυρίων γέμοντες κακῶν, καὶ τοσοῦτον ἀποδέοντες τῆς ἐκεί‐ νου ἀρετῆς ὅσον γῆ τοῦ οὐρανοῦ, καὶ τὸν Θεὸν καθ’ ἑκάστην ἡμέραν καὶ ὥραν δι’ ἔργων καὶ λόγων παρ‐
5οργίζοντες; Μηδεὶς τοίνυν ἀρετάς τινας ἔχων ἢ δοκῶν ἔχειν, καυχάσθω ἢ ἀμερίμνως διακείσθω, ὡς ἤδη τοὺς τῶν ἀρετῶν αὐτοῦ πόνους καὶ τὰς ἐπικαρ‐ πίας ἐν χερσὶν ἔχων ἢ πάντως ἀναντιῤῥήτως τοὺς στεφάνους ἀποληψόμενος· ἀλλὰ μᾶλλον ἀεὶ νη‐
10φέτω καὶ ταπεινούσθω μέχρι θανάτου, καὶ ἑαυτὸν ὡς μηδεμίαν ἐντολὴν Θεοῦ φυλάξαντα λογιζέσθω, κἂν πάσας τὰς ἀρετὰς συλλήβδην κέκτηται, κἂν εἰς αὐτὴν ἀναβέβηκε τὴν τῶν ἀγαθῶν κορωνίδα. Εἰ γὰρ ὁ θεοφι‐ λὴς καὶ ἱεροφάντης ἐκεῖνος καὶ τῆς οἰκουμένης ἀντίῤ‐
15ῥοπος, μᾶλλον δὲ καὶ μείζων, οὗ «οὐκ ἔστιν ἄξιος ὁ κόσμος,» κατὰ τὸ εἰρημένον, ᾧ ὁ Θεὸς ἐνώπιος ἐν‐ ωπίῳ ὡμίλει, ὡς εἴ τις λαλήσει πρὸς τὸν ἑαυτοῦ φίλον· ᾧ εἶπεν· «Οἶδά σε παρὰ πάντας», ᾧ κατὰ πρόσωπον ὡμίλει, καὶ οὐ δι’ ἀδήλων ἢ ἐνυπνίων ἢ
20αἰνιγμάτων, μετὰ τοσούτων κατορθωμάτων ὄγκον καὶ τοιαύτης φιλοσοφίας καὶ νήψεως, 98 μικρὸν ἀπονυστάξας οὐκ ἔτυχε συγγνώμης, πῶς ἡμεῖς, οἱ μηδὲ ἴχνος τοιαύτης ἀρετῆς ἔμφασιν κεκτημένοι, μὴ διηνεκῶς γρηγορήσωμεν καὶ πενθήσωμεν καὶ
25κλαύσωμεν ἑαυτοὺς διαπαντὸς καὶ δούλους ἀχρείους εἶναι ἀναλογισώμεθα; (11) Διὰ δὴ τοῦτο προασφα‐ λιζόμενος ἡμᾶς ὁ Κύριος ἔλεγεν· «Ὅταν πάντα τὰ διατεταγμένα ὑμῖν πράξητε, τότε λέγετε, ὅτι Ἀχρεῖοι δοῦλοι ἐσμὲν, ὃ ὠφείλομεν ποιῆσαι, πεποιή‐
30καμεν.» Καὶ τοῦτο εἰδὼς ὁ θεῖος Ἡσαΐας φησίν· «Πᾶσα ἡ δικαιοσύνη ἡμῶν ὡς ῥάκος ἀποκαθημένης ἐνώπιον σοῦ, Κύριε·» ὡσαύτως καὶ ὁ ἱεροφάντωρ καὶ πανάρετος Δαυΐδ· «Εἶπα τῷ Κυρίῳ· Κύριός μου εἶ σὺ, ὅτι τῶν ἀγαθῶν μου οὐ χρείαν ἔχεις,»
35ὅθεν καὶ παραινεῖ λέγων· «Δουλεύσατε τῷ Κυρίῳ ἐν φόβῳ, καὶ ἀγαλλιᾶσθε αὐτῷ ἐν τρόμῳ· δράξασθε παιδείας, μήποτε ὀργισθῇ Κύριος,» καὶ τὰ λοιπὰ τοῦ ψαλμοῦ. Τοιαῦτα (20b) γοῦν καὶ ὁ θεηγόρος Παῦλος παραγ‐
40γέλλων φησί· «Μετὰ φόβου καὶ τρόμου τὴν ἑαυ‐ τῶν σωτηρίαν κατεργάζεσθε·» καὶ «ὁ δοκῶν ἑστά‐ ναι, βλεπέτω μὴ πέσῃ.» (12) Τοῦτο οὖν ἕκαστος ᾐνίξατο δι’ ὧν εἴρηκεν, ὡς μὴ πεποιθέναι τῇ οἰκείᾳ ὁσιότητι, κἂν πάνυ τῶν εὐδοκίμων ὑπάρχῃ, μήτε
45μὴν καθυφῆναι πάμπαν τοῦ νήφειν καὶ ταπει‐ νοῦσθαι καὶ δεδοικέναι λίαν ἄχρι σιωπῆς ὑστάτης, διότι καὶ μέχρι ψιλοῦ ῥήματος καὶ ἐνθυμήματος «λόγον εἰσπραττόμεθα» καὶ «ἐκ τῶν λόγων ἡμῶν δικαιούμεθά τε καὶ κατακρινόμεθα,» καθὰ καὶ ἡ

110

.

188

(50)

κατὰ τὸν Φαρισαῖον καὶ Τελώνην παραβολὴ σαφῶς διαδείκνυσιν, ἑκάτερον καθ’ ἑαυτὸν καὶ ἐν καρδίᾳ
φθεγγόμενον καὶ τὸν μὲν καταδεδικασμένον ἀποφαί‐187

110

.

189

νουσα, τὸν δὲ μᾶλλον δεδικαιωμένον. Ὅτι γὰρ τοὺς λογισμοὺς καὶ τὰς πονηρὰς ἐνθυμήσεις κρινεῖ Κύ‐ ριος, ἄκουε τί φησιν ὁ Θεὸς διὰ Ἡσαΐου· «Κἀγὼ τὰ ἔργα καὶ τοὺς λογισμοὺς αὐτῶν ἔρχομαι συνα‐
5γαγεῖν.» Καὶ δὲ καὶ ὁ Δαυῒδ ἔλεγεν· «Ἕνεκεν τίνος παρώργισεν ὁ ἀσεβὴς τὸν Θεόν; εἶπε γὰρ ἐν καρδίᾳ αὐτοῦ· Οὐκ ἐκζητήσει», δήπουθεν τὰ πλημ‐ μελήματά μου· ὥστε πάντως ἐρεῖ πρὸς αὐτὸν εἰκό‐ τως· «ἐλέγξω 99 σε καὶ παραστήσω κατὰ πρόσ‐
10ωπόν σου τὰς ἁμαρτίας σου.» (13) Καὶ γοῦν πρὸς τοῦτόν φησιν ἡ Γραφή· «Ἰδὼν Κύριος ὁ Θεὸς, ὅτι ἐπληθύνθησαν αἱ κακίαι τῶν ἀνθρώπων ἐπὶ τῆς γῆς, καὶ πᾶς τις διανοεῖται ἐν τῇ καρδίᾳ αὐτοῦ ἐπι‐ μελῶς ἐπὶ τὰ πονηρὰ πάσας τὰς ἡμέρας, καὶ εἶπεν·
15Ἀπαλείψω τὸν ἄνθρωπον, ὃν ἐποίησα, ἀπὸ προσώ‐ που τῆς γῆς, ὅτι ἐνεθυμήθην ποιήσας αὐτόν.» Εἶτα μετὰ τὸν κατακλυσμὸν σπλαγχνισθεὶς ὁ φιλάν‐ θρωπος Θεός,» ἐπήγαγεν ἡ Γραφὴ λέγουσα· «Καὶ εἶπε Κύριος ὁ Θεός· Διανοηθεὶς ἔτι οὐ μὴ προσθήσω
20τοῦ καταρᾶσθαι τὴν γῆν διὰ τὰ ἔργα τῶν ἀνθρώπων, ὅτι ἔγκειται ἡ διάνοια τοῦ ἀνθρώπου ἐπιμελῶς ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος αὐτοῦ.» (14) Ὥσπερ οὖν αἱ γυναῖκες ἀπὸ συνουσίας τίκτουσιν, κἂν μὲν ὑγιηνὰ τὰ σώματα· τοιαῦτα καὶ τὰ τικτόμενα· εἰ δὲ διεφθαρ‐
25μένα, μιμοῦνται τὴν τῶν γονέων φύσιν, οὕτω δὴ καὶ ἐπὶ τῶν λογισμῶν· ἂν μὲν ἀγαθοῖς συγγίνῃ, τοιαῦτα ἔσται καὶ τὰ ἔγγονα, ἂν δὲ πονηροῖς, πολλὴν ἐκεῖ‐ θεν λήψῃ τὴν λοίμην, ὦ οὗτος. Καὶ ἄκουσον τί φησιν ὁ προφήτης περὶ τῶν καλὰ διαλογιζομένων· «Διὰ
30τὸν φόβον σου, Κύριε, ἐν γαστρὶ ἐλάβομεν, καὶ ὠδι‐ νήσαμεν καὶ ἐτέκομεν πνεῦμα σωτηρίας.» Περὶ δὲ τῶν φαύλων· «Ὠὰ ἀσπίδων ἔῤῥηξαν, καὶ ἱστὸν ἀράχνης ὑφαίνουσιν.» Ταῦτ’ οὖν ἐννοοῦντες, ἀγαπη‐ τοὶ, γνωσιμαχήσωμεν καὶ περὶ τοῦ τέλους ἡμῶν
35φροντίσωμεν ὅτι μάλιστα, καὶ μὴ παυσώμεθα τὰ περὶ τοῦ ἀοιδίμου ἐκείνου καὶ θεσπεσίου ἀνδρὸς νουν‐ εχῶς ὑπομνημονεύοντες (13) Καὶ γὰρ καὶ ὁ μέγας Βασίλειος τοῦτον μᾶλλον ὑπερεκπληττόμενος οὕτω φάσκει. «Ὅταν ἴδω Μωϋσέα, τὸν τοῦ Θεοῦ θερά‐
40ποντα τὸν μέγαν ἐκεῖνον, τὸν τοσαύτης μὲν καὶ τηλικαύτης ἀξιωθέντα παρὰ τοῦ Θεοῦ τιμῆς, οὕτω δὲ πολλάκις ὑπ’ αὐτοῦ μαρτυρηθέντα ὡς ἀκοῦσαι «Ἔγνων σε παρὰ πάντας;» καὶ, «Εὕρηκας χάριν ἐνώπιόν μου»· τοῦτον ὅταν ἴδω ἐπὶ τοῦ ὕδατος (21)
45τῆς ἀντιλογίας οὐδενὸς ἕνεκεν ἄλλου ἵνα μόνον εἴπῃ τῷ λαῷ γογγύζοντι δὶ’ ἀπορίαν ὕδατος· «μὴ ἐκ τῆς πέτρας ταύτης ἐξάξω ὑμῖν ὕδωρ»; τούτου μόνου ἕνεκεν εὐθὺς ἀπειλὴν δεχόμενον, εἰς τὴν 100 γῆν τῆς ἐπαγγελίας μὴ εἰσελεύσεσθαι, ἥτις

110

.

189

(50)

ἦν τότε τῶν πρὸς Ἰουδαίους ἐπαγγελιῶν τὸ κεφά‐
λαιον· ὅταν ἴδω τοῦτον παρακαλοῦντα καὶ μὴ συγ‐189

110

.

192

χωρούμενον· ὅταν ἴδω μηδεμιᾶς συγγνώμης διὰ τὰ τοσαῦτα κατορθώματα ἐπὶ τῷ βραχεῖ ἐκείνῳ ῥήματι καταξιούμενον, ὁρῶ «Θεοῦ ἀποτομίαν» κατὰ τὸν Ἀπόστολον, ὄντως δὲ ἐκεῖνο ἀληθὲς εἶναι πεί‐
5θομαι, τὸ, «εἰ ὁ δίκαιος μόλις σώζεται, ὁ ἀσεβὴς καὶ ἁμαρτωλὸς ποῦ φανεῖται;» (16) Περὶ οὗ μέντοι καὶ ὁ θεῖος Ἰσίδωρος πρὸς τινά φησι· «Εἰπὲ τῷ πρός σε διενεχθέντι Ἰουδαίῳ καὶ μηδὲν μὲν γενναῖον μηδὲ νεανικὸν φράσαντι, ἀγυρτικὰς δὲ λογοποιΐας
10ἐμέσαντι καὶ φήσαντι περὶ τοῦ παιδὸς Ναυῆ εἰρῆ‐ σθαι τό· «Προφήτην ὑμῖν ἀναστήσει ὁ Θεὸς ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμὲ,» ὅτι κατὰ πολλὰ πλημ‐ μελεῖς, μὴ νοῶν τὰ λεγόμενα καλῶς, μήτε μὴν τὸ ἐπαγόμενον, «Αὐτοῦ ἀκούσεσθε κατὰ πάντα ὅσα
15ἂν ἐντέλληται ὑμῖν· ἔσται δὲ πᾶσα ψυχὴ, ἥτις ἂν μὴ ἀκούσῃ τοῦ προφήτου ἐκείνου, ἐξολοθρευθήσεται ἐκ τοῦ λαοῦ αὐτῆς»· Πρῶτον μὲν γὰρ μετὰ τὴν χειροτονίαν ἐκείνου, ταῦτα Μωϋσῆς ἔνθους γενόμενος ἐθέσπισεν, βʹ δὲ, ὅτι εἰ μὲν ὁ τοῦ Ναυῆ παῖς ὑπε‐
20ρέβη τὸν Μωϋσέα, πιθανὸν μὲν λεγόμενον, οὐκ ἀληθὲς δέ· εἰ δὲ πολὺ αὐτοῦ καταδεέστερος ἦν, ἀδρανὴς αὕτη ἡ ἔννοια φαίνεται· γʹ δὲ οὐδὲ προσέθηκέ τι τῷ νόμῳ, ἀλλὰ τοῖς ἐκείνου ἐπολιτεύσατο θεσμοῖς· δʹ δὲ, ἐχρῆν, εἴγε περὶ αὐτοῦ ὁ λόγος, εἰπεῖν οὐκ
25«Ἀναστήσει», ἀλλ’ «ἀνέστησε»· εʹ δὲ, ἔδει φρά‐ σαι· «Ἔσται δὲ πᾶσα ψυχὴ, ἥτις ἂν μὴ ἀκούσῃ τοῦ προφήτου τούτου», τῷ δὲ εἰπεῖν «ἐκείνου,» τοῦτον παρεγράψατο· ϛʹ δὲ, πῶς πρὸς τὸν Ἰωάννην μετὰ γενεὰς πολλὰς τεχθέντα ἀπέστειλαν πευσόμε‐
30νοι, εἰ αὐτὸς εἴη ὁ προφήτης; πρὸς οὓς ἔφη· «Οὐκ εἰμὶ ἐγώ»· προφήτης γὰρ ἦν, ὁ προφήτης δὲ, ὁ μέλλων ἔρχεσθαι· ζʹ δὲ, πῶς τοῦ Χριστοῦ παραγενομένου, οἱ τὰ θαύματα θεώμενοι ἔλεγον· «οὗτός ἐστιν ἀληθῶς 101 ὁ προφήτης;» Συνοράτω οὖν πόσα αὐτῷ ἐναντιοῦται καὶ τὸν ἀληθῆ προγνώτην τε καὶ βασιλέα (καὶ δημιουργὸν) προσκυ‐ νείτω.
35ΚΓʹ. Περὶ Ἰησοῦ τοῦ Ναυῆ. Μετὰ δὲ Μωϋσέα διεδέξατο τὴν ἀρχὴν Ἰησοῦς ὁ τοῦ Ναυῆ καὶ περάσας τὸν Ἰορδάνην καὶ ποιήσας ἐν τῇ γῇ τῆς ἐπαγγελίας ἔτη λβʹ, πολεμῶν καὶ κα‐ τακληροδοτῶν αὐτὴν τοῖς υἱοῖς Ἰσραὴλ, ἀπέθανε
40ζήσας ἔτη ριʹ. (7) Καὶ ὁ μὲν Μωσῆς, πατάξας τὸν Σηὼν βασιλέα τῶν Ἀμοῤῥαίων καὶ τὸν Ὢγ βασι‐ λέα τῆς Βασὰν, ὃς ὑπελείφθη ἐκ τῶν γιγάντων, κατοικῶν ἐν τῇ Ῥαφαῒν ἐν Ἀσταρὼθ, ὄντα τοῦ Ῥα‐ φαῒν ἀπόγονον, οὗ καὶ ἡ κλίνη σιδηρᾶ ὑπῆρχε, τὸ
45μῆκος ἔχουσα πήχεις θʹ, τὸ πλάτος δʹ, ἀφείλατο πᾶ‐ σαν τὴν γῆν αὐτῶν. (3) Ὁ δὲ Ἰησοῦς χειρωσάμε‐
νος τοὺς Χαναναίους, καὶ Φερεζαίους, καὶ Γεργε‐191

110

.

193

σαίους, καὶ Ἰεβουσαίους, καὶ Ἀμοῤῥαίους (21b), καὶ Εὐαίους, καὶ πάντας αὐτῶν τοὺς βασιλεῖς, ὄντας τὸν ἀριθμὸν λβʹ, πᾶσαν τὴν γῆν αὐτῶν δέδωκεν, ὡς εἴρηται, τοῖς υἱοῖς Ἰσραήλ. «Ἐν γὰρ τῷ φεύ‐
5γειν αὐτοὺς, φησὶν, ἀπὸ προσώπου υἱῶν Ἰσραὴλ, καὶ Κύριος ἐπέῤῥιψεν αὐτοῖς λίθους χαλάζης ἐκ τοῦ οὐρανοῦ, καὶ ἐγένοντο πλείους οἱ ἀποθανόντες διὰ τοὺς λίθους χαλάζης ἢ οὓς ἀπέκτειναν οἱ υἱοὶ Ἰσραὴλ μαχαίρᾳ (ἐν πολέμῳ)». (4) Στρατηγοῦντος
10οὖν Ἰησοῦ, ὅς γε μέγας, καὶ τερατουργὸς, καὶ θεο‐ φιλὴς πάνυ καὶ οὗτος ἀναδειχθεὶς, οὐκ ἄμοιρος λύ‐ πης καὶ πειρασμῶν διαφόρων ἐγένετο, περὶ οὗ καὶ ὁ θεοῤῥήμων Χρυσόστομος ἔφη· «Ἐννόησον ὅσον ἐστὶ δίκαιος ἄνθρωπος·» εἶπεν Ἰησοῦς (τοῦ Ναυῆ)·
15«Στήτω ὁ ἥλιος κατὰ Γαβαὼν καὶ ἡ σελήνη κατὰ φάραγγα Ἐλώμ»· καὶ ἐγένετο· φησὶ γάρ· «Ἔστη ὁ ἥλιος κατὰ μέσον τοῦ οὐρανοῦ εἰς τέλος ἡμέρας μιᾶς, καὶ οὐκ ἐγένετο ἡμέρα τοιαύτη πρό‐ τερον καὶ ἔμπροσθεν, ὥστε ὑπακοῦσαι Θεὸν ἀνθρώ‐
20που, ὅτι συνεπολέμει τῷ Ἰσραήλ». Τοῦτο τοῦ Μωϋ‐ σέως μεῖζον. (Τί δήποτε; οὐ γάρ ἐστιν 102 ἴσον θαλάττῃ ἐπιτάξαι καὶ τοῖς κατ’ οὐρανόν· μέγα μὲν οὖν κἀκεῖνο καὶ σφόδρα μέγιστον, πλὴν ἀλλ’ οὐδὲν ἴσον.) Εἰ τοίνυν ἐνταῦθα τοιαῦτα ἐργάζονται οἱ
25ἅγιοι, τί ἄρα ἐκεῖ; πόσην ἔχουσι μετ’ ἀλλήλων λαμ‐ πρότητα καὶ παῤῥησίαν! (5) «Ἀλλά γε καὶ οὗτος δὴ ὁ θαυμαστὸς καὶ τερατουργὸς διαδεξάμενος τὸν Μωϋσῆν, συναπέλαυσεν αὐτῷ πάντων, ὡς ἔπος εἰ‐ πεῖν, τῶν ἀνιαρῶν εἰ δέ τι διὰ τὸ νέον τῆς ἡλικίας
30ἐξέφυγε, τοῦτο μετὰ τὴν ἐκείνου τελευτὴν ἐξεπλή‐ ρωσεν· οὔτε γὰρ μόνον, ὅτε ἔζη Μωϋσῆ, τὰ ἱμά‐ τια διέῤῥηξε καὶ σποδὸν κατεπάσατο, ἀλλὰ καὶ τελευτήσαντος (πάλιν) εἰς (τὴν αὐτὴν πάλιν, μᾶλλον δὲ καὶ) χείρονα κατέστη ταύτης ἀνάγκην,
35δι’ ὅλης ἡμέρας πρηνὴς κείμενος ἐπὶ τῆς γῆς» διὰ τὴν ἁμαρτίαν Ἄχαρ καὶ τὴν τοῦ λαοῦ ἧτταν (μετὰ τὸ στῆσαι τὸν Ἰορδάνην, καὶ τὸν λαὸν διαβιβάσαι, καὶ τὴν πόλιν Ἱεριχὼ καταστρέψαι. «Καὶ ἄκουσον αὐτοῦ καὶ τῶν ῥημάτων καὶ τῶν ὀδυρμῶν)· φησὶ γάρ·
40«Καὶ διέῤῥηξεν ὁ Ἰησοῦς τὰ ἱμάτια αὐτοῦ καὶ ἔπεσεν ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν ἐνώπιον Κυρίου ἕως ἑσπέ‐ ρας, αὐτὸς καὶ οἱ πρεσβύτεροι Ἰσραὴλ, καὶ ἐπέβαλον χοῦν ἐπὶ τὴν κεφαλὴν αὐτῶν, καὶ εἶπεν Ἰησοῦς· «Δέο‐ μαι, Κύριε, ἵνα τί διεβίβασεν ὁ παῖς σου τὸν Ἰσραὴλ
45τὸν Ἰορδάνην, παραδοῦναι αὐτὸν τῷ Ἀμοῤῥαίῳ, ἀπο‐ λέσαι ἡμᾶς; Καὶ τί ἐρῶ, ἐπεὶ μετέβαλεν Ἰσραὴλ αὐχένα ἀπέναντι τοῦ ἐχθροῦ αὐτοῦ; Καὶ ἀκούσας ὁ Χαναναῖος καὶ πάντες οἱ κατοικοῦντες τὴν γῆν, περι‐ κυκλώσουσιν ἡμᾶς καὶ ἐκτρίψουσιν ἀπὸ τῆς γῆς.»

110

.

193

(50)

Ὁρᾷς ὅπως καὶ οὗτος οὐχ ἧττον Μωσέως ἀδημονεῖ
καὶ θορυβεῖται δεδοικὼς τὴν τοῦ λαοῦ πανολεθρίαν;193

110

.

196

καί που τάχα καὶ αὐτὸς ὁμοίως τὴν ζωὴν (22a) ἐξ ἀπορίας ἀπελέγετο καὶ περιστάσεως. Ἐῶ δὲ λέγειν τοὺς διαφόρους πολέμους καὶ μάχας καὶ φροντίδας καὶ τῶν Γαβαωνιτῶν τὴν ἀπάτην. «Καὶ μέντοι καὶ
5ἡ τῶν κλήρων διανομὴ, πολὺν μὲν τὸν πόνον, πολλὰς δὲ παρεῖχεν αὐτῷ τὰς δυσκολίας καὶ θλίψεις. (Καὶ τοῦτο ἴσασιν, ὅσοι καὶ τὴν τυχοῦσαν διανεῖμαι προσετάχθησαν οὐσίαν ἀδελφοί τε καὶ κληρονόμοι,» 103 καὶ τὸ δυσπειθὲς ἑκατέρων καὶ δυσάρεστον.)
10Οὕτω τοίνυν ἅπαντες, ὅσοι τῷ Θεῷ εὐηρέστησαν μεγάλως, διὰ θλίψεων καὶ πειρασμῶν δοκιμασθέν‐ τες, τῆς πρὸς Θεὸν ἀγάπης καὶ παῤῥησίας ἐπέτυχον καὶ ὅλως, εἰ βούλοιτό τις ἐξαριθμῆσαι ἅπαντα, πολλὰ ἂν εὕροι τὰ κέρδη τῶν πειρασμῶν. Καὶ οὔκ ἔστιν οὐδεὶς, ᾧ πολὺς παρὰ Θεῷ λόγος, θλίψεως ἐκ‐
15τὸς, κἂν ἡμεῖς ἀγνοῶμεν τοῦτο καὶ τὰ τοῦ Θεοῦ περὶ αὐτῶν κρίματα. ΚΔʹ. Περὶ τῶν Κριτῶν. Μετὰ Ἰησοῦν διὰ τῶν Κριτῶν ἔσωζεν ὁ Θεὸς τὸν λαὸν θλιβόμενον ὑπὸ τῶν καταλειφθέντων ἀλλο‐ φύλων.
20ΚΕʹ. Περὶ Ἰούδα. Ἐν οἷς ὑπῆρχε πρώτιστος Ἰούδας καλούμενος, καὶ ἔκρινε τὸν λαὸν ἔτη ζʹ, χειρωσάμενος καὶ τὸν Ἀδονιβεζὲκ βασιλέα τῶν ἀλλοφύλων, καὶ ἀκρωτη‐ ριάσας αὐτοῦ χεῖρας καὶ πόδας, εἶπεν Ἀδονιβε‐
25ζέκ· «Ἑβδομήκοντα βασιλεῖς ἦσαν, τὰ ἄκρα τῶν χειρῶν καὶ τῶν ποδῶν ἀποκεκομμένα συλλέγοντες τὰ ὑποκάτω τῆς τραπέζης μου· καθὼς οὖν ἐποίησα, οὕτως ἀνταπέδωκέ μοι ὁ Θεός.» ΚΖʹ. Περὶ Γοθονιήλ.
30 Μετὰ δὲ Ἰούδαν γέγονε κριτὴς Γοθονιὴλ ἔτη νʹ, πατάξας καὶ τὸν Χουσαραθὲμ βασιλέα Συρίας, θλίψαντα τὸν λαὸν ἔτη ηʹ. ΚΗʹ. Περὶ Ἀώδ. Μετὰ δὲ Γοθονιὴλ γέγονε κριτὴς Ἀὼδ ὁ ἀμφοτε‐
35ροδέξιος ἔτη νʹ, πατάξας καὶ τὸν Ἐγλὼμ βασι‐ λέα Μωὰβ ἐν μαχαίρᾳ 104 διστόμῳ, δρακὸς ἐχού‐ σῃ τὸ πλάτος, θλίψαντα τὸν Ἰσραὴλ ἔτη ιηʹ· ἀμ‐ φοτεροδέξιος δὲ ἐκλήθη διὰ τὸ ὁμοίως ἐν παντὶ πράγματι καὶ τῇ εὐωνύμῳ χρῆσθαι χειρὶ ὥσπερ καὶ
40τῇ δεξιᾷ. ΚΘʹ. Περὶ Σαμεγάρ.
Μετὰ δὲ Ἀὼδ γέγονε κριτὴς Σαμεγὰρ ἔτη195

110

.

197

ζʹ, πατάξας ἐκ τῶν ἀλλοφύλων ἐν ἡμέρᾳ μιᾷ, ἐν τῷ ἀροτρόποδι τῶν βοῶν, ἄνδρας χʹ. ΚϞʹ. Περὶ Βαράκ. Μετὰ δὲ Σαμεγὰρ γέγονε κριτὴς Βαράκ, μεθ’
5οὗ καὶ Δεβῶρα ἡ προφῆτις (καὶ γυνὴ Λαφφιδὼθ ἔτη μʹ, πολεμήσας τὸν Ἰαβεὶμ καὶ τὸν Σισάρα, θλί‐ ψαντα τὸν Ἰσραὴλ ἔτη κʹ, ὅτε καὶ τὸν Σισάρα ἡ Ἰαὴλ ἀπέκτεινε πασσάλῳ, γυνὴ Χαβὲρ τοῦ Κινέου· διψή‐ σαντος γὰρ τοῦ Σισάρα καὶ προσελθόντος τῇ Ἰαὴλ,
10πρόβατα νεμούσῃ, γάλα αὐτῷ ἐπιδοῦσα, καὶ εἰς κόρον πιὼν καὶ εἰς ὕπνον τραπεὶς, πασσάλου τῆς σκηνῆς λαβομένη καὶ τοῖς ὠσὶν αὐτοῦ ἀνδρείως ἐμ‐ πήξασα, τῷ θανάτῳ παρέπεμψε, καὶ σωτηρίαν τοῦ λαοῦ τῶν Ἰουδαίων εἰργάσατο). Ἐν ταύταις δὲ ταῖς
15ἡμέραις καὶ Προμηθεὺς, καὶ Ὀρφεὺς ὁ Θρᾲξ, οἱ σοφώτατοι παρ’ Ἕλλησιν, καὶ Ἀσκληπιὸς ὁ ἰατρὸς, καὶ Λυκοῦργος ὁ Σπαρτιάτης καὶ νομοθέτης τῶν Ἑλλήνων, ἐγνωρίζοντο. Λʹ. Περὶ Γεδεών.
20 Μετὰ δὲ Βαρὰκ γέγονε κριτὴς Γεδεὼν, ὁ καὶ Ἱεροβοὰμ, ἔτη μʹ, πατάξας (22b) καὶ τὴν Μαδιὰμ μετὰ τʹ τῶν λαψάντων (τῇ γλώττῃ ἐν τῷ πίνειν, καὶ τὸν Ὠρὴβ, καὶ Ζὴβ, καὶ Ζεβεὲ, τοὺς ἄρχοντας αὐτῶν, τὸν δὲ πύργον Φανουὴλ κατέστρεψε), καὶ
25τοὺς ἄρχοντας αὐτῶν ἠλόησεν ἐν ταῖς ἀκάνθαις, θλίψαντας τὸν Ἰσραὴλ ἔτη ζʹ. 105 ΛΑʹ. Περὶ Ἀβιμέλεχ. Μετὰ δὲ Γεδεὼν γέγονε κριτὴς Ἀβιμέλεχ, υἱὸς αὐτοῦ, ἔτη γʹ, πατάξας τοὺς ἀδελφοὺς αὐτοῦ, ἐκ τῶν
30ἐλευθέρων, ἄνδρας οʹ ἐπὶ λίθον ἕνα, ἐξ ὧν οὐ κατ‐ ελείφθη πλὴν Ἰωάθαμ τοῦ νεωτέρου διαδράντος, ὃς καὶ (παραπορευομένου τοῦ Ἀβιμελὲχ μετὰ τοῦ λαοῦ) ἀνῆλθε Ἰωάθαμ ἐπὶ (τὴν κορυφὴν) τοῦ ὄρους (καὶ ἐπάρας τὴν φωνὴν αὐτοῦ) φησὶ (πρὸς αὐτὸν) παρα‐
35βολὴν τοιαύτην· «Ἀκούσατέ μου, ἄνδρες Σικίμων, καὶ ἀκούσει ὑμῶν ὁ Θεός· πορευόμενα ἐπορεύθη τὰ ξύλα τοῦ χρίσαι βασιλέα ἐφ’ ἑαυτῶν· καὶ εἶπον τῇ ἐλαίᾳ· Βασίλευε ἐφ’ ἡμᾶς. Καὶ εἶπεν αὐτοῖς ἡ ἐλαία· Μὴ καταλείψασα τὴν πιότητά μου, ἣν ἐδοξασέ
40με ὁ Θεὸς καὶ οἱ ἄνθρωποι, πορεύσομαι ἄρχειν ξύ‐ λων; Καὶ εἶπον τῇ συκῇ· Βασίλευσον ἐφ’ ἡμῶν. Καὶ εἶπεν αὐτοῖς ἡ συκῆ· Μὴ παρεάσασα τὴν γλυκύτητά μου, πορεύσομαι ἄρχειν τῶν ξύλων; Καὶ εἶπον τῇ ἀμπέλῳ· Βασίλευσον ἐφ’ ἡμῶν. Καὶ
45εἶπεν αὐτοῖς ἡ ἄμπελος· Μὴ καταλείψασα τὸν οἶ‐ νόν μου τὸν εὐφραίνοντα τοὺς ἀνθρώπους, πορεύσο‐ μαι ἄρχειν ξύλων; Καὶ εἶπον τὰ ξύλα τῇ ῥάμνῳ· Δεῦρο σὺ, βασίλευσον ἐφ’ ἡμῶν. Καὶ εἶπεν ἡ ῥάμνος·
Εἰ ἐν ἀληθείᾳ χρίετέ με ὑμεῖς βασιλέα ἐφ’ ὑμᾶς,197

110

.

200

δεῦτε, ὑπόστητε ἐν τῇ σκιᾷ μου, καὶ εἰ μὴ, ἐξέλθοι πῦρ ἀπ’ ἐμοῦ καὶ καταφάγοι τὰς κέδρους τοῦ Λιβά‐ νου. Καὶ νῦν εἰ ἐν ἀληθείᾳ ἐβασιλεύσατε τὸν Ἀβι‐ μέλεχ υἱὸν τῆς παλλακῆς τοῦ πατρός μου, ἐξέλθοι
5πῦρ ἀπὸ Ἀβιμέλεχ καὶ καταφάγοι τοὺς ἄνδρας Σικί‐ μων, καὶ ἐξέλθῃ πῦρ ἀπὸ ἀνδρῶν Σικίμων καὶ κα‐ ταφάγοι τὸν Ἀβιμέλεχ.» Καὶ ταῦτα εἰπὼν Ἰωάθαμ, εὐθὺς ἀπέδρα. Καὶ ἐξαπέστειλεν ὁ Θεὸς πνεῦμα πονηρὸν ἀναμέσον Ἀβιμέλεχ καὶ ἀναμέσον ἀνδρῶν
10Σικίμων, καὶ ἠθέτησαν οἱ ἄνδρες Σικίμων ἐν τῷ οἴκῳ Ἀβιμέλεχ τοῦ ἐπαγαγεῖν τὴν ἀδικίαν καὶ τὸ αἷμα τῶν οʹ υἱῶν Γεδεὼν ἐπὶ τὴν κεφαλὴν Ἀβιμέλεχ. Καὶ γὰρ ἀπελθὼν πολεμῆσαι πόλιν καὶ προσεγγίσας τῇ θύρᾳ τοῦ πύργου ἐμπρῆσαι αὐτὴν, ἔῤῥιψε γυνὴ κλά‐
15σμα 106 μύλου ἐπὶ τὴν κεφαλὴν αὐτοῦ καὶ συνέτρι‐ ψε τὸ κρανίον αὐτοῦ, καὶ ἐπιβοήσας ταχὺ εἶπε πρὸς τὸν αἴροντα τὰ σκεύη αὐτοῦ· «Σπάσαι τὴν ῥομφαίαν σου καὶ θανάτωσόν με, μήποτε εἴπωσι· Γυνὴ αὐ‐ τὸν ἀπέκτεινε.» Καὶ ἐκέντησεν αὐτὸν τὸ παιδάριον
20αὐτοῦ καὶ ἀνεῖλε· καὶ ἐπέτρεψεν ὁ Θεὸς τὴν πονη‐ ρίαν Ἀβιμέλεχ, ἣν ἐποίησε τῷ πατρὶ αὐτοῦ, ἀπο‐ κτείνας τοὺς οʹ υἱοὺς τοῦ πατρὸς αὐτοῦ, ἀδελφοὺς δὲ ἑαυτοῦ, καὶ πᾶσαν τὴν πονηρίαν τῶν ἀνδρῶν Σι‐ κιμίτων ἐπέτρεψεν ὁ Θεὸς ἐπὶ τὴν κεφαλὴν αὐτῶν κατὰ τὸν λόγον καὶ τὴν παραβολὴν Ἰωάθαν υἱοῦ Ἰε‐
25ροβάαλ. (2) «Ἰστέον οὖν, φησὶν ὁ ἀοίδιμος Χρυσόστο‐ μος, ὡς πολυσήμαντόν ἐστι τὸ ὄνομα τῆς παραβο‐ λῆς· (23a) Ἔστι γὰρ παραβολὴ λάλημα, καὶ ὑπόδει‐ γμα, καὶ ὀνειδισμὸς, ὡς ὅταν λέγῃ Δαυΐδ· «Ἔθου
30ἡμᾶς εἰς παραβολὴν ἐν τοῖς ἔθνεσιν, κίνησιν κεφαλῆς ἐν τοῖς λαοῖς.» Ἔτι γὰρ παραβολὴ αἰνιγματώδης λόγος, ὃ πολλοὶ λέγουσι ζήτημα, ἐμφαῖνον τι, οὐκ αὐτόθεν δὲ δῆλον πάντως ἀπὸ τῶν ῥημάτων, ἀλλ’ ἔχον ἐντὸς ἐγκεκρυμμένην διάνοιαν, ὡς ὅταν ὁ
35Σαμψὼν ἔλεγεν «Ἐξῆλθε ἀπὸ στόματος ἰσχυροῦ γλυκὺ,» καὶ ὁ Σολομὼν ἔφη· «Τότε νοήσεις παρα‐ βολὴν καὶ σκοτεινὸν λόγον.» Λέγεται δὲ παραβολὴ καὶ ὁμοίωσις· «Καὶ ἄλλην γὰρ παραβολὴν παρέθη‐ κεν αὐτοῖς λέγων. Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐ‐
40ρανῶν ἀνθρώπῳ σπείροντι καλὸν σπόρον.» Λέγε‐ ται δὲ παραβολὴ καὶ ἡ τροπολογία, οἷον ἐστὶ τό· «Υἱὲ ἀνθρώπου, εἶπον αὐτοῖς τὴν παραβολὴν ταύ‐ την· Ὁ ἀετὸς ὁ μεγαλοπτέρυγος.» Παραβολὴ λέγεται καὶ ὁ τύπος καὶ ἡ εἰκὼν ὡς ὁ Παῦλος ἔφη.
45«Πίστει προσενήνοχεν Ἀβραὰμ τὸν Ἰσαὰκ πειρα‐ ζόμενος, καὶ τὸν μονογενῆ προσέφερεν τὰς ἐπαγ‐ γελίας ἀποδεξάμενος, ὅθεν καὶ ἐν παραβολῇ αὐτὸν ἐκομίσατο,» τουτέστιν ἐν τύπῳ καὶ εἰκόνι.» —Πα‐ ραβολή ἐστι λόγος παραβάλλων τὰ νοητὰ πρὸς τὰ αἰ‐

110

.

200

(50)

σθητὰ καὶ παριστῶν ἐκ τῶν ἐγκοσμίων καὶ ὁρατῶν τὰ ὑπερκόσμια καὶ ἀόρατα. —«Πρόβλημα δέ ἐστι λόγος συνεσκιασμένος 107 καὶ αἰνιγματώδης, κατὰ
τὸ εἰρημένον, «Κλινῶ εἰς παραβολὴν τὸ οὖς μου,199

110

.

201

ἀνοίξω ἐν ψαλτηρίῳ τὸ πρόβλημά μου.» Πρόβλημά ἐστι θεώρημα συντεῖνον πρὸς θεωρίαν καὶ γνῶσιν. Παράδειγμα δέ ἐστι λόγος ἀπὸ τοῦ καθ’ ἕκαστα ἄγων ἐπὶ τὸ καθόλου, ἡ δεῖξις πιστουμένη τὸ μερικὸν διὰ
5μερικοῦ καὶ ὁμοίου. Παροιμία δέ ἐστι λόγος ἀπόκρυ‐ φος δι’ ἑτέρου προδήλου σημαινόμενος. ΛΒʹ. Περὶ Θωλᾶς. Μετὰ δὲ Ἀβιμέλεχ γέγονε κριτὴς Θωλᾶ ἔτη κγʹ. ΛΓʹ. Περὶ Ἰαήρ.
10 Μετὰ τοῦτον γέγονε κριτὴς Ἰαὴρ ἔτη κβʹ. ΛΔʹ. Περὶ Ἰεφθάε. Μετὰ Ἰαὴρ γέγονε κριτὴς Ἰεφθάε ὁ Γαλααδί‐ της ἔτη ζʹ, πατάξας τοὺς Ἀμμανίτας καὶ τοὺς Φιλιστιεὶμ, θλίψαντας τὸν Ἰσραὴλ ἔτη ιηʹ.
15(2) Μετὰ δὲ Ἰεφθάε γέγονε κριτὴς Σεβὼν ὁ Βηθλεεμίτης ἔτη κʹ. (3) Μετὰ δὲ Σεβὼν γέγονε κριτὴς Ἐγλὼν Ζα‐ ροῦ ἔτη ιβʹ. (4) Μετὰ τοῦτον γέγονε κριτὴς Ἀβδὼν Φαρα‐
20θωνίτης ἔτη ηʹ. ΛΕʹ. Περὶ Σαμψῶνος. Μετὰ δὲ Ἀβδὼν γέγονε κριτὴς Σαμψὼν ἔτη κʹ, πατάξας καὶ τοὺς Φιλιστιεὶμ ἐν σιαγόνι ὄνου, καὶ ἐν ῥάβδῳ, καὶ ἐν ἀλώπηξι, καὶ 108 ἐν συμπτώματι
25οἴκου, θλίψαντας τὸν Ἰσραὴλ ἔτη μʹ, οὗ τὴν ἰσχὺν καὶ ἀνδρείαν δεικνύουσι μὲν καὶ ταῦτα, δηλοῦσι δὲ καὶ τὰ διάφορα ἰσχυρώτατα δεσμὰ διαλυόμενα ῥᾳ‐ δίως ἀπὸ τῶν χειρῶν αὐτοῦ καὶ πύλαι πόλεως ἀνα‐ σπώμεναι· φησὶ γάρ· «Εἰσῆλθε Σαμψὼν εἰς Γά‐
30ζαν τὴν πόλιν πρός τινα πόρνην, καὶ γνόντες οἱ Γαζαῖοι ἐνήδρευσαν ἀφ’ ἑσπέρας κλείσαντες τὴν πό‐ λιν, βουλόμενοι αὐτὸν ἀνελεῖν τῇ ἐπαύριον. Ὁ δὲ μεσούσης τῆς νυκτὸς ἀναστὰς καὶ ἐπιλαβόμενος τὰς πύλας τῆς πόλεως σὺν τοῖς δυσὶ σταθμοῖς, καὶ ἀνα‐
35βαστάσας αὐτὴν σὺν τοῖς μοχλοῖς, καὶ ἐπιθεὶς ἐπὶ τῶν ὤμων αὐτοῦ ἐξῆλθε, ἔθηκε δὲ αὐτὰς ἐπὶ τὴν κορυφὴν τοῦ κατὰ προσώπου ὄρους (23b) τῆς πό‐ λεως.» Ἐφ’ οὗ καὶ Ἡρακλῆς ὁ παρ’ Ἕλλησι δια‐ βόητος ἐγνωρίζετο ὁ τοὺς ιβʹ ἄθλους ἀνύσας. Οὗτός
40ἐστι καὶ ὁ τῆς κογχύλης εὑρέτης, καὶ οὐκ ἄλλος. (3) Περὶ δὲ Σαμψὼν καλῶς παραινεῖ ὁ προφήτης λέγων· «Μὴ καταπιστεύετε ἐν φίλοις—καὶ ἀπὸ τῆς συγκοί‐ του σου φύλαξαι τοῦ ἀναθέσθαι αὐτῇ.» Παρενοχλήθη γὰρ ὁ δίκαιος οὗτος ὑπὸ τῆς πρώτης αὐτοῦ γυναικὸς,
45καὶ ἀναγγείλας αὐτῇ τὸ πρόβλημα, γέγονε αὐτῷ λύ‐ πης μεγίστης ὑπόθεσις· ὡσαύτως δὲ καὶ ἡ δευτέρα Δαλιδὰς ἔργοις ἀπατηλοῖς δελεάσασα τὸν ὅσιον, ἐπί‐
χαρμον τοῦτον ἐποίησε τοῖς ἐχθροῖς αὐτοῦ, καὶ ὁ ἐξ201

110

.

204

ἐπαγγελίας συλληφθεὶς καὶ τὸν Ἰσραὴλ κρίνας ἔτη κʹ καὶ ταῖς παλάμαις ἀνασχίσας τὸ στόμα τοῦ λέον‐ τος, καὶ ἐν σιαγόνι ὄνου χιλίους ἀποκτείνας ἄνδρας, καὶ ὕδωρ ἐκ σιαγόνος πιὼν, καὶ δι’ ὑπερβολῆς
5ἰσχύος τὰς πύλας τῆς πόλεως ἀνασπάσας, ὡς εἴρη‐ ται, καὶ ἁπλῶς ὁ ἐκ κοιλίας μητρὸς ἁγιασθεὶς, ὑπὸ γυναικὸς, οἴμοι, δελεασθεὶς οὐ μόνον τὴν τοσαύτην θείαν χάριν καὶ τηλικαύτην ἰσχὺν ἀπώλεσε, ἀλλά γε καὶ τὰ ὄμματα ἐξορυχθεὶς, παίγνιον τοῖς παιδαρίοις
10τῶν ἀλλοφύλων γέγονεν καὶ σὺν αὐτοῖς τὸν βίον αἰ‐ σχίστῳ μόρῳ κατέστρεψε, ἑαυτὸν ἀποφήνας τοῖς ἐχθροῖς κωμῳδίαν, τοῖς δὲ φίλοις θρηνῳδίαν. (4) Μετὰ δὲ Σαμψὼν ἐγένετο ἀναρχία ἔτη μʹ, καὶ ἕκαστος ἔπραττεν ὅπερ ἠβούλετο, ὅθεν ἡ Γραφὴ
15τὴν αἰτίαν ἐμφαίνουσα 109 τῆς παρανομίας λέγει· «Ἐν ταῖς ἡμέραις ἐκείναις οὐκ ἦν βασιλεὺς ἐν Ἰσραὴλ, ἀλλ’ ἕκαστος τὸ ἀρεστὸν ἐν ὀφθαλμοῖς αὐτοῦ ἐποίει»—τοσαύτης πρόξενος βλάβης ἡ ἀναρχία— καὶ κατ’ ἀλλήλων συνανιστάμενοι συνωλοθρεύοντο,
20μάλιστα δὲ ὁπόταν εἰς τὴν παλλακίδα τοῦ ὁδοιπόρου οἱ τῆς φυλῆς Βενϊαμὶν ἐκπορνεύσαντες καὶ ταύτην ἐξ ὑπερβολῆς ἀκολασίας ἀνελόντες, αἱ δέκα φυλαὶ τὴν μίαν φυλὴν ἐπολέμησαν· ἀλλ’ ἐπειδὴ καὶ οὗτοι εἰς τὰ εἴδωλα ἐξεπόρνευσαν, ὑπὸ τῆς μιᾶς φυλῆς αἱ
25ἕνδεκα ἐνικήθησαν φυλαὶ καὶ ἅπαξ καὶ δίς· ἔπειτα κἀκεῖνοι ἐξωλοθρεύθησαν, κατὰ τὸ εἰρημένον· «Ἐξωλόθρευσας πάντα τὸν πορνεύοντα ἀπὸ σοῦ.» Δικαίῳ γὰρ χρησάμενοι κατὰ τῶν ἐν Γαβαᾷ παρα‐ νενομηκότων εἰς τὴν κόρην θυμῷ, τετρακοσίας χι‐
30λιάδας ἐξώπλισαν. Παιδεῦσαι δὲ ὁ Θεὸς αὐτοὺς βου‐ ληθεὶς ὡς τὰ ὅμοια δρῶντας καὶ ἐν ἄλλοις μὲν τὸ κακὸν θεωροῦντας, ἐν ἑαυτοῖς δὲ τοῦτο ποιεῖν οὐκ ἐθέλοντας, καὶ ἅπαξ καὶ δὶς ἡττηθῆναι συνεχώρησε, καὶ πολλὰς αὐτῶν χιλιάδας ἀναιρεθῆναι. Ἐπειδὴ δὲ
35εἶδε καὶ τὴν παιδείαν δεξαμένους καὶ τῷ δικαίῳ θυμῷ ἐπιμένοντας, ὀλοφυρομένους τε καὶ πολλὰ προχέον‐ τας δάκρυα, συνήργησε τῷ σκοπῷ αὐτῶν, καὶ τὴν παράνομον φυλὴν ἄρδην ἀπώλεσεν πλὴν ὀλίγων εὐ‐ αριθμήτων, στρατηγοῦντος Φινεὲς υἱοῦ Ἐλεάζαρ·
40φησὶ γάρ· «Καὶ ἐπερώτησαν υἱοὶ Ἰσραὴλ ἐν Κυρίῳ· καὶ ἐκεῖ ἡ κιβωτὸς τῆς διαθήκης ἐν ταῖς ἡμέραις Κυρίου, καὶ Φινεὲς (24a), υἱὸς Ἐλεάζαρ, υἱοῦ Ἀαρὼν, παρεστηκὼς ἐνώπιον τῆς κιβωτοῦ λέ‐ γει· Εἰ προσθῶ ἔτι ἐξελθεῖν εἰς πόλεμον υἱῶν
45Βενιαμὶν τοῦ ἀδελφοῦ ἡμῶν ἢ κοπάσω; Καὶ εἶπεν Κύριος· Ἀνάβηθι, ὅτι αὔριον ἀποδώσω αὐτοὺς ἐν τῇ χειρί σου·» ὅπερ δὴ καὶ γέγονεν. Πολεμήσαντες γὰρ αὐτοὺς, ἀνεῖλον ἐξ αὐτῶν χιλιάδας κεʹ καὶ πᾶ‐ σαν τὴν πόλιν αὐτῶν κατέσφαξαν ἐν στόματι μαχαί‐

110

.

204

(50)

ρας· καὶ γὰρ τῶν ἀκολάστων χείρους οἱ ἐκείνων προκινδυνεύοντες· ἐξαιτοῦντες γὰρ τῶν ὁμοφύλων τοὺς τὴν παρανομίαν τετολμηκότας, οὐ μόνον [οὐκ] ἐξέδωκαν, ἀλλὰ καὶ προθύμως ὑπερήσπισαν, οὗ δὲ
χάριν κοινὸν ὑπέστησαν ὄλεθρον· καὶ διὰ προφάσεως,203

110

.

205

καιροῦ καλοῦντος, 110 ὑπὸ τῆς θείας δίκης ἐνδί‐ κως ἐπαιδεύθησαν, ᾗ φησιν· «Ὅταν λάβω και‐ ρὸν, ἐγὼ εὐθύτητας κρινῶ.» Καιρὸν δὲ λέγει τὸν ἐκ τοῦ πλήθους τῶν ἁμαρτημάτων συναγόμενόν τε καὶ
5συναριθμούμενον παρὰ Θεοῦ, καὶ προσκαλούμενον τὴν ἐκδίκησιν καὶ τὴν ἀνταπόδοσιν, καθὼς γέγρα‐ πται ἐν ᾠδῇ Μωυσέως· (3) «Οὐκ ἰδοὺ ταῦτα συνῆκται παρ’ ἐμοὶ καὶ ἐσφράγισται ἐν τοῖς θησαυ‐ ροῖς μου, ἐν ἡμέρᾳ ἐκδικήσεως καὶ ἀνταποδώσεως
10ἐν καιρῷ ὅταν σφάλῃ ὁ ποῦς αὐτῶν,» καὶ τὰ ἑξῆς. Οὕτως γε μὴν καὶ ὅτε ἔστη ἐν τῇ θραύσει αὐ‐ τοῦ πρεσβευόμενος τοῦ ἐξολοθρεῦσαι τὸν ἀγνώμονα λαὸν καὶ φιλαμαρτήμονα, παρακληθεὶς τέως, ἔφη πρὸς αὐτόν· «Νῦν βάδιζε πρὸς τὸ παρὸν διὰ τὴν
15παράκλησίν σου, καὶ ὁδήγησον τὸν λαόν· ᾖ δ’ ἂν ἡμέ‐ ρᾳ ἐπισκέπτωμαι, ἐπάξω εἰς αὐτοὺς τὴν ἁμαρτίαν αὐτῶν.» Καὶ ἐπάγει λέγουσα ἡ Γραφή· «Καὶ ἐπάταξε Κύριος τὸν λαὸν περὶ τῆς ποιήσεως τοῦ μό‐ σχου·» ὥστε οὖν ἀμήχανον ὄντως καὶ ἀνέφικτον
20διαδρᾶναι τὴν θεήλατον δίκην, εἰ καὶ παρὰ πόδας οὐκ ἐπάγει τοῖς ἁμαρτάνουσι ταύτην, μακροθυμῶν, ὡς ἀγαθὸς, καὶ φιλάνθρωπος, καὶ τὴν ἐπιστροφὴν ἐκδεχόμενος, ἢ τὴν ἐπὶ τὰ χείρω πρόβασίν τε καὶ δυστροπίαν, ὡς διὰ βραχέων σαφέως ἀποδέδεικται.
25(5) Καὶ γοῦν ὁ μέγας ἔφη Κύριλλος· «Μετροῦν‐ ται δὲ τῶν ἀνὰ πᾶσαν τὴν γῆν ἀνθρώπων τὰ κατὰ καιροὺς πλημμελήματα, ἃ καὶ μέχρι ποσότητός τι‐ νος ἐκδήλου τῆς ἁμαρτίας ἡμῶν οὐκ οὔσης· ἐπάγει δὲ τηνικαῦτα τὰς δίκας λελυμένῳ ὁ νομοθέτης Κύ‐
30ριος· διακαρτερεῖ δὲ ἐξ ἐμφύτου φιλανθρωπίας, ἔσθ’ ὅτε καὶ πλημμελούντων ἀνέχεται, οὐκ εἰς ἅπαν ἀγαν‐ ακτῶν· καὶ γὰρ ἔφη πρὸς τὸν Ἀβραάμ· Οὔπω ἀναπεπλήρωνται αἱ ἁμαρτίαι τῶν Ἀμοῤῥαίων ἕως τοῦ νῦν. Πρὸς δέ γε τοὺς Φαρισαίους ἀκαθέκτως
35λελυπηκότας φησίν· «Ὑμεῖς ἀναπληρώσατε τὸ μέτρον τῶν πατέρων ὑμῶν.» Οὐκοῦν εἰ βούλοιτό τις διαβιῶναι μὲν ὀρθῶς, εὐβουλεστάτας δὲ καὶ ἐπιεικε‐ στάτας ἐν τῷδε τῷ βίῳ ποιεῖσθαι τὰς διατριβὰς, ὀρ‐ θοποδήσει καὶ διανύξεται τὰ δεινὰ, γνώμης ἐχόμε‐
40νος ὀρθῆς καὶ ἀδιαστρόφου, τὸ μὴ ἐναλῶναι μὲν κα‐ κοῖς; Ἀτρεκὴς ὁ λόγος· ἐφ’ ἡμῖν 111 γάρ ἐστι τὸ ἐπ’ ἄμφω βλέπειν, πρός τε τἀγαθὰ, φημὶ, καὶ τοὐν‐ αντίον. (24b) Καὶ οἱ μὲν ἐν λόγῳ πεποιημένοι τὸ θαυμάζεσθαι πεφυκὼς, ἐν καλῷ γενήσονται τῆς ἀρε‐
45τῆς, οἱ δ’ ἀποκλίναντες εἰς τοὐναντίον καὶ τῶν ἀμει‐ νόνων προθέντες τὸ ἀδικοῦν, τὴν οἰκείαν καταφθεί‐ ραντες ζωὴν, ἀλλοῖεν ἂν αὐθένται, καὶ ὀλετῆρες δει‐ νοὶ κατὰ τῆς σφῶν αὐτῶν κεφαλῆς ἐξελελεγμένοι.» (6) Ταύτῃ τοίνυν φησὶ καὶ ὁ ἱερὸς Ἰσίδωρος· «Ἡ τῶν

110

.

205

(50)

ἁμαρτημάτων ἐπίτασις ἀναγκάζει, ὥσπερ τὴν θείαν καὶ ἄϋλον φύσιν ἐκ τῆς κατὰ φύσιν ἀγαθότητος εἰς τὴν παρὰ φύσιν χωρεῖν ὀργήν· ὅθεν καὶ Ἰουδαίοις
ἔφη Χριστός· «Πολλάκις ἠθέλησα ἐπισυναγαγεῖν205

110

.

208

ὑμᾶς, καὶ οὐκ ἠθελήσατε· ἰδοὺ ἀφίεται ὁ οἶκος ὑμῶν ἔρημος.» Ἐπειδὴ γὰρ, φησὶν, οὐ δέχεσθε τὴν φιλαν‐ θρωπίαν, ἐπιγνώσεσθε τὴν ἐξουσίαν τῆς τιμωρίας. Ὅταν γὰρ ἴδῃ ὁ Θεὸς εἰς ἄκρον κακίας ἐκκλίναντα
5τὸν ἄνθρωπον, ἀπαίρει τὴν ἑαυτοῦ χάριν ἐξ αὐτοῦ, ἧς ὁ ἄνθρωπος στερούμενος, ἐπὶ πλεῖον τραχύνεται, ἐκ τοῦ διαβόλου ἐρεθιζόμενος, καὶ μὴ ἔχων τὸν Θεὸν ἐν ἑαυτῷ συμβούλευτον ἀποσχέσθαι ἀπὸ κακοῦ, καὶ διὰ τοῦτο καταλαμβάνει αὐτὸν ἡ ὀργή. (7) Οὕτω τοί‐
10νυν προφανῶς ἡ ψῆφος τῆς ἀδεκάστου καὶ θείας κρί‐ σεως, διαδειχθεῖσα ἐν ἐπιτόμῳ· «Ὄψονται εὐθεῖς, καὶ εὐφρανθήσονται, καὶ πᾶσα ἀνομία ἐμφράξει στόμα αὐτῆς.» Καὶ μάλα εἰκότως· «Πρὸς γὰρ τοὺς σκολιοὺς, σκολιὰς ὁδοὺς ἀποστελεῖ Κύριος,» καί·
15«Οὐκ ἀδίκως ἐκτείνονται δίκτυα πτερωτοῖς.» —«Οἱ γὰρ πόδες αὐτῶν εἰς κακίαν τρέχουσιν καὶ ταχινοί εἰσι τοῦ ἐκχέειν αἷμα.» Διό φησιν ὁ Ἀπόστολος· «Ἦ ἀγνοεῖς, ὅτι τὸ χρηστὸν τοῦ Θεοῦ εἰς μετάνοιάν σε ἄγει; κατὰ δὲ τὴν σκληρότητα καὶ ἀμετανόητον καρ‐
20δίαν θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως καὶ δικαιοκρισίας Θεοῦ.» —«Καὶ γὰρ πάντα, φησὶ, τὰ ἔργα Κυρίου μετὰ δικαιοσύνης, φυλάσσεται δὲ ὁ ἀσεβὴς εἰς ἡμέραν κακήν.» (8) Οἱ τοίνυν παρανομοῦντες καὶ παραπικραίνοντες, εὐ‐
25ωδούμενοι πολλάκις τῇ μακροθυμίᾳ τοῦ Θεοῦ καὶ μηδὲν πάσχοντες δεινὸν, ἀλλ’ εὐθηνοῦντες καὶ πάσης εὐπραγίας καὶ εὐημερίας καὶ εὐῤῥωστίας καὶ πολυ‐ ζωΐας ἀπολαύοντες, 112 «Οὕτως, φασὶν οἱ ἀγνώμονες, εὐαρεστεῖται ὁ Θεὸς καὶ χαίρει.» Καὶ,
30διὰ τοῦτο «Ποιήσωμεν τὰ κακὰ ἵνα πλεῖον ἔλθῃ τὰ ἀγαθὰ,» —«ὧν τὸ κρῖμα ἔνδικόν ἐστι.» Περὶ ὧν καὶ Δαυὶδ ἔλεγε· «Ἐν κόποις ἀνθρώπων οὐκ εἰσὶ, καὶ μετὰ ἀνθρώπων οὐ μαστιγωθήσονται· διὰ τοῦτο ἐκράτησεν αὐτοὺς ἡ ὑπερηφανία εἰς τέλος, καὶ πε‐
35ριεβάλοντο ἀδικίαν καὶ ἀσέβειαν·» καί· «Διενοήθησαν καὶ ἐλάλησαν ἐν πονηρίᾳ, ἀδικίαν εἰς τὸ ὕψος ἐλάλησαν· ἔθεντο εἰς οὐρανὸν τὸ στόμα αὐτῶν, καὶ ἡ γλῶσσα αὐ‐ τῶν διῆλθεν ἐπὶ τῆς γῆς, καὶ εἶπαν· Πῶς ἔγνω ὁ Θεός; καί· Εἰ ἔστι γνῶσις ἐν τῷ Ὑψίστῳ;» —«Οἷς διὰ
40τὰς δολιότητας αὐτῶν ὁ Θεὸς ἔθετο αὐτοῖς κακὰ, κατ‐ έβαλεν αὐτοὺς ἐν τῷ ἐπαρθῆναι, καὶ ἐγένοντο εἰς ἐρή‐ μωσιν, ἐξάπινα ἐξέλιπον, ἀπώλοντο διὰ τὴν ἀνομίαν αὐτῶν·» ὅθεν· «Εἶπα τοῖς παρανομοῦσι· Μὴ παρανομεῖτε· καὶ τοῖς ἁμαρτάνουσιν (25a): Μὴ
45ὑψοῦτε κέρας—καὶ μὴ λαλεῖτε κατὰ τοῦ Θεοῦ ἀδι‐ κίαν, ὅτι ὁ Θεὸς κριτής ἐστι·» καί· «Μὴ παραζήλου ἐν τῷ κατευοδουμένῳ· ἐν τῇ ὁδῷ αὐτοῦ, ἐν ἀνθρώπῳ ποιοῦντι παρανομίαν·» —«Ὅτι, ὡσεὶ χόρτος, ταχὺ ἀποξηρανθήσονται, καὶ ὡσεὶ λάχανα χλόης, ταχὺ

110

.

208

(50)

ἀποπεσοῦνται· δίκαιος γὰρ Κύριος, καὶ δικαιοσύνας ἠγάπησεν.» (9) Δεῖ τοίνυν, εἰ πάντως δοῦλοι εὐ‐
γνώμονες τυγχάνομεν καὶ ἀνυπόκριτοι, μὴ βασιλεία207

110

.

209

προσδοκίᾳ μηδ’ ἄλλῃ τινὶ μελλόντων ἀγαθῶν ἐλπίδι τὴν ἀρετὴν πράττειν, ἀλλὰ δι’ αὐτὸν τῶν ἁπάντων Δεσπότην Θεὸν πάντα ὑπομένειν. Ἀλλ’ εἰσὶ ἀναπεπτωκότες πολλοὶ καὶ νωθροὶ, ὅτι οὐδὲ μετὰ μισθοῦ τῆς ἀρετῆς ἐφίενται. Καὶ ὁ μὲν Θεὸς βασιλείαν ἐπαγγελλόμενος οὐκ ἀκούεται, ὁ δὲ διάβολος γέενναν προξενῶν, φιλεῖται· καὶ τί τῆς μανίας ταύτης χαλεπώτερον καὶ λυσσωδέστερον; καὶ τί λέγω γέενναν,
5καὶ πρὸ τῆς γεέννης, ὀδύνην ἐνταῦθα, καὶ αἰσχύνην, καὶ γέλωτα προσεπανάγων, καὶ μυρίας κολάσεις, καὶ θανάτους πολλοὺς ἔχειν τοὺς πειθομένους καὶ προστρέχοντας αὐτῷ. ΛϞʹ. Περὶ Ἡλεὶ τοῦ ἀρχιερέως. 113 Μετὰ δὲ τοὺς κριτὰς ἔκρινε τὸν λαὸν ὁ ἀρ‐ χιερεὺς Ἡλεὶ ἔτη κʹ. Καὶ τῇ παροινίᾳ τε καὶ ἀταξίᾳ
10τῶν υἱῶν αὐτοῦ Ὀφνὶ καὶ Φινεὲς ἐπὶ τῶν θυσιῶν, ἑκατέρους μετῆλθε πάλιν ἡ θεία δίκη· οἱ μὲν γὰρ ἐν τῷ πολέμῳ δεινῶς ἀνῃρέθησαν· ὁ δὲ τῆς θείας ἀκούσας φωνῆς τῆς λεγούσης· «Εἶπα· Ὁ οἶκός σου διελεύσεται ἐνώπιόν μου ἕως τοῦ αἰῶνος· καὶ
15νῦν οὐχ οὕτως, ἀλλ’ ἢ τοὺς δοξάζοντάς με δοξάσω, καὶ οἱ ἐξουθενοῦντές με ἀτιμασθήσονται, καὶ ἐξολο‐ θρεύσω τὸ σπέρμα σου ἐκ τοῦ θυσιαστηρίου μου·» καὶ πάλιν· «Ἰδοὺ ἐγὼ, φησὶν, ἐκδικῶ τὸν οἶκον Ἡλεὶ ἕως αἰῶνος ἐν ἀδικίαις υἱῶν αὐτοῦ·» μεθ’ ὧν
20καὶ τὴν παράληψιν τῆς κιβωτοῦ διαγνοὺς μετὰ ταῦτα, ἔπεσεν ἀπὸ τοῦ δίφρου ὀπίσθιος, καὶ συν‐ τριβεὶς ὁ νῶτος αὐτοῦ, ἀπέθανεν ἐτῶν ϟʹ. (2) Περὶ ὧν φησιν ὁ Χρυσόστομος· «Ἱερεύς τις ἦν παρὰ Ἰουδαίοις, μέτριος ἄνθρωπος καὶ ἐπιεικὴς, Ἡλεὶ
25τοὔνομα, ὃς γενόμενος δύο παίδων πατὴρ, καὶ ὁρῶν αὐτοὺς ἐπὶ κακίαν βαδίζοντας, οὐ κατεῖχε οὐδὲ διεκώλυε μετὰ σπουδῆς καὶ σφοδρότητος· τὰ δὲ τῶν παίδων ἐγκλήματα, πορνεία τε ἦν καὶ γαστριμαρ‐ γία· «Ἐκοιμῶντο γὰρ, φησὶ, μετὰ τῶν γυναι‐
30κῶν τῶν παρεστηκότων παρὰ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου,» καὶ ἤσθιον πρὸ τοῦ ἡγιασθῆναι τὰ κρέα καὶ τὴν θυσίαν ἐνεχθῆναι· ἅπερ ἀκούων ὁ πατὴρ, τιμωρίαν μὲν οὐκ ἐπέθηκεν, λόγοις δὲ καὶ παραινέσεσιν ἐπειρᾶτο τῆς πονηρίας ταύτης αὐ‐
35τοὺς ἀπαγαγεῖν, λέγων· «Μὴ, τέκνα, μὴ ποιεῖτε οὕτως, ὅτι οὐκ ἀγαθὴ ἡ ἀκοὴ, ἣν ἐγὼ ἀκούω περὶ ὑμῶν τοῦ ποιεῖν τὸν λαὸν τοῦ[τον] μὴ λατρεύειν τῷ Κυρίῳ. Ἐὰν γὰρ ἁμαρτὼν ἄνθρωπος ἁμάρτῃ, προσεύ‐ ξεται περὶ αὐτοῦ πρὸς Κύριον· ἐὰν δὲ τῷ Κυρίῳ
40ἁμάρτῃ, τίς προσεύξεται περὶ αὐτοῦ;» Ἐπεὶ οὖν μὴ πᾶν, ὅσον ἐχρῆν, ἐπεδείξατο, καὶ αὐτὸς μετ’ ἐκεί‐ νων ἀπώλετο· καὶ γὰρ ἀπειλὰς ἔδει προσθεῖναι καὶ 114 μάστιγας ἐπιθεῖναι καὶ τῆς ὄψεως αὐτοῦ ἐξελάσαι καὶ μὴ παντελῶς φείσασθαι· ἀλλ’ ἐπειδὴ
45φεισάμενος αὐτοῦ τῶν παίδων ἀκαίρως, μετὰ τῶν παίδων καὶ τὴν ἑαυτοῦ σωτηρίαν ἀπώλεσε. Ἄκου‐
σον γὰρ τί φησιν πρὸς αὐτὸν ὁ Θεὸς, μᾶλλον δὲ209

110

.

212

(25b) οὐ πρὸς αὐτόν· οὐδὲ γὰρ ἀποκρίσεως αὐτὸν ἄξιον ἔκρινεν εἶναι λοιπὸν ὡς προσκεκρουκότα, ἀλλὰ δι’ ἑτέρου ποιεῖ μαθεῖν τὰ καταληψόμενα αὐ‐ τὸν κακά. —Διό φησιν διὰ τοῦ μαθητοῦ αὐτοῦ Σα‐
5μουήλ· «Ἔγνω, ὅτι κακολογοῦνται οἱ υἱοὶ αὐτοῦ, καὶ οὐκ ἐνουθέτει αὐτούς.» —Καὶ μὴν ἐνουθέτησε, ἀλλ’ οὐδὲν νουθεσία ἐκείνη λελόγισται, μὴ ἔχουσα τὸ σφοδρὸν καὶ ἐπιτεταμένον. —Εἰπὼν δὴ τὸ ἔγ‐ κλημα ἐπάγει καὶ τὴν κόλασιν μετὰ πολλῆς τῆς
10ὀργῆς φάσκων· Ὤμοσα τῷ οἴκῳ Ἡλεὶ, εἰ ἐξιλασθήσεται ἁμαρτία τῷ οἴκῳ αὐτοῦ ἢ ἐν θυμιά‐ ματι ἢ ἐν θυσίᾳ ἕως τοῦ αἰῶνος.» Εἶδες ἀγανάκτη‐ σιν ἐπιτεταμένην καὶ ἀσύγγνωστον κόλασιν καὶ ἀσυγχώρητον εἰς ὅλον αὐτοῦ τὸ γένος καὶ τὸν οἶ‐
15κον, καίτοι τοῦ μὲν ἰδίου βίου ἕνεκα οὐδὲν ᾐτιάθη ποτὲ, οὐδὲ κατεγκαλεῖν εἶχεν ὁ Θεὸς ἕτερόν τι τῷ πρεσβύτῃ. ἀλλ’ ἦν τἄλλα πάντα θαυμαστὸς καὶ τὴν φιλοσοφίαν, οὐκ ἐκ τῶν ἄλλων μόνον, ἀλλὰ καὶ ἀπ’ αὐτῶν τῶν παρὰ τὴν συμφορὰν συμβάντων ἔστιν
20ἰδεῖν. Ἐπειδὴ γὰρ ταῦτα πάντα ἤκουσε καὶ πρὸς ἔσχατον τιμωρίας εἶδεν αὐτὸν ἐλθόντα, οὐκ ἀπεδυσ‐ πέτησε, οὐκ ἐδυσχέρανεν, οὐκ εἶπέ τι οἷον εἰκὸς τοὺς πολλοὺς λέγειν· Μὴ γὰρ ἐγὼ τῆς ἑτέρων γνώμης κύριός εἰμι; καί· Τῶν ἐκείνων ἁμαρ‐
25τημάτων ὀφλήσω δίκας; αὐτοὶ ἡλικίαν ἔχουσι, καὶ αὐτοὶ δίκαιόν ἐστι κολάζεσθαι μόνον· ἀλλ’ οὐδὲν τοιοῦτον εἶπεν οὐδὲ ἐνόησεν, ἀλλ’ ὥσπερ οἰκέτης εὐγνώμων ἀπεκρίθη λέγων· «Κύριος τὸ ἀρεστὸν ἐν ὀφθαλμοῖς αὐτοῦ ποιείτω.» Εἰ τοί‐
30νυν τὸν ἀρχιερέα τὸν πρεσβύτην, τὸν ἔνδοξον, τὸν ἔτη κʹ προστάντα καὶ ἀμέμπτως τῷ Θεῷ δουλεύ‐ σαντα, οὐδὲν ἴσχυσε τοῦτον ἐξελέσθαι τῆς ὀργῆς τοῦ Θεοῦ καὶ ἀπειλῆς, ἀλλὰ διὰ τὰς ἑτέρων ἁμαρτίας 115 ἀπώλετο, καὶ τὸν ἐν τοσούτοις ἔτεσι τοσαῦτα κατ‐
35ορθωκότα, ἃ τὸν Θεὸν οὐκ ἐδυσώπησαν, ποίαν ἡμεῖς ἕξομεν συγγνώμην, οἱ τῆς ἀρετῆς ἐκείνου τοσοῦτον ἀποδέοντες,» καὶ ἑτέροις ἁμαρτάνουσιν ἐφησυχάζον‐ τες, καὶ παραχωροῦντες, καὶ προδυνάμενοι κω‐ λύειν αὐτοὺς καὶ ἀναστέλλειν, τοὐναντίον μᾶλλον
40μετερχόμεθα ἀνεγκλήτους αὐτοὺς ἐῶντες καὶ ἀτιμω‐ ρήτους; «Καὶ μηδεὶς λεγέτω, ὅτι πολλοὶ μειζό‐ νως τοῦ Ἡλεὶ τῶν ἰδίων ἀμελήσαντες παίδων, οὐδὲν ἔπαθον οἷον ἐκεῖνος. Ἔπαθον οὖν πολλοὶ πολ‐ λάκις καὶ χαλεπώτερα τούτων, κἂν ἡμεῖς ἀγνοῶμεν,
45ἐκ πολλῆς ἀναισθησίας τῶν τε ἡμετέρων συμφορῶν καὶ συμβάσεων, καὶ τὰς τῶν πέλας. Πόθεν γὰρ ἄω‐ ροι θάνατοι; Πόθεν αἱ χαλεπαὶ καὶ συνεχεῖς νόσοι καὶ ἡμῖν καὶ τοῖς παισὶν αὐτοῖς; Πόθεν ζημίαι, καὶ περιστάσεις, καὶ ἐπήρειαι; Πόθεν τὰ μυρία κακὰ

110

.

212

(50)

καὶ ποικίλα; Οὐκ ἐκ τοῦ μοχθηροὺς ὄντας τοὺς παῖδας περιορᾷν; Καὶ ὅτι τοῦτο ἀληθές ἐστιν,
μάρτυς μὲν καὶ ὁ πρεσβύτης οὗτος, μάρτυς δὲ καὶ211

110

.

213

ὁ σοφὸς λέγων· «Μὴ εὐφραίνου ἐπὶ υἱοῖς ἀσεβέ‐ σιν,» καί· «Εἰ μή ἐστι μετ’ αὐτῶν φόβος Θεοῦ, μὴ ἐμπιστεύσῃς τῇ ζωῇ αὐτῶν, ι καί· «Στενά‐ ξεις πένθει ἀώρῳ· καὶ ἐξάπινα τὴν ἐξ αὐτῶν συν‐
5τέλειαν γνώσῃ.» Πολλοὶ μὲν οὖν, ὡς ἔφην, πολλὰ τοιαῦτα πεπόνθασιν· εἰ δέ τινες καὶ διέφυγον, ἀλλ’ οὐκ (26a) εἰς τέλος ἐκφεύξονται, ἀλλ’ ἐπὶ κακῷ τῆς ἑαυτῶν κεφαλῆς· ἀπελθόντες δὲ ἐκεῖ πικροτέραν τίσουσι δίκην.» Ὅπερ εἰδὼς ὁ Ἀπόστολος παραι‐
10νεῖ φάσκων· «Οἱ πατέρες, ἐκτρέφετε τὰ τέκνα ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου.» Καὶ μὴν ἐπισφαλὲς καὶ λίαν ἐπικίνδυνον ἐφησυχάζειν τοῖς ἁμαρτάνουσιν, καθὼς αἱ Γραφαὶ διαγορεύουσιν. Ἰδοὺ γὰρ ὁ μὲν Ἄχαρ ἡνίκα τὴν χρυσῆν γλῶτταν ἔκλεψε καὶ τὴν
15ψιλὴν ἐσθῆτα, ἐπὶ πάντα τὸν λαὸν γέγονεν ἡ ὀργὴ τοῦ Κυρίου, καίτοιγε μὴ εἰδότα τὸν ἡμαρτηκότα καὶ τὸ ἁμάρτημα μέχρις οὗ ἐφανερώθη ὁ κλέπτης καὶ τὸν φοβερὸν ἐκεῖνον ἅμα πᾶσι τοῖς 116 ἰδίοις ὑπέστη ὄλεθρον. Ὁ δὲ Ἡλεὶ, καίπερ οὐκ ἐφησυχά‐
20σας τοῖς ἑαυτοῦ υἱοῖς καὶ «λοιμοῖς», ὡς εἴρη‐ ται, ἀλλὰ καὶ λόγῳ πλείονα κατασκευάσας, τῆς τε ἁμαρτίας τὸ ἄτοπον καὶ τῆς κρίσεως τὸ ἄφυκτον, ὅτι μὴ ὅλως ἐμβριθέστερον ἐξεδίκησε, τοσοῦτον παρώξυνε τὴν ὀργὴν τοῦ Θεοῦ, ὡς καὶ τὸν λαὸν σὺν
25τοῖς υἱοῖς αὐτοῦ μαχαίρᾳ πεσεῖν καὶ τὴν κιβωτὸν ἐκείνην τὴν φοβερὰν καὶ ὀλίγοις ληπτὴν, ὑπὸ χει‐ ρῶν ἀλλοφύλων ἄγεσθαι, ὅπου ἂν βούλοιντο· καὶ αὐτὸν ἐκεῖνον, τὸν μέγαν ἱερέα λέγω, οἰκτρῷ τέλει τὸν βίον καταστρέψαι. Εἰ δέ τοι κατὰ τοῦ μὴ ἁμαρ‐
30τήσαντος καὶ κωλύσαντος καὶ διαμαρτυρομένου τοῖς ἁμαρτήσασι τοιαύτη ὀργὴ ἐξεκαύθη, τί ἄν τις εἴποι περὶ τῶν γινωσκόντων καὶ ἐφησυχαζόντων; οἵτινες ἐὰν μὴ δέξωνται τὸ ὑπὸ τοῦ Ἀποστόλου εἰρη‐ μένον· «Διὰ τί οὐχὶ μᾶλλον ἐπενθήσατε, ἵνα
35ἐξαρθῇ ἐκ μέσου ὑμῶν ὁ τὸ ἔργον τοῦτο πράξας;» ἀνάγκη καὶ αὐτοὺς ἐκείνους ἀπόλλυσθαι· ὥστε κιν‐ δυνεύουσι πάντως καὶ νῦν ὁμοῦ πάντες, τὸν αὐτὸν ὄλεθρον ὑποστῆναι ἢ χείρονα· «Ἑπτάκις μὲν γὰρ ἐκδικεῖται ἐκ Κάϊν, ἐκ δὲ Λάμεχ (τὰ ὅμοια ὁ
40ἁμαρτὼν) ἑβδομηκοντάκις ἑπτά.» Διὰ τί δὲ πάλιν οἱ μὲν τῶν ἀνθρώπων ἁμαρτάνοντες κολάζονται, οἱ δὲ οὐ κολάζονται; Πῶς γὰρ τῶν Ἰουδαίων μοσχο‐ ποιησάντων ἁπάντων, οἱ μὲν ἐκολάζοντο, αἱ δὲ οὐκ ἐκολάζοντο; Ἢ πάντως οἱ μὲν, εὔδηλον, ὅτι μετενόη‐
45σαν καὶ τὴν φύσιν αὐτῶν ἠγνόησαν διὰ τὴν εὐλά‐ βειαν, οἱ δὲ τῇ κακίᾳ ἐνέμειναν, ὡς τὸ μὲν ἁμάρ‐ τημα ἴσον ἦν, τὰ δὲ μετὰ ταῦτα οὐκ ἴσα; Τίνος δὲ ἕνεκεν καὶ ἐπὶ τοῦ Ἀδὰμ καὶ τῆς Εὔας οὐχὶ αὐτὴ τιμωρία, εἰ καὶ αὐτὴ ἡ ἁμαρτία; Ὅτι οὐκ ἦν ἴσον

110

.

213

(50)

τὸ ὑπὸ γυναικὸς ἀπατηθῆναι καὶ ὑπὸ ὄφεως· διὸ οὐδὲ ἀπάτην ἐκεῖνο Παῦλος ἐκάλεσε, οὕτω λέγων· Ὁ μὲν Ἀδὰμ οὐκ ἠπατήθη, ἡ δὲ γυνὴ ἐξαπατη‐ θεῖσα ἐν παραβάσει γέγονε.» Τίνος δὲ ἕνεκεν ὁ τὰ
ξύλα συλλέξας οὐκ ἔτυχε φιλανθρωπίας; Ὅτι πολλῆς παρανομίας ἦν τὸ γινόμενον ἀνάμεστον· ἐκ213

110

.

216

προοιμίων αὐτῶν παραβῆναι πρόσταγμα Θεοῦ, καὶ ὅπως τοῖς ἄλλοις γένηται παίδευμα μὴ καταφρονεῖν Θεοῦ ἐντολήν. Τοῦτο καὶ ἐπὶ Σαπφείρας καὶ Ἀνανία γέγονεν. Καὶ ἡμεῖς 117 οὖν ὅταν ἁμαρτήσωμεν, σκοπήσωμεν, εἰ ἄξιοι ἐλέους ἐσμὲν καὶ εἰ ἐποιήσαμέν τι ὥστε ἐλεηθῆναι, εἰ μετενοήσαμεν (26b) γνη‐ σίως, εἰ βελτίους ἐγενόμεθα, εἰ ἀπέστημεν ἐκ τῶν πονηρῶν ἡμῶν ἔργων· «Ἔκκλινον γὰρ, φησὶν,
5ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθόν.» ΛΖʹ. Περὶ Σαμουήλ. Μετὰ δὲ Ἡλεὶ ἔκρινε τὸν λαὸν Σαμουὴλ ὁ ἱε‐ ρεὺς καὶ προφήτης ἔτη λʹ. Καὶ οἱ υἱοὶ αὐτοῦ Ἰωὴλ καὶ Ἀβιὰ, μὴ πορευόμενοι κατὰ τὴν ὁδὸν
10αὐτοῦ καὶ ἀρετὴν, ἀλλὰ τὸ δίκαιον ἀπεμπολοῦντες, συναθροΐζεται πρὸς αὐτὸν ὁ λαὸς εἰς Ἀρμαθὲμ αἰτούμενοι βασιλέα κατὰ τὴν συνήθειαν τῶν ἐθνῶν. Ὁ δὲ σφόδρα λυπηθεὶς, εἶπεν ὁ Θεὸς πρὸς αὐτόν· «Ἄκουσον τῆς φωνῆς τοῦ λαοῦ, ὅτι οὐ σὲ ἐξου‐
15θενώκασι, ἀλλ’ ἐμὲ, τοῦ μὴ βασιλεύειν ἐπ’ αὐ‐ τούς.» ΛΗʹ. Ἀρχὴ τῆς βασιλείας Σαούλ. Καὶ ἔδωκεν αὐτοῖς τὸν Σαοὺλ υἱὸν Κὶς ἐκ φυ‐ λῆς Βενιαμὶν, χρίσας αὐτὸν εἰς βασιλέα, ἀγαθὸν
20ἄνδρα καὶ εὐμεγέθη ὑπερωμίαν καὶ ἐπάνω ὑψηλό‐ τερον ὑπὲρ τὴν γῆν πᾶσαν. Καὶ γέγονε λοιπὸν ἐξ ἐκείνου ἐν τῷ Ἰσραὴλ ἀρχὴ βασιλέων. (2) Μετὰ δὲ Σαμουὴλ ἐβασίλευσε Σαοὺλ ἔτη μʹ, ὃς τολμήσας πρότερον μὲν θυμιάσαι τῷ Θεῷ, ἔπειτα δὲ παραβὰς
25τὴν ἐντολὴν τοῦ Θεοῦ κατὰ τοὺς Ἀμαληκίτας, ζωογονήσας Ἀγὰγ τὸν βασιλέα αὐτῶν, ἤκουσε παρὰ τοῦ προφήτου· «Μεματαίωταί σοι, ὅτι οὐκ ἐφύ‐ λαξας τὴν ἐντολὴν ἣν ἐνετείλατό σοι Κύριος, καὶ ἡτοίμασε τὴν βασιλείαν σου ἕως αἰῶνος ἐπὶ Ἰσραήλ·
30καὶ νῦν οὐ στήσεται ἡ βασιλεία σου· ἀλλ’ ἐζήτησε Κύριος ἄνθρωπον κατὰ τὴν καρδίαν αὐτοῦ εἰς ἄρ‐ χοντα ἐπὶ τὸν λαὸν αὐτοῦ.» (3) Μετὰ δὲ ταῦτα χρίσας τὸν Δαυῒδ ὁ Σαμουὴλ ἐν λόγῳ Κυρίου, 118 εἶτα γηράσας καὶ τελευτή‐
35σας, προσέθετο μᾶλλον ὁ Σαοὺλ παροργίζειν τὸν Κύριον, ὅθεν καὶ πνεῦμα Κυρίου ἀπέστη ἀπ’ αὐτοῦ καὶ ἔπνιγεν αὐτὸν πνεῦμα πονηρὸν, οὗ δὴ ἕνεκα Δαυῒδ ἄγεται πρὸς αὐτὸν εἰς παρηγορίαν τοῦ πά‐ θους. «Καὶ ἐγένετο, φησὶν, ἐν τῷ εἶναι πνεῦμα
40πονηρὸν ἐπὶ Σαοὺλ, καὶ λαμβάνων Δαυῒδ τὴν κινύραν, ἔψαλλεν, καὶ ἀφίστατο ἀπ’ αὐτοῦ τὸ πονηρὸν πνεῦ‐ μα.» (4) Ἀλλ’ οὖν γε πατάξας τὸν ἀλλόφυλον «Γολιὰθ, ὃς ἦν τῇ ἡλικίᾳ πήχεων τὸ ὕψος δʹ καὶ σπιθαμῆς, καὶ περικεφαλαία χαλκῆ ἐπὶ τῆς κεφα‐
45λῆς αὐτοῦ, καὶ ἁλυσιδωτὸν θώρακα περιβέβληται χιλιάδας ἔχοντα εʹ σίκλων χαλκοῦ καὶ σιδήρου, κνημῖδες χαλκαῖ ἐπὶ τῶν σκελῶν αὐτοῦ, καὶ τὸ ξύλον τοῦ δόρατος αὐτοῦ ὡς ἀντίον ὑφαινόντων· καὶ ἡ ἐπ’ αὐτῷ λόγχη, ἑξακοσίων σίκλων σιδήρου, καὶ

110

.

216

(50)

ἀσπὶς χαλκῆ ἀναμέσον τῶν ὤμων αὐτοῦ·» καὶ διὰ
τοῦτο ἐπιγαμβρευθεὶς τῷ Σαοὺλ ὁ Δαυῒδ, ἐφθονήθη215

110

.

217

προφάσει τῶν χορευτριῶν ἕνεκεν τῆς εὐφημίας ἧς ἐπῇδον αὐτῷ λέγουσαι· «Ἐνίκησε Σαοὺλ ἐν χιλιάσι, καὶ Δαυὶδ ἐν μυριάσιν.» (5) Καὶ ἀποδι‐ δράσκει Δαυὶδ ἀπ’ αὐτοῦ, ὅτε καὶ τοὺς ἄρτους
5ἔφαγε τῆς προθέσεως ἐκ χειρὸς Ἀβιμέλεχ τοῦ ἀρχιερέως, περὶ οὗ Σαοὺλ θυμωθεὶς καὶ ἀγανακτή‐ σας ἀνεῖλε τὸν Ἀβιμέλεχ, διὰ χειρὸς Δοὴκ τοῦ Σύρου, καὶ πάντας τοὺς μετ’ αὐτοῦ ἱερεῖς Κυρίου ἄνδρες υνʹ, οὐ μὴν δὲ «καὶ πᾶσαν τὴν πόλιν
10τῶν ἱερέων Νομβὰν ἐπάταξεν ἐν στόματι ῥομφαίας ἀπὸ ἀνδρὸς ἕως γυναικὸς, καὶ νηπίου θηλάζοντος, καὶ μόσχου, καὶ ὄνου, καὶ προβάτων·» οὐ κατ‐ ελείφθη αὐτῶν οὐδὲ εἷς, πλὴν Ἀβιάθαρ υἱὸς Ἀβι‐ μέλεχ φυγὼν πρὸς τὸν Δαυίδ. (6) Αὕτη τοῦ Σαοὺλ
15ἡ μιαιφονία πάντων τῶν ἄλλων ἁμαρτημάτων δυσσεβεστέρα· τοῦ μὲν γὰρ Θεοῦ προστεταχότος (27a) ἄρδην ἐξολοθρεῦσαι τὸν Ἀμαλὴκ, οὐ μόνον τὸν Ἄγαγ διέσωσεν, ἀλλὰ καὶ ὅσα ἦν αὐτοῦ ἀξιό‐ κτητα· τοῦ δὲ θυμοῦ κεκινηκότος, οὐ μόνον τοὺς
20ἱερεῖς κατέκτεινεν, ἀλλὰ καὶ τὴν πόλιν αὐτῶν διέφθειρεν αὔτανδρον. (7) Καταδιώκων δὲ τὸν Δαυὶδ, καὶ ἅπαξ καὶ δὶς, ἐμπεσὼν εἰς χεῖρας τοῦ μακαρίου, καὶ μηδὲν ἀποδοὺς αὐτῷ κακὸν ἀντὶ κακοῦ, ἔφη Δαυὶδ 119 ὁ πραότατος πρὸς Σαοὺλ
25τὸν ἀπανθρωπότατον· «Ἵνα τί καταδιώκεις, ὦ βασιλεῦ, λαβεῖν τὴν ψυχήν μου; Δικάσει Κύριος ἀναμέσον ἐμοῦ καὶ σοῦ, καὶ ἐκδικήσει με ἐκ χειρός σου· ἡ δὲ χείρ μου οὐκ ἔστιν ἐπὶ σὲ, καθὼς λέγεται ἐν τῇ ἀρχαίᾳ παραβολῇ, ὅτι ἐξ ἀνόμων ἐξελεύσεται
30πλημμέλεια.» —«Καὶ ὁ μὲν οἶκος Δαυὶδ ἐπορεύετο καὶ ἐκραταιοῦτο, ὁ δὲ οἶκος Σαοὺλ ἐπορεύετο καὶ ἠσθένει.» (8) Εἶτα τῶν ἀλλοφύλων πρὸς Σαοὺλ ἐστρατοπεδευκότων, τοῦ δὲ πρὸς τὴν ἐγγαστρίμυθον ἀπελθόντος καὶ τὴν ἀπόφασιν δεξαμένου, προθύμως
35εἰσῆλθεν εἰς τὸν πόλεμον, καὶ τοξευθεὶς εἰς τὰ ὑποχόνδρια, εἶπε πρὸς τὸν αἴροντα αὐτοῦ τὰ σκεύη· «Σπάσαι τὴν ῥομφαίαν σου καὶ ἀπο‐ κέντησόν με, μήποτε παίξουσιν εἰς ἐμὲ οἱ ἀπερί‐ τμητοι οὗτοι.» Τοῦ δὲ φοβηθέντος καὶ μὴ ὑπακού‐
40σαντος, ἔλαβε Σαοὺλ τὴν ῥομφαίαν αὐτοῦ καὶ ἔπεσεν ἐπ’ αὐτὴν, ἐφ’ ἣν καὶ ὁ σκευοφόρος ἐπιπεσὼν ἀναι‐ ρεῖται καὶ αὐτὸς διὰ τῆς αὐτῆς ῥομφαίας. Καὶ οὕτως ἀπέθανε Σαοὺλ ἐν ταῖς ἁμαρτίαις αὐτοῦ (αἷς ἠνόμησε τῷ Θεῷ, διότι οὐκ ἐφύλαξε τὸν λόγον
45Κυρίου· καὶ ὅτι ἐπεζήτησε τῇ ἐγγαστριμύθῳ, καὶ ἀπεκρίθη αὐτῷ Σαμουὴλ ὁ προφήτης, καὶ οὐκ ἐζή‐ τησε Κύριον· καὶ ἀπέκτεινεν αὐτὸν, καὶ ἀφαιρεθεῖσα ἡ βασιλεία ἐκ τοῦ γένους αὐτοῦ, μετηνέχθη εἰς Δαυὶδ καὶ τὸ γένος αὐτοῦ). (9) Τί τοίνυν τὸν Σαοὺλ

110

.

217

(50)

ὤνησε τὸ μέγεθος αὐτοῦ καὶ τὸ ὕψος τοῦ σώματος; ἣ τί τὸν Δαυὶδ ἔβλαψε τὸ σμικρὸν καὶ εὐτελὲς τῆς ἡλικίας; Ὁ μὲν γὰρ ὥσπερ τις δρῦς ὑψηλόκομος
καρπὸν κακίας ἔφερε καὶ τροφὴν χοίρων· ὁ δὲ,217

110

.

220

οἷάπερ ἄμπελος εὐκληματοῦσα καὶ καρποφοροῦσα ταῖς παντοδαπαῖς ἀρεταῖς, οἶνον εὐφραίνοντα καρ‐ δίαν ἀνθρώπων ἐβλάστανεν. «Ἀρετῆς γὰρ, φησὶν ὁ μέγας Ἰσίδωρος, ἀπούσης, οὐδὲν ὄφελος τῆς τοῦ
5σώματος κατασκευῆς·» ὅθεν φησὶν ὁ Θεὸς πρὸς τὸν Σαμουήλ· «Μὴ βλέψῃς ἐπὶ τὴν ὄψιν τοῦ αʹ υἱοῦ Ἰεσσαὶ, μηδὲ τὴν ἕξιν τοῦ μεγέθους αὐτοῦ κατα‐ πλαγῇς, διότι ἐξουδένωκα αὐτόν· διότι οὐχ ὡς βλέψῃ ἄνθρωπος, ὄψεται Θεός· ὁ μὲν γὰρ ἄνθρωπος
10ὄψεται εἰς πρόσωπον, ὁ δὲ Θεὸς εἰς καρδίαν.» Οὐ δεῖ τοίνυν οὐδὲ ἐν «τῷ τοῦ σώματος ὕψει φαν‐ τάζεσθαι 120 καὶ μεγαλοφρονεῖν, ἀλλ’ ἐν μόνῃ τῇ ἀρετῇ καὶ ταῖς ἐντολαῖς τοῦ Θεοῦ σεμνύνεσθαι·» ἐπεὶ καὶ «Νεβρὼδ ὁ γίγας πολλοὺς ὑπερίπτατο,
15καὶ οἱ Ἀσταρὼθ γίγαντες (καὶ ὁ Ὢγ βασιλεὺς τῆς Βασὰν, ὃς ὑπελείφθη ἐκ τῶν γιγάντων καὶ κατοικῶν ἐν τῇ Ῥαφαῒν ἐν Ἀσταρὼθ, ὤν τε τῶν Ῥα‐ φαῒν ἀπόγονος, οὗ καὶ ἡ κλίνη σιδηρᾶ, τὸ μῆκος ἔχουσα πήχεων θʹ, καὶ τὸ πλάτος δʹ), καὶ Γωλιὰδ ὁ
20ἀλλόφυλος· ὁμοίως Σαοὺλ, ὁ παντὸς Ἰσραὴλ ὑπερώμιος· ἀλλ’ οὐδὲν αὐτὸν ὤνησε τὸ μέγεθος (τοῦ σώματος μετὰ τῆς πολλῆς ἐκείνης ἰσχύος, ἀρετῆς ἐρήμου ὑπάρχοντος καὶ) τῆς θείας ἐπιει‐ κείας φρονήσαντος ὑψηλότερα.» (10) Ὅτι δὲ οὐκ
25ἀνήγαγεν ἀληθῶς τὸν Σαμουὴλ ἡ ἐγγαστρίμυθος, ὡς οἴονταί τινες, διὰ τὸ τὴν ἱστορίαν ἐν τούτῳ φά‐ ναι, (27b) οὕτως ἀδιαφόρως ἀναγαγεῖν ὀνομάσαι· πρῶτον μὲν δῆλον, τὸ μὴ φέρειν δαίμονα προσβολὴν ἁγίου· εἰ γὰρ ἔτι ἐν σαρκὶ περιόντι δέδοικε, πῶς
30ἀσωμάτους ἰδεῖν καρτερήσειεν; βʹ δὲ ὅτι οὐκ αὐτὸν ἀνήγαγεν, ἀλλὰ φάσματος ἰδέαν· ὁ γὰρ ἐκ ψυχῆς καὶ σώματος ἡρμοσμένος, οὗτός ἐστι Σαμουὴλ, ὡς καὶ ὁλοσώματον εἶδεν αὐτὸν καὶ ὁ Σαούλ· γʹ δὲ ἡ πρόῤῥησις ψευδής ἐστιν ἡ λέγουσα, ὅτι
35«Αὔριον σὺ καὶ υἱοί σου πεσοῦνται·» μετὰ γὰρ ἡμέρας δʹ ἀπέθανε Σαοὺλ, ὑποστρέψαντος τοῦ Δαυὶδ ἐκ [τοῦ μετὰ] τῶν Ἀμαληκιτῶν πολέμου· φησὶ γάρ· «Καὶ ὤρθρισε Δαυὶδ τοῦ ἀπελθεῖν πρωῒ καὶ φυλάσσειν τὴν γῆν τῶν ἀλλοφύλων· καὶ οἱ ἀλ‐
40λόφυλοι ἀνέβησαν ἐπὶ Ἰσραήλ.» Καὶ ἐλθόντος τοῦ Δαυὶδ εἰς τὴν γῆν ἐκείνην τῇ τρίτῃ ἡμέρᾳ, καὶ καταδιώξαντος τοὺς Ἀμαληκίτας, καὶ μετὰ νίκης ὑποστρέψαντος τῇ δʹ ἡμέρᾳ, ἐπάγει λέγουσα ἡ θεία Γραφή· «Καὶ οἱ ἀλλόφυλοι ἐπολέμουν ἐν Ἰσραὴλ,
45καὶ ἔφυγον ἄνδρες Ἰσραὴλ ἐκ προσώπου τῶν ἀλλο‐ φύλων, καὶ πίπτουσι τραυματίαι ἐν τῷ ὄρει Γελ‐ βουέ.» —«Καὶ βαρύνεται ὁ πόλεμος ἐπὶ Σαοὺλ καὶ τοξεύεται εἰς τὰ ὑποχόνδρια.» Εἰ δὲ καὶ ἠλή‐ θευσεν ἡ ἐγγαστρίμυθος, ὥς τινες νομίζουσιν, οὐ

110

.

220

(50)

μέγα τοῦτο· ὁ γὰρ Θεὸς καὶ τὸν δαίμονα ἐν σχήματι φανέντα εἰπεῖν ἄκοντα τὴν ἀλήθειαν κατηνάγκασεν,
121 ὥσπερ καὶ τὸν Βαλαὰμ εὐλογῆσαι τὸν Ἰσραὴλ219

110

.

221

ἄκοντα πεποίηκεν· ἔφη γάρ· «Κἂν ἀπέλθῃς πρὸς τὸν ψευδοπροφήτην, ἐγὼ Κύριος ἀποκριθήσομαί σοι.» Τοῦ δέ γε Σαοὺλ ἀναιρεθέντος, καταλιπὼν Δαυὶδ Ἀγχοὺς τὸν βασιλέα τῶν ἀλλοφύλων, καὶ
5ἐλθὼν εἰς τὴν Ἰουδαίαν πρὸς τὸν ὁμόφυλον Ἰσραὴλ, βασιλεύει κατὰ θείαν εὐδοκίαν. «Πῶς οὖν, φησὶν ὁ μέγας Βασίλειος, ἐν μὲν τῇ ἐπιγραφῇ τοῦ λγʹ ψαλ‐ μοῦ Ἀβιμέλεχ ὀνομάζεται;» (Φησὶ γάρ· «Ψαλμὸς τῷ Δαυὶδ, ὁπότε ἠλλοίωσε τὸ πρόσωπον
10αὐτοῦ ἐναντίον Ἀβιμέλεχ, καὶ ἀπέλυσιν αὐτόν.)» Ἡ δὲ ἱστορία Ἀγχοὺς αὐτὸν προσηγόρευσεν. Καί φαμεν, ὥς τινα τοιοῦτον λόγον φθάσαντα εἰς ἡμᾶς ἐκ παραδόσεως, ὅτι οἱ βασιλεῖς τῶν ἀλλο‐ φύλων κοινὰ μὲν εἶχον ὀνόματα, τὸ Ἀβιμέλεχ,
15ἴδιον δὲ ἕκαστος ὃ προσηγορεύετο, ὡς καὶ ἐπὶ τῆς Ῥωμαϊκῆς ἔστιν ἰδεῖν βασιλείας, Καίσαρας μὲν λεγομένους κοινῶς καὶ Αὐγούστους, ἄλλα δὲ τὰ κύρια αὐτῶν ὀνόματα, ὥσπερ καὶ παρ’ Αἰγυ‐ πτίοις τὸ Φαραώ ἐστιν. Φαίνεται γὰρ καὶ ἐπὶ Ἰωσὴφ καὶ ὁ ἐπὶ Μωϋσέως Φαραὼ μετὰ
20γενεὰς δʹ ἐγερθεὶς βασιλεὺς Αἰγύπτου καὶ ἐπὶ Σολομῶντος Φαραώ. «Ἔλαβε γὰρ, φησὶ, τὴν θυγατέρα Φαραώ.» Καὶ ὁ ἐπὶ Ἱερεμίου πάλιν βασιλεὺς τῆς Αἰγύπτου Φαραὼ προσηγορεύετο. Οὕτω δὴ καὶ Ἀβιμέλεχ καὶ κατὰ τοὺς χρόνους ἦν Ἀβραὰμ, καὶ ὁ ἐν ταῖς ἡμέραις Ἰσαάκ· καὶ ὁ νῦν λεγόμενος ἐπὶ τῶν χρόνων Δαυίδ. «Ἀβιμέλεχ εἴρηται ἐν τῇ ἐπιγραφῇ, τὸ κοινὸν μὲν τῆς ἱστορίας λέλεκται, ὅπερ ἰδίως ἦν αὐτῷ ἐκ γενετῆς ἐπικείμενον.»
25ΛΘʹ. Ἀρχὴ τῆς βασιλείας Δαυΐδ. Μετὰ δὲ Σαοὺλ ἐβασίλευσε Δαυῒδ ἐκ φυλῆς Ἰούδα ἔτη μʹ, ὃς ἐποίησε τὰ θελήματα τοῦ Κυ‐ ρίου πάντα κατὰ τὸ εἰρημένον· 122 «Εὗρον Δαυῒδ, τὸν τοῦ Ἰεσσαὶ, ἄνδρα κατὰ τὴν καρδίαν
30μου, ὃς ποιήσει πάντα τὰ θελήματά μου.» — «Εὗρον Δαυῒδ τὸν δοῦλόν μου, ἐν ἐλαίῳ ἁγίῳ μου (28a) ἔχρισα αὐτόν· ἡ γὰρ χείρ μου συναντιλήψε‐ ται αὐτῷ, καὶ ὁ βραχίων μου κατισχύσει αὐτόν· οὐκ ὠφελήσει ἐχθρὸς ἐν αὐτῷ, καὶ υἱὸς ἀνομίας οὐ
35προσθήσει τοῦ κακῶσαι αὐτόν· καὶ συγκόψω ἀπὸ προσώπου αὐτοῦ τοὺς ἐχθροὺς αὐτοῦ καὶ τοὺς μι‐ σοῦντας αὐτὸν τροπώσομαι· καὶ ἡ ἀλήθειά μου καὶ ὁ ἔλεός μου μετ’ αὐτοῦ, καὶ ἐν τῷ ὀνόματί μου ὑψωθήσεται τὸ κέρας αὐτοῦ.» Διὸ δὴ τὸ θεῖον περὶ
40αὐτοῦ καὶ δι’ αὐτοῦ φησιν· «Ἐξελέξατο Δαυῒδ τὸν δοῦλον αὐτοῦ καὶ ἀνέλαβεν αὐτὸν ἐκ τῶν ποιμ‐ νίων τῶν προβάτων, —ποιμαίνειν Ἰακὼβ τὸν δοῦ‐ λον αὐτοῦ καὶ Ἰσραὴλ τὴν κληρονομίαν αὐτοῦ, ὃς καὶ μετ’ ἐπιστήμης θείας καὶ εὐσεβείας ἡτοίμα‐
45σεν αὐτοὺς, καὶ ἐν ταῖς συνέσεσι τῶν χειρῶν
αὐτοῦ ὡδήγησεν αὐτούς.» Ὅθεν ἐπήγαγεν ἡ Γραφὴ221

110

.

224

λέγουσα· «Καὶ ἐβασίλευσε Δαυὶδ ἐπὶ Ἰσραὴλ καὶ ἦν ποιῶν κρῖμα καὶ δικαιοσύνην.» —(2) «Οὗτος τοίνυν πατάξας Μολχὸμ βασιλέα τῶν Σύρων καὶ λα‐ βὼν ἀπὸ τῆς κεφαλῆς αὐτοῦ στέφανον χρυσοῦν
5μέγαν ἔχοντα λίθους τιμίους· καὶ φορέσας αὐτὸν ἦν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ κόσμος εὐπρεπής·» ὅπερ δηλῶν πάλιν ἔφη· «Κύριε, ἐν τῇ δυνάμει σου εὐ‐ φρανθήσεται ὁ βασιλεὺς, καὶ ἐπὶ τῷ σωτηρίῳ σου ἀγαλλιασθήσεται σφόδρα· τὴν ἐπιθυμίαν τῆς καρ‐
10δίας αὐτοῦ ἔδωκας αὐτῷ, καὶ τὴν θέλησιν τῶν χειλέων αὐτοῦ οὐκ ἐστέρησας αὐτὸν, ὅτι προέφθα‐ σας αὐτὸν ἐν εὐλογίαις χρηστότητος, ἔθηκας ἐπὶ τὴν κεφαλὴν αὐτοῦ στέφανον ἐκ λίθου τιμίου· ζωὴν ᾐτήσατό σε, καὶ ἔδωκας αὐτῷ· μεγάλη ἡ δόξα αὐτοῦ ἐν τῷ σωτηρίῳ σου· δόξαν καὶ μεγαλοπρέπειαν ἐπιθήσεις ἐπ’ αὐτόν.»
15(3) Καὶ οὕτως ἐνισχύσας ὁ μακάριος καὶ κραταιω‐ θεὶς τῆς συμμαχίας τοῦ κρείττονος πεπλήρωκε καὶ τοῦ Ἰσαὰκ τὴν προσηγορίαν καὶ τὴν πρὸς Ἰακὼβ δοθεῖσαν εὐλογίαν, ὥς φησιν Θεοδώρητος, ὅτι «Γίνου κύριος τοῦ ἀδελφοῦ σου» Ἡσαῦ, καὶ πατά‐
20ξας 123 τὴν Ἰδουμαίαν, καὶ γενόμενοι πάντες οἱ ἐκ τοῦ Ἡσαῦ Ἰδουμαῖοι δοῦλοι τῷ Δαυῒδ, ἐπέθηκε τῇ προῤῥήσει τὸ τέλος ψάλλων· «Ἐπὶ Ἰδουμαίαν ἐπι‐ βαλῶ ὑπόδημά μου· ἐμοὶ ἀλλόφυλοι ὑπετάγησαν·» οἱ γάρ τοι Ἰδουμαῖοι πρόγονον ἔχοντες τὸν Ἡσαῦ ἐξ
25οὗ καὶ τὴν προσηγορίαν ἐσχήκασιν (Ἐδὼμ γὰρ ὠνομάσθη, ὅτι τῶν πρωτοτοκίων τὸν φακὸν προτι‐ μήσας), οὐ τῆς προσηγορίας μόνον, ἀλλὰ καὶ τῆς μνησικακίας τοῦ προπάτορος ἐγένοντο κληρονόμοι· καὶ ὥσπερ ἐκεῖνος ἐπίμονον ἔσχε κατὰ τοῦ Ἰακὼβ
30τὴν ὀργὴν ἐπὶ πλεῖστον, ὡς καὶ διαῤῥήδην εἰπεῖν· «Ἠγγισάτωσαν αἱ ἡμέραι τοῦ πατρός μου, ἵνα ἀποκτείνω Ἰακὼβ τὸν ἀδελφόν μου,» οὕτω καὶ οὗτοι τοὺς ἐξ Ἰακὼβ διηνεκῶς φθονοῦντες ἐπιβουλαῖς κατ’ αὐτῶν ἐχρῶντο μυρίαις, καὶ ἡνίκα μὲν τῆς
35Αἰγυπτιακῆς ἀπαλλαγέντες δουλείας καὶ ἐλθεῖν εἰς τὴν ἐπηγγελμένην ἠβουλήθησαν γῆν, τοῦ Μωϋσέως ἡγουμένου καὶ προστατοῦντος, οὐ μόνον οὐχ ὑπεδέ‐ ξαντο φιλοφρόνως, ἀλλ’ οὐδὲ διελθεῖν τὴν ἰδίαν συν‐ εχώρησαν χώραν. Καὶ ταῦτα τοῦ θείου Μωϋσέως
40διὰ (28b) πρεσβευτῶν παρακαλοῦντος καὶ ὑποσχο‐ μένου, ὡς οὐκ ἐκκλίνουσι δεξιὰ ἢ ἀριστερὰ, ἀλλ’ ὁδῷ βασιλικῇ βαδιοῦνται, καὶ αὐτοῦ τοῦ ὕδατος τὴν χρείαν ὠνούμενοι. Καὶ μετὰ ταῦτα δὲ συνεχῶς τὴν οἰκείαν δυσμένειαν ἐπεδείκνυντο, ποτὲ μὲν μόνοι
45κατ’ αὐτῶν στρατεύειν ἐπιχειροῦντες, ποτὲ δὲ τοῖς πολεμοῦσιν αὐτοὺς ἐπαμύνοντες προθύμως. Καὶ μέντοι καὶ ἡνίκα πάλιν Ἀσσύριοι καὶ Βαβυλώνιοι ταῖς κατ’ αὐτῶν ἐχρήσαντο προσβολαῖς, μυρία ἔδρα‐ σαν εἰς αὐτοὺς δεινὰ, οὐ συμπαρατάττοντες μόνον

110

.

224

(50)

τοῖς πολεμίοις, ἀλλὰ καὶ λόγους καθίζοντες, καὶ τοὺς φεύγειν πειρωμένους θηρεύοντες, τοὺς δὲ τοῖς ἐχθροῖς παραδιδόντες, ὅπερ δὴ καὶ αὐτὸς οὗτος ὁ θεσπέσιος Δαυὶδ προθεωρῶν ἐναργῶς ὑπέφηνεν·
εἰπὼν γὰρ προφητικῶς περὶ τῆς αἰχμαλωσίας ἐκ223

110

.

225

προσώπου τοῦ λαοῦ· «Ἐπὶ τῶν ποταμῶν Βαβυ‐ λῶνος ἐκεῖ ἐκαθίσαμεν καὶ ἐκλαύσαμεν ἐν τῷ μνη‐ σθῆναι ἡμᾶς τῆς Σιών·» φάσκει καὶ περὶ τῆς κα‐ ταληψομένης τοὺς πολεμήσαντας τὸν λαὸν συμφο‐
5ρᾶς· «Μνήσθητι, Κύριε, τῶν υἱῶν Ἐδὼμ τὴν ἡμέραν Ἱερουσαλὴμ τῶν λεγόντων· Ἐκκενοῦτε, ἐκ‐ κενοῦτε ἕως τῶν θεμελίων αὐτῆς·» περὶ ὧν καὶ Ἡσαΐας εἰπών· «Ὅρασις ἣν εἶδεν Ἠσαΐας, υἱὸς Ἀμὼς, κατὰ Βαβυλῶνος ἐπάγει τὰ ἐλεεινὰ πάθη 124
10τῶν ἐξανδραποδιζομένων. «Καὶ οἵτινες συνηγμέ‐ νοι εἰσὶ, μαχαίρᾳ πεσοῦνται, καὶ τὰ τέκνα αὐτῶν ῥάξουσιν ἐνώπιον αὐτῶν.» Τίνες μετὰ ταῦτα δράσουσι, πάλιν λέγει· «Ἰδοὺ ἐγερῶ ὑμῖν τοὺς Μήδους, —καὶ τὰ τέκνα ὑμῶν οὐ μὴ ἐλεήσωσιν,
15οὐδὲ ἐπὶ τοῖς τέκνοις σου φείσονται οἱ ὀφθαλμοὶ αὐτῶν, καὶ ἔσται Βαβυλὼν ἣ καλεῖται ἔνδοξος ἀπὸ βασιλέως Χαλδαίων, ὃν τρόπον κατέστρεψε Κύριος Σόδομα καὶ Γόμοῤῥα, λέγει Κύριος.» Ὡσαύτως δὲ καὶ περὶ τῆς ἐρημώσεως Βαβυλῶνος
20ἔφη σχετλιαστικῶς· «Πῶς συνεκλάσθη, καὶ πῶς συν‐ ετρίβη (Βαβυλὼν) ἡ σφῦρα πάσης τῆς γῆς;» Ἡ μὲν οὖν προφητεία αὕτη οὐ πρὸ πολλῶν γενεῶν ἔστι τῆς τοῦ Ἰσραὴλ αἰχμαλωσίας· πάλιν δὲ μετὰ πολ‐ λοῖς ὕστερον ἔτεσιν, φαίνονται οἱ Μῆδοι ἐπιστρα‐
25τεύσοντες τοῖς Ἀσσυρίοις· παραμυθία οὖν τῶν αἰχ‐ μαλωτιζομένων ἡ προσδοκία τῆς ἐκδικήσεως τῆς μετὰ πολὺ καταληψομένης τὸν λαὸν τὸν κακώσαντα τὸν Ἰσραήλ. Ταύτην γάρ τοι προβλέπων τὴν ἡμέραν τῆς ἀνταποδόσεως ὁ Δαυῒδ, καθ’ ἣν οἱ ἀπὸ τοῦ
30Μαδαὴ Μῆδοι κρατήσαντες τῶν Βαβυλωνίων καὶ μηδὲ τοῖς νηπίοις αὐτῶν φείσονται, εἰκότως ἔψαλ‐ λε· «Μακάριος ὃς κρατήσει καὶ ἐδαφιεῖ τὰ νήπιά σου πρὸς τὴν πέτραν.» (4) Εἶτα πάλιν φησί· «Καὶ ἐπορεύθη ὁ Δαυῒδ πορευόμενος καὶ μεγαλυ‐
35νόμενος, καὶ Κύριος παντοκράτωρ μετ’ αὐτοῦ, εἶχε δὲ καὶ δυνατοὺς ἄνδρας λζʹ τοιούτους ὥστε τὸν μικρὸν αὐτῶν ποιεῖν πρὸς ρʹ, τὸν δὲ μέγαν πρὸς ͵α, ἐξ ὧν αὐτῶν τὰ ὀνόματα ταῦτα· Σεβοχᾶ· οὗτος ἐπά‐ ταξε τὸν Σὲφ, τὸν τοῦ Ῥαφᾶ ἀπόγονον τῶν γιγάν‐
40των. —Ἐλεανᾶν· οὗτος (29a) ἀνεῖλεν ἄνδρα δυνατὸν παμμεγέθη, οὗ ἦν τὸ ξύλον τοῦ δόρατος ὡς ἀντίον ὑφαίνοντος. —Ἰωάθαμ· οὗτος ἀπέκτεινεν ἄνδρα δυνατὸν Χετταῖον, ἔχοντα ἐν ταῖς χερσὶ καὶ τοῖς ποσὶ δακτύλους ἀνὰ ἓξ, τοὺς πάντας κδʹ. —
45Ἀδινών· οὗτος ἐσπάσατο τὴν ῥομφαίαν αὐτοῦ ἐπὶ ψʹ στρατιώτας εἰς μίαν παρεμβολήν. —Ἰσπεβα‐ δᾶ· οὗτος ἐσπάσατο 125 τὴν μάχαιραν αὐτοῦ ἐν καίρῳ ἑνὶ ἐπὶ στρατιώτας τʹ. —Μαρᾶ· οὗτος τῶν ἀλλοφύλων ἐλθόντων καὶ βουλομένων ἁρπάσαι

110

.

225

(50)

τὴν μερίδα τοῦ ἀγροῦ, πλήρη οὖσαν φακοῦ, καὶ225

110

.

228

τοῦ λαοῦ φυγόντος, μόνος ἔστη καὶ τοὺς μὲν ἀλλο‐ φύλους ἐδίωξε, τὴν δὲ μερίδα τοῦ ἀγροῦ ἐφύλαξεν. —Ἐλεάζαρ· οὗτος μερίδος οὔσης κριθῆς, τῶν ἀλλοφύλων ἐπελθόντων καὶ τοῦ λαοῦ φυγόντος, μό‐
5νος ἐστηλώθη καὶ τοὺς μὲν ἀλλοφύλους ἔτρεψε, τὴν δὲ κριθὴν διέσωσεν· τοσοῦτον γὰρ ἐπάταξε τοὺς ἀλλοφύλους, ἕως ἡ χεὶρ αὐτοῦ κοπιάσασα, προσεκολ‐ λήθη τῇ μαχαίρᾳ καὶ ὁ λαὸς ἐπέτρεψεν ὀπίσω αὐτοῦ εἰς τὸ σκυλεύειν. —Βαναίας· οὗτος πολλὰ μὲν
10ἐποίησεν ἔργα, ἐπάταξε δὲ καὶ τοὺς υἱοὺς Ἀριὴλ τοῦ Μωὰβ, καὶ καταβὰς ἐν ἡμέρᾳ χειμῶνος εἰς λάκκον, ἀπέκτεινε λέοντα, ἀνεῖλε δὲ καὶ ἄνδρα Αἰγύπτιον, ἑπτὰ πήχεις ἔχοντα «δόρυ ὡς ξύλον διαβάθρας· ἁρπάσας γὰρ ἀπ’ αὐτοῦ τὸ δόρυ, ἐν
15αὐτῷ ἀπέκτεινεν αὐτόν. —Ἀβεσσὰ, ὁ ἀδελφὸς Ἰωὰβ, ἐπάταξεν ἄνδρας χʹ—καὶ τὸν Ἰεσβὶ θέλον‐ τα φονεῦσαι τὸν Δαυΐδ· ἦν δὲ Ἰεσβὶ ἔγγονος τοῦ Ῥαφᾶ δόρυ ἔχοντος σταθμῶν σίκλων τʹ. Ἡνίκα δὲ ἔτρεχεν ὁ Ἀβεσσὰ, ἦν ὡς δορκὰς ἐν τοῖς ὄρεσιν.
20Τρεῖς δὲ ἀπὸ τῶν λοιπῶν δυνατοὶ, περικυκλωσάντων ποτὲ τῶν ἀλλοφύλων τὴν Βηθλεὲμ, καὶ τοῦ Δαυῒδ ἐπιθυμήσαντος πιεῖν ἐκ τοῦ φρέατος τῆς Βηθλεὲμ, διέβησαν οἱ γʹ καὶ διαῤῥήξαντες τὴν παρεμβολὴν τῶν ἀλλοφύλων, ὑδρεύσαντο ἐκ τοῦ φρέατος καὶ
25ἤνεγκαν ὕδωρ τῷ Δαυΐδ· ὁ δὲ θαυμάσας αὐτῶν τὴν δύναμιν καὶ τὴν τόλμην, ἔλαβε τὸ ὕδωρ καὶ ἔσπει‐ σεν αὐτὸ τῷ Κυρίῳ λέγων· «Ἵλεώς μοι, Κύριε, εἰ αἷμα ἀνθρώπων τῶν πορευθέντων ἐν ταῖς ψυχαῖς αὐτῶν πίομαι.» Ὁμοίως δὲ καὶ οἱ λοιποὶ στρατιῶται
30ὑπῆρχον ἄνδρες δυνατώτατοι, καὶ ἀκαταγώνιστοι, καὶ πρὸς τοὺς ἐναντίους φοβερώτατοι, θυρεοὺς αἴροντες καὶ δόρατα μέγιστα, καὶ κοῦφοι τοῖς ποσὶν ὡς δορκάδες ἐπὶ τῶν ὀρέων ὑπάρχοντες, καὶ ἡ κατα‐ σκευὴ αὐτῶν πάνυ ἔκπληκτος, καὶ τὰ πρόσωπα
35αὐτῶν ὡς πρόσωπα λεόντων. 126 (5) Τοὺς δέ γε πολεμιστὰς, οὓς εἶχε πάλιν ὁ Δαυὶδ, ἦν ὁ ἀριθμὸς μυριάδες σλδʹ, καθὼς ἠριθμήθησαν παρὰ Ἰωὰβ τοῦ ἀρχιστρατήγου· φησὶ γάρ· «Καὶ προσέθετο ὀργῇ Κύριος ἐκκαῆναι ἐν Ἰσραὴλ, καὶ ἐπέσεισε τὸν Δαυὶδ
40ἐν αὐτοῖς λέγων· Πορεύθητι καὶ ἀρίθμησον τὸν Ἰσραὴλ καὶ τὸν Ἰούδα. Καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Ἰωὰβ τὸν ἄρχοντα τῆς ἰσχύος τῆς μετ’ αὐτοῦ· Διέλθε τὰς φυλὰς πάσας Ἰσραὴλ, καὶ ἴδε, καὶ ἐπίσκεψαι τὸν λαὸν, καὶ γνώσομαι τὸν ἀριθμὸν τοῦ λαοῦ. Καὶ
45εἶπεν Ἰωάβ· Προσθείη Κύριος ὁ Θεὸς ἐπὶ τὸν λαόν σου. Καὶ ἵνα τί ὁ κύριός μου βούλεται ἐν τῷ λόγῳ τούτῳ; Καὶ ὑπερίσχυσεν ὁ λόγος τοῦ βασιλέως πρὸς Ἰωὰβ καὶ πρὸς τοὺς ἄρχοντας τῆς δυνάμεως, καὶ ἀπῆλθε Ἰωὰβ ἐπισκέψασθαι τὸν λαόν. Καὶ δὴ ἐπι‐

110

.

228

(50)

σκεψάμενος δέδωκε (29b) τὸν ἀριθμὸν τῆς ἐπισκέ‐ ψεως τοῦ λαοῦ τοῦ Δαυίδ. Καὶ ἦν πᾶς Ἰσραὴλ
χίλιαι καὶ ρʹ χιλιάδες ἀνδρῶν ἐσπασμένων ῥομ‐227

110

.

229

φαίαν· καὶ Ἰούδας χιλιάδας υπʹ ἀνδρῶν ἐσπα‐ σμένων μάχαιραν· τὸν δὲ Λευὶ καὶ τὸν Βενιαμὶν οὐκ ἠρίθμησε, ὅτι προσώχθησεν ὁ λόγος τοῦ βασιλέως τῷ Ἰωάβ. Καὶ πονηρὸν ἐφάνη ἐναντίου τοῦ Θεοῦ
5τοῦτο. —Καὶ ἐπάταξε καρδία Δαυῒδ αὐτὸν ἐν τῷ ἀριθμῆσαι τὸν λαόν. —(6) Καὶ ἀπέστειλε Κύριος Γὰδ τὸν προφήτην πρὸς Δαυῒδ καὶ εἶπε· Τάδε λέγει Κύριος· Ἔκλεξαι σεαυτῷ γενέσθαι σοι, ἢ τρία ἔτη λιμὸν ἐν τῇ γῇ σου, ἢ τρεῖς μῆνας φεύγειν σε ἐκ
10προσώπου τῶν ἐχθρῶν σου, ἢ γʹ ἡμέρας θάνατον ἐν τῇ γῇ σου. —Καὶ εἶπε Δαυῒδ πρὸς Γάδ· Στενά μοι πάντοθέν ἐστι καὶ τὰ τρία, πλὴν ἐμπεσοῦμαι δὴ εἰς χεῖρας Κυρίου, ὅτι πολλοὶ οἱ οἰκτιρμοὶ αὐτοῦ· εἰς δὲ χεῖρας ἀνθρώπων μὴ ἐμπέσω. Καὶ ἐξελέξατο Δαυῒδ τὸν θάνατον· καὶ ἡμέραι θέρους πυρῶν, καὶ ἔδωκε Κύριος θάνατον ἐν Ἰσραὴλ ἀπὸ πρώϊθεν ἕως ἀρίστου· καὶ ἀπέθανον ἐκ τοῦ λαοῦ χιλιάδες οʹ. Καὶ ἐξέτεινε τὴν χεῖρα αὐτοῦ ὁ ἄγγελος
15Κυρίου ἐν Ἱερουσαλὴμ τοῦ διαφθεῖραι ἐν αὐτῇ. Καὶ εἶπε Δαυὶδ πρὸς τὸν Θεὸν ἐν τῷ ἰδεῖν αὐτὸν τὸν ἄγ‐ γελον τύπτοντα ἐν τῷ λαῷ· Ἰδοὺ, ἐγὼ ἡμάρτηκα, καὶ 127 ἐγώ εἰμι ὁ ποιμὴν ὁ κακοποιήσας· καὶ οὗτοι τὰ πρόβατα τί ἐποίησαν; γενέσθω δὴ ἡ χείρ σου ἐν ἐμοὶ, Κύριε, καὶ ἐν τῷ οἴκῳ τοῦ πατρός μου.» Καὶ παρακληθεὶς ὁ Κύριος εἶπε πρὸς τὸν ἄγγελον· «Ἄνες τὴν χεῖρά σου.» —«Καὶ ᾠκοδόμησεν ἐκεῖ θυσιαστήριον Δαυῒδ καὶ ἀνήνεγκεν εὐθὺς ὁλοκαυτώσεις· καὶ ἐπήκουσεν αὐτοῦ ὁ Κύριος καὶ συνεσχέθη
20ἐπάνω Ἰσραὴλ ἡ θραῦσις.» (7) Ταῦτα δέ φησι πάλιν Θεοδώρητος οὐκ ἀπεικῶς συμβεβηκέναι, ἀλλ’ οἰκείας παρανομίας ἔτισε δίκας ὁ λαὸς ἐπὶ προφάσει· καταλιπὼν γὰρ τὸν εὐσεβῆ καὶ θεῖον βασιλέα, τυράννῳ καὶ πατραλῴῃ παιδὶ συν‐
25εστράτευσεν. Οὕτω δὲ καὶ διὰ τὴν τοῦ Σαοὺλ εἰς τοὺς Γαβαωνίτας ἀναίρεσιν ἐπαιδεύθη διὰ λιμοῦ μετὰ τὴν ἐκείνου τελευτήν· ὁ μὲν γὰρ λαὸς ἅπας καὶ Ἰησοῦς ὁ τοῦ Ναυῆ, πεποίηκε τὰς πρὸς ἐκείνους συνθήκας τοὺς Γαβαωνίτας· ἐκοινώνησε δὲ τῶν ὅρ‐
30κων καὶ Ἐλεάζαρ ὁ ἀρχιερεύς. Ἔδει τοίνυν τοὺς ἀπογόνους τῶν ὠμωμοκότων μὴ παραβῆναι τὸν ὅρκον καὶ τὰς σπονδὰς, ἀλλὰ πεῖσαι μᾶλλον τὸν παρανο‐ μοῦντα βασιλέα τὰς πρὸς αὐτοὺς φυλάξαι συνθήκας· πληροῦται δὲ εἰς αὐτοὺς τὸ παρὰ τοῦ Νῶε πρὸς τὸν
35προπάτορα αὐτῶν Χαναὰν εἰρημένον· «Ἐπικατά‐ ρατος Χαναὰν παῖς, οἰκέτης ἔσται τοῖς ἀδελφοῖς αὐτοῦ.» Διό φησι πρὸς αὐτοὺς Ἰησοῦς μετὰ τὴν φανέρωσιν τῆς πανουργίας αὐτῶν· «Καὶ νῦν ἐπικατάρατοί ἐστε· οὐ μὴ ἐκλείπῃ ἐξ ὑμῶν δοῦλος
40οὐδὲ ξυλοκόπος καὶ ὑδροφόρος ἐμοὶ καὶ τῷ Θεῷ μου, καὶ κατέστησεν αὐτοὺς Ἰησοῦς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ξυλοκόπους καὶ ὑδροφόρους πάσῃ τῇ συναγωγῇ καὶ τῷ θυσιαστηρίῳ τοῦ Θεοῦ.» —«Διὰ τοῦτο ἐγένοντο οἱ κατοικοῦντες Γαβαὼν ξυλοκόποι καὶ ὑδροφόροι τῷ
45θυσιαστηρίῳ τοῦ Θεοῦ καὶ πάλιν τῇ συναγωγῇ ἕως τῆς ἡμέρας ταύτης καὶ εἰς (30a) τὸν τόπον οὗ ἂν ἐκλέξεται Κύριος.» Ἐπεὶ οὖν ταῦτα παρελο‐ γίσαντο, καὶ μετὰ τὴν ἐκείνου τελευτὴν ὑπέστησαν τὴν διὰ τοῦ λιμοῦ παιδείαν, διδάσκει οὖν ἡμᾶς ὁ

110

.

229

(50)

λόγος μὴ παραβαίνειν τὰς ἐπὶ Θεοῦ γενομένας μεθ’ ὅρκων συνθήκας, κἂν εἰς ἄλλων ὠφέλειαν ἡ παρά‐
βασις γίνηται. Ἀγνοῶν δὲ τὴν αἰτίαν 128 τῆς229

110

.

232

θεηλάτου ὀργῆς ὁ Δαυῒδ καὶ τῆς πληγῆς τοῦ λιμοῦ τὸν Θεὸν ἠρώτησε, καὶ μαθὼν ὡς ἕνεκεν τῆς τῶν Γαβαωνιτῶν ἀδίκου ἀναιρέσεως εὐθύνας ἐπράττετο, καὶ τοῖς ἐκείνοις ἐχρήσατο κριταῖς τοῖς ἠδικημένοις
5λέγων· «Τί ποιήσω ὑμῖν; καὶ ἐν τίνι ἐξιλάσωμαι;» Καί φασιν· «Οὐκ ἔστιν ἡμῖν ἀργύριον οὐδὲ χρυ‐ σίον μετὰ Σαοὺλ καὶ τοῦ οἴκου αὐτοῦ, καὶ οὐκ ἔστιν ἡμῖν θανατῶσαι ἄνδρα ἐκ παντὸς Ἰσραήλ· ἀλλ’ ὁ ἀνὴρ ὁ διώξας ἡμᾶς καὶ συντελέσας, καὶ ὡς
10παρελογίσατο ἡμᾶς ἐξολοθρεῦσαι, ἀφανίσαι ἀφα‐ νίσωμεν αὐτὸν, τοῦ μὴ ἀντικαθίστασθαι παντὶ ὁρίῳ Ἰσραὴλ, καὶ δοθήτωσαν ἡμῖν ἄνδρες ζʹ ἐκ τῶν υἱῶν αὐτοῦ, καὶ ἐξιλασόμεθα ἐν αὐτοῖς Κυρίῳ ἐν τῷ βουνῷ τοῦ Σαούλ.» —Ἐν ἐκείνῳ οὖν τῷ χωρίῳ τοὺς
15ἐκδοθέντας αὐτοῖς ἀνεσκολόπισαν ἄνδρας, ἐν ᾧ τὰς παρανομίας ἐκείνας ἐτόλμησε μιαιφονίας. Οὗτοι δὲ ἦσαν τοῦ Σαοὺλ δύο μὲν υἱοὶ νόθοι, πέντε δὲ υἱῶν αὐτοῦ ὑστέρων. Τῆς οὖν τιμωρίας γεγενημένης, ἵλεως ὁ Δεσπότης ἐγένετο, καὶ ἡ γῆ τὸν ἐξ ἔθους
20καρπὸν ἔδωκεν. (8) Ἡμεῖς δὲ μανθάνομεν διὰ τού‐ των, ὡς γένους ὁ Θεὸς οὐκ οἶδε διαφορὰν, ἀλλὰ τοῖς ἠδικημένοις, κἂν ἀλλογενεῖς ὦσιν, ἐπαμύνει δικαίως, εἰ καὶ παρὰ πόδας οὐκ ἀπαιτεῖ δίκην. Ἀμέλει γὰρ καὶ τότε μακροθυμήσας ἔτη μʹ, οὕτω τὰς εὐθύνας
25εἰσπράττεται νῦν ἐπὶ τοῦ Δαυΐδ· αὔξει δὲ αὐτῶν τὴν κατηγορίαν τὸ τὸν μὲν Σαοὺλ καταψηφισθέντα καὶ τῆς θείας χάριτος γυμνωθέντα μὴ καταλιπεῖν μέχρι τέλους ζωῆς αὐτοῦ· τὸν δὲ μυρίων αὐτοῖς ἀγαθῶν γενόμενον πρόξενον καὶ τὸ τῶν ἀλλοφύλων
30καταλύσαντα θράσος καὶ τὸν Ἀμαλὴκ πανολεθρίᾳ μὲν παραδώσαντα· Ἰδουμαίους δὲ, καὶ Μωαβίτας, καὶ Ἀμμανίτας, καὶ Ἀσσυρίους ἑκατέρους χειρω‐ σάμενον, καὶ δουλωσάμενον, καὶ φόρους ἀναγκάσαντα φέρειν, καὶ προφητικῆς χάριτος ἀπολαύσαντα, οὐ
35μόνον καταλιπεῖν, ἀλλὰ καὶ ἀντιπαρατάξασθαι καὶ δρᾶσαι τὰ πολεμίων καὶ συμπράξαι μιαιφόνῳ καὶ παρανόμῳ τέκνῳ. Ὅθεν ὁ δίκαιος κριτὴς αὐ‐ τοὺς δίκας εἰσεπράξατο διὰ τῆς ὑποθέσεως Δαυΐδ. Καὶ γὰρ αὐτὸν ἠδίκησαν, καθὼς δηλοῖ καὶ ἡ ἱστορία
40λέγουσα· «Καὶ προσέθετο ὀργῇ Κύριος ἐκκαῆναι 129 τὸν Ἰσραήλ.» (9) Οὐ μὴν δὲ, ἀλλὰ καὶ αὐτὸς διὰ τῆς ἐπαναστάσεως τοῦ υἱοῦ δίκας ἐναργεῖς ἔτισε τοῦ φόνου καὶ τῆς μοιχείας κατὰ τὴν θείαν πρόῤῥησιν· φησὶ γάρ· «Τάδε λέγει Κύριος· Ἰδοὺ ἐγὼ ἐγερῶ κακὰ ἐπὶ σὲ ἐκ τοῦ οἴκου σου,» καὶ τὰ ἑξῆς. Ὅσον τοίνυν ὀνίνησι θλῖψις καὶ συμφορὰ καὶ μέ‐
45ριμνα, ἐκ ταύτης τῆς ἱστορίας μανθάνομεν. Διωκόμενος γὰρ ὑπὸ τοῦ Σαοὺλ καὶ Ἀβεσαλὼμ τοῦ υἱοῦ αὐτοῦ ὁ θεῖος οὗτος ἀνὴρ (30b)—τὸν Δαυῒδ λέγω—πᾶσαν κατώρθου φιλοσοφίαν· καὶ ταῖς φροντίσι τῶν πολεμίων ἐνασχολῶν τὴν διάνοιαν, κατὰ τοὺς ἱεροὺς ἐπολιτεύετο νόμους· ἀνακωχῆς δὲ τυχὼν ὀλίγης, τὸν ὄλισθον ἐκεῖνον ὑπέμεινεν. (10) «Ἐγένετο δὲ ἐν τῷ καιρῷ τῆς δείλης,

110

.

232

(50)

καὶ ἀνέστη Δαυῒδ ἀπὸ τῆς κοίτης αὐτοῦ, καὶ περιε‐ πάτει ἐπὶ τοῦ δόματος τοῦ οἴκου τῶν βασιλείων, καὶ
εἶδε γυναῖκα λουομένην ἀπὸ τοῦ δόματος, καὶ ἡ γυνὴ231

110

.

233

καλὴ τῇ ὄψει σφόδρα.» Πολὺς ὁ πόλεμος καὶ σφο‐ δρὸς, ἄνεσις, καὶ τρυφὴ, καὶ βασιλείας ἐξουσία, καὶ σώματος ὥρα, καὶ μετὰ κόρον τρυφῆς ἡ προσβολὴ, ὅτε καὶ τοῖς μὴ βουλομένοις ὁ σπινθὴρ ὑποτύφεται,
5οἷον εἰς συμμαχίαν καὶ ἀνδρείαν τὴν τρυφὴν δεχόμε‐ νος. Δῆλος δέ ἐστιν, ὅτι σφοδρότερον κατὰ φύσιν εἶχε τῆς ἐπιθυμίας τὸ πάθος· οὐ γὰρ ἂν πλείοσιν ἐχρήσατο γυναιξὶν, εἰ μὴ τῆς φύσεως τοῦτο δρᾶσαι βιασαμένης, ὅθεν φησὶν ὁ μέγας Ἀναστάσιος Θεου‐
10πόλεως· «Ἰστέον, ὅτι πολλὰ καὶ διάφορά εἰσι παρὰ τῷ δικαιοκρίτῃ Θεῷ τὰ κρίματα καὶ αἱ ἀνταποδό‐ σεις, ἃς μέλλει ποιεῖν ἐπὶ τῶν εἰς τὸ σῶμα ἁμαρτα‐ νόντων» καὶ ἀκρατῶς τε καὶ ἀφειδῶς ἐξοιστρωμέ‐ νων καὶ λαγνευόντων· εἰσὶ γὰρ καὶ χῶραι θερμαί
15τινες, αἷς πεφύκασιν ἐκ θερμότητος ἀέρων, ἢ καὶ ὑδάτων καὶ τροφῶν, τὰ σώματα διεγείρειν πρὸς ἀκρατεῖς μίξεις, καθάπερ Αἴγυπτος, καὶ Αἰθιοπία, καὶ Ἱεριχὼ, Γομοῤῥίτης ἐνορία, καὶ ἡ Περσικὴ χώρα. Εἰσὶ δὲ πάλιν καὶ γένη πρὸς ἀσέλγειαν καὶ ἀκολασίαν
20εὐρίπιστα μᾶλλον, ἃ καὶ ἐκ συνηθείας ἢ καὶ ἐξ ἑτέρας αἰτίας ῥυπαρώτερα καὶ ἀκολαστότερα ὑπάρχουσιν, ὡς τὰ τῶν Περσῶν καὶ Ἀσσυρίων. 130 Ἀλλ’ εἰ καὶ οὗτος ὁ κατὰ Θεὸν ζῶν ἄνθρωπος ἐφέλκεται καὶ διὰ τοιαύτην αἰτίαν πρὸς ἁμαρτίαν, ἀλλὰ δεῖ τὴν φύσιν
25ἐκβιάζεσθαι κατὰ πάντα τρόπον· «Βιαστὴ γάρ ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν, καὶ βιασταὶ ἁρπάζουσιν αὐτὴν,» καὶ χρὴ μέχρις αἵματος πρὸς τὴν ἁμαρ‐ τίαν ἀνταγωνίζεσθαι· «Οὐδεὶς γὰρ, φησὶ, στε‐ φανοῦται ἐὰν μὴ νομίμως ἀθλήσῃ». (11) (Διακύ‐
30ψας τοίνυν ἁπλοϊκῶς, οὐ περιέργως) καὶ ἰδὼν τὸ γύναιον λουόμενον, οὐκ ἔφυγε τὴν θέαν ὡς ὀλεθρίαν, ἀλλὰ καθελχθεὶς τῷ τῆς ὥρας δελέατι, τῷ τῆς ἁμαρ‐ τίας περιέπεσεν ἀγκίστρῳ. Ὅμως οὐκ ἐκ πονηρᾶς γνώμης τε καὶ συνηθείας, ἀλλ’ ἐκ περιστάσεως καὶ
35συναρπαγῆς τὴν ἄγραν τε καὶ πληγὴν ἐδέξατο. Καὶ ἑτέρου πάθους χείρονος ἴαμα τάχα γέγονεν, ἐπάρ‐ σεως, ὅπερ δὴ καὶ αὐτὸς ὑπεμφαίνων ἔλεγεν· «Ὑψωθεὶς δὲ ἐταπεινώθην καὶ ἐξεπορήθην.» Καὶ, «Ἐγὼ δὲ εἶπα ἐν τῇ εὐθηνίᾳ μου· Οὐ μὴ σα‐
40λευθῶ εἰς τὸν αἰῶνα· —ἀπέστρεψας δὲ τὸ πρόσωπόν σου, καὶ ἐγενήθην τεταραγμένος·» —«ἀλλ’ ἀγα‐ θόν μοι, ὅτι ἐταπείνωσάς με, ὅπως ἂν μάθω τὰ δι‐ καιώματα.» (12) Τὰ γάρ τοι σφάλματα καὶ ἐλατ‐ τώματα τῶν εὐλαβῶν γίνονται πολλάκις κατ’ οἰκονο‐
45μίαν πρὸς τὸ συμφέρον, τοῦ Θεοῦ συγχωροῦντος ἐνίοτε ὀλισθῆσαι εἰς θεραπείαν ἐπάρσεως προλαβού‐ σης· οἷόν ἐστι τὸ ὑπὸ τοῦ μεγάλου Πέτρου εἰρημένον καὶ ἐπ’ αὐτοῦ γεγενημένον, καὶ ἁπλῆς (31a) ῥᾳθυ‐ μίας ἦν, οὐ κακοηθείας ἡ ἁμαρτία, ἥτις αὐτὸν συγ‐

110

.

233

(50)

γνώμης μετασχεῖν παρεσκεύασεν. Οἱ μὲν γὰρ τῶν ἀνθρώπων ἀπὸ κακίστης ἕξεως καὶ συνηθείας ἁμαρ‐ τάνουσιν· οἱ δὲ κατὰ συναρπαγὴν καὶ παρὰ προαίρε‐
σιν, ὥς φησιν ὁ Σοφός· «Ἔστιν ὀλισθαίνων, καὶ233

110

.

236

οὐκ ἀπὸ ψυχῆς, καὶ τίς οὐχ ἥμαρτεν;» (13) Διὸ τὰς χαλεπὰς ἀπειλεῖ τιμωρίας ὁ τῶν ψυχῶν ἰατρὸς καὶ ἐπάγει αὐτὰς, αἵτινες λαμπρότερον ἔδειξαν τοῦ θαυ‐ μαστοῦ Βασιλέως τὸ κλέος· αἱ γὰρ θεήλατοι πλη‐
5γαὶ τὴν νόσον ἐκείνην ἐξήλασαν καὶ τὴν προτέραν ὑγίειαν ἀπέδωκαν. Καὶ γὰρ παντοδαπαῖς αὐτὸν, οἷα δὴ πάνσοφος ἰατρὸς, παιδείαις ἀπέδωκεν μετὰ τὴν ὁμολογίαν τῆς ἁμαρτίας· εἰρηκὼς γὰρ ὁ προφή‐ της· «Οὐ μὴ ἀποθάνῃς,» ἐπήγαγε· «Πλὴν παροργί‐
10ζων παρώργισας 131 ἐν τοῖς ὑπεναντίοις τὸν Κύριον.» Καὶ πρῶτον μέντοι τὸ μοιχαλίδος παιδίον ἐπάταξεν ὁ Θεὸς, ἔπειτα δὲ καὶ τὴν τοῦ υἱοῦ Ἀβεσαλὼμ κατ’ αὐτοῦ ἐπανάστασιν παραδηλῶν φησι· «Καὶ νῦν οὐκ ἐξαρθήσεται ῥομφαία ἐκ τοῦ οἴκου σου.» Εἰκότως οὖν ἔλεγε· «Παιδεύων ἐπαίδευσέ με ὁ Κύριος
15καὶ τῷ θανάτῳ οὐ παρέδωκέ με.» (14) Ὅταν τοίνυν ἴδῃς ἁμαρτωλόν τινα πλουτοῦντα καὶ εὐημεροῦντα, ὑγιαίνοντα καὶ μηδὲν κακὸν πά‐ σχοντα, στέναξον, δάκρυσον, πένθησον αὐτὸν, ὡς προσθήκῃ εἰς κόλασιν ταῦτα αὐτῷ συμβαίνοντα.
20Ὥσπερ γὰρ οἱ πολλὰ ἁμαρτάνοντες καὶ μὴ μετανοοῦν‐ τες «θησαυρίζουσιν ἑαυτοῖς ὀργῆς» θησαυρὸν, οὕτως οἱ μετὰ τὸ μηδὲν κολάζεσθαι καὶ εὐπραγίας ἀπολαύοντες μείζονα τὴν τιμωρίαν ὑποστήσονται. Καὶ δῆλον, οὐκ ἀπὸ τῶν μελλόντων μόνον, ἀλλὰ καὶ
25ἀπὸ τοῦ παρόντος βίου τὸ ὑπόδειγμα. Ὁ γάρ τοι Δαυῒδ οὗτος μετὰ τὴν ἁμαρτίαν ἐκείνην ἐνεκαλεῖτο σφοδρότερον ὡς πολλῆς ἀπολαύσας ἀδείας καὶ τοιοῦ‐ τος γενόμενος· φησὶ γὰρ, Ὀνειδίζων αὐτὸν ὁ Θεὸς διὰ Νάθαν τοῦ προφήτου λέγει οὕτως «Ἐγὼ
30ἔχρισά σε βασιλέα ἐπὶ Ἰσραὴλ, καὶ ἐῤῥυσάμην σε ἐκ χειρὸς Σαοὺλ, καὶ ἔδωκά σοι τὸν οἶκον τοῦ κυρίου σου, —καὶ τὸν οἶκον Ἰσραὴλ καὶ Ἰούδα, καὶ εἰ μι‐ κρόν ἐστι, προσθήσω σοι καὶ πάντα ταῦτα. Καὶ τί ὅτι οὐκ ἐφύλαξας τὴν ἐντολήν μου;» Τότε γοῦν
35ἀκούσονται καὶ οἱ εὐημεροῦντες νῦν καὶ τὰς ἐντολὰς Κυρίου μὴ φυλάττοντες· «Ἀμὴν, λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς, πορεύεσθε εἰς τὸ πῦρ τὸ ἐξώτερον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ.» (Καὶ ταῦτα μὲν εἰς τοσοῦτον παρεκβατικῶς εἴρηται.)
40(15) Ὁ δὲ μακάριος Δαυῒδ πρὸ τῆς τελευτῆς αὐτοῦ καλέσας τὸν υἱὸν αὐτοῦ Σολομῶντα, εἶπεν αὐτῷ· «Σολομὼν, τέκνον μου, ἐμοὶ ἐγένετο ἐπὶ ψυχὴν τοῦ οἰκοδομῆσαι οἶκον Κυρίου τοῦ Θεοῦ, καὶ ἐγένετο λό‐ γος Κυρίου ἐπ’ ἐμὲ λέγων· «Αἷμα εἰς πλῆθος ἐξέχεας
45καὶ πολέμους ἐποίησας μεγάλους καὶ οὐκ οἰκοδομή‐ σεις οἶκον τῷ ὀνόματί μου. Ἰδοὺ, υἱὸς τίκτεταί σοι, καὶ ἀναπαύσω αὐτὸν ἐκ πάντων τῶν ἐχθρῶν αὐτοῦ τῶν ὄντων 132 κυκλόθεν, ὅτι Σολομὼν ὄνομα αὐτῷ. Καὶ οὗτος οἰκοδομήσει οἶκον τῷ ὀνόματί μου.»

110

.

236

(50)

«Καὶ νῦν ἀνδρίζου καὶ ἴσχυε. Καὶ ἰδοὺ ἐγὼ κατὰ πτωχείαν μου ἡτοίμασα εἰς οἶκον Κυρίου (31b) χρυσίου τάλαντα χιλιάδας ρʹ, καὶ ἀργυρίου τάλαν‐
τα χιλίας χιλιάδας, καὶ χαλκὸν καὶ σίδηρον, οὗ οὐκ235

110

.

237

ἔστιν ἀριθμός. Καὶ πρὸς ταῦτα πρόσθες εἰς οἰκοδο‐ μὴν ναοῦ Κυρίου.» —«Καὶ ὁ Δαυῒδ πρεσβύτης καὶ πλήρης ἡμερῶν. Καὶ βασιλεύσας τὸν υἱὸν αὐτοῦ Σολομῶντα» πάλιν εἶπε πρὸς αὐτὸν ἐνώπιον τοῦ
5λαοῦ· «Ἰδοὺ ἡτοίμασα εἰς οἶκον τοῦ Θεοῦ χρυ‐ σίον, ἄργυρον, χαλκὸν, σίδηρον, λίθους πολυτελεῖς καὶ ποικίλους, καὶ πάντα λίθον τίμιον, καὶ πρὸς τού‐ τοις δέδωκα ἐκτὸς ὧν ἡτοίμασα εἰς τὸν οἶκον τὸν ἅγιον τάλαντα τρισχίλια τοῦ ἐκ Σουφὴρ καὶ ἑπτά‐
10κις χίλια τάλαντα ἀργύρου δοκίμου ἐξαλειφῆναι ἐν αὐτοῖς τοὺς τοίχους τοῦ ἱεροῦ.» Οἱ δὲ ἄρχοντες τῶν υἱῶν Ἰσραὴλ ἔδωκαν εἰς τὰ ἔργα τοῦ οἴκου τοῦ Θεοῦ χρυσίου τάλαντα ἑπτάκις χίλια, καὶ ἀργύριον, καὶ λίθους τιμίους, καὶ χαλκὸν ἄπειρον. Καὶ εὐλογή‐
15σας τὸν λαὸν ὁ Δαυῒδ καὶ ἀποστείλας, αὖθις τὸν υἱὸν αὐτοῦ προσκαλεσάμενος λέγει· «Καὶ νῦν, τέκνον Σολομὼν, γνῶθι τὸν Θεὸν τῶν πατέρων σου καὶ δού‐ λευε αὐτῷ ἐν ὅλῃ καρδίᾳ καὶ ψυχῇ ζεούσῃ, ὅτι καρ‐ δίας πάσας ἐτάζει Κύριος καὶ πᾶν ἐνθύμημα γινώ‐
20σκει· καὶ ἐὰν ζητήσῃς αὐτὸν, εὑρεθήσεταί σοι, καὶ ἐὰν καταλείψῃς αὐτὸν, εἰς τέλος καταλείψεταί σε.» —«Καὶ ἔδωκε Δαυῒδ Σολομὼν, τῷ υἱῷ αὐτοῦ, παρά‐ δειγμα τοῦ ναοῦ παντὸς καὶ τῶν Χερουβὶμ τῶν διαπετασμένων ταῖς πτέρυξιν σκιαζόντων ἐπὶ τῆς
25κιβωτοῦ διαθήκης Κυρίου, πάντα ἐν γραφῇ Κυρίου δέδωκε Δαυῒδ Σολομὼν, τῷ υἱῷ αὐτοῦ, λέγων «Ἴσχυε καὶ ἀνδρίζου, ὅτι Κύριος ὁ Θεός μου μετὰ σοῦ.» —«Καὶ μετὰ ταῦτα ἐτελεύτησε Δαυῒδ ἐν γήρει καλῷ καὶ πλήρης ἡμερῶν, πλούτῳ, καὶ δόξῃ,»
30καὶ εὐσεβείᾳ, ἐτῶν οʹ. Φησὶ γάρ· «Καὶ ἐγένετο μετὰ τὸ ἀποθανεῖν τὸν Σαοὺλ, καὶ ἔρχονται ἄνδρες τῆς Ἰουδαίας ἐν Χεβρὼν, καὶ χρίουσιν αὐτὸν εἰς βα‐ σιλέα ἐπὶ πάντα τὸν Ἰσραὴλ,» ὃς ἦν ἐτῶν λʹ ἐν τῷ βασιλεύειν αὐτὸν, καὶ ἐβασίλευσεν 133 ἔτη μʹ.
35Ἀλλὰ τῆς μὲν βασιλικῆς χρίσεως διὰ Σαμουὴλ ἠξι‐ ώθη· τὰ δὲ τοῦ λαοῦ, ἀναγόρευσις, καθὼς ἡ ἱστορία χρίσεις διαφόρους ὠνόμασε. (17) Τελευτήσας τοί‐ νυν ἐτάφη ἐν τῇ πόλει Ἱερουσαλὴμ εἰς τὸ μέγιστον μνῆμα, ὃ κατεσκεύασεν ὁ σοφώτατος αὐτοῦ υἱὸς Σο‐
40λομὼν ἀντρῶδες ἔχον τὸ σχῆμα διὰ βάθους με‐ μηχανημένον πρὸς τὸ μὴ φαίνεσθαι, τὴν Σολομώντιον δηλοῦν σοφίαν καὶ πολυτέλειαν, ἐν ᾧ δὴ καὶ συγκατ‐ ώρυξε τῷ πατρὶ πολλὰς μυριάδας ταλάντων χρυ‐ σίου, καθώς φησι Ἰώσηπος, ὃ καὶ δῆλον ἐκ τῶν εἰς
45ὕστερον γενομένων. Ὁ γάρ τοι ἀρχιερεὺς Ὑρκανὸς, πολιορκουμένης τῆς πόλεως ὑπ’ Ἀντιόχου τοῦ Δημητρίου παιδὸς, ἀνοίξας τὸ μνῆμα τάλαντα τρισ‐ χίλια ἐκεῖθεν ἐξεφόρησεν· μεθ’ ὃν Ἡρώδης, γνοὺς ὡς Ὑρκανὸς τοῦτο πεποίηκεν, ἤνοιξε καὶ αὐτὸς τὸν

110

.

237

(50)

τάφον καὶ χρήματα μὲν οὐχ εὗρεν, κόσμον δὲ χρύ‐237

110

.

240

σιον καὶ κειμήλια πάμπολλα ἀνείλατο. Πειραθέν‐ τος δὲ αὐτοῦ ἐνδότερον χωρεῖν, οὗ τὰ σώματα Δαυῒδ καὶ Σολομῶνος ἐτέθησαν, πῦρ ἐξελθὸν, δύο τῶν δο‐ ρυφόρων αὐτοῦ διέφθειρεν.
5Μʹ. Περὶ τῆς βασιλείας Σολομῶντος. Μετὰ γοῦν Δαυῒδ ἐβασίλευσε Σολομὼν, ὁ υἱὸς αὐτοῦ, ἔτη μʹ, ὁ τὴν πανθαύμαστον (52a) καὶ θεόσδοτον σοφίαν τὴν ὑπὲρ ἄνθρωπον ὁ θαυμάσιος οὗτος δεξάμενος. (2) Καὶ ἐν τῷ τετρακοσιοστῷ
10καὶ μʹ ἔτει τῆς ἐξόδου τῶν υἱῶν Ἰσραὴλ, ἐν τῷ δʹ ἔτει τῆς βασιλείας αὐτοῦ, ἐν τῷ αʹ μηνὶ Νισὰν, ὑπ‐ άρχων ἐτῶν λγʹ συνήγαγεν «ἐργάτας, χιλιάδας πʹ, καὶ λατόμους, χιλιάδας υʹ ἐν τῷ Λιβάνῳ ὄρει, καὶ ἐπιστάτας ϛχ» προστησάμενος, ἀπήρξατο τῆς οἰκο‐
15δομῆς «ἐν ὄρει οὗ ὤφθη Κύριος Δαυῒδ, τῷ πατρὶ αὐτοῦ, ἐν ἅλῳ Ὀρνᾶ τοῦ Ἰεβουσαίου, ἐν ᾧ καὶ πρότερον Ἀβραὰμ θυσιαστήριον ᾠκοδόμησεν. 134 Καὶ δὴ λίθους ἀκροτόμους καὶ ἀπελεκήτους ἤτοι ἀδα‐ μαντίους καὶ παμμεγέθεις λίαν εἰς τὰ θεμέλια θέμε‐
20νος, ἔχοντας πήχεις ιʹ τὸ πάχος, καὶ πάσης ὁμοῦ τῆς δομήσεως τοῦ τοίχου τοῦ ναοῦ, ᾠκοδόμησε τὴν πό‐ λιν καὶ τὸν ναὸν Κυρίου ἐν ἔτεσιν ζʹ, μῆκος πήχεων ξʹ, εὖρος πήχεων κʹ, καὶ ὕψος πήχεων ρκʹ·» διόρο‐ φον γὰρ ἦν, ὥς φησιν Ἰώσηπος, ὅπερ οὖν καὶ ἡ
25τῶν Παραλειπομένων βίβλος δεδήλωκεν. (3) Μηδεὶς δὲ νομιζέτω τήνδε τὴν βίβλον πρὸς τὰς Βασιλείας διαφωνεῖν, ἐπειδὴ τοῦ ναοῦ τὸ μῆκος ἐνταῦθα μὲν εὑρίσκομεν πήχεων ξʹ, ἐκεῖ δὲ μʹ· εὑρήσεις δὲ πρὸς τοῖς μʹ, ἄλλας κʹ τοῦ καλουμένου Δαβὶρ, τούτεστι τοῦ
30Ἁγίου τῶν ἁγίων· οὕτω πάλιν ἐκεῖ μὲν τὸ ὕψος πή‐ χεων κεʹ, ἐνταῦθα δὲ ρκʹ, ἀμέλει γε καὶ ἐν τῷ πα‐ ραδείγματι προϋπέφηνεν ὁ θεῖος Δαυῒδ πρὸς τὸν υἱὸν λέγων· «Καὶ τὰ ὑπερῷα ποιήσεις.» Καὶ γὰρ ἡ ἱστορία διδάσκει τῶν Βασιλειῶν, ὅτι οὐ μόνον διόρο‐
35φα, ἀλλὰ καὶ τριόροφα εἶχεν ὁ οἶκος ὑπερῷα· Ἑλι‐ κτὴ γὰρ, φησὶν, ἡ ἀνάβασις ἦν εἰς τὴν μέσην καὶ ἐπὶ τῆς μέσης εἰς τὰ τριόροφα. Εὐρύτατος γὰρ ὑπάρχων ὁ τοῖχος, κοχλιοειδῆ τὴν ἀνάβασιν εἶχεν. (4) «Καὶ κατεχρύσωσε τὸ ὑπερῷον ὅλον καὶ πᾶν
40τὸ ἔδαφος, καὶ τοῖς τοίχοις ποιήσας πλίνθους χρυσᾶς πενταπήχεις, ἐφ’ ἑκάστης πλίνθου καθήλωσε τέσσαρας, καὶ Χερουβὶμ ἐπὶ τὸν τοῖχον ὅλον ἔγλυ‐ ψεν. (5) Κατακοσμήσας οὖν λίθοις τιμίοις καὶ χρυ‐ σίῳ τῷ ἐκ Σουφὴρ καταχρυσώσας τὸν οἶκον, ὡς εἴ‐
45ρηται, καὶ τοὺς τοίχους, καὶ τὰ ὀροφώματα, καὶ τοὺς πυλῶνας, καὶ τὰ θυρώματα, κεραμίσι χαλκαῖς κεχρυ‐ σωμέναις τοῦτον ἐσκέπασε. (6) Καὶ διαχωρίσας ἔνδοθεν τοῦ ναοῦ μέσον τοποτεθῆναι τὴν κιβωτὸν ἐκεῖ διαθήκης Κυρίου, πήχεων κʹ τὸ μῆκος, καὶ τὸ πλάτος

110

.

240

(50)

πήχεων κʹ, καὶ τὸ ὕψος αὐτοῦ πήχεων κʹ, περιέσχεν αὐτὸν καὶ τὴν θύραν αὐτοῦ χρυσίῳ συγκεκλεισμένῳ,
ὃ καὶ Ἅγια ἁγίων καὶ Δαβὶρ ἐκαλεῖτο. (7) Καὶ239

110

.

241

δύο Χερουβὶμ κατασκευάσας ἐκ ξύλων ἀσήπτων, ἀνὰ πήχεων ιʹ τὸ μέγεθος καὶ ἀνὰ πήχεων εʹ τὰ πτερύγια ἔχοντας, πτέρυγος πτέρυξ ἥπτετο· καὶ 135 ἀμφοτέρων αἱ λοιπαὶ δύο πτέρυγες, τοῦ τοί‐
5χου τοῦ οἴκου καὶ αἱ πτέρυγες αὐτῶν διαπετασμέναι πήχεων κʹ, ἃ καὶ περιχρυσώσας ἔστησεν ἑκατέ‐ ρωθεν, μέσον δὲ τοῦ ἐσωτάτου οἴκου πρὸς τὸ τὴν κιβωτὸν συγκαλύπτειν, οὗ καὶ κατὰ πρόσωπον ἐποίησε θυσιαστήριον χρυσοῦν ἐσώτερον τοῦ κατα‐
10πετάσματος, ἐν ᾧ τῆς προθέσεως ἄρτοι ἔκειντο· τὸ δὲ καταπέτασμα ποιήσας ἐξ ὑακίνθου, καὶ κοκκίνου, καὶ βύσσου, καὶ πορφύρας, ἐξύφανεν αὐτὸ χερου‐ βίμ. (8) Τῷ δὲ ναῷ συνῳκοδόμησε πλευρὰς κυκλόθεν ἔξω ἀπὸ πήχεων, ἃς καὶ μέλαθρα κέκλη‐
15κεν, ὥστε τὴν οἰκοδομίαν συνέχειν, καὶ μηδένα τῶν Λευϊτῶν (32b) προσψαύειν τοῖς τοῦ ναοῦ τοίχοις· «Ὅτι διάστημα, φησὶν, δέδωκα τῷ οἴκῳ, ὅπως μὴ ἐπιλαμβάνωνται τῶν τοίχων τοῦ οἴκου» μόνοις γὰρ ἱερεῦσιν εἰσιτὸς ἦν ὁ πρῶτος ναὸς ὁ καλούμενος
20Ἅγια· εἰς δὲ τὰ Ἅγια τῶν ἁγίων οὐδὲ τούτοις ἐπεμβαίνειν ἐξῆν, ἀλλὰ μόνος ὁ ἀρχιερεὺς ἅπαξ τοῦ ἐνιαυτοῦ. (9) Πάντα μὲν χρυσὸς συνεκάλυπτεν, καὶ τὰ χερουβὶμ καὶ τοὺς τοίχους καὶ θύρας, ὥστε μηδεμίαν σχεδὸν ἑτέραν ὕλην ἔνδοθεν ὁρᾶσθαι·
25ὅτι δὲ καὶ μαρμάροις καλλίστοις ὁ ναὸς ἐπεποί‐ κιλτο, δηλοῖ πάλιν ἡ ἱστορία λέγουσα· «Ὄνυχος καὶ λίθου πληρώσας πολυτελοῦς, λίθους ποικίλους καὶ πάντα λίθον τίμιον εἰς πλῆθος.» (10) Δύο δὲ στύλους ποιήσας χαλκοῦς ἀνὰ πήχεων λεʹ τὸ ὕψος
30καὶ τὰς κεφαλὰς ἔχοντας ἀνὰ πήχεων εʹ καὶ σπαρ‐ τίον δεκάπηχυν περικυκλῶν, ἑκάστῳ στύλῳ τὸ πά‐ χος, καὶ χρυσοπετάλην, ἐκ δακτύλων τὸ πάχος, περικαλύψας, ἔστησεν αὐτοὺς κατὰ πρόσωπον τοῦ ναοῦ, ἕνα ἐκ δεξιῶν καὶ ἕνα ἐξ εὐωνύμων, καλέσας
35τὸ ὄνομα τοῦ μὲν Κατόρθωσις, τοῦ δὲ Ἰσχύς. Ἐπὶ δὲ τῶν κεφαλῶν ἐποίησεν «ἔργον κρεμαστὸν δεδικτυωμένον» ἐκ χρυσοῦ «καὶ κώδωνας χρυσοῦς υʹ εἰς τὰ βʹ δίκτυα καὶ δύο γένη ῥοΐσκων ἐν τοῖς δικτύοις, ἅ ἐστιν ἐπάνω τοῦ στύλου.» Καὶ ποιήσας
40χαλκοῦν δίκτυον ἐκ δακτυλίων, καὶ κώδωνας ωʹ χαλ‐ κοῦς ταλαντιαίους ἐπ’ αὐτοῦ ἐξαρτήσας, ἐπέθηκεν αὐτῷ ἐπὶ μηχανημάτων ὑψηλῶν, ἐξεχόντων τοῦ ναοῦ πήχεις κʹ, ὅπως ἐπισκιάζοι 136 τὸ ἔργον καὶ ἀποσοβοῖ τὰ ὄρνεα ἐφιζάνοντα καὶ ἐκκρίνοντα,
45μολύνειν μέλλοντα, τῷ κτύπῳ τῶν κωδώνων ἀεὶ κινουμένων καὶ ἀναριπιζομένων. (11) Καὶ ἐποίησε θυσιαστήριον χαλκοῦν, πήχεων κʹ τὸ μῆκος, καὶ πήχεων κʹ τὸ πλάτος, καὶ πήχεων ιʹ τὸ ὕψος, ὡσαύτως καὶ θάλασσαν ποιήσας χαλκῆν χυτὴν

110

.

241

(50)

στρογγύλην, καὶ τὰ ὑποστηρίγματα αὐτῆς, ἔχου‐241

110

.

244

σαν τὸ μὲν ὕψος πήχεων εʹ, τὸ δὲ κύκλωμα πή‐ χεων λγʹ, τὸ πάχος παλαιστὴς, χωροῦσαν τρισχιλίους μετρητὰς, ἔστησεν ὑποκάτω αὐτῆς μόσχους ιβʹ χυτοὺς μεγάλους, πρὸς τὸ νίπτεσθαι
5τοὺς ἱερεῖς ἐν αὐτῇ. (12) Ποιήσας βάσιν χαλ‐ κῆν πήχεων εʹ τὸ μῆκος, καὶ εʹ τὸ πλάτος, καὶ γʹ πήχεων τὸ ὕψος αὐτῆς, καὶ ἔθηκεν αὐτὴν ἐν μέσῳ τῆς αὐλῆς τοῦ ἱεροῦ. (13) Καὶ ἐποίησε τραπέζας χαλκᾶς ιʹ, καὶ λουτῆρας ιʹ, καὶ λυχνίας
10χρυσᾶς ιʹ μεγάλας, καὶ ἔθηκεν ἀνὰ εʹ ἐκ δεξιῶν τοῦ ναοῦ καὶ ἀνὰ εʹ ἐξ ἀριστερῶν. (14) Ἐποίησε δὲ φιάλας χρυσᾶς ρʹ, καὶ θυΐσκας, καὶ πυρεῖα, καὶ σκεύη εἰς πλῆθος, ὅτι οὐκ ἐξέλειπεν ἡ ὁλκὴ τοῦ χρυσίου.» (15) Ἐπεὶ οὖν συνετελέσθη πᾶν
15ἔργον, εἰσήγαγον οἱ ἱερεῖς τὴν κιβωτὸν τῆς διαθή‐ κης Κυρίου εἰς—τὰ Ἅγια τῶν ἁγίων ὑποκάτω τῶν πτερύγων τῶν χερουβὶμ, καὶ ἀρξαμένων ἐξομολο‐ γῆσαι τῷ Κυρίῳ ἐν σάλπιγξι, καὶ ἐν κυμβάλοις, καὶ ἐν ὀργάνοις, ἐπλήσθη νεφέλης ὁ οἶκος Κυρίου
20καὶ δόξης πολλῆς. Καὶ οὐκ ἠδύναντο οἱ ἱερεῖς στῆ‐ ναι καὶ λειτουργεῖν ἀπὸ προσώπου τῆς νεφέλης. Ὁ δὲ βασιλεὺς Σολομὼν, ἀναβὰς ἐπὶ τὴν χαλκῆν βάσιν καὶ τῷ Θεῷ προσκυνήσας, διεπέτασε τὰς χεῖρας εἰς τὸν οὐρανὸν λέγων· «Κύριε, ὁ Θεὸς
25Ἰσραὴλ, οὐκ ἔστιν ὅμοιός σοι Θεὸς ἐν οὐρανῷ καὶ ἐπὶ γῆς,» καὶ τὰ ἑξῆς τῆς εὐχῆς. «Καὶ ὡς συνετέλεσεν εὐχόμενος, κατέβη πῦρ ἐκ τοῦ οὐρανοῦ καὶ κατέφαγε (33a) τὰ ὁλοκαυτώματα καὶ τὰς θυσίας, καὶ δόξα Κυρίου ἐπλήρωσε τὸν οἶκον.»
30Καὶ πάντες υἱοὶ Ἰσραὴλ ἐθεώρουν τὸ πῦρ· καὶ ἡ δόξα Κυρίου ἐπὶ 137 τὸν οἶκον, καὶ ἔπεσαν ἐπὶ πρόσωπον εἰς τὴν γῆν ἐπὶ τὸ λιθόστρωτον προσκυ‐ νοῦντες καὶ αἰνοῦντες Κυρίῳ, ὅτι ἀγαθὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. (16) Καὶ τότε Σολομὼν
35ἐνεκαίνισε τὸν ναὸν, θύσας μόσχων χιλιάδας κβʹ καὶ προβάτων χιλιάδας ρκʹ, ποιήσας ἑορτὴν μεγάλην. Καὶ πᾶς Ἰσραὴλ μετ’ αὐτοῦ ἐν τῷ ναῷ ἐσθίων καὶ πίνων καὶ εὐφραινόμενος ἐνώπιον Κυρίου ἡμέρας ζʹ, τῇ δὲ ηʹ ἡμέρᾳ, εὐλογήσας τὸν λαὸν ἀπέστειλε.»
40(17) Καὶ μετὰ τὸ προσεύξασθαι αὐτὸν ὑπὲρ τοῦ ναοῦ καὶ τοῦ λαοῦ, ὤφθη αὐτῷ ὁ Κύριος λέγων· «Ἤκουσα τῆς φωνῆς τῆς προσευχῆς σου καὶ ἡγίακα τὸν οἶκον τοῦτον, ὃν ᾠκοδόμησας τοῦ θέσθαι τὸ ὄνομά μου ἐκεῖ εἰς τὸν αἰῶνα. Καὶ ἔσονται οἱ
45ὀφθαλμοί μου ἐκεῖ καὶ ἡ καρδία μου πάσας τὰς ἡμέρας. Καὶ σὺ, ἐὰν πορευθῇς ἐνώπιόν μου, καθὼς ἐπορεύθη Δαυῒδ ὁ πατήρ σου ἐν ὁσιότητι καρδίας αὐτοῦ καὶ εὐθύτητι, τοῦ ποιεῖν κατὰ πάντα, ἃ ἐνε‐ τειλάμην αὐτῷ, καὶ τὰ προστάγματά μου καὶ τὰς

110

.

244

(50)

ἐντολάς μου φυλάξῃς, ἀναστήσω τὸν θρόνον τῆς βασιλείας σου ἐπὶ Ἰσραὴλ εἰς τὸν αἰῶνα, καθὼς
ἐλάλησα τῷ πατρί σου λέγων· «Οὐκ ἐξαρθήσεται243

110

.

245

ἀνὴρ ἡγούμενος ἐν Ἰσραήλ.» Ἐὰν δὲ ἀποστρα‐ φέντες ἀποστραφῆτε ὑμεῖς καὶ τὰ τέκνα ὑμῶν ἀπ’ ἐμοῦ, καὶ μὴ φυλάξητε τὰς ἐντολάς μου, καὶ πο‐ ρευθῆτε, καὶ δουλεύσητε θεοῖς ἑτέροις καὶ προσκυ‐
5νήσητε αὐτοῖς, ἐξαρῶ τὸν Ἰσραὴλ ἀπὸ τῆς γῆς, ἧς ἔδωκα αὐτῷ, καὶ τὸν οἶκον τοῦτον, ὃν ἡγίασα ἐν ὀνόματί μου, ἀποῤῥίψω ἀπὸ προσώπου μου. Καὶ ἔσται Ἰσραὴλ εἰς ἀφανισμὸν καὶ εἰς λάλημα εἰς τὰ ἔθνη πάντα· καὶ ὁ οἶκος οὗτος ὁ ὑψηλὸς καὶ μέ‐
10γας, ἔσται πᾶς ὁ διαπορευόμενος δι’ αὐτοῦ, ἐκστή‐ σεται καὶ συριεῖ, καὶ ἐροῦσιν· «Ἀνθ’ ὧν ἐγκατέ‐ λιπον Κύριον τὸν Θεὸν αὐτῶν καὶ ἀντελάβοντο θεῶν ἀλλοτρίων, διὰ τοῦτο ἐπήγαγε Κύριος τὴν κακίαν ταύτην.»
15(18) Τὸν μέντοι ναὸν ὁ Σολομὼν μέσον τῆς πό‐ λεως δειμάμενος κατὰ νῶτον τετραμμένον καὶ τὰ ὄπισθεν πρὸς βοῤῥᾶν ἔχοντα, λιθίνῳ περιβόλῳ τοῦτον συνέκλεισε. (19) Τὴν δὲ πόλιν μεγίστην καὶ περικαλλῆ καταρτίσας ἐκ λίθων λευκῶν καὶ
20ὅλην καταστρώσας 138 καὶ τὸ περίμετρον αὐτῆς ποιήσας ἀπὸ τείχους εἰς τεῖχος, μεταξὺ τὸ διάστημα ἔχουσαν στάδια μʹ, μίλια ἓξ ἥμισυ, δυσάλωτον ταύτην πάντοθεν κατεσκεύασε. Περιτειχίσας γὰρ αὐτὴν τρισὶ τείχεσι καὶ φάραγξιν ἀπεῤῥογυίαις
25κατάῤῥυτον ὕδασιν ὅλην ἐποίησεν, ὥστε ἐκ τῆς ἀποῤῥοίας τοὺς κήπους αὐτῶν καταρδεύεσθαι· (ἔκειτο γὰρ ἡ πόλις ἐπὶ μετεώρου καὶ τραχέως τόπου, ἐν ᾧ ὑπῆρχε πηγή τις πολύῤῥυτος ἀεννάως ἐπιῤῥέουσα. Πολλὰ δὲ καὶ ἄλλα ὕδατα ἔβρυον ἐν
30αὐτῇ πότιμα [καὶ] ἀδιάλειπτα). (20) Ὁ δέ γε λαμ‐ πρὸς καὶ περιώνυμος ναὸς ἐκεῖνος, ἀξιάγαστος ὢν ἀληθῶς καὶ περίδοξος πάνυ καὶ τῆς Σολομῶντος σοφίας ἐνάρετος κήρυξ, μᾶλλον δὲ τοῦ προστετα‐ χότος γενεσιουργοῦ πάντων Θεοῦ καὶ συνεργήσαν‐
35τος. Οὐ γὰρ γέγονε τοιοῦτος ναὸς ἐπὶ τῆς γῆς, ὅθεν καὶ Ἰουδαῖοι ἐπὶ τῇ μεγαλουργίᾳ τούτου καὶ πολυολβίᾳ σεμνυνόμενοι ἔλεγον· «Ναὸς Κυρίου, ναὸς Κυρίου, ναὸς Κυρίου.» Καὶ γὰρ ὁ διαταξάμε‐ νος ἐκέλευσεν αὐτὸν μετὰ φιλοτιμίας γενέσθαι πολ‐
40λῆς, ἐπειδὴ κἀκεῖνοι τοῖς σωματικοῖς μᾶλλον ἐφείλ‐ κοντο καὶ ἐφέποντο. Καὶ οὐκ ἐν τούτοις μόνον σεμνὸς ἦν, ἀλλὰ καὶ ἐν τῷ εἶναι καὶ μόνον ἐν τῷ κόσμῳ· οἱ γὰρ (33b) ἀπὸ τῶν περάτων τῆς γῆς ἐκεῖσε ἤρχοντο καὶ μάλιστα μετὰ τοὺς μετέπειτα
45χρόνους· καὶ τοῦτο δηλῶν ὁ Λουκᾶς ἐν ταῖς Πράξε‐ σιν ἔλεγεν. «Ἦσαν ἐκεῖ Πάρθοι, καὶ Μῆδοι, καὶ Ἐλαμῖται, καὶ οἱ κατοικοῦντες Μεσοποταμίαν, Ἰουδαίαν τε καὶ Καππαδοκίαν, Πόντον καὶ τὴν Ἀσίαν, Φρυγίαν τε καὶ Παμφυλίαν, Αἴγυπτον καὶ

110

.

245

(50)

τὰ μέρη τῆς Λιβύης τῆς κατὰ Κυρήνην.» Οἱ οὖν πανταχοῦ τῆς οἰκουμένης ἐκεῖ συνήγοντο, καὶ πο‐ λυθρύλλητον ἄγαν καὶ διαβόητον ἐτύγχανε τοῦ ναοῦ
τὸ ὄνομα. Κἂν διαφόρως κατελύθη, καὶ πάλιν245

110

.

248

ᾠκοδομήθη μέχρι τῆς ἐσχάτης αὐτοῦ καταπτώσεως. Καὶ ἁπλῶς ὅσα ἡ Σολομῶντος κατεσκεύασε σοφία, τῷ θεσπεσίῳ Ἰεζεκιὴλ ὦπται σαφῶς μετὰ τὴν καταστροφὴν τῆς πόλεως καὶ τοῦ ναοῦ, τὴν εἰς Βαβυ‐ λῶνα τοῦ λαοῦ αἰχμαλωσίαν.
5(21) Ὁ τοίνυν Σολομὼν ποιήσας ἐλεφάντινον θρόνον ἐκ μεγάλων ὀδόντων, ἔχοντα σταθμοὺς ϛʹ καὶ προτομὰς μόσχων ἐκ τῶν 139 ὀπίσω αὐτοῦ ἔνθεν καὶ ἔνθεν καὶ λέοντας ιβʹ παρὰ τὰς χεῖρας ἑστηκότας, καὶ ἄλλους ιβʹ λέοντας ἑστῶτας ἐπὶ τῶν ἔξω ἀναβαθμῶν
10(ἑκατέρωθεν περιεχρύσωσεν αὐτοὺς χρυσίῳ δοκίμῳ, ὅπερ «οὐ γέγονεν οὕτω πάσῃ βασιλείᾳ» πώποτε, ἐφ’ ᾧ καθεζόμενος μετὰ λαμπρᾶς καὶ πολυτελοῦς ἐσθῆτος ὁ θαυμάσιος καὶ πάνσοφος ἀνὴρ ἐκεῖνος, τὰς τοῦ θείου Πνεύματος χάριτας διηγόρευσεν. Διό
15φησιν ὁ Κύριος· «Οὐδὲ Σολομὼν ἐν πάσῃ τῇ δόξῃ αὐτοῦ περιεβάλετο ὡς ἓν τούτων,» ὑπεμφαίνων ὡς ὑπέρτερος ἦν καὶ περιφανέστερος βασιλέων πάντων ἔν τε πλούτῳ καὶ δόξῃ). (22) «Καὶ σὺν τούτοις ἐποίησε θυρεοὺς χρυσοῦς ἐλατοὺς ωʹ μεγά‐
20λους, καὶ δόρατα τʹ, καὶ ἕτερα ὅπλα χρυσᾶ πλεῖ‐ στα. Καὶ μέντοι καὶ τὰ σκεύη τοῦ οἴκου αὐτοῦ καὶ οἱ λουτῆρες χρυσᾶ πάντα ὑπῆρχον. Καὶ οὐκ ἦν ἀργύριον λογιζόμενον ἐν ταῖς ἡμέραις αὐτοῦ, ὅτι ναῦς αὐτοῦ ἐπορεύετο εἰς Θαρσὶς καὶ διὰ χρόνων
25γʹ ἤρχετο φέρουσα χρυσίον πολὺ, καὶ ἀργύριον, καὶ λίθους τορνευτοὺς, καὶ ὀδόντας ἐλεφάντων, καὶ πιθήκους.» Καὶ ἔδωκε Σολομὼν τὸ χρυσίον καὶ τὸ ἀργύριον ἐν Ἱερουσαλὴμ ὡς λίθον, καὶ τὰς κέδρους ὡς συκαμίνους εἰς πλῆθος.» (Τὰς γάρ τοι
30κέδρους ἐκείνας ἀσήπτους ἔφη Θεοδώρητος εἶναι, καθάπερ δὴ καὶ τὰς κυπαρίσσους τὰς πεύκας δυσφθάρτους, καὶ λευκοτάτας, καὶ ταῖς παρ’ ἡμῖν ἀνομοίας ὑπαρχούσας.) ΜΑʹ. Περὶ τοῦ ἀρίστου Σολομῶντος. «Τὸ δέ γε ἄριστον αὐτοῦ ἦν καθ’ ἡμέραν κόροι σεμιδάλεως λʹ, καὶ κόροι ἀλεύρου κεκοπανισμένου ξʹ,
35καὶ μόσχοι ἐκλεκτοὶ ιʹ, καὶ πρόβατα ρʹ ἐκτὸς ἐλάφων καὶ δορκάδων, ὀρνίθων ἐκλεκτῶν καὶ σιτευτῶν.» (Καὶ ὁ μὲν κόρος ἐπότει μοδίους λʹ, ὁμοῦ γενόμενα μοδίους ͵ρψʹ. Οἱ δὲ χορηγοῦντες αὐτὰ ἐξ Αἰγύπτου καθ’ ἕκαστον μῆνα ἄρχοντες ἦσαν ιβʹ.)
40ΜΒʹ. Περὶ τῆς βασιλείας. 140 Περὶ δὲ τῆς πολλῆς φρονήσεως αὐτοῦ καὶ σοφίας ἧς ἔλαβε παρὰ τοῦ Θεοῦ, ἄκουσον πάλιν τί φησιν ὁ Θεὸς πρὸς αὐτόν· «Ἰδοὺ, δέδωκά σοι καρ‐ δίαν φρόνιμον καὶ σοφήν· ὡς σὺ οὐ γέγονεν ἔμπροσ‐
45θεν, καὶ μετὰ σὲ οὐκ ἀναστήσεται ὅμοιός σοι· καὶ πλοῦτον, καὶ χρήματα καὶ δόξαν δώσω σοι· ὡς σὺ οὐκ ἐγεννήθη ὅμοιός σοι ἐν τοῖς βασιλεῦσιν, καὶ μετὰ σὲ οὐκ ἀναστήσεται.» Τοῦτο δηλοῦσα ἡ Γραφὴ ἐπάγει λέγουσα· «Καὶ ἔδωκεν ὁ Θεὸς τῷ Σολομῶντι

110

.

248

(50)

φρόνησιν καὶ σοφίαν πολλὴν σφόδρα, καὶ χύμα σο‐247

110

.

249

φίας ὠσεὶ ἄμμος ἡ παρὰ τὴν θάλασσαν, καὶ ἐπλη‐ θύνθη (34a) ἡ φρόνησις αὐτοῦ ὑπὲρ πᾶσαν φρόνησιν πάντων ἀνθρώπων καὶ ὑπὲρ πάντας φρονίμους Αἰγύ‐ πτου.» (2) Δεῖξαι γοῦν βουλόμενος τὴν σοφίαν αὐτοῦ
5εἰκότως ἐκ τῶν παραλλήλων, καὶ τῶν πάλαι γεγενη‐ μένην ἀρίστων σοφῶν ἐμνήσθη· καὶ τοὺς Αἰγυπτίους προσέθηκεν ὡς δοκοῦντας παρὰ πάντας εἶναι σοφω‐ τέρους καὶ φρονιμωτέρους. Καὶ γὰρ, ὡς Ἕλληνες ἱστοροῦσι, καὶ Φερεκύδης ὁ Σύριος, καὶ Πυθαγόρας
10ὁ Σάμιος, καὶ Ἀναξαγόρας ὁ Κλαζομένιος, καὶ Πλά‐ των ὁ Ἀθηναῖος πρὸς τούτους ἐξεδήμησαν, θεολο‐ γίαν καὶ φυσιολογίαν ἀκριβεστέραν μαθήσεσθαι παρ’ αὐτῶν ἐλπίσαντες. Καὶ δὴ καὶ περὶ τοῦ Μωϋ‐ σέως διεξιὼν ὁ θεῖος λόγος ἔφη, ὅτι «Ἐπαιδεύθη ἐν
15πάσῃ σοφίᾳ Αἰγυπτίων.» (3) Τούτους, φησὶν, ἅπαν‐ τας ὁ Σολομὼν ἀπέκρυψεν, ἅτε θεόθεν τῆς σοφίας τὰ δῶρα δεξάμενος, ὅθεν ἐπήγαγεν· «Καὶ ἐσοφίσθη ὑπὲρ πάντα ἄνθρωπον, καὶ ἐλάλησε τρισχιλίας πα‐ ραβολὰς, καὶ ἦσαν αἱ ᾠδαὶ αὐτοῦ εʹ, καὶ ἐλάλησε
20περὶ τῶν ξύλων, ἀπὸ τῆς κέδρου τῆς ἐν τῷ Λιβάνῳ καὶ ἕως τῆς ὑσσώπου τῆς ἐκπορευομένης διὰ τοῦ τοίχου. Καὶ ἐλάλησε περὶ τῶν κτηνῶν, καὶ περὶ τῶν ἑρπετῶν, καὶ περὶ τῶν πετεινῶν, καὶ περὶ τῶν ἰχθύων.» (4) (Τὴν δὲ τούτων ἀπόλαυσιν ὁ πολυΐστωρ Εὐσέβιος οὕτως ἔφη· «Τὰς γάρ τοι βίβλους τοῦ
25Σολομῶντος τὰς περὶ τῶν Παραβολῶν 141 καὶ ᾨδῶν, ἐν αἷς περὶ τῶν φυτῶν καὶ παντοίων ζώων φυσιολογήσας, χερσαίων, πετεινῶν, καὶ πνικτῶν καὶ ἰαμάτων πάθους παντὸς γραφείσας αὐτῷ) ἀφ’ ὧν οἱ τῶν Ἑλλήνων ἰατροσοφισταὶ σφετερισάμε‐
30νοι καὶ τὰς ἀφορμὰς εἰληφότες [τὰς οἰκείας συνεστήσαντο τέχνας· ταύτας], ἀφανεῖς ἐποίησεν Ἐζεκίας ὁ βασιλεὺς, ἐπειδὴ τὰς θεραπείας τῶν νοσημάτων ἔνθεν κομιζόμενος ὁ λαὸς, περιώρα τὰς ἰάσεις αὐτῶν παρὰ τοῦ Θεοῦ.» (Καὶ μέντοι καὶ
35Ἰώσηπος τούτων πολλῶν μέμνηται πονημάτων ἐγ‐ γράφως πεποιημένων, ὡς ὅτι καὶ ἐπῳδὰς κατὰ δαι‐ μόνων καὶ ἐξορκισμοὺς ἐπενόησεν, αἷς φησιν δια‐ χρώμενον Ἐλεάζαρον τὸν Ἰουδαῖον ἐπὶ Οὐεσπασιανοῦ καὶ Τίτου δακτύλιον τιθεὶς ἐν τῇ ῥινὶ τοῦ πάσχον‐
40τος ἐν σφραγίδι ῥίζαν ἔχοντα, ἐξ ὧν Σολομὼν ὑπέ‐ δειξε· καὶ ὀσφραινόμενον τὸ δαιμόνιον εὐθὺς ἐξέλκεσθαι, σημείου ὑπὸ τοῦ Ἐλεαζάρου τιθεμένου ποτηρίου μεστοῦ ὕδατος ἢ ποδονιπτῆρος, ὃ καὶ συνέτριβε τὸ δαιμόνιον φεῦγον.) (5) Καὶ ἐμεγαλύνθη Σολομὼν ὑπὲρ πάντας τοὺς βασιλεῖς τῆς γῆς πλούτῳ καὶ φρονήσει. Καὶ πάντες
45οἱ βασιλεῖς τῆς γῆς ἐζήτουν ἰδεῖν τὸ πρόσωπον αὐ‐ τοῦ καὶ ἀκοῦσαι τῆς φωνῆς αὐτοῦ. Καὶ παρεγένοντο φέροντες ἑκάστοτε κατ’ ἐνιαυτὸν τὰ δῶρα αὐτῶν, σκεύη χρυσᾶ, καὶ ἱματισμοὺς, καὶ ἡδύσματα καὶ ἵπ‐ πους, καὶ ἡμιόνους· καὶ ἦσαν αὐτῷ ͵ατʹ ἅρματα καὶ

110

.

249

(50)

ἵπποι ͵α, τοκάδες δὲ χιλιάδες μʹ, καὶ ἵπποι εἰς ἅρ‐ ματα χιλιάδες ιβʹ. Καὶ ἦν ἡγούμενος τῶν βασι‐ λέων πάντων τῶν ἀπὸ τοῦ ποταμοῦ Εὐφράτου ἕως
γῆς ἀλλοφύλων καὶ ἕως τῶν ὁρίων Αἰγύπτου.249

110

.

252

ΜΙʹ. Περὶ τῆς βασιλίσσης Αἰθιόπων Σιβύλλης. Καὶ βασίλισσα Σαβᾶ, ἥτις ἐλέγετο Σίβυλλα παρ’ Ἑλλήνων, ἀκούσασα τὸ ὄνομα αὐτοῦ ἦλθεν εἰς Ἱερουσαλὴμ, πειράσαι αὐτὸν ἐν αἰνίγματι. Καὶ
5κάμηλοι αἴρουσαι ἡδύσματα πολλά τε καὶ ἐξαίρετα, (34b) καὶ χρυσὸν, καὶ λίθους τιμίους, καὶ ἐν δυ‐ νάμει βαρείᾳ 142 σφόδρα. Καὶ εἰσελθοῦσα πρὸς αὐτὸν καὶ λαλήσασα πρὸς τοῦτον πάντα ὅσα ἦν ἐν τῇ καρδίᾳ αὐτῆς, καὶ πάντα διαλύσας αὐτῇ ἐν συν‐
10τάξει λόγων καὶ ἑρμηνείᾳ γλυκυτάτῃ, προσέθετο αὐτὸν πειράσαι καὶ ἐν τούτῳ. Εὐόπτους γὰρ παῖδας ἄῤῥενάς τε καὶ θηλείας ὁμοτρόπῳ στολῇ καὶ κουρᾷ τῇ αὐτῇ περικαλλωπίσασα παρέστησεν αὐτῷ, ζη‐ τοῦσα ἑκατέρου γένους αὐτῶν διάκρισιν ποιήσασθαι.
15Ἦν γὰρ καὶ αὐτὴ ἡ Σίβυλλα πάνυ ἐπ’ ἀγχινοίᾳ τε καὶ σοφίᾳ καὶ πολυπειρίᾳ διαβόητος. Ὁ δὲ βασιλεὺς νίψασθαι τούτους προστάξας τὸ πρόσωπον, τὴν φύσιν ἑκατέρων διέγνωκεν, τῶν μὲν γὰρ ἀῤῥένων εὐτόνως καὶ ἀνδρικῶς τὰς ὄψεις καταψυχόντων, τῶν δὲ θη‐
20λειῶν ἁπαλῶς καὶ ἀπειρημένως, ὡς τὴν βασίλισσαν καταπλαγεῖσαν πάνυ· καὶ μέντοι καὶ πᾶσαν αὐτοῦ τήν τε φρόνησιν καὶ τὸν οἶκον, ὃν ᾠκοδόμησεν ἰδοῦσα, καὶ τὴν καθέδραν, καὶ τὴν στολὴν αὐτοῦ τε καὶ τῶν ὑπουργῶν αὐτοῦ, καὶ ἐξ ἑαυτῆς γενομένη
25εἶπεν· «Ἀληθινὸς ὁ λόγος, ὃν ἤκουσα ἐν τῇ γῇ μου περὶ τούτων πάντων, καὶ οὐκ ἐπίστευον. Ἰδοὺ οὐκ ἔστι τὸ ἥμισυ καθὼς ἀπηγγέλη μοι, ὅτι πλείονα ἑώρακα ὧν ἤκουσα. Μακάριαι γοῦν αἱ γυναῖκες καὶ οἱ παῖδές σου οἱ παρεστηκότες οὗτοι ἐνώπιόν σου
30καὶ ἀκούοντες τοὺς λόγους τῆς φρονήσεώς σου.» Καὶ δοῦσα αὐτῷ τάλαντα χρυσίου ρκʹ, καὶ ἡδύ‐ σματα πολλὰ σφόδρα, καὶ λίθους τιμίους, καὶ τὴν τοῦ ὀποβαλσάμου ῥίζαν (ἀφ’ οὗ ἡ Παλαιστίνη τοῦτο γεώργιον ἔσχε, ὡς φησὶν Ἰώσηπος), ὑπέστρεψεν
35εἰς τὴν γῆν αὐτῆς ὑπερεκπληττομένη λίαν. Περὶ ἧς καὶ ὁ Κύριος ἔφη· «Βασίλισσα Νότου ἦλθεν ἐκ τῶν περάτων τῆς γῆς, ἵνα ἴδῃ τὴν σοφίαν Σολομῶν‐ τος.» (2) Πρὸς ὃν μέντοι γε καὶ Σιρὰχ τραγικώτε‐ ρον ἔλεγε· «Σολομὼν, ἐσοφίσθης ἐν νεότητί σου καὶ
40ἐνεπλήσθης ὡς ποταμὸς συνέσεως· γῆν ἐπεκάλυψεν ἡ σοφία σου, καὶ ἐνέπλησας ἐν παραβολῇ αἰνίγματα· εἰς 143 νήσους πόῤῥω (καὶ μακρὰς χώρας) ἀφίκετό σου τὸ μνημόσυνον, καὶ ἠγαπήθης ἐν τῇ εἰρήνῃ σου, ᾗ κατέπαυσεν ὁ Θεὸς κυκλόθεν· ἐν ᾠδαῖς, καὶ παροι‐
45μίαις καὶ παραβολαῖς ἐθαυμαστώθης, καὶ συνή‐ γαγες ὡς κασσίτηρον τὸ χρυσίον καὶ ὡς μόλιβδον ἐπλή‐ θυνας ἄργυρον. Ἀλλὰ παρέκλινας τὰς λαγόνας σου γυναιξὶ, καὶ ἐξουσιάσθης ἐν τῷ σώματί σου· καὶ ἔδωκας μῶμον ἐν τῇ δόξῃ σου καὶ ἐβεβήλωσας

110

.

252

(50)

τὸ σπέρμα σου, ἐπαγαγεῖν ὀργὴν ἐπὶ τὰ τέκνα251

110

.

253

σου.» (5) Οὐ μὴν δὲ, ἀλλὰ καὶ αὐτὸς δι’ ἑαυτοῦ σαφέστατα περὶ τῆς ἰδίας σοφίας καὶ τοῦ πλούτου σαφηνίζει· «Ἐμοὶ δῴη ὁ Θεὸς κατὰ γνώμην εἰ‐ πεῖν καὶ ἐνθυμηθῆναι ἀξίως τῶν λεγομένων, ὅτι
5αὐτὸς (ὁ Κύριος) καὶ τῆς σοφίας ὁδηγός ἐστι καὶ τῶν σοφῶν διορθωτής· ἐν γὰρ χειρὶ αὐτοῦ καὶ ἡμεῖς καὶ οἱ λόγοι ἡμῶν· αὐτὸς γάρ μοι δέδωκε τῶν ὄντων τὴν γνῶσιν ἀψευδῆ, εἰδέναι σύστασιν κόσμου καὶ ἐνέργειαν στοιχείων, ἀρχὴν καὶ τέλος καὶ με‐
10σότητα χρόνων (τροπῶν ἀλλαγὰς καὶ μεταβολὰς χρόνων), ἐνιαυτῶν κύκλους, ἀστέρων θέσεις, φύ‐ σεις ζώων καὶ θυμοὺς θηρίων, πνευμάτων βίας, καὶ διαλογισμοὺς ἀνθρώπων, καὶ (35a) διαφορὰς φυτῶν, δυνάμεις ῥιζῶν, ὅσα τέ ἐστι κρυπτὰ ἐμφανῆ,
15ἔγνων. Ἡ γὰρ πάντων τεχνῖτις ἐδίδαξέ με, ἐκζητῆσαι καὶ τοῦ κατασκέψασθαι ἐν τῇ σοφίᾳ περὶ τῶν γενομένων πάντων ὑπὸ τὸν οὐρανόν.» (4) Καὶ «ἰδοὺ ἐγὼ ἐμεγαλύνθην καὶ προσέθηκα σο‐ φίαν ἐπὶ πᾶσιν, οἳ ἐγένοντο ἔμπροσθέν μου ἐν Ἱερου‐
20σαλήμ»—«καὶ ἡ καρδία μου εἶδε πολλὴν σοφίαν καὶ γνῶσιν (καὶ ἔγνων) παραβολὰς καὶ ἐπιστή‐ μην·» καὶ «Ἐμεγάλυνα τὰ ποιήματά μου, ᾠκοδόμησά μοι οἴκους, ἐφύτευσά μοι ἀμπελῶνας» καὶ «ἐποίησά μοι κήπους καὶ παραδείσους· ἐν
25αὐτοῖς ἐφύτευσα ξύλον πάγκαρπον, ἐποίησά μοι κολυμβήθρας ὑδάτων τοῦ ποτίσαι ἀπ’ αὐτῶν δρυ‐ μὸν πλαστῶντα ξύλα. Ἐκτησάμην δούλους καὶ παιδίσκας, καὶ οἰκογενεῖς 144 ἐγένοντό μοι· καίγε κτῆσις βουκολίου καὶ ποιμνίου ἐγένετό μοι
30πολλὴ ὑπὲρ πάντας τοὺς γενομένους ἔμπροσθέν μου ἐν Ἰερουσαλήμ.» Καὶ «συνήγαγον καί γε ἀργύριον καί γε χρυσίον καίγε περιουσιασμοὺς βασιλέων καὶ τῶν χωρῶν. Ἐποίησά μοι ᾄδοντας καὶ ᾀδούσας καὶ ἐντρυφήματα υἱῶν (τῶν) ἀνθρώπων,
35οἰνοχόους καὶ οἰνοχόας. Καὶ ἐμεγαλύνθην καὶ προσέθηκα ὑπὲρ πάντας τοὺς γενομένους ἔμ‐ προσθέν μου ἐν Ἱερουσαλὴμ, καίγε σοφία μου ἐστάθη μοι. Καὶ πᾶν ὃ (ἂν) ᾔτησαν οἱ ὀφθαλμοί μου, οὐκ ἀφεῖλον ἀπ’ αὐτῶν·» καὶ «Οὐκ ἐκώλυσα τὴν
40καρδίαν μου ἀπὸ πάσης εὐφροσύνης·» καὶ γὰρ πολλῆς εἰρήνης καὶ πολυολβίας ἀπήλαυσεν, ἀδείας τε καὶ τρυφῆς. (5) Ἀλλ’ ὕστερον εἰς πικρίαν ἡ σπατάλη καὶ ἡ ἡδονὴ γέγονεν αὐτῷ καὶ ἀκολασίας ὑπόθεσις, ὅθεν φησίν· «Ἐμίσησα σύμπασαν τὴν
45ζωὴν καὶ πάντα τὸν μόχθον, ὅτι πάντα ματαιότης.» (Ἐξ ἧς προφάσεως καὶ παρατροπῆς ὁ γενναῖος οἴμοι πρὸς τὴν ἀσέβειαν ἐξώκειλεν, ὅπερ καὶ αὐτὸς δηλῶν αὖθις διὰ τοῦ πρὸς γυναῖκας ὀλίσθου, ἐπήγαγε
φάσκων·) «Εὗρον πικρότερον ὑπὲρ τὸν θάνατον253

110

.

256

τὴν γυναῖκα, ἥτις ἐστὶ θήρευμα, καὶ σαγῆναι καρ‐ δία.» Ταύτῃ τοί φησιν· «Καὶ ὁ βασιλεὺς ἦν φιλογύναιος· καὶ ἦσαν αὐτῷ ἄρχουσαι ψʹ καὶ παλλακαὶ τʹ, καὶ ἔλαβε γυναῖκας Μωαβίτιδας καὶ
5Ἀμμωνίτιδας. Σύρας, Ἰδουμαίας, Χετταίας καὶ Ἀμοῤῥαίας ἐκ τῶν ἐθνῶν ὧν ἀπεῖπε Κύριος τοῖς υἱοῖς Ἰσραήλ.» —«Καὶ ἐγένετο ἐν καιρῷ γήρως αὐτοῦ, καὶ οὐκ ἦν ἡ καρδία αὐτοῦ μετὰ Κυρίου τοῦ Θεοῦ αὐτοῦ καθὼς ἡ καρδία Δαυῒδ τοῦ πατρὸς
10αὐτοῦ. Καὶ ἐξέκλιναν αἱ ἀλλότριαι γυναῖκες τὴν καρδίαν αὐτοῦ ὀπίσω θεῶν αὐτῶν. Καὶ τότε ᾠκο‐ δόμησε Σολομὼν τῷ Χαμὼς εἰδώλῳ Μωὰβ—καὶ τῇ Ἀστάρτῃ βδελύγματι Σιδωνίων, καὶ οὕτως ἐποίησε ταῖς ἀλλοτρίαις γυναιξὶν αὐτοῦ πάσαις, αἵ (τινες)
15ἐθυμίων καὶ ἔθυον τοῖς εἰδώλοις αὐτῶν. Καὶ ἐποίησε Σολομὼν τὸ πονηρὸν 145 ἐνώπιον Κυρίου (καὶ) οὐκ ἐπορεύθη ὀπίσω Κυρίου (καθ)ὼς Δαυῒδ ὁ πατὴρ αὐ‐ τοῦ. Καὶ ὠργίσθη Κύριος ἐπὶ Σολομὼν, ὅτι ἐξέκλινε καρδίαν αὐτοῦ ἀπὸ Κυρίου Θεοῦ Ἰσραὴλ τοῦ ὀφθέν‐
20τος αὐτῷ δὶς καὶ ἐντειλαμένου αὐτῷ—μὴ πορεύε‐ σθαι ὀπίσω θεῶν ἑτέρων» παράπαν. Καὶ εἶπε Κύριος πρὸς αὐτόν· «Ἀνθ’ ὧν οὐκ ἐφύλαξας τὰς ἐντολὰς καὶ τὰ προστάγματα, ἃ ἐνετειλάμην σοι, διαῤῥήσσων διαῤῥήξω τὴν βασιλείαν σου ἐκ τῶν
25χειρῶν σου καὶ δώσω αὐτὴν τῷ δούλῳ σου. Πλὴν (35b) ἐν ταῖς ἡμέραις σου τοῦτο οὐ ποιήσω διὰ Δαυῒδ τὸν δοῦλόν μου καὶ πατέρα σου, καὶ διὰ Ἱε‐ ρουσαλὴμ τὴν πόλιν (μου) ἣν ἐξελεξάμην.» Καὶ ἤγειρε Κύριος τῷ Σολομῶντι σατὰν Ἄδερ τὸν
30Ἰδουμαῖον, καὶ τὸν Ἀδραζὰρ βασιλέα Σοβᾶ, — «καὶ ἦσαν τῷ Ἰσραὴλ σατὰν πάσας τὰς ἡμέρας Σολομῶντος.» Καὶ ἀπέθανε Σολομὼν ἐτῶν ογʹ, καὶ ἐτάφη μετὰ τοῦ πατρὸς αὐτοῦ. (6) Ἐντεῦθεν τοίνυν καὶ Θεοδώρητός φησιν· «Ἐδιδάχθημεν ὅσον ὀνί‐
35νησιν ἡ τῶν προγόνων εὐσέβεια· ἀνέχεται γὰρ πονη‐ ρῶν ὁ φιλάνθρωπος Κύριος τῆς τῶν κατοιχομένων ἀρετῆς μεμνημένος, πλὴν οὖν ἐδρέψατο μερικῶς καὶ τοὺς τῆς ἀσεβείας καρποὺς ἐνδίκως παρὰ τῆς θείας δίκης.» (7) Ἕως μὲν τῆς ἄνωθεν ἀπήλαυε προ‐
40μηθείας, ἐν εἰρήνῃ καὶ γαλήνῃ διῆγε, πάντας ἔχων ὑποκειμένους καὶ δασμὸν κομίζοντας ὅτι μάλιστα. Ἐπειδὴ δὲ ταύτης ἐγυμνώθη, τοῖς δυσμενέσιν ἐπι‐ χείρητος γέγονε· ἀληθῶς ὄντως «φοβερὸν τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος.» Ὥσπερ γὰρ
45ἔλεος αὐτοῦ ἄῤῥητος, οὕτω καὶ ἡ κόλασις ἀνυπόστα‐ τος. Ὅτι δὲ τοῖς εἰδώλοις ἐλάτρευσε καταλείψας τὸν ὄντως ὄντα Θεὸν τοῦ πατρὸς αὐτοῦ Δαυῒδ, [εὔδηλον] ἐξ ὧν καὶ Ἀχίας ὁ προφήτης φησὶ πρὸς τὸν Ἰε‐ ροβοὰμ (οὕτως)· «Τάδε λέγει Κύριος· Ἰδοὺ ἐγὼ

110

.

256

(50)

ῥήσσω τὴν βασιλείαν Σολομῶντος, καὶ δώσω σοι255

110

.

257

τὰ ιʹ σκῆπτρα· καὶ δύο σκῆπτρα δώσω αὐτῷ διὰ Δαυῒδ τὸν δοῦλόν μου καὶ Ἱερουσαλὴμ τὴν 146 πό‐ λιν μου, ἣν ἐξελεξάμην ἐκ πασῶν φυλῶν Ἰσραὴλ, ἀνθ’ ὧν ἐγκατέλειπέ με καὶ ἐδούλευσε τῇ Ἀστάρτῃ,
5βδελύγματι Σιδωνίων, καὶ τῷ Χαμὼς, εἰδώλῳ Μωὰβ, καὶ τῷ Μελχὼμ, προσοχθίσματι υἱῶν Ἀμών.» (7) Ἡ μὲν οὖν Ἀστάρτη ἐστὶν ἡ παρ’ Ἕλλησιν Ἀφροδίτη λεγομένη (ἐκ τοῦ ἄστρου τὴν ἐπωνυμίαν πεποιηκόσιν· αὐτῆς γὰρ εἶναι τὸν Ἑωσφόρον μυ‐
10θολογοῦσιν). Ὁ δὲ Χαμὼς θεὸς ἦν Τυρίων. («Τῷ δὲ Μελχὼμ προσοχθίσματι» εἴδωλον ἦν καὶ τοῦτο· προσοχθίσματα γὰρ καὶ βδελύγματα τὰ εἴδωλα προσ‐ αγορεύειν εἰώθει ἡ Γραφὴ, ὅπερ δηλοῖ τὸ μύσος καὶ τὸ ἀπόβλητον.) (8) Θαυμάσει μέν τις μάλα
15εἰκότως, ὥσπερ ἐπὶ τοῦ Θειοτάτου Μωϋσέως, οὕτω καὶ ἐπὶ [τοῦδε] τοῦ σοφωτάτου Σολομῶντος, πῶς ἑκάτερος αὐτῶν τοσαύτης πάλαι θείας δόξης καὶ προ‐ μηθείας ἀξιωθεὶς, ὕστερον ὁ μὲν εἰς ἀγανάκτησιν καὶ λύπην τὸν Θεὸν κινήσας, τῆς ἐπαγγελίας ἐξέπε‐
20σεν, ὁ δὲ εἰς ὀργὴν καὶ θυμὸν αὐτὸν διεγείρας, τούς τε προειργασμένους ἀρίστους πόνους ἄρδην ἐζημίωτο καὶ τὴν ψυχὴν προσαπώλεσεν. Ποῦ γὰρ ἡ τοιαύτη πρὸς Θεὸν οἰκείωσις καὶ παῤῥησία, [καὶ] οἱ τοσοῦτοι καὶ τη‐ λικοῦτοι πόνοι, καὶ κόποι, καὶ ἀγῶνες τοῦ θεσπεσίου
25Μωϋσέως; οἵτινες [διὰ] τὴν ἀπὸ τοῦ ὕδατος τῆς ἀντιλο‐ γίας ἁμαρτίαν παροραθέντες, τὴν εἰς τὴν γῆν τῆς ἐπαγγελίας εἴσοδον ἀθρόως ὁ δίκαιος καὶ ἀσυγχωρή‐ τως ἀπεστέρητο, καθὼς καὶ πρόσθεν εἴρηται. Ποῦ δὲ καὶ ἡ πρὸς τὸν Σολομῶντα θεία φιλοστοργία καὶ
30ἡ τοσαύτη χάρις τε καὶ σοφία; καὶ τίς ἡ ὠφέλεια τῆς πολλῆς ἐκείνης φρονήσεως καὶ συνέσεως, καὶ ἡ προ‐ λαβοῦσα τοιαύτη νηφαλεωτάτη ἔννοια καὶ (σοφία), θεολογία (τε) καὶ φυσιολογία, ἔσχατον ἐκ γυναικο‐ μανίας εἰς εἰδωλομανίαν ἐκπεπτωκότος, ὡς σαφῶς
35δεδήλωται; Τῷ ὄντι γὰρ οὐδὲν ὄφελος «ἐναρξάμε‐ νον πνεύματι, καὶ σαρκὶ ἐπιτελέσαι.» (9) Διὸ καὶ προασφαλιζόμενος Ἰωάννης φησί· (36a) «Βλέπετε ἑαυτοὺς, ἵνα μὴ ἀπολείπητε ἃ εἰργάσασθε, ἀλλὰ μι‐ σθὸν πλήρη ἀπολάβητε·» οὐ γὰρ ὁ καλῶς ἀρχόμενος
40καὶ κακῶς μετερχόμενος, οὗτος τέλειος, ἀλλ’ ὁ καλῶς ἀποθέμενος καὶ θεαρέστως διαπεράνας, ἐπείπερ «Ὁ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.» Κἀντεῦ‐ θεν, ὡς ἔοικεν, 147 εἰκότως διδασκόμεθα μὴ μακα‐ ρίζειν ἄνθρωπον κυρίως πρὸς τελευτῆς αὐτοῦ, διὰ τὸ
45ἄδηλον τῆς ἐκβάσεως καὶ συμπληρώσεως· τοὺς γὰρ ἐκκλίνοντας εἰς τὰς στραγγαλιὰς ἀπάξει Κύριος μετὰ τῶν ἐργαζομένων τὴν ἀνομίαν· πολλοὶ γὰρ εὐδρομοῦν‐ τες ἐνάρετοι καὶ ἐπὶ μεγίστοις κατορθώμασι θαυμαζό‐ μενοι, προσκόψαντες ἐξάπινα πεπτώκασι πτῶμα

110

.

257

(50)

δεινὸν καὶ ἐξαίσιον. (10) Οἷος ἦν καὶ ὁ μοναχὸς ἐκεῖνος, πρὸς ὃν ὁ μέγας Βασίλειος ἔγραφε λέγων· «Οἴμοι τί γράψω; ἢ τί λογίσομαι ἐν τριόδῳ ἀπει‐
λημμένος; ἐὰν γὰρ ἔλθω εἰς μνήμην τῆς προτέρας257

110

.

260

σου ματαίας ἀναστροφῆς, ὅτε περιέῤῥει ὁ πλοῦ‐ τος καὶ τὸ χαμερπὲς δοξάριον, φρίττω, ἡνίκα ἥπτε‐ τό σοι κολάκων πλῆθος καὶ τρυφὴ καὶ ἀπόλαυσις πρόσκαιρος. —Ἡνίκα ἐγυμνάζου πρὸς μεταβολὴν
5σεμνοῦ τρόπου, σκυβαλίζων μέν σου τὴν περιου‐ σίαν, οἴκου τε θεραπείαν καὶ συνοίκου ὁμιλίαν ἀπαρ‐ νούμενος, ὅλως δὲ μετάρσιος, ὥσπερ ξένος καὶ ἀλήτης, ἀγροὺς καὶ τόπους ἀμείβων, κατέδραμες ἐπὶ τὰ Ἱεροσόλυμα, ἔνθα σοι καὶ αὐτὸς συνδιατρί‐
10βων ἐμακάριζον τῶν ἀθλητικῶν πόνων, ὅτε ἑβδομα‐ δικοῖς κύκλοις νῆστις διατελῶν, Θεῷ προσεφιλοσό‐ φεις, ὁμοῦ καὶ τὰς τῶν ἀνθρώπων ἀποφεύγων συν‐ τυχίας, ἡσυχίαν δὲ καὶ μονοτροπίαν ἐφαρμόσας σεαυτῷ, τοὺς πολιτικοὺς θορύβους ἐξέκλινες,
15σάκκῳ τε τραχεῖ τὸ σῶμά σου διανύττων καὶ ζώνῃ σκληρᾷ τὴν ὀσφὺν περισφίγγων, καρτερικῶς τὰ ὀστᾶ σου διέθλιβες, λαγόνας τε ταῖς ἐνδείαις κοιλαίνων μέχρι τῶν νοτιαίων μερῶν ὑπεχαύνωσας καὶ φα‐ σκίας μὲν ἁπαλῆς τὴν χρῆσιν ἀπηρνήσω· ἔνδοθεν δὲ
20τὰς λαπάρας σικύου δίκην ὑφελκύσας, τοῖς νεφρι‐ τικοῖς χωρίοις ἐβιάζου προσκολλᾶσθαι· ὅλην δὲ τὴν τῆς σαρκὸς πιμελὴν ἐκκενώσας, τοὺς τῶν ὑπο‐ γαστρίων ὀχετοὺς γενναίως ἐξήρανας, γαστέρα τε αὐτὴν ταῖς ἀσιτίαις τήξας, τὰ πλευριτικὰ μέρη
25ὥσπερ τινὰ στέγης ἐξοχὴν τοῖς τοῦ ὀμφαλοῦ μέ‐ ρεσιν ἐπεσκίαζες καὶ συνεσταλμένῳ ὅλῳ τῷ σώ‐ ματι, τὰς νυκτερινὰς ὥρας ἀνθομολογούμενος τῷ Θεῷ, τοῖς τῶν δακρύων ὀχετοῖς ἔμβρυχον τὴν 148 γενειάδα καθωμάλιζες. Καὶ τί δεῖ καταλέγειν
30ἕκαστα; Μνήσθητι ὅσα ἁγίων στόματα φιλήματι κατησπάσω· ὅσα ἱερὰ σώματα περιεπτύξω· ὅσοι σου τὰς χεῖρας ὡς ἀχράντους περιέθαλπον; ὅσοι δοῦλοι τοῦ Θεοῦ τοῖς γόνασί σου περιεπλέ‐ κοντο. Καὶ τί τούτων τὸ τέλος; Μοιχικῆς φήμης
35διαβολὴ βέλους ὀξύτερον διιπταμένη τιτρώσκει ἡμῶν τὰς ἀκοὰς καὶ τὴν καρδίαν. —Ποῦ μοι τὰ διηγήματα τῶν σῶν πόνων; Οἴχεται. Κατῄσχυνας τὸ τῆς ἁγνείας καύχημα (36b): ἐμωμήσω τῆς σωφρο‐ σύνης τὸ ἐπάγγελμα· ἐγενόμεθα ἐχθρῶν μὲν τρα‐
40γῳδία, φίλων δὲ θρηνῳδία· —διέτεμες φρόνημα μοναχῶν, τοὺς ἀκριβεστέρους εἰς φόβον καὶ δειλίαν ἐνέβαλες, θαυμάζοντας ἔτι τοῦ διαβόλου τὴν δύναμιν· τοὺς ἀδιαφόρους εἰς ἀκολασίας ζῆλον μετέ‐ θηκας· ἠθέτησας ὅσον ἐπὶ σοὶ τὸ τοῦ Χριστοῦ
45καύχημα, «Θαρσεῖτε, λέγοντος, ἐγὼ νενίκηκα τὸν κόσμον» καὶ τὸν τούτου ἄρχοντα· ἐκέρασας τῇ πατρίδι κρατῆρα δυσφημίας· ὄντως εἰς ἔργον ἤγα‐ γες τὴν παροιμίαν «ὡς ἔλαφος τοξευθεὶς εἰς τὸ ἧπαρ. (11) Ὅθεν ἀλλαχοῦ κοινῶς παραινεῖ λέγων·

110

.

260

(50)

«Δεῖ οὖν ἡμᾶς πολὺν καὶ ποικίλον τὸν οὐράνων259

110

.

261

πλοῦτον συναγαγεῖν, εἰ μὴ μέλλοιμεν καταισχύνε‐ σθαι ἐν τῇ ἐπιδείξει τῶν ἔργων [ὡς] οἱ λαβόντες τὸ τάλαντον, μηδὲ ἀκούειν· «Δοῦλε πονηρὲ καὶ ὀκνηρὲ,» ἐνθεμένους δὲ τὰ ἀγώγιμα, ἀσφαλῶς πει‐
5ρᾶσθαι τὴν ζωὴν ταύτην διαπερᾷν. Πολλοὶ γὰρ πολλὰ συναθροίσαντες ἐκ νεότητος καὶ περὶ τὰ μέσα τοῦ βίου γενόμενοι, ἐπαναστάντος αὐτοῖς πειρασμοῦ ἐκ τῶν πνευμάτων τῆς πονηρίας, οὐκ ἤνεγκαν τοῦ χειμῶνος τὸ βάρος, διὰ τὸ τὴν κυβέρ‐
10νησιν αὐτοῖς μὴ παρεῖναι· διὸ καὶ πάντων ἐκεί‐ νων ζημίαν ὑπήνεγκαν, ὅθεν οἱ μὲν «περὶ τὴν πίστιν ἐναυάγησαν,» ἄλλοι δὲ σωφροσύνην, ἣν συνήγαγον ἐκ νεότητος, ὥσπερ καταιγίδος 149 τινὸς τῆς πονηρᾶς ἡδονῆς ἐπιδραμούσης, ἀπώλεσαν.
15Ἐλεεινότατον θέαμα! μετὰ νηστείαν, μετὰ σκληραγω‐ γίαν, μετὰ δάκρυον δαψιλὲς, μετὰ ἐγκράτειαν ἐτῶν κʹ που ἢ λʹ, διὰ ἀπροσεξίαν ψυχῆς καὶ χαύνωσιν καὶ ἀμέλειαν, γυμνὸν ἁπάντων ἀποδειχθῆναι καὶ παρα‐ πλήσιον γενέσθαι τῶν τῇ ἐργασίᾳ τῶν ἐντολῶν εὐ‐
20θηνουμένων, ἐμπόρῳ τινὶ μεγαλοπλούτῳ, ὃς τῷ πλήθει τῶν ἀγωγίμων ἐπαγαλλόμενος, ἐξουρίας αὐτῷ τῆς νηὸς φερομένης, τὰ φοβερὰ πελάγη δια‐ δραμὼν, πρὸς τοῖς λιμέσιν αὐτοῖς διαῤῥαγέντος τοῦ πλοίου, πάντων ἀθρόως ἔρημος ἀπεδείχθη· ἐὰν
25γὰρ καὶ οὗτος τὰ μυρίοις πόνοις καὶ ἱδρῶσι κτι‐ σθέντα μιᾷ ῥοπῇ καὶ μικρᾷ προσβολῇ δαιμόνων ἀπολέσῃ, καθάπερ τινὶ ἀγρίᾳ λαίλαπι τῇ ἁμαρ‐ τίᾳ βυθισθεὶς, πρέπουσα φωνὴ τῷ πᾶσαν ὁμοῦ τὴν ἀρετὴν ναυαγήσαντι· «Ἦλθον εἰς τὰ βάθη τῆς
30θαλάσσης, καὶ καταιγὶς κατεπόντισέ με.» (12) Ὡσαύτως καὶ ὁ θεῖος Χρυσόστομός φησι· «Καὶ γὰρ ὅταν ὁ διάβολος ἴδῃ πολλὰ συναγηοχότας, νη‐ στείαν, εὐχὰς, ἐλεημοσύνην, παρθενίαν, τὴν ἄλλην ἅπασαν ἀρετὴν, ὅταν ἴδῃ γέμον τὸ πλοῖον
35ἡμῶν τῶν πολυτελῶν τῆς εὐσεβείας ἀριστευ‐ μάτων, τότε προσβάλλει, πάντοθεν διορύττων καὶ ἐπιβουλεύων τὸν θησαυρὸν, ὥστε παρ’ αὐτὸ τοῦ λιμένος τὸ στόμα καταδῦσαι τὸ σκάφος, καὶ γυ‐ μνοὺς καὶ ἐρήμους ἀποφῆναι μηδὲ ῥᾳδίως ἀνα‐
40στῆναι δυναμένους. Καὶ γὰρ, μετὰ τοιαύτην πτῶ‐ σιν, δυσανάπλητος ἡ ἀνάστασις γίνεται· κατα‐ φρονεῖ λοιπὸν ὡς εἰς κακῶν ἐλθὼν βάθος. Καὶ τῷ μὲν ἐν ἀρχῇ πεσόντι συγγινώσκομεν ἅπαντες διὰ τὴν ἀπειρίαν, τὸν δὲ μετὰ πολλοὺς διαύλους ὑποσκελισθέντα, οὐκ ἂν ῥᾳδίως ἀξιώσειεν συγ‐
45γνώμης, ὡς ἐξ ἀμελείας τε καὶ ῥᾳθυμίας καταβληθέντα. Καὶ οὐ τοῦτο μόνον ἐστὶ (37a) τὸ δεινὸν ἀλλ’ ὅτι καὶ πολλῶν σκανδαλισθέντων καὶ ῥᾳθυμωτέρων πολλάκις γινομένων, αὐτὸς ὑπεύθυνος 150 γίνεται καὶ ἀναπολόγητος. Ταῦτ’ οὖν εἰδότες «εἰς τὸ τέλος μὴ διαφθείρωμεν» (ὡς παραγ‐
γέλλει Δαυῒδ φάσκων· «Εἰς τὸ τέλος μὴ διαφθείρῃς»). Ἐν τῷ ἀποστρέψαι, φησὶ, δίκαιον261

110

.

264

ἐκ τῆς δικαιοσύνης αὐτοῦ, ἃς ἐποίησεν, οὐ μὴ μνησθῶσι· ἐν τῇ ἁμαρτίᾳ αὐτοῦ ἀποθανεῖται·» καὶ «δικαιοσύνη δικαίου οὐ μὴ ἐξελεῖται αὐτὸν ἐν ᾗ ἂν ἡμέρᾳ πλανηθῇ.» (12) Ὅπερ οὖν εἰδὼς ὁ Ἀπόστολος ἔλεγεν· «Ἐὰν ἀθλῇ τις, οὐ στεφανοῦται, ἐὰν μὴ νομίμως ἀθλήσῃ.» Διὸ τὴν ἀρχομένην σπουδήν τε καὶ προθυμίαν ἐν φόβῳ Θεοῦ καὶ πίστει μέχρι θανάτου δεῖ καθάπερ τὴν ὑπομονὴν ἐπιδείκνυ‐
5σθαι, ἵνα μὴ τὸ πᾶν εἰς τὸ τέλος ἀπολέσωμεν. Μηδεὶς οὖν ἐνάρετος νυσταζέτω διὰ τὸ ἄδηλον τῆς μεταβολῆς. Τίς γὰρ τοῦ Δαυῒδ ὑψηλότερος; ἀλλὰ μικρὸν ἀπονυστάξας, ἔπεσε. Τίς δὲ τοῦ Σολομῶντος μακαριώτερος; ἀλλ’ ἐν τῷ γήρει καὶ τῷ τέλει πεσὼν, ἀπώλετο. Τίς τοῦ Ἰούδα περιφανέστερος; ἀλλὰ προδότης γενόμενος ἀπήγξατο. Τίς τοῦ Πέτρου ζηλωτότερος· ἀλλ’ ἐξάπινα πέπτωκε πτώμα ἐξαί‐ σιον. Πόσας τοιαύτας μεταβολὰς ἔστιν ἰδεῖν πάλαι γεγενημένας καὶ νῦν γινομένας καθ’ ἑκάστην
10ἡμέραν; Καὶ διὰ τοῦτο, φησὶν, ἄνω καὶ κάτω προδιαμαρτύρεται καὶ προασφαλίζεται καὶ διεγείρει πρὸς νῆψιν ἡ θεία Γραφὴ λέγουσα· «Ὁ δοκῶν ἑστάναι, [βλεπέτω] μὴ πέσῃ.» Καὶ ταῦτα μὲν εἰς τοσοῦτον παρεκβατικῶς εἴρηται. ΜΔʹ. Βασιλεία Ῥοβοάμ. Μετὰ δὲ Σολομῶντα ἐβασίλευσε Ῥοβοὰμ ἐκ
15τοσούτων γυναικῶν υἱὸς αὐτοῦ ἔτη ιζʹ, ἐφ’ οὗ διῃ‐ ρέθη ἡ βασιλεία εἰς δύο. Καταλείψας γὰρ τὴν βουλὴν τῶν πρεσβυτέρων καὶ κατὰ τὴν συμβουλὴν τῶν συνεκτραφέντων καὶ παρεστηκότων αὐτῷ λαλήσας τῷ λαῷ σκληρὰ, ἀπέστη ὁ Ἰσραὴλ ἀπ’ αὐτοῦ καὶ
20ἀπῆλθε. Καὶ αἱ μὲν βʹ φυλαὶ, Ἰούδας καὶ Βενιαμὶν, ἔμειναν μετ’ αὐτοῦ ἐν Ἰερουσαλὴμ, αἱ δὲ 151 λοι‐ παὶ δέκα ἀπῆλθον ἐν Σαμαρίᾳ καὶ ἐβασίλευσαν ἐπ’ αὐτοὺς Ἱεροβοὰμ, τὸν δοῦλον Σολομῶντος. Κἀντεῦ‐ θεν αἱ δύο φυλαὶ προσηγορεύθησαν Ἰούδας διὰ τὴν
25μεγάλην βασιλικὴν φυλὴν Ἰούδα, αἱ δὲ λοιπαὶ ιʹ Ἰσραὴλ καὶ Ἐφραῒμ, διά τε τὸ πλῆθος καὶ διὰ τὸ τὸν Ἱεροβοὰμ ἐκ τῆς φυλῆς Ἐφραῒμ τυγχάνειν, υἱοῦ Ἰωσήφ. (2) Καὶ ἐποίησε Ῥοβοὰμ, υἱὸς Σολομῶντος, τὸ
30πονηρὸν ἐνώπιον Κυρίου ὡς ὁ πατὴρ αὐτοῦ καὶ ἀπέθανεν ἐν ταῖς ἁμαρτίαις αὐτοῦ. (3) Ἐφ’ οὗ Σου‐ σακεὶμ ὁ Αἰγυπτίων βασιλεὺς τὴν Ἱερουσαλὴμ ἑλὼν, ἀφείλατο τὰ ἐν τῷ ναῷ καὶ ἐν τοῖς βασιλείοις χρήματα, καὶ χρυσᾶ δόρατα, καὶ τοὺς χρυσοῦς
35θυρεοὺς, ἀνθ’ ὧν ἐγένοντο χαλκοῖ. ΜΕʹ. Βασιλεία Ἀβιά. Μετὰ Ῥοβοὰμ ἐβασίλευσεν Ἀβιὰ, ὁ υἱὸς αὐ‐ τοῦ, καὶ ἐποίησε τὸ πονηρὸν ἔναντι Κυρίου καὶ ἀπέθανε βασιλεύσας ἔτη ϛʹ. Ὃς πολεμήσας
40Ἱεροβοὰμ [καὶ] τὰς ιʹ φυλὰς τοῦ Ἰσραὴλ, ἀνεῖλεν ἐξ αὐτῶν ἄνδρας δυνατοὺς ἐν ἡμέρᾳ μιᾷ κατὰ θείαν ὀργὴν χιλιάδας φʹ. ΜϞʹ. Βασιλεία Ἀσάφ. Μετὰ Ἀβιὰ ἐβασίλευσεν Ἀσὰφ, ὁ υἱὸς αὐτοῦ.
45καὶ ἐποίησε τὸ εὐθὲς ἐνώπιον Κυρίου πρότερον, εἶτα μικρὸν ἀπὸ τῆς εὐθείας ῥᾳθυμήσας, ἠῤῥώστησε τοὺς πόδας· καὶ τοῖς ἰατροῖς χρησάμενος, τῷ Θεῷ μὴ προσέχων, οὕτως ἀπέθανε, βασιλεύσας ἔτη ιζʹ.

110

.

264

(50)

ΜΖʹ. Βασιλεία Ἰωσαφάτ. Μετὰ Ἀσὰφ ἐβασίλευσεν Ἰωσαφὰτ, υἱὸς αὐ‐
τοῦ, (37b) καὶ ἐποίησε τὸ εὐθὲς ἐνώπιον Κυρίου καὶ263

110

.

265

ἐτελεύτησε βασιλεύσας ἔτη κεʹ. (2) Ὃς διὰ τὴν πρὸς τὸν Ἀχαὰβ φιλοστοργίαν τε καὶ ἀγχιστείαν, ἔφη 152 πρὸς αὐτὸν ὁ προφήτης Ἰηοῦ ὁ τοῦ Ἀνανή· «Βασιλεῦ Ἰωσαφὰτ, εἰ ἁμαρτωλῷ σὺ εἶ βοηθὸς,
5εἰ μισουμένῳ ὑπὸ Κυρίου σὺ φιλιάζεις, διὰ τοῦτο ἐγένετο ἐπὶ σὲ ὀργὴ Κυρίου, εἰ μὴ λόγοι ἀγαθοὶ ηὑρέθησαν ἐν σοὶ καὶ ὅτι ἐξῆρας τὰ ἄλση ἀπὸ γῆς Ἰούδα καὶ κατεύθυνας τὴν καρδίαν σου ἐκζητῆσαι τὸν Κύριον,» καὶ εὑρέθη ἡ καρδία σου τελεία πρὸς
10Κύριον. Διὰ τοῦτο ἐφείσατό σου Κύριος, πλὴν ὅτι «διεκόπη τὰ ἔργα σου, καὶ συνετρίβησαν τὰ πλοῖά σου.» (3) Κἀντεῦθεν διδασκόμεθα, ὡς ἐλαττοῖ τὰς ἐπὶ τοῖς ἁμαρτήμασιν ἐκείνοις ἀντιμετρῶν, οὕτως ἐκφέρει τὴν ψῆφον. Προσήκει τοίνυν ταῦτα μεμα‐
15θηκότες φεύγειν τῶν θεοστυγῶν καὶ τὴν φιλίαν καὶ τὴν συγγένειαν· οὐδὲ γὰρ μία κοινωνία φωτὶ πρὸς σκότος, οὔτε μὴν ἀρετῇ καὶ κακίᾳ, καὶ οὔτε κλέπτῃ δεῖ συμμετέχειν οὔτε μετὰ μοιχῶν τὴν με‐ ρίδα τιθέναι· διό φησι· «Οὐχὶ τοὺς μισοῦντάς σε,
20Κύριε, ἐμίσησα καὶ ἐπὶ τοῖς ἐχθροῖς σου ἐξετηκό‐ μην; Τέλειον μῖσος ἐμίσουν αὐτούς· εἰς ἐχθροὺς ἐγένοντό μοι·» —«καὶ παρανομίαν ἐμίσησα, καὶ οὐκ ἐκολλήθη μοι καρδία σκαμβή.» Καὶ μέντοι γε καὶ ὅτι πταίοντες ὡς ἄνθρωποι οἱ τοῦ Θεοῦ δοῦλοι,
25φιλανθρωπίας ἀξιοῦνται πολλάκις, διὰ τὰς προειρ‐ γασμένας ἀρετὰς, εἰς δὲ τὰ κτήματα καὶ τὰ ὑπάρ‐ χοντα αὐτοῖς ἡ θεία δίκη ἀνταποδίδωσιν ὑπὲρ τῶν πταισμάτων αὐτῶν λεληθότως· οὐ μὴν δὲ ἀλλὰ καὶ ἑτέρων ἁμαρτωλῶν συνόντων δικαίοις, τοῦτο διὰ τὴν
30τοῦ δικαίου δικαιοσύνην ὁ φιλάνθρωπος Κύριος ποιεῖν εἴωθε, ὅπερ ἤδη καὶ ἐπὶ Ἰωσαφὰτ καὶ Παύλου σαφῶς ἐδήλωσε καὶ τῆς τοῦ πλοίου συν‐ τριβῆς τε καὶ ἀπωλείας· ὅθεν οὖν πρὸς τοὺς ἐν τῷ πλοίῳ χειμαζομένους μετ’ αὐτοῦ Παῦλός φησι·
35«Ἔδει μὲν οὖν, ὦ ἄνδρες, πειθαρχήσαντάς μοι μὴ ἀνάγεσθαι ἀπὸ τῆς Κρήτης, κερδῆσαί τε τὴν ὕβριν ταύτην καὶ τὴν ζημίαν. Καὶ τὰ νῦν παραινῶ ὑμᾶς εὐθυμεῖν· ἀποβολὴ γὰρ ψυχῆς οὐδεμιᾶς ἔσται ἐξ ὑμῶν πλὴν τοῦ πλοίου.» ΜΗʹ. Βασιλεία Ἰωράμ. Μετὰ Ἰωσαφὰτ ἐβασίλευσε Ἰωρὰμ, υἱὸς αὐτοῦ,
40καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου· πρὸς δὲ καὶ τοὺς ἒξ ἀδέλφους 153 αὐτοῦ ἀποκτείνας ἀπέ‐ θανε δυσεντερικὸς, βασιλεύσας ἔτη ηʹ. ΜΘʹ. Βασιλεία Ὀχοζίου. Μετὰ τοῦτον ἐβασίλευσεν Ὀχοζίας, υἱὸς αὐτοῦ,
45καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου, καὶ ἀνεῖλεν αὐτὸν Ἰηοῦ, βασιλεύσαντα ἔτος αʹ. Νʹ. Βασιλεία Γοθολίας. Μετὰ δὲ Ὀχοζίαν ἐβασίλευσε Γοθολία, ἡ μήτηρ αὐτοῦ, καὶ ἀποκτείνασα πάντας τοὺς υἱοὺς Ὀχοζίου

110

.

265

(50)

παρεκτὸς νηπίου ἑνὸς διασωθέντος παραδόξως ὑπὸ τῆς γυναικὸς Ἰωδαὲ τοῦ ἱερέως· αἰφνίδιον τὸ
ἀποκεκρυμμένον παιδίον Ἰωὰς ἀναγορεύεται βασι‐265

110

.

268

λεὺς ὑπὸ Ἰωδαὲ τοῦ ἱερέως καὶ τοῦ λαοῦ παντὸς, ὑπάρχον ἐτῶν ζʹ. Καὶ ὁ μὲν λαὸς ἅπας ηὐφράνθη καὶ ἡ πόλις ἡσύχασεν· τὴν δὲ Γοθολίαν ἀπέκτειναν ἐν οἴκῳ τοῦ βασιλέως, βασιλεύσασαν ἔτη ϛʹ.
5ΝΑʹ. Βασιλεία Ἰωᾶ. Μετὰ δὲ Γοθολίαν ἐβασίλευσεν Ἰωὰς Ὀχοζίου ἑπταετὴς καὶ ἐποίησε τὸ εὐθὲς ἐνώπιον Κυρίου πρότερον· εἶτα παρατραπεὶς, ἐσφάγη ἐν τῷ οἴκῳ αὐτοῦ, βασιλεύσας ἔτη μʹ. (2) Ἕως μὲν γὰρ ἦν
10φωτιζόμενος ὑπὸ Ἰωδαὲ, τοῦ ἱερέως τοῦ καὶ βιώ‐ σαντος διὰ τὴν πολλὴν αὐτοῦ (38) εὐσέβειαν ἔτη ρλʹ. καλῶς ἐπολιτεύετο. (3) Μετὰ δὲ τὴν τελευτὴν τοῦ θείου ἱερέως πρὸς ἀσέβειαν ἀποκλίνας, ἀπέκτεινε Ζαχαρίαν, τὸν προφήτην καὶ υἱὸν τοῦ διδασκάλου
15αὐτοῦ, φησὶ γάρ· «Καὶ πνεῦμα Κυρίου ἐνέδυσε Ζαχαρίαν τὸν τοῦ Ἰωδαὲ τοῦ ἱερέως, καὶ ἀνέστη κατὰ πρόσωπον τοῦ λαοῦ καὶ εἶπε· «Τάδε λέγει Κύριος· Ἵνα τί παραπορεύεσθε τὰς ἐντολὰς Κυ‐ ρίου καὶ οὐκ εὐοδωθήσεσθε; 154 Ὅτι ἐγκατε‐
20λείπατε τὸν Κύριον, καὶ ἐγκαταλείψει ὑμᾶς·» καὶ ἐπέθεντο αὐτῷ καὶ ἐλιθοβόλησαν αὐτὸν δι’ ἐντο‐ λῆς Ἰωὰς τοῦ βασιλέως ἐν αὐλῇ οἴκου Κυρίου. Καὶ οὐκ ἐμνήσθη Ἰωὰς τοῦ ἐλέους οὗ ἐποίησεν Ἰωδαὲ, ὁ πατὴρ αὐτοῦ, μετ’ αὐτοῦ, ἀλλ’ ἐθανάτωσε τὸν
25υἱὸν αὐτοῦ. Καὶ ὡς ἀπέθνησκεν, εἶπεν· «Ἴδοι Κύριος καὶ κρινάτω.» Καὶ μετὰ ταῦτα ἐπέθεντο οἱ παῖδες αὐτοῦ ἐν αἵματι Ἰωδαὲ τοῦ ἱερέως καὶ ἐθανάτωσαν αὐτὸν ἐν τῷ οἴκῳ αὐτοῦ.» (4) Ἐφ’ οὗ καὶ Σίβυλλα ἡ Κυμαῖα ἐγνωρίζετο,
30καὶ Λυκοῦργος Λακεδαιμονίων ἐνομοθέτει, καὶ Ἴφι‐ τος τὰς Ὀλυμπιάδας συνέστησεν. ΝΒʹ. Περὶ ἐλεημοσύνης. Καὶ ἄνθρωπός τις ἦν ἐν τῷ Ἰσραὴλ πλούσιός τε καὶ ἐλεήμων, ὃς ἐλθὼν πρός τινα τῶν διδασκάλων
35καὶ ἀναπτύξας τὴν Σοφίαν Σολομῶντος εὗρεν εὐ‐ θύς· «Ὁ ἐλεῶν πτωχοὺς δανείζει Θεῷ·» καὶ εἰς ἑαυτὸν γενόμενος καὶ κατανυγεὶς, ἀπελθὼν πέπρακε πάντα καὶ διένειμε πτωχοῖς μηδὲν ἑαυτῷ καταλείψας πλὴν νομισμάτων δύο· καὶ πτωχεύσας
40πάνυ καὶ ὑπὸ μηδενὸς ἐκ θείας δοκιμασίας ἐλεούμε‐ νος, ὕστερον ἐν ἑαυτῷ λέγει μικροψυχήσας· Ἀπ‐ ελεύσομαι εἰς Ἱερουσαλὴμ καὶ διακρινοῦμαι τῷ Θεῷ, ὅτι ἐπλάνησέ με, διασκορπίσας τὰ ὑπάρχοντά μου. Πορευομένου δὲ αὐτοῦ, εἶδεν ἄνδρας δύο μα‐
45χομένους πρὸς ἀλλήλους, εὑρόντας λίθον τίμιον. Καί φησι πρὸς αὐτούς· Ἵνα τί, ἀδελφοὶ, μάχεσθε; δότε μοι αὐτὸν καὶ λάβετε νομίσματα βʹ. Τῶν δὲ μετὰ χαρᾶς τοῦτον παρασχόντων—οὐ γὰρ ᾔδεσαν τοῦ λίθου τὸ ὑπερτίμιον—ἀπῆλθεν οὖν εἰς Ἱερουσαλὴμ

110

.

268

(50)

τὸν λίθον ἐπιφερόμενος καὶ δείξας αὐτὸν χρυσοχόῳ, παραχρῆμα τὸν λίθον ἐκεῖνος ἰδὼν, ἀναστὰς προσ‐
εκύνησεν. Καὶ ἐκθάμβος γενόμενος ἐπυνθάνετο ποῦ267

110

.

269

τὸν θεῖον λίθον τοῦτον τὸν πολύτιμον 155 καὶ ἅγιον εὗρεν. Ἰδοὺ γὰρ ἔτη γʹ σήμερον, Ἱερουσαλὴμ δονεῖται καὶ ἀκαταστατεῖ διὰ τὸν περιβόητον λίθον τοῦτον· ἀλλ’ ἀπελθὼν δὸς αὐτὸν τῷ ἀρχιερεῖ καὶ
5σφόδρα πλουτήσεις. Τούτου δὲ ἀπερχομένου, ἄγγελος Κυρίου εἶπε πρὸς τὸν ἀρχιερέα· Νῦν ἐλεύσεται ἄν‐ θρωπος πρὸς σὲ φέρων τὸν ἀπολεσθέντα πολυθρύλλητον λίθον ἐκ τῆς διπλοΐδος Ἀαρὼν τοῦ ἀρχιερέως ἔχων· λαβὼν αὐτὸν δὸς τῷ ἐνέγκαντι χρυσίον πολὺν καὶ
10ἀργύριον, ἅμα δὲ καὶ ῥαπίσας αὐτὸν μετρίως εἰπέ· Μὴ δίσταζε ἐν τῇ καρδίᾳ σου μηδὲ ἀπίστει τῷ Θεῷ σου διὰ τῆς Γραφῆς λέγοντι· Ὁ ἐλεῶν πτωχὸν δανείζει Θεῷ. Ἰδοὺ γὰρ ἐν τῷ νῦν αἰῶνι ἐξεπλή‐ ρωσά σοι πολλαπλασίονα ὑπὲρ ὧν ἐδάνεισάς μοι·
15καὶ εἰ πιστεύσεις, λήψῃ καὶ ἐν τῷ μέλλοντι πλοῦτον ἀνυπέρβλητον.» Καὶ ὁ μὲν ἀρχιερεὺς πάντα τὰ διατεταγμένα πεποίηκεν πρὸς τὸν ἄνθρωπον καὶ ἐλάλησεν. Ὁ δὲ ἀκούσας καὶ ἔντρομος γενόμενος, πάντα ἐάσας ἐν τῷ ναῷ ἐξῆλθεν εὐχαριστῶν καὶ
20πιστεύων τῷ Κυρίῳ καὶ τὰ ἐν τῇ θείᾳ Γραφῇ πάντα διηγορευμένα. ΝΓʹ. Βασιλεία Ἀμεσίου. Μετὰ Ἰωὰς ἐβασίλευσεν Ἀμεσίας ὁ υἱὸς αὐτοῦ, καὶ ἐποίησε τὸ εὐθὲς ἐνώπιον Κυρίου, καὶ ἐπάταξε
25μὲν τοὺς φονεύσαντας τὸν πατέρα αὐτοῦ, τοὺς δὲ υἱοὺς αὐτῶν οὐκ ἐθανάτωσεν διὰ τὸ γεγράφθαι· «Οὐκ ἀποθανοῦνται πατέρες ὑπὲρ υἱῶν, οὔτε υἱοὶ ὑπὲρ πατέρων, ἀλλ’ ἕκαστος ἐν τῇ ἁμαρτίᾳ αὐτοῦ ἀποθανεῖται.» Καὶ ἐσφάγη ἐν τῷ πολέμῳ, βασιλεύ‐
30σας ἔτη κθʹ. (2) Διό φησιν ὁ θεῖος λόγος ἐν ταῖς ἀποστολικαῖς διατάξεσιν· «Ἕκαστος ὑπὲρ αὐτοῦ ἀπολογήσεται, καὶ οὐ μὴ συναπολέσῃ ὁ Θεὸς τὸν δίκαιον μετὰ ἀδίκου· ἐπεί περ παρ’ αὐτῷ τὸ ἀναμάρτητον ἀτιμώρητον· οὔτε γὰρ τὸν Νῶε κατ‐
35έκλυσεν, οὔτε τὸν Λὼτ κατέφλεξεν, οὔτε μὴν τὴν Ῥαὰβ συναπόλεσε. Εἰ δὲ βούλεσθε γνῶναι τὰ ἐφ’ ἡμῶν γενόμενα, οὐκ ἀποκρύψομεν. Ἰούδας σὺν ἡμῖν ὢν, ἔλαβε τὸν κλῆρον τῆς διακονίας, ὃν καὶ ἡμεῖς ἐλάβομεν, καὶ Σίμων ὁ Μάγος τὴν ἐν Χρι‐
40στῷ 156 σφραγίδα· ἀλλ’ ἑκάτερος αὐτῶν ἀνα‐ φανεὶς φαῦλος, ὁ μὲν ἀπήγξατο, ὁ δὲ παρὰ φύσιν ἱπτάμενος συνετρίβη· καὶ ἐν τῇ κιβωτῷ Νῶε καὶ οἱ υἱοὶ αὐτοῦ ὑπῆρχον· ἀλλὰ πονηρὸς ὁ Χὰμ εὑρε‐ θεὶς, μόνος τὴν τιμωρίαν ἐδέξατο. Εἰ δὲ πατέ‐
45ρες ὑπὲρ παίδων οὐ τιμωροῦνται, οὔτε υἱοὶ ὑπὲρ πατέρων, δῆλον ὡς οὐδὲ γυναῖκες ὑπὲρ ἀνδρῶν, οὐδὲ οἰκέται ὑπὲρ δεσποτῶν, οὔτε συγγενεῖς ὑπὲρ συγγενῶν, οὔτε φίλοι ὑπὲρ φίλων, οὔτε δίκαιοι ὑπὲρ ἀδίκων, ἀλλ’ ἕκαστος ὑπὲρ τοῦ ἰδίου ἔργου τὸν

110

.

269

(50)

λόγον ἀπαιτηθήσεται. Οὔτε γὰρ Νῶε ὑπὲρ τοῦ κόσμου καὶ σὺν τῷ κόσμῳ κατεκλύσθη, οὔτε Λὼτ ὑπὲρ Σοδόμων ἐπυρπολήθη, οὔτε Ῥαὰβ ὑπὲρ Ἱερι‐
χουντίων ἐσφάγη, οὔτε Ἰσραὴλ ὑπὲρ Αἰγυπτίων269

110

.

272

κατεποντώθη—οὐ γὰρ ἡ συνοίκησις καταδικά‐ ζει, ἀλλ’ ἡ τῆς γνώμης ὁμόνοια. —Οὐ τοίνυν ἕτερος ὑπὲρ ἑτέρου ἀποθανεῖται, ἀλλὰ «σειραῖς τῶν ἑαυτοῦ ἁμαρτιῶν ἕκαστος σφίγγεται·» καί·
5«Ἰδοὺ ἄνθρωπος καὶ τὸ ἔργον αὐτοῦ πρὸ προσώπου αὐτοῦ·» —καί· «Δικαιοσύνη δικαίου ἐπ’ αὐτὸν ἔσται. Ἕκαστον κατὰ τὴν ὁδὸν ὑμῶν κρινῶ ὑμᾶς, οἶκος Ἰσραὴλ, λέγει Κύριος ὁ Θεός·» —καί· «Τί ὑμεῖς λέγετε τὴν παραβολὴν ταύτην; Οἱ πατέρες
10ἔφαγον τοὺς ὄμφακας καὶ οἱ ὀδόντες τῶν τέκνων ᾑμωδίασαν;» —«Ζῶ ἐγὼ, λέγει Ἀδοναῒ Κύ‐ ριος, εἴ ἐστιν ἐν ὑμῖν ἔτι λεγομένη ἡ παραβολὴ αὕτη ἐν Ἰσραὴλ, ὅτι πᾶσαι αἱ ψυχαὶ ἐμαί εἰσιν· ὃν τρόπον ἡ ψυχὴ τοῦ πατρὸς, οὕτως ἡ ψυχὴ τοῦ υἱοῦ ἐμή ἐστιν· ἡ ψυχὴ ἡ ἁμαρτάνουσα, αὐτὴ καὶ ἀποθα‐
15νεῖται. ΝΔʹ—ΝΕʹ. Βασιλεία Ὀζίου. Μετὰ δὲ Ἀμεσίαν ἐβασίλευσεν Ὀζίας ὁ καὶ Ἀζαρίας, ὁ υἱὸς αὐτοῦ, καὶ ἐποίησε τὸ εὐθὲς ἐνώ‐ πιον Κυρίου καὶ εὐοδούμενος ἐπήρθη καὶ ἠθέλησε
20θυμιάσαι τῷ Θεῷ αὐτὸς δι’ ἑαυτοῦ, ὅπερ μόνοις 157 ἔξεστι τοῖς ἱερεῦσιν· καὶ δὴ θυμιάσας ἐν τῷ ναῷ εὐθὺς ἐλεπρώθη καὶ οὕτως ἐτελεύτησε, βασιλεύσας ἔτη νβʹ· —(2) Περὶ οὗ καὶ ὁ Χρυσόστομός φησιν· «Ὁ οὖν Ὀζίας ἡνίκα ἴσχυσεν, οὐκ ἤνεγκε
25τῆς δυναστείας τὸ μέγεθος, ἀλλ’ ὥσπερ ἐξ ἀδηφα‐ γίας μὲν γίνεται φλεγμονὴ, ἐκ δὲ φλεγμονῆς τίκτεται πυρετὸς, εἶτα θάνατος ἐκεῖθεν πολλάκις· οὕτω κἀνταῦθα ἀπὸ τῆς τῶν (39a) πραγμάτων ὑπερβολῆς, ἀπόνοια γέγονεν· ὅπερ γὰρ ἐπὶ τῶν
30σωμάτων φλεγμονὴ, τοῦτο ἐπὶ τῆς ψυχῆς ἀπόνοια, εἶτα ἐξ ἀπονοίας ἐπιθυμία τῶν οὐ προσηκόντων» ἐπακολουθεῖν εἴωθεν. —Οὕτως οὖν λοιπὸν «ὑψώθη ἡ καρδία αὐτοῦ, καὶ οὐκ ἔμεινεν ἔνδον ἡ ἀπόνοια οὐδὲ ἀπεσβέσθη, ἀλλ’ ἐξώκειλεν καὶ πρὸς ἔργον
35ἐλθοῦσα πονηρὸν, πᾶσαν αὐτοῦ τὴν ἀρετὴν δι‐ έφθειρεν·» —φησὶ γάρ· «Καὶ ὡς κατίσχυσεν ὑψώθη ἡ καρδία αὐτοῦ καταφθεῖραι καὶ ἠδίκησεν ἐν Κυρίῳ Θεῷ αὐτοῦ, καὶ εἰσελθὼν εἰς τὸν ναὸν Κυρίου θυμιάσαι ἐπὶ τὸ θυσιαστήριον τοῦ θυμιά‐
40ματος· εἰσῆλθεν ὀπίσω αὐτοῦ Ζαχαρίας ὁ ἀρχιερεὺς καὶ μετ’ αὐτοῦ ἱερεῖς Κυρίου πʹ λέγοντες· Οὐ σοί ἐστιν, Ὀζία, θυμιάσαι τῷ Θεῷ, ἀλλὰ τοῖς ἱερεῦ‐ σι τοῖς υἱοῖς Ἀαρὼν, τοῖς ἡγιασμένοις· ἔξελθε οὖν ἀπὸ τοῦ ἁγιάσματος, ὅτι ἀπέστης ἀπὸ Κυρίου,
45καὶ οὐκ ἔσται σοι τοῦτο εἰς δόξαν παρὰ Κυρίου Θεοῦ Ἰσραήλ. Καὶ ἐν τῷ θυμωθῆναι αὐτὸν πρὸς τοὺς ἱερεῖς, καὶ τὸ θυμιατήριον ἐν τῇ χειρὶ αὐτοῦ, καὶ ἐξανέτειλεν ἡ λέπρα ἐν τῷ μετώπῳ αὐτοῦ ἐναντίον τῶν ἱερέων ἐν οἴκῳ Κυρίου·» —καὶ κατ‐

110

.

272

(50)

έσπασαν αὐτὸν ἐκεῖθεν, καὶ γὰρ αὐτὸς ἔσπευσεν271

110

.

273

ἐξελθεῖν, ὅτι ἤλεγξεν αὐτὸν ὁ Κύριος. «Καὶ ἦν λεπρὸς καθήμενος ἐν τῷ οἴκῳ αὐτοῦ μέχρι τελευτῆς, ὅτι ἀπεσχίσθη ἀπὸ οἴκου Κυρίου.» (3) Ἐφ’ οὗ σεισμὸς μέγας ἐκεῖσε, καὶ διαῤῥα‐
5γέντος ὄρους μεγίστου, κατεκυλίσθη πρὸς τὴν πε‐ διάδα σταδίους μʹ. ΝϞʹ. Βασιλεία Ἰωάθαμ. 158 Μετὰ δὲ Ὀζίαν ἐβασίλευσεν Ἰωάθαμ, ὁ υἱὸς αὐτοῦ, καὶ ἐποίησε τὸ εὐθὲς ἐνώπιον Κυρίου,
10καὶ ἐτελεύτησε βασιλεύσας ἔτη ιζʹ. ΝΖʹ. Βασιλεία Ἄχαζ. Μετὰ δὲ Ἰωάθαμ ἐβασίλευσεν Ἄχαζ ὁ υἱὸς αὐ‐ τοῦ, καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου, καὶ ἐτελεύτησε βασιλεύσας ἔτη ιϛʹ. (2) Ὃν καὶ πολεμή‐
15σας Φακεὲ βασιλεὺς Ἰσραὴλ, ἀνεῖλεν ἄνδρας μὲν δυνα‐ τοὺς ἐν ἡμέρᾳ μιᾷ χιλιάδας ρʹ, γυναῖκας δὲ καὶ παῖδας ᾐχμαλώτευσε χιλιάδας τʹ. ΝΗʹ. Βασιλεία Ἐζεκίου. Μετὰ δὲ Ἄχαζ ἐβασίλευσεν Ἐζεκίας ὁ υἱὸς αὐ‐
20τοῦ ἔτη νʹ, καὶ ἐποίησε τὸ εὐθὲς ἐνώπιον Κυρίου, καὶ ἐτελεύτησεν. (2) Ἐφ’ οὗ ἦν ὁ Μωσαϊκὸς χαλκοῦς ὄφις· ἔτι γὰρ αὐτῷ οἱ Ἰουδαῖοι μετὰ τῶν ἄλλων βδελλυγμάτων ἐθυμίων, ὃν καὶ ἠφάνισεν Ἐζεκίας ὥσπερ δὴ καὶ τὰς βίβλους τοῦ Σολομῶντος περὶ τῶν
25παραβολῶν καὶ ᾠδῶν, ἐν αἷς περὶ φυτῶν καὶ παν‐ τοίων ζώων φυσιολογίας (ὡς προείρηται). (3) Ἐφ’ ὧν χρόνων Ῥῶμος καὶ Ῥῆμος ἐβασίλευσαν ἐν Ῥώ‐ μῃ, καὶ Σίβυλλα ἡ Ἐρυθραία ἐγνωρίζετο, καὶ Σαλ‐ μανᾶς, ὁ τῶν Ἀσσυρίων βασιλεὺς, παραλαβὼν τὴν
30ἐν Σαμαρείᾳ βασιλείαν Ἰσραὴλ, τὰς ὑπ’ αὐτὴν ιʹ φυ‐ λὰς ᾐχμαλώτευσεν. (4) Κατὰ δὲ Ἐζεκίου ἀνέβη Σεναχειρὶμ, ὁ διάδοχος Σαλμανάσαρ, καὶ πλεῖστα μεγαλοῤῥημονήσας κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ λαοῦ, παρεκλήθη ὁ διασκεδάζων 159 βουλὰς ἐθνῶν
35καὶ ἀθετῶν λογισμοὺς λαῶν καὶ βουλὰς ἀρχόντων (καὶ φρονήματα ἀποστρέφων εἰς τὰ ὀπίσω καὶ τὴν βουλὴν αὐτῶν μωραίνων)· καὶ ἀποστείλας ἄγγελον, ἀνεῖλεν ἐκ τῆς παρεμβολῆς τῶν Ἀσσυρίων ρπεʹ χι‐ λιάδας· καὶ οὕτως μετ’ αἰσχύνης καὶ λύπης ὁ Σενα‐
40χειρὶμ ἀναζεύξας εἰς Νινευῒ, δεινῶς ἀνῄρει τοὺς αἰχμαλωτισθέντας ὑπὸ Σαλμανάσαρ ἀπὸ Σαμαρείας τοῦ Ἰσραὴλ, ὃν αὐτίκα (ἡ) θεία δίκη μετελθοῦσα ..... (39b) καὶ ὑπὸ τῶν ἰδίων τέκνων ἀναιρεθεὶς ἐπαύθη τῆς αἰχμαλωσίας ἄδικος σφαγὴ διὰ τῆς ἐνδίκου
45ἀναιρέσεως. ΝΘʹ. Περὶ τοῦ Τωβὶτ καὶ Ἀγγέλου. Ἐξ ἧς αἰχμαλωσίας ὑπῆρχέ τις ἐλεήμων ἄν‐ θρωπος τοὔνομα Τωβὶτ πολλὴν ἔχων σπουδὴν εἰς τὸ
θάπτειν τοὺς ἀποθνήσκοντας τῶν Ἰουδαίων, περὶ ὧν273

110

.

276

διαβληθεὶς τῷ βασιλεῖ καὶ φυγὼν ἐκοιμήθη ἔξω τοῦ τείχους· καὶ, ὡς εἴωθεν πολλάκις γίνεσθαι, κοιμώ‐ μενος καὶ τοὺς ὀφθαλμοὺς ἀνεῳγμένους ἔχων, στρου‐ θίον ἀφοδεῦσαν εἰς τοὺς ὀφθαλμοὺς αὐτοῦ λευκόμ‐
5ματον πεποίηκεν. (2) Ἦν δὲ καὶ ἐν Ἐκβατάνοις κόρη συγγενὴς αὐτοῦ, ἥτις ἑπτὰ ἄνδρας λαβοῦσα καὶ πάντων ὑπὸ δαίμονος ἀναιρουμένων πρὸ τοῦ γνῶναι ταύτην, ηὔξατο· καὶ ἀπέστειλεν αὐτῇ βοη‐ θὸν ὁ Θεὸς τὸν ἄγγελον Ῥαφαήλ. (3) Ὁ οὖν Τω‐
10βὶτ παραγγείλας τῷ υἱῷ αὐτοῦ Τωβίᾳ μὴ λαχεῖν ἀλλαχόθεν γυναῖκα εἰ μὴ ἐκ τῆς φυλῆς τοῦ γένους αὐτοῦ, κατὰ τὸν νόμον, δίδωσιν αὐτῷ χειρόγραφον περὶ ταλάντων ιʹ χρυσίου, ἃ καὶ παρέθετο ἐν τῇ Μη‐ δίᾳ, πρὸς τὸ ἀπελθεῖν καὶ λαβεῖν αὐτὰ διὰ τάχους.
15(4) Τοῦ δὲ παιδίου ζητοῦντος συνοδοιπόρον ὡς τὴν ὁδὸν ἀγνοοῦντος, εὑρίσκει, Θεοῦ προνοίᾳ, τὸν ἄγ‐ γελον Ῥαφαὴλ ὡς ἄνθρωπον ἑστῶτα, ὃν μισθωσά‐ μενος, εἰδέναι τὴν ὁδὸν λέγοντα καὶ Ἀζαρίαν ὀνο‐ μαζόμενον, συνοδεύει τούτῳ. (5) Καὶ δὴ ἐλθόντων
20αὐτῶν εἰς τὸν ποταμὸν Τίγριν καὶ τοῦ παιδὸς εἰσελ‐ θόντος λούσασθαι, ἰχθύος αὐτῷ 160 μεγάλου ἐπι‐ πηδήσαντος, εἶπεν αὐτῷ ὁ ἄγγελος ἐπιλαβέσθαι τοῦ ἰχθύος, καὶ τεμεῖν αὐτοῦ τὴν γαστέρα, καὶ λαβεῖν τό τε ἧπαρ, καὶ καρδίαν, καὶ τὴν χολὴν, καὶ φυλάτ‐
25τειν. Τοῦ δὲ πυνθανομένου τὸ χρήσιμον αὐτῶν, «Τὸ μὲν ἧπαρ, φησὶ, καὶ ἡ καρδία θυμιώμενα διώκει δαίμονας· ἡ δὲ χολὴ καθαρίζει λευκόμματον. (6) Εἶτα ὁ παῖς λαμβάνει τὴν ἐκ τοῦ γένους αὐτοῦ προλεχθεῖσαν κόρην εἰς γυναῖκα, τῇ συμβουλῇ καὶ
30συνεργείᾳ τοῦ ἀγγέλου διωχθέντος τοῦ πονηροῦ δαί‐ μονος ἐν τῷ θυμιάματι τούτῳ. (7) Ὁ δὲ ἄγγελος ὁ καὶ Ἀζαρίας ἀπελθὼν εἰς τὴν Μηδίαν καὶ τὰ ιʹ τά‐ λαντα λαβὼν ὑποστρέφει μετὰ τῆς γυναικὸς καὶ τοῦ παιδὸς πρὸς τὸν πατέρα Τωβὶτ, οὗ τοὺς ὀφθαλμοὺς
35ὁ παῖς τῇ χολῇ τοῦ ἰχθύος ἐπιχρίσας, καὶ παρευθὺς ὁ Τωβὶτ ἀναβλέψας ἐφανέρωσεν ἑαυτὸν ὁ ἄγγελος, ὅτι οὐκ ἄνθρωπός ἐστιν, ἀλλὰ παρὰ Θεοῦ ἄγγελος ἀπεστάλη πρὸς βοήθειαν αὐτοῖς τε καὶ τῇ κόρῃ Σάῤ‐ ῥα, διὰ τὴν αὐτῶν εὐσέβειαν, λέγων πρὸς αὐτούς·
40«Μυστήριον βασιλέως κρύπτειν καλὸν, τὰ δὲ ἔργα τοῦ Θεοῦ ἀνυμνεῖν ἐνδόξως ἀγαθόν.» (8) Ὅθεν φη‐ σὶν ὁ Χρυσόστομος· —Οὐκοῦν «Ἀγγέλους ἐγκω‐ μιάζειν χρὴ, καὶ γὰρ αὐτοὶ τὸν Δημιουργὸν ἀσίγη‐ τον ὑμνοῦντες ἵλεων αὐτὸν καὶ εὐμενῆ τοῖς
45ἀνθρώποις παρασκευάζουσιν· ἀγγέλους δέ φημι, τοὺς ὑμετέρους συμμάχους, τοὺς κατὰ τῶν ἀντικει‐ μένων δυνάμεων ἐκστρατεύοντας, ὧν ἐστιν ὁ ἀρχάγγελος Μιχαὴλ, πρὸς μὲν τὸν διάβολον ὑπὲρ τοῦ Μωσέως σώματος ἀντιτασσόμενος, πρὸς δὲ τὸν ἄρ‐

110

.

276

(50)

χοντα Περσῶν ὑπὲρ τῆς ἐλευθερίας τοῦ λαοῦ ἀνθ‐ ιστάμενος·» προστάγματι γὰρ Θεοῦ τὴν πᾶσαν κτίσιν διαλαχόντες καὶ τῶν ἐθνῶν τοῖς κρατίστοις ἐπιστατοῦντες (40a), τὸν μὲν Γαβριὴλ τοὺς Πέρσας
ἐφορᾷν ἐδικαίωσεν, τὸν δὲ Μιχαὴλ τὸν ἐκ περιτομῆς275

110

.

277

λαὸν φρουρεῖν ἐκέλευσεν, ἀλλὰ κατὰ θεῖον τινὰ καὶ ἀπόῤῥητον λόγον, τοῦ μὲν δουλεύειν Ἰουδαίους Πέρσαις ἀναγκάζοντος, τοῦ δὲ πρὸς τὴν ἐλευθερίαν ἀνθέλκοντος καὶ συνεχῶς τὰς ἱκεσίας τῷ Θεῷ προσ‐
5άγοντος καὶ λέγοντος· «Κύριε παντοκράτωρ, ἕως τίνος οὐ μὴ ἐλεήσῃς τὴν Ἱερουσαλὴμ καὶ τὰς πόλεις Ἰούδα, ἃς παρεῖδες τοῦτο 161 ἑβδομηκοστὸν ἔτος;» Ὃν εἶδεν ἐν τῇ ὁράσει Δανιὴλ πετόμενον, «Καὶ τὸ πρόσωπον αὐτοῦ ὡς ὅρασις ἀστραπῆς, φησὶ, καὶ οἱ
10ὀφθαλμοὶ αὐτοῦ ὡσεὶ λαμπάδες πυρὸς, καὶ οἱ βρα‐ χίονες αὐτοῦ καὶ τὰ σκέλη ὡς ὅρασις χαλκοῦ στίλ‐ βοντος, καὶ ἡ φωνὴ αὐτοῦ ὡς φωνὴ ὄχλου.» Ὧν ἐστιν ὁ τὴν ὄνον ἀποστρέφων καὶ Βαλαὰμ τῆς ἀποτόμου μαντείας εἴργων· —ὧν ἐστιν ὁ τὴν μά‐
15χαιραν σπασάμενος καὶ τὸν Ἰησοῦν τοῦ Ναυῆ συμπλέκεσθαι τοῖς πολεμίοις διὰ τοῦ σχήματος προτρεπόμενος· ὧν ἐστιν ὁ τὰς ρπεʹ χιλιάδας τῶν Ἀσσυρίων ἐν μιᾷ νυκτὶ πατάξας καὶ τῷ ὕπνῳ τῶν Βαρβάρων συνάψας τὸν θάνατον· ὧν ἐστιν ὁ τὸν
20προφήτην Ἀμβακοὺμ ἀερίῳ μετακομίσας πηδή‐ ματι, ἵνα τὸν προφήτην Δανιὴλ μέσον τῶν λεόντων διαθρέψῃ. Οὗτοι μὲν οὖν οὗτοι καὶ οἱ τοιοῦτοι κατὰ ἐχθρῶν ἀριστεύουσιν· ὁποῖος ἦν ὁ θεσπέ‐ σιος Ῥαφαὴλ δι’ ἑνὸς ἰχθύος ἀνατομῆς δαιμονιῶ‐
25σαν κόρην ἰασάμενος καὶ τυφλὸν γέροντα τὸν ἥλιον βλέπειν τεχνησάμενος.» —«Ἆρ’ οὖν με‐ γίστης ἄξιοι τιμῆς οἱ τὴν ἡμετέραν ζωὴν διαφυλάτ‐ τοντες· οὐ γὰρ μόνον φρουροὶ ἐτάχθησαν ἄγγελοι ἐθνῶν κατὰ τὸ εἰρημένον· Ὅτε διεμέριζεν ἔθνη ὁ
30Ὕψιστος, ὡς διέσπειρεν υἱοὺς Ἀδὰμ, ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων Θεοῦ,» ἀλλὰ καὶ τῶν πιστῶν ἀνθρώπων ἑκάστῳ ἔλαχεν ἄγγελος. Τῆς γὰρ παιδίσκης Ῥόδης ἀπαγγελλούσης τοῖς ἀποστό‐ λοις πρὸ (τῶν) θυρῶν ἑστάναι Πέτρον τὸ (τοῦ)
35Ἡρώδου δεσμωτήριον διαδράντα, ἔλεγον ἀπιστοῦν‐ τες· «Ὁ ἄγγελος αὐτοῦ ἐστιν.» Ἐπιμαρτυρεῖ δὲ τούτοις καὶ ὁ Κύριος λέγων· «Ὁρᾶτε μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τούτων, λέγω γὰρ ὑμῖν ὅτι οἱ ἄγγελοι αὐτῶν διὰ παντὸς βλέπουσι τὸ
40πρόσωπον τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς.» Καὶ μέντοι καὶ καθ’ ἑκάστην Ἐκκλησίαν φύλακας ἀγ‐ γέλους ἐπέστησεν ὁ Χριστὸς, καθὼς ἀποκαλύπτων Ἰωάννῃ φησί· «Εἰπὲ τῷ ἀγγέλῳ τῆς Ἐκκλησίας 162 Σμύρνης· «Οἶδά σου τὴν πενίαν καὶ τὴν θλῖψιν·
45ἀλλὰ πλούσιος εἶ.» —«Καλὸν οὖν ἡμᾶς θησαυρί‐ ζειν τὰ ἐπουράνια, πτωχοὺς τρέφοντας, ξένους ξενίζοντας, καὶ τῆς καλλίστης εὐχῆς μὴ ἀμελεῖν ποτε,» ἅπερ θεωροῦντες ἄγγελοι ἐπὶ τὸν δίκαιον
Κριτὴν καὶ Μισθαποδότην ἀναφέρουσιν ὡς καὶ προ‐277

110

.

280

στάτας λέγειν αὐτοὺς τῷ ἐργαζομένῳ τὸ ἀγαθὸν (ὡς λέγει πρὸς Κορνήλιον)· «Αἱ προσευχαί σου καὶ αἱ ἐλεημοσύναι σου ἀνέβησαν εἰς μνημόσυνον ἔμπρο‐ σθεν τοῦ Θεοῦ.» (9) Εἰκότως οὖν τοὺς ἀγαπῶντας
5ἡμᾶς ἀγγέλους γεραίρομεν ὡς ὑπὲρ ἡμῶν (40b) τῷ Δεσπότῃ πρεσβεύοντας. Καὶ γὰρ «Λειτουργικὰ πνεύματά εἰσι, κατὰ τὸν Ἀπόστολον, εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομῆσαι σωτηρίαν,» οἷς καὶ ὑπερμαχοῦσι καὶ συμμαχοῦσι,
10καθὼς ἀρτίως ἤκουσας τοῦ Δανιὴλ, πῶς φέρει τὸν ἀρχάγγελον Μιχαὴλ, τῷ πασῶν ἐφόρῳ διαπληκτι‐ ζόμενον ὑπὲρ τῆς ἡμῶν ἐλευθερίας. Ὁ μὲν γὰρ τὸν λαὸν δουλεύειν τοῖς Πέρσαις ἠνάγκαζεν, ὡς εἴρηται· ὁ δὲ λῦσαι τὴν αἰχμαλωσίαν ἐσπούδαζεν. Καὶ νικᾷ
15Μιχαὴλ τὸν ἀντίπαλον· καὶ τὸν Εὐφράτην Ἰουδαῖοι περάσαντες, τὴν πατρῷαν πάλιν ἑστίαν ἀπέλαβον καὶ τὴν πόλιν, καὶ τὸν ναὸν ᾠκοδόμησαν. (10) «Ὁμοίως δὲ καὶ ὁ μέγας Ἐπιφάνιος ἔφη· «Ἑκά‐ στῳ ἔθνει ἄγγελον ἐφεστάναι φησὶν ἡ θεία Γραφή.
20Ὁ γὰρ τῷ Δανιὴλ προσλεγόμενος ἄγγελος καὶ ἄρ‐ χοντα Περσῶν εἴρηκεν, καὶ ἄρχοντα Ἑλλήνων, καὶ τὸν Μιχαὴλ ἄρχοντα τῶν Ἰουδαίων λέγει. Καὶ Μωϋ‐ σῆς· «Ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων Θεοῦ.» Διὸ καὶ Ἰωάννης ἐν τῇ Ἀποκαλύψει φάσκει·
25«Λῦσον τοὺς δʹ ἀγγέλους τοὺς ἐπὶ τοῦ Εὐφράτου ἐφισταμένους·» δῆλον ὅτι καὶ ἐπεχομένους ἐπιτρέ‐ πειν ἔθνεσιν εἰς πόλεμον ἕως καιροῦ μακροθυμίας Κυρίου· καὶ προστάσσει δι’ αὐτῶν ἐκδικίαν γίνε‐ σθαι τῶν ἁγίων αὐτῶν. Κρατοῦντες γὰρ οἱ ἐπιτεταγμένοι ἄγγελοι ὑπὸ τοῦ θείου Πνεύματος, μὴ ἔχοντες καιρὸν ἐπιδρομῆς, διὰ τὸ μηδέπω λύειν αὐτοῖς τὴν δίκην, τοῦ τὰ λοιπὰ 163 ἔθνη λύεσθαι,
30τῆς εἰς τοὺς ἁγίους ὕβρεως ἕνεκα· λύονται γὰρ οἱ τοιοῦτοι καὶ ἐπέρχονται τῇ γῇ, καθώς φησιν Ἰωάννης καὶ οἱ προφῆται, καὶ κινούμενοι κινοῦσιν εἰς ὁρμὴν ἐκδικίας τὰ ἔθνη.» (11) Καὶ μέντοι γε ὁ θαυμάσιος Νικηφόρος Κωνσταντινουπόλεως ἔφη· «Ἴσμεν δὲ καὶ πιστεύο‐ μεν τὰς πρὸς Θεὸν δοξολογίας ἡμῶν διὰ τῶν
35ἁγίων ἀγγέλων προσάγεσθαι, εἴπερ ἐστὶν ἀληθὲς τό· «Οἱ ἄγγελοι αὐτῶν διὰ παντὸς βλέπουσι τὸ πρόσ‐ ωπον τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς,» τί πράττον‐ τες ἢ τί λέγοντες ἢ πάντως γε τὰς αἰτήσεις ἡμῶν εἰς τὰ ὦτα Κυρίου Σαβαὼθ εἰσάγοντες, ἵλεον ἡμῖν αὐτὸν
40ἐπὶ τοῖς πεπραγμένοις παρασκευάζουσιν. (12) Ὅθεν δὴ λοιπὸν εἰς τιμὴν αὐτῶν καὶ ναοὺς ἐγείρομεν καὶ πνευματικῶς ἑορτάζοντες, δοξολογοῦμεν Θεὸν τὸν δοξάσαντα αὐτούς τε καὶ τοὺς ἁγίους πάντας, ὧν τὴν τάξιν γέ τοι καὶ στάσιν ἅμα καὶ τὴν ὑπερ‐
45οχὴν τοῦ θείου φωτισμοῦ καὶ ὅπως ὑπερεχόντως μεταδιδόασιν τοῦ τε φωτισμοῦ καὶ τῆς γνώσεως, παρὰ τοῦ χριστοφόρου μυηθεὶς ὁ ἀποστολικὸς Διονύ‐ σιος οὕτως ἔφη· «Πάσας ἡ θεολογία τὰς οὐρανίας δυνάμεις ἐννέα κέκληκεν ἐκφαντορικαῖς ἐπωνυμίαις

110

.

280

(50)

—καὶ εἰς τρεῖς διαφορίζει τριαδικὰς διακοσμή‐
σεις. Καὶ πρώτην μὲν εἶναί φησι τὴν περὶ Θεὸν Οὐ‐279

110

.

281

σίαν ἀεὶ καὶ προσεχῶς αὐτῷ καὶ πρὸ τῶν ἄλλων ἀμέσως ἡνῶσθαι παραδεδομένην, [βʹ] τούς τε γὰρ ἁγιωτάτους Θρόνους, [γʹ] καὶ τὰ πολυόμματα καὶ τὰ πολύπτερα Χερουβὶμ, τῇ Ἑβραίων φωνῇ καὶ Σε‐
5ραφὶμ ὠνομασμένα. —Καὶ ἀμέσως ἱδρύεσθαί φησι, παραδιδόναι τὴν τῶν ἱερῶν λογίων ἐκφαντορίαν. Τὸν τριαδικὸν οὖν τοῦτον διάκοσμον ὡς ἕνα, καὶ ὁμοτα‐ γῆ, καὶ ὄντως πρώτην ἱεραρχίαν, ὁ κλεινὸς ἡμῶν ἔφη καθηγεμὼν, ἧς οὐκ ἔστιν ἑτέρα θεοειδεστέρα
10καὶ [τοῖς] πρωτουργοῖς τῆς θεαρχίας (41a) ἐλλάμψε‐ σιν ἀμέσως προσεχεστέρα. Δευτέραν δὲ εἶναι τὴν [ὑπὸ] τῶν Ἐξουσιῶν, καὶ Κυριοτήτων, καὶ Δυνάμεων συμπληρουμένην, καὶ τρίτην ἐπ’ ἐσχάτων τῶν οὐρα‐ νίων ἱεραρχιῶν τὴν τῶν Ἀρχῶν καὶ 164 ἀγγέ‐
15λων διακόσμησιν. —(13) Ἰστέον οὖν ὡς οὐκ ἄλλου τινὸς ἀγγέλου προσηγορίαν ἐδήλωσεν ἡ Γραφὴ παν‐ τελῶς ἢ μόνον τῶν τριῶν τούτων, Μιχαὴλ, Γαβριὴλ καὶ Ῥαφαήλ. Οὐκοῦν ἐματαιώθησαν ἐκ διαμέτρου καὶ πεπλάνηνται λίαν οἱ πλαστουργοῦντες καὶ παρ‐
20εισφέροντες ἑτέρας ὀνομασίας ἀγγέλων ἐπ’ ὀλέθρῳ τῆς ἀνοσίου καὶ παναθλίου αὐτῶν ψυχῆς καὶ ἐπὶ καταστροφῇ τῶν ἀκουόντων καὶ πειθομένων τῇ θεο‐ στυγεῖ πλάνῃ τῶν δυσωνύμων καὶ πλαστωνύμων αἱ‐ ρετικῶν; Ἀμέλει γέ τοι καὶ τοιοῦτοί εἰσι καὶ τηλι‐
25καύτης δόξης ἐκ τῆς θείας προσεδρίας ἠξιώθησαν, ἀλλ’ οὐδὲν τῶν μελλόντων ἴσασι πρὶν ἂν τύχωσι θείας ἀποκαλύψεως παρὰ τοῦ τὰ πάντα προγινώσκοντος φύσει καὶ προλέγοντος Θεοῦ καὶ διαῤῥήδην εὖ μάλα φάσκοντος· «Οὐκ ἔστιν ὁ ἀναγγέλλων τὰ ἐπερχό‐
30μενα πλὴν ἐμοῦ.» Καὶ τοῦτο δηλῶν ὁ ἀρχάγγελος ἔφη· «Κύριε παντοκράτωρ, ἕως τίνος οὐ μὴ ἐλε‐ ήσῃς τὴν Ἱερουσαλὴμ καὶ τὰς πόλεις Ἰουδαίας ἃς ὑπερεῖδες;» ὡς ἀγνοῶν δήπουθεν τῆς ἐλευθερίας τὸν χρόνον, ἔφασκε ταῦτα· καὶ ἀλλοίως οὐκ ἔστιν.
35Καὶ δὴ περὶ τῆς ἐσχάτης ἡμέρας καὶ συντελείας ἐναργῶς ὑπεμφαίνων ὁ Κύριος τὴν τούτων ἄγνοιαν· «Οὐδὲ οἱ ἄγγελοι γινώσκουσιν·» καντεῦθεν λοιπὸν οὐδὲ τὸ μυστήριον τῆς ἐνσάρκου θείας οἰκονομίας εἴδεσαν τὸ ἀποκεκρυμμένον, ἀλλ’ ἢ ἐν τῷ Θεῷ
40μόνῳ, «ἐν ᾧ οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώ‐ σεως ἀπόκρυφοι.» —«Τίς γὰρ ἔγνω νοῦν Κυρίου, φησὶ, ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο;» Μετὰ δὲ τῆς σωτηριώδους ἐνανθρωπήσεως «ἐγνώσθη, κατὰ τὸν αὐτὸν Ἀπόστολον, ταῖς Ἀρχαῖς καὶ ταῖς
45Ἐξουσίαις διὰ τῆς Ἐκκλησίας ἡ πολυποίκιλος τοῦ Θεοῦ σοφία·» μόνος γάρ ἐστι τῇ φύσει σοφὸς, καὶ προγνώστης, καὶ προφήτης, ἅμα καὶ τὸν νοῦν τῶν ἀνθρώπων ἀκριβῶς ἐπιστάμενος ὡς καρδιογνώστης. Τὰ δὲ αὐτοῦ οὐδεὶς ἔγνω εἰ μὴ τὸ Πνεῦμα αὐτοῦ.

110

.

281

(50)

Διό φησι· «Σὺ συνῆκας τοὺς διαλογισμούς μου ἀπὸ μακρόθεν.» Παρακύψας γὰρ ὁ τὸν Χριστὸν ἔχων ἐν ἑαυτῷ λαλοῦντα Παῦλος εἰς τὸ ἀκατάληπτον καὶ ἀχανὲς πέλαγος τῶν ἀδήλων τοῦ Θεοῦ καὶ ἀποῤ‐
ῥήτων κριμάτων, καὶ μυστηρίων καὶ ὑπερεκπλαγεὶς281

110

.

284

σφόδρα καὶ λίαν ἰλιγγιάσας, ἐξεβόησε 165 τὴν ἀοίδιμον φωνὴν ἐκείνην λέγων· «Ὦ βάθος πλού‐ του, καὶ σοφίας καὶ γνώσεως Θεοῦ, ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ.»
5Ἀνέκφραστα πάντα εἰσὶ καὶ ἀδιάγνωστα πᾶσι τὰ τοῦ Θεοῦ· οὐδὲ γὰρ τὰ τοῦ ἀνθρώπου οἶδέ τις, εἰ μὴ τὸ Πνεῦμα τοῦ ἀνθρώπου·» εἰ γὰρ μόνος ὁ Θεὸς καρδιογνώστης «καὶ διικνούμενος μέχρι μερι‐ σμοῦ ψυχῆς καὶ σώματος, ἁρμῶν τε καὶ μυελῶν καὶ
10κριτικὸς ἐνθυμήσεων καὶ ἐννοιῶν καρδίας,» εὔδηλον ὡς οὐδὲ νοῦν ἀνθρώπου καὶ βούλημα καὶ ἐνθύμιον κεκρυμμένον ἄγγελος οἶδεν, μήτι γε Θεοῦ μυστήριον ἕτερον, εἰ μὴ σαφῶς ὑπ’ αὐτοῦ (41b) καὶ ἐξ αὐτοῦ δεδηλωμένον οἰκονομικῶς πρὸς τὸ συμφέρον, ὅθεν
15τοίνυν ἄδηλον ἐποίησε τὴν ἔνσαρκον οἰκονομίαν καὶ τοὺς πολλοὺς κρύπτων διὰ τὴν ἀσάφειαν καὶ λανθά‐ νειν μέχρι πολλοῦ. Καὶ τί λέγω τοὺς πολλούς; Ὅπου γε οὐδὲ αὐτὴ ἡ κυοφοροῦσα Παρθένος ᾔδει τοῦ μυστηρίου τὸ ἀπόῤῥητον, οὐ μὴν δὲ ἀλλὰ καὶ αὐτὸν τὸν διάβολον ἐλάνθανεν· εἰ γὰρ καὶ τὰς προφητείας τὰς περὶ τούτου ἤκουεν, ἀλλὰ τὸν τρόπον ἠγνόει· οὐδὲ
20γὰρ, εἴπερ ᾔδει, ἠρώτα αὐτὸν μετὰ τοσοῦτον χρόνον λέγων αὐτῷ· «Ὁ Υἱὸς εἶ τοῦ Θεοῦ,» καὶ ἅπαξ, καὶ δὶς, καὶ τρίτον. (14) Ὁ δέ γε Μαροδὰχ, ὁ καὶ διάδοχος Σεναχει‐ ρὶμ, θεασάμενος τὴν ἐπιστροφὴν τοῦ ἡλίου ἐπὶ τῇ ῥώσει Ἐζεκίου (πάσῃ γὰρ τῇ οἰκουμένῃ γέγονεν ἡ
25ἀναστροφὴ τοῦ ἡλίου γνώριμος), οὗ δὴ χάριν καὶ οὗ‐ τος ὁ τῶν Βαβυλωνίων βασιλεὺς καὶ τὸν ὄλεθρον τοῦ πρὸ αὐτοῦ βασιλέως ἐγνωκὼς καὶ τὰ κατὰ τὸν ἥλιον παραδόξως γεγενημένα μεμαθηκὼς διὰ τὴν τοῦ Ἐζεκίου εὐσέβειαν, πρέσβεις αὐτῷ εἰρήνης καὶ δῶρα
30ἀπέστειλεν· ὅτι γὰρ διὰ τὸ ἀναστρέψαι τὸν ἥλιον ἀναβαθμοὺς ιεʹ πρὸς αὐτὸν ἀπέστειλεν ὁ βασιλεὺς Βαβυλῶνος, φησὶ πάλιν ἡ ἱστορία· «Καὶ εὐωδώθη Ἐζεκίας ἐν πᾶσι τοῖς ἔργοις αὐτοῦ. Καὶ οὕτως (ἐν) τοῖς πρεσβευταῖς—Βαβυλῶνος, τοῖς ἀποσταλεῖσιν
35πρὸς αὐτὸν πυθέσθαι παρ’ αὐτοῦ τὸ πέρας, ὃ γέγο‐ νεν ἐπὶ τῆς γῆς,» καὶ «ἐγκατέλειπεν αὐτὸν Κύ‐ ριος τοῦ πειράσαι αὐτὸν, εἰδέναι τὰ ἐν τῇ καρδίᾳ αὐτοῦ.» Δείξας γὰρ τοῖς πρεσβευταῖς ὅλον 166 τὸν οἶκον αὐτοῦ καὶ τοὺς θησαυροὺς, εἶπεν Ἡσαΐας πρὸς
40αὐτὸν ἐν λόγῳ Κυρίου «Ἀνθ’ ὧν ἔδειξας αὐτοῖς πάντα, ἰδοὺ ἡμέραι ἔρχονται καὶ ληφθήσονται τὰ ἐν τῷ οἴκῳ σου πάντα, καὶ ὅσα ἐθησαύρισαν οἱ πατέρες σου ἀπενεχθήσονται εἰς Βαβυλῶνα, καὶ ἐκ τῶν υἱῶν σου λήψονται, καὶ ἔσονται ἐπᾴδοντες εὐνοῦχοι τοῦ
45βασιλέως Βαβυλῶνος.» Δεῖ τοίνυν τὸν ἐχέφρονα καὶ χαρᾶς καὶ λύπης ὑψηλότερον εἶναι καὶ μετρίως καὶ ἐπιστημόνως τῶν ἑκατέρων φέρειν τὴν ἔφοδον. Καὶ γὰρ αὐτὸς Ἐζεκίας, ἡνίκα εἶδε τρόπαιον κατὰ τῶν Περσῶν ἐγειρόμενον καὶ θαύματος κρεῖττον καὶ

110

.

284

(50)

πάσης ἀνθρωπίνης ῥώμης καὶ ἐλπίδος ὑπέρτερον, καὶ λίαν ὑπὸ τῆς χαρᾶς φυσιωθεὶς, καὶ μεῖζον ἢ κατὰ ἄνθρωπον φρονήσας, τότε δὴ, τότε νόσῳ βάλλε‐ ται, ἵνα τὰ σκιρτήματα τῆς ψυχῆς χαλινοῦ ἀξιωθέντα,
μὴ ἔξω τοῦ δέοντος αὐτὸν ἀναγκάσωσι περιπεσεῖν283

110

.

285

καὶ τὴν τῆς νίκης ὑπόθεσιν ἀλαζονείας διαδέξηται πόλεμος, ὅπερ καὶ πέπονθε μικρὸν ὕστερον. Περιχα‐ ρεὶς γὰρ μάλα γενόμενος ἐπὶ τῇ παρὰ προσδοκίαν εὐῤῥωστίᾳ καὶ ἐπὶ τῇ τῶν πρεσβευτῶν παρουσίᾳ,
5τοσοῦτον ὡς καὶ τοὺς θησαυροὺς Κυρίου ἐκ πολλῆς μεγαλοφροσύνης θριαμβεῦσαι, δέχεται τὸ ῥηθὲν εἰ‐ κότως ἐπιτίμιον, ὅθεν φησίν· «Καὶ οὐ κατὰ τὸ ἀνταπόδομα, ὃ ἀνταπέδωκεν αὐτῷ Κύριος ὁ Θεὸς, ἀνταπέδωκεν (42a) Ἐζεκίας, ἀλλ’ ὑψώθη ἡ καρδία
10αὐτοῦ,» ἐπιλαθόμενος τοῦ πατρὸς αὐτοῦ Δαυῒδ φά‐ σκοντος· «Κύριε, οὐχ ὑψώθη ἡ καρδία μου·» δηλαδὴ πρότερον, ἀλλ’ ὕστερον «ὑψωθεὶς ἐταπει‐ νώθην καὶ ἐξηπορεύθην·» καί· «Ἀγαθόν μοι, ὅτι ἐταπείνωσάς με, ὅπως ἂν μάθω τὰ δικαιώματά
15σου.» —Καὶ ἐγένετο ἐπ’ αὐτὸν ὀργὴ καὶ ἐπὶ Ἰούδαν, καὶ ἐπὶ Ἱερουσαλὴμ, καὶ ἐταπεινώθη Ἐζεκίας ἀπὸ τοῦ ὕψους τῆς καρδίας αὐτοῦ καὶ οἱ κάτοικοι Ἱερου‐ σαλήμ. Ἀμέλει γέ τοι καὶ Σεναχειρὶμ, ἐπειδὴ μεί‐ ζονα δυνάμεως ἀνθρωπίνης ἠπείλησε τῷ Ἐζεκίᾳ,
20τούτου χάριν ἔγνω τῆς οἰκείας ἀσθενείας τὴν οὐθενό‐ τητα· ὁ γὰρ ἐπιδρομῆς καὶ αὐτοβοῆς προσδοκήσας ὅλην τὴν Ἱερουσαλὴμ, πᾶσαν τὴν στρατιὰν σχεδὸν ἄνευ πολέμου καὶ μάχης ἀποβαλὼν, ἀγαθὸν ἡγήσατο διασωθῆναι μόνος καὶ διαφυγὼν οἴκαδε ὑπὸ τῶν 167 οἰκείων ἀνῃρέθη, ὅπως καὶ τὴν οἰκείαν ἀσθένειαν
25γνοίη καὶ μὴ διαδράσῃ τὴν δίκην. Οὕτω γε μὴν καὶ Ναβουχοδονόσωρ, ὁπόταν ἐπέκεινα τῆς ἀνθρωπίνης φύσεως καὶ φρονήσας καὶ πράξας ἐφωράθη, τότε τῆς τῶν ἀνθρώπων μὲν ἐξηλάθη συνουσίας τε καὶ τιμῆς, τοῖς δὲ θηρίοις συνέστιος
30καὶ σύνοικος γέγονεν. Ἡνίκα δὲ τὴν προσήκουσαν ἔσχε περὶ Θεοῦ δόξαν, τότε τὴν οἰκείαν δόξαν ἀπέλα‐ βεν καὶ τῆς ἀνθρωπίνης φύσεως τὰ μέτρα διέγνωκεν· τῆς γὰρ συμφορὰς ἦν ὅρος ἡ τοῦ κρείττονος ἐπί‐ γνωσις. Ὅτι δὲ ἀπὸ χαρᾶς αἴρονται πάντως αἱ ψυχαὶ,
35ἔδειξαν οἱ Ἰουδαῖοι· ὅτε γὰρ ἀπηλλάγησαν τῶν Αἰ‐ γυπτίων καὶ εἶδον τὸν βυθὸν τάφον γεγενημένον, τότε εἰς εἰδωλολατρείαν ἐτράπησαν, καὶ τὴν θάλασ‐ σαν διαβάντες ἀκινδύνως, εἰς τὴν γῆν ἐναυάγησαν, ὅθεν ὁ Θηβαίων στρατηγὸς Ἐπαμεινόνδας, ἄριστα
40τοῦτο εἰδὼς, Λακεδαιμονίους νικήσας, τῇ ἑξῆς ὤφθη τοῖς φίλοις κατηφὴς κοὶ στυγνός· τῶν δὲ ἐρωτησάν‐ των· «Μή τι λυπηρὸν συνέβη;» ἀπεκρίνατο· «Οὐχὶ, φησὶ, ἀλλὰ χθὲς ᾐσθόμην ἑαυτὸν μεῖζον ἢ καλῶς ἔχειν φρονήσαντα· διὸ σήμερον τὴν ἀμετρίαν κο‐
45λάζω τῆς χαρᾶς καὶ νίκης ἑκουσίως, μήπως ἐκ ταύτης εἰς λύπην καὶ ἥτταν ἀκούσιον καταντήσω.» —«Καὶ γὰρ πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, ὁ δὲ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται.» Ξʹ. Βασιλεία Μανασσῆ.

110

.

285

(50)

Μετὰ δὲ Ἐζεκίαν ἐβασίλευσε Μανασσῆς, (ὁ) υἱὸς αὐτοῦ, καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου, καὶ ἀπέθανε βασιλεύσας ἔτη νεʹ. (2) Ὃς παρανομώ‐ τατος ὑπὲρ πάντας τοὺς ἔμπροσθεν βασιλεῖς ὑπάρ‐
χων ἐπὶ εἰδωλομανίᾳ τε καὶ αἱματεκχυσίᾳ, καὶ τὸν285

110

.

288

μέγαν Ἡσαΐαν πρίσας, καὶ τὴν Ἱερουσαλὴμ αἵματι ἀθώων πληρώσας, οὐχ ἧττον εἰδωλολάτρησε τῶν Ἀμοῤῥαίων. Καὶ (μέντοι καὶ) τὸν οἶκον Κυρίου καταμολύνας καὶ τετραπρόσωπον εἴδωλον τοῦ Διὸς
5ἐν αὐτῷ στήσας, οὐ διέλιπεν οἰωνιζόμενος καὶ φαρ‐ μακεύων καὶ 168 αἰσχρουργῶν καὶ πᾶν εἶδος κακίας δι’ ὑπερβολῆς μανίας (42b) διαπραττόμενος. (3) Διὸ καὶ κατὰ (τὴν) θείαν ὀργὴν συλληφθεὶς ὑπὸ Μαροδὰχ, βασιλέως (Ἀσσυρίων), δέσμιος εἰς Νινευὶ (τὴν πόλιν
10αἰχμάλωτος) ἀπήχθη. (4) (Περὶ οὗ φησι καὶ Ἰώση‐ πος, ὅτι συλληφθεὶς ὑπὸ τοῦ βασιλέως Ἀσσυρίων) καὶ χαλκοῖς δεσμοῖς αὐτὸν ὑποβαλὼν (αἰχμάλωτον ἀπήγαγεν· καὶ «συνεὶς» ἐπὶ τοῖς πλημμελήμα‐ σιν ἀξίαν εἰληφέναι τὴν τιμωρίαν καὶ) δι’ εἰλικρινοῦς
15μετανοίας δεηθεὶς τοῦ Θεοῦ, (παραχρῆμα) τὸν βα‐ σιλέα (ὁ Θεὸς) ἠγάθυνε, εἰς Ἱερουσαλὴμ αὐτὸν ἐξέπεμψεν· ὁ δὲ ἐπανελθὼν, πᾶσαν μὲν εἰδωλικὴν κατέστρεψε σκηνὴν, τὸ δὲ ἱερὸν τοῦ Θεοῦ ἥγνισε, καὶ τὸν νόμον ἐφύλαξε, καὶ εὐσεβῶς ἐβίωσεν. (5) Ὡσαύτως δὲ ἐν ταῖς Διατάξεσι τῶν ἀποστό‐
20λων οὕτως γέγραπται· «Μανασσῆς, υἱὸς Ἐζεκίου, ποιήσας τὸ πονηρὸν ἐνώπιον Κυρίου ὑπὲρ πάντας τοὺς ἔμπροσθεν αὐτοῦ, καθά· φησιν ἡ Γραφὴ, ἐπήγα‐ γεν ἐπ’ αὐτὸν Κύριος τοὺς ἄρχοντας τῆς δυνάμεως τοῦ βασιλέως, καὶ δήσαντες αὐτὸν ἐν πέδαις χαλ‐
25καῖς, ἀπήγαγον εἰς Βαβυλῶνα.» Καὶ ἦν δεδεμένος καὶ σιδηρωμένος ἐν οἴκῳ φυλακῆς, καὶ ἐδίδοτο αὐτῷ ἐκ πιτύρων ἄρτος βραχὺς καὶ ὕδωρ ὀλίγον σὺν ὄξει ἐν μέτρῳ πρὸς τὸ ζῇν αὐτὸν καὶ μόνον. Συνεχόμενος δὲ σφόδρα καὶ ὀδυνώμενος «ἐζή‐
30τησε τὸ πρόσωπον Κυρίου τοῦ Θεοῦ»—«καὶ προσηύξατο» λέγων· «Κύριε παντοκράτωρ, ὁ Θεὸς τῶν πατέρων ἡμῶν τοῦ Ἀβραὰμ, καὶ Ἰσαὰκ, καὶ Ἰακὼβ,» καὶ τὰ ἑξῆς. «Καὶ ἐπακούσας ὁ Θεὸς τῆς φωνῆς αὐτοῦ,» καὶ διαλύσας τὰ δεσμὰ
35αὐτοῦ, «ἀπέστρεψεν αὐτὸν εἰς Ἱερουσαλὴμ ἐπὶ τὴν βασιλείαν αὐτοῦ.» —Καὶ λατρεύσας Κυρίῳ τῷ Θεῷ μόνῳ ἐξ ὅλης καρδίας αὐτοῦ, ἐλογίσθη δίκαιος.» —(6) Ὦ φιλανθρωπίας Θεοῦ, ὅτι μεῖζον 169 εἰ‐ δωλολατρείας οὐκ ἔστιν ἁμαρτία· εἰς Θεὸν γάρ ἐστιν
40ἡ δυσσέβεια, ἀλλ’ ὅμως καὶ αὕτη διὰ γνησίας καὶ ὁλοψύχου μετανοίας συγκεχώρηται. Καὶ γὰρ ἄξιον θαυμάσαι τὴν τοῦ Θεοῦ φιλανθρωπίαν, πῶς τὸν τοσαῦτα καὶ τηλικαῦτα πλημμεληκότα χρόνοις τοσ‐ ούτοις, ἐν μιᾷ καιροῦ ῥοπῇ συγγνώμης ἠξίωσεν.
45Ἔτι γὰρ πᾶν εἶδος κακίας μετῆλθεν· ἄκουσον τί φησιν ἡ Γραφή· «Καὶ ᾠκοδόμησε Μανασσῆς τὰ ὑψηλὰ, ἃ κατέστρεψεν Ἐζεκίας, ὁ πατὴρ αὐτοῦ, καὶ ἀνέστησε θυσιαστήριον τῇ Βάαλ, καὶ ἐποίησεν ἄλση, καθὼς ἐποίησεν Ἀχαὰβ, ὁ βασιλεὺς Ἰσραὴλ, καὶ

110

.

288

(50)

προσεκύνησε πάσῃ τῇ στρατιᾷ τοῦ οὐρανοῦ καὶ287

110

.

289

ἐδούλευσεν αὐτοῖς,» —«καὶ ἐποίησεν ἐγγαστρι‐ μύθους, καὶ γνώστας ἐπλήθυνεν καὶ ἐκληδονίζετο·» στρατιὰν μὲν λέγει τοῦ οὐρανοῦ τὸν ἥλιον καὶ τὴν σελήνην καὶ τοὺς ἀστέρας, κληδονισμὸν δὲ τὰς διὰ
5τῶν λόγων παρατηρήσεις, γαστριμυθίαν δὲ τὰς διὰ τῆς γαστρὸς ψευδομαντείας, οἰωνισμὸν δὲ τὰς διὰ τῶν πτηνῶν περιεργείας, γνώστας δὲ τοὺς δι’ ἥπατος ἢ ἄλλως πῶς μαντευομένους καὶ προφητεύοντας δαιμονίως, περὶ ὧν εἶπεν ὁ Θεὸς πρὸς Ἱερεμίαν·
10«Ὁράσεις ψευδεῖς, καὶ μαντείας, καὶ οἰωνίσματα, καὶ προαιρέσεις καρδίας αὐτῶν (43a) αὐτοὶ προφη‐ τεύουσιν.» (7) «Τῶν γὰρ προφητειῶν, ὥς φησιν ὁ μέγας Χρυσόστομος, ἡ μέν ἐστι πνευματικὴ, ἡ δὲ διαβολική· λέγονται γὰρ παρ’ ἐκείνοις ὁμωνύμως
15προφητεῖαι· ἡ δὲ μέση τούτων, φυσική τις ἣ τεχνική, ἡ δὲ κοινὴ καὶ δημώδης. Τῆς μὲν οὖν πνευματικῆς προηγουμένως μὲν τοῖς ἁγίοις μέτεστιν, δι’ οἰκονο‐ μίας δὲ τοῖς μὴ τοιούτοις ὡς τῷ Φαραὼ, καὶ Βα‐ λαὰμ, καὶ Ναβουχοδονόσωρ, καὶ Καϊάφα, τῆς δὲ
20διαβολικῆς τοῖς τούτου μόνον θεραπευταῖς· αὐτοῦ γὰρ οἱ ἀλευρομάντεις καὶ κριθομάντεις, καὶ ἡ διὰ τῶν μωρίων τὰ θεῖα μαντευομένη Πυθία, καὶ ἡ διὰ δρυὸς, καὶ ἡ Δοδώνης ἱέρεια· καὶ μέντοι καὶ ἡ διὰ σπλάγχνων καὶ πτήσεων ὀρνέων καὶ κλαγγῶν, συμ‐
25βόλων τε καὶ πταρμῶν, κληδόνων καὶ βροντῆς, μυῶν τε καὶ γαλῆς, καὶ τρισμῶν ξύλου, καὶ ὤτων ἤχου, καὶ παλμῶν σώματος, καὶ δι’ ὀνόματος νεκρῶν, καὶ μυρίων τοιούτων· ἡ γὰρ δι’ ὀνείρων καὶ παρ’ ἡμῖν διὰ κατοχῆς 170 μὲν καὶ αὐτὴ, ἡ δὲ πρόγνωσις
30αὐτοῖς, οὐ δι’ ἀρετῆς ὡς ἡμῖν, ἀλλὰ διά τινος κα‐ κοτεχνίας· καὶ ὁ μὲν Θεὸς προλέγων καὶ λύσιν ὑποτίθεται, καὶ τὸ πέρας μετὰ πάσης ἀκριβείας γίνεται· ἐκεῖνοι δὲ κατὰ συμβεβηκὸς ἔν τισιν ἀλη‐ θεύσαντες, ἐν τοῖς πλείοσι διήμαρτον. Καὶ τοιαύτη
35μὲν ἥ τε θεία καὶ διαβολικὴ προφητεία. Φυσικὴ δὲ ἡ τῶν ἀλόγων· χελιδόνες γὰρ καὶ γερανοὶ καὶ μύρ‐ μηκες ἐπίοντος χειμῶνος αἰσθάνονται, ἔχινοί τε καὶ ἀλκύονες, φύσει τοῦτο κτησάμενοι. Ἡ δὲ τεχνικὴ προφητεία παρὰ ἰατροῖς καὶ συμβόλοις καὶ κυβερ‐
40νήταις· οἱ μὲν γὰρ ἀῤῥωστείας καὶ τὰς λύσεις τού‐ των προλέγουσιν· οἱ δὲ πνευμάτων μεταβολὴν, οἱ δὲ τοῦ μέλλοντος συνέπειν καταστοχάζοντες. Ἡ δὲ κοινὴ καὶ δημώδης τοῦ μέλλοντος γνῶσις, οἷον ὅτι μετὰ μῆνας γʹ ὁ χειμὼν γίνεται· πάντες γὰρ ἔχουσι
45τὰς περιόδων προτηρήσεις· οὐδὲν γὰρ, εἰ καὶ δαί‐ μονες πρόγνωσιν ἔχοιεν ὅπου γε καὶ μύρμηκες ἔχουσι· καὶ δεινοὶ ἄνθρωποι τοῦ μέλλοντος κατα‐ στοχασταί εἰσιν, ἀλλ’ οὐχ ὡς πάντως πάντα εἰδέναι, ἐπεὶ καὶ ὁ διάβολος προεφήτευσεν εἰπών· «Τοῦ

110

.

289

(50)

γινώσκειν καλὸν καὶ πονηρὸν,» καὶ ἐγένετο. Καὶ πάλιν ὁ Βαλαὰμ προεῖπεν, ὅτι Πόρνους στῆσον, καὶ προδοθήσεται δι’ αὐτῶν Ἰερουσαλὴμ, καὶ ἐγένετο οὕτως, ὅπερ στοχασμός ἐστι μᾶλλον ἢ πρόῤῥησις·
καὶ οὐδὲν παράδοξον αἱ τοιαῦται προφητεῖαι ἔχουσιν.289

110

.

292

ΞΑʹ. Βασιλεία Ἀμώς. Μετὰ δὲ Μανασσῆν ἐβασίλευσεν Ἀμὼς, (ὁ) υἱὸς αὐτοῦ, (καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου, καὶ ἐσφάγη ἐν τῷ οἴκῳ αὐτοῦ, βασιλεύσας) ἔτη βʹ (2).
5Κατὰ τούτους τοὺς χρόνους Μίδας ὁ Φρύγιος ἐγνω‐ ρίζετο (ὅστις διέλαβέ ποτε τὸ ἑαυτοῦ ἅρμα καὶ ἐλ‐ θὼν εἴς τινα τόπον, καὶ τὸ ἅρμα περαιτέρω μὴ προβαῖνον, ἔστη τοῦ δρόμου, καὶ κτίσας ἐκεῖσε πό‐ λιν, ἐκάλεσεν αὐτὴν Ἄγκυραν, 171 ἄγκυρα γὰρ,
10σιδήριον πλοίου ποταμίου, ἐπισχὸν (43b) τὸ ἅρμα, ἔστησε τὸν Μίδαν), ὅντινα ὦτα ἔχειν ὄνου ἔλεγον. (3) Ἄξιον τοίνυν ἐπαπορῆσαι τί δήποτε τὸν Ναβου‐ χοδονόσωρ καὶ τὸν Μανασσῆν ὁ Θεὸς παιδεύσας, εἰς τὴν βασιλείαν πάλιν αὐτοὺς ἐπανήγαγε, τὸν δὲ Βαλ‐
15τάσαρ καὶ τὸν Ἀμὼς αὐτίκα τῆς βασιλείας καὶ τῆς ζωῆς αἰσχίστως καὶ ἀσυγγνώστως ἀπεστέρησεν. Ἀλλ’ εὔδηλον διὰ τὸ τὴν πατρικὴν ἀσέβειαν καὶ κακουργίαν αὐτοὺς μιμήσασθαι καὶ μὴ σωφρονισθέν‐ τας ἐκ τῆς ἐκείνων παιδείας καὶ τιμωρίας, τὴν δὲ
20μετάνοιαν αὐτῶν καὶ ἐπιστροφὴν μὴ ζηλώσαντας· εἰκότως οὖν ὁ δίκαιος Κριτὴς ἐπ’ ἐκείνους μὲν ῥητῷ χρόνῳ τὴν βασιλείαν περιώρισεν, τούτους δὲ οὐδε‐ μιᾶς ἠξίωσε συγγνώμης· ἀλλ’ ὥστε δὲ καὶ πάντα προορῶν ὁ Θεὸς τὰ ἑπόμενα, γινώσκει ἑκάστου καὶ
25τὸν τρόπον καὶ τὴν γνώμην, «ἐτάζων καρδίας καὶ νεφροὺς,» καὶ συνιὼν εἰς πάντα τὰ ἔργα ἡμῶν, διὰ τοῦτο πάντων ἐκείνων μὲν προειδὼς τὴν μετα‐ μέλειαν, οὕτως τὰ κατ’ αὐτοὺς ᾠκονόμησεν, τούτων δὲ προβλέπων τὴν μέχρι τέλους ἀσέβειαν, τῷ θανάτῳ
30καταλύει τῆς κακουργίας καὶ σκληροκαρδίας καὶ δυστροπίας τὴν αὔξησιν. (4) Ὅπερ οὖν καὶ ἐν ταῖς ἀποστολικαῖς Διατάξεσιν ὑπεμφαίνων ὁ θεῖος λόγος, οὕτω πώς φησιν· «Ἐὰν δέ τις ἐκ παρατάξεως ἁμαρτάνων πειράζει τὸν Θεὸν, ὡς μὴ ἐπεξιόντα
35τοῖς πονηροῖς, ὁ τοιοῦτος ἄφεσιν οὐχ ἕξει· κἂν λέγῃ παρ’ ἑαυτῷ· Ὅσιά μοι γένοντο, ὅτι πορεύσομαι ἐν τῇ ἀναστροφῇ τῆς πονηρᾶς μου καρδίας (καὶ τότε μετανοήσω)· τοιοῦτος γὰρ ἐγένετο Ἀμὼς, ὁ τοῦ Μανασσῆ υἱός· φησὶ γὰρ ἡ Γραφή· «Καὶ
40παρελογίσατο Ἀμὼς (ὁ τοῦ Μανασσῆ υἱὸς) λογισμὸν παραβάσεως καὶ εἶπεν· Ὁ πατήρ μου πολλὰ ἐκ νεότητος παρενόμησε καὶ ἐν γήρει μετενόησεν καὶ νῦν ἐγὼ πορεύσομαι καθὼς ἐπιθυμεῖ ἡ ψυχή μου, καὶ ὕστερον ἐπιστρέψω πρὸς Κύριον. Καὶ
45ποιήσας τὸ πονηρὸν ἐνώπιον Κυρίου, ἐξωλό‐ θρευσεν αὐτὸν ἐν 172 τάχει»—(5) Διὸ δὴ λοι‐ πὸν ὄντως ἀληθῶς εἰπεῖν· «Φοβερὸν τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος.» —«Τίς γὰρ, φησὶν ὁ προφήτης, σκληρὸς γενόμενος, ἐναντίον Κυρίου

110

.

292

(50)

ὑπέμεινεν;» Ὅθεν ἐκβοᾷ Δαυῒδ σαφέστατα λέγων.
«Σήμερον, ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνετε τὰς καρδίας ὑμῶν ὡς ἐν τῷ παρα‐291

110

.

293

πικρασμῷ,» ὅπερ εὐλόγως ἑρμηνεύων ὁ Ἀπόστολός φησιν· «Βλέπετε, ἀδελφοὶ, μήποτε ἔσται ἕν τινι ὑμῶν καρδία πονηρὰ ἀπιστίας ἐν τῷ ἀποστῆναι ἀπὸ Θεοῦ ζῶντος, ἀλλὰ παρακαλεῖτε ἑαυτοὺς καθ’ ἑκάστην ἡμέραν μέχρις ἂν τὸ σήμερον καλεῖται, ἵνα μὴ σκληρυνθῇ τις ἐξ ὑμῶν ἀπάτῃ τῆς ἁμαρτίας» ΞΒʹ. Βασιλεία Ἰωσίου.
5 Μετὰ δὲ Ἀμὼς ἐβασίλευσεν Ἰωσίας, υἱὸς αὐτοῦ, ἐτῶν ὑπάρχων ὀκτὼ, καὶ ἐποίησε τὸ εὐθὲς ἐνώπιον Κυρίου, καὶ ἐτελεύτησε τοξευθεὶς ἐν τῷ πολέμῳ, βασιλεύσας ἔτη λαʹ. (2) Ὁ γὰρ Νεχαὼ, βασιλεὺς Αἰγύπτου, κατὰ τῶν Ἀσσυρίων στρατεύσας, ἐπικου‐
10ρῆσαι τοῖς Ἀσσυρίοις οὗτος ἐσπούδαζεν, ὅθεν φησὶν Ἔσδρας· «Καὶ εἶπεν (44a) βασιλεὺς Αἰγύ‐ πτου πρὸς Ἰωσίαν· Τί ἐμοὶ καὶ σοὶ, βασιλεῦ τῆς Ἰουδαίας; Οὐχὶ πρὸς σὲ ἐξαπέσταλμαι τοῦ ποιῆσαι πόλεμον, ἀλλ’ ἐπὶ τοῦ Εὐφράτου. Καὶ νῦν
15Κύριος μετ’ ἐμοῦ ἐστιν. Ἀπόστηθι καὶ μὴ ἐναντιοῦ τῷ Κυρίῳ. Καὶ οὐκ ἀπέστρεψεν ἀπ’ αὐτοῦ Ἰωσίας, ἀλλὰ (πολεμεῖν αὐτὸν ἐπεχείρησεν, οὐ προσέχων ῥήματι Ἱερεμίου τοῦ προφήτου λαλοῦντος ἐκ στόμα‐ τος Κυρίου· καὶ) συνεστήσατο πρὸς αὐτὸν πόλεμον
20ἐν τῷ πεδίῳ παρὰ γνώμην Θεοῦ, καὶ τοξευθεὶς ὑπὸ τῶν πολεμίων εἶπε τοῖς παισὶν αὐτοῦ· «Ἐξαγάγετέ με, ὅτι ἐπόνεσα σφόδρα.» Καὶ εὐθέως ἀποστρέ‐ ψαντος αὐτοῦ εἰς Ἱερουσαλὴμ, καὶ τὸν βίον κα‐ ταλλάξαντος, ἐγένετο πένθος 173 μέγα κατὰ πᾶ‐
25σαν τὴν Ἰουδαίαν, καὶ μᾶλλον Ἱερεμίας ἐθρήνησεν ὑπὲρ Ἰωσίου.» (3) Ὃς καὶ δικαιότατος ὑπὲρ τοὺς ἔμπροσθεν αὐτοῦ βασιλέας γέγονεν. Καὶ τοῦ νόμου Κυρίου ἀναγινωσκομένου ἀκριβῶς, ἀκούσας καὶ λίαν ἀθυμήσας, εἰδὼς τοῦτον ἐν τοσούτοις ἔτεσι
30καταπατούμενον «τὰ ἱμάτια διαῤῥήξας» καὶ ἔμφοβος γενόμενος, ἀπέστειλε «πρὸς Ὄλδαν τὴν προφῆτιν» πυνθανόμενος, τί βούλεται Κύριος περὶ αὐτοῦ καὶ παντὸς τοῦ λαοῦ. Ἡ δέ φησι· «Τάδε λέγει Κύριος· Ἀνθ’ ὧν [ὅτι] ἡπαλύνθη ἡ καρδία
35[σου] καὶ ἐνετράπης ἀπὸ προσώπου μου, ὡς ἤκουσας ὅτι ἐλάλησα ἐπὶ τὸν τόπον τοῦτον καὶ ἐπὶ τοὺς ἐνοικοῦντας αὐτὸν, τοῦ εἶναι εἰς ἀφανισμὸν καὶ κατάραν, καὶ διέῤῥηξας τὰ ἱμάτιά σου καὶ ἔκλαυσας ἐνώπιόν μου, ἰδοὺ προστίθημί σε πρὸς
40τοὺς πατέρας σου ἐν εἰρήνῃ, καὶ οὐκ ὄψει πᾶσι τοῖς κακοῖς οἷς ἐπάξω ἐπὶ τὸν τόπον τοῦτον.» Ὅθεν ζήλῳ θείῳ κινούμενος οὐ μόνον τὰ παν‐ ταχοῦ εἴδωλά τε καὶ σεβάσματα συνέτριψεν ἐκ βά‐ θρων, ἀλλὰ καὶ τοὺς εἰδωλολάτρας, τοὺς μὲν ἔτι
45ζῶντας, ἐξωλόθρευσεν, τοὺς δὲ ἤδη τεθνηκότας ἐν τοῖς τάφοις κατέκαυσεν. Καὶ ἐπάρας τοὺς ὀφθαλ‐ μοὺς ἐπὶ τὸν τάφον τοῦ ἀνθρώπου τοῦ Θεοῦ εἶπε· «Τί τὸ σκόπελον ἐκεῖνο, ὃ ἐγὼ βλέπω;» Καί φασιν οἱ ἄνδρες τῆς πόλεως· Ὁ ἄνθρωπος τοῦ Θεοῦ

110

.

293

(50)

ἐστιν ὁ προφητεύσας τοὺς λόγους τούτους ἐπὶ τὸ
θυσιαστήριον Βεθήλ.» Καὶ εἶπεν· «Ἄφετε αὐτὸν,293

110

.

296

μηδεὶς κινήσει αὐτοῦ τὰ ἀστᾶ.» Καὶ μέντοι καὶ τοὺς ἐγγαστριμύθους, καὶ τοὺς ψευδοπροφήτας, καὶ πᾶν βδέλυγμα καὶ προσόχθισμα ἐν Ἱερουσαλὴμ ἐξῇρεν· «καὶ ἐπέστρεψε πρὸς Κύριον ἐν ὅλῃ καρδίᾳ καὶ
5ἰσχύϊ καὶ ἐν ὅλῃ ψυχῇ αὐτοῦ κατὰ τὸν νόμον Μωυ‐ σέως·» διὸ δὴ καὶ τὸ Πάσχα τοιοῦτον ἐποίησε οἷον οὐ γέγονεν ἀπὸ χρόνου Ἰησοῦ τοῦ Ναυῆ καὶ Σα‐ μουήλ· ἐν ᾧ βόας μὲν ἔθυσε χιλιάδας ιβʹ, πρόβατα χιλιάδας ληʹ· «Καὶ κατωρθώθη, φησὶν, τὰ ἔργα
10Ἰωσίου ἐνώπιον Κυρίου ἐν καρδίᾳ πλήρει εὐσε‐ βείας.» —«Καὶ γὰρ ὅμοιος αὐτῷ οὐκ ἐγενήθη ἔμπροσθεν αὐτοῦ 174 καὶ οὐκ ἀνέστη ὅμοιος αὐτῷ, πλὴν οὐκ ἀπεστράφη Κύριος ἀπὸ θυμοῦ ὀργῆς αὐ‐ τοῦ, οὗ ἐθυμώθη ἐν τῷ Ἰούδα ἐπὶ τοὺς παροργισμοὺς,
15οὒς παρώργισεν αὐτὸν Μανασσῆς. (4) Ἐπὶ τούτων τῶν χρόνων καὶ τὸ Βυζάντιον ὑπὸ Βύζου, βασιλέως τῆς Θρᾴκης, ἐκτίσθη καὶ τῶν Μεγαρέων, καὶ Σίβυλλα ἡ Σάμιος ἐγνωρίζετο (44b). ΞΓʹ. Βασιλεία Ἰωάχας.
20 Μετὰ δὲ Ἰωσίαν ἐβασίλευσε Ἰωάχαζ, υἱὸς αὐ‐ τοῦ, καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου, καὶ ληφθεὶς ὑπὸ Νεχαὼ, βασιλέως Αἰγύπτου, ἀπήχθη εἰς Αἴγυπτον, ἐν ᾗ καὶ ἀπέθανεν βασιλεύσας μῆνας γʹ. (2) Ἐφ’ οὗ οἱ Ἰσραηλῖται, καθώς φησιν
25Ἰώσηπος, ἐκ τοῦ περικρατῆσαι τὴν τοῦ Ἰούδα φυ‐ λὴν καὶ κατοικῆσαι τὴν πόλιν Ἱερουσαλὴμ, οὗτοι μὲν ἐκλήθησαν Ἰουδαῖοι, ἡ δὲ πόλις, ἡ καὶ Σιὼν, Ἰουδαία, ἥτις πάλαι μὲν Ἰεβοὺς ἐλέγετο, διὰ τὸ τὸν Ἰεβουσαὶ κατοικῆσαι τὸν τόπον ἐκεῖνον, Δαυῒδ δὲ
30Ἰερουσαλὴμ προσηγόρευσε διὰ τοῦ συμβεβηκότος ὀνόματος τεχνασάμενος· ἐν ὄρει γάρ ἐστιν ὑψηλο‐ τάτῳ κατοικοδομουμένη, ἐν ᾧ Κύριος ὤφθη τῷ Δαυὶδ ἐν ἅλωνι Ἐρνὰ τοῦ Ἰεβουσαίου ἐν τῇ θραύσει τοῦ λαοῦ διὰ τὴν ἄλογον ἀπαρίθμησιν· καὶ τὸ μὲν
35ὄρος τῇ Ἑβραΐδι φωνῇ λεγέται Ἄρ, ἡ δὲ πόλις Σαλήμ. Ὁ οὖν Δαυὶδ νέον τόπον εἰς βασίλειον κα‐ τασκευάζων, Ἀρσαλὴμ ὠνόμασε, ὅ ἐστιν ὄρος εἰρή‐ νης, Ἱερουσαλὴμ εἰς τὸ Ἑλληνικὸν παρενηνεγμένη διὰ τὴν καλλιφωνίαν.
40ΞΔʹ. Βασιλεία Ἰωακείμ. Μετὰ Ἰωάχαζ ἐβασίλευσε Ἰωακεὶμ καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου· καὶ ἐλθὼν Ναβουχοδο‐ νόσωρ, ὁ διάδοχος Μαροδὰχ, καὶ 175 πολιορκήσας τὴν Ἰουδαίαν, ὑπόφορον αὐτὴν ἐποίησεν. (2) Ἀθε‐
45τήσαντος δὲ τὴν φορολογίαν Ἰωακεὶμ, ἦλθε πάλιν εἰς Ἰερουσαλὴμ Ναβουχοδονόσωρ καὶ τοῦτον χειρω‐ σάμενός τε, καὶ ἀνελὼν, καὶ ἀπὸ τοῦ τείχους ῥιφῆναι κελεύσας, ἄταφον ἐπὶ πολὺν κατέλιπε χρό‐ νον, βασιλεύσαντα ἔτη ιαʹ. (3) Περὶ οὗ φησιν Ἱερε‐

110

.

296

(50)

μίας· «Τάδε λέγει Κύριος ἐπὶ Ἰωακεὶμ, υἱὸν Ἄχαζ, βασιλέα Ἰούδα· Οὐαὶ ἐπὶ τὸν ἄνδρα
τοῦτον· οὐ μὴ κόψονται αὐτὸν, ὦ ἀδελφὲ, οὐδὲ μὴ295

110

.

297

κλαύσονται αὐτόν· οἴμοι, Κύριε, καὶ οἴμοι, ἀδελφὲ, ἀλλὰ ταφὴν ὄνου ταφήσεται καὶ συμψηφισθεὶς ῥιφή‐ σεται ἐπέκεινα τῆς πόλεως Ἱερουσαλήμ.» (4) Τότε καὶ Δανιὴλ ἀπήχθη καὶ οἱ γʹ παῖδες, καὶ ἄλλοι τοῦ
5λαοῦ πλεῖστοι, καὶ μέρος τῶν σκευῶν Κυρίου, εἰς Βαβυλῶνα. ΞΕʹ. Βασιλεία Ἰεχονίου. Μετὰ Ἰωακεὶμ ἐβασίλευσε Ἰεχονίας, υἱὸς αὐτοῦ ὁ καὶ Ἰωακεὶμ, διὰ προστάγματος Ναβουχοδονόσωρ,
10καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου· καὶ περὶ τοὺς φόρους ἀγνωμονήσαντος αὐτοῦ, ἦλθε Ναβουχο‐ δονόσωρ εἰς τὴν πόλιν Ἱερουσαλὴμ καὶ ἐπολιόρκει αὐτήν. «Πρὸς ὃν Ἰεχονίας ἐξελθὼν σὺν μητρὶ, καὶ τέκνοις, καὶ τοῖς ἄρχουσιν αὐτοῦ, εἰσῆλθον οἱ
15μεγιστᾶνες Ναβουχοδονόσωρ εἰς τὴν πόλιν καὶ ἐξ‐ ήνεγκαν τοὺς θησαυροὺς Κυρίου καὶ τοῦ βασιλέως, τὰ χρυσᾶ σκεύη πάντα, ἃ ἐποίησε Σολομὼν ἐν ναῷ Κυρίου. Τὸν δὲ Σεδεκίαν ἀντὶ Ἰεχονίου καταστήσας, ἀπῴκισε Ἰεχονίαν εἰς Βαβυλῶνα, καὶ τὴν μητέρα,
20καὶ τοὺς ἄρχοντας αὐτοῦ,» βασιλεύσαντα μῆνας γʹ. (2) Περὶ οὗ πάλιν Ἱερεμίας ἔλεγεν· «Ἠτι‐ μώθη Ἰεχονίας ὡς σκεῦος, οὗ οὐκ ἔτι χρεία αὐ‐ τοῦ, ὅτι ἀπεῤῥίφη καὶ ἐξεῤῥίφη εἰς γῆν, ἣν οὐκ ᾔδει, λέγει Κύριος. Γῆ, γῆ, ἄκουσον λόγον Κυρίου.
25Γράψον τὸν ἄνδρα τοῦτον ἐκκήρυκτον ἄνθρωπον, ὅτι οὐ μὴ αὐξηθῇ ἐκ τοῦ σπέρματος αὐτοῦ ἀνὴρ καθήμενος ἐπὶ θρόνου Δαυῒδ, ἄρχων ἔτι ἐν τῷ Ἰούδᾳ.» ΞϞʹ. Βασιλεία Σεδεκίου.
30176 Μετὰ δὲ Ἰεχονίαν ἐβασίλευσε Σεδεκίας, πατράδελφος (45a) αὐτοῦ, καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου· καὶ περὶ τὴν φορολογίαν ὡσαύτως παρασπονδήσαντος αὐτοῦ, ἦλθε πάλιν Ναβουχοδο‐ νόσωρ εἰς Ἱερουσαλὴμ καὶ ἐπολιόρκει αὐτὴν ἔτη
35βʹ. (2) Καὶ προφητεύσας Ἱερεμίας τὴν ἅλωσιν τῆς πόλεως, δέσμιος ἐβλήθη ὑπὸ Σεδεκίου ἐν λάκκῳ. Μετὰ δὲ τὸ θυσιαστήριον καὶ τὴν τράπεζαν, καὶ τὴν λυχνίαν τοῦ ναοῦ ἐν λόγῳ Κυρίου, μέλλουσαν τὴν πόλιν ἤδη παραλαμβάνεσθαι, κατέκρυψεν
40ἐν ἀδήλῳ τόπῳ καὶ οὐχ εὑρέθη ἔτι. Φησὶ γὰρ ἡ τῶν Μακκαβαίων βίβλος· «Ἐξῆλθεν Ἱερεμίας, χρηματισμοῦ γενηθέντος αὐτῷ, εἰς τὸ ὄρος οὗ Μωϋσῆς ἐθεάσατο τὴν τοῦ Θεοῦ κληρονομίαν, καὶ ἐλθὼν εἰς τόπον, καὶ εὑρὼν οἶκον ἀντρώδη, εἰσ‐
45ήνεγκε τὴν κιβωτὸν καὶ τὸ θυσιαστήριον τοῦ θυμιά‐ ματος, καὶ τὴν θύραν ἀνέφραξε· καὶ προσελθόντες τινὲς τὼν συνακολουθούντων αὐτῷ ὥστε τὴν ὁδὸν ἐπισημήνασθαι, οὐκ ἠδυνήθησαν εὑρεῖν. Ὡς δὲ Ἱερεμίας ἔγνω, μεμψάμενος αὐτοὺς εἶπεν· «Ἄγνω‐

110

.

297

(50)

στος ὁ τόπος ἔσται ἕως ἂν συναγάγῃ ὁ Θεὸς ἐπι‐297

110

.

300

συναγωγὴν τοῦ λαοῦ καὶ ἵλεως γένηται· καὶ τότε ὁ Κύριος ἀναδείξει ταῦτα, καὶ ὀφθήσεται ἡ δόξα Κυρίου καὶ ἡ νεφέλη καθὼς ἐπὶ Μωϋσέως ἐδηλοῦ‐ το.» (3) Ὁ δέ γε Ναβουχοδονόσωρ παραλαβὼν τὴν
5πόλιν, ἐνέπρησεν αὐτὴν πᾶσαν, τὸν δὲ Σεδεκίαν χειρωσάμενος, τὴν μὲν γυναῖκα καὶ τὰ τέκνα αὐτοῦ, ἐν ὀφθαλμοῖς αὐτοῦ ἀνεῖλεν, αὐτὸν δὲ ἐκτυφλώσας καὶ δεσμοῖς καθείρξας, εἰς Βαβυλῶνα αἰχμάλωτον ἀπήγαγε, βασιλεύσαντα ἔτη γʹ. (4) Περὶ οὗ
10Ἰερεμίας αὖθίς φησιν· «Ἰδοὺ, δίδωμι αὐτὸν εἰς χεῖρας βασιλέως Βαβυλῶνος, καὶ πατάξει αὐτόν. Καὶ λήψοντα ἐπ’ αὐτὸν κατάραν λέγοντες· Ποιήσαι σε Κύριος ὡς Σεδεκίαν ἐποίησε καὶ ὡς Ἀχιὰβ, οὓς ἀπετηγάνισε βασιλεὺς Βαβυλῶνος ἐν
15πυρὶ δι’ ἣν ἐποίησαν ἀνομίαν ἐν Ἱερουσαλὴμ καὶ ἐμοίχευον τὰς γυναῖκας τῶν πολιτῶν αὐτῶν καὶ λόγον ἐχρημάτισαν ἐπὶ τῷ ὀνόματί μου, ὃν οὐ προσ‐ έταξα αὐτοῖς, φησὶν ὁ Κύριος.» ΞΖʹ. Περὶ τῆς αʹ αἰχμαλωσίας Ἱερουσαλὴμ τῆς ἐν Βαβυλῶνι, ἥτις ἐστὶ δευτέρα τῆς παροικίας
20Αἰγύπτου. 177 Ἐν δὲ τῷ γʹ ἔτει τῆς αἰχμαλωσίας ἀπ‐ έστειλε Ναβουχοδονόσωρ τὸν Ναβουζαρδᾶν ἀρχιμά‐ γειρον αὐτοῦ εἰς Ἱερουσαλὴμ, καὶ τὸν μὲν οἶκον Κυρίου, καὶ τὸν οἶκον τοῦ βασιλέως, καὶ τοὺς περι‐
25λειφθέντας ἐν τῇ πόλει ἐνέπρησε, διαρκέσαντα τὸν θεῖον οἶκον ἀπὸ τῆς αʹ οἰκοδομῆς ἔτη υμβʹ, τοὺς δὲ χαλκοῦς μεγάλους στύλους, καὶ τὴν χαλκῆν θάλασσαν καὶ τοὺς ὑποκάτω αὐτῆς ιβʹ μόσχους, καὶ τὰ ὑπο‐ στηρίγματα, καὶ πάντα τὸν ἐν τῷ ναῷ τοῦ Κυρίου
30χαλκὸν συντρίψας ἀπήγαγεν εἰς Βαβυλῶνα· καὶ μέντοι καὶ τοὺς Λευΐτας, καὶ τὰς θυΐσκας, καὶ τὰ πυρεῖα, καὶ τὰς χρυσᾶς φιάλας, καὶ τὰς ἀργυρᾶς καὶ τὰς χαλκᾶς· οὐκ ἦν γὰρ σταθμὸς τοῦ χαλκοῦ τῶν σκευῶν πάντων ὧν ἔλαβεν ὁ ἀρχιμάγειρος
35Ναβουζαρδᾶν. Τῶν δὲ ἐπιλοίπων Ἰουδαίων τοὺς ἐπισήμους ἀπαγαγὼν πρὸς Ναβουχοδονόσωρ, τοὺς μὲν ἐθανάτωσε, τοὺς δὲ δούλους παρέδωκε τοῖς ἄρχουσιν αὐτοῦ. Τὸν δὲ Σεδεκίαν ἐπὶ σκότει κατα‐ κλείσας μυλωθρεῖν κατεδίκασε (45b) ἐφ’ οὗ γέγονεν ἡ παντελὴς καὶ πρώτη ἅλωσις Ἱερουσαλὴμ, οὐκέτι
40βασιλευθείσης ὑπὸ Ἰουδαίων, ἀλλ’ ὑπὸ τῶν Χαλδαίων κρατηθείσης. (2) Τοιγαροῦν τρίτον Ναβουχοδονόσωρ ἐπόρθησε τὴν Ἱερουσαλὴμ, ὡς εἴρηται· πρῶτον μὲν ἐπὶ Ἰωακεὶμ, μεθ’ οὗ ᾐχμαλωτίσθη καὶ Δανιὴλ ὁ προ‐ φήτης καὶ οἱ τρεῖς παῖδες (ὑφ’ οὗ προεφήτευον
45Ἱερεμίας, καὶ Βουζῆ, καὶ Οὐρίας, ὁ τοῦ Σαμέου, ὃν καὶ φυγόντα εἰς Αἴγυπτον Ἰωακεὶμ συλλαβόμενος ἀναιρεῖ)· βʹ δὲ αἰχμαλωσία ἐπὶ Ἰεχονίου· τρίτον δὲ παραγενόμενος ἐπὶ Σεδεκίου, ὅτε καὶ τὸν ναὸν ἐνέπρησε, τὸν δὲ Σεδεκίαν ἐξετύφλωσε, τοὺς δὲ υἱοὺς

110

.

300

(50)

αὐτοῦ σὺν ἑτέροις πολλοῖς κατέσφαξε καὶ τὸ λοιπὸν ᾐχμαλώτευσε πλῆθος. (3) Περὶ ὧν καὶ ὁ μέγας Γρηγόριος ὁ Θεολόγος
μνημονεύσας τάδε φησίν· «Καὶ ἵνα παρῶ δήμους,299

110

.

301

καὶ πόλεις, καὶ βασιλείας, 178 ἔτι δὲ καὶ χώρους καὶ στρατοὺς, καὶ οἴκους, καὶ νηῶν πληρώματα, καὶ συζυγίας καὶ ἑταιρείας, ὑπὸ μὲν εἰρήνης συνεχομένας, ὑπὸ δὲ στάσεως καταλυομένας, ἐπὶ τὸν Ἰσραὴλ εἶμι
5τῷ λόγῳ καὶ τῶν ἐκείνου παθῶν ὑπομνήσας ὑμᾶς ἐρήσομαι τί τῶν συμφορῶν τούτων αἴτιον, ἵνα παιδευθῶμεν τοῖς τῶν ἄλλων κακοῖς τὴν ὁμό‐ νοιαν· οὐχ ἕως μὲν εἰρήνην εἶχον πρὸς ἀλλήλους καὶ πρὸς τὸν Θεὸν, Αἰγύπτῳ, τῇ σιδηρᾷ κα‐
10μίνῳ, πιεζόμενοι καὶ ὑπὸ τῆς κοινῆς θλίψεως συν‐ αγόμενοι (Ἔστι γὰρ ὅτε καὶ τοῦτο φάρμακον ἀγαθὸν εἰς σωτηρίαν ἡ θλῖψις;) «Λαὸς περιούσιος» ἤκουον καὶ «Μερὶς Κυρίου,» καὶ «Βασίλειον ἱεράτευμα,» καὶ «Ἔθνος ἅγιον.» Καὶ οὐ τοῖς μὲν ὀνόμασιν
15οὕτω, τοῖς δὲ ἔργοις ἑτέρως, ἀλλὰ καὶ στρατηγοῖς ἤγοντο ἀγομένοις ὑπὸ Θεοῦ καὶ στύλῳ πυρὸς καὶ νεφέλης ὡδηγοῦντο νυκτὸς καὶ ἡμέρας. Καὶ θάλασσα μὲν αὐτοῖς διίστατο φεύγουσι, πεινῶσι δὲ οὐρανὸς ἐχορήγει τροφὴν, πολεμοῦσι δὲ χειρῶν ἔκτασις
20ἀντὶ μυριάδων ἦν, δι’ εὐχῆς ἐγείρουσα τρόπαια καὶ ὁδοποιοῦσα τὰ ἔμπροσθεν· ποταμοὶ δὲ ὑπεχώρουν τὴν συγγενῆ μιμούμενοι θάλασσαν· καὶ στοιχεῖα ἵστατο· καὶ τείχη σάλπιγξι κατεσείετο. Καὶ τί δεῖ λέγειν Αἰγυπτίων πληγὰς τούτοις χαριζομένας
25καὶ Θεοῦ φωνὰς ἐξ ὄρους κατακουομένας καὶ νομο‐ θεσίαν διπλῆν, τὴν μὲν ἐν γράμματι, τὴν δὲ ἐν πνεύματι καὶ τἄλλα οἷς ἐτιμῶντο πάλαι παρὰ τὴν ἑαυτῶν ἀξίαν; Ἐπεὶ δὲ νοσεῖν ἤρξαντο καὶ κατὰ τοῦ Θεοῦ καὶ κατ’ ἀλλήλων ἐμάνησαν καὶ διέστη‐
30σαν εἰς μέρη πολλὰ—τί γίνεται καὶ τί πεπόνθασιν; Θρηνεῖ μὲν τούτους Ἱερεμίας εἰκότως ἐπὶ τοῖς ἀνηκέστοις πάθεσι καὶ τὴν ἐπὶ Βαβυλῶνα αἰχμα‐ λωσίαν ὀδύρεται· καὶ γὰρ ἦν ὄντως θρήνων ἄξια· πῶς δὲ οὔ; Τῶν μεγίστων τείχη κατεσκαμμένα,
35πόλις ἠδαφισμένη, ἁγίασμα καθῃρημένον, ἀναθή‐ ματα σεσυλημένα, πόδες βέβηλοι καὶ χεῖρες, οἱ μὲν τοῖς ἀβάτοις ἐμβατεύοντες, αἱ δὲ καὶ τῶν ἀψαύ‐ στων (46a) κατατρυφῶσαι, προφῆται σιγῶντες, ἱερεῖς ἀγόμενοι, πρεσβύτεροι μὴ ἐλεούμενοι, παρθέ‐
40νοι καθυβριζόμεναι, νεότης πίπτουσα, πῦρ ἀλλότριον 179 καὶ πολέμιον, αἵματος ποταμοὶ ἀντὶ τοῦ ὁσίου πυρὸς καὶ αἵματος, Ναζιραῖοι κατασυρόμενοι, — καὶ ἵνα ἐξ αὐτῶν εἴπω τι τῶν τοῦ Ἱερεμίου θρήνων, υἱοὶ Σιὼν οἱ τίμιοι καὶ ἀντιθέμενοι
45χρυσίῳ, οἱ τρυφεροὶ καὶ κακῶν ἀπαθεῖς, ξένην ὁδὸν ὁδεύοντες· καὶ ὁδοὶ Σιὼν πενθοῦσι παρὰ τὸ μὴ εἶναι τοὺς ἑορτάζοντας. Καὶ μικρὸν πρὸ τούτων· Χεῖρες γυναικῶν οἰκτιρμόνων, οὐ τρο‐ φὴν ὀρέγουσαι τέκνοις, τῆς πολιορκίας ἐπικρα‐

110

.

301

(50)

τούσης, ἀλλ’ ἐπὶ τροφὴν ταῦτα σπαράττουσαι, καὶ λιμοῦ φάρμακον, τὰ ἐξ αὐτῶν ποιούμεναι προσφιλέ‐
στατα. Πῶς οὐ δεινὰ ταῦτα καὶ πέρα δεινῶν, οὐ301

110

.

304

τοῖς πάσχουσι τότε μόνον, ἀλλὰ τοῖς νῦν ἀκούουσιν;» Καὶ ταῦτα μὲν ὧδε. ΞΗʹ. Ἀριθμὸς τῶν ἐτῶν τῶν ἐν Ἱεροσολύμοις βασιλέων.
5Γίνονται οὖν ὁμοῦ τῶν ἐν Ἱεροσολύμοις βασι‐ λευσάντων ἀπὸ Δαυῒδ ἕως Σεδεκίου ἔτη υζʹ, οἱ δὲ βασιλεῖς ὑπῆρχον τὸν ἀριθμὸν κβʹ· πάντες δὲ ἐξ ἑνὸς ἐγένοντο γένους τοῦ Δαυῒδ (2). Ἐφ’ ὧν ὑπῆρχον καὶ προφῆται οἵδε· ἐπὶ μὲν Σαοὺλ, Δαυῒδ καὶ
10Σαμουήλ· ἐπὶ Δαυῒδ, Γὰδ, Ναθὰν, Ἀσσάφατ· ἐπὶ Σολομῶντος καὶ τῶν μετ’ αὐτὸν, Ἀχιὰ ὁ Σηλωνίτης, Σαμαίας ὁ Ἀδδώ· ἐπὶ δὲ Ἰωσαφὰτ καὶ τῶν μετ’ αὐτὸν, Μιχαίας, Ἠλίας, Ἑλισαῖος, Ἀβδίας, Ἰηοῦ ὁ Ζωὴλ, Ἐλεάζαρ, Ἀζαρίας· ἐπὶ Ἐζεκίου καὶ τῶν
15μετ’ αὐτὸν [Ὠσεὲ, Ἀμμὼς, Ἡσαΐας, Ἰωνᾶ· ἐπὶ δὲ Ἰωσίου καὶ τῶν μετ’ αὐτὸν], Ἱερεμίας, Σοφωνίας, Ὄλδα, Βαρούχ· ἐπὶ Σεδεκίου πάλιν, Ἱερεμίας καὶ Ἀμβακούμ· μετὰ δὲ τὴν αἰχμαλωσίαν, ἐπὶ Ἰησοὺ τοῦ ἱερέως Ἰωσέδεκ προφητεύουσιν Ἀγγαῖος, καὶ
20Ζαχαρίας, καὶ τελευταῖοι προφῆται. Δανιὴλ γὰρ καὶ Ἐζεκιὴλ προεφήτευσαν ἐν τῇ αἰχμαλωσίᾳ ἐν Βαβυλῶνι. 180 (3) Συνάγεται τοίνυν ἀπὸ πρώτου ἔτους Ἄχαζ καὶ πρώτης Ὀλυμπιάδος μέχρι τῆς μετοι‐
25κεσίας τῆς εἰς Βαβυλῶνα, ὅτε καὶ Δανιὴλ καὶ οἱ γʹ παῖδες ἀπήχθησαν, ἔτη ρμδʹ· ἀπὸ δὲ Σαοὺλ, τοῦ πρώτου βασιλεύσαντος Ἑβραίων, ἔτη ϟζʹ· ἀπὸ δὲ τῆς τελευτῆς Ἰησοῦ τοῦ Ναυῆ, ἔτη ͵αρʹ· ἀπὸ δὲ Νῶε καὶ τοῦ κατακλυσμοῦ, ἔτη ͵βχιʹ· ἀπὸ δὲ Ἀδὰμ ἔτη
30δωοβʹ. (4) Φυλαττομένης δὲ ἡμῖν τῆς τῶν χρόνων ἀκολουθίας διὰ τῆς τῶν ἐκ Δαυῒδ ἡγεμονίας, οὐκ ἄτοπον οἶμαι τῶν ἐπὶ Σαμάρειαν ἡγησαμένων ἐν παρεξόδῳ τοὺς χρόνους παραδραμεῖν. Τελευτή‐
35σαντος γὰρ τοῦ (βασιλέως) Σολομῶντος, Ῥοβοὰμ, ὁ τούτου παῖς, ἀνέρχεται εἰς Σίκιμα· ἐκεῖ γὰρ ὁ λαὸς συνηθρόϊστο, ὥστε καταστῆναι ὑπ’ αὐτῶν βασι‐ λέα. Μέλλοντι δὲ αὐτῷ χρίεσθαι προσῆλθεν ὁ λαὸς παρακαλῶν ἀπὸ τοῦ πλήθους κουφισθῆναι τῶν τελε‐
40σμάτων, ὧν ὁ πατὴρ αὐτοῦ Σολομὼν ἐφορολόγησε τὸν λαόν. Ὁ δὲ τρεῖς ἡμέρας πρὸς διάσκεψιν δοῦ‐ ναι καὶ τὴν τοῦ μέλλοντος ἀπόκρισιν λαβὼν, παρὰ μὲν τῶν πρεσβυτέρων ἀκούσας κουφίσαι τὸν λαὸν, παρὰ δὲ τῶν ὁμηλίκων ἐπιφορτίσαι, μᾶλλον
45τούτοις πεισθεὶς (46b) κατὰ τὴν γʹ ἡμέραν τὴν τῶν303

110

.

305

νεωτέρων συμβουλὴν πρὸς τὸν λαὸν ἀποκρίνεται· οἱ δὲ ἀναχωροῦσιν ἀποταξάμενοι τῇ αὐτοῦ ἀρχῇ. Καὶ αἱ μὲν ιʹ φυλαὶ καθιστῶσιν ἐφ’ ἑαυτῶν τὸν Ἱεροβοὰμ, τὸν τοῦ Ναβὰτ καὶ Σαρίρας, γυναικὸς
5ἑταίρας, υἱὸν, ἐκ φυλῆς ὁρμώμενον τῆς Ἐφραῒμ, βασιλέα, παραμένουσι δὲ τῷ Ῥοβοὰμ ἡ τοῦ Ἰούδα καὶ Βενιαμὶν φυλή. Ἐξ ἐκείνου διαιρεθεὶς ὁ λαὸς, 181 ἴδιον ἕκαστον μέρος καὶ τὸ ὄνομα καὶ τὸν τῆς βασιλείας οἶκον ἐκέκτητο. καθὼς καὶ ἀνωτέρω εἰρήκαμεν. ΞΘʹ. Ἀρχὴ τῶν ἐν Σαμαρείᾳ βασιλέων.
10Ἀρχὴ τῆς βασιλείας Ἱεροβοάμ. Μετὰ δὲ τὴν διαίρεσιν τῶν ιʹ σκήπτρων, ἐβασίλευσεν Ἱεροβοὰμ, ὡς εἴρηται, υἱὸς Ναβὰτ, ἐκ φυλῆς Ἐφραῒμ, ὁ δοῦλος Σολομῶντος καὶ ἀποστάτης, ἀποστήσαντος τοῦ Ἰσραὴλ ἐν Σαμαρείᾳ· καὶ ἐποίησε τὸ πονηρὸν ἐν‐
15ώπιον Κυρίου, καὶ ἐπάταξεν αὐτὸν ὁ Θεὸς, καὶ ἀπ‐ έθανεν ἐν ταῖς ἁμαρτίαις αὐτοῦ, βασιλεύσας ἔτη μβʹ. (2) Ποιήσας γὰρ δαμάλεις χρυσᾶς βʹ καὶ τὴν μὲν στήσας ἐν Βαιθὴλ, τὴν δὲ ἐν Δὰν, ἔφη πρὸς τὸν λαόν· «Ἱκανούσθω ὑμῖν ἀναβαίνειν εἰς Ἱερουσα‐
20λήμ· ἰδοὺ οἱ θεοί σου, Ἰσραὴλ, οἱ ἀναγαγόντες σε ἐκ γῆς Αἰγύπτου·» καὶ ἐξήμαρτεν αὐτοῖς ἁμαρτίαν μεγάλην, καὶ ἐπορεύθησαν υἱοὶ Ἰσραὴλ ἐν πάσῃ ἁμαρτίᾳ Ἱεροβοὰμ, καὶ ἐλάτρευσαν καὶ προσεκύ‐ νησαν τοῖς ματαίοις ἕως οὗ μετέστησεν αὐτοὺς ὁ
25Κύριος ἀπὸ προσώπου αὐτοῦ εἰς Ἀσσυρίους. Οʹ. Βασιλεία Ναβάτ. Μετὰ δὲ Ἱεροβοὰμ ἐβασίλευσε Ναβὰτ, ὁ υἱὸς αὐτοῦ, καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου, καὶ ἐσφάγη ὑπὸ Βαασὰ, βασιλεύσας ἔτη βʹ.
30ΟΑʹ. Βασιλεία Βαασά. Μετὰ δὲ Ναβὰτ ἐβασίλευσε Βαασὰ, καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου, καὶ ἐσφάγη ἐν τῷ πο‐ λέμῳ, βασιλεύσας ἔτη κδʹ. ΟΒʹ. Βασιλεία Ἠλά.
35182 Μετὰ δὲ Βαασὰ ἐβασίλευσεν Ἠλὰ υἱὸς αὐτοῦ, καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου, καὶ ἐσφάγη ὑπὸ Ζαμβρὶ, βασιλεύσας ἔτη βʹ. ΟΓʹ. Βασιλεία Ζαμβρί. Μετὰ δὲ Ἠλὰ ἐβασίλευσε Ζαμβρὶ, καὶ ἐποίησε
40τὸ πονηρὸν ἐνώπιον Κυρίου, καὶ ἐκαύθη ἐν οἴκῳ προσφυγὼν ὑπὸ τῶν πολεμίων, βασιλεύσας ἔτη ιβʹ. ΟΔʹ. Βασιλεία Ἀχαάβ. Μετὰ δὲ Ζαμβρὶ ἐβασίλευσεν Ἀχαὰβ υἱὸς αὐ‐ τοῦ, καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου, καὶ
45ἀπέθανεν ἐν ταῖς ἁμαρτίαις αὐτοῦ, βασιλεύσας ἔτη κβʹ. ΟΕʹ. Περὶ τῆς Ἰεζάβελ καὶ περὶ τοῦ Ἠλίου προφήτου.
Τῆς γὰρ γυναικὸς αὐτοῦ Ἰεζάβελ ἀποκτεινάσης305

110

.

308

τὸν Ναβουθὲ, καὶ οὕτως αὐτοῦ τὸν ἀμπελῶνα λα‐ βούσης, εἶπεν Ἠλίας ὁ προφήτης πρὸς αὐτόν· «Τάδε λέγει Κύριος· Ἀνθ’ ὧν ἐφόνευσας καὶ ἐκλη‐ ρονόμησας—ἐν τῷ τόπῳ ᾧ ἔλειξαν κύνες τὸ
5αἷμα Ναβουθὲ, ἐκεῖ λείξουσι κύνες τὸ αἷμά σου, καὶ τὴν Ἰεζάβελ καταφαγῶνται κύνες ἐν τῷ προτειχίσματι. Καὶ ἐξολοθρεύσω τὸν Ἀχαὰβ καὶ πάντα οὐροῦντα πρὸς τοῖχον.» (2) Ὁ τοίνυν Ἀχαὰβ κτίσας 183 πόλεις μεγάλας καὶ ἰσχυρὰς
10καὶ οἶκον ἐλεφάντινον ἐν Σαμαρείᾳ θαυμάσιον σφόδρα καὶ μετὰ ταῦτα ποιήσας πόλεμον πρὸς τοὺς Σύρους, ἀφ’ ὧν πατάξας ἐν ἡμέρᾳ μιᾷ μυριάδας ιβʹ, ἤτοι χιλιάδας ρκʹ, καὶ τὸν βασιλέα τούτων Ἄδερ συλλα‐ βὼν, ὃν καὶ περιποιησάμενος καὶ ἀποστείλας παρὰ
15γνώμην Θεοῦ, ἐλέγχεται σαφῶς ὑπὸ Μιχαίου τοῦ προφήτου λέγοντος· «Τάδε λέγει Κύριος· Ἐξα‐ πέστειλας ἄνδρα ὀλέθριον ἐκ χειρός σου· ἡ ψυχή σου ἀντὶ τῆς ψυχῆς αὐτοῦ καὶ ὁ λαός (47a) σου ἀντὶ τοῦ λαοῦ αὐτοῦ. Τοῦτο ἀκούσας ἀπῆλθε συγκεχυμένος
20καὶ λελυμένος πάνυ.» (3) Ἐν τῷ γʹ ἔτει πάλιν ἐξελθὼν εἰς πόλεμον κατὰ τοῦ ἀγνωμονήσαντος καὶ παρασπονδήσαντος βασι‐ λέως Συρίας, καὶ τοῦ Μιχαίου διακωλύοντος αὐ‐ τὸν, εἶπε μετ’ ὀργῆς πρὸς τοὺς περὶ αὐτὸν, συλλα‐
25βόντας «ἀποθέσθαι τοῦτον εἰς οἶκον φυλακῆς, καὶ ἐσθιέτω ἄρτον ὀδύνης καὶ πινέτω ὕδωρ θλίψεως ἕως οὗ ἐπιστρέψωμαι μετ’ εἰρήνης.» Καί φησι Μι‐ χαίας· «Ἐὰν ἐπιστρέφων ἐπιστρέψῃς μετ’ εἰρή‐ νης, οὐ λελάληκε Κύριος ἐν ἐμοί.» Καὶ εἰσελθὼν ἐν
30τῷ πολέμῳ, καὶ τοξευθεὶς ἀναμέσον τοῦ θώρακος καὶ τοῦ πνεύμονος καὶ ὑποστρέψας διὰ τοῦ ἅρμα‐ τος, καὶ θανὼν, ἔλειξαν οἱ κύνες τὸ αἷμα αὐτοῦ ἐκεῖ εἰς τὸν τόπον ὅπου καὶ Ναβοὺθ, κατὰ τὸ ῥῆμα ὃ ἐλάλησεν ὁ Κύριος ἐν χειρὶ Ἠλιοῦ τοῦ προ‐
35φήτου. (4) Περὶ οὗ καὶ Θεοδώρητός φησιν· «Ἄξιον ὄντως διαπορῆσαι τίνος ἕνεκεν ὁ θεῖος προφήτης καὶ ζηλωτὴς διάπυρος καὶ τηλικοῦτος τερατουργὸς τὸν μὲν Ἀχαὰβ παῤῥησιαστικῶς καὶ ἀνενδοιάστως κατὰ
40πρόσωπον διήλεγχεν, τῆς δὲ γυναικὸς αὐτοῦ Ἰεζά‐ βελ οὐδὲ ψιλὴν ἀπειλὴν ἐνεγκὼν, ὁδὸν ἀπέδρα μʹ ἡμερῶν· ἀλλὰ δῆλον, ὅτι εἰ καὶ τοιοῦτος ἦν ὁ παν‐ οίδιμος ἐν ταῖς ὑπὲρ ἄνθρωπον θαυματουργίαις, ἀλλ’ ἄνθρωπος ὑπῆρχεν, οὐκ ἄμοιρος τῆς φυσικῆς
45ἀσθενείας, ἄλλως τε δὲ καὶ τῆς θείας οἰκονομίας ἦν τὸ δέος· ἵνα γὰρ μὴ τῆς θαυματουργίας τὸ μέγεθος ἐπάρῃ τὸ φρόνημα, ἐνδέδωκεν ἡ χάρις 184 τῇ φύ‐ σει τὴν δειλίαν ἐνδείξασθαι, πρὸς ἐπίγνωσιν τῆς ἀν‐ θρωπίνης ἀσθενείας. Τούτου χάριν αὐτῷ καὶ δεδή‐

110

.

308

(50)

λωκεν ὁ Δεσπότης· «Μὴ καυχῶ, Ἠλία· ἑπτὰ χι‐
λιάδες εἰσὶν, αἳ οὐκ ἐμιάνθησαν τῇ ἀσεβείᾳ.» —307

110

.

309

Πρὸς δὲ τούτοις ἐδίδαξεν ὡς ἡμερότητι καὶ μακρο‐ θυμίᾳ πρυτανεύειν εὐδόκησεν τὸ τῶν ἀνθρώπων γένος, καὶ ὅτι ῥᾴδιον ἦν αὐτῷ καὶ κεραυνοὺς καὶ σκηπτοὺς ἐπιπέμψαι τοῖς δυσσεβέσι, καὶ κλονίσαι
5τὴν γῆν, καὶ τάφον αὐτοῖς αὐτοσχέδιον ἐπαφῆναι, καὶ βιαίοις ἀνέμοις ἄρδην πάντας διωλέσαι· διό φησιν· «Καὶ πνεῦμα μέγα, κραταιὸν, διαλύον ὄρη καὶ συντρίβον πέτρας ἐνώπιον Κυρίου· οὐκ ἐν τῷ πνεύματι Κύριος. Καὶ μετ’ αὐτὸ πνεῦμα συσ‐
10σεισμός· καὶ οὐκ ἐν τῷ συσσεισμῷ Κύριος. [Καὶ μετὰ τὸν συσσεισμὸν πῦρ· οὐκ ἐν τῷ πυρὶ Κύ‐ ριος]. Καὶ μετὰ τὸ πῦρ φωνὴ αὔρας λεπτῆς· καὶ ἐκεῖ Κύριος.» Διὰ γὰρ τούτων ἔδειξεν, ὅτι μακρο‐ θυμία καὶ φιλανθρωπία μόνη φίλη Θεῷ· ἕκαστον δὲ
15τῶν ἄλλων ἡ πονηρία τὴν δικαίαν ὀργὴν ἐφέλκε‐ ται. Τίνος δὲ χάριν πάλιν διὰ κόρακος τρέφεται, ἄκουσον· ἐπειδὴ γὰρ ὁ Θεὸς τὴν δικαίαν τοῦ δικαίου ζηλωτοῦ κατὰ τῶν παρανόμων Ἰουδαίων ἀγανά‐ κτησιν ἐκμαλάξαι βουλόμενος, παρεσκεύασεν αὐτὸν
20διὰ μισοτέκνου ὀρνέου τρέφεσθαι, καὶ τίκτοντος μὲν, οὐ τρέφοντος δέ. Ὁμοίως καὶ Δαυῒδ, καίτοι πά‐ σης τῆς κτίσεως φυσικῷ λόγῳ πρὸς τὸν Δημιουργὸν ἀποβλεπούσης· «Οἱ ὀφθαλμοὶ γὰρ πάντων εἰς σὲ ἐλπίζουσι, καὶ σὺ δίδως τὴν τροφὴν αὐτῶν ἐν
25εὐκαιρίᾳ,» —(47b) καὶ κοράκων ἐμνήσθη κατ’ ἐξο‐ χὴν λέγων· «Τῷ διδόντι τοῖς κτήνεσι τροφὴν αὐ‐ τῶν καὶ τοῖς νεοσσοῖς τῶν κοράκων τοῖς ἐπικαλου‐ μένοις αὐτόν.» Μάλιστα μὲν γὰρ πάντα ἡ θεία Πρόνοια, φησὶ, τρέφει, διαφερόντως δὲ τοὺς νεοσ‐
30σοὺς τῶν κοράκων τοὺς παρὰ τῶν τεκόντων ἀνελο‐ μένους· ζωΰφια γὰρ μικρὰ ταῖς καλιαῖς περι‐ ιπτάμενα, τροφὴ αὐτοῖς γίνεται. Μόνον οὐχὶ τούτοις συνεβούλευσεν ὁ Θεὸς τῷ Ἠλίᾳ ἐπὶ τῆς δικαίας εὐ‐ δίας τοῦ λαοῦ μὴ σφοδρωτάτῃ ἀγανακτήσει χρήσασθαι μηδὲ τῆς τοῦ μισοτέκνου πετεινοῦ φιλαν‐ θρωπίας καὶ ὑπηρεσίας ἀπάνθρωπον ὤφθη καὶ ἀμείλικτον; Τὸ μὲν γὰρ διὰ τὴν ἐμήν σε πρόστασιν
35185 τρέφει, σὺ δὲ τῆς ἀγανακτήσεως ὅλως γενόμενος τιθήνιος, τὰ τῆς φιλανθρωπίας ὑπερεῖδες δίκαια.» ΟϞʹ. Βασιλεία Ὀχοζίου. Μετὰ Ἀχαὰβ ἐβασίλευσεν Ὀχοζίας ὁ υἱὸς αὐ‐ τοῦ, καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου, καὶ
40πεσὼν ἐκ τοῦ ὑπερῴου τοῦ οἴκου αὐτοῦ, ἀῤῥωστή‐ σας ἀπέθανε, βασιλεύσας ἔτη βʹ. ΟΖʹ. Βασιλεία Ἰωράμ. Μετὰ δὲ Ὀχοζίαν ἐβασίλευσε Ἰωρὰμ ἀδελφὸς αὐτοῦ, καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου, καὶ
45ἐσφάγη ὑπὸ Ἰηοῦ, βασιλεύσας ἔτη ιβʹ, ὃς ὑποτάξας τὸν Βασὰ βασιλέα Μωὰβ, ἦν λαμβάνων ἐξ αὐτοῦ φόρους κατ’ ἐνιαυτὸν ἀρνῶν χιλιάδας ρʹ καὶ κριῶν χιλιάδας ρʹ. (2) Ἐφ’ οὗ Ἠλίας ὁ μέγας ἀνελήφθη, χρίσας τὸν Ἑλισσεὲ ἀντ’ αὐτοῦ εἰς προφήτην. (3)

110

.

309

(50)

Ἄδερ, βασιλεὺς Συρίας, ἦλθε καὶ παρακαθίσας εἰς Σαμάρειαν, γέγονε λιμὸς μέγας, ὥστε πραθῆναι κεφαλὴν ὄνου ἀργυρίων λʹ. «Καὶ ἦν Ἰωρὰμ δια‐
πορευόμενος ἐπὶ τοῦ τείχους, καὶ γυνή τις ἐβόησε309

110

.

312

πρὸς αὐτόν· Σῶσον, κύριε βασιλεῦ. Καὶ ἀποκρι‐ θεὶς εἶπε· Μὴ σώσαι σε Κύριος; πόθεν σῶσαι; μὴ ἀπὸ τῆς ἅλωνος ἢ ἀπὸ τῆς ληνοῦ; Καί φησιν ἡ γυνή· Οὐχὶ, βασιλεῦ, ἀλλ’ ἡ γυνὴ αὕτη εἶπέ μοι·
5Δὸς τὸν υἱόν σου, φαγώμεθα αὐτὸν σήμερον, καὶ τὸν υἱόν μου αὔριον, καὶ ἑψήσαντες αὐτὸν χθὲς ἐφάγομεν, καὶ σήμερον τὸν υἱὸν αὐτῆς ἔκρυψεν. Ὅπερ ἀκούσας ὁ βασιλεὺς διέῤῥηξε τὰ ἱμάτια αὐ‐ τοῦ, καὶ εἶδεν ὁ λαὸς τὸν σάκκον ἐπὶ τῆς σαρκὸς
10αὐτοῦ ἔσωθεν καὶ ἀποκριθεὶς εἶπεν· Τάδε ποιή‐ σαι μοι ὁ Θεὸς καὶ τάδε προσθείη, εἰ στήσεται ἡ κεφαλὴ Ἑλισαίου σήμερον ἐπ’ αὐτῷ. Καὶ ἀπο‐ στείλας τὸν τριστάτην ἐφ’ ὃν ἐπανεπαύετο εἶπε πρὸς αὐτὸν ὁ προφήτης· Τάδε λέγει Κύριος· Αὔριον
15186 ὡσεὶ ὥρα αὕτη σεμιδάλεως σίκλου καὶ δίμε‐ τρον κριθῆς σίκλου ἐν ταῖς πύλαις Σαμαρείας. Καὶ εἶπεν ὁ τριστάτης· Εἰ καταράκτας ποιήσαι Κύριος, οὐ μὴ ἔσται τοῦτο. Ὁ δὲ Ἐλισσαῖός φησι· Ἰδοὺ, ὄψῃ τοῖς ὀφθαλμοῖς σου καὶ ἐκεῖθεν οὐ μὴ φάγῃ
20Καὶ ἄνδρες λεπροὶ δʹ παρὰ τὴν πύλην τῆς πόλεως καθήμενοι καὶ τὸν λιμὸν οὐ φέροντες, ἐβουλεύσαντο πρὸς τοὺς ἐναντίους αὐτομολῆσαι. Καὶ δὴ ἀναστάν‐ τες ἐν τῷ σκότει ἦλθον εἰς τὴν παρεμβολὴν Συρίας, καὶ ἰδοὺ οὐκ ἦν ἀνὴρ ἐκεῖ. ὅτι Κύριος ἀκουστὴν
25ἐποίησε τὴν παρεμβολὴν Συρίας φωνὴν ἁρμάτων καὶ (48a) ἵππων καὶ δύναμιν μεγάλην, καὶ ἀπέ‐ δρασαν ἐν τῷ σκότει πάντες καταλείψαντες ἅπαντα· τῶν δὲ λεπρῶν πάντα διασαφησάντων ἐν τῇ πόλει, ἀπέστειλεν ὁ βασιλεὺς γνῶναι, εἰ ἀληθὴς ὁ λόγος,
30καὶ πορευθέντες ὀπίσω τοῦ βασιλέως Συρίας ἕως τοῦ Ἰορδάνου, ἰδοὺ πᾶσα ἡ ὁδὸς πλήρης ἱματίων καὶ σκευῶν, ὧν ἔῤῥιψε Συρία ἐν τῷ θαμβεῖσθαι αὐτούς. Καὶ ὑποστρεψάντων τῶν ἀπεσταλμένων, ἐξῆλθεν ὁ λαὸς τῆς πόλεως καὶ διήρπασε τὴν παρεμβολὴν
35Συρίας, καὶ ἐγένετο μέτρον σεμιδάλεως σίκλου καὶ δίμετρον κριθῆς σίκλου κατὰ τὸ ῥῆμα Κυρίου. Τοῦ δὲ βασιλέως καταστήσαντος τὸν τριστάτην ἐπὶ τῆς πύλης, συνεπάτησεν αὐτὸν ὁ λαὸς, καὶ ἀπέθανε μὴ φαγὼν ἐκ τοῦ σίτου κατὰ τὸ ῥῆμα τοῦ προφήτου»
40(4) Καὶ μέντοι καὶ τὰ Ἱεριχούντια ὕδατα διὰ προσ‐ ευχῆς ἰάσατο, πικρὸν γὰρ ἦν φύσει, καὶ δύσποτον, καὶ πρὸς τεκνογονίαν ἐμπόδιόν τε καὶ θανατηφόρον, ἔσθ’ ὅτε καὶ πρὸς ἀρδείαν ἀνεπιτήδειον, ὅπερ εἰς εὐχρηστίαν ἀνθρώποις καὶ κτήνεσι μεταβαλὼν, εὐ‐
45καρπίας μάλιστα πολλῆς καὶ σωτηρίας ὑπῆρξε τῇ χώρᾳ πρόξενον· ἄχρι γὰρ δεῦρο πλημμυρῶν μεγί‐ στην πιαίνει πεδιάδα καὶ τρέφει παραδείσους καὶ φοινίκων γένη διάφορα μελιτοφόρα, ὧν οἱ πλεῖστοι πατούμενοι καὶ ἀποθλιβόμενοι μέλι πολὺ ἐκχέουσιν·

110

.

312

(50)

ἔστι γὰρ μελιτοφόρος καὶ ἀρωματοφόρος ἡ χώρα πάνυ, φέρουσα κίτρον, καὶ μυροβάλανον, καὶ ὀπο‐ βάλσαμον ὅτι πλεῖστον, ἥτις δι’ ὀλίγων καρπῶν καὶ ἀνθρώποις ἐπιθυμητῶν εὖ μάλα τῷ παραδείσῳ ποσῶς παρεικάζεται. (5) Περὶ οὗ φησιν ὁ μέγας
55Ἀναστάσιος Θεουπόλεως· «Καὶ οἱ ἀκριβεῖς τοῦ311

110

.

313

κόσμου χρονογράφοι 187 ὅτι περ ἀνατολικώτερος πάσης τῆς οἰκουμένης καὶ ὥσπερ θυσιαστήριον αὐ‐ τῆς ὑπάρχει ὁ παράδεισος, οὗ αἱ χῶραι τῶν ἐσω‐ τέρων Ἰνδῶν πλησιάζουσαι, πάντες σχεδὸν οἱ καρ‐
5ποὶ εὐωδέστατοί εἰσι καὶ ἀρωματώδεις. Διὰ γὰρ τῆς αὔρας τῶν ἀνέμων καταυγαζομένης καὶ ἀποδιδομέ‐ νης αὐτοῖς τῆς εὐωδίας ἐκ τῶν τοῦ παραδείσου φυτῶν συλλαμβάνουσιν, καὶ ὥσπερ τὰ τῶν ἀλλήλοις πλησιαζόντων φοινίκων καὶ μεταδιδόντων διὰ τῶν
10ἀνέμων ἀλλήλοις ἐκ τῶν ἀῤῥένων τὸ σπερμολόγον ἄνθος. Πᾶσα τοίνυν εὐωδία καὶ μάλιστα ἡ τῶν Ἰν‐ δικῶν ἀρωμάτων χωρίς τινος ὑγρᾶς ἐλαίου ἢ ἄλλων τινῶν σκευαζομένων, ὑγιοπονὴς καὶ συγκρατικὴ τοῦ ἀνθρωπίνου σώματός ἐστιν ὥσπερ καὶ τὸ ἔμ‐
15παλαι φθοροποιὸς καὶ λοιμώδης ἡ δυσωδία, ὅθεν δὴ καί τις τῶν ἰατροσοφιστῶν ἀκριβὴς ἄγαν ἔφη, ὅτι εἰ καταλάβοι τὸν τελευτῶντα πρὸ τοῦ παρατραπῆναι τὸν νοῦν, δύνασθαι διά τινος αὐτὸν κατα‐ σκευῆς ἀρωμάτων ἐπὶ ὥραν ποιῆσαι νηφαλέον τὸν λογισμὸν αὐτοῦ ἔχειν καὶ τὸ καθ’ ἑαυτὸν ἐκλαλῆσαι καὶ διαθέσθαι, ὅπερ οὖν καὶ ἡμεῖς εἰς πεῖραν τούτου παρειλήφαμεν καὶ αὐτόπται γεγόναμεν· μαρ‐ τυροῦσι δὲ (48h) καὶ ἄλλοι πλεῖστοι μέχρι τῆς δεῦρο τοῦτο γενόμενον βλέποντες ὑπὸ τῶν ἀκριβῶς καὶ
20περιεσκεμμένως τὴν ἐπιστήμην ἐξησκημένων.» ΟΗʹ. Βασιλεία Ἰηοῦ. Μετὰ δὲ Ἰωρὰμ ἐβασίλευσεν Ἰηοῦ, υἱὸς Σαφὰτ τοῦ Ναμεσίου· αὐτὸν γὰρ τὸν βασιλέα Ἰωρὰμ εὑ‐ ρὼν ἰατρευόμενον τὰ τραύματα, κατετόξευσεν Ἰηοῦ,
25καὶ εἰσερχομένου αὐτοῦ ἐν τῇ πόλει Σαμαρείας παρέκυψε Ἰεζάβελ διὰ τῆς θυρίδος περικεκαλλω‐ πισμένη· καὶ προσέταξε τοῖς εὐνούχοις αὐτῆς κατακρημνίσαι αὐτὴν, καὶ κατεπατήθη ὑπὸ τῶν ἵππων καὶ ἐβρώθη ὑπὸ τῶν κυνῶν· πατάξας καὶ
30οʹ υἱοὺς Ἀχαὰβ καὶ τοὺς περιλειφθέντας αὐτοῦ ἐν Σαμαρείᾳ, κατὰ τὸ ῥῆμα Ἠλιοῦ. (2) Συναθροίσας δὲ ἅπαν τὸ πλῆθος τοῦ λαοῦ ἔφη πρὸς αὐτοὺς μετὰ πανουργίας· «Ἀχαὰβ μὲν ἐδούλευσε τῷ Βάαλ ὀλίγον, Ἰηοῦ δὲ πολλὰ δουλεύσει αὐτῷ. Καὶ νῦν
35πάντας καλέσατε 188 πρός με τοὺς προφήτας καὶ ἱερεῖς τοῦ Βάαλ· πᾶς γὰρ ὃς ἂν ἀπολείψει, οὐ ζήσε‐ ται.» Συναθροϊσθέντες οὖν πάντες καὶ τοῦ εἰδωλίου πλησθέντος στόμα πρὸς στόμα, φησὶν ὁ βασιλεὺς τοῖς δούλοις τοῦ Βάαλ· «Ἐρευνήσατε ἀκριβῶς, εἴ
40ἐστι μεθ’ ὑμῶν τῶν δούλων Κυρίου τις.» Καὶ μη‐ δενὸς εὑρεθέντος, ἐκέλευσε τοῖς ὑπουργοῖς αὐτοῦ, καὶ ἐπάταξαν πάντας ἐν στόματι ῥομφαίας. Καὶ τὸν Βάαλ καὶ τὰ αὐτοῦ πάντα ἐνέπρησεν. (3) Πλὴν οὐκ ἐφύλαξε πορεύεσθαι ἐν νόμῳ Κυρίου, καὶ ἐσφάγη
45ἐν τῷ πολέμῳ βασιλεύσας ἔτη κηʹ. ΟΘʹ. Βασιλεία Ἰωάχας. Μετὰ δὲ Ἰηοῦ ἐβασίλευσε Ἰωάχας υἱὸς αὐτοῦ, καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου, καὶ ἀπ‐ έθανε βασιλεύσας ἔτη [ι]ζʹ.

110

.

313

(50)

Πʹ. Βασιλεία Ἰωάς. Μετὰ δὲ Ἰωάχας ἐβασίλευσε Ἰωὰς υἱὸς αὐτοῦ, καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου, καὶ ἀπ‐
έθανε, βασιλεύσας ἔτη ιδʹ. (2) Ἐφ’ οὗ Ἑλισαῖος313

110

.

316

ἐτελεύτησε, προφητεύσας τῷ Ἰωὰς τὴν προτέραν διὰ συμβούλων κατὰ Σύρων νίκην, ἐπιτρέψας αὐτῷ ἐπὶ τὴν γῆν τοξεῦσαι πεντάκις· καὶ τὸ μὲν τρίτον, εὐστόχως ἔῤῥιψεν, τὸ δὲ τέταρτον ἠστόχησεν, καὶ
5προφητεύει αὐτῷ ἕως τρὶς συμβαλεῖν καὶ νικῆσαι τοὺς Ἀσσυρίους, τὰς δὲ ἑτέρας ἡττηθῆναι· εἰ γὰρ ἄχρις τῶν εʹ εὐστόχως ἐπὶ τῆς γῆς ἐβεβλήκει, πεν‐ τάκις ἂν παραταξάμενος τὴν Σύρων ἀρχὴν κατέλυ‐ σεν. (3) Ὅστις ἀξιάγαστος προφήτης τελευτήσας
10καὶ ταφεὶς ἐν τῷ μνήματι, «μονόζωνοι Μωαβι‐ τῶν» νεκρὸν θάψαντες, καὶ τοῖς ὀστέοις τοῦ μακα‐ ρίου προφήτου πλησιάσας, ἀνέστη. ΠΑʹ. Βασιλεία Ἰεροβοάμ. 189 Μετὰ δὲ Ἰωὰς ἐβασίλευσεν Ἱεροβοὰμ,
15υἱὸς αὐτοῦ, καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου, καὶ ἀπέθανε βασιλεύσας ἔτη λδʹ. ΠΒʹ. Βασιλεία Ἀζαρίου. Μετὰ δὲ Ἱεροβοὰμ ἐβασίλευσεν Ἀζαρίας, υἱὸς αὐτοῦ, καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου, καὶ
20ἐσφάγη ὑπὸ Σελοὺμ, βασιλεύσας μῆνας ϛʹ. ΠΓʹ. Βασιλεία Σελούμ. Μετὰ δὲ Ἀζαρίαν ἐβασίλευσε Σελοὺμ, καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου, καὶ ἐσφάγη ὑπὸ Μαναεὶμ, βασιλεύσας μῆνα ἕνα.
25ΠΔʹ. Βασιλεία Μαναείμ. Μετὰ δὲ Σελοὺμ ἐβασίλευσε Μαναεὶμ, καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου, καὶ ἐσφάγη ὑπὸ Φακεσίου βασιλεύσας ἔτη ιʹ. ΠΕʹ. Βασιλεία Φακεσίου.
30 Μετὰ δὲ Μαναεὶμ ἐβασίλευσε Φακεσίας, υἱὸς αὐτοῦ, καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου, καὶ ἐσφάγη ὑπὸ Φακεὲ, βασιλεύσας ἔτη βʹ. ΠϞʹ. Βασιλεία Φακεέ. Μετὰ δὲ Φακεσίαν ἐβασίλευσε Φακεὲ, (49a) καὶ
35ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου, καὶ ἐσφάγη ὑπὸ Ὠσηὲ, βασιλεύσας ἔτη κʹ. 190 (2) Ἐντεῦθεν διδασκόμεθα ὡς τοὺς ἐν πο‐ νηρίᾳ συζῶντας δι’ ἀλλήλων ὁ Θεὸς κολάζειν εἴωθεν, καὶ τὸν πονηρότερον τῷ πονηρῷ παραδίδωσιν, οἷόν
40τισι δημίοις αὐτοῖς κεχρημένος. ΠΖʹ. Βασιλεία Ὠσηέ. Μετὰ δὲ Φακεὲ ἐβασίλευσεν Ὠσηὲ ἔτη θʹ, καὶ ποιήσας τὸ πονηρὸν ἐνώπιον Κυρίου, ἦλθε Σαλμανά‐ σαρ, βασιλεὺς Ἀσσυρίων, ἐπὶ Σαμάρειαν καὶ ἀπῴκι‐
45σεν αὐτὴν διὰ τὰς ἁμαρτίας αὐτῶν τὰς μεγάλας. «Καὶ γὰρ ἐποίησαν δύο χρυσᾶς δαμάλεις καὶ προσ‐ εκύνησαν, καὶ ἐλάτρευσαν αὐταῖς καὶ τῷ Βάαλ, καὶ διῆγον τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας τῷ πυρὶ καὶ ἐμαντεύοντο, καὶ οἰωνίζοντο, καὶ

110

.

316

(50)

ἐφαρμακεύοντο, καὶ ἀπώσατο αὐτοὺς Κύριος315

110

.

317

ἀπὸ προσώπου αὐτοῦ, καὶ οὐχ ὑπελείφθη πλὴν φυλὴ Ἰούδα μονωτάτη· καίγε Ἰούδας οὐκ ἐφύλαξε τὰς ὁδοὺς Κυρίου, ἀλλ’ ἐπορεύθη ἐν ταῖς ἁμαρτίαις Ἰσραήλ. Καὶ ἔδωκεν αὐτοὺς Κύριος εἰς χεῖρας
5ἁρπαζόντων αὐτούς.» (2) Καὶ ἀπῳκίσθησαν εἰς Ἀσσυρίους· καὶ ἀπέστειλε βασιλεὺς Ἀσσυρίων ἔθνη δʹ, τοὺς Κουδιαίους, καὶ Κουθιαίους, καὶ Σεφαρουαίους καὶ Ἀναγαβαίους, καὶ κατῳκίσθη‐ σαν ἐν ταῖς πόλεσι Σαμαρείας. (3) «Καὶ πέμψας
10Κύριος ἐπ’ αὐτοὺς λέοντας, ἀνήλισκον αὐτοὺς, καὶ ἀνήγγειλαν τῷ βασιλεῖ Ἀσσυρίων, ὅτι, Τὰ ἔθνη, ἃ ἐκάθισαν ἐν πόλεσι Σαμαρείας, οὐκ ἔγνωσαν τὸ κρῖμα τοῦ Θεοῦ τῆς γῆς ἐκείνης, καὶ ἀπέστειλεν ἐπ’ αὐ‐ τοὺς λέοντας, καὶ ὠλοθρεύοντο· καί φησιν ὁ βασι‐
15λεύς· Ἀπαγάγετε ἐκεῖ τινας καὶ φωτιοῦσιν αὐτοὺς τὸ κρῖμα τοῦ Θεοῦ. Καὶ ἀποστείλας ἔνα τῶν ἱερέων ὧν ἀπῴκισαν ἀπὸ Σαμαρείας, καὶ ἐδί‐ δασκεν αὐτοὺς ὁ ἱερεὺς φοβεῖσθαι τὸν Κύριον, καὶ ἐφοβοῦντο τὸν Κύριον, καὶ τοῖς θεοῖς αὐτῶν
20ἐλάτρευον, καὶ κατῴκησαν ἐκεῖ ἕως τῆς ἡμέρας ταύτης.» 191 (4) Ἐπανελθόντες οὖν οἱ Ἰουδαῖοι ζηλοτύ‐ πως εἶχον πρὸς αὐτοὺς, ἅτε ἀλλοφύλους, καὶ οὐ συνεχρῶντο αὐτοῖς, ἀλλὰ ἀπὸ τοῦ Σομὸρ, τοῦ ὄρους,
25ἐκάλουν αὐτοὺς Σαμαρείτας, οἵγε τὰ Μωϋσέως μό‐ νον δεχόμενοι βιβλία, τῶν λοιπῶν Γραφῶν οὐ πολὺν ἐποιοῦντο λόγον· κἀντεῦθεν πρὸς τοὺς Ἰουδαίους φιλονείκως διακείμενοι, πατέρα τὸν Ἀβραὰμ ἐπ‐ εγράφοντο, ἅτε ἀπὸ τῆς Χαλδαίας ὁρμώμενον, ἀφ’
30ἧς καὶ αὐτοὶ γεγόνασι, διὸ δὴ καὶ ἡ Σαμαρεῖτις πρὸς τὸν Κύριον ἔλεγεν· «Οἱ πατέρες ἡμῶν ἐν τῷ ὄρει τούτῳ προσεκύνησαν,» τοὺς περὶ τὸν Ἀβραὰμ ὑπεμφαίνουσα, ἔνθα τὸν υἱὸν εἰς ὁλοκάρ‐ πωσιν ἀνήνεγκεν. (5) Οἱ δὲ ἐν Σαμαρείᾳ βασιλεύ‐
35σαντες ὑπῆρχον τὸν ἀριθμὸν ιηʹ ἀπὸ Ἱεροβοὰμ ἕως τοῦ εἰρημένου Ὠσηὲ, ἐφ’ οὗ πέπαυται καὶ ἀπώλετο Σαμάρεια, καὶ Ἀσσύριοι κατῴκισαν ἐκεῖ, ὡς εἴρη‐ ται, ἐξ ὧν οἱ αἱρετικοὶ Σαμαρεῖται καὶ Σαδδουκαῖοι πεφήνασι. Γίνονται οὖν τὰ πάντα ἔτη σνγʹ· καὶ
40ἐκ διαφόρων μὲν ἐγένοντο γενεῶν· ἅπαντες δὲ τὸ πονηρὸν ἐποίησαν ἐνώπιον Κυρίου κατὰ τὴν ἁμαρ‐ τίαν Ἱεροβοάμ. ΠΗʹ. Περὶ τῆς Βασιλείας Βαβυλῶνος. Ἀρχὴ τῆς βασιλείας Ναβουχοδονόσωρ βασιλέως
45Βαβυλῶνος. Μετὰ δὲ τοὺς προειρημένους Ἀσσυρίων βασιλεῖς ἐβασίλευσε Ναβουχοδονόσωρ ἔτη κδʹ. Ὃς καὶ τὴν Ἱερουσαλὴμ ἐκράτησεν ἔτη ζʹ, καὶ ἔδωκεν ὁ Θεὸς ἐν χειρὶ τὸν Ἰωακεὶμ βασιλέα Ἰούδα, καὶ πάντα τὰ σκεύη οἴκου Θεοῦ εἰσήνεγκεν εἰς τὸν οἶκον

110

.

317

(50)

θησαυροῦ (49b) Θεοῦ αὐτοῦ. (2) Οὗτος πόλιν με‐
γίστην εἰς Βαβυλῶνα κτίσας ἐξ ὀπτῆς πλίνθου καὶ317

110

.

320

λίθων λελαξευμένων, ἐχόντων ἀνὰ πήχεων γʹ τὸ πλάτος, τὸ δὲ μῆκος ἀνὰ πήχεων ϛʹ, τὸ μὲν περί‐ μετρον αὐτῆς ἐποίησε στάδια μʹ, γινόμενα μίλια ϛʹ, τὸ ὕψος τοῦ τείχους πήχεων πʹ καὶ τὸ πλάτος πή‐
5χεων λʹ, καὶ τοὺς πύργους ἔστησεν ἐπὶ ταῖς πύλαις ἀνὰ πήχεων ρʹ τὸ ὕψος, τὸ δὲ πλάτος ἀνὰ πήχεων ξʹ, καὶ ἐποίησε τὰς 192 πύλας αὐτῆς χαλκᾶς καὶ διεγειρομένας εἰς ὕψος ἀνὰ πήχεων νʹ καὶ τὸ πλάτος πήχεων κʹ, εἰς ἐξόδους καὶ εἰσόδους λαοῦ αὐτοῦ·
10πλησίον δὲ τῆς πόλεως ὤρυξε κινστέρναν καὶ ᾠκοδόμησε καὶ περιετείχισεν αὐτὴν ἀξιολόγως, τὸ περίμετρον αὐτῆς ἔχον στάδια μʹ, τὸ βάθος ὀργυιὰς μʹ· ὡσαύτως κατεσκεύασε καὶ ἄλλο ἔργον ἀξιοθαύμα‐ στον· ἐγείρας γὰρ ἀναλήμματα λίθινα ὑψηλότατα
15σφόδρα καὶ παντοδαπὰ, καταφυτεύσας ὕπερθεν δένδρα καρποφόρα ὡς ὅμοια δασυτάτοις ὄρεσιν, κρεμαστὸν παράδεισον αὐτὸν ἐπωνόμασεν, εἰς ὃν ἡ γυνὴ αὐτοῦ περιπολοῦσα καὶ πᾶσαν τὴν γῆν ἐκεί‐ νην ἐποπτεύουσα κατετέρπετο ὑπ’ οὐδενὸς ὁρω‐
20μένη. (3) Αὕτη ἐστὶν ἡ πόλις, περὶ ἧς διαπορευόμε‐ νος ἔφη μετ’ ἐπάρσεως πολλῆς καὶ ἀλαζονείας· «Οὐχ αὕτη ἐστὶ Βαβυλὼν ἡ μεγάλη, ἣν ἐγὼ εἰς οἶκον βασιλείας ἐν τῷ κράτει τῆς ἰσχύος μου, εἰς τιμὴν τῆς δόξης μου, ᾠκοδόμησα; Καὶ ἔτι τοῦ
25λόγου ἐν τῷ στόματι αὐτοῦ ὄντος, φωνὴ ἐκ τοῦ οὐρανοῦ ἐγένετο· Σοὶ λέγεται, Ναβουχοδονόσωρ, ἡ βασιλεία σου παρῆλθεν ἀπὸ σοῦ, καὶ ἀπὸ τῶν ἀνθρώπων ἐκδιώξουσί σε, καὶ μετὰ θηρίων ἡ κατ‐ οίκησίς σου, καὶ χόρτον ὡς βοῦν ψωμιοῦσί σε,
30καὶ ζʹ καιροὶ ἀλλαγήσονται ἐπὶ σὲ, ἕως οὗ γνῷς, ὅτι κυριεύει ὁ Ὕψιστος τῆς βασιλείας τῶν ἀνθρώπων, καὶ ᾧ ἐὰν δόξῃ, δώσει αὐτήν. Καὶ αὐτῇ τῇ ὥρᾳ ὁ λόγος συνετελέσθη ἐπὶ Ναβουχοδονόσωρ, καὶ ἀπὸ ἀνθρώπων ἐξεδιώχθη, καὶ χόρτον ὡς βοῦς ἤσθιεν,
35καὶ ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ τὸ σῶμα αὐτοῦ ἐβάφη ἕως οὗ αἱ τρίχες αὐτοῦ ὡς λέοντος ἐμεγαλύν‐ θησαν καὶ οἱ ὄνυχες αὐτοῦ ὡς ὀρνέου.» (4) Μετὰ δὲ ταῦτα πάλιν φησὶν ὁ αὐτὸς περὶ τῆς αὐτοῦ ἀποκαταστάσεως. —«Ἐν τῷ καιρῷ ἐκείνῳ αἱ φρέ‐
40νες μου ἐπεστράφησαν ἐπ’ ἐμὲ, καὶ εἰς τιμὴν τῆς βασιλείας μου ἦλθον, καὶ ἡ μορφὴ ἐπέστρεψεν ἐπ’ ἐμὲ, καὶ οἱ τύραννοί μου καὶ οἱ μεγιστᾶνές μου ἐζήτουν με, καὶ ἐπὶ τὴν βασιλείαν μου ἐκρα‐ ταιώθην, καὶ (ἡ) μεγαλωσύνη μου προσετέθη μοι
45περισσοτέρα. Νῦν οὖν ἐγὼ Ναβουχοδονόσωρ αἰνῷ, 193 καὶ ὑπερυψῶ, καὶ δοξάζω τὸν Βασιλέα τοῦ οὐρανοῦ, ὅτι πάντα τὰ ἔργα αὐτοῦ ἀληθινὰ καὶ αἱ τρίβοι αὐτοῦ κρίσεις καὶ πάντας τοὺς πορευομένους ἐν ὑπερηφανίᾳ δύναται ταπεινοῦν.» (5) Τὴν τοί‐

110

.

320

(50)

νυν ἐκ Θεοῦ δοθεῖσαν (αὐτῷ) πολυολβίαν, ῥώμην τε καὶ περιφάνειαν ὁ θεῖος λόγος ὑπεμφαίνων διὰ
Ἱερεμίου φάσκει· «Τάδε λέγει Κύριος· Ἰδοὺ319

110

.

321

δέδωκα πᾶσαν τὴν γῆν τῷ Ναβουχοδονόσωρ [βασιλεῖ] Βαβυλῶνος δουλεύειν αὐτῷ καὶ τὰ θηρία τοῦ ἀγροῦ ἐργάζεσθαι αὐτῷ· καὶ τὸ ἔθνος καὶ ἡ βασιλεία, ὅσοι μὴ ἐμβάλωσι τὸν τράχηλον αὐτῶν ὑπὸ τὸν ζυγὸν
5αὐτοῦ, ἐν μαχαίρᾳ καὶ (50a) ἐν λιμῷ ἐπισκέψομαι αὐτοὺς, ἕως ἂν ἐκλείπωσιν ἐν χειρὶ αὐτοῦ. — Καὶ ἰταμός ἐστι, καὶ οὐκ ἐλεήσει· φωνὴ αὐτοῦ, ὡς θάλασσα κυμαίνουσα· ἐφ’ ἵπποις πολλοῖς καὶ ἅρμασι παρατάξει ὡς πῦρ εἰς πόλεμον ἐπὶ σὲ,
10θύγατερ Σιών. —Καὶ ἀπὸ φωνῆς ὁρμῆς αὐτοῦ καὶ ἀπὸ τῶν ὅπλων τῶν ποδῶν αὐτοῦ καὶ ἀπὸ σεισμοῦ τῶν ἁρμάτων καὶ ἤχου τροχῶν αὐτοῦ οὐκ ἐπιστραφήσονται πατέρες ἐπὶ υἱοὺς αὐτῶν ἀπὸ ἐκ‐ λύσεως χειρῶν αὐτῶν·» καί· «Ἐκ Δὰν ἀκου‐
15σθήσεται φωνὴ ὀξύτητος ἵππων αὐτοῦ καὶ ἀπὸ φωνῆς χρεμετισμοῦ ἱππασίας αὐτοῦ σεισθήσεται πᾶσα ἡ γῆ ἐκείνη· καὶ ἥξει καὶ φάγεται τὴν γῆν καὶ τὸ πλήρωμα αὐτῆς, πόλεις καὶ τοὺς ἐν αὐταῖς κατοικοῦντας.» (6) Ὡσαύτως καὶ δι’ Ἐζεκιὴλ
20οὕτω λέγει· «Ἰδοὺ ἐπάγω ἐπὶ Σὸρ τὸν Ναβου‐ χοδονόσωρ, βασιλέα Βαβυλῶνος, ὅς ἐστι βασιλεὺς βασιλέων μεθ’ ἵππων καὶ ἁρμάτων καὶ συναγωγῆς ἐθνῶν πολλῶν σφόδρα. —Καὶ περιβαλεῖ σοι τάφρον καὶ οἰκοδομήσει κύκλῳ χάρακα καὶ περιστάσεις
25ὅπλων· καὶ τὰς λόγκας αὐτῶν ἀπέναντί σου δώσει. Τὰ τείχη σου καὶ τοὺς πύργους καθελεῖ ἐν τοῖς ὅπλοις αὐτοῦ. Ἀπὸ δὲ τοῦ πλήθους τῶν ἵππων αὐτοῦ καλύψει σε κονιορτὸς αὐτῶν.» Καὶ πάλιν· «Τάδε λέγει Κύριος Ἀδοναΐ· Ἰδοὺ, ἐγὼ δίδωμι
30τῷ Ναβουχοδονόσωρ τὴν γῆν Αἰγύπτου, καὶ λήψεται τὸ πλῆθος αὐτῆς, καὶ σκυλεύσει τὰ σκύβαλα αὐτῆς καὶ προνομεύσει τὴν προνομὴν αὐτῆς. Ἀντὶ τῆς λειτουργίας ἧς ἐδούλευσεν ἐπὶ (τὴν) Τύρον, 194 δέδωκα αὐτῷ τὴν γῆν Αἰγύπτου. —Καὶ ἀπολῶ
35τὸ πλῆθος τῶν Αἰγυπτίων διὰ χειρὸς Ναβουχοδονό‐ σωρ· ἐν μαχαίραις γιγάντων αὐτοῦ, καταβαλῶ τὴν ἰσχὺν αὐτῶν.» Καὶ μετὰ ταῦτα «Ἐξελεύσονται οἱ κατοικοῦντες τὰς πόλεις, καὶ ἐκκαύσουσι, καὶ ἀνάψουσιν ἐν τοῖς ὅπλοις, καὶ θυρεοῖς, καὶ πέλταις,
40καὶ δόρασι, καὶ τόξοις, καὶ βέλεσι, καὶ βακτηρίαις χειρῶν, καὶ λόγχαις, καὶ καύσουσιν ἐν αὐταῖς πῦρ ἐν ἔτεσι ζʹ. Καὶ οὐ μὴ λήψονται ξύλα ἐκ τοῦ ἀγροῦ οὐδὲ μὴ κόψουσιν ἐκ τῶν δρυμῶν ἀλλ’, ἢ τὰ ὅπλα καύσουσιν.» (7) Εἰκότως οὖν ἔλεγε πρὸς αὐτὸν ὁ Δανιήλ· «Σὺ, βασιλεῦ, βασιλεὺς βασιλέων, ᾧ ὁ
45Θεὸς βασιλείαν ἰσχυράν τε καὶ κραταιὰν καὶ ἔντιμον ἔδωκεν ἐν παντὶ τόπῳ, ὅπου κατοικοῦσιν υἱοὶ τῶν ἀνθρώπων, θηρία τε τοῦ ἀγροῦ καὶ πετεινὰ τοῦ οὐρανοῦ ἔδωκεν ἐν τῇ χειρί σου καὶ κατέστησέ σε κύριον πάντων· σὺ εἶ ἡ χρυσῆ κεφαλὴ—τῆς εἰκόνος.» Καὶ. «Τὸ δένδρον, ὃ εἶδες τὸ μέγα, οὗ τὸ ὕψος ἔφθασεν εἰς τὸν οὐρανὸν, καὶ τὸ κῦτος αὐτοῦ εἰς πᾶσαν τὴν γῆν, καὶ τὰ φύλλα αὐτοῦ εὐθαλῆ, καὶ ὁ καρπὸς αὐτοῦ πολὺς, καὶ τροφὴ πᾶσα ἐπ’ αὐτῷ, καὶ ὑποκάτω αὐτοῦ κατῴκουν τὰ θηρία καὶ ἐν

110

.

321

(50)

τοῖς κλάδοις αὐτοῦ κατεσκήνουν πετεινά. σὺ βασιλεῦ, ὅτι ἐμεγαλύνθης, καὶ ὑπερίσχυσας, καὶ ἡ με‐ γαλωσύνη σου ἔφθασεν εἰς τὸν οὐρανὸν (50b), καὶ ἡ κυρεία σου εἰς τὰ πέρατα τῆς γῆς.» ΠΘʹ. Περὶ τῆς βασιλείας Οὐλεμαροδάχ.
Μετὰ δὲ Ναβουχοδονόσωρ ἐβασίλευσεν Οὐλε‐321

110

.

324

μαροδὰχ, ὁ υἱὸς αὐτοῦ, ἔτη εʹ, ὃς τὸν Ἰεχονίαν λύσας τῶν δεσμῶν ἐποίησε συνεστιάτορα αὐτοῦ. (2) Περὶ οὗ καὶ ἡ τῶν Βασιλειῶν ἱστορία καὶ ὁ θεῖος Ἱερε‐ μίας ἔφη· «Καὶ ἐγένετο ἐν τῷ τριακοστῷ καὶ
5ζʹ ἔτει, ἀποικισθέντος τοῦ Ἰωακεὶμ βασιλέως Ἰούδα ἐν τῷ ιʹ μηνὶ, ἐν τῇ ιδʹ τοῦ μηνὸς, ἔλαβεν Εὐΐλαδ Οὐλεμαροδὰχ, βασιλεὺς Βαβυλῶνος, ἐν τῷ ἐνιαυτῷ οὗ ἐβασίλευσε, τὴν κεφαλὴν Ἰωακεὶμ βασιλέως Ἰούδα καὶ 195 ἐξήγαγεν αὐτὸν ἐκ τοῦ οἴκου οὗ
10ἐφυλάσσετο καὶ ἐλάλησεν αὐτῷ χρηστὰ καὶ ἔδωκεν αὐτῷ τὸν δίφρον ἐπάνω τῶν θρόνων τῶν βασιλέων τῶν μετ’ αὐτοῦ ἐν Βαβυλῶνι, καὶ ἤλλαξε τὴν στολὴν τῆς φυλακῆς αὐτοῦ, καὶ ἤσθιε διὰ παντὸς ἄρτον κατὰ πρόσωπον αὐτοῦ πάσας τὰς ἡμέρας ἃς
15ἔζησεν.» (3) Ἰωακεὶμ δὲ οὗτός ἐστιν (ὁ) καὶ Ἰεχο‐ νίας. Ἰωακεὶμ γὰρ τὸν τούτου πατέρα, ἐφ’ οὗ καὶ Δανιὴλ ᾐχμαλωτίσθη, Ναβουχοδονόσωρ ἀνελὼν ἐν Ἱερουσαλὴμ, ἔῤῥιψεν ἔξω τοῦ τείχους. ϟʹ. Περὶ Βαλτάσαρ.
20 Μετὰ δὲ Οὐλεμαροδὰχ ἐβασίλευσε Βαλτάσαρ, ὁ ἀδελφὸς αὐτοῦ, ἔτη γʹ, ὃς ἐποίησε δεῖπνον τοῖς μεγιστᾶσιν αὐτοῦ· μιάνας τὰ ἱερὰ σκεύη τοῦ Θεοῦ ἐν τῷ συμποσίῳ, ἅπερ ἤγαγεν ὁ πατὴρ αὐτοῦ Να‐ βουχοδονόσωρ ἐξ Ἱερουσαλὴμ ἀνῃρέθη κατὰ θείαν
25ὀργήν· (2) φησὶ γὰρ τηνικαῦτα Δανιὴλ πρὸς αὐ‐ τόν· «Ὁ Θεὸς ὁ ὕψιστος τὴν βασιλείαν, καὶ τὴν μεγαλωσύνην, καὶ τὴν δόξαν ἔδωκε Ναβουχοδονόσωρ, τῷ πατρί σου· ἀπὸ τῆς μεγαλωσύνης αὐτοῦ πάντες οἱ λαοὶ καὶ γλῶσσαι ἦσαν τρέμοντες καὶ φοβούμενοι
30ἀπὸ προσώπου αὐτοῦ, καὶ οὓς ἐβούλετο ἀνῄρει, καὶ οὓς ἤθελεν ἔσωσεν· καὶ ὅτε ὑψώθη ἡ καρδία αὐτοῦ καὶ τὸ πνεῦμα αὐτοῦ ἐκραταιώθη τοῦ ὑπερηφανεύεσθαι, κα‐ τήχθη ἀπὸ τοῦ θρόνου αὐτοῦ, καὶ χόρτον ὡς βοῦν ἐψώ‐ μιζον αὐτὸν, καὶ ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ τὸ σῶμα
35αὐτοῦ ἐβάφη ἕως οὗ ἔγνωσεν, ὅτι κυριεύει ὁ Ὕψι‐ στος τῆς βασιλείας τῶν ἀνθρώπων, καὶ ᾧ ἐὰν δόξῃ, δώσει αὐτήν· καὶ σὺ οὖν, ὁ υἱὸς αὐτοῦ, Βαλτάσαρ, οὐκ ἐταπείνωσας τὴν καρδίαν σου· καὶ οἱ μεγιστᾶ‐ νες, καὶ οἱ παράκοιτοι, καὶ αἱ παλλακαί σου, οἶνον
40ἐπίνετε ἐν τοῖς ἁγίοις σκεύεσι· διὰ τοῦτο ἀπεστάλη ἀστράγαλος χειρὸς ἐκ προσώπου αὐτοῦ, καὶ τὴν γραφὴν ταύτην ἐνέδειξε ὄντως· ΜΑΝΗ, ΘΕΚΕΛ, ΦΑΡΕΣ. Τοῦτο Μανῆ· ἐμέτρησεν ὁ Θεὸς τὴν βασι‐ λείαν σου, καὶ ἐπλήρωσεν αὐτήν. Θεκέλ· ἐστάθη
45ἐν ζυγῷ καὶ εὑρέθη ὑστεροῦσα. Φαρὲς δέ· διῄρηται 196 ἡ βασιλεία σου Μήδοις καὶ Πέρσαις. Καὶ ἐν αὐτῇ τῇ νυκτὶ ἀνῃρέθη Βαλτάσαρ ὁ Χαλδαῖος, καὶ Δαρεῖος παρέλαβε τὴν βασιλείαν. (2) Μὴ νομίσῃ, φησὶν, [ὅτι] οἰκείᾳ ῥώμῃ χρησάμενος Ναβουχοδο‐

110

.

324

(50)

νόσωρ πᾶσαν ὑπέταξε τὴν γῆν· ὁ γὰρ Θεὸς ἐπιφέρων ἀνθρώποις ἁμαρτωλοῖς τιμωρίαν, ὥσπερ τισὶν ὀρ‐ γάνοις κέχρηται, προδήλως ἐπιτηδείοις καὶ πονη‐ ροῖς εἰς πονηρίαν τῆς κατ’ αὐτῶν θείας ὀργῆς·
ὅθεν φησὶν διὰ Ἡσαΐου· «Μὴ δοξασθήσεται323

110

.

325

ἀξίνη ἄνευ τοῦ κόπτοντος ἐν αὐτῇ; ἢ ὑψωθήσεται πρίων ἄνευ τοῦ ἕλκοντος αὐτόν; Οὕτως ἐάν τις ἄρῃ ῥάβδον ἣ ξύλον.» Ὥσπερ γὰρ, φησὶν, ἀδύνατον ἀξίνην αὐτομάτως ἢ πρίονα, ἢ ῥάβδον κινηθῆναι,
5τότε γὰρ τούτων ἕκαστον ἐνεργεῖ, ἡνίκα (51a) ἄν τις τῇ χειρὶ χρησάμενος κινῆσαι θελήσειεν, οὕτω δὴ κἀγὼ τοῖς πονηροῖς κατὰ τῶν πονηρῶν ἀνθρώπων κέχρημαι. Ταύτῃ τοίνυν καὶ Ἱερεμίας φησίν· «Οὕτως εἶπε Κύριος ὁ Θεὸς Ἰσραήλ· Ἐγὼ ἐποίησα
10τὴν γῆν τῇ μεγάλῃ ἰσχΰι μου καὶ τῷ βραχίονί μου τῷ ὑψηλῷ, καὶ δώσω αὐτὴν ᾧ ἐὰν δόξῃ ἐν ὀφθαλμοῖς μου. Καὶ ἰδοὺ δέδωκα πᾶσαν τὴν γῆν Ναβουχοδονό‐ σωρ, βασιλεῖ Βαβυλῶνος, τῷ δούλῳ μου, δουλεύειν αὐτῷ πάντα τὰ ἔθνη,» καὶ τὰ ἑξῆς· [καὶ τοῦ
15θείου κρίματος καὶ τῆς ἀῤῥήτου δικαιοκρισίας καὶ μακροθυμίας καταφρονήσας] ἐπειράθη λοιπὸν ἐνδί‐ κως παρὰ θείας ὀργῆς τὸ ἀδέκαστόν τε καὶ ἀναπόδραστον. ϟΑʹ. Βασιλεία Δαρείου. Μετὰ δὲ Βαλτάσαρ ἐβασίλευσε Δαρεῖος ὁ Μῆ‐ δος, ὁ καὶ Ἀστυάγης, ὁ Ἀρταξέρξης λεγόμενος,
20ἔτη ιβʹ, ὃς εἶχε γυναῖκα τοῦ Μαρδοχαίου Ἐσθὴρ, ἐπιλεχθεῖσαν διὰ κάλλος [ἐκ τῶν] Ἑβραϊκῶν νεανί‐ δων, ἥτις καὶ τὸν ἴδιον λαὸν Ἰουδαϊκὸν ἀναιρεῖσθαι μέλλοντα ἐξ ἐπιβουλῆς Ἀμὰν τοῦ ἀρχιστρατήγου λυτρωσαμένη, παρεσκεύασεν ἐκεῖνον ἀνασκολοπι‐
25σθῆναι εἰς ὅπερ ξύλον ἐβουλεύσατο Μαρδοχέον τὸν ἑαυτῆς ἀνασκολοπίσαι θεῖον, μὴ τιμῶντα αὐτὸν καὶ προσκυνοῦντα· (2) ἐν οἷς εἰκότως πεπλήρωται ἡ Γραφὴ ἡ λέγουσα· «Ὃς 197 δ’ ἂν ἐκκαύσῃ κα‐ κίαν, ἀπολεῖται ὑπ’ αὐτῆς·» καί· «Ὃς παρα‐
30σκευάζεται δίκτυον ἐπὶ πρόσωπον τοῦ πλησίον, περιβαλεῖ αὐτὸ τοῖς ἑαυτοῦ ποσί.» Καί· «Ὁ ποιῶν πονηρὸν, εἰς αὐτὸ ἐγκυλισθήσεται καὶ οὐ μὴ ἐπιγνῷ πόθεν ἤκει αὐτῷ.» Καί· «Ὁ ὀρύσσων βόθρον τῷ πλησίον, εἰς αὐτὸν ἐμπεσεῖται.» Καί· «Δι’ ὧν
35τις ἁμαρτάνει, διὰ τούτων καὶ κολάζεται.» (3) Φησὶ γάρ τις τῶν μεγιστάνων· «Ἰδοὺ ξύλον ἔστησεν Ἀμὰν τῷ Μαρδοχαίῳ πηχῶν νʹ.» Καὶ ἐγένετο οὕτως κατὰ τὴν κέλευσιν βασιλέως Ἀρ‐ ταξέρξου. (4) Ἐφ’ οὗ καὶ τῷ Δανιὴλ ὡράθησαν
40καὶ διὰ τοῦ ἀρχαγγέλου Γαβριὴλ ὀπτασίαι, καὶ ὁ χρόνος ἐδηλώθη τῆς Χριστοῦ παρουσίας, ὅστις καὶ φθονηθεὶς ὑπὸ τῶν μεγιστάνων διὰ τὸ μεγάλως τιμᾶσθαι ὑπὸ τοῦ βασιλέως, ἐβλήθη ἐν τῷ λάκκῳ τῶν λεόντων καὶ διεφυλάχθη ἀσινής. ϟΒʹ. Βασιλεία Κύρου.
45 Μετὰ δὲ Δαρεῖον ἐβασίλευσε Κῦρος ὁ Πέρσης ἔτη λβʹ, ὃς ἀνελὼν Κροῖσον, πάσης ἐκράτησε τῆς γῆς (τῆς τε τῶν Χαλδαίων, καὶ Ἀσσυρίων, καὶ Περσῶν, Παλαιστίνην τε καὶ πᾶσαν τὴν Ἀσίαν, καὶ τὴν Λυδῶν βασιλείαν ὑπέταξε, ἀνελὼν Κροῖσον

110

.

325

(50)

ὡς προείρηται). (2) Ἐφ’ οὗ Κύρου Δανιὴλ ἐπιφα‐ νέστερος ὑπάρχων, ἔτι καὶ τὸν Βὴλ συντρίψας, καὶ
δράκοντα φονεύσας, καὶ τὰ σεβάσματα Περ‐325

110

.

328

σῶν, ἐβλήθη πάλιν ἐν τῷ λάκκῳ τῶν λεόντων, καὶ ἦν ἐκεῖ ἡμέρας ϛʹ, ἐν ᾧ λέοντες ἦσαν ζʹ. Ἐδίδοτο αὐτοῖς τὸ καθ’ ἡμέραν σώματα βʹ καὶ πρό‐ βατα βʹ. Τότε δὲ οὐκ ἐδόθη αὐτοῖς οὐδὲν, ἵνα τὸν
5Δανιὴλ καταφάγωσι. Καὶ ἦν Ἀμβακοὺμ ὁ προφή‐ της ἐν τῇ Ἰουδαίᾳ, καὶ ἥψησεν ἑψήματα, καὶ ἐνέ‐ θρυψεν ἄρτους εἰς σκάφην, καὶ ἐπορεύετο εἰς τὸ πεδίον ἀπενέγκαι τοῖς θερισταῖς. Καὶ εἶπεν ὁ ἄγ‐ γελος Κυρίου πρὸς αὐτόν· «Ἀπένεγκε τὸ ἄριστον
10τοῦτο εἰς Βαβυλῶνα τῷ Δανιὴλ ἐν τῷ λάκκῳ τῶν λεόντων. Ὁ δέ φησι· Βαβυλὼν οὐχ ἑώρακα καὶ τὸν λάκκον οὐ γινώσκω ποῦ ἐστιν. 198 Καὶ ἐπιλα‐ βόμενος ὁ ἄγγελος τῆς κορυφῆς αὐτοῦ καὶ βαστάσας ἔθηκεν αὐτὸν εἰς Βαβυλῶνα ἐπάνω τοῦ λάκκου ἐν
15τῷ ῥοίζῳ τοῦ πνεύματος αὐτοῦ. Καὶ ἐβόησεν Ἀμβα‐ κοὺμ λέγων· Δανιὴλ, Δανιὴλ, λάβε τὸ ἄριστον ὃ ἀπέστειλέ σοι Κύριος. Καὶ εἶπε Δανιήλ· Ἐμνήσθης γάρ μου, ὁ Θεὸς, καὶ οὐκ ἐγκατέλιπες τοὺς ἀγα‐ πῶντάς σε, Κύριε. Καὶ ἀναστὰς Δανιὴλ ἔφαγε, καὶ
20πάλιν εὐθὺς ὁ ἄγγελος ἀπεκατέστησε τὸν Ἀμβακοὺμ ἐπὶ τὸν τόπον αὐτοῦ. Ὁ δὲ βασιλεὺς τῇ ζʹ ἡμέρᾳ ἐλθὼν ἐπὶ τὸν λάκκον καὶ εὑρὼν αὐτὸν μηδὲν ὑπὸ τῶν λεόντων ἀδικηθέντα, καὶ τὸν σεσωκότα Θεὸν δοξάσας, τὸν μὲν Δανιὴλ εὐθὺς ἀνήγαγεν ἐκ τοῦ
25λάκκου, τοὺς δὲ αἰτίους τῆς ἀπωλείας αὐτοῦ κατ‐ ήγαγον εἰς τὸν λάκκον, καὶ παραχρῆμα κατεβρώ‐ θησαν ὑπὸ τῶν λεόντων ἐνώπιον αὐτοῦ.» (3) Ὑφ’ οὗ τῷ πρώτῳ ἔτει τῆς βασιλείας ἀνεκλήθησαν οἱ Ἰουδαῖοι, ἄφεσιν αὐτοῖς προσφωνήσαντος αὐτοῦ καὶ
30τὴν πρὸς Ἱερουσαλὴμ (51b) ἐπάνοδον ἐπιτρέψαντος, ἐπληρώθη ὁ ἑβδομηκονταετὴς χρόνος τῆς αἰχμαλω‐ σίας αὐτῶν κατὰ τὸν θεῖον ὅρον. Τοῦ δὲ Υἱοῦ Ζορο‐ βάβελ Σαλαθιὴλ καὶ Ἰησοῦ τοῦ Ἰωσεδὲκ ἐλθόντων εἰς Ἱερουσαλὴμ καὶ τὸν ναὸν οἰκοδομεῖν ὡς ἐξ
35ἐπιτροπῆς Κυρίου καὶ φιλοτιμίας ἀρξαμένων, ἐκωλύθησαν ὑπὸ τῶν περιοίκων διαβεβληκότων αὐ‐ τοὺς πρὸς τὸν βασιλέα. ϟΙʹ. Βασιλεία Καμβύσου. Μετὰ δὲ Κῦρον ἐβασίλευσε Καμβύσης, ὁ υἱὸς
40αὐτοῦ, ὁ καὶ Ναβουχοδονόσωρ κληθεὶς, ἔτη ϛʹ. (2) Ὃς πόλεμον ἔχων πρὸς Ἀρφαξὰδ, βασιλέα Μήδων, καὶ συμμαχίαν αἰτήσας παρὰ τῶν ἐθνῶν πάντων ἕως Αἰγύπτου, καὶ μὴ δεδωκότων αὐτῷ, ἀλλὰ καὶ ἀντιῤ‐ ῥηκότων, πόλεμον ἔθετο μετὰ τὸ νικῆσαι καὶ περι‐
45γενέσθαι τοῦ Ἀρφαξὰδ κατὰ τῶν μὴ δεδωκότων. Καὶ δὴ ὑποστρέψας μετὰ νίκης, ἀπέστειλε τὸν αὐτοῦ ἀρχιστράτηγον Ὀλοφέρνην μετὰ δυνάμεως πολλῆς κατ’ αὐτῶν. Καὶ παντὸς ἔθνους κυριεύσας ὁ Ὀλοφέρ‐ νης 199 καὶ τὰ εἴδωλα τούτων συντρίψας, πρὸς Βε‐

110

.

328

(50)

τιλούαν τὴν πόλιν ἦλθεν ἐν χιλιάσιν ὁπλιτῶν ρκʹ. Καὶ ὁ μὲν Ὀλοφέρνης εἰς πόλεμον παρετάσσετο, κατεσφαλισμένων ἐν τῇ πόλει τῶν υἱῶν Ἰσραήλ.
Ὁ δὲ στρατηγὸς αὐτοῦ Ἀχιὼρ συνεβούλευσεν αὐτῷ327

110

.

329

μὴ πολεμεῖν τὸ ἔθνος τῶν Ἑβραίων διὰ τὸ ὑπερα‐ σπίζειν αὐτῶν τὸν Θεόν. Καὶ ὀργισθεὶς ὁ Ὀλοφέρνης ἀπέστειλεν αὐτὸν ἐν τῇ πόλει ἀπειλήσας ἀναιρεῖν αὐτὸν εἰ ταύτης περιγένοιτο. Καὶ ὁ μὲν Ἀχιὼρ ἦν
5ἐν τῇ πόλει Βετιλούᾳ· ὁ δὲ Ὀλοφέρνης ἐπολιόρκει τὴν πόλιν, προκαταλαβὼν τὰ ὕδατα. Τοῦ δὲ λαοῦ ἐκλυθέντος διὰ τὸ δίψος καὶ μέλλοντος ἐκδοῦναι τὴν πόλιν, Ἰουδὶθ ἀποβαλοῦσα τὰ τῆς χηρεύσεως ἱμά‐ τια—ἐπένθει γὰρ τὸν ἄνδρα καὶ δι’ ὅλου ἔμενε νη‐
10στεύουσα, —ἐκόσμησεν ἑαυτὴν ὡς νύμφην καὶ πολλὰ τοὺς ἄρχοντας καὶ ὀλιγοψύχους ἐλέγξασα καὶ νουθετήσασα καὶ παραγγείλασα μὴ ἐκδοῦναι τὴν πόλιν μέχρι ἡμερῶν εʹ, ὑπεξῆλθε πρὸς τὸν Ὀλο‐ φέρνην, καὶ τῇ τοῦ Θεοῦ βοηθείᾳ καὶ τῇ ἑαυτῆς σο‐
15φίᾳ τοῦτον ἀπατήσασα, ἀποκεφαλίσασα τῇ τρίτῃ ἡμέρᾳ, πρὸς τὴν πόλιν ὑποστρέψασα νυκτὸς, τὴν κεφαλὴν ἔδειξεν Ὀλοφέρνου. Καὶ μὲν Ἰουδαῖοι ἐφο‐ βήθησαν, καὶ σφόδρα θαυμάσαντες, καὶ τῷ συνερ‐ γήσαντι καὶ (52a) σοφίσαντι Θεῷ τὴν δόξαν ἀναπέμ‐
20ψαντες, προθυμίαν πολλὴν ἔλαβον. Ὁ δὲ στρατηγὸς Ἀχιὼρ μᾶλλον ὑπερεκπλαγεὶς τὴν μεγάλην καὶ ἰσχυρῶς κραταιὰν βοήθειαν τοῦ Κυρίου, αὐτίκα περιτμηθεὶς ἐπίστευσε Κυρίῳ τῷ Θεῷ Ἰσραὴλ, καὶ οὕτω λοιπὸν οἱ μὲν Ἀσσύριοι πρωΐας γενομέ‐
25νης, ἑωρακότες τὴν κεφαλὴν Ὀλοφέρνου κοντευθεῖ‐ σαν, δεινῶς κατῃσχύνθησαν φυγόντες. Οἱ δὲ υἱοὶ Ἰσραὴλ πανταχόθεν συνδραμόντες καὶ τοὺς πολεμίους συγκόψαντες, καὶ λαφυραγωγήσαντες, δέδωκαν τῇ Ἰουδὶθ τὰ τοῦ Ὀλοφέρνου πάντα· ἡ δὲ ἀπελθοῦσα
30εἰς Ἱερουσαλὴμ πάντα τῷ Κυρίῳ ἀναθεμένη, ὑπέ‐ στρεψεν ἐν τῷ οἴκῳ αὐτῆς, καὶ τὴν αὐτὴν ἀρετήν τε καὶ ἄσκησιν ἔχουσα, ἐτελεύτησε χήρα ἐτῶν ρεʹ, (3) Ταύτην οὖν τὴν ἱστορίαν ᾠήθησάν τινες ἐπὶ τοῦ Ναβουχοδονόσωρ συμβῆναι, πεπλάνηνται δὲ διὰ τὴν ὁμωνυμίαν, ἀγνοοῦντες ὡς μετὰ τὴν αἰχμαλωσίαν
35τοῦτο γέγονεν. Ὁ γὰρ πρῶτος Ναβουχοδονόσωρ ἐν τῷ τῆς αἰχμαλωσίας χρόνῳ προτετελεύκει. (4) Καθ’ ὃν καιρὸν 200 Ἀναξαγόραν καὶ Πυθαγόραν τὸν Σάμιον φιλόσοφον ἀκμάσαι λόγος. ϟΔʹ. Βασιλεία Σμερδίου. Μετὰ δὲ Καμβύσην βασιλεύει Σμέρδιος ὁ μάγος (ἔτος ἓν καὶ) μῆνας ζʹ.
40ϟΕʹ. Βασιλεία Δαρείου. Μετὰ δὲ Σμέρδιον ἐβασίλευσε Δαρεῖος Ὑστά‐ σπου ἔτη μβʹ, ἐφ’ οὗ πάλιν Ζοροβάβελ καὶ Ἰησοῦς ἐπιτραπέντες ἐτελείωσαν τὴν οἰκοδομὴν τοῦ ναοῦ πρό‐ τερον ἀμεληθεῖσαν ἔτη μʹ· ὅθεν Ἰουδαῖοι κατὰ
45τοῦτον πρὸς τὸν Κύριον ἔλεγον· «Τεσσαράκοντα καὶ ϛʹ ἔτεσιν ὁ ναὸς ᾠκοδομήθη, καὶ σὺ ἐν τρισὶν ἡμέραις ἐγερεῖς αὐτόν·» Κῦρος μὲν γὰρ τοῖς Ἰου‐ δαίοις ἐλευθερίαν ἔδωκεν καὶ συγχωρίαν τῆς οἰ‐ κοδομῆς τοῦ ναοῦ καὶ τῆς πόλεως, ὡς εἴρηται.

110

.

329

(50)

Ὑπὸ δὲ τῶν Σαμαριτῶν κωλυθέντες, ὡς εἴρηται, ἔτη μʹ, καὶ μετὰ τοῦτο ἄλλοθεν εἰς τὸ ϛʹ ἔτος τῆς
Δαρείου βασιλείας περαιούσης, οὐκοῦν ἡ ἐπάνοδος329

110

.

332

τῶν υἱῶν Ἰσραὴλ ἐκ Περσίδος εἰς Ἰερουσαλὴμ γέγονεν ἐκ προστάγματος Κύρου πρότερον, ἔπειτα Δαρείου κελεύσαντος ἐν χειρὶ Ἰησοῦ τοῦ Ἰωσεδὲκ καὶ Ζοροβάβελ, καὶ Νεμεσίου εὐνούχου Ἰουδαίου.
5(2) Ἡ πρόφασις τῆς ἐπανόδου οὕτω γέγονε. Στρα‐ τιωτῶν γʹ τὸν βασιλέα φυλαττόντων, ἐν οἷς ἦν Ζο‐ ροβάβελ, εἴρησαν ἐν προβλήματι, τεθείσης ἐπαγγε‐ λίας αἰτῆσαι τὸν νικῶντα ὅπερ ἂν θελήσειε παρὰ τοῦ βασιλέως. Τοῦ οὖν ἑνὸς εἰπόντος νικᾷν τὸν οἶνον,
10τοῦ ἑτέρου φήσαντος νικᾷν τὸν βασιλέα· ὁ Ζοροβάβελ ἔφη νικᾷν τὰς γυναῖκας καὶ ὑπὲρ πάντων τὴν ἀλή‐ θειαν, καὶ ἐπειδὴ ταῦτα εἰρηκὼς ἐνίκησε καὶ ἐπ‐ έτραπτο αἰτήσασθαι ὃ βούλεται, 201 ἠξίωσεν ἀφεθῆναι τὴν αἰχμαλωσίαν καὶ οἰκοδομηθῆναι τὴν
15Ἱερουσαλήμ· ὅπερ καὶ γέγονεν. Καὶ τότε πε‐ πλήρωται εἰς τέλος τὸ τῆς αἰχμαλωσίας καὶ ὀργῆς ἔτει οʹ. (3) Ὁ δὲ ἀρχιερεὺς καὶ γραμματεὺς Ἔσδρας ἦν διδάσκων τὸν λαὸν τὸν νόμον καὶ διερ‐ μηνεύων, ὡς εὐφυέστατος πάντων, ὃς καὶ τὰς ἱερὰς
20βίβλους ἀποκατέστησε διαφθαρείσας ὑπὸ τῶν πο‐ λέμων. Οἱ γάρ τοι Χαλδαῖοι μετὰ τὴν ἅλωσιν τῆς Ἰερουσαλὴμ ἐμπρήσαντες πάσας, ἐνέπνευσεν ὁ Θεὸς τούτῳ ὥστε αὐτὰς ἐκθέσθαι. (4) Γίνονται οὖν ἀπὸ τῆς αʹ οἰκοδομῆς (52b)
25τοῦ ναοῦ ἕως τῆς βʹ ἔτη φιαʹ. (5) Τὸ τοίνυν σχῆμα καὶ εἶδος τῆς βʹ οἰκοδομῆς καὶ τοῦ ναοῦ καὶ τῆς πόλεως Ἱερουσαλὴμ ἦν οὕτως. Ἡ μὲν οὖν πόλις τρισὶ τείχεσιν ὀχυρωμένη καὶ δυσάλω‐ τος ὑπῆρχε· τοῦ δὲ τείχους οἱ πύργοι τετρά‐
30γωνοι ὄντες, εἶχον τὸ πλάτος καὶ τὸ ὕψος ἀνὰ πή‐ χεων νʹ, ἕκαστος λίθος τῆς δομήσεως ἦν εἰκοσάπηχυς· ἐφ’ ὃν ἦσαν οἶκοι πολυτελεῖς, καὶ ὑπερῷα, καὶ δε‐ ξαμεναὶ πρὸς ὑποδοχὴν ὀμβριμαίων ὑδάτων. Εἶχε δὲ παράπυργα ὀκτάγωνα καὶ παμμεγέθη ἀνὰ πή‐
35χεων ςʹ τὸ ὕψος ἔχοντα, ὡς τὴν Ἀραβίαν ἐκεῖθεν ἡλίου ἀνίσχοντος ὁρᾶσθαι. Καὶ τὸ μὲν μέτρον τῆς πό‐ λεως καὶ περίμετρον ἀπ’ ἄκρων εἰς ἄκρον εἶχε στάδια νʹ καὶ τὸ ὕψος πήχεις μʹ· οἱ δὲ λίθοι τῆς οἰκοδομῆς εἶχον ἀνὰ πήχεων κʹ τὸ μῆκος, τὸ δὲ πλάτος ἀνὰ ιʹ
40ποδῶν, ὡς κάτω, καὶ τὸ πάχος. Καὶ οὕτως ἐν τῇ δομήσει οἱ λίθοι ἀλλήλοις ἥνωνται ὡς δοκεῖν μίαν εἶναι πέτραν, μηδαμοῦ τῆς συναφείας τῆς ἁρμονίας διαφαινομένης. Τὸ δὲ ἱερὸν ἐπὶ λόφου καρτερῶς δεδομημένον καὶ τετράσι περιβόλοις κυκλούμενον,
45εἶχε λίθους ἡ οἰκοδομὴ αὐτοῦ λευκοὺς καὶ ξεστοὺς ἀνὰ ποδῶν μʹ τὸ μέγεθος ἑκάστου λίθου. Μέσον δὲ τῆς πόλεως ἦν ὁ ναός· δωδεκάβαθμος ὁ ἀναβάτης ὑπῆρχε. Καὶ τὸ μὲν κατὰ πρόσωπον αὐτοῦ ὕψος ἦν πήχεων ρʹ, τὸ δὲ κατόπισθεν μʹ· κατάῤῥοπον γὰρ

110

.

332

(50)

ἐτύγχανεν τὸ ἓν μέρος τῆς πόλεως, τὸ δὲ ἕτερον ὑπόλοφον κατὰ τὸ ὅρος· ἡ δὲ πρώτη πύλη τοῦ ναοῦ, τὸ μὲν ὕψος, εἶχε πήχεων οʹ, τὸ δὲ εὖρος κϛʹ Κοριν‐ θίῳ χαλκῷ κεκαλυμμένη ὡς ὑπεράγειν τῇ καλλονῇ τὰς διαχρύσους καὶ περιαργύρους πύλας, ἀνὰ πή‐
55χεων μʹ τὸ μέγεθος, ἐπὶ πάχος πολὺ τοῦ χρυσοῦ καὶ331

110

.

333

τοῦ ἀργύρου κεκοσμημένας, 202 ὥστε καταστρά‐ πτεσθαι τὰ πάντα. Ὁ οὖν πρῶτος οἶκος εἶχεν ἐντὸς ὑπερῷα, τὸ μὲν ὕψος ἔχοντα πήχεων ϟʹ, τὸ δὲ μῆκος νʹ. Ἡ δὲ πύλη τοῦ οἴκου κεχρυσωμένη οὖσα
5καὶ χρυσᾶς ὑπὲρ αὐτῆς ἀμπέλους ἔχουσα, κατεκρέ‐ μαντο βότρυες ἀνδρομήκεις. Μετὰ δὲ τὸ εἰσελθεῖν τὸ ἐπίπεδον τοῦ ναοῦ, ἄλλος ἦν οἶκος τοῦ ἐνδοτάτου, οὗπερ τὸ μὲν ὕψος ἦν πήχεων ξʹ, τὸ δὲ πλάτος κʹ, ἐν ᾧ λυχνία, τράπεζα καὶ θυμιατήριον ἔκειντο. Διείρ‐
10γετο δὲ καταπετάσματι πρὸς τὸ ἔξωθεν, ἐν ᾧ οὐ‐ δὲν ἔκειτο, ἀλλ’ ἦν ἄβατόν τε καὶ ἄχραντον, ὅθεν ἁγίων Ἅγια ἐλέγετο· τὸ δὲ ἄνω καὶ ἔξωθεν τοῦ ἀχράντου ναοῦ τούτου μεγίστην παρεῖχε τοῖς ὁρῶσιν ἔκπληξιν, πλαξὶ γὰρ χρυσαῖς στιβαρωτάταις κεκαλ‐
15λωπισμένα ὑπὸ τὰς πρώτας ἀνατολὰς τοῦ ἡλίου πυ‐ ρωδεστάτην αὐγὴν ἀνέπεμψεν καὶ τὰς ὄψεις τῶν ὁρώντων ἀπέστρεφεν, ὥσπερ τις ἡλιακὴ αὐγὴ τοῖς ὀφθαλμοῖς προσπίπτουσα. Διὸ τοῖς ἀφικνουμέ‐ νοις ξένοις πόῤῥωθεν ὁ ναὸς ὁρώμενος, ὄμβρος χιόνος
20ἐπ’ ὄρους ὑψηλοῦ κειμένη ἐξεφαίνετο διὰ τὸ ἐκ λευκοτάτου μαρμάρου συνεστηκέναι καὶ ἐπὶ λόφου δεδομεῖσθαι. Ἐπὶ δὲ τῆς κορυφῆς εἶχεν ἑστῶτας χρυσοῦς καὶ τεθηγμένας ὀβελοὺς, ἀνὰ πήχεων μʹ τὸ ὕψος καὶ ἀνὰ ἓξ τὸ πλάτος, πρὸς τὸ κωλύειν ἐφιζά‐
25νειν τὰ πετεινὰ καὶ ἐκρεύσει τὸν ναὸν μολύνειν. Τῶν δὲ κυκλούντων περιβόλων τεσσάρων τὸ ἱερὸν ἰδίας ἕκαστον παρατηρήσεως κατὰ τὸν νόμον ἠξίωτο. Εἰς μὲν γὰρ τὸ πρῶτον (53a) καὶ ἐξώτατον πᾶσιν ἐγχω‐ ρίοις τε καὶ ἀλλοφύλοις εἰσελθεῖν ἐπετέτραπτο, εἰς
30δὲ τὸ δεύτερον Ἰουδαίοις ἠφίετο εἰσιέναι, εἰς δὲ τὸ τρίτον μόνοις τοῖς ἀρχιερεῦσι τῶν Ἰουδαίων κα‐ θαροῖς καὶ ἁγνοῖς ὑπάρχουσιν, εἰς δὲ τὸ δʹ ἱερεῦσι μόνον ἁγνεύουσιν, εἰς δὲ μετὰ τὸν ναὸν, τοῖς ἀμώ‐ μοις ἱερεῦσιν, στολὰς ἱερατικὰς ἠμφιεσμένοις, εἰς
35δὲ τὰ ἄδυτα, ἔνθα ἦν ὁ βωμὸς, ἡ τράπεζα καὶ τὸ θυμιαστήριον καὶ ἡ ἄσβεστος λυχνία, μόνῳ τῷ ἀρχιερεῖ συγκεχώρηται ἅπαξ τοῦ ἐνιαυτοῦ. Εἰκότως ἔλεγεν ὁ προφήτης· «Καὶ ἔσται ἡ δόξα τοῦ οἴκου τούτου ἡ ἐσχάτη ὑπὲρ τὴν πρώτην, λέγει Κύριος». Καὶ γὰρ ἡ βʹ οἰκοδομὴ αὕτη τοῦ ναοῦ λαμπροτέρα
40γέγονε τῆς πρώτης εἴς τε κάλλος καὶ μέγεθος καὶ τὰ λοιπὰ πάντα. Καὶ ταῦτα μὲν οὕτως. 203 (6) Μετὰ δὲ ταῦτα ὁ βασιλεὺς Δαρεῖος ἐπι‐ στρατεύσας μετὰ διαφόρων ἐθνῶν, Συρίαν μὲν καὶ Φοινίκην καὶ τὴν παραλίαν πᾶσαν ἐσκύλευσε. Τῇ δὲ Ἱερουσαλὴμ ἐπανελθὼν κατεβλήθη καὶ διόλωλε παμ‐
45πληθεὶ, τοῦ Θεοῦ θεηλάτοις αὐτὸν πληγαῖς καὶ σκη‐ πτοῖς πατάξαντος καὶ τὰς σὺν αὐτῷ μυριάδας. Κἀντεῦ‐ θεν μὲν νίκην παράδοξον ἔδωκεν ὁ Θεὸς τὴν ἐν Ἱερου‐ σαλὴμ, ὅπλων καὶ μάχης ἐκτὸς, πλούτου δὲ καὶ λα‐ φύρων ἀπείρων ἔπλησεν, ἄρχοντος τοῦ Ζοροβάβελ

110

.

333

(50)

τότε, μεθ’ ὧν οὐκέτι ἕτερος ἐκ τοῦ Ἰούδα ἦρξεν, ἀλλ’ οἱ ἀρχιερεῖς ἡγεμόνευον. Μετὰ γὰρ τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον οὐκέτι βασιλεῖς, ἀλλ’ ἀρχιερεῖς αὐτῶν ἦρχον. (7) Διό φησιν ὁ μέγας Βασίλειος· «Καθαιρεθείσης γὰρ τῆς Ἱερουσαλὴμ ὑπὸ τοῦ
55Ναβουχοδονόσωρ, λέλυτο μὲν τὰ βασίλεια, οὐκέτι333

110

.

336

δὲ πατρικαὶ διαδοχαὶ τῶν ἡγεμονιῶν ἦσαν, ὥσπερ τὸ πρότερον, ἀλλὰ τότε μὲν ἐξ ἀρχῆς ἐπὶ τῆς αἰχμαλωσίας διῆγον οἱ ἀπόγονοι τοῦ Δαυΐδ. Ἐπαν‐ ελθόντες δὲ οἱ περὶ τὸν Ζοροβάβελ καὶ τὸν Σαλα‐
5θιὴλ δημοτικώτερον καθηγοῦντο τοῦ λαοῦ, τῆς ἀρχῆς λοιπὸν ἐπὶ τὴν ἱερωσύνην μεταπεσούσης, διὰ τὸ ἀναμιγῆναι τὴν ἱερατικὴν καὶ τὴν βασιλικὴν φυλὴν, ὅθεν ὁ κύριος καὶ βασιλεὺς καὶ ἀρχιερεὺς εἰς τὰ πρὸς Θεόν. Καὶ οὐκ ἐξέλιπεν ἡ βασιλικὴ
10φυλὴ μέχρι τῆς Χριστοῦ παρουσίας, οὐ μὴν δὲ ἀλλὰ καὶ καθῆκεν ἔτι ἐπὶ θρόνου Δαυῒδ τὸ σπέρ‐ μα Ἰεχονίου· θρόνος γὰρ δηλονότι τὸ βασιλικὸν ἀξίωμα λέγεται· πάντως γὰρ τῆς ἱστορίας μέμνησθε, ὅτι ὑπόφορος μὲν ἦν τῷ Δαυῒδ πᾶσα
15Ἰουδαία καὶ Ἰδουμαία χώρα, καὶ ἡ Μωαβῖτις, καὶ τῆς Συρίας ὅσα τε πρὸς Χωρὸν καὶ ποῤῥω‐ τέρω μέχρι τῆς μέσης τῶν ποταμῶν, καὶ καθ’ ἕτε‐ ρον μέρος ἕως ποταμοῦ Αἰγύπτου. Εἰ οὐδεὶς ἐφάνη ἐπὶ τοσούτου ἀξιώματος τῶν μετ’ αὐτὸν,
20πῶς οὐκ ἀληθὴς ὁ τοῦ προφήτου Ἰερεμίου λόγος, ὅτι «Ἠτιμώθη Ἰεχονίας ὡς σκεῦος οὗ οὐκ ἔστι χρεία», καὶ «Ὅτι ἀπεῤῥίφη αὐτὸς καὶ τὸ σπέρμα αὐτοῦ—καθήμενος ἐπὶ θρόνου Δαυῒδ, ἄρχων ἐν τῷ 204 Ἰούδα;» Οὐδεὶς γὰρ φαίνεται τῆς ἀξίας
25ταύτης καὶ τῆς δυναστείας ἐπειλημμένος τῶν ἐξ αὐτοῦ. Οὐ μέντοι ἐξέλιπεν ἡ Ἰούδα φυλὴ «ἕως οὗ ἦλθεν ᾧ ἀπέκειτο», ὃς οὐδὲ αὐτὸς ἐκάθισεν ἐπὶ τοῦ σωματικοῦ θρόνου· μεταπεσούσης γὰρ τῆς Ἰουδαϊκῆς| (53b) βασιλείας ἐπὶ τὸν τοῦ Ἀσκαλω‐
30νίτου Ἀντιπάτρου Ἡρώδην, καὶ τοὺς ἐκείνου παῖδας, οἳ εἰς ἀρχὰς δʹ κατενείμαντο τὴν Ἰουδαίαν, ἡγεμο‐ νεύοντος μὲν Πιλάτου, τὸ σύμπαν τῆς Ῥωμαϊκῆς κράτος ἔχοντος Τιβερίου Καίσαρος. Ἀλλὰ θρόνον Δαυῒδ λέγει ἐφ’ ὃν ὁ Κύριος ἐκάθισεν, τὴν ἀκαθαί‐
35ρετον καὶ αἰώνιον βασιλείαν· αὐτὸς γάρ ἐστι προσ‐ δοκία ἐθνῶν, οὐχὶ τοῦ ἐλαχίστου μέρους τῆς οἰκου‐ μένης. «Ἔσται γὰρ, φησὶν, ἡ ῥίζα τοῦ Ἰεσσαὶ, καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν· ἐπ’ αὐτῷ ἔθνη ἐλπιοῦσι.» Καί «Τέθεικά σε εἰς διαθήκην γέ‐
40νους, εἰς φῶς ἐθνῶν.» Καί· «Θήσομαι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος τὸ σπέρμα αὐτοῦ καὶ τὸν θρόνον αὐτοῦ ὡς τὰς ἡμέρας τοῦ οὐρανοῦ.» Οὕτως οὖν καὶ βασιλεὺς διέμεινε, [εἰ] καὶ [μὴ] τὰ σκῆπτρα τῆς Ἰουδαίας παρέλαβε, καὶ βασιλεὺς πάσης τῆς γῆς
45ἐστιν ὁ Θεὸς, καὶ ἡ εὐλογία τοῦ Ἰακὼβ ἐβεβαιώ‐ θη· «Καὶ ἐνευλογηθήσονται ἐν τῷ σπέρματι αὐ‐ τοῦ πᾶσαι αἱ φυλαὶ τῆς γῆς.» —«Καὶ πάντα τὰ ἔθνη μακαριοῦσι τὸν Χριστόν.» (8) Ἵνα δὲ σαφέστε‐
ρον γένηται πῶς ἱερατεία ἐμίγη τῇ βασιλείᾳ, λέ‐335

110

.

337

ξομεν οὕτως· Ὁ μὲν Ἰούδας ἐγέννησε τὸν Φαρὲς, ὁ δὲ Φαρὲς Ἐσρὼμ, [ὁ δὲ Ἐσρὼμ] τὸν Ἀρὰμ, ὁ δὲ Ἀρὰμ τὸν Ἀμιναδὰμ, ὁ δὲ Ἀμιναδὰμ τὸν Ναασσὼν, ὁ δὲ Ναασσὼν τὸν Σαλμὼν, ὁ δὲ Σαλμὼν τὸν Βοὸζ,
5ὁ δὲ Βοὸς τὸν Ὠβὴδ, ὁ δὲ Ὠβὴδ τὸν Ἰεσσαὶ, ὁ δὲ Ἰεσσαὶ Δαυῒδ τὸν βασιλέα. Ἐπεὶ οὖν ὁ Ναασσὼν υἱὸς ἦν τοῦ Ἀμιναδὰμ, τούτου τὴν ἀδελφὴν γυ‐ ναῖκα ἠγάγετο ὁ μέγας ἀρχιερεὺς Ἀαρὼν, ἀδελφὸς ὑπάρχων Μωυσέως ἐκ φυλῆς Λευί· καὶ μέντοι καὶ ὁ θεσπέσιος ἱεράρχης Ἰωδαὲ, φυλῆς ὢν τῆς Λευϊτικῆς,
10205 ἠγάγετο γυναῖκα τὴν ἀδελφὴν Ὀχοζίου, φυλῆς οὖσαν τοῦ Ἰούδα. Κἀντεῦθεν λοιπὸν ἡ βασιλικὴ φυλὴ συνεμίγη μετὰ τῆς Λευϊτικῆς. Μάλα γε εἰκότως ὁ Κύριος ἐκ Μαρίας, τῆς Παρθένου καὶ κατὰ σάρκα μητρὸς αὐτοῦ, γενεαλογούμενος, οὕτω βασιλεὺς καὶ ἱερεὺς εἰς τὰ πρὸς τὸν Θεὸν, ὡς ἔφην, ἀνθρώποις ἀναδέδεικται καὶ προδήλως κηρύττεται βασιλεὺς αἰώνιος καὶ ἀδιάφθορος (καὶ «τὴν γενεὰν αὐ‐ τοῦ,» δηλαδὴ τὴν ἀκατάληπτον καὶ ὑπερούσιον καὶ ἄναρχον τῇ θεότητι, «τίς διηγήσεται;»)
15ϟϞʹ. Βασιλεία Ἀρταξέρξου τοῦ Μακρόχειρος. Εἶτα ἐβασίλευσε Ξέρξης, ὁ Δαρείου υἱὸς ὁ μέ‐ γας, ἔτος ἓν καὶ μῆνας ζʹ. (2) Μετὰ δὲ τοῦτον ἐβασίλευσε Ἀρταξέρξης ὁ Μακρόχειρ, ἔτη μʹ. Εἰκο‐ στῷ δὲ ἔτει τῆς αὐτοῦ βασιλείας Νεεμίας ἀνελθὼν
20τὴν πόλιν Ἱερουσαλὴμ ἀνίστησι, καθώς φησιν Ἔσδρας. (3) Ἐφ’ οὗ Σοφοκλῆς, καὶ Ἡράκλειτος, καὶ Διονύσιος, καὶ Εὐσέβιος, καὶ Θουκυδίδης, καὶ Εὐρι‐ πίδης, καὶ Ἀρίσταρχος, καὶ Ἱπποκράτης ὁ ἰατρὸς, καὶ Παρμενίδης, καὶ Δημοσθένης ἐγνωρίζοντο, καὶ
25Δημόκριτος ὁ Ἀβδηρίτης, καὶ Σωκράτης ὁ Ἀθηναῖος ἄμφω φιλόσοφοι. Οὗτος δὲ ὁ σφαλήσας τοὺς νόμους τῶν Ἑλλήνων θανατοῦται, κώνιον πιὼν ἐν τῷ δεσμωτηρίῳ. ϟΖʹ. Βασιλεία ἑτέρου Ἀρταξέρξου. Μετὰ δὲ Ἀρταξέρξην ἐβασίλευσεν Ἀρταξέρξης
30ἄλλος καὶ οἱ καθεξῆς ἕως Δαρείου Ἀρσάμου, ὃν ἀνεῖ‐ λεν Ἀλέξανδρος ὁ Μακεδὼν, καὶ τὴν Περσῶν βασι‐ λείαν καταλύσας καὶ πάσης τῆς γῆς κρατήσας, διαι‐ ροῦνται τὴν βασιλείαν οἱ παῖδες (54a) αὐτοῦ, ὡς καὶ πρόσθεν εἴρηται.
35(2) Οἱ τοίνυν Περσῶν βασιλεῖς μετὰ Ναβουχο‐ δονόσωρ καὶ τοὺς υἱοὺς αὐτοῦ εἰσιν οἵδε· Δαρεῖος ὁ Ἀστυάγης, ὁ καὶ Ἀρταξέρξης, 206 ἐβασίλευσεν ἔτη ιζʹ, Κῦρος λβʹ, Καμβύσης ϛʹ, Σμέρδιος ὁ μά‐ γος βʹ, Δαρεῖος Ὑστάσπου ἔτη μβʹ, Ξέρξης, ὁ υἱὸς
40αὐτοῦ, ἔτη καʹ, Ἀρτάβανος μῆνας ζʹ, Ἀρταξέρξης ὁ Μακρόχειρ μαʹ, Ἀρταξέρξης ὁ Βʹ, ιʹ, Σογδάνης ιγʹ, Δαρεῖος ὁ Νόθος ἔτη ιθʹ, Ἀρταξέρξης ὁ υἱὸς αὐτοῦ ὁ Μήμνων, ἔτη μʹ—ἐπὶ τούτου κατελύθη ἡ βασι‐ λεία τῶν Ῥωμαίων καὶ διῳκεῖτο ὑπὸ ὑπάτων ἕως
45Ἰουλλίου—Ἀρταξέρξης, ὁ καὶ Ὦχος, ἔτη κζʹ, Ἄρσης Ὤχου ἔτη δʹ, Δαρεῖος ὁ Ἀρσάμου ἔτη ϛʹ, ὃν Ἀλέξανδρος ἀνελὼν, ὡς ἔφην, καθεῖλε τὴν βασι‐
λείαν Περσῶν, διαρκέσασαν ἔτεσιν σμζʹ. (3) Ἐφ’337

110

.

340

οὗ καὶ Πλάτων καὶ Ἀριστοτέλης οἱ φιλόσοφοι ἤκμα‐ ζον, καὶ Σπεύσιππος, καὶ Ξενοκράτης, καὶ Φιλι‐ στίων (Εὐσέβειος). Καὶ ταῦτα μὲν ἐπὶ τοσοῦτον, τῆς δὲ προτέρας ἀκολουθίας, ὡς ὑπεσχόμεθα, πάλιν
5ἁψώμεθα. (4) Οἱ οὖν παῖδες καὶ οἱ μεγιστᾶνες Ἀλεξάνδρου τὴν βασιλείαν αὐτοῦ διελόμενοι, τῆς μὲν Αἰγύπτου Πτολεμαῖος ἐβασίλευσε, ὁ Λάγου ὁ πρεσβύτης, καὶ οἱ καθ’ ἑξῆς Πτολεμαῖοι δέκα ἕως Κλεοπάτρας, θυ‐
10γατρὸς Διονυσίου. (5) Τῆς δὲ Ἀσίας πάσης Ἀντί‐ γονος ἐκράτησε, τῆς δὲ Συρίας καὶ Βαβυλωνίας καὶ Παλαιστίνης Σέλευκος ἐβασίλευσεν ὁ Νικάνωρ, ὃς πό‐ λεις βʹ κτίσας, εἰς τὰ μέρη Κιλικίας καὶ ἄλλην ἐν Συρίᾳ, τὴν μὲν Σελεύκειαν ἐκάλεσε, τὴν δὲ Ἀντιό‐
15χειαν, τὴν δὲ Λαοδίκειαν, εἰς τὸ ἑαυτοῦ ὄνομα καὶ τοῦ υἱοῦ καὶ τῆς θυγατρὸς αὐτοῦ Λαοδικείας. Ἐφ’ οὗ Ῥό‐ διοι θαλασσοκρατήσαντες ἀνέστησαν ἐν τῇ νήσῳ χαλ‐ κοῦν ἀνδριάντα τοῦ Ἡλίου, ὃν διὰ τὸ μέγεθος ἐκάλεσαν Κολοσσὸν, ἀφ’ οὗ καὶ αὐτοὶ Κολοσσεῖς ὠνομάσθησαν.
20(6) Μετὰ δὲ Σέλευκον ἐβασίλευσεν Ἀντίοχος ὁ υἱὸς αὐτοῦ, καὶ ἄλλοι εʹ· εἶτα ἐβασίλευσεν Ἀντίοχος ὁ Ἐπιφανὴς, υἱὸς Σελεύκου τοῦ Φιλοπάτορος, ὑφ’ οὗ γέγονεν ἡ βʹ ἅλωσις τῆς Ἱερουσαλήμ· καὶ τὰ κατὰ τῶν Μακκαβαίων ἐπράχθη καὶ τὸ ἱερὸν ἐμολύν‐
25θη. 207 (7) Περὶ ἧς ἁλώσεως οὕτω πως γέγρα‐ πται· «Καὶ ἐγένετο μετὰ τὸ ὑποτάξαι Ἀλέξαν‐ δρον τὸν Φιλίππου τὸν Μακεδόνα, Δαρεῖον βασιλέα τῶν Περσῶν καὶ Μήδων, καὶ βασιλεῦσαι ἀντ’ αὐτοῦ, καὶ πολλοὺς ποιῆσαι πολέμους, καὶ κρατῆσαι ὀχυ‐
30ρώματα μεγάλα, καὶ σφάξαι βασιλεῖς πολλοὺς, το‐ πάρχας τε καὶ στρατηγοὺς, καὶ σατράπας, καὶ τυ‐ ράννους, καὶ φθάσαι ἕως ἄκρων τῆς γῆς, καὶ πλοῦ‐ τον ἄπειρον συλλέξαι, μηδενὸς ἀνθεστηκότος, ὑψώθη ἡ καρδία αὐτοῦ σφόδρα, καὶ ἦρξε χωρῶν, ἐθνῶν καὶ
35τυράννων, καὶ ἐγένοντο αὐτῷ εἰς φόρον. Καὶ μετὰ ταῦτα πεσὼν ἐπὶ τὴν κλίνην αὐτοῦ καὶ γνοὺς ὅτι ἀποθνήσκει, προσεκαλέσατο τοὺς ἐνδόξους καὶ συν‐ εκτρόφους αὐτοῦ· καὶ διελὼν αὐτοῖς τὴν βασιλείαν ἀπέθανε, βασιλεύσας ἔτη ιβʹ. Καὶ ἐπεκράτησαν οἱ
40παῖδες αὐτοῦ ἕκαστος ἐν τῷ τόπῳ αὐτοῦ. Καὶ περι‐ θέμενοι οἱ παῖδες αὐτοῦ ἕκαστος διαδήματα καὶ βα‐ σιλεύσαντες ἐπλήθυναν τὰ κακὰ, ἀφ’ ὧν (54b) ἐξῆλθε ῥίζα ἁμαρτωλός.» ϟΗʹ. Βασιλεία Ἀντιόχου τοῦ Φιλομήτορος.
45Ἀντίοχος ὁ Ἐπιφανὴς, υἱὸς Σελεύκου τοῦ Φιλομήτορος, ὃς ὑπάρχων δεινὸς ἀνὴρ, καὶ πλεονέ‐ κτης, καὶ πολλὰς ἁρπαγὰς καὶ λεηλασίας ποιήσας, συνήγαγεν ἀργύριον καὶ χρυσίον, πλῆθος ἀμύθητον· καὶ πρὸς τούτῳ ἐκ πολλῆς ἀκολασίας καὶ οἰστρηλα‐

110

.

340

(50)

σίας εἰς τοὺς μίμους ἑαυτὸν καθεὶς ἐν ὄψει πάντων
ἀναιδῶς ταῖς γυναιξὶν ἐπεμαίνετο, ᾧ καὶ κατὰ339

110

.

341

πρόσωπον τῆς βασιλείας χωρούσης, κρατῆσαι τῆς Αἰγύπτου προσώρμησεν, ὅπως μίαν βασιλείαν ποιῇ, τήν τε Ἀντιόχειαν καὶ τὴν Αἴγυπτον. (2) Καὶ δὴ καταλαβὼν τὴν Αἴγυπτον ἐν ὄχλῳ βαρεῖ, καὶ ἅρ‐
5μασι, καὶ ἐλέφασι, καὶ στόλῳ μεγάλῳ, συνάπτει μάχην πρὸς Πτολεμαῖον, βασιλέα Αἰγύπτου, καὶ, τρέψας αὐτὸν, κατεκράτησε τὰς Αἰγύπτου πόλεις καὶ πάσας ἐσκύλευσε. ϟΘʹ. Περὶ τῆς βʹ ἁλώσεως τῆς Ἱερουσαλήμ.
10208 Τῆς δὲ ἁγίας πόλεως κατοικουμένης μετὰ πάσης εἰρήνης, διὰ τὴν τοῦ ἀρχιερέως Ὀνίου μισοπο‐ νηρίαν τε καὶ εὐσέβειαν, «συνέβη καθ’ ὅλην τὴν πόλιν σχεδὸν ἐφ’ ἡμέραις μʹ φαίνεσθαι διὰ τοῦ ἀέρος ἱππεῖς τρέχοντας ἐν ὅπλοις, (καὶ) διαχρύ‐
15σους στολὰς ἔχοντας, καὶ προσβολὰς (ἐξ) ἑκατέρων γινομένας, καὶ ὅπλων κινήσεις, καὶ χρυσέων κόσμων ἐκλάμψεις, παντοίοις εἴδεσιν ἀμφιάσεων τεθωρακι‐ σμένους· διὸ πάντες ἠξίουν ἐπ’ ἀγαθῷ γενέσθαι τὴν ἐπιφάνειαν,» ἥτις καὶ προεδήλου τὴν πονηρὰν ἔφο‐
20δον Ἀντιόχου. (2) Τέλος δὲ «ἀναζεύξας μετὰ νί‐ κης πολλῆς καὶ τεθηριωμένος τὴν ψυχὴν (ἐξ ἄκρας ἀπονοίας τε καὶ ἀλαζονείας) παρέλαβε τὴν πόλιν δορυάλωτον. Εἶτα προστάξας τοὺς στρατιώτας ἀφειδῶς τύπτειν τοὺς παρατυγχάνοντας, ἀνῃρέ‐
25θησαν μυριάδες ιηʹ. Κατατολμήσας οὖν καὶ εἰς τὸν ἁγιασμὸν εἰσελθὼν ἐν ὑπερηφανίᾳ πολλῇ, καὶ στήσας βωμὸν καὶ «εἴδωλον, βδέλυγμα ἐρημώσεως,» καὶ τὸν ναὸν μιάνας δι’ ἀκαθάρτων θυσιῶν, ἱερὸν Διὸς Ὀλυμπίου προσηγόρευσεν.
30Ρʹ. Περὶ Ἐλεάζαρ καὶ τῶν ζʹ παίδων τῶν Μακ‐ καβαίων καὶ τῆς αὐτῶν μητρός. Οὗτος ἐφ’ ὑψηλοῦ τόπου καθίσας (τῶν στρατευ‐ μάτων αὐτῷ παρεστηκότων κύκλοθεν ἐνόπλων) ἐκέ‐ λευσε τοῖς δορυφόροις ἕνα ἕκαστον Ἑβραῖον ἐπισπᾶ‐
35σθαι καὶ κρεῶν χοιρείων καὶ εἰδωλοθύτων ἀναγκάζειν ἀπογεύεσθαι· εἰ δέ τινες μὴ θέλοιεν (μιαροφαγῆσαι), τούτους (τροχισθέντας) ἀναιρεῖσθαι. (2) Πολλῶν δὲ συναρπασθέντων, ἐξ ὧν «Ἐλεάζαρ τις, τῶν πρω‐ τευόντων Γραμματέων, ἀνὴρ ἤδη προβεβηκὼς τὴν
40ἡλικίαν, ἠναγκάζετο μιαροφαγῆσαι. Ὁ δὲ τὸν μετ’ 209 εὐκλείας θάνατον μᾶλλον ἢ τὸν κατὰ τοῦ μύ‐ σους βίον ἀναδεξάμενος, αὐθαιρέτως πρὸς τύμπανον ἤγετο· καὶ οὕτως μετὰ πολλῶν πρῶτον αἰκι‐ σμῶν καὶ μαστίγων ὑπαλλάξας τὸν βίον, οὐ μόνον
45τοῖς νέοις, ἀλλὰ καὶ τοῖς προβεβηκόσι τὸν ἑαυτοῦ θάνατον ὑπόδειγμα γενναιότητος, μνημόσυνον ἀρετῆς κατέλιπε ταῦτα.» (3) Μεθ’ ὃν καὶ ἄλλοι τινὲς ζʹ ἀδελφοὶ σὺν τῇ
μητρὶ ἑαυτῶν διαφόρως βασανισθέντες τὸν τοῦ341

110

.

344

μαρτυρίου στέφανον ὡσαύτως ἀνεδήσαντο (4). Περὶ ὧν ὁ μέγας Γρηγόριός φησιν· «Οὕτως ἀπέλαυσε τῆς ἱερωσύνης ὁ θεῖος Ἐλεάζαρ μυηθεὶς καὶ μυήσας τὰ ἐπουράνια καὶ οὐ τοῖς ἔξωθεν ῥαντισμοῖς τὸν Ἰσραὴλ
5ἁγιάσας, ἀλλ’ οἰκείοις αἵμασι, καὶ ποιήσας τὴν τε‐ λευτὴν τελευταῖον μυστήριον. Οὕτω καὶ οἱ νέοι παῖ‐ δες οὐχ ἡδοναῖς δουλεύσαντες, ἀλλὰ τῶν παθῶν κυ‐ ριεύσαντες καὶ τὸ σῶμα (55a) καθαγνίσαντες, πρὸς τὴν ἀπαθῆ ζωὴν μετέστησαν.» —«Οὕτως ἀπέλαυσε
10τῆς πολυτεκνίας ἡ μήτηρ, ὥς φησί τις, οὕτως καὶ ζῶσιν ἐκαλλωπίσατο, καὶ ἀπελθοῦσα συνανεπαύσατο καὶ οὒς ἐγέννησε κόσμῳ, Θεῷ παραστήσασα. Ἠγά‐ σθη δὲ καὶ Ἀντίοχος οὕτω μεταβαλὼν εἰς θαῦμα τὴν ἀπειλήν. Ἴσασι γὰρ θαυμάζειν ἀρετὴν ἀνδρῶν
15καὶ πολέμιοι, ὅταν, τοῦ θυμοῦ λήξαντος, ἐφ’ ἑαυτῆς ἡ πρᾶξις δοκιμάζηται, ὥστε καὶ ἀπῆλθεν ἄπρακτος καὶ ἀπληροφόρητος.» (5) Ὑφ’ ὧν (τοίνυν) ὁ τύ‐ ραννος καταισχυνθεὶς καὶ μᾶλλον ἐκμανεὶς (καὶ) τὰ ἱερὰ σκεύη πάντα λαβὼν, χρυσόν τε καὶ ἄργυρον
20ἄπειρον καὶ πᾶσαν τὴν πόλιν λαφυραγωγήσας καὶ τὰ κτήνη κρεουργήσας καὶ πολλὴν φονοκτονίαν ποιή‐ σας καὶ μεγαλοῤῥημονήσας, ἀνεχώρησεν εἰς Ἀντιό‐ χειαν (μέγα πένθος καταλείψας τοῖς υἱοῖς Ἰσραήλ). —Καὶ μετὰ βʹ ἔτη κατὰ Περσῶν ἐπιστρατεύσας,
25ἀπέστειλεν ἄρχοντα φορολογῆσαι τὰς πόλεις Ἱε‐ ρουσαλὴμ, ὃς παραγενόμενος μετὰ πολλῆς δυνάμεως καὶ λαλήσας εἰρηνικοὺς λόγους, μετὰ δόλου πρὸς τὴν πόλιν Ἱερουσαλὴμ εἰσελθὼν ἐπάταξεν αὐτοὺς πληγῇ μεγάλῃ, καὶ καθελὼν τὰ τείχη, πᾶσαν (αὐτὴν)
30ἐνέπρησε 210 (καὶ κατέστρεψε), καὶ τὸ μὲν ἱερὸν (ἀσωτίαις καὶ) μιαραῖς θυσίαις ἀνεπλήρωσεν, τοὺς δὲ μὴ προσαιρουμένους τῶν Ἰουδαίων μεταβαίνειν εἰς τὰ Ἑλληνικὰ καὶ τῶν ἀθεμίτων ἀπογεύεσθαι, ἀφειδῶς κατέκτεινεν. Πολλοὺς οὖν (ἄνδρας καὶ γυναῖκας καὶ παῖδας μετὰ πολλῶν καὶ χαλεπῶν κολά‐
35σεων) ἀνελὼν (καὶ ἄλλους αἰχμαλωτεύσας) ἀπῆλθε, ἄρχοντα καταλιπὼν εἰς τὸ βασανίζειν τοὺς Ἰου‐ δαίους. ΡΑʹ. Περὶ τοῦ Ματθατθίου ἱερέως. Ματθίας δέ τις ἱερεὺς, ἔχων υἱοὺς εʹ, ἀφ’ ὧν Ἰούδας ὁ Μακκαβαῖος ἐτύγχανεν, ζήλου πλησθεὶς
40καὶ ὁρμήσας κατὰ τοῦ ἄρχοντος, ἀνεῖλεν αὐτὸν καὶ συναγαγὼν ἅπαντας τοὺς περὶ αὐτὸν, ἐπέρχεται καὶ κατασκάπτει τοὺς ἀκαθάρτους βωμοὺς τῶν Ἑλλή‐ νων, καὶ τοὺς ἀποστατοῦντας τοῦ νόμου ἀναι‐ ρεῖ. (2) Ὁ δέ γε Ἀντίοχος ἀκόσμως τε καὶ ἡττη‐
45μένος ἐκ τῶν κατὰ Περσίδος τόπων τὴν ἀνάζευξιν ποιούμενος, (καὶ) ἐκ πολλῆς ἀθυμίας ἀῤῥωστήσας ἔφη πρὸς τοὺς ἑαυτοῦ μεγιστᾶνας· «Ἀφίσταται [ὁ] ὕπνος ἀπὸ τῶν ὀφθαλμῶν μου, καὶ συμπέπτωκα ἀπὸ τῆς μερίμνης. —νῦν οὖν μνήσκομαι τῶν κα‐

110

.

344

(50)

κῶν ὧν ἐποίησα ἐν Ἱερουσαλήμ· —ἔγνων, ὅτι
χάριν τούτων εὗρον τὰ κακὰ ταῦτα. Ἰδοὺ ἀπόλ‐343

110

.

345

λυμαι ἐν γῇ ἀλλοτρίᾳ.» (3) Καὶ συνέταξε τὸν ἁρματηλάτην αὐτοῦ ἀνενδότως ἐλαύνοντα κατανύειν τὴν πορείαν, ἐπαισθανόμενος ἐναργῶς τῆς ἄνωθεν κρίσεως τὴν τιμωρίαν· συνέσχε γὰρ αὐτὸν ἀνήκε‐
5στος ἀλγηδὼν τὰ σπλάγχνα καὶ πικραὶ τῶν ἔνδον βάσανοι. Συνέβη δὲ καὶ πεσεῖν αὐτὸν ἀπὸ τοῦ ἅρμα‐ τος ῥοίζῳ φερόμενον καὶ δυσχερεῖ πτώματι περι‐ πεσόντα, παντὸς τοῦ σώματος ἀποστρεβλοῦσθαι τὰ μέλη. Ἡ δὲ νόσος τοσοῦτον ἐπέτεινεν, ὥστε καὶ
10σκώληκας ἐκβράσαι, καὶ ἐν ὀδύναις μεγίσταις κατα‐ πίπτειν αὐτοῦ τὰς σάρκας, καὶ μέντοι καὶ ὑπὸ τῆς δυσωδίας τοῦ ἀθλίου αὐτοῦ καὶ δυστήνου σώματος πᾶν τὸ στράτευμα 211 βαρύνεσθαι μεγάλως, καὶ ὁ πολλὰ μεγαλαυχήσας καὶ πάνδεινα πράξας, οὕτως αἰσχίστῳ μόρῳ τὸν βίον ἐπὶ ξένης καταστρέφειν.
15(Καὶ ἐνταῦθα μὲν ἐνδίκως ὁ ἄδικος κατε[τε]τιμώρητο, θανὼν δὲ οἰκτρῶς ἐκεῖθεν (55b) μᾶλλον αἰωνίως κο‐ λάζεται.) PB41. Βασιλεία Ἀντιόχου τοῦ Εὐπάτορος. Μετὰ δὲ Ἀντίοχον ἐβασίλευσεν Ἀντίοχος ὁ Εὐπάτωρ, υἱὸς αὐτοῦ, ἐφ’ οὗ Ἰούδας ὁ Μακκα‐
20βαῖος τοὺς φρουράρχους Ἀντιοχείας τροπωσάμενος, ἐπέρχεται αὐτῷ Ἀντίοχος μετὰ χιλιάδων ἱππέων κʹ καὶ πεζῶν χιλιάδων ρʹ, ἁρμάτων τʹ, ἐλεφάντων νεʹ γεγυμνασμένων πρὸς πόλεμον· καὶ διελὼν τοὺς ἐλέφαντας εἰς φάλαγγας, παρέστησε ἑκάστῳ
25ἐλέφαντι χιλίους ἄνδρας τεθωρακισμένους ἐν ἁλυσι‐ δωτοῖς, καὶ περικεφαλαῖαι χαλκαῖ ἐπὶ τὰς κεφαλὰς αὐτῶν, καὶ ἱππεῖς ἐκλεκτοὶ φʹ διατεταγμένοι ἑκάστῳ θηρίῳ διὰ μηχανῆς, καὶ ἐφ’ ἑκάστῳ ἄνδρες δυνάμεως ἔνοπλοι λβʹ. Ὡς δὲ κατέλαμπεν ὁ ἥλιος ἐπὶ τὰς
30χρυσᾶς ἀσπίδας καὶ ἅρματα, ἔστιλβε τὰ ὄρη ἀπ’ αὐτῶν (καὶ κατηύγαζον ὡς λαμπάδες πυρός. Κἀν‐ τεῦθεν ἐσαλεύοντο πάντες οἱ ὁρῶντες καὶ ἀκούοντες τὴν φωνὴν τοῦ πλήθους καὶ τὸν συγκρουσμὸν τῶν ἁρμάτων)· ἦν γὰρ ἡ παρεμβολὴ μεγάλη, ἰσχυρὰ λίαν
35(καὶ ὁ λαὸς ἐπίμικτος, ἄπειρος, ἔνοπλος). (2) Καὶ ὡς ἐπέτεινεν ἡ μάχη, θεασάμενος Ἐλεάζαρ, ὁ ἀδελ‐ φὸς Ἰούδα, πεπυρωμένους τοὺς ἐλέφαντας καὶ τοξό‐ τας ἐπ’ αὐτῶν φερομένους, ἕνα δὲ ἰδὼν ὑψηλότερον τῶν ἄλλων, βασιλικοῖς θώραξι καθωπλισμένον, καὶ
40νομίσας ἐπ’ αὐτὸν φέρεσθαι τὸν βασιλέα, ἐκπηδήσας τῆς παρατάξεως, ἐπιπλέκεται τῷ τῶν πολεμίων ἀθροίσματι, καὶ πολλοὺς ἀποκτείνας τῶν περὶ τὸν ἐλέφαντα, ὑποκάτωθεν αὐτοῦ ὑπέδυ· καὶ πατάξας εἰς τὴν γαστέρα τὸν ἐλέφαντα, πέπτωκεν εὐθὺς τὸ θηρίον ἐπάνω αὐτοῦ καὶ τοῦτον συνέτριψεν, ὅπερ
45Ἰούδας θεασάμενος καὶ κραταιότερον τὸν πόλεμον αἰσθόμενος, εἰς Ἱερουσαλὴμ ἔφυγε. 212 (3) Καὶ ἐπιδιώξας Ἀντίοχος ἐπολιόρκει ταύτην· εἶτα λόγους εἰρηνικοὺς μεθ’ ὅρκων ποιη‐ σάμενος, δέχεται αὐτὸν Ἰούδας ἔνδον τῆς πόλεως. Ὁ δὲ εἰσελθὼν, καὶ τῶν ὅρκων παρασπονδήσας καὶ

110

.

345

(50)

τὸ τεῖχος τέλειον καταστρέψας, καὶ τοὺς οἰκήτορας
σκυλεύσας, εἰς Ἀντιόχειαν ὑπέστρεψε.345

110

.

348

ΡΓʹ. Περὶ Ἰούδα τοῦ Μακκαβαίου. Μετὰ δὲ ταῦτα Ἰούδας τρισὶν ἔτεσι τὴν θρη‐ σκείαν ὀλιγωρηθεῖσαν τὴν πάτριον ἀνεκτήσατο, καὶ πολλοὺς ἐπιδειξάμενος καὶ τοὺς τῆς χώρας ἅπαν‐
5τας ἀπελάσας τοῦ Ἀντιόχου καὶ τὸν ναὸν ἐκκαθάρας, αὐτῷ πᾶς ὁ τῶν Ἰουδαίων λαὸς τὴν ἀρχιερωσύνην παρέδωκεν· (2) Ἐφ’ οὗ Ἰησοῦς ὁ τοῦ Σιρὰχ, ὁ σοφὸς καὶ πολυμαθὴς, καὶ τὴν πανάρετον σοφίαν συντάξας, παρ’ Ἑβραίοις ἐγνωρίζετο.
10ΡΔʹ. Περὶ Ῥωμαίων. Τί ἐστι Καῖσαρ. Τὰ δὲ Ῥωμαίων πράγματα ἐδιῳκεῖτο πρώην ὑπὸ ὑπάτων ἀπὸ Ῥώμου καὶ Ῥήμου ἐπὶ ἔτη τξδʹ ἕως Ἰουλίου Καίσαρος. Τῆς γὰρ μητρὸς αὐτοῦ θα‐ νούσης ἐν τῷ θʹ μηνὶ, ταύτην ἀνασχίσαντες ἐξέβα‐
15λον αὐτὸν, ὅθεν καὶ λέγεται Καῖσαρ, ἀφ’ οὗ Καίσαρες οἱ Ῥωμαίων βασιλεῖς προσηγορεύθησαν, ὅ ἐστιν ἀνατομὴ κατὰ τὴν Ῥωμαίων γλῶσσαν. (2) Τῆς θείας Γραφῆς ἑρμηνευθείσης ἐν τοῖς χρόνοις Πτολεμαίου καὶ ἀναγνωσθείσης, ἐκπλαγῆναί
20τε τὸν βασιλέα ἐπὶ τῷ κάλλει τῶν θείων λογίων καὶ πάντας (56a) τοὺς ἐν τέλει· παρόντος οὖν Μενε‐ δήμου φιλοσόφου καὶ Δημητρίου Φαληρέως καὶ θαυ‐ μαζόντων τὴν δύναμιν τῶν λόγων, ἠρώτα ὁ βασι‐ λεὺς, «ὅτι τοιούτων ὄντων τῶν θείων λόγων, 213
25πῶς οὐδεὶς ἱστορικῶν ἢ ποιητῶν ἐμνήσθη αὐτῶν;» καὶ ἀπεκρίθη Δημήτριος, ὅτι «Οὐδείς ποτε ἐτόλμησε τούτων ἅψασθαι, διὰ τὸ καὶ Θεόπεμπτον θελή‐ σαντα ἱστορῆσαι περὶ αὐτῶν παραφροσύνῃ κρατηθῆ‐ ναι καὶ ὄναρ ἰδεῖν, ὅτι τοῦτο αὐτῷ συμβέβηκε πε‐
30ριεργασμένῳ τὰ θεῖα. Καὶ Θεόδεκτον τὸν τῶν τρα‐ γῳδιῶν ποιητὴν ἐν ἑνὶ δράματι μνησθέντα τῶν ἱερῶν τούτων βιβλίων τυφλωθῆναι· ἑκατέρους δὲ ἀποσχομένους τοῦ τολμήματος καὶ τὸ θεῖον ἐξευμε‐ νιζομένους ὑγιεῖς γενέσθαι.
35(3) Τούτῳ τῷ Ἰουλίῳ ἐτέχθη ἵππος ἀντὶ ὁπλῆς χηλὰς ἔχων καὶ μηδένα ἕτερον ἀναβάτην δεχόμενος ἢ αὐτὸν, ὡς ὁ Βουκέφαλος τὸν Ἀλέξανδρον. (4) Τούτῳ μέλλοντί (ποτε) τὴν αὔλειον ἐξιέναι θύραν ἀπερχομένῳ ἐπὶ τὸ βουλευτήριον, εἰκὼν
40αὐτοῦ πρὸ τῶν θυρῶν ἑστῶσα, αὐτομάτως κατέ‐ πεσεν· καὶ πρὸς τούτῳ χάρτην αὐτῷ τις ἐπιδέ‐ δωκεν ἔχοντα πᾶσαν τὴν κατ’ αὐτοῦ μελετωμένην ἐπιβουλήν. Καὶ νομίσας ἄλλο τι εἶναι, μὴ ἐντυχὼν, ἀλλὰ δεδωκὼς ἑτέρῳ φυλάττειν, ἐσφάγη ὑπὸ Βρού‐
45του καὶ Κασσίου ἐν τῷ βουλευτηρίῳ. (5) Αὐτὸς Ἰούλιος μεγίστους ἀγῶνας ἐνεδείξατο, Γερμανοὺς, καὶ Γάλλους, καὶ Βρεττανοὺς χειρω‐ σάμενος, ὑποφόρους τοῖς Ῥωμαίοις φʹ πόλεις οἰκου‐
μένας κατεστήσατο.347

110

.

349

(1t)

ΒΙΒΛΙΟΝ Γʹ.
t2ΑΡΧΗ ΤΗΣ ΒΑΣΙΛΕΙΑΣ ΡΩΜΑΙΩΝ.
4ΡΕʹ. Βασιλεία Ἰουλίου Καίσαρος.
5 Μετὰ δὲ ταῦτα βασιλεύσας Ἰούλιος Καῖσαρ πρῶτος καὶ μόνος ἐκράτησε τῶν Ῥωμαϊκῶν σκή‐ πτρων μετὰ πολλῆς ὑπερηφανίας καὶ 214 ἀλαζο‐ νείας, ὅθεν καὶ δικτάτωρ ἐκαλεῖτο, ὅ ἐστι μονάρχης· δικτατωρία δέ ἐστιν ἀρχὴ ἀνυπέρθετος.
10(2) Πάντων δὲ κρατήσας, ἐν ἰταμότητι καὶ τυραν‐ νίδι ἐπὶ ἔτη ιηʹ, ἀνῃρέθη ἐπὶ συγκλήτου. (3) Ὃς καὶ νόμους Ῥωμαίων ἔδωκεν καὶ τὰς ἰνδίκτους, [καὶ] τὸν βίσεξτον ἐξευρὼν, καὶ τὸν μῆνα Ἰούλιον ὀνομάσας, πρότερον Κυιντίλιον καλούμενον, ὡς ἐν
15τούτῳ αὐτοῦ μοναρχήσαντος. (4) Ἐφ’ οὗ ἦν καὶ Ἰούδας ὁ Γαλιλαῖος, ὁ ἐν ταῖς Πράξεσι τῶν ἀποστό‐ λων μνημονευόμενος, καὶ Ἀντίπατρος, ὁ Ἡρώδου πατὴρ, βασιλεὺς τῆς Ἰουδαίας κατέστη. ΡϞʹ. Βασιλεία Αὐγούστου.
20 Μετὰ δὲ Ἰούλιον Καίσαρα ἐβασίλευσεν Αὔγου‐ στος Καῖσαρ, ἀνεψιὸς αὐτοῦ, Ὀκταβίου υἱὸς, ὁ καὶ Σεβαστὸς, ἔτη νζʹ, ἀφ’ οὗ Σεβαστοὶ καὶ Αὔγουστοι προσηγορεύθησαν οἱ Ῥωμαίων βασιλεῖς. (2) Καὶ ὁ μὴν Αὔγουστος ἐκλήθη, ὅ ἐστι Σεβαστὸς, πρότερον
25Σεξτίλιος ὀνομαζόμενος. (3) Οὗτος οὖν Αὔγουστος Κλεοπάτραν τῷ [ι] δʹ ἔτει τῆς βασιλείας αὐτοῦ χειρωσάμενος καὶ πᾶσαν τὴν Αἴγυπτον ὑποτάξας, καθελὼν τὴν βασιλείαν τῶν Πτολεμαίων διαρκέσασαν ἔτη ςʹ καὶ πάσης τῆς
30γῆς κυριεύσας καὶ τὰς τοπαρχίας καταλύσας, ἀνεῖλε τοὺς φονεύσαντας αὐτοῦ τὸν θεῖον Ἰούλιον. (4) Κτίσας δὲ καὶ πόλεις γʹ, μίαν ἐν τῷ Πόντῳ καὶ ἄλλην ἐν τῇ Ἀῤῥαβίᾳ καὶ ἑτέραν 215 ἐν Κύπρῳ
Συρίας, καταπεσούσης ὑπὸ θεομηνίας ὀνόματι (56b)349

110

.

352

Σαλαμίνην ἀνεγείρας ἐκάλεσε καὶ τὴν μὲν Ἄγκυραν ὠνόμασε διὰ τὸ μέσην εἶναι αὐτὴν τῶν βʹ θαλασσῶν, τῆς τε Ποντικῆς καὶ τῆς Ἀσιανῆς, ἥτις ἐστὶν Ἄγ‐ κυρα Γαλατίας, τὴν δὲ Διόσπολιν.
5ΡΖʹ. Περὶ τῆς δʹ βασιλείας, ἣν ὁ Δανιὴλ ἐθεά‐ σατο. Ἐντεῦθεν τοίνυν ἄρχεται ἡ τετάρτη βασιλεία, ἣν ὁ Δανιὴλ ἐν τῇ τῶν δʹ θηρίων ὀπτασίᾳ τέταρτον θηρίον διαφέρον τῶν ἄλλων τροπικῶς ὀνομάζει· ἐφ’
10οὗ καὶ ὁ τῶν πρώτων δʹ στοιχείων δημιουργὸς καὶ τὸν τετραπέρατον κόσμον συνδήσας, ἐν τούτοις Ἰησοῦς Χριστὸς ἐσαρκώθη διὰ τὴν ἡμετέραν σω‐ τηρίαν· ὅθεν εἰκότως μέγας βασιλεὺς καὶ ἐπίσημος ἐπὶ πάντων ὁ Αὔγουστος καὶ δυνατὸς γενόμενος,
15ὑπέταξε τὰς μερικὰς βασιλείας πάσας διὰ τὸν ἐν ταῖς ἡμέραις αὐτοῦ βασιλέα τοῦ παντὸς καὶ κύριον τεχθέντα κατὰ τὴν Ἡσαΐου προφητείαν. (2) Φησὶ γάρ· «Καὶ ἔσται ἐν ταῖς ἐσχάταις ἐμφανὲς τὸ ὄρος Κυρίου καὶ ὁ οἶκος τοῦ Θεοῦ ἐπ’
20ἄκρων τῶν ὀρέων, καὶ ὑψωθήσεται ἐπὶ νῶτον βου‐ νῶν, καὶ ἥξουσιν ἐπ’ αὐτὸν πάντα τὰ ἔθνη· καὶ πο‐ ρεύσονται λαοὶ πολλοὶ καὶ ἐροῦσι· Δεῦτε, ἀναβῶμεν εἰς τὸ ὄρος τοῦ Κυρίου καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακὼβ, καὶ ἀναγγελεῖ ἡμῖν τὴν ὁδὸν αὐτοῦ, καὶ
25πορευσόμεθα ἐν αὐτῇ. Ἐκ γὰρ Σιὼν ἐξελεύσεται νόμος, καὶ λόγος Κυρίου ἐξ Ἱερουσαλήμ. Καὶ κρινεῖ ἀναμέσον ἐθνῶν πολλῶν καὶ ἐλέγξει λαὸν πολύν. Καὶ συγκόψουσι τὰς μαχαίρας αὐτῶν εἰς ἄροτρα, καὶ τὰς ζιβύνας αὐτῶν εἰς δρέπανα, καὶ οὐ λήψεται
30ἔθνος μάχαιραν καὶ οὐ μὴ μάθωσιν ἔτι πολεμεῖν.» (3) Ἰουδαῖοι δέ φασι, Θεοδωτίωνι πλανώμενοι, περὶ τῆς ἐκ Βαβυλῶνος ἐπανόδου ἐῤῥῆσθαι τοῦτο. Καὶ οὐ θαῦμα· ὡς γὰρ ἐν ταῖς λοιπαῖς διασφάλλον‐ ται προφητείαις, οὕτω κἀνταῦθα.
35(4) Ποῖα γὰρ ἔθνη πελάζοντα καὶ πόῤῥωθεν ἀπῳ‐ κισμένα νόμον καὶ τὸν ἐκεῖθεν ἐκπορευόμενον ἠγα‐ πήσαντο λόγον καὶ οὐχὶ μᾶλλον 216 αὐτοὺς ἐναν‐ τιοῦντο; Μετὰ γὰρ τὴν ἐκ Βαβυλῶνος ἐπάνοδον συνέδραμον εἰς τὸν Ἰουδαῖον ναὸν τῶν ἐκείνων
40ἀσπασάμενα πλεῖστα τῶν ἐθνῶν, ἐπεστράτευσαν Ἰουδαίοις· οἱ περίοικοι δὲ πάντες αὐτοὺς πολεμοῦν‐ τες διετέλεσαν· ἔνθεν μὲν Ἰδουμαῖοι, καὶ Ἀμανῖται, καὶ Μωαβῖται, ἐκεῖθεν δὲ ἀλλόφυλοι καὶ Σαμαρεῖται· καὶ ὀλίγου δὲ χρόνου διελθόντος, τὰ Μακεδονικὰ
45αὐτοὺς ἐπέστη κακὰ, ἃ τῶν Μακκαβαίων αἱ συγ‐ γραφαὶ περιέχουσιν· ἐνταῦθα δὲ ὁ προφητικὸς λόγος εἰρήνην ὑπέσχετο βαθεῖαν. (5) Ὅτι δὲ τὸν μετὰ τὴν τοῦ Κυρίου παρουσίαν προσημαίνει ταῦτα καιρὸν, πάλιν τὰ πράγματα σαφῶς μαρτυροῦσι· πρὸ μὲν

110

.

352

(50)

γὰρ τῆς Ῥωμαίων βασιλείας συχναὶ τῶν ἐθνῶν κατ’ ἀλλήλων ἐπαναστάσεις ἐγίνοντο, ἅτε δὴ καθ’ ἕκαστον ἔθνος τῆς βασιλείας μεμερισμένης· πάσης δὲ ἡγε‐
μονίας εἰς Ῥωμαίους μετατεθείσης (καὶ τῆς καθ’351

110

.

353

ἕκαστον ἐθνῶν βασιλείας ἐπὶ τῆς Χριστοῦ παρουσίας καταλυθείσης), εἰρήνη βαθεῖα κατέσχε τὴν οἰκου‐ μένην, ὡς μηκέτι ἔθνος κατ’ ἔθνους ἐπιστρατεύειν (καὶ μερικὰς βασιλείας καθαρπάζειν), ἀλλὰ τῇ
5γεωργίᾳ προσέχειν. Οὐκοῦν μάλα δείκνυται σαφῶς τὸ τῆς προῤῥήσεως τέλος. (6) Ἢ οὐχ ὁρᾶτε τῆς Ἐκκλησίας τὸ ὕψος καὶ πάντας ὑποκύπτοντας καὶ ταύτῃ τὸ σέβας προσφέροντας (57a), καὶ τοὺς μὲν πλείστους ἑκόντως καὶ εὐγνωμόνως, τοὺς δὲ
10παραγνώμως δουλεύοντας καὶ μάτην ἀντιλέγοντας ἐξοστρακιζομένους κακῶς; Οὐχ ὁρᾶτε τῶν ὀρέων τὰς κορυφὰς, ὦ Ἰουδαῖοι καὶ Ἕλληνες, τοῦ ὑμετέ‐ ρου μύσους ἀπηλλαγμένας καὶ ταῖς τῶν ἀσκητῶν καταγωγαῖς κοσμουμένας, πάντας συῤῥέοντας καὶ
15τὸν ἐν τῇ σιγῇ ἐπιφανέντα λόγον θεολογοῦντας καὶ τὸν ἐκεῖθεν προελθόντα νόμον ἀσπαζομένους, τοὺς μὲν πολέμους πεπαυμένους ἀντὶ τῶν πολεμικῶν ὅπλων; Ἢ οὐκ ἴστε, ὡς ὁπηνίκα ταῦτα ὁ προφήτης ἐθέσπιζεν, ἄλλος μὲν τῆς Ἱερουσαλὴμ ἐβασίλευεν, ἄλλος δὲ τῆς Σαμαρείας, καὶ ἄλλος Ἰδουμαίων, καὶ
20ἕτερος Μωαβιτῶν, καὶ αὖ πάλιν ἄλλος Ἀμμανιτῶν, καὶ ἄλλος Ἀράβων; καὶ Μαδιναῖοι μὲν καὶ Ἀμα‐ ληκῖται ὑπ’ ἄλλοις ἡγεμόσιν ἐτέλουν, Γάζα δὲ καὶ Ἀσκαλὼν, καὶ Ἄζωτος. Καὶ μέντοι καὶ Σιδὼν, καὶ Τύρος, καὶ Δαμασκὸς ὑπὸ διαφόρων ἀρχόντων ἰθύνοντο. 217 ΡΗʹ. Περὶ τῆς ἐν σαρκὶ οἰκονομίας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.
25Τοῦ δὲ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ κατὰ σάρκα γεννηθέντος, εὐθὺς Αὔγουστος Καῖσαρ ἐκρά‐ τησε πάντων καὶ τὰς τοπαρχίας πάσας καὶ μερι‐ κὰς βασιλείας καταλύσας (ὡς ἔφην) τοῖς Ῥωμαίοις οἴαξι πάντας ὑπέταξεν. (2) Ὥσπερ καὶ Δαυῒδ προ‐
30θεωρῶν καὶ προαναφωνῶν ἔψαλλε· «Δεῦτε καὶ ἴδετε τὰ ἔργα τοῦ Θεοῦ, ἃ ἔθετο τέρατα ἐπὶ τῆς γῆς, ἀνταναιρῶν πολέμους μέχρι τῶν περάτων τῆς γῆς, τόξον συντρίψει καὶ συνθλάσει ὅπλον καὶ θυρεοὺς κατακαύσει ἐν πυρί.» (3) Ναὶ μὴν αἱ τοπαρχίαι καὶ
35αἱ μερικαὶ βασιλεῖαι κατελύθησαν, δι’ ἃς οὐδὲ βρα‐ χείας εἰρήνης ἀπέλαβον οἱ ἄνθρωποι, ἀλλὰ πᾶσα χώρα καὶ πόλις ἔνοπλος τὰς ἐξαπίνως γενομένας ἐφόδους δειμαίνουσα. (4) Ἐπὶ δὲ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ
40Δαυῒδ πάλιν λέγει· «Ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη καὶ πλῆθος εἰρήνης.» (5) (Τοιγαροῦν ἡ Ῥωμαίων βασιλεία τὰς μερι‐ κὰς βασιλείας, ὡς καὶ πολλάκις ἔφην, καταλύσασα καὶ μάχας) εἰρήνη βαθεῖα πανταχοῦ γέγονε (καὶ
45τὰς τῶν ἀνθρώπων ἀκοὰς εὐτρεπίσας τοῖς κηρύτ‐ τουσι τὸν τῆς εἰρήνης πρύτανιν, ἀδεῶς λοιπὸν, ὡς ἐν μιᾷ βασιλείᾳ, διέδραμον καὶ τὴν σωτήριον δι‐ δασκαλίαν τοῖς ἀνθρώποις προσήνεγκαν). (6) Κατὰ μὲν οὖν τὴν ἱστορίαν οὕτως ἐκβέβηκε τὸ

110

.

353

(50)

«ἀνταναιρῶν πολέμους» καὶ τὰ ἑξῆς· τροπικώτερον δὲ εἴ τις θέλει νοῆσαι, ὄψεται τοῦ κατὰ τῆς Ἐκκλη‐ σίας πολέμου τὴν παῦλαν. Φησὶ γάρ· «Ἐτα‐ ράχθησαν ἔθνη, ἔκλιναν βασιλεῖαι· ἔδωκεν φωνὴν
αὐτοῦ ὁ Ὕψιστος, ἐσαλεύθη ἡ γῆ.»353

110

.

356

(7) Τῆς θείας γὰρ βοηθείας ἐπιφανείσης, νῶτα δέδωκαν οἱ πολέμιοι, καὶ αἱ πάλαι τἀναντία φρο‐ νοῦσαι βασιλεῖαι ὑπέκλιναν τὸν 218 αὐχένα καὶ τὸν σωτήριον λόγον ὑπεδέξαντο. Τῇ γὰρ ἀληθείᾳ
5καὶ τῇ τῶν πραγμάτων μαρτυρίᾳ (καὶ ταῖς παντο‐ δαπαῖς θαυματουργίαις), οἷόν τινι φωνῇ χρησάμενος ὁ Θεὸς, τὸ οἰκεῖον ὕψος ὑπέδειξε (καὶ δέους αὐτῶν τὰς ψυχὰς ἐπλήρωσεν). (8) Προειδὼς τοίνυν ὁ προφητικὸς λόγος τὴν
10Ἰουδαίαν περὶ τὰς θείας Γραφὰς παρερμηνείαν. ἀπόνοιάν τε καὶ ἀθέτησιν, ἔφη ὡς ἐκ προσώπου τοῦ προφητευομένου, ὥσπερ προασφαλιζόμενος αὐτοὺς καὶ λέγων· «Σχολάσατε καὶ γνῶτε ὅτι ἐγώ εἰμι ὁ Θεός· ὑψωθήσομαι ἐν τοῖς ἔθνεσιν, ὑψωθήσομαι ἐν
15τῇ γῇ.» Ἡμῖν δὲ παραδηλῶν τίς οὗτός ἐστιν, καὶ ὥσπερ συνευφραινόμενος, ἐπάγει· «Κύριος τῶν δυνάμεων μεθ’ ἡμῶν, ἀντιλήπτωρ (57b) ἡμῶν ὁ Θεὸς Ἰακώβ.» Τοῦ δὲ Ἰακὼβ τὴν μνήμην οὐχ ἁπλῶς ἐποιήσατο, ἀλλ’ ἐπειδὴ πρῶτος ἐκεῖνος τὴν τῶν
20ἐθνῶν προεθέσπισε κλῆσιν. «Οὐκ ἐκλείψει γὰρ, φησὶν, ἄρχων ἐξ Ἰούδα ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται, καὶ αὐτὸς προσδοκία ἐθνῶν,» μεταβολὴν κἀν‐ ταῦθα τῶν ἐθνῶν προθεσπίζων, εἰκότως τὸν [τοῦ] Ἰακὼβ Θεὸν, τοῦ ταῦτα προειρηκότος, ἔφη ταῦτα
25κατορθωκέναι. Ὡσαύτως δὲ καὶ ὁ Χρυσόστομός φησιν· «Οὐδὲν οὖν τῆς ἀνθρωπίνης θηριωδείας χεῖρον ἦν πρὸ τῆς Χριστοῦ παρουσίας. Ὥσπερ γὰρ ἐχθροὶ καὶ πολέμιοι πάντες πρὸς ἀλλήλους δια‐ κείμενοι, τοὺς ἑαυτῶν παῖδας ἔσφαζον, πατέρες καὶ
30μητέρες παισὶν ἐπεμαίνοντο· οὐδὲν ἦν ἑστηκὼς, οὐ φυσικὸς, οὐ γραπτὸς νόμος, ἀλλ’ ἀνατέτραπτο πάντα μοιχεῖαι γὰρ διηνεκεῖς καὶ φόνοι καὶ κλοπαὶ καὶ πᾶν εἶδος κακίας διεπράττετο καὶ εἰς ἀρετὴν ἐλο‐ γίζετο, πόλεμοι δὲ συνεχεῖς ἐπάλληλοι κατὰ τόπους
35καὶ χώραν, καὶ κώμην, καὶ οἰκίαν ἐγίνοντο, καὶ εἰς ἀνδρείαν καὶ κλέος ἀνεκηρύττοντο. Καὶ μέντοι καὶ τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας αὐτῶν τοῖς δαιμονίοις θύοντες καὶ μαντευόμενοι, φαρμακεύοντες καὶ εἰδωλολατρεύοντες θεοσεβεῖν ἐνόμιζον. Τοῦ δὲ
40Κυρίου ἡμῶν ἐληλυθότος, ἀπηλέγχθησαν ταῦτα πάντα, ὡς θεοστυγῆ σαφέστατα, καὶ εἰρήνη βαθεῖα καὶ ἀρετὴ πλατεῖα ἐν τῷ κόσμῳ ἐμπολιτεύεται.» 219 ΡΘʹ. Περὶ τῆς καταπαύσεως τῶν ἐνθέσμως ἱερατευσάντων τοῦ Ἰούδα φυλῆς.
45Τοιγαροῦν ἐν τῷ μαʹ ἔτει τῆς Αὐγούστου βασι‐ λείας, ἐν τῷ εφʹ ἔτει ἀπὸ κτίσεως κόσμου, ἤρχθη ὁ κατὰ Ἀντιόχειαν τῶν ἐτῶν ἀριθμός· καὶ Ἡρώδου μὲν ἐξ ἐθνῶν ἤδη βασιλέως τῆς Ἰου‐ δαίας ἀνηγορευμένου, καὶ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ

110

.

356

(50)

Χριστοῦ κατὰ σάρκα γεννηθέντος, καὶ τοῦ Ἡρώδου κακῶς τὸν βίον μεταλλάξαντος, πεπλήρωται τό·
«Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα ἕως ἂν ἔλθῃ ᾧ ἀπό‐355

110

.

357

κειται (καὶ αὐτὸς προσδοκία ἐθνῶν),» ὅς ἐστιν ὁ Χριστός. Ἐπειδὴ γὰρ αὐτὸς ὁ Ἡρώδης, ἀλλόφυλος ὢν (καὶ) περιτμηθεὶς, ἦρξε τῶν Ἰουδαίων καὶ ἀρχιερέα κατέστησεν ἀλλογενῆ τὸν Ἀνάνιλον, εὐθὺς
5ἐπαύθη, κατὰ τὴν θείαν πρόῤῥησιν, ἡ ἐξ Ἰούδα ἀρχὴ μέχρι τότε κρατήσασα· οἱ γὰρ ἱερεῖς προεστή‐ κασι τῶν πραγμάτων ἄχρις οὗ Πομπήϊος, ὁ Ῥωμαίων στρατηγὸς, ἐπιστὰς, τὴν μὲν Ἱερουσα‐ λὴμ κατὰ κράτος πολιορκεῖ, μιαίνει δὲ τὰ ἅγια
10(ἄχρι τῶν ἀδύτων εἰσελθὼν τοῦ ἱεροῦ). Τῶν δὲ ἐκ τῆς προγόνων διαδοχῆς μέχρις ἐκείνου καιροῦ διαρκεσάντων, βασιλέα τε ὁμοῦ καὶ ἀρχιερέα Ἀρι‐ στόβουλον, δέσμιον εἰς Ῥώμην ἐκπέμψας, Ὑρκανὸν, τὸν Ἀριστοβούλου ἀδελφὸν, ἀνέδειξεν
15ἀρχιερέα. (2) Οὗτος δὲ φιλίαν εἶχε πρὸς Ἀντίπα‐ τρόν τινα Ἀσκαλωνίτην, τὸν πατέρα Ἡρώδου, ὃν κατέστησεν ἐπίτροπον τῆς χώρας. Ἦν δὲ Ἡρώδης, ὁ υἱὸς αὐτοῦ, ἱκανὸς πρὸς πράγματα, καὶ πολλοὺς λῃστάρχας κατέστειλε. (3) Τοῦ δὲ Ὑρκανοῦ ὑπὸ
20Πάρθων αἰχμαλωτισθέντος, καὶ Ἀντιπάτρου δολο‐ φονηθέντος, καὶ μηδενὸς ὄντος τοῦ ἀντεχομένου τῶν πραγμάτων, ἐπεπήδησε τῇ ἀρχῇ ὁ Ἡρώδης παῖς, πολλὰ χρήματα δοὺς τοῖς Ῥωμαίοις ὑπὸ σπονδῶν αὐτῶν γενόμενος.
25220 ΡΙʹ. Αὔγουστος ὁ βασιλεὺς ἀπάρας εἰς Αἴγυπτον. Αὐγούστου γὰρ Καίσαρος ἀπάραντος εἰς Αἴ‐ γυπτον μετὰ στρατιᾶς ὅτι μάλιστα πλείστης εἰς τὸν κατὰ Κλεοπάτρας (53a) πόλεμον, εἰς ἣν περιέστη
30τὰ τῆς ἀρχῆς Αἰγύπτου, γένους μὲν οὖσαν τῶν Πτο‐ λεμαίων, ὑπήντησεν αὐτῷ Ἡρώδης παρέχων αὐτῷ οὐ τὴν τυχοῦσαν λειτουργίαν ἐν τοῖς στρατεύμασι καὶ ἀναλώμασι. Χειρωσάμενος δὲ τὴν Κλεοπάτραν τῷ ιδʹ ἔτει τῆς βασιλείας αὐτοῦ, ἐπανερχόμενος ἐπὶ
35τὴν Ῥώμην ὡς εὐνοήσαντα τὸν Ἡρώδην μετὰ τῆς ὅλης συγκλήτου ἀναδείκνυσι βασιλέα τῆς Ἰουδαίας, περιθεὶς αὐτῷ τὸ διάδημα. Οὕτως ἐπιβὰς τοῖς Ἱε‐ ροσολύμοις, καὶ τῶν Ἰουδαίων μὴ βουλομένων δέξασθαι αὐτὸν ὡς ἀλλόφυλον, πολλοὺς ἐξ αὐτῶν
40κατέσφαξε, λαφυραγωγήσας τὴν πόλιν καὶ τὸ ἱερὸν, πονηρῶς δὲ χρησάμενος τῇ ἐξουσίᾳ, πάσας τῶν φυλῶν καὶ τῶν γενεῶν ἀναγραφὰς τὰς ἀπὸ τοῦ Ἔσδρα ἀποκειμένας, πυρὶ κατέκαυσε πρὸς τὸ μη‐ κέτι γνωσθῆναι τοὺς Ἰουδαίους ἐκ ποίας πατρίδος
45εἰσὶν οἱ αὐτόχθονες καὶ τίνες οἱ λεγόμενοι γηῶρες· καὶ τὴν ἱερατικὴν δὲ στολὴν ὑπὸ τὴν ἰδίαν σφραγῖδα ἀπέθετο. Καὶ λοιπὸν ἀδεῶς ἀσήμοις τισὶν ἐπὶ χρή‐ μασιν ἱκανοῖς τὴν ἀρχιερωσύνην ἐπίπρατο. (2) Ἔτους δὲ μβʹ Καίσαρος Αὐγούστου ἐξῆλθε

110

.

357

(50)

παρ’ αὐτοῦ δόγμα ἀπογράφεσθαι πᾶσαν τὴν οἰκου‐
μένην (αὐτὴν δὲ τὴν φορολογίαν, ὡς εὐνούστα‐357

110

.

360

τος, καὶ μεγίστῳ τῆς συγκλήτου ἐνεχείρισε Κυ‐ ρήνῳ, ὃν καὶ κατέστησεν ἡγούμενον Συρίας ἤτοι τῆς Ἰουδαίας, τὸ πᾶν Ἰουδαίων ἔθνος Ῥωμαίοις ὑπό‐ φορον κατέστησεν). (3) Καὶ οὕτω πρῶτος ἀλ‐
5λόφυλος Ἡρώδης, ὡς ἔφη, τὸ τῶν Ἰουδαίων ἔθνος ἐγχειρίζεται καθ’ [ὃν καιρὸν] ἐναργῶς, τῆς Χριστοῦ παρουσίας ἐνστάσης, ἐξέλιπον (εἰκότως) οἱ τῶν Ἰου‐ δαίων ἀρχιερεῖς (τε) καὶ ἡγούμενοι (κατὰ τὴν ἱερὰν χρησμολογίαν). (4) Καὶ γὰρ οἱ ἱερεῖς ἐξ Ἰου‐
10δαίων ἦσαν κατὰ μητέρα, ἐπείπερ ὁ μέγας Ἀαρὼν 221 τὴν τοῦ Ἀμιναδὰμ θυγατέρα ἠγάγετο γυναῖκα. Καὶ κατὰ τοσοῦτον συγγενεῖς ὑπῆρχον οἱ ἐξ Ἰούδα καὶ Λευῒ (ὅθεν ἐκ τοῦ Ἀαρὼν Ἐλισάβετ συγγενὴς εἴρηται, τῆς Θεοτόκου Μαρίας).
15(5) Ἐκλειπόντων οὖν τῶν παρὰ Ἰουδαίοις ἀρχιε‐ ρέων, Ἡρώδης ἀλλόφυλος τυγχάνων, βασιλεὺς, ὡς εἴρηται τῶν Ἰουδαίων καθίσταται, καθὼς, τῆς Χριστοῦ γεννήσεως πλησιαζούσης, ἡ ἐκ προγόνων τῆς ἀρχιερωσύνης κατελύθη διαδοχὴ, καὶ ὁ προφη‐
20τευόμενος παρὰ τῷ Δανιὴλ ἡγούμενος λαμβάνει τέ‐ λος. Χριστοὶ γὰρ ἡγούμενοι ἤτοι ἀρχιερεῖς ἦσαν μέχρις Ἡρώδου, ἀρξάμενοι μὲν ἀπὸ τῆς κατὰ Δα‐ ρεῖον ἀνανεώσεως τοῦ ἱεροῦ, λήξαντες δὲ ἐπὶ Ὑρκα‐ νὸν ἔτεσι υπγʹ. (6) Ὡς καὶ Δανιὴλ θεσπίζει λέγων·
25«Καὶ γνώσῃ καὶ συνήσεις ἀπὸ ἐξόδου λόγου τοῦ ἀποκριθῆναι καὶ τοῦ οἰκοδομῆσαι τὴν Ἰερουσαλὴμ ἕως Χριστοῦ ἡγουμένου, ἑβδομάδες ζʹ καὶ ἑβδομάδες ξβʹ.» (7) Τοσοῦτον γὰρ αἱ οʹ ἑβδομάδες ποιοῦσι χρόνον, ἡμέρας ἑκάστης εἰς ἐνιαυτὸν λαμβανομένης.
30—«Καὶ ἐπιστρέψει καὶ οἰκοδομηθήσεται πλατεῖα καὶ περίτειχος, καὶ ἐκκενωθήσονται οἱ καιροί.» (8) Αἱ (γὰρ ἑβδομάδες) συμπληροῦσιν ἔτη υπγʹ, ὅσα τὰ τῆς ἀρχῆς ὑπάρχει τῶν χριστῶν ἡγουμένων, ὧν τελευταίου Ὑρκανοῦ ὑπὸ Πάρθων αἰχμαλω‐
35τισθέντος, Ἡρώδης ἀπ’ Αὐγούστου παραλαμβάνει τὴν βασιλείαν, μεθ’ ὃν οἱ τούτου παῖδες μέχρι τῆς ὑστάτης Ἱεροσολύμων πολιορκίας. «Οὐκέτι γὰρ ἐκ διαδοχῆς (58b) τοῦ ἀρχιερατικοῦ γένους τῶν Ἰουδαίων καὶ Ἀσαμωναίων ἤτοι Μακκαβαίων, ὥς
40φησιν Ἰώσηπος, ἱερῶνται τῷ Θεῷ οὐδ’ αὖ πάλιν οἱ διὰ ἐνιαύσιοι, οἱ δὲ ἐπ’ ὀλίγῳ παρὰ τῶν Ῥω‐ μαίων τὴν ἱερωσύνην ὠνούμενοι. Διὸ καὶ Δανιὴλ προφητεύει λέγων· «Καὶ μετὰ τὰς ζʹ καὶ τὰς ξβʹ ἡμέρας ἐξολοθρευθήσεται χρίσμα, καὶ κρῖμα οὐκ
45ἔσται,» καὶ τὰ ἑξῆς. (9) Διέλυσε δὲ τὰς οʹ ἑβδομάδας οὕτως· τὰς μὲν ζʹ μετὰ τὴν ἐπάνοδον τῆς αἰχμαλωσίας ἕως τῆς οἰκοδομῆς τοῦ ναοῦ, τὰς δὲ 222 ξβʹ συναπτο‐ μένας ταῖς ζʹ εἰς τὸν χρόνον, ὃν κατέσχον οἱ χριστοὶ

110

.

360

(50)

ἡγούμενοι· (διὸ καὶ «ἐξολοθρευθήσεται χρίσμα»).
Τὴν δὲ μίαν ἑβδομάδα, καθ’ ἣν ὁ Κύριος ἐκήρυξε359

110

.

361

τὴν Καινὴν Διαθήκην, ἧς ἑβδομᾶδος ἐν τῷ ἡμίσει ἦλθεν ἐπὶ τὸ σωτήριον πάθος καὶ ἤρθη ἐκ μέσου ἡ διὰ Μωϋσέως παραδεδομένη διαθήκη. (10) Καὶ ταῦτα μὲν Εὐσέβιος. Ὁ δὲ Θεοδώρητος αὖθις ἔφη
5ἐν τῇ αὐτοῦ ἑρμηνείᾳ τῇ περὶ τοῦ Δανιήλ· Αὕτη «δυναμώσει διαθήκην πολλοῖς ἑβδομὰς μία. Καὶ ἐν τῷ ἡμίσει τῆς ἑβδομάδος ἀρθήσεται θυσία καὶ σπονδὴ, καὶ ἐπὶ τὸ ἱερὸν βδέλυγμα τῆς ἐρημώσεώς ἐστιν.» (11) Ἐν γὰρ ταύτῃ ἡ Καινὴ Διαθήκη
10δέδοται τοῖς πιστεύουσιν, καὶ δυνάμεως πάσης αὐ‐ τοὺς ἐπλήρωσε, ἐπείπερ, μεσούσης τῆς ἑβδομάδος ταύτης, ἡ κατὰ νόμον ἤρθη θυσία τῆς ἀληθινῆς προσφερομένης (καὶ οὐ μόνον ἡ θυσία ἐκείνη παυ‐ θήσεται) σημεῖον τῆς ἐρημώσεως ὑπέφηνε (γενέ‐
15σθαι, εἰκόνες τινὲς ἀπηγορευμέναι τῷ νόμῳ εἰς τοῦτο εἰσκομιζόμεναι. Καὶ γὰρ τοῦτο πεποίηκε Πι‐ λάτος, νύκτωρ εἰς τὸν ναὸν τὰς βασιλικὰς εἰσκομίσας εἰκόνας παρὰ τὸν νόμον, ὅπερ δὴ καὶ) ὁ Κύριος εἶπεν· «Ὅταν ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως
20τὸ ῥηθὲν διὰ τοῦ προφήτου Δανιὴλ» γινώσκετε ὅτι ἤγγικεν ἡ ἐρήμωσις αὐτῆς.» (Ταῦτα δὲ λέγων ἐσήμαινε τὸ τέλος τῆς καταλειψομένης αὐτοὺς ἐρη‐ μώσεώς τε καὶ πανολεθρίας.) Καὶ ἵνα μὴ νομίσωσιν οἱ Ἰουδαῖοι πάλιν ἀπολήψεσθαι τὸν ναὸν καὶ τὴν
25πόλιν (καὶ τὴν προτέραν εὐπρέπειάν τε καὶ δόξαν), ἐπήγαγε· «Καὶ ἕως συντελείας καιροῦ, συντέλεια δοθήσεται ἐπὶ τὴν ἐρήμωσιν.» Ἕως γὰρ, φησὶ, τῆς τοῦ κόσμου συντελείας, ἡ τῆς ἐρημώσεως συντέλεια μένει, μεταβολὴν οὐ δεχομένη. Τοῦτο καὶ Δαυῒδ
30ἔφη· «Ἐν ὀργῇ συντελείας, καὶ οὐ μὴ ὑπάρξου‐ σιν καὶ γνώσονται, ὅτι (ὁ Θεὸς) δεσπόζει τοῦ Ἰακὼβ καὶ τῶν περάτων τῆς γῆς.» Οἵ γε μᾶλλον γνώ‐ σονται, ὅταν ἴδωσι «τὸ σημεῖον τοῦ Υἱοῦ τοῦ ἀν‐ θρώπου ἐν τῷ οὐρανῷ.» (Τότε γὰρ ὄψονται 223
35κατὰ φυλὰς φυλὰς, τότε «ὄψονται εἰς ὃν ἐκέντη‐ σαν»). (12) Ἰστέον δὲ ὡς Ἑβραῖοι κατὰ τὸν τῆς σελήνης δρόμον ἀριθμοῦντες τὸν ἐνιαυτὸν, ἡμέρας ιαʹ περισσοτέρας ἀποφαίνουσιν, ἃς ἡμεῖς ἐμβολίμους καλοῦμεν· ὁ γὰρ τῆς σελήνης δρόμος ἐν ἡμέραις κθʹ
40καὶ ὥραις ϛʹ συμπληροῦται· οὕτω δὲ καὶ οἱ ἀριθ‐ μοῦντες ἡμερῶν τνδʹ ποιοῦσι τὸν ἐνιαυτόν. (Ἐπεὶ οὖν ὁ ἀρχάγγελος Γαβριὴλ πρὸς τῷ μακαρίῳ Δα‐ νιὴλ διαλεγόμενος ἀνδρὶ Ἑβραίῳ καὶ τὸν ἀριθμὸν τῶν ἐτῶν διδάσκων, τὸν συνήθη πάντως ἀριθμὸν
45ἔλεγεν, ἀναγκαίως οὖν δεῖ προσθεῖναι τὰ ἀπὸ τῶν ἐμβολίμων ἔτη συναγόμενα. Τούτων γὰρ προστιθε‐ μένων, υπγʹ ἔτη εὑρεθήσονται κατὰ τὸν Ἰουδαϊκὸν ἀριθμόν.) (13) Τοσαῦτα δὲ συνάγουσιν αἱ ζʹ καὶ ξβʹ ἑβδομάδες· διεῖλε δὲ αὐτὰς οὐχ ἁπλῶς, ἀλλὰ

110

.

361

(50)

πραγμάτων τινῶν προσημαίνων μεταβολήν· οὐκοῦν ἀπὸ μὲν τῆς οἰκοδομῆς Ἱερουσαλὴμ, (59a) ἥτις
ἐγένετο ἐπὶ Νεεμίου (59a) καὶ Ἔσδρου, μέχρις361

110

.

364

Ὑρκανοῦ τοῦ τελευταίου ἀρχιερέως ἐκ τῶν Ἀσα‐ μωναίων ἤγουν Μακκαβαίων, ὃν Ἡρώδης ἀνεῖλεν, ὁ τῶν ξβʹ ἑβδομάδων ἀριθμὸς συμπληροῦται· ἀπὸ δὲ τῆς Ἰούδα σφαγῆς μέχρι τῆς τοῦ Σωτῆρος ἡμῶν
5ἐπιφανείας καὶ τῆς πρὸς Ἡρώδην τῶν Μάγων ἀφί‐ ξεως αἱ λοιπαὶ ζʹ ἑβδομάδες τὸ τέλος λαμβάνουσιν, ἐν ᾧ χρόνῳ, μετὰ τὴν ἀναίρεσιν Ὑρκανοῦ φημι, μέχρι τῆς τοῦ Χριστοῦ παρουσίας παρανόμως λοιπὸν οἱ ἀρχιερεῖς ἐγίνοντο· τοῦ γὰρ νόμου κελεύοντος διὰ
10βίου παντὸς τοὺς ἀρχιερεῖς ἱερατεύειν καὶ μετὰ τε‐ λευτὴν διαδόχων τοὺς διαδόχους, λαμβάνει Ἡρώδης καὶ οἱ μετ’ ἐκεῖνον Ῥωμαῖοι, ὧν οἱ τὰς ἀρχιε‐ ρωσύνας ποιησάμενοις συχνὰς αὐτῶν ἐποίουν τὰς διαδοχὰς, ἐνίους δὲ οὐδὲ ἐκ τοῦ Ἑβραϊκοῦ γένους
15καταγομένους ἀρχιερεῖς προεχειρίζοντο. (14) Καὶ τοῦτο δηλῶν Ἰώσηπος ἔφη· «Τὴν δὲ βασιλείαν Ἡρώδης παρὰ Ῥωμαίων ἐγχειρισθεὶς, οὐκέτι τοὺς ἐκ τῶν Ἀσαμωναίου γένους—οὗτοι δὲ ἦσαν οἱ κα‐ λούμενοι Μακκαβαῖοι—καθίστησιν ἀρχιερεῖς, ἀλλά
20τισιν ἀσήμοις καὶ μόνον ἐξ ἱερέων οὖσι τὴν ἀρ‐ χιερωσύνην ἀπένειμε.» (15) «Καὶ μετὰ τὰς ξβʹ ἑβδομάδας, φησὶν, ἐξολοθρευθήσεται χρίσμα, καὶ κρῖμα οὐκ ἔστιν ἐν αὐτῷ.» Ὡς δῆλον εἶναι ὅτι τὰς ξβʹ ἑβδομάδας πρότερον 224 τέταχε, καὶ μετὰ
25ταῦτα τὰς ζʹ, ἐν αἷς ἔφησαν· «Ἐξολοθρευθήσεται χρίσμα,» τουτέστι τὴν ἐπανθοῦσαν χάριν τοῖς ἀρχιε‐ ρεῦσι· καὶ ἐπειδὴ καὶ οἱ παρανόμως χριόμενοι ἀρ‐ χιερεῖς ὀνομάζονται, εἰκότως ἐπήγαγε· «Καὶ κρῖμα οὐκ ἔστιν ἐν αὐτῷ.» Εἰ γὰρ καὶ ἐχρίοντο, φησὶν,
30ἀλλὰ παρανόμως καὶ παρ’ ἀξίαν· (καὶ ἀνωτέρως δὲ δῆλον πεποίηκε, ὡς τὰς ζʹ ἑβδομάδας τελευταίας τέταχεν· «Ἕως γὰρ, φησὶ, Χριστοῦ ἡγουμένου ἑβδομάδες ζʹ καὶ ἑβδομάδες ξβʹ.») Τῷ γὰρ ἡγου‐ μένῳ Χριστῷ καὶ Σωτῆρι τὰς ζʹ πολλαπλησιαζούσας
35ἑβδομάδας τέθεικε, ἵνα γνῶμεν ὡς ἀπὸ τοῦ Χρι‐ στοῦ καὶ ἐπὶ τὰ ἄνω ἀριθμεῖν βουλόμενοι, τὰς ζʹ πρότερον ἑβδομάδας εὑρήσωμεν καὶ τότε τὰς ξβʹ. Εἶτα λέγει καὶ τὴν μέλλουσαν ἐρήμωσιν τῆς πόλεως καὶ τὴν παράνομον ἀρχιερωσύνην φάσκων· «Καὶ
40τὴν πόλιν καὶ τὸ ἅγιον διαφθερεῖ σὺν τῷ ἡγουμένῳ τῷ ἐρχομένῳ·» ἡγούμενον γὰρ ἐρχόμενον τὴν ἀλ‐ λόφυλον ἔφη βασιλείαν καὶ τὴν παράνομον ἀρχιερω‐ σύνην.» (16) Οὕτω γε μὴν καὶ ὁ θεῖος Κύριλλος Ἱεροσολύμων ἔφη· «Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα,
45φησὶν, οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται.» —Σημεῖον οὖν ἔδωκε τῆς Χριστοῦ παρουσίας τὸ παύσασθαι τὴν ἀρχὴν τῶν Ἰουδαίων· εἰ γὰρ μὴ νῦν ὑπὸ Ῥωμαίους εἰσὶν, οὔπω ἦλθεν ὁ Χριστός· εἰ ἔχουσι τὴν ἐκ γένους

110

.

364

(50)

Ἰούδα καὶ Δαυὶδ εἰς ἄρχοντα, οὔπω ἦλθεν ὁ προσ‐ δοκώμενος, «ὁ δεσμεύων πρὸς ἄμπελον τὸν πῶλον αὐτοῦ» κατὰ τὸν θεῖον Ζαχαρίαν. Ἐκλει‐
πόντων τοίνυν τῶν ἐξ Ἰούδα—ὁ ἀλλόφυλος Ἡρώ‐363

110

.

365

δης βασιλεύει· λέγει γὰρ καὶ ὁ προσδιαλεγόμενος ἄγγελος τῷ Δανιήλ «Καὶ γνώσῃ καὶ συνήσεις ἀπὸ ἐξόδου λόγου τοῦ ἀποκριθῆναι καὶ τοῦ οἰκοδομῆσαι τὴν Ἰερουσαλὴμ ἕως Χριστοῦ ἡγουμένου ἑβδομάδες
5ζʹ καὶ ἑβδομάδες ξβʹ·» ἑξήκοντα τοίνυν καὶ θʹ ἑβ‐ δομάδες ἐτῶν συνάγουσιν ἔτη υπγʹ. Εἶπεν οὖν, μετὰ τὸ οἰκοδομηθῆναι Ἱερουσαλὴμ υπγʹ ἔτη διῆλθον, καὶ τῶν ἀρχόντων ἐκλιπόντων, ἄρχεταί τις ἀλλόφυλος βασιλεὺς, (59b) ἐφ’ οὗ γεννᾶ‐
10ται Χριστός. Δαρεῖος γοῦν ὁ Μῆδος 225 (59b) ἐκέλευσε τὴν Ἱερουσαλὴμ οἰκοδομηθῆναι ἕκτῳ ἔτει τῆς ἑαυτοῦ βασιλείας καὶ αʹ ἔτει τῆς καθ’ Ἕλλη‐ νας ξϛʹ Ὀλυμπιάδος. Ὀλυμπιὰς δὲ παρ’ Ἕλλησι καλεῖται ὁ κατὰ δʹ ἔτη συντελούμενος ἀγὼν διὰ τὴν
15κατὰ τετραετίαν τῶν τοῦ Ἡλίου δρόμων ἐκ τῶν κατ’ ἔτος τριῶν ὡρῶν συμπληρουμένην ἡμέραν. Ἡρώδης δὲ βασιλεύει ἐν τῇ ρπγʹ Ὀλυμπιάδι, τε‐ τάρτῳ ἔτει ταύτης. Ἀπὸ οὖν τῆς ξϛʹ εἰς τὴν ρπγʹ γίνονται μεταξὺ ρκʹ Ὀλυμπιάδες καὶ ὀλίγον
20τι. Συνάγονται τοίνυν τῶν ρκʹ Ὀλυμπιάδων ἔτη υπʹ· τὰ γὰρ γʹ ἔτη λοιπὸν, ἴσως ἐν τοῖς μεταξὺ τοῦ πρώτου καὶ τοῦ δʹ ἀναλαμβάνεται. Αἱ τοίνυν οʹ ἑβδομάδες εἰς τὸν ἐπὶ Χριστοῦ συντελοῦνται χρόνον κατὰ τοὺς Ἰουδαίων ἀριθμούς. (17) Ἐκεῖνοι γὰρ
25κατὰ τὸν σεληνιακὸν δρόμον τοὺς ἐνιαυτοὺς ἀριθ‐ μοῦσιν, ὡς ἔτι πρόχειρον εἰπεῖν τὸν τελευταῖον μῆνα εἶναι παρ’ αὐτοῖς ἡμερῶν κθʹ καὶ τοῦ μὲν ἡλιακοῦ κύκλου ὑπάρχοντος τξεʹ, τοῦ δὲ σεληνιακοῦ τνδʹ, ὡς τῷ ἡλιακῷ παραλλάσσειν ἐνιαυτῷ ἡμέρας ιαʹ, τὸν δὲ σεληνιακὸν ἐνιαυτὸν, ὅθεν Ἕλληνες καὶ
30Ἰουδαῖοι μῆνας γʹ ἐμβολιμαίους ἔτεσιν ὀκτὼ παραβάλλουσιν. (18) Καὶ πάλιν ἔφη ὁ μακάριος Κύριλλος· «Εἰ τοίνυν ζητεῖς τὸ αἴτιον τῆς Χριστοῦ παρουσίας, ἀνάδραμε ἐπὶ τὸ πρῶτον τῶν Γραφῶν βιβλίον· Ἐν ἓξ ἡμέραις ἐποίησεν ὁ Θεὸς τὸν κόσμον, ἀλλ’ ὁ
35κόσμος διὰ τὸν ἄνθρωπον· τῇ ϛʹ ἡμέρᾳ τὸν ἄν‐ θρωπον· εἶτα ἔθηκεν αὐτὸν ἐν παραδείσῳ· εἶτα τοῦτον ἐξέβαλε φθόνῳ διαβολικῷ. Μὴ τολμήσας αὐτῷ διὰ τὸ ἰσχυρὸν προσελθεῖν, προσῆλθε τῇ γυναικὶ, ὡς ἀσθενεστέρᾳ, ἔτι παρθένῳ οὔσῃ. Μετὰ
40γὰρ τὴν ἐκ παραδείσου ἀπόπτωσιν, ἔγνω Ἀδὰμ Εὔαν τὴν γυναῖκα αὐτοῦ, καὶ δεύτεροι γεγόνασι διάδοχοι τῆς ἀνθρώπων γενεᾶς Κάϊν καὶ Ἄβελ· καὶ Κάϊν ἀνθρωποκτόνος πρῶτος. Καὶ κατακλυσμὸς ἐπεχύθη ὕστερον 226 διὰ τὴν πολλὴν τῶν ἀνθρώ‐
45πων πονηρίαν, καὶ πῦρ οὐρανόθεν κατῆλθεν ἐπὶ Σοδομιτῶν αἰσχρουργίᾳ. Ἐξελέξατο μετὰ χρόνους ὁ Θεὸς τὸν Ἰσραὴλ, ἀλλὰ καὶ οὗτος διεστράφη καὶ
ἐτραυματίσθη.» —«Ἀπεστάλησαν προφῆται μετὰ365

110

.

368

Μωυσέα θεραπεῦσαι τοῦτο, ἀλλ’ ἰατρεύσαντες ἀπεθρήνουν, μὴ περιγενόμενοι τοῦ πάθους, ὥστε λέγειν αὐτῶν τινα· «Οἴμοι, ἀπόλωλεν εὐλαβὴς ἀπὸ τῆς γῆς καὶ ὁ κατορθῶν ἐν ἀνθρώποις
5οὐκέτι.» Καὶ πάλιν· «Πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν, οὐκ ἔστι ποιῶν χρηστότητα, οὐκ ἔστιν ἕως ἑνός.» Καὶ πάλιν· «Ἀρὰ καὶ κλοπὴ, καὶ μοιχεία, καὶ φόνος ἐκκέχυται ἐπὶ τῆς γῆς.» —«Τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας ἔθυσαν τοῖς δαιμο‐
10νίοις.» —«Οἰωνίζοντο καὶ ἐφαρμακεύοντο.» —«Καὶ ἁπλῶς μέγιστον ἦν τὸ θραῦμα τῆς ἀν‐ θρωπότητος ἀπὸ ποδῶν ἕως κεφαλῆς· —οὐκ ἦν μά‐ λαγμα ἐπιθεῖναι, οὔτε ἔλαιον οὔτε καταδέσμους.» Εἶτα οἱ προφῆται δεινῶς ἀποκλαιόμενοι καὶ ἀπο‐
15ροῦντες ἔλεγον· «Τίς δώσει ἐκ Σιὼν τὸ σωτήριον τοῦ Ἰσραήλ;» —Καὶ πάλιν· «Κύριε, κλῖνον οὐρα‐ νοὺς καὶ κατάβηθι·» —«ὑπερβαίνει γὰρ τὴν ἡμετέραν ἰατρείαν τὰ τῆς ἀνθρωπότητος τραύματα. —«Τοὺς προφήτας σου (60a) ἀπέκτειναν καὶ τὰ
20θυσιαστήριά σου κατέσκαψαν·» ἀδιόρθωτον ἡμῖν τὸ κακόν. Σοῦ λοιπὸν δεῖται τοῦ διορθωτοῦ καὶ σω‐ τῆρος. Ἐπακούσας οὖν τῆς δεήσεως τῶν προφητῶν ὁ Κύριος κατῆλθε φάσκων· «Ἰδοὺ ἔρχομαι καὶ κατασκηνώσω ἐν μέσῳ ὑμῶν.» — (19) «Καὶ
25ἔσομαι πάντων Θεὸς, καὶ αὐτοὶ ἔσονταί μοι λαός. Καὶ οὐ μὴ διδάξωσιν ἕκαστος τὸν πλησίον αὐτοῦ, καὶ ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ· Γνῶθι τὸν κύριον, ὅτι πάντες εἰδήσουσί με ἀπὸ μικροῦ αὐτῶν ἕως μεγάλου, ὅτι ἵλεως ἔσομαι ταῖς ἁμαρτίαις καὶ ἀδι‐ κίαις αὐτῶν.»
30(20) Ὁ δέ γε πρῶτος Ἡρώδης, ὁ υἱὸς Ἀντι‐ πάτρου, ἔσχεν υἱοὺς δʹ, Ἀρχέλαον, καὶ Ἡρώδην, καὶ Φίλιππον, καὶ Λυσανίαν, οἱ τετράρχαι, διὰ τὸ ἕκαστον αὐτῶν ἔχειν τὸ οἰκεῖον μέρος τῆς βασιλείας. (21) Ἦν δὲ Ἡρώδης κατ’ ἐκεῖνον τὸν τὸν καιρὸν
35ἐκβαλὼν τὴν ἰδίαν 227 γυναῖκα, θυγατέραν οὖσαν Ἀρέτα τοῦ βασιλέως Ἀραβίας, περὶ οὗ ὁ Παῦλος ἐν τῇ πρὸς Κορινθίους Ἐπιστολῇ μνήμην ἐποιή‐ σατο, καὶ λαβὼν Ἡρωδιάδα, τὴν γυναῖκα Φιλίππου, τοῦ ἀδελφοῦ αὐτοῦ, δι’ ἣν καὶ τὸν Πρόδρομον ἀνεῖλεν,
40ἀλλ’ οὐκ εἰς μακρὰν, τὴν δίκην εἰσεπράξατο τῶν τολμηθέντων. Ἡ γὰρ γυνὴ αὐτοῦ ἀτίμως διω‐ χθεῖσα ἐπορεύθη πρὸς Ἀρέταν τὸν πατέρα αὐτῆς, καὶ τὴν βίαν ἀπεδύρατο. Ὁ δὲ ἐξαυτῆς, ὡς ὑβρισμέ‐ νης τῆς θυγατρὸς αὐτοῦ, συναγαγὼν ἅπαντα τὸν
45λαὸν αὐτοῦ, ἐπῆλθε πρὸς αὐτὸν εἰς πόλεμον καὶ κατέκοψε πάντα τὰ στρατεύματα αὐτοῦ, καὶ τὴν χώραν αὐτοῦ πυρὶ παραδοὺς ᾐχμαλώτευσεν. Ἀλλ’ οὐδὲ οὕτως ἐπαύσατο Ἡρώδης τῆς πονηρίας αὐτοῦ, ἀλλ’ ὕστερον δέσμιος εἰς Ῥώμην ἀχθεὶς μετὰ τῆς

110

.

368

(50)

μοιχαλίδος αὐτοῦ ἐξόριστος ἐπέμφθη ὑπὸ Τιβερίου ἐν τοῖς μέρεσι τῆς Ἱσπανίας κἀκεῖσε τὸν βίον χαλεπῶς
κατέστρεψεν.367

110

.

369

(22) Ὁ δέ γε μέγας Ἡρώδης ὁ τὰ νήπια ἀνελὼν, ἔσχεν υἱοὺς ὁμωνύμους αὐτοῦ καὶ διωνύμους τρεῖς, Ἡρώδην Ἀρχέλαον καὶ Ἡρώδην Φίλιππον, τὸν καὶ τὸν Πρόδρομον ἀνελόντα, ἐφ’ οὗ καὶ ὁ Κύριος ἐσταυ‐
5ρώθη, καὶ Ἡρώδην Ἀγρίππαν, τὸν καὶ Ἰάκωβον ἀνελόντα τοῦ Ζεβεδαίου, (καὶ Λυσανίαν, πρὸς ὃν Ἡρώδην τοῦ δήμου ἐπιφωνοῦντος τότε. «Φωνὴν Θεοῦ καὶ οὐκ ἀνθρώπου διέδωκεν αὐτίκα·» —στο‐ λὴν γὰρ ἐξ ἀργύρου πεποιημένην περιθέμενος καὶ
10εἰς τὸ θέατρον ἐλθὼν καὶ ἐφ’ ὑψηλοῦ βήματος καθ‐ ίσας ἐδημηγόρει· τῆς δὲ ἡλιακῆς ἀκτῖνος προσπε‐ σούσης τῷ ἐνδύματι καὶ λαμπηδὸν τῇ αὐγῇ τῆς ἐσθῆτος ἀναβρασθεὶς, τὰς ὄψεις τῶν περιεστώτων κατήστραπτε. Καὶ ἀωρηθέντων ἐπὶ τοῦτο καὶ
15ὡς θεὸν αὐτὸν εὐφημησάντων, ἐπαίρεται πλέον ὁ δείλαιος, ὃν εὐθὺς ἄγγελος Κυρίου ἐπάταξεν εὐθέως, καὶ ἀνεπήδησε τῆς καθέδρας ἐκ τοῦ σπα‐ ράττεσθαι δεινῶς τὴν γαστέρα αὐτοῦ. (23) Τὸν δὲ θεῖον Ἰάκωβον ἰδὼν ἀπαγόμενον τὴν
20ὁδὸν τὴν ἐπὶ θάνατον ὁ κατήγορος αὐτοῦ καὶ με‐ ταμεληθεὶς προσέπεσε τοῖς ποσὶ τοῦ ἀποστόλου λέγων· Συγχώρησόν μοι, ἄνθρωπε τοῦ Θεοῦ, ὅτι 228 μεταμέλημαι ἐφ’ οἷς ἐλάλησα κατὰ σοῦ.» Ὁ δὲ μακάριος παραυτίκα τοῦτον καταφιλήσας
25εἶπεν αὐτῷ· «Εἰρήνη σοι, τέκνον, εἰρήνη σοι, εἰρήνη σοι καὶ συγχώρησις τοῦ πταίσματος.» Ὁ δὲ μετὰ φωνῆς μεγάλης εὐθέως ἑαυτὸν Χριστιανὸν ἐπὶ πάντων ἀνηγόρευσεν, καὶ οὕτω συγκαταριθμηθεὶς τῷ ὑπ’ αὐτοῦ (60b) κατηγορηθέντι, σὺν αὐτῷ καὶ
30τὸ βραβεῖον τοῦ μαρτυρίου ἀπηνέγκατο). (24) Ὁ δὲ ἄθλιος Ἡρώδης ἐπὶ ἡμέρας φθειρόμε‐ νος καὶ σκώληκας ἐκβράζων, ἐλεεινῶς τὸν βίον κατέλυσε, ὥσπερ καὶ ὁ δυσσεβέστατος αὐτοῦ πατήρ. Καὶ γὰρ κἀκεῖνος τὰ ἐπίχειρα τῆς κατὰ Χριστοῦ καὶ
35τῶν ὁμηλίκων αὐτοῦ τολμήσας, ἔτι περιὼν τῷ βίῳ κομισάμενος, αἰσχίστῳ μόρῳ τὸν βίον κατ‐ έστρεψε, ὅνπερ ἐνδίκως ὡς ἄδικον ἡ δίκη μετελ‐ θοῦσα, τὰ μετὰ τὴν ἐνθένδε ἀπαλλαγὴν διαδεξόμενα τὸν ταλαίπωρον κολαστήρια διεδείκνυ φανερῶς
40προοίμια· εὐθὺς γὰρ καταλαβοῦσα τοῦτον θεήλατος καὶ ὀλέθριος μάστιξ, εἰς θάνατον ἀργαλέως συνέλα‐ σεν. (25) Ἔνθεν γὰρ, φησὶν Ἰώσηπος, αὐτοῦ τὸ σῶμα ἡ νόσος διαλαβοῦσα ποικίλῳ πάθει ἐμέριζεν· πυρετὸς μὲν γὰρ λάβρος ἦν, κνισμὸς δὲ ἀφόρητος
45τῆς ἐπιφανείας ὅλης, καὶ σκώληκες, συνεχεῖς ἀλ‐ γηδόνες καὶ περὶ τοὺς πόδας οἰδήματα δυσωδίας, τοῦ τε ἤτρου φλεγμονὴ καὶ αἰδοίου σῆψις σκώλη‐ κας γεννῶσα· καὶ πρὸς τοῦτο ὀρθόπνοια καὶ διάπνοια καὶ σπασμοὶ τῶν μελῶν ἁπάντων αὐτοῦ καθεστή‐

110

.

369

(50)

κασιν· ἀειδὴς δὲ ἀποφορὰ ἐκ τοῦ συνεχοῦς ἄσθματος ἐξεπορεύετο, ὡς τοὺς ἐπιθειάζοντας ποινὴν θεήλατον εἶναι λέγειν. Τούτοις δὴ οὖν καὶ τοῖς τοιούτοις
πάθεσι ἐπὶ πλείονα χρόνον περιαντλούμενος τοσοῦ‐369

110

.

372

τον εἶχε τὸν πόνον ἀνύποιστον ὡς καὶ αὐτόχειρα αὐτοῦ γενέσθαι κατατολμήσαντα. (26) Αἰτήσας γὰρ μῆλον ὁμοῦ καὶ μάχαιραν, ὡς δῆθεν ἐπιθυμῶν αὐτὸς δι’ ἑαυτοῦ ἀπογεύσασθαι, καὶ λαβὼν, ἀνέτεινε
5τὴν μάχαιραν κατὰ τοῦ λαιμοῦ πλῆξαι βουλόμενος· καὶ ἔπληξεν ἂν, εἰ μή τις τῶν θεραπόντων θεασάμε‐ νος, ταχέως τὴν μάχαιραν ἐκ τῶν χειρῶν αὐτοῦ μόλις ἀπέσπασεν. (27) Ἐπὶ πλεῖον δὲ ταῖς ὀδύ‐ ναις βασανιζόμενος καὶ τὴν ἀδελφὴν Σαλώμην καὶ
10τὸν ἄνδρα αὐτῆς Ἀλέξανδρον προσκαλεσάμενος, ὑπέθετο 229 αὐτοῖς, ὥστε τοὺς τῶν Ἰουδαίων ἐξάρχους καθεῖρξαι εἰς τὸν Ἱππόδρομον· καὶ τελευ‐ τήσαντος αὐτοῦ, παραχρῆμα τούτους ὑπὸ τοῦ στρα‐ τοῦ κακῶς ἀναιρεῖσθαι, ἵνα μὴ τοῦ θανάτου αὐτοῦ
15ἡ ἡμέρα χαρὰ τοῖς Ἰουδαίοις, ἀλλὰ πένθους πρόξε‐ νος γένηται. (28) Καὶ ταῦτα διαταξάμενος, καὶ λίαν ὑδεριάσας, καὶ μετὰ πολλῶν ἀλγηδόνων τὴν ψυχὴν ἀποῤῥήξας, εὐθὺς ἡ Σαλώμη πάντα διαπραξαμένη τοὺς Ἰουδαίους εἰς μέγα πένθος καὶ θρῆνον ἐνέβα‐
20λεν. (29) Ὅσαις μὲν οὖν, πρὸς ταῖς λοιπαῖς αὐτοῦ κακουργίαις, τὰς κατὰ τὴν βασιλείαν αὐτονομισθείσας εὐπραγίας, ταῖς κατὰ τὸν οἶκον ἐπαλλήλοις ἠμαύρωσε συμφοραῖς γυναικῶν καὶ τέκνων, καὶ τῶν λοιπῶν τῶν μάλιστα πρὸς γένους ἀναγκαιοτάτων τε καὶ φιλτάτων μιαιφονίαις, οὐδὲν οἷόν τε νῦν
25καταλέγειν, τραγικὴν ἅπασαν δραματουργίαν ἐπισκιαζούσης τῆς περὶ τούτου ὑποθέσεως, ἣν πλάτος ἐν ταῖς κατ’ αὐτὸν Ἱστορίαις Ἰώσηπος διελήλυθεν. ΡΙΒʹ. Βασιλεία Τιβερίου. Μετὰ δὲ Αὔγουστον ἐβασίλευσε Τιβέριος Καῖσαρ, ὁ υἱὸς αὐτοῦ, ὁ κτίσας πόλιν ἐν τῇ Ἰουδαίων χώρᾳ
30(παρὰ τὴν λίμνην, ἐκάλεσε δὲ αὐτὴν εἰς ἑαυτοῦ ὄνομα) Τιβεριάδα. (2) Ἐφ’ οὗ μέγας σεισμὸς γε‐ νόμενος, κατήνεγκε πόλεις ἕως ἐδάφους ιγʹ, Ἔφεσον, Μαγνησίαν, Σάρδην, Μοστίνην, Λιγάην, Ἱεροκαι‐ σάρειαν, Φιλαδελφίαν, Τμόλον, Κύμην, Μύριναν,
35Ἀπολλωνίαν, Δίαν, Ὑρκανείαν. (2) Καὶ ἐν μὲν τῷ ιεʹ ἔτει τῆς αὐτοῦ βασιλείας ὁ Κύριος ἡμῶν βαπτισθεὶς, τοῦ εὐαγγελικοῦ κηρύ‐ γματος ἀπήρξατο. (4) Ἐν δὲ τῷ ιηʹ ἔτει τῆς βασιλείας αὐτοῦ
40σταυρωθεὶς ὁ Κύριος (61a) ἀνίσταται (τῇ κθʹ τοῦ Φαμενὼθ μηνὸς ἤτοι) Μαρτίου 230 (τοῦ πρωτοκτί‐ στου μηνὸς, Νισὰν παρ’ Ἑβραίοις λεγομένου) κεʹ, ἐπιφωσκούσης Κυριακῆς μιᾶς Σαββάτων, τῆς πρώ‐ της καὶ ἀρχῆς καὶ τιμιωτάτης τῶν ἡμερῶν ἡμέρας,
45περὶ ἧς ἔφη Μωυσῆς· «Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν·» καί· «Αὕτη ἡ βίβλος γενέσεως οὐρανῶν τε καὶ γῆς, ᾗ ἡμέρᾳ ἐποίησεν
ὁ Θεός.» Διό φησιν ὁ Δαυίδ· «Αὕτη ἡ ἡμέρα371

110

.

373

ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα καὶ εὐφραν‐ θῶμεν ἐν αὐτῇ,» ἥτις ἐστὶ τὸ Κυριακὸν Πάσχα, Μαρτίου κεʹ, ὡς εἴρηται. ΡΙΓʹ. Διὰ τί ἡ τοῦ Χριστοῦ ἀνάστασις ὀγδόη
5ὠνόμασται. Περὶ ἧς γέ τοι ὁ μέγας ἔφη Χρυσόστομος· «Εἰ οὖν ἐν τῇ γʹ ἡμέρᾳ ἀνέστη ὁ Χριστὸς, ὡς αὐτὸς ἔλεγε, «Δεῖ τὸν Υἱὸν τοῦ ἀνθρώπου πολλὰ παθεῖν, καὶ ἀποδοκιμασθῆναι, καὶ ἀποκτανθῆναι, καὶ τῇ γʹ
10ἡμέρᾳ ἀναστῆναι,» διὰ τί ἡ ὀγδόη ἀνάστασις λέγεται τοῦ Κυρίου; Καὶ τρίτη μὲν εἴρηται ὡς ἀπὸ τοῦ πάθους καὶ τοῦ σταυροῦ, ὀγδόη δὲ ὡς ἀπὸ τῆς δη‐ μιουργίας καὶ τῆς ἀναστάσεως. Ἐπεὶ οὖν τῇ Κυ‐ ριακῇ ἀνέστη ὁ Χριστὸς, ἐν ᾗ ἡ ἀρχὴ τοῦ φαινομέ‐
15νου κόσμου γέγονε, ἥτις ὑπάρχει τὸ φῶς ἀπὸ τοῦ κόσμου λάμψαν ἐν αὐτῇ, καὶ τὸ νοητὸν φῶς καὶ ἀληθινὸν ὁ Χριστὸς ἐκ τάφου ἀνέτειλεν· διὸ καὶ ἀπὸ τοῦ τάφου καὶ θανάτου ὁ κόσμος ἐγήγερτο. Ἀπὸ Κυριακῆς οὖν εἰς Κυριακὴν ἡ ὀγδόη ἀπαντᾷ·
20καὶ δὲ τρίτη καὶ ἡ αὕτη, τρίτη ἀφ’ οὗ ἔπαθε, ὀγδόη ἀφ’ οὗ ὁ κόσμος ἐγένετο. (2) Ἔστι δὲ καὶ ἄλλη αἰτία τῆς ηʹ καὶ τῆς γʹ, διὰ τί ἀνάστασις ἑκάστη ὠνόμασται· ἐν γὰρ τῇ ζʹ ἡμέρᾳ κατέπαυσεν ὁ Θεὸς ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ· καὶ ἔστιν ἡ κατά‐
25παυσις τέλος, συντέλεια ἔργων ἀπηρτισμένων. τέλος δὲ καὶ κατάπαυσις λέγεται καὶ ἡ τοῦ λόγου συντέλεια, ὅτε μέλλει παράγειν τὸ σχῆμα τοῦ κόσμου τούτου ὁ Θεός. Ἐπειδὴ οὖν ἁμαρτιῶν ὁ κόσμος ἔγεμεν καὶ ἠπείλει τῷ κόσμῳ συντέλειαν, ὁ δὲ
30Χριστὸς ἐπὶ συντελείας τῶν αἰώνων εἰς ἀθέτησιν ἁμαρτίας ἦλθε, καὶ ἔπαθε, καὶ ἐτάφη, καὶ 231 ἀνέστη, καὶ τὸν κόσμον ἀνέστησε, καὶ ἡ πρώτη ἐνδημιούργησις ὀγδόῃ ἐν τῇ παλιγγενεσίᾳ γέγονεν. Τῇ ϛʹ ἐπὶ ξύλου σταυροῦται διὰ τὸν ἐν τῇ ϛʹ γενό‐
35μενον ἄνθρωπον· διὰ τοῦτο οὖν ἐν τῇ ϛʹ ἐσταύρω‐ ται ἡμέρᾳ, ἵνα πάντες μάθωμεν ὅτι ἐν τῇ ϛʹ δημιουργήσας τὸν ἄνθρωπον, αὐτὸς ἐκεῖνος ἐν τῇ ϛʹ ἐσταυρώθη διὰ τὸν ἄνθρωπον. (3) Καὶ οὐ μόνον ἐν ἡμέρᾳ ϛʹ, ἀλλὰ καὶ ἐν ὥρᾳ ϛʹ ἐπὶ ξύλου ἐκρέμαται,
40ἐπειδὴ ἀρχὴ ἁμαρτίας ὥρᾳ ϛʹ ἀπὸ τοῦ ξύλου γέγο‐ νεν, ὅτε Ἀδὰμ τὸν θάνατον ἠρίστησε, ὅθεν λοιπὸν τότε καὶ λογχευθεὶς ἐξέβλυσεν αἷμα καὶ ὕδωρ, οἱ δύο μάρτυρες τῶν κυριοκτόνων, τὸ μὲν αἷμα ἵνα Ἰουδαίους ἐλέγξῃ εἰπόντας· «Τὸ αἷμα αὐτοῦ ἐφ’
45ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν·» τὸ δὲ ὕδωρ, ἵνα τοῦ Πιλάτου κατηγορήσῃ, ὅτι λαβὼν ὕδωρ καὶ νιψάμενος ὡς ἀθῶος, τὸν ἀθῶον καὶ δίκαιον φραγγελώσας ἐσταύρωσεν. (4) Ἐπεὶ οὖν, ὡς πολλάκις ἔφην, ἡ ὀγδόη καὶ ἡ τῶν νεκρῶν ἔγερσις βοᾷ τὴν τοῦ κό‐

110

.

373

(50)

σμου συντέλειαν, ἰστέον, ὅτε πάντως ἡ τοῦ κόσμου γένηται συντέλεια, τότε οἱ ὅσιοι καὶ εὐσεβεῖς ἐκλεί‐ ψουσιν ἀπὸ τῆς γῆς. Καὶ τούτου μάρτυς ὁ Χριστὸς εἰπών· «Ἆρα ἐλθὼν ὁ Υἱὸς τοῦ ἀνθρώπου εὑρήσει
τὴν πίστιν ἐπὶ τῆς γῆς;» Καὶ ὁ Ἀπόστολός φησιν.373

110

.

376

«Ἐὰν μὴ ἔλθῃ πρῶτον ἡ ἀπόστασις, —ὅτε ἀπο‐ στήσονται τῆς πίστεως, προσέχοντες πνεύμασι πλάνης καὶ διδασκαλίαις δαιμονίων, —καὶ ἀπὸ μὲν τῆς ἀληθείας τὴν ἀκοὴν ἀποστρέψουσιν, ἐπὶ δὲ
5τοὺς μύθους ἐκτραπήσονται»· καὶ ὥσπερ (61b) κυ‐ βερνητῶν ἀπώλεια τῶν πλοίων ἐστὶ ναυαγία, καὶ ποιμένων ἀπουσία προβάτων ὄλεθρος, καὶ γεωργῶν ἀμέλεια χωρίων ἀφανισμὸς, οὕτω καὶ τῶν ὁσίων ἡ ἔκλειψις τοῦ κόσμου κατάλυσις· ὁσιότης δέ ἐστιν ἡ
10πρὸς Θεὸν καθοσίωσις. Καὶ ἐκεῖνος ὅσιος ὁ ἑαυτὸν διὰ πίστεως καὶ ἔργων ἀγαθῶν καθοσιώσας καὶ τῷ Θεῷ ἀφιερώσας, ὅθεν τοὺς Θεὸν καταλιμπάνοντας καὶ ἀρνουμένους τὰς πρὸς αὐτὸν συνθήκας ἔλεγεν ὁ Μωϋσῆς· Μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου· Ὅσιά μοι γένηται ἐν τῷ ἀποστῆναι ἀπὸ Κυρίου. Καθάπερ ὁ
15τοῦ Θεοῦ ἀποστάτης καὶ κακοῦργος ἀνόσιος λέγεται, οὕτως ὁ τῷ Θεῷ διὰ πίστεως καὶ ἀγαθοεργίας οἰκειωθεὶς, ὅσιος καὶ δίκαιος εἰκότως ὀνομάζεται. 232 (5) Διὰ ξύλου τοίνυν θάνατος καὶ διὰ ξύ‐ λου ἡ ζωή. Τῇ ἑβδόμῃ κατέπαυσεν ἀπὸ τῶν ἔργων· τῇ ζʹ ἐν τῷ τάφῳ τὸ σῶμα ἀνέπαυσεν. —Τελείαν
20γὰρ ἡμέραν τὴν ἑβδόμην ἔμεινεν· —τῇ ηʹ ἀνέστη καὶ τὸν κόσμον ἤγειρεν. Καὶ ἔστιν ἡ Κυρίου καὶ τρίτη καὶ ηʹ· τρίτη μὲν διὰ τὴν τοῦ Κυρίου ἀνά‐ στασιν, ὀγδόη δὲ, οὐ μόνον διὰ τὴν τοῦ Κυρίου, ἀλλὰ καὶ διὰ τὴν τοῦ κόσμου ἔγερσιν. Οὐκοῦν, ἀγαπητὲ,
25ἄκουσον, θαυμαστὸν καὶ μέγα μυστήριον· Διὰ τί ἡ τοῦ Κυρίου ἀνάστασις ὀγδόη ὠνόμασται; Ἐπειδὴ ἑπτάκις νεκρῶν ἀνάστασιν εὕρομεν ἐν τῇ θείᾳ Γραφῇ, καὶ μετὰ τοὺς ζʹ ὄγδοος ἐκ νεκρῶν ἀνέστη ὁ Κύριος ὁ ἐγείρας τοὺς ζʹ. Πρὸ γὰρ τῆς Χριστοῦ
30ἀναστάσεως ἑπτὰ μόναι ἀναστάσεις νεκρῶν ἐγένον‐ το· (Καὶ) αʹ μὲν ἐν τῇ Παλαιᾷ· ἡ τοῦ υἱοῦ τῆς χήρας, ὃν Ἠλίας ἐν Σαράφθοις ἀνέστησε· βʹ ἡ τοῦ υἱοῦ τῆς Συναμίτιδος, ὃν Ἐλισσαῖος ἤγειρε· γʹ (δὲ) ἡ τοῦ στρατιώτου, ὃν ἐγγὺς Ἐλισσαίου
35θάψαντες (καὶ τῶν ὀστέων τοῦ προφήτου ὁ νεκρὸς ἁψάμενος) ὡς ἀπὸ πυρὸς ἐξεπήδησεν· δʹ δὲ (ὃ) ἐν τῇ Καινῇ, ἡ τοῦ ἀρχισυναγώγου τῆς θυγατρός· εʹ (δὲ) ἡ τοῦ υἱοῦ τῆς χήρας· ϛʹ (δὲ) ἡ τοῦ Λαζάρου, ζʹ (δὲ) ὅτε πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων ἀνέστη·
40ηʹ δὲ ἡ τοῦ Κυρίου Ἀνάστασις μετὰ τὸ σωτήριον πάθος, καθ’ ὃν καιρὸν τοῦ πάθους (καὶ τοῦ) γενομένου σεισμοῦ ἐν πολλοῖς (μὲν) εὑρέθη Ἑλληνι‐ κοῖς ὑπομνήμασιν, ὅτι σεισμὸς ἐγένετο μέγας καὶ σκότος, ὥστε καὶ ἀστέρας φανῆναι. (6) Κατὰ δὲ
45τοὺς χρόνους τούτους καὶ Ἰώσηπος ἱστορεῖ ἐν ἡμέρᾳ τῆς νʹ κινήσεως καὶ κτύπου τοὺς ἱερεῖς ἀντιλαμβάνεσθαι πρότερον, ἔπειτα φωνῆς ἀθρόας, ἀγγελικῆς δηλονότι, ἔνδοθεν ἀπὸ τοῦ ἱεροῦ ἀκούειν· «Καταβαίνωμεν ἐντεῦθεν.» (7) Καὶ

110

.

376

(50)

μέντοι καὶ ἕτερον παραδοξώτερον ἐξηγεῖται, χρη‐ σμόν τινα ἐν (τοῖς) ἱεροῖς γράμμασιν εὑρεθῆναι
περιέχοντα (οὕτως)· ὡς κατὰ (τὸν) καιρὸν ἐκεῖνον375

110

.

377

ἀπὸ τῆς αὐτῆς χώρας ἄρξῃ τις ἄνθρωπος τῆς οἰκουμένης ἁπάσης, ὃν αὐτὸς μὲν ἐπὶ Οὐεσπασιανοῦ ἐξείληφε 233 πεπληρῶσθαι, διήμαρτε δὲ τῆς ἑρμηνείας ἐκ διαμέτρου· οὐ γὰρ πάσης οὗτος
5ἦρξεν (ἢ μόνης τῆς Ῥώμης). Λείπεται δὴ οὖν ἐπὶ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τοῦτο πλη‐ ροῦσθαι, πρὸς ὅν φησιν ὁ Πατήρ· «Αἴτησαι παρ’ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς.» Ὅθεν
10«εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος τῶν ἱερῶν ἀποστόλων, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν» (διαῤῥήδην κηρύττων αὐτοῦ τὴν ἀΐδιον ἀρχήν τε καὶ βασιλείαν (62a) αἰώνιον). (8) Ἐπεὶ κατὰ τὸν καιρὸν τοῦτον ὁ Θεὸς τὴν κτίσιν
15ἐδημιούργησεν, καὶ μαρτυρεῖ τῶν δένδρων ἡ βλά‐ στησις (κατὰ τὴν θείαν ἀπόφασιν, μέχρι νῦν ἀρχο‐ μένου τοῦ ἔαρος· «Ἡ γῆ βλαστάνει βοτάνην χόρτου,» καὶ οἱ λειμῶνες ἀνθοῦσι, καὶ τὰ δένδρα φύει καρπόν)· διὰ τοῦτο καὶ τὸν Ἰσραὴλ κατὰ τὸν καιρὸν τοῦτον ἠλευθέρωσε τῆς Αἰγυπτιακῆς δου‐
20λείας καὶ τὴν Παρθένον Γαβριὴλ ὁ ἀρχάγγελος εὐηγγελίσατο· εἰκότως οὖν κατὰ τὸν αὐτὸν καιρὸν καὶ ὁ Χριστὸς ὑπέμεινε τὸ σωτήριον πάθος. Ὁ τοίνυν Πιλάτος μετὰ τὴν (τοῦ) Χριστοῦ σταύρωσιν εἰκόνας τοῦ Καίσαρος (προτομὰς) εἰς τὸ ἱερὸν νύκτωρ ἀνέθηκεν. Ὄρθρου δὲ γενομένου, οἱ
25Ἰουδαῖοι θεασάμενοι τοσοῦτον ἐταράχθησαν, ὥστε Πιλάτος ἐκδειματωθεὶς, ἀλλαχοῦ ταῦτα (10) μετ‐ έθηκεν. Καὶ δὴ καὶ τὸν ἱερὸν θησαυρὸν τὸν καλού‐ μενον Κορβανᾶν διαφθείρας, αἴτιος ἀναιρέσεως πολλῆς καὶ συγχύσεως καὶ τοῖς Ἰουδαίοις μισητὸς
30234 γέγονε· τὴν γὰρ ἐπανάστασιν αὐτῶν ὑφορώ‐ μενος, πρὸ τοῦ βήματος αὐτοῦ στρατιώτας παρέστη‐ σεν, ἔνδοθεν μὲν ὅπλα φοροῦντας αὐτοὺς, ἔξωθεν δὲ ἰδιωτῶν ἐσθῆτας πρὸς τὸ ἀνυπονόητον. Ὡς οὖν ὥρμησαν πρὸς αὐτὸν οἱ Ἰουδαῖοι στασιάζοντες, ἐπα‐
35φῆκε τοὺς στρατιώτας ἐπ’ αὐτῶν, οἵ γε ξύλοις καὶ λίθοις αὐτοὺς παίοντες, τραυματίσαντες ἀπέλυσαν, τινὰς δὲ αὐτῶν καὶ ἀπέκτειναν. Πολλοὶ δὲ τῶν Ἰου‐ δαίων ὑπ’ ἀλλήλων ὠθούμενοι, συμπατηθέντες ἀπώ‐ λοντο, οὓς καὶ ἀριθμήσαντες εὗρον λαὸν ἄπειρον.
40ΡΙΔʹ. Περὶ Ἰούδα τοῦ Γαλιλαίου. Ἔμιξε δὲ καί τινων αὐτῶν μετὰ τῶν θυ‐ σιῶν τὸ αἷμα τρόπῳ τοιούτῳ. Οἱ Γαλιλαῖοι τοῖς δόγμασιν ἐξακολουθήσαντες Ἰούδα τοῦ Γαλιλαίου, οὗ καὶ Λουκᾶς ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων
45μέμνηται, κενοφωνίαν καὶ πλάνην ἔμαθον ἐξ αὐτοῦ, καθώς φησιν Ἰώσηπος· προφάσει γὰρ εὐσεβείας
δῆθεν Κύριον μηδὲ μέχρι στόματος ἔφασκε δεῖν τινα377

110

.

380

λέγειν, μήτε κατὰ τιμὴν, μήτε (κατὰ) φιλοφροσύ‐ νην, καὶ τὴν Θεῷ μόνῳ πρέπουσαν τιμὴν καὶ δό‐ ξαν ἀνθρώποις ἀπονέμειν, ὅθεν καὶ πολλοὶ αὐτῶν περὶ τοῦ μὴ εἰπεῖν (τὸν) Καίσαρα κύριον καὶ δεσπό‐
5την, χαλεπὰς αἰκίας ὑπέστησαν, οἵτινες λοιπὸν ἐδί‐ δασκον μηδὲν παρὰ τὰς διατεταγμένας ἐν τῷ Μωϋ‐ σέως νόμῳ θυσίας ἀναφέρεσθαι τῷ Θεῷ, κἀντεῦθεν τοίνυν κωλύοντες τὰς ὑπὸ τῆς γερουσίας τοῦ λαοῦ παραδιδομένας γίνεσθαι περὶ τῆς σωτηρίας τοῦ βα‐
10σιλέως καὶ τοῦ Ῥωμαίων ἔθνους θυσίας· εἰκότως ἐπὶ τούτοις ἀγανακτοῦντα πρὸς Γαλιλαίους Πιλάτον κελεῦσαι παρὰ ταῖς θυσίαις, ἃς ἐδόκουν κατὰ τὸν νόμον προσφέρειν, ἀναιρεθῆναι, ὥστε ἀνα‐ μιχθῆναι ταῖς προσφερομέναις θυσίαις τὸ αἷμα τῶν προσφερόντων. (2) Ὁ δέ γε Τιβέριος πρὸς τοῖς λοιποῖς αὐτοῦ
15πλεονεκτήμασι καὶ τοῦτο ἐκέκτητο· τοὺς εἰς ἀξίαν αὐτοῦ προσαγομένους θᾶττον οὐκ 235 ἤμειβεν, ἀλλ’ ἢ πολὺν χρόνον ἢ ἕως τέλους τοῦ βίου κατέχειν αὐτοὺς τὴν ἀρχὴν παρεσκεύαζεν. Ἐρωτηθεὶς οὖν ποτε τὴν αἰτίαν ὑπὸ τῶν φίλων αὐτοῦ ἔφη· «Ἀεὶ
20πᾶσα ἡγεμονία τοῦ πλεονεκτεῖν ἐφίεται φύσει, καὶ εἰ ἐπὶ πλέον κρατοῖεν, ἀμβλυτέρως τῇ πλεονεξίᾳ κέχρηνται· (62b) εἰ δὲ ἐπ’ ὀλίγῳ, μειζόνως ἐπικλο‐ παὶ παροξύνονται, ἐν ἀδήλῳ τὴν διαδοχὴν ἔχοντες· λέξω δὲ ὑμῖν καὶ ἐναργὲς παράδειγμα τοῦτο·
25Τραυματίας τις ἔκειτο, καὶ πλῆθος μυιῶν ὄντων, τὰ ἕλκη αὐτοῦ ἐνέμοντο· παριὼν δέ τις, νομίσας αὐτὸν μὴ δύνασθαι τὰς μυίας ἀποσοβεῖν, προσελθὼν ἀπε‐ δίωκεν· ὁ δὲ τραυματίας φησίν· «Δέομαι, παῦσον καὶ μὴ ἀποσόβει· μειζόνως γάρ με βλάπτεις· αἱ
30γὰρ κορεσθεῖσαι τοῦ αἵματος οὐ πάνυ μοι τὴν δῆξιν ὀδυνηρὰν παρέχουσιν· εἰ δὲ ἀποδιώκονται, ἕτεραι προσελθοῦσαι, λιμῷ τὰς ὀδύνας μοι παρέξωσι μει‐ ζοτέρας ὥστε καὶ τοῦ ζῇν ἀποστερῆσαι.» Διὰ δὴ τοῦτο καὶ αὐτὸς ὑπὸ πολλῶν κλοπῶν τοὺς ἡγεμόνας
35διεφθαρμένους ἰδὼν, συνεχῶς οὐκ ἀμείβω.» (3) Φροντίζων γέ τοι λίαν τοῦ δικαίου ἔγραψεν ἀεὶ ταῖς ὑπ’ αὐτὸν πόλεσι λέγων· «Ἐάν τι γράψω παρὰ τοὺς νόμους προστάσσων γίνεσθαι, μὴ προσ‐ έχειν ὡς ἠγνοηκότι.» (4) Διὸ καὶ Πιλάτος εἰδὼς
40αὐτοῦ τὸ φιλάληθες καὶ φιλοδίκαιον, τὰ τεραστεῖα Χριστοῦ πάντα καὶ τὰ τῆς εὐσεβείας (αὐτοῦ) δόγματα δι’ ἐπιτομῆς διεκοινώσατο αὐτῷ, καθὼς ἱστορεῖ Τερτυλιανὸς (ὁ τῶν Ῥωμαϊκῶν νόμων ἐπιστήμων) ἐν τῇ ὑπὲρ Χριστιανῶν Ἀπολογίᾳ (διεξιὼν) καὶ ὅτι
45μετὰ θάνατον ἀνεβίωσε καὶ ἤδη παρὰ πᾶσι Θεὸς εἶ‐ ναι πιστεύεται· καὶ ὅτι Τιβέριος καταπλαγεὶς ἀν‐ ήγγειλε πάντα ἐπὶ τῆς συγκλήτου· ἡ δὲ οὐ προσ‐
ήκατο, πειθαρχεῖν νόμῳ παλαιῷ λέγουσα, μὴ379

110

.

381

πρότερον θεοποιεῖσθαί τινα, εἰ μὴ ψήφῳ καὶ δό‐ γματι παρ’ 236 αὐτοῖς κριθείη. Ὁ δὲ τὸν νόμον τοῦτον ἐδέξατο· ἐκέλευσε δὲ μηδένα ἐμποδίζειν τοῦ Χριστοῦ τῷ κηρύγματι, καὶ μέν γε θάνατον
5προσηπείλησε τοῖς κατηγορεῖν τολμῶσι τοῦ κηρύ‐ γματος. ΡΙΕʹ. Περὶ Αὐγάρου. Οὕτω γοῦν τῇ θείᾳ τοῦ Χριστοῦ δυνάμει ἀθρόως ἡ σύμπασα οἰκουμένη τῆς ἱερᾶς τοῦ κηρύ‐
10γματος διὰ τῆς τῶν ἀποστόλων διδασκαλίας πεπλή‐ ρωται, ἐξ ὧν, Θαδδαίου ἐν Ἐδέσῃ τῇ πόλει κηρύ‐ ξαντος λόγον, καὶ ὁ ἐκεῖσε τοπάρχης Αὔγαρος τὸ σῶμα δεινῷ πάθει κατεχόμενος καὶ φθειρόμενος, ἀκούσας τὸ ὄνομα Χριστοῦ καὶ τὰς δυνάμεις συμφώ‐
15νως ὑπὸ πάντων μαρτυρουμένας, ἱκέτης Χριστοῦ διὰ γραμματηφόρου γίνεται, ἀξιῶν τῆς νόσου λύ‐ σιν εὕρασθαι, γράψας διά τινος Ἀνανίου ταχυ‐ δρόμου τάδε· «Αὔγαρος τοπάρχης Ἰησοῦ Σω‐ τῆρι ἀγαθῷ, ἀναφανέντι ἐν Ἱερουσαλὴμ, χαίρειν.
20Ἤκουσταί μοι τὰ περί σου καὶ τῶν σῶν ἰαμάτων, ὡς ἄνευ φαρμάκων καὶ βοτανῶν ὑπὸ σοῦ γενομέ‐ νων, ὡς γὰρ λόγῳ τυφλοὺς ἀναβλέπειν ποιεῖς, χωλοὺς περιπατεῖν, (καὶ) λεπροὺς καθαρίζεις, καὶ ἀκάθαρτα πνεύματα ἐκβάλλεις, καὶ τοὺς ἐν μα‐
25κρονοσίᾳ βασανιζομένους θεραπεύεις, καὶ νεκροὺς ἐγείρεις· ἅπερ ἀκούσας, κατὰ νοῦν ἐθέμην (τῶν δύο τὸ ἕτερον, ἢ) ὅτι σὺ εἶ ὁ Θεὸς ὁ ἀπ’ οὐρανοῦ καταβὰς, ἢ Υἱὸς ὑπάρχεις τοῦ Θεοῦ, ποιῶν ταῦτα. Διὰ τοῦτο νῦν γράψας, ἀξιῶ ἐλθεῖν σε πρός με
30καὶ τὸ συνεχόμενον πάθος θεραπεῦσαι· καὶ γὰρ ἤκουσα, ὅτι καταγογγύζουσιν οἱ Ἰουδαῖοι καὶ βούλονταί σε κακῶσαι· πόλις δέ μοι σμικροτάτη ἐστὶν, ἥτις ἐξαρκέσει 237 ἀμφοτέροις.» (2) Ὁ δὲ Κύριος ἀναγνοὺς ταῦτα ἀντιγράφει πρὸς αὐ‐
35τὸν οὕτως· «Μακάριος εἶ πιστεύσας ἐπ’ ἐμὲ, μὴ ἑωρακώς με. (63a) Περὶ δὲ οὗ ἔγραψας, ἐλθεῖν (με) πρός σε, δέον ἐστὶ πληρῶσαι πάντα δι’ ἃ ἀπεστάλην (ἐνταῦθα), καὶ ἀναληφθῆναι πρὸς τὸν ἀποστείλαντά με. Καὶ οὕτως ἀποστελῶ σοί τινα
40τῶν μαθητῶν μου, καὶ ἰάσεταί σου τὸ πάθος καὶ ζωήν σοι καὶ τοῖς ἐν σοὶ παρέξει.» (3) Ταύταις οὖν ταῖς ἐπιστολαῖς ἔτι καὶ ταῦτα συνῆπτο τῇ τῶν
Σύρων φωνῇ, Θαδδαίου πράξαντος μετὰ τὴν ἀνά‐381

110

.

384

ληψιν τοῦ Κυρίου· «Ὁ τοίνυν Αὔγαρος ἀκούσας τὴν ἐπιστολὴν τοῦ Κυρίου, μᾶλλον εἰς πόθον καὶ πίστιν ἐξήφθη μείζονα, κἂν ἐν εἰκόνι τὸν Χριστὸν μόνον θεάσασθαι· καὶ ἀποστέλλει ζωγράφον, ὥστε
5τὸ θεῖον εἶδος ἐκεῖνο διαχαράξαντα πρὸς αὐτὸν κο‐ μίζειν ὡς τάχιστα. Τοῦ δὲ διαμαρτῶντος τοῦ σκο‐ ποῦ διὰ τὴν ὑπερβάλλουσαν τοῦ προσώπου χάριν τε καὶ λαμπρότητα, αὐτὸς τῷ οἰκείῳ προσώπῳ ὀθόνην ἐπιθεὶς ἐναπομάττει τὸ ἑαυτοῦ ὁμοίωμα καὶ πέμ‐
10πει τῷ ἐρῶντι τὸ ποθούμενον.» (4) Καὶ μέντοι καὶ πρὸ τούτου πάλιν, ὡς αὐτὸς ἱστορεῖται, ὅτι περ, Κυρίου τεχθέντος ἐν Βηθλεὲμ τῆς Ἰουδαίας, ὁ τῶν Περσῶν βασιλεὺς εὐφυῆ τινα ζωγράφον ἐξέπεμψεν, ὃς τὴν τοῦ τεχθέντος καὶ τῆς τεκούσης εἰκόνα
15διαγράψας πρὸς αὐτὸν ἤγαγεν. Εἰ δὲ οὐ πάντα κατὰ τὴν εὐαγγελικὴν ἱστορίαν ἀναγέγραπται, οὐ παρὰ τοῦτο καὶ ἄπιστα· οὐδὲ γὰρ τὰ «ἄλλα σημεῖα, ἃ ἐποίησεν ὁ Ἰησοῦς,» ἀπετετέλεστο, πολλά γε ὄντα, «ὡς μηδὲ χωρεῖν τὸν κόσμον καθ’ ἓν γραφό‐
20μενα,» ἐπειδὴ «οὐκ ἀναγέγραπται,» φησὶν ὁ μέγας εὐαγγελιστὴς Ἰωάννης. (5) Ὁ οὖν Τιβέριος τοιοῦτος ὑπάρχων ἄριστος ἐν νεότητι καὶ λόγοις φιλοσόφοις καὶ ῥητορικοῖς 238 καὶ βελτίστοις ἔργοις κομῶν ὁ γεννάδας, αἰφνίδιον εἰς τὴν
25χείρονα μετεβλήθη γνώμην, ὥστε καὶ παραφρονεῖν αὐτὸν νομισθῆναι καὶ ὑπὸ δαίμονος ἐλαύνεσθαι πρὸς πᾶσαν ἀνοσιουργίαν καὶ μιαιφονίαν τε καὶ οἰ‐ στρηλασίαν· καὶ οὐ μόνον ἐν τοῖς κατὰ φύσιν καὶ παρὰ φύσιν ἑαυτὸν ἐβεβήλωσε καθ’ ὑπερβολὴν, ἀλλὰ
30καὶ ἐν πάσῃ ἀδικίᾳ καὶ τυραννίδι. Οὕτως οὖν τὴν ἀρχὴν διοικήσας καὶ ἐξ ἀγαθοεργίας εἰς κακουργίαν κατενεχθεὶς, φοβερᾷ μὲν ὠμότητι, μυσαρᾷ [δὲ] πλεονεξίᾳ καὶ αἰσχρουργίᾳ καταστρέφει τὸν βίον, ἀναιρεθεὶς ὑπὸ Γαΐου. Νοσοῦντος γὰρ αὐτοῦ, ἱμάτια
35πολλὰ ἐπιθεὶς, αὐτὸν ἀπέπνιξεν, μηδὲ ἐκ τῆς προλα‐ βούσης καλοκἀγαθίας καὶ ἀριστείας ὠφεληθεὶς, ἀλλὰ καὶ μᾶλλον ὑπὸ πάντων μισηθεὶς ὡς ἐν τέλει τὸ πᾶν ἐξυβρίσας καὶ διαφθείρας καὶ εἰς αἰώνιον κόλασιν μετὰ τῶν ὁμοίων ἀσεβῶν κατενεχθείς· τοὺς γὰρ ἐκκλίνοντας εἰς τὰς στραγγαλιὰς ἀπάξει Κύριος μετὰ τῶν ἐργαζομένων τὴν ἀνομίαν. Εἰκότως
40οὖν ὁ μὲν Ἀπόστολος ἔλεγεν· «Ὁ ἐναρξάμενος ἐν ὑμῖν ἔργον ἀγαθὸν, καὶ ἐπιτελέσει.» Ὁ δὲ Κύ‐ ριός φησιν· «Ὁ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.» ΡΙϞʹ. Βασιλεία Γαΐου. Μετὰ δὲ Τιβέριον ἐβασίλευσε Γάϊος Καῖσαρ, ἀνεψιὸς αὐτοῦ, ὁ Καλλιγουλᾶς, ἔτη δʹ, ὃς τὸ μὲν πρῶ‐
45τον μεγαλοφρόνως διέπων τῆς βασιλείας τὰ πράγ‐
ματα, πᾶσι τοῖς ὑπηκόοις καθηκόντως ἐκέχρητο. (2)383

110

.

385

Ὕστερον δὲ μετὰ βʹ χρόνους ἐκστὰς τῆς ἀνθρωπί‐ νης φρονήσεως, κατὰ μίμησιν τοῦ θείου ἑαυτὸν ἀπε‐ θέωσεν καὶ ἀνδριάντα ἑαυτοῦ κατὰ πόλιν ἐν τοῖς ναοῖς, ναὸν θεσπίσας νέου (63b) 239 Γαΐου ἱερὸν,
5προσέταξεν ὀνομάζεσθαι. (3) Καὶ οὐ μόνον Ἰου‐ δαίους ἐτυράννησε, ἀλλὰ καὶ πάντας τοὺς ἐν Ῥώμῃ ἐπισήμους ἀναιρῶν, ἐλάμβανεν αὐτῶν τὰς οὐσίας· πρὸς τούτου δουλοκρατίαν νομοθετήσας ἐπέτρεψε κατηγορεῖν τῶν δεσποτῶν, εἴ τις συνίδῃ ἐν αὐτοῖς
10πλημμέλημα· κἀντεῦθεν δεινὴ συμφορὰ κατεί‐ ληφε τὴν οἰκουμένην πᾶσαν, τῶν οἰκετῶν μεγά‐ λαις τιμωρίαις ὑποβαλλόντων τοὺς δεσπότας· ἕκασ‐ τος γὰρ αὐτῶν ἀμύνασθαι τὸν ἴδιον δεσπότην ἐσπού‐ δαζεν ὑπὲρ ὧν πρὸς αὐτοῦ βασάνων προέπασχεν. (4)
15Οὐ μὴν δὲ ἀλλὰ καὶ εἰς μανίαν ἐκτραπεὶς ἄθεσμον, στολὰς γυναικείας ἠμφιέννυτο καὶ τὴν κόμην πλο‐ κάμοις καὶ πλοκί τινι περιστέλλων, καὶ γυναικι‐ ζόμενος καὶ πᾶσαν αἰσχρουργίαν διαπραττόμενος, τελετὰς ἐπενόει καὶ ξένα μυστήρια ἐπετέλει. (5)
20Καὶ δὴ λαβών ποτε τὴν οἰκείαν θυγατέρα καὶ εἰς τοὺς κόλπους τοῦ ἀγάλματος αὐτὴν θέμενος οὕτως ἔφη· «Σὺ ταύτην γεγέννηκας καὶ πατὴρ αὐτῆς ἔν‐ νομος ὑπάρχεις.» (6) Ταῦτα τοίνυν στρατιῶται θεωροῦντες αὐτὸν ποιοῦντα καὶ μὴ ὑποφέροντες, διεχειρίσαντο αὐτὸν ἐν τῷ βαλανείῳ λουόμενον.
25(7) Ἐφ’ οὗ Θευδᾶς ὁ ἐν ταῖς Πράξεσι τῶν ἀπο‐ στόλων μνημονευόμενος πλάνος, ἀναπείσας πολλοὺς, ἐπηγγείλατο τεμεῖν τὸν Ἰορδάνην καὶ δίοδον ποιῆσαι τῷ λαῷ. Καὶ διαμαρτήσας ἀνῃρέθη καὶ οἱ μετ’ αὐ‐ τοῦ πάντες. (8) Καὶ ὁ πύργος ἔπεσε, τοῦ Σιλωὰμ
30ἐπὶ τοὺς ιηʹ ἄνδρας. (9) Καὶ Στέφανος ὁ πρωτο‐ μάρτυς ἐμαρτυρήθη. 240 (10) Καὶ Παῦλος ἐπί‐ στευσε. (11) Καὶ Φίλων καὶ Ἰώσηπος, οἱ ἐξ Ἑβραίων σοφοὶ, ἐγνωρίζοντο, ὅστις Ἰώσηπος, φι‐ λαληθὴς ὑπάρχων, μέμνηται Ἰωάννην τὸν πρόδρομον
35καὶ τὸν Χριστόν. Καὶ περὶ μὲν Ἰωάννου λέγει τάδε· «Τισὶ δὲ τῶν Ἰουδαίων ἐδόκει διολωλέναι τὸν Ἡρώ‐ δου στρατὸν ὑπὸ Θεοῦ, καὶ μάλα δικαίως τιννυ‐ μένους δίκην διὰ ποινὴν Ἰωάννου τοῦ καλου‐ μένου Βαπτιστοῦ. Τοῦτον γὰρ Ἡρώδης κτείνει,
40ἀγαθὸν ἄνδρα, τοῖς Ἰουδαίοις κελεύοντα ἀρετὴν ἐπασκεῖν καὶ τὰ πρὸς ἀλλήλους δικαιοσύνην, καὶ πρὸς τὸν Θεὸν εὐσεβείᾳ χρωμένους, βαπτισμῷ συν‐ ιέναι.» —Περὶ δὲ τοῦ Χριστοῦ πάλιν ἔφη. «Γί‐ νεται δὲ κατὰ τὸν χρόνον τοῦτον Ἰησοῦς, ἀνὴρ σο‐
45φὸς, εἴγε ἄνδρα λέγειν αὐτὸν χρή· ἦν γὰρ παραδόξων ἔργων ποιητὴς καὶ διδάσκαλος ἀνθρώπων τῶν ἐν
ἡδονῇ τἀληθῆ δεχομένων, καὶ πολλοὺς μὲν τῶν385

110

.

388

Ἰουδαίων, πολλοὺς δὲ καὶ ἀπὸ τοῦ Ἑλληνισμοῦ ἀπηγάγετο. Ὁ Χριστὸς οὗτος ἦν· καὶ αὐτὸν, ἐνδείξει τῶν πρώτων ἀνδρῶν παρ’ ἡμῖν, σταυρῷ ἐπιτετιμηκότος Πιλάτου, οὐκ ἐπαύσαντο οἱ πρὸ
5τοῦ κτείνειν ἀγαπήσαντες. Ἐφάνη γὰρ αὐτοῖς τρί‐ την ἔχων ἡμέραν πάλιν ζῶν, τῶν θείων προφη‐ τῶν ταῦτά τε καὶ ἄλλα μυρία περὶ αὐτοῦ θαυμάσια προειρηκότων. Εἰσέτι καὶ νῦν τῶν Χριστιανῶν ἀπὸ τοῦδε ὠνομασμένων οὐκ ἐπέλιπε τὸ φῦλον.» (12) Ταῦτα τοῦ ἐξ Ἑβραίων συγγραφέως διεξελ‐
10θόντος, ποίαν ἀπολογίαν ἢ συγγνώμην ἔχουσιν ἀνοηταίνοντες οἱ ἐμβρόντητοι Ἰουδαῖοι; Τοιγαροῦν ὁ Χρυσόστομός φησι· «Πολλῷ μείζονα τοῦ Χρι‐ στοῦ τὸν Ἰωάννην ἐνόμιζον εἶναι, διὰ τὸ τὸν μὲν ἐν ἐρημίᾳ τραφῆναι τὸν ἅπαντα χρόνον, καὶ υἱὸν ἀρ‐
15χιερέως, καὶ τοιαύτην στολὴν περικεῖσθαι, καὶ πάν‐ τας ἐπὶ τὸ βάπτισμα καλεῖν, καὶ ἀπὸ στείρας 241 τεχθῆναι, τὸν δὲ Χριστὸν καὶ διὰ τὸ ἐξ εὐτελοῦς (64a) κόρης εἶναι—ὁ γὰρ ἐκ Παρθένου τόκος οὐδέπω κατάδηλος ἦν πᾶσιν—καὶ διὰ τὸ ἐν οἰκίᾳ τραφῆ‐
20ναι, καὶ μετὰ πάντων ἀναστρέφεσθαι, καὶ τὴν κοι‐ νὴν ταύτην ἐσθῆτα περιβάλλεσθαι, ἔλαττον αὐτοῦ ὑπώπτευον εἶναι, οὐδὲν οὐδέπω τῶν ἀποῤῥήτων εἰ‐ δότες ἐκείνων. Συνέβη δὲ καὶ βαπτισθῆναι αὐτὸν παρὰ Ἰωάννου, ὅπερ μᾶλλον ἐβεβαίου τὴν ὑπόνοιαν
25ταύτην. Ἐννόησον οὖν ἡλίκον ἦν ἰδεῖν· ἄνθρωπον μετὰ ἔτη λʹ φοβερὸν ἀπὸ τῆς ἐρήμου καταβαίνοντα, βαθεῖαν μὲν τὴν ὑπήνην ἔχοντα, μειζοτέραν δὲ τὴν κόμην καὶ τρίχας καμήλου ἠμφιεσμένον καὶ τῶν ἀνθρωπίνων μηδέποτε δεηθέντα.» (13) «Καὶ γὰρ
30ἦν θαυμαστὸν ἄγαν καὶ παράδοξον, ἐν ἀνθρωπίνῳ σώματι καρτερίαν τοσαύτην ἰδεῖν, ὃ δὴ καὶ τοὺς Ἰουδαίους ἐφείλκετο μᾶλλον, τὸν μέγαν Ἠλίαν ἐν αὐτῷ βλέποντας καὶ πρὸς τὴν ἐκείνου μνήμην παραπεμπομένους ἐκ τῶν ὁρωμένων τότε, μᾶλλον
35δὲ καὶ πρὸς ἔκπληξιν μείζονα. Ἐκεῖνος μὲν γὰρ ἐν πόλεσι καὶ ἐν οἰκείαις ἐτρέφετο πολλάκις τὴν κοι‐ νὴν τροφὴν ταύτην. Οὗτος δὲ τὴν ἔρημον ᾤκησεν ἐκ σπαργάνων αὐτῶν, δι’ ὅλου τῶν ἀνθρωπίνων βρωμάτων τε καὶ πομάτων ἀπηλλαγμένος, ὅθεν φησὶν
40ὁ Κύριος· «Ἦλθεν Ἰωάννης ἐν ὁδῷ δικαιοσύνης, μήτε ἐσθίων, μήτε πίνων.» ΡΙΖʹ. Περὶ τῆς βασιλείας Κλαυδίου. Μετὰ δὲ Γάϊον ἐβασίλευσε Κλαύδιος ἔτη ιδʹ· καὶ φονεύσας τοὺς φονεῖς Γαΐου, ἀνῃρέθη ὑπὸ τῆς ἰδίας
45γυναικὰς φαρμάκῳ. (2) Ἐφ’ ᾧ χρόνῳ Ἰάκωβος ὁ Ζεβεδαίου ἐμαρτύ‐ ρησε, καὶ Σίμων ὁ μάγος ἀντιτασσόμενος Πέτρῳ δεινότητι λόγου καὶ μαγείας ἀπάτῃ χρώμενος ἀντ‐ εφέρετο γενναῖος τοῖς ὑπὸ τοῦ ἀποστόλου λεγομένοις

110

.

388

(50)

λόγοις. Ἀντετάσσετο δὲ τῷ ἀσεβεῖ Σίμωνι καὶ387

110

.

389

Κλήμης ὁ Ῥωμαῖος, Πέτρου μαθητὴς, λόγῳ πεπαι‐ δευμένῳ ἄκρῳ Ἑλληνικῷ τε καὶ Ῥωμαϊκῷ. 242 (3) Περιῆν δὲ ἐπὶ Κλαυδίου καὶ ὁ ἐν ταῖς Πράξεσιν ἐμφερόμενος Αἰγύπτιος λῃστὴς, ὁ ἐξαγαγὼν
5τοὺς σικαρίους εἰς τὴν ἔρημον, οὓς καὶ μετῆλθε Φῆλιξ· σικαρίους δὲ αὐτοὺς ἐκάλουν διὰ τῶν μα‐ χαιρῶν ὧν ἔφερον· μακρὰς γὰρ μαχαίρας ἐπιφερό‐ μενοι, σικάρια ταῦτα προσαγορεύσαντες, λαθραίως τοὺς παρατυγχάνοντας ἔπληττον.
10(4) Καθ’ ὃν χρόνον μεταξὺ Θήρας καὶ Θηρασίας νῆσος ἀνεφυσήθη ἀπὸ σταδίων λʹ. (8) Καὶ λιμὸς ἐνέσκηψε μέγας τε καὶ παγκόσμιος κατὰ τὴν προ‐ φητείαν Ἀγάβου. ΡΙΗʹ. Περὶ ἀσκητῶν βίου.
15Καὶ Μάρκος ὁ εὐαγγελιστὴς ἐν Αἰγύπτῳ πρῶ‐ τος Ἐκκλησίαν πηξάμενος, πολλὰ μοναστήρια συν‐ εστήσατο, ἅπερ σεμνεῖα τότε προσηγορεύθησαν. (Τὰ γὰρ μέχρι δεῦρο ἐν ἐκείνῃ τῇ χώρᾳ μέγιστα μοναστήρια τυγχάνοντα, οὗτος καὶ πρῶτος ἐξ ἀρχῆς
20συνεστήσατο), καθὼς καὶ Εὐσέβιος ὁ Παμφίλου δηλῶν οὕτω φάσκει (2): «Μάρκον πρῶτον ἴσμεν ἐν Αἰγύπτῳ τὸ Εὐαγγέλιον συγγεγραφέναι καὶ Ἐκκλη‐ σίαν πρῶτον ἐπ’ αὐτῆς Ἀλεξανδρείας συνίστασθαι. Τοσαύτη δὲ (καὶ) τῶν αὐτόθι πεπιστευκότων πλη‐
25θὺς ἀνδρῶν τε καὶ γυναικῶν ἐκ πρώτης ἐπιβολῆς συν‐ έστη δι’ ἀσκήσεως φιλοσοφωτάτης τε καὶ σφοδροτά‐ της, ὡς καὶ συγγραφῆς (αὐτὸν) ἀξιῶσαι, τὰς δια‐ τριβάς τε καὶ συνελεύσεις καὶ πᾶσαν ἄλλην τοῦ ἀρίστου βίου 243 διαγωγὴν, Φίλωνα, τὸν
30σοφώτατον καὶ αὐτόπτην Πέτρου τοῦ ἀποστόλου, καὶ αὐτήκοον, καὶ συνόμιλον ἐν Ῥώμῃ γενόμενον. — Τῶν γὰρ (64b) παρ’ ἡμῖν ἀσκητῶν ἀποδεχό‐ μενος τὸν βίον, ἐκθειάζει σφόδρα καὶ σεμνύνει τοὺς κατ’ αὐτὸν ἀποστολικοὺς ἄνδρας, ἐξ Ἑβραίων, ὡς
35ἔοικε, γεγονότας, καὶ τῶν Ἐσσαίων τὴν ἄσκησιν καὶ πολιτείαν εὖ μάλα προακουσθέντων, ἥτις γε τῶν Φαρισαίων καὶ Γραμματέων τὴν δικαιοσύνην ἐξ ἐπιμέτρου διηνέστηκε· ἀπόγονοι γὰρ ἦσαν Ἰωναδὰβ υἱοῦ Ῥηχὰβ, καθώς φησιν· «Ὁ πατὴρ
40ἡμῶν ἐνετείλατο ἡμῖν λέγων· Οὐ μὴ πίητε οἶνον ὑμεῖς καὶ οἱ υἱοὶ ὑμῶν ἕως τοῦ αἰῶνος· καὶ οἰκίας οὐ μὴ οἰκοδομήσητε καὶ σπέρμα οὐ μὴ σπείρητε, καὶ ἀμ‐ πελὼν οὐκ ἔσται ὑμῖν, ἀλλ’ ἐν σκηναῖς κατασκη‐ νώσετε πάσας τὰς ἡμέρας ὑμῶν, ὅπως ἂν ζήσητε
45πολλὰς ἡμέρας ἐπὶ τῆς γῆς ἐφ’ ἧς διατρίβετε.
Καὶ εἰσηκούσαμεν τῆς φωνῆς Ἰωναδὰβ, τοῦ πατρὸς389

110

.

392

ἡμῶν, τοῦ φυλάξαι ταῦτα πάντα—διό φησιν ὁ Θεός· «Ἐπειδὴ ἤκουσαν οἱ υἱοὶ Ἰωναδὰβ, υἱοῦ Ῥηχὰβ, τὴν ἐντολὴν τοῦ πατρὸς αὐτῶν, ποιεῖν ὅσα ἐνετείλατο αὐτοῖς, οὐ μὴ ἐκλείπῃ ἀνὴρ τῶν υἱῶν
5Ῥηχὰβ παρεστηκὼς κατὰ πρόσωπόν μου πάσας τὰς ἡμέρας τῆς γῆς.» (3) Ἐκ τῶν δικαίων οὖν τούτων καταχθέντες (οἱ Ἐσσαῖοι) οὗτοι (καὶ θαυμάσιοι μᾶλλον ἐπηύξησαν καὶ προσέθεσάν τε καὶ) ἐπέτειναν τήν (τε πανά‐
10γαστον καὶ) πανάρεστον ἀκτημοσύνην καὶ τὴν θεο‐ φιλῆ καὶ θεοπρεπῆ σκληραγωγίαν καὶ ἀνυπέρβλητον ἁγιωσύνην, ὡς ἔστιν ἀκοῦσαι τὰ περὶ αὐτῶν ἐναρ‐ γῶς ὧδε· (4) Ἐσσαῖοι (ὥς φησιν Ἰώσηπος) Ἰουδαῖοι μέν εἰσι τὸ γένος, φιλάλληλοι δὲ καὶ τῶν
15ἄλλων εὐλαβεῖς πλέον· οἳ τὴν μὲν ἡδονὴν ὡς κα‐ κίαν ἀποστρέφονται, τὴν δὲ σωφροσύνην καὶ ἐγ‐ κράτειαν καὶ τὸ 244 μὴ τοῖς πάθεσιν ὑποπίπτειν, ἀρετὴν ὑπολαμβάνουσιν. Καὶ γάμος μὲν παρ’ αὐ‐ τοῖς ὑπερορᾶται, τοὺς δὲ ἀλλοτρίους παῖδας νέους
20ἔτι προσλαμβανόμενοι καὶ διδάσκοντες ὡς συγγενεῖς ἡγοῦνται καὶ τοῖς ἤθεσιν ἑαυτῶν ἐντυ‐ ποῦσιν. Καὶ τὸν μὲν ἔννομον καὶ σώφρονα γάμον καὶ τὴν ἐξ αὐτοῦ διαδοχὴν ἀποδέχονται, τὰς δὲ παρανόμους καὶ θεοστυγεῖς μίξεις καὶ ἀσελγείας
25τέλειον ἀποστρέφονται καὶ ἀποβάλλονται. Καταφρο‐ νεῖται δὲ καὶ παρ’ αὐτοῖς πλοῦτος καὶ πολυκτησία, καὶ τὴν ἀκτημοσύνην ὡς ἀπέριττον καὶ ἐνάρετον ἀσπάζονται. —Καὶ πρὶν μὲν ἀνίσχειν τὸν ἥλιον οὐδὲν ἀργὸν φθέγγονται, προσευχὰς δὲ καὶ ψαλμῳ‐
30δίας πρὸς τὸν Θεὸν ἐκ μέσης νυκτὸς μέχρις αὐγῆς ἀναφέρουσιν μετ’ εὐλαβείας καὶ σεμνότητος· καὶ οὕτω πρὸς ἣν ἔχει ἕκαστος τέχνην ὑπὸ τοῦ προε‐ στῶτος ἀποστέλλεται· καὶ μέχρι ϛʹ ὥρας ἐργασά‐ μενοι συντόνως, μετὰ νήψεως καὶ θεολογίας, οὕτως
35ἐπὶ τὸ δειπνητήριον συναθροίζονται μετὰ εὐλαβείας καὶ ἡσυχίας πολλῆς. Καὶ ὁ μὲν σιτοποιὸς ἐν τάξει παρατίθησιν ἄρτους, ὁ δὲ μάγειρος ἓν ἀγγεῖον ἐξ ἑνὸς ἐδέσματος πάντοτε προσάγει· προκατεύχεται δὲ τῆς τροφῆς ἁγνῆς οὔσης καὶ καθαρᾶς ὁ ἱερεύς·
40ἀθέμιτον γὰρ πρὸ τῆς εὐχῆς ἡγοῦνται γεύσασθαί τι. Καὶ πάλιν ἀριστησάντων ὁ ἱερεὺς ἐπεύχεται καὶ ἁπλῶς ἀρχόμενοί τε καὶ παυόμενοι γεραίρουσι τὸν Θεὸν ἀδιαλείπτως. Καὶ αὖθις ἐπ’ ἔργα μέχρις ἑσπέ‐ ρας διακαρτερήσαντες, μετὰ τῆς συνήθους σιωπῆς
45καὶ (65a) σεμνοπρεποῦς καταστάσεως, ἐπὶ τὰς εὐχὰς
πάλιν ἐπὶ τὸ αὐτὸ εἰσέρχονται, καὶ τοὺς βραχυτάτους391

110

.

393

ὕπνους καὶ κουφοτάτους, οὗπερ ἐστὶν αἴτιον ἡ διηνεκὴς νῆψις καὶ τὸ μετρεῖσθαι 245 παρ’ αὐ‐ τοῖς τροφὴν καὶ πόσιν, λιτὴν καὶ ἀπερίεργον καὶ σπανίζουσαν. —Οὐδεὶς γὰρ παρ’ αὐτοῖς κόρος καὶ
5χορτασία κοιλίας, ἀλλ’ ἔνδεια πολλὴ καὶ ὀλιγοδεΐα. Τὸν δὲ προσερχόμενον ζηλῶσαι τὸν βίον οὐκ εὐθὺς ἀδοκιμάστως καὶ ἀγυμνάστως παραδέχονται, ἀλλ’ ἐνιαυτὸν ἔξω μένοντι, τὴν αὐτὴν ὑποτίθενται δίαιταν καὶ κατάστασιν, ἀξινάριόν τε καὶ πε‐
10ρίζωμα δόντες καὶ πενιχρὸν ἱμάτιον, γυμνάζουσιν ἐπ’ ἔργοις ἀρίστοις καὶ λόγοις. Εἶτα μετὰ τὴν τῆς καρτερίας ἐπίδειξιν, δυσὶν ἄλλοις ἔτεσι τὸ ἦθος καὶ τὸ ἐν πᾶσι ὑπήκοον δοκιμάζεται, καὶ φανεὶς ἄξιος καὶ δόκιμος, οὕτως εἰς τὸν ἱερὸν ὅμιλον ἐγ‐
15κρίνεται, καὶ πρό γε πάντων ὅρκους φρικώδεις καὶ ἀπαιτοῦσιν, πρῶτος μὲν εὐσεβεῖν καὶ θερα‐ πεύειν ἐξ ὅλης ψυχῆς, καθαρᾶς καρδίας καὶ σώμα‐ τος τὸ Θεῖον, ἔπειτα δὲ καὶ πρὸς ἀνθρώπους δίκαια φυλάττειν ἅπαντα καὶ ἀπροσωπόληπτον, μήτε κατὰ
20γνώμην βλάψειν τινὰ μήτε μὴν συγκοινωνεῖν ἀδίκοις, ἀλλὰ κατὰ δύναμιν τοῦ δικαίου φροντίζειν —καὶ βιάζεσθαι πάντοτε—καὶ τὸν ἐνήδονον καὶ περιττὸν καὶ ὑγρὸν ἀποστρέφεσθαι βίον μέχρι θανάτου. Πρὸς δὲ τούτοις ὀμνύουσι πάλιν μηδενὶ μηδὲν τὸ
25παράπαν μεταδοῦναι τῶν δογμάτων καὶ (τὰ) τῶν ἁγιοπρεπῶν τούτων ἐπιτηδευμάτων ἢ ὡς αὐτὸς ἀκριβῶς παρέλαβεν, ἀπέχεσθαι δὲ πάσης ἐναντίας δόξης καὶ λατρείας καὶ ταύτῃ μόνῃ προσανέχειν τῇ θείᾳ μέχρις αἵματος θρησκείᾳ καὶ καταστάσει.
30(5) Τοσαύτη δέ ἐστιν ἡ περὶ τὴν δίαιταν λιτότης καὶ ὀλιγότης τῶν θαυμαστῶν ἀνδρῶν ἐκείνων, ὡς ὅλῃ τῇ ἑβδομάδι μὴ δεῖσθαι κενώσεως, ἐξ ἧς ἀσκή‐ σεως τοσαύτης πεποίηνται σφοδρὰν τὴν καρτε‐ ρίαν, ὥστε καὶ πόη φαγεῖν ὀλίγα, καὶ μόνον
35ἀρκεῖσθαι 246 πολλάκις, κἀντεῦθεν εἰκότως ἐν αὐτοῖς πολλοὺς τὰ μέλλοντα προγινώσκειν ἐκ θείας ἐπιπνοίας καὶ χάριτος καὶ ἀκαταπαύστου με‐ λέτης προφητῶν καὶ [λοιπῶν] ἱερῶν λογίων καὶ προσευχῆς ἐμπαιδοτριβουμένους.
40(6) Ταύτην οὖν Ἰώσηφος ἄκρως ἀσκήσας τὴν φιλοσοφίαν ἐπὶ μεῖζόν τι προκόπτειν ἔσπευσεν. Ἀκούσας γάρ τινα διαφερόντως ἀσκοῦντα κατὰ τὴν ἔρημον Ἀββᾶν ὀνομαζόμενον, —ἐσθῆτι μὲν ἀπὸ
δένδρων ἀποκαλυπτόμενον, τροφῇ δὲ αὐτομάτως393

110

.

396

φυομένῃ χρώμενον, καὶ τὴν ἄκραν ἄσκησιν αὐτοῦ ζηλώσας, πρὸς αὐτὸν ἀφίκετο, καὶ τρεῖς παρ’ αὐτῷ φιλοσοφήσας ἐνιαυτοὺς εἰς τὴν πόλιν ὑπέστρεψε καὶ τῇ τῶν Φαρισαίων ἐπολιτεύετο δικαιοσύνῃ.
5(7) Ὁ δέ γε Φίλων, ὡς εἴρηται, περὶ τῶν ἐξ Ἑβραίων ἡμετέρων ἀσκητῶν ἀναφανέντων μέμνη‐ ται σαφῶς «ἐν τῷ λόγῳ, ἐν ᾧ ἐπέγραψε περὶ θεωρη‐ τικοῦ βίου, οὓς θεραπευτὰς, καὶ τὰς ὁμοιοσχήμους καὶ ὁμοτρόπους γυναῖκας καὶ θεραπευτρίδας ὠνό‐
10μασε.» Καὶ θεραπευταὶ μὲν, φησὶ, κέκληνται «ἢ παρὰ τὸ [τὰς ψυχὰς] τῶν προσιόντων αὐτοῖς ἀπὸ κακίας παθῶν, ἰατρῶν δίκην ἀπαλλάττοντας θερα‐ πεύειν, ἢ τῆς περὶ τὸ Θεῖον καθαρᾶς καὶ εἰλικρι‐ νοῦς θεραπείας ἕνεκα.» Ταύτην γοῦν τὴν προση‐
15γορίαν εἴτε αὐτὸς (65b) ἐξευρὼν ἔγραψεν, εἴτε κατ’ ἀρχὰς οἱ πρῶτοι τῶν οὕτω βιούντων ἐκαλοῦντο. «Εἶτα, φησὶ, ἀρχόμενοι φιλοσοφεῖν ἐξίστανται τῶν προσηκόντων καὶ τῶν ὑπαρχόντων, ἔπειτα δὲ πάσαις ἀποταξάμενοι ταῖς τοῦ βίου φροντίσι καὶ ἔξω
20τειχῶν προελθόντες ἐν μοναγρίοις καὶ κήποις ἣ ἐν ὄρεσι τὰς διατριβὰς ποιοῦνται, τὰς ἐκ τῶν ἀνο‐ μιῶν 247 ἀναμιξίας ἀλυσιτελεῖς τε καὶ βλαβε‐ ρὰς εἰδότες, τὸν προφητικὸν ζηλοῦσι καὶ ἀσκοῦσι βίον. Οὕτω πολλαχοῦ μὲν τῆς οἰκουμένης ἐστὶ τὸ
25γένος—ἔδει γὰρ ἀγαθοῦ τελείου μετασχεῖν καὶ τὴν Ἑλλάδα καὶ τὴν βάρβαρον—ἐν Αἰγύπτῳ δὲ πλεο‐ νάζει, καὶ μάλιστα περὶ τὴν Ἀλεξάνδρειαν— καὶ ἐν ἑκάστῃ συμμορίᾳ οἴκημά ἐστιν ἱερὸν, ὃ καλοῦσι σεμνεῖον καὶ μοναστήριον, ἐν ᾧ μονού‐
30μενοι, τὰ τοῦ σεμνοῦ βίου μυστήρια τελοῦνται, μη‐ δεὶς μηδὲν κομίζων, μὴ πότον, μὴ σίτον, μηδέ τι τῶν ἄλλων, ὅσα πρὸς τὰς τοῦ σώματος χρείας ἀναγ‐ καῖα, ἀλλὰ λόγους καὶ νόμους θεσπισθέντας διὰ προφητῶν καὶ ὕμνους καὶ τἄλλα εἰς ἐπιστήμην καὶ
35εὐσέβειαν συναύξονται καὶ τελειοῦνται. Τὸ δὲ ἐξ ἑωθινοῦ μέχρις ἑσπέρας διάστημα σύμπαν αὐτοῖς ἐστιν ἄσκησις· ἐντυγχάνοντες γὰρ τοῖς ἱεροῖς γράμ‐ μασι, φιλοσφοῦσι τὴν πάτριον φιλοσοφίαν. — Ἐγκράτειαν δὲ ὥσπερ τινὰ θεμέλιον προκαταβαλ‐
40λόμενοι τῇ ψυχῇ, τὰς ἄλλας ἐποικοδομοῦσιν ἀρετάς· σιτίον γὰρ ἢ ποτὸν οὐδεὶς ἂν αὐτῶν προσενέγκοιτο πρὸ ἡλίου δύσεως, ἐπειδήπερ τὸ μὲν φιλοσοφεῖν ἄξιον φωτὸς εἶναι κρίνουσιν, σκότους δὲ τὰς τοῦ σώματος ἀνάγκας. —Ἔνιοι δὲ καὶ δι’ ἡμερῶν
45τριῶν ὑπομιμνήσκονται τροφῆς, οἷς πλείων ὁ πόθος τῆς ἐπιστήμης ἐνίδρυται. Τινὲς δὲ οὕτως ἐνευ‐ φραίνονται καὶ τρυφῶσιν ὑπὸ σοφίας ἑστιώμε‐
νοι, πλουσίως καὶ ἀφθόνως τῷ σώματι χωρηγού‐395

110

.

397

σης, ὡς καὶ πρὸς διπλασίονα χρόνον ἀντέχειν, μόγις δι’ ἡμερῶν ἓξ ἀπογεύεσθαι τροφῆς (ἀναγκαίας) ἐθισθέντας. —Αἱ δὲ ἐξηγήσεις τῶν ἱερῶν λογίων γίνονται αὐτοῖς δι’ ὑπονοιῶν ἐν ἀλληγορίαις· πᾶσα
5γὰρ ἡ νομοθεσία δοκεῖ τοῖς ἀνδράσι τούτοις ζώῳ ἐοικέναι καὶ σῶμα μὲν ἔχειν τὰς ῥητὰς διαλέξεις, ψυχὴν δὲ τὸν ἐναποκείμενον ταῖς λέξεσιν ἀόρατον νοῦν. —Ὡσαύτως δὲ τῆς αὐτῆς εἰσιν ἱερᾶς πολι‐ τείας καὶ καταστάσεως καὶ γυναῖκες, 248 «ὧν αἱ
10πλεῖσται γηραλέαι τυγχάνουσι καὶ παρθένοι καὶ τὴν ἁγνείαν οὐκ ἀνάγκῃ, καθάπερ ἔνιαι τῶν παρ’ Ἕλλησιν ἱερειῶν, φυλάξασαι διὰ πρόσκαιρον ἔπαινον, ἀλλ’ ἑκουσίως καὶ ἐκ προαιρέσεως ἀγαθῆς ὀρεχθεῖσαι τὰ μέλλοντα ἀγαθὰ καὶ αἰώνια. (8) Ὅτι δὲ τοὺς πρώτους κήρυκας τῆς κατὰ
15τὸ Εὐαγγέλιον διδασκαλίας, τά τε ἀρχῆθεν πρὸς τῶν ἀποστόλων ἔθη παραδεδομένα καταλαβὼν ὁ Φίλων ἔγραψε ταῦτα, παντί που δῆλον. (Πολύς γε μὴν τῷ λόγῳ καὶ πλατὺς ταῖς διανοίαις, ὑψηλός τε ὢν καὶ μετέωρος ἐν ταῖς θεωρίαις τῆς θείας Γρα‐
20φῆς, ποικίλος καὶ πολύτροπος τῶν ἱερῶν λογίων τὴν ὑφήγησιν πεποίηται.») Καὶ ταῦτα μὲν Εὐσέ‐ βιος ἐν τῇ ἐκκλησιαστικῇ ἱστορίᾳ διεξῆλθε, ἐν δὲ τοῖς πρὸς Μαρῖνον τοιάδε πάλιν φησίν. ΡΙΘʹ. Περὶ μοναδικῆς πολιτείας.
25«Καὶ γὰρ ἡ τοῦ Χριστοῦ Ἐκκλησία δύο βίους νο‐ μοθετεῖ καὶ τρόπους, τὸν μὲν ὑπερφυῆ καὶ τῆς κοινῆς (66a) καὶ ἀνθρωπίνης οὐσίας ἐπέκεινα, οὐ γά‐ μους, οὐ παιδοποιΐας, οὐ περιουσίας ὕπαρξιν παρα‐ δεχόμενον, ἀλλ’ ὅλον δι’ ὅλου τῆς κοινῆς καὶ συνήθους
30τῶν βιωτικῶν ἀνθρώπων ἀγωγῆς παρηλλαγμένον καὶ μόνον τῇ τοῦ Θεοῦ θεραπείᾳ προσοικειωμένον καθ’ ὑπερβολὴν ἔρωτος οὐρανίου· οἱ γὰρ τόνδε μετριῶν‐ τες τὸν τρόπον, τεθνᾶναι δοκοῦντες τὸν θνητὸν βίον καὶ αὐτὸ μόνον τὸ σῶμα περιφέροντες ἐπὶ γῆς,
35φρονήματι δὲ τὴν ψυχὴν εἰς οὐρανοὺς μετενενηγμέ‐ νοι, οἷά τινες οὐράνιοι, τὸν τῶν ἀνθρώπων ὑφορῶσι βίον, ὑπὲρ τοῦ παντὸς γένους ἀφιερωμένοι τῷ ἐπὶ πάντων Θεῷ, οὐ βοοθυσίαις καὶ αἵμασιν οὐδὲ σπον‐ δαῖς καὶ κνίσσαις, ἀλλὰ δόγμασιν ὀρθοῖς ἀληθοῦς
40εὐσεβείας, καὶ ψυχῆς διάθεσιν κεκαθαρμένοι· καὶ προσέτι τοῖς κατ’ ἀρετὴν ἔργοις τε καὶ λόγοις, οἷς τὸ Θεῖον ἐξιλεούμενοι 249 τὴν ὑπὲρ αὐτῶν καὶ τῶν ὁμογενῶν ἀποτελοῦσιν ἱερουργίαν. Καὶ ὁ μὲν ἀτελὴς καὶ πρῶτος τῆς κατὰ Χριστιανισμὸν πολιτείας τρό‐
45πος τοιόσδε καθέστηκεν. Ὁ δὲ δεύτερος καὶ ὑποβε‐ βηκὼς ἀνθρωπινώτερος καὶ τοῦ πρώτου λίαν ἀσύγ‐ κριτος. ὃς καὶ γάμοις συγκατιέναι σώφροσι καὶ παιδοποιίαις, οἰκονομία τε τοῖς κατὰ τὸ δίκαιον ἐπι‐ μελεῖσθαι, στρατευόμενοί τε καὶ τὰ πρακτέα ὑπο‐

110

.

397

(50)

τίθεσθαι, ἀγρῶν τε καὶ ἐμπορίας καὶ τῆς ἄλλης
πολιτικωτέρας ἀγωγῆς μετὰ τοῦ θεοσεβοῦς φροντί‐397

110

.

400

ζειν, οἷς καὶ ἀσκήσεων καιροὶ, μαθητείας τε καὶ τῶν θείων λογίων ἀκροάσεως ἡμέραι ἀφορίσθησαν· καὶ δεύτερος εὐσεβείας ἀπενεμήθη βαθμὸς κατάλλη‐ λον τῷ τοιῷδε βίῳ παρέχων τὴν ὠφέλειαν.»
5(2) Ὡσαύτως καὶ ὁ θεῖος Ἀθανάσιος ἔφη· «Δύο γὰρ ὁδῶν καὶ πολιτειῶν οὐσῶν ἐν τῷ βίῳ, μιᾶς μὲν μετριωτέρας καὶ βιωτικῆς, τοῦ γάμου λέγω, ἑτέρας δὲ ἀγγελικῆς, ἀποστολικῆς τε καὶ ἀνυπερβλήτου, τῆς παρθενίας ἤτοι τῆς μοναδικῆς πολιτείας, εἰ μέν τις τὴν
10κοσμικὴν, τουτέστι τὸν γάμον ἕλοιτο, μέμψιν μὲν οὐκ ἔχει, τοσαῦτα δὲ χαρίσματα οὐ λήψεται—λήψεται γὰρ —ἐπειδὴ φέρει καὶ αὐτὸς [καρπὸν] τὸν τριάκοντα· εἰ δὲ τὴν ἁγνὴν καὶ ὑπερκόσμιον ἀσπάσοιτό τις, εἰ καὶ τραχεῖα περὶ τὴν ἀρχὴν μάλιστα καὶ δυσκατ‐
15όρθωτος φαίνεται, ἀλλ’ ἔχει, μετὰ τὴν ἔννομον ἄθλησιν καὶ καρτερίαν, χαρίσματα θαυμασιώτερα καὶ ἔνδοξα· τὸν γὰρ τέλειον καὶ πληρέστατον καρ‐ πὸν, τὴν ἑκατοντάδα λέγω, φαιδρὸν καὶ ἁγιοπρεπῆ φανερῶς πάντως ἐβλάστησε. Οὐκοῦν ὥσπερ ὁ πα‐
20λαιὸς νόμος εἰς δύο βίους ἦν διῃρημένος, εἴς τε τὸν Φαρισαϊκὸν καὶ ὑψηλὸν, καὶ εἰς τὸν ἐπιδεέστερον κοσμικὸν, οὕτω δὴ καὶ ὁ κατὰ Χριστιανισμὸν νέος θεσμὸς εἰς μοναδικὸν ὑπερφερῆ καὶ βιωτικόν.» (3) Φαρισαῖοι τοίνυν οἱ ἑρμηνευόμενοι ἀφωρι‐
25σμένοι καὶ μεμερισμένοι, παρὰ τὸ μερίζειν καὶ ἀφορίζειν ἑαυτοὺς τῶν ἄλλων ἁπάντων, ἐλέγοντο εἴς τε τὸ καθαρώτατον τοῦ βίου καὶ ἀκριβέστατον, 250 καὶ εἰς τὰ τοῦ νόμου ἐντάλματα. Τὸν δ’ αὐτὸν βίον μετήρχοντο καὶ οἱ Γραμματεῖς, παρ’ οἷς καὶ
30πολιτεία ἡ αὐτὴ, ἐγκράτειά τε καὶ παρθενία, καὶ νηστεία δὶς τοῦ Σαββάτου, ξεστῶν καὶ πινάκων, καὶ ποτηρίων καθαρισμοὶ, ἀποδεκατώσεις τε καὶ ἀπαρχαὶ καὶ ἐνδελεχεῖς εὐχαὶ καὶ τὰ λοιπὰ πάντα, ὑπεξαιρουμένων (66b) δηλονότι τῶν θαυμασίων Ἐσ‐
35σαίων ὡς ὑπερτέρων σφόδρα καὶ λίαν ὑπερκειμένων. Ἣν δὴ Φαρισαϊκὴν, ὡς ἄριστον πολιτείαν, ὁ Παῦλος ζηλώσας, εὖ μάλα σεμνύνεται φάσκων· «Ἰσρα‐ ηλίτης εἰμὶ, φυλῆς Βενιαμὶν, Ἑβραῖος ἐξ Ἑβραίων, κατὰ νόμον Φαρισαῖος.» Ὅθεν εἰκότως καὶ ὁ Κύ‐
40ριος ἡμῶν τὸν τελειότερον καὶ εὐαγγελικὸν ὑπο‐ τιθέμενος ἐναργῶς βίον, ἔφασκε πρὸς τοὺς ἐραστὰς τῆς οὐρανίου κληρουχίας· «Ἐὰν μὴ περισσεύσῃ ἡ δικαιοσύνη ὑμῶν πλέον τῶν Φαρισαίων καὶ Γραμ‐ ματέων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν
45οὐρανῶν.» (4) Ἔνθεν γέ τοι καὶ ὁ ἀποστολικὸς Διονύσιος, (ὡς ἔοικεν) ἀποσεμνύνων τὴν ἱερὰν τῶν μοναχῶν τάξιν, οὕτω φάσκει· «Ἡ δὲ τῶν τε‐ λουμένων ἁπασῶν ὑψηλοτέρα τάξις, ἡ τῶν μοναχῶν, ἐστὶν ἱερὰ διακόσμησις, πᾶσαν μὲν ἀποκεκαθαρ‐

110

.

400

(50)

μένη κάθαρσιν ὁλικῇ δυνάμει καὶ παντελεῖ τῶν οἰκείων ἐνεργειῶν ἁγνότητι (πάσης δὲ ὅσης θεμι‐
τὸν θεωρεῖν αὐτὴν ἱερουργίαν, ἐν νοερᾷ θεωρίᾳ399

110

.

401

καὶ κοινωνίᾳ γεγενημένη καὶ ταῖς τῶν ἱεραρχῶν τελειωτικαῖς δυνάμεσιν ἐγχειριζομένη καὶ ταῖς ἐνθέοις αὐτῶν ἐλλάμψεσι καὶ ἱερουργικαῖς παραδόσε‐ σιν ἐκδιδασκομένη καὶ τὰς ἐποπτευθείσας τῶν
5κατ’ αὐτὴν ἱερῶν τελετῶν ἱερουργίας, καὶ πρὸς τῆς ἱερᾶς αὐτῶν ἐπιστήμης, ἀναλόγως εἰς τελειοτάτην ἀναγομένη τελείωσιν). Ἔνθεν οἱ θεῖοι καθηγεμόνες ἡμῶν ἐπωνυμιῶν αὐτοὺς ἱερῶν ἠξίωσαν (καὶ) οἱ μὲν θεραπευτὰς, οἱ δὲ μοναχοὺς ὀνομάσαντες ἐκ
10τῆς τοῦ Θεοῦ καθαρᾶς ὑπηρεσίας καὶ θεραπείας (καὶ) τῆς ἀμερίστου καὶ ἑνιαίας ζωῆς ὡς ἑνοποιούσης αὐτοὺς ἐν ταῖς τῶν ἀρετῶν ἱεραῖς συμπτύξεσιν εἰς θεοειδῆ μονάδα καὶ φιλόθεον τελείωσιν· δι’ ὃν καὶ τελεστικὴν 251 αὐτὴν ἱερᾷ θεσμοθεσίᾳ χάριν
15ἐκάλεσε καί τινος αὐτοὺς ἠξίωσεν ἀφιερωτικῆς ἐπι‐ κλήσεως, οὐχὶ θεραπευτικῆς· ἐκείνη γὰρ ἐπὶ μόναις ἐκείναις γίνεται ταῖς ἱερατικαῖς τάξεσιν, ἀλλ’ ἱερουργικῆς ὑπὸ τῶν ὁσίων ἀρχιερέων τῇ ἱεραρχικῇ τελειουργίᾳ δευτέρως ἱερουργουμένης.»
20(5) Ταῦτα (δὲ) ἐκ πολλῶν ἐρευνησάμενος ὀλίγα, ἀναγκαίως, οἶμαι, συντέθεικα διὰ τοὺς ἐπαποροῦντας πῶς καὶ ποῦ καὶ πόθεν ἡ τῶν μοναχῶν ἤρξατο διαγωγή τε καὶ ἄσκησις, καὶ τάξις, ποῦ τοίνυν εἰσὶν οἱ τὴν μοναδικὴν πολιτείαν μετὰ τῶν ἄλλων τῆς
25ἀποστολικῆς Ἐκκλησίας θείων παραδόσεών τε καὶ θεσμῶν, εἰκονομάχοι δυσσεβῶς καὶ ἀνοήτως ἀποβαλ‐ λόμενοι καὶ διαπτύοντες, ἀρτιφανεῖς Ἰουδαῖοι καὶ κατὰ τὸν ἀσεβῆ καὶ θεοστυγῆ μυσταγωγὸν αὐτῶν Κοπρώνυμον, νέον καὶ πρόσφατον δογματίζον‐
30τες ἐξ ἄκρας ἀπονοίας τε καὶ ἀμελείας, καὶ ἀβελ‐ τηρίας, «μὴ νοοῦντες ἃ λέγουσι, μήτε περὶ τίνων διαβεβαιοῦνται.» Ἡμεῖς δὲ ταῖς διδασκαλίαις τῶν ἁγίων Πατέρων ἑπόμενοι καὶ ἀρχαίαν ταύτην καὶ παλαιὰν πιστεύομεν ὑπάρχειν. (6) Καὶ οὐ θαυμαστὸν
35περὶ τῆς μοναδικῆς οὐσίας, ὅτι λέγουσιν πολλῷ μᾶλ‐ λον περὶ τῶν λοιπῶν ἁπάντων· δυσωπείτω οὖν αὐ‐ τοὺς, εἰ καὶ μὴ ὁ θεσπέσιος καὶ ἀποστολικὸς Διονύ‐ σιος, ἀλλά γε κἂν οὗτος ὁ μέγας καὶ ἀποστολικὸς Εὐσέβιος μάλα περὶ αὐτῆς δι’ ἀκριβείας ἐξηγούμε‐
40νος· καὶ παυσάσθωσαν οἱ ἀνοηταίνοντες, οἱ ἅμα καὶ ἀλόγιστοι. Ἰδοὺ γὰρ προφανῶς ἐκ περιουσίας δια‐ βεβαιοῦται καὶ Φίλωνα προάγει μάρτυρα φιλαληθῆ τε καὶ ἀξιόχρεον, ὡς ἀποστολικὴ (67a) τάξις ὑπάρ‐ χει καὶ παράδοσις ἀρχαιοτάτη καὶ θεοφιλεστάτη·
45ἰσχυραὶ γὰρ αἱ παρὰ τῶν ἐχθρῶν μαρτυρίαι πεφύ‐ κασι, βεβαιοῦσαι τὴν παρ’ ἡμῶν ἀλήθειαν, μηδαμῶς τὸ ἀμφήριστον ὑποδέχεσθαι· ἀκουέτωσαν δέ γε, πρὸς τοῖς παλαιοῖς τούτοις ἐξηγηταῖς, οἱ πανάθλιοι καὶ παλαιοὶ τὴν κακίαν, καὶ ἄλλων μεταγενεστέρων

110

.

401

(50)

θείων Πατέρων περὶ τῶν αὐτῶν ἐν ἐπιτόμῳ διεξιόντων καὶ συμφωνούντων ἐκείνοις, ἵνα κἂν οὕτως δυ‐
νηθῶσι τάχα μικρὸν ἀνεθῆναι τῆς πολλῆς μανίας καὶ λύσεως.401

110

.

404

252 (7) Ὁ γάρ τοι μέγας Βασίλειος περὶ τῆς ἀποταγῆς καὶ μοναδικῆς πολιτείας διεξιὼν, οὕτως ἔφη· «Διὰ τοῦτο ὁ φιλάνθρωπος Κύριος, κη‐ δόμενος ἡμῶν τῆς σωτηρίας, εἰς δύο βίους διεῖλε τὰ
5τῶν ἀνθρώπων, συζυγίαν καὶ παρθενίαν, ἵνα ὁ μὴ δυνάμενος ὑπενεγκεῖν τὸν τῆς παρθενίας καὶ ἀσκήσεως ἆθλον ἔλθῃ εἰς συνοίκησιν γυναικὸς, ἐκεῖνο εἰδὼς ὡς ἀπαιτηθήσεται λόγον σωφροσύνης καὶ ἁγιασμοῦ καὶ τῆς πρὸς [τοὺς] ἐν συζυγίαις
10καὶ τεκνοτροφίαις ἁγίους ὁμοιώσεως· (οἷος ἦν ἐν μὲν τῇ Παλαῖᾳ Διαθήκῃ Ἀβραὰμ, ὃς τῇ τοῦ Θεοῦ προτιμήσει τὸν μονογενῆ θυσιάζων ἀπαθῶς, ἐμε‐ γαλαύχει καὶ τὰς τῆς σκηνῆς αὐτοῦ θύρας διαπεπε‐ τασμένας εἶχε πρὸς ὑποδοχὴν τῶν ἐπιξενοῦσθαι μελ‐
15λόντων ἑτοιμαζόμενος. Εἰ γὰρ ἤκουσεν· «Πώ‐ λησόν σου τὰ ὑπάρχοντα καὶ δὸς τοῖς πτωχοῖς,» καὶ τὰ μείζονα τούτων ἐπεδείξατο Ἀβραὰμ, καὶ Ἰὼβ, καὶ Σαμουὴλ, καὶ Δαυὶδ, καὶ ἕτεροι πλεῖστοι· ἐν δὲ τῇ νέᾳ Διαθήκῃ Πέτρος καὶ οἱ λοιποὶ τῶν ἀπο‐
20στόλων. Ἀπαιτηθήσεται γὰρ πᾶς τοὺς καρποὺς τῆς πρὸς Θεὸν ἀγάπης καὶ τὸν πλησίον καὶ τῆς παρα‐ τροπῆς τῶν ἐντολῶν τούτων· —φησὶ γὰρ ὁ Κύ‐ ριος· «Ὁ ἀγαπῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ, οὐκ ἔστι μου ἄξιος.» Καί· «Ὃς οὐ μισεῖ τὸν πα‐
25τέρα καὶ τὴν μητέρα αὐτοῦ, καὶ τὴν γυναῖκα, καὶ τὰ τέκνα, ἔτι δὲ καὶ τὴν ἑαυτοῦ ψυχὴν, οὐ δύναταί μου εἶναι μαθητής.» Ἆρά σοι οὐ δοκεῖ καὶ ὑπο‐ γυναίοις τεθῆναι τὰ Εὐαγγέλια; ἰδοὺ σεσαφήνι‐ σταί σοι ὡς) ἅπαντες ἄνθρωποι ἀπαιτηθησόμεθα
30τὴν πρὸς τὸ Εὐαγγέλιον ὑπακοὴν, μοναχοί τε καὶ οἱ ἐν συζυγίᾳ· ἀρκέσει γὰρ τῷ ἐπὶ γάμον ἐλθόντι ἡ συγγνώμη τῆς ἀκρασίας καὶ τῆς πρὸς τὸ θῆλυ ἐπιθυμίας τε καὶ συνουσίας· τὰ δὲ λοιπὰ τῶν ἐν‐ τολῶν πᾶσιν ὁμοίως νενομοθετημένα οὐκ ἀκίνδυνα
35τοῖς παραβαίνουσιν. (Καὶ γὰρ εὐαγγελιζόμενος ὁ Χριστὸς τὰ τοῦ Πατρὸς ἐντάλματα, τοῖς ἐν τῷ κό‐ σμῳ διελέγετο·) εἰ δέ που συνέβη αὐτὸν 253 καὶ κατ’ ἰδίαν ἐπερωτηθέντα τοῖς ἑαυτοῦ μαθηταῖς ἀπο‐ κρίνεσθαι, διεμαρτύρετο λέγων· «Ὃ δὲ ὑμῖν
40λέγω, πᾶσι λέγων» (Μὴ τοίνυν ἀποπέσῃς, ὦ οὗ‐ τος, ὁ πρὸς κοινωνίαν γυναικὸς προῃρημένος, ὡς ὑπ’ ἐξουσίας ἔχων τὸν κόσμον περιβάλλεσθαι· πλειό‐ νων γάρ σοι πόνων καὶ φυλακῆς χρεία πρὸς τὴν τῆς σωτηρίας ἐπιτυχίαν, ἅτε δὴ καὶ ἐν μέσῳ παγί‐
45δων καὶ τοῦ κράτους τῶν ἀποστατικῶν δυνάμεων οἰ‐ κεῖν ἐκλεξαμένῳ καὶ τοὺς ἐρεθισμοὺς τῶν ἁμαρτιῶν ἐπ’ ὄψιν ἔχοντι καὶ πρὸς τὴν αὐτῶν ἐπιθυμίαν νύκτωρ τε καὶ μεθ’ ἡμέραν ἐκμεμοχλευμένῳ πάσας
σου τὰς αἰσθήσεις. Γίνωσκε οὖν ὡς οὐκ ἀποδρά‐403

110

.

405

σεις τὴν πρὸς τὸν ἀποστάτην παλαίστραν οὐδὲ τῆς τούτου νίκης καθάψῃ ἄνευ πόνων πολλῶν τῶν ἐπὶ φυλακῇ τῶν εὐαγγελικῶν διδαγμάτων.» (8) Καὶ ταῦτα μὲν ἐν παραδρόμῳ πρὸς τοὺς ἐν
5συζυγίᾳ ἀκινδύνως τὴν τῶν ἐντολῶν τοῦ Χριστοῦ φυλακὴν καταμελοῦντας εἰρήσθω. Σὺ δὲ (67b) ὁ τῶν οὐρανίων πολιτευμάτων ἐραστὴς, καὶ τῆς ἀγγελικῆς διαγωγῆς πραγματευτὴς, καὶ τῶν ἁγίων μαθητῶν τοῦ Χριστοῦ συστρατιώτης γενέσθαι ἐπιθυμῶν, τό‐
10νωσον σεαυτὸν πρὸς ὑπομονὴν θλίψεων, κἂν ἀνδρείως προσέλθῃς τῇ συγκλήτῳ τῶν μοναχῶν, ἰδοὺ τοίνυν, καὶ ὁ θεῖος διδάσκαλος εἰς δύο βίους τὸν Χριστὸν διε‐ λέσθαι τὰ τῶν ἀνθρώπων φάσκει· καὶ τὸν μὲν κό‐ σμιον καὶ γεώδη, τὸν δὲ οὐράνιον, ἀγγελικόν τε καὶ
15ἀποστολικόν· ὡς καὶ ἑτερόθεν πάλιν φησί· Μάθε, διδάχθητι ἀποστολικὴν πολιτείαν, τουτέστιν ὀφθαλ‐ μῶν ἀκρίβειαν, γλώσσης ἐγκράτειαν, σώματος δου‐ λαγωγίαν, φρόνημα ταπεινὸν, ἐννοίας καθαρό‐ τητα, ὀργῆς ἀφανισμόν· ἀγγαρευόμενος πρόσ‐
20στηθι, ἀποστερούμενος μὴ δικάζου, μισούμενος ἀγάπησον, διωκόμενος ἀνέχου, βλασφημούμενος παρακάλει, νεκρώθητι τῇ ἁμαρτίᾳ, συσταυρώθητι τῷ Χριστῷ, ὅλην τὴν ἀγάπην μετάθες ἐπὶ τὸν Κύ‐ ριον. Ἀλλὰ χαλεπὰ ταῦτα· τί τῶν ἀγαθῶν εὐκολώ‐
25τερον; τίς καθεύδων τρόπαιον ἕστηκεν; τίς τρυφῶν καὶ καταυλούμενος τοῖς τῆς καρτερίας κατεκοσμήθη στεφάνοις; Οὐδεὶς 254 μὴ δραμὼν ἀνεῖλε τὸ βρα‐ βεῖον· πόνοι γεννῶσι δόξαν· κάματοι προξενοῦσι στέφανον. «Διὰ πολλῶν θλίψεων δεῖ ὑμᾶς
30εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.» φημὶ κἀγὼ, ἀλλὰ τὰς μὲν θλίψεις ταύτας ἡ βασιλεία τῶν οὐρανῶν καὶ μακαριότης ἐκδέχεται, τοὺς δὲ τῆς ἁμαρτίας καμάτους τὸ τῆς γεέννης ἐπίπονον καὶ σκυθρωπὸν πῦρ ἄσβεστον ἀναμένει.
35Ταύτῃ τοι καὶ ὁ θεηγόρος Νεῖλος ἔφη· «Φιλοσο‐ φεῖν ἐπετήδευσαν μὲν Ἑλλήνων καὶ Ἰουδαίων οὐκ ὀλί‐ γοι, μόνοι δὲ τὴν ἀληθινὴν σοφίαν ἐζήλωσαν οἱ Χρι‐ στοῦ μαθηταὶ, ἐπεὶ καὶ μόνοι τὴν ὄντως σοφίαν ἔσχον διδάσκαλον. Οἱ μὲν γὰρ πρότεροι καθάπερ ἐν σκηνῆ
40δρᾶμα ὑποκρινόμενοι, ἀλλοτρίῳ ἑαυτοὺς κατεκόσμη‐ σαν προσωπείῳ, ὄνομα κενὸν ὑποδύντες, ἀληθοῦς φιλοσοφίας ἐστερημένοι· ἐν μὲν τῷ τρίβωνι, καὶ τῇ ὑπήνῃ, καὶ τῇ βακτηρίᾳ τὸν φιλόσοφον ἐνδεικνύμενοι, περιέποντες καὶ τὸ σῶμα, καὶ ταῖς ἐπιθυμίαις ὡς
45δεσποίναις ὑπηρετούμενοι, γαστρὸς ὄντες δοῦλοι, καὶ τὰς ὑπογαστρίους ἡδονὰς ὡς φύσεως ἔργον ἀποδε‐ χόμενοι, ταῖς λαμπραῖς τραπέζαις κυνιδίων δίκην λίχνων ἐφαλλόμενοι, οὐκ εἰδότες ὅτι πρὸ πάντων ἐλεύθερον δεῖ εἶναι τὸν φιλόσοφον καὶ μᾶλλον φεύ‐

110

.

405

(50)

γειν τὸ δοῦλον εἶναι παθῶν ἢ ἀργυρόνητον καὶ οἰκό‐ τριβα· τὸ γὰρ ἀνθρώπων εἶναι δοῦλον οὐδὲν ἴσως ἔβλαψε τὸν ὀρθῶς βεβιωκότα, τὸ δὲ πάθεσιν ὡς δεσπόταις χρώμενον ὑπηρετεῖν ταῖς ἡδοναῖς, αἰσχύ‐ νην ἤνεγκεν καὶ γέλωτα πολύν. Εἰσὶ μὲν οὖν παρ’
55αὐτοῖς καθόλου τῆς πράξεως ἠμεληκότες, λογικὴν405

110

.

408

δὲ φιλοσοφίαν, ὡς δοκοῦσιν, ἐπανῃρημένοι, μετεω‐ ρολέσχαι τινὲς ὄντες καὶ τῶν ἀναποδείκτων ἐξηγη‐ ταὶ, μέγεθος οὐρανοῦ καὶ ἡλίου μέτρα καὶ ἀστέρων ἐνέργειαν εἰδέναι κατεπαγγελλόμενοι, ἔστι δ’ ὅτε
5καὶ θεολογεῖν μὲν ἐπιχειροῦντες, ὅπου καὶ ἡ ἀλή‐ θεια ἀνέφικτος καὶ ὁ στοχασμὸς ἐπικίνδυνος, ζῶντες δὲ τῶν ἐν βορβόρῳ κυλινδουμένων χοίρων ἀτιμό‐ τεροι. Εἰ δὲ καί τινες ἐγένοντο πρακτικοὶ, τούτων ἐγένοντο χείρους, δόξαις τε καὶ ἐπαίνοις τοὺς (68a)
10πόνους πεπραχότες· οὐδενὸς γὰρ ἑτέρου χάριν ἢ ἐπιδείξεως καὶ φιλοδοξίας ἐπετήδευον οἱ δείλαιοι τὰ πολλά· μισθὸν εὐτελῆ καὶ 255 εὔωνον τῆς τοιαύτης καταλλαττόμενοι ταλαιπωρίας· τὸ γὰρ σιωπῆσαι διὰ παντὸς κατὰ τὴν Πυθαγορικὴν νομο‐
15θεσίαν καὶ χόρτῳ τρέφεσθαι, τριχίνοις ῥακίοις σκε‐ πάζεσθαι καὶ ἐν πίθῳ κατακεκλεῖσθαι καὶ διαβιῶναι μηδεμίαν ἀμοιβὴν μετὰ θάνατον προσδοκᾷν, πάσης ἀνοίας ἐστὶν ἐπέκεινα, τῷ βίῳ τούτῳ συγκαταλύειν τῆς ἀρετῆς τὰ ἔπαθλα. —(10) Ἰουδαῖοι δὲ ὅσοι
20τοῦτον ἐτίμησαν τὸν βίον, εἰσὶ μὲν τοῦ Ἰωναδὰβ ἀπόγονοι· πάντας δὲ τοὺς ὡσαύτως βιοῦν ἐθέλοντας προίεμεν εἰς τὴν αὐτὴν ἐνάγουσαν πολιτείαν, οἵ‐ τινες ἐν σκηναῖς κατοικοῦσι διαπαντὸς, οἴνου τε καὶ τῶν πρὸς τὸ ἁβροδίαιτον πάντων ἀπεχόμενοι καὶ
25δίαιταν ἔχοντες εὐτελῆ καὶ τὴν χρείαν συμμεμετρη‐ μένην τοῦ σώματος· καὶ σφόδρα μὲν οὖν ἐπιμελοῦν‐ τες τῆς ἠθικῆς ἕξεως, θεωρίᾳ δὲ τὰ πολλὰ προσμέ‐ νουσιν· ἔνθεν γὰρ καὶ Ἐσσαῖοι καλοῦνται, τοῦτο δη‐ λοῦντος τοῦ ὀνόματος, καὶ ἁπλῶς ἐστιν αὐτοῖς πάν‐
30τοθεν κατορθούμενος ὁ τῆς φιλοσοφίας σκοπὸς, οὐ‐ δαμοῦ τῶν πραγμάτων διαμαχομένων τῷ ἐπαγγέλ‐ ματι. Ἀλλὰ τί τῶν ἀγώνων ὄφελος αὐτοῖς καὶ τῆς ἐπιπόνου ἀθλήσεως τὸν ἀγωνοθέτην Χριστὸν ἀνῃρη‐ κόσι; καὶ τούτων γὰρ ὁμοίως ὁ τῶν πόνων οἴχε‐
35ται μισθὸς, ἀρνησαμένων τὸν τῶν ἐπάθλων διανο‐ μέα· καὶ τῆς ἀληθοῦς ζωῆς καὶ φιλοσοφίας ἀπεσφά‐ λησαν. (11) Φιλοσοφία γάρ ἐστιν ἠθῶν κατόρθωσις μετὰ δόξης τῆς περὶ τοῦ ὄντος γνώσεως ἀληθοῦς· ταύτης δὲ ἀπεσφάλησαν ἄμφω καὶ Ἰουδαῖοι καὶ
40Ἕλληνες, τὴν ἀπ’ οὐρανοῦ παραγενομένην σοφίαν παραιτησάμενοι καὶ χωρὶς Χριστοῦ φιλοσοφεῖν ἐπιχει‐ ρήσαντες, τοῦ μόνου παραδείξαντος ἔργῳ καὶ λόγῳ τὴν ἀληθῆ φιλοσοφίαν. Οὗτος γὰρ πρῶτος καὶ μό‐ νος ἔτεμε τῷ βίῳ, τὴν ταύτης πολιτείαν ἐπιδει‐
45ξάμενος καθαρὰν, ἀνωτέραν ἀεὶ φέρων τὴν ψυχὴν τῶν παθῶν τοῦ σώματος· ἔσχατον δὲ καὶ αὐτῆς κα‐ ταφρονήσας, ὅτε ἡ παρ’ αὐτοῦ οἰκονομουμένη σω‐ τηρία τῶν ἀνθρώπων ἀπῄτει θάνατον, διδάσκων διὰ τούτου, ὅτι δεῖ τὸν φιλόσοφον ὀρθῶς προαιρούμενον

110

.

408

(50)

ἀρνήσασθαι μὲν τὰ ἡδέα πάντα τοῦ βίου, πόνων δὲ καὶ παθῶν εὖ μάλα ἐπικρατεῖν, καταφρονοῦντα τοῦ σώματος, ἔχειν δὲ μηδὲ τὴν ψυχὴν τιμίαν, ἀλλὰ καὶ ταύτην προθύμως προέσθαι, ὅταν δι’ ἀρετῆς ἀπό‐ δειξιν ἀποθέσθαι 256 δέοι. Καὶ ταύτην παραλα‐
55βόντες οἱ ἀπόστολοι αὐτοῦ καὶ μαθηταὶ γνησίως τὴν διαγωγὴν ἐμιμήσαντο· ἅμα γὰρ τῷ κληθῆναι ἀπο‐
ταξάμενοι μὲν τῷ βίῳ καὶ ὑπεριδόντες πατρίδος407

110

.

409

καὶ γένους καὶ ὑπάρξεως πρὸς τὸν σκληρὸν καὶ ἐπίπονον εὐθὺς μετετάξαντο βίον, διὰ πάντων χωρή‐ σαντες τῶν δυσχερῶν καὶ τεθλιμμένων, διωκόμενοι, κακουχούμενοι, ὑστερούμενοι, ἐλαυνόμενοι, γυμνη‐
5τεύοντες, ὑβριζόμενοι, ἐμπτυόμενοι, αὐτῶν τῶν ἀναγκαίων ἐνδεεῖς· ὕστερον δὲ καὶ θανάτου κατ‐ εφρόνησαν καλῶς διὰ πάντων μιμησάμενοι τὸν διδά‐ σκαλον, τῷ βίῳ καταλιπόντες πολιτείας ἀρίστης εἰ‐ κόνα. Ἀλλὰ ἐπειδὴ γράφειν ἀπὸ (68b) τῆς εἰκόνος
10ταύτης πάντες Χριστιανοὶ τὸν ἑαυτῶν βίον ὀφεί‐ λονται, ἢ οὐκ ἠβουλήθησαν, ἢ ἠτόνησαν πρὸς τὴν μίμησιν· ὀλίγοι δέ τινες ἠδυνήθησαν τὰς κοσμι‐ κὰς ὑπερκύψαι ταραχὰς καὶ φυγεῖν τὴν ἐν ταῖς πόλεσι ζάλην καὶ τὴν τοῦ ματαίου βίου φροντίδα τε
15καὶ προσπάθειαν· καὶ οὕτως ἔξω γενόμενοι τῶν κοσμι‐ κῶν θορύβων, τὸν μοναδικὸν ἀσπασάμενοι βίον, ἐκμαγεῖον τῆς ἀποστολικῆς ἀρετῆς ἐποιήσαντο, τοῦ μὲν κεκτῆσθαι τὴν ἀκτημοσύνην προκρίναντες διὰ τὸ ἀπερίσπαστον, τροφῆς δὲ κεκαρυκευμένης τὴν
20ἐσχεδιασμένην προτιμήσαντες, διὰ τὰς τῶν παθῶν ἐπαναστάσεις τῇ παρατυχούσῃ τροφῇ τὴν χρείαν τοῦ σώματος ἐκπληροῦντες, ἐνδυμάτων τε μαλακῶν καὶ τῆς χρείας ἔξω, ὡς ἀνθρωπίνης χλιδῆς ἐπί‐ νοιαν ἀλογήσαντες, λιτῇ καὶ ἀπεριέργῳ στολῇ διὰ
25τὴν τοῦ σώματος ἀνάγκην ἐχρήσαντο. (12) Καὶ γὰρ ὁ Κύριος τῷ πλουσίῳ τὴν τελειοτάτην τοῦ κατὰ Θεὸν ἀκροτάτου βίου τούτου σαφέστατα ὑποτιθέμενος «πωλῆσαι τὰ ὑπάρχοντα καὶ διαδοῦναι πτωχοῖς,» καὶ οὕτως ἀμερίμνως καὶ ἀπερισπάστως ἀκολου‐
30θεῖν «τὸν σταυρὸν ἄραντα» προσέταξε, καὶ τὸν τοῦτο μὴ ποιοῦντα ἀνάξιον ἑαυτοῦ ἔκρινεν· «Ὅστις γὰρ, φησὶν, οὐκ ἀφήσει πατέρα ἢ μητέρα, ἢ ἀδελφοὺς ἢ γυναῖκα, ἢ τέκνα, ἢ ἀγροὺς ἕνεκεν τοῦ ὀνόματός μου καὶ ἀρεῖ τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκο‐
35λουθήσει μοι, οὐκ ἔστι μου ἄξιος.» Τοιγαροῦν οὐκ ἔστιν ἄλλως τῆς ἀξίας ταύτης καὶ τῆς τελειότη‐ τος ἐπιτυχεῖν εἰ μὴ καθ’ ὃν τρόπον ὁ ὑπερτελὴς καὶ προτέλειος ἐδίδαξε 257 Κύριος. Θαυμαστέον τοιγαροῦν ἡμῖν καὶ σφόδρα τιμητέον, τοὺς ἀπαρνη‐
40σαμένους πᾶσαν πρόσκαιρον ἡδονήν τε καὶ προσπά‐ θειαν κατὰ τὴν ἐντολὴν τοῦ Κυρίου καὶ πρὸς τὴν μοναδικὴν πολιτείαν μεταχωρήσαντας καὶ πᾶσαν τὴν γῆν πληρώσαντας—καὶ γὰρ μεμέστωται τού‐ των Αἴγυπτος, καὶ Λιβύη, καὶ Αἰθιόπεια, καὶ Ἰνδία,
45Μαυριτανία τε καὶ αἱ Θηβαΐδες· τούτων Συρία πλή‐ ρης, καὶ Κιλικία, καὶ Γαλατία, Πόντος τε καὶ Ἀρμενία, Μεσοποταμία, καὶ ἡ Περσὶς ἅπασα τούτων ἀνάπλεως, Παλαιστίνη καὶ Ἀραβία καὶ Κύπρος, Ἀσία τε καὶ αἱ Κυκλάδες νῆσοι, καὶ ἡ Ἑλλὰς πᾶσα, καὶ μὴν καὶ Ῥώμη, καὶ Ἱσπανία, καὶ Γαλατία μέχρι τοῦ πέρατος τῆς γῆς πέπλησται μοναστηρίων καὶ ἀσκητῶν, καὶ πᾶσα ἡ γῆ κατευλόγηται καὶ ἁγιάζεται προδήλως ταῖς τούτων χοροστασίαις τε καὶ

110

.

409

(50)

ψαλμῳδίαις. (13) Καὶ δὴ Γρηγόριος ὁ πάνσοφος καὶ τῆς Θεολόγου ἐπωνυμίας ἀποσεμνύνων αὐτὸς λέγει «Οἱ ψάλλοντες, οἱ δοξάζοντες, οἱ μελετῶντες τὸν
νόμον Κυρίου ἡμέρας καὶ νυκτὸς, οἱ τὰς ὑψώσεις τοῦ409

110

.

412

Θεοῦ ἐν ταῖς λάρυγξι φέροντες· καὶ ταῦτα δὴ τὰ καλὰ τοῦ κατὰ Θεὸν βίου προγράμματα καὶ μηνύ‐ ματα, οἱ σιωπῶντες κήρυκες, αὐχμῶσα καὶ πιναρὰ κόμη, πόδες γυμνοὶ καὶ τοῖς ἀποστολικοῖς ἑπόμενοι,
5μηδὲν νεκρὸν φέροντες, κουρὰ σύμμετρος, περιβολὴ τύφον κολάζουσα, ζώνη τῷ ἀκόσμῳ κοσμία, μικρόν τι τοῦ χιτῶνος ἀναστέλλουσα καὶ ὅσον μὴ ἀναστέλ‐ λειν, βάδισμα εὐσταθὲς, ὀφθαλμὸς οὐ πλανώμενος, μειδίαμα προσηνὲς, μᾶλλον δὲ ὁρμὴ μειδιάματος,
10ἀκρασίαν γέλωτος σωφρονίζουσα, λόγος τῷ λόγῳ κινούμενος, ὁδηγίαν τοῦ κρείττονος, ἐπίπληξις εὐφημίας ποθεινοτέρα, μέτρα κατηφείας (69a) καὶ ἀνέσεως καὶ ἡ δι’ ἀμφοτέρων μίξις καὶ κράσις.» — «Καὶ ἃ μείζω τούτων ἔτι καὶ ὑψηλότερα, ὁ ἐν
15πενίᾳ πλοῦτος, ἡ ἐν παροικίᾳ κατάσχεσις, ἡ ἐν ἀτι‐ μίᾳ δόξα, ἡ ἐν ἀσθενείᾳ δύναμις, ἡ ἐν ἀγαμίᾳ καλ‐ λιτεκνία, εἴπερ κρείττονα τῶν ἀπὸ σαρκὸς ἐρχομέ‐ νων τὰ κατὰ Θεὸν γεννήματα, οἱ τρυφῶντες τὸ μὴ τρυφᾷν, οἱ ταπεινοὶ ὑπὲρ τὸν κόσμον, οἱ
20σαρκὸς ἔξω καὶ ἐν σαρκὶ, 258 ὧν μερὶς Κύριος, οἱ πτωχοὶ διὰ βασιλείαν καὶ διὰ πτωχείαν βασι‐ λεύοντες· οὗτοί με καὶ παρόντες λαμπρὸν ποιοῦ‐ σιν, ἡ ἐμὴ περιουσία, τὸ ἐμὸν ἐντρύφημα, καὶ ἀπόντες συστέλλουσι.» Τίνες δέ εἰσιν οὗτοι;
25«Οἱ κόσμῳ χωρήσαντες ἑαυτοὺς καὶ τῷ Θεῷ τὸν βίον καθιερώσαντες· καὶ τὴν ἔρημον ἀσπαζόμενοι ζῶσι Θεῷ πάντων μᾶλλον τῶν στρεφομένων ἐν σώ‐ ματι·» λέγω δὴ τοὺς καθ’ ἡμᾶς Ναζηραίους «οἱ μὲν τὸν πάντη μοναδικὸν καὶ ἄμικτον διαθλοῦν‐
30τες βίον, ἑαυτοῖς μόνοις προσλαλοῦντες καὶ τῷ Θεῷ —οἱ δὲ ἀγάπαις μόνον τῇ κοινωνίᾳ στέργοντες, ἐρημικοί τε ὁμοῦ καὶ μιγάδες· καὶ τοῦτον μό‐ νον κόσμον εἰδότες ὡς τῇ ἐρήμῳ γνωρίζουσιν, τοῖς μὲν ἄλλοις τεθνηκότες ἀνθρώποις καὶ πράγμα‐
35σιν, ὅσα ἐν μέσῳ περιφθείρεται, στροβοῦντά τε καὶ στροβούμενοι καὶ παίζοντα ἡμᾶς ταῖς ἀγχιστρό‐ φοις μεταβολαῖς, ἀλλήλοις τε κόσμος ὄντες καὶ τῇ παραθέσει τὴν ἀρετὴν θήγοντες.» Καὶ ταῦτα μὲν Γρηγόριος. Ὁ δὲ θεοῤῥήμων Χρυσόστομος ἐν
40τῇ κατὰ Ματθαῖον ἑρμηνείᾳ περὶ τῶν ἐν Αἰγύπτῳ μοναχῶν φησιν· «Οὐχ οὕτως ἐστὶ λαμπρὸς ὁ οὐρα‐ νὸς τῷ ποικίλῳ τῶν ἄστρων χορῷ, ὡς ἡ ἔρημος Αἰγύπτου τὰς σκηνὰς πάντοθεν ἡμῖν τῶν μοναχῶν δεικνύουσα, οἵτινες τὸ πῦρ τοῦ Χριστοῦ δεξάμενοι,
45πρὸς οὐρανὸν ἀθρόοι μεθωρμήσαντο καὶ θερμό‐ τεροι τῶν ἄλλων ὄντες πρὸς εὐσέβειαν, τὰς ἀσω‐ μάτους δυνάμεις τῇ—τῆς φιλοσοφίας ἀπαθείᾳ μιμοῦνται. Καὶ εἴ τις ἐν τῇ χώρᾳ γέγονεν, οἶδεν ἃ λέγω· εἰ δέ τις οὐκ ἐπέβη τῶν ἁγίων σκηνῶν

110

.

412

(50)

ἐκείνων, ἐννοείτω τὸν μέχρι νῦν ἐν τοῖς ἁπάντων
στόμασιν ᾀδόμενον, ὃν μετὰ τοὺς ἀποστόλους ἡ411

110

.

413

Αἴγυπτος ἤνεγκεν, τὸν μέγαν καὶ μακάριον Ἀν‐ τώνιον, καὶ οἵων ὄψεων θείων ἠξιώθη καὶ βίον θεοπρεπῆ τε καὶ ἀγγελικὸν ἐπεδείξατο. Καὶ τοῦτο εἴσεταί τις ἀναγνοὺς 259 αὐτοῦ τὸν βίον μετὰ
5ἀκριβείας, ἐν ᾧ καὶ πολλὴν ὄψεται τὴν προφητείαν. Καὶ γὰρ τῶν περὶ τὰ Ἀρείου νοσούντων, προαν‐ εφώνησέ τε καὶ εἶπεν τὴν ἐκείνοις μέλλουσαν γίνεσθαι βλάβην, τοῦ Θεοῦ δείξαντος αὐτῷ καὶ πρὸ τῶν ὀφθαλμῶν τὰ μέλλοντα»—Ἀληθείας
10ἐστὶν ἀπόδειξις, τὸ μηδένα τῶν αἱρετικῶν ἄνδρα τοιοῦτον ἔχειν. (15) «Διὸ δὴ καὶ θαυμάζω σφόδρα καὶ τελείαν ἐπαινῶ τοὺς τὰς ἐρήμους κατειληφότας μοναχοὺς τῶν τε ἄλλων ἀρετῶν ἕνεκα καὶ τὴν με‐ ταβολὴν τῆς ἐσθῆτος· βούλει γὰρ, σοὶ δείξω τοὺς
15ὄντας ἐστολισμένους καὶ τὸ ἔνδυμα τοῦ γάμου ἔχοντας, τοῦ γάμου ἐκείνου, καὶ ὡς ἐν οὐρανῷ ἐν γῇ διατρίβοντας· οὐδὲν γὰρ αὐτῶν τὰ καταγώγια χεῖ‐ ρον τῶν οὐρανῶν διάκεινται· καὶ γὰρ ἄγγελοι κατ‐ άγονται πρὸς αὐτοὺς καὶ ὁ τῶν ἀγγέλων Δεσπότης·
20εἰ γὰρ πρὸς τὸν Ἀβραὰμ ἦλθον, ἄνδρα γυναῖκα ἔχοντα καὶ παιδία διατρέφοντα, ἐπειδὴ φιλόξενον εἶδον, ὅταν πολλῷ πλείονα εὕρωσιν ἀρετὴν καὶ ἄν‐ θρωπον σώματος καταφρονοῦντα καὶ σαρκὶ σαρκὸς ὑπερορῶντα, πολλῷ μᾶλλον ἐνταῦθα διατρίβουσι καὶ
25χορεύουσι τὴν αὐτὴν πρέπουσαν χορείαν· καὶ γὰρ τράπεζα (69b) παρ’ ἐκείνοις πάσης πλεονεξίας κα‐ θαρὰ καὶ φιλοσοφίας μεστή· οὐχ αἵματος χείμαῤῥοι παρ’ αὐτοῖς, οὐδὲ κρεῶν κατακοπαὶ, οὐδὲ καρυκεῖαι καὶ κνίσεις ἀηδεῖς, οὐδὲ καπνὸς ἀτερπὴς, καὶ
30δρόμοι καὶ θόρυβοι, καὶ ταραχαὶ, καὶ κραυγαὶ ἐπαχθεῖς, ἀλλ’ ἄρτος καὶ ὕδωρ, τὸ μὲν ἐκ πηγῆς καθαρᾶς, τὸ δὲ ἀπὸ δικαίων πόνων. Εἰ δέ που καὶ φιλοτιμώτερον ἑστιᾶσθαι βουληθεῖεν, ἀκρόδρυα ἡ φιλοτιμία γίνεται, καὶ μείζων ἐνταῦθα ἡ ἡδονὴ ἢ ἐν
35ταῖς βασιλικαῖς τραπέζαις. Ταύτην καὶ ἄγγελοι τὴν τράπεζαν ἐκ τοῦ οὐρανοῦ θεωροῦντες κατατρέπον‐ ται καὶ ἥδονται· εἰ γὰρ ἐπὶ ἁμαρτωλῷ μετα‐ νοοῦντι χαίρουσιν, ἐπὶ δικαίοις τοσούτοις μιμου‐ μένοις αὐτοὺς τί οὐκ ἐργάσονται; Καὶ ἡμεῖς μὲν
40τῶν θηρίων χείρους ἐσμὲν καὶ τῶν ἀλόγων, ἐκεῖνοι δὲ τῶν ἀγγέλων ἴσοι, ξένοι καὶ παρεπίδημοι τῶν ἐν‐ ταῦθα ὄντες· καὶ πάντα αὐτοῖς ἐνήλλακται τὰ πρὸς ἡμᾶς, καὶ ἔνδυμα, καὶ τρόπος, καὶ οἴκημα, καὶ ὑπό‐ δημα, καὶ ὁμιλία· καὶ εἴ τις ἐκείνων ἤκουσε διαλε‐
45γομένων 260 καὶ ἡμῶν, τότε ἂν ἔγνω καλῶς πῶς οἱ μὲν οὐρανοπολῖται, ἡμεῖς δὲ οὐδὲ τῆς γῆς ἄξιοι· Ἴδωμεν δὲ καὶ τὰς ἐκ τῆς τρυφῆς ἡμῶν ἐπιθυμίας, τὰς ἐκ τῶν ὀψοποιῶν, τῶν μαγείρων, τῶν τραπεζο‐ ποιῶν, τῶν πλακουντοποιῶν καὶ τὴν περὶ τῶν τοιού‐

110

.

413

(50)

των ἅμιλλαν· καὶ ὑπὲρ ποιότητος καὶ ὑπὲρ τάξεως καὶ ὑπὲρ πλήθους, ὅπερ οὐδὲν τοιοῦτον παρὰ τοῖς ἀγγέλοις ἐκείνοις· οὐ γὰρ εἰς πλησμονὴν καὶ τρυ‐
φὴν, ἀλλ’ εἰς χρείαν αὐτοῖς ἡ τροφὴ καὶ μέτρῳ καὶ413

110

.

416

καιρῷ κανονισμένη· μονοσιτία γὰρ παρ’ αὐτοῖς ἐστι πάντοτε, καὶ ἄριστον οὐδέποτε εἴ ἐστιν ἴσασιν, ἀλλὰ δεῖπνον γινώσκοντες, ὅτι πένθος ὁ παρὼν βίος καὶ νηστείας καὶ ἀγῶνος, πληροῦντες ἐν τούτῳ καὶ
5τὸ πρὸς τὸν προφήτην Ἰεζεκιὴλ εἰρημένον ἀπὸ τοῦ Θεοῦ· Υἱὲ ἀνθρώπου, τὸν ἄρτον σου μετ’ ὀδύνης φάγει καὶ τὸ ὕδωρ σου μετὰ βασάνου καὶ θλίψεως πίει· καὶ τὸ βρῶμά σου ἐν σταθμῷ φάγεσαι ἀπὸ καιροῦ ἕως καιροῦ· καὶ τὸ πόμα σου μετὰ
10ἐντροπῆς πίεσαι τῆς ἡμέρας.» Ἀνάῤῥηξον οὖν τῷ λόγῳ τὴν γαστέρα τῶν ἐκεῖνα τὰ πολλὰ σιτουμέ‐ νων καὶ ὄψει τὸν πολὺν φόρτον καὶ τὸν ἀκάθαρτον ὀχετὸν καὶ τὸν κεκονιαμένον καὶ σαπρὸν τάφον· τὰ δὲ μετὰ ταῦτα αἰσχύνομαι καὶ εἰπεῖν, τὰς ἀει‐
15δεῖς καὶ δυσώδεις ἐρυγὰς, τοὺς ἐμετοὺς, τὴν ζά‐ λην, τὴν σκότωσιν τῆς ψυχῆς καὶ τὸ βάρος τοῦ σώματος, τὰς κάτωθέν τε καὶ ἄνωθεν ἐκρήσεις, καὶ τοὺς ἐπὶ τούτοις σφοδροτέρους τῶν ἀφροδισίων ἔρωτας. Κἀκείνη μὲν ἡ τράπεζα, εἰς οὐρανοὺς τοὺς
20ἀγγέλους παραπέμπει· αὕτη δὲ εἰς γέενναν πυρὸς ἕλκει τοὺς κοιλιοδούλους, ὥσπερ καὶ τὸν πλούσιον ἐκεῖνον· καὶ τὴν μὲν ὕπνος θανάτῳ προσεοικυῖα διαδέχεται, τὴν δὲ νῆψις καὶ ἀγρυπνία, καὶ τὴν μὲν κόλασις, τὴν [δὲ] οὐρανῶν βασιλεία· μετὰ γὰρ τὴν
25ἅπαξ ἑστίασιν καὶ τὴν εὐχαριστίαν πολλῆς ἐμπλη‐ σθέντες κατανύξεως καὶ θερμῶν δακρύων, οὕτω πρὸς ὕπνον βαδίζουσιν, τοσοῦτον αὐτοῦ μεταλαγ‐ χάνονται ὅσον μικρὸν ἀναπαύσασθαι· καὶ πάλιν τὰς νύκτας ἡμέρας ποιοῦσιν, ἐν εὐχαριστίᾳ καὶ ψαλμῳ‐
30δίᾳ ἀεὶ διάγοντες. Ἄπελθε τοίνυν πρὸς τοὺς ἁγίους τούτους καὶ μάθε τι παρ’ αὐτῶν χρήσιμον καὶ φωτίσθητι· λύχνοι γάρ εἰσιν ὄντως καὶ φωστῆρες, λόγον ζωῆς ἐπέχοντες, καὶ πανταχοῦ 261 τῆς οἰκουμένης ὄντες καὶ πᾶσιν τὴν γῆν καταλαμπρύνοντες. Οὐκοῦν βάδιζε συνεχῶς πρὸς αὐτοὺς, ἵνα τὰς ἐν σοὶ κηλίδας (70a) ἐκκαθάρας ταῖς ἐκείνων εὐχαῖς καὶ παραι‐ νέσεσιν, ἄριστον ἀναδείξῃ τοῦ λοιποῦ βίον καὶ τῶν μελλόντων ἀγαθῶν ἐπιτύχῃς.»
35(15) Οὐ μὴν δὲ ἀλλὰ καὶ Θεοδώρητος οὕτως ἔφη· Τὴν γὰρ δὴ τῶν ἀγγέλων ἐκμιμοῦντες προδήλως πολιτείαν ὅσοι τῶν ἀνθρώπων τὴν τοῦ Θεοῦ θεραπείαν ἠσπάσαντο, οἵτινες ἔφυγον μὲν τὴν τοῦ σώματος ἀνάπαυσιν καὶ τὴν ἔννομον κοι‐
40νωνίαν ὡς τῶν θείων ἀφέλκουσαν καὶ τῶν ἐπουρα‐ νίων ἀοράτων τρυφημάτων, κατέλιπον δὲ καὶ πα‐ τρίδα καὶ γένος ἅμα καὶ πλοῦτον, ἵνα πᾶσαν εἰς τὰ θεῖα μεταθῶσιν τὴν μέριμναν, καὶ μηδεὶς τὸν νοῦν ἐπέχῃ δεσμὸς εἰς οὐρανὸν ἀναπτῆναι. Τού‐
45των πλήρεις καὶ πόλεις, καὶ κῶμαι, καὶ αἱ τῶν ὀρέων ἀκρωρίαι καὶ φάραγγες.» (16) Ἀφ’ οὗ γὰρ ὁ Χριστὸς τὴν παρθενίαν ἐτίμησεν, ὑπὸ παρ‐ θένου τεχθεὶς, τοὺς τῆς παρθενίας λειμῶνας ἡ φύσις ἐβλάστησε καὶ τὰ εὐώδη τῶν μοναχῶν ἄνθη καὶ

110

.

416

(50)

ἀμάραντα προσφέρει τῷ Ποιητῇ καὶ Δεσπότῃ. Καὶ γὰρ πανταχοῦ μοναστήρια γεγόνασιν, οὐ παρ’ ἡμῖν
μόνον, ἀλλὰ καὶ ἐν Συρίᾳ πάσῃ, καὶ Παλαιστίνῃ415

110

.

417

καὶ ἐν Κιλικίᾳ, καὶ ἐν Μεσοποταμίᾳ· ἐν Αἰγύπτῳ δέ φασι καὶ ἀνὰ εʹ χιλιάδας ἀνδρῶν ἔχειν ἔνια φρον‐ τιστήρια, μεταξὺ τὸν Θεὸν ὑμνούντων ἐν προσευχαῖς καὶ ψαλμῳδίαις ἀγρυπνοῦντες, καὶ μετὰ σκληρα‐
5γωγίας πολλῆς ζώντων, καὶ τὴν ὄντως Χριστοῦ φιλοσοφίαν εἰς ἄκρον ἀναδεικνυμένων. Καὶ οἱ μὲν κατὰ συμμορίαν, ὡς ἔφην, οἰκοῦντες, δημιουργοῦσιν ἐν ταῖς ψυχαῖς τὰ τῆς φιλοσοφίας ἀγάλματα, οἱ δὲ καὶ δύο καὶ τρεῖς διάγοντες, οἱ δὲ καὶ μόνοι καθ‐
10ειργμένοι καὶ ἡσυχάζοντες καὶ τὸν ὀφθαλμὸν τῷ κάλλει τῶν ὁρωμένων ἐπιτέρπεσθαι κωλύοντες, σχο‐ λὴν τῷ νῷ παρέχουσιν ἐπεντρυφᾷν τῇ θεωρίᾳ τῶν νοητῶν μετὰ φρονήσεως καὶ γνώσεως· μέγιστον μὲν γὰρ ἀληθῶς καὶ παμμέγεθες ἀγαθὸν τῶν θείων ἡ
15γνῶσις· οὐκ ἀπόχρη δὲ τέλειον ἀποφῆναι τὸν ταύτης ἠξιωμένον· δεῖ γάρ που τὴν ἀγαθὴν πρᾶξιν συν‐ αφθῆναι τῇ γνώσει· 262 ὅπερ γάρ ἐστι δένδρων ῥίζα καὶ ὀφθαλμὸς σώματος, τοῦτο ταῖς ψυχαῖς τῆς ἀληθείας ἡ γνῶσις, ἐξ ἧς ἡ βεβαία καὶ ὀρθόδοξος
20γίνεται πίστις. Χρὴ τοίνυν οὐ μόνον εἰδέναι τί προσήκει περὶ Θεοῦ δοξάζειν, ἀλλά γε καὶ κατὰ τοὺς ἐκείνου καλῶς καὶ ἁπλῶς πολιτεύεσθαι νόμους· δεῖ γὰρ τοὺς τῆς εὐσεβείας ἐραστὰς μὴ μόνον θεολο‐ γίαν καὶ φυσιολογίαν ἐκπαιδεύεσθαι, ἀλλὰ καὶ τοὺς
25τῆς πρακτικῆς ἀρετῆς ἐκμανθάνειν ἀκριβεῖς νόμους· ὥστε οὖν ἡ γνῶσις δεῖται τῆς πρακτικῆς, ὡς καὶ ἡ πρακτικὴ τῆς γνώσεως. Ὅθεν φησὶν ὁ Κύριος· «Ὃς ἂν ποιήσῃ καὶ διδάξῃ, οὗτος μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν·» οὐκ εἶπεν· «Ὃς ἂν
30ποιήσῃ» μόνον, ἀλλὰ καὶ «διδάξῃ·» εἰ γὰρ ἤρκει πρὸς τελειότητα τὸ ποιῆσαι μόνον καὶ χωρὶς τοῦ διδάξαι ἢ τὸ διδάξαι μόνον ἄνευ τοῦ ποιήσαι μέγαν, οὐκ ἂν ἄμφω συνέζευξε λέγων· «Ὃς ἂν ποιήσῃ καὶ διδάξῃ·» ἅπερ δὴ κατορθώσας αὐτὸς ἀραρότως κἀν
35τούτῳ προσφόρως ἡμῖν ὑπογραμμὸς καὶ τύπος ἄριστος γενόμενος, ἐμαρτύρησεν ὁ μαθητὴς αὐτοῦ λέγων ἐναργῶς· «Ὧν ἤρξατο Ἰησοῦς ποιεῖν τε καὶ διδάσκειν.» Ὁ γὰρ δὴ οὕτω ῥυθμίζων καὶ δια‐ μορφῶν τὴν ψυχὴν οὐ μόνον τῶν θείων νόμων τοὺς
40χαρακτῆρας (70b) ἐκμάττει, ἀλλὰ καὶ τοῦ νομοθέτου ζῶσά τις εἰκὼν γίνεται. Κἀντεῦθέν φησιν ὁ μὲν Ἀπόστολος· «Γίνεσθε μιμηταὶ τοῦ Θεοῦ,» ὁ δὲ Κύριος· «Γίνεσθε μιμηταὶ τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς·» καί· «Ἐὰν μὴ περισσεύσῃ ἡ δικαιοσύνη ὑμῶν πλεῖον τῶν Φαρισαίων καὶ Γραμματέων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐ‐ ρανῶν.»
45(17) Εἰκότως οὖν Πλάτων ὑπεμφαίνων τῶν τελείων τὸ σπάνιον ἔφασκεν· «Οὔ μοι δοκεῖ δυνα‐ τὸν ἀνθρώποις μακαρίοις τε καὶ εὐδαίμοσι γε‐ νέσθαι πλὴν ὀλίγων· μέχρι περ ἂν ζῶμεν, τοῦτο διορίζομαι·» —«ναρθηκοφόροι μὲν γὰρ πολλοὶ,

110

.

417

(50)

φιλόσοφοι δὲ σπάνιοι καὶ ὀλίγοι.» Κάλλιον δὲ πίστις καὶ πρᾶξις τελευτήσαντος τυχεῖν 263 πάν‐
των· ὅθεν ἐπήγαγεν «ἄνδρα ἁπλοῦν καὶ γενναῖον417

110

.

420

κατ’ Αἴσχυλον (οὐ δοκεῖν ἀλλ’ εἶναι ἀγαθὸν ἐθέ‐ λοντα· ἀφαιρετέον δὲ τὸ δοκεῖν. Εἰ γὰρ δόξει δίκαιος εἶναι) ἔσονται τιμαὶ αὐτῷ καὶ δωρεαὶ δοκοῦντι τοιοῦτον εἶναι· ἄδηλον οὖν, εἴτε τοῦ δι‐
5καίου, εἴτε [τῶν] δωρεῶν καὶ τιμῶν εἵνεκα τοιοῦτος εἴη· γυμνωτέος δὴ πάντων πλὴν δικαιοσύνης καὶ ποιητέος ἐναντίως διακείμενος τῷ προτέρῳ μηδὲν γὰρ ἔχων δόξαν ἐχέτω μεγίστης ἀδικίας, ἵνα βε‐ βασανισμένος ᾖ εἰς δικαιοσύνην, τὸ μὴ τέγγεσθαι
10ὑπὸ κακοδοξίας ἢ φιλοδοξίας καὶ ὑπ’ αὐτῆς γιγνο‐ μένων, ἀλλ’ ἔστω ἀμετάστατος μέχρι θανάτου δοκῶν ἄδικος εἶναι διὰ βίου.» Καὶ δὴ καὶ Σωκράτης, ὁ διδάσκαλος αὐτοῦ, πρὸς αὐτὸν ἔφη· «Πότερον τῇ τῶν πολλῶν δόξῃ δεῖ ἡμᾶς πείθεσθαι καὶ φο‐
15βεῖσθαι ταύτην ἢ τὴν τοῦ ἑνὸς, εἴ τις ἔστιν ἐπαΐων ὃν δεῖ καὶ φοβεῖσθαι καὶ αἰσχύνεσθαι μᾶλλον ἢ ξύμπαντας τοὺς ἄλλους; ᾧ εἰ μὴ ἀκολου‐ θήσομεν, δεινῶς λωβησόμεθα· οὐκ ἄρα γε, ὦ βέλτιστε, φροντιστέον ἡμῖν τί ἐροῦσιν ἡμᾶς οἱ πολλοὶ, ἀλλὰ
20τί τὸ ἐπαΐον τῷ δικαίῳ καὶ ἀδίκῳ, ἥτις ἐστὶν ἡ ἀλήθεια.» Ταῦτα δὲ φανερῶς ἐοίκασιν τοῖς ἡμετέροις μᾶλ‐ λον ἱεροῖς καὶ ἀποστολικοῖς λόγοις, ἐν οἷς φησιν ὁ Χριστοφόρος· «Διὰ τῶν ὅπλων τῆς δικαιοσύνης
25τῶν δεξιῶν καὶ ἀριστερῶν, διὰ δόξης καὶ ἀτιμίας, διὰ δυσφημίας καὶ εὐφημίας, ὡς πλάνοι καὶ ἀληθεῖς. ὡς ἀγνοούμενοι καὶ ἐπιγινωσκόμενοι, ὡς ἀποθνήσκον‐ τες καὶ ἰδοὺ ζῶμεν, ὡς παιδευόμενοι καὶ μὴ θανα‐ τούμενοι, ὡς λυπούμενοι, ἀεὶ δὲ χαίροντες, ὡς
30πτωχοὶ, πολλοὺς δὲ πλουτίζοντες, ὡς μηδὲν ἔχοντες καὶ πάντα κατέχοντες.» —Τοιαύτην μὲν οὖν περὶ δικαιοσύνης καὶ θεαρέστου πολιτείας πάνυ Σωκράτης καὶ Πλάτων διδασκαλίαν ἐποιήσαντο, θαυμαστὴν ὄν‐ τως καὶ ἀξιέπαινον τῇ φύσει τῇ λογικῇ τῶν ἀνθρώ‐
35πων συμβαίνουσαν· τὰ γὰρ ἠθικὰ μαθήματα πάντας ἀνθρώπους ἡ φύσις ἐπαίδευσεν· διαπλάσας γὰρ ἀνθρώπων γένος 264 ὁ Θεὸς ἐνέθηκε τῇ φύσει τῶν ἀγαθῶν καὶ τῶν ἐναντίων τὴν διάγνωσιν, ὁ καὶ παιδεύων ἔθνη καὶ διδάσκων ἄνθρωπον γνῶσιν. Διό‐
40περ οὐ μόνον Σωκράτης καὶ Πλάτων καὶ ἄλλοι τινὲς τῶν Ἑλλήνων τὸν ἄδικον ἐβδελύξαντο βίον, ἀλλὰ καὶ (ἄλλοι) πολλοὶ τῶν βαρβάρων· καὶ γὰρ τοὺς Ὑπερβορέους οἰκεῖν μὲν ἐπὶ τὰ Ῥίπαια ὄρη φασὶν, ἀσκεῖν δὲ δικαιοσύνην μὴ κρεωφαγοῦντας, ἀλλὰ
45ἀκροδρύοις καὶ ὕδατι χρωμένους, καὶ τοὺς Βραχ‐ μᾶνας ἐν ταῖς ὕλαις διάγειν, φύλλοις τὸ σῶμα καλύπτοντας καὶ ὑπὲρ ἄνθρωπον ἀσκοῦντας. Καὶ Ἀνάχαρσιν δὲ τὸν Σκύθην, φιλόσοφον (71a) γεγε‐ νῆσθαι λέγουσιν, καὶ οὕτως αὐτὸν ὁ τῆς φιλοσοφίας

110

.

420

(50)

ἐνεπύρωσεν ἔρως, ὡς ὀνομαστότερον διὰ πολλὴν
ἄσκησιν καὶ σωφροσύνην γενέσθαι· οὐ γὰρ μόνον419

110

.

421

γρηγορῶν πρὸς τὰ τῆς ψυχῆς ἠγωνίζετο πάθη σιω‐ πῶν καὶ ἡσυχάζων, ἀλλὰ καὶ καθεύδων τὰ τῆς ἐγκρα‐ τείας καὶ σωφροσύνης ἐδήλου σημεῖα· εἰώθει γὰρ τῇ μὲν λαιᾷ χειρὶ τὰ αἰδοῖα κατέχειν, τῇ δεξιᾷ δὲ
5τὰ χείλη συνέχειν, ὑπεμφαίνων ὡς πολλῷ μείζων ἐστὶν ἡ ἀγωνία τῆς γλώττης καὶ πλείονος ἐπικου‐ ρίας εἰς ἀσφάλειαν δεῖται. (18) Καὶ τὸν Χείρωνα δὲ κένταυρον ἱστοροῦσιν Ἕλληνες δικαιοσύνης καὶ ἁγνείας γενέσθαι διδάσκαλον, ὡς καὶ Ὅμηρος μαρ‐
10τυρεῖ τοῦτον δικαιότατον πεφηνέναι κενταύρων, διὰ πολλὴν δήπουθεν καρτερίαν καὶ ἐγκράτειαν, καὶ σώματος δουλαγωγίαν, καὶ σύμμετρον ἐπιμέλειαν· ὅθεν δὴ Πλάτων αὖθις ἐναργῶς διδάσκων φησίν· «Ἐπιμελεῖσθαι σῶμα δεῖ ψυχῆς εἵνεκεν ἁρμο‐
15νίας,» δι’ οὗ βιοῦν τε ἔστιν καὶ ὀρθῶς βιοῦν καὶ καταγγέλλειν τῆς ἀληθείας τὸ κήρυγμα. Τοῦτο δὲ ὁ θεῖος ἔφη Παῦλος· «Ὑπωπιάζω μου τὸ σῶμα καὶ δουλαγωγῶ·» τουτέστι πρὸς ἄσκησιν καὶ σύστα‐ σιν αὐτὸ μετ’ ἐπιστήμης καὶ φρονήσεως γυμνάζω
20πρὸς τὴν τῶν κρειττόνων συνεργίαν, οὐ πρὸς ἀσέλ‐ γειαν προνοοῦμαι. (Ταύτῃ τοίνυν καὶ παραινεῖ φάσκων· «Ἐνδύσασθε τὸν Κύριον Ἰησοῦν καὶ τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖτε εἰς ἐπιθυμίαν·» οὐ τὴν σύμμετρον καὶ ἀναγκαίαν 265 ἐπιμέλειαν
25τὴν πρὸς σύστασιν ἀπηγόρευσεν, ἀλλὰ τὴν ἀκολασίας μητέρα γαστριμαργίαν, ἐπήγαγεν εἰς ἐπιθυμίας δηλαδὴ βλαβερὰς καὶ ἀνοήτους· οὐ γὰρ τοσαύτην αὐτῷ προσφέρει θεραπείαν ὡς κατασκιρτᾷν τῆς ψυχῆς, ἀλλ’ ἵνα συνεργῇ καὶ καθυπουργῇ τοῖς ἐκεί‐ νοις ἀρίστοις ἐπιτηδεύμασιν.)
30Συμπεφώνηκε τοίνυν κἀν τούτοις ὁ Πλάτων εὖ μάλα τοῖς ἡμετέροις, τὴν ἀναγκαίαν καὶ δέουσαν ἐπιμέλειαν ποιεῖσθαι παρεγγυήσας τοῦ σώματος· ὑπέδειξε πάλιν καὶ διεσάφησεν (καὶ) ὅπως ἄρ‐ χεται καὶ αὔξεται τῆς φαύλης ἐπιθυμίας καὶ κα‐
35κίστης συνηθείας τὸ πάθος, φάσκων οὕτως· «Ἀρχὴ μὲν ἔρωτος ὅρασις, αὔξει δὲ τὸ πάθος ἐλπὶς, τρέφει δὲ μνήμη, τηρεῖ δὲ συνήθεια·» διὸ καὶ Σωκράτης τὰ βλέμματα καὶ τὰ φιλήματα τῶν εὐμόρφων ὡς χαλεπώτερον σκορπίων [καὶ ὄψεων] ἰὸν ἐνιέναι
40ἀποφεύγειν ἐδίδασκεν. Ὅθεν ἰδών τινα φιλήσαντα νέιν εὔοπτον· «Οὗτος, ἔφη, ῥᾳδίως ἂν καὶ εἰς μαχαίρας κυβιστήσειεν καὶ εἰς πῦρ ἐμπέσειεν,» ὁ τοσαύτην δηλονότι πυρὰν ἐν αὐτῷ κατατολμήσας ἀνάψαι. Διογένης δὲ θεασάμενος μειράκιον ἀσελ‐
45γέστερον ἢ κατὰ ἄνδρα κεκοσμημένον, εἶπεν· «Εἰ μὲν πρὸς ἄνδρας, ἀτυχεῖς, εἰ δὲ πρὸς γυναῖκας, ἀδικεῖς.» Θηρῶσι διὰ τοῦ καλλωπισμοῦ οἱ μὲν ἄνδρες τὰς γυναῖκας καὶ οἱ ἀνδρόγυνοι τοὺς ἄνδρας· καὶ μέντοι καὶ Ἀρκεσίλαος εὐμόρφου ἤρα παιδὸς

110

.

421

(50)

καὶ βουλόμενος αὐτὸν φιλῆσαι, διεκώλυεν ἑαυτὸν
φεύγων τὴν βλάβην. Ὁ δὲ Ἀλέξανδρος οὐδὲ ἰδεῖν421

110

.

424

τὰς Δαρείου θυγατέρας ἠνέσχετο εὐειδεῖς ἄγαν καὶ παρθένους οὔσας, αἰσχρὸν εἰπὼν εἶναι καὶ λίαν ἄτοπον τὸν ἄνδρας ἑλόντα ὑπὸ γυναικῶν ἡττηθῆ‐ ναι. Καὶ Κῦρος, ὁ Περσῶν βασιλεὺς, οὐδὲ θεά‐
5σασθαι κόρην τινὰ θαυμασίαν ἀφορισθεῖσαν αὐτῷ καὶ ἀμήχανον κάλλος (71b) ἔχειν μαρτυρουμένην κατεδέξατο, ἀλλά γε καὶ τῷ ὁρῶντι συνεχῶς καὶ μηδὲν ἐκ τούτου πάσχειν δεινὸν λέγοντι παρῄνει μήτε λέγειν τοῦτο μήτε πράττειν. «Τὸ μὲν γὰρ
10πῦρ φησιν τοὺς πλησίον ὄντας καίειν, τὸ 266 δὲ κάλλος καὶ τοὺς πόῤῥωθεν ἑστῶτας. Ἐπεὶ οὖν ἐκ τοῦ ὁρᾷν τὸ ἐρᾷν τίκτεται, καὶ ἐκ τοῦ ἐρᾷν ἡ συγκατάθεσις γίνεται, καὶ ἐκ τῆς συγκαταθέσεως ἡ πρᾶξις τελεῖται, διὰ τοῦτο ὁ Χριστὸς τὸν ἀκο‐
15λάστως ἑστιῶντα τὰς ὄψεις μοιχὸν ἔκρινεν, οὐ τὴν πρᾶξιν μόνον, ἀλλὰ καὶ ἔννοιαν ἀναστέλλων. (Ὅπερ οὖν Ἀμβακοὺμ αἰνιττόμενος ἔλεγε· «Κα‐ θαρὸς ὁ ὀφθαλμός σου τοῦ μὴ ὁρᾷν πονηρὰ καὶ ἐπι‐ βλέπειν ἐπὶ πόνους ὀδύνης.») Ἔτι δὲ πάλιν Σω‐
20κράτης φυλάττεσθαι σφόδρα καὶ παρατηρεῖσθαι τὴν ἀκρασίαν διδάσκων ἔφη, μὴ πεινῶντας λίαν ἐσθίειν καὶ μὴ διψῶντας πολλὰ πίνειν. Καὶ γὰρ ὁ Κύριος ἐμακάρισε τοὺς τοιούτους (φάσκων· «Μακάριοι οἱ πτωχοὶ, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν· μακάριοι οἱ πεινῶντες νῦν καὶ διψῶν‐
25τες, ὅτι χορτασθήσεσθε· καὶ μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε»). (19) Ποῦ τοίνυν εἰσὶν οἱ τὸν ἁβροδίαιτον καὶ τρυ‐ φηλόν τε καὶ ἀνειμένον μεταδιώκοντες βίον, καὶ ὥσπερ ἐπ’ ἐξουσίας τὸν κόσμον ἔχοντες ἀδεῶς πάντα, λοιπὸν μεθ’ ἡδονῆς, καὶ γέλωτος, καὶ αἰσχρολογίας,
30καὶ διαχύσεως, καὶ ἀφοβίας Θεοῦ χρῶνται πρὸς κό‐ ρον, καὶ τρυφῆς αὐτοῖς καιρὸς ἅπας, τῇ γὰρ ὀρέξει τὸν καιρὸν ὁρίζονται· κἂν ἕωθεν ἡ πείνα προσβάλλῃ, παραυτίκα τὴν τροφὴν προσφέρουσιν· οὐ γὰρ ὥρισται τοῦτο μὲν ἐσθίειν, ἐκεῖνο δὲ παραιτεῖσθαι, ἀλλὰ
35πάντων ἀκρατῶς καὶ ἀδιαφόρως καὶ ἀπερισκέπτως ἀπολαύσουσιν ὡς τραπεζολάτραι καὶ κοιλιόδουλοι, ἥτις γε τράπεζα εἰκότως ἂν κληθείη κυρίως καθέδρα λοιμῶν καὶ ἀλόγων φάτνη. Εἰ γὰρ μὴ ἐκ πολλῆς ἀλογίας καὶ ἀπροσεξίας ἀπεκτηνώθησαν, ἐπιλαθό‐
40μενοι τὸν συνιόντα εἰς πάντα τὰ ἔργα ἡμῶν καὶ μέχρι ψιλοῦ ῥήματος καὶ ἐνθυμήματος δίκας εἰσ‐ πράττειν, οὐκ ἂν δήπουθεν μετὰ φλυαριῶν, καὶ κακονοίας, καὶ γέλωτος, καὶ βλασφημίας τὴν θεόσδο‐ τον τροφὴν μετελάμβανον, ἀμνημονήσαντες τοῦ λέ‐
45γοντος, ὅτι καὶ «ὑπὲρ ἀργοῦ λόγου λόγον δώ‐ σομεν ἐν ἡμέρᾳ κρίσεως καὶ ἀπολογίας, καὶ ἐκ τῶν λόγων ἡμῶν τῶν φαύλων κατακριθησόμεθα·» καί· «Ἐκ τοῦ στόματός σου κρινῶ σε, πονηρὲ δοῦλε.» 267 (20) Οὐκοῦν ἐματαιώθησαν ἐξ ἐπιμέτρου

110

.

424

(50)

σφόδρα τινὲς τῶν ἀφελεστέρων κοσμικῶν, φάσκοντες ἐπὶ καταστροφῇ τῶν ἀκουόντων καὶ πειθομένων αὐ‐
τοῖς, ὅτι φησὶ, Μοναχοῖς μόνοις ὁ ἀπεχθέστερος423

110

.

425

καὶ βαρύτερος μὲν δέδοται ζυγὸς, κοσμικοῖς δὲ ὁ ἐλαφρότατος καὶ ἀνειμένος· ἔδει γὰρ τοὺς ἀσυνέ‐ τους συνιδεῖν ὅπερ καὶ ὁ παλαιὸς νόμος τοῖς πάλαι Ἰουδαίοις ἀδιαστόλως ἐνομοθέτησεν, μικροῖς τε καὶ
5μείζοσιν, καὶ ἡ παράβασις ἐπικίνδυνος ἄγαν καὶ ὀλέθριος· διό φησιν ὁ Δαυίδ· «Ἐπικατάρατοι οἱ ἐκκλίνοντες ἀπὸ τῶν ἐντολῶν σου, Κύριε.» Καὶ ὁ τῆς χάριτος ὁμοίως ἐξ ἴσου τεθέσπισται καὶ ἄρχουσι καὶ ἰδιώταις, πλουσίοις καὶ πένησι, καὶ ἁπλῶς κο‐
10σμικοῖς τε πᾶσι καὶ μοναχοῖς, τοῦ οὖν Κυρίου καὶ Θεοῦ ἡμῶν λέγοντος· «Μακάριοι οἱ πεινῶντες ὅτι χορτασθήσεσθε,» καί· «Μακάριοι οἱ κλαίοντες, ὅτι γελάσονται,» καί· «Οὐαὶ ὑμῖν τοῖς πλουσίοις, ὅτι ἀπέχετε τὴν παράκλησιν (72a) ὑμῶν,» καί.
15«Οὐαὶ οἱ ἐμπεπλησμένοι, ὅτι πεινάσετε,» καὶ· «Εἴ τις ἔρχεται πρός με, καὶ οὐ μισεῖ τὸν πατέρα αὐτοῦ, καὶ τὴν μητέρα, καὶ τὴν γυναῖκα, καὶ τὰ τέκνα, καὶ τοὺς ἀδελφοὺς, ἔτι δὲ καὶ τὴν ἑαυτοῦ ψυ‐ χὴν, οὐκ ἔστι μου ἄξιος·» καί· «Πᾶς ὃς οὐκ
20ἀποτάσσεται πᾶσι ταῖς ὑπάρχουσιν αὐτοῦ, οὐ δύ‐ ναταί μου εἶναι μαθητής·» καὶ· «Σπουδάσατε εἰσελθεῖν διὰ τῆς στενῆς πύλης, ὅτι πλατεῖα ἡ πύλη καὶ εὐρύχωρος ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ἀπώλειαν, καὶ πολλοί εἰσιν οἱ διερχόμενοι δι’ αὐτῆς·» καί· «Τί
25στενὴ ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωὴν, καὶ ὀλί‐ γοι εἰσὶν οἱ εὑρίσκοντες αὐτήν.» Ταῦτα δὴ, ταῦτα καὶ τὰ τούτοις παραπλήσια πάντα οὐ πρὸς μοναχοὺς εἴρηται, ἀλλὰ καὶ πρὸς κοσμικοὺς, καὶ βιωτικοὺς, καὶ τὸν πρόσυλον καὶ γεώδη βίον ἐπανῃρημένους·
30ἐπεὶ ἂν ἄρα πρὸς μοναχοὺς καὶ μόνον ἐῤῥέθη, ἐλεει‐ νότεροι πάντων ἀνθρώπων εἰσὶν οἱ κοσμικοὶ, τοιού‐ των μακαρισμῶν καὶ θείων ἐντολῶν ἀπεστερημένοι· εἰ δέ γε κοινὸς ὁ νόμος καὶ ὁ ζυγὸς, κοινὸς καὶ ὁ μακαρισμὸς, καὶ ὁ ταλανισμὸς, καὶ ὁ βασανισμὸς,
35εὔδηλον ὅτι οἱ καὶ ἀναγινώσκοντες οὐκ ἐπιγινώσκου‐ σιν τὸ παράπαν, ἐπεὶ οὐκ ἂν τοὺς 268 ἀναιτίους καὶ θεοφιλεῖς μοναχοὺς κατεδίκαζον ἐπ’ ὀλέθρῳ τῆς καὶ γνώμης ἀγνώμονος. (21) Ἐπὶ Κλαυδίου Ἀγρίππας ὁ καὶ «Ἡρώ‐
40δης ἀνεῖλε Ἰάκωβον τὸν ἀδελφὸν Ἰωάννου μαχαίρᾳ,» καὶ Πέτρον «ἔθετο ἐν φυλακῇ» ὡς ἀναιρήσων αὐτόν. (22) Σίμων δὲ ὁ μάγος τὸν Χριστιανισμὸν ἀπο‐ βαλλόμενος καὶ μάγοις προσομιλήσας, ἐν Ῥώμῃ κατ‐
45ελθὼν ὡς θεὸς ἐτιμᾶτο καὶ ἐσέβετο διὰ τὰς ὑπ’ αὐ‐ τοῦ γοητείας. (23) Πέτρου δὲ διὰ ταῦτα ἐπιδημή‐ σαντος τῇ Ῥώμῃ, ἡ μὲν τοῦ Σίμωνος κατελύθη καὶ ἀπέσβη καὶ παραχρῆμα σὺν αὐτῷ καταλέλυται δύ‐ ναμις· παρακλήσει δὲ ἁπάντων Μάρκον προετρέψατο

110

.

425

(50)

Πέτρος [ἐκ] τῆς διὰ λόγου διδαχῆς Ῥωμαίοις τὸ Εὐαγγέλιον γράψαι· ὁ δὴ Μάρκος καὶ ἐν τῇ Αἰγύπτῳ στείλας, πρῶτος ἐπίσκοπος καὶ κήρυξ Ἀλεξανδρείας
καθίσταται.425

110

.

428

(24) Ἀγρίππας δὲ λαμπρὰν καὶ χρυσοϋφῆ ἐσθῆτα περιβαλλόμενος καὶ δημηγορήσας Ἰουδαίοις, τῶν δὲ φησάντων· «Θεοῦ φωνὴ καὶ οὐκ ἀνθρώπου,» ἡσθεὶς ἐπὶ τούτῳ, αὐτίκα παρ’ ἀγγέλου ῥομφαίᾳ πλη‐
5γεὶς τελειοῦται. ΡΚʹ. Βασιλεία Νέρωνος. (1) Μετὰ δὲ Κλαύδιον ἐβασίλευσε Νέρων, υἱὸς αὐτοῦ, ἔτη ιδʹ, ὃς τὴν μητέρα καὶ τὴν μνηστὴν ἀν‐ ελὼν, εὐνοῦχον ἔγημεν. Οὗτος ἀνεῖλε τοὺς ἁγίους
10ἀποστόλους Πέτρον καὶ Παῦλον, πολλοὺς δὲ τῶν πρὸς γένους καὶ ἑτέρους πολλοὺς τῶν 269 πρώτων τῆς συγκλήτου ἀπώλεσε. ΡΚΑʹ. Περὶ τοῦ κυνὸς Σίμωνος. (2) Ἐφ’ οὗ Σίμων ὁ μάγος ἐν Ῥώμῃ πολλὰ ση‐
15μεῖα διὰ γοητείας (καὶ φαντασίας τινὸς) ἐκτελῶν καὶ ἑαυτὸν θεὸν ὀνομάζων, καὶ τοῦ μεγάλου ἀπο‐ στόλου Πέτρου τὴν Ῥώμην καταλαβόντος, εὗρε κύνα παμμεγέθη δεδεμένον ἁλύσεσιν ἐν τῷ πυλῶνι, ὃν ὁ Σίμων δεσμεύσας, ἐκώλυε πάντας
20οὓς οὐκ ἤθελε, πρὸς αὐτὸν εἰσιέναι. Καὶ τοῦτο ἦν πρῶτον θαῦμα Πέτρου ἐν τῷ μέλλειν πρὸς Σίμωνα εἰσέρχεσθαι. Ὁ γὰρ Πέτρος ἰδὼν τὸν κύνα οὕτω μέ‐ γαν καὶ ἀπηγριωμένον, καὶ μαθὼν ὅτι πολλοὺς ἀνεῖ‐ λεν ἐπιχειρήσαντας εἰσελθεῖν πρὸ τῆς ἐπιτροπῆς
25Σίμωνος, κρατήσας ἔλυσεν αὐτὸν λέγων· «Εἴσελθε πρὸς Σίμωνα καὶ εἰπὲ αὐτῷ ἀνθρωπίνῃ φωνῇ· Πέ‐ τρος, ὁ δοῦλος Χριστοῦ, εἰσελθεῖν πρὸς σὲ θέλει.» Καὶ τοῦ κυνὸς δρομαίως (72b) εἰσελθόντος καὶ οὕτως λαλήσαντος κατεπλάγησαν οἱ μετὰ Σίμωνος λέγον‐
30τες· «Τίς ἐστι Πέτρος, καὶ τίς ἡ τοσαύτη δύνα‐ μις αὐτοῦ;» Πρὸς οὕς φησιν ὁ Σίμων· «Τοῦτο ὑμᾶς μὴ ξενιζέτω, ὅπερ κἀγὼ ποιήσω.» Καὶ προσ‐ καλεσάμενος τὸν κύνα καὶ ὡσαύτως προστάξας εἰπεῖν ἀνθρωπίνῃ φωνῇ τῷ Πέτρῳ εἰσελθεῖν, καὶ
35τοῦτο ποιήσας πάλιν ὁ κύων, εἰσῆλθε Πέτρος πρὸς Σίμωνα. Καὶ συμβαλὼν μετ’ αὐτοῦ Σίμων εἰς θαυ‐ ματουργίαν, ἐνίκησε Πέτρος ἰάσεις ποιῶν· καὶ πολ‐ λοὶ πιστεύσαντες ἐβαπτίσθησαν. Καὶ ἦν ἐν τῇ Ῥώ‐ μῃ ταραχὴ πολλὴ καὶ σύγχυσις ἕνεκα Πέτρου
40καὶ Σίμωνος, ὅτι κατέναντι ἀλλήλων ἐποίουν θαῦ‐ μα. Ἅπερ (μαθὼν Ἀγρίππας) ὁ ὕπαρχος ἀνήγαγε τῷ βασιλεῖ Νέρωνι λέγων· «Δύο τινές εἰ‐ σιν ἄνδρες ἐν τῇ πόλει θαυματοποιοῦντες ἀπέν‐ αντι ἀλλήλων. Καὶ ὁ μὲν λέγει ἑαυτὸν εἶναι τὸν
45Χριστὸν, ὁ δὲ ἄλλον εἶναι, τὸν ἐσταυρωμένον Ἰη‐ σοῦν, οὗ καὶ μαθητὴν εἶναι ἑαυτὸν διισχυρίζεται.»
Οὓς κελεύσας ὁ Νέρων ἀχθῆναι κατενώπιον αὐτοῦ,427

110

.

429

λέγει πρὸς Σίμωνα· «Σὺ εἶ ὃν λέγουσι Χριστόν;» Ὁ δέ φησιν· «Ἐγώ εἰμι.» Ὁμοίως δὲ καὶ τὸν Πέ‐ τρον ἐπερωτήσαντος, εἰ 270 ἀληθῶς ἐστιν ὁ Χρι‐ στός· «Οὐκ ἔστιν οὗτος· μὴ γένοιτο,» ἀπεκρίθη
5Πέτρος· «ἐγὼ γάρ εἰμι ἐκείνου μαθητὴς τοῦ σταυ‐ ρωθέντος καὶ ἀναστάντος, καὶ εἰς οὐρανοὺς ἀναληφθέντος.» Ὁ δὲ Νέρων ὡς τερατολόγους ἀμφοτέρους εὐθὺς ἀτίμως αὐτοὺς ἐκ προσώπου αὐτοῦ θᾶττον ἐξήλασεν, οἳ καὶ διάγοντες ἐν Ῥώμῃ
10ἐποίουν θαύματα κατέναντι ἀλλήλων. Μιᾷ γοῦν τῶν ἡμερῶν προστάξαντος τοῦ Σίμωνος ἀχθῆναι αὐ‐ τῷ ταῦρον παμμεγέθη, ἐλάλησεν εἰς τὸ οὖς αὐτοῦ, καὶ παρευθὺ τέθνηκεν ὁ ταῦρος. Ὁ δὲ Πέτρος εὐ‐ ξάμενος ἀνέστησεν αὐτόν. Οἱ δὲ λαοὶ ἰδόντες ἐθαύ‐
15μασαν λέγοντες· «Ἀληθῶς τὸ ζωογονῆσαι ὑπὲρ τὸ θανατῶσαι μεῖζόν ἐστι θαῦμα.» Καὶ μέντοι καὶ ἄλλα σημεῖα πολλὰ ἐποίησαν (καὶ λόγους δογματι‐ κοὺς ἐλάλησαν ἀπέναντι ἀλλήλων) οὐ μόνον ἐν Ῥώμῃ, ἀλλὰ καὶ ἐν Συρίᾳ πρότερον, ἅτινα Κλήμης ὁ Ῥω‐
20μαῖος καὶ πάνσοφος μαθητὴς Πέτρου καὶ συνέκδη‐ μος (ἐπεξεργαστικοτέρως) διηγήσατο οὕτως λέ‐ γων· (3) «Τοῦ μακαρίου Πέτρου τοῦ ἀποστόλου διδάσκοντος τὸν λαὸν σέβεσθαι καὶ προσκυνεῖν τὸν ἐπὶ πάντων μόνον Θεὸν ἀληθινὸν,» ὁ Σίμων ἔξω τοῦ
25ὄχλου ἑστὼς ἐξεβόησεν· «Τί ψευδόμενος ἀπατᾷν θέ‐ λεις (τοὺς ἀνθρώπους καὶ) τὸν παρεστῶτά σοι ἰδιώτην ὄχλον, πείθων αὐτὸν, θεοὺς μήτε νομίζειν μήτε εἶναι, καίπερ τῶν παρ’ Ἑβραίοις βίβλων λε‐ γουσῶν πολλοὺς θεοὺς εἶναι; Πλὴν οὖν περὶ οὗ
30ἔφης Θεοῦ δείξας ἐγὼ μὴ αὐτὸν εἶναι τὸν ἀνωτάτω καὶ παντοδύναμιν Θεὸν, καθὸ ἀπρόγνωστός ἐστι, καὶ ἀτελὴς καὶ ἐνδεὴς, καὶ οὐκ ἀγαθὸς καὶ πολλοῖς —ὑποκείμενος πάθεσι, κατὰ τὴν ὑμετέραν Γρα‐ φὴν, ἕτερος πάντως περιλείπεται προγνωστικὸς, τέ‐
35λειος, ἀνενδεὴς, ἀγαθὸς καὶ παντὸς πάθους ἀπηλ‐ λαγμένος, ὃν δὲ σὺ φὴς 271 δημιουργὸν καὶ ὑπέρ‐ θεον, τοῖς ἐναντίοις ἀντικείμενος εὑρίσκεται. Αὐτίκα γοῦν ὁ καθ’ ὁμοίωσιν αὐτοῦ γενόμενος Ἀδὰμ καὶ τυφλὸς κτίζεται, καὶ γνῶσιν ἀγαθοῦ ἢ κα‐
40τοῦ μὴ ἔχων, παραβάτης εὑρίσκεται, καὶ τοῦ πα‐ ραδείσου ἐκβάλλεται, καὶ θανάτῳ καταδικάζεται, ὁμοίως τε ὁ πλάσας αὐτὸν ἐπεὶ μὴ πανταχοῦ παρῇ, ἐπὶ τῇ τῶν Σοδόμων καταστροφῇ λέγει·
«Καταβὰς ὄψομαι εἰ κατὰ τὴν κραυγὴν αὐτῶν τὴν429

110

.

432

ἐρχομένην πρός με συντελοῦνται, εἰ δὲ μὴ, ἵνα γνῶ·» καὶ ἑαυτὸν ἀγνοοῦντα δείκνυσιν. Καὶ τὸ εἰ‐ πεῖν περὶ τοῦ Ἀδάμ· «Ἐκβάλωμεν αὐτὸν, μήπως ἐκ‐ τείνας (73a) τὴν χεῖρα αὐτοῦ ἅψηται τοῦ ξύλου τῆς
5ζωῆς καὶ φαγὼν ζήσεται εἰς τὸν αἰῶνα·» ἀγνοοῦν‐ τος καὶ φθονοῦντός ἐστι σύμβολον, ὥσπερ καὶ τό· «Ἐνεθυμήθη ὁ Θεὸς, ὅτι ἐποίησε τὸν ἄνθρωπον,» με‐ ταμελείας ἐστὶ καὶ ἀγνοίας τεκμήριον τῶν μελλόν‐ των. Καὶ τό· «Ὠσφράνθη Κύριος ὀσμὴν εὐωδίας,»
10ἐνδεοῦς ἐστι σημεῖον, ὡς καὶ τὸ πειράζειν τὸν Ἀβ‐ ραὰμ καὶ ἄλλους, οὐκ ἀγαθοῦ ἐστιν ἀπόδειξις καὶ τὸ τέλος τῆς ὑπομονῆς (μὴ) προειδότος.» —Ὁ δὲ Πέ‐ τρος ἔφη πρὸς τὸν Σίμωνα· «Εἰ τυφλὸς ἐπλάσθη ὁ Ἀδὰμ, ὡς λέγεις, πῶς ἐντελλόμενος αὐτῷ ὁ
15Θεὸς ἐδείκνυεν αὐτῷ λέγων· Ἀπὸ δὲ τοῦ [ξύλου τοῦ] γινώσκειν καλὸν καὶ πονηρὸν οὐ φάγεσθε.» — Καὶ ὁ Σίμων φησί· «Τυφλὸς ἦν ὁ νοῦς αὐτοῦ.» Καὶ ὁ Πέτρος· «Πῶς τὸν νοῦν τυφλὸς ἦν ὁ, πρὸ τοῦ γεύσασθαι τοῦ φυτοῦ, προσφόρως πᾶσι τοῖς ζώοις
20ἐπιθεὶς ὀνόματα;» —ὅτι γὰρ καὶ τοὺς τῆς ψυχῆς καὶ τοῦ σώματος ὀφθαλμοὺς εἶχεν ἀνεῳγμένους, καὶ βλέποντες ἦσαν ὅ τε Ἀδὰμ καὶ ἡ Εὔα, δῆλον. «Ἰδοῦσα γὰρ, φησὶν, ἡ γυνὴ, ὅτι καλὸν τὸ ξύλον εἰς βρῶσιν καὶ ἀρεστὸν τοῖς ὀφθαλμοῖς ἰδεῖν καὶ
25ὡραῖον (ἐστὶ) τοῦ κατανοῆσαι, λαβοῦσα τοῦ καρ‐ ποῦ αὐτοῦ ἔφαγε καὶ ἔδωκε καὶ τῷ ἀνδρὶ αὐτῆς (μετ’ αὐτῆς).» Εἰ οὖν καλὸν θεασάμενοι τὸ δένδρον καὶ τὸν 272 καρπὸν ἔφαγον, εὔδηλον ὅτι καὶ πρὸ τῆς τοῦ καρποῦ βρώσεως, γνῶσιν μὲν εἶχον καλοῦ
30τε καὶ κακοῦ, καὶ ὄψιν ὀξυδερκεστάτην ὁρᾷν ἕκα‐ στα δυναμένην. Οὐκοῦν ὡς μετὰ τὴν βρῶσιν καὶ τὴν παράβασιν ἀναβλεψάντων, εἴρηται τό· «Διηνοίχθησαν αὐτῶν οἱ ὀφθαλμοί·» δείκνυνται γὰρ καὶ πρὸ τῆς βρώσεως ὁρῶντες, ὡς ἔφην· ἀλλ’, ὡς
35τὸ ἀπειρόκακον ἀποθεμένων διὰ τῆς παραβάσεως, ὃ καὶ τὴν γνῶσιν ἀδιάφορον παρέσχεν, ἐῤῥέθη, ὅτι «Διηνοίχθησαν αὐτῶν οἱ ὀφθαλμοί·» πέφυκε γὰρ ὁ ὀφθαλμὸς ὑπὸ τοῦ λογισμοῦ διεγείρεσθαι πρὸς ἃ βλέ‐ πει, διότι σύνεσιν αὐτὸς καθ’ ἑαυτὸν οὐκ ἔχει· κἀν‐
40τεῦθεν πολλάκις πρὸς ἕτερα, τῆς διανοίας ἀσχολου‐ μένης, τυφλοῦ δίκην ἔσθ’ ὅτε παρερχόμεθα καὶ τὰ πάνυ γνώριμα, καὶ ἐπειδὰν ἐγκληθῶμεν, τῇ ἀ‐ σχολίᾳ τοῦ λογισμοῦ τὸ αἴτιον ἀνατιθέντες ἀπολογού‐ μεθα· οὕτω καὶ ὁ Ἀδὰμ καὶ ἡ Εὖα τῇ αἰσθήσει
45τοῦ νοῦ πρὸς τὴν ὄψιν διηγέρθησαν· τὸ γὰρ, «Διηνοί‐ χθησαν (αὐτῶν) οἱ ὀφθαλμοὶ καὶ ἔγνωσαν ὅτι γυμνοὶ ἦσαν», ἀποκάλυψιν δηλοῖ τὴν ἐγγενομένην τῷ λο‐ γισμῷ, οὐκ ἀνάβλεψιν ὀφθαλμοῦ, ὥστε τὴν μετὰ τὴν ἁμαρτίαν αἴσθησιν οὕτω κέκληκεν ἡ Γραφή· παρευ‐

110

.

432

(50)

θὺ γὰρ μετὰ τὴν ἁμαρτίαν τὸ συνειδὸς πλήττεται.
—Καὶ ὁ Σίμων φησίν· «Εἰ πρόγνωσιν εἶχεν ὁ Ἀδὰμ,431

110

.

433

διὰ τί οὐ προέγνω τὴν διὰ τοῦ ὄφεως καὶ τῆς γυ‐ ναικὸς ἀπάτην;» —Καὶ ὁ Πέτρος· «Εἰ πρόγνω‐ σιν οὐκ εἶχεν, πῶς τοῖς υἱοῖς αὐτοῦ πρὸς τὰς ἑπο‐ μένας πράξεις, ἅμα τῷ γεννηθῆναι, ἐπέθηκεν
5ὀνόματα; Τὸν γὰρ πρωτότοκον ὠνόμασε Κάϊν, ὅ ἐστι ζῆλος, ὃς [καὶ] ζηλώσας ἀνεῖλε τὸν ἀδελφὸν αὐτοῦ Ἄβελ, ὃ ἑρμηνεύεται πένθος· ἐπ’ αὐτῷ γὰρ πρώτῳ φονευθέντι ἐπένθησαν οἱ γονεῖς. Εἰ δὲ Ἀδὰμ, ἔργον Θεοῦ καὶ ποίημα, πρόγνωσιν εἶχεν, πολλῷ μᾶλλον
10ὁ δημιουργήσας αὐτὸν Θεός· ὅτι γὰρ ὄντως προ‐ γινώσκει ὁ Θεὸς, φησὶ πρὸς τὸν Ἀβραάμ· «Γι‐ νώσκων γίνωσκε, ὅτι πάροικον ἔσται τὸ σπέρ‐ μα σου ἐν γῇ ἀλλοτρίᾳ, καὶ δουλώσουσιν αὐτὸ ἔτη υʹ, τὸ δὲ ἔθνος, ᾧ ἐὰν (73b) δουλεύσωσι, κρινῶ
15ἐγώ. Μετὰ δὲ ταῦτα ἐξελεύσονται ὧδε μετὰ 273 ἀποσκευῆς πολλῆς· σὺ δὲ ἀπελεύσῃ πρὸς τοὺς πατέρας σου μετ’ εἰρήνης, ταφεὶς ἐν γήρει καλῷ· τετάρτῃ δὲ γενεᾷ ἀποστραφήσονται ὧδε· οὔπω γὰρ ἀναπεπλήρωνται αἱ ἁμαρτίαι τῶν
20Ἀμοῤῥαίων ἕως τοῦ νῦν.» Τί δέ; οὐχὶ Μωϋσῆς καὶ οἱ λοιποὶ προφῆται τὰ ἁμαρτήματα τοῦ Ἰσραὴλ καὶ τὴν ἀπείθειαν αὐτοῦ (τὴν) πρὸς τὸν Χριστὸν καὶ εἰς τὰ ἔθνη πάντα διασπορὰν αὐτοῦ προεδήλω‐ σαν; Εἰ δὲ Μωϋσῆς καὶ οἱ ἄλλοι προφῆται ἐκ τῆς
25τοῦ Θεοῦ χάριτος τὰ μέλλοντα προεγίνωσκον, πῶς αὐτὸς ὁ ἐν αὐτοῖς λαλήσας Θεὸς οὐ προγινώσκει τὰ μέλλοντα; Ὥστε οὖν οἰκονομικῶς εἴρηται τὸ, «Ἐν‐ εθυμήθη,» τουτέστιν μετεμελήθη, καὶ τὸ, «Καταβὰς ὄψομαι,» καὶ μέν γε καὶ τὸ, «Ἐπείραζε τὸν Ἀβρα‐
30ὰμ,» καὶ, «Ὠσφράνθη,» καὶ ὅσα τοιαῦτα, συγκα‐ ταβατικῶς διὰ τὴν ἀσθένειαν ἡμῶν λέλεκται, ἐκεὶ ὅτι γε θυσιῶν οὐκ ὀρέγεται, διὰ τοῦ προφήτου Δαυὶδ ὑπεμφαίνει λέγων· «Μὴ φάγομαι κρέατα ταύρων, ἢ αἷμα τράγων πίομαι;» Ὅθεν ὁ ἐξ αὐτοῦ
35πρὸ τῶν αἰώνων γεννηθεὶς καὶ ἐπ’ ἐσχάτων ἐκ τῆς Παρθένου διὰ τὴν ἡμετέραν σωτηρίαν τεχθεὶς ταῦτα καὶ τὰ τοιαῦτα ὥσπερ διερμηνεύων τοῖς. ἀγνοοῦσιν ὅτι ὁ Θεὸς καὶ Πατὴρ πάντων προγινώσκει, ἔλεγεν· «Οἶδε γὰρ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος, ὅτι χρῄζετε
40τούτων ἁπάντων, πρὶν αὐτὸν αἰτήσασθαι.» Καὶ τοῖς νομίζουσιν ὅτι μὴ πάντα βλέπει, ἔφασκε· «Προσεύχεσθε ἐν τῷ κρυπτῷ, καὶ ὁ Πατὴρ ὑμῶν ὁ βλέπων ἐν τῷ κρυπτῷ, ἀποδώσει ἐν τῷ φανερῷ.»
Καὶ τοῖς οἰομένοις αὐτὸν μὴ ἀγαθὸν εἶναι, ἐπέ‐433

110

.

436

πληττε λέγων· «Εἰ οὖν ὑμεῖς, πονηροὶ ὄντες, οἴ‐ δατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος δώσει ἀγαθὰ τοῖς αἰτοῦσιν αὐτόν;» —«Καὶ τοῖς δοκοῦσιν αὐτὸν θυσιῶν
5ὀρέγεσθαι, διηγόρευσεν ὁ Θεός· Ἔλεον θέλω καὶ οὐ θυσίαν. Καὶ τοῖς ὑπολαμβάνουσι κακὸν αὐ‐ τὸν εἶναι παραινῶν ἐβόα· 274 «Γίνεσθε οἰκτίρμο‐ νες, ὡς ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος.» —Διὰ δὲ τοὺς ἀπατωμένους καὶ ὑπολαμβάνοντας πολλοὺς θεοὺς
10ὑπάρχειν ἔφη· «Ἵνα γινώσκωσί σε τὸν μόνον ἀλη‐ θινὸν Θεὸν καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν· καί· «Ἐξομολογοῦμαί σοι, Πάτερ, Κύριε τοῦ οὐ‐ ρανοῦ καὶ τῆς γῆς.» Καὶ μέντοι πρὸς τὸν ἐρωτή‐ σαντα Γραμματέα· «Ποία ἐστὶ πρώτη πάντων
15ἐντολῶν;» ἀπεκρίθη· «Ἄκουε, Ἰσραὴλ, Κύριος ὁ Θεός σου, Κύριος εἷς ἐστιν.» (4) Ὁ δὲ Σίμων συν‐ ιδὼν, ὅτι Πέτρος αὐτὸν συνάγει (ἐν) ταῖς Γραφαῖς —εἰς τὸν περὶ Θεοῦ λόγον ἐξετασμὸν γενέσθαι μὴ θελήσας, ἀνεχώρησε μετὰ πολλῆς αἰσχύνης καὶ ἥτ‐
20της· ἦν γὰρ ὁ ἐξάγιστος πολύπειρος μὲν ἐν ταῖς πνευματικαῖς διδασκαλίαις, καὶ γὰρ οὕτως ἦν ἐξησκημένος ἐν ταῖς μαγείαις καὶ μεθοδείας τοῦ Σατᾶν, ὡς οὐκ ἄλλος τις τῶν πρὸ αὐτοῦ, σχεδὸν ἐπὶ ταῖς διαβολικαῖς ἐπινοίαις καὶ κακουργίαις
25διαβεβοημένος—«ἀνδριάντας γὰρ ἐποίει περι‐ πατεῖν, (καὶ) εἰς πῦρ κυλιόμενος οὐκ ἐκαίετο, εἰς ἀέρα ἵπτατο, καὶ ἐκ λίθων ἄρτους ἐποίησε· δράκων ἐγίνετο, καὶ εἰς ἕτερα ζῶα μετεμορφοῦτο, διπρόσ‐ ωπος ἐγίνετο, (καὶ) εἰς χρυσὸν μετεβάλετο, θύρας
30κεκλεισμένας καὶ μεμοχλευμένας ἤνοιγε (καὶ) σι‐ δηρᾶ δεσμὰ διέλυεν· ἐν δείπνοις εἴδωλα παντοδα‐ πῶν εἰδεῶν παρίστα· τὰ ἐν οἰκίᾳ σκεύη αὐτομά‐ τως φέρεσθαι πρὸς ὑπηρεσίαν, τῶν φερόντων μὴ ὁρωμένων·» σκιὰς πολλὰς προηγεῖσθαι (74a) αὐτοῦ
35παρεσκεύαζεν, ἅσπερ ψυχὰς τῶν τεθνεώτων ἔφα‐ σκεν εἶναι. Πολλοὺς δὲ γόητα καὶ πλάνον αὐτὸν ἐλέγχειν πειρωμένους, διαλλάξας πρὸς ἑαυτὸν, ἔπειτα προφάσει εὐωχίας βοῦν θύσας καὶ ἑστιά‐ σας αὐτοὺς, διαφόροις καὶ δυσιάτοις νόσοις καὶ
40δαίμοσιν ὑπέβαλεν· καὶ ἄλλα πλεῖστα εἰργάσατο, καθυπουργούντων αὐτῷ τῶν δαιμόνων. (Κἀντεῦ‐ θεν οὐ μόνον ἑαυτὸν εἰς ἑτέρας μορφὰς ἀνθρώπων καὶ ἀλόγων, ὡς 275 ἔφην, μετεσχημάτιζεν, ἀλλὰ καὶ οὓς ἤθελεν οὕτως ἐποίει.) Καὶ γοῦν ποτε ζητού‐
45μενος ὑπὸ τοῦ Καίσαρος ὡς πλάνος, ἀπέδρα, τὴν435

110

.

437

μορφὴν αὐτοῦ περιθεὶς Φαύστῳ μαθητῇ Πέτρου. Οὗτος ἐπανελθὼν πρὸς Πέτρον ἐδιώκετο ὑπὸ πάντων διὰ τὴν ἀνόσιον εἰδέαν, ἣν περιέκειτο. Ἐμβλέψας δὲ ὁ Πέτρος εἰς αὐτὸν καὶ ἰδὼν λυ‐
5πούμενον καὶ δάκρυσι συνεχόμενον ἔφη· «Ὑπὸ Σίμωνος τοῦ μάγου, Φαῦστε, ἡ παραλλαγὴ τῆς μορφῆς σου γέγονεν· ὑπὸ γὰρ Καίσαρος ζητού‐ μενος καὶ φοβηθεὶς ἔφυγε, τὴν ἑαυτοῦ μορφήν σοι περιθεὶς, ἵνα, σοῦ συσχεθέντος καὶ ἀναιρεθέντος,
10λύπην μεγάλην ἡμῖν προξενήσῃ καὶ θλῖψιν· ἀλλ’ ὁ Θεὸς τῆς τοῦ λαοπλάνου καὶ ἐχθροῦ τῆς ἀληθείας Σίμωνος ἀπαλλάξας σε μορφῆς τὴν προτέραν ἰδέαν παρέξει τάχιον,» ὅπερ δὴ καὶ σὺν τῷ λόγῳ γέγονε, πάντων ἡμῶν θεωρούντων. (5) Ταῦτα
15μέντοι καὶ ἕτερα τοιαῦτα γεγράφηκεν, ὡς ἔφην, Κλήμης λεχθῆναι καὶ πραχθῆναι ἐν Συρίᾳ. Ἐν δὲ τῇ Ῥώμῃ μετὰ τὸ ἐκβληθῆναι ἀπὸ προσώπου Νέρωνος, ὡς εἴρηται, εἶπε Σίμων τῷ Πέτρῳ· «Ἔφης ὅτι (ὁ) Χριστὸς καὶ Θεός σου ἀνελήφθη·
20ἰδοὺ κἀγὼ ἀναλαμβάνομαι.» Καὶ ἰδὼν αὐτὸν (ὁ) Πέτρος κουφιζόμενον διὰ τῆς μαγείας εἰς τὸν ἀέρα ἐν μέσῳ τῆς πόλεως Ῥώμης, ηὔξατο· καὶ εὐθὺς ποσὼν ὁ Σίμων καὶ συντριβεὶς ἀπέθανεν. Ὁ δὲ τόπος ἔκτοτε ὁ δεξάμενος αὐτοῦ τὸ παμβέβηλον
25καὶ παμμίαρον σῶμα ἐκλήθη Σιμώνιον· περὶ οὗ ἐν ταῖς ἀποστολικαῖς διατάξεσιν ὁ μέγας ἀπό‐ στολος Πέτρος οὕτως φάσκει· «Ἡ δὲ καταρχὴ τῶν αἱρέσεων τῶν νέων γέγονεν ἀπὸ Σίμωνος τοῦ μάγου, ὃς καὶ ἐν Συρίᾳ πολλὰ διαπραξάμενος ἄτοπα
30καὶ ἐν Ῥώμῃ γενόμενος, πολὺ τὴν Ἐκκλησίαν ἐσάλευσε διὰ μαγείας καὶ διαβολικῆς ἐνεργείας καὶ ἐμπειρίας. Ἐν μὲν γὰρ Καισαρείᾳ τῇ Στρά‐ τωνος ἐμοὶ Πέτρῳ συντυχὼν ἐπειρᾶτο διαστρέφειν τὸν λόγον τοῦ Θεοῦ, συμπαρόντων μοι τῶν ἱερῶν
35τέκνων, Ζακχαίου τοῦ ποτε τελώνου, 276 καὶ Βαρνάβα (καὶ Νικήτου), καὶ Ἀκύλα, ἀδελφοῦ Κλήμεντος τοῦ Ῥωμαίων ἐπισκόπου τε καὶ πολί‐ του, μαθητευθέντος [δὲ] καὶ Παύλῳ τῷ συναπο‐ στόλῳ ἡμῶν καὶ συνεργῷ ἐν τῷ Εὐαγγελίῳ· καὶ
40τρίτον ἐπ’ αὐτῶν διαλεχθεὶς αὐτῷ ἐκ τῶν περὶ τῶν προφητῶν λόγων καὶ περὶ Θεοῦ μοναρχίας, ἥττησα αὐτὸν δυνάμει τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ εἰς ἀφωνίαν καταβαλὼν, φυγάδα τε αὐτὸν εἰς τὴν Ἰταλίαν κατέστησα. Γενόμενος δὲ, ὡς
45ἔφην, ἐν Ῥώμῃ, πολὺ τὴν Ἐκκλησίαν ἐτάραξε,437

110

.

440

πολλοὺς ἀνατρέπων καὶ ἑαυτῷ περιποιούμενος, τὰ δὲ ἔθνη ἐξιστάνων, μαγικῇ τέχνῃ καὶ δαι‐ μόνων ἐνεργείᾳ· ὅς ποτε, μεσούσης ἡμέρας, προσελθὼν εἰς τὸ θέατρον ἐπηγγείλατο δι’ ἀέρος
5ἀναπτῆναι. Πάντων δὲ θαυμαζόντων ἐπὶ τούτῳ, ἐγὼ Πέτρος καθ’ ἑαυτὸν ηὐχόμην. Καὶ δὴ μετεω‐ ρισθεὶς ὑπὸ δαιμόνων ἵπτατο μετάρσιος 74b) εἰς τὸν ἀέρα, λέγων, εἰς τοὺς οὐρανοὺς ἀνιέναι, κἀκεῖθεν τοῖς λαοῖς τὰ ἀγαθὰ ἐπιχορηγεῖν. Τῶν
10δὲ δήμων ἐπευφημούντων αὐτὸν ὡς θεὸν, ἐκτεί‐ νας ἐγὼ τὰς χεῖρας εἰς ὕψος, ἱκέτευσα τὸν Θεὸν καταῤῥάξαι τὸν λυμεῶνα (καὶ τὴν ἰσχὺν τῶν δαι‐ μόνων περικόψαι). «Ἀτενίσας οὖν εἶπον τῷ Σί‐ μωνι· Εἰ ἀπόστολος Ἰησοῦ Χριστοῦ εἰμι καὶ
15οὐχὶ πλάνος ὥσπερ σὺ, Σίμων, προστάσσω ταῖς πονηραῖς δυνάμεσιν—ἀφεῖναί σε τῆς κρατή‐ σεως.» —«Καὶ ταῦτα εἰπόντος μου, (παρα‐ χρῆμα) κατηνέχθη μετὰ ἤχου πολλοῦ καὶ συν‐ ετρίβη, τοῦ ὄχλου βοήσαντος· «Εἷς Θεὸς, ὃν (ὁ)
20Πέτρος καταγγέλει. «Οὕτως ἡ πρώτη κατελύθη τῶν Σιμωνιανῶν αἵρεσις ἐν Ῥώμῃ καὶ τέλειον ἀπεσβέσθη. (6) Διὸ 277 δὴ καὶ τὴν ἡμέραν ἐκείνου τοῦ Σαββάτου, ἐπίσημον ἄγουσιν οἱ Ῥω‐ μαῖοι. Σάββατον γὰρ ἦν ἐν ᾧ ἐτελεῖτο προσευχὴ καὶ
25νηστεία τοῖς πιστοῖς· ἔθος γὰρ τὸ προσεύχεσθαι τὴν Ἐκκλησίαν ὑπὲρ τῶν διδασκάλων, ὡς καὶ ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων γέγραπται· ὅτι «Προσευχὴ ἦν ἐκτενὴς γινομένη ὑπὸ τῆς Ἐκκλη‐ σίας πρὸς τὸν Θεὸν ὑπὲρ τοῦ Πέτρου.» Ὡς οὖν
30ἐν ἐκείνῃ τῇ ἡμέρᾳ τοῦ Σαββάτου γενομένης τῆς Χριστοῦ νίκης καὶ τῆς πτώσεως τοῦ ἀντιχρί‐ στου Σίμωνος ἐπὶ φανεροῖς, Σάββασι τὸ μνημό‐ συνον ἐκτελοῦντες Ῥωμαῖοι νηστεύουσι καὶ συνάξεις φαιδρὰς ποιοῦσι, μέχρι νῦν τὴν παράδοσιν ἐκείνην
35φυλάττοντες· καὶ γὰρ καὶ ἄλλαι τινὲς Ἐκκλησίαι διάφορα παραφυλάττουσιν ἔθη, καθὼς οἱ τὰς ἱστο‐ ρίας ἀνεγράψαντο. Παρὰ Σκύθαις μὲν γὰρ, φησὶν, αἱ πόλεις ἐπίσκοπον ἔχουσιν ἕνα καὶ μό‐ νον· παρὰ δὲ Κυπρίοις καὶ Ἄραψι, καὶ ἐν ταῖς
40κώμαις εἰσὶν ἐπίσκοποι, ὥσπερ οὖν καὶ παρὰ τοῖς ἐν Φρυγίαις Ναυατιανοῖς καὶ Μοντανισταῖς. Καὶ παρὰ μὲν τῇ Ἐκκλησίᾳ Ῥώμης ἑπτὰ μόνοι διά‐ κονοι γίνονται, παρὰ δὲ πᾶσι τοῖς ἄλλοις ἀδιάφορος ὁ τούτων ἀριθμός ἐστιν. Καὶ ἐν Ῥώμῃ πάλιν
45ἅπαξ τοῦ ἐνιαυτοῦ λέγεται τὸ Ἀλληλούϊα ἐν τῇ αʹ ἡμέρᾳ τοῦ Πάσχα μόνον· καὶ οὐδεὶς εἰς ἐκκλησίαν439

110

.

441

διδάσκει ποτε, οὐδ’ αὐτὸς ὁ ἐπίσκοπος, ἐν δὲ Ἀλεξανδρείᾳ διδάσκει μὲν ὁ ἐπίσκοπος ἐπ’ ἐκκλη‐ σίας· τῶν δὲ Εὐαγγελίων ἀναγινωσκομένων, οὐκ ἀνίσταται τοῦ θρόνου. Καὶ τὴν μʹ τῶν νηστειῶν οἱ μὲν ἑβδομάδας ϛʹ νηστεύουσιν ὡς ἐν τῷ Ἰλλυρικῷ, καὶ Λιβύῃ καὶ Αἰγύπτῳ, καὶ πάσῃ τῇ Δύσει, καὶ Παλαιστίνῃ, ἐν δὲ ΚΠ. καὶ πέριξ ἄχρι Φοινίκης, ἑβδομάδας ζʹ νηστεύουσι, ἄλλοι δὲ τρεῖς μόνας
5ἡμέρας ἐν ταῖς ἓξ ἢ ἑπτὰ σποράδην νηστεύουσι· ἕτεροι δὲ τρεῖς ἑβδομάδας ἐφεξῆς πρὸ τοῦ Πάσχα συνάπτουσι, ἄλλοι δὲ δύο ὡς οἱ 278 τὰ Μοντανοῦ φρονοῦντες. Ἔν τισι δὲ πόλεσι τῆς Αἰγύπτου, πρὸς ἑσπέραν ἠριστηκότες, τῶν μυστηρίων καταλαμβάνουσι.» Ταῦτα μὲν Σωκράτης ἱστόρησεν ὡς εἰκὸς φυλαττόμενα πάντα· νῦν δὲ πλείστως καὶ κατὰ μέρος ἐναλλαγὴ γέγονεν ἐν τοῖς εἰρημένοις ἤθεσιν.
10ΡΚΒʹ. Περὶ τοῦ ἁγίου Πέτρου. Ὁ μέντοι Νέρων, ἀκούσας ὅτι πεφόνευται ὑπὸ Πέτρου καὶ ἀγανακτήσας, ἐκέλευσεν αὐτὸν σταυρω‐ θῆναι. Ὁ δὲ Πέτρος παρακαλέσας τὸν ὕπαρχον, ἵνα μὴ ὄρθιος σταυρωθῇ ὡς ὁ Κύριος (αὐτοῦ),
15κατὰ κεφαλῆς ἐσταυρώθη (καθὼς ἠξίωσεν ἐκ πολ‐ λῆς μετριοφροσύνης). Μετὰ δέ γε τὴν Πέτρου τε‐ λευτὴν, ὥς φησιν Εὐσέβιος, Παῦλος ὁ ἀπόστολος κατὰ μὲν τὴν αʹ ἀπολογίαν ἐλθὼν ἀπὸ τῆς Ἰουδαίας δέσμιος (καὶ) ἀπολογησάμενος Νέρωνι, ἐπὶ τὴν δια‐
20κονίαν τοῦ κηρύγματος ἐστάλη. (75a) Κἀντεῦ‐ θεν, ὡς ἔοικε, τὰς τῶν ἀποστόλων Πράξεις ἐπ’ ἐκεῖνον τὸν χρόνον Λουκᾶς περιέγραψε μέχρις ὅτε συνῆν τῷ Παύλῳ· καθ’ ὃν δὲ καιρὸν ἐμαρ‐ τύρησεν, οὐ συμπαρῆν αὐτῷ, τοῦ Ἀποστόλου σαφῶς
25τοῦτο λέγοντος, ὅτι «Οὐδείς μοι ἐν τῇ πρώτῃ ἀπολογίᾳ συμπαρεγένετο, ἀλλὰ πάντες με ἐγκατ‐ έλιπον· μὴ αὐτοῖς λογισθείη·» ἣν δὴ πρὸς Τι‐ μόθεον δευτέραν ἐπιστολὴν (δεσμοῖς) κατεχόμενος ἔγραψεν «ὁμοῦ σημαίνων τήν τε προτέραν αὐτῷ
30γενομένην ἀπολογίαν» πρὸς Νέρωνα, ὃν καὶ λέοντα διὰ τὸ ἀπάνθρωπον καὶ θηριῶδες τοῦ τρόπου καλῶς ὠνόμασε, «καὶ τὴν παρὰ πόδας τελείωσιν,» ἐπ‐ άγει φάσκων· «Ἐῤῥύσθην ἐκ στόματος λέοντος, ἀλλὰ καὶ (ἔτι) ῥύσεται Κύριος ἀπὸ παντὸς
35ἔργου πονηροῦ, καὶ σώσει εἰς τὴν βασιλείαν αὐτοῦ τὴν ἐπουράνιον,» ὑπεμφαίνων τὸ παραυτίκα μαρτύριον, ὃ καὶ σαφέστερον ἐν τῇ αὐτῇ προσαγο‐ ρεύει Γραφῇ λέγων· «Ἐγὼ γὰρ ἤδη σπένδομαι, καὶ ὁ καιρὸς 279 τῆς ἀναλύσεως μου ἐφέστηκεν.»
40Ἀπολογησάμενος τοίνυν τὴν πρώτην ἀπολο‐ γίαν καὶ αὖθις ἐπὶ τὴν τοῦ κηρύγματος διακονίαν στειλάμενος, εἶτα πάλιν τὸ δεύτερον ἐπιβὰς τῇ Ῥώμῃ» δέσμιος καὶ ὡσαύτως Νέρωνι παραδο‐
θεὶς τὸν διὰ ξίφους τοῦ μαρτυρίου στέφανον ἀνεδή‐441

110

.

444

σατο μηνὶ Ἰουνίῳ κθʹ, καθ’ ἣν ἡμέραν καὶ Πέτρος ἐσταυρώθη, καθάπερ καὶ Μάρκος καὶ Λουκᾶς οἱ εὐαγγελισταὶ, καὶ Ἰάκωβος ὁ ἀδελφόθεος. Ὁ οὖν Λουκᾶς ἐπὶ ἐλαίας καρποφόρου σταυρωθεὶς,
5μὴ εὑρισκομένου ξύλου ξηροῦ πρὸς τὸ γενέσθαι σταυρὸν ἐν τῷ τόπῳ, λαβών τις τὸ σῶμα καὶ μεταξὺ πολλῶν μνημείων θάψας, ἄδηλον ἐποίησε τὸν τάφον. Τῶν δὲ μαθητῶν ἀναζητούντων μετ‐ έπειτα καὶ μὴ εὑρισκόντων αὐτοῦ τὸν τάφον διὰ τὸ
10πλῆθος τῶν μνημάτων, προσευξαμένων αὐτῶν τῇ νυκτὶ ἐκείνῃ, κολλούρια ἔβρεξεν ὁ Θεὸς ἰα‐ τρικὰ ἐπάνω τοῦ τάφου, σύμβολα τῆς ἐπιστήμης αὐτοῦ· καὶ ἐκ τούτου τοῦ σημείου ἐγένετο γνώριμος ὁ τάφος, οὗ τὸ τίμιον καὶ ἅγιον λείψανον (ὕστερον) ἀνακομίσας Κωνστάντιος, ὁ υἱὸς τοῦ Μεγάλου Κωνσταντίνου, κατέθηκεν ἐν τῷ ναῷ τῶν Ἁγίων Ἀποστόλων.
15ΡΚΓʹ. Περὶ Ἰακώβου τοῦ ἀδελφοθέου. Ὁ δὲ μέγας Ἰάκωβος ὁ ἀδελφόθεος, ἁγνὸς ὑπάρχων ἐκ κοιλίας μητρὸς αὐτοῦ, οἶνον καὶ σί‐ κερα οὐκ ἔπιεν, οὐδὲ ἔμψυχον ἔφαγεν, οὔτε βαλα‐ νείῳ ἐχρήσατο· τὰ δὲ γόνατα ἀπεσκληκότα δίκην
20καμήλων γεγόνασιν ἐκ τοῦ ἀεὶ κάμπτειν ἐπὶ γο‐ νάτων καὶ τῷ Θεῷ προσκυνεῖν, 280 ὅθεν διὰ τὴν ὑπερβολὴν τῆς δικαιοσύνης αὐτοῦ καὶ θαυμα‐ στῆς πολιτείας ἐκαλεῖτο δίκαιος καὶ ὠβλίας, ὅ ἐστι περιοχὴ τοῦ λαοῦ καὶ δικαιοσύνη. (2) Ἐπεὶ
25οὖν αἰδέσιμος καὶ σεβάσμιος ἦν, καὶ σφόδρα πε‐ ριβόητος ὁ ἰσάγγελος Ἰάκωβος, ἑορτῆς γενομένης τοῦ Πάσχα καὶ πολλῶν μυριάδων συνελθόντων (ἐν τῷ ναῷ) τῶν Ἰουδαίων, (καὶ) τοῦτον ἀνενέγκαντες οἱ Γραμματεῖς ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ, διασκε‐
30δάσαι βουλόμενοι τὸ κήρυγμα τοῦ Χριστοῦ, εἶπον μεγάλῃ τῇ φωνῇ· «Ἀξιοῦμέν σε, δίκαιε, εἰπεῖν τῷ λαῷ, ἵνα μὴ πλανῶνται ὀπίσω τοῦ λεγομένου Χρι‐ στοῦ· σοὶ γὰρ πάντες πειθόμεθα γινώσκοντές σε
(εἶναι) δίκαιον καὶ ἀπροσωπόληπτον.» Ὁ δὲ443

110

.

445

ἀποκριθεὶς εἶπεν· «Τί με ἐπερωτᾶτε περὶ τοῦ Χριστοῦ, καὶ αὐτὸς καθέζεται ἐν δεξιᾷ τοῦ Θεοῦ ἐν τῷ οὐρανῷ·» Οἱ δὲ παράνομοι· ἀρχιερεῖς καὶ Φαρισαῖοι ἔκραξαν· «Ὤ! ὤ! καὶ δίκαιος
5πεπλάνηται.» Καὶ (εἶπον πρὸς ἀλλήλους· «Κα‐ κῶς ἐποιήσαμεν τοῖς αὐτοῦ μαρτυρίοις καθ’ ἑαυ‐ τῶν ὑπὲρ τοῦ Χριστοῦ παρασχόντες, πολλοὺς ποιήσαντες πιστεῦσαι εἰς αὐτόν·» καὶ δὴ) μανέν‐ τες οἱ ἐξάγιστοι (75b) καὶ τοῦτον κατακρημνίσαν‐
10τες, κλίνας τὰ γόνατα ὑπὲρ αὐτῶν προσηύχετο· καὶ προσεγγίσας τις τῶν υἱῶν Ῥηχὰβ καὶ ἀκούσας αὐτοῦ, λέγει αὐτοῖς· «Τί ποιεῖτε; ὁ δίκαιος μᾶλ‐ λον ὑπὲρ ἡμῶν εὔχεται·» καὶ δραμών τις γνα‐ φεὺς ἔδωκεν εἰς τὴν κεφαλὴν αὐτοῦ μετὰ τοῦ ξύλου
15ἐν ᾧ τὰ ἱμάτια ἐκπιέζειν εἰώθασιν· καὶ παρα‐ χρῆμα ἐτελεύτησεν ὁ δίκαιος. Θάψαντες δὲ αὐτὸν ἐν τῷ ναῷ, ἀνήγειραν αὐτοῦ στήλην. (3) Μετὰ δὲ (τὸ) μαρτύριον αὐτοῦ παρὰ πόδας Ἱερουσαλὴμ πολιορκεῖται· φησὶ γὰρ Ἰώσηπος ταῦτα συμ‐
20βεβηκέναι τοῖς Ἰουδαίοις κατ’ ἐκδίκησιν Ἰακώβου τοῦ δικαίου, «ὅς ἐστιν ἀδελφὸς (τοῦ) Ἰησοῦ, τοῦ λεγομένου Χριστοῦ,» ἐπειδήπερ δικαιότατον 281 (αὐτὸν) ὄντα Ἰουδαῖοι ἀπέκτειναν. (4) Οἱ τοίνυν Ἰου‐ δαῖοι μετὰ τὴν τοῦ Κυρίου ἀνάληψιν ἀπολέμητοι
25ἔτη μʹ διέμειναν (τοῦ Χριστοῦ μακροθυμοῦντος ἐπὶ τῇ παρανομίᾳ καὶ θεομαχίᾳ αὐτῶν), ὅπως γνωσιμαχή‐ σαντες ἐπὶ τῇ τοιαύτῃ αὐτῶν πλημμελείᾳ ἰσχυρὰν ποιήσωνται τὴν μετάνοιαν, ὅθεν αὐτοῖς φοβερὰ ση‐ μεῖα ἐπεδείκνυντο, τὴν μέλλουσαν καταλαμβά‐
30νειν αὐτοὺς ἅλωσιν προμηνύοντα. Ἐν γὰρ τῇ τῶν Ἀζύμων ἑορτῇ περὶ ὥραν θʹ τῆς νυκτὸς τοσοῦτον φῶς τὸν ναὸν καὶ τὸν βωμὸν περιέλαμψεν ἐπὶ ὥραν μίαν, ὡς δοκεῖν ἡμέραν γενέσθαι. Μετὰ τοῦτο ἐφάνη ἄστρον ὑπὲρ τὴν πόλιν, ῥομφαίᾳ παρα‐
35πλήσιον· καὶ ἄλλοτε ἡ ἀνατολικὴ χαλκῆ πύλη τῆς πόλεως, σιδηροδέτοις κλειομένη μοχλοῖς καὶ μόλις ὑπὸ ἀνδρῶν λʹ ἀνοιγομένη, ὤφθη περὶ ὥραν ηʹ τῆς νυκτὸς ἀνεῳγμένη· (καὶ) πάλιν (ἄλλοτε) ὡράθησαν πρὸ ἡλίου δύσεως ὡσεὶ ἅρματα μετέωρα καὶ στρα‐
40τόπεδα ἔνοπλα διατρέχοντα περὶ τὸν ἀέρα καὶ τὰς πόλεις περιστοιχίζοντα. Μετὰ δὲ ταῦτα ἐν ταῖς ἡμέραις τῆς Σκηνοπηγίας ἑορτῆς πρὸ δʹ ἐτῶν τοῦ πολέμου, εἰρηνευούσης καὶ εὐνομούσης τῆς πόλεως,
ἄνθρωπός τις Ἰησοῦς τοὔνομα, ἐλθὼν ἐν τῇ ἑορτῇ,445

110

.

448

ἐξαίφνης ἀνέκραξεν ἐν τῷ ἱερῷ λέγων· «Φωνὴ ἀπὸ δυσμῶν, φωνὴ ἀπὸ ἀνατολῶν, φωνὴ ἀπὸ τῶν δʹ ἀνέμων, φωνὴ ἐπὶ Ἱεροσόλυμα καὶ πάντα τὸν λαόν.» Καὶ ταῦτα ἐπὶ πολλαῖς ἡμέραις (καὶ νυξὶ) πε‐
5ριερχόμενος ἐν τῇ πόλει ἀνενδότως ἐβόα, διὸ καί τινες τῶν δημοτῶν ἀγανακτήσαντες μάστιξιν αὐτὸν ᾔκιζον, ἐπὶ πλεῖον κράζοντα μετὰ δακρύων καὶ λέγοντα πρὸς ἑκάστην πληγήν «Οὐαὶ, οὐαὶ, Ἱεροσόλυμα!» Κατὰ δὲ τὴν αὐτὴν ἑορτὴν βοῦς
10πρὸς θυσίαν ἀχθεῖσα, παραδόξως ἔτεκεν ἄρνα ἐν μέσῳ τοῦ ἱεροῦ, ἥτις, οἶμαι (παρὰ 282 μὲν τοῦ παρὰ φύσιν τοκετοῦ, προεδήλωσε τήν τε ὑπερφυΐαν καὶ βοὴν τῆς πόλεως, διὰ δὲ τοῦ ἀρνοῦ τὴν πρὸς τὸν ἀμνὸν τοῦ Θεοῦ τὸν Χριστὸν ἄρνησιν τῶν Ἰουδαίων), ἐναργῶς ὑπέφηνεν καὶ τὴν γενησομένην αὐτοῖς ἄρδην (καὶ ἀργαλεωτάτην ἀναίρεσίν τε καὶ) πανολεθρίαν. (5) Τῶν Ἰουδαίων τοίνυν τὴν πρὸς Ῥωμαίους
15ὑποταγήν τε καὶ φορολογίαν ἀθετησάντων (καὶ τοῦ Ἀγρίππα φυγόντος ἐν Ῥώμῃ, ἐν θυμῷ καὶ ὀργῇ) ἔγραψε Νέρων (τῷ τῆς ἑῴας στρατηγῷ—Οὐεσπα‐ σιανὸς δὲ τῷ τηνικαῦτα ἦν—κελεύων αὐτῷ συν‐ εγεῖραι πᾶσαν τὴν ὑπ’ αὐτὸν στρατιὰν καὶ καταλαμ‐
20βάνειν τὴν Ἰουδαίων γῆν καὶ ἄρδην) ἀπολέσαι αὐτήν. Ἐν δὲ ταῖς ἡμέραις τῆς ἑορτῆς τοῦ Πάσχα πάντες ἀπὸ τῆς Ἰουδαίας εἰς Ἱεροσόλυμα παρεγένοντο καὶ ὑπὸ Ῥωμαίων ἐν τῇ μητροπόλει κατείρχθησαν μό‐ νοι, προϋπεξελθόντων (76a) διὰ θείας ἀποκαλύψεως
25τῶν εἰς Χριστὸν πιστευόντων, καὶ ἀπομεινάντων ὥσπερ ἐν εἱρκτῇ (τῶν δυσσεβῶν καὶ ἀλιτηρίων κατὰ τοὺς πάλαι ὁμοτρόπους αὐτῶν τρισκαταράτους Σοδομίτας. Καὶ γὰρ περὶ τῶν πάλαι Σοδόμων πρε‐ σβεύων ὁ θεῖος Ἀβραάμ φησι· «Μὴ ἀπολέσῃς
30δίκαιον μετὰ ἀσεβοῦς, καὶ ἔσται ὁ δίκαιος ὡς ὁ ἀσε‐ βής;» διὸ καὶ ὁ φιλάνθρωπος Θεὸς ἐπηγγείλατο· «Εἰ εὑρεθῶσιν ἐν Σοδόμοις δέκα δίκαιοι,» τὴν ἐπ’ αὐτοῖς ὀργὴν καταλήγειν, ἀλλ’ οὐχ εὕρηνται, ὅθεν καὶ ἄρδην ἀπώλοντο. (6) Περὶ δὲ τῆς Ἱερουσαλὴμ
35ἐκλιπαρῶν ὁ θεσπέσιος Ἱερεμίας, ἔφη πρὸς αὐτὸν πάλιν ὁ Θεός· «Περιδράμετε ἐν ταῖς ὁδοῖς Ἱερου‐ σαλὴμ, ἴδετε, καὶ γνῶτε, καὶ ζητήσατε ἐν ταῖς πλα‐ τείαις αὐτῆς· ἐὰν εὕρητε ἄνδρα καὶ ἔστι ποιῶν κρῖμα, ζητῶν πίστιν, ἵλεως ἔσομαι αὐτῇ, λέγει
40Κύριος.» Ἀλλ’ ἄγε καὶ αὕτη τούτων σπανίζουσα, τῆς θεομηνίας ἀπήλαυσε, καὶ οὐκ ἐν ἄλλῳ χρόνῳ, ἀλλ’ ἐν 283 ταῖς τῆς ἑορτῆς ἡμέραις· καὶ μάλα γε δικαίως· ἐχρῆν γὰρ αὐτοὺς ἐν αἷς ἡμέραις εἰς τὸν Κύριον ἐξήμαρτον, ἐν αὐταῖς καὶ τὰ ἐπίχειρα τῆς χριστοκτονίας ὑποστῆναι). (7) Ὁ δέ γε Νέρων κραταιουμένης αὐτῷ τῆς ἀρ‐
45χῆς, εἰς ἀνοσίους πράξεις ἐξώκειλε καὶ ἀλλότρια τῆς βασιλείας ἐπετήδευσε πράγματα, κιθαρίζων, καὶ τραγῳδῶν, καὶ ὀρχούμενος ἐπὶ τῶν θεάτρων· καὶ πρὸς τούτοις καὶ πάσαις αὐτοῦ ταῖς ἀθεμιτουρ‐ γίαις καὶ τὸ τῆς θεομαχίας μῖσος προσέθηκε, διώκτης.

110

.

448

(50)

πρῶτος γενόμενος τοῦ θείου λόγου. (8) Μετὰ δὲ447

110

.

449

ταῦτα ἐπιβουλῆς κατ’ αὐτοῦ μηνυθείσης αὐτῷ καὶ εἰς ἄκρον μανίας ἐλθὼν, [ἀνεῖλε μὲν] τὴν ἰδίαν μη‐ τέρα, καὶ τὴν ἀδελφὴν, καὶ τὴν γυναῖκα αὐτοῦ, καὶ ἄλλους μυρίους τῶν γένει αὐτῷ προσηκόντων, καὶ
5μέντοι καὶ τοὺς ἐν Ῥώμῃ ἐπισήμους (τὴν ἐξ αὐτῶν ἐπανάστασιν ὑφορώμενος· καὶ οὕτως ἐκ τῆς ἄγαν μανίας ἀποκτηνωθεὶς, εἰς προάστειον ἐξελθὼν, ἑαυ‐ τὸν διεχειρίσατο· ἄλλοι δέ φασιν, ὅτι) ἐπέθεντο αὐτῷ τινες ἀναιρήσοντες· ὁ δὲ παρεκάλει τοὺς
10συνόντας αὐτῷ ἀνελεῖν αὐτόν· ὡς δὲ οὐδεὶς τοῦτο ἠνέσχετο πρᾶξαι· «Ἐγὼ μόνος, ἔφη, οὔτε φίλον ἔχω τὸν σώζοντα, οὔτε ἐχθρὸν τὸν ἀναιροῦντά με· ἀποθανεῖν θέλει ἡ ψυχὴ, καὶ ἡ χεὶρ οὐχ ὑπηρετεῖ.» Τελευταῖον δὲ εἰπών· Ὦ Ζεῦ, οἷος τεχνίτης κιθα‐
15ρῳδὸς ἀπόλλυται, ἑαυτὸν ἀνεῖλεν. (9) Ἄλλοι φα‐ σὶν, ὅτι ἐν τῇ Ῥώμῃ ἀνῃρέθη ὑπὸ τοῦ λαοῦ. Ἱστο‐ ροῦσι δὲ ταῦτα Ἕλληνες οἱ τὰς Ὀλυμπιάδας ἅμα τοῖς κατὰ χρόνους πεπραγμένοις ἀναγράψαντες. 284 ΡΚΔʹ. Βασιλεία Γάλβα.
20 Μετὰ δὲ Νέρωνα ἐβασίλευσε Γάλβας τῶν εὐ‐ πατριδῶν γεγονὼς μῆνας θʹ, εἶχε δὲ παραδυναστεύ‐ οντα τὸν Ὄθωνα, ὃς ἰδὼν τὸν Γάλβαν Λούκιον εἰς υἱοθεσίαν παραλαβόντα, φθονήσας καὶ τὸ στράτευμα κατ’ αὐτοῦ κινήσας, ἀπέκτεινεν αὐτόν· ἀπαιτούμε‐
25νος δὲ Ὄθων χρήματα παρὰ τῶν στρατιωτῶν, ἔφη· «Οὐ δεῖ αὐτοκράτορα ἀναγκάζεσθαι.» ΡΚΕʹ. Βασιλεία Ὄθωνος. Ὄθων ἐβασίλευσε μῆνας γʹ, ἡμέρας ηʹ (εἶτα Λουκίου αὐτῷ ἐπαναστάντος, μανεὶς, ἑαυτὸν ἀπέ‐
30κτεινεν). (2) Ἦν δὲ γένους ἀσήμου· θύων δέ ποτε ἐν τῷ ἱερῷ, τὰ τῆς Ἀφροδίτιδος ᾄσματα τοῖς ἱεροῖς παρέμιξε· καὶ διὰ τοῦτο Βιτελίου αὐτῷ ἐπαναστάν‐ τος, ξιφιδίῳ ἑαυτὸν διεχειρίσατο εἰπών· «Τί γάρ με ἔδει μακροῖς αὐλοῖς αὐλεῖν;» (3) Γάλβας δὲ,
35(76b) καὶ Ὄθων, καὶ Βιτέλιος, ἐν πολέμοις ὄντες, ὑπὸ στρατιωτῶν ἀνῃρέθησαν, Οὐεσπασιανὸν δὲ τὰ Ἱεροσόλυμα ἐκπορθοῦντα ἡ τῶν Ῥωμαίων σύγκλη‐ τος ἀνηγόρευσε βασιλέα. ΡΚϞʹ. Βασιλεία Βιτελίου.
40Βιτέλιος ἐβασίλευσεν ἔτος αʹ, γένους περιφα‐ νοῦς ὤν. Οὗτος ἀστρολόγους καὶ ἀστρονόμους καὶ γόητας (ἀθροίσας, προεῖπον αὐτοῦ τὴν σφαγήν· καὶ) πάντας ἀναχωρῆσαι τῆς Ἰταλίας προσέταξε, οἳ καὶ προγράμματα ἔῤῥιψαν ἐντὸς ἡμέρας ῥη‐
45τῆς ἀπαλλαγήσεσθαι αὐτὸν τοῦ βίου, ὃ δὴ καὶ
γέγονε, καὶ ἐσφάγη ὑπὸ στρατιωτῶν.449

110

.

452

285 ΡΚΖʹ. Βασιλεία Οὐεσπασιανοῦ. Μετὰ δὲ Βιτέλιον ἐβασίλευσεν Οὐεσπασιανὸς ἔτη ιʹ, ἡμέρας ηʹ (ἦν δὲ γονέων ἀσήμων)· αὐτο‐ κράτωρ τε γεγονὼς ἐν Παλαιστίνῃ, ἔτι (τε) τὰς
5πόλεις τῶν Ἰουδαίων πολιορκῶν, ὅστις καὶ Ἰώση‐ πον τὸν συγγραφέα ὑποχείριον ἐποίησεν· ἀνήχθη δὲ ἐν Ῥώμῃ ἀναγορευθεὶς ὑπὸ τοῦ στρατοῦ βασιλεὺς, καταλιπὼν Τίτον, τὸν υἱὸν αὐτοῦ, πολιορκεῖν τὴν Παλαιστίνην.
10(2) Ἐπανελθὼν δὲ εἰς Ῥώμην τοὺς υἱοὺς αὐτοῦ Τίτον καὶ Δομετιανὸν Καίσαρας ἀναδείξας, τὸν μὲν Τίτον πολιορκεῖν τὰ Ἱεροσόλυμα κατέλιπεν, Δομε‐ τιανὸν δὲ ἀπέστειλεν εἰς ἐκστρατείαν ἐπὶ τοὺς Βαρ‐ βάρους. Ἐγγίζοντος δὲ αὐτοῦ ἐν τῇ Ῥώμῃ, ὁ ἐκεῖσε
15στρατὸς μετὰ τῆς συγκλήτου ἀνελὼν τὸν ἀντάρτην, σὺν εὐωχίᾳ πολλῇ καὶ κρότοις ὑπήντησεν αὐτῷ. ΡΚΗʹ. Περὶ τῆς ἁλώσεως Ἱερουσαλήμ. Ὁ δὲ Τίτος πύργον κατασκευάσας ἀνὰ πή‐ χεων νʹ τὸ ὕψος ἐν Ἱερουσαλὴμ καὶ πολλοὺς καὶ
20διαφόρους ἑλεπόλεις παραστήσας καὶ διχόθεν τύπτεσθαι τὸ τεῖχος παρασκευάσας, τοὺς Ἰουδαίους ἐκ τοῦ αʹ τείχους τοῖς λιθοβόλοις καὶ τοῖς λοιποῖς ἐξήλασε μηχανήμασιν. Καὶ πρὸς τὸ δεύτερον τεῖχος καταφυγόντες κἀκεῖθεν πάλιν ὁμοίως ἐξελασθέντες
25μέχρι τοῦ γʹ τείχους, ἐπολέμησαν ἰσχυρῶς ἐκεῖθεν. Καὶ γενομένης καρτερᾶς μάχης ἔπιπτεν ἐξ ἑκατέ‐ ρας παρατάξεως πλῆθος ἄπειρον. (2) Οἱ δὲ πονη‐ ρότεροι τῶν Ἰουδαίων, οἱ καὶ στασιασταὶ κληθέντες, δεινῶς τὴν πόλιν ἅπασαν κατέτρεχον· εἴ που γὰρ
30κεκλεισμένας θύρας εὗρον, ταύτας συντρίψαντες εἰσεπήδων καὶ ἐκ τῶν φαρύγγων τὸν ψωμὸν ἀναθλί‐ βοντες ἥρπαζον· καὶ γέροντας μὲν 286 ἐβασάνιζον (ἀντεχομένους τροφῆς), γυναῖκας δὲ (ἀπὸ τῆς κόμης) ἐσπάραττον, τὰ νήπια ἐπὶ γῆς ἤρασσον, ὀρόβοις
35δὲ τοὺς πόρους τῶν αἰδοίων (αὐτῶν) ἐμφράττον‐ τες, ῥάβδοις ὀξείαις τὰς ἕδρας τῶν ἀθλίων διαπε‐ ρῶντες, ἠνάγκαζον, (πρὸς τὸ) δράκα μίαν ἀλφί‐ του καταμηνῦσαι κεκρυμμένην. (Οὕτω γὰρ δεινὸς πάντων κατεκράτησε λιμὸς, ὥστε οἱ μὲν ἀκατ‐
40έργαστον ἤσθιον τὸν ἄρτον, οἱ δὲ ζύμην ἐπιφλέ‐ γοντες ὀλίγῳ τῷ πυρὶ, θᾶττον ἀνήρπαζον.) Οἱ δὲ ἀπορώτεροι χόρτου σπαράγματα διεμασσῶντο, αἱ δὲ γυναῖκες ἐν χερσὶ μαραινόμενα αὐτῶν τὰ βρέφη παρελογίζοντο αὐτὰ διὰ τὴν ὑπερβάλλουσαν βίαν τε
45καὶ ἀνάγκην τοῦ λιμοῦ. (3) Γέροντες δὲ, καὶ νέος, καὶ νήπιοι, ὥσπερ εἴδωλα παρερχόμενοι, καὶ λιμῷ τηκόμενοι, καὶ καταπίπτοντες, τοὺς μὲν καταπα‐
τοῦντες οἱ στασιασταὶ ἐφόνευον, τοὺς δὲ ἔτι451

110

.

453

ἐμπνέοντας καὶ ἐῤῥιμμένους διὰ ξίφους ἀπέκτεινον. Ὁ δὲ Τίτος περὶ τὰς φάραγγας τοὺς Ἰουδαίους ἀγρίαν πόαν εἰς τροφὴν συλλέγοντας συλλαβόμενος, τοὺς μὲν πλησίον τοῦ τείχους ἐκρέμασεν, τοὺς δὲ
5χειροκοπήσας εἰς τὴν πόλιν ἀπέστειλε, καταπλῆξαι τοὺς στασιαστὰς βουλόμενος. (4) Πᾶσα δὲ οἰκία (ἐκ τῆς ἐνδείας) νεκρῶν ἐπληροῦτο ἀπόζουσα, καὶ λοιμὸς τῇ πόλει χαλεπὸς ἐπεκράτησε (ὅθεν οἱ στασιασταὶ τὴν δυσωδίαν μὴ φέροντες, ἔῤῥιπτον
10ἀπὸ τοῦ τείχους αὐτοὺς ἐπὶ τὰς φάραγγας, ἔτι πολ‐ λοὺς αὐτῶν ἐμπνέοντας) (77a). (5) Οἱ τοίνυν στα‐ σιασταὶ ὑπὸ λιμοῦ πιεζόμενοι λάθρα πρὸς τὸ ὄρος τῶν Ἐλαιῶν ἐξώρμησαν, οὓς οἱ Ῥωμαῖοι καταδιώ‐ ξαντες εἰς φυγὴν ἔτρεψαν. Ῥωμαῖος δέ τις τῶν ἱπ‐
15πέων ὁ δοκιμώτατος τοὺς Ἰουδαίους ὠθουμένους κατὰ τῆς φάραγγος θεασάμενος, ἐκ πλαγίου παρελαύνων τὸν ἵππον, ἁρπάζει τινὰ νεανίαν, τῶν στασιαστῶν φευγόντων, στιβαρὸν κατὰ τὸ σῶμα καὶ ὡπλισμέ‐ νον, ἐκ τοῦ σφυροῦ δραξάμενος, ἑαυτὸν ἐπικλίνει,
20τοῦ ἵππου τρέχοντος καὶ τὸν Ἰουδαῖον ἔφιππον 287 καταδιώκοντος· καὶ τοσοῦτον τῆς δεξιᾶς τό‐ νον καὶ τοῦ λοιποῦ σώματος ἐπιδειξάμενος, καὶ τῆς ἱππικῆς τέχνης τὴν ἀρετὴν, ὥσπερ τι κειμήλιον ἧκε τῷ Καίσαρι κομίζων τὸν αἰχμάλωτον. Ὁ δὲ
25Τίτος ὑπερθαυμάσας τούτου τὴν ἰσχὺν καὶ τῆς δυνάμεως τὸ ἀήττητον, δώροις αὐτὸν ἀμείβει, τὸν δὲ ληφθέντα προσέταξεν ἀναιρεθῆναι. (6) Τῆς δέ γε πόλεως ὑπὸ Ῥωμαίων σφοδρῶς πορθουμένης, ὁ λιμὸς τοὺς κατὰ τὴν πόλιν πλείους τοῦ πολέμου
30διέφθειρεν, διὸ δὴ καὶ ἀδελφοὶ κατὰ ἀδελφῶν, καὶ συγγενεῖς κατὰ συγγενῶν, ξιφήρεις εἰς τοὺς οἴκους ἐχώρουν, τὰς ἀλλήλων τροφὰς ἁρπάζοντες· καὶ μέν γε γυναῖκες ἀνδρῶν καὶ παῖδες πατέρων· καὶ—τὸ ἐλεεινότερον—μητέρες νηπίων ἥρπαζον ἐξ αὐτῶν
35τῶν στομάτων τὰς τροφάς. Καὶ παντελῶς τῶν φιλτάτων οὐκ ἐφείδοντο. Καὶ ἄλλοι μὲν ὑπ’ ἐνδείας κεχηνότες ὥσπερ κύνες λυττῶντες ἐφάλλοντο καὶ περιεφέροντο μεθυόντων δίκην, ὡς διὰ σπλάγχνων καὶ μυελῶν τοῦ λιμοῦ χωροῦντος καὶ πρὸς θάνατον βίαιον τὴν ψυχὴν ἐλαύνοντος· ἄλλοι δὲ τῶν ἀθεμίτων ἐφήπτοντο, ὡς οὐδὲ τὰ ῥυπαρὰ τῶν ἀλόγων ἐφείδοντο· τελευταῖον δὲ ζωστῆρας διεμασσῶντο, καὶ ὑποδήματα, καὶ δέρματα τῶν θυρεῶν ἤσθιον
40ἀπεκδέροντες. (7) Γυνὴ δέ τις Μαρία τοὔνομα, γένει καὶ πλούτῳ περιφανὴς καὶ περίβλεπτος, ἐκ τῆς χώρας πρὸς τὴν πόλιν καταφυγοῦσα, πᾶσαν αὐτῆς τὴν ὕπαρξιν καὶ τὰς διατροφὰς οἱ στασιασταὶ καθ’ ἡμέ‐
45ραν εἰσπηδῶντες διήρπαζον καὶ λοιπὸν τροφῆς ἀπο‐ ροῦσα καὶ παιδίον ὑπομάζιον ἔχουσα, τοῦτο καταθύει καὶ ὀπτήσασα τὸ μὲν ἥμισυ βέβρωκεν, τὸ δὲ λοι‐ πὸν καλύψασα διετήρει. Οἱ δὲ (στασιασταὶ, καθὼς εἰώθασιν, εἰσελθόντες καὶ) τῆς κνίσσης αἰσθόμενοι

110

.

453

(50)

ἠπείλουν ἀναιρήσειν αὐτὴν, εἰ μὴ ὅπερ ἔκρυψεν,
ἐπιδείξειε· ἡ δὲ τὰ λείψανα τοῦ παιδαρίου προαγα‐453

110

.

456

γοῦσα· «Τοῦτο δὴ, φησὶν, τὸ ἐμόν ποτε γνήσιον τέκνον καὶ νῦν πανάθλιον, φάγετε καὶ ὑμεῖς, καὶ γὰρ κἀγὼ βέβρωκα, εἰ δὲ ἀποστρέφεσθε, (καὶ) τὸ λοιπὸν ἐμοὶ καταλείψατε.» Οἱ δὲ τὰς ὄψεις 288 ἑαυτῶν
5ἱκανῶς τύψαντες ὑπεξῆλθον τοῦ δωματίου καταπε‐ πληγμένοι καὶ τρέμοντες. Καὶ οὕτως τὸ καλῶς ἐκ κοιλίας ἐξελθὸν βρέφος εἰς τὴν αὐτὴν πάλιν κακῶς ὑπέστρεψε (ἀθλίαν) γαστέραν (ὅπερ ἀκούσαντες οἱ ἐν τῇ πόλει πάντες ἀποθανεῖν ἐν τάχει προσηύχοντο).
10(8) Μενοῦνγε καὶ ἄλλα τοιαῦτα, καὶ χείρονα, καὶ δυσδιήγητα γεγόνασιν ἐν τῇ πόλει τότε· ἐν δὲ τῇ περιχώρῳ καὶ τῷ πολέμῳ γίνεται τοῖς Ἰουδαίοις θύελλα ἐξαίφνης σφοδροτάτη, ἥτις τὰ μὲν εἰς αὐτοὺς παρὰ τῶν Ῥωμαίων πεμπόμενα βέλη εὐστόχως
15ἔφερεν, τὰ δὲ παρ’ αὐτῶν εἰς ἐκείνους πλάγια πα‐ ραχρῆμα συνέσυρεν. Οἱ δὲ Ῥωμαῖοι θεασάμενοι τὰς ὄψεις τῶν Ἰουδαίων ἐκ τῆς θυέλλης ἀμαυρωθείσας, λαθραίως αὐτοῖς ἐπαναβαίνοντες εὐτόνως αὐτοὺς κατέκτεινον· κἀντεῦθεν (77b) ᾔσθοντο πολλοὶ, ὅτι
20θεήλατός ἐστιν ἡ πληγὴ, καὶ κατὰ θεομηνίαν ταῦτα πάσχουσιν. (9) Καὶ οὕτως ἐν δυσὶν ἔτεσιν πα‐ ραλαβὼν ὁ Τίτος τὴν Ἱερουσαλὴμ, πᾶσαν κατέλυσε καὶ ἐνέπρησε μετὰ τοῦ αὐτῆς ναοῦ, κατὰ τὴν τοῦ Κυρίου προαγόρευσιν (καὶ προφητείαν). Εἰπόντων
25γὰρ τῶν μαθητῶν περὶ τοῦ ἱεροῦ, ὅτι «Λίθοις κα‐ λοῖς καὶ ἀναθήμασιν κεκόσμηται», ἔφη· «Ταῦτα, ἃ θεωρεῖτε πάντα, ἐλεύσονται ἡμέραι, ἐν αἷς οὐκ ἀφεθήσεται λίθος ἐπὶ λίθῳ, ὃς οὐ καταλυθήσεται.» —«Ὅταν δὲ ἴδητε κυκλουμένην τὴν πόλιν ὑπὸ τῶν
30στρατοπέδων, τότε γνῶτε ὅτι ἤγγικεν ἡ ἐρήμωσις αὐτῆς.» —«Οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις· ἔσται γὰρ ἀνάγκη μεγάλη καὶ ὀργὴ τῷ λαῷ τούτῳ, καὶ πεσοῦνται ἐν στόματι ῥομφαίας καὶ αἰχμαλωτισθήσονται εἰς πάντα τὰ ἔθνη· καὶ ἔσται Ἱερουσαλὴμ
35289 πατουμένη ὑπὸ ἐθνῶν ἄχρι πληρωθῶσι καιροὶ ἐθνῶν.» Καὶ «Ἔσται θλῖψις τοιαύτη, οἵα οὐ γέγονε πώποτε οὐδὲ μὴ γενήσεται.» Ταῦτα δὲ πάντα πεπόνθασιν οἱ ἐχθροὶ τῆς ζωῆς αὐτῶν Ἰουδαῖοι, κυριευθέντες ὑπὸ τῶν Ῥωμαίων ὡς ἀπωσάμενοι Χριστὸν, τὸν Βασιλέα τοῦ παντὸς,
40καὶ τὸν τῶν Ῥωμαίων βασιλέα δυσσεβῶς ἐπισπα‐ σάμενοι, κράζοντες· «Οὐκ ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα,» καί· «Τὸ αἷμα αὐτοῦ ἐφ’ ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν,» διὸ μέχρι τῆς συντελείας τὴν εἰς τὰ ἔθνη πάντα διασπορὰν καὶ ταλαιπωρίαν ἕξου‐
45σιν αὐτῶν τὰ τέκνα, καθάπερ τινὲς δραπέται (καὶ)
μαστιγίαι (τε καὶ παράπληγες) μηδὲν τῶν νομίμων455

110

.

457

ἐπιτελεῖν δυνάμενοι· ὑποφόρους γὰρ ἔχοντες αὐτοὺς οἱ Ῥωμαῖοι οὐκ ἐῶσι τοῖς ἰδίοις χρᾶσθαι δικαιώ‐ μασιν, ἐπειδήπερ ἑκουσίως ἐπεσπάσαντο τὴν δου‐ λείαν εἰπόντες· «Οὐκ ἔχομεν βασιλέα εἰ μὴ Καί‐
5σαρα·» καί· «Ἐὰν μὴ ἀποκτείνωμεν τὸν Χριστὸν, πάντες εἰς αὐτὸν πιστεύσουσι, καὶ ἐλεύσονται οἱ Ῥωμαῖοι, καὶ ἀροῦσι τὸν τόπον ἡμῶν καὶ τὸ ἔθνος,» οἵ γε καὶ ἄκοντες προεφήτευσαν· καὶ γὰρ ἐπίστευ‐ σαν εἰς αὐτὸν τὰ ἔθνη, καὶ αὐτοὶ τὴν ἐξουσίαν
10ὑπὸ Ῥωμαίων ἀφῃρέθησαν, καὶ τῆς νομικῆς λα‐ τρείας κεκωλυμένοι εἰσὶ καὶ ἀναιρεῖν οὐ συγχω‐ ροῦνται καὶ θύειν ὅτε βούλονται· διὸ καὶ ἐπικατά‐ ρατοί εἰσι, μὴ δυνάμενοι ποιεῖν τὰ διατεταγμένα· «Ἐπικατάρατος γὰρ, φησὶν, πᾶς ὃς οὐκ ἐμμένει πᾶσι
15τοῖς γεγραμμένοις ἐν τῷ βιβλίῳ τοῦ νόμου τοῦ ποι‐ ῆσαι αὐτά.» Ἀδύνατον δέ ἐστιν, ἐν διασπορᾷ μεταξὺ τῶν ἐθνῶν ὄντας, πάντα αὐτοὺς ἐπιτελεῖν τὰ τοῦ νόμου καὶ τὴν λατρείαν ἐν ἑνὶ τόπῳ περιγεγραμ‐ μένην, ὡς ἐν λόγῳ Κυρίου Μωϋσῆς διετάξατο. (10)
20Τί οὖν πρὸς ταῦτά φατε, ὦ Ἰουδαῖοι; καὶ τί τὸ αἴτιον τῶν τοσούτων καὶ τηλικούτων ὑμᾶς κατειλη‐ φότων κακῶν; Ἆρά γε συνήκατε, ὅτι οὐκ εἰς ὁμό‐ δουλον, ἀλλ’ εἰς Θεὸν προσκεκρουκότες [εἰκότως ταῦτα πεπόνθατε καὶ ἀσύγνωστα πάσχετε; εἰς αὐτὸν
25γὰρ ὄντως ἐκεῖνον] 290 τὸν ποιητὴν καὶ εὐεργέτην ἐξημάρτετε, ὦ ἐμβρόντητοι καὶ παράνομοι, καθὼς αὐτὸς διὰ Ἡσαΐου ἀναφωνῶν λέγει· «Υἱοὺς ἐγέν‐ νησα καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν,» καί· «Τί ἔδει ποιῆσαι τῷ ἀμπελῶνί μου καὶ οὐκ ἐποίησα
30αὐτῷ; διότι ἔμεινα, ἵνα ποιήσῃ σταφυλὴν, ἐποίησε δὲ ἀκάνθας·» καί· «Ἔμεινα τοῦ ποιῆσαι κρίσιν, ἐποίησε δὲ ἀνομίαν, καὶ οὐ δικαιοσύνην, ἀλλὰ κραυγήν.» Ποίας δὲ ἀκάνθας λέγει καὶ ποίαν ἀνο‐ μίαν καὶ κραυγήν; ἦ δῆλον, ὅτι αἷσπερ ἐστεφανώ‐
35σατε αὐτὸν ἐπὶ τοῦ πάθους ἀνόμως κράζοντες· (78a) «Ἆρον, ἆρον, σταύρωσον αὐτὸν,» ὡς καὶ διὰ Ἱερεμίου (περὶ τῆς θεομαχίας καὶ μιαρᾶς ὑμῶν συναγωγῆς πάλιν φησίν)· «Ἐγένετο ἡ κληρονο‐ μία μου ἐμοὶ ὡς λέων ἐν δρυμῷ· ἔδωκεν ἐπ’ ἐμὲ
40τὴν φωνὴν αὐτῆς, καὶ διὰ τοῦτο ἐμίσησα αὐτήν.» (Ἣν δὴ βέβηλον συναγωγὴν καὶ θεήλατον ὡς τοῦτο δράσασαν) καὶ Σολομὼν (θριαμβεύων) φάσκει· «Ἐξέλθετε, θυγατέρες Σιὼν, καὶ ἴδετε ἐν τῷ στε‐ φάνῳ, ᾧ ἐστεφάνωσεν αὐτὸν ἡ μήτηρ αὐτοῦ ἐν ἡμέρᾳ
45νυμφεύσεως αὐτοῦ.» Μητέρα μὲν οὖν λέγει κατὰ σάρκα τὴν τῶν Ἰουδαίων συναγωγήν· «Σάρξ μου γὰρ, φησὶν, ἐξ αὐτῶν·» ἡμέραν δὲ νυμφεύσεως αὐτοῦ (δηλοῖ) καθ’ ἣν (ὁ μὲν) τὴν ἐξ ἐθνῶν Ἐκκλη‐ σίαν ἐνυμφεύσατο· ἡ δὲ (πεφενακισμένη καὶ)

110

.

457

(50)

ματαιόφρων ἐκείνη συναγωγὴ στέφανον ἐξ ἀκανθῶν
ἐπὶ τὴν κεφαλὴν αὐτοῦ θεῖσα (καὶ ὡς ἐπευφραινο‐457

110

.

460

μένη καὶ) ἐμπαίζουσα αὐτῷ ἔλεγεν· «Χαῖρε, ὁ βασιλεὺς τῶν Ἰουδαίων,» πρὸς οὓς ἀποτεινόμενος Ἡσαΐας πληκτικώτερον ἔφη· «Ἐν τίνι ἐτρυφήσατε καὶ ἐπὶ τίνα ἐχαλάσατε τὴν γλῶσσαν ὑμῶν, τέκνα
5ἀπωλείας καὶ σπέρμα ἄνομον;» Ὅθεν αὐτὸς ὁ Κύριος δι’ Ὠσηὲ τοῦ προφήτου σχετλιαστικῶς εἶπεν· «Οὐαὶ αὐτοῖς, ὅτι ἀπεπήδησαν ἀπ’ ἐμοῦ, δείλαιοί εἰσιν, ὅτι ἠσέβησαν εἰς ἐμέ—καὶ πονηρὰ εἰς ἐμὲ ἐλογίσαντο.» «Διὰ τοῦτο κατεπόθη Ἰσραὴλ, καὶ
10εἰς οὐδὲν ἐγένετο, καὶ ἔστιν ὥσπερ σκεῦος ἄχρη‐ στον ἐν 291 τοῖς ἔθνεσιν.» (Ὁμοίως δὲ) καὶ διὰ Ἱερεμίου φησίν· «Παιδεύσει σε ἡ ἀποστασία σου, καὶ ἡ κακία σου ἐλέγξει σε, καὶ γνώσῃ, ὅτι πικρόν σοι [τὸ ἐγ]καταλιπεῖν σε ἐμὲ (καὶ οὐκ ηὐ‐
15δόκησα ἐν σοὶ).» Ὁ δέ γε θεῖος Δαυῒδ, ὥσπερ δια‐ πριόμενος καθ’ ὑμῶν, ἐπαρᾶται πρὸς τὸν παροινη‐ θέντα Κύριον λέγων· «Σκοτισθήτωσαν οἱ ὀφθαλ‐ μοὶ αὐτῶν τοῦ μὴ βλέπειν, καὶ τὸν νῶτον αὐτῶν διὰ παντὸς σύγκαμψον· ἔκχεον ἐπ’ αὐτοὺς τὴν ὀργήν
20σου, καὶ ὁ θυμὸς τῆς ὀργῆς σου καταλάβοι αὐτούς· (καὶ) πρόσθες ἀνομίαν ἐπὶ τὴν ἀνομίαν αὐτῶν, καὶ μὴ εἰσελθέτωσαν ἐν δικαιοσύνῃ σου· ἐξαλειφθήτω‐ σαν ἐκ βίβλου ζώντων, καὶ μετὰ δικαίων μὴ γραφή‐ τωσαν·» καί· «Διασκόρπισον αὐτοὺς ἐν τῇ
25δικαιοσύνῃ σου καὶ κατάβαλε αὐτοὺς, ὁ ὑπερασπιστής μου, Κύριε.» —«Καὶ συλληφθήτωσαν ἐν τῇ ὑπερη‐ φανίᾳ αὐτῶν—ἐν ὀργῇ συντελείας, καὶ οὐ μὴ ὑπάρ‐ ξουσι, καὶ γνώσονται, ὅτι ὁ Θεὸς δεσπόζει τοῦ Ἰα‐ κὼβ καὶ τῶν περάτων τῆς γῆς·» ἐφ’ ᾗ δήπουθεν
30(καὶ) διασπαρέντες ἐνδίκως ἐπιγνώσονται πάντως, ὅτι (ὁ) Θεός ἐστι Χριστὸς τοῦ πατρὸς αὐτῶν Ἰακὼβ (καὶ κυριεύει τὰ σύμπαντα, καὶ ἀποδίδωσιν ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ). Οὕτω γε μὴν καὶ ὁ θεοφάν‐ τωρ Μωϋσῆς (προκαθαπτόμενος καὶ) στηλιτεύων
35ὑμᾶς ὡς βδελυροὺς καὶ ἄφρονας καὶ ἀγνώμονας ἔφη· «Τέκνα μωμητὰ, γενεὰ σκολιὰ καὶ διεστραμμένη, ταῦτα Κρίῳ ἀνταποδίδωσιν; οὗτος λαὸς μωρὸς καὶ οὐχὶ σοφός· οὐκ αὐτὸς, οὗτός σου Πατὴρ ἐκτή‐ σατό σε καὶ ἐποίησε καὶ ἔπλασέ σε;» Κἀντεῦθεν
40εἰκότως φησὶν ὁ Θεός· «Εἶπον, Διασπερῶ αὐτοὺς, παύσω δὴ ἐξ ἀνθρώπων τὸ μνημόσυνον αὐτῶν.» Καὶ μέντοι καὶ ὁ κλεινὸς Ἱερεμίας μᾶλλον σαφηνίζων τίς οὗτός ἐστιν ὁ ταῦτα πεπονθὼς ἀφ’ ὑμῶν, ἐκβοᾷ λέγων· «Πνεῦμα πρὸ προσώπου ὑμῶν, Χριστὸς (ὁ)
45Κύριος, συνελήφθη ἐν ταῖς διαφθοραῖς ὑμῶν, περὶ οὗ εἴπαμεν· Ἐν τῇ σκιᾷ αὐτοῦ ζησόμεθα.» Τοιαῦτα γοῦν καὶ Σολομὼν αὖθις ἐκ (78b) προσώπου ὑμῶν τῶν θεομάχων διαῤῥήδην προαγορεύει, φάσκων· «Ἐνεδρεύσωμεν 292 τὸν δίκαιον ὅτι δύσχρηστος

110

.

460

(50)

ἡμῖν ἐστι καὶ ἐναντιοῦται τοῖς ἔργοις ἡμῶν καὶ ὀνειδίζει ἡμῖν ἁμαρτήματα νόμου καὶ ἐπαγγέλλε‐
ται γνῶσιν ἔχειν Θεοῦ καὶ παιδίον Κυρίου ἑαυτὸν459

110

.

461

ὀνομάζει· ἐγένετο ἡμῖν εἰς ἔλεγχον ἐννοιῶν [ἡμῶν] καὶ βαρύς ἐστιν ἡμῖν καὶ βλεπόμενος, ὅτι ἀνόμοιος τοῖς ἄλλοις ἐστὶν ὁ βίος αὐτοῦ καὶ ἐξηλλαγμέναι αἱ τρίβοι αὐτοῦ· εἰς κίβδηλον ἐλογίσθημεν αὐτῷ,
5καὶ ἀπέχεται τῶν ὁδῶν ἡμῶν ὡς ἀπὸ ἀκαθαρσιῶν· μακαρίζει δὲ ἔσχατα δικαίων καὶ ἀλαζονεύεται Πα‐ τέρα Θεόν. Ἴδωμεν εἰ οἱ λόγοι αὐτοῦ εἰσιν ἀληθεῖς καὶ πειράσωμεν τὰ ἐκβάσια αὐτοῦ. Εἰ γάρ ἐστι δίκαιος καὶ Υἱὸς Θεοῦ, ἀντιλήψεται αὐτοῦ καὶ ῥύσε‐
10ται αὐτὸν ἐκ χειρὸς ἀνθεστηκότων. Ὕβρει καὶ βα‐ σάνῳ ἐτάσωμεν αὐτὸν, ἵνα γνῶμεν τὴν ἐπιείκειαν αὐτοῦ καὶ δοκιμάσωμεν τὴν ἀνεξικακίαν αὐτοῦ· θανάτῳ ἀσχήμονι καταδικάσωμεν αὐτὸν καὶ ἴδωμεν εἰ ἔσται αὐτῷ ἐπισκοπὴ ἐκ λόγων αὐτοῦ.» —Ὧν
15τὴν παράνοιαν καὶ δυσμένειαν εὖ μάλα κατακερ‐ τομῶν ἐπήγαγε· «Ταῦτα ἐλογίσαντο καὶ ἐπλα‐ νήθησαν, ἀπετύφλωσε γὰρ αὐτοὺς ἡ κακία αὐτῶν· καὶ οὐκ ἔγνωσαν μυστήρια Θεοῦ.» Οὓς δὴ καὶ ὁ θεσπέσιος Ἡσαΐας θρηνῶν συνᾳδόντως λέγει·
20«Οὐαὶ τῇ ψυχῇ αὐτῶν, διότι ἐβουλεύσαντο βουλὴν πονηρὰν καθ’ ἑαυτῶν, εἰπόντες· Δήσωμεν τὸν δί‐ καιον, ὅτι δύσχρηστος ἡμῖν ἐστιν.» Δέδεικται τοίνυν ἐναργέστατα (ὦ θεομάχοι), ἡ αἰτία τῆς ὑμῶν ἀπὸ Θεοῦ ἀλλοτριώσεως καὶ ἐγκαταλείψεως καὶ τῆς δι‐
25ηνεκοῦς καὶ ἀπεράντου ταλαιπωρίας, εἴπερ βού‐ λεσθε ἀκούοντες ἐπιγνῶναι. (11) Καὶ περὶ μὲν τῆς ἐν Βαβυλῶνι αἰχμαλωσίας ὑμῶν ὡρισμένους χρό‐ νους εἶπον οἱ προφῆται, καὶ μέν γε τὴν ἐπάνοδον καὶ τὴν οἰκοδομὴν τῆς πόλεως κατήγγειλαν. Ἀκού‐
30σατε γὰρ Ἱερεμίου πρὸς ὑμᾶς λέγοντος· «Διὰ τὰς ἁμαρτίας, ἃς ἡμαρτήκατε ἐναντίον τοῦ Θεοῦ, ἀχθήσεσθε εἰς Βαβυλῶνα αἰχμάλωτοι ὑπὸ Ναβουχο‐ δονόσορ βασιλέως Βαβυλῶνος. Εἰσελθόντες οὖν εἰς Βαβυλῶνα, ἔσεσθε ἐκεῖ ἔτη οʹ. Μετὰ δὲ τοῦτο ἐξάξω
35ὑμᾶς ἐκεῖθεν μετ’ εἰρήνης, λέγει Κύριος.» Καὶ πάλιν· «Δουλεύσουσιν ἐν τοῖς 293 ἔθνεσιν ἔτη οʹ καὶ ἐν τῷ πληρωθῆναι τὰ οʹ ἔτη, ἀποκαταστήσω τὸν Ἰσραὴλ εἰς τὸν τόπον αὐτοῦ, λέγει Κύριος.» Καὶ περὶ τῆς οἰκοδομῆς τῆς πόλεως Ἡσαΐας ἔφη·
40«Οὕτω λέγει Κύριος τῷ χριστῷ μου Κύρῳ, οὗ ἐκρά‐ τησα τῆς δεξιᾶς ἐπακοῦσαι ἔμπροσθεν αὐτοῦ ἔθνη· Αὐτὸς οἰκοδομήσει τὴν πόλιν μου καὶ τὴν αἰχμαλωσίαν τοῦ λαοῦ ἐπιστρέψει.» Περὶ ἧς οἰκο‐ δομῆς καὶ Ἀγγαῖος φάσκει· «Τῷ δευτέρῳ ἔτει
45ἐπὶ Δαρείου—ἐλάλησε Κύριος—πρός με λέγων· Εἰπὸν δὴ πρὸς Ζοροβάβελ, καὶ πρὸς Ἰησοῦν τὸν ἱερέα, καὶ πρὸς πάντας τοὺς καταλοίπους τοῦ λαοῦ λέγων· Τίς ἐξ ὑμῶν, ὃς εἶδε τὸν οἶκον τοῦτον ἐν τῇ δόξῃ αὐτοῦ τῇ ἔμπροσθεν; καὶ πῶς νῦν βλέπετε αὐτὸν

110

.

461

(50)

ὡς οὐχ ὑπάρχοντα ἐνώπιον ὑμῶν; Καὶ νῦν κατί‐
σχυε, Ζοροβάβελ, καὶ Ἰησοῦ, καὶ πᾶς ὁ λαὸς, καὶ461

110

.

464

οἰκοδομήσατε τὸν οἶκον, καὶ εὐδοκήσω ἐν αὐτῷ»— «καὶ ἔσται ἡ δόξα τοῦ οἴκου τούτου ἡ ἐσχάτη ὑπὲρ τὴν πρώτην, λέγει Κύριος.» Ὥσπερ τοίνυν Σολομὼν τῆς πρώτης τοῦ ναοῦ οἰκοδομῆς γέγονε δομήτωρ, οὕτω καὶ «Ζοροβάβελ ἐθεμελίωσε τὸν οἶκον τοῦτον· καὶ αἱ χεῖρες αὐτοῦ ἐπιτελέσουσιν αὐ‐
5τόν.» Εἰ μὲν οὖν ἔμελλε πάλιν ἀναστήσεσθαι, εἶπεν ἂν ὁ προφήτης· «Καὶ ἔσται ἡ δόξα τοῦ οἴκου τού‐ του (79a) ἡ ἐσχάτη ὑπὲρ τὴν ἔμπροσθεν.» Τῷ δὲ εἰπεῖν «ὑπὲρ τὴν πρώτην,» τὴν δευτέραν ἐσχάτην ὑπέφηνε καὶ τελευταίαν. Ὡς γὰρ οὐκ ἔστι τῆς πρώτης προτέρα, οὕτως οὐδὲ τῆς ἐσχάτης ἐσχατωτέρα· ὥστε οὖν, εἰ μὲν εἶπεν· «Ἡ δευτέρα ὑπὲρ τὴν πρώτην, εἰκὸς ἦν» τρίτην οἰκοδομὴν προσδοκᾷν· εἰ δὲ τὴν δευτέραν ἐσχάτην ἐκάλεσε, (τὴν) τελευταίαν ἐκείνην οἰκοδομὴν προφανῶς τῆς πόλεως καὶ τοῦ
10ναοῦ παρεδήλωσε. (12) Καὶ μάτην ἀπατᾶσθε, ὦ Ἰουδαῖοι, τὴν παλιγγενεσίαν τούτων, μετὰ τὴν Οὐεσπασιανοῦ καὶ Τίτου καθαίρεσιν, ἀποκαραδοκοῦντες· ἀλλὰ μὴν καὶ ὁ ἱεροψάλτης Δαυῒδ πρὸ τούτων ἐκ προσώπου τῆς
15αἰχμαλωσίας φησίν· «Ἐπὶ τῶν ποταμῶν 294 Βαβυλῶνος, ἐκεῖ ἐκαθίσαμεν καὶ ἐκλαύσαμεν ἐν τῷ μνησθῆναι ἡμᾶς τὴν Σιὼν,» —«ὅτι ἐκεῖ ἐπηρώ‐ τησαν ἡμᾶς οἱ αἰχμαλωτίσαντες ἡμᾶς (λόγους ᾠδῶν καὶ οἱ ἀπαγαγόντες ἡμᾶς) ὕμνους.» Καὶ ἐπάγει
20ἑτέρωθι περὶ τῆς πόλεως λέγων· «Οἰκοδομῶν Ἱερουσαλὴμ ὁ Κύριος, τὰς διασπορὰς τοῦ Ἰσραὴλ ἐπισυνάξει.» Καὶ πάλιν ἐκ προσώπου τοῦ λαοῦ φά‐ σκει· «Ἐν τῷ ἐπιστρέψαι Κύριον τὴν αἰχμαλωσίαν τοῦ λαοῦ αὐτοῦ, ἀγαλλιάσεται Ἰακὼβ καὶ εὐφραν‐
25θήσεται Ἰσραήλ.» —Οὐκοῦν ὑμεῖς πολὺ «πλα‐ νᾶσθε, μὴ εἰδότες τὰς Γραφὰς» μηδὲ τὴν ἀποκειμένην μυστικὴν καὶ θεόπνευστον (διδασκαλίαν καὶ) πρόῤῥησιν ἐν αὐταῖς. (13) Περὶ δὲ τῆς ἐσχάτης αἰχμαλωσίας ταύτης οὔτε χρόνον ὥρισεν ὁ Θεὸς, οὔτε ἀποκατάστασιν
30ἐδήλωσαν οἱ προφῆται, ἀλλὰ τὴν μὲν αἰχμαλωσίαν, καὶ τῆς βασιλείας ὑμῶν κατάπαυσιν, καὶ τῆς πόλεως ἐρήμωσιν πάντες οἱ προφῆται προανήγγει‐ λαν, τὴν δὲ ἐπάνοδον καὶ τὴν τῆς πόλεως ἀνόρθωσιν οὐδαμῶς, πλὴν μόνον τὸν παντελῆ ταύτης ἀφανισμὸν
35καὶ τὸν ὄλεθρον ὑμῶν, καὶ τὴν διηνεκῆ τιμωρίαν καὶ διασπορὰν εἰς τὰ ἔθνη πάντα. Φησὶ γὰρ ὁ ἀρχάγγελος πρὸς τὸν Δανιήλ· «Ἐξολοθρευθήσε‐ ται χρίσμα, καὶ κρῖμα οὐκ ἔσται, καὶ τὴν πόλιν καὶ τὸ Ἅγιον διαφθερεῖ σὺν τῷ ἡγουμένῳ τῷ ἐρχομένῳ,
40καὶ ἐκκοπήσονται ὡς ἐν κατακλυσμῷ.» —«Καὶ ἀρθήσεται θυσία καὶ σπονδὴ, ἐπὶ τὸ ἱερὸν βδέ‐ λυγμα ἐρημώσεων, καὶ ἕως συντελείας καιροῦ συντέλεια δοθήσεται ἐπὶ τὴν ἐρήμωσιν.» Διὰ μὲν γὰρ τοῦ χρίσματος [τὴν ἱερωσύνην ἐδήλωσε, διὰ δὲ
45τοῦ κρίματος] τὴν βασιλικὴν καὶ (τὴν) πολιτικὴν κα‐ τάστασιν καὶ τῶν ἄλλων ἁπάντων τὴν ἀναίρεσιν ὑπέφηνε, διὰ δὲ τοῦ κατακλυσμοῦ καὶ τῆς ἐκκοπῆς καὶ τῆς συντελείας τὴν ἄρδην ἔκπτωσιν καὶ πανω‐ λεθρίαν ἐσήμανεν.

110

.

464

(50)

(14) Ὅταν οὖν ἀκούσῃς, ὦ Ἰουδαῖε τυφλὲ, συν‐ τέλειαν, τί λοιπὸν ἕτερον προσδοκᾷς; Εἰ δὲ ἀναγι‐
νώσκων οὐκ ἐπιγινώσκεις, ὥσπερ οὖν οὐδὲ ἐπιγι‐463

110

.

465

νώσκεις ὄντως, περὶ τῆς ἀπροσδοκήτου σου 295 ἀνακλήσεως καὶ διὰ τοῦτο πρὸς τὴν ἀλήθειαν ἀπο‐ μαχόμενος, οὐ νοεῖς· —ἄκουσον (οὖν) ἐν παρεκβά‐ σει τὰς φωνὰς τῶν προφητῶν, καὶ παῦσαι τοῦ λοιποῦ
5φιλονεικῶν καὶ ἀνοηταίνων. Ὁ προφήτης Ὠσηὲ οὕτως λέγει· «Καὶ καταπαύσω βασιλείαν οἴκου Ἰσραήλ· καὶ συντρίψω τόξον Ἰσραήλ·» καί· «Οὐ μὴ προσθῶ ἔτι ἐλεῆσαι τὸν οἶκον Ἰσραὴλ, ἀλλ’ ἢ ἀντιτασσόμενος ἀντιτάξομαι αὐτοῖς, λέγει Κύ‐
10ριος·» καί· «Ἐμίσησα αὐτοὺς διὰ τὰς κακίας τῶν ἐπιτηδευμάτων αὐτῶν καὶ ἐκ τοῦ οἴκου μου ἐκβαλῶ αὐτοὺς, καὶ οὐ προσθήσω τοῦ ἀγαπῆσαι αὐ‐ τοὺς, λέγει Κύριος· ἐπόνεσεν Ἐφραῒμ τὰς ῥίζας αὐτοῦ καὶ ἐξηράνθη καὶ καρπὸν οὐκέτι οὐ μὴ ἐνέγκῃ·
15καὶ ἀπώσεται αὐτοὺς ὁ Θεὸς, ὅτι οὐκ (79b) εἰσήκου‐ σαν αὐτοῦ, καὶ ἔσονται πλανῆται ἐν τοῖς ἔθνεσιν.» Ἔφη γοῦν καὶ Μαλαχίας· «Οὐκ ἔστι μοι θέλημα ἐν ὑμῖν, λέγει Κύριος παντοκράτωρ, καὶ θυσίαν οὐ προσδέξομαι ἐκ τῶν χειρῶν ὑμῶν, διότι ἀπὸ
20ἀνατολῶν ἡλίου ἕως δυσμῶν τὸ ὄνομά [μου] δεδό‐ ξασται ἐν τοῖς ἔθνεσιν· καὶ ἐν παντὶ τόπῳ θυμίαμα προσάγεται τῷ ὀνόματί μου καὶ θυσία καθαρὰ, διότι μέγα τὸ ὄνομά [μου] ἐν τοῖς ἔθνεσιν, λέγει Κύριος παντοκράτωρ· ὑμεῖς δὲ βεβηλοῦτε αὐτό.» —«Διὰ
25τοῦτο δώσω ὑμᾶς ἐξουθενημένους εἰς πάντα τὰ ἔθνη, ἀνθ’ ὧν οὐκ ἐφυλάξατε τὰς ἐντολάς μου.» Διό φησι (καὶ) Ἱερεμίας· «Τάδε λέγει Κύριος παντοκράτωρ· Ἰδοὺ ὤμοσα τῷ ὀνόματί μου τῷ με‐ γάλῳ· εἰ ἔσται τοῦ λοιποῦ ὀνομαζόμενον [τὸ ὄνομά
30μου] ἐν παντὶ στόματι Ἰούδα.» Εἰ δὲ τὸ ὄνομα αὐτοῦ ἔφη περιαιρήσειν ἀπὸ Ἰουδαίων, εὔδηλον, ὅτι καὶ τὸν νόμον καὶ τὰς θυσίας. —(15) Οὐ τοίνυν προηγουμένως κατὰ (τὴν) θείαν γνώμην ἡ περὶ τῶν θυσιῶν ἐδόθη νομοθεσία; Κἀντεῦθεν μετὰ
35ταῦτα διὰ τῶν προφητῶν ἔφη· «Τίς γὰρ ἐξεζή‐ τησε ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν;» καί· «Μὴ εὐχαὶ καὶ κρέα ἀφαιροῦσι τὰς ἁμαρτίας σου;» καί· «Μὴ σφάγια καὶ θυσίας προσηνέγκατέ μοι ἐν τῇ ἐρήμῳ ἔτη μʹ;» καί· «Ἵνα τί μοι λί‐
40βανον 296 ἐκ Σαβὰ φέρετε καὶ κινάμωμον ἐκ γῆς μακρόθεν;» Διό φησιν· «Θυσίαν καὶ προσ‐ φορὰν οὐκ ἐθέλησας·» καί· «Μὴ ὁλοκαυτώματα καὶ θυσίας θέλει ὁ Θεὸς, ἢ τὸ ὑπακούειν αὐτοῦ;» καί· «Ἀκοὴ ἀγαθὴ ὑπὲρ θυσίαν·» καί· «Εἰ
45ἠθέλησας θυσίαν, ἔδωκα ἄν.» Καὶ δὴ καὶ τὰς ἑορτὰς ἐκβάλλων ἐπάγει λέγων· «Μεμίσηκα, ἀπῶσμαι τὰς ἑορτὰς ὑμῶν, ἀπόστησον ἀπ’ ἐμοῦ ἦχον ᾠδῶν σου, καὶ ψαλμὸν ὀργάνων (σου) οὐκ εἰσακούσομαι·» καί· «Ἡμέραν μεγάλην οὐκ ἀνέχομαι, νηστείαν

110

.

465

(50)

καὶ ἀργίαν—μισεῖ ἡ ψυχή μου·» καί· «Οὐ τοι αὐτὴν νηστείαν (ἐγὼ) ἐξελεξάμην· καί· «Δώσω
ὑμῖν προστάγματα οὐ καλὰ, ἐν οἷς οὐ ζήσεσθε δι’465

110

.

468

αὐτῶν.» Ὥστε οὖν κατὰ τὴν σκληροκαρδίαν ὑμῶν, καὶ οὐ κατὰ τὴν ἀγαθότητα (αὐτοῦ), ἔδωκεν ὑμῖν τὰ προστάγματα αὐτοῦ ἐκεῖνα πάντως, καὶ ἀλλοίωσις οὐκ ἐστιν. (16) Ἐπεὶ οὖν ἀγνώμων (σφόδρα) καὶ λίαν ἀχάριστος ὁ Ἰσραὴλ ἔκπαλαι γενόμενος καὶ κατα‐
5λείψας τὸν ὄντως ὄντα καὶ προόντα Θεὸν, τὸν ποι‐ ήσαντα καὶ «εὐεργετήσαντα αὐτὸν» πολυμερῶς καὶ πολυτρόπως, «καὶ τέλειον ἀποστὰς ἀπὸ Θεοῦ Σωτῆρος αὐτοῦ, «ἔθυσε τοὺς υἱοὺς αὐτοῦ καὶ τὰς θυγατέρας [αὐτοῦ] τοῖς δαιμονίοις· «καὶ ἐλάτρευσαν
10προσκυνήσαντες τῇ κτίσει παρὰ τὸν κτίσαντα, «λέγων τῷ ξύλῳ καὶ τῷ λίθῳ· Θεός μου εἶ, καὶ σύ με ἐγέννησας·» οὐκ ἔφριξεν ὁ τάλας καὶ ἀπόπλη‐ κτος ἀρνήσασθαι τὸν γεννήσαντα αὐτὸν Θεὸν ζῶντα καὶ ἀληθινὸν, καὶ ἐπιλαθέσθαι τοῦ τρέφοντος αὐτὸν
15Θεοῦ. Διὸ δὴ λοιπὸν ὡς ἀχρήστῳ (καὶ ἀνηκέστῳ) προσώχθισεν αὐτῷ ὁ Θεὸς καὶ ἀπεστράφη (αὐτὸν) παντελῶς, διὰ τοῦ μεγάλου Δαυῒδ φάσκων· «Καὶ οὐκ ἤκουσεν ὁ λαός μου τῆς φωνῆς μου, καὶ Ἰσραὴλ οὐ προσέσχε μοι, [καὶ] ἐξαπέστειλα αὐτοὺς κατὰ τὰ
20ἐπιτηδεύματα τῶν καρδιῶν αὐτῶν πορεύεσθαι.» Ὡσαύτως καὶ Ζαχαρίας φησίν· «Εἶπον· Οὐ ποι‐ μανῶ αὐτοὺς, ἀλλὰ τὸ ἀποθνῆσκον 297 ἀποθνη‐ σκέτω, καὶ τὸ ἀπολλύμενον ἀπολλυέσθω, καὶ τὰ κατάλοιπα κατεσθιέσθω ἕκαστος τὰς σάρκας τοῦ
25πλησίον αὐτοῦ.» Καὶ οὕτω μισητὸν καὶ διεφθαρμέ‐ νον καὶ (80a) εἰς ἅπαν ἐβδελλυγμένον διὰ τῶν αἰσχί‐ στων καὶ θεοστυγῶν ἐπιτηδευμάτων ἑαυτὸν ἀποφή‐ νας, εἰκότως εὖ μάλα (καὶ πάνυ δικαίως) εἰς τέλος κατελείφθη καὶ ἀπεβλήθη, καθὼς πάλιν ὁ θεῖος
30Μαλαχίας φησίν· «Ἔπεσεν Ἰσραὴλ καὶ (οὐκέτι) οὐ μὴ προσθήσει τοῦ ἀναστῆναι.» Οὕτω καὶ Ἡσαΐας φησίν· «Τίς φείσεται ἐπὶ σοὶ, Ἱε‐ ρουσαλὴμ, ἢ τίς ἀνακάμψει σε εἰς εἰρήνην σοι; λέγει Κύριος. Ὀπίσω πορεύσῃ· [καὶ] ἐκτενῶ τὴν
35χεῖρά μου, καὶ διαφθερῶ σε, καὶ διασπερῶ σε, καὶ οὐκέτι ἀνήσω σε.» —«Ἰδοὺ, ἐγὼ λαμβάνω καὶ ῥάσσω ὑμᾶς καὶ τὴν πόλιν; ἣν ἔδωκα ὑμῖν, καὶ δώσω ὑμᾶς ὀνειδισμὸν αἰώνιον καὶ ἀτιμίαν αἰώνιον, ἥτις οὐκ ἐπιλησθήσεται.» (17) Τῆς τοίνυν ἐσχά‐
40της ἁλώσεως ταύτης καὶ τελευταίας τὰ δεινὰ καὶ φοβερὰ διαγορεύοντες, ὅ τε μέγας θεοῤῥήμων πά‐ λιν Μωϋσῆς καὶ οἱ μετ’ αὐτὸν θεηγόροι Ἰεζεκιὴλ [καὶ] Ἱερεμίας, εὐκρινῆ λίαν καὶ σφόδρα δῆλα τοῖς πᾶσι καὶ τοῖς ἄγαν ἰδιώταις αὐτὰ πεποίηνται. Ὁ
45μὲν γὰρ Μωϋσῆς ἐν τῷ Δευτερονομίῳ φησί· «Καὶ ἐπάξει Κύριος ἔθνος ἐπὶ σὲ μακρόθεν ἀπ’ ἐσχάτου τῆς γῆς, ὡσεὶ ὅρμημα ἀετοῦ, ἔθνος ἀναιδὲς προσώ‐ πῳ.» —«Καὶ ἐκθλίψει σε ἐν πάσαις ταῖς πόλεσί
σου ἕως ἂν καθαιρεθῶσι τὰ τείχη σου τὰ ὑψηλὰ καὶ467

110

.

469

ὀχυρὰ, ἐν οἷς σὺ πέποιθας ἐν αὐτοῖς.» —«Καὶ φαγῇ τὰ ἔκγονα τῆς κοιλίας σου, κρέα υἱῶν καὶ θυγατέρων σου,» —«διὰ τὸ μὴ καταλελεῖφθαι ὑμῖν μηδὲν ἐν τῇ στενοχωρίᾳ καὶ θλίψει, ᾗ θλίψει
5σε ὁ ἐχθρός σου ἐν πάσαις ταῖς πόλεσί σου· καὶ ἡ ἁπαλὴ ἐν ὑμῖν καὶ [ἡ] τρυφερὰ»—«γυνὴ τὸ ἐξελ‐ θὸν ἐκ τῶν μηρῶν αὐτῆς καὶ τὸ τέκνον, ὃ ἐὰν τέκῃ, καταφάγεται»—«κρυφῇ διὰ τὴν ἔνδειαν πάντων ἐν τῇ στενοχωρίᾳ καὶ θλίψει.» —«Καὶ ἔσῃ
10ἐν αἰνίγματι, καὶ ἐν 298 παραβολῇ, καὶ ἐν διηγή‐ ματι πᾶσι τοῖς ἔθνεσιν εἰς οὓς ἂν ἀπαγάγῃ σε Κύριος ἐκεῖ»—«ἕως ἂν ἐξολοθρεύσῃ σε»— «καὶ καταλειφθήσεσθε ἐν ἀριθμῷ βραχεῖ ἀνθ’ ὧν, ὅτι ἦτε ὠσεὶ τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλή‐
15θει, καὶ οὐκ εἰσηκούσατε τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ ὑμῶν. Καὶ ἔσται ὃν τρόπον εὐφράνθη Κύριος ἐφ’ ὑμῖν εὖ ποιῆσαι καὶ πληθῦναι ὑμᾶς, οὕτως εὐφραν‐ θήσεται Κύριος ἐφ’ ὑμῖν ἐξολοθρεῦσαι ὑμᾶς. Καὶ ἐξαρθήσεσθε ἐκ τῆς ἀγαθῆς γῆς ἐκείνης, καὶ δια‐
20σπερεῖ σε Κύριος ὁ Θεός σου εἰς πάντα τὰ ἔθνη ἀπ’ ἄκρου τῆς γῆς ἕως ἄκρων αὐτῆσ»—«ἀλλὰ καὶ ἐν τοῖς ἔθνεσιν ἐκείνοις οὐκ ἀναπαύσεται, οὐδὲ μὴ γένηται στάσις τῷ ἴχνει τῶν ποδῶν ὑμῶν· καὶ δώ‐ σει σοι Κύριος ἐκεῖ καρδίαν ἀθυμοῦσαν, καὶ
25ἐκλείποντας ὀφθαλμοὺς, καὶ τηκομένην ψυχὴν— καὶ φοβηθήσῃ ἡμέρας καὶ νυκτός.» —«Καὶ ἐρεῖς τὸ πρωῒ ἀπὸ τοῦ φόβου τῆς καρδίας σου· Πῶς ἂν γένοιτο ἑσπέρα; καὶ τὸ ἑσπέρας ἐρεῖς· Πῶς ἂν γένοιτο πρωΐ;» Ὁ δέ γε Ἐζεκιὴλ ἔφη· «Τάδε
30λέγει Ἀδωναῒ Κύριος· Ἰδοὺ ἐγὼ ἐπὶ σὲ, Ἱερουσα‐ λὴμ, [καὶ] ποιήσω ἐν μέσῳ σου κρῖμα ἐνώπιον τῶν ἐθνῶν, καὶ ποιήσω ἐν σοὶ ἃ οὐ πεποίηκα καὶ οὐ μὴ ποιήσω αὐτοῖς ὅμοια ἔτι διὰ τὰ βδελύγματά [σου] πάντα. Διὰ τοῦτο πατέρες φάγονται τέκνα αὐτῶν
35ἐν μέσῳ σου, καὶ τέκνα φάγονται πατέρας αὐ‐ τῶν· καὶ ποιήσω ἐν σοὶ κρίματα, καὶ διασπερῶ πάντας τοὺς καταλοίπους (σου) εἰς πάντα ἄνεμον,» —«ἀνθ’ ὧν τὰ ἅγιά μου ἐμίανας ἐν πᾶσι τοῖς προσ‐ οχθίσμασί σου· κἀγὼ ἀπώσομαί σε καὶ οὐ (80b)
40μὴ ἐλεήσω ἔτι· τὸ τέταρτόν σου ἐν θανάτῳ ἀναλω‐ θήσεται, καὶ τὸ τέταρτόν σου ἐν λιμῷ συντελεσθή‐ σεται ἐν μέσῳ σου, καὶ τὸ τέταρτόν σου ἐν ῥομ‐ φαίᾳ πεσοῦνται κύκλῳ σου, καὶ τὸ τέταρτόν σου εἰς πάντα ἄνεμον διασκορπιῶ.» —«Καὶ ὁ μὲν
45πόλεμος καὶ ἡ ῥομφαία ἔξωθεν, ὁ δὲ λιμὸς καὶ ὁ θάνατος ἔσωθεν ὀλοθρεύσει (καὶ ὁ μὲν ἐν τῷ πεδίῳ ῥομφαίᾳ τελευτήσει, τοὺς δὲ ἐν τῇ πόλει λιμὸς καὶ 299 θάνατος συντελέσει)· οἱ δὲ ἐξ αὐτῶν ἀνασωζόμενοι ἀναλωθήσονται.» —«Καὶ ὑπολείψομαι ἐξ αὐτῶν ἐκ ῥομφαίας καὶ λιμοῦ καὶ θανάτου, ὅπως ἂν ἐκδιηγῶνται τὰς ἀνομίας αὐτῶν πάσας ἐν τοῖς ἔθνεσι· καὶ γνώσονται, ὅτι ἐγὼ Κύριος ὁ τύπτων.» —Διὰ δὴ τοῦτό φησιν ὁ ἱερὸς Χρυσόστομος· «Οὐκ

110

.

469

(50)

ἀναιρεῖ πάντας ἄρδην, ἀλλὰ σκορπίζει· τοῦτο γὰρ προϋπεμφαίνων ὁ θεῖος Δαυῒδ ἔφη πρὸς αὐτόν·
«Μήπως ἀποκτείνῃς αὐτοὺς ἤτοι πάντας, ἀλλὰ διασκόρπισον ἐξ αὐτῶν δήπουθεν ἐν τῇ δυνάμει σου.»469

110

.

472

(8) Περὶ δὲ τῆς βʹ ἐλεύσεως αὐτοῦ, καὶ φανε‐ ρώσεως, καὶ πολλῆς καὶ ἀπαραμυθήτου θλίψεως αὐτῶν εἶπε Ζαχαρίας· «Τότε ἥξει Κύριος ὁ Θεὸς ἡμῶν, καὶ ἔσται κοπετὸς μέγας ἐν Ἱερουσαλήμ.»
5—«Ὄψονται γὰρ εἰς ὃν ἐξεκέντησαν» (τουτ‐ έστιν ἐν οἷς ἥλοις προσήλωσαν· οὐκ εἶπεν, ὃν ἐξε‐ κέντησαν, ἀλλ’, εἰς ὃν ἐξεκέντησαν). Τί δέ ἐστιν τὸ «εἰς ὅν;» Σταυρὸς ἦν εἰς ὃν ἐξεκέντησαν· πρὸ γὰρ τῆς φοβερᾶς παρουσίας τοῦ Κυρίου καθάπερ
10βασιλικὸν σημεῖον τὸ λεγόμενον σίγνον κατὰ κοινὴν συνήθειαν προτρέχει τῆς Χριστοῦ παρουσίας ὑπὸ τῶν ἀγγέλων δοξαζόμενον καὶ προευαγγελιζόμενον· καὶ φανήσεται ὁ σταυρὸς ἐπὶ τῆς γῆς ἀποκρύπτων τὸν ἥλιον καὶ ἀμβλύνων [τὴν] σελήνην, ὥς φησιν ὁ
15Κύριος· «Τότε φανήσεται τὸ σημεῖον τοῦ Υἱοῦ τοῦ ἀνθρώπου ἐν τῷ οὐρανῷ.» Καὶ ἵνα πληρωθῇ τὸ ῥῆμα Ζαχαρίου, τὴν λέξιν αὐτὴν λαβὼν ὁ Χριστὸς μετήγαγεν εἰς ἀληθῆ λέγων· «Ὄψονται εἰς ὂν ἐξεκέντησαν.» (19) Ὁ δέ γε Ἱερεμίας ὁμοίως
20φάσκει· Τάδε λέγει Κύριος, ὁ Θεὸς Ἰσραήλ· Ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ τὸν τόπον τοῦτον κακὰ, ὥστε παντὸς ἀκούοντος αὐτὰ ἠχήσει ἀμφότερα τὰ ὦτα αὐτοῦ, ἀνθ’ ὧν ἐγκατέλειπόν με καὶ ἀπηλλο‐ τρίωσαν τὸν τόπον τοῦτον· καὶ σφάξω τὴν φυλὴν
25Ἱερουσαλὴμ ἐν 300 τῷ τόπῳ τούτῳ, καὶ κατα‐ βαλῶ αὐτοὺς ἐν μαχαίρᾳ ἐναντίον τῶν ἐχθρῶν αὐτῶν, καὶ δώσω τοὺς νεκροὺς αὐτῶν εἰς βρῶσιν τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ τοῖς θηρίοις τῆς γῆς· καὶ τάξω τὴν πόλιν ταύτην εἰς ἀφανισμὸν καὶ εἰς
30συρισμὸν αἰώνιον, ἵνα πάντες οἱ διαπορευόμενοι δι’ αὐτῆς ἐκστήσωνται, καὶ σκυθρωπάσωσι, καὶ κινήσωσι τὰς κεφαλὰς αὐτῶν ἐπὶ πάσης τῆς πληγῆς αὐτῆς·» καί· «Ὡς ἄνεμον καὶ καύσωνα δια‐ σπερῶ αὐτοὺς κατὰ πρόσωπον τῶν ἐχθρῶν, καὶ δείξω
35αὐτοῖς ἡμέραν ἀπωλείας.» —«Καὶ ἔδονται τὰς σάρκας τῶν υἱῶν [αὐτῶν] καὶ τῶν θυγατέρων (αὐτῶν), [καὶ] ἕκαστος τὰς σάρκας τοῦ πλησίον αὐτοῦ ἔδεται ἐν τῇ περιοχῇ καὶ ἐν τῇ πολιορκίᾳ, ᾗ πολιορκήσουσιν αὐτοὺς οἱ ἐχθροὶ αὐτῶν·» καί·
40«Συντρίψω τὸν λαὸν τοῦτον καὶ τὴν πόλιν ταύτην καθὼς συντρίβεται ἄγγος ὀστράκινον, ὃ οὐ δύνα‐ ται ἰαθῆναι ἔτι· οὕτω ποιήσω, λέγει Κύριος, τῷ τόπῳ τούτῳ καὶ τοῖς κατοικοῦσιν ἐν αὐτῷ, τοῦ δοθῆναι τὴν πόλιν ταύτην ὡς τὴν διαπίπτουσαν.» —«Καὶ δώσω αὐτοὺς εἰς διασκορπισμὸν πάσαις ταῖς βασιλείαις τῆς γῆς, καὶ ἔσονται εἰς ὀνει‐
45δισμὸν, καὶ εἰς παραβολὴν, καὶ εἰς μῖσος (81a), καὶ εἰς κατάραν ἐν παντὶ τόπῳ, οὗ ἂν ἐξώσω αὐτοὺς ἐκεῖ.» (20) Τί οὖν λοιπὸν τῶν θείων τούτων ῥημά‐ των ἐμφαντικώτερον ἢ ἀληθέστερον γένοιτ’ ἄν;
Ὅρα γὰρ, ὦ ἀνόητε καὶ ἀλόγιστε Ἰουδαῖε, εἰ471

110

.

473

οὐ πεπλήρωται ταῦτα ἀπαραλείπτως κατὰ τὰς ἱερὰς προῤῥήσεις εἰς ὑμᾶς· καὶ μέντοι καὶ τὰ ὑπὸ Χριστοῦ προκατηγγελμένα καὶ προηπειλημένα· φησὶ γὰρ περὶ τῆς Ἱερουσαλὴμ καὶ τοῦ ἐν αὐτῇ
5ναοῦ, ὅτι «Οὐ μὴ μείνῃ λίθος ἐπὶ λίθον.» Ἆρα μεμένηκεν; Οὐδαμῶς. —Καί· «Ἰδοὺ, ἀφίεται ὁ οἶκος ὑμῶν ἔρημος.» Ἆρα οὐκ ἐρήμωται; Καὶ σφόδρα γε. —Καί· «Ἔσται θλῖψις οἵα οὐ γέγο‐ νεν.» Ἆρα οὐκ ἐγένετο; Ἀνάγνωθι τὴν ἱστορίαν
10Ἰωσήπου ἀνδρὸς (ὑμετέρου) Ἰουδαίου καὶ φιλαλή‐ θους· καὶ οὐδὲ ἀναπνεῦσαι λοιπὸν δυνήσῃ, 301 μόνον ἀκούων οἷα ἔπαθον οἱ ἄθλιοι τὸ τότε Ἰουδαῖοι διὰ τὴν [κατὰ] τοῦ Κυρίου μανίαν καὶ λύσσαν. Ἵνα γὰρ μηδεὶς τῶν Ἰουδαίων ἀπιστήσῃ, οὐκ ἀλλό‐
15φυλόν τινα, ἀλλ’ ὁμόφυλον, καὶ ὁμόπιστον, καὶ ζη‐ λωτὴν παρεσκεύασεν ἡ ἀλήθεια τὰ ἐλεεινὰ ἐκεῖνα καὶ δυσεξήγητα ἐκτραγῳδῆσαι πάθη· τοιαύτην γὰρ θεήλατον ὑπέστησαν ἅλωσιν, οἵαν οὐδὲ ὁ σύμπας οἶδε χρόνος, ἀφ’ οὗ γέγονεν ἐπὶ τῆς γῆς ἄνθρωπος,
20καὶ εἰκότως· ἕως μὲν γὰρ εἰς τοὺς ὁμοδούλους ἡμάρτανον, συγγνώμης ἐτύγχανον· ἡνίκα δὲ εἰς τὸν κοινὸν Δεσπότην ἐξήμαρτον, ἀσυγγνώστως ἐκολά‐ σθησαν. Ὅτι δὲ ὁ Χριστὸς πεποίηκεν αὐτοῖς ταῦτα, ἄκουσον αὐτοῦ πάλιν καὶ διὰ παραβολῆς φάσκοντος·
25«Τοὺς δὲ μὴ βουληθέντας με βασιλεῦσαι ἐπ’ αὐ‐ τοὺς, ἀγάγετε ὧδε καὶ κατασφάξατε.» Διὸ καὶ πρὸς αὐτοὺς ἔλεγεν· «Ἀρθήσεται ἀφ’ ὑμῶν ἡ βασιλεία καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς.» Καὶ πρὸς μὲν τὴν Ἱερουσαλήμ φησιν· «Ἥξουσιν
30ἐπί σε ἡμέραι, καὶ περιβαλοῦσί σοι οἱ ἐχθροί σου χάρακα, καὶ κυκλώσουσί σε, καὶ συνέξουσί [σε] πάντοθεν, καὶ ἐδαφιοῦσι τὰ τέκνα σου ἐν σοί.» Πρὸς δὲ τοὺς ἀπειθεῖς Ἰουδαίους ἐπάγει λέγων· «Ἰδοὺ ἀφίεται ὁ οἶκος ὑμῶν ἔρημος,» ὅπερ οὖν καὶ ὁ
35θεῖος Δανιὴλ προδηλῶν ἔφη· «Τὴν πόλιν καὶ τὸ ἅγιον διαφθερεῖ σὺν τῷ ἡγουμένῳ τῷ ἐρχομένῳ,» τουτέστιν ὁ Θεὸς καὶ Πατὴρ πάντων Ἰουδαίων τὰ σεμνὰ καὶ περίβλεπτα ἀνατρέψει, ἀλλὰ καὶ ὁ Υἱὸς καὶ Χριστὸς, ὁ παρ’ αὐτῶν ὡς λυτρωτὴς προσδο‐
40κώμενος καὶ σωτήρ. Οὐ γὰρ εἶπε, Διαφθαρήσεται ἡ πόλις καὶ ὁ ναὸς σὺν τῷ ἡγουμένῳ, καθὼς ἀλόγως οἴονταί τινες, ἀλλὰ. «Διαφθερεῖ ὁ Πατὴρ τὸν ναὸν καὶ τὴν πόλιν,» συμπράττοντος δηλονότι καὶ τοῦ παροινηθέντος ὑπ’ αὐτῶν ἡγουμένου, περὶ οὗ
45φησιν Ἰακὼβ πρὸς τὴν Βηθλεέμ· «Ἐκ σοῦ ἐξελεύσεται ἡγούμενος,» καὶ τὰ ἑξῆς. Καὶ μέντοι καὶ πρὸς τοὺς ἀποστόλους (ὁ Κύριος) οὕτως διηγό‐ ρευσεν· «Ὅταν ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώ‐ σεως (τὸ ῥηθὲν διὰ Δανιὴλ τοῦ προφήτου) ἑστὼς ἐν

110

.

473

(50)

τόπῳ ἁγίῳ—ὁ ἀναγινώσκων νοείτω,» —ὃ δὴ καὶ πεπλήρωτο, πρῶτον μὲν κατὰ (τὸν) καιρὸν τῆς ἁλώ‐ σεως καὶ ἐρημώσεως, εἴς τε τὸ Ῥωμαϊκὸν 302
στρατόπεδον ἐπεισελθὸν ἐν τῷ ναῷ καὶ τὴν πόλιν ἑλὸν κατὰ τὴν ἐρήμωσιν, ὥς τινες τὸ ῥηθὲν βδέλυγμα473

110

.

476

οὕτως ἐξειλήφασιν· ἀποτρόπαιοι γὰρ καὶ βδελυκτοὶ κατὰ τὸν νόμον ὑπάρχοντες, εἰκότως προείρηται βδέλυγμα ἐρημώσεως· ἔπειτα δὲ καὶ εἰς ὅπερ (ὕστερον) ἔστησεν Ἀδριανὸς ὁ βασιλεὺς εἴδωλον ἑαυτοῦ καὶ τὴν πόλιν τέλειον ἠρήμωσεν. (21) Περὶ ἧς οὖν αἰχμαλωσίας ἐσχάτης τῶν τα‐
5λαιπώρων Ἰουδαίων καὶ ἡ θεολόγος ἔφη γλῶττα (στηλιτεύουσα τὴν ἀνήκεστον ἐρήμωσον αὐτῶν διὰ τὴν κατὰ τοῦ (81b) Χριστοῦ τόλμαν)· φησὶ γάρ· «Τοῦ σταυροῦ πρὸς τὴν ἐσχάτην αὐτοὺς συνελαύ‐ νοντος ἀπόνοιαν, ἣν κατὰ τοῦ Θεοῦ καὶ Σωτῆρος
10ἡμῶν ὑπενοήθησαν, τὸν ἐν ἀνθρώπῳ Θεὸν ἀγνοήσαν‐ τες καὶ τὴν ῥάβδον τὴν σιδηρᾶν πόῤῥωθεν ἀπειλου‐ μένην αὐτοῖς, ἐφ’ ἑαυτοὺς εἵλκυσαν, τὴν νῦν ἐπικρα‐ τοῦσαν ἀρχὴν λέγω καὶ βασιλείαν»—«καὶ τὴν τελευταίαν αὐτῶν ἀπαγωγὴν καὶ μετανάστασιν
15καὶ τὸν νῦν ἐπικείμενον αὐτοῖς τῆς δουλείας ζυγὸν καὶ τὴν περιβόητον ὑπὸ Ῥωμαίοις ταπείνωσιν» καὶ διασπορὰν, ἥν τε νῦν ἔχουσι καὶ ἣν ἐπὶ πλεῖστον ἕξουσι· πείθομαι γὰρ ταῖς περὶ αὐτῶν προῤῥήσεσιν· «Τίς θρηνήσει πρὸς ἀξίαν τῶν θρήνους γράφειν εἰ‐
20δότων καὶ λόγον ἐξισοῦν πάθεσι; ποῖαι βίβλοι ταῦτα χωροῦσι; Μία στήλη τούτοις τῆς συμφορᾶς ἡ οἰκουμένη πᾶσα, καθ’ ἣν διεσπάρησαν, καὶ ἡ λατρεία πεπαυμένη καὶ αὐτῆς τῆς Ἱερουσαλὴμ τὸ ἔδαφος μόλις γινωσκόμενον (ἧς τοσοῦτον αὐτοῖς
25ἐπίβατόν ἐστι μόνον, καὶ τοσοῦτον ἀπολαύουσι τῆς ποτε δόξης αὐτῶν, ὅσον ἐν ἡμέρᾳ φανέντες θρη‐ νῆσαι τὴν ἐρημίαν).» (22) Ὁ οὖν Ἰώσηπος ἐν Ἱερουσαλὴμ παρὼν τῷ πολέμῳ συνέγραψε μυριάδας τʹ ἀνδρῶν ἀπολέ‐
30σθαι τότε (τοὺς μὲν λιμῷ διαφθαρέντας, τοὺς δὲ ὑπ’ ἀλλήλων ἐν τῷ συγκλεισμῷ ἀποσφαγέντας καὶ τοὺς μὲν ὑπὸ Ῥωμαίων ἀναιρεθέντας, τοὺς δὲ ὑπὸ πυρὸς τεφρωθέντας, τοὺς δὲ ἐν ἀκμῇ τῆς ἡλικίας 303 ὑψηλοτάτους καὶ κάλλει σώματος διαφέροντας
35τῷ θριάμβῳ ἐν Ῥώμῃ πεμφθῆναι πρὸς θηριομαχίαν· τοῦ δὲ λοιποῦ πλήθους τοὺς ὑπὲρ ιζʹ ἔτη, τοὺς μὲν δεσμίους εἰς τὰ κατ’ Αἴγυπτον ἔργα παραπεμφθῆναι, τοὺς δὲ πλείους εἰς τὰς ἐπαρχίας διανεμηθῆναι διαφθαρησομένους ἐν τοῖς θεάτροις σιδήροις καὶ θη‐
40ρίοις, τοὺς δὲ ἐντὸς τῶν ιζʹ ἐτῶν, αἰχμαλώτους ἀχθέντας διαπιπράσκεσθαι· τούτων δὲ μόνον τὸν ἀριθμὸν εἰς μυριάδας ἀνδρῶν θʹ συναχθῆναι. Καὶ δὴ καὶ περὶ τῆς καταστροφῆς Ἱερουσαλὴμ ἔφη. Τὴν δὲ ἐρήμωσιν τῆς τε πόλεως καὶ τοῦ ναοῦ συνέβη
45γενέσθαι κατὰ τὴν Δανιὴλ προφητείαν πρὸ υηʹ γενο‐ μένην ἐτῶν. Καὶ οὕτω λοιπὸν ἡ γʹ ἅλωσις γέγονε τῆς Ἱερουσαλὴμ καὶ παντελὴς ἐρήμωσις ἐπὶ Οὐεσ‐ πασιανοῦ καὶ Τίτου μετὰ μʹ ἔτη τῆς τοῦ Κυρίου ἡμῶν ἀναλήψεως). (23) Ἅπερ δὴ καὶ ὁ θεῖος Χρυσόστο‐

110

.

476

(50)

μος ἐπεξεργαστικώτερον ἀναπτύσσων, διελέγχων
τούτους εὖ μάλα φάσκει· «Εἰ δὲ φιλονεικεῖς, ὦ475

110

.

477

Ἰουδαῖε, περὶ τοῦ τέλους, ἀπὸ τῶν φθασάντων μάνθανε καὶ τὰ παρόντα. Σκόπει γάρ· Κατέβης εἰς Αἴγυπτον, ἀλλ’ ἐγένοντο ἔτη υʹ, καὶ ταχέως ὁ Θεὸς τῆς δουλείας ἐκείνης ἀπήλλαξε, καίπερ ἀσεβοῦντα
5καὶ πορνεύοντα πορνείαν τὴν χαλεπωτάτην. Ἀπηλ‐ λάγης Αἰγύπτου καὶ προσεκύνησας μόσχῳ, ἔθυσας τοὺς υἱούς σου καὶ τὰς θυγατέρας σου τοῖς δαι‐ μονίοις, τὸν ναὸν ἐμόλυνας, τὴν φύσιν ἠγνόησας, τὰ ὄρη, τὰς νάπας, τοὺς βουνοὺς, τὰς πηγὰς, τοὺς
10ποταμοὺς, τοὺς κήπους τῶν μυσαρῶν θυσιῶν ἐπλή‐ ρωσας, προφήτας ἔσφαξας, θυσιαστήρια κατέστρε‐ ψας, πᾶν εἶδος κακίας ἐπῆλθες καὶ πᾶσαν ὑπερ‐ βολὴν ἐπεδείξω πονηρίας καὶ ἀσεβείας· ἀλλ’ ὅμως, οʹ ἔτη σε παραδοὺς (τοῖς) Βαβυλωνίοις, πάλιν ἐπὶ τὴν
15προτέραν ἐπανήγαγεν ἐλευθερίαν, καὶ τὴν πατρίδα καὶ τὸν ναὸν (82a) ἀπέδωκε, καὶ τὸ παλαιὸν τῆς προφητείας χάρισμα, καὶ πάλιν προφῆται καὶ Πνεύ‐ ματος ἁγίου χάρις· μᾶλλον δὲ ἐν τῷ καιρῷ τῆς αἰχμαλωσίας οὐκ ἐγκατελείφθης, ἀλλὰ καὶ Δανιὴλ
20ἐκεῖ καὶ Ἰεζεκιὴλ, καὶ ἐν Αἰγύπτῳ Ἱερεμίας, καὶ μέντοι καὶ πρὸ τούτων Μωϋσῆς καὶ Ἀαρὼν ἐν τῇ ἐρήμῳ. Καὶ μετ’ ἐκεῖνα πάλιν ἐπὶ τὴν προτέραν ἐπανῆλθες κακίαν 304 καὶ ἐξεβακχεύθης, καὶ πρὸς τὴν Ἑλληνικὴν μετετάξω πολιτείαν ἐπὶ τοῦ
25ἀσεβοῦς Ἀντιόχου· ἀλλά γε τότε παραδοθέντες Ἀντιόχῳ ἔτη γʹ, τὰ λαμπρὰ διὰ τῶν Μακκα‐ βαίων αὖθις ἐστήσατε τρόπαια. Ἀλλὰ καὶ τοιοῦτον οὐδὲν, ἀλλὰ τοὐναντίον ἅπαν γέγονεν, ὃ καὶ μάλιστα ἔστι θαυμάσαι, ὅτι τὰ μὲν τῆς κακίας ἔληξε, τὰ δὲ τῆς τιμωρίας ἐπιτέταται καὶ οὐδὲ ἐλπίδα τινὰ με‐ ταβολῆς ἔχει· οὐ γὰρ οʹ ἔτη μόνον παρῆλθε, ἀλλὰ καὶ πολλῷ πλείονα· καὶ οὐδὲ σκιὰν ἐλπίδος ἔστιν
30εὑρεῖν, καὶ ταῦτα οὐδὲ εἰδωλολατρούντων ὑμῶν (νῦν ὡς τότε) οὔτε ἄλλο τι ποιούντων, ἅπερ ἔμ‐ προσθεν ἐτολμᾶτε.» (24) Ἵνα δὲ σαφέστερον καὶ διεξοδικώτερον [τὰ] περὶ τούτων εἴπωμεν, ἄνωθεν πάλιν ἀρξώμεθα. Τρεῖς οὖν δουλείας ὑπέστησαν οἱ Ἰουδαῖοι χαλεπω‐
35τάτας καὶ οὐδεμίαν χωρὶς προῤῥήσεως αὐτοῖς ἐπή‐ γαγεν ἡ θεία δίκη, ἀλλὰ προλεχθῆναι παρεσκεύασεν αὐτοῖς καὶ τόπον, καὶ χρόνον, καὶ κάκωσιν, καὶ τὴν ἐπάνοδον, καὶ τἄλλα πάντα μετὰ πολλῆς (τῆς) ἀκρι‐ βείας. Καὶ περὶ μὲν τῆς ἐν Αἰγύπτῳ αʹ διαλεγόμε‐
40νος ὁ Θεὸς οὕτως ἔφη πρὸς τὸν Ἀβραάμ· «Γι‐ νώσκων γνῶθι, ὅτι πάροικον ἔσται τὸ σπέρμα σου ἐν γῇ ἀλλοτρίᾳ, καὶ δουλώσουσιν αὐτοὺς καὶ κα‐ κώσουσιν ἔτη υʹ (τὸ δὲ ἔθνος, ᾧ ἐὰν δουλεύσωσι, κρινῶ ἐγὼ» εἶπεν ὁ Θεός)· τετάρτῃ δὲ γενεᾷ
45«ἐλεύσονται ὧδε (μετὰ ἀποσκευῆς πολλῆς).» (25) Περὶ δὲ τῆς βʹ εἶπεν Ἱερεμίας· «Οὕτως εἶπε Κύριος· Ὅταν μέλλῃ πληροῦσθαι τῇ Βαβυλῶνι οʹ ἔτη, ἐπισκέψομαι ὑμᾶς καὶ ἐπιστήσω ἐφ’ ὑμᾶς τοὺς ἀγαθοὺς λόγους μου τοῦ ἀποστρέψαι εἰς τὸν τόπον

110

.

477

(50)

τοῦτον.» —«Καὶ ἐπιστρέψω τὴν αἰχμαλωσίαν ὑμῶν· [καὶ] ἀθροίσω ὑμᾶς ἐκ τῶν ἐθνῶν πάντων καὶ ἐκ τῶν τόπων πάντων ὧν διέσπειρα ὑμᾶς ἐκεῖ, φησὶ Κύριος· καὶ ἐπιστρέψω ὑμᾶς εἰς τὸν τό‐
πον ὅθεν ἀπῴκισα ὑμᾶς ἐκεῖθεν.»477

110

.

480

(26) Δύο μὲν τοιαύτας δουλείας ὁ λόγος ἀπέ‐ δειξεν συντόμως μετὰ προφητείας ἐπελθούσας αὐ‐ τοῖς, καὶ οὐχ ἁπλῶς οὐδὲ ἀπροσδοκήτως· 304 λείπεται οὖν τὴν γʹ ἐπαγαγεῖν· εἶτα καὶ περὶ τῆς
5νῦν τετάρτης κατεχούσης αὐτοὺς εἰπεῖν, καὶ δεῖξαι σαφῶς, ὅπως οὐδὲ εἷς προφήτης ἐπηγγείλατο λύσιν ἔσεσθαι τῶν κατεχόντων αὐτοὺς κακῶν οὔτε μὴν ἀπαλλαγὴν τὸ σύνολον. (27) Τίς οὖν ἐστιν ἡ τρίτη; Ἡ ἐπὶ Ἀντιόχου
10τοῦ Ἐπιφανοῦς. Ἐπειδὴ γὰρ Ἀλέξανδρος, ὁ Μα‐ κεδόνων βασιλεὺς, Δαρεῖον, τὸν βασιλέα Περσῶν, καθελὼν, εἰς ἑαυτὸν περιέστησε τὴν ἀρχὴν, τελευ‐ τήσαντος τούτου, δʹ μετ’ ἐκεῖνον ἐγένοντο βασιλεῖς, εἶτα ἐξ ἑνὸς τῶν δʹ τούτων γενόμενος ὁ Ἀντίοχος
15μετὰ πολὺν ὕστερον χρόνον τό τε ἱερὸν ἐνέπρησε, τά τε Ἅγια τῶν ἁγίων ἠρήμωσε, τάς τε θυσίας καθεῖλε, τούς τε Ἰουδαίους ὑπέταξε καὶ τὴν πολι‐ τείαν αὐτῶν κατέλυσε πᾶσαν. Καὶ ταῦτα πάντα μετὰ ἀκριβείας ἁπάσης καὶ μέχρι μιᾶς ἡμέρας προ‐
20ηγορεύετο παρὰ τοῦ Δανιὴλ, καὶ πότε ἔσται, καὶ πῶς, καὶ παρὰ τίνι, καὶ τίνι τρόπῳ, καὶ ποῦ τελευτήσει, καὶ τίνα λήψεται μεταβολήν. Εἴσεσθε σαφέστε‐ ρον (82b) ἀκούσαντες αὐτῆς τῆς ὁράσεως, ἣν διὰ παραβολῆς ἡμῖν ὁ προφήτης ἀνήγγειλε, κριὸν μὲν
25καλῶν τὸν τῶν Περσῶν βασιλέα Δαρεῖον, τράγον τε [τὸν] τῶν Ἑλλήνων Ἀλέξανδρον βασιλέα, τὸν Μακεδόνα· τέσσαρα δὲ κέρατα λέγει τοὺς μετ’ ἐκεῖνον ἀναστάντας, ἀφ’ ὧν ὕστερον κέρας αὐτὸς ἔφυ· φησὶ γάρ· «Εἶδον ἐν ὁράματι, καὶ ἰδοὺ
30κριὸς (εἷς) ἑστηκὼς καὶ αὐτῷ κέρατα ὑψηλὰ καὶ τὸ ἓν ὑψηλότερον τοῦ ἑτέρου· καὶ τὸ ὑψηλότε‐ ρον ἀνέβαινεν ἐπ’ ἐσχάτων· καὶ εἶδον τὸν κριὸν κερατίζοντα κατὰ θάλασσαν, καὶ βοῤῥᾶν, καὶ νότον, καὶ τὰ θηρία πάντα οὐ στήσεται ἐνώπιον αὐτοῦ·
35καὶ οὐκ ἦν ὁ ἐξαιρούμενος ἐκ χειρὸς αὐτοῦ· καὶ ἐποίησε κατὰ τὸ θέλημα αὐτοῦ καὶ ἐμεγαλύνθη·» τὴν δύναμιν λέγει τὴν Περσικὴν, ἣ πᾶσαν ἐπέδραμε τὴν γῆν. Εἶτα περὶ τοῦ Μακεδόνος Ἀλεξάνδρου διαλεγόμενός φησιν· «[Καὶ] ἰδοὺ τράγος αἰγῶν ἤρ‐
40χετο ἀπὸ λιβὸς ἐπὶ 305 πρόσωπον πάσης τῆς γῆς, καὶ οὐκ ἦν ἁπτόμενος τῆς γῆς, καὶ τῷ τράγῳ ἐκείνῳ κέρατα ἐθεωρεῖτο ἀναμέσον τῶν ὀφθαλμῶν αὐτοῦ.» Εἶτα λέγων τὴν πρὸς Δαρεῖον συμβολὴν αὐτοῦ γεγενημένην καὶ τὴν κατὰ κράτος νίκην·
45«Ἦλθε, φησὶν, ὁ τράγος ἕως τοῦ κριοῦ τοῦ τὰ κέρατα ἔχοντος.» —«Καὶ ἠγριώθη καὶ ἔπαισε τὸν κριὸν, καὶ συνέτριψεν ἀμφότερα τὰ κέρατα αὐτοῦ· καὶ οὐκ ἦν ὁ ἐξαιρούμενος ἐκ χειρὸς αὐτοῦ.» Ἔ‐ πειτα διηγούμενος τὴν Ἀλεξάνδρου τελευτὴν καὶ

110

.

480

(50)

τὴν τῶν δʹ βασιλέων διαδοχὴν ἐπάγει λέγων·
«Καὶ ἐν τῷ ἰσχῦσαι αὐτὸν, συνετρίβη τὸ κέρας τὸ479

110

.

481

μέγα· καὶ ἀνέβη κέρατα δ’ ὑποκάτωθεν αὐτοῦ εἰς τοὺς δʹ ἀνέμους τοῦ οὐρανοῦ.» Ἐντεῦθεν λοιπὸν ἐπὶ τὴν Ἀντιόχου βασιλείαν ἐλθὼν, καὶ δεικνὺς, ὅτι ἐξ ἑνὸς ἐκείνων τῶν δʹ ἐστὶν, πάλιν φησί· «Καὶ
5ἐξῆλθεν ἐκ τοῦ ἑνὸς ἰσχυρὸν, καὶ ἐμεγαλύνθη περισ‐ σῶς πρὸς νότον καὶ [πρὸς] ἀνατολήν.» Καὶ ση‐ μαίνων, ὅτι τὴν Ἰουδαϊκὴν πολιτείαν καθελεῖ, φά‐ σκει· «Καὶ δι’ αὐτὸν θυσία ἐταράχθη παραπτώ‐ ματι καὶ ἐγενήθη καὶ κατευωδώθη αὐτῷ, καὶ τὸ
10ἅγιον ἐρημωθήσεται, καὶ δοθήσεται ἐπὶ τὴν θυσίαν ἁμαρτία.» Τοῦ γὰρ βωμοῦ καθαιρεθέντος καὶ τῶν ἁγίων καταπατηθέντων, εἴδωλον ἔστησεν ἔνδον καὶ θυσίας ἐπετέλει τοῖς δαίμοσι παρανόμως· ὅθεν φησίν· «(Καὶ) ἐῤῥίφη χαμαὶ ἡ δικαιοσύνη, καὶ
15ἐποίησε, καὶ εὐωδώθη.» Εἶτα πάλιν ἐκ δευτέρου τὴν αὐτὴν βασιλείαν Ἀντιόχου (τοῦ) Ἐπιφανοῦς λέγων καὶ τὴν αἰχμαλωσίαν, καὶ τὴν ἅλωσιν, καὶ τὴν ἐρή‐ μωσιν τοῦ ἱεροῦ, προστίθησι καὶ τὸν χρόνον. Ἀρ‐ ξάμενος γὰρ ἀπὸ τῆς Ἀλεξάνδρου τελευτῆς,
20αὖθις πρὸς τῷ τέλει τοῦ βιβλίου καὶ [τὰ] μεταξὺ πάντα διηγησάμενος ὅσα οἱ Πτολεμαῖοι καὶ οἱ Σέ‐ λευκοι συῤῥαγέντες ἀλλήλοις ἐποίησαν, καὶ οἱ στρα‐ τηγοὶ τούτων εἰργάσαντο, τοὺς δόλους, τὰς 306 νίκας, τὰς στρατείας, τὰς ναυμαχίας, τὰς πεζομαχίας
25προϊὼν, εἰς Ἀντίοχον τελευτᾷ πάλιν καί φησιν· «Βραχίονες ἐξ αὐτοῦ στήσονται καὶ βεβηλώσουσι τὸ ἁγίασμα καὶ μεταστήσουσι τὸν ἐνδελεχισμὸν,» τὰς συνήθεις λέγων θυσίας καὶ καθημερινὰς, «καὶ δώ‐ σουσιν εἰς αὐτὸν βδέλυγμα (ἠφανισμένον)· καὶ
30τοὺς ἀνομοῦντας διαθήκην,» τουτέστι τοὺς παρα‐ βαίνοντας τῶν Ἰουδαίων, «ἀπάξουσιν ἐν ὀλισθή‐ μασι» μεθ’ ἑαυτῶν καὶ μεταστήσουσι· «καὶ λαὸς γινώσκων τὸν Θεὸν αὐτοῦ κατισχύσουσι,» τὰ ἐπὶ τῶν Μακκαβαίων λέγων καὶ τὰ ἐπὶ Ἰούδα καὶ Σίμω‐
35νος καὶ Ἰωάννου. «Καὶ οἱ συνετοὶ (τοῦ) λαοῦ συνήσουσιν εἰς πολλά· καὶ ἀσθενήσουσιν ἐν ῥομφαίᾳ καὶ ἐν φλογὶ,» (83a) τὸν ἐμπρησμὸν τῆς πόλεως ἐξηγούμενος πάλιν. «Καὶ ἐν αἰχμαλωσίᾳ καὶ ἐν ἁρπαγῇ ἡμερῶν, καὶ ἐν τῷ ἀσθενῆσαι αὐτοὺς,
40βοηθήσονται βοήθειαν μικρὰν,» ἐμφαίνων, ὅτι με‐ ταξὺ τῶν κακῶν ἐκείνων δυνήσονται ἀναπνεῦσαι καὶ ἀνενεγκεῖν ἐκ τῶν κατειληφότων αὐτοὺς κακῶν. «Καὶ προστεθήσονται πρὸς αὐτοὺς πολλοὶ ἐν ὀλι‐ σθήμασι. Καὶ ἀπὸ τῶν συνιέντων ἀσθενήσουσι,»
45δεικνὺς ὅτι πολλοὶ καὶ τῶν ἑστώτων πεσοῦνται. Εἶτα καὶ τὴν αἰτίαν, δι’ ἣν συνεχώρησεν αὐτοὺς ὁ Θεὸς ἐν τοσούτοις κακοῖς γενέσθαι. Τίς δὲ αὕτη; «Τοῦ πυρῶσαι, φησὶν, ἐν αὐτοῖς, καὶ τοῦ ἐκλέξασθαι, καὶ τοῦ λευκᾶναι ἕως καιροῦ πέρας.» Ταῦτα γὰρ,

110

.

481

(50)

φησὶν, ὁ Θεὸς συνεχώρησεν ὥστε αὐτοὺς ἐκκαθᾶραι481

110

.

484

καὶ δεῖξαι τοὺς ἐν αὐτοῖς δοκίμους. (28) Εἶτα δι‐ ηγούμενος αὐτοῦ ἐκείνου τὴν δύναμιν ἔφη· «Καὶ ποιήσει κατὰ τὸ θέλημα αὐτοῦ, καὶ ὑψωθήσεται, καὶ μεγαλυνθήσεται.» Καὶ μέντοι καὶ τὴν βλάσφη‐
5μον αὐτοῦ γνώμην προσέθηκεν, ὅτι «Ἐπὶ τὸν Θεὸν τῶν θεῶν λαλήσει ὑπέρογκα καὶ κατευθυνεῖ μέχρι συντελεσθῆναι τὴν ὀργὴν,» δεικνὺς, ὅτι οὐκ ἀπὸ τῆς οἰκείας γνώμης, ἀλλὰ διὰ τὴν ὀργὴν τοῦ Θεοῦ τὴν κατὰ τῶν Ἰουδαίων οὕτως ἐκεῖνος ἐκρά‐ τει καὶ ἴσχυεν. Εἰπὼν οὖν δι’ ἑτέρων 307 πλειόνων, ὅσα κακὰ ἐργάσεται τὴν Αἴγυπτον [καὶ] τὴν Παλαιστί‐ νην, καὶ πῶς ἐπανήξει καὶ τίνος καλοῦντος καὶ ποίας αἰτίας καταναγκαζούσης, λέγει λοιπὸν καὶ
10τὴν μεταβολὴν τῶν πραγμάτων τούτων, καὶ ὅτι δίκην δόντες οἱ Ἰουδαῖοι διὰ τούτων ἁπάντων, τεύ‐ ξονταί τινος ἀντιλήψεως, ἀγγέλου πεμφθέντος εἰς τὴν ἐκείνων βοήθειαν· «Ἐν τῷ καιρῷ γὰρ, φησὶν, ἐκείνῳ ἀναστήσεται Μιχαὴλ, ὁ μέγας ἄρχων, ὁ ἐφεστηκὼς ἐπὶ τοὺς υἱοὺς τοῦ λαοῦ σου· καὶ ἔσται καιρὸς θλίψεως οἷος οὐ γέγονεν ἀφ’ οὗ γεγένηται ἔθνος ἐπὶ τῆς γῆς ἕως τοῦ καιροῦ ἐκείνου· καὶ ἐν τῷ καιρῷ ἐκείνῳ σωθήσεται πᾶς ὁ γεγραμμένος ἐν τῇ βίβλῳ,» τουτέστιν οἱ (τῆς) σωτηρίας ὄντες ἄξιοι.
15(29) Ἀλλὰ τὸ ζητούμενον οὔπω καὶ νῦν ἀποδέ‐ δεικται· τί δὲ τοῦτό ἐστιν; Ὅτι καὶ χρόνους ὥρι‐ σεν ἐν τοῖς κακοῖς τούτοις ὥσπερ ἐκεῖ υʹ καὶ μετὰ ταῦτα οʹ. Ἴδωμεν τοίνυν καὶ ἐνταῦθα, εἴ τινα χρό‐ νον ὁρίζει. (Καὶ) ποῦ δὴ τοῦτο ἔστιν εὑρεῖν; Ἐν τοῖς
20μετὰ ταῦτα λεχθησομένοις· ἐπειδὴ γὰρ τὰ πολλὰ καὶ μεγάλα ἤκουσε κακὰ, τὸν ἐμπρησμὸν τῆς πό‐ λεως, τὴν ἀνατροπὴν τοῦ νόμου, τὴν αἰχμαλωσίαν, ἐπιθυμεῖ γὰρ καὶ τὸ τέλος αὐτῶν μαθεῖν καὶ εἴ τις ἔσται τῶν συμφορῶν τούτων μεταβολή· καὶ διερω‐
25τῶν ἔλεγεν οὕτως· «Κύριε, τί τὰ ἔσχατα τούτων; Καὶ εἶπε· Δεῦρο, Δανιὴλ, ὅτι ἐμπεφραγμένοι (καὶ ἐσφραγισμένοι) εἰσὶν οἱ λόγοι ἕως καιροῦ πέρας,» τὸ ἀσαφὲς τῶν εἰρημένων αἰνιττόμενος, εἶτα καὶ τὴν αἰτίαν τῆς συγχωρήσεως τῶν κακῶν, ἕως ἂν
30«ἐκλεγῶσι καὶ ἐκλευκανθῶσι καὶ πυρωθῶσι πολλοὶ, καὶ ἀνομήσουσιν ἄνομοι, καὶ [οὐ] συνήσουσι πάντες (οἱ) ἀσεβεῖς καὶ (οἱ) νοήμονες συνήσουσιν.» Εἶτα τὸν καιρὸν προλέγων, ὅσον μέλλει κατέχειν αὐτοὺς τὰ δεινὰ, φησίν· «Ἀπὸ καιροῦ παραλλάξεως ἐνδελε‐
35χές·» τὸ δὲ ἐνδελεχὲς τὸ πυκνὸν καὶ συνεχές ἐστιν. Τοῖς γὰρ Ἰουδαίοις ἔθος ἐστὶν καὶ ἐν πρωῒ καὶ ἐν ἑσπέρᾳ καὶ καθ’ ἑκάστην 308 ἡμέραν τῷ Θεῷ θύειν· καὶ διὰ τοῦτο ἡ θυσία ἐκείνη ἐνδελεχισμὸς ἐλέγετο. (Ἐπεὶ οὖν ἐλθὼν ὁ Ἀντίοχος κατέλυσε τὸ
40ἔθος τοῦτο) καὶ ἤλλαξε, διὰ τοῦτό φησιν ὁ ἄγγελος, ὅτι «Ἀπὸ καιροῦ ἀλλάξεως τοῦ ἐνδελεχι‐ σμοῦ,» (83b) τουτέστιν ἀπὸ τῆς καταλύσεως τῆς θυσίας, εἰσὶ δὲ ἡμέραι ͵α καὶ ςϟʹ, ὅπερ ἐστὶν ἔτη γʹ ἥμισυ (τοῦτο ἐπὶ τοῦ Ἀντιχρίστου). Εἶτα δηλῶν
45ὅτι λύσις τῶν κακῶν τούτων ἔσται καὶ ἀπαλλαγὴ, ἐπήγαγεν (ὁμοίως καὶ τοῦτο ἐπὶ τοῦ ὑπὸ Ἀντιχρί‐ στου ληπτέον· τὰς γὰρ ͵αςϟʹ ἡμέρας οὐχ ἁρμόττε· τάττειν ἐπὶ τοῦ Ἀντιόχου, ἀλλ’ ἢ τὰς δισχιλίους τʹ, ἃς εἴρηκεν ὁ αὐτὸς προφήτης Δανιὴλ ἐν τῇ θʹ ὁράσει,

110

.

484

(50)

αἵτινες ψηφιζόμεναι ποιοῦσιν ἓξ ἐτῶν ἀριθμὸν καὶ483

110

.

485

ἓξ μηνῶν κατὰ τὴν τῶν Ἑβραίων ψῆφον)· «Μα‐ κάριος ὁ ὑπομείνας καὶ φθάσας εἰς ἡμέρας ͵ατλεʹ,» ταῖς χιλίαις ςϟʹ μεʹ προσθεὶς, ἐπειδὴ ἐν μηνὶ καὶ ἥμισυ μηνὸς τὴν συμβολὴν συνέβη γενέ‐
5σθαι, ἐν ᾗ γέγονε καθαρὰ ἡ νίκη καὶ παντελὴς τῶν ἐπικειμένων κακῶν ἀπαλλαγή. —Εἰπὼν γάρ· «Μακάριος ὁ ὑπομείνας καὶ φθάσας εἰς ἡμέρας ͵ατλεʹ,» τὴν ἀπαλλαγὴν ἐδήλωσε· —καὶ οὐχ ἁπλῶς εἶπεν, «ὁ φθάσας·» ἐπεὶ γὰρ πολλοὶ τῶν ἀσε‐
10βησάντων εἶδον τὴν μεταβολή· (ἀλλ’) οὐκ ἐκείνους μακαρίζει, ἀλλὰ τοὺς ἐν καιροῖς τῶν κακῶν ὑπο‐ μείναντας καὶ μὴ προδόντας τὴν εὐσέβειαν καὶ τῆς ἀνέσεως τυχόντας· Ἆρα τί τούτων σαφέστερον γένοιτ’ ἄν; (30) Ὥρα δὴ λοιπὸν ἐπὶ τὸ ζητούμενον ἐλ‐ θεῖν καὶ τὴν παροῦσαν αἰχμαλωσίαν καὶ δουλείαν, δι’ ἣν καὶ πάντα κεκινήκαμεν, ἀπαντᾷν. Ὅτι μὲν
15οὖν αἱ τρεῖς προανηγορεύθησαν αἰχμαλωσίαι, ἡ μὲν ἔτη ἔχουσα υʹ, ἡ δὲ οʹ, ἡ δὲ ἓξ ἥμισυ, ἱκανῶς ἐν‐ τεῦθεν ἡμῖν ὡς οἷόν τε ἀποδέδεκται· φέρε δὴ λοιπὸν καὶ περὶ ταύτης εἴπωμεν. Ὅτι δὲ καὶ περὶ τῆς δʹ αἰχμαλωσίας τῆς ἐσχάτης καὶ τελευταίας προ‐
20ανεφώνησεν ὁ προφήτης οὗτος, αὐτὸν παρέξομεν μάρτυρα Ἰώσηπον, τὸν τὰ ἐκείνων φρονοῦντα. Ἐπειδὴ γὰρ εἶπε τὰ περὶ τῆς Ἀντιόχου αἰχμαλωσίας καὶ μάρτυρα τὸν προφήτην παρήγαγεν, 309 ἐπάγει καὶ περὶ ταύτης καί φησι· «Τὸν αὐτόν γε τρόπον
25Δανιὴλ καὶ περὶ τῆς Ῥωμαίων ἡγεμονίας ἀνέγραψε, καὶ ὅτι ὑπ’ αὐτῶν ἐρημωθήσεται» τὰ Ἱεροσόλυμα καὶ ὁ ναὸς καταλυθήσεται. Σὺ δέ μοι σκόπει τὸ φι‐ λάληθες τοῦ ἀνδρὸς, ὃς, εἰ καὶ Ἰουδαῖός ἐστι, ἀλλ’ οὐκ ἠνέσχετο ζηλῶσαι τὴν Ἰουδαϊκὴν φιλονει‐
30κίαν τε καὶ ψευδηγορίαν· εἰπὼν γὰρ, ὅτι ἐρημωθή‐ σεται τὰ Ἱεροσόλυμα καὶ ὁ ναὸς, ἔγραψεν· ὅτι δὲ στήσεταί που τὰ τῆς ἐρημώσεως, οὐκέτι προσ‐ έθηκεν, ἐπειδὴ οὐδὲ τὸν προφήτην εὗρε τοιοῦτόν τι προστεθέντα. Ποῦ τοίνυν εἶπεν (ὁ) Δανιὴλ, ὅτι
35ὁ ναὸς ἐρημωθήσεται, ἄκουσον. Ἐπειδὴ τὴν προσ‐ ευχὴν ἐκείνην τὴν ἐν σάκκῳ καὶ σποδῷ ἐποιή‐ σατο, ἦλθε Γαβριὴλ πρὸς αὐτὸν καί φησιν· «Οʹ ἑβδομάδες συνετμήθησαν ἐπὶ τὸν λαόν σου καὶ ἐπὶ τὴν πόλιν τὴν ἁγίαν.» Ἰδοὺ καὶ ἐνταῦθα χρόνος
40εἴρηται, οὐ τῆς αἰχμαλωσίας, ἀλλὰ μεθ’ ὅσον χρόνον ἤμελλεν ἡ αἰχμαλωσία ἀπαντήσεσθαι. Εἶτα πάλιν φησὶν ἀκριβέστερον· «Καὶ γνώσῃ καὶ συνήσεις, ἀπὸ ἐξόδου λόγων τοῦ ἀποκριθῆναι καὶ τοῦ οἰκοδο‐ μῆσαι Ἱερουσαλὴμ ἕως Χριστοῦ ἡγουμένου ἑβδο‐
45μάδες ζʹ καὶ ἑβδομάδες ξβʹ.» Ἐνταῦθά μοι νουνεχῶς πρόσεχε· τὸ γὰρ πᾶν ἐνταῦθά ἐστι τὸ ζητούμενον· ἑβδομάδες οὖν ζʹ καὶ ἑβδομάδες ξβʹ υπγʹ ἔτη εἰσίν. Ἑβδομάδας γὰρ οὐχ ἡμερῶν ἐνταῦθα λέγει οὐδὲ μη‐ νῶν, ἀλλ’ ἑβδομάδας ἐνιαυτῶν· ἀπὸ δὲ (84a) Κύρου

110

.

485

(50)

ἐπὶ Ἀντίοχον τὸν Ἐπιφανῆ καὶ τὴν αἰχμαλωσίαν ἐκείνου ἔτη εἰσὶν τϟδʹ. Εἶτα διδάσκει ἡμᾶς πό‐ θεν ἀριθμεῖν δεῖ, ὅτι οὐκ ἀπὸ τῆς ἡμέρας τῆς
ἐπανόδου, ἀλλ’ «ἀπὸ ἐξόδου λόγων τοῦ ἀποκριθῆναι485

110

.

488

Ἱερουσαλήμ· οὐκ ἐπὶ Κύρου δὲ ᾠκοδομήθη, ἀλλ’ ἐπὶ τοῦ Ἀρταξέρξου τοῦ Μακρόχειρος. Μετὰ γὰρ τὴν κάθοδον ἐπανῆλθε Καμβύσης, εἶτα οἱ Μάγοι καὶ μετ’ ἐκείνους Δαρεῖος Ὑστάσπου, μεθ’ ὃν Ξέρξης ὁ
5Δαρείου καὶ Ἀρταβάνης· εἶτα Ἀρταξέρξης ὁ Μα‐ κρόχειρ ἐβασίλευσε τῆς Περσίδος. Ἐν (δὲ) τῷ κʹ ἔτει τῆς βασιλείας αὐτοῦ Νεεμίας ἀνελθὼν, τὴν πόλιν ἀνέστησεν, ἅπερ ὁ Ἔσδρας ἀκριβῶς ἡμῖν διηγήσατο. Ἂν τοίνυν ἐντεῦθεν υπ[γʹ] ἔτη 310 θῶμεν, ἥξομεν
10πάντως ἐπὶ τὴν κατασκαφὴν ταύτην, ὡς καὶ Ἰώ‐ σηπος αὖθις μαρτυρεῖ λέγων· «Τὴν δὲ τῆς πόλεως ἐρήμωσιν καὶ τοῦ ναοῦ συνέβη γενέσθαι κατὰ τὴν Δανιὴλ προφητείαν πρὸ υʹ [καὶ] ὀκτὼ γενομένην ἐτῶν. Διὰ τοῦτό φησιν· «Οἰκοδομηθήσεται πλατεῖα
15καὶ περίτειχος.» (31) Ἐπειδὰν οὖν ἀναστῇ καὶ τὸ οἰκεῖον ἀπολάβῃ σχῆμα, ἀπ’ ἐκείνου τὰς οʹ ἑβδομάδας ἀρίθμει (καὶ ὄψῃ τὴν αἰχμαλωσίαν τὴν οὐκέτι τέλος ἔχουσαν, ὅπερ δηλῶν σαφέστερον, ὅτι οὐχ ἕξει τινὰ λύσιν τὰ κατέχοντα αὐτοὺς κακὰ,
20οὕτω φησίν)· «Μετὰ δὲ τὰς οʹ ἑβδομάδας ἐξολο‐ θρευθήσεται χρίσμα, καὶ κρῖμα οὐκ ἔσται ἐν αὐτῷ (καὶ τὴν πόλιν καὶ τὸ ἅγιον διαφθερεῖ σὺν τῷ ἡγου‐ μένῳ τῷ ἐρχομένῳ, καὶ συγκοπήσονται ὡς ἐν κατα‐ κλυσμῷ, καὶ ἕως τέλους πολέμου συντετμημένοι
25τάξει ἀφανισμοῖς.» Καὶ πάλιν τὴν αἰχμαλωσίαν ταύτην λέγων φησί· «Ἀρθήσεται θυσία καὶ σπονδὴ, καὶ ἐπὶ τὸ ἱερὸν βδέλυγμα τῆς ἐρημώσεως συντέλεια δοθήσεται ἐπὶ τὴν ἐρήμωσιν.» Βδέλυγμα δὲ λέγει ἐρημώσεως τὸν ἀνδριάντα, ὃν ἔστησεν
30Ἀδριανὸς ὁ βασιλεὺς ἐν τῷ ναῷ, ὃς καὶ τὴν πόλιν καθεῖλεν ἄρδην). Μετὰ γὰρ τὴν Οὐεσπασιανοῦ καὶ Τίτου γενομένην ἐρήμωσιν ἐπὶ Ἀδριανοῦ συστή‐ σαντες οἱ Ἰουδαῖοι, ἐσπούδαζον ἐπὶ τὴν προτέραν πολιτείαν ἐπανελθεῖν οἱ μάταιοι θεομαχοῦντες (καὶ
35μὴ ἀκούοντες τοῦ προφήτου λέγοντος· «Ἃ ὁ Θεὸς ὁ ἅγιος βεβούλευται, τίς διασκεδάσει, καὶ τὴν χεῖρα αὐτοῦ τὴν ὑψηλὴν τίς ἀποστρέψει;» Στασιάσαντες οὖν πάλιν ἑαυτοὺς εἰς τέλος ἐρημώσεως κατέστησαν)· χειρωσάμενος γὰρ αὐτοὺς ὁ βασιλεὺς καὶ τὴν πό‐
40λιν πᾶσαν καταστρέψας καὶ τὰ λείψανα ἀφανίσας πάντα (ἵνα μηδὲ ἀναισχύντως ἔχωσι λοιπὸν, ἔστησε τὸν ἑαυτοῦ ἀνδριάντα. Εἶτα συνιδὼν, ὅτι συμβαίνει χρόνον ποτὲ καταπεσεῖν τοῦτον, ὥστε αὐτοῖς ἐνθεῖναι καυτῆρα καὶ πληγὴν ἀνίατον τῆς ἀναισχυντίας
45ἐκείνης καὶ ἥττης ἔλεγχον) τὸ ἑαυτοῦ ὄνομα τῇ πό‐ λει ἐπέθηκεν. Ἐπειδὴ γὰρ Αἴλιος Ἀδριανὸς ἐχρη‐ μάτιζε, οὕτω καὶ τὴν 311 πόλιν ἐνομοθέτησε κα‐ λεῖσθαι, διὸ καὶ μέχρι νῦν Αἰλία προσαγορεύεται κατὰ τὴν ἐπωνυμίαν (τοῦ κρατήσαντος αὐτὴν καὶ

110

.

488

(50)

καθελόντος)· ὅθεν ὁ Χριστὸς μετὰ Ἀντίοχον τὸν Ἐπιφανῆ παραγενόμενος καὶ προαναφωνῶν τὴν μέλλουσαν ἔσεσθαι αἰχμαλωσίαν καὶ δεικνὺς, ὅτι περὶ αὐτῆς ὁ Δανιὴλ προεῖπεν, φησίν· «Ὅταν ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως ἑστὼς ἐν τόπῳ ἁγίῳ
—ὁ ἀναγινώσκων νοείτω.» —Ἐπεὶ γὰρ ἅπαν εἴδωλον καὶ πᾶν ἐκτύπωμα ἀνθρώπου βδέλυγμα παρὰ487

110

.

489

τοῖς Ἰουδαίοις ἐκαλεῖτο, αἰνιγματωδῶς ἐμφαίνων τὸν ἀνδριάντα ἐκεῖνον, ὁμοῦ [καὶ] (84b) πότε καὶ ὑπὸ τίνος ἡ αἰχμαλωσία ἔσται, προανήγγειλεν. Ὅτι δὲ περὶ τῶν Ῥωμαίων εἴρηται ταῦτα, καὶ Ἰώσηπος μαρτυρεῖ, καθὼς προέφημεν. (32) Τίς οὖν αὐτοῖς ὑπολείπεται λοιπὸν λόγος;
5Ὅταν τὰς μὲν (ἄλλας) αἰχμαλωσίας οἱ προφῆται φαίνωνται μετὰ διωρισμένων χρόνων εἰπόντες, ὅτι «Μέχρι συντελείας ἔσται ἡ ἐρήμωσις.» Ὅτι μὲν (οὖν), εἰ τέλος ἔμελλεν ἡ παροῦσα δουλεία λήψεσθαι, καὶ ταύτην ἂν προεῖπον οἱ προφῆται καὶ
10οὐκ ἐσίγησαν, ἱκανῶς ἀπεδείξαμεν, τὰς αἰχμαλωσίας πάσας μετὰ προῤῥήσεως δείξαντες αὐτοῖς ἐπενεχθεί‐ σας (τὴν ἐν Αἰγύπτῳ, τὴν ἐν Βαβυλῶνι, τὴν ἐπ’ Ἀντιόχου)· ἑκάστης γὰρ τούτων καὶ τόπους καὶ χρόνους προανακηρυχθέντας διὰ τῶν θείων
15Γραφῶν ἀπεδείξαμεν· τῇ παρούσῃ δὲ οὐδεὶς προ‐ φήτης ὥρισε χρόνον, ἀλλ’ ὅτι μὲν ἥξει καὶ ἐρημώ‐ σει πάντα καὶ μεταστήσει τὴν πολιτείαν καὶ μετὰ πόσον χρόνον, τῆς ἐκ Βαβυλῶνος ἐπανόδου συμβή‐ σεται, προεῖπεν ὁ Δανιήλ· ὅτι δὲ τέλος ἕξει καὶ
20στήσεταί που τὰ κακὰ ταῦτα, οὔτε ἐκεῖνος ἐδήλωσε, οὔτε ἄλλος τις προφήτης, ἀλλὰ καὶ τοὐναντίον, ὡς εἴρηται, προεῖπεν. «ἕως συντελείας» καθέξει αὐτοὺς ἡ ταλαιπωρία αὕτη. Καὶ μάλα εἰκότως. Καὶ γὰρ μαρτυρεῖ τοῖς εἰρημένοις ὁ τοσοῦτος γενόμενος
25χρόνος· καὶ οὔτε ἴχνος, οὔτε προοίμιον χρηστῆς ἐπαγγελίας ἐνδειξάμενος, καὶ ταῦτα πολλάκις ἐπιχειρησάντων αὐτῶν ἀναστῆναι 312 τὸν ναὸν ἐπὶ Ἀδριανοῦ, καὶ Κωνσταντίου, καὶ Ἰουλιανοῦ, καὶ κωλυθέντων, πρῶτον μὲν ὑπὸ στρατιωτῶν,
30ὕστερον δὲ ἐπὶ τοῦ παραβάτου, πυρὸς τῶν θεμελίων ἐκπηδήσαντος καὶ κατασχόντος αὐτοὺς τῆς ἀκαίρου φιλονεικίας καὶ παραβάσεως. Ὅθεν τοίνυν λεγέτωσαν ἡμῖν· Τίνος ἕνεκα ἐν Αἰγύπτῳ μὲν τοσοῦτον διατρίψαντες χρόνον ἐν κα‐ κουχίᾳ, ἐλέους ἐτύχετε, καὶ εἰς Βαβυλῶνα πάλιν
35ἀπενεχθέντες, αὖθις πρὸς τὸ πρότερον ἐπανήλθετε (σχῆμά τε καὶ) ἀξίωμα, νῦν δὲ οὐδὲν τοιοῦτον γεγένηται, ἀλλὰ φʹ ἐτῶν ἐξ ἐκείνου διελθόντων, οὐδὲ αἴνιγμα τοιαύτης μεταβολῆς ὁρῶμεν οἷον τὸ πρότερον; (33) Εἰ δὲ τὰς ἁμαρτίας αὐτῶν προ‐
40βάλλοιντο καὶ λέγοιεν, ὅτι, Ἐπεὶ ἡμάρτομεν τῷ Θεῷ (καὶ) διὰ τοῦτο οὐκ ἀπολαμβάνομεν τὴν ἰδίαν χώραν, πάλιν δ’ ἂν εἰκότως αὐτοὺς εἰρήσομαι. Διὰ τὰς ἁμαρτίας ὑμῶν, ὦ Ἰουδαῖοι, τῆς Ἱερουσα‐ λὴμ ἔξω διατρίβετε χρόνον τοσοῦτον; καὶ τί τὸ
45καινὸν καὶ παράδοξον; Μὴ γὰρ νῦν ἐν ἁμαρτίαις ζῆτε μόνον, παρὰ δὲ τὴν ἀρχὴν ἐν δικαιοσύνῃ καὶ κατορθώμασιν; οὐκ ἄνωθεν καὶ ἐξ ἀρχῆς (μυρίαις) συνετράφητε παρανομίαις; Οὐχὶ, τῆς θαλάσσης σχιζομένης καὶ τῶν πετρῶν ῥηγνυμένων, καὶ τοσού‐

110

.

489

(50)

των θαυμάτων γενομένων, ἐπὶ τῆς ἐρήμου προσ‐489

110

.

492

εκυνήσατε μόσχῳ; Οὐ τὸν Μωϋσέα λίθοις βαλόντες καὶ ἑτέροις μυρίοις τρόποις ἀνελεῖν ἐπεχειρήσατε πολλάκις, καὶ τὸν Θεὸν παρωργίζετε βλασφημοῦντες; Οὐ τῷ Βεελφεγὼρ ἐτελέσθητε; Οὐ τοὺς υἱοὺς ὑμῶν
5καὶ τὰς θυγατέρας ἐθύσατε δαιμονίοις, καὶ τοὺς ἀλλοτρίους θεοὺς ἐθεραπεύσατε; Οὐ πᾶν εἶδος ἁμαρ‐ τίας καὶ κακίας ἐπεδείξασθε; Πῶς οὖν ὑμᾶς οὐκ ἀπεστράφη τότε ὁ Θεὸς, ἀλλὰ μετὰ τὰς παιδοκτο‐ νίας, μετὰ τὰς εἰδωλολατρίας, μετὰ τὴν πολλὴν
10ἀγνωμοσύνην προφήτας ἀφῆκεν ἐν ὑμῖν εἶναι διαφόρους, σημεῖα εἰργάσατο καὶ θαύματα παράδοξα; Τίνος οὖν ἕνεκεν τότε μὲν ἀσεβοῦντες 313 καὶ (85a) δεινὰ μυρία διαπραττόμενοι τοσαύτης εὐνοίας ἀπηλαύετε παρὰ (τοῦ) Θεοῦ καὶ προστασίας
15καὶ προμηθείας, νῦν δὲ οὔτε εἰδωλολατροῦντες οὔτε παιδοκτονοῦντες, ἐν αἰχμαλωσίᾳ (διηνεκεῖ) καὶ τα‐ λαιπωρίᾳ τυγχάνετε; Μὴ γὰρ ἕτερος ὁ Θεὸς ἦν τότε καὶ ἕτερος νῦν; Οὐκ αὐτός ἐστιν ὁ καὶ ἐκεῖνα οἰκονομῶν καὶ τὰ νῦν ἐργαζόμενος; Διατί, ὅτε
20μείζονα μὲν ἦν τὰ ἁμαρτήματα, πολλὴ δόξα ὑμῖν ἦν παρὰ Θεοῦ, ὅτε δὲ ἐλάττονα πλημμελεῖτε νῦν, παντελῶς ὑμᾶς ἀπεστράφη καὶ ἀτιμίᾳ παρέδωκεν ἀπεράντῳ; Ἀλλὰ «κἂν ὑμεῖς σιγήσητε, οἱ λίθοι κεκράξονται.» Ἐπειδὴ γὰρ κατὰ τοῦ Δεσπότου τὰς
25χεῖρας ἐξετείνατε, διὰ τοῦτο οὐκ ἔστιν ὑμῖν διόρ‐ θωσις οὐδὲ συγγνώμη λοιπὸν οὐδὲ ἀπολογία· τότε μὲν γὰρ εἰς δούλους ἦν τὸ τολμώμενον, νῦν δὲ πάντα ἐκεῖνα τὰ παλαιὰ σαφῶς ἀπεκρύψατε διὰ τῆς εἰς τὸν κοινὸν Δεσπότην μανίας, ὅθεν καὶ μειζό‐
30νως κολάζεσθε. Καὶ οὐδὲ οὕτως ἀπέχεσθε τῆς πα‐ τρικῆς ἐμβροντησίας τε καὶ λύσσης, πλάνον αὐτὸν καὶ παράνομον ἀποκαλοῦντες. Εἰ οὖν πλάνος ἦν ὁ Χριστὸς, ὥς φατε, καὶ παράνομος, ἐχρῆν μᾶλλον ὑμᾶς εὐδοκιμῆσαι, ὅτι αὐτὸν ἀπεκτείνατε· εἰ γὰρ
35(ὁ) Φινεὲς ἕνα τινὰ παρανομοῦντα ἀνελὼν, ὁλόκλη‐ ρον τὴν κατὰ τοῦ ἔθνους ὀργὴν ἔπαυσεν—«ἔστη γὰρ (φησὶν) Φινεὲς καὶ ἐξιλάσατο, καὶ ἐκόπασεν ἡ θραῦσις καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην·» — πολλῷ μᾶλλον ἐφ’ ὑμῶν ἔδει τοῦτο γενέσθαι, εἴ γε
40παράνομος ἦν ὁ ὑφ’ ὑμῶν σταυρωθείς. Καὶ πόθεν δῆλον, φησὶν, ὅτι τέλειον ἀπεστράφη ὑμᾶς ὁ Θεός; (Ἀπὸ) τῶν πραγμάτων ὑμῶν βοώντων καὶ σάλπιγγος λαμπροτέραν ἀφιέντων φωνὴν, διὰ τῆς καταστροφῆς τῆς πόλεως, διὰ τῆς ἐρημώσεως τοῦ
45ναοῦ, διὰ τῶν ἄλλων ἁπάντων. Ἀλλ’ ἄνθρωποι, φησὶν, ἐπήγαγον (ἡμῖν ταῦτα καὶ) οὐχ ὁ Θεός. Εἰ οὖν ἀνθρώπων ἦν ἔργα ταῦτα καὶ οὐ τῆς ὀργῆς τοῦ Θεοῦ, ἔδει μέχρι τῆς ἁλώσεως τὰ ὑμέτερα στῆ‐ ναι καὶ μὴ ποῤῥοτέρω προελθεῖν ὑμῖν τὴν ἀτιμίαν

110

.

492

(50)

τε καὶ (τὴν) κάκωσιν· πλὴν, ἔστω κατὰ τὸν ὑμέτε‐ ρον λόγον, 314 ὅτι τὰ τείχη κατέστρεψαν (οἱ) ἄν‐
θρωποι, καὶ τὴν πόλιν καθεῖλον, καὶ τὸν βωμὸν491

110

.

493

ἀνέστρεψαν, μὴ καὶ τοὺς προφήτας ἄνθρωποι κατ‐ έπαυσαν; μὴ τὴν τοῦ Πνεύματος χάριν καὶ τἄλλα τὰ σεμνὰ αὐτοὶ κατέλυσαν, τὸ φωνὴν ἐκ τοῦ ἱλα‐ στηρίου φέρεσθαι, τὴν ἐπὶ τῷ χρίσματι γενομένην
5ἐνέργειαν, τὴν ἐπὶ τῶν λίθων τοῦ ἱερέως δήλωσιν; καὶ γὰρ ἡ Ἰουδαϊκὴ πολιτεία οὐχὶ κάτωθεν εἶχε τὰς ἀρχὰς ἁπάσας, ἀλλὰ τὰς πλείους καὶ σεμνοτέρας οὐρανόθεν· οἷον τί λέγω; θυσίας γενέσθαι συγχω‐ ρήσας, ὁ μὲν βωμὸς ἦν κάτω, καὶ τὰ ξύλα, καὶ ἡ
10μάχαιρα, καὶ ὁ ἱερεὺς, τὸ δὲ πῦρ τὸ μέλλον ἐν τοῖς ἀδύτοις ἐκείνοις εἶναι καὶ δαπανᾷν τὰς θυσίας, ἄνωθεν τὴν ἀρχὴν εἶχεν. Οὐ γὰρ ἄνθρωπος εἰς τὸν ναὸν εἰσήγαγε πῦρ, ἀλλὰ φλὸξ ἄνωθεν κατενεχθεῖσα τὴν ἐπὶ τῆς διακονίας ἐπλήρου θυσίαν. Πάλιν εἴ ποτε ἔδει τι μαθεῖν, ἀναμέσον τῶν Χερουβὶμ ἐκ τοῦ ἱλαστηρίου φωνή τις ἐφέρετο καὶ τὰ μέλλοντα προὔλεγε. Ὡσαύτως ἐπὶ τῶν λίθων τῶν ἐπὶ τοῦ στήθους
15τοῦ ἀρχιερέως, ὅπερ ἐκάλουν δήλωσιν, ἐγίνετό τις ἔλλαμψις, καὶ τὰ μέλλοντα προεσήμαινεν. Ὁμοίως (καὶ) ἡνίκα χρίεσθαι ἔδει τινὰ, Πνεύματος ἐφίπτατο χάρις καὶ τὸ ἔλαιον ἀνεπήδα, καὶ προφῆται διηκόνουν τοῖς πράγμασι τούτοις, καὶ νεφέλη πολλάκις καὶ καπνὸς τὰ ἄδυτα κατελάμβανεν. (35b) (34) Ἵνα τοίνυν μὴ ἀναισχυνθῆτε μηδὲ ἀνθρώποις λογίζησθε τὴν ἐρήμωσιν αὐτῶν, οὐχὶ
20τὴν πόλιν μόνον ἀφῆκε πεσεῖν καὶ τὸν ναὸν ἐρημωθῆναι, ἀλλὰ καὶ τὰ πράγματα ἐκεῖνα (ἅπαντα), ἅπερ ἐκ τῶν οὐρανῶν εἶχον τὰς ἀρχὰς, ἐκποδὼν γενέσθαι πεποίηκε. Τίνος οὖν ἕνεκεν οὐκ ἔχετε νῦν προφήτας, οὐδέ τι τῶν λοιπῶν ἐκείνων (καὶ) θείων;
25οὐκ εὔδηλον, ὅτι τοῦ Θεοῦ τὰ καθ’ ὑμᾶς ἀποστρα‐ φέντος; Καὶ πόθεν τοῦτο δῆλον; Ἀφ’ ὧν πρὸ τούτου μὲν ἀσεβοῦντες ἐπετυγχάνετε πάντως, νῦν δὲ δοκοῦντες ἐπιεικέστερον ζῇν μετὰ τὸν σταυ‐ ρὸν, μείζονα τιμωρίαν ὑπομένετε, καὶ οὐδενὸς ἀπο‐
30λαύετε τῶν προτέρων, οὔτε μὴν ἀπολήψεσθε, καθὼς αἱ θεῖαι προῤῥήσεις 315 ἐναργῶς δηλοῦσιν. Εἰ δὲ βού‐ λεσθε, καὶ ἑτέρους προφήτας ἐφοπλίσομεν λέγοντας φανερῶς, ὅτι τὰ μὲν ὑμέτερα τέλος λήψεται, τὰ δὲ ἡμέτερα ἀνθήσει, καὶ πανταχοῦ τῆς οἰκουμένης ἐκ‐
35ταθήσεται τὸ κήρυγμα, καὶ θυσίας ἑτέρας εἰσενεχθή‐ σεται τρόπος, ἐκείνων, τῶν παρ’ ὑμῖν, κατα‐ λυθεισῶν· οὐδὲ γὰρ Ἡσαΐαν παράγω τέως μάρτυρα, οὔτε Ἱερεμίαν, οὔτε τοὺς ἄλλους (τοὺς) πρὸ τῆς αἰχμα‐ λωσίας, ἵνα μὴ λέγητε, ὅτι τὰ δεινὰ ἐκεῖνα, ἃ ἔλεγον,
40περὶ τῆς αἰχμαλωσίας ἐξέβη, ἀλλὰ Μαλαχίαν, τὸν μετὰ τὴν ἐκ Βαβυλῶνος ἐπάνοδον καὶ τὴν τῆς πό‐ λεως ἀποκατάστασιν σαφῶς περὶ τῶν πραγμάτων ὑμῶν προφητεύσαντα. Ἐπειδὴ γὰρ ἐπανῆλθον, καὶ τὴν πόλιν ἀπέλαβον, καὶ τὸν ναὸν ᾠκοδόμουν, καὶ
45τὰς θυσίας ἐπετέλουν, τὴν μέλλουσαν παντελῆ ταύτην καὶ τελευταίαν ἐρήμωσιν καὶ τὴν ἀναίρεσιν τῶν θυσιῶν προλέγων φησίν· «Εἰ λήψομαι ἐκ τῶν θυσιῶν ὑμῶν; λέγει Κύριος παντοκράτωρ·» — «ὅτι ἀπὸ ἀνατολῶν μέχρι δυσμῶν τὸ ὄνομά μου

110

.

493

(50)

δεδόξασται ἐν τοῖς ἔθνεσι; καὶ ἐν παντὶ τόπῳ θυ‐
μίαμα προσάγεται τῷ ὀνόματί μου καὶ θυσία493

110

.

496

καθαρὰ, ὑμεῖς δὲ βεβηλοῦτε αὐτό.» Πότε οὖν ταῦτα πεπλήρωται, ὦ Ἰουδαῖε, καὶ πότε ἐν παντὶ τόπῳ θυμίαμα προσηνέχθη τῷ Θεῷ καὶ θυσία κα‐ θαρά; Οὐκ ἂν ἔχεις εἰπεῖν ἕτερον καιρὸν ἀλλ’ ἢ
5τοῦτον (δὴ) τὸν μετὰ τὴν Χριστοῦ παρουσίαν· ὡς εἰ μὴ τοῦτον προλέγει τὸν καιρὸν, μηδὲ τὴν ἡμετέραν θυσίαν, ἀλλὰ τὴν Ἰουδαϊκὴν, παράνομος ἡ προφητεία. Εἰ γὰρ, τοῦ Μωϋσέως κελεύοντος εἰς μηδένα τόπον ἀνάγεσθαι θυσίαν, ἀλλ’ ἢ εἰς τὸν
10τόπον, ὃν ἂν ἐκλέξηται Κύριος ὁ Θεὸς, καὶ εἰς ἓν χωρίον ἐν Ἱερουσαλὴμ συγκλείοντος τὰς θυσίας ἐκείνας, ὁ προφήτης λέγων· «Ἐν παντὶ τόπῳ θυμίαμα μέλλει προσάγεσθαι καὶ θυσία καθαρὰ,» ἐναντιοῦται καὶ μάχεται τῷ Μωϋσεῖ. Ἀλλὰ μὴ
15γένοιτο· περὶ γὰρ ἑτέρας ἐκεῖνος εἶπε θυσίας, καὶ περὶ ἑτέρας οὗτος. Ἀκούσατε δὴ (καὶ) Σοφωνίου (συμ)φωνοῦντος τὰ αὐτὰ καὶ λέγοντος· «Ἐπιφα‐ νήσεται Κύριος ἐπὶ πάντα τὰ ἔθνη 316 καὶ ἐξολο‐ θρεύσει πάντας τοὺς θεοὺς τῶν ἐθνῶν, καὶ προσκυ‐
20νήσουσιν αὐτῷ ἕκαστος ἐκ τοῦ τόπου αὐτῶν.» Καίτοι γε τοῦτο οὐκ ἐφεῖτο, ἀλλ’ εἰς ἕνα τόπον ἐθέσπισε Μωϋσῆς λατρεύειν. Ὅταν οὖν ἀκούσητε τῶν προφητῶν προλεγόντων καὶ προαναφωνούντων, ὅτι οὐκέτι εἰς μίαν πόλιν οὐδὲ εἰς ἕνα τόπον ἀναγ‐ κασθήσονται (οἱ) ἄνθρωποι πάντοθεν· συνάγεσθαι, ἀλλ’ οἴκοι καθήμενοι ἕκαστος θεραπεύσει τὸ Θεῖον, τίνα ἂν ἔχοιτε εἰπεῖν ἕτερον καιρὸν ἀλλ’ ἢ τὸν παρόντα τοῦτον, καθ’ ὃν τὰ μὲν ἡμέτερα
25διαλάμπουσιν εἰς πᾶσαν τὴν οἰκουμένην, τὰ δὲ ὑμέτερα κατεσβέσθησαν, καὶ ἐν σκότει διαπορεύεσθε; (35) Ὅτι δὲ πάλιν οὐδὲ παρὰ τὴν ἀρχὴν ὑμῖν (86a) δοῦναι τὰς τοιαύτας ἠβούλετο θυσίας, ἀκούσατε τί φησιν Ἡσαΐας· «Τί μοι πλῆθος τῶν θυσιῶν ὑμῶν; λέγει Κύριος·» καί· «Τίς ἐξ‐
30εζήτησε ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν;» Εἰ γὰρ ταῦτα παρὰ τὴν ἀρχὴν ἐζήτει, καὶ τοὺς παλαιοὺς πάντας, τοὺς παρ’ ὑμῖν λάμψαντας, πρώτους ἂν εἰς τὴν πο‐ λιτείαν εἰσήγαγε ταύτην. Πῶς οὖν ταῦτα ἐπέ‐ τρεψε; φησί. Τῇ ὑμετέρᾳ συγκαταβαίνων ἀσθε‐
35νείᾳ· καὶ καθάπερ ἰατρὸς πυρέττοντα ὁρῶν ἄν‐ θρωπον, δυσάῤῥωστον καὶ ἀκαρτέρητον, ἐπιθυ‐ μοῦντα ψυχροποσίας καὶ ἀπειλοῦντα, εἰ μὴ λάβοι, ἑαυτὸν ἀναιρήσειν, βουλόμενος μεῖζον κωλῦσαι κακὸν, τὸ ἔλαττον δίδωσι πρὸς ἀπαλλαγὴν τελευ‐
40ταίας βίας, οὕτω δὴ καὶ ὁ Θεὸς ἐποίησε. Ἐπειδὴ γὰρ εἶδε μαινομένους, ἀγχομένους, ἐπιθυμοῦντας θυσιῶν καὶ παρεσκευασμένους, εἰ μὴ λάβοιεν, αὐτο‐ μολήσειν πρὸς τὰ εἴδωλα, μᾶλλον δὲ οὐ παρεσκευ‐ ασμένους, ἀλλὰ καὶ αὐτομολήσαντας ἤδη, ἐπέτρεψε
45τὰς θυσίας. Καὶ ὅτι αὕτη ἐστὶν ἡ αἰτία, δῆλον ἐν‐ τεῦθεν· μετὰ γὰρ τὴν μυσαρὰν ἑορτὴν, ἣν ἐπετέ‐ λεσαν τοῖς δαιμονίοις μοσχοποιήσαντες, τότε τὰς θυσίας ἐπέτρεψε, μόνον οὐχὶ λέγων· «Μαίνεσθε, βούλεσθε θύειν; οὐκοῦν ἐμοὶ θύετε.» Ἀλλ’ ὅμως

110

.

496

(50)

καὶ τοῦτο ἐπιτρέψας, οὐ μέχρι τέλους ἀφῆκεν, ἀλλὰ
διὰ σοφωτάτης 317 μεθόδου πάλιν ἐπήγαγεν·495

110

.

497

καὶ, ὥσπερ ὁ ἰατρὸς ἐκεῖνος, συγχωρήσας τῇ ἐπι‐ θυμίᾳ τοῦ κάμνοντος, εἶτα φιάλην οἴκοθεν κομίσας κελεύσειεν (ἐν) ταύτῃ μόνῃ τῆς ψυχροποσίας με‐ ταλαμβάνειν καὶ τοῦ κάμνοντος πεισθέντος, λάθρα
5τοῖς ἐπιτηδείοις ἐπιτάξειε συντρῖψαι τὴν φιάλην αὐ‐ τὴν, ἵνα λανθανόντως καὶ ἀνυπόπτως αὐτὸν ἀπα‐ γάγῃ τῆς ἐπιθυμίας ἐκείνης, οὕτω καὶ ὁ Θεὸς ἐποίησε· θύειν ἐπιτρέψας, ἐν οὐδενὶ τόπῳ τῆς οἰ‐ κουμένης εἴασε τοῦτο γενέσθαι, ἀλλ’ ἢ ἐν τοῖς Ἱερο‐
10σολύμοις μόνον. Ὅθεν φησὶν ὁ Δαυίδ· «Σοὶ πρέπει, ὁ Θεὸς, ὕμνος ἐν Σιὼν, καὶ σοὶ ἀποδοθήσε‐ ται εὐχὴ ἐν Ἱερουσαλήμ.» Εἶτα ἐπειδὴ χρόνους τινὰς ἔθυσαν, καθεῖλε τὴν πόλιν, καὶ ὥσπερ διὰ τῆς τοῦ σκεύους συντριβῆς, οὕτω καὶ ὁ Θεὸς διὰ τῆς
15κατὰ τὴν πόλιν καταστροφῆς καὶ ἄκοντας αὐτοὺς ἀπήγαγε τοῦ πράγματος· ἐπειδὴ γὰρ, εἰ φανερῶς εἶπεν· Ἀπόστητε, οὐκ ἂν ἠνέσχοντο ῥᾳδίως, διὰ τῆς κατὰ τὸν τόπον ἀνάγκης λανθανόντως αὐτοὺς ἀπήγαγεν τῆς περὶ τὸ πρᾶγμα μανίας. Ἔστω
20τοίνυν ὁ μὲν ἰατρὸς ὁ Θεὸς, ἡ δὲ φιάλη ἡ πόλις, ὁ δὲ νοσῶν ὁ δυσάρεστος δῆμος τῶν Ἰουδαίων, ἡ δὲ ψυ‐ χροποσία, ἡ τῶν θυσιῶν ἐπιτροπὴ καὶ ἐξουσία· εἰ γὰρ μὴ τοῦτο ἠβούλετο κατασκευάσαι, τίνος ἕνεκεν εἰς τόπον ἕνα συνέκλεισε τὴν τοιαύτην θυσίαν ὁ
25πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν; τίνος χάριν τὴν μὲν λατρείαν εἰς θυσίας, τὰς δὲ θυσίας εἰς τόπον, τὸν δὲ τόπον εἰς καιρὸν, τὸν δὲ καιρὸν εἰς μίαν πόλιν συναγαγὼν, αὐτὴν πάλιν κατέστρεψε τὴν πόλιν; Καὶ τὸ δὴ θαυμαστὸν καὶ παράδοξον,
30ὅτι πᾶσα μὲν ἡ οἰκουμένη τοῖς Ἰουδαίοις ἀνεῖται, ἔνθα οὐκ ἔστι θύειν, μόνη δὲ Ἱερουσαλὴμ, ἐν ᾗ καὶ μόνῃ (θύειν) ἐξῆν, ἄβατος καὶ ἔρημος (αὐτοῖς μόνοις) γέγονεν. (36) Περὶ ὧν μέντοι γε ἐν ταῖς ἀποστολικαῖς Διατάξεσί φησιν ὁ θεῖος λόγος·
35«Ἤδη δὲ καὶ πρὸ τῆς ἐνσάρκου οἰκονομίας ἐναρ‐ γῶς ὁ Θεὸς εὖ μάλα παρῃτεῖτο τὰς τῶν Ἰουδαίων θυσίας ἐξαμαρτούντων εἰς 318 αὐτὸν πολλά‐ κις καὶ οἰομένων διὰ θυσίας καὶ οὐ διὰ (86b) με‐ τανοίας αὐτὸν ἐξευμενίζεσθαι· φησὶ γὰρ διὰ τῶν
40προφητῶν. «Ἵνα τί μοι φέρετε λίβανον ἐκ Σαβὰ καὶ κιννάμωμον ἐκ γῆς μακρόθεν; τὰ ὁλοκαυτώματα ὑμῶν οὐκ εἰσὶ δεκτὰ, καὶ αἱ θυσίαι ὑμῶν οὐχ ἥδυνάν μοι.» —«Συναγάγετε τὰ ὁλοκαυτώματα ὑμῶν μετὰ τῶν θυσιῶν ὑμῶν καὶ φάγετε κρέα,
45ὅτι οὐκ ἐνετειλάμην ὑμῖν, ἡνίκα ἐξήγαγον ὑμᾶς ἐκ γῆς Αἰγύπτου, περὶ θυσιῶν καὶ ὁλοκαυτομάτων·» καί· «Τί μοι πλῆθος τῶν θυσιῶν ὑμῶν; πλή‐ ρης εἰμὶ ὁλοκαυτωμάτων κριῶν, καὶ στέαρ ἀρνῶν καὶ αἷμα ταύρων καὶ τράγων οὐ βούλομαι· οὐδ’ ἂν

110

.

497

(50)

ἔρχησθε ὀφθῆναί μοι· τίς γὰρ ἐξεζήτησε ταῦτα497

110

.

500

ἐκ τῶν χειρῶν ὑμῶν; πατεῖν τὴν αὐλήν μου οὐ προσ‐ θήσεσθε ἔτι· ἐὰν φέρητε σεμίδαλιν, μάταιον· θυμίαμα βδέλυγμά μοί ἐστι· τὰς νεομηνίας ὑμῶν καὶ τὰ Σάββατα, καὶ ἡμέραν μεγάλην οὐκ ἀνέχο‐
5μαι· νηστείαν, καὶ ἀργίαν, καὶ τὰς ἑορτὰς ὑμῶν μισεῖ ἡ ψυχή μου· ἐγενήθητέ μοι εἰς πλησμονήν·» καὶ (ἀλλαχοῦ)· «Ἀπόστησον ἀπ’ ἐμοῦ ἦχον ᾠ‐ δῶν σου, καὶ ψαλμὸν ὀργάνων σου οὐκ εἰσακού‐ σομαι·» —καὶ (πάλιν)· «Οὐ δέξομαι ἐκ τοῦ
10οἴκου σου μόσχους οὐδὲ ἐκ τῶν ποιμνίων σου χιμά‐ ρους·» —«Ἐμὴ γάρ ἐστιν ἡ οἰκουμένη καὶ τὸ πλήρωμα αὐτῆς· μὴ φάγομαι κρέα ταύρων ἢ αἷμα τράγων πίομαι; θῦσον τῷ Θεῷ θυσίαν αἰνέσεως (καὶ ἀπόδος τῷ Ὑψίστῳ τὰς εὐχάς σου).» Καί·
15«Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον.» Καὶ ἁπλῶς ἐν πάσαις ταῖς Γραφαῖς ὁμοίως τὰς θυ‐ σίας ἀπαναίνεται διὰ τὸ ἐξαμαρτάνειν αὐτοὺς εἰς αὐτὸν ἐξ ἄκρας κακίας, ἀπειθείας τε καὶ σκληροκαρ‐ δίας· «Θυσίαι γὰρ ἀσεβῶν βδέλυγμα τῷ 319 Θεῷ·
20καὶ γὰρ παρανόμως προσφέρουσιν αὐτάς·» καί· «Θυσίαι αὐτῶν ὡς ἄρτος πένθους αὐτοῖς·» καί· «Πάντες οἱ ἐσθίοντες αὐτὰς μολυνθήσονται.» Διὸ δὴ καὶ τῷ Σαοὺλ ὁ θεῖος Σαμουὴλ ἔλεγεν· «Ἀγαθὸν ἀκοὴ ὑπὲρ θυσίας, καὶ ἀκρόαμα
25ὑπὲρ στέαρ κριῶν.» —«Ἰδοὺ γὰρ οὐ θέλει Κύριος θυσίας ὡς τὸ ἀκούειν αὐτοῦ»—Εἰ τοίνυν καὶ πρὸ τῆς παρουσίας αὐτοῦ ὑπὲρ θυσίας καρ‐ δίαν καθαρὰν ἐπεζήτει καὶ πνεῦμα συντετριμμέ‐ νον, πολλῷ μᾶλλον ἐλθὼν ἔπαυσε τὰς δι’ αἱμάτων
30θυσίας· οὐδὲ πάλιν δεόμενος αὐτῶν, ὡς εἴρηται, ἀλλ’ εἰ βουληθῶσι συγχωρῶν καὶ εἰ ἀπὸ γνώμης ὀρθῆς προσοίσουσιν (ὅθεν φησί)· «Εἰ θύειν ἐπιθυ‐ μεῖς, οὐ δεομένῳ μοι θύε.» (37) Ὁπότε δὲ τού‐ του ἀμνήμονες ἐγένοντο καὶ μόσχον ἀντὶ Θεοῦ θεὸν
35ἐπεκαλέσαντο καὶ τούτῳ τὴν αἰτίαν τῆς ἐξ Αἰγύ‐ πτου πορείας ἐπεγράψαντο λέγοντες· «Οὗτοι οἱ θεοί σου, Ἰσραὴλ, οἱ ἐξαγαγόντες σε ἐκ γῆς Αἰγύ‐ πτου,» καὶ ἀπαρνησάμενοι Θεὸν, τὸν διὰ Μωϋσέως ἐπισκεψάμενον αὐτοὺς ἐν τῇ θλίψει αὐτῶν, τὸν τὰ
40σημεῖα ἐπὶ χειρὸς καὶ ῥάβδου ποιησάμενον, τὸν Αἰγυπτίους δεκαπλήγῳ πατάξαντα, τὸν Ἐρυθρὰν θάλασσαν εἰς διαιρέσεις διελόντα καὶ διαγαγόντα αὐτοὺς ἐν μέσῳ τοῦ ὕδατος ὡς διὰ ξηρᾶς, τὸν τοὺς ἐχθροὺς αὐτῶν βυθίσαντα, τὸν (εἰς) Μεῤῥὰν τὴν
45πικρὰν πηγὴν γλυκάναντα, τὸν ἐκ πέτρας ἀκρο‐ τόμου ὕδωρ εἰς πλησμονὴν ἀναβλύσαντα, τὸν στύλῳ
νεφέλης καὶ στύλῳ πυρὸς σκιάζοντα αὐτοὺς διὰ θάλπος ἄμετρον καὶ φωτίζοντα καὶ ὁδηγοῦντα τοὺς499

110

.

501

οὐκ εἰδότας ὅθεν πορευθῶσι, τὸν ἐξ οὐρανοῦ μαννοδοτήσαντα αὐτοὺς καὶ ἐκ θαλάσσης κρεωδο‐ τήσαντα ὀρτυγομήτραν, τὸν ἐν τῷ ὄρει νομοθετήσαντα αὐτοῖς, οὗ τῆς θείας καὶ βροντοφόρου φω‐ νῆς ἠξιώθησαν ἀκοῦσαι· τοῦτον ἀπηρνήσαντο εἰπόντες τῷ Ἀαρών· «Ποίησον ἡμῖν θεοὺς, οἳ 320—321 προπορεύσονται ἡμῶν·» καὶ ἐμοσχοποίησαν χωνευτὸν, καὶ ἔθυσαν τῷ εἰδώλῳ· κἀντεῦθεν οὖν (87a)
5ὀργισθεὶς ὁ μακρόθυμος Κύριος, ἅτε δὴ ἀχαριστηθεὶς ὑπ’ αὐτῶν, ἔδησεν αὐτοὺς δεσμοῖς ἀλύτοις, στιβάσι φορτισμοῦ καὶ σκληρότητι κλοιοῦ· καὶ οὐκέτι εἶπεν· «Ἐὰν (δὲ) ποιήσῃς,» ὡς πρὸ τῆς μοσχοποιίας, ἀλλά· «Ποίησον θυσιαστήριον καὶ θῦε διηνεκῶς· ἐπιλήσμων γὰρ ὑπάρχεις καὶ ἀχά‐ ριστος, ἵνα συνεχῶς ὑπομιμνήσκῃ μου.» (38) Ἐπεὶ οὖν τῇ ἐξουσίᾳ κακῶς ὑπεχρήσαντο
10οἱ τάλανες καὶ ἀγνώμονες, ἀνάγκην ἐπέθηκε λοιπὸν θύειν καὶ βρωμάτων ἀπέχεσθαί τινων, καὶ ζώων διαφορὰς, καθαρῶν καὶ ἀκαθάρτων, διέστειλε, καί‐ τοι παντὸς ζώου καθαροῦ τυγχάνοντες· πάντα γὰρ ὅσα ἐποίησεν ὁ Θεὸς καθαρὰ λίαν. Καὶ δὴ ἀφο‐
15ρισμοὺς προσέταξε, καὶ καθαρμοὺς καὶ ῥαντι‐ σμοὺς, καὶ ἁγνείας, καὶ ἀργίας διαφόρους, ὧν παρακούοντι τιμωρίαν ὡρίσατο, ἵνα πιεζόμενοι ὑπὸ τοῦ κλοιοῦ καὶ ἀγχόμενοι, τῆς πολυθέου πλά‐ νης ἐκστήσωνται. Οὐκοῦν διὰ τὴν σκληροκαρδίαν
20αὐτῶν ἐπέδησεν αὐτοὺς, ὅπως διὰ τοῦ θύειν, καὶ ἀργεῖν, καὶ ἅγνίζεσθαι, [καὶ] τὰ τοιάδε παρατη‐ ρεῖσθαι, εἰς ἔννοιαν ἔρχωνται Θεοῦ τοῦ ταῦτα διατα‐ ξαμένου αὐτοῖς καὶ νομοθετήσαντος, οἵγε μοχθηρίᾳ τρόπου καὶ γνώμης ἀγνώμονος οὐ διελίμπανον ἄνω‐
25θεν καὶ ἐξ ἀρχῆς μέχρι τέλους ἐπιλαθόμενοι τοῦ Θεοῦ, καὶ παρατρεπόμενοι προσεκύνουν ἀντὶ τοῦ Κτίστου τὴν κτίσιν, καὶ ποτὲ μὲν, ὡς εἴρηται, μοσχοποιήσαντες, ποτὲ δὲ τῷ Βεελφεγὼρ προσκυ‐ νήσαντες, ἄλλοτε δὲ τὸν Βαὰλ, καὶ τὸν Θαμοὺζ,
30καὶ τὴν Σιδωνίαν Ἀστάρτην, καὶ τὸν Μολὸχ, καὶ τὸν Χαμὼς, ποτὲ μὲν τὸν ἥλιον, καὶ τὴν σελήνην, καὶ τοὺς ἀστέρας, ἃ ὁ Θεὸς εἰς φαῦσιν ἀνθρώπων πεποίηκεν καὶ οὐκ εἰς προσκύνησιν, ποτὲ δὲ καὶ τὰ ἄλογα ζῶα, ὡς παρ’ Αἰγυπτίοις τὸν Ἆπιν
35βοῦν, καὶ τὸν Μενδήσιον τράγον, καὶ 322 θεοὺς ἀργυροῦς καὶ χρυσοῦς ἐν τῇ Ἰουδαίᾳ. Ταύτῃ τοι προδήλως ἀπειλῶν αὐτοῖς ὁ Θεὸς ἔλεγε διὰ τοῦ προφήτου· «Μὴ μικρὸν τοῦτο τῷ οἴκῳ Ἰούδα, ποιεῖν τὰ βδελύγματα ταῦτα, ἃ ἐποίησαν;» —
40Ὅτι ἐνέπλησαν τὴν γῆν ἀνομίας τοῦ παροργίσαι με.» Διὸ τοίνυν εἰκότως ἐξωλοθρεύθησαν ὡς τὸν Θεὸν παροργίσαντες καὶ τὴν ἁγίαν γῆν ἐκείνην καταμιάναντες ἀπ’ ἀρχῆς ἕως τῆς ἐσχάτης καὶ τελευταίας ἁλώσεως ταύτης ἐπὶ Οὐεσπασιανοῦ καὶ Τίτου.
45(39) Καὶ γὰρ διαφόρων ταύτην ἑλόντων, φησὶν Θεοδώρητος, πάλιν εἰς τὸ ἀρχαῖον ὁ Θεὸς ἀπ‐ εκατέστησεν ἀξίωμα καὶ σχῆμα· ἀλλὰ νῦν οὐκέτι.
Πρῶτος μὲν γὰρ Θειγλαφαλάσαρ δορυάλωτον501

110

.

504

ἔλαβε τῶν ιʹ φυλῶν τὸ πλεῖστον. Δεύτερος δὲ Σαλ‐ μανασὰρ (καὶ) τὴν Σαμάρειαν καὶ τὰς περὶ αὐτὴν ἐξηνδραπόδισε πόλεις. Τρίτος δὲ ὁ Σεναχηρεὶμ τὰς μὲν ἄλλας τῆς Ἰουδαίας ἐπολιόρκησε πόλεις καὶ
5πολλοὺς μετῴκισεν αἰχμαλώτους· ἐπιστρατεύσας δὲ τοῖς Ἱεροσολύμοις ἀλαζονικῶς τε καὶ δυσσεβῶς, ἐκομίσατο δικαίως τῆς βλασφημίας τὰ ἐπίχειρα, θεηλάτου πληγῆς τὴν στρατιὰν ἀπολεσάσης· καὶ μετ’ αἰσχύνης ἀναζεύξας ὑπὸ τῶν ἰδίων τέκνων
10ἀναιρεῖται. Μετὰ δὲ τοῦτον Ναβουχοδονόσορ ἐν τῷ γʹ ἔτει τῆς βασιλείας Ἰωακεὶμ υἱοῦ Ἰωσίου, μετὰ δυνάμεως εἰς τὴν Ἰουδαίαν ἀφικόμενος, καὶ πολλὰ τάλαντα χρυσίου καὶ ἀργυρίου λαβὼν, καὶ ἐκ τοῦ βασιλικοῦ γένους αἰχμαλώτους πολλοὺς καὶ
15μέρος ἐκ τῶν ἱερῶν σκευῶν, ὑπέστρεψε δασμὸν ἐπιθεὶς (τῷ λαῷ)· καὶ μετ’ ὀλίγον χρόνον ὁ μὲν Ἰωακεὶμ τὸν φόρον ἠθέτησεν (87b), ὁ δὲ Ναβουχο‐ δονόσορ τῷ ιʹ ἔτει τῆς αὐτοῦ βασιλείας, ὀγδόῳ δὲ τῆς οἰκείας ἡγεμονίας, πάλιν ἐπιστρατεύει
20τοῖς Ἱεροσολύμοις καὶ τὸν μὲν Ἰωακεὶμ ἀνελὼν καὶ ἀπὸ τοῦ τείχους ῥιφῆναι κελεύσας, ἄταφον ἐπὶ πολὺν κατέλιπε χρόνον περὶ οὗ φησιν Ἱερε‐ μίας· «Τάδε λέγει Κύριος ἐπὶ Ἰωακεὶμ, 323 υἱὸν Ἰωσίου, βασιλέως· Ἰούδα· Οὐαὶ ἐπὶ τὸν ἄν‐
25δρα τοῦτον! οὐ μὴ κόψονται αὐτὸν, ὦ ἀδελφὲ, οὐδὲ μὴ κλαύσονται αὐτόν· οἴμοι, Κύριε, οἴμοι, ἀδελφέ· ἀλλὰ τάφον οὐ ταφήσεται καὶ συμψη‐ φισθεὶς ῥιφήσεται ἐπέκεινα τῆς πύλης Ἱερουσα‐ λήμ.» Τοὺς δὲ ἐν τέλει πάντας αἰχμαλώτους λαβὼν
30καὶ τοῖς ὑπολειφθεῖσι χειροτονήσας βασιλέα Ἰεχω‐ νίαν, υἱὸν Ἐλιακεὶμ, ἀπῆρεν εἰς Βαβυλῶνα. Εἶτα καὶ τοῦτον μαθὼν στασιάσαντα, μετὰ μῆνας γʹ πά‐ λιν ἐπέρχεται, καὶ τοῦτον πεδήσας μετὰ πολ‐ λῶν νεωτέρων δορυάλωτον ἀπάγει, καταστήσας
35ἀντ’ αὐτοῦ βασιλεύειν τῶν ὑπολοίπων Σεδεκίαν πατράδελφον αὐτοῦ, ὅρκοις κατὰ Θεοῦ περὶ τοῦ μὴ ἀναστῆναι καταδεσμήσας. Ἀλλὰ καὶ τούτου παραβάντος τοὺς ὅρκους καὶ μήτε τὸν δασμὸν ἀπο‐ δοῦναι θελήσαντος μήτε μὴν εὔνοιαν φυλάξαντος,
40ἀλλ’ Αἰγυπτίοις προφυγόντος, αὖθις παρεγένετο· καὶ τὸν Σεδεκίαν χειρωσάμενος ἐκτυφλοῖ καὶ τὴν πόλιν αὔτανδρον εἰληφὼς, τά τε θεμέλια καὶ τὸν θεῖον ναὸν καὶ πᾶσαν ἐμπρήσας οἰκίαν, αἰχμα‐ λώτους ἀπήγαγε τοὺς διασωθέντας ἔκ (τε) τοῦ λι‐
45μοῦ καὶ τοῦ πολέμου, καὶ τὰ διαφέροντα σκεύη τοῦ ναοῦ Κυρίου. Τὸ πλῆθος τοίνυν τῶν συμφορῶν αὐ‐ τῶν καὶ Ἰωὴλ διηγούμενος πρώτην μὲν ἐπ‐ ελεύσεσθαι κάμπην λέγει, τὰ δὲ ὑπ’ αὐτῆς μὴ διαφθα‐ ρέντα ὑπὸ ἀκρίδος ἀναλωθήσεσθαι, ὅσα δὲ ταύτην

110

.

504

(50)

διαφεύξεται, δαπανήσειν τὸν βροῦχον, ἐσχάτην δὲ τὴν ἐρυσίβην ἐπαχθεῖσαν μηδὲν παντελῶς κα‐
ταλείψειν ἀλώβητον. Φησὶ γάρ· «Τὰ κατάλοιπα503

110

.

505

τῆς κάμπης καταφάγεται ἀκρὶς, καὶ τὰ κατάλοιπα τῆς ἀκρίδος καταφάγεται ὁ βροῦχος, καὶ τὰ κατά‐ λοιπα τοῦ βρούχου καταφάγεται ἡ ἐρυσίβη.» Ταῦτα γὰρ τροπικῶς εἴς (τε) τὸν Ἀσσύριον καὶ Βαβυλώνιον ἐκληπτέον· κάμπην μὲν τὸν Θειγλαφαλάσαρ ὀνομάζων, ἀκρίδα δὲ τὸν Σαλμανασὰρ,
5βροῦχον δὲ τὸν Σεναχηρεὶμ, ἐρυσίβην δὲ τὸν Ναβουχοδονόσορ τελευταῖον ἐπιστρατεύσαντα καὶ τὴν Ἰουδαίαν ἄρδην δῃώσαντα καὶ τοὺς τὸν θάνατον διαφυγόντας αἰχμαλωτεύσαντα, καθὼς εἴρηται.» 324 (40) Πλειστάκις μὲν οὖν συμβέβηκεν ἁλῶναι τὴν Ἰουδαίαν, ὥς φησι πάλιν ὁ μέγας Κύ‐ ριλλος, ὑπό τε Ἀσσυρίων καὶ Αἰγυπτίων, Σύρων
10τε καὶ Μωαβιτῶν, Ἰδουμαίων (δὲ) καὶ τῶν λεγο‐ μένων Φυλιστεὶμ,» τουτέστι Παλαιστινῶν· ἀλλ’ ὀλίγα παθοῦσαν καὶ συμμέτροις ἔσθ’ ὅτε περι‐ πεσοῦσαν συμφοραῖς, πάλιν ἀνῆκεν, ἐπαμύναντος Θεοῦ τοῦ καὶ παιδεύσαντος. Ἀπόλωλε δὲ νῦν ὁλο‐
15σχερῶς μετὰ τὴν τοῦ Κυρίου σταύρωσιν. (41) Ὥσπερ τοίνυν ἡ μὲν τῶν Ἀσσυρίων βασιλεία κατελύθη ὑπὸ Βαβυλωνίων, ἡ δὲ τῶν Βαβυλωνίων ὑπὸ Περσῶν, ἡ δὲ τῶν Περσῶν ὑπὸ Μακεδόνων, ἡ δὲ Μακεδόνων ὑπὸ Ῥωμαίων, οὕτω; ἡ Ῥωμαίων
20ὑπὸ Ἀντιχρίστου καταλυθήσεται καὶ ἡ τοῦ Ἀν‐ τιχρίστου ὑπὸ Χριστοῦ διαφθαρήσεται· διὰ μὲν οὖν τῶν δʹ ἀνέμων τὰς μεγάλας δʹ βασιλείας ὁ μέγας διδάσκει Ζαχαρίας, τῶν Χαλδαίων, καὶ τὴν Περσῶν καὶ τὴν Μακεδόνων καὶ τὴν Ῥωμαίων,
25τὰ δὲ δύο ὄρη τὰ βʹ κλίματα τῆς οἰκουμένης (88a) φησίν· εἰς δύο γὰρ τέμνεται, εἰς Ἀσίαν τε καὶ Εὐρώπην· καὶ οἱ μὲν πυῤῥοὶ ἵπποι τὸ μιαιφόνον τῶν Χαλδαίων δηλοῦσι, οἱ δὲ μέλανες τὸν ἐπενε‐ χθέντα παρὰ Περσῶν καὶ Μήδων τοῖς Βαβυλωνίοις
30θάνατον, οἱ δὲ λευκοὶ τὸ σαφὲς τῆς δόξης τῶν Μα‐ κεδόνων. Οὐ γὰρ ὥσπερ αἱ ἄλλαι βασιλεῖαι, καὶ αὕτη· οἱ δὲ ψαροὶ καὶ ποικίλοι τὸ ἰσχυρὸν καὶ εὔ‐ τονον τῆς Ῥωμαίων βασιλείας δηλοῦσιν. Ἐπειδὴ δὲ κατεστρατεύοντο Πέρσαι καὶ Μῆδοι κατὰ
35Βαβυλωνίων, τούτου χάριν πορευόμενοι καὶ διανα‐ παῦσαι λέγονται τὸν θυμὸν Κυρίου· ἐπεὶ γὰρ σκληροὶ γεγόνασι κατὰ τοῦ λαοῦ τοῦ Θεοῦ, διὰ τοῦτο παρεδόθησαν εἰς χεῖρας Κύρου τοῦ Πέρσου. Τὸ δὲ καὶ τοὺς λευκοὺς ἵππους, τουτέστι τοὺς Μακεδόνας
40«κατόπισθεν τῶν μελάνων πορεύεσθαι» σημαίνει, ὡς καὶ οἱ Μακεδόνες τὴν Περσῶν βασιλείαν χειρώ‐ σονται· τὸ δὲ τοὺς ψαροὺς ἐπὶ νότον ἔρχεσθαι, δῆλοι ὡς ἔμελλον οἱ Ῥωμαῖοι στρατεύειν κατὰ τῆς Ἰε‐ ρουσαλήμ· ἐν γὰρ τῷ νότῳ ἡ πόλις κεῖται, τὸ δὲ προσταχθέντας 325 αὐτοὺς «περιοδεῦσαι τὴν γῆν,» διδάσκει πάλιν ὡς διὰ τοῦ Θεοῦ πᾶσα βασιλεία συνίσταται. ΡΚΘʹ. Περὶ ἀριθμῶν χρόνων ἀπὸ Ἀδὰμ μέχρι
45Ἀλεξάνδρου καὶ τῶν καθεξῆς βασιλευσάν‐ των. Γίνονται οὖν ἀπὸ (μὲν) τοῦ Ἀδὰμ ἕως τῆς ἐσχάτης ἁλώσεως Ἱερουσαλὴμ ἔτη ͵εφοεʹ, ἀπὸ δὲ τῆς αʹ οἰκοδομῆς τοῦ Σολομοντίου ναοῦ καὶ τῆς

110

.

505

(50)

πόλεως ἔτη ͵απηʹ, ἀπὸ δὲ τῆς βʹ οἰκοδομῆς ἔτη505

110

.

508

φϟβʹ, ἀπὸ δὲ τῆς κατὰ Ἀντίοχον πολιορκίας σμηʹ, ἀπὸ δὲ τῆς ἀναλήψεως τοῦ Χριστοῦ μβʹ. (2) Ὁ τοίνυν πολυμαθὴς Εὐσέβιος ἐν τοῖς χρονικοῖς κανόσι περὶ τῶν Ἀντιόχων καὶ Σελεύκων
5καὶ Πτολεμαίων καὶ τῶν μετὰ τὴν ἐκ Βαβυλῶνος ἐπάνοδον καθηγησαμένων ἀρχιερέων διεξιὼν ἐν ἐπιτομῇ τοιάδε φησίν· «Ὁ οὖν Ἀλέξανδρος ὁ τῶν Μακεδόνων βασιλεὺς, ἕκτον ἄγων ἔτος τῆς βασι‐ λείας, Δαρεῖον τὸν Ἀρσάμου χειρωσάμενος,
10καθεῖλε τὴν Περσῶν βασιλείαν διαρκέσασαν ἀπὸ Κύρου μέχρι Δαρείου ἔτη σνβʹ. Τῆς δὲ τῶν Μα‐ κεδόνων βασιλείας κατασχούσης ἀπὸ Κραναοῦ ἕως Ἀλεξάνδρου ἔτη φιηʹ καὶ τούτου τελευτήσαντος ἐν Βαβυλῶνι, διαδέχεται τὴν ἀρχὴν τῆς Μακεδονίας
15Φίλιππος, τῆς δὲ Ἀσίας Ἀντίγονος, τῆς δὲ Αἰγύ‐ πτου Πτολεμαῖος ὁ Λάγου, τῆς δὲ Συρίας Σέλευ‐ κος.» (3) Καὶ οἱ μὲν τῆς Συρίας βασιλεύσαντες μετὰ Ἀλέξανδρόν εἰσιν οὗτοι· Σέλευκος ὁ Νικάνωρ, Ἀντίοχος ὁ ἐπικληθεὶς Σωτὴρ, Ἀντίοχος ὁ Νόθος,
20Σέλευκος ὁ Καλλίνικος, Σέλευκος Ἀλέξανδρος, Ἀν‐ τίοχος ὁ Ἐπιφανὴς, ὁ Κεραυνὸς, Ἀντίοχος ὁ Μέ‐ γας, Σέλευκος ὁ Φιλοπάτωρ, Ἀντίοχος, ὃς Ὀνίαν τὸν ἀρχιερέα τῶν Ἰουδαίων 326 παύσας τῆς ἱερωσύνης ὡρμήθη μεταστῆσαι τὸ πᾶν ἔθνος τῆς
25πατρῴου θρησκείας, καὶ τὸ μὲν ἱερὸν μιάνας, Ὀλυμπίου ναὸν προσηγόρευσε, τῷ δὲ ἔθνει κολά‐ σεις ἀνηκέστους ἐπαγαγὼν, ἑλληνίζειν ἠνάγκα‐ ζεν· ἐφ’ οὗ καὶ οἱ Μακκαβαῖοι ἐμαρτύρησαν· τὸ δὲ ἱερὸν ἔτεσι τρισὶ μολυνθὲν Ἰούδας ὁ ἐπικληθεὶς
30Μακκαβαῖος, καθάρας τῶν ἀσεβειῶν τὴν χώραν, ἀνενεώσατο. Εἶτα ἐβασίλευσεν Ἀντίοχος ὁ Εὐπά‐ τωρ, Δημήτριος Σέλευκος, Ἀλέξανδρος ὁ τοῦ Βαλᾶ, Δημήτριος ὁ Νικάνωρ, Ἀντίοχος καὶ Τρύφων, Πτολεμαῖος, Ἀντίοχος ὁ Σιδήτης, Ἀν‐
35τίοχος ὁ Γρυπὸς, Ἀντίοχος ὁ Κυζικηνὸς, Σέλευκος ὁ τοῦ Γρυποῦ, ἐφ’ οὗ Ἀντιόχεια ὑπὸ Ῥωμαίων ἥλω καὶ ἡ Συρίας ἀρχὴ κατελύθη διαρκέσασα ἔτη σνʹ. (4) Οἱ δὲ τῆς Αἰγύπτου βασιλεύσαντες μετὰ Ἀλέξανδρόν εἰσιν οἴδε· Πτολεμαῖος ὁ Λάγου, ἐφ’ οὗ
40Μένανδρος ὁ κωμῳδοποιὸς ἐγνωρίζετο καὶ Θεόφρα‐ στος ὁ φιλόσοφος (88b), Πτολεμαῖος ὁ Φιλάδελφος, ἐφ’ οὗ οἱ Ἑβραίων σοφοὶ τὸν νόμον ἡρμήνευ‐ σαν, Πτολεμαῖος ὁ Εὐεργέτης, ἐφ’ οὗ ὁ τὴν παν‐ άρετον Σοφίαν συντάξας Ἑβραίοις Ἰησοῦς ὁ τοῦ
45Σιρὰχ ἐγνωρίζετο, Πτολεμαῖος ὁ Φιλοπάτωρ (ὁ υἱὸς αὐτοῦ), ἐφ’ οὗ ὁ τῶν Ἑβραίων λαὸς αἰχμάλωτος ἀχθεὶς ἐν Αἰγύπτῳ τοιοῦτόν τι πέπονθε· προστάξας
γὰρ οὗτος τοῖς ἑαυτοῦ ὑπασπισταῖς ἐλέφαντας φʹ507

110

.

509

εὐτρεπίσαι, καὶ τούτους ποτίσαι οἶνον λιβανωτὸν, ἵνα μεθυσθέντες τοὺς Ἰουδαίους ἀποκτείνωσιν, τῶν δὲ προσευξαμένων, οἱ ἐλέφαντες εἰς τοὺς ἑαυ‐ τοῦ στρατιώτας καὶ δήμους ἐξορμήσαντες, πο‐
5λὺν ὄχλον ἐν τῇ περιεχούσῃ μανίᾳ διέφθειραν· καὶ οὕτω παραδόξως οἱ Ἰουδαῖοι περισωθέντες, ἀβλαβεῖς ἀπελύθησαν εἰς τὰ ἴδια, τῷ εὐεργέτῃ Θεῷ εὐχαριστοῦντες. Εἶτα βασιλεύει Πτολεμαῖος ὁ Ἐπι‐ φανὴς, υἱὸς αὐτοῦ, Πτολεμαῖος ὁ Φιλομήτωρ, υἱὸς
10αὐτοῦ, Πτολεμαῖος ὁ βʹ Εὐεργέτης, ἀδελφὸς αὐτοῦ, Πτολεμαῖος ὁ Φύσκων, Πτολεμαῖος ὁ (καὶ) Ἀλέξαν‐ δρος, Πτολεμαῖος ὁ ἀδελφὸς αὐτοῦ, Πτολεμαῖος 327 ὁ Διονύσιος, Κλεοπάτρα, ἡ θυγάτηρ αὐτοῦ, ἣν Αὔγουστος ἀνελὼν ἐν ἔτει ιδʹ ἑαυτοῦ βασιλείας, ἐκράτησε τῆς Αἰγύπτου, καθελὼν τὴν βασιλείαν τῶν Πτολεμαίων, διαρκέσασαν ἔτη ςϟʹ.
15(5) Οἱ δὲ μετὰ τὴν ἐκ Βαβυλῶνος ἐπάνοδον καθηγησάμενοι ἀρχιερεῖς εἰσιν οὗτοι· Ἰησοῦς (ὁ υἱὸς) Ἰωσεδὲκ ἅμα Ζοροβάβελ, Ἰάκιμος υἱὸς Ἰησοῦ, Ἐλιάσιμος Ἰακίμου, Ἰωδαὲ Ἰασίμου, Ἰωάννης ὁ τοῦ Ἰωδαὲ, Ἰαδδοῦς ἐφ’ οὗ Ἀλέξανδρος
20εἰς Ἱερουσαλὴμ τῷ Θεῷ προσεκύνησε (καὶ τὴν Ἀλεξάνδρειαν ἔκτισε), Ἰωνίας Ἰαδδοῦ, Ἐλεάζα‐ ρος, Ἰωνίας, Σίμων, Ἰωανὰς, Σίμων, Ἰαννῆς ὁ καὶ Ὑρκανὸς, Ἀριστόβουλος, ὃς πρῶτος ἐπέθετο διάδημα βασιλικὸν πρὸς τῇ ἀρχιερωσύνῃ, Ἰανναῖος
25ὁ καὶ Ἀλέξανδρος, βασιλεὺς ἅμα καὶ ἀρχιερεύς· μέχρι τούτου οἱ ἀπὸ Κύρου χριστοὶ ἡγούμενοι, διαρκέσαντες ἔτη υπγʹ, ἅ εἰσιν ἑβδομάδες ἐτῶν ξθʹ, καθὼς ἔφη Δανιήλ· «Καὶ γνώσῃ καὶ συνήσεις ἀπὸ ἐξόδου λόγων τοῦ ἀποκριθῆναι καὶ τοῦ οἰκοδο‐
30μῆσαι Ἱερουσαλὴμ ἕως Χριστοῦ ἡγουμένου ἑβδομά‐ δες ζʹ καὶ ἑβδομάδες ξβʹ.» ΡΛʹ. Ἀρχὴ τῆς βασιλείας Τίτου. Μετὰ (δὲ) Οὐεσπασιανὸν ἐβασίλευσε Τῖτος, υἱὸς αὐτοῦ, ἔτη γʹ. (2) Καὶ ὥρᾳ θερινῇ πανήμε‐
35ρον ὁδοιπορήσας καὶ αἱμοῤῥαγήσας διὰ τῶν μυκτή‐ ρων, ὑπὸ (τοῦ) ἡλίου συμφλεχθεὶς καὶ πάνυ λει‐ ποθυμήσας, ἔτι ἐμπνέοντα αὐτὸν ἐνέβαλεν εἰς τὸν τάφον Δομετιανὸς, ὁ ἀδελφὸς αὐτοῦ (κατ’ ἐπι‐ τροπὴν τῆς γυναικὸς αὐτοῦ). (3) Ὁ οὖν θαυ‐
40μάσιος (οὗτο,) Τῖτος φιλοσοφώτατος καὶ εὐγλωττό‐ τατός (τε) καὶ πολεμικώτατος (ἅμα) καὶ μέτριος ἄγαν ὑπάρχων καὶ ἀγαθουργίᾳ πολλῇ καὶ σωφρο‐ σύνῃ καὶ δικαιοσύνῃ καὶ φρονήσει κοσμούμενος, 328 ἐκδηλοτέραν ἅπασι πεποίηκε τὴν ἑαυτοῦ συμ‐
45πάθειαν ἐν τῇ ἁλώσει τῆς Ἱερουσαλήμ· σφόδρα γὰρ ἐπένθησε τοὺς θεηλάτους Ἰουδαίους τότε, καὶ μᾶλλον τὸν θεῖον ναὸν ὁρῶν πυρπολούμενον ἐδά‐ κρυσε καὶ τὸν Θεὸν ἐδυσώπησε τυχεῖν ἐλέους καὶ
συγγνώμης, ὡς οὐ κατὰ τὴν ἑαυτοῦ προαίρεσιν509

110

.

512

ταῦτα γεγόνασιν, ἀλλὰ διὰ τὴν ἐκείνων θεοστυγῆ δυστροπίαν, ὅθεν δὴ μετὰ τὴν ἅλωσιν πρὸς τοὺς ἀνακηρύττοντας αὐτὸν νικητὴν καὶ τροπαιοῦχον διωθεῖτο τὰς ἀναῤῥήσεις, ὡς οὐκ αὐτὸς εἴργασθαι
5τοῦτο σαφήσας, ἀλλὰ θεηλάτῳ καὶ θείᾳ ὀργῇ καθυπουργῆσαι καὶ τὰς χεῖρας ἐπιδεδωκέναι. (4) Κἀντεῦθεν τοίνυν διὰ τὴν ἀρετὴν αὐτοῦ καὶ ταπεινοφροσύνην παγγέραστος καὶ πανεπέραστος γενόμενος, οὕτως ἐτελεύτησε. (89a) Τοσοῦτον δὲ θρῆνος ἐν τῇ τελευτῇ αὐτοῦ κατέσχε τὴν Ῥώμην,
10ὡς ἐν χρόνῳ πολλῷ τοῦτον ἀπομνημονεύοντες καὶ τὰς ἀρετὰς αὐτοῦ διαλογιζόμενοι δημοσίᾳ καὶ κατ’ οἴκους κατέκλαιον ὥσπερ οἰκείῳ πάθει κατεχόμενοι ἕκαστος. (5) Ἐφ’ οὗ τὸ Βέσβιον ὄρος ἐν τῇ δύσει, κατὰ κορυφῆς ῥαγὲν, πῦρ ἀνέβλυσεν τοσοῦτον, ὡς κα‐ ταφλέξαι τὴν παρακειμένην χώραν σὺν ταῖς πό‐
15λεσιν· ὅπερ θεασάμενοι οἱ Ἕλληνες καὶ σφόδρα καταπλαγέντες ἠρώτησάν τινας [τῶν] ἐλλογίμων Χριστιανῶν πῶς καὶ πόθεν ἐξῆλθε τὸ πῦρ ἐκ τῶν μυχαιτάτων τῆς γῆς. Οἱ δέ φασιν· Ἐξ ἑτοιμασμένης τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ, καὶ πᾶσι τοῖς
20ἁμαρτωλοῖς καὶ ἀσεβέσιν ἀνθρώποις (ἐκ) τῆς γεέν‐ νης ἀνεδόθη πρὸς σωφρονισμὸν καὶ ἐπίγνωσιν τῶν ἁμαρτανόντων· καὶ δῆλον ἐξ ὧν ὁ περιβόητος ὑμῶν διδάσκαλος Πλάτων ἔφη, διεξερχόμενος ἐν τῷ Φαίδωνι περὶ τῶν λήξεων καὶ ἀποπληρώσεων τῶν
25ψυχῶν, ὅτι οἱ 329 κακῶς βεβιωκότες κολάζονται ἐν τῷ Κωκυτῷ, καὶ ἐν Πυριφλεγέθοντι, καὶ ἐν τῷ Ταρτάρῳ, ἅτινά εἰσιν ἐν τῷ τῆς γῆς βάθει· καὶ ταῦτα μὲν ἐκεῖνοι πρὸς τοὺς κατ’ ἐκεῖνο καιροῦ διαποροῦντας Ἕλληνας.
30(6) Ὁ δέ (γε) θεῖος Πατρίκιος, ὁ Προύσης τῆς πόλεως ἐπίσκοπος καὶ μάρτυς, πρὸς τὸν δικα‐ στὴν ἀνθύπατον ἐρωτηθεὶς ἐπὶ δήμου καὶ λαοῦ περὶ τῶν αὐτοφυῶν (θερμῶν ὑδάτων) πόθεν ἀνάγον‐ ται, οὕτως ἀπεκρίθη· «Ὁ κτίσας Θεὸς πῦρ καὶ
35ὕδωρ ἐξ οὐκ ὄντων οὐσιῶν, ἐκ μὲν τοῦ πυρὸς φῶς, ἥλιον καὶ λοιποὺς φωστῆρας ἐποίησε καὶ κατ‐ εσκεύασε λόγῳ (μόνῳ καὶ) προσέταξεν αὐτοὺς ἡμέρας καὶ νύκτας δᾳδουχεῖν· τοσαύτη γὰρ αὐτοῦ ἡ δύνα‐ μις ὅσον καὶ τὸ θέλημα. Ἐκ δὲ τοῦ ὕδατος τὸ στερέ‐
40ωμα τοῦ οὐρανοῦ συμπήξας καὶ (τὴν) γῆν ἐπάνω τῶν ὑδάτων ἑδράσας ἐποίησε τὰ ἐν αὐτοῖς πάντα προγνωστικῇ ἐνεργείᾳ, ἵνα ὁ μέλλων δι’ αὐτοῦ ἀνα‐ πλάττεσθαι ἄνθρωπος μηδενὸς τῶν ἀναγκαίων καὶ συμφερόντων εἰς χρῆσιν ἐπιδέηται· ἐν οἷς δύο
45τόπους εὐτρεπίσας πάλιν ἀϊδίους, τὸν μὲν φωτὶ καταλάμπεσθαι καὶ ἀπεράντων ἀγαθῶν ἔμπλεον κατεσκεύασε, τὸ δὲ σκότους καὶ κολαστικοῦ πυρὸς
αἰωνίου πεποίηκεν, ὅπως οἱ μὲν εὐαρεστήσαντες511

110

.

513

αὐτῷ καὶ πρὸς τὴν τοῦ διαβόλου μὴ κατολισθήσαντες ἀπάτην τὸν τῶν φωσφόρων ἀγαθῶν μετὰ τὴν ἀνά‐ στασιν ἀπολαύοντες τόπον, αἰωνίως συμβασιλεύ‐ σωσιν, οἱ δὲ παροργίσαντες αὐτὸν καὶ τῷ κοινῷ
5ἐχθρῷ ἐξακολουθήσαντες, σὺν αὐτῷ τὸν σκοτει‐ νοφόρον κολαστηρίου χῶρον ἀπειληφότες (αἰωνίως καὶ) ἀτελευτήτως ἀπολαύσωσι. Διαχωρίσας δέ (γε) τὸ πῦρ καὶ τὸ ὕδωρ ὥσπερ τὸ φῶς καὶ τὸ σκότος, κατεκερμάτισε ταῦτα κατὰ πάσης αὐτοῦ τῆς κτί‐
10σεως· καὶ ἔστιν ὕδωρ (καὶ πῦρ) ὑπεράνω τοῦ στε‐ ρεώματος, ὅ ἐστιν αἰθήρ· καὶ ἔστιν ὕδωρ καὶ πῦρ ὑποκάτω τῆς γῆς· καὶ τὸ μὲν ἐπάνω τῆς γῆς ὕδωρ συναχθὲν εἰς συναγωγὴν μίαν 330 θάλασσα προσ‐ ηγορεύθη· τὸ δὲ ὑποκάτω τῆς γῆς ἀπομεῖναν ἄβυσ‐
15σος ἐκλήθη, ἐξ οὗ καθάπερ σίφωνές τινες ἀναπέμ‐ πονται πρὸς ζωὴν ἡμῶν αἱ πηγαὶ καὶ παντὸς ζώου, ἀφ’ οὗ καὶ τὰ θερμὰ (ὕδατα) ἀνάγονται· καὶ τὰ μὲν ποῤῥωτέρω τοῦ κάτω πυρὸς ἀπέχοντα, προνοίᾳ Θεοῦ ἀναδίδονται ψυχρότερα, τὰ δὲ πλησίον τοῦ πυρὸς, ἐκεῖθεν ἐκπυρούμενα, (89b) ζέοντα λίαν ἀναφέρονται· ὅσα δὲ οὐ πλησιάζουσι (τῷ πυρὶ ὕδατα,) χλια‐
20ρὰ ἔν τισι τόποις ἐξάλλονται. Καὶ τὸ μὲν ὑποκάτω τῆς γῆς πῦρ κολαστήριόν ἐστι δαιμόνων καὶ ἁμαρτωλῶν ἀνθρώπων· τὸ δὲ κατώτατον ὕδωρ, ψυχρότατον ὂν καὶ εἰς βώλους κρυστάλλου πεπηγὸς, ὃ καὶ Τάρταρος λέγεται,
25βασανιστήριόν ἐστιν ὡσαύτως καὶ τοῦτο τῶν μὴ φυλαξάντων τὰς ἐντολὰς Κυρίου. Ὅτι δὲ πῦρ ἔστιν ὑποκάτω τῆς γῆς, πειθέτω σε τὸ ἐν Σικελίᾳ πῦρ, καὶ ἐν Λυκίᾳ προφανῶς ἀναδιδόμενον, καὶ μέντοι καὶ ἄλλοι τόποι διάφοροι ὁμοίως παραδεικνύμενοι
30πῦρ, εἰς τὴν φοβερὰν γέενναν προδήλως πάντας κατακαῖον ὅσοι τὰ τοῦ πυρὸς ἔργα πεπράχασιν, περὶ οὗ καὶ ὁ μέγας Μωϋσῆς ἐκ προσώπου τοῦ Θεοῦ φη‐ σιν ὅτι, «Πῦρ ἐκκέκαυται ἐκ τοῦ θυμοῦ μου καὶ καυθήσεται ἕως ᾅδου κατωτάτου· καταφάγεται
35γῆν καὶ τὰ γεννήματα αὐτῆς· φλέξει θεμέλια ὀρέων.» Οὕτω δὲ καὶ Ἡσαΐας προφαίνων διαῤῥήδην τοῖς ἁμαρτωλοῖς τὴν ἐσομένην καὶ ἡτοιμασμένην αὐτοῖς διὰ τοῦ πυρὸς κόλασιν ἐκβοᾷ· «Τίς ἀναγγελεῖ ὑμῖν, ὅτι πῦρ καίεται, καὶ τίς ἀναγγελεῖ ὑμῖν τόπον
40αἰώνιον;» —«Πορεύεσθε τῷ φωτὶ τοῦ πυρὸς ὑμῶν καὶ τῇ φλογὶ ᾗ ἐξεκαύσατε.» Καὶ ἐξελεύσονται καὶ ὄψονται τὰ κῶλα τῶν ἀνθρώπων τῶν παραβεβηκότων ἐν ἐμοὶ, λέγει Κύριος· ὁ γὰρ σκώληξ αὐτῶν οὐ τελευτήσει, καὶ τὸ πῦρ οὐ σβεσθήσεται, καὶ ἔσον‐
45ται εἰς ὅρασιν πάσῃ σαρκί.» Καὶ δὴ καὶ ὁ θεηγόρος Χρυσόστομός φησιν· «Ὅρα παράδοξον ἕτερον αὖθις, ἐναντίας φύσεις συνιούσας· οὔτε γὰρ ἀστραπῆς τι πυρωδέστερον οὔτε ὕδατος ψυχρότερον, ἀλλ’ ὅμως ἀναμίγνυται, καὶ οὐ συγχεῖται οὐδὲ κεράννυται,

110

.

513

(50)

331 ἀλλὰ τοὺς οἰκείους ἕκαστον διατηρεῖ ὅρους, τὸ
πῦρ ἐν τῷ ὕδατι καὶ τὸ ὕδωρ ἐν τῷ πυρί· καὶ οὔτε513

110

.

516

τοῦτο ἐκεῖνο ἀνεξήρανεν, οὔτε ἐκεῖνο τοῦτο κατέ‐ σβεσεν, καίτοι ἡ ἀστραπὴ τοῦ ἡλιακοῦ πυρὸς ὀξύ‐ τερον καὶ φανότερον (καὶ τομώτερον). Καὶ μαρ‐ τυροῦσιν αἱ ὄψεις αἱ ταῖς ἀκτῖσι διηνεκῶς κατα‐
5λαμπόμεναι, ἐκείνης δὲ τὴν φορὰν οὐδὲ πρὸς βραχὺ δυνάμεναι ὑπομεῖναι ἢ ὑπενεγκεῖν. Καὶ ὁ μὲν ἥλιος διὰ πάσης ἡμέρας διατρέχει τὸν οὐρανὸν, αὕτη δὲ μιᾷ καιροῦ ῥοπῇ τὴν οἰκουμένην ἅπασαν, ὡς καὶ (ὁ) Χριστὸς μαρτυρεῖ λέγων· «Ὥσπερ ἡ
10ἀστραπὴ ἐξ ἀνατολῶν πορεύεται καὶ φαίνεται ἕως δυσμῶν.» Εἶτά φησιν· «Ὁ ἐξάγων ἀνέμους ἐκ θησαυρῶν αὐτοῦ.» Αὕτη πάλιν ἑτέρα φύσις, οὐ μικρὰν ἡμῖν παρέχουσα χρείαν, ἀλλὰ τοσαύτην ὥστε εἰς τὸ πολὺ τῆς ζωῆς ἡμῶν συντελεῖν κε‐
15κμηκότας ἀνακτᾶσθαι τὰ σώματα· τοῦτο γὰρ ἔργον ἀνέμων, ἀναῤῥιπίζειν τὸν ἀέρα, ὥστε μὴ ἀκί‐ νητον ὄντα φθείρεσθαι, πεπαίνειν τε τοὺς καρ‐ ποὺς καὶ τρέφειν τὰ σώματα. Τί ἄν τις εἴποι τὰς ἐν ναυτιλίᾳ χρείας αὐτῶν καὶ τοὺς καιροὺς, κα‐
20θὼς τεταγμένως ἐφίστανται καὶ παραχωροῦσιν ἀλλήλοις, χορεύοντες ἐν τῷ πελάγει καὶ τοὺς πλω‐ τῆρας διαβιβάζοντες; [καὶ] ὁ μὲν παρέπεμψεν, ὁ δὲ διεδέξατο, καὶ ἐναντίας ὁδεύουσιν ὁδοὺς, καὶ δια‐ κονοῦνται, καὶ ἡ μάχη αὐτῶν πάλιν τῷ βίῳ γίνε‐
25ται χρήσιμος. Καὶ μυρία (ἕτερα) ἄν τις εἴποι τῶν (90a) ἀνέμων ἔργα. Ἀλλ’ ὅμως ταῦτα πάντα πα‐ ραδραμὼν ὁ προφήτης καὶ καταλιπὼν (τὸν ἀκροα‐ τὴν) ἀναλέγεσθαι, αὐτὸς μόνον τὴν εὐκολίαν τῆς δημιουργίας παρέστησεν· τὸ γὰρ εἰπεῖν, «ἐκ
30θησαυρῶν αὐτοῦ,» οὐ τοῦτο δηλοῦντός ἐστιν, ὅτι θησαυροί τινές εἰσιν ἀνέμων, ἀλλὰ τὸ εὔκολον τοῦ ἐπιτάττοντος καὶ 332 ἕτοιμον τῆς βουλῆς καὶ παρ‐ εσκευασμένον. Ὥσπερ γὰρ ὁ ἔχων θησαυρὸν μετὰ ἀδείας ἐξάγει πάντα καὶ, ὅτε βούλεται, πάλιν
35εἰσάγει, οὕτω (καὶ) ὁ τοῦ παντὸς Δημιουργὸς πάντα εὐκόλως ἐποίησε καὶ [τῇ] φύσει παρέδωκε. Εἶδες πόση καὶ ἐν ἀέρι διαφορὰ, καθάπερ καὶ ἐν ὕδατι, καὶ ἐν πυρὶ πολλαὶ (αἱ) ἐναλλαγαί. Καὶ γὰρ τοῦ ὕδατος τὸ μέν ἐστι πηγαῖον, τὸ δὲ θαλάττιον, τὸ δὲ
40ἀέριον, τὸ δὲ ἐν νεφέλαις, τὸ δὲ ὑπερουράνιον, τὸ δὲ ὑπόγειον, ἀφ’ οὗ καὶ τὰ θερμὰ ὕδατα [ἐν] δια‐ φόροις τόποις ἀνάγονται, διὰ τοῦ ὑπογείου πυρὸς θερμανθέντα παραδόξως. Καὶ τοῦ πυρὸς τὸ μέν ἐστιν ἐν ἡλίῳ, τὸ δὲ ἐν σελήνῃ, τὸ δὲ ἐν ἀστραπαῖς, τὸ
45δὲ ἐν ἀέρι, τὸ δὲ ἀπὸ ξύλων, τὸ περὶ ἡμᾶς τὸ λυχνιαῖον, τὸ δὲ ἀπὸ γῆς—καὶ γὰρ ἔστι πολλα‐ χοῦ τοιοῦτο ἀπὸ γῆς ἀναδιδόμενον ὥσπερ αἱ πηγαὶ
τῶν ὑδάτων—καὶ τὸ μὲν ἐν λίθοις παρατριβο‐515

110

.

517

μένοις, τὸ δὲ ἐν κόμαις δένδρων καὶ αὐτῶν παρατρι‐ βομένων, τὸ δὲ ἐν κεραυνοῖς, (τὸ δὲ) ἐκ τοῦ ἀέρος, τὸ δὲ ἐξ ὑδάτων καὶ ὑέλων διαυγεστάτων καὶ καθαρωτάτων ἐξάλλεσθαι πέφυκεν. Καὶ ἐν ἀέρι
5πάλιν· ὁ μέν ἐστι παχύτερος ὁ περὶ ἡμᾶς καὶ φθοροποιὸς καὶ νοσημάτων ποικίλων γενητικὸς, [ὁ δὲ λεπτότερος] καὶ σωμάτων εὐκρασίας καὶ εὐρω‐ στίας πρόξενος, ὁ δὲ ἀνώτερος, πυρωδέστερος· ὥσπερ καὶ τῶν ἀνέμων πολλαὶ διαφοραί. Ὁ μὲν γάρ ἐστι λεπτότερος, ὁ δὲ παχύτερος, (καὶ) ὁ μὲν ψυχρότερος, ὁ δὲ θερμότερος, ὁ μὲν ὑγρότερος, ὁ δὲ ξηρότερος.» —Ὅθεν οὖν ὁ προφήτης ἐμπεσὼν εἰς τὴν ἄβυσσον τῶν τοιούτων εὐεργετημάτων,
10ἐν οἷς ἡ τοῦ Θεοῦ δύναμις καὶ σοφία δείκνυται, καὶ ἰδὼν τὸ ἀχανὲς πέλαγος, ἀπεπήδησε μέγα βοήσας· «Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε, πάντα ἐν σοφίᾳ ἐποίησας» καὶ ἐνέπλησας σοφίας τὰ ἄψυχα καὶ τὰ ἔμψυχα. ΡΛΑʹ. Περὶ τῆς βασιλείας Δομετιανοῦ. 333 Μετὰ δὲ Τῖτον ἐβασίλευσε Δομετιανὸς ὁ
15ἀδελφὸς αὐτοῦ ἔτη ιεʹ, καὶ ἐσφάγη ἐν τῷ ναῷ Ῥώ‐ μης, κατ’ ἐπιβουλὴν τῆς ἑαυτοῦ γυναικός. Οὗτος γὰρ διάδοχος τοῦ ἰδίου ἀδελφοῦ γενόμενος, οὐ τὴν πατρικὴν καὶ ἀδελφικὴν ἐζήλωσεν ἀρίστην πολι‐ τείαν, ἀλλὰ τὴν τοῦ Τιβερίου καὶ Νέρωνος ἀνο‐
20σιουργίαν ἐκ διαμέτρου. Καὶ δὴ πᾶν εἶδος κακίας ἐπελθὼν, μιαιφονίας τε καὶ γυναικομανίας ἅμα καὶ ἀνδρομανίας ἀνάπλεως γενόμενος, ἑαυτὸν ὁ ἄθλιος τελευταῖον ἀπεθέωσεν· κἀντεῦθεν (οὖν) ἔχθιστον ἅπασι καὶ ἀπόβλητον, διὰ τὸ φονικόν τε καὶ θηριῶ‐
25δες τῆς μιαρᾶς γνώμης, ἑαυτὸν ὁ τάλας ἀποφήνας, εἰκότως μάλα τὰ ἐπίχειρα τῆς οἰκείας δυσμενείας κομισάμενος, αἰσχίστῳ μόρῳ τὸν μυσαρὸν καὶ βέ‐ βηλον κατέστρεφε βίον, ὡς εἴρηται. (2) Ἐφ’ οὗ Τιμόθεος ὁ ἀπόστολος καὶ Ὀνήσι‐
30μος ἐμαρτύρησαν, καὶ Ἰωάννης ὁ (Θεολόγος καὶ) εὐαγγελιστὴς ἐν Πάτμῳ τῇ νήσῳ ἐξορί‐ ζεται. ΡΛΒʹ. Περὶ Ἀπολλωνίου τοῦ Τυανέως. Καὶ Ἀπολλώνιος ὁ Τυανεὺς (ἐγνωρίζετο περι‐
35πολῶν (90b) καὶ πανταχοῦ ποιῶν εἰς τὰς πόλεις καὶ χώρας δαιμονικὰ ἀποτελέσματα)· ἀπὸ Ῥώμης (δὲ) ἐλθὼν πρὸς τὸ Βυζάντιον καὶ παρακληθεὶς ὑπὸ τῶν ἐντοπίων, ἐποίησε ταῦτα, φυγαδεύσας τὸ πλῆθος τῶν 334 ὄφεων καὶ σκορπίων ἐκ τῆς πόλεως,
40ὥστε μὴ ἀδικεῖσθαι ὑπ’ αὐτῶν τοὺς ἀνθρώπους, καὶ τῶν ἵππων τὴν ἀταξίαν χαλινώσας ἐν ταῖς συνελεύσεσι τῶν ἀρχόντων. (2) Ὡσαύτως (δὲ) καὶ εἰς Ἀντιόχειαν παραγενόμενος ἐποίησε· —τυ‐
ραννούμενοι γὰρ οἱ Ἀντιοχεῖς ὑπὸ τῶν σκορπίων517

110

.

520

καὶ (τῶν) κωνώπων—ποιήσας χαλκοῦν σκορπίον καὶ χώσας αὐτὸν ἐν τῇ γῇ καὶ μικρὸν ἐπιστήσας ἐπάνω κίονα, προσέταξε καλάμους βαστάζειν τὸν λαὸν καὶ περιερχομένους κράζειν τοὺς καλάμους
5ἐπισείοντας· «Ἀκώνωπα τῇ πόλει·» καὶ οὕτως ἐξηφανίσθησαν ἐκ τῆς πόλεως οἵ τε σκορπίοι καὶ οἱ κώνωπες. Αἰτηθεὶς δὲ καὶ περὶ τῶν σεισμῶν τῶν ἐπικειμένων τῇ πόλει καὶ στενάξας ἔγραψεν ἐν διπτύχῳ ταῦτα· «Οὐαί σοι, τάλαινα πόλις, ὅτι σει‐
10σμοῖς πολλοῖς καὶ πυρσοῖς κατενεχθείης· κλαύ‐ σεται δέ σε καὶ ὁ παρ’ αἰγιαλοῖς Ὀρόντης.» (3) Περὶ οὗ μέντοι καὶ ὁ μέγας Ἀναστάσιος Θεουπό‐ λεώς φησιν· «Ἀπολλωνίου μέχρι νῦν ἔν τισι τό‐ ποις ἐνεργοῦσι τὰ ἀποτελέσματα ἱστάμενα, τὰ μὲν
15εἰς ἀποτροπὴν ζώων τετραπόδων καὶ πετεινῶν βλά‐ πτειν δυναμένων ἀνθρώπους, τὰ δὲ εἰς ἐποχὴν ῥευ‐ μάτων ποταμῶν ἀτάκτως φερομένων, καὶ ἄλλα εἰς ἕτερά (τινα) ἐπὶ φθορᾷ καὶ βλάβῃ ἀνθρώπων ὑπάρχοντα ἀποτρόπαια ἵστανται. Καὶ (γοῦν) οὐ μό‐
20νον ἐν τῇ ζωῇ αὐτοῦ ταῦτα καὶ τὰ ὅμοια εἰργά‐ σαντο οἱ δαίμονες δι’ αὐτοῦ, ἀλλά γε καὶ μετὰ τὴν τελευτὴν αὐτοῦ παραμένοντες τῷ μνήματι αὐτοῦ, σημεῖά τινα ἐπετέλεσαν ἐξ ὀνόματος αὐτοῦ πρὸς ἀπάτην τῶν ἐλεεινῶν ἀνθρώπων τῶν εὐκόλως ὑποκλεπτομένων εἰς τὰ τοιαῦτα ὑπὸ τοῦ διαβόλου. ΡΛΓʹ. Περὶ τοῦ Μανέθωνος Μάγου καὶ τῶν μαγι‐
25κῶν αὐτοῦ ἔργων. Τί ἄν τις εἴποι περὶ τῶν κατὰ Νέρωνα μαγικῶν ἔργων; ὃς τοιοῦτος ἄκρος γέγονε τῇ μαγικῇ ἀπάτῃ, ὅτι ἀεὶ ἔσκωπτε προδήλως 335 τὸν Ἀπολλώνιον ὡς μὴ ἀκριβῆ τὴν κατ’ αὐτοῦ φιλοσοφικὴν ἐμπει‐
30ρίαν ἐσχηκότα· ἔδει γὰρ αὐτὸν, φησὶν, ὥσπερ ἐγὼ, λόγῳ μόνῳ ποιεῖν ἅπερ ἐβούλετο, καὶ μὴ ἀποτελέσμασιν ἐπιτρέπειν τὰ παρ’ αὐτοῦ πραττό‐ μενα. (2) Ταῦτα δὲ πάντα συγχωρήσει τοῦ Θεοῦ καὶ ἐνεργείᾳ (τῶν) δαιμόνων γίνονται πρὸς τὸ διὰ
35τῶν τοιούτων πραγμάτων δοκιμάζεσθαι τὴν ἡμετέ‐ ραν ὀρθόδοξον πίστιν, εἰ ἑδραία ἐστὶ καὶ παγία προσμένουσα τῷ Κυρίῳ, μὴ ὑποσυρομένη διὰ τοῦ ἐχθροῦ ὑπὸ τῶν φαντασιωδῶν τεράτων καὶ σατα‐ νικῶν ἔργων τῶν πραττομένων ὑπὸ τῶν δούλων καὶ
40ὑπηρετῶν τῆς κακίας. Οὐ μὴν δὲ ἀλλὰ καὶ τὸ ὄνομα Κυρίου προεφήτευσάν τινες, ὡς Βαλαὰμ, Σαοὺλ καὶ Καϊάφας, καὶ δαιμόνια πάλιν ἐξέβα‐ λον, ὡς ὁ Ἰούδας καὶ οἱ υἱοὶ Σκεύα. (5) Οὐκοῦν καὶ εἰς ἀναξίους ἡ χάρις ἐνεργεῖ πολλάκις, ἵνα ἑτέ‐
45ρους εὐεργετήσῃ· καὶ γὰρ Βαλαὰμ ἀμφοτέρων ἀλ‐ λότριος ἦν, βίου ἀρίστου καὶ πίστεως· ἀλλ’ ὅμως ἐνήργησεν εἰς αὐτὸν ἡ χάρις διὰ τὴν ἑτέρων οἰκονο‐ μίαν. Καὶ Φαραὼ τοιοῦτος ἦν· ἀλλὰ κἀκείνῳ τὰ μέλ‐ λοντα προέδειξε. Καὶ ὁ Ναβουχοδονόσορ παρανομώ‐

110

.

520

(50)

τερος· ἀλλά γε καὶ τούτῳ (πάλιν) τὰ (μέλλοντα
πολλῷ) ὕστερον μετὰ πολλὰς γενεὰς γενήσεσθαι,519

110

.

521

ἀπεκάλυψεν· ὅθεν δῆλον, ὅτι πολλοὶ τῶν ἐναντίον ἐχόντων φρόνημα, ἐπὶ τῷ προσχήματι τοῦ Χριστοῦ τεράστια (91a) ποιοῦσιν ἑτέρᾳ τέχνῃ τινὶ πρὸς ἀπά‐ την ἀνθρώπων ἀπειροκάλων· οἷος ἐγένετο Σίμων ὁ Μάγος, καὶ Μένανδρος μετ’ ἐκεῖνον, καὶ ἄλλοι τοιοῦ‐
5τοι, δι’ οὓς εἰκότως ἔφη μὴ θαύμασιν ἀπατᾶσθαι προσήκειν, μήτε μὴν ἐπαγγελίᾳ ψιλῇ, δοκιμάζειν δὲ τῶν λεγομένων τὴν ἀλήθειαν. ΡΛΔʹ. Βασιλεία Νερβᾶ. Μετὰ Δομετιανὸν ἐβασίλευσε Νερβᾶς ἔτος ἕν. Σώφρων (δὲ) ὢν καὶ ἐπιεικὴς ἀνακαλεσάμενος
10Ἰωάννην τὸν Θεολόγον 336 ἐκ τῆς νήσου ἧς ἦν ἐξόριστος, ἀπέλυσεν αὐτὸν ἐν Ἐφέσῳ· μόνος πε‐ ριὼν ἐν τῷ βίῳ ἐκ τῶν ιβʹ μαθητῶν καὶ συγγραψά‐ μενος τὸ κατ’ αὐτὸν Εὐαγγέλιον, ἐν εἰρήνῃ ἀνεπαύ‐ σατο. (2) Περὶ οὗ, ὁ πολυΐστωρ Εὐσέβιος ἐν τῇ
15Ἐκκλησιαστικῇ Ἱστορίᾳ φησί· «Θωμᾶς μὲν τὴν Παρθίαν εἴληχεν, Ἰωάννης δὲ τὴν Ἀσίαν, πρὸς ἣν καὶ διατρίψας ἐτελεύτησεν ἐν Ἐφέσῳ,» (3) Πάλιν· «Ἐπὶ τούτοις ὢν καὶ Ἰωάννης ὁ εὐαγ‐ γελιστὴς ἐν Ἐφέσῳ τῆς Ἀσίας τελευτᾷ καὶ θάπτεται
20πρὸς τῶν αὐτόθι πιστῶν.» Ὁμοίως δὲ καὶ Φίλιππος, ὁ ἐκ τῶν ζʹ διακόνων, ἐν Ἱεραπόλει τελειοῦται καὶ θάπτεται μετὰ τῶν θυγατέρων αὐτοῦ. Περὶ ὧν καὶ Πολύκαρπος, ὁ τῆς ἐν Σμύρνῃ Ἐκκλησίας ἐπίσκοπος, Οὐίκτορι, τῷ ἐπισκόπω Ῥώμης, γρά‐
25φων οὕτως φάσκει· «Καὶ γὰρ κατὰ τὴν Ἀσίαν μεγάλα στοιχεῖα κεκοίμηνται, ἅτινα ἀναστή‐ σονται τῇ ἐσχάτῃ ἡμέρᾳ τῆς παρουσίας Κυρίου·» —«Ἰωάννης ὁ ἐπιστήθιος Χριστοῦ, ὃς καὶ τὸ πέταλον πεφορηκὼς καὶ διδάσκαλος ἐν Ἐφέσῳ
30γενόμενος κεκοίμηται·» —«καὶ Φίλιππος, ὁ ἐκ τῶν ζʹ διακόνων, ἐν Ἱεραπόλει τελειοῦται·» οὗτός ἐστιν ὁ καὶ τὸν εὐνοῦχον βαπτίσας καὶ τὸν Σίμωνα κατηχήσας. (4) Οὐ μὴν δὲ ἀλλὰ καὶ ὁ θεῖος Ἱππό‐ λυτος Ῥώμης περὶ τοῦ κηρύγματος καὶ τῆς τε‐
35λειώσεως τῶν ἀποστόλων διεξιὼν ἔφη· «Ἰωάννης (δὲ), ὁ ἀδελφὸς Ἰακώβου, κηρύσσων ἐν τῇ Ἀσίᾳ τὸν λόγον (τοῦ Εὐαγγελίου), ἐξωρίσθη ἐν Πάτμῳ τῇ νήσῳ ὑπὸ Δομετιανοῦ βασιλέως Ῥώμης, κἀκεῖ‐ θεν πάλιν εἰς Ἔφεσον ἐκ τῆς ἐξορίας ἀνακληθεὶς
40ὑπὸ Νερβᾶ, καὶ τὸ κατ’ αὐτὸν Εὐαγγέλιον συγγρα‐ ψάμενος, ἔνθα καὶ τὴν Ἀποκάλυψιν θεασάμενος, ἐτελεύτησε, οὗ τὸ λείψανον ζητηθὲν οὐχ εὑρέθη.» (5) Ὁ δὲ τοῦ μεγάλου Γρηγορίου ἀδελφὸς 337 Καισάρειος ἐπὶ σεκρέτου ἐν Κωνσταντινουπόλει ἐρω‐
45τηθεὶς περὶ τούτου ἀπεκρίνατο λέγων· «Αὐτὸς
Ἰωάννης ἐν τῷ κατ’ αὐτὸν Εὐαγγελίῳ πρὸς τῷ τέ‐521

110

.

524

λει διεσάφησε τοῦτο φάσκων· Καὶ τοῦτο εἰπὼν ὁ Ἰη‐ σοῦς λέγει αὐτῷ, τουτέστι τῷ Πέτρῳ· «Ἀκολούθει μοι. Ἐπιστραφεὶς δὲ ὁ Πέτρος βλέπει τὸν μαθητὴν, ὃν ἠγάπα ὁ Ἰησοῦς, ἀκολουθοῦντα—καί φησι·
5Κύριε, οὗτος δὲ τί; Λέγει αὐτῷ ὁ Ἰησοῦς· Ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχωμαι, τί πρὸς σέ; — (ἐξῆλθεν οὖν ὁ λόγος οὗτος εἰς τοὺς ἀδελφοὺς, ὅτι ὁ μαθητὴς ἐκεῖνος οὐκ ἀποθνήσκει—ἀλλ’ ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχωμαι, τί πρός σε;) Ἐπεὶ οὖν
10ἁλιεύοντας αὐτοὺς κατείληφε, τῷ Πέτρῳ μόνῳ προσ‐ έταξεν ἕπεσθαι αὐτῷ· ὁ δὲ καὶ τὸν Ἰωάννην συμπο‐ ρεύεσθαι βουλόμενος ἔφη· Κύριε, οὗτος δὲ τί; Ὃν θεσπίσας ὁ Ἰησοῦς προσμένειν ἐπὶ τῆς ἁλείας φη‐ σίν· Ἐὰν θέλω αὐτὸν μένειν ἐνταῦθα καὶ ἁλιεύειν
15ἕως ἂν ὑποστρέψας ἔρχωμαι πάλιν ὧδε, τί πρὸς σέ; (6) Ὥστε οὖν ἄριστα διορθούμενος τὴν ἐσφαλμένην αὐτῶν ὑπόνοιαν, εἰκότως ἔφη· Καὶ οὐκ εἶπεν αὐτῷ ὁ Ἰησοῦς, ὅτι οὐκ ἀποθνήσκει. Καὶ γὰρ ἐν πολλοῖς πολλάκις διεσφάλλοντο πρὸς τὰς πεύ‐
20σεις Χριστοῦ καὶ ἀποκρίσεις, ὡς καὶ (91b) ἀκούειν «ἀσυνέτους καὶ βραδεῖς τῇ καρδίᾳ,» ἕως ἐλ‐ θὸν τὸ Πνεῦμα τὸ ἅγιον ἐδίδαξεν αὐτοὺς καὶ «ὡδήγησεν εἰς πᾶσαν τὴν ἀλήθειαν,» κατὰ τὸν λόγον τοῦ Κυρίου. Εἰ δέ τινες ἐριστικῶς (τε) καὶ προ‐
25πετῶς ἀποκρουόμενοι τὰς ἱερὰς ταύτας φωνὰς καὶ μαρτυρίας ἀκαίρως δῆθεν συλλογιζόμενοι εἴπωσι πρὸς τὸ καταγγεῖλαι τὴν δευτέραν Χριστοῦ παρου‐ σίαν· Κατελείφθη ζῶν ἐν σαρκὶ μετὰ Ἐνὼχ καὶ Ἡλία, ἀκουέτωσαν, ὅτιπερ μόνους (τοὺς δύο) διὰ
30τῆς ἀποκαλύψεως αὐτὸς οὕτως φησὶν, ἐκ προσ‐ ώπου Κυρίου λέγων, τοὺς δύο μάρτυρας γενήσεσθαι Ἐνὼχ καὶ Ἡλίαν, τοιάδε φάσκων· «Καὶ δώσω τοῖς δυσὶ μάρτυσί μου, καὶ προφητεύσουσιν ἡμέρας ͵ασξʹ, περιβεβλημένους 338 σάκκους. Οὗτοί εἰσιν
35αἱ δύο ἐλαῖαι, καὶ αἱ δύο λυχνίαι (αἱ ἐνώπιον Κυρίου πάσης τῆς γῆς ἑστῶτες. Καὶ εἴ τις θέλει αὐτοὺς ἀδικῆσαι), πῦρ ἐκπορεύεται ἐκ τοῦ στόματος αὐτῶν καὶ κατεσθίει τοὺς ἐχθροὺς αὐτῶν. —Καὶ ὅταν τελέσωσι τὴν μαρτυρίαν αὐτῶν, ποιήσει τὸ ἀναβαῖνον θηρίον ἐκ τῆς ἀβύσσου πόλεμον μετ’ αὐτῶν, καὶ νικήσει, καὶ ἀποκτενεῖ αὐτούς. Καὶ τὰ πτώματα αὐτῶν ἐπὶ τῆς πλατείας τῆς μεγάλης πόλεως
40ἔσονται ἄταφα γʹ ἡμέρας ὅπου ὁ Κύριος αὐτῶν ἐσταυρώθη.» Μάτην οὖν παραληροῦσί τινες φάσκοντες αὐτὸν ἔτι ζῇν ἐν σαρκὶ, «μὴ νοοῦντες μήτε ἃ λέγουσι τῷ ὄντι μήτε περὶ τίνων διαβε‐ βαιοῦνται,» οἴκοθεν τοῦτο καὶ οὐκ ἔκ τινων ἱερῶν ἐξηγητῶν ῥιψοκινδύνως τε καὶ τολμηρῶς ὄντως τε‐ ρατευόμενοι. (7) Οὗτος ὁ Νερβᾶς ἐκ Παιονίας ἀγγελίας
45ἐπινικίων ἀκούσας παρὰ Τραϊανοῦ, ἀνελθὼν ἐν τῷ Καπετωλίῳ καὶ λιβανωτὸν θύσας, στὰς ἐπὶ βή‐ ματος, μεγάλα βοῶν, τῆς τε βουλῆς καὶ τοῦ δή‐ μου Ῥωμαίων παρόντων ἔφη· «Ἀγαθῇ τυχῇ·
(Μάρκος) Νερβᾶς Τραϊανὸν υἱοποιοῦμαι.»523

110

.

525

(8) Οὗτος ἀπηγόρευσε τοῦ ἐκτέμνειν [τινῶν] τὰ αἰδοῖα ἐν Ῥώμῃ, καὶ νόσῳ τελευτᾷ ΡΛΕʹ. Βασιλεία Τραϊανοῦ Μετὰ δὲ Νερβᾶν ἐβασίλευσε Τραϊανὸς ἔτη κʹ,
5καὶ ὑδεριάσας ἀπέθανεν. (Οὗτος διωγμὸν ἐπὶ πολὺ κατὰ Χριστιανῶν κινήσας μάρτυρας πολλοὺς ἐφό‐ νευσε, ἀλλ’ ὕστερον ἔπαυσε τὸν διωγμόν. (2) Ὅστις ἀγαθὸς, καὶ μισοπόνηρος, καὶ φιλοδίκαιος τοσοῦτος ὑπῆρχε, ὥστε γυμνώσας ποτὲ ῥομφαίαν ἐν‐
10ώπιον τῶν μεγιστάνων ἐπέδωκε τῷ ἐπάρχῳ 339 λέγων· Δέξαι τὸ ξίφος τοῦτο, καὶ εἰ μὲν καλῶς πράττω, ὑπὲρ ἐμοῦ, εἰ δὲ μὴ καλῶς, κατ’ ἐμοῦ αὐτῷ χρῆσαι. (3) Προεχειρίσθη δὲ ὑπὸ Νερβᾶ διὰ τὴν ἀρετὴν
15αὐτοῦ ὡς πολεμικώτατος, καὶ πολλὰ κατορθώματα ἔν τε Ῥώμῃ καὶ πανταχοῦ πεποιηκώς. (4) Φίλου δέ τινος αὐτῷ ποτε διαβληθέντος ὡς ἐπιβούλου καὶ τούς τε ὀφθαλμοὺς (αὐτοῦ) ἐκκεντη‐ θέντος καὶ τὸ γένειον ἀποκειραμένου, ἐπεὶ τυφλὸς
20πρὸς Τραϊανὸν εἰσήχθη, πολλὰ λυπηθεὶς ἐπὶ τούτῳ Τραϊανὸς, πόλιν κτίσας ἐπὶ τῷ ὀνόματι αὐτοῦ τὴν νῦν Τραϊανούπολιν (ὀνομαζομένην καὶ) τοῦτον κατοικίσας ἐν αὐτῇ ὡς δεσπότην ταύτης, ἐκεῖσε ἀπέστειλεν ἕως τῆς τελευτῆς αὐτοῦ.
25(5) Θνήσκει δὲ Ἀδριανὸν προχειρισάμενος βασιλέα. (6) Ἐπὶ αὐτοῦ Συμεὼν ὁ τοῦ Κλεόπα ὁ ἐν Ἱε‐ ροσολύμοις ἐπίσκοπος καὶ Ἰγνάτιος ὁ θεοφόρος ἐμαρ‐ τύρησαν. (7) Καὶ Βασιλείδης, καὶ Μένανδρος, καὶ
30Κήρινθος, καὶ (92a) Νικόλαος, εἷς τῶν ζʹ διακό‐ νων, οἱ αἱρεσιάρχαι, ἐχθροὶ τῆς ἀληθείας ἐγνω‐ ρίζοντο. (Ὁ ῥηθεὶς Νικόλαος ὁ εἷς τῶν ζʹ διακόνων καὶ Ἐβιωναῖος.) ΡΛϞʹ. Βασιλεία Ἀδριανοῦ.
35 Μετὰ δὲ Τραϊανὸν ἐβασίλευσεν Ἀδριανὸς (γαμ‐ βρὸς αὐτοῦ) ἔτη κʹ· ἦν δὲ [Ἄφρος τῷ γένει] φιλολό‐ γος, ἐπιτήδειος ἔν [τε] 340 τῷ πεζῷ λόγῳ καὶ τῷ συμμέτρῳ, συγγενὴς καὶ υἱοπεποιημένος Τραϊανῷ (καὶ ὑδεριάσας ἀπέθανεν).
40(2) Οὗτος ἐν Μυσίᾳ ἔνθα ἐθήρασεν, ᾠκοδόμησε πόλιν καὶ ἐκάλεσεν αὐτὴν Ἀδριανούπολιν, καὶ ἑτέραν ἐν (τῇ) Θρᾴκῃ καὶ ἐπωνόμασε καὶ αὐτὴν
Ἀδριανούπολιν.525

110

.

528

(3) Ἐφ’ οὗ στασιάσαντες Ἰουδαῖοι καὶ τὸν ἐν Ἱεροσολύμοις ναὸν οἰκοδομῆσαι βουληθέντες, ὀργί‐ ζεται κατ’ αὐτῶν σφόδρα (σημεῖον δὲ γέγονε πρὸ τῆς ἁλώσεως αὐτῶν ὡς τὸ τοῦ Σολομῶντος μνημεῖον
5αὐτόματον διανοιχθῆναι)· πολέμου δὲ γενομέ‐ νου μεταξὺ, ἀνεῖλεν ἐξ αὐτῶν ἐν ἡμέρᾳ μιᾷ μυ‐ ριάδας ιηʹ (καὶ παραλαβὼν αὐτοὺς μετὰ θυμοῦ τοὺς ὑπολειφθέντας πάντας, καὶ καταγαγὼν αὐτοὺς ἐν τῇ πανηγύρει τῇ ἐν Χεβρὼν γενομένῃ, ἐπώλησεν
10αὐτοὺς ἀνὰ δ’ εἰς μόδιον κριθῆς). Καὶ τὰ μὲν πα‐ λαιὰ λείψανα τῆς πόλεως καὶ τὸν ναὸν κατερειπώ‐ σας, κτίζει τὸ δεύτερον τὴν ἁγίαν πόλιν, ἣν δὴ καὶ μετωνόμασεν Αἰλίαν (εἰς τὸ ἴδιον ὄνομα διὰ τὸ εἶναι αὐτὸν καὶ λωβὸν, ὅπως εὕρῃ ἔλεον)· καὶ
15στήσας τὸ ἑαυτοῦ εἴδωλον ἐν τῷ ναῷ, οἰκεῖν Ἕλλη‐ νας ἐν τῇ πόλει προσέταξε. (4) Κτίσας δὲ ναὸν ἐν Κυζίκῳ καὶ πόλιν ἐν τῇ Θρᾴκη προσηγόρευσεν αὐτὴν Ἀδριανούπολιν. (5) Ἐφ’ οὗ (Κέρδων, καὶ Οὐαλεντῖνος, καὶ Μαρ‐
20κίων, καὶ Μοντανὸς, καὶ) Σατορνῖλος, καὶ Καρ‐ ποκράτης, οἱ αἱρεσιάρχαι (καὶ Ἀκύλας) ἐγνωρί‐ ζοντο. 341 (6) Ἐπὶ τούτου Πλούταρχος ὁ Χαιρονεὺς καὶ Φλέγων ὁ χρονογράφος ἐγνωρίζοντο.
25(7) Θνήσκει δὲ Ἀδριανὸς Ἀντωνῖνον προχει‐ ρισάμενος. (8) Οὗτος Ἀδριανὸς εἶχεν ἄνδρα τινὰ ὀνόματι Σίμιλον, ἔν τε φρονήσει, καὶ (ἀνδρείᾳ, καὶ) ἐπιει‐ κείᾳ, καὶ ἀρεταῖς πολλαῖς κεκοσμημένον, καὶ πάνυ
30αὐτὸν ἐτίμα καὶ ἐν μεγάλῃ ἀρχῇ κατέστησεν· ἀλλ’ ἐπ’ ὀλίγον τῆς ἀρχῆς κρατήσας, δεηθεὶς ἐξ‐ έστη αὐτῆς καὶ ἐν ἀγρῷ ἑπτὰ ἔτη διατρίψας, ἐτελεύ‐ τησεν, ἐπιγραφὴν προστάξας ἐν τῷ μνήματι αὐτοῦ περιέχουσαν οὕτως· «Σίμιλος ἐνταῦθα κα‐
35τάκειται, βιώσας μὲν ἔτη πολλὰ, ζήσας δὲ ἔτη ἑπτά. (9) Ὁ δὲ Ἀδριανὸς βίᾳ ἀπέθανεν (ὑπὸ) τῆς νόσου κράζων· «Ὦ Ζεῦ, πόσον κακόν ἐστιν ἐπι‐ θυμοῦντά τινα ἀποθανεῖν καὶ μὴ τυγχάνοντα.»
40ΡΛΖʹ. Βασιλεία Ἀντωνίνου. Μετὰ Ἀδριανὸν ἐβασίλευσεν Ἀντωνῖνος ὁ Εὐ‐ σεβὴς ἔτη κβʹ, υἱοποιηθεὶς τῷ Ἀδριανῷ, καὶ πρῶ‐ τος τῶν αὐτοκρατόρων Εὐσεβὴς ἐπεκλήθη. (2) Θνήσκει δὲ προβαλὼν εἰς βασιλέα
45Μάρκον Ἀντωνῖνον, τὸν ἴδιον γαμβρόν.527

110

.

529

(3) Ἐφ’ οὗ Πολύκαρπος, ὁ μαθητὴς Ἰωάννου τοῦ Θεολόγου καὶ Ἰουστῖνος ὁ φιλόσοφος, καὶ Διονύσιος [ὁ] ἐπίσκοπος Κορίνθου, ἐμαρτύρησαν. 342 (4) Καὶ Τατιανὸς καὶ Βαρδισάνης (οἱ
5αἱρετικοὶ), καὶ Πρισκίλλα καὶ Μαξιμῖνα αἱ ψευ‐ δοπροφήτιδες τῶν κατὰ Φρύγας ἐγνωρίζοντο. (5) Ἐπὶ τούτου Γαληνὸς ὁ ἰατρὸς ἐθαυμάζετο καὶ Βαρδισάνης τις Σύρος διαλεκτικώτατος καὶ σοφὸς ἦν.
10(6) Ἐπὶ αὐτοῦ Οὐαλεντῖνος, καὶ Κέρδων, καὶ Μαρκίων ἐπὶ τῆς Ῥώμης αἱρεσιάρχαι ἐγνωρί‐ ζοντο. (7) Πολύκαρπος δὲ, (ὁ) ἐπίσκοπος Σμύρνης, εἷς ὄψιν ἐλθὼν Μαρκίωνι, πρὸς αὐτόν φησιν ὁ (92b) Μαρ‐
15κίων. «Ἐπιγινώσκεις ἡμᾶς, ὦ καλὲ Πολύ‐ καρπε;» Ὁ δέ· «Ἐπιγινώσκω σὲ, ἔφη, τὸν πρω‐ τότοκον υἱὸν τοῦ Σατανᾶ.» ΡΛΗʹ. Βασιλεία Μάρκου. Μετὰ δὲ Ἀντωνῖνον ἐβασίλευσε Μάρκος ὁ υἱὸς
20αὐτοῦ ἔτη ιθʹ. (2) Διωγμοῦ δὲ κινηθέντος πολλοὶ γεγόνασι μάρ‐ τυρες. (3) Αὐρηλιανὸς ὁ Βῆρος ὁ καὶ Ἀντωνῖνος, ὁ υἱὸς αὐτοῦ, σὺν καὶ Λουκίῳ ἀδελφῷ αὐτοῦ.
25(4) Ἐφ’ ὧν πῦρ ἀπ’ οὐρανοῦ ἀπὸ δυσμῶν ἐπὶ ἀνατολὰς φερόμενον ὤφθη. (5) Ἐπὶ τούτου Ὀπιανὸς ὁ τὴν Ἁλιευτι‐ κὴν συγγεγραφὼς (καὶ Σέκστος ἤκμαζον). 343 (6) Τοῦτόν φασι πεφονευκέναι λέοντας
30ιβʹ ἐν μιᾷ ἡμέρᾳ. (7) Οὗτος ὁ Μάρκος σοφὸς ἦν καὶ ἐνάρετος, καὶ τὴν Ῥώμην ἐκ πολλῶν πολέμων διασωσάμενος καὶ ἀγαπηθεὶς ὑπὸ τῶν πολιτῶν σφόδρα, ἀπέθανε φαρμακευθεὶς ὑπὸ Κομόδου τοῦ ἰδίου υἱοῦ. Τὴν
35δὲ μνήμην τῆς ἀρετῆς αὐτοῦ ἡ βουλὴ ἔχουσα μετὰ τὴν αὐτοῦ τελευτὴν χρυσῷ ἀνδριάντι αὐτὸν ἐτίμησεν. (8) Πολεμοῦντος (αὐτοῦ ποτε) Γερμανοὺς καὶ Σαυρομάτας, δίψει τῆς στρατιᾶς πιεζομένης καὶ διὰ τοῦτο κινδυνευούσης, τοὺς ἐπὶ [τῆς] Μελιτινῆς οὕτω
40καλουμένης λεγεῶνος Χριστιανοὺς ὄντας, δι’ εὐχῆς ἐκτενοῦς πρὸς Θεὸν γενομένης, τοὺς μὲν πολε‐
μίους κεραυνῷ βαλεῖν, ὄμβρῳ δὲ τοὺς Ῥωμαίους529

110

.

532

παραμυθήσασθαι. Ὅπερ (ὥς φασι) σφοδρῶς κατα‐ πλῆξαν τὸν Μάρκον, γράφει τιμᾶσθαι Χριστια‐ νοὺς, τὴν δὲ λεγεῶνα Κεραυνοβόλον προσαγορεῦσαι. ΡΛΘʹ. Βασιλεία Βήρου.
5 Μετὰ δὲ Μάρκον ἐβασίλευσε Βῆρος, ὁ υἱὸς αὐ‐ τοῦ, ἔτη ηʹ, καὶ ἐσφάγη ἐν προκένσῳ. ΡΜʹ. Βασιλεία Κομόδου. Μετὰ Βῆρον ἐβασίλευσε Κόμοδος (ὁ ἀδελφὸς αὐτοῦ) ἔτη [ι]βʹ.
10(2) Γέγονε δὲ ποδαλγὸς καὶ καταβαρὴς (καὶ ὑπὸ ἀναγωγῆς αἵματος καὶ χολῆς ἀθρόως ἀπ‐ έθνησκε). 344 (3) Νάρκισσος δέ τις τῶν οἰκείων αὐτοῦ ἀπέπνιξεν αὐτὸν ἐν τῷ λουτρῷ.
15(4) Ἐφ’ οὗ Θεόδοτος, ὁ καὶ πρῶτος τῆς κατὰ Παῦλον τὸν Σαμοσατέα καὶ Νεστόριον πλάνης ἀρξά‐ μενος, καὶ Θεοδοτίων, οἱ αἱρεσιάρχαι, ἐγνωρίζοντο. (5) Καὶ Κλήμης ὁ Στρωματεὺς ἐν Ἀλεξαν‐ δρείᾳ ἦν.
20(6) Κλήμεντος δὲ φοιτητὴς Ὠριγένης ἐγένετο. (7) Ἀλλὰ καὶ Μοντανὸς αἱρεσιάρχης τότε ἦν, ὃς ἑαυτὸν Παράκλητον ἔλεγεν εἶναι. (8) Ἦν δὲ (Κόμοδος) φιλοκύνηγος· τοῦτόν φασιν ἐν μιᾷ ἡμέρᾳ (τοὺς) ιβʹ λέοντας πεφονευκέ‐
25ναι (καὶ οὐχὶ Μάρκον, ὡς προεγράφη). ΡΜΑʹ. Βασιλεία Περτίνακος. Μετὰ Κόμοδον ἐβασίλευσε Περτίναξ (Ἑλώϊος) μῆνας ϛʹ, μήτε τὴν γυναῖκα μήτε τὰ τέκνα εἰσαγα‐ γὼν εἰς τὸ παλάτιον, ἀλλ’ ἐάσας παρὰ τῷ πάππῳ
30διαιτᾶσθαι. (2) Καὶ ἐσφάγη ὑπὸ τῶν στρατιωτῶν. (3) Ἐπὶ αὐτοῦ Σύμμαχος, εἷς τῶν ἑρμηνευ‐ τῶν, ἦν Ἑβραῖος, καὶ Πορφύριος φιλόσοφος, ὁ κατὰ Χριστιανῶν γράψας. ΡΜΒʹ. Βασιλεία Διδίου.
35 Μετὰ δὲ Περτίνακα ἐβασίλευσε Δίδιος μῆνας δʹ. (2) Καὶ ἐσφάγη ὑπὸ κουβικουλαρίων εἰς τὴν πη‐ γὴν τοῦ παλατίου, 345 θεωρῶν τοὺς ἰχθύας, ψήφῳ τῆς βουλῆς, μεγάλα ἐπιβοώμενος· «Τί γὰρ δεινὸν ἐποίησα;» (3) Οὗτος ἦν φαυλότατος τοῖς ἔργοις
40καὶ τρόποις, καὶ ἀνοσιουργὸς, καὶ χρημάτων ἐρα‐ στής.
(4) Ἐπὶ τούτου ἐμαρτύρησαν Εὐγένιος καὶ531

110

.

533

Μακάριος. (5) Καὶ Σαβέλλιος ὁ Λιβυκὸς καὶ ἀθεώ‐ τατος αἱρετικὸς ἦν. ΡΜΓʹ. Βασιλεία Σεβήρου. Μετὰ τοῦτον ἐβασίλευσε Σευῆρος (ὁ Σεπτίμιος)
5ἔτη ιζʹ. (2) Ὃς τὸν ἐν Βρετταννίᾳ νικήσας πό‐ λεμον, ἀπὸ θαλάσσης ἕως θαλάσσης περιετείχισε τὴν νῆσον σταδίοις ͵α· καὶ τὸ Βυζάντιον παραλα‐ βὼν, τὰ τείχη αὐτοῦ καθεῖλεν· εἶχε δὲ πύργους ζʹ, ἐκ τῶν Θρᾳκικῶν πυλῶν ἀρχομένους καὶ ἐπὶ τὴν
10ἀρκτῴαν θάλασσαν καθήκοντας, ὧν (93a) εἴ τις ἐν ἑνὶ τῶν πύργων προσῆλθεν, οὐδεμία αἴσθησις τοῖς ἄλλοις ἐγίνετο· εἰ δὲ ἐν τῷ πρώτῳ πύργῳ ἐνεβόησεν ἢ λίθον ἐσάλευσεν, αὐτός τε ἤχει καὶ τοῖς λοιποῖς ἅπασι μετεδίδου τῆς ἠχῆς.
15(3) Οὗτος καὶ τὸ Ζεύξιππον λουτρὸν ἔκτισε Βυ‐ ζαντίοις, καὶ τὸ πρῶτον κτίσμα τῷ ἱπποδρόμῳ παρέδωκε, καὶ κυνήγιον καὶ θέατρον αὐτοῖς κατ‐ εσκεύασεν. (4) Ἐπὶ τούτου Λεωνίδης, ὁ πατὴρ Ὠριγένους,
20ἐμαρτύρησεν (ἐπίσκοπος ὤν). (5) Καὶ Ὠριγένης ἐγνωρίζετο, ὅστις 346 (Ὠριγένης) εἰς Ἀλεξάν‐ δρειαν ἀκμάζων μεγίστην εἰς τὸν θεῖον λόγον σπου‐ δὴν καταβαλλόμενος, οὐ μόνον τοῖς πιστοῖς πρόξενος ὠφελείας ἐγίνετο μεγάλης, ἀλλὰ καὶ τῶν
25αἱρετικῶν οὐκ ὀλίγοις· ὑπ’ αὐτοῦ γὰρ τὰ ὑγιῆ τῆς πίστεως παραλαβόντες δόγματα, ζηλωταὶ τῆς ἀλη‐ θείας ἐγίνοντο· ἐξ ὧν ὑπῆρχε διαφερόντως Ἀμβρώ‐ σιος, ἀνὴρ ἐπισήμων καὶ φιλόλογος, ὃς εἰς γνῶσιν τοῦ ἀνδρὸς ἀφικέσθαι σπουδάσας, ἀπέστη τῆς Οὐα‐
30λεντίνου καὶ Μαρκίωνος αἱρέσεως, πεῖραν τῆς ἐνθέου παιδείας αὐτοῦ ἀρκοῦσαν κτησάμενος. Πλεῖστοι δὲ τῶν ἔξωθεν φιλοσόφων πρὸς αὐτὸν φοιτῶντες, μεγίστην καὶ αὐτοὶ πρὸς τὰ οἰκεῖα μαθήματα τὴν ὠφέλειαν ἐκαρπώσαντο, —μέγας γὰρ παρ’ αὐτοῖς
35ἐγνωρίζετο—παραδιδοὺς γεωμετρίαν καὶ ἀριθμη‐ τικὴν, καὶ τἄλλα προπαιδεύματα· διόπερ οὐκ ὀλίγοι τῶν παρ’ Ἕλλησι σοφῶν μαρτυροῦσιν αὐτῷ, μνήμην ἐν τοῖς ἰδίοις ποιούμενοι συγγράμμασιν ὡς διδασκάλου· καὶ γὰρ εὐφυὴς παιδόθεν ὑπῆρχε σφό‐
40δρα καὶ ζητητικὸς ἄγαν, οὗ ἐν τῇ παιδικῇ ἡλικίᾳ τὸ τῆς θείας Γραφῆς βούλημα πυνθανομένου, ὡς βαθύτερα διανοουμένου, ἐπέπληττεν ὁ πατὴρ (αὐ‐ τοῦ), μηδὲν ὑπὲρ ἡλικίαν παρ’ ἑτέρων ζητεῖν· (νύκτωρ δὲ ἐπιστὰς, εὕδοντος τὰ στέρνα ὡς θείου
45Πνεύματος ἔνδον ἐν αὐτοῖς ἱερωμένου, κατεφίλει)
καὶ τῆς εὐτεκνίας ἑαυτὸν ἐμακάριζεν. Ἁγνείαν δὲ533

110

.

536

καὶ ἐγκράτειαν τοσαύτην ἤσκησεν ἐκ νέου τοῦ σώματος, ὡς ὀβολοῖς δʹ μόνον πρὸς διατροφὴν καθ’ ἑκάστην ἡμέραν ἀρκούμενος· καὶ μέντοι καὶ ἐν πολλοῖς ἔτεσι τοῦτο ποιῶν διετέλει· καὶ ἐπὶ ἐδά‐
5φους καὶ ψιαθίου ἐκάθευδεν, καὶ ὀλίγον καιρὸν τῆς νυκτὸς ἀναπαυόμενος, τὸ πλεῖον ἀεὶ μελέτην τῶν ἱερῶν λογίων διήνυεν· (καὶ) ἐν τούτοις ἐπεκτεινόμε‐ νος, ἐπί τε ἀσιτίᾳ, καὶ ἀγρυπνίᾳ, καὶ γυμνότητι ἑαυτὸν ὑπωπιάζων τοσοῦτον 347 κατεδάμασε
10τὴν ἀκμὴν τοῦ σώματος ὡς ὁρᾶσθαι παντελῶς αὐτὸν ἀπεσκληκότα. Οἴνου γὰρ καὶ ἐλαίου καὶ τῶν λοι‐ πῶν ἀπεχόμενος, ἀνατροπὴν τοῦ θώρακος μεγίστην ὑπέμεινεν· ἔνθεν τοί γε διαβόητος γενόμενος ὡς διαπρέπων ἔργῳ καὶ λόγῳ, (καὶ) πολλοὺς Ἕλληνας
15τὴν εἰδωλομανίαν βδελύττεσθαι παρασκευάσας. Πολλῆς οὖν φήμης περὶ αὐτοῦ τρεχούσης καὶ πολ‐ λῶν μακρόθεν πρὸς αὐτὸν συῤῥεόντων, οὐ μόνον Ἕλληνας φιλοσόφους καὶ αἱρετικοὺς ἐλλογίμους πρὸς (τὴν) εὐσέβειαν εἵλκυσεν, ἀλλὰ καὶ τοὺς ὄντας
20Χριστιανοὺς μᾶλλον στοιχειώσας ἐπεβεβαίωσεν. Ὃν ὁ προλεχθεὶς Ἀμβρώσιος ἱκετεύσας πολλὰ καὶ πα‐ ραβιασάμενος ἐν Καισαρείᾳ, καὶ ταχυγράφους μὲν παραστήσας αὐτῷ ζʹ, πλείους δὲ καλλιγράφους, ἑρμηνεῦσαι τὰς θείας Γραφὰς αὐτὸν πεποίηκε· καὶ
25ὁ μὲν τὴν δέουσαν χρείαν παρεῖχεν· ὁ δὲ ἐπὶ σχολῆς γενόμενος, ὑπηγόρευε τοῖς ταχυγράφοις· καὶ οἱ καλλιγράφοι σὺν γυναιξὶν ἔγραφον, (οἱ ἐπὶ τῷ) καλλιγραφεῖν ἐξησκημένοι, πᾶσάν τε θείαν (93b) Γραφὴν ἑρμήνευσεν ἐπὶ ἔτη ιηʹ. Λέγεται δὲ ὅτι ἑξά‐
30κις χιλίας βίβλους συνέταξεν. Τοσοῦτον γὰρ ζῆλον εἰς τὴν ἐξήγησιν τῶν θείων Βιβλίων ὁ Ἀμβρώσιος ἐπεδείκνυτο, ὥστε τὴν πολλὴν αὐτοῦ σπουδὴν Ὠρι‐ γένης μαρτυρῶν γράφει πρός τινα λέγων· «Ὁ ἱερὸς Ἀμβρώσιος ὁ τῷ Θεῷ γνησίως ἀνακείμενος
35πολλὰ προσαγορεύει σε, ὅστις νομίζων με φιλό‐ πονον εἶναι καὶ πάνυ διψᾷν τοῦ θείου λόγου, ἤλεγξε τῇ ἰδίᾳ φιλοπονίᾳ τῷ πρὸς τὰ ἅγια μαθήματα ἔρωτι, ὅθεν ἐπὶ τοσοῦτόν με παρελήλυθεν, ὥστε κινδυνεύειν ἀπαυδᾷν πρὸς τὰς αὐτοῦ προτάσεις· οὔτε γὰρ
40δειπνῆσαι ἔστιν εἰ μὴ ἀντιβάλλοντας, οὔτε δειπνή‐ σαντι ἔξεστι περιπατῆσαι καὶ διαναπαῦσαι τὸ σωμάτιον· ἀλλὰ καὶ ἐν τοῖς καιροῖς ἐκείνοις φιλο‐ λογεῖν καὶ ἀκριβοῦν τὰ ἀντίγραφα ἀναγκαζόμεθα οὔτε μὴν ὅλην ἐπὶ θεραπείᾳ τοῦ σώματος τὴν νύκτα
45ἔξεστιν ἡμῖν κοιμᾶσθαι, ἐπὶ πολὺ τῆς ἑσπέρας φι‐ λολογίαις παρατείνοντες. Ἐῶ δὲ λέγειν καὶ τὰ ἕωθεν μέχρι τῆς θʹ, ἔσθ’ ὅτε 348 καὶ δεκάτης ὥρας· πάντες γὰρ οἱ θέλοντες φιλοπονεῖν τοὺς και‐ ροὺς ἐκείνους τῇ ἐξετάσει τῶν θείων λογίων καὶ ταῖς

110

.

536

(50)

ἀναγνώσεσιν ἀνατιθέασιν.» Πᾶσαν τοίνυν ἑρμηνεύ‐
σας τὴν θείαν Γραφὴν, ἐτελεύτησεν ἐτῶν ξθʹ.535

110

.

537

(6) Περὶ οὗ καὶ ὁ μέγας Ἐπιφάνιος ἐν τοῖς Παναρίοις λέγει· «Τοῦ μὲν Ἀμβρωσίου τὰ πρὸς τροφὰς αὐτῷ τε καὶ τοῖς ὀξυγράφοις καὶ τοῖς ὑπηρετοῦσιν ἐπαρκοῦντος, χάρτας τε καὶ τἄλλα
5ἀναλώματα, τοῦ δὲ Ὠριγένους ἔν τε ἀγρυπνίαις καὶ πολιτείᾳ ὑπερβαλλούσῃ καὶ σχολῇ μεγίστῃ τὸν περὶ τῆς Γραφῆς διανύοντος κάματον,» καὶ «πᾶσαν τὴν καλουμένην τῶν Ἑξαπλῶν πραγμα‐ τείαν καὶ τῶν λοιπῶν ὁ ἀνὴρ μετὰ καμάτου πε‐
10φιλοτίμητο.» Οὐ μόνον γὰρ τὰς ἐπισήμους (δʹ) ἐκδόσεις κατ’ αὐτὸν συνήγαγεν, ἀλλὰ εʹ καὶ ἒξ, κατὰ τοὺς χρόνους τούτους ἐν Ἱεριχὼ περιτυχὼν ἔν τινι πίθῳ, ταῦτα συνέταξεν. Ἐπὶ ταὐτὸ οὖν πᾶσαν συναγαγὼν, διελὼν δὲ καὶ ἀντιπαραθεὶς
15ἀλλήλαις μετὰ (καὶ) αὐτῆς τῆς Ἑβραίων σημειώ‐ σεως, τὰ τῶν λεγομένων Ἑξαπλῶν ἀντίγραφα, εὐφυῶς μάλα καὶ ἐπιστημόνως ἐκ πολυπειρίας κατ‐ εσκεύασεν. «Ἀλλ’ οὐκ εἰς τέλος ἄσβεστον αὐτοῦ τὸ κλέος
20διέμεινεν· συμβέβηκε γὰρ αὐτῷ τὸ τῆς πολυπειρίας δραστήριον· καὶ μέντοι σκάνδαλον πολλοῖς καὶ ἀπωλείας πρόξενος γέγονεν. Βουλόμενος γὰρ μη‐ δὲν τῆς θείας Γραφῆς ἐᾶσαι ἀνερμήνευτον, εἰς ἐπαγωγὴν ἑαυτὸν περιέβαλεν ἁμαρτίας, καὶ θανά‐
25σιμα ῥήματα ἐξηγήσατο.» —Ἐξ αὐτοῦ γὰρ Ἄρειος τὰς ἀφορμὰς εἴληχεν καὶ οἱ καθ’ ἑξῆς ἀνόμοιοί τε καὶ ἀνόσιοι, καὶ οἱ λοιποὶ πάντες. «Φάσκει γὰρ οὗ‐ τος τολμήσας κατὰ τὴν ἀρχὴν, ὅτι ὁ μονογε‐ νὴς Υἱὸς ὁρᾷν τὸν Πατέρα οὐ δύναται, 349
30οὔτε τὸ Πνεῦμα τὸ ἅγιον (τὸν Υἱὸν), οὔτε οἱ ἄγγελοι τὸ Πνεῦμα, οὔτε οἱ ἄνθρωποι τοὺς ἀγγέ‐ λους.» —«Καὶ ἐκ τῆς οὐσίας τοῦ Πατρὸς οὐ θέ‐ λει εἶναι τὸν Υἱὸν, ἀλλὰ κτίσμα, καὶ κατὰ χάριν λέγεσθαι Υἱὸν, τὴν δὲ ἀνθρωπίνην ψυχὴν προϋπάρ‐
35χειν,» καὶ τὰ ἑξῆς τῶν βλασφημιῶν αὐτοῦ. Πολλὴν γοῦν πεποίηκε σύνταξιν εἰς ἑκάστην Γρα‐ φὴν καὶ ὅσα μὲν ἐν προσομιλίαις καὶ διὰ προοι‐ μίων εἰς ἤθη τε καὶ φύσεις ζώων τε καὶ ἀλόγων εἴρηκε μέσος φερόμενος, πολλάκις χαρίεντα τὰ
40(94a) διηγήματα· ὅσα δὲ περὶ πίστεως ἐδογμά‐ τισε, τῶν πάντων ἀτοπώτερος εὑρίσκεται. «Ἔδοξε δὲ (αὐτῷ) ἀσκητικὸν βίον ἐπανηρῆ‐ σθαι (τοιοῦτον, διὸ) τὸν θώρακα αὐτοῦ δι’ ὑπερ‐
βολῆς ἀσιτίας τε καὶ σκληραγωγίας ἀνατραπῆ‐537

110

.

540

ναι),» —«ἐπινενοηκέναι δὲ καὶ κατὰ τὸ σωμά‐ τιον, οἱ μὲν ὅτι νεῦρον ἀποτετμηκέναι διὰ τὸ μὴ τῇ ἡδονῇ παρενοχλεῖσθαι, οἱ δὲ φάρμακον ἐπι‐ τεθῆναι τοῖς μορίοις εἶπον καὶ ἀποξηρᾶναι·
5ἄλλοι δὲ ἄλλα εἰς αὐτὸν ἀναφέρουσιν, ὡς ὅτι [καὶ] βοτάνην ἰατρικὴν εὗρε μνήμης ἕνεκα.» Οὗτος «πολλὰ λέγεται πεπονθέναι ὑπὲρ (τοῦ) Χρι‐ στοῦ,» λόγιος ὢν σφόδρα καὶ ἐν τῇ Ἐκκλησίᾳ ἀνα‐ τεθραμμένος. «Φθόνῳ δὲ διαβληθεὶς (ὑπὸ τοῦ διω‐
10γμοῦ) πρὸς τοὺς τῆς ἐξουσίας ἄρχοντας, κακομηχανίᾳ διαβολικῆς ἐπινοίας εἰς αἰσχρότατον ἄνδρα, φησὶν, ἐπινοηθῆναι παρὰ τῶν τῆς κακίας ἐργατῶν. Αἰθίοπα γὰρ αὐτῷ παρεσκεύασαν εἰς παράχρησιν τοῦ σώματος αὐτοῦ. Ὁ 350 δὲ μὴ φέρων τὴν
15τοιαύτην τολμηρὰν ἐπίνοιαν, ἔῤῥηξε φωνὴν, ἀμφοτέρων προτεθέντων αὐτῷ πραγμάτων.» — «Ἐπεὶ δὲ τοῦτο καθωμολόγησε θῦσαι, βαλόν‐ τες ἐπὶ χεῖρας αὐτοῦ λιβανωτὸν, εἰς τὴν τοῦ βωμοῦ πυρὰν καθῆκε· καὶ οὕτω τοῦ μαρτυρίου
20ἀποκριθεὶς ἀπελύθη καὶ τῆς Ἐκκλησίας ἐξεώσθη.» —Τὴν δὲ Ἀλεξάνδρειαν καταλιπὼν διὰ τὸ ὄνειδος, τὴν Ἰουδαίαν κατέλαβεν. «Ἀνελθὼν δὲ εἰς Ἱε‐ ροσόλυμα, ὡς ἐξηγητὴς καὶ λόγιος προετρέπετο ἀπὸ τῆς ἱερατείασ»—«ἐπὶ τῆς ἐκκλησίας εἰπεῖν·
25πρεσβύτερος γὰρ ἦν· καὶ πολλὰ καταναγκασθεὶς ὑπὸ τῶν ἱερέων, ἀναστὰς (καὶ ἀναπτύξας τὸ βιβλίον) καὶ μόνον τοῦτο εὑρών· «Τῷ δὲ ἁμαρτωλῷ εἶπεν ὁ Θεός· Ἵνα τί σὺ ἐκδιηγῇ τὰ δικαιώματά μου καὶ ἀναλαμβάνεις τὴν διαθήκην μου διὰ στόματός σου;» πτύξας τὸ βιβλίον ἐκάθισε μετὰ κλαυ‐
30θμοῦ καὶ δακρύων, πάντων ὁμοῦ συγκλαιόντων αὐτῷ. (7) Εἰσὶ δὲ πολλὰ καὶ ἕτερα περὶ αὐτοῦ λε‐ γόμενά τε καὶ ᾀδόμενα διὰ τὸ πλῆθος τῆς γνώσεως αὐτοῦ καὶ συντάξεως τῶν βιβλίων, μὴ ἀκούων, ὡς ἔοικε, τοῦ σοφωτάτου Σολομῶντος φάσκοντος·
35«Υἱὲ, φύλαξον τοῦ ποιῆσαι βιβλία πολλὰ,» καὶ, «Μὴ σπεῦδε ἐπὶ στόματί σου, καὶ (ἡ) καρδία σου μὴ ταχυνάτω τοῦ ἐξενέγκαι λόγον ἀπὸ προσ‐ ώπου τοῦ Θεοῦ, ὅτι ὁ Θεὸς ἐν (τῷ) οὐρανῷ ἄνω καὶ σὺ ἐπὶ [τῆς] γῆς κάτω· διὰ τοῦτο ἔστωσαν οἱ λόγοι
40σου ὀλίγοι.» —«Εἰσὶ γὰρ λόγοι πολλοὶ πλη‐ θύνοντες ματαιότητα·» καί· «Μὴ γίνου δί‐ καιος πολύ.» —«Ἔστι δίκαιος ἀπολλύμενος ἐν δι‐ καίῳ αὐτοῦ·» καί· «Μὴ σοφίζου περισσὰ,
μήποτε ἀσεβήσῃς.» Ταύτας 351 τοίνυν παραγρα‐539

110

.

541

ψάμενος τὰς ἱερὰς παραινέσεις καὶ παραγκωνισά‐ μενος οὐδὲ τοῦ χριστοφόρου προσέσχε τῇ ἐννοίᾳ τε καὶ συνέσει ἐν τοῖς συντάγμασιν· ὁ γὰρ θεσπέ‐ σιος Παῦλος ἐν παρασκευῇ λόγων παντοίων (δυ‐
5νατώτατος ὢν, νοήμασί τε ἱκανώτατος γεγονὼς, ὃς) οὐ πλεῖον τῶν βραχυτάτων ἐπιστολῶν γραφῇ πα‐ ραδέδωκεν, καίτοι μυρία ἀπόῤῥητα λέγειν ἔχων, ἄχρις τῶν μέχρις οὐρανοῦ τρίτου φθάσας θεω‐ ρήματα, ἐπ’ αὐτὸν δὲ τὸν θεοπρεπῆ παράδεισον
10ἁρπασθεὶς καὶ τῶν ἐκεῖσε ῥημάτων ἀνεκφράστων ἀξιωθεὶς ἀκοῦσαι. Καὶ μέντοι οὐδ’ οἱ λοιποὶ τοῦ Χριστοῦ φοιτηταὶ, ιβʹ μὲν ἀπόστολοι, οʹ δὲ μαθη‐ ταὶ, καὶ ἄλλοι πρὸ τούτων μυρίου, οὐκ ἄπειροι (94b) λόγων ἐτύγχανον· καὶ ὅμως οὖν ἐξ ἁπάντων τού‐
15των τοῦ Κυρίου διατριβῶν ὑπομνήματα Ματ‐ θαῖος ἡμῖν καὶ Ἰωάννης μόνοι καταλελοίπασιν, οὓς καὶ ἐπάναγκες ἐπὶ τὸ γράφειν ἐλθεῖν ἔχει λόγος, ὥσπερ (δὴ) καὶ Μάρκον καὶ Λουκᾶν ὕστερον. Διό φησιν ὁ μέγας Μάξιμος· «Ὁ λόγους συγγραφόμενος
20ἢ πρὸς τὴν ἑαυτοῦ ὑπόμνησιν συγγράφεται, ἢ πρὸς ὠφέλειαν ἑτέρων, ἢ καὶ ἄμφω, ἢ (καὶ) πρὸς βλάβην τινῶν, ἢ ἐπίδειξιν, ἢ ἐξ ἀνάγκης.» (8) Νοσηλευθεὶς δὲ Σευῆρος ἐτελεύτησεν. (9) Ἐπὶ Σευήρου Παῦλος ὁ Σαμοσατεὺς τὴν Ἀρτέμωνος αἵρεσιν ἀνενεώσατο.
25ΡΜΔʹ. Βασιλεία Καρακαλλᾶ. Μετὰ Σευῆρον (τὸν Σεπτίμιον) ἐβασίλευσεν Ἀντωνῖνος, ὁ υἱὸς αὐτοῦ, ὁ Καρακαλλᾶς, καὶ Γέ‐ τας ὁ ἀδελφὸς αὐτοῦ. (2) Καὶ σφάξας (τὸν ἀδελφὸν αὐτοῦ, καὶ τὴν
30μητρυιὰν λαβὼν εἰς γυναῖκα, καὶ κρατήσας ἔτη ζʹ, ἀνταναιρεῖται ὑπὸ τῶν ἰδίων, 352 αὐτὸς) τὸν ἴδιον ἀδελφὸν ἐν τῷ κόλπῳ τῆς μητρὸς κατέσφαξεν. (3) Σαραπίων δέ τις μαθηματικὸς ἔλεγεν, ὡς τεθνήξαντα Ἀντωνῖνον καὶ Μακρῖνον αὐτὸν δια‐
35δέχεσθαι, καὶ ἔδειξεν αὐτὸν δακτύλῳ παρεστῶτα μετὰ τῆς συγκλήτου. Ὁ δὲ ὑπὸ θυμοῦ, μᾶλλον δὲ ὑπὸ τῆς τύχης, οὐ συνῆκε τῷ προσώπῳ Μακρίνου, ἀλλ’ ἕτερον τὸν πλησίον ἐκέλευσεν ἀποκτανθῆναι. Ὁ δὲ Μακρῖνος ἐσπούδαζε τὸν Ἀντωνῖνον προκατα‐
40λαβεῖν, καὶ τοῦ Ἀντωνίνου ἀπὸ τοῦ ἵππου κατελ‐ θόντος ἐν κυνηγίῳ εἰς ἀπόπατον, ἑκατόνταρχον ἀποστείλας, τοῦτον τῷ ξίφει ἀνεῖλεν, εἰπὼν πρὸς αὐτόν· «Ὡς σὺ τὸν ἀδελφὸν ἀπέσφαξας, οὕτως κἀγώ σε.»
45(4) Ἐπὶ αὐτοῦ Ὠριγένης διάφορα συγγράμματα καταλέλοιπε μετὰ καὶ τῆς τῶν Ἑβραίων σημει‐
ώσεως, τὰ λεγόμενα Ἑξαπλᾶ.541

110

.

544

ΡΜΕʹ. Βασιλεία Μακρίνου. Μετὰ Ἀντωνῖνον ἐβασίλευσε Μακρῖνος ἔτος αʹ, μῆνας βʹ. (2) Εὐτυχιανὸς δέ τις προλαβὼν τὸν Ἀβῖτον
5ὡς Ἀντωνίνου υἱὸν μοίχειον, περιέθηκε διάδημα καὶ αὐτοκράτορα ἀνηγόρευσεν· καὶ δοὺς χρυσίον τοῖς στρατιώταις συνέβαλε πόλεμον μετὰ Μακρί‐ νου· καὶ ἡττηθεὶς Μακρῖνος ἔφυγε καὶ ἀπεσφάγη μετὰ τοῦ υἱοῦ αὐτοῦ.
10353 ΡΜϞʹ. Βασιλεία Ἀβίτου. Μετὰ Μακρῖνον ἐβασίλευσεν Ἀβῖτος ὁ Ἡλιο‐ γάβαλος ἔτη γʹ, μῆνας θʹ. (2) Οὗτος γυναικώδης ἦν, ὥστε Ἱεροκλέα ἔν‐ νομον αὐτοῦ ἄνδρα ποιῆσαι.
15(3) Ἐσφάγη δὲ διὰ τὰς ἀκαθαρσίας αὐτοῦ, καὶ ἐβασίλευσεν Ἀλέξανδρος ἐξάδελφος αὐτοῦ. (4) Ἀβῖτος τὸν ἰατρὸν παρεκάλεσε διφυῆ αὐ‐ τὸν δι’ ἀνατομῆς ποιεῖν ἐμπροσθίου. ΡΜΖʹ. Βασιλεία Ἀλεξάνδρου.
20 Μετὰ δὲ Ἀντωνῖνον τὸν καὶ Ἀβῖτον ἐβασίλευ‐ σεν Ἀλέξανδρος ὁ Μαμαίας ἔτη [ι]γʹ, μῆνας ηʹ, καὶ ἐσφάγη σὺν τῇ μητρὶ αὐτοῦ (Μαμαίᾳ ἐξ ἐπι‐ βουλῆς Μαξίμου στρατηγοῦ). (2) Ἐπὶ αὐτοῦ γέγονε λιμὸς ἐν Ῥώμῃ, ὥστε
25κρεῶν ἀνθρωπίνων αὐτοὺς ἅψασθαι. (3) Οὗτος στρατεύσας κατὰ Περσῶν ἡτ‐ τήθη κατὰ κράτος καὶ καταφρονηθεὶς ἐσφάγη (καὶ προεβάλοντο οἱ στρατιῶται Μαξιμῖνον). (4) Μαμμαία, ἡ Ἀλεξάνδρου μήτηρ, θεοσεβὴς
30ἐτύγχανε, καὶ τὸν Ὀριγένην ἐν Ἀντιοχείᾳ διατρί‐ βουσα μετεπέμψατο πρὸς ἑαυτὴν, τοῦ διδαχθῆ‐ ναι τὸ κατὰ Χριστὸν μυστήριον. (Διὸ καὶ εἰρήνη πολλὴ ὑπῆρχε ταῖς ἁγίαις Ἐκκλησίαις δι’ αὐτῆς.) 354 (5) Ἐφ’ οὗ Νάρκισσος, ἐπίσκοπος Ἱερο‐
35σολύμων, ἐν τῷ βαπτίζειν, ἐλαίου τοῦ χρίσματος λείψαντος, ἐκέλευσε ὕδωρ ἐν τῷ κρατῆρι βληθῆναι, καὶ εὐξάμενος ἔλαιον πεποίηκεν. ΡΜΗʹ. Βασιλεία Μαξιμίνου. Μετὰ Ἀλέξανδρον ἐβασίλευσε Μαξιμῖνος ἔτη ϛʹ.
40Οὗτος ποιμὴν ὢν καὶ μετὰ ταῦτα στρατιώτης γεγονὼς, ὑπὸ τοῦ δήμου καὶ τῆς βουλῆς (95a) προεβλήθη βασιλεύς. (2) Μετὰ δὲ ταῦτα ἐσφάγη δολίως παρὰ (Που‐ πίνου) Μαξίμου καὶ Βαλβίνου.
45(3) Οὗτος κακῶς τῷ Ἀλεξάνδρου οἴκῳ χρησά‐543

110

.

545

μενος, διὰ τὸ τοὺς Χριστιανοὺς τιμᾷν ὁ Ἀλέξαν‐ δρος, διωγμὸν μέγαν κατὰ τῶν Χριστιανῶν ἤγειρεν. (4) Ἐφ’ οὗ Λαυρέντιος καὶ Κυπριανὸς, Βαλ‐ βῖνος, Εὐλάμπιος καὶ Εὐλαμπία, καὶ ὁ ἅγιος Σώζων,
5ἐμαρτύρησαν. ΡΜΘʹ. Βασιλεία Πουπίνου. Μετὰ Μαξιμῖνον ἐβασίλευσε Πουπῖνος Που‐ πλιανὸς μῆνας γʹ. (2) Τῷ αὐτῷ δὲ τρόπῳ ἀπεσφάγησαν καὶ οὗτοι
10ὑπὸ τῶν στρατιωτῶν. (3) Ὁμοίως καὶ Γορδιανὸς, ὁ γεγονὼς Καῖσαρ παρὰ Μαξιμίνου, καὶ αὐτὸς βασιλεύσας ἀνῃρέθη, ὡς κωλύσαντος Φιλίππου τοῦ ἐπάρχου τὸν σῖτον διακομισθῆναι τῷ στρατῷ. 355 Οὗτος δὲ (ὁ Φίλιπ‐
15πος) ἦν (ὁ) πατὴρ τῆς ἁγίας Εὐγενίας. (4) Ἐπὶ Μαξίμου καὶ Γορδιανοῦ Ἀφρικανὸς ὁ συγγραφεὺς ἐγνωρίζετο. ΡΝʹ. Βασιλεία Βαλβίνου. Μετὰ δὲ Πούπλιον ἐβασίλευσε Βαλβῖνος Ἰου‐
20νίωρ μῆνας γʹ, ὃς πρῶτος ἐποίησε κανδιδάτους καὶ προτήκτορας· καὶ τὸ τάγμα τῶν σχολαρίων συστησάμενος ἐκάλεσεν αὐτὸ Ἰουνιώρων εἰς τὸ ἴδιον ὄνομα. ΡΝΑʹ. Βασιλεία Γορδιανοῦ.
25 Μετὰ δὲ Βαλβῖνον ἐβασίλευσε Γορδιανὸς, υἱὸς αὐτοῦ, ἔτη ϛʹ, καὶ ἐν (τῷ) πολέμῳ συμπεσὼν τῷ ἵππῳ καὶ μηροκλασθεὶς ἀπέθανεν. (2) Μετὰ Γορδιανὸν ἐβασίλευσε Ἰουνίωρ, ὁ υἱὸς αὐτοῦ, ἔτη βʹ, καὶ ὑδεριάσας ἀπέθανε.
30(3) Ἐφ’ οὗ Ἑβραῖός τις Χριστιανοῖς συνοδοιπο‐ ρῶν ἐν ἐρήμῳ τόπῳ (ἐν Συρίᾳ) καὶ ἀῤῥωστή‐ σας, ὥστε μὴ δύνασθαι αὐτὸν κινεῖσθαι παντελῶς, συνεβουλεύσαντο οἱ σὺν αὐτῷ Χριστιανοὶ μετὰ πολ‐ λῶν δακρύων καταλεῖψαι αὐτὸν, ὑφορώμενοι μὴ καὶ
35αὐτοὶ συνδιαφθαρῶσιν ἐκ τῆς ἀνυδρίας τοῦ τόπου καὶ ἐρημίας. Οὓς ἰδὼν ἀπιέναι μέλλοντας ὁ Ἰουδαῖος ἤρξατο μετὰ κλαυθμοῦ πρὸς αὐτοὺς λέγειν· «Ὁρ‐ κίζω ὑμᾶς τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν, καὶ κατελθόντα ἐπὶ σωτηρίᾳ τῶν ἀνθρώπων, καὶ
40μέλλοντα κρῖναι ζῶντας καὶ νεκροὺς, μὴ ἐάσητέ με ἀποθανεῖν Ἑβραῖον, ἀλλὰ βαπτίσατέ με, 356 καὶ οὕτως ἀπέλθατε.» Οἱ δέ φασιν· «Οὐκ ἔξεστιν ἡμῖν τοῦτο ποιῆσαι κοσμικοῖς οὖσι καὶ χειροτονίαν μὴ ἔχουσιν, ἀλλ’ οὐδὲ πάλιν ὕδωρ ἔστιν ἐνταῦθα,
45καθὼς ὁρᾷς.» Ὁ δὲ μᾶλλον ἐπέμενε τοῖς αὐτοῖς
ὅρκοις ἐκβιαζόμενος αὐτοὺς καὶ κατακρίνων. Ἐν545

110

.

548

πολλῇ οὖν ἀπορίᾳ γενόμενοι, εἶπεν εἷς ἐξ αὐτῶν πρὸς τοὺς λοιπούς· «Ἐγείρατε αὐτὸν καὶ ἐκδύσατε.» Καὶ μετὰ πολλοῦ κόπου τοῦτον ὀρθώσαντες καὶ ἀποδύσαντες, ἐκεῖνος τὰς χεῖρας αὐτοῦ ψάμμου
5πλήσας, κατέχεεν ἐπὶ τῆς κεφαλῆς τοῦ Ἰουδαίου λέγων ἐκ τρίτου· «Βαπτίζεται Θεόδωρος εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος» (ἀποκρινομένων τῶν ἄλλων καθ’ ἕκα‐ στον ὄνομα τὸ Ἀμήν). Καὶ παραχρῆμα τοσοῦτον
10ἐνίσχυσεν ὥστε σὺν πολλῇ προθυμίᾳ καὶ εὐῤῥω‐ στίᾳ βαδίζειν μετ’ αὐτῶν. Ἐλθόντων δὲ αὐτῶν ἐν Ἀλεξανδρείᾳ, καὶ ταῦτα διηγησάντων τῷ ἀρχιε‐ πισκόπῳ Διονυσίῳ καὶ τοῦτον ἐκθαμβησάντων, εὐθὺς πάντα τὸν κλῆρον συναθροίζει καὶ ἀνατίθεται
15αὐτοῖς τὸ πρᾶγμα, εἴτε ἄρα ἐλογίσθη τῷ Ἰουδαίῳ εἰς βάπτισμα ἡ τῆς ψάμμου ἐπίχυσις, εἴτε οὔ. Καὶ οἱ μὲν ἔλεγον· «Ἐλογίσθη, μαρτυρούσης τῆς ἀθρόας αὐτοῦ ὑγιείας.» Οἱ δὲ οὐ παρεδέχοντο διὰ τὸ μὴ τοιαύτην ἔχειν τὴν Ἐκκλησίαν παράδοσιν, καὶ
20μάλιστά γε τοῦ Κυρίου πρὸς τὸν Νικόδημον εἰρη‐ κότος «Ἐὰν μή τις γεννηθῇ ἐξ ὕδατος καὶ Πνεύ‐ ματος, (95b) οὐ μὴ εἰσέλθῃ εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.» Τούτων τοίνυν καὶ ἑτέρων λαληθέντων, ἔδοξε τῷ ἁγίῳ Διονυσίῳ βαπτισθῆναι αὐτὸν, καὶ
25ἀποστείλας αὐτὸν εἰς τὸν Ἰορδάνην ποταμὸν ἐβάπτι‐ σεν· τὸν δὲ προβαπτίσαντα αὐτὸν διὰ τῆς ψάμμου, ἄξιον αὐτὸν ὑπάρχοντα, διάκονον ἐχειροτόνησεν. Εἰκότως οὖν καὶ ὁ μέγας Γρηγόριος ἀπαριθμήσας τὰ βαπτίσματα πάντα φησίν· «Ἐβάπτισε Μωϋσῆς
30(ἀλλ’) ἐν ὕδατι, καὶ πρὸ τούτου ἐν νεφέλῃ καὶ (ἐν) θαλάσσῃ.» —«Ἐβάπτισε καὶ Ἰωάννης, οὐκέτι μὲν ἰουδαϊκῶς· οὐ γὰρ ἐν ὕδατι μόνον, ἀλλὰ καὶ εἰς μετάνοιαν.» —«Βαπτίζει καὶ Ἰησοῦς, ἀλλ’ ἐν Πνεύματι· τοῦτο ἡ τελειότης.» —«Οἶδα
35δὲ καὶ τέταρτον βάπτισμα, τὸ διὰ μαρτυρίου καὶ αἵματος·» —«οἶδα καὶ εʹ (ἔτι), τὸ διὰ δακρύων.» —Οὐκοῦν 357 δικαίως οὐ παρεδέξαντο καὶ λίαν ἁρμοδίως ἐκεῖνο τὸ βάπτισμα. (Ποῖον γὰρ ἐνταῦθα ἐβαπτίσατο, ἵνα ὡς βέβαιον καὶ θεῖον κυρωθῇ; Ποῦ
40νῦν εἰσιν οἱ κοσμικούς τινας καὶ γυναῖκας λέγοντες βαπτίσαι ποτὲ κατὰ περίστασιν, μὴ παρόντος ἱε‐ ρέως, καὶ εἰς βάπτισμα θεῖον καὶ τέλειον αὐτοῖς φιλονεικοῦντες, μᾶλλον δὲ τερατολογοῦντες καὶ βλασφημοῦντες ἐκ πολλῆς ἀγνωσίας καὶ αὐθαδείας,
45μηδὲ τῆς ἱερᾶς τῶν ἀποστόλων διδασκαλίας καὶ παραγγελίας ἀκούοντες τῆς λεγούσης· «Οὐκ ἐπιτρέπομεν λαϊκὸν ποιεῖν τι τῶν ἱερατικῶν, οἷον θυσίας, ἢ βάπτισμα, ἢ χειροθεσίαν, ἢ εὐλογίαν μικρὰν ἢ μεγάλην·» καί· «Οὐχ ἑαυτῷ τις λαμ‐

110

.

548

(50)

βάνει τὴν τιμὴν, ἀλλὰ καλούμενος ὑπὸ Θεοῦ· διὰ γὰρ τῆς ἐπιθέσεως τῶν χειρῶν τοῦ ἐπισκόπου δίδοται ἡ τοιαύτη ἀξία. Ὁ δὲ μὴ ἐγχειρισθεὶς ταύ‐
την, ἀλλ’ ἁρπάσας καὶ τυραννήσας αὐτὴν ἑαυτῷ,547

110

.

549

τὴν ἁμαρτίαν καὶ τὴν τιμωρίαν τοῦ Σαοὺλ καὶ Ὀζίου ὑποστήσεται.» Οὐ μὴν δὲ, «ἀλλ’ οὐδὲ τοῖς λοιποῖς κληρικοῖς ἐπιτρέπομεν βαπτίζειν, οἷον διακόνοις, ἢ ἀναγνώσταις, ἢ ψάλταις, ἢ ὑπηρέταις,
5ἀλλ’ ἢ μόνοις ἐπισκόποις καὶ πρεσβυτέροις, ἐξυπη‐ ρετουμένων αὐτοῖς τῶν διακόνων· —οἱ δὲ τολμῶντες τοῦτο, τῶν Κορητῶν ὑποίσουσι τὴν δίκην· —καὶ μέντοι οὐδὲ πρεσβυτέροις χειροτονεῖν διάκονον, ἢ διακόνισσαν, ἢ ἀναγνώστας, ἢ ὑπηρέτας, ἢ πυλω‐
10ροὺς, ἀλλ’ ἢ μόνοις τοῖς ἐπισκόποις. Αὕτη γάρ ἐστιν ἡ τάξις ἡ ἔννομος ἐκκλησιαστικὴ καὶ θεά‐ ρεστος ἁρμονία καὶ κατάστασις.» Μάτην οὖν ἐρε‐ σχελοῦσιν ἢ, τόγε ἀληθέστερον εἰπεῖν, θεομαχοῦ‐ σιν οἱ τὰ τῆς ἱερωσύνης χαρίσματα καὶ ἐνεργήματα κοσμικοῖς ἀνδράσι καὶ γυναιξὶν ἀπονέμοντες ἐπὶ
15καταστροφῇ τῶν ἀκουόντων καὶ πειθόμενοι τῇ ματαιολογίᾳ καὶ φλυαρίᾳ τῶν μηδὲ ὅτι ποτέ ἐστιν ἱερωσύνη καὶ διαφορὰ κοσμικοῦ τε καὶ ἱερέως πάμπαν εἰδότες.) ΡΝΒʹ. Βασιλεία Ἰουστιλλιανοῦ. Μετὰ Ἰούνωρον ἐβασίλευσε Ἰουστιλλιανὸς ἔτη βʹ, καὶ φλεβοτομηθεὶς ἐξεχύθη τὸ αἷμα αὐτοῦ ἐν τῷ
20καθεύδειν καὶ λειποθυμήσας ἀπέθανε. ΡΝΓʹ. Βασιλεία Φιλίππου. 358 Μετὰ Ἰουστιλλιανὸν ἐβασίλευσε Φίλιππος (σὺν υἱῷ αὐτοῦ) ἔτη εʹ. Οὗτος γνησίως ἐπί‐ στευσεν εἰς τὸν Χριστὸν, συνέσει καὶ ἐπιεικείᾳ
25κεκοσμημένος· ὡρμᾶτο δὲ ἀπὸ Βόστρων. (2) Κτίσας δὲ πόλιν ἐν τῇ Εὐρώπῃ ἐκάλεσεν αὐτὴν ἐπὶ τῷ ἰδίῳ ὀνόματι Φιλιππούπολιν. (3) Οὗτος σπονδὰς εἰρηνικὰς (96a) ἐποίησε μετὰ Σαπώρου, τοῦ Περσῶν βασιλέως, [ὃς ἐθαυ‐
30μάζετο ἐπὶ] μεγέθει σώματος· μέχρι γὰρ ἐκείνου οὐκ ἦν ἄνθρωπος τοιοῦτος φ[ανερωθείς]. (4) Ἀνῃρέθη δὲ ἅμα τῷ υἱῷ (ὁ Φίλιππος) ἀγωνιζόμενος ὑπὲρ Χριστιανῶν ὑπὸ Δε[κίου], (ὃς καὶ κατέσχε τὴν βασιλείαν ἔτη βʹ.
35(5) Ἐπὶ τούτου διωγμοῦ μεγάλου [γεγονότος], πολλοὶ ἐμαρτύρησαν. (6) Τοῦτον διαδέχεται Γάλλος καὶ Βολοσιανὸς ἔτη βʹ. ΡΝΔʹ. Βασιλεία Οὐαλεριανοῦ.
40Τούτους Οὐαλεριανὸς καὶ Γαλλιανὸς διαδέχονται ἔτη ιεʹ. Μετὰ δὲ Φίλιππον ἐβασίλευσε Οὐαλεριανὸς ἔτος αʹ καὶ ἐσφάγη ὑπὸ τοῦ λαοῦ. ΡΝΕʹ. Περὶ τῆς λοιμικῆς νόσου.
45Ἐφ’ οὗ ἐπὶ πᾶσαν τὴν οἰκουμένην τοῦ Θεοῦ ὀργὴν μεγάλην ἐκπέμψαντος, λοιμώδης νόσος τὸ ἀν‐ θρώπινον γένος διέφθειρεν (εἰς 359 ἐξάλειψιν)·
ἀπὸ γὰρ τῆς γῆς καὶ τῆς θαλάσσης ἀτμοί τινες549

110

.

552

ἀνῄεσαν· καὶ πρὸς τούτοις ἄνεμοι καὶ αὖραι τῶν ποταμῶν καὶ λιμνῶν ἀνιμήσεις ἀνέπνεον, ὡς νομίζειν νεκρῶν ἰχῶρας εἶναι τὰς δρόσους. Συν‐ εχῶς οὖν ἐκ τοῦ τοιούτου λοιμοῦ τὴν γῆν συν‐
5εῖχε βαρέα καὶ ἀνίατα νοσήματα, ὡς ἄπειρον καὶ ἀναρίθμητον γενέσθαι τῶν ἀνθρώπων τὸν ὄλε‐ θρον· θρῆνοί τε καὶ οἰμωγαὶ διὰ τὸ πλῆθος τῶν ὀλλυμένων ἐγίνετο πανταχοῦ καὶ, οὐδὲν τῶν ἐπὶ θανάτου τῶν πρωτοτόκων Αἰγύπτου ἀπολειπόμενον·
10οὐ γὰρ ἦν οἰκία, ἐν ᾗ οὐκ ἦν τεθνηκὼς ἀπόζων· καὶ οἱ μὲν τῶν ἐθνῶν ἀπηνεῖς ἄνθρωποι τὴν τοῦ νοσήματος ἐκτρεπόμενοι βλάβην καὶ τὴν τοῦ θανάτους μετάδοσιν, ἀτάφους καὶ ἡμιθανεῖς ἔῤῥιπτον τοὺς ἀνθρώπους, οὐ συγγενῶν, οὐ φίλων, οὐκ ἄλλων
15τινῶν ἐγγυτέρων φειδόμενοι, εἰ καὶ τὴν ὀργὴν καὶ τὸν ὄλεθρον οὐκ ἐξέφυγον. Οἱ δὲ πλεῖστοι τῶν φο‐ βουμένων τὸν Κύριον, ἀπαραφυλάκτως τοὺς νοσοῦν‐ τας θεραπεύοντες (καὶ τοῦ πάθους μεταλαμβάνοντες. τοῦ βίου ἀπηλλάττοντο· ἄλλοι δὲ ἑτέρους νοσοκο‐
20μίσαντες καὶ ἀνεθῆναι τῆς νόσου ποιήσαντες, ἀπε‐ γένοντο) εἰς αὐτοὺς τὸν ἐκείνων θάνατον ἐπισπασά‐ μενοι. ΡΝϞʹ. Βασιλεία Γάλλου. Μετὰ δὲ Οὐαλεριανὸν ἐβασίλευσε Γάλλος
25υἱὸς αὐτοῦ, μῆνα ἕνα· (2) καὶ ἐσφάγη καθεύδων ὑπὸ τῆς ἰδίας γυναικός. ΡΝΖʹ. Βασιλεία Δεκίου. Μετὰ δὲ Γάλλον ἐβασίλευσε Δέκιος ἔτη βʹ, καὶ ἐσφάγη (ἐν τῷ πολέμῳ σὺν τοῖς αὐτοῦ παισὶν)
30ὑπὸ Σκυθῶν ὑποθήκαις 360 Γάλλου (καὶ Βολοσια‐ νοῦ) ἐν τέλματι ἀποπνιγέντες, ἀξίαν τιμωρίαν τῆς ἑαυτῶν θηριωδίας εὑρόντες, ὡς μηδὲ μέρος τι τῶν σωμάτων αὐτῶν εὑρεθῆναι. (2) Ἐπὶ τούτου ἦν Κλήμης ὁ Στρωματεὺς,
35Ἀφρικανὸς, καὶ Γρηγόριος ὁ Θαυματουργὸς καὶ Ναυάτος πρεσβύτερος, ὃς τοὺς ἐπιθύσαντας καὶ μετανοοῦντας οὐκ ἐδέχετο. (3) Ἐπὶ Δεκίου ὁ ἅγιος Κυπριανὸς ἐμαρτύ‐ ρησε, καὶ οἱ ζʹ παῖδες οἱ ἐν Ἐφέσῳ, καὶ (οἱ δʹ ἐν
40Κρήτῃ), Βαβύλας Ἀντιοχείας, καὶ Φλαυιανὸς Ῥώ‐ μης, καὶ Ἀλέξανδρος Ἱεροσολύμων, καὶ Διονύσιος Ἀλεξανδρείας, ἐμαρτύρησαν (καὶ ἄλλοι ἀναρίθμη‐ τοι)· καὶ Ἐλκεσαῖος ὁ αἱρεσιάρχης ἐγνωρίζετο. (4) Οὗτος (ὁ Δέκιος) ἐθέσπισεν ἐν Ῥώμῃ τὰς
45Χριστιανὰς γυναῖκας μὴ ἐξεῖναι κατακαλύπτεσθαι τὴν κεφαλὴν, οἰόμενος διὰ τῆς νομιζομένης αἰσχύ‐ νης ταύτης εἰς εἰδωλολατρείαν (αὐτὰς) ἑλκύσαι·
αἱ δὲ μᾶλλον (προθύμως) ἀκατακάλυπτοι προῄε‐551

110

.

553

σαν (96b) ὅθεν ἄχρι τοῦ νῦν αἱ [μὲν ἀκριβεῖς Χριστιανῶν γυναῖκες ἀκατακάλυπτοι προέρχονται, αἱ δὲ] Ἰουδαῖαι καὶ ἄπιστοι κατακαλύπτονται. ΡΝΗʹ. Βασιλεία Αἰμιλιανοῦ.
5 Μετὰ δὲ Δέκιον ἐβασίλευσεν [Αἰμιλιανὸς ἔτος αʹ], καὶ ἐσφάγη ἐν τῷ πολέμῳ. ΡΝΘʹ. Βασιλεία Γαλλιηνοῦ καὶ Οὐαλεριανοῦ. Μετὰ Αἰμιλιανὸν ἐβασίλευσε [Γαλλιηνὸς ἔτη ιεʹ], καὶ ἐσφάγη ἐν τῷ πολέμῳ.
10361 (2) Ἐφ’ οὗ Ἀρτέμων καὶ Συνέπων οἱ αἱρεσι[άρχαι ἐγνωρίζ]οντο, καὶ Γρηγόριος ὁ Θαυ‐ ματουργὸς (καὶ μαθητὴς Ὠριγένους) διέπρεπεν. ΡΞʹ. Βασιλεία Κλαυδίου. [Μετὰ Οὐαλερια]νὸν ἐβασίλευσε Κλαύδιος ἔτη
15βʹ. Οὗτος πάππος γέγονε Κωνσταντίου, [τοῦ] πα‐ τρὸς Κωνσταντίνου τοῦ Μεγάλου. (2) Ἐπὶ αὐτοῦ οἱ Σκύθαι περάσαντες καὶ τὰς πόλεις πορθήσαντες, [ἀ]πελθόντες εἰς Ἀθήνας παρέλαβον αὐτὰς, καὶ συναγαγόντες πάντα τὰ
20βιβλία ἐβούλοντο καῦσαι· ὡς φρονῶν δέ τις ἐξ αὐ‐ τῶν ἐκώλυσεν αὐτοὺς, εἰπὼν, ὅτι περὶ ταῦτα οἱ Ῥωμαῖοι σχολάζοντες τῶν πολέμων ἀμελοῦσιν. (3) Οὗτος Αὐρηλιανὸν εἰς τὴν βασιλείαν προα‐ γαγὼν (νόσῳ) τελευτᾷ.
25(4) Ἐπὶ Κλαυδίου ἐμαρτύρησαν οἱ ἅγιοι Μά‐ μας, Ἀειθαλεὺς, καὶ Ἰουλία, καὶ Φίλιππος. ΡΞΑʹ. Βασιλεία Κυντιλιανοῦ. Μετὰ Κλαύδιον ἐβασίλευσε Κυντιλιανὸς ἡμέ‐ ρας ζʹ.
30ΡΞΒʹ. Βασιλεία Αὐρηλιανοῦ. (Μετὰ τοῦτον) ἐβασίλευσεν Αὐρηλιανὸς ἔτη ϛʹ, ἀνῃρέθη δὲ ὑπὸ στρατιωτῶν μεταξὺ Ἡρακλείας καὶ Βυζαντίου ἐν τῷ καλουμένῳ Καινῷ Φρουρίῳ, καὶ ἐκεῖ ἐτάφη. Αὐρηλιανὸς 362 γὰρ ὠτακου‐
35στὴν ἔσχεν ἀναφέροντα αὐτῷ πάντα τὰ γενόμενα καὶ λεγόμενα, ὃς ἀπειληθείς ποτε παρ’ αὐτοῦ διά τινα αἰτίαν καὶ φοβηθεὶς, ἐμιμήσατο τὴν χεῖρα τοῦ βασιλέως καὶ ἐν γραφῇ ποιησάμενος ὀνομα‐ σίας δυναστῶν ὡς ἐπὶ θάνατον ἀχθησομένων, οἳ
40φοβηθέντες ἀνεῖλον αὐτόν. (2) Ἐπὶ τούτου ὁ ἅγιος Χαρίτων ὡμολόγησε, καὶ Μάνης ὁ μιαρὸς καὶ τρισκατάρατος ἀνεφύη, Χριστὸν ἑαυτὸν καὶ Πνεῦμα ἅγιον (ὁ δαιμονιώδης) μορφαζόμενος, (διὸ καὶ μαθητὰς ιβʹ ὡς ὁ Χριστὸς
45ἐπαγόμενος), καὶ ἐκ πάσης αἱρέσεως εἴ τι κακὸν553

110

.

556

ἐρανισάμενος, ἐκ Περσίδος εἰς τὴν Ῥωμαίων γῆν κατὰ Θεοῦ συγχώρησιν εἰσέφρησεν. Οὗτος οὖν ὁ μεμηνὼς Μάνης, ὁ καὶ Σκυθιανὸς λεγόμενος, Βραχμάνης ὢν τὸ γένος, διδάσκαλον δὲ
5ἔσχε Βουδᾶν τὸν πρώην καλούμενον Τερέβινθον, ὃς (καὶ) παιδευθεὶς ὑπὸ Σκυθιανοῦ τὰ Ἑλλήνων δοξά‐ ζοντος, τὴν Ἐμπεδοκλέους ἠγάπησεν αἵρεσιν, δύο ἀρχὰς λέγοντος ἀντικειμένας ἀλλήλοις. Εἰσελθὼν δὲ ἐν Περσίδι ἐκ παρθένου ἑαυτὸν ἔφασκε γεγεννῆ‐
10σθαι καὶ ἐν τοῖς ὄρεσιν ἀνατραφῆναι· καὶ συγγρα‐ ψάμενος βιβλία δʹ, τὸ μὲν ἐπωνόμασε Μυστήριον, τὸ δὲ Εὐαγγέλιον, τὸ δὲ Θησαυρὸν, τὸ δὲ Κεφα‐ λήν. Καὶ ὁ μὲν Βουδᾶν οὗτος ὁ καὶ Τερέβινθος ὑπὸ
15πνεύματος ἀκαθάρτου συντριβεὶς ἀπώλετο· γυνὴ δέ τις, παρ’ ᾗ (καὶ) κατέλυσε καὶ κατελύθη, τὰ χρή‐ ματα καὶ τὰς βεβήλους βίβλους (αὐτοῦ ἐξαγίστους) κληρονομήσασα, ὠνεῖται παιδάριον ἐτῶν ζʹ, τοὔνομα Κούρβικον, ὃν καὶ διδάξασα γράμματα καὶ ἐλευ‐
20θερώσασα κληρονόμον τῶν ἑαυτῆς πάντων καθίστη‐ σιν. Ὁ δὲ λαβὼν τὰ βιβλία τοῦ Βουδᾶ καὶ τὰ χρή‐ ματα, διήρχετο τὴν Περσίδα Μάνην ἑαυτὸν ὀνομά‐ ζων (κατὰ τὴν τῶν Περσῶν γλῶσσαν, οἱονεί τινα διαλεκτικόν)· καὶ τῆς πλάνης τοῦ Βουδᾶ συνίστωρ
25γενόμενος, καὶ τὰ βίβλια πονήματα ἴδια ἔλεγεν εἶναι. 363 Ὃν ὁ βασιλεὺς Περσῶν ἐξέδειρε ζῶντα ὡς θανάτου γενόμενον αἴτιον τοῦ υἱοῦ αὐτοῦ. Τοῦ γὰρ βασιλικοῦ παιδὸς νοσοῦντος καὶ πολλῆς ἰατρι‐
30κῆς ἐπιμελείας ἀπολαύοντος, ἐπηγγείλατο Μάνης χωρὶς ἰα(97a)τρείας ἀναστῆσαι τοῦτον· καὶ οὕτω τοὺς ἰατροὺς ἀποστήσας ἐθανάτωσε τὸ παιδίον (τῇ) ἀμελείᾳ καὶ τερατολογίᾳ· ὑπὲρ δὲ τούτου μισθὸν ἐπάξιον εἰκότως κομίζεται τὴν ἐκδορὰν τοῦ
35παναθλίου αὐτοῦ σώματος. (Τούτου δὲ μαθηταὶ γεγόνασι τρεῖς· Θωμᾶς, καὶ Βουδδᾶς, καὶ Ἑρμᾶς, ἐξ ὧν οὗτος ὁ Θωμᾶς βίβλον ἐξέδωκε λεγομένην Εὐαγγέλιον κατὰ Θωμᾶν· μηδεὶς τοίνυν ἀναγινωσκέτω τὸ κατὰ Θωμᾶν Εὐαγγέλιον.
40Οὐ γάρ ἐστιν ἑνὸς τῶν ιβʹ, ἀλλ’ ἑνὸς τῶν τριῶν κακῶν τοῦ Μάνη μαθητῶν). Ὁ τοίνυν ἐμβρόντητος οὗτος Μάνης ἀποβαλλό‐ μενος τὴν Παλαιὰν Διαθήκην καὶ τὴν κτίσιν πᾶσαν καὶ τὴν τοῦ ἀνθρώπου κατασκευὴν, οὐκ ἀγαθοῦ
45τινος γεγονέ[ναι Θεοῦ] βλασφημῶν ὑπὸ φθορὰν καὶ ἀλλοίωσιν οὖσαν, τὴν νέαν ὡς ἀγαθοῦ δῆθεν προσίεται Θεοῦ, καὶ κατὰ φαντασίαν καὶ δόκησιν τὸν Χριστὸν πεφηνέναι τερατεύεται· καὶ πρὸς τούτοις καταδύσεις τινὰς ἐναγεῖς, καὶ νυκτερινὰς

110

.

556

(50)

τελευτὰς, καὶ παρανόμους ἐπιτηδεύσας μίξεις, καὶ ἀῤῥητοποιίας, καὶ εἱμαρμένην, καὶ μετενσωμα‐ τώσεις, καὶ ἄλλα πλεῖστα φλυαρήσας (καὶ δρά‐
σας,) καὶ διδάξας, τὰ τῶν Ἑλλήνων πονηρὰ καὶ555

110

.

557

ἄθεα δόγματα κρατύνειν ἐσπούδαζεν ὁ θεομισὴς καὶ θεήλατος. (3) Περὶ οὗ φησι καὶ Θεόδωρος πρεσβύτερος ὁ τῆς Ῥαϊθοῦ· «Μάνης ὁ τοῦ ἀντιθέτου σκότους ἐφευρέ‐
5της, μᾶλλον δὲ τῆς ἐξουσίας τοῦ σκότους ἀνάπλα‐ σμα, φαντασίᾳ ψιλῇ καὶ σχήματι διακένῳ σώμα‐ τος ἀνθρωπείου πεφανερῶσθαι τὸν Κύριον ἐφαντά‐ σθη καὶ ὠνείρωξεν· ὥστε, φησὶ, πάσχειν μὲν δο‐ κεῖν αὐτὸν καὶ πράττειν ἅπερ ἔδρα καὶ πέπονθε καθ’
10ἡμᾶς, μηδὲν δὲ τούτων ἀληθείᾳ καὶ πράγματι 364 ὑπάρξαι, ἀλλὰ δοκήσει μόνον καὶ ἀπάτῃ ἀποβουκολεῖν τοὺς ἀνθρώπους, οἷς καὶ συνανετρά‐ φθαι νενόμισται. Διὰ τοῦτο καὶ φύσεις δύο παραι‐ τεῖται λέγειν περὶ τοῦ Κυρίου, ἀλλὰ μίαν τῆς
15θεότητος.» (4) «Παῦλος δέ τις τῷ Μάνεντι τούτῳ σύγχρο‐ νος γεγονὼς, τὸ γένος μὲν Σαμοσατεὺς, Ἀντιοχείας δὲ τῆς μεγάλης πρόεδρος, ψιλὸν εἶναι ἄνθρωπον τὸν Κύριον ἐδυσφήμησεν· ὥσπερ δὲ εἰς ἕκαστον
20τῶν προφητῶν, οὕτω καὶ ἐν αὐτῷ γεγενῆσθαι τοῦ Θεοῦ Λόγου τὴν οἴκησιν· ἔνθεν καὶ δύο φύσεις διῃρημένως ἐχούσας καὶ ἀκοινωνήτους πρὸς ἑαυτὰς εἶναι παντάπασιν ἐν Χριστῷ, ὡς ἄλλου ὄντος αὐ‐ τοῦ τοῦ Χριστοῦ, καὶ ἄλλου τοῦ ἐν αὐτῷ κατοι‐
25κοῦντος Θεοῦ Λόγου. Αὗται μὲν οὖν αἱ πρῶται φω‐ ναὶ τοῦ μίαν φύσιν καὶ τὰς δύο κακῶς καὶ δυσφή‐ μως ἐπὶ Χριστοῦ λέγεσθαι, τὸ μὲν ἐπ’ ἀναιρέσει τῆς θεότητος, τὸ δὲ ἀνθρωπότητος.» ΡΞΓʹ. Περὶ Ἀπολλιναρίου.
30«Ἐν δὲ τοῖς ἑξῆς χρόνοις Ἀπολλινάριός τις ἀνεφύη, πρόεδρος Λαοδικείας τῆς Συρίας, ματαιο‐ φροσύνης ἑτέρας ἡγησάμενος· τῶν γὰρ Ἀρεια‐ νῶν ἄψυχον πάντη λεγόντων τὴν τοῦ Κυρίου σάρκα, αὐτὸς ἔφη, ὅτι σάρκα μὲν ἐμψυχωμένη ψυχῇ ζω‐
35τικῇ ἀνέλαβεν ὁ Κύριος, νοῦν δὲ τὸν ἡμέτερον οὐ προσήκατο, μηδὲ γὰρ δεηθῆναί φησιν ἐκείνην ἀνθρωπείου νοὸς, ἡγεμονευομένην ὑπὸ τοῦ αὐτὴν ἐνδεδυκότος Θεοῦ Λόγου, ἀλλὰ μηδὲ χωρεῖν αὐτὴν ἄλλην νοερὰν δύναμιν παρὰ τὴν θείαν. Ταῦτα ὑπο‐
40θέμενος διατείνεται μίαν φύσιν εἶναι τοῦ Λόγου [καὶ] τῆς σαρκὸς, ὡς ἅτε τῆς σαρκὸς ἀτελοῦς οὔσης εἰς τὸν ἄνθρωπον, καὶ διὰ τοῦτο μὴ ἀξίαν φύσιν ὀνομάζεσθαι.» ΡΞΔʹ. Περὶ Θεοδώρου Μοψουεστίας.
45365 «Μεθ’ ὃν ἀναφαίνεταί τις Θεόδωρος, τῆς Μομψουεστίας, πόλεως ἐν τῇ Κιλικίᾳ, τὴν ἡγεμονίαν λαχών· (97b) καὶ ἐκ διαμέτρου τῷ Ἀπολλιναρίῳ φε‐ ρόμενος ὕβρεις οὐ τὰς τυχούσας τολμηρᾷ ψυχῇ καὶ
ἀφόβῳ καρδίᾳ καταχέει τοῦ Δεσπότου Χριστοῦ, ἄν‐557

110

.

560

θρωπον ἕνα τῶν καθ’ ἡμᾶς καὶ κοινὸν ἀποκαλῶν, ἐκ προκοπῆς λαβόντα τὴν χάριν τοῦ Θεοῦ, Θεὸν ὀνο‐ μάζεσθαι, καὶ ἐκ τοῦ ἐν Ἰορδάνῃ βαπτίσματος ἀξιω‐ θῆναι τῆς τοῦ ἁγίου Πνεύματος δωρεᾶς, ἐν πρώτοις εἰς
5ὄνομα Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος βαπτι‐ σθέντα, τὸν δὲ Θεὸν Λόγον διὰ τὴν ὑπερβάλλουσαν ἀρε‐ τὴν αὐτοῦ κατ’ εὐδοκίαν [ἑαυτοῦ κατοικήσαντα μετα‐ δοῦναι τῆς θεϊκῆς ἀξίας] αὐτῷ καὶ προσκυνήσεως εἰς ὕστερον μετὰ τὴν τελείωσιν. Ταῦτα καὶ ἕτερα πολλὰ
10τοιαῦτα δυσφημήσας, δύο φύσεις ἰδιοπεριορίστως ἐδογμάτισεν ἐπὶ Χριστοῦ, σχέσει τινὶ καὶ μόνον ἀλλήλαις οἰκειωμένας· δευτέρα καὶ αὕτη βλάστη‐ σις τοῦ μίαν φύσιν καὶ δύο φύσεις ἐν Χριστῷ μὴ κατὰ τὸν ὀρθὸν λόγον ὁμολογεῖσθαι.»
15(2) Μετὰ δὲ τούτους γέγονέ τις Νεστόριος ὀνό‐ ματι, ἀπὸ Γερμαν[ικ]είας τῆς Συρίας, τοῦ θρό‐ νου Κωνσταντινουπόλεως δραξάμενος· ὁμοίως τῇ φωνῇ τῶν ἐν Χριστῷ δύο φύσεων κακοφρόνως ἀπε‐ χρήσατο, Παύλῳ καὶ Θεοδώρῳ, τοῖς ἑαυτοῦ προγό‐
20νοις, ἑπόμενος· υἱὸς μὲν γὰρ ἦν τοῦ Κίλικος, ἀπόγονος δὲ τοῦ Σαμοσατέως· καὶ διὰ τοῦτο πρὸς τὴν ἁγίαν Παρθένον ἄσπονδον ἤρατο πόλεμον, ἐξαρ‐ νούμενος τὸν ἑαυτοῦ Κύριον καὶ ἀτιμάζων τὴν ἑαυτοῦ Δέσποιναν, ὁ δείλαιος δοῦλος καὶ ἀναίσχυντος.
25Οὗτος οὖν ὁ δεινὸς Νεστόριος (τρίτος) πρωτοστά‐ της γέγονε τῆς Ἰουδαϊκῆς ταύτης αἱρέσεως, ἄλλον εἶναι παρ’ ἑαυτῷ τὸν Χριστὸν καὶ ἄλλον τὸν Θεὸν Λόγον κατὰ τὴν πατρικὴν αὐτοῦ πλάνην ἐδογμάτισε.» ΡΞΕʹ. Περὶ Εὐτυχοῦς.
30366 «Τῆς δὲ κατὰ Μάνην καὶ Ἀπολλινά‐ ριον ἀντιθέτου μοίρας τρίτος πάλιν ὑπασπιστὴς Εὐ‐ τυχὴς, ἡγούμενος μοναστηρίου Κωνσταντινουπόλεως, ἀνεδείχθη, ὃς μὴ ἀνεχόμενος ὁμοούσιον ἡμῖν καὶ ὁμοφυῆ τὴν σάρκα τοῦ Κυρίου διομολογεῖν, ἀπηρ‐
35νήσατο, σώζεσθαι λέγων ἐν τῷ Χριστῷ δύο φύσεις μετὰ τῆς τούτων ἑνώσεως καὶ συμφυιίας· οὐ μὴν δὲ, ἀλλὰ καὶ τερατώδη τινὰ καὶ ἀλλόκοτα παρ‐ έπλαττεν, ἐξ οὐρανοῦ λέγων κατιέναι τὸ σῶμα τοῦ Κυρίου, καὶ, ὡς διὰ σωλῆνος τῆς Παρθένου,
40παραδραμεῖν τὸν Θεὸν Λόγον, οὐρανόθεν τοῦτο ἐνδεδυμένον, ἵνα δόξῃ γεγενῆσθαι ἐκ γυναικὸς, καί‐ περ μὴ γεγενημένος. Μανιχαῖος οὗτος ὁ λόγος καὶ πεφαντασμένος πολλῷ μᾶλλον ἐκείνου μίαν φύσιν καὶ οὗτος διεστραμμένῃ καρδίᾳ τὸν Χριστὸν ἐπρέ‐
45σβευσεν.» (2) Εἶτα Σευῆρός τις λεγόμενος, ἁρπάσας τὸν θρόνον Ἀντιοχείας, τὴν κατὰ Μάνην αὖθις, Ἀπολλινάριόν τε καὶ Εὐτυχέα διεκδικεῖν αἵρεσιν ἐπει‐ ρᾶτο, κυκῶν, ὅση δύναμις αὐτῷ, τὴν τῆς Ἐκκλησίας

110

.

560

(50)

εἰρήνην. Ἐξελαθεὶς δὲ τῆς Ἀντιοχέων ὡς στασιώ‐
δης καὶ ταραξίας, τὴν Ἀλεξανδρέων κουφοτά‐559

110

.

561

την, λαίλαπος καὶ θυέλλης δίκην, ἐνέσκηψεν· ἔνθα καὶ ἑτέρας καταιγῖδος ἀντιπνευσάσης αὐτῷ τε καὶ τῷ λαῷ, συνέχεε πάντας καὶ ἐθορύβησε. (3) Διεσκέδασε γὰρ αὐτοὺς Ἰουλιανός τις κα‐
5λούμενος, Ἁλικαρνασσοῦ μὲν τῆς Ἀσίας ἐπίσκοπος, τῆς δὲ Εὐτυχιανῆς κακοδοξίας προστάτης εὐθυμότα‐ τος. Σευήρου γὰρ μίαν φύσιν λέγοντος εἶναι τὸν Χριστὸν καὶ τὴν ἐν Χριστῷ διαφορὰν δεχομένου, Ἰουλιανοῦ δὲ μίαν μὲν κατὰ Σευῆρον φάσκοντος
10φύσιν, ἀναιροῦντος δὲ τὴν διαφορὰν, αἴτιοι πάσης ταραχῆς (98a) καὶ ζάλης γεγόνασιν οἱ ἀνόσιοι, «μὴ νοοῦντες, κατὰ τὸ δὴ λεγόμενον, μήτε ἃ λέ‐ γουσι, μήτε περὶ τίνων διαβεβαιοῦνται,» [οἵτινες πρὸς ἡμᾶς διαμάχονται] 367 λαμβάνοντας εἰς παρά‐
15δειγμα τῆς θείας ἑνώσεως τὸν ἐκ ψυχῆς καὶ σώμα‐ τος ἄνθρωπον, καί φασιν· «Οὐκοῦν τρεῖς ὁμολογεῖτε φύσεις;» (4) Ἀλλ’ ἴστωσαν οἱ ἀμαθεῖς καὶ ἀπαί‐ δευτοι, ὅτι δύο φύσεις ἡμεῖς λέγομεν, οὐ Θεοῦ καὶ σαρκὸς, οὔτε μὴν Θεοῦ καὶ ψυχῆς, ἀλλὰ Θεοῦ καὶ
20ἀνθρώπου· οὐδὲ γάρ ἐστι κυρίως ἀνθρώπου φύσις ἡ τοῦ μέρους φύσις· μέρη μὲν γὰρ ἀνθρώπου, ψυχὴ καὶ σῶμα, μέρη δὲ τῶν μερῶν αἱ περὶ αὐτῶν διαιρέσεις τε καὶ ὑποδιαιρέσεις· καὶ μέρη μὲν Χριστοῦ ἀσύγχυτα θεότης καὶ ἀνθρωπότης, ψυχὴ
25δὲ καὶ σῶμα (οὐ μέρη Χριστοῦ), ἀλλὰ μέρη τοῦ μέρους· μέρη μὲν τῶν μερῶν τοῦ ἀνθρώπου ἐπὶ μὲν ψυχῆς, οὐσία λογικὴ καὶ ποιότης ἀσώματος, ὧν τὸ μὲν ἡγεμονικὸν, τὸ δὲ θυμικὸν, τὸ δὲ ἐπιθυμη‐ τικόν· (καὶ) τούτων τὸ μὲν ἐννοηματικὸν (καὶ) δια‐
30νοητικὸν, μνημονευτικόν τε καὶ βουλευτικὸν, τὸ δὲ ὀρεκτικὸν καὶ ἑλκτικὸν, τὸ δὲ ἀμυντικόν· καὶ πολλὰ ἕτερα τούτοις ὑποδιαιροῦνται. Ἀφείσθω (δὲ) τὰ νῦν ζητεῖν πότερον ὡς μέρη ταῦτά εἰσιν ἐν τῇ ψυχῇ ἢ ὡσ(εὶ) δυνάμεις· ἐπὶ δὲ τοῦ σώματος πάλιν διαι‐
35ρέσεις γίνονται ἰσομοιρῆ, καὶ τούτων ἔτι εἰς κε‐ φαλὴν καὶ χεῖρας καὶ πόδας καὶ ταῦτα εἰς ὀστέα καὶ σάρκα καὶ νεῦρα, καὶ ταῦτα εἰς δʹ στοιχεῖα, καὶ ταῦτα εἰς ὕλην καὶ εἶδος. Πολλὰ δὲ [καὶ] ἕτερα φιλοσοφοῦσιν ἰατρῶν παῖδες περὶ δυνάμεων φυσι‐
40κῶν, ὧν τὴν μὲν ἑλκτικὴν (τὴν δὲ καθεκτικὴν), τὴν δὲ ἀλλοιωτικὴν, τὴν δὲ ἀποκριτικὴν ὀνομάζουσιν, πολλὰ δὲ περὶ αἰσθήσεως καὶ φαντασίας καὶ τοῦ συνέχοντος τὸ ζῶον ζωτικοῦ καὶ ὀργανικοῦ πνεύμα‐ τος ἑτέρου παρὰ τὸ λογικὸν, ὥς φασιν, ὑπάρχοντος.
45Ὥσπερ τοίνυν ἀπόχρη πρὸς τὸ παραστῆσαι ταῦτα πάντα διὰ τὸ σάρκα εἰπεῖν ἢ σῶμα ἀνθρώπου· καὶ ἀπόχρη πάλιν διὰ τῆς λογικῆς ψυχῆς τὸ, εἰς ἃ διαιρεῖται μέρη, δηλῶσαι· (οὕτως ἀπόχρη ἄνθρωπον ἢ φύσιν ἀνθρώπου εἰρηκότα, πάντα δηλῶσαί) τε καὶ

110

.

561

(50)

παραστῆσαι τὰ ἐξ ὧν συνέστηκε (καὶ) ἐν οἷς γνωρί‐ ζεται. Οἱ δὲ οὐχ ἵνα τὸν ἄνθρωπον τέλειον ἀποφή‐ νωσιν, ἀλλ’ ἵνα τὸν Κύριον συκοφαντήσωσι καὶ τῆς
ἡμετέρας αὐτὸν ἀλλοτριώσωσι φύσεως, καὶ ἢ 368561

110

.

564

μὴ εἰληφότα τὴν ἀρχὴν τὸ ἡμέτερον ἢ μὴ σῶον φυλάξαντα ὅπερ ἔσχε παρ’ ἡμῶν. Ταῦτα καὶ τὰ τοιαῦτα σοφιζόμενοι καὶ παρὰ τὸ παράδειγμα κακουργοῦντες, εἰς ἀφύκτους καὶ ἀδιεξοδεύτους
5καταπεπτώκασι λαβυρίνθους. Ἀμέλει γέ τοι καὶ Θεοδώρητος ἔφη περὶ τού‐ των καὶ τῶν τοιούτων ἀνοσίων οὕτως· «Εἰσὶ μέντοι γέ τινες οἱ καὶ Χριστιανῶν μὲν προσηγορίαν ἔχον‐ τες, ἄντικρυς δὲ τοῖς τῆς ἀληθείας δόγμασι πο‐
10λεμοῦσιν· (αʹ) οἱ μὲν γὰρ τὸ ἀγέννητον εἰς τρία τέμνουσι, καὶ τὸ μὲν καλοῦσιν ἀγαθὸν, τὸ δὲ κακὸν, τὸ δὲ δίκαιον· (βʹ) οἱ δὲ δύο ἀρχὰς ἀγεννήτους ζω‐ γραφοῦσι τῷ λόγῳ ἀλλήλαις ἐναντίας ἐκ διαμέτρου· (γʹ) ἄλλοι μὲν τοῖς ἀσεβέσι τούτοις πολεμεῖν
15ἐπαγγέλλονται δόγμασιν, ἑτέραν (98b) δὲ δυσσε‐ βείας ἐπινοοῦσιν ὁδόν· τὸν γὰρ τοῦ Θεοῦ Μονογενῆ, Λόγον ὁμολογοῦντες Υἱὸν, ὡς ποίημα τῇ κτίσει συναριθμοῦσι, καὶ (δʹ) τὸν Κτίστην ἱστῶσι μετὰ τῆς κτίσεως, καὶ (εʹ) τὸ ἅγιον Πνεῦμα τῷ δυσσεβεῖ λόγῳ
20τῆς θείας ἐξορίζουσι φύσεως. —Ἄλλοι δὲ ἄλλως τὴν θείαν ὁδὸν ἀπολέσαντες, πόῤῥω που τῆς ἀληθείας ἐγένοντο· (ϛʹ) καὶ οἱ μὲν τὴν ὑπὲρ ἡμῶν γεγενημένην οἰκονομίαν παντελῶς ἀπηρνήσαντο· (ζʹ) οἱ δὲ ὁμολογοῦσι μὲν ἐνανθρωπῆσαι τὸν Θεὸν Λόγον,
25σῶμα δὲ μόνον ἀνειληφέναι. (ηʹ) Οἱ δὲ ἔμψυχον μὲν καλοῦσι τὴν ληφθεῖσαν σάρκα, οὐ τὴν λογικήν τε καὶ νοερὰν ἐν ταύτῃ γεγενῆσθαι ψυχὴν, ἴσως τὴν οἰκείαν ἄνοιαν τούτου τεκμήριον ἔχοντες· ἡμετέ‐ ραν δὲ ἀνθρώπου ψυχὴν οὐδεμίαν ἴσμεν ἑτέραν ἢ
30τὴν λογικὴν καὶ ἀθάνατον. (θʹ) Καὶ ἄλλοι δὲ πά‐ λιν εἰς δύο τὸν ἕνα Χριστὸν διατέμνουσιν, ἕτερον εἶναι διατεινόμενοι τὸν ἐκ Παρθένου τεχθέντα τέ‐ λειον ἄνθρωπον, ἕτερον δὲ τὸν ἐκ Θεοῦ Πατρὸς Λό‐ γον· καὶ τὸν μὲν ὡς ἄνθρωπον, ἰδίᾳ τιθέντες καὶ
35ἀνὰ μέρος, τὸν δὲ ὡς Θεὸν φύσει τε καὶ ἀληθείᾳ Υἱὸν ὀνομάζουσιν. (ιʹ) 369 Ἄλλοι δὲ παρατε‐ τράφθαι φασὶν τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον εἰς ὀστέων καὶ νεύρων καὶ σαρκὸς φύσιν.» ΡΞϞʹ. Βασιλεία Τακίτου. Μετὰ Αὐρηλιανὸν ἐβασίλευσε Τάκιτος ἔτη βʹ.
40Οὗτος Μαξιμῖνον συγγενῆ αὐτοῦ (ὄντα) ἐπέστησε τῇ Ἀσσυρίων· (3) ὃν διὰ τὰς ὑπ’ αὐτοῦ γενομέ‐ νας ἀδικίας ἀνελόντες οἱ στρατιῶται, φοβηθέντες μὴ ἐκδικήσῃ αὐτὸν ὁ Τάκιτος, ἀπέκτειναν αὐτόν· καὶ γεγόνασι δύο βασιλεῖς, Πρόβος καὶ Φλωριανός.
45ΡΞΖʹ. Βασιλεία Φλωριανοῦ. Μετὰ Τάκιτον ἐβασίλευσαν Πρόβος καὶ Φλω‐ ριανὸς ἔτη βʹ, μῆνας βʹ. (2) Οὗτος (οὖν) ὁ Πρόβος παράφρονα ἑαυτὸν ποιή‐
σας ἀνεῖλε τὸν Φλωριανόν.563

110

.

565

ΡΞΗʹ Βασιλεία Πρόβου. Ἐπὶ αὐτοῦ βροχῆς γεγονυίας, σῖτος κατηνέχθη πολὺς, ὅν (καὶ) συναγαγόντες σωροὺς μεγάλους ἐποίησαν· ὡσαύτως καὶ (ἐπὶ Αὐρηλιανοῦ, ὡς εἴρη‐
5ται, ἄνωθεν) ψεκάδας ἀργυρᾶς κατενεχθῆναί φασι. (2) Βικτωρῖνος δὲ φίλος τοῦ Πρόβου ᾔτησε φί‐ λον αὐτοῦ γενέσθαι ἄρχοντα εἰς Βρεττανίαν· ὁ δὲ ἀπελθὼν ἀντῆρεν. 370 Ὀνειδιζόμενος οὖν ὁ Βικτωρῖνος ἀπεστάλη παῦσαι τὴν ἀνταρσίαν.
10Προσποιησάμενος οὖν (ὡς) ἀπὸ προσώπου φεύγειν τοῦ βασιλέως (ὁ Βικτωρῖνος), φίλος ὢν τοῦ ἀντάρ‐ του, ἀπεδέχθη (ὑπ’ αὐτοῦ, ὃς) καὶ ἀνεῖλεν αὐτόν. Ὑποστρέψας δὲ, ὡς ἐξῄει τοῦ πλοίου, λύσας τὴν ζώνην ἔῤῥιψεν εἰς τὴν θάλασσαν, καὶ εἰσῆλθε λυσί‐
15ζωνος πρὸς τὸν βασιλέα. Ὁ δὲ ὠργίσθη, νομί‐ ζων ὑφ’ ἑτέρου αὐτὸν τοῦτο πεπονθέναι. Βικτω‐ ρῖνος δὲ ἔφη, ὑφ’ ἑαυτοῦ τοῦτο γενέσθαι, δεηθεὶς μηκέτι ἄρξαι πράγματος· ἀρχὴ γὰρ πᾶσα μετὰ κινδύνων καὶ κλιμακτήρων. Ὁ δὲ καὶ ἡσυχίαν αὐτῷ
20ἐχαρίσατο καὶ δωρεὰς πολλὰς παρέσχεν. (3) Ἀπέκτεινε δὲ πάντας τοὺς ἀποκτείναντας Τάκιτον καὶ Αὐρηλιανὸν, ἐν τῇ Πειρίνθῳ ἐπὶ ἄρι‐ στον αὐτοὺς καλέσας. (4) Ἀνῃρέθη δὲ καὶ αὐτὸς (ὑπὸ τῶν περὶ αὐ‐
25τὸν, καὶ βασιλεύει Κάρος, Καρῖνος καὶ Νουμεριανός). ΡΞΘʹ. Βασιλεία Κάρου. Μετὰ δὲ τούτους ἐβασίλευσαν Κάρος, καὶ Κα‐ ρῖνος, καὶ Νουμεριανὸς ἔτη βʹ. (2) Οὗτος ὁ Κάρος τὴν Περσίδος Κτησιφῶντα
30παρέλαβε, τούτων ἤδη τέταρτον ἁλωθέντων ὑπὸ Τραϊανοῦ (καὶ) ὑπὸ [Οὐήρου], Σευήρου καὶ Κάρου. (3) Τελευτήσαντος δὲ Κάρου ὑπὸ λοιμικῆς καὶ Νουμεριανοῦ τυφλωθέντος, ἀνεῖλεν αὐτὸν Ἄπρος·
35καὶ ἐβασίλευσε Καρῖνος. 371 ΡΟʹ. Βασιλεία Κυρίνου. Ἐπὶ Καρίνου (99a) ἐμαρτύρησαν Χρύσανθος καὶ Δαρεῖα, Θαλλέλαιος, Ἰουλιανὸς καὶ οἱ ἐν Ῥώμῃ ἅγιοι ἀνάργυροι.
40ΡΟΑʹ. Βασιλεία Νουμεριανοῦ. Μετὰ τοῦτον ἐβασίλευσε Νουμεριανὸς, ἀδελφὸς Καρίνου, ἔτος αʹ, καὶ πολεμήσας Πέρσας καὶ ἡττη‐ θεὶς, τοῦτον χειρωσάμενοι ἐξέδειραν ζῶντα. ΡΟΒʹ. Βασιλεία Διοκλητιανοῦ.
45Μετὰ δὲ Νουμεριανὸν ἐβασίλευσεν (ὁ υἱὸς τοῦ Σα‐
τανᾶ) Διοκλητιανὸς ἔτη κʹ.565

110

.

568

(2) (Μὴ) περιγενόμενος δὲ τῶν πραγμάτων προ‐ βάλλεται (βασιλέα) Μαξιμιανὸν Ἑρκούλιον, γαμβρὸν καὶ φίλον αὐτοῦ ὄντα. (3) Ὑφ’ ὧν μέγας διωγμὸς κατὰ Χριστιανῶν
5ἐκινήθη (καὶ φρικωδέστατος)· προσέταξαν γὰρ κατὰ πόλιν καὶ χώραν τὰς μὲν ἐκκλησίας τῶν Χριστιανῶν καταστρέφεσθαι καὶ τὰς θείας αὐτῶν Γραφὰς κατακαίεσθαι, τοὺς δὲ Χριστιανοὺς ἀναγ‐ κάζεσθαι θύειν τοῖς δαίμοσι.
10(4) Τὸ τοιοῦτον συνιδόντες διάταγμα Διοκλητιανὸς μὲν ἀπὸ τῆς Ἰταλίας τὴν ἐπ’ Αἴγυπτον πορείαν ἐποιήσατο· ἐκάλει γὰρ αὐτὸν ἡ τότε συμβᾶσα ἐν Ἀλεξανδρείᾳ τῇ πρὸς Αἴγυπτον στάσις· Μαξιμια‐ νὸν δὲ εἰς τὰ ἐπέκεινα τῶν Ἄλπεων ἔθνη ἐκπέμπει
15παύσοντα τοὺς ἐκεῖσε θορύβους. 372 (5) Δεῖσθαι ἐπὶ μείζονος προνοίας τὰ πράγματα κρίνας, Καίσαρας ἀναδείκνυσι βʹ, Μαξι‐ μιανὸν τὸν ἐπίκλην Γαλέριον καὶ Κωνστάντιον, τὸν τοῦ Μεγάλου Κωνσταντίνου πατέρα, ὃς ἀπὸ τῆς
20Κλαυδίου θυγατρὸς ἐτύγχανεν. (6) Κατεγγυᾶται Κωνσταντίῳ μὲν Θεοδώραν τῆς τοῦ Ἑρκουλίου Μαξιμιανοῦ γαμετῆς θυγατέρα, Μαξιμιανῷ δὲ, τῷ καὶ Γαλερίῳ καλουμένῳ, Βαλε‐ ρίαν τὴν αὐτοῦ θυγατέρα, ἀπωσαμένους τὰς προτέ‐
25ρας αὐτῶν γαμετάς. (7) Καὶ ταῦτα διαθεὶς κατὰ Περσῶν μὲν ἐκπέμ‐ πει Μαξιμιανὸν τὸν Γαλέριον, αὐτὸς δὲ τὰς δυνά‐ μεις αὐτοῦ ἀναλαβὼν πρὸς Αἴγυπτον παραγίνεται καὶ Ἀχιλλέα τροπωσάμενος τὸν ἀντάρτην καὶ τοὺς
30αὐτοῦ πάντας ἀπέκτεινε καὶ τὴν τυραννίδα διέλυσεν. (8) Διὸ καὶ πολλοὶ τὸν τῆς ἀθλήσεως ἀνεδήσαντο στέφανον, ἐξ ὧν εἰσι Πέτρος Ἀλεξανδρείας καὶ Ἄνθιμος Νικομηδείας, Προκόπιος καὶ Γεώργιος οἱ ἀοίδιμοι μάρτυρες.
35(9) Καὶ οἱ τρεῖς χίλιοι ἐν Νικομηδείᾳ, Σαβιανὸς καὶ Ἀλέξανδρος, Διονύσιος καὶ Ἀρτέμιος, Ἀθηνό‐ δωρος, Διόδωρος, Ῥωδιανὸς, Ἀκυλῖνος, Φεβρωνία, Ὀνήσιμος, Ἀθηνόγνωτος, Μαρῖνος ὁ γέρων, Φώτιος, Ἀνίκητος, Διομήδης, Φιλονίδης, Κλήμης καὶ Ἀγα‐
40θάγγελος, Μηνᾶς, Καλλίστρατος, Γρηγόριος Ἀρμε‐ νίας, Ῥιψιμία, Γαιάνης ὑπὸ τοῦ βασιλέως Τιριδάτου τοῦ Ἀρμηνίας. (10) Καὶ γυνή τις γένει, καὶ πλούτῳ, καὶ κάλλει σώματος, σὺν δυσὶ θυγατράσι παρθένοις μετὰ πολ‐
45λὰς καταφυγὰς κατασχεθεῖσαι, φόβῳ τοῦ μὴ διαφθα‐
ρῆναι τὴν παρθενίαν αὐτῶν, εἰς ῥεῖθρον 373 τοῦ567

110

.

569

ποταμοῦ ἑαυτὰς ἔῤῥιψαν, περὶ ὧν ζητητέον εἰ ἀριθ‐ μοῦνται εἰς μάρτυρας. ΡΟΙʹ. Περὶ τῆς σώφρονος γυναικός. Καὶ ἑτέρα δὲ πάλιν ἱερά τις γυνὴ καὶ θαυμασία
5τὸν βίον ἀεὶ παρθένος καὶ ὡραία πάνυ, κατασχε‐ θεῖσα, καὶ πολλαῖς μηχαναῖς θῦσαι τῶν τυράν‐ νων ἀναγκαζόντων, μὴ ἡττηθεῖσα, προσέταξαν δοθῆναι στρατιώτῃ πρὸς αἰσχρὰν μῖξιν, καὶ μηδ’ οὕτως πειθομένην ὑποβαλέσθαι κεφαλικῇ τιμωρίᾳ,
10(ἢ) καὶ περιστατηθεῖσα λίαν, ἐδεῖτο τοῦ (ἁγίου) Ἀν‐ θίμου Νικομηδείας μήπω τελειωθέντος διὰ μαρτυ‐ ρίου, συμβουλεῦσαι αὐτῇ τί ἂν αἱρήσοιτο. Ὁ δὲ χρη‐ στὸς ὄντως ἀνὴρ καὶ οἰκονόμος πιστὸς ἐν κρίσει τὰ λόγια Κυρίου ταμιευόμενός φησι· «Καλὸν μὲν,
15ὦ τέκνον, καὶ θεοπρεπὲς τὸ κατόρθωμα τῆς ἁγ‐ νείας, μείζων δὲ ἡ τῆς (99b) πίστεως ἐντολὴ, κρηπὶς ὑπάρχουσα τῶν καλῶν τῆς εὐσεβείας. Μὴ οὖν προ(99b)κρίνῃς τῶν κρειττόνων τὰ δεύτερα· ὥσπερ γὰρ ἐν περιστάσει τινὰ γενόμενον αἱρετώτερόν ἐστιν
20ὑπὲρ τοῦ σώματος διαρπαγῆναι τὸ ἱμάτιον, οὕτως ἐστὶ μᾶλλον ἐν τοῖς πειρασμοῖς ἄσπιλον τηρήσαντα τὴν ψυχὴν, προδοῦναι τὴν σάρκα τοῖς παντοίως ἐνυ‐ βρίσαι ἐθέλουσιν ἢ ἀπολέσαι τῆς ψυχῆς τὴν εὐγέ‐ νειαν.» Ἡ δὲ τοῦτο ἀκούσασα ἀπῄει ταλαντευομένη
25τὸν νοῦν, ὡς δύο καλῶν ἀντιποιουμένη· ἀλλ’ ἡ θεία χάρις (ἡ ἐν τοῖς ἀμηχάνοις πρόφασιν ἐπικουρίας παρέχουσα ἐφεῦρεν αὐτῇ σωτηρίαν· καὶ πῶς, ἄκουε διὰ ποίας ἐπινοίας σοφώτατον ἄσυλον) τὴν σωφρο‐ σύνην ἐφύλαξε. Ὡς γὰρ ὑφ’ ἑνὸς οἴκου συνεκλεί‐
30σθη, κατασοφίζεται τὸν στρατιώτην λέγουσα· «Μηδὲν ἄτοπον εἰς ἐμὲ πράξῃς, ἄνθρωπε, καὶ παρέξω σοι μισθὸν (τῆς εὐεργεσίας ταύτης) ἐπάξιον· δώσω γάρ σοι φάρμακον, οὖσα φαρμακὶς, ἀθανασίας 374 πρόξενον, ὅπερ ὅλον τὸ σῶμα χριόμενος ἐν
35τοῖς πολεμίοις ὑπάρξεις ἄτρωτος. Εἰ δὲ θέλεις ἄρτι πεῖραν λαβεῖν, ἐπίτρεψόν με τοῦτο κατασκευάσαι. Τοῦ δὲ μετὰ πολλῆς χαρᾶς ἐπιτρέψαντος, λαβοῦσα ἡ γυνὴ κηρὸν καὶ ἐλαίῳ συμμίξασα καὶ ἐπὶ πολὺ ταῖς χερσὶ διαμαλάξασα καὶ τὸν ἑαυτῆς αὐχένα πε‐
40ριχρίσασα· «Πάταξον, ὡς δύνῃ (καὶ ὄψει τὴν δύναμιν τῆς ἀλοιφῆς,» φησὶ τῷ στρατιώτῃ, «καὶ ὅτι οὔτε πλήξεις οὔτε θανατώσεις με.» Ὁ δὲ εἰς ὕψος ἐπάρας τὸ ξίφος καὶ κατ’ αὐτῆς ἐπενεγκὼν ἀπέτεμεν εὐθέως τὴν τιμίαν αὐτῆς κεφαλήν· καὶ
45οὕτω νικήσασα τῶν δυσμενῶν τὴν κακουργίαν διπλοῦν τὸν στέφανον τοῦ (τε) μαρτυρίου καὶ τῆς ἁγνείας ἀνεδήσατο. ΡΟΔʹ. Περὶ ἑτέρας παρθένου. Ὡσαύτως δὲ καὶ ἄλλη τις εὐπρεπεστάτη κόρη παρθενίαν ἀσκοῦσα, διεβλήθη ὡς βλασφημοῦσα

110

.

569

(50)

τοὺς βασιλεῖς καὶ τὰ εἴδωλα, ἣν (καὶ) συλλαβόμενοι
καὶ (πολλὰ) μαστιγώσαντες, μὴ ὑπακούσασαν τῇ569

110

.

572

τούτων δυσσεβείᾳ, παρέδωκαν εἰς πορνεῖον, ἐντειλά‐ μενοι τῷ ταύτην νέμοντι (δέξασθαι αὐτὴν καὶ) κο‐ μίζειν ὑπὲρ αὐτῆς καθ’ ἡμέραν νομίσματα γʹ. Ὁ δὲ (ὡς μέλλων εἰσπράττεσθαι τὸ χρυσίον) ἔκδοτον
5αὐτὴν ἔστησε τοῖς βουλομένοις· (ὅπερ γνόντες οἱ γυναικομανεῖς παρήδρευον τῷ ἐργαστηρίῳ τῆς ἀνο‐ μίας) πρὸς αὐτὴν εἰσπηδῶντες (καὶ τὸ ἀργύριον ἀποδιδόντες)· οὓς παρακαλοῦσα ἔλεγεν· «Ἕλκος ἔχω (δυσῶδες) εἰς τὸν κεκρυμμένον τόπον καὶ δέ‐
10δοικα μὴ καὶ ὑμᾶς τῆς νόσου μεταδώσω· ἀλλὰ ἀνα‐ μείνατε ὀλίγας ἡμέρας ἕως ὑγιάνω καὶ ἐξουσίαν μου ἔχετε πάντοτε.» —Οὕτως οὖν τούτους ἀποβουκο‐ λήσασα, δεήσει τὸν Θεὸν ἱκέτευεν (ἀπαλλαγῆναι τοῦ τοιούτου μύσους καὶ) ἄσπιλον τὴν παρθενίαν
15αὐτῆς φυλάξαι. Καὶ 375 δὴ ὑπακούσας ὁ Θεὸς τῆς δεήσεως αὐτῆς, ἔρχεται νεανίσκος τις περιφα‐ νὴς καὶ λίαν εὐσεβὴς πρὸς τὸν πορνοβοσκὸν ἑσπέρας βαθείας καὶ δίδωσιν αὐτῷ νομίσματα εʹ λέγων· «Ἔασόν μοι ταύτην τὴν κόρην (ἕως πρωΐ.» Καὶ εἰσ‐
20ελθὼν εἰς τὸν ἀπόκρυφον τόπον λέγει πρὸς αὐτήν· «Ἀνάστα καὶ πορεύου εἰς εἰρήνην.» Καὶ ἐνδύσας αὐτὴν) τὰ ἱμάτια αὐτοῦ καὶ περικαλύψας τὴν κεφα‐ λὴν αὐτῆς, ἐξῆλθεν ἄφθορος καὶ ἀνέπαφος ἡ γυνὴ καὶ διεσώθη ἐκ τοῦ αἰσχροῦ μύσους. Ἡμέρας δὲ γε‐
25νομένης (100a) καὶ τοῦ δράματος γνωσθέντος, ἐκρίθη ὁ νεανίας ἀναιρεθῆναι· καὶ τούτου γενομένου ἐπλή‐ ρωσε τὸ Κυριακὸν λόγιον τὸ φάσκον· «Μείζονα ταύτης ἀγάπην οὐδεὶς ἔχει, ἵνα τις τὴν ψυχὴν αὐτοῦ θῇ ὑπὲρ τῶν φίλων αὐτοῦ.»
30ΡΟΕʹ. Περὶ τοῦ μονάζοντος. Ὁμοίως καὶ ἄλλος τις μονάζων κατασχεθεὶς ὑπὸ τῶν (ἀνοσίων ἐκείνων καὶ) ἀσεβῶν, μετὰ πολ‐ λῶν ποινῶν καὶ μαστίγων, τελευταῖον ἐπενόησαν πονηρὰν ἐπίνοιαν εἰς φθορὰν τῆς σωφροσύνης τοῦ
35δικαίου (τοιάνδε)· Κλίνην γὰρ ἔν τινι κήπῳ στρώ‐ σαντες καὶ τὸν ἅγιον ἐν αὐτῇ δεσμήσαντες ἐπαφῆ‐ καν αὐτῷ γύναιον ἄσεμνον, ὡς ἂν (ἐκ τῆς τοῦ τόπου ἡδύτητος καὶ μονότητος) ἐκ τοῦ μὴ δύνασθαι τὴν ἐπιχείρησιν (τοῦ ἀκολάστου γυναίου) διαφυγεῖν
40(πανταχόθεν) καὶ ἄκων πρὸς τὴν παράνομον καθ‐ ελκυσθείη πρᾶξιν. (Ἀλλ’ ὅγε θεῖος ἀνὴρ) τοῦ γυ‐ ναίου διὰ φιλημάτων (ἤδη καὶ ῥημάτων αἰσχρῶν καὶ ἐπιτηδευμάτων) περιπλεκομένου (καὶ τὴν αἰδὼ τοῦ ἁγίου μιαραῖς χερσὶν ἁπτομένου καὶ τὰς ἡδονὰς
45ἀναφλέγον, μὴ ἔχων ὁ ἅγιος πῶς ἀμύνηται τὸ κατάρατον καὶ ἀναιδὲς ἐκεῖνο γύναιον), τὴν ἑαυτοῦ γλῶσσαν τοῖς ὀδοῦσιν ἀποτεμὼν, προσέπτυσεν εἰς τὸ πρόσωπον 376 αὐτῆς, καὶ ἑαυτῷ μὲν πόνους
καὶ ἀλγηδόνας ἀντὶ ἡδονῶν ἐπεισήγαγεν, ἐκείνην571

110

.

573

δὲ σφόδρα κατέπληξεν καὶ ἀηδίας ἐνέπλησε τῷ ῥεύματι τοῦ αἵματος. Οἱ δὲ Ἕλληνες ταῦτα με‐ μαθηκότες ἐθαύμασαν τῶν μοναζόντων τὴν σωφρο‐ σύνην.
5ΡΟϞʹ. Βασιλεία Κωνσταντίου. Ἡττηθέντες οὖν οἱ δυσσεβεῖς τύραννοι Διοκλη‐ τιανὸς καὶ Μαξιμιανὸς τῷ πλήθει τῶν ἀναιρουμένων (Χριστιανῶν), ἐξέθεντο δόγμα, ὥστε τοὺς εὑρισκο‐ μένους Χριστιανοὺς ἐξορύττεσθαι τὸν δεξιὸν ὀφθαλ‐
10μὸν, οὐ μόνον διὰ τὸ ὀδυνηρὸν, ἀλλὰ καὶ διὰ τὸ ἄτιμόν (τε) καὶ πρόδηλον καὶ τῆς τῶν Ῥωμαίων πολιτείας ἀλλότριον. (2) Οὓς ἡ θεία δίκη ἐνδίκως μετελθοῦσα δικαίως ἐξέκοψε. Καὶ ὁ μὲν ὑπὸ νόσῳ δεινῇ περιπεσὼν καὶ
15ὀγκωθεὶς ἀπέθανεν· ὁ δὲ ἀπήγξατο. Τὸν γὰρ Διο‐ κλητιανὸν, φασὶν, ἐν Δαλματίᾳ διάγοντα κατέλαβε θεήλατος ὀργὴ, καὶ ὀγκωθεὶς τὸ σῶμα εἰς πολλὰ διαῤῥήγνυτο· τῆς δὲ βλασφήμου αὐτοῦ γλώσσης σαπείσης ἐν τῷ λάρυγγι αὐτοῦ καὶ πλῆθος σκωλή‐
20κων ἀναβρασάσης, (οὕτως) ἀπέῤῥηξε τὸ πνεῦμα. Ὁ δὲ Ἑρκούλιος Μαξιμιανὸς ἐν Ταρσῷ τῆς Κιλικίας κατέστρεψε τὸν βίον. (3) Ὁ δὲ Κωνσταντῖνος, ὁ υἱὸς Κωνσταντίου, ἔτι παῖς ὑπάρχων παρὰ τῷ τῆς Ἑῴας τυράννῳ ἐτρέ‐
25φετο τῷ Διοκλητιανῷ (ἀποστείλαντι παρὰ τοῦ πα‐ τρὸς αὐτοῦ διάγειν αὐτόθι, διὰ τὸ μὴ δολοφονηθῆναι παρὰ τῆς μητρυϊᾶς, παιδευομένῳ τὴν Ἑλληνικὴν σοφίαν· ὅθεν αὐτῷ ἐν Παλαιστίνῃ ὄντι καὶ ὁρῶντι ὅσα πάσχουσιν οἱ τοῦ Χριστοῦ δοῦλοι, ἐδάκνετο τὴν
30ψυχήν· ἦν γὰρ μισοπόνηρος ἐκ παιδόθεν). 377 Βλέπων δὲ τὸν παῖδα Κωνσταντῖνον ὁ Διοκλητια‐ νὸς εἰς μέγεθος ἡλικίας καὶ συνέσει κεκοσμημένον καὶ ὑποπτεύσας, μᾶλλον δὲ μαντευσάμενος κατα‐ λύτην (μέλλειν) ἔσεσθαι τῆς τυραννίδος αὐτοῦ,
35δόλῳ αὐτὸν θανατῶσαι διενοεῖτο· ἀλλὰ θείᾳ προ‐ μηθείᾳ (μαθὼν ὁ νέος τὸν δόλον, ὡς ὁ Δαυῒδ) φυγῇ τὴν σωτηρίαν ἐπορίσατο, διασωθεὶς πρὸς τὸν ἑαυ‐ τοῦ πατέρα. (4) Ὁ γὰρ πατὴρ αὐτοῦ ἐστάλη πρὸς Πέρσας
40πολεμήσων αὐτοὺς, οὓς καὶ νικήσας πρὸς Διο‐ κλητιανὸν εἰσῆλθε, βαλάντια (100b) πεπληρωμένα φέρων λίθων τιμίων καὶ μαργαριτῶν, ἀφ’ ὧν πρῶ‐ τος Διοκλητιανὸς ἐσθῆτι καὶ ὑποδήμασι λίθοις τι‐ μίοις καὶ χρυσῷ κεκοσμημένοις ἐχρήσατο, προσκυ‐
45νεῖσθαί τε αὐτὸν παρὰ τὸ ἔθος ἐκέλευσε καὶ573

110

.

576

θρίαμβον ἀπετέλεσεν· ὠνομάσθη δὲ θρίαμβος διὰ τὴν (παρὰ) τῶν ποιητῶν λεγομένην θρίασιν, ἤγουν μανίαν, ἢ ἀπὸ τοῦ θρία τὰ φύλλα τῆς συκῆς ὀνο‐ μάζεσθαι.
5(5) Τῷ δὲ κʹ ἔτει τῆς αὐτοῦ βασιλείας Διο‐ κλητιανὸς καὶ Μαξιμιανὸς ἐν μιᾷ ἡμέρᾳ τὴν βα‐ σιλείαν ἀπέθεντο, προφάσει θεοποιίας· ὡς δὲ ἱστορεῖ ὁ Εὐσέβιος, Διοκλητιανὸς παράφρων γενόμενος καὶ σὺν αὐτῷ Ἑρκούλιος τὴν βασιλείαν
10ἀποθέμενοι, ἰδιωτικὸν ἀνέλαβον βίον· καὶ ὁ μὲν ἀγχόνῃ τὸν βίον κατέστρεψε, Διοκλητιανὸς δὲ θεηλά‐ του ὀργῆς πειραθεὶς καὶ αὐτὸς τὸν βίον κατέλυσε. 378 (6) Γελάσιος δὲ ὁ Καισαρείας φησὶ, ὅτι μεταμεληθέντες καὶ πάλιν λαβεῖν τὴν βασιλείαν
15βουληθέντες ψήφῳ τῆς συγκλήτου ἀναιροῦνται. (7) Θεότεκνος δέ τις ὑποθήκῃ Μαξιμιανοῦ τὰ ἐπὶ Χριστοῦ δῆθεν παρὰ Πιλάτου πραχθέντα πλα‐ σάμενος ὑπομνήματα πάσης βλασφημίας ἀνάπλεα, κατὰ πόλιν καὶ κώμην ἔσταλκεν, Μαξιμιανοῦ προσ‐
20τάξαντος τοῖς γραμματοδιδασκάλοις ταῦτα τοὺς παῖδας ἐκδιδάσκειν, ὡς ἂν διαγελῶσι τὸ καθ’ ἡμᾶς μυστήριον. (8) Μετὰ δὲ Διοκλητιανὸν καὶ Μαξιμιανὸν τὸν Ἑρκούλιον ἐβασίλευσε κατὰ τοὺς αὐτοὺς χρόνους
25Ῥωμαίων καὶ Ἑλλήνων Κωνστάντιος ὁ Χλωρὸς ὁ τοῦ Μεγάλου Κωνσταντίνου πατὴρ, ὃς ἐξ Ἑλένης αὐτῷ ἐγεννήθη περὶ τὴν τῆς Δακίας πόλιν. (9) Συνεβασίλευον δὲ αὐτῷ Σευῆρος καὶ Μα‐ ξιμιανὸς ὁ λεγόμενος Γαλέριος σὺν τῷ υἱῷ Μαξι‐
30μίνῳ καὶ Μαξέντιος, ὁ υἱὸς Ἑρκουλίου, ἀδελφὸς δὲ Θεοδώρας γαμετῆς Κωνσταντίου τοῦ πατρὸς Κωνσταντίνου τοῦ Μεγάλου, τούτου δὲ θεῖος. (10) Καὶ ὁ μὲν Κωνσταντῖνος καὶ Σευῆρος τὴν Γαλλίαν καὶ Βρεττανίαν ἐκράτησαν, ὁ δὲ Μα‐
35ξέντιος καὶ Μαξιμῖνος τὴν Ῥώμην, ὁ δὲ Μαξιμιανὸς ὁ Γαλέριος τὴν Ἑῴαν, ὃς πολλὰ μιαρά τε καὶ ἄτοπα καθ’ ὑπερβολὴν διαπραξάμενος, γυναικομανοῦς γενομένου αὐτοῦ, ἀγῶνα ἔσχον οἱ ὑπ’ αὐτὸν τε‐ λοῦντες ποῦ κρύψωσι τὰς ἰδίας γαμετὰς καὶ τὰς
40θυγατέρας αὐτῶν ἀπὸ προσώπου τοῦ τυράννου, οὐ μόνον διὰ τὴν ἀσέβειαν αὐτοῦ, ἀλλὰ καὶ διὰ τὸ
ἁρπάζειν τὰ ὑπάρχοντα αὐτῶν· καὶ πρὸς τούτοις575

110

.

577

διωγμὸν ἀπηνῆ καὶ ἀπάνθρωπον 379 κατὰ πᾶ‐ σαν τὴν ἀνατολὴν εἰς τοὺς Χριστιανοὺς ἐνδειξάμε‐ νος, καθ’ ὃν καὶ πλεῖστοι τῶν εὐδοκίμων ἐμαρ‐ τύρησαν.
5(11) Ἄξια δὲ τῆς δυσσεβείας αὐτοῦ καὶ προοίμια τῆς μελλούσης αὐτὸν διαδέχεσθαι κολάσεως εἰκότως πέπονθε· νόσῳ γὰρ δεινοτάτῃ περι‐ πεσὼν, (καὶ ἕλκος αὐτῷ χαλεπὸν κατὰ τῶν τῆς ἀκολασίας αὐτοῦ κρυπτῶν μορίων ἀναφυὲν, κρείτ‐
10τονα πάσης τέχνης σῆψιν ἐπήγαγε· σκωλήκων γὰρ πλῆθος ἀναδιδόμενον—ἦν γὰρ καὶ πολύσαρκος ὁ δείλαιοσ)—ἀλγηδόνας ἰσχυρὰς τὴν σάρκα πᾶ‐ σαν ἐλυμαίνοντο. Καὶ τὰ μὲν ἔγκατα διεφθείροντο ὑπὸ τῆς (ἐνδομυχούσης) σφοδροτάτης φλογός· ἡ
15δὲ σὰρξ πᾶσα κηροῦ δίκην ἐξετήκετο· λαβροτέρως δὲ φλογιζόμενος καὶ τηγανιζόμενος, καὶ αὐτὰ συνε‐ φρύγη τὰ ὀστᾶ, ὥστε ἐξαλειφῆναι τὸν χαρακτῆρα τῆς ἀνθρωπίνης μορφῆς· κἀντεῦθεν ἐλεεινῶς δια‐ φθειρόμενος καὶ δεινῶς κατασηπόμενος τοσαύτην
20δυσωδίαν ἐξέπεμπεν ὡς οὐδὲν τῶν ἐν (τοῖς) τάφοις διαλυθέντων νεκρῶν διαφέρειν. (101a) Ὁ δὲ ἐν τούτοις ἐμπνέων, βαθὺ στενάξας θάνατον ἐπ‐ εκαλεῖτο· καὶ πρὸς τῷ τέλει ἐγγίζοντα αὐτὸν ὁ ἀλι‐ τήριος γνοὺς τοιάδε φησί· «Οἴμοι τῷ ἐλεεινῷ καὶ
25θρήνων ἀξίῳ, ὁποίαν εἰς τοὺς Χριστιανούς μοι τετολμημένων ἀσεβειῶν ἀξίαν ὑπέχω τὴν τιμω‐ ρίαν!» (12) Καὶ ταῦτα μετὰ πολλῆς ὀδύνης εἰπὼν, εὐ‐ θέως κατέπεμψε προστάγματα κατὰ πᾶσαν πόλιν
30ἀπολύεσθαι τοὺς Χριστιανοὺς, παρακαλεῖν τε αὐ‐ τοὺς εὔχεσθαι ὑπὲρ τοῦ αὐτοκράτορος. Καὶ εὐθέως ἡ θεία φιλανθρωπία ἐδείκνυτο, καὶ ὁ ἐν ἐσχάταις ἀναπνοαῖς γεγονὼς αὖθις ὑγιὴς καὶ ῥωμαλέος ὑπῆρχε, τοῦ χαλεπωτάτου ἐκείνου ἕλκους τῇ εὐχῇ
35τῶν Χριστιανῶν παραδόξως ὑγιασθέντος. Ἀλλὰ μήπω τοῦ τραύματος καλῶς συνουλώσαντος, εἰς μειζοτέ‐ ραν μανίαν 380 κινηθεὶς, προστάγματα ἔγραψεν ἀπάνθρωπα, ἐν οἷς ἐκέλευσε μὴ ζῇν Χριστιανοὺς μήτε οἰκεῖν ἐν πάσῃ τῇ οἰκουμένῃ. Ἀλλ’ ὁ ἀγαθὸς
40Θεὸς οὐδέπω ἐπελάθετο τῶν δούλων αὐτοῦ· ἦν γὰρ ἰδεῖν ἀγεληδὸν συρομένους Χριστιανοὺς πάντας πανδημεῖ σὺν γυναιξὶ καὶ τέκνοις ἐπὶ τὸν θάνατον· ἀλλ’ ἡ θεία δίκη ἐπελθοῦσα τὰς βουλὰς τῶν ἀνόμων διεσκέδασεν.
45(13) Διὰ γὰρ τὴν ἄπειρον κακουργίαν αὐτοῦ,577

110

.

580

λιμὸς αὐτοῦ τῇ χώρᾳ δεινὸς ἐνέσκηπτε καὶ λοιμὸς, καί τινος ἑτέρου [νο]σήματος μοῖρα· ἕλκος δὲ ἦν φερωνύμως τοῦ πυρώδους ἄνθρακος λεγόμενον, καθ’ ὅλον μὲν ἕρπον τὸ σῶμα, σφαλεροὺς δὲ τοῖς πε‐
5πονθόσι ἐπόνει κινδύνους· οὐ μὴν δὲ, ἀλλὰ καὶ κατὰ τῶν ὀφθαλμῶν ἐξαιρέτως ἐπὶ πλεῖστον γενόμενον μυρίους ὅσους ἄνδρας ἅμα γυναιξὶ καὶ παισὶ πη‐ ροὺς ἀπειργάσατο· καὶ σὺν τούτοις ἐπανίσταται τῷ τυράννῳ ὁ πρὸς Ἀρμενίους πόλεμος· ἀθρόως
10ὑφ’ ἕνα καὶ τὸν αὐτὸν συῤῥεύσαντα καιρὸν, τῆς τοῦ δυσσεβοῦς θρασύτητος τὴν κατὰ τοῦ Θεοῦ μεγαλαυχίαν (διήλεγξεν), ὅτι δὴ τῆς περὶ τὰ εἴδωλα σπουδῆς αὐτοῦ καὶ τῆς καθ’ ἡμῶν ἕνεκα πολιορκίας, μὴ λιμὸν μηδὲ λοιμὸν, μήτε μὴν πόλεμον ἐπὶ τῶν
15αὐτοῦ συμβῆναι καιρῶν ἐναμβρύνετο. Ταῦτα δ’ οὖν ἅμα κατ’ αὐτὸν ἐπῆλθε καὶ τῆς κατ’ αὐτὸν καταστροφῆς περιειλήφει τὰ προοίμια· τοὺς δὲ λοιποὺς τῶν τὰς ὑπ’ αὐτὸν πόλεις καὶ χώρας οἰ‐ κούντων δεινῶς ὁ λιμός (τε) ἅμα καὶ ὁ λοιμὸς κατ‐
20έτρυχε· καὶ μυρίοι μὲν ὑπῆρχον οἱ κατὰ πόλεις θνήσκοντες, πλεῖστοι δὲ οἱ κατὰ ἀγροὺς καὶ κώ‐ μας, ἁπάντων σχεδὸν τροφῆς ἐνδείᾳ καὶ λοιμώδει νόσῳ διεφθαρμένων. Καὶ γὰρ οἱ μὲν χόρτον δια‐ μασσώμενοι καὶ τὴν ἕξιν λυμαινόμενοι διώλλυντο
25οἱ δὲ ἀπεσκληκότες ὥσπερ εἴδωλα νεκρὰ, ὧδε κἀ‐ κεῖσε ψυχοῤῥαγοῦντες, ἐνσειόμενοί τε καὶ περιο‐ λισθαίνοντες κατέπιπτον ἐν ταῖς πλατείαις, ὅθεν νεκρὰ καὶ γυμνὰ σώματα ἐφ’ ἡμέρας πλείονας ἄταφα διεῤῥιμμένα, 381 θέαν οἰκτράν (τε) καὶ
30ἐλεεινὴν τοῖς ὁρῶσι παρεῖχεν· ἤδη δέ τοι καὶ κυνῶν τινες ἐγένοντο βρῶμα. Οὐχ ἥκιστα δὲ ὁ λοιμὸς πάντας οἴκους ἐπενέμετο. (14) Τοιαῦτα τοίνυν τῆς Μαξιμιανοῦ μεγαλαυ‐ χίας τὰ ἐπίχειρα, καὶ τοιοῦτον αὐτοῦ τὸ δύσμορον
35τέλος· ἐν στήλῃ γὰρ καθ’ ἡμῶν ἀνέγραψεν, ὡς Χρι‐ στιανῶν πάντων ἀναιρεθέντων (ὡς ᾤετο), πάσης εὐθηνίας (τε) καὶ εὐκρασίας ἡ Ῥωμαίων πολιτεία πλησθήσεται. (15) Διὸ καὶ (ταῦτα συνέβη, ὅ τε) λιμὸς καὶ
40λοιμὸς καὶ αὐχμοί· καὶ τὰ λοιπὰ κακὰ κατεί‐ ληφε τοὺς ἀνθρώπους, (κεραυνοί τε καὶ φόβητρα ἐπέμποντο, ὥστε ἕκαστον τὰ ἑαυτοῦ μόνον μερι‐ μνᾷν· (101b) καὶ οὕτως ἄπρακτα ἔμειναν τὰ προσ‐ τάγματα τοῦ τυράννου).
45(16) Κωνστάντιος δὲ ὁ ἐπικληθεὶς Χλωρὸς διὰ τὴν ὠχρότητα τοῦ προσώπου—ἦν γὰρ εὐσεβὴς καὶ τὸν υἱὸν Κωνσταντῖνον ὁμοίως ἐπαίδευσε καὶ τῷ καθ’
ἡμῶν διωγμῷ οὐδαμῶς ἐκοινώνει, ἀλλὰ καὶ τοὺς579

110

.

581

ὑπ’ αὐτὸν χριστιανίζειν (βουλομένους) ἀδεῶς καὶ ἀκωλύτως ἐπέτρεπεν, —(Κωνσταντῖνον τὸν υἱὸν αὐτοῦ Σεβαστὸν καὶ βασιλέα ζῶν ἀνέδειξεν, ὃν ἐκ πορνείας γεγενῆσθαί τινες τοῦτον εἶπον, οἱ καὶ
5ἐλέγχονται σαφῶς ὑπὸ διαφόρων ἐξηγητῶν ὡς ψευδολόγοι καὶ ματαιόφρονες). (17) Ὡσαύτως οὖν καὶ Σευήρου τεθνηκότος Λικίννιος ὁ γαμβρὸς Κωνσταντίνου ἀντεισάγεται, μήπω λαβὼν αὐτὴν, καὶ στέφεται Καῖσαρ ὑπὸ τῆς
10συγκλήτου, οἷα δὴ μέλλοντος γενέσθαι γαμβροῦ, τῷ μεγάλῳ Κωνσταντίνῳ, ὑποκρινόμενος δόλῳ τὴν καθ’ ἡμᾶς εὐσέβειαν. 382 ΡΟΖʹ. Περὶ τοῦ ἁγίου Κωνσταντίνου. Τὸν δὲ Κωνσταντῖνον μετὰ τὴν τοῦ πατρὸς
15τελευτὴν καὶ κατάλυσιν Μαξεντίου καὶ εἰσέλευ‐ σιν τῆς πόλεως Ῥώμης συνέβη νοσῆσαι, ὥστε μήτε μάγων πρόγνωσις καὶ μυθολογία μήτε ἰατρῶν ἐπι‐ στῆμαι ἢ σκευασίαι βοηθημάτων δύνασθαι τὸ πάθος αὐτοῦ θεραπεῦσαι· πρὸς ὃν οἱ τῶν εἰδώλων ἱερεῖς
20ἐλθόντες, ὑπέθεντο κολυμβήθραν τινὰ πλησθεῖσαν αἵματος παιδίων ἀφθόρων καὶ θερμῷ τῷ αἵματι καὶ ἀφρίζοντι βαπτισθέντα αὐτὸν ὑγιᾶναι. Συναχθέντων οὖν τῶν παιδίων ἐκ πάσης ἐπαρχίας διὰ βασιλικῶν προσταγμάτων καὶ τοῦ βασιλέως ἔξω παραπορευο‐
25μένου, προσυπήντησαν αὐτῷ πᾶσαι τῶν πόλεων ἐκείνων τῶν παιδίων αἱ μητέρες διαλελυμένων τῶν πλοκάμων καὶ τῶν μαζῶν γεγυμνωμένων μετὰ πολλῶν ὀδυρμῶν καὶ δακρύων, περὶ ὧν ὁ βασιλεὺς διερωτήσας καὶ μαθὼν, ὅτι αἱ μητέρες
30εἰσὶ τῶν μελλόντων ἀναιρεῖσθαι παιδίων, δακρύσας εἶπε· «Καλόν μοι μᾶλλόν ἐστιν ὑπὲρ τῆς σωτηρίας τῶν ἀναιτίων ἀποθανεῖν παιδίων ἢ ἐκ τῆς ἐκείνων ὠμοτάτης σφαγῆς ὠμοτάτην καὶ ἀπάνθρωπον ζωὴν ἐπιλέξασθαι, καὶ μάλιστα τῆς ἐκ τούτων ὑγιείας
35ἀμφιβαλλομένης.» Καὶ ταῦτα πρὸς τὴν σύγκλητον εἰρηκὼς εἰσῆλθεν εἰς τὸ παλάτιον, καὶ οὐ μόνον τοὺς παῖδας ταῖς οἰκείαις μητράσι ἐκέλευσεν ἀποδοῦναι, ἀλλὰ καὶ ὀχήματα καὶ ἀναλώματα προσέταξε δοθῆναι αὐταῖς ἐν τῷ ὑποστρέφειν.
40(2) Τούτου δὲ γενομένου, ἐν αὐτῇ τῇ νυκτὶ ὄναρ ἐθεάσατο ὁ βασιλεὺς, ἐν ᾧ ὤφθησαν αὐτῷ οἱ τοῦ Χριστοῦ ἀπόστολοι λέγοντες· «Ἡμεῖς ἐσμεν
Πέτρος καὶ Παῦλος ἀποσταλέντες παρὰ Θεοῦ581

110

.

584

παρασχεῖν 383 σοι ὑγείαν καὶ σωτηρίαν διὰ τὴν πρὸς τοὺς παῖδας ἐλεημοσύνην τε καὶ συμπάθειαν. Πέμψον οὖν, μετακάλεσαι Σίλβεστρον ἐκ τοῦ Σεραπείου ὄρους, καὶ ὑποδείξει σοι τὴν ὄντως
5θείαν καὶ σωτήριον πηγὴν, ἐν ᾗ λουσάμενος οὐ μόνον σωματικὴν ἕξεις ὑγείαν, ἀλλὰ ψυχικὴν ὅτι μάλιστα.» Ἡμέρας δὲ γενομένης ἀποστείλας πρὸς τὸν θεῖον Σίλβεστρον, μετὰ πολλῆς τιμῆς ἤγα‐ γεν αὐτὸν ἐν τῷ παλατίῳ· καὶ ἀναστὰς ὁ βασιλεὺς
10προσεκύνησεν αὐτὸν λέγων· «Καλῶς ἦλθες, Σίλ‐ βεστρε.» Καὶ ὁ ἐπίσκοπος εἶπε· «Εἰρήνη σοι καὶ σωτηρία παρασχεθείη ὑπὸ Θεοῦ.» Καί φησιν ὁ βασιλεύς· «Παρακαλῶ σε εἰπεῖν μοι εἰ ἔχετέ τινας θεοὺς Πέτρον καὶ Παῦλον καλουμένους.» Καὶ ὁ
15ἐπίσκοπος ἔφη· «Ἡμεῖς ἕνα Θεὸν ἔχομεν ποιητὴν οὐρανοῦ καὶ γῆς, οὗ Πέτρος καὶ Παῦλος δοῦλοι γνήσιοι τυγχάνουσιν.» Ὁ δὲ βασιλεὺς ἔφη· «Δύ‐ νασαι, ὦ ἐπίσκοπε, φανερῶσαί μοι τὰς ὄψεις αὐτῶν διά τινος ζωγραφίας (102a), ὅπως ἐπιγνῶ σαφέστερον
20εἰ αὐτοί εἰσιν οἱ ἀποσταλέντες ἀπὸ Θεοῦ πρός με·» Καὶ παραχρῆμα κελεύσας ὁ ἐπίσκοπος τῷ ἰδίῳ διακόνῳ ἐπενεγκεῖν τὰ στηθάρια τῶν ὁμοιωμάτων ἐν σανίσιν, ἠνέχθη· καὶ θεασάμενος ὁ βασιλεὺς ἀν‐ έκραξε φωνῇ μεγάλῃ λέγων· «Οὗτοί εἰσιν ἀληθῶς
25οἱ κατ’ ὄναρ ὀφθέντες μοι καὶ παρακελευσάμενοί με ἀνακαλέσασθαί σε, ὦ Σίλβεστρε. Καὶ νῦν δεῖ‐ ξόν μοι τὴν πηγὴν, ἣν ἔφησαν, δι’ ἧς ψυχῇ καὶ σώματι σωθήσομαι.» Καὶ ὁ ἐπίσκοπος αὐτίκα προστάξας κολυμβήθραν ὕδατος γενέσθαι, ἐβάπτισε
30τὸν βασιλέα. Καὶ αὐτίκα ἐξῆλθεν ἐκ τῆς κολυμβήθρας ὅλος ὑγιὴς, καταλιπὼν τὰ τοῦ σώματος ἕλκη ἐν τῷ ὕδατι καθάπερ λεπίδας ἰχθύων. (3) Ὃν ἡ σύγκλητος ἰδοῦσα καὶ πᾶς ὁ δῆμος (ἀπολαβόντα τὴν ὑγείαν) ἐξεβόησαν (λέγοντες)· «Εἷς Θεὸς, ὁ τῶν Χριστιανῶν, μέγας καὶ φοβερός· καὶ
35πάντες ἀπὸ τοῦ νῦν πιστεύομεν καὶ βαπτιζόμεθα, 384 ὅτι εἴδομεν σήμερον μεγάλα θαυμάσια.» Πρὸς οὕς φησιν ὁ βασιλεύς· «Τὰ μὲν ἀνθρώπινα ἀναγκαστὰ, τὰ δὲ θεῖα προαιρετικὰ τυγχάνει. Ὁ μέντοι Θεὸς ἀγαθῇ προαιρέσει καὶ διαθέσει θρη‐
40σκεύεται· ὅθεν οὐκ ἐξ ἀνάγκης, ἀλλὰ κρίσει ἐλευ‐ θερίας βουλόμεθα γίνεσθαι Χριστιανοὺς τοὺς θέλον‐ τας καὶ μὴ φόβῳ ἀνθρωπίνῳ προσάγεσθαι τῇ τοῦ Θεοῦ λατρείᾳ.» Καὶ ταῦτα πάντες ἀκούσαντες πρὸς τὴν πίστιν πόθῳ ἐξήφθησαν, μᾶλλον
45ἀποδεξάμενοι τὴν τοῦ βασιλέως ἐπιείκειαν καὶ τὴν τοῦ δόγματος καθαρότητα. Αὐτίκα γοῦν σὺν
αὐτῷ ἐβαπτίσθη καὶ Κρίσπος ὁ (πρῶτος) αὐτοῦ583

110

.

585

υἱὸς (ὃν καί φασι ὕστερον κατηγορηθέντα ψευδῶς ὑπὸ τῆς μητρυιᾶς, ἀποκτανθῆναι παρὰ τοῦ πατρὸς ὡς βουλευσάμενον κοιμηθῆναι μετ’ αὐτῆς· ὕστερον δὲ μαθὼν ὁ βασιλεὺς ψεῦδος εἶναι
5τοῦτο, καὶ αὐτὴν ἀπέκτεινεν ὡς συκοφαντήσασαν τὸν ἀναίτιον. Ἐβαπτίσθη δὲ καὶ ἡ μήτηρ αὐτοῦ Ἑλένη καὶ οἱ τοῦ βασιλέως συγγενεῖς τε καὶ φί‐ λοι). (4) Ἐν τῷ Καπετωλίῳ Ῥώμης ἐφάνη δράκων παμμεγέθης· εἶτα Σίλβεστρος τοῦτον ἀπ‐
10έκτεινεν. (5) Συνήθροισε δὲ ὁ βασιλεὺς ἱερεῖς καὶ Γραμ‐ ματεῖς τῶν Ἰουδαίων διαλεχθῆναι τῷ ἁγίῳ Σιλ‐ βέστρῳ περὶ τοῦ Χριστοῦ, οὓς καὶ εἰς τέλος ἐνίκη‐ σεν ὁ ἅγιος, δυνάμει Χριστοῦ ἀπελέγξας αὐτοὺς, ἔτι
15τε τῶν προφητῶν καὶ λοιπῶν ἀποδείξεων τῆς ἑαυτῶν Γραφῆς. (6) Ὁ δὲ Μαξέντιος, πονηρότατος πάντων τῶν πρὸ αὐτοῦ, γεγονὼς τοὺς τὴν Ῥώμην οἰκοῦντας ἐπέτριβε καὶ μάλιστα τοὺς Χριστιανούς· πολλοὺς
20γοῦν τῶν πρώτων ἐφόνευσε καὶ ἄλλους ἐξορίσας τὰς οὐσίας αὐτῶν διήρπαζεν· τῇ δὲ τοῦ Γαλερίου χρώμενος ἀκολασίᾳ πολλὰς τῶν ἐλευθέρων γυναικῶν ἐμίανεν, ἑτέρας τε μυρίας ἀνοσιουργίας καὶ ἀῤῥη‐ τοποιίας ἐπιτηδεύων, ἀφόρητος τοῖς πᾶσιν ὑπῆρχε
25γοητικαῖς κακομαγγανείαις χρώμενος. (7) Τοῦ δὲ Μεγάλου Κωνσταντίνου τὰ βόρεια καὶ δυτικὰ μέρη ἕως τοῦ Ὠκεανοῦ ὑποτάξαντος ἐν εἰρήνῃ πολλῇ καὶ εὐμενίᾳ καὶ καταστάσει ἐν ὅλῃ τῇ κατ’ αὐτὸν οἰκουμένῃ), οἱ δὲ Ῥωμαῖοι
30οἰκήτορες 385 δέησιν πρὸς αὐτὸν ἐστείλαντο μὴ παριδεῖν τὴν μητέρα τῶν βασιλειῶν ὑπὸ ἀπεινοῦς τυράννου, μᾶλλον δὲ σαρκοβόρου θηρίου ἀπολλυμέ‐ νην. Ταῦτα ἀκούσας ὁ μέγιστος Κωνσταντῖνος ἐφρόντιζε τοῦ ἐλευθερῶσαι αὐτοὺς ἐκ τῆς τούτου
35δουλείας· ἐδεδίει δὲ τοῦτο διὰ τὰς γοητικὰς αὐτοῦ κακογνωμίας· ἤδη γὰρ πολλοὺς ἀνέτεμε παῖδας προφάσει τῆς ἀθεμίτου γοητείας. Ἐν πολλῇ οὖν σκέψει καὶ φροντίδι ὑπάρχοντι ὤφθη αὐτῷ (102b) ἐν Κάμπῳ διάγοντι μετὰ τῶν στρατιωτῶν περὶ
40μεσημβρίαν στυλοειδὴς σταυρὸς ἐκ φωτὸς κατ‐ εσκευασμένος, ἐν ᾧ ἐπεγέγραπτο· «Ἐν τούτῳ νίκα.» (Ἔμφοβος δὲ γενόμενος ὁ βασιλεὺς ἠρώτησεν τοὺς σὺν αὐτῷ, εἰ καὶ αὐτοί τι ἐθεά‐ σαντο. Οἱ δὲ ὡμολόγησαν τὴν αὐτὴν αὐτῷ ἑωρα‐
45κέναι ὀπτασίαν. Τότε ὁ βασιλεὺς ἀναῤῥωσθεὶς τῷ
φρονήματι καὶ θάρσους καὶ προθυμίας ἀνάπλεως585

110

.

588

ἦν.) Τῇ δὲ ἐπιούσῃ νυκτὶ ἐπιστὰς ὁ Κύριος εἶπεν αὐτῷ· «Χρῆσαι τῷ δειχθέντι σοι σημείῳ εἰς βοήθειαν, καὶ ἔσῃ νικῶν πάντας τοὺς ἐχθρούς σου.» Ἡμέρας δὲ γενομένης, (ἀμελλητὶ) σχεδιάσας σταυρὸν,
5ὅστις μέχρι τῆς σήμερον ἐν τοῖς βασιλείοις φυλάτ‐ τεται, ἐκέλευσε προάγεσθαι αὐτὸν εἰς τὸν πόλεμον. Ὁ δὲ δυσσεβὴς τύραννος, θαῤῥήσας τοῖς δαίμο‐ σιν αὐτοῦ καὶ γεφυρώσας τὸν παραῤῥέοντα ποτα‐ μὸν, (πολλαῖς) ναυσὶν ἐξῆλθεν εἰς παράταξιν τοῦ
10πολέμου. Συμβολῆς δὲ γενομένης, συνετρίβησαν ὑπὸ τῆς τοῦ σταυροῦ δυνάμεως οἱ ὑπεναντίοι καὶ κατακοπέντες οἱ πλεῖστοι, οἱ λοιποὶ σὺν τῷ τυράννῳ ἐπὶ τὴν πόλιν ἔφευγον. Τῆς δὲ γεφύρας κρείττονι δυνάμει διαῤῥαγείσης, κατεποντίσθη ἐν τῷ ποταμῷ
15(κατὰ τὸν Φαραὼ, πανστρατεὶ ὁ τύραννος. Καὶ ἦν ἰδεῖν τὸν ποταμὸν ὅλον πεπληρωμένον ἵππων σὺν ἀναβάταις). Οἱ δὲ πολῖται τῆς πόλεως 386 στεφανώσαντες τὴν πόλιν εἰσεδέξαντο αὐτὸν μετὰ χαρᾶς μεγάλης καὶ εὐφημιῶν, τόν τε νικοποιὸν σταυρὸν καὶ τὸν νικηφόρον βασιλέα σωτῆρα ἐπ‐
20εκαλοῦντο. (8) Τότε ὁ βασιλεὺς ἐκέλευσε συναχθῆναι τὰ λείψανα τῶν ἁγίων μαρτύρων καὶ ὁσίᾳ ταφῇ παραδοθῆναι, καὶ τὰς οὐσίας τοῖς ἀδικηθεῖσι ἀπο‐ δοθῆναι. (Καὶ ἦσαν ἄγοντες ἐπινίκιον ἑορτὴν ζʹ
25ἡμέρας, γεραίροντες τὸν σταυρὸν τοῦ Χριστοῦ.) Τοῦτο ἦν ἕβδομος ἐνιαυτὸς τῆς βασιλείας Κων‐ σταντίνου· τότε δὲ καὶ λεπρωθεὶς ἐβαπτίσθη ὑπὸ Σιλβέστρου ἐν Ῥώμῃ. (9) Ταῦτα ἀκούσας ὁ Γαλέριος Μαξιμιανὸς
30ἐξεληλύθει—ἐξεδέχετο γὰρ καὶ αὐτὸς τὸν αὐτὸν μόρον—καὶ μικρὸν ἀπέστη τῆς κατὰ Χριστιανῶν ἀπειλῆς. (10) Ὁ δὲ μέγιστος Κωνσταντῖνος θαῤῥῶν τῷ ἀνικήτῳ ὅπλῳ τοῦ σταυροῦ ὥρμησεν ἐπ’ αὐτὸν,
35εἶχε δὲ καὶ Λικίνιον Καίσαρα τηνικαῦτα συμπο‐ λεμοῦντα αὐτῷ (κατὰ τῶν τυράννων), προσποιούμε‐ νον χαίρεσθαι τοῖς Χριστιανῶν δόγμασιν. Ὁ δὲ τύραννος ταῖς γοητείαις καὶ μαντείαις καὶ ἀπάταις ἐπερειδόμενος παρατάξασθαι τὴν εὐσεβῆ βασι‐
40λείαν ἐξελήλυθεν, τῷ ἀναριθμήτῳ πλήθει τῶν στρα‐ τοπέδων φανταζόμενος. Γενομένης δὲ συμβολῆς, καὶ
τοῦ τιμίου σταυροῦ φανέντος, οἱ τοῦ τυράννου587

110

.

589

ὑπασπισταὶ τὴν προσβολὴν μὴ ὑπενεγκόντες ἐτράπησαν (εἰς φυγήν· καὶ οἱ μὲν ἔφυγον κατὰ τάχος, οἱ δὲ ἀκρατῶς ἐδίωκον)· πολλῶν δὲ χιλιάδων καταπεσόντων (οἱ λοιποὶ καταλιπόντες τὸν τύραννον
5προσεχώρησαν τῷ αὐτοκράτορι). Ὁ δὲ (δυσσεβὴς) ῥίψας τὸ βασίλειον (ὡς ἂν μὴ ἐπιγνωσθῇ, εἷς ἦν τοῦ στρατοῦ), περιερχόμενος δὲ ἀπὸ κώμης εἰς χώ‐ ραν (καὶ κρυπταζόμενος) μετὰ ὀλίγων τῶν εὐνου‐ στάτων διεσώθη (γυμνός). (Συναγαγὼν 387 δὲ)
10τοὺς ἱερεῖς τῶν λεγομένων θεῶν, καὶ προφήτας, καὶ τοὺς μάντεις (καὶ τοὺς ἐπὶ μαντείᾳ βεβοημέ‐ νους, οὓς πρώην ἀγαπῶν ἐτίμα), ὡς ἀπατεῶνας (καὶ πλάνους καὶ ἐπιβούλους τῆς αὐτοῦ βασιλείας) κατέσφαξε.
15(11) Μέλλων δὲ εἰς τὰς χεῖρας τῶν τοῦ αὐτοκρά‐ τορος ἐμπεσεῖν (ἐπέκειτο γὰρ αὐτῷ ἔτι ὁ πόλεμος), προλαβοῦσα θεήλατος ὀργὴ (οὕτως) αὐτὸν διέθηκεν (ὡς κεῖσθαι αὐτὸν πρηνῆ ἐπὶ τοῦ ἐδάφους δεόμενον ἐπικουρίας καὶ μὴ τυγχάνοντα)· φλὸξ δὲ ἐκ βάθους
20σπλάγχνων καὶ μυελῶν αὐτοῦ ἀναφθεῖσα (ἀν‐ υποίστους αὐτῷ τὰς ὀδύνας ἀσθμαίνοντι, καὶ ὧδε κἀκεῖσε περιστρεφο(103a)μένῳ, ὥστε καὶ) ἀμφό‐ τερα τὰ ὄμματα αὐτοῦ ἐκπηδῆσαι (ἐπὶ τὴν γῆν καὶ καταλιπεῖν αὐτὸν τυφλόν· τῇ δὲ ἔνδον φλογὶ εἰς
25ἄπειρον ἐξαπτόμεναι) αἱ σάρκες αὐτοῦ συνεσά‐ πησαν καὶ τῶν ὀστέων διεχωρίζοντο (ὥστε αὐτὸν ἐφ’ ἑαυτὸν ἐπικαλεῖσθαι τὸν θάνατον)· οὕτως δὲ κατασαπείσης δι’ ὅλου, ἐπέῤῥηξε τὴν ψυχήν. (12) Ταῦτα ἀκούσας καὶ τὰ περὶ Μαξεντίου
30γενόμενα ἐν Ῥώμῃ χαλεπά τε καὶ ἄτοπα, περὶ οὗ καὶ πρεσβείαν δεξάμενος ἐστράτευσε κατ’ αὐτοῦ καὶ τὸ σημεῖον τοῦ σταυροῦ ἐν οὐρανῷ φωτοειδὲς θεασάμενος ἐπιγράφοντος· «Ἐν τούτῳ νίκα,» παρευθὺ χρυσοκολλήτοις ἐκτυπώσας λίθοις καὶ ἐπὶ
35δόρατος ἀναρτήσας καθηγεῖσθαι τῇ ἑαυτοῦ στρατιᾷ προσέταξεν, δι’ οὗ καὶ τροπωσάμενος Μαξέντιον ἐν τῷ ποταμῷ, οὕτως εἰσῆλθε καὶ τῆς Ῥώμης ἐκρά‐ τησεν, ἀποπνιγέντος Μαξεντίου ἐν τῷ ποταμῷ, περὶ οὗ καὶ ὁ πολυΐστωρ Εὐσέβιος ἔφη· «Εὐθὺς
40αὖθις καὶ πεπλήρωται σαφῶς τὸ ῥητόν· «Ἅρματα Φαραὼ καὶ τὴν δύναμιν αὐτοῦ ἔῤῥιψεν εἰς θάλασσαν· ἐπιλέκτους ἀναβάτας, τριστάτας κατεπόντισεν ἐν Ἐρυθρᾷ θαλάσσῃ, πόντῳ ἐκάλυψεν αὐτούς.» Οὕ‐ τως γὰρ καὶ Μαξέντιος καὶ οἱ περὶ αὐτὸν ὁπλῖται
45388 καὶ δορυφόροι κατέδυσαν εἰς βυθὸν ὡσεὶ λίθος, ὁπηνίκα, δοὺς νῶτα τῇ ἐκ Θεοῦ μετὰ Κων‐
σταντίνου δυνάμει καὶ πρὸς τὸν ποταμὸν, ὃν589

110

.

592

αὐτὸς μηχανικῶς ζεύξας καὶ γεφυρώσας, μη‐ χανὴν ὀλέθριον ἑαυτοῦ συνεστήσατο, καὶ εἰς λάκκον, ὃν ὤρυξεν εἰσπέπτωκεν, καὶ «Ἐπέστρε‐ ψεν ὁ πόνος αὐτοῦ εἰς κεφαλὴν αὐτοῦ, καὶ ἐπὶ κο‐
5ρυφὴν αὐτοῦ ἡ ἀδικία αὐτοῦ κατῆλθε.» —«Καὶ οὕτως μὲν ὁ δυσσεβὴς καὶ οἱ ὅμοιοι αὐτοῦ ἔδυσαν ὡσεὶ μόλυβδος ἐν ὕδατι σφοδρῶς.» —Ὁ δὲ θεῖος Κωνσταντῖνος Θεὸν τοῖς ἔργοις ἀνυμνήσας, ἐπὶ Ῥώμην μετ’ ἐπινικίων εἰσελαύνει, πάντων
10ἀθρόως αὐτὸν ἅμα γυναιξὶ καὶ κομιδῇ νηπίων καὶ σὺν παντὶ δήμῳ Ῥωμαίων φαιδροῖς ὄμμασιν οἷα λυτρωτὴν καὶ σωτῆρά τε καὶ εὐεργέτην μετ’ εὐ‐ φημιῶν καὶ ἀπλήστου χαρᾶς ὑποδεχομένων. Ὁ δὲ ὥσπερ ἔμφυτον τὴν εἰς Θεὸν εὐσέβειαν κεκτημέ‐
15νος μηδ’ ὅλως ἐπὶ ταῖς βοαῖς ὑποσαλευόμενος μηδὲ τοῖς ἐπαίνοις ἐπαιρόμενος, εὖ μάλα τῆς ἐκ Θεοῦ συναισθόμενος βοηθείας, αὐτίκα τοῦ σωτη‐ ρίου πάθους τὸ τρόπαιον ὑπὸ χειρὸς ἰδίας ἐπὶ κίονος ἀνατεθῆναι προστάττει, «καὶ τὴν Παρα‐
20σκευὴν καὶ τὴν Κυριακὴν τιμᾶσθαι προσέταξεν, τὴν μὲν διὰ τὸν σταυρὸν, τὴν δὲ διὰ τὴν ἀνάστασιν καὶ σταυρῷ μηκέτι καταδικάζεσθαι ἄνθρωπον.
23tΒΙΒΛΟΣ Δʹ.
24tΑΡΧΗ ΣΥΝ ΘΕῼ ΤΗΣ ΤΩΝ ΧΡΙΣΤΙΑΝΩΝ ΒΑΣΙΛΕΙΑΣ
25tΚΑΙ ΠΕΡΙ ΚΩΝΣΤΑΝΤΙΝΟΥ ΤΟΥ ΜΕΓΑΛΟΥ.
29389 ΡΟΗʹ. Βασιλεία Κωνσταντίνου τοῦ
30Μεγάλου. Μετὰ Μαξέντιον ἐβασίλευσε Κωνσταντῖνος ὁ Μέγας ἔτη λαʹ, ὃς εὐθέως διατάγματα εἰς πᾶσαν τὴν οἰκουμένην ἐξέπεμψε τοὺς ἐν ἐξορίᾳ Χριστιανοὺς μετὰ τιμῆς ἐπανέρχεσθαι εἰς τὰ
35ἴδια (καὶ) τοὺς μὲν ναοὺς τῶν εἰδώλων καταστρέ‐591

110

.

593

φεσθαι, τὰς δὲ τοῦ Χριστοῦ ἐκκλησίας οἰκοδο‐ μεῖσθαι καὶ τοὺς ἔτι εἰδωλολατροῦντας κεφαλι‐ καῖς ὑποκεῖσθαι τιμωρίαις. (2) (Καὶ πρὸς τούτοις ἐξέθετο [καὶ] νόμους καθο‐
5λικοὺς, ὥστε) ἀποδίδοσθαι τοὺς τῶν εἰδώλων ναοὺς καὶ τὰς τούτων προσόδους τοῖς τῷ Χριστῷ ἱε‐ ρωμένοις, καὶ Χριστιανοὺς μόνους ἄρχειν καὶ στρα‐ τεύεσθαι (καὶ τετράδα καὶ παρασκευὴν πάντας νη‐ στεύειν καὶ τὴν Κυριακὴν ἀργεῖν καὶ τιμᾷν,
10τὰς μὲν διὰ τὸ πάθος, τὴν δὲ διὰ τὴν ἀνάστασιν τοῦ Κυρίου) καὶ ἀπράκτους εἶναι τὰς δύο (τῆς) πασχαλίας ἑβδομάδας, μίαν πρὸ τῆς ἑορτῆς καὶ ἄλλην μετὰ τὴν ἑορτὴν, (103b) τὴν μὲν διὰ τοῦ Κυ‐ ρίου τὸ πάθος καὶ τὸν σταυρὸν, τὴν δὲ διὰ τὴν
15ἀνάστασιν, 390 καὶ Ἰουδαίους οἰκέτας μὴ ὠνᾶ‐ σθαι μήτε θυσίας προδήλους ποιεῖσθαι, καὶ σταυρῷ μηκέτι καταδικάζεσθαί τινα διὰ τὸν σταυρὸν τοῦ Κυρίου, τοῖς τε νομίσμασιν αὐτοῦ τὴν τοῦ Χριστοῦ εἰκόνα καὶ τὸν τοῦ σταυροῦ τύπον συνεκτυποῦσθαι πάντοτε.
20(3) Γυναῖκα δὲ εἶχε Μαξιμίναν θυγατέρα Διοκλη‐ τιανοῦ, ἐξ ἧς ἐγέννησεν υἱοὺς γʹ, Κωνσταντῖνον, καὶ Κώνσταντα, καὶ Κωνστάντιον [ἀδελφοὺς δὲ δύο, Δαλμάτιον καὶ Κωνστάντιον], καὶ μίαν ἀδελφὴν Κωνσταντίαν, τὴν γυναῖκα Λικινίου, γεννηθέντας ἐκ
25(τῆς πρώτης γαμετῆς τοῦ πατρὸς αὐτοῦ Κωνσταντίου, τῆς) Θεοδώρας, θυγατρὸς (γεγονυίας Μαξιμιανοῦ τοῦ) Ἑρκουλίου. (4) Ὁ δὲ Κωνσταντῖνος μόνος γεννᾶται ἐξ Ἑλέ‐ νης, οἱ δὲ ἀδελφοὶ αὐτοῦ ἔσχον υἱοὺς, Δαλμάτιος
30μὲν ἄλλον Δαλμάτιον, Κῶνστας δὲ Γάλλον καὶ Ἰου‐ λιανόν. ΡΟΘʹ. Ἐκ τοῦ βίου τοῦ ἁγίου Σιλβέστρου. Ἐν δὲ τῷ Καπετωλίῳ Ῥώμης ἔν τινι κατα‐ δύσει βαθμοὺς ἐχούσῃ τξεʹ δράκων ἦν παμμεγέθης,
35ὃς ἐξαίφνης πολλάκις (παρακύπτων 391 τῆς καταδύσεως) ἐλυμαίνετο σφόδρα τοὺς ἐν τῇ πόλει (τῷ φυσήματι καὶ μάλιστα τοὺς παῖδας, περὶ οὗ τινες τῶν ἑλληνιζόντων ἀξιώσαντες τὸν θεῖον Σίλ‐ βεστρον εἶπον· «Κάτελθε, ὦ ἐπίσκοπε, πρὸς τὸν
40δράκοντα καὶ ποίησον εἰς τὸ ὄνομα τοῦ Θεοῦ σου593

110

.

596

σχολάσαι αὐτὸν ἐπὶ χρόνον ἕνα τῆς φθορᾶς τῶν ἀνθρώπων, καὶ πιστεύομεν πάντες καὶ βαπτιζό‐ μεθα).» Ὁ δὲ Σίλβεστρος κατελθὼν καὶ οἰκίσκον μικρὸν εὑρὼν ἔχοντα θύραν χαλκῆν, ἔνθα ὁ δράκων
5ὑπῆρχε, καὶ ταύτην ἐπὶ τῷ ὀνόματι Χριστοῦ κλείσας καὶ ἀπελθὼν, οὐκέτι ἐξῆλθεν ὁ δράκων. Διελθόντων δὲ χρόνων βʹ, πάντες οἱ πρώην διὰ θυ‐ σιῶν τὸν δράκοντα θεραπεύοντες καὶ ἄλλοι πολλοὶ προσελθόντες τῷ ἁγίῳ Σιλβέστρῳ ἐβαπτίζοντο.
10(2) Τοῦ δὲ θείου Κωνσταντίνου συναθροίσαντος Ἰουδαίους, ἱερεῖς τε καὶ γραμματεῖς ρκʹ πρὸς τὸ διαλεχθῆναι μετὰ Σιλβέστρου εἰς τελείαν φανέρωσιν τῆς ἀληθείας καὶ ἀνατροπὴν τῆς Ἰουδαϊκῆς ἀν‐ αισχυντίας καὶ φλυαρίας, συνῆλθε πᾶσα σχεδὸν ἡ
15πόλις ἔμπροσθεν τοῦ βασιλέως, ἀκοῦσαι τῆς δια‐ λέξεως ἀμφοτέρων περὶ τῆς Χριστοῦ πίστεως. Καὶ οἱ μὲν Ἰουδαῖοι ἀπήρξαντο πρὸς Σίλβεστρον λέγειν οὕτως· «Ποία Γραφὴ περὶ τοῦ Υἱοῦ τῆς Μαρίας προεῖπε, καὶ ποῖος αὐτὸν προφήτης Θεὸν
20ἐκ Μαρίας γεννησόμενον προανήγγειλε;» Ὁ δὲ Σίλβεστρος ἀποκριθεὶς εἶπε· («Πάνυ πλανᾶσθε μὴ εἰδότες ἀληθῶς τὰς Γραφὰς μήτε τὴν ἐν αὐταῖς ἐγκειμένην μυστικὴν διδασκαλίαν.) περὶ γὰρ τίνος εἶπεν ὁ μέγας Ἡσαΐας· «Ἰδοὺ ἡ παρθένος ἐν
25γαστρὶ ἕξει καὶ τέξεται υἱὸν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουὴλ»—ὅ ἐστι μεθερμηνευό‐ μενον Μεθ’ ἡμῶν ὁ Θεός·» —καί· «Πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα, λήψεται 392 δύναμιν Δαμασκοῦ καὶ τὰ σκῦλα Σαμαρείας
30ἔναντι βασιλέως Ἀσσυρίων;» Καὶ ἄλλος· «Ἀνα‐ τελεῖ ἄστρον ἐξ Ἰακὼβ, καὶ ἀναστήσεται ἄνθρω‐ πος ἐξ Ἰσραὴλ καὶ συντρίψει τοὺς ἄρχοντας Μωάβ·» καί· «Ἐξελεύσεται ἄνθρωπος ἐκ τοῦ σπέρματος αὐτοῦ καὶ κυριεύσει ἐθνῶν πολλῶν.»
35(104a) Ὅτι μὲν οὖν ἄνθρωπος φανήσεται, διὰ τού‐ των προκαταγγέλλεται, ὅτι δὲ Κύριος πάντων, προ‐ σημαίνουσι πάλιν φάσκοντες· «Ἰδοὺ Κύριος κάθηται ἐπὶ νεφέλης κούφης καὶ ἥξει εἰς Αἴγυ‐ πτον· [καὶ σεισθήσονται τὰ χειροποίητα Αἰγύπτου·»]
40καί· «Ἰδοὺ Κύριος, ὁ Θεὸς ἡμῶν, ἥξει καὶ σώσει ἡμᾶς, καὶ τότε ἀνοιχθήσονται ὀφθαλμοὶ τυφλῶν, καὶ ὦτα κωφῶν ἀκούσονται, καὶ ἁλεῖται ὡς ἔλαφος ὁ χωλὸς, καὶ τρανὴ ἔσται γλῶσσα μογιλάλων.» Ἡ μὲν οὖν προφητεία Θεὸν ἐπιδημεῖν (προ)λέγει· τὰ
45δὲ σημεῖα καὶ τὸν χρόνον τῆς παρουσίας γνωρίζει.
Τότε γὰρ ταῦτα πεπλήρωνται, ἅπερ οὐδέποτε γεγό‐595

110

.

597

νασι πρότερον (ὑπό τινος) ἐν τῷ Ἰσραήλ. Περὶ δὲ τοῦ πάθους αὐτοῦ πάλιν φησίν· «Ἄνθρωπος ἐν πληγῇ ὢν καὶ εἰδὼς φέρειν μαλακίαν—ἠτιμάσθη καὶ οὐκ ἐλογίσθη. Οὗτος τὰς ἁμαρτίας ἡμῶν φέρει
5καὶ περὶ ἡμῶν ὀδυνᾶται· καὶ ἡμεῖς ἐλογισάμεθα αὐτὸν εἶναι ἐν πόνῳ, καὶ ἐν πληγῇ, καὶ ἐν κακώσει· αὐτὸς δὲ ἐτραυματίσθη διὰ τὰς ἁμαρτίας ἡμῶν· παιδεία εἰρήνης ἡμῶν ἐπ’ αὐτῷ· τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν·» καί· «Ὅτι αἴρεται ἀπὸ τῆς
10γῆς ἡ ζωὴ αὐτοῦ· τὴν δὲ γενεὰν αὐτοῦ τίς διηγήσε‐ ται;» Καὶ Μωσῆς· «Ὄψεσθε τὴν ζωὴν ὑμῶν κρεμαμένην ἀπέναντι τῶν ὀφθαλμῶν ὑμῶν, καὶ οὐ μὴ πιστεύσητε.» Καὶ Δαυῒδ λέγει ἐκ προσώπου τοῦ Χριστοῦ· «Ὤρυξαν χεῖράς μου καὶ πόδας μου·»
15καί. «Διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς,» καὶ τὰ ἑξῆς. —393 Ὅτι δὲ καὶ τῶν ἐθνῶν ἐλπὶς ἦν, ὁ μὲν Ἰακὼβ (προ)εῖπεν· «Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ ἕως ἂν ἔλθῃ ὃ ἀπόκειται, καὶ αὐτὸς προσ‐
20δοκία ἔθνων·» [ὁ δὲ Ἡσαΐας ἔφη· «Καὶ ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαὶ καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν.] ἐπ’ αὐτῷ ἔθνη ἐλπιοῦσιν.» Καὶ ταῦτα μὲν ὀλίγα πρὸς ἀπόδειξιν τῶν γενομένων· πᾶσα δὲ Γραφὴ πέπλησται διελέγχουσα τὴν ὑμετέραν ἀπιστίαν. Τίς
25γὰρ (πώ)ποτε τῶν ἐν ταῖς θείαις Γραφαῖς ἱστορηθέν‐ των δικαίων καὶ προφητῶν ἁγίων ἐκ παρθένου μόνης ἔσχε τὴν τοῦ σώματος σύστασιν; Τίνος δὲ τῆς γεννήσεως προέδραμεν ἀστὴρ ἐν οὐρανοῖς καὶ τὸν γεννηθέντα διεσήμανε τῇ οἰκουμένῃ; Τίς
30πάλιν βασιλεὺς πρὶν ἰσχῦσαι καλεῖν πατέρα ἢ μητέρα, ἐβασίλευσε καὶ τρόπαια κατὰ τῶν ἐχθρῶν εἴληφε; Τίς ἄρα γέγονε βασιλεὺς Ἰσραὴλ, ἐφ’ ὃν τὰ ἔθνη πάντα τὴν ἐλπίδα τέθεινται καὶ οὐχὶ μᾶλλον αὐτοῖς ἠναντιοῦντο πανταχόθεν; ἕως
35γὰρ συνίστατο Ἱερουσαλὴμ, πόλεμος ἄσπονδος ἦν αὐτοῖς, καὶ διεμάχοντο πρὸς τὸν Ἰσραὴλ, Ἀσσύ‐ ριοι μὲν θλίβοντες, Αἰγύπτιοι δὲ διώκοντες, (Βα‐ βυλώνιοι κατατρύχοντες, Σύροι δὲ ἀντι)πολε‐ μοῦντες. Ἣ οὐχ ὁ μὲν Δαυῒδ τοὺς Μωαβίτας (καὶ
40τοὺς Σύρους) ἐπολέμει καὶ ἐπολεμεῖτο, ὁ δὲ Ἰω‐ σίας τοὺς πλησίον παρεφυλάττετο; Καὶ μέντοι καὶ Ἐζεκίας ἐδειλία τὴν ἀλαζονείαν τοῦ Σεναχειρίμ· καὶ τῷ μὲν Ἰησοῦ οἱ Χαναναῖοι ἠναντιοῦντο, τῷ δὲ Μωσεῖ Ἀμαλὴκ κατεστρατεύετο. Καὶ ὅλως
45ἄσπονδον ἦν τοῖς ἔθνεσι πρὸς τὸν Ἰσραὴλ τὰ τῆς
φιλίας, ὡς μέχρι νῦν μαρτυροῦσι τὰ πράγματα.597

110

.

600

Τότε ἀποκριθέντες οἱ Γραμματεῖς εἶπον· «Οὐκ ἀρνούμεθα ὡς 394 ταῦτα γέγραπται· προσδο‐ κῶμεν δὲ τὸν μηδέπω παραγενόμενον Θεὸν Λόγον.» Ὁ δὲ Σίλβεστρος ἔφη· «Καὶ πῶς οὐκ ἠκούσατε
5τοῦ Δανιὴλ προλέγοντος φανερῶς καὶ τὸν καιρὸν καὶ τὴν θείαν τοῦ Σωτῆρος ἐπιδημίαν; φησὶ γὰρ ὁ προσδιαλεγόμενος αὐτῷ ἄγγελος· «Οʹ ἑβδομάδες συνετμήθησαν ἐπὶ τὸν λαόν σου καὶ ἐπὶ τὴν πόλιν τὴν ἁγίαν τοῦ συντελεσθῆναι ἁμαρτίαν,» —«καὶ
10τοῦ ἐξιλάσασθαι ἀδικίαν, καὶ τοῦ σφραγῖσαι [ἁμαρτίας καὶ ἀπαλεῖψαι ἀδικίας, καὶ τοῦ ἀγαγεῖν δικαιοσύνην αἰώνιον καὶ τοῦ σφραγῖσαι] ὅρασιν καὶ τοῦ χρῖσαι [Ἅγιον] ἁγίων. (104b) Καὶ γνώ‐ σῃ καὶ συνήσεις, ἀπὸ ἐξόδου λόγων τοῦ ἀποκριθῆναι
15καὶ τοῦ οἰκοδομῆσαι Ἱερουσαλὴμ ἕως Χριστοῦ ἡγου‐ μένου ἑβδομάδες ζʹ καὶ ἑβδομάδες ξβʹ.» Καὶ πρὸς μὲν τοῖς ἄλλοις ἴσως προφασιζόμενοι εἰς μέλλοντα χρό‐ νον ἀναβάλλεσθε τὰ γεγραμμένα. Τί δὲ πρὸς ταῦτα λέγειν ἢ ὄντως ἀντωπῆσαι δύνασθε, ὅπου γε
20καὶ ὁ χρίων δηλοῦται καὶ ὁ χριόμενος οὐκ ἄνθρω‐ πος, ἀλλὰ Ἅγιος ἁγίων εἶναι καταγγέλλεται, καὶ ἕως τῆς παρουσίας αὐτοῦ Ἱερουσαλὴμ συν‐ ίστατο, (ἀπὸ δὲ τῆς παρουσίας Χριστοῦ κατ‐ ελύθη) καὶ λοιπὸν ἅπας προφήτης πέπαυται καὶ
25ὁράσις ἐν τῷ Ἰσραήλ; Ἐχρίσθησαν μέντοι πά‐ λαι Δαυῒδ, καὶ Σολομῶν, καὶ Ἐζεκίας· ἀλλ’ Ἱε‐ ρουσαλὴμ καὶ ὁ τόπος συνεστήκει, καὶ οἱ προφῆται προεφήτευον· ἄλλως δὲ καὶ αὐτοὶ οἱ χρισθέντες ἅγιοι ἄνθρωποι, καὶ οὐχ ἅγιοι ἁγίων ἐκλήθησαν.
30Πότε δὲ καὶ προφήτης ἐπαύσατο καὶ ὅρασις ἀπὸ τοῦ Ἰσραὴλ, εἰ μὴ νῦν, ὅτε ὁ προφητευόμενος 395 καὶ Ἅγιος τῶν ἁγίων Χριστὸς παρεγένετο; Σημεῖον οὖν ὄντως μέγα πρόδηλον τῆς τοῦ Θεοῦ Λόγου καὶ τῆς αὐτοῦ παρουσίας τὸ μηκέτι τὴν Ἱερουσαλὴμ ἑστάναι μήτε προφήτην ἐγερθῆναι μήτε ὅρασιν ἀποκαλύπτεσθαι τούτοις· εἰκότως. Ἐλθόντος γὰρ τοῦ σημαινομένου καὶ προφητευο‐
35μένου, τίς ἡ χρεία τῶν σημαινόντων καὶ προφητευόντων; Διὰ γὰρ τοῦτο προεφήτευον ἕως οὗ ἔλθῃ ὁ προφητευόμενος καὶ λυτρούμενος τὰς ἁμαρτίας πάντων. Ποῖος τοίνυν ἡγούμενοσ»—«ἐξῆλθεν ἐκ Βηθλεέμ»—«καὶ τὸν Ἰσραὴλ ἐποίμανεν,» —«οὗ ἡ ἔξοδος ἀπ’ ἀρχῆς ἐξ ἡμερῶν αἰῶνος·» καί· «Πρὸ τοῦ ἡλίου διαμενεῖ τὸ ὄνομα αὐτοῦ·» καί· «Ἀνεκδιήγητος ἡ γενεὰ,» καθὼς γέγρα‐ πται; Τῶν γὰρ ἁγίων πάντων ἴσμεν τὴν γενεὰν ἱστορουμένην καὶ τῶν ἀρξάντων τοῦ Ἰσραὴλ παρ‐
40ιστῶσαν τὴν γένεσιν καὶ τὸν θάνατον.» (3) Διαλεχθέντες οὖν ἐπὶ πολλὰς ὥρας, καὶ τοῦ
Σιλβέστρου μετὰ πολλῆς ἀκριβείας ἐκ τῶν θείων599

110

.

601

Γραφῶν ἀποδείξαντος τὰ περὶ Χριστοῦ, καὶ τῶν Ἰουδαίων μεγάλως ἡττηθέντων, ἔφη τις ἐξ αὐτῶν ὀνόματι Ζαμβρῆς πρὸς τοὺς λοιποὺς Ἰουδαίους· «Εἰ Σιλβέστρου λόγοις προσέχετε, ἀνάγκη τοὺς
5πατρῴους νόμους καταλιπεῖν καὶ ἀκολουθεῖν ἀν‐ θρώπῳ ματαίῳ, ὃν οἱ πατέρες ἡμῶν κατεδίκασαν. Ἀλλ’ ἀκουσάτω μου ὁ βασιλεὺς καὶ ἐνεχθήτω ταῦρος ἄγριος, ὥστε με δεῖξαι σήμερον ἐνώπιον αὐτοῦ τὴν δύναμιν τοῦ ὀνόματος τοῦ Θεοῦ ἡμῶν· οὐ θέλω
10γὰρ διὰ ῥημάτων, ἀλλὰ διὰ πραγμάτων 396 δεῖ‐ ξαι τὴν ἀλήθειαν.» Ὁ δὲ Σίλβεστρος παρακαλέσας (τὸν βασιλέα) τοιοῦτον ἐνεχθῆναι ταῦρον, ἠρώτησε μεταξὺ τὸν Ζαμβρῆ· «Τίνος ἕνεκεν ἐπιζητεῖς τὸν ταῦρον;» Καί φησιν· «Ἐπειδὴ τὸ ὄνομα τοῦ ἡμε‐
15τέρου Θεοῦ οὐδεμία κτιστὴ φύσις ἀκούσασα ζήσε‐ ται, βούλομαι διὰ τοῦ ταύρου τὴν ἰσχὺν (τούτου) σαφῶς ἀποδεῖξαι.» Πρὸς ὃν ὁ Σίλβεστρος ἔφη· «Καὶ σὺ ποίῳ τρόπῳ τὸ ὄνομα τοῦτο μεμάθη‐ κας; ἆρα παρά τινος ἀκούσας ἢ ἀναγνούς;» Ὁ δὲ
20εἶπεν· «Οὔτε χάρτης, οὔτε ξύλον, οὔτε λίθος ὑπο‐ δέξασθαι τὸ ὄνομα τοῦτο δύναται· ἐγὼ γὰρ νη‐ στεύσας καὶ εἰς λεκάνην ὕδωρ βαλὼν, ἐκεῖ τοῦτο μεμάθηκα.» Καὶ τούτων λεγομένων, ἰδοὺ καὶ ὁ ταῦρος ἦλθεν ὑπὸ πολλῶν ἀνδρῶν ἑλκόμενος,
25σχοινίοις πάντοθεν δεδεμένος καὶ ἀγριώτατος καὶ μέγας ὑπάρχων. Καὶ ὁ Ζαμβρῆς ἐπιγαυρῶν τῷ Σιλβέστρῳ εἶπε· «Νῦν τὰ ῥήματα καὶ αἱ ὑπο‐ θέσεις τῶν λόγων σου πέρας ἕξουσιν· εἰ μὲν οὖν θαῤῥεῖς εἰς τὸ ὄνομα τοῦ Θεοῦ σου, εἰπὲ τοῦτο κατὰ
30τὴν ἀκοὴν τοῦ ταύρου καὶ δειχθήσῃ Παντοκράτορι πιστεύων· εἰ δὲ μήγε, λέξω ἐγὼ, καὶ πάντες τῇ ἐμῇ πίστει συνδραμοῦσιν.» Τῶν δὲ Ἰουδαίων (105a) καὶ τῶν ἄλλων παρορμησάντων εἰπεῖν τὸν Ζαμβρῆ τὸ ὄνομα ὑπὸ τὴν ἀκοὴν τοῦ ταύρου, καὶ
35τούτου εἰπόντος, εὐθὺς ὁ ταῦρος μυκηθμὸν ἀπο‐ τελέσας μέγαν καὶ τῶν ὀφθαλμῶν αὐτοῦ ἐξελθόν‐ των ἀπέθανεν. Ἀνασκιρτώντων οὖν τῶν Ἰουδαίων καὶ μεγαλαυχούντων κατὰ Σιλβέστρου, καὶ τῶν Χριστιανῶν λυπουμένων σφόδρα, παρακαλεῖ τὸν
40βασιλέα ὁ Σίλβεστρος κελεῦσαι τῷ λαῷ ἡσυχάσαι. Καὶ τούτου γενομένου, ἐφ’ ὑψηλοῦ τόπου ἀνελ‐
θόντος 397 τοῦ Σιλβέστρου, εἶπε φωνῇ μεγάλῃ·601

110

.

604

«Ἀκούσατέ μου, οἱ μεγιστᾶνες καὶ πάντες οἱ νῦν θαυμάσαντες Χριστιανοὶ τὸν θάνατον τοῦ ταύρου. Ἐγὼ τὸν Δεσπότην μου Χριστὸν, ὃν ὑμῖν εὐηγ‐ γελισάμην, ἔγνων τυφλοὺς ἀναβλέψαι ποιήσαντα,
5κωφοὺς ἀκοῦσαι, ἀλάλους λαλῆσαι, νεκροὺς ἐγεῖραι ἐπὶ τῷ ὀνόματι αὐτοῦ· κἀντεῦθεν οὖν φανερόν ἐστι πᾶσιν ὡς διαβόλου ἐστὶν ὄνομα τὸ θανατῶ‐ σαι τὸν ταῦρον, ὅνπερ ἀναστῆσαι οὐ δύναται.» Καὶ τοῦτο ἀκούσας ὁ Ζαμβρῆς καὶ τὰ ἱμάτια διαῤῥή‐
10ξας, ἔφη πρὸς τὸν βασιλέα· «Ἐγὼ, δέσποτα, ἐπὶ τῷ ὀνόματι τοῦ παντοκράτορος Θεοῦ ταῦρον ἐθα‐ νάτωσα, καὶ οὗτος βλασφημῶν ἐν λόγοις μόνον κομ‐ πάζει· διὸ δὴ πρέπον ἐστὶ μηκέτι δίδοσθαι αὐτῷ χώραν τοῦ λέγειν.» Ὁ δὲ Σίλβεστρος
15εἶπεν· «Ἄκουσον, ὦ Ἰουδαῖε, τῶν σῶν Γραφῶν (καὶ ἐξ αὐτῶν ἐπιστομίζου πάλιν)· γέγραπται «Κύριος θανατοῖ καὶ ζωογονεῖ·» καί· «Ἐγὼ ἀποκτενῶ καὶ ζῇν ποιήσω.» Τοίνυν ἐπικάλεσαι πάλιν εἰς τὴν ἀκοὴν τοῦ βοὸς ἐκεῖνο τὸ ὄνομα,
20καὶ εἰ ζήσεται, γνωσόμεθα πάντες εἰς τὸ ὄνομα τοῦτο πιστεύειν· εἰ δὲ μὴ, ἐγὼ τὸν Δεσπότην μου Χριστὸν ἐπικαλέσομαι, καὶ ἀναστήσω αὐτόν.» Καὶ ὁ Ζαμβρῆς φησιν· «Εἰ τοῦτο ποιήσεις, μὰ τὴν κεφαλὴν τοῦ βασιλέως, 398 ἅπαντες οἱ
25Ἰουδαῖοι καταλείψαντες τὸν νόμον τῇ τῶν Χριστια‐ νῶν θρησκείᾳ προσδραμούμεθα.» Τότε δὴ ὁ Σίλ‐ βεστρος ἐκτείνας εἰς τὸν οὐρανὸν τὰς χεῖρας καὶ μετὰ δακρύων εὐχὴν ποιήσας καὶ πρὸς τὸν ταῦ‐ ρον ἀπελθὼν, εἶπε μετὰ φωνῆς μεγάλης· «Ἐγὼ
30τὸ ὄνομά σου ἐπὶ πάντων ἐπικαλοῦμαι, Δέσποτα Χριστὲ, (μετὰ κραυγῆς) ἵνα μάθῃ (πᾶς) ὁ λαὸς οὗ‐ τος, ὅτι διαβόλου μὲν ὄνομα ἐφόνευσε τὸν ταῦρον, τῇ δὲ τοῦ ἁγίου καὶ φανερωτάτου σου ὀνόματος ἐπικλήσει ἐζωοποιήθη.» Καὶ πλησιάσας τῷ ταύρῳ λέγει μετὰ κραυγῆς μεγάλης· «Ἐν ὀνόματι Ἰησοῦ Χριστοῦ, ὃν οἱ [παράνομοι] Ἰουδαῖοι ἐσταύρωσαν,
35ἀνάστηθι μετὰ σεμνότητος.» Καὶ εὐθὺς ἑαυτὸν ὁ ταῦρος κινήσας καὶ ἐγερθεὶς, ἔλυσεν αὐτοῦ τὰ δεσμὰ Σίλβεστρος καὶ ἀπέλυσε λέγων· «Πορεύου ὅθεν ἐξῆλθες, καὶ μηδένα κατὰ τὴν ὁδὸν ἀδικήσῃς.» Ὅπερ μέγα θαῦμα οἱ Ἰουδαῖοι θεασάμενοι καὶ σφόδρα καταπλαγέντες, αὐτίκα προσέπεσον εἰς τοὺς πόδας τοῦ θείου Σιλβέστρου πάντες, αἰτούμενοι τὸ ἅγιον βάπτισμα. Καὶ γέγονε χαρὰ μεγάλη τῷ
βασιλεῖ καὶ παντὶ τῷ λαῷ, ἐπὶ ὥρας βʹ κραζόντων· «Μέγας ὁ Θεὸς τῶν Χριστιανῶν.»603

110

.

605

ΡΠʹ. Περὶ Κωνσταντινουπόλεως. Μετὰ ταῦτα βουλόμενος ὁ Μέγας Κωνσταντῖνος κτίσαι εἰς ἴδιον ὄνομα ἐν τῷ πρὸ τοῦ Ἰλίου πεδίῳ ὑπὲρ τὸν Αἴαντος 399 τάφον, ἔνθα φασὶ τὸν ναύ‐
5σταθμον τοὺς ἐπὶ Τροίαν στρατεύσαντας Ἕλλη‐ νας, κατ’ ὄναρ ὁ Θεὸς [αὐτῷ] ἐπέτρεψεν ἐν τῷ Βυ‐ ζαντίῳ κτίσαι. Καὶ τῷ ιβʹ ἔτει τῆς βασιλείας αὐτοῦ ἐν Ῥώμῃ ποιήσας Κωνστάντιον καὶ Κῶν‐ σταν, τοὺς υἱοὺς αὐτοῦ, Καίσαρας, Κων‐
10σταντῖνον μὲν τὸν πρεσβύτατον ἄρχειν ἐθέσπισε πρὸς δυόμενον ἥλιον, τὸν δὲ Κῶνσταν ἐν Ῥώμῃ, καὶ Δαλμάτιον, ἀνεψιὸν αὐτοῦ, ἐν Βρεττανίᾳ, κατα‐ λείψας αὐτοῖς τὰ δυτικὰ μέρη, ἀνῆλθεν εἰς Βυ‐ ζάντιον σὺν τῇ μητρὶ Ἑλένῃ, καὶ υἱῷ Κωνσταν‐
15τίῳ, καὶ Λικινίῳ, γαμβρῷ, ἐπὶ ἀδελφῇ αὐτοῦ. (105b) Καὶ ἀνανεώσας τὸ πρώην ὑπὸ Βυζαντίου, τοῦ βασιλέως τῆς Θρᾴκης, τεῖχος κτισθὲν καὶ προσ‐ θεὶς ἄλλο διάστημα, προσηγόρευσεν αὐτὴν εἰς τὸ ἴδιον ὄνομα Κωνσταντινούπολιν. Ὀλίγους δὲ
20τοὺς οἰκήτορας πρὸς τὸ μέγεθος πόλεως ὁρῶν, ἀπό τε Ῥώμης τοὺς ἀξιολογωτέρους ἐκλεξάμενος, ἀπό τε τόπων ἑτέρων συναθροίσας καὶ οἴκους μεγίστους οἰκοδομήσας αὐτοῖς καὶ χαρισάμενος οἰκεῖν τὴν πόλιν ἐποίησεν. 400 (2) Κτίσας δὲ παλάτιον καὶ ἱππικὸν
25καὶ τοὺς βʹ μεγάλους ἐμβόλους καὶ τὸν φόρον ἐν ᾧ τόπῳ τὴν κόρτην αὐτοῦ ἵστησιν ἐπανελθὼν ἀπὸ Ῥώμης, ἐν ᾧ καὶ κίονα μονόλιθον καὶ ὁλοπόρφυ‐ ρον στήσας, ὃν ἀπὸ Ῥώμης ἐκόμιζε ἀξιάγαστον σφόδρα, ἵδρυσεν ἐπάνω αὐτοῦ ἀνδριάντα, ὃν ἤνεγ‐
30κεν ἀπὸ Ἡλιουπόλεως τῆς Φρυγίας ἔχοντα ἐπὶ τὴν605

110

.

608

κεφαλὴν ἀκτῖνας ζʹ· τὸν δὲ κίονα τρισὶν ἔτεσι πλωϊ‐ ζόμενον ἤγαγε διὰ τὴν ὑπερβολὴν τοῦ μεγέθους καὶ τοῦ βάρους· ἀπὸ δὲ τῆς θαλάσσης μέχρι τοῦ φόρου δι’ ἐνιαυτοῦ ἦλθε, καίπερ τοῦ βασιλέως συνεχῶς
5φοιτῶντος καὶ χρυσίον ἄπειρον τῷ πλήθει διανέ‐ μοντος. Εἶτα θέμενος εἰς τὰ θεμέλια τοὺς ιβʹ κοφίνους, οὒς ὁ Χριστὸς ηὐλόγησε, καὶ ξύλα τίμια καὶ ἅγια λείψανα πρὸς στηριγμὸν καὶ φυλακὴν, ἔστησεν αὐτὸν διὰ πολλῆς τέχνης, δυνάμεώς τε καὶ σο‐
10φίας ὁ θαυμάσιος ἐκεῖνος ἀνὴρ τὸν πανθαύμαστον μονόλιθον κίονα· ἐξεπάτησαν δέ τινας τῶν ἀφελε‐ στέρων καὶ ἰδιωτῶν ἢ μᾶλλον εἰπεῖν τῶν ἀλογωτέ‐ ρων, μὴ εἶναι τοῦτον μονόλιθον αἱ πρὸς διακόσμη‐ σιν καὶ εὐπρέπειαν αὐτοῦ χαλκαῖ ζῶναι καὶ οἱ
15πλεῖστοι λῶροι. Καὶ πρὸς τούτοις ἔκτισε ναοὺς τῶν τε Ἁγίων Ἀποστόλων, 401 καὶ τῆς ἁγίας Εἰρήνης, καὶ τοῦ ἁγίου Μωκίου, καὶ τοῦ ἀρχαγγέλου Μιχαὴλ ἐν τῷ Ἀνάπλῳ. Πρὸς τούτοις κτίζει καὶ τὴν
20Ἁγίαν Σοφίαν (106a) (πλησίον τῆς Ἁγίας Εἰρήνης, ἐκκλησίαν περικαλλῆ, ἀλλ’ οὐ κατὰ τὸ νῦν ὁρώμε‐ νον σχῆμα, καὶ κάλλος, καὶ μέγεθος. Καὶ ταύτης τὰ ἐγκαίνια ποιεῖ ἐπὶ Εὐδοξίου πατριάρχου, μαθη‐ τοῦ Εὐνομίου, μηνὶ Μαίῳ ιαʹ ἐγκαινισθεῖσα παρὰ
25τῆς αʹ συνόδου τῶν τιηʹ ἁγίων θεοφόρων Πατέ‐ ρων. Εἶτα ποιήσας Καίσαρα Κωνστάντιον, υἱὸν αὐτοῦ, ἐν Κωνσταντινουπόλει, καὶ Λικίνιον, [τὸν] γαμβρὸν αὐτοῦ, ἐν Νικομηδείᾳ τῆς Βιθυνίας, κατὰ
30Περσῶν ἐστράτευσε, ὑφ’ ὧν παρακληθεὶς ὑπο‐ φόρους αὐτοὺς ἐποίησεν καὶ ὑπέστρεψε. Καὶ μαθὼν ἐν Νικομηδείᾳ, ὅτι Λικίνιος τιμω‐ ρῶν ἐφόνευσε τοὺς Χριστιανοὺς, συγχυθεὶς τῇ λύπῃ ἔγραφεν αὐτῷ παρακελεύων 402 ἀποστῆναι
35αὐτὸν τῆς κατὰ τῶν ἐκκλησιῶν τοῦ Χριστοῦ μανίας.607

110

.

609

Ὁ δὲ καταφρονήσας μανικωτέρῳ τῷ διωγμῷ ἐχρήσατο καὶ (λοιπὸν κρυπτῶς) κατὰ τοῦ εὐεργέ‐ του ἐπιβουλὰς ἐπενόει· ὕστερον δὲ καὶ δημόσιον πόλεμον ἐπεκρότει κατὰ τοῦ ὑπὸ θείας δυνάμεως
5φρουρουμένου. Καὶ συμβολῆς γενομένης κατὰ τὰ μέρη τῆς Βιθυνίας (καὶ τοῦ ἐνδόξου σταυροῦ προά‐ γοντος), Κωνσταντίνῳ ὑποχείριος γέγονεν ὁ δείλαιος ζῶν συλληφθείς. (Φιλανθρωπίᾳ δὲ χρησάμενος ὁ κατὰ πάντας πραότατος βασιλεὺς τῷ δυσμενεῖ),
10ἐκέλευσεν αὐτὸν ἐν Θεσσαλονίκῃ διάγειν ἡσυχά‐ ζοντα. Ὁ δὲ μικρὸν ἐφησυχάσας, ἐφωράθη βαρ‐ βάρους τινὰς μισθωσάμενος πρὸς τὸ αὖθις ἀναμα‐ χήσασθαι. Καὶ μαθὼν τοῦτο ὁ Κωνσταντῖνος ἐκέ‐ λευσε κεφαλικὴν αὐτὸν ὑποστῆναι τιμωρίαν.
15(3) Ἡ δὲ μακαρία Ἑλένη εἰς Ἱερουσαλὴμ ἀπελθοῦσα πρὸς ἀναζήτησιν τοῦ τιμίου σταυροῦ, καὶ τοῦτον εὑροῦσα, ἔκτισεν ἐκκλησίας θαυμασίας, καταλύσασα τὸν ἐπὶ τῷ Δεσποτικῷ τάφῳ κτισθέντα ναὸν ὑπὸ τῶν ἀθέων τῇ Ἀφροδίτῃ. Καὶ
20ὑποστρέψασα καὶ πολλὰ τῷ υἱῷ περὶ τῆς εἰς Χριστὸν πίστεως ἐντειλαμένη, ἐτελεύτησεν ἐτῶν 403 πʹ, ἣν ἔθαψαν ἐν τῷ ναῷ τῶν Ἁγίων Ἀποστό‐ λων. Πάσαις τοίνυν ἀρεταῖς ἡ μακαρία κε‐ κοσμημένη εἶχε καὶ τὴν χριστομίμητον ταπεινοφρο‐
25σύνην πρὸς πάντας μὲν, διαφερόντως δὲ πρὸς τὸ ἱερὸν τῶν μοναχῶν σχῆμα. Τὰς γάρ τοι διὰ βίου τὴν παρθενίαν ἀσκούσας συναγείρουσα πολλάκις καὶ ἐπὶ στιβάδων κατακλίνουσα, αὐτὴ δι’ ἑαυτῆς καθυπούργει, ὄψα παρατιθεῖσα, καὶ κύλικας ὀρέ‐
30γουσα καὶ ὕδωρ ταῖς χερσὶν αὐτῶν ἐπιχέουσα, θερα‐ παίνης ἔργον ἐπλήρου. Οὕτω δὲ καὶ τὸν ἀείμνη‐ στον υἱὸν αὐτῆς ἐξεπαίδευσεν, ἄτυφον ἔχειν φρόνημα, ἀρετῆς καὶ πολιτείας ἀκριβοῦς ἐπι‐ μελεῖσθαι, δουλεύειν τῷ Θεῷ, κατὰ τὴν Γραφὴν,
35«μετὰ φόβου καὶ τρόμου,» (106b) ὃς (καὶ αὐτὸς) φυλάττων ἀκριβῶς τὰς αὐτῆς ἐντολὰς ἐκαρποφόρει ἑκατονταπλασίως.
Ἐπὶ τούτου γὰρ τοῦ μακαρίου οἱ ἐνδότεροι609

110

.

612

Ἰνδοὶ καὶ Ἴβηρες προσῆλθον τῷ ἁγίῳ βαπτίσματι· καὶ οἱ Ἀρμένιοι ἐπίστευσαν τελείως μετὰ τοῦ βασιλέως αὐτῶν Τηριδάτου διὰ τοῦ πολυάθλου μάρ‐ τυρος καὶ μεγάλου Γρηγορίου ἀρχιεπισκόπου αὐ‐
5τῶν. (4) Ἐγένετο δὲ καὶ σεισμὸς ἐν Καμπανίᾳ, καὶ κατέπεσαν πόλεις ιγʹ· καὶ ἔκλειψις ἡλίου γέγονεν ὥρᾳ γʹ τῆς ἡμέρας, ὥστε καὶ ἀστέρας ἐν οὐρανῷ φανῆναι.
10404 (5) Καὶ περὶ τὴν Μελιτινὴν χώραν ὄφεων παντοῖον γένος, ἐκτείναντες ἐπὶ διαστή‐ ματα εʹ· καὶ μαχεσάμενοι κατέκτειναν ἀλλήλους ὡς καὶ τὴν χώραν (ἐκ τῶν σωμάτων αὐτῶν) ἀπο‐ ζέσαι.
15(6) Καὶ οἱ Ἰουδαῖοι στασιάσαντες πρὸς τὸ οἰ‐ κοδομῆσαι τὸν ἐν Ἱεροσολύμοις ναὸν, πολλοὺς ὁ θεῖος Κωνσταντῖνος τιμωρησάμενος διεσκόρπι‐ σεν (ἐν οἷς καὶ τὰ ὦτα αὐτῶν ἀποτεμὼν καὶ τὸ τῆς προπετείας ἐνθεὶς αὐτοῖς τῷ σώματι σύμβολον,
20περιῆγε πανταχοῦ σωφρονίζων καὶ τοὺς ἄλλους πάντας μηκέτι τοῖς αὐτοῖς ἐπιχειρεῖν πράγμασιν). ΡΠΑʹ. Περὶ τῆς αʹ συνόδου. Καὶ ἡ ἐν Νικαίᾳ σύνοδος [τῶν τιηʹ ἁγίων Πα‐ τέρων] ἐγένετο διὰ προφάσεως τοιᾶσδε. Ὁρῶν ὁ μέ‐
25γας οὗτος βασιλεὺς [Κωνσταντῖνος] τὴν Ἐκκλησίαν ὑπὸ Ἀρείου ταραττομένην, σύνοδον οἰκουμενικὴν συνεκρότησε. (2) Καὶ τοὺς μὲν ἐπισκόπους πανταχόθεν δη‐ μοσίοις ἵπποις καὶ ἡμιόνοις εἰς τὴν ἔλευσιν τῆς
30συνόδου χρήσασθαι ἐκέλευσεν, αὐτὸς δὲ εἰς τὴν Νί‐ καιαν ἀφίκετο, ἰδεῖν ἐφιέμενος τὴν πληθὺν τῶν ἀρχιερέων (καὶ τὴν ὁμόνοιαν αὐτοῖς πρυτανεῦσαι). 405 (3) Συνεληλυθότων οὖν πάντων, οἶκον μέ‐ γιστον ἐν τοῖς βασιλείοις ἐκέλευσεν εὐτρε‐
35πισθῆναι, καὶ θρόνους ἐν αὐτῷ τεθῆναι, καὶ οὕτως εἰσελθεῖν αὐτοὺς ἐπέτρεψεν· εἰσελθόντος δὲ αὐτοῦ ἔσχατον σὺν ὀλίγοις καὶ ἑστῶτος ἐν τῷ μέσῳ, προετρέψατο πάντας καθίσαι. Εἶτα θρόνου μικροῦ τεθέντος, κελευσθεὶς ὑπ’ αὐτῶν ἐκάθισε (καὶ αὐτὸς)
40ἔσχατον πάντων· τοσαύτη τις εὐλάβεια καὶ αἰδὼς τῶν ἀνδρῶν κατεῖχε τὸν βασιλέα. Καὶ οἱ
μὲν τοῖς ἄνθεσι τῶν ἐγκωμίων τὴν κεφαλὴν αὐ‐611

110

.

613

τοῦ στεφανώσαντες, τὴν περὶ τὰ θεῖα σπουδὴν εὐλογίαις ἠμείψαντο. Ὁ δὲ τοὺς περὶ τὴν ὁμό‐ νοιαν καὶ συμφωνίαν προσαγαγὼν λόγους, πολλοὺς μὲν ἐσωφρονήσατο καὶ λόγοις καὶ δώροις· πολλὰς
5[δὲ] στιβάδας εὐτρεπισθῆναι προστάξας, ἐπὶ τὸ αὐτὸ πάντας ἑστίασε· τοὺς μὲν ἀξιωτέρους ὁμοτραπέζους λαβὼν, τοὺς δὲ λοιποὺς εἰς τὰς ἄλλας τραπέζας διεῖλεν. (4) Θεασάμενος δέ τινας τοὺς δεξιοὺς ὀφθαλμοὺς
10ἐκκεκομμένους καὶ μαθὼν ὡς ὑπὸ Μαξιμιανοῦ καὶ Διοκλητιανοῦ διὰ τὴν εἰς Χριστὸν πίστιν καὶ ὁμολογίαν τοῦτο πεπόνθασι, τὰ χείλη τοῖς τραύμασι προσενήνοχε κατασπαζόμενος, ἑλκύσειν ἐκεῖθεν εὐλογίαν τῷ φιλήματι πιστεύων. Οὕτως ἦν
15ὁ θαυμάσιος ἐκεῖνος ἀνὴρ εὐλαβείᾳ καὶ πίστει καὶ μετριοφροσύνῃ λελαμπρυσμένος. (5) Τῇ δὲ ἐπαύριον οἱ ἐπίσκοποι καὶ ὁ βασιλεὺς εἰς ἕνα τόπον συνελθόντες καλοῦσι τὸν Ἄρειον σὺν τοῖς ὁμόφροσιν αὐτοῦ εἰς τὴν σύνοδον, ἐπιτρέποντες
20αὐτῷ συστῆναι τοῖς οἰκείοις δόγμασιν. Ἦν δὲ τὰ δόγματα τοῦ ἀσεβοῦς καὶ τρισκαταράτου τοιαῦτα· «Οὐκ ἀεὶ ὁ Θεὸς Πατὴρ ἦν, ἀλλ’ ἦν ὅτε ὁ Θεὸς Πατὴρ οὐκ ἦν· οὐκ ἀεὶ δὲ ἦν ὁ τοῦ Θεοῦ Λόγος, ἀλλ’ ἐξ οὐκ (107a) ὄντων γέγονεν· ὁ γὰρ
25ὢν Θεὸς τὸν μὴ ὄντα ἐκ τοῦ μὴ ὄντος πεποίηκε· διὸ ἦν ποτὲ, ὅτε οὐκ 406 ἦν· κτίσμα γάρ ἐστι καὶ ποίημα ὁ Υἱός· οὔτε δὲ ὅμοιός ἐστιν ὁ Υἱὸς κατ’ οὐσίαν τῷ Πατρὶ, οὔτε δὴ [ἀληθινὸς καὶ φύσει τοῦ Πατρὸς Λόγος ἐστὶν, οὔτε] ἀληθινὴ σοφία
30αὐτοῦ ἐστιν· ἀλλ’ εἷς μὲν τῶν ποιημάτων καὶ γεν‐ νητός ἐστι, καταχρηστικῶς δὲ λέγεται Λόγος καὶ Σοφία [γενόμενος καὶ αὐτὸς τῷ ἰδίῳ τοῦ Θεοῦ Λόγῳ καὶ ἐν τῷ Θεῷ σοφίᾳ], ἐν ᾗ καὶ τὰ πάντα καὶ αὐτὸν πεποίηκεν ὁ Θεός· διὸ καὶ τρεπτός ἐστι καὶ ἀλ‐
35λοιωτὸς τὴν φύσιν, ὡς καὶ πάντα τὰ λογικά· ξέ‐ νος τε καὶ ἀλλότριος καὶ ἀπεσχοινισμένος ἐστὶν ὁ Λόγος τῆς (τοῦ) Θεοῦ οὐσίας, καὶ ἀόρατός (ἐστιν) ὁ Πατὴρ τῷ Υἱῷ· οὔτε γὰρ τελείως καὶ ἀκριβῶς γινώσκει ὁ Λόγος τὸν Πατέρα, οὔτε τελείως ὁρᾷν
40αὐτὸν δύναται· καὶ γὰρ ἑαυτοῦ τὴν οὐσίαν οὐκ εἶδε· δι’ ἡμᾶς γὰρ πεποίηται, ἵνα ἡμᾶς δι’ αὐτοῦ ὡς δι’ ὀργάνου κτίσῃ ὁ Θεός· καὶ οὐκ ἂν ὑπέστη, εἰ μὴ ἡμᾶς ἠθέλησεν ὁ Θεὸς ποιῆσαι. Ἠρώτησεν οὖν τις αὐτοὺς, εἰ δύναται ὁ τοῦ Θεοῦ
45Λόγος τραπῆναι ὡς ἐτράπη ὁ διάβολος; καὶ οὐκ ἐφοβήθησαν εἰπεῖν, ὅτι Ναὶ, δύναται τραπῆναι· τρεπτῆς γάρ ἐστι φύσεως, γεννητὸς καὶ κτιστὸς ὑπάρχων. (6) Ἀλλὰ τὸ κατὰ τὴν σύνοδον γεγονὸς θαῦμα
οὐ δίκαιον σιωπῇ παραπέμψασθαι· πρὸς γὰρ613

110

.

616

τὸ παράδοξον τοῦ βασιλικοῦ διατάγματος καὶ φι‐ λόσοφοι καὶ ῥήτορες ἐν τῇ συνόδῳ παρῆσαν διαλε‐ κτικῆς ἐμπειρότατοι, ἐν οἷς ὑπῆρχέ τις Ἕλλην, καὶ αὐτὸς παρὰ πάντων θαυμαζόμενος, ὥστε με‐
5γάλην ἀκρόασιν ἐκ τῆς συμβολῆς γενέσθαι, πλήθους ἐπισυντρέχοντος. Οὐδὲ γὰρ οἷοί τε ἦσαν οἱ ἐπίσκοποι τὸν φιλόσοφόν τε καὶ ῥήτορα περιτρέ‐ ψαι τέως διαλεγόμενον, ὅτι πᾶσι τοῖς ἐπαγομέ‐ νοις ῥᾷστα προσεφέρετο ἐπιλύων εὐφυῶς τὰ προ‐
10τεινόμενα καὶ δίκην ἐγχέλους ἀκατάσχετος εὑρισκό‐ μενος (καὶ μηδενὶ λόγῳ κρατούμενος)· ἐν οἷς γὰρ ἐδόκει συνέχεσθαι, διολισθαίνων 407 ἐπικρατέστε‐ ρος ἀνεφαίνετο τῇ τῶν νοημάτων δεινότητι καὶ ῥημάτων εὐγλωττίᾳ τε καὶ στωμυλίᾳ. Ἀλλ’ ἵνα
15δείξῃ ὁ Θεὸς, ὅτι οὐκ ἐν λόγοις ἡ βασιλεία τῶν οὐρανῶν, ἀλλ’ ἐν δυνάμει, ἄνθρωπός τις ἐκ τῶν ἁγίων (Κύπριος μὲν τῷ γένει καὶ τῆς πόλεως Τρι‐ μιθούντων ἐπίσκοπος) ὀνόματι Σπυριδίων, ἁπλούστατος δὲ τὴν φύσιν καὶ ἰδιώτης τὸν λό‐
20γον (σφόδρα), αἰτεῖται χώραν αὐτῷ διαλέξεως ἐπιδοθῆναι πρὸς τὸν φιλόσοφον. Οἱ δὲ Πατέρες τὸ ἁπλοῦν τε καὶ ἰδιωτικὸν τοῦ ἀνδρὸς εἰδότες ἐκώ‐ λυον αὐτὸν (μήποτε παρὰ τοῖς μοχθηροῖς καταγε‐ λασθῶσι). Τοῦ δὲ μὴ ἀνεχομένου, πρόσεισι τῷ ἀνδρὶ
25καί φησιν· «Ἐν ὀνόματι Ἰησοῦ Χριστοῦ, ἄκουσον, ὦ φιλόσοφε, τὰ τῆς ἀληθείας δόγματα.» (Ὁ δὲ πρὸς αὐτὸν ἔφη· «Ὃ ἐὰν εἴπῃς ἀκούω.» Κἀκεῖνος εἶπε· «Γίνωσκε ὅτι) Θεὸς εἷς ἐστιν ὁ τὸν οὐ‐ ρανὸν καὶ τὴν γῆν δημιουργήσας ὁ καὶ (τὸν) ἄνθρω‐
30πον ἐκ γῆς διαπλάσας καὶ τὰ ὁρατὰ πάντα καὶ ἀόρατα τῷ Λόγῳ αὐτοῦ καὶ τῷ Πνεύματι συστησά‐ μενος. Τοῦτον (οὖν) τὸν Λόγον ἡμεῖς Υἱὸν Θεοῦ εἰδότες προσκυνοῦμεν, πιστεύοντες διὰ τὴν ἡμε‐ τέραν σωτηρίαν ἐπ’ ἐσχάτων ἐκ τῆς Παρθένου
35τεχθῆναι καὶ διὰ σταυροῦ, καὶ θανάτου, καὶ ἀνα‐ στάσεως (αὐτοῦ) ἐλευθερωκέναι τὸ γένος τῶν ἀνθρώπων, ὃν καὶ ἐλπίζομεν ἐλθόντα κρῖναι πάντας ἐν δικαιοσύνῃ. Πιστεύεις τοῦτο, φιλό‐ σοφε;» Ὁ δὲ ὡς ἄν τις πεῖραν λόγων μηδέποτε
40ἔχων εἰς ἀντίθεσιν, ἀπηνεώθη καὶ ὡς κωφὸς καὶ ἄλαλος ἀποσιωπήσας, τοῦτο μόνον ἐφθέγξατο, ὅτι Ταῦτα κἀμοὶ οὕτως ἔχειν δοκεῖ. Καὶ ὁ γέρων (107b) φησίν· «Οὐκοῦν ἀναστὰς ἀκολούθει μοι πρὸς τὴν ἐκκλησίαν καὶ λήψῃ τὸ σημεῖον [τῆς πί‐
45στεως] ταύτης.» Ὁ δὲ φιλόσοφος ἐπιστραφεὶς λέγει τοῖς μαθηταῖς αὐτοῦ· «Ἀκούσατέ μου, ὦ ἄνδρες· ἕως ὅτε λόγων ἐποιησάμην σπουδὴν, λόγους 408 λόγοις ἀντετίθουν καὶ τὰ προσφερόμενα τέχνῃ
τοῦ λέγειν ἀνέτρεπον. Ὅτε δὲ ἀντὶ λόγων δύναμίς615

110

.

617

τις ἐξῆλθεν ἐκ τοῦ στόματος τοῦδε τοῦ γέροντος, οὐκ ἴσχυσαν οἱ λόγοι τὴν δύναμιν ἀντιτάξασθαι· οὐδὲ γὰρ οἷός τε ἐστὶν ἄνθρωπος ἀντιστῆναι Θεῷ. Διά τοι τοῦτο, εἴ τις ὑμῶν δύναται συνιέναι ὡς κἀγὼ νενόηκα, πιστεύσει εἰς τὸν Χριστὸν καὶ ἀκολουθείτω σὺν ἐμοὶ τῷ γέροντι τούτῳ, [ἐν] ᾧ ἐλάλησεν
5ὁ Θεός.» Τούτω οὖν τῷ τρόπῳ γενόμενος ὁ φιλόσοφος Χριστιανὸς, ἔχαιρεν ἡττηθεὶς ὑπὸ τοῦ γέρον‐ τος. (7) Παρῆν δὲ τηνικαῦτα καὶ ὁ θεῖος Παφνούτιος (ἀνὴρ Αἰγύπτιος) καὶ θαυματουργὸς καὶ ὁμολο‐ γητὴς, οὗ τὸν δεξιὸν ὀφθαλμὸν Μαξιμιανὸς ἐξώρυξεν,
10ὃς (καὶ), τῆς συνόδου κανονίσαι θελούσης, ὥστε κληρικὸν μὴ συνέρχεσθαι (τῇ) πρὸς γάμον (αὐτοῦ) γυναικὶ, ὡς βαρὺν τὸν λόγον ἀνέτρεψε [καὶ μόνοις ἐπισκόποις ἐτύπωσε τοῦτο παραφυλάττεσθαι]. (8) Μετὰ γοῦν πολλὴν (τὴν) τῆς σκέψεως ἀκρί‐
15βειαν, ἔδοξε πᾶσιν ὁμοῦ δεῖν ὁρίσασθαι τὸ ὁμοούσιον ἐπὶ τῆς ὀρθοδόξου πίστεως, τουτέστι τῆς αὐτῆς [οὐσίας καὶ] φύσεως τῷ Πατρὶ καὶ τὸν Υἱὸν ὁμολογεῖν, ἣν δὴ καὶ κατὰ κράτος καὶ συμφώνως ἐβεβαίωσαν παρεκτὸς Ἀρείου τοῦ ἀσεβοῦς καὶ
20ἄλλων ἓξ ὁμοφρόνων αὐτῷ, οὓς ἀναθεματί‐ σαντες οἱ θεῖοι Πατέρες οἱ τιηʹ, ὁ βασιλεὺς ἐξώρισεν. ΡΠΒʹ. Περὶ τοῦ μὴ κατακρίνειν ἱερέα. Μετὰ δὲ ταῦτα φιλαπεχθήμονες ἄνδρες κατά
25τινων ἐπισκόπων ἐγγράφους ἐπέδωκαν τῷ βασιλεῖ κατηγορίας. Ὁ δὲ ταύτας 409 δεξάμενος καὶ δεσμήσας καὶ τῷ δακτυλίῳ σημηνάμενος, ἐκέλευσε φυλάττεσθαι. Εἶτα πρὸς εἰρήνην αὐτοὺς καὶ ὁμό‐ νοιαν συμβιβάσας, ταύτας (κομίσας), ἐνώπιον
30πάντων κατέκαυσεν, ὅρκῳ πληροφορήσας αὐτοὺς μηδὲν ἀναγνῶναι τῶν ἐν αὐτοῖς γεγραμμένων· οὐδὲ γὰρ ἔφη χρῆναι τὰ πλημμελήματα τῶν ἱερέων δῆλα γενέσθαι τοῖς πολλοῖς, ἵνα μὴ σκανδάλου πρό‐ φασιν ἐντεῦθεν λαμβάνοντες, ἀδεῶς ἁμαρτάνωσιν·
35ἐγὼ δὲ, εἰ αὐτόπτης ἐγενόμην ἐπισκόπου γάμον ἀλλότριον διορύττοντος, συνεκάλυψα ἂν τῇ πορ‐ φυρίδι μου ταύτῃ τὸ παρανόμως γινόμενον, ὡς ἂν μὴ βλάψειε τοὺς θεωμένους τῶν δρωμένων ἡ ὄψις. Οὕτω τοίνυν τοὺς μὲν εὖ λέγοντας ἀνακηρύττων,
40τοὺς δὲ ἀντιλέγοντας παρακλητικῶς εἰς ὁμόνοιαν ἐλαύνων, τοὺς πάντας ὁμογνώμονας ἐποίησε καὶ ὁμοδόξους (ἐπὶ) τοῖς ἀμφισβητουμένοις ἅπασι. Καὶ οὕτῳ παραινέσας ἅπαντας καὶ πολλῆς τιμῆς τε
καὶ δωρεᾶς ἀξιώσας, ἕκαστον παρηγγύησε καταλαβεῖν τὴν ἰδίαν ποίμνην617

110

.

620

(108a) ΡΠΓʹ. Περὶ τῆς εὑρέσεως τοῦ σταυροῦ. Μετὰ γοῦν τὸ συναθροισθῆναι τὴν ἐν Νικαίᾳ σύνοδον καὶ πάντων τῶν ἁγίων ἐπισκόπων εἰς ἓν δεδραμηκότων καὶ τὰ κατὰ Ἄρειον 410 ἐπρά‐
5χθη, παρεκελεύσατο ὁ βασιλεὺς τῷ τῆς Αἰλίας ἐπισκόπῳ Μακαρίῳ παρόντι ἐν τῇ συνόδῳ καὶ τῶν ἀποστολικῶν δογμάτων ὑπερμαχοῦντι ἀναζητῆσαι καὶ τὸν ζωοποιὸν σταυρὸν καὶ τὸ θεοδόχον μνῆμα καὶ πάντας τοὺς ἁγίους τόπους· ἦν δὲ ἔννατος
10καὶ δέκατος ἐνιαυτὸς τῆς βασιλείας αὐτοῦ, ὅτε ἐγέ‐ νετο ἡ ἐν Νικαίᾳ σύνοδος. (2) Μετὰ δὲ ταῦτα ἀπέστειλεν ὁ βασιλεὺς τὴν ἑαυτοῦ μητέρα Ἑλένην εἰς Ἱεροσόλυμα μετὰ γραμμάτων καὶ χρημάτων ἀφθονίας πρὸς τὸν
15φερώνυμον Μακάριον, τὸν τῆς Αἰλίας ἐπίσκοπον, ἐπὶ ἀναζητήσει τοῦ ζωοποιοῦ ξύλου τοῦ ἐνδόξου σταυροῦ καὶ οἰκοδομῇ τῶν ἁγίων τόπων αὐτῆς, τοῦτο αἰτη‐ σαμένης τῆς βασιλίδος, φασκούσης ὀπτασίαν τινὰ θείαν ἑωρακέναι, κελεύουσαν αὐτὴν τὰ Ἱεροσόλυμα
20καταλαβεῖν καὶ τοὺς ἁγίους τόπους εἰς φῶς ἀγαγεῖν χωσθέντας ὑπὸ τῶν ἀνόμων καὶ ἀφανεῖς γενο‐ μένους ἐπὶ τοσούτου χρόνου. Μαθὼν δὲ ὁ ἐπίσκοπος ἀφικομένην τὴν βασιλίδα, συναγαγὼν τοὺς τῆς ἐπαρχίας ἐπισκόπους, μετὰ τῆς δεούσης τιμῆς
25ὑπήντησεν αὐτῇ. Εὐθέως δὲ παρεκέλευσε τοὺς ἐπισκόπους τὴν ζήτησιν τοῦ ποθεινοῦ ξύλου ποιή‐ σασθαι. Ἀπορούντων δὲ πάντων περὶ τούτου καὶ ἄλλου ἄλλα ἐξ ὑποψίας διηγουμένου, ὁ τῆς πόλεως ἐπίσκοπος πάντας παρεκάλει ἡσυχίαν ἄγειν καὶ
30σπουδαιοτέραν εὐχὴν ὑπὲρ τούτου τῷ Θεῷ προσφέ‐ ρειν. Τούτου δὲ γενομένου, εὐθέως ἐδείχθη ὁ τόπος θεόθεν τῷ ἐπισκόπῳ, ἐν ᾧ ἵδρυτο τῆς ἀκαθάρτου δαίμονος Ἀφροδίτης ὁ ναὸς καὶ τὸ ἄγαλμα. Τότε ἡ βασίλισσα τῇ βασιλικῇ αὐθεντίᾳ χρωμένη, συνα‐
35γαγοῦσα πλῆθος πολὺ τεχνιτῶν καὶ ἐργατῶν, ἐκέ‐ λευσεν ἐκ βάθρων ἀνατραπῆναι τὸ μυσαρὸν οἰκοδόμημα καὶ τὸν χοῦν πόῤῥω που ἀποῤῥιφῆναι. Τούτου δὲ γεναμένου, ἀνεφάνη τὸ θεῖον μνῆμα καὶ ὁ τόπος τοῦ κρανίου καὶ οὐ μηκόθεν 411 τρεῖς
40σταυροὶ ἐχωσμένοι. Ἐπιμελῶς δὲ διερευνήσαντες, εὗρον καὶ τοὺς ἥλους. Ἐκεῖθεν λοιπὸν ἀμηχανία πολλὴ καὶ θλῖψις κατέλαβε τὴν βασίλισσαν ἐπιζη‐ τοῦσαν ποῖος ἄρα εἴη ὁ Δεσποτικὸς σταυρός. Ὁ δὲ ἐπίσκοπος μετὰ πίστεως τὴν διάκρισιν ἔλυσεν·
45γυναικὶ γὰρ ἀῤῥωστούσῃ τῶν ἐπιφανῶν καὶ
ἀπεγνωσμένῃ ὑπὸ πάντων, καὶ τὰ τελευταῖα619

110

.

621

πνεούσῃ προσαγαγὼν ἑκάτερον τῶν σταυρῶν, τὸ ζητούμενον εὗρε· μόνον γὰρ ἤγγισεν ἡ σκιὰ τοῦ σωτηρίου σταυροῦ τῇ ἀσθενούσῃ, εὐθὺς ἡ ἄπνους καὶ ἀκίνητος θείᾳ δυνάμει παραχρῆμα ἀνεπήδησε
5μεγάλῃ φωνῇ βοῶσα καὶ δοξάζουσα τὸν Θεόν. Ἡ δὲ βασίλισσα Ἑλένη μετὰ χαρᾶς μεγάλης καὶ φόβου ἀνελομένη τὸν σταυρὸν, μέρος μέντοι σὺν τοῖς ἥλοις, ἀνεκομίσατο πρὸς τὸν παῖδα· τὸ δὲ λοιπὸν, γλωσσόκομον ἀργυροῦν ποιήσασα, παρέδωκε
10τῷ ἐπισκόπῳ τῆς πόλεως εἰς μνημόσυνον πά‐ σαις γενεαῖς καὶ θεσπίσασα ἐκκλησίας γενέσθαι ἐν τῷ ζωοποιῷ μνήματι καὶ ἐν τῷ ἁγίῳ Γολγοθᾷ καὶ ἐν τῇ Βηθλεὲμ ἐν τῷ σπηλαίῳ, ἔνθα ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τὴν κατὰ σάρκα γέννησιν ὑπέμεινε, καὶ ἐν τῷ ὄρει τῶν ἐλαιῶν, (108b) ἔνθα εὐλογήσας τοὺς μαθητὰς ἀνελήφθη. Καὶ ἄλλα καλὰ καὶ ἀξιέπαινα ποιήσασα ἐν Ἱεροσολύμοις ἀνέστρεψε πρὸς τὸν παῖδα.
15(3) Ὁ δὲ μετὰ χαρᾶς αὐτὴν ὑποδεξάμενος τὴν μὲν τοῦ τιμίου σταυροῦ μερίδα χρυσῇ θήκῃ ἀπο‐ θέμενος, παρέδωκε τῷ ἐπισκόπῳ εἰς τήρησιν, ἐνιαυ‐ σιαίαις μνήμαις ἑορτάζειν τὴν ἀνάδειξιν τοῦ σταυ‐ ροῦ προστάξας. Τῶν δὲ ἥλων τοὺς μὲν εἰς τὴν ἰδίαν
20περικεφαλαίαν ἐχάλκευσε, τοὺς δὲ ἀνέμιξε τῷ σαλβαρίῳ τοῦ ἵππου αὐτοῦ, ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ τοῦ προφήτου Ζαχαρίου διὰ τοῦ Κυ‐ ρίου λέγοντος· «Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται τὸ ἐπὶ τῷ χαλινῷ τοῦ ἵππου τοῦ βασιλέως ἅγιον τῷ
25Κυρίῳ παντοκράτορι.» 412 (4) Ὁ δὲ βασιλεὺς ἐκέλευσε τῷ ἐπισκόπῳ Κωνσταντινουπόλεως καταλαβεῖν τὴν Αἰλίαν καὶ συγκροτῆσαι σύνοδον πλειόνων ἐπισκόπων καὶ ἐγκαι‐ νίσαι τοὺς ἁγίους τόπους. Οὗτος δὲ ἦν Εὐσέβιος
30ὁ Νικομηδείας ὁ τῶν Ἀρειανικῶν δογμάτων γενό‐ μενος πρόμαχος· οὗτος ἀναθεματισθεὶς ἐν τῇ Νικαέων μετὰ τῶν συμφρόνων αὐτοῦ καὶ ἐξορισθεὶς, μετὰ χρόνον τὴν φιλανθρωπίαν τοῦ βασιλέως εἰς ἔφοδον ἐξ ἀπάτης λαβόντες, χαρτίον δεητικὸν ἀνήνεγκαν
35τῷ βασιλεῖ ὀμνύοντες, ὅτι περ «Ὑπογράφομεν τῇ ἐκθέσει τῆς πίστεως καὶ ἐν πᾶσιν ἀκολουθοῦμεν τοῖς ἁγίοις Πατράσι.» Πεισθεὶς δὲ τούτοις ὁ βασιλεὺς ἀνεκαλέσατο αὐτοὺς ἐκ τῆς ἐξορίας καὶ τιμῆς μάλι‐ στα πλείστης ἠξίωσε. Σχολάζοντος δὲ τοῦ Κων‐
40σταντινουπόλεως θρόνου, ταῖς οἰκείαις κακομηχανίαις χρώμενος τυραννικῶς, κατέσχε τὸν θρόνον τῆς βασι‐ λευούσης πόλεως ὁ Εὐσέβιος. Ἐπιλαβόμενος δὲ τῆς μείζονος ἐξουσίας τοὺς σύμφρονας αὐτοῦ κατέστησε ταῖς οἰκείαις παροικίαις, ἐξεώσας τοὺς χει‐ ροτονηθέντας ἀντ’ αὐτῶν.
45(5) Τούτου δὲ γεναμένου, κατὰ Ἀθανασίου λοιπὸν τοῦ Ἀλεξανδρείας ἐσχόλαζον πολλὰς κατ’ αὐτοῦ σκαιωρίας ἐπινοοῦντες. Ὁ δὲ βασιλεὺς δίκαιον
ἡγήσατο καὶ Ἀθανάσιον καλέσαι εἰς τὰ ἐγκαίνια621

110

.

624

τῶν ἁγίων τόπων. Κελεύει οὖν πρῶτον ἐν Τύρῳ συνελθεῖν τὴν σύνοδον καὶ τὰ κατὰ Ἀθανάσιον δια‐ σκέψασθαι καὶ οὕτως δίχα πάσης διχονοίας ὁρ‐ μήσασθαι πάντας εἰς τὴν ἑορτήν. Ἀπέστειλε δὲ καὶ
5τὸν ἀδελφιδοῦν αὐτοῦ Δαλμάτιον ἐπόπτην γενέσθαι τῆς συναθροιζομένης συνόδου τὴν κατάστασιν. (6) Συνελθόντων δὲ τῶν ἐπισκόπων ἐν Τύρω, παρῆν σὺν αὐτοῖς καὶ ὁ Αἰλίας ἐπίσκοπος Μαξι‐ μονᾶς ἀγνοῶν παντάπασι τὰ κατὰ Ἀθανασίου
10τυρευόμενα. Ὡς δὲ εἰσῆλθεν Ἀθανάσιος εἰς τὸ συνέδριον, περιέστησαν αὐτῷ οἱ κατήγοροι, μεγάλα καὶ βαρέα ἐγκλήματα 413 φέροντες κατ’ αὐτοῦ, ἅπερ ὑπέθεντο αὐτοῖς οἱ παρόντες δικασταὶ, Εὐ‐ σέβιος Νικομηδείας, καὶ οἱ περὶ αὐτὸν, ἀλλ’ οὐκ
15ἴσχυσαν ἀποδεῖξαι, Ἀθανασίου ἀπολογουμένου καὶ ἀράχνης δίκην διασπῶντος τὰς συκοφαντίας αὐτῶν Εἰς μανίαν δὲ τραπέντες οἱ κατήγοροι, συνέχεον ἅπαν τὸ συνέδριον βοῶντες· «Ἄρατε τὸν γόητα· γοητείᾳ γάρ τινι χρησάμενος πάντας ἐφίμωσε.»
20Καὶ ἐφονεύθη ἂν Ἀθανάσιος, εἰ μὴ ὁ ἀνεψιὸς τοῦ βασιλέως ἐξήγαγεν αὐτὸν διὰ στρατιωτῶν ἐκ τῶν χειρῶν αὐτῶν. (7) Λόγος δὲ κρατεῖ, ὅτι Ἀθανάσιος ἐκεῖθεν φυγὼν ἀνῆλθεν εἰς τὴν ἁγίαν πόλιν καὶ ποιήσας
25εὐχὴν καὶ τῷ ἁγίῳ μύρῳ χρίσας τοὺς εὐκτηρίους τόπους πρὸ τῆς τῶν λοιπῶν ἐπισκόπων παρου‐ σίας, οὕτω κατέλαβε τὸν βασιλέα καὶ πάντα τὰ κατ’ αὐτὸν ἀνεδίδαξεν αὐτόν. Ὁ δὲ ἀκούσας καὶ θαυμάσας τῶν ἀντιδίκων αὐτοῦ τὴν πονηρίαν καὶ
30μεγίστης (109a) τιμῆς ἀξιώσας αὐτὸν, μετὰ γραμ‐ μάτων εὐμενῶν ἀπέστειλεν ἐπὶ τὴν Ἀλεξάνδρειαν· ἦν δὲ τριακοστὸν ἔτος τῆς βασιλείας Κωνσταντί‐ νου. (6) Τὴν γοῦν σεβάσμιον ἡμέραν τῶν ἐγκαινίων
35τῶν ἁγίων τόπων καὶ τῆς ὑψώσεως τοῦ τιμίου σταυροῦ ὡρίσαντο οἱ Πατέρες μετὰ βασιλικοῦ προσ‐ τάγματος γίνεσθαι ἀνὰ ἕκαστον ἔτος τῇ ιδʹ τοῦ Σεπτεμβρίου μηνός. (7) Ἡ δὲ αʹ σύνοδος γέγονεν ἐν Νικαίᾳ τῇ
40μητροπόλει συνελθόντων τιηʹ ἁγίων (θεοφόρων) Πα‐ τέρων, ἔτει τῆς βασιλείας Κωνσταντίνου 414 κʹ. Ταύτης ἡγοῦντο Σιλβέστρου τοῦ τῆς πρεσβυτέρας Ῥώμης τοποτηρηταὶ Βίτων καὶ Βικέντιος πρεσ‐ βύτεροι, Μητροφάνης τοῦ Βυζαντίου, Ἀλέξανδρος
45Ἀλεξανδρείας, Εὐστάθιος Ἀντιοχείας, Μακάριος623

110

.

625

Ἱεροσολύμων, κατὰ Ἀρείου πρεσβυτέρου γεγονό‐ τος Ἀλεξανδρείας, βλασφημοῦντος (δὲ) τὸν Θεὸν Λόγον κτίσμα καὶ ἑτεροούσιον τοῦ Πατρὸς, [καὶ] ὅτι ἦν ποτε, ὅτε οὐκ ἦν, δοξάζοντος. Ὃν καθελοῦσα
5ἀνεθεμάτισε σὺν τοῖς ὁμόφροσιν αὐτοῦ, τὸν δὲ Υἱὸν ὁμοούσιον καὶ συνάναρχον τῷ Πατρὶ καὶ Θεὸν ἀλη‐ θινὸν καὶ κτίστην πάντων (ὀρθοδόξως) ἐδογμάτισε (κατὰ τὸν Προφήτην τὸν λέγοντα· «Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε»).
10(8) Ἐτύπωσε δὲ καὶ τὸ ἅγιον Πάσχα ἑορτάζειν ἡμᾶς κατὰ τὴν κρατοῦσαν συνήθειαν· τινὲς γὰρ τῶν πρώην κατὰ τὴν ιδʹ τῆς σελήνης ἑώρταζον. (9) Μετὰ δέ τινα χρόνον παρακληθεὶς ὁ Κων‐ σταντῖνος ὑπὸ τῆς ἀδελφῆς Κωνσταντίας, ἀνῆκε
15τὸν Ἄρειον ἐκ τῆς ἐξορίας, ὡς δῆθεν μετανοή‐ σαντα· οὗ παραγενομένου καὶ ἐρωτηθέντος ὑπὸ τοῦ βασιλέως εἰ στοιχεῖ τοῖς ὅροις καὶ τῇ ἐκθέσει τῆς ἐν Νικαίᾳ συνόδου, παρευθὺ κατέθετο πιστεύειν οὕ‐ τως. Ὁ δὲ θαυμάσας καὶ ὅρκον ἀπῄτησε. Καὶ ὁ
20Ἄρειος τοῦτον σοφιζόμενος, ὡς ἐνόμιζε, καὶ τὸν ὅρκον ἀποκρουόμενος ἔφη· «Οὕτω φρονῶ ὡς καὶ ἐγγράφως». Ἦν γὰρ ὁ ἄθλιος καταγράψας τὴν ἑαυτοῦ αἵρεσιν ἐν χάρτῃ, καὶ 415 ἐν κόλπῳ φέ‐ ρων ὤμνυεν ἀληθῶς οὕτω φρονεῖν ὡς καὶ ἐγγράφως
25εἴη δηλαδὴ πεποιηκώς. Ὀμόσαντα δὲ μὴ φρονεῖν ἐναντία τῇ συνόδῳ ἀπέλυσεν αὐτὸν ὁ βασιλεὺς εἰ‐ ρηκώς· «Εἰ μὲν ὀρθή σού ἐστιν ἡ πίστις, καλῶς ὤμοσας, εἰ δὲ ἀσεβὴς καὶ διεστραμμένη, κρινεῖ Κύριος ὁ Θεὸς τὰ κατὰ σὲ θᾶττον.»
30ΡΠΔʹ. Περὶ πάντων τῶν κριτῶν. (Ὁ δὲ μέγας Κωνσταντῖνος, ὡς εἴρηται, πει‐ σθεὶς τῇ ὑποκρίσει αὐτοῦ καὶ τῷ ὅρκῳ προσέταξε δεχθῆναι αὐτὸν, ἀλλὰ) καὶ τὸν μέγαν Ἀθανάσιον δέξασθαι αὐτὸν εἰς κοινωνίαν ἐκέλευσεν ὡς ἅτε με‐
35τανοήσαντα. Τοῦ δὲ μὴ καταδεχομένου, γινώσκον‐ τος ἀκριβῶς τὴν Ἀρείου δυστροπίαν, ἐξορίζει (τοῦ θρόνου) τὸν ἅγιον, πιστεύσας καὶ τὰς κατ’ αὐτοῦ
γενομένας ὑπὸ τῶν Ἀρειανῶν λοιδορίας.625

110

.

628

(100b) (2) Καὶ οὐ θαῦμα· πολλάκις γὰρ καὶ θεῖοι ἄνδρες κατά τινων εὐσεβῶν διαβολὰς ἀκρίτως πα‐ ραδεξάμενοι παρετράπησαν τῆς ἀληθείας καὶ τοὺς εὐσεβεῖς παρέβλαψάν τε καὶ [παρ]ελύπησαν, ὥσπερ
5[οὖν] καὶ ὁ θεσπέσιος Δαυῒδ ἐξαπατηθεὶς ὑπὸ τοῦ οἰκέτου Σιβᾷ 416 κατὰ τοῦ δεσπότου Μεμφιβοσὲθ ὡς συμφωνήσαντος μετὰ τοῦ Ἀβεσαλὼμ τοῦ ἀντάρτου, τοῦτον παρέβλαψε καὶ τῶν ἰδίων ἀποστε‐ ρήσας τῷ οἰκέτῃ προσεκλήρωσεν.
10(3) Ὅθεν χρὴ μετὰ πολλῆς ἀκριβείας καὶ σκέψεως ἐρευνᾷν τὰς κατηγορίας καὶ μὴ ὡς ἔτυχε τοῖς κατηγοροῦσι πιστεύειν, κἂν ἄγαν ὦσιν ἀξιό‐ χρεοι· διὸ δὴ καὶ Νικόδημος πρὸς τοὺς παρα‐ νόμους Ἰουδαίους καταφορικῶς τε καὶ ἐντρε‐
15πτικῶς ἔφη· «Μὴ ὁ νόμος ἡμῶν κρίνει τὸν ἄν‐ θρωπον, ἐὰν μὴ ἀκούσῃ παρ’ αὐτοῦ καὶ γνῷ τί ποιεῖ;» (4) Ἀμέλει γέ τοι καὶ οἱ τῶν ἔξω σοφοὶ τοῦτο προδήλως ὑπεμφαίνοντες οὕτω φασίν· «Ἡ μὲν
20ἀμφισβήτησις κρίσεις ἀναρτάσθω· ἡ δὲ κρίσις τοὺς ἐλέγχους βασανιζέτω· ἡ δὲ βάσανος τὸ δέον ὁριζέτω· ὁ δὲ ὅρος γεγράφθω· τὰ δὲ γεγραμ‐ μένα κυρούσθω· τὰ δὲ κυρωθέντα βεβαιούσθω τοῖς ἔργοις, καὶ πᾶσα ἁψιμαχία οἰχέσθω, καὶ
25πάλιν φιλία χορευέτω.» ΡΠΕʹ. Περὶ τοῦ πῶς ὀφείλει εἶναι τὸν κριτήν. Οὐκοῦν οὐ δεῖ ἀπερισκέπτως καὶ ἀβασανίστως λέ‐ γειν ἢ καταψηφίζεσθαι καὶ ῥιψοκινδύνως ἐκφέρειν τὰς ἀποφάσεις κατὰ τῶν κατηγορουμένων, ἀλλὰ μετὰ
30πλείστης ἐρεύνης καὶ ζητήσεως ἀκριβεστάτης. (2) Ὡς ἐν ταῖς ἀποστολικαῖς Διατάξεσί φησιν ὁ λόγος· «Ἔστω δὲ ὁ κριτὴς ἀπροσωπόληπτος, μήτε πλούσιον ἐντρεπόμενος ἢ κολακεύων 417 παρὰ τὸ προσῆκον, μήτε πένητος φειδόμενος·
35«Οὐ λήψῃ γὰρ, φησὶ, πρόσωπον δυνάστου,» — «καὶ πένητα οὐκ ἐλεήσεις ἐν κρίσει·» —ὅτι τοῦ Κυρίου ἡ κρίσις, καὶ «δικαίως τὸ δίκαιον διώξεται,» καί· «Οὐκ ἀρέσει τῷ δικαίῳ οὐδὲν ἄδικον.» Ὅθεν οὐ δεῖ πιστεύειν, ὡς ἔτυχε, τοῖς
40κατηγοροῦσιν ἀκρίτως καὶ ἀβασανίστως· ἐγχωρεῖ γάρ τινας καὶ διὰ ζῆλον ἢ φθόνον κατά τινος ἀδελφοῦ ἐνστήσασθαι κατηγορίαν, ὡς οἱ δύο πρεσβύτεροι κατὰ Σωσάννης καὶ ἡ Αἰγυπτία ἐπὶ τοῦ Ἰωσήφ. Σὺ οὖν, ὡς Θεοῦ ἄνθρωπος, τὰ τοιαῦτα μὴ προχείρως
45παραδέχου, ἵνα μὴ ἀνέλῃς τὸν ἀθῶον καὶ ἀπο‐
κτείνῃς τὸν δίκαιον. «Ἀθῶον γὰρ καὶ δίκαιον627

110

.

629

οὐκ ἀποκτενεῖ,) οὐδὲ λήψῃ δῶρα ψυχὴν πατάξαι· τὰ γὰρ δῶρα ἐκτυφλοῦσιν ὀφθαλμοὺς σοφῶν καὶ λυ‐ μαίνονται ῥήματα δίκαια.» Εἰ οὖν ἀπροσωπολήπτως κρίνετε, ἐπιγνώσεσθε τὸν κατηγοροῦντα κατὰ τοῦ
5πλησίον αὐτοῦ μαρτυρίαν ψευδῆ· καὶ ἀποδείξαντες αὐτὸν συκοφάντην (καὶ ψευδολόγον) ποιήσατε αὐτῷ καθ’ ὃν τρόπον ἐπονηρεύσατο τῷ πλησίον, καὶ «Ἐξαρεῖτε τὸν πονηρὸν ἐξ ὑμῶν αὐ‐ τῶν» (κατὰ (110a) τὸν θεῖον νόμον Κυρίου)· ὅσον
10γὰρ ἐπ’ αὐτῷ, ἐφονεύσατο τὸν ἀδελφὸν προλαβὼν τὰ ὦτα τοῦ κριτοῦ· γέγραπται γάρ· «Ὁ ἐκχέων αἷμα ἀνθρώπου, ἀντὶ τοῦ αἵματος ἐκείνου ἐκχυθή‐ σεται τὸ αἷμα αὐτοῦ» (καί· «Ἐξαρεῖς τὸ ἀναίτιον ἀπὸ σοῦ αἷμα.» —«Οὐκοῦν ἐρευνᾶτε
15μετὰ πολλῆς ἀκριβείας περὶ τῶν ἐνεχομένων, καὶ πρῶτον περὶ τοῦ κατηγοροῦντος ὁποία τίς ἐστιν ἡ ἀναστροφὴ αὐτοῦ), καὶ ἐὰν εὐσυνείδητος καὶ ἀξιόπιστος εὑρεθῇ, μὴ πιστευέσθω μόνος· (πα‐ ράνομον γὰρ τὸ τοιοῦτον· ἀλλ’ ἐχέτω καὶ ἑτέρους
20μάρτυρας εὐλαβεῖς καὶ ὁμοτρόπους, ἵνα) «ἐπὶ στόματος δύο καὶ τριῶν μαρτύρων» ἀξιοχρέων σταθήσεται πᾶν ῥῆμα.» 418 (3) Διὰ τί δὲ εἴπομεν τὸν τρόπον αὐτῶν ζητεῖσθαι; Διότι πολλάκις ἐγχωρεῖ καὶ τοὺς δύο καὶ τοὺς πλείονας ἐπὶ κακῷ μαρτυρῆσαι καὶ
25συμφρόνως ψευδηγορῆσαι ὡς τοὺς δύο πρεσβυτέρους κατὰ Σωσάννης ἐν Βαβυλῶνι, καὶ τοὺς υἱοὺς τῶν πα‐ ρανόμων κατὰ Ναβουθὲ ἐν Σαμαρείᾳ, καὶ τὸ πλῆθος τῶν Ἰουδαίων κατὰ τοῦ Κυρίου ἐν Ἱερουσαλὴμ καὶ κατὰ Στεφάνου τοῦ πρωτομάρτυρος αὐτοῦ.
30Ἔστωσαν οὖν οἱ μάρτυρες πραεῖς, ἀόργητοι, ἐπιει‐ κεῖς, ἀγαπητικοὶ, σώφρονες, ἐγκρατεῖς, ἀπερίεργοι, θεοσεβεῖς· ἡ γὰρ τῶν τοιούτων μαρτυρία βεβαία πάντως ὑπάρχει· τῶν δὲ μὴ τοιούτων μὴ παραδέ‐ χεσθε τὰς μαρτυρίας, κἂν συμφωνεῖν δοκῶσιν ἐπὶ
35τῇ μαρτυρίᾳ· προστέτακται γὰρ ἐν τοῖς νόμοις· «Οὐκ ἔσῃ μετὰ πολλῶν ἐν κακίᾳ· οὐ παραδέξῃ ἀκοὴν ματαίαν· οὐ συγκαταθήσῃ μετὰ πλήθους ἐκκλῖναι τὸ δίκαιον.» Ἐν μέρει δὲ καὶ τὸν κρι‐ νόμενον εἰδέναι ὀφείλετε ὁποῖός ἐστι τῇ τοῦ βίου
40συνηθείᾳ καὶ ἀναστροφῇ, εἰ μεμαρτυρημένος τὸν βίον, εἰ ἀνέγκλητος καὶ ἀδιάβλητος, εἰ ὅσιος καὶ φιλόξενος καὶ φιλόπτωχος, εἰ σώφρων καὶ ψεύδους καθαρὸς, εἰ ἀπεχόμενος παντὸς πονηροῦ πράγμα‐ τος.» —Μακάριος γὰρ ὁ τοιοῦτος ἐὰν πειρασθῇ,
45καὶ δόκιμος φανῇ· Ἀνὴρ γὰρ, φησὶν, ἀπείραστος, ἀδόκιμος παρὰ Θεῷ· καὶ οὕτω δοκιμασθεὶς ἐπὶ ψεύσματι λέγει καὶ αὐτὸς εἰκότως· «Εἶδες, Κύριε, μὴ παρασιωπήσῃς,» —«ὅτι ἐπανέστη‐
σάν μοι μάρτυρες ἄδικοι, καὶ ἐψεύσατο ἡ ἀδικία ἑαυτῇ.»629

110

.

632

(4) Ἴδετε καὶ τὰ κοσμικὰ δικαστήρια, ὧν τῇ ἐξουσίᾳ ὁρῶμεν ἀγομένους φονεῖς, μοιχοὺς, φαρ‐ μακοὺς, τυμβωρύχους, λῃστὰς καὶ τὰς ἀνακρίσεις αὐτῶν λαμβάνοντες ὑπὸ τῶν προσαγόντων· οἱ
5ἡγούμενοι λέγουσι τῷ κακούργω· «Εἰ ταῦτα οὕτως ἔχει;» Κἀκείνου συγκατατιθεμένου καὶ ὁμο‐ λογοῦντος, οὐκ εὐθέως ἐπὶ τὴν κόλασιν αὐτὸν ἐκπέμπουσιν, ἀλλὰ πλείοσιν ἡμέραις τὴν ἐξέτασιν αὐτοῦ 419 ποιοῦνται μετὰ συμβουλίας καὶ σκέψεως
10καὶ πολλῆς ζητήσεως. Καὶ οὕτω τελευταῖον ὅρον καὶ ψῆφον θανάτου ὁ μέλλων ἐκφέρειν κατ’ αὐτοῦ, πρὸς τὸν ἥλιον ἐπάρας τὰς χεῖρας ἐπὶ πάντων δια‐ μαρτύρεται, ἀθῶος ὑπάρχειν τοῦ αἵματος τοῦ ἀν‐ θρώπου· καίτοι ὄντες ἐθνικοὶ» καὶ ἄθεοι, καὶ
15μόνην ἔχοντες τὴν φύσιν διδάσκαλον (5) «Ὑμεῖς δὲ γινώσκοντες Θεὸν τὸν ἐτά‐ ζοντα καρδίας καὶ νεφροὺς καὶ συνιόντα εἰς πάντα τὰ ἔργα ἡμῶν, πόσῳ μᾶλλον ὀφείλετε μετὰ πολλῆς ἐρεύνης τὴν δικαίαν κρίσιν κρίνειν; ὅτι τοῦ Κυ‐
20ρίου ἡ κρίσις τοῦ μέλλοντος ἀποδοῦναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ.» —Διὰ δὴ τοῦτο (110b) παραινεῖ καὶ προμαρτύρεται διαῤῥήδην Σολομῶν λέγων· «Ἀκούσατε καὶ ἐνωτίσασθε. οἱ κρατοῦντες πλή‐ θους,» —«ὅτι παρὰ τοῦ Κυρίου ἐδόθη ἡ
25κράτησις ὑμῶν, καὶ ἡ δύναμις παρὰ Ὑψίστου, ὃς ἐξετάσει ὑμῶν τὰ ἔργα καὶ τὰς βουλὰς διερευνή‐ σει· ὅτι ὑπηρέται ὄντες τῆς αὐτοῦ βασιλείας, οὐκ ἐκρίνατε ὀρθῶς, οὐδὲ ἐφυλάξατε νόμον, οὐδὲ κατὰ τὴν βουλὴν τοῦ Θεοῦ ἐπορεύθητε, φρικτῶς καὶ τα‐
30χέως ἐπιστήσεται ὑμῖν» ἔρευνα, «ὅτι κρίσις ἀπότομος ἐν τοῖς ὑπερέχουσι γίνεται. Ὁ γὰρ ἐλά‐ χιστος, σύγγνωστός ἐστι ἐλέους· δυνατοὶ δὲ δυ‐ νατῶς ἐτασθήσονται.» Καὶ ὁ Κύριός φησιν· ᾯ μὲν γὰρ ὀλίγον δοθήσεται, ὀλίγον ἀπαιτήσουσι παρ’
35αὐτοῦ, ᾧ δὲ πολύ, πολὺ καὶ ἀπαιτήσουσι παρ’ αὐτοῦ.» (6) Καὶ μέντοι ὁ μέγας Ἰσίδωρος ἔφη· «Χρὴ τοὺς τῶν πραγμάτων κριτὰς ὀξυτάτους εἶναι καὶ περιεσκεμμένους [ἄγαν περὶ τὸ νοεῖν καὶ ἀνακρίνειν
40καὶ διακρίνειν ἀπαθῶς καὶ ἀπροσωπολήπτως]· — τοῦ γὰρ Κυρίου ἡ κρίσις· —ἵνα καὶ τὴν τῶν λεγόντων δεινότητα καὶ τὴν τῶν λόγων πιθανότητα 420 παρέντες, εἰς αὐτὸ τὸ βάθος τῶν νοημάτων χωρῆσαι δυνηθεῖεν κἀκεῖθεν μετὰ πολλῆς ἐξε‐
45τάσεως καὶ περιόδου καὶ μὴ θᾶττον κατὰ συναρπα‐ γὴν, ἀλλὰ μετὰ πλείστης μακροθυμίας καὶ ἀνεξικα‐
κίας θηρεύσαντες ἀνιμήσασθαι τὴν ἀλήθειαν.»631

110

.

633

(7) Οἱ μὲν γὰρ τῶν ἀνθρώπων διὰ βραδύτητα νοῦ τοῦ δικαίου καλῶς οὐκ ἐφικνοῦνται· οἱ δὲ δι’ ὀξύτητα μὲν ἐφικνοῦνται, διὰ δὲ φιλοχρηματίαν καπηλεύουσι χρυσῷ προπίνοντες τὴν ψῆφον καὶ
5τὸν τῆς δικαιοσύνης ζυγὸν λήμματι παρασαλεύον‐ τες. Εἰσὶ δὲ ἕτεροι, οἱ καὶ αἰδοῖ καὶ κολακείᾳ καὶ φόβῳ καὶ φιλίᾳ ἢ ἔχθρᾳ διαφθείροντες τοῦτο. Διὰ δὴ ταῦτα χρὴ τὸν κριτὴν συνετὸν εἶναι καὶ ἀδέκαστον καὶ χρημάτων καὶ αἰδοῦς καὶ
10κολακείας καὶ φόβου καὶ φιλίας καὶ ἔχθρας κρείτ‐ τονα· εἰ γὰρ ὁποτέρῳ τῶν τοιούτων παθῶν χει‐ ρωθείη, τὰ πάντα διαφθείρει καὶ ἀπόλλυσιν. — Εἰ τοίνυν τὸ μὲν εὑρεῖν τὸ δίκαιον, ἔργον, τὸ δὲ μὴ διαφθείρειν εὑρόντας ἐργωδέστερον, οὐ δεῖ
15ἐπιῤῥίπτειν τινὰ ἑαυτὸν τῷ κρίνειν.» (8) Τότε γοῦν ὁ ὀρθὸς ὅρος τῆς δικαιοσύνης σώζεται, ὅταν τῇ μὲν αἰτίᾳ ἡ κρίσις, τῇ δὲ κρίσει ὁ ἔλεγχος, τῷ δὲ ἐλέγχῳ ἡ ψῆφος ἡ πρὸς (τὴν) ποιότητα τοῦ ἁμαρτήματος [τὴν] τιμωρίαν ὁρί‐
20ζουσα. ΡΠϞʹ. Περὶ τοῦ ἁγίου Ἀθανασίου. Ὁ τοίνυν μέγας Ἀθανάσιος οὐ μόνον ὑπὸ τοῦ βασιλέως Κωνσταντίνου διὰ τὰς τῶν Ἀρειανῶν κακουργίας ἐξωρίσθη, ἀλλά γε 421 καὶ ὑπὸ τοῦ
25υἱοῦ αὐτοῦ Κωνσταντίου καὶ διαδόχου τῆς βασι‐ λείας αὐτοῦ· φησὶ γὰρ ὁ μέγας Ἀθανάσιος, γνοὺς πάλιν καὶ τὸν βασιλέα Κωνστάντιον τὰ τῶν Ἀρεια‐ νῶν κρατύνειν βουλόμενον, καὶ τοὺς Ἀρειανοὺς συσκευαζομένους ἀθέμιτα αὐτοῦ κατηγορεῖν ἐπὶ
30διεφθαρμένου δικαστηρίου, μηδενὶ θαῤῥήσας, αἰφνί‐ διον ἐν μεσαιτάτῃ [νυκτὶ] ζητούμενος, κατέφυγε πρός τινα παρθένον ἁγίαν, ἥτις ἐπὶ τῷ πράγματι ξενισθεῖσα διηπόρει τὴν ἄφιξιν. Ὁ δὲ μακάριος λέγει πρὸς αὐτήν· «Ἐπιζητοῦμαι παρὰ τῶν
35Ἀρειανῶν καὶ ἀθέμιτα λοιδοροῦμαι· ἵνα δὲ μὴ κἀγὼ δόξαν ἀπενεγκόμενος εἰς τιμωρίαν ἐμ‐ βάλω τοὺς τιμωρήσασθαί με βουλομένους, φυγεῖν ἐνεθυμήθην· ἀπεκάλυψεν οὖν μοι ὁ Θεὸς ταύτῃ τῇ νυκτὶ λέγων· «Παρ’ οὐδενὶ σωθῆναι μέλλεις εἰ μὴ
40παρ’ ἐκείνῃ τῇ παρθένῳ.» Καὶ γὰρ ἀεὶ τὰς κατ’ αὐτοῦ γινώσκων ἐπιβουλὰς ἐκ θείας ἀποκαλύψεως ὁ θεοφόρος οὗτος ἀπεδίδρασκεν, ὅθεν ὡς γόητα καὶ φαρμακὸν αὐτὸν οἱ τῆς ἀληθείας ἐχθροὶ διέβαλλον· Ἡ οὖν παρθένος ἀπωσαμένη πάντα (111a) λογισμὸν
45ὡς ἐκ Θεοῦ πεμφθέντα κατέκρυψεν αὐτὸν ἔτη ϛʹ·633

110

.

636

μέχρι τῆς Κωνσταντίου ζωῆς, ἥτις καὶ μόνη πε‐ ρινίπτουσα τοὺς πόδας αὐτοῦ καὶ τὰ περιττώ‐ ματα διακονοῦσα καὶ τὰς χρείας αὐτῷ πάσας οἰκονομοῦσα καὶ βιβλία κιχρωμένη καὶ παρέχουσα διετέλεσε. Καὶ οὐδεὶς ἀνθρώπων Ἀλεξανδρείας πάσης ἐν τοῖς ἓξ ἔτεσιν ἔγνω ποῦ ἔστιν ὁ πατριάρχης.
5(2) Ἰουλιανοῦ δὲ τὸ κράτος περιθεμένου καὶ σπου‐ δάζοντος τὰ παρὰ Κωνσταντίου διαπραχθέντα ἀνα‐ τρέπειν, τοὺς ἐξορισθέντας ἅπαντας ἀνεκαλέσατο, ὅπερ γνοὺς ὁ μέγας Ἀθανάσιος καὶ ἐξελθὼν ἐκ τοῦ οἴκου τῆς παρθένου πάλιν ἐν νυκτὶ πρὸς τὴν ἐκκλη‐
10σίαν παρεγένετο, ὃν οἱ Ἀλεξανδρεῖς θεασάμενοι καὶ τὸν Θεὸν δοξάσαντες, ὡς ἐκ νεκρῶν ἐδέξαντο ζῶντα. Καὶ δὴ τοῖς γνησίοις αὐτοῦ φίλοις 422 ἀπελογήσατο λέγων· «Τούτου χάριν πρὸς ὑμᾶς οὐ κατέφυγον, ὅπως εὔορκον ὑμῶν καὶ ἀτάραχον ποιήσω τὴν ὑπο‐
15χώρησίν μου· διὸ πρὸς ἐκείνην ἀπῆλθον, πρὸς ἣν ὑποψίας ἀφορμὴν οὐδεὶς ἐλάμβανε, δύο μνηστευ‐ σάμενος, τὴν σωτηρίαν ἐκείνης, —ὠφέλησα γὰρ αὐτὴν σφόδρα, —καὶ τὴν ἐμὴν δόξαν.» (3) Ὁ δέ γε Ἰουλιανὸς ἐπιτερπόμενος τοῖς εἰ‐
20δώλοις αὖθις τὴν Ἐκκλησίαν ἐτάραττε, τὰ τῶν εἰ‐ δώλων ἀνοίγων ἱερὰ καὶ θυσίας ἐπιτελῶν τῇ ἐν Κωνσταντινουπόλει Τύχῃ δημοσίᾳ ἐν τῇ βασιλικῇ, ἔνθα τῆς αὐτῆς κακῆς Τύχης τὸ ἄγαλμα ἵστατο· κἀντεῦθεν οἱ τῇ πλάνῃ τῶν εἰδώλων δεδουλωμένοι
25βουλὴν εἰσηγήσαντο πρὸς τὸν Ἰουλιανὸν ὡς οὐκ ἄλλως περιέσεσθαι τῶν Χριστιανῶν, εἰ μὴ Ἀθανα‐ σίου ἀπαλλαγεῖεν, ἅτε δὴ θεμελίου ὄντος τῆς κατ’ αὐτῶν Ἐκκλησίας. Διὰ τοῦτο γοῦν πάλιν δικα‐ στῶν κινήσεις, πάλιν λαοὶ, πάλιν στρατιῶται, πάλιν
30βουλαὶ καὶ δῆμοι ἐκμαινόμενοι καὶ ταρασσόμενοι Ἀθανάσιον ἀπαιτούμενοι. Διὸ δὴ πάλιν νύκτωρ ἀποδράσας καὶ περὶ τὸν Νεῖλον γενόμενος, μέλ‐ λοντα εἰς πλοῖον εἰσέρχεσθαι παραστάντες οἱ γνήσιοι φίλοι μετὰ δακρύων πρὸς αὐτὸν ἔλεγον·
35«Ποῦ πάλιν ἀναχωρεῖς, ὁ ποιμὴν ὁ καλὸς, καὶ [τίνι] καταλιμπάνεις ἡμᾶς, ὡς πρόβατα μὴ ἔχοντα ποιμένα;» Πρὸς οὕς φησιν ὁ μέγας· «Μὴ κλαίετε, τέκνα, μὴ κλαίετε· νεφίδιόν ἐστι φθινο‐ πωρινὸν οὗτος ὁ τάραχος, πρὸς ὀλίγον μὲν φαινόμε‐
40νος, ὀξέως δὲ διαλυόμενος· μὴ ῥᾳθυμεῖτε, τέκνα· τάχιον ἐλεύσομαι πρὸς ὑμᾶς, Θεοῦ θέλοντος.» Ὅπερ δὴ καὶ γέγονε. Μετὰ γὰρ ὀλίγον χρόνον, τῶν Ἑλλήνων ὁρώντων κορώνας περιιπταμένας ἐπὶ τὸν ναὸν τοῦ Σεράπιδος ἐν Ἀλεξανδρείᾳ καὶ κρωζού‐
45σας σφοδρῶς, ἔλεγον οἱ Ἕλληνες ἐμπαικτικῶς πρὸς τὸν ἅγιον· «Εἰπὲ ἡμῖν, κακόγηρε, τί κρώζου‐ σιν αἱ κορῶναι;» 423 Ὁ δὲ ἅγιος πρὸς αὐτούς·
«Αἱ κορῶναι φωνοῦσι κρὰ, κρά· τὸ δὲ κρὰ τῇ «Αὐ‐635

110

.

637

σονίων φωνῇ αὔριον ἐστὶν, ὅθεν αὔριον ὄψεσθε τὴν τοῦ Θεοῦ πρόνοιαν καὶ τὴν ἡμετέραν δόξαν.» Καὶ τῇ ἐπαύριον ἠγγέλθη ὁ θάνατος τοῦ ἀποστάτου Ἰουλιανοῦ· ἐπανῆλθε γὰρ ἐκ Περσίδος νεκρὸς ἐβδε‐
5λυγμένος, μήτε ἐλεούμενος, μήτε οἰκτειρόμενος, ὡς δὲ πολλοῖς διαῤῥήδην ἡ φήμη, μήτε τῷ τάφῳ προσδεχόμενος, καὶ πολλῆς ταραχῆς καὶ θορύ‐ βου ἐπλήρωσε τοὺς Ἕλληνας. (4) Τὸν μέντοι μέγαν Ἀθανάσιον οὐκ ἔλιπε ἐξ‐ ορία, καὶ φυγὴ καὶ βάσανος· μικρὸν γοῦν ἀνα‐
10πνεύσας ἐκ τούτου (111b) πάλιν ὁ τοῦ Οὐάλεντος ἐπέστη αὐτῷ πόλεμος, ὅθεν καὶ τοῦτον τροπωσάμε‐ νος διὰ τῆς καλῆς φυγῆς, ὡς πληρωθῆναι μῆνας δʹ τὴν φυγὴν αὐτῷ, τοῦ βίου ὑπεξέρχεται, διαρ‐ κέσας ἐπὶ τῆς ἱερωσύνης ἔτη μϛʹ, πολλὰ πρὸ θα‐
15νάτου εἰρηκὼς, μᾶλλον δὲ προγνωστικῶς προ‐ αγορεύσας Παύλῳ, τῷ μετ’ αὐτὸν ἐπισκόπῳ, οἷα καὶ ὅσα παρὰ τῶν Ἀρειανῶν ὑποστήσεται. (5) Περὶ δὲ τῶν ἑαυτοῦ ποικίλων καὶ διαφόρων ἀγώνων, φυγῶν τε καὶ ἀποκρύψεων ἀναριθμήτων
20ἀπολογούμενος, ἄκουσον οἷα γράφει ὁ μακάριος· «Εἰ γὰρ λοιδοροῦσι τοὺς κρυπτομένους ἀπὸ τῶν ζητούντων ἀνελεῖν καὶ διαβάλλουσι τοὺς φεύγοντας ἀπὸ τῶν διωκόντων, τί ποιήσωσιν ὁρῶντες τὸν μὲν Ἰακὼβ φεύγοντα τὸν ἀδελφὸν, τὸν δὲ Μωϋσῆν ἐν
25Μαδιὰμ ὑποχωρήσαντα διὰ τὸν Φαραώ; Τί δὲ τοιαῦτα φλυαροῦντες ἀπολογήσονται τῷ Δαυῒδ ἀπο‐ διδράσκοντι τῷ Σαοὺλ καὶ κρυπτομένῳ τοῦτον ἐν τῷ σπηλαίῳ, ἀλλοιοῦντι δὲ τὸ πρόσωπον ἑαυτοῦ ἕως ἂν παρέλθῃ τὸν Ἀγχοῦς καὶ τὴν 424 ἐπι‐
30βουλὴν ἐκκλίνῃ; Τί δ’ ἂν εἴποιεν οἱ πάντα λέγοντες εὐχερῶς καὶ πάντα λίθον, κατὰ τὸ δὴ λεγόμενον, κινοῦντες, τὸν Ἠλίαν τὸν μέγαν κρυπτόμενον τὸν Ἀχαὰβ καὶ φεύγοντα διὰ τὰς ἀπειλὰς τῆς Ἰεζά‐ βελ; Καὶ μέντοι καὶ οἱ υἱοὶ τῶν προφητῶν ζητού‐
35μενοι τότε ἐκρύπτοντο λανθάνοντες ἐν τῷ σπη‐ λαίῳ παρὰ τῷ Ἀβδιοῦ.» —Ποίαν οὖν καὶ πρὸς Ἡσαΐαν ἐπινοοῦσιν ἀντίθεσιν παρακελευόμενοι ἕκαστον ὑπὲρ εὐσεβείας διωκόμενον κατὰ Θεοῦ συγ‐ χώρησιν λέγοντα· «Ἀποκρύβηθι μικρὸν ὅσον
40ὅσον ἕως ἂν παρέλθῃ ἡ ὀργὴ Κυρίου.» Καὶ γὰρ οἱ μὲν εὐσεβῶς ζῶντες ἐν Χριστῷ, διωχθήσονται, ἀδίκως δηλονότι· οἱ δὲ ἄνομοι, δικαίως ἐκ προσώπου Κυ‐ ρίου ἐκδιωχθήσονται, «καὶ σπέρμα ἀσεβῶν ἐξολοθρευθήσεται.» —Οὕτω δὲ καὶ οἱ τῆς χάριτος
45τρόφιμοι διὰ τὸν φόβον τῶν Ἰουδαίων ὑπανεχώρουν
κρυπτόμενοι· καὶ ὁ μὲν Πέτρος ἐκ τῆς φυλακῆς ἀπο‐637

110

.

640

δράσας ἐξέφυγε τὰς χεῖρας Ἡρώδου καὶ τὰς προσδοκίας τῶν Ἰουδαίων. Ὁ δὲ Παῦλος ἐν Δα‐ μασκῷ παρὰ τοῦ ἐθνάρχου ζητούμενος, ἀπὸ τοῦ τείχους ἐν σαργάνῃ κεχάλασται καὶ διέφυγε
5τοῦ ζητοῦντος τὴν μανίαν. Τῆς τοίνυν Γραφῆς τοιαῦτα λεγούσης περὶ τῶν ἁγίων, ποίαν ἄρα πρό‐ φασιν τῆς ἑαυτῶν προπετείας καὶ περὶ τῆς Γραφῶν ἀγνοίας ἐξευρεῖν οἱ φιλοσκῶπται δυνήσον‐ ται; —«Ἐν μὲν γὰρ τῷ νόμῳ πρόσταξις ἦν ἀφο‐
10ρισθῆναι πόλεις φυγαδευτηρίους ὑπὲρ τοὺς ζη‐ τουμένους εἰς θάνατον, ὅπως δήποτε δύνασθαι διασώζεσθαι· ἐπ’ ἐσχάτων δὲ παραγενόμενος ὁ πά‐ λαι τῷ Μωσεῖ χρηματίσας ἐκεῖνα Θεὸς Λόγος αὖθις ἐντολὴν δίδωσι λέγων· «Ὅταν διώκωσιν
15ὑμᾶς ἐκ τῆς πόλεως ταύτης, φεύγετε εἰς ἑτέραν·» καί· —«Τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη, καὶ ὁ ἐπὶ τοῦ δώματος, μὴ καταβήτω 425 ἆραί τι ἐκ τῆς οἰκίας αὐτοῦ, καὶ ὁ ἐν τῷ ἀγρῷ μὴ ἐπιστραφέτω ἆραι τὰ ἱμάτια αὐτοῦ.»
20—«Διὰ τοῦτο καὶ ὁ Θεὸς Λόγος ἄνθρωπος γενόμενος κατηξίωσε ζητούμενος, ὡς ἡμεῖς, κρυβῆναι καὶ πάλιν διωκόμενος [φεύγειν] καὶ τὴν ἐπιβουλὴν ἐκκλῖναι» τῶν ἐναντίων, ἡμᾶς διδάσκων μὴ ἐπιῤ‐ ῥίπτειν ἑαυτοὺς εἰς κινδύνους. «Διὰ δὴ τοῦτο καὶ οἱ θεῖοι μάρτυρες ἐν τοῖς διωγμοῖς διωκόμενοι μὲν ἔφευγον, εὑρι(112a)σκόμενοι δὲ ἐμαρτύρουν.» (6) Ἀλλ’ εἴποι δ’ ἄν τις· Ὁ μέγας καὶ
25ἀποστολικὸς Διονύσιος φησίν· «Οὐκ ἔστι δίκαιον, ὁσίους ἄνδρας ἐᾷν ἀβοηθήτους ὑπὸ τῶν φαύλων ἐκτρυχομένους·» πρὸς ὃν ῥητέον· Ὅσοι μὲν ἀγα‐ πῶσιν, οὕς φησιν ἁγίους, τὰ ἐπὶ γῆς ὑπὸ τῶν προσ‐ ύλων ζηλούμενα, τοῦ θείου πάντως ἐκπεπτώκα‐
30σιν ἔρωτος· οὐκ οἶδ’ ὅπως ὅσιοι κληθήσονται ἀδικοῦντες τὰ ὄντως ἐραστὰ καὶ θεῖα τοῖς ἀζηλώτοις καὶ ἀνεράστοις ὑπ’ αὐτῶν οὐκ εὐαγῶς [παρευδοκι‐ μούμενα· εἰ δὲ τῶν ὄντως ὄντων ἐρῶσιν, εὐφραίνε‐ σθαι χρὴ τούς τινων] ἐφιεμένους, ἡνίκα τῶν ἐφετῶν
35τυγχάνουσιν· ἢ οὐκ ἐν τούτῳ μᾶλλον πλησιάζουσι ταῖς εὐαγγελικαῖς ἀρεταῖς, ὅταν, ὡς δυνατὸν, ἀφ‐ έσει τῶν θείων ἀναχωροῦσι τῆς τῶν ὑλικῶν προσ‐ παθείας, ἐγυμνασμένοι πρὸς τοῦτο λίαν ἀνδρι‐ κῶς ἐν ταῖς ὑπὲρ τοῦ καλοῦ περιστάσεσιν· ὥστε οὖν
40ἀληθὲς εἰπεῖν, ὅτι τοῦτο μᾶλλόν ἐστι τῆς θείας δικαιοσύνης ἴδιον τὸ μὴ θέλγειν καὶ ἀπολλύειν τῶν ἀρίστων τὴν ἀριστότητα ταῖς τῶν ὑλικῶν δόσεσι,
μηδὲ, εἴ τις ἐπιχειροίη τοῦτο ποιεῖν, ἐᾷν ἀβοη‐639

110

.

641

θήτους, ἀλλ’ ἐνιδρύειν αὐτοὺς ἐν τῇ καλῇ καὶ ἀμειλίκτῳ στάσει καὶ ἀπονέμειν αὐτοῖς τοιούτοις οὖσι τὰ κατ’ ἀξίαν. 426 (7) Κωνσταντίνου δὲ τοῦ Μεγάλου ὑπὸ
5Ἑλλήνων φιλοσόφων ὀνειδισθέντος εἰς τὸ Βυζάντιον, ὡς οὐ πράττοι καλῶς παρὰ τὰ ἔθη τῶν παρὰ Ῥωμαίοις βασιλευσάντων διαγενόμενος, ἀλλὰ νεωτερίζων τὴν θρησκείαν μεταθέμενος, ἔδοξεν ἕνα τῶν φιλοσόφων διαλεχθῆναι Ἀλεξάνδρῳ τῷ
10Βυζαντίου περὶ τῆς πίστεως. Λόγων δὲ ἄπειρος ὢν ὁ Ἀλέξανδρος, ἀλλὰ θεῖος ὢν, ἐν τῇ ἡμέρᾳ τῆς διαλέξεως εἶπε τῷ διαλεκτικῷ φιλοσόφῳ· «Ἐν ὀνό‐ ματι Ἰησοῦ Χριστοῦ τοῦ Θεοῦ μου ἐπιτάττω σοι σιωπᾷ καὶ μὴ φθέγγεσθαι.» Ἅμα δὲ τῷ λόγῳ
15ἐφιμώθη καὶ διέμεινεν ἄλαλος. ΡΠΖʹ. Περὶ τοῦ ἁγίου Ἀντωνίου. Ἐν τοῖς χρόνοις αὐτοῦ Ἀντώνιος ὁ μέγας ἦν ἐν πολλαῖς ἀρεταῖς καὶ μεγάλαις διαπρέπων· καὶ ἀκουστὸς ἐγένετο τῷ βασιλεῖ, καὶ γράφει
20αὐτῷ παρακλητικὴν ἐπιστολὴν, [τοῦ] σκυλλῆναι 427 αὐτὸν ἕως Κωνσταντινουπόλεως, ὅπως τῶν εὐχῶν αὐτοῦ ἀπολαύσῃ. Ὁ δὲ ἅγιος γενόμενος ἐν πολλῇ φροντίδι λέγει τῷ μαθητῇ αὐτοῦ Παύλῳ· «Τί λέγεις, τέκνον, ἀπέρχομαι πρὸς τὸν βασιλέα
25κατὰ τὴν παράκλησιν αὐτοῦ;» Ὁ δὲ ἀποκριθεὶς εἶπεν· «Ἐὰν ἀπέλθῃς, Ἀντώνιος ὑπάρχεις· ἐὰν δὲ μὴ ἀπέλθῃς, ἀββᾶς Ἀντώνιος.» Καὶ ὁ ἅγιος ἔφη· «Οὐκοῦν διὰ τῆς δόξης ταύτης, ἐὰν μὴ λέγω‐ μαι ἀββᾶς, ὄντως οὐκ ἀπέρχομαι.» Καὶ τοῦτο
30μαθὼν ὁ διακριτικώτατος βασιλεὺς, ὠφελήθη μᾶλ‐ λον εἰς τὸ μέτριον καὶ ἀφιλόδοξον. (2) Περὶ οὗ καὶ ὁ μέγας Ἀθανάσιος ἔφη· «Ἔφθασε καὶ μέχρι βασιλέων ἡ ἐνάρετος πολιτεία Ἀντωνίου· καὶ μαθόντες Κωνσταντῖνος ὁ μέγας,
35καὶ Κωνστάντιος καὶ Κώνστας οἱ Αὔγουστοι, ἔγρα‐ φον αὐτῷ ὡς πατρὶ καὶ ἠξίουν ἀντιγραφὰς (112b) παρ’ αὐτοῦ δέχεσθαι· ἀλλ’ οὔτε γράμματα δεχό‐ μενος λόγον τινὸς ἢ φροντίδα ἐποιεῖτο· οὔτε μὴν,
ὡς οἱ πολλοὶ, ἐπὶ ταῖς ἐπιστολαῖς ἐγεγήθει. Ὅτε641

110

.

644

οὖν ἐκομίζετο αὐτῷ γράμματα, ἐκάλει τοὺς μοναχοὺς καὶ ἔλεγε· «Μὴ θαυμάζετε, εἰ βασιλεὺς γράφει πρὸς ἡμᾶς· ἄνθρωπος γάρ ἐστι καὶ αὐτὸς, ἀλλὰ θαυμάζετε, ὅτι ὁ Θεὸς τὸν νόμον ἔγραψε καὶ
5διὰ τοῦ ἰδίου Υἱοῦ ἐλάλησεν ἡμῖν.» Βουλομένου οὖν αὐτοῦ μὴ δέχεσθαι τὰς ἐπιστολὰς, ἐκωλύθη παρὰ τῶν μοναχῶν λεγόντων αὐτῷ, ὅτι Χριστιανοί εἰσιν οἱ βασιλεῖς, καὶ μὴ ὡς ἀποῤῥιφέντες σκαν‐ δαλισθῶσιν. Ἐπέτρεπεν οὖν ἀναγινώσκεσθαι τὰς
10ἐπιστολὰς καὶ ἀντέγραφεν ἀποδεχόμενος αὐτοὺς, ὅτι τὸν Χριστὸν προσκυνοῦσι, συνεβούλευε δὲ τὰ πρὸς σωτηρίαν καὶ μὴ μεγάλα τὰ παρόντα ἡγεῖσθαι, ἀλλὰ μνημονεύειν ἀεὶ τοῦ θανάτου καὶ τῆς μελλού‐ σης κρίσεως καὶ ἀνταποδόσεως καὶ εἰδέναι μόνον
15Θεὸν ἀληθινὸν, βασιλέα αἰώνιον· φιλανθρώπους τε εἶναι [αὐτοὺς] ἠξίου καὶ τοῦ δικαίου φροντίζειν καὶ τῶν πτωχῶν ὡς μέλλοντας περὶ τῆς ἀρχῆς αὐτῶν 428 δοῦναι λόγον τῷ Θεῷ· ἅπερ οἱ βασιλεῖς δεχό‐ μενοι λίαν ἔχαιρον» ἐπὶ τῇ παραινέσει τοῦ δικαίου.
20(3) Τοῦ οὖν θείου Κωνσταντίνου βασιλεύσαντος ἐν Ῥώμῃ ἔτη ιβʹ καὶ ἐν Κωνσταντινουπόλει ἔτη κʹ καὶ ἐν προαστείῳ τινὶ βασιλικῷ Νικομηδείας ὀλί‐ γον χρόνον ἀῤῥωστήσας ἐτελεύτησε, καταλιπὼν κληρονόμους τῆς βασιλείας αὐτοῦ τοὺς γʹ παῖδας
25αὐτοῦ, Κώνσταν, Κωνστάντιον καὶ Κωνσταντῖνον τὸν νεώτερον, καταλείψας καὶ μίαν θυγατέρα ὀνό‐ ματι Ἑλένην, γαμετὴν γεναμένην Ἰουλιανοῦ τοῦ Παραβάτου, ἣν ἔσχεν ἐκ Φαύστης ἀνεψιᾶς, θυ‐
γατρὸς Ἑρκουλίου.643

110

.

645

429 (4) [Οὗτοι οἱ τρεῖς υἱοὶ αὐτοῦ ἐκράτησαν τῶν βασιλικῶν σκήπτρων], τῆς μὲν ἀνατολῆς Κων‐ στάντιος, τῆς δὲ δύσεως Κωνσταντῖνος καὶ Κών‐ στας, ὃς καὶ φονεύσας τὸν ἀδελφὸν αὐτοῦ Κων‐
5στάντιον καὶ βασιλεύσας μόνος ἔτη κʹ ἐσφάγη καὶ αὐτὸς ὑπὸ τοῦ δήμου. (5) Ἐματαιώθησαν τοίνυν οἱ καταψευδόμενοι τοῦ μεγάλου Κωνσταντίνου καὶ φάσκοντες, ὅτι ἐν τῇ τελευτῇ ἐβαπτίσθη καὶ μέχρι τότε ἀβάπτιστος
10ὑπῆρχε. Πῶς γὰρ ἂν ὁ τοιοῦτος ἀνὴρ, θεοσεβὴς, καὶ φιλόχριστος, καὶ περὶ τὴν πίστιν θερμότατος, ἠνέ‐ σχετο χρόνους τοσούτους κεχωρίσθαι τῆς θείας μεταλήψεως τῶν μυστηρίων, καὶ μάλιστά γε τοιού‐ τοις Πατράσιν ἁγίοις συνδιαιτώμενος καὶ τῆς
15ἱερᾶς αὐτῶν διδασκαλίας καὶ νουθεσίας ἑπόμενος ἀσπασίως καὶ γνησίως; Πῶς δὲ καὶ τοῖς ἀπίστοις ἐφαίνετο Χριστιανὸς τέλειος μήπω τελειωθεὶς διὰ τοῦ βαπτίσματος; Πῶς δὲ καὶ ὁ κατεπείγων καὶ ἀναγκάζων τοὺς ἄλλους ἅπαντας ἀπίστους δηλονότι
20πιστεῦσαι, καὶ βαπτισθῆναι, καὶ τὴν ἁγίαν Τριάδα ὁμολογῆσαι καθαρότερόν τε καὶ τηλαυγέστερον, αὐ‐ τὸς ἐν τοσούτῳ σκότῳ ἐτύγχανεν; Ἀληθῶς ψεῦ‐ δος τοῦτο ὑπάρχει καὶ ἀνάπλασμα τῆς Ἀρειανι‐ κῆς καὶ ἀθέου αἱρέσεως καὶ τῆς αὐτῶν ἀπιστίας
25καὶ ἀσεβείας κακούργημα βουλομένων 430 τῆς οἰκείας αἱρέσεως ὑπασπιστὴν ἀποδεῖξαι τὸν μέγαν Κωνσταντῖνον καὶ ὑπὸ Ἀρειανῶν δῆθεν αὐτὸν βα‐ πτισθῆναι ἀναπλαττόντων. (6) Καὶ γάρ τοι καὶ ὁ μέγας Ἰσίδωρος τοιάδε φησί· «Δεῖ τοίνυν ἀκολουθεῖν καὶ πειθαρχεῖν τῇ
30συγκροτηθείσῃ μεγάλῃ καὶ ἁγίᾳ συνόδῳ ἐν Νικαίᾳ κατὰ Ἀρείου τοῦ δυσσεβοῦς τῶν τιηʹ ἁγίων Πα‐ τέρων· ἐκείνη γὰρ θεόθεν ἐμπνευσθεῖσα τἀληθὲς ἐδογμάτισεν.» (7) Ἰστέον τοίνυν ὡς ἐν τῇ Παλαιᾷ Διαθήκῃ περὶ
35τῆς ἁγίας καὶ ὁμοουσίου Τριάδος μυστικῶς ἡ δι‐ δασκαλία ἐγκατέσπαρται, ὡς καὶ Φίλωνα, καίτοι Ἰουδαῖον ἄνδρα ὑπάρχοντα καὶ ζηλωτὴν, δι’ ὧν κα‐ ταλέλοιπε συγγραμμάτων, ἀπομάχεσθαι τῇ οἰκείᾳ θρησκείᾳ. Βασανίζων γὰρ τὸ εἰρημένον·
40«Ἐν εἰκόνι Θεοῦ ἐποίησα τὸν ἄνθρωπον,» ἠναγ‐ κάσθη ὑπὸ τῆς ἀληθείας, καὶ ἐξεβιάσθη καὶ τὸν τοῦ Θεοῦ Λόγον θεολογῆσαι. Τί γάρ; Εἰ καὶ δεύτε‐
ρον τὸν συναΐδιον τῷ Πατρὶ καὶ ἀριθμοῦ καὶ χρό‐645

110

.

648

νων ἀνώτερον ὄντα καλεῖ, τῆς ἀληθείας μὴ ἐφικνούμενος, ὅμως ἔννοιαν ἔσχε καὶ ἑτέρου προσ‐ ώπου. Οὐκ ἐνταῦθα δὲ μόνον ἔπαθε τοῦτο, ἀλλὰ καὶ τό· «Θεὸς» καὶ τό· «Κύριος,» ἑρμηνεῦσαι
5πειρώμενος, τῆς βασιλικωτάτης Τριάδος ἔννοιαν ἔσχε. Φάσκων γὰρ, ὅτι εἷς ἐστιν ὁ Θεὸς, οὐ πρὸς τὸν ἀριθμὸν κατέδραμε τῆς μονάδος, ἀλλὰ πρὸς τὸ μυστήριον τῆς ἁγίας Τριάδος, τὸ τῶν μὲν πάντη διαιρετῶν ἑνικώτερον, τῶν δὲ ὄντως μοναδικῶν
10ἀφθονώτερον· καὶ οὕτω κατὰ κράτος εἷλεν αὐτοῦ τὴν ψυχὴν, ὡς ἀναγκασθῆναι διαῤῥήδην τοῦτο (καὶ) φάναι καὶ ἐν γράμμασι 431 καταλεῖψαι. Δύο μὲν γὰρ (εἶπεν) εἶναι τὰς τοῦ ὄντως ὄντος δυνάμεις, ὧν ἡ μὲν ποιητικὴ καὶ τιμωρητικὴ Κύριος, οὐ
15Θεὸς, ἡ δὲ βασιλικὴ καὶ τιμωρητικὴ Κύριος, οὐ πόῤῥω βαίνων τοῦ φήσαντος· «Χριστὸς Θεοῦ δύναμις καὶ Θεοῦ σοφία, δύναμις οὐκ ἀνυπόστατος, ἀλλ’ ἐνυπόστατος, καὶ παντοδύναμος, καὶ ὑποστάσεως δημιουργὸς, καὶ ἰσοσθενὴς ἐκείνου, οὗ δύναμίς ἐστι.
20Καὶ πάλιν ὁ αὐτὸς Φίλων περὶ τοῦ θεάματος, οὗ εἶδε Μωϋσῆς, ἐκράζων ἔφη· «Θέαμα ἐκπληκτικώ‐ τατον ὁρᾷ· εἶτα μετ’ ὀλίγον κατὰ μέσην τὴν φλόγα μορφήν τινα περικαλλεστάτην ἐμφερῆ οὐδενὶ τῶν ὁρατῶν, θεοειδέστατον ἄγαλμα, φῶς αὐγοειδέστε‐
25ρον τοῦ πυρὸς ἀπαστράπτουσαν, ἣν ἐάν τις ὑπετόπη‐ σεν εἰκόνα τοῦ ὄντως εἶναι, καλῶς ὑπείληφεν.» Εἰ δέ τις περὶ τῆς εἰκόνος ἀκριβῶς μαθεῖν βούλεται. ἀκουέτω Παύλου φράζοντος περὶ τοῦ Υἱοῦ· «Ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου.» Οὐκοῦν
30κἀκεῖνος θεολογίας ὀρθοδόξου ἅπτεται; μὴ γὰρ τὴν ἀκρίβειαν ζήτει παρὰ τοῦ δυνηθέντος ὅλως διὰ σύνεσιν εἰλικρινῆ κατοπτεῦσαι τὴν ἀλήθειαν καὶ τῇ οἰκείᾳ θρησκείᾳ ἀπομάχεσθαι· ἀλλ’ ἐκεῖνο ἐν‐ νόει, ὅτι εἰς ἓν πρόσωπον οὐ συνέκλεισε τὴν θεο‐
35λογίαν ὡς οἱ ἀπαίδευτοι τῶν Ἰουδαίων καθηγηταὶ, προλήψει τινὶ κατεχόμενοι, δογματίζουσιν. Οὐκ ἐκ τούτων δὲ [μόνον πληκτικωτάτων] ὄντων, εἰς τοσαύ‐ την προήχθη, ὥς γε ἡγοῦμαι, τὴν ἔννοιαν, ἀλλὰ καὶ ἐκ τοῦ· «Ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα
40ἡμετέραν καὶ καθ’ ὁμοίωσιν·» καὶ ἐκ τοῦ· «Ἔβρεξε Κύριος [πῦρ] παρὰ Κυρίου·» καὶ ἐκ τοῦ· «Ἐκάλεσε Κύριος ἐν ὀνόματι Κυρίου» καὶ 432 ἐκ τοῦ· «Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου·
Κάθου ἐκ δεξιῶν μου·» καὶ ἐκ τοῦ· «Ἐν σοὶ647

110

.

649

[ὁ] Θεὸς, καὶ σὺ εἶ [ὁ] Θεός.» Τοὺς γὰρ λέγον‐ τας, ὅτι μυριάκις ἐστὶν ἅγιος ὁ Θεὸς, καὶ τό· «Ἅγιος, Ἅγιος, Ἅγιος, Κύριος Σαβαὼθ,» παρ‐ ερμηνεῦσαι τολμῶντας λαμπρῶς ἐλέγχει τό· «Ἐξε‐
5ζήτησα τὸ πρόσωπόν σου, Κύριε, ζητήσω· μὴ ἀποστρέψῃς τὸ πρόσωπον ἀπ’ ἐμοῦ.» Εἰ μὴ γὰρ τὴν ἁγίαν Τριάδα ἀνεκήρυττεν, ὁ φράσας περιττο‐ λογίας δίκαιος ἂν εἴη ἀπαιτηθῆναι δίκας· οὐ μόνον δὲ ἐν τούτῳ, —χρῆναι γὰρ οἶμαι ἐπὶ σαφέστερον
10ὁρμῆσαι ῥητόν· —ἀλλὰ καὶ ἐν τῷ· «Θῦσον τῷ Θεῷ θυσίαν αἰνέσεως, καὶ ἀπόδος τῷ Ὑψίστῳ τὰς εὐχάς σου· καὶ ἐπικάλεσαί με ἐν ἡμέρᾳ θλίψεως, καὶ ἐξελοῦμαί σε, καὶ δοξάσεις με.» Εἰ μὴ γὰρ ἡ Τριὰς ἐνταῦθα σαφῶς ἐκηρύττετο, ἐχρῆν ῥηθῆναι·
15Θῦσον τῷ Θεῷ θυσίαν αἰνέσεως καὶ ἀπόδος αὐτῷ τὰς εὐχάς σου, καὶ ἐπικάλεσαι αὐτὸν ἐν ἡμέρᾳ θλί‐ ψεώς σου, [καὶ] ἐξελεῖταί σε, καὶ δοξάσεις αὐτόν. Ἀλλ’ οὕτω μὲν οὐκ ἐῤῥέθη· εἴρηται δὲ ὡς εἴρη‐ ται. Σαφῶς διὰ τούτων καὶ δι’ ἄλλων πολλῶν
20(ἅπερ, ἵνα μὴ μακρὸν ποιήσω τὸν λόγον, νῦν παρα‐ λείψω τοῖς ἀκούειν δυναμένοις) κηρύττει ἡ Παλαιὰ Διαθήκη, ὅτι οὐχ ἑνὸς προσώπου σημαίνει δεσπο‐ τείαν, ἀλλὰ τριῶν μὲν ὑποστάσεων, μιᾶς δὲ οὐ‐ σίας, ἵνα καὶ Ἰουδαίων στηλιτεύσῃ τὴν ὡς ἐφ’
25ἑνὸς προσώπου οὐχ ὑγιῆ ἔννοιαν, οἷς καὶ Σαβέλλιος ἠκολούθησεν, ἴσως ἐκ τῆς ἄγαν τοῦ Υἱοῦ πρὸς τὸν Πατέρα ἰσότητος, εἰς τὸ μίαν ὑπόστασιν δογμα‐ τίσαι νευρωθεὶς καὶ Ἑλλήνων ἐξοστρακίσαι τὴν πολυθείαν, ὧν Ἄρειος καὶ Εὐνόμιος ἑάλωσαν εἶναι
30φοιτηταὶ, τὴν τῶν ὑποστάσεων διαφορὰν εἰς τὴν οὐ‐ σίαν παραλόγως ἑλκύσαντες. Εἰ δέ τις φαίη· Διὰ τί γὰρ μὴ σαφῶς καὶ διαῤῥήδην 433 ἐξ ἀρχῆς ταῦτα κεκήρυκται; φαίην ὅτι μάλιστα μὲν τοῖς συνετῶς ἀκούουσιν λαμπρά ἐστιν αὕτη καὶ ἀπό‐
35δειξις καὶ διδασκαλία, ὡς καὶ τῷ σοφῷ ἔδοξε Φίλωνι. Εἰ δὲ καὶ συνεσκιασμένως ἐῤῥέθη, ἐκεῖνο λογίζε‐ σθαι χρὴ, ὅτι Ἰουδαίοις τοῖς εἰς πολυθεΐαν ῥέπουσι νομοθετῶν οὐκ ἐδοκίμασε διαφορὰν προσώπων εἰσαγαγεῖν, ἵνα καὶ μὴ διάφορον (113a) φύσιν ἐν
40ταῖς ὑποστάσεσιν εἶναι δογματίσαντες, εἰς εἰδωλο‐ λατρίαν ἑλκυσθῶσιν, ἀλλὰ τῆς μοναρχίας ἐξ ἀρχῆς μαθόντες μάθημα, κατὰ μικρὸν [τὸ τῶν ὑπο‐ στάσεων ἀναδιδαχθῶσι δόγμα, τὸ πάλιν εἰς ἑνό‐ τητα φύσεως ἀνατρέχον, ὡς εἶναι τὰ μὲν ἑνικῶς
45λεγόμενα τῆς ταυτότητος τῆς φύσεως παραστατικὰ, τὰ δὲ ὑπερβαίνοντα τὸν ἑνικὸν ἀριθμὸν], τῆς τῶν649

110

.

652

ὑποστάσεων ἰδιότητος τῆς εἰς μίαν [οὐσίαν] συναγομένης· τὸ μὲν γὰρ διαφόρους φύσεις ὑποτίθεσθαι, Ἑλληνικόν· τὸ δὲ ἓν πρόσωπον ἤγουν μίαν ὑπόστασιν, Ἰουδαϊκόν· τὸ δὲ πλατύνοντας εἰς τὴν ἁγίαν καὶ ὁμοούσιον Τριάδα ὑποστάσεις εἰς μίαν οὐσίαν συνάγειν, ὀρθότατόν ἐστι καὶ ἀληθινὸν τὸ δόγμα.» (8) Κεφάλαιον δὲ ἐπὶ τοῖς λεγομένοις, ὅτι οὐκ
5ἔστι φυσικῇ ἀποδείξει κατὰ πάντα παραστῆσαι τῶν ὑπὲρ φύσιν πραγμάτων. Εἰ γὰρ καὶ σὰρξ ἀληθὴς ὁ Λόγος ἐγένετο, ἀλλ’ οὐ φιλὸς ἄνθρωπος Χριστὸς ὁ ἐνανθρωπήσας, μᾶλλον δὲ Θεὸς ἐξ ἑκατέρων τῶν φύσεων εἷς ὑπάρχων Υἱὸς Θεοῦ,
10Θεὸς ὑπερούσιος, εἰ καὶ διαῤῥήγνυνται οἱ τὸ μεῖ‐ ζον καὶ ἔλαττον ἐπὶ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ συγκρίνοντες, ἑτερούσιον τοῦ Πατρὸς τὸν Υἱὸν καὶ ἀνόμοιον δογματίζοντες· 434 οὐ γὰρ ἴσασιν, ὡς ἔοικεν, ὅτι μεῖζον καὶ ἔλαττον ἐπὶ τῶν ὁμο‐
15γενῶν ζητεῖται καὶ κρίνεται, ὡς ἄνθρωπος ἀν‐ θρώπου μείζων, καὶ βοῦς βοὸς, καὶ ἵππος ἵππου, καὶ ἅπαξ ἁπλῶς ὁ κανὼν τῆς συγκρίσεως τοῖς ὁμο‐ γενέσιν ἁρμόζει. Ὁ τοίνυν τὰ τοῦ Θεοῦ τολμηρῶς περιεργαζόμενος καὶ μείζονα λέγων τοῦ Υἱοῦ τὸν
20Πατέρα, τὴν σύγκρισιν ὡς ὁμοούσιον προσίεται, κἂν μὴ βούληται· ἑτερούσια γὰρ ἀλλήλοις συγκρί‐ νεσθαι οὐ δύναται, οὔτε λέγεται μείζων ἄνθρωπος βοὸς, ἢ μείζων ἵππος καμήλου, ἢ μείζων ὄνος ἰχθύος. Τὰ μέντοι γε τὸν ἑνικὸν ἀριθμὸν ὑπερβαί‐
25νοντα ἐν τῇ θείᾳ Γραφῇ τῆς τῶν ὑποστάσεών εἰσι διαφορᾶς παραστατικά· τὰ δὲ γενικῶς ἐξενηνεγ‐ μένα, τῆς ταυτότητος τῆς φύσεως. Τὰ μὲν γὰρ εἴρηται, ἵνα Σαβέλλιος καὶ Ἰουδαῖοι ἐπιστομισθῶσι, τὰ δὲ, ἵνα Ἄρειος καὶ Εὐνόμιος καὶ Ἕλληνες στη‐
30λιτευθῶσιν. Οἱ γὰρ πλατύνοντες μὲν εἰς τὴν ἁγίαν Τριάδα τὸν τῶν ἰδιοτήτων ἀριθμὸν, συστέλλοντες δὲ εἰς μίαν οὐσίαν, ὀρθότητα δογματίζουσιν καὶ ταῖς τῶν οὐρανίων χρησμῶν ἕπονται διδασκαλίαις, μήτε εἰς πολυθεΐαν διὰ τὴν τῆς φύσεως διαφορὰν
35ἐκπίπτοντες, μήτε εἰς Ἰουδαϊσμὸν διὰ τὴν τοῦ ἑνὸς προσώπου σύστασιν ὀλισθαίνοντες. Πῶς δὲ οὐκ ἐρυθριῶσιν οἱ κτίσμασι προσκυνοῦντες καὶ ταῖς ἑαυτῶν μαχόμενοι ψήφοις; Ἀπαγορεύοντες γὰρ τὸ μὴ τῇ κτίσει προσκυνεῖν ὡς Ἑλληνικὸν, αὐτοὶ τοῦτο
40δρῶντες ἑαυτοὺς λανθάνουσι. Χρὴ δὲ καὶ τοῦτο εἰδέναι, ὡς οὐ τὰ αὐτὰ ὀνόματα πάντως καὶ τὰ αὐτὰ μηνύει πράγματα, οὔτε ἡ ὁμωνυμία συν‐ ωνυμίαν ἐκ παντὸς τρόπου ἐμφαίνει· ἐπὶ μὲν γὰρ τοῦ Υἱοῦ κυρίως λέγεται ἡ γέννησις, ἐπὶ δὲ τὼν
45κτισμάτων καταχρηστικῶς· ἐπ’ ἐκείνου μὲν, τῆς ἀληθείας ἕνεκεν καὶ τῆς ὁμοουσιότητος, ἐπὶ δὲ τού‐ των, τιμῆς χάριν καὶ υἱοθεσίας· «Βουληθεὶς
γὰρ ἀπεκύησεν ἡμᾶς λόγῳ ἀληθείας.» Μὴ τοίνυν651

110

.

653

[ἡ] ὁμωνυμία τὴν ὁμοτιμίαν ἐνταῦθα τικτέτω, μηδὲ τὰ καταχρηστικῶς εἰρημένα κυρίως λελέχθαι 435 νομιζέσθω, ἐπεὶ καὶ τὸν θυμὸν καὶ τὴν ὀργὴν καὶ τὰ ἄλλα πάντα τὰ τῇ θείᾳ μὴ πρέποντα φύσει καταχρηστικῶς λελεγμένα, οὐκ ἄν τις εὖ φρονῶν κυ‐
5ρίως περιπεφράσθαι φαίη· δῆλον γάρ ἐστιν, ὅτι ἑκάστῳ (113b) χωρίῳ καὶ ἑκάστῃ λέξει ἡ προσ‐ ήκουσα καὶ ἁρμόζουσα διασάφησις προσαγομένη τὴν ἀλήθειαν ὠδίνει. (9) Εἰπάτωσαν δέ γε καὶ οἱ εἰς τὸ ἅγιον Πνεῦμα βλασφημοῦντες καὶ τῆς θείας οὐσίας αὐτὸ χωρίζον‐ τες, πῶς ὁ Θεὸς καὶ Σωτὴρ ἡμῶν ἐνανθρωπήσας
10παρέδωκε συμπληρωτικὸν εἶναι τῆς ἁγίας Τριάδος τὸ πανάγιον Πνεῦμα, καὶ [ἐν] τῇ ἐπικλήσει τοῦ θείου βαπτίσματος σὺν Πατρὶ καὶ Υἱῷ ὡς ἐλευθε‐ ροῦν τῶν ἁμαρτημάτων τοὺς ἀνθρώπους ἀριθμού‐ μενον, καὶ ἐπὶ τῆς μυστικῆς τραπέζης τὸ σῶμα
15ἰδικὸν τῆς τοῦ Υἱοῦ σαρκώσεως ἀποφαῖνον, πῶς ἂν εἴη ποιητὸν ἢ κτιστὸν ἢ τῆς δουλικῆς φύσεως, ἀλλ’ οὐ τῆς Δεσποτικῆς καὶ δημιουργοῦ καὶ βασιλί‐ δος οὐσίας συγγενὲς καὶ ὁμοούσιον τὸ ἅγιον Πνεῦμα; Εἰ γὰρ δοῦλον, μὴ συναριθμείσθω (μετὰ τοῦ Δεσπό‐
20του· εἰ δὲ κτίσμα, μὴ συναριθμείσθω) τῷ Κτί‐ στῃ· ἥνωται γὰρ καὶ συνηρίθμηται, ἐπειδὴ τῷ ἀκριβεῖ τῶν τοιούτων δογματιστῇ Χριστῷ πείθεσθαι προσήκει βεβαίως καὶ ἀσφαλῶς τὰ περὶ τῆς οἰκείας οὐσίας διδάσκοντι· εἰ καὶ τοῖς πνευματομάχοις
25δοκεῖ σοφωτέροις εἶναι, καὶ τὰ οὐράνια πλέον εἰδέ‐ ναι Θεοῦ, κομπάζοντας ἢ μᾶλλον τολμηρῶς τε καὶ δυσσεβῶς ῥητορεύοντας. Εἰ οὖν ὁ θεῖος Δανιὴλ ἄγ‐ γελον θεασάμενος καὶ θαυμάσας τὸ κάλλος καὶ τὸ μέγεθος τοῦ ὀφθέντος πρηνὴς ἔπεσεν, ἐκπλαγεὶς τὸ
30παράδοξον τῆς θέας, ποίαν ἕξουσιν ἀπολογίαν οἱ Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι μεσιτεύειν τολ‐ μῶντες καὶ τὴν ἄῤῥητον φύσιν λόγοις ζυγοστατεῖν ἐπιχειροῦντες καὶ φυσιολογοῦντες; Τὴν τοίνυν ἄχρο‐ νον καὶ ἀΐδιον καὶ ἀμεσίτευτον καὶ παντὸς λόγου
35καὶ νοῦ κρείττονα πρόοδον τοῦ Υἱοῦ ἀπὸ τοῦ Πατρὸς γέννησιν καλοῦσιν αἱ Γραφαὶ, οὐχ ἵνα πάθος ὑπο‐ γράψωσιν, ἀλλ’ ἵνα τὸ ὁμοούσιον ὑποδείξωσιν· ὁμο‐ ούσια γὰρ τῷ ὄντι τὰ τικτόμενα 436 τοῖς τί‐ κτουσιν. Ἵνα δὲ μὴ φαντασίαν πάθους ἐπικομίσῃ,
40Λόγον προσαγορεύουσιν, καὶ ἵνα μὴ νεώτερος ἐπι‐ νοηθῇ· «Ἐν ἀρχῇ ἦν ὁ Λόγος» φησί· εἶτα καὶ τὴν πρὸς τὸν Πατέρα σχέσιν κηρύττουσαι· «Καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν·» εἶτα καὶ τὴν ἀξίαν· «[Καὶ] Θεὸς ἦν ὁ Λόγος·» ἐκ μὲν τοῦ Υἱοῦ τὸ ὁμοούσιον, ἐκ δὲ
45τοῦ Λόγου τὸ ἀπαθὲς, καὶ ἐκ μὲν τοῦ ἐν ἀρχῇ εἶναι τὸ συναΐδιον, ἐκ δὲ τοῦ πρὸς τὸν Πατέρα εἶναι τὴν πρὸς αὐτὸν οἰκειότητα, διὰ δὲ τοῦ Θεοῦ εἶναι τὴν ἀξίαν αὐτοῦ καταμαθόντες, καὶ ἐξ ἑκάστου ὀνόματος τὸ μὴ ἐφορμοῦν καὶ ἀπρεπὲς ἀποπεμψάμενοι,

110

.

653

(50)

οἷον ἀπὸ μὲν τοῦ Υἱοῦ τὸ νεώτερον, ἀπὸ δὲ τοῦ Λόγου τὸ ἀνυπόστατον Θεὸν ἀΐδιον, ὁμοούσιον
ἀπαθῶς καὶ ἀχρόνως ἐκ τοῦ Πατρὸς προελθόντα, εἰδείημέν τε καὶ προσκυνήσαιμεν.653

110

.

656

ΡΠΗʹ. Περὶ τῆς βασιλείας Κωνσταντίου υἱοῦ τοῦ Μεγάλου Κωνσταντίνου. Μετὰ δὲ Κωνσταντῖνον τὸν Μέγαν ἐβασί‐ λευσε Κωνστάντιος, ὁ υἱὸς αὐτοῦ, ἐν Κωνσταντι‐
5νουπόλει ἔτη καʹ, ὃς μετὰ τὴν τοῦ πατρὸς τελευτὴν εἰς τὸ Ἀρειανικὸν φρόνημα παρασυρεὶς, ὑπὸ Εὐ‐ σεβίου τοῦ Παμφίλου διδαχθεὶς, κατεβιάζετο τὸν θεῖον Ἀλέξανδρον Κωνσταντινουπόλεως δέξασθαι τὸν Ἄρειον εἰς κοινωνίαν. Τοῦ δὲ μηδὲ ὅλως
10ἀνεχομένου, ἀλλὰ φάσκοντος· «Ἐγὼ, βασιλεῦ, τὸν ὑπὸ τῶν τιηʹ Πατέρων κατακριθέντα καὶ ἀναθε‐ ματισθέντα δέξασθαι οὐ δύναμαι,» ἔφη ὁ βασιλεύς· «Ὅρα, ὦ ἐπίσκοπε, μὴ [καὶ] ἄκων δέξῃ αὐτόν· (114a) ἰδοὺ γὰρ καὶ σύνοδον ἐκέλευσα γενέσθαι πρὸς
15τὸ γυμνασθῆναι τὰ παρ’ ἑκατέρων ὑμῶν ἀκριβέστε‐ ρον.» Ὁ δὲ ἅγιος 437 Ἀλέξανδρος ὁ ἐπίσκο‐ πος ἀνέστη εὐθὺς καὶ ἐξῆλθεν ἀπὸ προσώπου τοῦ βασιλέως, λέγων· «Τὸ θέλημα τοῦ Κυρίου γενέσθω.» Καὶ ἐλθὼν εἰς τὴν ἐκκλησίαν καὶ ἐπιπεσὼν τῷ
20ἁγίῳ θυσιαστηρίῳ δι’ ὅλης τῆς νυκτὸς ἐβόα πρὸς τὸν Θεὸν μετὰ δακρύων λέγων· «Κύριε ὁ Θεὸς, μὴ συγχωρήσῃς τῷ ἀναιδεῖ λύκῳ καὶ ἅρπαγι εἰσελ‐ θεῖν εἰς τὴν ἁγίαν Ἐκκλησίαν σου, ἀλλὰ δίκασον ἐνδίκως τὸν ἄδικον ἐν τάχει.» Τῇ δὲ ἐπαύριον τῆς
25συνόδου συγκροτηθείσης ἐν τῇ ἐκκλησίᾳ, ὁ Ἄρειος ἐρχόμενος μετὰ πάντων τῶν ὁμοφρόνων αὐτοῦ, εἰσῆλθεν ὡς διὰ χρείαν τῆς γαστρὸς εἰς οἶκόν τινος ὄπισθεν τοῦ φόρου, ἐν ᾧ δὴ τόπῳ, κατὰ τὸ ᾀδόμε‐ νον, πρηνὴς γενόμενος, ἐξελάκησε καὶ ἐξεχύθη
30πάντα τὰ σπλάγχνα αὐτοῦ, καὶ ἀμφοτέρων διήμαρ‐ τεν ὁ δείλαιος, τῆς τε κοινωνίας καὶ τῆς παρούσης ζωῆς. Καὶ ὁ μὲν Ἄρειος οὕτω κατέστρεψε τὸν βίον· οἱ δὲ ὁμόφρονες αὐτοῦ μεγάλως ᾐσχύνθησαν καὶ διεσκορπίσθησαν. Ὁ δὲ ποιμὴν ὁ καλὸς, ὁ μακαρί‐ της Ἀλέξανδρος, τῆς Ἐκκλησίας χαιρούσης, τὴν ἁγίαν σύναξιν ἐπετέλεσεν.
35(2) Οἱ δὲ τοῦ Μεγάλου Κωνσταντίνου ἀνεψιοὶ, Γάλλος καὶ Ἰουλιανὸς, ἀναγνῶσται γεγόνασιν ἐν Ἀντιοχείᾳ· ἐκκλησίαν δὲ τῷ μάρτυρι Μάμαντι κτί‐ σαι προθυμηθέντων, ἐν ᾧ μέρει κτίζειν Ἰουλιανὸς ἔλαχεν, ἡ γῆ τοῦτο οὐκ ἐδέχετο· πανημέριος
40γὰρ οἰκοδομὴ ἐδαφισμένη τῇ ἐπιούσῃ ηὑρίσκετο, καὶ τὴν διαστροφὴν τῆς γνώμης τοῦ ταλαιπώρου ἡ ἄψυχος ὕλη προεδήλου. (3) Ὃς καὶ τὴν κόμην ἀποκειράμενος καὶ μονα‐ δικὴν ἄσκησιν ὑποκρινάμενος εἰς Ἀθήνας κατῆλθε,
45τῆς βασιλείας ἐφιέμενος καὶ τὴν Ἑλλάδα περιερχό‐ μενος, μάντεις ἐπεζήτει καὶ χρησμολόγους εἰ τεύ‐
ξεται τοῦ ποθουμένου. Καὶ δὴ περιτυγχάνει ἀν‐655

110

.

657

θρώπῳ δυσσεβεῖ 438 ταῦτα προλέγειν ὑπισχνου‐ μένῳ, ὃς τοῦτον εἴς τινα τῶν εἰδωλικῶν καταδύ‐ σεων καταγαγὼν, τοὺς ἀπατεῶνας ἐκάλεσε δαίμονας· ἐκείνων δὲ μετὰ τῆς συνήθους φαντασίας ἐπιφανέν‐
5των, ἠνάγκασε τοῦτον ὁ φόβος ἐπιθεῖναι τῷ μετώπῳ τὸ τοῦ σταυροῦ σημεῖον, ὅπερ ἰδόντες ἀφανεῖς ἐγένοντο. Συνεὶς οὖν ὁ γόης ἐκεῖνος τῆς φυγῆς αὐτῶν τὴν αἰτίαν ἐπεμέμψατο τούτῳ λέγω· «Οὐ φοβηθέντες, ὡς σὺ νομίζεις, ἀλλὰ βδελυξάμε‐
10νοι τὸ παρὰ σοῦ γενόμενον ἀνεχώρησαν.» Οὕτω βουκολήσας τὸν αἰχμάλωτον ἐμύησέ τε καὶ τοῦ μύ‐ σους ἐνέπλησε· αἵμασι γὰρ μυσαροῖς ἀπολουσάμενον τὸ θεῖον βάπτισμα καὶ ἡ τῆς βασιλείας ἐπιθυμία τῆς εὐσεβείας ἐγύμνωσε τὸν ἄθλιον. (4) Εἶτα Κωνστάντιος τοῦτον μεταστειλάμενος
15καὶ ἀναγορεύσας τοῦτον Καίσαρα σὺν αὐτῷ κατὰ Περσῶν ἐξώρμησε· ὑποστρέφων τοῦτον αὐτοκρά‐ τορα καταλείψας, ἀπέθανεν ἐν Κιλικίᾳ. (5) Ἐφ’ οὗ Εὐνόμιος καὶ Φωτεινὸς καὶ Μακεδό‐ νιος καὶ Ἀπολλινάριος, οἱ αἱρεσιάρχαι, ἐγνωρίζοντο.
20(6) Καὶ τὰ λείψανα τῶν ἁγίων ἀποστόλων Ἀν‐ δρέου, καὶ Λουκᾶ, καὶ Τιμοθέου ἀνεκομίσθησαν ἐν Κωνσταντινουπόλει. (7) Καὶ Φλαβιανὸς Ἀντιοχείας διχῇ τοὺς τῶν ψαλλόντων χοροὺς διελὼν, ἐκ διαδοχῆς τὴν Δαυϊδικὴν
25ἐδίδαξε πρῶτος ᾄδειν μελῳδίαν (ὅπερ ἐν Ἀντιοχείᾳ πρῶτον ἀρξάμενον παντόσε διέδραμε τῆς οἰκου‐ μένης τὰ πέρατα). (8) Καὶ ἡ ἐν Σαρδικῇ καὶ ἡ ἐν Γάγγραις ἐγέ‐ νοντο σύνοδοι, ἡ μὲν κατὰ Μαρκέλλου καὶ Φωτει‐
30νοῦ, ψιλὸν ἄνθρωπον τὸν Χριστὸν βλασφημοῦντος, ἡ δὲ κατὰ τῶν μαθητῶν Εὐσταθίου τοῦ Σεβαστείας, οἱ καὶ Μα(114b)σαλιανοὶ λεγόμενοι. 439 (9) Καὶ ὁ μέγας Ἐφραῒμ ἔργῳ καὶ λόγῳ διέπρεπε, ὃς καὶ πολλὰ συγγράμματα καταλέλοιπε,
35ἐν οἷς, φασι, καὶ τριακοσίας μυριάδας ἐκδέδωκε στί‐ χων εἰς τὸ ψάλλειν Συριστὶ καὶ τοὺς ἐκ τῆς πλάνης τοῦ Βαρδησιανοῦ προσεπισπάσασθαι διὰ τοῦ μέλους καὶ τῆς ἡδυτάτης συμφωνίας· ἐκβιασθεὶς δὲ [καὶ] πρεσβύτερος ἐχειροτονήθη ὑπὸ τοῦ μεγάλου
40Βασιλείου. ὃς καὶ ἐποίησεν αὐτὸν δι’ αἰτήσεως λαλῆ‐ σαι τὴν Ἑλληνίδα γλῶτταν ἀκωλύτως. (10) Καὶ τὸ σημεῖον τοῦ σταυροῦ ἐφάνη ἐν τῷ οὐρανῷ, ἀπὸ τοῦ τόπου τοῦ ἁγίου Κρανίου μέχρι τοῦ ὄρους τῶν Ἐλαιῶν διῆκον, περὶ οὗ καὶ φέρεται
45πρὸς Κωνστάντιον ὑπὸ Κυρίλλου Ἱεροσολύμων ἀνα‐ φορά. ΡΠΘʹ. Περὶ τῆς τῶν Μασσαλιανῶν αἱρέσεως.
Οἱ τοίνυν Μασσαλιανοὶ, τουτέστιν Εὐχῖται καὶ657

110

.

660

Ἐνθουσιασταὶ λεγόμενοι ἀπὸ Ἀδελφίου, καὶ Δαδώη καὶ Σάβα καὶ Συμεῶνος καὶ Ἑρμᾶ, τῶν αἱρε‐ σιαρχῶν (τὴν πονηρὰν καὶ ψυχώλεθρον αἵρεσιν ταύ‐ την μετέλαβον)· ἀφ’ ὧν ὁ μέγας Φλαβιανὸς Ἀντιο‐
5χείας ἐπίσκοπος (ἐπὶ τὸ αὐτὸ) μοναχοὺς συναθροί‐ σας πολλοὺς τὴν αἵρεσιν ἐξαρνουμένους, τόνδε τρόπον διήλεγξε. Ἐπίσημον γάρ τινα παρ’ αὐτοῖς γέροντα, ὀνόματι Ἀδέλφιον παραλαβὼν κατ’ ἰδίαν, ἔφη πρὸς αὐτὸν μετὰ πανουργίας· «Ἡμεῖς μὲν, ὦ
10πρεσβῦτα, τὸν πλεῖον βεβιωκότες βίον, ἀκριβέ‐ στερον καὶ τὴν ἀνθρωπείαν ἐμάθομεν φύσιν. καὶ τὰ τῶν ἀντιπάλων δαιμόνων ἔγνωμεν εὖ μάλα μηχα‐ νήματα· πείρᾳ δὲ καὶ τὴν τῆς χάριτος ἐδιδάχθημεν χορηγίαν· οὗτοι δὲ νέοι 440 ὄντες καὶ τούτων
15ἀκριβῶς οὐδὲν ἐπιστάμενοι πνευματικώτερον ἐπα‐ κοῦσαι λόγον οὐ φέρουσιν· οὐκοῦν εἰπέ μοι, πῶς φατε καὶ τὸ ἐναντίον πνεῦμα ὑποχωρεῖν καὶ τοῦ παναγίου Πνεύματος τὴν χάριν ἐπιφοιτᾷν διὰ τῆς ὑμετέρας εὐχῆς καὶ ἐπιτηδεύσεως;» Ὁ δὲ τοῖς
20λόγοις τούτοις καταθελχθεὶς ἐξήμεσεν ἅπαντα τὸν κεκρυμμένον ἰὸν καὶ ψυχοφθόρον, καί φησιν· «Οὐδε‐ μίαν μὲν ἐκ τοῦ βαπτίσματος ἴσμεν ὠφέλειαν τοῖς ἀξιουμένοις ἐγγίνεσθαι, μόνην δὲ τὴν σπουδαίαν εὐχὴν τὸν ἔνοικον καὶ συνουσιωμένον δαίμονα ἐξε‐
25λαύνειν· ἕλκει γὰρ ἕκαστος τῶν τικτομένων ἐκ τοῦ πρωπάτορος (ἔλεγεν), ὥσπερ τὴν φύσιν, οὕτω δὴ καὶ τὴν τῶν δαιμόνων δουλείαν, ὧν ὑπὸ τῆς σπου‐ δαίας εὐχῆς ἐλαυνομένων ἐπιφοιτᾷ λοιπὸν τὸ ἅγιον Πνεῦμα ὁρατῶς καὶ αἰσθητῶς καὶ τὴν οἰκείαν παρου‐
30σίαν φανερώτατα σημαῖνον. Καὶ τὸ μὲν σῶμα τῆς ἐμ‐ παθοῦς κινήσεως εὐθὺς ἐλευθεροῦται παντελῶς· ἡ δὲ ψυχὴς τῆς ἐπὶ τὸ χείρω τροπῆς τέλειον ἀπαλλάττεται, ὡς μηκέτι δεῖσθαι λοιπὸν μήτε νηστείας πιεζούσης τὸ σῶμα μήτε διδασκαλίας χαλινούσης τὴν ψυχὴν καὶ
35τὸν νοῦν (καὶ βαίνειν εὔτακτα παιδευούσης ἀπὸ πάσης ἐνεργείας πονηρᾶς καὶ ἐνθυμήσεως· οὐ μόνον δὲ ὁ τῶν τοιούτων τετυχηκὼς, τῶν τοῦ σώματος καὶ τῆς ψυχῆς [ὁ τοιοῦτος] ἀπαλλάττεται παθῶν καὶ αἰσχίστων σκιρτημάτων, ἀλλὰ καὶ τὰ μέλλοντα
40σαφῶς προβλέπει καὶ τὴν ἁγίαν Τριάδα ὀφθαλμο‐ φανῶς θεωρεῖ καὶ θεολογίας καὶ θείων μυστηρίων ἀξιοῦται.» Οὕτως ὁ θεῖος Φλαβιανὸς τὴν (μυσα‐ ροτάτην καὶ) δαιμονιώδη αἵρεσιν ἀνορύξας (καὶ γυ‐ μνώσας) ἔφη πρὸς τὸν δυσσεβέστατον γέροντα·
45«Πεπαλαιωμένε (115) κακῶν ἡμερῶν, ἤλεγξέ σε τὸ σὸν μιαρώτατον στόμα, καὶ οὐκ ἐγὼ, καὶ τὰ σὰ διεφθαρμένα καὶ ἀκάθαρτα χείλη καταμαρτυροῦσί σου.» Φανερωθείσης δὲ τῆς σατανικῆς καὶ βδελυρᾶς ἀπάτης καὶ αἱρέσεως ταύτης, τῆς μὲν Συρίας
ἐξηλάθησαν, εἰς δὲ τὴν Παμφυλίαν ἐχώρησαν, καὶ ταύτην τῆς λώβης ἐπλήρωσαν659

110

.

661

441 (2) Ἐν δὲ ταῖς ἡμέραις Κωνσταντίου ἦν τάραχος οὐκ ὀλίγος ἐν ὅλῃ τῇ οἰκουμένῃ διὰ τὸ βου‐ ληθῆναι περιαιρεῖν τὸ Ὁμοούσιον ἐκ τοῦ συμβόλου τῆς πίστεως. Κατ’ ἐκεῖνον δὲ τὸν καιρὸν θαῦμα
5γέγονεν ἐν Ἱεροσολύμοις πάντα λόγον ὑπερβαῖνον. Ἐπειδὴ γὰρ ἐν τῇ τῶν δογμάτων διαφωνίᾳ ἐκκοπὴ γέγονε τῶν προσερχομένων τῇ πίστει σκανδαλιζο‐ μένων ἐπὶ τῇ τῶν ἱερέων διαφωνίᾳ καὶ φιλονεικίᾳ, οὐρανόθεν ἔδειξεν ὁ τῶν θαυμασίων Θεὸς, ὅτι οὐχ ὁ
10λόγος τῆς εἰς αὐτὸν πίστεως αἴτιος τῶν σκανδάλων, ἀλλὰ τῶν ἀδοκίμων ἱερέων ἡ σκαιότης καὶ τῆς κακίας τῆς αὐτῶν γνώμης ἡ ἀδιακρισία· τοιγαροῦν φαίνεται ἐπάνω τοῦ ἁγίου Γολγοθᾶ, ἡμέρας μὲν οὔσης [καὶ τῆς Πεντηκοστῆς περὶ τρίτην ὥραν], παμ‐
15μεγέστατος σταυρὸς ἐκ φωτὸς κατεσκευασμένος, κα‐ λύπτων τὴν τοῦ ἡλίου λαμπρότητα τῇ ὑπερβολῇ τοῦ φωτὸς, ἐν ὀφθαλμοῖς πάντων τῶν τὴν πόλιν οἰκούν‐ των, μικρῶν τε καὶ μεγάλων, πιστῶν τε καὶ ἀπί‐ στων. Κύριλλος δὲ ἦν ὁ σοφώτατος τηνικαῦτα τῆς
20Αἰλίας ἐπίσκοπος, τὸν ὁμολογητὴν Μάξιμον διαδε‐ ξάμενος. Τούτου σώζονται κατηχήσεις ιηʹ εὐδοκί‐ μως συγγεγραμμέναι, ἐν αἷς τὸ σύμβολον τῶν ἁγίων Πατέρων κατὰ λέξιν συνετῶς ἑρμηνεύσας, μνήμην τῆς τοῦ ὁμοουσίου λέξεως οὐκ ἐποιήσατο, τῶν παρα‐
25δυναστευόντων τότε τὰς ἀφορμὰς ὑφορώμενος· ἔμεινε δὲ ὅμως ἐκ τῶν ἀγράφων συνηγορῶν τῇ ὀρθο‐ δοξίᾳ. Οὗτος ἔγραψε τῷ βασιλεῖ Κωνσταντίῳ περὶ τοῦ γενομένου σημείου. Ἄμεινον δὲ τὰ περὶ τούτου διδάξει αὐτὰ τοῦ ἐπισκόπου τὰ γράμματα ἔχοντα
30τάδε· «Ἐπὶ μὲν γὰρ τοῦ θεοφιλεστάτου—Κων‐ σταντίνου, τοῦ σοῦ πατρὸς, τὸ σωτήριον τοῦ σταυροῦ ξύλον ἐν Ἱεροσολύμοις ηὕρηται—ἐπὶ δὲ σοῦ, δέσποτα πανευσεβέστατε, —οὐκ ἐκ γῆς λοιπὸν, ἀλλ’ ἐξ οὐρανοῦ τὰ θαυματουργήματα καὶ τοῦ Κυ‐
35ρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ, τὸ 442 κατὰ τοῦ θανάτου τρόπαιον, ὁ μακάριος, λέγω, σταυρὸς, φωτὸς μαρμαρυγαῖς ἀπαστράπτων ἐν Ἱεροσολύμοις ὤφθη. Ἐν γὰρ ταῖς ἁγίαις ἡμέραις ταύταις τῆς ἁγίας Πεντηκο‐
40στῆς, νώναις Μαΐαις, περὶ τρίτην ὥραν παμμε‐ γέστατος σταυρὸς ἐκ φωτὸς κατεσκευασμένος ἐν οὐρανῷ ὑπεράνω τοῦ ἁγίου Γολγοθᾶ μέχρι τοῦ ἁγίου ὄρους τῶν ἐλαιῶν ἐκτεινόμενος ἐφαίνετο, οὐχ ἑνὶ καὶ δευτέρῳ μόνῳ φανεὶς, ἀλλὰ παντὶ τῷ
45τῆς πόλεως πλήθει φανερώτατος δειχθεὶς, οὐδ’ ὡς ἄν τις νομίσειεν, ὀξέως, κατὰ φαντασίαν παραδρα‐ μὼν, ἀλλ’ ἐπὶ πλείοσιν ὥραις ὑπὲρ γῆν ὀφθαλμοφα‐
νῶς θεωρούμενος καὶ ταῖς ἀπαστραπτούσαις μαρμα‐661

110

.

664

ρυγαῖς τὰς ἡλιακὰς ἀκτίνας νικήσας οὐ γὰρ ἂν ὑπ’ αὐτοῦ νικώμενος ἐκαλύπτετο, εἰ μὴ δυνατω‐ τέρας ἡλίου τοῖς ὁρῶσιν παρεῖχε τὰς λαμπηδόνας, ὡς ἅπαντας μὲν ἐξαυτῆς εἰς τὴν ἁγίαν ἐκκλη‐
5σίαν συνδραμεῖν τὴν πόλιν τῷ τῆς θεοπτίας φόβῳ, νέων τε ἅμα καὶ πρεσβυτέρων, ἀνδρῶν (115b) τε καὶ γυναικῶν ἐκ πάσης ἡλικίας καὶ μέχρις αὐτῶν ἤδη τῶν θαλαμευομένων νεανίδων, ἐντοπίων τε καὶ ξένων, Χριστιανῶν τε καὶ Ἑλλήνων καὶ ἀλλα‐
10χόθεν ἐπιδημούντων ἐθνικῶν, ὁμοθυμαδόν τε πάντων ὡς ἐξ ἑνὸς στόματος Ἰησοῦν Χριστὸν τὸν Κύριον ἀνυμνούντων, τὸν Υἱὸν τοῦ Θεοῦ τὸν μονογενῆ, τὸν θαυματοποιὸν, ἔργῳ τε καὶ πείρᾳ παραλαβόντες, ὅτι τὸ Χριστιανῶν δόγμα «οὐκ ἐν πειθοῖς σοφίας ἐστὶ λόγοις, ἀλλ’ ἐν ἀποδείξει Πνεύματος καὶ δυνάμεως», οὐχ ὑπ’ ἀνθρώπων 443 μόνον καταγγελλόμενον, ἀλλ’ ἐξ οὐρανοῦ θεόθεν μαρ‐ τυρούμενον.» —Καὶ ταῦτα μὲν ὁ ἐπίσκοπος· ἐκ δὲ ταύτης τῆς παραδοξοποιίας πολλαὶ χιλιάδες προ‐
15σετέθησαν τῷ λόγῳ τῆς πίστεως. Ρϟʹ. Βασιλεία Ἰουλιανοῦ τοῦ Παραβάτου. Μετὰ δὲ Κωνστάντιον ἐβασίλευσεν Ἰουλιανὸς ἔτη βʹ, Καῖσαρ δὲ γέγονεν ἔτη δʹ καὶ μῆνας ϛʹ, ἐξάδελφος ὢν Κωνσταντίου, ὃς ἐτράφη ὑπὸ Εὐσε‐
20βίου τοῦ Νικομηδείας ἐπισκόπου. Ἦν δὲ βραχὺς τὸ σῶμα, καὶ ὕπνου μὲν, καὶ τροφῆς, καὶ ἀφροδι‐ σίων ὅτι μάλιστα ἐγκρατὴς, τῷ δὲ ἄλλῳ τρόπῳ [σκαιὸς] καὶ πρὸς εὐσέβειαν πονηρός· (τοῖς γὰρ Χριστιανῶν μυηθεὶς μυστηρίοις, ὕστερον αὐτὰ
25παριδὼν) τὸ τῶν Ἑλλήνων προείλετο καὶ τὸ ἅγιον βάπτισμα αἵματι θυσιῶν ἀπεπλύνατο (ὃς κατὰ συγ‐ χώρησιν Θεοῦ παραλαβὼν τὴν βασιλείαν) ἐποίει καὶ τὰ λοιπὰ ὅσα οἱ (τοῦτον κινοῦντες) δαίμονες ἐθεραπεύοντο (ὅθεν οἱ τῶν εἰδώλων ὑπασπισταὶ
30ἀναθαῤῥήσαντες, ἀνέῳξαν μὲν τοὺς εἰδώλων ναοὺς καὶ τὰς μυσαρὰς ἐπετέλεσαν τελετὰς, τοὺς δὲ θείους ναοὺς κατέστρεψαν καὶ τοὺς Χριστιανοὺς δεινῶς ἐμάστιζον). (2) Ἐφ’ ὧν χρόνων καὶ Πορφύριος ὁ Τύριος ὑπάρ‐
35χων πολλὰ κατὰ τῆς πίστεως ἡμῶν ἐμμανεὶς, ἐλύττησε· Χριστιανὸς γὰρ γενόμενος 444 καὶ τυφθεὶς ὑπό τινος Χριστιανοῦ ἐν Παλαιστίνῃ, θυμωθεὶς ἀπῆλθε πάλιν εἰς τὸν Ἑλληνισμὸν, ὁ τάλας, καὶ κατὰ τῆς πίστεως ἐδογμάτισεν.
40(3) Ὁποῖα τοίνυν καὶ ὅσα κατ’ ἐκεῖνον ἐτολμήθη
τὸν καιρὸν καὶ ἐπράχθη ὑπὸ τῶν τοῦ ἀσεβοῦς ὑπη‐663

110

.

665

ρετῶν καὶ ὁμοφρόνων, πάμπολλα μέν ἐστι καὶ συγγραφῆς ἰδίας ἐπιδεόμενα· ἡμεῖς δὲ ἐκ πολλῶν ὀλίγα διηγησόμεθα. Ἐν Ἀσκαλῶνι μὲν καὶ Γαζῇ ἀνδρῶν ἱερῶν καὶ γυναικῶν ἁγίων διὰ βίου τὴν
5παρθενίαν ἐπειλημμένων ἀναῤῥήξαντες τὰς γα‐ στέρας καὶ κριθῶν ἐμπλήσαντες προὔθηκαν χοίροις βορὰν (ὡς καὶ τῶν ἡπάτων καὶ τῶν αἱμάτων ἀπ‐ εγεύσαντο παράνομοι). (4) Ἐν δὲ τῇ Σεβαστείᾳ πόλει τοῦ Προδρό‐
10μου τὴν θήκην ἀνοίξαντες πυρὶ παρέδωκαν τὰ λείψανα, καὶ τὴν κόνιν εἰς ἀέρα ἐλίκμησαν. ΡϟΑʹ. Περὶ τῆς αἱμοῤῥοούσης. Ἐν δὲ Καισαρείᾳ τῆς Φιλίππου τῇ νῦν Πανεάδι ἀνδριὰς ἦν τοῦ Κυρίου, ὃν ἡ αἱμόῤῥους εὐχαριστή‐
15ριον πρὸ τοῦ οἴκου αὐτῆς ἔστησεν· βοτάνη δέ τις ἐφύετο ἐν τῇ βάσει, ἐν ᾗ πρότερον ὁ χαλκοῦς ἀν‐ δριὰς ἵστατο τοῦ Χριστοῦ, πᾶσι μὲν ἀνθρώποις ἄγνωστος πέλουσα, παντὸς δὲ πάθους ἀλεξητήριος τυγχάνουσα, ὅνπερ ἀνδριάντα Ἰουλιανὸς ὁ ἀσεβὴς
20καταγαγεῖν πρὸς ἐμπαιγμὸν δῆθεν καὶ συρῆναι προστάξας, ἴδιον ἀντ’ ἐκείνου ξόανον ἵδρυσε· πῦρ δὲ 445 κατελθὸν οὐρανόθεν τοῦτο κατέκαυσε. (Τὸν δὲ τοῦ Κυρίου ἀνδριάντα ὑφ’ Ἑλλήνων τότε συν‐ τριβέντα οἱ Χριστιανοὶ συλλέξαντες ἐπιμελῶς εἰς
25ἐκκλησίαν ἀπέθεντο.) (2) Ὁ δὲ ἐμβρόντητος Ἰουλιανὸς προφανῶς λοιπὸν καὶ ἀναιδῶς κατὰ (116a) τῆς εὐσεβείας ὡπλί‐ ζετο· καὶ πρῶτον μὲν τὰς ἐν τῇ πόλει καὶ τὰς ἐν Δάφνῃ πηγὰς ταῖς μυσαραῖς θυσίαις ἐμόλυνεν,
30ὅπως ἕκαστος μεταλαμβάνων τοῦ νάματος, μετα‐ λαγχάνῃ καὶ τοῦ μύσους· ἔπειτα δὲ τὰ κατὰ τὴν ἀγορὰν προκείμενα τοῦ μιάσματος ἐμπίπλησι· περιεῤῥαίνοντο γὰρ ἄρτοι, καὶ κρέα, καὶ ὀπῶραι, καὶ λάχανα, καὶ τὰ ἄλλα ὅσα ἐδώδιμα. Ταῦτ’ οὖν
35ὁρῶντες οἱ Χριστιανοὶ ἔστενον μὲν καὶ ὠλόλυζον ἐπὶ τοῖς γενομένοις, μετελάμβανον δ’ ὅμως, ἀποστο‐ λικῷ νόμῳ πειθόμενοι τῷ φάσκοντι· «Πᾶν τὸ ἐν μακέλλῳ πωλούμενον ἐσθίετε, μηδὲν ἀνακρίνοντες διὰ τὴν συνείδησιν.»
40(3) Ἔτι μὴν καὶ ἕτερον ἐξεῦρε κατὰ τῆς εὐ‐ σεβείας μηχάνημα· τοῖς γὰρ στρατιωτικοῖς κα‐ ταλόγοις χρυσίον διανέμων κατὰ τὸ παλαιὸν ἔθος καθιστάμενος αὐτὸς ἐπὶ θρόνου βασιλικοῦ, προὔ‐ θηκε δὲ παρὰ τὸ ἔθος βωμὸν ἀνθράκων πλήρη
45καὶ λιβανωτὸν ἐπὶ τῆς κατὰ πρόσωπον αὐτοῦ τρα‐665

110

.

668

πέζης, προσέταξε δὲ τὸν τὸ χρυσίον κομιζόμενον ἕκαστον πρότερον ἐπιβάλλειν τῷ βωμῷ τὸν λι‐ βανωτὸν, εἶτα προσέρχεσθαι καὶ τὸ χρυσίον παρὰ τῆς χειρὸς αὐτοῦ δέχεσθαι.
5(4) Καὶ πρὸς τούτοις ἐκέλευσε καὶ ταῖς μυσα‐ ραῖς εἰκόσιν αὐτοῦ συγγράφεσθαι Δία καὶ Ἄρεα (καὶ οὕτως ὁ ἀνόσιος ἔσπευδε καταμιαίνειν πάντας). (5) Ἐξέθετο δὲ κανόνας ὥστε Χριστιανοὺς μὴ στρατεύεσθαι μήτε ποιητικῶν, ἢ ῥητορικῶν, ἢ φι‐
10λοσοφικῶν ἅπτεσθαι μαθημάτων· 446 «Ἐκ γὰρ τῶν ἡμετέρων, φησὶν, ὁπλιζόμενοι γραμμάτων, τὸν καθ’ ἡμῶν ἀναδέχονται πόλεμον.» (6) Ὃν Γρηγόριος ὁ τῆς θεολογίας ἐπώνυμος εὖ μάλα στηλιτεύων φάσκει· «Σὸν τὸ ἑλληνίζειν;
15εἰπέ μοι· τί δέ; οὐ Φοινίκων τὰ γράμματα; ὡς δέ τινες, Αἰγυπτίων ἢ τῶν ἐπὶ τούτων σοφωτέρων Ἑβραίων, οἳ καὶ πλαξὶ θεοχαράκτοις ἐγγραφῆναι τὸν νόμον παρὰ Θεοῦ πιστεύουσιν. Σὸν τὸ ἀττικί‐ ζειν, τὸ ἀριθμεῖν ἢ καὶ λογίζεσθαι δακτύλοις,
20μέτρα τε καὶ στάθμα; οὐκ Εὐβοιέων, εἴπερ Εὐ‐ βοιεὺς ὁ Παλαμήδης ὁ πολλῶν εὑρετὴς [καὶ] διὰ τοῦτο ἐπίφθονος;» —«Σὰ τὰ ποιήματα; τί δέ; οὐ τῆς γραὸς μᾶλλον ἐκείνης, ἣ τὸν ὦμον σεισθεῖσα παρά τινος συντόνως, ὡς λόγος, εἶτα ἐνυβρίζουσα
25τῷ σφοδρῷ τῆς ὁρμῆς ἔπος ἐφθέγξατο, καὶ τοῦτο ἀρέσαν τῷ νεανίᾳ λίαν καὶ φιλοπονώτερον μετρη‐ θὲν τὴν θαυμασίαν σου ταύτην ἐδημιούργησε ποί‐ ησιν;» —«Αὐτὸ δὲ πόθεν σοι τὸ μυεῖσθαι, καὶ μυεῖν, καὶ θρησκεύειν; οὐ παρὰ Θρᾳκῶν; [καὶ]
30ἡ κλῆσις πειθέτω σε. Τὸ δὲ θύειν οὐ παρὰ Χαλ‐ δαίων ἢ τῶν Κυπρίων; τὸ δὲ γεωμετρεῖν οὐκ Αἰγυπτίων; τὸ δὲ μαγεύειν οὐ Περσικόν; Τὴν δὲ ὀνείρων μαντικὴν τίνων ἢ Τελμησέων ἀκούεις; τὴν οἰωνιστικὴν δὲ ποίων; οὐκ ἄλλων ἢ Φρυγῶν τῶν
35πρῶτον περιεργασαμένων ὀρνίθων πτῆσίν τε καὶ κινήματα. Καὶ ἵνα μὴ μακρολογῶ, πόθεν σοι τὸ καθ’ ἕκαστον; οὐχ ἓν ἐξ ἑκάστου, ὧν ἁπάντων εἰς αὐτὸ συνελθόντων ἓν δεισιδαιμονίας μυστήριον συνέστη; Τί οὖν; δεξόμεθα, πάντων ἀποχωρησάν‐
40των εἰς τοὺς πρώτους εὑραμένους. μηδὲν ἕτερον ἔχειν πλὴν 447 τῆς κακίας καὶ τῆς περὶ τὸ Θεῖον ταύτης καινοτομίας;» ἡ γὰρ τοῦ λόγου δύναμις τοῖς μὲν ἐπιεικέσιν ὅπλον, τοῖς δὲ μοχθηροῖς πέν‐ τρον κακίας γίνεται.»
45(7) Καὶ μέντοι καὶ τοὺς Ἰουδαίους κατὰ τῶν Χριστιανῶν ἐξοπλίζων ἤρετο τούτους· «Διὰ τί,
θύειν τοῦ νόμου κελεύοντος, οὐ θύετε;» Τῶν δὲ τὸν667

110

.

669

ἐν Ἱεροσολύμοις ναὸν καὶ τὴν ἐκεῖσε περιγεγραμ‐ μένην αὐτῶν λατρείαν προβαλλομένων, αὐτίκα προς(116b)έταξεν ὁ θεομάχος ἀνεγεῖραι τὸν κατ’ ὀργὴν καὶ γνώμην Θεοῦ ναὸν καταλυθέντα· καὶ τοῦτο
5μετὰ πολλῆς χαρᾶς ἀκούσαντες ἅπασι τὰ προστε‐ ταγμένα τοῖς κατὰ τὴν οἰκουμένην ὁμοφύλοις ἐδή‐ λωσαν. Καὶ οἱ μὲν πανταχόθεν συνέτρεχον καὶ χρήματα καὶ προθυμίαν εἰς τὴν οἰκοδομὴν τοῦ ναοῦ προεισφέροντες· ὁ δὲ Παραβάτης συν‐
10απέστειλεν αὐτοῖς καὶ ἄρχοντας καὶ πολλὴν παῤ‐ ῥησίαν καὶ συνδρομήν· σκαπάνας γὰρ καὶ ἄμ‐ μας ἀργυρᾶς κατασκευάσας συνέπεμψε τοῖς ἀθέ‐ οις Ἰουδαίοις. Καὶ ἐπεὶ ὀρύττειν κατήρξαντο (καὶ τὸν χοῦν ἐκφορεῖν πολλαὶ μυριάδες), ἐξαπίνης
15ἄνεμοι (ῥαγδαῖοι) βίαιοί (τε καὶ στρόβιλοι) πνεύσαν‐ τες ἀθρόως ἅπαντας διεσκέδασαν. (Ἐκείνων δὲ με‐ μηνότων ἔτι καὶ τῇ θείᾳ μακροθυμίᾳ μὴ σωφρονι‐ ζομένων, ἀλλὰ τοῦ ἔργου πάλιν ἁπτομένων, πρῶτον μὲν σεισμὸς γέγονε μέγιστος καὶ φοβερώτατος,
20ἔπειτα δὲ) πῦρ ἐκ τῶν ὀρυττομένων θεμελίων ἀνα‐ δραμὸν κατέκαυσε πλείστους. Κατὰ δὲ τὴν αὐτὴν νύκτα (καὶ τὴν μετ’ αὐτὴν) ὤφθη ἐν τῷ οὐρανῷ τοῦ σταυροῦ τὸ σχῆμα πᾶσαν φωτοειδῶς καταυγάζον τὴν γῆν ἐκείνην· (ὅπερ οἱ
25ματαιόφρονες θεασάμενοι καὶ τὴν κατ’ αὐτῶν θεο‐ μηνίαν ἐναργέστερον ἐπαισθόμενοι, πρὸς τὰ ἴδια μετ’ αἰσχύνης ἀπέδρασαν.) 448 (8) Ὁ δὲ βαρυκάρδιος Ἰουλιανὸς ταῦτα μεμαθηκὼς παραπλησίως καὶ αὐτὸς τῷ Φαραὼ τὴν
30καρδίαν ἐσκλήρυνε. Μετὰ δὲ ταῦτα Πέρσαι κατὰ τὴν Ῥωμαίων ἐξελθόντες γῆν, ἔδοξεν αὐτῷ τούτοις παρατάξασθαι· καὶ τοὺς μάντεις ἐπερω‐ τήσας, ἐκέλευον αὐτῷ καὶ ὑπισχνοῦντο τὴν νίκην, ὡς παρὰ τῶν δαιμόνων εἰληφότες, ὅθεν καὶ
35χρησμὸν τῷ δυσσεβεῖ ἐπανεγίνωσκον ἔχοντα τάδε· «Νῦν πάντες ὁρμώμεθα θεοὶ νίκης τρόπαια κομίσασθαι παρὰ θηρὶ ποταμῷ. Τῶν δ’ ἐγὼ ἡγε‐ μονεὺς θοῦρος πολεμόκλονος Ἄρης.» Τούτοις πεισθεὶς ὁ πεφενακισμένος, καὶ πολλὰ, καὶ
40μεγάλα, καὶ δυσδιήγητα κατὰ Χριστιανῶν ποιήσας, καὶ ἄλλα πλείονα ποιεῖν μετὰ τὸν πόλεμον καὶ τὴν νίκην ἐπα[γγει]λάμενος, κατὰ Περσῶν ἐκίνησε, καὶ διαβὰς τὸν ὁρίζοντα ποταμὸν ἀπὸ τῆς Περσῶν τὴν Ῥωμαίων χώραν, καὶ ὑπό τινος ἀπατηθεὶς Περσι‐
45κοῦ λέγοντος ὡς ἐν τρισὶν ἡμέραις παραδώσειν αὐτῷ τὴν Βαβυλῶνα καὶ μὴ χρήζειν πολλῶν ἀναλωμάτων, εὐθὺς τὰς μὲν τὴν τροφὴν κομιζούσας ναῦς ἐνέ‐
πρησεν, αὐτὸς δὲ διὰ γῆς ἀπῄει δυσβάτου ποδη‐669

110

.

672

γούμενος ὑπὸ τοῦ ἀπατεῶνος Πέρσου, ὃς ἐξαίφνης ἀποδράσας κατέλιπε τὸν εὐρίπιστον καὶ κουφότατον, πλανώμενον μετὰ τοῦ λαοῦ καὶ τρυχόμενον ὑπό τε τῆς ἐρημίας καὶ τῆς τῶν τροφῶν ἀπορίας· τοσαύτη
5γὰρ ἔνδεια περιέσχεν αὐτοὺς ὡς καὶ ἵππων καὶ ἡμιό‐ νων ἀπογεύσασθαι. Πλανώμενος οὖν ὁ λαὸς καὶ σφό‐ δρα διαφθειρόμενος εὗρον ἐξάπινα κείμενον τὸν θεή‐ λατον· ἐξ ἀφανοῦς γὰρ ἀκόντιον φέρεται κατ’ αὐτοῦ, καὶ διὰ τοῦ βραχίονος εἰς τὴν πλευρὰν
10διαδραμὸν εἰσέδυ, ἐξ ἧς πληγῆς τὸν βίον κατέστρε‐ ψεν, ἀδήλου τοῦ ἀνελόντος αὐτὸν γενομένου. Καὶ τὸν μὲν τὴν δικαίαν ἐκείνην ἐπενεγκόντα πληγὴν οὐδεὶς 449 ἔγνω μέχρι καὶ τήμερον· ὅμως δὲ, εἴτε ἄνθρωπος, εἴτε ἄγγελος τοῦτο δέδρακε, τοῦ θείου
15νεύματος ὑπηρέτης γέγονεν· ἐκεῖνον δέ φασι δε‐ ξάμενον τὴν πληγὴν, εὐθὺς πλῆσαι τὴν χεῖρα τοῦ αἵματος καὶ ῥίψαι εἰς τὸν ἀ((117a)έρα καὶ φάναι· «Ἐνίκησας, Γαλιλαῖε· ἀρκέσθητι, Ναζαρηνέ.» (9) Καὶ ἀνακομισθὲν τὸ μιαρὸν αὐτοῦ σῶμα
20ἐν Ταρσῷ καὶ ταφὲν ἀνεβράσθη ἀπὸ τῆς γῆς καὶ ἀπεῤῥίφη, καθὼς ἔφη πάλιν Γρηγόριος ὁ τῆς θεο‐ λογίας ἐπώνυμος· «Μικρὸν τὸ ἐν μέσῳ· καὶ Πέρσαις μὲν ἡ δίκη δοῦσα τὸν ἀλιτήριον, ἐκεῖ δι‐ κάζει καὶ—νεκρὸν ἐπανάγει μὴ ἐλεούμενον, ὡς δὲ
25ἐγώ τινος ἤκουσα, μηδὲ τῷ τάφῳ προσδεχόμε‐ νον, ἀλλ’ ὑπὸ τῆς σεισθείσης δι’ αὐτὸν γῆς ἀπο‐ σειόμενον καὶ ἀναβρασσόμενον, προοίμιον οἶμαι τῆς ἐκεῖσε κολάσεως.» Μετὰ δὲ ταῦτα ἐφωράθησαν αἱ τῆς ἐκείνου γοητείας μαγγανεῖαι.
30(10) Ἐν μὲν γὰρ τῇ Περσίδι τυγχάνων, πέμψας δαίμονα πρὸς τὴν δύσιν πρὸς τὸ ἐνεγκεῖν ἐκεῖθεν ἀπόκρισιν διὰ τάχους, ἐκωλύθη τῆς πρόσω πορείας ὑπό τινος μονάζοντος, ἐπὶ ἡμέρας ιʹ μὴ δυνάμενος προβῆναι· ὑποστρέψας δὲ πρὸς τὸν ἀποστάτην
35καὶ τὴν αἰτίαν τῆς βραδύτητος ἐρωτηθεὶς ἀπεκρί‐ νατο· «Καὶ ἐβράδυνα καὶ ἄπρακτος ἐπανῆλθον· ἐκδεχόμενος γὰρ Πούπλιον μονάζοντα, εἴ πως παύ‐ σηται τῆς προσευχῆς, καὶ μὴ παυσαμένου αὐτοῦ ἡμέρας ιʹ, διεκώλυσέ με ποιῆσαι τὸ θέλημά σου.»
40Καὶ τοῦτο ἀκούσας Ἰουλιανὸς 450 καὶ ἀγανακτή‐ σας σφόδρα, προσηπείλησε μετὰ τὴν ἐπιστροφὴν ἐξολοθρεῦσαι τὸ τῶν μοναχῶν γένος, ὅπερ μαθών τις τῶν μεγιστάνων αὐτοῦ καὶ θαυμάσας, ἐπανελθὼν, διένειμε τὰ ὑπάρχοντα αὐτοῦ πένησι καὶ ἀπῆλθε
45πρὸς τὸν γέροντα, καὶ γενόμενος δόκιμος μοναχὸς πᾶσιν ἔλεγε τὴν ἰσχὺν τῶν μοναζόντων, ἣν ἔλαβον
κατὰ τῶν σκοτεινομόρφων δαιμόνων.671

110

.

673

(11) Ἐν δὲ Κάραις, τῇ παρὰ Κάρου βασι‐ λέως κτισθείσῃ πόλει, τὴν πρὸς Πέρσας ποιούμενος πορείαν, ἐξελθὼν καὶ ἔν τινι καταδύσει θυσίας ἀκαθάρτους ποιῶν, κλεῖθρα καὶ σήμαντρα ταῖς
5θύραις ἐπέθηκε καὶ φύλακας ἐπέστησε, μηδένα ἔσω τῶν θυρῶν κελεύσας γενέσθαι μέχρι τῆς αὐτοῦ ἐπανόδου, ἥνπερ ἀνοίξαντες μετὰ τὴν ἐκείνου πτῶ‐ σιν, εὗρον γύναιον ἐκ τῶν τριχῶν κρεμάμενον καὶ ἐκτεταμένας ἔχον τὰς χεῖρας, ἧς ἀνασχίσας ὁ
10ἄσπλαγχνος τὴν γαστέρα τὴν κατὰ Περσῶν δήπου‐ θεν ἔγνω διὰ τοῦ ἥπατος νίκην. (12) Ἐν δὲ Ἀντιοχείᾳ πολλὰς μὲν κιβωτοὺς ἐν τοῖς βασιλείοις κεφαλῶν ἀνθρώπων πεπληρωμένας, πολλὰ δὲ φρέατα νεκρῶν σωμάτων εὗρον πεπληρω‐
15μένα· καὶ γὰρ μυρίας [μὲν] γυναῖκας ἐν γαστρὶ ἐχούσας ἀνατεμὼν καὶ ἐν τοῖς ἐμβρύοις ἡπατοσκο‐ πῶν καὶ πολλοὺς παῖδας κατασφάξας ὑπὸ τὰ εἴδωλα κατώρυξεν ὁ φιλείδωλος εἰδωλιανός. Πολ‐ λὴν δὲ καὶ ἄλλην λογικὴν ἀγέλην ἐκ ποικίλων ἡλι‐
20κιῶν διαφόροις ὑπέβαλε θανάτοις ἐπ’ ὀνόματι Πο‐ σειδῶνος καὶ τῶν λοιπῶν δαιμόνων ὁ δαιμονιώδης καὶ θεομίσητος· οὐ μὴν δὲ, ἀλλὰ καὶ ἵππους λευ‐ κούς τε καὶ πυῤῥοὺς ἔθυε, τοὺς μὲν τῷ ἡλίῳ, τοὺς δὲ τῷ πυρὶ καὶ τοῖς ἀνέμοις· καὶ πρὸς τούτοις κύ‐
25νας, καὶ πιθήκους, καὶ κόρακας, καὶ πᾶν σχεδὸν ἑρπετῶν εἶδος καὶ τετραπόδων, θηρίων τε καὶ τῶν ἄλλων πτηνῶν καὶ νηκτῶν οὐ διέλειπε κατα‐ σφάττων καὶ τελετὰς παντοίας ἐπινοῶν, πλείους καὶ χείρους τῶν 451 παρ’ Ἕλλησι νενομισμένων,
30πρὸς τὸ πάντας τοὺς πρὸ αὐτοῦ (117b) Ἕλληνας ὑπερακοντίσαι, διὰ τῶν τοιούτων οἰόμενος ὁ ἄθεος ἀποθεωθῆναι καὶ θεὸς νομισθῆναι. (13) Τοιαῦτα τῶν δυσωνύμων θεῶν καὶ ἀκαθάρτων δαιμόνων τὰ ἐπιτάγματα καὶ μαντεύματα, καὶ
35τοιαῦτα τοῦ ματαιόφρονος καὶ ἀποστάτου καὶ θεηλά‐ του τὰ ἀποτελέσματα. Καὶ τούτων μὲν ἡ ψευδο‐ μαντεία τε καὶ ἀπάτη πεφώραται· ἐκεῖνος δὲ τῇ τούτων πλάνῃ δεδουλωμένος ἀπώλετο ψυχῇ καὶ σώματι, ἐτῶν ὑπάρχων λʹ, καὶ ἐξέλιπον ἐν ματαιό‐
40τητι αἱ ἡμέραι αὐτοῦ καὶ τὰ ἔτη αὐτοῦ μετὰ σπου‐ δῆς, καὶ ἀπώλετο διὰ τὴν ἀνομίαν αὐτοῦ· πολλὴν γὰρ «ἀδικίαν εἰς τὸ ὕψος ἐλάλησεν καὶ ἔθετο εἰς οὐρανὸν τὸ στόμα αὐτοῦ, καὶ ἡ γλῶσσα αὐτοῦ διῆλθεν ἐπὶ τῆς γῆς,» ὡς γέγραπται. Καὶ πάνδεινα
45καὶ δυσεξήγητα πράξας, καὶ μεγάλα μεγαλαυχή‐ σας, τὴν ἑαυτοῦ προτέραν πίστιν καὶ τάξιν μὴ τηρήσας, πέπτωκε πτῶμα ἐξαίσιον καὶ δυσεξήγη‐ τον, ὥσπερ καὶ ὁ τοῦτον ἀπατήσας καὶ ἀπολέσας
παγκάκιστος διάβολος.673

110

.

676

ΡϟΒʹ. Βασιλεία Ἰοβιανοῦ. Μετὰ δὲ τοῦτον ἐβασίλευσε Ἰοβιανὸς μῆνας ηʹ. (Μετὰ τὴν Ἰουλιανοῦ σφαγὴν μόλις ποτὲ πρᾶον ἡμῖν τὸ βασίλειον τὸ Ἰοβιανοῦ ἀνενεώθη· οὗτος γὰρ
5ἐν ἑνὶ καὶ τῷ αὐτῷ καιρῷ βασιλεὺς καὶ ὁμολογητὴς καὶ τῆς κακῶς ἐπενεχθείσης πλάνης ὠθητὴς ἀπε‐ φάνθη· ἐπειδὴ γὰρ ἐν τοῖς ὅπλοις ὁ στρατὸς ἐτύγ‐ χανε καὶ ὁ βάρβαρος ἐπέκειτο, οἱ ἡμέτεροι στρατη‐ γοὶ περὶ τῶν ἄκρων βουλευόμενοι πραγμάτων,
10Ἰοβιανῷ τὴν ψῆφον δεδώκασιν)· ἐκεῖνος δὲ (κατασχε‐ θεὶς εἰς τὸ ὑποδέξασθαι τὰ τῆς βασιλείας σύμβολα, πρὸς τὸ στρατόπεδον τὸ μολυνθὲν ταῖς Ἰουλιανοῦ ἱεροσυλίαις) λέγεται εἰρηκέναι, μὴ δύνασθαι αὐτὸν βασιλεύειν τούτων, ἐπειδὴ Χριστιανὸς αὐτὸς ἦν·
15452 τότε πάντας ὁμοῦ τῇ αὐτῇ φωνῇ ἀποκριθῆ‐ ναι λέγοντας (ὅτι «Καὶ ἡμεῖς) Χριστιανοί ἐσμεν·» (πρὶν δὲ ἀκοῦσαι τὴν φωνὴν ταύτην, οὐκ ἠνέσχετο ἐφησυχάσαι τοῦ δέξασθαι τὴν βασιλείαν). (2) Τοιγαροῦν αὐτῷ θεῖά τις φιλανθρωπία παρε‐
20γένετο, καὶ, παρ’ ἐλπίδα πᾶσαν, συγκειμένης τῶν ἡμετέρων πανταχόθεν παρὰ τῶν πολεμίων τῆς φά‐ λαγγος, καὶ μηδεμιᾶς προσδοκίας οὔσης τοῦ διαφυ‐ γεῖν, ἄφνω πρεσβευταὶ πεμφθέντες παρὰ τῶν βαρ‐ βάρων παραγίνονται καὶ ἐξαιτοῦσιν εἰρήνην, καὶ τῷ
25στρατοπέδῳ ἤδη ὑπὸ τοῦ λιμοῦ καταναλωθέντι τρο‐ φὰς καὶ τὰ ἀναγκαῖα καὶ τὰ λοιπὰ συναλλάττειν ἐπαγγέλλονται, καὶ πάσῃ φιλανθρωπίᾳ τὴν ἡμετέραν διορθοῦσι προπέτειαν. (5) Κθʹ δὲ ἔτη συνθέμενος εἰρήνην εἰς τὴν Ῥω‐
30μαίων ἐπανῆλθε γῆν σὺν τοῖς στρατεύμασιν· ἠναγ‐ κάσθη δὲ καὶ τὴν Νίσιβιν πόλιν μεγίστην οὖσαν Πέρσαις παραχωρῆσαι. (4) Οὗτος πολλὴν φροντίδα καὶ ἐπιμέλειαν τῶν ἐκκλησιῶν ποιούμενος τοὺς ἐν ἐξορίαις ἐπισκόπους
35πάντας ἀνεκαλέσατο· τῷ δὲ μεγάλῳ Ἀθανασίῳ ἀπέ‐ στειλε τῆς ἀμωμήτου πίστεως αὐτῷ ἐγγράφως σημᾶναι τὴν ἀκρίβειαν, ὅπερ καὶ πέπραχεν Ἀθανά‐ σιος—καὶ γέγραφεν Ἰοβιανῷ ἐπιστολὴν πλήρη ὀρθοδοξίας.
40(5) Ἀλλ’ ὁ οὕτως εὐσεβὴς καὶ θαυμάσιος μετὰ ηʹ μῆνας τῆς αὐτοῦ βασιλείας (ἐν τῇ Κιλικίᾳ) μύκητα πεφαρμαγμένον φαγὼν, ἐτελεύτησεν ἐν χωρίῳ Δα‐ δαστα[νᾶ] τῆς Γαλατίας, μέγα πένθος καταλείψας τῇ Ἐκκλησίᾳ καὶ λαοῖς πᾶσιν.
45(6) Οὗτος γὰρ γνωστὸς ὢν τῷ Ἰουλιανῷ καὶ ἐν τῷ στρατῷ Χριστιανὸν ἑαυτὸν ὡμολόγει· ποτὲ δὲ
ὄπισθεν Ἰουλιανοῦ 453 περιπατῶν, τὴν χλαμύδα675

110

.

677

αὐτοῦ πεπάτηκε, πρὸς ὅνπερ ἐπιστραφεὶς Ἰουλια‐ νὸς καὶ ἰδὼν οὐκ ἄλλον, ἀλλὰ αὐτὸν, εἶπε τὴν βασι‐ λείαν διαδέξασθαι, «Εἴθε γοῦν ἄνθρωπος·» ἦν δὲ (118a) εὐσεβὴς, καὶ πραῢς, καὶ ἐπιεικής.
5ΡϟΓʹ. Βασιλεία Οὐαλεντινιανοῦ καὶ Οὐάλεντος. Μετὰ δὲ Ἰοβιανὸν ἐβασίλευσεν Οὐαλεντινια‐ νὸς ἔτη ιϛʹ, ἀναγορευθεὶς ἐν Νικαίᾳ τῆς Βιθυνίας, ὅστις ὑπὲρ τῆς ἡμετέρας πίστεως παρὰ Ἰουλιανοῦ ἐτύγχανε τῆς στρατιᾶς ἐκβληθείς· (ἀλλ’ ἐπλήρω‐
10σεν ἐν αὐτῷ ὁ Θεὸς, ὅπερ ὑπέσχετο, ὑπὲρ τὰ «ἑκα‐ τονταπλασίονα ἐν τῷ παρόντι αἰῶνι» ἀποδεδωκὼς αὐτῷ· ἐπειδὴ γὰρ ὑπὲρ τῆς πίστεως τὴν στρατιὰν καταλέλοιπε, καὶ τὴν βασιλείαν ἐδέξατο). (2) Οὗτος εἰς τὴν βασιλείαν κοινωνὸν προεβά‐
15λετο μετὰ λʹ ἡμέρας τῆς ἑαυτοῦ ἀναγορεύσεως τὸν ἑαυτοῦ ἀδελφὸν Οὐάλεντα· εἰσελθὼν γὰρ ἐν Κωνσταντινουπόλει, μεταπεμψάμενος αὐτὸν ἐκ Παιωνίας πόλεως Κιβαλῆς—ἐκεῖθεν γὰρ ὥρμητο —κοινωνὸν αὐτὸν τῆς βασιλείας προσελάβετο, καὶ
20ἑαυτῷ μὲν τὰ τῆς δύσεως ἐπελέξατο μέρη, ἐκείνῳ δὲ τὰ τῆς ἀνατολῆς κατέλιπε. Οὐάλης δὲ συγκροτῶν τοὺς αἱρετικοὺς εἰς τὴν ὁδὸν τῶν ἰδίων πατέρων ἐπορεύετο· καὶ γὰρ ἐπι‐ σκόπους εἰς ἐξορίαν ἔπεμψεν, καὶ πρεσβυτέρους, καὶ
25μοναχοὺς, Τατιανοῦ τότε ἄρχοντος τῆς Ἀλεξαν‐ δρείας, ἐπὶ τοσοῦτον, ὥστε καί τινας εἰς βασάνους ἀγαγεῖν καὶ τῷ πυρὶ παραδοῦναι καὶ πλεῖστα ἀθέ‐ μιτα καὶ ὠμότατα κατὰ τῆς τοῦ Θεοῦ Ἐκκλησίας μηχανήσασθαι. Ταῦτα πάντα μετὰ τελευτὴν Ἀθα‐
30νασίου διεπράττετο· ὥσπερ γὰρ θείᾳ τῇ αὐτοῦ 454 κωλυθεὶς ἀρετῇ, καίτοι κατὰ τῶν ἄλλων βακχεύων, οὐδὲν κατ’ ἐκείνου λυπηρὸν ἐτόλμησεν. (4) Οἱ δὲ (ἐν Κωνσταντινουπόλει) ὀρθόδοξοι (ἐλε‐ εῖσθαι νομίσαντες ὑπὸ Οὐάλεντος) πρεσβείαν ἔστει‐
35λαν πρὸς αὐτὸν (ἐν Νικομηδείᾳ πέμψαντες) ὀγδοή‐ κοντα ἱερατικοὺς ἄνδρας (ὧν ἡγοῦντο Θεόδωρος καὶ Οὐρβανὸς καὶ Βενέδημος), οὓς ἅπαντας σὺν αὐτῷ τῷ πλοίῳ ὑφαφθῆναι προστάξας, πάντες σὺν τῇ νηῒ κατεφλέχθησαν, μέχρι Δακιβύζων πλοίου διαρκέ‐
40σαντος κἀκεῖσε διαλυθέντος.) (5) Οὐάλης δὲ πᾶσαν Ἐκκλησίαν πορθήσας καὶ εἰς Καισάρειαν ἀπὸ ἀνατολῆς κατὰ Βασιλείου τοῦ μεγάλου κινούμενος, τότε καὶ τὰ κατὰ τὸν υἱὸν αὐτοῦ ἐγένετο, καθώς φησιν ὁ Θεολόγος Γρη‐
45γόριος. (8) Δημοσθένους, ἑνὸς τῶν ὀψοποιῶν τοῦ Οὐά‐
λεντος, ἐν τῇ πρὸς Οὐάλεντα συντυχίᾳ καταδρα‐677

110

.

680

μόντος Βασιλείῳ καὶ βαρβαρίσαντος, μικρὸν μει‐ διάσας ὁ ἅγιος ἔφη· «Ἰδοὺ, ἐθεασάμεθα καὶ Δημο‐ σθένην ἀγράμματον.» (7) Οἱ δὲ Γότθοι τότε κακῶς ἐχρῶντο Οὐάλεντι·
5ὁ δὲ αἰτεῖ τὸν θεῖον Οὐαλεντινιανὸν, τὸν ἀδελφὸν αὐτοῦ, πέμψαι αὐτῷ στρατιὰν εἰς βοήθειαν· αὐτὸς δὲ οὐκ ἔδωκεν αὐτῷ, ἀλλὰ καὶ ἐπωνείδισεν ὡς αἱρετικὸν καὶ κακόφρονα, εἰπὼν, ὅτι οὐ χρὴ ἐπα‐ μύνειν ἀνδρὶ πολεμοῦντι Θεῷ.
10(8) Ἐν ἐκείνῳ δὲ τῷ χρόνῳ μετὰ μϛʹ ἔτη τῆς ἱερωσύνης Ἀθανασίου τοῦ μεγάλου, μετὰ πολλοὺς ἀγῶνας καὶ πολλοὺς τῆς ἐγκρατείας στεφάνους Ἀθανάσιος ἐκοιμήθη, Πέτρον αὐτὸν διαδέξασθαι προειπὼν τὸν κοινωνήσαντα αὐτῷ τῶν θλίψεων. (Λού‐
15κιος δὲ ἐπίσκοπος ὢν τῆς τῶν Ἀρειανῶν αἱρέσεως παραχρῆμα ὡς λύκος 455 ἐπὶ πρόβατα ὥρμησε. Καὶ ὁ μὲν Πέτρος εὐθέως εἰς τὴν Ῥώμην ἀπέφυγε, Λού‐ κιος δὲ οὕτως εἰς τὸ αἷμα τῶν ἀνθρώπων ἐπορεύετο, ὡς μηδὲ σχῆμα τῆς θρησκείας δοκεῖν φυλάττειν.)
20ΡϟΔʹ. Περὶ μοναχῶν τῶν ἐν τῇ ἐρήμῳ. Ἐν τῇ ἀρχῇ δὲ τῆς ἐπιβάσεως αὐτοῦ, τοσαῦτα καὶ οὗτος αἰσχρὰ κατὰ τῶν παρθένων τῆς Ἐκκλη‐ σίας καὶ τῶν ἐγκρατευομένων ἐποίησεν, οἷα οὐδὲ ἐν τοῖς διωγμοῖς τῶν Ἑλλήνων γενέσθαι μνημο‐
25νεύεται. (2) Οὐ μόνον δὲ (118b), ἀλλὰ καὶ τὴν ἔρημον ἐπόρ‐ θει καὶ πόλεμον τοῖς ἡσυχάζουσιν ἐπήγαγεν· τρεῖς γὰρ χιλιάδας ὁμοῦ κατὰ τὴν ἔρημον ἀπέστειλε τοὺς μοναχοὺς πολεμεῖν. Οἱ δὲ ἐρχόμενοι καινὸν
30εἶδος πολέμου ἑώρων· οἱ γὰρ ἀντίπαλοι καθὼς ἐπέβαινον, οἱ ἅγιοι τοὺς αὐχένας αὐτῶν τοῖς ξίφεσι προέτεινον καὶ οὐδὲν ἄλλο ἤκουον εἰ μὴ τοῦτο· «Ὦ φίλε, δι’ ὃ παρεγένου;» (3) Κατ’ αὐτὸν γὰρ τὸν καιρὸν οἱ τῶν μοναχῶν
35Πατέρες τῷ βίῳ καὶ τῇ ἀξίᾳ τῆς ἀρχαιότητος Μακά‐ ριος, καὶ Ἰσίδωρος, καὶ Μακάριος ἕτερος, καὶ Ἡρακλείδης, καὶ Παμμῶ, Ἀντωνίου μαθηταὶ, κατὰ τὴν Αἴγυπτον ἤκμαζον· καὶ μάλιστα ἐν τοῖς ἐρή‐ μοις τόποις τῆς Νιτρίας ὑπῆρχον ἄνδρες, οἵτινες
40τὴν κοινωνίαν εἶχον τῆς ζωῆς καὶ τῆς πράξεως, οὐδ’ εἰς τῶν ἄλλων ἀνθρώπων [τὸν τρόπον], ἀλλὰ μετὰ τῶν οὐρανίων ἀγγέλων πιστεύοντες, ἅπερ παρ‐ ὼν ἑώρακα ἤδη ἐγὼ, καὶ ταύτας τὰς πράξεις ἀνα‐ φέρω, ὧν καὶ τοῖς πάθεσι κοινωνὸς εἶναι κατηξιώ‐
45θην. (4) Οὗτοι ἐν τοῖς ἰδίοις οἰκήμασι κείμενοι καὶ εὐχόμενοι ἐξεδέχοντο τοὺς ἑαυτῶν φονευτάς. Ἐπη‐ νέχθη δὲ αὐτοῖς ἄνθρωπος ἐκ πολλοῦ τὰ μέλη παν‐ τὸς τοῦ σώματος καὶ μάλιστα τοὺς πόδας ξηροὺς

110

.

680

(50)

ἔχων· ἐλαίῳ δὲ χρίσαντες αὐτὸν εἶπον· «Ἐν ὀνό‐
ματι Ἰησοῦ 456 Χριστοῦ, ὃν διώκει Λούκιος.679

110

.

681

ἀνάστα καὶ περιπάτει τοῖς ποσὶν,» ὃς παραχρῆμα ἀναστὰς, εὐχαριστῶν τῷ Θεῷ ἀπῆλθε εἰς τὸν οἶκον αὐτοῦ. (5) Πρὸ ὀλίγου δὲ χρόνου τυφλὸς ἠξίωσεν ἀπενε‐
5χθῆναι εἰς τὸ οἰκίδιον Μακαρίου, ὅπερ ἦν ἐν τῇ ἐρήμῳ ἀπὸ ἡμερῶν τριῶν. Ἐλθὼν δὲ ἐκεῖσε ὁ τυ‐ φλὸς πολλῷ καμάτῳ τῶν ἀγόντων αὐτὸν, καὶ τὸν Μακάριον μὴ εὑρὼν ἐν τῇ οἰκίᾳ, πάνυ ἀθυμήσας ἐλυπεῖτο· τῆς πίστεως δὲ τῇ ὑπερβολῇ ἐκθερμαν‐
10θεὶς ἔφη τοῖς ἄγουσιν· «Παρακαλῶ ὑμᾶς, ἀγάγετέ με ἐν τῷ μέρει τῆς κέλλης τοῦ τοίχου ἐν ᾧ εἰώθει καθεύδειν ὁ γέρων.» Ὅτε δὲ προσηνέχθη, μικρὸν ἐκ τοῦ ξηροῦ πηλοῦ λαβὼν, ὅθεν ὁ τοῖχος ἐκέχριστο, ταῖς ἰδίαις ἐπέθηκε χερσὶ, καὶ παρεκάλεσε ὥστε
15καὶ ὕδωρ ἀντληθῆναι ἐκ τοῦ φρέατος, ἀφ’ οὗπερ ἔπιεν ὁ πρεσβύτης. Ἐκείνῳ δὲ τῷ ὕδατι τὸν πηλὸν ἀναλύσας καὶ τούτῳ ἐπιχρίσας τοὺς ὀφθαλμοὺς καὶ ἀποπλύνων ἐκ τοῦ ἀντληθέντος ὕδατος, ἐξαίφνης τὴν θέαν ἀπέλαβεν οὕτως, ὥστε μηδενὸς χρῄζειν
20ὑπηρέτου, καὶ εἰς τὰ ἴδια ἐπανῆλθε χαίρων, ὃς μετὰ ταῦτα σὺν πάσῃ τῇ οἰκίᾳ αὐτοῦ ἐπανελθὼν πρὸς τὸν γέροντα καὶ τῷ Θεῷ χάριν ὡμολόγει καὶ τὸ πρᾶγμα ὡς ἐγένετο ἀπεμνημόνευεν. (6) Ὁ αὐτὸς δὲ οὗτος Μακάριος σπήλαιον εἶχε πλησίον ὑαίνης. Ἔν τινι δὲ ἡμέρᾳ τοὺς σκύλακας
25αὐτῆς τυφλοὺς ὑπάρχοντας ἀπήνεγκε τὸ θηρίον καὶ πρὸς τοὺς πόδας αὐτοῦ ἔθηκε. Νοήσας δὲ ἐκεῖνος, ὅτι περὶ τῆς τυφλώσεως τῶν σκυλάκων τὸ θηρίον παρεκάλει, ἠξίωσε τὸν Δεσπότην Θεὸν, ἵνα τὸ βλέ‐ πειν αὐτοῖς ἀποδῷ· ἀποδοθείσης δὲ αὐτοῖς, ἐπ‐
30ανῆλθον ἀκολουθοῦντες ἐπὶ τὸ σπήλαιον τῇ μητρί· καὶ μετ’ ὀλίγον αὕτη μετὰ τῶν ἰδίων σκυλάκων ὑπο‐ δῶρα ὑπὲρ τῆς εἰς αὐτοὺς χάριτος ἀπήγαγε τῷ γέ‐ ροντι, τοῖς ὀδοῦσι τὰς δορὰς βαστάζουσα καὶ ταύτας πρὸ τῶν θυρῶν θεμένη ἀνεχώρησεν.
35(7) Τούτους τοὺς θείους Πατέρας Λούκιος εἰς νῆ‐ σον τῶν τῆς Αἰγύπτου λιμνῶν ἐξώρισεν, ἔνθα οὐ‐ δεὶς Χριστιανῶν κατοικεῖ. Τοῦ δὲ πλοίου τῇ νήσῳ μετὰ τῶν μοναχῶν (119a) προσεγγίσαντος, ἡ θυγά‐ τηρ τοῦ ἱερέως τῶν εἰδώλων τῆς χώρας ἐκείνης
40ὑπὸ δαίμονος 457 ἐλαυνομένη, δι’ ἀνέμων ἁρπαζο‐ μένη ἔρχεται ἕως τοῦ πλοίου κράζουσα βοαῖς ἀτά‐ κτοις οἷα δαιμονῶσα. Ἐπιτιμήσαντες δὲ τῷ πνεύ‐ ματι τῷ ἀκαθάρτῳ τὴν μὲν παῖδα ὑγιῆ τοῖς γονεῦ‐ σιν ἀπέδωκαν, τοὺς δὲ τὸν τόπον οἰκοῦντας Χριστια‐
45νοὺς πάντας θερμοὺς καὶ διαπύρους ἐποίησαν. Τοῦτο μαθὼν Λούκιος καὶ φοβηθεὶς μὴ πάντας ὀρθοδόξους ποιήσωσιν, λάθρα αὐτοὺς ἐπανελθεῖν πρὸς τὰ οἰκεῖα ἐν ταῖς ἰδίαις σκηναῖς ἐν τῇ ἐρήμῳ ἐποίησεν.

110

.

681

(50)

ΡϟΕʹ. Περὶ τοῦ Μαβία καὶ τῶν ὀρθοδόξων. (1) Μετὰ ταῦτα Μαυΐας, ὁ τῶν Σαρακηνῶν βα‐ σιλεὺς, Χριστιανὸς ἦν ἐκ γένους Ῥωμαίων, καὶ λη‐
φθεὶς αἰχμάλωτος ἤρεσε διὰ κάλλος τῷ βασιλεῖ τῶν681

110

.

684

Σαρακηνῶν· καὶ τῷ χρόνῳ εἰς βασιλέα προκόψας πολλὰ κακὰ τοῖς Ῥωμαίοις ἔδρασε, ὥστε καὶ τὸν στρατὸν ἐκτρίψαι σφοδροτάτῳ πολέμῳ, καὶ πόλεις πολλὰς ἐν Παλαιστίνῃ καὶ Ἀραβίᾳ πορθῆσαι. Πα‐
5ρακληθεὶς οὖν εἰρήνην ποιήσασθαι· «Οὐκ ἄλλως, ἔφη, τοῦτο γενήσεται εἰ μὴ Μωϋσῆς τις τῷ ὀνόματι μοναχὸς τῷ ἔθνει αὐτοῦ χειροτονηθῇ ἐπίσκοπος,» ὃς ἐν τῇ Ῥώμῃ τοῖς γειτνιάζουσιν τοῖς μέρεσιν αὐτῆς διάγων, ταῖς ἀρεταῖς καὶ τοῖς θαύμασιν ἐξ‐
10ήστραψεν. Τούτου ἡ αἴτησις ἐμηνύθη τῷ βασιλεῖ τῶν Ῥωμαίων, ὃς κελεύει τοῖς στρατηγοῖς μετὰ πολλοῦ τοῦ τάχους τοῦτο ποιῆσαι. Ἀγαγόντες δὲ αὐτὸν ἐν Ἀλεξανδρείᾳ χειροτονῆσαι ὑπὸ Λουκίου, αὐτὸς οὐ κατεδέξατο εἰπὼν, ὅτι «Λούκιος τὰς χεῖρας
15αὐτοῦ οὐκ ἐπιβαλεῖ μοι· πεφυρμέναι γάρ εἰσι τοῖς τῶν ἁγίων αἵμασι.» Καταισχυνθέντος δὲ τοῦ ἀσε‐ βοῦς Λουκίου, τῆς δημοσίας χρείας ἐπικειμένης, ἠναγκάσθη ἡσυχάσαι, ἵνα παρὰ τῶν ἐπισκόπων τῶν ὑπ’ αὐτοῦ ἐξορισθέντων Μωϋσῆς τὴν χειροτονίαν
20δέξηται, ὅπερ καὶ γέγονε· καὶ οὕτως χειροτονηθεὶς ἐδόθη Μαυΐᾳ καὶ πολλοὺς τοῦ φύλου Χριστιανοὺς πεποίηκε· ἱστορεῖ δὲ πολλὰ περὶ τοῦ 458 ἔθνους ὅθεν τε ἤρξατο καὶ ὅθεν ἐπονομάζεται καὶ ὅτι ιγʹ ἐτῶν περιτέμνονται ἐν Ἐδέσσῃ τῆς Μεσοποταμίας,
25ἔνθα Θωμᾶς ὁ ἀπόστολος ἐδίδαξεν. (2) Ἐλθὼν δὲ ὁ βασιλεὺς Οὐάλης καὶ ἰδὼν τοὺς ὄχλους τῶν ὀρθοδόξων τοὺς ἐκβληθέντας καὶ ἐν τῷ πεδίῳ ποιουμένους τὴν σύναξιν, εἰς τοσαύτην ὀργὴν ἀνήφθη, ὥστε οἰκείαις χερσὶ τυπτῆσαι τὸν ἔπαρχον
30κατὰ τοῦ προσώπου, ἐπειδήπερ οὐκ ἐδιώχθησαν κἀ‐ κεῖθεν οἱ ὄχλοι, καθάπερ αὐτὸς προσέταξεν. Ἐκεῖ‐ νος δὲ, καίπερ Ἕλλην ὢν καὶ παρὰ τοῦ βασιλέως ὑβρισθεὶς, ὅμως σκοπῷ φιλανθρωπίας τῇ ἑξῆς μέλ‐ λων ἐπὶ πόρθησιν τῶν Χριστιανῶν ἐξιέναι, τοῦτο
35αὐτὸς δῆλον τοῖς πολίταις πεποίηκε διὰ λαθραίων μηνυμάτων, ὥστε μὴ ἀπελθεῖν εἰς τὴν σύναξιν. Ἕωθεν δὲ προϊὼν μεγίστῳ φόβῳ ὑπὲρ τοῦ ἔθνους διὰ τῆς αὐτοῦ τάξεως ἑστῶτος, καὶ πάντα ἐποίει ὥστε μηδένα κινδυνεῦσαι τοῦ λαοῦ· ἑώρα δὲ ὅμως
40τὸ πλῆθος τοῦ λαοῦ πλεῖον τῆς συνηθείας ἐπὶ τὸν τόπον ἐκεῖνον πορεύεσθαι καὶ συντρέχειν καὶ πολ‐ λοὺς ἐπιταχύνειν ὡσανεὶ φοβουμένους μήτις ἐκ τῆς ἀπειλῆς τοῦ θανάτου ἀπολειφθείη· ἐν δὲ τῷ μεταξὺ καί τι γύναιον ὁρᾷ οὕτως ἐπιταχύνον καὶ σπεῦδον
45ὡς μηδὲ, ἐξιὸν τῆς οἰκίας, προσκλεῖσαι τὰς θύρας μήτε περιμεῖναι εὐπρεπῶς τὸ σχῆμα τῶν γυναικῶν περιβαλέσθαι, καθάπερ ἐχρῆν (119b) ἐπιμελῶς. Ἔφερε καὶ μεθ’ ἑαυτῆς ἡ γυνὴ καὶ παιδίον νή‐ πιον σφοδροτάτῳ δρόμῳ τὴν τάξιν τοῦ ὑπάτου

110

.

684

(50)

διαῤῥήξασα ἔσπευδεν. Ἐκεῖνος δὲ λοιπὸν οὐ φέρων· «Κατάσχετε, ἔφη, τὸ γύναιον καὶ ἐνταῦθα ἀγάγετε.» Ὡς δὲ κατασχεθεῖσα ἠνέχθη πρὸς τὸν ἔπαρχον· «Ποῦ, φησὶν, ὦ δυστυχὲς γύναιον, ἐπιταχύνουσα σπεύδεις;» Ἡ δέ· «Εἰς τὸ πεδίον, ἔφη, ἔνθα ὁ
55τῶν καθολικῶν ὄχλος συνάγεται.» —«Οὐκ ἀκού‐683

110

.

685

εις, ἔφη, ὅτι ὁ ὕπαρχος ἐκεῖσε πορεύεται, ἵνα πάντας ἀνελεῖ, οὓς ἂν εὕρῃ;» Ἡ δὲ εἶπεν· «Ἀκή‐ κοα καὶ διὰ τοῦτο σπεύδω, ἵνα ἐκεῖ εὑρεθῶ.» — «Τουτὶ δὲ τὸ παιδίον ποῦ ἕλκεις;» ἐκεῖνος ἔφη. Ἡ
5δὲ ἀπεκρίνατο· «Ἵνα καὶ αὐτὸ μαρτυρίου ἀξιωθῇ.» Ταῦτα δὲ οὕτως ἀκούσας ἐπανελθεῖν ἐκέλευσε τὴν τάξιν καὶ τὸ ὄχημα εἰς τὸ παλάτιον ὑποστρέψαι· 459 εἰσελθὼν δὲ πρὸς τὸν βασιλέα εἶπεν· «Ὦ βασιλεῦ, ἀποθανεῖν μὲν, εἰ προστάττεις, ἕτοιμός εἰμι· τὸ δὲ ἔργον ὅπερ ἐκέλευσας, οὐ δύναμαι ἐκ‐
10πληρῶσαι.» Διδάξας δὲ πάντα καὶ τὰ περὶ τῆς γυναικὸς κατέσχε τὴν τοῦ βασιλέως ὁρμήν. (3) Κατ’ ἐκεῖνον δὲ τὸν καιρὸν οἱ πόλεμοι τοῦ ἀσεβοῦς βασιλέως Οὐάλεντος, οὓς κατὰ τῶν τοῦ Θεοῦ Ἐκκλησιῶν ἐπήγαγε, κατὰ τῶν πολεμίων ἐστράφησαν. Τῶν γὰρ Γότθων ἐκ τῶν ἰδίων τόπων
15ἐξελθόντων, διὰ πάσης ὁμοῦ τῆς Θρᾴκης ἐξέχεαν ἑαυτοὺς καὶ τοῖς ὅπλοις τὰς πόλεις καὶ τοὺς ἀγροὺς πορθεῖν ἀγρίως ἤρξαντο. (4) Τότε κατὰ τοῦ Οὐάλεντος ῥήμασιν αἰσχροῖς οἱ πολῖται ἐχρῶντο καὶ ὕβρεσι χαλεπαῖς μὴ ἐξ‐
20ιόντος εἰς πόλεμον. (5) Ἐξερχομένου δὲ αὐτοῦ, Ἰσαάκιος ὁ ἱερὸς κρατήσας τοῦ χαλινοῦ τοῦ ἵππου αὐτοῦ ἔφη πρὸς αὐτόν· «Ποῦ βαδίζεις, ὦ βασιλεῦ, κατὰ Θεοῦ στρατευόμενος καὶ Θεὸν ἔχων ἀντίπαλον;»
25Πρὸς ὃν ὀργισθεὶς Οὐάλης φρουρεῖσθαι προσέταξεν ἀπειλήσας (αὐτῷ) θάνατον, εἰ ἐπανέλθοι (καθάπερ Ἀχαὰβ τῷ Μιχαίᾳ. Ὁ δὲ τῆς αὐτῆς προφητικῆς χάριτος πλησθεὶς ὁμοίως ἐκείνῳ τὴν ἀντίφρασιν ἐπὶ παντὸς τοῦ λαοῦ δέδωκεν εἰπών· «Ὅτι ἐπιστρέ‐
30φων ἐπιστρέψεις, οὐ λελάληκεν ἐν ἐμοὶ ὁ Θεός»). (6) Εἶτα συμβολῆς γενομένης ἐν Ἀδριανουπό‐ λει καὶ ἡττηθεὶς κατὰ κράτος φεύγει σὺν ὀλίγοις εἰς οἴκημα, ὅπερ αἰσθόμενοι οἱ πολέμιοι κατέκαυσαν αὐτὸν σὺν τοῖς συνοῦσιν αὐτῷ σὺν αὐτῷ τῷ οἰκή‐
35ματι (βασιλεύσαντος ἀνοσίως ἔτη ιδʹ). (7) Οὐαλεντινιανὸς δὲ ὁ μέγας τῇ πίστει καὶ τῇ εὐσεβείᾳ τέλειος καὶ ἀκέραιος τῇ παλαιᾷ τῆς τῶν Ῥωμαίων βασιλείας αὐθεντίᾳ τὴν πολιτείαν ἐκυβέρνα καλῶς· σύνοδον γὰρ ἐν τῷ Ἰλλυρικῷ 460 ἐκέλευσε
40γενέσθαι, ἥτις τὴν ἐν Νικαίᾳ πίστιν ἐβεβαίωσεν· ἴνδικτον δὲ γράψας τοῖς ἐν Ἀσίᾳ καὶ Καρίᾳ ἐπι‐ σκόποις ἐμμένειν τοῖς δόξασι παρεγγύησε, κοινωνὸν ἐν τῷ ἰνδίκτῳ προσλαβόμενος τὸν ἀδελφὸν αὐτοῦ Οὐάλεντα καὶ Γρατιανὸν τὸν υἱὸν αὐτοῦ.
45(8) Ἔγραψε δὲ καὶ τὰ ὅμοια καὶ ἐν τῷ Ἰλλυ‐
ρικῷ. Συνελθόντων οὖν ἐπισκόπων ἐν Ἰταλίᾳ, ἀπο‐685

110

.

688

θανόντος ἐν Μεδιολάνῳ Αὐξεντίου, τοῦ τῶν αἱρετι‐ κῶν ἐπισκόπου, οἱ ἑκατέρου μέρους ὄχλοι ὑπὸ διαφόρου σπουδὴν ἐποιοῦντο· καὶ ἦν τις αὐτοῖς μεγίστη διχόνοια καὶ ἐπικίνδυνος στάσις· καὶ ἑκάτε‐
5ρον μέρος ὄλεθρον τῇ ἰδίᾳ παρεσκεύαζε πόλει, εἰ μή γε ἡ αὐτοῦ κρατήσειε γνώμη καὶ εἰς ἔργον ἀγά‐ γοι τὸ βούλημα, καίτοι ἐναντίων τῶν προθέσεων αὐτοῖς οὐσῶν. Τότε δὲ τῆς ἐπαρχίας ἐκείνης Ἀμ‐ βρόσιός τις τὴν ἀρχὴν διίθυνεν, ἀνὴρ ἀξιέπαινος ἐν
10τῇ τῶν Ῥωμαίων (120a) συγκλήτῳ ἐν πλείστοις ἀξιώμασι διαπρέψας, ὃς καὶ τὴν ἡγεμονίαν ἐπεπί‐ στευτο πάσης τῆς Ἰταλίας παρὰ τῶν ἀσεβῶν βασιλέων Κωνσταντίου καὶ Κώνσταντος, υἱῶν τοῦ μεγάλου Κωνσταντίνου, οὐ μὴν ἀλλὰ καὶ παρὰ τοῦ εὐσεβοῦς
15βασιλέως Οὐαλεντινιανοῦ, ὃς καὶ παραχρῆμα εἰς τὴν ἐκκλησίαν εἰσῆλθε κωλύων τὴν στάσιν. Ὁ δὲ δῆμος τῆς πρὸς ἀλλήλους ἀφέμενος ἔριδος μιᾷ φωνῇ τὸν Ἀμβρόσιον ἐπεζήτησαν, κατηχούμενον ὄντα, μεγά‐ λως λέγοντες ἑνωθήσεσθαι καὶ μίαν ἀμφοτέροις τοῖς μέρεσι τὴν πίστιν ἔσεσθαι, εἰ Ἀμβρόσιος ἐπίσκο‐
20πος αὐτοῖς δοθείη (9) Ὅπερ γνοὺς ὁ θεοσεβὴς Οὐαλεντινιανὸς ἐκέλευσε μυηθῆναι καὶ χειροτονηθῆναι Ἀμβρόσιον, πολλὰ περὶ ἀρετῆς μαρτυρήσας αὐτόν. Χειροτονη‐ θέντος δὲ αὐτοῦ, τοῦτον τὸν ὕμνον ὁ βασιλεὺς τῷ
25Θεῷ ἀναπέμψαι· «Χάρις σοι, Δέσποτα παντοκρά‐ τορ καὶ Σῶτερ ἡμέτερε, 461 ὅτι τῷδε τῷ ἀνδρὶ ἐγὼ μὲν σώματα, σὺ δὲ ψυχὰς ἐνεχείρισας καὶ τὰς ἐμὰς ψήφους δικαίας ἀπέφηνας.» (10) Φασὶ δὲ, ὅτι τοὺς ἄρχοντας ἀδικοῦντας γεν‐
30ναίως Ἀμβρόσιος ἐπὶ τοῦ βασιλέως διήλεγχεν. (11) Ἐν δὲ τῷ μεταξὺ, ἐπὶ τῶν πολέμων τῶν Σαυρομάτων, Οὐαλεντινιανὸς ὁ μέγας ἐκ τῶν μερῶν τῆς Γαλλίας εἰς τὸ Ἰλλυρικὸν ἐλθεῖν βουλόμενος καὶ τοῦ πολέμου ἀρχὴν λαβόντος, ἀῤῥωστίᾳ αἰφνιδίῳ
35συσχεθεὶς ἐτελεύτησε. Πρέσβεις γὰρ Σαυρομάται ἐξαπέστειλαν ἐξαιτούμενοι εἰρήνην· οὓς Οὐαλεντι‐ νιανὸς θεασάμενος ἤρετο εἰ πάντες Σαυρομάται τοιοῦτοι τυγχάνουσιν ὄντες τὰ σώματα· τῶν δὲ εἰπόντων, ὅτι τοὺς παρ’ αὐτοῖς ἀρίστους ἀπέστειλαν,
40ἀνακράξας μέγα, δεινὰ τὴν βασιλείαν Ῥωμαίων ὑπομένειν, εἰ Σαυρομάτων οἱ ἄριστοι τοιοῦτοι Ῥω‐ μαίους τολμᾶσθαι πολεμεῖν. Ἐκ δὲ τῆς διατάσεως τοῦ θυμοῦ φλεβὸς ῥαγείσης καὶ αἵματος πολλοῦ ἐκχυθέντος, τελευτῆσαι αὐτὸν ἔν τινι φρουρίῳ
45Γαλλίας. ΡϟϞʹ. Βασιλεία Γρατιανοῦ καὶ Οὐαλεντινιανοῦ τῶν υἱῶν τοῦ Μεγάλου Οὐαλεντινιανοῦ. (1) Ὀρθοδοξότατος ὢν καὶ δοῦλος Κυρίου κληρο‐ νόμους καταλείπει τῆς βασιλείας αὐτοῦ Γρατιανὸν,

110

.

688

(50)

τὸν υἱὸν αὐτοῦ, Αὔγουστον ὄντα, καὶ Οὐαλεντινιανὸν,687

110

.

689

νέον κομιδῇ τυγχάνοντα καὶ μήπω τῶν βασιλικῶν συμβόλων καταξιωθέντα, ὃν ἡ ἀνάγκη τῶν ἐπιχει‐ ρούντων τὸν τόπον τῆς βασιλείας ἀφαρπάζειν, ὡς σχολάζοντα, παρεσκεύασεν αὐτὸν καὶ, ἀπόντος τοῦ
5ἀδελφοῦ, τὴν πορφύραν ἐνδύσασθαι, Πρόβου τῷ τη‐ νικαῦτα πιστῶς τὸ πρᾶγμα μεταχειρισαμένου. 462 (2) Ὅστις ἐβασίλευσεν ἔτη γʹ καὶ μετὰ Θεοδοσίου ἔτη γʹ· οὗτος γὰρ τὸν μέγαν Θεοδόσιον προεχειρίσατο βασιλέα ἐν Βυζαντίῳ, ἀγαγὼν ἐξ Ἱσπα‐
10νίας πρὸς τὸ πολεμεῖν τοὺς Σκύθας· αὐτὸς δὲ ἐν Ῥώμῃ διέτριβεν. (3) Μάξιμος δέ τις Βρετανὸς δυσανασχετῶν, ὅτι Θεοδόσιος ὑπὸ Γρατιανοῦ βασιλείας ἠξίωται, ὡς μηδεμιᾶς τυχὼν τιμῆς, διήγειρε τοὺς ἐν
15Βρετανίᾳ ἀντᾶραι Γρατιανῷ, ὅντινα καὶ ἀνεῖλε. Μετετέθη δὲ ὑπὸ Θεοδοσίου Γρατιανὸς εἰς τοὺς βασι‐ λικοὺς τάφους, ὅστις τοσοῦτον εὐστόχως ἐπὶ πολὺ ἐτόξευεν, ὡς λέγειν τινὰς τὰ Γρατιανοῦ βέλη φρένας ἔχειν.
20(4) Κατ’ ἐκείνους δὲ τοὺς καιροὺς σεισμὸς (μέ‐ γας καὶ φοβερώτατος) γέγονεν, ὡς ἐν Ἀλεξανδρείᾳ ὑποχωρῆσαι (μὲν) τὴν θάλασσαν ἐπὶ πολὺ, τὰ δὲ πλοῖα ὡς ἐπὶ ξηρᾶς εὑρεθῆναι κείμενα. Πλήθους δὲ λαοῦ συνδραμόντος εἰς θέαν τοῦ παραδόξου θαύ‐
25ματος καὶ τοῦ ὕδατος πάλιν ὑποστρέψαντος (120b) καὶ ἐκβεβληκότος μακρότερον τοῦ συνήθους τόπου, κατεποντίσθησαν ἀνθρώπων μυριάδες εʹ· (καὶ τὰς μὲν ἐκεῖθεν προσορμιζούσας ναῦς τὸ ὕδωρ κατεκά‐ λυψεν, τὰς δὲ ἐν τῷ ποταμῷ Νείλῳ εὑρεθείσας
30ἀπέῤῥιψεν ὁ ποταμὸς εἰς ξηρὰν μετὰ πολλῆς τῆς ῥύμης μέχρι σταδίων ρπʹ· ἀλλὰ μὴν) καὶ τῆς Κρήτης καὶ τῆς Ἀχαΐας καὶ τῆς Βοιωτίας καὶ τῆς Ἠπείρου καὶ Σικελίας τὰ πλεῖστα μέρη (συνέβη τότε) ἀπολεσθῆναι, τῆς θαλάσσης ἀνελθούσης· καὶ
35πολλὰ πλοῖα, ὑψωθέντος τοῦ ὕδατος, ἐπὶ ὀρέων ἐῤῥίφη ἄχρι σταδίων ρʹ (τάς τε Βρετανικὰς νήσους καὶ τῆς Ἀφρικῆς τὰ αὐτὰ καὶ χείρονα ὑποστῆναι· καὶ σχεδὸν πάσης 463 τῆς οἰκουμένης τὰ πρὸς τῇ θαλάσσῃ τὰ μὲν ὑπὸ τῶν σεισμῶν, τὰ δὲ ὑπὸ τῆς
40θαλάσσης κατεποντίσθη· καὶ μέντοι ἐν τοῖς βυθοῖς καὶ ἐν τοῖς μεγάλοις πελάγεσι τὰ ἀμφὶ τὸ Ἀδρίαν καὶ Αἰγαῖον πέλαγος καὶ ἄλλα πλεῖστα ὑπεχώρησε καὶ διέστη ὡσεὶ τεῖχος ἔνθεν καὶ ἔνθεν τὰ ὕδατα, καὶ ἐφάνη ἡ ξηρά· καὶ πολλὰ τότε πλοῖα εὑρέθησαν
45πλέοντα καὶ εἰς τὸν πυθμένα καθίσαντα καὶ πάλιν ἀνήχθησαν τῇ τοῦ ὕδατος καταστάσει. Συνεχῶν δὲ καὶ ἐπαλλήλων τῶν σεισμῶν γενομένων, ἡ μὲν Νίκαια τῆς Βιθυνίας πόλις πᾶσα συνέπεσε καὶ τὰ κύκλῳ τῶν προαστείων ἀγροὶ καὶ ἔργα πλεῖστα.

110

.

689

(50)

Ἡ δὲ Γέρμη καλουμένη πόλις τοῦ Ἑλλησπόντου πᾶσα ἐκ θεμελίων κατεποντίσθη· καὶ πρὸς τούτοις689

110

.

692

χάσματα πολλὰ κατὰ διαφόρους τόπους ἐγένοντο, ὡς ἐκ τοῦ φόβου ἐν τοῖς ὄρεσι μένειν τοὺς ἀνθρώπους· ἐκ δὲ τῆς ἀβροχίας πολλὰ ζῶά τε καὶ ἄνθρωποι διεφθάρησαν). (5) Ὁ δὲ προειρημένος Γρατιανὸς ἐβασίλευσεν ἔτη ϛʹ· ὁ δὲ Οὐαλεντινιανὸς ἐβασίλευσεν ἔτη γʹ καὶ
5ἀπέθανε. ΡϟΖʹ. Βασιλεία Θεοδοσίου τοῦ Μεγάλου. (1) Μετὰ δὲ τοῦτον ἐβασίλευσε Θεοδόσιος ὁ Μέγας ἔτη ιϛʹ. Τότε ὁ πατὴρ Θεοδοσίου, καὶ αὐτὸς Θεοδό‐ σιος καλούμενος, τοῖς τῶν μεγάλων τροπαίοις
10περιπνέων, τῇ ἐκκοπῇ τῶν βαρβαρικῶν ἐθνῶν, τοὺς Ῥωμαίων ὅρους εὐπορωτέρους ἐποίησεν. Ὁρῶν δὲ τὸν ἑαυτοῦ υἱὸν τῇ μὲν ἐλπίδι μέγαν, τῷ δὲ χρόνῳ μικρόν, —μόλις γὰρ ἦν τοῦ βαθμοῦ τῆς νεότητος ἐπιβεβηκώς, —συγκλητικῷ τινι ἀμαξοβίῳ, κοι‐
15νωνῷ αὐτοῦ τυγχάνοντι τῆς γνώμης καὶ τῶν πόνων, παρέδωκεν ἐκπαιδεύειν, ὅστις ἀμαξόβιος ἐγχει‐ ρισθέντα αὐτῷ τὸν νέον πραϋτάτῃ διδασκαλίᾳ καὶ αὐστηροτέρᾳ κολακείᾳ εἰς λαμπρὰν ἄσκησιν τῆς ζωῆς ἐστερέωσεν, Ἐκεῖσε τοίνυν ὄντος Θεοδοσίου,
20καθ’ ὕπνους ἑαυτὸν εἰδέναι λέγεται βασιλικῇ χλαμύδι καὶ πορφύρᾳ κεκοσμημένον. 464 Οὐαλεντινιανοῦ δὲ τοῦ γέροντος τελευτήσαντος, Μάξιμος ὁ δήμιος τὴν ὑπαρχότητα τῶν Γαλλιῶν εἰς μανίαν ἔτρεψε καί τινα συσκευὴν πεποιηκὼς Θεοδόσιον τὸν πρε‐
25σβύτερον τροπαίοις κεκορεσμένον σφαγῆναι προσ‐ έταξε, ὃς πρὶν τελευτῆσαι τὸ θεῖον βάπτισμα δεξά‐ μενος καὶ εἰς τὴν ἀθανασίαν ἀναγεννηθεὶς ἐτελεύτησε. Κατὰ δὲ τὸν αὐτὸν καιρὸν ὁ νεώτερος Θεοδόσιος ἐν τῇ τοῦ δουκὸς ἀξίᾳ ἐτύγχανε· τῷ δὲ αὐτῷ βέλει τοῦ
30φθόνου, ὅπερ καὶ ὁ πατὴρ, διὰ Μάξιμον ὁμοίως ἀδί‐ κως ὑπέπιπτεν· (121a) ἀλλ’ ὁ Θεὸς αὐτὸν διεσώσατο, μεινάσης παρ’ αὐτῷ τῆς ἀξίας καὶ τῆς οὐσίας ἀνα‐ δοθείσης, εἰς τὴν πατρῴαν γῆν τῶν Σπανίων, ἐν ᾗ ἐγεννήθη, ἐφοίτησε προστάγματι βασιλικῷ, ἐκεῖσε
35ἡσύχως καὶ πράως τὸν βίον διάγων. Πλακίλλαν δὲ τὴν γενομένην Αὐγούσταν ἠγάγετο τότε, καὶ βασιλέας ἐξ αὐτῆς ποιήσας, ἥτις τὴν φύσιν τῷ λογισμῷ καὶ τὴν φήμην τοῖς ἐγκωμίοις ἐνίκα. (2) Ἐν δὲ τῷ μεταξὺ Οὐάλης γράμματα ἐκ‐ πέμπει πρὸς τὸν βασιλέα Γρατιανὸν προστάξας
40Θεοδόσιον ἀποσταλῆναι πρὸς αὐτόν. Ἀρξάμενος δὲ τῆς ὁδοιπορίας Θεοδόσιος, καὶ γνοὺς τὴν Οὐάλεντος τελευτὴν ἔρχεται εἰς πόλιν καλουμένην Σέρμιον. Τῶν δὲ Γότθων πᾶσαν πόλιν καὶ χώραν ἀφειδῶς λυμαινομένων καὶ τῶν Ῥωμαϊκῶν στρατοπέδων
45φευγόντων ἀπὸ προσώπου αὐτῶν, τότε Θεοδόσιον ἐν τῷ Σερμίῳ διάγοντα Γρατιανὸς προσκαλεῖται βουλῇ τῆς συγκλήτου Ῥωμαίων φθονούσης αὐτῷ, ἣ σὺν ὀλίγοις στρατιώταις εἰς τοσοῦτον ὠμὸν πόλεμον ἀπο‐
σταλῆναι Θεοδόσιον πείθει, ἐπικινδύνῳ ἀξιώματι691

110

.

693

τιμηθέντα στρατηλάτου ἀξίᾳ, τὸν βασιλέα παρέπεισε. Καὶ ὁ μὲν βασιλεὺς τῶν ἐπιβουλῶν καὶ τοῦ φθόνου οὐδὲν ἔγνω· κατὰ κράτος δὲ τοὺς νομιζομένους ἀηττήτους εἶναι Γότθους νικήσας Θεοδόσιος σὺν
5τάχει πολλῷ, τῷ βασιλεῖ τροπαιοφόρος παραστὰς θείᾳ ψήφῳ 465 τὸ βασιλικὸν διάδημα περιβάλλεται. Γρατιανοῦ χειροτονοῦντος αὐτὸν, καινῇ τινι καὶ θαυμαστῇ περιεβλήθη πορφύρᾳ ὡς ἀρχαῖος βασιλεύς· καὶ ἐπειδὴ τοὺς ὤμους αὐτοῦ ὑπὲρ ἄνθρωπον ὑψηλοὺς
10ὄντας διαφόροις βασιλικοῖς χλαμύσιν ἐνδύειν οὐκ ἠδύνατο, —πάντας γὰρ ὑπερεῖχε τῷ μεγέθει· πᾶσαν ἐσθῆτα διὰ τὸ ὕψος μικρὰν ἀπέφηνεν, — τέλος Κωνσταντίνου τοῦ εὐσεβεστάτου βασιλέως τῇ πορφύρᾳ κοσμηθεὶς ἐξέλαμψεν, ἐκ τετραγώνου ἁρμοσάσης αὐτῷ.
15(3) Οὗτος Γρατιανὸς τὰ τῆς Δύσεως μέρη ἐπ’ αὐτῷ καὶ τῷ ἀδελφῷ διεφύλαξεν, Θεοδοσίῳ δὲ τὴν τῆς Ἀνατολῆς φροντίδα ἐπέτρεψεν. Πολλὰ δὲ εὐσε‐ βῶς καὶ γενναίως κατορθώσας ὁ Γρατιανὸς παρὰ Μαξίμου τοῦ τυράννου [ἐν] ταῖς Βρεττανίαις ἐπανα‐
20στάντος, δι’ Ἀνδραγαθίου τοῦ δουκὸς ἐν Λουγδούνῳ παρὰ τῶν ἰδίων προδοθεὶς, μᾶλλον δὲ βίᾳ τῶν πο‐ λεμίων συσχεθεὶς, ἀνῃρέθη. (4) Οὐαλεντινιανὸς δὲ ὁ νεώτερος τούτου ἀδελφὸς ἐν Ἰταλίᾳ διάγων ὑπὸ τῆς σφαγῆς τοῦ ἀδελ‐
25φοῦ καὶ τοῦ φόβου πολέμου πτοηθεὶς, εἰρήνης αὐτῷ καθ’ ὑπόκρισιν προταθείσης παρὰ Μαξίμου, καὶ αὐτὸς ὑποκρινάμενος ἡδέως ἐδέξατο. (5) Ἰουστῖνα δὲ τότε ἡ μήτηρ αὐτοῦ τῆς Ἀρεια‐ νῶν αἱρέσεως τὰ φάρμακα τῆς ἀσεβείας, ἃ περιόν‐
30τος τοῦ ἀνδρὸς ἔκρυπτεν, εὐμαρῶς ἀπατηθέντι τῷ υἱῷ μετὰ θάρσους ἀπεκάλυψε καὶ πείθει αὐτὸν διὰ στρατιωτικῆς χειρὸς τὸν μὲν Ἀμβρόσιον ἀνθιστά‐ μενον αὐτῷ τῷ ὀρθῷ λόγῳ τῆς ἐκκλησίας Μεδιο‐ λάνων ἐξῶσαι καὶ εἰς ἐξορίαν πέμψαι, τὴν ἐκκλη‐
35σίαν δὲ διαῤῥῆξαι καὶ πολεμεῖν τὰ ἅγια. Βενίβολος δὲ τότε ἐν ἀξιώματι ταῖς ὑποσχέσεσι τῆς βασιλίδος μὴ εἴξας, τῆς στρατιωτικῆς ζώνης καὶ τῶν ἀξιω‐ μάτων τὴν ὀρθόδοξον πίστιν προκρίνας τοῖς ποσὶ τῶν βασιλέων τὴν (121b) ἑαυτοῦ ζώνην ἀπέῤ‐
40ῥιψεν. (6) Μάξιμος δὲ ὁ τύραννος θέλων τὸ τοῦ τυράννου ἄτιμον ὄνομα ἐκδύσασθαι καὶ νόμιμον ἐπιδείξασθαι ἑαυτὸν βασιλέα, γράμματα 466 ἐκπέμψας τὸ ἀσε‐ βὲς ἐπὶ τῆς Ἰουστίνης ἀπεφαύλιζε καὶ τὸ πολεμεῖ‐
45σθαι τὴν πίστιν τοῦ Θεοῦ καὶ τὴν κατάστασιν τῆς καθολικῆς Ἐκκλησίας ἀνατρέπεσθαι ἀπηγόρευσεν· καὶ οὕτω πλησιάζειν τῆς Ἰταλίας ἤρξατο. (7) Τοῦτο δὲ Ἰουστῖνα μαθοῦσα, τοῦ τε πολεμίου ἅμα καὶ τῆς συνειδήσεως τῆς ἀσεβοῦς ἐπικειμένων

110

.

693

(50)

αὐτῇ, εἰς φυγὴν τραπεῖσα, πρώτη τὴν ἐξορίαν
ἐκληρώσατο, ἣν τοῖς ἱερεῦσιν αὐτὴ ἡτοίμασεν. Τοι‐693

110

.

696

γαροῦν μετὰ τῆς ἀθεμίτου μητρὸς πεφευγὼς ὁ βα‐ σιλεὺς Οὐαλεντινιανὸς ὁ νέος τῆς Ἰταλίας ἐστερήθη καὶ τῆς οἰκείας ἐξεβλήθη βασιλείας. (8) Ἐλθὼν οὖν ἐν τῇ Ἀνατολῇ οὕτως ἐπεδέχθη
5παρὰ τοῦ εὐσεβοῦς βασιλέως Θεοδοσίου, ὥστε δοκεῖν αὐτὸν μᾶλλον τῶν μερῶν ἐκείνων βασιλεύειν ἢ ἐν ἐξορίᾳ διάγειν. Παραχρῆμα δὲ διὰ Θεοδοσίου κα‐ θαρθεὶς ἀπὸ τῆς φαυλότητος τῆς αἱρέσεως τῆς ἀκα‐ θάρτου τὸν ἰὸν ἐξέχεεν, ἐν ᾧπερ αὐτὸν ἡ ἀνόητος
10ἔβλαψε μήτηρ, καὶ τὸν Χριστὸν ἀνεδέξατο πιστοτάτῃ προτροπῇ Θεοδοσίου. Πολλάκις γὰρ εἰς τὴν ἐλπίδα τῆς πίστεως διὰ Θεοδοσίου ἐκπαιδευθεὶς, ἔμαθε τὴν βασιλικὴν παράταξιν οὐ δι’ ὅπλων ἑστάναι, ἀλλ’ ἐξ ἀγαθῶν προφάσεων. Τοιοῦτος δὲ ἦν ὁ λόγος ὁ παρὰ
15Θεοδοσίου πρὸς τὸν Οὐαλεντινιανόν· «Οἶδα, φησὶν, πολλάκις, Οὐαλεντινιανὲ, παρὰ τῶν εὐσεβεστάτων βασιλέων, ἡσυχάζοντος τοῦ στρατοπέδου, τὴν νίκην κατορθωθεῖσαν καὶ τοὺς πολεμίους ὑποταγέντας ὑποτελεῖς γενέσθαι τοῦ προλαβόντος κινδύνου· οὕτως
20ὁ ἔνθεος Κωνσταντῖνος ταῖς βοηθείαις τοῦ Θεοῦ ἀνορ‐ θωθεὶς καὶ Λικίνιον τὸν τοῦ Θεοῦ τύραννον ἐν ναυα‐ γίῳ διέφθειρεν· οὕτως ὁ ἔνδοξος Οὐαλεντινιανὸς ὁ σὸς πατὴρ εὐτυχέστερον τὴν βασιλείαν ἀβλαβῆ παρὰ τῶν πολεμίων ἰθύνων ἐτελεύτησε, τοῦ Θεοῦ ἐκδι‐
25κοῦντος αὐτὸν καὶ μάχας ἀναριθμήτους καὶ νίκας ἀνεδείξατο, πολλοὺς βαρβάρους καὶ διαφόρους ἀνε‐ λών. Οὐάλης δὲ ὁ θεῖος ὁ σὸς τῷ Θεῷ ἀντιπαρατάτ‐ των ἐμίανε τὴν Ἐκκλησίαν ὁ βέβηλος διὰ τῆς σφα‐ γῆς τῶν ἁγίων καὶ τῆς ἐξορίας τῶν ἱερέων, ὃς τῇ
30τοῦ Θεοῦ βουλήσει ὑπὸ τῶν Γότθων πολιορκηθεὶς καὶ ἡττηθεὶς ἐκαύθη. Σὺ οὖν αἱρετικοῦ ὄνομα λα‐ βεῖν ἀνέξῃ ἀπιὼν εἰς πόλεμον; ὀρθῶς τὸν Χριστὸν σέβεται ὁ ἀδίκως σε ἐκβαλών· ἡ σὴ ἀπιστία εὐκαι‐ ρίαν Μαξίμῳ συνεισήνεγκεν· ἐκεῖνος μόνον 467
35τοῦ βασιλεύειν ἐστὶ τύραννος, σὺ δὲ πολέμιος ἤρξω τοῦ Θεοῦ καθεστάναι· δώσω σοι στρατὸν καὶ παρέξω σοι βοήθειαν· ἀλλ’ εἰ τὸν Χριστὸν βλάπτομεν, τίνα παρακαλέσωμεν μαχόμενοι;» Ταῦτα καὶ τὰ τούτων πλείονα νουθετήσας Θεοδόσιος Οὐαλεντινιανὸν εἰς τὴν ὀρθόδοξον πίστιν μετήγαγεν. (9) Ἐν δὲ τῷ μέσῳ τῆς μητρὸς αὐτοῦ τελευτη‐
40σάσης, Θεοδόσιος διὰ τὴν πίστιν καὶ τὴν χρηστότητα τοῦ βασιλέως Γρατιανοῦ, καὶ τῶν εὐεργεσιῶν αὐτοῦ μεμνημένος εἰς ἄμυναν πάσας τὰς τῆς Ἀνατολικῆς δυνάμεις ἐξάξας, ἐξεδίκησε τὸ δίκαιον αἷμα καὶ τὸν Οὐαλεντινιανὸν κατέστησεν ἐπὶ τὴν βασιλείαν, ἐκ‐
45βαλὼν τὴν τυραννίδα (122a). (10) Αὐτὸς δὲ μετὰ ταῦτα εἰσελθὼν εἰς τὴν Ῥώμην καὶ θριαμβεύσας τὴν νίκην εἰς τὴν βασι‐ λίδα ἐπανῆλθε τῶν πόλεων. ΡϟΗʹ. Περὶ τοῦ ἁγίου Ἀρσενίου.

110

.

696

(50)

(1) Ἐν ταῖς ἡμέραις οὖν, ἐν αἷς ὁ ἀγαθὸς Θεὸς ἐξήγειρε Θεοδόσιον βασιλέα τὸν Μέγαν καὶ ἐνεπί‐
στευσεν αὐτῷ τὸν θρόνον τῆς βασιλείας Ῥωμαίων,695

110

.

697

ἠγάγετο εἰς γυναῖκα τὴν θυγατέρα τοῦ πρὸ αὐτοῦ βασιλέως, Πλακίλλαν ὀνόματι, καὶ ἔτεκεν ἐξ αὐτῆς δύο υἱοὺς Ἀρκάδιον καὶ Ὀνώριον. (2) Αὐξησάντων δὲ τῶν παίδων, ἦλθον εἰς ἡλικίαν
5τοῦ ἐκμανθάνειν γράμματα· καὶ ἐξαπέστειλεν εἰς πᾶσαν τὴν ὑπ’ αὐτὸν βασιλείαν ζητῆσαι ἄνδρα ἐλλό‐ γιμον καὶ ἀσκητὴν, κεκοσμημένον ἐν ἀληθείᾳ τὸν φόβον τοῦ Θεοῦ, ἔχοντα θεογνωσίαν εἰς ἄκρον, ὡς ὀφείλων παραδοῦναι αὐτῷ τοὺς υἱοὺς αὐτοῦ. Οὐκ
10ἠβούλετο γὰρ εἰς σχολεῖον αὐτοὺς ἐμβαλεῖν ἢ ὑπὸ ἀτάκτων διδασκάλων παιδευθῆναι, ἵνα μὴ μάθωσιν ὑπὸ ἄλλων παιδίων, ἃ ὁ Θεὸς οὐ θέλει, καὶ τυπωθῶ‐ σιν ἐν λόγοις ἀνωφελέσιν. Ταῦτα ὁ βασιλεὺς λογισά‐ μενος σπουδὴν πᾶσαν 468 ἐποιεῖτο τοῦ εὑρεῖν
15ἄνδρα τοιοῦτον· καὶ τῶν διαταγμάτων ἐκπεμφθέν‐ των κατὰ πᾶσαν τὴν ὑπ’ αὐτὸν βασιλείαν οὐκ ἠδυνή‐ θησαν εὑρεῖν τινα τοιοῦτον κατὰ τὸν ἐνιστάμενον αὐτῷ λογισμὸν, ἀλλὰ ποτὲ μὲν ἄνδρα φιλόσοφον, ἀλλ’ οὐ φιλόθεον, ποτὲ δὲ πάλιν φιλόθεον, ἀλλ’ οὐ φιλόσο‐
20φον· ηὔξησαν δὲ οἱ παῖδες· καὶ οὐκ ἠνέσχετο εἰς σχολεῖον ἐκδοῦναι αὐτοὺς δι’ ὃν εἴρηται τρόπον. (3) Καὶ μὴ εὑρὼν καθὼς ἐζήτει, ἀπέστειλεν ἐν τῇ Ῥώμῃ πρὸς τὸν ἐν αὐτῇ βασιλέα τοῦ εὑρεῖν παρ’ αὐτοῦ τοιοῦτον ἄνδρα, γράψας αὐτῷ, ὅτι «Μεγάλως
25μοι χαρίζῃ τοῦτο ποιῶν.» Ὁ οὖν βασιλεὺς προσκα‐ λεσάμενος τὸν πάπαν δείκνυσιν αὐτῷ τὰ γράμματα Θεοδοσίου τοῦ βασιλέως εἰπὼν, ὅτι «Ἀνένδεκτόν ἐστι μὴ ποιῆσαι τῷ συμβασιλεύοντι ἡμῖν τὴν αἴτη‐ σιν ταύτην· αἰσχύνη γάρ ἐστι τοῦ ἡμετέρου κρά‐
30τους μὴ εὑρεθῆναι ἐν τῇ μεγίστῃ Ῥώμῃ ἄνθρωπον τοιοῦτον. «Καὶ ἐρευνήσαντες καὶ ἐπιζητήσαντες οὐχ εὗρον. Ἐπὶ πολὺ οὖν διερευνώντων αὐτῶν, καὶ διὰ λογιζομένων, καὶ ἀδολεσχούντων περὶ τούτου, εἶπεν ὁ πάπας τῷ βασιλεῖ· «Ἔστι παρ’ ἡμῖν διάκονός
35τις παρθένος μετὰ τῆς ἰδίας ἀδελφῆς ὀνόματι Ἀρ‐ σένιος· ὅμοιος γὰρ αὐτῷ ἄλλος οὐκ ἔστιν ὁ ὀφεί‐ λων, καθὼς ἐπιθυμεῖ ὁ βασιλεὺς Θεοδόσιος, παι‐ δεῦσαί τε τὰ τέκνα αὐτοῦ πάσῃ γνώσει θείᾳ τε καὶ ἀν‐ θρωπίνῃ· ἀλλ’ οὐκ οἶδα εἰ καταδέξηται, διότι ἔχει
40καιρὸν ἀποταξάμενος τῆς ἐγκυκλίου παιδεύσεως· ἀλλ’ ἴσως, ἐὰν κελεύσῃ τὸ ὑμέτερον κράτος, καλέ‐ σομεν αὐτὸν καὶ πληροφοροῦμεν αὐτὸν περὶ τού‐ του.» Ταῦτα ἀκούσας ὁ βασιλεὺς ἐχάρη λίαν· καὶ πέμψαντες μετεστείλαντο τὸν Ἀρσένιον. Εἰσελθόν‐
45τος δὲ αὐτοῦ λέγει πρὸς αὐτὸν ὁ βασιλεύς· «Οὐ λέληθε τὸ ἡμέτερον κράτος ἡ κατὰ Θεόν σου πολι‐ τεία καὶ ὁ ἐνάρετός σου βίος· ἀλλὰ διηνεκῶς ἀκού‐ οντες τὴν καλήν σου ἀναστροφὴν, πάνυ εὐφραινό‐ μεθα ἐπὶ τούτοις· ἐπεὶ δὲ ὁ συμβασιλεὺς ἡμῶν

110

.

697

(50)

Θεοδόσιος ἀπέστειλεν ἡμῖν πρεσβείαν αἰτούμενος στεῖλαι αὐτῷ ἄνθρωπον τοιοῦτον δυνάμενον παιδεῦ‐ σαι τὰ τέκνα αὐτοῦ ἐν πάσῃ θεοσεβείᾳ καὶ φιλοσο‐ φίᾳ, τούτου χάριν μετεστειλάμεθά σε ὡς κατὰ Θεὸν ὄντα. ἵνα ἀπέλθῃς πρὸς αὐτὸν καὶ τὴν χάριν τὴν
55δοθεῖσάν σοι ἐκ Θεοῦ παιδεύσῃς αὐτούς· (122b) οὐ697

110

.

700

γὰρ ἐκρίναμεν ἁπλῶς καὶ ὡς ἔτυχεν ἐγχειρίσαι τοῦτο τὸ πρᾶγμά τινι εἰ 469 μὴ τῇ σῇ εὐλαβείᾳ.» Ὁ δὲ Ἀρσένιος εἶπε τῷ βασιλεῖ· «Οὐκ ἀγνοεῖ, θεοσεβέστατε βασιλεῦ, ὁ ἁγιώτατος Πατὴρ ἡμῶν
5πάπας τὴν ἐμὴν εὐτέλειαν, ὅτι ἔχω καιρὸν μὴ παρ‐ ελθὼν διὰ τῆς ἔξω φιλοσοφίας, ἐξαιρέτως δὲ ἀφ’ οὗ τὴν χειροτονίαν ταύτην ὁ ἀνάξιος ἐδεξάμην, οὔτε εἰς βιβλίον ἐνέκυψα τῶν τοιούτων ἐπιστημῶν.» Ὑπολαβὼν δὲ ὁ πάπας εἶπε πρὸς αὐτὸν, ὅτι μὲν
10«Ἀληθῆ εἰσι τὰ παρὰ σοῦ λεγόμενα, ἐπιστάμεθα ταῦτα οὕτως ἔχειν· πάνυ γὰρ ἐπῃνέσαμεν τὴν ἐνάρετόν σου πολιτείαν ἐν τούτῳ· ἀλλ’ ἐπειδὴ θεία καὶ βασιλικὴ κέλευσίς ἐστι, καὶ θεάρεστόν ἐστι τὸ πραγματευόμενον, ἐκλιπαροῦμέν σε ἐπιδοῦναι ἑαυ‐
15τὸν εἰς τὸ τοιοῦτον ἀγαθὸν ἐπιχείρημα. Δύνῃ γὰρ διὰ τῆς χάριτος τοῦ Θεοῦ τῆς δοθείσης σοι εὐσεβῶς καὶ θεαρέστως αὐτοὺς παιδεῦσαι· οὐ μὴν, ἀλλὰ καὶ ἐπὶ τῇ φιλοσοφίᾳ μεγάλως αὐτοὺς ὠφελῆσαι δεικνύων αὐτοῖς τὰς πομπὰς καὶ αἰσχρότητας τῶν δυσσεβῶν εἰδώλων, οὓς θεοὺς ἀποκαλοῦσιν οἱ ἀλιτήριοι Ἕλ‐ ληνες, καὶ τοῦ μὴ πιστεύειν, τοῖς παρ’ αὐτῶν μυθευομένοις, ἀλλὰ δαίμονας αὐτοὺς ἀποκαλεῖν,
20καὶ θρησκεύειν τὰ μιάσματα αὐτῶν καὶ φαντάσματα.» (4) Τούτοις καὶ τοῖς τοιούτοις λόγοις πείσαντες Ἀρσένιον ἀπέστειλαν πρὸς τὸν βασιλέα μετὰ πάσης δόξης καὶ τιμῆς, γράψαντες αὐτῷ, ὅ τε βασιλεὺς καὶ ὁ πάπας, ὅτι «Κατὰ τὴν κέλευσιν ὑμῶν ἀπε‐
25στείλαμεν ὑμῖν ἄνθρωπον, ὃς δυνήσεται μετὰ τῆς τοῦ Θεοῦ χάριτος ἀνάξαι τὰ φίλτατα τέκνα τῆς ὑμῶν γαληνότητος ἐν πάσῃ σοφίᾳ καὶ ἀρετῇ.» Ὁ οὖν Ἀρ‐ σένιος, παραδοὺς τὴν ἀδελφὴν εἰς παρθενῶνα, ἀπῆλ‐ θεν ἐν Κωνσταντινουπόλει. Δεξάμενος δὲ ὁ βασιλεὺς
30Θεοδόσιος τὰ γράμματα καὶ ἀναγνοὺς, προσκαλεσά‐ μενός τε τὸν Ἀρσένιον, σχῆμά τε καὶ ἦθος εὐλαβὲς θεασάμενος ἐν αὐτῷ, σεμνὸν μὲν ἔχοντα τὸ σχῆμα, ὠχρὸν τὸ χρῶμα, εὔτακτον τὸ βλέμμα, ταπεινὸν τὸ φρόνημα, τὴν λαλιὰν σύμμετρον καὶ περὶ τὰ θεῖα
35καὶ ἀνθρώπινα σοφώτατον καὶ ἁπλῶς εἰπεῖν πάσῃ τῇ κατὰ Θεὸν ἀρετῇ κεκοσμημένον, ἐχάρη χαρὰν μεγάλην καὶ δὴ πρὸς αὐτὸν ὁ βασιλεύς· «Δηλοῖς μὲν διὰ τοῦ σχήματος, ἤθους τε καὶ ἀπολογίας, ἐν‐ άρετόν σε καὶ θεοσεβῆ εἶναι, καὶ, καθὼς γεγραφή‐
40κασιν ἡμῖν ὅ τε 470 συμβασιλεὺς ἡμῶν καὶ ὁ τῆς Ῥωμαίων ἁγιώτατος πάπας, οὕτω καὶ εἴδομεν· ἀληθῇ γὰρ ἔγραψαν. Νῦν οὖν πάντως οὐκ ἀγνοεῖς δι’ ἣν αἰτίαν ἔστειλάν σε πρὸς ἡμᾶς· ἀλλὰ καὶ τὸ ἡμέ‐ τερον κράτος αὐτοψὶ διαλεχθήσεταί σοι, ὅτι χάριν
45τῶν ἡμετέρων τέκνων, ἵνα πάσῃ θεοσεβείᾳ καὶ φόβῳ Θεοῦ τούτους ἐκπαιδεύσῃς, ἔτι μὴν καὶ τὴν φιλο‐ σοφίαν πᾶσαν εἰς ἄκρον αὐτοὺς διδάξῃς. Ἀλλὰ μὴ ὑποσταλῇς μηδὲ διακριθῇς πρὸς αὐτοὺς ὑπονοῶν, ὅτι τέκνα ἡμῶν ὑπάρχουσιν, μήτε πάλιν ὡς βασι‐

110

.

700

(50)

λεῦσιν αὐτοῖς προσχῇς ἢ τιμήσεις, ἀλλ’ ὡς τέκνα καὶ μαθητὰς ἔχε αὐτοὺς καὶ ὅτε παραπέσωσιν, ἐπ‐ έξελθε αὐτοῖς.» Καὶ ταῦτα εἰπὼν ὁ βασιλεὺς Θεο‐ δόσιος καὶ ἐνέγκας τόν τε Ἀρκάδιον καὶ Ὁνώριον παραδίδωσιν αὐτοὺς εἰς τὰς χεῖρας αὐτοῦ, (123a)
55λέγων· «Ἰδοὺ, ἀπὸ τῆς σήμερον, οὗτός ἐστιν ἐμοῦ
τε καὶ ὑμῶν πατὴρ καὶ διδάσκαλος. Ὑπακούσατε699

110

.

701

αὐτῷ ὡς πατρὶ καὶ μὴ παρακούσητε αὐτοῦ μήτε ἀντιτάξησθε· παρήγγειλα γὰρ αὐτῷ, ἵνα ἐὰν παρα‐ κούσητε αὐτῷ ἢ παραπέσειέ τις ἐξ ὑμῶν, ἐπεξέλθῃ αὐτῷ ὡς μαθητῇ.» (5) Καὶ ταῦτα εἰπὼν ἀφορίζει αὐτοῖς πλησίον τοῦ βασιλικοῦ κοιτῶνος τρικλίνιον μέγα καὶ ἐν αὐτῷ διά‐
5γειν παρακελεύεται. Τοῦτο δὲ ἐπενόησεν ὁ βασιλεὺς, ἵνα συχνότερον ἐπισκέπτηται αὐτούς· μεγάλως δὲ τιμήσας τὸν Ἀρσένιον ἐποίησεν αὐτὸν μεῖζον πάντων τῶν ἐν τῷ παλατίῳ, ὥστε μὴ εἶναί τινα τῶν ἐκεῖσε λαμπροτέραν αὐτοῦ ἐσθῆτα περικείμενον· καὶ, ἁπλῶς
10εἰπεῖν, ἦν πατὴρ τοῦ βασιλέως καὶ τῶν τέκνων αὐτοῦ. (6) Ὁ οὖν Ἀρσένιος παραλαβὼν τοὺς υἱοὺς τοῦ βασιλέως τόν τε Ὁνώριον καὶ Ἀρκάδιον ἀνῆγεν αὐτοὺς θεοσεβῶς, διδάσκων πᾶσαν σοφίαν θείαν τε καὶ ἀνθρωπίνην. Ταπεινόφρων δὲ ὑπάρχων ὁ ἐν
15ἁγίοις Ἀρσένιος οὐκ ἐχρᾶτο αὐτοῖς ὡς μαθηταῖς, ἀλλ’ ὡς βασιλεῦσι· καθίζων γὰρ αὐτοὺς ἐπὶ δύο θρόνων, αὐτὸς παριστάμενος ἐδίδασκεν αὐτούς. Ἐν μιᾷ οὖν τῶν ἡμερῶν εἰσελθόντος τοῦ βασιλέως ἄφνω πρὸς αὐτοὺς, ὁρᾷ Ἀρσένιον μὲν ἱστάμενον, τὰ
20δὲ τέκνα αὐτοῦ καθεζόμενα· καὶ ἐλυπήθη σφόδρα κατὰ Ἀρσενίου καὶ λέγει πρὸς αὐτόν· «Οὕτως παρ‐ ήγγειλα ὑμῖν, ἵνα βασιλικῶς καὶ μὴ μᾶλλον ὡς μα‐ θηταῖς χρήσῃ τοῖς παιδίοις; καὶ τί τοῦτο πεποίη‐ κας; πάνυ γὰρ 471 ἐλύπησας τὸ ἡμέτερον κράτος
25ἐν τούτῳ.» Ὁ δὲ Ἀρσένιος πρὸς τὸν βασιλέα φησίν· «Οὐχ ἡγησάμην πρέπον εἶναι, θεοστήρικτε βασιλεῦ, ἐμὲ καθέζεσθαι, βασιλεῖς δὲ παραστήκειν μοι.» Ὁ δὲ βασιλεὺς ὀργισθεὶς ἐπὶ τῷ λόγῳ τούτῳ ἀπεκρίθη βλοσυρῷ τῷ βλέμματι πρὸς Ἀρσένιον λέγων· «Σὺ
30καθιστᾷς αὐτοὺς βασιλεῖς· οὐχ ὡς δούλους παρέ‐ δωκά σοι αὐτούς; ἵνα τί ταῦτα φθέγγῃ;» Καὶ ταῦτα εἰπὼν ὁ βασιλεὺς παραχρῆμα ἐπάρας τὰ διαδή‐ ματα, ἅπερ εἶχον ἐπὶ τὰς κεφαλὰς αὐτῶν, καὶ ῥί‐ ψας αὐτὰ εἰς τὴν γῆν, ποιεῖ αὐτοὺς εἰς τοὺς πόδας
35αὐτοῦ προσκυνῆσαι, καὶ καθίσας τὸν Ἀρσένιον ἐπὶ θρόνου, ἐκείνους παρίστασθαι αὐτῷ ἐκέλευσεν, εἰ‐ πὼν, ὅτι Εἰ μὲν φοβηθῶσι τὸν Θεὸν καὶ ἐν τῷ νόμῳ αὐτοῦ θελήσωσι πορεύεσθαι καὶ φυλάσσειν τὰς ἐν‐ τολὰς αὐτοῦ, δύνατός ἐστιν ὁ παμβασιλεὺς τῶν
40αἰώνων, εἴπερ θέλημα αὐτοῦ ἐστιν, παρασχεῖν αὐτοῖς τὴν ἀξίαν ταύτην· εἰ δὲ μὴ ἔχωσι τὸν φόβον τοῦ Θεοῦ, εὔχομαι αὐτῷ, μᾶλλον ἐκριζωθῆναι αὐτοὺς νηπιόθεν· κρεῖσσον ἡγοῦμαι τεθνάναι αὐτοὺς εὐ‐ σεβῶς ἢ βασιλεύειν ἀσεβῶς.» Ταῦτα εἰπὼν ὁ βασιλεὺς εἰσῆλθεν εἰς τὸν κοιτῶνα αὐτοῦ. (7) Ἐκ τότε οὖν ὁ Ἀρσένιος δεδιὼς τὸν βασιλέα οὐκέτι ἐποίει αὐτοὺς καθεσθῆναι, ἀλλὰ μᾶλλον παρ‐
45ίστασθαι αὐτῷ καὶ ἐκμανθάνειν. Ἐν τούτοις οὖν διάγων ὁ ἡγιασμένος Ἀρσένιος πάνυ ἐδυσφόρει καὶ ἐλυπεῖτο· —ἦν γὰρ μισόδοξος καὶ φιλόθεος—καὶ ἐπεθύμησε μᾶλλον τὸν μονήρη βίον καὶ ἡσύχιον μετελθεῖν, ὥστε παρακαλεῖν τὸν Θεὸν συχνῶς ὑπὲρ

110

.

701

(50)

τούτου μετὰ δακρύων, ποιῆσαι τρόπον τοῦ ἰδιάσαι αὐτὸν ἐκ τοῦ κόσμου. (8) Ἐν μιᾷ οὖν τῶν ἡμερῶν εὑρὼν ὁ ἅγιος Ἀρ‐ σένιος τὸν Ἀρκάδιον περιπεσόντα εἰς παι(123b)‐
δικὸν πταῖσμα, ἐνέγκας καὶ ἐμβριμησάμενος ἐπι‐701

110

.

704

τίθησιν αὐτῷ δεινὴν πληγὴν, ὥστε σχεδὸν ἕως θα‐ νάτου τοὺς τύπους τῶν πληγῶν φέρειν ἐν τῷ σώματι αὐτοῦ. Ὁ οὖν Ἀρκάδιος ἀφ’ ἧς ἡμέρας ἐδάρη, ἔμεινεν ἔχων κατὰ Ἀρσενίου κακίαν πολλὴν καὶ
5προσκαλεσάμενος τὸν σπαθάριον αὐτοῦ ἐπιτρέπει αὐτῷ κατ’ ἰδίαν λέγων· «Ὁποίῳ τρόπῳ δυνηθῇς ἀπόκτεινόν μοι τὸν Ἀρσένιον, μηδενὸς γινώσκον‐ τος.» Ὁ δὲ σπαθάριος ἀκούσας τὴν ἐλεεινὴ 472 ἀπόφασιν ταύτην καὶ φόβον τοῦ Θεοῦ ἐν καρδίᾳ
10ἔχων, θαῤῥεῖ τῷ Ἀρσενίῳ τὴν μιαιφόνον τοῦ Ἀρκα‐ δίου ἐπιτροπήν. Ὁ δὲ Ἀρσένιος λύπῃ τε καὶ φόβῳ συσχεθεὶς παρεκάλει τὸν Θεὸν λέγων· «Κύριε, ὁδήγησόν με πῶς σωθῶ·» καὶ μετεμελήσατο ἐπὶ τῇ πληγῇ ᾗ ἦν τύψας τὸν Ἀρκάδιον. Εἶτα ὀλίγων
15ἡμερῶν διελθουσῶν καὶ τοῦ Ἀρσενίου κατεπείγον‐ τος τὸν σπαθάριον τοῦ δι’ οἵου δήποτε τρόπου σῶσαι αὐτὸν καὶ τούτου ἀδιαλείπτως εὐχομένου, ἦλθεν αὐτῷ φωνὴ λέγουσα· «Ἀρσένιε, φεῦγε τοὺς ἀνθρώ‐ πους, καὶ σώζῃ.»
20(9) Ταύτης οὖν τῆς φωνῆς ἀκούσας μηδενὶ μηδὲν εἰρηκὼς, ἀλλ’ ἐσθῆτα εὐτελῆ ἐνδυσάμενος κατῆλθεν εἰς τὸν λιμένα καὶ κατ’ οἰκονομίαν Θεοῦ, εὑρὼν ἐκεῖσε πλοῖον, ἐμβὰς ἐν αὐτῷ ἦλθεν ἐν Ἀλεξανδρείᾳ καὶ ἀποθρηξάμενος ὥρμησεν εἰς τὴν ἔρημον τῆς
25σκήτεως καὶ ἐκεῖ διέπρεπεν ἐν διαφόροις κατορθώ‐ μασιν· ἤκουσε δὲ πάλιν φωνὴν λέγουσαν αὐτῷ· «Ἀρσένιε, φεῦγε, σιώπα, ἡσύχαζε, αὗται γάρ εἰσιν αἱ ῥίζαι τῆς ἀναμαρτησίας.» (10) Ὁ δὲ βασιλεὺς Θεοδόσιος πάνυ λυπηθεὶς ἐπὶ
30τῇ ἀναχωρήσει Ἀρσενίου ἔγραψε παντὶ καὶ παντα‐ χοῦ ἀναζητῆσαι αὐτὸν, καὶ οὐκ ἠδυνήθησαν αὐτὸν εὑρεῖν ἄχρι τῆς τελευτῆς αὐτοῦ. Βασιλευσάντων δὲ Ἀρκαδίου καὶ Ὁνωρίου, ἐγνώσθη αὐτοῖς, ὅτι Ἀρσένιος ἐν Αἰγύπτῳ διάγει τὸν μονήρη βίον καλῶς
35πολιτευόμενος· καὶ ἔγραψαν αὐτῷ πλείστας ἐπιστο‐ λὰς παρακαλοῦντες αὐτὸν ὥστε εὔχεσθαι ὑπὲρ τῶν ἰδίων μαθητῶν καὶ τέκνων. Ἔγραψε δὲ αὐτῷ πά‐ λιν Ἀρκάδιος δυσωπῶν αὐτὸν ὥστε συγχωρῆσαι αὐτῷ τὸ πταῖσμα, ὃ ἥμαρτεν εἰς Ἀρσένιον ἀνελεῖν
40αὐτὸν βουληθεὶς, ὥς τε θέλων αὐτὸν πληροφορῆσαι γράφει αὐτῷ ἐν ὠμότητι λαβεῖν παρὰ τοῦ ὑπάρ‐ χου Ἀλεξανδρείας αὐγουσταλίου τὰ δημόσια τῆς Αἰγύπτου καὶ ταῦτα διανεῖμαι ὅπου ἂν κελεύῃ, καὶ μόνον συγχωρήσῃ αὐτῷ καὶ εὔξηται ὑπὲρ τῆς βασι‐
45λείας αὐτοῦ τε καὶ Ὁνωρίου τοῦ ἀδελφοῦ αὐτοῦ, καὶ ἀντιγράψαι αὐτοῖς κἂν ἅπαξ. Ὁ δὲ ἐν ἁγίοις Πατὴρ ἡμῶν Ἀρσένιος γράψαι αὐτοῖς οὐκ ἠνέσχετο, δηλοῖ δὲ αὐτοῖς οὕτως· «Ὁ Θεὸς, τέκνα, πᾶσιν ὑμῖν συγχωρήσει καὶ ἀξιώσει ποιεῖν τὰ θεῖα αὐτοῦ

110

.

704

(50)

473 θελήματα· περὶ δὲ ὧν γεγραφήκατε χρημά‐ των, ἐγὼ ἤδη τῷ κόσμῳ ἀπέθανον· μηδὲν λογίσητέ με ὅλως εἶναι εἰς τοὺς ζῶντας.» (11) Ἐν δὲ ταῖς ἡμέραις ἐκείναις Θεοδόσιος μέγας βασιλεὺς ἐδήλωσε Δημοφίλῳ ἢ τῆς Ἀρείου πλάνης ἀποστῆναι ἢ τῶν ἐκκλησιῶν ἐκστῆναι· ἐξῆλ‐
55θεν οὖν, μʹ ἔτη τῶν Ἀρειανῶν κατασχόντων τὰς
ἐκκλησίας. Ἡ σύνοδος οὖν καὶ ὁ βασιλεὺς Γρηγορίῳ703

110

.

705

τῷ Θεολόγῳ τὴν ἐπισκοπὴν ἐκύρωσαν Κωνσταντινου‐ πόλεως καὶ μὴ θέλοντα τοῦτον τῷ θρόνῳ ἐνίδρυσαν βιασάμενοι ὡς πολλὰ καμόντα καὶ τῆς πλάνης τῶν αἱρέσεων τὴν πόλιν ἐλευθερώσαντα.
5(12) Εὑρὼν γὰρ μόνην τὴν ἁγίαν Ἀναστασίαν σμικροτάτην οὖσαν καὶ ὑπὸ τῶν ὀρθοδόξων κρατου‐ μένην, (124a) ἐκεῖσε τὰς συνάξεις ποιῶν καὶ τὴν ὀρθόδοξον πίστιν διδάσκων, πάντας μετέστρεψεν ἀπὸ τῆς αἱρέσεως· ὕστερον δὲ ὑπὸ Μαρκιανοῦ οἰκονόμου
10τῆς Μεγάλης Ἐκκλησίας εἰς ὃ νῦν ὁρᾶται μέγεθος ἀνεδομήθη καὶ Ἁγία Ἀναστασία μετωνομάσθη ἢ διὰ τὸ γυναῖκα (ἔγγονον) ἐκ τῶν ἄνωθεν καταπεσοῦ‐ σαν καὶ ἀποθανεῖν, κοινῆς δὲ γενομένης ὑπὸ τῶν ὀρθοδόξων εὐχῆς (καὶ) ταύτην ἀναστῆναι, μήτε τοῦ
15ἐμβρύου θανέντος—ἢ καὶ διὰ τῆς ὀρθοδοξίας τὴν ἀνάστασιν ἐν αὐτῇ γενέσθαι. (13) Μετὰ δὲ τὸ ἐνιδρυθῆναι τὸν Θεολόγον ἐπὶ τοῦ θρόνου, ὡς εἴρηται, Κωνσταντινουπόλεως, μα‐ θὼν παρ’ Αἰγυπτίων τῷ λόγῳ φθονηθῆναι, τὸν
20συντακτήριον λόγον σχεδιάσας καὶ ἀναγνοὺς, ἑκου‐ σίως τῆς ἐκκλησίας καὶ τοῦ θρόνου ἀποταξάμενος, ὑπεχώρησε. 474 (14) Νεκτάριον δὲ ὁ βασιλεὺς καὶ ἡ σύνοδος προχειρίζεται πατριάρχην, Ταρσέα μὲν τῷ γένει,
25τὴν τοῦ πραίτορος ἀρχὴν τότε διέποντα, ἀβάπτι‐ στον δὲ μέχρι τότε ὑπάρχοντα, σεμνὸς δὲ καὶ εὐ‐ λαβὴς καὶ περὶ τὸν βίον θαυμάσιος. (15) Ὁ δὲ μέγας Γρηγόριος πρὸς Ναζιανζὸν τὸ χωρίον Καππαδοκίας ἐπανελθὼν, ὅπερ ἐκέκτητο ἐκ
30πατρικοῦ κλήρου, ἠρεμήσας ἐν αὐτῷ καὶ ἡσυχάσας τινὰ χρόνον καὶ ἐν θεωρίᾳ μειζόνων γενόμενος τὸν βίον μεταλλάττει πρεσβύτης καὶ πλήρης ἡμερῶν καὶ πάσης ἀρετῆς ἔμπλεως γενόμενος. ΡϟΘʹ. Περὶ τῆς βʹ συνόδου.
35(1) Ἡ δὲ δευτέρα σύνοδος γέγονεν ἐν Κωνσταντι‐ νουπόλει τὸ αʹ τῶν ρνʹ ἁγίων Πατέρων (ἐπὶ Θεοδο‐ σίου τοῦ Μεγάλου), ἐπὶ Δαμάσου πάπα Ῥώμης, ἧς ἡγοῦντο Τιμόθεος Ἀλεξανδρείας, Μελέτιος Ἀντιο‐ χείας, Κύριλλος Ἱεροσολύμων, Γρηγόριος ὁ Θεο‐
40λόγος, κατὰ Μακεδονίου γεγονότος ἐπισκόπου Κων‐ σταντινουπόλεως, ὃς ἔτι περιὼν ὡσαύτως τῷ Ἀρείῳ ἐβλασφήμει, ὁμοίως δὲ τὸ Πνεῦμα τὸ ἅγιον, μὴ εἶναι Θεὸν ἀληθινὸν, ἀλλὰ κτίσμα καὶ αὐτὸ ὑπ‐ ελάμβανεν.
45(2) Αὕτη συνελθοῦσα χειροτονεῖ μὲν ἐν Κων‐ σταντινουπόλει τὸν συγκλητικὸν Νεκτάριον, Μακεδό‐ νιον δὲ ἀναθεματίζει καὶ σὺν αὐτῷ Σαβέλλιον τὸν
Λίβυν, ἓν πρόσωπον ἐπὶ τῆς ἁγίας Τριάδος δοξάζοντα,705

110

.

708

ἔτι δὲ καὶ Ἀπολινάριον τὸν Λαοδικείας, λέ‐ γοντα τὸν ἐνανθρωπήσαντα Λόγον ἄνουν εἶναι, ἀντὶ δὲ νοῦ τὸν λόγον ἐν τῇ ψυχῇ γεγενῆσθαι. Τὸ δὲ Πνεῦμα τὸ ἅγιον Θεὸν εἶναι ζωοποιὸν καὶ ὁμοού‐
5σιον τῷ Πατρὶ καὶ τῷ Υἱῷ ἐκήρυξε προστεθηκυῖα [εἰς] τὸ 475 ἐκτεθὲν παρὰ τῶν ἐν Νικαίᾳ ἁγίων Πατέρων Σύμβολον τὸ Κύριον καὶ τὸ ζωοποιὸν καὶ τὰ ἑξῆς. (3) Τότε (δὲ) ὁ μέγας Ἀμφιλόχιος παρακαλεῖ
10τὸν βασιλέα τοὺς Ἀρειανοὺς ἐκ πασῶν τῶν πόλεων ἐξελθεῖν· ὁ δὲ ἀπηνεστέραν ὑπολαβὼν τὴν αἴτησιν οὐχ ὑπήκουσεν αὐτῷ· καὶ ὁ σοφώτατος Ἀμφιλό‐ χιος τότε μὲν ἐσίγησε, ἐξεῦρε δὲ ὕστερον ὑπόθεσιν ἀξιομνημόνευτον. Ἐντὸς γὰρ πάλιν τῶν βασιλειῶν
15γενόμενος (καὶ τῷ βασιλεῖ συγκαθήμενον τὸν υἱὸν Ἀρκάδιον θεασάμενος) τὸν μὲν πατέρα ἠσπά‐ σατο, τὸν δὲ υἱὸν κατέλιπεν ἀπροσκύνητον· καὶ ὁ βασιλεὺς νομίσας ἐπιλησθῆναι τὸν Ἀμφιλόχιον ἀσπάσασθαι τὸν υἱὸν προσέταξεν. Ὁ δὲ ἀπο‐
20χρῆν ἔφη τὴν αὐτῷ προσενεχθεῖσαν τιμὴν (καὶ μὴ ἐπιζητεῖν καὶ τοῦ υἱοῦ ὡς ἐν διαιρέσει· πρὸς) ὃν ὁ βασιλεὺς χαλεπήνας οἰκείαν ἐκάλει παροινίαν τὴν τοῦ υἱοῦ ἀτιμίαν. Καὶ ὁ Ἀμφιλόχιος ἐξεβόησε (πρὸς τὸν βασιλέα λέγων)· «Ὁρᾷς, ὦ βασιλεῦ, πῶς
25οὐ φέρεις τὴν τοῦ παιδὸς ἀτιμίαν· πίστευσον (δὴ) οὖν καὶ τὸν Θεὸν τοὺς τὸν Υἱὸν αὐτοῦ βλασφημοῦν‐ τας βδελύττεσθαι καὶ ἀποστρέφεσθαι.» Τοῦτο ἀκούσας (124b) ὁ βασιλεὺς καὶ σφόδρα θαυμάσας νόμον εὐθέως ἔγραψε τοὺς τῶν αἱρετικῶν συλλό‐ γους κωλύοντα.
30(4) Τούτῳ τῷ ἀγαθῷ φθονήσας ὁ μισόκαλος δαίμων ὠμόν τι καὶ ἀπάνθρωπον παρεσκεύασε γενέσθαι· ἀπὸ γὰρ Κωνσταντινουπόλεως ἐξελθὼν ὁ βασιλεὺς ἐπὶ Ῥώμην τὴν ὁδοιπορίαν ἐποιεῖτο· ἐν δὲ τῇ Θεσσαλονίκῃ γενόμενος κατὰ πάροδον καὶ
35τῶν στρατιωτῶν αὐτοῦ παραταξάντων τῇ πόλει διὰ μιτάτα, ἐστασίασαν οἱ Θεσσαλονικεῖς 476 καὶ τὸν βασιλέα μὲν ὕβρισαν, τινὰς δὲ τῶν ἀρχόν‐ των αὐτοῦ ἐλιθοβόλησαν. Ὁ δὲ ὑπὸ τῶν ἀγγελ‐ θέντων ἐξαφθεὶς καὶ μὴ ἐνεγκὼν τοῦ θυμοῦ τὴν
40ῥύμην, τῷ ὑπάρχῳ τῆς πόλεως ἐκείνης τὴν ψῆφον τῆς τιμωρίας (ἐξενεγκεῖν) ἐπέτρεψεν, ὃς τοιαύτην ἐξουσίαν λαβὼν, οἷα δὴ αὐτόνομος (καὶ) τύραννος, ἄδικα ξίφη κατὰ πάντων ἐγύμνωσε καὶ τοὺς ἀθώους μετὰ τῶν ὑπευθύνων κατέκτεινε χιλιάδας ζʹ.
45(5) Ταύτην (οὖν) τὴν συμφορὰν μαθὼν Ἀμ‐707

110

.

709

βρόσιος ὁ ἐπίσκοπος Μεδιολάνων· —πόλις δὲ αὕτη τῆς Ἰταλίας· —εἰς ἣν ἀφικομένου τοῦ βασιλέως καὶ συνήθως εἰς τὸν ναὸν βουληθέντος εἰσελθεῖν, ὑπαντήσας ἔξω τῶν θυρῶν διεκώλυσεν αὐτὸν μετὰ
5παῤῥησίας βοῶν· «Οὐκ οἶσθα, ὡς ἔοικεν, ὦ βασιλεῦ, τῆς γενομένης μιαιφονίας τὸ μέγεθος· οὐκ ἐᾷ γάρ σε τῆς βασιλείας ἡ δυναστεία τὴν ἁμαρτίαν ἐπι‐ γινώσκειν· ὑπὸ τῆς ἁλουργίδος ἀπατώμενος ἀ‐ γνοεῖς τοῦ καλυπτομένου σώματος τὴν ἀσθένειαν·
10ἀλλ’ ἴσθι, ὡς φθαρτὸς ὢν καὶ ῥευστὸς, φθαρτόν σου καὶ ῥευστὸν ὑπάρχει τὸ κράτος καὶ ἡ δυναστεία, περὶ ἧς μικρὸν ὕστερον λόγον ἀποδώσεις τῷ βασιλεῖ τῶν βασιλευόντων. Ποίοις τοίνυν ὀφθαλμοῖς ὄψῃ τὸν τοῦ κοινοῦ Δεσπότου ναόν; ποίοις δὲ ποσὶ τὸ
15δάπεδον ἐκεῖνο πατήσεις τὸ ἅγιον; πῶς δὲ τὰς χεῖρας ἐκτενεῖς ἀποσταζούσας ἔτι τοῦ ἀδίκου φό‐ νου τὸ αἷμα; [πῶς δὲ καὶ τοιαύταις ὑποδέξῃ χερσὶ τὸ ἄχραντον τοῦ Δεσπότου σῶμα; πῶς δὲ καὶ τῷ στόματι παροίσεις τὸ τίμιον αἷμα] τοσοῦτον διὰ
20τοῦ θυμοῦ ἐκχέαντι παράνομον αἷμα; λοιπὸν ἄπιθι καὶ μὴ πειρῶ τοῖς δευτέροις τὴν προτέραν αὔξειν παρανομίαν, καὶ δέχου τὸν δεσμὸν, οὗ ὁ Θεὸς ἄνωθεν γίνεται σύμψηφος.» Τούτοις οὖν εἴξας ὁ 477 βασιλεὺς τοῖς λόγοις ὑπέστρεψεν εἰς τὰ βασίλεια δακρύων καὶ στένων. (6) Διελθόντων δὲ μηνῶν ηʹ καὶ τοῦ βασιλέως
25μὴ ἐξελθόντος, ἀλλὰ σφοδρῶς μετανοοῦντος, κατ‐ έλαβεν ἡ τοῦ Κυρίου γενέθλιος ἑορτή· καὶ θεασά‐ μενος Ῥουφῖνος ὁ μάγιστρος, ὅτι οὐδὲ τὴν συνήθη προέλευσιν ποιῆσαι βούλεται ὁ βασιλεὺς, λέγει πρὸς αὐτόν· «Δραμοῦμαι, δέσποτα, καὶ τὸν ἀρ‐
30χιεπίσκοπον πείσω λῦσαί σε τοῦ δεσμοῦ, εἰ κελεύεις.» Ὁ δέ φησιν· «Οἶδα ἐγὼ τὴν Ἀμ‐ βροσίου ἀκρίβειαν (ὅτι οὐ πεισθήσεται).» Ἐπεὶ δὲ πλείοσι λόγοις χρησάμενος ὁ Ῥουφῖνος πείθειν ὑπέσχετο (τὸν Ἀμβρόσιον), ἀπελθεῖν (αὐτὸν) ἐκέ‐
35λευσεν· ὑπὸ δὲ τῆς ἐλπίδος θαῤῥήσας ἠκολούθη‐ σεν αὐτὸς μετ’ ὀλίγον. Αὐτίκα δὲ τὸν Ῥουφῖνον ἰδὼν ὁ Ἀμβρόσιος· «Τὴν κυνῶν, εἶπεν, ἀναίδειαν, ὦ Ῥουφῖνε, ζηλοῖς, τοσαύτης μιαιφονίας γενόμενος μέτοχός τε καὶ σύμβουλος· ἀλλ’ ἐγὼ οὐκ ἐάσω
40αὐτὸν τῶν ἱερῶν ἐπιβῆναι προθύρων.» Ταῦτα ἀκού‐ σας (ὁ) Ῥουφῖνος ἐμήνυσε διὰ ταχυδρόμου τῷ βασιλεῖ· ὁ δὲ βασιλεὺς κατὰ μέσην μαθὼν τὴν ὁδόν· «Ἀπέλθω,» φησὶ, «καὶ τὰς δικαίας δέ‐ ξομαι παροινίας.» Εἶτα παραγενόμενος εἰς τὴν
45ἐκκλησίαν, ἐδυσώπει τὸν ἀρχιερέα τοῦ δεσμοῦ λυθῆναι. Καὶ ὁ μὲν τυραννικὴν ἀπεκάλει τὴν παρ‐
ουσίαν (ἐκείνην) καὶ κατὰ Θεοῦ μεμηνέναι.709

110

.

712

(125a) Ὁ δὲ μετὰ σκυθρωπότητος καὶ πολλῆς κα‐ τανύξεως· «Οὐ θρασυνόμενος,» ἔφη, «κατὰ τῶν ἁγίων κανόνων, ἀλλὰ λῦσαί με τῶν δεσμῶν δεηθῆ‐ ναι ἐλήλυθα.» —«Καὶ ποίαν,» φησὶ, «μετά‐
5νοιαν ἀνέδειξας μετὰ παρανομίαν τοσαύτην; ἢ ποίοις ἀξίως φαρμάκοις ἐθεράπευσας τὰ δυσίατα τραύματα;» Καὶ ὁ βασιλεὺς (ἀπεκρίνατο)· «Σὸν ἔργον τὸ δεῖξαι μὲν καὶ κεράσαι τὰ φάρ‐ μακα· ἐμὸν δὲ τὸ δέξασθαι (προσφερόμενα).»
10Τότε Ἀμβρόσιος λέγει· «Ἐπειδὴ τῷ θυμῷ δικάζειν ἐπιτρέπεις, 478 γράψον νόμον τοῦ θυμοῦ τὰς ψήφους ἀργὰς εἶναι, καὶ ἐν ἡμέραις λʹ αἱ φονικαί τε καὶ δημευτικαὶ μενέτωσαν γνώσεις ἐν γράμματι, τὴν τοῦ ὀρθοῦ λογισμοῦ προσδεχόμε‐
15ναι κρίσιν.» Ὡς εὐθὺς ὁ βασιλεὺς γραφῆναι κελεύσας καὶ διὰ τῆς οἰκείας χειρὸς βεβαιώσας, διέλυσε τὸν δεσμὸν Ἀμβρόσιος καὶ εἰσελθεῖν αὐτὸν ἐν τῇ ἐκκλησίᾳ ἐπέτρεψεν. Ὁ δὲ εἰσελθὼν (οὐκέτι ἑστὼς ἐδέετο τοῦ Θεοῦ οὐδὲ τὰ γόνατα κλίνας,
20ἀλλὰ) πρηνὴς ἐπ’ ἐδάφους κείμενος ἐβόα μετὰ κραυγῆς· «Ἐκολλήθη τῷ ἐδάφει ἡ ψυχή μου, ζῆσόν με κατὰ τὸν λόγον σου, Κύριε·» καὶ ταῖς χερσὶ τίλλων τὰς τρίχας τῆς κεφαλῆς (καὶ τοῦ πώ‐ γωνος), καὶ τὸ μέτωπον τύπτων, καὶ δάκρυσι τὴν
25γῆν βρέχων (ὡς τοὺς ὁρῶντας μεγάλως ὠφελεῖσθαι καὶ συμπενθεῖν αὐτῷ), καὶ οὐ διέλιπεν οὕτως δυσ‐ ωπεῖν τὸν Θεὸν μέχρις ὥρας τῆς κοινωνίας. Καὶ τότε διαναστὰς καὶ πλησίον τῶν κιγκλίδων ἐλθὼν, βουλόμενος εἰσελθεῖν ἐκωλύθη παρὰ Ἀμβροσίου
30δηλώσαντος αὐτῷ· «Ἴσθι, βασιλεῦ, ὡς μόνοις τοῖς ἱερεῦσιν ὑπάρχουσι τὰ ἔνδον [εἰσιτητὰ], τοῖς δ’ ἄλλοις ἅπασιν ἄθηκτά τε καὶ ἄψαυστα· ἔξιθι τοίνυν καὶ τοῖς ἄλλοις κοινώνει τῆς στάσεως· ἁλουργὶς γὰρ βασιλεῖς, οὐχ ἱερεῖς ποιεῖν εἴωθεν.» Ὁ δὲ καὶ τοῦτο δεξόμενος ἀσμένως ἀντεδήλωσεν· «Οὐκ αὐθαδείᾳ χρώμενος τοῦτο πεποίηκα, ἀλλ’ ἐν Κωνσταντινουπόλει τὸ ἔθος εἶναι τοῦτο μεμάθηκα·
35χάριν δὲ ὀφείλω καὶ τῆσδε τῆς ἰατρείας.» Τοσαύτῃ γοῦν καὶ τηλικαύτῃ διέλαμπον ἀρετῇ ὅ τε βασιλεὺς καὶ ὁ ἀρχιερεύς. (7) Ἀπελθὼν δὲ ὁ βασιλεὺς ἐν Κωνσταντινου‐ πόλει καὶ ἑορτῆς γενομένης καὶ εἰς τὸ θυσιαστήριον μὴ εἰσελθόντος αὐτοῦ, Νεκταρίου 479 τοῦ πα‐
40τριάρχου δεδηλωκότος μαθεῖν τὴν αἰτίαν· «Μόγις» ἔφη, «βασιλέως καὶ ἱερέως διαφορὰν ἐδιδάχθην· Ἀμβρόσιον γὰρ μόνον οἶδα ἐπίσκοπον καλούμε‐ νον.» (Ἐν Κωνσταντινουπόλει ἐλθὼν ἐτύπωσε τοῦτο, πρὸ τούτου τῶν βασιλέων ἔνδοθεν τοῦ θυ‐
45σιαστηρίου ἱσταμένων, μὴ ἵστασθαι.)711

110

.

713

Σʹ. Περὶ τῶν ἀνδριάντων καταστραφέντων ἐν Ἀντιοχείᾳ. Ἐν ταύταις δὲ ταῖς ἡμέραις ἐν Ἀντιοχείᾳ κα‐ τεσύρη ἡ τῆς γυναικὸς τοῦ βασιλέως Θεοδοσίου Πλα‐
5κίλλης εἰκὼν φόρων ἕνεκα πλείστων· δι’ ἣν ὀργι‐ σθεὶς ὁ βασιλεὺς ὄλεθρον ἄρδην ἠπείλησε τῇ πόλει· ἐκεκώλυτο δὲ διὰ τὸν τοῦ θυμοῦ νόμον, ὃν Ἀμβρό‐ σιος γράψαι πεποίηκε τοῦτον. (2) Τότε καὶ Ἰωάννης ὁ Χρυσόστομος πρεσβύ‐
10τερος ἐν Ἀντιοχείᾳ ὢν τοὺς ἀνδριάντας ἔγραψε. (3) Ἐν δὲ ταύταις ταῖς ἡμέραις παράνομοί τινες ἄνδρες ἐν Ἀντιοχείᾳ τοὺς βασιλικοὺς ἀνδριάν‐ τας καταστρεψάμενοι εἰς μεγάλην ὀργὴν ἐκίνησαν τὸν βασιλέα· καὶ θυμωθεὶς ἀπέστειλεν ἄρχοντας
15πρὸς τὸ τιμωρήσασθαι τοὺς ἐν τῇ πόλει, ὧν τὴν ἔφοδον οἱ τῆς πόλεως αἰσθόμενοι καὶ φυγῇ χρη‐ σάμενοι, κατῆλθον ἐκ τῶν (125b) ὀρέων οἱ μοναχοὶ καὶ τὸν θυμὸν εἰς οἶκτον μετέβαλον. (4) Περὶ ὧν καὶ ὁ Χρυσόστομος ταῦτα φάσκει ὁ
20Ἐπειδή τινες μιαροὶ καὶ παμμίαροι τοὺς νόμους κατεπατήσαντο, τὸ ἔσχατον καθεῖλον τοὺς ἀνδριάντας καὶ πᾶσαν πόλιν ἐπεκρότησαν κινδύνου.» —«Ὅτε (καὶ) οἱ παρὰ τοῦ βασιλέως ἀποσταλέντες ἐπὶ τῇ τῶν γεγενημένων ἐξετάσει τὸ φοβερὸν ἐκεῖνο συν‐
25εκρότησαν δικαστήριον καὶ πάντας ἐπὶ τὰς εὐθύνας τῶν τετολμημένων ἐκάλουν, καὶ θανάτων διαφόρων προσδοκία πᾶσιν ἦν, τότε οἱ τὰς ἀκρωρείας τῶν ὀρέων κατοικοῦντες 480 μοναχοὶ τὴν οἰκείαν (ἑαυ‐ τῶν) ἐπεδείξαντο φιλοσοφίαν. Τοσούτοις γὰρ ἔτεσιν
30ἐν ταῖς ἑαυτῶν συγκεκλεισμένοι καλύβαις, οὐδενὸς παρακελεύσαντος ἢ συμβουλεύσαντος, ἐπειδὴ τοσοῦ‐ τον νέφος εἶδον τὴν πόλιν περιιστάμενον, καὶ λοιπὸν λιπόντες αὐτῶν τὰ σπήλαια καὶ τὰς σκηνὰς, πάντοθεν συνέῤῥευσαν, ὡς ἐξ οὐρανοῦ τινες ἄγγελοι
35παραγενόμενοι· καὶ ἦν ἰδεῖν τὴν πόλιν ἐοικυῖαν οὐρανῷ, τότε πανταχοῦ τῶν ἁγίων φαινομένων ἐκείνων καὶ ἀπὸ τῆς ὄψεως μόνον παρακαλοῦντας τοὺς ὀδυνωμένους, καὶ πρὸς πᾶσαν ὑπεροψίαν συμ‐ φορᾶς ἀγόντων. Τίς γὰρ ἰδὼν ἐκείνους οὐκ ἂν εὐθὺς
40κατεφρόνησε θανάτου καὶ τῆς ζωῆς ὑπερεῖδεν;» — «Οἳ καὶ τοῖς ἄρχουσι μετὰ παῤῥησίας διελέχθησαν ὑπὲρ τῶν ὑπευθύνων τὸ ἑαυτῶν αἷμα παρασκευα‐ σθέντες ἐκχέειν, ὥστε τοὺς ἁλόντας ἐξαρπάσαι τῶν προσδοκωμένων δεινῶν,» ὅπερ καὶ γέγονε. «Ποῦ
45(τοί) νυν εἰσὶν οἱ τοὺς τρίβωνας ἀναβεβλημένοι καὶ (τὸ) βαθὺ γένειον δεικνύντες καὶ ῥόπαλον τῇ δεξιᾷ φέροντες ψευδώνυμοι φιλόσοφοι, τὰ κυνικὰ καθ‐ άρματα, οἱ τῶν ἐπιτραπεζίων κυνῶν ἀθλιώτερον διακείμενοι καὶ γαστρὸς ἕνεκα πάντα ποιοῦντες;»

110

.

713

(50)

Οἱ γὰρ τῆς πόλεως ἅπαντες εἰς τὰς ἐρήμους
ἀποφυγόντες καὶ κατακρυβέντες, «οὗτοι μόνοι διὰ713

110

.

716

τῶν ἔργων ἀληθῶς τὴν φιλοσοφίαν ἀπεδείξαντο καὶ πάντων δεδεικότων καὶ κατεπτηχότων, εἰς τὸ μέσον στάντες τὸ δεινὸν ἔλυσαν οὐκ ἐν πολλαῖς ἡμέραις·» —«ἀλλ’ ἐν μιᾷ καταβάντες καὶ διαλεχθέντες καὶ τὴν συμφορὰν λύσαντες πρὸς τὰ ἴδια (πάλιν) ἀνέβησαν καταγώγια. Τοσοῦτόν ἐστιν ἡ παρὰ τοῦ Χρι‐
5στοῦ τοῖς ἀνθρώποις δειχθεῖσα φιλοσοφία.» (5) Ἐπὶ Θεοδοσίου τὸ σῶμα Παύλου τοῦ ὁμολο‐ γητοῦ εἰς τὴν πόλιν εἰσήχθη καὶ ἐν τῇ Παύλου ὀνομαζομένῃ ἐκκλησίᾳ ἀπετέθη, ἣν ᾠκοδόμησε Μα‐ κεδόνιος Παύλῳ ἐπιβουλεύων.
10(6) Ἐπὶ τούτου Ἡλιόδωρος ὁ γράψας τὰ Αἰθιο‐ πικὰ 481 ἐπίσκοπος ἦν Τρίκκης· γράφει δὲ καὶ διὰ στίχων ἰάμβων τὴν τοῦ χρυσοῦ ποίησιν πρὸς τὸν αὐτὸν Θεοδόσιον. (7) Καὶ τὰ λείψανα τῶν ἁγίων μαρτύρων Τερεν‐
15τίου [καὶ] Ἀφρικανοῦ διεκομίσθησαν καὶ ἀπετέθη‐ σαν εἰς τὴν ἁγίαν Εὐφημίαν ἐν τῇ πέτρᾳ. (8) Καὶ ἡ τιμία κεφαλὴ τοῦ Βαπτιστοῦ Ἰωάν‐ νου ἐν Κωνσταντινουπόλει διεκομίσθη, εὑρεθεῖσα μὲν πρότερον παρά τισι μοναχοῖς τῆς Μακεδονίου
20αἱρέσεως, οἵτινες ἐξ Ἱεροσολύμων ἐλθόντες εἰς Κιλικίαν διέτριψαν. Μαρδονίου δὲ τοῦ εὐνούχου τοῦτο μαθόντος καὶ μηνύσαντος Οὐάλεντι, μετεκο‐ μίζετο ἐκ προστάξεως αὐτοῦ ἐν Κωνσταντινουπόλει. Ὡς δὲ οἱ εἰς τοῦτο σταλέντες ἐπιθέντες ὀχήματι
25ἦλθον εἰς πανδοχεῖον, καὶ οὐκ ἔτι μετῆλθον τὸν τόπον αἱ τὸ ὄχημα ἕλκουσαι ἡμίονοι, καίπερ πολλὰ μαστιγούμεναι (126a). Καὶ τότε μὲν οὖν ἀπετέθη ἡ ἁγία κεφαλὴ ἐν Κοσιλάου κώμῃ, μὴ κρίναντος τοῦ Θεοῦ τοιούτου δώρου ἀξιωθῆναι τὸν Ἀρειανὸν
30Οὐάλεντα· Θεοδόσιον δὲ τῆς εὐσεβείας ὁ Θεὸς ἀμειβόμενος μεταγαγεῖν αὐτὴν τῷ βασιλεῖ συνεχώ‐ ρησεν· καὶ ἐν τῷ Ἑβδόμῳ αὐτὴν ἀπέθετο, ναὸν περικαλλῆ καὶ μέγιστον τῷ Προδρόμῳ οἰκοδομήσας. (9) Τὸ δὲ ἐν Ἀλεξανδρείᾳ ἱερὸν τῶν Ἑλλήνων
35Θεόφιλος ὁ ἀρχιεπίσκοπος αἰτήσας Θεοδόσιον ἐξεκά‐ θηρε (καὶ εἰς ἐκκλησίαν μετεσκεύασε καὶ τὰ τῶν Ἑλλήνων ἐδημοσίευσεν ὄργια, φαλλοὺς καὶ εἴ τι τούτων ἀσελγέστερόν τε καὶ βέβηλον, ὅπερ καταπλα‐ γέντες τὸ πλῆθος τῶν Ἑλλήνων μυρίους φόνους
40εἰργάσαντο. Τοῦτο δὲ μαθὼν ὁ Θεοδόσιος τοὺς μὲν ἀναιρεθέντας Χριστιανοὺς ἐμακάρισεν ὡς ὑπὲρ εὐ‐ σεβείας ἀναιρεθέντας, τοῖς δὲ Ἕλλησι παραχω‐ ρεῖν ἐπηγγείλατο, εἰ Χριστιανοὶ γένωνται)· τὰ μέντοι ἱερὰ τὰ Ἑλληνικὰ καθαιρεθῆναι 482 προσ‐
45έταξε καὶ τοὺς θεοὺς χωνευθῆναι καὶ εἰς δαπάνην δοθῆναι πένησιν. (10) Καὶ τοῦ ναοῦ τοῦ Σεράπιδος λυομένου,
γράμματα ἱερογλυφικὰ εὑρέθη σταυροῦ ἔχοντα715

110

.

717

τύπους, ἅπερ θεασάμενοι οἱ ἐξ Ἑλλήνων χριστια‐ νήσαντες ἔφασαν σημαίνειν τὸν σταυρὸν παρὰ τοῖς ἱερογλυφικὰ γινώσκουσιν γράμματα ζωὴν ἐπερχο‐ μένην.
5(11) Περὶ δὲ τοῦ ναοῦ Σεράπιδος (οὗ καθεῖλε Θεόφιλος ὁ ἀρχιεπίσκοπος σὺν τῷ ξοάνῳ αὐτοῦ) τοῦτο οἱ μὲν Δία ἔφασκον εἶναι, οἱ δὲ τὸν Νεῖ‐ λον διὰ τὸ μόδιον ἔχειν ἐν τῇ κεφαλῇ καὶ πῆ‐ χυν (ἐν τῇ χειρὶ ἤτοι τὸ τοῦ ὕδατος μέτρον, ἄλλοι
10δὲ τὸν ἡμέτερον Ἰωσὴφ), ἕτεροι δὲ Ἆπίν τινα γεγο‐ νέναι ἄνθρωπον ἔμπορον ἤγουν βασιλέα ἐν Μεμ‐ φίτιδι πόλει τῆς Αἰγύπτου. Λιμοῦ γὰρ γενομένου τοῖς Ἀλεξανδρεῦσι πολίταις ἐκ τῶν ἰδίων τροφὴν παρεῖχε· τελευτηκότι δὲ αὐτῷ ναὸν ἀνέστησαν, ἐν
15ᾧ ναῷ βοῦς ἐτρέφετο σύμβολον φέρων τοῦ γεωργοῦ (καί τινα ἔχων ἐν τῇ χροιᾷ ἐπίσημα)· ὅστις ἐκ τῆς προσηγορίας αὐτοῦ καὶ αὐτὸς Ἆπις ἐκαλεῖτο. (Τὴν δὲ σωρὸν τούτου τοῦ Ἄπιδος, ἐν ᾗ τὸ σῶμα ἔκειτο αὐτοῦ, ἐν Ἀλεξανδρείᾳ μετήνεγκαν καὶ ἀπὸ τῆς
20σωροῦ καὶ τοῦ Ἄπιδος σύνθετον ὄνομα πεποιηκότες) ἐκάλουν αὐτὸν (Σώραπιν, οἱ δὲ μετὰ ταῦτα) Σέ‐ ραπιν. (12) (Τούτου ναὸς ἦν ὑπὸ Ἀλεξανδρέων κτι‐ σθεὶς παμμεγέθης καὶ ὑπὸ κιόνων πολυτιμήτων
25καὶ μαρμάρου ἔσωθεν καὶ ἔξωθεν πάνυ λαμπρῶς κεκαλλωπισμένος). Ἐν τῷ μέσῳ δὲ τοῦ ναοῦ τὸ 483 ἄγαλμα αὐτοῦ ὑπῆρχε μέγα καὶ φοβερὸν, ὥστε τῇ μὲν δεξιᾷ χειρὶ τὸν ἕνα τοῖχον, τῇ δὲ ἀρι‐ στερᾷ τὸν ἕτερον συνέχειν, ὅπερ τέρας ἀπὸ παντὸς
30γένους καὶ ὕλης, ἀπὸ χρυσῶν πετάλων καὶ ἀργυρῶν ὑπῆρχεν ἐνδεδυμένον, ἐν ᾧ (πλάνης ἕτερον εἶ‐ δος ἐτύγχανεν κακουργηθὲν τοιοῦτον· λίθος τίς ἐστι μαγνήτης λεγόμενος, ὃς ἔχει φυσικὴν ἐνέρ‐ γειαν ἕλκειν πρὸς ἑαυτὸν τὸν σίδηρον)· ξόανον (δὲ)
35κατασκευάσαντες ἐκ χαλκοῦ [οὐ] μέγα καὶ ἐν τῇ κεφαλῇ σίδηρον ἔνδοθεν καθηλώσαντες τὸν λίθον τοῦτον ἐν τοῖς φατνώμασιν ἄνωθεν τῆς στέγης ἔ‐ πηξαν ἀπὸ διαμέτρου· τὸ δὲ ὑπὸ τῆς φυσικῆς βίας ἀνελκόμενον τοῦ λίθου—μετέωρον γὰρ ἐκρέματο
40διὰ πολλὴν τέχνην—καὶ ἐκρατεῖτο μέσον ἐδάφους καὶ ὀρόφου θαυμαζόμενον καὶ μὴ παντελῶς κατα‐ σπώμενον. (13) Τούτου καταλυθέντος (126b) καὶ ἐδαφι‐ σθέντος καὶ τοῦ Νείλου κατὰ τὸ εἰωθὸς μὴ ἀνελθόν‐ τος, ἔχαιρον Ἕλληνες λέγοντες διὰ ταύτην τὴν αἰ‐
45τίαν μὴ ἀναβαίνειν τὸν ποταμόν. Ὅπερ μαθὼν ὁ βα‐717

110

.

720

σιλεὺς Θεοδόσιος εὐσεβῶς ἀπεκρίνατο· «Μὴ γέ‐ νοιτο ποταμὸν (ναοῖς δαιμόνων καὶ) θυσίαις χαίροντα καὶ ἐπὶ τὴν γῆν ποτε ὕδωρ ἀνάγειν.» Θεὸς δὲ τούτου τὴν πίστιν ἀποδεξάμενος ὑπὲρ τὸ δέον ἐκέ‐
5λευσε πλημμυρῆσαι, ὅπερ εἰς φόβον ἤγαγε οὐ τὸν τυχόντα τὴν Αἴγυπτον, μὴ καὶ τὴν Ἀλεξάνδρειαν αὐτὴν κατακλύσῃ τὸ ὕδωρ. (14) Ὅπερ δὴ καὶ περὶ τῆς Ἀρτέμιδος πρός τινάς φησιν ὁ μέγας Ἰσίδωρος· «Ἐπειδήπερ ἠθέ‐
10λησας μαθεῖν τό· «Τίς οὐκ οἶδε τὴν Ἐφεσίων πόλιν νεωκόρον οὖσαν τῆς μεγάλης Ἀρτέμιδος καὶ τοῦ Διοπετοῦς;» ἴσθι, ὅτι οὐκ ἔστι τῆς Γραφῆς ὁ λόγος, ἀλλὰ τοῦ γραμματέως τῆς Ἐφεσίων· περιτ‐ τὸν οὖν ἡγοῦμαι λογοποιίας ἀγυρτικὰς 484 ἑρμη‐
15νεύειν· περὶ ὧν οἶμαι καὶ τὸν ἱεροψάλτην Δαυῒδ εἰρηκέναι· «Διηγήσαντό μοι παράνομοι ἀδολε‐ σχίας, ἀλλ’ οὐχ ὡς ὁ νόμος σου, Κύριε.» (15) «Ἐπεὶ οὖν φιλομαθὴς ὢν, πολυμαθὴς ἐθέ‐ λεις εἶναι, καὶ τοῦτο φράσω σοι· οἱ παρ’ Ἕλ‐
20λησι τὰ ξόανα κατασκευάσαντες (καὶ) φόβον βουλό‐ μενοι ποιῆσαι τοῖς ὁρῶσιν ἔφασκον, ὅτι (τὸ ἄγαλμα) ἐξ οὐρανοῦ παρὰ τοῦ Διὸς ἐπέμφθη καὶ κατέπτη κρεῖττον ὑπάρχον πάσης ἀνθρωπίνης χειρὸς καὶ ἀνάλωτον, ὅθεν καὶ Διοπετὲς καὶ οὐράνιον βρέτας
25ἐκάλουν· βρέτας δὲ παρὰ τὸ βροτῷ ἐοικέναι· ὅπερ οὐχ οὕτως ἦν [ὡς] ἡ περὶ τῶν ἀγαλμάτων ματαίως δόξα πεπλανημένων δόξα· ἀλλὰ τοὺς ἀγαλματο‐ ποιοὺς ἢ ἀποκτείνοντες ἢ φυγαδεύοντες, ἵνα μηδεὶς εἰπεῖν ἔχοι, ὅτι χειροποίητόν ἐστι τὸ ξόανον ἣν
30δὴ φήμην πλάσαντες ἐν ταῖς ἀκοαῖς τῶν (πεφενακι‐ σμένων) ἀνθρώπων ἠφίεσαν, ἥτις καὶ τὴν Ἐφεσίων ἐπλάνα πόλιν.» —«Ὅτι ἀληθές ἐστιν, ὅτι ἀπέ‐ κτεινον τοὺς ἀγαλματοποιοὺς, μαρτυρεῖ τὸ χθὲς καὶ πρώην ἐν Ἀλεξανδρείᾳ τῇ πρὸς Αἴγυπτον γεγενη‐
35μένον. Πτολεμαῖος γὰρ συναγαγὼν τεχνίτας ὥστε τὸν τῆς Ἀρτέμιδος ἀνδριάντα ποιῆσαι, μετὰ τὸ ἔρ‐ γον βόθρον μέγαν ὀρύξας καὶ τὸν δόλον κρύψας ἐκέλευσε τοὺς τεχνίτας ἐν αὐτῷ δειπνῆσαι, οἵτινες δειπνοῦντες ἐκεῖσε κατεχώσθησαν καὶ ἀπέθανον,
40ἄξιον μισθὸν τῆς κακουργίας κομισάμενοι· πλὴν οὓς ἐκεῖνος βουλόμενος ἀφανίσαι τεχνίτας, ἵνα δόξῃ ἀχει‐ ροποίητος [ὀνομαζόμενος Θεὸς, ὃν καὶ ἀχειρομίαν‐ τον] κέκληκε, τοῦτο δέδρακεν. Ἀλλ’ ὁ ἡμέτερος Δεσπότης καὶ Θεὸς ἐν τάξει ἐφανέρωσε τὴν παμ‐
45βέβηλον αὐτοῦ μιαιφονίαν· σκηπτοῦ γὰρ καὶ σει‐ σμοῦ γεγονότος μεγάλου, καὶ τοῦ ναοῦ καταπεσόντος ἅμα καὶ τοῦ βόθρου ἀναβοθρευθέντος, ἐφοράθη τὰ τῆς ἀπάτης κατασκευάσματα.
485 (16) Ἐν δὲ τῷ Κανώπῳ μᾶλλον τῆς ὅλης719

110

.

721

Αἰγύπτου κατειδώλῳ ὄντι φασὶ τεράστειόν τι εἶναι τοιοῦτον· Ποτὲ Χαλδαῖοι τὸν ἴδιον θεὸν, ὅπερ ἐστὶ τὸ πῦρ ἀποσεμνύνοντες, πανταχοῦ περιέφερον, ὥστε τοῖς θεοῖς πασῶν τῶν ἐπαρχιῶν συμβεβληκέναι καὶ
5τὸν νικῶντα ἐκεῖνον παρὰ πάντων νομίζεσθαι θεόν. Τῶν οὖν ἄλλων ἐπαρχιῶν οἱ θεοὶ, ἢ ἀπὸ χαλκοῦ, ἢ ἀπὸ χρυσοῦ, ἢ ἀργύρου, ἢ ξύλου, ἢ λίθου, ἢ ἄλλης τοιαύτης ὕλης [ἀν]αμφιβόλως εὐχερῶς διὰ τοῦ πυ‐ ρὸς ἐφθείρετο, ὥστε πανταχοῦ τὸ πῦρ ἀναγκαίως νι‐
10κᾷν. Τοῦτο ἀκηκοὼς ὁ τοῦ Κανώπου ἱερεὺς (127a) πανοῦργόν τι τοιοῦτον ἐνεθυμήθη· Ὑδρίαι ἐν τοῖς μέρεσιν Αἰγύπτου εἰώθασι γίνεσθαι ὀστράκιναι, τρήσεις ἔχουσαι λεπτὰς καὶ συνεχεῖς, ὥστε διὰ τῶν τρήσεων ἐκείνων τὸ τεθολωμένον ὕδωρ διυλιζόμενον
15ἀποδίδοσθαι καθαρώτερον. Ἐκ τούτων τῶν ὑδριῶν μίαν λαβὼν ὁ ἱερεὺς τοῦ Κάνωπος καὶ τὰς τρήσεις ἐκείνας ἀναφράξας κηρῷ καὶ διαφόροις ζωγραφήσας χρώμασι, πληρώσας τε ὕδατος, ἔστησεν ὡς θεόν· καὶ ἀποτεμὼν παλαιοῦ ἀγάλματος τὴν κεφαλὴν, ὅπερ
20ἐλέγετο Ἐλάου τινὸς κυβερνήτου γεγενῆσθαι, ἐπι‐ μελῶς ἐπιθεὶς ἥρμοσεν αὐτὴν τῷ ἀγάλματι. Παρ‐ εγένοντο δὲ μετὰ ταῦτα οἱ Χαλδαῖοι, καὶ ἀνήφθη παρὰ τὴν ὑδρίαν τὸ πῦρ καὶ ὁ κηρὸς, δι’ οὗ αἱ τρή‐ σεις ἐτύγχανον πεφραγμέναι, διελύετο· τῆς δὲ
25ὑδρίας ἱδρούσης καὶ τὸ ὕδωρ διὰ τῶν τρήσεων ἐκ‐ βαλλούσης, ἐσβέννυτο τὸ πῦρ· οὕτω τε τῇ πανουργίᾳ τοῦ ἱερέως ὁ Κάνωπος τῶν Χαλδαίων νικητὴς ἀνεδείχθη καὶ ἀπὸ τότε λοιπὸν ἐτιμᾶτο ὡς θεὸς πάντων νικητὴς ὁ Κάνωπος. (17) Νῦν δὲ παραγενομένου Θεοφίλου τοῦ ἀρχιε‐ ρέως τοῦ πάντων Θεοῦ, οὐδὲ εἷς ὠφέλησεν ἱδρὼς,
30οὐδὲ ἡ ἀπὸ κηροῦ κατασκευασθεῖσα πανουργία συν‐ εβάλετό τι αὐτῷ· ἀλλὰ πάντα τὰ αὐτῶν ἐπορθήθη καὶ εἰς ἔδαφος κατηνέχθη. Ὅτε δὲ ταῦτα οὕτως γενέσθαι ἀπηγγέλη τῷ εὐσεβεστάτῳ βασιλεῖ, ὅτι τὰ εἴδωλα τῆς Αἰγύπτου κατηνέχθη 486 καὶ ἐκκλη‐
35σίαι ἀντ’ αὐτῶν ᾠκοδομήθησαν, ἐκτείνας τὰς χεῖρας εἰς τὸν οὐρανὸν εἶπεν· «Εὐχαριστῶ, Δέσποτα Χρι‐ στὲ, ὁ Θεός μου, ὅτι, χωρὶς ἀπωλείας τῆς πόλεως ἐκείνης τῆς μεγάλης, ἡ οὕτως παλαιὰ κατεσβέσθη πλάνη.»
40(18) Ἐν δὲ τῷ μεταξὺ Οὐαλεντινιανὸς ἐν τοῖς τῆς Δύσεως μέρεσι τὴν πολιτείαν διοικῶν, βρόχῳ χρησάμενος τὸ τέλος ἐπλήρωσε τοῦ βίου, δι’ ἣν αἰ‐ τίαν, μέχρι τοῦ παρόντος οὐκ ἴσμεν. Τινὲς μὲν γὰρ ἔλεγον ἐπιβουλῇ τοῦ στρατηγοῦ Ἀρβογάστου γεγε‐
45νῆσθαι τοῦτο· καὶ τοιαύτη παρὰ πᾶσιν ἐκράτει ὑπόληψις· ἄλλοι μέν[τοι] ἀθῶον εἶναι τὸν στρατ‐ ηγὸν ἀπὸ τοῦ τοιούτου μύσους ἔλεγον, αἰτίαν δὲ παρ‐ εσχηκέναι τούτου νεανίαν ἀγανακτήσαντα εἰς τοῦτο πραχθῆναι, ἐπείπερ, φασὶν, οὐ συνεχωρεῖτο παρ’

110

.

721

(50)

αὐτοῦ ὡς νεώτερος, εἰ μηδέπω βεβηκὼς κατ’ ἐξου‐
σίαν διὰ πάντων τὴν βασιλείαν διοικεῖν.721

110

.

724

(19) Θεοδόσιος δὲ οὐδὲν ἧττον ἀναφθεὶς ὅπλα κατὰ Εὐγενίου τοῦ εἰς τὸν τόπον αὐτοῦ καταστάν‐ τος εἰς ἐκδίκησιν ἥρπασε, τὴν τούτου γνώμην διὰ Ἰωάννου μοναχοῦ ἡσυχαστοῦ Αἰγυπτίου μεμαθηκώς.
5Ὁ γάρ τοι θεῖος οὗτος ἀνὴρ ἐνενηκονταετὴς πέλων τὴν ἡλικίαν ἐν σπηλαίῳ κατέμενε μόνος, μήτε αὐτὸς ἐξερχόμενος τῆς κέλλης, μήτε ἄλλον εἰσδεχόμενος ἔνδον· ηὐλόγει γὰρ μόνον διὰ θυρίδος καὶ ἠσπάζετο τοὺς πρὸς αὐτὸν παραβάλλοντας· καὶ τούτους οὐ δια‐
10παντὸς, ἀλλὰ δὶς τῆς ἑβδομάδος, Σαββάτῳ καὶ Κυριακῇ· τὰς δὲ λοιπὰς ἡμέρας ἀπρόϊτος ὑπῆρχε παντὶ ἀνθρώπῳ, νηστείαις καὶ ἀγρυπνίαις καὶ προσ‐ ευχαῖς σχολάζων. Καὶ ἦν ἰδεῖν τὸν μακάριον ὅλον εἶναι ἐκτετηγμένον τῷ σώματι δι’ ἄκραν σκληραγω‐
15γίαν· καὶ γὰρ ἤσθιεν οὐδὲν ἕτερον ἢ λάχανα καὶ ὀλίγας ὀπώρας (127b) μετὰ δύσιν ἡλίου· περὶ γὰρ ἄρτου οἴνου τε καὶ ἐλαίου καὶ τῶν λοιπῶν ὅσα διὰ πυρὸς ἔχει τὴν χρῆσιν, περιττόν ἐστι καὶ λέγειν. Τούτοις καὶ τοῖς τοιούτοις θείοις κατορθώμασι δια‐
20νυκτερεύων καὶ διημερεύων 487 ὁ ὅσιος ἔκδηλος ἐγένετο καὶ προφητικῶν χαρισμάτων ἔμπλεως, προ‐ σημαίνων ἔσθ’ ὅτε τὰ μέλλοντα καὶ τὰ κρυφίως ἑκά‐ στῳ πεπραγμένα καὶ διανοούμενα. Καὶ μέντοι καὶ περὶ τοῦ Νείλου καὶ τῆς εὐφορίας αὐτοῦ, ἢ καὶ ἀφορίας
25τοῦ χρόνου, ἢ ἀπειλὴν, ἢ ἑτέραν ἐπέρχεσθαι μέλ‐ λουσαν παρὰ Θεοῦ προηγόρευε καὶ τοὺς ἁμαρτά‐ νοντας παρῤῥησίᾳ διήλεγχεν. Καὶ τί δὴ πολλὰ λέ‐ γειν; ἀδυνατεῖ γὰρ στόμα καὶ νοῦς ἀνθρώπων ἀρι‐ θμεῖν τῶν θαυμάτων αὐτοῦ ἢ τῶν ἀρετῶν τὸ πέ‐
30λαγος. Πρὸς τοῦτον οὖν τὸν θεοφόρον ἀπέστειλεν ὁ βασιλεὺς Θεοδόσιος σκυλῆναι αὐτὸν παρακαλῶν καὶ ἐκδυσωπῶν ἕως αὐτοῦ, ὅπως ταῖς ἐκείνου προσευ‐ χαῖς ἐφοδιαζόμενος τῆς πρὸς τοὺς ἀντιπάλους κατ‐ άρξειε μάχης. Ὁ δὲ τὴν παρουσίαν μὲν ὑπὲρ εὐ‐
35λαβείας ἀνεβάλετο, εὐχὴν δὲ ἐπὶ τῇ βακτηρίᾳ ἐφ’ ᾗ ἐπεστήρικτο καὶ τῷ περιβολαίῳ, ὃ περιαυχένιον ἔφερε, ποιησάμενος, ταῦτα πρὸς αὐτὸν ἐκπέμπει, παραγγείλας, ἵνα τὸ μὲν περιβόλαιον ἀντὶ κόρυθος ἐπὶ τὴν κεφαλὴν περιβαλεῖται, τῇ δὲ βακτηρίᾳ ἀντὶ
40δόρατος τῇ δεξιᾷ χειρὶ χρήσηται καὶ πρῶτος τοῦ στρατιωτικοῦ αὐτοῦ προπορεύσηται. Ὁ δὲ βασιλεὺς Θεοδόσιος πιστῶς καὶ εὐλαβῶς τὰ παρὰ τοῦ ἁγίου σταλέντα δεξάμενος εἰς τὸν πόλεμον παρασκευάζεται, οὐχ οὕτως τῇ τῶν ὅπλων καὶ τῶν βελῶν καὶ τοῦ
45λαοῦ τῷ πλήθει ὅσον τῇ τῶν νηστειῶν καὶ τῇ τῶν εὐχῶν τοῦ ἁγίου πεποιθώς· οὗτος γὰρ καινὴν ἐπηγγείλατο αὐτῷ τὴν νίκην, ἀναίμακτον προβή‐ σεσθαι εἰς τὸ κατ’ αὐτὸν, καὶ ἀπὸ ἑκατέρου μέρους πλεῖστον ἐκχεῖσθαι μέλλειν αἷμα. Περιήρχετο δὲ

110

.

724

(50)

μετὰ ἐπισκόπων καὶ μετὰ πλήθους πάντας τοὺς τῶν εὐχῶν τόπους καὶ ἔῤῥιπτεν ἑαυτὸν πρὸ τῶν θυρῶν τῶν Μαρτύρων καὶ τῶν Ἁγίων Ἀποστόλων
ἐπὶ κιλικίου, ἐξαπλῶν ἑαυτὸν, καὶ τῇ πρεσβείᾳ τῶν723

110

.

725

ἁγίων πιστοτάτην αὐτῷ παρὰ Θεοῦ βοήθειαν ἐζή‐ τει. Οἱ δὲ Ἕλληνες κατὰ τὴν Ῥώμην θύειν ἤρ‐ ξαντο καὶ σπλαγχνοκοπίας ἀπὸ θρεμμάτων ποιεῖ‐ σθαι, νίκην ἀφροντὶ ἀπαγγέλοντες Εὐγενίῳ, Φλα‐
5βιανοῦ τότε τοῦ ὑπάρχου σπουδαιότερον τῶν ἄλλων ταῦτα πράττοντος, καὶ πάντας ἔπειθεν Εὐγένιον νι‐ κητὴν ἀποφανεῖσθαι, πολλὴν ἔχων φρονήσεως 488 οἴησιν. Ὅτε δὲ Θεοδόσιος ὁ ἀληθῶς τῇ ἀληθείᾳ τῆς εὐσεβείας πεποιθὼς τὰ στόμια τῶν Ἄλπεων κατ‐
10έλαβεν, πρῶτοι ἐκεῖνοι οἱ δαίμονες εἰς φυγὴν ἐτρά‐ πησαν ὑπὸ φαύλου συνειδότος πτοηθέντες· στὰς γὰρ ἐφ’ ὑψηλῆς πέτρας Θεοδόσιος, ὅθεν καὶ ὁρᾷν καὶ ὁρᾶσθαι παρ’ ἑκατέρου στρατοπέδου ἠδύνατο, ἐπὶ τὴν ἐξ ἔθους ἐπέτρεψεν ἑαυτὸν βοήθειαν καὶ
15ἁπλώσας ἑαυτὸν ἐνώπιον τοῦ Θεοῦ· «Θεὲ παντο‐ κράτωρ, ἔφη, σὺ οἶδας, ὅτι ἐν τῷ ὀνόματι τοῦ Χρι‐ στοῦ καὶ Υἱοῦ σου ἐκδικήσεώς μου ἕνεκα δι‐ καίας τὸν πόλεμον τοῦτον ἀνεδεξάμην· καὶ εἰ μὲν ψεύδομαι, τιμώρησόν με· εἰ δὲ μετὰ δικαίας αἰτίας
20καὶ σοὶ πεποιθὼς ἦλθον ἐνταῦθα, ἔκτεινον τὴν δεξιάν σου τοῖς σοῖς, μήποτε (128a) εἴπωσι τὰ ἔθνη· Ποῦ ἐστιν ὁ Θεὸς αὐτῶν;» Ἥντινα εὐχὴν τοῦ πιστο‐ τάτου βασιλέως πιστευθέντες οἱ στρατηγοὶ παρὰ Θεοῦ προσδεδέχθαι, εἰς τὸν πόλεμον ἀνεψυχώθησαν, ἐξαιρέτως δὲ Βακούριος, ἀνὴρ τῇ πίστει, καὶ
25τῇ εὐσεβείᾳ, καὶ τῇ ἀρετῇ τῆς ψυχῆς καὶ τοῦ σώματος ἔνδοξος παρὰ πάντας τοὺς πλησίον τυγχάνοντας, τούτῳ μὲν τῷ κόντῳ, τούτῳ δὲ τοῖς βέλεσιν, ἔστι δ’ ὅτε καὶ τῷ ξίφει ἐστρώννυε καὶ τὰ τάγματα τῶν πολεμίων συνεζευγμένα καὶ συγκεκροτημένα διέῤῥηξε καὶ διὰ μέσου τοῦ πλήθους τῶν πεπτωκότων τὰς τάξεις διασχίσας καὶ τοὺς σωροὺς τῶν νεκρῶν παριὼν πρὸς αὐτὸν ἐπορεύετο τὸν τύραννον· καὶ τοῦ πολέμου σφοδροῦ γενομένου, Εὐγένιος πρὸς τοὺς πόδας τοῦ βασιλέως ὀπίσω δεδεμένων αὐτοῦ τῶν
30χειρῶν ἤχθη· κἀκεῖσε τῆς αὐτοῦ ζωῆς καὶ τοῦ πολέμου τὸ τέλος ἐγένετο. (20) Τότε τοίνυν ὡς τὰ μέλλοντα προειδὼς ὁ βασιλεὺς καὶ φροντίζων, ὥστε τὴν πολιτείαν διατυ‐ πῶσαι, εἰ τὰ τῆς Ἑῴας μέρη παραχρῆμα ἀπέστει‐ λεν, ὅπου τὰ ἑαυτοῦ παρέθετο τέκνα φυλακῇ ἀσφα‐
35λεστάτῃ μέλλων ἐπὶ τὸν πόλεμον ἐξιέναι· καὶ ἐν μὲν τῇ Ἀνατολῇ τὸν βασιλέα Ἀρκάδιον προσέταξε τὴν πάλαι παραδοθεῖσαν αὐτῷ βασιλείαν φυλάττειν· Ὁνώριον δὲ τῇ αὐτῇ τιμήσας ἀξίᾳ ἐπὶ τὴν τῆς Δύ‐ σεως βασιλείαν κατελθεῖν ταχέως προσέταξε, Ἐλ‐
40θόντα δὲ αὐτὸν περιπτυξάμενος καὶ φιλήσας, παρ‐ έδωκεν αὐτῷ τὰ σκῆπτρα 489 τῆς βασιλείας τῆς Δύσεως, αὐτὸς ἐπὶ δέκα καὶ ζʹ καιροὺς διιθύνας τὴν βασιλείαν εὐτυχῶς εἰς τὸν βελτίονα μετῆλθε βίον μετὰ τῶν εὐσεβῶν βασιλέων ἀποληψόμενος τὰ γέρα
45τῶν ἄθλων, ἐν Μεδιολάνῳ τελευτήσαντος καὶ τοῦ σώματος αὐτοῦ παρὰ Ἀρκαδίου υἱοῦ αὐτοῦ ἐν τῇ πόλει ἀποκομισθέντος. ΣΑʹ. Βασιλεία Ἀρκαδίου. Μετὰ δὲ Θεοδόσιον ἐβασίλευσεν Ἀρκάδιος, ὁ υἱὸς αὐτοῦ, ἔτη ιγʹ, βασιλεύσας ἐν τῇ Ῥώμῃ

110

.

725

(50)

Ὁνώριος. (2) Ὃς τὸν κίονα τοῦ Ξηρολόφου στήσας, αὐτὸς ἑαυτοῦ καθίδρυσεν ἀνδριάντα. (3) Καὶ πόλιν ἐν τῇ Θρᾴκῃ κτίσας ἐκάλεσεν αὐτὴν
Ἀρκαδιούπολιν.725

110

.

728

(4) Ἐφ’ οὗ ἡ γῆ ἐμυκήσατο σφόδρα ἐπὶ ἡμέ‐ ρας ζʹ, καὶ σεισμὸς ἐγένετο μέγας καὶ παγκό‐ σμιος. ΣΒʹ. Περὶ τοῦ μεγάλου Ἰωάννου τοῦ Χρυσοστό‐
5μου. Νεκταρίου δὲ τοῦ ἀρχιεπισκόπου ΚΠ. τετελευτη‐ κότος, κοινῇ ψήφῳ Ἀρκάδιος ἐκ τῆς Ἀντιοχέων πόλεως Ἰωάννην τὸν Χρυσόστομον μεταστειλάμενος χειροτονηθῆναι παρεσκεύασεν ἐπίσκοπον ΚΠ.
10(2) Συνέβη δὲ καὶ Θεόφιλον Ἀλεξανδρείας ἐνδη‐ μεῖν, ὃς ἦν βαθυνοήμων καὶ δεινὸς πάνυ, καὶ δυνά‐ μενος ἐκ τῆς φανερᾶς ὄψεως τὸ ἀφανὲς ἀνθρώπου βούλημά τε καὶ ἰδίωμα συνιδεῖν ὅτι μάλιστα. (3) Καὶ τὴν μὲν Ἰωάννου χειροτονίαν κωλῦσαι
15ἐσπούδαζεν, Ἰσίδωρόν τινα πρεσβύτερον ἑαυτοῦ καὶ ξενοδόχον Ἀλεξανδρείας θέλων προβαλέσθαι, Ἰσί‐ δωρον δὲ, οὐ τὸν ἀσκητὴν καὶ Πηλουσιώτην, 490 μαθητὴν γεγονότα ποτὲ τοῦ Χρυσοστόμου, καθὼς οἴονταί τινες, ἀλλὰ τὸν προειρημένον ξενοδόχον.
20(4) Ὁ οὖν Ἰωάννης τῶν εὐγενῶν Ἀντιοχέων ὑπῆρχεν, υἱὸς Σεκούνδου στρατηλάτου καὶ μητρὸς Ἀνθούσης, ἐλλόγιμός τε ἦν ἄγαν καὶ πολὺς περὶ τὸ λέγειν, ᾧ καὶ Λιβάνιος ὁ σοφιστὴς καὶ διδάσκα‐ λος αὐτοῦ προσεμαρτύρησε· ἐρωτηθεὶς γὰρ παρὰ
25τῶν προσηκόντων, τίνα ἀνθ’ ἑαυτοῦ προβάλλεται διδάσκαλον· «Ἰωάννην, ἔλεγεν, εἰ μὴ τοῦτον οἱ Χριστιανοὶ ἡμῶν ἀπεσύλησαν.» (5) Ὀκτωκαιδέκατον ἔτος ἄγων τὴν ἡλικίαν, ἀφηνίασεν ἀπ’ αὐτοῦ (128b) καὶ ὑπὸ Μελετίου, πα‐
30τριάρχου Ἀντιοχείας, βαπτισθεὶς, χειροτονηθεὶς (δὲ) ἀναγνώστης καὶ παραμείνας τῇ ἐκκλησίᾳ ἔτη γʹ καὶ ἀναχωρήσας ἀπῆλθε πρός τινα μοναχὸν καὶ ἡγού‐ μενον τοὔνομα Καρτέριον, καὶ προσμείνας αὐτῷ ἔτη δʹ, γίνεται ὑπ’ αὐτοῦ μοναχός.
35(6) Καὶ τὰς θείας Γραφὰς ὑπ’ αὐτοῦ παιδευ‐ θεὶς καὶ τῆς μοναχικῆς πολιτείας τὴν ἀκρίβειαν, χρόνον τινὰ ἀνεχώρησεν ἐν σπηλαίῳ μόνος ἔτη δύο, πόθῳ τῆς ἡσυχίας· μὴ ἀναπεσὼν δὲ τὸν τῆς ἡσυχίας χρόνον, μήτε νύκτωρ, μήτε μεθημερίαν,
40νεκροῦται τὰ ὑπογάστρια, πληγεὶς ὑπὸ τοῦ κρύους, καὶ τὰς περὶ τοὺς νεφροὺς δυνάμεις. (7) Οὐκ ἐπαρκῶν δὲ ἑαυτῷ χρησιμεύειν, πάλιν καταλαμβάνει τὴν ἐκκλησίαν ἐκ θείας προμηθείας εἰς πολλῶν σωτηρίαν· ἐντεῦθεν χειροτονεῖται διά‐
45κονος διὰ Μελετίου, ὑπηρετήσας τῷ θυσιαστηρίῳ ἔτη εʹ. (8) Ἤδη δὲ τῆς διδασκαλικῆς αὐτοῦ ἀρετῆς διαλαμπούσης, πρεσβύτερος χειροτονεῖται διὰ Φλα‐
βιανοῦ τοῦ ἐπισκόπου· καὶ διατρίψας 491 δʹ727

110

.

729

ἔτη ἐν τῇ Ἀντιοχέων ἐκκλησίᾳ ἀποσεμνύνει τὸ ἐκεῖ ἱερατεῖον τῷ βίῳ τῆς ἀκριβείας. (9) Ἦν δὲ ἀσκητὴς εἰς ἄκρον καὶ πολυάγρυ‐ πνος καὶ φιλήσυχος λίαν, καὶ διὰ ζῆλον σωφροσύνης
5εὐπαῤῥησίαστος καὶ ἀκρόχολος καὶ θυμῷ μᾶλλον ἢ αἰδοῖ ἐχαρίζετο· καὶ ἐλευθεροστομίᾳ πρὸς τοὺς ἐντυγχάνοντας ἀμέτρῳ ἐκέχρητο. Καὶ ἐν μὲν τῷ διδάσκειν πολὺς ἦν πρὸς ὠφέλειαν, ἐν δὲ ταῖς συν‐ τυχίαις ἀλαζονικός τις καὶ ὑπερόπτης ἐνομίζετο
10τοῖς (αὐτὸν) ἀγνοοῦσιν. (10) Διὸ [καὶ ἐπὶ] τὴν ἐπισκοπὴν προβληθεὶς, μείζονι ὀφρύϊ κατὰ τῶν ὑπηκόων ἐκέχρητο πρὸς διόρθωσιν ἑκάστου καὶ σωτηρίαν· καὶ τοὺς τρόπους καὶ τοὺς λόγους μεταλλάττων, οὐ τοίνυν, εἰ μή τις
15[εἴη κόλαξ, τοῦτον ἀλαζόνα εἶναι νομίζει, οὐδ’ αὖ πάλιν εἰ] κόλαξ ἢ ἀγεννὴς, τοῦτον μετριόφρονα λεκτέον, ἀλλὰ τὸν ἐν (τῇ) προσηκούσῃ τάξει τῇ ἐλευθέροις πρεπούσῃ ἑαυτὸν φυλάττοντα· μεγαλό‐ ψυχον γὰρ εἶναι προσήκει τὸν διδάσκαλον, οὐχ ὑπε‐
20ρήφανον, ἀνδρεῖον, οὐ θρασὺν, ἐπιεικῆ, οὐ δουλο‐ πρεπῆ, μετριόφρονα, οὐ ταπεινοφροσύνην ὑποκρι‐ νόμενον, ἐλεύθερον, οὐκ ἀνδράποδον, ὥσπερ δὴ καὶ αὐτὸς οὗτος ὁ χρυσοῦς τὴν γλῶτταν λέγει οὕτως.
25(11) «Διὰ τοῦ ποικίλον εἶναι δεῖ τὸν διδά‐ σκαλον καὶ ποιμένα· [ποικίλον δὲ] λέγω, οὐχ ὕπου‐ λον οὐδὲ κόλακα καὶ ὑβριστὴν, ἀλλὰ πολλῆς ἐλευθερίας καὶ παῤῥησίας ἀνάμεστον, εἰδότα καὶ συγκατιέναι χρησίμως, ὅταν ἡ τῶν πραγμάτων ὑπό‐
30θεσις ἀπαιτῇ τοῦτο, καὶ χρηστὸν εἶναι ὁμοῦ καὶ αὐστηρόν· οὐ γὰρ ἑνὶ τρόπῳ χρήσασθαι τοῖς ἀρχομένοις ἅπασι δέον· ἐπεὶ μηδὲ ἰατρῶν παισὶν ἑνὶ μόνῳ φαρμάκῳ πᾶσι τοῖς κάμνουσι προσφέ‐ ρεσθαι καλὸν μηδὲ κυβερνήτῃ μίαν ὁδὸν εἰδέναι
35τῆς πρὸς τὰ πνεύματα μάχης.» Ἐννόησον τοίνυν ὁποῖόν τινα εἶναι χρὴ τὸν μέλλοντα χειμῶνα τοσοῦ‐ τον ἀνθέξειν καὶ τοιαύτην ζάλην καὶ τοσαῦτα κύ‐ ματα 492 πρὸς τὸ «γενέσθαι τοῖς πᾶσι τὰ πάντα, ἵνα πάντας κερδήσῃ.» Καὶ γὰρ σεμνὸν δεῖ εἶναι
40τὸν τοιοῦτον καὶ ἄτυφον καὶ φοβερὸν καὶ προσηνῆ καὶ ἀρχικὸν [καὶ κοινωνικὸν καὶ ἀδέκαστον καὶ θε‐ ραπευτικὸν] καὶ ταπεινὸν καὶ ἀδούλωτον καὶ φαι‐ δρὸν καὶ ἥμερον, ἵνα [πρὸς] ταῦτα εὐκόλως [μά‐ χεσθαι] δύνηται. Οὐκοῦν δεῖ τὸν ἐνάρετον καὶ
45ἐχέφρονα φεύγειν τὸ κολακεύειν καὶ κολακεύεσθαι, καὶ μήτε ἀλαζονικὸν (129a) εἶναι μήτε κόλακα, ἀλλ’ ἀμφοτέρων τῶν κακῶν τούτων κολάζειν τὴν ἀμετρίαν καὶ ἐλεύθερον εἶναι, μήτε εἰς δουλοπρέπειαν κατα‐ πίπτοντα. Πρὸς μὲν γὰρ χρηστοὺς ταπεινὸν ὑπάρ‐

110

.

729

(50)

χειν χρὴ, πρὸς δὲ θρασεῖς ὑψηλόν· ἐπείπερ οἱ μὲν
ἀρετὴν εἶναι τὴν ἐπιείκειαν ἡγοῦνται, οἱ δὲ ἀνδρείαν729

110

.

732

τὴν θρασύτητα, ἐκείνοις μὲν τὴν ταπεινοφροσύνην δέον προσφέρειν, τούτοις δὲ τὴν ἀνδρείαν σβεννύου‐ σαν αὐτῶν τὴν ἀπὸ θρασύτητος δόξαν, ἵνα τοὺς μὲν ὠφελήσῃ, τῶν δὲ ταπεινώσῃ τὸ φρόνημα.»
5(12) Ὅπερ οὖν καὶ ὁ μέγας Βασίλειος δηλῶν ἔλεγε· «Τοῦ σοφωτάτου Σολομῶντος φήσαντος· «Καιρὸς τῷ παντὶ πράγματι,» εἰδέναι χρὴ, ὅτι καὶ ταπεινότητος, καὶ ἐξουσίας, καὶ ἐλέγχου, καὶ παρακλήσεως, καὶ φειδοῦς, καὶ παῤῥησίας, καὶ
10χρηστότητος, καὶ ἀποτομίας, καὶ ἅπαξ ἁπλῶς παν‐ τὸς πράγματος καιρός ἐστιν ἴδιος, ὥστε ποτὲ μὲν τὰ τῆς ταπεινότητος δεικνύειν καὶ μιμεῖσθαι τῇ τα‐ πεινώσει τὰ παιδία κατὰ τὴν Κυριακὴν φωνὴν, ποτὲ δὲ τῇ ἐξουσίᾳ κεχρῆσθαι «ἣν ἔδωκεν ὁ Θεὸς
15εἰς οἰκοδομὴν καὶ οὐκ εἰς καθαίρεσιν,» ὅταν ἡ χρεία ἐπιζητῇ τὴν παῤῥησίαν· καὶ ἐν καιρῷ μὲν παρα‐ κλήσεως τὸ χρηστὸν ἐνδείκνυσθαι, ἐν καιρῷ δὲ ἀπο‐ τομίας τὸν ζῆλον ἐμφαίνειν καὶ ἐφ’ ἑκάστου τῶν ἄλλων ὁμοίως τὸν ἔγκριτον καὶ δίκαιον λογισμὸν
20ἀποφέρεσθαι· λογισμοὶ γὰρ δικαίων κρίματα.» (13) Καὶ δὴ καὶ ὁ θεοφόρος Ἰσίδωρος καὶ τοῦ μακαρίου φοιτητής ποτε λέγει· «Τὸν ἄρχοντα δὲ καὶ ἀγαθὸν εἶναι δεῖ καὶ φοβερὸν, ἵν’ οἱ μὲν εὖ βιοῦντες θαῤῥοῖεν, οἱ δ’ ἁμαρτάνοντες ὀκνοῖεν· θάτε‐
25ρον γὰρ θατέρου χωρὶς, ἀναρχίας μᾶλλόν ἐστιν ἢ ἀρχῆς. Εἰ 493 μὲν γὰρ πάντες ἦσαν εὐπειθεῖς καὶ φιλάρετοι, ἀγαθότητος ἔδει μόνης, εἰ δὲ φιλα‐ μαρτήμονες, φόβου· ἐπειδὴ δὲ καὶ ἀγαθοὺς καὶ πο‐ νηροὺς ἀνάγκη ἐν τοῖς ἀρχομένοις εἶναι, ἀμφότερα
30μεταχειριστέον τῷ ἄρχοντι καὶ προϊσταμένῳ, ἵνα ἡ μὲν ἀγαθότης στηρίζῃ τοὺς ἀγαθοὺς καὶ σώφρονας, ὁ δὲ φόβος προαναστέλλῃ τῶν κακίστων τὰ πταί‐ σματα.» (14) Ταῦτα τοίνυν, ὡς ἔοικεν, ἀγνοοῦντες καὶ
35τὰ τούτων ὅμοια μὴ καλῶς ἐπιστάμενοι διακρίνειν καὶ συγκρίνειν οἱ ἐχθροὶ τοῦ θεσπεσίου Ἰωάννου ἀλόγως καὶ ἀνοήτως ἐμίσουν αὐτὸν καὶ διέβαλλον ὡς τραχύν τινα καὶ ὀργῖλον. Διὸ δὴ καὶ κατὰ γυναικῶν ὁ μακάριος Ἰωάννης ἐπ’ ἐκκλησίας λόγον ἐπεδεί‐
40ξατο, ὃν οἱ δυσμενεῖς κατ’ Εὐδοξίας εἰρῆσθαι θρυλ‐ λήσαντες, ταύτῃ τὸν λόγον εἰσήγαγον. Ἡ δὲ πρὸς Ἀρκάδιον δεινῶς πεπονθέναι λέγουσα κατὰ Ἰωάν‐ νου τοῦτον παρώτρυνεν· παρασκευάζει δὲ μεταστα‐ λῆναι Θεόφιλον ὡς πρόδηλον ἐχθρὸν τοῦ Ἰωάννου
45ὑπάρχοντα. Ὃς παραγενόμενος ἐν τῇ Δρυῒ τῇ ἐν Ῥουφινιαναῖς τὴν κατὰ Ἰωάννου ἐπιβουλὴν κατειρ‐ γάσατο (καὶ τοῦτον κατέκρινεν ἐν ἐξορίᾳ στεῖλαι), ὅπερ γνοὺς ὁ λαὸς στάσιν μεγάλην ἐποίησε μὴ συγ‐ χωρῶν αὐτῷ ἐκβληθῆναι τῆς πόλεως.

110

.

732

(50)

(15) Ἐπικαμφθεῖσα Εὐδοξία τοῖς ὀδυρμοῖς τοῦ λαοῦ (παρεκάλεσεν ὑπὲρ Ἰωάννου τὸν Ἀρκάδιον, καὶ) πέμψασα Βρίσσωνα τὸν εὐνοῦχον ἀπὸ Πραινέ‐
του τὸν Ἰωάννην εἰσήγαγεν, ὥστε Θεόφιλον καὶ τοὺς731

110

.

733

σὺν αὐτῷ φοβηθέντας φυγῇ χρήσασθαι· ἑξήκοντα δὲ ἐπίσκοποι εὑρεθέντες συνῆλθον καὶ ἄκυρα (129b) τὰ ἐν τῇ Δρυῒ πραχθέντα ἅπαντα ψηφισάμενοι, Ἰωάννῃ τὴν ἐπισκοπὴν δικαίως ἐκύρωσαν.
5(16) Ἐπισυνέβη δὲ αὖθις τὰ κατὰ τὴν ἀργυρᾶν στήλην τῆς Εὐδοξίας τόν τε ἀμπελῶνα τῆς χήρας· πάλιν μῖσος καὶ πάλιν ὀργή, πάλιν ἔχθρα καὶ λό‐ γου ἐπίδειξις, οὗ ἡ ἀρχή· «Πάλιν Ἡρωδιὰς μαίνεται.» Κἀντεῦθεν οἱ τοῦ μέρους αὐτοῦ ἐπίσκο‐
10ποι τὴν ἐξορίαν 494 αὐτοῦ μέλλειν ἔσεσθαι βλέ‐ ποντες, συναθροίζονται πρὸς αὐτὸν μετὰ πολλῶν δακρύων λέγοντες· «Ἐπάναγκες ἡμῖν, ὦ δέσποτα, τὰς ἐκκλησίας κατέχοντας ἀναγκασθῆναι, καὶ κοινωνῆσαι, καὶ ὑπογράψαι.» Ὁ δὲ μακάριος πρὸς
15αὐτούς· «Κοινωνήσατε μὲν, ἵνα μὴ σχίσητε τὴν Ἐκκλησίαν· μὴ ὑπογράψητε δέ· οὐδὲν γὰρ ἐμαυτῷ σύνοιδα ἄξιον καθαιρέσεως.» (17) Εἶχε δὲ μαθητὰς ἐπισκόπους μὲν Πρόκλον, καὶ Παλλάδιον, καὶ Βρίσσωνα, καὶ Θεοδώρητον,
20ἀσκητὰς δὲ Μάρκον, καὶ Νεῖλον, καὶ Ἰσίδωρον τὸν Πηλουσιώτην. (18) Ὁ δὲ μέγας Ἐπιφάνιος Κύπρου ἐν τῷ Ἑβδόμῳ ἐλθὼν, χειροτονίας καὶ συνάξεις παρὰ τὴν Ἰωάννου ἐποίησε γνώμην. Καὶ τοῦ Ἰωάννου
25τοῦτο συγχωρῆσαι θελήσαντος καὶ προτρεψαμένου αὐτὸν συμβῆναι αὐτῷ ἐν τῷ ἐπισκοπικῷ κατα‐ γωγείῳ, οὐχ εἵλατο τοῦτο ποιῆσαι Ἐπιφάνιος· ταῖς [γὰρ] τοῦ Θεοφίλου διαβολαῖς προκατείληπτο. (19) Ἰωάννου τοῦ Χρυσοστόμου ἐπισκοποῦντος,
30ἀνήρ τις [ἦν] Μακεδονιανὸς γυναῖκα ἔχων ὁμόφρονα αὐτοῦ· καὶ ὁ μὲν ἀνὴρ πεισθεὶς τῇ διδασκαλίᾳ Ἰωάννου, τῇ καθολικῇ Ἐκκλησίᾳ προσελθὼν ἐκοι‐ νώνησεν· ὁμοίως δὲ καὶ τῇ γυναικὶ κοινωνῆσαι παρ‐ ῄνει· ἡ δὲ ὑποκριθεῖσα πείθεσθαι τῷ ἀνδρὶ,
35ἦλθεν ἐν τῇ ἐκκλησίᾳ· παιδίσκη δὲ αὐτῆς γνησία κοινωνίαν ἐκ τῆς Μακεδονίου φέρουσα αἱρέσεως δέδωκεν αὐτῇ· δεξαμένη δὲ ὑπὸ Ἰωάννου τὴν κοινωνίαν, ὑποκριθεῖσα (συγκύπτειν καὶ) ταύτης μεταλαμβάνειν, (ἣν μὲν εἶχε) δέδωκε τῇ παιδίσκῃ
40(αὐτῆς), ἔλαβε δὲ ἐξ αὐτῆς ἣν ἔφερεν ἡ παιδίσκη τῆς τῶν Μακεδονιανῶν, ἣν καὶ προσαγαγοῦσα τῷ στόματι, εὗρεν αὐτὴν λίθον γεγενημένην· (καὶ τούτου φανερωθέντος) ὑπότρομος προσελθοῦσα 495 τοῖς Ἰωάννου ποσὶν, τὸ γεγονὸς ἐξήγγειλε καὶ
45τῇ Ἐκκλησίᾳ προσῆλθε κατὰ ἀλήθειαν· (ὁ δὲ λίθος ἐν τῷ σκευοφυλακίῳ ἐτέθη φυλάττεσθαι).
(19) Ὁ οὖν ἀοίδιμος Ἰωάννης ἐπισκοπεύσας733

110

.

736

ἔτη εʹ, ἐξωρίσθη εἰς Κουκουσὸν, κἀκεῖθεν μετὰ ἔτη γʹ καὶ μῆνας βʹ μετηνέχθη εἰς Πιτυοῦντα. Καὶ γενόμενος κατὰ πάροδον ἐν Κομάνοις ἐτελεύτησεν ἐν πολλῇ θλίψει καὶ κακώσει ὑπάρχων, ἐτῶν νβʹ.
5ΣΓʹ. Περὶ τῆς ἐπιστολῆς πάπα Ῥώμης πρὸς τὸν Ἀρκάδιον τὸν βασιλέα. Ὁ τοίνυν πάπας Ῥώμης Ἰννοκέντιος, ἀκούσας τὴν ἐν ἐξορία τελευτὴν αὐτοῦ, γράφει πρὸς Ἀρκά‐ διον τοιάδε· «Φωνὴ αἵματος τοῦ ἀδελφοῦ μου Ἰωάν‐
10νου βοᾷ πρὸς τὸν Θεὸν κατὰ σοῦ, βασιλεῦ, ὥς ποτε Ἄβελ τοῦ δικαίου κατὰ τοῦ ἀδελφοκτόνου Καΐν. Καὶ πάντως ἐκδικηθήσεται παντοιοτρόπως, ὅτι διωγ‐ μὸν ἄδικον κατὰ τῆς Ἐκκλησίας τοῦ Θεοῦ καὶ τῶν ἱερέων αὐτοῦ συνεστήσω ἐξέωσας τὸν μέγαν τῆς
15Ἐκκλησίας φωστῆρά τε καὶ διδάσκαλον ἐκ τοῦ θρόνου τῆς ἐπισκοπῆς αὐτοῦ παρανόμως τε καὶ ἀκρίτως συνεκδιώξας αὐτῷ καὶ τὸν Χριστόν.» (2) Τελευτήσαντος δὲ Ἰωάννου, χειροτονεῖται πατριάρχης Ἀρσάκιος.
20(3) Ἡ δὲ νέα Δαλιλὰς Εὐδοξία κατὰ μικρὸν τῷ ξυρῷ τῆς ἀπάτης (130a) ξυρήσασα, κατάραν ἐπήγαγεν ἑαυτῇ ἔνδικόν τε καὶ ἀνεξάλειπτον, δε‐ σμεύσασα φορτίον ἁμαρτημάτων δυσβάστακτον, 496 καὶ προσθεῖσα τοῖς πρώην αὐτῆς δεινοῖς καὶ πολλοῖς
25ἁμαρτήμασιν. (4) Ὁ δέ (γε) μέγας Ἰσίδωρος πρός τινα γρά‐ φων, οὕτως φησίν· «Ἐρωτᾷς τὴν περὶ τὸν θεσπέ‐ σιον Ἰωάννην τραγῳδίαν· ἀλλὰ φράσαι ταύτην ἀπορῶ· νικᾷ γὰρ τὸν νοῦν ἡ μέθη τοῦ πράγμα‐
30τος. Μικρὰ δὲ μάνθανε, ἅπερ ἡ Αἴγυπτος ἠγνόησε, Μωσέα μὲν παραιτουμένη, τὸν δὲ Φαραὼ οἰκειου‐ μένη, τοὺς ταπεινοὺς μαστίζουσα καὶ τοὺς κοπου‐ μένους θλίβουσα, πόλεις οἰκοδομοῦσα καὶ τοὺς μι‐ σθοὺς ἀποστεροῦσα καὶ μέχρι (τοῦ) νῦν τούτοις
35ἐμμελετῶσα, τὸν λιθομανῆ καὶ χρυσολάτρην προ‐ βαλλομένη Θεόφιλον, τέσσαρσι συνεργοῖς καὶ συν‐ αποστάταις ὀχυρωθέντα, τὸν θεοφιλῆ καὶ θεολόγον κατεπολέμησεν ἄνθρωπον, τὴν περὶ τὸν ἐμοὶ ὁμώ‐ νυμον ἀπέχθειαν καὶ δυσμένειαν ὁρμητήριον τῆς
40οἰκείας εὑρηκότα σκληρότητος· ἀλλ’ «Ὁ μὲν οἶκος Δαυῒδ κραταιοῦται καὶ πορεύεται· ὁ δὲ οἶκος Σαοὺλ ἀσθενεῖ, καὶ καταισχύνεται, καὶ συμποδίζεται,» καθὼς ὁρᾷς, εἰ καὶ τῆς ζάλης ὑπεξῆλθεν ὁ ἄνθρω‐ πος τοῦ Θεοῦ στεφανίτης καὶ νικηφόρος, καὶ πρὸς
45τὴν ἄνω γαλήνην μετεχώρησεν.» (5) Ὑποστρέφοντι δὲ Ἐπιφανίῳ ἐν Κύπρῳ τὴν
ἑαυτοῦ τελευτὴν παρὰ Θεοῦ μεμαθηκὼς πλησιάζου‐735

110

.

737

σαν, λέγεται εἰρηκέναι τοῖς αὐτὸν παραπέμπουσιν· «Σπεύδω ἐγώ· ἀφίημι δὲ ὑμῖν τὰ βασίλεια, καὶ τὴν πόλιν, καὶ τὴν ὑπόκρισιν.» Ὅς γε καὶ Ἰωάννου τὴν ἐν ἐξορίᾳ τελευτὴν καὶ νίκην ἐδήλωσε, καὶ Ἰωάννης
5ὁμοίως Ἐπιφανίῳ τὴν ἐν τῷ πλοίῳ κοίμησιν· ἐκ θείας ἐπιπνοίας ταῦτα προμυήθησαν οἱ μακάριοι, ἵνα μή τις ἔχθραν [ἔχειν] αὐτοὺς ὑποπτεύσειε κατ’ ἀλλήλων· οὐ γὰρ ἂν οἱ τοιοῦτοι θεηγόροι καὶ θεοφιλεῖς διδάσκαλοι, καὶ τοῦ εἰρηνοποιοῦ Χρι‐
10στοῦ μαθηταὶ γνήσιοι, τοῦ φάσκοντος· «Ἐν τούτῳ γνώσονται πάντες, ὅτι ἐμοὶ 497 μαθη‐ ταί ἐστε, ἐὰν ἀγάπην ἔχητε ἐν ἀλλήλοις,» ἔχθραν ἔχοντες ἐτελεύτησαν· ἄπαγε! Εἰ γὰρ καὶ μικρὸν σκάνδαλον τὸ προῤῥηθὲν γέγονε μεταξὺ, τὴν ἀνθρω‐
15πίνην ἀσθένειαν ἐλέγχον πρὸς ὀλίγον, ἀλλ’ οὖν γε θᾶττον εἰς τὴν κορυφὴν τῶν ἀρετῶν (αὖθις) ἀνήχθη‐ σαν, τὴν ἀγάπην, περὶ ἧς λέγει Παῦλος ὁ ἀπόστο‐ λος· «Ἡ ἀγάπη μακροθυμεῖ, χρηστεύεται, οὐ παροξύνεται, οὐ λογίζεται τὸ κακόν,» καὶ ὅτι «Ὁ Θεὸς ἀγάπη ἐστὶ, καὶ ὁ μένων ἐν τῇ ἀγάπῃ
20ἐν τῷ Θεῷ μένει.» (6) Μετὰ δὲ τὴν Ἰωάννου τελευτὴν ἐπίσκοπός τις ἅγιος, Ἀδελφιὸς τοὔνομα, ἔλεγεν, ὅτι· «Λύπην εἶχον ἀφόρητον, διότι ὁ τοιοῦτος ἀνὴρ, ὁ τῆς οἰκουμένης διδάσκαλος, ὁ τοῖς λόγοις εὐφράνας τὴν
25Ἐκκλησίαν τοῦ Θεοῦ, ἔξω τοῦ θρόνου ἐκοιμήθη. Ἐδεόμην οὖν τοῦ Θεοῦ μετὰ πολλῶν δακρύων, ἵνα δείξῃ μοι αὐτὸν ἐν ποίᾳ καταστάσει ἐστὶ καὶ εἰ μετὰ τῶν πατριαρχῶν ἐτάγη. Ἐπὶ πολὺν οὖν χρό‐ νον τοῦτο εὐχόμενος, ἐν μιᾷ γίνομαι ἐν ἐκστάσει,
30καὶ θεωρῶ ἄνδρα πάνυ εὐειδῆ κρατήσαντά με τῆς δεξιᾶς χειρὸς, ὃς ἀπαγαγών με εἰς τόπον λαμπρὸν καὶ ὑπερένδοξον, ἐδείκνυέ μοι τοὺς τῆς Ἐκκλησίας διδασκάλους. Ἐγὼ δὲ, φησὶ, περιεσκόπουν ἰδεῖν ὃν καταθυμίως εἶχον, τὸν μέγαν Ἰωάννην, τὸν ἐμὸν
35ἀγαπητόν· ὡς οὖν ἔδειξέ μοι πάντας καὶ ἑκάστου τὸ ὄνομα ἐγνώρισε, κρατήσας με πάλιν τῆς χειρὸς, ἐξήγαγέ με ἔξω. Ἐγὼ δὲ λελυπημένος ἠκολούθουν αὐτῷ (130b) μὴ ἑωρακὼς μετὰ τῶν Πατέρων τὸν ἐν ἁγίοις Ἰωάννην (τὸν Χρυσόστομον). Ὡς οὖν ἐξηρ‐
40χόμην, ὁ ἐφεστὼς τῇ θύρᾳ κατασχών με λέγει μοι· («Τί ἔχεις; τί λελύπησαι;» Ἐμοῦ δὲ μὴ ἀποκριθέντος, πάλιν λέγει μοι·) «Οὐδεὶς [εἰσ]ερχό‐ μενος ὧδε, λυπούμενος ἔνθεν ἐξέρχεται.» Τότε λέγω αὐτῷ· «Αὕτη μοί ἐστιν (ἡ) λύπη, ὅτι τὸν ἐμὸν
45προσφιλέστατον Ἰωάννην τὸν ἐπίσκοπον ΚΠ. οὐχ ἑώρακα μετὰ τῶν ἄλλων τῆς Ἐκκλησίας διδασκά‐ λων.» Ὁ δὲ πάλιν λέγει μοι· «Ἄνθρωπος 498 ἐκεῖνον ἐν σαρκὶ ὢν ἰδεῖν οὐ δύναται· ἐκεῖ γὰρ
παρίσταται ὅπου ὁ θρόνος ὁ Δεσποτικός.»737

110

.

740

(7) Ἐπὶ Ἀρκαδίου ἀντῆραν οἱ Ἴσαυροι πραι‐ δεύοντες ἕως Καππαδοκίας. (8) Ἐπὶ αὐτοῦ εἰσῆλθε καὶ τὰ λείψανα τοῦ ἁγίου προφήτου Σαμουὴλ καὶ ἀπετέθη ἐν τῷ ναῷ αὐτοῦ
5πλησίον τοῦ Ἑβδόμου. (9) Ἀῤῥωστήσας δὲ ὁ αὐτὸς βασιλεὺς τελευτᾷ. ΣΔʹ. Βασιλεία Θεοδοσίου τοῦ Μικροῦ. Μετὰ δὲ Ἀρκάδιον ἐβασίλευσε Θεοδόσιος, ὁ υἱὸς αὐτοῦ, ἔτη μβʹ. Καὶ ἐξελθὼν ἱππασθῆναι
10(ἐν τῷ Κάμπῳ), συμπεσὼν τῷ ἵππῳ ἐτελεύτησεν. (2) Οὗτος ἐν τοῖς Χαλκοπρατίοις ναὸν ἔκτισε τῆς Θεοτόκου, πρότερον ὄντα συναγωγὴν Ἰουδαίων. (3) Καὶ τὸ χερσαῖον τεῖχος τῆς πόλεως κατα‐ λύει καὶ προσθεὶς ἄλλα δύο διαστήματα, ᾠκοδόμη‐
15σεν ἕτερον τεῖχος δι’ ἡμερῶν ξʹ. (4) Ἐπὶ αὐτοῦ καὶ οἱ ἐν Ἐφέσῳ μαρτυρήσαν‐ τες παῖδες ζʹ ἐπὶ Δεκίου, ἀνέστησαν μετὰ ἔτη τοβʹ. (5) Καὶ σεισμὸς μέγας ἐγένετο ἐν ΚΠ. καὶ φοβερώτατος, ὥστε πεσεῖν τὰ τείχη τῆς πόλεως καὶ
20τὸ πλεῖστον μέρος αὐτῆς 499 ἐν διαφόροις τόποις· καὶ μέντοι καὶ κώμας καὶ χώρας τῆς τε Θρᾴκης καὶ Πόντου, Βιθυνίας, καὶ Φρυγίας, καὶ Γαλατίας, καὶ ἐπεκράτησεν ὁ σεισμὸς ἐπὶ μῆνας γʹ· διὸ καὶ ὁ βασιλεὺς σὺν τῷ πατριάρχῃ Πρόκλῳ καὶ παντὶ τῷ
25πλήθει τῆς πόλεως ἀνυπόδητος ἐλιτάνευεν ἐπὶ πολ‐ λὰς ἡμέρας. (6) Ἐν αἷς, λιτανευόντων αὐτῶν, συνέβη παιδίον ἁρπαγῆναι ἐκ τοῦ λαοῦ εἰς τὸν ἀέρα καὶ μυηθῆναι ὑπ’ ἀγγελικῆς τινος διδασκαλίας τὸν τρισάγιον
30ὕμνον. Τοῦ δὲ παιδὸς ἀπολυθέντος καὶ τὸ μυηθὲν ἀπαγγείλαντος, καὶ τοῦτο μετ’ αὐτοῦ μελῳδησάν‐ των τῶν ὄχλων, παραυτίκα ἐκόπασεν ἡ τοῦ σεισμοῦ ἀπώλεια (καὶ τὸ παιδίον ἀπέθανεν). (7) Ἐπὶ Θεοδοσίου Ἄσπαρ καὶ Ἀρδαβούριος
35προχειρίζονται δομέστικοι Ἀνατολῆς τε καὶ Δύ‐ σεως. (8) Ἀττικοῦ δὲ πατριαρχοῦντος Ἰουδαῖόν τινα παράλυτον νουθετήσας, εἶτα βαπτίσας, ὑγιῆ (πα‐ ραδόξως) ἐκ τῆς κολυμβήθρας ἀνήγαγε.
40ΣΕʹ. Περὶ τῆς γʹ Συνόδου. Καὶ ἡ γʹ γέγονε σύνοδος τῶν ἐν Ἐφέσῳ ςʹ Πατέρων, συνελθοῦσα τὸ πρότερον ἐν ἔτει ιγʹ τῆς
Θεοδοσίου τοῦ Μικροῦ βασιλείας, υἱοῦ Ἀρκαδίου.739

110

.

741

(2) Ἧς ἡγοῦντο Κύριλλος Ἀλεξανδρείας, διέπων καὶ τὸν τόπον Κελεστίνου τοῦ Ῥώμης, Ἰουβενάλιος Ἱεροσολύμων (Ἰωάννης Ἀντιοχείας, κατὰ Νεστορίου ἐπισκόπου ΚΠ. παρόντος καὶ αὐτοῦ
5ἐν Ἐφέσῳ), λέγοντος μὴ λέγειν Θεοτόκον τὴν (ἁγίαν) 500 Θεοτόκον (Μαρίαν), ἀλλὰ Χριστοτόκον (καὶ Κυριοτόκον), καὶ δύο υἱοὺς ἐπὶ Χριστοῦ τοῦ Θεοῦ μυθολογοῦντος καὶ δύο ὑποστάσεις, καὶ ἄλλον μὲν εἶναι τὸν Λόγον τὸν ἐκ τοῦ Πατρὸς γεννηθέντα,
10ὕστερον δὲ τὸν ἐκ Μαρίας τεχθέντα ἄνθρωπον, κατὰ σχέσιν δὲ ἑνωθέντα τῷ Θεοῦ Λόγῳ, καὶ ὁμωνύμως αὐτῷ Υἱὸν λεγόμενον. (3) Τοῦτον προσκληθέντα παρὰ τῆς συνόδου καὶ μὴ ἀπαντήσαντα ἐκκλησιαστικῶς καθελοῦσα ὡς μὴ
15θελήσαντα τοῖς ὀρθοῖς δόγμασι συνθέσθαι, ἀνεθεμά‐ τισε, μίαν δὲ τοῦ Χριστοῦ καὶ Θεοῦ ἡμῶν καθ’ (131a) ἕνωσιν ὑπόστασιν καὶ δύο φύσεις σαφῶς ἐδογμάτισε, τὸν αὐτὸν εἶναι (καὶ) Θεὸν καὶ ἄνθρωπον καὶ τὴν ἁγίαν Μαρίαν κυρίως καὶ ἀληθῶς Θεοτόκον.
20(4) Ἰωάννης δὲ Ἀντιοχείας ἐπίσκοπος μετὰ τὴν Νεστορίου καθαίρεσιν καταλαμβάνει· καὶ λυ‐ πηθεὶς ὅτι χωρὶς αὐτοῦ καθῃρέθη Νεστόριος, παρα‐ λαβὼν τοὺς συνελθόντας αὐτῷ ἐπισκόπους, ἐν οἷς ἦν καὶ Θεοδώρητος ὁ Κύρου ἐπίσκοπος καὶ Ἴβας
25Ἐδέσσης, καθαίρεσιν ὑπαγορεύει τοῦ ἐν ἁγίοις Κυρίλλου καὶ Μέμνονος τοῦ Ἐφεσίων ἐπισκόπου ὡς παρὰ τὸν κανόνα τῆς Ἐκκλησίας ποιησάντων τὴν σύνοδον. Οἱ δὲ περὶ Κύριλλον μέμφονται ὡς ἄθεσμα καὶ ἄτοπα τὰ παρ’ αὐτῶν γενόμενα. Καὶ οὕτως ἀπὸ
30τῆς Ἐφεσίων διαφερόμενοι ἀλλήλοις διέστησαν, οἵ τε Ἀνατολικοὶ καὶ [οἱ] Αἰγύπτιοι. (5) Μετὰ δὲ ταῦτα σπουδῇ τοῦ βασιλέως ἡνώ‐ θησαν, συμφρονήσαντες καὶ οἱ Ἀνατολικοὶ τῇ ἐκτε‐ θείσῃ ἐν Ἐφέσῳ ὀρθοδόξῳ πίστει καὶ τῇ κατὰ
35Νεστορίου καθαιρέσει ἔγγραφον ἐπιστολὴν τοῖς Ἀλεξανδρεῦσι διὰ Παύλου τοῦ ἐπισκόπου Ἐμέσ‐ σης ἀποστείλαντες. (6) Νεστόριος δὲ ἐξωρίσθη εἰς Ὄασιν. (7) Ἀττικοῦ δὲ τελευτήσαντος, Σισίνιος πα‐
40τριάρχης προχειρίζεται· τούτου δὲ τελευτήσαντος, ὁ Νεστόριος· τούτου δὲ καθαιρεθέντος, Πρόκλος ἀντ’ αὐτοῦ χειροτονεῖται, 501 ὅτε καὶ τὸ λείψανον τοῦ Χρυσοστόμου ἐν τῇ πόλει μετεκομίσθη. Ὡσαύ‐ τως καὶ τὰ λείψανα Στεφάνου καὶ Λαυρεντίου.
45(8) Ὁ δὲ τῶν Περσῶν φύλαρχος ἦλθε πολεμῆ‐ σαι Θεοδοσίῳ· ὁ δὲ βασιλεὺς ἀπέστειλε κατ’ αὐτοῦ πατρίκιον καὶ στρατὸν ἔνοπλον. Τοῦ δὲ παραταξα‐ μένου εἰς πόλεμον, δηλοῖ αὐτῷ ὁ φύλαρχος λέγων· «Εἰ ἔτι ἔχεις ἕνα δυνατὸν ἐκ τοῦ λαοῦ σου ἰσχύοντα

110

.

741

(50)

μονομαχῆσαι καὶ νικῆσαι ἕνα Πέρσην μονομάχον, εὐ‐741

110

.

744

θέως ποιῶ τὰ πάκτα τῆς εἰρήνης ἐπὶ χρόνους νʹ· εἰ δὲ ἡττηθείη, λαμβάνειν με κεντηνάρια νʹ.» Καὶ οὕτως ὁ μὲν Πέρσης κατάφρακτον, ὁ δὲ Γότθος κόμητα ἔνοπλον μεταξὺ τοῦ πλήθους παραστήσαντες
5εἰς μονομαχίαν, πρῶτος ὁ Πέρσης ὁρμήσας δορυφό‐ ρος· ὁ δὲ Γότθος δεξιὸν πλαγιάσας ἐσώκισεν αὐτὸν κατὰ τὸ Γοτθικὸν ἔθος, καὶ τοῦτον ἐκ τοῦ ἵππου καταγαγὼν, αὐτίκα ἀνεῖλεν. Καὶ τούτου γεγονό‐ τος, ἐποίησεν ὁ Περσῶν φύλαρχος εἰρήνης πάκτα
10κατὰ τὴν ὑπόσχεσιν αὐτοῦ. (9) Τοῦ δὲ βασιλέως κυνηγῆσαι ἐξελθόντος, τοὺς σὺν αὐτῷ πάντας διαλαθὼν, ἦλθε διὰ μακρᾶς ὁδοῦ πρός τινα μοναχὸν ἐν κελλίῳ καθεζόμενον πλησίον τῶν προαστείων ΚΠ.
15(10) Ὃν ὁ γέρων ἐπέγνω μὲν, ἐδέξατο δὲ ὡς ἕνα τῶν στρατιωτῶν. Τοῦ δὲ βασιλέως ἐκ τῆς ὁδοῦ καὶ τοῦ καύσωνος ὀλιγωρήσαντος, ἔβρεξεν ἄρτους ὁ γέρων καὶ βαλὼν ὄξος καὶ ἔλαιον, ἔφαγεν ὁ βασιλεὺς καὶ ἔπιεν ὕδωρ.
20(11) Καί φησι πρὸς τὸν μοναχόν· «Οἶδας τίς εἰμι, Πάτερ;» Ὁ δὲ μοναχὸς εἶπεν· «Ὁ Θεὸς οἶδέ σε.» Καὶ ὁ βασιλεὺς ἔφη· «Ἐγώ εἰμι Θεοδόσιος ὁ βασιλεύς.» Καὶ ἀναστὰς ὁ γέρων προσεκύνησεν αὐτόν. Εἶπεν οὖν ὁ βασιλεύς· «Μακάριοί ἐστε
25ὄντως ὑμεῖς οἱ 502 μοναχοὶ καὶ ἀμέριμνοι τοῦ κόσμου· ἐπ’ ἀληθείας γὰρ λέγω σοι, Πάτερ, ἐν τῷ παλατίῳ ἐγεννήθην καὶ οὐδέποτε μεθ’ ἡδονῆς ἀπήλαυσα βρώσεως (τοιαύτης) καὶ πόσεως, καθὼς σήμερον.»
30(12) Τοῦ δὲ λαοῦ φθάσαντος, καὶ ἐνώπιον πάν‐ των ἀξιοπρεπῶς τιμήσαντος τὸν γέροντα καὶ πάντας ἀξιωθῆναι τῆς εὐχῆς αὐτοῦ τοῦ βασιλέως προστά‐ ξαντος, ἀνεχώρησεν εἰς τὴν ὁδὸν αὐτοῦ μετ’ εἰρή‐ νης· Καὶ ἀπὸ τότε (131b) ἐτίμα αὐτὸν ὁ βασιλεὺς
35(μεγάλως). Ὁ δὲ γέρων ἀναστὰς ἔφυγε καὶ πάλιν ἦλθεν εἰς Αἴγυπτον. ΣϞʹ. Περὶ τῆς Ἀνακομιδῆς τοῦ Χρυσοστόμου. Ὁ αὐτὸς βασιλεὺς ἀποστείλας ἀνεκόμισε τὸ λείψανον τοῦ Χρυσοστόμου ἐκ Κομάνης ὅπου ἦν τε‐
40λευτήσας ἐξορισθεὶς ὑπὸ Εὐδοξίας τῆς μητρὸς αὐ‐ τοῦ, πολλὰ δεηθεὶς τοῦ βασιλέως ὁ Πρόκλος ὁ τότε τὸν τῆς ΚΠ. ἰθάνων θρόνον, τοῦ ἀνακομίσαι αὐτὸ, ὃ δὴ καὶ γέγονε· καὶ ἀπέθετο αὐτὸν ἐντίμως ἐν τῷ ναῷ τῶν Ἁγίων Ἀποστόλων.
45(2) Περὶ δὲ τῆς γυναικὸς Θεοδοσίου τοῦ βασι‐ λέως Εὐδοκίας οὕτω συμβέβηκε· Φιλόσοφος ἐν ταῖς ἐν Ἑλλάδι Ἀθήναις, ἔχων υἱοὺς γʹ καὶ θυγατέρα
μίαν τελευτῶν, τοῖς μὲν υἱοῖς κατέλειπε κληρονο‐743

110

.

745

μίαν καὶ τὴν περιουσίαν αὐτοῦ πᾶσαν· τῇ δὲ θυγα‐ τρὶ νομίσματα ρʹ, οὕτως εἰρηκὼς ἐν τῇ διαθήκῃ· «Ἀθηναΐδι τῇ ποθεινοτάτῃ θυγατρὶ θέλω δοθῆναι νομίσματα ρʹ, καὶ μόνον. Ἀρκεῖ γὰρ αὐτῇ ἡ αὐτῆς
5τύχη.» (3) Ἥτις μετὰ τὴν τοῦ πατρὸς τελευτὴν μηδὲν λαβοῦσα παρὰ τῶν ἀδελφῶν, ἦλθε πρὸς τὴν Πουλ‐ χερίαν τὴν ἀδελφὴν Θεοδοσίου, 503 κατεγκαλοῦσα τοὺς ἀδελφούς. Ἡ δὲ θεασαμένη τὸ εὐπρεπὲς καὶ
10ἐλλόγιμον αὐτῆς, καὶ μαθοῦσα παρὰ τῆς θείας αὐ‐ τῆς, ὅτι παρθένος ἐστὶν, βαπτίζει ταύτην· ἦν γὰρ Ἑλληνὶς, καὶ Εὐδοκίαν μετωνόμασε. (4) Καὶ συνῆψεν αὐτὴν τῷ ἰδίῳ ἀδελφῷ πρὸς γάμον (συνευδοκοῦντος καὶ τοῦ προσφιλεστάτου
15Παυλίνου, ὃς γενόμενος μάγιστρος ἐτιμήθη μειζόνως ὡς συνεργὸς καὶ παράνυμφος. Καὶ μέντοι καὶ τοὺς ἀδελφοὺς αὐτῆς μεταστειλάμενος, ἀξιωματικοὺς ἐποίησε). (5) Μετὰ ταῦτα συνέβη προελθεῖν τὸν Βασιλέα
20κατὰ τὴν ἡμέραν τῶν Θεοφανίων καὶ Παυλῖνον ἀη‐ δισθέντα μὴ εὑρεθῆναι μετὰ τοῦ βασιλέως· καὶ ἐπέ‐ δωκέ τις πένης τῷ βασιλεῖ μῆλον φρυγιατικὸν μέγα σφόδρα, ὅπερ δεξάμενος ὁ βασιλεὺς καὶ θαυμάσας καὶ πᾶσα ἡ σύγκλητος, ἔδωκε τῷ πένητι νομίσματα
25ρʹ, τὸ δὲ μῆλον ἀπέστειλε τῇ βασιλίσσῃ, ἡ δὲ τῷ Παυλίνῳ, ὁ δὲ τῷ βασιλεῖ εἰσερχομένῳ ἐν τῷ παλα‐ τίῳ. Ὁ δὲ βασιλεὺς λαβὼν τοῦτο καὶ ἐπιγνοὺς ἐζή‐ τει αὐτὸ παρὰ τῆς βασιλίσσης· ἡ δὲ εἶπεν ὅτι «Ἔφαγον αὐτό;» καὶ ὁρκίσας αὐτὴν κατὰ τῆς ἑαυ‐
30τοῦ σωτηρίας, ἠρνήσατο ἐμμενώτερον. Τότε ὑπέδειξεν αὐτῇ τὸ μῆλον. Ἡ δὲ ἰδοῦσα αὐτὸ κατῃσχύνθη καὶ ἔμεινεν ἄφωνος. Ὁ δὲ βασιλεὺς ὀργισθεὶς κατ’ αὐτῆς καὶ ὅτι ἐρῶσα τοῦ Παυλίνου τὸ μῆλον ἔπεμψεν αὐτῷ καὶ διὰ τοῦτο ἠρνήσατο. Καὶ παραυτίκα τὸν Παυλῖ‐
35νον ἀνεῖλε. (6) Ἡ δὲ βασίλισσα Εὐδοκία ἐπὶ τοῦτο λυπη‐ θεῖσα, τὸν βασιλέα παρεκάλει εἰς Ἱεροσόλυμα αὐτὴν ἀποσταλῆναι εὐχῆς χάριν. Ὁ δὲ εἴξας τῇ αὐτῆς αἰτήσει, τὴν ἐπιθυμίαν αὐτῆς ἐξεπλήρωσεν.
40504 (7) Τῆς δὲ παραγενομένης, πολλὰ καὶ μεγάλα κατορθώματα πεποίηκεν, ἀνανεώσασα τὰ τείχη Ἱερουσαλήμ. (8) Εἰς λόγους δέ τινας ἐρχομένης αὐτῆς πρός τινας, τοῦτο ἔλεγεν, ὅτι «Περὶ ἐμοῦ Δαυῒδ εἴρηκεν·
45Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών· καὶ
οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.»745

110

.

748

(9) Ἐν δὲ τῷ μέλλειν αὐτὴν τελευτᾷν, ἐξω‐ μολογήσατο μὴ συνειδέναι τι κατὰ τῆς Παυλίνου κατηγορίας. (10) Πρόκλου δὲ τελευτήσαντος, Φλαβιανὸς
5ἀνὴρ ἱερώτατος τῆς Ἐκκλησίας προέστη. (11) Καὶ ἐκ τῶν Γότθων ἔθνη γεγόνασι δʹ, οἵ τε Ὑπόγοτθοι, Γήπεδες καὶ Οὐάνδαλοι, ἐξ ὧν Ἄραβες, καὶ ἤρξαντο διαπερᾷν ἐν τῇ Ῥωμαίων γῇ. ΣΖʹ. Βασιλεία Μαρκιανοῦ.
10 Μετὰ δὲ Θεοδόσιον ἐβασίλευσε Μαρκιανός, ὁ γαμβρὸς αὐτοῦ, ἔτη ϛʹ. (132a) Τοῦ γὰρ Θεοδοσίου τελευτήσαντος καὶ μήπω τοῦτο γνωσθέντος τινί, μεταστειλαμένη τοῦτον Πουλχερία ἡ τοῦ βασιλέως ἀδελφὴ στρατιώτην ὄντα καὶ γέροντα καὶ ἐν σωφρο‐
15σύνῃ καὶ σεμνότητι βίου διαπρέποντα, φησὶ πρὸς αὐτόν· «Ἐπειδὴ ὁ βασιλεὺς ἐτελεύτησεν, ἐγὼ δὲ ἐξελεξάμην σε ἐκ πάσης τῆς συγκλήτου ὡς ἐνάρε‐ τον, δός μοι λόγον, ὅτι φυλάσσῃ (μου) τὴν παρθενίαν (ἄσυλον) ἣν τῷ Θεῷ ἀνεθέμην, καὶ ἀναγορεύω σε
20βασιλέα.» Τοῦ δὲ συνθεμένου τοῦτο μεθ’ ὅρκου, προσκαλεῖται τὸν πατριάρχην Ἀνατόλιον καὶ τὴν σύγκλητον, καὶ ἀναγορεύει αὐτὸν βασιλέα. (2) Πολλὰ οὖν, ποιήσασα κατορθώματα καὶ πολλοὺς εὐκτηρίους 505 οἴκους ἀνεγείρασα, καὶ
25πτωχοτροφεῖα, καὶ ξενῶνας, καὶ ξενοτάφια, καὶ μοναστήρια, ἐν οἷς καὶ τὸν τοῦ Ἁγίου Λαυρεντίου ναὸν ᾠκοδόμησεν, καὶ ἐτελεύτησε παρθένος καταλεί‐ πουσα Μαρκιανὸν βασιλεύειν. (3) Καὶ γὰρ ἦν αὕτη πάσῃ ἀρετῇ κεκοσμη‐
30μένη· αὕτη γὰρ καὶ τὸν ἀδελφὸν Θεοδόσιον ἐξεπαί‐ δευσεν εἰς πάντα, οἷον ἦθός τε καὶ λόγον, βάδισμά τε καὶ γέλωτα καὶ ἐνδυμάτων περιβολὴν καὶ σχῆμα καθέδρας καὶ στάσιν· προηγουμένως δὲ τὴν εἰς τὸ Θεῖον εὐσέβειαν ἐπιμελῶς αὐτὸν ἐδίδαξεν.
35(4) Ὁ δὲ φύσει νωθρός τις καὶ ἀπερίσκοπος ὑπῆρχεν εἰς πάντα, μάλιστα εἰς τοὺς ὑποβάλλοντας αὐτῷ χάρτας, ἀπαραναγνώστως ὑπέγραφεν, ὅπερ ἡ σοφωτάτη ποτὲ γνοῦσα, σοφῶς ὑπῆλθεν αὐτῷ, δω‐ ρεὰν ὑποβάλλουσα δῆθεν πρὸς δουλείαν ὑποχωροῦσαν
40τὴν ἑαυτοῦ γαμετὴν τὴν Εὐδοκίαν, ἣν καὶ καθυπο‐ γράψας μὴ πρότερον ἀναγνοὺς, ὕστερον πικρῶς
ὀνειδίζεται παρὰ τῆς ἰδίας ἀδελφῆς Πουλχερίας.747

110

.

749

(5) Ὁ δέ γε Μαρκιανὸς εὐσεβὴς ἄγαν καὶ δικαιο‐ κριτὴς ὑπάρχων, ταῦτα περὶ αὐτοῦ γέγραπται, ὅτι ἔτι στρατιώτης ὢν, στυφθεὶς τοὺς πόδας καὶ νοσή‐ σας κατελείφθη ἐν πόλει Συδίμα. Ἀναῤῥωσθεὶς
5οὖν ᾠκειώθη δυσὶν εὐπόροις ἀδελφοῖς. 506 Ἅμα δὲ αὐτοῖς ἐπὶ θήραν ἐξιὼν μεσημβρίαν ἀναπαυσά‐ μενος ὕπνωσεν· ἔξυπνοι δὲ γενόμενοι οἱ αὐτάδελ‐ φοι ὁρῶσιν ὑπνοῦντα αὐτὸν ἐν ἡλίῳ, ὑπὸ ἀετοῦ δὲ περισκεπόμενον. Ἐκπλαγέντες οὖν, διυπνισθέντι
10λέγουσιν αὐτῷ· «Εἰ βασιλεύσεις, τί ἡμῖν χα‐ ριεῖς;» Ὁ δὲ διαπιστῶν ὅμως ἔφη, «ἀντὶ πατρὸς ἔχειν ὑμᾶς.» Δόντες οὖν αὐτῷ νομίσματα ςʹ ἀπέστει‐ λαν ἐν τῇ πόλει, φήσαντες· «Μέμνησο ἡμῶν ἐν τῇ βασιλείᾳ σου.»
15(10) Ὁ δὲ εἰσελθὼν προσεκολλήθη Ἄσπαρι καὶ Ἀρδαβουρίῳ)· εἶθ’ οὕτως (μετὰ Ἄσπαρος) εἰς Ἀφρικὴν ἐλθὼν ἐζωγρήθη. Ὑπνοῦντος δὲ ἐν τῇ αὐλῇ Γιζερὶχ, ἀετὸς αὖθις κατελθὼν ἐπεσκέπ[ασ]εν αὐτόν. Ὁραθεὶς δὲ παρὰ Γιζερὶχ, τοῦτον ἀνελεῖν
20ᾠήθη ὡς βασιλεύειν μέλλοντα. Λογισάμενος δὲ ὡς τὴν τοῦ Θεοῦ βουλὴν κωλύειν οὐ δύναται, σπονδὰς εἰρηνικὰς μετ’ αὐτοῦ ποιήσας ἀπέλυσεν αὐτόν. (11) Φλαβιανοῦ τελευτήσαντος, Ἀνατόλιος χει‐ ροτονεῖται πατριάρχης.
25(12) Ὁ οὖν Μαρκιανὸς τῆς βασιλείας αὐτοκρά‐ τωρ καὶ μόνος καταλειφθεὶς ἐκέλευσεν ἄρχοντα ἐπὶ δόσει χρημάτων μὴ γίνεσθαι· οὐ μὴν δὲ ἀλλὰ καὶ πολλῆς ἐλεημοσύνης ἀνάπλεος ἦν. (13) Ἐν δὲ ταῖς γινομέναις ἐν τῷ Κάμπῳ λιταῖς
30πεζὸς ἐξήρχετο σὺν τῷ πατριάρχῃ Ἀνατολίῳ, πολλὰς δωρεὰς τοῖς πένησι παρεχόμενος. (14) Ἐφ’ οὗ ἔπεσον ἐκ τοῦ οὐρανοῦ λίθοι τρεῖς ἐν τῇ Θρᾴκῃ παμμεγέθεις. ΣΗʹ. Περὶ τῆς δʹ Συνόδου.
35Καὶ ἡ δʹ γέγονε σύνοδος τῶν χλʹ Πατέρων ἐν Καλχηδόνι ἔτει τῆς Μαρκιανοῦ (132b) βασιλείας πρώτῳ, ἧς ἡγοῦντο Λέοντος 507 μὲν τοῦ ἁγιω‐ τάτου πάπα Ῥώμης, [τοποτηρηταὶ] Πασχάσιος καὶ Λουκίνσιος ἐπίσκοποι, καὶ Βονεφάτιος πρεσβύτερος,
40Ἀνατόλιος ΚΠ., Ἰουβενάλιος Ἱεροσολύμων, (Μάξι‐ μος Ἀντιοχείας, ἔχοντες συναθλοῦσαν καὶ Εὐφη‐ μίαν τὴν μάρτυρα, τὴν μέχρι τῆς σήμερον ὑπερμα‐ χοῦσαν τῇ πίστει, οἳ καὶ συνήχθησαν) κατὰ Εὐτυ‐ χοῦς (τοῦ δυστυχοῦς, πρεσβυτέρου γεγονότος καὶ
45ἀρχιμανδρίτου) καὶ Διοσκόρου (γεγονότος ἐπισκό‐ που Ἀλεξανδρείας, τότε ὑπ’ αὐτῆς καθαιρεθέντων ὡς ἀντενεχθέντων τοῖς ὀρθῶς παρ’ αὐτῶν ἐκφωνου‐
μένοις) καὶ λεγόντων, μὴ εἶναι τὴν σάρκα τοῦ749

110

.

752

Κυρίου ὁμοούσιον ἡμῖν, ἀλλ’ ἐκ δύο μὲν φύσεων τὴν ἕνωσιν γενέσθαι, μίαν δὲ ἀποτελεσθῆναι μετὰ τὴν ἕνωσιν, καὶ ὡς ἐν φαντασίᾳ τὴν σάρκα φορέσαι τὸν Κύριον μυθολογούντων καὶ τῇ θεότητι πάθος προσ‐
5νεμόντων. (2) Οὓς καθελόντες ὡς βλασφήμους ἀνεθεμάτι‐ σαν, ἐξεφώνησάν τε τέλειον Θεὸν καὶ τέλειον ἄνθρω‐ πον τὸν αὐτὸν ἐν δύο φύσεσιν ἀσυγχύτως (καὶ) ἀδι‐ αιρέτως τὸν Κύριον ἡμῶν καὶ Θεὸν Ἰησοῦν Χριστόν·
10δύο δὲ εἰρήκασι φύσεις τῷ λόγῳ τῆς διαφορᾶς οὐ τῷ λόγῳ τῆς διαιρέσεως, τήν τε τοῦ Ῥώμης ἐπι‐ στολὴν πάπα Λέοντος πρὸς Φλαβιανὸν γραφεῖσαν ὡς στήλην ὀρθοδοξίας ἐδέξαντο. (3) Ἐπικυροῦσι δὲ καὶ [τὴν Νεστορίου καθαί‐
15ρεσιν, ἐδέξαντο δὲ] Θεοδώρητον καὶ Ἴβαν ὡς ἀνα‐ θεματίσαντας Νεστόριον. (4) Ἐπὶ τούτου Συμεὼν ὁ θαυμάσιος ἐπιβὰς τῷ στύλῳ (ἡ σύνοδος ἐπιμεμψαμένη, —πρῶτος γὰρ τοῦτο ἐπενόησεν, —ἀκοινωνησίαν αὐτῷ ἔπεμψεν.
20Εἶτα μαθόντες οἱ θεῖοι Πατέρες τὸν βίον καὶ τὸ ἄτυ‐ φον τοῦ ἀνδρὸς, πάλιν αὐτῷ ἐκοινώνησαν. Πρὸς ὃν ὁ βασιλεὺς Μαρκιανὸς ἐν ἰδιωτικῷ σχήματι παρα‐ γενόμενος, τῆς ἱερᾶς εὐχῆς αὐτοῦ καὶ θέας κατη‐ ξίωται).
25508 (5) Περὶ οὗ καὶ Θεοδώρητος φησίν· «Ἐπειδὴ τοίνυν ἀριθμῷ κρείττονες οἱ ἀφικνού‐ μενοι, προσψαύειν δὲ πάντες ἐπεθύμουν καί τινα εὐλογίαν ἐπεχείρουν τρυγᾷν ἀπὸ τῶν δερματίνων ἐκείνων ἱματίων· (πρῶτον μὲν τῆς τιμῆς τὸ ὑπερ‐
30βάλλον ἄτοπον εἶναι νομίζων, ἔπειτα καὶ τοῦ πρά‐ γματος τὸ ἐπίπονον δυσχεραίνων, τὴν ἐπὶ τοῦ κίονος ἐμηχανήσατο στάσιν, ὃν) πρῶτον μὲν ἐκέλευσε γενέσθαι πήχεων ϛʹ, εἶτα ιβʹ (καὶ) μετὰ ταῦτα κβʹ, νῦν δὲ λϛʹ. —Ἐγὼ δὲ οὐδὲ τῆς θείας οἰκονομίας
35ἄνευ ταύτην λαμβάνω τὴν στάσιν (οὗπερ ἕνεκα τοὺς μεμψιμοίρους παρακαλῶ χαλινῶσαι τὴν γλῶσ‐ σαν καὶ ῥιψοκινδύνως μὴ φέρεσθαι καὶ σκοπεῖν ὡς πολλάκις τὰ τοιαῦτα ὁ Θεὸς) τῶν ῥᾳθυμοτέρων ἕνεκα ὠφελείας (ἐμηχανήσατο)· καὶ γὰρ τὸν
40Ἡσαΐαν γυμνὸν καὶ ἀνυπόδητον βαδίσαι προσέταξε καὶ τὸν Ἱερεμίαν περίζωμα τῇ ὀσφΰι περιθεῖναι καὶ οὕτω τοῖς ἀπειθοῦσι προσφέρειν τὴν προφη‐ τείαν, καὶ ἄλλοτε (δὲ) κλοιοὺς ξυλίνους καὶ σιδηροῦς μετὰ ταῦτα περιβαλεῖν τῷ τραχήλῳ, καὶ τῷ
45Ὠσηὲ γυναῖκα πόρνην λαβεῖν καὶ πάλιν ἀγαπῆσαι γυναῖκα μοιχαλίδα, καὶ τῷ Ἰεζεκιὴλ ἐπὶ τοῦ δε‐ ξιοῦ πλευροῦ (κεῖσθαι) ἡμέρας μʹ καὶ ἐπὶ τοῦ ἀρι‐
στεροῦ (ἡμέρας) ρνʹ κατακλιθῆναι καὶ αὖθις διορύξαι751

110

.

753

τὸν τοῖχον καὶ φυγόντα ἐξελθεῖν καὶ αἰχμαλωσίαν ἑαυτῷ διαγράψαι, καὶ ἄλλοτε ξίφος εἰς ἀκμὴν παραθῆξαι καὶ ξυρᾶσθαι τούτῳ τὴν κεφαλὴν καὶ τετραχῆ τὰς τρίχας διελεῖν καὶ (ἀπονεῖμαι (133a),
5τὰ μὲν εἰς τόδε, τὰ δὲ εἰς τόδε), ὡς ἂν μὴ πάντα λέγω· —γίνεσθαι τούτων ἕκαστον προσέταξεν ὁ τῶν ὅλων Πρύτανις, τοὺς λόγῳ μὴ πειθομένους (μηδὲ προφητείαις ἐπαΐειν ἀνεχομένους), τῷ τῆς θεωρίας παραδόξῳ συλλέγων (καὶ τῶν θεσπισμάτων
10ἀκούειν παρασκευάζων. Τίς γὰρ οὐκ ἂν ἐξεπλάγη θεῖον ἄνθρωπον γυμνὸν βαδίζοντα ὁρῶν; τίς δὲ οὐκ ἂν ἤρετο τί509δήποτε συνοικεῖν ὁ προφήτης πόρνῃ γυ‐ ναικὶ ἀνέχεται; Ὥσπερ οὖν ἐκείνων ἕκαστον ὁ Θεὸς γενέσθαι προσέταξεν τῆς τῶν ἀμελῶς συζώντων διορ‐
15θούμενος ὠφέλειαν, οὕτω δὴ καὶ τὸν καινὸν τοῦτον καὶ παράδοξον τρόπον ἐπρυτάνευσε θέαμα τῷ πα‐ ραδόξῳ καὶ ξένῳ πάντας ἕλκων εἰς θεωρίαν καὶ πειθανάγκην τοῖς ἀφικνουμένοις παρασκευάζων τὴν προσφερομένην παραίνεσιν.) Τὸ γὰρ καινὸν τοῦ
20θεάματος ἐνέχυρον ἀξιόχρεω γίνεται τοῦ διδάγματος (καὶ ὁ εἰς θεωρίαν ἀφικνούμενος τὰ θεῖα παιδευ‐ θεὶς ἐπανέρχεται).» —«Καθάπερ γὰρ ἐπί (τινος λυχνίας τεθεὶς ὁ φανότατος οὗτος λύχνος, ἡλίου δίκην πάντοθεν τὰς ἀκτῖνας ἐξέπεμψεν, καὶ ἔστιν
25ἰδεῖν (καὶ) Ἴβηρας, καὶ Ἀρμενίους, καὶ Πέρσας ἀφικνουμένους καὶ τοῦ θείου βαπτίσματος ἀπολαύον‐ τας (Ἰσμαηλῖται δὲ κατὰ συμμορίαν παραγινόμενοι διακόσιοι κατ’ αὐτὸ καὶ τριακόσιοι, ἔστι δ’ ὅτε καὶ χίλιοι)· καὶ ἀρνοῦντες μὲν τὴν πατρῴαν ἐξαπά‐
30την μετὰ φωνῆς καὶ τὰ ὑπ’ ἐκείνων σκευασθέντα εἴδωλα, πρὸ τοῦ θείου κίονος ἐκείνου συντρίβουσιν (καὶ τοῖς ὀργίοις Ἀφροδίτης ἀποταττόμενοι· —τού‐ του γὰρ ἀνέκαθεν τοῦ δαίμονος κατεδέξαντο τὴν λα‐ τρείαν)· —τῶν θείων ἀπολαύουσι μυστηρίων,
35νόμους δὲ παρὰ τῆς ἱερᾶς ἐκείνης γλώττης, (τοῖς πατρῴοις ἤθεσι χαίρειν φράζουσι καὶ τῶν ἀγρίων ὄνων καὶ καμήλων τὴν βρῶσιν ἀποτασσόμενοι. Καὶ τούτων αὐτόπτης ἐγενόμην ἐγὼ καὶ ἀκήκοα αὐτῶν τὴν πάτριον ἀσέβειαν ἀρνουμένων καὶ τῇ εὐαγγελικῇ διδασκαλίᾳ συντεθεμένων.» —«Τοσαύτην οὖν ὑπὸ τῶν φιλοψόγων ὁ κίων ψεγόμενος ὠφέλειαν ἀνέβλυσε καὶ τοσαύτην ἀκτῖνα θεογνωσίας εἰς τὰς Βαρβάρων διανοίας κατέλαμψεν)»
40(6) Εἰκότως οὖν ἔλεγεν ὁ Κύριος· «Ὁ πι‐ στεύων εἰς ἐμὲ, τὰ ἔργα, ἃ ἐγὼ ποιῶ, κἀκεῖνος ποιήσει» (ἧς ἐπαγγελίας τὸ τέλος ἐναργῶς 510 ἐθεασάμεθα. Τῆς γὰρ τοῦ Κυρίου σκιᾶς οὐδαμοῦ θαῦμα ἐργασαμένης, ἡ τοῦ μεγάλου Πέτρου σκιὰ
45θάνατον ἔλυσε, καὶ νόσους ἐξήλασε, καὶ δαίμονας ἐφυγάδευσεν· ἀλλ’ ὁ ἐκεῖνα καὶ τὰ τοιαῦτα διὰ τῶν ἀποστόλων αὐτοῦ δράσας τέρατα τότε), καὶ νῦν ὁ αὐτὸς διὰ τοῦ θεράποντος Συμεὼν ἐνεργεῖ θαύματα τῇ τοῦ ἁγίου Πνεύματος αἴγλῃ καταλαμπόμενος

110

.

753

(50)

καὶ πανταχοῦ τὰς τῆς χάριτος ἀκτῖνας ἐκπέμπων, κατὰ τὸν μέγαν Βασίλειον753

110

.

756

(7) Φησὶ γάρ· «Ὥσπερ τὰ λαμπρὰ καὶ δια‐ φανῆ τῶν σωμάτων, ἀκτῖνος αὐτοῖς ἐμπεσούσης, αὐτά τε γίνεται περιλαμπῆ καὶ ἑτέραν αὐγὴν (ἀφ’ ἑαυτῶν) ἀποστίλβει, οὕτως αἱ πνευματοφόροι ψυ‐
5χαὶ ἐλλαμφθεῖσαι παρὰ τοῦ Πνεύματος, αὐταὶ ἀποτελοῦνται πνευματικαὶ καὶ εἰς ἑτέρους τὴν χάριν ἐξαποστέλλουσιν. Ἐντεῦθεν μελλόντων προγνώσεις, μυστηρίων σύνεσις, κεκρυμμένων ἀποκάλυψις, (133b) χαρισμάτων διανομὴ, τὸ οὐράνιον πολίτευμα,
10ἡ μετ’ ἀγγέλων χορεία, ἡ ἀτελεύτητος εὐφροσύνη, ἡ [ἐν Θεῷ διαμονὴ, ἡ] πρὸς Θεὸν ὁμοίωσις, τὸ ἀκρό‐ τατον τῶν ὀρεκτῶν, Θεὸν γενέσθαι.» (8) Ἐπὶ Μαρκιανοῦ εἰσῆλθε τὰ λείψανα Ἠσαΐου ἐνεχθέντα ἀπὸ Πανεάδος καὶ κατετέθη εἰς
15τὸν ἅγιον Λαυρέντιον. (9) Τῷ δὲ τρίτῳ ἔτει τῆς αὐτοῦ βασιλείας Πουλ‐ χερία ἡ εὐσεβὴς ἐτελεύτησε παρθένος, ἥτις ἔκτισε τὸν ναὸν τῆς ὑπεραγίας Θεοτόκου, τὰ Χαλκοπρά‐ τεια, καὶ τὸν ἐν Βλαχέρναις.
20(10) Στυφθεὶς δὲ τοὺς πόδας αὐτοῦ καὶ ἀῤῥω‐ στήσας ἐπὶ μῆνας εʹ ὁ βασιλεὺς Μαρκιανὸς ἐτελεύ‐ τησεν. ΣΘʹ. Βασιλεία Λέοντος. Μετὰ Μαρκιανὸν ἐβασίλευσε Λέων ὁ Μέγας ὁ
25Μακέλλης ἔτη ιηʹ· καὶ ἀπέθανε δυσεντεριάσας, ὃν ἡ σύγκλητος προεβάλετο 511 διὰ τὸ αὐτοῦ ὀρ‐ θόδοξον, Ἄσπαρος καὶ Ἀρδαβουρίου βουληθέν‐ των κρατῆσαι τῆς βασιλείας, Ἀρειανοὺς ὄντας ἡ σύγκλητος οὐκ ἐδέξατο· οὕσπερ καὶ ὁ βασιλεὺς
30ὁρῶν μὴ ὀρθῶς ἔχειν πρὸς αὐτὸν, ἀνεῖλεν αὐτούς· καὶ ἐκ τότε ἐκλήθη Μάκελ, ὅ ἐστι Ῥωμαϊστὶ ὁ σφαγεύς. (2) Ἐφ’ οὗ (σημεῖον) ἐφάνη ἐν τῷ οὐρανῷ νεφέλη σαλπιγγοειδὴς ἐπὶ ἡμέρας μʹ, καὶ σποδὸν
35ἔβρεξε ἐν ΚΠ. Σπιθαμῆς τὸ πάχος· τῶν γὰρ νεφῶν ὡς πῦρ ὁρωμένων, ἐδόκει πῦρ ῥέειν. Διὰ τοῦτο πάντων λιτανευόντων, τῇ φιλανθρωπίᾳ τοῦ Θεοῦ ἐσβέσθη καὶ εἰς κόνιν μετεβλήθη. (3) Ζωγράφου δέ τινος γράψαι τὸν Χριστὸν
40καθ’ ὁμοιότητα τοῦ Διὸς τολμήσαντος, παραυτίκα ἡ χεὶρ αὐτοῦ ἐξηράνθη. Ἰάσατο δὲ αὐτὸν Γεννάδιος ὁ πατριάρχης. Φασὶ δέ τινες τῶν ἱστορικῶν, ὅτι τὸ οὖλον καὶ ὀλιγότριχον ἐπὶ τοῦ Χριστοῦ σχῆμα οἰκειότερόν ἐστιν.
45(4) Ὁ δέ γε θεῖος Γεννάδιος Ἐλευθερίῳ τῷ755

110

.

757

μάρτυρι δι’ ἕνα κληρικὸν τοῦ ναοῦ μὴ καλῶς διά‐ γοντα ἐδήλωσε τάδε· «Ἅγιε τοῦ Θεοῦ Ἐλευθέριε· ὁ στρατιώτης σου ἀτακτεῖ· καὶ ἢ διόρθωσον τοῦτον ἢ ἔκκοψον.» Ὁ δὲ εὐθὺς ἐτελεύτησεν.
5(5) Ὁ αὐτὸς Γεννάδιος νυκτὸς ἐλθὼν εἰς τὸ ἅγιον θυσιαστήριον εὔξασθαι, εἶδέ τι φάσμα δαιμό‐ νιον, ᾧ ἐπιτιμήσας ἤκουσε κράζοντος· «Ἐν‐ δίδωμί σοι, ὕστερον δὲ κρατήσας πάντως τῆς Ἐκκλησίας» (ὅπερ δείσας Γεννάδιος, πολλὰ τὸν
10Θεὸν ἱκετεύσας μετὰ μικρὸν ἐτελεύτησεν). 512 (6) Ἐπὶ Δέοντος, Ἀνατολίου τελευτήσαντος, Γεννάδιος προεχειρίσθη πατριάρχης· προεβάλετο δὲ Μαρκιανὸν οἰκονόμον, τῆς τῶν Καθαρῶν ὄντα θρησκείας, εἰς δὲ τὴν ἐκκλησίαν μετελθόντα, ὃς
15ἔκτισε τὴν Ἁγίαν Ἀναστασίαν, ἣν καὶ ἀπὸ τοῦ ἐμπρησμοῦ ἐῤῥύσατο δι’ εὐχῆς· γέγονε γὰρ τότε μέγας ἐμπρησμὸς ἀπὸ τοῦ Νεωρίου λιμένος ἕως τοῦ Ἁγίου Θωμᾶ κατελθών. Εἰς τοὺς κεράμους οὖν ἀνελθὼν τῆς Ἁγίας Ἀναστασίας ἔχων τὸ Εὐαγ‐
20γέλιον ἐπὶ χεῖρας, ἀβλαβῆ τὸν ναὸν διεσώσατο. (7) Ἐπὶ τούτου Στούδης ἔκτισε τὸν ναὸν τοῦ ἁγίου Ἰωάννου τοῦ Προδρόμου καὶ μοναχοὺς ἐκ τῶν Ἀκοιμήτων ἐγκατέστησε. (8) Καὶ τὸ τοῦ προφήτου Ἐλισσαίου σῶμα
25μετετέθη ἐν Ἀλεξανδρείᾳ ἐν τῇ μονῇ Παύλου τοῦ λεπροῦ· λεπρὸν γὰρ ἰάσατο, λεπρὸν ἐποίησε καὶ εἰς (τὸ) τοῦ λεπροῦ ἐτέθη. (9) Καὶ τὰ λείψανα τῆς ἁγίας Ἀναστασίας κατετέθη ἐν τῷ ναῷ αὐτῆς.
30(10) Καὶ Δανιὴλ ὁ θαυμάσιος (ἐκ τῆς μάνδρας ἐλθὼν τοῦ Ἁγίου Συμεὼν) ἐν τῷ Ἀνάπλῳ ἐπέβη τῷ στύλῳ. (11) Καὶ τῆς ὑπεραγίας Θεοτόκου ἡ ἐσθὴς εὑρεθεῖσα ἐν Ἱεροσολύμοις παρά τινι εὐλαβεστάτῃ
35γυναικὶ Ἰουδαίᾳ καὶ παρθένῳ (ἱερῶς διαφυλαττο‐ μένη· καὶ ἐν ΚΠ. ἀποκομισθεῖσα ἐν Βλαχέρναις (134a) ἀπετέθη, ἔνθα ὁ βασιλεὺς ναὸν ᾠκοδόμησε τῇ Θεομήτορι καὶ σωρὸν ἐκ χρυσοῦ καὶ ἀργυρίου κατασκευάσας κατέθετο 513 ταύτην, ἥτις ἐξ ἐρίων
40ἀφθάρτως ἐξυφασμένη, καὶ ὁ στήμων, καὶ ἡ κρόκη, καὶ ὁμοειδὴς, καὶ ὁλόχροος, ἀδιάφθορός ἐστι καὶ ἀλώβητος, μέχρι νῦν τὸ θαῦμα τῆς Ἀειπαρθένου κηρύττουσα).
(12) Ἐπὶ αὐτοῦ Ἰσοκάσιος κοαίστωρ Ἕλλην757

110

.

760

διαβληθεὶς, εἰσήχθη πρὸς τὸν ὕπαρχον τῆς πόλεως δεδεμένος ὀπισθάγκωνα. Ἔφη οὖν αὐτῷ Ποσαῖος ὁ ὕπαρχος· «Ὁρᾷς (ἑαυτὸν), Ἰσοκάσιε, ἐν ποίῳ σχήματι καθέστηκας;» Ὁ δὲ εἶπεν· «Ὁρῶ καὶ
5οὐ ξενίζομαι· [ἄνθρωπος γὰρ ὢν] ἀνθρωπίναις πε‐ ριέπεσον συμφοραῖς· ἀλλὰ δίκασον ἐπ’ ἐμοὶ ὡς ἐδίκαζες σὺν ἐμοί. Ταῦτα μαθὼν ὁ βασιλεὺς, σπλαγχνισθεὶς ἐπὶ τούτῳ, ἐλεύθερον εἴασεν. ΣΙʹ. Βασιλεία Λέοντος τοῦ Μικροῦ.
10Λέων ὁ Μικρὸς, ὁ ἔγγονος αὐτοῦ ἐβασίλευσεν ἔτος αʹ. ΣΙΑʹ. Βασιλεία Ζήνωνος. Μετὰ τοῦτον ἐβασίλευσε Ζήνων, ὁ γαμβρὸς Λέοντος τοῦ Μεγάλου, πατὴρ δὲ Λέοντος τοῦ Μι‐
15κροῦ, ἔτη ιζʹ καὶ ἀπέθανε δυσεντερικός. (2) Ὃς εὐθὺς μετὰ τὸ βασιλεῦσαι ὑποβουλευ‐ θεὶς ὑπὸ Βηρίνης, πενθερᾶς αὐτοῦ, γυναικὸς Λέοντος τοῦ Μεγάλου, ὡς παρὰ γνώμην αὐτῆς βα‐ σιλεύσας, ἔφυγε πρὸς τὴν ἰδίαν πατρίδα μετὰ τῆς
20γυναικὸς αὐτοῦ Ἀριάδνης. Ἡ δὲ Βηρίνα στέψασα Βασιλίσκον τὸν ἀδελφὸν 514 αὐτῆς, ἐβασίλευσεν ἔτη βʹ, ἅπερ ἐτάγησαν εἰς τοὺς χρόνους Ζήνωνος. Καὶ κτίσας παλάτιον ἐν ΚΠ., καὶ ἐκάλεσεν αὐτὸ ἴδιον ὄνομα τὰ Βασιλίσκου.
25(3) Μετὰ ταῦτα Ζήνων ὑποστρέψας καὶ εἰσ‐ ελθὼν ἐν ΚΠ., καὶ τούτων χειρωσάμενος ἐν τῇ ἐκκλησίᾳ προσφυγόντων ἐξώρισεν ἅμα γυναιξὶ καὶ τέκνοις εἰς τὸ φρούριον Καππαδοκίας, ἐν ᾧ βληθέν‐ τος ἐν πύργῳ καὶ τῆς θύρας ἀναφραγείσης ἐτελεύ‐
30τησε. (4) Ἐπὶ τούτου γέγονε σεισμὸς φοβερὸς ἐν ΚΠ. καὶ ἔπεσον ἐκκλησίαι πολλαὶ, καὶ οἰκείαι καὶ ἔμβολοι ἕως ἐδάφους· (τὸ αὐτὸ ἔπαθε καὶ ἡ Νικομήδεια) (5) Ὁ αὐτὸς Βηρίνην τὴν ἰδίαν πενθερὰν ἐξώρισε
35βουλῇ Ἴλλου μαγίστρου· ἡ δὲ γυνὴ Ζήνωνος, θυγά‐ τηρ Βηρίνης, Ἀριάδνη παρεγγύησεν Οὐρβικίῳ τοῦ ἀνελεῖν τὸν Ἴλλον. Καὶ ἀνερχομένου ἐν τῷ ἱππικῷ, μετὰ τοῦ ξίφους λαβὼν ἀπετμήθη τὸ δεξιὸν οὖς. Ἐκ τούτου ἀνταρσίαν ἐμελέτησε κατὰ Ζήνωνος τοῦ
40ἀκεφάλου. ΣΙΒʹ. Περὶ Πέτρου τοῦ Κναφέως. Ἐπὶ Ζήνωνος Μαρτύριος Ἀντιοχείας, διὰ τὴν τοῦ Ζήνωνος περὶ τὴν ὀρθόδοξον πίστιν διαστρο‐
φὴν, ἀποταξάμενος τῆς ἐπισκοπίας, ἐπ’ ἐκκλησίᾳ759

110

.

761

ἔφη· «Κλήρῳ ἀνυποτάκτῳ καὶ λαῷ ἀπειθεῖ καὶ ἐκκλησίᾳ ῥερυπωμένῃ ἀποτάσσομαι, φυλάττων ἐμαυτῷ τὸ τῆς ἱερωσύνης ἀξίωμα.» (2) Ὃς πρῶτος ἐπενόησε τὸ μύρον ἐν τῇ ἐκκλησίᾳ
5ἐπὶ παντὸς τοῦ λαοῦ ἁγιάζεσθαι καὶ τὴν ἐπὶ τῶν ὑδάτων ἐν τοῖς Θεοφανίοις ἐπίκλησιν ἑσπέρας γίνε‐ σθαι, καὶ ἐν ἑκάστῃ εὐχῇ τὴν Θεοτόκον ὀνομάζε‐ σθαι, καὶ ἐν πάσῃ συνάξει τὸ σύμβολον τῆς 515 πίστεως λέγεσθαι, πρὸ τούτου μὴ λεγόμενον εἰ
10μὴ ἅπαξ τοῦ ἐνιαυτοῦ τῇ μεγάλῃ παρασκευῇ. (3) Τούτου, ὡς εἴρηται, τοῦ θρόνου ἀναχωρή‐ σαντος, Πέτρος ὁ Κναφεὺς τῷ θρόνῳ τυραννικῶς ἐπεδήμησε, ὡς τὰ Εὐτυχίου φρονῶν. (4) Καὶ τῷ θρόνῳ Ἀντιοχείας ἐκ δευτέρου τυραν‐
15νικῷ τρόπῳ κρατήσαντος καὶ ὑπὸ τοῦ ἐκκλησιαστι‐ κοῦ θεσμοῦ ἐκβληθέντος καὶ πάλιν ἐκ τρίτου μετὰ τὴν ἐν Ἰσαυρίᾳ γεγενημένην τοῦ Βασιλίσκου τυ‐ ραννίδα, ἐπὶ τῆς βασιλείας Ζήνωνος, Βασιλίσκου αὐθεντίᾳ τοῦ αὐτοῦ θρόνου κρατήσαντος ἀθέσμως,
20μὴ λυθέντων τῶν κατ’ αὐτοῦ γεγονότων ἀναθεμάτων καὶ πᾶσαν τὴν Ἀνατολὴν ἐκταράξαντος, ὑπὸ τοῦ πάπα Ῥώμης (134b) Φήλικος ἀναθεματίζεται διά τε τὴν ἑτεροδοξίαν καὶ τὴν ἐν τῷ Τρισαγίῳ προσ‐ θήκην.
25(5) Ἐπὶ τῆς αὐτῆς βασιλείας Ζήνωνος, Βαρ‐ νάβα τοῦ ἀποστόλου τὸ λείψανον εὑρεθὲν ἐξ ἀποκα‐ λύψεως ἐν Κύπρῳ (ἐν πόλει Κωνσταντίᾳ) ὑπὸ δέν‐ δρον κερατέαν, ἔχον ἐπὶ στήθους τὸ κατὰ Ματ‐ θαῖον Εὐαγγέλιον ἰδιόγραφον τοῦ Βαρνάβα.
30(6) Ἐξ ἧς προφάσεως τῇ ἀποκαλύψει καὶ εἰσ‐ ηγήσει τοῦ ἀποστόλου περιγεγόνασι Κύπριοι τῷ Κναφεῖ Πέτρῳ φιλονεικοῦντι, ὑπὸ Ἀντιόχειαν τε‐ λεῖν τὰς κατὰ τὴν Κύπρον ἐκκλησίας, καὶ αὐτοκέ‐ φαλον εἶναι τὴν κατὰ Κύπρον μητρόπολιν.
35(7) Ὅπερ Εὐαγγέλιον τὸ εὑρεθὲν ἀποθέμενος Ζήνων ἐν τῷ παλατίῳ ἐν τῷ ναῷ τοῦ Ἁγίου Στεφά‐ νου, (κατ’ ἐνιαυτὸν ἀναγινώσκεται τῇ ἁγίᾳ καὶ με‐ γάλῃ εʹ). (8) Μαριανὸς δέ τις προεῖπε τῷ βασιλεῖ, ὅτι
40καὶ τὴν βασιλείαν καὶ τὴν γυναῖκά σου διαδέχεται ἀπὸ σιλεντιαρίων. 516 Πελάγιον δέ τινα ὑπὸ σιλεν‐ τιαρίων, ὄντα πατρίκιον, ἄνδρα σοφώτατον, ἐκέ‐ λευσε φυλάττεσθαι ἐν εἱρκτῇ, ὃν οἱ φυλάσσοντες νυκτὶ ἀπέπνιξαν κατὰ κέλευσιν Ζήνωνος.
45(9) Ἐπὶ αὐτοῦ Περόζης ὁ Πέρσης ἡττηθεὶς ἐν πολέμῳ ὑπὸ Οὔννων τὸν, μάργαρον, ὃν ἐφόρει
λευκότατον καὶ μέγαν καθ’ ὑπερβολὴν, ἐξ ὠτὸς τοῦ761

110

.

764

δεξιοῦ ἀφελόμενος ἔῤῥιψεν ὅπως μήτις αὐτὸν ὀπίσω φορέσει. (10) Ἐπὶ δὲ τοῦ γεγονότος σεισμοῦ, ἔπεσε καὶ ἡ σφαῖρα τοῦ ἀνδριάντος τοῦ Φόρου καὶ ἡ στήλη
5τοῦ μεγάλου Θεοδοσίου εἰς τὸν κίονα τοῦ Ταύ‐ ρου. (11) Ζήνων δὲ δυσεντεριάσας ἐτελεύτησε τῇ τῶν Ἀκεφάλων αἱρέσει. ΣΙΓʹ. Βασιλεία Ἀναστασίου τοῦ Δυῤῥαχίτου.
10 Μετὰ δὲ Ζήνωνα ἐβασίλευσεν Ἀναστάσιος ὁ δίκορος ὁ Δυῤῥαχίτης ἔτη κζʹ. Λέγεται δὲ περὶ αὐτοῦ, ὅτι Δυῤῥαχίτης ὢν, υἱὸς πρεσβυτέρου, καὶ χρεώσας λίτρας χρυσίου ρʹ διὰ τὸ ναυαγῆσαι αὐτὸν γʹ, ὁ δὲ στρατηγὸς ὁ ὢν ἐν τῷ Δυῤῥαχίῳ διὰ τὰ νο‐
15μίσματα βουλόμενος λαβεῖν τὴν γυναῖκα τοῦ πρεσ‐ βυτέρου, τοῦ συγγενέσθαι μετ’ αὐτῆς, διεκωλύθη παρὰ θείας ὀπτασίας· ἔλαβε δὲ τὸ παιδίον τοῦ πρεσβυτέρου, καὶ ἀνῆλθεν ἐν τῷ παλατίῳ. (2) Καὶ μετὰ τελευτὴν Ζήνωνος Ἀριάδνη ἡ γυνὴ
20αὐτοῦ προχειρίζεται Ἀναστάσιον βασιλέα. (3) Λέγεται δὲ ἐκκλησίαν κτίσαι ἐν τῷ Δυῤῥαχίῳ τοῖς ἁγίοις Ἀναργύροις καὶ τὰ ζώδια, ἅπερ εἰσὶν ἐν τῇ πόρτῃ. (4) Τὸ πρῶτον μὲν ὀρθόδοξος ὢν, ὕστερον ἐξέκλι‐
25νεν εἰς μοναρχίαν, καὶ ἀπέθανεν ἀπὸ ἀστραπῆς, ἐξο‐ ριάσας καὶ τὸν πατριάρχην Ἱεροσολύμων, ὄντα ὀρθόδοξον καὶ ἅγιον. 517 (5) Ἐπὶ αὐτοῦ Βιταλιανὸς ὁ Θρᾲξ ἀντ‐ άρας καὶ παραλαβὼν τὴν Θρᾴκην ἅμα Σκύθαις καὶ
30Μυσίοις ἦλθεν ἕως τοῦ Ἀνάπλου πραιδεύων· ἀλλὰ ναυμαχήσαντος αὐτῷ Μαρίνου τοῦ ἐπάρχου μετὰ τοῦ Μηδικοῦ πυρὸς καὶ θείου ἀπύρου, ὃ κατεσκεύασε Πρόκλος ὁ φιλόσοφος, κατέφλεξε τὰς ναῦς τῶν βαρ‐ βάρων. Βυθισθέντων δὲ πάντων σχεδὸν, Οὔννων, καὶ
35Γότθων, καὶ Βουλγάρων, καὶ τοῦ λοιποῦ στρατοῦ ἐν τῷ ῥεύματι, Βιταλιανὸς ἔφυγε μετὰ τῶν ὑπολει‐ φθέντων ὀλίγων. (6) Καὶ πῦρ ἐν τῷ οὐρανῷ ἐφάνη, καὶ γέγονε δη‐ μοτικὴ ἐπανάστασις περὶ τοῦ ὀρθοδόξου δόγματος ἐν
40ΚΠ. ὡς βουληθέντος τοῦ βασιλέως προσθεῖναι εἰς Τρισάγιον τό· «Ὁ σταυρωθεὶς δι’ ἡμᾶς, ἐλέησον ἡμᾶς.» Τοῦ γὰρ λογοθέτου καὶ τοῦ ἐπάρχου ἀνελ‐ θόντων ἐν τῷ ἄμβωνι τῆς Μεγάλης ἐκκλησίας καὶ τὴν αἵρεσιν ἀρξαμένων ἐκ βασιλικῆς ἐπιτροπῆς
45κηρύττειν, ἐπῆλθεν ὁ δῆμος καὶ πᾶν τὸ πλῆθος τῆς πόλεως κατ’ (135a) αὐτῶν· καὶ μόλις ἐξέφυγον. Καὶ γέγονε τοιαύτη στάσις καὶ ταραχὴ κραζόντων· «Ἄλλον βασιλέα θέλομεν,» ὡς καὶ τὸν βασιλέα καὶ τοὺς ἄρχοντας φεύγειν καὶ ἀποκρύπτεσθαι τὴν

110

.

764

(50)

ὁρμὴν τοῦ λαοῦ. Συναθροισθέντες δὲ οἱ στασιασταὶ
εἰς τὸν οἶκον τοῦ λογοθέτου καὶ τοῦ ἐπάρχου κατα‐763

110

.

765

δραμόντες καὶ πάντα διαρπάσαντες, ἐνέπρησαν τοὺς οἴκους αὐτῶν καὶ τοὺς εὑρεθέντας ἐκεῖ κατέ‐ σφαξαν. Εἶτα γενομένης ταραχῆς καὶ στάσεως μεγάλης ἐμπρησμοὺς οἴκων πολλῶν ἐποιήσαντο
5καὶ φόνους μυρίους εἰργάσαντο καὶ ἄλλα τοιαῦτα φοβερά τε καὶ ἐξαίσια κατετόλμησαν, ὑβρίζοντες Ἀναστάσιον μετὰ κραυγῆς μεγάλης καὶ Βιταλιανὸν εὐφημοῦντες. Καὶ οὕτως ἐλθόντες πλησίον τῆς ὑπ’ αὐτοῦ κτισθείσης κινστέρνης τοῦ Ἁγίου Μωκίου, εὗ‐
10ρον τὸν ὑπὸ τοῦ βασιλέως ἀγαπώμενον ἡγούμενον μοναστηρίου τοῦ Ἁγίου Φιλίππου, ὃν καὶ φονεύσαντες καὶ τὴν κεφαλὴν αὐτοῦ ἐπὶ δόρατος ἀναρτήσαντες ἔκραζον· «Οὗτός ἐστιν ὁ φίλος τοῦ ἐχθροῦ τῆς ἁγίας 518 Τριάδος.» Ἐκβαλόντες δὲ καὶ γυναῖκα
15ἐγκλειστὴν οὖσαν πλησίον τῆς ξηροκέρκου πόρτης, εἰς ἣν ὁ βασιλεὺς εἶχε πίστιν καὶ ταύτην ἀνεῖλον. Τὸ δὲ σῶμα αὐτῆς συνδήσαντες μετὰ τοῦ προλε‐ χθέντος ἡγουμένου καὶ σύραντες, ἔκαυσαν εἰς τὰ Στουδίου. (7) Ἐφ’ ὧν χρόνων καὶ Μούνδαρος ὁ τῶν Σαρακη‐ νῶν φύλαρχος βαπτισθεὶς ὑπὸ τῶν ὀρθοδόξων ἐν Συ‐
20ρίᾳ, Σευῆρος ἐπισκόπους ἀπέστειλε πρὸς τὸν βασι‐ λέα θέλων αὐτῷ μεταδοῦναι τῆς οἰκείας αἱρέσεως, ὧν τοῦ δόγματος αἰσθόμενος, ἔφη μετὰ πανουργίας· «Ἐδεξάμην γράμματα σήμερον, ὅτι Μιχαὴλ ὁ ἀρχ‐ άγγελος ἐτελεύτησε.» Τῶν δὲ εἰπόντων ἀδύνατον
25εἶναι τοῦτο, ἀπεκρίθη· «Καὶ πῶς, φησὶν, Θεὸς γυ‐ μνὸς ἐσταυρώθη καὶ ὑμᾶς, εἰ μὴ ἐκ δύο φύσεων ἦν ὁ Χριστὸς, εἴγε μηδὲ ἄγγελος ἀποθνήσκει;» Ὅπερ ἀκούσαντες καὶ σφόδρα καταπλαγέντες ἀνεχώρησαν μετ’ αἰσχύνης.
30(8) Ἀναστάσιος δὲ εἶδε καθ’ ὕπνους φοβερόν τινα τῇ χειρὶ κατέχοντα κώδικα (γεγραμμένον καὶ ἀναγινώσκοντα). Καὶ ἀναπτύξας (εʹ φῦλλα τοῦ κώδικος) ἀναγνοὺς τὸ ὄνομα τοῦ βασιλέως εἶπεν αὐτῷ· «Ἰδοὺ, διὰ τὴν ἀπιστίαν σου ἀπαλείφω ιδʹ
35ἔτη (τῆς ζωῆς σου).» Καὶ (τῷ ἰδίῳ δακτύλῳ) ἀπ‐ ήλειψε. (9) Καὶ μετὰ δύο ἡμέρας βροντῶν καὶ ἀστρα‐ πῶν ἐν τῷ παλατίῳ γενομένων καὶ τοῦ βασιλέως μονωτάτου καταλειφθέντος καὶ ἀπὸ τόπου εἰς τόπον
40[φεύγοντος], ἐν ἑνὶ τῶν κοιτωνίσκων τῷ λεγομένῳ Ὡᾶτον ἀπελάβετο τὴν ὀργὴν τοῦ Θεοῦ, καὶ ῥίψασα αὐτὸν κατέῤῥηξεν, ὥστε αἰφνίδιον εὑρεθῆναι νε‐ κρόν. (10) Φασὶ δὲ αὐτὸν μετὰ τὸ ταφῆναι, μεθ’ ἡμέ‐
45ρας τινὰς βοᾷν· «Ἐλεήσατέ με, καὶ ἀνοίξατε.» Τῶν (μνημοραλίων) δὲ εἰπόντων, ὅτι ἄλλος βασιλεύει, ἔφη (ἐκεῖνος)· «Οὐδέν μοι μέλει· 519 εἰς μο‐ ναστήριον ἀπαγάγετέ με·» Οἱ δὲ εἴασαν αὐτόν. Λέγεται δὲ μετ’ οὐ πολὺ τὸ μνῆμα ἀνοιγῆναι καὶ

110

.

765

(50)

εὑρεθῆναι αὐτὸν [ὑπὸ πείνης] φαγόντα τὰς σάρκας
τῶν βραχιόνων αὐτοῦ καὶ τὰ καλίγια ἃ ἐφόρει.765

110

.

768

(11) Ἐν δὲ Ἀλεξανδρείᾳ πλεῖστοι ἄνδρες καὶ γυναῖκες καὶ παῖδες πληγέντες ὑπὸ δαιμόνων, ἀθρόως ὑλάκτουν. (12) Ἔτι περιὼν τῷ βίῳ, εἶδε καθ’ ὕπνους φο‐
5βερὸν λέγοντα (αὐτῷ)· «Διὰ τοὺς ἀναθεματισμοὺς τῆς συνόδου ταῦτα πάσχουσι δίκαιοι.» (13) Καὶ Οὔννοι καὶ οἱ λεγόμενοι Ἴβηρες περάσαντες τὰς Κασπίας πύλας, πᾶσαν (135b) τὴν Ἀρμενίαν καὶ Καππαδοκίαν καὶ Γαλατίαν καὶ Πόν‐
10τον ἐξήλειψαν. (14) Ἐν Νεοκαισαρείᾳ δὲ σεισμοῦ γενέσθαι μέλλοντος ἄνθρωπός τις ὁδεύων (ἐπὶ τὴν πόλιν) εἶδε στρατιώτας προάγοντας καὶ ἕτερον ὄπισθεν κρά‐ ζοντα· «Τὸν οἶκον τοῦ θαυματουργοῦ Γρηγορίου
15φυλάξατε.» Καὶ τοῦ σεισμοῦ γενομένου, τὸ μὲν πλεῖστον τῆς πόλεως ἔπεσεν, ὁ δὲ ναὸς τοῦ ἁγίου ἐσώθη. (15) Καὶ ἐν Ἀντιοχείᾳ χρυσοχόος ἐφάνη τις πλάνος ὑποδεικνύων τοῖς ἀργυροπράταις χεῖρας
20χρυσᾶς ἀνδριάντων καὶ πόδας καὶ ἄλλα τινὰ σκεύη λέγων, ὅτι· Θησαυρὸν εὗρον μεστὸν τοιούτων. Καὶ πολλοὺς ἀπατήσας καὶ χρήματα πλεῖστα λαβὼν, ἦλθεν ἐν ΚΠ. φεύγων, ἐν ᾗ πολλοὺς ὡσαύτως δει‐ λιάσας, 520 προσῆλθε καὶ τῷ βασιλεῖ ὁλόχρυ‐
25σον καὶ διάλιθον χαλινὸν προσκομίσας, ὃν ὁ βασιλεὺς λαβὼν ἔφη πρὸς αὐτόν· «Ὄντως ἐμὲ οὐκ ἀπατᾷς.» Καὶ (μαστιγώσας αὐτὸν πολλὰ, δέσμιον) εἰς (τὴν Πέτραν εἰς τὸ τῆς Ἀσίας) φρούριον ἐξώρισεν, ἐν ᾧ καὶ ἐτελεύτησε.
30ΣΙΔʹ. Περὶ τῆς βασιλείας Κωάδου. Καὶ Κωάδης ὁ βασιλεὺς Περσῶν ἔν τινι φρου‐ ρίῳ τῶν ἐκεῖσε μαθὼν ὡς λίθους τιμίους ἀποκεῖ‐ σθαι ἐν αὐτῷ, βουλόμενος αὐτοὺς ἀνελέσθαι, ἐκω‐ λύετο παρὰ τῶν αὐτόθι οἰκούντων δαιμόνων. Πᾶσαν
35τοίνυν μαγείαν ἐπιδειξαμένων τῶν θεραπευτῶν αὐ‐ τοῦ καὶ μηδὲν ἰσχυσάντων, ἦλθε διὰ τῶν Ἰουδαίων· ἀποτυχὼν κἀκεῖθεν συνεβουλεύθη διὰ τῶν χριστια‐ νῶν καταργῆσαι τοὺς δαίμονας· ὁ δὲ τῶν ἐν Περ‐ σίδι Χριστιανῶν ἐπίσκοπος ἐπὶ τὸ αὐτὸ σύναξιν ἐπι‐
40τελέσας καὶ τῶν θείων μυστηρίων μεταλαβὼν (καὶ τοῖς συνοῦσι χριστιανοῖς μεταδοὺς καὶ τῷ σημείῳ τοῦ σταυροῦ διώξας τοὺς δαίμονας) τῷ Κωάδῃ τὸ φρούριον ἀπέδωκεν.
(2) Ὃς καταπλαγεὶς (πάνυ καὶ φοβηθεὶς) προ‐767

110

.

769

καθεδρίᾳ τὸν ἐπίσκοπον ἐτίμησεν, ἕως τότε Ἰουδαίων καὶ Μανιχαίων προτιμωμένων, καὶ ἄδειαν δέ‐ δωκε τοῖς χριστιανοῖς καὶ τοῖς χριστιανίζειν ἐθέ‐ λουσι (καὶ μέντοι καὶ τοὺς χριστιανοὺς ἀγαπήσας
5ἔκτοτε μεγάλως. 521 ΣΙΕʹ. Περὶ τοῦ Εὐφημίου τοῦ πρεσβυτέρου. Εὐφήμιος δέ τις πρεσβύτερος καὶ πτωχοτρόφος Νεαπόλεως τῆς κειμένης ἐν τῷ Ἀνάπλῳ προχειρί‐ ζεται ἐπίσκοπος ΚΠ ὃς ἅμα τῇ χειροτονίᾳ, πρὶν ἢ
10ἀνελθεῖν εἰς τὸ σύνθρονον, ἐκ τῶν ἱερέων διπτύχων ἀπήλειψε Πέτρου τοῦ Μογγοῦ τὸ ὄνομα ταῖς ἰδίαις χερσίν· καὶ οὕτως εἰς τὸν ἐπισκοπικὸν θρόνον ἐκά‐ θισεν. Οὗτος δὲ ὁ Μογγὸς Ἀλεξανδρείας μὲν ἦν ἐπίσκοπος, αἱρετικὸς δὲ ὢν διάπυρος.
15(2) Εὐφήμιος δὲ ζηλωτὴς ἦν τῆς ὀρθοδόξου πίσ‐ τεως καὶ τοὺς ἐναντίους ἐδίωκεν, ὧν πρῶτος ἦν Ἀναστάσιος ὁ τότε σιλεντιάριος, ὕστερον δὲ βασι‐ λεὺς γενόμενος, ὃν τὰ Εὐτυχοῦς μαθὼν φρονοῦντα καὶ ὀχλοποιοῦντα, ἰδὼν τὴν καθέδραν αὐτοῦ τὴν ἐν τῇ
20ἐκκλησίᾳ ἀνέτρεψεν καὶ αὐτῷ χαλεπῶς ἀπειλῶν ἐδήλωσε, εἰ μὴ τὰ τῆς ἡσυχίας ἄγοι, τὴν κεφαλὴν ἀποκείρειν καὶ τοῖς δήμοις θριαμβεύειν· καὶ βασι‐ λεῖ δὲ τὰ κατ’ αὐτὸν ἐγνώρισεν καὶ ἐξουσίαν τὴν κατ’ αὐτοῦ ἔλαβεν.
25(3) Ὡς δὲ Ζήνων ὁ βασιλεὺς ἐτελεύτησεν, ἀνα‐ γορεύεται εἰς βασιλέα ὑπὸ Ἀριάδνης τῆς Αὐγούστης Ἀναστάσιος ὁ σιλεντιάριος, περὶ οὗ ἀντέστη Εὐφή‐ μιος ὁ ἐπίσκοπος, αἱρετικὸν καλῶν καὶ τῶν Χρι‐ στιανῶν ἀνάξιον. Ἀριάδνης (136a) δὲ καὶ τῶν τῆς
30συγκλήτου συναινεῖν ἀναγκαζόντων Εὐφήμιον, οὐκ ἄλλως τοῦτο ποιῆσαι ἠνέσχετο εἰ μὴ ὁμολογίαν ἔγ‐ γραφον παρ’ αὐτοῦ ἐκομίσατο, ὡς εἰς ὅρον πί‐ στεως δέχεται τὰ ἐν Καλχηδόνι δογματισθέντα. (4) Τῇ δὲ ὁμολογίᾳ αὐτοῦ βεβαίως τὸν Εὐφή‐
35μιον ἠπάτησε βασιλεύς. Μανιχαῖοι δὲ καὶ Ἀρειανοὶ ἔχαιρον Ἀναστασίῳ, Μανιχαῖοι 522 μὲν ὡς τῆς μητρὸς αὐτοῦ ζηλωτρίας οὔσης αὐτῶν, Ἀρειανοὶ δὲ ὡς Κλέαρχον τὸν θεῖον πρὸς μητρὸς Ἀναστασίου ὁμόδοξον ἔχοντες.
40(5) Πολλὰ δὲ τῶν Ἰσαύρων ἄτοπα καὶ ἀπαν‐ θρώπινα τολμώντων ἐν ΚΠ., Ἀναστάσιος ἅπαντας τῆς βασιλίδος ἐξέβαλε· οἱ δὲ ἐξελθόντες πρὸς τυραν‐ νίδα ὥρμησαν καὶ ἕως τοῦ Κοτυαίου ἐξέδραμον, καθ’ ὧν ὁ βασιλεὺς στρατὸν ἐξέπεμψε καὶ Ἰωάννην
45τὸν κυρτὸν ἀνεῖλεν. (6) Τοῦ δὲ πολέμου ἐπὶ εʹ ἔτη κρατήσαντος,
Ἀναστάσιος ἀποκαμὼν ἐθάῤῥησεν Εὐφημίῳ τῷ769

110

.

772

ἐπισκόπῳ, ὡς εἰρήνης ἐφίεται, καὶ συναγαγεῖν τοὺς ἐνδημοῦντας τῶν ἐπισκόπων προσέταξεν ὑπὲρ τῶν Ἰσαύρων παρακαλεῖν. Εὐφήμιος δὲ ἐξήγαγε τὸ λεχθὲν πρὸς Ἰωάννην πατρίκιον ἀδελφὸν Ἀθηνο‐
5δώρου, ἑνὸς τῶν ἐξάρχων τῶν Ἰσαύρων. (7) Ὁ δὲ δραμὼν πάντα ἀπαγγέλλει τῷ βασιλεῖ, ὅπερ εἰς ἔχθραν τὸν βασιλέα κατὰ Εὐφημίου ἐξώ‐ πλισε μείζονα. (8) Ἀναστάσιος δὲ βασιλικώτερον κινηθεὶς κατὰ
10τῶν Ἰσαύρων, τούτους κατὰ κράτος ἐνίκησε, καὶ πέμψας πρὸς Εὐφήμιον Εὐσέβιον τὸν μάγιστρον αὐτοῦ δηλοῖ αὐτῷ· «Αἱ εὐχαί σου, κύριε ὁ μέ‐ γας, τοὺς φίλους σου ἠσβόλωσαν.» (9) Ἀναστάσιος δὲ ὁ βασιλεὺς ἐπιβουλὰς
15τῶν Ἰσαύρων ἐπιγράψας Εὐφημίῳ καὶ ὡς εἴη γράμματα πεπομφὼς τοῖς τυράννοις, συνήγαγε τοὺς ἐπιδημοῦντας ἐπισκόπους, οἵτινες βασιλεῖ χαρι‐ ζόμενοι, ἀκοινωνησίᾳ καὶ καθαιρέσει τὸν ἄνδρα ἠμείψαντο.
20(10) Καὶ προχειρίζεται εἰς ἐπίσκοπον ὁ βασιλεὺς Μακεδόνιον πρεσβύτερον τῆς ἐκκλησίας καὶ σκευο‐ φύλακα. (11) Οἱ μέντοι λαοὶ δι’ Εὐφήμιον ἐστασίαζον, ἐν οἷς εἰς τὸν ἰππόδρομον ἔδραμον λιτανεύοντες·
25ἀλλ’ οὐδὲν ὤνησαν· τοῦ γὰρ βασιλέως ἐνίκα ἡ ἔν‐ στασις. 523 (12) Εὐφήμιον δὲ ὁ βασιλεὺς εἰς Εὐχάϊτας περιορισθῆναι προσέταξεν. Ὁ δὲ λόγον ᾔτησε διὰ Μακεδονίου λαβεῖν ἀπαθείας, ὡς ἐπιβουλῆς χωρὶς
30κατὰ τὸν τόπον ἀπάγεται. Ἐπιτραπεὶς δὲ τὸν λό‐ γον δοῦναι, ὁ Μακεδόνιος ἐπαινετόν τι σκεψά‐ μενος, ἐν τῷ βαπτιστηρίῳ τοῦ Εὐφημίου ὄντος, τὸ ὠμοφόριον τὸ ἐπισκοπικὸν αὐτοῦ ἀφαιρεθῆναι προσ‐ έταξε. Καὶ οὕτως εἰσελθὼν πρὸς τὸν Εὐφήμιον, δα‐
35νεισάμενος δὲ χρήματα, παρέσχε τῷ Εὐφημίῳ καὶ τοῖς σὺν αὐτῷ. (13) Μακεδόνιος δὲ ἀσκητὴς ἦν ἱερὸς, ὡς ὑπὸ Γεν‐ ναδίου τραφεὶς, οὗ καὶ ἀδελφιδοῦς ἐτύγχανε. (14) Διὰ γοῦν τὸ μὴ ὑπακούειν τῇ αἱρέσει τοῦ
40βασιλέως, πολλὰ δεινὰ ἐνεδείξατο· φασὶ γὰρ τελευ‐ τήσαντος Μακεδονίου ἐν ἐξορίᾳ φοβερόν τι συμ‐ βῆναι· νεκρὸν γὰρ ὄντα [καὶ ἐν κραββάτῳ τεθειμέ‐ νον, βλεπόντων πάντων] σφραγίσασθαι τῷ σταυρῷ. (15) Ἐπὶ αὐτοῦ εἰσῆλθεν ὁ μέγας Σάβας ἐν ΚΠ.
45τὸ πρῶτον, καὶ τὸ δεύτερον ἐπὶ Ἰουστινιανοῦ. (16) Ἐπὶ τοῦ αὐτοῦ βασιλέως Ἀναστασίου Δευ‐ τέριος ἐπίσκοπος Βυζαντίου Ἀρειανὸς, Βάρβαρόν τινα βαπτίζων, ἐτόλμησεν εἰπεῖν· «Βαπτίζεται ὁ δεῖνα εἰς ὄνομα Πατρὸς δι’ Υἱοῦ ἐν ἁγίῳ Πνεύματι.»

110

.

772

(50)

Καὶ ἐξηράνθη εὐθέως ἡ κολυμβήθρα. Ὁ δὲ Βάρ‐771

110

.

773

βαρος ἔμφοβος γενόμενος (γυμνὸς) ἔφυγεν, ὡς ἐξ αὐτοῦ πᾶσι γνωσθῆναι τὸ θαῦμα. (17) Καὶ δύο πάλιν ἐπισκόπων (136b) ἀμφισβη‐ τούντων ἐπὶ Ἀναστασίου, ὀρθοδόξου καὶ Ἀρειανοῦ,
5καὶ τοῦ Ἀρειανοῦ διαλεκτικοῦ ὄντος, τοῦ δὲ ὀρθοδό‐ ξου θεοσεβοῦς καὶ πιστοῦ, ὁ ὀρθόδοξος προὔτεινεν ὥστε, ἀφειμένους τῶν λόγων, εἰς πυρὰν εἰσελθεῖν, καὶ οὕτως δειχθῆναι τὸν εὐσεβέστερον. Τοῦ δὲ Ἀρεια‐ νοῦ παραιτησαμένου, αὐτὸς εἰσελθὼν ἀπὸ τοῦ πυ‐
10ρὸς διελέγετο καὶ ἀπαθὴς ἐφυλάττετο. 524 ΣΙϞʹ. Βασιλεία Ἰουστίνου τοῦ Θρᾳκός. Μετὰ Ἀναστάσιον ἐβασίλευσεν Ἰουστῖνος ὁ Θρᾲξ ἔτη θʹ, ἄριστος ἐν πολέμῳ καὶ ζηλωτὴς θερμὸς τῆς ὀρθοδόξου πίστεως.
15(2) Οὗτος καὶ Βιταλιανὸν τὸν προῤῥηθέντα ᾠκειώσατο καὶ στρατηλάτην ἐτίμησεν καὶ παῤῥησίαν ἔχειν πρὸς αὐτὸν ἐποίησεν. (3) Ἐδολοφονήθη δὲ Βιταλιανὸς παρὰ τῶν Βυ‐ ζαντίων μηνιώντων διὰ προειρημένης ἐπαναστά‐
20σεως. (4) Ἀμάντιον δὲ τὸν πραιπόσιτον (ὃς τὸν ναὸν τοῦ Ἁγίου Θωμᾶ ᾠκοδόμησε καὶ ἐκόσμησε, λέγεται χρήματα δεδωκέναι αὐτῷ τῷ Ἰουστίνῳ, ὄντι κόμητι ἐξκουβιτόρων ἐπὶ Ἀναστασίου, ὅπως Θεόκριτον τὸν
25ἀνεψιὸν αὐτοῦ ἀναγορεύσῃ εἰς βασιλέα. Τοῦτον) ἀνεῖλεν Ἰουστῖνος καὶ τοὺς τὴν ἀνταρσίαν σὺν αὐτῷ μελετήσαντας καὶ τὴν βασιλείαν αὐτὸς κατέσχεν. (5) Ἐπὶ αὐτοῦ τὰ κατὰ τὸν ἅγιον Ἀρέθαν (καὶ τοὺς) ἐν Νέγρᾳ τῇ πόλει ἐπράχθη καὶ τὰ κατὰ
30τῶν Ὁμηριτῶν δι’ Ἐλεσβαὰν τοῦ βασιλέως τῶν Αἰθιόπων. (6) Ἐτυπώθη δὲ ἐπὶ αὐτοῦ τὸ ἑορτάζειν ἡμᾶς τὴν τῆς Ὑπαπαντῆς ἑορτήν. (7) Καὶ ἀστὴρ ἐφάνη ἐν τῷ οὐρανῷ ἐπάνω τῆς
35χαλκῆς πύλης φαίνων ἐπὶ ἡμέρας καὶ νύκτας κζʹ. (8) Γέγονε δὲ καὶ σεισμὸς φοβερώτατος· καὶ ἡ μὲν ΚΠ. ἐν διαφόροις τόποις ἀπέλαβεν, ἡ δὲ με‐ γάλη Ἀντιόχεια 525 πάθος ἔπαθεν ἀνεκδιήγητον ὡς καταποθῆναι πᾶσαν σχεδὸν τὴν πόλιν καὶ τά‐
40φον γενέσθαι τῶν οἰκητόρων. Τινὲς δὲ καταχωσθέν‐ τες καὶ ἔτι ζῶντες ὑπὸ τὴν γῆν ἔκραζον. Καὶ ἐξελ‐ θὸν πῦρ ἀπὸ τῆς γῆς τούτους κατέφλεξε. (Ὁμοίως) καὶ ἕτερον πῦρ ἐκ τοῦ οὐρανοῦ κατήρχετο καθάπερ σπινθῆρες, καὶ κατέκαιεν ὥσπερ ἀστραπὴ τὸν
45εὑρισκόμενον. (9) Ἡ δὲ Πομπηιούπολις τῆς Μυσίας διαῤῥα‐
γεῖσα μέσον, καὶ τὸ ἥμισυ καταποθὲν μετὰ τῶν773

110

.

776

οἰκητόρων, ἔκραζον ὑπὸ τὴν γῆν ἐλεηθῆναι ζη‐ τοῦντες· καὶ διέμεινεν ἡ γῆ σειομένη ἐνιαυτὸν ὅλον. (10) Καὶ γυνή τις ἀνεφάνη γιγαντιαῖα ἐκ Κιλι‐
5κίας οὖσα, ὑπερέχουσα τῇ ἡλικίᾳ ἅπαντα ἄνθρωπον μακρὸν πῆχυν ἕνα καὶ πλατεῖα (ἦν) σφόδρα, ὥστε θαυμάζειν τοὺς ὁρῶντας αὐτήν· καὶ ἐν τοῖς ἐργαστηρίοις καὶ οἴκοις ἐδίδουν αὐτῇ ἀνὰ ὀβολοῦ. (11) Ὁ αὐτὸς βασιλεὺς πολλὰ ἐφιλοφρονήσατο
10τὴν πόλιν Ἀντιόχειαν πρὸς οἰκοδομὴν καὶ τοὺς ἐν αὐτῇ ζῶντας ὑπολειφθέντας. Τοσοῦτον δὲ ἐπ’ αὐτὴν ἤλγησεν, ὡς καὶ τὸ διάδημα ἀποθεῖναι καὶ τὴν πορ‐ φύραν καὶ σάκκον καὶ σποδὸν περιβαλέσθαι καὶ πεν‐ θῆσαι ἐπὶ πολλὰς ἡμέρας.
15(44) Ἐτελεύτησε δὲ καταλιπὼν τὴν βασιλείαν Ἰουστινιανῷ τῷ ἀνεψιῷ. (13) Ἰουστῖνος ἀνεκαλέσατο πάντας (ἱερεῖς καὶ ἄνδρας 526 εὐσεβεῖς καὶ ὀρθοδόξους) οὓς Ἀνα‐ στάσιος ἀδίκως ἐξώρισεν.
20(14) Ἐπὶ αὐτοῦ Ἔδεσα πόλις, Σκιρτοῦ πο‐ ταμοῦ μέσον αὐτῆς διερχομένου καὶ πλοῦτον καὶ τέρψιν αὐτῇ παρεχομένου, πλημμυρήσας ταύτην σὺν τοῖς συνοίκοις ἐπόντισεν. Μετὰ δὲ τὸ παύσα‐ σθαι τὰ ὕδατα (137a) πλὰξ λιθίνη εὑρέθη ἐν τῇ
25τοῦ ποταμοῦ ὄχθῃ ἱερογλυφικοῖς γράμμασιν ἐγκε‐ κολαμμένη περιέχουσιν οὕτως· «Σκιρτὸς ποταμὸς σκιρτήσει κακὰ σκιρτήματα (πόλει καὶ) πολίταις.» (15) Εὐλαλίου τινὸς ἀπὸ πλουσίων πένητος τε‐ λευτήσαντος καὶ γράψαντος ἐν διαθήκῃ Ἰουστῖνον
30κληρονόμον καὶ παρακελευσαμένου ὥστε τὰς γʹ θυ‐ γατέρας αὐτοῦ μικρὰς καταλειφθείσας ἀναθρέψαι καὶ ἐκπροικίσαι τὸν βασιλέα καὶ πάντα αὐτοῦ τὰ χρέα δοῦναι τοῖς χρεωφειλέταις καὶ τὰ γραμ‐ ματεῖα (αὐτοῦ) ἀναῤῥύσασθαι, ἅπερ πάντα βασι‐
35λικῶς Ἰουστῖνος ἐξέστειλε, καταπλήξας ἐν τούτῳ ἅπαντα ἀκούσαντα ἄνθρωπον. ΣΙΖʹ. Βασιλεία Ἰουστινιανοῦ. Μετὰ Ἰουστῖνον ἐβασίλευσεν Ἰουστινιανὸς ὁ ἀνεψιὸς αὐτοῦ, ἔτη λθʹ· ὃς ἀνακαινίσας τὴν Μεγάλην
40ἐκκλησίαν τὴν Ἁγίαν Σοφίαν εἰς κάλλος καὶ μέγεθος, πρότερον κτισθεῖσαν ὑπὸ Κωνσταντίου, υἱοῦ Κων‐ σταντίνου τοῦ Μεγάλου, παρέδωκε καὶ τροπάριον ἐν τῇ ἐκκλησίᾳ ψάλλεσθαι, οὗ ἡ ἀρχή· «Ὁ μονογενὴς
Υἱὸς καὶ λόγος τοῦ Θεοῦ.»775

110

.

777

527 Οὗτος ἐποίησε καὶ τὰς νεαρὰς διατά‐ ξεις, ἐκφωνήσας καὶ τύπον περί τε ἐπισκόπων καὶ ξενοδόχων καὶ οἰκονόμων καὶ ὀρφανοτρόφων, ὥστε μὴ κληρονομεῖσθαι πλὴν ἃ πρὸ τοῦ γενέσθαι ἐκέ‐
5κτηντο. (3) Ἡ δὲ Ἀντιόχεια σειομένη οὐκ ἐπαύετο μέχρις οὗ ἐφάνη θεοσεβεῖ ἀνθρώπῳ γράψαι εἰς τὰ πρόθυρα τῶν φλιῶν· «Χριστὸς μεθ’ ἡμῶν· στῆτε.» Ἔστη δὲ ἡ ὀργὴ τοῦ Θεοῦ, καὶ ἔκτοτε ἐκλήθη ἡ
10πόλις Θεούπολις. (4) Καὶ ἡ Ὑπαπαντὴ μετηνέχθη καὶ ἔλαβεν ἀρχὴν ἑορτάζεσθαι Φεβρουαρίῳ μηνὶ εἰς τὴν βʹ, γενομένη πρότερον τῇ ιδʹ τοῦ αὐτοῦ μηνὸς, ἥτις οὐκ ἔστιν ἐναριθμουμένη ταῖς Δεσποτικαῖς ἑορταῖς.
15Ὁ γὰρ θεῖος Χρυσόστομος οὕτω λέγει· «Ἐποί‐ ησεν ὁ Θεὸς τὰ ἔργα αὐτοῦ πάντα, καθὼς γέγρα‐ πται, τῇ δὲ ζʹ κατέπαυσεν·» διὸ καὶ ἐπ’ ἐσχάτου τῶν ἡμερῶν ὁ τοῦ Θεοῦ Λόγος «ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλὸς» εὐδόκησεν καὶ ἐνανθρωπήσας τὸν
20αὐτὸν τρόπον κατὰ τὸν ἀριθμὸν τῶν ἡμερῶν τῆς κοσμοποιίας τὰς ἑορτὰς παρέδωκεν ἡμῖν τῆς αὐτοῦ οἰκονομίας· καὶ πρώτη μέν ἐστι καὶ ῥίζα τῶν ἑορ‐ τῶν τοῦ Χριστοῦ ἡ κατὰ σάρκα ἐκ τῆς Παρθένου Μαρίας μετὰ τὴν σύλληψιν Γέννησις· δευτέρα δὲ ἡ
25Ἐπιφάνεια, τρίτη δὲ ἡ τοῦ σωτηρίου Πάθους ἡμέρα, τετάρτη ἡ ὑπερένδοξος Ἀνάστασις, καθ’ ἣν ἐν τοῖς καταχθονίοις γενόμενος ὁ Σωτὴρ καὶ Λυτρωτὴς πάν‐ των συνανέστησεν ἑαυτῷ τοὺς δικαίους καὶ τοὺς πι‐ στεύσαντας· εʹ δὲ ἡ πρὸς οὐρανοὺς Ἀνάληψις αὐτοῦ
30ὡς καὶ ἐν εʹ τῆς ἑβδομάδος ἐγένετο ἡμέρᾳ· ϛʹ ἡ τῆς ἐπιφοιτήσεως ἡμέρα τοῦ ἁγίου Πνεύματος, ζʹ δὲ ἡ προσδοκωμένη τῆς καθολικῆς ἀναστάσεως τῶν νε‐ κρῶν μεγάλη καὶ ἀδιάδοχος ἡμέρα. Τότε γὰρ ἑορτά‐ σουσιν ὄντως μετὰ πολλῆς χαρᾶς καὶ εὐφροσύνης οἱ
35μέλλοντες 528 κληρονομεῖν «ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐ‐ τόν.» Καὶ ταῦτα μὲν ὁ Χρυσόστομος. (5) Μετὰ δὲ ταῦτα ἐπὶ τῆς βασιλείας Ἰουστι‐
40νιανοῦ ἐξελθοῦσα ἡ θάλασσα ἐκ τῶν ὁρίων αὐτῆς ἐπὶ μίλια γʹ πρὸς τὰ μέρη τῆς Θρᾴκης χωρία πολλὰ καὶ προάστεια ἐξαφανίσασα, ἀνθρώπους δὲ ἀναρι‐ θμήτους ἀποπνίξασα, πάλιν ὑπέστρεψε. (6) Καὶ ὁ δῆμος ἀντάρας τὸ λεγόμενον πρα‐
45σινοβένετον καὶ πολλὴν ἀταξίαν καὶ ἁρπαγὴν καὶ σφαγὴν καὶ ἐμπρησμὸν ἐν τῇ πόλει ποιήσαντες, (138b) ἀναγορεύουσι βασιλέα Ὑπάτιον ἐν τῷ ἱππικῷ. Πολλοῦ δὲ λαοῦ συνδραμόντος καὶ τοῦ ἱππικοῦ πλη‐
ρωθέντος, προσέταξεν Ἰουστινιανὸς τὸν λαὸν αὐτοῦ777

110

.

780

καὶ τὸν στρατόν. Καὶ οἱ μὲν ἄνωθεν, οἱ δὲ κάτω‐ θεν τοῦ καθίσματος τοξεύοντες, ἀπέκτειναν χιλιά‐ δας λʹ, ἐν οἷς καὶ τὸν Ὑπάτιον χειρωσάμενος ἀνεῖ‐ λεν ὡς βασιλικὸν διάδημα φορέσαντα.
5ΣΙΗʹ. Περὶ τῆς εʹ συνόδου. Καὶ ἡ εʹ γέγονε σύνοδος τῶν ρξεʹ Πατέρων ἔτει τῆς αὐτοῦ βασιλείας Ἰουστινιανοῦ φημὶ τοῦ Μεγάλου κϛʹ ἐπὶ Βιγιλίου τοῦ ἁγιωτάτου. πάπα Ῥώμης διὰ λιβέλλου τὴν ὀρθὴν πίστιν κυροῦντος, ἧς
10ἡγοῦντο Εὐτύχιος ΚΠ, Ἀπολινάριος Ἀλεξαν‐ δρείας, Δόμνος Ἀντιοχείας, (Στέφανος ἐπίσκο‐ πος Ῥαφίας, Γεώργιος ἐπίσκοπος τῆς Τιβεριωτῶν πόλεως), τοποτηρητήσαντες δὲ Εὐτυχίου Ἱεροσο‐ λύμων, κατ’ Ὠριγένους καὶ τῶν τὰ ἐκείνου ἀσεβῆ
15δόγματα διαδεξαμένων, Διδύμου καὶ Εὐαγρίου τῶν πάλαι ἀκμασάντων 529 καὶ τῶν ἐκτεθέντων παρ’ αὐτοῖς κεφαλαίων, ἐν οἷς ἐληρώδουν προϋπάρχειν τὰς ψυχὰς τῶν σωμάτων, ἐξ Ἑλληνικῶν ὁρμώμενοι δογμάτων, τὴν μετεμψύχωσιν δοξάζοντες καὶ
20τέλος εἶναι τῆς κολάσεως καὶ τὰ σώματα ἡμῶν μὴ ἀνίστασθαι τὰ αὐτὰ ἐν τῇ ἀναστάσει, καὶ τὴν τῶν δαιμόνων εἰς τὸ ἀρχαῖον ἀποκατάστασιν, τὸν πα‐ ράδεισον ἀλληγοροῦντες καὶ μή (τε) γεγενῆσθαι μήτε εἶναι ἀπὸ Θεοῦ αἰσθητὸν παράδεισον, μήτε
25(δὲ) ἐν σαρκὶ πλασθῆναι τὸν Ἀδάμ· ἅτινα δόγματα ἕως χρόνου τὸ πλέον ἐκρύπτετο, εἰς πλῆθος δὲ ἐπι‐ διδόντα καὶ πολλὰ τὴν Ἐκκλησίαν λυμαινόμενα, τηνικαῦτα στηλιτευθέντα ἀνεθεματίσθησαν. (2) Ἔτι δὲ καὶ κατὰ Θεοδώρου τοῦ Μόψου
30ἑστίας, διδασκάλου γεγονότος Νεστορίου τοῦ ἰου‐ δαιόφρονος ἀνεθεμάτισαν μετὰ τῆς λεγομένης Ἴβα ἐπιστολῆς, καί τινων συγγραμμάτων Θεοδωρήτου τοῦ ἐπισκόπου Κύρου συγγραφέντων κατὰ τῶν ιβʹ κεφα‐ λαίων τοῦ μακαρίου Κυρίλλου.
35(3) Τὸ δὲ γράμμα τοῦ βασιλέως πρὸς τὴν σύνοδον περιεῖχεν οὕτως· «Περὶ μὲν οὖν Ὠριγένους καὶ τῶν ὁμοφρόνων αὐτοῦ σπουδὴ γέγονεν ἡμῖν καὶ ἔστιν ἀτάραχον τὴν ἁγίαν τοῦ Θεοῦ (καθολικὴν) καὶ ἀποστολικὴν Ἐκκλησίαν διαφυλάττεσθαι καὶ τὰ
40ὅπως οὖν ἀναφυόμενα τῇ ὀρθοδόξῳ πίστει ἐναντία κα‐ τακρίνεσθαι. Ἐπεὶ τοίνυν διέγνωσται ἡμῖν ὥς τινες ἐν Ἱεροσολύμοις εἰσὶ μοναχοὶ δήπουθεν Πυθαγόρᾳ, καὶ Πλάτωνι, καὶ Ὠριγένει τῷ (καὶ) Ἀδαμαντίῳ, καὶ τῇ τούτων δυσσεβείᾳ καὶ πλάνῃ κατακολουθοῦν‐
45τες καὶ διδάσκοντες, δεῖν ᾠήθημεν φροντίδα καὶ ζή‐ τησιν ποιήσασθαι περὶ τούτων, ἵνα μὴ τέλειον διὰ τῆς Ἑλληνικῆς καὶ Μανιχαϊκῆς ἀπάτης αὐτῶν πολ‐ λοὺς ἀπολέσωσι· λέγουσι γὰρ, ἵνα ἐκ τῶν πολλῶν ὀλίγα μνημονεύσωμεν, ὅτι νόες ἦσαν δίχα παντὸς

110

.

780

(50)

ἀριθμοῦ τε καὶ ὀνόματος, ὡς ἑνάδα πάντων εἶναι τῶν779

110

.

781

λογικῶν τῇ ταυτότητι τῆς οὐσίας καὶ ἐνεργείας καὶ τῇ δυνάμει τῇ πρὸς Θεὸν Λόγον ἑνώσει τε καὶ γνώ‐ σει· καὶ ὡς κόρον αὐτῶν λαβόντων τῆς θείας ἀγάπης καὶ θεωρίας, 530 κατ’ ἀναλογίαν τῆς ἐπὶ
5τὸ χεῖρον ἑκάστου τροπῆς λεπτομερῆ τε ἢ πα‐ χύτερα σώματα ἀμφιάσασθαι καὶ ὀνόματα κληρώσα‐ σθαι, κἀντεῦθεν τὰς οὐρανίους καὶ λειτουργικὰς ὑποστῆναι δυνάμεις· ἀλλὰ μὴν καὶ ἥλιον καὶ σελή‐ νην καὶ τοὺς ἀστέρας καὶ αὐτὰ τῆς αὐτῆς τῶν (138a)
10λογικῶν ἑνάδος ὄντα, [ἐκ τῆς] ἐπὶ τὸ χεῖρον τρο‐ πῆς τοῦτο γεγονέναι ὅπερ εἰσί· τὰ δὲ ἐπὶ πλεῖον τῆς θείας (ἀγάπης) ἀποψυγέντα λογικὰ ψυχὰς ὀνομα‐ σθῆναι καὶ σώμασι παχυτέροις τοῖς καθ’ ἡμᾶς ἐμβληθῆναι· τὰ δὲ ἐπὶ τὸ ἄκρον τῆς κακίας ἐληλα‐
15κότα ψυχροῖς καὶ ζοφεροῖς ἐνδοθῆναι σώμασι, καὶ δαίμονας γεγονέναι τε καὶ ὀνομασθῆναι· καὶ ὅτι ἐξ ἀγγελικῆς μὲν καταστάσεως ψυχικὴ γίνεται κα‐ τάστασις, ἐκ τῆς ψυχικῆς δαιμονιώδης τε καὶ ἀνθρωπίνη· ἕνα δὲ νοῦν ἐκ πάσης τῆς ἑνάδος τῶν
20λογικῶν ἀκλόνητον μεῖναι καὶ ἀκίνητον τῆς θείας ἀγάπης καὶ θεωρίας, ὡς καὶ (ὁ) Χριστὸς βασιλεὺς καὶ ἄνθρωπος γεγονέναι· καὶ ὅτι παντελὴς ἔσται τῶν σωμάτων ἀναίρεσις, αὐτοῦ τοῦ Κυρίου πρώτου ἀποτιθεμένου τὸ ἴδιον σῶμα καὶ τῶν λοιπῶν ἁπάν‐
25των, καὶ ὅτι ἀνακομίζονται πάλιν ἅπαντες εἰς τὴν ἑαυτῶν ἑνάδα καὶ γίνονται νόες, καθὰ καὶ ἐν τῇ προϋπάρξει ἐτύγχανον, ἀποκαθισταμένων δη‐ λονότι καὶ αὐτοῦ τοῦ διαβόλου καὶ τῶν λοιπῶν δαι‐ μόνων εἰς τὴν αὐτὴν ἑνάδα καὶ τῶν ἀσεβῶν καὶ
30ἀθέων ἀνθρώπων μετὰ τῶν θείων καὶ θεοφόρων ἀνδρῶν καὶ τῶν οὐρανίων δυνάμεων καὶ τὴν αὐτὴν ἑξόντων ἕνωσιν πρὸς τὸν Θεὸν ὁποίαν ἔχει καὶ ὁ Χριστὸς, καθὼς καὶ προϋπῆρχον, ὡς μηδεμίαν εἶ‐ ναι διαφορὰν τῷ Χριστῷ πρὸς τὰ λοιπὰ λογικὰ παν‐
35τελῶς, οὔτε τῇ οὐσίᾳ, οὔτε τῇ γνώσει, οὔτε τῇ δυ‐ νάμει, οὔτε τῇ ἐνεργείᾳ. Ὁ γὰρ Πυθαγόρας ἀρ‐ χὴν τῶν πάντων ἔφησεν εἶναι τὴν μονάδα, καὶ πάλιν Πυθαγόρας καὶ Πλάτων δῆμόν τινα ψυχῶν ἀσωμάτων εἰπόντες καὶ τὰς ἁμαρτάδι τινὶ περι‐
40πεσούσας τιμωρίας χάριν εἰς σώματα καταπέμπε‐ σθαι λέγουσιν, ὅθεν ὁ Πλάτων δέμας τὸ σῶμα καὶ σῆμα ἐκάλεσεν, ὡς ἐν τούτῳ τῆς ψυχῆς δεδεμένης καὶ τεθαμμένης· (σῆμα γὰρ τὸ μνῆμα). Εἶτα 531 περὶ τῆς ἐσομένης κρίσεως καὶ ἀνταποδόσεως
45τῶν ψυχῶν αὖθίς φησιν· «Ἡ μὲν παιδεραστή‐ σαντος καὶ κακῶς βιώσαντος μετὰ φιλοσοφίας ψυχὴ»—«τρίτῃ περιόδῳ τῇ χιλιετεῖ» ἐᾶται κολα‐ σθεῖσα καὶ «οὕτω πτερωθεῖσα τῷ χιλιοστῷ ἔτει (ἐκβάλλεται καὶ) ἀπέρχεται· αἱ δὲ ἄλλαι ὁπόταν

110

.

781

(50)

τόνδε τὸν βίον τελέσωσιν,» —«αἱ μὲν εἰς τὰ ὑπὸ
τῆς γῆς δικαιωτήρια ἐλθοῦσαι δίκην ἅμα καὶ λόγον781

110

.

784

τίσουσιν· αἱ δὲ εἰς τὸν οὐρανὸν τινὰ τρόπον κουφισθήσονται καὶ ὑπὸ τῆς δίκης διάξουσιν κα‐ θὼς ἐβίωσαν.» —Οὗ τὴν ἀτοπίαν τοῦ λόγου καταμαθεῖν ῥᾴδιον· τίς γὰρ αὐτὸν ἐδίδαξε τὰς τῶν
5ἐτῶν περιόδους καὶ χιλιάδας; καὶ ὅτι χιλίων διελη‐ λυθότων ἐτῶν, τότε τῶν ψυχῶν ἑκάστη εἰς ἴδιον ἀπέρχεται χῶρον; τὰ δὲ μεταξὺ τούτων οὐδὲ τοῖς ἄγαν ἀσελγεστάτοις ἥρμοττε λέγειν, μήτοιγε φι‐ λοσόφῳ τοιούτῳ. Τοῖς γὰρ τὴν ἀκραιφνῆ πολιτείαν
10κατορθωκόσι τοὺς ἀκολάστους [καὶ] παιδεράστας συνέζευξε, καὶ τούτους κἀκείνους τῶν αὐτῶν (ἄθλων) ἔφησεν ἀπολαύσεσθαι. Πυθαγόρας τοίνυν, καὶ Πλά‐ των, καὶ Πλωτῖνος, καὶ οἱ τῆς ἐκείνων συμμορίας ἀθανάτους εἶναι τὰς ψυχὰς συνομολογήσαντες, προϋ‐
15πάρχειν ἔφησαν τῶν σωμάτων, καὶ δῆμον εἶναι ψυ‐ χῶν καὶ τὰς πλημμελούσας εἰς σώματα καταπί‐ πτειν, ὡς ἔφην, καὶ τοὺς μὲν πικροὺς καὶ πονηροὺς [εἰς λύκους], τοὺς δὲ δολεροὺς εἰς ἀλώπεκας, τοὺς δὲ θηλυμανεῖς εἰς ἵππους. (138b) Ἡ δὲ ἁγία Ἐκκλη‐
20σία τοῖς θείοις ἑπομένη λόγοις φάσκει τὴν ψυχὴν συνδημιουργηθῆναι τῷ σώματι· καὶ οὐ τὸ μὲν πρό‐ τερον, τὸ δὲ ὕστερον κατὰ τὴν Ὠριγένους φρενοβλάβειαν. Διὰ ταῦτα οὖν τὰ πονηρὰ καὶ ὀλέθρια δόγ‐ ματα, μᾶλλον δὲ ληρήματα, προτρέπομεν τοὺς ὁσιωτάτους ὑμᾶς εἰς ἓν συνηγμένους ἐπιμελῶς ἐντυχεῖν τῇ ὑποτεταγμένῃ ἐκθέσει καὶ ἕκαστον τῶν αὐτῶν κεφαλαίων κατακρῖναί 532 τε καὶ ἀναθεματίσαι
25μετὰ τοῦ δυσσεβοῦς Ὠριγένους καὶ πάντων τῶν τὰ τοιαῦτα φρονούντων ἢ φρονησάντων εἰς τέλος.» (4) Ἅπερ δὴ λοιπὸν ἡ σύνοδος ἀκούσασα, καὶ πάντα βασανίσαντες οἱ θεῖοι Πατέρες ἐξεβόησαν. «Ἀναθεματίζομεν ὅλα ταῦτα καὶ πάντας τοὺς τὰ τοιαῦτα φρονοῦντας ἢ φρονήσοντας μέχρι τέλους.»
30(5) Ὡσαύτως δὲ καὶ [περὶ] Θεοδώρου [τοῦ] Μόμψου ἑστίας καὶ τῶν λοιπῶν οὕτω πάλιν φησὶν ὁ βασιλικὸς τύπος· «Σπουδὴ γέγονε τοῖς ὀρθοδόξως καὶ εὐσεβῶς προβεβασιλευκόσι τοῖς ἡμετέροις Πα‐ τράσι τὰς κατὰ καιρὸν ἀναφυομένας αἱρέσεις διὰ
35συνόδων ὁσιωτάτων ἱερέων ἐκκόπτειν καὶ τῆς ὀρθῆς πίστεως καθαρῶς κηρυττομένης, ἐν εἰρήνῃ τὴν τοῦ Θεοῦ ἁγίαν Ἐκκλησίαν διαφυλάττειν· διόπερ καὶ Κωνσταντῖνος ὁ Μέγας, Ἀρείου βλασφημοῦντος καὶ λέγοντος μὴ εἶναι τὸν Υἱὸν ὁμοούσιον τῷ Θεῷ καὶ
40Πατρὶ, ἀλλὰ κτίσμα καὶ ἐξ οὐκ ὄντων γεγονέναι, συναγαγὼν ἐν Νικαίᾳ τοὺς τιηʹ Πατέρας καὶ αὐτὸς ἐκεῖ παραγενόμενος καὶ τοῦ Ἀρείου καταδικασθέν‐ τος, καὶ ἀναθεματισθέντος, ἐσπούδασε τὴν ὀρθόδοξον πίστιν κρατῦναι· δι’ ἧς ὁμολογήσαντες οἱ θεῖοι
45Πατέρες ὁμοούσιον εἶναι τῷ Θεῷ καὶ Πατρὶ τὸν Υἱὸν (καὶ τὸ ἅγιον Πνεῦμα) καὶ μέχρι νῦν ᾄδεται (καὶ πιστεύεται). Καὶ Θεοδόσιος δὲ ὁ πρεσβύτης, Μακεδονίου ἀρνουμένου τὴν θεότητα τοῦ ἁγίου Πνεύ‐
ματος καὶ Ἀπολλιναρίου τοῦ μαθητοῦ αὐτοῦ βλασφη‐783

110

.

785

μοῦντος εἰς τὴν οἰκονομίαν τοῦ Θεοῦ Λόγου καὶ φάσκοντος νοῦν ἀνθρώπινον μὴ εἰληφέναι τὸν Θεοῦ Λόγον, ἀλλὰ σαρκὶ ἑνωθῆναι ψυχὴν ἄλογον ἐχούσῃ, συναγαγὼν ἐν Κωνσταντινουπόλει τοὺς ρνʹ Πατέρας
5καὶ μετασχὼν καὶ αὐτὸς τῆς συνόδου, καὶ τῶν εἰρη‐ μένων καθαιρεθέντων καὶ ἀναθεματισθέντων αἱρε‐ τικῶν μετὰ καὶ τῶν δυσσεβῶν αὐτῶν δογμάτων καὶ ὁμοφρόνων, παρεσκεύασε κηρύττεσθαι (τὸ ὁμοού‐ σιον καὶ) τὴν ὀρθόδοξον πίστιν (ἐτράνωσε). Θεο‐
10δόσιος 533 δὲ ὁ Νέος, τοῦ ἀσεβοῦς Νεστορίου λέ‐ γοντος ἄλλον εἶναι τὸν Θεὸν Λόγον καὶ ἄλλον τὸν Χριστὸν, καὶ τὸν μὲν φύσει Υἱὸν τοῦ Θεοῦ καὶ Πα‐ τρὸς, τὸν δὲ χάριτι [Υἱὸν] ἀσεβῶς [εἰσάγοντος καὶ τὴν ἁγίαν Μαρίαν εἶναι Θεοτόκον ἀρνουμένου], συν‐
15αγαγὼν τὴν προτέραν ἐν Ἐφέσῳ τῶν ἁγίων ςʹ Πα‐ τέρων σύνοδον καὶ ἀποστείλας ἄρχοντας παρεῖναι ὀφείλοντας τῇ συνόδῳ [προσέταξε καὶ τὸν Νεστό‐ ριον παραγενέσθαι καὶ κρίσιν ἐπ’ αὐτὸν γενέσθαι· καὶ δὴ] γενομένης ἀκριβοῦς ἐξετάσεως, κατεδίκασαν
20Νεστόριον καὶ ἀναθεμάτισαν σὺν τοῖς ὁμόφροσιν αὐτοῦ. Τούτων δὲ οὕτω προελθόντων, ἐπαναστάντες Κυρίλλῳ τῷ ὁσιωτάτῳ οἱ τῆς ἐξαγίστου Νεστο‐ ρίου μερίδος, ἐσπούδασαν τόγε ἐπ’ αὐτοῖς ἀνα‐ τρέψαι τὴν κατὰ Νεστορίου γενομένην κρίσιν.
25Ἀλλ’ οὖν γε Θεοδόσιος ὁ βασιλεὺς ἀντιλαμβανόμενος τῶν ὀρθῶς κατὰ Νεστορίου (139a) καὶ τῶν πονη‐ ρῶν αὐτοῦ δογμάτων κριθέντων, παρεσκεύασε κρα‐ τεῖν δικαίως καὶ βεβαίως τὴν ἐπ’ αὐτῷ γενομένην κρίσιν. Καὶ γὰρ πρὸς τούτοις καὶ ἄλλα τινὰ κατὰ
30τοῦ θείου Κυρίλλου πρὸς τὸν βασιλέα καταφλυαρή‐ σαντος γράφει πρὸς αὐτὸν Κύριλλος τοιάδε· «Ἐπειδήπερ ἐπυθόμην, ὦ εὐσεβέστατε βασιλεῦ, τῶν φιλοψογεῖν εἰωθότων τινὰς ἀγρίων σφηκῶν δίκην περιβομβεῖν καὶ μοχθηροὺς ἐρεύγεσθαι κατ’
35ἐμοῦ λόγους, ὡς ἐξ οὐρανοῦ κατακομισθὲν καὶ οὔτι ἐκ τῆς ἁγίας Παρθένου λέγοντος τὸ θεῖον σῶμα Χριστοῦ, καὶ μέντοι δύο υἱοὺς κατὰ Νεστόριον ὁμολογεῖν ἡμᾶς κατεφλυάρησαν, δεῖν ᾠήθημεν ὀλίγα περὶ τούτου πρὸς αὐτοὺς εἰπεῖν οὕτως· Ὦ ἀνόητοι
40καὶ μόνον εἰδότες συκοφαντεῖν, πῶς εἰς τοῦτο παρ‐ ήχθητε γνώμης καὶ τοσαύτην νενοσήκατε μω‐ ρίαν; Ἔδει γὰρ, (ἔδει) σαφῶς ἐννοεῖν, ὅτι σχεδὸν ἅπας ἡμῖν ὁ ὑπὲρ τῆς πίστεως ἀγὼν συγκεκρότητο διαβεβαιουμένοις, ὅτι Θεοτόκος ἐστὶν ἡ ἁγία Μαρία·
45ἀλλ’ ἐπείπερ ἐξ οὐρανοῦ καὶ οὐκ ἐξ αὐτῆς τὸ θεῖον γεγεννῆσθαι σῶμα λέγομεν, ὥς φατε, πῶς ἂν νοοῖτο Θεοτόκος; Τίνα γὰρ ὅλως τέτοκεν εἰ μή ἐστιν ἀληθὲς, ὅτι γεγέννηκε κατὰ σάρκα 534 τὸν Ἐμ‐ μανουήλ; Γελάσθωσαν τοίνυν οἱ κατ’ ἐμοῦ τοιαῦτα

110

.

785

(50)

πεφλυαρηκότες. Οὐ γὰρ ψεύδεται λέγων ὁ θεσπέ‐ σιος Ἡσαΐας· «Ἰδοὺ, ἡ παρθένος ἐν γαστρὶ
ἕξει καὶ τέξεται υἱόν·» —«καὶ καλέσουσι τὸ785

110

.

788

ὄνομα αὐτοῦ [Ἐμμανουὴλ ὅ ἐστι μεθ’ ἡμῶν ὁ Θεός.» Ἀληθεύει δὲ πάντως καὶ ὁ ἀρχάγγελος Γα‐ βριὴλ πρὸς τὴν Παρθένον εἰπών· «Μὴ φοβοῦ, Μαριάμ· εὗρες γὰρ χάριν παρὰ τῷ Θεῷ, καὶ ἰδοὺ
5συλλήψῃ ἐν γαστρὶ καὶ τέξῃ υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ] Ἰησοῦν· αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν.» Ὅταν δὲ λέγωμεν ἄνωθεν ἐξ οὐρανοῦ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν οὐχ, ὡς ἄνωθεν ἐξ οὐρανοῦ κατενεχθεί‐
10σης τῆς ἁγίας αὐτοῦ σαρκὸς, ταῦτά φαμεν, ἀλλ’ ὡς ἑπόμενοι τῷ ἁγίῳ Παύλῳ φάσκοντι· «Ὁ πρῶτος ἄνθρωπος ἐκ γῆς χοϊκὸς, ὁ δεύτερος (ἄνθρωπος) ὁ Κύριος ἐξ οὐρανοῦ.» Μεμνήμεθα καὶ τοῦ Κυ‐ ρίου λέγοντος· «Οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρα‐
15νὸν εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς, ὁ Υἱὸς τοῦ ἀν‐ θρώπου,» καίτοι γεγέννηται (ὡς εἴρηται) σάρκα ἐκ τῆς ἁγίας Παρθένου λαβών. Ἐπειδὴ δὲ ὁ ἄνωθεν ἐξ οὐρανοῦ καταφοιτήσας Θεὸς Λόγος «κεκένωκεν ἑαυτὸν μορφὴν δούλου λαβὼν» καὶ κεχρημάτικεν
20ἀνθρώπου Υἱὸς μετὰ τοῦ μεῖναι ὃ ἦν, τουτέστι Θεός, —ἄτρεπτος γὰρ καὶ ἀναλλοίωτος κατὰ φύσιν ἐστίν, —ὡς εἷς ἤδη νοούμενος μετὰ τῆς ἰδίας σαρκὸς ἐξ οὐρανοῦ λέγεται κατελθεῖν. Ὠνόμασται δὲ καὶ ἄν‐ θρωπος ἐξ οὐρανοῦ, τέλειος ὢν ἐν θεότητι, καὶ τέ‐
25λειος ὁ αὐτὸς ἐν ἀνθρωπότητι, καὶ ὡς ἐν ἑνὶ προσώπῳ νοούμενος, —εἷς γὰρ Κύριος Χριστός, —κἂν τῶν φύσεων ἡ διαφορὰ μὴ ἀγνοῆται, ὡς ἐξ ὧν τὴν ἀπόῤ‐ ῥητον ἕνωσίν φαμεν πεπρᾶχθαι· τοιγαροῦν ὁμολο‐ γοῦμεν τὸν μονογενῆ Υἱὸν τοῦ Θεοῦ (καὶ) Λόγον
30Θεὸν τέλειον καὶ ἄνθρωπον τέλειον, ἐκ ψυχῆς λογικῆς καὶ σώματος, πρὸ αἰώνων μὲν ἐκ τοῦ Πατρὸς γεν‐ νηθέντα κατὰ τὴν θεότητα, ἐπ’ ἐσχάτων δὲ τῶν ἡμερῶν τὸν αὐτὸν δι’ ἡμᾶς καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν ἐκ Μαρίας τῆς Παρθένου κατὰ τὴν ἀνθρω‐
35πότητα, [ὁμοούσιον τῷ Πατρὶ τὸν αὐτὸν κατὰ τὴν θεότητα καὶ ὁμοούσιον ἡμῖν κατὰ τὴν ἀνθρωπότητα]· 535 δύο γὰρ φύσεων (ἡ) ἕνωσις γέγονεν, ὅθεν ἕνα Χριστὸν, ἕνα Υἱὸν, ἕνα Κύριον ὁμολογοῦμεν. Κατὰ γοῦν τὴν τῆς ἀσυγχύτου ἑνώσεως ἔννοιαν ὁμολο‐
40γοῦμεν τὴν ἁγίαν Παρθένον ἀληθῶς Θεοτόκον, διὰ τὸ τὸν Θεὸν Λόγον σαρκωθῆναι καὶ ἐνανθρωπῆσαι καὶ ἐξ αὐτῆς συλλήψεως ἑνῶσαι αὐτῷ τὸν ἐξ αὐτῆς ληφθέντα ναόν· καὶ εἰ δοκεῖ, δεξώμεθα εἰς παρά‐ δειγμα τὴν καθ’ ἡμᾶς αὐτοῦ σύνθεσιν καθ’ ἥν ἐσμεν
45ἄνθρωποι· συντεθείμεθα γὰρ ἐκ ψυχῆς καὶ σώματος καὶ ὁρῶμεν φύσεις δύο, ἑτέραν μὲν τοῦ σώματος, ἑτέραν δὲ τῆς ψυχῆς· ἀλλ’ εἷς ἐξ ἀμφοῖν (139b) καθ’ ἕνωσιν ἄνθρωπος, καὶ οὐχὶ τῷ ἐκ δύο φύσεων συν‐ τεθεῖσθαι δύο ἀνθρώπους, τὸν ἕνα νοεῖσθαι παρα‐

110

.

788

(50)

σκευάζει, ἀλλ’ ἕνα τὸν ἄνθρωπον κατὰ (τὴν) σύνθε‐ σιν, ὡς ἔφην, τὴν ἐκ ψυχῆς καὶ σώματος· ἐὰν γὰρ ἀνέλωμεν τὸ ὅτι ἐκ δύο καὶ διαφόρων φύσεων ὁ εἷς καὶ μόνος ἐστὶ Χριστὸς, ἀδιάσπαστος ὢν μετὰ τὴν
ἕνωσιν, ἐροῦσιν οἱ δι’ ἐναντίας· «Εἰ μία φύσις τὸ787

110

.

789

ὅλον, πῶς ἐνηνθρώπησεν ἢ ποίαν ἰδίαν ἐποιήσατο σάρκα;» Τοὺς δὲ λέγοντας, ὅτι κρᾶσις ἢ σύγχυσις ἢ φυρμὸς ἐγένετο τοῦ Θεοῦ Λόγου πρὸς τὴν σάρκα, καταξιωσάτω σου ἡ θεοσέβεια τούτους προδήλως ἐπι‐
5στομίζειν.» —Μετὰ ταῦτα, Κυρίλλου τελευτή‐ σαντος, ἐπιφύεται μοναχός τις ἀρχιμανδρίτης Εὐτυχὴς ὀνομαζόμενος καὶ ἀποσπᾷ κατ’ ὄπιν μέ‐ ρος οὐκ ὀλίγον τοῦ λαοῦ κυρῶν κατὰ Νεστορίου καὶ τὸ ἑαυτοῦ πονηρὸν δόγμα, φάσκων μὴ εἶναι τὸ
10σῶμα τοῦ Κυρίου ἡμῖν ὁμοούσιον. Καὶ δὴ πά‐ λιν μετ’ ὀλίγον διὰ βασιλικῆς χειρὸς ἑτέρα σύν‐ οδος λῃστρικὴ ἐν Ἐφέσῳ καὶ οὐχ ὁσία γίνεται, παραπεμφθέντος ἐκεῖσε Φλαβιανοῦ Κωνσταντινου‐ πόλεως, τὴν πᾶσαν ἐξουσίαν Διοσκόρου Ἀλεξανδρείας
15ἔχοντος· καὶ φονεύεται μὲν Φλαβιανὸς ὁ θεῖος, ὑπερμαχῶν τῆς ὀρθοδόξου πίστεως, ἀνατρέπεται δὲ ἡ ἐν Ἐφέσῳ πρώτη σύνοδος, ὑπογραψάντων φονικῇ βίᾳ τινῶν ἐπισκόπων, ἐξ ὧν ὑπῆρχε Βασίλειος ὁ Σελευκείας. Κἀντεῦθεν τῶν τοῦ Νεστορίου καὶ
20Διοσκόρου καὶ Εὐτυχοῦς δημοσιευομένων πονηρῶν 536 δογμάτων καὶ πολλῆς ταραχῆς γενομένης καὶ ζάλης μεγίστης ἐν τῇ Ἀνατολῇ, φονεύεται Προ‐ τέριος ὁ μέγας ἱερεὺς καὶ ἕτεροι πλεῖστοι. Τούτων οὖν οὕτως ἐχόντων, ἀνίσταται θεόθεν Μαρκιανὸς ὁ
25βασιλεὺς συναγαγὼν ἐν Χαλκηδόνι τὴν τῶν χλʹ Πατέρων σύνοδον, παρόντος Διοσκόρου καὶ Εὐτυ‐ χοῦς, μεθ’ ὧν καὶ αὐτὸς πορευθεὶς, καταδικάζονται μὲν Διόσκορος, καὶ Εὐτυχὴς, καὶ Νεστόριος, καὶ πάλιν ἀναθεματίζονται, Θεοδώρητον δὲ καὶ Ἴβαν
30καὶ Βασίλειον Σελευκείας ἐδέξαντο καθυπογράψαν‐ τας· καὶ τῆς λῃστρικῆς συνόδου ἀνατραπείσης καὶ ἀναθεματισθείσης, εἰς μίαν συμφωνίαν ἤγαγον πάν‐ τας οἱ θεῖοι Πατέρες. —Τούτων δὲ τῶν δʹ συνόδων οὕτω γενομένων καὶ ἐπιβεβαιωθεισῶν καὶ κρα‐
35τουσῶν ἐν τῇ τοῦ Θεοῦ Ἐκκλησίᾳ, οἱ τὰ Νεστορίου φρονοῦντες ἐσπούδασαν αὖθις τὴν αἵρεσιν αὐτῶν κρατῦναι (διὰ) τῆς Θεοδώρου τοῦ Μόμψου ἑστίας ἀφορμῆς, πολλῷ χείρονα τοῦ αὐτοῦ μαθητοῦ Νε‐ στορίου βλασφημήσαντος. Ὅθεν τοίνυν καὶ ἡμεῖς
40ἀκολουθοῦντες τοῖς ἡμετέροις Πατράσι καὶ βουλό‐ μενοι τὴν ὀρθὴν πίστιν ἀλώβητον διαφυλάττεσθαι, προτρέπομεν καὶ τούτου τὰς βλασφημίας διεξετά‐ σαντες, κατ’ αὐτοῦ καὶ τῶν ὁμοφρόνων αὐτοῦ ἀποφήνασθαι· πρὸς γὰρ ταῖς ἄλλαις ἀναριθμήτοις
45αὐτοῦ βλασφημίαις (ταῖς) εἰς τὸν Χριστὸν καὶ Θεὸν γινομέναις, ἄλλον εἶναι τὸν Θεὸν Λόγον (ἔφη) καὶ ἄλλον τὸν Χριστὸν, ὑπὸ τῶν τῆς ψυχῆς παθῶν καὶ τῶν τῆς σαρκὸς ἐπιθυμιῶν ἐνοχλούμενον καὶ τῶν χειρόνων κατὰ μικρὸν ἀφιστάμενον, πρὸς τὰ κρείτ‐

110

.

789

(50)

τονα τῇ προκοπῇ τῶν ἔργων ἐληλυθέναι, τῇ ἀρίστῃ πολιτείᾳ γενόμενον ἄμωμον, καὶ ὡς ψιλὸν
ἄνθρωπον ἐν ὀνόματι Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος βαπτισθῆναι, καὶ διὰ τοῦ βαπτίσματος789

110

.

792

τὴν χάριν τοῦ ἁγίου Πνεύματος εἰληφέναι καὶ υἱοθεσίας ἠξιῶσθαι [καὶ] καθ’ ὁμοίωσιν βασιλικῆς εἰ‐ κόνος εἰς πρωτότυπον τοῦ Θεοῦ Λόγου προσκυνεῖσθαι (140a) καὶ μετὰ τὴν ἀνάστασιν ἄτρεπτον ταῖς ἐννοίαις καὶ ἀναμάρτητον γεγενῆσθαι· [καὶ πρὸς τούτοις εἶπε τοιαύτην γεγενῆσθαι] τὴν ἕνωσιν τοῦ Θεοῦ Λόγου πρὸς τὸν Χριστὸν, ὁποῖαν ὁ Ἀπόστολος ἔφη περὶ τοῦ ἀνδρὸς καὶ τῆς γυναικός·
5«Ἔσονται οἱ 537 δύο εἰς σάρκα μίαν.» Ἔτι δὲ προτρέπομεν ὑμᾶς ἐξετάσαι [καὶ] τὰ κακῶς γραφέντα παρὰ Θεοδωρήτου καὶ Ἴβα κατὰ τῆς ἐν Ἐφέσῳ συνόδου πρώτης καὶ ὁμοίως τὰ κατ’ αὐτῶν ἀπο‐ φήνασθαι. (6) Καὶ ταῦτα πάλιν ὡσαύτως οἱ θεῖοι πολυ‐ πραγμονήσαντες Πατέρες ἀπεκρίθησαν· «Ἡ
10μὲν ἐν Χαλκηδόνι θεία σύνοδος Θεοδώρητον καὶ Ἴβαν πολλὰ καταβοήσαντας οὐκ ἄλλως αὐτοὺς ἐδέξατο εἰ μὴ πρότερον ἀνεθεμάτισαν τὰ ἴδια πονηρὰ συγγράμ‐ ματα καὶ Θεόδωρον καὶ Νεστόριον. Ἡμεῖς δὲ κατα‐ κρίνομεν καὶ ἀναθεματίζομεν πρὸς τοῖς ἄλλοις
15ἅπασιν αἱρετικοῖς τοῖς κατακριθεῖσι καὶ ἀναθεμα‐ τισθεῖσιν ὑπὸ τῶν εἰρημένων ἁγίων δʹ συνόδων Θεόδωρον (τὸν) γενόμενον ἐπίσκοπον Μόμψου ἑστίας καὶ τὰ δυσσεβῆ συγγράμματα αὐτοῦ, καὶ μέντοι καὶ τὰ κακῶς παρὰ Θεοδωρήτου συγγραφέντα κατά τε
20τῆς ὀρθῆς πίστεως καὶ τῶν ιβʹ κεφαλαίων τοῦ ἐν ἁγίοις Κυρίλλου καὶ τῆς ἐν Ἐφέσῳ πρώτης ἱερᾶς συνόδου καὶ ὅσα ὑπὲρ συνηγορίας Θεοδώρου καὶ Νεστορίου αὐτῷ γέγραπται. Πρὸς τούτοις ἀναθεμα‐ τίζομεν καὶ τὴν ἀσεβῆ ἐπιστολὴν τὴν λεγομένην
25παρὰ Ἴβα γεγράφθαι πρὸς Μάριν τὴν Πέρσην, τὴν ἀρνουμένην τὸν Θεὸν Λόγον (καὶ) ἐκ τῆς ἁγίας Μαρίας τῆς Θεοτόκου σαρκωθέντα ἄνθρωπον γεγε‐ νῆσθαι καὶ τὸν θεσπέσιον Κύριλλον ὡς αἱρετικὸν διαβάλλουσαν καὶ μεμφομένην μὲν τὴν ἐν Ἐφέσῳ
30σύνοδον τὴν ἁγίαν καὶ πρώτην ὡς χωρὶς κρίσεως καὶ ζητήσεως Νεστόριον καθελοῦσαν καὶ τὰ ιβʹ κεφάλαια τοῦ μακαρίου Κυρίλλου διαπτύουσαν, ἐκ‐ δικοῦσαν δὲ Νεστόριον καὶ Θεόδωρον καὶ τὰ θεο‐ στυγῆ αὐτῶν συγγράμματά τε καὶ δόγματα. Διὸ δὴ
35τοίνυν τὰς μὲν τῶν αἱρετικῶν τούτων πάντων ἀθυροστόμους γλώσσας καὶ τὰς τούτων ἀσεβεστάτας συγγραφὰς, αὐτούς τε τοὺς αἱρετικοὺς τοὺς μέχρι τέλους ἐμμείναντας τῇ οἰκείᾳ κακοδοξίᾳ καὶ πονηρίᾳ μετὰ (τοῦ) πατρὸς τοῦ ψεύδους τοῦ διαβόλου συναριθμοῦντες, ἐροῦμεν· «Πορεύεσθε τῷ φωτὶ τοῦ πυρὸς ὑμῶν καὶ τῇ φλογὶ ᾗ ἐξεκαύσατε.»
40538 ΣΙΘʹ. Περὶ θανατικῶν, σεισμῶν, ἀστέρων καὶ φόνων. Ἐπὶ τῆς αὐτοῦ βασιλείας θανατικὸν ἀνθρώ‐ πων γέγονεν ἐν ΚΠ. ὥστε μένειν ἀτάφους τοὺς ἀπο‐ θνήσκοντας ἐπὶ ἡμέρας γʹ διὰ τὸ μὴ ἐξαρκεῖν τοὺς
45κραβάτους τῶν ἐκκλησιῶν καὶ τῶν οἴκων πρὸς τὸ ἐκφέρειν τοὺς τελευτῶντας· ὅθεν ποιήσας ὁ βασιλεὺς (Ἰουστινιανὸς) κραβάτους χιλίους, καὶ μηδ’ οὕτως ἐξαρκούντων, ἁμάξας προσέταξε πλείστας εὐτρεπι‐ σθῆναι καὶ ἄλογα καὶ ἐπιστιβάζοντες ἐν αὐτοῖς

110

.

792

(50)

τοὺς νεκροὺς ἐξωδίαζον. Ἐπιτεινομένης δὲ τῆς791

110

.

793

θνήσεως, ἔῤῥιπτον τοὺς πλείονας εἰς τὸν αἰγιαλόν· καὶ ἔμενον ἄταφοι ἕως ἡμερῶν ϛʹ διὰ τὸ μηδὲ τὰ πλοῖα ἐξαρκεῖν διαπερᾷν καὶ θάπτειν (οὐ μὴν δὲ ἀλλὰ καὶ ἐν τοῖς οἴκοις καὶ ἐμβόλοις καὶ ἐκκλησίαις,
5καὶ οὐκ ἦν τόπος, ἐν ᾧ οὐ κατέκειντο νεκροί. Πολ‐ λοὶ ἀπόζοντες, πολλοὶ δὲ καὶ ἀδιάθετοι τελευτῶντες, εἰς πρόσωπα ξένα τὰ ἑαυτῶν ἤρχοντο, διὰ τὸ πάν‐ τας ἄρδην τελευτᾷν τοὺς συγγενεῖς καὶ τοὺς οἰ‐ κείους).
10(2) Ἐκράτησεν οὖν ἡ θνῆσις αὕτη μῆνας βʹ, Ἰούλιον καὶ Αὔγουστον. Ἐγένοντο δὲ βρονταὶ με‐ γάλαι σφόδρα καὶ ἀστραπαὶ φοβεραὶ λίαν, ὡς καὶ ἀνθρώπους (140b) καθεύδοντας ἐκ τῶν ἀστραπῶν καυθῆναι.
15(3) Καὶ μέντοι καὶ σεισμὸς γέγονε μέγιστος καὶ παγκόσμιος, ὥστε πᾶσαν τὴν οἰκουμένην σχεδὸν πτοηθῆναι καὶ τὴν θάλασσαν ἀναῤῥιχάναι μίλια βʹ καὶ ἀπολέσθαι πλοῖα ἐν τῇ τοῦ ὕδατος ἀναχαιτίσει (διαπλέοντα πάμπολλα καὶ ἀναρίθμητα) καὶ ἐν μὲν
20τῇ Ἀραβίᾳ, καὶ Παλαιστίνῃ, καὶ Μεσοποταμίᾳ, 539 καὶ Ἀντιοχείᾳ κατεπόθησαν πόλεις πολλαὶ καὶ κῶμαι. Καὶ συνελήφθησαν ἀνθρώπων πλήθη καὶ ἀλόγων, ἐν δὲ ΚΠ. ἐκκλησίαι καὶ οἶκοι πολλοὶ πεπτώκασι καὶ τὸ πλεῖστον μέρος τοῦ τείχους τῆς
25πόλεως. Καὶ ἀπέθανεν ἐν τοῖς συμπτώμασι πλῆθος ἄπειρον. Καὶ ἐπεκράτησεν ὁ σεισμὸς ἡμέρας (καὶ νύκτας) μʹ. (4) Καὶ πῦρ ἐφάνη ἐν τῷ οὐρανῷ ὡς εἶδος λόγχης ἀπὸ ἄρκτου ἐπὶ δυσμὰς ἕλκον.
30(5) Καὶ γέγονε σεισμὸς πάλιν, ὥστε πεσεῖν τὰ βʹ τείχη τῆς πόλεως Κωνσταντίνου τὸ ἀνατολικὸν καὶ [τὸ] δυτικὸν, καὶ πολλαὶ ἐκκλησίαι καὶ οἶκοι ἕως ἐδάφους κατέπεσον, ἀλλὰ μὴν καὶ τὰ προάστεια καὶ τὸ ῥήγιον (ἠφανίσθησαν καὶ πολλοὶ ἀπώλοντο
35καὶ διεφθάρησαν τόποι) ὡς μηδὲ γνωρίζεσθαι (αὐτοὺς εὐχερῶς). Καὶ ἐπεκράτησεν ἡ γῆ σειομένη διηνεκῶς ἡμέρας καὶ νύκτας ιʹ. Διὸ καὶ λυπούμενος ὁ βασιλεὺς εἰς τὰ Γενέθλια καὶ (τὰ) Θεοφάνια χωρὶς (τοῦ) στέμματος προῆλθε καὶ τὰ ἐξ ἔθους ἀριστό‐
40δειπνα τῆς δωδεκαημέρου οὐκ ἐποίησεν, ἀλλὰ πάντα πτωχοῖς διένειμε. (6) Ἔτι μὴν αὖθις ἐπεγένετο θανατικὸν ἐκ νοσήματος τοῦ λεγομένου βουβῶνος μῆνας δʹ καὶ οὐχ ἧττον διέφθειρε τοῦ προτέρου θανατικοῦ πᾶσαν
45τὴν πόλιν καὶ τὰ πόῤῥω ταύτης.
(7) Ἐν δὲ τῇ Ἀντιοχείᾳ, γενομένου σεισμοῦ793

110

.

796

μεγάλου ἐπὶ ὥραν μίαν ἠκούσθη βρυγμὸς ἐκ τοῦ οὐρανοῦ φοβερώτατος, καὶ ἀπέθανον ἐν τῇ συμ‐ πτώσει χιλιάδες εʹ. (8) Λιτανευόντων δὲ πάντων καὶ τρεμόντων,
5ἐφάνη ἐν ὁράματι ἀνθρώπῳ τινὶ, ὥστε εἰπεῖν τοῖς ἐν τῇ πόλει, ἵνα γράψωσιν εἰς τὰ ὑπέρθυρα αὐτῶν· «Χριστὸς μεθ’ ἡμῶν· στῆτε.» Καὶ τούτου γενο‐ μένου ἔστη παρευθὺς ὁ κλόνος τῆς γῆς καὶ ἡ ὀργὴ τοῦ Θεοῦ κατέπαυσε. Καὶ ἔκτοτε ἐκλήθη ἡ Ἀντιό‐
10χεια Θεούπολις. 540 (9) Καὶ ἀστὴρ ἐφάνη μέγας εἰς τὸ δυτικὸν μέρος κομήτης ἐπὶ τὰ ἄνω πέμπων τὰς ἀκτῖνας, ὃν ἔλεγον Λαμπαδίαν, καὶ διέμεινεν ἐπὶ ἡμέρας καὶ νύκτας κʹ φαίνων.
15(10) Οὕτως ἐγένοντο κοσμικαὶ δημοκρατίαι καὶ φόνοι πολλοὶ, καὶ μετὰ χρόνον τινὰ γέγονεν ἀστέρων δρόμος ἀφ’ ἑσπέρας ἕως πρωῒ ὥστε πάντας ὑπερεκ‐ πλήττεσθαι καὶ λέγειν, ὅτι πίπτουσιν οἱ ἀστέρες. Καὶ μετ’ ὀλίγον πάλιν ὁ ἥλιος χωρὶς ἀκτίνων ἐφαί‐
20νετο ὥσπερ καὶ ἡ σελήνη· πόλεμοι δὲ, καὶ νόσοι, καὶ θάνατοι τοὺς ἀνθρώπους οὐ διέλιπον. ΣΚʹ. Περὶ τοῦ κωμοδρόμου καὶ τοῦ κυνός. Ἦλθε δὲ καὶ ἐκ τῆς Δύσεως ἄνθρωπος κωμο‐ δρόμος ἐν ΚΠ. ἔχων κύνα ξανθὸν καὶ τυφλὸν, ὅστις
25(κελευόμενος ὑπὸ τοῦ κωμοδρόμου) ἐποίει τέρατα (παράδοξα). Παρεστῶτος ὄχλου παμπόλλου καὶ τοῦ κωμοδρόμου λαμβάνοντος δακτυλίδια χρυσᾶ, καὶ ἀργυρᾶ, καὶ σιδηρᾶ, καὶ χαλκᾶ, καὶ πάντα σμίγων καὶ περισκέπων χώματι καὶ τῷ κυνὶ ἐπιτρέπων,
30ἐλάμβανε διὰ τοῦ στόματος καὶ ἐδίδου ἑκάστῳ τὸ ἴδιον. (2) Ὡσαύτως καὶ νομίσματα παρεῖχε κατ’ ὄνομα. (3) Καὶ πρὸς τούτοις ἐπερωτώμενος ὑπεδείκνυε
35τὰς ἐν γαστρὶ ἐχούσας νομίμως καὶ τὰς παρανόμως καὶ τοὺς μοιχοὺς καὶ τὰς πόρνας, τοὺς εὐπροαιρέ‐ τους καὶ ἐλεήμονας, τοὺς ἀδιακρίτους 541 καὶ ἀνελεήμονας μετὰ ἀληθείας πάντας κατεμήνυσεν [ὅθεν ἔλεγον ὅτι πνεῦμα Πύθωνος ἔχει.
40(4) Γέγονε δὲ καὶ διὰ (286b) στροφὴ περὶ τοῦ Πάσχα· καὶ ὁ μὲν πλεῖστος λαὸς ἐποίησε τὴν ἀπό‐ κρεων πρὸ τοῦ βασιλέως· ὁ δὲ βασιλεὺς προσ‐ έταξεν ἑτέραν ἑβδομάδα πραθῆναι κρέα, καὶ πάν‐
τες οἱ κρεωπῶλαι σφάξαντες οὐδεὶς ἠγόραζεν795

110

.

797

οὐ γὰρ ἤσθιον· τὸ δὲ Πάσχα γέγονεν ὡς ὁ βασιλεὺς ἐκέλευσεν, καὶ ηὑρέθη νηστεύων ὁ λαὸς ἑβδομάδα περισσοτέραν. (5) Τινὲς δὲ διαβληθέντες ὡς ἀῤῥενοφθόροι,
5διάταξιν ἐξεφώνησε τοὺς εὑρισκομένους οὕτω· τοὺς μὲν καυλοτομεῖσθαι, τοὺς δὲ καλάμους ὀ‐ ξεῖς εἰς τοὺς πόρους ἐμβάλλεσθαι τῶν αἰδοίων αὐ‐ τῶν· διὸ πολλοὶ καὶ τῶν ἀρχιερέων καὶ οὕτω τιμωρηθέντες περιαγόμενοι δεινῶς ἐτελεύτησαν·
10καὶ γενόμενος φόβος μέγας ἐσωφρόνησε τοὺς λοιποὺς καὶ μάλα εἰκότως. (6) «Ὀλολυζέτω γὰρ, φησὶ, πίτυς, ὅτι πέ‐ πτωκε κέδρος,» τουτέστι τῶν ἰσχυρῶν καὶ μεγάλων πιπτόντων τὰ ἀσθενέστερα παιδευέσθωσαν· οὕτω
15γε μὴν καὶ ὁ σοφὸς λέγει· «Τῶν ἀσεβῶν πιπτόν‐ των δίκαιοι κατάφοβοι γίνονται» καί· «Λοιμοῦ μαστιγουμένου, ἄφρων πανουργότερος γίνεται·» —«πανοῦργος δὲ ἰδὼν πονηρὸν τιμωρούμενον κραταιῶς αὐτὸς παιδεύεται.» Ἡ τοίνυν μυσαρω‐
20τάτη καὶ λυσσώδης αὕτη καὶ παρὰ φύσιν ἁμαρτία πρώην ὑπὸ τῶν Σοδόμων 542 διαπραττομένη καὶ ὥσπερ τις φωνὴ ἀνερχομένη καὶ βοῶσα τὸ μέγεθος τῆς ἀσεβείας εἰς τὰ ὦτα Κυρίου Σαβαὼθ, ἔφασκεν ὁ πολλὰ πρῶτον μακροθυμήσας καὶ ὕστερον διὰ τὸ
25ἀμετανόητον αὐτῶν καὶ ἀνεπίστροφον τῆς ἀδικρί‐ του καὶ ἀκολάστου γνώμης ἐπάξας μάλα δικαίως τὴν τιμωρίαν· «Κραυγὴ Σοδόμων καὶ Γομόῤῥας πεπλήθυνται πρός με, καὶ ἁμαρτίαι αὐτῶν μεγά‐ λαι σφόδρα» καὶ ἐπάγει λέγουσα ἡ Γραφή· «Καὶ
30ἔβρεξε Κύριος πῦρ καὶ θεῖον παρὰ Κυρίου ἐπὶ Σόδομα καὶ Γόμοῤῥα—καὶ κατέστρεψε τὰς πόλεις ταύτας καὶ πᾶσαν τὴν περίοικον καὶ πάντας τοὺς κατοικοῦντας ἐν ταῖς πόλεσιν.» Ἄξιον οὖν ὄντως θαυμᾶσαι (287a), καὶ λίαν ἐκπλαγῆναι, καὶ φρίξαι
35τὴν φοβερὰν, καὶ θείαν, καὶ πυρφόρον ἀπειλὴν, ὅπως ἐπελθοῦσα προσηκόντως οὐ μόνον ἅπαν τὸ γένος τῶν ἐλεεινῶν ἀνθρώπων ἐκείνων ἀναλίσκει καὶ ἅπαν τῆς γῆς τὸ ἀνάστημα, ἀλλά γε καὶ τῆς προκειμένης θαλάσσης νεκροῦνται τὰ ὕδατα φλογι‐
40σθέντα καὶ ὑπερκαυθέντα διὰ τὴν ὑπερβάλλουσαν ἔκκαυσιν καὶ πύρωσίν τε καὶ ἀκρασίαν τῆς μιαρᾶς σαρκὸς τῶν ἀθλίων ἐκείνων καὶ εἰς τὸν αἰῶνα στη‐ λιτευομένων· ὅθεν εἰκότως πυρὶ τὰς δίκας εἰσπράτ‐ τονται καὶ μέχρι νῦν πόλεις Σοδόμων καὶ Γομόῥ‐
45ῥας τεφρωθεῖσαι· πάλαι μὲν γὰρ διὰ τῆς λαγνείας καὶ παρὰ φύσιν ἀκολασίας καὶ αὐτὸν μιαίνοντες τὸν ἀέρα καὶ τὴν γῆν· νῦν δὲ τῆς δυσπραγίας ἐκείνης, καὶ παρανομίας, καὶ τῆς δικαίας τοῦ Θεοῦ κρίσεως μάρτυς ἡ γῆ καὶ ὁ ἀὴρ ἕως ἄρτι παχυνόμενος ἐκεῖ‐

110

.

797

(50)

θεν ἐλέγχει καὶ τὴν ἐκείνων αἰσχρουργίαν καὶ τὴν797

110

.

800

τῶν ἐκείνων ἰχνηλατούντων καὶ ἐργαζομένων θεο‐ στυγῆ πρᾶξιν· καὶ μέντοι καὶ τῶν τὴν μέλλουσαν ἀπιστούντων κρίσιν προδήλως τὴν παράνοιάν τε καὶ πόρωσιν, ἵνα διὰ τῶν πάλαι τὰς δίκας εἰσπρατ‐
5τομένων ἡμεῖς τὴν ὄψιν καὶ τὴν πεῖραν τῶν θείων κολαστηρίων ἐκφύγωμεν. Εἰ δέ τις τῶν μὴ τὴν γῆν ἐκείνην ἑωρακότων ἀπιστοίη μὴ οὕτως ἔχειν ἀκουέτω τῆς θείας Γραφῆς διηγουμένης περὶ τῆς σοφίας καὶ λεγούσης· «Αὕτη δίκαιον, ἐξαπολλυμέ‐
10νων ἀσεβῶν, ἐῤῥύσατο φυγόντα καταβάσιον πῦρ Πενταπόλεως· ἧς ἔτι μαρτύριον τῆς πονηρίας καπνιζομένη καθέστηκε 543 χέρσος καὶ ἀτελέσιν ὥραις καρποφοροῦντα φυτά·» ὡσαύτως δὲ καὶ Ἰούδα Ἰακώβου φάσκοντος· «Ὡς Σόδομα καὶ
15Γόμοῤῥα καὶ [αἱ] περὶ αὐτὰς πόλεις τὸν ὅμοιον τούτοις τρόπον ἐκπορνεύσασαι καὶ ἀπελθοῦσαι ὀπίσω σαρκὸς ἑτέρας πρόκεινται δεῖγμα πυρὸς αἰωνίου δίκην ὑπέχουσαι·» καί· «Οἷς ὁ ζόφος τοῦ σκότους εἰς αἰῶνας τετήρηται.» (7) Λέγει δὲ καὶ ὁ θεῖος Χρυσόστομος· «Ἀπιστεῖ τις τῇ γεέννῃ, τὰ Σόδομα διαλογιζέσθω, τὰ Γό‐
20μοῤῥα ἐννοείτω, τὴν γεγενημένην τιμωρίαν καὶ ἔτι μένουσαν» καὶ τοῦ διαιωνίζειν τὴν κόλασιν ἐναργὲς τεκμήριον παριστῶσαν· καὶ γὰρ (287b) οὐ μόνον ἡ γῆ, ἀλλὰ καὶ αὐτὸς ὁ ἀὴρ καὶ τὰ ὕδατα μετέσχε τῆς συμφορᾶς, καὶ καθάπερ σώματος ἐμ‐
25πρησθέντος τὸ μὲν σχῆμα μένει καὶ ὁ τύπος ἐν τῇ τοῦ πυρὸς ὄψει καὶ ὁ ὄγκος καὶ ἡ ἀναλογία, ἡ δὲ δύναμις οὐκέτι· οὕτω δὴ κἀκεῖσε γῆν ἔστιν ἰδεῖν, ἀλλ’ οὐδὲν ἔχουσαν γῆς, ἀλλὰ πάντα τέφρα· δένδρα καὶ καρποὺς, ἀλλ’ οὐδὲν δένδρων οὐδὲ καρπῶν·
30ἀέρα καὶ ὕδωρ, ἀλλ’ οὐδὲν ὕδατος οὐδὲ ἀέρος· ἐπειδὴ γὰρ καὶ ταῦτα τετέφρωνται· τοιγαροῦν οὐδὲν ἕτε‐ ρον ἢ κάμινός ἐστιν ὁ ἀήρ, κάμινος τὸ ὕδωρ, πάντα ἄκαρπα, πάντα ἄγονα, πάντα πρὸς τιμωρίαν τῆς προλαβούσης ὀργῆς καὶ εἰκόνες τῆς μελλούσης κο‐
35λάσεως· ἐννόησον τοίνυν ἡλίκον ἐστὶ τὸ ἁμάρτημα ὡς βιάσασθαι πρὸ καιροῦ τὴν γέενναν φανῆναι· καὶ γὰρ παράδοξος ἦν ὁ ὑετὸς ἐκεῖνος· ἐπειδὴ καὶ παρὰ φύσιν καὶ παράνομος ἡ μίξις· καὶ κατέκλυσε τὴν γῆν, ἐπειδὴ καὶ τὰς ἐκείνων ψυχὰς ἡ χαλεπὴ
40καὶ ἐπάρατος ἐπιθυμία· ἀλλ’, ὦ τῆς παραπληξίας τῶν τοῦτο κατεργαζομένων καὶ τῆς ταλαιπωρίας καὶ κακονοίας τῶν ἐλεεινῶν καὶ ἀθλίως τοῦτο πασχόντων ἑκουσίως μάλιστα καὶ φθειρομένων ὑπὸ τῶν διεφθαρμένων καὶ βεβήλων τε καὶ ἀκαθάρτων
45ψυχῇ καὶ σώματι καὶ χοίρων χείρους ἑαυτοὺς ἀπο‐ φαίνοντες, οἵτε φθείροντες καὶ οἱ φθειρόμενοι ἀφόβως καὶ ἀναισχύντως· οἵ γε καὶ ἀλόγων ἀνοη‐ τότεροι καὶ κυνῶν ἀναιδέστεροι· οὐδαμοῦ γὰρ τοιαύτη μίξις παρ’ ἐκείνοις ἀλλ’ ἐπιγινώσκει τοὺς

110

.

800

(50)

ἰδίους ὅρους ἡ φύσις. Τούτους ἐγὼ καὶ ἀνδροφόνων χείρους εἶναι λέγω καὶ ὅπερ ἂν εἴπῃς ἁμάρτημα· οὐδὲν ἴσον ἐρεῖς 544 τῆς παρανομίας ταύτης· ὁ μὲν γὰρ ἀνδροφόνος τὴν ψυχὴν ἀπὸ τοῦ σώματος
ἐχώρησεν· οὗτος δὲ τὴν ψυχὴν μετὰ τοῦ σώματος799

110

.

801

ἀπώλεσεν. Πόθεν οὖν ἐτέχθη τὸ μέγα τοῦτο κακόν; Ἀπὸ τρυφῆς καὶ σπατάλης καὶ ἐγκαταλείψεως Θεοῦ καὶ ἀπὸ τοῦ μὴ φοβεῖσθαι αὐτὸν καὶ τὴν μέλλουσαν κρίσιν· ὅταν γὰρ ἐκβάλωσί τινες τὸν τοιοῦτον φό‐
5βον ἐκ τῆς καρδίας αὐτῶν, ἐγκαταλιμπά(288a)‐ νονται εἰς τέλος καὶ οὕτως ἔρχονται εἰς ἐπιθυμίας ἀνοήτους καὶ βλαβερὰς καὶ «εἰς πάθη ἀτιμίας·» ὥσπερ γὰρ πολλοὶ πολλάκις τὴν τῶν σιτίων ἐπιθυ‐ μίαν ἀφέντες γῆν σιτοῦνται καὶ λίθους μικράς·
10καὶ ἕτεροι δὲ ὑπὸ δίψους κατεχόμενοι σφοδροῦ καὶ βορβόρου πολλάκις ἐπιθυμοῦσιν· οὕτω κἀκεῖνοι καταλειφθέντες διὰ τὰς προειρημένας αἰτίας πρὸς τὸν ἄθεσμον τούτων ἐξεκαύθησαν ἔρωτα καὶ πρὸς τὴν μιαρὰν ὄρεξιν μανίαν τε καὶ λύσσαν· εἰ δὲ οὐκ
15αἰσθάνονται, ἀλλ’ ἥδονται, μὴ θαυμάσῃς· καὶ γὰρ οἱ μαινόμενοι καὶ φρενίτιδι κατεχόμενοι νόσῳ πολλὰ ἑαυτοὺς ἀδικοῦντες καὶ ἐλεεινὰ πράσσοντες ἐφ’ οἷς αὐτοὺς ἕτεροι δακρύουσι, γελῶσι καὶ τοῖς λεγομέ‐ νοις αὐτοῖς ἐντρυφῶσι. Πόσαι λοιπὸν γέενναι τοὺς
20τοιούτους ἀρκέσωσι καὶ πόσα κολαστήρια; Εἰ δὲ καταγελᾷς γεέννης ἀκούων καὶ ἀπιστεῖς ἐκείνῳ τῷ πυρὶ, ἀναμνήσθητι πάλιν τὸν ἐν Σοδόμοις θεῖον ἐμ‐ πυρισμὸν καὶ τὴν φοβερὰν ἐκείνην φλόγωσιν. Εἰ οὖν τοιαῦτα πράττων καὶ σὺ δίκην οὐ δίδως, μὴ
25θαυμάσῃς· ἐκεῖνοι μὲν γὰρ ὡς μὴ τὴν γέενναν εἰδότες ἐκολάσθησαν παρὰ πόδας· σὺ δὲ ὅσα ἂν ἁμάρτῃς, κἂν μηδεμίαν δίκην δῷς ἐνταῦθα, ἐκεῖ πάντα χαλεπωτέρως ἀποτίσῃ καὶ κολασθήσει· διατί; Ὅτι πλείονος ἀπηλαύσαμεν χάριτος· ὅταν δὲ
30καὶ πλείονα καὶ μείζονα πταίωμεν ἐκείνων, ποίας συγ‐ γνώμης τύχωμεν ἐκ προγόνων τὰ σωτηριώδη παρα‐ λαβόντες διδάγματα, ἅπερ ἐκεῖνοι παντελῶς οὔτε ἤκουσαν οὔτε ἔμαθον, ὥστε διὰ τοῦτο μειζόνως κο‐ λασθησόμεθα, κἄν τε μικρὰν δίκην ἐνταῦθα δῶμεν
35κἄν τε μὴ δῶμεν. Οὐκοῦν μηδεὶς ὁρῶν πονηροὺς εὐπραγοῦντας θορυβείσθω· οὐ γάρ ἐστιν ἐνταῦθα ἡ ἀνταπόδοσις οὔτε τῆς ἀρετῆς οὔτε τῆς πονηρίας· εἰ δὲ σοῦ καὶ γίνεται τῆς ἀρετῆς καὶ τῆς πονηρίας, ἀλλ’ οὐχὶ κατ’ ἀξίαν ἀλλ’ ἁπλῶς ὡσανεὶ γεῦμα τῆς
40κρίσεως, 545 ἵνα οἱ τῇ ἀναστάσει διαπιστοῦντες, τοῖς γοῦν ἐνταῦθα σωφρονίζωνται· ὅταν οὖν εὐ‐ πραγῇ ὁ πονηρὸς, ἐπὶ κακῷ τῆς ἑαυτοῦ κεφαλῆς· (288b) ἵνα γὰρ ὧν ἔπραξεν ἴσως] (141a) ἀγαθῶν τὴν ἀντίδοσιν ἐνταῦθα λαβὼν ἴσως ἐκεῖ πλεῖον
45κολασθήσηται ὅταν δὲ πάσχῃ ὁ ἀγαθὸς, μακάριος ὄντως ἐστὶν, ἵνα γὰρ ἀποθέμενος πάντα καὶ τὰ μικρὰ ἁμαρτήματα, εὐδόκιμος καὶ καθαρὸς ἀπίῃ καὶ ἀνεύθυνος. Ἐκεῖ γάρ εἰσιν οἱ τέλειοι στέφανοι τῶν ἀγαθῶν, καὶ ἐκεῖ αἱ σφοδρότεραι καὶ ἀπέραντοι

110

.

801

(50)

κολάσεις τῶν πονηρῶν· ὥσπερ καὶ ὁ σηπεδόνα ἔχων, κἂν μὴ τέμνηται, ἀῤῥωστεῖ καὶ τότε μᾶλλον ἐν κακοῖς, ὅταν μὴ τέμνηται· οὕτως καὶ ὁ ἁμαρτά‐ νων, κἂν μὴ κολάζηται, πάντων ἐστὶν ἀθλιώτερος. Καὶ καθάπερ οἱ σπλῆνα καὶ ὑδερὸν ἔχοντες, ὅταν
55ἀπολαύσωσι τραπέζης δαψιλῆς καὶ ψυχροποσίας καὶ801

110

.

804

πολυτελῶν ἐδεσμάτων καὶ καρυκευμάτων, τὸ λοιπὸν μάλιστά εἰσι πάντων ἐλεεινότεροι, τῇ τρυφῇ τὸ νόσημα προσαύξοντες· ἂν δὲ ἄγχωνται λιμῷ καὶ δίψει κατὰ τοὺς ἰατρικοὺς νόμους, ἐλπίδα τινὰ σω‐
5τηρίας ἔχουσιν· οὕτω καὶ οἱ ζῶντες ἐν πονηρίᾳ, εἰ μὲν κολάζονται χρηστὰς ἔχουσι τὰς ἐλπίδας· εἰ δὲ μετὰ τῆς πονηρίας ἀπολαύουσι τροφῆς καὶ ἀδείας, τῶν ἐν ὑδέρῳ γαστριζομένων ἐλεεινότεροι σφόδρα ἂν εἶεν, καὶ τοσούτῳ πλεῖον, ὅσον ψυχὴ σώματος
10βελτίων. Εἰ τοίνυν ἐκεῖνοι μήτε νόμον ἔχοντες τὸν κωλύοντα αὐτοὺς τῆς ἀθεμίτου πράξεως μήτε προ‐ φήτας εἰδότες, οὐδεμιᾶς ἔτυχον συγγνώμης, ἀλλὰ πυρὸς καὶ θείου παραναλώματα γεγόνασιν, πόσῳ μᾶλλον ἡμεῖς ἄξιοί ἐσμεν τιμωρίας καὶ χαλεπωτέ‐
15ρας ὑπεύθυνοι καταδίκης, οἱ νόμον, καὶ προφήτας, καὶ εὐαγγελιστὰς, καὶ διδασκάλους ἀναγινώσκοντες, καὶ χείρονα ποιοῦντες; Τίνος δὲ ἕνεκα τοιαῦτα δρών‐ των ἡμῶν, οὐκ ἐπάγει καὶ ἡμῖν ὁ Θεὸς τοιαύτην πανωλεθρίαν, ἐπειδὴ ἄλλη κόλασις ἀργαλεωτέρα καὶ
20ἀτελεύτητος, καὶ ἕτερον πῦρ ἄσβεστον ἡμᾶς ἐκδέχεται δεινότερον καὶ σφοδρότερον; «Ὁ σκώληξ γὰρ, φη‐ σὶν, αὐτῶν οὐ τελευτήσει καὶ τὸ πῦρ οὐ σβεσθήσεται.» Διὰ δὴ τοῦτο καὶ ὁ παλαιὸς καὶ θεῖος νόμος ἀναστέλλων τὴν ἐξάγιστον αἰσχρουργίαν ταύτην καὶ ὀλεθρίαν ἔφασκεν· «Οὐ κοιμηθήσῃ μετὰ 546 ἄῤῥενος κοίτην γυναικείαν· βδέλυγμα γάρ ἐστιν.» «Καὶ ὃς [ἂν] κοιμηθῇ μετὰ ἄῤῥενος
25κοίτην γυναικὸς, θανάτῳ θανατούσθωσαν ἀμφότεροι· ἐπικατάρατος γὰρ ὁ τοιοῦτος· λίθοις λιθοβολήσατε αὐτούς. (8) Ταύτην τοίνυν τὴν ἀκόλαστον καὶ ἀκάθαρτον γνώμην καὶ παράνομον πρᾶξιν τῶν αὐθαιρέτως πασχόντων θριαμβεύειν εὖ μάλα καὶ στηλιτεύων ὁ
30μέγας Κύριλλος οὕτως φάσκει· «Ἀκολασίας γὰρ ἕνεκεν οἱ τάλανες τοῦτο δρῶσι, τὰ τῶν γυναικῶν πάσχειν, ἄνδρες ὄντες βουλόμενοι· οὐδενὸς γὰρ χρησίμου χάριν τὴν φύσιν μετατιθέντες, ἀσελ‐ γείας ἕνεκα τὴν θεόπλαστον ἀνδροπρεπῆ μορφὴν
35διαφθείρουσιν ἑκουσίως πολλάκις ἢ ὑπὸ ἄλλων ὑπο‐ μένειν ἀναγκάζονται τοῦτο, ὡς λοιμοὶ τῆς φύσεως καὶ τοῦ γένους πολέμιοι καὶ σπίλοι πολιτείας καὶ ζωῆς ἐφύβριστοι γίνονται· δίκην Μαινάδων πορνευο‐ μένων πορνευθέντες ἀμέτρως ἐν τοῖς αἰσχίστοις
40ὀρχοῦνται πάθεσι, μιαρᾷ πολιτείᾳ καὶ πεφθαρμένῃ τὴν ἀθλίαν ζωὴν συγκεράσαντες· ἀμφίβολα καὶ με‐ μισημένα πρόσωπα περιφέρουσι καὶ γράμμα νενο‐ θευμένον· ἱερῶν περιβόλων μακρὰν ἀποιχέσθωσαν καὶ ἁγίων συνόδων ὡς βδελυγμένον ἄγος καὶ θεο‐
45στυγὲς ἐλαυνέσθωσαν· ἐπειδὴ γὰρ αἰσχίστῃ καὶ κα‐ κίστῃ γνώμῃ τὸ καλὸν καὶ θεῖον ἔργον εἰς τὸ κακὸν καὶ διαβεβλημένον δόγμα παραλλάξαντες καὶ μετα‐ ποιήσαντες τὴν πνευματικὴν εὐνουχίαν ἀπηγορευ‐ μένῃ πράξει λειτουργεῖν (141b) ἀναγκάσαντες, οὐ

110

.

804

(50)

μόνον ἄξιον νομικῆς ψήφου τιμωρίαν λαμβάνειν, ἀλλὰ καὶ ἐξ εὐαγγελικῆς καὶ ἀποστολικῆς ἀποφά‐ σεως εἰς τὸ λεγόμενον «σκότος τὸ ἐξώτερον ἀπελαύνε‐ σθαι.» Περὶ γὰρ τῶν τοιούτων ἔφη Μωϋσῆς· «Θλαδίας καὶ ἀπόκοπος οὐκ εἰσελεύσεται εἰς τὸν
55οἶκον Κυρίου.» Ἔτι γοῦν πεπληρωμένων οἴκων803

110

.

805

τῶν μεγιστάνων τοιούτων τερατομόρφων προσώπων, χρυσοῦς μηνίσκους ἐπὶ τραχήλων, φύσιν μὲν ἄῤῥε‐ νος, θηλείας δὲ ὄψιν ἔχοντες καὶ κεκλασμένως βαδί‐ ζοντες καὶ τεθρυμμένως φθεγγόμενοι ὥσπερ ἑται‐
5ρίδες ἀπρεπεῖς ὧδε κἀκεῖσε τὴν κεφαλὴν περισείου‐ σαι· καὶ γελῶσιν ἀκρατῶς τε καὶ ἀναιδῶς, οἰστρηλασίαν πρόδηλον ὑπεμφαίνοντες, ὅθεν μετ’ ἀνδρῶν μὲν ὡς γυναῖκες μαλακῶς εὐναζόμενοι καὶ μαλακιζόμενοι φθείρονται· μετὰ 547 γυ‐
10ναικῶν ὡς φύλακες ἅμα καὶ σωφροσύνης δῆθεν ἰνδάλματα καθεύδοντες ἀναισχύντως ἀπηρυ‐ θριασμένως αἰσχροπραγοῦσιν. Καὶ οὗτοι μὲν οὕτως ὑπ’ ἀνδρῶν ἀνοσίων καὶ βεβήλων φθειρόμενοι μαλα‐ κίζονται καὶ καταμιαίνονται διὰ τῆς παρὰ φύσιν
15ἀνοσιουργίας καὶ βδελυρίας· αὐτοὶ δὲ γυναικάρια ταλαίπωρα καὶ «σεσωρευμένα, κατὰ τὸ εἰρη‐ μένον, (ἐφ’) ἁμαρτίαις» καταμολύνουσι καὶ κατα‐ βλάπτουσιν οἷα λυσσώδεις κύνες. Καὶ τὸ δὴ χαλεπώ‐ τερον καὶ ἐλεεινότερον, αἴτιοι ἐντεῦθεν γίνονται καὶ
20πρόξενοί τε καὶ μέτοχοι τῆς ἀπεράντου κολάσεως, οἵ τε φθείροντες καὶ οἱ φθειρόμενοι. Ἀλλ’, ὦ τῆς ἀφροσύνης, ὦ τῆς ἀπάτης καὶ παραπληξίας! τού‐ τους γὰρ ἄνθρωποι μάλιστα προὔχοντες, ὡς σώφρονας παραδεχόμενοι πιστεύουσιν καὶ
25εἰσοικίζουσιν, οἵ γε εἰσοικιζόμενοι καὶ παῤῥη‐ σίας τυγχάνοντες τοὺς ὄντως δικαίως ἀρετῆς ἐπιμε‐ λουμένους σώφρονας ἄνδρας κατὰ μικρὸν δελεάσαντες εἰς τὸ τῶν Σοδόμων βάραθρον κατηκόντισαν ἐλεεινῶς· διὸ δὴ λοιπὸν καὶ ἀραρώτερον, πάνυ γε καὶ νόμος
30εὐαγγελικὸς καὶ ἄριστος βίος καὶ εὐσεβὴς πολιτεία βδελύττεται τούτους ὡς θεομισεῖς καὶ ἀκαθάρτους. Οὗτοι γὰρ τοιαύτην ἐξάγιστον ζωὴν προτιμήσαντες καὶ ποθήσαντες ὅσον ἧκεν ἐπ’ αὐτοὺς, πόλεις μὲν ἠφάνισαν, τοὺς σπερματικοὺς τῆς φύσεως λόγους
35παραφθείροντες καὶ φθειρόμενοι· εὐανδροῦσαν δὲ Ῥώμην ἀνδρῶν, καὶ ἡλικίαν καὶ τὴν ἀῤῥενοπρεπῆ γενναίως ἰσχὺν δεινῶς ἐξανήλωσαν καὶ ἁπλῶς τὴν σύντονον καὶ σφριγῶσαν ἀκμὴν τῆς νεότητος λυμη‐ νάμενοι φανερῶς ἀθλίους καὶ καταγελάστους ἐποίη‐
40σαν τοὺς ἁλόντας, οὓς φευκτέον προτροπάδην καὶ βδελυκτέον ἐνδίκως τοὺς ψυχοκτόνους καὶ σωματο‐ φθόρους καὶ ἐναγεῖς ὄντας καὶ τῆς φύσεως παραχα‐ ρακτάς· οὐδὲν γὰρ ἀληθῶς μυσαρώτερον ἢ ἀκαθαρ‐ τώτερον τῶν οὕτω πορνευομένων τε καὶ πορνευόντων·
45εἰώθασι γὰρ, ὡς ἀληθῶς καὶ ἀκριβῶς μεμαθήκαμεν, οὐ μόνον οἱ σπάδονες καὶ τὰ μόρια τῆς αἰσχρουρ‐ γίας ποσῶς ἔχοντες ἀσελγαίνειν ἀμέτρως καὶ ἀκο‐ λασταίνειν ἀκορέστως, ἀλλὰ καὶ οἱ τέλειον ἀπόκοποι καὶ ἐκτετμημένοι· καθάπερ οὖν καὶ οἱ ἐκ γενετῆς

110

.

805

(50)

ἐστερημένοι ταῦτα, φεῦ τῆς ἐσχάτης ἀτοπίας καὶ φρενοβλαβείας! διὰ χειρὸς καὶ δακτύλων φθείρειν 548 τὰς ἀθλίας γυναῖκας κατὰ τὴν ἀνοσιουργίαν αὐτῶν, οὕτως ἐμμανῶς οἱ ἀνόσιοι κατεργάζεσθαι. (142b) Καὶ τοῦτο δηλῶν ὁ σοφὸς ἀριδήλως ἔφη.
55«Μακάριος» εὐνοῦχος ὁ μὴ ἐργασάμενος ἐν χειρὶ ἀνόμημα, «καὶ παρθένος ἥτις οὐκ ἔγνω κοίτην ἐν805

110

.

808

παραπτώματι.» Εἰκότως οὖν ἄθηλοι, ἄνανδροι, ἀνδρόγυνοι, σιδηροκατάδικοι καὶ γυναικομανεῖς προσ‐ αγορευέσθωσαν. Ἀκουέτωσαν τοίνυν οἱ καθαροὶ, καὶ σώφρονες τούτους ὑποτοπαζέτωσαν, καὶ μὴ πι‐ στευέτωσαν τῷ ψεύδει ἀλλὰ τῇ κατισχυμμένῃ καθαρότητι καὶ σωφροσύνῃ· ἀπὸ γὰρ ἀκαθάρτου τί καθαρισθήσεται καὶ ἀπὸ ψεύδους τί ἀληθεύσει;
5(9) Ὁ δὲ βασιλεὺς Ἰουστινιανὸς πάμπολλα κτί‐ σματα ποιήσας θαυμαστὰ καὶ τὴν πενταγέφυραν τοῦ Σαγάρου, ἅπερ Προκόπιος ὁ ἱστορικὸς ἐν ὀκτὼ λόγοις συνεγράψατο. (10) Εἰς δὲ τὰ τέλη αὐτοῦ τὸ περὶ φθαρτοῦ
10καὶ ἀφθάρτου κινήσας δόγμα, ἀλλότριος τῆς εὐσεβείας Θεοῦ ἐτελεύτησε (προβαλλόμενος Ἰουστῖνον ἀνεψιὸν αὐτοῦ εἰς βασιλέα, κουροπαλάτην τότε ὄντα). (11) Γελίμερ Βελισάριον ἐκφεύγων [εἰς ὄρος ὀχυρὸν κατέφυγεν ἔθνους τῶν Μαυρουσίων]. Οὗτος
15γὰρ ὁ Βελισάριος στρατηγὸς ἦν, ὅστις καὶ μετὰ πλή‐ θους ἀναριθμήτου καὶ πλοίων καὶ χρυσοῦ πολλοῦ (σταλεὶς παρὰ Ἰουστινιανοῦ) πολεμῆσαι Οὐανδάλους καὶ Ἀφρικὴν ἐκπορθῆσαι, ὃς ἀγχινοίᾳ καὶ φρονή‐ σει πάντα ληϊσάμενος καὶ Γελίμερον κρατήσας
20ἀνήγαγεν ἐν τῇ πόλει μετὰ πλούτου πολλοῦ καὶ ἐθριάμβευσεν 549 ἐν τῷ Ἱππικῷ ὑπατείαν ποιή‐ σας ἐν τῇ πόλει, ὥστε Ἰουστινιανὸν ἐν μὲν τῷ ἑνὶ μέρει τοῦ νομίσματος ἑαυτὸν ἐγχαράξαι, ἐν δὲ τῷ ἑτέρῳ Βελισάριος ἔνοπλον καὶ ἐπιγράψαι «Βελι‐
25σάριος ἡ δόξα τῶν Ῥωμαίων.» (12) Ἀλλ’ οἷα τὰ τοῦ φθόνου ἐν μεγάλῃ εὐδαι‐ μονίᾳ εἰώθει ποιεῖν, ὤδινε καὶ εἰς Βελισάριον. Δια‐ βληθεὶς γὰρ μετέστη τῆς ἀρχῆς καὶ τῆς δόξης καὶ Σολομὼν ἀντ’ αὐτοῦ στρατηγὸς ἐπέμφθη, ὃς τὰ
30κτηθέντα παρὰ Βελισαρίου φυλάξασθαι μὴ δυνη‐ θεὶς, τοῖς Οὐανδάλοις πάντα παρεχώρησεν. (13) Οὗτος γὰρ ὁ [Γελίμερ] Βελισάριον εἰς ὄρος ἐκ‐ φεύγων, ὡς εἴρηται, ὀχυρὸν ἔθνους τῶν Μαυρουσίων παρ’ αὐτοῖς δὲ οὔτε ἄρτος, οὔτε οἶνος, οὔτε ἔλαιον
35γεωργεῖται, ἀλλὰ κριθὰς καὶ ὀλύρας ὡς ἄλογα ζῶα ἑφθὰ σιτίζονται. Γράφει οὖν πρὸς Φαρὰν Γελίμερ, ὃν Βελισάριος κατέλιπε φυλάσσοντα αὐτὸν, πεμφθῆναι αὐτῷ ἄρτον, καὶ σπόγγον, καὶ κιθάραν. Ὁ δὲ Φα‐ ρὰς διηπόρει περὶ τούτων, ἕως (ἂν) ὁ τὴν ἐπιστο‐
40λὴν κομίσας ἔφη, ὅτι ἄρτον μὲν ἐπιθυμεῖ γεύσασθαι καὶ ἰδεῖν, σπόγγον δὲ διὰ τὰ δάκρυα καὶ τὴν ἀλουσίαν, παραμυθήσασθαι τοὺς ὀφθαλμοὺς, κιθά‐ ραν δὲ ὅπως τὰς συμφορὰς αὐτοῦ ἐκτραγῳδοίη. Ταῦτα Φαρὰς ἀκούσας, περιαλγήσας τε καὶ τὴν
45ἀνθρωπεῖαν φύσιν ἐκμυκτηρίσας πάντα ἔπεμψεν
(ὅσα ἔχρῃζεν.)807

110

.

809

(14) Χοσρόου δὲ τοῦ Πέρσου τὴν ἅπασαν Ἀνα‐ τολὴν ληϊζομένου, Ἰουστινιανὸς Βελισάριον ἐκ τῆς Δύσεως ἀγαγὼν καὶ στρατηγὸν Ἀνατολῆς ποιήσας, κατὰ Περσῶν ἐξαπέστειλεν. 550 Ὁ δὲ καθοπλι‐
5σθεὶς καὶ κατὰ Περσῶν ἐκστρατεύσας τοσοῦτον τοὺς πρέσβεις Δαρείου τῇ καθοπλίσει καὶ στρατείᾳ ἐξέπληξεν, ὡς ἐπὶ θήραν δῆθεν ἐξιὼν αὐτοῖς ὀφθεὶς, ὥστε ἀφικόμενον πρὸς Χοσρόην ὑπόσπονδον αὐ‐ τὸν Ῥωμαίοις [ποιῆσαι· τοσοῦτον δὲ Βελισάριος
10ἐθαυμάσθη παρὰ Πέρσαις καὶ Ῥωμαίοις] καὶ εὐ‐ δοκίμησεν ἢ ὅτε Γελίμερα δορυάλωτον καὶ Οὐττήγην τοὺς δύο βασιλεῖς ἐν Βυζαντίῳ ἤγαγεν. (15) Πάλιν οὖν κατηγορηθεὶς ὡς ἐπιβουλεύων τῷ βασιλεῖ Ἰουστινιανῷ ἐκ θλίψεως τελευτᾷ, δη‐
15μευθείσης ἁπάσης αὐτοῦ τῆς ὑποστάσεως. ΣΚΑʹ. Βασιλεία Ἰουστίνου. Μετὰ δὲ Ἰουστινιανὸν ἐβασίλευσεν (143a) Ἰου‐ στῖνος, ὁ ἀνεψιὸς αὐτοῦ, ἔτη ιγʹ, ὃς ἔκτισε παλάτιον ἔξω τῆς πόλεως καὶ λιμένα ἐν τῇ πόλει· τὸν μὲν
20ἐκάλεσε Σοφιανὰς, τὸ δὲ Σοφιανῶν εἰς ὄνομα τῆς γυ‐ ναικὸς αὐτοῦ Σοφίας. ΣΚΒʹ. Περί τινος Ἰουδαίου παιδός. Ἐφ’ οὗ καὶ Ἰουδαῖός τις ἐν ΚΠ. ὑελοψικὴν τέχνην ἔχων, παιδίον ἐκέκτητο μονογενὲς, ὃ καὶ
25παρέδωκε μανθάνειν γράμματα πλησίον τῆς Μεγά‐ λης ἐκκλησίας, ἧς ὁ σκευοφύλαξ, ἔχων λείψανα πολλὰ τῆς ἁγίας τραπέζης ἐξ ἱκανοῦ χρόνου, προσεκαλέσατο παῖδας πρὸς τὸ δαπανῆσαι αὐτά· εἰσῆλθεν ὁμοίως καὶ τὸ Ἰουδαϊκὸν παιδίον καὶ
30μετέλαβε καὶ αὐτὸ μετὰ τῶν λοιπῶν Χριστιανῶν παιδίων. Ἀπολυθὲν δὲ καὶ πρὸς τοὺς γονεῖς ἐλθὸν, ἠρωτᾶτο παρὰ τοῦ πατρὸς αὐτοῦ· «Ἵνα τί ἐβράδυνας, τέκνον;» Ὁ δὲ παῖς ἀπεκρίθη· «Μετὰ τῶν Χρι‐ στιανῶν παιδίων (ἀπελθὼν) εἰς τὴν Μεγάλην ἐκκλη‐
35σίαν 551 ἔφαγον κἀγὼ, πάτερ (καὶ διὰ τοῦτο ἐβράδυ‐ να).» Ὁ δὲ δόλιος ἐκεῖνος θὴρ (ἢ πατὴρ) σφόδρα μανεὶς (ἔσχε παρ’ ἑαυτῷ τὸ πρᾶγμα καὶ) μετὰ τὸ ἄριστον συμπαραλαβὼν μεθ’ ἑαυτοῦ τὸν υἱὸν αὐτοῦ καὶ πρὸς τὸ ἐργαστήριον ἀπελθὼν, ἔῤῥιψεν αὐτὸν εἰς τὴν κάμι‐
40νον καὶ κλείσας τὴν θύραν ἀνεχώρησεν. Ἡ δὲ γυνὴ αὐτοῦ γινώσκουσα τὴν τοῦ πατρὸς μανίαν τὴν κατὰ τοῦ παιδὸς, εἰς τὸ ἐργαστήριον σπουδῇ παρε‐ γένετο καὶ παρακύψασα διὰ τῆς ὀπῆς τῆς θύρας ἤκουσε τὴν φωνὴν τοῦ παιδὸς ἔσω ἐν τῇ καμίνῳ· καὶ
45τὴν θύραν πατάξασα καὶ εἰσελθοῦσα, ἐξέβαλε τὸν υἱὸν αὐτῆς ἄφλεκτον ἐκ τῆς καμίνου. Λεγούσης δὲ
αὐτῆς· «Τίς ἐνέβαλέ σε, τέκνον, εἰς τὴν κάμινον,809

110

.

812

καὶ πῶς οὐκ ἐφλέχθης;» φησὶν ὁ παῖς· «Ὁ μὲν πατήρ μου ἐνέβαλέ με, γυνὴ δὲ πορφυροῦσα ἦλθε καὶ τὴν φλόγα κατέσβεσε λέγουσα· «Μὴ φοβοῦ, παιδίον.» Ἡ δὲ μήτηρ αὐτοῦ ταῦτα ἀκούσασα, καὶ
5καταπλαγεῖσα καὶ τὸν υἱὸν παραλαβοῦσα, πρὸς τὸν πατριάρχην Μηνᾶν ἔφθασε καὶ πάντα ἀναγγείλασα (αὐτῷ) παρεκάλει Χριστιανὴ γενέσθαι (μετὰ τοῦ παιδίου αὐτῆς). Ὃς αὐτίκα τῷ βασιλεῖ ἀγαγὼν ἀμφοτέρους, ἐκέλευσεν ὁ βασιλεὺς παραστῆναι καὶ
10τὸν πατέρα τοῦ παιδίου καὶ (τοῦτον) μετὰ τὴν ἐξέ‐ τασιν πολλὰ παραινέσας καὶ παρακαλέσας Χριστια‐ νὸν γενέσθαι, οὐκ ἔπεισε, ὅθεν προσέταξεν ἀνασκολοπισθῆναι αὐτὸν ὡς φονέα τοῦ ἰδίου παιδὸς γενόμενον, τὴν δὲ γυναῖκα βαπτίσας ἐποίησεν ἀσκήτριαν, τὸν δὲ παῖδα ἀναγνώστην. ΣΚΓʹ. Βασιλεία Τιβερίου.
15Τιβέριος μετὰ Ἰουστῖνον ἐβασίλευσεν ἔτη δʹ. Τούτου ἀνελθόντος ἐπὶ ἱπποδρόμιον, ἔκραξαν τὰ μέρη· «Ἴδωμεν, 552 ἴδωμεν τὴν Αὐγοῦσταν Ῥω‐ μαίων.» Ὁ δὲ ἐδήλωσεν· «Ἡ ἀντικρὺ τοῦ δη‐ μοσίου λουτροῦ Διηγιστέως ἐκκλησία (οὖσα) 553
20ὁμώνυμος τῇ Αὐγούστῃ.» Εὐφήμησαν οὖν τὰ μέρη· «Ἀναστασίας Αὐγούστης πολλὰ τὰ ἔτη.» (2) Ἡ δὲ Σοφία, ἡ τοῦ Ἰουστίνου γυνὴ, ἐπλήγη
τὴν ψυχήν· οὐ γὰρ ᾔδει ἔχειν αὐτὸν γυναῖκα καὶ811

110

.

813

διὰ τοῦτο προσεφιλιώθη αὐτῷ ἐπὶ Ἰουστίνου, πεί‐ σασα αὐτὸν προβαλέσθαι εἰς βασιλέα Τιβέριον, βουλομένη γῆμαι αὐτὸν καὶ μεῖναι Αὐγοῦσταν. (3) Ταύτην δὲ κατήγαγε Τιβέριος εἰς τὸ παλά‐
5τιον τὸ ἐν τῷ Ἰουλιανοῦ λιμένι, κελεύσας κουβι‐ κουλαρίους καὶ ἑτέρας τινὰς εἶναι εἰς ὑπηρεσίαν αὐτῆς καὶ διατηρεῖν αὐτήν· ἐτίμα δὲ αὐτὴν ὡς μητέρα, ποιῶν πᾶσαν θεραπείαν αὐτῆς. (4) Οὗτος ἔκτισε καὶ τὸ δημόσιον Βλαχερνῶν λου‐
10τρὸν καὶ πολλὰς ἐκκλησίας καὶ ξενῶνας ἀνενεώσατο. (3) Οὗτος Μαυρίκιον καὶ Ναρσῆν κατὰ Περσῶν ἀπέστειλε· Μαυρικίου δὲ ὑποστρέψαντος μετὰ νί‐ κης μεγάλης, ἐδέξατο αὐτὸν ὁ βασιλεὺς μετὰ τι‐ μῆς πολλῆς καὶ γαμβρὸν αὐτὸν εἰσεποιήσατο, ὡσαύ‐
15τως καὶ Γερμανὸν ἐν τῇ ἑτέρᾳ θυγατρὶ, ἀμφοτέρους ποιήσας Καίσαρας. 554 (6) Φαγὼν δὲ κώμωρα πρώϊμα ἀξιο‐ θέατα πεφαρμακωμένα καὶ μέλλων τελευτᾷν Μαυρίκιον βασιλέα ἀνηγόρευσεν.
20ΣΚΔʹ. Βασιλεία Μαυρικίου. Μετὰ Τιβέριον ἐβασίλευσε Μαυρίκιος, ὁ γαμ‐ βρὸς αὐτοῦ ὁ Ἀρμένιος, ἔτη κʹ, ὃς ἔσχε γαμβρὸν ὀνόματι Φιλιππικὸν, ὃς ἔκτισε μονὴν ἐν Χρυσοπό‐ λει ἐπ’ ὀνόματι αὐτοῦ.
25(2) Στρατηλάτης δὲ παρὰ Μαυρικίου προχειρι‐ σθεὶς καὶ ἀναλαβὼν τὰ στρατεύματα, κατὰ Περσῶν ἐχώρει, (143b) πολλὰς ἀνδραγαθίας κατ’ αὐτῶν ἐνδεικνύμενος ἅμα Ἡρακλείῳ στρατηγῷ. (3) Κτίζει δὲ ὁ Μαυρίκιος τὰ Καριανοῦ καὶ τὸν
30ἐν αὐτῷ ἔμβολον, ὑπογράψας ἐν αὐτῷ τὰς αὐτοῦ πράξεις (καὶ τὸν ναὸν τῶν Ἁγίων μʹ ὄντα πλησίον τοῦ Σωτηρίου). (4) Καὶ τὴν λιτὴν δὲ τὴν ἐν Βλαχέρναις τελει‐ σθεῖσαν τῆς ὑπεραγίας Θεοτόκου διετύπωσε, καὶ τὴν
35προέλευσιν ἀπαρτήσας, καὶ τὸ ἐν αὐταῖς δημόσιον λουτρόν. (5) Ἐπὶ τούτου Χαγάνος ὁ τῶν Ἀβάρων ἀρχη‐ γὸς τὰς σπονδὰς διαλύσας, ἐπὶ τὴν Θρᾴκην χωρεῖ καὶ πολλὰ στρατεύματα τῶν Ῥωμαίων ἀναιρεῖ.
40(6) Τοῦ δὲ βασιλέως κατ’ αὐτοῦ ἐξιόντος καὶ ἐν τῷ Δαονίῳ γενομένου, τῇ νυκτὶ ἐκείνῃ γύναιον ἔτικτε καὶ οἰκτρὰς φωνὰς ἠφίει. Ὁ δὲ βασιλεὺς ἀπέστειλε μαθεῖν τὸ συμβὰν, καὶ εἶδον παιδίον γεν‐ νηθὲν ἄνευ ὀφθαλμῶν καὶ βλεφάρων, μήτε χεῖρας
45μήτε βραχίονας ἔχον· 555 πρὸς δὲ τὸ ἴσχιον (καὶ) ἰχθύος οὐρὰ προσπεφυκυῖα ὑπῆρχεν αὐτῷ. (7) Ἀλλὰ καὶ εἰς τὰ ἔξωθεν τοῦ Βυζαντίου χωρία
ἐτέχθησαν δύο παιδία, ἓν μὲν τετράπουν, καὶ ἕτε‐813

110

.

816

ρον δικόρυφον. Οἱ δὲ τὰς ἱστορίας γράψαντες λέ‐ γουσι μὴ σημαίνειν ἀγαθὰ ταῖς πόλεσιν ἐν αἷς τοιαῦτα τίκτονται. (8) Τῇ (δὲ) αὐτῇ ἡμέρᾳ καὶ ὁ ἵππος τοῦ βασιλέως
5διεῤῥάγη πεσών. (9) Ὁ δὲ τούτοις οὐκ εἰς καλὸν οἰωνισάμενος, ὑπέστρεψεν ἐν τῇ πόλει. (10) Ἀλλὰ καὶ κύων ἑξάπους κεφαλὴν ἔχων λεοντώδη ἐγεννήθη παμμεγέθης σφόδρα.
10ΣΚΕʹ. Περὶ τῶν Σειρήνων, κροκοδείλων· καὶ ὕδρεων. Καὶ ἐν τῷ Νείλῳ ποταμῷ ἐφάνησαν ἡλίου ἀνατέλλοντος ἀνθρωπόμορφα δύο ζῶα, ἀνὴρ καὶ γυνὴ (ἅπερ Σειρῆνες προσαγορεύονται, ἡδύφθογγα
15πάνυ καὶ θανατηφόρα· τὴν δὲ μορφὴν ἔχουσιν, ἀπὸ κεφαλῆς ἕως ὀμφαλοῦ, ἀνθρώπου, τὸ δὲ λοιπὸν πε‐ τεινοῦ), καὶ ὁ μὲν ἀνὴρ εὔστερνος (ἦν καὶ) κατά‐ πληκτος, ἡ δὲ γυνὴ τὴν ὄψιν καὶ τὴν κόμην ξανθὴν (ὁμοίως καὶ ὁ ἀνὴρ τούς τε μαστοὺς εἶχε καὶ
20τὴν ὄψιν ἄτριχον καὶ τὴν κόμην βαθεῖαν. Ὁ δὲ λαὸς μετὰ τοῦ ὑπάρχου θαυμάζοντες ὅρκοις ἔβαλλον ἐκεῖνο τὸ ἀνδρόγυνον μὴ ἀναχωρῆσαι πρὶν ἅπαντες ἐμφορη‐ θῶσι τῆς θέας ταύτης παραδόξου). Καὶ (δὴ) μέχρις ὥρας θʹ πᾶς ὁ λαὸς ἐθαύμαζε θεωρῶν τὰ ζῶα
25ταῦτα. Καὶ οὕτω πάλιν εἰς τὸν ποταμὸν κατ‐ έδυσαν. 556 (2) Τούτων δὲ καταδυσάντων κροκόδειλοι ἀνέδυσαν (καὶ ἐκπηδήσαντες πολλοὺς τῶν ἀνθρώπων διέφθειραν). Ὁ (γάρ τοι) κροκόδειλος θηρίον μέγα
30ἐστὶν ὁμοῦ καὶ ἰχθὺς ἀπὸ κεφαλῆς μέχρι οὐρᾶς, καὶ ἡ μὲν χροιὰ τοῦ νώτου αὐτοῦ πέτρᾳ μελαίνῃ προσ‐ έοικε, ἡ δὲ γαστὴρ λευκή· καὶ πόδες αὐτῶν εἰσι δʹ καὶ οὐρὰ μεγίστη, τραχεῖα· τῆς ῥάχεως γάρ ἐστιν ἑνὸς ὀστέου τελευτή· καὶ ἐντέτμηται εἰς ἀκάνθας
35(144a) ὥσπερ αἱ τῶν πριόνων (ὁρμαὶ καὶ) ἀκμαὶ, καὶ τύπτει μετ’ αὐτῆς πρὸς οὓς ἂν μάχηται, καὶ πολλὰ ποιεῖ τραύματα· ἡ δὲ κεφαλὴ αὐτοῦ προσήρμο‐ σται τοῖς ὤμοις ἐξισουμένη ἐφ’ ὅσον μὲν οὐ κέχηνε θηρίου ἐστὶ κεφαλή· ἐπὰν δὲ χάνῃ, ὅλη γίνεται
40στόμα μέχρι τῶν ὤμων τὸ χάσμα ποιοῦσα. (3) Ἀναιρεῖ δὲ τοῦτο πολλάκις ἡ λεγομένη ὕδρις ἐν τῷ αὐτῷ ποταμῷ ὑπάρχουσα, μορφὴν ἔχουσα κυνὸς τοιούτῳ τρόπῳ. Τὸ γὰρ στόμα διανοίγων ὁ κροκόδειλος καὶ οὕτως καθεύδων, ἡ ὕδρις ἐγκυλισα‐
45μένη εἰς πηλὸν καὶ διὰ τοῦ στόματος αὐτοῦ πρὸς
τὴν γαστέρα χωροῦσα καὶ ταύτην διαῤῥήξασα, (θᾶτ‐815

110

.

817

τον) ἐξέρχεται διὰ τῆς ἕδρας, νεκρὸν αὐτὸν κατα‐ λιμπάνουσα. Καὶ ταῦτα μὲν ὧδε· πρὸς τὰ ἑξῆς ὁ λόγος βαδισάτω. (4) Πρίσκον ὁ βασιλεὺς, τὸν ἴδιον γαμβρὸν, ἀπο‐
5στείλας κατὰ Σκυθῶν μετὰ παντὸς τοῦ στρατοῦ, οἳ τοὺς Σκύθας νικήσαντες ἀντῆραν κατὰ τοῦ βασιλέως. Μηνιῶν δὲ αὐτοῖς ὁ βασιλεὺς, πολέμου συγκροτη‐ θέντος μεταξὺ Ῥωμαίων καὶ βαρβάρων, ὑπέθετο Μαυρίκιος ὁ βασιλεὺς τῷ στρατηγῷ καταπιστευθέντι
10τὸ στράτευμα προδοῦναι τούτους τοῖς πολεμίοις, δι’ ἣν ἀνταρσίαν κατ’ αὐτοῦ ἐμελέτησαν, ὅπερ καὶ γέγονε. 557 (5) Συνελήφθη οὖν πλῆθος πολὺ, καὶ ἤγα‐ γεν αὐτοὺς ὁ Σκύθης ἐξωνηθῆναι παρὰ Ῥωμαίων.
15Ἐδήλωσε δὲ ὁ βασιλεὺς τῷ Χαγάνῳ δωρεὰν αὐτῷ πάντας ἀπολυθῆναι. Ὁ δὲ ἀντεδήλωσεν· «Ἀποδί‐ δωμι πάντας, κατὰ ψυχὴν νόμισμα κομιζόμενος.» Τοῦ δὲ βασιλέως μὴ ἀνασχομένου δοῦναι, ἀνὰ ἥμισυ νομίσματος ἠξίωσε λαβεῖν ὁ βάρβαρος. Καὶ μηδὲ
20τοῦτο καταδεξάμενος ὁ βασιλεὺς, θυμωθεὶς ὁ βάρ‐ βαρος ἀπέκτεινε χιλιάδας ιβʹ ἐν τῷ κάμπῳ τοῦ τρι‐ βουναλίου. (6) Ὅθεν ἐκ τούτου ἐμισήθη Μαυρίκιος ὑπὸ πάν‐ των, καὶ ἐλοιδόρουν αὐτὸν καὶ κατηρῶντο. Ὁ δὲ
25μεταμεληθεὶς καὶ τὸ μέλλον κριτήριον ἐννοήσας, εἵλετο μᾶλλον τὴν ἁμαρτίαν ἐνταῦθα ἀπολαβεῖν καὶ μὴ ἐπὶ τοῦ φοβεροῦ κριτηρίου. Καὶ ποιήσας δεήσεις ἐγγράφους ἐπέστειλεν εἴς τε τοὺς πατριαρ‐ χικοὺς θρόνους καὶ εἰς ἀσκητήρια καὶ μοναστήρια
30μετὰ δώρων πολλῶν, ὅπως εὔξωνται περὶ αὐτοῦ, ἵνα τὴν ἁμαρτίαν ἐνταῦθα ἀπολάβῃ. (7) Προεσκανδαλίζετο δὲ καὶ εἰς Φιλιππικὸν, τὸν γαμβρὸν αὐτοῦ, διὰ τὸ Φῖ γράμμα. Οὕτω γὰρ εἶπον τῷ Μαυρικίῳ, ὅτι Φῖ αὐτὸν διαδέξεται. Ὃς δι’ ὅρκων
35πολλῶν ἐπληροφόρει Μαυρίκιον καθαρὸς εἶναι τῆς τοιαύτης ὑποψίας. Τοῦ δὲ Μαυρικίου τὸν Θεὸν ἱκε‐ τεύοντος ῥυσθῆναι τῆς ἁμαρτίας ταύτης, εἶδεν ἐνύπνιον τοιοῦτο, ὡς ὅτι λαοῦ πλείστου παρεστῶτος τῇ εἰκόνι τοῦ Χριστοῦ ἐν τῇ χαλκῇ πύλῃ τοῦ παλα‐
40τίου, φωνὴ ἐκ τῆς εἰκόνος ἐγένετο λέγουσα· «Ἀγά‐ γετέ μοι Μαυρίκιον.» Ὃν ἀγαγόντες παρέστησαν. Καί φησιν ἡ θεία φωνή· «Ποῦ θέλεις (ὦ Μαυ‐ ρίκιε) ἀποδώσω σοι, ἐνταῦθα 558 [ἢ] ἐν τῷ μέλλοντι αἰῶνι;» Ὁ δὲ γενόμενος ἔντρομος ἀπο‐
45κριθεὶς εἶπεν· «Ὧδε καὶ μὴ ἐκεῖθεν.» Καὶ εὐ‐ θέως ἐκέλευσεν ἐκδοθῆναι αὐτὸν, καὶ τὴν γυ‐ ναῖκα, καὶ τὰ τέκνα, καὶ πᾶσαν τὴν συγγένειαν (αὐτοῦ) Φωκᾶ τῷ στρατιώτῃ. Διυπνισθεὶς οὖν ἀπέ‐ στειλεν εὐθὺς τὸν παρακοιμώμενον αὐτοῦ ἀγαγεῖν

110

.

817

(50)

Φιλιππικὸν, ὃς ἐν τῇ αὐτῇ ὥρᾳ ἰδὼν τὸν παρα‐817

110

.

820

κοιμώμενον καὶ τῆς ἑαυτοῦ ζωῆς ἀπογνοὺς, ᾐτήσατο κοινωνῆσαι, καὶ οὕτως ἀπῄει πρὸς τὸν βασιλέα, καταλιπὼν τὴν γυναῖκα ἐπὶ σάκκου καὶ σποδοῦ (144b) θρηνοῦσαν. Ἐλθὼν δὲ πρὸς τὸν βασιλέα, ἔπεσεν ἐν
5τοῖς ποσὶν αὐτοῦ. Ὁ δὲ βασιλεὺς ἐκέλευσε τὸν παρακοιμώμενον ἐξελθεῖν, καὶ αὐτὸς ἔπεσε πρὸς τοὺς πόδας Φιλιππικοῦ λέγων· «Συγχώρησόν μοι, ἀδελφὲ, ὅτι ἥμαρτόν σοι πολλά. Σὲ γὰρ ὑπενόουν τῇ ζωῇ μου ἐπιβουλεῦσαι· ἀλλὰ νῦν ἔγνων ἀθῶον εἶναί
10(σε). Παρακαλῶ οὖν σε εἰπεῖν μοι, εἰ γινώσκεις ἐν τοῖς τάγμασι Φωκᾶν τινα στρατιώτην.» Ὁ δὲ Φι‐ λιππικὸς ἔφη· «Ἕνα γινώσκω, ὃς πρὸ καιροῦ πεμ‐ φθεὶς ἐκ τοῦ στρατοῦ ἀντέλεγε τῷ κράτει σου.» Καὶ ὁ βασιλεὺς ἔφη· «Ποίας ἐστὶ γνώμης;» «Δειλὸς καὶ θρασύς.» Ὁ δὲ βασιλεὺς ἔφη· «Εἰ δειλὸς,
15καὶ φονεύς. «Καὶ διηγήσατο ὁ βασιλεὺς αὐτῷ τὸ ἐνύπνιον. Ὁ δὲ εἶπεν· «Ἴδε πῶς γράμμα τῷ Θεῷ οὐ λείπει, δέσποτα (ᾧ θέλει δοῦναι τὴν βασιλείαν).» (8) Ἐν αὐτῇ δὲ τῇ νυκτὶ ἐφάνη ἀστὴρ κομή‐ της. (9) Καὶ τῇ ἐπαύριον ἔφθασεν ὁ ἀποσταλεὶς μα‐
20γιστριανὸς φέρων ἀπόκρισιν ἐκ τῶν ἁγίων, ὅτι Ὁ Θεὸς τὴν μὲν ψυχήν σου σώζει, δεξάμενος τὴν με‐ τάνοιάν σου, τῆς δὲ παρούσης ζωῆς 559 μετὰ πολ‐ λῆς θλίψεως καὶ κινδύνων ἐκπίπτεις. Ἅπερ ἀκού‐ σας Μαυρίκιος ἐκ ψυχῆς ηὐχαρίστησε τῷ Κυρίῳ
25μεγάλως. (10) Κατεσκεύασε δὲ στέμμα Σοφία, ἡ τοῦ Ἰουστίνου γυνὴ, Μαυρικίῳ τῷ βασιλεῖ ὑπερφυὲς καὶ ὑπερτίμιον. Ὁ δὲ τοῦτο θεασάμενος καὶ θαυμάσας τῇ ἡμέρᾳ τοῦ ἁγίου Πάσχα ἀπέθετο ἐν τῇ ἐκκλησίᾳ
30καὶ τοῦτο ἀνέθηκε τῷ Θεῷ. (11) Τοῦ μετοπώρου δὲ καταλαβόντος καὶ τοῦ βασιλέως γράψαντος Πέτρῳ τῷ στρατηγῷ πα‐ ραχειμάσαι ἐν τῇ τῶν Σκλάβων χώρᾳ, ἀντεῖπεν ὁ λαός· ὅθεν οἱ ἄρχοντες εἰς ἓν τὰ πλήθη συναθροίσαν‐
35τες, προβάλλονται εἰς βασιλέα Φωκᾶν τὸν στρατιώ‐ την. (12) Τοῦ δὲ Πέτρου καὶ τῶν λοιπῶν ἀρχόντων ἐν τῇ πόλει παραγενομένων καὶ τοῦτο τῷ βασιλεῖ εἰπόντων, Μαυρίκιος τὸ κατ’ αὐτοῦ μῖσος τοῦ λαοῦ
40εἰδὼς, μεσούσης νυκτὸς ἀποδυσάμενος εἰσῆλθεν εἰς δρόμωνα σὺν τῇ γυναικὶ καὶ τοῖς τέκνοις, φεύγων τὴν ἐπανάστασιν τοῦ λαοῦ. (13) Καὶ μετὰ κινδύνου εἰς τὸν ἅγιον Αὐτονό‐ μον διασωθεὶς, βουλόμενος εἴς τι φρούριον ὀχυρὸν
45καταφυγεῖν, οὐκ ἴσχυσεν· αἴφνης γὰρ ἐπιτίθενται αὐτῷ σφοδρώτατοι πόνοι καὶ ἀρθρίτιδες, ὥστε κεῖ‐
σθαι αὐτὸν ἀμετακίνητον.819

110

.

821

(14) Ὁ δὲ Φωκᾶς ὑπὸ τοῦ λαοῦ δεχθεὶς εἰσῆλ‐ θεν ἐν τῇ πόλει καὶ εἰς τὰ βασίλεια. 560 (15) Τὸν δὲ υἱὸν αὐτοῦ Θεοδόσιον ἀπέ‐ στειλε πρὸς Χοσρόην τὸν βασιλέα Περσῶν ἀναμνῆσαι
5αὐτὸν τὰς εἰς αὐτὸν εὐεργεσίας καὶ ὡς δι’ αὐτοῦ τὴν βασιλείαν Περσῶν ἐκράτησε. Χοσρόης τὴν τῶν Περ‐ σῶν ἀθροίσας χώραν κατὰ Ῥωμαίων ἐχώρησεν ἐπὶ Φωκᾶ καὶ πολλὰς πόλεις καὶ χώρας τῶν Ῥω‐ μαίων ἐπόρθησεν.
10ΣΚϞʹ. Βασιλεία Φωκᾶ τοῦ τυράννου. Μετὰ Μαυρίκιον ἐβασίλευσε Φωκᾶς ὁ Καππα‐ δόκης τύραννος ἔτη ηʹ, στέψας καὶ Λεοντὼ τὴν γυ‐ ναῖκα αὐτοῦ εἰς Αὐγοῦσταν. (2) Εἰς δὲ τὸ Ἱππικὸν ἀνελθόντος καὶ στάσεως
15γενομένης περὶ προτιμήσεως τόπου τοῖς μέρεσιν, ἔκραξαν οἱ δῆμοι· «Ὁ Μαυρίκιος οὐκ ἀπέθανεν, ἀλλὰ ζῇ· ἐρωτηθήτω.» Ὁ δὲ ἀλάστωρ κινεῖται πρὸς [τὸν] φόνον Μαυρικίου. Καὶ εἰσῆλθε Μαυρί‐ κιος δέσμιος εἰς τὸν Εὐτροπίου λιμένα· προκολά‐
20ζων δὲ αὐτὸν ὁ μιαιφόνος τῇ θεωρίᾳ, τοὺς πέντε ἄῤῥενας υἱοὺς αὐτοῦ ἔμπροσθεν αὐτοῦ σφαγῆναι προστάττει. Ὁ δὲ Μαυρίκιος φιλοσοφῶν τῷ δυσ‐ τυχήματι, συνεχῶς ἀπεφθέγγετο· «Δίκαιος εἶ, Κύριε, καὶ δικαία ἡ κρίσις σου.» Τῆς δὲ
25τιθήνης ὑποκλεψάσης ἓν (ἐκ) τῶν (εʹ) βασιλικῶν παι‐ δίων καὶ τὸ ἴδιον αὐτῆς πρὸς ἀναίρεσιν ἀντιδοῦσα, ὁ Μαυρίκιος (145a) οὐ κατεδέξατο, ἀλλὰ τὸ ἴδιον ἐπεζήτησεν 561 ἐλθεῖν καὶ αὐτὸ ἀναιρεθῆναι. Οὕτω τοίνυν καὶ νόμων φύσεως (καὶ τρόπων
30κρείττονι καὶ ἀκροτάτῃ μετανοίᾳ) ὑψηλότερος γεγο‐ νὼς (Μαυρίκιος ὁ βασιλεὺς) ἀπαλλάττει καὶ αὐτὸς ὁμοίως τὸν βίον (μετὰ πολλῆς ὑπομονῆς καὶ εὐχα‐ ριστίας, ὅθεν καὶ κληρονόμος γέγονε τῶν αἰωνίων ἀγαθῶν).
35(3) Τοῦ δὲ ἀθλίου Φωκᾶ προστάξαντος τεθῆναι τὰς τούτων κεφαλὰς ἐν τῷ κάμπῳ τοῦ τριβουναλίου, ἐξήρχοντο οἱ τῆς πόλεως καὶ ἐθεώρουν αὐτὰς ἕως ἐπώζεσαν. Καὶ τότε συνεχώρησεν αὐτὰς ὁ ἀλιτήριος τοῖς ποθοῦσιν ἀποδοθῆναι. Οἱ δὲ δεξάμενοι κατέθεντο
40αὐτὰς ἐν τοῖς πρέπουσι τόποις. (4) Τὴν δὲ Μαυρικίου γυναῖκα σὺν ταῖς τρισὶν
θυγατράσιν αὐτῆς ἐν μοναστηρίῳ καθεῖρξεν.821

110

.

824

(5) Καλλιγράφος δέ τις εὐλαβὴς ἐν Ἀλεξαν‐ δρείᾳ ἐκ παννυχίδος οἴκαδε πορευόμενος μέσης νυκτὸς, καθ’ ἣν ἡμέραν ἀνῃρέθη Μαυρίκιος, ὁρᾷ τοὺς ἀνδριάντας ἐκ τῶν βωμῶν καθελκυσθέντας καὶ
5βοῶντας· «Ἀνῃρέθη Μαυρίκιος καὶ τὰ τέκνα αὐ‐ τοῦ,» ὅπερ σημειωσάμενος ὁ καλλιγράφος, ἦλθεν ἄνθρωπος μεθ’ ἡμέρας δέκα μηνύων τὴν Μαυρικίου τελευτήν. (6) Ὁ δέ γε ἀλάστωρ Φωκᾶς μετ’ ὀλίγον χρόνον
10καὶ τὴν γυναῖκα Μαυρικίου ἅμα ταῖς τρισὶ θυγα‐ τράσιν αὐτῆς ἀνεῖλεν ἐν τῷ μόλῳ (τοῦ) Εὐτροπίου (οὐ μὴν δὲ ἀλλὰ) καὶ πᾶσαν τὴν συγγένειαν Μαυρι‐ κίου διώλεσεν ὁ παράνομος εἰς πλείονα τῶν Χρι‐ στιανῶν ὄλεθρον· οὐ γὰρ διέλιπε τὴν τῶν Ῥω‐
15μαίων ἔκτοτε βασιλείαν δυστυχήματα ποικίλα τε καὶ ἐπάλληλα. 562 (7) Ὅ τε γὰρ Χοσρόης, ὁ τῶν Περσῶν βασιλεὺς, τὴν εἰρήνην διέλυσε, καὶ Ἄβαροι τὴν Θρᾴκην ἐδῄωσαν, καὶ ἄμφω τὰ στρατεύματα τῶν
20Ῥωμαίων διέφθειραν καὶ ἐξήλειψαν διὰ τὸ τὸν ἀνόσιον καὶ βέβηλον προτιμῆσαι τοῦ ἐννόμου καὶ εὐσεβοῦς βασιλέως. (8) Πρὸ δὲ τούτων καὶ θνῆσις ἀνθρώπων τε καὶ κτηνῶν καὶ ἀφορία τῆς γῆς πολλὴ γέγονε καὶ χει‐
25μὼν βαρύτατος ὥστε παγῆναι τὴν θάλασσαν καὶ πολλοὺς ἰχθύας τεθνάναι. (9) Ὁ οὖν δόλιος Φωκᾶς μετὰ πάντων αὐτοῦ τῶν ἀμέτρων κακῶν προσέθηκε καὶ τὸ τελευταῖον τοῦτο· ποιήσας γὰρ ἱππικὸν ἢ τάκτησιν, τῶν δὲ δήμων
30τοῦτον μὴ καταδεξαμένων, ἔκραξαν ὑβρίζοντες αὐ‐ τόν· «Ἀνάτειλον, Φωκᾶ, πάλιν (εἰς) τὸν καῦκον ἔπιες, πάλιν τὸν νοῦν ἀπώλεσας·» ἐφ’ οἷς μανεὶς (ὁ θεομάχος) πολλοὺς (μὲν) ἠκρωτηρίασε, καὶ τὰ μέλη αὐτῶν ἐν τῇ σφενδόνῃ ἐκρέμασε, πολλοὺς δὲ
35ἀπεκεφάλισε καὶ ἄλλους ἐσάκησε. Τὸν δὲ πλείονα λαὸν τῷ ὑπάρχῳ ἐπέτρεψεν ἀποκλεῖσαι αὐτοὺς, ὅπως μεθ’ ἡμέρας τινὰς παραδώσῃ αὐτοὺς τῷ θα‐ νάτῳ. Οἱ δὲ ὄχλοι ἐπισυναχθέντες καὶ πῦρ εἰς τὸ πραιτώριον βάλοντες, ἐξῆλθον οἱ δέσμιοι πάντες
40καὶ ἔφυγον. (10) (Μετὰ δὲ ταῦτα ἔφθασεν ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τὴν κεφαλὴν τοῦ ἀσεβοῦς Φωκᾶ ἀνθ’ ὧν ἔδρασεν ἀναριθμήτων κακῶν. Ὁ γὰρ γαμβρὸς αὐτοῦ) Κρίσπος ὁ πατρίκιος, μὴ ὑποφέρων ὁρᾷν τοὺς ἀδί‐
45κους φόνους καὶ τὰ δεινὰ τὰ ὑπὸ τοῦ Φωκᾶ γενό‐823

110

.

825

μενα, ἔγραψε πρὸς Ἡράκλειον στρατηγὸν Ἀφρικῆς, 563 πλοῖα πολλὰ ὁπλίσαντα ἀνελθεῖν κατὰ τοῦ τυράννου Φωκᾶ. (11) Ὁ δὲ αὐτὸς Ἡράκλειος πλοῖα πολλὰ
5ἐξοπλίσας καὶ στρατὸν ἄπειρον ἐξ Ἀφρικῆς καὶ Μαυριτανίας ἐπισυνάξας, τὴν ΚΠ. κατέλαβεν, ἐπιφερόμενος καὶ τὴν ἀχειροποίητον εἰκόνα τοῦ Κυ‐ ρίου (ὥς φησι Γεώργιος ὁ Πισίδιος). (12) Καὶ πολέμου συγκροτηθέντος μεταξὺ
10Φωκᾶ καὶ Ἡρακλείου εἰς τὸν Σοφίας λιμένα, ἐνίκη‐ σεν ὁ Ἡράκλειος (145b) τῇ τοῦ Χριστοῦ βοηθείᾳ Φωκᾶν τὸν ἀλιτήριον· οὗτινος ἡττηθέντος, Φωτει‐ νός τις (ἐκ τῶν μεγιστάνων) ἀδικηθεὶς (καὶ προε‐ πιβουλευθεὶς) ὑπὸ Φωκᾶ εἰς τὴν σύζυγον, εἰσῆλ‐
15θεν (ἀθρόως) μετὰ (πλήθους) στρατιωτῶν εἰς τὸ παλάτιον (καὶ τὸν ἄθλιον Φωκᾶν) ἀτίμως (ἐκ) τοῦ θρόνου ἀναστήσας, τῆς βασιλικῆς ἐσθῆτος ἀπεγύμ‐ νωσε καὶ ἐνδύσας (αὐτὸν) μέλανα (χιτωνίσκον) καὶ κλοιὰ (τῷ τραχήλῳ αὐτοῦ) περιθεὶς, ἄτιμον
20(καὶ ἐλεεινὸν) πρὸς Ἡράκλειον ἀπήγαγεν. Ὃν (ὁ Ἡράκλειος) θεασάμενος εἶπε (πρὸς αὐτόν)· «Οὕτως, ἄθλιε, τὴν πολιτείαν διῴκησας;» Ὁ δὲ ἀπεγνωσμέ‐ νος ὢν ἀντέφη· «Σὺ κάλλιον ἔχεις διοικῆσαι;» Καὶ πρῶτον μὲν ἐκέλευσεν Ἡράκλειος αὐτοῦ τὰς
25χεῖρας καὶ τοὺς πόδας ἐκκοπῆναι καὶ μετὰ τοῦτο 564 ἐκ τῶν ὤμων ἀκρωτηριάζεσθαι, καὶ τὰ αἰδοῖα (ἐκτμηθῆναι, καὶ κοντοῖς ἀναρτασθῆναι διὰ τὰς ἀμέτρους ὕβρεις, ἃς ἔπραξεν), ἔπειτα (δὲ) τὴν κεφαλὴν (μαχαίρᾳ) τμηθῆναι, τὸ δὲ κατεσκελετωμένον σῶμα τοῦ δυσωνύμου κατὰ τὴν [τοῦ]
30Βοὸς λεγομένην ἀγορὰν πυρὶ παραδοθῆναι. ΣΚΖʹ. Βασιλεία Ἡρακλείου. Μετὰ Φωκᾶν ἐβασίλευσεν Ἡράκλειος ἔτη λʹ, ὃν Σέργιος ὁ πατριάρχης στέψας ἐν τῷ εὐκτηρίῳ τοῦ Ἁγίου Στεφάνου ἐν τῷ παλατίῳ—ἐστέφθη δὲ
35ἅμα αὐτῷ καὶ ἡ μεμνηστευμένη αὐτῷ Εὐδοκία Αὐ‐ γοῦστα, —τοῖς στεφάνοις τοῦ γάμου ὁμοῦ αὐτοκρά‐ τωρ καὶ νυμφίος ἀναδειχθεὶς, ἀναγορευθεὶς καὶ ἐν
τῇ Μεγάλῃ ἐκκλησίᾳ ὑπὸ παντὸς τοῦ λαοῦ βασιλεύς.825

110

.

828

Ἀπὸ δὲ τῆς Μεγάλης ἐκκλησίας αὐτὸν παραλα‐ βόντες, εὐφημοῦντες, κροτοῦντες, δοξάζοντες εἰς τὰ βασίλεια εἰσήγαγον. (2) Συνέπραττε δὲ τούτοις καὶ συνηυδόκει πλέον
5Κρίσπος ὁ ἔπαρχος καὶ γαμβρὸς τοῦ Φωκᾶ. Μετὰ δέ τινα χρόνον στρατηγὸν αὐτὸν ποιήσας Καππα‐ δοκίας, ὁ βασιλεὺς ἀπέστειλε. Ἐκεῖ τοίνυν ἀπελ‐ θὼν, ἐλοιδόρει Ἡράκλειον καὶ ἀνταρσίαν ἐμελέτα κατ’ αὐτοῦ. Μετ’ οὐ πολὺ δὲ ἐν ΚΠ. 565 γενόμε‐
10νον, τὰ κατ’ αὐτοῦ γεγραμμένα κρατῶν ἐπὶ χάρτου καὶ κρούσας ἐν τῇ κεφαλῇ αὐτοῦ, ἔφη (πρὸς αὐτὸν) ἐπὶ τῆς συγκλήτου ὁ βασιλεύς· «Γαμβρὸν οὐκ ἐποίησας, ταλαίπωρε· καὶ πῶς ἂν φίλον ποιή‐ σειας;» Εἶτα κληρικὸν αὐτὸν καταστήσας ἐν τῇ
15μονῇ τῆς Χώρας περιώρισεν, ἐν ᾗ μετ’ ὀλίγον τὸ πέρας τοῦ βίου ἐδέξατο. (3) Μετὰ δὲ ταῦτα Χοσρόης, ἀποστείλας κατὰ Ῥωμαίων ἡγεμόνα Σαΐτην καλούμενον μετὰ πολλῆς δυνάμεως, πᾶσαν τὴν Ἀνατολὴν ἠφάνισεν.
20Ἐλθὼν δὲ ἐν ΚΠ., ἱκανὸν χρόνον ἐν Χαλκηδόνι ἐκάθισεν, ὃς τὸν Ἡράκλειον μεθ’ ὑποκρίσεως εἰρη‐ νικῶς προσκαλεσάμενος τὰ πρὸς ἀγάπην ὡμίλησε. Τοῖς δὲ ἀπατηλοῖς αὐτοῦ καὶ δολίοις λόγοις πιστεύ‐ σας ὁ βασιλεὺς ἐκπέμπει πρὸς αὐτὸν πρέσβεις εἰ‐
25ρήνης μεγιστάνας οʹ, οὓς παραλαβὼν Σάϊτος ἐκ Χαλκηδόνος καὶ τὴν Ῥωμαϊκὴν ἀρχὴν διελθὼν, ἀτίμως (ἅμα) καὶ δεσμίους ἀπήγαγε. Ὁ δὲ Χοσ‐ ρόης τὸν μὲν Σάϊτον, ὡς τὸν Ἡράκλειον ἰδόντα καὶ μὴ συλλαβόντα, ἀποδαρῆναι ἐκέλευσε, τοὺς δὲ
30πρεσβευτὰς ἐν φρουραῖς καὶ μεγίσταις κακουχίαις κατεδίκασε, περὶ ὧν ἀθυμία πολλὴ καὶ θλῖψις (146a) εἶχε τὸν βασιλέα καὶ πᾶσαν τὴν πόλιν. (4) Ἐγένετο δὲ καὶ λιμὸς ἰσχυρὸς καὶ θανα‐ τικὸν μέγα, καὶ ὁ ἥλιος ἠμαυρώθη καὶ ἔβρεξε
35κόνιν. (5) Καὶ οἱ Ἀβάρεις πρὸς τὸν βασιλέα ἦλθον, εἰρήνην δῆθεν αἰτούμενοι, οὓς δεξάμενος πρό‐ κενσον πρὸς τὴν Ἡράκλειαν ποιησάμενος, 566 τοὺς ἀποκρισιαρίους ἀνέπαυεν. Οἱ δὲ τὸ κακὸν ἐν
40ταῖς καρδίαις αὐτῶν ἔχοντες, τοῖς ὁμοφύλοις ἐδήλωσαν τάχιστα φθάσαι· «Ἰδοὺ γὰρ ὁ βασιλεὺς καὶ ὁ πλοῦτος αὐτοῦ παρ’ ἡμῖν ἐστι.» Τῶν δὲ μηδ’ ὅλως ἀμελησάντων, τὸν τόπον κατέλαβον. Τότε τῇ προμηθείᾳ τοῦ φιλανθρώπου Θεοῦ τοῦ σώζοντος
45τοὺς εὐθεῖς τῇ καρδίᾳ, μόλις εἰς τὸ Βυζάντιον
διαλαθὼν ἔφυγεν καὶ αὐτοὺς ἀποκαθίστατο. Οἱ δὲ827

110

.

829

τοῦτον ἐπιδιώξαντες ἕως τόπου πολλοῦ καὶ μὴ φθά‐ σαντες, πᾶσαν τὴν ὑπηρεσίαν αὐτοῦ εἰληφότες, τὰ δὲ Θρᾳκῶα μέρη διώξαντες, ᾐχμαλώτευσαν ἄνδρας τε καὶ γυναῖκας χιλιάδας οʹ καὶ ὑπέστρεψαν εἰς τοὺς τόπους αὐτῶν.
5(6) Ὁ δὲ δυσσεβὴς Χοσρόης, ἀποστείλας ἕτερον ἄρχοντα κατὰ τῶν Ῥωμαίων, ὀνόματι Σάρβαρον, μετὰ πλείστης δυνάμεως, καὶ παρέ‐ λαβε τὴν Καππαδοκίαν καὶ τὴν Δαμασκὸν, τὴν Πα‐ λαιστίνην σὺν τῇ ἁγίᾳ πόλει, καὶ πολλὰς μυριάδας
10Χριστιανῶν διὰ χειρὸς τῶν Ἰουδαίων ἀνεῖλεν. (7) ᾘχμαλώτευσε καὶ Ζαχαρίαν τὸν πατριάρχην Ἱεροσολύμων, καὶ τὰ τίμια ξύλα ἐν Περσίδι ἀπήγα‐ γον. (8) Ὡσαύτως παρέλαβον Αἴγυπτον καὶ Λι‐
15βύην καὶ ἕως Αἰθιοπίας· ἦλθον δὲ καὶ ἕως Καλχη‐ δόνος καὶ ταύτην παρέλαβον. (9) Ὁ δέ γε βασιλεὺς Ἡράκλειος τὴν ἁγίαν ἑορτὴν 567 τοῦ Πάσχα τελέσας (κατὰ Περσίδος ἠβούλετο χωρῆσαι.
20(10) Χρήματα δὲ τῶν ἐναγῶν οἴκων καὶ σκεύη τῶν ἐκκλησιῶν λαβὼν, ἐχάραξε νομίσματα. Καὶ μικρὸν ὅτε βουλόμενος ἀποκινῆσαι) τάδε πρὸς τὸν πατριάρχην ἔφη· «Εἰς χεῖρας τῆς Θεομήτορος ἀφίημι τὴν πόλιν ταύτην καὶ τὸν υἱόν μου.»
25(11) Καὶ εἰσελθὼν εἰς τὴν Μεγάλην ἐκκλησίαν μέλανα ὑποδήματα περιβαλόμενος [καὶ πρηνὴς πεσὼν] ηὔξατο· ὃν ἰδὼν Γεώργιος ὁ Πισίδης μετὰ τοσαύτης ταπεινώσεως, ἔφη· «Ὦ βασιλεῦ, Μελαμβαφὲς πέδιλον εἵλιξας πόδας,
30Βάψεις ἐρυθρὸν Περσικῶν ἐξ αἱμάτων.» (12) Λαβὼν οὖν τὴν θεανδρικὴν μετὰ χεῖρας ἀχειροποίητον μορφὴν, κατὰ Περσῶν ἐστράτευσε. Καὶ δὴ πλῆθος Τούρκων ἄρας, ἐξώρμησε κατὰ Περσῶν ἐν δυνάμει βαρείᾳ σφόδρα διὰ τοῦ Εὐξείνου
35πόντου. (13) Προαπέστειλε δὲ ὁ βασιλεὺς Ἡράκλειος
πρέσβεις πρὸς Χοσρόην, αἰτούμενος εἰρηνήν· ὁ δὲ829

110

.

832

τούτους ἀπεπέμψατο εἰρηκώς· «Εἰ ἀρνήσεται ὁ βασιλεὺς ὑμῶν τὸν ἐσταυρωμένον καὶ προσκυνήσει τῷ ἡλίῳ, ποιῶ εἰρήνην.» (14) Οἱ δὲ Ἀβάρεις τὰς σπονδὰς διαλύσαν‐
5τες, ἅσπερ 568 Ἡράκλειος δώροις πρὸς αὐτοὺς ἐβεβαίωσε—μετὰ γὰρ τὸ αἰχμαλωτῆσαι αὐτοὺς τὴν Θρᾴκην καὶ λαβεῖν οʹ χιλιάδας κατωνείδισεν αὐτοὺς ὡς μὴ φυλάξαντας τὰς συνθήκας· οἱ δὲ αἰσχυνθέντες συνέθεντο φυλάττειν—μαθόντες δὲ
10τὴν τοῦ βασιλέως ἐκστρατείαν, κατέλαβον τὴν Θρᾴκην καὶ χείρονα τῶν πρώην εἰργάσαντο. (15) Ὅθεν διαπονηθέντες οἱ πολῖται καὶ ἀπελ‐ πίσαντες, πρὸς τοὺς βαρβάρους πόλεμον συνῆψαν καὶ πολλὰς χιλιάδας ἐξ αὐτῶν κατασφάξαντες, πρὸς
15τὴν ἰδίαν γῆν αὐτοὺς ἐξήλασαν. (16) Ὁ δὲ Χοσρόης μαθὼν τὴν Ἡρακλείου μεγίστην ἔφοδον καὶ σατράπην ἕνα ἐν χιλιάσιν ὁπλιτῶν λʹ κατ’ αὐτοῦ ἐκπέμψας, καὶ συμβολῆς γεναμένης ἀνῃρέθησαν πάντες.
20(17) Τῶν ὑπολειφθέντων δὲ Περσῶν (146b) κατὰ Χοσρόου μανέντων, ἐφ’ ἑνὶ τῶν βασιλικῶν οἴκων τοῦτον κατέκλεισαν (προὔθηκάν τε αὐτῷ χρυσίον καὶ ἀργύριον, καὶ λίθους, εἰπόντες πρὸς αὐτόν· «Ἀπόλαυε τούτων δι’ ὧν τοὺς Ῥωμαίους
25καθ’ ἡμῶν ἤγαγες». Καὶ οὕτω λιμῷ καὶ δίψῃ τιμωρήσαντες αὐτὸν, αἰσχρῶς ἀνεῖλον. (18) Ἡράκλειος δὲ ὁ βασιλεὺς εἰς τὴν Περ‐ σίδα εἰσβαλὼν, τάς τε πόλεις καθῄρει καὶ τὰ πυ‐ ρεῖα διέστρεφεν, ἐφ’ ὧν εὑρέθη Χοσρόου [τὸ] μυσα‐
30ρὸν ἐκτύπωμα, ἐν τῇ τοῦ οἴκου στέγῃ ὥσπερ ἐν οὐρανῷ καθήμενον· ἑαυτὸν γὰρ ὁ ἄθεος ἀποθεώσας, 569 οὕτως ἀνεστήλωσεν, ἐν ᾧ ἄστρα καὶ ἥλιον καὶ σελήνην κατασκευάσας, ἀγγέλους περιεστῶτας αὐτῷ σκηπτούχους καὶ βροντὴν διὰ μηχανῆς γίνεσθαι
35καὶ βρέχειν ὁπότε θελήσειεν ἐτεχνάσατο, ὅπερ βδέλυγμα θεασάμενος ὁ [βασιλεὺς] Ἡράκλειος εἰς γῆν κατέστρεψε καὶ εἰς κόνιν διέλυσε. (19) Ταῦτα δὲ Σάρβαρος ἀκούσας γράφει πρὸς Ἡράκλειον ἀπολογίαν ὡς ὅτι οὐχ ἑκὼν, ἀλλὰ γνώμῃ
40Χοσρόου διέπραττεν ἅπερ εἰς τοὺς Ῥωμαίους πεποίηκεν. Ὃν ὁ βασιλεὺς διὰ γραμμάτων εἰρηνι‐ κῶν προσκαλεσάμενος, ἧκε πρὸς αὐτὸν ἐν Περσίδι. (20) Ἀναζητήσας οὖν Ἡράκλειος τοὺς πρεσβευτὰς καὶ μαθὼν, ὡς ὑπὸ Χοσρόου δεινῶς ἀνῃρέθησαν,
45θυμοῦ πλησθεὶς οὐκ ἐφείσατο πυρπολῶν καὶ κα‐
ταστρέφων πᾶσαν τὴν Περσίδα ἐν ἔτεσιν ϛʹ.831

110

.

833

(21) Τῷ δὲ ζʹ ἔτει τὰ ζωοποιὰ ξύλα τοῦ πανσέπτου σταυροῦ ἀναλαβὼν καὶ εἰς Ἱερουσαλὴμ παραγενό‐ μενος καὶ ταῦτα ὑψώσας μετὰ χαρᾶς πολλῆς καὶ εἰρήνης ὑπέστρεψεν ἐν ΚΠ.
5(22) Εἰς τὸ χρονικὸν βιβλίον τοῦ Ἀλεξανδρέως ἐξηγητοῦ πῶς οἱ ἐνοικοῦντες Ἑβραῖοι ἐν Ἱερου‐ σαλὴμ ζήλῳ φερόμενοι τοὺς κατοικοῦντας ἐν Ἱερου‐ σαλὴμ Χριστιανοὺς πάντας ἀπέκτειναν, καθὰ καὶ πρόσθεν εἴρηται, ὅτε ἡ ἅλωσις τῆς Ἱερουσαλὴμ ὑπὸ
10τῶν Περσῶν ἐγένετο καὶ τὰ τίμια ξύλα σὺν τῷ πατρι‐ άρχῃ εἰς Περσίδα ἤχθησαν. Μετὰ γοῦν τὸ ποιῆσαι Ἡράκλειον τῇ τοῦ Θεοῦ βοηθείᾳ τὸ μέγα καὶ ἀξιο‐ θαύμαστον νῖκος, καὶ τὸν μὲν πατριάρχην εὗρε τελευτήσαντα, τὰ δὲ τίμια ξύλα ἀναλαβὼν, ὡς
15εἴρηται, εἰς Ἱερουσαλὴμ ἐπανῆκεν. Οἱ δὲ προλε‐ χθέντες ἄθεοι Ἰουδαῖοι, οἱ τοὺς Χριστιανοὺς 570 ἀνελόντες, φοβηθέντες καὶ δῶρα λαβόντες πρὸς ὑπαντὴν ἐξῆλθον τοῦ βασιλέως καὶ μετὰ δόλου τοῦτον εἰς ὅρκον κρατήσαντες· ἠρώτησε τούτους ὁ
20βασιλεὺς πόθεν καὶ τίνες εἰσί· οἱ δέ· «Δοῦλοι τῆς βασιλείας σου, πένητες Ἑβραῖοι οἱ κατοικοῦντες Ἱερουσαλὴμ,» ἀπεκρίναντο. Ὁ δὲ ὤμοσεν μὴ ἀδικῆσαι αὐτοὺς, μὴ γνοὺς τὰ γενόμενα. Ἐλθὼν εἰς Ἱεροσό‐ λυμα μόλις εὗρεν ὀλίγους Χριστιανοὺς ἐν ὄρεσι καὶ
25σπηλαίοις κρυπτομένους. Ὁ δὲ βασιλεὺς ἐρωτώμενος αὐτοὺς εἰ ἄλλοι οὐκ εἰσὶ Χριστιανοὶ, ἔμαθε τὰ παρὰ τῶν Ἑβραίων πραχθέντα εἰς τοὺς Χριστιανούς. Γνοὺς οὖν ὁ βασιλεὺς τῶν Ἰουδαίων τὸν δόλον, λέγει τοῖς Χριστιανοῖς· «Τί ἀρεστόν ἐστιν ὑμῖν; ποιήσω.» Οἱ
30δὲ ᾐτήσαντο παθεῖν αὐτοὺς ὡς αὐτοὶ ἔπραξαν. Ὁ δὲ βασιλεὺς, τὸν ὅρκον φοβηθεὶς, οὐκ ἤθελε τοῦτο πρᾶξαι. Οἱ δὲ Χριστιανοὶ θέλοντες τούτου τυχεῖν, ἐτύπωσαν τὴν ἑβδομάδα νηστεύειν ὑπὲρ τῆς τοῦ ὅρκου παραβάσεως· ἕως ὧδε περὶ τούτου.
35(23) Ὁ δὲ βασιλεὺς πλησιάσας τῇ ΚΠ. μυστι‐ κήν τινα θεωρίαν ἐκ πληρώσεως Θεοῦ συνειργά‐ σατο. Ὥσπερ γὰρ ὁ Θεὸς ἐν ἡμέραις ϛʹ τὴν πᾶσαν κτίσιν δημιουργήσας, τὴν ζʹ ἀναπαύσεως ἡμέραν ἐκάλεσε, οὕτω δὴ καὶ οὗτος ἐν τοῖς ϛʹ χρόνοις πολ‐
40λοὺς διανύσας πολέμους καὶ κοπιάσας, ἐν τῷ ζʹ ἔτει μετ’ εἰρήνης ἀνεπαύσατο. (24) Οἱ γοῦν τῆς πόλεως τὴν ἔλευσιν (147a) αὐτοῦ γνόντες, ἀκατασχέτῳ πόθῳ πάντες ἐν τοῖς παλατίοις τῆς Ἱερείας ἐξῆλθον σὺν τῷ πα‐
45τριάρχῃ καὶ Κωνσταντίνῳ τῷ υἱῷ Ἡρακλείου, βαστάζοντες κλάδους ἐλαιῶν καὶ λαμπάδας, εὐφη‐ μοῦντες αὐτὸν μετὰ πολλῆς εὐφροσύνης. Καὶ ὁ μὲν
υἱὸς αὐτοῦ προσελθὼν ἔπεσεν εἰς τοὺς πόδας αὐτοῦ.833

110

.

836

ὁ δὲ 571 περιπλακεὶς αὐτῷ, κατέβρεξαν ἀμ‐ φότεροι τὴν γῆν τοῖς δάκρυσιν, ὅπερ θεασάμενος ὁ λαὸς, εὐχαριστηρίους ὕμνους τῷ Θεῷ σὺν δάκρυσιν ἀνέπεμπον· καὶ οὕτω λαβόντες τὸν βασιλέα χαίρον‐
5τες, κροτοῦντες, εὐφημοῦντες εἰσῆλθον εἰς τὸ παλάτιον. (25) Τοῦ δὲ Ἡρακλείου ὑπὸ Ἀθανασίου ἀρχη‐ γοῦ τῶν Ἰακωβιτῶν καὶ Σεργίου τοῦ Σύρου ΚΠ. ἀπατηθέντος εἰς τὴν αἵρεσιν τῶν Μονοθελητῶν
10ἐξεκυλίσθη. Καὶ δὴ μετὰ ταῦτα νόσῳ περιπεσὼν ὑδερικῇ, δι’ ἧς καὶ τέθνηκε, δεινῶς ἐτιμωρεῖτο· ἐπὶ τοσοῦτον γὰρ τὸ πάθος ἐπεκτάθη ὡς, ἡνίκα οὐρεῖν ἔμελλε, σανίδα κατὰ τοῦ ἴτρου ἐτίθει διὰ τὸ στρέφεσθαι τὸ αἰδοῖον αὐτοῦ καὶ κατὰ τοῦ προσώπου
15τὰ οὖρα ἐκπέμπειν. Ἔλεγχος δὲ ἦν τοῦτο τῆς ἑαυτοῦ παρανομίας ἕνεκεν τοῦ εἰς τὴν ἰδίαν ἀνεψιὰν παρανομωτάτου γάμου. (26) Ἐπὶ τῆς αὐτῆς βασιλείας Μωάμεθ ὁ τῶν Σαρακηνῶν ἀρχηγὸς ἐκ τῆς Αἰθρίβου ἐξελθὼν καὶ
20τῷ βασιλεῖ ὑπαντήσας μετὰ πλήθους, καὶ τόπον αἰτησάμενος εἰς κατοίκησιν, ἑαύτου καὶ ἔτυχεν. ΣΚΗʹ. Βασιλεία Κωνσταντίνου υἱοῦ Ἡρακλείου. Μετὰ Ἡράκλειον ἐβασίλευσε Κωνσταντῖνος, ὁ υἱὸς αὐτοῦ, ὁ λεγόμενος Ἡρακλονᾶς, Μονοθελητὴς
25καὶ αὐτὸς, ἔτος αʹ, καὶ φαρμάκῳ ὑπὸ τῶν οἰκείων ἀνῃρέθη. ΣΚΘʹ. Περὶ τοῦ πλουσίου τοῦ δώσαντος τὴν ἐλεημοσύνην. 572 Ἐφ’ οὗ πλούσιός τις ἐν ΚΠ. νοσήσας
30καὶ τὸν θάνατον δειλιάσας, ἔδωκε τοῖς πένησι χρυσίου λίτρας λʹ· καὶ παρὰ προσδοκίαν ὑγιάνας, μετα‐ μεληθεὶς ἐκ διαβολικῆς ἀπάτης, θαῤῥεῖ φίλῳ αὐ‐ τοῦ τοῦτο (ὄντι καὶ αὐτῷ) πλουσίῳ καὶ (πάνυ) γνησίῳ (φίλῳ). Ὁδὲ λέγει αὐτῷ· «Μηδαμῶς, ἀδελφὲ,
35παραδέξῃ τὸν λογισμὸν τοῦτον, δαιμονιώδης γάρ ἐστιν· καὶ λυπήσεις τὸν Θεὸν τὸν ἐλεήσαντά σε διὰ τῆς τοιαύτης σου ἐλεημοσύνης καὶ ἀναστήσαντά σε (ἐκ θανάτου, μὴ καὶ αἰφνιδίως πάλιν ἐπάξει σοι τὸν θάνατον, καὶ ἀπέλθῃς ἀμετανόητος. Τοῦ δὲ μὴ
40πειθομένου, ἀλλὰ μᾶλλον καὶ ἀποδυσπετοῦντος, ἔφη πρὸς αὐτὸν ὁ φίλος· «Ἐπεὶ, συμβουλεύοντός μου, τὰ πρὸς σωτηρίαν σου οὐ καταδέχῃ, εἴπω σοι ἑτέραν βουλήν.» Ὁ δέ φησι· «Ποίαν ταύτην;» Ὁ δὲ ἀληθῶς ἐλεήμων ἀπεκρίνατο· «Δεῦρο εἰς τὴν
45ἐκκλησίαν καὶ εἰπέ· Οὐκ εἰμὶ ἐγὼ, Κύριε, ὁ ποιήσας835

110

.

837

τὴν ἐλεημοσύνην ἐκείνην, ἀλλ’ οὗτός ἐστι· καὶ παρέξω σοι τὰς λʹ λίτρας.» Ὁ δὲ ταλαίπωρος ἐκεῖ‐ νος ἄνθρωπος συνθέμενος τοῦτο καὶ πρὸς τὴν ἐκκλη‐ σίαν ἀπελθὼν, τὸ χρυσίον ἐν χερσὶ λαβὼν καὶ τὸ
5συμφωνηθὲν λαλήσας, ἐν τῷ ἐξέρχεσθαι αὐτὸν τὴν πύλην τῆς ἐκκλησίας πεσὼν ἀπέθανεν. Πάντων οὖν τῶν εὑρεθέντων τὸν δίκαιον Κριτὴν καὶ ἀπαραλό‐ γιστον Θεὸν ὑμνολογησάντων, τῶν δὲ κληρικῶν προτρεπομένων τὸν κύριον τῶν νομισμάτων λαβεῖν
10τὰ ἴδια, οὐ κατεδέξατο εἰπών· (Μή μοι γένοιτο τοῦτο κἂν εἰς ἔννοιαν ἐλθεῖν· ἐξότε γὰρ δέδωκα αὐτὰ κατ’ ὄνομα δῶρα τῷ Κυρίῳ, αὐτοῦ εἰσι καὶ εἰς τὰ ἄνω βραβεῖα ἐγράφη, καὶ οὐκ ἔχω αὐτῶν ἐξου‐ σίαν· ὅπερ Ἀνανίας 573 καὶ Σαμπφῆρα ἀγνοήσαν‐
15τες καὶ ἐκ τῶν ἀφιερωθέντων τῷ Κυρίῳ πάλιν ὡς ἐξ οἰκείων λαβόντες, αἰφνιδίῳ θανάτῳ ὥσπερ καὶ οὗτος ὑπέστησαν)· «Θεὸς γὰρ οὐ μυκτηρίζεται·» —(Οἱ δὲ ἀκούσαντες ταῦτα μεγάλως ὠφελήθησαν, κατανοήσαντες τοῦ ἀνδρὸς τὸ σταθερὸν καὶ βέ‐
20βαιον καὶ τὸ πρὸς τὴν πίστιν ἀσάλευτον. Ἐκρί‐ θησαν οὖν αἱ λʹ λίτραι δοθῆναι πτωχοῖς. Εἰκότως οὖν ἔλεγεν ὁ μέγας Ἀθανάσιος (147b) ὅτι περ πᾶν ὅπερ ἐπαγγελλόμεθα τῷ Θεῷ, οὐκέτι λοιπὸν ἡμῶν ἐστιν, ἀλλὰ τοῦ Θεοῦ· διὸ τοίνυν ἐκ
25τούτων ὑποσυρόμενοι, οὐχ ὡς τὰ ἑαυτῶν ἐσμὲν λαμβάνοντες, ἀλλ’ ὡς παρὰ τοῦ Θεοῦ ἱεροσυλοῦντες κριθησόμεθα· ἐπὶ μικρῷ γὰρ καὶ μείζονι πταίσματι ἡ παράβασις κρίνεται· καὶ γοῦν οἱ προπάτορες ξύλου γεύσει θανάτῳ καὶ φθορᾷ κατεδικάσθησαν καὶ
30ὁ ἐν Σαββάτῳ ξύλα συλλέξας λιθοβοληθήσεται. Ἡ δὲ ἐπαγγελία οὐ μέχρι μόνον χρημάτων, ἀλλὰ μέχρι καὶ λόγου φθάνει καὶ προαιρέσεως (ἀμέλει· τὸ μέγα καὶ θεῖον ὄντως μυστήριον ἡμῶν οὐκ ἐπὶ χρήμασιν ἔχει τὴν κατὰ Θεὸν πίστιν καὶ ὑπόσχεσιν,
35ἀλλ’ ἐπὶ προαιρέσει τελείᾳ καὶ τῇ κατὰ Θεὸν πίστει. Πάντες γὰρ ἐπηγγειλάμεθα καὶ πάντες ἐπαγγελίας ἐσμὲν ὑπεύθυνοι). Ἀνάγκη τοίνυν ἀποδιδόναι τὴν μὲν παρθένον τὴν παρθενίαν ὁποίαν ἐπηγγείλατο, τὸν δὲ ἐγκρατῆ τὴν ἐγκράτειαν, τοὺς δὲ ἐν γάμῳ
40τὴν σωφροσύνην καὶ τὴν πρὸς ἀλλήλους τιμήν τε καὶ ἀγάπην· καὶ τέλος πάντας τὴν εἰς Θεὸν πίστιν, καὶ εὐλάβειαν, καὶ δικαιοσύνην, καὶ ἀνδρείαν. ΣΛʹ. Περὶ τοῦ ἐπισκόπου καὶ τοῦ φιλοσόφου. Ἐγένετο δὲ καὶ ἐν Ἀλεξανδρείᾳ τι τοιοῦτον.
45Ἐπίσκοπός τις εὐλαβὴς πάνυ, πλησίον ἔχων τινὰ φιλόσοφον Εὐάγριον καλούμενον, ἑταῖρον αὐτοῦ
γενόμενον ἐν τοῖς παιδευτηρίοις, Ἕλληνα δὲ τὴν837

110

.

840

θρησκείαν, ὃν ὁ ἐπίσκοπος μεταθεῖναι βουλόμενος [ἐκ τῆς εἰδωλομανίας] πρὸς τὴν πίστιν τοῦ Χρι‐ στοῦ συνεχῶς προσεκαλεῖτο καὶ διελέγετο. 574 Τοῦ δὲ μὴ πειθομένου, ἀλλὰ καὶ σφόδρα δυσχεραί‐
5νοντος, εἰπεῖν λέγεται ἐν μιᾷ πρὸς τὸν ἐπίσκοπον· «Ὄντως, κύριε ἐπίσκοπε, μετὰ πάντων, καὶ τοῦτό μοι ἀπαρέσκει, ὃ λέγετε οἱ Χριστιανοὶ, ὅτι συντέλεια τοῦ κόσμου γίνεται, καὶ τῶν σωμάτων ἀνάστασις, καὶ ἀνταπόδοσις τῶν βεβιωμένων, καὶ
10ὁ ἐλεῶν πτωχὸν δανείζει Θεῷ καὶ ἑκατοντα‐ πλασίονα μετὰ ζωῆς αἰωνίου ἀπολήψεται» (ἅπερ ἅπαντά μοι χλεύη καὶ μύθος τὰ λεγόμενα φαίνεται). Καὶ τοῦ ἐπισκόπου διαβεβαιουμένου μηδὲν ψεῦδος ἢ χλεύην ἐν τοῖς Χριστιανῶν δόγμασιν εἶναι, ἀνε‐
15χώρει Εὐάγριος, πολλὴν συζήτησιν ἐν ἑαυτῷ ἔχων Μετὰ δέ τινα χρόνον, Θεοῦ συνεργοῦντος τῇ τοῦ ἐπι‐ σκόπου διδασκαλίᾳ, πιστεύσας ὁ φιλόσοφος ἐβαπτί‐ σθη, ὃς αὐτίκα παρασχὼν τῷ ἐπισκόπῳ χρυσίου λίτρας τʹ—ἦν γὰρ πλούσιος σφόδρα—λέγει·
20«Δέξαι ταῦτα, ὦ ἐπίσκοπε, καὶ διαδοὺς πτωχοῖς ποίησόν μοι (ἔγγραφον) ἰδιόχειρον, ὅτι λήψομαι αὐτὰ παρὰ τοῦ Θεοῦ.» Τοῦ δὲ ἐπισκόπου δεξαμένου προ‐ θύμως καὶ τὸ γράμμα ποιήσαντος, διένειμε πάντα τοῖς πένησιν. Ἐπιζήσας οὖν χρόνον τινὰ ὁ φιλό‐
25σοφος ἐν εὐσεβείᾳ καὶ ἀρετῇ μεγάλῃ, παρήγγειλε τοῖς τέκνοις αὐτοῦ τελευτῶν ἐνθεῖναι τὸν χάρτην τῇ χειρὶ αὐτοῦ καὶ οὕτως ταφῆναι. Καὶ τούτου γε‐ νομένου, μετὰ τρίτην ἡμέραν ἐπιφαίνεται κατ’ ὄναρ ὁ φιλόσοφος τῷ ἐπισκόπῳ λέγων· «Ἐλθὲ εἰς τὸν τάφον
30μου, ὦ ἐπίσκοπε, καὶ λάβε τὸ ἰδιόχειρόν σου· ἀπέλαβον γὰρ τὸ χρέος ἑκατονταπλάσιον καὶ οὐδένα λόγον ἔχω πρὸς σέ· ἀλλὰ πρὸς τελείαν σου πληροφορίαν καὶ ἰδιόχειρον ἐν αὐτῇ καθυπέγραψα.» Τοῦ δὲ ἐπισκόπου (ἀγνοοῦντος, ὅτι συνετάφη αὐτῷ φιλοσόφῳ τὸ ἰδιό‐
35χειρον), πρωῒ μεταστέλλεται τοὺς υἱοὺς τοῦ φιλο‐ σόφου. Καὶ τοῦτο μαθὼν ἀπέρχεται εἰς τὸν τάφον μετὰ τῶν κληρικῶν τῆς πόλεως. Καὶ τοῦτον ἀνοί‐ ξαντες εὑρίσκουσι (148a) τὸν φιλόσοφον καθήμενον καὶ τὴν 575 χεῖρα μετὰ τοῦ γράμματος προτεί‐
40νοντα. Τῶν δὲ κληρικῶν βουλομένων τὸν χάρτην λαβεῖν, οὐδεὶς ἴσχυσεν ἀποσπᾶσαι ἐκ τῆς χειρὸς αὐτοῦ, ἕως ἂν ἦλθεν ἡ χεὶρ τοῦ ἐπισκόπου. Καὶ πα‐ ραχρῆμα τὸν χάρτην ἐπιδοὺς ἀπέπεσε πάλιν· ὅν‐ τινα (χάρτην) ἀνοίξας ὁ ἐπίσκοπος, εὗρε νεωστὶ ἐπι‐
45γεγραμμένον τῇ χειρὶ τοῦ φιλοσόφου οὕτως. «Ἐγὼ, Εὐάγριος φιλόσοφος, σοὶ, τῷ ὁσιωτάτῳ ἐπισκόπῳ ἐν Κυρίῳ χαίρειν. Ἴσθι, Πάτερ, ὡς ἔλαβον τὸ χρέος ἑκατονταπλάσιον καὶ οὐδένα πρὸς σὲ λόγον ἔχω.» Τούτων ἀναγνωσθέντων καὶ πάντων ἀκουσάντων

110

.

840

(50)

τῶν γραμμάτων καταπλαγέντων, σφόδρα καὶ839

110

.

841

ἐπὶ ὥραν ἱκάνην κραξάντων τό· «Κύριε, ἐλέησον» (καὶ τό· «Δόξα τῷ Θεῷ ἡμῶν Κυρίῳ Ἰησοῦ Χριστῷ»), ἐκέλευσεν ὁ ἐπίσκοπος τὸ ἰδιόχειρον ἐν τῷ σκευοφυλακίῳ τηρεῖσθαι. ΣΛΑʹ. Περὶ στρατιώτου τοῦ ἐμπεσόντος εἰς γεωρ‐
5γοῦ γυναῖκα. Καὶ ἐν Καρθαγένῃ τῆς Ἀφρικῆς ὑπῆρχέ τις στρατιώτης ἄσωτος λίαν, ὃς ἐκ λοιμικῆς νόσου τῆς πόλεως διαφθειρόμενος, ἐλθὼν εἰς κατάνυξιν, καταλείψας τὴν πόλιν, ἰδίασε μετὰ τῆς γυναικὸς
10αὐτοῦ ἐν προαστείῳ, ἐν ᾧ πάλιν ἐκ δαιμονικῆς ἐνεργείας, ἔπεσεν εἰς τὴν γυναῖκα τοῦ γεωργοῦ. Οὗτος ἄφνω τελευτήσας θάπτεται πλησίον τοῦ προα‐ στείου ἐν μοναστηρίῳ. Τῇ δὲ ἐπαύριον, τῶν μο‐ ναχῶν ψαλλόντων τὴν γʹ ὥραν, φωνὴ γέγονεν ἐκ
15βάθους τοῦ τάφου· «Ἐλεήσατε,» λέγουσα, «δοῦλοι τοῦ Θεοῦ, ἐλεήσατε.» Οἱ δὲ τὸν τάφον εὐθέως ἀνοίξαντες εὗρον τὸν στρατιώτην καθεζόμενον καὶ κράζοντα, καὶ θᾶττον ἐξαγαγόντες αὐτὸν καὶ τὰ δεσμὰ διαλύσαντες, ἠρώτησαν τὴν αἰτίαν τοῦ τοι‐
20ούτου θαύματος. Ὁ δὲ παρακαλέσας αὐτοὺς 576 ἀπενεγκεῖν αὐτὸν πρὸς τὸν δοῦλον τοῦ Θεοῦ Θαλάσ‐ σιον τὸν ἐπίσκοπον. Παρακαλέσας αὐτὸν λέγει· «Διήγησον ἡμῖν τί τὸ συμβὰν εἰς σὲ, ἀδελφὲ, ὅπως καὶ ἡμεῖς δοξάσωμεν τὸν Θεόν.» Ὁ δὲ διηγήσατο
25αὐτῷ πάντα μετὰ πολλῶν δακρύων, λέγων· «Ἐγὼ ὁ ταπεινὸς, καὶ ἄθλιος καὶ ταλαίπωρος, ὧδε, Πάτερ, ἐν ἁμαρτίᾳ τελευτῶν ἐθεώρουν τινὰς Αἰ‐ θίοπας ἑστῶτας πλησίον μου, ὧν καὶ αὐτὴ ἡ θεω‐ ρία μόνη χαλεπωτέρα πάσης ὑπάρχει κολάσεως,
30οὕστινας ὁρῶν, ἡ ἁμαρτωλός μου ψυχὴ ταράτ‐ τεται πρὸς ἑαυτὴν καὶ συστέλλεται. Παρισταμένων δέ μοι τῶν τοιούτων φοβερῶν Αἰθιόπων, θεωρῶ νεανίσκους δύο λευχειμονοῦντας εὐειδεῖς ἄγαν, οἵτι‐ νες τὴν ψυχήν μου παραλαβόντες καὶ ἀπὸ τῆς γῆς
35αὐτίκα πρὸς οὐρανὸν ἀνυψούμενοι, εὑρίσκομεν τελώνια φυλάττοντα μετὰ πολλῆς ἀκριβείας τὴν ἄνοδον καὶ κωλύοντα τὰς ἀνερχομένας ψυχὰς, καὶ λογοθετοῦντα καθ’ ἕκαστον τελώνιον τὴν οἰ‐ κείαν ἁμαρτίαν, τὸ μὲν γὰρ τοῦ ψεύδους, τὸ δὲ τοῦ
40φθόνου, τὸ δὲ τῆς λοιδορίας· καὶ ἁπλῶς οὕτως καθ’ ἑξῆς ἕκαστον πάθος ἰδίους ἔχει τελωνάρχας καὶ δικολόγους, ὑφ’ ὧν κρατούμενος ἐθεώρουν τοὺς ὁδηγοῦντάς με νεανίσκους βαστάζοντας ὡς ἐν βαλαντίῳ τινὶ τὰς καλάς μου πράξεις, ἀφ’ οὗ λαμ‐
45βάνοντες καὶ ἀντισταθμίζοντες τοῖς πονηροῖς ἔρ‐
γοις μου, οἷς προσέφερον ἀκριβολογοῦντες οἱ πονη‐841

110

.

844

ροὶ ζυγοστάται καὶ τῆς ἀεροπορίας ὁδοστάται, μόλις ἀπελυόμεθα· ἐκδαπανηθέντων δὲ πάντων τῶν ἀγα‐ θῶν μου ἔργων καὶ πρὸς τὴν πύλην τοῦ οὐρανοῦ φθάσαντες ἐν ᾗ τὸ τελώνιον τῆς πορνείας ἦν, συ‐
5σχεθεὶς ὑπὸ τῶν ζοφερῶν ἐκείνων Αἰθιόπων, προσέφε‐ ρον πᾶσάν μου πορνείαν (148b) καὶ σωματικὴν ἁμαρ‐ τίαν, ἣν ἀπὸ δεκαετοῦς χρόνου τῆς ἡλικίας μου διεπραξάμην ὁ ἄθλιος. Ἀπολογουμένων δὲ τῶν νεα‐ νίσκων ἐκείνων ὑπὲρ ἐμοῦ καὶ λεγόντων, ὅτι τὰ ἐν
10τῇ πόλει ἁμαρτήματα συγκεχώρημαι μετανοήσας «Ἀλλὰ,» φασὶν οἱ δεινοὶ κατήγοροι, «μετανοήσας ἔπεσε πάλιν εἰς μοιχείαν ἔξω τῆς πόλεως καὶ οὕτως ἀπέθανεν», ὅπερ ἀκούσαντες οἱ ἄγγελοι ἀνεχώρη‐ σαν ἐάσαντές με ἀναπολόγητον ὡς μηδὲν ἔργον
15ἀγαθὸν ἔχοντα. Καὶ ἁρπάσαντές με οἱ Αἰθίοπες ἐκεῖνοι, τύπτοντές με κατήγαγόν με εἰς τὴν γῆν αὖθις. 577 Καὶ κατῆλθον διά τινων στενωπῶν καὶ σκοτεινῶν, δυσωδεστάτων πάνυ καὶ φρικοδε‐ στάτων καταδύσεων μέχρι τῶν καταχθονίων ἐν τοῖς
20δεσμωτηρίοις τοῦ ᾅδου, ἔνθα εἰσὶν αἱ ψυχαὶ τῶν ἁμαρτωλῶν ἀποκεκλεισμέναι εἰς γῆν σκοτεινὴν καὶ φοβερὰν, εἰς γῆν σκότους αἰωνίου, οὗ οὐκέτι φέγγος οὐδὲ ὁρᾷν βροτῶν ζωὴν, ὡς γέγραπται, ἀλλ’ ὀδύνη καὶ θλῖψις αἰώνιος καὶ ἀπαραμύθητος καὶ
25στεναγμὸς ἀσίγητος· ἕκαστος γὰρ τῶν ἐκεῖσε μνη‐ μονεύων τὰς πονηρὰς αὐτοῦ πράξεις καὶ ἐννοῶν πῶς ἀπολογήσεται τῷ ἀδεκάστῳ κριτῇ, καὶ πῶς τὴν ἀπέραντον κόλασιν ὑποστήσηται, δεινῶς τῷ συνει‐ δότι προβασανίζεται καὶ πρὸς τοῦτο ἀναλογιζόμενος
30τὸν ἀπὸ Θεοῦ χωρισμὸν καὶ τῆς δόξης τῶν ἁγίων αὐτοῦ καὶ τὴν μετὰ τοῦ διαβόλου καταδίκην καὶ τῶν δαιμόνων ἄπαυστον καὶ ἀπαρηγόρητον, λυπεῖται καὶ στενάζει. Μεθ’ ὧν γέ τοι κἀγὼ συγκατακλεισθεὶς καὶ πενθῶν ὁρῶ τοὺς δύο νεανίσκους ἐκείνους ἐλθόν‐
35τας ἐκεῖσε πάλιν, οὓς παρακαλέσας ἐξαγαγεῖν τῆς φοβερᾶς ἐκείνης φυλακῆς τε καὶ ἀνάγκης ὅπως μετανοήσω, οἳ καί φασιν πρός με· «Μάτην πα‐ ρακαλεῖς· οὐδεὶς γὰρ ἐξέρχεται τῶν ἐνταῦθα μέχρι τῆς κοινῆς ἀναστάσεως.» Ἐπιμένοντος δέ μου τῇ
40δεήσει καὶ βοῶντος· «Ἐλεήσατέ με· οὐ γὰρ ᾔδειν, ὅτι ταῦτά μοι συμβήσεται καὶ διὰ τοῦτο γνησίως ἀπὸ τοῦ νῦν μετανοῶ καὶ γενήσομαι πρὸς ὠφέλειαν πολλῶν, εἰ πρὸς τὴν ἐπὶ γῆς ζωὴν αὖθις ἐπανή‐ ξω.» Καὶ δυσωπηθέντες οἱ ἄγγελοι ἄγουσί με
45πρὸς τὸ σῶμα καὶ τὴν μὲν ἰδίαν φύσιν τῆς ψυχῆς ἔβλεπον ὥσπερ μαργαρίτην ἀστράπτουσαν, τὸ δὲ σῶμα δυσῶδες καὶ ἠμαυρωμένον, ὅθεν δυσχεραίνον‐ τός μου καὶ λέγοντος μὴ δύνασθαι εἰσελθεῖν ἐν αὐτῷ διὰ τὴν ζόφωσιν αὐτοῦ καὶ τὴν δυσωδίαν,

110

.

844

(50)

οἱ δὲ προσηπείλησάν μοι λέγοντες· «Εἰ μὴ εἰσέλθῃς,
πάλιν ἀπάγομέν σε εἰς ἐκείνην τὴν καταδίκην·843

110

.

845

οὐκοῦν εἰσέλθῃς, ἵνα καὶ αὐτὸς σωθῇς καὶ ἄλλους ὠφελήσῃς, ὡς τῷ Κυρίῳ ἔδοξεν.» Τότε εἶδον ὡς διὰ τοῦ στόματος εἰσελθὼν καὶ τὸ σῶμα διαναστήσας ἠρξάμην κράζειν· «Ἐλεήσατέ με.» Πάντων δὲ
5ὠφεληθέντων λίαν καὶ μᾶλλον φοβηθέντων ἐπὶ τῇ φοβερᾷ ταύτῃ διηγήσει, ἕκαστος τὰ ἑαυτοῦ ἐθρήνει πλημμελήματα· τὸν δὲ ἄνθρωπον βλέποντες κατα‐ πεπονημένον καὶ πολύδακρυν παρεκάλουν γεύσασθαι τροφῆς. Ὁ δὲ παντελῶς οὐχ ὑπήκουσεν, ἀλλὰ ἀπο‐
10ταξάμενος αὐτοῖς, διήρχετο τὰς ἐκκλησίας 578 καὶ ῥίπτων ἑαυτὸν ἐπὶ τοῦ ἐδάφους ἐβόα μετὰ φωνῆς ἰσχυρᾶς καὶ δακρύων πολλῶν· «Οὐαὶ, οὐαὶ τοῖς ἁμαρ‐ τάνουσιν ἀμετανοήτως! ποία φοβερὰ κόλασις καὶ ἐξέτασις ἀκριβὴς αὐτοὺς περιμένει!» Ποιήσας οὖν (149a) οὕτως ἡμέρας μʹ νηστεύων, καὶ ἀγρυπνῶν, καὶ κηρύσσων, καὶ πολλοὺς ἐπιστρέφων πρὸς μετά‐
15νοιαν, ἐτελειώθη ἐν Κυρίῳ προγνοὺς τὸν ἑαυτοῦ θάνατον πρὸ ιβʹ ἡμερῶν. ΣΛΒʹ. Περὶ τῶν κεκοιμημένων διαφόρων ἁγίων. Συμφωνεῖ δὲ τῷ θαύματι τούτῳ, λέγω δὴ τὸ περὶ τῆς τῶν ψυχῶν πρὸς τὴν τῶν οὐρανῶν ἄνοδον μετὰ τὴν ἐνθένδε μεταχώρησιν, καὶ ὁ θεομύστης
20Χρυσόστομος διεξιῶν περὶ τῶν κεκοιμημένων οὕτως· «Ταῦτα καὶ τὰ τούτων ἀποῤῥητότερα προθεω‐ ροῦντες οἱ τελευτῶντες, οἱ μὲν ἐν τῇ κλίνῃ ταράσ‐ σονται φυγεῖν βουλόμενοι, μὴ δυνάμενοι δὲ, οἱ δὲ τοὺς ὀδόντας βρύχουσι καὶ ἄλλοι τὰς σιαγόνας κό‐
25πτουσι καὶ ἕτεροι τοὺς ὀφθαλμοὺς ἐλεεινῶς περιστρέ‐ φουσι καὶ τὰς χεῖρας συστέλλουσι, κατὰ μικρὸν τῆς δυνάμεως τοῦ σώματος ληγούσης καὶ τῆς γλώττης δεινῶς φλεγομένης· ὁρῶσι γὰρ τότε τοὺς μὲν θείους ἀγγέλους φοβερῶς τε καὶ ὀξέως τὴν ψυχὴν ἀπαι‐
30τοῦντας, τοὺς δὲ πονηροὺς δαίμονας παρισταμένους, καὶ λογοθετοῦντας, καὶ κατηγοροῦντας εὐτόνως, καὶ ἁρπάσαι πρὸς ἑαυτοὺς ἐπιχειροῦντας· εἶτα καὶ τὸν κλέπτην αἰφνιδίως εἰσελθόντα καὶ τὴν ψυχὴν τοῦ σώματος ἀποῤῥήξαντος, πορεύεται μετὰ σκυ‐
35θρωπότητος πολλῆς εἰς τόπους ξένους καὶ πάμπαν ἀγνοουμένους. Πολλῶν οὖν ἡμῶν, ἀδελφοὶ, τότε δεῖ τῶν εὐχῶν, πολλῶν τῶν ἀγαθῶν ἔργων, πολλῆς ἡμῖν τότε χρείας τῆς τῶν ἀγγέλων βοηθείας, πολλῆς ἡμῖν τότε τῆς ἐν τῇ τοῦ ἀέρος ἀναβάσει χειραγωγίας
40καὶ συμμαχίας. Εἰ γὰρ εἰς μακρὰν χώραν καὶ ξέ‐ νην πόλιν ἐνταῦθα πορευόμενοι δεόμεθα τοῦ χειρα‐ γωγοῦντος καὶ ὁδηγοῦντος, πόσων ἡμῖν δεῖ τῶν βοηθῶν μᾶλλον καὶ χειραγωγῶν τοῦ διασῶσαι καὶ διαπεράσαι τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας καὶ τοὺς
45ὁδοστάτας τοῦ ἀέρος καὶ δικαιολόγους, οὓς τελώνας καὶ φορολόγους ἡ θεία προσαγορεύει Γραφή; Διὸ δὴ προφθάσωμεν τὸ πρόσωπον τοῦ Θεοῦ ἐν ἐξομολο‐ γήσει, προφθάσωμεν 579 πρὸ τοῦ φθασθῆναι, δρά‐ μωμεν πρὸ τοῦ καταληφθῆναι· ὁ γὰρ βίος βραχὺς,

110

.

845

(50)

ἡ δὲ κρίσις μακρά· τὸ δὲ τέλος ἐγγὺς καὶ ὁ φόβος845

110

.

848

πολὺς καὶ ὁ ἐλεῶν οὐδείς· ἐννόησον γὰρ ὅπως εἰσὶν αἱ ψυχαὶ διότι κατεφρόνησαν τοῦ φόβου τοῦ Θεοῦ καὶ τῶν ἐντολῶν αὐτοῦ, μικρᾶς ἀνέσεως παρα‐ καλοῦσαι τυχεῖν καὶ μὴ τυγχάνουσαι, ἀλλ’ εἰς τὰ
5καταχθόνια τῆς γῆς θρηνοῦσαι τὰς ῥᾳθυμίας καὶ τὰς τρυφὰς καὶ τὰς πορνείας αὐτῶν καὶ τὰς λοιπὰς κακουργίας, ἀνόνητα μετανοοῦσιν ἐφ’ οἷς κακοῖς διεπράξαντο καὶ πενθοῦσιν ἀπαρηγόρητοι. Διά τοι τοῦτο μάλιστα μακαρίζομεν τοὺς δικαίους καὶ τοὺς
10νηπίους ἀποθνήσκοντας, ἐπειδὴ τὸ παρ’ ἡμῖν ποτήριον τοῦ θανάτου ἐπικίνδυνον, παρ’ ἐκείνοις ἐστὶ σωτήριον καὶ τὸ παρὰ πᾶσι φρικτὸν, παρ’ ἐκεί‐ νοις ἐπιθυμητόν· καὶ ὅπερ ἡμεῖς ἔχομεν ἐκεῖθεν ἀρχὴν τιμωρίας, παρ’ ἐκείνοις ἐστὶν ἀρχὴ σωτη‐
15ρίας· μόνον οὐχὶ λέγοντες· «Ἡμᾶς ἄγγελοι εἰ‐ ρηνικοὶ διεχώρισαν ἐκ τοῦ σώματος· ἡμεῖς ἀλύπως καὶ ἀνεμποδίστως παρήλθομεν τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας τοῦ ἀέρος, ἀγαθοὺς ὁδηγοὺς ἔχοντες· οὐ γὰρ εὗρον ἐν ἡμῖν ὅπερ ἐζήτουν ἢ ἤλπιζον· εἶδον
20ἀμίαντον καὶ καθαρὸν τὸ σῶμα καὶ ᾐσχύνθησαν· εἶδον ἄφθορον καὶ λαμπρὰν τὴν ψυχὴν καὶ ἐνετρά‐ πησαν· εἶδον τὴν γλῶσσαν ἄσπιλον καὶ ἄδολον καὶ ἐφιμώθησαν· παρήλθομεν καὶ ηὐτελίσαμεν αὐτούς· διέβημεν δι’ αὐτῶν καὶ κατεψάλομεν αὐτῶν φά‐ σκοντες· «Εὐλογητὸς Κύριος, ὃς οὐκ ἔδωκεν ἡμᾶς εἰς θήραν τοῖς ὀδοῦσιν αὐτῶν·» —«ἡ παγὶς συνετρίβη,
25καὶ ἡμεῖς ἐῤῥύσθημεν·» ὅθεν καὶ οἱ προσαπατῶντες ἄγγελοι ἔχαιρον (149b), δίκαιοι κατησπά‐ ζοντο, ὅσιοι συνετέρποντο λέγοντες· «Καλῶς ἦλθον οἱ φίλοι τοῦ Χριστοῦ καὶ τῶν αἰωνίων ἀγαθῶν κλη‐ ρονόμοι.» (2) Καὶ μέντοι καὶ ὁ τῆς θεολογίας ἐπώνυμος Γρηγόριος ἐν τῷ ἐπιταφίῳ τοῦ ἀδελφοῦ Καισαρείου
30φάσκει· «Πείθομαι σοφῶν λόγοις, ὅτι πᾶσα ψυχὴ καλή τε καὶ θεοφιλὴς, ἐπειδὰν τοῦ συνδέσμου λυθεῖσα σώματος, (τῶν) ἐνθένδε ἀπαλλαγῇ, εὐθὺς ἐν συναι‐ σθήσει καὶ θεωρίᾳ τοῦ μένοντος αὐτὴν καλοῦ γίνε‐ ται, ἅτε τοῦ ἐπισκοτοῦντος ἀνακαθαρθέντος ἢ
35ἀποτεθέντος—οὐκ οἶδ’ ὅτι καὶ λέγειν χρὴ— θαυμασίαν τινὰ ἡδονὴν ἥδεται καὶ ἀγάλλεται καὶ ἵλεως 580 χωρεῖ πρὸς τὸν ἑαυτῆς δεσπότην, ὥσπερ τι δεσμωτήριον χαλεπὸν τὸν ἐνταῦθα βίον ἀπολι‐ ποῦσα καὶ τὰς περικειμένας ἀποσεισαμένη πέδας,
40ὑφ’ ὧν τὸ τῆς διανοίας πτερὸν καθείλκετο, καὶ οἷον ἤδη τῇ φαντασίᾳ καρποῦται τὴν ἀποκειμένην μακα‐ ριότητα.» (3) Ὁμοίως δὲ καὶ ὁ μέγας Ἀθανάσιος ἐν τῷ βίῳ τοῦ ἁγίου Ἀντωνίου λέγει· «Ἀναστὰς εἰς
45προσευχὴν περὶ ὥραν θʹ ἤσθετο ἑαυτὸν ἁρπαγέντα τῇ διανοίᾳ· καὶ παραδόξως ἑστὼς ἔβλεπεν ἑαυ‐ τὸν ὥσπερ ἔξωθεν ἑαυτοῦ γενόμενον καὶ ὡς εἰς τὸν ἀέρα ἀφοδηγούμενον ὑπό τινων, εἶτα πικροὺς καὶ δεινοὺς ἑστῶτας ἐν τῷ ἀέρι καὶ θέλοντας αὐτὸν

110

.

848

(50)

κωλῦσαι ὥστε μὴ διαβῆναι. Τῶν δὲ ὁδηγούντων847

110

.

849

διαμαχομένων, ἀπῄτουν ἐκεῖνοι λόγον, εἰ μὴ ὑπεύ‐ θυνος αὐτοῖς εἴη· βουλομένων οὖν αὐτῶν συνάραι λόγον ἀπὸ τῆς γεννήσεως αὐτοῦ, οὐ συνεχώρουν οἱ τὸν Ἀντώνιον ὁδηγοῦντες· «Τὰ μὲν ἀπὸ τῆς γεν‐
5νήσεως αὐτοῦ, λέγοντες, ὁ Κύριος ἀπήλειψεν· ἀφ’ οὗ δὲ γέγονε μοναχὸς καὶ τῷ Θεῷ συνέθετο, ἐξέστω ποιῆσαι λόγον.» (Καὶ δὴ) τότε κατηγορούντων (αὐ‐ τοῦ) καὶ μὴ ἐλεγχόντων, ἐλευθέρα γέγονεν ἡ ὁδὸς αὐτῷ καὶ ἀκώλυτος. Καὶ εὐθὺς εἶδεν ἑαυτὸν ὥσ‐
10περ ἐρχόμενον εἰς ἑαυτὸν καὶ τοῦ μὲν φαγεῖν ἐπε‐ λάθετο, ἔμεινε (δὲ) τὸ λοιπὸν τῆς ἡμέρας καὶ ὅλης τῆς νυκτὸς εὐχόμενος καὶ στενάζων. Ἐθαύ‐ μαζε δὲ λογιζόμενος πρὸς ποίους ἐστὶν ἡ πάλη καὶ διὰ πόσων πόνων ἔχει τις διαβῆναι τὸν ἀέρα καὶ
15ἐμνημόνευσεν ὅτι τοῦτό ἐστιν, ὃ ἔλεγεν ἀπόστολος «κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ ἀέρος»· ἐν τούτῳ γὰρ ὁ ἐχθρὸς ἔχει τὴν ἐξουσίαν ἐν τῷ μά‐ χεσθαι καὶ πειρᾶσθαι διακωλύειν τοὺς διερχομένους, ὅθεν μάλιστα παρῄνει λέγων· «Ἀναλάβετε τὴν
20πανοπλίαν τοῦ Θεοῦ, ἵνα (δυνηθῆτε ἀντιστῆναι τῇ ἡμέρᾳ τῇ πονηρᾷ», ὅπως) μηδὲν ἔχων ὁ ἐχθρὸς λέγειν περὶ ἡμῶν φαῦλον καταισχυνθῇ· —Διὸ τοίνυν ἀνενδότως ἐπιμένωμεν τῇ ἀσκήσει γι‐ νώσκοντες ὅτι, ἐὰν μίαν ἡμέραν ἀμελήσωμεν, οὐ
25διὰ τὸν παρελθόντα χρόνον ἡμῖν συγχωρήσει, ἀλλὰ διὰ τὴν ἀμέλειαν 581 καθ’ ἡμῶν ὁ Θεὸς ἀγανακ‐ τήσει μᾶλλον. Οὕτω γὰρ ἐν τῷ Ἰεζεκιὴλ ἠκούσα‐ μεν· οὕτω καὶ Ἰούδας ἀπώλεσε διὰ νύκτα μίαν ὅλου τοῦ παρελθόντος χρόνου τὸν κάματον· οὐδὲ γὰρ
30ὁ ἐχθρὸς ἡμῶν ἀμελεῖ τῆς καθ’ ἡμέραν φροντί‐ ζων ἀπωλείας πάντοτε, καὶ ἐὰν ἀμελοῦντας ἡμᾶς εὑρήσει, σφοδροτέρως ἐπιτίθεται· εἰς δὲ τὸ μὴ ὀλι‐ γωρεῖν ἡμᾶς, καλὸν τὸ ἀποστολικὸν ῥητὸν ἀεὶ με‐ λετᾷν· «Καθ’ ἡμέραν ἀποθνήσκω». Ἂν γὰρ
35ἡμεῖς ὡς ἀποθνήσκοντες καθ’ ἡμέραν οὕτως ζῶμεν, οὐχ ἁμαρτήσομεν. Ἔστι δὲ τὸ λεγόμενον τοιοῦτον· Ἵνα καθ’ ἡμέραν ἐγειρόμενοι μὴ νομίζωμεν φθά‐ νειν τὴν ἑσπέραν καὶ πάλιν μέλλοντες ἀνακλίνε‐ σθαι (150a) μὴ ἐγείρεσθαι. Μετὰ δὲ ταῦτα δια‐
40λέξεως αὐτῷ ποτε γενομένης πρός τινας περὶ τῆς διαγωγῆς τῆς ψυχῆς καὶ ποῖος μετὰ τὴν ἀναχώρησιν ἔσται αὐτῇ τόπος, τῇ ἑξῆς νυκτὶ καλεῖ τις αὐτὸν ἄνωθεν λέγων· «Ἔξελθε, Ἀντώνιε, καὶ βλέπε.» Καὶ δὴ ἐξελθὼν καὶ ἀναβλέψας εἶδέ τινα μακρὸν
45τῷ εἴδει καὶ φοβερὸν ἑστῶτα, ἀναβαίνοντας δέ τινας ὥσπερ ἐπτερωμένους, κἀκεῖνον ἐκτείνοντα τὰς χεῖ‐ ρας καὶ τοὺς μὲν κωλυομένους παρ’ αὐτοῦ, τοὺς δὲ ὑπεριπτωμένους καὶ ἀμερίμνως λοιπὸν ἀναγομέ‐ νους· καὶ ἐπὶ μὲν τοῖς τοιούτοις ἔτριζε τοὺς ὀδόντας

110

.

849

(50)

ὁ μακρὸς ἐκεῖνος, ἐπὶ δὲ τοῖς ἀποπίπτουσιν ἔχαι‐849

110

.

852

ρεν καὶ ἐγένετο φωνὴ λέγουσα. «Νόει τὸ βλε‐ πόμενον (Ἀντώνιε).» Καὶ διανοιχθείσης αὐτῷ τῆς διανοίας, ἔγνω ψυχῶν εἶναι τὴν πάροδον. Καὶ τὸν ἑστῶτα μακρὸν τὸν ἐχθρὸν τοῦ γένους ἡμῶν διάβολον καὶ τοὺς μὲν ὑπευθύνους αὐτῷ κρατοῦντα καὶ κωλύοντα διελθεῖν, τοὺς δὲ ἀνευθύνους μὴ δυ‐
5νάμενον κατέχειν.» (4) Διὰ δὴ τοῦτο καὶ ὁ μέγας καὶ πολύαθλος Εὐστράτιος μέλλων, καίπερ διὰ μαρτυρίου, τε‐ λειοῦσθαι, προσηύξατο λέγων· «Μεγαλύνων μεγα‐ λυνῶ σε, Κύριε, ὅτι ἐπεῖδες ἐπὶ τὴν ταπείνωσίν μου
10582 καὶ οὐ συνέκλεισάς με εἰς χεῖρας ἐχθρῶν καὶ ἔσωσας ἐκ τῶν ἀναγκῶν τὴν ψυχήν μου· καὶ νῦν σκεπασάτω με ἡ χεῖρ σου, καὶ ἔλθοι ἐπ’ ἐμὲ τὸ ἔλεός σου, ὅτι τετάρακται ἡ ψυχή μου καὶ κατώδυ‐ νός ἐστιν ἐν τῷ ἐκπορεύεσθαι αὐτὴν ἐκ τοῦ σώματος
15τούτου, μήποτε ἡ πονηρὰ τοῦ ἀντικειμένου βούλη‐ σις συναντήσῃ αὐτῇ καὶ παρεμποδίσῃ ἐν σκότει διὰ τὰς ἐν ἀγνοίᾳ ἐν τῷ βίῳ τούτῳ γενομένας μοι ἁμαρτίας· ἵλεός μοι γένου, Δέσποτα, καὶ μὴ ἴδοι ἡ ψυχή μου τὴν ζεζοφωμένην ὄψιν τῶν πονηρῶν
20δαιμόνων, ἀλλὰ παραλαβέτωσαν αὐτὴν ἄγγελοί σου φαιδροὶ καὶ φωτεινοί. Δὸς δόξαν τῷ ὀνόματί σου τῷ ἁγίῳ, καὶ τῇ σῇ δυνάμει ἀνάγαγέ με εἰς τὸ θεῖόν σου βῆμα· ἐν τῷ κρίνεσθαί με μὴ καταλάβῃ με ἡ χεὶρ τοῦ ἄρχοντος τοῦ κόσμου τούτου εἰς τὸ κα‐
25τασπᾶσαί με τὸν ἁμαρτωλὸν εἰς βύθος ᾅδου.» (5) Τοιγάρ τοι καὶ ὁ μέγας ἀπόστολος Ἰούδας ἐν τῇ καθολικῇ αὐτοῦ ἐπιστολῇ ταῦτα παραδηλοῖ λέγων· «Ὁ δὲ ἀρχάγγελος Μιχαὴλ, ὅτε τῷ δια‐ βόλῳ, φησὶν, διακρινόμενος διελέγετο περὶ τοῦ
30Μωσέως σώματος, οὐκ ἐτόλμησε κρίσιν ἐπενεγκεῖν βλασφημίας, ἀλλ’ εἶπεν· «Ἐπιτιμήσει σοι Κύ‐ ριος» διάβολος· βουλόμενος γὰρ παραστῆσαι τὴν ἐν τῷ ἀφανεῖ τοῦ διαβόλου περὶ τῶν ἀνθρωπίνων ψυχῶν τυραννίδα, ἣν ἔσχεν εἰς τὴν ταφὴν τοῦ σώ‐
35ματος Μωϋσέως ἀντιστῆναι, ἵνα μάθωμεν, ὅτι πρὸς τοὺς τόπους τῆς ἀναπαύσεως ὁ διάβολος μετὰ τῶν σὺν αὐτῷ πονηρῶν καὶ ἀποστατικῶν δυνάμεων, εἴργει πορεύεσθαι τὰς ψυχὰς τῆς ἄνω πορείας, διὸ καὶ ἄγγελοι παραλαμβάνουσιν αὐτὰς ἐξιούσας
40ἀπὸ τοῦ σώματος.» (6) Οὕτω δὲ καὶ ὁ Μαρτύριος Ἀντιοχείας ἐν τῇ αὐτῇ ἐπιστολῇ φησιν· «Ἐπειδὴ γὰρ, τῆς ψυχῆς ἀπὸ σώματος χωριζομένης μετὰ τὴν ἐντεῦθεν ἀπαλ‐ λαγὴν, εὐθὺς προσαπαντῶσιν αὐτῇ ἀγγελικαὶ δυ‐
45νάμεις ἀγαθαὶ καὶ δαιμόνων στῖφος πονηροτάτων ἵνα πρὸς τὴν ποιότητα τῶν ἔργων ὧν ἔπραξαν
πονηρῶν καὶ ἀγαθῶν, ἐπὶ τοὺς ἀξίους τόπους ἢ οὗ‐851

110

.

853

τοι ἢ ἐκεῖνοι, ταύτην ἀποκομίσωσιν φυλαχθησομέ‐ νην ἕως τῆς τελευταίας κρίσεως, καθ’ ἣν εἰς κρίσιν παραστησόμεθα 583 πάντες, εἰς τὴν αἰώ‐ νιον ζωήν τε καὶ ἀνάπαυσιν ἢ εἰς τὴν ἀπέραντον
5φλόγα (150b) τοῦ πυρὸς ἀπαχθησόμεθα, ὅπερ ὁ Θεὸς βουλόμενος ὑποδεῖξαι διά τινος τύπου σωματι‐ κοῦ, παρεσκεύασεν ἐν τῇ τοῦ Μωϋσέως τελευτῇ φα‐ νῆναι τὸν ἀρχάγγελον Μιχαὴλ διακρινόμενον περὶ τοῦ σώματος αὐτοῦ καὶ τὸν πονηρὸν ἀντιπράττοντα
10δαίμονα καὶ τούτῳ τὸν Μιχαὴλ ἀγαθὸν ἄγγελον ὄντα προσυπαντῆσαι καὶ ἀποσοβῆσαι, ἀλλὰ τῷ Κυρίῳ τῶν ὅλων παραχωρῆσαι τῆς κατ’ ἐκείνου κρίσεως· ὅπως διὰ τούτου μάθωμεν, ὡς ἔστι τις ἀγωνία τῆς ψυχῆς μετὰ τὴν ἔξοδον καὶ ὅτι χρὴ διὰ τῶν ἀγα‐
15θῶν ἔργων ἑτοιμαζέσθαι πρὸς τὸ τῆς εὐαγγελικῆς ἡμᾶς ἐπιτυχεῖν συμμαχίας, τῶν δαιμόνων καθ’ ἡμῶν ἐπιτριζόντων φθονερῶς καὶ πικρῶς εἰς ἅπαν.» (7) Λέγει οὖν καὶ ὁ μέγας ὁμολογητὴς Μάξιμος πρὸς Ἰωάννην κουβικουλάριον· «Τίς, ἀγαπητὲ, τῶν κατ’ ἐμὲ ῥύποις ἁμαρτημάτων κατεστιγμέ‐
20νος οὐ φοβεῖται τὴν τῶν ἁγίων ἀγγέλων ἐπίστασιν, ὑφ’ ὧν κατὰ θείαν ψῆφον τῆς ζωῆς τὸ πέρας δε‐ χόμενος, βίᾳ τοῦ σώματος μετ’ ὀργῆς ἐξωθεῖται καὶ μὴ βουλόμενος; τίς κεκηληδωμένην ἑαυτῷ συνεπιστάμενος τὴν συνείδησιν, οὐ δέδοικε τὴν
25ὠμοτάτην τῶν πονηρῶν δαιμόνων βαρβαρώδη ὑπάντησιν, ἑκάστου τούτων κατὰ τὸν ἀέρα μετὰ τὴν ἔξοδον πρὸς ἑαυτὸν ἀφειδῶς τὴν ἀθλίαν ψυχὴν ἕλκοντος καὶ τῷ ἐλέγχῳ τῶν αὐτῇ πεπραγμένων καταισχύνοντος καὶ πάσης ἐμποιοῦντος αὐτῇ τοῖς
30ἐπὶ τοῖς μέλλουσιν ἀγαθοῖς ἐλπίδος ἐλεεινὴν ἀπόγνωσιν;» —«Μετὰ δὲ τὴν γινομένην κατὰ τὸν ἀέρα πρὸς τὰ πνευματικὰ τῆς πονηρίας διάγνωσίν τε καὶ λογοθέτησιν ἡ πρὸς τὸν ᾅδην κατάπτωσις διαδέχεται καὶ παροίκησις, ἐν ᾧ σκότῳ βαθεῖ
35[διάγουσι] καὶ βαρυτάτῃ σιγῇ, τροφὴν ἔχουσαι αἱ ἐκεῖσε καταδεδικασμέναι ψυχαὶ τοὺς δριμυτάτους στεναγμοὺς καὶ τὰ πικρότατα δάκρυα καὶ τὴν ἐπὶ τοῖς δεινοῖς κατήφειαν, ἐκδεχόμεναι διὰ πατὸς οὐ‐ δὲν ἄλλο ἢ μόνην τὴν ἐπὶ 584 τῇ δικαίᾳ ψήφῳ
40δικαίαν ἀνταπόδοσιν. Ταύτην οὖν συνίστησιν αὐτοῖς τὴν ἄπαυστον λύπην καὶ ὀδύνην ἡ τῆς ἀνα‐ στάσεως ἐλπὶς, ἡ τῆς φοβερᾶς ἡμέρας Χριστοῦ πα‐ ρουσίας ἡμέρα, ἡ φρικωδεστάτη παράστασις καὶ περὶ τῶν βεβιωμένων πάντων ἀπολογία, καθ’ ἣν οἱ
45μὲν ἐκ δεξιῶν τοῦ κριτοῦ σταθήσονται καὶ λήψον‐ ται τῶν ἀποῤῥήτων ἀγαθῶν τὰς ἐπαγγελίας, οἱ δὲ τὴν ἀριστερὰν στάσιν λαχόντες, τὸ πῦρ τὸ αἰώνιον,
τὸ ἐξώτερον σκότος [καὶ τὸν ἀκοίμητον σκώληκα]853

110

.

856

τόν τε βρυγμὸν τῶν ὀδόντων καὶ τὸ διηνεκὲς δάκρυον, καὶ τὴν ἀπέραντον αἰσχυνήν τε καὶ κόλασιν. Ταῦτα δὴ ταῦτα προεννοοῦσαι καὶ διαλογιζόμεναι, εἰκότως πενθοῦσι καὶ ἀποδύρονται ὡς κατακεκριμέ‐
5ναι καὶ ἀναπολόγητοι καὶ μηδὲ τοῦ σοφοῦ τὴν διδα‐ σκαλίαν ἀκούσαντες λέγοντος· «Πάντα ὅσα ἂν εὕρῃ ἡ χείρ σου τοῦ ποιῆσαι, ὅση σοι δύναμις, ποίησον, ὅτι οὔκ ἐστι ποίημα, καὶ λογισμὸς, καὶ γνῶ‐ σις, καὶ σοφία ἐν ᾅδῃ, ὅπου σὺ πορεύῃ ἐκεῖ·» ἐπεί‐
10περ «Οὔκ ἐστιν ἐν τῷ θανάτῳ ὁ μνημονεύων σου· ἐν δὲ τῷ ᾅδῃ τίς ἐξομολογήσεταί σοι;» Καὶ γὰρ οὔκ ἐστιν ἐκεῖ ὁ μνημονεύων τοῦ Θεοῦ καὶ λέγων μετ’ εὐφροσύνης· «Ἐμνήσθην τοῦ Θεοῦ καὶ ηὐ‐ φράνθην,» οὔτε ἐξομολογούμενος καὶ σωζόμενος, διότι ἀπέκλεισε Κύριος κατ’ αὐτῶν πᾶσαν ἐξομολό‐ γησιν καὶ διόρθωσιν. (8) Ὅθεν καὶ ὁ μακάριος Νεῖλος παρεγγυᾷ
15φάσκων· «Μνήσθητι δὲ καὶ τῆς ἐν ᾅδῃ κατα‐ στάσεως καὶ λογίζου πῶς ἄρα εἰσὶν ἐκεῖ αἱ ψυχαὶ, ἐν ποίᾳ πικρότητι σιωπῆς, ἐν ποίᾳ δεινότητι στε‐ ναγμοῦ, ἡλίκῳ φόβῳ ἢ ἀγωνίᾳ, ἢ τίνι προσδοκίᾳ τὴν ἄπαυστον ὀδύνην ἐκδεχόμεναι, καὶ τὸ ψύχος ἔχου‐
20σαι, καὶ ἀπέραντον ἐκεῖνο δάκρυον.» (9) Οὐ μὴν δὲ, ἀλλὰ Γρηγόριος ὁ κλεινὸς πάπας Ῥώμης ἐν τῷ πρὸς Πέτρον διαλόγῳ φησίν· «Εἰ γὰρ τὰς τῶν ἁγίων ψυχὰς ἐν οὐρανῷ πισ‐ τεύομεν εἶναι, πάντως καὶ (151a) τὰς τῶν ἁμαρτω‐
25λῶν ἐν 585 τῷ ᾅδῃ τυγχάνειν ὁμολογήσομεν.» —«Καὶ καθάπερ τοὺς ἁγίους ἡ μακαριότης εὐ‐ φραίνει καὶ θυμηδίας ἀποπληροῖ διηνεκοῦς, οὕτω πιστεύειν χρὴ, ὅτι τοὺς ἁμαρτωλοὺς ἐν ᾅδῃ λύπη καὶ στενοχωρία τε καὶ ὀδύνη συνέχει διαπαντὸς ὥσπερ
30καμίνου φλὸξ τὰς ψυχὰς αὐτῶν φλογίζουσα, οἷα δὴ καὶ τὰ κατὰ τὸν πλούσιον καὶ τὸν Λάζαρον.» (10) Ὅτι δὲ τελευτῶν ἕκαστος αἴσθησίν τινα καὶ πληροφορίαν ἀπ’ ἐντεῦθεν ἤδη λαμβάνει τῶν μελλόντων ὑφ’ ὧν ἔπραξε, φησὶν ὁ ἀποστολικὸς Διο‐
35νύσιος ἐν τοῖς περὶ τῶν ἱερῶς κεκοιμημένων· «Ὅταν ἐπὶ τὸ πέρας ἔλθωσι τοῦ τῇδε βίου, τὴν [εἰς] ἀφθαρσίαν αὐτῶν ὁδὸν ὡς ἐγγυτέραν ἤδη γε‐ γεννημένην ἐμφανέστερον ὁρῶσι καὶ τὰς δωρεὰς τῆς θείας χάριτος, καὶ θεαρχίας ὑμνοῦσι, καὶ
40θείας ἡδονῆς ἀποπληροῦνται, τὴν ἐπὶ τὰ χείρω τρο‐ πὴν οὐκ ἔτι δεδοικότες, ἀλλ’ εὖ εἰδότες, ὅτι τὰ κτι‐ σθέντα καλὰ βεβαίως καὶ αἰωνίως ἕξουσιν· οἱ δὲ μολυσμοῦ ἀνάπλεοι καὶ ἀνιέρων κηλίδων, εἴπερ ἱερᾶς τινος τετυχήκασι μυήσεως, αὐτοὶ δὲ ταύτην
45ἐκ τοῦ οἰκείου νοὸς ὀλεθρίως ἀποῤῥαπίσαντες ἐπὶ τὰς φθοροποιοὺς ηὐτομόλησαν ἐπιθυμίας, ὅταν ἐπὶ
τὸ τέλος ἔρχωνται τῆς ἐνθάδε ζωῆς, οὐκέτι ὁμοίως855

110

.

857

αὐτοῖς εὐκαταφρόνητος φανεῖται τῶν θείων λογίων ἡ θεσμοθεσία, τὰς ὀλλυμένας δὲ τῶν οἰκείων παθῶν ἡδονὰς ἑτέροις ὀφθαλμοῖς ἐπισκοπήσαντες καὶ τὴν ἱερὰν ζωὴν ἧς ἀνοήτως ἐκπεπτώκασι, μακαρί‐
5σαντες, ἐλεεινῶς καὶ ἀβουλήτως ἀποχωρίζονται τοῦ τῇδε βίου, πρὸς οὐδεμίαν ἱερὰν ἐλπίδα χειρα‐ γωγούμενοι διὰ τὴν χειρίστην ζωήν. Τούτων δὲ οὐδενὸς γινομένου κατὰ τὰς κοιμήσεις τῶν ἱερῶν ἀνδρῶν, ἀφ’ ὧν ὁ πρὸς τὸ πέρας ἐρχόμενος, τῶν
10οἰκείων ἀγώνων εὐφροσύνης ἱερᾶς ἀποπληροῦται καὶ σὺν ἡδονῇ πολλῇ πρὸς τὴν ὁδὸν ἐπιβαίνει τῆς ἱερᾶς παλιγγενεσίας.» (11) Ὅπερ οὖν καὶ ὁ θεῖος Διάδοχος δηλῶν φάσκει· «Ἐὰν οὖν μὴ πρεπόντως μετανοήσωμεν
15καὶ περὶ τῶν ἁμαρτιῶν ἡμῶν πάντων 586 ἐξο‐ μολογησώμεθα, δειλίαν τινὰ ἄδηλον ἐν τῷ καιρῷ τῆς ἐξόδου ἐν ἑαυτοῖς εὑρήσομεν. Χρὴ δὲ ἡμᾶς εὔχε‐ σθαι τοὺς ἀγαπῶντας τὸν Κύριον καὶ ἐκτὸς παν‐ τὸς εὑρίσκεσθαι φόβου· ὁ γὰρ ἐν φόβῳ εὑρισκόμε‐
20νος, εὔδηλος ὅτι πρὸς ταρταρίους ἄρχοντας ἀπε‐ λεύσεται· ἡ δὲ ἐν τῇ ἀγάπῃ τοῦ Θεοῦ ἀγαλλιωμένη ψυχὴ ἐντῇ ὥρᾳ τῆς ἀναλύσεως, ἐπάνω τῶν σκοτει‐ νῶν πράξεων πάντων εὑρισκομένη, πρὸς τοὺς ἀγγέ‐ λους τῆς εἰρήνης ἔσπευδε μετὰ χαρᾶς καὶ φέρεται.»
25(12) Καί γε Νεῖλος αὖθις ἱερός φησιν· «Ὄν‐ τως φοβερώτατον τὸ τοῦ θανάτου μυστήριον, ὅτε τῶν ἀπαιτούντων τὴν ψυχὴν ἐπιστασία φοβερὰ συνέχει φρίττουσαν αὐτὴν πρὸς τὴν ἔξοδον, καὶ δείματα καὶ σχήματα φοβερώτατα, ὅτε δαίμονες
30ὀνειδίζοντες τὴν ἁμαρτίαν καὶ πρὸς ἑαυτοὺς ἕλκου‐ σιν ἀπειλοῦντες εἰς ἀνηδῆ καὶ σκυθρωπὰ χωρία, ὡς πρὸ τῆς βασάνου τὴν κατάπληξιν ἱκανὴν εἶναι πρὸς κόλασιν, ὅτε ἡ συνείδησις ἐπιτρέφουσα (151b) πρὸς τὰ πλημμελήματα τρέμει τὴν πρὸς ἀξίαν
35τῶν ἡμαρτημένων παραμένουσαν κόλασιν. Ἔνθεν γὰρ ἱδρῶτι κεῖται τὸ σῶμα διάβροχον, σημεῖα δει‐ κνῦν τοῦ ἔνδον καμάτου, καὶ τῆς ἀδήλου τα‐ ραχῆς τὰ ὁρώμενα παρέχεται πρόδηλα τεκμήρια. Ἐντεῦθεν, καθάπερ οἱ τῶν πικρῶν ἀπογευό‐
40μενοι φαρμάκων ἀποστύφουσι τῇ ἀειδείᾳ τὸ πρόσωπον τῆς ψυχῆς, πρὸς ἣν ἔσχον ἐκ τῶν ὀφθέν‐ των ἐκεῖ χαλεπὴν διάθεσιν, τυπωσάσης τὸν χαρακτῆρα τῆς ὄψεως τῷ σχήματι τοῦ φαινομένου τὴν ἑαυτῆς φανερώσασαν κεκρυμμένην ἀνίαν.» (13) Οὕτω γε μὴν καὶ ὁ Χρυσόστομος ἔφη πά‐
45λιν· «Οὐκ ἴστε πῶς ἐν τῇ τελευταίᾳ ἡμέρᾳ συστρέφει ψυχὴν ἁμαρτήματα; πῶς κάτωθεν τὴν καρδίαν ἀνακινεῖ; Ὅθεν δείματα πολλά ἐστιν ἀκούειν τότε διηγουμένη καὶ ὄψεις φοβερὰς, ὧν οὐδὲ τὴν θεω‐
ρίαν λοιπὸν φέροντες οἱ ἀπιόντες, καὶ τὴν κλίνην857

110

.

860

αὐτὴν μετὰ πολλῆς τῆς ῥύμης τινάσσουσι καὶ φο‐ βερὸν ἐνορῶσι τοῖς παροῦσιν, τῆς ψυχῆς ἔνδον ἑαυτῆς ὠθούσης καὶ μὴ θελούσης ἀποῤῥαγῆναι τοῦ σώματος· εἰ γὰρ ἀνθρώπους φοβεροὺς ἐνορῶντες
5δεδιττόμεθα, ἀγγέλους ἀπειληφόρους καὶ δυνάμεις ἀποτόμους τῶν παραπεμπομένων βλέποντες, 587 τί οὐ πεισόμεθα, ἑλκομένων ἡμῶν ἀπὸ τοῦ σώμα‐ τος καὶ χωριζομένης τῆς ψυχῆς, πολλὰ ἀποδυρο‐ μένης ἐκεῖ καὶ μάτην;»
10(14) Καὶ μέντοι καὶ ὁ μέγας Βασίλειος παραι‐ νεῖ λέγων· «Μὴ τοίνυν ἀνάβαλλε ἡμέραν ἐξ ἡμέρας, ἵνα μὴ ἐμπέσῃς εἰς ἣν οὐ προσδοκᾷς ἡμέ‐ ραν, ἡνίκα μὲν ἀπολείπωσί σε αἱ τοῦ ζῇν ἀφορ‐ μαὶ, ἀπορία δὲ πάντοθεν καὶ θλῖψις ἀπαραμύθητος,
15ἀπειρηκότων μὲν ἰατρῶν, ἀπειρηκότων δὲ τῶν οἰ‐ κείων, ὅτε πυκνῷ ἄσθματι καὶ ξηρῷ συνεχόμενος, πυρετοῦ τὰ ἔνδον μυχῶντος, στενάξῃς μὲν ἀπὸ μέσης καρδίας, τὸν δὲ συλλυπούμενον οὐχ εὑρήσῃς καὶ φθέγξῃ μέντοι γε λεπτὸν καὶ ἀδρανὲς, ὁ δὲ
20ἀκούων οὐκ ἔστιν· πᾶν δὲ τὸ λαλούμενον παρά σου ὡς παραφροσύνη καταφρονεῖται. Μηδεὶς οὖν ἐξα‐ πατάτω σε κενοῖς λόγοις καὶ ματαίοις· ἐπιστή‐ σεται γάρ σοι ἀφνίδιος ὄλεθρος καὶ ἡ καταστροφὴ ὁμοίως καταιγίδι παρεῖ· ἥξει γὰρ ἄγγελος κατηφὴς
25ἀπάγων βιαίως καὶ σύρων σου τὴν ψυχὴν δεδεμένην ταῖς ἁμαρτίαις, πυκνὰ μεταστρεφομένην πρὸς τὰ ὧδε καὶ ὀδυρομένην ἄνευ φωνῆς, τοῦ ὀργάνου λοιπὸν τῶν θρήνων ἀποκλεισθέντος· ὦ πόσα σπαράξεις σεαυτὸν, ὦ πόσα στενάξεις ἄπρακτα, μετανοῶν ἐπὶ
30τοῖς κακῶς βουλευθεῖσι καὶ πραχθεῖσιν. Οἷα ἐρεῖς ἐν τῇ ὀδύνῃ τῆς καρδίας σου· «Αἶ, αἶ με, μὴ ἀποῤῥίψαι τὸ βαρὺ τοῦτο φορτίον τῆς ἁμαρτίας αἷ με τὰς κηλίδας μὴ ἀποπλύνασθαι, ὦ τῶν πο‐ νηρῶν βουλευμάτων καὶ συναλλαγμάτων! διὰ γὰρ
35πρόσκαιρον ἁμαρτίας ἀπόλαυσιν, αἰώνιον βασανίζο‐ μαι· διὰ σαρκὸς ἡδονὴν καὶ πύρωσιν τῷ αἰωνίῳ πυρὶ παραδίδομαι· δικαία ἡ κρίσις τοῦ Θεοῦ· ἐκαλούμην καὶ οὐχ ὑπήκουον· διεμαρτύραντό μοι, ἐγὼ δὲ κατε‐ γέλων.» Ταῦτα καὶ τὰ τοιαῦτα ἐρεῖς ἀποκλαιό‐
40μενος σεαυτὸν ἂν, προαναρπασθεὶς τῆς μετανοίας. — Οὐκοῦν ἐλέησον σεαυτὸν καὶ λάβε δὴ εἰς ἔννοιαν τὴν ἐσχάτην ἡμέραν, τὴν ὄντως φρικωδεστάτην καὶ ἐλεεινοτέραν τῆς ἐξόδου, (152a) καὶ συνοχὴν, καὶ πνιγμὸν, καὶ ψυχωῤῥαγίας ὥραν καὶ ἀπόφασιν
45Θεοῦ κατεπείγουσαν, καὶ ἀγγέλους ἐπισπεύδοντας, καὶ ψυχὴν ἐν τούτοις δεινῶς θορυβουμένην, καὶ ἰλιγγιῶσαν καὶ τρέμουσαν σφόδρα καὶ ἀποροῦσαν, καὶ ἀνόνητον μετανοοῦσαν ὅτε ὄφελος οὐδέν.» ΣΛΓʹ. Βασιλεία Ἡρακλωνᾶ. 588 Μετὰ Κωνσταντῖνον, υἱὸν Ἡρακλείου, ἐβασίλευσεν Ἡρακλωνᾶς ἅμα Μαρτίνῃ μητρὶ αὐτοῦ

110

.

860

(50)

μῆνας δʹ.
(2) Ἡ δὲ σύγκλητος ἀπώσατο Ἡρακλωνᾶν, ῥι‐859

110

.

861

νοκοπήσαντες αὐτὸν καὶ Μαρτῖναν γλωσσοτομήσαν‐ τες, καὶ ἐξώρισαν αὐτούς. (3) Ἀνεβίβασαν δὲ (ἐπὶ τὴν βασιλείαν) Κών‐ σταν, υἱὸν Κωνσταντίνου, ἔγγονον Ἡρακλείου.
5ΣΛΔʹ. Βασιλεία Κώνστα ἐγγόνου Ἡρακλείου. Μετὰ δὲ Ἡρακλωνᾶν ἐβασίλευσε Κώνστας ἔτη κζʹ, ὃς ἔφη ἐπὶ σιλεντίου πρὸς τὴν σύγκλητον· «Τοῦ ἐμοῦ πατρὸς Κωνσταντίνου, ἐπὶ ζωῆς τοῦ ἰδίου πα‐ τρὸς, ἐμοῦ δὲ πάππου Ἡρακλείου, ἱκανὸν σὺν τῷ
10πατρὶ βασιλεύσαντος, μετὰ δὲ τοῦτον λίαν βραχύ— ὁ γὰρ Μαρτίνης φθόνος τῆς αὐτοῦ μητρυιᾶς τοῦ ζῇν αὐτὸν ἀπήλλαξε διὰ Ἡρακλωνᾶν τὸν ἐξ αὐτῆς ἀθέσμως γεγεννημένον—ταύτην μετὰ τέκνου ἡ ὑμετέρα σὺν Θεῷ ψῆφος ἐξήγαγε πρὸς τὸ μὴ τὸν
15ἀθέσμως καὶ ἐκνόμως γεννηθέντα βασιλεύεσθαι τὴν βασιλείαν Ῥωμαίων. Ἐγὼ δὲ παρακαλῶ συμ‐ βούλους ἔχειν ὑμᾶς καὶ φίλους καὶ γνώμονας τῆς ἐμῆς βασιλείας.» Καὶ φιλοτιμησάμενος αὐτοὺς δώ‐ ροις ἀπέλυσεν.
20(2) Ἐφ’ οὗ γέγονε βίαιος ἄνεμος καὶ πολλὰ δένδρα ἀνέσπασε, καὶ κίονας μοναχῶν κατέβαλε, καὶ πλοῖα συνέτριψε. 589 (3) Ἀλλὰ καὶ Μαυΐας (ὁ τῶν Ἀῤῥάβων ἀρχηγὸς) τὴν Ῥόδον καταλαβὼν (καὶ παραλαβὼν)
25τὸν κολοσσὸν (Ῥόδου) μετὰ, ατξʹ ἔτη τῆς ἱδρύσεως καθεῖλεν· (ὃν Ἰουδαῖός τις) ἔμπορος ὠνησάμενος ἑπτακοσίους καμήλους ἐφόρτωσε τῷ χαλκῷ (κο‐ λοσσοῦ). (4) Μαυΐας δὲ μετὰ πλοίων ἦλθεν ἐν Φοινίκῃ,
30ἔνθα ἦν ὁ βασιλεὺς (Κώνστας) μετὰ τοῦ Ῥωμαϊκοῦ στόλου ναυμαχεῖν μέλλων μετ’ αὐτοῦ. Τῇ δὲ νυκτὶ εἶδε κατ’ ὄναρ ὁ βασιλεὺς ἑαυτὸν ὑπάρχοντα ἐν Θεσσαλονίκῃ. Καὶ τοῦτο παραυτίκα γνωστικῷ τινι διηγησάμενος, ἔφη· «Ὦ βασιλεῦ, εἴθε μὴ ὕπνωσας
35τῇ νυκτὶ ταύτῃ μήτε ὄνειρον ἐθεάσω! τὸ γὰρ εἶναί σε ἐν Θεσσαλονίκῃ θὲς ἄλλῳ τὴν νίκην παραση‐ μαίνει τουτέστι, σοῦ ἡττηθέντος, ἡ νίκη πρὸς τὸν ἐχθρὸν τεθήσεται. Ἡμέρας οὖν γενομένης καὶ ἀλλή‐ λοις συμβαλόντων, ἡττᾶται ὁ βασιλεὺς καὶ συγκιρ‐
40νᾶται ἡ θάλασσα τῷ αἵματι τῶν Ῥωμαίων. (5) Ἐπιβουλῆς δὲ μηνυθείσης τῷ βασιλεῖ, ἀνα‐ κοινοῦνται ταύτην γνησίῳ τινὶ τῶν ὑπηκόων φίλῳ αὐτοῦ, ᾧ καὶ τὴν ἰδίαν ἐσθῆτα κατὰ τὴν ἐκείνου συμβουλὴν ἐνδύσας καὶ εἰς πενιχρὸν πλοῖον
45εἰσελθὼν σὺν ὀλίγοις ἀπέπλευσε διὰ τῆς νυκτὸς861

110

.

864

ἐν ΚΠ., σωθεὶς παραδόξως. Τῇ δὲ ἐπαύριον τὴν βασιλικὴν ἐσθῆτα περιβεβλημένος ὁ φίλος τοῦ βασιλέως, ἐπιστὰς τῇ βασιλικῇ νηῒ συνάπτεται πόλεμον, ὃν οἱ πολέμιοι περικυκλώσαντες, δοκοῦντες
5αὐτὸν εἶναι τὸν βασιλέα, ἰσχυρῶς ἐπολέμουν. Ὁ δὲ πολλοὺς ἐξ αὐτῶν ἀνδρείως ἀνελὼν, Μαυΐα καὶ αὐ‐ τοῦ καιρίως πληγέντος, ἐτελεύτησε, πληρώσας τὸ γεγραμμένον· «Μείζονα ταύτης ἀγάπην οὐδεὶς ἔχει ἵνα τις τὴν ψυχὴν αὐτοῦ θῇ ὑπὲρ τοῦ φίλου αὐτοῦ.»
10590 (6) Ὁ δέ γε Κώνστας ἐν τῇ πόλει τὸν ἴδιον ἀδελφὸν Θεοδόσιον ἀνεῖλε. Καὶ ἀπῆλθεν ἐν Σικε‐ λίᾳ, βουλόμενος ἐν Ῥώμῃ τὴν βασιλείαν μεταστῆσαι. (7) Σφόδρα γὰρ ἐμισήθη παρὰ τῶν πολιτῶν οὐ μόνον διὰ τὴν ἀναίρεσιν τοῦ ἀδελφοῦ αὐτοῦ, ἀλλ’
15ὅτι καὶ Μαρτῖνον τὸν πάπαν Ῥώμης ἀγαγὼν ἀτίμως ἐν ΚΠ. ἐξώρισεν εἰς Χερσῶνα. Καὶ Μαξίμου τοῦ σοφωτάτου καὶ τῶν βʹ μαθητῶν αὐτοῦ τὰς ἱερὰς γλώσσας καὶ τὰς δεξιὰς ἀπέτεμε χεῖρας, Καὶ μέντοι καὶ πολλοὺς ὀρθοδόξους αἰκίαις καὶ δημεύ‐
20σεσι καὶ ἐξορίαις κατεδίκαζε διὰ τὸ μὴ θέλειν αὐτοὺς τῇ τῶν Μονοθελητῶν αἱρέσει συνθέσθαι. (8) Εἶτα πέμψας ἀγαγεῖν τὴν γυναῖκα καὶ τοὺς (γʹ) υἱοὺς αὐτοῦ (Κωνσταντῖνον, καὶ Ἡράκλειον, καὶ Τιβέριον), οἱ Βυζάντιοι τούτους οὐκ ἀπέστειλαν.
25(9) Ποιήσας οὖν ἐν Σικελίᾳ ἔτη ϛʹ, ἀναιρεῖται ἐν Συρακούσῃ λουόμενος, (152b) κατὰ κεφαλῆς λα‐ βῶν μετὰ κάδου καιρίως πληγὴν ὑπό τινος τῶν παρισταμένων. (10) Ὁ δὲ λαὸς ἰδὼν τὸν βασιλέα τελευτήσαντα,
30πορευθεὶς ἀναγορεύουσι βασιλέα Νίζιζόν τινα οὕτω λεγόμενον, Ἀρμενογενῆ εὐπρεπῆ ὄντα καὶ ὡραιό‐ τατον. (11) Ὅπερ ἀκούσας Κωνσταντῖνος, ὁ υἱὸς αὐ‐ τοῦ, κατέλαβε τὴν Σικελίαν μετὰ πλείστης ναυμαχίας
35καὶ χειρωσάμενος Νίζιζον, τὸν φονέα τοῦ πατρὸς αὐτοῦ, ἀνεῖλε σὺν τοῖς στασιάσασι. Καὶ οὕτως ἀνελθὼν ἐν Κ Π. ἐδέχθη παρὰ πάντων εὐφημούμενος. Ἀλλ’ 591 ὁ περὶ τούτου λόγος ἀναμεινάτω· ἔτι δὲ περὶ τῶν γεγενημένων ἐπὶ τῶν ἡμερῶν τοῦ πατρὸς
40αὐτοῦ τοῦ ἀναιρεθέντος ἐν Σικελίᾳ ἐνδιατρίψομαι. ΣΛΕʹ. Περὶ τοῦ ἀρχηγοῦ τῶν Σαρακηνῶν Μωάμεθ τοῦ καὶ Μουχούμετ. Καὶ γὰρ ἐπὶ αὐτοῦ ὁ τῶν Σαρακηνῶν ἀρχηγὸς καὶ ψευδοπροφήτης Μουχούμετ ἐκ μιᾶς φυλῆς γε‐
45νικωτάτης Ἰσμαὴλ, υἱοῦ Ἀβραὰμ, καταγόμενος ἀνεφάνη. Ἀναγκαῖον δὲ ἡγοῦμαι τῆς περὶ τούτου
μυσαρᾶς καὶ παμμιαρᾶς αἱρέσεως διηγήσασθαι.863

110

.

865

(2) Νίζαρος γὰρ ὁ τοῦ Ἰσμαὴλ ἀπόγονος, πα‐ τὴρ αὐτῶν ἀναγορεύεται πάντων. Οὗτος οὖν γεννᾷ υἱοὺς δύο, Μούνδαρον καὶ Ἀραβίαν· ὁ δὲ Μούν‐ δαρος τίκτει Κούσαρον, καὶ Κάϊτον, καὶ Θεμίμην,
5καὶ Ἄσαδον καὶ ἄλλους τινὰς ἀνωνύμους, οἳ τὴν Μαδιανίτην ἔρημον κληρωσάμενοι ἐκτηνοτρόφουν ἐν σκηναῖς κατοικοῦντες· εἰσὶ δὲ καὶ ἐνδότεροι τούτων, οὐκ ἐκ τῆς φυλῆς αὐτῶν, ἀλλ’ ἐκ τοῦ Ἰεκτὰν, οἱ λεγόμενοι Ὁμηρῖται τουτέστιν Ἀμμανῖται.
10(3) Ἀπόρου δὲ ὄντος τοῦ (προλεχθέντος Μου‐ χούμετ ἤτοι) Μωάμεθ, εἰσῆλθε πρός τινα γυναῖκα πλουσίαν (μισθωτεῦσαι αὐτῇ), συγγενίδα αὐτοῦ οὖσαν, καλουμένην Χαδιγᾶ, πρὸς τὸ καμηλεύειν καὶ πραγματεύεσθαι (μετὰ τῶν ὁμοφύλων αὐτοῦ.
15Εἶτα) κατὰ μικρὸν παῤῥησιασάμενος καὶ ἐπελθὼν τῇ γυναικὶ χήρᾳ οὔσῃ, λαμβάνει αὐτὴν (εἰς) γυ‐ ναῖκα καὶ ἔσχε τὰς καμήλους αὐτῆς καὶ τὴν ὕπαρ‐ ξιν ταύτης· καὶ ἐπιχωριάζων ἐν Παλαιστίνῃ συνα‐ νεστρέφετο Ἰουδαίοις καὶ Χριστιανοῖς καὶ 592
20ἐθηρᾶτο λόγους καὶ γραφικάς τινας ῥήσεις. Ἔσχε δὲ τὸ πάθος τῆς ἐπιληψίας. Ἡ οὖν γυνὴ αὐτοῦ διὰ τοῦτο ἐλυπεῖτο σφόδρα ὡς περιφανὴς καὶ πλουσία, καὶ τοιούτῳ ἀνδρὶ συναφθεῖσα, οὐ μόνον ἀπόρῳ, ἀλλὰ καὶ ἐπιληπτικῷ. Ἣν τροπωσάμενος ἔφασκε·
25«Ὅτι (φοβερὰν) ὀπτασίαν ἀγγέλου θεωρῶ Γαβριὴλ ὀνόματι, (καὶ μὴ ὑποφέρων αὐτοῦ τὴν θεωρίαν ὀλι‐ γωρῶ) καὶ πίπτω.» (4) Ἐπισταθεὶς δὲ ἀπὸ ψευδομαρτυροῦντος αὐτῷ μοναχοῦ τινὸς Ἀρειανοῦ ψευδωνύμου, διὰ τὴν
30κακοπιστίαν αὐτοῦ ἐξορισθέντος ἀπὸ ΚΠ. ἐκ τῆς μονῆς τῶν Καλλιστράτου, οὗτος ὁ μιαρὸς ἀπεπλά‐ νησεν αὐτὴν καὶ τὰς λοιπὰς γυναῖκας οὕτω λέγων ὅτι ὀπτασίᾳ τινὰ ἄγγελον λεγόμενον Γαβριὴλ θεωρεῖ καὶ μὴ φέρων τὴν θέαν καταπίπτει. Οὗτος
35γὰρ ὁ ἄγγελος εἰς πάντας τοὺς προφήτας ἀποστέλ‐ λεται. Αὕτη οὖν ἡ γυνὴ καὶ αἱ λοιπαὶ τοῖς λόγοις τοῦ ψευδαββᾶ πεισθεῖσαι προφήτην αὐτὸν εἶναι, ἐκήρυ‐ ξαν πανταχοῦ προφήτην αὐτὸν ὑπάρχειν. (5) Καὶ ἐκράτησεν ἡ αἵρεσις αὕτη τὰ μέρη τῆς
40Αἰθρίβου. Προῆλθεν δὲ ὁ λόγος τῆς πλάνης ταύτης καὶ εἰς ἄνδρα φύλαρχον τοὔνομα Βουβάχαρ. Ἡ οὖν γυνὴ (153a) θανοῦσα τοῦτον διάδοχον καὶ κληρονό‐ μον κατέλιπεν. Ἐκ τούτου οὖν ἐγένετο περιφανὴς ἄγαν ὡς περιούσιος.
45(6) Οὗτος ὁ θεομισὴς καὶ ἄθεος περιτυχὼν
Ἑβραίοις καὶ (Χριστιανοῖς δῆθεν) Ἀρειανοῖς (τε)865

110

.

868

καὶ Νεστοριανοῖς, καὶ πανταχόθεν ἐρανισάμενος, ἐξ Ἰουδαίων μὲν μοναρχίαν, ἐξ Ἀρειανῶν δὲ λόγον καὶ πνεῦμα κτιστὰ, ἀπὸ δὲ Νεστοριανῶν ἀνθρωπολα‐ τρείαν, ἑαυτῷ θρησκείαν περιποιεῖται, καὶ προφά‐
5σει θεογνωσίας εἰσποιησάμενος τὸ ἔθνος ἐδίδαξεν αὐτοὺς περιτέμνεσθαι, καὶ ἄνδρας καὶ γυναῖκας, καὶ ἕνα μόνον προσκυνεῖν Θεὸν καὶ τὸν Χριστὸν τιμᾷν ὡς 593 Λόγον (τοῦ) Θεοῦ (μὲν), οὐχ Υἱὸν δὲ, καὶ Πνεῦμα προφορικὸν καὶ εἰς ἀέρα χεόμε‐
10νον ὑπονοεῖν, οὐκ ἐνυπόστατα, οὐδὲ τῷ Πατρὶ ὁμοούσια, τὴν δὲ ἁγίαν Παρθένον Μαρίαν μὴ λέγειν Θεοτόκον, ἀλλὰ τὴν Ἀαρὼν καὶ Μωσέως ἀδελφὴν (ὑπολαμβάνειν εἶναι), μηδὲ βαπτίζεσθαι, μηδὲ σαβ‐ βατίζειν (αὐτοὺς ἐδίδαξεν), μηδὲ τοῖς νομικοῖς ἢ
15εὐαγγελικοῖς ἔθεσιν ἐπακολουθεῖν, ἀλλὰ βδελύττε‐ σθαι τὸν σταυρὸν καὶ τὴν σκιὰν ἐσταυρῶσθαι τοῦ Σωτῆρος ὁμολογεῖν. Παρηγγυήσατο δὲ αὐτοῖς καὶ [τῶν] καθόλου τῷ νόμῳ ἀπηγορευμένων μετασχεῖν πλὴν ὑῶν κρεῶν, οἴνῳ δὲ παντάπασι μὴ χρῆσθαι.
20(7) Τοιοῦτόν τι μυθευσάμενος ἑαυτὸν κλει‐ δοῦχον φησὶ γεγενῆσθαι τοῦ παραδείσου, διόπερ κατὰ τὴν ἡμέραν τῆς κρίσεως μετὰ τὸ παραστῆναι τὸν Μωϋσέα σὺν τοῖς Ἰσραηλίταις καὶ ὡς παραβά‐ τας τοῦ νόμου τῇ κολάσει τοῦ πυρὸς παραδοθῆναι,
25αὖθίς (τε) Ἰησοῦν παραστῆναι ἔμπροσθεν (τοῦ) Θεοῦ, τοὺς δὲ Χριστιανοὺς ὡς τοιοῦτον τολμή‐ σαντας προστρῖψαι τῷ Χριστῷ ὄνομα καὶ Θεὸν αὐ‐ τὸν καὶ Υἱὸν Θεοῦ καὶ Λόγον σεσαρκωμένον καὶ σταυρωθέντα δογματίσαντας, τῇ τοῦ πυρὸς γεέννῃ
30παραδοθῆναι· εἶτα ἑαυτόν φησιν ὑπὸ τοῦ Θεοῦ κε‐ κλῆσθαι μάλα θεοσεβῆ ὡς τοῦ παντὸς αὐτῶν ἔθνους αἴτιον θεοσεβείας ὑπάρξαντα ἐπαινεῖσθαι καὶ τούτου χάριν κλειδοῦχον τοῦ παραδείσου γεγε‐ νῆσθαι· καί γε μετὰ τὸ ὑπ’ αὐτοῦ τὸν παράδεισον
35ἀνεῳχθῆναι, συν[εισ]ελθεῖν αὐτῷ (πάντως καὶ ἀναν‐ τιῤῥήτως) οʹ χιλιάδας (φησὶν) τοὺς δυναμένους ἐφορ‐ μῆσαι πρὸς τοῦτο, τοὺς δὲ λοιποὺς κριθήσεσθαι φάσκει, καὶ τοὺς μὲν δικαίους ἀμφιβόλως τῆς τρυ‐ φῆς ἀπολαῦσαι, τοὺς δὲ εὑρισκομένους ἁμαρτωλοὺς,
40πιττάκια ἐν τοῖς τραχήλοις περιέχοντας δεδεμένα, εἰς τὸν παράδεισον αὐτοὺς εἰσελθεῖν καὶ τούτους ἐπονομάζεσθαι ἀπελευθέρους τοῦ Θεοῦ καὶ τοῦ Μου‐ χούμετ, εἶναι δὲ γʹ ποταμοὺς ἐν 594 τῷ πα‐ ραδείσῳ φησὶν, ἕνα μέλιτος, καὶ ἄλλον γάλακτος,
45καὶ ὕστερον οἴνου, πρὸς τὸ ἐπ’ ἐξουσίαν (ἔχειν ἕκαστον ὅθεν βούλεται μετέχειν καὶ) ἐμπιμπλᾶσθαι, τὰς δὲ γυναῖκας αὐτοῖς συνεῖναι καὶ φιλοκαλεῖν αὐτῶν τὰς κόμας καὶ (παντοίως) θεραπεύειν (αὐτῶν) τὰ φιλήδονα σώματα (ὁ σαρκόφρων καὶ ἐμπαθὴς

110

.

868

(50)

καὶ δοῦλος τῆς ἁμαρτίας)· τοὺς δὲ Ἰουδαίους καὶ Χριστιανοὺς ξύλα τοῦ πυρὸς γενομένους, ὑπολει‐
φθῆναι· τοὺς Σαμαρείτας ἔφη πρὸς τὰ ἐκφόρια καὶ τὴν κόπρον αὐτῶν τοῦ παραδείσου ἐκβάλλειν,867

110

.

869

ὅπως ἂν μὴ ἐποζέσειεν ὁ παράδεισος, ἕκαστον δὲ ὡς ἂν ἐνταῦθα βιώσειεν, εἴτε ἐν πλούτῳ, εἴτε ἐν πε‐ νίᾳ καὶ ἀδοξίᾳ, τὸν αὐτὸν τρόπον ἐκεῖσε διάγειν. (8) Οὗτος οὖν ὁ θεοστυγὴς καὶ ἐμβρόντητος (πρὸς τούτοις πᾶσιν) παντὸς ἀγαθοῦ καὶ πονηροῦ
5τὸν Θεὸν (153b) αἴτιον ὑπάρχειν ἐτερατολόγησε καὶ τοὺς λῃστὰς καὶ φαρμακοὺς καὶ ὅσους ἂν ἀπηγορευμέναις ἁλόντας πράξεσιν ἀναιρουμέ‐ νους ἴδοιεν, «Οὕτω, φησὶν, ἔγραψεν ὁ Θεὸς καὶ προ‐ ώρισε γενέσθαι, καὶ οὕτως ἀποθανεῖν αὐτοὺς ἠβου‐
10λήθη.» (9) Ἀγάσαιτο δ’ ἄν τις μάλα (δὴ οὖν εἰκότως τὴν τοσαύτην καὶ τηλικαύτην (ἰσχύν τε καὶ) διαρκῆ τῆς ἀπάτης τοῦ θεομάχου καὶ ματαιόφρονος, μάλιστα δὲ ἐσχάτην παράνοιάν (τε) καὶ κτηνω‐
15δίαν τῶν μέχρι νῦν τῇ τούτου πλάνῃ δεδουλωμένων καὶ ὡς ἰσχυρὰν (θρησκείαν) καὶ θείαν ταύτην ἀφρόνως ἡγουμένων. Πρὸς γὰρ τὴν ὄντως τρια‐ ληθῆ τε καὶ ἱερὰν καὶ θεοβράβευτον πίστιν ἐναρ‐ γῶς ἀποτυφλώττουσιν οἱ ἐσκοτισμένοι καὶ ἀσύνε‐
20τοι, πρὸς δὲ τὴν ψευδώνυμον λατρείαν καὶ πλαστο‐ λογίαν τοῦ φένακος προσέχουσιν οἱ δείλαιοι καὶ βα‐ ρυκάρδιοι, (πρὸς μὲν τοὺς ὕθλους καὶ λήρους καὶ βεβήλους κενοφωνίας οἱ χαιρεπίκακοι καταθέλ‐ γοντες, πρὸς τοὺς θεοπαραδόχους καὶ σωτηριώδεις
25λόγους οὐδὲ τὴν ἀκοὴν ὑποθεῖναι τοπαράπαν ἀνέχον‐ τες)· τὸν γὰρ ὄντως ὄντα Θεὸν, τὸν διὰ νόμου καὶ 595 προφητῶν ἐκδήλως κηρυττόμενόν τε καὶ πιστευόμενον, ἀπωθούμενοι καὶ καταψηφιζόμενοι, τὸν ἀντίθεον καὶ μεμηνότα [καὶ] φανερῶς ὑπὸ τῶν
30Ἐρινύων ἐνεργούμενον καὶ φθεγγόμενον οἱ κακόφρονες καὶ λυσσώδεις ἐρασμίως γεγηθότες προσ‐ ίενται. (10) Ποία γὰρ θεόπνευστος Γραφὴ περὶ τοῦ δυσσεβοῦς καὶ παραπαίοντος Μουχούμετ προδιεσ‐ τείλατο; ἢ ποῖος θεσπέσιος αὐτὸν προφήτης ὡς
35διδάσκαλον εὐσεβείας προανήγγειλεν; Οὐκοῦν εἰπά‐ τωσαν οἱ ἀμέτοχοι πάσης ἱερᾶς ἐπιπνοίας καὶ μυήσεως πῶς τοὺς ἀπὸ Ἀδὰμ καὶ μέχρι τῆς Χριστοῦ παρουσίας προφήτας ἀσμένως δῆθεν ἀποδεχόμενοι, τὸν μὲν ὑπ’ αὐτῶν διαῤῥήδην προαναφωνούμενον
40Χριστὸν καὶ Θεὸν ἐξαρνοῦνται, τὸν δὲ κάκιστον καὶ μοχθηρὸν καὶ μηδὲ τὸ σύνολον πρὸς αὐτῶν ὀνομαζόμενον καὶ προσημαινόμενον ὡς θεομύστην ἐξοχώτατον καὶ ἀληθέστατον πίστεως διδάσκαλον ἀποδέχονται καὶ ὡς εὐεργέτην ἐκθειάζουσιν οἱ ἀνό‐
45σιοι καὶ δυσώνυμοι (ἢ μᾶλλον εἴπωμεν ἀνώνυμοι). (11) Ἀνακρινέτωσαν δὲ οἱ ἀδιάκριτοι καὶ μα‐ νιώδεις καὶ τὰ ὑπ’ αὐτοῦ μανιωδῶς καὶ δυσσεβῶς ῥηθέντα ληρήματα καὶ λεγέτωσαν ποίαν συμφωνίαν ἔχουσι (πρὸς) τὰ θεοπαράδοτα λόγια. Ὁ μὲν γὰρ

110

.

869

(50)

θεῖος λόγος ἀναφανδὸν (ἐκ) διδάσκει (καὶ διαπρυσίως χρησμοδοτεῖ σαφέστατα) τὸν Θεὸν ὑπάρχειν ἀναίτιον
παντὸς κακοῦ καὶ τὸν ἄνθρωπον αὐτεξούσιον εἶναι869

110

.

872

τῆς ἑαυτοῦ σωτηρίας ἢ ἀπωλείας. Ὁ δὲ τρισά‐ θλιος καὶ τρισκατάρατος καὶ τοῦ Θεοῦ καὶ τῶν ἀν‐ θρώπων ἄσπονδος ἐχθρὸς ἐκ σκαιοτέρου πλάνου δαίμονος ἐνηχούμενος καὶ ἐνεργούμενος (καὶ μέντοι
5καὶ ἐξ ἀκολάστου γλώσσης καὶ γνώμης ἀγνώμονος φθεγγόμενος) παντὸς ἀγαθοῦ καὶ πονηροῦ τὸν Θεὸν αἴτιον τολμηρῶς τερατεύεται καὶ πᾶν ὅπερ [ἂν] ἐπέλθῃ τῷ ἀνθρώπῳ, κἄν (τε) ἐξ ἐπηρείας τοῦ πονηροῦ, κἄν τε ἐξ οἰκείας ῥᾳθυμίας καὶ ἀδιακρισίας,
10τῆς θείας τοῦτο τυγχάνειν προνοίας ὁ ἀλητήριος ἀποφαίνεται. Καὶ ὁ μὲν περιφρονεῖν πλούτου καὶ ταπεινοφρονεῖν (154a) καὶ τὸν ἐνήδονον βίον ἀποσείε‐ σθαι καὶ μὴ (ἀντ)αποδοῦναι κακὸν ἀντὶ κακοῦ παρακελεύεται. 596 Ὁ δὲ πλουτεῖν καὶ ὑψηλοφρονεῖν
15καὶ πᾶσαν ἡδονὴν ἐκ περιουσίας ἀσπάζεσθαι καὶ ἀντεπεξιέναι σφόδρα τοῖς ἀντιπίπτουσιν ὡς ψυχικὸν (καὶ) σωτήριον καὶ τοῦ παραδείσου πρόξενον. (12) Ἀλλ’, ὢ τῆς ἀπονοίας, καὶ παραπληξίας, καὶ χλεύης τοῦ γόητος, καὶ παλαμναίου, καὶ τῆς παραφροσύνης, καὶ ἀπωλείας τῶν παρ’ αὐτοῦ δεινῶς
20ἐξανδραποδισθέντων, [καὶ μέχρι δεῦρο παρασυ‐ ρομένων καὶ ἀπατωμένων]! —οὐδὲ γὰρ συνιοῦσι (πάμπαν) οἱ ἄγαν μοχθηροὶ καὶ θηριώδεις καὶ λίαν ἀσύνετοι εἰς ποῖον χαλεπὸν (καὶ ζοφερὸν) χάος καὶ σατανικὴν Χάρυβδιν κατεποντίσθησαν καὶ
25τέλειον κατεπόθησαν καὶ εἰς οἵους ἀφύκτους καὶ ἀδιεξοδεύτους λαβυρίνθους καὶ δυσβάτους ἀτραποὺς καὶ ψυχοφθόρους φενακισθέντες ἐλεεινῶς ἐξεκυλί‐ σθησαν καὶ συνεσχέθησαν ὑποφθαρέντες εἰς τέλος· διὸ τοίνυν θαυμάζειν λίαν ἔπεισί μοι τὴν τοσαύτην
30ἀλογίαν καὶ ἀναισθησίαν αὐτῶν, καίπερ οἰομένων ἐντρεχεστάτους ἑαυτοὺς εἶναι καὶ λογιωτάτους, πῶς οὐ κατανοοῦσι τῆς κενῆς ἀπάτης αὐτῶν τὸν ὄλισθον; Ἔδει γὰρ, ἔδει τοὺς ὄντως ἄφρονας καὶ βοσκημα‐ τώδεις ἐπιγνῶναι τὸν περὶ τῆς ἀναστάσεως αὐτῶν
35πρόδηλον καὶ μυσαρὸν βρόχον, ὅτιπερ διὰ βρώσεως καὶ πόσεως (αἰσθητήν τε καὶ φθαρτὴν ἕξουσι τηνικαῦτα τὴν ζωὴν καὶ ἀνάγκη πάλιν αὐτοὺς τῇ φθορᾷ δουλεύειν καὶ θνήσκειν κατὰ τὸν τούτοις ἀκόλουθον λόγον· ἀμήχανον γὰρ τὸν φθαρτὸν, βρώσεως καὶ πόσεως)
40ἐν μετουσίᾳ τυγχάνοντα, ἄφθαρτον καθόλου καὶ ἀθάνατον διαμεῖναι· καὶ πότε καὶ ποῦ λοιπὸν τὴν ἀποκαραδοκουμένην ζωὴν αἰώνιον καὶ ἀκέραστον τοῖς πιστοῖς κατὰ τὰς θείας Γραφὰς οἱ θνητοὶ ψυχῇ καὶ σώματι τεύξονται (13) Καὶ πρὸς τούτῳ ἴστωσαν οἱ ὀλιγόπιστοι
45καὶ τάλανες ὡς οὐδέπω μέχρι τῆς σήμερον τῆς παλαιᾶς αὐτῶν καὶ ἀθέου πλάνης ἀπηλλάγησαν, ἀλλ’ ἐν προσχήματι θεοσεβείας εἰδωλολατροῦσι λεληθότως καὶ τὸν ἐγκεκρυμμένον τῆς θρησκείας αὐτῶν δόλον τοῦ 597 ἀρχεκάκου δαίμονος οὐδ’

110

.

872

(50)

ὅλως οἱ ἀνούστατοι καὶ ἀπόπληκτοι ἐπιγινώσκουσιν· πάλαι μὲν εἰδολολατροῦντες καὶ τῇ παρ’ Ἕλλησιν
Ἀφροδίτῃ λεγομένῃ τουτέστι τῇ ἡδονῇ προσκυ‐871

110

.

873

νοῦντες καὶ τὸν ἀστέρα ταύτης (γὰρ) εἶναι τὸν ἑωσφόρον μυθολογοῦσιν, ἣν δὴ καὶ Κούβαρον τῇ ἑαυτῶν κακεμφάτῳ ἐπονομάσαντες γλώσσῃ, ὅπερ ἐστὶ μεγάλη, διέμειναν ἕως ἄρτι τὴν Ἀφροδίτην
5θεὸν ὀνομάζοντες. (14) Καὶ ἵνα μὴ δόξωμέν τισι ψευδολογεῖν, σαφηνίσωμεν αὐτῶν τὸ μέγα μυστήριον· ἔχει δὲ ἡ λέξις τῆς μυσαρᾶς αὐτῶν καὶ παμβεβήλου προ‐ σευχῆς οὕτως· «Ἀλλᾶ, Ἀλλᾶ, Οὐὰ, Κουβὰρ,
10Ἀλλᾶ.» Καὶ τὸ μὲν Ἀλλᾶ [Ἀλλᾶ], ἑρμηνεύεται ὁ Θεὸς, ὁ Θεός· τὸ δὲ Οὐὰ, μείζων· τὸ δὲ Κουβὰρ, μεγάλη, ἤτοι σελήνη καὶ Ἀφροδίτη, ὅπερ ἐστὶν οὕτως· «Ὁ Θεὸς, ὁ Θεὸς μείζων καὶ ἡ μεγάλη— εἴτ’ οὖν (σελήνη καὶ) Ἀφροδίτη—θεός·» καὶ τοῦτο
15σαφηνίζει ἡ ἐπαγωγὴ τοῦ τελευταίου Ἀλλᾶ· ἅπερ πάντα ἀποκεκρυμμένως τῇ ἰδιότητι τῆς ἑαυτῶν γλώσσης λαλοῦσιν (οὕτω φύσεως ἐχούσης, ἃ καὶ φανερῶς δημοσιεύειν οὐ θέλουσιν εἰς λογικοὺς ἀν‐ θρώπους καὶ ἐχέφρονας διὰ τὸ τῆς γνώσεως πρόδη‐
20λον)· ἀλλὰ τοὺς μὲν χοιρώδεις (τούτους) καὶ τελματ‐ ώδεις, μηδὲν περαιτέρω τῆς ἡδονῆς καὶ ῥᾳστώνης εἰδότας ἀφέμενος ὁ λόγος ὡς ἀνεπαισθήτως (καὶ ἀναικέστως) νοσοῦντας πρὸς τὰ ἑξῆς τῆς ἱστορίας χωρήσωμεν. (15) Μετὰ δέ γε τὸν (154b) θάνατον τοῦ θεηλάτου
25Μαχούμετ ἐφάνη κατὰ μεσημβρίαν ἀστὴρ λεγό‐ μενος Δοκίτης προμηνύων τὴν τῶν Ἀράβων ἐπι‐ κράτειαν καὶ ἔμεινεν ἡμέρας λʹ, διατείνων ἀπὸ μεσημβρίας ἕως Ἄρκτου ξιφοειδῶς. 598 (2) Ἐν ᾧ χρόνῳ ἐπιστρατεύσαντες (οὗτοι
30πάλαι μὲν λεγόμενοι Ἄραβες, νῦν δὲ) Σαρακηνοὶ (καὶ τὴν Ἀραβίαν καταλιπόντες, ἦλθον ἐπὶ τὰ μέρη τῆς Δαμασκοῦ πλῆθος ἄπειρον, ὅπερ μαθόντες Βάνης καὶ Βασιλίσκος, οἱ στρατηγοὶ τῆς Ἀνατολῆς, κατ’ αὐτῶν ἐξώρμησαν)· εἶτα συμβολῆς γενομένης,
35ἡττῶνται λίαν οἱ Χριστιανοί· ἀνέμου γὰρ πνεύσαν‐ τος κατὰ Ῥωμαίων βιαίου νότου, καὶ μὴ δυνά‐ μενοι τοῖς ἐχθροῖς ἀντωπῆσαι διὰ τὸν πολὺν κο‐ νιορτὸν, δεινῶς τρέπονται· (καὶ οὕτως νικήσαντες οἱ Σαρακηνοὶ κατὰ κράτος καὶ λαμπρῶς ἐπὶ τὴν
40Δαμασκὸν ἦλθον), ἣν καὶ δορυάλωτον λαβόντες, ὡσαύτως καὶ τὰς χώρας πάσας τῆς Φοινίκης, οἰκί‐ ζονται ἐν αὐταῖς (οἱ ἐναγεῖς καὶ βέβηλοι τοῖς ἀδήλοις τοῦ Θεοῦ κρίμασιν). ΣΛϞʹ. Περὶ τῆς Ἁγίας Γῆς.
45Περὶ τῆς ἁγίας γῆς ὁ θεσπέσιος ἔλεγε Μωϋ‐
σῆς πρὸς τὸν Ἰσραήλ· «Ἰδοὺ Κύριος ὁ Θεός σου873

110

.

876

εἰσάξει σε εἰς γῆν ἀγαθὴν καὶ πολλὴν, ἧς χείμαῤ‐ ῥοι ὑδάτων καὶ πηγαὶ ἀβύσσων ἐκπορευόμεναι διὰ τῶν πεδίων καὶ τῶν ὀρέων, γῆ πυροῦ καὶ κριθῆς, ἄμπελοι καὶ συκαῖ, ῥοιαὶ καὶ φοίνι‐
5κες, γῆ (ἐλαίας), ἐλαίου καὶ μέλιτος, γῆ ἐν ᾗ οὐ μετὰ πτωχείας φάγῃ τὸν ἄρτον [σου] (καὶ οὐ δεη‐ θήσῃ ἐπ’ αὐτῆς οὐδὲν, γῆ ἧς οἱ λίθοι σίδηρος, καὶ ἐκ τῶν ὀρέων αὐτῆς μεταλλεύσεις χρυσόν,» γῆ ῥέουσα γάλα καὶ μέλι, καὶ κηρίον ἐστὶ παρὰ πᾶσαν
10τὴν γῆν καὶ τῷ παραδείσῳ τοῦ Θεοῦ παρεικαζο‐ μένη. 599 (2) «Ἐπάρας γὰρ, φησὶ, Λὼτ τοὺς ὀφθαλ‐ μοὺς αὐτοῦ, εἶδε πᾶσαν τὴν περίχωρον τοῦ Ἰορ‐ δάνου, ὅτι πᾶσα ἦν ποτιζομένη—ὡς παράδεισος
15Κυρίου καὶ ὡς ἡ γῆ Αἰγύπτου, καὶ ἐξελέξατο αὐτήν.» (3) Προσμαρτυρεῖ δὲ τούτοις καὶ ὁ σοφώτατος Ἀριστοτέλης λέγων· «Καὶ γὰρ πολυάνθρωπός ἐστιν ἡ γῆ τῆς ἐπαγγελίας (καὶ σύνδενδρος) καὶ
20παντοίοις καρποῖς εὐθηνοῦσα, ἀμπέλων τε καὶ ἀκροδρύων, καὶ φοινίκων πλῆθος ἄπλετος, καὶ κτήνη πάμπολλα καὶ διάφορα, καὶ δαψιλὴς ἡ τούτων νομὴ δι’ ὅλου τοῦ χρόνου γίνεται διὰ τὴν πολλὴν εὐκρασίαν τῆς γῆς καὶ πιότητα· πολὺ δὲ πλῆθος
25καὶ τῶν ἀρωμάτων καὶ λίθων πολυτελῶν καὶ χρυ‐ σοῦ παρακομιζομένου διὰ τῶν Ἀράβων (εἰς τὸν τόπον). (4) Ὡσαύτως καὶ Ἰώσηπος ἔφη· «Πάμφορος γὰρ οὖσα ἡ γῆ δι’ εὔκρατον ἀέρα καὶ πολλὴν πιό‐
30τητα, χειμῶνος ὥρᾳ ἐκφέρει κάρυα καὶ ἐν καύ‐ ματι φοίνικας, καὶ πλεῖστον (μὲν) γεωργεῖ ἔλαιον, σταφυλὰς δὲ καὶ σῦκα διὰ μηνῶν ιʹ ἐσθίουσιν οἱ ἐκεῖσε, τοὺς δὲ λοιποὺς καρποὺς δὶς τοῦ ἐνιαυτοῦ τρυγῶσιν.»
35(5) Τὸ δὲ μέγεθος τῆς σταφυλῆς τῶν βοτρύων ἐκείνης ἐδήλωσεν ἡ Γραφὴ λέγουσα περὶ τῶν κατα‐ σκόπων ὧν ἀπέστειλε Μωϋσῆς, ὅτι «Ἦλθον ἕως φάραγγος βότρυος, καὶ—κόψαντες ἐκεῖθεν κλῆμα καὶ βότρυν σταφυλῆς ἕνα, ἦραν αὐτὸν ἐπ’
40ἀναφορεῦσιν·» ἐν ξύλῳ γὰρ ἐσχηματισμένῳ πλα‐ γίως μέσον κρεμασθεὶς καὶ ὑπὸ ἀνδρῶν βʹ βαστα‐ ζόμενος πᾶσιν ἐδήλωσε τῆς ἁγίας γῆς ἐκείνης τὴν εὐκαρπίαν, δι’ ἧς Ἀλέξανδρος ὁ μέγας διαπορευό‐ μενος καὶ ξύλα καρποφόρα, ἐν οἷς καὶ πήγανον,
45θεασάμενος (καὶ) τὸ ὕψος καὶ πάχος ἐφάμιλλον συκῆς, ἐθαύμασε σφόδρα τῆς γῆς τὴν εὐκαρπίαν τε καὶ πιότητα. (6) Καὶ γοῦν ἐν τῇ Παλαιστίνῃ πηγή ἐστι παν‐ τοίων παθῶν (155a) ἀνθρώπων τε καὶ ἀλόγων ἴασιν

110

.

876

(50)

παρέχουσα, ἐν ᾗ λόγος τὸν Κύριον ἐξ ὁδοιπορίας
τοὺς πόδας νίψασθαι.875

110

.

877

600 (7) Καὶ δένδρον ἵσταται πάσης ἀῤῥωστίας ἀλεξίκακον, ἐν ᾧ τόπῳ φασὶν Ἰωσὴφ τὸν Χριστὸν λαβόντα μετὰ τῆς παναγίας Θεοτόκου Μαρίας πρὸς τὴν Αἴγυπτον ποιούμενον τὴν πορείαν, εἰς γῆν ἐκλίθη
5τὸ δένδρον καὶ προσεκύνησεν. (8) Πρὸς δὲ τὴν ἀρκτῴαν τῆς φάραγγος ῥίζα γί‐ νεται φλογοειδὴς ὀνόματι βατταρίτης, ἀφ’ ἧσπερ τὴν ἑσπέραν ἐξαστράπτον φῶς, οὐδεὶς ἀνθρώπων θίγειν αὐτὴν δύναται διὰ τὸ παραχρῆμα θανατοῦν
10αὐτὴν, εἴ τις ῥίζης ἐκείνης περιάψηται τὴν χεῖρα· κυκλόθεν οὖν περιορύξαντες καὶ κύνα δεσμεύσαν‐ τες, ἀνασπᾷ τὴν ῥίζαν ὁ κύων ἐπακολουθεῖν τῷ ἀνθρώπῳ βουλόμενος, καὶ παραυτίκα ἀποθνήσκει, τὴν δὲ ῥίζαν περιάπτουσι δαιμονιζομένῳ καὶ ἀπο‐
15λύουσι τοῦ δαίμονος ἐξ αὐτοῦ φυγαδευομένου. (9) Καὶ ἄλλη δέ τις πόλις ἐστὶ τῆς Γαλιλαίας παράλιος ἀπὸ σταδίων βʹ ποταμὸν ἔχουσα καὶ νησοειδῆ τόπον ἐν αὐτῷ, πηχῶν ἔχοντα τὸ περίμε‐ τρον ρʹ, ἐν ᾧ γίνεται φυσικὸν πρᾶγμα θαύματος
20ἄξιον· οἱ γὰρ ἄνεμοι τὴν ἔξωθεν ἀργὴν ψάμμον εἰς αὐτὸν κατασύραντες, εὐθέως ὁ τόπος ταύτην εἰς ὕαλον μεταβάλλει, ἐπειδὰν ἱκανὰ πλοῖα περιστάντα καὶ τὴν ὑαλίτην ἐκείνην ψάμμον ἐκφορήσωσιν, πά‐ λιν οἱ ἄνεμοι καταπνεύσαντες γεμίζουσι τὸν τόπον.
25(10) Ἀλλὰ μὴν καὶ ὀποβάλσαμον γεωργεῖ(ται) πλεῖστον καὶ ἕτερα (τινὰ πάμ)πολλα (καὶ) δυσπό‐ ριστα καὶ ἀνθρώποις ἐπέραστα. Κἀντεῦθεν τοίνυν, ὡς ἐξαίρετον καὶ διαφέρουσαν ἀσυγκρίτως πάσης τῆς γῆς, εἰκότως ἔδωκεν αὐτὴν ὁ Θεὸς τῷ ἠγαπη‐
30μένῳ καὶ πρωτοτόκῳ υἱῷ αὐτοῦ (Ἰσραὴλ) εἰς κλη‐ ρονομίαν τε καὶ ἀπόλαυσιν. «Εἰσήγαγε γὰρ,» φησὶν, «αὐτοὺς εἰς ὄρος ἁγιάσματος αὐτοῦ, ὄρος τοῦτο, ὃ ἐκτήσατο ἡ δεξιὰ αὐτοῦ.» (11) Τοιγαροῦν ἐν τῇ ἁγίᾳ ταύτῃ καὶ μακαρίᾳ
35καὶ ἀγαθῇ γῇ τῆς ἐπαγγελίας, «Πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ Θεὸς» Λόγος τοῖς προφήταις ὁραθεὶς (ἐπὶ χερουβικοῦ καὶ ἐπηρμένου θρόνου [χρη]‐ ματισθεὶς καὶ μέντοι καὶ διαφόρως τε καὶ) θεοπρε‐ πῶς τὰς θεοφανίας ποιησάμενος, ἔλεγεν· «Ἐγὼ
40ὁράσεις ἐπλήθυνα καὶ ἐν χερσὶ 601 προφητῶν ὡμοιώθην»—«ἐπ’ ἐσχάτου» αὖθις (ἐπὶ τῆς αὐτῆς ἱερᾶς γῆς) ὤφθη σαρκούμενος καὶ τοῖς ἀνθρώ‐ ποις συναναστρεφόμενος (κατὰ τὴν θείαν πρόῤῥη‐ σιν) πληρώσας τό· «Μήτηρ Σιὼν, ἐρεῖ ἄνθρω‐
45πος, καὶ ἄνθρωπος ἐγεννήθη ἐν αὐτῇ, καὶ αὐτὸς ἐθεμελίωσεν αὐτὴν ὁ Ὕψιστος·» ἐν ᾗ καὶ τὸ σω‐ τήριον πάθος ὑπομείνας τὴν παγκόσμιον εἰργά‐ σατο σωτηρίαν (ἐν μέσῳ αὐτῆς ὡς καί τινες τῶν ἐξηγητῶν ὀμφαλὸν τῆς γῆς αὐτὴν προσηγορεύκα‐

110

.

877

(50)

σιν). Καὶ μήν γε καὶ Χριστὸς αὐτὸς καρδίαν ἔφησε λέγων· «Ὥσπερ ἦν Ἰωνᾶς ἐν τῇ κοιλίᾳ τοῦ κήτους γʹ ἡμέρας καὶ γʹ νύκτας, οὕτως ἔσται
καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ καρδίᾳ τῆς γῆς·»877

110

.

880

(12) Ὅθεν καὶ ὁ θεῖος Χρυσόστομος εἰς τὸ φάσκον ῥητόν· «Ἐκ Σιὼν ἡ εὐπρέπεια τῆς ὡραιότητος αὐτοῦ,» φησίν· «Καὶ γὰρ ἐπὶ τῆς πα‐ λαιᾶς ἐκεῖθεν τοῦ Θεοῦ γέγονεν ἐμπρέπεια, οἷον
5ὁ βωμὸς, τὰ Ἅγια τῶν ἁγίων, ἡ λατρεία πᾶσα καὶ ἡ πολιτεία τῆς παλαιᾶς νομοθεσίας, ἱερέων πλῆ‐ θος, θυσίαι καὶ ὁλοκαύτωσις, καὶ ὕμνοι ἱεροὶ, καὶ ψαλμῳδίαι, καὶ πάντα τὰ ἐκεῖθεν καὶ τῶν μελ‐ λόντων προδιεγέγραπτο. Ἐπειδὴ δὲ ἡ ἀλήθεια
10παραγέγονεν, ἐκεῖθεν τὴν ἀρχὴν ἔλαβεν, ἐκεῖθεν ὁ σταυρὸς ἔλαμψεν, ἐκεῖθεν τὰ μυρία κατορθώματα. Διὰ δὴ τοῦτο παὶ περὶ τῆς Χριστοῦ δευτέρας νομο‐ θεσίας ὁ μέγας Ἡσαΐας φησίν· «Ἐκ (155b) Σιὼν ἐξελεύσεται νόμος, καὶ Λόγος Κυρίου ἐξ Ἱε‐
15ρουσαλὴμ, καὶ κρινεῖ ἀναμέσον τῶν ἐθνῶν.» Σιὼν γὰρ ἐνταῦθα ὁλόκληρον λέγει τὸ χωρίον καὶ τὴν παρακειμένην αὐτῷ μητρόπολιν τῶν Ἰουδαίων. Ἐκεῖθεν γὰρ, ὥσπερ ἐκ βαλβῖδός τινος εὔδρομοι ἵπποι εὐσταλεῖς, οἱ ἀπόστολοι εἰς τὴν οἰκουμέ‐
20νην ἅπασαν ἐξεπέμφθησαν· ἐκεῖθεν τὰ σημεῖα ποιεῖν ἤρξαντο· ἐκεῖ γέγονε τὸ σωτήριον πάθος, ἡ ἀνάστασις, ἡ ἀνάληψις· ἐκεῖ τὰ προοίμια τῆς ἡμετέρας σωτηρίας· ἐκεῖ τὰ ἀπόῤῥητα 602 δόγ‐ ματα κηρύττεσθαι τὴν ἀρχὴν ἔλαβον· ἐκεῖ πρῶ‐
25τον ἀπεκαλύφθη Πατὴρ καὶ ἐγνωρίσθη Μονογενὴς, καὶ ἐδόθη τοσαύτη Πνεύματος χάρις καὶ τὸν περὶ τῶν ἀσωμάτων ἐκεῖ λόγον ἐγύμναζον, καὶ δωρεῶν, καὶ δυνάμεων καὶ τῶν μελλόντων ἀγαθῶν τὰς ἐπαγ‐ γελίας, ἅπερ ἅπαντα αὐτῆς ὡραιότητας λέγει·
30κάλλος γὰρ Θεοῦ καὶ ὡραιότης ἡ ἀγαθότης, καὶ (ἡ) φιλανθρωπία, καὶ ἡ εἰς πάντας εὐεργεσία· ἐκεῖ τοίνυν τὸ πταῖσμα καὶ τὸ πτῶμα τοῦ Ἀδὰμ θερα‐ πεύσας καὶ τὴν ταχίστην ὥσπερ ὑπόπτερον συνέλευσιν τῶν ἁγίων καὶ ὑπάντησιν ἐν τῇ βʹ παρουσίᾳ αὐτοῦ προϋποφαίνων ἔλεγεν· «Ὅπου τὸ πτῶμα, ἐκεῖ συναχθήσονται (καὶ) οἱ ἀετοί.» (43) Ἐκεῖ δὲ μηδὲ τοῦ Νῶε, τοῦ πάντων ἀρ‐
35χηγοῦ ἀνθρώπων, τὸν τάφον ἀγνοῆσαι, ὡς μετὰ τὸν κατακλυσμὸν ἀπ’ αὐτῆς διαδοθῆναι τὴν φήμην· διόπερ ὁ Κύριος τὰς ἀρχὰς τοῦ ἀνθρωπίνου θανάτου ἐρευνήσας εἰς τὸν λεγόμενον Κρανίου τόπον τὸ πά‐ θος ἐδέξατο, ἵνα ἐν ᾧ τόπῳ ἡ φθορὰ τῶν ἀνθρώπων
40τὴν ἀρχὴν ἔλαβε, ἐκεῖθεν καὶ ἡ ζωὴ καὶ τὸ θεοκή‐ ρυκτον κήρυγμα τῆς βασιλείας τῶν οὐρανῶν ἄρ‐ ξηται. (14) Ὡσαύτως καὶ ὁ θεοῤῥήμων Ἀθανάσιος εἰς τὸ πάθος Χριστοῦ λέγει· «Διόπερ οὐκ ἀλ‐
45λαχόσε πάσχει Χριστὸς, οὔτε μὴν εἰς ἄλλον σταυροῦ‐ ται τόπον ἢ εἰς τὸν Κρανίου τόπον, ἐν ᾧ δὴ Ἑβραίων οἱ διδάσκαλοι τοῦ Ἀδάμ φασιν εἶναι τὸν τάφον· —ἐκεῖ γὰρ αὐτὸν μετὰ τὴν κατάραν τετά‐ φθαι διαβεβαιοῦνται· —διὰ τοῦτο θαυμάζω τοῦ

110

.

880

(50)

τόπου τὴν οἰκειότητα· ἔδει γὰρ τὸν Κύριον ἀνανεῶ‐879

110

.

881

σαι θέλοντα τὸν αʹ ἄνθρωπον, ἐν ἐκείνῳ παθεῖν τῷ τόπῳ»—«Καὶ ἐπειδή(περ) ἤκουσεν Ἀδὰμ, (ὅτι) Γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ,» ταύτη (τοι) πά‐ λιν ἐκεῖθεν τίθεται, ἵνα ἐν ᾧ τόπῳ τὴν κατάραν
5ἔλαβεν, ἐκεῖ καὶ τὴν λύσιν ταύτης δέξηται.» 603 (15) Καὶ μέντοι γε ὁ μέγας Ἐφραῒμ ἐν τοῖς κατὰ Κάϊν φησί· «Καὶ ὁ Κάϊν στένειν καὶ τρέμειν ἐκρίθη ὑπὸ τῆς συνειδήσεως περιεχόμενος· ὑποστήσεται δὲ τοῦτο ὑπὸ τῆς αἰωνίου κολάσεως· τὸ
10γὰρ στένων καὶ τρέμων ἔτη ἐπὶ τῆς γῆς ταύτης ὁ τόπος τῆς κρίσεως εἰς τὴν κοιλάδα τοῦ κλαυθμῶνος, κατὰ τὰς ἱερὰς Γραφὰς, οὐχ ἡ γῆ διὰ τὴν κρίσιν, οὐδὲ ἡ κρίσις διὰ τὴν γῆν· οὐ γὰρ ἡ γῆ ἥμαρτεν, ἀλλ’ ὁ ἄνθρωπος· ἡ γὰρ γῆ τῆς τοῦ Θεοῦ δίκης γίνε‐
15ται ἀμυντήριος ὡς τῶν κριτῶν τὸ ῥῆμα καὶ τῶν δημίων ὁ σίδηρος, καὶ δύναται, φησὶν, ἐν προσκαί‐ ροις αἰώνιος γενέσθαι κρίσις· καὶ ἡ σὰρξ τῶν ἀνθρώπων νῦν θνητή ἐστιν, ἀλλὰ τότε γενήσεται ἀθάνατος, καὶ ὁ παράδεισος δι’ αἰσθητῶν συνεστὼς
20αἰώνιον ἔχει τὴν ἀπόλαυσιν. Οὐκ ἐν παραβολῇ εἴρη‐ ται περὶ τοῦ παραδείσου, οὐκ ἐν σχήματι ἐφυτεύθη τῷ πράγματι ἀνύπαρκτος ὤν. Παῦλος δὲ αὐτὸν μετὰ ͵εφʹ ἔτη ἐθεάσατο· ἐκεῖ ἀπεδήμησεν καὶ ἤκουσε τὰ τῆς Ἐκκλησίας μυστήρια· «Ἀνέβη εἰς τρίτον
25οὐρανὸν καὶ ἤκουσε (156a) τὰ τοῦ μέλλοντος ἀΐδια ῥήματα.» Οὐρανὸν καὶ γῆν τὴν αὐτὴν χάριν ὁ Θεὸς ἐνέδυσεν καὶ τὸν παράδεισον ἐν ἀϊδίοις ἐπαγ‐ γελίαις συστησάμενος· σοὶ μὲν τῷ ἀπίστῳ δοκεῖ τὸ αἰσθητὸν πρόσκαιρον, ἐμοὶ δὲ τῷ πιστῷ καὶ τὸ
30πρόσκαιρον αἰώνιον. Οὐ νοεῖς τὴν δύναμιν, ἐπειδὴ οὐ πιστεύεις τῇ χάριτι· οὐχ εὑρεῖς τὴν κατάληψιν, ὅτι οὐ γινώσκεις βουλὴν Θεότητος. Ἀπαιτεῖς με λόγον πῶς τὸ πρόσκαιρον αἰώνιον· ἀπαίτησον καὶ Παῦλον διὰ τί εἶπεν εἶναι διήγησιν, ἣν οὐκ ἐξὸν
35ἀνθρώπῳ λαλῆσαι. Εἰ δὲ λόγος ἀνέφικτος, πολλῷ μᾶλλον ἡ τοῦ Θεοῦ δύναμις ἀνεκδιήγητος, καὶ ὁ πα‐ ράδεισος τοίνυν αἰσθητὸς, ἀλλ’ οὐ πρόσκαιρος, καὶ ἡ ἐν αὐτῷ ἐπαγγελία ἐν ξύλοις, ἀλλ’ οὐ προσκαί‐ ροις· καὶ δὴ ἡ μητρόπολις Ἱερουσαλὴμ πρόσκαιρος
40νῦν καὶ φθαρτὴ, ἀλλ’ εἰς κατοικητήριον ἐξελέχθη τοῦ ἀφθάρτου φύσει καὶ αἰωνίου Θεοῦ, ἥτις γε πάν‐ τως μικρὸν ὕστερον ἄφθαρτος καὶ θεοφώτιστος ἐν τῇ παλιγγενεσίᾳ γενήσεται καὶ δικαίων ἐνδιαίτημα κατὰ τὴν βροντόφωνον φωνὴν τοῦ υἱοῦ τῆς βροντῆς
45Ἰωάννου ἐν τῇ Ἀποκαλύψει· «Ἱερουσαλὴμ,» ἡ ὄντως θεόδμητος, καὶ 604 θεοφρούρητος, καὶ θεοκόσμητος, καὶ θεοπόθητος· «Ἀγαπᾷ γὰρ Κύ‐ ριος τὰς πύλας σου ὑπὲρ πάντα τὰ σκηνώματα Ἰακὼβ,» ἣν δὴ καὶ ὡς ἔνδοξον καὶ θεούπολιν σεμ‐

110

.

881

(50)

νύνων φάσκει· «Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ Θεοῦ,» καὶ καθάπερ ἠκούσαμεν, οὕτως καὶ ἴδομεν, ἐν πόλει Κυρίου τῶν δυνάμεων, ἐν πό‐
λει τοῦ Θεοῦ Ἰακώβ, «ὁ Θεὸς ἐθεμελίωσεν αὐτὴν εἰς τὸν αἰῶνα.»881

110

.

884

(16) Ταύτην δὴ τὴν ἁγίαν καὶ ἐπιθυμητὴν γῆν καὶ παγγέραστον καὶ πανεπέραστον, ἐξ ἧς ὁ πρῶτος ἄνθρωπος γέγονεν καὶ οἱ προφῆται πάντες καὶ οἱ ἀπόστολοι ἀνεφύησαν, καὶ μέντοι καὶ αὐτὴ ἡ πάν‐
5των οὐρανίων καὶ ἐπιγείων κτισμάτων ὑπερτέρα ἡ ὑπεραγία Θεοτόκος ἐβλάστησε καὶ τὸν τούτου παντὸς Κύριον καὶ Δεσπότην ἀπέτεκε, καὶ τῆς τοῦ κόσμου σωτηρίας γέγονε πρόξενος, καὶ τὸ θεῖον ὄρος Σιὼν ἀεὶ περιβόητον, τὴν ἱερὰν μητρόπολιν τοῦ
10βασιλέως τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν, τὴν Ἱερουσαλὴμ κατέσχον οἱ ἄγαν πονηροὶ καὶ ἀκάθαρτοι Σαρακηνοί. Ἐπεὶ οὖν περικρατεῖς ἐγέ‐ νοντο τῆς ἁγίας ἐκείνης, σφόδρα πλεονάσαντες ὑπερίσχυσαν, συγχωρήσαντος Θεοῦ διὰ τὰς ἁμαρτίας
15τῶν κατοικούντων ἐν αὐτῇ, καὶ πάσας τὰς χώρας καὶ τὰς πόλεις κατεκράτησαν. Ὅτε δὴ καὶ ὁ βασι‐ λεὺς Κώνστας, ὁ ἔγγονος Ἡρακλείου, συνῆψε μετ’ αὐτῶν πόλεμον καὶ ἡττηθεὶς φυγῇ τὴν σωτηρίαν ἐπραγματεύσατο καθὼς προλέλεκται. ΣΛΖʹ. Βασιλεία Κωνσταντίνου τοῦ Πωγωνάτου.
20 Μετὰ τὸν ῥηθέντα Κώνσταντα ἀναιρεθέντα ἐν Σικελίᾳ ἐβασίλευσε Κωνσταντῖνος, ὁ υἱὸς αὐτοῦ, ὃς μαθὼν τὴν τοῦ πατρὸς τελευτὴν, μετὰ πλείστης ναυστολίας τὴν Σικελίαν κατέλαβε, καὶ χειρωσά‐ μενος Νίζιζον τὸν βασιλεύσαντα καὶ τοῦ πατρὸς
25αὐτοῦ φονέας, πάντας ἀπέκτεινεν, ὡσαύτως καὶ Ἰουστινιανὸν 605 πατρίκιον, τὸν πατέρα τοῦ ἁγίου Γερμανοῦ τοῦ πατριάρχου, τὸν δὲ Γερμανὸν, τρα‐ χύτατον ὄντα, εὐνούχισεν. (2) Οὗτος ἐκλήθη Πωγωνάτος, ὡς ἀγένειος ἀπελ‐
30θὼν ἐν τῇ τοῦ πατρὸς ἐκδικήσει, ἐπανῆλθε μετὰ πώγωνος ἐν τῇ πόλει. (3) Ἐβασίλευσεν ἅμα τοῖς ἀδελφοῖς, ἐπιβου‐ λευθεὶς δὲ παρ’ αὐτῶν καὶ κατισχύσας, πάντας ῥινοτμήτους ἐποίησεν, καὶ ἐξώρισεν Ἡράκλειον καὶ
35Τιβέριον, ὃς καὶ ἐβασίλευσεν ἔτη ιζʹ. ΣΛΗʹ Περὶ τῆς αἱρέσεως τῶν Παυλικιανῶν. Δεῖ δὲ καὶ περὶ τῆς αἱρέσεως τῶν Παυλικιανῶν μερικῶν διαλαβεῖν. Ἐπὶ τῶν χρόνων (156b) Κών‐ σταντος, τοῦ πατρὸς Κωνσταντίνου, τοῦ ἀναιρε‐
40θέντος ἐν Σικελίᾳ, ἀνεφάνη Κωνσταντῖνος ὁ καὶ Σιλουανὸν ἑαυτὸν ὀνομάσας. Ἔστι δὲ ἡ τοιαύτη αἵρεσις οὕτως. Παυλικιανοὶ, οἱ καὶ Μανιχαῖοι, μετωνομάσθησαν ἀντὶ Μανιχαίων Παυλικιανοὶ, ἀπὸ Παύλου τινὸς Σαμοσατέως, υἱοῦ γυναικὸς Μανι‐
45χαίας Καλλινίκης τοὔνομα, ἥτις δύο υἱοὺς ἔσχε, τοῦτον τὸν Παῦλον καὶ Ἰωάννην. Τούτους οὖν τὴν Μανιχαϊκὴν αἵρεσιν διδάξασα ἐκ τοῦ Σαμοσάτου εἰς
Ἀρμενιακοὺς κήρυκας τῆς αἱρέσεως αὐτῆς ἀπέ‐883

110

.

885

στειλεν, οἵτινες ἐλθόντες εἰς κώμην τινὰ τῆς Φα‐ ναῤῥοίας, ἐκεῖσε τὴν αἵρεσιν αὐτῶν ἐγκατέ‐ σπειραν. Ἔκτοτε οὖν ἡ κώμη μὲν ὠνομάσθη Ἐπίσπαρις, οἱ δὲ μαθηταὶ αὐτῶν Παυλικιανοὶ
5ἐκλήθησαν. 606 (2) Οὗτοι μετὰ χρόνους τινὰς τῆς διδαχῆς τοῦ Παύλου πολλοὺς ἑτέρους εἶχον διδασκάλους, Κωνσταντῖνον καλούμενον, ὅστις ἑαυτὸν Σιλουανὸν μετωνόμασε. Τοῦτον (οὖν) ἔχουσιν ἀρχηγὸν τῶν
10διδασκάλων αὐτῶν καὶ οὐχὶ τὸν Παῦλον· οὗτος γὰρ παρέδωκεν αὐτοῦ τὰς αἱρέσεις αὐτοῖς, (οὐκ ἐγγράφως, ἀλλ’) ἀγράφως κατὰ παράδοσιν, τὸ Εὐαγγέλιον δὲ καὶ τὸν Ἀπόστολον ἐγγράφως, ἀπαράλλακτα μὲν τῇ γραφῇ καὶ τοῖς λόγοις ὡς καὶ
15τὰ παρ’ ἡμῖν ὄντα παραδοὺς, διαστρέψας δὲ ἕκαστον κεφάλαιον πρὸς τὰς ἑαυτοῦ αἱρέσεις, νομοθετήσας αὐτοῖς καὶ τοῦτο, μὴ δεῖν ἑτέραν βίβλον (τὴν) οἱανοῦν ἀναγινώσκειν εἰ μὴ τὸ Εὐαγγέλιον καὶ τὸν Ἀπόστο‐ λον.
20(3) Μετὰ δὲ Κωνσταντῖνον (τὸν) καὶ Σιλουανὸν δεύτερον ἔσχον διδάσκαλον Συμεῶνα καλούμενον (ὃν μετωνόμασαν Τίτον, γʹ Γενέσιον) μετονομά‐ σαντα δὲ αὐτὸν Τιμόθεον, δʹ δὲ Ἰωσὴφ μετονομάσαντα (καὶ) αὐτὸν Ἐπαφρόδιτον· μετὰ τοῦτον Ζαχαρίαν,
25ἀλλὰ τοῦτον ὡς μισθωτὸν καὶ οὐκ ἀληθῆ ποιμένα ἀποβάλλονται (αὐτὸν) ἔνιοι ἐξ αὐτῶν· ϛʹ τὸν Βαάνην τὸν ῥυπαρὸν, καὶ ἕβδομον (ἔσχον) τὸν Σέργιον, τὸν καὶ Τυχικὸν ἑαυτὸν μετονομάσαντα. Μάνεντα τοίνυν, καὶ Παῦλον, καὶ Ἰωάννην, καὶ ἄλλους (πολλοὺς),
30οὓς ἄν τις εἴπῃ αὐτοῖς, προθύμως ἀναθεματί‐ ζουσι, Κωνσταντῖνον δὲ τὸν καὶ Σιλουανὸν ἐπικλη‐ θέντα, καὶ Συμεὼν τὸν καὶ Τῖτον, καὶ Γενέσιον τὸν καὶ Τιμόθεον, 607 καὶ Ἰωσὴφ τὸν καὶ Ἐπαφρό‐ διτον, καὶ Βαάνην τὸν ῥυπαρὸν, καὶ Σέργιον (τὸν)
35καὶ Τυχικὸν, ὡς διδασκάλους αὐτῶν οὐδαμῶς ἀνα‐ θεματίζουσιν, ἀλλ’ ἔχουσιν αὐτοὺς ὥς[περ] ἀποστό‐ λους Χριστοῦ. (4) Ἔχουσι δὲ καὶ ϛʹ ἐκκλησίας ἐν τῇ ὁμολογίᾳ αὐτῶν, (αʹ) τὴν Μακεδονίαν, ἥτις ἐστὶν Κάστρον
40κολωνίας, (βʹ) ἡ Κίβωσσα, ἣν ἐμαθήτευσε Κων‐ σταντῖνος ὁ καὶ Σιλουανὸς, καὶ Συμεὼν ὁ καὶ Τίτος [γʹ τὴν Ἀχαίαν], ἥτις ἐστὶ κώμη Σαμοσάτου, (δʹ) ἡ Μαναάλις ἣν ἐμαθήτευσε Γενέσιος ὁ καὶ Τιμό‐
θεος, (εʹ) τὴν τῶν Φιλιππησίων, τοὺς μαθητὰς885

110

.

888

λέγοντες Ἰωσὴφ τοῦ Ἐπαφροδίτου καὶ Ζαχαρίου τοῦ μισθωτοῦ ποιμένος παρ’ αὐτῶν λεγομένου, (ϛʹ) τὴν τῶν Λαοδικέων, λέγουσι δὲ τοὺς Ἀργαούτας, καὶ τὴν τῶν Ἐφεσίων, τοὺς ἐν Μόψου ἑστίᾳ, καὶ τὴν
5τῶν Κολασσαέων λέγουσι (τοὺς Κοινοχωρίτας, ἅσπερ γʹ ἐκκλησίας, φησὶν) Σέργιος ὁ καὶ Τυχικὸς ἀνεθε‐ μάτισεν. Τούτους οὖν τοὺς ζʹ αὐτῶν διδασκάλους καὶ τὰς ϛʹ αὐτῶν) ἐκκλησίας ἔχουσιν ἐντίμους, οὓς καὶ σέβονται· πάντας δὲ τοὺς λοιποὺς, οὓς ἐὰν εἴπῃ τις
10αὐτοῖς, καὶ ἀναθεματίζουσι καὶ ἀποβάλλονται. (5) Ἔχουσι δὲ πρώτην αἵρεσιν τὴν τῶν Μανι‐ χαίων, δύο ἀρχὰς ὁμολογοῦντες ὡς κἀκεῖνοι· λέ‐ γουσι δὲ οὗτοι, ὅτι ἕν ἐστι μόνον τὸ διαχωρίζον ἡμᾶς ἐκ τῶν Ῥωμαίων, ὅτι ἡμεῖς μὲν ἕτερον Θεὸν λέγο‐
15μεν ὑπάρχειν τὸν Πατέρα τὸν ἐπουράνιον, ὃς ἐν τούτῳ τῷ κόσμῳ οὐκ ἔχει ἐξουσίαν, ἀλλ’ ἐν τῷ μέλ‐ λοντι, καὶ ἕτερον Θεὸν τὸν κοσμοποιητὴν, ὅτι ἔχει τοῦδε τοῦ παρόντος (κόσμου) τὴν ἐξουσίαν. Οἱ 608 δὲ Ῥωμαῖοι, φασὶν, ἕνα καὶ τὸν αὐτὸν Θεὸν
20ὁμολογοῦσιν (157a) εἶναι, Πατέρα τὸν αὐτὸν ἐπουράνιον καὶ τοῦ κόσμου παντὸς ποιητὴν, καλοῦσι δὲ ἑαυτοὺς μὲν Χριστιανοὺς, ἡμᾶς δὲ Ῥωμαίους. Λέγουσι πρὸς τοὺς ἀγνοοῦντας αὐτοὺς προθύμως· «Πιστεύομεν εἰς Πατέρα, καὶ Υἱὸν καὶ ἅγιον
25Πνεῦμα, τὸν ἐπουράνιον Πατέρα,» καὶ «ἀνάθεμά φασι τῷ οὕτως μὴ πιστεύοντι,» μεμελετημένως λίαν τὴν ἑαυτῶν κακίαν μεθοδεύοντες· [οὐ γὰρ προστιθέασιν, ὅτε λέγουσι τὸν Πατέρα τὸν ἐπουρά‐ νιον], ὅτι τὸν μόνον ἀληθινὸν, τὸν ποιήσαντα τὸν
30οὐρανὸν καὶ τὴν γῆν, καὶ πάντα τὰ ἐν αὐτοῖς· χρὴ δὲ τὸν προσδιαλεγόμενον ὀρθόδοξον αἰτεῖν τὸν Μα‐ νιχαῖον τοῦ εἰπεῖν τὸ (αʹ) σύμβολον τῆς ἡμῶν πί‐ στεως, ὅ ἐστι· «Πιστεύω (εἰς) ἕνα Θεὸν, Πατέρα παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε
35(καὶ) πάντων καὶ ἀοράτων,» καὶ τὰ ἑξῆς. (6) Ἔπειτα δὲ βλασφημοῦσι μὲν εἰς τὴν ἁγίαν Θεοτόκον ἄμετρα· ἐὰν δὲ βιασθῶσι παρ’ ἡμῶν ὁμο‐ λογῆσαι αὐτὴν, ἀλληγορικῶς λέγουσι· «Πιστεύω εἰς τὴν παναγίαν Θεοτόκον, ἐν ᾗ εἰσῆλθε καὶ
40ἐξῆλθεν ὁ Κύριος,» λέγουσι δὲ (αὐτὴν) τὴν ἄνω Ἱερουσαλὴμ, «ἐν ᾗ πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθε
Χριστὸς,» καθά φησιν (ὁ) Ἀπόστολος. Καὶ οὐ887

110

.

889

λέγουσι κατὰ ἀλήθειαν τὴν ἁγίαν Μαρίαν (τὴν) Θεοτόκον, οὐδὲ ἐξ αὐτῆς σαρκωθῆναι τὸν Κύριον. (7) Βλασφημοῦσι δὲ καὶ εἰς τὰ θεῖα μυστήρια τῆς ἁγίας κοινωνίας τοῦ τιμίου σώματος καὶ αἵμα‐
5τος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, λέγοντες ὅτι τὰ ῥήματα αὐτοῦ ὁ Κύριος διδοὺς τοῖς ἀποστόλοις ἔλεγε· «Λάβετε, φάγετε, πίετε οὐκ ἄρτον καὶ οἶνον,» καὶ οὐχί φασι προσάγεσθαι ἄρτον καὶ οἶνον.
10609 (8) Βλασφημοῦσιν εἰς τὸν τίμιον σταυρὸν, λέγοντες, ὅτι σταυρὸς ὁ Χριστός ἐστιν, οὐ χρὴ δὲ προσκυνεῖσθαι τὸ ξύλον ὡς κεκατηραμένον ὄργανον. (9) Τοὺς προφήτας καὶ (τοὺς) λοιποὺς ἁγίους
15ἀποβάλλονται, ἔτι δὲ (καὶ) τὸν ἅγιον Πέτρον, τὸν μέγαν πρωταπόστολον, πλέον πάντων καὶ δυσφη‐ μοῦσι καὶ ἀποβάλλονται, ἐξ αὐτῶν μηδένα τινὰ ἐν μέρει τῶν σωζομένων εἶναι, λέγοντες, καθολικὴν ἐκκλησίαν τὰ ἑαυτῶν συνέδρια πρὸς ἡμᾶς ἐν τῇ
20ἀλληγορίᾳ αὐτῶν λέγοντες· πρὸς ἑαυτοὺς γὰρ ἐκεῖνοι προσευχὰς αὐτῶν λέγουσι, βάπτισμα δὲ τὰ ῥήματα τοῦ Εὐαγγελίου, καθώς φησιν ὁ Κύριος· «Ἐγώ εἰμι τὸ ὕδωρ τὸ ζῶν.» (10) Ταῦτα πάντα καὶ πλεῖον τούτων, ὅτε
25φωραθῶσιν, ἀλληγοροῦσιν· ἀλλὰ χρὴ νουνεχῶς καὶ διωρισμένως αὐτοῖς (157b) εἰς πάντα διαλέγεσθαι. Καὶ γὰρ καὶ τὸ ψεῦδος προχείρως ἔχουσιν ὡς νόμον οἰκεῖον πάντοτε, μάλισθ’, ὅτε βιασθῶσι, διαψευδό‐ μενοι λέγοντες, καθὼς ἐὰν προσταχθῶσιν ἢ προ‐
30τραπῶσι, ἀνέγκλητοι ὄντες παρ’ ἑαυτοῖς. Οὕτως γὰρ αὐτοῖς ὁ Μάνης παρέδωκεν, ὅτι Οὐκ εἰμὶ ἐγὼ ἄσπλαχνος, φησὶν, ὡς Χριστὸς ὁ εἰπών· «Ὅστις ἄν με ἀρνήσηται ἔμπροσθεν τῶν ἀνθρώπων, ἀρνήσομαι αὐτὸν κἀγώ·» ἀλλ’ ἐγὼ τοῦ ἀρνου‐
35μένου με ἔμπροσθεν τῶν ἀνθρώπων καὶ τὴν οἰκείαν σωτηρίαν ποριζομένου, ὡς μὴ ἀρνουμένου με, μετὰ χαρᾶς προσδέξομαι καὶ τὴν ἀνάκλησιν καὶ τὸ ψεῦδος ὡς τὴν πρὸς ἐμὲ ὁμολογίαν ἀνεύθυνον. (11) Ὁμοίως μέντοι καὶ πρεσβυτέρους καὶ
40λοιποὺς ἱερεῖς τοὺς παρ’ ἡμῖν ἀποβάλλονται· ἐκεῖνοι δὲ τοὺς ἱερεῖς αὐτῶν συνεκδήμους λέ‐ γουσι καὶ νοταρίους, ἀδιαφόρους πᾶσιν αὐτοῖς ὄντας 610 καὶ τοῖς σχήμασι καὶ ταῖς διαίταις καὶ πάσῃ τῇ τοῦ λοιποῦ βίου κατασκευῇ.
45(12) Ἔχουσι δὲ πάντα τὰ τοῦ Εὐαγγελίου καὶ τοῦ Ἀποστόλου ῥητὰ διάστροφα, [πρὸς] τὰ παρ’ ἡμῖν ὄντα ἐναντία, παρ’ αὐτῶν δὲ συντεθέντα ὡς δῆθεν ἁρμόζοντα ταῖς οἰκείαις αὐτῶν αἱρέσεσιν· ὡς γὰρ εἴρηται τῇ γραφῇ καὶ τοῖς λόγοις, οὕτως εἰσὶν

110

.

889

(50)

[ὡς] καὶ [τὰ] παρ’ ἡμῖν ἀπαράλλακτα, τὰ δὲ νοήματα889

110

.

892

διαστρέφουσιν, καθὼς περὶ τούτων σαφέστερον ἐν τοῖς διὰ πλάτους μοι λέλεκται. (13) Προσκυνοῦσι δὲ τὸ παρ’ ἡμῖν Εὐαγγέλιον ὅτε τύχῃ, οὐκ ἐν τῷ σταυρῷ, ἀλλ’ ἐν τῷ βιβλίῳ,
5λέγοντες, ὅτι Λόγοι τοῦ Χριστοῦ εἰσι καὶ διὰ τοῦτο αὐτοὺς προσκυνῶ, Ἐν ἀσθενείᾳ δὲ καὶ πόνῳ τινὲς ἐξ αὐτῶν ὅτε περιπέσωσι, τὸν σταυρὸν ἐπιτιθέασιν ἑαυτοῖς· καὶ ὑγιείας τυγχάνοντες, πάλιν αὐτὸν συγκλῶσι καὶ εἰς πῦρ βάλλουσι πρὸς τὸ κατα‐
10καῦσαι. (14) Τινὲς δὲ ἐξ αὐτῶν καὶ τὰ παιδία αὐτῶν βαπτίζουσιν ὑπὸ τῶν πρεσβυτέρων (αἰχμαλώτων ὄντων παρ’ αὐτοῖς)· ἕτεροι δὲ εἰσερχόμενοι ἐν τῇ ἐκκλησίᾳ τῇ ἡμετέρα τῶν ὀρθοδόξων, λεληθότως
15(τῶν θείων μυστηρίων) μεταλαμβάνουσι πρὸς πλείονα ἐξαπάτην τῶν ἁπλουστέρων. (15) Ταῖς τοιαύταις μεθοδείαις καὶ ὑποκρίσεσι χρώμενοι πάσῃ (τε) ἀκολασίᾳ καὶ μιασμῷ ἑκατέρας ἀνθρώπων φύσεως ἀδιαφόρως καὶ ἀδεῶς χρῶνται,
20τινὰς δὲ ἐξ αὐτῶν πρὸς τοὺς γονεῖς καὶ μόνον ἑαυτῶν διαφέρεσθαι λέγουσιν. (16) Ἕως ὧδε τὰ περὶ τῆς τοιαύτης αἱρέσεως. Ἐπανέτειλε δὲ πρὸς τὸν βασιλέα Κωνσταντῖνον τὸν Πωγωνάτον, τὸν ἔγγονον Ἡρακλείου, ὃς βασιλεύσας
25ἔτη ιζʹ, ὡς εἴρηται, ἀπέθανε δυσεντερικός. ΣΛΘʹ. Σύνοδος ϛʹ. 611 Ἐφ’ οὗ γέγονεν ἡ ϛʹ σύνοδος ἐν ΚΠ. τὸ γʹ συνελθοῦσα τῶν σκζʹ ἁγίων Πατέρων ἔτει τῆς βασι‐ λείας Κωνσταντίνου, υἱοῦ Κώνσταντος, τοῦ πατρὸς
30Ἰουστινιανοῦ, ἑπτὰ καὶ δεκάτῳ, ἧς ἡγοῦντο Θεόδωρος καὶ Γεώργιος πρεσβύτεροι καὶ Ἰωάννης διάκονος τοποτηρηταὶ Ἀγάθωνος πάπα Ῥώμης, Γεώργιος ΚΠ., Θεοφάνης Ἀντιοχείας, ὑπ’ αὐτῆς χειροτονηθεὶς τῆς συνόδου, διὰ τὸ τὸν προηγησά‐
35μενον Μακάριον καθαιρεθῆναι τότε ὡς ἀντενεχθέντα τοῖς ὑπ’ αὐτῆς ὀρθοδόξως δογματισθεῖσιν. Τῆς δὲ διοικήσεως Ἀλεξανδρείας Πέτρος μοναχός, τῆς δὲ [τῶν] Ἱεροσολύμων οὐδεὶς διὰ τὸ τοὺς θρόνους χηρεύειν τῶν πατριαρχῶν κατασχεθέντας τηνι‐
40καῦτα ὑπὸ τοῦ Σαρακηνῶν ἔθνους, κατὰ Θεοδώρου τοῦ τῆς Φαρὰν ἐπισκόπου, Ὁνωρίου Ῥώμης, Κύρου Ἀλεξανδρείας, Σεργίου τε καὶ Πύῤῥου καὶ Πέτρου καὶ Παύλου, ΚΠ. γεγονότων ἐπισκόπων, ἔτι δὲ καὶ [κατὰ] τῶν ἀνακαινισάντων τὴν αἵρεσιν τούτων (ἐν
45ταύτῃ τῇ ἁγίᾳ συνόδῳ αἱρετικῶν, τουτέστιν) Μα‐ καρίου τοῦ ὀνομασθέντος Ἀντιοχείας προέδρου, (καὶ) Στεφάνου τοῦ αὐτοῦ μαθητοῦ, (ἔτι δὲ) καὶ Πολυ‐
χρονίου τοῦ νηπιόφρονος γέροντος, λεγόντων ἓν891

110

.

893

θέλημα καὶ μίαν ἐνέργειαν ἐπὶ τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ (καὶ Θεοῦ), οὓς ἀναθεματίσασα ἐξεφώνησε δύο θελήματα φυσικὰ ἤγουν θελήσεις (δύο) καὶ δύο φυσικὰς ἐνεργείας ἐπὶ τοῦ ἑνὸς Χριστοῦ
5καὶ Θεοῦ ἡμῶν. (2). Ἐπὶ τῆς αὐτοῦ βασιλείας ἦλθον οἱ Σαρα‐ κηνοὶ ἐν στόλῳ μεγάλῳ κατὰ τῆς ΚΠ. προσορμή‐ σαντες κατὰ τὴν παράλιον τοῦ 612 Ἑβδόμου. Ἀν‐ τιπαρατάσσεται αὐτοῖς Κωνσταντῖνος, ὑφ’ ὧν πλεῖ‐
10σται ναυμαχίαι καθ’ ἑκάστην ἡμέραν ἐγίνοντο ἀπὸ ἐαρινοῦ καιροῦ μέχρι τοῦ φθινοπωρινοῦ. (3) Τοῦ δὲ χειμῶνος ἔτι γινομένου, διαπερῶν ὁ τῶν Σαρακηνῶν στόλος ἐχείμαζεν ἐν Κυζίκῳ. (4) Καὶ πάλιν ἔαρος ἀρχομένου ἐκεῖθεν
15ἀναχθεὶς, ὁμοίως τοῦ διὰ θάλασσαν εἴχετο πολέ‐ μου. Ἑπτὰ οὖν ἔτεσι τοῦ πολέμου διαρκέσαντος, οὐδὲν πλέον ὁ τῶν Σαρακηνῶν ἤνυε στόλος, ἀλλὰ πολλοὺς καὶ ἀναριθμήτους μαχίμους ἄνδρας ἀπο‐ βαλόντες, ὑπέστρεψαν πρὸς τὰ ἴδια.
20(5) Ἐν δὲ τοῖς μέρεσι τοῦ Συλαίου γενόμε‐ νοι καὶ ὑπὸ σκληρῶν καὶ ῥαγδαίων ἀνέμων καὶ θαλασσίου κλύδωνος κατασχεθέντες, ἄρδην ἀπώλοντο. (6) Ὅτε καὶ (158a) ἡ ἀκάθιστος ἐτυπώθη καὶ τὸ κονδόκιον τῆς ὑπεραγίας Θεοτόκου· «Τῇ ὑπερμα‐
25χούσῃ στρατηγῷ» καὶ τό· «Πρόσταγμα Χρι‐ στιανῶν,» καὶ τό· «Πρεσβεία θερμή.» (7) Μετὰ δὲ ταῦτα οἱ τοῦ θέματος τῶν Ἀνατο‐ λικῶν ἐλθόντες ἐν Χρυσοπόλει (ἔκραζον) λέγοντες «Εἰς Τριάδα πιστεύομεν· τοὺς γʹ (ἀναγορεύσωμεν
30καὶ) στέψωμεν· «ἐφ’ οἷς θυμωθεὶς Κωνσταντῖ‐ νος διότι μόνος ἦν ἐστεμμένος, οἱ δὲ δύο αὐτοῦ ἀδελφοὶ οὐδεμίαν ἀξίαν εἶχον, ἀποστέλλει (πρὸς αὐ‐ τοὺς πατρίκιον ὡς δῆθεν ἀποδεχόμενον τοῦτο καὶ προσκαλούμενον αὐτοὺς τὰ πρωτεῖα βουλεύσασθαι
35μετὰ τῆς συγκλήτου). Καὶ δὴ εἰσελθόντων ἐν τῇ πόλει, τούτους ἀνεσκολόπισε καὶ τοὺς ἀδελφοὺς αὐτοῦ ἐῤῥινοτόμησεν. 613 (8) Καθ’ ὃν χρόνον τὸ τῶν Βουλγάρων ἔθνος (ἐπὶ τοῖς ἀρκτῴοις καὶ περατικοῖς μέρεσι τοῦ Εὐξεί‐
40νου πόντου ἐκ τῆς λεγομένης Μαιώτιδος λίμνης) ἐπῆλ‐ θον τῇ Θρᾴκῃ (μετὰ πολλῆς πτωχείας καὶ ἀπορίας· ὅπερ μαθὼν Κωνσταντῖνος καὶ σφόδρα λυπηθεὶς) ἐξώρ‐
μησε κατ’ αὐτῶν μετὰ πολλῆς ναυμαχίας καὶ πεζο‐893

110

.

896

μαχίας, καὶ διὰ μέσης τῆς ἠπείρου τοῦ ποταμοῦ Δανούβη τὰς πεζικὰς παρατάξεις, διὰ δὲ τῆς πλησιαζούσης ἀκτῆς τὰς ναῦς προσορμίσας, οἱ Βούλγαροι λίαν φοβηθέντες εἰς ὀχυρώματα δυσάλωτα
5ἑαυτοὺς ἐσφαλίσαντο. (9) Τοῦ δὲ βασιλέως ὀξυπαθήσαντος ἐν πο‐ δαλγίᾳ καὶ ἐπὶ μεσημβρίαν ἐκβιασθέντος ἐπιστρέψαι χάριν βαλανείου μετὰ δρομώνων εʹ, κατέλειπε τὸν λαὸν καὶ τοὺς στρατηγοὺς κελεύσας περικαθέζεσθαι
10καὶ πολεμεῖν τὸ ἔθνος. Ὁ δὲ λαὸς τὸν βασιλέα φεύγειν νομίσαντες, εἰς τροπὴν ἔδωκαν, μηδενὸς διώκοντος. (10) Οἱ δὲ Βούλγαροι θεασάμενοι (καὶ τοῦ ὀχυ‐ ρώματος ὑπεξελθόντες), ἐπεδίωξαν ὀπίσω αὐτῶν καὶ πολλοὺς ἀνελόντες καὶ λαφυραγωγήσαντες τὰ
15ἑαυτῶν ἐκράτησαν ἔκτοτε καὶ κατεκυρίευσαν τὴν τῶν Χριστιανῶν χώραν. (11) Ὅθεν ἀναγκασθεὶς ὁ βασιλεὺς εἰρήνευσε μετ’ αὐτῶν, πάκτα δοὺς ἐπ’ αἰσχύνῃ τῶν Ῥω‐ μαίων, (ὡς ληϊζομένων πᾶσαν τὴν Θρᾴκην καὶ τὰ
20ἐπέκεινα ταύτης). (12) Ἐπὶ αὐτοῦ, καθὰ προλέλεκται, ὁ τῶν Σα‐ ρακηνῶν θεοβύθιστος στόλος ὑποστρέψας, καὶ οἱ μὲν ἐν τῷ Συλαίῳ κατεποντίσθησαν, οἱ δὲ ὑπὸ τοῦ στρατηγοῦ τῶν Κιβυῤῥαιωτῶν αὖθις πολεμηθέντες
25ἡττήθησαν ἐμπρησθέντων καὶ τῶν πλοίων αὐτῶν 614 ὑπὸ τοῦ ὑδατώδους πυρός· Καλλίνικος γάρ τις ἀρχιτέκτων ἀπὸ Ἡλιουπόλεως Συρίας προσφυγὼν τοῖς Ῥωμαίοις πῦρ ὑγρὸν ἀρχῆθεν αὐτὸς κατ‐ εσκεύασεν, καὶ τὰ τῶν Ἀράβων σκάφη καταπρήσας
30σύμψυχα ἀπώλεσεν. (Καὶ οὕτως οἱ Ῥωμαῖοι μετὰ νίκης μεγάλης ὑπέστρεψαν) ἔκτοτε τὸ ὑγρὸν πῦρ ἐφευρόντες. (13) Εἰσῆλθον δὲ οἱ Μαρδαῗται εἰς τὸν Λίβανον (Συρίας) καὶ ἐκράτησαν αὐτόν.
35(14) Καὶ Μαυΐας φοβηθεὶς ἀποστέλλει πρέ‐ σβεις πρὸς τὸν βασιλέα ζητῶν εἰρήνην (ὑποσχόμενος καὶ ἐτήσια πάκτα). Ὁ δὲ (βασιλεὺς τοὺς πρέσβεις δεξάμενος) ἀποστέλλει (σὺν αὐτοῖς Ἰωάννην πατρί‐ κιον) τὸν Πιτζιγαύδην (ὡς πολυπειρίᾳ καὶ φρονή‐
40σει κεκοσμημένον, διαλεχθῆναι τοῖς Ἄραψι. Τῶν δὲ Ἀράβων θαυμασάντων τὴν φρόνησιν καὶ ἀγχίνοιαν αὐτοῦ), συνεφώνησαν παρέχειν Ῥωμαίοις κατ’ ἔτος χρυσοῦ χιλιάδας γʹ, καὶ αἰχμαλώτων χιλιάδας νʹ. καὶ ἵππους εὐγενεῖς νʹ. (Ταῦτα ἐστοιχήθη δίδοσθαι)
45ἐπὶ χρόνους λʹ (ὥστε εἶναι πλατεῖαν εἰρήνην ἀναμε‐
ταξὺ Ἀράβων καὶ Ῥωμαίων).895

110

.

897

(15) Ὡσαύτως καὶ οἱ τὰ ἑσπέρια οἰκοῦντες (Σκύθαι ὅ τε χαγάνος καὶ οἱ ἐπέκεινα ῥῆγες καὶ κάσταλδοι δῶρα τῷ βασιλεῖ στείλαντες εἰρήνην ᾐτήσαντο. Εἶξεν οὖν ὁ βασιλεὺς καὶ ἐκύρωσεν εἰρή‐
5νην, καὶ ἐγένετο γαλήνη ἔν τε τῇ Ἀνατολῇ καὶ Δύσει. 615 (16) Ἠρεμήσας δὲ ἐκ πάντων, ἥνωσε τὰς ἐκκλησίας καὶ σύνοδον οἰκουμενικὴν (158b) ποιή‐ σας ἐν ΚΠ. ἐβεβαίωσε τὰ δόγματα τῶν προλα‐
10βουσῶν ἁγίων εʹ συνόδων, καθὰ καὶ προλέλεκται. (17) Ἔστρεψε δὲ Ἰουστινιανὸν τὸν υἱὸν αὐτοῦ συμβασιλεύειν αὐτῷ. (18) Μαυΐου δὲ τοῦ Ἄραβος τελευτήσαντος, Ἀβιμέλεχ ἐκράτησε, καὶ ἀποστείλας πρέσβεις πρὸς
15τὸν βασιλέα ᾐτήσατο εἰρήνην, τοῦ παρέχειν τξεʹ χιλιά‐ δας χρυσίου νομίσματα, καὶ τξεʹ δούλους, καὶ εὐγε‐ νεῖς ἵππους τξεʹ καθ’ ἕκαστον χρόνον, ὅπως παυθῇ τῶν Μαρδαϊτῶν τὸ τάγμα ἐκ τοῦ Λιβάνου. (19) Ἀπεβίω δὲ ὁ αὐτὸς εὐσεβὴς βασιλεὺς
20Κωνσταντῖνος βασιλεύσας ἔτη ιζʹ. ΣΜ.ʹ Βασιλεία Ἰουστινιανοῦ τοῦ Ῥινοτμηθέντος. Ἰουστινιανὸς ὁ υἱὸς αὐτοῦ ἐβασίλευσεν ἔτη ιϛʹ. Οὗτος ἀπέστειλε πρὸς Ἀβιμέλεχ ἀσφαλίσασθαι τὰ στοιχηθέντα ἐγγράφως ἐπὶ τοῦ πατρὸς αὐτοῦ, καὶ
25πέμψας παρέστειλε τοὺς Μαρδαΐτας, χιλιάδας ιβʹ (ὢ τῆς ἀνοίας)) τὴν Ῥωμαϊκὴν δυναστείαν ἀκρωτηριάσας πάνδεινα γὰρ κακὰ ἔκτοτε 616 πέπονθεν ἡ Ῥωμανία ὑπὸ τῶν Ἀράβων καὶ ἕως τοῦ νυνὶ, τούτων παρασταλέντων.
30(2) Ἔλυσε δὲ καὶ τὴν τῶν Βουλγάρων εἰρή‐ νην. (3) Ἐπιστρατεύσας δὲ ἐπὶ τὰ δυτικὰ μέρη, πολλὰ τῶν Σκλάβων πλήθη, τὰ μὲν πολέμῳ, τὰ δὲ λόγῳ παραλαβὼν, ὑπέστρεψε, ἀφ’ ὧν ἐπιλεξάμενος
35καὶ στρατεύσας χιλιάδας λʹ λαὸν περιούσιον τού‐ τους ἐπωνόμασεν.
(4) Οὓς δὴ καθοπλίσας καὶ ἰδιοποιησάμενος, καὶ897

110

.

900

τῇ τούτων συμμαχίᾳ πεποιθὼς, λύει τὴν (μεταξὺ Ῥωμαίων καὶ) Ἀγαρηνῶν εἰρήνην (ἐξ ἀνοΐας), καὶ λαβὼν τὸν περιούσιον (ἢ μᾶλλον εἰπεῖν ἀνόσιον) λαὸν αὐτοῦ καὶ τὰ λοιπὰ στρατεύματα, πρὸς τὴν Σεβα‐
5στόπολιν ἀπῇρεν, ἐν ᾗ καὶ οἱ Ἀγαρηνοὶ παραγε‐ νόμενοι καὶ προμαρτυρόμενοι αὐτὸν τὰ μεθ’ ὅρ‐ κων συμφωνηθέντα μὴ διαστρέψαι, ἐπείτοιγε κρι‐ τὴς ὁ Θεὸς καὶ ἔκδικος γενήσεται, οὐ κατεδέξατο τὰ τῆς εἰρήνης ὁ βασιλεὺς, ἀλλὰ πρὸς πόλεμον παρε‐
10τάσσετο· καὶ δὴ παραυτίκα ἁπλώσαντες οἱ Ἀγαρη‐ νοὶ τὸν τῆς εἰρήνης ἔγγραφον χάρτην καὶ ἐπὶ δόρα‐ τος ἀναρτήσαντες, ὥρμησαν κατὰ τῶν Ῥωμαίων καὶ συμβολῆς γενομένης, ηὐτομόλησαν ἐκ τῶν Σκλάβων πρὸς τοὺς Ἀγαρηνοὺς χιλιάδες κʹ, καὶ
15οὕτως τῶν Ῥωμαίων δεινῶς τραπέντων (καὶ ἀναριθμήτων 617 σφαγέντων, ἡ δικαιοκρισία καὶ νίκη πρὸς τοὺς ἐναντίους ἐχώρησεν, διδάσκουσα μὴ παραβαίνειν θεῖον ὅρκον πώποτε, κἂν πρὸς ἐναν‐ τίους καὶ ἀπίστους γίνηται. Πεφευγότος δὲ τοῦ βα‐
20σιλέως) καὶ φθάσαντος ἐν τῷ παρὰ θάλασσαν τόπῳ τοῦ Λευκάτου (μετ’ αἰσχύνης πολλῆς καὶ ἥττης), ἀνεῖλε τὰς περιλειφθέντας ιʹ χιλιάδας τῶν Σκλάβων. (5) Καὶ ἔκτοτε πλεῖον θρασυνθέντες οἱ Ἀγα‐ ρηνοὶ, σφοδρότερον ἐληΐζοντο τὴν Ῥωμανίαν,
25ἔχοντες εἰς βοήθειαν καὶ τοὺς πρόσφυγας Σκλά‐ βους (6) Τοῦ δὲ βασιλέως εἰσελθόντος ἐν τῇ πόλει. γέγονεν ἡλιακὴ ἔκλειψις ὥστε (καὶ τοὺς) ἀστέρας φανῆναι.
30(7) Ἰουστινιανὸς δὲ τὰ τοῦ παλατίου κτίσματα ἐπεμελεῖτο, τὸν Ἰουστινιανοῦ λεγόμενον τρικλίνιον κτίσας καὶ τὰ πέριξ τοῦ παλατίου, ἔχων Στέφανον σακελλάριον αὐτοῦ καὶ πρωτευνοῦχον, αἱμοβόρον ὄντα καὶ ἀπηνῆ, αἰκίζοντα ἀνηλεῶς τοὺς ἐργολάβους
35ὡς καὶ τὴν μητέρα τοῦ βασιλέως τυπτῆσαι, ὃς εἰς τὸ πολιτικὸν κακῶς ἐνδεικνύμενος καὶ ἐκ τῶν οἰκη‐ τόρων τῆς πόλεως ἀπαιτήσεις καὶ ἐκταγὰς ἀποφα‐ σίστως ποιούμενος, ἐκ τούτου μισητὸν τὸν βασιλέα πεποίηκεν.
40(8) Ὁ δὲ βασιλεὺς ἀπῄτει Καλλίνικον τὸν πατριάρχην εὐχὴν ποιῆσαι τοῦ καταλυθῆναι τὴν ἐκκλησίαν τῆς ὑπεραγίας Θεοτόκου, τὴν οὖσαν πλησίον τοῦ παλατίου (159a), βουλόμενος στῆσαι φιάλην καὶ βάθρα κτίσαι τῷ δήμῳ τῶν Βενέτων
45618 πρὸς τὸ ἐκεῖσε γενέσθαι τὸ λεγόμενον Σαξιμο‐899

110

.

901

δέξιμον. Ὁ δὲ πατριάρχης ἔλεγεν, ὅτι «Εὐχὴν ἐπὶ συστάσει Ἐκκλησίας ἔχομεν, ἐπὶ δὲ καταλύσει οὐ παρελάβομεν.» Βιασθεὶς δὲ καὶ ἀπαιτούμενος τὴν εὐχὴν ἔφη· «Δόξα τῷ Θεῷ τῷ ἀνεχομένῳ πάν‐
5τοτε νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.» Ὅπερ ἀκούσας ὁ βασιλεὺς καὶ ὁ ἀγυρτώδης ὄχλος καὶ τὸ Ἀμὴν ἐπιβοήσαντες, κατέλυσαν παραχρῆ‐ μα τὴν ἐκκλησίαν καὶ ἐποίησαν τὴν φιάλην. (9) Ἔκτισε δὲ ἑτέραν ἐκκλησίαν εἰς τὸ Πετρὶν,
10καὶ ἐκάλεσεν αὐτὴν τὰ Μητροπολιτῶν. (10) Λεόντιος δὲ (ὁ) πατρίκιος ἐν ὑπολήψει ὧν τῆς βασιλείας καὶ διὰ τοῦτο ἐναπόκλειστος γεγονὼς ἐπὶ ἔτη βʹ, τότε ἐκπεμφθεὶς παρὰ Ἰουστινιανοῦ στρα‐ τηγὸς ἐν Ἑλλάδι, καὶ φίλῳ αὐτοῦ ἀστρονόμῳ Παύλῳ
15μοναχῷ ἐντυχὼν προειπόντι αὐτῷ τῆς βασιλείας κρατῆσαι, πρὸς αὐτὸν καὶ τοὺς λοιποὺς ἰδίᾳ ἀντέφη· «Ἰδοὺ ὄπισθέν μου ἀποστέλλει ὁ βασιλεὺς καὶ αἵρει τὴν κεφαλήν μου καὶ ψευδῆ εἰσιν ἅ μοι λέγετε περὶ βασιλείας.» Οἱ δὲ εἶπον· «Αὐτὸς μὴ ὀκνήσῃς καὶ
20τοῦτο εὐθέως πληροῦται.» (11) Καὶ λαβὼν αὐτοὺς ἦλθε καὶ ἔκλασε τὰς φυλακὰς καὶ συλλαβόμενος ὄχλον πολὺν, μετ’ αὐτοῦ ἐξῆλθεν εἰς τὸν 619 Φόρον. Ἐκήρυξαν παντὶ τῷ λαῷ βοῶντες· «Ὅσοι Χριστιανοὶ εἰς τὴν ἁγίαν
25Σοφίαν.» Καὶ συναχθέντος πλήθους ἔκραζον· «Ἀνασκαφείη τὰ ὀστᾶ Ἰουστινιανοῦ.» Καὶ ἐλθὼν ἐν τῷ Ἱπποδρόμῳ νυκτὸς ἀναγορεύεται βασι‐ λεὺς, καὶ ἡμέρας γενομένης ἐξαγαγὼν Ἰουστινιανὸν εἰς τὸ Ἱππικὸν καὶ ῥινότμητον ποιήσας ἐν τῇ σφεν‐
30δόνῃ, ἐξώρισεν ἐν Χερσῶνι. (12) Ὁ δὲ ὄχλος συλλαβόμενοι Στέφανον σακελ‐ λάριον τὸν καὶ εὐνοῦχον καὶ Θεόδοτον γενικὸν, σχοινίοις τε δήσαντες ἐκ ποδῶν, ἔσυραν διὰ τῆς μέσης καὶ εἰς τὸν Βοῦν ἔκαυσαν.
35ΣΜΑʹ. Βασιλεία Λεοντίου. Μετὰ δὲ Ἰουστινιανὸν ἐβασίλευσε Λεόντιος ἔτη γʹ.
(2) Ἐφ’ οὗ οἱ Ἄραβες κατέλαβον τὴν Ἀφρι‐901

110

.

904

κὴν ἐπιστρατεύσαντες κατ’ αὐτῆς. Ὁ δὲ Λεόντιος (ταῦτα μαθὼν) ἀποστέλλει [τὸν] πατρίκιον Ἰωάννην, ἄνδρα ἱκανὸν μετὰ τοῦ Ῥωμαϊκοῦ στόλου, ὃς τοὺς ἐχθροὺς κατατροπωσάμενος ἠλευθέρωσε τὴν
5Ἀφρικὴν καὶ ταῦτα ἀναγαγὼν τῷ βασιλεῖ, ἐκεῖσε παρεχείμασε. 620 (3) Ὁ δὲ πρωτοσύμβουλος ταῦτα μαθὼν, δύναμιν πολλὴν Ἀγαρηνῶν ἀπέστειλε κατὰ Ἰωάννου καὶ τοῦτον ἐξεδίωξεν. (Ὁ δὲ Ἰωάννης ἐπὶ
10Ῥωμανίαν ἀνέκαμψε δύναμιν πλείονα βουλόμενος ἀναλαβεῖν. (4) Ἐλθόντος δὲ ἕως Κρήτης, ἐπὶ τὸν βασιλέα πορευομένου), ὁ στρατὸς ὑπὸ τῶν ἰδίων ἀρχόντων ἀνατραπεὶς (εἰς βουλὴν πονηρὰν ἐξετράπη καὶ φο‐
15νεύσαντες Ἰωάννην τὸν πατρίκιον καὶ τὸν βασιλέα ἀναθεματίσαντες) Ἀψίμαρον δρουγγάριον τῶν Κι‐ βυῤῥαιωτῶν βασιλέα ἀνηγόρευσαν, Τιβέριον ὀνο‐ μάσαντες. (5) Τοῦ δὲ Λεοντίου τὸν τοῦ νεωρίου λιμένα
20ἐκκαθαίροντος, ἡ τοῦ βουβῶνος νόσος ἐνέσκηψε (τῇ πόλει) καὶ πλῆθος λαοῦ διέφθειρε. (6) Κατέλαβε δὲ Ἀψίμαρος ἅμα τῷ στόλῳ καὶ προσώρμησεν ἐν Συκαῖς. (Τῆς δὲ πόλεως Λεόντιον προδοῦναι μὴ βουλομένης), προδοσία γέγονε (διὰ
25τῆς τῶν Βλαχερνῶν πόρτης)· καὶ τὸν Λεόντιον (χει‐ ρωσάμενος Ἀψίμαρος, καὶ) ῥινοκοπήσας, ἐν τῇ μονῇ τοῦ Δαλμάτου περιώρισεν, καὶ (πάντας) τοὺς φίλους αὐτοῦ (τύψας καὶ) δημεύσας ἐξώρισεν. ΣΜΒʹ. Βασιλεία Ἀψιμάρου
30(Μετὰ Λεόντιον ἐβασίλευσεν) Ἀψίμαρος ὁ καὶ Τι‐ βέριος ἔτη γʹ, (διώνυμος γὰρ ἦν ὡς Ἰακὼβ καὶ Ἰσραὴλ, ὡς Ἰωθὼρ καὶ Ῥαγουὴλ, ὁ πενθερὸς Μωϋ‐ σέως, ὡς Σίμων καὶ Πέτρος, ὡς Θωμᾶς καὶ Δίδυ‐ μος, ὡς Θαδδαῖος καὶ Λεβαῖος).
35621 (159b) (2) Ἐφ’ οὗ γέγονε θανατικὸν μέγα. Καὶ Συρίαν οἱ (159b) Ῥωμαῖοι ληϊσάμενοι κατέσφαξαν ἄχρι χιλιάδων ςʹ. (3) Ἀψίμαρος δὲ Φιλιππικὸν, υἱὸν Νικηφόρου πατρικίου (εἰς Κεφαλήνιαν) ἐξώρισεν, ὡς ὀνειρο‐
40πολούμενον βασιλεῦσαι· κατ’ ὄναρ γὰρ ἔλεγεν ἑωρακέναι τὴν κεφαλὴν αὐτοῦ ὑπὸ ἀετοῦ σκιάζεσθαι. (Καὶ ταῦτα ἀκούσας ὁ βασιλεὺς τοῦτον ἐξώρισε.) (4) Ὁ δὲ Ἰουστινιανὸς ἐν Χερσῶνι ἐφήμιζεν
ὡς πάλιν τὴν βασιλείαν ἀπολήψεσθαι. Οἱ δὲ οἰκήτο‐903

110

.

905

ρες φοβηθέντες ἐβουλεύσαντο ἢ φονεῦσαι αὐτὸν ἢ τῷ βασιλεῖ παραπέμψαι. (5) Τοῦτο δὲ γνοὺς Ἰουστινιανὸς ἐν Χαζαρίᾳ φεύγει. Καὶ ἐξέδοτο αὐτῷ εἰς γυναῖκα (ὁ Χάζαρος)
5τὴν ἑαυτοῦ ἀδελφὴν Θεοδώραν. Ταῦτα μαθὼν Ἀψίμαρος πέμπει πρὸς χαγάνον, πολλὰ δῶρα ὑπισχνούμενος αὐτῷ ἢ τὸν Ἰουστινιανὸν ζῶντα ἢ κἂν τὴν κεφαλὴν αὐτοῦ ἀποστεῖλαι αὐτῷ. Ὁ δὲ Ἰουστινιανὸς, ταῦτα μαθὼν, κατελθὼν ἐν Χερσῶνι
10λάθρα καί τινας ἀναλαβόμενος. ἀπέπλευσεν ἐπὶ τὸ στόμιον τοῦ Ἴστρου. (6) Καὶ κλύδωνος γενομένου καὶ πάντων ἀπο‐ γνόντων 622 διὰ τὸν κλύδωνα, οἰκεῖος αὐτῷ τις ἔφη· «Εἰ περισωθείσης, ὦ δέσποτα, καὶ σοὶ τὴν
15βασιλείαν ὁ Θεὸς ἀποδῷ, δὸς λόγον μηδένα τῶν ἐχ‐ θρῶν ἀμύνασθαι.» Ὁ δὲ ἐν θυμῷ καὶ ὀργῇ ἔφη· «Ἐνταῦθά με καταποντίσαι Κύριος, εἰ φείσομαί τινος ἐξ αὐτῶν.» Διασωθεὶς δὲ ἐκ τοῦ κλύδωνος ἀπέστειλε πρὸς Τέρβελιν τὸν Βούλγαρον δοῦναι
20αὐτῷ συμμαχίαν τοῦ κρατῆσαι τὴν προγονικὴν βασιλείαν καὶ δῶρα πλεῖστα παρασχεῖν αὐτῷ. (7) Ὁ δὲ οὐ μόνον συμμαχίαν, ἀλλὰ καὶ ἑαυτὸν ἐπιδέδωκεν. Ἅμα γὰρ αὐτῷ μετὰ πλείστης δυνά‐ μεως ἐπὶ τὴν βασιλεύουσαν παρεγένετο· εἰσῆλθε
25δὲ Ἰουστινιανὸς σὺν ὀλίγοις ὁμοφύλοις διὰ τοῦ ἀγωγοῦ (κατὰ προδοσίαν τινῶν τῶν ἐν τῇ πόλει. Καὶ ἐξῆλθεν ἐν τῇ Ἁγίᾳ Ἄννῃ, τὸ λεγόμενον ἔκ‐ τοτε δι’ αὐτὸν τὸ δεύτερον) καὶ κατεσκήνωσεν ἐν τῷ παλατίῳ Βλαχερνῶν (ἀπολαβὼν τὴν αὐτοῦ βασι‐
30λείαν), ὅπερ μαθὼν Ἀψίμαρος εἰς Ἀπολλωνιάδα φεύγει. ΣΜΓ.ʹ Βασιλεία Ἰουστινιανοῦ τὸ βʹ. Ἰουστινιανὸς τὴν βασιλείαν τὸ δεύτερον ἀπολα‐ βών, δῶρα πολλὰ τῷ Τέρβελι δοὺς καὶ χώραν
35τῶν Ῥωμαίων ἐκκόψας, δίδωσιν αὐτῷ, τὰ λεγό‐ μενα νῦν Ζαγόρια.
623 (2) Ἀψίμαρον δὲ ἀποστείλας καὶ χειρω‐905

110

.

908

σάμενος καὶ κατὰ τὴν πόλιν θριαμβεύσας, καὶ Ἡράκλειον δὲ τὸν ἀδελφὸν αὐτοῦ σὺν πᾶσι τοῖς συνασπιζομένοις αὐτῷ ἄρχουσιν ἐν τῷ τάχει ἀνε‐ σκολόπισεν, Ἀψίμαρον δὲ καὶ Λεόντιον (τοὺς βα‐
5σιλεῖς) ἁλύσεσι δεσμεύσας, ἤγαγεν ἐν τῷ καθίσματι τοῦ Ἱπποδρομίου, καὶ τοὺς αὐχένας αὐτῶν πατοῦντος ἄχρις ἀπολύσεως τοῦ αʹ βαΐου, ὁ δῆμος ἐβόα· «Ἐπὶ ἀσπίδα καὶ βασιλίσκον ἐπέβης καὶ κατεπάτησας λέοντα καὶ δράκοντα·» καὶ (οὕτως) ἀποστείλας αὐ‐
10τοὺς ἐν τῷ κυνηγίῳ ἀπεκεφάλισεν. (3) Καλλίνικον δὲ τὸν πατριάρχην τυφλώσας ἐξώρισεν (καὶ πολλοὺς τῶν πολιτῶν ἀπώλεσε θα‐ νάτῳ). Κυριακὸν δὲ τὸν ἐν τῇ νήσῳ Ἀμάστριδος ἔγκλειστον (ὄντα) ὡς προαγορεύσαντα αὐτῷ τὴν τῆς
15δευτέρας βασιλείας ἀποκατάστασιν, προεβάλετο πατριάρχην. (4) Καὶ κατὰ πάντων οὖν μανεὶς καὶ λυττήσας, ἀναρίθμητον πλῆθος ἐκ τοῦ πολιτικοῦ καὶ στρατιω‐ τικοῦ συλλόγου διέφθειρεν (τοὺς μὲν γὰρ προφανῶς
20ἔσφαζε, τοὺς δὲ νυκτὸς ἐσάρκιζε· καὶ τοὺς μὲν πρὸς ἀριστόδειπνα κλητορεύων, φαρμάκῳ (160a) δεινῶς τῆς παρούσης ζωῆς ἀπεστέρει, τοὺς δὲ πρὸς ἐξορίαν δῆθεν ἐφυλάκισεν), ὅθεν τοσοῦτον δέος κατεῖχε τὴν πόλιν (ὡς καί τινας αὐτομολῆσαι πρὸς τοὺς βαρβάρους).
25(5) Ἀποστείλας δὲ ἤγαγε Θεοδώραν τὴν ἐκ Χαζαρίας καὶ Τιβέριον υἱὸν αὐτῆς, καὶ συνεβασί‐ λευσεν αὐτῷ. 624 Λύσας δὲ τὴν εἰρήνην τῶν Βουλγάρων, ἐπεστράτευσε κατ’ αὐτῶν, καὶ ἡττηθεὶς, καὶ ἐν
30φρουρίῳ καταφυγὼν, καὶ τοὺς ἵππους νευροκοπήσας, εἰς τὰ σκάφη ἐπιβὰς, μετ’ αἰσχύνης ἦλθεν ἐν ΚΠ. (7) Χερσωνίταις δὲ μνησικακῶν ἀπὸ τῆς ἐξο‐ ρίας αὐτοῦ, ἀποστείλας Μαῦρον πατρίκιον μετὰ στόλου, πάντας ἀπέκτεινε, καὶ τὰ νήπια αὐτῶν κατ‐
35ηδάφισεν. (8) Οἱ δὲ τὸν Ἰουστινιανὸν καθυβρίσαντες καὶ τὸν ἐκεῖσε ἐξόριστον ὑπὸ Ἀψιμάρου Φιλιππικὸν, υἱὸν Νικηφόρου τοῦ πατρικίου, τοῦτον ἀετὸν ὁρῶντα ἐν ὁράματι σκέπτοντα αὐτὸν, τὸν καὶ Βαρδάνην λε‐
40γόμενον, τινὰς τῶν στρατιωτῶν ὑπονοθεύσαντα καὶ πρὸς τὴν αὐτοῦ εὔνοιαν ἑλκύσαντα διὰ τὴν Ἰουστι‐ νιανοῦ ἀπήνειαν καὶ ὠμότητα, τοῦτον βασιλέα εὐφή‐
μησαν καὶ μετὰ στόλου ἐξέπεμψαν πρὸς τὴν πόλιν.907

110

.

909

(9) Ὅπερ γνοὺς Ἰουστινιανὸς καὶ πλεῖον φο‐ βηθεὶς ἅμα καὶ θυμωθεὶς, ἀνῆλθε μέχρι Σινώπης, ἀκριβέστερον περὶ τούτου μαθησόμενος. Τοῦ δὲ Φιλιππικοῦ τὴν πόλιν σὺν τῷ στόλῳ καταλαβόντος,
5Ἰουστινιανὸς πρὸς τὸν Δαματρὺν ἀπέδρα, καταλει‐ φθεὶς ὑπὸ πάντων. Ὃν αὐτίκα Φιλιππικὸς χειρω‐ σάμενος, τὴν κεφαλὴν ἀφείλετο καὶ τοῖς Σκύθαις ἐξέπεμψε. ΣΜΔʹ. Βασιλεία Φιλιππικοῦ.
10 Μετὰ δὲ Ἰουστινιανὸν τὸ βʹ ἐβασίλευσε Φιλιπ‐ πικὸς ὁ καὶ Βαρδάνης ἔτη βʹ, ὃς ἐν ταῖς διαλαλιαῖς αὐτοῦ λόγιος καὶ 625 ἐχέφρων ἐλογίζετο, ἐν δὲ ταῖς πράξεσιν αὐτοῦ αἰσχρῶς τὸν βίον διατελῶν, πάντη ἀδόκιμος ἐδείκνυτο.
15(2) Ἦν δὲ καὶ κακόδοξος, μὴ αἰσχυνθεὶς κινη‐ θῆναι κατὰ τῆς ἁγίας [ϛʹ] συνόδου, ταύτην ἀνατρέ‐ ψαι σπεύδων. (3) Ἐφ’ οὗ καὶ οἱ Βούλγαροι μέχρι τῆς Χρυσῆς πόρτης αἰχμαλωσίαν ποιήσαντες ὑπέ‐
20στρεψαν. (4) Ὁ δὲ ἱππικοῦ τελουμένου καὶ τῶν Πρασί‐ νων νικησάντων, ἔδοξεν αὐτῷ μετὰ δοχῆς καὶ ὀργά‐ νων εἰσελθεῖν, καὶ λούσασθαι εἰς τὸ λουτρὸν τοῦ Ζευξίππου καὶ μετὰ πολιτῶν αἰσχρῶν ἑστιασθῆναι.
25(5) Ἐν δὲ τῷ μερεντίζειν αὐτὸν, ἥγουν μεσημ‐ βρίζειν, αἴφνης Γεώργιος πατρίκιος, ᾧ καὶ ἐπίκλην Βόραφος, ἐξ ἐπιτροπῆς Θεοδώρου πατρικίου τοῦ Μυάκη, μετὰ ταξεωτῶν ἐκ τῆς Θρᾴκης εἰσδραμόν‐ τες, καὶ ἁρπάσαντες τὸν Φιλιππικὸν, καὶ ἀνενεγκόν‐
30τες εἰς τὸ ὀρνατούριον τῶν Πρασίνων, ἐτύφλωσαν. (6) Καὶ ἐπισυναχθέντος τοῦ λαοῦ τῇ ἐπαύριον εἰς τὴν Μεγάλην ἐκκλησίαν, ἔστεψαν Ἀρτέμιον πρωτασεκρήτην. 626 ΣΜΕʹ. Βασιλεία Ἀρτεμίου.
35 Μετὰ δὲ Φιλιππικὸν ἐβασίλευσεν Ἀρτέμιος ὁ καὶ Ἀναστάσιος ἔτη βʹ, λογιώτατος ὢν, ὃς προεβά‐ λετο στρατηγοὺς εἴς τε τὰ καβαλλαρικὰ θέματα καὶ εἰς τὰ πολιτικὰ λογιωτάτους καὶ ἱκανωτάτους, ὥστε ἐν ἀδείᾳ διατελεῖν.
40(2) Οὗτος, Γεώργιον καὶ Θεόδωρον τοὺς πατρι‐
κίους ἐκτυφλώσας, ἐξώρισεν ἐν Θεσσαλονίκῃ.909

110

.

912

(3) Τῶν δὲ Ἀράβων ὁπλιζομένων κατὰ Ῥωμα‐ νίας διά τε γῆς καὶ θαλάσσης, ἀπηγγέλη τῷ βασιλεῖ κατὰ τῆς πόλεως τούτους παραγίνεσθαι. Ὁ δὲ ἤρ‐ ξατο κτίζειν δρόμωνάς τε διήρεις καὶ τὰ παράλια
5τείχη ἀνακαινίζειν (ὡσαύτως) καὶ τὰ χερσαῖα (160b) (τοξοβολίστραις τε καὶ λοιπαῖς ὁπλίσεσι τὴν πόλιν κατωχύρωσε) καὶ γεννημάτων τὰ ὡρεῖα ἐπλή‐ ρωσεν. (4) Ἐπὶ τούτου (καὶ) Γερμανὸς ἐκ Κυζίκου
10μετατίθεται εἰς ΚΠ. καὶ κιτατόριον (δὲ) μεταθε‐ σίμου ἐκπεφώνηται ψήφῳ καὶ δοκιμασίᾳ τῶν θεοφι‐ λεστάτων πρεσβυτέρων καὶ διακόνων καὶ τῆς ἱερᾶς συγκλήτου ἐκφωνηθέν· «Ἡ θεία χάρις ἡ πάντοτε τὰ ἀσθενῆ θεραπεύουσα καὶ τὰ [ἐλ]λείποντα
15ἀναπληροῦσα μετατίθεται Γερμανὸν τὸν ὁσιώτατον πρόεδρον τῆς Κυζικηνῶν πόλεως εἰς ἐπίσκοπον ταύτης τῆς θεοφυλάκτου καὶ βασιλίδος τῶν πόλεων ἐπὶ Ἀρτεμίου βασιλέως.» (5) Μαθὼν δὲ ὁ βασιλεὺς, ὅτι στόλος ἐξῆλθε
20τῶν Ἀγαρηνῶν 627 πρὸς τὸ κόψαι ξύλα ἐπὶ τὸν Φοίνικα, ἀπέστειλε στόλον (μετὰ κληρικοῦ Ἰωάννου ὀνόματι, ὃν καὶ Ἰωαννάκιν ἐπέκλησκον) πρὸς τὸ καῦσαι τὴν ξυλὴν εἰς τὸν Φοίνικα καὶ τὴν ἐξάρτησιν τῶν Ἀγαρηνῶν.
25(6) Ὁ δὲ στόλος, στασιάσας, τὸν μὲν βασιλέα ἀνέσκαψαν, τὸν δὲ Ἰωαννάκιν ῥομφαίᾳ ἀνεῖλον. Οἱ δὲ τοῦτο ποιήσαντες ἀντάραντες ἀνήρχοντο κατὰ τῆς βασιλίδος πόλεως. (7) Ἐλθόντες δὲ ἐν τῷ Ἀδραμυτίῳ εὗρον
30ἐκεῖ Θεοδόσιον ἐκλήπτορα τῶν δημοσίων φόρων, εὐσεβῆ καὶ ἀπράγμονα, καὶ ἀνηγόρευσαν αὐτὸν βα‐ σιλέα (ὡς μή τινα ἔχοντες αὐτοῖς ἄρχοντα. Ὁ δὲ φυγῇ χρησάμενος εἰς τὸ ὄρος ἐκρύβη. Εὑρόντες δὲ αὐτὸν εὐφήμησαν βασιλέα πολλὰ τοῦτον βιασάμε‐
35νοι). (8) Ὅπερ μαθὼν Ἀρτέμιος, τὴν πόλιν ὀχυρώ‐ σας, ἐν Νικαίᾳ τῇ πόλει κατέφυγεν· ὁ δὲ τῆς πό‐ λεως στόλος καὶ ὁ τοῦ Θεοδοσίου μέχρι μηνῶν ἓξ ἀλλήλους κατεπολέμουν.
40(9) Περάσας δὲ Θεοδόσιος ἐπὶ τὰ Θρᾳκῷα μέρη ἐν ὄχλῳ βαρεῖ τὴν πόλιν καταλαμβάνει, καὶ διὰ τῆς τῶν Βλαχερνῶν πόρτης τοῦ μονοτείχους εἰσῄει, τήν τε πόλιν (καὶ [τοὺς] ἄρχοντας) οἱ πλώϊμοι πραι‐ δεύσαντες, μεγίστην εἰργάσαντο ἅλωσιν, μηδενὸς
45φεισάμενοι· τὸν δὲ πατριάρχην Γερμανὸν καὶ τοὺς ἄρχοντας Ἀρτεμίου συλλαβόμενοι ἐν Νικαίᾳ ἀπή‐ γαγον. Ὁ δὲ Ἀρτέμιος τούτους θεασάμενος, λό‐ γον τε ἀπαθείας λαβὼν τὸ μοναδικὸν περιεβάλετο
σχῆμα, ὃν Θεοδόσιος ἐν Θεσσαλονίκῃ ἐξώρισεν.911

110

.

913

ΣΜϞʹ. Περὶ Λέοντος τοῦ Ἰσαύρου. 628 Λέων δὲ ὁ Ἴσαυρος, τῶν ἀνατολικῶν στρα‐ τηγὸς ὢν, Ἀρτεμίου ὑπερμαχῶν, οὐχ ὑπετάγη Θεο‐ δοσίῳ, ἔχων συναγωνιζόμενον Ἀρτάβασδον Ἀρμένιον
5στρατηγὸν Ἀρμενιακῶν, ᾧ δοῦναι συνέθετο καὶ ἰδίαν θυγατέρα. ΣΜΖʹ Περὶ τῆς βασιλείας Θεοδοσίου Ἀδραμυ‐ τινοῦ. Θεοδόσιος ἐβασίλευσεν ἔτη βʹ (Ἀδραμυτινὸς τῷ
10γένει)· ἐφ’ ὧν χρόνων ἐπιστρατεύσας Μασαλμᾶς ὁ τῶν Σαρακηνῶν ἀρχηγὸς κατὰ Ῥωμαίων, καὶ πρὸς τὰ μέρη τοῦ Ἀμορίου γενόμενος, γράφει πρὸς Λέοντα τὸν Ἀρμένιον, στρατηγὸν ὄντα τῶν Ἀνα‐ τολικῶν· «Ἡ βασιλεία τῶν Ῥωμαίων σή ἐστιν,
15ἐλθὲ οὖν καὶ λαλήσωμεν τὰ πρὸς εἰρήνην (καὶ ποιῶ πάντα ὅσα θέλεις»). (2) Ὁ δὲ, πρὸς αὐτὸν ἀποστείλας ὑπάτους καὶ λόγον εἰρήνης ποιησάμενος, ὑπὸ πάντων ὡς βασι‐ λεὺς εὐφημίσθη, καὶ ἐπὶ τὴν Νικομήδειαν ἔρχεται
20μετὰ πολυοχλίας, ἐν ᾗ τῷ τοῦ Θεοδοσίου υἱῷ πε‐ ριτυχὼν [ἐν πολέμῳ], καὶ χειρωσάμενος μετὰ τῆς βασιλικῆς ὑπηρεσίας [πάσης] καὶ τῶν ἐν τέλει (ἐπισήμων ἀνδρῶν) τοῦ παλατίου, καταλαμβάνει τὴν Χρυσόπολιν.
25(3) Ὁ δὲ Θεοδόσιος, λόγον ἀπαθείας παρ’ αὐ‐ τοῦ λαβὼν, 629 παρεχώρησεν αὐτῷ τὴν βασι‐ λείαν, σὺν τῷ υἱῷ αὐτοῦ κληρικὸς γενόμενος. (161) ΣΜΗʹ. Βασιλεία Λέοντος τοῦ καὶ Κόνωνος. Μετὰ Θεοδόσιον ἐβασίλευσε Λέων ὁ Ἴσαυρος ὁ
30καὶ Κόνων ἔτη κεʹ. Θεοδοσίου γὰρ τοῦ πρὸ αὐτοῦ βασιλεύοντος, Ἰαζὴθ τοῦ τῆς Ἀράβων ἡγεμονεύον‐ τος ἐξουσίας, δύο τινὲς θεομάχοι Ἑβραίων παῖδες (οἱ ἀεὶ καὶ πάντοτε τραχηλιῶντες κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ φρυαττόμενοι τερα‐
35τείαις καὶ βωμολοχίαις καὶ δαιμονιώδεσιν οἰωνί‐ σμασι σχολάζοντες, ὡς δῆθεν ἀστρολογικήν τινα μεταδιώκοντες ἐπιστήμην, καταλαμβάνουσι τὴν τῶν Ἀράβων βασιλικὴν αὐλὴν καὶ δὴ καταμηνύον‐ τες τῷ προῤῥηθέντι Ἰαζὴθ), καὶ τούτῳ χρησμῳδίας
40πολυζωΐας καὶ πολυχρονίου διαμονῆς μυοῦνται, εἴγε ἄρα τὴν θεανδρικὴν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χρι‐ στοῦ καὶ τῆς Θεομήτορος ἐκ πασῶν τῶν ἐκκλησιῶν τῶν ὑπ’ αὐτῷ οὐσῶν ἀπολείψειεν. Καὶ δὴ ὁ φιλό‐
ζωος ἐκεῖνος, καὶ χοιρόβιος, ὑπακούσας τῇ συμβουλῇ913

110

.

916

τῶν ἀπατεώνων, πάσας τὰς ἐκκλησίας τὰς ὑπὸ τῆς ἐξουσίας αὐτοῦ οὔσας διεσάλευσεν. Ἀλλ’ ἠπατήθη ὁ δείλαιος· μετῆλθε γὰρ αὐτὸν ἡ θεία δίκη, οὔπω διελθόντος ἐνιαυτοῦ· οὗ ὁ υἱὸς, διαδεξάμενος τὴν
5ἡγεμονίαν, ὡς ψευδομάντεις 630 αὐτοὺς ἠβουλήθη ἀποκτεῖναι, ὃ καὶ μαθόντες οὗτοι ἀνέκαμψαν ἐν τοῖς Ἰσαυρικοῖς μέρεσιν. (2) Εἰς πηγὴν δέ τινα ἀποψυχόντων αὐτῶν, ἰδοὺ, οὗτος ὁ Λέων, νεανίσκος ἔτι ὢν, καλὸς τῷ εἴ‐ δει καὶ εὐμήκης τῷ σώματι, βάναυσος τὴν τέχνην
10καὶ ἐξ αὐτῆς τὴν ζωὴν ποριζόμενος καὶ (δὴ) ἐκ τοῦ ὑποζυγίου τὸν φόρτον περιελόμενος, ἐκάθισε καὶ αὐτὸς ἐπὶ τῇ πηγῇ ὡς ἀριστήσων· εἶτα οἱ τῶν ἐγ‐ γαστριμύθων μύσται μυοῦνται αὐτῷ τοῦ κατάρξαι τῆς Ῥωμαϊκῆς βασιλείας τῶν σκήπτρων. Καὶ δὴ
15τοῦ Λέοντος ἀναβαλλομένου, (ἐπὶ τῇ εὐτελείᾳ αὐτοῦ ἀφορῶντος, ὅρκοις) πληροφορεῖται ὑπὸ τῶν ἀθέων (ὅτι ταῦτα οὕτως εἶχε γενέσθαι). Καὶ δὴ αἰτούντων αὐτῶν ὀμόσαι αὐτοῖς, εἰ (ἄρα) εἰς πέρας ἔλθοι τοῦτο, εἴ τι ἂν αἰτηθῇ παρ’ αὐτῶν, ἀνυπερθέτως δοθῆναι
20αὐτοῖς. Ἦν δὲ πλησίον ναὸς τοῦ ἁγίου Θεοδώρου· (καὶ εὐθὺς εἰσελθὼν ὁ βάναυσος Λέων καὶ τῶν ἱερῶν καγκέλων τοῦ θυσιαστηρίου ἁψάμενος) δέδωκεν ἐγγυητὴν τὸν μεγαλομάρτυρα τοῦ Χριστοῦ Θεόδω‐ ρον, ἑστώτων τῶν Ἰουδαίων ἐν τοῖς πυλῶσι τοῦ ναοῦ καὶ δεχομένων τὸν ὅρκον παρ’ αὐτοῦ. Καὶ αὖθις
25ᾤχετο ἕκαστος εἰς τὰ ἴδια. (3) Ἦν δὲ τῶν ἀνατολικῶν στρατηγὸς τῷ τότε Σισίνιος πατρίκιος, ἐφ’ οὗ καὶ Λέων στρατολογηθεὶς ἐν ὀλίγῳ (χρόνῳ εἰς προκοπὴν μεγίστην ἀναβι‐ βάζεται) σπαθάριος προχειρισθεὶς ὑπὸ Ἰουστινιανοῦ
30τοῦ Ῥινοτμήτου. (4) Καὶ εἰς τὰ ἑσπέρια (μέρη) ἐκπεμφθεὶς καὶ μετὰ μεγάλης νίκης ἀνελθὼν, προεχειρίσθη παρὰ Θεοδοσίου στρατηγὸς Ἀνατολῆς. (5) Καὶ δὴ Καμπανίας, καὶ Ἀμάλφης, καὶ Νεαπό‐
35λεως τηνικαῦτα βαρβαρησάντων, καταλαβὼν δὲ ἐκεῖσε ἐν πλωτῆρσι δρόμωσι τὸν 631 ἀριθμὸν ρκʹ, καὶ τροπαιοφόρος νικητὴς εἰρήνην βραβεύσας, κατα‐ λαμβάνει τὰ βασίλεια. (6) Καὶ αὖθις ὑπὸ τῶν στρατιωτῶν ἀναγο‐
40ρεύεται βασιλεὺς, καὶ δῆθεν δὴ Θεοδόσιος ὁ βασιλεὺς προσυπαντᾷ αὐτῷ, καὶ ἄρας τὸν στέφανον ἐκ τῆς ἑαυτοῦ κεφαλῆς, περιτίθησι τῷ Λέοντι. (7) Περιβοήτου δὲ ἐπ’ εὐφημίᾳ γενομένου τοῦ Λέοντος, ἰδοὺ οἱ φαρμακοὶ Ἰουδαῖοι δείλαιοι εἰσελαύ‐
45νουσιν εἰς τὰ βασίλεια· εἶτα ὑπὸ τοῦ (161b) νέου ἄνα‐ κτος δεξιολαβηθέντες τὴν ὀφειλὴν ἀποτιννύουσιν ἀσυγχώρητον. Τοῦ δὲ ἑτοίμως ἐπαγγειλαμένου ἀπο‐ διδόναι αὐτοῖς, εἶπον οἱ θεομάχοι· «Τοῦτο αἰτού‐
μεθα παρὰ σοῦ, κράτιστε βασιλεῦ, ἵνα τὸν χαρακτῆρα915

110

.

917

τοῦ Ναζωραίου Χριστοῦ καὶ τῆς Μητρὸς αὐτοῦ ἐκ πάσης ἐκκλησιαστικῆς ἱστορίας ἀπαλείψῃς. Καὶ τοῦτο ποιῶν μέλλεις βασιλεύειν ἄχρι χρόνων ρʹ ἐν τῇ γενεᾷ σου.» Ὁ δὲ, εὐήθης καὶ ἀστήρικτος τῇ
5πίστει, ἑτοιμότατα τὸ αἰτηθὲν ἐπαγγέλλεται. Ὢ τῆς ἀνοίας! ὢ τῆς φρενοβλαβείας! ὁ Χριστιανώτατος βασιλεὺς Ἑβραίοις ὑπόσπονδος ὤφθη, ὁ τὰ σκῆπτρα τῆς βασιλικῆς δυναστείας ὑπὸ Θεοῦ ἐγκεχειρισμένος ὑπὸ θεομάχων ἀνδρῶν τερατεύεται.
10(8) Ἐτέχθη δὲ τῷ (δυσσεβεῖ) βασιλεῖ υἱὸς ὀνόματι Κωνσταντῖνος (ὃν ἐν τῇ ἁγίᾳ κολυμβήθρᾳ φασὶν ἀφοδεῦσαι ἐν τῷ βαπτίζεσθαι, δεινὸν καὶ δυσ‐ ῶδες προσημαίνοντα τεκμήριον). (9) Ἐκμανεὶς οὖν κατὰ τῆς ὀρθῆς καὶ ἀρχαιο‐
15τάτης πίστεως, μεταστειλάμενος τὸν ἀοίδιμον Γερ‐ μανὸν τὸν πατριάρχην, ἤρξατο λόγους κινεῖν μεθ’ ὑπουλίας, καὶ καταγινώσκειν πάντων τῶν πρὸ αὐτοῦ βασιλέων καὶ πατριαρχῶν καὶ πάντας 632 εἰδωλολάτρας ἀποκαλῶν ἐν τῇ προσκυνήσει τῶν
20ἁγίων εἰκόνων. (10) Ὁ δὲ μέγας Γερμανὸς (ταῦτα ἀκούσας) ἔφη (πρὸς αὐτόν)· «Ἄκουσον, (ὦ) βασι‐ λεῦ, τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ διὰ σαρκὸς ἐπιφανέντος, πᾶσα εἰδωλολατρεία ἐκποδὼν γέγονε καὶ πᾶν ἄγαλμα εἰδωλικὸν ἐξηφάνισται, ὥς φησιν
25ὁ προφήτης Ζαχαρίας· «Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος Σαβαὼθ, ἐξολοθρεύσω τὰ ὀνό‐ ματα τῶν εἰδώλων ἀπὸ τῆς γῆς, καὶ οὐκέτι αὐτῶν ἔσται μνεία.» (11) Ἀπὸ δὲ τῆς αὐτοῦ πρὸς ἡμᾶς ἀναστροφῆς
30καὶ τῶν ἁγίων ἀποστόλων αὐτοῦ διδασκαλίας ἕως τοῦ νῦν παρῆλθεν ἔτη ψλϛʹ, καὶ οἱ ἐν τοσούτοις ἔτεσι διατρίψαντες Πατέρες καὶ διδάσκαλοι τῆς Ἐκκλησίας ὀρθόδοξοι οὐδὲν τοιοῦτον περὶ τῶν ἁγίων εἰκόνων ἐνενόησαν ἢ ἐλάλησαν· ἐξ ἀρχῆθεν
35γὰρ μετὰ τὴν Χριστοῦ εἰς οὐρανοὺς ἀνάληψιν ἡ εἰ‐ κονικὴ προσκύνησις ἀνετυπώθη. Παρά τε γὰρ τῆς αἱμοῤῥοούσης εἰς τὴν ἐπ’ αὐτῇ γεγονυῖαν θαυμα‐ τουργίαν ἡ τοῦ Χριστοῦ εἰκὼν ἐστηλογραφήθη, περὶ ἧς εἰκόνος Εὐσέβιος ἐν τῇ ἐκκλησιαστικῇ Ἱστο‐
40ρίᾳ ἐν βιβλίῳ ζʹ οὕτως ἔφη· «Ἐπειδὴ τῆσδε τῆς πόλεως Φιλίππου Καισαρείας, ἣν Πανιάδα Φοίνικες προσαγορεύουσιν, εἰς μνῆμα ἦλθον, οὐκ ἄξιον ἡγησάμην παρελθεῖν τὴν διήγησιν καὶ τοῖς μεθ’ ἡμᾶς μνημονεύεσθαι ἀξίαν· τὴν γὰρ αἱμοῤ‐
45ῥοοῦσαν, ἣν ἐκ τῶν ἱερῶν Εὐαγγελίων πρὸς τοῦ Σωτῆρος ἡμῶν τοῦ πάθους ἀπαλλαγὴν εὕρασθαι μεμαθήκαμεν, ἐνθένδε ἔλεγον ὁρμᾶσθαι, τόν τε οἶκον αὐτῆς ἐπὶ τῆς πόλεως δείκνυσθαι [καὶ] τῆς ὑπὸ τοῦ Σωτῆρος εἰς αὐτὴν θαυματουργίας θαυ‐

110

.

917

(50)

μαστὰ τρόπαια παραμένειν· ἑστάναι γὰρ ἐφ’ ὑψη‐
λοῦ λίθου πρὸς μὲν ταῖς πύλαις τοῦ ἑαυτῆς οἴκου917

110

.

920

γυναικὸς ἐκτύπωμα χαλκοῦν ἐπὶ γόνυ κεκλιμένον καὶ τεταμέναις ἐπὶ τὸ πρόσθεν ταῖς χερσὶ δεομένῃ ἐοικός· τούτου δὲ ἄντικρυς ἄλλο τῆς αὐτῆς ὕλης ἀνδρὸς ὄρθιον σχῆμα, διπλοΐδα κοσμίως περιβεβλη‐
5μένον καὶ τὴν χεῖρα τῇ γυναικὶ προστεῖνον, οὗ παρὰ τοῖς ποσὶν [ἐπὶ] τῆς στήλης αὐτῆς (162a) ξένον τι βοτάνης εἶδος 633 [φύειν, ὃ μέχρι τοῦ κρασπέδου καὶ τοῦ χαλκοῦ διπλοΐδος] ἀνιὸν, ἀλεξιφάρμακόν τι παντοίων νοσημάτων τυγχάνει. Τοῦτον δὲ τὸν ἀν‐
10δριάντα εἰκόνα τοῦ Ἰησοῦ φέρειν ἔλεγον, ἔμεινε δὲ καὶ εἰς ἡμᾶς, ὡς καὶ ὄψει παραλαβεῖν ἐπιδημήσαν‐ τας αὐτοὺς τῇ πόλει· καὶ θαυμαστὸν οὐδὲν τοὺς πάλαι ἐξ ἐθνῶν εὐεργετηθέντας πρὸς τοῦ Σωτῆρος ἡμῶν ταῦτα πεποιηκέναι, ὅτε καὶ τῶν ἀποστόλων
15αὐτοῦ τὰς εἰκόνας Πέτρου καὶ Παύλου καὶ αὐτοῦ δὴ τοῦ Χριστοῦ διὰ χρωμάτων ἐν γραφαῖς σωζομέ‐ νας ἱστορήσαμεν.» Ἔστι δὲ καὶ ἐν Ἐδέσῃ τῇ πόλει ἡ ἀχειροποίητος εἰκὼν τοῦ Χριστοῦ παράδοξα ἐργαζομένη θαύματα, ἣν αὐτὸς ὁ Κύριος ἐν σουδα‐
20ρίῳ τῆς οἰκείας μορφῆς τὸ εἶδος ἐναπομαξάμενος διὰ Θαδδαίου τοῦ ἀποστόλου σώζουσαν τὸν χαρα‐ κτῆρα τῆς ἀνθρωπίνης μορφῆς αὐτοῦ Αὐγάρῳ το‐ πάρχῳ τῆς Ἐδεσηνῶν πόλεως ἀπέστειλε, καὶ τὴν νόσον αὐτοῦ ἰάσατο. Καὶ μέντοι καὶ ἡ παρὰ τοῦ
25ἀποστόλου καὶ εὐαγγελιστοῦ Λουκᾶ ἱστορηθεῖσα τῆς πανάγνου καὶ Θεομήτορος ἔτι ζώσης αὐτῆς ἁγία εἰκὼν καὶ πεμφθεῖσα ἐν Ῥώμῃ πρὸς Θεόφιλον, πρὸς ὃν καὶ τὸ Εὐαγγέλιον ἔγραφε καὶ τὰς Πράξεις τῶν ἀποστόλων ἀπέστειλε, ἥτις καὶ ἕως τοῦ νῦν θαυματουργεῖ· διὸ δὴ καὶ ἓξ οἰκουμενικαὶ σύνοδοι, ταύτας εὑροῦσαι προσκυνουμένας καὶ τιμωμένας, ἀπεδέξαντο καὶ οὐδὲν περὶ αὐτῶν ἐλάλησαν ἐναντίον.»
30(12) «Πλὴν (οὖν) τὴν (μὲν) καθαίρεσιν τῶν ἁγίων εἰκόνων ἀκούομεν μέλλειν ἔσεσθαι, ἀλλ’ οὐκ ἐπὶ τῆς βασιλείας σου.» Τοῦ δὲ καταναγκά‐ σαντος ἐπὶ ποίας βασιλείας εἰπεῖν, εἶπεν ὁ ἅγιος· «Ἐπὶ Κόνωνος.» Ἀποκριθεὶς εἶπεν· «Ὄντως
35ἐγώ εἰμι· οὕτως γὰρ παιδιόθεν ἐκλήθην.» Ὁ δὲ μέγας Γερμανὸς ὑπολαβὼν ἔφη· «Μὴ γένοιτο, δέ‐ σποτα, ὑπὸ τῆς σῆς βασιλείας πραχθῆναι τὸ κα‐ κὸν τοῦτο (καὶ) θεοστυγὲς (Ἀντιχρίστου γάρ ἐστι πρόδρομος ὁ τοῦτο πληρῶν καὶ τῆς ἐν σαρκὶ τοῦ
40Θεοῦ Λόγου ἐπιδημήσεως ἀνατροπεὺς καὶ ἀντίδικος). Ὁ δὲ θεομάχος τύραννος, ταῦτα ἀκούσας, καὶ ὡς λέων βρύξας, (αὐτίκα 634 καὶ) σφόδρα χαλε‐ πήνας, (ἀτίμως τὸν δίκαιον ἐξήλασεν) εἰδωλολάτρην ἀποκαλέσας καὶ ταῖς ἰδίαις χερσὶ ῥαπίσας τῶν βα‐ σιλείων ἐξελαύνει.
45(13) Φασὶ δέ τινες πιστότατοι ἄνδρες, ὅτι πρὸς τῇ βασιλικῇ (καλουμένῃ) κινστέρνῃ (τῇ οὔσῃ πλη‐ σίον τῶν Χαλκοπρατείων) παλάτιον ἦν σεμνὸν, ἐν ᾧ ὑπῆρχε κατὰ τύπον ἀρχαῖον οἰκουμενικὸς δι‐ δάσκαλος ἔχων (μεθ’ ἑαυτοῦ ἑτέρους) μαθητὰς αὐ‐

110

.

920

(50)

τοῦ καὶ συλλήπτορας ιβʹ, πᾶσαν ἐπιστήμην μετερ‐
χομένους καὶ τὰ ἐκκλησιαστικὰ κρατύνοντας δόγματα,919

110

.

921

βασιλικὰς διαίτας καὶ βίβλους ὡσαύτως ἔχοντας, ὧν ἄνευ οἱ βασιλεῖς γνώμης καὶ βουλῆς οὐκ ἐθέσπιζον. Τούτους ὁ ἀγριώτατος θὴρ καὶ δυσώνυμος βάναυ‐ σος προσκαλεσάμενος ἐπειρᾶτο πείθειν αὐτοῦ τῇ
5ἀθεΐᾳ. Τῶν δὲ τοῦτο μὴ καταδεξαμένων, ἀλλὰ μᾶλ‐ λον ἐλεγξάντων αὐτοῦ τὴν ἀσέβειαν, προσέταξε συ‐ ρομένους αὐτοὺς ἀτίμως ἐν τῷ αὐτῷ τόπῳ τοῦ διδασκαλείου αὐτῶν ἐγκλεισθῆναι· τούτου δὲ γενομέ‐ νου, τῇ νυκτὶ πάλιν ἀποστείλας ὁ ἀνήμερος λέων ἢ
10δράκων νυκτεπάρχους τινὰς καὶ ἀπηνεῖς ἄνδρας προσέταξε συναχθῆναι πλῆθος ξύλων, καὶ τούτων ὑπαναφθέντων κατακαῆναι τοὺς ἄνδρας μετὰ τῶν οἰκημάτων, καὶ τῶν βιβλίων, καὶ τῶν λοιπῶν τῶν αὐτοῖς ὑπαρχόντων· οὗ γενομένου, ἄρδην πάντες
15κατεφλέχθησαν. Ἔκτοτε οὖν ἡ τῶν ἐπιστημόνων (162b) γνῶσις ἐν Ῥωμανίᾳ ἔπαυσεν τῇ τῶν βασι‐ λευόντων γνωσιμάχων ἀπονοίᾳ μειουμένη, ἕως τῶν ἡμερῶν Μιχαὴλ καὶ Θεοδώρας τῶν εὐσεβῶν καὶ πι‐ στοτάτων βασιλέων.
20(14) (Ἐξουσιαστικῶς οὖν ἅμα καὶ δυσσεβῶς ἔκτοτε ὁ θὴρ τῆς αἱρέσεως ἄρχεται, καὶ) τὴν ἐπὶ τῆς χαλκῆς πύλης 635 (τοῦ παλατίου) εἰκόνα τοῦ Κυρίου (ἡμῶν Ἰησοῦ Χριστοῦ) κατεάξας καὶ σιλέντιον (ἀσεβείας) κατὰ τῶν ἁγίων εἰκόνων
25ποιήσας, προσκαλεῖται πάλιν τὸν ἅγιον Γερμανὸν, οἰόμενος πεῖσαι αὐτὸν ὑπογράψαι (κατὰ τῶν ἱερῶν εἰκόνων). Ὁ δὲ μηδ’ ὅλως εἴξας τῇ θωπείᾳ (αὐ‐ τοῦ) ἢ τῇ ἀπάτῃ τοῦ ἀλαστηρίου, θεὶς τὸ ὠμόφορον αὐτοῦ ἐπὶ τῆς ἁγίας τραπέζης τῆς Μεγάλης ἐκκλη‐
30σίας, ἀπετάξατο τὴν ἱερωσύνην καὶ ὑπεχώρησεν. (15) Ὅτε καὶ τὴν ἁγίαν εἰκόνα τοῦ Σωτῆρος, ἣν ἔσχε παρ’ ἑαυτῷ, ἀναλαβόμενος καὶ γράψας χαρ‐ τίον ἔχον οὕτως· «Ὦ Σῶτερ, σῶσον σεαυτὸν καὶ ἡμᾶς,» εἰς τὴν θάλασσαν ἔθηκεν· ἡ δὲ θεία δύ‐
35ναμις ὁδηγουμένη ἀβρόχως καὶ ὄρθιος διαπλεύσασα κατῆλθεν εἰς Ῥώμην. Ἀποκαλυφθεὶς οὖν ὁ ἐκεῖ πατριάρχης ἐξῆλθε μετὰ παντὸς τοῦ κλήρου μετὰ κηρῶν καὶ θυμιαμάτων, καὶ ὁρῶν αὐτὴν ἐρχομένην ἐπὶ τῶν ὑδάτων, ἥτις καὶ ἐξελθοῦσα ἀφ’ ἑαυτῆς,
40εἰσῆλθεν εἰς τὰς χεῖρας τοῦ πατριάρχου ἐν τῷ πλοίῳ, μηδὲ πλησίον ἄλλου πλοίου πλησιάσασα· ἣν καὶ κα‐ τασπασάμενος ὁ ἀρχιερεὺς μετὰ ψαλμῶν καὶ ὕμνων ἀπήγαγεν ἐν τῇ Μεγάλῃ ἐκκλησίᾳ, ἄβροχος ὅλη δια‐ μείνασα, εἰ μὴ μόνον ἄχρι τριῶν δακτύλων διανο‐
45τισθεῖσα. Καὶ τοῦτο πρὸς μείζονα δόξαν Θεοῦ. (16) Ὁ δὲ θεομάχος χειροτονεῖ ἀντ’ αὐτοῦ Ἀνα‐ στάσιον πρεσβύτερον τῆς Μεγάλης ἐκκλησίας, συν‐
θέμενον κατὰ τὴν ἀσεβῆ αὐτοῦ βουλὴν πάντα ποιεῖν.921

110

.

924

(17) Πᾶσαν οὖν εἰκονικὴν ἀνατύπωσιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ Θεοῦ, καὶ τῆς Θεομήτορος, καὶ πάντων τῶν ἁγίων κατέστρεψε καὶ κατέκαυσε, καὶ διωγμὸν μέγαν 636 ἐγείρας, πολλοὺς ἱερεῖς
5καὶ μονάζοντας καὶ λαϊκοὺς διαφόροις τιμωρίαις καὶ θανάτοις ὑπέβαλεν. (17) Διὰ ταῦτα οὖν ὁ τῆς μεγάλης Ῥώμης πρόεδρος Γρηγόριος τὴν τῆς αὐτοῦ βασιλείας ὑπο‐ ταγὴν ἀπωσάμενος, τὸ αἱρετικὸν αἶσχος ἀποδιδρά‐
10σκει, σπονδὰς εἰρηνικὰς εἰς τὴν τῶν Φράγγων ὑποταγὴν εἰσδεξάμενος σὺν πάσῃ τῇ Ἰταλίᾳ, καὶ τοὺς φόρους εὐθὺς κωλύει, τὸν Ἀναστάσιον δὲ καὶ τοὺς σὺν αὐτῷ ἀναθέματι καθυποβαλών. (19) Ἐφ’ ὧν χρόνων καὶ σεισμὸς ἐγένετο
15μέγας καὶ φοβερώτατος, καὶ ἐπτώθησαν ἐκκλησίαι πολλαὶ, καὶ οἶκοι, καὶ τὰ χερσαῖα τείχη τῆς πόλεως, καὶ φρούρια πολλὰ, καὶ χωρία τῆς Θρᾴκης, καὶ τέθνηκε λαὸς ἀναρίθμητος· ἔπεσε δὲ καὶ ἡ στήλη Ἀρκαδίου (ἡ) ἐν τῷ ξηρολόφῳ, καὶ Νικομήδεια,
20καὶ Νίκαια, καὶ ἡ γῆ ἐσείετο ἐπὶ χρόνους δύο, ὥστε καὶ τὴν θάλασσαν τῶν ἰδίων ὅρων ἔν τισι τόποις ὑποχωρῆσαι. (20) Εἰδὼς δὲ ὁ βασιλεὺς τὰ τείχη καταπτω‐ θέντα, διελάλησε λέγων· «Ὅτι ὑμεῖς, οἱ τῆς πό‐
25λεως, ἀδυνατεῖτε τὰ τείχη κτίσαι· ἀλλὰ προσετά‐ ξαμεν τοῖς διοικηταῖς εἰς τὸν κανόνα ἀπαιτῆσαι κατὰ νόμισμα μιλιαρίσιον ἕν.» Καὶ λαμβάνει αὐτὸ ἡ βασιλεία, καὶ κτίζει τὰ τείχη. Ἔκτοτε ἐκράτη‐ σεν ἡ συνήθεια παρέχειν τὰ δικέρατα τοῖς διοικηταῖς.
30ΣΜΘʹ. Περὶ τοῦ Μασάλμα. 637 Ὁ δὲ Μάσαλμας ἐξεδέχετο τὰς τοῦ Λέοντος ὑποσχέσεις· μηδὲν δὲ δεξάμενος, ἀλλὰ γνοὺς, ὅτι ἐνε‐ παίχθη ὑπ’ αὐτοῦ, ἐπὶ τὴν βασιλεύουσαν πόλιν ἐκίνησε, καὶ (163a) τὴν Ἄβυδον καταλαβὼν καὶ
35ἀντιπεράσας λαὸν ἄπειρον καὶ πρὸς τὴν πόλιν ἐξορ‐ μήσας, γράφει πρὸς Σουλειμᾶν, τὸν πρωτοσύμβουλον, ἐλθεῖν ἐν τάχει μετὰ στόλου. (2) Καὶ τῷ Αὐγούστῳ μηνὶ παρακαθίσας τῇ πόλει καὶ τὸ χερσαῖον τεῖχος περιχαρακώσας, ἐλυ‐
40μαίνετο σφόδρα τὰ Θρᾳκῷα μέρη. (3) Τῇ δὲ πρώτῃ τοῦ Σεπτεμβρίου μηνὸς ἀνέλαβεν ὁ Σουλειμᾶς, ἔχων εὐμεγέθεις ναῦς τριήρεις καὶ δρόμωνας μεγάλους πάνυ χιλίους ὀκτακοσίους. (4) Ὁ δὲ βασιλεὺς, τὰς ἐμπυρίους ναῦς κατ’
45αὐτῶν ἐκπέμψας μετὰ τοῦ ὑγροῦ πυρὸς, πυριαλώ‐
τους ἐποίησε τὰς πλείστας ναῦς ἐκείνας· αὐτίκα γοῦν923

110

.

925

αἱ μὲν εἰς τὰ παράλια τείχη πυρπολούμεναι προσ‐ απεῤῥίφησαν, αἱ δὲ εἰς τὸν βυθὸν αὔτανδρα συνοθού‐ μεναι κατεποντίσθησαν, αἱ δὲ μέχρι τῆς Ὀξείας νήσου καὶ τῆς Πλάτης ἀπηνέχθησαν καταφλεγόμε‐
5ναι. Κἀντεῦθεν τοίνυν οἱ μὲν τῆς πόλεως, θάρσος λαβόντες, τῶν πολεμίων μεγάλως καταπτοηθέν‐ των. ΣΝʹ. Περὶ τῆς νόσου ἐαρινῆς. Παραχειμάσαντες δὲ τῇ πόλει, τῷ ἐαρινῷ καιρῷ
10λοιμικὴ νόσος αὐτοῖς ἐνσκήψασα μετὰ καὶ λιμοῦ, πλῆθος ἀναρίθμητον ἐξ αὐτῶν διέφθειρεν. 638 (2) Ἐξ ὧν οἱ περιλειφθέντες, πόλεμον μετὰ Βουλγάρων ἐν τῇ Θρᾴκῃ συνάψαντες, ἀνῃρέθησαν χιλιάδες κβʹ.
15(3) Τῇ δὲ ιεʹ τοῦ Αὐγούστου μηνὸς ἐκ τῆς πόλεως ἀπάραντες, καὶ ἀνέμου σφοδροτάτου πνεύσαντος, οἱ μὲν ἐν Προικοννήσῳ καὶ ταῖς ἄλλαις ἀκταῖς ἀπώ‐ λοντο, οἱ δὲ ἐκβυθίσαντες ἀθρόως, ἐπελθὸν νέ‐ φος χαλάζης πλῆρες τετριγὸς ὀλέθριον μετὰ βι‐
20αίου ἀνέμου, ὑποβρύχιοι πάντες ἐγένοντο· διεσώ‐ θησαν δὲ παραδόξως ἐκ τῶν ͵αωʹ εʹ μόνα πλοῖα, ἃ καὶ ἀπήγγειλαν εἰς τὰ ἴδια τὴν τῶν Ῥωμαίων νί‐ κην καὶ τὴν ἑαυτῶν πανολέθριον κατάπτωσιν. (4) Σέργιος δὲ στρατηγὸς Σικελίας, ἀκούσας ὅτι
25οἱ Ἀγαρηνοὶ ἐκπορθοῦσι τὴν πόλιν, ἔστεψε βασι‐ λέα ἐκ τῶν ἀνθρώπων αὐτοῦ, (ὀνόματι) Βασίλειον, ᾧ ἐπώνυμον Ὀμαγούλου, ποιήσας καὶ προβολὰς ἀρχόντων. Ὁ δὲ βασιλεὺς, ταῦτα ἀκηκοὼς, ἀπέ‐ στειλεν (ἐκεῖσε) Παῦλον μετὰ κελεύσεων καὶ στόλου.
30Μαθόντες οὖν οἱ Σικελιῶται, ὅτι κατετροπώθησαν οἱ Σαρακηνοὶ, καὶ Λέων βασιλεύει, τόν τε Βασίλειον καὶ τοὺς λοιποὺς ἄρχοντας παραδεδώκασι τῷ Παύλῳ. καὶ πάντας ὁμοῦ ἐπὶ τὸ αὐτὸ ἀπεκεφάλισεν ὡς ἀντάρτας.
35639 (5) Νικήτας δὲ (ὁ πατρίκιος) ὁ Ξυλι‐ νίτης μετὰ καὶ ἑτέρων πατρικίων τὸν Τέρβελιν διὰ γραμμάτων καὶ πολλῶν χρημάτων καὶ δώρων δεξιωσάμενοι, παρώρμησαν ἐλθεῖν κατὰ Λέοντος, οὕς τινες τῶν Βουλγάρων παραδεδώκασι καταμη‐
40νύσαντες τῷ βασιλεῖ, καὶ πάντας ἐν φόνῳ μαχαίρας ἀνεῖλεν.925

110

.

928

(6) Ἔστεψε δὲ Λέων Κωνσταντῖνον, τὸν υἱὸν αὐτοῦ, ἐν τῷ τριβουναλίῳ τῶν ιθʹ ἀκουβιτόρων. (7) Ἐβάπτισε δὲ καὶ τοὺς Ἑβραίους [καὶ τοὺς Μοντανοὺς] ἀναγκαστῶς, ὥστε λέγεσθαι ἔκτοτε
5τοὺς Ἑβραίους καὶ Μοντανούς. (8) Ἰωάννην τε τὸν Δαμασκηνὸν, ὃν καὶ Χρυ‐ σοῤῥόαν ἐκάλουν διὰ τὴν ἐνοῦσαν αὐτῷ σοφίαν, ἐξο‐ ρίσας Μανσοὺρ ἐπωνόμασεν, ὅ ἐστι βλάσφημος. (9) Ἐνυμφεύσατο δὲ εἰς τὸν υἱὸν Κωνσταν‐
10τῖνον τὴν θυγατέρα τοῦ χαγάνου τῶν Σκυθῶν δυ‐ νάστου, Χριστιανὴν ποιήσας καὶ Εἰρήνην ἐπονομά‐ σας, ἥτις, μαθοῦσα τὰ ἱερὰ γράμματα, διέπρεπεν ἐν εὐσεβείᾳ, τὴν τῶν ἀθέων δυσσέβειαν ἐλέγχουσα. (10) Πολλὰ δὲ τῇ Ῥώμῃ κακὰ ἐνεδείξατο διὰ
15τὸν πάπαν, καὶ πάκτα ἐτήσια ταῖς ἐκκλησίαις διε‐ τάξατο τελεῖν. 640 (11) Ἐστράτευσαν δὲ καὶ οἱ Ἀγαρηνοὶ κατὰ πάσης Ῥωμανίας (165b), καὶ πολλὴν αἰχμα‐ λωσίαν λαβόντες ὑπέστρεψαν.
20(12) Ἐν τούτοις ὁ παμμίαρος Λέων τελευτᾷ, νόσῳ δυσεντερίας τὴν ψυχὴν ἀποῤῥήξας. ΣΝΑʹ. Περὶ τοῦ ἐλεήμονος ἀνδρὸς καὶ πόρνου. Ἐφ’ ὧν χρόνων ὑπῆρχεν ἐν ΚΠ. ἄνθρωπός τις διαβόητος καὶ περιφανὴς ἄγαν καὶ πλούσιος σφόδρα,
25φιλόπτωχος καὶ ἐλεήμων ἄκρως· εἶχε δὲ ἐξ ἐνερ‐ γείας τοῦ πονηροῦ τὸ πάθος τῆς πορνείας. Εἰς γῆ‐ ρας οὖν ἐλθὼν καὶ μήτε τῆς πολλῆς καὶ καθ’ ὑπερ‐ βολὴν ἐλεημοσύνης σχολάσας, μήτε μὴν ἐκ τῆς πορνείας διὰ τὴν χρόνιον καὶ κακίστην συνήθειαν
30ἐκκόψας, ἐτελεύτησεν αἰφνίδιον. Ζητήσεως δὲ γενο‐ μένης περὶ αὐτοῦ παρά τε τοῦ πατριάρχου Γερμα‐ νοῦ καὶ τῶν ἐπισήμων ἐπισκόπων, καὶ τῶν μὲν λε‐ γόντων εὐθέως διὰ τὸ γεγράφθαι· «Λύτρον ψυχῆς ἀνδρὸς ὁ ἴδιος πλοῦτος·» —ἐξ ἰδίων γὰρ
35καὶ δικαίων πόνων, καὶ οὐκ ἐξ ἀλλοτρίων καὶ ἀδίκων ἐποίει τὴν ἐλεημοσύνην· —τῶν δὲ μὴ παραδεχομέ‐ νων, ἀλλ’ ἀντιλεγόντων ὡς ἄμωμον εἶναι χρὴ τὸν δοῦλον τοῦ Θεοῦ καὶ τέλειον· γέγραπται γάρ· «Ἐάν τις ὅλον τὸν νόμον πληρώσῃ, πταίσῃ δὲ ἐν
40ἑνὶ, γέγονε πάντων ἔνοχος·» καί· «Ἐν ᾧ εὕρω σε, κρινῶ σε, φησὶν ὁ Θεός.» Καὶ ἐκηρύχθη νηστεία καὶ προσευχὴ ὑπὸ τοῦ πατριάρχου, καὶ ἐδήλωσεν εἰς ὅλα τὰ μοναστήρια καὶ ἡσυχαστήρια δεηθῆναι τοῦ Θεοῦ τοῦ γνωρίσαι αὐτοῖς διά τινος ἀποκαλύ‐
45ψεως τὰ περὶ τοῦ ἀνθρώπου τούτου· οὗπερ γενομέ‐ νου ἀπεκάλυψεν ἐγκλείστῳ τινὶ μεγάλῳ καὶ θεοφόρῳ
πῶς καὶ τυγχάνει ὁ ἄνθρωπος. Καὶ δὴ μεταστειλά‐927

110

.

929

μενος αὐτίκα τὸν πατριάρχην διηγήσατο μετὰ πολ‐ λῶν δακρύων ἐνώπιον παντὸς τοῦ λαοῦ λέγων οὕτως· «Θεωρῆσαί μοι τῇ νυκτὶ ταύτῃ προσευχομένῳ κατὰ θείαν ἔκστασιν τόπον τινὰ, ἐκ δεξιῶν μὲν
5ἔχοντα παράδεισον ἀνεξήγητον κάλλος περικείμενον, ἐξ εὐωνύμων 641 δὲ κάμινον, ἧς ἡ φλὸξ μέχρι τῶν νεφελῶν ἀνήρχετο, καὶ τὸν τελευτήσαντα πλού‐ σιον τοῦτον μέσον τοῦ παραδείσου καὶ τῆς φοβερᾶς ἱστάμενον καμίνου, καὶ πολλὰ στενάζοντα καὶ πυκνὰ
10πρὸς τὸν παράδεισον ἀποβλέποντα ἐν τῷ οὖν στε‐ νάζειν αὐτὸν καὶ ὀδύρεσθαι, ὁρῶ τινα λαμπροφόρον ἐπιστάντα καὶ λέγοντα πρὸς αὐτόν· «Τί μάτην στε‐ νάζεις, ἄνθρωπε; ἰδοὺ γὰρ διὰ τὴν ἐλεημοσύνην σου ἐλυτρώθης τῆς γεέννης, διὰ δὲ τὸ μὴ ἀποστῆναί σε
15τῆς ἀκαθάρτου καὶ βδελυρᾶς πορνείας, ἐστερήθης τοῦ παραδείσου.» —Καὶ ταῦτα ὅ τε πατριάρχης καὶ οἱ σὺν αὐτῷ ἀκούσαντες, φόβῳ μεγάλῳ συσχε‐ θέντες, πρὸς ἀλλήλους ἔλεγον· «Δίκαιος εἶ, Κύ‐ ριε, καὶ εὐθεῖς αἱ κρίσεις σου.» Δικαίως οὖν καὶ ὁ
20Ἀπόστολος ἔλεγε· «Φεύγετε τὴν πορνείαν· πᾶν ἁμάρτημα ὃ ἐὰν ποιήσῃ ἄνθρωπος, ἐκτὸς τοῦ σώ‐ ματός ἐστιν· ὁ δὲ πορνεύων εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει.» Καὶ γὰρ ὁ Θεὸς ἐν τῷ νόμῳ παρεγγυᾷ φάσκων· «Γίνεσθε ἅγιοι, ὅτι ἐγὼ ἅγιός εἰμι·» καί·
25«Οὐ πορνεύσῃς, οὐ μοιχεύσῃς·» καί· «Οὐκ ἔσται πορ‐ νεία ἀπὸ θυγατέρων Ἰσραὴλ, καὶ οὐκ ἔσται πορνεία ἀπὸ υἱῶν Ἰσραήλ.» —Ποῦ νῦν εἰσιν οἱ λέγοντες, ὅτι Κἂν πορνεύσω, ποιῶ ἐλεημοσύνην, καὶ σώζομαι; Ὁ γὰρ ὄντως ἐλεήμων ἑαυτὸν ὀφείλει πρῶτον
30ἐλεῆσαι· γέγραπται γάρ· «Διώκετε τὴν ἐλεη‐ μοσύνην καὶ τὸν ἁγιασμὸν, ὧν χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον.» Οὐκοῦν οὐδὲν ὠφελήσει τὸ ἀργύριον διδόμενον ἐκ χειρῶν ῥυπαρῶν καὶ ψυχῆς ἀμετανοήτου (164a) καὶ μεμολυσμένης καὶ διεφθαρμένης ὑπὸ τῶν ἀκαθάρτων ἔργων.
35ΣΝΒʹ. Περὶ δεσμοῦ. Ἐγένετο δὲ καὶ ἐν τῇ μεγάλῃ Ῥώμῃ κατὰ ταύτας τὰς ἡμέρας τι τοιοῦτον· Μοναχός τις ἀφω‐ ρισμένος ὑπὸ Γρηγορίου τοῦ πάπα 642 ὡς παρὰ γνώμην τοῦ ἡγουμένου αὐτοῦ καὶ παρὰ τὸν θεσμὸν
40τοῦ μοναστηρίου τοῦ αὐτοῦ Γρηγορίου ποιήσας. Μετ’ ὀλίγας οὖν ἡμέρας ἐτελεύτησεν ὁ ἀφορισθεὶς μοναχός· ὅπερ ἀκούσας ὁ πάπας μεγάλως ἐλυπήθη, ὅτι ἀπῆλθε δεδεμένος· καὶ γράψας ἐν χάρτῃ εὐχὴν λύουσαν αὐτὸν τοῦ δεσμοῦ, ἔδωκέ τινι τῶν διακόνων
45εἰπών· «Ἄπελθε, καὶ ἀνάγνωθι αὐτὴν ἐν τῷ τάφῳ τοῦ τεθνεῶτος ἀδελφοῦ.» Καὶ τούτου γενομέ‐ νου θεωρεῖ ὁ ἡγούμενος κατ’ ὄναρ τὸν ἀδελφὸν, καὶ λέγει αὐτῷ· «Λύπην ἔχομεν περὶ σοῦ, ἀδελφὲ, ὅτι δεδεμένος ἐτελεύτησας· εἰπὲ οὖν ἡμῖν πῶς ὑπάρ‐

110

.

929

(50)

χεις.» Ὁ δὲ ἀποκριθεὶς εἶπεν· «Ὄντως, πάτερ,
εἰς φυλακὴν ἤμην ἕως τῆς χθές· σήμερον δὲ διὰ929

110

.

932

τοῦ Χριστοῦ ἐλύθην.» Ὅπερ ἐξηγησάμενος ὁ ἡγού‐ μενος τῷ πάπᾳ, ἐγνώσθη πᾶσιν, ὅτι καθ’ ἣν ὥραν ὁ διάκονος ἀνέγνω τὴν εὐχὴν ἐπὶ τοῦ τάφου, τότε καὶ τοῦ δεσμοῦ ὁ ἀδελφὸς ἐλύθη· καὶ πάντες οἱ ἀκούσαντες «ἔδωκαν δόξαν τῷ Θεῷ τῷ διδόντι
5τοιαύτην ἐξουσίαν τοῖς ἑαυτοῦ δούλοις.» (2) Διὰ δὴ τοῦτο ὁ μέγας Χρυσόστομός φησιν· «Ἡμεῖς μὲν κατὰ τὸν ἐκκλησιαστικὸν θεσμὸν τὰ δεσμὰ περιβάλλομεν· εἰ δέ τις καταφρονείη τούτων, ἐπιστήσεται ὁ τοῦ θανάτου καὶ τῆς κρίσεως καιρὸς,
10διδάσκων αὐτὸν ὡς ἀψευδὴς ὁ λόγος τοῦ Κυρίου καὶ ὁ νόμος τῆς αὐτοῦ Ἐκκλησίας· ὅθεν λοιπὸν ἐγὼ μὲν ἀνεύθυνός εἰμι, τὸ γὰρ ἐμαυτοῦ πεποίηκα· ἐκεῖνος δὲ τὸν θεῖον ζυγὸν ἀποῤῥίψας καὶ τὰ ἱερὰ δεσμὰ διαῤῥήξας, ὁ λόγος αὐτῷ πρὸς τὸν ἐμοὶ κε‐
15λεύσαντα δῆσαι· οὐδὲ γὰρ, βασιλέως προκαθημέ‐ νου, 〈εἰ〉 τῶν παρεστώτων δορυφόρων τις ἐπετράπη δῆσαι τῶν ὑπηκόων καὶ τὰ δεσμὰ περιβαλεῖν, ἐκεῖνος δὲ οὐ μόνον ἀπώσατο τοῦτον, ἀλλὰ καὶ τὰ δεσμὰ διαῤῥήξειεν, οὐχ ὁ δορυφόρος ἐστὶν ὁ τὴν
20ὕβριν ὑποίσας, ἀλλ’ ὁ κελεύσας βασιλεύς· καὶ μάλα εἰκότως τὰ λοιπὰ εἰς τοὺς διδασκάλους γινόμενα προσοικειούμενος ὁ παμβασιλεὺς Κύριος, αὐτὸς ὡς τετιμημένος ἢ ὑβρισμένος διακείσεται.» 643 ΣΝΓʹ. Βασιλεία Κωνσταντίνου τοῦ
25Κοπρωνύμου. Μετὰ δὲ Λέοντα τὸν Ἴσαυρον, ὅστις ἐβασίλευ‐ σεν ἔτη κδʹ, ἐβασίλευσε Κωνσταντῖνος ὁ Καβαλινὸς, ὁ υἱὸς αὐτοῦ, ἔτη λδʹ, ἐκ δεινοτάτου λέοντος φανεὶς ποικιλότροπος πάρδαλις· «ἐκ σπέρματος
30ὄφεων ἀσπὶς (δεινὴ ἐξελεύσεται) καὶ ὄφεις πε‐ τάμενοι (φησὶν ὁ προφήτης, οἷος αὐτὸς γέγονεν ὁ ἐκ Δὰν Ἀντίχριστος). Οὗτος, τὴν πατρῴαν βασιλείαν τε καὶ δυσσέβειαν ἐκδεξάμενος, πλεῖον (καὶ μᾶλλον) ἐκ (τῆς) τοῦ Θεοῦ (καὶ τῆς Θεομήτορος,
35καὶ πάντων τῶν ἁγίων) διίστατο· κἀντεῦθεν λοιπὸν μαγείαις καὶ δαιμόνων ἐπικλήσεσι καὶ ἄλλοις πονηροῖς ἐπιτηδεύμασι χαίρων καὶ σχολάζων, (ἐξαίρετον) ὄργανον (καὶ λίαν) ἐπιτήδειον τοῦ πατρὸς αὐτοῦ καὶ διδασκάλου γέγονε διαβόλου·
40(καὶ γὰρ εἰς τοσαύτην ἀπόνοιαν καὶ παραπληξίαν ἐξώκειλεν) ὡς καὶ θεσμὸν καθολικὸν (ἐπὶ λαοῦ) ἐκ‐ θέσθαι, μὴ λέγεσθαί τινα (τῶν θεραπόντων τοῦ Κυρίου) τοπαράπαν ἅγιον, ἀλλὰ καὶ τὰ λείψανα τούτων εὑρισκόμενα διαπτύεσθαι, καὶ μηδὲ πρε‐
45σβείαν αὐτῶν ἐξαιτεῖν· οὐδὲν γὰρ ἰσχύουσιν· (εἶτα) προσθεὶς ὁ ἀνόσιος (164a) (καὶ παμβέβηλος λέγει)· «Μηδὲ τὴν τῆς Μαρίας ἐπικαλείσθω τις
πρεσβείαν· οὐ γὰρ δύναταί τι· μηδὲ Θεοτόκον931

110

.

933

αὐτὴν ὀνομάζεσθαι καὶ δὴ λαβὼν ἐν χειρὶ βαλάν‐ τιον πλῆρες 644 χρυσίου, καὶ ὑποδείξας» αὐτὸ πᾶσιν, ἤρετο· «Τίνος ἐστὶν ἄξιον; Τῶν δὲ «πολ‐ λοῦ» εἰπόντων, κενώσας τὸ χρυσίον πάλιν ἤρετο·
5«Τίνος ἐστὶν ἄξιον;» Καὶ λέγουσιν· «Οὐδενός.» —«Οὕτως,» ἔφη, «καὶ ἡ Μαρία·» —(οὐ γὰρ Θεοτόκον ὁ ἄθλιος ἠξίου λέγειν· —«ἕως μὲν εἶχε τὸν Χριστὸν ἐν ἑαυτῇ, τετιμημένη ἦν· ἀφ’ οὗ δὲ τοῦτον ἀπέτεκεν, οὐδὲν τῶν λοιπῶν γυναικῶν διενήνοχεν·» (ὦ τῆς βλασφημίας!) φεῖσαι ἡμῶν,
10Κύριε. (2) Φεῦ τῆς τολμηρᾶς δυσφημίας τοῦ σαρακη‐ νοπίστου καὶ ἰουδαιόφρονος· οὐ γὰρ Χριστιανός, — μὴ γένοιτο! —ἀλλὰ Παυλικιανὸς ἢ—τό γε ἀληθέ‐ στερον εἰπεῖν—εἰδωλολάτρης καὶ δαιμόνων ὑπη‐
15ρέτης καὶ ἀνθρωποθύτης· τὴν μὲν γὰρ πανάχραντον Θεοτόκον καὶ τοὺς ἁγίους ὁ ἐναγὴς καὶ ἄθεος ἐκτρεπόμενος, τὴν παρ’ Ἕλλησι τιμωμένην Ἀφρο‐ δίτην καὶ τὸν Διόνυσον ἐθρήσκευεν ὁ νέος Ἰουλιανὸς καὶ ἀνθρωποθυσίας αὐτοῖς ἀνέφερε πέραν τῆς
20πόλεως, ἔνθα τῆς ἁγίας Μαύρας τῆς μάρτυρος ἦν ὁ ναὸς, ὅνπερ ὁ μισάγιος ἐκδαφίσας καὶ φονευτήριον ποιήσας, Μαῦραν ὠνόμασε τὸν τόπον, ἐν ᾧ καὶ τὰς πρὸς τοὺς δαίμονας τελετὰς νύκτωρ ποιούμενος, παῖδας κατέσφαττε· καὶ μαρτυρεῖ
25τὸ πρὸς θυσίαν σφαγισθὲν τοῦ Σουφλαμίου παιδά‐ ριον, ὅπερ ὁ δαιμονιώδης ἐν παραβύστῳ ποιήσας, ἔκδηλον ὁ Θεὸς τοῖς πολλοῖς τοῦτο πεποίηκε. (3) Ἐκ τούτων οὐ μικρά τις ἀθυμία τοὺς Χρι‐ στιανοὺς κατέλαβεν, ὥστε πάντας μισῆσαι αὐτὸν,
30καὶ Ἀρταβάσδῳ κουροπαλάτῃ καὶ γαμβρῷ ἐπὶ ἀδελφῇ αὐτοῦ προστεθῆναι (τῷ μίσει αὐτοῦ). Ἐξελ‐ θὼν γὰρ Κωνσταντῖνος ἐν τοῖς μέρεσι τοῦ Ὀψι‐ κίου κατὰ Ἀράβων, Ἀρταβάσδου μετ’ αὐτοῦ ὄν‐ τος, ὑπεβλέποντο ἀλλήλους.
35645 (4) Καὶ συμβολῆς γενομένης μετ’ ἀλλή‐ λων, καὶ τοῦ Βισὴρ καὶ τοῦ συμμύστου Κωνσταν‐ τίνου σφαγέντος παρὰ Ἀρταβάσδου, Κωνσταντῖνος φοβηθεὶς ἔφυγεν εἰς τὸ Ἀμώριον. (5) Ἐντεῦθεν μάχαι μεταξὺ αὐτῶν δεινόταται
40γεγόνασι· Ἀρτάβασδος δὲ, Θεοφάνην μάγιστρον, φίλον αὐτοῦ ὄντα καὶ τότε ἐκπροσωποῦντα ἐν τῇ πόλει, ἔγραψε δέξασθαι αὐτόν. Καὶ δεχθεὶς ὑπὸ τῶν θεμάτων ἀνηγορεύθη βασιλεύς· εἰσελθὼν δὲ ἐν τῇ πόλει πᾶς ὁ λαὸς σὺν τῷ ψευδωνύμῳ πατριάρχῃ
45Ἀναστασίῳ, ἀνεθεμάτισαν Κωνσταντῖνον, Ἀρτά‐ βασδον δὲ ὀρθόδοξον βασιλέα ἀνεκήρυξαν.
(6) Καταλαβὼν καὶ Κωνσταντῖνος ἐν Χρυσο‐933

110

.

936

πόλει μετὰ λαοῦ καὶ μηδὲν ἀνύσας, ἀνέστρεψε πάλιν εἰς τὸ Ἀμώριον. (7) Ὁ δὲ Ἀρτάβασδος τὰς ἱερὰς εἰκόνας πανταχοῦ ἀνεστήλωσε, καὶ τὸν πρὶν αὐτῆς κόσμον
5ἡ Ἐκκλησία ἀπέλαβεν. Ἀναστάσιος δὲ ὁ πατριάρχης κρατήσας τὰ τίμια ξύλα ὤμοσεν ἐν τῷ ἄμβωνι ἑστὼς, ὅτι «Μὰ τὸν προσηλωθέντα ἐν τούτοις, οὕτως μοι εἶπε Κωνσταντῖνος ὁ βασιλεὺς, ὅτι μὴ λογίσῃ Υἱὸν Θεοῦ εἶναι (τὸν Χριστὸν), ὃν ἔτεκεν (ἡ)
10Μαρία, εἰ μὴ ψιλὸν ἄνθρωπον, ὡς ἔτεκέ με ἡ μήτηρ μου Μαρία.» Καὶ τοῦτο ἀκούσαντες οἱ λαοὶ ἀνεθεμάτισαν αὐτόν. (8) Ὁ δὲ Ἀρτάβασδος ἐξελθὼν ἐστρατολόγει. Κωνσταντῖνος δὲ, τοῦτο μαθὼν, ἐκίνησε κατ’ αὐτοῦ,
15καὶ συμβαλὼν μετ’ αὐτοῦ πόλεμον τρέπει αὐτόν· καὶ καταλαβὼν τὴν Κύζικον ἐν τῇ πόλει διασώ‐ ζεται. 646 (9) Ὁ δὲ Κωνσταντῖνος, ἐν Χαλκηδόνι ἐλθὼν, ἀντεπέρασεν ἐν τοῖς Θρᾳκῴοις μέρεσι, καὶ
20τῷ χερσαίῳ τείχει παρακαθίσας, διέδραμεν ἕως τῆς Χρυσῆς πόρτης (165a) ἐπιδεικνύων ἑαυτὸν τοῖς ὄχλοις. (10) Ὁ δὲ Ἀρτάβασδος, ἀνοίξας τὰς πόρτας καὶ συμβαλὼν πάλιν πόλεμον, ἡττήθη κατὰ κράτος.
25(11) Τοῦ δὲ Κωνσταντίνου τὰ πλοῖα κρατήσαντος, ἐγένετο λιμὸς ἰσχυρὸς ἐν τῇ πόλει, ὥστε πραθῆναι τὸν μόδιον τῆς κριθῆς νομισμάτων ιβʹ καὶ τὰ λοιπὰ (εἴδη) ὁμοίως. Τοῦ δὲ λαοῦ θνήσκοντος καὶ ἀπολλυμένου, ἠναγκάσθη Ἀρτάβασδος ἀπολύειν καὶ
30ἐξέρχεσθαι (αὐτοὺς) ἐκ τῆς πόλεως. (12) Νικήτας δὲ, ὁ υἱὸς Ἀρταβάσδου, ἐπισυνά‐ ξας λαὸν ἱκανὸν ἦλθεν ἕως Χρυσοπόλεως. Καὶ (διὰ) περάσας ὁ βασιλεὺς ἐδίωξεν αὐτὸν, καὶ καταλαβὼν ἐχειρώσατο. Καὶ τοῦτον πεδήσας ἦλθε διὰ τάχους,
35καὶ τῷ πατρὶ ὑπεδείκνυσεν. (13) Ἄφνω δὲ παραταξάμενος διὰ τοῦ χερ‐ σαίου τείχους τὴν πόλιν παρέλαβε· καὶ Ἀρτάβα‐ σδον χειρωσάμενος καὶ τὸν πατρίκιον Βακτά‐ γιον, τὸν μὲν Ἀρτάβασδον σὺν τοῖς δυσὶν
40υἱοῖς αὐτοῦ ἐτύφλωσε, τοῦ δὲ Βακταγίου χεῖρας καὶ πόδας ἐκκόψας ἐν τῷ Κυνηγίῳ ἀπεκεφάλισε· πολλοὺς δὲ καὶ ἄλλους τῶν προὐχόντων ἀνεῖλε, καὶ τὰς οὐσίας αὐτῶν ἐδήμευσεν. (14) Ἱππικὸν δὲ ποιήσας, εἰσήγαγε τὸν Ἀρτά‐
45βασδον σὺν τοῖς υἱοῖς αὐτοῦ ἅμα τῷ πατριάρχῃ Ἀναστασίῳ καὶ τοῖς φίλοις αὐτοῦ τοῦ πα‐ τριάρχου ἐπὶ ὄνου ἀντιστρόφως καθεζομένου (καὶ
πομπευομένου).935

110

.

937

(15) Οὗτος γὰρ, περιπατῶν ὄπισθε Γερμανοῦ τοῦ πατριάρχου σύγκελλος ὢν, ἐπάτησε τὸ ὠμόφορον αὐτοῦ. Ὁ 647 δὲ ἐπιστραφεὶς ἔφη αὐτῷ· «Μὴ σπεῦδε, τὸ διίππιον ἐκδέχεταί σε.»
5(16) Πάλιν δὲ Κωνσταντῖνος, ὡς ὁμόφρονα αὐ‐ τοῦ, ἐν τούτοις ἐκφοβήσας, ἐν τῷ θρόνῳ τῆς ἱερω‐ σύνης ἐκάθισεν. (17) Ἐφ’ οὗ ἤρξαντο ἀθρόως καὶ ἀοράτως σημεῖα ἔν τε τοῖς ἀνθρώπων ἱματίοις γίνεσθαι καὶ
10εἰς τὰ τῶν ἐκκλησιῶν ἱερὰ ἐνδύματα, σταυροὶ ἐλαιώδεις πλεῖστοι. Καὶ οὕτω κατέλαβεν ἡ θεομηνία τοῦ βουβῶνος λοιμικὴ νόσος, οὐ μόνον τοὺς ἐν τῇ πόλει, ἀλλὰ καὶ τοὺς ἐν τῇ περιχώρῳ δεινῶς ὀλο‐ θρεύουσα. Καὶ πρὸς τούτοις ἐγίνοντο φαντασίαι
15τινὲς εἰς πολλοὺς τῶν ἀνθρώπων καὶ δείματά τινα ἐξαίσια, ἃ οἱ ὁρῶντες ἐτελεύτων· γινόμενοι γὰρ ἐν ἐκστάσει ἐνόμιζον ξένοις τισὶ καὶ βριαροῖς προσ‐ ώποις [συν]οδεύειν, (ἢ) καὶ τοὺς ἀπαντῶντας ὡς φίλους δῆθεν προσαγορεύοντες διελέγοντο. (Καὶ
20ταῦτα μὲν ἐν τῷ χειμῶνι γέγονε.) (18) Ἐν δὲ τῷ ἐαρινῷ καιρῷ τοσοῦτον ἐπέ‐ τεινεν ἡ νόσος, ὥστε καὶ ὁλοκλήρους οἴκους τέλειον κλεισθῆναι, (ὅθεν ἐκ πολλῆς περιστάσεως εἰς ἄλογα καὶ ἁμάξας ἐπιστοιβάζοντες αὐτοὺς ἐξεκόμιζον. Ἐν
25δὲ τῷ πληρωθῆναι τὰ ἐν τῇ πόλει ἅπαντα καὶ ἀμ‐ πελῶνας κατασκαφῆναι, συνέβη καὶ τοὺς ἔνδον τῶν παλαιῶν τειχῶν κήπους εἰς τὴν τοιαύτην προσχω‐ ρῆσαι ταφὴν τῶν ἀνθρώπων) καὶ μὴ εἶναι τοὺς ὀφείλοντας θάπτειν τοὺς νεκρούς. Παντὸς δὲ οἴκου
30διαφθαρέντος διὰ τὴν ἀσέβειαν τοῦ τυράννου, πάντα τὸν πλοῦτον τῶν οἰκητόρων τῆς πόλεως εἰσκομίσας ἐν τῷ παλατίῳ 648 ἀπέθετο. (Ἔφθασε δὲ καὶ ἡ ὀργὴ εἰς Ἀναστάσιον τὸν ἀνίερον· καὶ οἰκτί‐ στῳ πάθει, τῷ λεγομένῳ χορδαψῷ, καταλύει τὸν
35βίον). (19) Ὁ δέ γε, τύραννος τὴν πόλιν ἐάσας, τὴν Νικομήδειαν καταλαμβάνει, καὶ ἐκεῖσε διέτριβε μέχρι πολλοῦ· καὶ ἀκούσας τῶν Σαρακηνῶν κατ’ ἀλλήλων μαχομένων, ἐκστρατεύει πρὸς τὰ μέρη τῆς
40Συρίας καὶ Γερμανίκειαν παρέλαβε, καὶ Θεοδοσιού‐ πολιν, καὶ Μελιτηνὴν, αἰχμαλωτίσας πάντας τοὺς ἐκεῖσε. (20) Καὶ διὰ τὴν τοιαύτην πρόφασιν τοῦ θα(165b)‐ νατικοῦ προσλαβόμενος τοὺς συγγενεῖς αὐτοῦ Ἀρ‐
45μενίους καὶ Σύρους αἱρετικοὺς, εἰς τὸ Βυζάντιον937

110

.

940

μετῴκισε (καὶ ἐν τῇ Θρᾴκῃ καὶ ἐν τῇ δύσει, οἳ μέχρι τοῦ νῦν τὴν αἵρεσιν τοῦ τυράννου διακρατοῦσι. Θεοπασχῖται κατὰ Πέτρον εἰσίν). (21) Ἐτέχθη δὲ τότε τῷ τυράννῳ υἱὸς ἐκ τῆς
5τοῦ χαγάνου Χαζαρίας θυγατρὸς, ὃν ἐπωνόμασε Λέοντα. (22) Ἐπαρθεὶς δὲ τῷ φρονήματι ὁ ἄθεος διὰ τὴν παρ’ αὐτοῦ γενομένην νίκην, ἐπανελθὼν ἐν τῇ πόλει, σύνοδον συναθροίζει κατὰ τῶν ἁγίων εἰκόνων
10ἐν Βλαχέρναις, ἐν ᾗ πολλὰ κατὰ τοῦ Κυρίου κε‐ νολογήσαντες οἱ ἱερεῖς τῆς αἰσχύνης καὶ τὰς μιαρὰς αὐτῶν χεῖρας εἰς ὕψος ἄραντες καὶ ἀλαλάξαντες, ἔῤῥηξαν τὴν ἐλεεινὴν ἐκείνην φωνὴν λέγοντες· «Σήμερον σωτηρία τῷ κόσμῳ γέγονεν, ὅτι σὺ,
15βασιλεῦ, ἐλυτρώσω ἡμᾶς ἐκ τῶν εἰδώλων.» 649 (23) Ὢ τῆς ἐσχάτης καὶ τολμηρᾶς αὐ‐ θαδείας, καὶ ἀπονοίας, καὶ βλασφημίας τῶν χριστο‐ μάχων ἱεροκαπήλων καὶ τῆς ἀκολάστου γνώμης αὐτῶν καὶ γλώσσης! Εἰ γὰρ ὁ τῆς ἀσεβείας αἴτιος
20καὶ πρόμαχος οὗτος αἴτιος τῆς τῶν εἰδώλων κα‐ θαιρέσεως, μάτην ἄρα γέγονεν ἡ τοῦ Χριστοῦ ἐναν‐ θρώπησις, κενὴ δὲ καὶ ἡ τῶν ἀποστόλων διδασκα‐ λία. (24—25) Φυσηθεὶς οὖν ὁ δείλαιος ἐπὶ τῇ ἀπηχε‐
25στάτῃ φωνῇ ταύτῃ, προσέθετο καὶ ἕτερον παράνομον εἶδος· ἀνελθὼν (γὰρ ἀθέσμως καὶ ἀνιέρως) ἐν τῷ ἄμβωνι χειροκρατῶν Κωνσταντῖνον, ἐπίσκοπον Συλαίου γενόμενον, ἐξεφώνησε μετὰ κραυγῆς με‐ γάλης· «Κωνσταντίνου οἰκουμενικοῦ πατριάρχου
30πολλὰ τὰ ἔτη.» (Ποιήσας αὐτὸν δῆθεν πατριάρχην ὁ πεφενακισμένος καὶ ματαιόφρων ἐξ ὑποβολῆς τῶν ἀνιέρων χριστεμπόρων). (26) Περὶ ὧν δικαίως λέξειεν ὁ μὲν Ἰεζεκιὴλ τάδε· Λέγει Κύριος· «Οἱ ἱερεῖς ἠθέτησαν νόμον
35μου καὶ ἐβεβήλωσαν· τὰ ἅγιά μου οὐ διέστει‐ λαν, καὶ ἀναμέσον ἀκαθάρτου καὶ καθαροῦ οὐ διέκριναν·» ὁ δέ γε Δανιὴλ ἐμβριθέστερον στη‐ λιτεύει αὐτοὺς φάσκων· «Ἐξῆλθεν ἐκ πρεσβυ‐ τέρων κριτῶν ἀνόμων· οἳ ἐδόκουν τὸν λαὸν κυβερ‐
40νᾷν» ὄντως γὰρ ἀληθῶς οὗτοι «συνέλαβον πόνον καὶ ἔτεκον ἀνομίαν.» ἐπειδὴ τὰ τῆς ἱερωσύνης καὶ τοῖς θείοις κανόσιν ἀνακείμενα λαϊκοῖς χαριζόμε‐ νοι, ἐπέτρεπον ἐπὶ τέλος. Καὶ θαυμαστόν γε οὐδέν· οἳ γὰρ, τὸν Υἱὸν τοῦ Θεοῦ καταπατήσαντες διὰ τὴν
45πρὸς τὴν ἱερὰν αὐτοῦ εἰκόνα ὕβριν καὶ καθαίρεσιν, οὐ πεφρίκασι, πῶς ἂν τῆς ἱερωσύνης αὐτοῦ ἐφεί‐
σαντο; Τίς οὖν οὐκ ἐκπλαγείη ἐν τούτῳ καὶ φρί‐939

110

.

941

ξειεν, ἀκούων καὶ βλέπων τὸν ἀσπιδοφόρον ἱεροθέ‐ την καὶ τὸν πολέμοις ἐσχολακότα καὶ φόνοις ἱεροτελετήν; (27) Ἀλλ’ οὐ πολὺ τὸ ἐν μέσῳ καὶ ἄξιον (τῆς
5χειροτονίας) εἰς τὸν χειροτονηθέντα ὑπ’ αὐτοῦ διε‐ πράξατο ἔργον. Μαθὼν 650 γὰρ ἀκριβῶς ὁ ἀλάστωρ ὅτι (κρατήσας) ὁ πατριάρχης (τὰ τίμια ξύλα) πολλοὺς ἐπληροφόρησεν λέγων· «Μὰ τὸν προσηλωθέντα εἰς ταῦτα Κύριον, οὕτως μοι εἶπεν
10ὁ βασιλεὺς, ὅτι οὐκ ἔστι Θεὸς ὁ Χριστὸς, καὶ διὰ τοῦτο οὐδὲ Μαρίαν ἔχω Θεοτόκον,» ἐξεμάνη (σφό‐ δρα) κατ’ αὐτοῦ ὡς τὸ μυστήριον (τῆς βασιλείας) αὐτοῦ θριαμβεύσαντος. Καὶ ἐπιθεὶς αὐτῷ πολλὰς πληγὰς, ἐθριάμβευσεν (αὐτὸν) ἐπὶ λαοῦ καὶ ἱπποδρομίου (ἐμπαιζόμενον), ἐμπτυόμενον, συρό‐
15μενον. (28) Εἶτα ἀσφαλισάμενος (166a) αὐτὸν (ἔν τινι τόπῳ), ἀποστέλλει πρὸς αὐτὸν πατρικίους, καί φησι· «Τί λέγεις ἄρτι περὶ τῆς πίστεως ἡμῶν καὶ τῆς συνόδου, ἣν ἐποιήσαμεν;» Ὁ δὲ, ματαιωθεὶς ταῖς
20φρεσὶ (καὶ) οἰόμενος αὐτὸν πάλιν ἐξευμενίσασθαι, ἀποκριθεὶς εἶπε· Καλῶς πιστεύεις καὶ καλῶς τὴν σύνοδον ἐποίησας.» Οἱ δὲ ἐπιγελάσαντες (τῇ αὐτοῦ ἀνοίᾳ) εἶπον· Ἡμεῖς τοῦτο (καὶ) μόνον ἠθέλομεν (παρά σου) ἀκοῦσαι ἐκ τοῦ μιαροῦ σου
25στόματος· (ἀπὸ δὲ τοῦ νῦν ἄπελθε εἰς τὸ ἀνάθεμα καὶ εἰς τὸ σκότος).» Παραχρῆμα δὲ ἐξαγαγόντες αὐτὸν ἀπεκεφάλισαν, καὶ (τὴν κεφαλὴν αὐτοῦ ἐν τῷ Φόρῳ ἐκρέμασαν), τὸ (δὲ) σῶμα ἔῤῥιψαν εἰς τὰ Πελαγίου (σύροντες αὐτὸ), ἔνθα πρώην μὲν
30ὑπῆρχεν ὁ τῆς ἁγίας (μάρτυρος) Πελαγίας ναὸς, ὃν ὁ θεομισὴς καταλύσας καὶ τάφον καταδίκων ποιήσας, τὰ Πελαγίου ἐκάλεσεν), (οὕτως οὖν τὸν ὑπ’ αὐτοῦ χειροτονηθέντα καὶ δοξασθέντα πατριάρ‐ χην τιμήσας· φασὶ δὲ ὅτι καὶ ἀνέτεμον αὐτὸν οἱ ἰατροὶ πρὸς τὸ γνῶναι τὴν διάθεσιν καὶ κατασκευὴν
35τῶν ἀνθρώπων). (29) Ὁ δὲ τύραννος χειροτονεῖ ἀντ’ αὐτοῦ Νι‐ κήταν εὐνοῦχον Σκλάβον. 651 (30) Οὕτως δὲ Πέτρον τὸν ἱερὸν Στυλί‐ την μὴ πεισθέντα τοῖς αὐτοῦ πονηροῖς δόγμασι
40πολλὰ βασανίσας εἰς τὰ Πελαγίου συρόμενον ζῶντα ῥιφῆναι προσέταξε. (31) Ἰωάννην δὲ τὸν Δαμασκηνὸν, ὃν Χρυσοῤῥόαν ἐκάλουν διὰ τὴν ἐνυπάρχουσαν αὐτῷ σοφίαν, Μαν‐ σοὺρ ἐπωνόμασεν, ὅ ἐστι βλάσφημος, καὶ τὴν τῆς
45χειρὸς αὐτοῦ ἐκκοπὴν αὐτὸς κατεσκεύασεν, ἣν ἡ ἁγία Θεοτόκος ἀοράτως ἰάσατο. (32) Καὶ τὸν θεῖον Στέφανον, τὸν νέον, τὸν
ἐν τῇ ἀκρωρείᾳ τοῦ ὄρους Αὐξεντίου τοῦ θεοφόρου941

110

.

944

ποιήσαντα μʹ ἔτη ἐν οἰκίσκῳ σμικρῷ, πολλὰ τιμωρήσας, ἐπέτρεψε καὶ αὐτὸν ζῶντα συρέντα ῥιφῆναι εἰς τὰ Πελαγίου (ὡς οὐ μόνον ἀντιπί‐ πτοντα καὶ ἀντιμαχόμενον αὐτοῦ τῇ κακοδοξίᾳ,
5ἀλλὰ καὶ πολλοὺς μεταφέροντα πρὸς τὸν μονήρη βίον καὶ καταφρονεῖν πείθοντα τῶν βασιλικῶν ἀξιω‐ μάτων καὶ χρημάτων. Καὶ ἦν ἰδεῖν κατὰ πᾶσαν πόλιν καὶ χώραν θρῆνον ἐπὶ θρῆνον καὶ οὐαὶ ἐπὶ οὐαὶ παρὰ τῶν εὐσεβούντων· παρὰ δὲ τῶν ἀσεβούντων
10ἱερὰ πατούμενα καὶ σκεύη μεταποιούμενα, ἐκκλησίας τε ἀνορυττομένας καὶ θείας εἰκόνας πατουμένας). Πολλῶν τοίνυν ἀρχόντων καὶ στρατιω‐ τῶν διαβληθέντων εἰκόνας προσκυνεῖν, διαφόροις τιμωρίαις καὶ πικροτάταις αἰκίαις δεινῷ θανάτῳ
15παρέδωκεν. (33) Ἐστράτευσε δὲ κατὰ Βουλγάρων πεζῇ τε καὶ πλωῒ, (ἐξοπλίσας ἐκ τῶν θεμάτων) χελάνδια χίλια ἑξακόσια, ἐπὶ Ἀχελῶν ἀπέστειλεν· ἐν ταῖς ἀκταῖς προσορμισθέντα) καὶ τοῦ βοῤῥᾶ (βιαίως)
20πνεύσαντος, ἅπαντα μικροῦ δεῖν συνετρίβη· καὶ ἐπνίγη λαὸς ἀναρίθμητος. Ὅπερ μαθόντες οἱ Βούλ‐ γαροι πόλεμον πρὸς αὐτὸν συνάπτουσι; καὶ τὰ πλήθη αὐτῶν δεινῶς συγκοπέντα ὑπέστρεψαν μετ’ αἰσχύνης μεγάλης καὶ ἥττης. Τροπωσάμενος οὖν
25τοὺς Βουλγάρους, εἰσῆλθεν ἐν τῇ πόλει 652 καθω‐ πλισμένος τοῖς πολεμικοῖς ὅπλοις, θριαμβεύων δεδεμένους τοὺς Βουλγάρους. (34) Ἐφ’ οὗ χρόνου γέγονε (χειμὼν μέγας καὶ) ψύχος πικρὸν καὶ ἀνοιπῦστον, ὥστε (καὶ) τὴν
30ἀρκτῴαν τοῦ Πόντου θάλασσαν ἐπὶ μίλια ρʹ ἀπο‐ λιθωθῆναι καὶ πήχεις λʹ τὸ βάθος, οὗπερ χιονισθέντος ηὐξήθη ἐπὶ ἄλλας κʹ πήχεις τὸ ὕψος, ὥστε συναρ‐ μοσθῆναι τὴν θάλασσαν τῇ ξηρᾷ καὶ πεζοπορεῖσθαι ὕπερθεν τοῦ κρύους ὑπὸ ἀγρίων τε καὶ ἡμερῶν
35ζώων. (35) (166b) Τῷ δὲ Φεβρουαρίῳ μηνὶ κατὰ Θεοῦ κέλευσιν τοῦ τοιούτου πάγους εἰς πλεῖστα ὀρεο‐ φανῆ τμήματα διαιρεθέντος καὶ τῇ τῶν ἀνέμων βίᾳ ἐπὶ (Δαφνουσίου καὶ) τοῦ Ἱεροῦ κατενεχθέντος,
40(οὕτω) διὰ τοῦ στενοῦ ἐπὶ τὴν πόλιν ἔφθασαν, κἀκεῖ‐ θεν μέχρι τῶν νήσων καὶ Ἀβύδου πᾶσαν τὴν παρά‐ λιον γῆν ἐπλήρωσαν, ἔχοντα καὶ ζῶα διάφορα προσπεπηγμένα, ἥμερά τε καὶ ἄγρια. (Διὸ) πᾶς ὁ βουλόμενος ἀπὸ Σοφιανῶν εἰς τὸν ἅγιον Μάμαντα
45καὶ εἰς τὴν πόλιν καὶ εἰς Χρυσόπολιν ὡς διὰ ξηρᾶς
ἐβάδιζεν. Ἐκ τῶν μεγάλων τμημάτων ἐκείνων943

110

.

945

δύο προσραγέντα, τὸ μὲν τῇ σκάλῃ τῆς Χρυσοπόλεως, τὸ δὲ τῷ τείχει (τῆς πόλεως) προσραγὲν, ἐκ τῶν θεμελίων συνέσεισε καὶ συνεδόνησε μετὰ τῶν ἔνδοθεν πλησίον οἰκημάτων· ἅπερ οὖν τμήματα διαιρεθέντα
5εἰς τρία, ἀπὸ τῶν Μαγγάνων ἕως τοῦ Βοὸς φόρου τὴν πόλιν διαζώσαντα, 653 ὑπερεῖχε πολὺ τῷ τείχει τὸ ὕψος. (Καὶ ταῦτα θεωροῦντες οἱ τῆς πόλεως καὶ διαποροῦντες ἐθρήνουν ἀπαρηγόρητα.) (36) Ἐν οἷς καὶ πλάνη γέγονε περὶ τοῦ παρηλ‐
10λαγμένως τῆς ἀκριβείας τῶν ὀρθοδόξων οἱ παράφρο‐ νες πασχάσαντες· ὕστερον δὲ ἐπιγνόντες τὴν ἑαυτῶν ἀπάτην καὶ πλάνην, ᾐσχύνοντο. (37) Τῷ δὲ Ἀπριλίῳ μηνὶ δρόμος ἀστέρων γέγονεν ἐν τῷ ἀέρι, καὶ κατέπιπτον πρὸς τὴν γῆν,
15ὥστε τοὺς ὁρῶντας νομίζειν εἶναι συντέλειαν. (38) Αὐτίκα καὶ αὐχμὸς ἐγένετο πολὺς (καὶ λιμὸς μέγας), ὡς ξηρανθῆναι πηγὰς καὶ ποταμοὺς, (καὶ λιμὸν μέγαν γενέσθαι ὥστε τὸν μόδιον τῆς κριθῆς ἐν τῇ πόλει πιπράσκεσθαι, εἰς νομίσματα ιβʹ.)
20(39) Ἐν δέ γε τῇ Συρίᾳ γέγονε σεισμὸς μέ‐ γιστος καὶ πόλεων πτώσεις, ὥστε αἱ μὲν τῶν πόλεων ὁλόκληροι ἠδαφίσθησαν, αἱ δὲ ἐξ ἡμισείας, ἕτεραι δὲ ἀπὸ τῶν ἀερίων εἰς τὰ ὑποκείμενα πεδία μετὰ τῶν τοίχων καὶ τῶν οἰκημάτων ἄρδην μετέστησαν
25ἀβλαβεῖς ὡς ἀπὸ μιλίων βʹ· ἡ δὲ γῆ τῆς Μεσοπο‐ ταμίας, ἐπὶ μίλια γʹ σχισθεῖσα καὶ ἑτέραν ἀναβρά‐ σασαν λευκὴν καὶ ἀμμώδη γῆν, ἀνῆλθε παραδόξως ἐκ μέσου ταύτης ἡμίονος ἀνθρωπίνῃ φωνῇ φθεγγο‐ μένη καὶ προμηνύουσα ἐπιδρομὴν ἔθνους, ὅ(περ)
30καὶ γέγονε (μετ’ ὀλίγον.) (40) Ὁ δὲ τύραννος καὶ ἀλάστωρ, ἐξελθὼν μετὰ ταῦτα πάλιν κατὰ Βουλγάρων πλωΐ τε καὶ πεζῇ, ἐπὶ Ἀχελῶν ἀπέστειλεν. Ἀνέμου δὲ βιαίου πνεύσαντος, τὰ πλοῖα συνετρίβη. Τοῦτο μαθόντες οἱ Βούλγαροι
35πόλεμον πρὸς αὐτὸν συνάπτουσι. Δεινῶς οὖν ἡττη‐ θεὶς ὁ τύραννος ἐπέστρεψε μετ’ αἰσχύνης· μέχρι μὲν γὰρ καὶ τήμερον τὰ τῶν Ἀχελῶν κοῖλα καὶ 654 πεδιάσιμα χωρία τὰ τῶν ἀνῃρημένων κῶλα σαφῶς ὑποδεικνύουσι καὶ τὴν ἧτταν μαρτυροῦσιν.
40(41) Οὗτος ὁ θεομισὴς πολλῶν ἁγίων λείψανα κατέκαυσεν, ἄλλα δὲ τῇ θαλάσσῃ παρέδωκεν, ἐν ᾧ καὶ τῆς ἁγίας Εὐφημίας τὸ λείψανον, μὴ φέρων ὁρᾷν ὁ ἀλιτήριος μύρον ἀναβλύζον, σὺν τῇ λάρνακι τῷ βυθῷ παρέπεμψεν, ὅπερ ἐν τῇ Λήμνῳ νήσῳ σῶον δια‐
45σωθὲν, (παρὰ τῶν οἰκητόρων ἐδέχθη ἐκ θείας ἀποκα‐ λύψεως, τὸν δὲ ναὸν τῆς ἁγίας πανευφήμου ἀρμάμεν‐
τον καὶ κοπροθέσιον ἐποίησεν.) Ἐπὶ δὲ Κωνσταντίνου945

110

.

948

καὶ Εἰρήνης τὸ αὐτὸ λείψανον τῆς πανευφήμου πάλιν μετὰ τιμῆς πολλῆς ἐν τῇ πόλει ἀνεκομίσθη. (42) Οὗτος τῶν υἱῶν αὐτοῦ τοὺς μὲν δύο προ‐ βάλλεται Καίσαρας Νικηφόρον καὶ Χριστοφόρον, τὸν
5δὲ Νικήταν νουβελίσιμον. (43) Εἰσελθούσης δὲ τῆς Εἰρήνης τῆς ἐξ Ἀθη‐ νῶν ἐν τῇ πόλει μετὰ δρομώνων (167a), ἔζευξεν αὐτὴν Λέοντι τῷ υἱῷ αὐτοῦ, στέψας αὐτοὺς ἐν τῷ ναῷ τοῦ ἁγίου Στεφάνου τῷ τῆς βασιλείας στέφει καὶ
10τοῦ γάμου. (44) Δεξιωσάμενος δὲ φίλους κρυπτοὺς ἐν Βουλγαρίᾳ, οἳ κατεμήνυον αὐτῷ ἅπαντα τὰ τῷ ἄρχοντι αὐτῶν βουλευόμενα, οἳ καὶ δηλοῦσι τῷ βα‐ σιλεῖ, ὅτι ἀποστέλλει ὁ κύριος Βουλγάρων λαὸν πρὸς
15τὸ αἰχμαλωτίσαι τὴν Βερζητίαν 655. Ὁ δὲ βασιλεὺς, μετασχηματισάμενος κατὰ Ἀράβων κινεῖν, ἀπο‐ στέλλει τοὺς ἀποκρισιαρίους τοὺς διὰ εἰρήνην παρα‐ γενομένους ἐπὶ Βουλγαρίαν, καὶ ἐπισυνάξας πάντα τὸν στρατὸν, ἅμα τῶν ταγμάτων ἐπέπεσε τοῖς
20Βουλγάροις ἀσαλπιγκτὶ, καὶ τρέψας αὐτοὺς ἐποίησε νῖκος μέγα. Καὶ ὑποστρέψας ἐν τῇ πόλει καὶ θριαμ‐ βεύσας τεθωρακισμένος, τὸν πόλεμον τοῦτον ἐπωνό‐ μασεν εὐγενῆ, ὡς μηδενὸς αὐτῷ ἀντιστάντος μηδὲ σφαγῆς Ῥωμαίων γενομένης.
25(45) Ὁ δὲ ἄρχων Βουλγάρων Τελέριχος, γνοὺς, ὅτι ἐκ τῶν οἰκείων αὐτοῦ τὰς βουλὰς ὁ βασιλεὺς μανθάνει, γράφει αὐτῷ (ἐν δολιότητι, ὅτι «Βουλό‐ μενος) φυγεῖν καὶ ἐλθεῖν πρὸς σὲ (ἵνα δι’ ἐμοῦ ὑπο‐ τάξῃς πᾶσαν τὴν Βουλγαρίαν·) ἀλλὰ πέμψον λόγον
30ἀπαθείας καὶ τίνας ἔχεις φίλους ἐνταῦθα, ἵνα θαῤῥήσω αὐτοῖς ἐλθεῖν σὺν ἐμοί.» Ὁ δὲ, κου‐ φότητι γνώμης καὶ ἀνοίας κρατηθεὶς, ἔγραψε τοὺς καταμηνύοντας αὐτῷ· ὅπερ κἀκεῖνος, μαθὼν, πάντας δεινῷ θανάτῳ παρέδωκεν· ὃ καὶ μαθὼν, ὁ ἀλάστωρ
35τὴν γενειάδα αὐτοῦ ἀπέτιλεν. (46) Ἐκστρατεύσας δὲ πάλιν κατὰ Βουλγάρων καὶ δεινῶς κατὰ τῶν σκελῶν ἀνθρακωθεὶς καὶ πυρετῷ λάβρῳ καὶ διακαεῖ συσχεθεὶς κατὰ τὴν Ἀρκαδιού‐ πολιν, ἀνέστρεψεν ἐγκλίνιος.
40(47) Καὶ ἐλθὼν ἐν Σηλυμβρίᾳ καὶ ἐκπλωΐσας μέχρι τοῦ Στρογγύλου καστέλλου, θνήσκει ψυχῇ καὶ σώματι, βοῶν καὶ λέγων· «Ὅτι ζῶν πυρὶ ἀσβέστῳ παρεδόθην διὰ τὴν Θεοτόκον Μαρίαν· ἀλλ’ ἀπὸ τοῦ νῦν τιμάσθω καὶ ἀνυμνείσθω ὡς Θεοτόκος ἀληθὴς
45οὖσα.»
656 (48) Ταῦτα αὐτοῦ ἐπιβοωμένου καὶ τὴν947

110

.

949

Θεοτόκον Μαρίαν ἐπικαλουμένου καὶ πᾶσι παρακε‐ λευομένου καὶ δογματίζοντος ὡς χρὴ τιμᾶσθαι καὶ προσκυνεῖσθαι ὡς κυρίως Θεοτόκον τὴν Ἀειπαρθένον, δεινῶς καὶ χαλεπῶς τὴν ἀθλίαν αὐτοῦ ψυχὴν ἀπέῤ‐
5ῥηξε. (49) Περὶ οὗ καὶ ὁ θεῖος Νικηφόρος πατριάρχης Κωνσταντινουπόλεως τοιάδε φησίν (α)· «Ἐπειδὴ δέ τινα παρὰ τοῖς Χριστομάχοις περιθρυλλεῖται ἅπερ αὐτοῖς ὁ τοῦ ψεύδους πατὴρ ἐμπνεύσειε, φέρε καὶ
10ταῦτα διασκεψώμεθα. Καταψεύδονται γὰρ διὰ τὴν εἰς Χριστὸν καὶ τὴν Ἐκκλησίαν αὐτοῦ ὕβριν χρό‐ νους μηκίστους καὶ παρατεταμένην ζωὴν καὶ βίον εὐπαθῆ μεμετρῆσθαι τῷ Μαμωνᾷ, καὶ εὐημερίας εἰς ἄκρον ἐλάσαι, νίκας τε κατὰ βαρβάρων αὐτῷ καὶ
15ἀνδραγαθήματα ὡς πλεῖστα ἐπιγράφονται, ἃ τοῖς σώφροσιν οὐδὲ εἰς ἀκρόασιν ἔρχεσθαι δίκαιον. Ὡς δ’ ἂν τῶν ἁπλουστέρων ἢ ἀμαθεστέρων τινὰς τοῖς ἐκ τῆς ἀπάτης ἀναπλασμοῖς μὴ βλάπτοιεν, τούτους ἀπευθύνοντες ἕκαστον δεινοῖς λόγοις ἑαυτοὺς φενα‐
20κίζοντας ἀποφαίνωμεν τοῖς ματαιόφροσιν. Ὅτι μὲν γὰρ οὖν ἐκείνου πᾶν αἰσχρὸν γέγονε, βδελυκτός τε Θεῷ καὶ ἀγγέλοις καὶ ἀνθρώποις τοῖς εὐσεβέσιν ὑπῆρχεν, οὐκ ἀσυμφανές. Καὶ γὰρ εἰς τὰ τῆς σαρκὸς πάθη κατασυρόμενος, καὶ τοῖς ἀπηγορευμένοις βαρ‐
25βάροις καὶ Ἕλλησι σῶμα καὶ ψυχὴν ὁ δείλαιος ἐμ‐ μολυνόμενος, τὴν τῶν ἀλόγων ζώων παρήλασε κτηνωδίαν. Καὶ ταῦτα οὐκ ὀλίγοι τῶν παραιτησαμέ‐ νων αὐτῷ μέχρι δεῦρο περιόντες ἐπαγγελλέτωσαν. Μεθ’ ὧν καὶ τἄλλα δι’ ἃ περὶ τὸ σῶμα αὐτῷ κατήν‐
30τησαν. Πόνοις γὰρ καὶ ἀλγηδόσιν ἀῤῥήτοις, οἷα εἰκὸς τοὺς ἡλκωμένους πάσχειν, βαλλόμενος πονήρως ἄγαν καὶ ἀνηκέστως διέκειτο, καί τινα (167b) τῶν μελῶν ὑπὸ τῆς ἑλκώσεως καὶ διαβρώσεως ἀπεῤῥυη‐ κότων αὐτῷ ἐλεεινῶς κατετρύχετο συνεχέστατα δὲ
35ὑπὸ τῶν Ἐριννύων ἐκδειματούμενος πικρῶς τε καὶ ἀΰπνως πολλάκις τὸν νυκτερινὸν καιρὸν διήνυσε. Παρείσθω τὰ νῦν λέγειν τὸ τῆς διαίτης ἀηδές τε καὶ αἴσχιστον· ὅπερ γὰρ ἂν πρὸς ἄριστον βρώσεως, οὐ τελέως καταποθὲν παρὰ τοὺς ἐμετοὺς ἔφθανε
40κρινόμενον. 657 Τὸ δὲ περὶ τοὺς ὑπηρετουμένους ἰταμὸν καὶ θηριῶδες τοῦ τρόπου καὶ τῆς ὑπηρεσίας τὸ δυσαχθέστατον πῶς ἄν τις εἴποι [τὰ φέροντα σώ‐ ματα]; Μάστιξι γὰρ ἑκάστης ἡμέρας πολλαῖς πολ‐ λῶν κατεξαίνοντο σώματα· καὶ τὰς ὄψεις παίων
45πυγμαῖς καὶ λὰξ ἐναλλόμενος οὐδὲν τῶν σαρκοβόρων θηρίων φιλανθρωπότερον ἔπραττεν. Ἐκ στόματος δὲ μελῶν καὶ ὀφθαλμῶν πηρώσεις, καὶ τὰ ἄλλα ὅσα δεινὰ κολαστήρια, καὶ σφαγὰς ἀδίκους ἀνδρῶν ἀθώων, καὶ τοὺς διὰ πυρὸς πικροτάτους θανάτους, μάλιστα

110

.

949

(50)

δὲ κατὰ τῶν ὀρθοδοξούντων ἐπιδεικνυμένους, τί χρὴ καὶ λέγειν; Οἱ γὰρ τῆς μανίας αὐτοῦ δυσμενεῖς ὑπασπισταὶ καὶ δορυφόροι ῥῖνας μὲν ὡς πλείστας ἀνθρώπων ὁσίων ἀποτεμόντες, ὥσπερ τὴν τοῦ Προ‐
δρόμου πάλαι κεφαλὴν Ἡρώδῃ, οὕτω καὶ τῷ ἐφ’949

110

.

952

ἡμῶν Ἡρώδῃ οἷον δῶρον ἡδὺ καὶ ἐπέραστον ἐκό‐ μιζον ἐπὶ πίνακος. Ὀφθαλμῶν ἐξορύξεις, καὶ γενειάδος ἐμπυρισμοὺς, καὶ αἱμάτων ἐκχύσεις, καὶ μαρτυροῦσιν οἱ μέχρι καὶ νῦν τὰ σύμβολα περιφέ‐
5ροντες. Θανάτους δὲ βιαίους τῶν τοιούτων καὶ ἐξαι‐ σίους ὁ τῆς θαλάσσης βυθὸς ἐπίσταται, οἱ λίθοι κράζουσιν. Ἃς δὲ περιπλάττουσιν αὐτῷ νίκας οἱ ἐμβρόντητοι καὶ λυσσώδεις ὁμόφρονες αὐτοῦ, ἵνα μιᾶς τῆς κρατίστης αὐτῶν ἐπιμνησθῶμεν, τοιαῦταί
10εἰσιν· Ἐπειδὴ παρεσκεύαστο πρὸς τὸ ἐν δυσμαῖς εἰσῳκισμένον Σκυθικὸν ἔθνος ἀμύνασθαι, ὑπαθροί‐ ζει πᾶν τὸ ὑπ’ αὐτοῦ στράτευμα, καὶ εἰς χεῖρας τε τοῖς πολεμίοις ἰὼν, ὁποῖον αὐτῷ τοῦ πολέμου κρά‐ τος κατώρθωται, μαρτυρεῖ τὰ φαινόμενα· μέχρι γὰρ
15καὶ τήμερον τὰ κατὰ τὴν Ἀχελὼν καλουμένην πόλιν κοῖλα καὶ πεδιάσιμα χωρία, ἃ τῶν εἰρημένων ἐδέξατο τὰ κῶλα, σαφῶς ὑποδεικνύουσιν. Ἔργον γὰρ τῆς Σκυθικῆς μαχαίρας ἅπαν σχεδὸν τὸν στρά‐ τευμα τῶν Ῥωμαίων γέγονεν. Εἰ δέ τι μικρὸν καὶ
20οὐ πάνυ ἀξιόλογον ἔδρασεν, τοῦτό ἐστι· τοὺς γὰρ πρὸς ἀνατολὰς οἰκοῦντας βαρβάρους ἀκηκοὼς περὶ τοὺς οἰκείους ἡγεμόνας διαστασιάζοντας καὶ πρὸς τὸν ἐμφύλιον πόλεμον ἀσχολουμένους, λῃστρικώτερόν πως μᾶλλον ἢ στρατηγικώτερον ὡς λυσσῶν ἐπιὼν
25τοῖς Ἀρμενίας καὶ Συρίας χωρίοις, τῶν ἐκείνοις φρουρίων αἱρεῖ ὁμολογίᾳ τῶν προσοικούντων καὶ ἐπὶ τὴν Θρᾴκην αὐτοὺς μετήγαγε. Τοιαῦτα μὲν οὖν τὰ ἐκείνου ἀνδραγαθήματα καὶ τὰ κατ’ ἐχθρῶν σχε‐ διαζόμενα τρόπαια. 658 Τοιαῦτα καὶ τὰ κατὰ τῆς
30ἀληθείας καὶ εὐσεβείας νεανιεύματα. Ἀπηναισχύν‐ τησε γὰρ κατά τε τοῦ Θεοῦ μανεὶς καὶ κατὰ τῶν ἱερῶν ἀνδρῶν τῶν ὥσπερ αὐτῷ ἀναθημάτων προσ‐ ηκόντων. Καὶ τὸ ἀγγελικὸν δὴ τοῦτο καὶ ἀποστολι‐ κὸν τοῦ μοναχικοῦ βίου σχῆμα βδελυττόμενος ὁ θεο‐
35μισής τε καὶ βέβηλος, ἐπώνυμον τῆς θεοσεβείας, τὸ ἀμνημόνευτον αὐτοῖς ἐπέγραψεν ὄνομα. Βδέλυγμα γὰρ ἁμαρτωλῶν θεοσέβεια, καὶ ὁ ὅσιος ἀκάθαρτος παρὰ κακούργοις. Οἷα δὲ πρὸς αὐτοὺς τυραννίδα ἐπιὼν ὁ τύραννος ἔδρασε, τίς ἂν, ὡς ἔφην, ἀξίως
40διηγήσεται; Τάς τε γὰρ παρὰ Θεῷ ἐπηγγελμένας αὐτοῖς ὁμολογίας (168a) καὶ συνθήκας ἀθετεῖν ἐκβια‐ ζόμενος, καὶ τὸ ἱερὸν σχῆμα ἀποῤῥίψαντας τὸ τῶν λαϊκῶν ὁ παράνομος ἐνομοθέτησε μεταμφιέννυσθαι. Τὰ δὲ εἰς δόξαν τοῦ Θεοῦ ἱδρυμένα μοναστήρια
45στρατιωτῶν οἰκητήρια καὶ ἱπποστάσια καὶ κοπρῶ‐ νας ὁ κοπρόνους καὶ κοπρώνυμος πεποίηκεν. Εἶτα πρὸς τῷ τέλει τῶν κακῶν καὶ τοῦ θεοστυγοῦς αὐτοῦ βίου γενόμενος, καὶ πυρετῶν ὀξύτητι καὶ φλογώ‐ σεσι καταπιμπράμενος, τῆς ἐκδεξομένης αὐτὸν

110

.

952

(50)

γεέννης προδήλως τὴν φλόγα προθεώμενος κατ‐ ωπτρίζετο καὶ τοῦ ἀκοιμήτου σκώληκος τὰ δήγματα, σύντονόν τε καὶ γεγωνότερον ἐκβοῶν ἐνδελεχέστατα τῆς γεέννης ταῦτα τὰ προαύλια καὶ προοίμια. Ταύ‐ ταις οὖν καὶ τοσαύταις εὐπαθείαις ἐπαναπαυσάμενος, ὑφ’ ὧν δὴ καὶ Διοκλητιανόν τε καὶ Μαξιμιανὸν
55συντελεσθέντας ἀκούομεν, οὕτω κακῶς καὶ ἀθλίως ἀπολλύμενος καταστρέφει τὸν αἴσχιστόν τε καὶ951

110

.

953

κάκιστον βίον ὁ ἄσπονδος τοῦ Χριστοῦ καὶ τῶν ἁγίων αὐτοῦ πάντων ἐχθρὸς καὶ πολέμιος δυσμε‐ νέστατος.» ΣΝΔʹ. Βασιλεία Λέοντος υἱοῦ Κωνσταντίνου τοῦ Κοπρωνύμου.
5(Μετὰ δὲ Κωνσταντῖνον τὸν Κοπρώνυμον) ἐβα‐ σίλευσεν ὁ υἱὸς αὐτοῦ ὁ ἐκ τῆς Χαζάρας ἔτη εʹ. (Οὗτος ἤρξατο ἐφαπλοῦσθαι ἐπὶ τοῖς καταλειφθεῖσιν ὑπὸ τοῦ πατρὸς αὐτοῦ πολλοῖς χρήμασιν ἐξευμενισά‐ μενος τοὺς ἐν τέλει, καὶ τῷ λαῷ εὐσεβὴς 659 εἶναι
10προσποιησάμενος καὶ φίλος τῆς· Θεοτόκου καὶ τῶν μοναχῶν, προχειρισάμενος καὶ μητροπολίτας τινὰς μοναχοὺς ἐν θρόνοις τισίν.) (2) Εἰσελθόντες οὖν οἱ τῶν θεμάτων ἄρχοντες σὺν πολλῷ πλήθει ἐν τῇ πόλει. ᾐτοῦντο Κωνσταν‐
15τῖνον, τὸν υἱὸν αὐτοῦ, βασιλέα· ὁ δὲ, διὰ τοὺς ἀδελ‐ φοὺς δεδιὼς, ἀντεδήλωσεν αὐτοῖς, ὅτι Ὁ υἱός μου μονογενής μοί ἐστι, καὶ φοβοῦμαι τοῦτο ποιῆσαι, μήπως συμβῇ μοι θάνατος καὶ νηπίου αὐτοῦ ὄντος, θανατώσητε αὐτὸν, καὶ ἄλλον ἀντ’ αὐτοῦ προβά‐
20λησθε. Οἱ δὲ μεθ’ ὅρκων φρικτῶν ἐπληροφόρουν αὐτὸν μὴ δέξασθαι ἄλλον βασιλέα ἐκτὸς αὐτοῦ. Ἀπὸ δὲ τῆς Βαϊοφόρου ἕως τῆς Μεγάλης ἐκκλ. τοῦτο ᾐτοῦν‐ το· τῇ δὲ ἁγίᾳ Παρασκευῇ ἐκέλευσεν ὀμόσαι αὐτοὺς εἰς τὰ τίμια ξύλα. Καὶ ὤμοσαν οἵ τε τῶν θεμάτων
25ἄρχοντες, καὶ τῶν ἔσω ταγμάτων καὶ τῶν πολιτῶν πάντων, μὴ δέξασθαι βασιλέα ἐκτὸς Λέοντος καὶ Κωνσταντίνου καὶ τοῦ σπέρματος αὐτῶν. (3) Καὶ τῷ μεγάλῳ Σαββάτῳ προεβάλλετο Εὐδό‐ κιμον, ἀδελφὸν αὐτοῦ, νουβελήσιμον καὶ προῆλθε σὺν
30δυσὶ Καίσαρσι, καὶ τρισὶ νουβελησίμοις, καὶ τῷ νέῳ Κωνσταντίνῳ εἰς τὴν Μεγάλην ἐκκλησίαν, καὶ τὰ ἐξ ἔθους ποιήσας, σὺν τῷ πατριάρχῃ καὶ τῷ υἱῷ αὐτοῦ ἀνῆλθεν εἰς τὸν ἄμβωνα. Εἰσελθόντος δὲ παντὸς τοῦ λαοῦ καὶ ἀποθεμένων τὰ ἔγγραφα αὐτῶν ἐν τῇ ἁγίᾳ
35τραπέζῃ, εἶπεν ὁ βασιλεύς· «Ἰδοὺ ἐκ τῆς χειρὸς τοῦ Χριστοῦ καὶ τῆς ἁγίας Ἐκκλησίας τὸν υἱόν μου παραλαμβάνετε.» Οἱ δὲ ἐβόησαν· «Υἱὲ τοῦ Θεοῦ, ἐγγύησον ἡμᾶς, ὅτι ἐκ τῆς χειρός σου παραλαμβάνο‐ μεν τὸν κύριον Κωνσταντῖνον εἰς βασιλέα τοῦ διαφυ‐
40λάττειν αὐτὸν καὶ ὑπεραποθνήσκειν αὐτοῦ.» (4) Καὶ τῇ ἐπαύριον, τῇ μεγάλῃ Κυριακῇ ἐστέφθη ἐν τῷ Ἱπποδρόμῳ παρὰ τοῦ πατρὸς αὐτοῦ καὶ τοῦ πατριάρχου ἐνώπιον παντὸς τοῦ λαοῦ, καὶ προῆλ‐ θον ἐν τῇ ἐκκλησίᾳ οἱ δύο βασιλεῖς σὺν τοῖς δυσὶ
45Καίσαρσι καὶ τρισὶ νουβελησίμοις. 660 (5) Τῶν δὲ Ἀράβων ἐξελθόντων, ἀπο‐ στείλας ὁ βασιλεὺς τὰ στρατεύματα ἐποίησε νίκην μεγίστην· ἐν Σοφιαναῖς δὲ ἐξελθὼν καὶ ποιήσας Μαϊουμᾶν, ἐθριάμβευσε τὰ ἐπινίκια· ἐκεῖ γὰρ

110

.

953

(50)

ἦν ἔθος τοὺς βασιλεῖς δέχεσθαι τὰ λάφυρα.953

110

.

956

(6) Τοῦ δὲ Νικήτα πατριάρχου τοῦ ἀπὸ Σκλά‐ βων τεθνηκότος, προ(168b)χειρίζεται (πατριάρχης Παῦλος ὁ τίμιος, ὁ λόγῳ καὶ πράξει τετιμημένος, Κύπριος τῷ γένει.
5(7) Κατεμηνύθη δὲ τῷ βασιλεῖ, ὡς ὅτι Θεοφά‐ νης ὁ παπίας τοῦ παλατίου, καὶ κουβικουλάριοι τρεῖς σὺν αὐτῷ σέβονται καὶ προσκυνοῦσι τὰς ἁγίας εἰκόνας. Ὁ δὲ βασιλεὺς ταῦτα ἀκούσας καὶ τὴν ἐν αὐτῷ ἐγκεκρυμμένην κακίαν ἀπογυμνώσας, τούτους
10ἀνηλεῶς ἔτυψε καὶ λαθραίως φονεύσας ὁμολογητὰς ἐποίησεν. (8) Ὁ δὲ Ἀαρὼν, ὁ τῶν Ἀράβων βασιλεὺς ἐξελ‐ θὼν ἐν τοῖς θέμασι καὶ κάστρα πολλὰ παραλαβὼν καὶ αἰχμαλωσίαν ποιήσας, ὑπέστρεψε.
15(9) Ὁ δὲ Λέων λιθομανὴς ὑπάρχων λίαν, ἠρά‐ σθη τοῦ στέμματος Μαυρικίου καὶ λαβὼν ἐφόρεσεν αὐτὸ καὶ προῆλθεν. Ὑποστρέψαντος δὲ ἀπηνθρα‐ κώθη δεινῶς ἡ κεφαλὴ αὐτοῦ καὶ οὕτω σφοδροτάτῳ πυρετῷ συνεχόμενος καὶ φθειρόμενος ἀπέδωκε τὴν
20ψυχὴν αὐτοῦ, τῆς ἱεροσυλίας τὰ ἐπίχειρα κομισά‐ μενος. ΣΝΕʹ. Περὶ τοῦ κυνὸς καὶ τοῦ κυρίου αὐτοῦ. Ἐπὶ τῆς βασιλείας αὐτοῦ ἀνθρώπῳ τινὶ μόνῳ ὁδεύοντι κύων ἠκολούθει· λῃστὴς δὲ ἐνόδιος τὸν
25ἄνθρωπον ἀποκτείνας ἀπέδρασε. 661 Τοῦ (δὲ) κυνὸς (ἀπο)μείναντος ἐν τῷ τόπῳ καὶ φυλάσσοντος τὸ σῶμα τοῦ δεσπότου αὐτοῦ, ἕτερός τις ἄνθρωπος κατὰ τὴν ὁδὸν ἐλθὼν καὶ τὸ σῶμα ἰδὼν καὶ σπλαγ‐ χνισθεὶς, ὀρύξας ἔθαψεν αὐτὸ ἐν τῇ γῇ. Τοῦτο ἰδὼν
30ὁ κύων καὶ ἀποδεξάμενος ἠκολούθησε τῷ θάψαντι (τὸ σῶμα τοῦ κυρίου αὐτοῦ) εὐνοϊκὴν δουλείαν (αὐτῷ) ἀποπληρῶν· —ἦν δὲ τὸ ἐπιτήδευμα τοῦ ἀνθρώπου κάπηλος· —πάντας δὲ τοὺς εἰσιόντας καὶ ἐξιόντας (εἰς τὸ ἐργαστήριον) ἔσαινεν ὁ κύων. Χρόνῳ δέ
35ποτε συνέβη τὸν φονέα εἰς τὸ καπηλεῖον εἰσελθεῖν, ὃν ἐπιγνοὺς ὁ κύων, ὑλάκτει καὶ ἐπεπήδα εἰς τὸ πρόσωπον αὐτοῦ (καὶ εἰσελθεῖν οὐκ εἴα τὸν ἄνθρω‐ πον). Τοῦτο δὲ πολλάκις γενόμενον εἰς ὑποψίαν πολλοὺς θείου τινὸς κινήματος ἤγαγε· (διὸ) καὶ
40συσχεθεὶς, εἰς κρίσιν παρεδόθη καὶ τὸ πραχθὲν ὁμο‐ λογήσας μετὰ πάσης ἀληθείας, ἀνῃρέθη. ΣΝϞʹ. Βασιλεία Κωνσταντίνου καὶ Εἰρήνης τῆς μητρὸς αὐτοῦ τῆς ἐξ Ἀθηνῶν. Μετὰ δὲ Λεόντα ἐβασίλευσε Κωνσταντῖνος, ὁ
45υἱὸς αὐτοῦ, σὺν τῇ μητρὶ αὐτοῦ Εἰρήνῃ ἔτη ιζʹ, ἐφ’ οὗ τὸ τῆς εὐσεβείας δόγμα ἔλαχεν ἀρχὴν παῤῥη‐
σιάζεσθαι καὶ ὁ λόγος τοῦ Θεοῦ πλατύνεσθαι καὶ τὰ955

110

.

957

μοναστήρια μετὰ πάσης ἀδείας καὶ σπουδῆς ἀνοικο‐ δομεῖσθαι, ἐπ’ αὐτοῦ ἀναλαμψάσης πάσης ἐκκλη‐ σιαστικῆς καταστάσεως. (2) Μετὰ δὲ μʹ ἡμέρας (τοῦ κρατῆσαι αὐτὸν τῆς
5βασιλείας μετὰ τῆς αὐτοῦ μητρὸς) συμβούλιον ποι‐ ήσαντες τινὲς τῶν ἐν τέλει, εὐφήμισαν εἰς βασιλέα Νικηφόρον τὸν Καίσαρα, ἀνδράδελφον αὐτῆς. 662 (3) Οὓς δείρασα καὶ δημεύσασα ἐξώρισεν (ἐν διαφόροις τόποις). Τοὺς δὲ ἀνδραδέλφους αὐτῆς
10Καίσαράς (τε) καὶ νουβελησίμους ὄντας ἀποκείρασα ἱερατεῦσαι καὶ μεταδοῦναι τῷ λαῷ πεποίηκεν (ἐν) τῇ ἑορτῇ τῆς Χριστοῦ Γεννήσεως· ἐν ᾗ καὶ προελ‐ θοῦσα (βασιλικῶς δημοσίᾳ) σὺν τῷ υἱῷ προσ‐ ήνεγκε τῇ ἐκκλησίᾳ τὸ ὑπὸ τοῦ ἀνδρὸς αὐτῆς ἀρθὲν
15στέμμα ἐπικαλλωπισθὲν διὰ μαργαριτῶν. (4) Ἐν δὲ τῷ Μακρῷ τείχει ἄνθρωπός τις ὀρύττων εὗρε λάρνακα, καὶ ταύτην ἀποσκεπάσας εἶδεν ἄνδρα κείμενον μέγαν καὶ γράμματα κε‐ κολαμμένα ἐν τῇ λάρνακι γράφοντα τάδε·
20«Χριστὸς μέλλει γεννᾶσθαι ἐκ Παρθένου (Μαρίας), καὶ πιστεύω εἰς αὐτόν. Ἐπὶ δὲ Κωνσταντίνου καὶ Εἰρήνης (τῶν βασιλέων) πάλιν, ὦ ἥλιε, ὄψει με.» (5) Καὶ τῆς πανευφήμου Εὐφημίας τὸ λείψα‐ νον (προβυθισθὲν ἐν τῇ θαλάσσῃ σὺν τῇ λάρνακι
25ὑπὸ τοῦ Κοπρωνύμου) εὑρέθη ἐν Λήμνῳ τῇ νήσῳ διὰ νυκτερινῆς ὄψεως, καὶ (169a) ἀνακομισθὲν μετὰ τῆς προσηκούσης τιμῆς ἀπετέθη πάλιν ἐν τῷ ἰδίῳ τεμένει, ὅπερ αὐτὸς μὲν ὁ Κοπρώνυμος καὶ κοπρόνους ἀρμαμεντάριον καὶ κοπροθέσιον ἐποί‐
30ησεν, ὁ δὲ Κωνσταντῖνος ἅμα τῇ μητρὶ αὐτοῦ Εἰρήνῃ ἀνακαθάρας αὖθις τοῦτον καθιέρωσεν. (6) Ἀπέστειλε δὲ Εἰρήνη πρὸς Κάρουλον τὸν ῥῆγα τῶν Φράγγων, ὅπως τὴν αὐτοῦ θυγατέρα νυμφεύσηται εἰς τὸν υἱὸν αὐτῆς.
35(7) Ἀλλὰ διασκεδασθέντος φθόνῳ, ἤγαγε κό‐ ρην ἐκ 663 τῶν Παφλαγόνων ὀνόματι Μαρίαν (τὴν τοῦ ἁγίου Φιλαρέτου ἐγγόνην), καὶ συνέζευξεν αὐτὴν Κωνσταντίνῳ τῷ υἱῷ αὐτῆς, ἄκοντος καὶ μὴ βου‐ λομένου διὰ τὴν σχέσιν, ἣν εἶχε πρὸς τὴν τοῦ Κα‐
40ρούλου θυγατέρα. (8) Ἀαρὼν δὲ, ὁ τῶν Ἀράβων ἀρχηγὸς, κατὰ τῆς πόλεως ἦλθεν ἐν δυνάμει μεγάλῃ καὶ περιεκά‐ θισεν ἐν Χρυσοπόλει.
(9) Ὁ δὲ βασιλεὺς πέμψας λαὸν καὶ τὴν λίμνην957

110

.

960

Βανῆς κρατήσας, εἰρήνην Ἀαρὼν ἐξαιτεῖται μεταξὺ αὐτῶν γενέσθαι. Συναρπασθέντες οὖν ἐπὶ τού‐ του Σταυράκιος ὁ λογοθέτης, καὶ Πέτρος ὁ μάγι‐ στρος, καὶ Ἀντώνιος ὁ δομέστικος, καὶ τέκνα τῶν
5πρωτευόντων, καὶ ἄνευ λόγου πρὸς αὐτὸν ἐξελθόν‐ τες, δέσμιοι ἐκρατήθησαν παρ’ αὐτοῦ· διόπερ ἀναγ‐ κασθέντες οἱ τῆς πόλεως καὶ δῶρα πλεῖστα δόντες ἐῤῥύσαντο τούτους καὶ εἰρήνην ἐποίησαν, καὶ ἀνεχώ‐ ρησαν οἱ Ἄραβες.
10(10) Σταυράκιον δὲ τὸν λογοθέτην ἀποστείλασα Εἰρήνη μετὰ δυνάμεως πολλῆς κατὰ τῶν Σκλαβηνῶν ἐθνῶν, ὑπέταξε πάντας καὶ ὑποφόρους ἐποίησε τῇ βασιλείᾳ τῶν Ῥωμαίων. (11) Ἐξῆλθε δὲ καὶ ὁ βασιλεὺς σὺν τῇ μητρὶ
15πρὸς τὰ μέρη τῆς Θρᾴκης μετ’ ὀργάνων μουσικῶν καὶ λαοῦ πλείστου, καὶ ἀπῆλθεν ἕως Βερώης· καὶ ταύτην κτίσας Εἰρηνόπολιν ἐκάλεσεν, ἔκτισε δὲ καὶ τὴν Ἀγχίαλον, καὶ ὑπέστρεψε μετὰ πολλῆς χαρᾶς καὶ εὐφροσύνης.
20(12) Ὁ δὲ πατριάρχης Παῦλος ὁ Κύπριος, ἀῤῥω‐ στήσας (καὶ τὴν ἐνθένδε μετάστασιν αὐτοῦ προγνοὺς ἐκ θείας ἀποκαλύψεως), τὸν θρόνον καταλιπὼν (ἀπελθὼν) ἀπεκείρατο ἐν 664 τῇ μονῇ τῶν Φλώ‐ ρου. Ἀπέρχεται οὖν πρὸς αὐτὸν ὁ βασιλεὺς σὺν τῇ
25μητρὶ αὐτοῦ, βουλόμενος μαθεῖν τῆς ὑποχωρήσεως τὴν αἰτίαν. Ὁ δὲ μετὰ πολλῶν δακρύων ἔφη· «Εἴθε μήδ’ (ὅλως) ἐκάθισα ἐν τῷ θρόνῳ τῆς Ἐκκλησίας. ἀπεσχισμένης ὑπαρχούσης ἐκ τῶν λοιπῶν ἁγίων θρόνων καὶ ἀναθεματιζομένης.» (Ταῦτα ἀκούσαντες
30οἱ βασιλεῖς μετὰ σκυθρωπότητος καὶ κατηφείας ἀνεχώρησαν. Καὶ ἀποστέλλουσι πρὸς αὐτὸν πατρι‐ κίους ἀκοῦσαι τὰ παρ’ αὐτοῦ λεγόμενα, πρὸς οὓς μετὰ παῤῥησίας ἐν τῷ τέλει τῆς διδασκαλίας εἶπεν)· «Ἐὰν οὖν μὴ σύνοδος οἰκουμενικὴ γένηται καὶ
35τὸ σφάλμα διορθωθῇ τῆς πίστεως ἡμῶν, οὐκ ἔχετε σωτηρίαν.» Οἱ δὲ πρὸς αὐτόν· «Καὶ ἵνα τί (καθ)‐ υπέγραψας ἐν τῷ χειροτονεῖσθαί σε τοῦ μὴ προσκυ‐ νεῖν (τὰς ἁγίας) εἰκόνας;» Ὁ δὲ ἀπεκρίνατο· «Καὶ διὰ τοῦτο (κἀγὼ) θρηνῶ καὶ πρὸς (τὴν) μετά‐
40νοιαν καταφεύγω, δεόμενος ἵνα μὴ ὡς ἀρχιερέα κολάσῃ με (ὁ Θεὸς καὶ ποιμένα) σιγήσαντα μέχρι νῦν καὶ μὴ κηρύξαντα τὴν ἀλήθειαν τῷ φόβῳ τῆς μανίας ὑμῶν (καὶ μιαιφονίας.» Ταῦτα δὲ ἀκούσαν‐ τες ἀπῆλθον, ἔχοντες ἐν ἑαυτοῖς πολλὴν ἀπόκρισιν
45καὶ συζήτησιν.) Ἐν τούτοις (οὖν ἅπασι τὴν μυσα‐ ρὰν διαπτύων αἵρεσιν καὶ τὸν λόγον τῆς ἀληθείας κηρύττων), ἐκοιμήθη ἐν εἰρήνῃ (τε καὶ ὀρθοδοξίᾳ,
μέγα πένθος καταλιπὼν τοῖς τε βασιλεῦσι καὶ τοῖς959

110

.

961

εὐσεβέσι πᾶσι τῆς πόλεως· ἦν γὰρ σεβάσμιος ἀνὴρ καὶ πάσῃ ἀρετῇ κεκοσμημένος, ὅθεν καὶ πολλὴν πίστιν εἰς αὐτὸν ἐκέκτηντο πάντες). (13) Ἀντ’ αὐτοῦ χειροτονεῖται Ταράσιος ὁ ἀση‐ κρῆτις.
5(14) Διὰ [οὖν] βασιλικῆς παρακλήσεως (ἀπό τε Ῥώμης 665 καὶ τῶν λοιπῶν ἁγίων θρόνων καὶ τῶν ὑπὸ τὴν βασιλεύουσαν πόλιν πάντων τῶν ἐπισκόπων) ἐν τῷ ναῷ τῶν Ἁγίων Ἀποστόλων ἐπισυναχθέντων (τῇ βουλῇ καὶ παραινέσει (169b) Ταρασίου πατριάρ‐
10χου ὡς γενέσθαι σύνοδον προσκυνεῖσθαι τὰς ἁγίας εἰκόνας· τὰς περὶ συνόδου δὲ θείας Γραφὰς εἰς ἐπήκοον πάντων τῶν τε βασιλέων καὶ τοῦ λαοῦ παν‐ τὸς ἀρξαμένων ὑπαναγινώσκειν καὶ ἀντιβάλλειν), οἱ τοῦ Κοπρωνύμου σχολάριοι γυμνώσαντες τὰ ξίφη
15αὐτῶν τὸν σύλλογον διέλυσαν. (15) Οὓς οἱ βασιλεῖς αὐτίκα τῆς πόλεως ὑπεξαγα‐ γόντες ἀόπλους προφάσει εὐωχίας εἰς τὰ Μαλαγίνα πρὸς τὰς ἰδίας χώρας ἀτίμως ἐξήλασαν. (16) Τὸν δὲ θεῖον Ταράσιον σὺν τοῖς προῤῥηθεῖ‐
20σιν ἐπισκόποις ἐν Νικαίᾳ ἀποστέλλουσι. (17) Καὶ γενομένης τῆς ἁγίας καὶ οἰκουμενικῆς συνόδου, ἀπέλαβε πάλιν ἡ Ἐκκλησία τὸν ἀρχαῖον αὐτῆς κόσμον. Ἡ οὖν ζʹ αὕτη σύνοδος τῶν ἐν Νι‐ καίᾳ τὸ βʹ συνελθόντων τνζʹ Πατέρων ἐν ἔτει τῆς
25βασιλείας Κωνσταντίνου καὶ Εἰρήνης τῆς μητρὸς αὐτοῦ ὀγδόῳ. (18) Ταύτης ἡγοῦντο Πέτρος πρεσβύτερος καὶ ἡγούμενος τοῦ ἁγίου Σάβα, τὸν τόπον ἐπέχων Ἀδρια‐ νοῦ πάπα Ῥώμης, Ταράσιος ΚΠ. Ἰωάννης, Γεώρ‐
30γιος καὶ Θωμᾶς μοναχοὶ καὶ πρεσβύτεροι. τοποτη‐ ρηταὶ τῶν ἀποστολικῶν θρόνων τῆς ἀνατολικῆς διοικήσεως, τοῦ τε Πολιτιανοῦ Ἀλεξανδρείας καὶ Θεοδωρήτου Ἀντιοχείας, Ἡλία Ἱεροσολύμων, κατὰ τῆς πρώην ἀθέσμως συναθροισθείσης παρὰ Κων‐
35σταντίνου τοῦ τηνικαῦτα βασιλεύοντος, τῆς ἀνόμως καὶ ἀθέσμως συναθροισθείσης καὶ ὀνομασθείσης ζʹ συνόδου ἐφ’ ὕβρει καὶ καταστροφῇ 666 τῶν σεβα‐ σμίων καὶ ἁγίων εἰκόνων, κενολογησάσης ὅτι ὡς θεοῖς οἱ Χριστιανοὶ τὰς ἁγίας εἰκόνας προσεκύνη‐
40σαν, οὓς καὶ ἀναθεματίσασα ἡ ἁγία σύνοδος καὶ τοὺς ἐξάρχους αὐτῶν, Θεοδόσιον τὸν Ἐφέσου, Σισί‐ νιον τὸν Πέργης, οὗ τὸ ἐπίκλην Παστιλλᾶς, Βασί‐ λειον Ἀντιοχείας Πισιδίας τὸν λεγόμενον Τρικάκαβον. Τὴν δὲ τῶν σεπτῶν εἰκόνων ἀρχῆθεν παραδεδομένην
45τῇ Ἐκκλησίᾳ προσκύνησιν ἀνανεώσασα, ὥρισε πα‐ ραπλησίως ταύτας τῷ σταυρῷ προσκυνεῖσθαι. ΣΝΖʹ. Βασιλεία Κωνσταντίνου μόνου.
Φθόνῳ δέ τινες φερόμενοι τῶν οἰκείων τῆς βα‐961

110

.

964

σιλίσσης Εἰρήνης, βουλόμενοι τὰ πράγματα οὗτοι διοικεῖν, συνέβαλον τὴν μητέρα κατὰ τοῦ υἱοῦ, πεί‐ σαντες αὐτὴν ὡς οὐκ ἔστιν ὡρισμένον παρὰ Θεῷ (τὸ) κρατῆσαι τὸν υἱόν σου, ἀλλὰ σή ἐστιν ἡ βασιλεία.
5Αὕτη δὲ, ὡς ἅτε γυνὴ ἐξαπατηθεῖσα καὶ στέρ‐ γουσα τὸ φίλαρχον, ἐβεβαιώθη τῷ νοῒ οὕτως εἶναι. Ὁ οὖν βασιλεὺς, εἰκοσαετὴς ὢν καὶ ῥωμαλεώτατος πάνυ καὶ ἱκανὸς ἐν τοῖς πολέμοις, ἐλυπεῖτο μηδὲν ἐξουσιάζων καὶ ἐμελέτησε κατὰ τῆς μητρὸς αὐ‐
10τοῦ. Ἡ δὲ, τοῦτο γνοῦσα παρὰ Σταυρακίου, τοὺς μὲν οἰκείους ἀνθρώπους αὐτοῦ πάντας τύψασα ἐξώρισε, τὸν δὲ μάγιστρον (Πέτρον) καὶ Θεόδωρον πατρίκιον τὸν Καμουλιανὸν καὶ ἑτέρους τῶν ἐν τέ‐ λει ἐν κάστροις ἐξώρισε, τὸν δὲ υἱὸν αὐτῆς πολλὰ
15λοιδορήσασα ἀπρόϊτον ἐποίησε, πάντα δὲ τὸν στρατὸν καὶ πάντας τοὺς ἐν τέλει ὀμόσαι πεποίηκεν, ὅτι «Ἕως οὗ ζῇς, οὐ καταδεξόμεθα τὸν υἱόν σου κρατῆσαι.» (2) Ἀρμενιακοὶ δὲ μόνοι τοῦτο οὐ κατεδέ‐
20ξαντο, Ἀλλὰ Κωνσταντῖνον καὶ Εἰρήνην ὡς ἐξ ἀρχῆς εὐφήμουν. 667 (3) Ἡ δὲ ἀπέστειλεν Ἀλέξιον δρουγγάριον τῆς βίγλης, ᾧ ἐπίκλην Μωσηλὲ, πρὸς τὸ πεῖσαι αὐ‐ τούς. Οἱ δὲ τοῦτον κρατήσαντες, ἄρχειν αὐτῶν προε‐
25βάλλοντο, τὸν ἴδιον στρατηγὸν φρουρήσαντες καὶ Κωνσταντῖνον μόνον εὐφήμουν. (170a) (4) Τοῦτο μαθόντες οἱ τῶν λοιπῶν θε‐ μάτων λαοὶ ὁμοίως εὐφήμουν, τοῦ διαβόλου τὴν τοιαύτην ἄρνησιν καὶ ἐπιορκίαν τοῖς ἀνθρώποις
30ὑποβάλλοντος. Φοβηθεῖσα δὲ ἡ Εἰρήνη τὸ τοῦ λαοῦ ὅρμημα, ἐξαπέστειλε τὸν υἱὸν αὐτῆς πρὸς τὸ στρά‐ τευμα· αὐτοὶ δὲ τοῦτον αὐτοκράτορα εὐφήμησαν, τὴν μητέρα αὐτοῦ ἀπεκήρυξαν (5) Τὸν δὲ Ἀλέξιον ἐκύρωσε στρατηγὸν τῶν
35Ἀρμενιακῶν. Ὑποστρέψας δὲ ἐν τῇ πόλει Σταυρά‐ κιον καὶ Ἀέτιον πρωτοσπαθαρίους καὶ οἰκείους αὐ‐ τῆς ἀνθρώπους ἀνηλεῶς τύψας ἐξώρισεν, ὡσαύτως καὶ τοὺς λοιποὺς καὶ οἰκείους αὐτῆς εὐνούχους· αὐτὴν δὲ μετὰ ἀπαθειῶν ἐκάθισεν ἐν τῷ οἴκῳ τοῦ
40Ἐλευθερίου, ὃν αὐτὴ ᾠκοδόμησεν, ἐν ᾧ καὶ τὰ πλεῖστα χρήματα κατέκρυψεν. (6) Ἐγένετο δὲ (καὶ) ἐμπρησμὸς, καὶ ἐκάη ὁ τρίκλινος τοῦ πατριαρχείου, ὁ λεγόμενος Θωμαΐτης, καὶ αἱ καμάραι αἱ ὑποκάτω, ἔνθα ἀπέκειντο
45καὶ τὰ σχέδη πάσης Γραφῆς, ἃ ἡρμήνευσεν ὁ μέ‐ γας Χρυσόστομος· καὶ διῆλθεν ἡ φλὸξ ἕως τοῦ μιλίου καὶ τοῦ κυαιστωρείου πανταχόσε ἐπινεμο‐ μένη, ἕως οὗ πάντα κατέκαυσεν. (7) Ὁ δὲ βασιλεὺς ἐξῆλθε κατὰ Βουλγάρων, καὶ

110

.

964

(50)

τούτους ληϊσάμενος ὑπέστρεψε μετὰ νίκης.963

110

.

965

(8) Ὡσαύτως καὶ ἐν Ταρσῷ μετὰ στρατοῦ πολ‐ λοῦ 668 ἀπελθὼν κατὰ Ἀράβων, καὶ πολλοὺς αἰχμαλωτίσας ὑπέστρεψεν. (9) Παρακληθεὶς δὲ ὁ βασιλεὺς ὑπὸ τῆς ἰδίας
5μητρὸς καὶ πολλῶν τῶν ἐν τέλει, αὖθις ἀναγορεύει αὐτὴν, καὶ εὐφημεῖσθαι ὡς ἐξ ἀρχῆς (Κωνσταντῖνον καὶ Εἰρήνην τοῖς πᾶσι) διεκελεύσατο. Καὶ πάντες μὲν πειθαρχοῦσιν, Ἀρμενιακοὶ δὲ μόνοι στασιά‐ ζουσι καὶ ἐπιζητοῦσιν Ἀλέξιον τὸν Μωσηλὲ (ὃν
10ἐτίμησε πατρίκιον καὶ μεθ’ ἑαυτοῦ εἶχεν ὁ βασι‐ λεύς). Τοῦτον οὖν διὰ τὴν τοιαύτην ἐπιζήτησιν καὶ διά τινας λόγους, οὓς ἤκουσεν, ὡς μέλλειν αὐτὸν βασιλεύειν, δείρας καὶ κουρεύσας, ἐν εἱρκτῇ ἀπέ‐ κλεισεν.
15(10) Τῶν δὲ ταγμάτων καὶ θεμάτων ἐν τῇ πό‐ λει ἐπισυναχθέντων, ἐβούλοντο ποιῆσαι Νικηφόρον, τὸν ἀπὸ Καισάρων εἰς βασιλέα. Τοῦτο γνοὺς, ἀπο‐ στείλας ἐξήγαγεν ἀμφοτέρους υἱοὺς Κωνσταντίνου τοῦ πάππου αὐτοῦ ἐν τῷ ἁγίῳ Μάμαντι· καὶ τὸν
20μὲν Νικηφόρον δεινῶς ἐτύφλωσε, Χριστοφόρον δὲ καὶ Νικήταν, Ἄνθιμόν τε καὶ Εὐδόκιμον ἐγλωσσο‐ κόπησε, (σὺν αὐτοῖς δὲ) καὶ Ἀλέξιον τὸν Μωσηλὲ ἐτύφλωσε, πεισθεὶς ταῖς μητρικαῖς εἰσηγήσεσιν. (11) Τοὺς δὲ Ἀρμενιακοὺς χειρωσάμενος καὶ
25πολέμῳ τροπωσάμενος, τοὺς ἄρχοντας αὐτῶν ἐποι‐ νάλισεν, ἐπιγράψας εἰς τὰ πρόσωπα αὐτῶν μέ‐ λανι κεντητῷ· «Ἀρμενιακὸς ἐπίβουλος,» ἐξορί‐ σας αὐτοὺς ἐν Σικελίᾳ καὶ (ἐν) ταῖς λοιπαῖς νήσοις.
30(12) Μισήσας δὲ ὁ βασιλεὺς τὴν ἑαυτοῦ γυ‐ ναῖκα Μαρίαν ὑποβολῇ τῆς ἑαυτοῦ μητρὸς ἐφιε‐ μένης τῆς ἀρχῆς 669 πρὸς τὸ μισηθῆναι αὐτὸν, ἐξεβιάσατο τοῦ αὐτὴν ἀποκεῖραι. (13) Ἐμνηστεύθη δὲ παρανόμως Θεοδότῃ
35κουβικουλαρίᾳ καὶ ἔστεψεν αὐτήν. (14) Ἀπέσχισε δὲ τῆς κοινωνίας Ταρασίου Πλάτων, ὁ τοῦ Σακουδίωνος ἡγούμενος, καὶ λοιποὶ διὰ τὸ ἐπιτρέψαι τὸν πατριάρχην ἀποκαρεῖν Μα‐ ρίαν καὶ λαβεῖν Θεοδότην (ἥτις Θεοδότη συγγενὴς
40ἐτύγχανε τοῦ ὁσίου Πατρὸς ἡμῶν Θεοδώρου ἡγουμέ‐ νου τῶν Στουδίου), εἰς οὓς καὶ πολλὰς θλίψεις (καὶ μάστιγας) ἐνεδείξατο ὁ βασιλεύς. (15) Καὶ τὸν πρεσβύτερον Ἰωσὴφ τὸν Καθαρὸν προτρέψαντά φασι τὸν πατριάρχην στεφανῶσαι
45τοῦτον μετὰ Θεοδότης, καὶ τὸν αὐτὸν Κωνσταντῖνον εἰς κοινωνίαν δεξάμενον. Κἀντεῦθεν ὁ βασιλεὺς τὸν μὲν Πλάτωνα ἐν τῷ παλατίῳ καθεῖρξε, τοὺς δὲ
λοιποὺς μοναχοὺς μαστιγώσας σὺν τοῖς ἀνε‐965

110

.

968

ψιοῖς, ἐξώρισεν ἐν Θεσσαλονίκῃ, οὓς ἡ μήτηρ αὐ‐ τοῦ ὑπερασπιζομένη ὡς τὴν παρα(170b)νομίαν αὐτοῦ ἐλέγχοντας, ἐκίνησεν αὐτὸν κατ’ αὐτοὺς εἰς μῖσος. (16) Μαθὼν δὲ, ὅτι λαὸς ἄχθεται κατ’ αὐτοῦ
5καὶ δυσχεραίνει, ἐξέπλευσεν εἰς Πύλας, βουλόμε‐ νος πρὸς τὸ θέμα τῶν Ἀνατολικῶν γενέσθαι. Οἱ δὲ συνόντες αὐτῷ μεγιστᾶνες, ὑφορώμενοι τὴν ἐπα‐ νάστασιν τοῦ λαοῦ καὶ τὴν τῆς πόλεως σύγχυσιν, πείθουσιν αὐτὸν διὰ παρακλήσεως ὑποστρέψαι πάλιν
10εἰς τὴν πόλιν. (17) Ὁ δὲ Κάρδαμος, ὁ κύριος Βουλγάρων, ἔγραψε τῷ βασιλεῖ (ὅτι) «Ἢ τέλεσόν μοι πάκτα, ἢ ἔρχομαι ἕως τῆς Χρυσῆς πόρτης.» Ὁ δὲ βασιλεὺς (βαλὼν καβαλίνας ἐν μανδηλίῳ) ἔπεμψεν αὐτῷ
15δηλώσας αὐτῷ, ὅτι «Οἷα δή σοι πρέπει πάκτα ἀπέστειλα· γέρων δὲ εἶ, καὶ οὐ θέλω κοπωθῆναί σε ἕως τῶν ὧδε, ἀλλ’ ἐγὼ ἔρχομαι πρὸς σέ.» Καὶ λαὸν συναθροίσας 670 καὶ ἐξελθὼν ὁ βασιλεὺς ἐδίωξεν αὐτὸν ἕως τὰ ἴδια.
20(18) Ἡ δὲ μήτηρ αὐτοῦ θωπεύσασα πάντας καὶ δωρεῶν ὑποσχέσεσιν ἑλκύσασα πρὸς ἑαυτὴν, ἐτήρει ἡμέραν ἐπιτηδείαν πρὸς τὸ μοναρχῆσαι. Τοῦ οὖν βασιλέως ἐξελθόντος κατὰ Ἀράβων, τοῦ λαοῦ παρητοιμασμένου ὄντος τοῦ κρατῆσαι αὐτὸν ἐπί τε
25ταῖς ὑποθήκαις τῆς μητρὸς διὰ τὴν παρανομίαν δῆθεν τῆς γυναικὸς, δι’ ἣν καὶ μισητὸς πᾶσι γέγονε, πείθουσιν αὐτὸν οἱ μεγιστᾶνες αὐτοῦ ὑποστρέψαι ἐν τῇ πόλει εἰσηγήσεσι τῆς μητρός· καὶ δὴ παραγενόμενον ἐν τῷ παλατίῳ, τῆς μητρὸς αὐτοῦ
30μὴ παρούσης, ἀπέκλεισαν αὐτὸν οἱ μεγιστᾶνες, οἱ σύμβουλοι τῆς μητρὸς αὐτοῦ, ἔνθα ἐγεννήθη, ἐν τῇ πορφύρᾳ, ἐκτυφλοῦσιν αὐτὸν δεινῶς καὶ ἀνιά‐ τως πρὸς τὸ τεθνάναι αὐτόν. Ἐσκοτίσθη δὲ τότε ὁ ἥλιος ἐπὶ ἡμέρας ιζʹ, ὥστε καὶ τὰ πλοῖα
35πλανᾶσθαι καὶ λέγειν πάντας, ὅτι διὰ τὴν τοῦ βα‐ σιλέως ἐκτύφλωσιν ἐσκοτίσθη ὁ ἥλιος. Ἀλλ’ ὅρα τοῦ Θεοῦ (τὰ) ἀνεξερεύνητα κρίματα· μετὰ γὰρ εʹ ἔτη τῷ αὐτῷ μηνὶ τῇ αὐτῇ ἡμέρᾳ, ἐν ᾖ ἀπετύ‐ φλωσε τοὺς ἰδίους θείους (καὶ Ἀλέξιον τὸν Μω‐
40σηλὲ), τυφλοῦται καὶ (ὁ) αὐτὸς (Κωνσταντῖνος). ΣΝΗʹ. Βασιλεία Εἰρήνης μόνης. Ἐκράτησε δὲ Εἰρήνη μόνη ἔτη εʹ. 671 (2) Ἐστασίασαν δὲ οἱ αὐτῆς ἀνδράδελφοι,
καὶ ἐξώρισεν αὐτοὺς ἐν Ἀθήναις.967

110

.

969

(3) Οἱ κἀκεῖ βουλευσάμενοι περὶ βασιλείας, ὑπὸ τῶν ἐντοπίων ἀνῃρέθησαν, καὶ ἠφανίσθη τοῦ μιαροῦ Κοπρωνύμου τὸ γένος. (4) Τῇ δὲ βʹ τοῦ ἁγίου Πάσχα ἀπελθοῦσα ἡ
5βασίλισσα ἐν τῇ κατὰ τύπον γενομέ(14)νῃ προελεύ‐ σει εἰς τοὺς Ἁγίους Ἀποστόλους, δείλης προῆλ‐ θεν ἐπὶ ὀχήματος χρυσοῦ, ἐποχουμένη τέσσαρσιν ἵπποις λευκοῖς, κρατουμένοις ὑπὸ πατρικίων, ῥί‐ ψασα ὑπατείαν ἐν τῇ μέσῃ πολλήν.
10(5) Νοσησάσης δὲ τῆς βασιλίσσης, ἐδηλώθη αὐτῇ, ὅτι Σταυράκιος στάσιν κατὰ σοῦ μελετᾷ. Ἡ δὲ, ἐν τῷ Ἰουστινιανοῦ τρικλίνῳ σιλέντιον ποιήσασα, ἐξεφώνησε μὴ προέρχεσθαί τινι τῶν ἀρχόντων. (6) Ἀέτιος δὲ ὁ σὺν αὐτῷ παραδυναστεύων, φθο‐
15νῶν Σταυράκιον, εἰς ἑαυτὸν τὸ κράτος μετεχειρί‐ ζετο. (7) Τούτων δὲ οὕτως ὄντων, Νικηφόρος πα‐ τρίκιος καὶ γενικὸς ἐτυράννησε κατ’ αὐτῆς μετὰ βουλῆς Νικήτα πατρικίου καὶ Σισινίου, τῶν αὐτα‐
20δέλφων τῶν ἐπιόρκων καὶ δολερῶν Τριφυλίων, καὶ Λέοντος πατρικίου (171a) τοῦ Τεσσαρακονταπή‐ χεος, καὶ Γρηγορίου πατρικίου τοῦ Μουσουλακίου καὶ ἑτέρων τινῶν τῶν ἐν τέλει. (8) Καὶ ἐλθόντες ἐν τῇ Χαλκῇ ὥρᾳ τετάρτῃ
25τῆς νυκτὸς, 672 ἀπατήσαντες τοὺς φυλάσσοντας ὡς παρ’ αὐτῆς ἀπεσταλμένοι, εἰσῆλθον ἐν τῷ παλα‐ τίῳ καὶ διὰ τῆς νυκτὸς κατὰ πάσης τῆς πόλεως τὴν ἀναγόρευσιν αὐτοῦ ἐποιήσαντο, φύλακας περιστή‐ σαντες ἐν τῷ παλατίῳ τῶν Ἐλευθερίου φυλάττειν
30Εἰρήνην. Ὄρθρου δὲ μεταστειλάμενοι ἀπέκλεισαν αὐτὴν ἐν τῷ παλατίῳ. (9) Καὶ οὕτως προῆλθεν ἐν τῇ ἐκκλησίᾳ καὶ ἐστέφθη ὑπὸ Ταρασίου. ΣΝΘʹ. Βασιλεία Νικηφόρου.
35Οὗτος ὁ Νικηφόρος ἐβασίλευσεν ἔτη ζʹ. (2) Οἱ δὲ ὄχλοι ἐπηρῶντο καὶ τὸν στέφοντα καὶ τὸν στεφόμενον. (3) Χρηστότητα δὲ ὑποκρινόμενος παρηγόρει τὴν βασίλισσαν ὡς πᾶσαν αὐτῆς τὴν ἀνάπαυσιν
40ποιήσειεν, εἰ τοὺς θησαυροὺς αὐτῆς καταμηνύσειεν969

110

.

972

αὐτῷ. Ἡ δὲ συνετῷ (μὲν) τῷ φρονήματι πρὸς τὸν χθὲς μὲν δοῦλον ἐπίορκον, σήμερον δὲ τύραννον ἔφη· «Ἐγὼ μὲν, ὦ ἄνθρωπε, Θεὸν ἡγοῦμαι τὸν ὑψώ‐ σαντά με εἰς ταύτην τὴν βασιλείαν, ταῖς δὲ ἐμαῖς
5ἁμαρτίαις τὴν καθαίρεσιν ἐμαυτῇ προσάπτω· ἐν πᾶσι δὲ τούτοις εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον. Οὐ μὴ δὲ ἀγνοῇς τὰς κατὰ σοῦ μηνυθείσας μοι ἐπιβουλὰς, αἷς εἰ συναπήχθην, ἀκωλύτως εἶχον τοῦ ἀνελεῖν σε. Ἀλλὰ τὸ μὲν τοῖς σοῖς ὅρκοις πειθο‐
10μένη, τὸ δὲ φειδομένη σου, πάντα 673 παρελο‐ γισάμην, τῷ Θεῷ ἀποδοῦσά σε, δι’ οὗ βασιλεῖς βασι‐ λεύουσι καὶ δυνάσται κατεξουσιάζουσι. Καὶ τὰ νῦν ὡς εὐσεβῆ καὶ ἐκ Θεοῦ προβληθέντα (εἰς) βασιλέα προσκυνῶ (καὶ τιμῶ) καὶ αἰτοῦμαι φείσασθαί μου
15τῆς ἀσθενείας καὶ συγχωρῆσαί μοι τὸν ὑπ’ ἐμοῦ κτισθέντα τὸν Ἐλευθερίου οἶκον εἰς ψυχαγωγίαν τῆς ἀσυγκρίτου μου συμφορᾶς.» Ὁ δὲ ἔφη· «Καὶ εἰ τοῦτο θέλεις σοι γενέσθαι, ὄμοσόν μοι μὴ ἀπο‐ κρύψαι τι τῶν θησαυρῶν, καὶ πᾶσάν σου θεραπείαν
20ποιῶ.» Ἡ δὲ ὤμοσεν αὐτῷ, ὑποδείξασα καὶ πλοῦ‐ τον πολύν. Ὁ δὲ τοῦ ποθουμένου τυχὼν, παρευθὺ ἐξώρισεν αὐτὴν ἐν τῇ Πριγκήπῳ, ἣν αὐτὴ ᾠκοδόμη‐ σεν εἰς μονήν. (4) Ἰδὼν δὲ πάντας τοὺς ἐν τέλει λυπουμένους
25ἐπ’ αὐτῇ διὰ τὴν ἀπληστίαν αὐτοῦ (καὶ) φοβηθεὶς, καίπερ βαρυτάτου χειμῶνος ὄντος, ἐξώρισε τὴν αὐτὴν Εἰρήνην ἐν Λέσβῳ τῇ νήσῳ φρουρεῖ‐ σθαι. (5) Προσελάβετο δὲ καὶ Κωνσταντῖνον υἱὸν
30αὐτῆς, ὃς καὶ ὑπέδειξεν αὐτῷ τὸν ἀνακτισθέντα πλοῦτον ὑπὸ Ὀρθομαρμαρώσεως τὸν νῦν ἐν τῷ Σίγματι ὄντα. (6) Νικήταν δὲ τὸν Τριφύλιον ὁ αὐτὸς Νικη‐ φόρος φαρμάκῳ ἀνεῖλε.
35(7) Βαρδάνης δὲ ὁ πατρίκιος καὶ στρατηγὸς τῶν Ἀνατολικῶν (τὸ ἐπίκλην Τοῦρκος) ἀνηγορεύθη βασιλεὺς ὑπὸ τῶν περατικῶν θεμάτων, ὅς γε πολλὰ τοῦτο παρῃτήσατο. 674 (8) Διαδράσαι δὲ μὴ δυνηθεὶς, βίᾳ κα‐
40τελθὼν ἐν Χρυσοπόλει, εἶτα φοβηθεὶς τὸν Θεὸν, μήπως δι’ αὐτοῦ γένηται σφαγὴ Χριστιανῶν, λαβὼν παρὰ Νικηφόρου λόγον ἀπαθείας, νυκτὸς λάθρα τοῦ λαοῦ ἦλθε πρὸς τὴν μονὴν Ἡρακλείου ἐν τῷ Κατα‐
βόλῳ, καὶ εὐθὺς γέγονε μοναχός.971

110

.

973

(9) Ἐρχομένου δὲ αὐτοῦ διὰ τοῦ σταλέντος βα‐ σιλικοῦ χελανδίου ἐν τῇ Πρώτῃ νήσῳ εἰς τὸ μοναστή‐ ριον αὐτοῦ, ὃ ἦν αὐτὸς κατασκευάσας, Λυκάονές τινες ἄνδρες ἢ μᾶλλον εἰπεῖν λυκάνθρωποι ἐκτυ‐
5φλοῦσιν αὐτὸν παρὰ γνώμην τοῦ βασιλέως· διὸ καὶ λύπῃ πολλῇ συσχεθεὶς (ὁ Νικηφόρος), πάντας μεθ’ ὅρκων ἐπληροφόρει ἀναίτιον εἶναι αὐτὸν τοῦ τοιούτου δράματος· τεκμήριον δὲ ἐπὶ τοῖς λεγομένοις, ὅτι οὐδέποτε τινὰ Χριστιανὸν φαίνεται φονεύσας ἢ μέλος
10αὐτοῦ παντάπασιν ἀκρωτηριάσας, εὐσεβὴς ὑπάρ‐ χων ἄγαν καὶ χριστιανόφιλος πάνυ. (10) Ἐφ’ οὗ ἐν τῷ γʹ ἔτει τῆς αὐτοῦ βασιλείας ὁ τῶν Σαρακηνῶν φύλαρχος παρεγένετο ἐν τῷ Ἀμορίῳ μετὰ δυνάμεως πολλῆς.
15(11) Ἐξῆλθε δὲ καὶ Νικηφόρος (πρὸς τὸ Δορύλαιον) δηλώσας τῷ πρωτοσυμβούλῳ ταῦτα· «Ἵνα τί ἐπιχαίρεις ταῖς ἀδικίαις καὶ ταῖς αἱματεκ‐ χυσίαις, μὴ ἀρκούμενος εἰς τὰ ἴδια, ἀλλὰ παραβαί‐ νεις ὅρους (171b) ἀρχαίους καὶ πατρῴους; Ποῖος
20γάρ σε προφήτης θεῖος ταῦτα ποιεῖν ἐδίδαξε; Οὐχὶ Μουχούμετ ὁ προφήτης [σου] παρήγγειλε 675 Χρι‐ στιανὸν ὡς ἀδελφὸν ἔχειν καὶ λέγειν; Μὴ γὰρ ὁ πάντων δημιουργὸς Θεὸς καὶ προνοητὴς ἀμφοτέρων αἵμασιν ἀνθρώπων ἀδίκως ἐκχυνομένοις χαίρει; Μὴ
25γένοιτο! Ἢ ἀργυρίου καὶ χρυσίου καὶ τῶν λοιπῶν ὑστερούμενος ἐξῆλθες ἀδικῆσαι τοὺς μηδὲν ἀδική‐ σαντάς σε; Καίτοιγε τὰ κάλλιστα καὶ δυσπόριστα καὶ ἡμῖν ἐπέραστα κατακόρως ἔχεις. Εἰ δέ τινος τῶν ἡμετέρων ἐνδεῶς ἔχεις, αὐτίκα σοι παρέ‐
30ξομεν φιλοξενίας τρόπῳ. Μὴ τοίνυν ὡς ἀθάνα‐ τοι καὶ ἄθεοι κατ’ ἀλλήλων (ἀντι)στρατευώμεθα, καὶ τὸν ἐκ δαιμόνων πόλεμον ἐκ φθόνου μιμώ‐ μεθα· γίνωσκε ὅτι μικρὸν ὕστερον τελευτήσομεν καὶ πρὸς Κριτὴν ἀδέκαστον ἀπελευσόμεθα, ὃς ἀπο‐
35δώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ.» Ταῦτα τοῦ βασιλέως Νικηφόρου ἀποστείλαντος μετὰ δώρων τινῶν, ὁ Ἄραψ, ἀγαθυνθεὶς καὶ ἀνταποστείλας δῶρα πλεῖστά τε καὶ θαυμαστὰ, μετ’ εἰρήνης ὑπέστρεψε, τὴν Νικηφόρου σύνεσιν ὑπερθαυμάζων.
40(12) Τῆς δὲ Εἰρήνης τῇ ἐξορίᾳ ἐκ λύπης καὶ ἀθυμίας τελευτησάσης ἐν Λέσβῳ τῇ νήσῳ, ὅπου ἦν φρουρουμένη, μετεκόμισε τὸ σῶμα αὐτῆς ὁ βα‐ σιλεὺς ἐν τῇ μονῇ τῆς Πριγκήπου, ἣν αὐτὴ ᾠκοδό‐ μησε. Σφόδρα γὰρ εὐσεβὴς καὶ φιλάρετος οὖσα,
45πολλὰ ξενοδοχεῖα καὶ γηροκομεῖα καὶ μοναστήρια κατεσκεύασε καὶ φόρων κουφισμὸν καὶ ἄλλα
πλεῖστα κατορθώματα.973

110

.

976

(13) Ὁ δέ γε βασιλεὺς ἔστεψε τὸν υἱὸν αὐτοῦ Σταυράκιον δυσειδῆ καὶ ἀφελῆ ὄντα. (14) Ἀπεβίω δὲ καὶ ὁ ἁγιώτατος ἐπίσκοπος Ταράσιος, 676 καὶ χειροτονεῖται ἀντ’ αὐτοῦ Νικη‐
5φόρος ὁ ἁγιώτατος πατριάρχης (ὁ) ἀπὸ σηκρῆτις. Τούτου δὲ χειροτονηθέντος, Θεόδωρος ὁ ἡγούμενος τῶν Στουδίου καὶ Ἰωσὴφ ὁ ἀδελφὸς αὐτοῦ, ὁ Θεσσα‐ λονίκης ἐπίσκοπος, ἅμα Πλάτωνι τῷ ἐγκλείστῳ καὶ τοῖς λοιποῖς αὐτῶν μοναχοῖς, τῆς κοινωνίας ἀπέστη‐
10σαν Νικηφόρου διὰ Ἰωσὴφ τὸν στεφανώσαντα Κων‐ σταντῖνον καὶ ὑπ’ αὐτοῦ δεχθέντα εἰς ἱερωσύνην. Ὁ δὲ βασιλεὺς, σύνοδον κατ’ αὐτῶν συγκροτήσας, εἰς ἐξορίαν αὐτοὺς ἔπεμψεν. (15) Ὁ δὲ βασιλεὺς, κατὰ Βουλγάρων ἐκστρα‐
15τεύσας, ἥττησεν αὐτοὺς κατὰ κράτος, ὥστε τὴν λεγομένην αὐλὴν τοῦ ἀρχηγοῦ αὐτῶν Κρούμου πυρ‐ πολῆσαι· ἐκείνου δὲ δηλώσαντος παρακλήσεως λόγους· «Ἱκανούσθω σοι, ὦ βασιλεῦ, ἕως τούτου,» οὐ προσήκατο παντελῶς τῆς εἰρήνης τὰ ῥήματα διὰ
20πολλὴν ἀπληστίαν. (16) Ἐφ’ οἷς χαλεπήνας ὁ Βάρβαρος τὰς τῆς χώρας εἰσόδους (τε) καὶ ἐξόδους περιέφραξεν ὀχυ‐ ρώμασι ξυλίνοις. Καὶ μεθ’ ἡμέρας βʹ συνα‐ θροίσας λαὸν καὶ κατὰ τῆς τοῦ βασιλέως σκηνῆς
25ἐπελθὼν, ἀναιρεῖ τοῦτον καὶ πάντας τοὺς σὺν αὐτῷ, τὴν δὲ Νικηφόρου κεφαλὴν ἐκκόψας καὶ ἐπὶ ξύλου ἀναρτήσας, εἶθ’ οὕτως γυμνώσας τὸ ὀστοῦν καὶ πε‐ ριαργυρώσας ἔξωθεν, ἐκέλευσε πίνειν εἰς αὐτὴν τοὺς Βουλγάρων ἄρχοντας, ἐγκαυχώμενος κατ’ αὐτοῦ
30ὡς ἀπλήστου καὶ τὴν εἰρήνην μὴ θελήσαντος. (17) Ὡς δέ τινες ἔφασαν, τινὰς Χριστιανοὺς αὐτὸν πεφονευκέναι διὰ τὴν ἀπληστίαν καὶ φιλαρ‐ γυρίαν αὐτοῦ· ἐπέτεινε γὰρ τούς τε φόρους τοῖς ὑπὸ χεῖρα καὶ τὰς δημοσίας ἀρχὰς ὠνητὰς χρυσίου
35τοῖς βουλομένοις προὔθηκεν, 677 κἀκεῖνος ἄξιος ἦν εἰς ἀρχὴν, ὃς πλείονα τὸν χρυσὸν κατεβάλλετο· καὶ ἃ δέ φασι χαρτιατικὰ οὗτος ἐξεῦρε καὶ πᾶν πονηρὸν καὶ βαρὺ, ὡς ἔπος εἰπεῖν, αὐτὸς τοῖς Χρι‐ στιανοῖς ἐπενόησεν, Ὅθεν ἡ Γραφὴ προασφαλιζομένη
40τὸν τοιοῦτον ἔλεγεν· «Μὴ ἀποπληστεύου, ὅτι δι’ ἀπληστίαν πολλοὶ ἐτελεύτησαν· ὁ δὲ προσέχων ζωὴν προσθήσει·» καί· «Πολλοὺς ἀπώλεσε τὸ χρυσίον καὶ καρδίαν βασιλέως ἐξέκλινεν·» πόσοι γὰρ τοῦ πλεῖον ἐπιθυ(172a)μοῦντες, τοῦ παντὸς ἐξέπεσον, καὶ
45τὰ περιττὰ συναγαγόντες, προσαπώλεσαν εἰκότως καὶ τὰ ὀλίγα καὶ τὰ ἀναγκαῖα, καὶ τοὺς νενομισμένους
ὅρους ὑπερβάντες καὶ τῶν μετρίων ἐγυμνώθησαν;975

110

.

977

Χρὴ οὖν περικόπτειν ἐμφρόνως τὰ περιττὰ, ἵνα κα‐ λῶς ἐν τοῖς ἀναγκαίοις πλουτῶμεν. Οὐ γὰρ τὸ πλοῦτον ἔχειν, ἀλλὰ τὸ μὴ δεῖσθαι πλούτου πλοῦτός ἐστι μέ‐ γιστος. Τὸν δέ γε τρόπον τῆς τοῦ βασιλέως σφαγῆς
5οὐδεὶς τῶν περισωθέντων σαφῶς διηγήσατο. ΣΞʹ. Βασιλεία Σταυρακίου. Σταυράκιος, ὁ υἱὸς αὐτοῦ, ἐβασίλευσεν ἔτος αʹ, μῆνας βʹ. (2) Οὗτος ἐν τῷ πολέμῳ ἐπλήγη κατὰ τοῦ
10δεξιοῦ μηροῦ, καὶ φορείῳ τὴν πόλιν κατέλαβεν. (3) Ὃς διὰ τὴν πληγὴν ἐν τῷ παλατίῳ κείμε‐ νος ἀπρόϊτος ἦν (καὶ ἀφανὴς, διὰ τὴν πληγὴν τοῦ μηροῦ ὀρθωθῆναι μὴ δυνάμενος). (4) Ἐβούλετο δὲ Μιχαὴλ τὸν γαμβρὸν αὐτοῦ
15καὶ κουροπαλάτην τυφλῶσαι, καὶ τῇ γυναικὶ αὐτοῦ τὴν βασιλείαν καταλιπεῖν. 678 (5) Ἐντεῦθεν Μιχαὴλ (ὁ γαμβρὸς αὐτοῦ) ἐξαίφνης ἀναγορεύεται βασιλεὺς ἐν τῷ Ἱππικῷ παρὰ τῆς συγκλήτου καὶ τῶν ταγμάτων, ὡς ἤδη
20ἀπεγνωσμένου τοῦ Σταυρακίου. (6) Ὅπερ μαθὼν Σταυράκιος, τὸ μοναδι‐ κὸν αὐτίκα (σχῆμα) σὺν τῇ γυναικὶ Θεοφανοῖ περιθέμενος, εἰς τὰ Σταυρακὰ (λεγόμενον) μοναστήριον ἐτελεύτησε, καὶ ἐτάφη ἐν τῇ μονῇ τοῦ
25Σατύρου. ΣΞΑʹ. Βασιλεία Μιχαήλ. Μιχαὴλ ὁ εὐσεβέστατος ἐβασίλευσεν ἔτη βʹ, στεφθεὶς ὑπὸ Νικηφόρου πατριάρχου, δοὺς τῷ πα‐ τριάρχῃ χρυσίου λίτρας νʹ καὶ τῷ κλήρῳ λίτρας κεʹ·
30ἀφιλάργυρος γὰρ ἦν καὶ μεγαλόψυχος, παραμυθη‐ σάμενος καὶ τοὺς ἐκ τῆς Νικηφόρου πλεονεξίας ἀδικημένους. (2) Ἔστεψε δὲ καὶ Προκοπίαν, τὴν γυναῖκα αὐ‐ τοῦ, πολλαῖς δωρεαῖς τὴν σύγκλητον φιλοτιμη‐
35σάμενος. (3) Καὶ Θεοφύλακτον, τὸν υἱὸν αὐτοῦ, ὁμοίως ἔστεψεν ἐν τῷ ἄμβωνι τῆς ἐκκλησίας πάμπολλα προσενέγκας ἱερὰ ἐν τῇ Μεγάλῃ ἐκκλησίᾳ. (4) Κροῦμος δὲ, ὁ τῶν Βουλγάρων ἀρχηγὸς, ἔγρα‐
40ψε περὶ εἰρήνης ἐπιζητῶν καὶ πάμπολλα πάκτα. Ὁ δὲ, κακοσυμβουλίαις πεισθεὶς, οὐ προσήκατο τὴν εἰρήνην. (5) Οὗτος εἰς πάντας μὲν χρηστὸς ἦν καὶ ἐπιει‐ κὴς, εἰς δὲ τὴν τῶν πραγμάτων διοίκησιν ἀκυβέρ‐
45νητος παντελῶς ὑπῆρχε καὶ δεδουλωμένος μα‐ ταίων ἀνθρώπων βουλαῖς καὶ 679 ἀπειροπόλε‐ μος. Ὅθεν ἐκστρατεύσαντος αὐτοῦ κατὰ
Βουλγάρων καὶ μετὰ μεγάλης ἥττης ὑποστρέψαντος977

110

.

980

ἀναγορεύεται Λέων ὁ πατρίκιος καὶ στρατηγὸς τῶν Ἀνατολικῶν ὑπὸ τοῦ λαοῦ καὶ τῶν ἀρχόντων ἐν τῷ κάμπῳ τοῦ Τριβουναλίου. (6) Καὶ δὴ τοῦτο Μιχαὴλ, ἀκούσας καὶ τὸ μοναδικὸν
5σχῆμα σὺν γυναικὶ καὶ τέκνοις ἀμφιεσάμενος εἰς τὸ πλησίον τῆς πόλεως νησίον περιορίζεται, ἐν ᾧ καὶ ἐτελεύτησεν. ΣΞΒʹ. Βασιλεία Λέοντος τοῦ Ἀρμενίου τοῦ παραβάτου.
10 Μετὰ Μιχαὴλ ἐβασίλευσε Λέων ὁ Ἀρμένιος, ὁ πατρίκιος καὶ παραβάτης ὕστερον ἀναφανεὶς, ἔτη ζʹ, μῆνας εʹ, στεφθεὶς ὑπὸ Νικηφόρου πα‐ τριάρχου· —μετὰ γὰρ δύο χρόνους ἀποστατήσας πρὸς τὴν ἀσέβειαν καὶ τὸ ἔγγραφον, ὅπερ ἐποίησε
15περὶ τῆς ὀρθοδοξίας, ἀθετήσας, ὥσπερ Σαοὺλ ἐξώ‐ κειλε, —καὶ γὰρ κἀκεῖνος δύο ἔτη βασιλεύσας ἐν‐ νόμως, εἶτα παρατραπεὶς καὶ τῆς θείας χάριτος γυμνωθεὶς καὶ πονηρῷ πνεύματι παραδοθεὶς, κατὰ τοῦ εὐεργέτου Δαυῒδ ἐξωπλίσθη, καὶ τὰς τῶν ἱερέων
20εἰργάσατο μιαιφονίας. Ὡσαύτως καὶ ὁ δύστηνος οὗτος καὶ ἀντίθεος, μετὰ δύο ἔτη κατὰ τῆς εὐσεβείας μανεὶς καὶ λυττήσας, τὸν στέψαντα αὐτὸν θεῖον Νι‐ κηφόρον ἐξώρισεν. (2) Θεόδοτον δῆθεν πατριάρχην ἀντιχειροτονεῖ
25ἄ(172b)λογον ἄνδρα μᾶλλον καὶ ἀνδράποδον καὶ ἰχθύων ἀφωνέστερον, καὶ μηδὲν πλέον τῆς ἀσε‐ βείας ἐπιστάμενον. Καὶ ἔκτοτε διωγμὸν ἄσπονδον 680 κατὰ τῆς Ἐκκλησίας ἀνεῤῥίπισεν. Εἰ οὖν χρὴ θαυμάζειν φαῦλον ἐπὶ φαύλῳ μετάθεσιν, τοῦτον
30δεῖ μᾶλλον καὶ τοὺς ἀμφ’ αὐτὸν ἢ Γαλάτας θαυμά‐ σαι τό· «οὕτω ταχέως μετατιθεμένους ἀπὸ τοῦ καλέσαντος αὐτοὺς ἐν χάριτι Χριστοῦ εἰς ἕτερον Εὐαγγέλιον, ὃ οὐκ ἔστιν ἄλλο εἰ μὴ» τὸ παρορ‐ γίσαι τὸν Θεὸν καὶ τὴν θείαν ὀργὴν ἐπισπάσασθαι.
35(3) Ὁ γὰρ νέος Σεναχερὶμ Κροῦμος, ἐπαρθεὶς τῇ πρώην νίκῃ, καταλιπὼν τὸν ἴδιον ἀδελφὸν πο‐ λιορκεῖν τὴν Ἀδριανούπολιν, μετὰ ἓξ ἡμέρας τῆς αὐτοκρατορίας Λέοντος ἐπελθὼν τῇ πόλει, περιῄει τὰ τείχη ἀπὸ Βλαχερνῶν ἕως τῆς Χρυσῆς πόρτης, ἐπι‐
40δεικνύων τὴν περὶ αὐτὸν δύναμιν, ἐπιτελέσας καὶ μιαρὰς θυσίας ἐν τῷ λιβαδίῳ τῆς Χρυσῆς πόρτης· ᾐτήσατο δὲ τὸν βασιλέα ποιῆσαι εἰρήνην ἢ τὸ δόρυ αὐτοῦ πήξειν ἐν τῇ Χρυσῇ πόρτῃ. Τοῦ δὲ βασιλέως μὴ καταδεξαμένου, ὑπέστεψεν εἰς τὴν ἰδίαν
45σκηνὴν, ὑπερθαυμάσας τὰ τῆς πόλεως τείχη καὶ τὴν εὔτακτον τοῦ βασιλέως παράταξιν. Ἐπὶ σύμβασιν οὖν εἰρήνης τρέπεται πειραστικοὺς λόγους ποιού‐
μενος.979

110

.

981

(4) Ὁ δέ γε βασιλεὺς, ἀφορμῆς δραξάμενος, ἐπει‐ ράθη τοῦτον λογχεῦσαι, ἀλλ’ εἰς πέρας ἀγαγεῖν τοῦτο ἐκωλύθη τῇ τῶν ὑπουργησάντων ἀφυΐᾳ, πλη‐ ξάντων μὲν τοῦτον, καιρίαν δὲ μὴ ἐπαγαγόντων
5πληγήν. Ἐπὶ τούτῳ μανεὶς ὁ ἀλάστωρ, ἀποστεί‐ λας ἱππεῖς ἐν τῷ ἁγίῳ Μάμαντι τὸ ἐκεῖσε ὂν πα‐ λάτιον ἐνέπρησε· καὶ τὸν χαλκοῦν λέοντα τοῦ Ἱπ‐ πικοῦ σὺν τῇ ἄρκτῳ καὶ τῷ δράκοντι τοῦ ὑδρείου καὶ μαρμάροις καλλίστοις ἐν ἁμάξαις φορτώσας
10ὑπέστρεψε, παρακαθίσας τὴν Ἀδριανούπολιν καὶ ταύτην ἑλών· καὶ μετὰ λαοῦ πλείστου διαπεράσας τῶν τε εὐγενῶν Μακεδόνων, 681 κατεσκήνωσεν ἐν τῷ Δανουβίῳ ποταμῷ. Ὁ δὲ Λέων τὰ τῆς ἀσεβείας ἔργα διεπράττετο ἐν τῇ πόλει.
15(5) Ἐφ’ οὗ ἐφάνη ἀστὴρ κομήτης ἐν σχήματι δύο λαμπρῶν σεληνῶν ἑνουμένων καὶ πάλιν διαι‐ ρουμένων εἰς διάφορα σχήματα, ὡς καὶ εἰς ἀκεφά‐ λου ἀνδρὸς διάπλασιν τυπωθῆναι, ὅπερ τὴν ἀκέ‐ φαλον κεφαλὴν τῶν μετὰ ταῦτα στασιασάντων κατὰ
20Χριστιανῶν καὶ τὸν μάταιον Θωμᾶν, κεφαλὴν καὶ ἀρχηγὸν τῆς ἐκ τῶν ἄλλων Χριστιανῶν διαιρέσεως ἐσχηκότων, προεμήνυσε. Καὶ μέντοι καὶ σεισμοὶ φοβεροί τε καὶ ἐπάλληλοι, καὶ λιμοὶ καὶ αὐχμοὶ, καὶ ἀέρος φλογώσεις γεγόνασι, καὶ στάσεις ἐμφύλιοι
25κατὰ πᾶσαν πόλιν καὶ χώραν, ἐκ τῶν ἡμερῶν ἀρ‐ ξάμεναι τοῦ θεοστυγοῦς καὶ ἀλάστορος· καὶ μέχρι πολλοῦ τὸ δεινὸν τῆς ἐμφυλίας συμφορᾶς ἐπικρατῆ‐ σαι συμβέβηκεν. (6) Ἐκμιμούμενος τοίνυν τὸν τῆς μυσαρᾶς
30ταύτης αἱρέσεως ἀρχηγὸν ὁμώνυμον αὐτοῦ καὶ ὁμό‐ τροπον, ἤρξατο τῆς αἱρέσεως· εἶτα συμμάχους καὶ συμμύστας ἐκζητήσας, εὗρεν Ἰωάννην τὸν λεγόμενον Γραμματικὸν, μᾶλλον δὲ Ἰαννῆν ἄλλον ἢ Σίμωνα, ἐπί τε λεκανομαντείαις καὶ φαρμακείαις,
35καὶ αἰσχρουργίαις βεβοημένον, καὶ ἑτέρους τινὰς ὁμόφρονας αὐτοῦ Ἰαννίτας, Ἰαμβρίτας καὶ Σι‐ μωνίτας, οὓς δὴ καὶ παρ’ ἑαυτῷ κατέχων ἐν τῷ πα‐ λατίῳ προσκαλεῖται Νικηφόρον τὸν ἀοίδιμον πα‐ τριάρχην καὶ τοὺς σὺν αὐτῷ προὔχοντας ἐπισκόπους
40τε καὶ ἱερεῖς ἐνώπιον τῆς συγκλήτου φησίν· «Ἵστε σαφῶς ὡς ἀνέστησάν τινες λέγοντες μὴ δεῖν προσκυνεῖσθαι 682 τὰς εἰκόνας· οὓς εἰ βού‐ λεσθε παραστῆναι καὶ διαλεχθῆναι περὶ τούτου, καὶ ἐκδηλότερον τὸ ἀληθὲς φανήσεται.»
45(7) Πρὸς ὃν ὁ θεῖος Νικηφόρος οὐδὲν (173a) ἀπε‐ κρίνατο· ἔφη δὲ πρὸς τοὺς παρισταμένους μεγιστᾶ‐
νας· «Εἴπατέ μοι, τὸ μὴ ὂν δύναται πεσεῖν;»981

110

.

984

Τῶν δὲ τῇ ἀσαφείᾳ τῆς πεύσεως ἀπορούντων καὶ μηδὲν ἀποκριθέντων, εἴρετο πάλιν ὁ πατριάρχης· «Ἔπεσον ἐπὶ Λέοντος καὶ Κωνσταντίνου τῶν Ἰσαύ‐ ρων αἱ ἅγιαι εἰκόνες;» Τῶν δὲ κατανευσάντων
5καὶ τὸ, ναὶ, προσειπόντων· «Οὐκοῦν ἵσταντο πάν‐ τως καὶ ἀρχαϊκὸν αὐτῶν τὸ ἀνάστημα; τὸ γὰρ μὴ ὂν μηδ’ ἱστάμενον πῶς δύναται πεσεῖν;» (8) Εἶτα τῶν ἄλλων ἐπισκόπων τοιαῦτα προ‐ τεινάντων εἰς ἀνατροπὴν τῆς αἱρέσεως, ὁ ἱερὸς
10Εὐθύμιος Σάρδης παῤῥησιασάμενος λέγει· «Πρόσ‐ εχε, ὦ βασιλεῦ, τοῖς ἐν ἐπιτομῇ ῥηθησομένοις· ἀφ’ οὗ ἦλθε Χριστὸς ἐπὶ τῆς γῆς μέχρι νῦν ὀκτα‐ κόσια ἔτη παρῆλθον, καὶ πανταχοῦ στηλογρα‐ φεῖται Χριστὸς καὶ ἐν εἰκόνι προσκυνεῖται.
15Ποῖος οὖν αὐθάδης τολμήσειε τὴν τοσούτου χρόνου ἀποστολικήν τε καὶ πατρικὴν παράδοσιν ἀθετῆσαι ἢ μετασαλεῦσαι· μάλιστα τοῦ Ἀποστόλου λέγον‐ τος· «Ἄρα οὖν, ἀδελφοὶ, στήκετε καὶ κρατεῖτε τὰς παραδόσεις, ἃς παρελάβετε εἴτε διὰ λόγου, εἴτε
20δι’ ἐπιστολῆς.» «Κἂν ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίζηται ὑμῖν παρ’ ὃ παρελάβετε, ἀνάθεμα ἔστω.» (9) Μεθ’ ὃν ἀπεκρίθη καὶ Θεόδωρος ὁ ζηλωτὴς καὶ θερμὸς τῆς ὀρθοδοξίας πρόμαχος, ὁ τῶν Στου‐
25δίου ἡγούμενος, λέγων· «Μὴ παρασάλευε, βασιλεῦ, κατάστασιν ἐκκλησιαστικήν· εἴρηκε γὰρ ὁ Ἀπόστο‐ λος· «Καὶ οὓς μὲν ἔθετο ὁ Θεὸς ἐν τῇ Ἐκκλη‐ 683σίᾳ, πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον ποιμένας καὶ διδασκάλους,» οὐκ εἶπε βασι‐
30λεῖς· σοὶ μὲν γὰρ ἡ πολιτικὴ κατάστασις ἐπι‐ στεύθη καὶ τὸ στρατόπεδον· τούτων φρόντιζε καὶ τὴν Ἐκκλησίαν ἔασον ποιμέσι καὶ διδασκάλοις κατὰ τὸν θεῖον λόγον. Εἰ δὲ μὴ βούλει προσέχειν τούτοις καὶ εἶναι μετὰ τῆς πίστεως ἡμῶν, κἂν ἄγγελος ἐξ
35οὐρανοῦ κατελθὼν βουληθῇ παρατρέψαι ἡμᾶς, οὐκ ἀκουσόμεθα αὐτοῦ, μήτι γε βασιλέως.» (10) Ὁ οὖν τύραννος, ταῦτα ἀκούσας καὶ ὑπερ‐ ζέσας τῷ θυμῷ, καὶ λεόντειον ὁ πίθηκος βρύξας, καὶ πάντας μεθ’ ὕβρεως ἀπελάσας, καὶ τὸν μέγαν
40Νικηφόρον τῆς πόλεως ἀπελάσας, ὡσαύτως καὶ Θεόδωρον τὸν Στουδίου ἐξορίσας, ἀντιχειροτο‐ νεῖ τὸν ἀπὸ σπαθαρίων Θεόδοτον τὸν Κασσιτηρᾶν καὶ τῆς θυμέλης τὴν προσηγορίαν ἐπειλημμένον. Καὶ οὕτως ὁ ἀλιτήριος καὶ θηριότροπος μᾶλλον ἢ
45θηριώνυμος, ἐπαρθεὶς κατὰ τῆς εὐσεβείας, μειζό‐
νως ἐδίωκε τὴν Ἐκκλησίαν τοῦ Θεοῦ καὶ ἐπόρθει983

110

.

985

σφόδρα, μέχρι τοῦτον ἐνδίκως ἡ θεία δίκη με‐ τῆλθεν, οὗ τὴν κακίστην γένεσιν καὶ μοχθηρίαν καὶ θεοστυγῆ προαίρεσιν καὶ δυσσέβειαν καὶ μέντοι καὶ χαλεπὴν τοῦ βίου καταστροφὴν ὁ θεσπέσιος Νι‐
5κηφόρος διαῤῥήδην στηλιτεύων φάσκει· (11) «Παρορᾷ Θεὸς καὶ ἦρξε καθ’ ἡμῶν ἄνθρω‐ πος· οὐκ οἶδα εἰ ἄνθρωπον λέγειν χρὴ, ἀλλὰ μὴ θηρίον καὶ θηρίων ἀγριώτερόν τε καὶ πικρότερον. Τί γὰρ τῆς συμφορᾶς ταύτης ἐλεεινότερον καὶ τῆς
10δυστυχίας ἀθλιώτερον; Ἡλίκον κακὸν εἰς τὴν βασι‐ λείαν εἰσεκώμασεν, διφυὴς μὲν τὸ γένος καὶ μι‐ ξοβάρβαρος, πολυειδής τε τὸν τρόπον καὶ ἀνελεύ‐ θερος καὶ τὴν γνώμην ἀστάθερος. Τὸ μὲν οὖν προσεχῶς αὐτῷ ὑπηργμένον καὶ πολυγνώριμον—
15ἐκ γὰρ τῆς Ἀρμενίων ὡρμᾶτο γῆς, ὅθεν εἰπεῖν τὸ δύστροπον καὶ κακόηθες· —τὸ 684 δὲ ὡς ποῤῥωτάτω καὶ παλαιὸν τυγχάνον, καθὰ τῶν πρεσβυτέρων ἐξιστοροῦσί τινες οἳ τὰ ἐκείνου καὶ τῶν ἐκείνου πατέρων ἐκ πολλοῦ παραδοθέντα ἴσασιν,
20οὐδ’ ἐντεῦθεν καθαρός ποθεν ἐκπέφυκεν εἴπερ ἐκ τῆς Ἀσσυρίων φυλῆς κακίστην παραφυάδα ἐκφῦναι, ἐξ ὧν τὸ πατρῷον ἐπεφήμιζεν αἷμα. Κατήχθη γὰρ ἐκ τῶν Σεναχερὶμ [παίδων], (173b) ὃς δὴ τῶν Ἀσσυρίων ἦρξέ ποτε, καὶ ὑπὸ τῶν φύν‐
25των καιρίαν τὴν πληγὴν ἐδέδεκτο· καὶ γὰρ οἵγε φονίας δεξιὰς τῷ γεννήτορι ἐπανετείνοντο τῷ πα‐ τραλῴῳ λύθρῳ ἐμμολυνόμενοι, αὐτόχειρές τε [τῆς σφαγῆς] τοῦ τεκόντος γενόμενοι, αὐτίκα πρὸς τοῖς χωρίοις τῶν Ἀρμενίων φυγάδες οἰχόμενοι ἀνασώ‐
30ζονται. Τούτου δὲ τοῦ πατροφόνου σπόρου κατὰ τὴν ἡμετέραν γενεὰν πικρῶς τηρηθέντος παρα‐ βλαστήσας ἀνδροφόνος καρπὸς, οὐκ οἶδ’ ὅθεν, Ῥω‐ μαίων τοῦτο κατακριθέντων, τὸ δεινὸν ἐκεκλή‐ ρωτο· οἷς εἰς τόδε τὸ φῶς, οἷς οἶδεν ὁ ἀνασχόμε‐
35νος κρίμασι, προαχθεὶς πονηροῖς καὶ ὀλεθρίοις ἐν‐ τρέφεται καὶ συναύξεται ἤθεσί τε καὶ πράγμα‐ σιν. Ἐκ τῆς Ἀσσυρίων γοῦν λεαίνης καὶ τῆς Ἀρμενίων παρδάλεως ἑτεροθαλὴς, σύνθετόν τε καὶ ἀλλόκοτον τίγριδος εἶδος ἐκ νόθου καὶ κιβδήλου
40ἐξέφυεν υἱὸς Ἀρμένιος ἢ Ἀσσύριος εἰδεχθέστε‐ ρος, καὶ λέων μὲν τὴν προσηγορίαν, λέοντος δὲ τὸ [μὲν] ἁρπακτικὸν εἰς τὸ ἀσφαλὲς κεκτημένος, τὸ δὲ ἐλευθέριον οὐδαμῶς προϊέμενος, χαμαιλέων δὲ ὥσπερ οὖν τὸ εἶδος, οὕτως καὶ τῆς ψυχῆς τὸ πολύ‐
45μορφον διὰ τὸ τοῦ γένους ὕπουλόν τε καὶ ὕφαλον, ἐξ ὧν ἐμεγαλαύχει τῆς δυστροπίας καὶ τοῦ δόλου τὸ κεκρυμμένον καὶ ἀνεξαγόρευτον. Καὶ γὰρ ἐμηχα‐
νᾶτο λανθάνειν τὸ ἐνδομυχοῦν τῆς γνώμης σκοτεινὸν985

110

.

988

καὶ παλίμβουλον καὶ πρὸς τὸ βλάπτειν ἐπιῤῥεπές· καί πως ἦν ἐκπεπονημένον αὐτῷ καὶ ἐπιτετηδευ‐ μένον μήποτε συμφωνήσῃ καρδία 685 τοῖς χείλεσιν, ὡς ἕτερα μὲν μελετᾷν κατὰ νοῦν, ἄλλα δὲ προσφέρειν ἐν τῷ στόματι· ἐπὶ τοσοῦτον γὰρ
5ἀφιλοθεΐας καὶ πονηρίας ἐξώκειλεν ὁ βίος αὐτοῦ, ὥστε δυσφορώτατον καὶ δυσκατάληπτον αὐτοῦ τὴν δαιμονιώδη γνώμην καὶ πονηρίαν τοῖς πᾶσι γενέσθαι κατάδηλον.» (12) Ἐπεὶ οὖν τῆς βασιλείου ἀρχῆς, μᾶλλον δὲ τυραννίδος Θεοῦ συγχωρήσει λαβόμενος, κατὰ τῆς ἀμωμήτου πίστεως ὅλον ἐκχέει τὸν θυμὸν καὶ τὸν
10δόλον, καὶ ἁμιλλᾶται κατὰ πάντα τὸν πρὸ αὐτοῦ δυσσεβῆ Κοπρώνυμον, καὶ ὡσαύτως μιαροῖς τισι καὶ παμπονήροις ἀνθρώποις τὸ πᾶν τῆς ζωῆς καταπι‐ στεύει, ἀσελγέσι τε καὶ ἐπὶ βίου αἰσχρότητι βε‐ βοημένοις καὶ κατεφθαρμένοις τὴν ψυχὴν καὶ τὸ
15σῶμα, γόησι καὶ φαρμακοῖς καὶ λαοπλάνοις καὶ πᾶν εἶδος κακίας ἀσκήσασι καὶ ἅπαξ ἁπλῶς τὴν Χρι‐ στιανῶν ἠρνημένοις θεοσέβειαν. (13) Καὶ δὴ τούτους ἀσπασίως εἰσοικίζεται καὶ περιπτύσσεται, καὶ ὑποκύπτει ταῖς ψυχοφθόροις αὐ‐
20τῶν διδαχαῖς καὶ μυήσεσιν· καὶ οἷον τῆς ἁμαρ‐ τίας ἀνδράποδον ἐξανδραποδίζεται καὶ τῷ ἀγκίστρῳ τῆς ἀπάτης καὶ παρανομίας δελεασθεὶς ὁ παράπται‐ στος δεινῶς περιπείρεται. Τρία γὰρ αὐτῷ προὔ‐ θηκαν τὰ ὑπεσχημένα, τῆς ἀκριβοῦς πίστεως
25ἡμῶν καὶ ὀρθοδόξου τὴν ἄρνησιν, τῶν θείων εἰκόνων τὴν καθαίρεσιν, τῶν εὐσεβούντων τὴν δίωξιν. «Καὶ οὕτως εἰς ἄκρον εὐημερίας ἐλάσεις, φησὶν, ὡς καὶ ἐπὶ πλεῖστον καὶ μείζονα χρόνον τὴν παροῦσαν ζωὴν διανύσῃς εἰ καί τις ἄλλος.»
30(14) Ταύταις οὖν καὶ ταῖς τοιαύταις ὀλεθρίοις ἀπάταις φενακισθεὶς ὁ ματαιόφρων καὶ κτηνώδης, καὶ καθάπερ ἦν εἰδεχθὴς καὶ δυσέντευκτος καὶ τῇ ἰδέᾳ αἰσχρότερος· —εἰ γὰρ λεόντιον 686 τοὔ‐ νομα, πιθήκειον τὸ βλεπόμενον· —γίνεται καὶ
35φαυλότερος τὸν τρόπον σοβαρώτερος τὸ ἦθος, θηριωδέστερος τὴν γνώμην, ἀτίθασσος τὴν ὁρμὴν, (174a) ἀκάθαρτος, καὶ ἀνυπόστατος, καὶ ἀλογι‐ στότερος, καὶ ἐμβριθέστερος, καὶ τυραννικώτερος. (15) Ἀναπτερωθεὶς γὰρ ὁ δείλαιος καὶ ταλαίπω‐
40ρος τῇ ψευδομαντείᾳ καὶ ἐπιβουλῇ τῶν ἀλιτηρίων ἐκείνων, οὕτως ἐπανατείνεται ταχὺ τὸν πόλεμον· καὶ πρότερον μὲν κινεῖ κατὰ τῶν θείων δογ‐ μάτων ἡμῶν τὴν θεομάχον αὐτοῦ γλῶσσαν· ἔπειτα δὲ ζηλοῖ κἀνταῦθα τὸν δυσσεβέστατον Κοπρώ‐
45νυμον Κόνωνα, καὶ συναθροίσας ὁμοίως ἐκείνῳ πονηρόν τε καὶ ἀγυρτῶδες συνακτήριον, μᾶλλον
δὲ Ἰουδαϊκὸν συνέδριον, ᾧ καὶ σύνεδρος καὶ πρό‐987

110

.

989

εδρος ὁ ἐξάγιστος γινόμενος, ὁρᾶται πάλιν ἐν ναῷ Κυρίου τὸ βδέλυγμα τῆς ἐρημώσεως καὶ ἀνοίγεται στόμα λαλοῦν μεγάλα κατὰ τῆς δόξης Κυρίου καὶ κατὰ τῆς θείας οἰκονομίας μεγαλοῤῥημονοῦν καὶ
5ἀλαζονευόμενον. Καὶ οὕτως ὁ δεύτερος Καϊάφας μετὰ τῆς χριστομάχου σπείρας ἐκείνης πολλὰ καὶ μάταια κατὰ τῆς ἀληθείας κενολογήσας καθαι‐ ρεῖ πᾶσαν ἱερὰν τῆς Ἐκκλησίας ἀναστήλωσιν, μισεῖ τε Χριστὸν καὶ τοὺς αὐτοῦ θεράποντας,
10ἐπειδὴ βαρὺς ἦν αὐτῷ Χριστὸς [καὶ] ἐν εἰκόνι βλεπόμενος καὶ ἐπὶ μνήμης ἐπιφερόμενος, καὶ οἱ τούτου φίλοι τε καὶ δοῦλοι. (16) Διὸ δὴ καὶ ἀνοηταίνων κατεφλυάρει πᾶσαν εἰκονικὴν ἀναστήλωσιν ἀπόβλητον εἶναι τῇ θείᾳ Γραφῇ καὶ λίαν ἀγνώριστον. Τί οὖν πρὸς ταῦτα
15φήσειέν τις; Ὅτι σοφίας Θεοῦ «ἀδιεξέταστοι λόγοι,» καὶ «ὁ μωρὸς μωρὰ λαλήσει·» ἀμαθὴς γὰρ σφόδρα καὶ ληρώδης ὑπάρχων οὐκ ᾔδει πάν‐ τως τὰ χρυσότευκτα ἐκεῖνα Χερουβὶμ, ἅπερ ὁ ἱερο‐ φάντης Μωϋσῆς Θεοῦ προστεταχότος ἐτεκτήνατο καὶ
20ἡ 687 παλαιὰ καὶ ἔννομος σκηνὴ καθύπερθε τῆς κιβωτοῦ ἔφερεν, ἃ δὴ οὐ παρὰ Ἰουδαίοις μόνον δε‐ δόξασται, ἀλλὰ καὶ τῆς χάριτος ὁ κήρυξ Χερουβὶμ δόξης ἀποκαλεῖ σαφῶς ἤτοι τὰ δεδοξασμένα· ἔτι γε μὴν καὶ ὅσα ἡ Σολομῶντος κατεσκεύασε σοφία
25καὶ τῷ θεσπεσίῳ Ἰεζεκιὴλ ὦπται καὶ εἴ τι τοιοῦ‐ τον κατὰ τὰς ἱερὰς Βίβλους ἱστόρηται καὶ τετί‐ μηται, ἅπερ οὐκ ἔφριξεν ὁ βέβηλος ἐν εἰδώλων μοίρᾳ θεῖναι, ὡς ἀθετεῖν μᾶλλον ἢ προσίεσθαι τὰς θείας Γραφὰς προελόμενος, ἐξ ὧν λοιπὸν καὶ
30Ἰουδαίων ἀπιστότερος καὶ ἀγνωμονέστερος εἰκότως νομισθείη σὺν τοῖς ὁμόφροσιν αὐτοῦ· ἄξια γὰρ τῆς ἑαυτῶν βδελυρίας, ἀπιστίας τε καὶ ἀλογίας φρονήσαντες καὶ ἐκφωνήσαντες. (17) Καὶ γὰρ τῷ Χριστῷ κἀνταῦθα προφανῶς
35ἀπομάχονται, ὃς λαβὼν ὀθόνην λαμπρὰν [καὶ] τὸ ὑπέρλαμπρον καὶ ὑπέρκαλον ἐναπομαξάμενος θεῖον εἶδος ἐκπέμπει τῷ πιστῶς αἰτήσαντι τῷ τῶν Ἐδεσσηνῶν ἡγεμόνι Αὐγάρῳ· ἐξ ἐκείνου δὲ μέχρι καὶ τήμερον ἀποστολικῇ παραδόσει καὶ εἰσηγήσει,
40γνώσεώς τε καὶ μνήμης ἕνεκα ὧν ὑπὲρ [ἡμῶν] ἔδρασέ τε καὶ πέπονθε Χριστὸς, καθὰ δὴ καὶ ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις ἀνιστορεῖται σεβασμίως ἐκτυ‐ ποῦμεν καὶ προσκυνοῦμεν, κἂν οἱ χριστομάχοι διαῤ‐ ῥήγνυνται.
45(18) Καὶ μέντοι καὶ πρὸς τούτοις παράδοσις καὶ λόγος ἐχόμενος πειθοῦς καὶ μέχρις ἡμῶν κατ‐ αντήσας τὸν θεῖον εὐαγγελιστὴν Λουκᾶν ἐν εἰ‐
κόνι διαγράψαι τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν,989

110

.

992

πρὸς δὲ καὶ τὴν ἄχραντον αὐτοῦ μητέρα καὶ τὰς ἱεροτυπίας ταύτας φυλάσσειν τὴν Ῥωμαίων πό‐ λιν. Τί δὲ δεῖ λέγειν περὶ τῶν λοιπῶν ὧν ἐν Ἱερο‐ σολύμοις, ὡς ἱστόρησάν τινες οἱ αὐτόθι γενόμενοι,
5688 ὡς πλείστας μέχρι τῆς δεῦρο πιστῶς καὶ εὐλαβῶς ἱερογραφίας ἐκ παλαιοῦ δι’ ἀκριβείας ἀν‐ εστηλωμένας, σεμνῶς περιέποντες προσκυνοῦσιν; (174b) Ὡσαύτως δὲ πάλιν ἀναγέγραπται, ὅτι Πέτρος καὶ Παῦλος οἱ κορυφαῖοι τῶν ἀποστόλων, τὰ μεγα‐
10λεῖα τοῦ Θεοῦ κηρύττοντες ἐν τῇ Ῥώμῃ καὶ ἃ πεποίηκεν ὁ Χριστὸς θαύματα, πρῶτον τὴν θείαν μεταμόρφωσιν ἐξεικονίσαντες Ῥωμαίοις παραδεδώ‐ κασι, καθὼς ὤφθη Μωϋσεῖ καὶ Ἠλίᾳ ἐν μέσῳ, τοῖς ἁγίοις προφήταις· ἃ καὶ μέχρι τοῦ νῦν σώζεται.
15(19) Πῶς οὖν ἀντιβλέψουσιν οἱ ἀπειθεῖς καὶ ἀγνώ‐ μονες πρὸς τὸ μέχρι τοῦ παρόντος ᾀδόμενον καὶ ὁρώμενον ἐν τῷ ναῷ τῆς Θεομήτορος θαῦμα τὸ ἐν τῇ πόλει [τῇ] καλουμένῃ Λύδδῃ; ὅνπερ ναὸν, ἔτι περιούσης κατὰ τόνδε τὸν βίον, οἱ ἀπόστολοι
20ἐδομήσαντος· πολλοὶ γὰρ τεθέανται προσκυνούμενον καὶ τιμώμενον τὸ ἀχειρότευκτον ἐκεῖνο καὶ σεβά‐ σμιον ἀπεικόνισμα πλαξὶ τετυπωμένον λαμπραῖς καὶ διαυγέσι καὶ διὰ βάθους κεχωρηκὸς ὅλον, ὃ δὴ καί τινες τῶν δυσμενῶν Ἑλλήνων τε καὶ Ἰου‐
25δαίων ἀποξέσαι σπουδάσαντες, ἐματαιώθησαν ἀπο‐ τυχόντες τῆς ἀτόπου αὐτῶν ἐπιχειρήσεως· ὅσῳ γὰρ αὐτοὶ τὸ ἐκτύπωμα ἔξεον, πλειοτέρως ἐξέλαμπεν· οὐδὲ γὰρ ἧττον ἐπὶ σχήματος ἕστηκεν ἡ μορφὴ, εἶδός τε καὶ στολὴν, καὶ τἄλλα τῆς θείας ἀνεξάλειπτα
30καὶ ἀλώβητα διασώζουσα. Ἱστορεῖται γὰρ ὅτι οἱ ἅγιοι ἀπόστολοι ὑποσχέσει τῆς πανάγνου Θεοτό‐ κου ναὸν ἐπ’ ὀνόματι αὐτῆς ἀνήγειραν· καὶ αὐτῆς εἰς θέαν τοῦ ναοῦ τῇ αἰτήσει αὐτῶν εἰσελθού‐ σης καὶ εἰς ἕνα τῶν κιόνων σταθείσης, εὑρεθῆναι
35ἐν τῷ κίονι τὸ ἐκτύπωμα αὐτῆς, ὃ καὶ πολλὰ βιασάμενοι, ὡς εἴρηται, Ἕλληνες καὶ Ἰουδαῖοι οὐκ ἴσχυ‐ σαν ἀποξέσαι. 689 (20) [Ὅτι δὲ ἀρχαιοτάτη τούτων ἡ ποίησις καὶ παράδοσις], μάρτυς μὲν καὶ πρὸς τοῖς ἄλλοις ὁ θεῖος ἀνδριὰς, ὃν ἔστησεν ἡ αἱμόῤῥους γυνὴ τῷ θερα‐
40πευτῇ Χριστῷ παρὰ τῷ αὐτῆς οἴκῳ, στήλην ἐναρ‐ γεστάτην καὶ ἀπαράγραπτον κήρυκα τοῦ εἰς αὐτὴν γεγονότος θαύματος ταῖς μετέπειτα γενεαῖς τὸ κατ’ αὐτὴν θαυματουργηθὲν παράδοξον δημοσιεύουσα· περὶ οὗ καὶ ὁ μέγας παρὰ τοῖς εἰκονοτύποις δι‐
45δάσκαλος Εὐσέβιος ἐν τῇ ἐκκλησιαστικῇ Ἱστορίᾳ μνημονεύσας τὰ τελούμενα θαύματα παρὰ τῆς ἐκεῖ‐ θεν φυομένης ἱερᾶς καὶ θεοβλάστου πόας καὶ ὡς ἦν
ἅπασιν ἀλεξίκακον ἐπικούρημα, ἐπάγει φάσκων·991

110

.

993

«ὅτι τῶν ἀποστόλων τὰς εἰκόνας Πέτρου καὶ Παύλου καὶ αὐτοῦ δὴ τοῦ Χριστοῦ διὰ χρωμάτων ἐν γραφαῖς σωζομένας ἱστορήσαμεν.» (21) Μάρτυς δὲ καὶ ἡ ὄψις, διδάσκαλος ἀψευδὴς,
5τό τε μῆκος τοῦ χρόνου σαφῶς δείκνυσι καὶ τῶν σεπτῶν ναῶν ἡ κτίσις, ἔτι δὲ καὶ τῶν ἀνέκαθεν ἱερῶν σκευῶν παρὰ τῶν εὐσεβούντων [ἡ] ποίησις καὶ ἀφιέρωσις ἄπειρος τῷ πλήθει τυγχάνουσα. Οὐ μὴν [δὲ] ἀλλὰ καὶ αὐταὶ αἱ πτυχαὶ τῶν ἁγίων
10Εὐαγγελίων τοὺς ἱεροὺς τύπους ἔξωθεν φέρουσαι ὑπὸ πάντων πιστῶν σεπτῶς προσκυνούμεναι, οἵ τε θεῖοι κίονες καὶ αἱ σωλαῖαι καλούμεναι, αἳ τὸ σε‐ βάσμιον τοῦ ἱεροῦ διατειχίζουσι θυσιαστηρίου· καὶ γὰρ οὐδενὶ ἑτέρῳ λόγῳ ἢ τοῦ προσκυνεῖσθαι πάντως ἕνεκα, [ἅμα] τῷ συμπαρακειμένῳ τοῦ σταυ‐
15ροῦ τύπῳ εὐσεβῶς ἀρχῆθεν ἐνταῦθα καθιστῶνται. (22) Ἀλλ’ ὅ γε θηριώνυμος καὶ λεοντότροπος ταῦτα παραγραψάμενος πάντα ἔσπευδεν ὅτι μά‐ λιστα πᾶσαν θείαν εἰκόνα ἀποστρέφειν καὶ λήθῃ βαθείᾳ παραπέμπειν· ταύτῃ τοι θεομαχῶν ἐπὶ δήμου
20τοιαῦτα κατατολμήσας ὁ ἐμβρόντιστος παῤῥησιάζε‐ ται λέγων· «Ὥσπερ ἐκ τῶν ὄψεων ὑμῶν, ἀδελ‐ φοὶ, τὰς εἰκόνας ἐξωλοθρεύσαμεν, 690 οὕτω δὴ καὶ ἐκ τῶν ψυχῶν ἡμῶν ὡς Θεοῦ δοῦλοι καὶ φίλοι σπουδάσατε.» Καὶ γὰρ (175a) «ὁ μωρὸς
25μωρὰ λαλήσει, καὶ ἡ καρδία αὐτοῦ μάταια νοήσει, τοῦ συντελεῖν ἄνομα καὶ λαλεῖν πρὸς Κύριον πλά‐ νησιν.» Κἀντεῦθεν τοίνυν τοὺς εὑρισκομένους ἔχον‐ τας εἰκόνας Χριστοῦ ἤ τινος ἁγίου δειναῖς τιμω‐ ρίαις καὶ κολάσεσι κατεδίκαζεν ὁ ἀλάστωρ καὶ
30αἱμοβόρος. Καὶ οὕτω κρεωκοπούμενοι καθ’ ἑκά‐ στην ἡμέραν καὶ καταθυόμενοι διεφθείροντο παντα‐ χοῦ οἱ θεοσεβεῖς, καὶ πολλοὺς ἐνδόξους καὶ περιφανεῖς πεφόνευκεν, μοναχούς τε ὁμοίως τῷ θα‐ νάτῳ παρέδωκεν. (23) Καὶ ταῦτα μὲν κατὰ τῶν ὀρθοδοξούντων ἀφει‐
35δῶς καὶ ἀπανθρώπως διεπράττετο· κατὰ δὲ τῶν ἐν τέλει καὶ [τῶν] εὐπορωτέρων ἄλλην πονηρὰν ἐπίνοιαν ὁ πονηρὸς καὶ παμμήχανος ἐξευρίσκει· βουλόμενος γὰρ αὐτοὺς ἐλεεινοὺς καὶ πένητας ἀπερ‐ γάσασθαι, τί ποιεῖ; Αἰτίαις αὐτοὺς ἀφύκτοις καὶ
40ἐγκλήμασι περιβάλλει, προφασιζόμενος προφά‐ σεις ἐν ἁμαρτίαις, ἵνα τῷ δέει τῶν ἐγκλημάτων πᾶ‐ σαν αὐτῶν τὴν οὐσίαν ἀναλογήσωσιν ὑπὲρ τῆς ἐκεῖθεν σωτηρίας. Ἔστιν ὅτε [δὲ] καὶ συνεβίαζε καθ’ ὧν τινων ἀνδρικωτέρων ἢ [εὐφυεστέρων,
45βασκαίνων τῆς εὐανδρίας ἢ] εὐφυΐας αὐτῶν· τινῶν μὲν τοὺς ὀφθαλμοὺς ἐξώρυττεν, ἄλλων δὲ τὰ μέλη
ἠκρωτηρίαζεν, ἑτέρους δεσμοῖς κατέχων, μεθ’ ἡμέ‐993

110

.

996

ρας τινὰς τῷ θανάτῳ παρέπεμψε, ἐξ ὧν ὑπῆρχε καὶ Μιχαὴλ ὁ τὴν τοῦ ἐξκουβίτου τάγματος ἀρχὴν διέπων· διεβλήθη γὰρ τῷ βασιλεῖ ὡς κατ’ αὐτοῦ βουλευόμενος, ὃν εἱρκτῇ καὶ πέδαις εἶχε τηρούμενον.
5691 (24) Τῆς δὲ Γενεθλίου τοῦ Σωτῆρος ἡμέρας ἐνστάσης τοῦτον ἠβουλήθη νυκτὸς ἀνελεῖν Κωλυθεὶς δὲ παρὰ τῆς ἰδίας γυναικὸς διὰ τὴν ἑορ‐ τὴν, εἴασεν αὐτόν· ὁ δὲ Μιχαὴλ ἐν τῇ εἱρκτῇ ὢν, τοῦτο μαθὼν, πᾶσι τοῖς μετ’ αὐτοῦ συμβούλοις
10ἐμήνυσεν, ὡς Εἰ μὴ σπουδάσητε ἐξελεῖν με τῆς φρου‐ ρᾶς, πάντας ὑμᾶς καταμηνύσω τῷ βασιλεῖ. Ἦν δὲ μετ’ αὐτῶν καὶ ὁ τοῦ παλατίου παπίας, συγγενὴς ὢν τοῦ Μιχαήλ. Οὗτοι, τῇ νυκτὶ ὁπλισθέντες ἔνδοθεν τὰ ξίφη φοροῦντες, τοῦ παπίου ἀνοίξαντος, ὡς ἱερεῖς
15μετὰ φελονίων εἰσῆλθον. Τοῦ δὲ βασιλέως εἰς τὴν ἐκκλησίαν εἰσελθόντος, εἰσπηδήσαντες (καὶ τοῦ‐ τον χειρωσάμενοι μεληδὸν κατέκοψαν, ἀποῤῥήξαντα) τὴν ἀνοσίαν αὐτοῦ ψυχὴν ἐν τῷ παλατίῳ, ἐν ᾧ οὐ‐ δεὶς τῶν πρὸ αὐτοῦ βεβασιλευκότων ἀνῄρητο.
20(25) Αὐτῇ δὲ τῇ ὥρᾳ ἐν τῇ εἱρκτῇ ἀπελθόντες, ἐξάγουσι τὸν Μιχαὴλ καὶ εἰσάγουσιν ἐν τῇ ἑορτῇ ἀντὶ δεσμοφόρου στεφηφόρον, ὡς πληρωθῆναι ἐπ’ αὐτὸν τὸ τοῦ ψαλμῳδοῦ λόγιον τό· «Ἑσπέρας αὐλισθήσεται κλαυθμὸς καὶ εἰς τὸ πρωῒ ἀγαλλίασις.»
25 Μετὰ δὲ ταῦτα ῥακίοις εὐτελέσι περιβαλόντες τὰ τοῦ ἀλιτηρίου μέλη καὶ εἰς ἀκάτιον ἐμβαλόντες τὸ παμμίαρον αὐτοῦ σῶμα κατὰ τὴν καλουμένην 692 Πρώτην νῆσον ἐκφέρουσιν καὶ κατορύττουσι· ἔνθα καὶ τοὺς παῖδας αὐτοῦ ἀποκείραντες μονάσαι πε‐
30ποιήκασιν, οὐκ οἶδα ἀνθ’ ὅτου ταύτην κριθεῖσαν τὴν συμφορὰν ἀντὶ τοσούτων κακῶν εἰσδέξασθαι. (26) Προσεκτέον δὲ ὡς εἴγε τινὰ ἰσχὺν εἶχεν ὁ λόγος τῶν δυσσεβῶν τούτων καὶ δυσωνύμων καὶ ἀληθείας ἔμφασιν τὰ παρ’ αὐτῶν δογματιζόμενα,
35κἂν ταῖς ἄλλαις ἱεραρχίαις ὑπῆρξέ που πάντως πεφυλαγμένα καὶ γινωσκόμενα· νῦν δὲ οὐδαμόθεν ἐπιγνῶναι τοῦτο πάρεστιν· ὁμοῦ τε γὰρ ἑῴα καὶ ἑσπερία λῆξις τὸ εὐαγγελικὸν καὶ ἀποστολικὸν τοῦτο περιέπονται (175b) καὶ διατελοῦσι κή‐
40ρυγμα· καὶ οὔποτε ἐν ἄλλῃ ἐξουσίᾳ, ἔνθα Χριστια‐ νοὶ τὸ ἄθεσμον ἐκεῖνο, καὶ παράνομον, καὶ τῆς
Χριστιανῶν θεοσεβείας ἀλλότριον παραφυὲν κα‐995

110

.

997

ταλαμβάνεται θεοστυγὲς δόγμα, οὐδὲ, ὅσον εἰς μνή‐ μην ἀφῖχθαι τῶν πονηρῶν καὶ μυσαρῶν συνταγμά‐ των, ἀλλ’ ἢ μόνον κατὰ τὴν δούλην ταύτην καὶ ἠνδραποδισμένην καὶ τὰ θεῖα κατ’ ἐξουσίαν παίζου‐
5σαν, ἐν ᾗ τὸ ἐμπαθὲς καὶ πρόσυλον τὸ περὶ γῆν στρεφόμενον καὶ ἰλυσπώμενον γήϊνον καὶ ἀλαζονικὸν καὶ ὑπερήφανον πρυτανεύει φρόνημα, ἔνθα τὸ φίλ‐ αυτον, τὸ φίλαρχον, τὸ φιλήδονον, τὸ φιλόδοξον, ἡ πάντων καταθύμιος ἀπόλαυσις, τὸ πάντων
10ἐθέλειν ἄρχειν καὶ μηδὲ πρὸς αὐτοῦ Θεοῦ ἄρχεσθαι καὶ ἡ τῆς ἀνθρωπίνης δόξης ἢ μᾶλλον εἰπεῖν αἰ‐ σχύνης κτῆσις καὶ περιποίησις· ἔνθεν ἡ κατὰ τοῦ Θεοῦ καὶ τῶν ἁγίων ὕβρις καὶ τῆς Ἐκκλησίας ὁ διωγμός· ἐντεῦθεν κατακυριευόμενον ἢ τυραννού‐
15μενον τὸ ὑπήκοον, τοῖς ἐκείνων δόγμασι καὶ θε‐ λήμασι ὑποκύπτειν ἐκβιάζεται, ὧν ἕνεκεν τὸ ἔμψυ‐ χον κεχάλκευται καὶ ἐσχεδίασται ὅπλον, σχήματι μὲν τοῦ σωματοφυλακτεῖν ἠθροισμένον, ταῖς δὲ ἀληθείαις τοῦ ἐκπορθεῖν τὴν Ἐκκλησίαν [Χριστοῦ]
20καὶ ληΐζειν ἐπινενοημένον, προφάσει τοῦ συμπε‐ ριγράφεσθαι τὴν Χριστοῦ θεότητα ἐν τῇ εἰκόνι παραληροῦντες· 693 ὡς εἴ τις καὶ τὸ ἡλιακὸν τοῦτο δὴ καὶ δισκοειδὲς σῶμα γεγραμμένον ἔν τινι τόπῳ, καθὼς ἔν τισιν ὁρᾶται γιγνόμενον, ὑπο‐
25δείξειεν, ἐδογμάτισεν ἂν καὶ τὴν τοῦ φωτὸς οὐσίαν καὶ αὐγὴν συγγράφεσθαι καὶ περιγράφεσθαι ἢ πάντως ἐκ τοῦ ἡλίου τὸ φῶς ἀποτέμνεσθαι· ἢ πάλιν ἀκτῖνα ἡλίου πρὸς δένδρον προσβάλλουσαν ἴδοι, εἰ ἐκτμηθείη τὸ δένδρον, συνεκκοπήσεσθαι καὶ
30τὴν ἀκτῖνα παραφρόνως ἐνομίσθη. Καὶ μέντοι καὶ ἐπὶ πυρὸς καὶ ἄλλων τινῶν διανοηθήσονται, ἵνα ἐν‐ δίκως παρὰ παίδων παιζόντων παιχθήσονται φρο‐ νοῦντες ἀσυνετώτερα. Εἰ γὰρ ἐπὶ τῶν εἰρημένων οὔτε γίνεσθαι οὔτε ὁρᾶσθαι πέφυκεν οὔτε μὴν λέγε‐
35σθαι χώραν ἕξει, πόσῳ μᾶλλον ἐπὶ τῆς ἀποῤῥήτου καὶ θείας φύσεως ἢ ἐπὶ τῆς ἀφράστου καὶ ἀνερμη‐ νεύτου Χριστοῦ οἰκονομίας ταῦτα λέγειν ἢ ἐννοεῖν ἀδύνατα καὶ ἀνεπιχείρητα· οὐδὲ σαρκούμενος ἢ πάσχων ὑπὲρ ἡμῶν, τῷ σώματι τούτῳ πέπονθε·
40ἐπεὶ οὕτω γε καὶ εἰ ἄνθρωπος τὸ καθ’ ἡμᾶς εἰκο‐ νίζοι τῷ σώματι, ἀνάγκη καὶ τὴν ψυχὴν συνεικο‐ νίζεσθαι ἢ πάντως τεθνήξεσθαι χωριζομένην· τί γὰρ ἕτερον θάνατος ἢ χωρισμὸς ψυχῆς ἀπὸ σώμα‐ τος; Ὅθεν ἐν τούτοις φαίνονται προδήλως οὐδὲν
45ἧττον ἀσεβοῦντες ἢ ἀμαθαίνοντες· οὐ γὰρ ἴσασιν ὅσον γραπτοῦ καὶ περιγραπτοῦ τοῦ τε γράφειν καὶ περιγράφειν τὸ ἰδιάζον καὶ διηλλαγμένον, καὶ διὰ τοῦτο φενακιζόμενοι ματαιολογοῦσιν. Ποῦ δὲ ὅλως σῶμα ἄγραφον ἢ ἀπερίγραφον ἐκ τοῦ παντὸς αἰῶνος

110

.

997

(50)

ἤκουσται; ἢ πῶς ὁ τοῦ σώματος ὅρος καὶ λόγος σω‐ θήσεται, εἰ μὴ ταῦτα ἔχοι; Ὁ τοίνυν μὴ δοξάζων
γράφεσθαι ἢ περιγράφεσθαι τὸν Χριστὸν σώματι, ἢ997

110

.

1000

ὅ τι ἐστὶ σῶμα οὐκ ἔγνω, ἐξ οὗ μηδὲ δόξαν ὀρθὴν κέκτηται, ἢ γνοὺς σῶμα καὶ ψυχὴν σώζεσθαι παραιτεῖται. Ὁ γοῦν ὁμολογῶν σῶμα τὸν Χριστὸν ἀνειληφέναι ὁποῖον τὸ ἡμέτερον, τοῦτο δὲ γραπτὸν καὶ περιγραπτὸν, [ἐξ ἀνάγκης καὶ τὸ τοῦ Χριστοῦ σῶμα γραπτὸν καὶ περιγραπτὸν] (176a) εἶναι συνομο‐
5λογήσειεν· εἰ δὲ τὸ δεύτερον οὐ δίδωσιν, οὐδὲ τὸ πρῶτον ἄρα, ὃ 694 πάντη ἄλογον καὶ καταγέλαστον. Οὐ περιγράφομεν οὖν ἡμεῖς, ἀλλὰ γράφομεν. (27) Κενολογοῦσι δὲ οἱ ἄθλιοι καὶ ἄλλο ἀτοπώτε‐ ρον· ὃν γάρ φασιν ἀπερίγραπτον, οὐκ οἶδ’ ὅπως ὑπ’ εὐηθείας συμπεριγράφεσθαι τῇ εἰκόνι τερατεύονται.
10Εἰ δὲ δὴ μὴ χρῆναι τὸν Χριστὸν εἰκονίζεσθαι πάλιν κενολογήσουσιν, ἡ τῶν διδασκάλων αὐτῶν χάρυβδις αὐτοὺς μεγάλως περικέχηνε, Μάνεντος, Οὐαλεν‐ τίνου τε καὶ Μαρκίωνος· δοκήσει γὰρ [καὶ] φαντα‐ σίᾳ τὸν θεῖον Λόγον σεσωματῶσθαι δοξάζοντες,
15οὐδὲν ἧττον τῇ προτέρᾳ τοῦ ψεύδους βλασφημίᾳ περιπαρήσονται, οἵγε πρὸς πᾶσαν τὴν οἰκονομίαν παραταττόμενοι δυσσεβῶς κατερυθριῶσι· καὶ ταῦτα τίνες; Οἱ κατήγοροι τῶν ἐπαινουμένων, οἱ σκοτεινοὶ περὶ τὸ φῶς, οἱ περὶ τὴν σοφίαν ἀπαίδευ‐
20τοι, τὰ ἀχάριστα κτίσματα κατὰ τὴν θεολόγον φωνήν. ΣΞΓʹ. Βασιλεία Μιχαὴλ τοῦ Ἀμοραίου. Μετὰ δὲ τοῦτον δόλιον Λέοντα ἐβασίλευσε Μι‐ χαὴλ ὁ Τραυλὸς ὁ Ἀμοραῖος ἔτη ηʹ, μῆνας θʹ,
25καὶ ἀπέθανεν ἐκ δυσουρίας καὶ τῆς σφοδρωτάτης ἀλγηδόνος τῶν νεφρῶν, ὃς μικρόν τι τῆς προκα‐ τασχούσης κακίας ὑπενδοὺς ὅσον τοὺς ἐν εἱρκταῖς, καὶ πόνοις καὶ ἐξορίαις ἐλευθερίαν τε καὶ ἄνεσιν ὀνειρώδη φαντάζεσθαι, τὸ τοῦ προηγησαμένου δυσ‐
30ωνύμου καὶ δυσσεβοῦς ὑπέθαλπε θεοστυγὲς φρόνημα, καὶ ὁμοίως τῷ αὐτῷ περιεπάρη τῆς δεινῆς αἱρέ‐ σεως ἀγκίστρῳ ἐξ ἀκροτάτης ἀλογίας καὶ ἀπαιδευ‐ σίας. Ὅθεν ἐπὶ σιλεντίου ἔφη· «Οἳ 695 μὲν πρὸ ἡμῶν ἐρευνησάμενοι τῶν ἐκκλησιαστικῶν
35θεσμῶν τε καὶ κανόνων καὶ δογμάτων τὴν ἀκρί‐ βειαν, τὸν περὶ αὐτῶν εἰσπραχθήσονται λόγον, εἰ καλῶς ἣ κακῶς ἐθέσπισαν· ἡμεῖς δὲ ἐν ᾧ εὕρο‐ μεν τὴν Ἐκκλησίαν βαδίζουσαν, ἐν τούτῳ καὶ διαμέ‐ νειν προκρίνομεν.»
40(2) Ἦν δὲ αὐτῷ παῖς ἐξ Εὐφροσύνης ὀνόματι Θεόφιλος, ὃν καὶ ἔστεψεν ἐν τῇ Μεγάλῃ ἐκκλησίᾳ· ἐθέσπισε δὲ ὡς μὴ ἔχειν τινὰ ἐπ’ ἀδείας κινεῖν λό‐ γον περὶ εἰκόνων, ἀλλ’ ἐκποδὼν γενέσθω καὶ οἰχέσθω καὶ ἡ Κωνσταντίνου σύνοδος καὶ ἡ Ταρασίου καὶ ἡ
45νῦν ἐπὶ Λέοντος γενομένη περὶ τῶν τοιούτων ζη‐ τημάτων καὶ σιγὴ βαθεῖα τῆς τῶν εἰκόνων μνήμης
γενέσθω.999

110

.

1001

(3) Ἐφ’ οὗ Θωμᾶς ὁ ἀντάρτης, τῶν ἀνατολι‐ κῶν μερῶν ἀπάρας ἤδη καὶ λαὸν ἀγυρτώδη καὶ ἐπίμικτον συλλεξάμενος καὶ ἐπισυρόμενος, ἐπὶ τὸ Βυζάντιον ἐκίνησε, τῆς βασιλείας παρ’ ἀξίαν
5ἐφιέμενος· ἐκ γὰρ τῆς Ῥωμαίων γῆς ὁρμώμενος, δυσγενής τε καὶ ἀφανὴς ὢν, πρὸς τὰ μέρη τῆς Συρίας ἀφίκετο, Κωνσταντῖνον ἑαυτὸν μετονομάσας καὶ υἱὸν Εἰρήνης τῆς βασιλίσσης· κἀντεῦθεν πολλοὺς τῶν Βαρβάρων καὶ Χριστιανῶν ἀπατήσας
10καὶ λαὸν ἄπειρον ἐκ διαφόρων ἐθνῶν συναθροίσας ἐπὶ τὴν Κωνσταντίνου πόλιν ἐπῄει ἐν ὄχλῳ βαρεῖ καὶ στόλῳ μεγάλῳ, καθάπερ τι θηρίον ἀλλό‐ κοτον καὶ πολύμορφον, ποικίλον τε καὶ πολυκέφαλον, τὰ πολυειδῆ γένη τῶν ἐθνῶν συναθροίσας, καὶ
15οἷά τις ἄλλος Σεναχερὶμ κατὰ τῆς νέας Ἱερουσαλὴμ καθοπλισάμενος ἐμεγαλαύχει τῶν ἑπομένων τῷ πλήθει καὶ κατηλαζονεύετο, μὴ πάμπαν, ὡς ἔοικε, νοήσας, ὅτι «οὐ σώζεται βασιλεὺς διὰ πολλὴν δύναμιν, καὶ 696 γίγας οὐ σωθήσεται ἐν
20πλήθει ἰσχύος αὐτοῦ, καὶ ψευδὴς ἵππος εἰς σωτηρίαν·» καί· «Κύριος διασκεδάζει βουλὰς ἐθνῶν» καὶ τὰ ἑξῆς. Εἰ γὰρ καὶ τὰ μάλιστα ἡ πόλις (176b) οὐκ εἶχεν Ἐζεκίαν, εὐσεβῆ φημὶ καὶ ἐνάρετον βασιλέα, ἀλλ’ οὐ παρεῖδεν ὁ τοῦ
25παντὸς πρύτανις καὶ φιλάνθρωπος Κύριος πολιορ‐ κουμένην τὴν πόλιν αὐτοῦ καὶ τὸν λαὸν αὐτοῦ· ἀλλ’ ἕνεκεν «τῆς ταλαιπωρίας τῶν πτωχῶν καὶ τοῦ στεναγμοῦ τῶν πενήτων,» ἔφη καὶ τότε «Νῦν ἀναστήσομαι καὶ ὑπερασπιῶ τῆς πόλεώς
30μου καὶ τοῦ λαοῦ μου,» οὐ «Δι’ ἐμὲ καὶ διὰ Δαυῒδ, τὸν δοῦλόν μου,» ὡς τότε καὶ νῦν φησι, ἀλλὰ «Δι’ ἐμὲ καὶ τὸν ἐκ σπέρματος Δαυῒδ φύντα Υἱόν μου καὶ διὰ τὴν νέαν Ἰερουσαλὴμ, ἣν ἐξελε‐ ξάμην. (4) Καὶ γὰρ ἐπὶ τοῦ δυσσεβοῦς Ἀχαὰβ, τοῦ Σύ‐
35ρου πολλὰς μυριάδας κατ’ αὐτοῦ συνειληχότος καὶ βρενθυομένου καὶ λέγοντος· «Εἰ ἐκποιήσει Σα‐ μάρεια παντὶ τῷ λαῷ, τοῖς πεζοῖς μου,» διέλυσε ῥᾳδίως εὐθὺς τοῦ τρισαθλίου βασιλέως ὁ φιλοικτίρ‐ μων Θεὸς τὸ δέος, «Ἰδοὺ, λέγων, ἐγὼ δίδωμι αὐ‐
40τὸν εἰς τὰς χεῖράς σου, καὶ γνώσῃ ὅτι ἐγὼ Κύ‐ ριος·» ὅπερ καὶ γέγονε· καὶ δὴ παραυτίκα δέδειχε τοῖς οἰκείοις καὶ τοῖς ἀλλοτρίοις τὴν ἰδίαν ἰσχὺν καὶ τὸν Δαυῒδ ἀληθεύοντα· «Κύριος κραταιὸς καὶ δυνατὸς, Κύριος δυνατὸς ἐν πολέμῳ.» Τῆς γὰρ
45συμπλοκῆς γενομένης, δύο καὶ δέκα τῶν ἀντιπά‐1001

110

.

1004

λων μυριάδας ὁ Ἰσραὴλ κατηκόντισεν. Ἵνα δὲ κἀκεῖνοι καὶ οὗτοι μάθωσιν ὡς θεήλατος ἡ πληγὴ, τῶν διαπεφευγότων εἴς τινα πόλιν καταπεσὸν τὸ τεῖχος κατέχωσε χιλιάδας κζʹ.
5697 (5) Ταύτῃ τοίνυν τῇ ἀλαζονείᾳ τοῦ Σύρου καὶ τοῦ Ἀσσυρίου χρησάμενος καὶ ὁ ματαιόφρων Θωμᾶς τὴν Κωνσταντινούπολιν, μᾶλλον δὲ Θεουπό‐ λιν, ἐφ’ ἕνα χρόνον ἐπόρθει, τῶν πολιτῶν γεν‐ ναίως ἀντιπαραταττομένων καὶ τειχομαχούντων
10καὶ ναυμαχούντων· τὰς γὰρ πλείστας αὐτῶν ναῦς ἐπυρπόλησαν, καὶ τοὺς λογάδας τῶν πολεμίων αὐτῶν ἐτροπώσαντο. Ὁ δὲ, ἀμηχανίᾳ ληφθεὶς, τὴν πόλιν ἀφεὶς ἐπὶ τὴν Θρᾴκην ἐχώρει, ταύτην ληϊζόμενος· λαφυραγωγήσας οὖν αὐτὴν μετρίως, ἀλλ’ οὐχ ὡς
15ἤλπιζεν, ἀλλ’ ὡς ἡ θεία Πρόνοια παρεχώρει διὰ τὰς ἁμαρτίας ἡμῶν, οὐδὲν πλέον ἤνυσεν ὧν προσεδόκησεν· καὶ γοῦν οὐ μόνον εἰς ἐναντίωσιν αὐτῷ παρέστη καὶ περιετράπη καὶ παρέβη τὸ σπούδασμα, ἀλλά γε καὶ ὅπερ ἔχειν ἐδόκει καὶ κατεφαντάζετο
20κλέος καὶ σθένος ἀπεγυμνώθη μικροῦ δεῖν καὶ διό‐ λωλεν. (6) Οἱ γάρ τοι πολῖται, ὡς εἴρηται, γενναίως τε καὶ σφοδρῶς ἀντιπαραταξάμενοι τῇ ῥοπῇ καὶ συμμαχίᾳ τοῦ κρείττονος καὶ μετὰ τοιαύτης ἐλπί‐
25δος τειχομαχοῦντες, καὶ πεζομαχοῦντες, καὶ ναυμαχοῦντες ἀνδρικῶς καὶ καρτερῶς, ἅπαν σχεδὸν τὸ σαθρὸν αὐτοῦ φρύαγμα κατέλυσαν· τὰ γὰρ ὀχυρώματα, ἐφ’ ὧν πεποιθὼς ἀνοήτως ἄγαν ἐνηβρύνετο καὶ κατεθρασύνετο, τὰς ναῦς αὐτοῦ
30λέγω τὰς πλείστας πυρπολήσαντες καὶ τοὺς λογά‐ δας τῶν πολεμίων καὶ στρατοπεδάρχας τροπωσά‐ μενοι, σκοτοδινία πολλὴ καὶ ἀμηχανία περιέσχε τὸν εὐρίπιστον καὶ κουφότατον Θωμᾶν· ναὶ μὲν ἀλλὰ καὶ τὰς πολυμηχάνους αὐτοῦ καὶ πολυτρόπως
35ἐξευρημένας ἑλεπόλεις πάσας, ἀκαταμαχήτους οὔ‐ σας, ὡς ᾤετο, καὶ δυσαλώτους, διέφθειραν 698 καὶ κατέλυσαν εὐπετῶς ἄρδην. Καὶ οὕτως «ὁ μὲν οἶκος Δαυῒδ,» ἤγουν ἡ τοῦ Χριστοῦ πόλις, «ἐπορεύετο καὶ ἐκραταιοῦτο, ὁ δὲ οἶκος Σαοὺλ,»
40ἤτοι τῶν πολεμίων τὸ στῖφος, «ἐπορεύετο καὶ ἠσθένει» τῷ ὄντι, καὶ Θεὸς ἐδοξάζετο, καὶ ἦν ἰδεῖν ἐναργῶς ὄντως ἐπ’ αὐτῷ πληρούμενον τὸ ἱερὸν λόγιον· «Καθεῖλες πάντας τοὺς φραγμοὺς αὐ‐ τοῦ, ἔθου τὰ ὀχυρώματα αὐτοῦ δειλίαν,» (177a) καὶ τὰ ἑξῆς τοῦ ψαλμοῦ· ἔνθεν τοι καὶ οἱ τῆς
45πόλεως ἔψαλλον· «Οὗτοι ἐν ἅρμασι καὶ οὗτοι ἐν ἵπποις,» καὶ τὰ λοιπὰ τοῦ ψαλμοῦ. (7) Ὁ δὲ θεῖος λόγος παρεγγυώμενος καὶ
προευαγγελιζόμενος αὐτοῖς εὖ μάλα τὴν ἀθρόαν καὶ1003

110

.

1005

ταχίστην κατάπτωσιν τοῦ ἐχθροῦ αὐτῶν, ἀπεκρί‐ νατο μόνον οὐχὶ λέγων· «Τέκνα, μακρο‐ θυμήσατε τὴν παρὰ τοῦ Θεοῦ ἐπελθοῦσαν ὑμῖν ὀργήν· κατεδίωξε γάρ σε ὁ ἐχθρός σου· καὶ ὄψει
5αὐτοῦ τὴν ἀπώλειαν ἐν τάχει καὶ ἐπὶ τραχήλους αὐτῶν ἐπιβήσῃ.» —«Θαρσεῖτε, τέκνα, καὶ βοή‐ σατε πρὸς τὸν Θεόν.» —«Ὁ γὰρ ἐπαγαγὼν ὑμῖν τὰ κακὰ ἐπάξει ὑμῖν τὴν αἰώνιον εὐφροσύνην μετὰ τῆς σωτηρίας ὑμῶν.»
10(8) Ἐπεὶ οὖν ἀποκαμὼν ὁ τάλας καὶ πεπλανη‐ μένος ἀνόνητα πολεμῶν καὶ ματαιοπονῶν καὶ μάλα δὴ ἀπογνοὺς, ὡς τοῦ σκοποῦ διαμαρτήσας ἐκ διαμέτρου, καὶ τῶν πραγμάτων αὐτῶν αὐτῷ κα‐ τόπιν προδήλως φερομένων ἡμέρᾳ καὶ ἡμέρᾳ, καὶ
15πρὸς τούτοις μαθὼν ὡς ὁ Βασιλεὺς Μιχαὴλ τοὺς Βουλγάρους εἰς συμμαχίαν κατ’ αὐτοῦ προσεκα‐ λέσατο, παραχρῆμα τὴν πόλιν ἐάσας, κατ’ αὐτῶν θᾶττον ᾤχετο, οὓς δὴ καὶ μαχεσάμενος καὶ πολλοὺς αὐτῶν διαφθείρας, εἰς Ἀρκαδίου πόλιν ἑαυτὸν ἀσφα‐
20λίζεται, δῆθεν τὴν κατὰ πρόσβασιν αὐτοῦ ἀσθέ‐ νειαν καὶ ἐλάττωσιν ὑφορώμενος· ὅθεν οἱ περὶ 699 αὐτὸν, αἰσθόμενοι σαφέστερον τήν τε δεινὴν οἰκείαν ἀπάτην καὶ τῆς κενῆς ἐλπίδος ἀποτυχίαν καὶ τὴν ἐκείνου πλησιάζουσαν πανωλεθρίαν, ἤρξαντο κατὰ
25μικρὸν ὑποχωρεῖν καὶ ὑποῤῥέειν καὶ καταλιμπά‐ νειν αὐτὸν ὡς μάταιον καὶ λαοπλάνον. (9) Ὁ δέ γε Μιχαὴλ ταῦτα μεμαθηκὼς, αὐ‐ τίκα τῆς πόλεως ὑπεξελθὼν μετὰ πλείστης δυνάμεως πρὸς αὐτὸν ἐξώρμησε· καὶ δὴ περικαθίσας βραχύν
30τινα καιρὸν καὶ τοῦτον ἀμογητὶ χειρωσάμενος καὶ τὸν τράχηλον αὐτοῦ κατὰ τὴν ἀρχαίαν συνή‐ θειαν πεπατηκὼς καὶ ἀκρωτηριάσας αὐτοῦ χεῖ‐ ρας κα πόδας καὶ οὕτως ἀνασκολοπίσας, κατέπαυσε τὸν ἐν τρισὶν ἔτεσι δι’ αὐτοῦ κατάρξαντα καὶ διαρκέσαντα χαλεπὸν καὶ δύσοιστον ἐμφύλιον πόλε‐
35μον. (10) Ἀσχολουμένου δὲ Μιχαὴλ πρὸς τὸν ἀν‐ τάρτην Θωμᾶν καὶ τῇ πρὸς τοῦτον φροντίδι παντὸς ἄλλου καταφρονήσαντος, Κρήτη καὶ Σικελία καὶ αἱ καλούμεναι Κυκλάδες νῆσοι τῆς τῶν Ῥωμαίων ἀρ‐
40χῆς περιῃρέθησαν ἐξ Ἄφρων τε καὶ Ἀράβων λα‐ βόντων ἀρχὴν ἄρτι πρῶτον διὰ τὰς τοῦ λαοῦ ἁμαρ‐ τίας καὶ τὴν τῶν κρατούντων δυσσέβειαν καὶ ταπεινοῦν καὶ ὑπὸ χεῖρα σφῶν ἄγειν τὰ τῶν Χρι‐ στιανῶν πράγματα.
45(11) Ἐν τούτοις οὖν ὄντων καὶ οὕτω τῶν πραγμάτων διακειμένων, Μιχαὴλ μὲν ἐκ δυσουρίας καὶ τῆς τῶν νεφρῶν ἀλγηδόνος κακῶς ἀπηλλάγη τοῦ ζῇν, διεδέξατο δὲ τὴν ἀρχὴν ἀντ’ αὐτοῦ Θεόφιλος,
ὁ υἱὸς αὐτοῦ, μετὰ τῆς μητρὸς αὐτοῦ Εὐφροσύνης.1005

110

.

1008

ΣΞΔʹ. Βασιλεία Θεοφίλου. Θεόφιλος ἐβασίλευσεν ἔτη ιβʹ, ὁ νέος Βαλτά‐ σαρ, καὶ παραβάτης, 700 καὶ θεομισὴς, καὶ τῶν ἁγίων εἰκόνων ὑβριστὴς, καὶ καθαιρέτης, καὶ
5βέβηλος. (2) Ἡ δὲ μήτηρ αὐτοῦ Εὐφροσύνη, ἀποστείλασα ἐν πᾶσι τοῖς θέμασιν ἤγαγε κόρας εὐπροσώπους πρὸς τὸ νυμφοστολῆσαι Θεόφιλον, τὸν υἱὸν αὐτῆς· ἀγαγοῦσα δὲ ταύτας ἐν τῷ παλατίῳ εἰς τὸν λεγό‐
10μενον Μαργαρίτου τρίκλινον, δέδωκε τῷ Θεοφίλῳ χρυσοῦν μῆλον εἰποῦσα· «Εἰς ἣν ἂν ἀρεσθῇς, ἐπίδος τοῦτο αὐτῇ.» Ἦν δέ τις ἐξ εὐγενῶν ἐν αὐταῖς κόρη ὀνόματι Εἰκασία ὡραιοτάτη πάνυ, ἣν ἰδὼν Θεόφιλος καὶ ὑπεραγασθεὶς αὐτὴν τοῦ κάλλους
15ἔφη· «Ὡς ἄρα διὰ γυναικὸς ἐῤῥύη τὰ φαῦλα!» Ἡ δὲ μετ’ αἰδοῦς πως ἀντέφησεν· «Ἀλλὰ καὶ διὰ γυναικὸς πηγάζει τὰ κρείττονα.» Ὁ δὲ τῷ λόγῳ τὴν καρδίαν πληγεὶς, ταύτην μὲν εἴασε, Θεοδώρᾳ δὲ τὸ μῆλον ἐπέδωκεν (177b) οὔσῃ ἐκ Παφλαγόνων.
20Στέφει Θεοδώραν ἐν τῷ εὐκτηρίῳ τοῦ Ἁγίου Στεφάνου, στεφθεὶς καὶ αὐτὸς ἅμα αὐτῇ ὑπὸ Ἀν‐ τωνίου πατριάρχου καὶ τῷ τοῦ γάμου καὶ τῆς βασιλείας στέφει τῇ ἁγίᾳ Πεντηκοστῇ· κἀκεῖθεν προῆλθεν ἐν τῇ Μεγάλῃ ἐκκλησίᾳ, φιλοτιμησάμενος
25χρήμασι πολλοῖς τὸν πατριάρχην ἅμα τῷ κλήρῳ καὶ τῇ συγκλήτῳ. Ἡ δὲ εἰρημένη Εἰκασία, τῆς βασιλείας ἀποτυχοῦσα, μονὴν κατεσκεύασεν, εἰς ἣν καὶ ἀποκειραμένη, ἀσκοῦσα καὶ φιλοσοφοῦσα, τῷ Θεῷ μόνῳ ζῶσα διετέλεσε μέχρι τέλους ζωῆς
30αὐτῆς· ἣ καὶ συγγράμματα αὐτῆς πλεῖστα κατα‐ λέλοιπε, τὸ «Κύριε, ἡ ἐν πολλαῖς ἁμαρτίαις, καὶ τοῦ μεγάλου Σαββάτου τὸ τετραῴδιον· «Ἄφρων γηραλέε,» καὶ ἄλλα τινά. Ἡ δὲ τοῦ βασιλέως μή‐ τηρ Εὐφροσύνη, ἑκουσίως κατελθοῦσα τοῦ παλατίου
35ἐν τῇ μονῇ αὐτῆς, ᾗ ἐπώνυμον τὰ Γαστρία, ἡσύχα‐ ζεν. Ἐποίησε δὲ ἱππικὸν Θεόφιλος καὶ προσέταξε τῷ χαμαιδράκοντι 701 Λέοντι τῷ πρωτοβεστιαρίῳ αὐτοῦ ἀγαγεῖν τὸ πολυκάνδηλον τὸ ἐν τῇ σφαγῇ τοῦ Ἀρμενίου Λέοντος ξίφει διακοπέν. Τοῦ ἱππικοῦ
40δὲ τελεσθέντος, προσεκαλέσατο πᾶσαν τὴν σύγκλητον ἐν τῷ λεγομένῳ καθίσματι, καὶ τὸ πολυκάνδηλον ἐξαγαγὼν καὶ ὑποδείξας αὐτοῖς ἔφη· «Ὁ εἰς ναὸν Κυρίου εἰσερχόμενος καὶ χριστὸν Κυρίου φονεύων τίνος ἐστὶν ἄξιος;» Ἡ δὲ σύγκλητος ἀποκριθεῖσα
45ἔφη· «Ἄξιος θανάτου ἐστὶν, ὦ δέσποτα.» Καὶ εὐθὺς ἐκέλευσε τοὺς σὺν τῷ πατρὶ αὐτοῦ Μιχαὴλ τὸν Λέοντα ἀνελόντας τὸν ὕπαρχον κατασχεῖν καὶ τὰς κεφαλὰς αὐτῶν ἐν τῇ σφενδόνῃ ἀποτεμεῖν, πολλὰ προβαλλομένους καὶ λέγοντας ἄδικον εἶναι

110

.

1008

(50)

τὴν κρίσιν· «Καὶ γὰρ εἰ μὴ τῷ πατρί σου συνηγω‐1007

110

.

1009

νισάμεθα, ὦ βασιλεῦ, οὐκ ἂν αὐτὸς νῦν ἦρξας.» Καὶ οὕτως ἐπ’ ὄψεσι πάντων τὰς κεφαλὰς ἀπε‐ τμήθησαν, προσχήματι μὲν ὡς εἰς ναὸν Κυρίου τετολμηκότες ποιήσασθαι τὴν ἀναίρεσιν, τῇ ἀληθείᾳ
5δὲ ὡς τὸν συναιρεσιώτην αὐτοῦ καὶ ὁμόφρονα εἰς ἀσέβειαν ἀποκτείναντες· εἴχετο γὰρ ὁ ἀλιτήριος τῆς ἐκείνου θεοστυγοῦς αἱρέσεως καὶ τῆς εὐσεβείας ἀπείχετο, τῶν δὲ ἁγίων εἰκόνων τὰς μὲν κατα‐ σπῶν, τὰς δὲ ἀνορύττων καὶ τοὺς ἐπ’ εὐλαβείᾳ μοναχοὺς ἐξορίζων καὶ αἰκιζόμενος. (3) Ἐφ’ οὗ καὶ πρὸς τὴν πατρίδα καὶ πόλιν
10αὐτοῦ τοῦ ἀλιτηρίου καὶ τυράννου μετὰ πολλῆς δυνάμεως Σαρακηνοὶ, παραγενόμενοι καρτερι‐ κῶς ὠχυρωμένης εὑρόντες καὶ κατησφαλισμέ‐ νην πάνυ καὶ ὑπὸ στρατηγῶν νʹ φρουρουμένην μετὰ τῶν λογάδων καὶ τῶν στρατευμάτων αὐ‐
15τῶν καὶ ταύτην δι’ ἡμερῶν ιεʹ Αὐγούστου μηνὸς ἐκπορθήσαντες καὶ δορυάλωτον εἰληφότες, ᾐχμα‐ λώτευσαν καὶ ἀπέκτειναν Χριστιανῶν πλῆθος ἄπειρον, καὶ ἡ πόλις ἐκαύθη καὶ κατηρειπώθη. Ἀλλὰ μὴν καὶ πλήθη πλοίων αὐτῶν ἐξελθόντα,
20τὰς 702 Κυκλάδας νήσους ἠρήμωσαν καὶ τὴν Κρήτην καὶ τὴν Σικελίαν παρέλαβον. Καὶ ψῦ‐ χος πολὺ γέγονε καὶ χειμὼν ἀγριώτατος καὶ δρι‐ μύτατος, καὶ λιμὸς ἰσχυρὸς, καὶ ἀέρος αὐχμοὶ, καὶ δυσκρασίαι, καὶ ἀνωμαλίαι, καὶ σεισμοὶ φοβεροὶ καὶ
25ἐπάλληλοι, τὴν ἄμετρον ἀπελέγχουσαι τοῦ κρατοῦν‐ τος μοχθηρίαν καὶ κακουργίαν· εἰς τοσαύτην γὰρ ἀφιλοθεΐαν καὶ ἀπόνοιαν ἐξώκειλεν ὁ ἄθεος, ὡς καὶ τὴν τοῦ Κοπρωνύμου καὶ θηριωνύμου χαλε‐ πὴν καὶ μυσαρωτάτην αἵρεσιν διαδεξάμενος καὶ
30ἀναδεξάμενος καὶ ἀνακαινίσας, ὡς μηδὲν ἧττον ὀφθῆναι τῆς ἐκείνου δυσσεβείας καὶ παροινίας, τυραννίδος τε καὶ ἐμβροντησίας ὁ πεφενακισμένος (178a) καὶ ματαιόφρων· Ἐπεὶ οὖν τῇ αὐτῇ συσχεθεὶς τῶν ἀσεβῶν ἐκείνων καὶ παλαμναίων ἀπάτῃ καὶ παραπληξίᾳ τε καὶ οἰστρηλασίᾳ, τῶν ἐκ Μανιχαϊκῆς μανίας καὶ Ἀρειανικῆς λύσσης ὁρμωμέ‐
35νων, πάλιν διωγμὸν καὶ αὐτὸς κατὰ τῆς Ἐκκλησίας ὡσαύτως ἐπανετείνετο. (4) Τούτῳ τῷ μισοθέῳ μᾶλλον εἰπεῖν ἢ Θεο‐ φίλῳ προσέφυγε Θεόφοβος ὁ Πέρσης ἅμα τῷ πατρὶ αὐτοῦ μετὰ Περσῶν χιλιάδων ιδʹ, οὓς διένειμεν ἐν τοῖς θέμασι, κατασκηνώσας καὶ εἰς τούρμας ἀπο‐
40καταστήσας, αἳ μέχρι τοῦ νῦν λέγονται τοῦρμαι Περσῶν· αὐτὸν δὲ τὸν Θεόφοβον εἰς ἀδελφὴν Θεο‐ δώρας Αὐγούστης γαμβρὸν ἐποιήσατο. (5) Φιλόκοσμος δὲ ὢν ὁ αὐτὸς Θεόφιλος κατεσκεύασε διὰ τοῦ ἄρχοντος τοῦ χρυσοχοείου, λογιωτάτου
45πάνυ ὄντος καὶ συγγενοῦς Ἀντωνίου πατριάρχου, τό τε πενταπύργιον καὶ τὰ δύο μέγιστα ὄργανα ὁλόχρυσα διαφόροις λίθοις καὶ ὑελίοις καλλύνας
αὐτὰ, δένδρον δὲ χρυσοῦν, ἐν ᾧ στρουθοὶ ἐφε‐1009

110

.

1012

ζόμενοι διὰ μηχανῆς τινος μουσικῶς ἐκελάδουν. Ἐκαινούργησε δὲ καὶ τὰς βασιλικὰς στολὰς ὁ βα‐ σιλεὺς, ἀνανεώσας 703 καὶ χρυσοϋφάντους κα‐ τασκευάσας, τοὺς λεγομένους λώρους καὶ τὰ λοιπὰ
5πάντα. Δικαιοσύνην τε κοσμικὴν προσποιούμενος ὁ τὴν πίστιν καὶ τὴν εὐσέβειαν πλέον ὑπὲρ τοὺς πρώην βασιλεύσαντας ἀδικήσας, προσελθούσης αὐτῷ γυναικὸς χήρας ἐν Βλαχέρναις—ἔθος γὰρ ἦν αὐτῷ
10ἐκεῖσε ἀπέρχεσθαι—καὶ βοησάσης ὡς ἀδικοῖτο παρὰ τοῦ τῆς Αὐγούστης ἀδελφοῦ Πετρωνᾶ, δρουγ‐ γαρίου τῆς βίγλης ὄντος· «Ὑψοῖ γὰρ τὰ ἑαυτοῦ οἰκήματα τοῖς κτίσμασιν οἷς καινουργεῖ καὶ τὰ ἐμὰ σκοτίζει καὶ εἰς τὸ μηδὲν εἶναι ποιεῖ, ὡς ἅτε
15χήρας οὔσης καταπεφρονημένης·» καὶ παρευθὺ ἀπέστειλεν Εὐστάθιον κυαίστορα τὸν ἐπίκλην Μονα‐ χὸν, ἐν τῇ Ὀξείᾳ οἰκοῦντα, σὺν Λέοντι τῷ Συμ‐ βατίῳ καὶ Δημητρίῳ τῷ Καμουλιανῷ ἰδεῖν εἰ τὴν γυναῖκα ἀδικεῖ τὸ καινουργηθὲν οἴκημα, οἳ καὶ ἀπελ‐
20θόντες καὶ θεασάμενοι τὴν τοιαύτην ἀδικίαν καὶ βε‐ βαιωθέντες ὡς ἀληθῆ εἰσι τὰ παρὰ τῆς γυναικὸς ῥη‐ θέντα, ὑποστρέψαντες ἀνήγγειλαν τῷ βασιλεῖ. Καὶ ἐπ’ ὄψεσι τοῦ βασιλέως ἐλεγχθεὶς παρ’ αὐτῶν ὁ αὐτὸς Πετρωνᾶς, ἐκδυθεὶς ἐν τῷ μέσῳ τῆς ὁδοῦ
25τύπτεται τὰ νῶτα σφοδρῶς. Ὡρίσθησαν δὲ ὅ τε κυαίστωρ καὶ οἱ ἀντιγραφεῖς ἀπελθεῖν καὶ ἐκ θεμε‐ λίων ἐξεδαφίσαι τὰ τοιαῦτα οἰκοδομήματα καὶ τῇ γυναικὶ παραδοῦναι. (7) Οὗτος Ἀλέξιον τὸν Ἀρμένιον, ᾧ ἐπίκλην
30Μωσηλὲ, ἀνδρεῖον ὄντα καὶ ῥωμαλέον, εἰσεποιήσατο γαμβρὸν εἰς Μαρίαν, τὴν ἠγαπημένην αὐτῷ θυγα‐ τέρα, ποιήσας αὐτὸν πατρίκιον, μετ’ ὀλίγον δὲ καὶ μάγιστρον. Εἶτα ὑπολήψεις τινὰς ἐπ’ αὐτῷ σχὼν ὡς ὀρεγομένῳ τῆς βασιλείας, στρατηλάτην καὶ δοῦκα
35τῆς Σικελίας ἐξέπεμψεν· οἷα δὲ τοῦ φθόνου ὠδί‐ νοντος, Σικελοί τινες ἀνελθόντες διέβαλλον τοῦτον 704 τῷ βασιλεῖ ὡς «τὰ μὲν τῶν Χριστιανῶν τοῖς Σαρακηνοῖς προδίδωσι, κατὰ δὲ τῆς βασιλείας σου μελετᾷ.»
40(8) Ἐν δὲ τῷ μεταξὺ τεθνηκυίας Μαρίας, τῆς πεποθημένης τῷ βασιλεῖ θυγατρὸς, τὴν μὲν λάρνακα ταύτης ἐξ ἀργύρου ἐκόσμησε καὶ τόμον ἐλευθε‐ ρίας τοῖς προσφεύγουσιν ἐπ’ ἐγκλήματί τινι τέθεικεν ὅνπερ ἄργυρον μετὰ ταῦτα Λέων ὁ βασιλεὺς ἀνείλετο
45ἐκ τοῦ τάφου. Ὁ δὲ Θεόφιλος, Θεόδωρον τὸν ἐπίσκο‐ πον (178b), τὸν λεγόμενον Κρίθινον, ἐν τῷ καιρῷ τῆς διαβολῆς Ἀλεξίου ἐν τῇ πόλει τυχόντα προσκα‐ λεσάμενος καὶ δοὺς τὸ ἴδιον φυλακτὸν, ἀπέστειλεν εἰς Σικελίαν δοῦναι λόγον ἀπαθείας τῷ Ἀλεξίῳ καὶ

110

.

1012

(50)

ἀγαγεῖν ἐν τῇ πόλει πρὸς αὐτόν. Ὁ δὲ, ἀπελθὼν καὶ τῇ προσούσῃ αὐτῷ συνέσει πείσας Ἀλέξιον, ἤγαγε
πρὸς τὸν βασιλέα· ὃν ὁ βασιλεὺς ὡς ἀντάρτην τύψας1011

110

.

1013

ἔθετο ἐν τῷ δεσμωτηρίῳ δημεύσας αὐτοῦ πᾶσαν τὴν περιουσίαν. Ὁ δὲ ἀρχιεπίσκοπος ταῦτα θεασάμενος εἰσῆλθεν ἐν τῷ δεσμωτηρίῳ καὶ πᾶσαν αὐτοῦ τὴν πε‐ ριουσίαν ἀνέθηκεν Ἀλεξίῳ εἰπών· «Ὅτι δι’ ἐμοῦ πάντα
5πέπονθας τὰ δεινά.» Καὶ τοῦ βασιλέως κατὰ τὸ ἔθος εἰς Βλαχέρνας ἀπελθόντος, προλαβὼν ἔστη ἔνδοθεν τοῦ θυσιαστηρίου ὁ ἀρχιεπίσκοπος ἱερατικὴν στολὴν ἠμ‐ φιεσμένος, καὶ τοῦ βασιλέως τῇ σωλέᾳ πλησιάσαντος ἅμα τῇ συγκλήτῳ, φωνῇ μεγάλῃ ἐφώνησεν ὁ
10ἀρχιεπίσκοπος· «Ἔντεινε, καὶ κατευοδοῦ, καὶ βα‐ σίλευε, ἕνεκεν τίνος, ὦ βασιλεῦ;» Αἰδεσθεὶς οὖν ὁ βασιλεὺς τῇ συγκλήτῳ ἔφη· «Ἕνεκεν ἀληθείας, καὶ πραότητος, καὶ δικαιοσύνης.» Ὁ δέ· «Καὶ ποία δικαιοσύνη ἐν σοὶ, ὅτι δοὺς ἐνυπόγραφον λόγον Ἀ‐
15λεξίῳ, δι’ ἐμοῦ οὐκ ἐφύλαξας τοῦτον;» Ὁ δὲ βασι‐ λεὺς, ὡς ἐλεγχθεὶς, θυμῷ τε καὶ ὀργῇ ἀκατασχέτῳ κινηθεὶς, τοῦτον τοῦ θυσιαστηρίου βιαίως ἐξήγαγε καὶ πληγὰς αὐτῷ οὐ μετρίας ἐπιθεὶς ἐξώρισεν, οὐ διὰ τὸ ἐλεγχθῆναι ὑπ’ 705 αὐτοῦ μόνον, ἀλλὰ
20διὰ τὸ καὶ μαθεῖν αὐτὸν τὰς ἁγίας εἰκόνας τιμᾷν καὶ σέβεσθαι, καὶ τὴν αὐτοῦ δυσσέβειαν κρυφαίως δια‐ βάλλειν. Μετ’ οὐ πολὺ δὲ ἐν τῇ Μεγάλῃ ἐκκλησίᾳ παραγινομένου καὶ τοῦ πατριάρχου αὐτὸν ὀνειδί‐ σαντος διὰ τὸν ἀρχιεπίσκοπον, ἤγαγεν αὖθις αὐτὸν
25μετὰ παρακλήσεως. Τοῦ δὲ ἀνάξιον ἑαυτὸν τῆς ἱερω‐ σύνης κρίναντος δι’ ἃ πέπονθεν, ὁ βασιλεὺς οἰκονό‐ μον τῆς Μεγάλης πεποίηκεν ἐκκλησίας καὶ Ἀλέ‐ ξιον τοῦ δεσμωτηρίου ἐξέβαλεν, ἀποδοὺς αὐτῷ καὶ πᾶσαν τὴν περιουσίαν αὐτοῦ, ἔχων αὐτὸν ἐν τιμῇ.
30(9) Ἦν δὲ καὶ Μανουὴλ ὀνομαστότατος στρατηλά‐ της πάντων τῶν ἐν τῇ Ἀνατολῇ τιμώμενος παρὰ τοῦ βασιλέως. Οὗτος, Μύρωνι συμβαλὼν λόγους τινὰς, λογοθέτῃ τε ὄντι τοῦ δρόμου καὶ πενθερῷ τοῦ Πε‐ τρωνᾶ, διεβλήθη τῷ βασιλεῖ ὑποβολῇ Μύρωνος, ὡς
35τῆς βασιλείας ὀρέγεται καὶ ἐμελετᾶτο δεινὰ κατ’ αὐτοῦ. Λέων δὲ ὁ πρωτοβεστιάριος ὑπὲρ τοῦ Μα‐ νουὴλ προϊστάμενος καὶ φροντίζων διεβεβαιοῦτο τῷ βασιλεῖ ὡς ψευδῆ εἰσι τὰ κατ’ αὐτοῦ λεγόμενα· ἃ μαθὼν Μανουὴλ καὶ τὴν ὀργὴν τοῦ βασιλέως καὶ τὰς
40διαβολὰς ἐκκλίνων, λάθρα τῆς πόλεως ἐξελθὼν μέχρι Πυλῶν, καὶ τοῖς δημοσίοις ὀχήμασιν ἐπιβὰς, ἀπῆλθε φυγὰς μέχρι τῶν κλεισούρων Συρίας, τὰς τῶν ἵππων ἰγνύας ἐκκόπτων· ἐδήλωσέ τε τοῖς Ἀγαρηνοῖς ταῦτα, ὡς «Βασιλέως ὀργὴν ἐκφεύγω, καὶ εἴγε μὴ καταναγ‐
45κάσητέ με τὴν ἑαυτοῦ πίστιν καταλιπεῖν, προσφεύ‐ γω ὑμῖν. Εἰ οὖν οὕτω καὶ ἐπὶ τούτοις προσδέχεσθέ με, λόγον ἀπαθείας μοι ἀποστείλατε.» Οἱ δὲ, τοῦτο μεγάλην χαρὰν δεξάμενοι, λόγον ἀπαθείας ἀπο‐ στείλαντες, προσεδέξαντο ὡς βασιλέα Ῥωμαίων.

110

.

1013

(50)

(10) Τοῦτο μαθὼν ὁ βασιλεὺς, ἐν πολλῇ θλίψει καὶ ἀθυμίᾳ γέγονε, καὶ βουλὴν ἐποιεῖτο μετὰ Ἰωάννου συγκέλλου περὶ τούτου. Ὁ δὲ εἶπεν· «Εἰ προθύμως
βούλει τὸν Μανουὴλ 706 πρὸς σὲ ἐλθεῖν, ὦ βα‐1013

110

.

1016

σιλεῦ, αὐτὸς ἐγὼ ἕτοιμος τοῦτο ποιεῖν, χρήματα λαβὼν καὶ πρὸς τὸν ἀμερουμνῆν σταλεὶς ὡς δῆθεν τοὺς ἐν εἱρκτῇ καὶ δεσμοῖς ἐπισκεψόμενος, ἔχων καὶ ἐνυπόγραφον λόγον παρὰ τῆς σῆς βασιλείας, ᾧ πείσω
5τὸν Μανουὴλ εἰς ὄψιν ἐλθών· δοκῶ δὲ τοῦτο πρᾶ‐ ξαι τῷ ἐνυπογράφῳ (179a) λόγῳ τῆς βασιλείας σου καὶ τῇ ἐμῇ πειθοῖ καὶ τῇ εὐσεβείᾳ ἐκείνου καὶ τῷ εἰκὸς εἶναι τῆς πατρίδος ἐρᾷν.» Ὁ δὲ βασιλεὺς πάμπολλα χρήματα καὶ δῶρα πρὸς τὸν ἀμερουμνῆν
10δοὺς αὐτῷ, ἀπέστειλεν. (11) Ὁ δὲ, εἰσελθὼν μετὰ πολλῶν χρημάτων καὶ κόσμου παντοίου, ὥστε καὶ τοὺς Ἀγαρηνοὺς ἐπὶ τῷ πλούτῳ αὐτοῦ ἐκπλαγῆναι, ὃς τὰ δεσμωτήρια ῥο‐ γεύσας καὶ τὸν πρωτοσύμβουλον θεασάμενος, ἠδυ‐
15νήθη καὶ λάθρα συνομιλῆσαι τῷ Μανουὴλ καὶ δοῦναι αὐτῷ τὸν ἐνυπόγραφον λόγον καὶ τὸ φυλακτὸν τοῦ βασιλέως. Καὶ ὁ μὲν ταῦτα πράξας ὑπέστρεψεν, ἀναγγείλας τῷ βασιλεῖ ὅσα διεπράξατο. Ὁ δὲ Μα‐ νουὴλ, ἐξαιτησάμενος τὸν ἀμερουμνῆν τοῦ ἐξελθεῖν
20κατὰ ἔθνους τινὸς πολεμίου αὐτοῖς, ἔτυχε τῆς αἰτή‐ σεως· καὶ λαβὼν τὸν τοῦ ἀμερουμνῆ υἱὸν καὶ λαὸν πλεῖστον ἀπῆλθε, καὶ νίκην μεγάλην εἰργάσατο· καὶ τούτῳ ἐν μείζονι τιμῇ ὑπὲρ τὸ πρῶτον καθίσταται· καὶ πάντα ἦν αὐτὸς παρὰ τῷ ἀμερουμνῇ δυνάμε‐
25νος. (12) Ὅθεν ἔχων φροντίδα πολλὴν τοῦ ἐξελθεῖν ἐν Ῥωμανίᾳ, μετὰ καιρόν τινα εἶπε πρὸς τοὺς δυνά‐ στας τοῦ ἀμερουμνῆ, ὅτι «Ἐάν μοι τὸν υἱὸν τοῦ ἀμερουμνῆ καὶ λαὸν παρέξετε, ἐξελθὼν ὑποτάξω τὴν
30Ῥωμανίαν.» Οἱ δὲ, μεγίστην τοῦτο χαρὰν ἡγησά‐ μενοι καὶ τῷ προτέρῳ πλεονεκτήματι καὶ τοῦτο ἤδη ἐλπίσαντες, εὐθὺς ἐξώπλισαν αὐτὸν καὶ κατὰ Ῥωμανίας ἀπέστειλαν. Ὁ δὲ, ἐλθὼν πλη‐ σίον τοῦ θέματος τῆς Ἀνατολῆς, προσκαλεσάμενος
35τοὺς ὑποχειρίους αὐτοῦ καὶ τὸν υἱὸν τοῦ ἀμερουμνῆ, ὡς δῆθεν διακινήσων καὶ κυνηγήσων, 707 πόῤῥωθεν τῶν πολεμίων γενόμενος, περιπλακεὶς τῷ υἱῷ τοῦ ἀμερουμνῆ καὶ καταφιλήσας αὐτὸν εἶπεν, ὅτι «Ἐγὼ μὲν ἀπέρχομαι πρὸς τὸν βασιλέα μου καὶ τὰ ἴδια,
40μηδὲν τῶν ἐν τῷ βίῳ προτιμήσας πίστεως καὶ συμφυλετῶν· σὺ δὲ μετὰ τῶν σῶν, ὡς μηδὲν δεινὸν πείσεσθαι ὑποπτεύοντες παρ’ ἡμῶν, ἄπιθι πρὸς τοὺς σούς.» Καὶ οὗτος μὲν οὕτω μετὰ δακρύων καὶ αἰσχύνης ὑπέστρεψεν· ὁ δὲ Μανουὴλ ἐχώρει πρὸς τὸν βασιλέα, προαποστείλας αὐτῷ τὸν μηνύσοντα. (13) Ὁ δὲ βασιλεὺς καὶ τὸν μηνυτὴν ὡς μεγάλων
45ἀγαθῶν ἄγγελον ἀποδεξάμενος χρήμασί τε καὶ ἀξιώ‐ μασιν ἐφιλοτιμήσατο, καὶ τὸν Μανουὴλ, ὡς ἄξιον ἦν, ὑπεδέξατο μάγιστρον εὐθὺς καὶ δομέστικον τῶν σχολῶν ποιησάμενος καὶ τοὺς αὐτοῦ παῖδας ἐκ τοῦ ἁγίου βαπτίσματος ἀναδεξάμενος.

110

.

1016

(50)

(14) Τούτοις ἐπαρθεὶς ὁ βασιλεὺς ἐξῆλθε μετὰ Μανουὴλ καὶ τῆς συγκλήτου καὶ τοῦ στρατοῦ παντὸς κατὰ τῶν Ἀγαρηνῶν· καὶ εὐπετῶς τήν τε Ζάπετρον καὶ τὸ Σαμόσατον, πλούτῳ κομῶν καὶ δυνάμει τότε
διὰ τὸ τὸν ἀμερουμνῆν ἐκεῖθεν εἶναι, παραλαβὼν ἐπ‐1015

110

.

1017

άνεισι τῇ νίκῃ καὶ τοῖς λαφύροις γαυρούμενος. Καὶ ἐλθὼν μέχρι τοῦ Βρύαντος προσέταξεν οἰκοδομῆσαι παλάτιον καὶ παραδείσους φυτεῦσαι καὶ ὕδατα ἀγα‐ γεῖν, ἃ καὶ γέγονεν. Ἐκεῖθεν δὲ ἀφικόμενος εἰς τὴν
5πόλιν τὰ λάφυρα ἐθριάμβευσεν, ἱππικὸν ποιήσας καὶ τὸ πρῶτον βάϊον παίξας, ἅρματι λευκῷ μὲν ἐποχη‐ σάμενος, χρώματι δὲ τῷ Βενέτῳ ἀμφιασάμενος, καὶ νικήσας ἐστεφανώθη, τῶν δήμων ἐπιβοώντων. «Κα‐ λῶς ἦλθες, ἀσύγκριτε φακτονάρη.»
10(15) Τοῦ δὲ πατριάρχου Ἀντωνίου τελευτήσαντος, ἀντ’ αὐτοῦ χειροτονεῖται Ἰωάννης ὁ σύγκελλος, ἵν’ εἴπω ὁ νέος Ἰαννῆς καὶ Ἰαμβρῆς, βεβοημένος ἐπί τε μαγείαις καὶ λεκανομαντείαις καὶ πάσῃ ἀσεβείᾳ· ὃς ὄργανον ἐπιτήδειον εὑρεθεὶς τῆς τοῦ
15βασιλέως ἀσεβείας τε καὶ ῥοπῆς αὐτῷ 708 πάντα τὰ πρὸς ἀπώλειαν εἰργάζετο καὶ ὃν ὤδινε μὲν, κα‐ τεῖχε δὲ βασιλίσκον τῆς ἀσεβείας ὁ βασιλεὺς, ἐξέῤῥη‐ ξε καὶ ἀπέτεκε, τὰς ἁγίας εἰκόνας ἀναχρίεσθαι προ‐ στάξας ἢ ἀπαλείφεσθαι.
20(16) Οὗτος ὁ Ἰαννῆς, πρὸ τοῦ ἄστεος οἴκημα ἐκ λίθων (179b) λαξευτῶν κατασκευάσας, ὃ Τροῦλλος μέχρι νῦν ὀνομάζεται, διά τινων θυσιῶν ὡμίλει τοῖς δαίμοσι καὶ τῷ βασιλεῖ τὰ μέλλοντα διεσήμαι‐ νεν, ὃ καὶ ἀοίκητον ἔμεινε διὰ τὰς ἐν αὐτῷ γενο‐
25μένας τότε τῶν δαιμόνων ἐπιφοιτήσεις. (17) Διὰ ταῦτα σύμμαχον τοῦτον καὶ συνίστορα ἔχων Θεόφιλος τῆς αὐτοῦ αἱρέσεως, ὁ δεύτερος Νε‐ κτανεβὼ, τὸν ῥηθέντα Ἰωάννην, μᾶλλον δὲ Ἰαννῆν τὸν πατριάρχην ἢ μανδριάρχην, τὸν νέον ὄντως
30Ἀπολλώνιον ἢ Βαλαὰμ, ἐν τοῖς καθ’ ἡμᾶς χρόνοις κακῶς ἀναφανέντα λεκανόμαντιν καὶ πάσης θεοστυ‐ γοῦς πράξεως καὶ τερατείας δεινὸν ὑποφήτην· ὑφ’ οὗ καὶ τὰ γράμματα παιδευθεὶς ὁ εὐρίπιστος καὶ δόλιος, ὑπηρέτης δόκιμος [ἐχθίστων πραγμάτων]
35καὶ τοῦ διαβόλου ἐπιτήδειον ὄργανον γέγονεν, οὓς ἂν ἐνδίκως ὁ θεῖος λόγος ἐπαράσσεται σχετλιαστι‐ κῶς φάσκων· «Οὐαὶ αὐτοῖς, ὅτι τῇ ὁδῷ τοῦ Κάϊν ἐπορεύθησαν καὶ τῇ πλάνῃ τοῦ Βαλαὰμ μισθοῦ χά‐ ριν ἐξεχύθησαν καὶ τῇ ἀντιλογίᾳ τοῦ Κωρὲ ἀπώ‐
40λοντο.» «Οὗτοί εἰσι γογγυσταὶ καὶ μεμψίμοιροι, κατὰ τὰς ἐπιθυμίας αὐτῶν πορευόμενοι ἐν ταῖς ἀπά‐ ταις αὐτῶν.» Ἐφαρμόσειεν αὐτοῖς μάλα εἰκότως καὶ τὰ τοῦ ὁμοτρόπου Ἰουλιανοῦ παρὰ τῇ θεολόγῳ στηλιτευόμενα γλώσσῃ· σφόδρα γὰρ ἐμφερὴς ἐναπέ‐
45φηνε καὶ εἰς μηδὲν ἀπεοικὼς τῆς ἐκείνου κακουργίας καὶ δυστροπίας· ἔφη γοῦν· «Πῶς μὴ δακρύσω τὸν ἄθλιον; [πῶς] μὴ πλέον μὲν τῶν δεδιωγμένων τοὺς προσδραμόντας, πλέον δὲ τῶν αὐτομολησάντων εἰς τὴν
709 κακίαν θρηνήσω τὸν συναρπάσαντα; μᾶλλον1017

110

.

1020

δὲ τοῖς μὲν μηδὲν δεινὸν τὸ ὑπὲρ Χριστοῦ παθεῖν, ἀλλὰ καὶ πάντων μακαριστότατον οὐκ ἐκεῖθεν μό‐ νον, ἀλλὰ καὶ διὰ τὴν ἐντεῦθεν εὐδοξίαν καὶ παῤῥη‐ σίαν, ἣν διὰ τῶν κινδύνων ἑαυτοῖς ἐχαρίσαντο·
5τοῖς δὲ προοίμιον τῶν ἀπειλουμένων ἅπερ ἤδη πεπόνθασιν· καὶ βέλτιον ἦν αὐτοῖς, εἰ ἐνταῦθα μακρότερον ἐκολάσθησαν ἢ τοῖς ἐκεῖ δικαιοκριτη‐ ρίοις ἐταμιεύθησαν.» —Καὶ γὰρ «ὥσπερ τὸν χαμαιλέοντα λόγος, παντοῖον γίνεσθαι ῥᾳδίως
10καὶ πάσας μεταβάλλειν χροιὰς πλὴν μιᾶς τῆς λευκότητος· —οὕτω κἀκεῖνος πάντα ἦν καὶ ἐγίνετο Χριστιανοῖς πλὴν ἡμερότητος· καὶ ἦν λίαν ἀπάν‐ θρωπον αὐτῷ τὸ φιλάνθρωπον, καὶ τὸ πιθανὸν βίαιον, καὶ ἀπολογία τῆς ἀγριότητος ἡ χρηστότης·»
15ὅθεν λεκτέον πρὸς αὐτόν· «Εὐηθέστατε καὶ— ἀπαιδευτότατε τὰ μεγάλα, σὺ κατὰ τοσούτου κλήρου καὶ τῆς οἰκουμένης ἀνέστης—σὺ κατὰ τῆς τοῦ Χριστοῦ (Ἐκκλησίας καὶ) θυσίας τοῖς σοῖς μιάσμασι, σὺ κατὰ τοῦ τὸν κόσμον καθαίροντος
20αἵματος τοῖς (σοῖς) (μιαροῖς) αἵμασι—σὺ μετὰ Ἡρώδην διώκτης καὶ μετὰ Ἰούδα προδότης, πλὴν ὅσον οὐκ ἀγχόνῃ τὴν μετάνοιαν ἔδειξας ὥσπερ κἀ‐ κεῖνος, καὶ χριστοκτόνος μετὰ Πιλᾶτον καὶ μετὰ Ἰουδαίους μισόθεος.» —Ὁ τῶν ἁγίων
25ὑβριστὴς,» Ἰεροβοὰμ (σε) εἰπεῖν οἰκειότερον ἢ Ἀχαὰβ τὸν Ἰσραηλίτην, τοὺς παρανομωτάτους, [ἢ] Φαραὼ τὸν Αἰγύπτιον, ἢ Ναβουχοδονόσορ τὸν Ἀσ‐ σύριον, ἢ πάντα ταῦτα συνελόντες ἕνα καὶ τὸν αὐτὸν ὀνομάσωμεν, ἐπεὶ καὶ τὰς πάντων κακίας φαίνε‐
30σαι εἰς σεαυτὸν συλλεξάμενος, Ἰεροβοὰμ τὴν ἀποστασίαν, Ἀχαὰβ τὴν μιαιφονίαν, Φαραὼ τὴν σκληρότητα, Ναβουχοδονόσορ τὴν ἱεροσυλίαν, πάν‐ των ὁμοῦ τὴν ἀσέβειαν.» (18) «Ποῦ (εἰσιν) αἱ θυσίαι καὶ τελεταὶ καὶ
35(τὰ) μυστήρια; ποῦ σφάγια φανερά τε καὶ ἀφανῆ; —(180a) ποῦ τεράστια, προγνώσεις 710 καὶ σημεῖα ἐγγαστριμύθων; —ποῦ αἱ κατὰ Χρι‐ στιανῶν μαντεῖαι καὶ ἀπειλαί; —οἴχεται πάντα, διέψευσται, διεῤῥύη, ὄναρ ἐφάνη τῶν ἀσεβῶν τὰ
40κομπάσματα.» «Ἔπεσε Βὴλ, συνετρίβη Δα‐ γών· —οὐκέτι (οὐ) μὴ εἴπωσι τῷ μωρῷ ἄρ‐ χειν· «Καὶ νῦν ταῦτα μικρὰ τοῖς ἀθλίοις ἴσως. Ἔσται δὲ καιρὸς ἡνίκα ὄψομαι τοὺς ἐμοὺς ὑβρι‐ στὰς καὶ τὸν μέγαν τοῦτον καθηγητὴν ἀποκλαιο‐
45μένους τὴν ἑαυτοῦ κακίαν καὶ πονηρίαν.1019

110

.

1021

(19) Τούτων δὲ οὕτως πραττομένων παρά τε τοῦ βασιλέως καὶ τοῦ συμμύστου αὐτοῦ πατριάρ‐ χου, Ἄραβες μετὰ δυνάμεως πολλῆς κατὰ Ῥωμα‐ νίας ἐξῄεσαν· ὁ δὲ βασιλεὺς ἅμα τοῖς πρόσφυξι
5Πέρσαις καὶ τοῖς τάγμασι καὶ Μανουὴλ δομεστίκῳ κατ’ αὐτῶν ἐχώρει. Καὶ συμβολῆς γενομένης, ἡτ‐ τήθη ὁ βασιλεὺς καὶ μέσον εἰσῆλθε τῶν Περσῶν, ὑπ’ αὐτῶν περισωθῆναι ὑπολαβών. Μανουὴλ δὲ, ὡς ἔγνω περισκοπῶν μέσον τῶν Περσῶν τὸν βασιλέα
10ὄντα, αὐτοὺς δὲ βουλευομένους τοῖς Ἄραψι τοῦ‐ τον προδοῦναι καὶ δι’ αὐτοῦ καταλλαγῆναι αὐτοῖς, διασχίσας μέσον αὐτῶν καὶ τοῦ χαλινοῦ τοῦ ἵππου τοῦ βασιλέως λαβόμενος, ἐξείλκυσεν ἄκοντα τοῦ‐ τον ἐξάγων, αἰσχύνην ἡγούμενος οὐ καθεκτὴν Ῥω‐
15μαίοις, εἰ τὸν βασιλέα Ῥωμαίων Ἄραβες αἰχμά‐ λωτον λάβωσιν. Ὁ δὲ βασιλεὺς τῷ δέει τοῦ καθε‐ στηκότος ἐκστὰς, προσρυῆναι πάλιν τοῖς Πέρσαις ἠβούλετο. Ὁ δὲ Μανουὴλ τὸ ξίφος ἀνέτεινεν ὡς πατάξων αὐτόν· ὁ δὲ φοβηθεὶς καὶ ἄκων συνείπετο,
20μόλις διασωθείς· κἀκεῖθεν ὑπεστράφη ἐν τῷ Δο‐ ρυλαίῳ μετ’ αἰσχύνης καὶ ἥττης πολλῆς. Ὁ δὲ Μανουὴλ ἐν τῷ πολέμῳ τρωθεὶς καὶ νοσήσας ἐτε‐ λεύτησε, πολλὰς ἀνδραγαθίας κατὰ τῶν Ἀγαρηνῶν ἐνστησάμενος· τὸ δὲ σῶμα αὐτοῦ ἀποκομισθὲν
25ἐτέθη ἐν τῇ ὑπ’ αὐτοῦ κτισθείσῃ μονῇ, τῇ τοῦ Μανουὴλ, σύνεγγυς [τῆς] κινστέρνης τοῦ Ἄσ‐ παρος. 711 (20) Καὶ εὐθὺς διαβολαὶ κατὰ Περσῶν πρὸς τὸν βασιλέα καὶ ἀπειλαὶ κατὰ Θεοφόβου ὡς ἀντάρ‐ του καὶ προδότου καὶ δυσμενοῦς· ἃ μαθὼν (ὁ)
30Θεόφοβος τοὺς Πέρσας ἀναλαβὼν κατῆλθεν ἕως Σινώπης καὶ ταύτην παραλαβὼν κατεῖχε τυραννι‐ κῶς· ὅπερ γνοὺς ὁ βασιλεὺς καὶ ἐν μεγάλῃ λύπῃ γενόμενος (ἐδεδίει γὰρ μήπως προσρυῶσι τοῖς Ἄραψι), καὶ μέχρι Παφλαγονίας αὐτὸς ἀπῄει, καὶ
35λόγον αὐτοῖς ὡς οὐδὲν δεινὸν πείσονται δεδωκὼς καὶ τὸν Θεόφοβον ἀναλαβόμενος, ὑπέστρεψε μετ’ αὐτοῦ ἐν τῇ πόλει, τῶν ἄλλων Περσῶν παραγενομένων οὗπερ κατεσκηνώθησαν ἐξ ἀρχῆς· ἠγαπᾶτο δὲ Θεό‐ φοβος παρὰ τῶν πολιτῶν οὐχ ἧττον ἢ τῶν Περσῶν
40ὡς ὀρθόδοξος. (21) Τότε δὴ (γίνεται τῷ βασιλεῖ παῖς ἐκ Θεο‐ δώρας, ὃν ἐπωνόμασε Μιχαήλ.) ΣΞΕʹ. Περὶ τοῦ ἵππου τοῦ βασιλέως. Ἀπιόντι (δὲ) τῷ βασιλεῖ πρὸς Βλαχέρνας, καθὼς
45εἴθιστο, ὑπήντησεν αὐτῷ τις προσελθὼν καὶ λέγων, ὅτι «Ὁ ἵππος, ᾧ ἐποχεῖται ἡ βασιλεία σου, ἐμός ἐστι.» Τοῦ δὲ ἵππου σκιρτῶντος διὰ τὸ αἰφνιδίως προσιέναι καὶ τοῦ βασιλέως τοῦτον κατασχόντος, τὸν κόμητα τοῦ σταύλου ἐπηρώτησεν ὁ βασιλεύς·

110

.

1021

(50)

«Τίνος ἐστὶν ὁ ἵππος;» Ὁ δὲ ἔφη· «Ὁ κόμης
τοῦ Ὀψικίου ἀπέστειλεν αὐτὸν τῇ βασιλείᾳ σου.»1021

110

.

1024

Τοῦ δὲ ἐν τῇ πόλει εὑρεθέντος, τῇ ἐπαύριον ἀγαγὼν αὐτὸν ὁ βασιλεὺς καὶ τὸν προσελθόντα αὐτῷ ἔφη «Εἰπὲ τὸ ἀληθές· τίνος ἐστὶν ὁ ἵππος; Ὁ δὲ ἀπο‐ κριθεὶς εἶπεν ὅτι, «Ἐμὸς ἦν· καὶ ἀποστείλας ὁ
5στρατηγὸς, ἀνελάβετο αὐτὸν ἀπ’ ἐμοῦ βιαίως. μήτε τίμημά μοι δοὺς μήτε ἀξίωμα.» Εἶπε δὲ πρὸς τὸν κόμητα ὁ βασιλεύς· «Εἰπὲ εἰ οὕτως ἔχει καὶ διὰ τί μὴ 712 ἀποκόψας περὶ τοῦ ἵππου ἀπέστειλάς μοι αὐτόν;» Ὁ δὲ ἔφη· «Ὅτι ἐπεζήτει
10γενέσθαι σχολάριος· ἐγὼ δὲ μὴ εἰδὼς, ὅτι ἀνδρεῖός ἐστι, παρεῖχον αὐτῷ νομίσματα ρʹ. Ὁ δὲ οὐκ ἔλαβεν αὐτά.» Ὁ δὲ βασιλεὺς ἔφη· «Καὶ διὰ τί μὴ ἀπο‐ κοπὴν τελείαν μετ’ αὐτοῦ ποιησάμενος ἀπέστειλάς μοι τὸν ἵππον; Καὶ ἐρευνήσαντος τοῦ βασιλέως καὶ
15πληροφορηθέντος ὡς βιαίως αὐτὸν ἀφείλατο, τὸν μὲν στρατηλάτην τοῖς προσήκουσι μαγγλαβίοις ἐσω‐ φρόνησε, τῷ δὲ προσελθόντι αὐτῷ ἀπέστρεψε τὸν ἵππον. Ὁ δὲ τοῦτον οὐκ ἠβουλήθη λαβεῖν, ἔλαβε δὲ ὑπὲρ αὐτοῦ λίτρας βʹ, ὁρισθέντος καὶ τοῦ στρατηγοῦ δοκιμάσαι αὐτὸν καὶ εἰ ἀνδρεῖός ἐστι, ποιῆσαι αὐτὸν σχολάριον· τοῦ δὲ εἰς πόλεμον ἀπελθόντος, ἐν τῇ συμβολῇ ὡς δειλὸς ἐν τοῖς φεύγουσιν εὑρεθεὶς
20κατεσφάγη ὑπὸ τῶν πολεμίων. ΣΞϞʹ. Περὶ Λέοντος τοῦ Σοφοῦ. (22) Γεγονότος δὲ τοῦ βασιλέως εἰς πρόκενσον ἐν τῷ Βρύαντι, ἦλθεν αὐτῷ μήνυμα παρὰ τοῦ στρατη‐ γοῦ τῶν Ἀνατολικῶν, ὡς ὅτι ὁ πρωτοσύμβουλος
25ἐξελθὼν μετὰ πλήθους ἐκπορθήσων ἀπέρχεται τὸ Ἀμόριον. Ὁ δὲ τὰ νενομισμένα τῷ τε στρατῷ καὶ τοῖς ἄρχουσι ποιήσας συντόμως μέχρι Καππαδο‐ κίας ἐξῆλθεν· Ὁ δὲ ἀμερουμνῆς ἀποχωρίσας νʹ χιλιάδας λαοῦ καὶ τὸν Σουδεῆ, ὀνομαστότατον
30ἐν τοῖς Ἀγαρηνοῖς ὄντα ἐπί τε ἀνδρείᾳ καὶ φρονή‐ σει, δοὺς αὐτοῖς κεφαλὴν, ἀπέστειλε κατὰ τοῦ βασι‐ λέως. Συμβαλόντων δὲ πόλεμον, ἡττηθεὶς ὁ βασι‐ λεὺς ἔφυγε καὶ μετ’ αἰσχύνης ὑπέστρεψε, μόλις διασωθείς. Ὁ δὲ ἀμερουμνῆς, ἀπελθὼν μετὰ δυνά‐
35μεως πολλῆς, περιεχαράκωσε τὸ Ἀμόριον, καὶ πολέμους πολλοὺς ποιήσας, οὐκ ἴσχυσεν αὐτὸ ἐκ‐ πορθῆσαι, γενναίως καὶ σταθερῶς ἀγωνιζομένων τῶν ἔνδοθεν. Μαθητὴς δέ τις Λέοντος τοῦ φιλοσό‐ φου ἦν ἐν τῷ κάστρῳ 713 καὶ, βουληθέντος
40ὑποχωρῆσαι τοῦ ἀμερουμνῆ, διά τινος ἐμήνυσεν αὐτῷ ὁ ἀστρονόμος, ὅτι «Εἰ προσκαρτερήσεις δύο ἡμέρας τῷ κάστρῳ, ἐκπορθήσεις ἡμᾶς· ὃ καὶ γέγονε· προεδόθη γὰρ ὑπό τε τοῦ λεγομένου Βοϊ‐ δίτζη καὶ τοῦ Μανικοφάγου. Κατεσχέθησαν δὲ τῶν
45ὀνομαστῶν ἄνδρες οὐκ ἀγενεῖς ἀπελθόντες ἐν Συρίᾳ αἰχμάλωτοι, Θεόφιλος ὁ πατρίκιος, καὶ στρατηγοὶ ὅ τε Μελισσηνὸς καὶ Ἀέτιος καὶ Θεόδωρος, πρωτο‐ σπαθάριος εὐνοῦχος, ὁ Κρατερὸς, καὶ Κάλλιστος τουρ‐ μάρχης, καὶ Κωνσταντῖνος δρουγγάριος, καὶ Βασ‐

110

.

1024

(50)

σόης ὁ δρομεὺς, καὶ ἄλλοι πολλοὶ καὶ ἄρχοντες
τῶν ταγμάτων, οἳ παρὰ τοῦ πρωτοσυμβούλου ἀναγ‐1023

110

.

1025

κασθέντες ἀρνήσασθαι τὴν αὐτῶν πίστιν καὶ τοῦτο μὴ πεισθέντες, ξίφει τὰς κεφαλὰς ἀπετμήθησαν, ἀντὶ τῆς παρούσης ζωῆς τὴν αἰώνιον ἀνταλλαξάμενοι. (23) Ὁ δὲ, τὴν αἰσχρὰν σωτηρίαν τῆς καλλίστης ἀνταλλαξάμενος, ὁ τοῦ φιλοσόφου Λέοντος μαθητὴς,
5προσρυεὶς τῷ ἀμερουμνῇ ἠρωτήθη παρ’ αὐτοῦ περὶ τῆς ἐπιστήμης αὐτοῦ. Ὁ δὲ εἶπε μαθητὴς εἶναι τοῦ φιλοσόφου Λέοντος. Οὗτός τε ὅστις ὁ Λέων ἐστὶν καὶ οἷος μαθὼν, αὐτὸν ἐπεθύμει ἐκεῖνον ἰδεῖν, καὶ δή τινι τῶν αἰχμαλώτων δοὺς γράμματα, πρὸς
10Λέοντα τὸν φιλόσοφον ἀπέστειλεν ἐν Κωνσταντινου‐ πόλει, ὑποσχόμενος αὐτῷ, εἰ ἐξέλθοι ὁ αὐτὸς Λέων, ἀπ’ ἐκείνου αὐτὸν εἶναι ἐν τιμῇ. Ὁ Λέων δὲ τὰ γράμματα ἀπολαβὼν καὶ φοβηθεὶς μήπως διαγ‐ νωσθῇ, ἀνήγαγε ταῦτα Θεοφίλῳ τῷ βασιλεῖ. Ὁ δὲ,
15γνοὺς τὰ τῆς ἐπιστήμης αὐτοῦ καὶ ὅτι τοιοῦτον σοφὸν ἄνδρα ἐν τῇ πολιτείᾳ αὐτοῦ ἔχει, προσλαβό‐ μενος αὐτὸν εἶχεν ἐν τῷ παλατίῳ τῆς Μαγναύρας, παραδοὺς αὐτῷ διδάσκειν καὶ μαθητὰς, παρέχων αὐτῷ τὰ πρὸς ὑπηρεσίαν ἅπαντα, ὃς καὶ μητροπο‐ λίτης ἐν Θεσσαλονίκῃ γέγονεν.
20(24) Ὁ δ’ αὐτὸς κτίζει τὸ (181a) Τρίκογχον ἐν τῷ παλατίῳ καὶ τὸ λεγόμενον Σίγμα καὶ τὰς ἀναβά‐ θρας, ἔνθα οἱ 714 δῆμοι ἵστανται, στήσας καὶ φιάλην, ἐν ᾗ γίνεται τὸ Σαξιμοδέξιμον λεγόμενον, τῶν ἵππων ἀμφοτέρων τῶν μερῶν διερχομένων
25μετὰ χρυσῶν σαγισμάτων. Ὑπὸ δὲ τὸ Τρίκογχον κάτωθεν διὰ μηχανῆς ἐποίησε τὸ λεγόμενον Μυστή‐ ριον, ἐν ᾧ τῇ μιᾷ γωνίᾳ ὃ ἐὰν εἴπῃ τις, ἐξακούε‐ ται ἐν τῇ ἑτέρᾳ. ΣΞΖʹ. Περὶ Θεοδώρου καὶ Θεοφάνους τῶν αὐτα‐
30δέλφων. (35) Μαθὼν δὲ ὁ αὐτὸς Θεόφιλος, ὅτι Θεοφά‐ νης ὁ ποιητὴς καὶ Θεόδωρος ὁ αὐτάδελφος αὐτοῦ, καθ’ ἑαυτοὺς ζῶντες, τὴν ἀσέβειαν αὐτοῦ κωμῳ‐ δοῦσι καὶ διελέγχουσιν, ἀποστείλας μετ’ ὀργῆς
35ἤγαγεν αὐτοὺς πρὸς ἑαυτὸν εἰπὼν τάδε· «Πόθεν ἐστέ;» Οἱ δὲ εἶπον· «Ἐκ Παλαιστίνης.» Ὁ δὲ ἀλιτήριος· «Καὶ διὰ τί τὴν γῆν ὑμῶν ἀφέντες καὶ εἰς τὴν ἡμετέραν ἐλθόντες οὐ πειθαρχεῖτε τῇ βασι‐ λείᾳ ἡμῶν; Τῶν δὲ μηδὲν ἀποκριναμένων, ἐπέτρεψε
40παίεσθαι τὰς ὄψεις αὐτῶν σφοδρῶς· εἶτα μετὰ τοῦτο βουνευρήσας αὐτοὺς μέχρι θανάτου, μετὰ θυμοῦ καὶ τραχείας φωνῆς πρὸς τὸν ὕπαρχον ἔφη· «Ἆρον αὐτοὺς εἰς τὸ πραιτώριον, καὶ γράψον τὰ πρόσωπα αὐτῶν ἐγκολάψας τούσδε τοὺς στίχους·
45[Πάντων ποθούντων προστρέχειν πρὸς τὴν [πόλιν], Ὅπου πάναγνοι τοῦ Θεοῦ λόγου πόδες Ἔστησαν εἰς σύστασιν τῆς οἰκουμένης, Ὤφθησαν οὗτοι τῷ σεβασμίῳ τόπῳ Σκεύη πονηρὰ δεισιδαίμονος πλάνης.

110

.

1025

(50)

Ἐκεῖσε πολλὰ λοιπὸν ἐξ ἀτοπίας Πράξαντες αἰσχρὰ δεινὰ δυσσεβοφρόνως,
715 Ἐκεῖθεν ἠλάθησαν ὡς ἀποστάται.1025

110

.

1028

Πρὸς τὴν πόλιν δὲ τοῦ κράτους πεφευγότες Οὐκ ἐξαφῆκαν τὰς ἀθεμίτους μωρίας. Ὅθεν γραφέντες ὡς κακοῦργοι τὴν θέαν Κατακρίνονται καὶ διώκονται πάλιν]·
5προσθεὶς ὅτι «Κἂν μὴ ὦσι καλοὶ, μή σοι μελέτω.» Τοῦτο δὲ εἶπεν εἰδὼς αὐτοὺς ὡς σοφωτάτους καὶ ἄριστα ἠσκημένους τῶν ποιητικῶν σχημάτων τὴν ἀκρίβειαν, ἐπειπόντος τινός· «Οὐδὲ ἄξιοί εἰσιν, ἵνα καλοὶ ὦσιν οἱ ἴαμβοι.» Οἱ δὲ εἶπον· «Γράφε,
10γράφε, βασιλεῦ, τὸ δοκοῦν σοι, ὡς μέλλον τοῦτο ἀναγνωσθῆναι ἐνώπιον τοῦ δικαίου καὶ φοβεροῦ Κριτοῦ.» Ὁ δὲ ὕπαρχος, τούτους ἀγαγὼν εἰς τὸ πραιτώριον, μετὰ δύο ἡμέρας ἁπλώσας ἐν σκάμνοις καὶ δήσας αὐτῶν χεῖρας καὶ πόδας κατακεντήσας τε
15καὶ ἐγκολάψας τοὺς στίχους εἰς τὰς ὄψεις αὐτῶν, ἐξώρισεν. (26) Καὶ ἐν μὲν τῇ ἐξορίᾳ τελευτᾷ ὁ ἐν ἁγίοις Θεόδωρος· ὁ δὲ ἀοίδιμος Θεοφάνης ὁ ποιητὴς διήρκεσε μέχρι Μιχαὴλ καὶ Θεοδώρας, ἀγωνισάμενος πλεῖστα
20ἐν τῇ γενομένῃ ὀρθοδοξίᾳ· ὃς καὶ μητροπολίτης εἰς Νίκαιαν γέγονε, τῶν πραγμάτων ἀποκαταστάντων ἤδη πρὸς τὸ εὐσεβέστερον. (27) Ἐπὶ αὐτοῦ ἔπεσεν ἡ χρυσῆ τοῦφα Ἰουστι‐ νιανοῦ τοῦ λεγομένου Αὐγουστέως· ἀμηχανούντων
25δὲ πάντων καὶ πῶς ἀνέλθοιεν διαλογιζομένων, εὑ‐ ρέθη τις σκαλωτὴς τεχνίτης, καὶ ἀνελθὼν ἐν τοῖς κεράμοις τῆς Μεγάλης ἐκκλησίας, βέλος ἀφῆκε μετὰ σχοινίου εἰς τὸν ἱππότην Ἰουστινιανὸν τὸν ἐκ χαλκοῦ συνιστάμενον· καὶ τοῦ βέλους παγέντος
30ἐκεῖσε, αὐτὸς διὰ τοῦ σχοινίου διαδραμὼν, θάμβος μὲν τοῖς ὁρῶσι παρείχετο, καὶ τὴν τοῦφαν προσήρ‐ μοσε, καὶ τὴν τοῦ 716 βασιλέως ἐπεσπάσατο εὔ‐ νοιαν, καὶ τῇ τέχνῃ καὶ τῇ φύσει μέγα προσέθηκεν ὄνομα, φιλοτιμηθεὶς παρὰ τοῦ βασιλέως νομίσματα ρʹ.
35(28) Στέφει δὲ Θεόφιλος Μιχαὴλ τὸν υἱὸν αὐτοῦ, ἐν τῇ Μεγάλῃ ἐκκλησίᾳ· φιλοτιμησάμενος ἦν πάντας ἐν τοῖς στεψίμοις. Κατεσκεύασε δὲ καὶ ξε‐ νῶνα τὸν νῦν μὲν τὰ Θεοφίλου λεγόμενον, οἶκον μὲν γεγονότα Ἰσιδώρου πατρικίου ἀνελθόντος ἀπὸ
40Ῥώμης μετὰ Ὀλυβρίου ἐπὶ Κωνσταντίνου τοῦ Με‐ γάλου, μετὰ δὲ χρόνον ἐκδοθέντα κουρατώρια ὥστε κατοικεῖν ἐκεῖσε γυναῖκας τῶν εὐγενῶν μὴ εἰδυίας σωφρονεῖν· ἐπὶ δὲ Λέοντος Ἰσαύρου ἐκ πορνείου ξενοδοχεῖον ἐχρημάτισεν ἐπὶ αὐτοῦ. Ὕστε‐
45ρον δὲ γέγονεν οἶκος Κωνσταντίνου τοῦ τῆς Εἰρήνης μετὰ τὴν ὑπὸ τῆς μητρὸς γεγονυῖαν τύφλωσιν εἰς αὐτόν· τελευτήσαντος δὲ αὐτοῦ, ἡ γυνὴ αὐτοῦ τὸ μοναδικὸν σχῆμα περιβαλλομένη μοναστήριον κα‐ τεσκεύασε καὶ ἐκάλεσε τὰ Μετανοίας. Τοῦ δὲ αὐτοῦ

110

.

1028

(50)

οἴκου μεγίστου τε ὄντος καὶ θαυμαστοῦ, ξύλου ἐν τῷ τρικλίνῳ ἀποκλασθέντος, ἠπείλησε πτῶσιν· αἱ δὲ
μονάζουσαι, ἀπερχομένου τοῦ βασιλέως ἐν Βλαχέρ‐1027

110

.

1029

ναις (181b) ἐδεήθησαν αὐτοῦ περὶ τούτου. Ὁ δὲ, ἐκνεύσας καὶ θεασάμενος τὸν οἶκον καὶ ἀρεσθεὶς εἰς αὐτὸν, μετοικίζει τὰς αὐτὰς μοναζούσας ἐν ἑτέρᾳ μονῇ, αὐτὸν δὲ τὸν οἶκον, κόσμῳ παντοίῳ καλλωπίσας,
5ξενῶνα πεποίηκεν, ἐπιδοὺς αὐτῷ χρήματα πάμπολλα καὶ ἀργύριον καὶ προάστεια, ἐπονομάσας αὐτὸν τὰ Θεοφίλου. (29) Πρὸ δὲ τῆς αὐτοῦ τελευτῆς ὁ θεομισὴς οὗτος βασιλεὺς, βουλὴν μυστικὴν ποιησάμενος μετὰ τῶν ὁμοφρόνων αὐτοῦ περὶ Θεοφόβου τοῦ Πέρ‐
10σου, ὡς ὅτι «Πολλὴν ἀγάπην καὶ πίστιν ἔχουσιν εἰς αὐτὸν οἵ τε ὑπ’ αὐτὸν Πέρσαι καὶ τῶν ἐν τέλει οὐκ ὀλίγοι, καὶ μήπως, ἐμοῦ τελευτήσαντος, μελετή‐ σωσι τυραννίδα κατά τε τοῦ ἐμοῦ παιδὸς νηπίου ὄντος καὶ τῆς γυναικὸς, ἀνήγαγε Θεόφοβον εἰς τὸ
15παλάτιον καὶ εἶχε μετ’ αὐτοῦ. Βαρηθεὶς δὲ ἐκ τῆς νόσου, καθεῖρξε Θεόφοβον ἐν ταῖς καμάραις τοῦ Βουκολέοντος. Τῶν δὲ Περσῶν 717 ἐπιζητούντων αὐτὸν τί ἄρα γέγονεν, ἀποστείλας τῇ νυκτὶ ὁ βασι‐ λεὺς Πετρωνᾶν, τὸν τῆς Αὐγούστης ἀδελφὸν, σὺν τῷ
20λογοθέτῃ, ἀπέτεμε τὴν κεφαλὴν τοῦ Θεοφόβου. Ἔπεισαν δὲ οὗτοι τοὺς Πέρσας ὡς [ὅτι] μετὰ τοῦ βασιλέως ἐστὶν ἐν τῷ παλατίῳ. Τοῦ δὲ βασιλέως δυσεντερίας νόσῳ τὴν ψυχὴν κακῶς ἀποῤῥήξαντος, ἀπεκομίσθη τὸ δύστηνον αὐτοῦ σῶμα εἰς τοὺς Ἁγίους
25Ἀποστόλους· τὸ δὲ σῶμα τοῦ Θεοφόβου διὰ τοῦ Βουκολέοντος ἐξαγαγόντες λαθραίως διέσωσαν πλη‐ σίον τὰ Ναρσοῦ ἐν τῇ νῦν λεγομένῃ μονῇ τῆς Θεοφοβίας, καὶ τοῦτον ἐκεῖσε κατέστησαν. ΣΞΗʹ. Βασιλεία Μιχαὴλ υἱοῦ Θεοφίλου.
30 Μετὰ τοῦτον ἐβασίλευσε Μιχαὴλ σὺν τῇ μητρὶ αὐτοῦ Θεοδώρᾳ ἔτη [ι]εʹ, μόνος δὲ ἔτη ιʹ, καὶ σὺν Βασιλείῳ ἔτος αʹ [μῆνας δʹ], ὅστις τὴν πατρῴαν βασιλείαν διαδεξάμενος, τὴν θεοστυγῆ παρεισφρήσασαν τῇ Ἐκκλησίᾳ καὶ δεινῶς ἐπικω‐
35μάσασαν νέαν θρησκείαν εὖ μάλα γνησίως ἀποσει‐ σάμενος, τὴν ἔκπαλαι θεοβράβευτον, ἱεράν τε καὶ ὀρθοτάτην πίστιν ἀνεκήρυξεν. Ἡ δὲ Θεοδώρα οὕ‐ τως ἦν πιστὴ καὶ ὀρθόδοξος, ὡς καὶ τοῦ ἀνδρὸς αὐ‐ τῆς ἔτι περιόντος λάθρα τὰς ἁγίας εἰκόνας τι‐
40μᾷν καὶ προσκυνεῖν· ἥτις γνώμῃ μὲν ἑαυτῆς, ὑποθήκῃ δὲ 718 καὶ παραινέσει Θεοκτίστου κανι‐ κλείου καὶ λογοθέτου ἐξελαύνει τε τῆς ἐκκλησίας καὶ τῆς πόλεως τὸν πατριάρχην Ἰωάννην σὺν
τοῖς περὶ αὐτὸν οὖσιν, περιορίσασα τοῦτον ἐν τῷ1029

110

.

1032

Στενῷ εἰς τὸ Κλειδίον οὕτω καλούμενον· λέγεται δὲ καὶ σύντεκνος αὐτῆς εἶναι. Εἰσάγει δὲ τὸν ἐν ἁγίοις Μεθόδιον, μοναχὸν ὄντα, καὶ πατριάρχην ἀποκαθιστᾷ· καὶ πάντας τοὺς ἀπὸ Θεοφίλου ἐξο‐
5ρίστους μοναχοὺς καὶ ἐπισκόπους ἑνώσασα, τὴν ὀρθόδοξον ἐβεβαίωσε πίστιν καὶ τὴν Ἐκκλησίαν εἰ‐ ρήνευσεν. —Εἰ γὰρ καὶ νήπιος ἐτύγχανεν ὁ βασι‐ λεὺς, ἀλλ’ ὁ «ἐκ στόματος νηπίων καὶ θηλα‐ ζόντων κατηρτισάμενος αἶνον,» αὐτὸς καὶ τοῦτον
10παρεσκεύασε τὴν ἀλήθειαν τοῦ θείου δόγματος ἀνυμνῆσαι καὶ φανερῶσαι πρὸς δόξαν τοῦ δι’ ἄκραν εὐσπλαγχνίαν σαρκωθέντος θείου Λόγου καὶ τοῖς ἀνθρώποις ἐπὶ γῆς ὀφθέντος καὶ συνανα‐ στραφέντος κατὰ τὴν ἱερὰν χρησμολογίαν. (2) Σύνοδον γὰρ ἁγίων καὶ θεηγόρων Πατέρων
15ἐν ΚΠ. συναθροίσας, ὑφ’ ὧν ἡ τῶν κακῶν καὶ δυσ‐ ωνύμων εἰκονομάχων κακίστη 719 αἵρεσις ἀκριβῶς ἐλεγχθεῖσα καὶ τὰ βδελυρὰ ταύτης ληρή‐ ματα διαῤῥήδην ἀνατραπέντα, φαιδρῶς ὁ τῆς ὀρ‐ θοδοξίας λόγος ἀνέτειλεν ὥσπερ ἐκ τινῶν (182a)
20μυχαιτάτων καὶ δυσδιεξοδεύτων λαβυρίνθων καὶ σκοτεινῶν βαράθρων τῆς ἐξαγίστου καὶ πεφαυ‐ λισμένης αἱρέσεως. Καὶ οὕτως ὁ μὲν ταύτης ἔξαρχος καὶ διδάσκαλος σὺν τοῖς ὁμόφροσιν αὐτοῦ διώκταις καὶ ὑβρισταῖς ὡς τῆς ἀληθείας
25ἀντίθετοι καὶ (τοῦ) ψεύδους προστάται, ὡς λυσ‐ σώδεις λύκοι καὶ τῆς μυσαρᾶς καὶ δαιμονιώδους τῶν Μανιχαίων θρησκείας, ἀφ’ ὧν (καὶ τὴν μανίαν κατὰ τῆς ἐνσάρκου θείας οἰκονομίας) καὶ τὴν ἀφορμὴν καὶ ἀρχὴν εἰλήφασιν, ἐκδιώκεται· ἀντεισ‐
30άγεται δὲ κοινῇ ψήφῳ καὶ θείᾳ προσβολῇ τε καὶ χάριτι Μεθόδιος ὁ ἀοίδιμος καὶ (τῆς ὀρθοτομίας καὶ) τῆς ὀρθοδοξίας πρόμαχος. ὅς γε πάσας, ὡς ἔπος εἰπεῖν, τὰς διαβολὰς καὶ τὴν ὀλέθριον κατὰ τῶν ἱερῶν εἰκόνων μεθοδείαν καὶ τὴν βέβηλον κενοφωνίαν
35τῶν αἱρεσιάρχων καὶ φοιτητῶν τῆς ἐκείνων κενο‐1031

110

.

1033

φωνίας καὶ φρενοβλαβείας ἄριστα καὶ σαφέστατα διελέγξας καὶ ἀνατρέψας, εἰ καί τις ἄλλος· καὶ διὰ τοῦτο πολλοὺς (μὲν) προϋπέστη διωγμοὺς καὶ κινδύνους καὶ θλίψεις πολλὰς καὶ κακὰς, ἐξ ἐπιμέτρου δὲ σφόδρα ὑπὸ τοῦ θεηλάτου Θεοφίλου.
5(3) Τίς γὰρ ἀριθμήσει τοὺς ποικίλους καὶ ἀλλε‐ παλλήλους διωγμοὺς καὶ πειρασμοὺς καὶ τὰς ἀφεγγεῖς κατακλείσεις καὶ τοὺς ζοφώδεις βόθρους καὶ τὰς τῶν ἀναγκαίων περιστάσεις, φίλων τε καὶ ὁμοδόξων στερήσεις καὶ τὰς ἄλλας συμφορὰς, ἃς
10ἔτλη γενναίως 720 καὶ προθύμως παρὰ τῶν ἀνοσίων, ἀεὶ περιφέρων ἐναργῶς εἰς τύπον καὶ ὑπο‐ γραμμὸν ὑπομονῆς, τοῖς φερεπόνοις (καὶ φθεγγο‐ μένη) καὶ σιωπῶσα παραίνεσις πρόδηλος γενόμε‐ νος. Καὶ οὕτως ὁ θεσπέσιος τὴν Ἐκκλησίαν εὐ‐
15δοκίᾳ Θεοῦ παραλαβὼν καὶ συνεργείᾳ τῶν θεοφόρων Πατέρων, «ὁ μὲν οἶκος τοῦ Θεοῦ,» τὸ σύστημα τῶν ὀρθοδόξων, «ἐπορεύετο καὶ» θείᾳ ῥώμῃ σαφῶς «ἐκραταιοῦτο» καὶ διέπρεπεν ἔργῳ καὶ λόγῳ, ὁ δὲ τῶν αἱρετιζόντων σύλλογος καὶ ἡ)
20Ἰουδαϊκὴ τῷ ὄντι σπεῖρα καὶ συμμορία κατῃσχύ‐ νετο κομιδῇ «καὶ ἠσθένει,» προφανῶς ἐπιστομιζο‐ μένη καὶ ἀνατρεπομένη καθ’ ἑκάστην ἡμέραν. Καὶ δὴ λοιπὸν αὐτίκα διὰ βασιλικῆς κελεύσεως ἀνεκλήθησάν τε καὶ ἀνέθησαν οἱ ἐν ἐξορίαις τε
25καὶ πικραῖς φυλακαῖς Πατέρες, ἅμα καὶ τὰ πλήθη τῶν μοναζόντων καὶ μέντοι καὶ τῶν εὐσεβῶν κο‐ σμικῶν οὐκ ὀλίγοι, ὧν ὁ τάλας καὶ ἀλιτήριος τὰς ὑπάρξεις ἀφελόμενος καὶ τοὺς μὲν δυσθανατώσας, τοὺς δὲ μάστιξι πολυειδέσι παραδοὺς ἐξώρισεν (ὡς) μὴ πειθομένους παντελῶς μήτε ταῖς
30θωπείαις (αὐτοῦ) μήτε ταῖς ἀπειλαῖς τοῦ ἀλιτηρίου Θεοφίλου. (4) Ἐν γοῦν τῇ αὐτοκρατορίᾳ Μιχαὴλ καὶ Θεοδώρας τῆς αὐτοῦ μητρὸς Ἀποδείναρ ὁ Σαρακη‐ νῶν φύλαρχος, ἐκ πολλῶν χρόνων ἑτοιμαζόμενος, ἐν δυνάμει βαρείᾳ δρομώνων τετρακοσίων φοβε‐
35ρῶν καὶ καταπλήκτων ἤρχετο κατὰ τῆς θεοφρου‐ ρήτου ΚΠ. Ἀλλὰ τοῦτον ἡ θεία δίκη διώλεσε, πάντων τῶν πλοίων αὐτάνδρων συντριβέντων ἐν τῷ ἀκρωτηρίῳ τῶν Κιβυῤῥαιωτῶν τῷ λεγο‐ μένῳ 721 Χελιδονία, διασωθέντων ἐν Συρίᾳ ἑπτὰ
40καὶ μόνων ἐξ αὐτῶν. Ἕως ὧδε τὰ χρονικὰ Γεωργίου· ἀπὸ
τῶν ὧδε μόνον τοῦ Λογοθέτου.1033

110

.

1036

(1t)

ΒΙΒΛΟΣ Εʹ.
2Αʹ. Περὶ τῆς Βασιλείας Μιχαὴλ καὶ Θεοδώρας τῆς αὐτοῦ μητρός. (5) Τῇ δὲ αʹ Κυριακῇ τῶν ἁγίων Νηστειῶν,
5μετὰ τὸ γενέσθαι τὴν ὀρθοδοξίαν, ἀπέστειλε Θεόκτιστον τὸν λογοθέτην ἐν Κρήτῃ, ὃς, ἀπελθὼν μετὰ πολλοῦ πλήθους καὶ στόλου μεγάλου, σφόδρα μὲν ἐπτόησε τοὺς Ἀγαρηνοὺς ἀδυνατοῦντας ἔτι πρὸς τὴν στρατιὰν ἐκείνου ἀνταγωνίζεσθαι (182b), σφο‐
10δρότερον δὲ καὶ αὐτὸς ἐπτοήθη καὶ τὴν φυγαδείαν ἠσπάσατο, τὴν Αὐγούσταν μαθὼν ὡς ἄλλον βα‐ σιλέα προεχειρίσατο, ὅπερ μεθόδῳ Σαρακηνῶν καὶ δωροληψίᾳ τῶν μετ’ αὐτοῦ ἐκπλῆξαν αὐτὸν πέπεικε πρὸς τὴν πόλιν ἐπανελθεῖν καὶ καταλιπεῖν
15τὸν στρατὸν μαχαίρας ἔργον τοῖς ἐν Κρήτῃ. [Οὕτω δὴ κακὸς ἐν Κρήτῃ] φανεὶς, χείρων ἐφάνη καὶ δυστυχέστερος ἐκεῖθεν ὑποστραφείς. Ὡς γὰρ ἐξελθὼν τότε κατὰ Ῥωμανίας ὁ Ἄμερ 722 ἐληί‐ ζετο πᾶν τὸ ἐν ποσὶ καὶ κατέστρεφε, τὸν αὐτὸν
20πάλιν Θεόκτιστον ὡς πιστότατον καὶ οἰκειότατον μετὰ δυνάμεως πολλῆς κατὰ τοῦ Ἄμερ Θεοδώρα καὶ Μιχαὴλ ἀπεστάλκασιν· ὃς, καὶ παραγεγονὼς καὶ πόλεμον συνάψας τῷ Ἄμερ εἰς τὸ λεγόμε‐ νον Μαυροπόταμον, ἡττήθη τε καὶ ὑπέστρεψε,
25πολλῶν μὲν ἀναιρεθέντων, τινῶν δὲ καὶ προσφυ‐ γόντων τῷ Ἄμερ διὰ τὴν τοῦ λογοθέτου βαρύτητα καὶ ἐπάχθειαν, ὧν εἷς ἦν καὶ Θεοφάνης ὁ ἐκ Φαργάνων, ἀνδρείᾳ τε καὶ ῥώμῃ διαφέρων πολλῶν, ὃς ὕστερον χρόνοις τισὶ λόγον ἀπαθείας λαβὼν
30προσφεύγει τοῖς Χριστιανοῖς. Θεόκτιστος δὲ ἐκεῖ‐ θεν ὑποστραφεὶς πρὸς τὴν πόλιν, εἴχετο τῆς αὐτῆς οἰκειότητος καὶ τῷ τῆς Αὐγούστης ἀδελφῷ Βάρδᾳ εἴς τινας λόγους ἐλθὼν, τὴν ἧτταν τούτῳ προσ‐
ῆπτε καὶ ἀνετίθετο, ὡς τῇ παραινέσει τούτου1035

110

.

1037

καὶ τῇ βουλῇ τὸ Ῥωμαϊκὸν ἐτράπη στρατόπεδον καὶ τοῦτον τῆς πόλεως ἐξωθεῖ βουλῇ Θεοδώρας Αὐγούστης. (6) Ὁ δὲ αὐτὸς Θεόκτιστος, παραδυναστεύων
5τῇ Αὐγούστῃ, οἰκήματα καὶ λουτρὰ καὶ παρά‐ δεισον ἐν τῇ νῦν καλουμένῃ Ἀψίδι πεποίηκεν πρὸς τὸ πλησίον αὐτὸν εἶναι τοῦ παλατίου· πρὸς δὲ φυλακὴν καὶ σωτηρίαν ἰδίαν καὶ πόρταν Σι‐ δηρᾶν ἐν τῇ Δάφνῃ κατεσκεύασε καὶ παπίαν
10φυλάττειν ἐκεῖσε διωρίσατο. —Ἤδη δὲ ὁ βασιλεὺς ἀνδρωθεὶς ἐσχόλαζε τοῖς τε κυνηγίοις καὶ ταῖς τῶν ἵππων ἁμίλλαις ἐν τῷ διαύλῳ τοῦ Ἱππικοῦ καὶ ταῖς λοιπαῖς ἀκαθαρσίαις. Βουλὴν οὖν ποιή‐ σασα Θεοδώρα Αὐγούστα μετὰ τοῦ λογοθέτου Θεο‐
15κτίστου δοῦναι γυναῖκα 723 Μιχαὴλ τῷ υἱῷ αὐτῆς (ἔγνω γὰρ ὡς συνεφιλιώθη Εὐδοκίᾳ τῇ τοῦ Ἴγγε‐ ρος μισουμένῃ τῷ λογοθέτῃ καὶ τῇ δεσποίνῃ σφοδρῶς δι’ ἀναίδειαν)· διὸ συζευγνύουσιν αὐτῷ Εὐδοκίαν τὴν τοῦ Δεκαπολίτου, μεθ’ ἧς στεφανοῦται ἐν τῷ ἁγίῳ
20Στεφάνῳ τῷ εἰς τὴν Δάφνην, γεγονότος τοῦ παστοῦ μὲν εἰς τὴν Μαγναύραν, τῆς δὲ συγκλήτου ἀνακλιθείσης ἐν τοῖς ιθʹ ἀκουβίτοις. (7) Μετὰ δὲ μικρὸν ὁ τῶν Βουκελλαρίων στρατηγὸς ἤγαγεν ἵππον τῷ βασιλεῖ θυμοειδῆ καὶ
25γενναῖον. Ὁ δὲ, τοῦτον τῷ ἱππικῷ βουλόμενος ὑποζεῦξαι, ἠβούλετο καταμαθεῖν τούς τε ὀδόντας, ἐξ ὧν ἡ τῶν ἐτῶν ποσότης διαγινώσκεται, τό τε ἦθος ὁποῖόν ἐστιν· τοῦ δὲ ἵππου θρασυνομένου καὶ σκιρτῶντος, ἦν ἀχθόμενος ὁ βασιλεὺς διὰ τοῦτο,
30ὡς μηδενὸς ὄντος μηδὲ εὐποροῦντος γενναιότητι καὶ ἐπιστήμῃ τὸν ἵππον ἐξημερώσοντος ἢ μόνον κατακρατήσοντος. Ὡς οὖν ἤχθετο, παρὼν ὁ Θεο‐ φιλίτζης εἶπεν, ὅτι, «Δέσποτα, ἔχω νεώτερον ἐμπειρότατον καὶ ἀνδρειότατον εἰς τοὺς ἵππους,
35οἷον ἐπιποθεῖ ἡ βασιλεία σου, τοὔνομα Βασίλειον.» Τοῦ δὲ βασιλέως παρευθὺ ἐλθεῖν κελεύσαντος, ἀπεστάλη κοιτωνίτης ἐν τῇ Σιδηρᾷ πύλῃ καὶ τὸν Βασίλειον εὑρὼν μετὰ σπουδῆς ἤγαγε πρὸς τὸν βασιλέα. Καὶ κελευσθεὶς τὸν ἵππον 724 κρατῆσαι,
40τῇ μὲν μιᾷ χειρὶ τὸν χαλινὸν κρατήσας, τῇ δὲ ἑτέρᾳ
τοῦ ὠτὸς δραξάμενος τοῦ ἵππου, εἰς ἡμερότητα1037

110

.

1040

προβάτου μετέβαλεν· ᾧ ἀρεσθεὶς καὶ θεραπευθεὶς ὁ βασιλεὺς παρέδωκεν αὐτὸν Ἀνδρέᾳ ὄντι ἑται‐ ριάρχῃ τοῦ εἶναι εἰς τὴν ἑταιρίαν καὶ δουλεύειν ἐν τοῖς ἵπποις. (183a) Βʹ. Περὶ τῆς Μακεδόνος Βασιλείου ἀνατροφῆς.
5(8) Ἀναγκαῖον δὲ ἡγησάμην διηγήσασθαι περὶ τοῦ αὐτοῦ Βασιλείου τήν τε ἀνατροφὴν καὶ ὅθεν ἔστι μέχρι τῆς τοιαύτης ὑποθέσεως. Ὁ αὐτὸς Βασίλειος· γεννᾶται ἐν Μακεδονίᾳ ἐν τοῖς χωρίοις Ἀδριάνου πόλεως ἐπὶ τῆς βασιλείας Μιχαὴλ τοῦ Ῥαγγαβὲ,
10πατρὸς Ἰγνατίου τοῦ πατριάρχου, γαμβροῦ δὲ Νι‐ κηφόρου τοῦ βασιλέως εἰς Προκοπίαν τὴν ἑαυτοῦ θυγατέρα. Ἐπὶ τούτου ἐξῆλθε Κροῦμμος, ἄρχων Βου‐ λγαρίας, κατὰ Χριστιανῶν. Καὶ τραπεὶς Μιχαὴλ, καὶ Λέων ὁ Ἀρμένιος τυραννήσας αὐτὸν καὶ βασι‐
15λεύσας, ἐλθὼν ὄπισθεν αὐτοῦ ὁ Κροῦμμος, περιε‐ κύκλωσε τὴν πόλιν. Λογχευθεὶς δὲ παρὰ Λέοντος τοῦ Ἀρμενίου καὶ ὑποστρέφων ἐν Βουλγαρίᾳ, ἔπεμψεν εἰς τὸν ἅγιον Μάμαντα ἀφελεῖν τὰ ἐκεῖσε χαλκᾶ ζῷδα. Ἀπελθὼν δὲ καὶ ἐν Ἀδριανουπόλει, παρέλα‐
20βεν αὐτὴν καὶ μετέστησε χιλιάδας ἀνδρῶν δέκα χωρὶς γυναικῶν, καὶ τούτους κατῴκισε μέχρι τοῦ Δανουβίου. Ἐν δὲ ταῖς ἡμέραις Θεοφίλου τοῦ βασι‐ λέως ἦν στρατηλάτης ἐν Μακεδονίᾳ [ὁ] Κορδύλης προσαγορευόμενος· εἶχε δὲ καὶ υἱὸν Βάρδαν ὀνόματι,
25ἠνδριωμένον πάνυ, ὃν κατέλιπεν ἀντ’ αὐτοῦ ἄρχειν τῶν Μακεδόνων τῶν ὄντων πέραν τοῦ ποταμοῦ Δανουβίου· αὐτὸς δὲ μετὰ μηχανῆς τινος εἰσῆλθεν εἰς 725 Θεόφιλον, καθὼς ἐκεῖσε προεγράφη, ὃν ὑποδεξάμενος χαίρων καὶ γνοὺς ὃ θέλει, ἀπέστειλε
30πλοῖα ἀναλαβέσθαι αὐτοὺς καὶ ἀγαγεῖν ἐν τῇ πό‐ λει. Ἦν δὲ ἄρχων Βουλγαρίας ὁ Βαλδίμερ, ἔγγονος Κρούμου, πατὴρ Συμεὼν τοῦ μετὰ ταῦτα κρατή‐ σαντος. (9) Ἐποίησεν οὖν βουλὴν ὁ λαὸς σὺν γυναιξὶ καὶ τέκνοις ἐξελθεῖν ἐν Ῥωμανίᾳ· ἐξελθόντος δὲ τοῦ
35Μιχαὴλ Βουλγάρου ἐν Θεσσαλονίκῃ, ἤρξαντο διαπε‐ ρᾷν σὺν ταῖς ὑποστάσεσιν αὐτῶν. Μαθὼν δὲ ὁ κόμης τοῦτο ἀντεπέρασε πολεμήσων αὐτούς· ἀπογνόντες οὖν οἱ Μακεδόνες ἐποίησαν κεφαλὴν αὐτῶν τόν τε Τζάντζην, καὶ τὸν Κορδύλην, καὶ συμβαλόντες πόλε‐
40μον, ἀπέκτειναν πολλοὺς, τινὰς δὲ ἐκράτησαν. Οἱ δὲ μὴ δυνηθέντες περᾶσαι Βούλγαροι, προσεῤ‐ ῥύησαν τοῖς Οὔγγροις, [καὶ] ἀνήγγειλαν αὐτοῖς πάντα τὰ τῶν Μακεδόνων· ἦλθον δὲ καὶ τὰ πλοῖα τοῦ βασιλέως πρὸς τὸ ἀναλαβέσθαι αὐτοὺς πρὸς τὴν
45πόλιν. Παρευθὺ οὖν ἀνεφάνησαν Οὖννοι πλῆθος ἄπειρον· οἱ δὲ ἰδόντες αὐτοὺς μετὰ δακρύων ἐβόων λέγοντες· «Ὁ Θεὸς τοῦ ἁγίου Ἀδριανοῦ, βοήθει
ἡμῖν,» καὶ παρετάσσοντο πρὸς συμβολὴν πολέμου.1039

110

.

1041

Οἱ δὲ Τοῦρκοι εἶπον πρὸς αὐτούς· «Δότε ἡμῖν τὴν ὕπαρξιν ὑμῶν πᾶσαν, καὶ ἀπέλθετε ὅπου καὶ βούλεσθε.» Οἱ δὲ τοῦτο οὐ κατεδέξαντο, ἀλλὰ πα‐ ρατεταγμένοι ὑπῆρχον ἐν τρισὶν ἡμέραις· τῇ δὲ
5τετάρτῃ ἤρξαντο εἰσέρχεσθαι εἰς τὰ πλοῖα αὐτῶν. Θεασάμενοι δὲ τοῦτο οἱ Τοῦρκοι συνέβαλον πόλεμον ἀπὸ ὥρας εʹ μέχρι ἑσπέρας. Καὶ τραπὲν τὸ ἔθνος, κατεδίωκον αὐτοὺς οἱ Μακεδόνες. Καὶ τῇ ἐπιούσῃ ἡμέρᾳ, βουλομένων αὐτῶν ὑποχωρῆσαι, ἀνεφάνησαν
10πάλιν Οὖννοι πρὸς τὸ πολεμῆσαι αὐτούς. Ἀναστὰς δὲ Μακεδὼν νεώτερος, Λέων ὀνόματι, ἐκ γένους τῶν Γομοστῶν, ὃς μετὰ ταῦτα γέγονεν ἑταιρειάρ‐ χης, καὶ ἕτεροι ὀνομαστοὶ τῶν Μακεδόνων ἔτρεψαν αὐτοὺς καὶ ἐξήλασαν. 726 Καὶ ὑποστρέψαντες
15εἰσῆλθον εἰς τὰ πλοῖα καὶ ἀπεσώθησαν πρὸς τὸν βασιλέα, καὶ φιλοτιμηθέντες παρ’ αὐτοῦ ὑπέστρεψαν εἰς Μακεδονίαν, εἰς τὴν ἰδίαν χώραν. Ἦν δὲ τότε Βασίλειος νεανίας ἐκ τῆς αἰχμαλωσίας ἐλ‐ θὼν ἐπὶ Λέοντος καὶ Μιχαὴλ τοῦ Ἀμοῤῥαίου, καὶ
20εἰσῆλθεν ἐπὶ Θεοφίλου τοῦ βασιλέως, ὡς εἶναι τὰ ἔτη αὐτοῦ κεʹ. Ἀποκατασταθεὶς δὲ ἐν τῇ ἰδίᾳ χώρᾳ προσεκολλήθη δουλεύειν στρατηγῷ Μακεδονίας τῷ λεγομένῳ Τζάντζῃ· καὶ μηδὲν παρ’ αὐτοῦ ὠφεληθεὶς, ἦλθεν ἐν τῇ πόλει· μέχρι τῆς Χρυσῆς
25πόρτης εἰσελθών. Κεκοπωμένος ἐκ τῆς ὁδοιπορίας (Κυριακὴ (183b) γὰρ ἦν καὶ ὁ ἥλιος πρὸς δυσμόν) ἀνεκλίθη ἐν τοῖς πεζουλίοις τοῦ ἁγίου Διομήδους· καθολικὴ γὰρ ἦν (τὸ τότε) ἡ ἐκκλησία, ἔχουσα προσμονάριον ὀνόματι Νικόλαον. Τῇ δὲ νυκτὶ
30ἐκείνῃ ἐκάλεσε θεία φωνὴ τὸν προσμονάριον λέ‐ γουσα· «Ἐγερθεὶς εἰσάγαγε· εἰς τὸ εὐκτήριον τὸν βασιλέα.» Ὁ δὲ ἐγερθεὶς οὐδένα εὗρε πλὴν αὐτὸν τὸν Βασίλειον κείμενον ὡς πένητα. Καὶ ἐπι‐ στραφεὶς ἔπεσεν εἰς τὴν ἑαυτοῦ κοίτην. Πάλιν
35οὖν ἐκ δευτέρου ἦλθεν αὐτῷ ἡ τοιαύτη φωνή· ὁ δὲ ἐξελθὼν καὶ κατασκοπήσας καὶ μηδένα εὑρὼν ἐπιστραφεὶς ἔκλεισε τὸν πυλῶνα καὶ ἀνέπεσεν. Καὶ εὐθέως μετὰ ῥομφαίας τις δέδωκεν αὐτῷ εἰς τὴν πλευρὰν λέγων· «Ἐξελθὼν εἰσάγαγε ὃν
40βλέπεις ἔξωθεν τοῦ πυλῶνος 727 κείμενον· οὗτός ἐστιν ὁ βασιλεύς.» Ἐξελθὼν οὖν μετὰ σπουδῆς σύντρομος, καὶ εὑρὼν Βασίλειον μετὰ πήρας καὶ
ῥάβδου, εἰσήγαγεν ἔσωθεν τῆς ἐκκλησίας. Καὶ1041

110

.

1044

τῇ βʹ ἡμέρᾳ ἀπελθὼν μετ’ αὐτοῦ εἰς τὸ λουτρὸν, ἔλουσεν αὐτὸν καὶ ἤλλαξε, καὶ ἐλθὼν ἐν τῇ ἐκκλησίᾳ ἐποίησεν ἀδελφοποίησιν, καὶ συνηυφραίνοντο ἐν ἀλλή‐ λοις.
5(10) Ὁ δὲ αὐτὸς Νικόλαος εἶχεν ἀδελφὸν ἰατρὸν, ὃς ἐδούλευε τῷ Θεοφιλίτζῃ. Ἐλθὼν δὲ κατὰ τύχην ὁ ἰατρὸς πρὸς τὸν ἀδελφὸν αὐτοῦ, ἰδὼν τὸν Βασίλειον καὶ θαυμάσας τὸ μέγεθος καὶ τὴν ἀνδρείαν αὐτοῦ, εἶπε πρὸς τὸν ἀδελφὸν αὐτοῦ· «Πόθεν ἐστὶν οὗτος;»
10Ὁ δὲ ἀναγγέλλει αὐτῷ πάντα, καὶ παρήγγειλε φυλάξαι τὸ μυστήριον. Καθεζομένου δὲ τοῦ ἰατροῦ ἐπὶ τραπέζης μετὰ τοῦ Θεοφιλίτζη, καὶ τούτου καθ’ ἑαυτὸν ἀναλογισαμένου καὶ εἰπόντος, ὅτι «Ἤθελον εὑρεῖν ἄνθρωπον ἐπιτήδειον εἰς τοὺς
15ἐμοὺς ἵππους», (ἀναστὰς) ὁ ἰατρὸς εἶπεν αὐτῷ περὶ (τῆς ἀνδρείας) τοῦ Βασιλείου, καὶ ὅτι «Τοιοῦ‐ τός ἐστιν οἷον ἐπιποθεῖς καὶ ζητεῖς.» Ἀποστείλας οὖν μετὰ σπουδῆς ἤγαγεν αὐτόν. Θεασάμενος οὖν αὐτὸν ἐπιάγουρον καὶ μεγάλην κεφαλὴν ἔχοντα,
20ἐπέθηκεν αὐτὸν Κεφαλᾶν, καὶ δέδωκε τοῦτον δου‐ λεύειν τοὺς ἵππους αὐτοῦ. Ὡς οὖν προείρηται, διὰ τοιαύτην αἰτίαν δέδωκεν αὐτὸν Θεοφιλίτζης Μιχαὴλ τῷ βασιλεῖ. 728 (11) Ὁ δὲ βασιλεὺς, τὸν αὐτὸν Βασίλειον εἰσαγαγὼν, εἶπε τῇ μητρὶ αὐτοῦ (ὡς χαιρόμενος)·
25«Δεῦρο, ἴδε, μῆτερ, οἷον ἄγουρον νῦν ἐπελαβόμην.» Ἡ δὲ ἐξελθοῦσα καὶ ἰδοῦσα αὐτὸν ἀπεστράφη εἰποῦσα (τῷ υἱῷ αὐτῆς)· «Οὗτός ἐστι, τέκνον μου, ὁ μέλλων ἀφανίσαι τὸ γένος ἡμῶν». Ὁ δὲ οὐδα‐ μῶς ἐπείσθη τῇ μητρὶ αὐτοῦ ἢ ἤκουσεν αὐτῇ.
30(11): Ἐτελεύτησε δὲ ὁ ἐν ἁγίοις πατριάρχης Μεθόδιος, καὶ χειροτονεῖται ἀντ’ αὐτοῦ Ἰγνάτιος, ὁ υἱὸς Μιχαὴλ κουροπαλάτου. Γʹ Περὶ τῶν Βουλγάρων καὶ τοῦ Ἄμερ. Τῶν δὲ Βουλγάρων ἐπιδρομὰς ποιούντων ἐν
35Θρᾴκῃ καὶ Μακεδονίᾳ καὶ ληϊζομένων τὰ τοιαῦτα θέματα, ἡ Θεοδώρα ταξεώτας ἐποίησεν, οἳ [καὶ] ἐκ τῶν κάστρων ἐπιτιθέμενοι Βουλγάροις σποράδην καὶ
κατ’ ὀλίγους κουρσεύοντες, ἐφόνευον τούτους καὶ1043

110

.

1045

ᾐχμαλώτιζον, ὥστε ὑποσταλῆναι τοὺς Βουλγάρους ἐν τῇ ἰδίᾳ χώρᾳ. (12) Βάρδας δὲ ὁ Καῖσαρ ἐφιλιώθη Δαμιανῷ πατρικίῳ καὶ παρακοιμωμένῳ. Ὁ δὲ τὸν βασιλέα
5κρατήσας ἔπεισε τοῦ εἰσαγαγεῖν τὸν Βάρδαν ἐν τῇ πόλει, ὃς διὰ δώρων τοὺς 729 [τοῦ] βασιλέως οἰκείους διαδεξάμενος (ἅμα τῷ παρακοιμωμένῳ) ὡρίσθη προέρχεσθαι εἰς τὸ παλάτιον. Οἰκειωσάμε‐ νος δὲ καὶ Θεοφάνην πρωτοσπαθάριον (ὡς ἠνδρειω‐
10μένον) τὸν (ἐπιλεγόμενον) Φάργανον, βουλὴν ποιοῦσι μετὰ Δαμιανοῦ τοῦ ἀνελεῖν Θεόκτιστον τὸν οὕτω συνήθως ἐπὶ τοῦ κανικλείου λεγόμενον. Πεισθεὶς δὲ καὶ ὁ βασιλεὺς ὑπὸ [τοῦ] Δαμιανοῦ ἐπὶ τούτῳ, συνῄνεσε καὶ αὐτὸς γενέσθαι τοῦτο·
15ἔλεγε γὰρ ὁ Βάρδας Δαμιανῷ, ὅτι «Ἕως ἐστὶ (184a) Θεόκτιστος μετὰ τῆς Αὐγούστης, οὐκ ἄρξει οὐδὲ ἐξουσιάσει ποτὲ ὁ βασιλεύς.» Ὁ δὲ Θεόκτι‐ στος ἀπελθὼν ἐν τῷ λούσματι τῶν Ἀρεοβίνδου, ὡς ἔθος ἦν αὐτῷ, εἶτα ἐλθὼν εἰς τὰ ἀσηκρητεῖα κρα‐
20τεῖν τὰς ἀναφορὰς, εἰσῆλθεν εἰς τὸ Λαυσιακόν. Καὶ περιβλεψάμενος εἶδε Βάρδαν καθεζόμενον ἔμπρακτον, καὶ ταραχθεὶς σφοδρῶς ἔφη, ὅτι «Ἐγὼ εἰσελθὼν εἰς τὴν Αὐγοῦσταν, πάλιν ἐκδιώκων αὐτόν.» Εἰσελθόντος δὲ αὐτοῦ εἰς τὸ ὡρολόγιον, προϋπήντησεν αὐτῷ Μι‐
25χαὴλ ἅμα Δαμιανῷ, καὶ οὐκ εἴασαν εἰσελθεῖν πρὸς Θεοδώραν, ἀλλ’ ἐκελεύσθη μετ’ ὀργῆς ἀνοῖξαι τὰς ἀναφορὰς καὶ ἀναγνῶναι (ἔμπροσθεν αὐτοῦ)· ἄκοντα δὲ τοῦτο ποιήσαντα ἀντέστρεψαν αὐτὸν εἰς τοὐπίσω ἐξελθεῖν. Ὁ δὲ πικρῶς δακρύων καὶ
30ὀλοφυρόμενος ἐξῆλθε· συνήντησε δὲ αὐτῷ Βάρδας εἰς τὸ Λαυσιακὸν, καὶ ἤρξατο κατὰ κόῤῥης παίειν αὐτὸν καὶ τίλλειν τὰς τρίχας αὐτοῦ. Ἰδὼν δὲ ὁ 730 δρουγγάριος τῆς βίγλης ὁ Μανιάκης, ἀνα‐ στὰς ἀντέλεγε τῷ Βάρδᾳ μὴ τύπτειν τὸν λογοθέ‐
35την. Οἱ δὲ σφάζουσιν αὐτὸν καὶ μεληδὸν κατακόπτουσιν εἰς τὰ Σκύθη, θηρῶν ὠμότητα καὶ ἀγριότητα ἐνδειξάμενοι. (13) Τοῦτο μαθοῦσα (παρὰ τοῦ Παπίου) Θεοδώρα
(ἐξελθοῦσα), κατὰ τοῦ Μιχαὴλ (ὡς εἰκὸς) ἠγανά‐1045

110

.

1048

κτησε καὶ τῶν λοιπῶν, οἳ τὸν φόνον κατειργά‐ σαντο· καὶ τοῦ βασιλέως παντὶ τρόπῳ μηχα‐ νωμένου τὴν μητέρα ἐξιλεώσασθαι, αὐτὴν ἀπαρηγό‐ ρητος ἔμεινεν, (μήτε τὴν ὀργὴν ὑφιεμένην μήτε
5παραμυθουμένη τισὶν, ἀλλ’ ὥσπερ κλύδων θαλάσ‐ σιος, νουθετουμένη, παρηγορεῖτό τε καὶ κατε‐ πείθετο)· ὅθεν μεταβαλὼν ὁ βασιλεὺς, ὥσπερ τὴν ψυχὴν καὶ τὴν γνώμην, οὕτω δὴ καὶ τὸ σχῆμα καὶ τὴν ἐνέργειαν, τοσούτοις τρόποις λυπεῖν αὐτὴν
10κατεπείγετο ὅσοις πρὸ τούτου θεραπεύειν ἐσχη‐ ματίζετο· καὶ (δὴ) τὰς μὲν ἀδελφὰς αὐτοῦ, Θέκλαν, Ἀναστασίαν, καὶ Ἄνναν ἐξωθεῖ τοῦ παλατίου, καταγαγὼν εἰς τὰ Καριανοῦ, Πουλχερίαν δὲ ὡς ἠγαπημένην τῇ μητρὶ ἀπέστειλεν ἐν τῇ μονῇ τῶν Γαστρίων· εἶθ’ οὕτως μετ’ ὀλίγον ἑνώσας
15πάσας ἐν τῇ μονῇ τῶν Γαστρίων ἀπέκειρε, (περιβαλὼν αὐτὰς τὸ μοναδικὸν σχῆμα). 731 (14) Ὑπὸ δὲ τῆς συγκλήτου (πάσης) εὐ‐ φημισθεὶς μόνος αὐτοκρατορεῖ, καὶ προβάλλεται Βάρδαν μάγιστρον καὶ δομέστικον τῶν σχολῶν. Μὴ διαλλαττομένης δὲ τῆς μητρὸς αὐτοῦ δι’ ἃ ἐλύπει
20αὐτὴν καὶ τὴν ἄδικον σφαγὴν Θεοκτίστου, ἔχθρα ὑπῆρχεν ἀναμεταξὺ αὐτῶν ἄσπονδος. Ὁ δὲ, καὶ ταύτην τοῦ παλατίου καταγαγὼν, εἰς τὸ μοναστή‐ ριον τὰ Γαστρία καὶ αὐτὴν ἀποστέλλει. Ἥτις, ἀθυμίᾳ μετεωρισθεῖσα τὸν νοῦν καὶ ὑπὸ ἐκπλήξεως
25ἀφαιρεθεῖσα καὶ τὸ φρονεῖν, ἀναξίαν ἑαυτῆς συ‐ σκευάζει βουλὴν κατὰ Βάρδα βουλευομένη σὺν πολ‐ λοῖς καὶ ἄλλοις, σχοῦσα κοινωνὸν καὶ τοῦ βασιλέως τὸν πρωτοστράτορα, ὅπως, ὑποστρέφοντος Βάρδα ἀπὸ τοῦ προαστείου αὐτοῦ τοῦ Κοσμιδίου, ἀναιρή‐
30σωσιν αὐτόν· ὧν ἡ μελέτη πρὸ τοῦ ἔργου φανερω‐ θεῖσα κατ’ ἐκείνων τῶν μελετησάντων τὸ κακὸν ἐξενήνοχεν· (φωραθέντες γὰρ καὶ) κατασχεθέν‐ τες, ἐν τῇ Σφενδόνῃ τὰς κεφαλὰς ἀπετμήθησαν. Καὶ προβάλλεται τὸν Βασίλειον Μιχαὴλ ἀντὶ τοῦ τε‐
35λευτήσαντος πρωτοστράτορα, ὁμοίως καὶ Βάρδαν τὸν θεῖον αὐτοῦ κουροπαλάτην.
732 (15) Ἔπεσε τότε κόνις ἐκ τοῦ οὐρα‐1047

110

.

1049

νοῦ (κατενεχθεῖσα ἐπὶ τοὺς κεράμους) αἱματώδης πλήρης· (184b) καὶ πολλοὶ εὕρισκον λίθους (ἐν ταῖς ὁδοῖς ἢ κήποις) ἐρυθροὺς ὡς αἷμα. Προβάλλεται δὲ Μιχαὴλ Ἀντίγονον, τὸν υἱὸν
5Βάρδα, δομέστικον τῶν σχολῶν, τὸν δὲ ἕτερον υἱὸν αὐτοῦ, δοὺς γυναῖκα, εἰς ἣν καὶ ἐλοιδορεῖτο, προ‐ βάλλεται μονοστράτηγον εἰς τὰ δυτικὰ θέματα. Καὶ τελευτήσαντος αὐτοῦ ἐκεῖσε, μετ’ ὀλίγον τῇ δʹ τῆς Διακαινησίμου προβάλλεται Μιχαὴλ Βάρδαν τὸν
10θεῖον αὐτοῦ Καίσαρα (ὃς ἐπὶ ἅρματος πορευθεὶς ἔδωκεν ὑπατείαν τῇ μέσῃ). (16) Ἐξῆλθε δὲ ὁ Ἄμερ καὶ κατῆλθε μέχρι Σι‐ νώπης, ληϊσάμενος πάντα τὰ τῶν Ῥωμαίων· καὶ ὑπέστρεψε μὴ καταληφθεὶς ὑπὸ τοῦ Ῥωμαϊκοῦ
15στρατοῦ. Ἐκστρατεύσας δὲ Μιχαὴλ ἅμα Βάρδᾳ Καίσαρι, κίνησιν ποιεῖ κατὰ Μιχαὴλ ἄρχοντος Βουλγαρίας διά τε γῆς καὶ θαλάσσης, μαθὼν τὸ τῶν Βουλγάρων ἔθνος λιμῷ τήκεσθαι. Οἱ δὲ Βούλγα‐ ροι τοῦτο μαθόντες ὡς ἤχῳ βροντῆς ὑπεκλίθησαν,
20καὶ πρὸ τῶν ἀγώνων καὶ τῆς μάχης περὶ 733 τῆς νίκης ἀπέγνωσαν (καὶ Χριστιανοὶ γενέσθαι καὶ ὑποτάττεσθαι τῷ βασιλεῖ καὶ Ῥωμαίοις ᾐτή‐ σαντο). Ὁ δὲ βασιλεὺς τὸν μὲν ἄρχοντα αὐτῶν βαπτίσας καὶ δεξάμενος ἐπέθηκεν αὐτῷ τὸ αὐτοῦ
25ὄνομα· τοὺς δὲ μεγιστᾶνας αὐτοῦ ἐν τῇ πόλει ἀγαγὼν ἐβάπτισεν αὐτοὺς, ἔκτοτε γενομένης εἰρή‐
νης βαθείας.1049

110

.

1052

(17) Τὸν δὲ Ἄμερ ἐξελθόντα κατὰ Ῥωμανίας στρατηλάτης ὢν τῆς ἀνατολῆς Πετρωνᾶς καὶ Νάσαρ τῶν Βουκελλαρίων, 734 λοχήσαντες τὴν ὁδὸν τῆς ὑποστροφῆς αὐτοῦ συναντῶσιν αὐτῷ εἰς τὸν Λαλα‐
5κάωνα· καὶ συμβολῆς γενομένης τρέπουσιν ἄμερ· καὶ φυγῇ χρησάμενον καταδιώκει αὐτόν τις τῶν κομήτων, καὶ τούτου τὴν κεφαλὴν ἄρας ἤγαγε Πε‐ τρωνᾷ στρατηλάτῃ. Εἰσελθόντες δὲ οἱ στρατηγοὶ μετὰ ἐπινικίων, ἐθριάμβευσαν ταῦτα ἐν τῷ Ἱππικῷ·
10καὶ ἔκτοτε ἐγένετο γαλήνη μεγάλη ἐν τῇ Ἀνατολῇ (διὰ τὴν τοῦ ἄμερ σφαγήν). (18) Καὶ ἄλλων μὲν οἱ πόνοι καὶ τὰ [κατὰ] τῶν πολεμίων ἀνδραγαθήματα, ἡ δὲ τοῦ βασιλέως ἀγάπη πρὸς τὸν Βασίλειον ἐξέχυτο, καὶ τοῦτον μό‐
15νον [ἐνόμιζεν] εἶναι τὸν θεραπευτὴν αὐτοῦ. Δʹ. Περὶ τοῦ πτωχομαγίστρου. (19) Ἔκτισε δὲ Μιχαὴλ σταῦλον τοῖς ἵπποις αὐτοῦ, κοσμήσας μαρμάροις καὶ ὑδάτων ἐπιῤῥοαῖς, κατασκευάσας ὡραιότατον πάνυ· καὶ τούτου τελε‐
20σθέντος ἦν τις ἐν τῇ πόλει ὀνόματι Πέτρος, λόγιος καὶ σκωπτικὸς, ὃν καὶ 735 πτωχομάγιστρον ἐκάλουν. Τοῦτον προσκαλεσάμενος Μιχαὴλ ἐν τῷ σταύλῳ, ὑπεδείκνυεν αὐτῷ τὴν ἄλογον τοῦ κατα‐ σκευασθέντος οἴκου εὐπρέπειαν, ὡς βουλόμενος
25ἐπαινεθῆναι παρ’ αὐτοῦ, εἰπὼν καὶ ταῦτα; ὡς ἀεὶ μνημονεύεσθαι μέλλω διὰ τὴν τοῦ ἔργου τούτου κατασκευήν. Ὁ δὲ ἔφη τῷ βασιλεῖ· «Ἰουστινιανὸς ἔκτισε τὴν Μεγάλην ἐκκλησίαν κοσμήσας χρυσῷ καὶ ἀργύρῳ καὶ μαρμάροις πολυτίμοις, καὶ μνήμη
30αὐτοῦ νῦν οὐκ ἔστιν. Καὶ σὺ, βασιλεῦ, κοπροθέσιον ποιήσας καὶ ἀλόγων ἀνάπαυσιν λέγεις μνημο‐ νεύεσθαι διὰ τοῦτο;» Ὁ δὲ ἀποτυχὼν τῶν (ἐξ αὐτοῦ) ἐπαίνων καὶ ὀργισθεὶς τυπτόμενος καὶ συρόμενος ἐξεβλήθη ὁ πτωχομάγιστρος.
35(20) Φήμης δὲ διαθεούσης περὶ Βάρδα Καίσα‐ ρος, ὅτι τῇ νύμφῃ αὐτοῦ συμφθείρεται, τοῦτο ἀκού‐
σας Ἰγνάτιος ὁ πατριάρχης, πολλάκις παρῄνεσεν αὐ‐1051

110

.

1053

τὸν ἀποσχέσθαι τοῦ τοιούτου μύσους καὶ μὴ πρόσ‐ κομμα εἶναι πολλῶν, τὸν ἀρετῆς ὑπόδειγμα εἶναι ὀφείλοντα (καὶ σώφρονος βίου). Ὁ δὲ [μὴ πει‐ θόμενος ἐνεῖχε τῷ πατριάρχῃ συνεχῶς ἐγκαλοῦντι
5καὶ] σωφρονεῖν κατεπείγοντι. Καὶ δήποτε μέλλοντα κοινωνεῖν τὸν Βάρδαν ὁ πατριάρχης ἀπώσατο (ὡς μὴ πειθόμενον (185a) κανόσιν ἢ παραινέσεσιν). Ὃς ὀργῇ πληγεὶς τὴν ψυχὴν τὸν παραινέτην ὡς ἄνομόν (τινα) καὶ φθορέα τῆς ἐκκλησίας ἐξέωσε, καὶ βασά‐
10νοις ἀπείροις καὶ ἀνημέροις 736 ὑπέβαλεν ὡς ποιῆσαι παραίτησιν. Τοῦ δὲ μὴ πεισθέντος, Φώ‐ τιον πατριάρχην ἀντ’ αὐτοῦ χειροτονεῖ πρωτασηκρῆ‐ τιν ὄντα (τῷ κατ’ ἐκεῖνον καιρῷ) καὶ λογιώτατον πάνυ.
15(21) Ὁ δὲ βασιλεὺς ἐξεστράτευσε κατὰ τῶν Ἀγαρηνῶν καταλιπὼν ἐν τῇ πόλει (ταύτην φυ‐ λάττειν) Ὠορύφαν ὕπαρχον (ὄντα), ὅστις, οὔπω τοῦ βασιλέως μηδὲν ἐξ ὧν ἐμελέτα καὶ κατὰ νοῦν εἶχεν ἐργασαμένου, τὴν τῶν ἀθέων Ῥὼς ἐμήνυ‐
20σεν ἄφιξιν, γεγενημένου ἤδη κατὰ τὸν Μαυροπό‐ ταμον. Καὶ ὁ μὲν βασιλεὺς καὶ τῆς ἐχομένης με‐ τεσχέθη ὁδοῦ καὶ δι’ ἣν ταύτην ἀφῆκεν, οὐδὲν βασιλικὸν καὶ γενναῖον εἰργάσατο. —Οἱ δὲ Ῥῶς φθάσαντες ἔνδον τοῦ Ἱεροῦ γενέσθαι, πολὺν εἰρ‐
25γάσαντο φόνον Χριστιανῶν καὶ ἀθῶον αἷμα ἐξέχεον· ὑπῆρχον δὲ πλοῖα ςʹ, ἃ περιεκύκλωσαν τὴν πόλιν (καὶ πολὺν φόβον τοῖς ἔνδοθεν ἐνεποίησαν). Ὁ δὲ βασιλεὺς καταλαβὼν μόλις ἴσχυσε διαπερᾶσαι, καὶ 737 δὴ σὺν τῷ πατριάρχῃ Φωτίῳ εἰς τὸν ἐν
30Βλαχέρναις ναὸν τῆς τοῦ Θεοῦ Μητρὸς παρεγένοντο, κἀκεῖ τὸ Θεῖον ἐξιλεοῦντο καὶ εὐμενίζοντο· εἶτα μετ’ ὑμνῳδίας τὸ ἅγιον τῆς Θεοτόκου ἐξαγαγόντες ὠμοφόριον, τῇ θαλάσσῃ ἄκρως προσέβαψαν, καὶ
νηνεμίας οὔσης εὐθὺς ἀνέμων ἐπιφορὰ, καὶ τῆς1053

110

.

1056

θαλάσσης ἠρεμούσης, κυμάτων ἐπαναστάσεις ἀλλε‐ πάλληλοι ἐγένοντο, καὶ τὰ τῶν ἀθέων Ῥὼς πλοῖα κατεάγησαν, ὀλίγων ἐκπεφευγότων τὸν κίνδυνον. (22) Βάρδα δὲ τοῦ Καίσαρος ἐν τῇ προελεύσει
5διερχομένου (μετὰ σκαραμαγγίου ὀξέος εἰς τὸ ὡρο‐ λόγιον), καθεζόμενος Δαμιανὸς ἐκεῖσε, ὁ πατρίκιος καὶ παρακοιμώμενος, οὐκ ἐπηγέρθη τιμῆσαι αὐτόν. Τοῦτο ἰδὼν ὁ Καῖσαρ ἐθυμώθη λίαν· καὶ εἰσελ‐ θόντος αὐτοῦ εἰς τὸν χρυσοτρίκλινον καὶ συγκαθ‐
10εσθέντος τῷ βασιλεῖ καὶ δακρύοντος ἀπὸ ὀργῆς καὶ θυμοῦ, ἠρώτησε τὴν αἰτίαν ὁ βασιλεύς. Ὁ δὲ ἔφη, ὅτι «Τῇ κελεύσει τῆς βασιλείας σου ἠξιώθην τιμῆς μεγάλης, Δαμιανὸς δὲ ὁ παρακοιμώμενος εἰς ὄνειδος ἐμοῦ καὶ τῆς σῆς βασιλείας οὐκ ἐπη‐
15γέρθη μοι ἐνώπιον τῆς συγκλήτου.» Θυμωθεὶς δὲ ὁ βασιλεὺς Μαξιμιανόν τίνα κοιτωνίτην 738 παρευθὺ προστάττει ἆραι Δαμιανὸν καὶ ἐν τῷ ἐμπορίῳ τοῦ ἁγίου Μάμαντος ἀπαγαγεῖν, καὶ τοῦτον ἀποκεῖραι ἐκεῖσε καὶ ποιῆσαι μοναχὸν, καὶ προσ‐
20τάξαι φρουρεῖσθαι. Καὶ τῇ αὐτῇ ἡμέρᾳ προβάλλεται Βασίλειος ὁ πρωτοστράτωρ, παρακοιμώμενος. Ἐζηλοτύπησε δὲ ὁ Καῖσαρ τοῦτο ἀκούσας, καὶ ἔκτοτε ἐζήτει ἀποκτεῖναι Βασίλειον. (23) Ἐχώρισε Βασίλειον ὁ Μιχαὴλ τῆς ἰδίας γυναικὸς Μαρίας, δεδωκὼς αὐτῷ γυναῖκα Εὐδοκίαν
25τὴν Ἰγγηρῖναν, διορισάμενος αὐτῷ κυρίως αὐτὴν ἔχειν. Ἦν γὰρ αὐτὴ τοῦ βασιλέως παλλακὴ, καὶ πάνυ ἠγάπα αὐτὴν ὡς εὐπρεπῆ· τῇ δὲ προ‐ τέρᾳ αὐτοῦ γυναικὶ Μαρίᾳ δοὺς χρυσίον καὶ ἄλλα τινὰ ἀπέστειλεν ἐν Μακεδονίᾳ εἰς τὰ ἴδια. Θέκλαν
30δὲ τὴν ἰδίαν ἀδελφὴν προσήρμωσε Βασιλείῳ, τοῦ ἔχειν [αὐτὴν] ἰδίως. (24) Ἔκτοτε δὲ ὑπεβλέποντο ἀλλήλους ὅ τε Καῖ‐ σαρ καὶ ὁ Βασίλειος, ζητοῦντες πῶς ἕτερος τὸν ἕτερον ἀνελεῖ· ἰδίως δὲ ἐλοιδόρει Βασίλειος τὸν
35Καίσαρα ὡς κατ’ αὐτοῦ μελετῶντα· ὁ δὲ ταῦτα ὡς λῆρον ἤκουεν. Ὁ δὲ Βασίλειος σπεύδων πληροφο‐ ρῆσαι τὸν βασιλέα (185b) συμφιλιοῦνται Συμβατίῳ, πατρικίῳ καὶ λογοθέτῃ τοῦ δρόμου, γαμβρῷ δὲ
Καίσαρος, καὶ δι’ ὅρκων ἐβεβαιώσαντο ἀλλήλους ἐν1055

110

.

1057

ὁμονοία καὶ διηνεκεῖ ἀγάπῃ εἶναι· ἐπληροφόρησε δὲ καὶ Συμβάτιον ὁ Βασίλειος δι’ ὅρκων φρικτῶν, ὡς «τοῦ βασιλέως ἀγάπην 739 πολλὴν ἔχοντος πρός σε κἀμοῦ σπουδάζοντος τὰ ὑπὲρ σοῦ, μελετᾷ
5μὲν προβαλέσθαι σε Καίσαρα· ἀλλὰ διὰ τὸν πενθερόν σου τοῦτο ἀδυνατεῖ ποιῆσαι.» Ὁ δὲ ἀπατηθεὶς τοῖς ὅρκοις τοῦ Βασιλείου γέγονε κατὰ τοῦ Καίσαρος Βάρδα τοῦ ἰδίου πενθεροῦ, καὶ εἰσελ‐ θὼν εἰς τὸν βασιλέα ἐξωμόσατο πληροφορήσας
10αὐτὸν, ὅτι «ὁ Καῖσαρ βούλεταί σε ἀνελεῖν,» ἐξειπὼν καὶ τὰ τῆς βουλῆς. (25) Ὁ δὲ βασιλεὺς τοῖς ὅρκοις (τοῦ) Συμ‐ βατίου πεισθεὶς καὶ τοῖς λόγοις Βασιλείου βε‐ βαιωθεὶς ἐνδομύχει κατὰ τοῦ Καίσαρος. Εἰδὼς δὲ (ὁ)
15Βασίλειος, ὅτι πάντα καλῶς κατὰ τοῦ Καίσαρος συνεσκεύασται, ἐν τῇ πόλει μὴ δυνάμενος τοῦτο ποιῆσαι, πείθει τὸν βασιλέα κινῆσαι στόλον καὶ στρατὸν κατὰ τῆς Κρήτης. Τούτου δὲ γενομένου, Λέων ὁ φιλόσοφος Βάρδαν (τὸν) Καίσαρα παρῄνει
20ὑποστέλλεσθαι καὶ συντηρεῖν ἑαυτὸν ἀπὸ Βασιλείου. Ὁ δὲ Καῖσαρ τὸν βασιλέα πάλιν ἐπεφωνεῖτο φείδε‐ σθαι τοῦ Βασιλείου. 740 (26) Γενομένης δὲ τῆς Προελεύσεως εἰς τὰ Χαλκοπρατεῖα τῷ εὐαγγελισμῷ (καὶ τῆς
25εἰσόδου γενομένης καὶ τοῦ) εὐαγγελίου τελεσθέντος, ἀνῆλθεν ὁ πατριάρχης Φώτιος καὶ ὁ βασιλεὺς σὺν τῷ Καίσαρι καὶ Βασιλείῳ τῷ παρακοιμωμένῳ ἐν τοῖς κατηχουμένοις, τοῦ πατριάρχου ἐπὶ χεῖρας ἔχοντος τὸ τίμιον αἷμα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ
30Χριστοῦ, καὶ βάψαντες ὅ τε βασιλεὺς καὶ ὁ Βασί‐ λειος τοὺς τιμίους ὑπέγραψαν σταυροὺς, ὅρκῳ βε‐ βαιοῦντες τὸν Καίσαρα ἀφόβως συνεξελθεῖν μετ’ αὐτῶν ἐν τῷ ταξειδίῳ· φανερῶς γὰρ Λέων ὁ φιλό‐ σοφος παρηγγυᾶτο τῷ Βάρδᾳ μὴ ἐξελθεῖν σὺν
35αὐτοῖς· ἐξερχόμενον γὰρ ἔλεγε μὴ ὑποστραφῆναι.
(27) Ἀπὸ δὲ τῆς ἑορτῆς τοῦ ἁγίου Πάσχα1057

110

.

1060

ἀπάρας ὁ βασιλεὺς μετὰ πολλοῦ στρατοῦ κατέλαβεν ἐν τῷ θέματι τῶν Θρᾳκησίων. (Ἀπλικευσάντων δὲ αὐτῶν εἰς Κήπους) Βασίλειος ὁ παρακοιμώ‐ μενος βουλὴν ἐποιεῖτο ἀνελεῖν τὸν Καίσαρα·
5ὑπῆρχε· δὲ ἐν τῇ βουλῆ Μαριανὸς καὶ Συμβά‐ τιος καὶ Ἀσυλαίων ὁ ἐξάδελφος αὐτοῦ καὶ Πέ‐ τρος ὁ Βούλγαρος καὶ Ἰωάννης ὁ Χάλδος καὶ Κωνσταντῖνος ὁ Τοξαρᾶς. Ἰωάννης δὲ ὁ Νεατοκω‐ μήτης διέγνω ταῦτα, καὶ κατελθὼν 741 εἰς (τὴν)
10τοῦ Καίσαρος τένταν, τοῦ ἡλίου δύνοντος, καὶ συν‐ τυχὼν Προκοπίῳ πρωτοβεστιαρίῳ τοῦ Καίσαρος, διεβεβαιοῦτο αὐτῷ, ὅτι «αὔριον μεληδὸν κατα‐ κόπτεται ὁ δεσπότης ὑμῶν (ὁ) Καῖσαρ.» Ὁ δὲ Καῖσαρ ταῦτα ἀκούσας εἶπε Προκοπίῳ· «Ἀπελθὼν
15εἰπὲ τῷ Νεατοκωμήτῃ ὅτι Ληρεῖς, οἶδας ὅτι νέος εἶ καὶ οὐ πρέπει σοι ἡ τοῦ πατρικίου ἀξία· σὺ γὰρ διὰ τοῦτο τὰ ζιζάνια ταῦτα ἐγείρεις.» Ἄϋπνος δὲ διατελέσας, ὄρθρου βαθέως τοὺς αὐτοῦ πάντας προσκαλεσάμενος διεσάφησε τὰ λαληθέντα αὐτῷ,
20βουλὴν ἐπιζητῶν παρ’ αὐτῶν. Φιλόθεος δὲ πρωτο‐ σπαθάριος καὶ γενικὸς προσφιλὴς αὐτοῦ ὢν, εἶπε τῷ Καίσαρι· «Αὔριον, ὦ δέσποτα, περιβαλοῦ τὸν χρυσοπερσικόν σου χιτῶνα, καὶ ὄφθητι τοῖς ἐχθροῖς σου, καὶ ἀπὸ προσώπου σου φεύξονται.» (28) Τοῦ ἡλίου δὲ ἀνατείλαντος, ἵππῳ ἐπιβὰς
25παρεγένετο πρὸς τὴν κόρτην τοῦ βασιλέως μετὰ στολῆς λαμπρᾶς, πολλῶν (186a) περικυκλούντων αὐτὸν (ἔχων Εὐστάθιον πρωτοστράτορα γενναῖον τὸν Ἀργυρόν. Κωνσταντῖνος δὲ ὁ Τοξαρᾶς τῇ βουλῇ Βασιλείου προϋπήντησε προσκυνήσας αὐ‐
30τὸν, καὶ ὑποστραφεὶς ἐμήνυσε Βασιλείῳ τὴν τοῦ Καί‐ σαρος ἄφιξιν). Βασίλειος δὲ ἐξελθὼν, προσκυνήσας αὐτὸν καὶ τῇ 742 χειρὶ κρατήσας, προσήγαγε πρὸς τὸν βασιλέα. Ὁ δὲ Καῖσαρ συγκαθεσθεὶς τῷ βα‐ σιλεῖ ἔφη· «Τοῦ λαοῦ παντὸς, δέσποτα, συνη‐
35γμένου, πρόσταξον διαπερᾶσαι ἐν τῇ Κρήτῃ.» Ὄπισθεν δὲ ἑστὼς ὁ Βασίλειος τῇ χειρὶ διη‐ πείλει τὸν Καίσαρα. Αἴφνης δὲ ἐπιστραφέντος τοῦ
Καίσαρος καὶ ἰδόντος αὐτὸν ἀπειλούμενον, παρευθὺ1059

110

.

1061

Βασίλειος δέδωκεν αὐτῷ μετὰ τοῦ ξίφους καὶ οἱ λοιποὶ οἱ μετ’ αὐτοῦ μεληδὸν κατέκοψαν αὐτὸν, τοῦ βασιλέως βλέποντος καὶ σιωπῶντος. (29) Ὥρα δὲ ἦν τρίτη τῆς ἡμέρας· εὐθέως δὲ (ὁ βασιλεὺς καὶ ὁ Βασίλειος) ἐπὶ τὴν πόλιν ὑπέστρε‐
5ψαν. Ἐρχομένων δὲ (κατὰ τὴν ὁδὸν) κατὰ τὸ ἐμπόριον τοῦ Ἀκρίτα, λαοῦ πολλοῦ συνηγμέ‐ νου ἰδεῖν τὸν βασιλέα, εἷς τις μοναχικὸν σχῆμα περιβεβλημένος ἐφ’ ὑψηλῆς στὰς πέτρας ἐπεφώ‐ νει μεγάλως τῷ βασιλεῖ· «Καλὸν ταξείδιον ἐποίησας,
10ὦ βασιλεῦ, τὸν ἴδιον συγγενῆ καὶ τὸ πατρῷον αἷμα ξίφει ἀνελών· οὐαί σοι, οὐαί σοι, ὅτι ταῦτα ἐποίησας.» Θυμωθεὶς δὲ ὁ βασιλεὺς καὶ ὁ Βασίλειος ἀποστέλλουσι μαγγλαβίτην τὸν Μωροθεόδωρον, τὸν μοναχὸν ξίφει ἀνελεῖν. Οἱ δὲ λαοὶ, ἐπιδραμόντες
15πρὸς τὸν ἀποσταλέντα, προεφασίσαντο ἄνουν καὶ δαιμονῶντα αὐτὸν εἶναι· καὶ οὕτως μόλις παρῆλθε τὴν τιμωρίαν ὁ μοναχός. 743 (30) Ὀψὲ δὲ σαββάτῳ τῆς νʹ ἐδήλωσε Φωτίῳ τῷ πατριάρχῃ ὁ βασιλεὺς διὰ Ῥεντακίου,
20πρωτοβεστιαρίου αὐτοῦ τὴν ἀναγόρευσιν τῆς βασι‐ λείας ποιῆσαι Βασιλείου. Καὶ τῇ ἐπαύριον ἐξῆλθον δύο σελλία. Οἱ δὲ λαοὶ διεταράχθησαν, πῶς, ἑνὸς βασιλέως ὄντος, δύο σελλία ἐξῆλθον. Τοῦ (δὲ) βα‐ σιλέως διερχομένου ἐν τῇ προελεύσει, ὄπισθεν Βασί‐
25λειος περιεπάτει φορῶν σκαραμάγγιον μετὰ σπαθίου, ὡς ἔθος τοῖς παρακοιμωμένοις· μέχρι δὲ τῶν βασι‐ λικῶν πυλῶν εἰσελθών. ὁ βασιλεὺς οὐκ ἀπέθετο τὸ στέφος, καθὼς ἔθος ἐστὶ (τοῖς) βασιλεῦσιν, ἀλλὰ μετ’ αὐτοῦ εἰσῆλθε μέχρι τῶν ἁγίων θυρῶν, καὶ
30ἀντιστραφεὶς ἀνέβη τρεῖς βαθμοὺς τοῦ ἄμβωνος ἐστεμμένος· καὶ ὑποκάτω τοῦ βασιλέως Βασίλειος (ὁ παρακοιμώμενος), κάτωθεν δὲ Βασιλείου Λέων ὁ Κάστωρ καὶ ἀσηκρῆτις, ἔχων τόμον ἐπὶ χεῖρας, καὶ Μιχαὴλ πραιπόσιτος ὁ Ἀγγούρης καὶ οἱ δή‐
35μαρχοι ἅμα τοῖς δήμοις. Ἤρξατο οὖν Λέων ὁ ἀση‐ κρῆτις ἀναγινώσκειν λέγων, ὅτι «Βάρδας ὁ Καῖ‐ σαρ ἐβουλεύσατο κατ’ ἐμοῦ, ἀνελεῖν με, καὶ διὰ τοῦτο ὑπεξήγαγέ με τῆς πόλεως· καὶ εἰ μὴ διὰ Συμβατίου· καὶ Βασιλείου ἐμηνύθη μοι, οὐκ (ἂν)
40ἐν τοῖς ζῶσιν ἤμην· ἐτελεύτησε δὲ ὑπὸ τῆς ἰδίας ἁμαρτίας· θέλω δὲ Βασίλειον παρακοιμώμενον, ὡς
πιστὸν ὄντα καὶ φυλάττοντα τὴν ἐμὴν βασιλείαν1061

110

.

1064

καὶ τοῦ ἐχθροῦ ἐλευθερώσαντά 744 με καὶ πόθον πολὺν πρός με ἔχοντα, εἶναι φύλακα τῆς ἐμῆς βασι‐ λείας (καὶ προνοητὴν) καὶ ὑπὸ πάντων εὐφημεῖ‐ σθαι ὡς βασιλέα.» (Βασίλειος δὲ ἐπληροῦτο δα‐
5κρύων· καὶ δέδωκεν ὁ βασιλεὺς Φωτίῳ πατριάρχῃ τὸ στέμμα ἄρας ἐκ τῆς ἑαυτοῦ κεφαλῆς· ὃς, εἰσα‐ γαγὼν ἐν τῇ ἁγίᾳ τραπέζῃ, ἐποίησεν ἐπ’ αὐτῷ (186b) εὐχήν. Καὶ οἱ πραιπόσιτοι ἐνέγκαντες διβι‐ τήσιον καὶ τζαγγία ἐνέδυσαν τὸν Βασίλειον· ὅστις
10βαλὼν τὴν χλαμύδα ἔπεσεν εἰς τοὺς πόδας τοῦ βασι‐ λέως. Καὶ ἐξῆλθεν ὁ πατριάρχης καὶ ἦρεν ἀπὸ τῆς κεφαλῆς τοῦ βασιλέως τὸ στέμμα καὶ ἐπέ‐ θηκεν αὐτὸ τῷ Βασιλείῳ· καὶ τῶν σκήπτρων πε‐ σόντων, ὡς ἔθος, ἔστεψεν ὁ Μιχαὴλ τὸν Βασίλειον)·
15καὶ εὐφήμησαν πάντες· «Μιχαὴλ καὶ Βασιλείου πολλὰ ἔτη». Ὁ δὲ τὸν τόμον ἐπαναγνοὺς Κάστωρ ὁ ἀσηκρῆτις, ἐξελθὼν ἐν Νικομηδείᾳ καὶ ἐλθὼν εἰς μονὴν ἀνδρείαν, ἔμεινε μέσον τοῦ λιβαδίου. Ἦν δὲ ἐκεῖσε φρέαρ· καὶ ἐμπεσὼν ἐν αὐτῷ, ἀπεπνίγη (καὶ ἐτάφη ἐκεῖ).
20(31) Συμβάτιος δὲ ὁ γαμβρὸς τοῦ Καίσαρος, (ἀποτυχὼν τῆς τοῦ Καίσαρος ἀξίας) ἰδὼν ὅτι ἐνε‐ παίχθη ὑπὸ τοῦ Βασιλείου, εἰς μῖσος κατὰ Βα‐ σιλείου κινεῖται καὶ συμβουλευσάμενος μετὰ Γεωρ‐ γίου (στρατηλάτου) τοῦ Πηγάνη (τῇ ἐπαύριον)
25αἰτεῖται στρατηγὸς προβληθῆναι· ἀντ’ αὐτοῦ δὲ προεβλήθη λογοθέτης τοῦ δρόμου ὁ Γοῦμερ, (κἀκεῖ‐ νος 745 κόμης τοῦ Ὀψικίου). Καὶ ἐξελθόντες ἅμα ὅ τε Συμβάτιος καὶ ὁ Πηγάνης ἤρξαντο κατα‐ στρέφειν καὶ πυρπολεῖν τάς τε χώρας καὶ (τὰς)
30ἀμπέλους—ἦν γὰρ καιρὸς τοῦ θέρους—εὐφημοῦν‐ τες Μιχαὴλ μόνον, τὸν δὲ Βασίλειον ἀποκηρύττον‐ τες. Ταῦτα μαθόντες οἱ βασιλεῖς ἐκέλευσαν τοὺς λοιποὺς στρατηλάτας τούτους καταπολεμῆσαι. Βουλευσάμενος δὲ Νικηφόρος ὁ Μαλεῖνος ἔῤῥιψεν
35ἔγγραφον μέσον τοῦ λαοῦ, ἵνα δόλῳ τού‐ τους κρατήσωσι καὶ μὴ (τῷ φανερῶς πολεμεῖν) εἰς ἐμφύλιον ἐμπέσωσι πόλεμον (καὶ πάντες εἴασαν αὐτούς). Ἐκρατήθη δὲ ὁ Πηγάνης· καὶ ἄραντες αὐτὸν εἰσήγαγον ἐν τῇ πόλει, καὶ τῇ προστάξει τοῦ
40βασιλέως τυφλοῖ αὐτὸν Κωνσταντῖνος ἔπαρχος ὁ
Μυάρης· καὶ καθίσαντες αὐτὸν ἐν τῷ Μιλίῳ ἐπέ‐1063

110

.

1065

δωκαν αὐτῷ σκεῦος ἐν ταῖς χερσὶν αὐτοῦ· καὶ ἐπέῤ‐ ῥιπτον αὐτῷ πάντες οἱ διαπορευόμενοι ἐν αὐτῷ εἴ τι ἐκ προαιρέσεως εἶχον. Καὶ μεθ’ ἡμέρας λʹ ἐκρα‐ τήθη Συμβάτιος ὁ Ἀρμένιος ὑπὸ Μαλεΐνου ἐν
5Κελτζινῇ ἐν πανδοχείῳ· καὶ εἰσήγαγεν αὐτὸν εἰς τὸν βασιλέα ὁ Μαλεῗνος ὄντα εἰς τὸν Ἅγιον Μάμαν‐ τα. Καὶ προστάξει τοῦ βασιλέως ἄγουσι τὸν Πηγά‐ νην εἰς ὑπάντησιν 746 Συμβατίου δόντες εἰς χεῖρας τοῦ Πηγάνη θυμιατήριον ὀστράκινον μετὰ
10θεαφίου θυμιᾷν αὐτόν· καὶ ἀποτυφλοῦσι Συμβατίου τὸν ἕνα ὀφθαλμὸν, καὶ ἐκκόπτουσι (καὶ) τὴν δεξιὰν αὐτοῦ χεῖρα καὶ ἐκάθισαν αὐτὸν εἰς τὰ Λαύσου, καὶ δεδώκασι σκεῦος ἐν τῷ κόλπῳ αὐτοῦ, ἵνα ὃς ἔχῃ προαίρεσιν, ἐπιῤῥίπτῃ αὐτῷ τι. Καὶ μεθ’ ἡμέρας γʹ ἀπήγαγον αὐτοὺς ἐν τοῖς ἰδίοις οἴκοις ἔχοντες ἐν φρουρᾷ. (32) Ὁ δὲ βασιλεὺς Μιχαὴλ (μηχανικὸν) ἀπο‐
15στείλας (τὸν λεγόμενον Λάμαριν) ἐξάγει Κωνσταν‐ τῖνον τὸν Καβαλῖνον ἐκ τοῦ τάφου (ὃν εὗρεν ὑγιῆ· καὶ θέλων εἰσαγαγεῖν ἐν σάκκῳ καὶ μὴ χω‐ ρούμενον, ἐνετύλιξεν αὐτόν.) Ὡσαύτως καὶ Ἰωάν‐ νην πατριάρχην ἐξήγαγεν ἐκ τοῦ τάφου ἅμα τῷ
20ὠμοφορίῳ (αὐτοῦ). Καὶ τούτους προστάξει τοῦ βασιλέως ἀπέκλεισεν ὁ ὕπαρχος ἐν τῷ πραιτωρίῳ, καὶ ἐν ἡμέρᾳ ἱππικοῦ ἀγαγὼν (αὐτοὺς) καὶ ἀπο‐ γυμνώσας ἔτυψε μαγκλάβια· καὶ τὰ ὀστᾶ αὐτῶν (ἀποστείλας) κατέκαυσεν ἐν τοῖς Ἀμαστριανοῦ· τὴν
25δὲ λάρνακα τοῦ Κοπρωνύμου, πράσινον οὖσαν καὶ θαυμαστὴν, διαπρίσας ἐποίησε στήθεα ἐν τῷ ὑπ’ αὐτοῦ κτισθέντι ναῷ ἐν τῷ παλατίῳ ἐν τῷ Φόρῳ. 747 (33) Ἐγεννήθη δὲ Λέων ὁ βασιλεὺς ἐκ Μι‐ χαὴλ καὶ Εὐδο(187a)κίας τῆς Ἰγγιρίνης, ἔτι περι‐
30όντος αὐτοῦ Μιχαὴλ μηνὶ Σεπτεμβρίῳ αʹ ἰνδικτιῶ‐ νος ιεʹ. Ἐποίησε δὲ καὶ ἱππικὸν ὁ βασιλεὺς ἐν τῷ ἁγίῳ Μάμαντι ἱππεύσας βένετος. Κωνσταντῖνος δὲ ὁ ἐξ Ἀρμενίων, ὁ πατὴρ Θωμᾶ πατρικίου, δρουγ‐ γάριος ὢν τῆς βίγλης, ἵππευσε λευκός· πράσινος
35(δὲ ἵππευσεν) Ἀγαλλιανὸς, ῥούσιος δὲ ὁ Κρασᾶς·
Νικήσαντος δὲ τοῦ βασιλέως καὶ ἐπὶ δεῖπνον1065

110

.

1068

καθεσθέντος ἅμα Βασιλείῳ καὶ Εὐδοκίᾳ, Βασιλισ‐ κιανὸς ὁ πατρίκιος ἐπῄνει τὸν βασιλέα ὡς εὐφυῶς ἐλάσαντα (εἰς τὸ ἅρμα). Τοῦτον ἀναστῆναι κελεύ‐ σας ὁ βασιλεὺς, τὰ τζάγγια αὐτοῦ (προσέταξε) σῦραι
5καὶ ὑποδήσασθαι. Τοῦ δὲ ἀνανεύοντος καὶ πρὸς Βασίλειον ἀποβλέποντος, ἐν θυμῷ προσέταττεν ὁ βασιλεὺς τοῦτο ποιῆσαι. Τοῦ δὲ Βασιλείου ἐπινεύ‐ σαντος αὐτῷ, ὑπεδήσατο τὰ τζάγγια· ἔφη δὲ ὁ βασιλεὺς μεθ’ ὅρκου πρὸς Βασίλειον (ὡς
10«ὑπέρ σε) κάλλιον αὐτῷ πρέπουσιν· μὴ γὰρ οὐκ ἔχω ἐξουσίαν, ὡς σὲ βασιλέα ἐποίησα, καὶ ἄλλον ποιῆσαι;» καὶ ὠργίζετο κατὰ Βασιλείου θυμούμενος. Δακρύουσα δὲ ἡ Εὐδοκία ἔφη τῷ βα‐ σιλεῖ· «Τὸ τῆς 748 βασιλείας. ἀξίωμα, δέσποτά
15(μου), μέγα ἐστὶ, καὶ ἀναξίως καὶ ἡμεῖς ἐτιμή‐ θημεν, καὶ οὐ δίκαιόν ἐστι καταφρονεῖσθαι αὐτό.» Ὁ δὲ βασιλεὺς εἶπε· «Μὴ λυποῦ ἐπὶ τούτῳ· καὶ (γὰρ) καὶ τὸν Βασιλισκιανὸν βασιλέα θέλω ποιῆ‐ σαι.» Βασίλειος δὲ ἐν θυμῷ καὶ λύπῃ μεγάλῃ γέγονε.
20(34) Ἐξελθόντος δὲ τοῦ βασιλέως ἐν τῷ κυνηγίῳ, μοναχός τις (ὑπαντήσας) δέδωκεν αὐτῷ χάρτην ἔχοντα τὴν κατ’ αὐτοῦ μελετωμένην ἐπιβουλὴν ὑπὸ Βασιλείου· ὁ δὲ ἀναγνοὺς καὶ θυμωθεὶς ἐμελέτα κατὰ Βασιλείου. Τῆς δὲ μητρὸς αὐτοῦ Θεοδώρας
25καλεσάσης τὸν βασιλέα εἰς τὰ Ἀνθεμίου, (ἀπέστειλε Ῥεντάκιον τὸν πρωτοβεστιάριον αὐτοῦ μετὰ ἑτέρων ἀνθρώπων οἰκείων αὐτοῦ πρὸς τὸ θηρεῦσαί τι καὶ ἀποστεῖλαι τῇ μητρὶ αὐτοῦ.) Ὁ δὲ Βασίλειος συνεσκευάζετο κατὰ Μιχαὴλ (καὶ ἦν σκυθρωπὸς
30πάνυ). Ἐπὶ δεῖπνον δὲ τοῦ βασιλέως καθεσθέντος, προσεκαλέσατο Εὐδοκίαν καὶ Βασίλειον συνδειπνῆσαι αὐτῷ. Τοῦ δὲ βασιλέως οἴνῳ πολλῷ χρησαμένου, ἀναστὰς Βασίλειος ὡς διά τινα χρείαν, ἀπελθὼν ἐν τῷ κοιτῶνι τοῦ βασιλέως διαστρέφει τὰ κλεῖ‐
35θρα, δυνατὸς ὣν, ὡς μηκέτι κλείεσθαι τὴν θύραν· καὶ ἀπελθὼν συνεδείπνει μετὰ 749 τοῦ βασιλέως. Τοῦ δὲ βασιλέως πάλιν οἰνωθέντος, τῆς Ἰγγιρίνης ὡς ἔθος αὐτῷ συγχαιρούσης, ἀναστὰς Μιχαὴλ χειροκρατούμενος παρὰ Βασιλείου,
40ἀπῆλθεν ἐν τῷ κοιτῶνι, οὗ τὴν χεῖρα φιλήσας Βασί‐1067

110

.

1069

λειος ἐξῆλθεν· ἔνδοθεν δὲ τοῦ κοιτῶνος ἦν Βασιλισκια‐ νὸς τῇ κελεύσει τοῦ βασιλέως καὶ Ῥεντάκιος ὑπνώσας ἐν τῇ κλίνῃ πρὸς φυλακὴν αὐτοῦ. Ἰγνά‐ τιος δὲ κοιτωνίτης, ἀπελθὼν τοῦ κλεῖσαι τὴν θύραν
5τοῦ κοιτῶνος, εὗρε διεστραμμένην καὶ ἀπογνοὺς ἐκαθέσθη ἐπὶ τῆς κλίνης τίλλων τὰς τρίχας αὐτοῦ. Τοῦ δὲ βασιλέως ἀπὸ (τοῦ) οἴνου ὕπνῳ θανάτου παραπλησίῳ κοιμωμένου, ἀθρόως ἐλθὼν Βασί‐ λειος μετὰ καὶ ἑτέρων τὰς θύρας ἀνέῳξεν· καὶ
10ἔμφοβος ἐξελθὼν Ἰγνάτιος ἀντέπιπτε Βασιλείῳ τοῦ μὴ εἰσελθεῖν. (Πέτρος δὲ ὁ Βούλγαρος, διὰ τῆς τοῦ Βασιλείου μασχάλης διελθὼν πρὸς τὴν κλίνην τοῦ βασιλέως, ἐκρατεῖτο παρὰ Ἰγνατίου ἀντι‐ πίπτοντος αὐτῷ)· ἔξυπνος ἐγένετο ὁ βασιλεύς. Ἰω‐
15άννης δὲ ὁ Χάλδος παρευθὺ μετὰ τοῦ ξίφους δοὺς τῷ βασιλεῖ ἀπέκοψε τὰς χεῖρας αὐτοῦ, ὁ δὲ Ἰακωβίτζης ὁ ἀπελάτης (ὁ Πέρσης) τὸν Βασιλισκιανὸν ξίφει τρώσας ἔῤῥιψεν αὐτὸν ἄ(187b)νωθεν 750 κάτω. Μαριανὸς δὲ καὶ Βάρδας, ὁ πατὴρ Βασιλείου τοῦ
20ῥαίκτορος, καὶ Συμβάτιος, ὁ ἀδελφὸς Βασιλείου, καὶ Ἀσυλαίων ἐξάδελφος Βασιλείου, καὶ Κωνσταντῖνος ὁ Τοξαρᾶς ἵσταντο πρὸς φυλακὴν ἔξωθεν. Καὶ οὐδεὶς τῶν μετὰ Μιχαὴλ ἔγνω τὰ γινόμενα. Συναθροισθέντες (δὲ) οἱ μετὰ [Βασιλείου συνεβου‐
25λεύοντο. Ἀσυλαίων δὲ ἔφη πρὸς] Βασίλειον, (ὅτι) «Εἰ καὶ τὰς χεῖρας αὐτοῦ ἐκόψαμεν, ἀλλὰ ζῶντα αὐτὸν εἰάσαμεν, καὶ (ἐὰν ζῇ, τί ἀπολογησόμεθα;» Καὶ χαριζόμενος Βασιλείῳ) ὑποστρέψας (εὗρε Μιχαὴλ χεῖρας μὲν μὴ ἔχοντα, ἐπὶ τῆς κλίνης δὲ κείμενον ἐλεεινολογούμενον κατὰ Βασιλείου. Ὁ δὲ
30τὸ ξίφος γυμνὸν ἀνηλεῶς ἔπηξε κατὰ τῆς καρδίας τοῦ βασιλέως, διασχίσας τὰ ἔγκατα αὐτοῦ (καὶ στρα‐ φεὶς ἐνεκαυχᾶτο πρὸς Βασίλειον ὡς ἀνδραγάθημα μέγα πεποιηκώς.) (35) Κλύδωνος δὲ ὄντος ἐν τῇ θαλάσσῃ, συνα‐ θροισθέντες κατῆλθον μέχρι καὶ τοῦ περάματος· (καὶ διαπεράσαντες ἦλθον εἰς τὸν οἶκον Εὐλογίου
35τοῦ Πέρσου, καὶ τοῦτον ἄραντες ἦλθον εἰς τὰ Μαρί‐
νης)· καὶ ἀνελθόντες διὰ τοῦ τείχους ἦλθον μέχρι1069

110

.

1072

τοῦ παλατίου· πλὰξ δὲ ἦν περιφράσσουσα 751 τὸ τεῖχος καὶ κρατήσας Βασίλειος δύο τῶν μετ’ αὐτοῦ (ὄν‐ των) καὶ λακτίσας κατέαξε τὴν πλάκα, καὶ εἰσῆλθε μέχρι τῆς πύλης τοῦ παλατίου. Εὐλόγιος δὲ ὁ Πέρσης
5ἐλάλησε τῇ αὐτοῦ γλώττῃ Ἀρταβάσδῳ ἑταιρι‐ άρχῃ ὡς «Ὁ Μιχαὴλ ξίφει ἐτελεύτησε, καὶ· Ἄνοιξον τῷ βασιλεῖ.» Καὶ ὁ Ἀρτάβασδος, εἰσδραμὼν πρὸς τὸν παπίαν καὶ ἄρας ἀπ’ αὐτοῦ τὰς κλεῖς βιαίως, διήνοιξε (τῷ βασιλεῖ). Καὶ γενόμενος ἔνδοθεν
10Βασίλειος ᾖρε τὰς κλεῖς τοῦ παλατίου ἐπὶ χεῖρας καὶ τῇ ἕωθεν Γρηγόριον τὸν ἐπιλεγόμενον τοῦ Φιλήμονος ἐποίησε παπίαν· παρευθὺ δὲ ἀποστέλλει ἐν τῷ ἁγίῳ Μάμαντι, καὶ εἰσήγαγεν Εὐδοκίαν τὴν τοῦ Ἴγγερος μετὰ δόξης πολλῆς ἐν τῷ παλατίῳ.
15Ἀπέστειλε δὲ καὶ Ἰωάννην πραιπόσιτον τοῦ ἆραι τὴν Δεκαπολίτισσαν καὶ πρὸς τοὺς ἰδίους γονεῖς ἀπαγαγεῖν. (Ἀπέστειλε δὲ) καὶ Παῦλον κοιτωνίτην τοῦ ἐνταφιάσαι Μιχαήλ· καὶ ἀπελθὼν εὗρεν αὐτὸν ἐντετυλιγμένον ἐν τῷ σαγίσματι τοῦ δεξιοῦ ἵππου
20οὗ ἤλαυνεν (καὶ τὰ ἔγκατα αὐτοῦ ἔξω ἐκκρεμά‐ μενα· εὗρε δὲ ἐκεῖ) θρηνούσας 752 (καὶ ἐλεεινολογουμένας) ἐπ’ αὐτῷ τήν τε μητέρα καὶ τὰς ἀδελφὰς αὐτοῦ· καὶ εἰσαγαγὼν εἰς πλοιάριον διεπέρασεν ἐν τῇ μονῇ τῆς Χρυσοπόλεως (κἀκεῖ αὐτὸν ἐνταφιά‐ σας ἔθαψε. Εʹ. Βασιλεία Βασιλείου τοῦ Μακεδόνος.
25Βασίλειος ἐβασίλευσε μετὰ Μιχαὴλ ἔτος αʹ (καὶ) μῆνας δʹ καὶ μόνος ἔτη ιθʹ· προσέταξε δὲ τῷ ὑπάρχῳ (καὶ) Μαριανῷ υἱῷ Πετρωνᾶ (ἀνελθεῖν ἐν τῷ φόρῳ) καὶ ἀναγορεῦσαι αὐτὸν (μετὰ παντὸς τοῦ λαοῦ μόνον) βασιλέα.
30(2) Ἀναγκαῖον δὲ ἡγησάμην γράψαι (τὴν) παρὰ (τοῦ) Θεοῦ γενομένην ἐκδίκησιν εἰς τοὺς τὸν Μιχαὴλ διαχειρισαμένους (καὶ ἃ πέπονθεν ἕκαστος αὐτῶν (ἐν)
διαφόροις καιροῖς). Ὁ μὲν οὖν Ἰακωβίτζης κυνη‐1071

110

.

1073

γῶν μετὰ τοῦ βασιλέως ἐν τῷ Φιλοπατίῳ, τοῦ ξίφους αὐτῷ ἐκπεσόντος, κατελθὼν τοῦ ἵππου, ἆραι αὐτὸ, τοῦ ποδὸς αὐτοῦ μὴ φθάσαντος τῇ 753 γῇ ἐπι‐ βῆναι, ἀλλὰ καὶ τοῦ ἑτέρου κρατηθέντος ἐν τῇ σκάλῃ.
5θροηθεὶς ὁ ἵππος διέσυρεν αὐτὸν, καὶ εἰς φάραγγας καὶ βοθύνους διελθὼν τοῦτον μεληδὸν διέσπασεν. Ἰωάννης δὲ ὁ Χάλδος, στρατηλάτης γεγονὼς ἐν Χαλ‐ δίᾳ καὶ φωραθεὶς κατὰ τοῦ βασιλέως μελετῶν (188a), προστάξει τοῦ βασιλέως ἀνεσκολοπίσθη παρὰ Ἀν‐
10δρέου στρατηλάτου. Ὁ δὲ ἐξάδελφος τοῦ βασιλέως Ἀσυλαίων ἐξωσθεὶς παρ’ αὐτοῦ τοῦ βασιλέως ἐν τῷ προαστείῳ αὐτοῦ (ᾧ ἐπώνυμον τοῦ Χαρτοφύλα‐ κος, ὡς) ἀπηνὴς καὶ ὠμὸς εἰς τοὺς δούλους αὐτοῦ ὢν, μαχαίραις παρ’ αὐτῶν ἐν νυκτὶ ἀνῃρέθη· οὓς
15ὁ βασιλεὺς κρατήσας καὶ μεληδὸν κατακόψας κατέ‐ καυσεν ἐν τοῖς Ἀμαστριανοῦ. Ὁ δὲ Ἀπελάτης ὁ τοῦ Πέρσου σκωληκόβρωτος γενόμενος τοῦ ζῇν ἀπηλλάγη. Κωνσταντῖνος δὲ ὁ Τοξαρᾶς εἰς Κιβυῤ‐ ῥαιώτας σπαθοκοπηθεὶς τελευτᾷ· [καὶ Μαριανὸς, ὁ ἀδελφὸς τοῦ βασιλέως, τὸν πόδα συντριβεὶς
20καὶ ὑπὸ σκωλήκων καταβρωθεὶς τελευτᾷ]. (3) Ὁ δὲ βασιλεὺς, προελθὼν ἐν τῇ ἡμέρᾳ τῶν Χριστοῦ γενεθλίων, ἐν τῇ προελεύσει εἰς τὴν Μεγά‐ λην ἐκκλησίαν ἐβάπτισε Στέφανον τὸν υἱὸν αὐτοῦ· ἀγαγὼν δὲ ἵππους 754 λευκοὺς μετὰ ἅρματος,
25ἐκάθισεν ἅμα τῇ Αὐγούστῃ, καὶ ὁ πραιπόσιτος Βαάνης σὺν αὐτοῖς βαστάζων τὸ παιδίον μέχρι τοῦ παλατίου, τοῦ βασιλέως ῥίπτοντος ὑπατείαν ἐν τῇ ὁδῷ. (4) Ἐγένετο δὲ σεισμὸς [τῇ ἑορτῇ] τοῦ ἁγίου
30Πολυεύκτου (μέγιστος ὥστε τὴν γῆν σείεσθαι) ἐπὶ μʹ ἡμέρας (καὶ μʹ νύκτας). Ἔπεσε δὲ τότε καὶ ἡ σφαῖρα τοῦ ζῴδου τοῦ φόρου, καὶ τῆς ὑπεραγίας Θεοτόκου ἡ ἐκκλησία ἣ λέγεται τὸ Σίγμα, ὥστε πάντας τοὺς ψάλλοντας ἐκεῖσε τελευτῆσαι. Λέων δὲ
35ὁ φιλόσοφος, τυχὼν ἐκεῖ, ἔλεγε τοῖς ψάλλουσι καὶ πᾶσι τοῖς οὖσιν ἐκεῖσε ἐξελθεῖν τῆς ἐκκλησίας· οἱ
δὲ μὴ πεισθέντες αὐτῷ συνετελέσθησαν ἅπαντες.1073

110

.

1076

Αὐτὸς δὲ (ὁ φιλόσοφος εἰς κίονα) ὑπὸ συστημάτων σταθεὶς μετὰ ἑτέρων δύο ἐσώθη, καὶ ἕτεροι εʹ μόνοι ὑποκάτω τοῦ ἄμβωνος. (5) Φώτιος δὲ ὁ πατριάρχης, ἐλθόντος τοῦ βασι‐
5λέως ἐν τῇ ἐκκλησίᾳ καὶ μέλλοντος αὐτοῦ κοινω‐ νεῖν, τοῦτον λῃστὴν καὶ φονέα ἔλεγε καὶ ἀνάξιον τῆς θείας κοινωνίας. Ὁ δὲ θυμωθεὶς ἀπέστειλεν ἐν Ῥώ‐ μῃ, καὶ ἤγαγε τόμον μετὰ 755 Ῥωμαίων ἐπι‐ σκόπων, καὶ τοῦτον τοῦ θρόνου ἐξέωσε, καὶ προεχει‐
10ρίσατο Ἰγνάτιον τὸν ἐν ἁγίοις πατριάρχην τὸ δεύ‐ τερον. (6) Ἐγεννήθη δὲ Ἀλέξανδρος ὁ βασιλεὺς ἐκ τῆς τοῦ Ἴγγηρος Εὐδοκίας, οὗτος παῖς γνήσιος ὢν Βασιλείου. Ἐστράτευσε δὲ ὁ βασιλεὺς κατὰ
15τῶν Ἀγαρηνῶν τῶν εἰς Τηβρικὴν, καὶ πόλεμον συνάψας ἡττήθη καὶ πολλάκις συμβαλὼν Ἀγαρη‐ νοῖς πολλοὺς τῶν Ῥωμαίων ἀπεβάλλετο. Ἐν δὲ τῇ τοιαύτῃ φυγῇ τοῦ βασιλέως Θεοφύλακτος ὁ Ἀβάσ‐ τακτος, ὁ πατὴρ Ῥωμανοῦ τοῦ μετὰ ταῦτα βα‐
20σιλεύσαντος, διέσωσε τὸν βασιλέα παρὰ μικρὸν ὑπὸ τῶν Ἀγαρηνῶν κρατούμενον· ὃν ἐπιζητήσας ὁ βασιλεὺς μετὰ ταῦτα, καὶ εὑρὼν, καὶ γνωρίσας (πολ‐ λοὶ γὰρ ἔλεγον τῷ βασιλεῖ ὅτι «Ἐγώ»)· ὁ δὲ, τὴν τιμὴν ἀφεὶς, τόπον βασιλικὸν ᾐτήσατο, οὗ καὶ τετύ‐
25χηκεν. —Ὑποστρέψας δὲ ὁ βασιλεὺς ἐν τῇ1075

110

.

1077

πόλει, ἀπέστειλε 756 Χριστοφόρον γαμβρὸν αὐτοῦ ἐν Τή βρι κῇ, καὶ νίκην μεγίστην ἐποίησε καὶ ἐπόρθησε ταύτην καταστρέψας ἕως ἐδάφους. 757 (7) Ἰγνάτιος δὲ ὁ πατριάρχης ᾠκοδόμη‐
5σεν ἐκκλησίαν εἰς τὸ ἐμπόριον Σατύρου περι‐ καλλῆ ἐπ’ ὀνόματι τοῦ ἀρχιστρατήγου τοῦ ἀνατέλ‐ λοντος, καὶ μονὴν πεποίηκεν ἀνδρείαν, ἔνθα καὶ τὸ σῶμα αὐτοῦ ἀπόκειται. 758 (8) Θέκλας δὲ τῆς ἀδελφῆς τοῦ βασιλέως
10ἀποστειλάσης πρὸς τὸν βασιλέα δι’ ὑπόμνησίν τινα μέτριον ὄντα αὐτῆς ἄνθρωπον, ἠρώτησεν αὐτὸν ὁ βασιλεὺς, ὅτι «Τίς ἔχει τὴν κυρίαν σου;» Ὁ δὲ εἶπεν. «Ὁ Νεατοκομίτης.» Παρευθὺ δὲ ὁ βασιλεὺς ἀποστείλας ἤγαγεν αὐτὸν καὶ τύψας
15ἀπέκειρε καὶ τὸ μοναχικὸν σχῆμα ἐνέδυσεν αὐ‐ τόν· Ὡσαύτως δὲ καὶ Προκόπιον (188b) τὸν πρωτο‐
βεστιάριον αὐτοῦ ἀποστείλας ἔτυψε τὴν Θέκλαν, ὃς1077

110

.

1080

καὶ ἄρας πάντα τὰ χρήματα αὐτῆς εἰσεκόμισε τῷ βασιλεῖ· τὸν δὲ Νεατοκομίτην μετὰ ταῦτα ἐποίησεν οἰκονόμον ἐν τῇ Μεγάλῃ ἐκκλησίᾳ. (9) Ὁ δὲ αὐτὸς βασιλεὺς ἐβάπτισε (καὶ) τοὺς
5Ἑβραίους πάντας ὅσοι τῷ τότε χρόνῳ ὑπὸ τὴν ἐξουσίαν αὐτοῦ ὑπῆρχον, ἀναδεξαμένων αὐτοὺς πάντων τῶν ἐν ἀξίαις, φιλοφρονησαμένου τοῦ βασιλέως πάντας Ἑβραίους καὶ ἀντιλήψεις καὶ δῶρα πολλὰ παρασχόντος αὐτοῖς.
10(10) Τὸν δὲ προειρημένον Νικόλαον τὸν Ἀν‐ δροσαλίτην τὸν (καὶ) προσμονάριον τοῦ ἁγίου Διομή‐ δους, ᾧ τινι ὁ μάρτυς ἐπεφάνη, ὡς προείρηται περὶ τοῦ Βασιλείου, ἐτίμησεν αὐτὸν σύγκελλον καὶ οἰκονόμον, τὸν δὲ ἕτερον αὐτοῦ ἀδελφὸν Ἰωάννην,
15δρουγγάριον τῆς βίγλης, τὸν δὲ ἕτερον ἀδελφὸν αὐ‐ τοῦ Παῦλον, τοῦ σακελλίου, τὸν δὲ ἕτερον Κων‐ σταντῖνον, 759 γενικὸν λογοθέτην. Τελευτήσαντος δὲ Νικολάου τοῦ συγκέλλου, θάπτουσιν αὐτὸν εἰς Ἀρ‐ καδιανὰς, τὸν ἑαυτοῦ οἶκον, ἔνθα ἐστὶ νῦν τοῦ
20ἁγίου Κωνσταντίνου τὸ μετόχιον. (11) Ἤρξατο δὲ ὁ βασιλεὺς ἐκχοΐζειν πλησίον τοῦ παλατίου πρὸς τὸ κτίσαι τὴν νέαν (ἐκκλησίαν) οἰκήματα πάμπολλα ἐξωνησάμενος. Ἐμηνύθη δὲ τῷ βασιλεῖ ὡς ἡ Συράκουσα παρὰ τῶν Ἀγαρηνῶν
25ἐκπορθεῖται. Ἀσχολουμένων δὲ τῶν πλωΐμων ἐν τοῖς κτίσμασι (καὶ ἐκχοΐσμασι) τῆς νέας ἐκκλησίας, ἐγένετο βραδύτης τοῦ στόλου καὶ τοῦ λαοῦ, καὶ παρεδόθη ἡ αὐτὴ Συράκουσα πρὸ ὀλίγου πρὶν ἢ φθάσαι τὸν στόλον, τοῦ βασιλέως πολλὰ (ἐν τούτῳ)
30θρηνήσαντος καὶ ἀποδυραμένου. (12) Νικήτα δὲ τοῦ ἐπὶ τῆς τραπέζης τοῦ Ξυλινίτου κατηγορηθέντος ὡς φιλουμένου παρὰ τῆς Αὐγούστης, τοῦτον ὁ βασιλεὺς ἀποκείρας μο‐ ναχὸν ἐποίησεν (ὃς ἐπὶ βασιλέως Λέοντος γέγονεν
35οἰκονόμος ἐν τῇ Μεγάλῃ Ἐκκλησίᾳ· καὶ τελευ‐ τήσας τίθεται ἐν τῇ μονῇ, ἣν αὐτὸς κατεσκεύασε· καὶ ἀπέκειρε τὰς αὐτοῦ ἀδελφάς). (13) Πολλὰ γὰρ χαλκουργήματα κατέαξεν ὁ βασιλεὺς λόγῳ τῆς νέας ἐκκλησίας, ἀλλὰ καὶ μάρ‐
40μαρα καὶ ψηφῖδας καὶ κίονας ἐκ πολλῶν ἐκκλη‐
σιῶν καὶ οἴκων ἀνέλαβεν εἰς κατασκευὴν αὐτῆς,1079

110

.

1081

ἐν οἷς στήλη ἵστατο χαλκῆ σχῆμα ἐπισκόπου 760 φέρουσα· ἐκράτει δὲ (ἡ αὐτὴ στήλη ἐν τῇ χειρὶ ῥάβδον ἔχουσαν ὄφιν ἐντετυλιγμένον· ταύτην καταγαγόντες ἀπέθηκαν ἐν τῷ βεστιαρίῳ. Κατελ‐
5θόντος δὲ τοῦ βασιλέως καὶ ἀπελθόντος ἔνθα ἵστατο ἡ στήλη ὀρθὴ, ἐνέβαλε τοὺς δακτύλους αὐτοῦ ἐπὶ τὸ στόμα τοῦ ὄφεως· ὢν δὲ ἔνδον ζῶν ὄφις ἔδακε τοῦ βασιλέως τὸν δάκτυλον, ὃς μόλις δι’ ἀντιφαρμάκων ἰάθη, θαυμασάντων πάντων ἐπὶ
10τούτῳ. (14) (189a) Ἀλλὰ καὶ τὴν στήλην Σολομῶντος ἐν τῇ βασιλικῇ οὖσαν μεγίστην κατεάξας προσέταξεν ἐπ’ ὀνόματι αὐτοῦ ἐκτυπωθῆναι καὶ τεθῆναι κά‐ τωθεν ἐν τοῖς θεμελίοις τῆς αὐτῆς νέας ἐκκλησίας,
15ὥσπερ θυσίαν ἑαυτὸν τῷ τοιούτῳ κτίσματι Θεῷ προσάγων. (15) Ἐπεστράτευσε δὲ πάλιν ὁ βασιλεὺς κατὰ Μελιτηνῆς, καὶ αἰχμαλωσίαν ποιησάμενος (καὶ πολλοὺς πολέμους) ὑπέστρεψε.
20(16) Τελευτᾷ δὲ Ἰγνάτιος ὁ πατριάρχης· καὶ (ἀντ’ αὐτοῦ πάλιν) ἀναβιβάζει Φώτιον (πατριάρ‐ χην) τὸ δεύτερον (αὐτοῦ) ὁ βασιλεύς. Μετὰ δὲ ταῦτα ἐν ἐξορίᾳ τελευτήσαντος Φωτίου πατριάρχου, ἀπετέθη τὸ σῶμα αὐτοῦ ἐν τῇ μονῇ τῇ λεγομένῃ
25τοῦ Ἱερεμίου ἐν τῷ Μερδοσαγάρῃ, οὔσης πρό‐ τερον 761 καθολικῆς ἐκκλησίας· αὐτὸς δὲ Φώτιος ἐποίησεν αὐτὴν μονὴν γυναικείαν. (17) Πάλιν δὲ ἐκστρατεύει ὁ βασιλεὺς εἰς Γερμανίκειαν, καὶ ταύτην ἐκπορθήσας καὶ αἰχμαλω‐
30τίσας ὑπέστρεψε. (18) Τελευτᾷ δὲ Κωνσταντῖνος, ὁ υἱὸς Μιχαὴλ βασιλέως ἐξ Εὐδοκίας, ὡς δὲ λόγος, υἱὸς Βασιλείου· ὃν πολλὰ ἐθρήνησε Βασίλειος, πολλὰ στέργων αὐτὸν, καὶ ἀπέθετο τὸ σῶμα αὐτοῦ ἐν τοῖς τάφοις τῶν βα‐
35σιλέων. (19) Μαΐῳ (δὲ) αʹ ἐγκαινίζεται καὶ ἐνθρονίζεται ἡ νέα ἐκκλησία (ἣν ἔκτισεν ὁ βασιλεὺς καὶ ἐκαλ‐ λώπισε κόσμῳ πολλῷ) παρὰ Φωτίου πατριάρχου, τοῦ βασιλέως (ἐν τῷ ἐγκαινισμῷ) λῶρον φορέ‐
40σαντος, καὶ χρήματα πολλὰ δόντος, καὶ Νέαν αὐτὴν
ἐπονομάσαντος.1081

110

.

1084

(20) Ἀπεστάλη δὲ παρὰ τοῦ βασιλέως Προκό‐ πιος πρωτοβεστιάριος μετὰ πάντων τῶν δυτικῶν θεμάτων, ὄντος Εὐπραξίου στρατηλάτου ἐπὶ Σικελίαν, καὶ εἰς Κεφαλληνίαν τοῦ Μουσουλίκη, εἰς
5δὲ τὸ Δυῤῥάχιον τοῦ Ῥαβδούχου καὶ ἐν τῇ Πελο‐ ποννήσῳ τοῦ Ὀνιάτου καὶ τοῦ Ἀποστύππου. Ὅστις Προκόπιος, πολλὰς πράξεις κατεργασάμενος καὶ ἀνδραγαθίας, ἐσχάτως πολέμου γεγονότος καὶ προδοθέντος ὑπὸ τοῦ Ἀποστύππου, ἐσφάγη.
10762 (21) Λέων δὲ ὁ Σαλιβαρᾶς συνοψίζει Φωτίῳ πατριάρχῃ Θεόδωρον μοναχὸν ἀρχιεπίσκοπον Εὐχαΐτων, ὡς εὐλαβῆ καὶ ποιοῦντα τεράστια καὶ προορατικόν. Φώτιος δὲ τοῦτον τῷ βασιλεῖ μεσι‐ τεύει καὶ συνοψίζει, εἰς ὃν ὁ βασιλεὺς ἀρεσθεὶς—
15πρὸς γὰρ τὰς ἐπιθυμίας αὐτοῦ διέκειτο—εἶχεν (οὖν αὐτὸν) ἐν τιμῇ πολλῇ· ὃς ἀθυμοῦντα τὸν βασιλέα περὶ τοῦ τελευτήσαντος υἱοῦ αὐτοῦ Κων‐ σταντίνου διὰ τὸ φίλτρον, ὅπερ εἰς αὐτὸν εἶχεν, ἐπλάνα καὶ ἐπηγγέλλετο δεῖξαι ζῶντα (τῷ βασι‐
20λεῖ), ὃ καὶ ἐποίησε. Ἐν γὰρ λόχμῃ τινὶ διερχομένῳ τῷ βασιλεῖ φάντασμα συνήντησεν ἔφιππον χρυ‐ σοΰφαντον ἐνδεδυμένον, ἐν εἴδει τοῦ Κωνσταντί‐ νου, ὃ καὶ ὀφθαλμοῖς εἶδε καὶ περιπλακεὶς κατε‐ φίλησε· καὶ γεγονότος ἀφανοῦς, αὐτὸν ἰδεῖν ὑπε‐
25λάμβανε καὶ ὡς οὐ πεπλάνηται· διὸ καὶ μονὴν ἐκεῖσε κτίσας, ἐπωνόμασεν αὐτὴν τοῦ ἁγίου Κων‐ σταντίνου. (22) Τούτοις καὶ ἑτέροις πλείστοις ὡς ἐκ τῶν Ἀπολλωνίου ἀκριβῶς μεμυημένος ὁ λεγόμενος
30Σανταβαρηνὸς ἐποίησε τὸν βασιλέα πίστιν πολλὴν κεκτῆσθαι πρὸς αὐτόν. (23) Ἠγάγετο δὲ ὁ βασιλεὺς γυναῖκα Λέοντι τῷ βασιλεῖ, 763 θυγατέρα Μαρτινακίου, ἣν καὶ ἔστεψε ποιήσας τοὺς γάμους ἐν τῇ Μαναύρᾳ
35καὶ ἐν τοῖς ιθʹ ἀκουβίτοις. (24) Κατηγορήθη δὲ Λέων ὁ βασιλεὺς παρὰ
Σανταβαρηνοῦ εἰς τὸν πατέρα αὐτοῦ, ὡς ὅτι «Μα‐1083

110

.

1085

χαίριον ἐπιφέρεται βουλόμενος ἀνελεῖν σε μετ’ αὐ‐ τοῦ,» ὅπερ αὐτὸς μαχαίριον διὰ δολίας συμβου‐ λῆς ἐποίησε τὸν Λέοντα κατασκευάσαι καὶ φορεῖν ἐν τῷ τουβίῳ, εἰπὼν αὐτῷ, ὅτι «Πολλάκις τοῦ πα‐
5τρός σου ἐπιζητοῦντος μαχαίριον διὰ χρείαν τινὰ, ἵνα τί μὴ δίδως αὐτῷ·» Καὶ τοῦτο κατασκευάσας Λέων ὁ βασιλεὺς καὶ διαβληθεὶς, ὡς εἴρηται, καὶ φωραθεὶς ἐν τῷ τουβίῳ τοῦτο βαστάζων, πολλὰ περὶ τούτου ἀπολογούμενος, οὐκ ἠκούετο. Ἐτύφθη οὖν
10Νικήτας ὁ Ἑλλαδικὸς ὁ πρωτοβεστιάριος αὐτοῦ, ὃς γέγονε παπίας ἐπὶ Ῥωμανοῦ βασιλέως, καὶ ἄλλοι μετ’ αὐτοῦ πολλὰ δεινὰ πεπονθότες ἐξωρί‐ σθησαν. Ὁ δὲ βασιλεὺς Λέοντα καθείρξας ἐν τῷ τρικλίνῳ τῷ Μαργαρίτου ἐβούλετο ἐκτυφλῶσαι
15αὐτὸν, εἰ μὴ Φώτιος πατριάρχης διὰ πολλῶν παρακλήσεων τοῦτο διεσκέδασεν ἅμα Ζαύτζᾳ Στυλιανῷ μικρῷ ἑταιριάρχῃ τότε ὄντι· ἐποίησε δὲ ἀπὸ ὄψεως μῆνας γʹ θρηνῶν καὶ ὀδυρόμενος καὶ δι’ ἐπιστολῶν πολλὰ δυσωπῶν τὸν βασιλέα.
20Μεγάλην 764 δὲ πίστιν τοῦ βασιλέως ἔχοντος εἰς τὸν ἅγιον Ἠλίαν ἀποσυνοψίζει Λέων ὁ βασιλεὺς εἰς τὸν ἅγιον Ἠλίαν ἐν τῇ μνήμῃ αὐτοῦ. Τῆς δὲ προελεύσεως γενομένης, ἰδόντες (189b) αὐτὸν οἱ λαοὶ ἐφώνησαν τό· «Δόξα σοι, ὁ Θεός.» Ὁ δὲ
25βασιλεὺς ἀντιστραφεὶς ἀπελογήσατο αὐτοῖς· «Δο‐ ξάζετε περὶ τοῦ υἱοῦ μου τὸν Θεόν; πολλὰς θλίψεις ὑπ’ αὐτοῦ ἔχετε ὑπομεῖναι καὶ ἐπωδύνους ἡμέρας διελθεῖν.» (25) Κατηγορήθη δὲ Ἀνδρέας δομέστικος τῶν
30σχολῶν παρὰ Σανταβαρηνοῦ πρὸς τὸν βασιλέα ὡς τὰ Λέοντος φρονῶν, καὶ διεδέχθη παρὰ τοῦ βασι‐ λέως· ἀντ’ αὐτοῦ δὲ προεβλήθη δομέστικος ὁ Στυ‐ πιώτης· καὶ ἀπελθὼν μετὰ λαοῦ ἐν Ταρσῷ ἡτ‐ τήθη καὶ πάντας ἀπώλεσεν· καὶ πάλιν προχει‐
35ρίζεται Ἀνδρέας παρὰ τοῦ βασιλέως δομέστικος. (26) Ἐγένετο δὲ συσκευὴ κατὰ τοῦ βασιλέως παρὰ Ἰωάννου τοῦ Κροκόα, δομεστίκου ὄντος τῶν ἱκανάτων, χρηματισθέντος παρὰ τοῦ ὄντος ἐν Βλα‐
χέρναις ἐγκλείστου. Εὑρέθησαν δὲ πολλοὶ τῶν1085

110

.

1088

συγκλητικῶν καὶ (λοιπῶν) ἀρχόντων μέχρι τῶν ξϛʹ· ἦν γὰρ Μιχαὴλ ὁ ἑταιριάρχης, ὁ Κατουδάρης, καὶ ὁ Μυξάρης, καὶ ὁ Βαβουτζίκιος, (καὶ οἱ λοιποί. Τῆς γοῦν τοιαύτης ἐπιβουλῆς μηνυθείσης τῷ 765
5βασιλεῖ παρὰ τοῦ πρωτοβεστιαρίου τοῦ Κροκόα) κρατηθέντων τε πάντων, ἐξελθὼν ὁ βασιλεὺς ἐν τῷ ἱπποδρόμῳ καὶ καθεσθεὶς ἐκεῖσε, καὶ ἀνακρίνας τὰ κατ’ αὐτοὺς, πάντας τύψας καὶ κουρεύσας, τὰς ἔτι περιλειφθείσας τρίχας κατέκαυσεν. (Μετὰ δὲ
10ταῦτα ἐξῆλθεν ἐν τῇ προελεύσει τοῦ Εὐαγγελισμοῦ, ὅτε καὶ τὴν ἐπιβουλὴν ἔμελλον ποιῆσαι, περιεπά‐ τουν δὲ ὄπισθεν αὐτοῦ γυμνοὶ μέχρι τοῦ φόρου δε‐ δεμένοι, καθὼς διωρίσατο, εἶθ’ οὕτως πάντας δη‐ μεύσας ἐξώρισεν).
15(27) Τοῦ δὲ βασιλέως ἐξελθόντος πρὸς τὸ κυνη‐ γῆσαι, ἐλάφου ποθὲν ἀναφανέντος παμμεγέθους, ὡς αὐτὸν ὁ βασιλεὺς κατεδίωκεν, ἐπιστραφεὶς ὁ ἔλαφος ἦρε τὸν βασιλέα ἐκ τῆς ζώνης ἀπὸ τοῦ ἵπ‐ που· φθάσας δέ τις καὶ τὴν σπάθην γυμνώσας,
20τὴν ζώνην ἐκκόψας τὸν βασιλέα ἐῤῥύσατο. Μετὰ δὲ τὸ ὑποστραφῆναι ἐκέλευσε τὸν τὴν ζώνην αὐτοῦ ἀποτεμόντα ἀποτμηθῆναι τὴν κεφαλὴν ὡς γυμνώ‐ σαντα τὸ ξίφος κατ’ αὐτοῦ, πολλὰ ἀπολογουμένου ὡς ὑπὲρ τῆς σωτηρίας αὐτοῦ τοῦτο πεποιηκέ‐
25ναι, ἀλλ’ οὐδὲν ὠφέλησεν· ἐκ δὲ τοῦ σπαρα‐ γμοῦ τοῦ ἐλάφου νοσηλευθεὶς Βασίλειος τελευτᾷ κα‐ ταλιπὼν (Λέοντα) αὐτοκράτορα καὶ Ἀλέξαν‐ δρον. 766 Ϟʹ. Βασιλεία Λέοντος υἱοῦ Βασιλείου.
30Λέων ὁ υἱὸς Βασιλείου ἐβασίλευσεν ἔτη κεʹ, μῆ‐ νας ηʹ. Στέφανος δὲ ὁ αὐτοῦ ἀδελφὸς, κληρικὸς ὢν καὶ σύγκελλος, ἦν μετὰ Φωτίου τοῦ πατριάρχου
ἀνατρεφόμενος παρ’ αὐτοῦ καὶ παιδευόμενος. Ὁ1087

110

.

1089

δὲ (αὐτὸς) Λέων μετὰ τὸ αὐτοκρατορῆσαι ἀπέστει‐ λεν Ἀνδρέαν στρατηλάτην μετὰ κηρῶν πολλῶν καὶ συγκλητικῶν ἐν Χρυσοπόλει, καὶ ἐξήγαγον Μιχαὴλ (ἐκ τοῦ τάφου καὶ ἔβαλον ἐν γλωσσοκόμῳ
5κυπαρισσίνῳ, καὶ ἐπὶ κραββάτου θέντες καὶ σκε‐ πάσαντες, βασιλικῶς τε τιμήσαντες) μεθ’ ὕμνων καὶ τιμῆς πολλῆς (ἑπομένων ἐκεῖσε καὶ τῶν ἀδελφῶν αὐτοῦ) ἤγαγεν εἰς τοὺς ἁγίους ἀποστόλους, καὶ ἀπέθετο ἐν λάρνακι.
10(2) Μετὰ δὲ ταῦτα ὁ βασιλεὺς ἀπέστειλεν Ἀν‐ δρέαν 767 δομέστικον τῶν σχολῶν ἅμα Ἰωάννῃ Ἁγιοπολίτῃ σοφωτάτῳ καὶ γεγονότι λογοθέτῃ τοῦ δρόμου· καὶ ἐν τῷ ἄμβωνι τῆς ἐκκλησίας ἀνελ‐ θόντες, τὰς τοῦ πατριάρχου Φωτίου αἰτίας ἀνα‐
15γνόντες, τοῦτον τοῦ θρόνου κατήγαγον· καὶ πε‐ ριώρισαν αὐτὸν ἐν τῇ μονῇ τῶν Ἀρμενιανῶν τῇ ἐπιλεγομένῃ τοῦ Βόρδονος. (3) Προεβάλετο δὲ ὁ βασιλεὺς Στυλιανὸν Ζαούτζαν μάγιστρον καὶ λογοθέτην τοῦ δρόμου·
20ἀνήγαγε δὲ Στέφανον τὸν σύγκελλον καὶ ἀδελφὸν (190a) αὐτοῦ ἐν τῷ πατριαρχείῳ· καὶ πρὸ τῶν Χρι‐ στοῦ γέννων χειροτονεῖται πατριάρχης ὑπὸ Θεοφά‐ νους τοῦ πρωτοθρόνου καὶ λοιπῶν ἀρχιερέων, (καὶ) ποιήσας ἐν τῷ πατριαρχείῳ ἔτη ϛʹ καὶ μῆνας εʹ
25ἐτελεύτησε, καὶ θάπτεται ἐν τῇ μονῇ τῶν Σικεῶν. (4) Ἐφ’ οὗ Λέοντος προεδόθη τὸ κάστρον (ἡ λε‐ γομένη) Ὑψηλὴ, καὶ ἐκρατήθη ὑπὸ τῶν Ἀγαρηνῶν, αἰχμαλωτισθέντων πάντων τῶν ὄντων ἐκεῖσε. Γέγονε δὲ καὶ ἐμπρησμὸς μέγας πλησίον τῶν Σοφιανῶν,
30ἐμπρησθείσης καὶ τῆς ἐκκλησίας τοῦ Ἁγίου ἀποστό‐ λου Θωμᾶ, ἣν ὁ αὐτὸς Λέων λαμπρῶς ἀνεκαί‐ νισεν. (5) Ἀπέστειλε δὲ ὁ βασιλεὺς εἰς Εὐχάϊτα καὶ ἤγαγε 768 Θεόδωρον τὸν Σανταβαρηνὸν ἐν τῇ
35πόλει. Ἀνδρέας δὲ ὁ δομέστικος καὶ Στέφανος ὁ μάγιστρος (ὁ τῆς Καλομαρίας) οἱ πολλὰ λοιδορη‐ θέντες ἐπὶ Βασιλείου παρὰ Σανταβαρηνοῦ ὑπέθη‐
καν τῷ βασιλεῖ συσκευὴν ποιησάμενοι, ὡς ὅτι Φώ‐1089

110

.

1092

τιος ὁ πατριάρχης καὶ Θεόδωρος ὁ Σανταβαρηνὸς βουλὴν εἶχον ποιῆσαι βασιλέα ἐκ τῶν ἰδίων Φωτίου πατριάρχου. Προσέταξε δὲ ὁ βασιλεὺς ἀγαγεῖν Φώτιον πατριάρχην καὶ Θεόδωρον τὸν Σανταβαρηνὸν
5ἐν τοῖς παλατίοις τῶν Πηγῶν, καὶ ἰδίως αὐτοὺς φρουρεῖσθαι διωρίσατο. Ἀπεστάλησαν δὲ παρὰ τοῦ βασιλέως Στέφανος μαγίστρος καὶ Ἀνδρέας δομέστι‐ κος ὁ καὶ Κρατερὸς καὶ ὁ πατρίκιος Γούβερ καὶ Ἰωάννης ὁ Ἁγιοπολίτης (ἐπὶ τὸ ἐξετάσαι τὰ κατ’
10αὐτῶν). Καὶ ἀγαγόντες τὸν πατριάρχην καὶ καθίσαντες, ἐπὶ θρόνου ἐν τιμῇ καὶ αὐτοὶ καθ‐ εσθέντες, ἔφη πρὸς τὸν πατριάρχην Ἀνδρέας ὁ δο‐ μέστικος· «Γνωρίζεις, ὦ δέσποτα, τὸν ἀββᾶν Θεόδωρον»; Ὁ δὲ ἀπεκρίθη· «Ἀββᾶν Θεόδωρον
15οὐ γνωρίζω.» Καὶ ὁ Ἀνδρέας· «Τὸν ἀββᾶν Θεό‐ δωρον τὸν Σανταβαρηνὸν οὐ γνωρίζεις»; Καὶ ὁ πα‐ τριάρχης· «Γινώσκω τὸν μοναχὸν Θεόδωρον, ἀρχιε‐ πίσκοπον ὄντα Εὐχαΐτων. (6) Ἤγαγον δὲ καὶ τὸν Σανταβαρηνὸν πρὸς
20αὐτοὺς, καὶ λέγει πρὸς αὐτὸν Ἀνδρέας ὁ δομέστικος· «Ὁ βασιλεύς σοι δηλοῖ· Ποῦ εἰσι τὰ χρήματα καὶ πράγματα τῆς ἐμῆς βασιλείας;» Ὁ δὲ ἔφη· «Ὅπου δέδωκεν αὐτὰ ὁ βασιλεὺς, 769 ὁ κατὰ τὴν ἡμέραν, εἰσίν· νῦν δὲ, ἐπεὶ κελεύει ὁ βασιλεὺς
25ἀναζητεῖν αὐτὰ, ἐξουσίαν ἔχει ἀναλαβέσθαι αὐτά.» Καὶ ὁ Ἀνδρέας ἔφη πρὸς αὐτόν· «Εἰπὲ, τίνα ἐβούλου ποιῆσαι βασιλέα, ὑποθέμενος τῷ ἐμῷ πατρὶ διὰ συσκευῆς σου τυφλῶσαί με, τοῦ πατριάρ‐ χου ἴδιον ἢ σόν;» Ὁ δὲ ἀποκριθεὶς εἶπεν· «Οὐ
30γινώσκω τὸ σύνολον περὶ ὧν λέγετε κατηγοροῦντές με». Λέγει οὖν Στέφανος ὁ μάγιστρος πρὸς αὐ‐ τόν· «Καὶ πῶς ἐμήνυσας τῷ βασιλεῖ, ἵνα ἐλέγξω τὸν πατριάρχην περὶ τούτου;» Ὁ δὲ Σανταβαρηνὸς παρευθὺ πεσὼν εἰς τοὺς πόδας τοῦ πατριάρχου,
35εἶπεν· «Ὁρκίζω σε κατὰ τοῦ Θεοῦ, δέσποτα, ἵνα πρῶτον ποιήσῃς τὴν ἐμὴν καθαίρεσιν, καὶ τότε γυμνὸν ὄντα τῆς ἱερωσύνης, κολαζέτωσαν ὡς κακοῦργον· οὐ γὰρ τοιαῦτα ἐδήλωσα τῷ βα‐ σιλεῖ.» Ὁ δὲ πατριάρχης ἐνώπιον πάντων ἔφη·
40«Μὰ τὴν σωτηρίαν τῆς ἐμῆς ψυχῆς, κῦρι Θεόδωρε, ἀρχιεπίσκοπος εἶ καὶ ἐν τῷ νῦν αἰῶνι καὶ ἐν τῷ μέλλοντι.» Θυμωθεὶς οὖν Ἀνδρέας ἐπὶ τούτοις ἔφη· «Οὐκ ἐμήνυσας, ἀββᾶ, τῷ βασιλεῖ δι’ ἐμοῦ, ὅτι ἵνα
ἐλέγξω τὸν πατριάρχην ἐν τούτῳ;» Ὁ δὲ1091

110

.

1093

ἀπηρνεῖτο μὴ εἰδέναι τι. Ὑποστρέψαντες οὖν ἀνήγγειλαν τῷ βασιλεῖ πάντα τὰ λαληθέντα παρ’ αὐτῶν. Ὁ δὲ βασιλεὺς, θυμῷ τε καὶ ὀργῇ ἀκα‐ τασχέτῳ ληφθεὶς ὡς μὴ εὑρὼν αἰτίαν κατὰ τοῦ πα‐
5τριάρχου, ἀποστείλας ἔτυψε τὸν Σανταβαρηνὸν 770 σφοδρῶς, καὶ τοῦτον ἐξώρισεν (190b) ἐν Ἀθήναις, ὄπισθε δὲ αὐτοῦ ἀποστείλας, ἐτύφλωσεν αὐτὸν καὶ ἐξώρισεν εἰς Ἀνατολήν. (7) Μετὰ δὲ ἔτη πολλὰ παρακληθεὶς ὁ βασιλεὺς τοῦτον εἰσήγαγεν ἐν τῇ πόλει, καὶ προσέταξε λαμβάνειν αὐτὸν ἀννόνας ἐκ τῆς Νέας ἐκκλησίας.
10Ἐτελεύτησε δὲ ὁ Σανταβαρηνὸς ἐπὶ Κωνσταντίνου καὶ Ζωῆς τῆς αὐτοῦ μητρός. (8) Ἐπὶ τῆς βασιλείας οὖν Λέοντος, Ἁγίων, ὁ Λογγιβαρδίας ἔξαρχος καὶ δοὺξ, γαμβρὸς δὲ γε‐ γονὼς τοῦ ῥηγὸς Φραγγίας, ἀντῆρε τῷ βασιλεῖ,
15πᾶσαν τὴν χώραν εἰς ἑαυτὸν δουλωσάμενος. Τοῦτο γνοὺς ὁ βασιλεὺς ἀπέστειλε Κωνσταντῖνον [τὸν] τῆς τραπέζης σὺν πᾶσι τοῖς θέμασι τῆς Δύσεως πρὸς τὸ καταπολεμῆσαι Ἀγίωνα· καὶ συμ‐ βολῆς γενομένης, ἡττήθησαν οἱ μετὰ Κωνσταντίνου
20καὶ κατεσφάγησαν, μόλις αὐτοῦ διασωθέντος. (9) Γέγονε δὲ ἔκλειψις ἡλιακὴ, ὥστε νύκτα γενέσθαι ὥρᾳ ϛʹ καὶ τοὺς ἀστέρας φαίνεσθαι· ἀλλὰ καὶ βρονταὶ καὶ συνοχὴ ἀνέμων καὶ ἀστραπαὶ γεγόνασιν, ὥστε καῆναι ἐν τοῖς ἀναβαθμοῖς τοῦ
25φόρου ἀνθρώπους ἑπτά. (10) Καὶ ἐπολιορκήθη ὑπὸ τῶν Ἀγαρηνῶν ἡ Σάμος τὸ κάστρον, αἰχμαλωτισθέντος καὶ τοῦ στρατηγοῦ αὐτοῦ τοῦ 771 Πασπαλᾶ. Προεχειρί‐ σατο δὲ Λέων ὁ βασιλεὺς Ζαύτζαν εἰς βασι‐
30λεοπάτορα, συμφιλιωθεὶς ἤδη Ζωῇ τῇ αὐτοῦ θυ‐ γατρὶ, φαρμάκῳ τινὶ τελευτήσαντος τοῦ ἀνδρὸς αὐτῆς Θεοδώρου τοῦ Γουζουνιάτου. (11) Στεφάνου δὲ πατριάρχου τῶν τῇδε με‐ ταστάντος, χειροτονεῖται ἀντ’ αὐτοῦ Ἀντώνιος ὁ
35λεγόμενος Καυλέας. Ἦλθε δὲ καὶ ἀγγελία παρὰ1093

110

.

1096

τοῦ στρατηγοῦ Μακεδονίας ὡς ὁ ἄρχων Βουλγαρίας Συμεὼν βούλεται ἐκστρατεῦσαι κατὰ Ῥωμανίας. Ἡ δὲ αἰτία ἣν ὠργίζετο Συμεὼν ἦν αὕτη· Ζαύτζας ὁ βασιλεοπάτωρ εἶχε δοῦλον εὐνοῦχον
5ὀνόματι Μουσικόν. Οὗτος ἐφιλιώθη Σταυρακίῳ καὶ Κοσμᾷ, Ἑλλαδικοῖς φιλοχρύσοις καὶ πραγμα‐ τευταῖς, οἵτινες, πρὸς αἰσχροκέρδειαν ἀφορῶντες, μεσιτείᾳ καὶ δυνάμει τοῦ Μουσικοῦ διέστησαν τὴν ἐν τῇ πόλει (γενομένην) πραγματείαν τῶν Βουλ‐
10γάρων ἐν Θεσσαλονίκῃ, κακῶς τοὺς Βουλγάρους διοικοῦντες ἐν τῷ κομμερκεύειν. Οἱ δὲ Βούλγα‐ ροι τῷ Συμεὼν ταῦτα ἀπήγγειλαν· ὁ δὲ δῆλα πεποίηκε ταῦτα τῷ βασιλεῖ Λέοντι. Ὁ δὲ βασιλεὺς, ὑπὸ τοῦ βασιλεοπάτορος κωλυόμενος 772 προσπα‐
15θοῦντος τῷ Μουσικῷ, πάντα ὡς λῆρον ἤκουε. (12) Μανεὶς οὖν ὁ Βούλγαρος ἐκστρατεύει κατὰ Ῥωμαίων· καὶ μαθὼν ταῦτα ὁ βασιλεὺς ἀποστέλλει τὸν Κρινίτην στρατηλάτην κατὰ Βουλγάρων μετὰ ὅπλων καὶ ἀρχόντων πολλῶν τῆς
20πόλεως κατὰ Συμεών. Καὶ συμβολῆς γενομένης ἐν Μακεδονίᾳ, τρέπονται οἱ Ῥωμαῖοι, σφαγέντος τοῦ τε Κρινίτου καὶ τοῦ Ἀρμένη τοῦ Κουρτίκη καὶ τῶν λοιπῶν πάντων. Ἐκ δὲ τῶν Χαζάρων, οἳ ἦσαν εἰς τὴν ἑταιρίαν Λέοντος, κρατηθέντες καὶ
25τὰς ῥῖνας αὐτῶν κοπέντες εἰς αἰσχύνην Ῥωμαίων, ἐν τῇ πόλει παρὰ Συμεὼν ἀπεστάλησαν· οὓς ἰδὼν ὁ βασιλεὺς καὶ θυμωθεὶς ἀπέστειλε Νικήταν τὸν ἐπιλεγόμενον Σκληρὸν μετὰ δρομώνων ἐν τῷ πο‐ ταμῷ Δανουβίῳ δοῦναι δῶρα τοῖς Τούρκοις καὶ πό‐
30λεμον κινῆσαι κατὰ Συμεών. Ὁ δὲ, ἀπελθὼν καὶ συντυχὼν ταῖς κεφαλαῖς αὐτῶν Ἀρπάδῃ καὶ Κουσάνῃ, καὶ συνθεμένων πολεμῆσαι, λαβὼν ὄψιδας, ἦλθε πρὸς τὸν βασιλέα. Ὁ δὲ βασιλεὺς πάλιν διὰ τῆς θαλάσσης ἀπέστειλεν Εὐστάθιον πα‐
35τρίκιον καὶ δρουγγάριον τοῦ πλωΐμου, Νικηφόρον δὲ πατρίκιον τὸν Φωκᾶν καὶ δομέστικον μετὰ τῶν θε‐ μάτων ἀπέστειλε διὰ γῆς, καὶ εἰσῆλθε μέχρι Βουλ‐ γαρίας. 773 Ὁ δὲ βασιλεὺς, τὴν εἰρήνην ἀσπα‐ ζόμενος, (191a) μετὰ τοῦτο ἀπέστειλε Κωνσταν‐
40τινάκην κουαίστωρα πρὸς Συμεὼν τὰ περὶ εἰρήνης1095

110

.

1097

συμβουλεύοντα. Συμεὼν δὲ, τὴν κατ’ αὐτοῦ κίνησιν διά τε γῆς καὶ θαλάσσης μαθὼν, ἐν φρουρᾷ κατα‐ κλείει τὸν κουαίστωρα ὡς ἐπὶ δόλῳ ἐλθόντα. Περά‐ σαντες οὖν οἱ Τοῦρκοι, τοῦ Συμεὼν ἐπὶ τὸ στρά‐
5τευμα Φωκᾶ ἀσχολουμένου, ᾐχμαλώτευσαν πᾶσαν τὴν Βουλγαρίαν. Ταῦτα μαθὼν Συμεὼν κινεῖται κατὰ Τούρκων· οἱ δὲ ἀντιπεράσαντες συμβάλλουσι πόλεμον μετὰ Βουλγάρων, καὶ τρέπεται Συμεὼν μόλις διασωθεὶς ἐν τῇ Δίστρᾳ. Οἱ δὲ Τοῦρκοι ᾐτήσαντο
10τὸν βασιλέα ἀποστεῖλαι καὶ ἀγοράσαι τὴν αἰχμα‐ λωσίαν τῶν Βουλγάρων· ὃ δὴ καὶ πεποίηκεν ὁ βασι‐ λεὺς, τοὺς πολίτας ἀποστείλας ἐπαγοράσαι αὐτούς. (13) Ὁ δὲ Συμεὼν δι’ Εὐσταθίου δρουγγαρίου ἐδεήθη περὶ (τῆς) εἰρήνης, πρὸς ἣν ὑπεῖξεν ὁ
15βασιλεὺς καὶ ἀπέστειλε Λέοντα τὸν Χοιροσφάκτην πρὸς τὸ γενέσθαι εἰρήνην· ἐδέξατο δὲ Νικηφόρος ὑποστρέψαι μετὰ λαοῦ καὶ ὁ δρουγγάριος τῆς βίγλης Εὐστάθιος ὁμοίως. Λέοντα οὐδὲ λόγου ἠξίωσε Συμεὼν, ἀλλ’ ἠσφαλίσατο εἱρκτῇ· ἐκ‐
20στρατεύσας δὲ κατὰ τῶν Τούρκων, ἐκείνων ὀχύρωμα βοηθείας μὴ ἐχόντων παρὰ Ῥωμαίων, ἀλλ’ ἀπρο‐ νοήτων ἐαθέντων, πάντας κατέσφαξεν αὐξήσας τὴν μεγαλαυχίαν αὐτοῦ. 774 Καὶ ὑποστρέψας εὗρε Λέοντα ἐν τῇ Μουνδάγρᾳ, καὶ εἶπε πρὸς αὐ‐
25τόν· «Οὐ ποιῶ εἰρήνην, ἐὰν μὴ πᾶσαν τὴν αἰχ‐ μαλωσίαν λάβω.» Διωρίσατο οὖν ὁ βασιλεὺς ταύτην ἀποδοῦναι. Καὶ ἦλθε μετὰ Λέοντος Βούλ‐ γαρος οἰκεῖος τοῦ Συμεὼν, καὶ παρέλαβεν αὐτούς. (14) Νικηφόρου δὲ τοῦ Φωκᾶ τελευτήσαντος,
30ἀφορμὰς ἐζήτει Συμεὼν τὴν εἰρήνην διαλῦσαι· ἐπιζητῶν γὰρ καὶ ἄλλους αἰχμαλώτους ἐξέρχεται κατὰ Ῥωμαίων. Λέων δὲ ὁ βασιλεὺς δομέστικον τῶν σχολῶν προβάλλεται Λέοντα τὸν Κατακαλὼν, ἐν τῇ Ῥάβδῳ τὴν οἴκησιν ἔχοντα, καὶ μετ’ αὐτοῦ
35ἀποστέλλει Θεοδόσιον πατρίκιον καὶ πρωτοβεστιά‐ ριον, καὶ περῶσιν ὅλα τὰ θέματα καὶ τὰ τάγματα.
Καὶ γενομένης συμβουλῆς μετὰ Συμεὼν εἰς τὸ1097

110

.

1100

Βουλγαρογέφυρον, ἐγένετο τροπὴ δημοσία, καὶ πάντες ἀπώλοντο, καὶ ὁ πρωτοβεστιάριος Θεοδό‐ σιος (δι’ ὃν ὁ βασιλεὺς οὐ μετρίως ἠνιάθη). (15) Ἐπὶ τούτου ἔσφαξαν καὶ ἐν Χερσῶνι οἱ
5τοῦ κάστρου 775 τὸν στρατηγὸν αὐτοῦ Συμεὼν τὸν υἱὸν Ἰωνᾶ. Καὶ παρελήφθη τὸ κάστρον τὸ Κόρον ἐν Καππαδοκίᾳ ὑπὸ τῶν Ἀγαρηνῶν. (16) Ὁ δὲ [βασιλεὺς] πρόκενσον ἐποίει εἰς τὰ Δαμιανοῦ, συνόντος καὶ Ζαύτζα τοῦ παραδυνα‐
10στεύοντος καὶ τῆς θυγατρὸς αὐτοῦ Ζωῆς ἅμα τῷ βασιλεῖ—Θεοφανὼ δὲ ἡ γαμετὴ αὐτοῦ οὐ παρῆν ἐκεῖ, ἐν Βλαχέρναις ἐν τῇ ἁγίᾳ σορῷ προσεκαρ‐ τέρει εὐχομένη. Δόξαντος οὖν τοῦ βασιλέως μεῖναι ἐκεῖ, συμβούλιον ποιήσαντες οἱ τοῦ Ζαύτζα
15συγγενεῖς, ὅ τε (υἱὸς αὐτοῦ ὁ) Τζάντζης καὶ οἱ λοιποὶ ἠβούλοντο τῇ νυκτὶ φονεῦσαι τὸν βασιλέα· ἡ Ζωὴ δὲ, μετὰ τοῦ βασιλέως καθεύδουσα καὶ τὴν ταραχὴν ἀκούσασα, διὰ τῆς θυρίδος προσβλεψα‐ μένη αὐτοὺς κατεσίγασεν· ὡς δὲ τὸ δεινὸν ἔγνω
20(τῆς ἐπιβουλῆς ἧς ἐμελέτησαν), ἐξύπνισε τὸν βα‐ σιλέα, ὃς παρευθὺ εἰσελθὼν εἰς πλοῖον, διεπέρασεν εἰς Πηγὰς, ἐάσας Ζαύτζαν καὶ πάντας ἐκεῖσε. Καὶ πρωῒ τάχιον εἰσῆλθεν εἰς τὸ παλάτιον ἐξεώσας Ἰωάννην δρουγγάριον τῆς βίγλης καὶ προβαλλόμε‐
25νος Πάρδον, υἱὸν Νικολάου ἑταιριάρχου, ἀντ’ αὐτοῦ. Ὁ γὰρ Νικόλαος συμφιλιωθεὶς τῷ βασιλεῖ κατάδηλα ἐποίει αὐτῷ πάντα τὰ τοῦ Ζαύτζη. Καὶ ἔκτοτε οὐκ εἰσήρχετο ὁ βασιλεὺς εἰς τὸ κελ‐ λίον τοῦ Ζαύτζη, ἕως Ἀσυλέων ὁ μάγιστρος ὁ Θεο‐
30δοτάκιος διήλλαξεν αὐτούς. 776 (17) Τελευτᾷ δὲ Θεοφανὼ Αὐγοῦστα βασιλεύσασα ἔτη ιβʹ, ἣν οὐ μετὰ πολλὰς ἡμέρας ἀνέδειξεν ὁ Θεὸς θαυματουργὸν διὰ τὸ ἀζηλότυπον αὐτῆς καὶ ἀμνησίκακον καὶ διὰ τὸ ἐν ἐλεημοσύναις
35καὶ (191b) προσευχαῖς ἀδιαλείπτως προσκαρτερεῖν τῷ Θεῷ (καὶ ταῖς ἁγίαις Ἐκκλησίαις).
(18) Στέφει δὲ Λέων ὁ βασιλεὺς Ζωὴν τὴν θυ‐1099

110

.

1101

γατέρα Ζαύτζα, καὶ εὐλογεῖται μετ’ αὐτῆς παρὰ κληρικοῦ τοῦ παλατίου, ᾧ ἐπίκλην Σινάπης. (Καὶ) ὁ μὲν εὐλογήσας καθῃρέθη· ἡ δὲ ἐβασί‐ λευσεν ἔτος αʹ, μῆνας ηʹ. Τελευτησάσης δὲ
5τῆς (αὐτῆς) Ζωῆς, λάρνακα ἐφεῦρον εἰς τὸ ἀπο‐ τεθῆναι τὸ σῶμα αὐτῆς ἔχουσαν ἔνδοθεν γράμ‐ ματα κεκολλαμένα γράφοντα οὕτως· «Θυγάτηρ Βαβυλῶνος ἡ ταλαίπωρος.» (19) Διεβλήθησαν δὲ τῷ βασιλεῖ Λέοντι ὅ τε
10Μουσικὸς καὶ ὁ Σταυράκιος ὡς (ὅτι) παρὰ τῶν στρατηγῶν καὶ ὀφφικιαλίων λαμβάνοντες δῶρα καὶ μεσιτεύοντες πρὸς τὸν βασιλεοπάτορα· καί ποτε εἰσελθόντος τοῦ Σταυρακίου μετὰ γραμμάτων τινὸς τῶν στρατηγῶν πρὸς τὸν Ζαύτζαν, ὡς εἶδεν
15αὐτὸν ὁ βασιλεὺς ἑστὼς ἐν τῷ ἡλιακῷ, ἦλθεν ὄπισθεν αὐτοῦ, καὶ κρατήσας ἐκ τοῦ τένοντος, ἐξήγαγεν ἔξω ὡς δῆθεν 777 ἐρωτήσων περὶ τῶν στρατηγῶν· καὶ εἰς τὸ Μονόθυρον ἀγαγὼν καὶ τὰ γράμματα ἄρας καὶ ἀποσφενδονήσας παραδέδωκε
20τοῖς ἐπιτυχοῦσιν ἐξαγαγεῖν τοῦ παλατίου διορι‐ σάμενος ἀποκεῖραι αὐτόν. Μαθὼν δὲ τοῦτο ὁ Μου‐ σικὸς ἐν ἀπογνώσει γέγονε· εἰσελθὼν δὲ ὁ βασιλεὺς ἔνθα ἵστατο ὁ Μουσικὸς παρεστὼς τῷ Ζαύτζᾳ, τοῦτον ἐπὶ τράχηλον ὠθήσας ἐξήγαγε, παραδοὺς Χριστο‐
25φόρῳ κοιτωνίτῃ ἐν τοῖς Στουδίου ἀπαγαγεῖν καὶ μοναχὸν ποιῆσαι. Μετ’ ὀλίγον δὲ τελευτᾷ Ζαύτζας ἐν τῷ παλατίῳ, καὶ τοῦτον διὰ τοῦ Βουκολέοντος καταγαγόντες, ἀπήγαγον ἐν τῇ μονῇ τοῦ Καυλέα, ἐκεῖσε αὐτὸν θάψαντες.
30(20) Μετὰ δὲ τὴν τελευτὴν Ζαύτζα Βασίλειος ἐπείκτης υἱὸς Νικολάου ἑταιριάρχου συνεφιλιώθη Σαμωνᾷ κουβικουλαρίῳ τῷ ἐξ Ἀγαρηνῶν, ὀρε‐ γόμενος τοῦ τῆς βασιλείας ἀξιώματος. Ἐθάῤῥησε δὲ τῷ Σαμωνᾷ, ὅτι, «Τῆς θείας ἡμῶν Ζωῆς τε‐
35λευτησάσης, ὁ βασιλεὺς λαβεῖν ἔχει ἑτέραν γυναῖκα, καὶ ἡμᾶς πάντας ἔχει ἀφανίσαι. ἀλλὰ δός μοι λόγον, ἵνα σοι θαῤῥήσω πάντα τὰ βουλευόμενα·» καὶ δόντος αὐτοῦ λόγον τῷ Βασιλείῳ, ἐθάῤῥησεν αὐτῷ πάντα. Ὁ δὲ Σαμωνᾶς εἰσελθὼν εἰς τὸν βα‐
40σιλέα εἶπεν αὐτῷ, ὅτι «Δέσποτά μου, θέλω σοὶ
εἰπεῖν τι ἰδίως, ὅπερ ἐὰν μὲν εἴπω, ἀποθνήσκω,1101

110

.

1104

εἰ δὲ μὴ εἴπω, ἀποθνήσκεις σύ»· καὶ διεξῆλθε πρὸς τὸν βασιλέα πᾶσαν τὴν ἐπιβουλὴν τοῦ Βασι‐ λείου. Ἀπιστήσαντος δὲ τοῦ βασιλέως τοῖς λαλη‐ θεῖσι 778 παρ’ αὐτοῦ καὶ εἰρηκότος· «Μή τίς
5σοι ὑπέβαλε ταῦτά μοι εἰπεῖν, καὶ ἐκ δωροδοκίας τοῦτο ἐποίησας;» Ὁ δὲ εἶπεν· «Ἀπόστειλον πιστοὺς ἀνθρώπους οὓς κελεύεις ἐν τῷ (ἐμῷ) κελλίῳ, δέσποτά μου, καὶ ἵνα ὦσιν ἐγκεκρυμμένοι καὶ εἴ τι ἂν ἀκούσωσι παρὰ Βασιλείου καὶ παρ’
10ἐμοῦ, γράφωσι ταῦτα». Παρευθὺ δὲ ὁ βασιλεὺς ἀποστέλλει Χριστοφόρον πρωτοβεστιάριον ἅμα Κα‐ λοκύρῳ κοιτωνίτῃ· καὶ ἀνελθόντες ἐκρύβησαν ἐν τῷ κελλίῳ αὐτοῦ. Βασίλειος οὖν δελεασθεὶς καὶ λαβὼν λόγον ἔνορκον παρὰ Σαμωνᾶ εἰς τὸ προσευ‐
15χάδιον αὐτοῦ, ἐξεῖπεν αὐτῷ πάντα τὰ τῆς βουλῆς καὶ τοὺς συμβουλευομένους. Ἀριστώντων δὲ αὐτῶν κατελθόντες Χριστοφόρος καὶ Καλόκυρος διὰ γρα‐ φῆς ἀνέγνωσαν πάντα τῷ βασιλεῖ. Καὶ παρευθὺ μὲν Βασίλειον προσκαλεσάμενος δέδωκε μιλιαρή‐
20σια χιλιάδας κδʹ ὡς δῆθεν ψυχικὰ τῆς αὐτοῦ θείας Ζωῆς (ὡς 192a) ὁρισθέντα παρ’ αὐτῆς οὕτως) καὶ ἀπέστειλεν ἐν Μακεδονίᾳ· καὶ τὸν μὲν Βασί‐ λειον οὕτως τῆς πόλεως ἐξήγαγε, τοὺς δὲ λοιποὺς τοὺς τῆς αὐτῆς βουλῆς μετεσχηκότας καὶ κοινωνή‐
25σαντας, Πάρδον μὲν δρουγγάριον τῆς βίγλης ἀπο‐ στέλλει πρὸς τὸν Στυπιώτην, δῆθεν ἀγαγεῖν αὐτὸν, προμηνυθέντος ἐκείνου διὰ βασιλικοῦ πιττα‐ κίου τοῦτον δεσμῆσαι. Προφασισάμενος δὲ ὁ βασι‐ λεὺς ἀπελθεῖν καὶ δειπνῆσαι εἰς τὸν Ἅγιον Λάζαρον,
30εἰς τὸ καταβάσιον τοῦ τζυκανιστηρίου, ἔστησεν Ἰωάν‐ νην Γαριδᾶν μετὰ καὶ τῶν λοιπῶν τῆς ἑταιρίας ἐν τῷ κουβουκλείῳ· καὶ ἐν τῷ κατέρχεσθαι τὸν βασι‐ λέα, κρατήσαντες οἱ μετὰ Ἰωάννου Νικόλαον ἑται‐ ριάρχην ἐξήγαγον τῆς πόλεως. Ἀγαγὼν δὲ ἐκ
35Μακεδονίας Βασίλειον, καὶ ἀνακρίνας καὶ τύψας καὶ τὰς τρίχας αὐτοῦ καταφλέξας καὶ ἐν (τῇ) μέσῃ θριαμβεύσας, ἐξώρισεν ἐν Ἀθήναις· καὶ κακῶς ἐκεῖ τελευτᾷ· ὡσαύτως καὶ Νικόλαον ἑταιριάρχην καὶ Στυλιανὸν καὶ Ἰωάννην καὶ τὴν συγγένειαν πᾶσαν Ζαύτζα, τοὺς μὲν ἀπέκειρε, τοὺς δὲ ἐξώρισε
40(δημεύσας τὰς οὐσίας αὐτῶν πάσας· καὶ οὕτως πᾶσα ἡ συγγένεια Ζαύτζα ἐξωλοθρεύθη διὰ Σα‐ μωνᾶ). (21) Πάντας δὲ τοὺς μαγίστρους καὶ τοὺς ἐν τέλει προσκαλεσάμενος ὁ βασιλεὺς ἀνέγνω κατενώ‐
πιον αὐτῶν τὰ μηνυθέντα παρὰ Σαμωνᾶ. (Οἳ τοῦ‐1103

110

.

1105

τον ἐπῄνεσαν ὡς τῆς ζωῆς τοῦ βασιλέως προνοού‐ μενον (καὶ εἰρήκασιν ἄξιον εἶναι τιμῆς μεγάλης. Ὁ δὲ παρευθὺ τοῦτον τῇ τοῦ πρωτοσπαθαρίου ἀξίᾳ τετίμηκε καὶ προσῳκειώσατο ἑαυτῷ.
5(22) Ἐτελεύτησε δὲ Ἀντώνιος ὁ πατριάρχης, καὶ (ἀντ’ αὐτοῦ) χειροτονεῖται Νικόλαος, μυ‐ στικὸς ὢν τοῦ βασιλέως. Παρελήφθη δὲ τὸ κάστρον ἡ Δημητριὰς ἐν τῷ θέματι τῆς Ἑλλάδος ὑπὸ Δα‐ μιανοῦ τοῦ Ἀγαρηνοῦ.
10(23) Λέων δὲ ὁ βασιλεὺς στέφει Ἄνναν θυγατέρα Ζωῆς 780 τῆς ἀπὸ τοῦ Ζαύτζα, διὰ τὸ μὴ δύνα‐ σθαι ποιεῖν τὰ ἐκ τύπου κλητόρια, μὴ οὔσης Αὐγούστης. (24) Ἠγάγετο δὲ ὁ βασιλεὺς κόρην ἐκ τοῦ
15θέματος Ὀψικίου, ὡραιοτάτην πάνυ, ὀνόματι Εὐδοκίαν, στέψας καὶ ἀναγορεύσας καὶ γήμας αὐτήν· ἐξ ἧς παιδοποιήσας ἄῤῥενα παῖδα, ἐφ’ ᾧ τετελεύ‐ τηκε καὶ αὐτὴ καὶ τὸ γεννηθέν. (25) Ἐξωνήσατο δὲ οἰκήματα Λέων ὁ βασιλεὺς
20πλησίον τῶν Ἁγίων Ἀποστόλων καὶ ἔκτισεν ἐκεῖ ἐκκλησίαν περιφανῆ ἐπ’ ὀνόματι τῆς προτέρας αὐτοῦ γυναικὸς τῆς Ἁγίας Θεοφανοῦς. (26) Ὡσαύτως ἔκτισεν ἐκκλησίαν εἰς τοὺς λεγομένους Τόπους, τὸν ἅγιον Λάζαρον, κατασκευά‐
25σας αὐτὴν μονὴν ἀνδρείαν εὐνούχων, ἔνθα καὶ τὸ τοῦ ἁγίου Λαζάρου σῶμα (ἐκ Κύπρου) καὶ Μα‐ ρίας τῆς Μαγδαληνῆς (ἀπὸ Ἐφέσου ἀνακομίσας) ἀπέθετο (ποιήσας καὶ τὰ ἐγκαίνια τῆς αὐτῆς ἐκ‐ κλησίας)· Ἀσχολουμένου δὲ τοῦ στόλου εἰς τὰ κτί‐
30σματα τῶν τοιούτων ἐκκλησιῶν, παρελήφθη ἐν Σι‐ κελίᾳ τὸ Ταυρομένιον ὑπὸ τῶν Ἄφρων (τῇ ἀμελείᾳ, μᾶλλον δὲ προδοσίᾳ Εὐσταθίου δρουγγαρίου τῶν πλωΐμων καὶ Καραμάλου ἐκεῖσε ὄντος καὶ Μιχαὴλ τοῦ Χαράκτου) γενομένης πολλῆς σφαγῆς τῶν Ῥω‐
35μαίων. Ἀνελθόντων δὲ αὐτῶν ἐν τῇ πόλει 781 παρα‐ τάξει τοῦ βασιλέως καὶ τοῦ πατριάρχου, ἐλεγχθέν‐ τες παρὰ Μιχαὴλ τοῦ Χαράκτου ὡς προδόται, κατεκρίθησαν θανάτῳ· παρακληθέντος δὲ τοῦ βασι‐ λέως παρὰ Νικολάου τοῦ πατριάρχου, τὸν θάνατον
40συνεχωρήθησαν, (τυφθέντες δὲ μόνον καὶ δημευ‐1105

110

.

1108

θέντες ἀπεκάρησαν) μοναχοὶ, ὁ μὲν Καράμαλος εἰς τὰ Πικριδίου, ὁ δὲ Εὐστάθιος εἰς τὰ Στουδίου. Παρελήφθη δὲ καὶ Λῆμνος ἡ νῆσος ὑπὸ τῶν (192b) Ἀγαρηνῶν αἰχμαλωσίαν πολλὴν πεποιηκότων. (27) Ἐν τῇ προελεύσει δὲ τῆς μεσοπεντη‐
5κοστῆς τοῦ βασιλέως Λέοντος ἀπελθόντος εἰς τὸν Ἅγιον Μώκιον καὶ εἰσοδεύοντος, ὅτε ἦλθε πλη‐ σίον τῆς σωλέας, ἐξελθών τις ἐκ τοῦ ἄμβωνος δέδω‐ κεν αὐτῷ κατὰ κεφαλῆς μετὰ ῥάβδου ἰσχυρᾶς καὶ παχείας· καὶ εἰ μὴ (ἡ) φορὰ τῆς ῥάβδου εἰς πο‐
10λυκάνδηλον ἐμποδισθεῖσα διεχαυνώθη, παρευθὺ ἂν τοῦτον ἀπήλλαξε τοῦ ζῇν. Τοῦ δὲ αἵματος σφοδρῶς καταῤῥέοντος ἐκ τῆς τοῦ βασιλέως κεφαλῆς, ταρα‐ χή (τε) καὶ φυγὴ τῶν ἀρχόντων γέγονε, καὶ πολλοὶ ἐν ταύτῃ ἀπώλοντο. Ὁ δὲ ἀδελφὸς αὐτοῦ
15Ἀλέξανδρος προεφασίσατο νοσηλεύεσθαι, καὶ οὐ κατῆλθεν ἐν τῇ εἰσόδῳ· ὡς ἐκ τούτου ὕποπτον αὐ‐ τὸν γενέσθαι τὴν τοιαύτην ἐπιβουλὴν κατασκευάσαι (οὔτε ὁ Σαμωνᾶς παρῆν ἐκεῖ, ἀλλ’ ἦν ἀπελθὼν ἀγαγεῖν Ζωὴν ἐν τῷ παλατίῳ πρὸς τὸ συνεῖναι τῷ
20βασιλεῖ.) Κρατηθέντος δὲ τοῦ δόντος τὸν βασιλέα (καὶ ἐξετασθέντος) καὶ πολλὰς βασάνους καὶ τιμω‐ ρίας ὑπομεμενηκότος ἐπὶ πολλὰς ἡμέρας, ἐπεὶ μη‐ δένα καθωμολόγει, τέλος ἐκκοπτεὶς αὐτοῦ χεῖρας καὶ πόδας ἐκάη ἐν τῇ τοῦ ἱππικοῦ σφενδόνῃ· καὶ
25ἔκτοτε ἐξεκόπη ἡ τοιαύτη προέλευσις. (28) Μετὰ δέ τινα καιρὸν ἀνῆλθε Μάρκος ὁ σο‐ φώτατος οἰκονόμος τῆς αὐτῆς ἐκκλησίας, ὃς ἦν ἀνα‐ πληρώσας τοῦ μεγάλου Σαββάτου (τὸ) τετραῴδιον τοῦ κυροῦ Κοσμᾶ, καὶ ἐν τῇ τραπέζῃ τῷ βασιλεῖ
30συνεστιώμενος, ἐξελιπάρει τὸν βασιλέα μὴ ἐκκο‐ πῆναι τὴν ἑορτήν. Τοῦ δὲ βασιλέως ἀπαναινομέ‐ νου, ἔφη ὁ Μάρκος ὅτι προγεγραμμένον ἦν παρὰ τοῦ προφήτου Δαυῒδ τὸ παθεῖν σε (τοῦτο, δέσποτα). προεφήτευσε γὰρ εἰπών· «Ὅσα ἐπονηρεύσατο ὁ
35ἐχθρὸς ἐν τῷ ἁγίῳ σου·» καὶ, «Ἐνεκαυχήσαντο οἱ μισοῦντές σε ἐν μέσῳ τῆς ἑορτῆς σοῦ.» Καὶ δεῖ
σε, ὦ δέσποτα. ἀπὸ τοῦ νῦν κρατῆσαι τὴν βασι‐1107

110

.

1109

λείαν ἔτη ιʹ», ὃ δὴ καὶ γέγονε· τῇ γὰρ αὐτῇ ἡμέρᾳ ἐν ᾗ καὶ ἔλαβεν, ἐν αὐτῇ καὶ τελευτᾷ. (29) Ἦν δὲ Ζωὴ, (ἡ) τετάρτη γυνὴ τοῦ βασι‐ λέως, ἄστεπτος. Τοῦ δὲ βασιλέως πρόκεν‐
5σον ποιησαμένου εἰς τὸ 783 ἐμπόριον τοῦ Βουτίου πρὸς τὸ ἐγκαινίσαι τὴν μονὴν Χριστοφόρου πρω‐ τοβεστιαρίου αὐτοῦ, ἦλθεν ἀγγελία, ὡς ὅτι (ὁ) στόλος τῶν Σαρακηνῶν ἅμα τῷ Τριπολίτῃ ἀνέρ‐ χεται κατὰ Κωνσταντινουπόλεως. Ἀποστέλλει
10οὖν ὁ βασιλεὺς Εὐστάθιον δρουγγάριον τοῦ πλωΐμου μετὰ παντὸς τοῦ στόλου (καὶ τῶν στρατηγῶν) κατὰ τοῦ Τριπολίτου, οἳ μὴ δυνηθέντες ἀντιπαρατάξα‐ σθαι, ἀπεστράφησαν κενοί. (30) Ἦλθε δὲ ὄπισθεν αὐτῶν ὁ Τριπολίτης καὶ
15εἰσῆλθεν ἔνδοθεν τῆς Ἀβύδου μέχρι Παρίου. Τοῦτο μαθὼν ὁ βασιλεὺς ἐν μεγάλῃ ἀθυμίᾳ καὶ περιστάσει γέγονε καὶ ἀποστέλλει Ἱμέριον πρωτασηκρῆτιν κεφαλὴν τοῦ στόλου κατὰ τοῦ Τριπολίτου, μὴ τολ‐ μῶντα κἂν ὅλως πλησιάσαι τῷ στόλῳ 784 τῶν
20Ἀγαρηνῶν. Τοῖς δὲ τοῦ Θεοῦ κρίμασιν ἀντεστρά‐ φη ὁ αὐτὸς Λέων ὁ Τριπολίτης, καὶ ἀπῆλθεν ἐν Θεσσαλονίκῃ, καὶ ταύτην ἐπολιόρκησε καὶ παρέλαβεν
ἅμα τῷ στρατηγῷ αὐτῶν Λέοντι τῷ Χατζιλακίῳ1109

110

.

1112

(καὶ) ποιήσας πολλὴν σφαγὴν καὶ αἰχμαλωσίαν. Ῥοδοφύλλης δέ τις κουβικουλάριος ἦν ἀπο‐ σταλεὶς ἐν Σικελίᾳ διὰ χρείαν τινὰ, ἔχων μεθ’ ἑαυτοῦ χρυσίου λίτρας ρʹ. Νοσήσας δὲ κατὰ
5τύχην ἐν τῇ ὁδῷ, εἰσῆλθεν ἐν Θεσσαλονίκῃ πρὸς τὸ λούσασθαι καὶ ἀνακτήσασθαι ἑαυτὸν, (καὶ) ἐκρατήθη παρὰ Λέοντος. Διερχόμενος δὲ Συμεὼν ἀσηκρῆτις, ὁ μετὰ ταῦτα γεγονὼς 785 πατρίκιος καὶ πρωτασηκρῆτις, ἀνελάβετο τό τε χρυσίον καὶ
10τὰ δῶρα, ἅπερ εἴασεν ὁ Ῥοδοφύλλης (193a) ἐν τῇ ὁδῷ, καὶ πολλὰ βασανισθεὶς ἐτελεύτησε. Τοῦ δὲ Τριπολίτου βουλομένου τὴν πόλιν καταστρέψαι, μαθὼν Σιμεὼν δηλοῖ αὐτῷ λαβεῖν χρυσίον καὶ ταύ‐ την ἐᾶσαι· ὃ δὴ καὶ γέγονε.
15(31) Σαμωνᾶς δὲ προφασισάμενος ἐπὶ τὴν μονὴν αὐτοῦ τὰ Σπειρὰ ἐξελθεῖν, τὴν ἐν τῷ Δαματρὺ οὖσαν, φυγῇ ἐχρήσατο ἅμα χρήμασι καὶ ἵπποις αὐτοῦ, τοὺς ἵππους τοὺς δημοσίους κατὰ ἀλλαγὴν ἀγκυλοκοπῶν. Τοῦτο μαθὼν ὁ βασιλεὺς
20ἀποστέλλει ὄπισθεν αὐτοῦ Βασίλειον ἑταιριάρχην τὸν Καματηρὸν καὶ Γεώργιον τὸν Κρινίτην, τοῦ κατα‐ λαβεῖν αὐτόν. Τοῦ δὲ Σαμωνᾶ τὸν Ἅλυν βουλομένου διαπερᾶσαι, κατέλαβεν αὐτὸν Νικηφόρος δρουγ‐ γάριος ὁ λεγόμενος Καμινᾶς, οὐκ ἐῶν αὐτὸν
25διαπερᾶσαι. Ἐπεὶ δὲ πολλὰ ὁ Σαμωνᾶς ὑπισχνεῖτο καὶ οὐκ ἔπειθε, προσέφυγεν εἰς τὸ Σιριχὰ εἰς τὸν τίμιον σταυρὸν προφασισάμενος ὡς 786 διὰ πίστιν τοῦ σταυροῦ ἐλήλυθεν. Καταλαβὼν οὖν Κωνσταντῖνος ὁ τοῦ Δουκὸς, καὶ τοῦτον ἀναλαβόμε‐
30νος, ὑπέστρεψεν ἐν τῇ πόλει. Προσέταξε δὲ ὁ βασιλεὺς αὐτὸν μὲν φυλάττεσθαι ἐν τῇ οἰκίᾳ Βάρδα
τοῦ Καίσαρος, ἠρώτησε δὲ Κωνσταντῖνον τοῦ1111

110

.

1113

Δουκὸς περὶ αὐτοῦ· καὶ μαθὼν ὡς ἀληθῶς ἐν Συρίᾳ ἔφυγε, παρεγγύησε τῷ Δουκὶ μὴ εἰπεῖν τοῦτο ἐνώ‐ πιον τῆς συγκλήτου, ὅτε παρ’ αὐτοῦ ἐρωτηθῇ, ἀλλ’ ὅτι δι’ εὐχὴν ἀπῆλθεν ἐν τῷ Σιριχᾷ· ἤθελε
5γὰρ ὁ βασιλεὺς συνοψισθῆναι αὐτῷ. Προσκαλε‐ σάμενος οὖν Κωνσταντῖνον τοῦ Δουκὸς ἔμπροσθεν τῶν ἐν τέλει, ἔφη οὕτως· «Ἔχεις Θεὸν καὶ τὴν κεφαλήν μου· ἔφευγεν ὁ Σαμωνᾶς ἢ οὐχί;» Ὁ δὲ, ὡς εἰπὼν πρότερον τῷ βασιλεῖ μὴ ὁρκισθῆναι
10καὶ τὸ κελευόμενον εἰπεῖν, ἀκούσας τοὺς ὅρκους, ἐξεῖπεν ἐνώπιον πάντων ὅτι εἰς Συρίαν ἔφευγεν. Μετ’ ὀργῆς δὲ τοῦ βασιλέως τοῦτον ἀποπεμψαμέ‐ νου, ἐποίησε Σαμωνᾶς μῆνας δʹ ἐν τῷ οἴκῳ τοῦ Βάρδα· ἀποσυνώψισε δὲ ἐν τῇ αὐτοκρατορίᾳ
15τοῦ βασιλέως. (32) Ἐφάνη δὲ τότε καὶ κομήτης ἀστὴρ τὰς ἀκτῖνας ἐπὶ ἀνατολὰς πέμπων, φαινόμενος ἐν ἡμέραις καὶ νυξὶ μʹ. 787 Γέγονε δὲ Σαμωνᾶς πατρίκιος ἀπὸ τῆς αὐτοῦ φυγῆς. —Ἐγέννησε
20δὲ υἱὸν ἀπὸ Ζωῆς τῆς δʹ αὐτοῦ γυναικός· ἐβαπτί‐ σθη δὲ τὰ Ἅγια φῶτα ὑπὸ Νικολάου πατριάρχου ἐν τῇ Μεγάλῃ Ἐκκλησίᾳ, δεξαμένων αὐτὸν Ἀλεξάν‐ δρου βασιλέως καὶ Σαμωνᾶ πατρικίου καὶ τῶν ἐν τέλει πάντων.
25(33) Γέγονε δὲ καὶ ἡ Κύφη τότε γηροκομεῖον, διωχθεισῶν τῶν ἑταιρίδων. (34) Εὐλογήθη δὲ Λέων ὁ βασιλεὺς μετὰ Ζωῆς μετὰ τὴν ἑορτὴν παρὰ Θωμᾶ πρεσβυτέρου, ὃς καὶ καθῃρέθη. Ἀνηγόρευσε δὲ τὴν αὐτὴν Ζωὴν
30Αὐγοῦσταν· καὶ διὰ τοῦτο τὸν βασιλέα ὁ πατριάρ‐ χης ἐκώλυσεν εἰς τὴν ἐκκλησίαν εἰσέρχεσθαι, ὅθεν διήρχετο ἀπὸ τοῦ δεξιοῦ μέρους μέχρι τοῦ Μητα‐ τορικίου, μηδ’ ὅλως εἰς τὰ κατὰ συνήθειαν διερ‐ χόμενος.
35(35) Προεβλήθη δὲ Σαμωνᾶς παρακοιμώμενος διὰ τὸ εἶναι τῷ βασιλεῖ συνεργὸς πρὸς πᾶσαν πα‐ ρανομίαν καὶ κακίαν· καὶ κατὰ τῆς ἐκκλησίας
ἤρξατο μελετᾷν· προσκαλεσάμενοι γὰρ Νικόλαον1113

110

.

1116

πατριάρχην Φεβρουαρίου μηνὸς αʹ καὶ πολλὰ λι‐ παρήσαντες δεχθῆναι, ἐπεὶ πεῖσαι οὐκ ἠδυ‐ νήθησαν, ἀπὸ τοῦ κλητορίου διὰ τοῦ Βουκολέοντος ἐν πλοίῳ 788 μικρῷ τοῦτον ἐμβιβάσαντες διεπέ‐
5ρασαν ἐν τῇ Ἠρίᾳ, ἀφ’ ἧς πεζῇ μέχρι Γα‐ λακρηνῶν μόλις ἀπῄει, χιόνος ἐπικειμένης πολλῆς. Χειροτονεῖται δὲ ἀντ’ αὐτοῦ Εὐθύμιος σύγκελλος εἰς πατριάρχην, ἀνὴρ ἱεροπρεπὴς, ἐγκρατής τε καὶ εὐλαβὴς πάνυ, ὅν φασι καταδέξασθαι τοῦτο
10ἐξ ἀποκαλύψεως θείας, ὡς τοῦ βασιλέως βου‐ λευομένου αἵρεσιν καὶ νόμον ἐκθεῖναι, τοῦ ἔχειν ἄνδρα γυναῖκας γʹ ἢ καὶ δʹ, πολλῶν εἰς τοῦτο λογιωτάτων (198b) ἀνδρῶν συνεργούντων αὐτῷ. (36) Ἰουνίῳ δὲ μηνὶ προσεκλήθη Λέων ὁ βασιλεὺς
15παρὰ Κωνσταντίνου τοῦ Λιβὸς ἐν τῇ μονῇ αὐτοῦ τῇ οὔσῃ ἐν τῷ Μερδοσαγάρῃ, τοῦ τε ποιῆσαι τὰ ἐγκαίνια καὶ ἀριστῆσαι· καὶ γέγονεν ἄνεμος ὁ λεγόμενος Λὶψ, ἕως τρίτης σφοδρῶς φυσήσας, συσσείσας τε καὶ δονήσας οἰκήματα καὶ ἐκκλησίας· ὥστε πάντας
20φεύγειν ἐν ὑπαίθροις τόποις λέγοντας συντέλειαν κοσμικὴν εἶναι, εἰ μὴ ἡ τοῦ Θεοῦ φιλανθρωπία δι’ ὄμβρων ἔπαυσε τὴν τοιαύτην θραῦσιν. (37) Προεβάλλετο δὲ ὁ βασιλεὺς Ἱμέριον, λογο‐ θέτην τοῦ δρόμου, κεφαλὴν πάντων τῶν πλωΐμων,
25ἐξελθόντος τοῦ στόλου τῶν Ἀγαρηνῶν κατὰ Ῥω‐ μαίων· ἐδέξατο δὲ καὶ Ἀνδρόνικος ὁ Δοὺς διὰ κελεύσεως συνελθεῖν Ἱμερίῳ λογοθέτῃ 789 ἐν τοῖς πλοίοις καὶ καταπολεμῆσαι τοὺς Ἀγαρηνούς. Ὁ δὲ Σαμωνᾶς ἦν ἀδιάλλακτος ἐχθρὸς Ἀνδρονίκου
30καὶ πολλὰ κατ’ αὐτοῦ διηνεκῶς συνεσκεύαζε καὶ ἐμηχανᾶτο, κακῶσαι τὸν Ἀνδρόνικον παντὶ τρόπῳ καὶ πάσῃ σπουδῇ διαμηχανώμενος ἀπὸ τῆς αὐτοῦ φυγῆς· ὑπέβαλε δέ τινι γράψαι τῷ Ἀνδρονίκῳ κρύφα· «Μὴ εἰσέλθῃς εἰς τὰ καράβια καὶ κρα‐
35τηθῇς παρὰ Ἱμερίου· ὁ γὰρ Σαμωνᾶς ὑπέθηκε τῷ βασιλεῖ τὸ κρατηθῆναί σε καὶ τυφλωθῆναι παρ’ αὐτοῦ.» Πολλὰ δὲ προτρεπομένου Ἱμερίου Ἀνδρόνικον εἰσελθεῖν ἐν τοῖς πλοίοις κατὰ τῶν Ἀγαρηνῶν, ἀπεσκίρτησε, τῶν Ἀγαρηνῶν ἐπικει‐
40μένων. Ἱμέριος δὲ μόνος, ἐν ἡμέρᾳ τοῦ ἁγίου
Θωμᾶ συμβαλὼν πόλεμον μετὰ τῶν Ἀγαρηνῶν,1115

110

.

1117

μεγάλην νίκην εἰργάσατο. Τοῦτο μαθὼν Ἀνδρόνι‐ κος, ἀπογνοὺς, ἅμα συγγενέσιν αὐτοῦ (καὶ τέκνοις αὐτοῦ) καὶ ἀνθρώποις αὐτοῦ ἀπελθὼν ἐκράτησε κάστρον τὴν Κάβαλλαν, εἰς τελείαν
5ἀποστασίαν ἐλθὼν, ὡς εἰπεῖν, (καὶ) Σαμωνᾶν πρὸς τὸν βασιλέα· «Οὐκ ἔλεγόν (σοι), ὦ δέσποτα, ἀντ‐ άρτην εἶναί (σου) τὸν Δοῦκα;» (38) Παρευθὺ δὲ ἀπέστειλεν ὁ βασιλεὺς Γρηγο‐ ρᾶν δομέστικον τῶν σχολῶν τὸν Ἰβηρίτζην,
10συμπενθερὸν ὄντα τοῦ Ἀνδρονίκου, καταπο‐ λεμῆσαι αὐτόν. Μαθὼν δὲ τοῦτο 790 Ἀνδρόνικος καὶ ὡς ὁ πατριάρχης Νικόλαος ἐξεώσθη, προσέφυγε τοῖς Ἀγαρηνοῖς ἅμα τοῖς συγγενέσι καὶ τέκνοις καὶ φίλοις ἐξεληλυθόσι τότε κατὰ Ῥωμαίων,
15καὶ ἀπεδέχθη παρὰ τῷ Ἀμερουμνῇ μεγάλως. (39) Ἐλυπεῖτο δὲ (Λέων) ὁ βασιλεὺς διὰ τὸν Ἀνδρόνικον, καὶ πολλάκις ἐβούλετο ἀποστεῖλαι αὐτῷ λόγον ἐνυπόγραφον (ὃ καὶ Θεόφιλος διὰ τὸν Μανουὴλ ἐποίησε). Συνεβουλεύσαντο δέ τινες τῷ
20βασιλεῖ φιλοφρονηθῆναί τινα τῶν τοῦ πραιτωρίου Σαρακηνῶν καὶ ἀποσταλῆναι ἐν Συρίᾳ μετὰ λόγου ἐνυπογράφου. Τοῦτο δὴ καὶ πεποίηκεν ὁ βασιλεὺς γράψας διὰ κιναβάρεως καὶ ἀποστείλας, μετὰ χρυσοβούλλης ἔνδοθεν φατλίου βραχέος τράκτου.
25Ἐξελθόντος δὲ τοῦ Σαρακηνοῦ ἀπὸ τοῦ βα‐ σιλέως, προσκαλεσάμενος αὐτὸν Σαμωνᾶς εἶπεν αὐτῷ· «Οἶδας τί κρατεῖς;» = τοῦτο εἰπὼν διὰ τὸν κηρόν· «Τὴν ἀπώλειαν τῆς Συρίας βαστᾷς.» Καὶ δοὺς αὐτῷ παρήγγειλε τοῦτο βαλεῖν εἰς τὰς
30χεῖρας τοῦ Οὐζήρ. Ὁ δὲ (ἀπελθὼν) τοῦτο πεποί‐ ηκεν· ἐκρατήθη δὲ Ἀνδρόνικος καὶ ἐδεσμεύθη μετὰ πάντων τῶν συγγενῶν αὐτοῦ· καὶ μαθὼν ὡς διὰ δόλου τοῦ Σαμωνᾶ ταῦτα (αὐτῷ) γέγονεν, ἀναγκασθεὶς ἐμαγάρισεν (αὐτός τε καὶ 791 οἱ σὺν
35αὐτῷ). Ἔκτοτε δὲ Κωνσταντῖνος ὁ υἱὸς αὐτοῦ1117

110

.

1120

καὶ οἱ λοιποὶ ἰδόντες, ὅτι ἀδύνατόν ἐστιν Ἀν‐ δρόνικον (19a) ἐξελθεῖν, βουλῇ αὐτοῦ μετ’ οὐ πολὺ φυγῇ μόνοι χρησάμενοι θαυμαστὸν ὄντως ἐκ μέσης Συρίας πρὸς Ῥωμανίαν ἐξῆλθον· καὶ
5καταπολεμούμενοι κατὰ χώρας (μόλις ὀλίγοι διεσώθησαν μετὰ Κωνσταντίνου υἱοῦ αὐτοῦ). (40) Ἐκ δὲ Ταρσοῦ εἰσῆλθεν ἐν τῇ πόλει περὶ ἀλλαγίου ὅ τε Ἀβαλβάκης ὁ γέρων καὶ ὁ τοῦ Σα‐ μωνᾶ πατήρ· καὶ τούτους ἐδέξατο ὁ βασιλεὺς
10μετὰ κοσμήσεως καὶ τιμῆς καὶ δόξης ἐν τῇ Μα‐ ναύρᾳ· ἐκαλλώπισε δὲ καὶ τὴν Μεγάλην Ἐκ‐ κλησίαν ἐν κόσμῳ πολυτελεῖ καὶ ὑπέδειξεν ἅπαντα τὰ τίμια σκεύη τοῖς Ἀγαρηνοῖς, ὅπερ ἀνάξιον ἦν (βασιλείας καὶ) Χριστιανικῆς καταστάσεως,
15τοῦ θεαθῆναι 792 παρὰ τῶν ἐθνῶν τὰ ἱερὰ σκεύη τοῦ Θεοῦ. Ὁ δὲ τοῦ Σαμωνᾶ πατὴρ ἤθελε συνεῖναι τῷ υἱῷ (αὐτοῦ καὶ μεῖναι εἰς Ῥωμανίαν). Ὁ δὲ Σαμωνᾶς παρῄνεσεν αὐτῷ λέγων· «Κράτει τὴν πίστιν, ἣν ἔχεις· κἀγὼ, εἰ δυνηθῶ, ἐλεύσομαι
20πρὸς σὲ μᾶλλον.» (41) Τῇ δὲ ἡμέρᾳ τῆς νʹ στέφει Λέων ὁ βασιλεὺς τὸν υἱὸν αὐτοῦ Κωνσταντῖνον δι’ Εὐθυμίου πατριάρχου. Δέδωκε δὲ Σαμωνᾶς Κωνσταντῖνον ἄνθρωπον αὐτοῦ τὸν δουλεύσαντα πρότερον Βασι‐
25λείῳ μαγίστρῳ καὶ ἐπὶ τοῦ κανικλείου, δου‐ λεύειν Ζωῇ Αὐγούστῃ, ὃς ἠγαπήθη παρὰ τοῦ βασιλέως Λέοντος καὶ τῆς Αὐγούστης· διὰ τοῦτο πολλὰ ἐφθόνει Σαμωνᾶς αὐτῷ καὶ ἐλοιδόρει ὡς συν‐ όντα τῇ Αὐγούστῃ· ὅπερ ὁ βασιλεὺς, νοήσας
30ἀληθὲς εἶναι, ἀπέστειλε καὶ ἀπέκειρεν αὐτὸν μο‐ ναχὸν ἐν τῇ μονῇ τοῦ Ἁγίου Ταρασίου, διὰ τοῦ Σαμωνᾶ. Μετ’ ὀλίγον δὲ ὥρισε Σαμωνᾶν ἀναλα‐ βέσθαι αὐτὸν ἐν τῇ (αὐτοῦ) μονῇ (τὰ) Σπειρὰ, βουλόμενος πάλιν ἀναλαβέσθαι αὐτόν. Ἀπελθὼν οὖν
35[εἰς] πρόκενσον ἐν τῷ Δαματρὺ, καὶ ἐν τῇ μονῇ τοῦ Σαμωνᾶ ἀριστήσας, εἶδε Κωνσταντῖνον καὶ
παρευθὺ ὥρισε Σαμωνᾶν· καὶ 793 ἐνέδυσεν1119

110

.

1121

αὐτὸν κοσμικά· καὶ ἐκέρασε τὸν βασιλέα εἰς τὸ κλητόριον, καὶ ὑπέστρεψε μετ’ αὐτοῦ ἐν τῷ πα‐ λατίῳ. (42) Ὁρῶν δὲ Σαμωνᾶς αὐξανομένην τὴν ἀγά‐
5πην τοῦ βασιλέως ἐπ’ αὐτὸν, βουλεύεται μετὰ με‐ γίστου κοιτωνίτου καὶ Μιχαὴλ Τζηρίθωνος; καὶ πιοῦσι χάρτην πολυλοίδορον κατὰ τοῦ βασιλέως, γράψαντος καὶ συντάξαντος αὐτὸν τοῦ Ῥοδίου νοταρίου ὄντος τοῦ Σαμωνᾶ. Ἐλθὼν δὲ ὁ βασιλεὺς
10ἐν τῇ Μεγάλῃ Ἐκκλησίᾳ, εὗρεν αὐτὸν ἐν ᾧ ηὔχετο τόπῳ εἰς τὸ μητατώριον καὶ ἦρεν αὐτόν· καὶ ἀναγνοὺς ἐν μεγάλῃ θλίψει ἦν ζητῶν τὸν τοῦτο ποιήσαντα. Γέγονε δὲ καὶ ἔκλειψις σελήνης, καὶ διωρίσατο ὁ βασιλεὺς τοῖς οὖσι τότε ἀστρονόμοις
15εἰπεῖν τὸ ἀποτέλεσμα. Εἰσερχομένου δὲ πρὸς τὸν βασιλέα Πανταλέοντος μητροπολίτου, φίλου ὄντος τοῦ Σαμωνᾶ, ἠρώτησεν αὐτὸν ὁ Σαμωνᾶς· «Εἰς τίνα ἐστὶν ἡ κάκωσις;» Ἔφη αὐτῷ ὁ μητροπολί‐ της· «Εἰς σέ· «καὶ ἐὰν διέλθῃς Ἰουνίου τὰς ιγʹ,
20ἔκτοτε οὐδὲν πείσῃ κακόν.» Τῷ δὲ βασιλεῖ εἶπεν εἰς τὸν δεύτερον ἔχειν κάκωσιν τὴν σελήνην. Ὁ δὲ βασιλεὺς ὑπέλαβε τοῦτο εἰς Ἀλέξανδρον 794 τὸν ἀδελφὸν αὐτοῦ. Μετὰ τοῦτο ἰδίως Τζηρίθων τῷ βασιλεῖ ἐξεῖπεν· «Ὁ Σαμωνᾶς τὸ πιττάκιον
25ἐποίησε»· καὶ παρευθὺ καταβιβάζει Σαμωνᾶν εἰς τὸν οἶκον αὐτοῦ, καὶ ἀποκείρει μοναχὸν καὶ ἀπά‐ γει εἰς τὴν μονὴν Εὐθυμίου πατριάρχου· καὶ μετὰ ταῦτα πάλιν λοιδορηθέντα ἀπήγαγον εἰς τὴν τοῦ Μαρτινάκη μονήν. Ἐποίησε δὲ Κωνσταντῖνον
30παρακοιμώμενον, καὶ ἔκτισεν αὐτῷ μονὴν ἐν Νο‐ σιαῖς; καὶ ἀπῆλθεν ἅμα Εὐθυμίῳ πατριάρχῃ καὶ ἐνεκαίνισε ταύτην. (43) Ὀκτωβρίῳ δὲ μηνὶ γέγονε πόλεμος ναυμα‐ χικὸς Ἱμερίου λογοθέτου μετὰ Δαμιανοῦ καὶ
35Λέοντος τῶν Ἀγαρηνῶν, στρατηγοῦ (194b) ὄντος ἐν Σάμῳ Ῥωμανοῦ τοῦ μετὰ ταῦτα βασιλεύσαντος· ἡττήθη δὲ Ἱμέριος καὶ μόλις διεσώθη, σχεδὸν
πάντων ἐκεῖ κινδυνευσάντων.1121

110

.

1124

(44) Ἤρξατο δὲ νοσηλεύεσθαι Λέων ὁ βασι‐ λεὺς κοιλιακῷ νοσήματι, ὥστε μὴ δυνηθῆναι ἐξελ‐ θεῖν ἐν τῇ Μαναύρᾳ τὴν δημηγορίαν διαλαλῆσαι ἐν τῇ ἀρχῇ τῶν Νηστειῶν. Γέγονε δὲ καὶ ἐμπρησμὸς
5εἰς τὰ κηρουλάρια τῆς Μεγάλης Ἐκκλησίας, καέντων τῶν χαρτοθεσίων πάντων 795 καὶ τῆς σακέλλης. Μαΐῳ δὲ μηνὶ ιαʹ τελευτᾷ Λέων προχειρισάμενος Ἀλέξανδρον, τὸν ἀδελφὸν αὐτοῦ, βασιλέα, ὃν ἰδὼν, ὥς φασιν, εἰσερχόμενον πρὸς
10αὐτὸν ἔφη· «Ἴδε ὁ κακὸς καιρὸς μετὰ τοὺς ιγʹ μῆνας,» πολλὰ (ἐκλιπαρήσας καὶ δεηθεὶς) αὐτοῦ φυλάττειν τὸν υἱὸν αὐτοῦ Κωνσταντῖνον. Ηʹ. Βασιλεία Ἀλεξάνδρου. Ἀλέξανδρος υἱὸς Βασιλείου, ἀδελφὸς δὲ Λέοντος,
15ἐβασίλευσεν ἔτος αʹ, ἡμέρας κθʹ σὺν Κωνσταντίνῳ υἱῷ Λέοντος. Ἀποστείλας δὲ ἤγαγε Νικόλαον ἐκ Γαλακρηνῶν (καταγαγὼν Εὐθύμιον πατριάρχην), καὶ ἐνεθρόνισε τὸ δεύτερον αὐτοῦ Νικόλαον πατριάρ‐ χην. Ἐποίησε δὲ σελέντιον καὶ σύνοδον Ἀλέξαν‐
20δρος ἐν τῇ Μαναύρᾳ, ἀγαγὼν Εὐθύμιον (ἐκ τοῦ Στενοῦ) ἀπὸ τῶν Ἀγαθοῦ. Καὶ συγκαθίσας ἅμα Νικολάῳ πατριάρχῃ ἐποιήσαντο τὴν (κατ’) αὐτοῦ καθαίρεσιν, ἀτίμως ἀποτίλλοντες τοῦ ἱεροπρεποῦς καὶ ἀξιαγάστου 796 ἀνδρὸς τὴν τιμίαν γενειάδα,
25καὶ ἄλλας τινὰς ὕβρεις καὶ ποινὰς αὐτῷ ἐπιφέροντες, ἃς ἡσύχως καὶ πράως ὑπέμεινεν ὁ τίμιος καὶ ἱερὸς ἀνὴρ (καὶ ὑπερωρίσθη πάλιν εἰς τὰ Ἀγαθοῦ) ἔνθα καὶ τελευτήσας κατατίθεται ἐν τῇ αὐτοῦ μονῇ ἐν τῇ πόλει, εἰς τὰ Ψαμαθίου.
30(2) Οὗτος Ἀλέξανδρος διὰ τὰς ὑπονοίας, ἃς ὁ ἀδελφὸς αὐτοῦ Λέων ἔτι ζῶν εἶχε κατ’ αὐτοῦ, ἀεὶ τοῖς κυνηγεσίοις καὶ τοῖς ἔξω παλατίοις ἐσχόλαζεν, μηδὲν βασιλέως ἔργον διαπραττόμενος, ἀλλὰ διά‐ γων ἐν τρυφαῖς καὶ ἀσελγείαις καὶ μέθαις καὶ
35περὶ ταῦτα ἀεὶ διακείμενος, ὅθεν ἄρξας αὐτὸς1123

110

.

1125

οὐδὲν γενναῖον εἰργάσατο, ἀλλὰ παρευθὺ Ἰαν‐ νῆν παπᾶν τὸ ἐπίκλην Λαζάρην ῥαίκτωρα πεποίη‐ κεν, ὃς καὶ κακῶς τὸ ζῇν ἀπέῤῥηξε μετὰ θάνατον Ἀλεξάνδρου ἐν τῷ Ἑβδόμῳ σφαιρίζων· ὡσαύτως
5καὶ Γαβριηλόπουλον καὶ Βασιλίτζην (ἀπὸ Σκλαβίνων ἔθνους) σφοδρῶς κατεπλούτισεν ἐκ τῶν τοῦ παλατίου χρημάτων· ὥς φασι δὲ, τὸν αὐτὸν Βασιλίτζην καὶ βασιλέα ἠβούλετο ποιῆσαι, ὡς ἄπαις αὐτὸς ὢν), καὶ Κωνσταντῖνον υἱὸν Λέοντος
10εὐνουχίσαι (194b, 196a): ὃ καὶ πολλάκις βουληθεὶς διεσκεδάσθη παρὰ (196a) τῶν ὑπὸ τοῦ 797 Λέοντος εὐεργετηθέντων, ποτὲ μὲν ὡς νήπιον ὑποβαλλόν‐ των, ποτὲ δὲ ὡς ἀσθενοῦντα. (3) Ἐπὶ τούτου ἐφάνη ἀστὴρ κομήτης ἐκ
15δύσεως ἐπὶ ἡμέρας ιεʹ, ὃν ἔλεγον Ξιφίαν κα‐ λεῖσθαι, καὶ αἱματεκχυσίαν (196b) ἐν τῇ πόλει ἐργάσασθαι. (4) Οὗτος πλάνοις καὶ γόησιν ἑαυτὸν ἐξέδοτο, οἳ καὶ πεπείκασιν αὐτὸν, ὡς «Τὸ τοῦ συάγρου
20στοιχεῖον σοὶ καὶ τῇ σῇ ζωῇ προσανάκειται,» χοιρόβιον τὸν ἀνόητον ὑποφαίνοντες. Ὁ δὲ, τού‐ τοις ἀπατηθεὶς, αἰδοῖα καὶ ὀδόντας τῷ χοίρῳ προσ‐ ανενέωσεν ὡς λειπομένους αὐτῷ· καὶ τῇ αὐτῇ πλάνῃ πεποιθὼς ἱππικὸν (ποιήσας τὰς τῶν ἐκ‐
25κλησιῶν ἐνδυτὰς καὶ πολυκάνδηλα ἄρας, τὸ ἱππι‐ κὸν) ἐστόλισε καὶ τοῖς ζῴδοις φωταψίαν ἐποίησε. Διὰ τοῦτο ἤρθη ἀπ’ αὐτοῦ ἡ τοῦ Θεοῦ χεὶρ, ὡς τὴν τοῦ Θεοῦ τιμὴν τοῖς εἰδώλοις προσάψαντος. (5) Ἱμερίου δὲ λογοθέτου ἐκ τῆς τῶν Ἀγαρη‐
30νῶν ἥττης ὑποστρέψαντος, ἀποστείλας Ἀλέξαν‐ δρος περιώρισεν ἐν τῇ μονῇ τοῦ παλατίου τῇ λε‐ γομένῃ Καλυπᾶ, ἀπειλήσας 798 ὡς ἐχθρὸν αὐτοῦ (ὄντα) ἐπὶ τοῦ ἀδελφοῦ αὐτοῦ Λέοντος. Ὁ δὲ, ἐκ θλίψεως πολλῆς ἀῤῥωστήσας (περιωρισμένος ὢν
35ἐπὶ μῆνας ϛʹ), ἐτελεύτησεν. (6) Ἀπέστειλε δὲ Συμεὼν ὁ ἄρχων Βουλγάρων
μηνύων Ἀλεξάνδρῳ τὰ πρὸς εἰρήνην, καὶ τοῦ1125

110

.

1128

φιλοφρονεῖσθαι αὐτὸν καὶ τιμᾶσθαι καθώσπερ ἐπὶ τοῦ Λέοντος. Ὁ δὲ, ἀνοίᾳ καὶ ἀφροσύνῃ κρατυνθεὶς, τοὺς πρέσβεις ἀτίμως ἐξέπεμψεν, ἀπειλαῖς τὸν Συ‐ μεὼν καταπλήξας. Λυθείσης οὖν ἔκτοτε τῆς εἰ‐
5ρήνης, Συμεὼν παρεσκευάζετο κινῆσαι κατὰ τῶν Χριστιανῶν ὅπλα. (7) Ἀλέξανδρος δὲ, ἀριστήσας καὶ οἰνωθεὶς ἐν τοῖς ὑπὸ κύνα καύμασι, κατῆλθε σφαιρίσαι καὶ ῥομφαίᾳ θεηλάτῳ πληγεὶς (ἀνελθὼν, αἵματος
10πολλοῦ ἐκ τῶν ῥινῶν καὶ τῶν αἰδοίων ἐκφερομέ‐ νου, μετὰ δύο ἡμέρας ἐτελεύτησε καταλιπὼν ἐπιτρόπους Νικόλαον πατριάρχην, Στέφανον μάγιστρον, καὶ Ἰωάννην τὸν Ἑλαδᾶν, καὶ Ἰωάν‐ νην ῥαίκτωρα, καὶ Εὐθύμιον, καὶ (τὸν) Βασιλί‐
15τζην, καὶ τὸν Γαβριηλόπουλον, ἐάσας τὴν βασιλείαν Κωνσταντίνῳ ἀνεψιῷ αὐτοῦ, υἱῷ Λέοντος τοῦ βασι‐ λέως. Ἀπέθεντο δὲ Ἀλέξανδρον ἐν τοῖς τάφοις μετὰ Βασιλείου τοῦ πατρὸς αὐτοῦ. 799 Θʹ. Βασιλεία Κωνσταντίνου υἱοῦ Λέοντος.
20Κωνσταντῖνος δὲ, τοῦ πατρὸς αὐτοῦ Λέοντος τελευτήσαντος, παῖς ἔτι τυγχάνων—ἕβδομον γὰρ εἶχε τῆς ἡλικίας ἔτος—ὑπὸ Ἀλεξάνδρου τοῦ θείου αὐτοῦ ἐν τῇ βασιλείᾳ καταλέλειπτο ὑπὸ ἐπι‐ τρόποις τελῶν· ἐβασίλευσεν οὖν ἐπὶ τῶν αὐτοῦ
25ἐπιτρόπων καὶ σὺν τῇ μητρὶ ἔτη ζʹ, ἅμα δὲ Ῥωμανῷ πενθερῷ αὐτοῦ ἐν ὑποταγῇ ὢν ἕτερα ἔτη κϛʹ, μονοκράτωρ δὲ ἔτη ιεʹ, ὡς εἶναι τὸν πάντα χρόνον τῆς βασιλείας αὐτοῦ ἔτη νεʹ. Λαβόμενος οὖν τῆς τοῦ παλατίου ἐξουσίας ὁ πατριάρχης Νικό‐
30λαος, ἅτε καὶ αὐτὸς ἐπίτροπος ὢν σὺν τῷ μα‐ γίστρῳ Στεφάνῳ καὶ τῷ Ἑλαδᾶ Ἰωάννῃ καὶ αὐτῷ μαγίστρῳ, τὴν τοῦ κοινοῦ πρόνοιαν ἐποιεῖτο καὶ τὴν φροντίδα εἶχε τῶν τῇ βασιλείᾳ ἀνηκόντων πραγμάτων ὁσημέραι.
35(2) Ἐν τούτοις οὖν τῆς βασιλείας οὔσης, δη‐ λοῦται Κωνσταντίνῳ τῷ Δουκὶ, δομεστίκῳ ὑπάρχοντι τῶν σχολῶν, παρά τινων τῶν ἐν τῇ πόλει μεγιστάνων φιλούντων αὐτὸν ὡς ἀνδρεῖον καὶ νουν‐ εχῆ καὶ καλῶς δυνάμενον τὴν βασιλείαν διακυ‐
40βερνᾷν, εἰσελθεῖν, καὶ ταύτης ἐγκρατὴς γενέσθαι
ἀπονητί. Ὁ δὲ, ἅτε καὶ πρότερον αὐτὴν ὀνειρο‐1127

110

.

1129

πολῶν 800 καὶ τοῦ στέφους ἀεὶ ἐφιέμενος, ὡς εἶχε τάχους, τὴν βασιλεύουσαν κατέλαβε ἅμα τοῖς σὺν αὐτῷ τῶν στρατευμάτων ἐγκρίτοις ἱκανοῖς οὖσι, καὶ νυκτὸς διὰ παραπυλίδος εἰσελθὼν τοῦ πρωτο‐
5βεστιαρίου Μιχαὴλ, οὔσης πλησίον ἀκροπόλεως, ἐν τῷ οἴκῳ τοῦ πενθεροῦ αὐτοῦ Γρηγορᾶ, ἄϋπνος μετὰ τῶν συνόντων αὐτῷ διετέλεσεν. Νικήτας δὲ ἀσηκρῆτις ὁ μετὰ ταῦτα πρωτονοτάριος γεγονὼς, τὴν Κων‐ σταντίνου ἄφιξιν τῷ πατρικίῳ Κωνσταντίνῳ μοναχῷ
10τῷ Ἑλαδικῷ κατεμήνυσε, καὶ ἄμφω τῇ αὐτῇ νυκτὶ πρὸς τὸν δοῦκα Κωνσταντῖνον παρεγένοντο, (197b) καὶ βουλὴν ποιησάμενοι, οὔπω τῆς ἡμέρας καταλαβούσης, ἀλλ’ ἔτι σκοτίας οὔσης, μετὰ λαμπάδων καὶ λαοῦ πολλοῦ καὶ ὅπλων τὴν τοῦ
15ἱπποδρόμου πύλην καταλαμβάνουσι, Κωνσταντῖνον εὐφημοῦντες ὡς βασιλέα· ἔνθα δὴ ὁ τούτου ἱπποκό‐ μος λογχευθεὶς παρὰ τῶν ἐντὸς τοῦ ἱπποδρόμου πυλῶν ἀνῃρέθη. (3) Μὴ δεχθεὶς οὖν ὁ Κωνσταντῖνος (ἀλλὰ ἀποσο‐
20βηθεὶς ὥσπερ ὑπό τινος ἐκβαχευόμενος δαίμονος) καὶ ἐφεστηκότα ἔχων τὸν λογισμὸν τῷ τῆς βασι‐ λείας ἔρωτι, ἐν τῷ ἱπποδρόμῳ ὑπεχώρησε στυγνός τε καὶ κατηφὴς, κακὸν οἰωνὸν τὴν τοῦ ἱπποκόμου κρίνας σφαγήν. Ἐκεῖθεν οὖν εὐφημούμενος ἦλθε
25μέχρι τῆς λεγομένης Χαλκῆς καὶ διὰ τῆς Σιδηρᾶς πόρτης τῆς (αὐτῆς) Χαλκῆς εἰσεληλυθὼς μέχρι τῶν ἐξκουβίτων παρεγένετο. Ὁ οὖν μάγιστρος Ἰωάννης ὁ Ἑλαδᾶς ἐκλογὴν τῶν (τε) τῆς ἑταιρίας καὶ τῶν ἐλατῶν ποιησάμενος, 801 μεθ’ ὅπλων
30τούτους ἀπέστειλε κατὰ τοῦ δουκός· ἐλθόντων οὖν μέχρι τῆς Χαλκῆς (καὶ πολέμου συστάντος), πολλοὶ ἐξ ἀμφοτέρων ἔπεσον τῶν μερῶν (ἔργον ἐκεῖ μαχαίρας γενόμενοι καὶ) τοσοῦτον ὥστε τὸν τόπον ἐκλιμνασθῆναι τῷ αἵματι (ποταμηδὸν καταῤῥέοντι)· ἀνῃρέθη δὲ καὶ Γρηγορᾶς (ὁ) υἱὸς τοῦ δουκὸς καὶ Μιχαὴλ ἐξάδελφος αὐτοῦ καὶ ὁ Κουρτίκης ἐκεῖνος ὁ ἐξ Ἀρμενίων. (4) Ταῦτα ὁ δοὺξ Κωνσταντῖνος μαθὼν, ταραχῆς
35ὅτι πλείστης γενομένης, τὸν ἵππον ἐξήλαυνεν· ὁ δὲ, ταῖς ἐκεῖσε ὑπεστρωμέναις ἐνολισθήσας πλαξὶν, εἰς γῆν τὸν ἐπιβάτην κατέβαλεν· ἐπεὶ δέ τις αὐτὸν κατὰ γῆς ἐῤῥιμμένον κατέλαβε—οἱ γὰρ ἄλλοι διεσκεδάσθησαν ἅπαντες—ξίφει τὴν τούτου
40ἀπέτεμε κεφαλήν.1129

110

.

1132

(5) Τούτων οὕτω τελεσθέντων, Γρηγορᾶς (μά‐ γιστρος ὁ) τούτου πενθερὸς μετὰ Λέοντος, ὃν Χοιροσφάκτην ὠνόμαζον, τῇ ἁγίᾳ τοῦ Θεοῦ Με‐ γάλῃ ἐκκλησίᾳ προσέφυγεν, οὓς καὶ βίᾳ ἐκεῖθεν
5ἀποσπάσαντες ἀπέκειραν (μοναχοὺς) ἐν τῇ τῶν Στουδίων (μονῇ)· Κωνσταντῖνον δὲ τὸν Ἑλαδικὸν βουνεύροις τύψαντες, ῥάκη τε περιβαλόντες καὶ ὄνῳ ἐπικαθίσαντες διὰ μέσης τῆς πόλεως ἐθριάμ‐ βευσαν, καὶ ἐν 802 τοῦ Δαλμάτου (ἀπαγαγόντες)
10μονῇ ἐγκατάκλειστον (τῇ λεγομένῃ) καταδίκῃ πε‐ ποιήκασι· (Λέοντα δὲ τῶν Κατακαλίτζην καὶ Ἀβεσσαλὼμ τὸν τοῦ Ἀρωτρᾶ ἐκτυφλώσαντες ἐξορίᾳ παρέπεμψαν. Κωνσταντῖνον δὲ τὸν τοῦ Εὐ‐ λαμπίου υἱὸν καὶ ἑτέρους σὺν αὐτῷ Θεόφιλος ὁ
15ὕπαρχος ὁ τοῦ Λαμπώδου ἐν τῇ τοῦ ἱππικοῦ σφεν‐ δόνῃ ξίφει ἀπέτεμεν. Οὐ μικρῶς δὲ διερευνησά‐ μενοι περὶ Νικήτα ἀσηκρῆτις καὶ Κωνσταντίνου τοῦ Λιβὸς, οὐχ εὗρον αὐτοὺς ὡς χρησαμένους φυγῇ) Τὸν δὲ [Αἰγίδην ἐκεῖνον] καὶ τοὺς σὺν αὐτῷ ἀν‐
20δρείους ὄντας καὶ πολλοὺς ἀπό τε τῆς ἐν Χρυ‐ σοπόλει δαμάλεως καὶ μέχρι τοῦ Λευκάτου (διδύμοις ξύλοις) πάντας ἀνεσκολόπισαν· καὶ πολ‐ λοὺς ἂν τῶν ἐν τέλει τότε ἀνηλεῶς καὶ ἀναιτίως οἱ λεγόμενοι οὗτοι ἐπίτροποι ἀπέκτειναν, εἰ μή τινες
25τῶν δικαστῶν τούτους τῆς ἀδίκου ὁρμῆς ἀνεχαίτι‐ σαν, εἰπόντες αὐτοῖς ὡς «Παιδὸς ὄντος τοῦ βασιλέως, πῶς ἄνευ τῆς αὐτοῦ κελεύσεως τοιαῦτα τολ‐ μᾶτε διαπράττεσθαι;» (6) Τὴν τοῦ δουκὸς οὖν γυναῖκα ἀποκείραντες εἰς τὸν ἐν Παφλαγονίᾳ οἶκον ἑαυτῆς ἐξαπέ‐
30στειλαν, εὐνουχίσαντες καὶ τὸν υἱὸν αὐτῆς Στέ‐ φανον. (7) Αὐγούστῳ δὲ μηνὶ Συμεὼν ὁ Βουλγαρίας (ἄρχων ἐκστρατεύσας κατὰ Ῥωμαίων) σὺν ὄχλῳ (πολλῷ καὶ) βαρεῖ κατέλαβε τὴν Κωνσταντινού‐
35πολιν· καὶ (δὴ περικαθίσας αὐτὴν) χάρακα περιέβαλεν ἀπό (τε) Βλαχερνῶν καὶ μέχρι τῆς λεγο‐ μένης 803 Χρυσῆς πόρτης, ἐλπίσι μετέωρος (197b) ὢν (ἀπονητὶ ταύτην πάντως ἑλεῖν). Ἐπεὶ δὲ τήν τε τῶν τειχῶν κατέμαθεν ὀχυρότητα, τήν τε ἐκ τοῦ
40πλήθους καὶ τῶν πετροβόλων ἀσφάλειαν, τῶν ἐλπίδων σφαλεὶς ἐν τῷ (λεγομένῳ) Ἑβδόμῳ ὑπέ‐
στρεψεν, εἰρηνικὰς σπονδὰς αἰτησάμενος. Τῶν δὲ1131

110

.

1133

ἐπιτρόπων τὴν εἰρήνην ἀσμενέστατα ἀποδεξαμέ‐ νων, (ἀποστέλλει Συμεὼν Θεόδωρον μάγιστρον αὐτοῦ συλλαλῆσαι τὰ τῆς εἰρήνης· ἀναλαβόμενοι δὲ ὅ τε πατριάρχης Νικόλαος καὶ Στέφανος καὶ
5Ἰωάννης οἱ μάγιστροι τὸν βασιλέα ἦλθον μέχρι τῶν Βλαχερνῶν, καὶ εἰσήγαγον τοὺς δύο υἱοὺς Συ‐ μεὼν, καὶ συνεστιάθησαν τῷ βασιλεῖ ἐν τοῖς παλα‐ τίοις. Νικόλαος δὲ ὁ πατριάρχης ἐξῆλθε πρὸς Συμεὼν, ᾧτινι τὴν κεφαλὴν ὑπέκλινε Συμεών·
10εὐχὴν οὖν ὁ πατριάρχης ποιήσας, ἀντὶ στέμματος, ὥς φασι, τὸ ἴδιον ἐπιῤῥιπτάριον τῇ αὐτοῦ ἐπέ‐ θηκε κεφαλῇ). Δώροις οὖν ἀμέτροις τε καὶ μεγίστοις φιλοφρονηθέντες ὅ τε Συμεὼν καὶ οἱ τούτου υἱοὶ εἰς τὴν ἰδίαν χώραν ὑπέστρεψαν (ἀσύμφωνοι ἐπὶ τῇ
15εἰρημένῃ εἰρήνῃ διαλυθέντες). (8) Τοῦ βασιλέως οὖν Κωνσταντίνου ἅτε παιδὸς ὄντος καὶ τὴν ἰδίαν μητέρα ἐπιζητοῦντος—ἤδη γὰρ ταύτην κατήγαγε τοῦ παλατίου (ὡς εἴρηται, Ἀλέξανδρος ὁ βασιλεὺσ)—ἣν καὶ ἀνεβίβασε πά‐
20λιν. Αὐτὴ οὖν περικρατὴς γενομένη τῆς βασιλείας ἀναβιβάζει εἰς (τὸ) παλάτιον Κωνσταντῖνον παρακοιμώμενον (194b) καὶ Κωνσταντῖνον καὶ Ἀναστάσιον (αὐταδέλφους) τοὺς Γογγυλίους λε‐ γομένους· 804 καὶ τῇ βουλῇ Ἰωάννου τοῦ
25Ἑλαδᾶ καταβιβάζουσι τοὺς οἰκείους Ἀλεξάνδρου (τοῦ) βασιλέως, Ἰωάννην τὸν ῥαίκτωρα καὶ τὸν (λεγόμενον) Γαβριηλόπουλον καὶ Βασιλίτζην καὶ τοὺς λοιπούς. Προχειρίζεται δὲ Ζωὴ Αὐγοῦ‐ στα Θεοφύλακτον Δομήνικον ἑταιρειάρχην. Ἰωάν‐
30νης δὲ μάγιστρος ὁ Ἑλαδᾶς, νόσῳ περιπεσὼν καὶ ἀπαγορευθεὶς παρὰ τῶν ἰατρῶν (κατελθὼν ἐκ τοῦ παλατίου) καὶ ἐν Βλαχέρναις παραγενόμενος καὶ (ὑπὸ) τῆς νόσου βαρηθεὶς, τελευτᾷ. Συμβουλῇ δὲ Δομηνίκου (ἑταιρειάρχου καταβιβάζει Νι‐ κόλαον πατριάρχην) ἅμα τοῖς σὺν αὐτῷ μετ’ ὀργῆς, τὰ τῆς ἰδίας Ἐκκλησίας (περιποιούμενον
35καὶ) φροντίζειν εἰποῦσα. (9) Μετ’ οὐ πολὺ δὲ Κωνσταντῖνος παρα‐ κοιμώμενος διαβάλλει τῇ Αὐγούστῃ Δομήνικον ἑταιρειάρχην ὡς τὴν βασιλείαν σφετεριζόμενον εἰς τὸν αὐτοῦ ἀδελφὸν, καὶ τοῦτον προφάσει πα‐
40τρίκιον ποιήσαντες, κατελθόντος ἐν τῇ ἐκκλη‐ σίᾳ, ὡς ἔθος, εὐχὴν λαβεῖν, οἴκοι μένειν παρε‐ κελεύσαντο (195a): προεβάλλετο δὲ Ζωὴ Ἰωάννην Γαριδᾶν ἑταιρειάρχην καὶ Δαμιανὸν εὐνοῦχον τῆς βίγλης δρουγγάριον. Δομήνικος δὲ ἀπῆλθεν ἐν τῷ
45οἴκῳ αὐτοῦ ἀνόνητα ὀλοφυρόμενος.1133

110

.

1136

(10) Τοῦ δὲ Βουλγάρου Συμεὼν τὴν Θρᾴκην (πάλιν) ληϊζομένου (ἐν φροντίδι οὔσης τῆς Αὐ‐ γούστης καὶ τῶν ἐν τέλει ὅπως αὐτὸν τῆς ἀλαζο‐ νείας παύσωσιν), ᾐτήσατο Ἰωάννης ὁ Βωγᾶς
5γενέσθαι πατρίκιος, ὑποσχόμενος ἀγαγεῖν 805 κατ’ αὐτοῦ Πατζινάκους. (Τῆς αἰτήσεως δὲ τυχὼν) δῶρά τε λαβὼν (εἰς τὴν Πατζινάκων χώραν) ἀπῄει καὶ (δὴ) ὁμήρους ἐκεῖθεν λαβὼν ἤγαγεν ἐν τῇ πόλει, συνθεμένων τῶν Πατζινάκων
10διαπερᾶσαι καὶ τὸν Συμεὼν καταπολεμῆσαι. (11) Παρεγένετο δὲ ἐν τῇ πόλει καὶ Ἀσώτιος ἀνὴρ ἐπὶ ῥώμῃ ὀνομαστότατος, υἱὸς ὢν τοῦ ἄρ‐ χοντος τῶν ἀρχόντων, ὅν φασι σιδηρᾶν ῥάβδον ἐκ τῶν ἄκρων ἑκατέραις χερσὶ κρατοῦντα τῇ ὑπερ‐
15βαλλούσῃ ἀλκῇ διακάμπτειν καὶ πρὸς τὸ κυκλικὸν σχῆμα μετάγειν, τῆς ἀντιτύπου τοῦ σιδήρου φύ‐ σεως τῇ βίᾳ τῶν χειρῶν ὑπεικούσης, ὃν παραγενό‐ μενον μετὰ πολλῆς τιμῆς ὑπεδέξαντο, καὶ πάλιν εἰς τὴν ἰδίαν χώραν ἐξέπεμψαν.
20(12) Σεπτεμβρίῳ δὲ μηνὶ, ἰνδικτιῶνος γʹ, Παγκρατούκας ὁ Ἀρμένιος τὴν Ἀδριανούπολιν τῷ Συμεὼν παρέδωκε. Μετ’ οὐ πολὺ δὲ ἀπε‐ στάλη Βασίλειος πατρίκιος (καὶ κανίκλειος καὶ Νικήτας πρωτοσπαθάριος ὁ Ἑλαδικὸς παρὰ Ζωῆς)
25μετὰ δώρων πολλῶν, καὶ ἀντιπαρέλαβεν αὐτὴν (πάλιν). (13) Ἦλθε δὲ καὶ ἀμηρᾶς ὁ Δαμιανὸς εἰς Στρόβιλον (μετὰ πλοίων πολεμῆσαι αὐτὴν μετὰ πολλῆς τῆς δυνάμεως). 806 καὶ ταύτην παρέλαβεν
30ἂν, εἰ μὴ νοσήσας ἐτελεύτησεν, ὑποστρεψάντων διὰ κενῆς τῶν Ἀγαρηνῶν. (14) Οἱ δὲ τῆς Ἑλλάδος καὶ τῶν Ἀθηνῶν οἰκή‐ τορες συνεχῶς ἐπηρεαζόμενοι παρὰ Χασὲ υἱοῦ τοῦ Γούβη, τὴν αὐτοῦ ἀσωτίαν (καὶ ἀπληστίαν)
35μὴ ἐνεγκόντες, λίθοις τοῦτον ἀνεῖλον κακῶς ἔνδο‐ θεν τοῦ θυσιαστηρίου τοῦ ἐν Ἀθήναις ναοῦ. (15) Βλέπουσα δὲ ἡ Αὐγοῦστα Ζωὴ τὴν ἔπαρσιν Συμεὼν καὶ τὴν κατὰ τῶν Χριστιανῶν αὐ‐
τοῦ ἐπίθεσιν, βουλὴν μετὰ τῶν ἐν τέλει βουλεύεται,1135

110

.

1137

ἀλλάγιον καὶ εἰρήνην μετὰ τῶν Ἀγαρηνῶν διαπρά‐ ξασθαι, διαπερᾶσαι δὲ πάντα τὸν τῆς Ἀνατολῆς στρατὸν πρὸς τὸ πολεμῆσαι καὶ ἀφανίσαι τὸν Συμεών. Ἀπεστάλησαν οὖν ἐν Συρίᾳ ἐπὶ τὸ
5ποιῆσαι ἀλλάγιον Ἰωάννης πατρίκιος ὁ Ῥαδινὸς καὶ Μιχαὴλ ὁ Τοξαρᾶς· οὗ γεγονότος, τὴν συνήθη τῆς ῥόγας διανομὴν ποιησάμενοι ἐν τοῖς τάγμασιν, ταῦτά τε ἀναλαβόμενοι σὺν τοῖς θέμασι, πρὸς τὰ Θρᾳκῷα μέρη διεπέρασαν, Λέοντος μαγίστρου
10τοῦ Φωκᾶ δομεστίκου τυγχάνοντος. Ἐξαγαγόν‐ των δὲ τὰ σεβάσμια ξύλα καὶ ζωοποιὰ Κων‐ σταντίνου πρωτοπαπᾶ τοῦ παλατίου, τοῦ Κεφαλᾶ λεγομένου, καὶ Κωνσταντίνου τοῦ Μαλελία ἐν τῇ Θρᾴκῃ, ἅπαντες προσκυνήσαντες καὶ ἐπομο‐
15σάμενοι συναποθνήσκειν ἀλλήλοις πανστρατεὶ κατὰ 807 Βουλγάρων) ἐξώρμησαν· ἦρχον δὲ τοῦ μὲν τάγματος τοῦ Ἐξκουβίτου Ἰωάννης ὁ Γρά‐ ψων, τοῦ δὲ Ἱκανάτου· ὁ τοῦ Μαρούλλου υἱός· Ῥωμανὸς δὲ ὁ Ἀργυρὸς ἐστρατήγει καὶ Λέων ὁ
20ἀδελφὸς αὐτοῦ καὶ Βάρδας ὁ Φωκᾶς, οἷς συνῆν καὶ ὁ Μελίας μετὰ τῶν Ἀρμενίων (καὶ οἱ ἄλλοι πάν‐ τες στρατηγοὶ τῶν θεμάτων)· συνῆν δὲ πρὸς τοῖς ἄλλοις καὶ Κωνσταντῖνος (πατρίκιος) ὁ Λὶψ Λέοντι δομεστίκῳ, σύμβουλος ὢν αὐτῷ ἐν πᾶσι τοῖς ἀνήκουσιν. (16) Μηνὶ δὲ Αὐγούστῳ κʹ, ἰνδικτιῶνος εʹ, ὁ πόλε‐
25μος μεταξὺ Βουλγάρων τε καὶ Ῥωμαίων πρὸς τῷ Ἀχελῷ συγκεκρότητο ποταμῷ, καὶ οἷα τὰ τοῦ Θεοῦ κρίματα (ὡς ἀνεξερεύνητα καὶ ἀνεξιχνίαστα, τρέπονται οἱ Ῥωμαῖοι (195b) πανστρατεὶ, καὶ) γέγονε φυγὴ παντελὴς καὶ φρικώδης ὀλολυγὴ,
30τῶν μὲν ὑπ’ ἀλλήλων συμπατουμένων, τῶν δὲ ὑπὸ τῶν πολεμίων ἀναιρουμένων, αἵματός τε χύσις οἵα ἐξ αἰῶνος οὐκ ἐγένετο. Λέων ὁ δομέστικος ἐν Μεσημβρίᾳ διεσώθη φυγών· ἐσφάγη δὲ πρὸς τοῖς ἄλλοις ἐν τῇ τοῦ πολέμου συμβολῇ καὶ Κωνσταντῖ‐
35νος ὁ Λὶψ καὶ Ἰωάννης ὁ Γράψων καὶ ἄλλοι τῶν ἀρχόντων ἱκανοί. (17) Ἀπεστάλη δὲ (τότε καὶ) Ῥωμανὸς πατρί‐ κιος καὶ δρουγγάριος ὢν τῶν πλωΐμων μετὰ παν‐ τὸς τοῦ στόλου ἐν τῷ Δανουβίῳ ποταμῷ βοηθήσων
40Λέοντι τῷ Φωκᾷ, ἀλλὰ καὶ Ἰωάννης ὁ Βογᾶς καταγαγεῖν Πατζινάκους, ὡς προείρηται· κελευ‐ σθέντος τοῦ δρουγγαρίου Ῥωμανοῦ διαπερᾶσαι (τούτους κατὰ Βουλγάρων ὥστε συμμαχῆσαι
Λέοντι Φωκᾶ. Ῥωμανοῦ δὲ καὶ 808 Ἰωάννου1137

110

.

1140

τοῦ Βωγᾶ) εἰς ἔριδας καὶ λογομαχίας ἐλθόντων, ὁρῶντες αὐτοὺς οἱ Πατζίνακοι (πρὸς ἀλλήλους διαμαχομένους καὶ) στασιάζοντας ὑπεχώρησαν εἰς τὰ ἴδια.
5(18) Τοῦ πολέμου δὲ ἤδη τέλος λαβόντος καὶ ὑπο‐ στρεψάντων ἐν τῇ πόλει τοῦ τε Ῥωμανοῦ καὶ τοῦ Βωγᾶ, τὰ κατ’ αὐτῶν ἐκινήθη, καὶ εἰς τοσοῦτον κίνδυνον τὸν δρουγγάριον Ῥωμανὸν περιέστησαν, ὥστε καὶ καταδικάζουσαν ψῆφον ἀνήνεγκαν, τῶν
10ὀφθαλμῶν στερηθῆναι ὡς ἀμελείᾳ, μᾶλλον δὲ (καὶ) κακουργίᾳ μὴ διαπεράσαντα τοὺς Πατζινάκους, (ἀλλ’ ὑποχωρήσαντα τάχιον καὶ) μηδὲ τοὺς φεύ‐ γοντας Ῥωμαίους ἐν τοῖς πλοίοις ὑποδεξάμενον· καὶ τοῦτο ἂν ἐπεπόνθει, εἰ μὴ παρὰ Κωνσταντί‐
15νου πατρικίου τοῦ Γογγύλου καὶ Στεφάνου μαγίστρου, ὡς δυναμένων παρὰ τῇ Αὐγούστῃ πολλὰ, τὰ τῆς καταδίκης ἀνετράπη. (19) Τῶν δὲ Βουλγάρων τηνικάδε τῇ νίκῃ κατεπαρθέντων καὶ ἐκστρατευσαμένων μέχρι τῆς πό‐
20λεως, ἐξῆλθε Λέων ὁ δομέστικος τῶν σχολῶν καὶ Ἰωάννης ἑταιρειάρχης καὶ Νικόλαος ὁ υἱὸς τοῦ δου‐ κὸς (εἰς χῶρον Θρᾳκῷον οὕτω λεγόμενον), Κατασύρ‐ τας ἅμα πλείστῳ λαῷ (κατὰ Βουλγάρων)· [τῇ δὲ νυκτὶ ἀδοκήτως ἐπιπεσόντων αὐτοῖς τῶν Βουλγά‐
25ρων] καὶ τοῦ δομεστίκου φυγόντος, ἐσφάγη Νι‐ κόλαος ὁ υἱὸς τοῦ δουκὸς καὶ πολλοὶ ἕτεροι μετ’ αὐτοῦ. (20) Θεόδωρος οὖν, ὁ τοῦ βασιλέως Κωνσταντί‐ νου παιδαγωγὸς, ὁρῶν Κωνσταντῖνον παρακοιμώ‐
30μενον εἰς Λέοντα 809 τὸν ἴδιον γαμβρὸν τὴν βασι‐ λείαν σφετεριζόμενον, ὑπέθηκε Κωνσταντίνῳ βα‐ σιλεῖ, Ῥωμανὸν δρουγγάριον προβαλέσθαι ὡς πατρικὸν αὐτοῦ δοῦλον καὶ εὔνουν τὰ πρὸς αὐτὸν, ὡς ἂν ᾖ σὺν αὐτῷ καὶ διαφυλάττῃ αὐτὸν, καὶ ἐν
35οἷς ἂν δέοιτο σύμμαχον ἔχειν καὶ βοηθόν. Πολ‐ λάκις οὖν περὶ τούτου λαληθεὶς Ῥωμανὸς ἀπεί‐ πατο. Γραμματεῖον οὖν ὁ βασιλεὺς Κωνσταντῖνος αὐτοχείρῳ διαχαράξας γραφῇ, καὶ ὑπογραφῇ δια‐ σφαλισάμενος ἀπέστειλεν αὐτῷ· ὅπερ οὗτος ἐπὶ
40χεῖρας λαβὼν ὑπέσχετο τὴν κατὰ τοῦ παρακοιμω‐ μένου Κωνσταντίνου καὶ τῶν συγγενῶν ἐπίθεσιν ὡς δέοι ποιήσασθαι. (21) Τῆς φήμης οὖν ταύτης διαθεούσης καὶ τοῦ παρακοιμωμένου (Κωνσταντίνου) καταναγκάζον‐
45τος Ῥωμανὸν ἀποκινῆσαι μετὰ τοῦ στόλου, αὐ‐1139

110

.

1141

τὸς προεφασίζετο ὡς ἀδυνάτως ἔχει τοῦ ἀπο‐ πλεῖν μὴ τοῦ στόλου (τὴν) νενομισμένην ῥόγαν λα‐ βόντος. Ἐν τῇ ἐξαρτήσει δὲ ὄντος τοῦ Ῥωμανοῦ καὶ τὰ πλοῖα εὐτρεπίζοντος, ἐξῆλθε Κωνσταντῖνος
5παρακοιμώμενος (ὡς) ἐπισπουδάσων αὐτὸν τοῦ ἐκπλεῦσαι. Ὁ δὲ δουλικῷ τῷ σχήματι προσυπήν‐ τησε καὶ προθύμως ποιήσειν τὸ κελευόμενον ἐπηγ‐ γέλλετο· ὑποστρέψαι (196a) δὲ βουλομένου τοῦ παρακοιμωμένου, καὶ εἰ ἔχοι ἄνδρας εὐειδεῖς καὶ
10γενναίους τὴν βασιλικὴν ἐρέττειν τριήρη εἰπόντος πρὸς Ῥωμανὸν, οὗτος εὐθὺς ἔνευσεν αὐτοῖς τῇ χειρὶ ἑτοίμοις οὖσι πλησίον ἐλθεῖν. Οἱ δὲ τὰ τῆς βουλῆς εἰδότες, 810 ἔγγιστα ἤδη τοῦ δρόμωνος Ῥωμανοῦ γεγονότος, ἐπειδὴ οὗτος ὀπίσω τοῦ πα‐
15ρακοιμωμένου Κωνσταντίνου περιπατῶν, «Ἀναρ‐ πάσατε αὐτὸν (ταῖς χερσὶ) καὶ ἄρατε αὐτὸν,» ἐπε‐ φώνησε, παραχρῆμα οὗτοι τοῦτον ἁρπάσαντες εἰς τὴν τοῦ δρουγγαρίου Ῥωμανοῦ τριήρη εἰσήγαγον καὶ ἐν ἀσφαλείᾳ κατεῖχον· οὐδεὶς οὖν ὁ ὑπερασπίζων ἦν ἢ κατοικτείρων τὸν ἄνθρωπον, πάντων
20τῶν συνόντων αὐτῷ χρησαμένων φυγῇ. (22) Ταῦτα Ζωὴ Αὐγοῦστα μαθοῦσα προσκαλεῖται τὸν πατριάρχην Νικόλαον καὶ τοὺς αὐτῆς μεγιστᾶ‐ νας, καὶ ἀποστέλλει πρὸς Ῥωμανὸν, τὸ γεγονὸς βουλομένη μαθεῖν. Τούτων δὲ διαπερασάντων, λίθοις ὁ
25λαὸς ἐξήλασαν βαλόντες. Ἕωθεν οὖν ἐξελ‐ θοῦσα Ζωὴ ἐν τῷ τοῦ Βουκολέοντος ἡλιακῷ ἐπε‐ φώνει τῷ υἱῷ καὶ πᾶσι· «Πῶς ἄρα γέγονεν ἡ ἀνταρ‐ σία αὕτη;» Ἔφησε δὲ πρὸς αὐτὴν ὁ παιδαγωγὸς τοῦ βασιλέως Κωνσταντίνου Θεόδωρος, ὅτι «Διὰ τὸ
30ἀπολέσαι Λέοντα τὸν Φωκᾶν τοὺς Ῥωμαίους καὶ Κωνσταντῖνον παρακοιμώμενον τὸ παλάτιον, ταῦτα γεγόνασι.» (23) Προσελάβετο δὲ ὁ βασιλεὺς Νικόλαον πατριάρχην καὶ Στέφανον μάγιστρον συνεῖναι αὐτῷ
35ἐν τῷ παλατίῳ, τὴν ἐξουσίαν εἰς ἑαυτὸν ἀπὸ τῆς μητρὸς ἐπισπώμενος. Τῇ δὲ ἐπαύριον ἀπέ‐ στειλεν Ἰωάννην τὸν Τουβάκην, Ζωὴν Αὐγοῦσταν τοῦ παλατίου καταβιβάσαι. Ἡ δὲ μετ’ ὀλολυγῆς καὶ δακρύων τῷ ἑαυτῆς προσπλακεῖσα υἱῷ (πρὸς)
40συμπάθειαν μητρικὴν καὶ οἶκτον ἐκίνησε, ὡς τὸν βασιλέα εἰπεῖν· «Ἐάσατε εἶναι μετ’ ἐμοῦ τὴν μητέρα (μου).» Οἱ δὲ ταύτην ἅμα τῷ λόγῳ ἀφῆκαν. (24) Προσκαλεσάμενος δὲ ὅ τε βασιλεὺς καὶ ὁ
45πατριάρχης 811 Ἰωάννην τὸν Γαριδᾶν, προε‐
βάλοντο δομέστικον τῶν σχολῶν, δεδιότες μὴ1141

110

.

1144

εἰς ἀνταρσίαν χωρήσῃ ὁ Φωκᾶς Λέων. Ὁ δὲ οὐ κατ‐ ένευσε τοῦτο γενέσθαι, εἰ μὴ Θεόδωρον γυναικά‐ δελφον αὐτοῦ τὸν Ζουφινέζερ καὶ Συμεῶνα τὸν υἱὸν αὐτοῦ προεβάλλοντο ἑταιρειάρχας. Ὅρκοις (οὖν)
5βεβαιωθεὶς ὑπ’ αὐτῶν κατῆλθεν ἐν τῷ οἴκῳ αὐτοῦ. Οἱ δὲ παραυτίκα τοὺς συγγενεῖς αὐτοῦ τοῦ παλατίου καταβιβάζουσι. Τούτων οὖν πρὸς αὐτὸν παραγεγο‐ νότων, ὡς ἐθεάσατο αὐτοὺς, τρόμος αὐτὸν ἔλαβε (καὶ φρίκη) καὶ φρενῶν ἔκστασις· εὐθὺς οὖν ἐξῆλθε
10πρὸς Ῥωμανὸν (καὶ διηγήσατο αὐτῷ οἷα πέπονθε· συμφιλιωθεὶς οὖν αὐτῷ) καὶ ὅρκους δοὺς καὶ λαβὼν (ὥστε μίαν ἔχειν ἀμφοτέρους ψυχὴν), σύμφρων αὐτοῦ καὶ σύμπνους ἐγένετο (ὥστε καὶ γαμικὸν συνάλλαγμα ποιήσασθαι συνεφώνησαν, πλέον ἐκ
15τούτου τὸν τῆς ἀγάπης δεσμὸν ἐπισφίγγοντες). (25) Τῇ κδʹ οὖν τοῦ Μαρτίου μηνὸς ἀποστέλλει Ῥωμανὸς πρεσβύτερον, αὐτοῦ οἰκεῖον καὶ πι‐ στότατον ὄντα καὶ Θεόδωρον τὸν Ματζούκην λεγό‐ μενον εἰς τὸ παλάτιον ὑπεραπολογησαμένους ὡς
20»(Οὐκ ἀνταρσία γέγονε τὸ παρ’ ἐμοὶ διαπραχθὲν, ἀλλὰ) τὴν τοῦ Φωκᾶ ἐπίθεσιν ὑφορώμενος (197b) δεδιὼς μή τι νεωτερισθείη (παρ’ αὐτοῦ) εἰς τὸν βασιλέα· τούτου ἕνεκεν ἀνελθεῖν ἐν τῷ παλα‐ τίῳ βεβούλευται καὶ τὴν φυλακὴν ποιεῖσθαι τοῦ βα‐
25σιλέως.» Μὴ συνευδοκοῦντος οὖν Νικολάου τοῦ πατριάρχου (τούτοις), ἐμηνύθη 812 Ῥωμανῷ παρὰ (τοῦ) ῥηθέντος Θεοδώρου παιδαγωγοῦ αὐτοῦ ἐλθεῖν μετὰ τοῦ στόλου παντὸς μέχρι τοῦ Βουκο‐ λέοντος, (ὃς μετὰ τῶν σὺν αὐτῷ βουλευσάμενος—
30τὸ γὰρ ἄγον ἦγεν αὐτὸν)—τῇ ἡμέρᾳ τοῦ εὐαγγε‐ λισμοῦ τῆς ὑπεραγίου Θεοτόκου—εʹ δὲ ἦν— ἦλθεν ἔνοπλος ἅμα τῷ στόλῳ παντὶ ἐν τῷ Βου‐ κολέοντι). Καὶ παρευθὺ Στέφανος μὲν μάγιστρος ἐξῆλθε τοῦ παλατίου, Νικήτας δὲ πατρίκιος, ὁ
35συμπενθερὸς Ῥωμανοῦ, ἀνελθὼν ἐν τῷ παλατίῳ, ἐξήγαγεν ἐκεῖθεν Νικόλαον τὸν πατριάρχην. Ὅρκοις οὖν βεβαιωθέντες οἱ τοῦ παλατίου παρὰ Ῥωμανοῦ, ἀπέστειλαν αὐτῷ τὸν τίμιον καὶ ζωο‐ ποιὸν σταυρόν· καὶ προσκυνήσας (αὐτὸν) καὶ
40ὅρκοις βεβαιώσας αὐτοὺς ἀνῆλθε μετ’ αὐτῶν ἐν τῷ παλατίῳ καὶ ὀλίγων τινῶν προσκυνήσων τὸν βασιλέα· καὶ εἰσελθὼν μετ’ αὐτοῦ ἐν τῷ ναῷ τῷ ἐν τῷ Φάρῳ καὶ πίστεις αὐτῷ δοὺς παρευθὺ προχει‐ ρίζεται (παρ’ αὐτοῦ) μάγιστρος καὶ μέγας ἑται‐
45ρειάρχης.1143

110

.

1145

(26) Αὐτίκα οὖν γέγονε θεία κέλευσις πρὸς Λέοντα τὸν Φωκᾶν παρεγγυωμένη μηδαμῶς στάσιν τινὰ ἐννοῆσαι, ἀλλὰ πρὸς ὀλίγον ἐν τῷ ἰδίῳ οἴκῳ ἀναπαύεσθαι· ὡσαύτως καὶ γράμματα ἐκε‐
5λεύσθη Κωνσταντίνῳ παρακοιμωμένῳ γράψαι τὰ ὅμοια αὐτῷ παραγγέλλοντα, τοῦ μηδὲν ἐναντίον βουλεύσασθαι, ἀλλ’ ἐν ὑποταγῇ εἶναι τοῦ βασι‐ λέως Κωνσταντίνου. Ἀναλαβόμενος οὖν ταῦτα Ἀνδρέας, πριμικήριος τοῦ βασιλικοῦ βεστιαρίου,
10ἀπεκόμισεν αὐτῷ ταῦτα 813 ἐν Καππαδοκίᾳ ὄντι· καὶ ἀναδεξάμενος ταῦτα (καὶ ἀναγνοὺς) ἀπελ‐ θὼν ἐν τῷ ἰδίῳ οἴκῳ ἡσύχασεν. (27) Τῇ εʹ ἑβδομάδι τῶν ἁγίων νηστειῶν δί‐ δοται ἀῤῥαβὼν γαμικῶν συναλλαγμάτων παρὰ
15Κωνσταντίνου βασιλέως Ἑλένῃ τῇ θυγατρὶ Ῥωμα‐ νοῦ· καὶ τῇ γʹ (τοῦ Πάσχα τῇ λεγομένῃ) τῆς Γα‐ λιλαίας (εὐλογεῖται καὶ) στεφανοῦται (ἅμα αὐτῇ) παρὰ Νικολάου πατριάρχου, Ῥωμανὸν βασιλεο‐ πάτορα προβαλλόμενος· ἀντ’ αὐτοῦ Χριστοφό‐
20ρον υἱὸν αὐτοῦ ἑταιρειάρχην κατέστησε. (28) Μετ’ οὐ πολὺ δὲ Λέων (198a) ὁ Φωκᾶς, ἀπατηθεὶς παρά (τε) τινῶν ἀρχόντων (καὶ τῶν αὐτοῦ ταγμάτων), πρὸς ἀνταρσίαν κινεῖται, καὶ ἀποστείλας ἀνελάβετο εἶναι σὺν αὐτῷ τόν τε παρα‐
25κοιμώμενον Κωνσταντῖνον (καὶ Κωνσταντῖνον καὶ Ἀναστάσιον τοὺς αὐταδέλφους) καὶ Κωνσταν‐ τῖνον πρωτασηκρῆτιν τὸν Μαλελίαν, πληροφορῶν ἅπαντας καὶ βεβαιῶν ὡς ὑπὲρ τοῦ βασιλέως Κων‐ σταντίνου τὴν τοιαύτην ποιῇ συγκίνησιν. Ῥωμα‐
30νὸς δὲ ὁ βασιλεοπάτωρ χρυσοβούλλια ποιήσας ἐνυπόγραφα (ὡς) ἐκ προσώπου τοῦ βασιλέως Κων‐ σταντίνου, τῆς τοιαύτης ἐπιβουλῆς ἀνατροπὴν περιέχοντα, καὶ ὡς οἱ τὸν Φωκᾶν καταλιμπάνοντες, τῷ βασιλεῖ δὲ προσφεύγοντες, ὑπὲρ τοῦ βασιλέως
35εἰσὶ, δοὺς Ἄννῃ (τινὶ) γυναικὶ ἀναιδεῖ καὶ θρασείᾳ καὶ 814 κληρικῷ τινι Μιχαὴλ, ἐν τῷ (αὐτοῦ) στρατοπέδῳ ἐξέπεμψεν. Οἱ δὲ ταῦτα (ἀνα‐ λαβόμενοι) διέσπειραν παντὶ τῷ στρατῷ· καὶ ὁ μὲν Μιχαὴλ, φωραθεὶς παρὰ τοῦ Φωκᾶ καὶ ἀνη‐
40λεῶς τυφθεὶς, τήν τε ῥῖνα καὶ τὰ ὦτα ἀπετμήθη, ὃς μετὰ ταῦτα παρὰ Ῥωμανοῦ τῆς προσηκούσης ἔτυχεν ἀμοιβῆς, ὡσαύτως καὶ ἡ σὺν αὐτῷ σταλεῖσα
γυνή.1145

110

.

1148

(29) Πρῶτος οὖν ὁ υἱὸς τοῦ βαρέως Μιχαὴλ καταλιπὼν τὸν Φωκᾶν τῷ Ῥωμανῷ προσέδραμεν, ἀρχὴ γεγονὼς καταλύσεως (τῆς τοιαύτης ἀν‐ ταρσίας καὶ τυραννίδος), σὺν αὐτῷ δὲ καὶ ὁ Βαλάν‐
5τιος, τουρμάρχαι ὄντες ἀμφότεροι. Λέων οὖν ὁ Φωκᾶς, μετὰ λαοῦ πλείστου (ἰσχυρῶς καθωπλι‐ σμένου) ἐν Χρυσοπόλει καταλαβὼν, διέστησε παρατάξεις ἀπὸ τῆς (λιθίνης) δαμάλεως μέχρι Χαλκηδόνος, τοὺς ἐν τῇ πόλει φοβῶν. Ἀποστέλλεται
10οὖν μετὰ δρόμωνος παρὰ Ῥωμανοῦ Συμεὼν ὁ τοῦ κανικλείου, λόγον ἐνυπόγραφον τοῦ βασιλέως Κωνσταντίνου ἐπιφερόμενος. (30) «Ὡς ἐγὼ φύλακα τῆς ἐμῆς βασιλείας ἐγρηγορώτατον (καὶ εὐνούστατον) καὶ πιστότατον
15οὐδένα τῶν ὑπὸ χεῖρα ἢ Ῥωμανὸν εὑρηκὼς, τούτῳ τὴν ἐμὴν φυλακὴν μετὰ Θεὸν κατεπίστευσα καὶ ἀντὶ πατρὸς αὐτὸν ἔχειν ἔκρινα, σπλάγχνα πατρικὰ καὶ διάθεσιν γονικὴν πρὸς ἐμὲ ἐνδειξάμενον· Λέοντα δὲ τοῦτον Φωκᾶν ἀεὶ τῇ ἐμῇ βασιλείᾳ ὑποπτεύω
20ἐπιβουλεύειν, νῦν δὲ ἔργοις αὐτοῖς ἐπίβουλον 815 εὕρηκα καὶ τῆς ἐμῆς ἀρχῆς τυραννικῶς ἐξανι‐ στάμενον· διὸ οὔτε δομέστικον αὐτὸν ἀπὸ τοῦ νῦν εἶναι βούλομαι, οὔτε δὲ ταύτην τὴν ἀνταρσίαν μετὰ βουλῆς ἐμῆς πεπραχέναι φημὶ, ἀλλ’ αὐθαιρέτῳ
25γνώμῃ ταύτην ποιήσασθαι τὴν ἐπίθεσιν, ἑαυτῷ τὴν βασιλείαν σφετεριζόμενον.» Τούτων οὖν τῷ λαῷ ὑπαναγνωσθέντων, ἤρξαντο πάντες ὑποχωρεῖν, καὶ τῷ βασιλεοπάτορι προσρύεσθαι Ῥωμανῷ. Τοῦ δὲ Φωκᾶ εἰς ἀμήχανον περιστάντος (καὶ ἀπογνόντος
30ὡς πάσης ἐλπίδος ἠστοχηκότος), καὶ φυγῇ χρησα‐ μένου, καὶ πρὸς τὸ κάστρον Ἀτεοῦς παραγενομένου, καὶ μὴ δεχθέντος (ἐν χωρίῳ δὲ ὀνομαζομένῳ Γοηλέοντι φεύγοντος καὶ συλληφθέντος), ἀπέστειλε Ῥωμανὸς Ἰωάννην τὸν Τουβάκην καὶ Λέοντα τὸν
35αὐτοῦ συγγενῆ, ὥστε εἰσαγαγεῖν αὐτὸν εἰς τὴν πόλιν. Οἱ δὲ τοῦτον κρατήσαντες ἀπετύφλωσαν, καίτοι μηδεμίαν περὶ τούτου δεξάμενοι ἐντολὴν, ἀλλ’ αὐθαιρέτῳ γνώμῃ τοῦτο πεποιηκότες, ὡς ἀγα‐ νακτῆσαι ἐπὶ τούτῳ καὶ τὸν βασιλεοπάτορα Ῥω‐
40μανόν. (31) Αὐγούστῳ δὲ μηνὶ κατεμηνύθη τὰ τῆς ἐπι‐ βουλῆς Κωνσταντίνου Κτηματηνοῦ καὶ Δαυῒδ Κα‐ μουλιανοῦ καὶ Μιχαὴλ κουράτορος τῶν μαγγάνων· καὶ τυφθέντες οὗτοι καὶ δημευθέντες διὰ μέσης
45διῆλθον τῆς πόλεως, καὶ ἐξορίᾳ παρεπέμφθησαν.1147

110

.

1149

(32) Ἤγαγον δὲ Λέοντα μάγιστρον καὶ δο‐ μέστικον τῶν σχολῶν ἐν τῇ πόλει, καὶ διῆλθεν ἐν μέσῃ τῇ ἀγορᾷ ἡμιόνῳ ἐφεζόμενος. (33) (198b) Ἐφωράθη δὲ καὶ Ζωὴ Αὐγοῦστα
5ἐπιβουλεύουσα 816 Ῥωμανῷ διὰ πεφαρμαγμένων βρωμάτων (ὑπὸ Θεοκλήτου νοταρίου τῆς ὑπουρ‐ γίας σκευασθέντων)· καὶ ταύτην τοῦ παλατίου καταβιβάζουσι καὶ εἰς τὸ Πετρίον ἀπάγουσι τῇ τῆς Ἁγίας Εὐφημίας μονῇ ἀποκείραντες.
10(34) Προσεκλήθη δὲ παρὰ Θεοφυλάκτου πατρι‐ κίου καὶ κόμητος τοῦ στάβλου εἰς ἄριστον ὁ παι‐ δαγωγὸς Κωνσταντίνου βασιλέως Θεόδωρος καὶ Συ‐ μεὼν ὁ αὐτοῦ ἀδελφός. Ἐσθιόντων δὲ αὐτῶν, εἰσ‐ ῆλθεν Ἰωάννης δρουγγάριος τῆς βίγλης ὁ Κρο‐
15κόας (λεγόμενος) μετὰ πλείστου λαοῦ, καὶ τούτους ἀναρπάσας εἰς τὸ Ὀψίκιον ἐξώρισεν ἐν τοῖς αὐτῶν προαστείοις ὡς κατὰ Ῥωμανοῦ μελετῶντας. (35) Κδʹ τοῦ Σεπτεμβρίου μηνὸς (τιμᾶται Ῥωμανὸς) τῇ τοῦ Καίσαρος ἀξίᾳ· καὶ Δεκεμβρίου
20μηνὶ ιζʹ, τῇ τῶν προπατόρων Κυριακῇ, τῷ τῆς βασιλείας στέφεται διαδήματι παρὰ Κωνσταν‐ τίνου βασιλέως (τοῦ γαμβροῦ αὐτοῦ) καὶ Νικο‐ λάου πατριάρχου. ΙΑʹ. Περὶ τῆς βασιλείας Ῥωμανοῦ.
25Καὶ Ἰανουαρίου ϛʹ, τῇ τῶν ἁγίων Φώτων ἡμέρᾳ, στέφει Θεοδώραν τὴν γυναῖκα αὐτοῦ· Μαΐῳ δὲ μηνὶ ιζʹ, ἰνδικτιῶνος εʹ, Χριστοφόρος ὁ υἱὸς Ῥωμανοῦ ἀναγορεύεται βασιλεύς· 817 στέφεται δὲ τῇ κδʹ τοῦ αὐτοῦ μηνὸς παρὰ Κωνσταντίνου
30βασιλέως τῇ τῆς ἁγίας νʹ ἡμέρᾳ· καὶ μόνοι οὗτοι οἱ δύο ἐν ταύτῃ τῇ προελεύσει προῆλθον. (2) Ἰουλίῳ δὲ μηνὶ ἰνδικτιῶνος ηʹ (ἡμέρᾳ Κυ‐ ριακῇ) ἡ τῆς Ἐκκλησίας γέγονεν ἕνωσις παρὰ Ῥω‐ μανοῦ (ἁπάντων ἑνωθέντων μητροπολιτῶν τε καὶ
35κληρικῶν τῶν ἀπὸ Νικολάου πατριάρχου καὶ Εὐθυ‐ μίου) διεσχισμένων. (3) Ὀγδόῃ δὲ Φεβρουαρίου μηνὸς, ἰνδι‐ κτιῶνος θʹ ἀποστείλας Ῥωμανὸς ὑπερορίζει τὸν μάγιστρον Στέφανον τὸν τῆς Καλομαρίας εἰς τὴν
40Ἀντιγόνου νῆσον ὡς τῆς βασιλείας ἐφίεσθαι κατη‐
γορηθέντα, μοναχὸν αὐτὸν ἀποκείρας ἅμα Θεο‐1149

110

.

1152

φάνει Τειχιώτῃ καὶ Παύλῳ ὀρφανοτρόφῳ ἀνθρώ‐ ποις αὐτοῦ. (4) Ἐποίησε δὲ Ῥωμανὸς βασιλεὺς ἐν τῷ Τριβουναλίῳ πρόκενσον, συνηγμένων ἁπάντων
5ἐκεῖσε μεθ’ ὅπλων· τοῦ ἀδνουμίου δὲ γενομένου, αἰφνίδιον Ῥωμανὸς καὶ Κωνσταντῖνος τάχει πολλῷ εἰς τὸ παλάτιον ὑποστρέφουσιν· ἐμηνύθη γὰρ παρὰ Λέοντος, ἀνθρώπου τοῦ Ἀρσενίου, (ἡ αὐτοῦ τοῦ Ἀρσενίου) ἐπιβουλὴ καὶ Παύλου Μαγγλαβίτου,
10οἳ τυφθέντες καὶ δημευθέντες ἐξωρίσθησαν· (ἦν δὲ τότε παραδυναστεύων ὁ πρεσβύτερος Ἰωάννης, ὁ ῥαίκτωρ, ὃς Λέοντα τὸν τοῦ Ἀρσενίου ἐποίησε ἑβδομαδάριον τῷ βασιλεῖ τοῦτον προσοι‐ κειώσας).
15818 (5) Ἐγένετο (δέ) τις Ῥεντάκιος ἐν Ἑλ‐ λάδι, συγγενὴς ὢν Νικήτα πατρικίου, ἀπαίδευτός τε καὶ πατραλῴας· ὃς τὸν ἑαυτοῦ πατέρα κατα‐ διώκων φονεῦσαι, ἐπειδήπερ ἐκεῖνος φεύγων αὐτοῦ τὴν ἐπίθεσιν, ἐν πλοίῳ εἰσελθὼν, ἐξέπλει καὶ παρὰ
20τῶν Κρητῶν κατεσχέθη, οὗτος ὁ Ῥεντάκιος, ἄδειαν εὑρὼν πάντα τὰ τοῦ πατρὸς αὐτοῦ ἐληΐσατο καὶ ἐν τῇ πόλει ἀνελθὼν [τῇ Μεγάλῃ τοῦ Θεοῦ ἐκκλησίᾳ προσέφυγεν. Ῥωμανὸς δὲ ὁ βασιλεὺς τὰς αὐτοῦ ἀταξίας καὶ λεηλασίας καταμαθὼν] τοῦτον τῆς ἐκ‐
25κλησίας ἐξαγαγεῖν ἐβουλεύσατο καὶ παιδεῦσαι. Ὁ δὲ, ψευδεῖς ἐπιστολὰς πρὸς Βουλγάρους πλασάμενος, πρὸς αὐτοὺς αὐτομολῆσαι ἐβουλεύσατο. Κρατηθεὶς δὲ καὶ ἐλεγχθεὶς τοὺς ὀφθαλμοὺς ἀποστε‐ ρεῖται. (6) Τῶν δὲ Βουλγάρων πάλιν ἐξελασάντων
30μέχρι Κατασυρτῶν, μετὰ τὴν τοῦ δομεστίκου Ἀδραλέστου τελευτὴν, προεβλήθη Πόθος, ὁ τοῦ Ἀργυροῦ δομέστικος τῶν σχολῶν· καὶ μέχρι Θερ‐ μοπόλεως μετὰ τῶν ταγμάτων ἐξελθὼν, ἀπέστειλε Μιχαὴλ τὸν τοῦ Μωρολέοντος υἱὸν (τοποτηρητὴν
35ὄντα) τοὺς Βουλγάρους κατασκοπήσαντα. Ὁ δὲ ἀπροόπτως τῷ λόχῳ αὐτῶν ἐμπεσὼν, πολλοὺς μὲν τῶν Βουλγάρων ἀνεῖλεν, πληγεὶς δὲ καὶ αὐτὸς εἰσελθὼν ἐν τῇ πόλει ἐτελεύτησεν. (7) Ἐμηνύθη δὲ τότε διὰ Θεοκλήτου νοταρίου
40τῆς ὑπουργίας ἡ κατὰ Ῥωμανοῦ (τοῦ) βασιλέως ἐπι‐ βουλὴ Ἀναστασίου 819 σακελλαρίου καὶ ἄρχοντος τοῦ χρυσοχείου καὶ Θεοδωρήτου κοιτωνίτου καὶ Δημητρίου, βασιλικοῦ νοταρίου τοῦ εἰδικοῦ,
καὶ Νικολάου τοῦ Κουβάτζη καὶ Θεοδότου πρωτο‐1151

110

.

1153

καράβου, οἳ καὶ ὑπὲρ Κωνσταντίνου βασιλέως δῆθεν ἐσπούδαζον (199a). Καὶ δὴ ἐλεγχθέντες ἐτύφθη‐ σαν, καὶ ἐν τῇ μέσῃ διῆλθον καὶ ὑπερόριοι κατέστη‐ σαν. Ὁ δὲ Θεοδώρητος ἰδίᾳ ἐν τῷ λεγομένῳ
5Τρικόγχῳ τοῦ παλατίου τυφθεὶς καὶ αὐτὸς ἐξωρί‐ σθη· τὸν δὲ σακελλάριον Ἀναστάσιον ἀπέκειραν ἐν τῇ μονῇ τῶν Ἐλεγμῶν, ἔνθα καὶ τελευτᾷ. (8) Τῆς τοιαύτης δὲ προφάσεως λαβόμενος Ῥωμανὸς τὸν βασιλέα Κωνσταντῖνον ὑποβιβάζει, καὶ
10δεύτερον καθίστησιν· ἑαυτὸν δὲ προάγει εἰς τὸ ἔμπροσθεν. (9) Ἐκστρατεύει δὲ πάλιν Συμεὼν κατὰ Ῥω‐ μαίων, καὶ πλῆθος Βουλγάρων ἀποστείλας ἅμα Καυκάνῳ καὶ Μηνικῷ καὶ ἑτέροις, ἐκέλευσε κατὰ
15τῆς πόλεως ὅτι τάχιστα ἐξελαύνειν. Διελθόντες οὖν οὗτοι διὰ τῶν ὀρῶν, ἦλθον μέχρι τῶν Μαγ‐ γλαβά. Τὴν αὐτῶν δὲ ἔφοδον μαθὼν ὁ βασιλεὺς Ῥωμανὸς (λογισάμενος μὴ τὰ τῶν Πηγῶν παλάτια καὶ τὸ Στενὸν κατελθόντες ἐμπρήσωσιν), Ἰωάννην
20ῥαίκτωρα ἀποστέλλει ἅμα Λέοντι καὶ Πόθῳ τοῖς Ἀργυροῖς λεγομένοις, ἔχοντας μεθ’ ἑαυτῶν πλῆ‐ θος ἱκανὸν ἔκ τε τῶν βασιλικῶν καὶ τῆς ἑται‐ ρίας καὶ τῶν ταγματικῶν, οἷς συνῆν καὶ Ἀλέξιος (ὁ) πατρίκιος καὶ δρουγγάριος τῶν πλωΐμων ὁ
25Μουσελὲ μετὰ τοῦ λαοῦ αὐτοῦ—ἦν δὲ εʹ τῶν Νη‐ στειῶν ἑβδομάς. 820—Διατάξαντες οὖν οὗτοι τὸν λαὸν ἐν τοῖς πεδινοῖς καὶ χαμαλωτέροις τόποις τῶν Πηγῶν, τῶν Βουλγάρων ἄνωθεν ἀναφα‐ νέντων ἐνόπλων καὶ βοῇ χρησαμένων ἀσήμῳ καὶ
30φοβερᾷ καὶ σφοδρωτάτως ἐπελασάντων κατ’ αὐτῶν, παρευθὺ φεύγει μὲν Ἰωάννης ὁ ῥαίκτωρ, σφάττεται [δὲ] ὑπὲρ τούτου ἀγωνιζόμενος Φωτεινὸς ὁ τοῦ Πλατυπόδη (υἱὸς καὶ πολλοὶ ἕτεροι· μόλις οὖν διασωθεὶς ἦλθε φεύγων ἔνοπλος μετὰ δρόμωνος
35καὶ Ἀλέξιος δρουγγάριος ὁ Μουσηλὲ, καὶ μὴ ἰσχύσας τέλειον ἀνελθεῖν ἐπὶ τὴν τοῦ δρόμωνος ἀποβάθραν, πεσὼν ἐν τῇ θαλάσσῃ σὺν τῷ αὐτοῦ πρωτομανδάτωρι ἀπεπνίγη). Οἱ Ἀργυροὶ δὲ ἐν τῷ καστελλίῳ φυγόντες διεσώθησαν. Πλώϊμοι δὲ
40καὶ τὸ (λοιπὸν) ἅπαν πλῆθος, οἱ μὲν τὰς τῶν πο‐ λεμίων χεῖρας φεύγοντες ἐν τῇ θαλάσσῃ ἀπεπνίγη‐ σαν· οἱ δὲ σιδήρου γεγόνασι παρανάλωμα· οἱ δὲ χερσὶ Βουλγαρικαῖς (αἰχμάλωτοι) συνελήφθησαν. Οἱ δὲ Βούλγαροι, μηδένα τὸν κωλύοντα ἔχοντες, τά
45τε παλάτια τῶν Πηγῶν ἐπυρπόλησαν καὶ τὸ Στενὸν ἅπαν κατέκαυσαν. (Οὕτως ἄρα δεινὸν ἀβουλία
καὶ ἀπειρία θρασύτητα σύμμαχον ἔχουσα.)1153

110

.

1156

(10) Κʹ δὲ Φεβρουαρίου μηνὸς ιʹ ἰνδικτιῶνος Θεοδώρα σύμβιος Ῥωμανοῦ τελευτᾷ· καὶ κατε‐ τέθη τὸ σῶμα αὐτῆς ἐν τῷ οἴκῳ αὐτοῦ τοῦ βασιλέως Ῥωμανοῦ τῷ ὑπ’ αὐτοῦ (εἰς) μοναστήριον ἀμει‐
5φθέντι. (11) Τῷ δὲ αὐτῷ μηνὶ στέφεται Σοφία ἡ τοῦ βασιλέως 821 Χριστοφόρου γυνή. Τηνικαῦτα δὲ καὶ Κουροπαλάτης Ἴβηρ ἐν τῇ πόλει παρεγένετο, καὶ διὰ μέσης τῆς ἀγορᾶς διελθὼν κεκοσμημένης
10λαμπρῶς μετὰ δόξης πολλῆς καὶ τιμῆς ὑπεδέχθη (ὃν καὶ ἐν τῇ Ἁγίᾳ τοῦ Θεοῦ Σοφίᾳ εἰσήγαγον, τὸ κάλλος αὐτῆς καὶ τὸ μέγεθος θεασάμενον καὶ τὸν πολυτελῆ κόσμον—καλλωπίσαντες γὰρ αὐτὴν καὶ περιστείλαντες πέπλοις χρυσοϋφέσι καὶ κόσμῳ
15παντοίῳ οὕτως εἰσήγαγον ἐν αὐτῇ). Ὁ δὲ, τὸ θαυμαστὸν καὶ ὑπερμέγεθες τοῦ ναοῦ ἔργον καταπλαγεὶς καὶ τὸν πολυτελῆ κόσμον ὑπερθαυμάσας καὶ ἀληθῶς Θεοῦ κατοικίαν εἶναι τὸν χῶρον τοῦτον εἰπὼν, αὖθις ὑπέστρεψεν εἰς τὰ οἰκεῖα. (12) Ἰουνίῳ δὲ μηνὶ τῶν Βουλγάρων πάλιν ἐκστρατευσάντων καὶ μέχρι τῶν τῆς Ἁγίας Θεοδώ‐
20ρας παλατίων ἐλθόντων, καὶ ταῦτα πυρὶ παρα‐ δόντων, εἰς ἄριστον ὁ βασιλεὺς Ῥωμανὸς (τοὺς) τῶν ταγμάτων ἄρχοντας συνεκάλεσε, συνόντος αὐτοῖς καὶ τοῦ λεγομένου Σακτίκη, καὶ παρῄνει τούτοις καὶ προὐτρέπετο κατὰ τῶν ἐναντίων ἐξελ‐
25θεῖν καὶ τῆς πατρίδος ὑπεραγωνίσασθαι. Οἱ δὲ συνέθεντο ἑτοίμως τῆς αὐτοῦ βασιλείας καὶ τῶν Χρι‐ στιανῶν ὑπεραποθνήσκειν. Τῇ οὖν ἐπαύριον κα‐ θοπλισθεὶς παρὰ τοῦ βασιλέως ὁ εἰρημένος Σακτί‐ κης ἀληθῆ οὖσαν τὴν ἑαυτοῦ πίστιν (τε) καὶ
30ἀνδρείαν ἀπέδειξεν· ὄπισθε γὰρ τῶν Βουλγάρων (199b) γενόμενος καὶ εἰς τὸ στρατόπεδον αὐτῶν ἐμπεσὼν, πάντας τοὺς ἐκεῖ εὑρεθέντας κατέσφαξεν. Μαθόντες οὖν οἱ Βούλγαροι τὸ γεγονὸς, ὑποστρέ‐ φουσιν ἐν τῷ στρατοπέδῳ, καὶ πολέμου συγκροτη‐
35θέντος, τρέπουσι τὸν Σακτίκην σὺν ὀλίγοις ὑπάρ‐ χοντα. 822 Ὁ δὲ, ἐπειδὴ γενναίως ἀγωνισάμενος, πολλοὺς ἀνελὼν, οὐκ ἔτι ἀντέχειν ἠδύνατο πρὸς τὸ πλῆθος τῶν πολεμίων, μεθίησι τοῦ ἵππου τὸν χαλι‐ νὸν, καὶ εἰς φυγὴν ἤλαυνε· ποταμὸν δέ τινα (ἐκεῖσε)
40παραῤῥέοντα διαπερῶν, τοῦ ἵππου αὐτοῦ ἐν τῇ ἰλΰι ἐμπαγέντος, τιτρώσκεται κατὰ τῆς ἕδρας καὶ τοῦ μηροῦ· μόλις οὖν τοῦ ἵππου ἐκ τῆς ἰλύος ἀνασπασθέντος συνεργεία τῶν ὑπὸ χεῖρα, διασώζεται μέχρι τῶν Βλαχερνῶν, καὶ τεθεὶς ἐν τῇ ἁγίᾳ σορῷ, καιρίας τῆς πληγῆς οὔσης, τῇ νυκτὶ ἐτελεύτησε. (13) Τηνικαῦτα δὲ καὶ Πετρωνᾶς αἰδεσιμώτατος
45προστάξει Ῥωμανοῦ βασιλέως ἤγαγε λάρνακα
ἔνζῳδον καὶ ἕτερα δύο γλυφῆς ἀμοιροῦντα ἐκ τῆς1155

110

.

1157

τοῦ Ἁγίου Μάμαντος μονῆς ἀνδρείας, τῆς πλησίον οὔσης τῶν Ξυλοκέρκου λεγομένης πόρτης, ἐν οἷς φασιν ἐναποκεῖσθαι Μαυρίκιον σὺν τοῖς αὐτοῦ παισὶν, ἃ καὶ ἀπετέθη ἐν τῇ τοῦ βασιλέως μονῇ.
5(14) Ἀδριανὸς δέ τις Χάλδος, πρὸς δὲ καὶ Τατζάτης Ἀρμένιος πλούσιος πάνυ, τῇ ὑποθήκῃ καὶ συμβουλῇ Βάρδα τοῦ Βοήλα στρατηγοῦντος ἐν Χαλδίᾳ τυραννίδα καὶ ἀνταρσίαν κατὰ Ῥωμανοῦ βασιλέως συσκευάζουσι, τὸ Πάνπερ τε λεγόμε‐
10νον ὀχύρωμα κατασχόντες· οὓς ὁ τῶν σχολῶν δομέστικος Ἰωάννης ὁ Κροκόας καταπολεμήσας τοὺς μὲν κατέσχεν, ὧν τοὺς περιφανεστέρους ἀπο‐ τυφλοῖ, τὰς οὐσίας αὐτῶν δημεύσας· Τατζά‐ της δὲ, ἐν ἑτέρῳ ὀχυρωτάτῳ 823 καστελλίῳ
15διαφυγὼν καὶ λόγον τοῦ μήτι κακὸν παθεῖν δεξάμενος, ἐν τῇ πόλει εἰσεληλύθει, καὶ τῇ τοῦ μαγλαβίτου ἀξίᾳ τιμηθεὶς ἐν τῷ οἴκῳ τῶν μαγγά‐ νων διῃτᾶτο τηρούμενος. Δρασμὸν δὲ βουλευσά‐ μενος ἁλίσκεται, καὶ τῶν ὀμμάτων στερίσκεται.
20Βάρδαν τὸν Βοήλαν ἀπέκειραν μοναχὸν, τοῦ βασι‐ λέως οἰκτείραντος φίλον τυγχάνοντα. (15) Τοῦ δὲ πατρικίου τοῦ ἐπονομαζομένου Μωρολέοντος Ἀδριανουπόλεως στρατηγοῦντος, κρατίστου τὰ πολλὰ καὶ περιδεξίου τυγχάνοντος,
25ὃς πλείστας κατὰ Βουλγάρων ἀνδραγαθίας ἐπεδείξατο, (καὶ πάλιν) ὁ Βούλγαρος Συμεὼν σὺν παντὶ τῷ στρατεύματι αὐτοῦ τὴν εἰρημένην πόλιν περιεκύ‐ κλωσε, καὶ χάρακα περιβαλὼν ἰσχυρῶς ταύτην ἐπολιόρκει· ἐπεὶ δὲ ὅ τε σῖτος τοὺς ἐν τῇ πόλει
30ἐπελελοίπει καὶ λιμὸς ἐπίεζε χαλεπὸς—οὐδαμό‐ θεν γὰρ εἶχον ἐπισιτίσασθαι—τῇ ἐνδείᾳ πιεζόμενοι προδεδώκασιν ἑαυτούς (τε) καὶ τὸν στρατηγὸν τοῖς Βουλγάροις, ὃν χειρωσάμενος Συμεών· καὶ δεσμὰ καθ’ ὅλου τοῦ σώματος περιβαλὼν, καὶ μυρίαις
35αἰκίαις τοῦτον τιμωρησάμενος τελευταῖον ἀπέκτεινε (θανάτῳ πικρῷ, ἀξίῳ τῆς ἑαυτοῦ ἀπηνεστάτης καὶ ὠμοτάτης ψυχῆς). Βουλγάροις οὖν τὴν τῆς πόλεως φυλακὴν παραδοὺς ὑπεχώρησεν· οἵ, τὴν κατ’ αὐτῶν τοῦ Ῥωμαίων στρατοῦ ἔφοδον ἀκηκοότες,
40ταύτην καταλελοιπότες ἀπῆλθον· καὶ πάλιν ὑπὸ Ῥωμαίους (αὐτὴ) ἐγένετο. (16) Λέοντος δὲ τοῦ Τριπολίτου μετὰ δυνά‐ μεως πολλῆς 824 (καὶ πλοίων πολεμικῶν κατὰ
Ῥωμαίων ἐξελθόντος καὶ ἐν) τῇ νήσῳ Λήμνῳ κατα‐1157

110

.

1160

λαβόντος, Ἰωάννης πατρίκιος καὶ δρουγγάριος τοῦ πλωΐμου ὁ Ῥαδινὸς κατονομαζόμενος αἰφνι‐ δίως ἐπέθετο αὐτῷ (καὶ τὴν νῆσον κατέλαβε)· καὶ πολέμου γεγονότος, Θεοῦ συνεργείᾳ οἱ ὑπ’ αὐτὸν
5τρέπονται Ἀγαρηνοὶ, μόνος δὲ ὁ Τριπολίτης φυ‐ γῇ διασώζεται. (17) Σεπτεμβρίῳ δὲ μηνὶ, ἰνδικτιῶνος βʹ, Συ‐ μεὼν ὁ ἄρχων Βουλγαρίας (200a) πανστρατὶ κατὰ Κωνσταντινουπόλεως ἐκστρατεύει. Καὶ ληΐζεται μὲν
10Θρᾴκην (τε) καὶ Μακεδονίαν, ἐμπυρίζει δὲ πάντα (καὶ) καταστρέφει καὶ δενδροτομεῖ· μέχρι Βλα‐ χερνῶν παραγενόμενος ἐπεζήτησεν αὐτῷ ἀποσταλῆ‐ ναι τὸν πατριάρχην Νικόλαον καί τινας τῶν μεγι‐ στάνων ὥστε περὶ εἰρήνης αὐτοῖς συντυχεῖν· ἔλαβον
15ὁμήρους παρ’ ἀλλήλων ἀμφότεροι, καὶ ἐξῆλθε πρότερον μὲν ὁ πατριάρχης, ἔπειτα Μι‐ χαὴλ πατρίκιος ὁ προσαγορευόμενος Στυπιώτης καὶ Ἰωάννης ὁ μυστικός τε καὶ παραδυνα‐ στεύων· ἤδη γὰρ Ἰωάννης ὁ ῥαίκτωρ, διαβληθεὶς
20πρὸς τὸν βασιλέα, ἀσθένειαν προφασισάμενος, τοῦ πα‐ λατίου κατεληλύθει καὶ ἐν τῇ αὐτοῦ μονῇ τῇ πλησίον Γαλακρηνῶν ἀπεκάρη. (18) Οἱ μὲν οὖν μετὰ Συμεὼν περὶ εἰρήνης διε‐ λέγοντο· ὁ δὲ αὐτοὺς (μὲν) ἀπεπέμψατο, αὐτὸν δὲ
25τὸν βασιλέα Ῥωμανὸν 825 ἐζήτει θεάσασθαι· παρὰ πολλῶν γὰρ πεπληροφόρητο περί τε τῆς αὐτοῦ φρονήσεως καὶ ἀνδρείας καὶ (τῆς συνέσεως). Ὁ τοίνυν βασιλεὺς σφόδρα ἠγαλλιάσατο· ἐπόθει γὰρ τὴν εἰρήνην καὶ τὸ στῆναι τὰς καθ’ ἑκάστην ἐγγι‐
30νομένας τῶν αἱμάτων ἐκχύσεις. Ἀποστείλας οὖν ἐν τῷ Κοσμιδίου αἰγιαλῷ κατεσκεύασεν ἐν τῇ θαλάσ‐ σῃ ὀχυρωτάτην ἀπόβασιν, ὥστε τὴν βασιλικὴν τριήρην διεκπλέουσαν ἐν αὐτῇ προσορμίζεσθαι· περιφράξας οὖν αὐτὴν πάντοθεν διατείχισμα μέσον
35γενέσθαι προσέταξεν, ἐν ᾧ ἀλλήλοις ἔμελλον ὁμι‐ λεῖν. Ἀποστείλας οὖν Συμεὼν τὸν τῆς ὑπεραγίας Θεοτόκου ναὸν τὸν ἐν τῇ Πηγῇ ἐνέπρησε καὶ τὰ πέριξ αὐτοῦ σύμπαντα, δῆλος ὢν ἐντεῦθεν μὴ τὴν εἰρήνην ἐθέλων, ἀλλ’ ἐλπίσι μετεώροις τοῦτον ἐξαπα‐
40τῶν.
(19) Παραγενόμενος δὲ ἐν Βλαχέρναις ὁ βασιλεὺς1159

110

.

1161

ἅμα Νικολάῳ (τῷ) πατριάρχῃ ἐν τῇ ἁγίᾳ εἰσῆλθε σορῷ καὶ τὰς χεῖρας ἐξέτεινεν εἰς εὐχήν· εἶτα πρηνὴς πεσὼν τὸ ἅγιον ἔδαφος ἐκεῖνο τοῖς δάκρυσι κατέβρεχε τὴν πανάχραντον Θεοτόκον ἀντιβολῶν, τὴν ἀκαμπῆ
5καὶ ἀμείλικτον τοῦ τυράννου καὶ ὑπερηφανοῦς Συμεὼν καρδίαν μαλάξαι (καὶ πεῖσαι) τὰ πρὸς εἰρήνην συνθέσθαι· τὸ ἅγιον οὖν κιβώτιον διανοί‐ ξαντες, ἔνθα τὸ σεπτὸν τῆς ὑπεραγίας Θεοτόκου τεθησαύριστο ὠμοφόριον, καὶ τοῦτο ἐκεῖθεν ὁ βασι‐
10λεὺς ἀνελόμενος καὶ ὥσπερ τινὰ θώρακα ἀδιάῤῥηκτον περιβαλλόμενος καὶ τὴν πίστιν τὴν εἰς τὴν ἄμωμον Θεοτόκον οἷα περικεφαλαίαν τινὰ περιθέμενος, ἔξεισι τοῦ ναοῦ, ὅπλοις ἀσφαλέσι φραξάμενος· τὸν σὺν αὐτῷ οὖν στόλον ἀσπίσι τε καὶ ὅπλοις (ἀσφαλέσι)
15κατακοσμήσας τὸν ὡρισμένον τόπον κατέλαβε συνομιλῆσαι τῷ Συμεών. (20) Πέμπτη οὖν ἡμέρα (ἦν) ὅτε ταῦτα ἐγίνετο, θʹ τοῦ Σεπτεμβρίου μηνός· τετάρτῃ δὲ τῆς ἡμέρας ὥρᾳ παρεγένετο Συμεὼν πλῆθος ἄπειρον ἐπαγόμε‐ νος εἰς πολλὰς διῃρημένον παρατάξεις, τῶν μὲν
20χρυσασπίδων καὶ χρυσοδοράτων τῶν δὲ ἀργυρα‐ σπίδων καὶ ἀργυροδοράτων, τῶν δὲ πάσῃ ὅπλων χροιᾷ κεκοσμημένων, πάντων καταπεφραγμένων σι‐ δήρῳ, οἳ μέσον αὐτῶν διειληφότες τὸν Συμεὼν ὡς βασιλέα εὐφήμουν τῇ τῶν Ῥωμαίων φωνῇ· πάν‐
25τες δὲ οἱ τῆς συγκλήτου βουλῆς τοῖς τείχεσιν ἐφε‐ στῶτες ἐθεώρουν τὰ δρώμενα· ἦν οὖν ἰδεῖν τότε ψυχὴν βασιλικὴν τῷ ὄντι καὶ μεγαλόφρονα καὶ θαυ‐ μάσαι τὸ τοῦ φρονήματος ἀκατάπληκτον καὶ τὸ τῆς ἀνδρίας παράστημα, ὅπερ τοσαύτην πολεμίων
30βλέπων ἐπιφορὰν οὐ κατεπλάγη καὶ συνεστάλη καὶ ὑπεχώρησεν, ἀλλ’ ὥσπερ εἰς φίλιον χωρῶν πλῆ‐ θος οὕτως ἀτρέμας ἀπῄει, μόνον οὐχὶ τὴν ψυχὴν τοῖς πολεμίοις τῶν ὑπηκόων διδοὺς ἀντίλυ‐ τρον.
35(21) Πρῶτος οὖν ἐν τῇ ῥηθείσῃ ἀποβάθρᾳ κατα‐ λαβὼν τὸν Συμεὼν ἐξεδέχετο· ἐπεὶ δὲ ὅμηροι (209b) ἐξ ἀμφοτέρων 827 ἐλήφθησαν τῶν μερῶν καὶ τὴν ἀποβάθραν οἱ Βούλγαροι διερευνήσαντο ἀκριβῶς, μήπω τις δόλος ἢ ἐνέδρα τυγχάνῃ, κατ‐
40ῆλθε Συμεὼν τοῦ ἵππου καὶ πρὸς τὸν βασιλέα εἰσ‐ ῆλθεν. Ἀσπασάμενοι δὲ ἀλλήλους εἰρήνης λόγους ἐκίνησαν· εἰπεῖν δὲ λέγεται τὸν βασιλέα πρὸς Συμεών· «Ἀκήκοά σε θεοσεβῆ ἄνθρωπον ὄντα καὶ Χρι‐ στιανὸν ὑπάρχειν ἀληθινὸν, βλέπω δὲ τὰ ἔργα μηδα‐
45μῶς τοῖς λόγοις συμβαίνοντα· ἴδιον μὲν γὰρ
θεοσεβοῦς ἀνθρώπου καὶ Χριστιανοῦ τὸ τὴν εἰρήνην1161

110

.

1164

καὶ τὴν ἀγάπην ἀσπάζεσθαι, εἴπερ «ὁ Θεὸς ἀγάπη ἐστὶ» καὶ λέγεται, ἀσεβοῦς δὲ καὶ ἀπίστου τὸ χαίρειν σφαγαῖς καὶ αἵμασιν ἀδίκως ἐκχεομένοις. Εἰ μὲν οὖν ἀληθὴς Χριστιανὸς ὑπάρχεις, καθὼς πε‐
5πληροφορήμεθα, στῆσόν ποτε τὰς ἀδίκους σφαγὰς καὶ τὰς τῶν ἀνοσίων αἱμάτων ἐκχύσεις καὶ σπεῖσαι μεθ’ ἡμῶν τῶν Χριστιανῶν τὴν εἰρήνην, Χρι‐ στιανὸς καὶ αὐτὸς ὢν καὶ ὀνομαζόμενος, καὶ μὴ θέλε μολύνεσθαι Χριστιανῶν δεξιὰν αἵμασιν ὁμο‐
10πίστων Χριστιανῶν. Ἄνθρωπος εἶ καὶ αὐτὸς, θάνατον προσδοκῶν καὶ ἀνάστασιν καὶ ἀνταπόδοσιν· σήμερον ὑπάρχεις καὶ αὔριον εἰς κόνιν διαλυθήσῃ· εἷς πυρετὸς ἅπαν κατασβέσει τὸ φρύαγμα· τίνα οὖν λόγον δώσεις τῷ Θεῷ ἐκεῖ ἀπελθὼν ὑπὲρ τῶν
15ἀδίκων σφαγῶν; ποίῳ προσώπῳ τῷ φοβερῷ καὶ δικαίῳ ἐνατενίσεις κριτῇ; Εἰ πλούτου ἐρῶν ταῦτα ποιεῖς, ἐγώ σε κατακόρως τοῦ ἐπιθυμουμένου ἐμπλή‐ σω· μόνον ἐπίσχες τὴν δεξιάν (σου), ἄσπασαι τὴν εἰρήνην, ἀγάπησον τὴν ὁμόνοιαν, ἵνα καὶ αὐτὸς βίον
20ζήσῃς εἰρηνικὸν καὶ ἀναίμακτον καὶ ἀπράγμονα, καὶ οἱ Χριστιανοὶ 828 παύσωνταί ποτε τῶν συμφ‐ ρῶν καὶ στήσωνται τοῦ Χριστιανοὺς ἀναιρεῖν· οὐ θέμις γὰρ αὐτοῖς αἵρειν ὅπλα καθ’ ὁμοπίστων». Τοσαῦτα οὖν εἰπὼν ὁ βασιλεὺς ἐσίγησεν. Αἰδεσθεὶς
25οὖν ὁ Συμεὼν τὴν τούτου ταπείνωσιν καὶ τοὺς λόγους (αὐτοῦ) κατένευσε τὴν εἰρήνην ποιήσασθαι. Ἀ‐ σπασάμενοι οὖν ἀλλήλους διεχωρίσθησαν, δώροις μεγαλοπρεπέσι τοῦ βασιλέως δεξιωσαμένου τὸν Συμεών.
30(22) Ὃ δὲ τότε συμβέβηκε, διηγήσομαι τεράστιόν τι καὶ τοῖς τὰ τοιαῦτα συγκρίνειν εἰδόσι παρά‐ δοξον· Δύο φασὶν ἀετοὺς, τῶν βασιλέων ὁμιλούντων, ἄνωθεν αὐτῶν ὑπερπτῆναι, κλάγξαι τε καὶ πρὸς ἀλλήλους συμμίξαι καὶ παραυτίκα διαζευχθῆναι
35ἀλλήλων, καὶ τὸν μὲν ἐπὶ τὴν πόλιν ἐλθεῖν τὸν δὲ ἐπὶ τὴν Θρᾴκην διαπτῆναι. Τοῦτο οἱ ἀκριβῶς τὰ τοιαῦτα σκοποῦντες οὐ καλὸν ἔκριναν οἰωνόν· ἀσυμ‐ βάτους γὰρ ἐπὶ τὴν εἰρήνην ἀμφοτέρους διαλυθήσε‐ σθαι ἔφασαν. Συμεὼν δὲ τὸ αὐτοῦ στρατόπεδον
40καταλαβὼν τοῖς ἑαυτοῦ μεγιστᾶσι τὴν τοῦ βασιλέως ἀπήγγειλε σύνεσιν καὶ ταπείνωσιν (ἐξεθείαζέ τε αὐτοῦ τὸ εἶδος, τήν τε ῥώμην καὶ τὸ ἀκατάπλη‐ κτον τοῦ φρονήματος.) (23) Δεκεμβρίῳ δὲ μηνὶ κεʹ ἔστεψε Ῥωμανὸς
45τοὺς υἱοὺς αὐτοῦ ἐν τῇ Μεγάλῃ Ἐκκλησίᾳ Στέ‐ φανόν τε καὶ Κωνσταντῖνον· ἀλλὰ καὶ Θεοφύλακτον εὐνοῦχον, υἱὸν αὐτοῦ, ὁ πατριάρχης Νικόλαος
ἀπέκειρε κληρικὸν, χειροτονήσας ὑποδιάκονον σύγ‐1163

110

.

1165

κελλόν τε προχειρισάμενος, διελθόντα πρότερον ἐν τῷ τῶν ὑποδιακόνων τάγματι εἰς τὰ ἅγια. (24) Ἀπριλλίῳ δὲ μηνὶ ιθʹ ἐτίμησε Ῥωμα‐ νὸς Ἰωάννην 829 μυστικὸν καὶ παραδυναστεύοντα,
5πατρίκιον καὶ ἀνθύπατον. ὥστε δι’ αὐτὸ τοῦτο φθόνον κινηθῆναι αὐτῷ καὶ κατηγορηθῆναι αὐτὸν ὑπό τινων. (25) Μαΐῳ δὲ μηνὶ ιεʹ, ἰνδικτιῶνος ιγʹ, τελευτᾷ τὸν βίον ὁ πατριάρχης Νικόλαος, κρατήσας ἐν τῇ βʹ αὐτοῦ ἀναβάσει τοῦ πατριαρχείου ἔτη ιγʹ· καὶ ἀπε‐
10τέθη τὸ σῶμα αὐτοῦ ἐν τῇ ὑπ’ αὐτοῦ κτισθείσῃ μονῇ τῶν Γαλακρηνῶν. Αὐγούστῳ δὲ μηνὶ πα‐ τριάρχης καθίσταται Στέφανος Ἀμασίας μητροπο‐ λίτης, εὐνοῦχος ὑπάρχων. (26) Ὀκτωβρίῳ δὲ μηνὶ κατηγορήθη (201a) ὁ μυ‐
15στικὸς Ἰωάννης καὶ παραδυναστεύων ὡς τῆς βασι‐ λείας ἐφιέμενος ὑποθήκῃ τοῦ πατρικίου Κοσμᾶ καὶ λογοθέτου τοῦ δρόμου διδόντος εἰς γυναῖκα τὴν θυ‐ γατέρα αὐτῷ. Τούτου ἕνεκεν καταβιβάζεται μὲν τοῦ παλατίου, συγχωρεῖται δὲ προέρχεσθαι καὶ τῷ
20βασιλεῖ ἐξυπηρετεῖν καὶ σὺν αὐτῷ τὰ ἀνήκοντα διοικεῖν· στοργὴν γὰρ ὅτι πλείστην ἐκέκτητο πρὸς αὐτὸν ὁ βασιλεὺς Ῥωμανὸς, ὡς ἐν πᾶσιν αὐτὸν θε‐ ραπεύειν δυνάμενον, καὶ τελείως τοῦτον ἀπώσασθαι οὐκ ἐβούλετο. Τῶν κατηγόρων οὖν κατεπειγόντων
25τὸν βασιλέα καὶ σαφῆ ἀποδεικνύντων τὰ κατηγορη‐ μένα, ἐρευνήσας ὁ βασιλεὺς καὶ ἀληθῆ ταῦτα εἶ‐ ναι μαθὼν, ἔμελλε τοῦτον κατασχὼν ἀνετάζειν. Ὁ δὲ τοῦτο προγνοὺς χρῆται φυγῇ, καὶ τὴν Μονο‐ κάστανον λεγομένην καταλαβὼν ἀποκείρεται μονα‐
30χός. Πέφευγε δὲ καὶ Κωνσταντῖνος ὁ τοῦ Βοήλα ὁ τῆς τραπέζης, οἰκεῖος καὶ φίλος ὢν αὐτῷ, καὶ τὸν Ὄλυμπον καταλαβὼν, τὸ μοναχικὸν (καὶ αὐτὸς) σχῆμα ἐνδύεται· ἐδεδοίκει 830 γὰρ καὶ αὐτὸς, ἅτε συμμύστης ὑπάρχων τοῦ μυστικοῦ καὶ τῶν ἀποῤ‐
35ῥητοτέρων αὐτοῦ κοινωνός. (Τὸν δὲ πατρίκιον Κοσμὰν ἐν τῷ ὡρολογίῳ τοῦ παλατίου τύψας ὁ βασιλεὺς διε‐ δέξατο)· προβάλλεται δὲ ἀντὶ τοῦ μυστικοῦ Ἰωάν‐ νου Θεοφάνην παραδυναστεύοντα. (27) Ἐγένετο δὲ τὸ τηνικαῦτα καὶ σεισμὸς φο‐
40βερὸς ἐν τῷ τῶν Θρᾳκησίων θέματι καὶ χάσμα μέγα καὶ καταπληκτικὸν, ὥστε πολλὰ χωρία καὶ ἐκκλησίας καταποθῆναι.
(28) Μαίῳ δὲ μηνὶ κζʹ, ἰνδικτιῶνος ιεʹ,1165

110

.

1168

Συμεὼν (ὁ) ἄρχων Βουλγαρίας ἐτελεύτησε, Πέ‐ τρον υἱὸν αὐτοῦ προβαλόμενος ἄρχοντα, ὃν ἐκ τῆς δευτέρας αὐτοῦ ἔσχε γυναικὸς, τῆς ἀδελφῆς Γεωργίου (τοῦ) Σουρσουβούλη, ὃν καὶ ἐπίτροπον τοῖς
5ἑαυτοῦ παισὶν ὁ Συμεὼν καταλέλοιπε. Μιχαὴλ δὲ ἐκ τῆς προτέρας αὐτοῦ γενόμενον γυναικὸς ἀπέκειρε μοναχόν. Ἰωάννης δὲ καὶ Βενιαμὶν, οἱ τοῦ Πέτρου ἀδελφοὶ, ἔτι στολῇ ἐκοσμοῦντο Βουλγαρικῇ. (29) Τὰ κύκλῳ οὖν ἔθνη τὴν τοῦ Συμεὼν μαθόντα
10τελευτὴν, οἵ τε Χρωβάτοι καὶ οἱ λοιποὶ ἐκστρα‐ τεύειν κατὰ Βουλγάρων ἐβουλεύοντο· λιμοῦ δὲ σὺν ἀκρίσι τὸ Βουλγαρικὸν ἔθνος ἰσχυρῶς ἐκπιέζοντος, ἐδεδίεσαν μὲν καὶ τῶν ἄλλων ἐθνῶν τὴν ἔφοδον, ἐδεδίεσαν δὲ πλέον τὴν τῶν Ῥωμαίων 831
15ἐπέλευσιν· βουλὴν οὖν ποιησάμενοι κατὰ Ῥωμαίων ἐκστρατεύουσι, καὶ ἐν Μακεδονίᾳ καταλαμβάνουσι, φόβον, ὡς εἰκὸς, τοῖς Ῥωμαίοις ἐμποιήσοντες· ἔπειτα μαθόντες ὅτι μέλλει κατ’ αὐτῶν ὁ βασιλεὺς ἐκστρατεύειν, ἀποστέλλουσι Πέτρος καὶ Γεώρ‐
20γιος κρυφίως τινὰ μοναχὸν Καλοκύριν ὀνομαζόμε‐ νον τῷ γένει Ἀρμενιακὸν, χρυσοβούλλιον ἐπιφερό‐ μενον· διηγόρευε [δὲ] τὰ ἐν αὐτῷ ὡς τὴν μετὰ Ῥωμαίων εἰρήνην ἀσπάζονται καὶ πρόθυμοι ταύτῃ συνθέσθαι εἰσίν· οὐ μόνον δὲ, ἀλλ’, εἴγε βούλονται,
25καὶ γαμικὸν ποιῆσαι συνάλλαγμα. (30) Τὸν τοιοῦτον μοναχὸν ὁ βασιλεὺς ἀποδε‐ ξάμενος ἀσμενέστατα, παρευθὺ ἀπέστειλε μετὰ δρό‐ μωνος (ἐν Μεσημβρίᾳ) τὸν μοναχὸν Θεοδόσιον τὸν Ἀβούκην καὶ Βασίλειον τὸν Ῥόδιον, τὰ εἰς
30εἰρήνην συλλαλῆσαι τοῖς Βουλγάροις. Οἱ δὲ πα‐ ραγενόμενοι καὶ τὰ εἰκότα συλλαλήσαντες ἐξῆλθον ἅμα Στεφάνῳ Βουλγάρῳ διὰ ξηρᾶς. Ὄπισθε δὲ αὐτῶν κατέλαβε καὶ Γεώργιος Σουρσούβουλος, Καὶ παραγενόμενοι ἐν ΚΠ. τὴν εἰρήνην ἐσπείσαντο
35καὶ συνάλλαγμα μετὰ τοῦ βασιλέως ποιῆσαι ᾐτή‐ σαντο· θεασάμενοι δὲ τὴν θυγατέρα Χριστοφόρου βασιλέως Μαρίαν καὶ μεγάλως 832 ἐπ’ αὐτῇ ἀρεσθέντες (ἔγραψαν τῷ Πέτρῳ) διὰ τάχους πα‐
ραγενέσθαι, σύμφωνα ποιήσαντες πρότερον περὶ τῆς γεγονυίας εἰρήνης.1167

110

.

1169

(31) Ἀπεστάλη δὲ Νικήτας μάγιστρος, ὁ συμ‐ πενθερὸς Ῥωμανοῦ βασιλέως, ὑπαντῆσαι καὶ ἀγαγεῖν Πέτρον μέχρι τῆς πόλεως. Τοῦ Βουλγάρου οὖν Πέτρου καταλαβόντος, τριήρους ὁ βασιλεὺς
5Ῥωμανὸς (201b) ἐπιβὰς ἐν Βλαχέρναις παρεγένετο· καὶ τὸν Πέτρον ὡς ἑαυτὸν ἀφικόμενον ἐθεάσατό τε καὶ κατησπάσατο. Ἐπεὶ δὲ ἀλλήλοις τὰ εἰκότα συνωμίλησαν, ὑπογράφονται τά τε σύμφωνα τῆς εἰ‐ ρήνης καὶ τὰ γαμικὰ συναλλάγματα, μεσολα‐
10βοῦντος ἐν τούτοις (καὶ συνεχῶς διευθετοῦντος τὰ μεταξὺ Ῥωμαίων τε καὶ Βουλγάρων) τοῦ πρωτο‐ βεστιαρίου Θεοφάνους. (32) Ηʹ δὲ τοῦ Ὀκτωβρίου μηνὸς ἐξῆλθεν ὁ πα‐ τριάρχης Στέφανος ἅμα Θεοφάνει πρωτοβεστιαρίῳ
15καὶ Μαρίᾳ τῇ τοῦ Χριστοφόρου θυγατρὶ καὶ πάσῃ τῇ συγκλήτῳ εἰς τὸν ναὸν τῆς ὑπεραγίας Θεοτόκου τὸν τῆς Πηγῆς, καὶ εὐλόγησαν Πέτρον καὶ Μα‐ ρίαν καὶ τοὺς νυμφικοὺς στεφάνους ταῖς αὐτῶν ἐπέ‐ θηκαν κεφαλαῖς, παρανυμφευόντων Θεοφάνους
20πρωτοβεστιαρίου καὶ Γεωργίου Σουρσουβούλου, λαμπρᾶς καὶ πολυτελοῦς γεγονυίας τραπέζης καὶ πάντων τῶν εἰθισμένων τοῖς γάμοις φαιδρῶς ἐπιτελεσθέντων, εἰσῆλθε Θεοφάνης 833 πρωτο‐ βεστιάριος ἅμα Μαρίᾳ τῇ θυγατρὶ τοῦ βασιλέως
25Χριστοφόρου ἐν τῇ πόλει. (33) Τῇ γʹ δὲ τοῦ γάμου ἡμέρᾳ ἐποίησεν ὁ βα‐ σιλεὺς Ῥωμανὸς εὐωχίαν λαμπρὰν ἐν τῇ τῶν Πη‐ γῶν ἀποβάθρᾳ τοῦ βασιλικοῦ δρόμωνος, περικο‐ σμήσας αὐτὴν ὑφάσμασι σηρικοῖς, ἔνθα συνει‐
30στιάθη Ῥωμανὸς ὁ βασιλεὺς, Πέτρος Βούλγαρος ἅμα Κωνσταντίνῳ γαμβρῷ καὶ Χριστοφόρῳ υἱῷ. Τῶν δὲ Βουλγάρων ἔνστασιν οὐ μικρὰν ποιησαμένων πρότερον εὐφημισθῆναι Χριστοφόρον, εἶθ’ οὕ‐ τως Κωνσταντῖνον, ὕπειξε τῇ ἐνστάσει τούτων ὁ
35βασιλεὺς Ῥωμανὸς, καὶ γέγονε ὅπερ ᾐτήσαντο. (34) Ἐπειδὴ δὲ πάντα τὰ ἐπὶ τοῖς γάμοις συν‐ ετελέσθησαν, ἔμελλε δὲ Μαρία ἤδη τὴν πρὸς Βουλγαρίαν σὺν τῷ ἀνδρὶ (αὐτῆς) Πέτρῳ (ὁδὸν) ὁδεύειν, οἱ ταύτης γονεῖς μέχρι τοῦ Ἑβδόμου συν‐
40εξῆλθον αὐτῇ ἅμα Θεοφάνει πρωτοβεστιαρίῳ καὶ συνεστιαθέντες ἐκεῖσε Πέτρῳ, ἐπειδὴ ἀπαίρειν ἔμελλεν, περιχυθέντες τῇ θυγατρὶ καὶ πολλὰ κατα‐ χέαντες δάκρυα καὶ ὅσα εἰκὸς ἐπὶ στερήσει σπλάγχνου
περιποθήτου, τόν τε αὐτῶν γαμβρὸν ἀσπασάμενοι1169

110

.

1172

καὶ ταύτην ταῖς αὐτοῦ χερσὶ παραθέμενοι, ἐν τοῖς βασιλείοις ὑπέστρεψαν. Μαρία δὲ Βουλγαρικαῖς πα‐ ραδοθεῖσα χερσὶ τὴν ἐπὶ Βουλγαρίαν ἀπῄει, χαίρουσά τε ἅμα καὶ λυπουμένη· λυπουμένη μὲν ἐφ’ οἷς
5γονέων φιλτάτων ἐστέρηται καὶ βασιλείων οἴκων καὶ συνηθείας τῶν γένει προσηκόντων, χαίρουσα δὲ ὡς βασιλεῖ προσηρμόσθη ἀνδρὶ 834 καὶ δέ‐ σποινα Βουλγάρων προσηγορεύθη· ἀπῄει τοίνυν πλοῦτον ἐπικομιζομένη λαμπρὸν καὶ παντοδαπῆ καὶ
10ἀποσκευὴν ἀναρίθμητον. (35) Τότε δὲ καὶ πρέσβεις πρὸς τὸν βασιλέα Ῥωμανὸν ἐκ Μελιτινῆς παρεγένοντο, εἰρηνικὰς σπονδὰς ἐπὶ τὸ ποιῆσαι πάκτα παρέχοντες· μετ’ οὐ πολὺ δὲ καὶ Ἀπόχαψ ὁ τοῦ Ἄμερ ἔκγονος,
15ἀμηρᾶς ὢν Μελιτινῆς καὶ Ἀπολασὰθ, στρατηγὸς εὐγενέστατός τε καὶ πλούσιος ὢν, ἐκ Μελιτινῆς παρ‐ εγένοντο. Ἀποδεχθέντες οὖν μεγάλως μετὰ τῆς προσηκούσης τιμῆς παρὰ Ῥωμανοῦ καὶ σύμφωνα εἰρήνης ποιήσαντες, ὑπέστρεψαν εἰς τὰ ἴδια·
20ἔκτοτε δὲ συνεξεστράτευον τοῖς Ῥωμαίοις κατὰ τῶν ὁμοφύλων Ἀγαρηνῶν, ἔν τε τοῖς ἐπινικίοις συν‐ εισήρχοντο τοῖς Ῥωμαίοις ἐν τῇ πόλει, αἰχμα‐ λώτους ἄγοντες Ἀγαρηνοὺς, ὅπερ ἦν θαυμαστὸν καὶ παράδοξον καὶ δεῖγμα τῆς τῶν ἀθέων Ἀγα‐
25ρηνῶν δυστυχίας. Τελευτήσαντος δὲ τοῦ Ἀπόχαψ, ἀνδρὸς φρονίμου καὶ συνετοῦ (καὶ δυνατοῦ), διέ‐ λυσαν τὴν εἰρήνην οἱ τὴν Μελιτινὴν κατοικοῦντες· ἐκστρατεύουσιν (202a) οὖν κατ’ αὐτῶν ὅ τε δομέ‐ στικος τῶν σχολῶν Ἰωάννης ὁ Κροκόας μετὰ
30τῶν θεμάτων καὶ τῶν ταγμάτων, καὶ ὁ Μελίας μετὰ τῶν Ἀρμενίων καὶ πολλὰς προνομὰς καθ’ ἑκάστην ποιούμενοι καὶ ταῖς συνεχέσιν ἐπιδρομαῖς αἰχμαλω‐ τίζοντες τούτους καὶ ληΐζοντες, εἰς τοσαύτην στένωσιν τὴν Μελιτινὴν περιέστησαν, ὥστε αὐτὴν
35συντομώτατα ἐκπορθῆσαι καὶ 835 ἕως ἐδάφους καταστρέψαι, οὐ μόνον δὲ ταύτην, ἀλλὰ καὶ τὰς ὁμόρους αὐτῇ πόλεις καὶ χώρας, πολυφόρους τε οὔσας καὶ πιοτάτας καὶ οἵους πολλὰς παρέχειν προσόδους. Ταύτην οὖν τὴν Μελιτινὴν εἰς κουρατω‐ ρίαν ἀποκαταστήσας ὁ βασιλεὺς πολλὰς χιλιάδας χρυσίου καὶ ἀργυρίου ἐκεῖθεν δασμοφορεῖσθαι ἐτησίως πεποίηκε.
40(36) Κατηγορήθη δὲ Νικήτας μάγιστρος καὶ πενθερὸς Χριστοφόρου βασιλέως ὡς ὑποτιθέμενος αὐτῷ κατὰ τοῦ ἰδίου γενέσθαι πατρὸς καὶ τῆς βασι‐ λείας αὐτὸν ἐξεῶσαι. Τοῦτον οὖν ἐξαγαγόντες τῆς πόλεως ἀπέκειραν μοναχὸν, ὑπερορίσαντες (ἐν)
45τῷ αὐτοῦ προαστείῳ.1171

110

.

1173

(37) Μηνὶ δὲ Ἰουλίῳ ιηʹ, ἰνδικτιῶνος ϛʹ, τελευτᾷ Στέφανος πατριάρχης ποιήσας ἔτη βʹ (καὶ) μῆνας ιαʹ. Δεκεμβρίῳ δὲ μηνὶ ιδʹ ἄγουσι Τρύφωνα μοναχὸν ἐν τῷ Ὀψικίῳ μονάζοντα, ἐπ’ εὐλαβείᾳ καὶ
5ἁγιότητι μαρτυρούμενον, καὶ χειροτονοῦσι πατριάρ‐ χην ἐπὶ χρόνῳ ῥητῷ μέχρις ἂν εἰς μέτρον ἡλικίας φθάσῃ Θεοφύλακτος, ὁ τοῦ βασιλέως Ῥωμανοῦ υἱὸς, ὃν ἔμελλον πατριάρχην χειροτονεῖν Κωνσταντι‐ νουπόλεως.
10(38) Κεʹ δὲ τοῦ αὐτοῦ μηνὸς χειμὼν ἀφόρητος γέγονεν, ὥστε κρυσταλλωθῆναι τὴν γῆν ἐπὶ ἡμέρας ρκʹ, ὅθεν καὶ γέγονε μέγας λιμὸς (τοὺς πώποτε γενομένους ὑπερβαλλόμενος) καὶ θάνατος ἐκ τοῦδε πολὺς, ὡς μὴ δύνασθαι τοὺς ζῶντας ἐκκομίζειν
15τοὺς τεθνεῶτας. Ὁ δὲ βασιλεὺς Ῥωμανὸς, 836 τὴν ἀφόρητον ἐκείνην βίαν κατανοήσας, ἀξίαν τῆς αὐτοῦ συμπαθοῦς καὶ ἐλεήμονος φύσεως πρό‐ νοιαν ἐποιήσατο, πολλαῖς ἐλεημοσύναις τὴν ἐκ τοῦ λιμοῦ παραμυθησάμενος ἔνδειαν, ἀνέφραξέ τε θυρίσι
20καὶ σανιδώμασι τὰς τῶν ἐμβόλων στοὰς, ὡς μὴ τὴν χιόνα καὶ τὸ ψῦχος ἐκεῖθεν ἐπεισιέναι τοῖς πέ‐ νησι. Τότε καὶ τὰς λεγομένας ἄρκλας ἐν πᾶσι κατεσκεύασε τοῖς ἐμβόλοις, ἄργυρόν τε κατὰ μῆνα τοῖς ἐν ταύταις κατακειμένοις πένησι δίδο‐
25σθαι διετάξατο καὶ τὰ μηνιαῖα τριμίσια ἐν ταῖς ἐκκλησίαις τοῖς πένησι διανέμεσθαι· ὡς εἶναι τὰ διδόμενα τοῖς τε ἐν ταῖς ἄρκλαις πτωχοῖς καὶ τοῖς ἐν ταῖς ἐκκλησίαις ἀργύρου ἐγκεχαραγμένου χιλιάδας ιβʹ. Οὐ μόνον δὲ ταῦτα ἡ συμπαθὴς
30ἐκείνη ψυχὴ διετυπώσατο τῶν πενήτων προνοουμένη, ἀλλὰ καὶ καθ’ ἡμέραν γʹ αὐτῷ συνεσθίειν πένητας διετάξατο, οἳ καὶ ἀνὰ ἓν ἐλάμβανον νόμισμα, τετράδι δὲ καὶ παρασκευῇ γʹ πένητες μονα‐ χοὶ συνήσθιον, τὸ τετυπωμένον λαμβάνοντες ἕκα‐
35στος νόμισμα· ὅπερ δὲ ἐν τοῖς μοναστηρίοις εἰώθει γίνεσθαι, ὥστε ἐν τῷ καιρῷ τῆς ἑστιάσεως ἀνάγνωσιν γίνεσθαι, τοῦτο καὶ αὐτὸς ἐποίει, δι‐ πλῆν ἑαυτῷ καὶ τοῖς δαιτυμόσι τὴν τράπεζαν παρατιθεὶς, ὥστε τὸ μὲν σῶμα τρέφεσθαι τῇ συνή‐
40θει τροφῇ, τὴν δὲ ψυχὴν τῇ καταλλήλῳ τῶν λό‐ γων ἐπεντρυφᾷν ἡδονῇ, οἷς ἐκεῖνος προσέχων τὸν νοῦν κατενύσσετο τὴν ψυχὴν καὶ πολλὰς δακρύων ἠφίει πηγάς.
(39) Τὴν δὲ πίστιν, ἣν ἐκέκτητο πρὸς πάντας1173

110

.

1176

μὲν μοναχοὺς, μάλιστα δὲ τοὺς ἐπὶ ἁγιωσύνῃ διαβοή‐ τους καὶ εὐλαβείᾳ, τίς ἂν διηγήσαιτο; Οὐκ ἐθεάσατο γάρ ποτε μοναχὸν ἀρετῆς ἀντεχόμενον, ᾧτινι τὰς ἑαυτοῦ πράξεις σὺν πολλοῖς οὐκ ἐξηγόρευσε δάκρυ‐
5σιν. Πιστότατος δὲ ὢν καὶ ὀρθοδοξότατος, πάσας τὰς τῆς πόλεως ἐκκλησίας πέπλοις διαφανέσι καὶ φωταγωγίαις λαμπρῶς κατεκόσμει καὶ κατεφαίδρυ‐ νεν· (202b) ἀλλὰ καὶ τοῖς ἐν τοῖς ὄρεσι μοναχοῖς, τῷ τε Ὀλύμπῳ καὶ τῷ Κυμηνᾷ καὶ τῇ Χρυσῇ κατο‐
10νομαζομένῃ Πέτρᾳ καὶ τῷ τοῦ Βαραχέου ὄρει, οὐ διέλιπεν ἐτησίους ῥόγας ἐξαποστέλλων καὶ φρον‐ τίζων τούτων καὶ προνοούμενος καὶ τοὺς ὀνομαστοὺς ἐπὶ πράξει καὶ θεωρίᾳ μετακαλούμενος εἰς αὐτὸν, καὶ τῶν εὐχῶν αὐτῶν τὰς εὐλογίας τρυγῶν· οὐ μό‐
15νον δὲ, ἀλλὰ καὶ τοῖς διὰ τὸν Θεὸν ἐγκλείστοις καὶ (ἑαυτοὺς) ἐν στενωτάτοις οἴκοις καθείρξασι καὶ πᾶσι τοῖς μοναστηρίοις τὰς ἐτησίους ῥόγας, ἃς διε‐ τύπωσεν, οὐ διέλιπεν ἐπιχορηγῶν. Ταῦτα ὡς ἐκ πολλῶν ὀλίγα τῶν (ἀπείρων) αὐτοῦ κατορθωμά‐
20των καὶ ἐλεημοσυνῶν διεξήλθομεν. (40) Πέτρῳ δὲ τῷ Βουλγάρῳ ἐπέθετο Ἰωάν‐ νης ὁ ἀδελφὸς αὐτοῦ μετὰ καὶ ἑτέρων μεγιστάνων τοῦ Συμεὼν, καὶ φωραθέντων αὐτῶν, ὁ μὲν Ἰωάν‐ νης τύπτεται καὶ ἐγκλείεται φυλακῇ, οἱ δὲ λοι‐
25ποὶ τιμωρίαις οὐ ταῖς τυχούσαις ὑποβάλλονται. Ταῦτα δῆλα ποιήσαντος Πέτρου τῷ βασιλεῖ Ῥω‐ μανῷ, ἀπέστειλεν ὁ βασιλεὺς τὸν μοναχὸν Ἰωάννην, ὃς ἐγεγόνει ῥαίκτωρ, προφάσει μὲν ὡς ποιῆσαι ἀλλάγιον 838 τῶν κρατουμένων αἰχμαλώτων, τῇ δὲ
30ἀληθείᾳ κατασχεῖν Ἰωάννην καὶ ἐν Κωνσταντινουπό‐ λει ἀγαγεῖν (ὃ δὴ καὶ γέγονεν)· εἰσελθὼν γὰρ ἅμα τῷ Ἰωάννῃ ἐν πλοίῳ ἀπὸ Μεσημβρίας, ἦλ‐ θεν ἐν τῇ πόλει· καὶ μετ’ οὐ πολὺ τούτου τὸ μονα‐ χικὸν σχῆμα ἀποῤῥίψαντος καὶ γυναῖκα ἐπιζητή‐
35σαντος, δέδωκεν αὐτῷ ὁ βασιλεὺς οἶκον καὶ κτήματα πάμπολλα καὶ γυναῖκα ἐκ τῆς αὐτοῦ πατρίδος τῆς τῶν Ἀρμενιακῶν ὁρμωμένην, γάμον τε λαμπρὸν ἐν τῇ τοῦ Καίσαρος οἰκίᾳ πεποίηκε, Χριστοφόρου βασι‐ λέως καὶ Ἰωάννου μοναχοῦ, τοῦ γεγονότος ῥαίκτω‐
40ρος, παρανυμφευσάντων. (41) Μαρτίῳ δὲ μηνὶ, ἡμέρᾳ βʹ κοσμίτης ἔπεσεν ἐν τῷ φόρῳ ἐκ τῶν στιχηδὸν ἱσταμένοις
ἐκεῖσε κίοσιν (ἐπικειμένων) καὶ ἀπέκτεινεν ἄνδρας1175

110

.

1177

ϛʹ. Γέγονε δὲ καὶ ἐμπρησμὸς μέγας καὶ φοβερὸς εἰς τὸν τοῦ φόρου ἔμβολον πλησίον τοῦ ναοῦ τῆς ὑπεραγίας Θεοτόκου, ὥστε κατακαῆναι τά τε κηρο‐ πωλεῖα καὶ τὰ γουνάρια τοῦ φόρου μέχρι τῶν
5Ψιχῶν. (42) Ἐτελεύτησε δὲ Χριστοφόρος βασι‐ λεὺς μηνὶ Αὐγούστῳ ἰνδικτιῶνος δʹ, πολλὰ κοψαμέ‐ νου αὐτὸν τοῦ πατρὸς, ὡς ἤδη εἰς γῆρας αὐτοῦ ἐλη‐ λακότος καὶ τῶν υἱῶν αὐτοῦ ἔτι νηπίων ὄντων· καὶ
10ἐτέθη τὸ λείψανον αὐτοῦ ἐν τῇ ῥηθείσῃ μονῇ τοῦ πατρὸς αὐτοῦ. 839 (43) Κατήγαγον δὲ καὶ Τρύφωνα πα‐ τριάρχην Αὐγούστῳ μηνὶ ἰνδικτιῶνος γʹ, τὸν ῥηθέντα χρόνον τελέσαντα, καὶ ἀπελθὼν ἐν τῇ ἰδίᾳ μονῇ τε‐
15λευτᾷ, χηρευσάσης τῆς ἐκκλησίας χρόνον αʹ καὶ μῆ‐ νας εʹ διὰ τὸ τῆς ἡλικίας ἀτελὲς Θεοφυλάκτου υἱοῦ Ῥωμανοῦ βασιλέως· αὐτὸν γὰρ, ὡς εἴρηται, ἔμελλε πατριάρχην ἀποκαθιστᾷν. (44) Βασίλειος δέ τις Μακεδὼν πλάνος Κων‐
20σταντῖνον Δοῦκα ἑαυτὸν εἶναι ἐπευφημήσας, πολ‐ λοὺς μεθ’ ἑαυτοῦ συνεπήγετο. Οὗτος, κρατηθεὶς ὑπὸ Ἐλεφαντίνου, τουρμάρχου ἐκ τοῦ Ὀψικίου ὄντος, ἤχθη ἐν Κωνσταντινουπόλει καὶ ὑπὸ Πέτρου ἐπάρχου τῆς μιᾶς ἀλλοτριοῦται χειρός· εἶτα καιροῦ
25λαβόμενος καταλαμβάνει πάλιν τὸ Ὀψίκιον καὶ χεῖρα χαλκῆν ἀντὶ τῆς κοπείσης προσαρμοσάμενος καὶ σπάθην ὑπερμεγέθη κατασκευασάμενος διήρ‐ χετο πλανῶν (αὖθις τῶν ἀγυρτευόντων) πολλοὺς ὡς αὐτὸς εἴη Κωνσταντῖνος ὁ τοῦ Δουκὸς, (οὓς
30καὶ συνεφελκόμενος μεγάλην κατὰ Ῥωμανίας ἀντ‐ αρσίαν κινεῖ) καὶ φρούριον κατασχὼν ὃ Πλατεῖα Πέτρα κατονομάζεται, πᾶν εἶδος ἐδωδίμων ἐν τούτῳ ἀπέθετο, ἀφ’ οὗ ἐξορμῶν ἐλεηλάτει καὶ τοὺς παρα‐ τυγχάνοντας προενόμευεν. Ἀποστείλας οὖν ὁ βασι‐
35λεὺς στρατὸν κατ’ αὐτοῦ, αὐτόν τε συνέλαβε καὶ τοὺς σὺν αὐτῷ, ὃν καὶ ἀγαγόντες (205a) ἐν τῇ πό‐ λει, ἀνέκρινόν τε καὶ πολλὰς αὐτῷ πληγὰς ἐπετί‐ θεσαν, τοὺς στασιώτας, εἴ τινες εἶεν, εἰπεῖν· Ὁ δὲ πολλοὺς τῶν ἐν τέλει ἐσυκοφάντει ψευδῶς ὡς
40συνόντας αὐτῷ, μηδὲν δὲ 840 ἀληθὲς κατ’ αὐτῶν λέγειν ἐξελεγχθεὶς, ἐν τοῖς Ἀμαστριανοῦ πυρὸς πα‐ ρανάλωμα γίνεται. (45) Χειροτονεῖται δὲ πατριάρχης ὁ πολλάκις ῥηθεὶς τοῦ βασιλέως υἱὸς Θεοφύλακτος Φεβρουα‐
45ρίου βʹ, ἰνδικτιῶνος ϛʹ, τοποτηρητῶν ἐκ Ῥώμης1177

110

.

1180

ἐλθόντων, καὶ τόμον συνοδικὸν ἐπιφερομένων περὶ τῆς αὐτοῦ χειροτονίας διαγορεύοντα, οἳ καὶ τῷ πα‐ τριαρχικῷ θρόνῳ τοῦτον ἐνίδρυσαν. (46) Ἡ δὲ εἰρημένη τοῦ βασιλέως Ῥωμανοῦ
5ἐκγόνη Μαρία, ἡ γυνὴ Πέτρου Βουλγάρου, πολλάκις ἐν τῇ πόλει εἰσῆλθεν, τοῦ τὸν ἴδιον πατέρα καὶ τὸν πάππον αὐτῆς ἐπισκέψασθαι· τελευταῖον δὲ μετὰ παίδων εἰσῆλθε γʹ, ἤδη τοῦ Πατρὸς αὐτῆς Χριστο‐ φόρου τελευτήσαντος· πλοῦτον οὖν παρὰ τοῦ
10πάππου λαβοῦσα (πολὺν καὶ ἔντιμον) ἐντίμως ὑπέ‐ στρεψεν. (47) Ῥωμανὸς δὲ ὁ βασιλεὺς τῷ υἱῷ Στεφάνῳ γυναῖκα ἠγάγετο, θυγατέρα οὖσαν τοῦ Γαβαλᾶ, ἐγγόνην δὲ Κατακύλα, Ἄνναν ὀνόματι· ἅμα δὲ
15τῷ νυμφικῷ στεφάνῳ καὶ ὁ τῆς βασιλείας αὐτῷ στέ‐ φανος ἐπετέθη. (48) Ἐγένετο δὲ ἐκστρατεία πρώτη τῶν Τούρκων κατὰ Ῥωμαίων ἰνδικτιῶνος ζʹ Ἀπριλίῳ μηνὶ οἳ καὶ καταδραμόντες μέχρι τῆς πόλεως ἐληΐσαντο
20πᾶσαν Θρᾳκῴαν ψυχήν. Ἀπεστάλη οὖν ὁ πατρί‐ κιος Θεοφάνης ὁ πρωτοβεστιάριος καὶ παραδυνα‐ στεύων, μετ’ αὐτῶν ποιῆσαι ἀλλάγιον, ὃς καὶ θαυ‐ μασίως καὶ συνετῶς αὐτοὺς μετελθὼν ὅσαπερ 841 ἠβούλετο κατεπράξατο, πολλὰ παρ’ αὐτῶν
25ἐπὶ τῇ φρονήσει καὶ εὐβουλίᾳ ἐπαινεθείς τε καὶ θαυ‐ μασθεὶς, ὅτε καὶ τὸ μεγαλόψυχον αὐτοῦ καὶ φιλάν‐ θρωπον ὁ βασιλεὺς Ῥωμανὸς ἐπεδείξατο, μηδενὸς φεισάμενος χρήματος πρὸς τὴν τῶν αἰχμαλώτων ἀνάῤῥυσιν.
30(49) Ἠγάγετο δὲ γυναῖκα ὁ βασιλεὺς Ῥω‐ μανὸς τῷ τελευταίῳ υἱῷ Κωνσταντίνῳ ἐκ γένους τῶν Ἀρμενιακῶν, τοὔνομα Ἑλένην, τοῦ πατρικίου Ἀδριανοῦ θυγατέρα, ἧς καὶ τελευτησάσης Φεβρουα‐ ρίῳ μηνὶ ἰνδικτιῶνος βʹ (ἑτέρᾳ τοῦτον συνέζευξε
35γυναικὶ ὀνόματι Θεοφανῷ ἐκ γένους τοῦ Μάμαντος καταγομένῃ). (50) Ἰουνίῳ δὲ μηνὶ ιαʹ κατέπλευσαν οἱ Ῥῶς κατὰ Κωνσταντινουπόλεως μετὰ πλοίων χι‐ λιάδες ιʹ. Ἀπεστάλη δὲ κατ’ αὐτῶν μετὰ τριήρων
40καὶ δρομώνων, ὅσα καὶ ἔτυχον ἐν τῇ πόλει, ὁ πα‐ τρίκιος Θεοφάνης ὁ παραδυναστεύων καὶ πρωτο‐ βεστιάριος καὶ τόν τε στόλον προευτρεπίσας τε καὶ ἑτοιμασάμενος καὶ νηστείᾳ καὶ δάκρυσιν ἑαυτὸν
κατοχυρώσας ὡς μάλιστα, τοὺς Ῥῶς προσεδέχετο,1179

110

.

1181

καταναυμαχῆσαι μέλλων αὐτούς. Ἐπεὶ δὲ ἐκεῖνοι κατέλαβον καὶ πλησίον τοῦ Φάρου ἐγένοντο (οὗτος πρὸς τῷ τοῦ Εὐξείνου πόντου στόματι παρεδρεύων), ἐν τῷ Ἱερῷ λεγομένῳ ἀθρόον τούτοις 842 ἐπέ‐
5θετο· καὶ δὴ πρῶτος τῷ οἰκείῳ δρόμωνι διεκπλεύ‐ σας τήν τε σύνταξιν τῶν Ῥωσικῶν πλοίων διέλυσε καὶ τῷ ἐσκευασμένῳ πυρὶ πλεῖστα κατέφλεξε· τὰ δὲ λοιπὰ ἐτρέψατο εἰς φυγὴν, ᾧ ἀκολούθως καὶ οἱ λοιποὶ δρόμωνες καὶ αἱ τριήρεις ἐπεκδραμοῦσαι
10τελείαν εἰργάσαντο τὴν τροπὴν, καὶ πολλὰ μὲν πλοῖα κατέδυσαν αὔτανδρα, πολλοὺς δὲ κατέτρωσαν, πλείστους δὲ ζῶντας συνέλαβον. Οἱ περιλειφθέντες οὖν εἰς τὸ τῆς Ἀνατολῆς μέρος εἰς τὰ Σγώρα λεγόμενα καταπλέουσιν. Ἀπεστάλη δὲ τότε καὶ
15Βάρδας ὁ Φωκᾶς διὰ γῆς μετὰ ἱππέων ἐγκρίτων παρατρέχειν αὐτούς· καὶ δὴ τούτων σύνταγμα ἱκα‐ νὸν ἀποστειλάντων πρὸς τὰ τῆς Βιθυνίας μέρη, ὥστε τὰ πρὸς τροφὴν καὶ τὴν ἄλλην χρείαν αὐτοῖς πορίσασθαι, περιτυχὼν τῷ τοιούτῳ συντάγματι ὁ
20εἰρήμενος Βάρδας ὁ Φωκᾶς κακῶς τούτους διέ‐ θηκε, τρεψάμενος καὶ κατασφάξας αὐτούς. Κατ‐ ῆλθε δὲ τηνικαῦτα καὶ Ἰωάννης μάγιστρος καὶ δομέστικος τῶν σχολῶν ὁ Κροκόας μετὰ παντὸς τοῦ τῆς Ἀνατολῆς στρατεύματος καὶ πολλοὺς τού‐
25των διέφθειρεν ἀποσπάσας τῇδε κἀκεῖσε καταλαμβάνων, ὥστε συσταλέντας αὐτοὺς δέει τῆς αὐτοῦ ἐπιθέσεως μένειν ἀθρόως ἐπὶ τὰ οἰκεῖα πλοῖα καὶ μηδαμοῦ διεκτρέχειν (203b) κατατολμᾷν. 843 (51) Πολλὰ δὲ καὶ μέγιστα κακὰ οὗτοι διε‐ πράξαντο πρὸ τοῦ τὸ Ῥωμαϊκὸν στράτευμα κατελ‐ θεῖν· τό τε γὰρ Στενὸν λεγόμενον ἅπαν ἐνέπρησαν
30καὶ οὓς συνελάμβανον αἰχμαλώτους, τοὺς μὲν ἀνε‐ σταύρουν, τοὺς δὲ τῇ γῇ προσεπαττάλευον τοὺς δὲ ὥσπερ σκοποὺς ἱστῶντες βέλεσι κατετόξευον· ὅσους δὲ τοῦ ἱερατικοῦ κλήρου συνελάμβανον, ὄπι‐ σθεν τὰς χεῖρας δεσμοῦντες, ἥλους σιδηροῦς κατὰ
35μέσης τῆς κεφαλῆς αὐτῶν κατεπήγνυον, πολλούς τε ἁγίους ναοὺς τῷ πυρὶ παραδεδώκασι. Χειμῶνος δὲ ἤδη ἐνισταμένου καὶ τροφῶν ἀποροῦντες, τό τε ἐπελθὸν στράτευμα δεδιότες, τάς τε ναυμάχους πλέον τριήρεις, ἐβουλεύσαντο τὰ οἰκεῖα καταλαβεῖν·
40καὶ δὴ λαθεῖν τὸν στόλον σπουδάζοντες (Σεπτεμβρίῳ1181

110

.

1184

μηνὶ ιεʹ ἰνδικτιῶνος) ἀντιπλεῦσαι ὡρμηκότες (ἐπὶ τὰ Θρᾳκῷα μέρη), παρὰ τοῦ ῥηθέντος Θεοφά‐ νους πατρικίου ὑπηντήθησαν (οὐ γὰρ ἔλαθον τὴν αὐτοῦ ἐγρηγορωτάτην καὶ γενναίαν ψυχήν). Εὐθὺς
5οὖν δευτέρα ναυμαχία συνάπτεται, καὶ πλεῖστα πλοῖα ἐβύθισε (καὶ πολλοὺς τούτων ἀπέκτεινεν ὁ εἰρημένος ἀνήρ·) ὀλίγοι δὲ μετὰ τῶν πλοίων περι‐ σωθέντες καὶ ἐν τῇ τῆς Κοίλης περιπεσόντες ἀκτῇ, νυκτὸς ἐπελθούσης, διέφυγον. Θεοφάνης δὲ ὁ
10πατρίκιος μετὰ νίκης λαμπρᾶς καὶ τῶν μεγίστων ὑπέστρεψε τροπαίων, καὶ ἐντίμως καὶ μεγαλοπρε‐ πῶς ὑπεδέχθη καὶ παρακοιμώμενος ἐτιμήθη. (52) Ἐπεὶ δὲ ὁ ῥηθεὶς Ἰωάννης ὁ μάγιστρος ὁ Κροκόας ἄριστός τις ἐγένετο τὰ πολεμικὰ, καὶ
15πολλὰ ἀνέστησε τρόπαια, καὶ τὰ 844 Ῥωμαϊκὰ ἐπλάτυνεν ὅρια πλείστας τε πόλεις ἐπόρθησε τῶν Ἀγαρηνῶν, διὰ τὸ περιφανὲς τῆς τοῦ ἀνδρὸς ἀρε‐ τῆς ἠβουλήθη ὁ βασιλεὺς Ῥωμανὸς εἰς τὸν ἑαυτοῦ ἔγγονον Ῥωμανὸν, τὸν ἐκ (τοῦ) Κωνσταντί‐
20νου υἱοῦ αὐτοῦ, τὴν τούτου θυγατέρα ἀναλαβεῖν. Φθόνου δὲ αὐτῷ τῆς τοιαύτης ἕνεκεν ὑποθέσεως παρὰ τῶν λοιπῶν βασιλέων κινηθέντος, ἐκπίπτει τῆς ἀρχῆς, δομέστικος δὲ ἀντικαθίσταται ὁ πατρίκιος Πανθήριος, συγγενὴς τοῦ βασιλέως ὢν Ῥωμανοῦ. (53) Ἰνδικτιῶνι δὲ αʹ, Ἀπριλλίῳ μηνὶ ἐπῆλ‐
25θον πάλιν οἱ Τοῦρκοι μετὰ πλείστης δυνάμεως. Ὁ δὲ πατρίκιος Θεοφάνης ὁ παρακοιμώμενος ἐξελθὼν σπονδὰς εἰρηνικὰς ἐποίησε μετ’ αὐτῶν, ὁμήρους τῶν ἐμφανῶν ἀναλαβόμενος, ἐξ οὗ καὶ συνέβη ἐπὶ χρό‐ νοις εʹ τὴν εἰρήνην διαφυλαχθῆναι.
30(54) Δευτέρᾳ δὲ ἰνδικτιῶνι ὁ βασιλεὺς Ῥωμα‐ νὸς Πασχάλιον πρωτοσπαθάριον καὶ στρατηγὸν Λογ‐ γιβαρδίας πρὸς τὸν ῥῆγαν Φραγγίας Οὔγγονα ἐξαπέστειλε τὴν αὐτοῦ θυγατέρα ἐπιζητῶν εἰς νύμφην Ῥωμανῷ τῷ τοῦ γαμβροῦ αὐτοῦ Κων‐
35σταντίνου υἱῷ, ἣν καὶ ἀναλαβὼν ὁ εἰρημένος Πα‐ σχάλιος μετὰ πλούτου πολλοῦ ἐν τῇ πόλει ἀνήγαγεν. Γέγονε δὲ ὁ γάμος Σεπτεμβρίῳ μηνὶ ἰνδικτιῶνος τρίτης 845· ζήσασα ἔτη πέντε ἐτελεύτησεν ἐν ταῖς ἡμέραις τῆς αὐτοκρατορίας Κωνσταντίνου τοῦ
40αὐτῆς πενθεροῦ.1183

110

.

1185

(55) Ἀνέμου δὲ βιαίου σφόδρα καταπνεύσαντος Δεκεμβρίῳ μηνὶ, οἱ λεγόμενοι ἐν τῷ ἱππικῷ δῆμοι κατέπεσον, οἳ ἀπ’ ἐναντίας τοῦ βασιλικοῦ θρόνου ἐτύγχανον, καὶ συνέτριψαν τά τε ὑποκάτωθεν
5αὐτῶν βάθρα καὶ τὰ στήθεα λεγόμενα. Χρόνου δὲ περικυκλεύσαντος, τῷ αὐτῷ μηνὶ τὸν βασιλέα Ῥωμανὸν τοῦ παλατίου κατήγαγον. (56) Τῆς δὲ πόλεως Ἐδέσης, ἐν ᾗ τὸ τοῦ Χρι‐ στοῦ τίμιον ἐκμαγεῖον ἀπέκειτο, παρὰ τοῦ Ῥωμαϊκοῦ
10πολιορκουμένης στρατεύματος [καὶ] εἰς ἀνάγκην μεγίστην περιισταμένης, ἀπέστειλαν οἱ ταύτης οἰκήτορες πρὸς τὸν βασιλέα Ῥωμανὸν διαπρεσβευό‐ μενοι τὴν πολιορκίαν λυθῆναι, τὸ τοῦ Χριστοῦ ἅγιον ἐκμαγεῖον παρέχειν ἐπαγγειλάμενοι (204h).
15Ὑπὲρ τῆς τοιαύτης δὲ χάριτος δεσμίους ᾐτήσαντο τῶν ἐπιφανῶν ἀντιλαβεῖν, χρυσοβουλλίον τε λαβεῖν ὥστε μηκέτι τὴν τούτων χώραν παρὰ τοῦ Ῥωμαίων στρατοῦ ληΐζεσθαι· ὃ δὴ καὶ γέγονε. Τοῦ δὲ ἁγίου ἐκμαγείου ἀποσταλέντος καὶ ἤδη τῇ Κ. Π. πλησιά‐
20ζοντος, Θεοφάνης ὁ πατρίκιος καὶ παρακοιμώμε‐ νος ἐν τῷ ποταμῷ Σαγάρῳ ἐξελθὼν, ὑπήντησεν αὐτῷ μετὰ λαμπρᾶς φωταγωγίας, τιμῆς τε καὶ ὑμνῳδίας. Καὶ τῇ ιεʹ τοῦ Αὐγούστου μηνὸς σὺν αὐτῷ ἐν τῇ πόλει εἰσῆλθε, τοῦ βασιλέως, [ἐν
25Βλαχέρναις] 846 ὄντος κἀκεῖ αὐτὸ προσκυνήσαν‐ τος. Τῇ δὲ ἐπαύριον ἐξῆλθον ἐν τῇ Χρυσῇ πόρτῃ οἵ τε τοῦ βασιλέως δύο υἱοὶ Στέφανός τε καὶ Κων‐ σταντῖνος καὶ ὁ γαμβρὸς αὐτοῦ Κωνσταντῖνος σὺν τῷ πατριάρχῃ Θεοφυλάκτῳ· καὶ μετὰ τῆς δεούσης
30τοῦτο ἀναλαβόντες τιμῆς, τῆς συγκλήτου πάσης προπορευομένης καὶ φωταγωγίας μεγίστης προαγούσης, μέχρι τοῦ ναοῦ τῆς Ἁγίας τοῦ Θεοῦ Σοφίας πεζοὶ διεκόμισαν καὶ προσκυνηθὲν ἐκεῖσε ἐν τῷ παλατίῳ ἀνήγαγον. (57) Ἐν ταύταις δὴ ταῖς ἡμέραις Ἀρμένιόν τι τέρας τῇ πόλει ἐπεδήμησεν, παῖδες συμφυεῖς,
35ἄῤῥενες, ἐκ μιᾶς προελθόντες γαστρὸς, σῶοι μὲν καὶ ἄρτιοι πάντα τὰ μέλη τοῦ σώματος, ἀπὸ δὲ τοῦ στόματος τῆς γαστρὸς καὶ μέχρι τῶν ὑπογα‐ στρίων συμπεφυκότες καὶ ἀλλήλοις ὑπάρχοντες ἀντιπρόσωποι, οἳ ἐπὶ πλεῖστον τῇ πόλει ἐνδια‐
40τρίψαντες καὶ ὑπὸ πάντων ὡς ἐξαίσιόν τι τέρας ὁρώμενοι, τῆς πόλεως ὡς πονηρός τις οἰωνὸς ἐξη‐
λάθησαν. Ἐπὶ δὲ τῆς μονοκρατορίας Κωνσταν‐1185

110

.

1188

τίνου πάλιν εἰσήλθοσαν. Ἐπεὶ δὲ ὁ ἕτερος αὐτῶν ἐτεθνήκει, ἰατροί τινες ἔμπειροι τὸ συγκεκολλημένον μέρος διέτεμον εὐφυῶς ἐλπίδι τοῦ τὸν ἕτερον ζήσε‐ σθαι, ὃς τρεῖς ἡμέρας ἐπιβιοὺς ἐτελεύτησεν.
5(58) Ὁ δὲ Ῥωμανὸς ὁ βασιλεὺς, ὡς ἀνωτέρω εἴρηται, ἐν 847 πᾶσι μοναχοῖς πίστιν ἐκέκτητο ἄμετρον, διαφερόντως δὲ ἐτίμα καὶ ὑπερεσέβετο Σέργιον, τὸν ἐν μονασταῖς διαλάμποντα, ὃς ἀδελ‐ φὸς μὲν τοῦ μαγίστρου ὑπῆρχε Κοσμᾶ, ἀνεψιὸς
10δὲ τοῦ πατριάρχου Φωτίου, ὃν πλέον τῆς σαρκικῆς εὐγενείας ἡ κατὰ ψυχὴν ἐτίμα εὐγένεια· ἀρετῆς γὰρ εἰς ἄκρον καὶ γνώσεως ἤλασεν, ὡς δυσχερὲς εἶναι διακρίνειν ποτέρῳ μᾶλλον πλεονεκτεῖ, οὕτως εἰς ἄκρον ἑκατέραν ἐξήσκησεν· ἐπήνθει τε αὐτῷ
15πρὸς τοῖς ἄλλοις καὶ τὸ τῆς διακρίσεως χάρισμα καὶ τὸ χάριεν τοῦ ἤθους καὶ τὸ μέτριον τοῦ φρο‐ νήματος· οὐ γὰρ ἀνέσπα τὰς ὀφρῦς ὡς οἱ νῦν σοφοὶ, οὐδὲ ἀλαζών τις ἐδόκει καὶ ὑπερήφανος, ἀλλὰ τὸν λόγον μὲν εἶχε γλυκύτερον μέλιτος ἀποστάζοντα,
20τὸ ἦθος δὲ πάγιόν τε καὶ σταθερὸν, ταπεινὸν δὲ τὸ φρόνημα. Τοῦτον δὴ τὸν ἀοίδιμον ἀδιαλείπτως μεθ’ ἑαυτοῦ εἶχεν ὁ βασιλεὺς, κανόνα ὄντως καὶ στάθμην τὸν αὐτοῦ βίον ἀεὶ ῥυθμίζοντα· ὃς πολλὰ παρῄνει τῷ βασιλεῖ τῶν παίδων ἐπιμελεῖσθαι καὶ
25μὴ ἀπαιδεύτους ἐᾷν εἰς πονηρίαν ἐκκλίνοντας, μή ποτε αὐτὸς πάθοι τὸ τοῦ Ἠλεὶ, τιμωρίαν ἐκ τῆς τῶν παίδων παρανομίας ἐκτίσας. (59) Ἐπειδὴ δὲ τοῦ παλατίου τοῦτον οἱ παῖδες κατήγαγον καὶ ἐν τῇ Πρώτη νήσῳ ἐξώρισαν, πάλιν
30τοῦτον εἶχε τῶν συμφορῶν παραμύθιον καὶ τῶν θλίψεων ἀκεσώδυνον φάρμακον, ᾧ συνῆν τότε καὶ Πολύευκτος μοναχὸς εὐλαβέστατος, καὶ αὐτὸς τὰ εἰκότα παραμυθούμενος, 848 ὃς τοῦ πατριάρ‐ χου Θεοφυλάκτου τελευτήσαντος, πατριάρχης ὑπὸ
35τοῦ βασιλέως Κωνσταντίνου προχειρίζεται Κ. Π. (60) Ἐπεὶ δὲ πολλοῖς τρόποις βούλεται ὁ Θεὸς σώζειν τὸν ἄνθρωπον, συνεχώρησε καὶ τὸν βασι‐ λέα Ῥωμανὸν ἀδοκήτῳ περιπεσεῖν (204b) συμφορᾷ, ἵνα, δι’ αὐτῆς σωφρονισθεὶς καὶ τῶν οἰκείων ἐν συν‐
40αισθήσει παραπτωμάτων γενόμενος, σωτηρίας ἀξιωθῇ. Συνεχώρησε γὰρ ἐπαναστῆναι αὐτῷ τὸν υἱὸν αὐτοῦ Στέφανον, ὥσπερ ποτὲ Ἀβεσαλὼμ ἐπαν‐
έστη τῷ οἰκείῳ πατρὶ τῷ μεγάλῳ Δαυΐδ. Συμ‐1187

110

.

1189

βούλοις οὖν οὗτος πρὸς τοῦτο χρησάμενος τῷ τε ἀπὸ μοναχῶν Μαριανῷ καὶ Βασιλείῳ τῷ Πε‐ τεινῷ καὶ Μανουὴλ τῷ Κουρτίκῃ, συνειδότων αὐτῷ καὶ τῶν ἄλλων βασιλέων, τοῦτον τοῦ πα‐
5λατίου κακῶς κατήγαγε καὶ ἐν τῇ Πρώτῃ νήσῳ ἐξορίσας ἀπέκειρε μοναχόν. ΙΒʹ. Βασιλεία Κωνσταντίνου τοῦ Πορφυρογεν‐ νήτου. Ὑπελείφθη οὖν αὐτοκράτωρ Κωνσταντῖνος ὁ τού‐
10του γαμβρὸς, ὃς παραυτίκα Βάρδαν τὸν τοῦ Φωκᾶ τῇ τοῦ μαγίστρου ἀξίᾳ τιμήσας ὡς χρόνῳ πολλῷ τὴν ἐν πολέμοις 849 ἀνδραγαθίαν ἐπι‐ δειξάμενον, δομέστικον τῶν σχολῶν προχειρίζε‐ ται, εἶτα Βασίλειον, ᾧ ἐπίκλην Πετεινὸς,
15πατρίκιον καὶ μέγαν ἑταιρειάρχην, τῷ δὲ τοῦ γένους τῶν Ἀργυρῶν Μαριανῷ τὰ μοναχικὰ ἀπο‐ δύσας, πατρίκιον καὶ κόμητα τοῦ στάβλου πεποίη‐ κεν ὡσαύτως καὶ Μανουὴλ τὸν λεγόμενον Κουρ‐ τίκην πατρίκιον καὶ δρουγγάριον τῆς βίγλης·
20οὕστινας τρεῖς οὐ μετὰ πολὺν χρόνον ἡ τοῦ Θεοῦ δικαία κρίσις ὡς εἰς χριστὸν Κυρίου παροινήσαντας καὶ χεῖρας ἀδίκως ἐπιβαλόντας (καὶ) τῆς βα‐ σιλείας ὀρεγομένους μετῆλθεν· ἐπὶ καθοσιώσει γὰρ καταληφθέντες ἑκάτερος αὐτῶν οἰκτίστῳ θανάτῳ
25τὸ ζῇν ἀπέῤῥηξαν· τὰ δὲ περὶ αὐτῶν πλατύ‐ τερά τε καὶ ἐπεξεργαστικώτερα ἐν τῇ προηγου‐ μένῃ ἐπεξηγήσει ἐκθήσομαι. (2) Μετὰ δὲ μʹ ἡμέρας, τῇ κζʹ τοῦ Ἰανουαρίου μηνὸς, ὑποπτεύσας Κωνσταντῖνος τόν τε βασιλέα
30Στέφανον καὶ Κωνσταντῖνον τὸν ἀδελφὸν αὐτοῦ, μήποτε κατ’ αὐτοῦ τὰ ὅμοια διαπράξωνται (καὶ λογισάμενος), ὅπερ ἦν εἰκὸς, ὅτι εἰ τοῦ ἰδίου πατρὸς οὐκ ἐφείσαντο, πῶς αὐτοῦ φείσονται, ἑστιάσας αὐτοὺς, ἤδη ἐν τῇ τραπέζῃ καθεζομένους, ἔτι
35τῆς βρώσεως οὔσης ἐν τῷ στόματι αὐτῶν, ἀνήρ‐ πασαν τούτους οἵ (τε) λεγόμενοι Τόρνικοι καὶ ὁ πατρίκιος Μαριανὸς καὶ οἱ λοιποὶ (οἱ) πρὸς τοῦτο ἡτοιμασμένοι 850 (καὶ τοῦ παλατίου καταγα‐ γόντες) καὶ ἐν ταῖς πλησιαζούσαις νήσοις αὐτοὺς
40περιορίσαντες κληρικοὺς ἀπέκειραν.
(3) Μετ’ ὀλίγον οὖν αἰτησάμενοι τὸν ἴδιον1189

110

.

1192

πατέρα θεάσασθαι, ἐν τῇ Πρώτῃ νήσῳ παρεγένοντο, καὶ τοῦτον ἐν τῷ μοναχικῷ σχήματι θεασάμενοι, πένθει κατεσχέθησαν ἀφορήτῳ· οἷς ἐπιδακρύσας ὁ πατὴρ ἔφη· «Υἱοὺς ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δέ
5με ἠθέτησαν.» Εἰθ’ οὕτως ἐξωρίσθησαν, ὁ μὲν Στέφανος εἰς Προικόνησον, ἀπὸ δὲ Προικονήσου εἰς Ῥόδον, ἀπὸ δὲ Ῥόδου εἰς Μιτυλήνην, ὁ δὲ Κων‐ σταντῖνος εἰς Τένεδον, ἐκεῖθεν εἰς Σαμοθρᾴκην, ἐν ᾗ καὶ ἀνταρσίαν μελετήσας παρὰ τῶν αὐτὸν
10φυλασσόντων ἐσφάγη. Μιχαὴλ δὲ, τὸν τοῦ Χρι‐ στοφόρου βασιλέως υἱὸν τὰ βασιλικὰ πέδιλα ἀφελό‐ μενος, κληρικὸν πεποίηκεν. (4) Ὄντος δὲ τοῦ βασιλέως Ῥωμανοῦ ἐν τῇ νήσῳ, ὁ πατριάρχης Θεοφύλακτος καὶ Θεοφάνης ὁ
15πατρίκιος καὶ παρακοιμώμενος βουλὴν ἐβουλεύσαντο ὥστε πάλιν ἐν τῷ παλατίῳ τοῦτον ἀγαγεῖν, ἣν καὶ αὐτῷ ἀνακοινωσάμενοι καὶ 851 παραπείσαν‐ τες τοῦτον, ἐκαιροσκόπουν πότε πέρας τῇ τοιαύτῃ βουλῇ ἐπιθῶσιν. Ἐπεὶ δὲ τὰ τῆς βουλῆς ἐφωρά‐
20θη καὶ κατεμηνύθη Κωνσταντίνῳ βασιλεῖ, τοὺς συνεργοὺς ταύτης ἠμύνετο· τὸν μὲν γὰρ Θεοφά‐ νην πατρίκιον ἐξώρισε, τὸν δὲ πρωτοσπαθάριον Γεώργιον καὶ πιγκέρνην καὶ Θωμᾶν πριμικήριον δείρας καὶ κουρεύσας καὶ μέσον τῆς πόλεως θριαμ‐
25βεύσας, οὕτως ὑπερορίᾳ παρέπεμψεν. (5) Δεκεμβρίῳ δὲ μηνὶ, ϛʹ ἰνδικτιῶνος, ἐπι‐ βουλήν τινες κατὰ τοῦ βασιλέως Κωνσταντίνου ἐμε‐ λέτησαν, βουλόμενοι τὸν βασιλέα Στέφανον ἐν τῷ παλατίῳ ἐκ τῆς νήσου ἀγαγεῖν. Ταύτης (205a) οὖν
30μηνυθείσης τῆς ἐπιβουλῆς Κωνσταντίνῳ διὰ Μιχαὴλ τοῦ Διαβολίνου λεγομένου, τοὺς ἐπιβούλους κρα‐ τήσας ὁ βασιλεὺς, τῶν μὲν τὰς ῥῖνας καὶ τὰ ὦτα ἀπέτεμεν τοὺς δὲ δαρμῷ ἀφορήτῳ ὑπέβαλε καὶ ὄνοις ἐπικαθίσας διὰ μέσης τῆς πόλεως ἐθριάμβευ‐
35σε, καὶ ἐξορίᾳ παρέπεμψε.
(6) Πεντεκαιδεκάτῃ δὲ Ἰουλίῳ μηνὶ, Ἰν‐1191

110

.

1193

δικτιῶνος ϛʹ, Ῥωμανὸς ὁ βασιλεὺς ἐν τῇ Πρώτῃ νήσῳ τελευτᾷ· καὶ τὸ σῶμα αὐτοῦ ἐν τῇ πόλει διακομισθὲν ἐν τῇ αὐτοῦ ἀπετέθη μονῇ. Δόξα τῷ Θεῷ πάντων ἕνεκα· Ἀμήν.
5Τετέλεσται καὶ τὰ τοῦ Λογοθέτου. 852 [ΙΓʹ. Μονοκρατορία Κωνσταντίνου τοῦ Πορφυρογεννήτου]. (5) Μετὰ γοῦν τὸ μόνον καταλειφθῆναι τὸν αὐτοκράτορα Κωνσταντῖνον, προεχειρίσατο Βασίλειον
10τὸν πρωτοβεστιάριον αὐτοῦ, τὸν ἀπὸ παλλακῆς φυ‐ σικὸν υἱὸν Ῥωμανοῦ τοῦ πρὸ αὐτοῦ βασιλέως, πα‐ τρίκιον καὶ παρακοιμώμενον καὶ παραδυναστεύοντα τῆς συγκλήτου. Οὗτος δὲ ἦν ἐχέφρων καὶ λόγιος καὶ τῷ βασιλεῖ ἐν πᾶσιν ὑπηρετῶν αἰσίως καὶ πρεπόν‐
15τως. —Τότε καὶ ὁ πατριάρχης Θεοφύλακ‐ τος, ἀῤῥωστήσας καὶ ὑπ’ αὐτῆς κυριευθεὶς, ἐτε‐ λεύτησε, κρατήσας τῆς Ἐκκλησίας ἔτη κδʹ. Χειρο‐ τονεῖται δὲ ἀντ’ αὐτοῦ (ὁ ἀνωτέρω εἰρημένος) Πολύευκτος μοναχὸς, τίμιος ἀνὴρ καὶ ἁγιώτατος.
20(6) Τότε καὶ ἀποστολικῶν ἐσθήτων ἀποκεκρυμ‐ μένων ἔν τινι γωνίᾳ τῆς πόλεως δηλωθεισῶν τῷ βα‐ σιλεῖ, μετὰ πάσης τιμῆς καὶ δοξολογίας ἀνελόμενος αὐτὰς τῷ μεγάλῳ τῶν ἀποστόλων ἀπεθησαύρισε ναῷ καὶ τὰ λείψανα τοῦ Θεολόγου Γρηγορίου, ἃ καὶ
25μερισθέντα, τὰ μὲν ἐν τῷ σηκῷ τῶν Ἁγίων Ἀποστό‐ λων ἐτέθησαν, τὰ δὲ ἐν τῷ ναῷ τῆς ἁγίας μάρτυρος Ἀναστασίας. (7) Ὁ τοίνυν βασιλεὺς διὰ τὸ τὸν μάγιστρον καὶ δομέστικον τῶν σχολῶν, Βάρδαν τὸν Φωκᾶν λεγό‐
30μενον εἰς γῆρας ἐλάσαι καὶ ἀδυνάτως πρὸς τοὺς κόπους ἔχειν, τοῦ δομεστίκου ἀποκινεῖ καὶ ἀντ’ αὐ‐ τοῦ προβάλλεται δομέστικον Νικηφόρον πατρίκιον καὶ στρατηγὸν 853 τῶν Ἀνατολικῶν, τὸν υἱὸν αὐ‐ τοῦ. Ὡσαύτως καὶ πατρίκιον Λέοντα, τὸν τού‐
35του αὐτάδελφον, στρατηγὸν τῶν Δυτικῶν προχειρί‐ ζεται. Γέγονε δὲ ἐμπρησμὸς μέγας πλησίον τοῦ ναοῦ τοῦ Ἁγίου Θωμᾶ, ὡς καῆναι τὸν ἔμβολον τὸν πρὸς τὴν σιδηρᾶν πόρταν. (8) Ἰστέον δὲ ὅτι τῷ ιδʹ ἔτει τῆς βασιλείας
40Κωνσταντίνου τοῦ Πορφυρογεννήτου—δεκαπέντε γὰρ ἐκράτησεν—ἐγεννήθη ὁ βασιλεὺς Βασίλειος ὁ
ἔκγονος αὐτοῦ, υἱὸς δὲ Ῥωμανοῦ τοῦ υἱοῦ αὐτοῦ.1193

110

.

1196

Τῶν δὲ Τούρκων καταδραμόντων μέχρι τῆς πό‐ λεως ἐν τῇ ἑορτῇ τοῦ Πάσχα καὶ ληϊσαμένων πᾶ‐ σαν τὴν Θρᾴκην καὶ πραῖδαν πολλὴν λαβόντων, ὁ βασιλεὺς εὐθὺς τὸν πατρίκιον καὶ δομέστικον τῶν
5ἐξκουβίτων Πόθον τὸν Ἀργυρὸν μετὰ τοῦ τάγματος αὐτοῦ καὶ τοῦ στρατηγοῦ τῶν βουκελλαρίων καὶ τοῦ ὀψικίου καὶ Θρᾳκησίου κατὰ πόδας αὐτῶν ἐξαπέστειλεν, οἳ καὶ νυκτὸς ἐπιπεσόντες κατέσφαξαν αὐτοὺς, λαβόντες καὶ τὴν πραῖδαν καὶ τὴν αἰχμαλωσίαν πᾶσαν.
10(9) Φασὶ δὲ, ὅτι εἰς τὴν γέννησιν τοῦ Πορφυρο‐ γεννήτου λαμπρὸς ἀστὴρ ἐφάνη ἐπὶ ἡμέρας μʹ, καὶ πάλιν ἐπὶ τῇ κοιμήσει καὶ ἐξόδῳ αὐτοῦ ἀστέρα φανῆναι ἀμαυρὸν ἔχοντα φῶς. Τελευτᾷ οὖν 854 νοσήσας, πεποιηκὼς βασιλέα τὸν υἱὸν αὐτοῦ
15Ῥωμανὸν, καὶ θάπτεται ἐν τῷ ναῷ τῶν Ἁγίων Ἀποστόλων μετὰ Λέοντος βασιλέως, τοῦ πατρὸς αὐτοῦ. Ἦν δὲ τῇ ἰδέᾳ εὐμήκης τὴν ἡλικίαν, λευ‐ κὸς τὴν χροιὰν, εὐόφθαλμος, χαροποὺς ἔχων (τοὺς) ὀφθαλμοὺς, γρυπὸς ἤτοι ἐπίριν, μακροπρόσω‐
20πος, μακροτράχηλος, εὐρὺς τοὺς ὤμους, φιλοτράπεζος, φίλοινος, ἡδὺς τοῖς λόγοις. Ἔζησε δὲ χρόνους νεʹ καὶ ἐτελεύτησε μηνὶ Νοεμβρίῳ ιεʹ, ἰνδικτιῶνος ϛʹ, ἔτους, ϛυνϛʹ, καταλείψας αὐτοκρά‐ τορα Ῥωμανὸν τὸν υἱὸν αὐτοῦ μεθ’ Ἑλένης τῆς
25μητρὸς αὐτοῦ. [ΙΔʹ] Βασιλεία Ῥωμανοῦ υἱοῦ Κωνσταντίνου τοῦ Πορφυρογεννήτου. Κόσμου ἔτος ͵ϛυνϛʹ, θείας σαρκώσεως ἔτει ϡνϛʹ Ῥωμαίων βασιλεὺς Ῥωμανὸς ἔτη γʹ, μῆνας γʹ,
30ἡμέρας εʹ. —Ἦν δὲ τὴν ἡλικίαν νέος, σφριγῶν τῷ σώματι, σιτόχροος, εὐόφθαλμος, ἐπίριν, χα‐ ροπὸς, γλυκὺς τοῖς ῥήμασι, ὄρθιος ὡς κυπά‐ ρισσος, εὐρὺς τοὺς ὤμους, ἥσυχος καὶ προσηνής. — Καταλειφθεὶς δὲ αὐτοκράτωρ παρὰ τοῦ πατρὸς
35αὐτοῦ Κωνσταντίνου τοῦ Πορφυρογεννήτου, ἐτῶν ὢν καʹ σὺν Βασιλείῳ τῷ υἱῷ αὐτοῦ ἐνιαυσιαίῳ ὄντι καὶ τῇ μητρὶ αὐτοῦ Ἑλένῃ καὶ τῇ συνεύνῳ αὐτοῦ Θεοφανῷ, καὶ παρευθὺ 855 τοὺς ἀνθρώπους τοῦ πατρὸς αὐτοῦ ἐν ἀξιώμασι μεγίστοις ὑπερ‐
40ανεβίβασε καὶ δώροις καταπλουτίσας τοῦ παλα‐1195

110

.

1197

τίου κατήγαγεν· ἐξελέξατο δὲ καὶ προέκρινε παραδυ‐ ναστεύοντας καὶ πρώτους τῆς συγκλήτου Ἰωσὴφ πατρίκιον καὶ δρουγγάριον τῶν πλωΐμων, ὅντινα καὶ μετὰ βραχὺ παρακοιμώμενον ἐποίησεν·
5τὸν δὲ πρωτοσπαθάριον Ἰωάννην τὸν Χοινὸν πατρί‐ κιον καὶ μέγαν ἑταιρειάρχην προεβάλετο, τὸν δὲ πρωτοσπαθάριον Σισίνιον, τὸν ἀπὸ σακελλίου, ἔπαρχον πόλεως ἐχειροτόνησε καὶ μετὰ βραχὺ πα‐ τρίκιον καὶ γενικὸν λογοθέτην. Τὰς δὲ ἀδελφὰς
10αὐτοῦ, Ζωὴν καὶ Θεοδώραν, Ἀγάθην καὶ Θεοφανῶ καὶ Ἄνναν, ἀπὸ τῶν βασιλικῶν κατήγαγε δόμων καὶ εἰς τὸν βασιλικὸν οἶκον, τὸν λεγόμενον Κανι‐ κλείου, ἐν ᾧ καὶ Σοφία Αὐγούστα ἡ τοῦ Χριστοφόρου βασιλέως γαμετὴ ἦν ἀποκεκαρμένη, ἐπήγαγεν καὶ
15μετὰ διίππευσιν ἡμερῶν εἰς τὸ Ἀντιόχου ἐκλήρωσε· τὴν δὲ Ἀγάθην εἰς τὸ ἱδρυθὲν φροντιστήριον παρὰ Ῥωμανοῦ τοῦ βασιλέως καὶ πάππου αὐτοῦ ἀπέστειλεν καὶ διωρίσατο χορηγεῖσθαι αὐταῖς ἃ καὶ ἐν τῷ παλατίῳ ἐδίδοντο. Τὸν δὲ δομέστικον τῶν
20σχολῶν καὶ πατρίκιον Νικηφόρον τὸν Φωκᾶν μάγι‐ στρον ἐτίμησε καὶ ἐν τῇ Ἀνατολῇ ἐξέπεμψεν· ὡσαύτως καὶ τὸν ἀδελφὸν αὐτοῦ πατρίκιον Λέοντα μάγιστρον καὶ δομέστικον τῆς Δύσεως ἐποίησεν· καὶ αὐτὸς 856 ἦν εὐφραινόμενος ἐν κυνηγίοις καὶ
25θήραις δι’ ὅλου ἁβροδίαιτος τυγχάνων. Ἐ‐ γέννησε καὶ ἕτερον υἱὸν μετὰ θάνατον τοῦ πατρὸς αὐτοῦ καὶ Κωνσταντῖνον αὐτὸν ὠνόμασεν, ὃς καὶ μετ’ οὐ πολὺ ἐστέφθη παρὰ Πολυεύκτου πατριάρ‐ χου ἐν τῷ ἄμβωνι τῆς Ἁγίας Σοφίας. Ἡ δὲ Αὐγούστα
30Ἑλένη ἐν τῷ παλατίῳ συνῆν τῷ βασιλεῖ ἕως ἀῤῥωστήσασα κατὰ τὴν ιθʹ τοῦ Σεπτεμβρίου μηνὸς τέθνηκεν· καὶ κατετέθη ἐν τῇ μονῇ τοῦ πατρὸς αὐτῆς, Ῥωμανοῦ τοῦ βασιλέως, ἐν λάρνακι πλησίον τοῦ πατρὸς αὐτῆς. (2) Τὸν δὲ μάγιστρον καὶ δομέστικον Νι‐ κηφόρον τὸν Φωκᾶν ὁ βασιλεὺς μετὰ στρατείας
35πολλῆς καὶ ἐξοπλίσεως πλοίων πολεμικῶν καὶ
ὑγροῦ πυρὸς εἰς τὴν Κρήτην ἀπέστειλεν, ἥτις ὑπὸ1197

110

.

1200

Ῥωμαίους μὲν ἦν τὸ πρότερον, ἐπὶ δὲ τῆς βασιλείας Μιχαὴλ τοῦ Τραυλοῦ, τοῦ πατρὸς Θεοφίλου, ἐκρα‐ τήθη ὑπὸ τῶν ἀπὸ Ἱσπανίας ἀνελθόντων Σαρακηνῶν, διὰ τὸ τηνικαῦτα ἀσχολεῖσθαι τὰ Ῥωμαϊκὰ στρα‐
5τεύματα εἰς τὴν τυραννίδα καὶ στάσιν τοῦ ἀντάρτου Μωροθωμᾶ, τοῦ συντρόφου Μιχαὴλ, ὡς γενέσθαι τὴν ταύτης νήσου κράτησιν ἕως τῆς ἡμέρας ἧς πάλιν ἐπορθήθη παρὰ Νικηφόρου μαγίστρου καὶ δομεστί‐ κου Φωκᾶ, ἔτη ρνηʹ. Ὑπῆρχον δὲ χελάνδια 857
10μετὰ τοῦ ὑγροῦ πυρὸς ͵βʹ, δρόμωνες ͵αʹ, καράβια κα‐ ματηρὰ σιτάριν ἔχοντα καὶ ὅπλα πολεμικὰ τξʹ. Ἀπάρας οὖν τῆς βασιλείας Νικηφόρος ὁ δομέστικος καὶ τὰ Φύγελα καταλαβὼν, ἐφρόντιζεν ὅπως ὁ σύμ‐ πας στόλος αὐτῷ ἐπὶ τὸ αὐτὸ εἴη καὶ προσορμίζοιτο.
15Σπουδῇ οὖν τὴν νῆσον καταλαμβάνουσι, καὶ ἀποβάντων τῶν νηῶν χάρακα καὶ τάφρον βαθεῖαν κατεσκεύασαν. Τούτων οὕτως παρακαθεζομένων τῇ νήσῳ καὶ ἀπείρου χειμῶνος καὶ ὑετοῦ καὶ κρύους γενομένου καὶ τῶν σιτίων δαπανηθέντων
20καταναρκήσαντες οἱ τοῦ στρατοῦ οἴκαδε ἠβουλή‐ θησαν ἀναστρέψαι. Ὁ δὲ συνετώτατος Νικηφόρος καὶ δοὺξ τῇ τῶν λόγων ἡδύτητι τούτους κατέσχεν. Μαθὼν οὖν ὁ βασιλεὺς τὴν ἔνδειαν τοῦ στρατοῦ ἐπισιτισμὸν παντοίων τροφῶν αὐτοῖς ἀπέστειλεν. —
25Κατὰ δὲ τὸν Μάρτιον μῆνα πολέμου κροτηθέντος σφοδροῦ καὶ καρτερᾶς μάχης γενομένης, παρέλαβον Ῥωμαῖοι τὸ κάστρον. (3) Ἐν δὲ τῷ Ὀκτωβρίῳ μηνὶ τοῦ βʹ ἔτους τῆς βασιλείας Ῥωμανοῦ ἐγένετο σπάνη σίτου καὶ κριθῆς ἐν τῇ πόλει· ἐπράθη γὰρ ὁ σῖτος τῷ νομίσματι μό‐
30διοι δʹ, ἡ δὲ κριθὴ μόδιοι ϛʹ. Οὐ πολὺς 858 οὖν χρόνος παρῆλθε, καὶ εὐθὺς γέγονεν ὁ σῖτος μό‐ διοι ηʹ, ἡ δὲ κριθὴ μόδιοι ιβʹ (4) Τῷ δὲ Μαρτίῳ μηνὶ κατηγορήθη Βασίλειος
ὁ Πετεινὸς ὑπό τινων ὡς τῆς βασιλείας ἐφιέμενος,1199

110

.

1201

ὅστις ἐν ἐξορίᾳ παρεπέμφθη, ἐν ᾗ καὶ τελευτᾷ. Ὁ δὲ βασιλεὺς μαθὼν τὴν τῆς Κρήτης ἅλωσιν ἐδόξασε τὸν Θεόν. Μετ’ οὐ πολὺ δὲ καὶ ὁ δομέστικος τῶν σχο‐ λῶν Νικηφόρος κελεύσει τοῦ βασιλέως πρὸς τὴν
5πόλιν εἰσῆλθε καὶ μετὰ τῶν λαφύρων καὶ τῆς αἰχμα‐ λωσίας ἦλθε πεζῇ ἀπὸ τοῦ οἴκου αὐτοῦ εἰς τὸ Ἱππο‐ δρόμιον μετὰ τοῦ ἀμηρᾶ Κρήτης τοῦ λεγομένου Κουροπαλάτου καὶ πάντων τῶν συγγενῶν αὐτοῦ, στολὰς λευκὰς περιβεβλημένων πάντων τῶν Σαρα‐
10κηνῶν. Καὶ ὁ μὲν μάγιστρος τιμῶν καὶ γερῶν μεγάλων ἠξιώθη παρὰ τοῦ αὐτοκράτορος. Ὁ ἀμηρᾶς δὲ, πλεῖστα δῶρα καὶ χρυσὸν καὶ ἄργυρον παρὰ τοῦ βασιλέως λαβὼν, σὺν τοῖς τέκνοις αὐτοῦ εἰς χωρία οἰκεῖν συνεχωρήθη, εἰς δὲ τὴν σύγκλητον οὐκ ἀνε‐
15βιβάσθη διὰ τὸ μὴ βούλεσθαι αὐτοὺς βαπτισθῆναι. Ὁ δὲ βασιλεὺς Ῥωμανὸς Νικηφόρον τὸν μάγιστρον αὖθις κατὰ τὴν ἑῴαν ἐξαπέστειλε κατὰ τοῦ ἀλαζόνος Χαμβδᾶ. Ὁ δὲ ἀπελθὼν πρῶτον μὲν τὸν Χέλεπε κάστρον παρέλαβεν, ἐξ οὗ καὶ λαφύρων πολλὴ
20γίνεται συναγωγή.
21tΒΙΒΛΙΟΝ Ϟʹ.
22(5) Τότε παρέλαβον καὶ οἱ Τοῦρκοι τὴν μεγάλην Ἀντιόχειαν τῆς Συρίας, καὶ ἐποίησαν αἰχμαλωσίαν καὶ αἱματεκχυσίαν πολλὴν, καὶ ἠφάνισαν πόλιν λαμ‐
25πρὰν καὶ περίδοξον (6) Καὶ πάλιν ὁ Φωκᾶς ἔσεισε τὴν μάχαιραν αὐτοῦ, καὶ ἐθυμώθη θυμὸν καὶ ζῆλον δίκαιον, καὶ ἔλαβε στρατηγοὺς καὶ φοσάτα καὶ δύναμιν ἰσχυρὰν, καὶ ἐκί‐ νησε κατὰ τῶν Τούρκων καὶ συνεπλάκη μετ’ αὐτῶν
30καὶ ἔδωκε πολέμους μεγάλους, καὶ ἔτρεψε καὶ κατέ‐ κοψε μυριάδας πολλὰς καὶ ἠγλάτωσε τὴν Ἀντιόχειαν ἀπὸ τὰς βαρβαρικὰς χεῖρας, καὶ κατέστησεν αὐτὴν καλὴν καὶ ὡραίαν, καθὼς ἦτον καὶ πρότερον. (7) Ὡς ἦτον δὲ ὁ Φωκᾶς εἰς τὸν πόλεμον, ἐτελεύ‐
35τησεν ὁ Ῥωμανὸς, καὶ ἀφῆκε τὴν βασιλείαν εἰς τὴν γυναῖκα αὐτοῦ Θεοφανὼ καὶ εἰς τὰ παιδία αὐτοῦ. Αʹ. Βασιλεία Θεοφανὼ μετὰ τῶν υἱῶν αὐτῆς. Τῷ ͵ϛυξγʹ ἔτει τοῦ κόσμου, τῆς δὲ θείας σαρ‐ κώσεως ϡξγʹ ἐβασίλευσε Θεοφανὼ ἡ γυνὴ Ῥωμανοῦ
40μετὰ τῶν υἱῶν αὐτῆς ἔτη νʹ.1201

110

.

1204

(2) Μαθὼν δὲ ὁ Φωκᾶς τὸν θάνατον τοῦ βασιλέως Ῥωμανοῦ, ἔδραμεν εἰς τὴν Κ. Π., καὶ ὤμοσεν ὅρκους φρικτοὺς τῆς βασιλίσσης, ὅτι ποτὲ τοῦ νὰ μὴν ἐπι‐ βουλευθῇ τὰ παιδία τοῦ Ῥωμανοῦ· καὶ πάλιν ἐγέ‐
5νετο στρατηγὸς τῆς Ἀνατολῆς, καὶ ἀπεστάλη μετὰ δυνάμεως εἰς Συρίαν. (3) Ἀλλ’ ὁ φθόνος καὶ ἡ βασκανία ἅτινα προ‐ ξενοῦσι τὰ πολλὰ κακὰ, καὶ τρώγουσι τὰς καρδίας τῶν ἀνθρώπων, εἰσῆλθε καὶ ὧδε νὰ συγχύσῃ τὰ
10πράγματα. Εἷς γὰρ εὐνοῦχος τοῦ παλατίου, ὅστις εἶχε τότε πολλὴν παῤῥησίαν, καὶ μετέστρεφε τὰς βασιλικὰς ὑποθέσεις ὡς ἤθελεν, ἐφθόνησε κατὰ τοῦ στρατηλάτου Φωκᾶ, καὶ οὐκ ἔφερε νὰ βλέπῃ ἑτέρου καλὸν καὶ εὐτυχίαν· καὶ ἀπέστειλεν εἰς Ἰωάννην
15τὸν Τζιμισχῆν γραφὰς κρυφὰς ὅτι νὰ φονεύσῃ τὸν Φωκᾶν ἢ νὰ τὸν φαρμακώσῃ, καὶ νὰ φθάσῃ εἰς τὴν πόλιν νὰ γένηται βασιλεὺς καὶ αὐτοκράτωρ Ῥω‐ μαίων. (4) Ἦτον δὲ ὁ Τζιμισχῆς ἄνθρωπος ὡραῖος,
20ξανθὸς, εὔμορφος, 860 πολεμιστὴς, ἐπιδέξιος, ἀνδρειωμένος, εὔτολμος, βουλευτὴς, ἀγαθὸς, μεγα‐ λόψυχος, σώφρων, ἥμερος, πραότατος, ἄκακος, γλυκὺς, ἀμνησίκακος, ἀγαθότροπος, εἰπεῖν ὅτι ἦτον ὡς παράδεισος μετὰ μεγάλων χαρίτων, ὅπερ ἐφύ‐
25τευσεν ὁ Θεός· καὶ εἶχε πᾶσαν καλὴν ἀρετὴν ἐπ’ αὐτόν· τοιοῦτος ἦτον ὁ Τζιμισχῆς ἀγαθογνώμων καὶ χαριέστατος· καὶ ἦτον τότε σύντροφος τοῦ Φωκᾶ καὶ ὑποστράτηγος· ἦτον δὲ καὶ συγγενὴς αὐτοῦ. (5) Καὶ ὡς ἔφθασαν αἱ γραφαὶ τοῦ εὐνούχου εἰς
30τὰς χεῖρας αὐτοῦ τοῦ Τζιμισχῆ, ἄνοιξε καὶ ἀνέγνω‐ σεν αὐτὰς, καὶ ἦτον ἄνθρωπος μισῶν πᾶσαν κακίαν καὶ πονηρίαν· ἔδωκε ταύτας τὰς γραφὰς εἰς χεῖρας τοῦ Φωκᾶ εἰπών· «Ὦ ἀτιμία μεγάλη καὶ ἀτυχία τῶν Ῥωμαίων· ὅταν ἔχουσι τὴν βασιλείαν τῶν
35Ῥωμαίων καὶ ἀνακατωνοῦσιν αὐτὴν εὐνοῦχοι πονη‐ ρότατοι καὶ κακίας ἐργάται.» (6) Ἤκουσε ταῦτα ὁ στρατηγὸς, καὶ ἐθυμώθη, καὶ ἔπνευσε πῦρ καὶ ὀργήν· καὶ ὥσπερ λέων ὅταν ὑπνώτει καὶ ἐξυπνήσει καὶ βρυχηθῇ, οὕτως ἤνοιξεν
40ἐκεῖνος τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ ἐβρυχήθη, καὶ περιέδραμε φόβος καὶ δειλία εἰς πάντας· καὶ ἀνε‐ φημίσθη βασιλεὺς, καὶ ἔφθασεν εἰς τὴν Κωνσταν‐ τινούπολιν, καὶ χωρὶς βίας τινὸς ἢ ἀνάγκης εἰσῆλ‐ θεν ἔσω εὐκόλως· καὶ πάντες οἱ ἄρχοντες καὶ ὁ λαὸς
45ὅλος καὶ ἡ βασίλισσα καὶ ὁ πατριάρχης ἐδέξαντο αὐτὸν μετὰ χαρᾶς μεγάλης, καὶ ἔστεψαν αὐτὸν ἀπὸ κοινῆς βασιλέα Ῥωμαίων. [Βʹ] Βασιλεία Νικηφόρου Φωκᾶ. Τῷ ͵ϛυοαʹ ἔτει τοῦ κόσμου, τῆς δὲ θείας σαρκώ‐

110

.

1204

(50)

σεως ϡοαʹ, ἐβασίλευσε Νικηφόρος ὁ Φωκᾶς.
(2) Βασιλεύσαντος δὲ τούτου, ἔβλεπον αὐτὸν1203

110

.

1205

πάντες καὶ εὐφραίνοντο· ὅτι ἦτον στρατηγικώτατος καὶ τολμηρὸς ἄνθρωπος καὶ δυνατὸς καὶ ἀταπεί‐ νωτος εἰς κόπους καὶ πόνους καὶ εἰς τοὺς πολέμους ὥσπερ ἀκμόνην.
5861 (3) Ἡρμώθη δὲ μετὰ Θεοφανῶ τῆς βασι‐ λίσσης· καὶ ἔδειξεν εἰς τὰ παιδία τοῦ Ῥωμανοῦ πατρικὴν στοργὴν καὶ ἀγάπην. (4) Ὡς γοῦν παρέλαβε τὸ ὕψος τῆς βασιλείας, τότε ἔδειξε καὶ ὁποῖός ἐστιν εἰς ἀνδρείαν καὶ
10ποταπὴν γενναιοτάτην ἔχει ψυχήν· ὅτι καὶ ἀπ’ ἀρχῆς τοιοῦτος ἦν φρόνιμος καὶ συνετὸς ἄνθρωπος καὶ πολεμιστὴς ἄριστος καὶ στρατηγὸς ἔμπειρος· ἀλλὰ τοσοῦτον ἀγαθὸν ἦν σκεπασμένον, ἐπεὶ ἡ ἐξου‐ σία ἦτον εἰς ἑτέρων θέλημα· ἐπεὶ δὲ ὁ τροχὸς τοῦ
15καιροῦ ἔφερεν αὐτὸν εἰς τοιαύτην μεγάλην ἐξουσίαν, τότε ἐφάνη ὁ Φωκᾶς ὥσπερ ἀστραπὴ, καὶ ἔδραμεν εἰς τοὺς ἐχθροὺς τῶν Ῥωμαίων· καὶ ὡς πῦρ, ὅταν εὕρῃ καλάμην ἢ ξηρὰν ἄλλην ὕλην, καὶ ἔχῃ μέγαν ἄνεμον, καὶ δώσῃ μέσα εἰς τὴν ὕλην καὶ ἀναβῇ ἡ
20φλὸξ καὶ ὁ καπνὸς καὶ ὁ κτύπος νὰ ὑπομαυρίσωσι τὸν ἀέρα, οὕτως ἐποίησε καὶ ἐκεῖνος εἰς τοὺς βαρ‐ βάρους καὶ κατέκοπτεν καὶ ἐξολόθρευεν καὶ ἔκαιεν καὶ ᾐχμαλώτιζε καὶ ἐχάλα πόλεις καὶ χώρας βαρ‐ βαρικὰς καὶ κατέλυε μυριάδας τῶν ἀλλοφύλων καὶ
25ἐπλάτυνε τὴν ἀρχὴν καὶ ἐξουσίαν τῶν Ῥωμαίων· ἐτρόμαξαν οἱ Ἄραβες, ἔφριξαν οἱ Ἀρμένιοι καὶ οἱ Σύροι, καὶ ἐδειλίασαν οἱ Σαρακηνοὶ καὶ ἔφευγον οἱ Τοῦρκοι, καὶ πάλιν ἔπερναν οἱ Ῥωμαῖοι τοὺς τόπους αὐτῶν καὶ τὰς χώρας, καὶ ὄνομα τοῦ Φωκᾶ ἦτον
30φοβερὸν εἰς πάντας, ἐπεὶ πᾶσα ἀρετὴ ἦν ἐπ’ αὐτῷ, καὶ ἅπαντα τὰ ἀγαθὰ εἶχεν· δύναμιν, ἀνδρείαν, φρό‐ νησιν, πραότητα, σωφροσύνην. (5) Πλὴν οὐδεὶς τῶν ἐπὶ γῆς γεννηθέντων ἀν‐ θρώπων ἐστὶν νὰ μηδὲν ἔχῃ τινὰ ψόγον ἢ ἐλάττωμα, εἰ καὶ μετὰ τῶν ἀγγέλων γέγονεν ἰσοστάσιος· οὗτος
35γὰρ ὁ μέγας καὶ ἀριστεὺς Φωκᾶς εἰς ὅσα καλὰ ὀφείλει νὰ ἔχει τὸ κορμὶν τοῦ ἀνθρώπου, εἶχε καὶ τὸ κορμὶν ἐκείνου, καὶ ἡ ψυχὴ αὐτοῦ ἦτον πολλὰ ἀγαθὴ καὶ θεοφιλής· καὶ εἶχε μυριάδας χάριτας, καὶ το‐ σοῦτον ἠγωνίζετο εἶναι εἰς τὸν φόβον τοῦ Θεοῦ καὶ
40εἰς τὴν ἀγάπην αὐτοῦ, ὅτι εἰς τῆς βασιλείας τὴν 862 δόξαν ἐφόρει ἔσωθεν κατάσαρκα ῥάσον χον‐ τρὸν, τρίχινον καὶ ἐπάνωθεν τὰ βασιλικὰ ἐνδύματα. Ἀλλὰ καὶ ἐκεῖνος ὡς ἄνθρωπος εἶχεν ὀλίγον ἐλάτ‐ τωμα· ὡς γὰρ λέγουσιν, ὅτι ἡ βασίλισσα Θεοφανὼ
45ἦτον συντέκνισα αὐτοῦ, καὶ ὕστερον εἶχεν αὐτὴν εἰς γυναῖκαν αὐτοῦ· ἄλλο δὲ πάλιν εἶχεν ὅτι οὐδὲν ἦτον εὐεργετικὸς οὐδὲ μεγαλόδωρος· καὶ τοῦτο ἦτον ὁποῦ ἐσκέπαζε τὰ καλὰ αὐτοῦ πάντα καὶ ὡμοίαζεν δέν‐ δρον χωρὶς φύλλα. (6) Ἦτον δὲ τοῦτο, ὅτι ἐγένετο εἰς τοὺς Ῥω‐

110

.

1205

(50)

μαίους λιμὸς μέγας, καὶ ἀπέθνησκεν ὁ λαὸς ἀπὸ τὸ κακὸν τοῦ λιμοῦ, καὶ πανταχοῦ ἦτον θλῖψις καὶ στενοχωρία καὶ ὀδυρμὸς καὶ κλαυθμὸς, ὅτι οὐδὲ αὐτὸ
τὸ ξυλοκαύκιον, ὄγδοον τοῦ μοδίου, εὑρίσκετο εἰς1205

110

.

1208

τὸ υʹ. Ἤκουσε δὲ ταῦτα ὁ Φωκᾶς καὶ ἐλυπήθη καὶ τάχα ἐφιλοτιμήθη νὰ ποιήσῃ καλὸν εἰς τὸν λαὸν καὶ ὥρισε νὰ ἀνοίξωσι τὰς ἀποθήκας τῆς μέσης καὶ νὰ πωληθοῦν καυκία εἰς τὸ υʹ· τόσον ἦτον ἀφιλότιμος,
5καὶ ταῦτα ἐκεῖ ὁποῦ ἦσαν χίλιαι ἀποθῆκαι σιταρίου ἀπὸ τοῦ καιροῦ τῆς εὐθηνίας· καὶ οὐδὲν ἐθυμήθη τὸν Μακεδόνα Βασίλειον τὸν ἀληθινὸν βασιλέα· οὗ‐ τος γὰρ ὁ Βασίλειος τῇ ἑορτῇ τοῦ Πάσχα ἐκαβαλί‐ κευσε μετὰ τῶν στρατηγῶν καὶ ἀρχόντων λαμπρο‐
10φορημένος ἔσω εἰς τὴν Κωνσταντινούπολιν· ἦτον δὲ καὶ τότε μέγας λιμός. Καὶ ὡς ἐδιέβαινεν ὁ βασι‐ λεὺς, ἐστράφη καὶ εἶδεν οἰκοδεσπότας ἀνθρώπους καὶ ἱερεῖς, καὶ ἵσταν μαυροφορημένοι καὶ πολλὰ θλιμμένοι· καὶ ἠρώτησεν ὁ βασιλεὺς τὴν αἰτίαν ὁποῦ
15δὲν ἐλαμπροφόρησαν καὶ αὐτοὶ νὰ τιμήσωσι τὴν ἀνάστασιν τοῦ Χριστοῦ· καὶ ἀποκριθέντες εἶπον· «Τίνα λαμπροφορίαν θέλουσιν οἱ ἄνθρωποι οἱ μὴ εὑρίσκοντες ἄρτον νὰ χορτάσωσι τὴν κοιλίαν αὐτῶν;» Καὶ τοῦτο ἀκούσας ὁ βασιλεὺς ἐδάκρυσε καὶ ἐλυ‐
20πήθη ἔνδον κατὰ ψυχὴν αὐτοῦ· καὶ ἐκέλευσεν εὐ‐ θὺς ἵνα ἀνοίξωσι τὰς βασιλικὰς ἀποθήκας καὶ τῶν πραγματευτῶν, καὶ διελάλησεν νὰ πωληθῶσι μόδια δύο εἰς τὸ υʹ· καὶ οὕτως ἔλυσε τοῦ λιμοῦ τὴν ἀνάγ‐ κην καὶ τὴν στενοχωρίαν τοῦ λαοῦ· καὶ ταῦτα μὲν οὕτως. (7) Ὁ δὲ Φωκᾶς εἶχεν ὑποψίαν εἰς τὸν Τζι‐
25μισχῆν, ὅτι ἀγαπᾷ 863 αὐτὸν ἡ βασίλισσα· ἔμαθε δὲ ὅτι γυρεύει νὰ ἐπάρῃ τὴν βασιλείαν, καὶ καθεῖλεν αὐτὸν ἀπὸ τῆς στρατηγίας· καὶ ἐπῆρεν ἐξ αὐτοῦ πᾶσαν δύναμιν καὶ ἐξουσίαν ἣν εἶχεν, καὶ ἐκέλευσεν αὐτὸν ἵνα κάθηται εἰς τὸν οἶκον αὐτοῦ, καὶ ὡς οἶδεν
30νὰ ζῇ· ἄλλο δέ τί ποτε κακὸν οὐκ ἐποίησεν αὐτῷ. (8) Τὴν βασίλισσαν γοῦν ἐφάνη τοῦτο πολλὰ βαρὺ, διότι οὐδὲν ἔβλεπε τὸν Τζιμισχῆν συχνὰ εἰς τὸν παλάτιν· καὶ ἠνάγκασε τὸν Φωκᾶν καὶ κατέ‐ πεισεν ὅτι πάλιν ἔφερεν αὐτὸν πλησίον του· καὶ
35ἔδωκεν αὐτῷ καὶ τὴν ἐξουσίαν, ἣν εἶχε καὶ πρότε‐ ρον. —Ὡς δὲ ἦλθεν ὁ Τζιμισχῆς πάλιν καρδιότρω‐ τος, καὶ εἶχε τὴν κακίαν ἔσω ἡ ψυχὴ αὐτοῦ, ἔμπροσ‐ θεν μὲν τοῦ βασιλέως ἐφαίνετο περιχαρὴς καὶ ἔσω εἶχε κεκρυμμένας καὶ μελετημένας τὰς βουλὰς καὶ
40τὰς πονηρίας, καὶ πάσας μυρίας σκέψεις καὶ δόλους, καὶ ἀεὶ ἔπλεκε τοὺς βρόχους ὅπως νὰ ἔχῃ αὐτοὺς εἰς καιρὸν χρείας. Ὁ βασιλεὺς δὲ οὐκ ἐγίνωσκε ἃς πα‐ γίδας στένουσι δι’ αὐτοῦ, οὔτε τὰς ἐπιβουλὰς τοῦ οἴκου αὐτοῦ. Ὥσπερ γὰρ ὁ ἀετὸς πέτεται ὑψηλὰ εἰς
45τὸν ἀέρα ἀκόπως, οὕτως καὶ ἐκεῖνος ἀνῆλθεν εἰς τὸ ὕψος τῆς ἀρετῆς· ὅτι τὴν μὲν ἡμέραν ἔβλεπε τοὺς ἄρχοντας καὶ τὰς ὑποθέσεις τῆς βασιλείας, τὴν δὲ νύκταν διεβίβαζε πᾶσαν ἄγρυπνος εἰς προσευχὴν καὶ εἰς ψαλμῳδίαν, καὶ ἐκράτει τὸ ψαλτήριον καὶ

110

.

1208

(50)

ἀνεγίνωσκε· καὶ μόλις ὅταν ἤθελεν ἔλθῃ πρὸς βρα‐ χὺν ὕπνον, ἔμπροσθεν τοῦ εἰκονοστασίου αὐτοῦ ἔπιπτεν ἐπάνω ψιαθίου, καὶ ὑπνεῖ ὀλίγον. Ἀπὸ γυ‐ ναικῶν γοῦν ἐπιθυμίας καὶ ἄλλας σαρκικὰς ὀρέξεις, τοσοῦτον ἐμίσει αὐτὰς, ὅτι οὐδὲ κατὰ νοῦν αὐτοῦ
55κἂν ἀνέβαινον, οὔτε ἐν ὀνείρῳ ἐφαντάζετον· ἀλλ’ ἦτον ἡ διαγωγὴ αὐτοῦ καθαρὰ καὶ θεοφιλὴς ὥσπερ1207

110

.

1209

καλοῦ καὶ ἐναρέτου μοναχοῦ, καὶ πᾶσα ἡ ἐπιθυμία αὐτοῦ ἦν πρὸς τὸν Θεὸν καὶ πρὸς τὴν κληρονομίαν καὶ ἀπόλαυσιν τῶν δικαίων. (9) Ἀλλ’ ἐπὶ τούτοις οὐδὲν ἠρέσκετον ἡ βα‐ σίλισσα· ἐπεὶ ἔχρῃζεν περιπλοκὰς καὶ φιλήματα
5καὶ σωματομιξίας· διὰ τοῦτο ἔβαλλε καὶ αὐτὴ ἐπι‐ βουλὴν κατ’ αὐτοῦ, καὶ ἐσυμφώνησε μετὰ τοῦ Τζι‐ μισχῆ, 864 ἐπεὶ ἠγάπα τοῦτον πολλὰ, καὶ εἶχεν ἐπιθυμίαν πολλὴν ἐπ’ αὐτοῦ. Ἐκεῖνος δὲ πάλιν ἦτον ἀπὸ τὸν Φωκᾶν λυπημένος καὶ θυμωμένος, καὶ
10ὡμοφώνησαν εἰς τὸ ἐπιχείρημα· μίαν γοῦν νύκταν ἀφ’ οὗ ἠγρύπνησεν ὁ Φωκᾶς ἀπὸ τῆς προσευχῆς καὶ ἔπεσε νὰ ὑπνώσῃ ἐπάνω τοῦ ψιαθίου, ὡς εἶχε συνή‐ θειαν, καὶ ἡ Θεοφανὼ ἀνέβασεν κρυφὰ τὸν Τζιμισχῆν μετὰ καὶ ἑτέρων ἁρματωμένων, δείξας αὐτοῖς κρυφὰ
15τὸν τόπον ἐν ᾧ ἔκειτο Αὐτοὶ οὖν ἀπελθόντες πρῶτον εἰς τὸν βασιλικὸν κράββατον καὶ μὴ εὑρόντες αὐτὸν, ἐφοβήθησαν καὶ ἐβουλήθησαν τοῦ φυγεῖν· τότε ἐρευ‐ νῶντες εὗρον αὐτὸν ἐπὶ τοῦ ψιαθίου κείμενον, καὶ ἔδωκεν αὐτῷ ὁ Τζιμισχῆς λακταῖαν καὶ ἐξύπνισεν.
20Καὶ ὡς ἦλθε νὰ ἀνασηκωθῇ, ἔδοσάν τον σπαθέαν κατὰ κεφαλῆς, καὶ ἐδευτέρωσαν αὐτὸν καὶ κατεκέν‐ τησαν αὐτὸν ὥσπερ κακοῦργον καὶ λῃστήν· ἐκεῖνος δὲ ἄλλο τί ποτε οὐκ ἐλάλει, εἰ μὴ τό· «Κύριε, ἐλέησον·» ἐφόνευσαν γοῦν τὸν τοιοῦτον ἄνθρωπον
25διὰ τὴν προδοσίαν τῆς γυναικὸς αὐτοῦ ὥσπερ καὶ τὸν Σαμψών ποτε ἀπὸ τῆς Δαλιδᾶς, καὶ ἐχύθη τὸ αἷμα τοῦ δικαίου ἐπὶ τῆς γῆς ὡς τοῦ Ἄβελ διὰ χειρῶν Κάϊν τοῦ ἀδελφοκτόνου, καὶ ἀνέπεμπεν εἰς τὸν Θεὸν θρηνητηρίους βοάς. [Γʹ] Βασιλεία Ἰωάννου τοῦ Τζιμισχῆ. (1) Τῷ ͵ϛυοηʹ τοῦ κόσμου, ἀπὸ δὲ τῆς ἔνσαρκα οἰ‐
30κονομίας ϡοηʹ ἐβασίλευσεν Ἰωάννης ὁ Τζιμισχῆς. (2) Εἶτα ἄπεισιν ὁ Ἰωάννης εἰς τὴν Μεγάλην ἐκκλησίαν ταινιοθησόμενος· ἀλλ’ οὐκ ἐάθη παρὰ τοῦ Πολυεύκτου εἰς τὸν ναὸν εἰσελθεῖν ὡς φόνῳ με‐ μιασμένος. Πράως δὲ τὴν ἐπιτίμησιν ὁ Τζιμισχῆς
35ἐνεγκὼν, ἀπελογεῖτο μὴ αὐτὸς αὐτόχειρ γενέσθαι τοῦ φόνου· ἔλεγε τὸν Ἀλβανίτην καὶ τὸν Ἀτζυπο‐ θεόδωρον, ἐπιτροπῇ τῆς Θεοφανοῦς, τὸν Νικηφόρον διαχειρίσασθαι. Τὴν μὲν οὖν Θεοφανὼ ὁ πατριάρχης ἀπῄτησε τῶν βασιλείων ἀπελαθῆναι καὶ περιορισθῆ‐
40ναι καὶ τοὺς αὐτόχειρας τοῦ Νικηφόρου ἐκδιωχθῆ‐ ναι· τὸν δὲ τόμον ὅνπερ ἐθέσπισεν, τοῦ μὴ ἄνευ γνώμης τοῦ βασιλέως ἀρχιερέα 865 τινὰ προχει‐ ρίζεσθαι, διαραγῆναι καὶ αὐτὸν τὸν Ἰωάννην δέξα‐ σθαι ἐπιτίμια. Ὁ δὲ πάντα ποιῆσαι ὑπέσχετο, καὶ
45αὐτίκα στέλλει καὶ κατάγει τὴν βασιλίδα τῶν ἀνακτό‐ ρων καὶ τὸν τόμον ἐκεῖ κομισθέντα διέῤῥηξε καὶ ἣν ἐν ἰδιώταις τελῶν εἶχε περιουσίαν, διανεῖμαι πένησιν ἐπηγγείλατο. Τούτων δὲ γενομένων κατὰ τὴν γενε‐ θλίαν τοῦ Σωτῆρος ἡμῶν καὶ Θεοῦ ἑορτὴν, ἅμα τε

110

.

1209

(50)

τὴν εἰς τὴν ἐκκλησίαν ἐπιτρέπεται εἴσοδον καὶ ἅμα τῷ διαδήματι στέφεται· τὴν δὲ Θεοφανῶ εἰς Προικό‐
νησον περιώρισεν.1209

110

.

1212

(3) Ἦν δὲ καὶ οὗτος καρτεροκάρδιος καὶ εὐτολ‐ μότατος· καὶ οὕτως ἔλαβε τὴν βασιλείαν, ἐστρά‐ τευσε κατὰ τῶν Ἀράβων καὶ κατὰ παντὸς ἐχθροῦ Ῥωμαίων· καὶ ἐφοβήθησαν τὰ ἔθνη ἀπὸ τὴν ὁρμὴν
5τοῦ Τζιμισχῆ φόβον μέγαν. Καὶ ἐπλάτυνε τὴν γῆν τῶν Ῥωμαίων· καὶ ἔφυγον οἱ Σαρακηνοὶ καὶ Ἀρμέ‐ νιοι, καὶ ἐδειλίασαν οἱ Πέρσαι· καὶ πανταχόθι ἔφε‐ ρον αὐτῷ δῶρα, καὶ παρεκάλουν ἵνα ἔχῃ μετ’ αὐτῶν εἰρήνην, καὶ ἐξέδραμε μέχρι Ἐδέσης καὶ Εὐφράτου
10ποταμοῦ, καὶ ἐγεμίσθη ἡ γῆ τὰ φοσάτα τῶν Ῥω‐ μαίων· καὶ ἡ Συρία καὶ ἡ Φοινίκη κατεπατήθη ὑπὸ τῶν Ῥωμαϊκῶν φαρίων, καὶ ἐποίησε νίκας μεγά‐ λας· καὶ τὸ σπαθὶ τῶν Χριστιανῶν ἔπλευσεν ὥσπερ δρέπανον.
15(4) Καὶ πάλιν ἐστράφη εἰς τὴν Κωνσταντινού‐ πολιν καὶ ἐστράτευσεν ἕως τοῦ Δανούβη καὶ κατέ‐ κοψε μυριάδας πολλὰς Τατάρων καὶ Βουλγάρων καὶ κατέλυσε σατράπας καὶ στρατηγοὺς ὥσπερ λέων ὅταν ὁρμήσῃ εἰς βόας μεγαλοπλεύρους καὶ ἐξεσχί‐
20ζει αὐτούς. Τότε ἐμετετράπησαν τὰ ῥεύματα τῶν ποταμῶν εἰς αἷμα· καὶ οἱ Ῥωμαῖοι ἐχώρευσαν εἰς τοῦ Ἴστρου τὰ παραπόταμα, καὶ τὰ βασιλικὰ σκῆπ‐ τρα ἐδιέβαιναν μετὰ χαρᾶς ἔσω εἰς τὴν Ταρταρίαν· καὶ 866 ἐποίησε μετὰ Βουλγάρων πόλεμον μέγαν
25καὶ ἀπῆγεν ἕως τὴν Πρεσθλάβαν πόλιν μεγάλην καὶ πολυάνθρωπον· κἀκεῖσε ἦν ὁ βασιλεὺς τῶν Βουλ‐ γάρων μετὰ μυριαρίθμου στρατοῦ· καὶ κατέλυσεν αὐτοὺς καὶ τὸν βασιλέαν αὐτῶν, καὶ ἐστράφη μετὰ νίκης ἰσχυρᾶς εἰς τὴν Κωνσταντινούπολιν.
30(5) Τοιοῦτος ποιμὴν ἦτον ὁ Τζιμισχῆς ὅτι ἐδίωκε τὰ ἄγρια θηρία καὶ ἐφύλασσε τὰ πρόβατα αὐτοῦ, ὅτι οὐδὲ αὐτὸν τὸν ὕπνον ἐχόρτηνε, καὶ συνέτριβε τὰς σιαγόνας τῶν ἐχθρῶν τῆς Ῥωμαϊκῆς γῆς. Τὸν καιρὸν δὲ καθ’ ὃν ἦν ἀργία πολέμου, ἦτον πρὸς πάν‐
35τας ἥμερος καὶ γλυκὺς καὶ εὐεργετικός· καὶ ἦτον μεγαλοπρεπὴς καὶ ὡραιότατος ὥσπερ παράδεισος· καὶ εἶχεν ἐπ’ αὐτὸν τέσσαρας ποταμοὺς, δικαιοσύ‐ νην, φρόνησιν, ἀνδρείαν καὶ σωφροσύνην καὶ πᾶσαν ἄλλην ἀρετὴν, ὅτι, ἂν οὐκ ἤθελε συγκοινωνήσει εἰς
40τὸν φόνον τοῦ Φωκᾶ, οὕτως ἤθελε λάμπει καθαρώ‐ τατον ἄστρον. (6) Ἐπεὶ δὲ, καὶ αὐτὸς ἄνθρωπος ὢν, ἔδωσε τὸ χρέος τῆς φυσικῆς ἀνάγκης, ἐξήνθη δὲ Βασίλειος καὶ Κωνσταντῖνος, οἱ πορφυρογέννητοι υἱοὶ Ῥωμα‐
45νοῦ υἱοῦ Κωνσταντίνου ἐγγόνου Βασιλείου τοῦ Μα‐ κεδόνος· καὶ ἐβασίλευσαν Ῥωμαίων. [Δʹ] Βασιλεία Βασιλείου Βουλγαροκτόνου.
(1) Τῷ ͵ϛυπεʹ ἔτει τοῦ κόσμου, τῆς δὲ θείας σαρ‐1211

110

.

1213

κώσεως ϡπεʹ ἐβασίλευσε Βασίλειος ὁ Βουλγαροκτόνος [καὶ] Κωνσταντῖνος, υἱοὶ Ῥωμανοῦ, ἔτη νγʹ. (2) Οὗτοι γὰρ παιδία ὄντες περιεκόπησαν ἀπὸ τῆς προγονικῆς βασιλείας ἀναμεταξὺ τοῖς καιροῖς
5τοῦ Φωκᾶ καὶ τοῦ Τζιμισχῆ· 867 ὡς γοῦν διέβησαν κἀκεῖνοι, καὶ οὗτοι εὗρον ῥᾴδιον τὸν καιρὸν καὶ ἐπι‐ τήδειον, πάλιν ἐφανέρωσαν καὶ περιεσύναξαν αὐτὴν ὥσπερ χρυσῆν ἄλυσσον. Ὁ γοῦν πρῶτος ἀδελφὸς Βασίλειος ἐμιμήθη τὸν προπάππουν αὐτοῦ Βασίλειον
10ἐκεῖνον τὸν Μακεδόνα καὶ τὸν καρτερικώτατον Ἡρα‐ κλέα, καὶ τοὺς ἄλλους ὀνομαστοὺς καὶ γενναιοτάτους βασιλεῖς· τὰ δὲ βρώματα, πόματα καὶ τὴν εὐπάθειαν καὶ τὴν ἀνάπαυσιν παντελῶς ἐμίσησεν ἀπὸ καρ‐ δίας. Ἠγάπησε δὲ τὴν δυσπάθειαν καὶ τὸν κόπον
15καὶ τὰ ἅρματα καὶ τὰς στρατείας καὶ τοὺς πολέ‐ μους, καὶ ἐν αὐτοῖς ἦν ἡ χαρὰ αὐτοῦ καὶ ὁ γλυκα‐ σμός. Φορήματα δὲ εὔμορφα ἢ κραβάτια χρυσό‐ στρωτα καὶ μαργαριταρόλιθα οὐδὲ ἐπὶ καρδίαν αὐτοῦ ἀνέβαινον· ἀλλ’ ἐπεθύμει νὰ βλέπῃ σκουτα‐
20ρίων κτύπους καὶ ἄλογα πολεμικὰ καὶ εἰκονιμένα σπαθία καὶ κασίδια ἔκλαμπρα καὶ κοντάρια ἔκστιλβα· ἐκεῖνα οἰκονόμα, εἰς ἐκεῖνα ἠντράνιζεν. (3) Ἀλλὰ ὁ φθόνος καὶ ἡ κακία πάλιν ἐσέβη καὶ ἐνεμπόδιζε τὴν καλὴν αὐτοῦ προθυμίαν καὶ τὸ τοσοῦτον καλόν. Ὁ γὰρ Βάρδας ὁ Σκληρὸς, ἄνθρω‐
25πος καὶ μέγας καὶ πολεμικώτατος καὶ συγγενὴς τοῦ βασιλέως, ἠπίστησε καὶ ἐσύναξε φοσάτα ἰσχυρὰ καὶ ἐγύρευε νὰ ἐπάρῃ τὴν βασιλείαν. Καὶ ἡ ταραχὴ καὶ ἡ δυναστεία αὐτοῦ ἦν μεγάλη καὶ φοβερὰ, καὶ ἐτά‐ ραξε τὴν ζωὴν τοῦ βασιλέως, ὥσπερ εἰς τὸ πέλαγος
30μικρὸν πλοιάριον ὅταν τὸν εὕρῃ ἡ ἀνεμοζάλη καὶ κλύδων μέγας. Ἐπεὶ δὲ ἡ μάχη καὶ ἡ ἀποστασία τοῦ Σκληροῦ ἐκράτησε καιρὸν πολὺν, καὶ ἦτον ἐμφύ‐ λιος σύγχυσις καὶ τοπικὴ ἀκαταστασία, ηὕρασιν οἱ Ἄραβες ἄδειαν καὶ ἐξέβησαν καὶ κατέλυσαν τὴν
35Ἀνατολὴν, καὶ ὁ τόπος τῶν Ῥωμαίων καὶ αἱ χῶραι εἴχασι μεγάλην στενοχωρίαν ἀπὸ τοὺς Ἀσυρίους. Ἐξέβησαν δὲ καὶ οἱ Βούλγαροι, καὶ ἐκούρσευαν τὴν Θρᾴκην· καὶ ἀπὸ πᾶσαν μεραίαν ἦτον τὸ κακὸν πολύ· καὶ ὁ βασιλεὺς ἦτον εἰς τὴν μέσην ὥσπερ ἀρ‐
40νίον μέσον εἰς πολλοὺς λύκους, ἢ πουλὶν εἰς δρακόν‐ των στόματα. Ἀλλὰ πάλιν ἐξαίφνης ἐγένετο γαλήνη ἀντὶ χειμῶνος, καὶ ἔφθασεν ἀντὶ 868 τοῦ κλύδωνος εὐδία· καὶ ὁ μὲν Βάρδας ἐποίησεν ὁρκωματικὰ μετὰ τοῦ βασιλέως, καὶ ἐγένετο ἀγάπη μεγάλη.
45(4) Καὶ εὐθὺς ἅπαντες οἱ ἀγαπῶντες τὴν1213

110

.

1216

βασιλείαν συνήχθησαν. Ἀλλ’ ὁ Βασίλειος οὐδὲν ἐκαρ‐ τέρησε μετὰ τῆς καταστάσεως ταύτης, ἀλλ’ ἐκίνησε πᾶσαν Ῥωμαϊκὴν δύναμιν, καὶ ἐξέδραμε κατὰ τῶν Ἀράβων, καὶ διέβη μέχρι τῶν Ἰβήρων καὶ ἕως
5Φοινίκης. Ἔφριξαν γοῦν οἱ βασιλεῖς, καὶ τοπάρχαι, καὶ σατράπαι αὐτῶν, καὶ ὥσπερ ἀστραπὴ σύντομος διέβη τὴν ἀνατολὴν ὅλην· καὶ ἐμεθύσθη ἡ ῥομ‐ φαία αὐτοῦ ἀπὸ τῶν ἐθνικῶν αἱμάτων· καὶ οὐκ ἔδωκεν ἀνάπαυσιν τοῦ κορμίου αὐτοῦ οὔτε ὕπνον
10τοῖς ὀφθαλμοῖς αὐτοῦ, ἕως οὗ ὅτι ἐδίωξε τοὺς ἀγρίους λύκους καὶ τὰ βάρβαρα καὶ ἄπιστα ἔθνη, ἅτινα διέφθειραν τὴν Χριστιανικὴν μάνδραν, καὶ ἐποίησεν αὐτοὺς νὰ τρέμουσι τὴν σπάθην τῶν Ῥωμαίων. Εἶτα ἐστράφη μυριονικηφόρος εἰς τὴν Κωνσταντινούπο‐ λιν μετὰ πλήθους αἰχμαλωσίας καὶ πλούτου πολλοῦ.
15(5) Μαθὼν δὲ ὅτι οἱ Βούλγαροι εὑρόντες ἄδειαν διὰ τῆς εἰς τὴν Ἀνατολὴν ἀποδημίας τῶν στρατευ‐ μάτων, κατεπάτησαν καὶ ἠρήμωσαν πολλὴν γῆν τῶν Ῥωμαίων, πάλιν ἐνεπλήσθη θυμοῦ δικαίου καὶ ζή‐ λου· καὶ πάλιν ἐξέβη μετὰ ὁρμῆς καὶ δυνάμεως
20κατ’ αὐτῶν, καὶ ἔβαψε τοὺς κάμπους ἀπὸ τῶν αἱ‐ μάτων αὐτῶν. Καὶ ἐγέμισαν αὐτοὺς τὰ παράπλαγα καὶ τὰ ῥυάκια, καὶ ἀπὸ τοὺς πολλοὺς φόνους ἐβρώμισεν ἡ γῆ καὶ ἐκονίνησεν, καὶ τὰ σπαθία καὶ τὰ κοντάρια τῶν Ῥωμαίων ἀποστομώθησαν ἀπὸ τὰ ὀστᾶ τῶν
25βαρβάρων καὶ ἀπὸ τοὺς πολλοὺς τραχηλοκοπημοὺς αὐτῶν· καὶ περιεπατοῦσαν ἄφοβα καὶ ἁρματωμένοι μὲν καὶ ἀναρμάτωτοι οἱ Ῥωμαῖοι· καὶ παρέλαβεν ὁ βασιλεὺς κάστρα καὶ χώρας τῶν Βουλγάρων πολλὰς 869 καὶ ἔβαλλεν ἐπ’ αὐτὰς φυλάκτορας ἐδικούς
30του. Παρέλαβε δὲ καὶ τὴν χώραν, ἐν ᾗ ἦτον ἡ βα‐ σίλισσα τῶν Βουλγάρων· καὶ εὗρεν ἐν αὐτῇ πράγματα καὶ θησαυροὺς πολλοὺς καὶ χρυσίον καὶ ἀργύριον ἄπειρον καὶ στέμματα καὶ διαδήματα καὶ ἀποσκευὰς βασιλικάς. (6) Ἰδὼν δὲ ὁ ἀρχηγὸς τῶν βαρβάρων τὴν τοσαύ‐ την βίαν καὶ ὅτι τὸ φοσάτον αὐτοῦ διεφθάρη καὶ
35ἐρημώθη, ἐκράτησε πρὸς ὀλίγον τὴν ἀλαζονείαν αὐ‐ τοῦ καὶ ἐταπείνωσε τὸ βαρβαρικὸν θράσος. Ἐπεὶ δὲ πάλιν ἐπερισύναξε στρατὸν ἄλλον καὶ προσκαλεστι‐ κὸν φοσάτον ξένον, καὶ ἐξέβη εἰς πολέμους καὶ μά‐ χας θυμοῦ πνέων καὶ μανίας, καὶ ἔκλεισε τὰς κλει‐
40σούρας καὶ τὰ διαβατὰ, ποῦ μὲν με[τὰ] τείχους, ποῦ δὲ με[τὰ] νευραίας καὶ ξύλα, καὶ ἐποίει χαντά‐ κια μηχανικά. Καὶ ἦτον τὸ φοσάτον ὅπερ ἔσυρνε χιλιάδας τξʹ, καὶ ἠλαζονεύετον ἐπὶ τοσούτου πλή‐ θους· τὰ δὲ στενώματα ἐποίησε διὰ σκοπὸν, ὅτι ἂν
45ἀποκλείσῃ τὸν βασιλέα μετὰ τοῦ φοσάτου αὐτοῦ, νὰ μηδὲν ἠμπορεῖ νὰ ἔχῃ ἔκβασιν νὰ γλητώσῃ. Ἦλθε γοῦν καὶ ἔπεσε κοντὰ εἰς τὰ σύνορα τῶν Ῥωμαίων· καὶ ἐκεῖ ὁποῦ ἔκειτο, ἦτον κάμπος καὶ ποταμοὶ με‐ γάλοι καὶ ὄρη μεγάλα καὶ ὑψηλὰ καὶ σκληρὰ καὶ

110

.

1216

(50)

χιονισμένα μέσον τῆς Ῥωμανίας καὶ τῶν Βουλγά‐ ρων, καὶ ἦτον πόρος εἷς, καὶ ἔδησεν αὐτόν· καὶ ἔβαλλε φύλαξιν δυνατὴν καὶ ἐπολέμα καθ’ ἡμέραν ἐμφάνειαν καὶ ἐνέπαυε τὰ φοσάτα· ἡ αἰτία διὰ νὰ ἐξέβη ἐξαίφνης νὰ ἐμπλακῇ τὸν βασιλέα.
55(7) Ὁ οὖν βασιλεὺς διὰ παντὸς εἶχε κατασκό‐1215

110

.

1217

πους, καὶ ἐγίνωσκε πάντα καὶ ἐστερέωσε τὸν λογισ‐ μὸν αὐτοῦ. Καὶ ἵνα δείξῃ ποταπὴν ἀνδρείαν καὶ τόλ‐ μαν ἔχουσιν οἱ Ῥωμαῖοι, οὐδὲν ἐπέμεινεν ἵνα ἔλθωσιν ἐκεῖνοι ἐπ’ αὐτὸν, ἀλλ’ οὐδὲ ἐδειλίασεν νὰ στραφῇ
5ὀπίσω, οὐδὲ ἠγάπα νὰ ἀποκλείεται ἔσω εἰς τὸ παλάτι καὶ νὰ κρύπτεται ὥσπερ τρυφερὸν κοράσιον· ἀλλὰ τὰς τρίχας τῆς κεφαλῆς αὐτοῦ τάς ποτε μυρισμένας ἔβαψαν αὐτὰς αἱ πάχναι καὶ δροσίαι τῆς αὐγῆς, καὶ ἡ σὰρξ αὐτοῦ ἀπὸ τὸν κονιορτὸν καὶ ἀπὸ τῶν ἱδρώτων
10ἐκδάρθη· καὶ τὸ πρόσωπον αὐτοῦ ἠμαύρωσεν ἀπὸ τὴν πυρὰν τοῦ ἡλίου. Ἀπέστειλε δὲ δύο στρατηγοὺς, ἕκαστον 870 μετὰ καβαλαρίων ἐκλεκτῶν, δώδεκα χιλιάδας, καθὼς ὀρθώσουσιν, ἵνα εὕρωσι μονοπάτια ἀπὸ τόπους δυσβάτους καὶ νὰ σύρωσι τὰ ἄλογα αὐτῶν
15καὶ νὰ ἀναβῶσιν εἰς τὸ ὄρος πεζοὶ, ἔνθα οὐκ εἴχα‐ σιν οἱ βάρβαροι προσοχὴν ἢ λογισμὸν, καὶ νὰ κατα‐ βῶσιν ἀπὸ τόπους οὓς θέλουσι σύρον αὐτοὺς οἱ πρό‐ βοδοι. Ὁ δὲ ἕτερος στρατηγὸς ὁμοίως ἐτάχθη νὰ ὑπάγῃ καὶ αὐτὸς δι’ ἄλλης ὁδοῦ νὰ πέσῃ ἐπάνω εἰς
20τὴν φύλαξιν, ὅπου ἐκράτει τὸν πόρον, καὶ νὰ τοὺς δώσουν οὕτως ἐπιδέξια, ὅπου οὐδὲ κἂν εἷς ἐξ αὐτῶν εἰπεῖν νὰ μηδὲν γλητώσῃ νὰ ὑπάγῃ μαντάτον. Καὶ ὁ μὲν πρῶτος ἐπῆρε τὸ ὄρος καὶ ἐπ’ αὐτὸ ἀνέβη μετὰ χιλιάδων ιβʹ· καὶ ἐγένετο μεγάλη βία ὥστε νὰ
25διαβῶσιν αὐτὸ ἕως ἡμέρας τρεῖς· καὶ ἐνυκτοπάτησε καὶ κατέβη εἰς τὴν ἄλλην μεραίαν καὶ ἐγκρυμάτο‐ σεν εἰς τόπον σύνδενδρον καὶ κρυπτόν. Καὶ οἱ Βούλ‐ γαροι ἦσαν πλησίον, ἀλλ’ οὐκ εἴχασιν εἴδησίν τινα περὶ τούτων. Ὁ δὲ ἄλλος εὗρε καὶ αὐτὸς τόπους λίαν
30δυσκόλους καὶ δυσβάτους· ὅμως μετὰ σκοποῦ πολ‐ λοῦ ἐδιέβη αὐτοὺς καὶ ἀπῆγεν ἀπὸ τοῦ ἔσωθεν μέ‐ ρους, ἔνθα ἦν ἡ φύλαξις· καὶ πρὸς ὥραν τῆς αὐγῆς ἔδωκαν τὰ ὄργανα καὶ τὰ παιγνίδια τοῦ πολέμου. Καὶ ἐφοβήθησαν οἱ Βούλγαροι φόβον μέγαν εἰς τὸ
35ἀνέλπιστον κακόν· ἐπήδησαν γοῦν οἱ Ῥωμαῖοι οἱ ἐπάνω αὐτῶν καὶ ἐκύκλωσαν αὐτοὺς, καὶ ἄλλους μὲν ἔσφαξαν, ἄλλους δὲ ἐπίασαν καὶ οὐδὲ εἷς ἐγλήτωσεν ἀπὸ τὰς χεῖρας αὐτῶν. Καὶ οὕτως ἐχάλασαν τὸ δέμα· καὶ ὁ βασιλεὺς ὢν ἕτοιμος μετὰ τοῦ φοσάτου
40εἰσῆλθε καὶ ἀπῆγεν μετὰ προθυμίας κατὰ τοῦ με‐ γάλου ἐκείνου φοσάτου καὶ οὕτως ἀπερχόμενος καθ’ ὁδὸν ὑπήντησε τοὺς καβαλαρίους ὅπου ἤρχοντο διὰ βίγλαν, καὶ ἐπίασεν ἅπαντας· καὶ μετ’ ὀλίγον πά‐ λιν ὑπήντησεν ἄλλους ἑκατὸν, βίγλας καὶ αὐτοὺς
45ὄντας, καὶ ἐπίασε καὶ αὐτούς. Οἱ Βούλγαροι οὖν θαῤῥοῦντες ὅτι ἔχουσι βίγλας, ἦσαν ἀμέριμνοι, καὶ ἐκαθέζοντο δίχα φόβον τινά. Καὶ ὁ βασιλεὺς πάλιν ἐνυκτοπάτησε καὶ πρὸς ὥραν τῆς αὐγῆς ἔδωκεν ἐπάνω εἰς αὐτοὺς ἄφνω καὶ ἀπὸ τοῦ ἑτέρου μέρος

110

.

1217

(50)

ὁ ἐγκρυματωμένος στρατηγὸς ὁμοίως· καὶ εὑρέθη‐ σαν οἱ Βούλγαροι ἀναρμάτωτοι καὶ βεβαρημένοι τοῦ ὕπνου καὶ ὥρμησαν νὰ φεύγουν· καὶ ἐγένετο ἡ συντριβὴ καὶ ἡ ἀνάγκη αὐτῶν καὶ ὁ φόβος πολλὰ μέγας· καὶ οὐκ ἐγίνωσκαν ποῦ ὑπάγωσιν, καὶ
55ἔπιπταν εἰς τοὺς ποταμοὺς καὶ ἐπνίγοντο· καὶ κατ‐
έσφαξεν 871 εἷς τὸν ἄλλον· καὶ οἱ Ῥωμαῖοι κατ‐1217

110

.

1220

έκοπτον καὶ ἐφόνευον αὐτοὺς ἀνηλεῶς. Καὶ ἔπεσον ἀπὸ τῆς Ῥωμαϊκῆς σπάθης τὴν ἡμέραν ἐκείνην ρξʹ χιλιάδας βαρβάρων· καὶ οἱ ποταμοὶ ἀντὶ ὕδατος ἔῤῥεον αἷμα, καὶ ὁ ἀρχηγὸς αὐτῶν ἔφυγε, καὶ ἐπή‐ ρασιν οἱ Ῥωμαῖοι τὰς τέντας καὶ τὰ χρήματα καὶ τὰ ἅρματα καὶ τὰς ἀποσκευὰς τῶν Βουλγάρων, καὶ
5ἐγένετο χαρὰ μεγάλη καὶ εὐχαριστία εἰς Θεόν. (8) Ἀλλὰ πάλιν ὁ βασιλεὺς Βουλγάρων οὐδὲν ἠθέλησε νὰ σιγάσῃ οὐδὲ νὰ καταπῇ καὶ νὰ ὑπομένῃ ὅπερ ἔπαθε κακὸν, ἀλλὰ μετ’ ὀλίγας ἡμέρας ἐπερι‐ σύναξε τὸ ἐναπολειφθὲν φοσάτον· ἀπέστειλε δὲ καὶ
10ἐπροσκαλέσατο φοσάτα καὶ ἀπὸ ἄλλας γενεὰς, καὶ ἦλθε κατὰ πρόσωπον τοῦ βασιλέως νὰ ἐκδικηθῇ· καὶ εἰς τὸν χαλασμὸν καὶ καταλυμὸν αὐτοῦ χορτασίαν οὐκ εἶχεν· ἀμὴ ὡμοίαζεν ἀγριοχοίριν ὅταν συναπαν‐ τηθῇ μετὰ τοῦ κυνηγοῦ καὶ ἀπὸ τὸν θυμὸν αὐτοῦ
15κουντᾷ τὸ κορμὶν αὐτοῦ εἰς τὸ ξίφος καὶ καταφρο‐ νεῖ τὸν θάνατον. Ὅμως ἡρματώθησαν οἱ Ῥωμαῖοι ἀπὸ τὸ ἓν μέρος, καὶ οἱ Βούλγαροι ἀπὸ τὸ ἕτερον· καὶ ἐκ τῶν δύο μερῶν ὁλοσίδηροι ὄντες καβαλάριοι καὶ ἁρματωμένοι καὶ ὁλοσίδηροι κονταράτοι, ἐσή‐
20κωσαν τὰ φλάμουλα αὐτῶν καὶ ἐδώκασι τὰ βούκινα καὶ τὰ τρουμπέτια, σημεῖα τοῦ πολέμου. Καὶ ἦτον μεγάλη βοὴ καὶ ταραχὴ καὶ εἰς τὰ δύο φοσάτα καὶ πολὺς τρόμος. Ὡς δὲ συνυπηντήθησαν καὶ ἐδώκασιν ἀλλήλως, ὥσπερ ἄγρια καπρία ἢ λέοντες ἰσχυροὶ,
25καὶ ἐτζάκισαν τὰ κοντάρια καὶ ἐκτυποῦσαν καὶ ἐσυνετρίβοντο τὰ σπαθία, καὶ ὁ κτύπος καὶ ἡ βοὴ καὶ ἡ ἀνάγκη ἀνέβαινεν ἕως εἰς οὐρανὸν, καὶ τὰ αἵματα ἐχύνοντο ὑπὲρ ὕδωρ, καὶ τῶν ἀλόγων ὁ χλυ‐ μιτρισμὸς ἐσκέπαζε τὸν ἀέρα, καὶ ὁ βασιλεὺς τῶν
30Ῥωμαίων ἀνέβαινε καὶ κατέβαινεν ὥσπερ γοργὸς πετρίτης ἢ πρόθυμον γεράκιν, καὶ ἔδιδεν δύναμιν εἰς τὰς παραταγὰς αὐτοῦ, καὶ παρεκίνα τοὺς στρα‐ τηγοὺς αὐτοῦ νὰ δείξουν ὁπόσον χρῄζουν οἱ Ῥω‐ μαῖοι ἀπὸ τὰς ἄλλας γενεάς. Εἰς τὸ ὕστερον δὲ
35ἐτράπησαν οἱ Βούλγαροι καὶ ἐγύρισαν πρόσωπον νὰ φεύγουν· τὰ δὲ στρατεύματα τῶν Ῥωμαίων ἐδίωκαν αὐτοὺς ἐξόπισθεν καὶ ἐσκότωναν καὶ ἐκατεπάτουν αὐτοὺς 872 καὶ ἐκούρσευαν τὰς τέντας αὐτῶν, καὶ ἐνί‐ κησαν αὐτοὺς νίκην μεγάλην. Οὕτως οὖν παρέλυσεν ὁ βασιλεὺς τὴν ἀλαζονείαν καὶ τὸ θράσος τῶν Βουλ‐ γάρων καὶ ἐδίωξε καὶ κατέστησεν αὐτοὺς δούλους καὶ ὑποχειρίους. (9) Ἐπεὶ δὲ ὁ θάνατος οὐκ ἐλεεῖ τινα, ἐτε‐
40λεύτησε καὶ ὁ Βασίλειος, καὶ ἐχάθη μέγα θεμέλιον τῶν Ῥωμαίων. Ὅμως εἰς βαθὺ γῆρας ἀπέθανε, καὶ ἐπέμεινεν ἡ βασιλεία εἰς τὸν ἀδελφὸν αὐτοῦ τὸν Κωνσταντῖνον. [Εʹ] Βασιλεία Κωνσταντίνου ἀδελφοῦ Βασιλείου.
45Τῷ ͵ϛφληʹ ἔτει τοῦ κόσμου, τῆς δὲ θείας σαρ‐ κώσεως ͵αληʹ ἐβασίλευσε Κωνσταντῖνος, ἀδελφὸς Βασιλείου, ἔτη βʹ. (2) Ἐνταῦθα ἐφάνη ἀληθὴς ἡ παροιμία ἡ λέ‐ γουσα· Ποτήριον καὶ καρούρα ἀπὸ ὑαλὶν ἕνα, ἢ Σταυ‐

110

.

1220

(50)

ρὸς καὶ πτυάριν ἀπὸ ξύλον ἕνα. Ἡ γὰρ γνῶσις τῶν δύο τούτων ἀδελφῶν ἦτον ἀπόμακρα ἡ μία τῆς
ἄλλης· ὅτι ὁ μὲν Βασίλειος ἐμίσει τὰς χαρὰς καὶ1219

110

.

1221

τοὺς παραδιαβασμοὺς, καὶ ἦτον ὁ λογισμὸς αὐτοῦ εἰς ἅρματα καὶ εἰς πολέμους καὶ τὸ πῶς νὰ τιμήσῃ τὴν βασιλείαν τῶν Ῥωμαίων· ὁ δὲ Κωνσταντῖνος οὐδὲ αὐτὸ τοῦ πολέμου τὸ ὄνομα ἤθελεν νὰ ἀκούσῃ, οὐδὲ
5εἰς ὕπνον τοῦ εἰδὼν ἅρματα οὔτε φωνὰς πολεμικὰς, ἀλλ’ ἔτρωγε καὶ ἔπινε καὶ παρεδιάβαζε μὲ γυναῖκας πολιτικὰς καὶ ἀνθρώπους μωροὺς καὶ ὀρχηστάδας, καὶ ταῦτα γέρων ἄνθρωπος καὶ παλαιόχρονος· καὶ οὔτε Θεὸν ἐφοβεῖτο, οὔτε ἀνθρώπους ἐντρέπετον·
10ἦτον δὲ δειλὸς καὶ τρομερὸς πολλὰ, καὶ ἀπὸ μικρὴν κατεμπλοκὴν ἐπίασεν καὶ ἐτύφλωσεν οὐκ ὀλίγους, αἰτιῶν αὐτοὺς ὅτι εἰσὶν ἐπίβουλοι αὐτοῦ. 873 (3) Εἶχε δὲ θυγατέρας δύο· καὶ ἤκουσε παρά τινος ὅτι ἐξ αὐτῶν βασιλεύσει τις Ῥωμανὸς, εἷς τῶν μεγιστάνων ὁ Ἀργυρόπουλος, καὶ ἠνάγκαζε τοῦτον
15τὸν Ῥωμανὸν νὰ χωρισθῇ ἀπὸ τῆς ἰδίας αὐτοῦ συ‐ ζύγου καὶ ἵνα ἁρμοσθῇ τὴν θυγατέραν αὐτοῦ τὴν πορφυρογέννητον ὀνόματι Ζωήν· ἐξ οὗ καὶ ἐγέ‐ νετο· καὶ ἐχάρη τὴν βασιλείαν πολλὰ ὀλίγον καὶ ἀπέθανεν.
20[ϛʹ] Βασιλεία Ῥωμανοῦ τοῦ Ἀργυροπούλου. Τῷ ͵ϛφμʹ ἔτει τοῦ κόσμου, τῆς δὲ θείας σαρκώ‐ σεως ͵αμ ἐβασίλευσε Ῥωμανὸς ὁ Ἀργυρόπουλος, ὁ γαμβρὸς Κωνσταντίνου, ἄνθρωπος σοφὸς καὶ φοβού‐ μενος τὸν Θεὸν καὶ φρόνιμος.
25(5) Καὶ ἡ χαρὰ αὐτοῦ ἦτον τοῦ Θεοῦ τὰ λόγια καὶ ἀγρυπνίαι ὁλονύκτιαι καὶ ἡ ἀνάγνωσις τῶν θείων Γραφῶν, καὶ ᾠκοδόμησεν μοναστήριον θαυμάσιον καὶ μεγαλοπρεπὲς εἰς ὄνομα τῆς ὑπεραγίας Θεοτό‐ κου, ἣν λέγουσι περίβλεπτον.
30(39) Ἡ δὲ βασίλισσα ἦτον νέα εἰς τὴν αὔξησιν αὐτῆς καὶ ἠγάπα ἐρωτομιξίας καὶ περιπλοκὰς ἀν‐ δρὸς, ἔβλεπε δὲ τὸν Ῥωμανὸν ὅτι τὸ πλέον ἐσωφρό‐ νει καὶ οὐκ ἐνεθυμεῖτο ἂν ἔχει γυναῖκα· καὶ ἔβαλλεν εἰς τὸν νοῦν αὐτῆς πάσας πονηρὰς ἐνθυμήσεις καὶ
35μελέτην κακήν. Ἦτον δὲ εἰς τὸ παλάτιν εἷς νέος εὔμορφος ᾧ ὄνομα Μιχαὴλ ἐκ γένους τῶν Παφλαγό‐ νων· καὶ ὡς ἐπεριπάτει εἰς τὴν αὐλὴν τοῦ παλα‐ τίου, ὡραιομένος καὶ κουρτέσης, καὶ ἰδοῦσα τοῦτον ἡ βασίλισσα ἐτρώθη ἔρωτα ἐν τῇ καρδίᾳ αὐτῆς καὶ
40ἐπεθύμει τὸ κάλλος καὶ τὴν λαμπρότητα τοῦ Μιχαὴλ, ὅτι ἦτον τρυφεροπρόσωπος καὶ κατάλευκος καὶ ῥο‐ δινὸς καὶ περικαλλὴς, ὥστε καὶ εἶχεν αὐτὸν καὶ ἐμοιχεύετο μετ’ αὐτοῦ καὶ ἐχόρταινεν αὐτοῦ τὴν εὐμορφίαν. Καὶ μίαν τῶν ἡμερῶν ὡς ἦτον ὁ Ῥωμα‐
45νὸς ἔσω εἰς τὸ λουτρὸν 874 καὶ ἐλούετον, ἐσέβη‐ σαν ἄνδρες φονικοὶ καὶ δόλιοι καὶ κακοποιοὶ καὶ εὗρον αὐτὸν γυμνὸν καὶ ἔθηκαν αὐτὸν κάτω καὶ
ἔσφιξαν τὸν λαιμὸν αὐτοῦ καὶ ἔπνιξαν αὐτόν. Ἀλλὰ1221

110

.

1224

πόθεν ἦν ἡ ἐπιβουλία οὐδὲν ἐφανερώθη, ἣ ἐγίνωσκεν αὐτὸ ἡ γυνὴ αὐτοῦ ἡ Ζωὴ ἢ οὔ· ὡς δὲ ἐπνίγη ὁ Ῥωμανὸς καὶ ἀπέθανεν, ἐβασίλευσε Μιχαὴλ ὁ Παφλαγὼν ὁ πρότερον ἀφανὴς καὶ ἀγνώριστος. [Ζʹ] Βασιλεία Μιχαὴλ τοῦ Παφλαγόνος. Τῷ ͵ϛφμϛʹ ἔτει τοῦ κόσμου, τῆς δὲ θείας σαρ‐
5κώσεως ͵αμϛʹ ἐβασίλευσε Μιχαὴλ ὁ Παφλαγὼν, ἔτη ϛʹ καὶ μῆνας ηʹ. (2) Κατ’ αὐτὴν γὰρ τὴν νύκτα, ὅτε ἐτελεύτησεν ὁ Ῥωμανὸς καὶ ἦτον ἄταφος, ἔστειλεν ἡ βασίλισσα καὶ ἔφερε τὸν πατριάρχην καὶ τοὺς πρώτους τοῦ
10παλατίου καὶ τοὺς μεγιστᾶνας· καὶ ἔδωσαν αὐτοῖς ὅρκον, καὶ ἔστεψεν ὁ πατριάρχης τὸν Μιχαὴλ, καὶ ἀνευφήμησαν αὐτὸν οἱ στρατάρχαι. Ἦτον δὲ ὁ Μι‐ χαὴλ καὶ εἰς τὸ πρόσωπον καὶ εἰς τὸ κορμὶν πάνυ ὡραῖος· ἀλλὰ καὶ ἡ ψυχὴ αὐτοῦ εἶχε μεγάλας χά‐
15ριτας καὶ καλὴν ἀρετήν. Ὡς γὰρ συνετὸς καὶ φρό‐ νιμος ἐνεθυμεῖτο καὶ ἀνελογίζετο ἀπὸ ποίαν ἀτιμίαν ποίαν δόξαν εὗρε· καὶ ἀπὸ ποταπὴν πτωχείαν καὶ ἀδοξίαν εἰς ποῖον ὕψος ἀνέβη τῆς βασιλείας. Καὶ ἦτον πρὸς πάντας ἀνθρώπους καὶ ἄρχοντας καὶ
20πτωχοὺς συγκαταβατικὸς καὶ ταπεινὸς καὶ ἥμερος· ἐκυβέρνα τοὺς πτωχοὺς καὶ ἐπλούτιζε τοὺς ἀπόρους. Ἐὰν ἔμαθεν ὅτι τινὰς ἦτον πλούσιος ἢ πλουσίων ἀνθρώπων υἱὸς καὶ ἔτυχεν ὅτι ἐδυστύχησεν, ἐποίει αὐτὸν πάλιν ἄρχοντα. Ἦτον δὲ ὥσπερ καλὸς πατὴρ
25εἰς χήρας καὶ ὀρφανά· ἀσθενεῖς καὶ ξένους ἐπαρηγόρει· καὶ οὐδεὶς ἀπήρχετο ἰδεῖν αὐτὸν καὶ νὰ μηδὲν ἐπιστραφῇ χαίρων. (3) Ὅμως εἰς τοσαῦτα καλὰ ὀποῦ εἶχεν, ἔπασχεν ἀπὸ κακὴν ἀῤῥωστίαν, καὶ ἡ ζωὴ αὐτοῦ ἦτον πάν‐ τοτε λυπηρὰ καὶ ἐπικίνδυνος· καὶ οὐδεὶς οἶδεν εἴτε
30ἀπὸ πλεονασμὸν ὕλης θερμαινόμενος 875 ἐταράτ‐ τετο καὶ ἔπιπτεν, εἴτε ἀπὸ δαίμονος ἐκολάζετο. Πολλάκις γὰρ οὕτως ὡς ἵστατο λαλῶν, ἔπιπτεν ἄφνω εἰς τὴν γῆν καὶ ἤφριζε τὸ στόμα αὐτοῦ καὶ ἠμαύριζε τὸ πρόσωπον αὐτοῦ καὶ ἐστρεβλύνοντο οἱ ὀφθαλμοὶ
35αὐτοῦ, καὶ ἐφώναζεν ἀγρίας φωνὰς ὡς αἶγα· καὶ ἐὰν οὐκ ἐτύγχανόν τινες νὰ τὸν πιάσουν, ἔκρουε τὴν κεφαλὴν αὐτοῦ καὶ συνέτριβεν αὐτὴν εἰς τοὺς τοίχους. Ὅταν δὲ ἤθελε νὰ ἀποδιαβῇ ἡ ζάλη ἐκείνη καὶ ἤρχετο εἰς αἴσθησιν αὐτοῦ, τότε ἐγίνετο δοκιμώτερος εἰς ἀρετὴν, καὶ ἠγωνίζετο ὑπὲρ τῆς ἰδίας
40ψυχῆς, καὶ εἶχε μεγάλην ἐπιθυμίαν νὰ γένηται μοναχός. (4) Εἶχε δὲ ἀδελφοὺς γνησίους, ἀνθρώπους ἅρπαγας καὶ κακοτρόπους, χωριάτας, χοιροβίους καὶ κακοήθεις. Καὶ ὁ πρῶτος καὶ χειρότερος ἦτον ἀπὸ μικρόθεν εὐνοῦχος, κακοῦργος ἄνθρωπος καὶ
45ἀπαίδευτος καὶ ἄδικος· καὶ πᾶσαν τῆς βασιλείας τὴν ἐξουσίαν εἶχεν εἰς τὸ θέλημα αὐτοῦ, νὰ τὴν στρέφῃ ἄνω καὶ κάτω καὶ ἦτον ὥσπερ βάγιλλος τοῦ βασιλέως, καὶ ἠνάγκασε πολλὰ τὸν Μιχαὴλ ἵνα συν‐ τύχῃ τὴν βασίλισσαν τὴν Ζωὴν διὰ, τὸν ἀδελφότε‐

110

.

1224

(50)

κνον αὐτοῦ, ἵνα ποιήσῃ αὐτὸν ὡς πνευματικὸν υἱόν. Καὶ ὁ βασιλεὺς ἐσυγκατέθη τῇ θελήσει αὐτοῦ, καὶ
ἐποίησεν υἱοθετὸν αὐτοῦ τὸν Μιχαήλ—οὕτως γὰρ1223

110

.

1225

ὠνομάζετον—εἰς τὴν βασίλισσαν, καὶ ἔστεψεν αὐ‐ τὸν Καίσαρα, ἄνδρα μωρὸν καὶ ἀνόητον καὶ κτηνώδη. Ὁ δὲ βασιλεὺς, ἐνοχλούμενος ὑπὸ τῆς δεινῆς ἀσθε‐ νείας ἧς εἶχε, καὶ ἀναγκαζόμενος ὑπὸ τῆς οἰκείας
5γνώμης ὡς ἀρετῆς φίλος, ἐξαφῆκε τὴν βασιλείαν καὶ τὸ στέμμα καὶ τὸ διάδημα καὶ πᾶσαν ἀπόλαυσιν βασιλικὴν καὶ δόξαν, καὶ ἐγένετο μοναχὸς καὶ ἀπὸ τὰς ταραχὰς τοῦ κόσμου ἔδραμεν εἰς μεγάλην γαλήνην. Ἡ δὲ φροντὶς τῆς βασιλείας ἐπέμεινεν εἰς Ζωὴν τὴν βασίλισσαν, καὶ τὸν ἀδελφότεκνον τοῦ ἀνδρὸς αὐτῆς ἐκεῖνον τὸν μιαρὸν Μιχαήλ.
10876 [Ηʹ] Βασιλεία Μιχαὴλ τοῦ Καλαφάτου. Τῷ ͵ϛφνδʹ ἔτει τοῦ κόσμου, τῆς δὲ θείας σαρ‐ κώσεως ͵ανδʹ ἐβασίλευσε Μιχαὴλ ὁ Καλαφάτης, ἄν‐ θρωπος δαιμονιάρις καὶ προβατόνους, καὶ εἶχεν ἀπὸ τὸ φυσικὸν αὐτοῦ πολλὴν μωρίαν καὶ ἀπαιδευσίαν.
15(2) Ἡ δὲ νεότης καὶ ἡ αὐθεντία καὶ ἡ ἀλαζο‐ νεία συνηνώθησαν μετὰ τῆς μωρίας καὶ ἀπαιδευ‐ σίας, καὶ ἐποίησαν κακὸν μέγαν. Ὁμοίαζεν γὰρ ἕνα ἄγριον βορδόνιν, ὅταν οὐδὲν δέχεται χαλινάριν εἰς τὸ στόμα αὐτοῦ, ἀμὴ λακτίζῃ ἀτάκτως· καὶ ἔνθα
20ἔπρεπε νὰ στρέψῃ μεγάλην τιμὴν καὶ φιλοτιμίαν εἰς τοσοῦτον ἀξίωμα καὶ καλὸν ὅπερ εὗρεν ἀπὸ τὴν βα‐ σίλισσαν, τοσούτας πικρίας μεγάλας ἐπότιζεν. Καὶ τότε ἐνόησε καὶ αὐτὴ ποταπὸν ἐχθρὸν ἔτρεφε, καὶ οἷον ὄφιν περιέθαλπεν εἰς τὸν κόλπον αὐτῆς, καὶ
25ὁποῖον δράκοντα ἔδωκε τῆς βασιλείας τὸ βυζὶν νὰ τὸ θηλάζῃ. Ἐπεὶ γὰρ ἦλθεν ὁ Μιχαὴλ εἰς τόσην μεγά‐ λην ἀξίαν, καὶ ἐπελάβετο πραγμάτων ἀξιολόγων καὶ ἀναγκαίων, ἄνθρωπος νέος, ἄβουλος, ἀδόκιμος, ἀλα‐ ζονικὸς, καὶ διὰ τοῦτο ἐξεκυλίσθη καὶ ἔπεσεν εἰς
30κρημνὸν μέγαν. Ἡ γὰρ εὐτυχία ὥσπερ μόλιβδός ἐστιν· καὶ ἂν οὐδέν ἐστι καλὰ δυνατὸς ὁποῦ νὰ βαστάξῃ αὐτὴν καὶ κυβερνήσῃ μετὰ φρονήσεως, ἐμπίπτει εἰς τὴν γῆν πρόμητα καὶ συντρίβεται. Καὶ πρῶτον μὲν ἔβαλεν ἀρχὴν ἀπὸ τοὺς ἄρχοντας καὶ
35τοὺς ὑψηλοτέρους τῆς πόλεως, καὶ ἐκόλαζεν αὐτοὺς μετὰ μανίας βαρβαρικῆς καὶ εὐνούχιζεν αὐτοὺς, ὥστε καὶ πολλοὶ ἀπὸ τὸ μέγα κακὸν τοῦτο παρηλ‐ λάγησαν ἀπὸ τῆς ἀνθρωπίνης φύσεως, καὶ οὐκ ἐγνώριζαν αὐτοὺς ἐὰν ἦσαν ἄνθρωποι. Οὕτως οὖν
40ἐφάνη κακὸς καὶ ἄγριος ἀπὸ τὴν ἀρχὴν, ὅτι ἀπὸ τὴν πρώτην ἡμέραν τὸν ἐγνώρισαν ἀνωφέλητον. Εἶτα ἐπερισύναξεν κοπέλους νέους καὶ μωροὺς καὶ εἶχεν αὐτοὺς εἰς τὴν βουλὴν αὐτοῦ. Καὶ ἐξώρισε τὰ βα‐ σιλίσσας τὴν Ζωὴν καὶ τὴν Θεοδώραν, καὶ ἀπέστει‐
45λεν αὐτὰς εἰς νησὶν, καὶ ἐφόρεσεν αὐτὰς μαῦρα. Τοῦτο δὲ ἐποίησεν εἰς ὀδυνηρὰν αὐτοῦ ἡμέραν, ὅτι ἔῤῥιψεν ἐπάνω του μεγάλας ὀχλήσεις καὶ ταραχάς, ἃς οὐκ ἠδυνήθη ἐπιστρέψαι εἰς γα‐ λήνην. Τότε μαθεῖν χρὴ ἀπὸ τὸ γεγονὸς 877

110

.

1225

(50)

τὸ συμβὰν καὶ ποταπὴν ἔχειν ὑποταγὴν τὸ κοινὸν1225

110

.

1228

τοῦ λαοῦ εἰς ἥμερον καὶ γλυκὺν αὐθέντην καὶ εὐερ‐ γέτην, καὶ πόσα δύναται βασιλεὺς, ὅταν ἀγαπᾷ αὐτὸν ὁ λαὸς αὐτοῦ. Οὕτως γὰρ, ὡς ἤκουσαν οἱ πάντες ὅτι ὁ Μιχαὴλ ἐξώρισε τὰς βασιλίσσας εἰς νησὶν καὶ ἔκοψε
5τὰ μάλια αὐτῶν καὶ ἐφόρεσεν αὐτὰς μαῦρα, ἐθυ‐ μώθη τὸ πλῆθος τοῦ λαοῦ ὅλον, καὶ ἀπὸ μιᾶς κραυ‐ γῆς, καὶ ὁρμῆς, καὶ βουλῆς ἐπήρασι λίθους ῥάβδους, καὶ εἴ τι ἔδραξεν ὁ καθεὶς, ὁ μὲν σπάθην, ὁ δὲ ἀξίνην, ἄλλος σουβλὶν, καὶ ἕτερος ἀπελατίκην. Ἐξέβησαν
10καὶ αἱ γυναῖκες μὲ πέτρας καὶ ξύλα, καὶ μετὰ βοῆς καὶ δρόμου ἀκρατήτου ἐπήγασιν εἰς τὸν βασιλέα ζητοῦντες τὰς βασιλίσσας. Καὶ ὕβριζαν καὶ ἐποιοῦ‐ σαν αὐτὸν ἀτιμίας μεγάλας, ὅτι Μιχαὴλ, ὅστις ἦν πρότερον ἀγριοπρόσωπος ὡς δράκων, ἐταπεινώθη
15καὶ ἔτρεμεν ὥσπερ λαγωὸς, καὶ ἔχασε τὸ θράσος καὶ τὴν ἀλαζονείαν αὐτοῦ, καὶ μετὰ συντομίας ἔπεμψεν κάτεργα εὐθέως, καὶ ἤγαγον τὰς βασιλίσσας, καὶ ἔδωκεν πάλιν ταύτας τὴν παππογονικὴν βασιλείαν. Ὅμως ὁ θόρυβος οὐκ ἔσβεσεν, ἀλλὰ μᾶλλον ἐξῆψε
20πλέον· καὶ ὁ λαὸς εἶχε θυμὸν μέγαν ἐπάνω εἰς τὸν κατάπτυστον καὶ μυσαρόν. Καὶ ὡς εἶδε τὴν βίαν καὶ τὴν ταραχὴν ἐκείνην καὶ τὸ πῶς ἐστενοχωρήθη, ὥσπερ ἕνα κακὸν ἀρκούδιν ἀπὸ πολλοὺς σκύλους, τάχα διὰ νὰ γλητώσῃ τὴν ζωὴν αὐτοῦ, ἐδοκίμασε
25νὰ φύγῃ· καὶ ἔφυγεν ὥσπερ λαγωὸς εἰς τὴν τρύπαν, καὶ ἔδραμεν εἰς τὴν ἐκκλησίαν ἐν τῷ ἁγίῳ βήματι ὑποκάτω τῆς ἁγίας τραπέζης. Ἀλλὰ ὅταν κινηθῇ τὸ κοινὸν εἰς μανίαν, νικᾷ καὶ αὐτὴν τοῦ πυρὸς τὴν δύναμιν· ἐσέβησαν γὰρ κἀκεῖσε ἔνδον, ἔνθα ἦν ἐν τῷ ἁγίῳ βήματι, καὶ ἥρπαξαν αὐτόν. Καὶ ἐφώναζε καὶ ἐθρήνει καὶ παρεκάλει πολλά· ἀλλὰ τέως ἐξώρυξαν τοὺς ὀφθαλμοὺς αὐτοῦ μετὰ μαχαίρας· ἐπία‐ σαν καὶ τὸν θεῖον αὐτοῦ ἐκεῖνον τὸν εὐνοῦχον, καὶ ἐτύφλωσαν αὐτὸν δικαίως.
30(3) Καὶ ἔμεινεν ἡ βασιλεία εἰς τὴν Ζωὴν καὶ εἰς τὴν Θεοδώραν· ἡ δὲ βασίλισσα εἶδε καὶ διέκρι‐ νεν ὅτι ἡ βασιλεία τῶν Ῥωμαίων ἄνδρα χρῄζει κυ‐ βερνήτην καὶ ὁδηγόν· εἶτα ἐπεθύμει νὰ 878 ποιήσῃ καὶ παιδὶν νὰ κληρονομήσῃ τὴν βασιλείαν· ὅτι ἀπὸ
35τοὺς δύο ἄνδρας ὅπου ἔπηρε δὲν ἔτυχε νὰ ἐγγα‐ στρωθῇ, καὶ ἦτον πάντοτε κακόκαρδος διὰ τὴν ἀτεκνίαν. Ἀπέστειλε δὲ εἰς τὴν Μιτυλήνην, καὶ ἔφεραν μετὰ κατέργων ἄνδρα τινὰ χαριέστατον καὶ γλυκύτατον ὀνόματι Κωνσταντῖνον τὸν Μονομάχον,
40ὃν ὁ πρῶτος βασιλεὺς Μιχαὴλ ἐξώρισε κἀκεῖσε εἰς Μιτυλήνην, διατί ἔλεγαν τινὲς ὅτι θέλει νὰ ἁρπάξῃ τὴν βασιλείαν. Ἄλλοι δὲ ἔλεγον τὸ ἀληθέστερον δι’ ἣν αἰτίαν ἐξώρισεν αὐτὸν, ὅτι ὑφορᾶτο αὐτὸν εἰς Ζωὴν τὴν βασίλισσαν. Ἦτον γοῦν ἐκεῖ εἰς τὴν νῆσον πε‐
45ριορισμένος· καὶ παρ’ ὀλίγον ἔφθασε νὰ τὸν τυ‐ φλώσουν. Εἶτα ὡς ἐγύρισεν ὁ ἄστατος τροχὸς τοῦ καιροῦ, καὶ τὸ ζάρη ὅπερ παίζει ἡ τύχη, ἐγένετο βασιλεὺς ὁ δοῦλος καὶ ἐξορισμένος, αὐθέντης τῶν Ῥωμαίων, καὶ ἡρμόσθη μετὰ Ζωῆς τῆς βασιλίσ‐

110

.

1228

(50)

σης. [Θʹ] Βασιλεία Κωνσταντίνου τοῦ Μονομάχου.
Τῷ ͵ϛφνεʹ ἔτει τοῦ κόσμου, τῆς δὲ θείας Σαρ‐1227

110

.

1229

κώσεως ͵ανεʹ ἐβασίλευσε Κωνσταντῖνος ὁ Μονομά‐ χος. (2) Οὕτως ἐστὶν ὁ κόσμος ἀστάθμητος καὶ ὁ βίος τῶν ἀνθρώπων ὡς παιγνίδι· καὶ οὕτως στρέφει τὰς
5ὑποθέσεις ὁ τροχὸς ἄνω καὶ κάτω καὶ κυλίει αὐτὰς καὶ κλώθει ὡς θέλει. Λέγουσι δὲ περὶ τούτου τοῦ Μονο‐ μάχου ὅτι εἰς τοὺς πολέμους καὶ μάχας καὶ ἅρματα ἦτον ἀδόκιμος· εἰς δὲ τὰ ἄλλα ἦτον ὡραῖος, μεγαλο‐ πρεπὴς καὶ φιλόδωρος, ἥμερος, γαληνὸς, εὐεργετικὸς,
10πρᾶος καὶ συγκαταβατικός. Θάλασσα ἦν εἰς τὰς χά‐ ριτας αὐτοῦ καὶ ποταμὸς μεγαλοδωρίας, καὶ πολλοὶ ἔπιαν καὶ ἐχόρτασαν ἀπὸ τὰ ἀγαθὰ αὐτοῦ· καὶ ὥσπερ Νεῖλος ὁ ποταμὸς πλημμυρεῖ καὶ ποιεῖ ὥσπερ θάλασσα καὶ ποτίζει τὴν γῆν τῆς Αἰγύπτου, οὕτως
15ἦτον καὶ ἐκεῖνος πλατὺς εἰς πάντας ἀνθρώπους· εἰς πλουσίους, εἰς πτωχοὺς, εἰς ξένους, εἰς ἀδυνάτους, καὶ εἰς πᾶσαν Ἐκκλησίαν καὶ εἰς μοναστήρια διέ‐ βησαν 879 καὶ ἐξεκενώθησαν τὰ ἀγαθὰ αὐτοῦ, καὶ εἰς πολλοὺς τόπους ἔκτισε διαφόρους ναοὺς καὶ
20μεγάλους. (3) Καὶ εἴ τις βούλεται γνωρίσαι τὴν φιλοτι‐ μίαν τῆς ψυχῆς αὐτοῦ καὶ τὸ φιλόκοσμον, ἂς ἴδῃ τὴν λαμπρὰν καὶ μεγάλην μονὴν, ἣν ἔκτισεν ἐξ αὐτῶν τῶν θεμελίων εἰς ὄνομα τοῦ ἁγίου μεγαλομάρτυρος
25Γεωργίου, ἣν λέγουσι Μάγγανα. (4) Ἀλλὰ μετὰ τοσούτων ὧν εἶχεν ἀγαθῶν, ἦτον ἀσθενὴς, καὶ πάντοτε ἐπόνουν οἱ πόδες αὐτοῦ· καὶ ἐκαθέζετο πάντοτε εἰς τὸ παλάτι εἰς ὑψηλὰ καὶ μαλακὰ κραβάτια διὰ νὰ ἀναπαύῃ τοὺς πόδας
30αὐτοῦ. (5) Διὰ τοῦτο ἐξέβησαν κατ’ ἐκεῖνον τὸν καιρὸν πολλὰ κακὰ, καὶ ἐξηγέρθησαν κύματα μεγάλων συμφορῶν. Ἄνθρωπος γάρ τις ὀνόματι Μανιάκης, γιγαντοπόλεμος καὶ ὀξὺς καὶ θρασυκάρδιος, ζέων
35θυμοῦ καὶ μανίας, ἐσύναξε φοσάτον δυνατὸν καὶ πολὺ, καὶ ἐξέβη μετὰ ὁρμῆς ἰσχυρᾶς, καὶ κατέλυε τὰς χώρας καὶ πόλεις καὶ κάστρα· καὶ ἦλθεν ὥσπερ μαῦρον σύννεφον κατὰ τοῦ βασιλέως, καὶ εἶχεν ἔπαρ‐ σιν καὶ ἀλαζονείαν ἀκράτητον. Καὶ τίς ἤλπιζε νὰ
40γλητώσῃ ἀπὸ τοσοῦτον κακόν; Ἀλλ’ ὃν ὁ Θεὸς φυ‐ λάσσει, οὔτε γίγαντας τρέμει, οὔτε θηρία φρίττει, ἀλλ’ οὔτε κάμινον οὔτε σίδηρα· διὰ τοῦτο καὶ ὁ Μανιάκης οὐκ ἴσχυσε βλάψαι τὸν βασιλέα, ἔχοντος αὐτοῦ τὸν Θεὸν βοηθόν· καὶ ὡς ἐγένετο πόλεμος,
45ἔδωκαν αὐτὸν εἰς τὴν πλευρὰν κονταρέαν· καὶ ἔπεσε, καὶ ὅλοι ἐγλήτωσαν ἀπὸ τὰς χεῖρας αὐτοῦ. (6) Ἀλλ’ ἀπ’ ἐκεῖνον πάλιν ἐξέβη ἄλλον μέγα καὶ κακόν. Ὁ Τορνίκος, ἄλλον φοβερὸν καὶ ἀνήμε‐ ρον θηρίον, συντρίβων καὶ καταλύων τὰ ἐναπο‐

110

.

1229

(50)

λειφθέντα. Ἀλλὰ καὶ τοῦτον συντόμως ἀφεῖλεν ἡ
δικαιοσύνη τοῦ Θεοῦ· καὶ εἰς τὴν σύναψιν τοῦ πο‐1229

110

.

1232

λέμου ἐτόξευσαν 880 αὐτὸν ἐν τῷ στήθει, καὶ ἀπέθανε. Τότε εἰρήνευσεν ὁ βασιλεὺς καὶ οὐκ εἶχέν ποθεν ὄχλησιν. (7) Ἀναγκάζοντες αὐτὸν αἱ πολλαὶ κακοψυχίαι.
5ἔδωκεν καὶ αὐτὸς τὸ φυσικὸν χρέος τοῦ θανάτου· καὶ πάλιν ἐπέμεινεν ἡ βασιλεία εἰς Θεοδώραν τὴν βασίλισσαν· ἡ γὰρ Ζωὴ προετελεύτησεν. [Ιʹ]. Βασιλεία Θεοδώρας τῆς Πορφυρογεννήτου. Ἐπεὶ δὲ ἐβίβαζεν ὀλίγον καιρὸν εἰς τὴν ἐξουσίαν
10καὶ προεγνώρισε τὸν θάνατον αὐτῆς, ἦτον γὰρ παρθένος, καὶ ὡς ἔμελλε τελευτᾷν, εὗρε τινὰ γέ‐ ροντα τρομαλαῖον καὶ ἀδύνατον ὀνόματι Μιχαὴλ, ἀνὴρ ἐκ Βυζαντίου μὲν γεγονὼς, πρὸς πραγμάτων δὲ καὶ ταῦτα τοσαύτης ἡγεμονίας μεταχείρησιν
15ἀποπεφυκὼς ἔκ τε φυσικῆς νοθείας καὶ ἀφε‐ λείας καὶ διὰ χρόνου μῆκος, ὃ τῇ ἐκείνου πα‐ ρεξετάθη ζωῇ (ἤδη γὰρ οὐ γέρων ἦν, ὡς παρὰ τοῦ δημώδους πλήθους ὠνόμαστο, ἀλλὰ πρεσβύτης). Τοῦτον οὖν πείθουσι τὴν Θεοδώραν ἀντικαταστῆ‐
20σαι τῇ βασιλείᾳ· καὶ αὐτίκα ταινιοῖ τῷ βασιλείῳ τὸν Μιχαὴλ διαδήματι, πρότερον ὅρκοις καταλη‐ φθέντα φρικώδεσι, μήτι τῆς ἐκείνων γνώμης χωρὶς ἐπὶ ταῖς τῆς βασιλείας οἰκονομήσασθαι διοικήσεσιν. Ἐπὶ τούτοις τὴν βασιλίδα τὸ πνεῦμα ἐξέλιπε μον‐
25αρχήσασαν ἔτος ἐπὶ ἐννέα μησίν. [ΙΑʹ]. Βασιλεία Μιχαήλ. Ὃν οὖν εἴρηται τρόπον ὁ πρεσβύτης Μιχαὴλ αὐ‐ τοκράτωρ ἀναῤῥηθεὶς τοῖς μὲν τῆς γερουσίας καὶ τῷ δημώδει πλήθει καὶ παρὰ τὸ προσῆκον ὦπτο φιλο‐
30τιμότατος, ἕκαστον τούτων εἰς βαθμοὺς προβιβά‐ ζων ἀξιωμάτων καὶ τιμὰς προσνέμων ἀκαταλλήλους τοῖς πλείοσι· τοῖς δὲ στρατιωτικοῖς καταλόγοις, καὶ μάλιστα τοῖς 881 τούτων ἐξόχοις, οἷς στραταρχεῖν τε καὶ ἰλαρχεῖν ἀπονενέμητο πρὸ πολλοῦ, καὶ λίαν
35ἀντιῤῥόπως τοῖς ἄλλοις ἐκέχρητο. Οὔτε γὰρ φιλότι‐ μόν τι πρὸς αὐτοὺς ἐπεδείξατο, ἄρτι καταλαβόντας τὴν βασιλίδα τῶν πόλεων, οὔτε [μὴν πραέσιν αὐτοὺς ἐδεξιώσατο ῥήμασιν. Ἤστην δὲ τούτων πρωτεύοντε] ἄνδρε διττὼ, μαγίστρω μὲν ὄντε καὶ ἄμφω, λαμπρὼ
40δὲ τὰ γένη· καὶ οὐχ ἧττον στρατηγικῇ συνέσει καὶ κράτει χειρῶν καὶ θάρσει ψυχῶν εἰχέτην τὴν περι‐ φάνειαν. Τούτων ἅτερος ἦν ὁ Κομνηνὸς Ἰσαάκιος, ὁ δὲ λοιπὸς ὁ Κατακαλὼν ὁ (οὐ) Κεκαυμένος, ᾧ Κολώνεια ἡ πατρὶς, ὃν καὶ δοῦκα Ἀντιοχείας τυγ‐
45χάνοντα ἅμα τῇ ἀναῤῥήσει παρέλυσε τῆς ἀρχῆς, τὸν οἰκεῖον ἀνεψιὸν Μιχαὴλ αὐτίκα μάγιστρόν τε καὶ δοῦκα τῆς Ἀντιοχείας προχειρισάμενος καὶ Οὐρανὸν ἐκείνῳ θέμενος τὸ ἐπώνυμον, ἵνα πρὸς τὸν ἀρ‐ χαῖον Οὐρανὸν ἀναφέρειν δοκῇ τὸ γένος. (2) Τοῦτον

110

.

1232

(50)

τοίνυν τὸν Κεκαυμένον ὡς δῆθεν μὴ καλῶς χρησά‐
μενον τῇ ἀρχῇ, ἀλλὰ τὰς δυνάμεις καταλελυκότα1231

110

.

1233

καὶ φορτικὸν τοῖς ὑπὸ χεῖρα γενόμενον, καὶ ἐπέ‐ πληξεν ἰταμώτερον καὶ ὀνείδεσιν ἔβαλλε καὶ οὐδ’ ἐφείσατο ὕβρεων· ἀλλὰ καὶ τῶν ἄλλων λαμπροτάτων ἀνδρῶν καὶ συνταγματαρχούντων ἐκείνῳ ὑπεραπο‐ λογήσασθαι τοῦ ἀνδρὸς ὡρμηκότων, οὐδ’ ἐπ’ ἐκείνους τῆς γλώττης ἐφείσατο, οὔτε μὴν αὐτὸν ᾐδέσθη τὸν
5Κομνηνόν. (3) Ταῦτα τοὺς στρατιώτας εἰς ἀθυμίαν ἐνέβαλε τοῖς μὲν ἄλλοις φιλοτιμότατον ὁρῶντας τὸν Μιχαὴλ, ἑαυτοῖς δὲ μηδ’ ἐν λόγοις τὸ εὐμενὲς ἐνδεικνύμενον. Ὅμως μέντοι ἐπέσχον μηδέν τι νεωτερίσαι, ἀλλὰ
10καὶ δευτέραν πεῖραν ἐπαγαγεῖν ἐβουλεύσαντο. (4) Ἀλλ’ ἑτέραν κατὰ τοῦ βασιλέως προτέραν τούτων ὁ λόγος διηγησάσθω νῦν ἐπανάστασιν [καὶ οὕτω πρὸς τὴν τῶν ἀνδρῶν τούτων 882 ἐπανελεύσεται]· ὁ γὰρ τοῦ βασιλέως Κωνσταντίνου τοῦ Μονομάχου
15ἐξάδελφος, ὁ πρόεδρος Θεοδόσιος, ἄρτι τοῦ Μιχαὴλ [ἀναῤῥηθέντος περὶ—δείλην ὀψίαν διὰ τῆς ἀγορᾶς ἀπῄει ἑαυτῷ προσήκειν τὸ κράτος λέγων]. [ΙΒʹ]. Βασιλεία Ἰσαακίου Κομνηνοῦ. Μετὰ ταῦτα πολλὰς καὶ στάσεις, ἔτι ζῶντος τοῦ
20Μιχαὴλ, ἔλαβε τὴν βασιλείαν Ἰσαάκιος ὁ Κομνηνός. Ἕνα μὲν οὖν ὁ γηραιὸς Μιχαὴλ αὐταρχήσας ἐνιαυ‐ τὸν, τῆς βασιλείας ἐκπέπτωκε· καὶ οὐ πολὺ ἐν ἰδιω‐ τικῷ σχήματι βιώσας, ἀπέτισε τὸ χρεών. (2) Ὁ δὲ Κομνηνὸς, τῇ βασιλείᾳ ἐγκαταστὰς,
25ἑαυτῷ τὴν ταύτης ἐπιτυχίαν, καὶ οὐ τῷ Θεῷ, ἐπεγρά‐ ψατο· καὶ τοῦτο δῆλον, ὅτι τῷ νομίσματι ξιφήρη ἑαυτὸν ἐνεχάραξε, μόνον οὐχὶ βοῶν, ὅτι Τοῦτό μοι τὴν βασιλείαν, καὶ οὐχ ἕτερόν τι προὐξένησε. (3) Τοὺς δὲ συναραμένους αὐτῷ φιλοτιμότατα
30ἀντημείψατο, καὶ ἔσπευσεν, ἑκάστῳ τὰς ἀμοιβὰς ἀπο‐ δοὺς, πάντας οἴκαδε παρασκευάσαι ἀποχωρεῖν, ἵνα μή τι θορυβηθῶσιν ἢ τοῦ δήμου κατεξαναστῶσιν ἀστυπολοῦντες. (4) Τὸν δὲ πατριάρχην δι’ αἰδοῦς ἦγεν ὅτι
35πολλῆς καὶ τοὺς αὐτοῦ ἀδελφόπαιδας δι’ ἐκεῖνον καὶ τιμαῖς ἐτίμησε μεγάλαις καὶ ἀρχαῖς ὑπερηφάνοις ἐπέστησε· χαριζόμενος δ’ ἔτι τῷ πατριάρχῃ, καὶ τὴν τῶν ἐκκλησιαστικῶν πραγμάτων οἰκονομίαν τῇ
Ἐκκλησίᾳ ἀπένειμε, μέχρι τότε τοῦ μεγάλου οἰκονόμου1233

110

.

1236

προχειριζομένου παρὰ 883 τοῦ βασιλεύοντος, ἀλλὰ μὴν καὶ τοῦ σκευοφύλακος· ἐκεῖνος δὲ καὶ ἄμφω ὑπὸ τὴν τοῦ πατριάρχου ἔθετο ἐξουσίαν. (5) Ἀλλ’ ἤδη ῥητέον καὶ ὅπως τὴν βασιλείαν
5ἀπέθετο, εἰ καὶ μὴ συμφωνοῦσιν οἱ συγγε‐ γραφότες περὶ αὐτοῦ. Ὁ μὲν γὰρ πολὺς τὴν γλῶτ‐ ταν ὁ σοφώτατος Ψελλὸς ἐν θήραις ἐκεῖνον λέγει τὸν βασιλέα σχολάζοντα, καὶ συχνάκις τὴν δεξιὰν λογχηφόρον ἐπ’ ἄρκτους καὶ σύας ἐπανατείνοντα,
10βληθῆναι πνεύματι ψυχρῷ τὴν πλευρὰν, κἀντεῦθεν φρίκην ἐπισυμβῆναι αὐτῷ καὶ πυρετὸν ἐκ τοῦ βά‐ θους ἀναφλεγῆναι, εἰς δὲ τὴν ἐπιοῦσαν νύττεσθαι τὴν πλευρὰν, καὶ τὸ ἆσθμα μὴ ἐῤῥῶσθαι αὐτοῦ, κἀκ τούτων ἀμφισβητήσιμον γενόμενον τὸ βιώσι‐
15μον, ἢ καὶ ἀπεγνωκότα τέλεον τὴν ζωὴν, καὶ τὸν δοῦκαν Κωνσταντῖνον τῇ βασιλείᾳ ἐγκαταστήσαντα, πρὸς τὴν κρείττω μετατάξασθαι βιοτήν· ὁ δέ γε Θρᾳκήσιος θηρᾷν κἀκεῖνος τὸν βασιλέα ἱστόρησε περὶ τὴν Νεάπολιν, σῦν δ’ ἐπιφανῆναί ποθεν τὴν
20θέαν φρικτὸν, καὶ τὸν Κομνηνὸν ἐνδεδωκότα τῷ ἵππῳ τὸν χαλινὸν, διώκειν τὸν σῦν· τὸν δὲ εἰσδῦναι τὴν θάλασσαν, γενέσθαι τε ἀφανῆ. Ἐν τοσούτῳ δὲ, ὡς ἐξ ἀστραπῆς, ἐνσκῆψαι λαμπηδόνα τῷ βασιλεῖ, καὶ τῇ ταύτης βολῇ διαταραχθέντα τὸν αὐτοκρά‐
25τορα, τοῦ ἵππου τε ἐκπεσεῖν καὶ κεῖσθαι [παρὰ] τῇ γῇ, ἀφρὸν τοῦ στόματος ἀποπτύοντα καὶ μηδὲν τῶν κατ’ αὐτὸν αἰσθανόμενον· ἀκατίῳ δ’ ἐκεῖθεν ἐμβι‐ βασθέντα, κομισθῆναι εἰς τὴν βασιλεύουσαν, καὶ νοσήσαντά τι βραχὺ, εἶτα δὴ καὶ ἀπογνωσθέντα,
30κείρασθαί τε τὴν τρίχα, καὶ ἀντὶ τῆς πορφύρας τραχὺ τριβώνιον ἀμφιέσασθαι, τὸν δοῦκα Κωνσταντῖνον βασιλέα προχειρισάμενον, καὶ οὕτω τῇ τοῦ Στουδίου προσορμίσαι μονῇ, κἀκεῖ τὸ λοιπὸν καταβιῶναι τῆς βιοτῆς ἀναῤῥωσθέντα ἐκ τοῦ νοσήματος. 884 (6) Ἐβασίλευσε δὲ δύο ἐνιαυτοὺς καὶ μῆ‐ νας τρεῖς, δραστήριος ὢν καὶ τὸ ἦθος σοβαρὸν
35ἐνδεικνύμενος, πρὸς πράξεις ὀξύτατος, στρατηγι‐ κώτατος τὰ πολέμια, λόγοις μὲν οὐχ ὡμιληκὼς, προσέχων δ’ αὐτοῖς καὶ τοὺς τούτων τροφίμους ἀποδεχόμενος. Αἰτιώμενος δὲ ὅτι τυραννίδι ἐπικε‐ χείρηκεν, «Ὤκνουν, ἔλεγε, τῷ συνδούλῳ δουλεύειν
40καὶ τῶν εἰκότων μὴ τυγχάνειν.» [ΙΓʹ]. Βασιλεία Κωνσταντίνου τοῦ Δοῦκα. Τῷ ͵ϛφογʹ ἔτει τοῦ κόσμου, τῆς δὲ θείας Σαρκώσεως ͵αογʹ ἐβασίλευσε Κωνσταντῖνος ὁ Δοῦ‐ κας.
45(2) Οὗτος ὁ Κωνσταντῖνος ἦτον συνεργὸς τοῦ [Κομνηνοῦ] νὰ ἐπάρῃ τὴν βασιλείαν, καὶ ἔδειξεν
αὐτῷ θησαυροὺς χρημάτων πολλῶν. Αὐτὸς δὲ1235

110

.

1237

ἐπροαιρέθη τὴν μοναδικὴν πολιτείαν, καὶ ἀπεγυ‐ μνώθη οἰκειοθελῶς πᾶσαν βασιλικὴν δόξαν καὶ φαν‐ τασίαν, καὶ ἐγένετο μοναχὸς καλὸς καὶ δόκιμος, καὶ δέδωκεν ἑαυτὸν εἰς κακουργίαν πολλὴν τῆς μοναδι‐
5κῆς πολιτείας καὶ κόπους πολλοὺς καὶ μεγάλους, καὶ ὁ βίος αὐτοῦ ἐγένετο θαυμαστὸς, καὶ οὗτος ἐτελεύ‐ τησε καὶ ἐκέρδησε τὴν βασιλείαν. (3) Ὁ δὲ Δοῦκας, ἐπαναλαβὼν τῆς ἀρχῆς τῆς βασιλείας, ἦτον οὔτε πολλὰ πρόθυμος, ἀλλ’ οὔτε
10πολλὰ δειλὸς, ἀναμέσον τῶν δύο. Ἀλλὰ καὶ ἀπὸ τὸ θράσος ἐκρατεῖτο· καὶ πάλιν νὰ ὑπάγῃ νὰ κρημνίσῃ ὅπου ὀρθώσῃ ἄσκοπα, οὐδὲν τὸν ἐφαίνετο καλόν. Εἶχε δὲ καὶ παιδία ἑπτά. (4) Τούτου τῷ δʹ ἔτει τῆς βασιλείας θνήσκει ὁ
15πατριάρχης Κωνσταντῖνος, καὶ ἐχήρευσεν ὁ θρόνος αὐτοῦ ἄνευ ποιμένος μῆνας εʹ. 885 (5) Τῷ δὲ εʹ ἔτει τῆς βασιλείας αὐτοῦ, ἐν ἔτει ἀπὸ κτίσεως κόσμου ͵ϛφοβʹ, ἰνδ. αʹ, μηνὶ Ἰανουαρίῳ αʹ, χειροτονεῖται Ἰωάννης ὁ Ξιφιλῖνος
20πατριάρχης ΚΠ., καὶ ἐπεσκόπευσεν ἔτη ιαʹ, μῆνας ζʹ εὐσεβῶς καὶ θεαρέστως καὶ πᾶσαν μαθήσεων παι‐ δείαν ἄριστα ἐξησκηκώς. Οὗτος καὶ ἐν τῷ ὄρει τοῦ Ὀλύμπου μονάσας ἄρτι παρὰ Κωνσταντίνου τοῦ Δουκὸς μετήχθη ἐκεῖθεν, καὶ εἰς τὸν πατριαρχικὸν
25ἀνήχθη θρόνον, ἀνὴρ καθαρώτατος καὶ ἁγνότατος. Οὗτος τὴν Μεγάλην ἐκκλησίαν ἀνελάμπρυνε καὶ κατεκόσμησε, πάσας τὰς ἐν αὐτῇ ἀναστηλωμένας εἰκόνας τῶν ἁγίων ἀνακαινίσας. (6) Καὶ ὡς ἔμελλε καὶ αὐτὸς τελευτᾷν, εἶχε
30μεγάλας φροντίδας καὶ ταραχὴν ἡ καρδία αὐτοῦ. Ἠγάπα τὴν βασίλισσαν, καὶ ἤθελε νὰ τὴν ἀφήσῃ κληρονόμον τῆς βασιλείας μὲ τὰ παιδία αὐτῆς· ἀλλὰ ἐπεὶ ἦτον νέα καὶ εὔμορφος, ἐφοβεῖτο μήποτε ἁρ‐ μωθῇ μεθ’ ἑτέρου, καὶ ποιήσῃ ἄλλα παιδία, καὶ κατα‐
35φρονηθοῦν τὰ ἴδια αὐτοῦ καὶ χάσουν τὴν βασίλισσαν εἰς τόπους καὶ χώρας ἄλλας, τὴν δὲ βασιλείαν νὰ ἀφήσῃ εἰς τὰ παιδία αὐτοῦ, καὶ νὰ θέσῃ ἐπ’ αὐτοὺς ἐπιτρόπους, ἕως οὗ νὰ μεστώσουν. Ἀλλ’ οὐδεὶς τὸ μέλλον δύναται ἐκφυγεῖν. Γνωρίσασα οὖν ἡ βασί‐
40λισσα τὴν βουλὴν καὶ τὸ θέλημα τοῦ ἀνδρὸς αὐτῆς, ἐσύντυχέ τον εἰς τὸ πρῶτον λυπητικὰ πολλὰ, καὶ τέλος ὤμοσέ του φρικτοὺς καὶ μεγάλους ὅρκους, ὅτι ποτὲ νὰ μηδὲν ἐπιβλέψῃ εἰς δεύτερον γάμον, μηδὲ ἁρμοσθῆναί ποτε ἑτέρῳ ἀνδρὶ, ἀλλ’ ἵνα σω‐
45φρονῇ καὶ φυλάξῃ τὴν βασιλείαν διὰ τὰ παιδία αὐ‐ τοῦ. Ὁ μὲν οὖν οὗτος ἀπέθανε· καὶ ἀπεφορτίσθη τὸ τῆς σαρκὸς βάρος. [ΙΔʹ]. Βασιλεία Εὐδοκίας μετὰ τῶν υἱῶν αὐτῆς. Τῷ ͵ϛφπαʹ ἔτει τοῦ κόσμου, τῆς δὲ θείας Σαρ‐

110

.

1237

(50)

κώσεως ͵απαʹ ἐβασίλευσεν Εὐδοκία ἡ γυνὴ Κωνσταν‐1237

110

.

1240

τίνου μετὰ τῶν τέκνων αὐτῆς, 886 Κωνσταντίνου, Μιχαὴλ καὶ Ἀνδρονίκου· ἐκυβέρνα δὲ τὴν βασιλείαν σὺν τοῖς τέκνοις αὐτῆς. (2) Ἀλλὰ εἰς τοσαύτην ἀμεριμνίαν καὶ γαλήνην
5ἐσηκώθη μεγάλη σκληρία καὶ ἀνεμοζάλη, καὶ ἠνοί‐ χθη στόμα καὶ φάρυγξ νὰ καταπίῃ τὴν βασίλισσαν καὶ τὰ παιδία αὐτῆς. Ἡ δὲ αἰτία ἦτον τοιαύτη· Ἦτον στρατηγός τις ὀνόματι Ῥωμανὸς ὁ Διογένης, εὔμορφος καὶ ὡραιοπρόσωπος, Καππαδοκεὺς τῷ
10γένει· ἦτον δὲ, καὶ ἀνδρειωμένος, καὶ ἀπὸ τὰ καλὰ, ὁποῦ εἶχεν ἐπάνω του, ἄξιον ἦτον νὰ βασιλεύσῃ. Οὗτος γοῦν ὁ Ῥωμανὸς, ἰδὼν τὴν δυναστείαν τῆς βασιλείας καὶ τὴν ἰσχὺν καὶ ἐξουσίαν τῶν Ῥωμαίων ὅτι κεῖται εἰς θυλαστάρια βρέφη καὶ εἰς γύναιον
15ψιμυθισμένον, ἐκινήθη ὥσπερ δράκων νὰ καταπίῃ μητέρα μετὰ τέκνων· καὶ οὐδὲν ἐγίνωσκεν ὅτι ἕνα μικρὸν βεργὶν σὺν τόξου ῥίπτει τὸν ὑψιπέτη ἀετὸν εἰς τὴν γῆν, καὶ λεπτὸν δίκτυον πιάνῃ ἄρκτους καὶ λέοντας. Ὡς γοῦν ἐσύναξε στρατὸν πολὺν καὶ πε‐
20ριέπατε καὶ ἐκούρσευε τὰς βασιλικὰς χώρας καὶ πόλεις, ἐπιάσθη ἀπὸ στρατιώτας, καὶ ἐφόρεσαν αὐτὸν σίδηρα, καὶ ἤγαγον αὐτὸν εἰς Κωνσταντινούπολιν πρὸς τὴν βασίλισσαν ὅπως θανατώσῃ αὐτὸν ὡς ἐπίβουλον. (3) Στραφεῖσα δὲ ἡ βασιλὶς, καὶ ἰδοῦσα τὸ κάλλος
25τοῦ προσώπου αὐτοῦ καὶ τὴν ὡραιότητα, ἐθαύμασε, καὶ ἐτρώθη ἀπὸ τοῦ ἔρωτος ἔνδον ἡ καρδία αὐτῆς, καὶ εἰς οὐδὲν ἐλογίσατο τὴν ἐπιβουλὴν αὐτοῦ, οὔτε τοὺς φρικωδεστάτους ἐμνήσθη ὅρκους οὓς ἐποίησε τῷ ἀνδρὶ αὐτῆς ἐν καιρῷ τῆς ἀποβιώσεως, ὡς
30εἴπομεν· ἀλλ’ ἔλυσεν αὐτὸν ἀπὸ τῶν σιδήρων καὶ ἐποίησεν αὐτὸν βασιλέα καὶ ἡρμώθη αὐτόν. [ΙΕʹ]. Βασιλεία Ῥωμανοῦ Διογένους. 887 Τῷ ͵ϛφπβʹ ἔτει τοῦ κόσμου, τῆς δὲ θείας Σαρκώσεως ͵απβʹ, ἐβασίλευσε Ῥωμανὸς ὁ Διογένης·
35ἀντὶ γὰρ θανάτου καὶ φυλακῆς ἐχάρισεν αὐτῷ ἡ βασίλισσα τὸ κορμὶν αὐτῆς καὶ τὴν αὐθεντίαν τῶν Ῥωμαίων· τοιαῦτά εἰσι τὰ παιγνίδια ἅτινα ποιεῖ ὁ τροχὸς τοῦ καιροῦ. (2) Ὡς δὲ ἦλθεν ὁ Ῥωμανὸς εἰς τὸ ὕψος τῆς βα‐
40σιλείας, ἀπὸ τῆς ἀρχῆς ἔδειξε τὸ πρόθυμον τῆς ψυχῆς αὐτοῦ καὶ τὴν τόλμαν τῆς καρδίας αὐτοῦ, ὅτι οὐδὲν ἔβλεψεν εἰς τῆς βασιλείας τὴν δόξαν καὶ τρυ‐ φὰς καὶ σπατάλας, οὐδὲ ἠγάπησε ζωὴν ἀποκλει‐ σμένην ὥσπερ ὁ σκώληξ ὅπερ τρώγει τὴν γῆν καὶ
45ζῇ, οὐδὲ ἐφοβήθη τὰς μάχας καὶ τοὺς πολέμους νὰ
κρύπτεται εἰς τὸ παλάτιν ἔσω, ἀλλ’ ἠκόνισε τὴν1239

110

.

1241

σπάθην αὐτοῦ καὶ ἐθυμώθη θυμὸν δίκαιον καὶ ζῆλον κατὰ τῶν Τούρκων καὶ Σαρακηνῶν, καὶ ἐσκέπασε τὴν γῆν ἀπὸ τὰ σώματα αὐτῶν, καὶ οἱ ποταμοὶ ἦσαν πολλὰ ὀλίγοι πρὸς τὰ αἵματα ὁποῦ ἐχύθησαν, καὶ ἔδειξε νὰ γινώσκουσι ποταπὴν ἀνδρίαν καὶ φρόνη‐
5σιν εἴχασιν οἱ Ῥωμαῖοι καὶ ποταποὶ πολεμισταί εἰσιν. (3) Καὶ ἐὰν οὐκ εἶχε πέσει ὁ φθόνος διὰ μέσου καὶ ἐνεμπόδισαν αὐτὸν, ὡς ἦτον φυσικὼς ἀλαζονικὸς καὶ αὐτάρεστος καὶ ἐπηρμένος πολλὰ καὶ ἀπρόσ‐ δεκτος καὶ ὑπερήφανος· τότε δὲ μάλιστα ἀπὸ τὴν
10ἀξίαν τῆς βασιλείας ἠλαζονεύθη περισσοτέρως. Εἶχε δὲ καὶ ἄστατον γνώμην, καὶ ὑφορᾶτο ἅπαντας εἰς τὸ κακὸν καὶ ἐδικοὺς καὶ ξένους, καὶ ἐφαίνετο αὐτῷ ὅτι σχεδὸν οἱ πάντες κατ’ αὐτοῦ εἰσὶν ἐπίβου‐ λοι· διὰ τοῦτο ἦτον πολλὰ βαρετὸς καὶ ἄγριος καὶ
15ἀχαιρέτιστος, μὴ μόνον εἰς τοὺς ἄρχοντας αὐτοῦ, ἀλλὰ καὶ εἰς τὴν γυναῖκα αὐτοῦ καὶ εἰς τὰ προγό‐ νια αὐτοῦ. 888 (4) Διὰ τοῦτο πανταχοῦ ἐσυνετύχαιναν κρυφὰ καὶ ἐμελετοῦσαν κατ’ αὐτοῦ καὶ κατεσκεύα‐
20ζον παγίδα, καὶ ἐμίσησαν αὐτόν· καὶ ἔβαλαν βου‐ λὴν χωρὶς πολέμου νὰ τὸν προδώσουν εἰς τοὺς Σα‐ ρακηνούς. Τοῦτο γοῦν κατεσκεύαζε Καῖσαρ, ὁ ἀδελφὸς Κωνσταντίνου τοῦ Δοῦκα, καὶ ἐβουλεύθη τοῦτο μετὰ τοῦ υἱοῦ αὐτοῦ Ἀνδρονίκου στρατηγοῦν‐
25τος τότε τοῦ Ῥωμαϊκοῦ φοσάτου, καὶ μετὰ τῶν ἄλλων στρατηγῶν καὶ μεγιστάνων ὁμοίως· καὶ ἔπλεξαν ὑπὲρ τοῦ τοιούτου βασιλέως, καὶ μᾶλλον κατ’ αὐτοῦ δολιότητος δίκτυον. Ὁ μὲν Ῥωμανὸς ἐπέρασεν ἀπὸ τὴν Κωνσταντινούπολιν εἰς τὸ Σκουτά‐
30ριον ὁρμώμενος κατὰ τῶν χριστομάχων Τούρκων. Οὕτως δὲ ὡς ἐκαθέζετο, ἐπέτασε περιστέρι καὶ ἦλθε καὶ ἐκάθισεν εἰς τὰ γόνατα αὐτοῦ, ὅπερ ἦν κακὸν σημεῖον κατ’ αὐτοῦ. Ἐκεῖνος δὲ ἐχάρη πολλὰ δοκῶν ὅτι ἐστὶν εἰς καλὸν, καὶ ἀπέστειλεν αὐτὸ τὴν
35βασίλισσαν διὰ νὰ ἔχῃ παρηγορίαν. Ἐπεὶ ἐκεῖνο ὅπερ θέλει ὁ ἄνθρωπος, ἐκεῖνο θαῤῥεῖ καὶ ἀπαντέ‐ χει. Ἀλλ’ εἰς τὸν ἄνθρωπον χειροτέρα κακοριζικία οὐκ ἔστι παρ’ ὅταν ἔχει ἐχθροὺς τοὺς οἰκειακοὺς αὐτοῦ. Ἐὰν γάρ τινα ἐπιβουλεύωνταί τινες τῶν
40ἐκτὸς, φίλοι ἢ ἄλλοι τινὲς, ἔχει θεραπείαν καὶ διόρ‐ θωσιν τὸ κακόν· εἰ δὲ παρὰ τῶν οἰκειακῶν καὶ γνησίων τῶν ἐσθιόντων τὸν ἄρτον αὐτοῦ νὰ ἐπιβου‐ λεύεταί τις, οὐ δύναται φυγεῖν τοιαύτης τιμωρίας θανάτους· εἰ γάρ ἐστί τις μετὰ τοῦ προδότου εἰς
45μίαν οἰκίαν, πῶς ἐστι δυνατὸν φυλαχθῆναι ἀπὸ τῆς πανουργίας αὐτοῦ; Ὅμως οὕτω πάλιν ἱσταμένης τῆς τέντας τοῦ βασιλέως, ἔπεσε τὸ μέγα ξύλον, ὅπερ ἐκράτει αὐτὴν, καὶ παρ’ ὀλίγον ἤθελε δώσει τὸν βασιλέα κατακέφαλα· ἦτον γοῦν καὶ τοῦτο ἄλλον

110

.

1241

(50)

κακὸν σημεῖον. Ὅμως ἐγένοντο πόλεμοι συχνοὶ καὶ κατέλυον οἱ Ῥωμαῖοι τοὺς Πέρσας· καὶ ἐφοβήθησαν οἱ Πέρσαι φόβον μέγαν, καὶ ἐστενοχωρήθησαν, καὶ ἐζητοῦσαν τὸν βασιλέα καὶ παρεκάλουν νὰ γένηται εἰρήνη ἀναμεταξὺ αὐτῶν· εἰς γὰρ τοὺς πολέμους
55ὅπερ ἐγένοντο, ἔφριξαν οἱ βάρβαροι τοῦ βασιλέως·1241

110

.

1244

καὶ περιέτρεχε, καὶ ἐπλευροκόπα, καὶ χορτασμὸν οὐκ εἶχεν εἰς τὰς σφαγὰς καὶ εἰς τὰ αἵματα αὐτῶν· ἄλλοτε μὲν ἐθέριζε τὰς κεφαλὰς τῶν Περσῶν μετὰ 889 τῆς σπάθης ὥσπερ στάχυας, ἄλλοτε δὲ μετὰ
5τοῦ κονταρίου αὐτοῦ ἔῤῥιπτεν τοὺς καβαλαρίους ὁμοῦ μετὰ τῶν ἀλόγων, καὶ ὥσπερ ἱέραξ εἰς μικρὰ πτηνὰ, ἢ κεραυνὸς ἢ δρέπανον πύρινον ἢ φλογερὸς καταβάτης, οὕτως ἐφαίνετο εἰς τοὺς Πέρσας· καὶ ἀπὸ τοὺς πολλοὺς φόνους ἔβαψαν τὰ φορήματα αὐ‐
10τοῦ, καὶ τὸ αἷμα ἔπηξεν ἐπ’ αὐτοῦ· ὥσπερ λέων ὅταν ἐπιτύχῃ ἐλάφιν καὶ πεινᾷ καὶ ἐκλύσῃ τὰς πλευρὰς αὐτοῦ καὶ ῥοφήσῃ τὰ σωθικὰ αὐτοῦ καὶ νὰ αἱματωθοῦν τὰ χείλη αὐτοῦ, οὕτως ἦτον καὶ ὁ Ῥωμανὸς εἰς τοὺς Πέρσας. Καὶ ἐγένετο εἰς τοὺς
15Ῥωμαίους μεγάλη χαρά· καὶ ἐτρόμαξαν οἱ Πέρσαι, καὶ ἐπαρακάλουν νὰ γένηται ἀγάπη. Ὁ βασιλεὺς δὲ εἶχε μέριμναν, ἐπεὶ προέβλεπε τὸ πνεῦμα αὐτοῦ τὸ μέλλον· καὶ ἐλειτούργησεν ὁ ἱερεὺς, καὶ ἤνοιξεν τὸ ἅγιον Εὐαγγέλιον, καὶ ἐξέβη κεφάλαιον τοῦτο· «Εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν,» καὶ ἐλυ‐ πήθη ὁ στρατός. Ὅμως ἐποίησεν ἀγάπην μετὰ τῶν Περσῶν, καὶ ἔστειλεν αὐτοὺς ὁρκωματικὰ βέβαια·
20καὶ εἰς περισσοτέραν ἐμπιστοσύνην ἀπέστειλεν αὐτοῖς καὶ τὸν σταυρὸν αὐτοῦ· καὶ τοῦτο ἦν εἰς κακὸν αὐτοῦ, μὴ γινώσκων ὅτι ἀφ’ οὗ ἔστειλεν εἰς τοὺς ἐχθροὺς τὸν σταυρὸν αὐτοῦ, ὅλην τὴν αὐτοῦ δύναμιν ἐκείνους τὴν ἔδωκεν. (5) Τέως δὲ οἱ Πέρσαι, ὡς ἐγένετο ἡ συμβίβασις καὶ ἡ ἀγάπη στερεὰ καὶ τὰ ὁρκωματικὰ δυνατὰ,
25ἦσαν ἀνενοίαστοι· καὶ ἦν ἡ βουλὴ αὐτῶν νὰ στρα‐ φοῦν εἰς τὴν χώραν αὐτῶν. Οἱ δὲ στρατηγοὶ, οἵτινες ἦσαν ἐπίβουλοι, ἠνάγκαζαν τὸν βασιλέα, ὅτι Τώρα εἰς τὴν ἀμεριμνίαν αὐτῶν καὶ τὸ θάῤῥος ὁποῦ κά‐ θουνται ἁπλᾶ, ἂς τοὺς δώσωμεν νὰ τοὺς καταλύσω‐
30μεν. Καὶ τόσον ἐπαρεκίνησαν αὐτὸν καὶ ἐβίασαν, ὅτι ἔδωκεν ὁρισμὸν καὶ ἡρματώθη τὸ φοσάτον, καὶ ἐδώ‐ κασι τὰ βούκινα, καὶ ἐσήκωσαν τὰ φλάμουλα εἰς σημεῖον πολέμου. Στραφέντες δὲ οἱ Πέρασαι καὶ ἰδόν‐ τες τοῦτο τὸ αἰφνίδιον κακὸν καὶ τὰ σπαθία γυμνὰ
35καὶ τὸ φοσάτον ἁρματωμένον, καὶ κατέβαιναν ἐπάνω τοὺς, τῆς ὥρας ἄλλο οὐδὲν εἴχασί τι νὰ ποιήσουν εἰ μὴ ὡς ὄρθωσε καὶ κατευόδωσεν ἕκαστος αὐτῶν· ἄλλος μὲν ἥρπασε σπαθὶν, ἄλλος δὲ ἐκαβαλίκευσεν ὡς ἔτυχεν ἢ ἁρματωμένος ἢ ἀναρμάτωτος, καὶ ἔβα‐
40λαν τὰ ὁρκωματικὰ τοῦ βασιλέως ἐπάνω 890 εἰς ἕνα κοντάριν, καὶ ἐπῆγεν ἔμπροσθεν αὐτῶν, καὶ ἔδει‐ χναν πῶς εἶναι παραβάτης τοῦ ὅρκου αὐτοῦ, καὶ ὁ Θεὸς θέλει κρίνει δικαίως· καὶ ὡς ἐδώκασι κατὰ πρόσωπα, καὶ ἐγένετο ἀνάμιξις τοῦ πολέμου, πρῶτος
45ἔφυγεν ὁ Καῖσαρ μὲ τὴν σύναξιν αὐτοῦ. Εἶτα πάντες οἱ στρατηγοὶ ὁμοίως ἔφυγον μετὰ τῶν φοσάτων αὐ‐ τῶν· καὶ ἐπέμεινε μόνος ὁ βασιλεὺς χωρὶς συντρο‐ φίαν· ἠντράνιζεν ἐκ δεξιῶν καὶ ἀριστερῶν καί τινα οὐδὲν ἔβλεπε· καὶ ἦτον μέσα εἰς ἀνεκβάτους βρό‐

110

.

1244

(50)

χους. Ὡς δὲ ἴδασι τοῦτον οἱ ἀμηράδαι καὶ οἱ στρατ‐ άρχαι τῶν Περσῶν, ἔπεσαν καὶ ἐδίωκαν καὶ ἐφιλο‐ νεικοῦσαν τίς νὰ κατευοδώσῃ νὰ πιάσῃ τὸν Ῥωμανόν· ἐπίασαν γοῦν αὐτὸν, καὶ ἐκυνηγήθη ὁ λέων ὑπὸ τῶν λυσιασμένων σκύλων, καὶ ἐκρατήθη δοῦλος αἰχμάλωτος ὁ βασιλεὺς τῶν Ῥωμαίων· καὶ ἐπίασαν αἱ νυ‐
55κτερίδαι τὸν ἀετὸν τὸν χρυσόπτερον, καὶ ἤγαγον ἐπ’ αὐτὸν τὸν σουλτάνον ὡς ὑποχείριον δεσμωμένον.
(6) Τότε ὁ σουλτάνος ἐκεῖνος ἀνελπίστως ἐγένετο1243

110

.

1245

ἥμερος, καὶ ἠντράνησεν εἰς τὸν βασιλέα γλυκὺν ὄμμα, καὶ ἐσύντυχέ τον γαληνὰ καὶ ἐπαρηγόρησεν αὐτόν· καὶ ἔδειξεν ἐκεῖνος ὁ βάρβαρος φιλανθρωπό‐ τερος καὶ ἀγαθῆς γνώμης παρὰ τοὺς φίλους καὶ
5συγγενεῖς καὶ ὁμοφύλους, οἵτινες ἐπρόδωσαν αὐτόν· καὶ ἐποίησαν ὁμοῦ ἡμέρας ηʹ, καὶ συνήσθιον, καὶ συν‐ έπινον, καὶ ἐπαραδιάβαζαν, καὶ ἐθαύμαζεν ὁ σουλτά‐ νος τὴν ἀνδρείαν καὶ φρόνησιν τοῦ βασιλέως· καὶ ὕστερον ἐποίησαν ἀδελφοσύνην καὶ ἀγάπην μεγάλην
10καὶ ὅρκους φοβεροὺς ἀπ’ ἀλλήλων. Καὶ ἔδωκεν ὁ σουλτάνος τῷ Ῥωμανῷ χαρίσματα καὶ πλοῦτον πο‐ λὺν, καὶ τοὺς Ῥωμαίους ὅσους εἴχασι πιασμένους ἐδώκασί τους μὲ τὰ ἅρματα αὐτῶν καὶ ἄλογα αὐτῶν καὶ ἠλευθέρωσαν αὐτούς. Ἔδωκέ τον δὲ καὶ δέκα
15χιλιάδας Σαρακηνοὺς, ἵνα τὸν συνοδεύσουν εἰς τὸν τόπον ὅπερ ἔχρῃζε, καὶ ἂν τοὺς χρῄζῃ καὶ εἰς βοή‐ θειαν αὐτοῦ νὰ τοὺς ἔχῃ μετ’ αὐτόν. (7) Ἐγλήτωσε γοῦν ὁ Ῥωμανὸς ὥσπερ πάρδος ἀπὸ τῶν μαγγάνων ἢ ὡς ἰχθὺς ἀπὸ τὸ ἀγηίστριν, καὶ
20πάλιν ἤλπιζε νὰ ἐπάρῃ τὴν βασιλείαν. Ἀλλὰ ὁ φθό‐ νος ἐκατέλυσε τὸ θάῤῥος αὐτοῦ. Οἱ γὰρ 891 στρα‐ τηγοὶ τῶν Ῥωμαίων προαπέστειλαν πανταχοῦ γρα‐ φὰς ὅτι εἰς οἷον κάστρον ὑπάγει ὁ Ῥωμανὸς νὰ μή τον δέξωνται, ἀλλὰ νὰ σφαλίζουν τὰς θύρας, καὶ νὰ
25τὸν ἀφήσωσιν ἔξω. Ἐπεριπάτει γοῦν ὁ Ῥωμανὸς ἄνω καὶ κάτω ἄφιλος, ἀβοήθητος καὶ ἐστερημένος τῆς βασιλείας, καὶ ὅπου ἂν ἐπήγαινεν, ἐδίωχναν αὐτόν. (8) Ἀλλ’ οὐδὲ πάλιν ἔπαυσεν ὁ φθόνος νὰ σταθῇ
30ἕως ὧδε· ὁ γὰρ Δοῦκας Μιχαὴλ ὁ υἱὸς τοῦ Κωνσταν‐ τίνου, γεγονὼς εἰς αὔξησιν ἡλικίας, καὶ ἐγένετο εἴ‐ κοσιν ἐτῶν, εἶχε τὸν θεῖον αὐτοῦ τὸν Καίσαρα βοη‐ θὸν καὶ συγκροτητὴν καὶ ἅπαντας τοὺς δυνατοὺς στρατηγοὺς καὶ μεγιστᾶνας, καὶ ἐκάθισε εἰς τὸν πα‐
35τρικὸν θρόνον, καὶ ἐπῆρε τὴν γονικὴν βασιλείαν. [ιϞʹ]. Βασιλεία Μιχαὴλ τοῦ Παραπινάκου. Τῷ ͵ϛφπγʹ ἔτει τοῦ κόσμου, τῆς δὲ θείας Σαρ‐ κώσεως απγʹ ἐβασίλευσε Μιχαὴλ ὁ Παραπινάκης· βασιλεύσαντος δὲ τούτου εὐθέως ἐξέβαλεν Εὐδοκίαν,
40τὴν μητέρα αὐτοῦ, ἀπὸ τοῦ παλατίου, πολλὰ κλαί‐ ουσαν καὶ παρακαλοῦσαν ὅμως ἐκούρευσεν καὶ ἐποίη‐ σεν αὐτὴν καλογεραίαν, καὶ ἐφόρεσεν αὐτὴν καλογε‐ ραίαν, καὶ ἐφόρεσεν αὐτὴν ῥάσα, καὶ ἔβαλεν αὐτὴν εἰς μοναστήρι.
45(2) Μαθὼν δὲ ὅτι καὶ ὁ Ῥωμανὸς ἀκόμη πάσχει, καὶ γυρεύει νὰ ἐπάρῃ τὴν βασιλείαν, καὶ συνάγει
βοηθοὺς, ἔστειλε φοσάτον 892 καὶ ἐπολέμησε· καὶ1245

110

.

1248

ἐπίασαν αὐτὸν, καὶ ὃν ἠλέησαν ἐχθροὶ καὶ βάρβαροι, ἐμυριοφαρμάκωσαν αὐτὸν οἵ ποτε φίλοι καὶ ἐδικοὶ αὐτοῦ, καὶ ἐξέβαλαν τοὺς ὀφθαλμοὺς αὐτοῦ ἀνηλεῶς μετὰ μαχαίρας, καὶ ἔῤῥιψαν αὐτὸν εἰς μικρὸν καὶ
5σκληρὸν καὶ ἀπαρηγόρητον νησόπουλον· καὶ ἐσκωλη‐ κίασε τὸ πρόσωπον αὐτοῦ, καὶ ἐξήρχοντο οἱ σκώλη‐ κες ἀπὸ τῶν ὀφθαλμῶν αὐτοῦ, καὶ ἄκραν οὐκ εἶχε τὸ κακὸν καὶ ἡ συμφορὰ ἥτις συνέβη αὐτῷ. (3) Ὁ δὲ Μιχαὴλ, ἡνίκα ἐξέβη ἀπὸ πάσης ἐννοίας
10καὶ λογισμοῦ καὶ οὐδὲν εἶχε δειλίαν παρά τινος, ἐξεπέλυσεν καὶ τὰ ἅρματα καὶ τὰς ταραχὰς τοῦ πο‐ λέμου καὶ τὰ περισυνάγματα τῶν φοσάτων, καὶ οὐδὲ κἂν εἰς ὕπνον του ἐμελέτα περὶ τοιούτων, ἀλλ’ ἀσχο‐ λάστως νύκταν τε καὶ ἡμέραν ὁ νοῦς αὐτοῦ εἰς τὴν
15μελέτην τῶν γραφῶν καὶ ἀνάγνωσιν τῶν βιβλίων· καὶ πολλάκις ἀπὸ τὸν γλυκασμὸν τῶν βιβλίων ἤτοι γραφῶν οὐκ ἤσθιεν, ἀλλὰ μέχρι τῆς αὐγῆς ἐκαθέ‐ ζετο εἰς τὴν ἀνάγνωσιν τῶν γραφῶν. (4) Τότε ἐκίνησαν πανταχόθι τὰ ἔθνη καὶ ἐνέ‐
20πευσαν, καὶ ἀπὸ πᾶσαν μεραίαν ἦλθεν εἰς τοὺς Ῥω‐ μαίους κλύδων καὶ ταραχὴ μεγάλη, καὶ πανταχοῦ ἦσαν πόλεμοι καὶ φθοραὶ καὶ αἰχμαλωσίαι τῶν Ῥω‐ μαϊκῶν πόλεων καὶ χωρῶν. Ὁ γὰρ βασιλεὺς αὐτῶν ἔζη κοχλίου βίον, καὶ ἐξέβαινεν ὀλίγον, καὶ ἐφαίνετον,
25καὶ πάλιν ἐστρέφετον, καὶ ἐπεκλείετον εἰς τὸ παλά‐ τιν. καὶ ἐλησμόνα ὅτι ἔστι βασιλεύς· καὶ ἤθελε τι‐ νὰ νὰ τὸν ἐνθυμήσῃ ὅτι ἔχει ὑποκάτω του κάστρα καὶ χώρας, καὶ ὅτι τὰ ἔθνη ἐκίνησαν ὡς δράκοντες, καὶ καταπίνουσι τὴν γῆν τῶν Ῥωμαίων ὥσπερ
30στρουθίον. Ἦτον γοῦν εἰς τοὺς Ῥωμαίους θλῖψις μεγάλη· καὶ πάντες ἠγανάκτουν κατὰ τοῦ βασιλέως, βλέποντες τὸν κόσμον πῶς ἐκινδύνευε νὰ χαθῇ παν‐ τελῶς. 893 (5) Εἷς δέ τις ἄνθρωπος ἔνδοξος καὶ μεγα‐ λογενὴς καὶ ἐμπειροπόλεμος—ἦτον τὸ κορμὶν αὐ‐
35τοῦ κατάτρωτον καὶ κατάπληγον ἀπὸ τοὺς μεγάλους πολέμους, οὓς ἐπολέμιζεν ἐκ νεότητος αὐτοῦ, καὶ ἦτον δυνατὸς καὶ δόκιμος εἰς τὰς μάχας—ὄνομα Νικηφόρος ὁ Βοτανιάτης. Οὗτος ἐπερισύναξε φοσά‐ τον σύμμαχον, καὶ ἦλθεν εἰς τὴν Νίκαιαν, καὶ ἐμή‐
40νυσε τὸν Μιχαὴλ ὥσπερ συμβουλὴν καὶ παραγγελίαν νὰ ἀφήσῃ τὴν βασιλείαν, καὶ νὰ ἐπάρῃ αὐτὴν οὗτος ὁ γέρων Βοτανιάτης· ὁ δὲ Μιχαὴλ, ὡς ἄπειρος πο‐ λέμου καὶ ἀδόκιμος τῶν τῆς βασιλείας πραγμάτων, νὰ καθίσῃ χωρὶς φροντίδων, καὶ νὰ ζῇ ἀνενοχλήτως.
45Καὶ εἰς ὀλίγον ἔφθασεν εἰς Κωνσταντινούπολιν, καὶ χωρὶς πολέμου ἢ ταραχῆς τινος ἐσέβη καὶ ἀνε‐ φημίσθη βασιλεὺς Ῥωμαίων. [ΙΖʹ]. Βασιλεία Νικηφόρου Βοτανιάτου. Τῷ ͵ϛφϛγʹ ἔτει τοῦ κόσμου, ἀπὸ δὲ θείας Σαρ‐ κώσεως ͵αϛγʹ ἐβασίλευσε Νικηφόρος ὁ Βοτανιάτης

110

.

1248

(50)

ἔτη γʹ, καὶ ἐφόρεσε τὸ διάδημα καὶ τὴν χρυσόπαστον1247

110

.

1249

ἀλουργίδα. Ἐλησμόνησε δὲ τὸ πολυχρόνιον αὐτοῦ γῆρας, καὶ συνηρμώθη μετὰ τῆς γυναικὸς τοῦ Μιχαὴλ, νέαν οὖσαν καὶ τρυφερὰν κόρην ὁ παλαιὸς καὶ πεπολιωμένος.
5(2) Τὸν δὲ Μιχαὴλ ἐποίησε μοναχὸν καὶ μητρο‐ πολίτην Ἐφεσίων. (3) Τὸν δὲ καιρὸν ἐκεῖνον ἀπέστειλεν ὁ βασι‐ λεὺς Νικηφόρος στρατηγοὺς μετὰ φοσάτου ἐπάνω εἰς τοὺς Βουλγάρους. Ὁ δὲ βασιλεὺς τῶν Βουλγάρων
10ἐξέβη μὲ φοσάτον χιλιάδας πʹ, καὶ κατέλυσε χώρας πολλὰς τῶν Ῥωμαίων, καὶ ἐπῆρεν αἰχμαλωσίαν πολλήν· ὅπου ἤθελεν, ἠπλίκευε καὶ ἀναπαύετον, οὐκ ἔχων φόβον παρά τινος· ἐπειδὴ ἤκουεν ὅτι οἱ Ῥω‐ μαῖοι ἔχουσι διὰ μέσου αὐτῶν ἰδίας ταραχὰς καὶ ἀτυ‐
15χίας. Ἐξέβησαν γοῦν καὶ οἱ στρατάρχαι τῶν Ῥω‐ μαίων μὲ φοσάτον χιλιάδας δώδεκα, καὶ οὐκ ἐτόλμουν νὰ φανῶσί ποθεν φανερὰ, μήπως ἐκκαθαρίσωσι αὐτοὺς οἱ Βούλγαροι, καὶ νοήσωσιν ὅτι εἰσὶν ὀλίγοι, καὶ κατα‐ λύσουν αὐτούς. Ὅμως ἐτριγύριζαν 894 καὶ ἐμελε‐
20τοῦσαν σκέψιν καὶ βουλὴν πῶς νὰ ποιήσουν κἂν εἰς ἄκραν νὰ δώσουν. Ἐχώρισε γοῦν ὁ στρατηγὸς δύο ἄρχοντας καλοὺς, καὶ φρονίμους καὶ ἔδωκε τὸν καθ‐ ένα στρατιώτας καβαλαρίους ἐκλεκτοὺς καὶ ἀνδρειω‐ μένους φʹ μὲ ἄλογα καλὰ καὶ ἅρματα ἐκλεκτά· καὶ
25ὥρισεν αὐτοὺς, ἵνα ὑπηγένουσι κατόπισθεν τοῦ Βουλγαρικοῦ φοσάτου ἀπόκρυφα καὶ ἐπιδέξια, καὶ νὰ βλέπουν εἰς τί τόπον ἀπλικεύουν, καὶ ποταπὴν φύ‐ λαξιν ἔχουν τὰς νύκτας, καὶ πῶς κοιμῶνται, καὶ τί πολεμοῦσιν· καὶ ἂν ἠμπορέσουν, νὰ πιάσουν τινὰ
30ἀπὸ τοὺς Βουλγάρους νὰ μάθουν τίνα βουλὴν ἔχουν· καὶ νὰ τὸν μηνύσωσι συχνὰ μανδάτα νὰ ἐξεύρῃ. Ἐξέβησαν γοῦν ἐκεῖνοι οἱ δύο στρατάρχαι· καὶ ἕκαστος αὐτῶν εἶχε τὴν σύνταξιν αὐτοῦ, καὶ ἠκο‐ λουθοῦσαν ἐπιδέξια ὅτι νὰ μηδὲν τοὺς ἀποσκεπάσουν
35οἱ Βούλγαροι. Καὶ μίαν νύκτα πρόσαργα ἔφθασαν οἱ Βούλγαροι, καὶ ἀπλίκευσαν εἰς ἕνα εὔμορφον κάμπον, καὶ ἥπλωσαν τὰς τέντας· καὶ ὡς ἦσαν ἀφυρόμενοι, ἧψαν πανταχοῦ σθίας, καὶ ἐκαθέζοντο, καὶ ἔτρω‐ γαν, καὶ ἔπιναν, καὶ ἐκοιμῶντο ἀνενοίαστοι· καὶ ὀλί‐
40γοι τινὲς ἦσαν ἄγρυπνοι. Καὶ ὅταν ἐδιέβη ἡ τρίτη μοῖρα τῆς νυκτὸς, ἤλθασιν οἱ δύο ἄρχοντες μὲ τὰς δύο συντάξεις κοντὰ, καὶ ἔβλεπαν τὸ φοσάτον πῶς ἔνε πολύ, καὶ τίς ἦτον νὰ καταπροσωπίσῃ αὐτό. Ἐπάνω εἰς τοῦτο ἔπεσε φιλονεικία μέσον τῶν στρα‐
45τιωτῶν τούτων· καὶ ἔλεγεν ἡ μία μεραία πρὸς τὴν ἄλλην, ὅτι Ἡμεῖς ἤμεθα καλλιώτεροι ἀπ’ ἐσᾶς. Καὶ εἷς φρόνιμος στρατιώτης ἐσέβη εἰς τὴν μέσην αὐτῶν, καὶ εἶπεν· «Ἄρχοντες καὶ [σύν]τροφοι, πόθεν νὰ φανῇ ἡ ἀλήθεια καὶ νὰ τὸ ἐξεύρωμεν, ὅτι ὑμεῖς ἦσθε καλ‐

110

.

1249

(50)

λιώτεροι ἀφ’ ἡμῶν; Πλὴν, εἰ βούλεσθε, ἡ δοκιμὴ ἐν‐ ώπιον ἡμῶν καὶ ὑμῶν ἐστι, καὶ οἱ ἐχθροὶ ἡμῶν ἔμπρο‐ σθεν ἡμῶν κεῖνται· καὶ ἂς φανῇ ποία μεραία ἔνε δοκιμω‐ τέρα.» Ἤκουσαν τοῦτο οἱ στρατιῶται, καὶ ἀνεπτερώθη‐ σαν, καὶ εἴπασιν ὅτι «Καλὰ καὶ δίκαια λέγεις·» καὶ ἐχω‐
55ρίσθησαν οἱ πεντακόσιοι καὶ ἐπήρασιν τὴν ἄνωθεν1249

110

.

1252

μεραίαν, οἱ δὲ ἕτεροι πεντακόσιοι τὴν κάτω, καὶ ἐδώκασιν ἄμφω τοὺς Βουλγάρους· καὶ οἱ Βούλγαροι ἦσαν γυμνοὶ καὶ βεβαρημένοι τοῦ ὕπνου, καὶ ἐπῆραν δειλίαν καὶ 895 ἐδώκασιν νὰ φεύγουν· καὶ ἦτον
5σκοτεινὰ, καὶ συνέκρουεν εἷς μὲ τὸν ἄλλον, καὶ ἐσκο‐ τόνοντο ἀλλήλως ἔσω εἰς τὰς τέντας καὶ ἔξω· καὶ τὰ σπαθία τῶν Ῥωμαίων ἐκείνων τῶν χιλίων ἐθέριζαν καὶ κατέκοπτον ἕως τὸ ἐξημέρωμα. Κατέσφαξαν γοῦν καὶ τὸν βασιλέα τῶν Βουλγάρων, καὶ ἐγένετο εἰς αὐ‐
10τοὺς νίκη μεγάλη καὶ ἀνέλπιστος, καὶ ἔμειναν αἱ τένται, αἱ κατοῦναι, τὰ ἅρματα, ἡ αἰχμαλωσία, τὸ κοῦρσος, καὶ ἔγεμεν αὐτὰ ὁ κάμπος, καὶ ὁ ἥλιος ἐπλάτυνε, καὶ οἱ Ῥωμαῖοι πάντοτε κατέσφαζον ὅσους εὕρισκον· καὶ ἔστειλαν μανδάτα εἰς τὸν στρα‐ τὸν καὶ συγχαρίκια. Καὶ ἔφθασε μὲ τὸ φοσάτον, καὶ εἶδε τὸν μέγαν ἐκεῖνον φόνον καὶ τὸ φοβερὸν ἔργον
15καὶ ἀτολμίαν· καὶ ἐδόξασαν τὸν Θεὸν τὸν δόντα δύναμιν εἰς τοσαύτην ἀπορίαν· καὶ οἱ αἰχμάλωτοι ἔπερ‐ ναν ἄλογα καὶ πράγματα, καὶ ἀπήρχοντο ἐν τοῖς ἰδίοις· καὶ ὁ στρατηγὸς ἐστράφη μετὰ τοῦ φοσά‐ του. (4) Ὁ δὲ βασιλεὺς Νικηφόρος ἦν ἄνθρωπος γη‐ ραιὸς, καὶ ἐξαπέλυσε τὰς μάχας καὶ τοὺς πολέμους,
20καὶ ἐκαθέζετο, καὶ ἐφόρει χρυσὰ καὶ κατέκλαμπρα καὶ ἔτρεφε τὸ γῆρας αὐτοῦ μὲ συχνὰ λουτρὰ καὶ μυρίσματα καὶ τραπέζια βασιλικά· καὶ ἔτρωγε, καὶ ἔπινε, καὶ ἐσπατάλα, καὶ εὐφραίνετον τὴν κόρην ἐκείνην τὴν ὡραιοτάτην, τὴν γυναῖκα τοῦ Μιχαήλ·
25καὶ οὕτως ἐνετρύφα, καὶ ἔπαιζεν ὥσπερ νέος ὅπου ἄρχεται νὰ χαίρεται τὰς ἡδονὰς τοῦ κόσμου· τὰς δὲ βασιλικὰς δουλείας καὶ τὰς μεγάλας ὑποθέσεις ἐνεμπίστευεν εἰς ἀνθρώπους βαρβάρους, ἀγροίκους καὶ μεθυστάδας, οἵτινες ἦσαν ἀπὸ προπάππων αὐτῶν
30δοῦλοι καὶ ἀγνώριστοι, οὐδὲν καλὸν μὴ γινώσκοντες, κακόγνωμοι πάντες καὶ ἀπαίδευτοι ὄντες. Καὶ ὡμοίαζεν ἡ βασιλεία τῶν Ῥωμαίων πλοῖον φορτω‐ μένον χωρὶς ναυτικοὺς καὶ ναυκλήρους. Ὁ δὲ Νικη‐ φόρος ἐκαθέζετον εἰς θρόνους ὑψηλοὺς ἀργυροδιαχρύ‐
35σους, ἔστιλβεν ἀπὸ τὴν χρυσοφορίαν καὶ ἤλασεν ἄλλα καὶ ἕτερα διάφορα φορήματα, τὴν ἡμέραν φορὰς δέκα, καὶ εἴ τις ἔχρῃζε νὰ ἐπάρῃ ὀφφίκιον βασιλικὸν, ἤρχετο, καὶ ἐξένιζε δῶρα, καὶ ἠτίμωσε τὸ μεγαλεῖον τῆς βασιλείας· καὶ τὰς τιμὰς καὶ τὰ ἀξιώματα, ἅτινα
40ἐδίδασιν οἱ ἄλλοι βασιλεῖς εἰς ἐνδόξους καὶ μεγάλους 896 ἄρχοντας καὶ στρατηγοὺς, καὶ δοκίμους ὀνομα‐ στοὺς, οὗτος ἔδιδεν αὐτὰ τζεγγαρίους ῥάπτας, πελε‐ κάνους, κωμοδρόμους, κρεμυδοπώλους, ζευγηλάτας· καὶ ἐποίησε τὰ τίμια ἄτιμα, καὶ τὰ ὑψηλὰ καὶ ἔνδοξα
45ταπεινὰ καὶ ἀνωφέλητα· καὶ τὴν ἡμέραν ἐν ᾗ οὐ διήρχετό τις χωριάτης νὰ ζητήσῃ ὀφφίκια, ἐκαθέζετο σοβαρός· καὶ ἄλλην κἀμμίαν ἔννοιαν οὐκ εἶχεν, εἴτε ἂν κουρσεύονται τὰ κάστρα αὐτοῦ, εἴτε ἂν καταλύουσι τὰ ἔθνη τὸν κόσμον αὐτοῦ, εἴτε ἂν ἦσαν φοσάτα, εἴτε οὐκ ἦσαν, ἀλλ’ ἡ φροντὶς αὐτοῦ εἰς τὰς πράξεις ἃς ἐδηλώσαμεν.

110

.

1252

(50)

(5) Ἐπεὶ δ’ ἐν τοῖς βασιλείοις ὁ Βοτανειάτης ἐγένετο, ἀναδεῖται κατὰ τὴν μεγάλην τρίτην παρὰ τοῦ πατριάρχου ταινίᾳ βασιλικῇ.
(6) Καὶ πρῶτον ἅπασι παρέσχε τὸ φιλοτίμημα,1251

110

.

1253

τὰς εἰς τὸ δημόσιον ἁπάντων κοινῶς ὀφειλὰς ἐκτεμὼν ἀπροσδιορίστως, καὶ χρεωκοπίαν τούτων θέσπισμά τι μεγαλοπρεπῶς ἐργασάμενος. (7) Ἔτι δὲ τῷ Βρυεννίῳ κατὰ τὴν ἑσπέραν
5ἐχομένῳ τῆς τυραννίδος [στέλλει τοὺς ἀπαγγέλλοντας τὴν τοῦ Καίσαρος ἀξίαν αὐτῷ διδόναι, εἰ τῆς τυ‐ ραννίδος] ἀπόσχοιτο, καὶ τοῖς αὐτῷ συναραμένοις τὰς τιμὰς ἐπιβεβαιῶσαι, αἷς αὐτοὺς ἐκεῖνος ἐτίμη‐ σεν. Ὁ δὲ σφόδρα τῆς βασιλείας ἐφίετο, καὶ ἀνένδοτος
10ἦν. Πάλιν οὖν ἑτέρα πρεσβεία· καὶ ἐπὶ ταύτῃ τρίτη. Ὁ δ’ ὑπερηφανεύετο, καὶ οὐδὲ κατὰ [τὰ] τῶν πρέ‐ σβεων νόμιμα τοὺς πρέσβεις ἐδέχετο, ἀλλ’ ἀτίμως αὐτοὺς ἀπεπέμπετο. Ὡς οὐδὲν οὖν εἰρηνικῶς ἀνύειν ἔγνω ὁ βασιλεὺς, καὶ ἄκων πρὸς μάχην ἀπέ‐
15νευσεν, καὶ τὸν Κομνηνὸν Ἀλέξιον τετιμηκὼς νωβελίσιμον καὶ προχειρισάμενος μέγαν δομέστικον καὶ Ῥωμαϊκῶν αὐτὸν δυνάμεων προστησάμενος, κατὰ τοῦ Βρυεννίου ἐξέπραττεν· ὃς τούτῳ συμβα‐ λὼν κατά τι χωρίον Καλαβρύην λεγόμενον, διὰ τὸ
20κατάῤῥυτον εἶναι τὸν τόπον βρύσεσι ὑδάτων πολλαῖς τε καὶ ἀγαθαῖς, ῥᾳδίως τῆς ἐκείνου περιεγένετο στρατιᾶς· καὶ τῶν μὲν πεσόντων, τῶν δὲ φυγόντων, εἷλε μονωθέν897τα τὸν τυραννήσαντα· καὶ τοῦ φωτὸς τὸν δείλαιον ἀπεστέρησεν, καὶ εἰσήγαγε τυφλὸν
25εἰς τὴν βασιλεύουσαν· καὶ ἡ μὲν τοῦ Βρυεννίου εἰς τοῦτο τέλος· κατήντησεν ἐπανάστασις. (8) Ἐπανέστησαν δὲ καὶ οἱ Βάραγγοι κατὰ τοῦ βασιλέως ἀνελεῖν αὐτὸν μελετήσαντες· ἀντιταξαμέ‐ νης δ’ αὐτοῖς χειρὸς ἑτέρας Ῥωμαϊκῆς, εἰς ἱκεσίαν
30ἐτράποντο καὶ συγγνώμης ἐπέτυχον. (9) Τῷ δὲ βασιλεῖ τούτῳ τῆς ὁμοζύγου τελευ‐ τησάσης, πολλαὶ μὲν ἐμνηστεύοντο παρθένοι, καὶ πρὸ τῶν ἄλλων ἡ τοῦ βασιλέως τοῦ Δούκα θυγάτηρ Ζωή· ὁ δὲ [ἢ] τὴν βασιλίδα Εὐδοκίαν ἤθελεν ἀγα‐
35γέσθαι ἢ τὴν ἐξ Ἀλανῶν Μαρίαν, τὴν τῷ πρὸ αὐτοῦ συνοικήσασαν. Στέλλει γοῦν τὴν Εὐδοκίαν μετακαλούμενος· ἡ δὲ, ὡς λόγος, οὐκ ἀπηνήνατο, ἐκωλύθη δὲ πρὸς τοῦτο ὁ βασιλεὺς παρά τινων μονα‐ χῶν· καὶ ἄγεται τὴν βασιλίδα Μαρίαν· οὐδὲν ἧττον
40παρανομήσας ἢ εἰ τὴν Εὐδοκίαν ἠγάγετο· μοιχεία γὰρ ἦν ἀπηρυθριασμένη τὸ τολμηθέν· διὸ καὶ ὁ τὴν ἱερολογίαν τετελεκὼς ἐπ’ αὐτοῖς, τῆς ἱερωσύνης ἐκπέπτωκεν. (10) Ὁ μέντοι προβεβασιλευκὼς Μιχαὴλ, ὡς
45εἴρηται, τὴν τρίχα καρεὶς, καὶ ψήφῳ συνοδικῇ μητροπολίτης Ἐφέσου κεχειροτόνητο· καὶ ἅπαξ φοιτήσας ἐκεῖ, ἐπανῆλθε, καὶ ἐν τῇ τοῦ Μανουὴλ μονῇ ἐποιεῖτο τὴν δίαιταν. Μετὰ δὲ τὸ τὸν Βοτανιά‐ την τῆς βασιλείας ἐκπεπτωκέναι, θνήσκων οὗτος ὁ

110

.

1253

(50)

Μιχαὴλ, πολλὰ δεηθείσης αὐτοῦ τῆς βασιλίσσης Μαρίας, ἤδη κἀκείνης μοναχῆς γεγονυίας, συγγνώ‐ μην ἔνειμε ταύτῃ, καὶ συγχώρησιν ἐπηύξατο ἐκ Θεοῦ.
(11) Ὁ δὲ πρωτοπρόεδρος Νικηφόρος ὁ Βασι‐1253

110

.

1256

λάκιος, τοῦ Βρυεννίου γενόμενος ἐπὶ τῷ Δυῤῥαχίῳ διά‐ δοχος, καὶ αὐτὸς ἔρωτα τῆς βασιλείας ἐνεγκυμόνησε· καὶ στρατιὰν ἀθροίσας, σὺν αὐτῇ πρὸς Θεσσαλονίκην ἀνῄει· ἔνθα μαθὼν ὡς ὁ Βοτανιάτης βεβασιλεύκει,
5ἐκείνῳ μὲν ἐπέστειλε δουλικῶς, λάθρα δὲ [τὰ] τῆς ἀποστασίας ἐτύρευε καὶ πρὸς συμμαχίαν μετεπέμ‐ πετο Πατζινάκους· ὃ γνοὺς ὁ Βοτανιάτης, χρυ‐ σόβουλλον αὐτῷ στέλλει γραφὴν, ἅμα περιποιοῦσαν 898 αὐτῷ ἐφ’ οἷς ἐτόλμησε τὸ ἀμέριμνον, ἅμα δὲ καὶ
10τιμὴν αὐτῷ νωβελισίμου βραβεύουσαν. Ἀλλ’ ἐκεῖ‐ νος ἄτεγκτος ἦν· ὅθεν καὶ κατ’ αὐτοῦ ὁ Κομνηνὸς Ἀλέξιος στέλλεται, τιμηθεὶς σεβαστός· καὶ κατὰ Θεσσαλονίκην γενόμενος καὶ τῷ Βασιλακίῳ συμμί‐ ξας, τοὺς περὶ ἐκεῖνον κατετροπώσατο· κἀκεῖνον,
15τὴν εἰς τὴν [τῆς] Θεσσαλονίκης συμφυγόντα ἀκρό‐ πολιν, πολιορκίᾳ ἐζώγρησε, καὶ τοὺς ὀφθαλμοὺς ἐξέκοψε τοῦ ἀνδρὸς κελεύσει βασιλικῇ. (12) Καὶ ἄλλοι δὲ ἀντάραντες ἦσαν χεῖρας τούτῳ τῷ βασιλεῖ· ἀλλ’ ἐκ τῶν περὶ τὸν Βρυέννιον συμβάν‐
20των καὶ περὶ τὸν Βασιλάκιον σωφρονισθέντες, τὰ ὅπλα κατέθεντο. (13) Τῶν Τούρκων δὲ τὴν Ἑῴαν κατατρεχόντων, στέλλει κατ’ αὐτῶν ὁ βασιλεὺς σὺν ἀξιομάχῳ στρα‐ τεύματι Κωνσταντῖνον τὸν υἱὸν τοῦ προβεβασιλευ‐
25κότος Κωνσταντίνου τοῦ Δούκα, ἐκεῖνον στρατάρχην τῆς κατὰ τῶν Τούρκων στρατιᾶς παραστήμενος. Ὁ δὲ, πρὸς τὴν καλουμένην Χρυσόπολιν διαπεραιωθεὶς, νεωτερίζει εὐθὺς, καὶ παρὰ τῆς ἐκεῖσε οὔσης στρα‐ τιωτικῆς πληθύος ἀναγορεύεται βασιλεύς. Ἀλλὰ τοὺς
30μὲν τῶν στρατιωτῶν δώροις ὁ βασιλεὺς ὑπηγάγετο, τοὺς δὲ ἀξιωμάτων τιμαῖς ᾠκειώσατο, ἄλλους δ’ ἄλλως μετεχειρίσατο· καὶ παρ’ αὐτῶν συσχεθεὶς ὁ Κωνσταντῖνος, παρεδόθη τῷ βασιλεῖ. Κείρεται τοίνυν ὁ νεανίας, καὶ εἰς νῆσον περιορίζεται· λόγος
35δ’ ἔχει καὶ ἱερέα χρισθῆναι τὸν ἄνθρωπον. (14) Τοῦ πατριάρχου δὲ Ἀντιοχείας [τοῦ] Αἰμι‐ λιανοῦ τὸν βίον μετηλλαχότος, προκεχείριστο ἕτερος Νικηφόρος ὁ Μαῦρος λεγόμενος. (15) Οὗτος τοίνυν ὁ βασιλεὺς, τὸ μέντοι καὶ διὰ
40γῆρας βαθὺ, τὸ δέ τοι καὶ διὰ φυσικὴν χαύνωσιν, οὐ πάνυ τι τῆς τῶν πραγμάτων διοικήσεως ἥπτετο, ἀλλὰ τὸν Σίδης μητροπολίτην καὶ οὗτος προσλαβό‐ μενος, ἐκείνῳ τὴν τῶν κοινῶν ἀνέθετο πρόνοιαν. Ἦσαν δὲ τῷ βασιλεῖ τούτῳ καὶ δύο δοῦλοι, ὧν ὁ
45μὲν Βορίλος, ἕτερος δὲ Γερμανὸς ὠνομάζοντο· οὗτοι τοίνυν ἦγον τὰ πάντα καὶ ἔφερον, ὡς 899 ἐβούλοντο, καὶ αὐτὸν τὸν κρατοῦντα καὶ κύριον ἑαυτῶν, δι’ οὗ καὶ μισεῖσθαι τοῦτον παρὰ τῶν ἐν τέλει συνέβαινεν, προσφερομένων τῶν δούλων ἐκείνοις ἀλαζονικώτερον

110

.

1256

(50)

καὶ θρασύτερον. (16) Ὡς ἤδη εἴρηται, ὁ λογοθέτης Νικηφόρος προ[σ]χωρήσας τῷ Ῥουσελίῳ, ὑπὸ δεσμοῖς παρ’
ἐκείνου συντετήρητο. Ἀλλ’ αἰφνίδιον θανὼν ὁ Ῥου‐1255

110

.

1257

σέλιος ὑποψίαν παρέσχεν ὡς παρὰ τοῦ λογοθέτου φαρμάκῳ ἀνῄρητο· διὸ καὶ παρὰ τῶν τῷ Ῥου‐ σελίῳ προσηκόντων τῷ Βοτανειάτῃ παραδοθεὶς, εἰς μίαν [τῶν] πρὸ τῆς βασιλίδος τῶν πόλεως κειμένων
5νήσων περιορίζεται. Οἱ δέ γε περὶ τὸν βασιλέα δεδοικότες, ὡς εἰς ὄψιν ἐλεύσεται τῷ βασιλεῖ, προσ‐ ληφθήσεται καὶ πάντας παραγκωνίσεται, ὑποτι‐ θέασι τῷ Βοτανειάτῃ, ἀμυθήτων εὐπορεῖν χρημάτων τὸν λογοθέτην, καὶ ταῦτα τῷ βασιλικῷ χρῆναι προσ‐
10ενεχθῆναι ταμείῳ. Στέλλεται τοίνυν ὁ Στραβορω‐ μανὸς, μέγας ἑταιρειάρχης τότε γενόμενος, ἐρωτή‐ σων τὸν ἄνθρωπον ὅπη αὐτῷ τὰ χρήματα κέκρυπται. Οἱ δὲ περὶ τὸν βασιλέα οὓς καὶ δεδοικέναι τὴν τοῦ λογοθέτου παρουσίαν ὁ λόγος προδιηγήσατο, πεί‐
15θουσι τὸν Στραβορωμανὸν ἀνελεῖν τὸν ἄνθρωπον ἐκ τρόπου παντός· ὃς καὶ γενόμενος κατὰ τὴν νῆσον ἐν ᾗ περιώριστο, ἐτάζει τὸν ἄνδρα οὕτω σφοδρῶς, ὡς ἐν αὐταῖς ταῖς βασάνοις ἐναποψύξαι· καὶ ταῦτα ὑπισχνούμενον ὡς πάντα δοίη ἐνυπογράφως, εἰ τὸν ἐτασμὸν [δια]φεύξοιτο· ὁ μὲν οὖν οὕτως ἀπόλωλεν.
20(17) Οἱ δὲ Κομνηνοὶ ὁ Ἰσαάκιος καὶ [ὁ] Ἀλέξιος ὑπερβαλλόντως πρὸς τοῦ βασιλέως καὶ τετίμηντο καὶ ἐστέργοντο, καὶ διαδόχους αὐτοὺς τῆς βασιλείας ὠνόμαζε. Διὸ καὶ παρὰ τῶν περὶ τὸν Βοτανειάτην σφοδρῶς ἐβασκαίνοντο, καὶ μᾶλλον
25παρὰ τῶν εἰρημένων δύο δούλων αὐτοῦ, οἳ καὶ πρὸς ἐκεῖνον τοὺς ἄνδρας διέβαλλον, ὡς τυραννίδα μελε‐ τῶντας, καὶ τὴν εἰς αὐτοὺς τοῦ βασιλέως διάθεσιν ὑπώρυττόν τε καὶ παρεσάλευον. Ὃ γνόντες οὗτοι καὶ μή τι πάθωσι πτοηθέντες, ὡς δὲ λόγος, καὶ
30πάλαι παρ’ ἑαυτοῖς τὸν τῆς βασιλείας τρέφοντες ἔρωτα, καὶ ἄλλοις οἷς ἐθάῤῥουν τὸ βούλευμα κοινω‐ σάμενοι, ἐξῆλθον τῆς πόλεως· καὶ τὴν πόλιν Ἀδρια‐ νοῦ κατειληφότες, 900 εἰς ἑαυτοὺς τὸ στρατιω‐ τικὸν ξύμπαν σχεδὸν ἐπεσπάσαντο· καὶ ἀναγορεύ‐
35εται βασιλεὺς ὁ Ἀλέξιος τοῦ μείζονος προτιμηθεὶς ἀδελφοῦ, ὅτι τε προσέκειντο τούτῳ οἱ στρατιῶται μᾶλλον ὡς στρατηγικωτέρῳ, καὶ ὅτι σπουδῇ τε καὶ ὑποσχέσεσι παρὰ τῶν περὶ αὐτὸν μεθειλκύσθησαν. Οὕτως οὖν ἀναῤῥηθεὶς ὁ Ἀλέξιος, καὶ τοῦ Ἰσαακίου
40μὴ πάνυ τι πρὸς τὴν ἀνάῤῥησιν δυσχεράναντος, τὴν βασιλίδα καταλαμβάνει καὶ πρὸς πολιορκίαν ἡτοί‐ μαστο. Ὁ δὲ Βοτανειάτης τοῖς τείχεσιν ἐπέστησε φύλακας· ἦσαν δὲ περί τινα πύργον πρὸς τῇ πύλῃ τῆς πόλεως, ἣ Χαρσίου καλεῖται, φυλάσσοντες
45Νέμιτζοι—ἔθνος δ’ οἱ Νέμιτζοι Κελτικὸν—οὗτοι λάθρα τοῖς περὶ τοὺς Κομνηνοὺς ἐκοινολογήσαντο περὶ προδοσίας τῆς πόλεως. Ἕωθεν οὖν κατὰ τὴν μεγάλην πέμπτην τῆς ἑβδομάδος τοῦ σωτηρίου πάθους τοῦ Σωτῆρος ἡμῶν, οἱ μὲν περὶ τοὺς Κομνη‐

110

.

1257

(50)

νοὺς τῷ κατ’ ἄντικρυ τοῦ παρὰ τῶν Νεμίτζων κατε‐ χομένου πύργου ἐξωτέρῳ τείχει προσέβαλλον κατὰ σύνθημα. Οἱ δ’ ἐφεστῶτες αὐτῷ τοὺς προσβάλλοντας ἔβαλλον καὶ ἀπεῖργον τοῦ προσιέναι ἀγχοῦ· ὡς δ’ ὑπὸ τῶν Νεμίτζων ἐκ τοῦ πύργου οἱ ἐν τῷ τείχει
55ἐβάλλοντο, μὴ οἷοί τε ὄντες καὶ πρὸς τοὺς ἐκτὸς1257

110

.

1260

ἀνθίστασθαι καὶ πρὸς τοὺς ἐκτὸς ἀπομάχεσθαι, ἐξ ὑπερδεξίων εἰς αὐτοὺς ἀκοντίζοντας, ἐνέδωκαν τῆς ὁρμῆς. Οἱ δὲ τειχομαχοῦντες κλίμαξιν αὐτίκα πρὸς τὸ τεῖχος ἀνῄεσαν καὶ τὰ κλεῖθρα τῶν πυλῶν διατε‐
5μόντες πελέκεσιν ἄνετον τοῖς συνομόταις παρέσχον τὴν εἴσοδον. Ὅπερ ἰδόντες οἱ τὸν ἐντὸς τηροῦντες περίβολον σύγκλυδες ἄνθρωποι, καὶ πολέμων οἱ πλείονες ἀδαεῖς, ἢ μᾶλλον ἐξ ἀγοραίων ἀθροι‐ σθέντες καὶ πληθύος δημότιδος, οἱ μὲν κατιόντες
10ᾤχοντο, οἱ δὲ καὶ ἑαυτοὺς ἐπισφαλῶς κατακρημνί‐ ζοντες ἔφευγον. Ὅθεν κατὰ πολλὴν τοῦ κωλύσοντος ἐρημίαν καὶ τὸν ἐντὸς περίβολον οἱ περὶ τοὺς Κο‐ μνηνοὺς παρειλήφασι, καὶ τὰς τούτου πύλας ὁμοίως ἀναπετάσαντες βατὴν τὴν πόλιν παντί που παρέ‐
15σχοντο· καὶ αὐτίκα πρὸς διαρπαγὴν χρημάτων οἱ εἰσελθόντες ὡρμήκασι, σύμμικτον πλῆθος, ἐκ Θρᾳ‐ κῶν τε καὶ Μακεδόνων καὶ Ῥωμαίων ἄλλων καὶ βαρβάρων συνεστηκὸς, οὐδὲν ἄμεινον πολεμίων πρὸς τοὺς ὁμοφύλους διατιθέμενοι. Καὶ μέχρι 901 γὰρ
20ἐκχύσεως αἱμάτων προὐχώρησε τὸ κακὸν, καὶ παρ‐ θένοι δὲ τῷ Θεῷ καθιερωμέναι ἀσεβῶς ἐμιάνθησαν, καὶ γυναῖκες ἀνδράσι συνεζευγμέναι πρὸς βίαν ὑβρίσθησαν· καὶ θεῖοι ναοὶ τὸν κόσμον αὐτῶν ἐσυ‐ λήθησαν· καὶ οὐδὲ τῶν ἁγίων κρατήρων ἀπέσχοντο,
25ἀλλὰ καὶ τούτους οἱ πάντολμοι καὶ τὰς ἱερὰς φιάλας τῆς ἀναιμάκτου καὶ φρικώδους θυσίας πλήρεις διήρ‐ παζον, ἐκχέοντες τὰ ἅγια κατὰ γῆς. Καὶ ὅσοις δὲ τῆς γερουσίας συνήντων, κατασπῶντες τῶν ἡμιόνων αὐτοὺς, ἐνίους δέ γε καὶ ἀποδύοντες, ἐν μέσαις
30ταῖς ἀγυιαῖς εἴων ἡμιγύμνους τε καὶ πεζούς. Καὶ ταῦτα καθ’ ὅλην τὴν ἡμέραν ἐπράττετο· καὶ τὸ δεινὸν ἄχρι τοῦ Βοὸς ἐπεφθάκει, γινόμενον κοινόν τε καὶ πάνδημον· ἤδη δέ τινες καὶ μέχρι τοῦ Φιλα‐ δέλφου ἢ καὶ προσωτέρω ἀπέδραμον. Οἱ δὲ Κο‐
35μνηνοὶ εἰς τὴν προνομὴν σκεδασθέντων πάντων, [μόνοι] σὺν εὐαριθμήτοις σφόδρα τοῖς περὶ αὐτοὺς κατελείφθησαν· καὶ ἕως τοῦ Ταύρου γενόμενοι, προσωτέρω ἀπιέναι οὐκ ἐπεθάῤῥουν· τοσοῦτον γὰρ ἐψίλωντο ἀξιομάχου δυνάμεως, ὡς εἰ τότε
40τούτοις ἐπῆλθόν τινες, ῥᾷον ἂν εἷλον αὐτοὺς καὶ δεσμίους τῷ Βοτανειάτῃ προσήγαγον. Ἀλλὰ τὸ δόξαν ἤδη Θεῷ μετατραπῆναι οὐκ ἦν. Ἔνθεν τοι ὁ μὲν Βοτανειάτης μαθὼν τῶν Κομνηνῶν τὴν εἰσέλευσιν, ἄπεισιν αὐτίκα τῶν βασιλείων, αὐτοῦ που ῥίψας ἃ ὑπεδεῖτο φοινικόχροα πέδιλα· καὶ εἰς τὴν τῆς Περιβλέπτου [μονὴν] ἀπελθὼν, ἦς ἐκεῖνος, μετὰ τὸν
45κατὰ τοὺς Ἀργυροὺς Ῥωμανὸν ἐκεῖνον τὸν αὐτοκράτορα, κτήτωρ δεύτερος ἐχρημάτισε, κείρεταί [τε] τὴν τρίχα καὶ μεταμφιέννυται τὴν στολὴν, τριβώνιον κατὰ μονάζοντας ἐνδυσάμενος, ἔνθα καὶ χρόνον ἐπιβιούς τινα τὸν χοῦν ἀπέθετο τῷ χοΐ, ταφεὶς παρ’ αὐτῇ· οἱ δὲ Κομνηνοὶ μηδενὸς αὐτοῖς ἀντιβαίνοντος, τοῖς ἀνακτόροις προσπεφοιτήκασιν, ἀταλαιπώρως τούτοις ἐπιβάντες καὶ ὁμαλῶς καὶ μετὰ πολλῆς τῆς λειότητος. Τοιαῦτα σφίσι τὰ προσόδια γέγονε, τοιαῦτα τὰ εἰς τὴν βασιλίδα τῶν πόλεων εἰσιτήρια·

110

.

1260

(50)

τοιαῦτα τῆς βασιλείας ἐπιβατήρια.1259