TLG 3040 001 :: Josephus GENESIUS :: Βασιλεῖαι

Josephus GENESIUS Hist.
(Constantinopolitanus: A.D. 10)

Βασιλεῖαι

Source: Lesmüller–Werner, A., Thurn, J. (eds.), Iosephi Genesii regum libri quattuor [Corpus fontium historiae Byzantinae 14. Series Berolinensis] Berlin: De Gruyter, 1978: 3–91.

Citation: Book — section — (line)

1

t

〈ΒΑΣΙΛΕΙΩΝ Α〉 ΠΕΡΙ ΤΟΥ ΕΖ ΑΜΑΛΗΚ ΛΕΟΝΤΟΣ

1

ded

Τὴν ἐξ ἱστορίας τελέσας βίβλον ὡς ἐκέλευσας, αὐτοκράτορ, μελέταις καὶ καμάτοις μεγάλοις, ἐν σοὶ δῶρον ἔθηκα, ὅπως ἐγνωσμένον εἴη ἐκ φιλοδεσποτίας συντεθὲν ἔκ τε πόθου.

1

prol

(t)

Προοίμιον
1 Ἡ τῶν πάλαι πεπονημένων διάληψις μεγίστην ὄντως ὠφέλειαν παριστῶσα τοὺς ἐπειλημμένους αὐτῆς πρὸς γραφὴν αὐτῶν διανίστησιν. ὅθεν κἀγὼ νῦν τὴν περὶ τούτων γραφικὴν σπουδὴν πολυτρόπως ἀνῃρημένος, ἔκ τε τῶν τότε βεβιωκότων καὶ ἀμωσγέπως εἰδότων ἔκ τε
5φήμης δῆθεν δραμούσης ἠκουτισμένος, εἰς τόνδε τὸν ἀγῶνα παρ‐ ώρμημαι, τὸ μὲν εἴ πως πρός τι λυσιτελὴς τοῖς μετέπειτα διοφθείην, τὸ δὲ καὶ ἐμαυτῷ τοῦτο καρπώσοιμι, ἅτε ταῦτά γε καὶ διαιτῆσαι προστεταγμένος πρὸς Κωνσταντίνου τοῦ αὐτοκράτορος, ἄλλως τε φιλοκάλου τὴν φύσιν καὶ τὴν προαίρεσιν, καὶ τῶν πώποτε βασιλέων
10λογιωτάτου, υἱοῦ Λέοντος τοῦ πανσόφου ἀειμνήστου ἄνακτος, ὡς ἂν τὰ μὴ παραδεδομένα βίβλῳ τῇ ἱστορούσῃ ἀπὸ τῆς κατὰ δυσσέβειαν φρενοβλαβοῦς Λέοντος βασιλείας τοῦ ἐξ Ἀμαλὴκ καὶ καθεξῆς ἀναγράψω‐ μαι.

1

.

1

Ἐν ἔτει βʹ βασιλείας Μιχαὴλ γαμβροῦ Νικηφόρου τοῦ βασιλέως, κοσμικῆς δὲ κτίσεως ͵ϛτκβʹ, ἰνδικτιῶνος ζʹ, ἐπισυμβάσης ἥττης Ῥωμαίοις
παρὰ Κρούμμου τοῦ ἀρχηγοῦ Βουλγάρων, Λέοντός γε τηνικαῦτα στρατηγοῦντος τῶν Ἀνατολικῶν μὴ τῇ συμπλοκῇ τοῦ πολέμου περι‐3
5τυχόντος, ἀλλὰ σκαιοβούλως ὑποχωρήσαντος σὺν τῷ ὑπ’ αὐτὸν τάγματι, καιροφυλακοῦντος τὴν τῆς βασιλείας ἐπίθεσιν, φυγὰς ὁ βασιλεὺς Μιχαὴλ ἐντεῦθεν καθίσταται σὺν τῷ περιλειφθέντι αὐτῷ λαῷ.

1

.

2

Ὡς δέ τινες ἔφησαν, ὅτι μόνος ὁ Λέων καθ’ ἕν τι μέρος προσ‐ βαλὼν Βουλγάροις γενναίως κατηγωνίζετο, ὡς ἐνθένδε μεγίστην ἀπ‐ οίσασθαι εὔκλειαν. ὁ δὲ βασιλεὺς τὴν πρὸς ὑποστροφὴν τρίβον ἐστήριξεν, τῶν ὑπηκόων πλεῖστα καταιτιώμενος, ὡς μὴ πεφροντικότων τῶν
5ἐγγράφων ὅρκων αὐτῶν, ἀλλὰ προσχωρούντων εἰς διαστάσεις, ἐξ ὧνπερ ἧτται συμβαίνουσιν, προστάξας τῷ Λέοντι μετὰ τοῦ ὑπ’ αὐτὸν στρατεύματος ἔξω προσεδρεύειν τῆς πόλεως διὰ τὴν μερικὴν αὐτοῦ πρὸς Βουλγάρους καθυπερτέρησιν, εἰς τὸ μὴ τούτους ὀλιγανδρίας καὶ φυγαδείας Ῥωμαϊκῆς τοσοῦτον λοιπὸν ὑφορᾶσθαι. ἀφ’ ὧν ὁ στρατιωτι‐
10κὸς σύλλογος κατελοιδόρει τοῦ βασιλέως ἀφέλειαν, καὶ ἔκλυτον τοῦτον ἐπεψηφίζετο, καὶ τὸν στρατηγὸν Λέοντα συμφώνως εἰς βασιλείαν προ‐ έκρινεν. τοῦ δὲ ἀχλυώδει ἀγωνίᾳ καὶ πολλῇ συμπεσόντος πρὸς λόγον τῆς ἀναρρήσεως, καθώς ποτε κατὰ γέφυραν Γαΐου τοῦ Καίσαρος, Μιχαὴλ ὁ ἐξ Ἀμορίου ἀναιρήσειν τοῦτον διεμαρτύρατο, εἰ μὴ ταύτῃ
15κατάθοιτο. καὶ τὴν μὲν κατάθεσιν αὐτοῦ μόνον ἀπῄτει, τὴν δὲ μέχρι τῆς πόλεως καὶ αὐτῶν τῶν βασιλείων εἴσοδον ποιῆσαι ῥᾳδίαν ὑπέσχετο, ἥτις εἰς ἔργον παρ’ αὐτοῦ τοῦ στρατεύματος τετελείωτο.

1

.

3

Πρὸ δέ γε τούτων, γενομένῳ τῷ βασιλεῖ Μιχαὴλ πλησίον τῆς πόλεως συναντᾷ τούτῳ ἀνήρ τις τῶν ἐπισήμων Ἰωάννης τὴν τῶν τειχῶν κηδεμονίαν πεπιστευμένος, τῶν Ἐξαβουλίων ἐκ γένους, ἀφοσιῶν τὰ ἔθιμα βασιλεῖ, καὶ τῇ δυστυχίᾳ συναλγυνόμενος ἐπυνθάνετό γέ·
5„τίς ἂν εἴη, ὦ δέσποτα, τῶν στρατηγούντων ἐαθεὶς ἐν τῷ ἐπιλοίπῳ στρατῷ;“ ὁ δέ φησιν· „Λέων ὁ τοῦ αʹ θέματος ἐξηγούμενος, ἀνὴρ ἀγχίνους καὶ εὐθύτητος ἐξεχόμενος.“ ὁ δὲ ἀντέφη ἀλυσιτελὲς εἶναι εἰ μόνος τοῦ τοιούτου καθηγοῖτο, „δίχα τινὸς τῶν σῶν οἰκείων ὑπηρε‐ τῶν.“ τοῦ δὲ βασιλέως οὐδὲν τῶν ἐναντίων ὑφορωμένου, ἀπολογισμοί4
10τινες παρ’ αὐτοῦ τῷ Ἐξαβουλίῳ προὐτίθεντο, ὡς μὴ τυραννήσειν ποτὲ βουληθησομένου τοῦ Λέοντος. ἀπῄει τοιγαροῦν ὁ αὐτοκράτωρ πρὸς τὰ βασίλεια, οὗ μετ’ οὐ πολὺ καὶ ἡ τοῦ τυράννου Λέοντος ἀνάρρησις διηγγέλλετο. πρὸς τοῦτο τοῦ βασιλέως Μιχαὴλ δυσχεραίνοντος, παρ‐ ῄνουν τινὲς αὐτῷ πᾶσι τρόποις τῷ τυράννῳ στερρῶς ἀντιτάξασθαι·
15ὁ δὲ γαλήνιος ὢν τῇ γνώμῃ καὶ οὐχ αἱμοχαρὴς τὴν προαίρεσιν, ἀπεῖργε πάντας μιαιφονίας, τῷ τοῦ θεοῦ προστάγματι εὐγνωμόνως ἐπικλινό‐ μενος, καὶ τοσοῦτον, ὥστε καί τινα τῆς κατοικιδίου θεραπείας αὐτοῦ, τὸν ἐξάρχοντα, στεῖλαι πρὸς Λέοντα μετὰ καὶ βασιλικῶν συμβόλων, προτρέψαι τε καὶ τὴν σύγκλητον ἀπιέναι πρὸς τὴν τούτου ἀπάντησιν,
20ὡς μή τινα ῥανίδα Χριστιανικοῦ αἵματος ἐκχεθῆναι αὐτοῦ ἕνεκα. ἐφ’ ὅτῳ τὴν ἑαυτοῦ γαμετὴν Προκοπίαν ζηλοτυπήσασαν τοιοῦτον εἰπεῖν· „δεινόν γε δεινόν, ἐὰν ἡ τοῦ τυράννου σύζυγος Λέοντος περιβάλοιτο τὸν μοδίολον,“ Βάρκαν αὐτὴν ὀνομάσασα. ὁ δὲ ταύτην φρονίμοις λόγοις ἀποκρουσάμενος εἴρηκεν· „καλὸν τῇ τοῦ κυρίου δοκήσει συν‐
25έπεσθαι τὰ γινόμενα.“

1

.

4

Τοῦ δὲ τυράννου καταλαβόντος διὰ τῆς Χρυσῆς πύλης τὸν τοῦ Προδρόμου ναόν, ὃν ἐδείματο Στούδιος, πολλοὶ τῆς γερουσίας ἢ καὶ σχεδὸν ἅπαντες προσῄεσαν αὐτῷ, ὃν καὶ δορυφοροῦντες μετὰ τοῦ συνεπομένου ὄχλου τοῖς βασιλείοις ἀπήγαγον. καὶ δὴ εἰσιὼν καὶ
5πρὸ τῶν χαλκηλάτων ἐπιστὰς πυλῶν, ἐπὶ τῷ κατ’ ἐπιφάνειαν κυκλικῷ τε καὶ περιπορφύρῳ μαρμάρῳ, εὐχὴν χαριστήριον ἀποδώσων τῷ ἐκεῖσε Χριστοῦ τοῦ θεοῦ εἰκονίσματι, εἴτε ἀληθείᾳ εἴτε προσχήματι, ἐκδιδύσκεται τὴν ἐσθῆτα ἣν ἐπεβέβλητο, ἔνδυσιν ῥοδοειδέσι χροιαῖς ἀετίζουσαν, ἣν κολόβιον τῇ ἐγχωρίῳ ῥήσει προσονομάζουσιν, καὶ
10ταύτην ἀνειμένην ζωστῆρος κατὰ τὸ ἔκπαλαι τηρηθὲν ἔθος τοῖς στρατη‐ λάταις Μιχαὴλ τῶν αὐτοῦ ἱπποκόμων πρωτάρχῳ περιφανῶς ἐπι‐
δίδωσιν. τοῦ δὲ ταύτην ἐξαυτῆς ἀναβαλλομένου εἰς οἰωνὸν μετὰ Λέοντα βασιλικῆς ἐπιβάσεως τοῖς εἰδόσι λελόγιστο. περὶ δέ τινα τοῦ παλατίου χῶρον, οὗ ἐπώνυμον τὰ Σκῦλα, ὁ Μιχαὴλ τῆς ἐσθῆτος τοῦ Λέοντος5
15τὸ ἄκρον ἐπιβάσει καθύβρισεν, εἴτε ἐκ προπετείας τοῦτο καταπραξάμε‐ νος, εἴτε τῆς ἄνω προνοίας τὸ μέλλον προχαραττούσης. ἐν συναισθήσει δὲ τούτου Λέων γενόμενος νεωτερισμόν τινα παρ’ αὐτοῦ ἔσεσθαι 〈πρὸσ〉 ἑαυτὸν οἰωνίσατο.

1

.

5

Καὶ δὴ τοῖς εἴσω τῶν βασιλείων χωρήσαντος Λέοντος, εὐθέως τὰς τρίχας κειράμενοι Μιχαήλ τε ὁ βασιλεὺς καὶ ἡ τούτου γε σύνευνος σὺν παισὶν ἱκέται ἐλεεινοὶ τῷ εὐκτηρίῳ οἴκῳ τῆς ὑπεραγίας Θεοτόκου, ὃς Φάρος κατονομάζεται, δείκνυνται, εὐμενίας τινὸς ἀξιοῦντες τυχεῖν.
5ὁ δὲ τῇ δυσωπήσει ἐπιπειθὴς γεγονὼς ἄνεσιν ζωῆς αὐτοῖς ἐδικαίωσεν, πέμπει τε τὸν Μιχαὴλ ἔν τινι φροντιστηρίῳ διατελεῖν τῷ μονήρει βίῳ συμφρασσόμενον, ᾧ κατ’ ἔτος χρυσοῦ δωρεὰν κατά τινα προθεσμίαν ἐδαψιλεύετο· τὴν δὲ γαμετὴν καὶ τὰ τέκνα τούτου διέστησεν, ἐξ ὧν τὸν Ἰγνάτιον εὐνουχίᾳ κατέκρινεν.

1

.

6

Ὡς δὲ τῶν βασιλείας ἡνιῶν ὁ Λέων ἐδράξατο, τὰ μεμυημένα Βαρδανίῳ τῷ πατρικίῳ, ᾧ Τοῦρκος ἐπίκλησις, περὶ αὐτοῦ εἰς φῶς διανέκυπτεν. οὗτος γοῦν ὁ Βαρδάνιος, ὅτε τοῦ τῆς ἀνατολῆς ἐξηγεῖτο θέματος, βασιλειῶν ἄγαν διὰ φροντίδος ἐν ἑαυτῷ εἶχεν ἐπίθεσιν ὥστε
5τῆς βασιλείας ἐπιλαβέσθαι· ὅθεν ταύτην μοναχῷ τῶν ἐπειλημμένων προγνώσεως περιεσκεμμένως προσανετίθει, τὴν διατριβὴν ποιουμένῳ πρός τινα χῶρον τοῦ Φιλομηλίου, συνίστορα τοῦ τοιούτου βουλεύ‐ ματος κεκτημένος τὸν Λέοντα, ἄνδρα πολλοῖς ἐμπρέψαντα γενναιότητος
προτερήμασιν, ἀνδρικὸν τὴν ὄψιν καὶ βλοσυρωπὸν τὸ κατάστημα,6
10μεσήλικα καὶ εὐόμιλον ἐκτραφέντα τε τοῦ αὐτοῦ θέματος ἐπί τινι τόπῳ Πίδρᾳ προσονομαζομένῳ, σὺν αὐτῷ δὲ καὶ Μιχαὴλ τὸν ἐξ Ἀμορίου τυγχάνοντα, ᾧ τὸ τῆς γλώττης παράσημον ἐγεγένητο, μεθ’ ὧν καὶ Θωμᾶν τὸν ἀπὸ λίμνης Γαζουροῦ, καὶ αὐτὸν ἐξ Ἀρμενίων τὸ γένος κατάγοντα, ἀλλὰ μὴν καὶ ἀνδρεῖον καὶ πολυπραγμονέστατον. τοῦ
15οὖν Βαρδανίου προσιόντος γε τῷ μονάζοντι, πάντα πρὸς αὐτοῦ τὰ τῆς διανοίας ἀνακαλύπτεσθαι βουλήματα λέγεται, καὶ τοσοῦτον, ὥστε προαγγελθῆναι αὐτῷ καὶ τὴν περιουσίας ἀφαίρεσιν καὶ τὴν ὀφθαλμῶν πήρωσιν. τούτου δὲ ἐπὶ τοῖς προρρηθεῖσιν ὡς οὐ θυμήρεσιν ἐπασχάλ‐ λοντος, ὅμως τὰ συνήθη τῆς εὐχῆς ἀπολειψαμένου, τὰ τῆς ὑποχωρήσεως
20αὐτῷ παρευτρέπιστο. προσκομισαμένων δὲ τῶν ἐξυπηρετουμένων ἵππους αὐτῷ, τούτους ὁ μοναχὸς ἀπιδὼν μετὰ πλείστης ἐπείξεως ὑπονοστεῖν παραινεῖ τὸν Βαρδάνιον. τῷ δὲ μετὰ περιχαρίας ἀνακάμ‐ ψαντι, ὡς προσδοκῶντι τῶν καταθυμίων αὐτῷ τι οἰωνισθῆναι, τοὐναν‐ τίον αὐτοῦ τῶν ἐλπίδων πάλιν φησὶν ὁ θεοπρόπος ἀνήρ· „μηδέν σοι
25περὶ τοῦ σκαιωρήματος, ὃ τῇ σῇ διανοίᾳ καλῶς μὴ ἐνέσκηψε, πε‐ φροντισμένον ἔστω. τῶν γὰρ σῶν, ὡς ἔφθην εἰπών σοι, ὀμμάτων καὶ τῆς ὑπάρξεως ὑποστήσῃ τὴν ἀλλοτρίωσιν· οἱ δὲ τοὺς ἵππους σοι πρὸς ὑπηρεσίαν ἐπικομίσαντες ἄνδρες, τούτων ὁ πρῶτος καὶ ὁ μετ’ αὐτὸν διαδηματοφορήσει, καὶ ὁ τρίτος ἐπιτυχὼν ἀναρρήσεως ταχέως θανάτῳ
30καταστραφήσεται.“ ὁ οὖν Βαρδάνιος πρὸς ταῦτα χαλεπῶς ἀνοιμώξας τὰ τοῦ λογισμοῦ αὐτοῦ τῷ τε Λέοντι καὶ Μιχαὴλ καὶ Θωμᾷ, τοῖς ὑπὸ χεῖρα τούτῳ, μετὰ καί τινος ἐπὶ τοῦ μοναχοῦ ὑβριστικῆς προσοχθίσεως παρεδήλου, φάσκων τοιάδε· „σὺ μέν, ὦ Λέων, βασιλεύσας, καὶ Θωμᾶ, ἀναρρηθεὶς παρὰ Μιχαὴλ φονευθήσεσθε, αὐτοῦ γε διαφυλαχθησομένου
35ἐν τῇ βασιλείᾳ πάντως ἀπήμονος.“

1

.

7

Ἐντεῦθεν Βαρδάνιος κατὰ ψυχὴν χαλεπήνας καὶ εἰς τὸ ἐγκεχει‐ ρισμένον αὐτῷ θέμα ἐπανιὼν σὺν τοῖς ὑπ’ αὐτῷ στρατοπέδοις καί τισιν ἄλλοις ὁμόφροσι τῆς ἀλαζονείας αὐτοῦ κατὰ τοῦ τηνικαῦτα Νικηφόρου βασιλέως ματαιοφρόνως ἐν Βιθυνίᾳ στρατοπεδεύεται. περὶ
5τούτων ὁ βασιλεὺς διακηκοὼς καὶ συνθεὶς στρατιὰν ἀξιόλογον αὐτῷ ἐπαφίησιν. ὁ δὲ τῇ ἐκστρατείᾳ καταπλαγείς, ὑποκλινὴς τῷ βασιλεῖ γίνεται ἐξαιτῶν ἐγγύην ἀφέσεως, καὶ δὴ ταύτης ἀξιοῦται ῥᾳδίως τῷ σταυρικῷ συμβόλῳ τὸ ἀσφαλὲς ἐνεγκάμενος, καὶ πειθαρχεῖ ἑαυτὸν κατακρίνων τῷ δράματι παραπεμφθῆναι ἐν νήσῳ τῇ Πρώτῃ εἰς τὸν7
10παρ’ αὐτοῦ ἐκεῖσε φιλοπονηθέντα ἀγρόν. οὔπω δὲ πολλοῦ χρόνου διεληλυθότος, τῶν ἐκ Λυκαονίας τινές, εἴτε ἀπαυθαδιαζόμενοι, εἴτε βασιλείῳ συνευδοκήσει, εἴτε καὶ αὐτῷ τῷ βασιλεῖ Νικηφόρῳ ἀρέσαι βουλόμενοι, τῷ Βαρδανίῳ αἰφνιδίως ἐπιτίθενται καὶ πηροῦσιν αὐτοῦ τοὺς ὀφθαλμούς, καὶ τῇ ἐκκλησίᾳ προσῄεσαν ἀξιοῦντες συγχώρησιν.

1

.

8

Ὁπηνίκα δὲ τὰ τῆς στάσεως παρὰ τοῦ Βαρδανίου ἐπεφυσίωτο, Λέων ὁ ἐξ Ἀρμενίων καὶ Ἀσσυρίων τῷ βασιλεῖ προσερρύη, εἶτα καὶ Μιχαὴλ ὁ ἐξ Ἀμορίου, ὧν ὁ μὲν τὴν τῶν φοιβεράτων, ὁ δὲ τὴν κόμητος κόρτης ἀρχὴν ἐγχειρίζεται· Θωμᾶς δὲ καὶ μέχρι κινδύνων τῷ ἰδίῳ
5δεσπότῃ ἀφοσιοῖ τὰ τῆς πίστεως. προϊόντος δέ τινος χρόνου Λέων χρηματίσας τῶν Ἀνατολικῶν ὑποστράτηγος κατὰ τῶν Ἰσμαηλιτῶν μεγάλως ἀνδραγαθίζεται καὶ πρὸς τοῦ βασιλέως Μιχαὴλ τοῦ μετὰ Σταυράκιον τιμᾶται τῷ τῶν πατρικίων μεγαλοπρεπεῖ ἀξιώματι.

1

.

9

Οὗτος δὲ Μιχαὴλ παιδίσκην ἐκέκτητο κατοικίδιον, καθ’ ἣν πύθωνος πνεῦμα ἐπί τινας περιτροπὰς διενήργητο. ἥτις ὀξέως ἐν χώρῳ λιθίνῳ, ὃς Βουκολέων προσαγορεύεται, προσχωροῦσα διαπρυσίως φωνὴν ἐκεκράγει πρὸς βασιλέα· „κάτελθε, κάτελθε, ὑποχώρει τῶν
5ἀλλοτρίων.“ τοῦ γοῦν τοιούτου προσφωνήματος πολλάκις ἐκλαληθέν‐ τος ὁ βασιλεὺς εἰκότως καταπλαγεὶς καὶ οὐκ ἔλαττον ὑποπτήξας, κοινο‐ λογεῖται περὶ τούτου Θεοδότῳ σπαθαροκανδιδάτῳ καὶ οἰκείῳ γνωστῷ, τῷ υἱῷ Μιχαὴλ πατρικίου τοῦ πρὸς γένους Μελισσηνοῦ, οὗ τὸ εὔφημον Κασσιτηρᾶς διηκούετο, ὡς εἴπερ ἐγκάτοχον γένηται τὸ κοράσιον,
10ἔν τινι κατασχεῖν πάντως οἰκίᾳ καὶ διερευνᾶσθαι καὶ φράζειν τίνος αὕτη ὑπάρχει ἡ οἰκία καὶ τούτου ὁποῖον τὸ γνώριμον. τῆς δὲ ἀνα‐ καλυψάσης τὴν ἐπιζητουμένην κλῆσιν καὶ χαρακτῆρα προτρέψασθαί γε αὐτῷ εὐκαίρως κατὰ τὴν ἀκρόπολιν ἀφῖχθαι, καθ’ ἣν συγκυρῆσαι δύο ἄνδρας, ἐξ ὧν ἡμιόνου ὁ ἐπιβάτης τῷ βασιλικῷ θρόνῳ ὀχηματί‐8
15σειεν. καὶ τὰ μὲν τῆς ἐξεστηκυίας τοιαῦτα, τὰ δὲ τῆς τοῦ βασιλέως ἀκριβείας κατὰ τὸ εἰκὸς ἐπεξεργαστικώτερα, οἷα περὶ τῆς αὐτοῦ βασιλείας ἐμμεριμνῶντος. ἀκριβολογηθεὶς γὰρ παρ’ αὐτοῦ ὁ Θεόδοτος ἀπηνήνατο μὴ ἐγνωκέναι μηδὲν τῶν παρὰ τῆς πυθωνίας φληναφουμένων· ἀπιὼν δὲ πρὸς τὸν διωρισμένον χῶρον ὡς προδιήγγελτο ἐθεάσατο, καὶ τὸν
20ἄνδρα προσλαβόμενος ἅμα αὐτῷ ἄπεισιν ἐν τῷ ναῷ Παύλου τοῦ ἀπο‐ στόλου, ἐν ᾧπερ ὀρφανῶν τὰ πρὸς ἀποτροφὴν τεταμίευται. καὶ ἐκεῖσε συνθήκαις ἀλλήλους κατεγγυησάμενοι, θαρρεῖ πρὸς τὸν Λέοντα ὁ Θεόδοτος τοιαῦτα ἐρεῖν, ὡς „ἐκ θείας ὁράσεως περὶ σοῦ μοι διέγνωσται μέγιστά τε καὶ ἀποβησόμενα, δι’ ὧν τῆς Ῥωμαίων πάντως ἡγεμονίας
25μεταποιήσειας.“

1

.

10

Συμβεβηκότος δὲ πολέμου μεταξὺ Ῥωμαίων καὶ Βουλγάρων, καὶ τοῦ μὲν αὐτῶν ἀρχηγοῦ Κρούμμου φάσκοντος ἀναδίδοσθαι τοὺς προσφυγόντας Βουλγάρων, ὡσαύτως δὲ καὶ Ῥωμαίων, ἐπὶ τούτοις ὁ βασιλεὺς συμβαίνων ἦν, κἂν τοῖς πολλοῖς τῶν μεγιστάνων ἡ τοι‐
5αύτη γνῶσις λίαν ἐστασιάζετο, οὐχ ἥκιστα δὲ καὶ Θεοκτίστῳ μαγίστρῳ· παρ’ ὧν ἀσυμφωνίας συντελεσθείσης πρὸς ἐναντιότητα χωροῦσιν ἀμφότεροι. ἐκστρατεύουσι τοιγαροῦν Ῥωμαῖοί τε καὶ Βούλγαροι κατ’ ἀλλήλων, καὶ πολεμικῆς συμβολῆς καθεστώσης ἀνὰ κράτος ἡττᾶται τὸ Ῥωμαϊκὸν στράτευμα, ὡς ἔοικεν ἑτέρως τῆς ἄνω προνοίας μελλούσης
10τὰ καθ’ ἡμᾶς διεξάγειν, καταλήψεως λόγῳ ἐν κρείττονι.

1

.

11

Ἀλλ’ ὅθεν διέστημεν, αὖθις νῦν ἐπανίωμεν. ἀναρρηθεὶς δὲ δη‐ μοσίᾳ Λέων ὁ βασιλεὺς Θωμᾶν τὸν ἑαυτοῦ ἡλικιώτην τουρμάρχην
εἰς φοιβεράτους ἐπέστησεν, καὶ Μιχαήλ, οὗ τὸν παῖδα πνευματικῆς ἐκ κολυμβήθρας υἱοποιήσατο, τῇ πατρικίου καὶ ἐξκουβίτου τιμῇ9
5διεσέμνυνεν.

1

.

12

Τῶν οὖν δυσμενῶν Βουλγάρων τῇ προτέρᾳ νίκῃ κατεπαρ‐ θέντων, οὐχ ἡ τυχοῦσα παρ’ αὐτοῖς ἐν πολλαῖς χώραις καὶ κατοικίαις διά τε πυρπολήσεως καὶ αἰχμαλωτεύσεως παρηκολούθει ἐρήμωσις, ὥστε πρὸς τὸν τῶν Βουλγάρων 〈ἀρχηγὸν〉 πεμφθῆναι παρὰ τοῦ βασιλέως
5εὔλογον ἦν, πρὸς τὸ εἰρηνικὸν ἀπονεύοντος, σπονδὰς ἐπεργάσασθαι. τοῦ δὲ κρατοῦντος Βουλγάρου μὴ πρὸς τοῦτο καταθεμένου, ἅτε βαρβαρικοῦ τὸν τρόπον καὶ καταλαζονευομένου, Λέων ὁ βασιλεὺς κατ’ αὐτῶν ἐκστρατεύειν ἐπείγεται. καὶ μάχης κραταιᾶς κροτηθείσης, βασιλικῷ διατάγματι ὁ καθ’ ἡμᾶς λαὸς τροπῇ ὑποβάλλεται, ὥστε καὶ
10αὐτοῦ τοῦ βασιλέως συντρέπεσθαι. ἀμέλει τῶν Βουλγάρων τῇ διώξει ἐπικειμένων, ἐξ ὑποστροφῆς μετὰ τοῦ περιόντος λαοῦ ἀντικαθίσταται ὁ βασιλεὺς καὶ τούτοις παρεμβαλὼν ἀριστεὺς κατ’ αὐτῶν ὁλοτελῶς ἀναδείκνυται. οὐ μὴν ἀλλὰ καὶ αὐτοῦ κατισχῦσαι Βουλγάρων τοῦ ἀρχηγοῦ, καὶ τούτων τὰ ἔκγονα τὰ μὲν προσαράξαι ταῖς πέτραις,
15τὰ δὲ ἐν ἅλωνι χαλεπῶς τιμωρήσασθαι, ὡς ἐντεῦθεν ἐν τούτοις πεπερατῶ‐ σθαι παλίντιτα ἔργα κατὰ τὴν ποίησιν.

1

.

13

Εἶτα εἰς λογισμὸν ἧκεν ὁ βασιλεὺς περὶ τοῦ ἐν τῷ Φιλομηλίῳ μονάζοντος, καὶ στέλλει αὐτῷ τὰ πρὸς χρείαν κατ’ εὐχὴν ἀναθήματα, ἅτε χρησμῳδῷ ἀληθεῖ τῶν ἀποβαινόντων ἀναφανέντι. ἐν δὲ τῷ μεταξὺ χρόνῳ ἐτετελευτήκει ὁ αὐτὸς μοναστής, καὶ συνέβη ἀντ’ αὐτοῦ ἕτερον
5Σαββάτιον μοναχὸν τῷ σκηνιδίῳ αὐτοῦ ὑπεισδῦναι, ὅστις τῇ προσ‐
κυνήσει τῶν σεβασμίων εἰκόνων κρυφίως ἀντικαθίστατο. θεασάμενος δὲ τὸν παρὰ βασιλέως ἀπεσταλμένον ἀπόπεμπτον ἐποιεῖτο, τὸν πέμ‐ ψαντα κρίνας ἀπεοικότα τῇ ἁλουργίδι, ὡς εἰδώλοις προσανέχοντα, ταῖς παρὰ τῆς σεβαστῆς Εἰρήνης σεβομέναις εἰκόσι καὶ Ταρασίου τοῦ10
10ἀοιδίμου πατριάρχου, Παρδὼ ταύτην καὶ Θυάδα, καὶ Ταράξιον τὸν ἀρχιερέα τοῦ θεοῦ ἀφρόνως ἐξυβρίζων ὁ ἄθλιος· ἀνθ’ ὧν καταστρέψαι κύριον τὴν αὐτοῦ βασιλείαν καὶ ἐπιστέλλων προήγγειλεν, εἴπερ ταύτας οὐ καταστρέψειεν. τούτοις καταβροντηθεὶς ὁ παραπλὴξ βασιλεὺς μετακαλεῖται Θεόδοτον καὶ παραδείκνυσιν αὐτῷ τὰ ἐπεσταλμένα παρὰ
15τοῦ μονάζοντος. τότε δὴ τότε ὁ Θεόδοτος δραξάμενος τοῦ τοιούτου σκοποῦ καὶ ἀναθαρρήσας λέγει τῷ βασιλεῖ, τῷ κακῷ κακὸν ἐπιπλεονά‐ ζων, παρά τινος μοναστοῦ διενεργεῖσθαι παράδοξα, τὴν οἴκησιν κεκτημένου ἐν τοῖς τοῦ Μαυριανοῦ, οἷς γειτνιάζειν τὸν Δαγιστέα διεσα‐ φήνιζεν, ἕτερον τοῦτον ἐπιφημίζων μέγαν Ἀντώνιον· „καὶ ὅπερ ἐρεῖν
20τῇ σῇ βασιλείᾳ προέλοιτο, τοῦτο καὶ διαπράξασθαι προθυμήθητι.“ ταῦτα σκαιῶς οὕτως τῷ βασιλεῖ ὑποθέμενος ἄπεισι πρὸς τὸν μοναστὴν καὶ πεπλαστουργημένως τάδε φησίν, ὡς „τῇ ἐπιούσῃ νυκτί, ὥρᾳ διωρισμένῃ, τὸν βασιλέα ἐν εὐτελεῖ καταστήματι προσοίσω σοι δι‐ ηγησόμενον περί τε πίστεως καί τινων πραγμάτων ἀξιολόγων· ὃν
25ἐπαρᾶσθαι καὶ τάχιον τοῦ βίου παρελθεῖν ἐξειπεῖν σοι βουλεύομαι, εἰ μήπω Λέοντος τοῦ Ἰσαυρίαθεν ὡρμημένου στοιχειοῖτο τῷ δόγματι, καὶ ὡς εἴ γε τοῦτο παραφυλάξοιτο, ἐν δυσὶν ἔτεσι καὶ οʹ τῆς βασιλείας ἐνδυναστεύων ἐλάσειεν,“ ὡς δῆθεν τῇ φιλοζωΐᾳ καὶ φιλοδοξίᾳ τοῦτον πρὸς τὸ οἰκεῖον θηράσασθαι θέλημα· ταύταις γὰρ ἐφετικῶς ἐκεκράτητο,
30καὶ μάλιστά γε νεότητι κουφιζόμενος. ταῦτα παρά τε Θεοδότου καὶ τοῦ ἐν Μαυριανοῖς ἠμαυρωμένου μονάζοντος διεσκεμμένως τῷ βασιλεῖ κατε‐ σκεύαστο, οἷά περ αἱρεσιάρχαις ὑπάρχουσιν. εἰσιὼν οὖν ὁ βασιλεὺς μετὰ τοῦ Κασσιτηρᾶ πρὸς τὸν μοναχὸν καί τινας λόγους εἰς αὐτὸν προοιμιασάμενος ἀπορραπίζεται παρ’ αὐτοῦ, ὡς προεγνωκότος τὸ
35αὐτοῦ πρόσχημα, οὕτως λέγοντος, μὴ δεῖν ἐν ἰδιωτικῇ καταστάσει βασιλέα σε ὄντα οὑτωσὶ ὑποκρίνεσθαι καὶ ἀγνοεῖσθαί πως οἴεσθαι. δι’ ὧνπερ καταπλαγεὶς ὁ βασιλεὺς τῆς μηχανοραφηθείσης προγνώσεως εὐπειθὴς τούτῳ καθίσταται. τοῦτο γὰρ ἐκ προνοίας τῷ Θεοδότῳ ἐφετὸν ὑπάρχον προετέχναστο, ὡς καὶ παρὰ τοῦ μακαρίτου Θεοφάνους
40καὶ ὁμολογητοῦ ταῦτα δι’ ἐμμέτρου ποιήσεως ἐστηλίτευτο.11

1

.

14

Διὸ τῶν σεβασμίων εἰκόνων ἐκ βασιλέως καθαίρεσις θριαμβεύε‐ ται. πρὸς ἣν καὶ τὸν ἀρχιερέα Νικηφόρον ὑποσημήνασθαι κατηνάγκαζεν, καὶ μηδαμῶς πειθαρχήσαντα ἀλογίστως εὐθύνει ἐξόριστον (ᾧτινι τὸ διάδημα περιτιθέντι κατὰ τὴν τοῦ Λέοντος κεφαλὴν ἐδόκει ὡς ἀκανθῶν
5καὶ τριβόλων προστρίψεσιν ὀδύνης ἐπαισθέσθαι). ἀπαγομένῳ δὲ αὐτῷ ὁ ὁμολογητὴς Θεοφάνης 〈ὁ〉 Ἀγρόθεν κατά τινα τῶν αἰγιαλῶν ἥνωτο ἀπονέμων σεβασμιότητας κηροῖς τε ἅμα καὶ θυμιάμασι, κἀκεῖθεν εὐ‐ λογίας ἀντιλαμβάνων ταὐτὸ δὴ τοῦτο τοῖς αὐτοῦ φοιτηταῖς, ἔπει〈τα〉 τάδ’ ἀκηκοόσι, ποιεῖν προσετίθετο τῆς Προποντίδος ἀπαίροντι. οὓς
10ὁ πατριάρχης ἰδὼν καὶ τὸν ἑαυτοῦ αὐχένα συγκύψας τάς τε χεῖρας μετεωρίσας ἀνεκαλεῖτο ἐσχάτῃ τῇ προσκυνήσει τὰς εὐπροσδέκτους ἐντεύξεις τοῦ πανευσεβοῦς Θεοφάνους· περὶ οὗ οἱ συμπαρόντες ἠρεύνουν· „ὅτε περ τὰς χεῖρας 〈ᾖρεσ〉 μεταρσίους, ὦ δέσποτα, πρὸς τίνα ἐπι‐ τρεπτικῶς ἑαυτοῦ διενενόησο ἐπὶ μακρῷ ἀσπασμὸν ἐπαφεῖναι τὸν
15ὕστατον;“ ὁ δέ φησι· „τῷ ὁσίῳ πατρὶ καὶ ὁμολογητῇ Θεοφάνει μονῆς τοῦ Ἀγροῦ, τῷ λαμπάσι καὶ λιβανωτοῖς ἡμᾶς δεξιωσαμένῳ.“ καὶ τὸ προφητευθὲν εἰς πρᾶξιν ἐξῄει· οὐ μετὰ πολὺ γὰρ αὐτὸς μετὰ πολλῶν ἄλλων ἀφορισθέντων τῆς ἐκκλησίας σὺν ἀπείροις κακώσεσι τὸν τῆς ὁμολογίας ἐταινιώσατο στέφανον, τὸν πατριάρχην μηκέτι κατὰ τὸ12
20προρρηθὲν θεασάμενος. ὁ οὖν Θεόδοτος, τὸν πατριαρχικὸν θρόνον παρ’ ἀξίαν ἀπειληφὼς ἐν ἡμέρᾳ τῆς ζωοποιοῦ Χριστοῦ τοῦ θεοῦ ἡμῶν ἀναστάσεως, ἐπ’ ἀδείας τῆς αἱρέσεως εἴχετο καὶ πολλοῖς ταύτης οἷα λήμης ἐπεκοινώνει.

1

.

15

Τοίνυν ὁ βασιλεὺς Λέων, κατά τε Βουλγάρων καὶ Ἀγαρηνῶν νεανιευσάμενος καὶ ἀηττήτῳ οἰήσει κατασχεθείς, ἀλαζονικώτερος ἅπασι κατεφαίνετο, ὡς ἐντεῦθεν καὶ ἀποκλίνειν πρὸς τὸ ὠμότερον. καὶ γὰρ ἦν φοβερὸς τῷ τε καταστήματι καὶ τοῖς πράγμασι, μηδὲν παραθραύων
5τῆς ἐνούσης αὐτῷ αὐστηρίας βασκανίας τε καὶ ἰταμότητος, καὶ τοσοῦτον, ὥστε πολλῶν καὶ τῶν ἐπὶ μικροῖς ἑαλωκότων ἐγκλήμασιν ὧν μὲν χεῖρας, ὧν δὲ πόδας καί τινα τῶν καιρίων μελῶν ἐν ταῖς λεωφόροις τῆς πόλεως συνεχῶς ἐγκρεμάννυσθαι, ὡς ἐκ τούτων μισητὸν καθεστάναι πᾶσι τοῖς ὑπὸ χεῖρα. χρόνου δὲ προϊόντος οὐ μέχρι τούτων ἐνέμενε
10χαλεπὸς ὤν, ἀλλ’ ἐκορυβαντία καὶ κατὰ τῆς εὐσεβοῦς πίστεως. εὗρε γὰρ καί τινα συνεργὸν τῆς ἐνδομυχούσης αὐτῷ μοχθηρίας, ἄνδρα πανοῦργον, ὃς ἐπιστατῶν τοῦ ἱεροῦ τάγματος ἐν τοῖς ἀνακτόροις ἐτύγχανεν καὶ τὴν ἔξω φαινομένην εἶχεν εὐσέβειαν. ὑποτοπάσας γοῦν καιρόν, καθ’ ὃν εἰς ἐπήκοον ἦν τὸ τοῦ Ἡσαΐου φάσκον διάγγελμα
15„τίνι ὡμοιώσατε κύριον, καὶ τίνι ὁμοιώματι ὡμοιώσατε αὐτόν; μὴ εἰκόνα ἐποίησε τέκτων, ἢ χρυσοχόος χωνεύσας χρυσίον περιεχρύσωσεν αὐτόν, ἢ ὁμοίωμα κατεσκεύασεν αὐτόν;“ καὶ τὰ ἑξῆς, ἐν παραβύστῳ λέγει τῷ βασιλεῖ· „σύνες τοῖς λεγομένοις, ὦ βασιλεῦ, καὶ γνῶθι τὸ ἀληθές, ὅπερ ὁ προφήτης ἡμῖν διεσάφησεν, καὶ τοιαύτης ἔχου λατρείας,
20καὶ μὴ τοῖς ἐξ ὁμοιωμάτων καταβεβρόντησο πάνυ σεβάσμασιν.“ τοι‐ αῦτα εἰπὼν ἐνέσκηψεν αὐτῷ πολλῷ πλέον ἰὸν τῆς αἱρέσεως, δι’ ἧς φθορᾶς μετεδίδου τοῖς εὐσεβοῦσι συστήμασιν, ἐξ ὧν τοὺς μὴ πειθαρχοῦν‐
τας ἀφειδῶς κατῃκίζετο.13

1

.

16

Οὗτος δὲ Λέων ὁ βασιλεύς, κἂν δυσσεβής, ἀλλὰ τῶν δημοσίων πραγμάτων 〈ἦν〉 ἀντιληπτικώτατος, ὡς μηδὲν τῶν ὀνησιφόρων παρα‐ λιμπάνειν ἀπρόοπτον, ὡς καὶ μετὰ τὴν αὐτοῦ τελευτὴν Νικηφόρον τὸν πατριάρχην τοιαῦτα ἐρεῖν, ὡς ἄρα ἡ πολιτεία Ῥωμαίων κἂν δυσσεβῆ,
5ἀλλ’ οὖν γε μέγαν προμηθευτὴν διαπολώλεκεν. πρὸς τούτοις καὶ τοῖς ἀδικοῦσι δικαίως ἐπαχθεινότατος ἦν. ὥστε κατά τινα νενομισμένον καιρὸν τούτου ἐξιόντος τοῦ παλατίου, ἀνήρ τις προσῄει αὐτῷ ἔγκλησιν ἐνστησάμενος, ὡς τούτου τὸ γύναιον ἁρπαγῇ συγκεκύρηκεν παρά τινος τῶν συγκλητικῶν, ὅστις εἴληχεν τοσαύτης ἐλευθερίας, ὡς κατα‐
10σχεῖν αὐτὴν ἀδεῶς ἐπὶ χρόνον πολύν· „ἐμοῦ δὲ περί γε τούτου καὶ τῷ ἐπάρχῳ διεγκαλέσαντος, οὐδέν μοι τῶν πρὸς ἐκδίκησιν ἐπεράνατο.“ ὁ γοῦν βασιλεὺς τούτων ἐνωτισθείς τινι τῶν θεραπόντων ὀξέως προσ‐ έταξεν ἐν τῇ ἐπανόδῳ τὸν ἐγκαλούμενον συνάμα τῷ ἐπάρχῳ κατὰ πρόσωπον αὐτοῦ παραστήσασθαι. τοῦ οὖν αὐτοκράτορος ἐνδημήσαν‐
15τος τὸ κελευσθὲν εἰς πρᾶξιν παρίστατο. καὶ τῷ τὴν ἔγκλησιν ποιησαμένῳ ἑτοίμως φησί· „τί τὸ κατὰ σὲ δραματούργημα;“ καὶ ὁ μὲν ταῖς αὐταῖς ἐκέχρητο ῥήσεσιν, ὁ δὲ ἐγκληματιζόμενος ἀνωμολόγει τὸ ἔγκλημα ὡς ἀναμφισβήτητον, καὶ ὁ ἐταστὴς τῇ καταθέσει συνεμαρτύρει, εἰ καὶ μὴ τὴν ὑπεξέλευσιν κατὰ τοῦ κατακρίτου πεποίητο. αὐτίκα τὸν μὲν δι‐
20καστὴν ὡς ἀφερέπονον τοῦ δικαίου διέστησε τῆς ἀρχῆς, τὸν δὲ τῇ μοιχείᾳ ἑαλωκότα κατὰ νόμους ἐτιμωρήσατο. τὰ πλείω δὲ τῶν διοικη‐ μάτων τῷ Λαυσιακῷ χρηματίζων διήνυεν, ὑπογραφέας προσκαλού‐ μενος τῶν ἀρίστων, οἷς γραφὴν τῶν ἐκδόσεων ἐπετέτραπτο, προσ‐ εποιεῖτό τε στρατηλάτας καὶ ἄρχοντας τῶν ἀξιολόγων, ἄλλως τε τοὺς
25ἀδωρίαν ἐξησκημένους, αὐτὸς οὐχ ἥττων χρημάτων καθεστηκώς, κἂν ἐπὶ τὸ μᾶλλον αἱρέσεως αἴτιος, ὡς καὶ πλείστους τῶν ὀρθοδόξων ποινηλατεῖν ἐν ὠμότητι. ἦν δὲ φιλότιμος πάνυ, κἂν σοβαρὸν ἐμβοῶν καὶ κακόρρυθμος. ὃ καὶ κατὰ τὸν τοῦ Φάρου ναὸν καὶ τόδε γνώριμον διεφαίνετο τοῖς ἐπελευσομένοις αὐτῷ ψαλμῳδῶς λαρυγγίζοντι. ἐξῆρχε
30γὰρ τῶν ψαλλόντων ἐνίοτε, καὶ μάλιστα τότε, φωνῶν·
„τῷ παντάνακτος ἐξεφαύλισαν πόθῳ,“ οὗ γε διολισθήσας ἄρα τὴν θείαν δίκην περιφανῶς ἐπεσπάσατο τῷ ὕμνῳ, προφητείας ταύτῃ συντελεσθείσης.
14

1

.

17

Τούτων δὲ χρόνου τινὸς προδεδραμηκότος Μιχαὴλ ὁ ἐξ Ἀμορίου τοῖς κατ’ ἀνδρείαν προκόπτων ἐν προτερήμασι, παρ’ ὃ καὶ τὸ τῶν ἐξκου‐ βίτων πεπίστευτο σύνταγμα, διαβολῇ καθοσιώσεως ἐπισκήπτεται· ὃς ταύτην πολυτρόπως ἀποσεισάμενος ἐκπέμπεται παρὰ βασιλέως διακυ‐
5βερνᾶν τὸ ἐν αὐτῷ στρατολόγημα. ὃν βασκαίνων, καθάπερ τινὲς ἔφασκον, θανατῶσαι βεβούλητο, εἰ μὴ θεός, οἷς τρόποις εὐδόκει, παραδόξως φυλάξας τῇ βασιλείᾳ τοῦτον ἀφώρισεν. εἰ καὶ τοῦτό τινες ἐξειλήφασιν, ὅτι τῷ Μιχαὴλ παρῆν καὶ τολμηρία γλώσσης μείζων τῆς κατὰ γενναι‐ ότητα πάντῃ θρασύτητος, λαλούσης παράσημα καὶ ἀπειλούσης τῷ
10κρατοῦντι ὅλως καθαίρεσιν, αὐτοῦ τε τὴν γαμετὴν ἀνοσίοις γάμοις ἐγκαθυβρίσαι. ἐνηχεῖτο τούτοις ὁ Λέων, καὶ τὸ μὲν πρῶτον ἐπειρᾶτο εὐμηχάνως κατευνάσαι ῥοπήν (ᾔδει γὰρ αὐτὸν γλωσσηματίαν καὶ αἴσχιστον, κἂν ἀνδρεῖον ἐνόμιζεν), ἀλλ’ οὐ πείθει τοῖς λόγοις ἢ παραι‐ νῶν πάντως ἢ ἐμβριμώμενος· εἴχετο γὰρ ὡσαύτως ὁ Μιχαὴλ τῆς τοιαύτης
15αἰσχροτολμίας. καθίστησι τοίνυν ὁ βασιλεὺς ἀκροατὰς τῶν αὐτοῦ τολ‐ μημάτων, τὸ μὲν δῆθεν καταπιέζων αὐτοῦ τὸ θράσος καὶ γλωσσαλγίαν, τὸ δὲ καὶ ὠτακουστεῖν τὰ περὶ τοῦτον αἱρούμενος. ἦν γὰρ καὶ τῷ Ἐξαβουλίῳ περιεσκεμμένως εἰσηγησάμενος, ἅτε νουνεχεῖ ὄντι καὶ πολυ‐ πείρῳ ἀνδρί, πρὸς δὲ καὶ γνωστῷ αὐτοῦ τῶν οἰκείων, μὴ παραχωρεῖν
20αὐτῷ ἀθυροστομεῖν σπεύδοντι, ἀλλὰ σιωπὴν ἄγειν, ἐξ ἀναγκαίου τῶν κατὰ βασιλέως ἄγαν εὐλαβουμένῳ. ἀλλὰ ταῦτα μὲν οὐδὲν αὐτῷ πρὸς καταρτισμὸν διενήργητο, ἐξ ἀπαιδευσίας ἀκρατῶς φερομένῳ· ἐπεὶ δὲ ἅπαξ καὶ δὶς καὶ πολλάκις περὶ αὐτῶν ἐδηλοῦτο τῷ βασιλεῖ, αὐτὸς δὲ δυσίατος ἢ ἀνίατος εὕρητο, διὰ χειρογράφου κατεγγυᾶται τὸν
25Ἐξαβούλιον ὡς μηδὲν αὐτοῦ τὸ παράπαν τοῦ λοιποῦ διαπαρασιωπῆσαι τῶν ληρημάτων, ἀλλὰ πάντα προὖπτα θέσθαι ἑαυτῷ. ὡς δ’ οὐκ ἐνεδίδου
γλωσσηματίζων ὁ ἀλαζών, αὐτίκα τοῦτον κατάδηλον τίθησι βασιλεῖ τῆς αὐτῆς ἀναιδείας μεταποιούμενον. καὶ δὴ ῥητῇ ἡμέρᾳ τῶν πρὸ τῆς Χριστοῦ τοῦ θεοῦ ἡμῶν κατὰ σάρκα γεννήσεως, εἰς τοὐμφανὲς τῶν15
30κατ’ αὐτοῦ κινουμένων οἱ ἔλεγχοι παρεισέθεον, περὶ τὸν τῶν ἀσηκρητείων χῶρον τοῦ βασιλέως τὰ ἐπὶ τούτῳ κατὰ δοκιμασίαν πολλὴν ἀνετάζον‐ τος. οὐκοῦν ἐλέγχεται Μιχαὴλ τυραννίδα, κατατίθεται φανερῶς ἐναργείᾳ τῶν κατηγόρων νυττόμενος, καί τισι τῶν ὑπασπιστῶν ὁ βασιλεὺς ἐγκελεύεται αὐτὸν ταῖν χεροῖν λαβέσθαι καὶ ἀπαγαγεῖν εἰς τὸ τοῦ παλατίου
35λουτρόν, †πιθήκιόν† τε δεσμῆσαι ἐνεῖραί τε πρὸς κοντὸν καὶ τῷ καμινιαίῳ πυρὶ παρατιθέναι ἀνάλωμα.

1

.

18

Τοῦ δὲ βασιλικοῦ διατάγματος οὕτω προβιβασθέντος, θεάσασθαι τὸ τελεσθησόμενον προτεθύμητο βασιλεύς. συνηντήκει δὲ αὐτῷ ἡ αὐ‐ γούστα Θεοδοσία ἀσύμβουλος, τὸ τοῦ Ἀρσαβὴρ πατρικίου καὶ κοιαίστω‐ ρος θυγάτριον, τοῦ βασιλέως κατηγορῆσον μιαιφονίαν καὶ βαρβαρότη‐
5τα, καὶ μηδ’ ὅλως τὸ τοῦ θεοῦ δέος τοῦτον ἔχειν ἐγκάρδιον, καὶ κατὰ μηδὲν ἠρυθριακότα ἡμέραν τὴν ἑορτάσιμον, καθ’ ἣν κεχραμμένον τὰς χεῖ‐ ρας ᾑρῆσθαι τὴν θείαν κοινωνίαν εἰσδέξασθαι, συμβουλευσόμενόν τε τὸν Μιχαὴλ τηρηθῆναι κατάκλειστον, εἶθ’ οὕτως τὰ κατ’ αὐτὸν πλείονος τυχεῖν ἀνετάσεως καὶ τοὺς κεκοινωνηκότας αὐτῷ τοῦ συνθήματος, καὶ
10τηνικαῦτα τιμωρίαις ὑπάγεσθαι. τῶν οὖν τοιούτων λόγων ἐπῃσθημέ‐ νος ὁ βασιλεὺς προσέταξε τὸν ὑπεύθυνον ἐλευθεριάσαι τῆς αὐθώρου ὑπεξ‐ ελεύσεως, καὶ τοιαῦτα τῇ γαμετῇ προσφωνεῖ· „ὦ γύναι, τὴν μὲν ἐμὴν ψυχὴν τῆς ἐκεῖθεν σήμερον δίκης ἀπήλλαξας, καὶ τῆς ζωῆς με συντόμως ἴσως στερήσεις· σὺ δὲ καὶ τὰ τέκνα ἠμῶν θεάσεσθε τὸ ἀποβησόμενον.“
15καὶ ἐν τούτῳ τὸ μέλλον ἀπεφοίβασεν. ἦν γὰρ αὐτῷ ἔκ τινος συμβολικῆς βίβλου ὁ ἀναιρέσιμος χρόνος μεμυημένος, αἰνιγματιζούσης μεταξὺ τοῦ τε χ καὶ φ τῶν στοιχείων τὴν κατακλεῖδα λέοντος θηρὸς ξίφει διαπερονη‐
θεῖσαν, ἤτοι 〈μεταξὺ〉 Χριστοῦ τῆς γεννήσεως καὶ τῶν Φώτων αὐτὸν ἀναι‐ ρεθῆναι τὸν θηριότροπον Λέοντα· οὐ μὴν ἀλλὰ καὶ κλῆσις τοῦ ἀναιρή‐16
20σοντος ἐκ θεοπέμπτου ὀνείρατος (ἑωράκει γοῦν πρὸ μικροῦ τὸν πατριάρ‐ χην Ταράσιον δυσφημοῦντα μετὰ παρρησίας τῆς κακίας αὐτοῦ τὰ ἐπίχειρα, πρός τινά τε Μιχαὴλ αὐστηρῶς παρακελευόμενον ἀναλῶσαι αὐτόν, ὃς τῷ προστάττοντι εὐπειθήσας γε ἔπληξεν ἡμιθανῆ τε κρημνίσας κατέλιπεν. ἔξυπνος δὴ γεγονὼς καὶ πολλῷ συσχεθεὶς δείματι
25τὸ ὁραθὲν τῇ ἰδίᾳ γαμετῇ παρεδήλωσεν), ὡσαύτως δὲ καὶ ἐκ τοῦ ῥηθέν‐ τος αὐτῷ διὰ τοῦ πατρικίου Βαρδανίου παρὰ τοῦ ἐν τῷ Φιλομηλίῳ μονά‐ ζοντος, ἔκ τε τῆς μεταμφιάσεως καὶ ἐπιβάσεως τῶν ἐσθήτων. ὅμως μετακαλεσάμενος τὸν παπίαν, τοῦτον ἀσφαλῶς τηρεῖν πρός τι οἴκημα τῶν τὸ παλάτιον σαρούντων ἐκδέδωκεν, σιδηροπέδαις ἀσφαλισάμενος,
30ὧν τὴν κλεῖδα ἐν τῷ ὑπενδύτῃ αὐτοῦ ἀπόθετον διεφρούρει, τῶν ἄλλων μηδενὶ ταύτην πεπιστευκώς.

1

.

19

Περὶ γοῦν νυκτερινὴν γʹ ὥραν ἀπαναστὰς τοῦ κοιτῶνος ὁ βα‐ σιλεὺς τὰς ἀπαγούσας πρὸς τὴν τοῦ παπίου σκηνὴν πάσας θύρας εὐσθενῶς κατηδάφισεν· ἦν γὰρ εὐσθενὴς πάνυ καὶ θρασυκάρδιος. καὶ εἰσ‐ ιών γε καταλαμβάνει τὸν Μιχαὴλ εἰς τὴν τοῦ παπίου κλίνην καθεύ‐
5δοντα, χαμαὶ δὲ τὸν παπίαν παρευναζόμενον. καὶ περὶ τὸν Μιχαὴλ κύψας παλάμῃ τὰ στήθη αὐτοῦ διηκρίβαζεν, ὁποίαν ἀφίησι ῥοπήν, μεριμνητι‐ κὴν ἢ ἀμέριμνον. ὡς δὲ τοῦτον τῆς ἁφῆς μὴ ἐπῃσθημένον συνέγνω, πάνυ ἐτεθαυμάκει ἐπὶ τῇ ἀφρόντιδι αὐτοῦ ἀφυπνώσει, διανεύων τὴν ἑαυτοῦ κεφαλὴν καὶ χαλεπὰ τεκμαιρόμενος, καὶ διεξιὼν μεγάλως τῇ χειρὶ κατὰ
10τοῦ παπίου τὸν θυμὸν συμβολαιωσάμενος ἀμφοτέροις τὴν ἀπειλὴν ἐπερρίπιζεν. ταῦτα προσεδρεῦον τῷ Μιχαὴλ εὐνουχικὸν παιδάριον κρύφα τεθέατο, ὅπερ τὸν εἰσιόντα βασιλέα οὐκ ἄλλοθεν ἢ ἀπὸ τῶν βασιλικῶν ἐκ κόκκου πεδίλων διέγνωκεν ὑπὸ τὴν κλίνην ὑφέρπον (ἐκεῖ γὰρ τῷ βασιλεῖ διεκέκρυπτο)· μετὰ γοῦν τὴν ἄφιξιν τοῦ βασιλέως τῷ
15τε ἰδίῳ δεσπότῃ Μιχαήλ, ἀλλὰ μὴν καὶ τῷ παπίᾳ ἅπαντα τὰ συμβεβη‐ κότα διέλεξεν. τούτων κατήκοος γεγονὼς ὁ παπίας καὶ ἀμέτρῳ κατασχε‐ θεὶς δείματι σὺν αὐτῷ Μιχαὴλ βουλὴν δοκίμην ἐπισκευάζουσιν. προ‐ φασίζεται ὁ Μιχαὴλ τῶν κατὰ ψυχὴν ὀφλημάτων ἄγαν κεκτῆσθαι διὰ φροντίδος, ὡς ἄν τινι τῶν εὐαγῶν ταῦτα ἀνάθοιτο διά τινος τῶν ὑπηρε‐
20τουμένων αὐτῷ πιστοτάτου Θεοκτίστου, ὃς μετὰ ταῦτα τῷ τοῦ πατρι‐ κίου περιβλέπτῳ τετίμητο ἀξιώματι καὶ τὴν ἐπὶ τοῦ βασιλικοῦ καλά‐ μου ἐγκεχείριστο πρόνοιαν, δι’ οὗ κανίκλειος ἐδοξάζετο, ἐφ’ ᾧ καὶ τὰ τῆς ἐπιτροπείας τοῦ Μιχαὴλ ὡς εὐγνώμονι ἐβεβαίωτο. τότε δὲ τὸ κατὰ τὴν αἴτησιν τῆς προφάσεως πέρας ἀπήρτητο βασιλικῆς ἐκ διατάξεως,17
25καὶ τὸ σκαιώρημα εἰς ἔργον προέβαινεν. ἀκριβολογησάμενος γὰρ τῷ Θεοκτίστῳ ὁ Μιχαὴλ τὰ τῆς ἐπιθέσεως, καὶ διαπορθμεύσας κρυφιομύ‐ στως τοῖς κεκοινωνηκόσιν αὐτῷ τῆς ἐνέδρας βαθεῖαν διάσκεψιν, ἐπ‐ ισχυρίζεται κατ’ αὐτῶν τὴν κοινωνίαν φωράσαι τῷ ἄνακτι, εἴπερ κατα‐ μελήσειαν ἄρτι τῆς ἐγχειρήσεως.

1

.

20

Ἐντεῦθεν κοινὴν βουλὴν ἐπισκευασάμενοι τοιῶσδε τὸ ἐγχείρημα συντιθέασιν, παρεισδῦναι νύκτωρ διὰ τῆς Ἐλεφαντίνης πύλης, καθ’ ὃ τὰ τῆς δοξολογίας θεῷ ἀφιέρωτο, ὡς ἱερεῖς ὑποκριθησόμενοι τοῖς ἐπενδύ‐ μασιν ξίφη τε λαθραίως χειρισόμενοι, εἶθ’ οὕτως πρὸς μέρος τὸ δεξιὸν
5ποιήσασθαι τὴν ἀπόνευσιν καὶ ἐπιθέσθαι τῷ βασιλεῖ. παλαιὸς γάρ τις τύπος διεδεδραμήκει, ἐκτὸς τῶν βασιλείων τοὺς ἱερεῖς νυκτὶ διακαρτε‐ ρεῖν μέχρι τῆς πρὸς ὄρθρον διωρισμένης αὐτοῖς εἰσελεύσεως. ὡς ἱερεῖς ὅθεν οἱ στασιῶται εἰσῄεσαν, τοῖς ἀληθέσιν ἑπόμενοι· καὶ οἱ μὲν ἱερεῖς εἰσήλθοσαν τῷ εὐκτηρίῳ ναῷ, οἱ δὲ περιλειφθέντες ζοφώδει χώρῳ λελη‐
10θότως προσήδρευον, ὡς ἂν εὐκαίρως ἐπίθωνται τῷ βασιλεῖ. τοῦ δὲ ὀρθρίου ὕμνου ἐνστάντος, πρὸς τὸ εἰωθὸς καταίρει βασιλεὺς τῷ ναῷ. ἡ ὥρα τῇ ἕῳ παρέθηγεν τὸν λόχον δημοσιεύουσα, εἰ μὴ τόλμα τῶν ἐπιτιθεμένων τὸν θρίαμβον ἀνερρίπισεν. αὐτίκα γὰρ ζέοντι καὶ τομῷ θάρσει ξιφήρεις παρὰ τὸν σκοπὸν ἐναυτομολήσαντες κατὰ τοῦ τῶν ἱερέων ἐξάρχου
15τὰ ξίφη προέτειναν, τὸν βασιλέα τοῦτον ὑπάρχειν εἰκάσαντες ἐκ τοῦ τότε προσπεσόντος σχήματος ἀποπλανηθέντες· χειμῶνος γὰρ δριμυτάτου καθεστηκότος ὁ μὲν βασιλεὺς κατὰ τὴν κεφαλὴν ἐκέχρητο διανεστηκότι καλύμματι, τὸν αὐτὸν δὲ τρόπον καὶ ὁ τοῦ τῶν ἱερέων καταλόγου προ‐
ηγούμενος· ἐξ οὗ συνέβαινεν ὄντως τοῖς στασιώταις κατ’ αὐτοῦ τὴν18
20ἐγχείρησιν ἐπιδείξασθαι. ὃς τῇ ἀθρόᾳ φορᾷ τῶν ἐπιτιθεμένων καταπλα‐ γεὶς σφοδρὸν ἀνεβόησεν, ἕτερον εἶναι τὸν βασιλέα, πρὸς ὃν τὴν ὁρμὴν ἀπῃώρησαν. διὸ καὶ τὴν κεφαλὴν ἀπεγύμνωσεν οἷα καταφανὲς γνώρισμα (φαλάκρωμα γὰρ αὐτῷ περιΐστατο), ἵνα μὴ τὴν τομὴν ἐκ τοῦ παρεί‐ κοντος ἐπισπάσοιτο. οὐκοῦν ὁ βασιλεὺς εἰσῄει τῷ ἱλαστηρίῳ περιτυχών,
25καὶ τούτου τὸν σταυρὸν ἢ κατά τινας τὴν τοῦ θυμιατηρίου κρεμάθραν δραξάμενος, ἐξαπορῶν τινος ἀμυντηρίου ὀργάνου, ἀντιτάξασθαι ἔμελλεν. ὅμως καταφανὴς γενόμενος τοῖς αὐτὸν διαχειρισομένοις, αὐθωρὸν τοῖς ξίφεσιν ἐκερμάτιζον σταυρὸν ἐν χερσὶ κατέχοντα, ὡς ἐκ τούτου γε τὴν τομὴν ἀποπέμψασθαι. ἧς χάριν πρός τινα τῶν μιαιφόνων, ὑπερμεγέθη
30ἄνδρα, ᾧ τὸ ἓν καὶ ἥμισυ κατὰ τὸ γιγάντειον προσωνομάζετο μέγεθος, ἐπεφθέγξατο ὅρκῳ περιδεσμῶν οὗ ἐπελάβετο. ἀλλ’ ἀμείλικτον ὄπα κατὰ τοὺς Ἀντιμάχου παῖδας διήκουσεν, ἀντειπόντα ἐνόρκως αὐτῷ μηκέτι βιώσεσθαι. καὶ εὐθέως τῇ κατακλεῖδι τὴν σπάθην καθεὶς τὴν χεῖρα διέσπασεν, ὥστε καὶ τὸ σταυρικὸν σχεδόν τι κέρας διακοπῆναι· εἶθ’
35οὕτως αὐτὸν καὶ τῆς κεφαλῆς ἀπετύχισεν. κατ’ αὐτὴν δὲ τὴν ὥραν φωνή τις ἀερόθεν ἐνήλατο ποντοποροῦσι ναυτίλοις, ὡς Λέων ὁ βασιλεὺς τῇδε διαπεφώνηκεν· οἳ συμβαλόντες τὴν ἀκοὴν τήν τε νύκτα μετὰ τοῦτο καὶ ὥραν καθ’ ἑαυτοὺς ἐννοήσαντες τὸ ἀληθὲς διειλήφασιν.

1

.

21

Κτείναντες δὲ τοῦτον οἱ φονευταὶ ἀνηλεῶς ἐν αὐλοειδέσι χώροις τοῖς πρὸς τὸ δέξιμον ἀπαγαγόντες κατέθεσαν, ὅπως ἐπὶ βραχὺ ἐκεῖσε προσ‐ μείνειεν· εἴχοντο γὰρ χρειωδεστέρων φροντίδων οἱ τῷ Μιχαὴλ συναράμε‐ νοι, ὥστε τοῦτον μὲν τῆς εἱρκτῆς ἐξελέσθαι καὶ ἀναρρῆσαι πᾶσιν αὐτο‐
5κράτορα βασιλέα, ὃς διαιτήσοι τὰ πρὸς τὸν καιρὸν κατεπείγοντα, ἀσφα‐ λείας δεούσης ἀπαιτουμένης, ἣν ταχέως εἰργάσατο. καὶ διὰ τῶν Σκύλων ἑλκυσμῷ τὸ πτῶμα λυγρῶς καταικίσαντες καὶ τῷ ἱπποδρόμῳ παραγυ‐ μνώσαντες καὶ ὑποζυγίῳ μετεωρίσαντες ἐπὶ πάσης τῆς λεωφόρου προήνεγκαν, εἶτα ἐμβαλόντες αὐτὸ ἑνὶ πλοίῳ καὶ τὴν σύμβιον σὺν
10τοῖς τέσσαρσι τούτων παισί, Συμβατίῳ τῷ καὶ μετονομασθέντι Κωνσταν‐
τίνῳ κατὰ τὸ στέψιμον, Βασιλείῳ καὶ Γρηγορίῳ ἅμα Θεοδοσίῳ, περὶ τὴν Πρώτην νῆσον παρέπεμψαν· κἀκεῖσε τῶν παίδων καταθλαδίαν ποινὴν περιστοιχουμένων, ὁ Θεοδόσιος τῆς ζωῆς ἀπεζεύξατο· καὶ ἀμφοτέρους τῆς προσηκούσης κηδείας ἠξίωσαν.19

1

.

22

Οὗτος δέ, ὡς φασί τινες, καὶ πρὸ τοῦ τῆς βασιλείας ἐπιλαβέσθαι τῆς δυσσεβοῦς αἱρέσεως εἴχετο. διὸ καὶ κατὰ τὸ ἔθιμον τῆς καθ’ ἡμᾶς εὐσεβοῦς πίστεως στείλαντος πρὸς αὐτὸν Νικηφόρου τοῦ πατριάρχου τόμον διά τινων ἀρχιερέων ἐγγράψασθαι τὴν εὐσέβειαν, καταπράξασθαι
5τοῦτο διανεβάλλετο, ἕως ἂν αὐτῷ ἡ τῆς βασιλείας ἐπέλθοι διὰ στέφους μεγαλοπρέπεια· καὶ καθ’ ἡμέραν γε τὴν δευτέραν τῆς αὐτοῦ βασιλείας ἐνσυνεχόμενος τῷ ὀρθοδόξῳ τόμῳ διασημήνασθαι ἀναντιρρήτως ἀπείπατο μηδ’ ὅλως τῷ τοιούτῳ συνθέσθαι βουλήματι. ὅθεν καὶ τοὺς τῆς αἱρέσεως αὐτῷ συνεργοὺς ἐν τῷ παλατίῳ ἀποκατέστησεν, δίαιταν πρὸς τρυφὴν
10ἰδιαζόντως τούτοις δαψιλευσάμενος. μεθ’ ὧν καὶ συνέριθον τῆς αὐτοῦ διδασκαλίας εὑρὼν τὸν Γραμματικὸν Ἰωάννην, τὸν καὶ Ἰαννῆν διὰ τὸ τῆς ἀληθείας ἀντίρροπον, τούτοις συνέταξεν. οἷς νεαροπρεπῆ πίστιν νηπιό‐ φρων ὁ ἀποστάτης προστάττει συγγράφεσθαι. καὶ μετὰ δύο χρόνους τῆς βασιλείας ἀνέδην ἀποστατήσας, καθάπερ ὁ υἱὸς τοῦ Κίς, τῆς τῶν
15σεβαστῶν εἰκόνων μετεποιήσατο καθαιρέσεως, ἐντεῦθεν καὶ γράψας παντὶ ἐπισκόπῳ καταίρειν ἐν Βυζαντίῳ τῷ ὑπὸ Μεγαρέων κτισθέντι καὶ Βύζαντος, κατ’ Εὐρώπην συνελθόντων ἐν τῇ τούτου πολίσει Καρυ‐ στίων, Μυκηναίων καὶ Κορινθίων ἄλλων τε πολλῶν, φιλοσόφοις ἅμα καὶ ῥήτορσι. καὶ δὴ ὅτε οἱ ἐπίσκοποι τοῖς κατὰ Πέραν προσήγγιζον,
20οὐ κατὰ τὸ εἰθισμένον προσεντυγχάνειν τῷ πατριάρχῃ ἠφίεντο, ἀλλὰ πρὸς αὐτὸν ἤγοντο καὶ ἄκοντες συνευδοκεῖν τῷ κακοδόξῳ φρονήματι ἐβιάζοντο. ὧν τοὺς πειθαρχοῦντας αὐτῷ προσηκούσης ἠξίου φιλοφρονή‐ σεως, τοὺς δὲ μὴ πειθομένους αἰκίσεσι παντοδαπαῖς διημείβετο, τὰ Χριστιανῶν παρ’ οὐδὲν θεσπίσματα λογιζόμενος, ὡς δῆθεν καὶ ταῖς πρὸς
25τοὺς Οὔννους εἰρηναίαις συμβάσεσι ταῦτα συνέχεεν, ἐκείνοις μὲν ἀναθεὶς ἐργάσασθαι τὰ ἡμέτερα εἰωθότα, ἑαυτῷ δὲ καὶ τοῖς ὑπ’ αὐτὸν τὰ ἐκείνων θρησκεύματα. δι’ ὧν τάχα σεισμοὶ φρικωδέστατοι λοιμοί τε καὶ αὐχμη‐ ρίαι καὶ ἐκφλογώσεις ἀέρος, πρὸς τούτοις καὶ ἐμφύλιοι στάσεις κατὰ πόλιν καὶ χώραν πᾶσαν, ἀρχῆθεν τῆς θεομισοῦς βασιλείας αὐτοῦ μέχρι20
30πολλῶν χρόνων διήρκεσαν, καὶ αὐτῶν τῶν στοιχείων δυσανασχετούντων οἷον τούτου τοῖς κακουργήμασι. τοιαῦτα τὰ κατὰ δυσσέβειαν αὐτοῦ ἐννοήματα καὶ τεχνάσματα, καὶ τούτοις τὸ ἐπαχθὲς ἐγχρονίζον.

1

.

23

Ἀλλὰ καὶ τῶν πρός τι λυσιτελούντων εἴ τι διέγνωστο, φιλοπονίας οὐκ ἔληγεν· δι’ ἧς κατά γε Θρᾴκην Μακεδονίαν τε πᾶσαν καὶ ἕως τῶν ὁρίων τῆς Σκυθῶν γῆς πόλεις ἀνενεώσατο, αὐτὸς ἐπελθὼν σὺν στρατιώτισι φάλαγξι, ὅπως τάς τε πολεμίων ἐφόδους ἐκτρέποιτο καὶ ταῖς τούτων
5ἐπισκευαῖς παρέχοι τὸ εὐπεράτωτον.

1

.

24

Ἦν δὲ τῷ γένει κατὰ συζυγίαν ἐξ Ἀσσυρίων καὶ Ἀρμενίων ἀναφυείς, τῶν ἰδίων γεννητόρων ἐπεξαναστάντων αὐτούς τε μιαιφονησα‐ μένων καὶ πρὸς τοῖς τῶν Ἀρμενίων χωρίοις κατὰ φυγαδείαν ἐνσκηνωσάν‐ των, κἀκεῖσε τὸν ἀνήμερον θῆρα τεκεῖν· ἐξ ὧν ἑτερογενές τι τεράστιον
5κεχρημάτικεν. Ἀρμενίους δέ φασιν ἐξ Ἀρμένου κληθῆναι τοῦ ἀπὸ Ἀρμενίου πόλεως Θετταλίας, ὃς Ἰάσονι συνεστράτευσεν. ἐκεκρατήκει δὲ Λέων τῆς βασιλείας ζʹ ἐπ’ ἔτεσι καὶ μησὶ εʹ κατὰ θεοῦ ὑψίστου ἐμμανῶς
αὐχησάμενος.21

2

t

ΒΑΣΙΛΕΙΩΝ Β ΠΕΡΙ ΤΟΥ ΕΞ ΑΜΟΡΙΟΥ ΜΙΧΑΗΛ

2

.

1

Ὁ δὲ Μιχαὴλ ἐν ἔτει ͵ϛτκθʹ, ἰνδικτιῶνος ιδʹ, παρ’ ἐλπίδα ἐξ εἱρκτῆς αὐτοκράτωρ, ὢ τοῦ θαύματος, ἀνηγόρευται, τῷ τε βασιλικῷ θρόνῳ καθίδρυται ἔτι ταῖς σιδηροπέδαις ἐπιδεσμούμενος· ᾧ προσίασι πάντες οἱ ἐντυχόντες καὶ τὸ σέβας προσκυνητὸν ἀπονέμουσιν. παμπόλλης οὖν
5ὥρας παρῳχηκυίας καὶ τῆς κλειδὸς ἀπούσης μὴ τούτων ἀνεπτυγμέ‐ νων, Ἰωάννης ὁ ἐκ γένους Ἐξαβουλίων καὶ τοῦ δρόμου τοὺς λόγους τηνικαῦτα τιθεὶς τοῖς παροῦσι ταύτην ἐμυστολέκτει τεταμιεῦσθαι ἐσθῆτι τῇ ἐνδοτάτω τοῦ φονευθέντος, δι’ ἧς αἱ πέδαι ἀποδεδέσμηνται. ἑβδόμης δὲ ὥρας διατελούσης ἄπεισι Μιχαὴλ βασιλεὺς τῷ μεγίστῳ
10ναῷ συνάμα τοῖς δεδρακόσι τὸ τόλμημα, τῆς θείας τελεταρχίας ἀξιωθῆ‐ ναι, μηδ’ ὅλως μήτε τῷ δήμῳ δειματωθεὶς μήτε τῷ δείματι τοῦ θεοῦ κατερυθριάσας, ἀλλὰ τεθαρρηκὼς μάλιστα ἐπί τε τοῖς λοιποῖς συναντή‐ μασι καὶ προρρήσεσιν, ἔτι δὲ καὶ τοῖς προαναπεφωνημένοις Ἀθιγγάνου παρά τινος μάντεως, ὃς τῷ τηνικαῦτα στρατηλάτῃ τοῦ τῶν Ἀνατολι‐
15κῶν θέματος πεῖραν δεδωκὼς πολλῶν ἀποβάσεων διετράνου τὸν Μιχαὴλ καί τινα ἕτερον τῶν δευτέρων διαδηματοφορήσειν, σαφῶς ἀπομαντευ‐ όμενος. ἀμέλει τούτους ὁ στρατηγέτης διὰ μερίμνης εἶχεν πολλῆς, ὅπως νυμφίους ταῖς ἑαυτοῦ θυγατράσιν ἁρμόσαιτο. ἐξείχετο οὖν τοῦ τοιούτου σκοποῦ, καί ποτε τοῦ τὴν ἐπιστασίαν ἔχοντος τῶν εἰς τράπεζαν
20κεκλημένων, ὃν ἀτρικλίνην φημίζουσιν, κατὰ τὸ ἔθος εἰσιόντος αὐτῷ καὶ τὴν γραφὴν ἐμφανίζοντος, ἀπείπατο τῶν πολλῶν τῆς συνεστιά‐
σεως, ἐκείνους δὲ μόνους τῆς τραπέζης καταξιῶσαι. ταύτης γοῦν διευ‐ τρεπισθείσης καὶ τῶν αὐτοῦ θυγατέρων συνεδριασασῶν, προστάττει τούτοις ὁμοταγεῖς γενέσθαι αὐτάς. οἱ δὲ τῇ ἀπροσδοκήτῳ θαμβηθέντες22
25τιμῇ τῆς κατακλίσεως ἀπαναίνονται· ὁ δὲ διακείμενος ἐπαχθέστερον κατηνάγκαζεν, καὶ τελευταῖον πείθει κατακλιθῆναι. διαχύσεως δὲ γεγονυίας, ἅτε κατεμφορηθέντων αὐτῶν, ἐπιδίδωσι τούτοις τὰς θυγατέ‐ ρας εἰς γαμετάς. οἱ δὲ κατιλιγγιάσαντες τοῦ προστάγματος πρὸς μὲν μικρὸν δυσανασχετοῦσιν ἐν τούτῳ τὸ παρ’ ἀξίαν αὐτῶν λογιζόμενοι,
30καὶ μάλιστα Μιχαὴλ διὰ τὸ ἐκ πενεστάτων προῆχθαι καὶ τὴν τύχην ἀνεπιφάντων, ἀλλ’ ὅμως πειθαρχοῦσιν ἐγκελευόμενοι.

2

.

2

Ἀκηκοὼς δέ, ὥς φασιν, ὁ Θωμᾶς τὸν Μιχαὴλ βασιλεύσαντα, ταχέως κατ’ αὐτοῦ νεωτερισμὸν πολυάνθρωπον ἐντυρεύεται. ἀνέκαθεν γὰρ ἀλλήλοις ἀντιπεπονθότως διΐσταντο· καὶ ὁ μὲν Μιχαὴλ παρὰ παντὸς τοῦ τῶν Ἀνατολικῶν στρατεύματος ἐτύγχανεν στυγητός,
5οὐχ ἧττον δὲ καὶ ἐπίμωμος ἀπό τε τῆς πατρίδος αὐτοῦ Ἀθιγγάνων πληθὺν ἐκτρεφούσης, ὡς ἔοικεν, καὶ διὰ τὸ τῆς γλώττης ἐλάττωμα καὶ τὸ μὴ ἱκανῶς ἔχειν τισὶν πρὸς ἀνδρείαν νομίζεσθαι, ὁ δὲ Θωμᾶς πᾶσι φιλοστοργούμενος διά τε τὸ ἀνδρειόφρον οὐκ ἔλαττον καὶ ἀστεῖον καὶ εὐπροσήγορον, καὶ τῶν βελτίστων οὐκ ἐλαττούμενος Λέοντος, εἰ καὶ
10σκυθίζων τῷ γένει, πρὸς δὲ καὶ γηραιὸς ὤν, τὸν πόδα πεπήρωτο. οὗτος οὖν κατασχὼν τοὺς τῶν δημοσίων φόρων πάντας ἀπαιτητὰς ἐγγράφως τὰς νενομισμένας ἀπεκληροῦτο εἰσπράξεις, ἐξ ὧν διανομὰς ἐν λαοῖς ποιησάμενος στρατηγεσίας κατὰ τοῦ Μιχαὴλ ἐγκρατῶς δια‐ τίθησιν. οὐδεὶς δὲ τῶν ἐξ ἀνατολῆς ὡρμημένων ἀπελιμπάνετο, οὐδὲ τῆς
15ἑσπέρας αὐτῆς, οὐ τῶν ἐξ ἐθνῶν ἐπηλύδων, οὐκ αὐτοχθόνων, οὐ γειτο‐ νούντων, οὐ τῆς δουλικῆς μοίρας ὅσον παρῆν μισοδέσποτον, οὐχ ὁλοκλήρων ἐθνῶν, κατὰ διαφόρους καιροὺς οἳ οὐκ αὐτῷ προσερρύησαν καὶ συνείποντο, οἱ μὲν κατὰ γῆν, οἱ δὲ κατὰ θάλασσαν, νέῳ Ζέρξῃ κἂν ἐν ὁμοπίστοις ἀναφανέντι, ὡς ἐντεῦθεν καὶ πάντα τὰ θέματα σὺν
20τοῖς στρατηγοῖς σπένδεσθαι τούτῳ συνέβαινεν, Ὀλβιανοῦ μόνου, τοῦ τῶν Ἀρμενιακῶν στρατηγοῦντος, τούτους περινοίαις ἐπιπειθεῖς
ἄγοντος, καὶ Κατάκυλα τοῦ Ὀψικίου τῷ βασιλεῖ Μιχαήλ γε προσκει‐ μένων. καὶ τοσοῦτον ἐπολυπλασίαζε τὸ πλῆθος κατὰ τῶν ὁμοφύλων, ὥστε καὶ τοὺς Σαρακηνοὺς ἐπ’ ἀδείας λαβέσθαι καιροῦ πάσας νήσους23
25καὶ χώρας καταληΐζεσθαι καὶ καθέξειν ὅλως αὐτάς, εἰ καὶ μετὰ ταῦτα τούτοις διὰ πολλῆς φήμης ἀνανταγώνιστος ὁ Θωμᾶς ἀνεδέδοκτο. διὸ καὶ πειρᾶται πρὸς αὐτοὺς κηρυκεύεσθαι τρόπῳ τοιῷδε, πανούργως ἐνδελεάσας, ὅπερ αὐτοῖς βουλητὸν ἠσμενίζετο, τῇ ἐκείνου παμπληθεῖ δυνάμει καταπλαγεῖσιν. διαπέμπεται οὖν πρὸς αὐτοὺς εἰρήνην ἀνα‐
30καλούμενος, πολλῷ δὲ μᾶλλον συνασπισμόν, τῆς βασιλικῆς ἀνθέξεσθαι ἀποπτώσεως. ποιεῖται τοίνυν σπονδὰς μετ’ Ἀγαρηνῶν, εἰδήσει τοῦ αὐτῶν ἀρχηγοῦ ἀναδεῖται στέφος βασίλειον παρὰ τοῦ ἀρχιερέως Ἀντιοχείας Ἰώβ, εἶτα μετ’ Ἀγαρηνῶν Ἰνδῶν Αἰγυπτίων Ἀσσυρίων Μήδων Ἀβασίων Ζηχῶν Ἰβήρων Καβείρων Σκλάβων Οὔννων Βανδή‐
35λων Γετῶν καὶ ὅσοι τῆς Μάνεντος βδελυρίας μετεῖχον, Λαζῶν τε καὶ Ἀλανῶν Χάλδων τε καὶ Ἀρμενίων καὶ ἑτέρων παντοίων ἐθνῶν πολυθρύλ‐ λητον πανστρατιὰν στρατοπεδευσάμενος ἁπάσης τῆς ἀνατολῆς ἐκυρί‐ ευσεν, τελευταῖον μέρεσι τοῖς κατὰ Θρᾴκην προσεμπελάσας ἑλεπολεῖν τὸ Βυζάντιον ἐκβιάζεται ἱππεῦσιν εὐόπλοις καὶ πετροβολισταῖς τοῖς
40ὑπὸ χεῖρα πεζοῖς, ἔτι καὶ σφενδονισταῖς γε καὶ πελτασταῖς ἀμέτροις ἐπιρρωννύμενος, προσέτι μὴν καὶ πολιορκητικοῖς οὐκ ὀλίγοις τεχνάσμασι κρατυνόμενος. μεθ’ ὧν πολλάκις τοῖς κατ’ ἤπειρον τείχεσι προσβαλὼν ἄπρακτος ἀποκρούεται, τοῦ βασιλικοῦ παιδὸς Θεοφίλου αὐτοῖς ἐπι‐ όντος καὶ διαγωνιζομένου τὰ μάλιστα, ἀλλὰ μὴν καὶ τοῦ πατρὸς
45Μιχαὴλ ἔσθ’ ὅτε ὑπεξιόντος καὶ τοῖς ὑπεναντίοις ἐπιτιθεμένου αὐτό‐ χειρος. ὅθεν ἀμηχανῶν ὁ Θωμᾶς καὶ ἐπὶ ναυμαχίαν προέρχεται, πολλὴν ὁλκάδων σωρείαν ἐπαγόμενος, κἀκεῖσε παραπλησίως ἐνδυστυχεῖ· αὗται γὰρ τῷ πολεμικῷ πυρὶ κατανάλωντο, τῆς περὶ τούτου παρὰ βραχὺ τὸ πρὶν διολομένης εἰδήσεως, τηνικαῦτα δὲ οὕτως ἀνευρεθείσης.

2

.

2

(50)

Καλλίνικός τις τῶν ἐξ Αἰγύπτου, ἀνὴρ ἐχέφρων καὶ αὐτὸς μόνος εἰδήμων τότε, παρρησιασάμενος ἔφη τῷ βασιλεῖ κατὰ Θωμᾶ συμπονήσειν αὐτῷ παρὰ θάλασσαν, εἴπερ προέλοιτο. ὃς τεχνικῶς τόδε συνθεὶς τοῖς ναυ‐
άρχοις ἐπεχορήγησεν.24

2

.

3

Ἐπὶ τρισὶ δὲ ὁ δείλαιος ἐνεωτερίσατο ἔτεσιν. οὗτινος νεωτερισμοῦ ἐπὶ βασιλείας Λέοντος τέρας τῶν ἀποφράδων ὧδε προδέδεικται. ὡράθη κομήτης κατ’ οὐρανὸν ἐν σχήματι σεληνῶν δύο λαμπρῶς συνιουσῶν καὶ αὖθις διαιρεθεισῶν κατὰ διαφόρους συστάσεις, ἐξ ὧν ἐκτύπωμά τι
5ἀκέφαλον ἀνεπλάσθη ἀνδρός, δηλοῦν πως † τῶν μετὰ ταῦτα παρεισαγα‐ γόντων κατὰ Χριστιανῶν τὸ ἀκέφαλον δόγμα τῆς στασιώδους αἱρέ‐ σεως, ἢ καὶ Θωμᾶν τὸν ἀλάστορα, ὡς ἔοικεν, κεφαλὴν καὶ ἀρχηγὸν ματαιάζοντα τῆς ἐξ ἑτέρων διαστάσεως κεκτημένων πως προεφήτευσεν†. ἠνδραγαθήκεσαν δὲ ἐν τούτῳ ὅ τε Ὀλβιανὸς καὶ Χριστοφόρος, τηνι‐
10καῦτα μάγιστρος γεγονώς, οὗ οἱ υἱοὶ Βαρσάκιός τε καὶ Νάσαρ πατρίκιοι, καὶ Κατάκυλας αὐτοῦ Μιχαὴλ βασιλέως ἐξάδελφος καὶ πατρίκιος, περὶ ὧν προδεδήλωται· δι’ ὧν τοῦ στασιώτου τὰ φάρμακα διεσκέδαστο.

2

.

4

Καὶ οὕτως φασὶ τὰ κατὰ Θωμᾶν ἀκριβέστερον διεξιστορεῖσθαι. οὗτος γοῦν ὁ μουλτίων, ἐκ πατρίδος οἰκτρᾶς καὶ τύχης ἀφανοῦς γεγο‐ νώς, τῶν ἀναγκαίων εἰς τὸ ζῆν χάριν εἰς τὴν Κωνσταντίνου καὶ βασιλεύ‐ ουσαν πόλιν εἰσῆλθεν, καὶ κολληθείς τινι τῶν πατρικίων (Βαρδάνης
5οὗτος ἦν ὁ λεχθείς) ἐγκλήματι μὲν μοιχείας παρὰ τούτου τοῦ ἀνδρὸς ἑάλω, ἣν ὑπέθετο καταπράξασθαι τούτῳ Νικηφόρος ὁ τηνικαῦτα τὸ βασιλεύειν λαχών, τῷ Βαρδάνῃ βασκαίνων διὰ τὴν προσοῦσαν καλο‐ κἀγαθίαν αὐτῷ· φεύγων δὲ τὴν ἐπὶ τῇ μοιχείᾳ δίκην, ἣν καταπράξασθαι μὲν ἐπειράθη, οὐκ εἰς ἔργον δὲ προέβη, εἰς Συρίαν ἀπέδρα. καὶ πρῶτον
10μὲν τὴν εἰς Χριστὸν ἐξήρνηται πίστιν, καὶ χρόνον συχνὸν ἐν αὐτοῖς διατρίψας, ὡσεὶ εʹ καὶ κʹ παρελκυσθῆναι ἐνιαυτούς, ψευδῆ φήμην ἑαυτῷ περιποιεῖται, Κωνσταντῖνον εἶναι αὐτὸν εἰσηγούμενος τὸν Λέοντος καὶ Εἰρήνης. οὗτος δὲ ἄρα διὰ τὴν μοχθηρίαν τῶν τρόπων μετὰ τῶν ὀφθαλμῶν καὶ τῆς βασιλείας ἐστέρηται καὶ ἐξ ἀνθρώπων
15ἠφάνισται μετὰ βραχὺ τῆς ἐκπτώσεως, καὶ ὁ τοῦδε νεκρὸς ἔν τινι
κατετέθη σορῷ τότε τῶν ἐν τῇ βασιλευούσῃ σεμνείων. ἀλλ’ ὅ γε παλαμναῖος οὗτος ἀνὴρ μετὰ Σαρακηνῶν διαζῶν, ὑποσχέσεσι τούτους ἐπαίρει λαμπραῖς, ὡς ὑποτελῆ ποιήσειν αὐτοῖς τὴν Ῥωμαίων ἀρχήν, εἰ καὶ χρήματα ἱκανὰ καὶ στρατὸν ἀξιόχρεων δοῖεν πρὸς τὸ ἔργον25
20αὐτῷ. καὶ δὴ τῶν αἰτουμένων τυχὼν ἐκστρατεύει κατὰ Ῥωμαίων εὐθύς, ποιεῖται δὲ καὶ διὰ τὸ μέγεθος τῶν ἐγχειρουμένων υἱὸν ἀνθρώ‐ πιόν τι μιξοβάρβαρον εὑρηκώς, μετὰ τῆς ψυχικῆς φαυλότητος καὶ ἀνοίας ἔτι δὲ καὶ δυσμορφίαν σώματος δυστυχοῦν καὶ τἆλλα †τῶν τού‐ του†· ὃ δὴ καὶ Κωνστάντιον ἐπιτρέπει καλεῖσθαι, ἀπόμοιράν τε τούτῳ
25Σαρακηνῶν στρατεύματος δοὺς σὺν αὐτῷ εἰς τὰ Ῥωμαίων εἰσβάλλει ἤθη. Λέων δὲ τότε καιροῦ τούτων ἦν βασιλεύς, ὁ Βάρδα μὲν τοῦ πατρικίου υἱός, ἐξ Ἀρμενίων δὲ κατάγων τὸ γένος· οὐ πολυωρίας δὲ ἀξιώσας τὸ ἐπιφυὲν Ῥωμαίοις κακόν, σχεδιάσας δὲ πλῆθος στρατεύματος βραχὺ καὶ καθηγεμόνα στρατιώτην μᾶλλον ἢ στρατηγὸν ἐπιστήσας κατὰ
30Θωμᾶ ἀποστέλλει. καὶ δὴ τῶν στρατευμάτων ἀμφοτέρων συμπεσόντων ἀλλήλοις κατά τι τῶν ἐν τῇ ἕῳ χωρίων, πταίει μὲν ὁ τοῦ βασιλέως στρατὸς καὶ εἰς φυγὴν τρέπεται· ἐπ’ ἀδείας δὲ ὁ ἀποστάτης γενόμενος πάντα πρὸς ἀνίσχοντα ἥλιον ἐπιτρέχει καὶ πρὸς βίαν τὰ ἑαυτοῦ ποι‐ εῖται φρονεῖν.

2

.

5

Οὐ πολὺ δὲ τὸ ἐν μέσῳ, καὶ Μιχαὴλ Λέοντα φονεύει καὶ τὴν βασιλείαν ἐκδέχεται. ὁ δέ γε στασιάρχης Θωμᾶς, ὡς μὴ ἀρκούσης αὐτῷ τῆς κατὰ γῆν ἐπικρατείας σχεδὸν ἁπάσης, ἤδη τὸ ναυτικὸν ἅπαν τὸ ὑπὸ Ῥωμαίους ὄν, πλὴν τοῦ βασιλικοῦ κληθέντος, ὑποποι‐
5εῖται, καὶ ναῦς πλείστας ναυπηγήσας ἑτέρας σίτου τε παραπομποὺς καὶ ἵππων, τὰς δὲ πολεμιστηρίους, ταύτας κατὰ Λέσβον κελεύει μένειν αὐτόν· ὁ δὲ ἅμα μυρίῳ δή τινι στρατῷ καταλαμβάνει τὸν μεταξὺ Σηστοῦ καὶ Ἀβύδου πορθμόν, κατὰ νώτου δὲ λιπὼν ἑαυτοῦ τὸν Ψευδοκων‐ στάντιον καὶ ποιηθέντα υἱὸν ἅμα μεγίστῃ δυναστείᾳ τῶν προκατειλημ‐
10μένων αὐτῷ τὰ λοιπὰ καταδραμεῖν ἐπιτρέπει. δαιμόνων δὲ εἰσηγήσεσιν οὗτος καὶ μαντείαις ἠγμένος χρόνου ἡμέραν τοῖς συμπόταις προλέγει, καθ’ ὃν τῇ βασιλευούσῃ προσέλθοι πόλει ἐν ἀρρήτῳ δόξῃ τινί· ἤδη δὲ
τῆς κυρίας ἐνστάσης αὐτῆς τῷ ὑπὸ τὸν Ὀλβιανὸν περιπίπτει στρατῷ, οὗ πρὸς βραχὺ μὴ ἐνεγκὼν τὴν ὁρμὴν φεύγει τε καὶ εὐθέως ἁλίσκεται.26
15καὶ τὴν κεφαλὴν αὐτοῦ ὁ γενναῖος Ὀλβιανὸς ἐκτεμὼν πέμπει τῷ βασιλεῖ Μιχαήλ· ὁ δὲ τῷ στασιώτῃ ταύτην καὶ ψευδωνύμῳ ἀποστέλλει πατρί. ἀλλ’ οὗτος μὲν οὐδέν τι τῆς ἀπονοίας ἠφίετο, ἀλλ’ ἅμα τῷ νηΐτῃ Λεσβόθεν ἥκοντι στόλῳ, καὶ αὐτὸς ναυσὶν ἱππαγωγοῖς κεχρημένος, νύκτα διασκο‐ πήσας ἀσέληνον, ἐκ παράλου τοπίου τινός, ὃ δὴ πρὸς τῶν ἐγχωρίων
20καλεῖται Ὁρκόσιον, πολλαχοῦ περαιοῦται τῆς Θρᾴκης λαθών, εὑρὼν δὴ πάντας Θρᾷκας κατηκόους αὐτῷ, καίτοι τοῦ βασιλέως, ὅτε δὴ φήμῃ περιηγγέλη, ὡς διαβαίνει ναυσὶν ὁ ἀποστάτης τὸν κατὰ τὴν Ἄβυδον τῆς θαλάττης πορθμόν, ἐκστρατεύσαντός τε κατ’ αὐτοῦ ὀλιγίστῳ στρατῷ καὶ ἐκ πασῶν πόλεων Θρᾳκικῶν ὡς συμμαχήσουσιν βασιλεῖ
25πίστεις λαβόντος· ὅμως ταύτας ἁπάσας παρ’ οὐδὲν θεμένων αὐτῶν, πολὺς ὁ τύραννος ἐγεγόνει, καὶ τούτων προσρυέντων αὐτῷ. παρα‐ χρῆμα ὁ βασιλεὺς πρὸς τὴν πόλιν ὑπονοστεῖ, καὶ ὡς ἐνῆν τὰ κατ’ αὐτὴν ἀσφαλέστατα διαθείς, πεζὸν ἅμα καὶ ναυτικὸν συναθροίζει στρατὸν ἐκ τῶν κατ’ ἀνατολὴν ἤδη τοῦ ἀποστάτου ὑποχωρήσαντος
30πρός γε βραχὺν χρόνον τῆς τυραννίδος ἀπηλλαγμένων. ἐνίησι δὲ βασιλεὺς καὶ πῦρ πολεμιστήριον ταῖς ναυσί, καὶ τὴν σιδηρᾶν σχοῖνον ἀπ’ ἀκροπόλεως μέχρι τοῦ Πέραθεν φρουρίου διέτεινεν, ὡς ἂν τὸ κατὰ τὴν πόλιν καλούμενον Κέρας μὴ ἐκ τοῦ στόλου τῶν ἀντιπάλων πη‐ μαίνοιτο. Γρηγόριον δέ, πάλαι μὲν χρηματίσαντα στρατηγόν, δι’
35αἰτίας δὲ βασιλεῖ γεγονότα καὶ διὰ τοῦτο εἰς Σκῦρον, μίαν τῶν Κυκλάδων νήσων, φυγαδευθέντα, λαβὼν ὁ ἀποστάτης, ἅτε δὴ προσχωρήσαντα αὐτῷ, χειροτονεῖ στρατεύματος ἡγεμόνα μυρίων ἀνδρῶν, καὶ τοῦτον πρόδρομον αὐτοῦ κατὰ τῆς βασιλευούσης προπέμπει, ἀλλὰ δὴ καὶ στόλον ναυτίλων ἀνδρῶν, ἵνα δὴ ἄμφω κατ〈ὰ τ〉αὐτὸν ἐν τῇ Κωνσταν‐
40τίνου γένοιντο πόλει. καὶ δὴ γέγονεν τοῦτο ταχέως, συνελθόντες ἀλλήλοις ἀπό τε γῆς καὶ θαλάττης κατὰ τὰς Βαρβύσου τοῦ ποταμοῦ ἐκβολάς, οὐδὲ τῆς σιδηρέας ἐξαρκεσάσης σειρᾶς κωλῦσαι τὴν τῶν πολεμίων ἔφοδον πλοίων. μετ’ οὐ πολὺ δὲ καὶ αὐτὸς σὺν πʹ χιλιάσιν ἐφίσταται τῇ πόλει, ἐπὶ δὲ τῷ προτέρως ποιηθέντι υἱῷ καὶ ἕτερον ἀναδείκνυσιν,
45Ἀναστάσιον ὄνομα, πάλαι μὲν εἰς τοὺς καλουμένους τελέσαντα μοναχούς, εἰς κοσμικῶν δὲ τρόπων φαυλότητι τάξιν ἐληλυθότα, αἰσχρὸν τὸ εἶδος, ὥστε δοκεῖν ἐξ οἰνοποσίας ἰνδογενὴς εἶναι, μοχθηρότερον τῇ ψυχῇ
ὑπὸ ἐμπληξίας ἐσχάτης. μετὰ τούτου οὖν καὶ παντὸς τοῦ στρατοῦ προσβάλλει τῇ πόλει, ἅμα τῷ φανῆναι οἰόμενος ἀνοιγῆναι τὰς πύλας27

2

.

5

(50)

αὐτῷ. ἐπεὶ δὲ τῆς ἐλπίδος διαμαρτάνει, τῶν πολιτῶν μεθ’ ὕβρεων ἀποπεμψάντων αὐτόν, σκηνοῦται κατὰ 〈τὸν〉 τῶν σεβασμίων Ἀναρ‐ γύρων νεών, καὶ πάντας ἔσχεν ὑπηκόους τοὺς κατὰ τὸν Θρᾴκιον οἰκοῦν‐ τας Βοόσπορον. εἶτα πόλεμον μετὰ τῆς πόλεως συγκροτεῖ τοξεύμασιν ἀφάτοις καὶ τοῖς ἐκ τῶν πετροβόλων λίθοις ὀργάνων, μάλα δὴ κατὰ
55μέρος τῶν Βλαχερνῶν ἐλπίζων ταύτην ἑλεῖν. ὅθεν δὴ καὶ ὁ βασιλεὺς Μιχαὴλ ἀναβὰς ἐπὶ τῆς ὀροφῆς τοῦ τῆς Θεοτόκου ναοῦ τὸ πολεμικὸν σημεῖον πήγνυσι, κελεύει δὲ καὶ Θεόφιλον τὸν υἱὸν λαβεῖν γε τὸ νικο‐ ποιὸν τοῦ σταυροῦ ξύλον καὶ τὴν σεβαστὴν ἐσθῆτα τῆς θεομήτορος, καὶ περιελθεῖν τὸν τοῦ Βυζαντίου τείχους περίβολον μετὰ λιτανείας,
60συνάμα τῷ ἱερῷ κλήρῳ καὶ τοῖς ἄλλοις πολίταις, τῆς θείας ἐπικουρίας δεόμενον. παρατάττεται δὴ παντοίῳ πολέμου εἴδει ὁ ἀποστάτης καὶ μηχαναῖς· ἀλλ’ ἐξ ὑπερδεξίου οἱ τοῦ βασιλέως ταῖς τε βολαῖς καὶ τοῖς ἀντιμηχανήμασι κεχρημένοι διωθοῦνται τοὺς ἐναντίους, ὥστε καὶ κλίμακας καὶ χελώνας κριούς τε καὶ πᾶν εἴ τι τοιοῦτον ὄργανον λιπόντας
65ὑπὸ τὰς ἰδίας διαδρᾶναι σκηνάς. ἀλλὰ καὶ ὁ ναυτικὸς τοῦ ἀποστάτου στρατὸς καὶ αὐτὸς τῷ ὑγρῷ κεχρημένος πυρί, κυκλοῖ τὴν πόλιν τούτῳ τε καὶ τοξεύμασιν ἀριθμοῦ πλείοσιν, πρὸς δὲ καὶ τετρασκελέσιν ἑλεπόλεσι καλουμέναις, πνεύσαντι 〈δὲ〉 ἐναντίῳ πνεύματι ἀποκρούεται, ἅτε δὴ καὶ χειμερίου τῆς ὥρας οὔσης.

2

.

6

Ἤδη δὲ τοῦ ἡλίου ταῖς ἀρκτῴοις οἰκήσεσιν ἐπιθέοντος διά τε τοῦ πεζικοῦ καὶ τοῦ ναυτικοῦ στρατοῦ προσβάλλει τῇ πόλει κατ’ ἐκεῖνο μάλα τὸ μέρος, ὃ δὴ Κέρας τὸ σχῆμα καλεῖται, τετρασκελεῖς ἑλεπόλεις κατασκευάσας καὶ ἐκ τῶν πεμπομένων δι’ αὐτῶν ἀπὸ τῶν
5νεῶν λίθων κατασείειν τὸ τεῖχος οἰόμενος. ὁ δέ γε βασιλεύς τισι τῶν ἐναντίων διὰ τοῦ τείχους εἰς λόγους ἦλθεν ἀμνηστίαν τῶν εἰργασμένων αὐτοῖς ἕξειν, εἰ μεταμεληθεῖεν, παρεγγυῶν· οὐ πείθει δὲ τούτους, ἀλλὰ στρατόν τινα καθοπλίσας ὀλίγιστον, ἀθρόον τῆς πόλεως ἔξεισι καὶ τοὺς ὑπαντήσαντας αὐτῷ κατὰ κράτος νικᾷ, καὶ κατὰ θάλατταν δὲ
10τοσοῦτον ὥστε τὰ πλοῖα πρὸς γῆν διοκείλαντας συνδεδεμένα πρὸς τοὺς ἐκ τῆς χέρσου μαχομένους ἀναφυγεῖν καὶ τὸν ἐκ θαλάττης ἀπαγορεύσα‐
σθαι πόλεμον, ἑκόντας τε πολλοὺς τῶν πολεμίων προσχωρῆσαι τῷ βασιλεῖ. ἐν οἷς καὶ Γρηγόριος, συνελκύσας ἑαυτῷ καί τινα μοῖραν βραχεῖαν στρατοῦ καὶ κατὰ νύκτα τινὰ λαβόμενος εὐκαιρίας, φεύγει28
15πρὸς τὴν Θρᾴκην καὶ κατὰ νώτου γίνεται τοῦ τυράννου. ἀλλ’ ὅ γε στασιάρχης ἅμα 〈τῷ〉 τοῦτο μαθεῖν στρατεύει κατὰ Γρηγορίου, καὶ τοῦτον καταλαβὼν ἀναιρεῖ, καὶ πάλιν εἰς τὴν πόλιν ἐλθὼν τῆς ἐξ ἀρχῆς ἔχεται προσεδρείας, γράμμασί τε πεπλασμένοις, ὡς κατά τε γῆν καὶ θάλασσαν εἴη νενικηκώς, τῷ κατά τε τὴν Ἑλλάδα καὶ τὰς νήσους ἁπάσας
20ναυτικῷ ἐξαπατήσας ἀναχθῆναι κελεύει καὶ τῷ βασιλεῖ διαμάχεσθαι. καὶ δῆτα πλοῖα σιταγωγὰ τοῖς πολεμιστηρίοις προσκαθοπλίσαντες πανθυμαδὸν ἀναπλέουσιν, προσορμίζονταί τε τῇ τῶν καλουμένων Βυρίδων ἀκτῇ, τῶν προτέρων οὐκ ἐλάττους οὖσαι τὸ πλῆθος· καὶ γὰρ εἰς νʹ καὶ τʹ ὁ τούτων ηὔξητο ἀριθμός. ἔμελλε δὲ ἄρα ἔκ τε νοτίου
25μέρους καὶ βορείου τῆς πόλεως αὐτῇ προσβαλεῖν ταῖς ναυσίν. βασιλεὺς δὲ προφθάσας ἀποστέλλει πυρφόρους ναῦς, αἳ δὴ ταῖς τῶν ἐναντίων ναυσὶ κατὰ τὸν εἰρημένον ἐπιθέμεναι χῶρον, ἃς μὲν ὁλοκαυτοῦσιν αὐτῶν, ἃς δὲ σκεδαννύουσιν, τὰς πλείους δὲ τούτων αὐτῶν συλλαμβάνουσιν ἀνδράσιν αὐτοῖς καὶ τῷ βασιλεῖ προσάγουσιν.

2

.

7

Ἀκηκοὼς δὲ Μορτάγων ὁ κύριος Βουλγαρίας ὅσα τε καὶ οἷα κατὰ τὴν βασιλίδα πόλιν συνηνέχθη γενέσθαι, διαπρεσβεύεται πρὸς βασιλέα καὶ συμμαχεῖν αἰτεῖται αὐτῷ· αἱ γὰρ ὑπὸ Λέοντος τοῦ βασιλέως πρὸς αὐτοὺς τριακοντούτεις σπονδαὶ ἤδη τὴν πρώτην δεκαετηρίδα συνεπλή‐
5ρουν σχεδόν. ἀποδοχῆς δὲ μεγάλης ὁ βασιλεὺς τὴν γνώμην αὐτῶν ἀξίαν κρίνας ἀπολογεῖται μὴ χρῆναι τοὺς ἐπὶ τοσοῦτον χρόνον ὡμολογηκότας Χριστιανικῶν αἱμάτων ἀφέξεσθαι ἐπὶ τῷ τῶν στασιωτῶν πολέμῳ τὰ καλῶς δόξαντα καταλύειν· φιλοφρονησάμενος δὲ αὐτοὺς τῆς προθυμίας ἀξίως πρὸς τὴν ἑαυτῶν ἀποστέλλει. ἀλλ’ οὗτοι μὲν κατ’ οὐδὲν τῶν τοῦ
10βασιλέως φροντίσαντες λόγων κατά τε τοῦ τυράννου στρατεύουσι καὶ εἰς τὰ Ῥωμαίων εἰσβαλόντες ἤθη κατὰ τὸν Κηδούκτου καλούμενον στρατοπεδεύονται χῶρον. μαθὼν δὲ ὁ ἀποστάτης τὴν κατ’ αὐτοῦ τῶν Βουλγάρων ἔφοδον, τοῦ καταλειφθέντος αὐτῷ ναυτικοῦ λόγον οὐδένα ποιεῖται, ὅθεν δὴ τοῦτο πᾶν τῷ βασιλεῖ προσχωρεῖ· ὅλος δὲ
15τοῦ πεζοῦ στρατοῦ γεγονὼς ἀπαίρει μὲν τοῦ προσεδρεύειν τῇ πόλει,
κατὰ δὲ τὸ εἰρημένον χωρίον προσβαλὼν τοῖς Βουλγάροις κατὰ κράτος ἡττᾶται. καὶ πλεῖστοι μὲν τῶν αὐτοῦ κτείνονταί τε καὶ πυρπολοῦνται πρὸς τούτων· οἱ δὲ περιλειφθέντες ὡς εἶχον σθένους σκεδάννυνταί που. λείαν δὲ πολλὴν τῶν πολεμίων οἱ Βούλγαροι συμφορήσαντες πρὸς τὴν29
20ἑαυτῶν ὑποστρέφουσιν.

2

.

8

Οὐκ ἀπολήγει δὲ καὶ οὕτως πράξας κακῶς τῆς ἀπονοίας ὁ τύραν‐ νος, ἀλλὰ τοὺς σκεδασθέντας συλλέξας καὶ πρὸς τὴν καλουμένην Διάβα‐ σιν 〈συναθροίσασ〉, ἅτε δὴ πρὸς τὸ στρατοπεδεῦσαι πάντα οὖσαν ἐπιτηδείαν, διά τε τὴν τῶν ἵππων νομὴν καὶ πρὸς τὴν ἄλλην χρείαν
5τῶν ἀνθρώπων ἀφθονωτέραν τυγχάνουσαν, ἐκεῖσε σκηνοῦται τῷ τέλματι τοῦ χωρίου θαρρήσας, ἐκεῖθέν τε ὥσπερ ἐξ ἀκροπόλεως, ὄντως τύραννος ὤν, συχνὰς ποιεῖται καταδρομὰς καὶ τὰς πλησιαζούσας πυρπολεῖ κώμας. ὅπερ δὴ μαθὼν ὁ βασιλεὺς Μιχαήλ, ὡς εἶχεν δυνάμεως, 〈οὐκ〉 εὐαρί‐ θμητον σχεδιάζει στρατὸν καὶ κατὰ τοῦ τυράννου πρὸς τὸν εἰρημένον
10ἔρχεται χῶρον σὺν κόσμῳ στρατηγεσίας παντί, λόγοις καὶ ταῖς ἄλλαις ὑποσχέσεσι τοὺς συνόντας ἐπιρρωννύς. ὁ δὲ τύραννος πλήθει πολλῷ δὴ μάλα ὑπαντιάζει τῷ βασιλεῖ, σχηματίζεταί τε φυγήν, ὥστε τὸν τοῦ βασιλέως στρατοῦ διαλυθῆναι συνασπισμόν· διαμαρτάνει δὲ τοῦ σκοποῦ, μήτε τὴν τάξιν τοῦ βασιλικοῦ διαλύσας στρατοῦ, μήτε τοῖς ἑαυτοῦ
15συναφθῆναι οἷός τε γεγονώς, ἀλλὰ τῶν ἐναντίων μὴ ἐνεγκὼν τὴν ὁρμήν, ὡς εἶχε τάχους, χρῆται φυγῇ καὶ πρὸς τὴν Ἀρκαδιούπολιν σύν τισι τῶν ἑαυτοῦ διασῴζεται. ὁμολογήσαντας δὲ αὐτῷ τοὺς πλείστους τῶν στασιωτῶν ὁ βασιλεὺς εἰληφὼς ἐπέρχεται τῇ πόλει αὐτῇ, καθ’ ἣν ὁ τύραννος διεσῴζετο, χάρακά τε περιβάλλει αὐτῇ καρτερὸν κύκλῳ.
20ὀλιγίστους δὲ ὁ ἀποστάτης ἔχων ἔνδον τῆς πόλεως ἱππότας, πολλάκις, ὅτε δὴ πεφυρμένους διήθρει τοὺς ἐναντίους, ἠφίει κατ’ αὐτῶν τούτους· ἀλλ’ οὖν γε καὶ ταύτῃ μᾶλλον ἐπάνθανον ἢ ἔδρων οἱ δείλαιοι. ὁ δέ γε βασιλεὺς ἑλέπολιν μὲν οὐ προσῆγε τῇ πόλει, φειδοῖ, μήτε τινὰ τοῦ λοιποῦ τῶν ὁμοδόξων ξίφεσιν ἀναιρεῖσθαι, μήτε μὴν δειχθῆναι τοῖς Σκύθαις
25ὡς δυνατὸν μηχαναῖς τὰς ὑπὸ Ῥωμαίους ἁλῶναι πόλεις· λιμῷ δὲ καὶ προσεδρείᾳ περιγενέσθαι τοῦ τυράννου διέγνω. καὶ δῆτα πολλοῦ χρόνου διαδραμόντος τοσοῦτον ἐνδεῖται τῶν πρὸς τὸ ζῆν ὁ τύραννος ἀναγκαίων, ὥστε πρῶτον μὲν πᾶσαν ἄχρηστον ἡλικίαν καὶ φύσιν ἐκκενοῖ τῆς πόλεως, εἶτα τῶν ἵππων αὐτῶν διὰ τὴν λιμὸν ἀποφθαρέντων,30
30τῶν κρεῶν αὐτῶν, καὶ ταῦτα ὀδωδότων, γεύσασθαι πείθει· προῆλθον δὲ εἰς τὸ κώδιά τε καὶ τἆλλα σκύτη φαγεῖν. καὶ τέλος οἱ μὲν αὐτῶν διὰ τῶν πυλῶν λανθάνοντες, οἱ δὲ καὶ διὰ τῶν τειχῶν καθάπτοντες κάλους, ἄλλοι δὲ καὶ ἑαυτοὺς ῥιπτοῦντες κατὰ τὸ ἔδαφος καὶ τὰ μέλη συνθλώμενοι, ἀνωμολόγουν τῷ βασιλεῖ, καὶ συγγνώμης τυγχάνοντες καὶ ἀδείας
35Ἀναστασίῳ τῷ ψευδωνύμῳ τοῦ τυράννου συνήπτοντο υἱῷ, τοῦ Βύζης ἐπειλημμένῳ πολίσματος, ἐκ τούτου ἐν αὐτοῖς διαπολεμεῖν τῷ βασιλεῖ ᾑρημένῳ, ἵνα δὴ παράσχοι τῷ ἀποστάτῃ ἐν τῷ μάχεσθαι ῥᾳστώνην φυγῆς. εἰς δὲ λόγους ὁ βασιλεὺς τοῖς ἐν τῇ πόλει ἐλθὼν καὶ τῶν εἰς αὐτὸν ἁμαρτημάτων λήθην μεθ’ ὅρκων ὑποσχόμενος ἕξειν, κατὰ τοῦ τυράννου
40συνίστανται καὶ συσχόντες αὐτὸν προσάγουσι βασιλεῖ· ὁ δὲ γηθομένῳ ποδὶ κατ’ αὐχένα πατήσας αὐτὸν χειρῶν ἄμφω καὶ ποδῶν στερηθῆναι κελεύει, ἐπὶ κοντοῦ τε ἀναρτᾶσθαι πρὸς τούτῳ. ποινηλατούμενος δὲ ὁ δείλαιος οὕτως ἐβόα μέγα· „ἐλέησόν με, ἀληθῶς βασιλεῦ.“ ἐρομένου δὲ τοῦ βασιλέως αὐτόν, εἴ τινες εἶεν κρυφίως συνεγνωκότες τῆς ἀπονοίας
45αὐτῷ, τάχα ἂν πολλῶν κατεῖπεν ψευδῶς τῶν βασιλικῶν φίλων· ἀλλ’ Ἰωάννης ἀνὴρ ἐπίκλησιν Ἐξαβούλιος, ἐν πατρικίοις τελῶν, τὸν τύραν‐ νον ἐπέσχεν εἰπεῖν, φήσας τῷ βασιλεῖ, ὡς οὐ δέον κατὰ φίλων πιστεύειν ἐχθροῖς. ἀλλ’ ὁ μὲν τύραννος οὕτως δυστυχῶς καταστρέφει τὸν βίον μηνὸς Ὀκτωβρίου μεσοῦντος ἤδη· εὐθὺς δὲ καὶ Ἀναστάσιον 〈οἱ〉 ἐκ

2

.

8

(50)

Βύζης, ἐπειδὴ τὸν ἀποστάτην ἔμαθον ἀνῃρῆσθαι, πεδήσαντες χεῖρας καὶ πόδας πρὸς βασιλέα κομίζουσιν, ὅντινα δὴ τῇ αὐτῇ τοῦ ψευδωνύμου πατρὸς καταδικάζει ποινῇ.

2

.

9

Ἐπεὶ δέ τινες τῶν τοῦ τυράννου τὴν καλουμένην Πάνιον κατα‐ σχόντες πόλιν, ἄρτι μὲν τούτου ἀπεφθορότος, εἰς τὸ πολεμεῖν βασιλεῖ διέγνωσαν καταστῆναι, πρὸς ἣν ἐλθὼν ὁ βασιλεὺς Μιχαὴλ καὶ λόγους εἰρηνικοὺς προτεινόμενος οὐδαμῶς πείθει καταθέσθαι τὰ ὅπλα, γίνεται
5δή τι θεόθεν σημεῖον αὐτοῖς· σεισμὸς γὰρ σφοδρὸς τό τε τεῖχος κατέ‐ βαλεν καὶ τοῖς τοῦ βασιλέως τὴν εἰς πόλιν δέδωκεν πάροδον· ὃ τοῖς
σεισμοσκόποις σημεῖον ἥττης, ὅθεν γεγένηται τοῦτο. ἀλλὰ δὴ καὶ Ἡράκλεια ἡ πάλαι Πέρινθος καλουμένη, τὰ τοῦ τυράννου λίαν νοσοῦσα, πρὸς τὴν διὰ τῶν τοῦ βασιλέως λόγων θεραπείαν ἀντέσχεν· ὅθεν δὴ31
10τῆς ἐκ τοῦ θαλαττίου μέρους τοῦ τείχους ἐπιδρομῆς τῶν βασιλικῶν πειραθεῖσα στρατιωτῶν ἁλίσκεταί τε καὶ τῆς τυραννικῆς ἀπαλλάττεται νόσου ἀναιμωτὶ καθάπαξ ὑπὸ τῶν ἐναντίων ληφθεῖσα. ἐντεῦθεν δὴ βασιλεὺς πάντα κατήκοα λαβὼν ἑαυτοῦ πρὸς τὴν βασιλίδα πόλιν ὑπονο‐ στεῖ, καὶ ἱππικὴν ἐπιτελέσας ἁμίλλησιν οὐδὲν ἀνήκεστον τοῖς στασιώταις
15ποιεῖται, πλὴν τοῦ διὰ μέσης τῆς ἱπποδρομίας εἰς τὰ ὀπίσω δεδεμένους τὰς χεῖρας ἰέναι, καί τινας εὐθὺς φυγαδεῦσαι αὐτῶν. καὶ οὕτω θριαμβεύει τὴν νίκην.

2

.

10

Ἐπὶ χρόνου δὲ ἐν ᾧ ἀποστασία προβεβήκει ἡ Θωμᾶ, ἀδεῶς ἀπὸ Ἱσπανίας Ἀγαρηνοὶ ἐδῄουν τὴν Ῥωμαΐτιδα γῆν σὺν δέκα περικαμ‐ πέσι ναυσί, κατὰ δέ τινας κʹ, τρόπῳ τοιῷδε. προσώχθισαν τῇ χώρᾳ αὐτῶν διὰ τὸ μὴ πιοτάτην ὑπάρχειν καὶ εὔφορον, καὶ πρὸς τὸν ἀρχηγὸν
5αὐτῶν εἶπον Ἀπόχαψ· „ἆρον ἡμᾶς τῶν ἐντεῦθεν καὶ ἀπάγαγε εἰς εὔγειον τόπον, καὶ εὐζωῶμεν ἐκεῖσε.“ ὧν τοῖς λόγοις παρακληθεὶς γενναίων ἀνδρῶν καὶ εὐόπλων στόλον εὐτρέπισεν, ἐξ ὧν πασῶν νήσων ἐκράτησεν, ὥστε καὶ τῆς Κρήτης αὐτῆς· ταύτην γὰρ λαῷ εὐζώνῳ ἐπηρεάσας ἐξῃχμα‐ λώτισεν καὶ πολλὴν λαφυραγωγίαν εἰσεποιήσατο, καὶ ἀκριβῶς ἀναμεμα‐
10θηκὼς τὸν χῶρον ἐπαλινόστησεν. τῷ δὲ ἐπιόντι καιρῷ μʹ ναῦς ὁ Ἀπό‐ χαψ ἐπισκευασάμενος ἐν ταύτῃ κατῆρεν, καὶ τῷ ἀκρωτηρίῳ ταύτης προσέβαλεν καὶ προσωρμίσθη τῷ Χάρακι. διωρίσατο δὲ τῷ ὑπ’ αὐτὸν λαῷ, ὅπως ἑκάστῳ τῶν πλοίων ἀνὰ εἴκοσι ἀνδρῶν καταλίποιεν, οἱ δὲ πάντες ἄλλοι εἰς τὸ τὴν νῆσον ληΐζεσθαι προσχωρήσειαν ἐπὶ ἡμέρας
15γε ιβʹ. ἀποκινήσαντος δὲ τοῦ λαοῦ πρὸς τὴν τοιαύτην ἐγχείρησιν, ταύταις ἐνέβαλε πῦρ καὶ ὁλικῶς ἐπυρπόλησεν. ἐφευρηκότες δὲ ταύτας
ᾐθαλωμένας στασιάζειν κατὰ τοῦ ἀρχηγοῦ αὐτῶν τετολμήκασιν. καὶ ἀπολελόγητο πρὸς αὐτοὺς, ὅτι „τῇ προτεραίᾳ κατεγογγύζετέ μου, ὦ ἄνδρες ὁμόφυλοι, μὴ μεταναστεύειν ὑμᾶς πρὸς εὐζωΐαν βεβουλημένου·32
20καὶ διὰ τοῦτο ἤγαγον ὑμᾶς ἐνταυθοῖ, ἐν ᾧ γάλακτος καὶ μέλιτός ἐστιν ἀπορρώξ.“ οἱ δὲ ἀντεῖπον αὐτῷ· „καὶ ποῦ δὴ τέκνα ἡμῶν καὶ γυναῖκας εὑρήσομεν;“ ὁ δὲ πρὸς αὐτούς· „ἴστε, ὅτι αἰχμαλωσίαν ἑαυτοῖς πλείστην ἠνέγκατε· ἐκ ταύτης οὖν ὑμῖν γυναῖκας ἁρμόσασθε.“ καὶ οὗτος ὁ λόγος ἀρεστὸς ἐφάνη αὐτοῖς, καὶ τοῦ στασιασμοῦ κατευνάσθησαν, καὶ πυκνοῖς
25σκόλοψι χάρακα περιέθεντο πρὸς ὀχυρότητα ἑαυτῶν διαρκεῖν ἐν αὐτῷ· ἀφ’ οὗ ὁ τόπος μέχρι τῆς δεῦρο Χάραξ προσονομάζεται. μοναστὴς δέ τις μετέπειτα προσφοιτήσας τῇ νήσῳ ἔφη αὐτοῖς, ὅτι „εἴπερ ὅλως ἐθέλοιτε καταδυναστεῦσαι τῆς νήσου, ἀκολουθήσατέ μοι· καὶ ὅποι στοχασάμε‐ νος παραδείξω ὑμῖν ἐπιτηδειότητα κτίσεως, ἐκεῖσε πόλιν οἰκοδομήσατε,
30δι’ ἧς τῆς νήσου ἐξουσιάσοιτε.“ καὶ ἀπήνεγκεν αὐτοὺς εἰς τόπον καλού‐ μενον Χάνδακα, ἐν ᾧ ἡ πόλις τούτων καθίδρυται· καὶ ταύτην πέριξ ἐτάφρωσαν. ἧς ὁ Ἀπόχαψ καθηγεμόνευσεν, καὶ θʹ καὶ κʹ Κρήσσας πόλεις ἠνδραποδίσατο, μιᾶς μόνης μὴ ἁλωθείσης ἀλλ’ ἢ λόγῳ, ἀπολιορ‐ κήτου μεινάσης ἕως ἄρτι, ὃ καὶ κεκλῆσθαι ταύτῃ συνέδραμεν, ἐχόντων
35τῶν οἰκητόρων αὐτῆς σὺν ἐλευθερίᾳ ποιεῖν τὰ Χριστιανῶν εἰθισμένα. ὧν τῆς ἐπιδρομῆς ὁ Θωμᾶς καὶ ἁλώσεως αἴτιος. Ἀπόχαψ δὲ ***, οὗ παῖς μὲν Σαΐπης ἐτύγχανεν, Σαΐπου δὲ Βάβδελ, ὃς ἐν Πελοποννήσῳ κατά τι θαλάσσης κλυδώνιον πρὸς γῆν σὺν νηῒ τῇ ἑαυτοῦ προσσπαρείς, ἐν ἡμέραις τοῦ μακαρίτου Λέοντος βασιλέως, τηνικαῦτα δὲ στρατηγοῦν‐
40τος Κωνσταντίνου τοῦ συνετόφρονος, ἐκεκράτητο, ᾧ Τεσσαρακοντάπη‐ χυς τὸ ἐπώνυμον· οὗτινος Βάβδελ ἐτέλει ὁ Ζερκουνῆς σύγγονος, ὁ πρὸ τοῦ νῦν ἀρχηγοῦ τῆς Κρήτης καθηγησάμενος.

2

.

11

Ἐν ταύτῃ δὲ τῇ νήσῳ Κύριλλος ὁ θαυμάσιος, ὁ Γορτύνης ἐπισκοπή‐ σας τῆς πόλεως, ὑπὲρ Χριστοῦ ὡς ἱερεῖον ἄμωμον ἐσφαγίαστο. οὗ τὸ τίμιον αἷμα μέχρι τῆς δεῦρο κατά τινα χῶρον, καθώς τινές φασιν, ἀνεξ‐
άλειπτον συντετήρηται· καθ’ ὃν οἱ εὐσεβεῖς φοιτῶντες καὶ τοῦτο σπόγ‐33
5γῳ ἐναπομάττοντες δι’ αὐτοῦ γε θεῖον μύρον ὑδρεύονται καὶ κατ’ οὐδὲν ἀλλοιοῦσι τὸ χρῶμα τοῦ αἵματος. ἔτι δὲ καὶ ἡ τῶν τροφίμων σεβα‐ στῶν παίδων αὐτῆς ἑβδομὰς μετὰ πολλῶν ἄλλων ταφῇ ἀφιέρωται, ἀναιρεθέντων ὑπὲρ τῆς εἰς Χριστὸν ἀδιστάκτου καὶ εἰλικρινοῦς πίστεως.

2

.

12

Καὶ δὴ ἔκτοτε κατακεκράτηντο ἂν παρ’ Ἀγαρηνῶν αἱ νῆσοι, εἰ μὴ βασιλεὺς Μιχαὴλ ὁ ἐξ Ἀμορίου ἔσχεν φιλονεικότερον ἐλευθεριάσειν αὐτάς· καὶ δὴ πολυωρήσας ἐνδελεχῶς Κρατερῷ τῷ στρατηγέτῃ Κιβυρραι‐ ωτῶν ἐνετείλατο πάσας τὰς ὑπ’ αὐτὸν ναῦς παρετοιμάσασθαι καὶ
5ἀπᾶραι εἰς Κρήτην καὶ σπουδῇ πάσῃ τοὺς ταύτης οἰκήτορας Σαρακηνοὺς ὀλοθρεῦσαι. ὃς ἐκεῖσε παραγενόμενος σὺν ναυσὶν οʹ κατ’ αὐτῶν πόλεμον ἦρεν ἐξ ἀνατολῆς ἡλίου μέχρι τῆς δύσεως, καὶ τοσοῦτον αὐτῶν ἐκυρίευσεν, ὥστε πάντας καὶ ἀναιρήσειν βεβούλητο. ἀλλὰ κακοὶ ἀρχηγοὶ συνόντες αὐτῷ οὐκ εὐβούλως ἀνέστειλαν εἰρηκότες· „ἡμεῖς γε πάντας ὑποπιέσαν‐
10τες, οὐκέτι πάντως οὗτοι τολμήσειαν τοῦ λοιποῦ πρὸς ἡμᾶς ἀντιτάξα‐ σθαι. ἤδη νὺξ τελέθει, κατὰ τὸν ποιητήν· ἀγαθὸν καὶ νυκτὶ πιθέσθαι. δυσ‐ πεφόρηκε γὰρ ὁ λαός. ἄγωμεν εἰς τὰς ἡμετέρας σκηνὰς καὶ πρωΐας ἐπι‐ λαμπούσης ἀφιξόμεθα καὶ κατάσχωμεν αὐτούς.“ καὶ δὴ τοῖς ῥήμασιν αὐτῶν φρεναπατηθεὶς πρὸς τὰς σκηνὰς αὐτῶν σὺν αὐτοῖς ἐπανέλυσεν. μηδα‐
15μῶς δὲ πεφροντικότες τῶν πρὸς σωτηρίαν ἀσφαλειῶν, ἀλλ’ ὑπτιάσαντες δυστυχῶς πολλῷ τε κόπῳ κατευνασθέντες καὶ θανάτου ὕπνον ὑπνώσαν‐ τες, ἐπελθόντες νυκτὸς οἱ ἐχθροὶ σιδήρειον ὕπνον τούτοις ἐπήγαγον· οὐδ’ εἷς τῶν ἐκεῖσε παρόντων τουρμαρχῶν ἢ ἀρχόντων πολεμικοῦ ἐπιβῆναι πλοίου δεδύνητο, μόνου τοῦ στρατηγοῦ αὐτοῦ ἐμπορικῷ
20ἐπιβάντος καὶ ἀποπλεύσαντος. περὶ οὗ μεμαθηκὼς ὁ τῶν Ἀγαρηνῶν ἀρχηγὸς δυσὶν ὁλκάσι λαὸν ἐπεβίβασεν καὶ αὐτοῦ κατεδίωξεν ὄπισθεν, καὶ πρὸς νῆσον τὴν Κῶ τοῦτον κατέσχεν (φεῦ συμφορᾶς) καὶ ἐν αὐτῇ ξύλῳ κρεμάννυσιν. ὅθεν ἀνέκαθεν καὶ μέχρι τῆς σήμερον ἡ τῆς Κρήτης νῆσος κεκράτηται παρὰ τῶν Ἀγαρηνῶν, ἐξ ἧς τοῖς Ῥωμαϊκοῖς ὅροις
25ἐπισυρρέουσιν.34

2

.

13

Εἶτα εὑρίσκεταί τις πολύφρων ἀνήρ, ᾧτινι Ὠορυφᾶς τὸ ἐπώνυμον, καὶ προστάξει βασιλικῇ διὰ τῆς αὐτοῦ εἰσηγήσεως ἀθροίζεται ναυτικὸν στρατολόγημα γενναιότατον, οἷς ἀνὰ μʹ χρυσοῦ ἐπιδίδοται νομίσματα, καὶ οὐκ ἄλλως γένοιτο τόδε, εἰ μὴ ταῦτα κομίσοιντο, διηγόρευον. οἳ
5ὁλκάσιν εὐζώνως ἐπιβατεύσαντες καὶ ναύαρχον αὐτὸν κεκτημένοι τὴν ἐλευθερίαν πολλαῖς 〈νήσοισ〉 ἐχορήγησαν· οὓς τεσσαρακονταρίους τὸ ληφθὲν προσωνόμασεν.

2

.

14

Μιχαὴλ δὲ ὁ βασιλεὺς κατὰ τὴν ἀρχὴν τῆς αὐτοῦ βασιλείας παν‐ τελεῖ ἀγροικίᾳ ἢ τῇ σκηπτουχίᾳ καλλωπιζόμενος περὶ τῶν θείων εἰκό‐ νων ἐδημηγόρησεν τὸ ἑκάστῳ δοκοῦν ἀπεργάζεσθαι· ἀλογιστεύων δὲ μετὰ ταῦτα πρὸς διπλόην ἀποτραπείς, Εὐφροσύνην, Κωνσταντίνου τὴν
5θυγατέρα τοῦ κατακριθέντος τυφλότητι, μονήρη βίον προσηκαμένην, πρὸς τὰ ἀνάκτορα εἰς γαμετὴν μετηγάγετο, καὶ τὸν εὐαγῆ Μεθόδιον ἀδίκως τιμωρησάμενος καθ’ εἱρκτὴν ἐφυλάκισεν περὶ τὴν νῆσον Ἀνδρέου τοῦ ἀποστόλου, καθ’ ἣν ὁ Ἀκρίτας ἐγγειτονῶν ἐμφανίζεται, οὗ ἀντικρὺ καταπρῆσαι τοῦτον οἰόμενος. Εὐθύμιον τὸν μητροπόλεως Σαρδιανῶν
10ἐξηγούμενον Θεόφιλος βουνεύροις χαλεπῶς ἐθανάτωσεν.

2

.

15

Ἐπεβίω μὲν Μιχαὴλ τῇ βασιλείᾳ ἔτη ηʹ πρὸς ἐννέα μησίν, ἀπε‐
βίω δὲ τῷ δυσουρίας νοσήματι ἐμπεσὼν ἐκ νεφρίτιδος ἐπιθέσεως.35

3

t

〈ΒΑΣΙΛΕΙΩΝ Γ〉 ΠΕΡΙ ΘΕΟΦΙΛΟΥ ΥΙΟΥ ΜΙΧΑΗΛ

3

.

1

Ὁ δὲ Θεόφιλος τὴν πατρῴαν ἀρχὴν κληρωσάμενος ἐν ἔτει ͵ϛτληʹ, ἰνδικτιῶνος ηʹ, ποιεῖται κατὰ Μαγναύραν σελέντιον, πάντας ἐκεῖσε χωρεῖν ὁμοθυμαδὸν προτρεψάμενος, καὶ στὰς εἰς μέσον ἐδημηγόρησεν· „ἐπειδήπερ ὁ ἐμὸς πατὴρ καὶ ὑμῶν βασιλεύς, ὦ ἱερὰ σύγκλητος, ὅρκοις
5με διεβεβαιώκει φρικτοῖς ἀποιχόμενος, τοῖς συνηγωνισμένοις αὐτῷ εἰς τὸ κατὰ Λέοντος νεανίευμα τῆς ἀγωνίας παρασχεῖν ἄξια, οὐ μεθήσειν τῆς ἐντολῆς οὐδαμῶς προτεθύμημαι.“ τούτων παρρησιασαμένων τῷ βασιλεῖ καὶ τῇ παρεστώσῃ συγκλήτῳ, διαρρήδην αὐτὸς ἐγκελεύεται τῷ ἐπάρχῳ· „ὅπερ ὁ νόμος θεσπίζει ἐπὶ τοῖς ἀνθρωπίνου φόνου μὴ
10εὐλαβουμένοις, τοῦτο δρᾶν διανάστηθι, ἄλλως τε πρὸς αὐτὸν βασιλέα, ᾧ χρῖσις παρὰ θεοῦ τῆς βασιλείας ἐπιβραβεύεται.“ καὶ τὸ θεσπισθὲν ἑτοίμως ἐξείργασται.

3

.

2

Ἐγκρατὴς δὲ τῶν σκήπτρων Θεόφιλος γεγονὼς ὅλως αὐτὸς κατ’ Ἀγαρηνῶν ἐκστρατεύειν ἐπείγεται, πολυανδρίᾳ θαρρῶν καὶ ἀριστέων ἀνδρῶν ἐπισυλλογῇ. καὶ γὰρ εἶχεν μεθ’ ἑαυτοῦ καὶ Μανουὴλ τὸν γεννάδαν τὸν ἐξ Ἀρμενίων, οὗ κλέος τῆς ἀνδρείας κατὰ πᾶσαν Συρίαν
5καὶ Ῥωμαϊκὴν ἐπικράτειαν, πολλῷ δὲ μεῖζον καὶ εὐσεβείας, καθὰ ἡ τῶν πραγμάτων παραδηλώσει ἀλήθεια, σὺν αὐτῷ καὶ τὸν ἐκ Περσίδος Θεόφοβον, ἄνδρα θεοσεβῆ καὶ πολλῆς ἐχόμενον ἀρρενωποῦ καὶ παλαιᾶς λογιότητος, ὡς πάλαι Μωυσῆς Ἰησοῦν τοῦ Ναυὴ καὶ Χάλεβ τοὺς γενναιόφρονας, κἂν τούτοις τῇ καθ’ ἡμᾶς εὐσεβείᾳ οὐ θεοφι‐36
10λῶς ἐπεκέχρητο· δι’ ὧν ποτὲ μὲν τῶν ἐξ Ἄγαρ κατίσχυεν, ποτὲ δὲ τῶν δυστυχημάτων ἀντείχετο, ἀφράστοις θεοῦ προμηθεύσεσι τοῦ πάντα σοφῶς διϊθύνοντος. ὅθεν τῶν Ἀγαρηνῶν ποτε περιγεγονότων τοῦ βασιλέως, ἐπείπερ νίκη θεοῦ ἐν γούνασι κεῖται, καθάπερ ὁ ποιητὴς ἀπεφήνατο, μόλις παρ’ αὐτῶν διασέσῳστο, εἰ καὶ πολλοὶ τῶν Περσῶν
15διά γε τὰς ἥττας τοῖς Ἀγαρηνοῖς προσετίθεντο, κἂν ἐπαλινόστουν τῷ ἄνακτι, αὐτὸς ὁπηνίκα πρὸς ἀντιπάλους ἐξῄει, οὐχ ἥκιστα τῷ στέργειν αὐτοὺς τὸν Θεόφοβον.

3

.

3

Τοιαύτη δὲ ἡ κατὰ τοῦτον ἀπὸ διαφόρων κατὰ διαδοχὴν διά‐ φορος κατά τι πάντως ἀπομνημόνευσις, ὡς τοῖς ἱστοροῦσι πρὸς ἀκρι‐ βολογίαν ἐξείθιστο. ἐπειδὴ τὰ ἐγκόσμια πάντως κατὰ ῥοὴν καὶ ἀπορροὴν καθεστήκεσαν, καὶ διαφθοραὶ φύλων αἰτίαις τισὶ κατὰ διασπορὰς
5παρυφίστανται, ὅθεν καὶ τοῦ Περσικοῦ ἔθνους, πάλαι μὲν τὸν σκηνίτην βίον περιπεποιημένου καὶ δέρρεσι κατὰ περιστολὴν τὴν ἀπορίαν ἢ τὸ γενναῖον ἐπιδεικνυμένου, ἔτι δὲ 〈καὶ〉 ταῖς ἀνδραγαθίαις πολλῶν ἐθνῶν κυριεύσαντος, καὶ εἰς παροινίαν ἐξ εὐτυχίας ἀρθέντος, καὶ μετὰ τοῦτο τὰ μέγιστα δυστυχήσαντος καὶ διανεμηθέντος, οἷα τοῖς Ἰουδαίοις καὶ
10ἑτέροις συμβέβηκεν ἔθνεσιν. ἐξείθιστο δὲ τοῖς Πέρσαις τοὺς ἑαυτῶν βασι‐ λέας ἐκ βασιλείου φυλῆς ὑπέχειν ἀνάρρησιν· ἀλλὰ πολέμοις ἐν ἐπαλλήλοις καὶ ταῖς τῶν ἐξ ὁμογενῶν ἄλλαις ἐπαγωγαῖς κατὰ τὴν πατρίδα παντε‐ λῶς τῆς βασιλικῆς σειρᾶς ἐκλιπούσης, ἐν ἀμηχανίᾳ τε περὶ τούτου διατιθεμένων καὶ δι’ ἐρεύνης ἐμμεριμνώντων, παρά τινος ἐδηλοποιήθη
15αὐτοῖς τῶν ποτε ὑπηρετησαμένων τινὶ τῶν κατὰ βασιλικοῦ γένους συνάφειαν πολλαχῶς εἰς πρεσβείαν ἡκόντων Κωνσταντίνου τῇ πόλει, ἐκεῖσέ γε τὸν εἰς ζήτησιν εὑρηκέναι, εἰ καὶ μὴ ἐκ νομίμων γάμων, ἀλλ’ ὅμως γεννηθέντα τοῦ πρέσβεως. ὅθεν παρεισδύντων αὐτῇ τῶν περὶ
τούτου διατεταγμένων κρύφα καταστοχάσασθαι, καὶ ἀναγνωρισάντων37
20τὸν νεανίαν (συγκατῴκει γὰρ τῇ τεκούσῃ ἐν ταῖς κατὰ τὴν Ὀξείαν δια‐ τριβαῖς, αἳ τοῦ Βοοσπόρου καὶ τοῦ Κέρως Βύζης, θυγατρὸς Βύζαντος, ἀντικρὺ τούτου καὶ ἄνωθεν καθεστήκασιν) οὐκ ἐκ τῶν ἐκτὸς μόνον κατὰ συμβεβηκὸς εἰκασμάτων, ἀλλὰ μὴν καὶ ἐξ αὐτῶν τῶν ἐπουσιωδῶν ἰνδαλμάτων καὶ φρενῶν καὶ ψυχῆς ἕξεώς τε καὶ καταστάσεως, τὸ κατ’
25εὐγένειαν βασιλικόν τε καὶ εὐπρεπὲς συνῳδὰ παριστώντων, καὶ τῆς κατὰ γειτονίαν ἐπιμαρτυρούσης τὸ ἀληθὲς ὁμιλίας, ἐπειδὴ τὰ κατ’ αὐτὸν εὐθέως καὶ μέχρι τῶν δεσποτικῶν ἀκοῶν ἐληλύθει, εὐδόκησάν τε χάριν τῆς τοιαύτης γε σκήψεως τοῖς Ῥωμαίοις ἐπικηρυκεύεσθαι ἔθνος τὸ Περσικὸν ἀναγκαίως, καὶ ὑποτετάχθαι αὐτοῖς εἰς σπονδὰς ἧκον
30εἰρηνικῆς τελειότητος. ὧνπερ ἠκουτισμένων τοῖς ἐν Περσίδι ἔκ τε τῶν εἰς ἀποστολὴν προσηκόντων καὶ τῶν διὰ τὸν Θεόφοβον δῆθεν βασιλεῖ γε συναξιούντων, ἀσπαστὸν ἐλογίσαντο τῆς οἰκείας χώρας ἀπαναστεῦ‐ σαι καὶ προσχωρήσειν τῇ Ῥωμαΐδι, ὅπως τοῦ κατὰ γένος ἀρχηγοῦ ἐπιτεύξοιντο, καὶ μάλιστα, ὅτι καὶ ὁ Περσῶν ἀρχηγὸς Βάβεκ ἀποστάσει
35τῇ πρὸς τὸν ἀμεραμνουνῆ ἐπὶ εʹ ἔτεσι κεκορύφωτο, ὧν ἀναμεταξὺ μέγιστοι πόλεμοι συμβεβηκότες καὶ ἡττηθεὶς ὁ Βάβεκ εἰσῄει ἐν χιλιάσιν ἑπτὰ πρὸς τὴν Ῥωμαϊκὴν ἐπικράτειαν, κατὰ πόλιν Σινώπην ἀνερευνῶν τὸν Θεοφόβου πατέρα, παρὰ Πέρσαις πάνυ τιμώμενον, Ῥωμαίων ὄντα τοῖς καταλόγοις· ὃν ὁ Βάβεκ κατειληφὼς ἐγγύας τε παρὰ βασιλέως
40δεξάμενος τὸν ὑπ’ αὐτόν γε λαὸν καὶ ἑαυτὸν τῷ βασιλεῖ ὑπήκοον τέθεικεν. ὁ δὲ βασιλεὺς Θεόφιλος τὸν μὲν εὐγενῆ νεανίαν Θεόφοβον καταγεραίρει πατρικιότητι καὶ τὴν ἑαυτοῦ ἀδελφὴν τούτῳ πρὸς γάμον ἐκδίδωσιν, τῷ τε Ῥωμαϊκῷ πολιτεύματι τοὺς Πέρσας συναριθμήσας ἀξιωμάτων τε βαθμοῖς καὶ στρατείας πρὸς ἀγχιστείαν τε Ῥωμαίων
45ἐν γάμοις ἁρμόζεται, εἰ καὶ τὸν Θεόφοβον ἀναιρεῖ μετὰ ταῦτα δολιω‐ σάμενος.

3

.

4

Ὡς δέ τινες, καὶ ἄλλως τὰ κατὰ Θεόφοβον διϊστόρηται, ἃ τῶν
λεχθέντων τελοῦσι παρόμοια, ἀπαράλλακτα δὲ οὐδαμῶς, κατὰ τὸ διάφορον τῶν ταῦτα διεξιόντων τῆς τε αὐτοψίας καὶ τῆς πρὸς ἑτέρους ἐν διηγήσει μετοχετεύσεως. ἐκ Περσῶν τοίνυν ἀπαναστὰς ὁ πατὴρ38
5Θεοφόβου βασιλικοῦ αἵματος προηγμένος εἰσῄει τῷ Βυζαντίῳ πενόμενος, καὶ κατὰ μισθαρνίαν ἐξυπηρέτει τινὶ γυναικῶν, ᾗ τὸ καπηλεύειν εἰς ἐργασίαν παρῆν. ἐπὶ μακρὸν δὲ καθυπουργήσας αὐτῇ, ἔρωτι τούτου περικατάληπτος γίνεται καὶ πρὸς ἡδονὴν συμβιβάζονται· ἐξ οὗ συν‐ ειληφυῖα ἐγγάστριον ἄρρεν ἐκτέτοκεν. τῶν οὖν ἐκ Περσίδος κατὰ δια‐
10φόρους χώρας μεμερισμένων, τούτων τινὲς ἀστρονομίαν μετῄεσαν· αὕτη γὰρ τούτοις τῶν ἄλλων τεχνῶν καὶ ἐπιστημῶν προτετίμηται εἰς τὸ ἀκριβὲς ἐκπεπονημένη, καὶ ἄλλαι τυχὸν μαντικαί τε καὶ προγνωστικαὶ μέθοδοι· δι’ ὧν ἴσως διεγνώκεσαν περιεῖναι Κωνσταντίνου τῇ πόλει Θεόφοβον. ἐνθένδε προσιόντες τῷ τηνικαῦτα διέποντι Θεοφίλῳ τὸ
15βασίλειον κράτος, συνεχῶς ἐδεδέηντο τοῦ ἐρεύνης τυχεῖν ἐν αὐτῇ φανερῶς μὴ διάγοντα, καὶ τούτοις εἰς βασιλέα φανερωθήσεσθαι. ὡς οὖν ἀσμένως τοῦτο διηκηκόει ὁ βασιλεύς, διὰ πάσης ἠκριβολογεῖτο τῆς πόλεως. τῆς δὲ περὶ τούτου φήμης πανταχόσε διαδεδραμηκυίας ἐπὶ παρεκτάσει πολλῶν ἡμερῶν, καὶ εἰς ἀμηχανίαν τοῦ ἐρευνωμένου συνεστηκότων,
20τῶν κατὰ γειτονίαν τις τῷ ῥηθέντι γυναίῳ συνών, ὅτῳ συνειληφέναι παρὰ τοῦ Πέρσου διετετράνωτο, καθ’ ὁμιλίαν τε πολλαχῶς αὐτῷ συν‐ ελθεῖν τὰ πρὸς ὑπηρεσίαν διενεργοῦντι, πυθέσθαι τε καὶ σαφῶς διαγνῶναι, ὅτι περ ἐκ Περσῶν εἴη, βασιλικοῦ δὲ πέφυκεν αἵματος· καὶ τοῖς ἐρευνῶσι τὰ περὶ τούτου κατασημήνασθαι. τῶν δὲ τὸ μὲν
25γύναιον κατασχόντων, μεθ’ οὗ ὁ Πέρσης τὴν ἀναστροφὴν ἐπεποίητο, καὶ ἐνδελεχέστερον ἀσφαλῶς διεξετασάντων τὴν τοῦ ἐρευνωμένου δι‐ αγωγήν, τὸν μὲν τῇ γυναικὶ συνελθόντα προτετελευτηκέναι διεμαρτύρα‐ το, τὸν δὲ ἐκ τούτου προενηνεγμένον κατὰ συζυγίαν ἄρρενα παῖδα τούτοις ἐδείκνυεν ἐπὶ δυσὶ καὶ ιʹ καθ’ ἡλικίαν χρονίζοντα ἔτεσιν. ὅνπερ
30κατ’ ὄψιν ἰόντα μετὰ καὶ τῶν συνόντων αὐτοῖς κατειληφότες Περσῶν, ἐπείπερ αὐτὸν ἔκ τε τοῦ βασιλικοῦ ὁμοιώματος ἔκ τε τῆς κατὰ Κῦρον γρυπότητος συμβολαιωσάμενοι καὶ ἐξ ἄλλων τινῶν τῶν ἐφωμαρτηκό‐ των αὐτῷ, τοῖς τούτου ποσὶ προσεκύνησαν καὶ ἀνῃρημένοι πρὸς βασιλέα ἠγάγοντο. ὅστις θεασάμενος αὐτόν, καὶ τὴν τεκοῦσαν προσ‐
35ηκάμενος, πεπυσμένος τε, ὁ πρὸς γάμον Πέρσης αὐτῇ συνιὼν τίς ἄρα
ὑπάρχοι καὶ πόθεν ἐκτέθραπτο, ταύτης παρεδηλοῦτο, ὡς ἀπὸ Περσῶν εἴη τῆς γενεᾶς, εὐγενείας τε βασιλίδος ἐξέχεσθαι. τούτοις κατ’ εὐθυμίαν ὁ αὐτοκράτωρ διατεθεὶς τὸν μὲν Θεόφοβον ἐν τοῖς βασιλείοις ἐσκήνωσεν ἀνατροφῆς τε προσηκούσης καὶ τῆς κατὰ μαθητείαν ἠξίου παιδεύσεως·39
40ὁ δὲ φύσεως εὐκληρίᾳ, οὐχ ἧττον δὲ καὶ μεγαλοπρεπείᾳ συνδιαιτώμενος, εἰς ἄκρον ἧκεν ἐλλογίμου παιδεύσεως, ὡς ἐντεῦθεν παρὰ τῷ βασιλεῖ πλεῖστα στεργόμενος εὐμοιρῆσαι πατρικιότητα, δορυφορίας τε καὶ σεβασμιότητος περιδόξων, ἀλλὰ μὴν καὶ τῆς κατὰ θεραπείαν πολυτε‐ λοῦς καὶ ἱκανωτάτης *** ἐφάψασθαι. διά τοι τοῦτο ὁ μὲν βασιλεὺς
45τοὺς Πέρσας ἐκ τούτου ὡς νεανικοὺς ἐν πολέμοις καὶ μεγαλόφρονας ἐπιστάμενος τοῖς στρατιωτικοῖς ἀναγράφεται κώδιξιν, καὶ τούτοις Περσικὸν σύλλογον ἐγκατέστησεν, καὶ αὐτοὺς ταῖς Ῥωμαϊκαῖς στρατο‐ πεδαρχίαις συνηριθμῆσθαι προσέταξεν.

3

.

5

Οὗ κατὰ τῶν Ἰσμαηλιτῶν πολλαχῶς ἐφοδεύοντος, τοῦ Θεο‐ φόβου αὐτῷ συμπαρόντος, ἐπὶ τοσοῦτον τῷ πρὸς αὐτὸν πόθῳ τοὺς Πέρσας θαρρύνεσθαι καὶ θυμηδίᾳ διακεχύσθαι, ὡς μόνους τὸν κατὰ τῶν Ἀγαρηνῶν αἴρεσθαι πόλεμον, τρέπειν τε τούτους ἐξ ἀηττήτου δυνάμεως·
5ἐφ’ οἷς μεγαλοψυχήσας ὁ ἄναξ καὶ τῇ ἀληθείᾳ τῶν ἀποβάντων τεθαρ‐ ρηκὼς ἡγεμονεύειν ἐν Πέρσαις τὸν Θεόφοβον προτεθύμητο. τοῦ οὖν βασιλέως κατά τινα πρόφασιν διεσπουδακυῖαν ἀναγκαίως πρὸς τὴν βασιλεύουσαν ἀναλύσαντος, τῷ δὲ Θεοφόβῳ τὰ τῶν Περσῶν ἐγ‐ κεχειρικότος διαθέσθαι στρατηγικῶς τὰ στρατεύματα, εἶτα πρὸς τὴν
10βασιλίδα τοῦτον ἐπανιέναι κελεύσαντος, εἰς ἀτοπίαν οἱ Πέρσαι προσ‐ κεχωρήκεσαν ἐκ στασιόφρονος διαθέσεως, καὶ μὴ ἑκόντα περιστοιχήσαν‐ τες ἐν μέρεσι παραλίοις τῆς Παφλαγονίας (ἥτις ἀπὸ Παφλαγόνος υἱοῦ τοῦ Φινέως τῆς τοιαύτης γῆς ἐγκρατήσαντος ἀγορεύεται) ἐν κατασχέσει τε Σινώπης τῆς πόλεως ἢ κατά τινας Ἀμάστριδος γεγονότες βασιλέα
15κηρύττουσιν, ὡς ἐκ τούτου καὶ τὰ Περσῶν καινίζεσθαι ἔθιμα. αὐτὸς δὲ δυσφόρως ἔχων πρὸς τὸ ἐγχείρημα, οἷα μὴ κατὰ γνώμην αὐτῷ πεπραγ‐
μένον, αἰτίαν αὐτοῖς προσέπλεκε τοῦ τολμήματος, δεινῶς ἀπολοφυρόμενος διὰ τοῦτο, καὶ ἐδυσώπει αὐτοὺς ἱκέτευέ τε καὶ ἐβιάζετο τὸ εὐμενὲς βασιλέως ἐξιλεοῦσθαι, καὶ ὥσπερ ἔχοι τὸ ἀληθές, μὴ αὐτῷ ἐπιγράφειν40
20τοῦ τελεσθέντος αἰτίαν. οἳ ταῦτα διηκουτισμένοι ἀπογνώσει τε συσχε‐ θέντες οὐκ ἔλαττον καὶ μανιώδει φορᾷ συνειλούμενοι, οὐδαμῶς τῷ συμβουλεύματι πείθονται, καὶ κατὰ τὸ ἀρέσκον αὐτοῖς εὐτρεπίζονται. τοῦ δὲ Θεοφόβου λαθραίως διαπεμψαμένου πρὸς βασιλέα, ἐγγράφοις τε ὅρκοις καὶ φρικωδεστάτοις ἐπισχυριζομένου, ὡς οὐ τῷ τολμηθέντι
25πάντως αὐτὸς κατῃτίατο, παρὰ δὲ τῆς τῶν Περσῶν εὐηθείας ἢ φιλευνοίας τοῦτο πεπρᾶχθαι, φιλανθρώπως ὁ βασιλεὺς εὐμενίζεται καὶ ἐπωμότοις αὐτῷ τε καὶ τοῖς σὺν αὐτῷ κατεγγυᾶται πιστώσεσιν ἄφεσιν· οἷς πεπληροφορημένοι καὶ τῶν ἐσφαλμένων προσδεξάμενοι λύτρωσιν τῆς Σινωπίδος πόλεως ἢ Ἀμάστριδος ἐξεδήμησαν. ὧν τὴν μὲν κλῆσιν
30ἐξειληφέναι Σινώπης ἀπό τινος τῶν Ἀμαζόνων, αὐτὴν δειμαμένης, τὴν δὲ τὸ πρὶν Κρῶμναν ὠνομασμένην ἔκ τινος Περσίδος Ἀμάστριδος, θυγατρὸς Ὀξυάρτου ἀδελφοῦ Δαρείου, ἥτις συνοικήσασα Διονυσίῳ τῷ Ἡρακλείας τυράννῳ, ὑπ’ ἐκείνῳ οὖσαν τὴν πόλιν ἀπὸ τῆς συζύγου ὠνομακέναι.

3

.

6

Καὶ ὁ μὲν Θεόφοβος τῷ βασιλεῖ αὖθις ἱλεωθεὶς ἐν τοῖς βασιλείοις κατῴκιστο καὶ τῆς πάλαι προσούσης αὐτῷ παρὰ βασιλέως φιλοστοργίας καὶ εὐπαθείας ἀπέλαυεν. Περσῶν δὲ πληθύν, διὰ τὸ προϊέναι μέχρι μυριάδων γʹ, οὐ ταύτην ἐλευθεριάζειν συμφέρον εἶναι καὶ ἐπ’ ἀδείας
5διάγειν τῷ βασιλεῖ κατεφαίνετο· ἐντεῦθεν τοῖς Ῥωμαϊκοῖς θέμασι χιλιάσιν ἐπὶ δυσὶν Περσικὸς ἀριθμὸς ἀπεστέλλετο ὑπὸ χεῖρα τελεῖν τῶν κατὰ στρατηγεσίαν καιροῖς τεταγμένων, ἐφ’ ὧν καὶ τουρμάρχαι τούτων ἐπιστατεῖν διωρίζοντο. ἀμέλει καὶ ἕως τῶν ἐνταυθοῖ χρόνων τὴν προσ‐ ηγορίαν Περσῶν αἱ τῶν θεμάτων τοῦρμαι κεκλήρωνται, ἐφ’ οἷς διεσπάρη‐
10σαν.41

3

.

7

Τοιούτου δὴ πέρατος τὰ τῶν Περσῶν ὅλως τετύχηκε μετὰ τὴν στασιῶτιν κακόνοιαν οὕτω διανεμηθέντων καὶ σχεδὸν εἰς ἀφανισμὸν χωρησάντων. τοῦ οὖν βασιλέως θανατηφόρῳ νόσῳ περιπεσόντος ὑπεσμύχετό τις σκοπός, ἐκ ματαίας διαβολῆς χαιρεκάκων, μετὰ τὴν
5τελευτὴν αὐτοῦ ἐπιθέσεως παρὰ Θεοφόβου συνάμα Πέρσαις κατὰ τῶν αὐτοῦ κληρονόμων καὶ τῶν κατ’ ἐπιτροπείαν ἐκριπισθῆναι. διὰ τοῦτο καὶ πρὸς ταῖς ἐσχάταις ἤδη πύλαις τοῦ θανάτου παρεστηκὼς καθ‐ ειργνύει κευθμῶσιν ἐκπέμψας τοῦ Βουκολέοντος τὸν Θεόφοβον, καὶ νυκτὶ τὴν διὰ κεφαλικῆς τιμωρίας περιτίθησιν αὐτῷ ὑπεξέλευσιν, ἆθλον
10ἀπανθρωπίας ἐντάφιον ὁ δείλαιος ἐνστησάμενος. διὰ τὸ οὖν λαθραίαν γεγονέναι τὴν αὐτοῦ τελευτὴν διαβεβόηται παρὰ Πέρσαις ἄχρι τῶν ὧδε χρόνων θανάτου μὴ γεύσασθαι τὸν Θεόφοβον.

3

.

8

Εἰ καὶ ἄλλως τινὲς διειλήφασιν, ὅτι τοῦ Θεοφίλου κατά τινα περιπέτειαν δυστυχήσαντος ἐν πολέμῳ, εἰρήκει αὐτὸν ὁ Θεόφοβος συνθέσθαι μόνον μετὰ Περσῶν νυκτοπόλεμον καὶ συμμαχίᾳ θεοῦ τῶν ἐχθρῶν καταδυναστεῦσαι. ὡς οὖν ἐπέπυστο περὶ τούτου ὁ βασιλεύς,
5ἐσείσθη τὸν λογισμὸν καὶ τῷ πνεύματι ἐτετάρακτο, ὀνειροπολῶν, μή τι νεωτερίσασθαι βούλοιτο· οὕτω γὰρ αὐτὸν φιλοβάσκανοί τινες ἀνεχαίτισαν καὶ πρὸς ὑπόνοιαν ἄλογον ἐξεκύλισαν, φάσκοντες μὴ πεισθῆναι τῷ Θεοφόβῳ ἐφ’ ὧν λυσιτελῶς ἐβεβούλητο, καθοσιώσει δῆθεν ἐνείροντες. ὃς ζήλῳ θείῳ πυρποληθεὶς καθὼς Ἡλιοὺ ὁ Θεσβίτης,
10θεοφιλῶς τοῦ βασιλέως κατεμβριθεύεται καὶ ἄλλος Φινεὲς ζηλωτὴς ἀναδείκνυται, τέμνων ὡς σειρομάστῃ τῷ λόγῳ τὴν αὐτοῦ ἄδικον ὑπόληψιν, καὶ τοῦτό φησιν ἐμφανῶς, ὡς τὴν ὀφειλὴν ὑφέξειν τοῦ Χριστιανικοῦ τροπαίου, ἣν μὴ θεὸς συγχωρήσειεν. ἐπὶ τούτοις τοῦ βασιλέως ἀμετρίᾳ θυμοῦ χαλεπήναντος (ἦν γὰρ ὑποκεκινημένος ὀργίλῃ
15τῇ ζέσει, οἷα τὸν νοῦν ταῖς σωματικαῖς καχεξίαις ἐμπαθαινόμενος) καὶ
τῶν συκοφαντῶν ἐς τὸ ἀληθὲς ἐποικοδομούντων παρὰ φύσιν ληρήματα καὶ πτόησις οὐκ ὀλίγη περιεστοίχησε τὸν Θεόφοβον. καὶ συλλέξας μεθ’ ἑαυτοῦ τινας ἐκκρίτους ἀποδιδράσκει πρὸς Ἄμαστριν πόλιν κἀκεῖσε χρονοτριβεῖ. διὸ στέλλεται πρὸς αὐτὸν ναύμαχος στόλος πρὸς βασιλέως,42
20ὡς ἄν γε τὴν πόλιν κἀκεῖνον κατάσχωσιν· αὐτὸς δὲ φιλόθεος ὢν κατὰ θεόφοβον τρόπον φιλευσεβῶς ἐδεδίει πρὸς Χριστιανῶν αἱματεκχυσίας χωρεῖν, ὅθεν ὑπείκει τῷ θεομισεῖ βασιλεῖ ἐγγύησιν σταυρικὴν ἐπιπέμ‐ ποντι, καὶ δυστυχῶς ἀνακέκληται τῶν συμπεφωνημένων ἀλλοιωθέντων. τομῆς γὰρ ἔργον κεφαλικῆς, ὡς μέν τινες, παραυτίκα ὑπὸ Ὠορυφᾶ
25τηνικαῦτα τῆς βασιλικῆς βίγλης ἐπικρατοῦντος καθίσταται· ὡς δὲ ἄλλοι, καθ’ ἣν ὥραν ἀποβεβιώκει ὁ ἄναξ, τινὶ τῶν οἰκείων εὐνούχων διὰ νυκτὸς τῷ ἐν τοῖς τοῦ Πελαγίου τόπῳ ἀπαγαγόντι τοῦτον ἀπο‐ τυμπανισθῆναι προήγγελτο.

3

.

9

Προσπεσόντων δὲ ἀλλήλοις τῶν στρατοπέδων ἄλλοτε καὶ τῶν ἐξ Ἰσμαὴλ ὑπερσχόντων, τοῦ βασιλέως τε παρ’ αὐτῶν κυκλωθέντος, τὰ πρὸς κατάληψιν διηπείλητο, καὶ δὴ παρὰ μικρὸν ἦν δορυάλωτος καὶ πᾶσιν ἐπίχαρτος γενησόμενος, εἰ μὴ τοὺς σὺν αὐτῷ Μανουὴλ
5ὡσεὶ τοιοῦτον φήσας ἐθαρσαλέωσεν·
„ἀνέρες ἐστὲ φίλοι, καὶ ἄλκιμον ἦτορ ἕλεσθε, τὰς μελίσσας αἰδούμενοι, αἳ τοῦ βασιλέως αὐτῶν θανάτου ἕως ἀνέχον‐ ται.“ μεθ’ ὧν τὴν φάλαγγα διατεμὼν τῶν Ἀγαρηνῶν, πεπαλαγμένος λύθρῳ πολλῷ τε καὶ αἵματι, τοῦτον ἐξείλκυσεν. τρὶς γὰρ τοῦτο διαπρα‐
10ξάμενος τῆς ἐμπερισχέσεως αὐτῷ προσελθὼν ἐξελύτρου· ἐσκοτοδινία γὰρ ἐφεστηκότι τῷ Μανουὴλ εἰς ἀνάρρυσιν, κἂν παρόδου εὐρείας ἐτύγχανεν. διὸ τοῦτο μέχρι τρίτου συμβέβηκεν, κἂν τάχα τῷ χαλινῷ τοῦ βασιλικοῦ ἵππου ἐπιδεθέντος ἱμάντος καὶ προσαναρτηθέντος τινί γε τοῦ Μανουήλ, ὃν καθ’ ἵππον ἀμπίσχετο· ἀλλ’ οὐχ οὕτως ἐξῄει,
15ἕως τὸ τέταρτον αὐτῷ προσιέναι καὶ ξίφει θανεῖν ἀποφήνασθαι, εἰ οὐ τούτῳ συνέψοιτο καὶ μὴ πανωλεθρίαν ἐκ τούτου διωθοῖτο, ἕως ἐξ‐
ήγαγεν. τούτου σωτὴρ μέγας ἐπεμφανίζεται, καὶ τῇ βασιλίδι παλιμ‐ πετὲς μετατίθεται, καὶ τοῦτον τιμαῖς καὶ προσηκούσαις δωρεαῖς ἐπα‐ μείβεται, τὸν εὔνουν ἀποδεχόμενος. ἡ δὲ τοῦ φθόνου πρὸ τούτου παράτα‐43
20ξις κατ’ αὐτοῦ παροπλίζεται διὰ τῶν τῆς ἀρετῆς ἐναντίων, καὶ ἐπι‐ λοιδοροῦσι ψευδῶς καθοσίωσιν στρατηγεύοντι· ἧς ἐνηχηθεὶς οὗτος τὰ πρὸς ἀποστασίαν ἐπιτετόλμηται, καὶ φυγαδείᾳ πρὸς Ἀγαρηνοὺς μετοικίζεται, καὶ δόξαις περιφανέσι πρὸς αὐτῶν ποτνιᾶται καὶ ὑπ‐ αντήσεσι, καταλιπὼν βασιλέα μετάμελον τῆς πρὸς αὐτὸν ὑποπτεύσεως.

3

.

10

Χρόνου δὲ πολλοῦ παριππεύσαντος καὶ τῶν ἐξ Ἄγαρ ταῖς νίκαις κατορχουμένων ἡμῶν, οἷα σφετερισαμένων τὸν καθ’ ἡμᾶς Ἀχιλλέα, πρὸς εἰρηνικὰς συμβάσεις ὁ βασιλεὺς τοὺς Ἰσμαηλίτας μνηστεύεται, ἐκπέμπων πρέσβυν τὸν μοναχὸν Ἰαννῆν, τότε τοῖς Ἀγαρηνοῖς καὶ
5ἡμῖν κατὰ πρεσβείαν φανέντα γε ἐπιτήδειον. ἐπεπράχει γὰρ τὰ πρὸς διαλλαγὴν ἀμφοτέρων ἁρμόδια, δώροις ἁδροῖς παρ’ αὐτῶν τοῦ δέοντος μὴ ἐκστάς, ὡς ἐπιθαυμάζειν τὸν ἀμεραμνουνῆ πάνυ καὶ οἷς περὶ αὐτὸν ἐγινώσκετο, καὶ ἀξιοῦν αὐτὸν περὶ ὧν ἐθέλοι τυγχάνειν ἠξιωμένων· τοσοῦτον αὐτῷ τὰ τῆς ἀδωρίας εἴτε προσωπείῳ εἴτε ἀληθείᾳ ἐξήσκητο·
10καὶ διὰ ταύτην καὶ εὐπροσηγόροις προθέσεσιν ἐπὶ τῶν συμφερόντων ἀκούεσθαι, καὶ παρασχέσθαι πολλοὺς αἰχμαλώτων πρεσβεύοντι. ὀπ‐ τάνεται πολυτρόπως οὗτος τῷ Μανουὴλ καὶ σταυρικὸν ἐγκόλπιον τούτῳ δίδωσι κρύφα καὶ ἐν αὐτῷ διομόσας ἐπισχυρίζεται καὶ πρὸς τὸν βασιλέα παλινδρομεῖν ὑποτίθεται καὶ Συρίας ἀπάνεισιν.

3

.

11

Τοῦ δὲ ἀλλαγίου περατωθέντος καὶ τῆς ἀναμεταξὺ Ῥωμαίων τε καὶ Ἀγαρηνῶν εἰρήνης διαλυθείσης, ὁ βασιλεὺς γενναΐζειν κατὰ πολεμίων πολλὴν ἐπεποίητο μέριμναν, ὡς μηδ’ ὅλως ἐλάττων γενέσθαι τῆς πατρικῆς γενναιότητος· καὶ κατὰ τῶν Ἰσμαηλιτῶν τὴν χώραν σὺν
5πλήθει πολλῷ προχωρεῖ καὶ αἰχμαλωσίαν παντοδαπῆ παρυφίστησιν, ὡς καὶ παρεμβαθῦναι τοῖς ἐσωτέροις μέρεσι ταύτης αὐτῇ τε τῇ πατρίδι προσεμπελάσαι τοῦ τότε κρατοῦντος ἀμεραμνουνῆ, ἥτις Σωζόπετρα προσηγόρευται, καὶ ταύτην πολιορκῆσαι πρὸς ὕβριν αὐτοῦ. ἀλλὰ τοῦτο μὲν οὐ κατὰ σκοπόν πως λυσιτελῆ διαβέβηκεν, τοσοῦτον ἐκ44
10ταύτης τῆς ὠφελείας ἐπισυμβάν, ἡ μεγίστη ἀνθρώπων ἀπώλεια. διανίστα‐ ται γὰρ ἐντεῦθεν εὐθαρσῶς ὁ ἀμεραμνουνῆ, τὴν ὕβριν μὴ ἐνεγκὼν, ἣν ἐπὶ τῇ αὐτοῦ πατρίδι συμβεβηκυῖαν ἑώρα, καὶ θεσμοθετεῖ παντὶ τῷ τὸ φλάμμουρον περιφέροντι γραφῇ ἐνδηλοῦν 〈τὴν〉 τοῦ Ἀμορίου συζήτησιν, καὶ κατ’ αὐτοῦ σὺν στρατιᾷ σοβαρᾷ δυνάμεως ἐμφορήτῳ
15ἐπέρχεται, ταύτῃ τοῦ βασιλέως ἀνθεστηκέναι μὴ ἐξισχύοντος, ἀλλὰ προσχωροῦντος τοῖς ὄπισθεν καὶ καταλαβόντος τὴν βασιλίδα τῶν πόλεων σὺν λαφυραγωγίᾳ πολυπληθεῖ, καὶ τὰ τῆς πόλεως Ἀμορίου κατὰ τὸ ἐνδεχόμενον διαμεριμνῆσαι ἔκ τε διοχυρώσεως καὶ ἄλλων τῶν ἐπαρκούντων εἰς διατήρησιν. ὃς τέως δοκιμὴν μὲν ποιεῖται, κἂν ματαιό‐
20βουλον, τὴν τοῦ ἀμεραμνουνῆ ἀναστεῖλαι ὀργὴν διὰ πρέσβεων δώροις τιμίοις καὶ ὑποσχέσεσι μεγαλοδωρεῶν ἐκδυσωπούντων αὐτόν· ἀλλ’ οὐ πείθουσι ζηλοτυποῦντα τὴν ὁμοίαν ἐνδείξασθαι ἀνταπόδοσιν. ἐξουθένει γὰρ αὐτοὺς τῆς πρεσβείας, τῆς ἀποστολῆς διεκωμῴδει, τῆς δειλίας κατελοιδόρει, καὶ διὰ μέσου χρόνου καταλιμπάνει μετεωρίζεσθαι,
25καὶ τῇ πατρίδι τοῦ βασιλέως περιτίθησι πολέμιον χάρακα, πολυμερῶς ἑλέσθαι βουλόμενος. εἶχεν μὲν οὖν, εἶχεν αὕτη κἂν δυστυχῶς ὑπερμαχοῦν‐ τας ἐντὸς τοὺς ἐκ βασιλέως σταλέντας, περιφανεῖς φρονήσει τε καὶ ἀνδρείᾳ καὶ πολυπειρίᾳ διηχουμένους, κἂν δι’ ἑνὸς τῶν κακούργων τῆς ὑπερμαχίας διέσφαλτο, τὴν προδοσίαν ἐπισκευάσαντος, ᾧ βοὸς ὑποκοριζόντως
30ὄνομα κατ’ ἀλογιστίαν προσεκέκλητο, ἔκ τινος τηνικαῦτα στασιώτιδος ἀνὰ μέσον Χριστιανῶν τε καὶ Ἰουδαίων συμβεβηκυίας προφάσεως. αἱρεῖται τοιγαροῦν μετὰ πολλὰς ἐπιβριθεῖς προσβολὰς τὸ Ἀμόριον, τοῦ νέου Σεναχηρεὶμ παραχωρήσει θείᾳ ἢ εὐδοκίᾳ κατὰ τὴν τῶν κριμά‐ των θεοῦ ἄβυσσον εὐτυχήσαντος, οἵ τε πρέσβεις ἐφύβριστοι ἀποπέμ‐45
35πονται (κατείχοντο γὰρ παρὰ τῶν ἐχθρῶν μεσολαβούσης τῆς ἐγχειρή‐ σεως), καὶ ἀπαγγέλλονται δι’ αὐτῶν τῷ βασιλεῖ ὀνειδισμοὶ σφοδροὶ καὶ ἐξουδενώσεως προαγγέλματα. τίς δὲ λογισμὸς ἀκριβῶς ἀναγράψειε τὰ ἐκεῖσε πραχθέντα κατὰ τὴν ἅλωσιν; τίς λόγος ἀσφαλῶς διηγήσεται οἷα καὶ ὅσα συγκεκύρηκεν ἀνιαρὰ δυστυχήματα; πάντες ἀρχηγοὶ λαῶν
40ἄρδην αἰχμάλωτοι πρὸς Συρίαν ἀπήγοντο, μεθ’ ὧν πατρίκιοί τε καὶ οἱ διαφόροις ἐν ἀξιώμασι καὶ αὐτοὶ τὴν ἴσην δυστυχίαν διεκαρτέρουν· τινὲς δὲ ἐξ αὐτῶν τῆς διὰ ξιφῶν τομῆς ὑπῆρξαν ἐγχείρημα καὶ πτῶμα θρήνων ἐπάξιον.

3

.

12

Ἀλλὰ τί τὰ τῆς πόλεώς μοι ἐκτραγῳδεῖν, ὡς ἄλλῳ τινὶ Ἱερεμίᾳ καὶ Βαροὺχ καὶ Ζαχαρίᾳ τὰ τῆς Ἱερουσαλήμ, ἡ προαίρεσις ἐγκελεύεται; ἵνα μὴ ἐπὶ πλεῖστον ἡ συμφορὰ μεγεθύνηται. καὶ περὶ αὐτῶν αὗθις ἀφίησι πρέσβεις ὁ βασιλεὺς πρὸς ἀμεραμνουνῆ, ἀναδοῦναι πάντας αὐ‐
5τῷ αἰχμαλώτους τῆς πόλεως, ὧν ἀπογυμνῶσαι αὐτὴν πολλῶν βουλευο‐ μένων ἠπείθησεν, καὶ μάλιστα τοὺς πρὸς γένος αὐτῷ πλησιάζοντας ὑποστρατήγους αὐτοῦ, οἷς ἐπωχύρωτο, καὶ τοὺς ἐπὶ συμμαχίαν προσ‐ πεφοιτηκότας, καὶ μὴν τοὺς ἐπὶ τὴν θεραπείαν αὐτοῦ μεγιστᾶνας, ἐπὶ κεντηναρίοις διακοσίοις σὺν μιᾷ ἑκατοντάδι νομισμάτων πραγματευόμενος
10τὴν ἀνάρρυσιν· ἀλλ’ οὐκ ἔπεισεν εἰπόντα κεντηνάρια χίλια παρὰ μικρὸν λόγῳ τοῦ συνειλεγμένου λαοῦ ἐν ἐξόδου μοίρᾳ καταναλῶσαι.

3

.

13

Λέγεται δὲ καὶ ὧδέ πως παρά τισιν, ὅτι μετὰ τὸ ἐκστρατεῦσαι
Θεόφιλον σὺν Πέρσαις καὶ τὴν κατ’ Ἀγαρηνῶν νίκην ἐργάσασθαι καὶ αὖθις ἐξιέναι μετὰ Περσῶν καὶ Σωζόπετραν πόλιν τὴν μαιευσαμένην τὸν ἀμεραμνουνῆ ἐκπορθῆσαι, ὡς ἐντεῦθεν κεχολῶσθαι τοῦτον συμβέβη‐46
5κεν. διὸ στρατιὰν ἐξ Αἰγύπτου καὶ Παλαιστίνης συλλεξάμενος διάφορον, καὶ πρὸς τὸ Ταρσοῦ τῆς Κίλικος, ἥτις ὠνόμασται τῇ πτώσει Βελλεροφόν‐ του ἐκεῖσε φοιτήσαντος καὶ κατὰ τὸν ταρσὸν πεπονθότος· ἢ Τερσὸς ἀπὸ τοῦ Ταῦρον τὸ ὄρος Τερσίαν κεκλῆσθαι τὸ πρίν, διὰ τὸ πρῶτον ἀνικμωθῆναι αὐτὸ κατακλυσμῷ ἐξυδατωθείσης γῆς· τέρσαι γὰρ τὸ
10ἀναξηράνθαι λέγεται. ὑπάρχει δὲ αὕτη παράδυτος, τῷ ἐμφανῆ εἶναι τὸν Ταῦρον καὶ τούτου τοῖς γηλόφοις εἴργεσθαι, ταύτης δὲ διὰ μέσου Κύδνον τὸν ποταμὸν ὁδεύοντα εὔφορον χρηματίζειν τὴν χώραν. καὶ μὴν ὑπὸ Ἐριχθονίου κτίσεως ἐτετεύχει, κατεσχέθη δὲ παρὰ Ὀρσάνου ἑνὸς τῶν Τιτάνων καὶ ἐπικτίσεως εἴληχεν. ἦν δὲ πάλαι Κύδνῳ τῷ ποταμῷ νῆσος,
15ἥτις ὑπ’ αὐτοῦ περικλυζομένη εἰς τὴν νῦν θέσιν ἐλήλυθεν. εἶτα παρὰ Σεμιράμεως ἐπισκευῆς καὶ οἰκισμοῦ μείζονος εὐτύχησεν, αὐτῆς τε εἰκόνα ἐκεῖσέ φασιν ἀφωσιῶσθαι τῷ Ἡρακλεῖ, παρισταμένην Νίνῳ τῷ ταύτης ἀνδρί· μετὰ δὲ τοῦτο ἐρειπωθεῖσα ταῖς μετοικήσεσιν παρὰ Σαρδαναπά‐ λου ἐκ βάθρων σὺν Ἀγχιάλῃ ἀνέκτισται, ἐφ’ αἷς ἐπιγέγραπται· „Νι‐
20νευὴς βασιλεὺς, Ἀνακυνδαράξου παῖς, ἐν μιῇ ἡμέρᾳ Ταρσόν τε καὶ Ἀγχιά‐ λην ἔδειμεν.“ τὸν δὲ ἴδιον υἱὸν ὁ ἀμεραμνουνῆ προεξέπεμψεν κατὰ τὸ πρὸς ἀνατολὴν σὺν τοῖς ἀνατολικωτάτοις τῶν ἀνδρικῶν Τούρκων, καὶ αὐτοῖς γειτνιάζουσιν, ἄχρι χιλιάδων ιʹ, μετὰ πάσης τῆς ἐξ Ἀρμενίων στρατιᾶς, τοῦ τε Βεσπαρακανίτου, καὶ αὐτοῦ τοῦ ἄρχοντος τῶν ἀρχόντων,
25καὶ Ἄμερ τηνικαῦτα τὴν Μελιτηνὴν διέποντος, οἳ κατὰ τὸν Δαζυμῶνα συνήχθησαν στρατοπεδευσάμενοι. οὕτως γὰρ τοῦ ἀμεραμνουνῆ οἱ ὑπὸ χεῖρα βουλὴν συντιθέασιν, τὸν μὲν αὐτοῦ υἱὸν μετὰ προσηκούσης προεξιέναι δυνάμεως· „καὶ εἰ μὲν οὗτος νικήσειεν, ἔσται καὶ σοὶ νικητή‐
ριον· εἰ δέ γε τὸ ἐναντίον, κἂν τὸ σωτήριον.“47

3

.

14

Ταῦτα Θεόφιλος διακηκοὼς ἔκ τε τῶν 〈ἐξ〉 ἀνατολῆς ἀγηγερμένων καὶ δύσεως καὶ Περσῶν ἐπαγείρει στρατόπεδον· ἦν δὲ ἀπὸ Συρίας ὁ Μα‐ νουὴλ νεωστὶ ἐξεληλυθὼς καὶ τῆς πρὸ τῆς φυγῆς στρατηγήσεως τότε τῶν σχολῶν προστασίας μεταποιούμενος· προϊόντος οὖν τοῦ στρατοπέ‐
5δου κατὰ τὸν Ἀνζῆν, οὕτω χωρίον καλούμενον, προῃρέθη ὁ βασιλεὺς τὸ τῶν ἐναντίων θεάσασθαι στράτευμα· ὃν κατά τινα τῶν ὑπερκειμέ‐ νων τόπων τοῦ Μανουὴλ προβιβάσαντος, στοχαστικῶς κατεῖδεν στρα‐ τὸν τὸν Σαρακηνικὸν τῶν Ῥωμαίων ἐλάττονα. πρὸς ὃν στοχασμὸν συντίθεται Μανουήλ, ἀλλ’ ὅμως αὐτῷ ἀντειρήκει· „ὦ δέσποτα, τὸν ἐπ’
10ἀμφοῖν ἐκ δοράτων καλαμῶνα στοχάσθητι, ἐξ οὗ γνώσῃ τὸ καρτερώτε‐ ρον.“ συμβεβουλευκότες οὖν ὅ τε Θεόφιλος καὶ οἱ περὶ αὐτὸν μεγιστᾶνες, ὁ μὲν Μανουὴλ καὶ ὁ Θεόφοβος ὑπετίθοντο συνιστᾶν ἐν νυκτὶ πόλεμον, κατὰ τὴν ἡμέραν δὲ ἕτεροι· οἳ μᾶλλον καὶ προτετίμηνται. κατὰ γοῦν τὸ πρὸς αὔριον γεγονυίας προσβολῆς οἱ Ἰσμαηλῖται τροπῇ συνεσχέθη‐
15σαν, ὅθεν οἱ Τοῦρκοι ἐπιμόνως τοξείᾳ χρησάμενοι τοὺς Ἰσμαηλίτας θαρσαλεότητος καὶ ἰσχύος ἐπλήρωσαν, τοὺς δὲ Ῥωμαίους πρὸς φυγα‐ δείαν ἐτρέψαντο· καὶ μόνοι τῷ βασιλεῖ οἱ ἀρχηγοὶ τῶν ταγμάτων προσε‐ καρτέρησαν μετὰ Μανουὴλ καὶ Περσῶν, οὓς κύκλῳ περιστοιχήσαντες οἱ ἐξ Ἄγαρ βιαίως συνεῖχον, κἂν οἱ Τοῦρκοι τὸ τοξάζειν κεκώλυντο
20ὑετοῦ γε συμβάντος τῶν τε νευρῶν τῶν τόξων χαυνωθεισῶν τῇ ὑγρότητι. ἀμέλει τῶν Ῥωμαϊκῶν στρατευμάτων πημαινομένων ὁ Μανουὴλ διη‐ κούτιστο τῇ Σαρακηνικῇ γλώττῃ πρὸς αὐτοὺς τῶν Περσῶν καθ’ ὁμι‐ λίαν οἱονεὶ σπενδομένων, καὶ τῷ Θεοφίλῳ φησίν· „οἶμαι, ὦ βασιλεῦ, ὅτι ἡ Ῥωμαϊκὴ νῦν δυσφορία τῷ ἀμεραμνουνῆ τοὺς Πέρσας περιποιή‐
25σεται εἰς τὸ προδοῦναί σε αὐτῷ, τὸ πρὶν ἀποστάντας αὐτοῦ. οὐκοῦν καλῶς συμβουλευομένῳ μοι σύνθοιο. συναγερῶ ἐκ τοῦ καθ’ ἡμᾶς στρα‐ τεύματος τὸ κατ’ ἐκλογὴν σύστημα, δι’ οὗ τὸ σὸν κράτος ἐκ τῶν πολεμίων ἐξοίσομαι.“ ὁ δὲ βασιλεύς· „καὶ τούτου γινομένου, ὦ Μανουήλ, τῷ λαῷ τί συμβήσεται;“ „ὦ βασιλεῦ, σοὶ μὲν θεόθεν παρέσται τὸ σῴζε‐
30σθαι, ὁ δέ γε λαὸς καὶ αὐτὸς ὑψόθεν, οἶμαι, προνοηθήσεται.“ τοῦ γοῦν
βασιλέως μόγις τῶν πολεμίων ἐκστάντος, κατὰ δὲ τὸν Χιλιόκωμον παραγεναμένου, οἱ τῶν στρατηγετῶν τὸ συνειδὸς λιποταξίᾳ πιέζοντες ἐκεῖσε τῷ Θεοφίλῳ γονυπετοῦσι καὶ τὰς σπάθας αὐτῶν ἀποθέμενοι ἑαυτοὺς θανάτῳ ψηφίζονται· πρὸς οὓς ὁ βασιλεὺς φιλοικτιρμόνως48
35διατεθεὶς ἐν ὀδυρμῷ δικαίῳ ἀπολελόγητο· „ἐπεὶ ἐγώ, ὦ ἄνδρες, κἂν 〈ἐκ〉 λιποταξίας ἐνεκλίνασθε, παρὰ θεοῦ τοῦ οἰκτίρμονος ἠλέημαι, καὶ ὑμᾶς οἰκτερῶ.“ ὁ οὖν πρωτοσύμβουλος τὸ κατὰ Ῥωμαίων μαθὼν ἀνδραγά‐ θημα εὐθέως κατὰ τοῦ Ἀμορίου συντίθεται 〈στράτευμα〉· ὁ δὲ βασιλεὺς πρός τε Νίκαιαν καὶ τὸ Δορύλαον διεκαρτέρει, τῇ αὐτοῦ πατρίδι τὸ
40μέλλον ἀπεκδεχόμενος· τὰ γὰρ δύο στρατόπεδα τοῦ τε ἀμεραμνουνῆ καὶ τοῦ υἱοῦ αὐτοῦ κατὰ τὸ Ἀμόριον ἥνωντο. ὡς δὲ τὸ περὶ ταύτης δυστύχημα διενώτιστο, ἐγκαρδίῳ φλογώσει κάτοχος γίνεται, ὥστε ταύτῃ τοῦ χιονώδους ὕδατος προσιόντος χλιαρὸν τοῦτο λογίζεσθαι· οὗ γ’ ἐ〈κ〉 τῆς πόσεως ἀφορμὴ τοῦ δυσεντεριάσαι αὐτῷ γέγονεν.

3

.

15

Ἀγαρηνὸν δέ τι γύναιον πνεύματι πύθωνος ἐγκατάληπτον, ὃ μετὰ λείας ποτὲ Ἀγαρηνῆς συλληφθὲν ἀναμαθὼν ὁ βασιλεὺς ἐκμαντεύ‐ εσθαι, μετακαλεσάμενος αὐτό, ἐκπυνθάνεται, ἡ βασιλεία τίνος ἐν πολλοῖς διαρκέσειεν ἔτεσιν, ἐξεῖπεν· „ἡ τῶν Μαρτηνακίων.“ καὶ διὰ τοῦτο διε‐
5ρευνᾶτο κάκωσιν ἐπαγαγεῖν τῷ Μαρτηνακίῳ ὁ βασιλεύς (ἦν γὰρ αὐτῷ δραστηρίως τὰ τῆς βασιλείας ὡς οὐκ ἄλλῳ τινὶ τῶν πώποτε βασιλέων ἐξεταζόμενά τε καὶ πολυπραγμονούμενα) καὶ αὐτῶν τῶν ἀγχιστευόν‐ των κατεπιτίθεσθαι. ἀλλὰ τῆς θείας προνοίας οὗτος ἀπέσφαλτο, κἂν ἐν λεκανομαντείᾳ τῇ διὰ τοῦ Ἰωάννου τὸν αὐτοῦ τῆς βασιλείας διάδο‐
10χον ἑωράκει Βασίλειον. κατὰ πληροφορίαν δὴ τῆς τοιαύτης προφάσεως ἐν αὐτῷ σημανθείσης, τῷ μονήρει βίῳ τὸν ἐκ τοῦ γένους ἄνδρα κατέκρι‐ νε Μαρτηνάκιον, τὸν αὐτοῦ οἶκον μεταποιήσας εἰς μοναχῶν φροντιστή‐ ριον. ἐντεῦθεν διαδιδράσκει τὴν ἐκ βασιλέως ἐπιτεινομένην ἐπήρειαν. πολλοῖς δὲ στόμασι τοῦ γυναίου διαλαλουμένου καὶ ἀποθειαζομένου
15ἐν ἅπασι, Κωνσταντῖνος Τριφύλλιος ὁ τὴν κλῆσιν ἐπευμοιρῶν καὶ ταῖς ἐκ βασιλέως κατὰ πρεσβείαν τιμαῖς ἁβρυνόμενος, προσφθέγγεται τῷ γυ‐
ναίῳ ἐρεῖν καὶ αὐτῷ τὰ ἐσόμενα. τὸ δὲ διαπρυσίως τὸ μέλλον ἀποφοι‐ βάζεται, ὅτι περ „αὐτὸς σὺ καὶ τὰ σὰ τέκνα ἀποκαρήσεσθε ἱερωθησόμε‐ νοι κληρικῶν καταστήματι ἐπὶ αὐτοκράτορος Βασιλείου.“ ὃ καὶ πάν‐49
20τως ἐκβέβηκεν· προσοχθίσεως γὰρ βασιλικῆς αὐτῷ προστριψάσης τὰ τῆς προφητείας σὺν τῇ τοῦ βίου τελευτῇ πεπεράτωτο. παραπλησίως οὖν καὶ Νικήτᾳ υἱῷ τοῦ αὐτοῦ, ἐπὶ τοῦ εἰδικοῦ σεκρέτου καθηγουμένῳ, τοῦ βασιλέως ἐπιγογγύσαντος. οὐ μὴν ἀλλὰ καὶ Γεωργίῳ τῷ τὰς στρατιωτικὰς δέλτους πεπιστευμένῳ, ἐξ ὧν ἀπεκτάνθαι τῷ ξίφει ἐπὶ σφεν‐
25δόνῃ τῇ κατὰ τοῦ ἱππικοῦ ἀγωνίσματος καὶ πᾶσαν αὐτοῦ ὕπαρξιν ταμείῳ τῷ βασιλικῷ ἀνειλῆφθαι. πρὸς τούτοις ἐπειπεῖν τὸ γύναιον τῷ Θεοφίλῳ ἀποβιοῦντι τὴν βασιλείαν τὸν αὐτοῦ υἱὸν κατὰ διαμοιβὴν σὺν τῇ τεκούσῃ προσδέξασθαι, τά τε παρ’ αὐτοῦ χυδαιούμενα τῶν εἰκόνων σεβάσματα δόξης μεγαλοπρεποῦς εὐτυχῆσαι, αὐτόν τε τὸν
30πατριάρχην καθαιρέσει διϋβρισθῆναι. ὁ οὖν βασιλεὺς τοῖς προλεχθεῖσι καὶ ἐν τούτῳ πιστούμενος κατηγγυάσατο διορκώσει τήν τε αὐτοῦ γαμετὴν καὶ τὸν λογοθέτην Θεόκτιστον τοῦ μηδὲν ἑτεροιῶσαι τετολμη‐ κέναι μετὰ τὴν αὐτοῦ τελευτὴν τῶν παρ’ αὐτοῦ ἐκτεθεσπισμένων τὸ σύνολον, καὶ μήτε τὸν Ἰωάννην τοῦ πατριαρχικοῦ ἐξωθῆσαι ἱδρύματος.

3

.

16

Οὐκ ἠρεμεῖν δὲ ὁ βασιλεὺς ἐκεκρίκει ἐπὶ τῇ τοῦ Ἀμορίου καταστρο‐ φῇ χαλεπῶς ἀνιώμενος· διὸ καὶ στέλλει πρὸς τὸν ῥῆγα Φραγγίας τὸν πατρίκιον Θεοδόσιον τὸν ἐκ Βαβουτζίκων φυέντα καὶ αὐτοῦ ἀγχιστέα, τοῦ κατ’ ἐπικουρίαν συνθέσθαι αὐτῷ πολυάνθρωπον στράτευμα, καί
5τινας ὑποστρατήγων αὐτοῦ χωρῶν τε καὶ πόλεών τινας Σαρακηνι‐ κῶν τῶν μεταξὺ Λιβύης καὶ Ἀσίας καταληΐσασθαι.

3

.

17

Τῇ δὲ προτεραίᾳ κατὰ Συρίαν διατρίβων ὁ Μανουὴλ ἔν τε λόγων πολυπείρων συνέσει καὶ πράξεων περὶ πολλοῦ ἐπεπόθητο τῷ τε ἀρχηγῷ τῶν Ἀγαρηνῶν καὶ τοῖς αὐτῷ παραδυναστεύουσιν, καὶ πλείστας ἀνδραγαθίας, καθ’ ὅσον χρόνον ἐκεῖσε διῆγεν, κατὰ τῶν
5ἀντιμαχούντων αὐτοῖς πλησιοχώρων τε καὶ τῶν πόρρω διῳκισμένων εἰργάσατο, ὧν τὰ πλείω μετὰ τῶν κατὰ φυλακὴν αἰχμαλώτων Ῥω‐
μαίων δι’ ἑαυτοῦ συστρατεῦσαι αὐτῷ ἐξαιτηθέντων· ὥστε καὶ τὸ Χωρῶσαν κατασχεῖν καὶ ὑπὸ χεῖρα τῷ ἀμεραμνουνῆ καταπράξασθαι. ἀλλὰ δὴ καὶ κατὰ θηρῶν ἀτιθάσσων τὴν ἐκεῖσε χώραν αὐτούς τε τοὺς50
10κατοικοῦντας διαλυμαινομένων ἠρίστευσεν, ὥστε θαυμαστὸν κατ’ ἄμφω τοῖς Ἰσμαηλίταις νομίζεσθαι. διὰ ταῦτα φιλοῦσιν αὐτὸν ἐξαιρέτως καὶ μᾶλλον αὐτῷ προσῳκείωνται, ἐπειδὰν αὐτὸν οἰκονομικῶς ἀποστάντα, κἂν ἐν σχήματι τῆς καθ’ ἡμᾶς εὐσεβείας, διέγνωσαν, καὶ αὐτῷ ἐγχειρί‐ ζουσι τὰ τῶν πολεμίων συστήματα ἐκστρατεύειν καθ’ ὅσον ἔχει βουλή‐
15σεως καὶ δυνάμεως. ἐν μέσῳ δὲ χρόνων πολλὰς ἀριστείας καταπραξάμενος ἐξιέναι κατὰ Ῥωμαίων σὺν τῷ υἱῷ αὐτοῦ παρὰ τοῦ ἀμεραμνουνῆ κατηνάγκαστο, ἢ τοῦτο προσεπεποίητο. καὶ δὴ γεννάδας ὑπασπιστὰς σὺν χρήμασιν αὐτοῦ ἱκανοῖς ἐπεπόμφει πρὸς πολίχνην, ἣ Γέρων ἐκέκλη‐ το, προσημηνάμενος λάθρα καὶ τοῖς ναέταις τῆς πόλεως τὴν δέουσαν
20ἐπιθεῖναι ὀχύρωσιν διὰ τὴν τῶν Σαρακηνῶν ἐσομένην ἔφοδον. τῶν οὖν ἑκατέρων μερῶν στρατοπεδευσάντων ἔξεισιν ὥσπερ ἀγωνιστὴς τολμητίας, καὶ τὸ δόρυ εἰς τοὐπίσω προτείνας τοῖς Χριστιανοῖς ὅλως συντέτακτο πρὸς τὴν ῥηθεῖσαν πολίχνην καταφυγών, τῷ τε υἱῷ τοῦ ἀμεραμνουνῆ χαριστήρια διεπέμπετο, οὗ πρὸς αὐτὸν χάριν εὐμενῶς
25διετέθησαν, καὶ τῇ πόλει χαρμονικῶς ἐπεδήμησεν, καὶ τῷ ἐν Βλαχέρναις τῆς Θεοτόκου εἰσῄει ναῷ, ὡς ἐν τούτῳ πλέον εἰδὼς τὸν Θεόφιλον ἀπο‐ νέμειν σέβας αἰδέσιμον· ὑφ’ οὗ καὶ πληροφορίαν συμπαθείας ἐδέδεκτο καὶ ἐπὶ πλεῖστον πεφιλοτίμητο, σεβασμιωθεὶς μαγιστρότητι.

3

.

18

Τοῦ δὲ βασιλέως διαπρακτήσαντος ἐπὶ τῇ κατὰ Ἰσμαηλιτῶν Φραγγικῇ ἐκστρατείᾳ, διὰ τὸ τὸν ἐσταλμένον πρὸς αὐτοὺς Θεοδόσιον μεταξὺ ἀπαλλάξαι τὸν βίον, πᾶς τις ἠθύμει, μάλιστά τε πρὸς τελευτὴν ἤδη τοῦ βασιλέως ἀπονεύοντος, ἅτε φθινάδι νόσῳ καὶ γαστρὸς δυσεν‐
5τερικῇ διαρροίᾳ περιπεσόντος. ὡς δὲ ταύτῃ τῇ ἀρρωστίᾳ συντέτηκτο καὶ πρὸς τὰς ἐσχατιὰς τοῦ θανάτου προσέκυπτεν, ἐπὶ κλίνης αἰρόμενος πρὸς τὴν Μαγναύραν ἀπῄει, κἀκεῖσε πάντας ἐκκλησιάσας δημηγορίαν οἰκτρὰν κατὰ τὸ εἰκὸς ἀποφθέγγεται, καθὼς ὁ λόγος ταύτην ὧδε μορφώσειεν· „ἐμὲ θρηνησάτω ὁ ἐμὸς ἅπας λαός, ἐπολοφυρέτω με σύγ‐
10κλητος καὶ σύμπαν τὸ πρὸς θεραπείαν οἰκεῖον ἄθροισμα διολολυξάτω, ὅτι περ κομῶν τῇ νεότητι σὺν εὐδαιμονίᾳ τοσαύτῃ ἄρτι τούτων ἐκτυ‐ χισθήσομαι, πολλῷ δὲ μᾶλλον γυναικὸς νεαζούσης καὶ παιδὸς ἀνήβου,
ὧν τὴν στέρησιν πάντως καὶ πρὸ τελευτῆς ἀποκλαίομαι, οὐχ ἧττον δὲ τὴν αὐτῶν ἐρημίαν μετά γε τὴν ἐμαυτοῦ ἀποβίωσιν. διά τοι ταῦτα51
15μέμνησθέ μου, παρακαλῶ, τῶν τοιούτων τελευταίων ῥημάτων καὶ τῆς ἡμετέρας πρὸς ὑμᾶς προμηθείας καὶ γαληνότητος· ὧν ἀντίδοτέ μοι τὴν μετὰ θάνατον εὔνοιαν πρὸς αὐτούς, ὥσπερ καὶ ἐπ’ ἐμοὶ τὰ τῆς εὐγνώ‐ μονος καὶ ὀρθῆς διαθέσεως διανοούμενοι καὶ καταπραττόμενοι. οὐκέτι γὰρ ὑμᾶς θεάσομαι τοῦ λοιποῦ, οὐ τοιούτοις παρακαλέσομαι ῥήμασιν,
20οὐ τοσαύταις δυσωπήσομαι παραινέσεσιν, οὐχ ἱκετεύσω σὺν δάκρυσιν.“ τοιαῦτα προσειπόντος τοῦ βασιλέως πολὺς ὀδυρμὸς στεναγμός τε καὶ κωκυτὸς παρὰ πάντων ἀνεπέμπετο.

3

.

19

Συγκυκῶν δὲ Θεόφιλος τὸ τῆς εὐσεβείας ἄκλυστον πέλαγος τοὺς ἐν αὐτῷ πλέοντας ἀκυμάντως δεινῶς ἐκλυδώνιζεν· ἐν οἷς καὶ τὸν σύγκελλον Μιχαὴλ τῆς Ἱεροσολυμίτιδος ὁμηγύρεως συνάμα πολλοῖς ἀσκηταῖς φυλακαῖς ἐναπέκλεισεν, μεθ’ ὧν Θεοφάνην τε καὶ Θεόδωρον
5τοὺς τῆς ὀρθοδοξίας συνασπιστὰς Σκυθικῶς ἐπιπροσωπείοις διεγράψατο κεντήμασιν. τοιαῦται δὴ καὶ τοσαῦται αἱ κατὰ τῆς εὐσεβείας αὐτοῦ θύελλαι διενέσκηπτον. οὐ μὴν ἀλλὰ καὶ χειμῶνες πολλοὶ κατ’ ἀέρος, δυσφορίαι τε καὶ αὐχμηρίαι καὶ σιτοδεῖαι ἐκ δυσκρασίας, παλμοί τε καὶ ἀναβρασμοὶ γῆς καθ’ ἡμέραν τῆς αὐτοῦ βασιλείας γεγόνασιν, καὶ
10φυγὴ καθόλου παρῆν εὐσεβῶν ἐν χειμῶνι τῆς αὐτοῦ ἀσεβείας, κατὰ τὸ
λόγιον, καὶ οὐδενὶ παντὸς σαββάτου ἀνάπαυσις ἐξ ἀπανθρωπίας αὐτοῦ θυελλιζούσης Χριστιανῶν γαληναῖον κατάστημα. καὶ γὰρ ἐν τοῖς τοιούτοις αὐτοῦ κακοτεχνήμασι τὸν Ἰαννῆν πατριάρχην καθί‐ στησι, συμμύστην καὶ λειτουργὸν τῆς κακίστης αἱρέσεως.52

3

.

20

Ὅστις Θεόφιλος μετὰ πλειόνων ἐλαττωμάτων ὑπέροφρυς ἦν, κἂν ἔν τισι τῶν καλῶν εἴτε ἑκών, εἴτε ἄκων πεφιλοτίμητο πλεονεκτή‐ μασι φύσεως. καὶ γὰρ τῶν τειχῶν Βυζαντίδος τῆς πόλεως χθαμαλῶν ὄντων καὶ τοῖς πολεμίοις ἐντεῦθεν ἐμπαρεχόντων τὸ εὐεπίβατον, οὗτος
5ὑψώσας ἀνενεώσατο, τούτοις καθεὶς γραφὴν τοῦ ἰδίου ὀνόματος. πρὸς ἔπαινον δὲ καὶ τοῦτο τὸ φιλότιμον ἐντεθείσθω, ὃ καὶ τοῖς βασιλεῦσιν ἴσως ἔστω ἀποδεκτὸν τὸ φιλοκερδὲς ἀποσειομένοις ἢ μᾶλλον κακοκερδές, κἂν ἐξ ὑπεροψίας εἰπεῖν οἰκειότερον. ποτὲ γὰρ πλοίου διερχομένου κατὰ τὴν ἅλα τοῦ Βουκολέοντος, περί γε τούτου ὁ βασιλεὺς ἐπυνθάνετο,
10τίνος ἂν εἴη. οἱ παρεστῶτες ἀπολελόγηντο· „τῆς δεσποίνης.“ ὁ δὲ δυσφόρως διατεθεὶς ἐπὶ τούτῳ προσκαλεῖται ταύτην, καὶ παρ’ αὐτῆς τὸ ἀληθὲς ἐγνωκώς· „οἴμοι“, ἔφη, „φανερωθέν〈τι〉 ναυκλήρῳ, ἐπείπερ τοῦτο τῆς ἐμῆς συμβίου καθέστηκεν,“ καὶ ἅμα τῷ λόγῳ παρεκελεύετο πυρποληθῆναι τὴν ναῦν σὺν τοῖς ἀγωγίμοις πολλοῖς καὶ τιμίοις κατὰ
15πραγματείαν ὑπάρχουσι, μὴ τούτων ὅλως φεισάμενος εἰς ἔπαινον βασιλικῆς τιμιότητος δημοκηδίᾳ μᾶλλον ἢ δημοβορίᾳ συνιστώσης ἐπίκτησιν.

3

.

21

Πολυπράγμων δὲ περὶ ζητημάτων τῶν ἀποκρύφων ἐτύγχανε λίαν Θεόφιλος· ὧν χάριν καὶ Μεθόδιον τὸν ὅσιον, ἅτε σοφὸν ὄντα καὶ περὶ τὰς λύσεις αὐτῶν ἱκανῶς ἔχοντα, τῆς φυλακῆς ἀνερρύσατο, συν‐ διάγειν αὐτῷ κατὰ τὸ παλάτιον αἱρησάμενος, κἂν διὰ τὸ ὀρθὸν δόγμα
5πως αὐτὸν ἐμυσάττετο.53

3

.

22

Ὃς τὴν τῆς βασιλείας ἀρχὴν διαιτήσας ἐπὶ ιβʹ ἔτεσιν μησί τε τρισὶν κατὰ τὴν προρρηθεῖσαν νόσον τὸ κοινὸν ἀνέπλησεν ὄφλημα μηνὶ Ἰαννουαρίῳ κδʹ, ἀφρόνως τῆς ὀρθοδόξου πλεῖστα καταλαζονευσά‐
μενος πίστεως.54

4

t

〈ΒΑΣΙΛΕΙΩΝ Δ〉 ΠΕΡΙ ΜΙΧΑΗΛ ΥΙΟΥ ΘΕΟΦΙΛΟΥ

4

.

1

Τὰ δὲ πατρῷα σκῆπτρα ἐν ἔτει ͵ϛτνʹ, ἰνδικτιῶνος εʹ, διϊθύνειν καταλιμπάνεται Μιχαὴλ σὺν μητρὶ Θεοδώρᾳ θεόφρονι, αὐτοῦ τε τὰ τῆς ἐπιτροπείας ὅ τε πατρίκιος Θεόκτιστος καὶ Μανουὴλ ὁ πρωτομά‐ γιστρος ἠξίωται, ᾧ καὶ διὰ μερίμνης ἐνῆν τὸ φιλοδεσποτεῖν καὶ λόγοις
5πρὸς τοῦτο καὶ πράξεσι διατίθεσθαι. οὐκοῦν ἔξεισι κατὰ τὸν ἱππόδρο‐ μον, καὶ πάντα τὸν ὑπασπιστὴν λαὸν συναγείρας καὶ οἷς πληροφορίαν ἐκέκτητο στρατιώταις τὰ πρὸς εὐπείθειαν αὐτῷ συντηρῆσαι, προοίμιον οὕτως τοῦ λόγου προδιατίθησιν· „οἴδατε πάντες, ὦ ἄνδρες, ὁποῖα τὰ πρὸς ὑμᾶς τῆς ἀγάπης γνωρίσματα, ἔν τε κηδεμονίαις ἔν τε προστασίαις
10φιλόφροσι, συνάμα ταύταις καὶ εὐεργεσίαις μηδ’ ὅλως ἐξισταμένων ἡμῶν. καὶ διὰ τοῦτο χρεὼν ὑμᾶς ἡμῖν ἀποδοῦναι τὰς ἀντιχάριτας, ἔν τε λόγων πειθοῖ καὶ τῶν ἔργων· καὶ ὅπερ ἂν ἡμῖν αἱρετὸν διακέκριται, τοῦτο ἑλέσθαι σπουδάζοιτε, καὶ ὃ ἐὰν ἀρέσκον, κατὰ σπουδὴν καὶ προαίρεσιν τὸ εὐπειθὲς αὐτῷ μέχρι καὶ κινδύνου παντὸς ἐπιδείξασθε.“
15τούτοις οὖν αὐτοὺς παραινέσας, παραχρῆμα ἅπαντες τὰ τῆς ἀρεσκείας αὐτῷ καὶ ὑπακοῆς δι’ ὅρκων συχνῶν παρετίθεντο· ἠλπίκεσαν γὰρ κατὰ νοῦν ὄρεξιν ἔχειν τῆς βασιλείας τὸν Μανουὴλ καὶ διὰ τοῦτο τοιαῦτα κατεπᾴδειν αὐτῶν, εἰ καὶ τὰ ὑπεναντία τούτοις παρ’ αὐτοῦ διηγόρευτο. ἐκεκράγει γὰρ διαρρήδην· „Μιχαήλ τε καὶ Θεοδώρας τὰ ἔτη πρὸς
20πλεῖστον ὁδεύσειεν.“ ὡς δὲ ταύτης τῆς ἀναρρήσεως διενήχηντο, ἐπλήσθη‐ σαν ἀθυμίας καὶ πολυειδοῦς ἐνεφορήθησαν θλίψεως, ἀλλ’ ὅμως τὸ προσ‐ ταγὲν ἐξεπλήρουν· καὶ τὰ τῆς αὐτοκρατορίας διετετράνωτο.55

4

.

2

Καὶ τὰ τῆς ὀρθοδοξίας ἀνακαλύπτεται, καιροῦ λαβόμενα εὐαγοῦς καὶ θεοφιλείας ἀνδρῶν εὐπροθέτων, τῆς στυγητῆς αἱρέσεως τῶν εἰκονο‐ μάχων διασυρείσης ἀπὸ βασιλείας Λέοντος τοῦ Ἀμαληκίτου μέχρι χρόνων λʹ. εἴχοντο δὲ τοῦ εὐθέος σκοποῦ ὅ τε Θεόκτιστος, ἄλλως τε καὶ
5αὐτὸς Μανουήλ, εἰ καὶ διὰ μέσου 〈χρόνου〉 τινὸς παρεμπεσόντος διώκλα‐ σεν. ἀλλὰ περιπίπτει τινὶ ἀρρωστίᾳ, δι’ ἧσπερ ἀπέγνωστο· καθ’ ἣν θεὸς παραδοξοποιῶν ὡς ἐπὶ τοῦ Ἐζεκίου δηλαδὴ καταφαίνεται. συν‐ είχετο τοίνυν τῇ νόσῳ καὶ χαλεπῶς ἐτετρύχωτο καὶ ἐγκατόχῳ κάρῳ νενέκρωτο, ὡς ἐντεῦθεν ἐδόκει πᾶσι τεθνάναι, εἰ καὶ βραχύ τι πνεῦμα
10ἐν αὐτῷ ἐσπινθήριζεν ἀμυδρά τε φωνὴ διαστηματικῶς ἐξ αὐτοῦ διη‐ κούετο. πρὸς ταῦτα τί γίνεται, καὶ τί τὸ περὶ ἡμᾶς τοῦ θεοῦ μηχανούργη‐ μα; διανίστησι μοναχοὺς τῶν Στουδίου, ἄνδρας τῷ ὄντι θεῷ γνω‐ στούς, ἐπισκεψαμένους κατὰ τὴν ὑστεραίαν αὐτόν. ἐξήκουστο γάρ, ὅτι περ ἀπεβίω, καὶ συνεπεφοιτήκεσαν, ὅπως ἐπικηδείους αὐτῷ ὕμνους
15προσοίσειαν· ὃ τέως ἐπεποιήκεσαν ὀλιγοδρανέοντι κατὰ 〈τήν〉 ποίησιν. καὶ προσελθόντες τῇ κλίνῃ τῶν μοναζόντων τινές, περὶ ὧν ἤδη ἀνωτέρω μνείαν πεποιήμεθα, τεθαρρηκότες θεῷ καὶ τῇ τῆς ἀρετῆς τελειότητι ἀναθαρροῦσι τὸν ὡς νεκρὸν ἢ μετ’ ὀλίγον ἐσόμενον, λέγοντες τοῦτον ἀναρρωσθήσεσθαι. τοῦ δὲ ἐκ βάθους ἐστενωμένης ψυχῆς μικρόν τι
20ἀνενεγκόντος καὶ διαπορήσαντος εἰ τοῦτο ἔσται αὐτῷ κατ’ ἐλπίδα, ἐπεβόησαν ὡς „εἴπερ ἐν ὑποσχέσει ἐστί σοι πρὸς θεὸν τὰς θείας εἰκόνας κατὰ τὸ ἀρχαῖον ἀνανεώσασθαι, τὴν ζωὴν εὐαγγελιζόμεθα βεβαιού‐ μενοι.“ ἀπῄεσαν, καὶ τὸ εὐαγγελισθὲν συντόμως ἐπεπραγμάτευτο, καὶ παραδόξως ὡς ἐξ ᾅδου ἀνέδυ τοῦ θανάτου ἀπαλλαγείς. ὡς οὖν
25ἑαυτὸν διέγνωκεν παρ’ ἐλπίδα τῆς ἀσθενείας ἀπορραΐσαντα, πρὸς βασίλισσαν Θεοδώραν ὀρθοδόξως διαγωνίζεται, φράζων αὐτῇ τὰς σεβαστὰς ἀνακαινίζειν εἰκόνας κατὰ τὸ πρότερον, καθὼς περὶ τούτου
τάχα καὶ ταύτῃ συνήρεσκεν θεοφιλείας γνησίας ἐξεχομένῃ, συνεπιλαμ‐ βανομένης, ὥς φασι, καὶ πατρικίας τῆς ταύτης μητρὸς καὶ τῶν αὐτα‐56
30δέλφων αὐτῆς πατρικίων. ἀλλ’ ἀντέπιπτεν αὕτη τούτοις καὶ τῷ Μανουὴλ ἐπὶ μᾶλλον, εἴτε διὰ τὴν τοῦ τηλικούτου μετάθεσιν πράγματος, εἴτε διὰ φιλανδρίαν ἴσως παράλογον, προτιμωμένην τοῦ θεοῦ τὰ ἀνθρώπινα. εἰρήκει γὰρ πρὸς Μανουὴλ, ὡς „ὁ ἐμὸς ἀνήρ γε καὶ βασιλεὺς μακαρίτης σοφίας ἀρκούντως ἐξείχετο, καὶ οὐδὲν τῶν δεόντων αὐτῷ ἐλελήθει·
35καὶ πῶς τῶν ἐκείνου διαταγμάτων ἀμνημονήσαντες εἰς ἑτέραν διαγωγὴν ἐκτραπείημεν;“ ταῦτα εἰπούσης κατηπείλησε σωφρόνως ὁ Μανουήλ, ὡς „εἴπερ τῶν εἰκόνων μὴ φροντίσειας ἀναμορφῆς τε καὶ προσκυνήσεως, ἑτέρως τὰ τῆς εὐνοίας ἢ αὐτῆς τῆς βασιλείας, θεοῦ εὐδοκοῦντος, διατε‐ θήσεται.“ τούτοις τῷ φαινομένῳ καταπεσοῦσα ἡ βασιλίς, τῷ δὲ νοουμένῳ
40καὶ μάλα χαρεῖσα, τὸ δοκοῦν αὐτοῖς ἐπαφίησι καὶ σὺν αὐτοῖς διανί‐ σταται· καὶ τοὺς ὀρθοδόξους τοῖς τοῦ κανικλείου ἐνδιαιτήμασιν ἀγείρε‐ σθαι διεθεσμοθέτησεν, κἀκεῖσε πρὸς ἀλλήλους γυμνάζειν τὰ περὶ ὀρθοδο‐ ξίας προβλήματά τε καὶ δόγματα.

4

.

3

Καὶ ταχέως μετὰ προσηκούσης τῆς διασκέψεως αἵ τε θεῖαι εἰκόνες ἀνεμορφοῦντο καὶ τὰ τῆς ἐκκλησίας πρὸς τὸ ὀρθοτομοῦν μετεκλίνετο, τῶν ἐν αὐτῇ ἱερέων, πρὸς δὲ καὶ ἀρχιερέων, τῶν μὲν μεταστοιχειουμένων τῆς δυσσεβείας, τῶν δὲ ἀνθεστηκότων τῷ εὐσεβεῖ δόγματι καὶ δικαίως
5ἐξωθουμένων, καὶ πρό γε πάντων Ἰαννοῦ τοῦ δυσσεβοῦς πατριάρχου τοῦ ἀρχιερατικοῦ θρόνου καθαιρουμένου. τοιγαροῦν ἀποστέλλουσι πρὸς αὐτὸν ἄνδρας ἀξιολόγους τῶν ἐπὶ τῆς φυλακῆς βασιλέως, τοῦ πατριαρχείου καταγαγεῖν· οἷς οὐκ ἐνεδίδου πρὸς κάθοδον. οἱ δὲ καὶ βουλόμενοι τοῦτον καταβιβάσαι ὅμως οὐ πείθουσι, παρ’ αὐτοῦ κακο‐
10τρόπως μεταπεισθέντες τοῦτον τέως ἐᾶσαι· διὸ περί γε τούτου τοῖς ἀποστείλασιν ἀπαγγέλλουσι, καὶ κατ’ αὐτοῦ πλείονα τὴν ὁρμὴν δι‐ εξάπτουσιν. εἰσῄει οὖν πρὸς αὐτὸν ὁ πατρίκιος Βάρδας, πευσόμενος, ὅτου χάριν τοῦ πατριαρχείου οὐκ ἀπανίσταται· καὶ τὴν ἀπολογίαν ἐμεθοδεύκει, δεικνὺς τὴν ἑαυτοῦ γαστέρα δι’ ὀβελίσκων κατάστικτον57
15αὐτῷ, ἐπειπών, ὅτι παρὰ τῶν ἐκπεμφθέντων ὡς ἐθνικῶν ἐπεπόνθει τοιαύτην ἀναιτίως ποινήν, „δι’ ἧς χαλεπῶς ἄγαν ἔχων, εἰ οἷόν τε, τὸ παρὸν συγχωρηθείην τῆς καταβάσεως· ἐπεπόνθειν δὲ μάλιστα παρὰ Κωνσταντίνου τοῦ ἐξ Ἀρμενίων καὶ τῷ τῶν ἐξκουβίτων ἐμπρέποντος τάγματι.“ τοῦτον δέ φησιν, ὦ ἀκροαταί, ὁ βδελυκτὸς καὶ παμβέβηλος,
20τὸν κεχρηματικότα ἀπόγονον Ἀρμενίων, ἐξ ἀρχηγῶν καὶ συναυταδέλ‐ φων σταλέντα πρὸς βασιλέα Θεόφιλον ἐπικηρυκεύσεως ὅμηρον, ὃς οὐ μετὰ μακρὸν χρόνον διά τε τὴν αὐτοῦ ψυχῆς τε καὶ σώματος εὐκοσμίαν καὶ τὴν ἄλλην περὶ τὰ βέλτιστα φιλόκαλον πρόθεσιν δρουγγάριος τοῦ ἀριθμοῦ ἤτοι τῆς βασιλικῆς βίγλης καθίσταται, ἐντεῦθεν πατρίκιός
25τε καὶ λογοθέτης τοῦ δρόμου γεραίρεται. τοῦ οὖν δραματουργήματος κατὰ κακόφρονα γνώμην ἀπελεγχθέντος, εἰς θυμὸν μᾶλλον ἐξῆγεν τὸν ἐταστὴν ἔμφρονα, δι’ οὗ καὶ τῆς ἐκκλησιαστικῆς ἐπικρατείας ἐνδίκως ἐκπέπτωκεν, τῷ κατηγορηθέντι μᾶλλον, κἂν μὴ ἐθέλων, δωρησάμενος ἀπαρέγγραπτον ἔπαινον. καὶ εὐσεβὴς ἀντεισάγεται πατριάρχης Με‐
30θόδιος, ἐν ἑαυτῷ πλεῖστα τὰ ὑπὲρ εὐσεβείας στίγματα καὶ τὴν δι’ εἱρκτῆς σαπρώσης τῶν τριχῶν ψίλωσιν οἷά τινα γέρα προκομιζόμενος. τούτῳ τὰς ἀρχιερατικὰς ἀγκύρας ἐπέδοσαν σὺν ἀποδοχῇ πάσῃ θεο‐ φόρων ἁπάντων ἀνδρῶν, τῶν τε τῇ βασιλίδι περινοστούντων καὶ τῶν πανταχόθεν πρὸς ταύτην ἐληλυθότων. καὶ γὰρ κατὰ διωρισμένην
35ἡμέραν τῆς αὐτῶν συνελεύσεως, καθ’ ἣν ἡ τοῦ θεοῦ ἐκκλησία τὴν ἑαυτῆς εὐπρέπειαν ἀμφεβάλλετο, κατίασιν ἐκ τοῦ περιωνύμου ὄρους Ὀλύμπου Ἄθω τε καὶ τῆς Ἴδης, ἀλλὰ μὴν καὶ τοῦ κατὰ Κυμινᾶν συμπληρώματος, περιφανῶς τὴν ὀρθοδοξίαν κηρύσσοντες, βασιλικαῖς τε διαμοιβαῖς καὶ σεβασμίοις αἰσίοις ἱκανωθέντες πρὸς τὰς ἰδίας σκηνὰς ὑπεχώρησαν·
40ὧν ἔκτοτε καὶ μέχρι τῆς δεῦρο οἱ τῆς ὀρθοδοξίας λιμένες Χριστοῦ δυνάμει φρουρούμενοι διατηροῦσιν ἀχείμονες.

4

.

4

Ταῦτα μὲν ἐν πρώτοις Μιχαήλ τε καὶ Θεοδώρας, τῶν εὐσεβῶν
βασιλέων, τὰ κατορθώματα. ὁ δὲ Ἰαννῆς τινι μοναστηρίῳ ἐγκαθειρχθεὶς καὶ ἐν μέρει τοῦ κατ’ ἐκεῖνο ναοῦ κατιδὼν τοῦ σωτῆρος Χριστοῦ τοῦ θεοῦ ἡμῶν σαρκικὸν χαρακτῆρα, οὐ μὴν ἀλλὰ καὶ τῆς θεομήτορος καὶ58
5τῶν στρατιαρχῶν, διωρίσατο τῷ ἑαυτοῦ ὑπηρέτῃ διανιόντι τῶν σεβασμίων εἰκόνων ἀνορύξαι τὰ ὄμματα, φάσκων ἀμηχανεῖν πρὸς ταῦτα τὴν ὁρατικὴν προτείνασθαι αἴσθησιν, εἰκονιστὴς ἐκ νεότητος ὁ τρισκατάρατος καθεστὼς καὶ μονῆς τῶν ἀθλοφόρων Σεργίου καὶ Βάκχου τῆς βασιλεῦσιν ἀφωρισμένης προβάθμιος. ὡς οὖν ἐπύθετο
10ταῦτα ἡ θεοσεβεστάτη δέσποινα Θεοδώρα, ζήλῳ τῆς πρὸς Χριστὸν ἀγαπήσεως διακαῶς ἐκεκίνητο καὶ τοὺς αὐτοῦ μισητοὺς ὀφθαλμοὺς ἐκμοχλεύειν προτεθύμητο, κἂν δεήσεσι παρά τινων ἐκεκώλυτο· ὅθεν τινὰς τῶν δορυφόρων ἐκπέμψασα πρὸς αὐτὸν ςʹ λώροις ἐμάστιξεν.

4

.

5

Οἱ οὖν αἱρετικοὶ τοῖς προσαχθεῖσι προπετῶς διαπληκτιζόμενοι, χρήμασιν ἱκανοῖς φρεναπατήσαντες κόρην πρὸς τὰ δημόσια ἐπὶ τῆς ἐκκλησίας κατηγορῆσαι τοῦ πατριάρχου, σὺν τῷ ἐξ αὐτῆς τεχθέντι υἱῷ Μητροφάνει, τῷ κατὰ καιρούς τινας προέδρῳ τῶν Σμυρναίων
5πόλεως χρηματίσαντι, κρυψιγαμίας ἔγκλημα θριαμβεύουσιν. ἐντεῦθεν πλεῖστος παρὰ τῶν κακοδόξων ἐπισυνίσταται τάραχος ἐπισχετλιαζόν‐ των ἡμῖν καὶ ἀμέτρως ἐπεγγελώντων. οὗ χάριν τῷ πατριαρχείῳ προσ‐ ίασιν ὁ πρῶτα φέρων Μανουὴλ ἐν μαγίστροις, καὶ ὁ πατρίκιος καὶ ἐπὶ τοῦ κανικλείου καὶ λογοθέτης τοῦ δρόμου Θεόκτιστος, σὺν ἑτέροις
10συγκλητικοῖς, κατηφιῶντες ἐπὶ τοῖς ἀνέδην ἐνωτισμένοις. οὓς ὁ ἀρχιερεὺς ἐπιδὼν καὶ τῆς κατὰ βάθος ἀνίας τῶν συνεληλυθότων εὐσεβῶν ἐπ‐ αισθόμενος, μηδαμῶς τε πρὸς ὀρθοδόξους ἑαυτὸν θέλων πέτρα σκαν‐ δάλου τίθεσθαι καὶ λίθος προσκόμματος, τὰ κρύφια αἴσχη ἀπογυμνοῖ ὁ αἰδέσιμος πάντων ἐπ’ ὄψεσι, καὶ εὕρητο παρὰ τὸ εἰκὸς μαρασμῷ τῆς
15φύσεως ἐσκληκώς, 〈ἐξ〉 οὗ ματαίως εὐθύνετο, καὶ τὸ αἴτιον ἐρεῖν διανί‐ στατο, ὅτι περ „ἐν Ῥώμῃ διάγων, ἀποσταλεὶς πρὸς τὸν ἀρχιερέα ταύτης διὰ τὰς ἐπὶ Νικηφόρῳ τῷ πατριάρχῃ αἰτιαθείσας ἐπαγωγάς, πλεῖστα ἐπισινιάσαι με γαργαλισμοῖς τὸν σατανᾶν, ἱκανῶς τε περὶ
τούτου Πέτρῳ τῷ ἀποστόλῳ ἐπεντυχεῖν, ἀλλοτριῶσαι τῆς ἐνσωματού‐59
20σης κινήσεως. καὶ δὴ ἐμοῦ νύκτωρ ἐν τῷ ἀποστολείῳ εὐναζομένου, ἐπιστάντα τὸν κορυφαῖον δεξιᾷ τῇ χειρὶ τὰ αἰδοῖα καταπιέσαι καὶ ἐπιφθέγξασθαι, μὴ τοῦ λοιποῦ πτοεῖσθαι τὴν φιλήδονον ἔφεσιν, μήτε τὴν ἐκ ταύτης εἰς τὸ ἑξῆς ὑφορᾶσθαι ζωπύρησιν. ἐγὼ δὲ διϋπνισθεὶς μετὰ σφοδρᾶς ἀλγηδόνος περιῆλθον ἐν σαρκικῇ τοιαύτῃ, καθὼς ὁρᾶτε,
25νεκρότητι.“ τοιαῦτα τοῦ πατριάρχου ταπεινοφρόνως εἰπόντος πανάλη‐ θες, τῆς κατηφείας οἱ συμπαρόντες διΐσταντο. ἐξ ὧν Μανουὴλ πρὸς ἀνέτασιν τῆς γυναικὸς ἀγωνίζεται διασαφῆσαι τὸ ἀκριβές, τὸ ξίφος ἐπανατείνων καὶ παρὰ τίνος ὑποβεβλῆσθαι αὐτὴν ἀνετάζων. ἡ δὲ τοῖς κατ’ ἀπειλὴν λόγοις ἔκ 〈τε〉 τῆς ξιφήρους ἐκτάσεως τὴν ἀλήθειαν παρεδή‐
30λου περὶ τῶν πρὸς τοῦτο συσκευασθέντων καὶ 〈τῶν〉 ποσὸν ὅσον χρή‐ ματος καταβαλομένων καὶ τὸ εἴς τι ἀγγείδιον τοῦτο εἶναι ἀπόθετον καὶ ὑποκεκρύφθαι κατά τι κιβώτιον σίτου ὑπάρχον κατάπλεον. καὶ καθὼς ἀνωμολόγητο ταύτῃ, οὕτως τὰ τῆς εὑρέσεως ἐμφανῶς ἐγνωρίζετο, καὶ οἱ αἱρετικοὶ τηνικαῦτα ἄχλυσιν αἰσχύνης ἠμαύρωντο· οἷς ὁ θεοφιλὴς
35πατριάρχης τῶν εἰς αὐτὸν ἐπταισμένων παρέσχε συμπάθειαν, τοῦ οζʹ συγχωροῦντος Χριστοῦ τῷ νόμῳ πειθόμενος. διὸ καὶ παρὰ τῶν ἐπιστα‐ τούντων τοῦ τοιούτου ἐλέγχου κατὰ τῶν ἐλεγχθέντων ἔκτοτε διώρισται αὐτοῖς πρὸς ἀντέκτισιν, κἂν ὠφελείας ἀντεχομένην, ὅπως κατὰ τὸ τῆς ὀρ‐ θοδοξοποιοῦ ἡμέρας γενέθλιον ἀπὸ τοῦ ἐν Βλαχέρναις τῆς Θεοτόκου
40τιμωμένου ναοῦ τῆς λιτανείας μετὰ λαμπάδων προάγοιεν. καὶ τὸ τοιοῦτον ἰδίωμα χρόνῳ πολλῷ μέχρι 〈τῆς αὐτῶν ζωῆσ〉 διήρκεσεν, διακαρτε‐ ρούντων δῆλον ὅτι τῶν ἀλλοδόξων ἐν τῇ κατὰ τὸν μέγαν ναὸν ἐπισυνα‐ γωγῇ καὶ τὸν ἴδιον ἀναθεματισμὸν διενηχουμένων ἐπὶ θριάμβῳ τῆς παντομισοῦς αὐτῶν ἀποστάσεως.

4

.

6

Κατ’ ἐκεῖνο δὲ καιροῦ ἡ τῶν Ζηλίκων αἵρεσις ἀνεφάνη σὺν τῷ ἀρχηγῷ αὐτῶν Ζήλικι, ὄντι τῶν βασιλικῶν ἐν πρώτοις ὑπογραφέων· ὃς ἐν εὐσήμῳ ἡμέρᾳ καὶ βασιλείῳ προόδῳ ἐν τῇ μεγίστῃ ἐκκλησίᾳ θεοῦ τὰ τῆς αἱρέσεως κατάδηλα τεκτηνάμενος μετὰ τῶν ὁμοφρόνων ἐμφωτίοις
5ἐσθῆσιν ἠμφίαστο, χρισθεὶς τῷ μύρῳ τῆς τελειότητος.60

4

.

7

Ἐν δὲ τῷ μεταξὺ χρόνῳ καλῶς τὰ τῆς πολιτείας ἐκεκυβέρνητο παρά τε βασιλέως Μιχαὴλ 〈καὶ〉 Θεοδώρας τῆς τούτου μητρός, μεσιτευ‐ όντων τῶν προδηλωθέντων ἀνδρῶν. ὁ δὲ ἀρχηγὸς Βουλγαρίας, οἷς τὸ γένος ἐξ Ἀβάρων τε καὶ Χαζάρων, ἀπὸ Βουλγάρου κυρίου ὄνομα,
5ὃς παρὰ Ῥωμαίων ἐν κατοικήσει Δορυστόλου καὶ τῆς Μυσίας γεγένητο, ἐπαχθῆ προΐησι ῥήματα ἐπιδρομὴν Ῥωμαίοις ἐπαπειλῶν. ἡ δὲ βασί‐ λισσα τούτῳ ἀνδρειοφρόνως μετὰ τοῦ ἑαυτῆς στρατοπέδου ἄχρι Βουλ‐ γαρικῆς γῆς αὖθις ἐπαναστεύειν ἐμεγαλαύχησεν· „καὶ εἰ μὲν γυναῖκα ἡττήσειας, οὐδέν σοι τὸ νῖκος πρὸς καύχημα· εἰ δὲ καὶ ὑπὸ ταύτης ἐκ‐
10νικηθείης, πᾶσιν τὸ σὸν ἥττημα καταγέλαστον.“ ταῦτα ὁ Σκύθης συνεὶς ἠρεμεῖν κατὰ τὴν ἰδίαν χώραν διέγνωκεν.

4

.

8

Οὐ πολὺς δὲ χρόνος προεβεβήκει, καὶ ἡ τῶν λεχθέντων ἀνδρῶν πρὸς ἀλλήλους ὁμόνοια διαφθείρεται, καὶ ἐξάπτεταί τις ἔρις χαιρέκακος παρὰ Θεοκτίστου πρὸς Μανουήλ, εἰς ἀποικίαν αὐτὸν διωθήσασα. τῷ παλατίῳ γὰρ μετ’ αὐτοῦ γε συνῴκιστο, καὶ ἄμφω τὰ τοῦ κοινοῦ
5διεπραγματεύοντο· καὶ καθοσίωσιν ὑποσμύχουσαν διεσυκοφάντει, ἀλλ’ ἐν παραβύστῳ τῇ περισκέψει· ἧς ἐντέχνως καταστοχασάμενος ὁ Μανουὴλ οἴκαδε χωρεῖν καθ’ ἑαυτὸν τίθεται, κἀκεῖθεν τοῖς βασιλείοις ἐπιδημεῖν καὶ συμπράττειν τὰ δέοντα. κατῴκει δὲ τοῖς κατὰ τὴν κιστέρναν χώροις τοῦ Ἄσπαρος, ἣν ἐκεῖνος ἱδρύσατο, δι’ οὗ καὶ τὴν προσηγορίαν
10αὕτη ἀπείληφεν· καὶ ἐπὶ μακρὸν χρόνον βιώσας ἐνδόξως ἀποβεβιώκει, ἀποκαταστήσας τὸν ἑαυτοῦ οἶκον μονασταῖς καταγώγιον, ἐν ᾧ καὶ κεκήδευτο.

4

.

9

Μετὰ δὲ τὴν ἐκ τοῦ παλατίου αὐτοῦ ἀποικίαν φθόνῳ τῷ πρὸς τὸν Θεόκτιστον διεγείρεται Βάρδας αὐτὸν ἀφαντῶσαι, καὶ τρόπῳ τοι‐ ούτῳ τεχνάζεται. παρεντίθησι βασιλεῖ Μιχαὴλ τὴν μητέρα φρονεῖν
ἑαυτῇ γάμον ἢ ἐν μιᾷ τῶν αὐτῆς θυγατέρων ἐπισκευάσασθαι, δι’ οὗ τὴν61
5αὐτοῦ βασιλείαν ποιήσειεν ἔκδοτον, τοῦτόν τε καθαιρήσειν αὐτῆς καὶ ἀπομματῶσαι. ὡς δὲ τοῖς τοιούτοις λόγοις ἐκεκλυδώνιστο Μιχαήλ, ἐπεῖπεν τὸν Θεόκτιστον τούτων αἴτιον ἔσεσθαι. καὶ ἐμμεριμνῶσιν ἀμφό‐ τεροι περὶ τῆς κατ’ αὐτοῦ ἐπιθέσεως, δολοφονῆσαι ἢ μᾶλλον ὑπερορίσαι τοῦτον, εἴ γε δυνήσονται· καὶ ἐπὶ ταύτῃ τῇ συσκευῇ προσλαμβάνουσιν
10ὑποστρατήγους τινὰς τῆς οἰκείας περιῃρημένους ἀρχῆς, ὅπως αὐτοῖς συνεργήσαιεν, ἀλλὰ μὴν καὶ Θεοδώρας τὴν σύγγονον, ἐφ’ ᾗ Καλὴ Μαρία τὸ εὔφημον, ὡς ἂν καὶ αὕτη τὰ κατὰ δολοφονίαν τοῦ Θεοκτίστου συμ‐ πράξῃ τῷ βασιλεῖ κρυφίως, ἐξ ὑπερτέρου τετρημένου οἰκίσκου διόπτειραν καταστήσαντες, ἐντεῦθεν κατασημῆναι τῷ βασιλεῖ, ὁπόταν τὸν Βάρ‐
15δαν ἴδοι τῷ Θεοκτίστῳ ἐπιτιθέμενον. ὡς οὖν ταῦτα περὶ τούτου διε‐ σκοπήκει ὁ Βάρδας, ταῖς πρὸς τὸν Λαυσιακὸν καθέδραις προσεποιεῖτο διαναπαύεσθαι τοῖς πραιποσίτοις συνεδριάζων· καὶ δὴ τὰ λογοθέτου τοῦ δρόμου πραγματικῶς Θεοκτίστου διευθετοῦντος, πάνυ τετηρη‐ μένως ἔσχεν ὁ Βάρδας ἐκ βασιλέως ἀπανιόντα ἢ πρὸς τοῦτον ἐπανιόντα
20ἐνεδρεύειν ὡς λέων ἐν ἀποκρύφῳ ἀθρόως τε προσπηδῆσαι κατακολου‐ θῆσαί τε καὶ ἐνστῆναι ἢ καὶ μᾶλλον ὑποσκελίσαι καταπρηνῆ. συνεῖχε μὲν αὐτόν, συνεῖχε πολὺς ὁ ἀγών, καὶ ἐπιθέσθαι πολλάκις διώρμητο, καὶ τῆς ὁρμῆς ἀνεκόπτετο· ἀλλ’ ὅμως, εἰ καὶ βραδέως, τῆς καθέδρας ἀνίσταται καὶ καταδραμὼν φθάνει, καὶ ἵνα λεχθείη ποιητικῶς,
25
κόψ’ ὄπιθεν κώληπα τυχών, ὑπέλυσε δὲ γυῖα, καταπρηνίξας αὐτόν. καὶ εὐθέως ἐπιδίδοται σὺν κουλεῷ σπάθη ἐπώμι‐ ος, ἣν πρὸς ἀποτροπὴν ἐναντίων ἐγύμνωσεν. τῆς ἕδρας οἱ ἀποστράτηγοι διανίστανται θαρσαλέως ἐπαμυνοῦντες τῷ ἐγχειρήματι. καὶ τῇ σκοπῷ γυναικὶ κατασημαίνεται βασιλεῖ πρὸς ἐξέλευσιν τὴν διὰ χαλκηλάτων
30πυλῶν Τιβερίου τοῦ ἄνακτος· καὶ στὰς ἐκεῖσε τὸν Θεόκτιστον βασιλικῇ ψήφῳ προστέταχεν αἴρεσθαι. καὶ ἑλκύεται χαμαὶ δι’ ὑπασπιστῶν μέχρι τῶν ἔξω περὶ τὰ Σκῦλα, κἀκεῖσε συνέχεται πρός τινος βασιλικῆς ἀποφά‐ σεως τελέσων ἐνέργημα. ὡς δὲ περὶ τούτου ἡ δέσποινα διεμεμαθήκει,
ἐξῄει πρὸς τὸν Λαυσιακὸν αὐτοσχέδιος, ἐπιζητοῦσα τὸν ταύτης θεράποντα62
35καὶ ἀποκτονέναι μὴ συγχωροῦσα· ἀλλ’ ἀπρακτί, κἂν τότε τολμηρὸν ἐπεβόα. ἔπειτα δὲ φωνῇ βριαρᾷ καταπτοηθεῖσα, θρηνωδῶς θαλαμεύεται· τῶν ἀποστρατήγων γάρ τις, ἐκ Μελισσηνῶν κατάγων τὸ γένος, αὐτῇ ἐπεφθέγξατο παλινδρομεῖν οἴκαδε, τὴν τοιαύτην ἡμέραν κρουόντων ἀποκαλῶν.

4

.

10

Ὡς οὖν ἐπὶ πολὺ κατὰ τὰ Σκῦλα ὁ Θεόκτιστος ἐκεκράτητο, τὸν ἐξ Ἀρμενίων Κωνσταντῖνον, οὗ προμεμνήμεθα, δυσωπεῖ ἀντιλαβέσθαι αὐτοῦ. οὗτος δὲ χρηστότητος τρόποις φερόμενος τὰς πρὸς τὸν Ἰουστινια‐ νοῦ τρίκλινον φερούσας πύλας συνέπτυξεν, τὴν δι’ αὐτῶν ἀπείργων
5φορὰν στρατιωτικὴν τέως ἀκρατῶς ἐρχομένην, ἕως ἂν τὰ πρὸς ἐξορίαν αὐτοῦ διορίσειαν, καὶ μὴ κεχράνθαι Χριστιανικῷ τινὰς αἵματι. τοῦτο γὰρ καὶ Βάρδᾳ πολυμερῶς ἐπεφρόντιστο, εἴ γε ῥᾳδίως τὰ πραττόμενα διεξάγοιτο. ἀλλὰ τὸν βασιλέα παρορμῶσί τινες συμβουλεύοντες, ὡς εἴπερ μὴ διὰ τάχους ἀναιρεθείη Θεόκτιστος, ἐπανάστασις ἔσται παρὰ δεσποί‐
10νης δυσφόρητος. τοὺς ἐκ Ταυρικῆς καθ’ ἑταιρείαν Σκύθας ὁ βασιλεὺς ῥαγδαίῳ προστάγματι διαρρώννυσιν ἐπελθεῖν κατ’ αὐτοῦ καὶ συντόμως διαχειρίσασθαι. οἱ δὲ ἐπῄεσαν ὁμοθυμαδόν· ὡς δὲ τὰς πύλας εὗρον συνεπτυγμένας, ἐπείπερ ὁ Κωνσταντῖνος ἐντὸς ἐφεστήκει, κακῷ μετρίῳ τὸ ἄμετρον τῶν κακῶν ἐξιώμενος ὑπεξίσταται, εἰ καὶ γενναῖος τήν τε
15φρόνησιν καὶ τὴν ψυχὴν καθεστήκει· καὶ ὅσον ἐνῆν αὐτῷ σθένους ἔν τε λόγοις καὶ ἔργοις, κατευνάζειν ἐπεχείρει τοὺς ἐπιόντας κατὰ Θεοκτίστου, κατὰ τὸ μᾶλλον ἱκετευόμενος. ὡς δὲ τὰ τῆς σωτηρίας Θεοκτίστου ἐν τῇ δυνάμει τοῦ βοηθοῦ διητόνει, τῆς ἀνάγκης κορυφουμένης, ἐπείπερ δύναμις
20
ἀνάγκης ἐγγύθι ναίει καὶ
τὸ τῆς ἀνάγκης ἔστ’ ἀδήριτον σθένος κατὰ τὰ λόγια, ἐξίσταται τῶν πυλῶν, καὶ τοῖς εἴσω ῥύδην προσκεχω‐ ρήκεσαν. καί τις αὐτῶν ὑπεισέρχεται τῇ καθέδρᾳ, καθ’ ἣν ὁ Θεόκτιστος
63
25ὑποκέκρυπται, καὶ ἐκεῖσε τὴν διὰ ξίφους τελευταίαν τομὴν αὐτῷ ἐγγα‐ στρίζεται. ἐντεῦθεν εἰπεῖν τῷ Βάρδᾳ τὸν Μανουὴλ σιβυλλαίνοντα·
„σπάθην γυμνώσας, Βάρδα, τοῖς ἀνακτόροις,
σαυτῷ γυμνώσεις εἰς τομὴν τοῦ σαρκίου.“

4

.

11

Καὶ μετὰ βραχὺ τὰ κατὰ τὴν δέσποιναν ἐκταράττεται· διὸ σὺν ταῖς ἑαυτῆς θυγατράσι τῆς πρὸς τὸν υἱὸν ὁμοτιμίας ἐκπεπτωκυῖα τοῦ παλατίου ἐξοστρακίζεται καὶ τῇ τῶν Γαστρίων προσονομαζομένῃ μονῇ κατοικίζεται, καὶ τῷ μοναχικῷ μεταμείβονται σχήματι. ὅτε δὲ
5αὕτη προέγνω τὰ κατ’ αὐτὴν συμβησόμενα, προσκαλεσαμένη τὴν σύγ‐ κλητον καὶ τὸ ἐν τῷ ταμείῳ χρῆμα κατεμφανίσασα τὸ τούτου ποσὸν διωρίζετο ͵α κεντηναρίων πρὸς τοῖς ἐνενήκοντα διὰ χαράγματος τοῦ χρυσοῦ, ὡσαύτως καὶ ἀργυρίου ὡσεὶ κεντηναρίων τριῶν 〈χιλιάδων〉· ὧν τὸ μὲν κατὰ διαθήκας παρῆκεν ὁ ταύτης ἀνήρ, τὸ δὲ κατὰ προσθήκην
10[ὃ] αὐτὴ συνέλεξεν. ἐπὶ τῇ καταβάσει δὲ δυσχεραίνουσα τῷ υἱῷ προσενεί‐ ρει τὸ ἐξ ἀπαιδευσίας πολυανάλωτον, ἔτι δὲ καὶ ἐκ τούτου τὸν ἄφυκτον ὄλεθρον.

4

.

12

Αἱ δὲ αὐτοκρατορικαὶ ἡνίαι μόνῳ τῷ Μιχαὴλ προσανήρτηνται, καὶ ἐξ ἑτοίμου ὁ Βάρδας, οἷα πρὸς γένους τῷ βασιλεῖ ὤν, προσῳκείωτο, οὐχ ἧττον δὲ καὶ ἐκ τοῦ τοιούτου τολμήματος. διὰ ταῦτα καὶ τὴν τοῦ καίσαρος δόξαν προσπορίσασθαι ἑαυτῷ κατεφαίνετο εὔλογον, ἀλλὰ
5〈μὴν〉 καὶ πρὸς τὴν αὐτοῦ ἀσφάλειαν προσεχέστερον, εἰ καὶ ταύτης διήμαρτεν· οὕτως γὰρ αὐτῷ Φιλόθεός τις τῶν αὐτοῦ λίαν γνωστὸς καὶ τὴν τοῦ πρωτοσπαθαρίου ὑπέχων τιμὴν ἐβεβούλευτο. ὁ δὲ Βάρ‐ δας τὴν καίσαρος εὔκλειαν εἰληφὼς πολλοῖς ἐδεδραστηρίωτο κατορθώμα‐ σιν, ὡς ἐντεῦθεν αὐτῷ τὰ τῆς καισαρείας ἐπαύξοιτο κἀκεῖθεν, ὥς φασι,64
10τῆς βασιλείας ἐπαναβήσοιτο.

4

.

13

Τῶν δὲ δυσσεβῶν Ἰσμαηλιτῶν ἐπηρεαζόντων Ῥωμαίους, ἐξηγουμένου αὐτῶν κατὰ Μελιτηνὴν τοῦ Ἄμερ, οὐκ ἐκλελύσθαι τοσοῦ‐ τον ὁ βασιλεὺς ἐβεβούλητο, ἀνδρικῆς ἐμπράκτου μεταποιούμενος κατα‐ στάσεως. διὸ καὶ εἰς τὰ Σαμόσατα πολεμικῶς προβιβάζεται, πόλιν
5Ἰσμαηλίτιδα. καθ’ ἣν προσεδρεύσας ἐπὶ ἡμέραις τρισὶν μέχρι τε τῆς κυρίας ἐλθὼν παρ’ αὐτῇ τὰ κατὰ λειτουργίαν Χριστιανῶν ἀνατίθησι, μετασχεῖν μέλλων τῆς ἀναιμάκτου πληρότητος. καὶ κατ’ αὐτήν γε τὴν ὥραν ἐξαίφνης τὰς πύλας οἱ Ἀγαρηνοὶ ἀνεῴξαντες ἐξεληλύθεσαν καὶ εὐχερῶς εἰς τροπὴν τὸν ἄνακτα διεκρούσαντο καὶ τοσοῦτον ἀπήλασαν,
10ὡς καὶ τὰς σκηνὰς αὐτοῦ καὶ πᾶν ἄλλο τι τῶν πρὸς χρείαν σκευῶν σφετερίσασθαι, τοῦ βασιλέως μόλις ἀνασωθέντος.

4

.

14

Εἶτα χρόνων δύο παριππευσάντων Ἄμερ σὺν μυριάσι τρισὶ αὐθαδῶς ἐκστρατεύεται. καὶ Μιχαὴλ ἐν πρώτοις Θρᾷκας καὶ Μακεδόνας σὺν λοιποῖς θεμάτων στρατεύμασι μέχρι τετράδος δεκαδικῆς χιλιάδος συλλεξάμενος διεξῄει, καὶ καταλαβών τινα χῶρον, ᾧ ἐπώνυμον Δαζυμών,
5ἐκεῖσε σκηνοῦται εἴς τι λιβάδιον κατωνομασμένον Κελλάριον. ὁ δὲ Ἄμερ στρατηγικῶς παρεκβατικώτερον διελθὼν τῆς ἀπαγούσης ὁδοῦ πρὸς τὴν Ζέλισαν, ἀπῄει πρὸς τὸ Χωνάριον, ἐν τούτῳ τε πόλεμον πρὸς Ῥωμαί‐ ους ἀράμενος, αὐτίκα πρὸς αὐτοῦ τροποῦται ὁ βασιλεὺς φυγαδείας ἐπιλαβόμενος μιλίων ἕως ἕξ. ἐντεῦθεν τοῦ δρόμου τῶν βασιλικῶν ἵππων
10ἀτονησάντων καὶ τοῦ συμφυγαδευομένου λαοῦ, καὶ μάλιστα διὰ τὸ παρεῖναι δυσφόρητον καύσετον ἐκ τῆς καιρικῆς διαθέσεως, λυσιτελείας
ἡγοῦνται σκοπὸν ἀναβεβηκέναι πρός τι ὄρος πέτραις τραχέσιν ἀντίτυ‐ πον καὶ παρόδῳ δύσβατον, ὃ Ἀνζῆς κατωνόμασται. τοῦτο δήπερ ὁ βασιλεὺς κατασχὼν ἐναυλίζεται· ὁ δὲ Ἄμερ γυρώσας αὐτὸν παρεντί‐65
15θεται. καὶ διὰ τοῦτο μάχης σφοδρᾶς ἐκ τοῦ σύνεγγυς ἀμφοτέρων συγκρο‐ τηθείσης ἡ τῶν ἐναντίων ἰσχὺς τῆς βασιλικῆς ἂν περιγέγονεν σοβαρευο‐ μένη πανωλεθρίαν (τοσοῦτον γὰρ ἐκρατύνετο), εἰ μὴ ἔκ τε τοῦ τόπου καὶ τῆς τῶν συμπαρόντων τῷ βασιλεῖ ἀνδρειόφρονος συλλογῆς, πολλῷ δὲ μᾶλλον ἐκ τῆς ἄνω συμμαχίας ἀντέπιπτεν. ὅθεν οὗτος συνεγνωκὼς
20τὴν ἀπειλουμένην ἀπώλειαν τῷ μαγίστρῳ Μανουὴλ τὰ περὶ σωτηρίας κεκοινολόγητο, τοιαῦτα εἰπών· „τί δρῶμεν, ὦ Μανουὴλ μάγιστρε; ἀπολλύμεθα γάρ.“ καὶ οὗτος ἀντέφη αὐτῷ· „τὰ μὲν φοινικίζοντα πέδι‐ λα, δέσποτα, ἃ τὴν βασιλικὴν περιφάνειαν δηλοῦσιν, ἀπαμφιάσθητι, μελαμβαφῆ δὲ περίβαλε, ὡσαύτως καὶ τὴν λοιπὴν βασιλικὴν πανοπλίαν.
25ἐγὼ δὲ λογάδας ἀνδρῶν φʹ γενναίους συλλάβοιμι· καὶ δι’ αὐτῶν γε πρὸς ἓν μέρος τῶν πολεμίων χωρήσομεν καὶ ῥᾳδίως διελευσόμεθα.“ καὶ ὁ βασιλεὺς ἀντειρήκει· „ὁ δὲ λαὸς ἐκ τούτου τί πείσεται;“ καὶ ὁ Μανουὴλ ἀπεκρίνατο, ὅτι „ἡ μὲν βασιλεία σου πάντως ἐξ ἀναγκαίου διασωθήτω, ὥστε μὴ κατασχεθῆναί σε τοῖς πολεμίοις· τοῦτο γὰρ εἴ γε
30συμβήσεται, ἐλεεινὸν ἔσται Χριστιανοῖς. περὶ δὲ τοῦ λαοῦ ὅπερ τὸ θεῖον κράτος κελεύσειεν εὐσεβῶς διακαρτερήσομεν.“ φʹ οὖν ἄνδρας γενναίους ἀφορίσας ὁ Μανουὴλ παρεγένετο εἴς τι μέρος Σαρακηνικοῦ τάγματος, καὶ τὸ „σταυρὸς νενίκηκεν“ ἀνακεκραγὼς αὐτὸς μετὰ τῶν κατ’ ἐκλογὴν αὐτῷ προσβαλὼν ἀνδρείως διέκοψεν καὶ ἐξέθορεν· ὁ δὲ βασι‐
35λεὺς δειλίᾳ κατασχεθεὶς ὑπεστράφη. ὁ δὲ μάγιστρος βραχύ τι διαδραμὼν καὶ τὸν βασιλέα μὴ ἐκβεβηκότα πυθόμενος αὖθις ἀπῄει πρὸς ἕτερον μέρος, καὶ αὐτὸ διασχίσας εἰσέδυ, ἔνθα ὁ ἄναξ διέτριβεν. βραδείας δὲ ὥρας γενο‐ μένης ἐπὶ ταῖς τοιαύταις παρεμβολαῖς καὶ πολλῶν ἐν ταύταις ἀναιρεθέν‐ των Σαρακηνῶν, ἔτι δὲ καὶ διὰ τὸ σπανίζειν τὸν τόπον ὕδατος, ἀλλὰ
40μὴν καὶ νομῆς, ὑπεχώρησεν ὁ Ἄμερ μετὰ τοῦ ἰδίου στρατεύματος, καὶ παραγενόμενος εἴς τι λιβάδιον, ὅπερ Δώρα κατονομάζεται, εὐθέως προσανεπαύσατο. ἀδείας οὖν ἐντεῦθεν ὁ ἄναξ λαβόμενος τὰς τῶν ἐχ‐ θρῶν μιαιφόνους χεῖρας διέδρασεν ὅλην ἡμέραν τῇ φυγῇ προστιθέμενος,
καὶ τοιούτῳ τρόπῳ διεσέσῳστο.66

4

.

15

Ἐτῶν δὲ δύο διαβεβηκότων πάλιν ὁ αὐτὸς Ἄμερ τοῖς Ῥω‐ μαϊκοῖς ὁρίοις ἐφάλλεται, ἐπὶ μʹ χιλιάσι μεγαλειούμενος, ἐξ ὧν τὸ τῶν Ἀρμενιακῶν θέμα παντάπασι διωλόθρευσε, παρεμβαθύνας μέχρι τῆς πρὸς θάλασσαν Ἀμινσοῦ. καὶ τὴν πολυάνθρωπον τεθεαμένος αἰχμαλω‐
5σίαν καὶ λαφυραγωγίαν πολλήν, ὧν γέγονεν ἐγκρατής, ὅλος καθέστη‐ κεν ἐμμανής, τῇ θαλάσσῃ περισχεθεὶς τῆς ἀπλήστου φορᾶς, καὶ τῷ ἰδίῳ λαῷ ὀξέως διενετείλατο κοπείσαις ῥάβδοις τύψαι τὴν θάλασσαν, καθὼς ὁ Ζέρξης κατὰ τὸ πρὸς Ἑλλήσποντον ζεῦγμα σιδήροις ταύτην ἐμάστι‐ ξεν, ἐπειπών· „ἵνα τί αὐτὴν εὕρομεν ἐνθάδε; καὶ ἵνα τί μὴ περαιτέρω
10λεηλατοῦντες τοὺς ἐγχωρίους προέβημεν;“ περὶ δὲ τῆς πλείστης αἰχμαλω‐ σίας πεπυσμένος ὁ βασιλεὺς δυσφορήτως εἶχεν καὶ ἠνιᾶτο, καὶ τοῖς ὑποχειρίοις ἐντραπεζούμενος τοιαῦτά φησιν· „οἴμοι, οἴμοι, οὐχ εὕρηταί τις ἀνθρώπων, ὃς πρὸς τὴν βασιλείαν ἡμῶν καὶ πρὸς Χριστιανοὺς ἀγάπην εἰλικρινῆ διασώσειεν, ὡς ἐνθένδε προθυμοποιηθεὶς ἀπέλθοι
15καὶ τῷ ἀσεβεῖ πολεμήσειεν Ἄμερ.“ οὕτως τοῦ βασιλέως διατεθέντος ἀνέστη Πετρωνᾶς, ὁ Θεοδώρας καὶ Βάρδα αὐτάδελφος, καὶ πρὸς τὸν βασιλέα φησίν, ὅτι „ὑπηκόους μὲν πολλοὺς τῇ σῇ μεγαλοδόξῳ βασιλείᾳ δέδωκεν ὁ θεός, οἵτινες πλεῖστά σε στέργουσι, δέσποτα, προτεθύμηνται δὲ καὶ ὑπὲρ τῆς σῆς ἀγάπης τεθνάναι· πλὴν τοῖς πολέμοις ποτὲ μὲν
20εὐτυχίαι, ποτὲ δὲ δυστυχίαι συμβαίνουσι· τὴν δὲ νίκην ἀνενδοίαστον οὐδεὶς ἀνθρώπων ἐπίσταται, εἰ μὴ μόνῳ αὕτη θεῷ προδιέγνωσται.“ διὸ πρὸς ταῦτα ὁ βασιλεὺς ἀπεκρίνατο· „λοιπόν, ὦ Πετρωνᾶ, προαιρῇ ἀπιέναι καὶ προσβαλεῖν τῷ ἐχθρῷ καὶ τῶν Χριστιανῶν καὶ τῆς ἐμῆς βασιλείας προκινδυνεῦσαι;“ ὑπολαβὼν δὲ αὐτῷ φησιν, ὅτι περ „ἐν
25ἑτοιμότητι, βασιλεῦ, χρηματίζω τὴν ἐνοῦσάν μοι αἵματος δράκα ὑ‐ πὲρ τῆς σῆς βασιλείας καὶ τῶν ὁμοπίστων ἀποκενῶσαι.“ τούτοις δὴ τοῖς προθύμοις λόγοις ὁ ἄναξ ἐγγυηθεὶς προχειρίζεται τοῦτον ἡγεῖ‐ σθαι τοῦ τάγματος τῶν σχολῶν· ὃς τῷ λόγῳ τῆς προβολῆς σπουδαίως διατεθεὶς τὸ ἔργον ἐπήγαγεν, εὐθυβολήσας πρὸς τὸν πολέμιον σὺν
30ἐπιλέκτοις καὶ οὐ πλήθει τοσούτῳ μεστούμενος. ὃ οὐκ ἐλελήθει τῷ Ἄμερ· φυγὰς γάρ τις Ῥωμαίων πρὸς αὐτὸν ἄπεισι καὶ φησίν· „γνωστὸν ἔστω σοι, Ἄμερ, Πετρωνᾶς ἐκεῖνος ὁ πρὸς γένους τοῦ βασιλέως τὸ αἰδέσι‐ μον ἔχων ἐπηύχησε περιθέσθαι σοι πόλεμον· ὅθεν αὐτὸν ἁπάσης τῆς στρατιᾶς ἡγεμονεύειν προσέταξεν. παρ’ ᾧ συνήθροισται πᾶς ὁ τῶν67
35θεμάτων στρατὸς καὶ ἐξώπλισται, τὴν κατὰ σοῦ μάχην πραγματευό‐ μενος.“ τότε Ἄμερ τοῖς ὑπ’ αὐτὸν ταξιάρχαις τὸ ἀκουσθὲν παρεγύμνου, τί δρᾶν χρὴ πρὸς τοῦτο διερευνώμενος. οἱ δὲ πρὸς αὐτὸν ὁμοφρόνως εἶπον· „τὸ παρ’ ἡμῶν γεγονός, ὦ Ἄμερ, κατὰ τῆς ἐπικρατείας Ῥωμαίων ἀνδραγάθημα οὐδεὶς τῶν πρὸ ἡμῶν ἐξειργάσατο. οὐ χρείαν ἔχει πλείονος
40ἐργασίας, ἀλλ’ ἢ παρεῖναι ὁδὸν τὴν πρὸς τὴν χώραν ἡμῶν, δι’ ἧς ἀφιξόμεθα. καὶ εἰ μὲν ὁ Πετρωνᾶς διώκων ἡμᾶς καταλάβοι, τηνικαῦτα τούτῳ παραταξόμεθα· εἰ δὲ τοῦτο μὴ συναντήσοι, ἐν τοῖς ἰδίοις πάν‐ τως ἀπελευσόμεθα.“ αὐτὸς δὲ ὁ Ἄμερ ὡς εἴ τις ἄλλος οἰηματίας τελῶν καὶ ὑπέροπλος ἔφη· „οὐδαμῶς τὸ παρ’ ὑμῶν βουλευθὲν διαπράξομαι,
45ὡς ἂν μὴ ἐκεῖνος ἐμοὶ δειλίαν καὶ δρασμὸν ἐπιγράψοιτο· διὸ ἄπειμι πρὸς ἀντιπαράταξιν αὐτοῦ.“ διοδεύσας δὲ ἀπὸ Ἀμινσοῦ ὡσεὶ μίλια ρʹ τῷ Ἀβυσιανῷ καταντᾷ, κατὰ συνορίαν τελοῦντι τῆς τε Παφλαγονίας καὶ τοῦ Ἀρμενιακῶν θέματος, εἰς τὸν χῶρον, ὃς κατωνόμασται Πόρσοντα, ἐν ᾧ ὄρος καθέστηκεν, καθ’ ὃ ὁ Ἄμερ ἐσκήνωσεν, ἤτοι τοῦ ὄρους

4

.

15

(50)

ἐκεῖθεν, καὶ ὁ Πετρωνᾶς ἔνθεν. νυκτὸς δὲ καταλαβούσης στρατηγοὺς ἐκπέμπει τῶν εὐδοκίμων, ἐπαναβεβηκέναι τοῦ ὄρους καὶ ἐγκρατῆσαι αὐτοῦ, ἵνα μὴ τούτου ἐν κατασχέσει γένωνται οἱ πολέμιοι. ταὐτὸ δὴ τοῦτο καὶ ὁ Ἄμερ εἰργάσατο. πρὸς τῇ ἀναβάσει δὲ τοῦ ὄρους συν‐ ηντηκότων ἀλλήλοις ὑπερίσχυσεν ὁ θεὸς τὸν λαὸν αὐτοῦ καὶ τοὺς
55ἀναβεβηκότας εὐθαρσῶς κατεβίβασεν· ἐφ’ ὃ καὶ ὁ Πετρωνᾶς μετὰ τοῦ ὑπ’ αὐτὸν παντὸς λαοῦ ἀναβέβηκεν. συμβολῆς δὲ γενομένης τῶν ἑκα‐ τέρων μερῶν, ὁ ἐπιβλέπων θεὸς ἐπὶ ταπεινὸν καὶ πρᾶον καὶ τοὺς αὐτοῦ τρέμοντα λόγους, ὁ τοῖς ὑπερηφάνοις ἀντιτασσόμενος, τὸν μὲν ἐκραταί‐ ωσε, τὸν δὲ ἐσάθρωσεν· καὶ παραυτίκα ὁ Ἄμερ μαχαίρᾳ πεποινηλά‐
60τητο, οὗπερ ἀναιρεθέντος ὁ ὑπ’ αὐτὸν ἅπας λαὸς διεσκέδαστο καὶ ξίφους ἐγχείρημα γέγονεν, καὶ σχεδὸν ἅπας ἀπώλετο, δίχα τοῦ τούτου υἱοῦ μετὰ ἑκατοντάδος ἀνδρῶν διαπεραιωσαμένου Ἅλυν τὸν ποτα‐
μόν· οὗ κατὰ συνάντησιν καθεστὼς ἐν τῷ Χαρσιανοῦ θέματι μεράρχης ὁ Μαχαιρᾶς οὕτω καλούμενος κατέσχεν αὐτὸν καὶ τοὺς σὺν αὐτῷ,68
65ὥστε παρὰ μικρόν, τοῦ θεοῦ θαυματουργήσαντος ὑψηλῷ ἐν βραχίονι, μὴ περιλειφθῆναί τινα ἐξ αὐτῶν καὶ περὶ τῶν συμβεβηκότων ἀπαγγεῖλαι τοῖς κατὰ τὴν πόλιν αὐτῶν περιοῦσι Σαρακηνοῖς. περὶ τούτου διαγγελ‐ θέντος τῷ βασιλεῖ κατὰ τὴν πολιτείαν χαρμονὴ δαψιλὴς διακέχυται, καὶ ὁ Πετρωνᾶς τῇ τῶν μαγίστρων εὐκλείᾳ σεμνύνεται. ὡς δέ τινες,
70ὅτι καὶ Βάρδας σὺν τῷ ὁμαίμονι τοὺς ἐχθροὺς τροπωσάμενος τὴν τοῦ καίσαρος τότε κληροῦται ἀνάρρησιν, ἐν ἡμέραις τοῦ Πάσχα, ἰνδικτιῶνος ιʹ.

4

.

16

Ὁ οὖν καθηγεμὼν Βουλγάρων περὶ τούτου ἐπεγνωκὼς καὶ τῷ τοιούτῳ κατατροπωθεὶς εὐτυχήματι πρὸς εἰρηναίαν κατάστασιν ὑπο‐ κλίνεται, εἰ καὶ πρὶν ἐθρασύνετο, ἀλλὰ μὴν καὶ λιμῷ οἱ περὶ αὐτὸν πιεζόμενοι, ὅθεν καὶ τὸ Ὁμηρικὸν καθ’ ἑαυτούς, ὡς εἰκός, διενενόηντο
5λόγιον·
πάντες μὲν στυγεροὶ θάνατοι δειλοῖσι βροτοῖσι,
λιμῷ δ’ οἴκτιστον θανέειν καὶ πότμον ἐπισπεῖν, καὶ τοσοῦτον, ὥστε καὶ τοῦ Χριστιανῶν εὐπειθῶς καταξιωθῆναι βαπτίσματος ἅπαντας, τὸν δὲ αὐτῶν ἀρχηγὸν αἱρετίσασθαι Μιχαὴλ
10ὠνομάσθαι ἐπὶ τῷ βασιλέως ὀνόματι, ἐκπεμφθέντων ἐκεῖσε ἀρχιερέων τινῶν ἐλλογίμων τὰ τῆς Χριστιανικῆς πίστεως ἐγκρατύνασθαι.

4

.

17

Περὶ πολλοῦ δὲ τῷ καίσαρι Βάρδᾳ ἡ σοφία πεφιλοτίμητο, κἂν τῶν πολλῶν πρὸς ἐπίδειξιν ἐμεμέλητο. συναθροίζει σοφοὺς κατὰ τὴν Μαγναύραν, ὧν τοὺς μὲν φιλοσοφίας 〈καὶ〉 γεωμετρίας, τοὺς δὲ ἑτέρους ἀστρονομίας, ἄλλους γραμματικῆς ἀντιποιουμένους ἐγκατα‐
5στήσας προῖκα διδάσκειν τοὺς προσιόντας 〈παρεκελεύσατο〉. καὶ τοσοῦτον αὐτῷ τὰ τῆς ἐπιμελείας ἐν τούτῳ διείργαστο, ὡς Λέοντα τὸν πάνυ φιλόσοφον κατὰ τὴν φιλοσοφίαν ἐντάξαι διδάσκαλον, καὶ τὸν αὐτοῦ
φοιτητὴν ἐν γεωμετρίᾳ Θεόδωρον, καὶ ἐν ἀστρονομίᾳ Θεοδήγιον, ἔν τε γραμματικῇ Κομητᾶν, καὶ τούτους ταῖς βασιλικαῖς δωρεαῖς ἐπαρ‐69
10κεῖν· ἐφ’ οἷς ἐκ φιλοπονίας ἐπιχωριάζων συχνῶς καὶ τῶν μαθητιώντων ἑκάστου τὸ ἐπιτήδειον ἐννοῶν χρησταῖς ἐλπίσιν ὑπέτρεφεν, αὐτῶν τε τοὺς καθηγουμένους ἐμμελεστέρους πρὸς τούτους ταῖς εὐεργεσίαις πεποίητο, ὥστε τοῦ λόγου τὰ σπέρματα ἔκτοτε καὶ μέχρι τῆς δεῦρο διαυξηθέντα ἐπὶ πλέον τελεσφορεῖν εἰς ἐκείνου μνήμην ἀνάγραπτον.
15πρὸς ἐπὶ τούτοις τῷ ἀδωροδοκήτῳ, κἂν ἐπιπλάστως, ἐκέχρητο. ἐπεφι‐ λοχρηματήκει γὰρ ἀφειδῶς πολλῶν κτημάτων καὶ μὴν τιμαλφῶν ἐφιέμενος, ὧν τὴν κτῆσιν ἐξ ἀναγκαίου προσελαμβάνετο· ἐπεφιλοτίμητο γὰρ προπομπαῖς εἰς ἄκρον καὶ σεβασμιότησι, τὸ αὔθαδες καὶ ἀλαζονι‐ κὸν ἐπισπώμενος, εἰ καὶ μετὰ σκηνικευομένης φρονήσεως καὶ ἀρχικῆς
20καταστάσεως ἥττων ἦν τῶν ἐξ ἀληθείας βελτιωμάτων. ἐξ ὧν ἀσχέτως ἐβασιλεία, Μιχαὴλ ἐπαυχενίζων τοῦ βασιλέως, ὡς παρορᾶσθαι μὲν πολλάκις ἐκ [τε] τῶν συγκλητικῶν ἐξεγένετο, τάχα δὲ καὶ διὰ τὸ ἁλίσκε‐ σθαι φιλοθεάμονι καὶ φιλιπποδρόμῳ προθέσει τὸν ἄνακτα δι’ ἀπροσεξίαν τῶν ἀμεινόνων ἢ τυχὸν καὶ ἡλικίᾳ τῇ νεαζούσῃ παραρριπίζεσθαι.

4

.

18

Οὐ μὴν δὲ Βάρδας μόνης τῆς βασιλείας ἐρῶν ἐτυρβάζετο, ἀλλὰ καὶ τῶν τῆς ἐκκλησίας ἐγκρατεῖν οὐκ ἐπαύετο, ὥστε καθελεῖν τοῦ ἀρ‐ χιερατικοῦ θρόνου τὸν σεμνὸν Ἰγνάτιον διασκέψασθαι, τῷ ἀπεῖρχθαί ποτε κοινωνίας αὐτὸν κατά τι τῶν ἀπευκταίων ἐλάττωμα, ὃ πρὸς
5ὑπόνοιαν παρενέσκηπτεν, εἰ καὶ παρ’ αὐτοῦ πολλάκις ἐν ταύτῃ δεχθεὶς νουθετητικαῖς τε συμβουλαῖς μὴ πεισθεὶς ἑαυτὸν δοκιμάζειν καθὰ τῷ Παύλῳ νενομοθέτηται, ἀνευλαβῶς τῷ ἁγιάζοντι πρόσεισι καὶ πολλά‐ κις· διὸ ἐν μιᾷ τῆς ἀδιαφόρου τόλμης ἀπορραπίζεται, καὶ ἀπειλεῖ κατ’ αὐτοῦ μεθ’ ὕβρεων χαλεπῶν τῆς ἀρχιερωσύνης αὐτὸν καθαιρήσειν,
10προσεπιθησόμενος αἰκισμούς. ὃς μετ’ ὀλίγον τὸν τοιοῦτον ἄνδρα τῆς ἀρετῆς ματαιώσας τοῖς κατ’ αὐτοῦ σκευασθεῖσι τῆς ἐκκλησίας καθίστη‐ σιν ἔκβλητον, τὸν μετὰ τὴν τετραετῆ τοῦ θρόνου κατάσχεσιν καὶ τελευτὴν τοῦ τρισμάκαρος Μεθοδίου κατ’ ἐκλογὴν προκριθέντα, σὺν
εὐλαβείᾳ τῇ μεγίστῃ τῶν ἐκ πατρὸς ὀρθοδόξων συστάσεων, τῶν μεγά‐70
15λων τῇ ἀρετῇ Βασιλείου καὶ Γρηγορίου, τῶν υἱῶν Λέοντος βασιλέως, κἂν τῇ τοῦ πατρὸς ἐπιψόγῳ αἱρέσει σμικρυνομένων, ὡς ἐντεῦθεν λοιπὸν κληροῦσθαι τὸ μέγιστον τῶν μεγάλων ἐπαναβέβηκεν. ἀντεισάγει δὲ Φώτιον πατριάρχην, κατά τι μὲν τῶν βελτιόνων ὑπερτεροῦντα, κατά τι δὲ χθαμαλούμενον. ἐφ’ ὧν καθόδῳ καὶ τῇ ἀνόδῳ πολλῶν προσ‐
20κληθέντων τῆς γερουσίου βουλῆς καὶ ταύταις ἐπισφραγισαμένων, Κωνσταντῖνος μόνος ὁ εἰρημένος οὐ κατατίθεται, ἐξειπὼν μὴ ἐξεῖναί τινι τῶν λαϊκοῖς καταλόγοις συνειλεγμένων περὶ τοιούτων ἐγγράφεσθαι. οὐ μέχρι τούτου τὰ κατ’ αὐτόν· ἀλλὰ πολλαῖς τιμωρίαις ἐμμεθοδεύεται παρὰ μικρὸν τῆς ζωῆς ἀπηλλάχθαι, καὶ τοσοῦτον, ὥστε χαμαιριφῆ
25σταυροειδῶς διηπλῶσθαι τὼ χεῖρε καὶ τὼ πόδε κατάδεσμον καὶ ἀλγη‐ δόσιν ἐντεῦθεν κακύνεσθαι. οὐ μέχρι δὲ τούτου τὰ τῶν αἰκισμῶν διεκόπτε‐ το, ἀλλ’ ἐπὶ τὸ χεῖρον προέκοπτεν. ἐκδίδοται παρὰ καίσαρος Θεοδώρῳ τῷ Μωρῷ κατὰ κλῆσιν, τῷ ὠμοτάτῳ, πρὸς δὲ καὶ Γοργονίτῃ Ἰωάννῃ καὶ Νικολάῳ τῷ Σκουτέλλωπι, καὶ 〈ἀπάγεται〉 ἐν τῷ τῶν ἀποστόλων
30περιβοήτῳ ναῷ, ἐν ἡρῴῳ τῶν βασιλέων, ἐφ’ ὅτῳ ἐγκέκλειστο λιμῷ καὶ δίψει τρυχόμενος καὶ πολλῷ πλέον ταῖς κατὰ σῶμα κακώσεσιν· οἵτινες λάρνακι Κωνσταντίνου τοῦ Κοπρωνύμου περισκελίσαντες κατὰ γύμνωσιν εἴασαν. χειμῶνος δὲ ἦν ὥρα, καὶ μάλα τῶν ἐπαχθῶν· τῷ λίθῳ ἐπαυχένιος ἡ ὀξύτης, καὶ δι’ ὅλου κατὰ τὴν ἁφὴν λίαν ψυχρὸς ἔκ τε
35καιροῦ καὶ τῆς ἑαυτοῦ φύσεως. ἐνθένδε ὁ ἀθλητὴς τῶν κρυφίων σαρκῶν ἀποβολὴν ἐποιεῖτο σαπρίας καὶ αἵματος. καὶ ἡ ὀδύνη ὁποία, ἴστε πάντως τινές, οἳ δυσεντερίας καὶ μᾶλλον ἐκ ψύχους πεπείρασθε. κρύους γὰρ καὶ φλέγματος δήξει τοῦ ἐντέρου πημαινομένου εὐθὺς μὲν περιο‐ δυνᾶται καὶ διατείνεται ὁ τούτων αἰσθόμενος, εἶτα σφοδρῶς ὠχριᾷ
40καὶ τῇ πυκνώσει τοῦ περιέχοντος ὀδυνηρῶς φρικιᾷ θρομβουμένου τοῦ αἵματος κατ’ ἐπιφάνειαν, ἐξ οὗ ἡ διαφόρησις οἴχεται· ἀλλὰ μὴν καὶ κατὰ βάθος τοῦ ἐγκαρδίου πνεύματος πυκνουμένου τῇ συμπιλήσει
τοῦ ἔξω παχυνομένου, εἶτα τῷ τραυματιῶντι μέρει πλέον δριμύσσεται, συνελαυνομένης ἐκεῖσε πάσης τῆς χαλεπότητος. οὕτως ἐγκαρτερῶν71
45τοῖς δεινοῖς ὁ πανόλβιος, εἰ καὶ εὐνουχίᾳ καὶ γήρει πολυειδῶς μεμαλάκι‐ στο, οὐκ ἐφθέγξατο πρὸς τὸν κύριον πονηρὸν ὑπὲρ ὧν ἐπεπόνθει, οὐκ ἐκείνοις ἐνδόσιμον, οὐκ ἀμφίβολον, οὐ κατὰ τοὺς ἑταίρους τοῦ ἐξ Ἰθάκης συνέκρινεν·
βέλτερον 〈ἢ〉 ἀπολέσθαι ἕνα χρόνον ἠὲ βιῶναι,

4

.

18

(50)

ἢ δηθὰ στρεύγεσθαι ἐν αἰνῇ δηϊοτῆτι, ἤτοι τῇ πρὸς τὸν καίσαρα. οὐκ ἦν γὰρ αὐτῷ ἐπ’ ἔλαττον ἡ πάλη πρὸς σάρκα καὶ αἷμα τῆς πρὸς τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας τοῦ σκότους τοῦ αἰῶνος τούτου, ἢ μᾶλλον εἰπεῖν κατὰ τὸ μέγιστον ἴσος ὁ ἀγὼν ἐπ’ ἀμφότερα. τοιγαροῦν τινα διανίστησι 〈κύριοσ〉 τῶν συνόντων τῷ
55μακαρίῳ κατὰ φρουράν, οὐ πρὸς πήμανσιν, ἀλλὰ παρηγορίαν, ὡς δι’ αὐτὸν κινδυνεύοντι. Κωνσταντῖνος ἦν ὁ Ἀρμένιος, οὗ πολλάκις κατὰ μνείαν κατέστην. οὗτος πάνυ κρύφα βαστάζων τι ἀγγείδιον ἐξ ὑέλου ἔμπλεον οἴνου, πρὸς ἐπὶ τούτῳ καὶ ἄρτον, ἔστιν ὅτε καὶ μῆλα, τῶν κακοποιῶν ἀνδρῶν τὴν ὑποχώρησιν πρὸς μικρὸν ἐμεθόδευεν,
60καὶ τῷ ὁσίῳ εἰσῄει καὶ τοῦ λάρνακος αὐτὸν κατεβίβαζεν, καὶ παρεῖχεν τὸν ἔλεον, ἀποκουφίζων κἂν ἐπ’ ὀλίγον τῆς συμφορᾶς, μέχρι τῆς ἐκείνων ἐλεύσεως. ᾧ πολλὴν τὴν εὐχαριστίαν ἠμείβετο μετὰ τὴν τῶν κακῶν λύτρωσιν· οὐ γὰρ ὡς καίσαρος ὤν, εἰ καὶ τῶν οἰκείων, τοῖς αὐτοῦ κακοῖς ἐνεδίδου, εἰδὼς ἀπονέμειν θεῷ τὰ θεοῦ καὶ τὰ καίσαρος καίσαρι, ὥστε
65μὴ παροξῦναι τὸν ὕψιστον.

4

.

19

Τὰ δὲ πρὸς ἱπποδρομίαν τῷ βασιλεῖ Μιχαὴλ διεσπούδαστο ἐν τοῖς κατὰ Προποντίδα παλατίοις περιφανέσιν, ἔνθα ναὸς τοῦ μεγα‐ λομάρτυρος Μάμαντος ἥδρασται· ἐκεῖσε τὰς ἁμίλλας συνεχεῖς ἐποιεῖτο, αὐτὸς ἱππάζων ἐφ’ ἅρματος, τῶν εἰωθότων πάντων κατὰ τὴν βασιλίδα
5πόλιν περὶ τὸν ἀγῶνα συντιθεμένων· καθ’ ὃν τῆς θεομήτορος τιμία εἰκὼν ἐπὶ τῆς βασιλικῆς ἱδρύσεως ἵστατο, ἐξ ἧς τοὺς νικητικοὺς ἐπ‐
άθλους ὁ βασιλεὺς ἀνεδέχετο. καὶ τοσοῦτον αὐτῷ τὰ τῆς ἱπποδρομι‐ κῆς ἔριδος ἐπεφιλοτέχναστο, ὥστε ποτὲ συνηνιοχοῦντα Κωνσταντίνῳ τῷ δηλωθέντι ἐκ περιτροπῆς ἀκουσίου τοῦτον ἀνασκευάσθαι καὶ παρὰ72
10μικρὸν διολέσθαι τῇ περιπτώσει τοῦ ἅρματος. ὅθεν προσεπετίθεντο τὰ τῆς εὐτελείας αὐτῷ, καὶ πολλῷ πλέον τὰ τῆς ἐξουδενώσεως ἐκ τοῦ ψευδοφανοῦς πατριάρχου καὶ συνεπαγομένου αὐτῷ αἰσχίστου κλήρου, καὶ τῷ ἀληθεῖ πατριάρχῃ κακὴν ἅμιλλαν διαμιλλωμένων καὶ δυσ‐ ωνύμοις ἐνθρονιζομένων κακῶς μητροπόλεσι καὶ μεταποιούντων ἐναγέσι
15θυσίαις τὰ ἅγια, 〈ὡσ〉 ἐντεῦθεν καὶ βεβηλοῦσθαι αὐτὸν παρὰ παντός γε Χριστιανικοῦ [γε] πληρώματος καὶ κατεύχεσθαι τῆς βασιλείας διάρρηξιν, ἥτις οὐκ ἐπὶ χρόνον μακρὸν ἀποβέβηκεν, προηγησαμένης τῆς καίσαρος ἀναιρέσεως, ὥς φασι, συνεγνωκότος αὐτὴν Μιχαὴλ βασιλέως ἐξ ἀστατούσης τῆς διαθέσεως· καθ’ ἣν καὶ τὴν ἐσχάτην
20δίκην αὐτὸς ἐκληρώσατο, ὡς ὧδε λεχθήσεται.

4

.

20

Εὐτρεπισμὸν ναυστολίας κατὰ Κρήτης ἄμφω συντίθενται καὶ πάντα στρατὸν συγκινοῦσι κατ’ ἤπειρόν τε καὶ θάλασσαν καὶ αὐτοὶ ἐφικέσθαι προῄρηντο. ὡς δὲ τοῖς πρὸς τὸ ὄνομα Κήποις προσκεχωρήκε‐ σαν, εὐθέως τὰ κατὰ Βάρδα τοῦ καίσαρος χώραν λαμβάνει. ἐνταῦθα
5γὰρ προμεμηχανούργητο ταῦτα ἔκ τε θεοῦ καὶ βασιλικῆς ἐπινεύσεως, ὡς καὶ αὐτῷ τῷ Βάρδᾳ γνωσθῆναι, περὶ οὗ ἡ ἐπίθεσις. μιᾷ γὰρ τῶν ἡμερῶν πρὸ τῆς ἐξελεύσεως Βάρδας προσφοιτήσας κατὰ τὸν ἑαυτοῦ οἶκον καὶ τοὺς γνωστοὺς μετακαλεσάμενος τὴν ἐσχάτην αὐτοῖς ἀνετίθει δεξίωσιν, καὶ συμποσιάσας τοῖς οἰκειοτάτοις τῶν φίλων λεγᾶτα παρ‐
10έσχετο, τὴν ἰδίαν καταστροφὴν τεκμηράμενος. ἄπεισι πρὸς μονὴν λοιπὸν γείτονα, ἥπερ Ὁδηγοὶ κατωνόμασται. ὡς δὲ παρεστήκει τοῖς τοῦ ἱλαστηρίου προθύροις λαμπαδουχῶν ἀφιερῶν τε προπεμπτηρίους φωνάς, τηνικαῦτα ἡ τούτου χλαμὺς τῶν ὤμων ἀποσπασθεῖσα ἐμφανῶς συγκεχάλακεν· ἧς ἐν ἐπαισθήσει γενόμενος ἀπωλοφύρετο δάκρυσι πρὸς
15τὴν θεοτόκον διαπρύσιον βοὴν εὐκτικῶς ἀναπέμπων τῆς τῶν ἐλπιζο‐ μένων λυτρώσεως.

4

.

21

Οὐ μόνον δὲ ἐν τούτοις αὐτῷ τὰ τῆς προδηλώσεως, ἀλλὰ
καὶ ἕτερόν τι συμβόλαιον προηγήσατο. ἔδοξεν ὄναρ ὁρᾶν γε τῷ καίσαρι· τὸ δὲ τοιοῦτον διεμόρφωτο, ὡς ἐν ἑορτασίμῳ ἡμέρᾳ ὅ τε βασιλεὺς καὶ ὁ καῖσαρ ἐπῄει τῷ Σοφίας θεοῦ ἱερῷ μετὰ τῆς συνήθους73
5λαμπρότητος. ὡς δὲ προσπεφοιτήκεσαν οἷα θυρίσι, ταύταις εἰκονισμένοι λαμπροφοροῦντες τούτοις ἀνεφάνησαν ἄγγελοι, καὶ πρὸς τοῖς ἔσω διώπτετό τις ὑπεράνω γηραιὸς θρονιζόμενος· τίς οὗτος; Πέτρος ὁ ἀποστόλων προβάθμιος, αὐτῷ τε γονυπετῶν δάκρυσιν ὁ Ἰγνάτιος ὑπὲρ ὧν λωβηθεὶς ὑπομεμενήκει. ὁ δὲ τῷ πάθει συνδιατεθεὶς αὐτῷ ἔφη
10τὴν ἐκδίκησιν ἐκ χειρὸς κυρίου ἀποίσασθαι, καὶ ἅμα τῷ λόγῳ ἑνὶ δύο τινῶν παρ’ αὐτῷ ἱσταμένων ὡσεὶ πραιποσίτων χρυσοενδύτων βραχεῖ‐ αν ἐπιδίδωσι μάχαιραν, καὶ προσετετάχει ἐννεύσας τὸν μὲν βασιλέα τοῖς δεξιοῖς ἀφορίσαι, τὸν δὲ θεόργιστον καίσαρα, οὕτως εἰπών, τοῖς ἀριστεροῖς, καὶ διὰ ταύτης μεληδὸν τιμωρήσασθαι. οὗ δῆθεν ἐξιεμένου
15καὶ περὶ τοῦ Μιχαὴλ διειρήκει τὴν τομὴν ἀπεκδέχεσθαι, ἀποκαλῶν αὐτὸν ἀσεβότεκνον.

4

.

22

Καὶ ἄλλο τι σημεῖον ἐπὶ τῷ θανάτῳ παρηκολουθήκει τοῦ καί‐ σαρος. ἐξαπεστάλη κατὰ Κήπους διάγοντι παρὰ Θεοδώρας τῆς αὐτοῦ ἀδελφῆς ἐσθὴς τοῦ προσήκοντος μήκους ἐλλείπουσα, ᾗτινι πέρδιξ χρυσόπαστος καθιστόρητο· ἣν προσδεξάμενος ἐπυνθάνετο· „αὕτη τί
5κεκολόβωται; καὶ ὁ ἐν ταύτῃ πέρδιξ τί δηλῶν ἀναγέγραπται;“ ἀμφο‐ τέρων τὴν λύσιν διεζωγράφει, διὰ μὲν τοῦ πέρδικος τὸ πρὸς αὐτὸν δολερόν, ὡς ἔοικεν, τῆς στειλάσης διὰ τὴν ἐπὶ τῷ ἀναιρεθέντι Θεοκτίστῳ ἀντέκτισιν, διὰ δὲ τοῦ ἐλλιποῦς τὸ ἐλλιπὲς τῶν ἑαυτοῦ ἡμερῶν αἰνιτ‐ τόμενος. ὅθεν καὶ Ἀντιγόνῳ τῷ πατρικίῳ καὶ καθηγεμονεύοντι τῶν
10σχολῶν, τῷ υἱῷ αὐτοῦ, προσετετάχει τὸν ὑπ’ αὐτὸν λαὸν ἅπαντα συντελεῖν καὶ τῇ βασιλίδι κατευθῦναι τὴν ἄφιξιν. ὁ δὲ πρὸς τὴν τοιαύτην δυσανασχετεῖ βούλησιν. καὶ πλέον τὰ κατὰ Μιχαὴλ βασιλέως ἐπεφανέ‐ ρωτο παρὰ καίσαρι. πρὸ δέ τινος χρόνου σεισμοῦ γεγονότος τῶν πώποτε μνημονευομένων φρικωδεστέρου, ἐπεπτώκει τὸ ἄγαλμα, ὃ
15κατὰ τὴν ἁγίαν Ἄνναν, ᾗ ἐπώνυμον τὸ Δεύτερον, κατὰ κίονα διεστήλω‐ το· ὅπερ διαγγελθὲν παρὰ καίσαρος Λέοντι φιλοσόφῳ σαφῶς διηρμή‐ νευτο, τὸν ἐκ πρώτου ἄνακτος δεύτερον ἐκπεσεῖσθαι διὰ θανάτου, τῷ τε καίσαρι Βάρδᾳ τὸν διαδεξόμενον δακτυλοδεικτεῖσθαι Βασίλειον·
ὃν ἔκτοτε οὗτος βασκάνως ἐπέβλεπεν.74

4

.

23

Καὶ ταῦτα κατὰ προφητείαν συνωμαρτήκεσαν καίσαρι. ἐπὶ Κήπους γὰρ ἐφεστηκότων αὐτῶν ὁ μὲν βασιλεὺς τὰ τῆς βασιλείας ἐνήργει πρακτέα, ὁ δὲ καῖσαρ τὰ τῆς φιλαρχίας πλέον ἐπετηδεύετο, καὶ πολὺς ἦν, ὑπεραίρων τοῦ βασιλέως καὶ ἑτέρων τῶν κατὰ θεραπείαν
5ᾠκειωμένων αὐτῷ. ὡς δὲ πρὸς τοῦτο δυσφορήτως διέκειντο, ἐμηχανῶν‐ το κατ’ αὐτοῦ βουλὴν δολεράν, ὅπως μιαιφονήσειαν· ἀλλὰ τὴν ἑταιρει‐ ῶτιν τούτου πληθὺν ἐδεδοίκεσαν, ἵνα μὴ παρ’ αὐτῆς καταδυναστεύ‐ οιντο. πρὸς ἁμιλλητήριον δρόμον ἵππων συμφύρονται σὺν Ἀντιγόνῳ τῷ τούτου υἱῷ καὶ αὐτὸν πόρρω τῆς βασιλικῆς σκηνῆς διορίζουσι,
10καὶ καίσαρος τοὺς πρωταγωνιστὰς ἐπὶ τούτῳ συνέλκουσιν, ὡς ἂν ἐνησχολημένων αὐτῶν ἀφυλάκτως τῷ καίσαρι ἐπίθωνταί τινες καὶ διαχειρίσωνται. Συμβατίου δὲ γαμβροῦ ἐπὶ θυγατρὶ καίσαρος τιμῆς τε πατρικίων ἠξιωμένου καὶ τὰ τοῦ δρόμου διέπειν διειληχότος, εἰσιόντος τῷ βασιλεῖ συμπαρόντι καίσαρι τάς τε δημοσίους ἀνεγνωκότος ἀνα‐
15φοράς, ἀπιόντος δὲ κατὰ 〈τὰ〉 πρόσθεν τύπῳ σταυρικῷ σχηματισαμέ‐ νου, ἅτε καθηγουμένου τῆς συσκευῆς, οἱ ἐν παραβύστῳ σκηνῆς ἐνεδρεύ‐ οντες ξιφηφόροι ἐπῄεσαν, καὶ προσενώπιον βασιλέως ἀνηλεῶς ἀπο‐ κτέννοντες κατακερματίζουσι καίσαρα, μηνὶ Ἀπριλίῳ καʹ, ἰνδικτιῶνος ιδʹ· μεθ’ ὧν Χάλδος τις παρεύρητο, ᾧ Τζιφιναρίτης ἐπώνυμον. τῆς
20οὖν στασιώτιδος ἐπηρείας ἀθρόως ἐπισυστάσης τοῦ τε βασιλέως ἐνθρο‐ ηθέντος καὶ τῷ πτώματι ἀκουσίως ἐγκρημνισθέντος ὁ ἐπὶ τῆς βασιλι‐ κῆς βίγλης ὑπερασπίζων ἦν βασιλεῖ Κωνσταντῖνος δρουγγάριος, τὸ μὴ συμπεφονεῦσθαι αὐτόν, οἷα πιστὸς ὑπερασπιστὴς καὶ μέχρι ψυχῆς τὸ εὔνουν ἐπιδεικνύμενος. καὶ τάχα ἂν ἀμφότεροι διεφθάρησαν, εἰ μὴ
25αὐτὸς ἐκεῖνος εὐφημίαις ἐπιδημίοις καὶ αὐταῖς παλάμαις ἐπήμυνε θαρσο‐ ποιήσας τὸν ἄνακτα καὶ τῶν μιαιφόνων ἐξήνεγκεν, καλοκἀγαθίᾳ γνώμης καὶ εὐτολμίᾳ φραττόμενος. ὡς οὖν οἱ μιαιφόνοι τὸ λείψανον πολλοῖς τμήμασι διενείμαντο, τὰ τούτου αἰδοῖα κοντῷ διαρτήσαντες
ἐθριάμβευον· οὕτως γὰρ καὶ μετὰ θάνατον αἰκίζειν ἐξέμηναν. ὑπὲρ75
30καίσαρος δὲ οὐκ ὀλίγος ὄχλος ἐπέτρεχεν· καὶ προσεκεχωρήκει ἂν πόλεμος κατ’ ἀλλήλων, εἰ μὴ παρὰ τοῦ αὐτοῦ Κωνσταντίνου πάσῃ δυνάμει ἀνέσταλτο. δι’ οὗ τινα τῶν κακῶν ἀνεχαίτιστο, τὰ πλείω δὲ ἐκυμαίνετο μεῖζον ἢ τὸ Ἰκάριον πέλαγος Εὔρου δεινοῦ ἐπιπνέοντος· οὐδείς τε τῶν κατὰ πολεμίων ἐπιχειρήσεων ἢ καθ’ ἑαυτὸν ἕκαστος ἔμφροντις ἦν,
35τοῦ μὲν ὑπὲρ βασιλέως γε νήφοντος, τοῦ δὲ ὑπὲρ καίσαρος, ἑτέρου δὲ ὑπὲρ Βασιλείου τοῦ μεγαλόφρονος, διὰ τὸ πεφιλοστοργῆσθαι λίαν παρὰ τοῦ αὐτοκράτορος. καὶ εὐθέως περὶ τὴν βασιλεύουσαν ἀναζεύγνυ‐ σιν.

4

.

24

Ὑπῆρχε δὲ ὁ Βασίλειος ἐκ γένους μὲν πρεσβυτέρου Πάρθου Ἀρσάκου αὐχῶν, τοῦ περιθεμένου τὴν Ἀσσυρίων ἀρχὴν ἑαυτῷ ἐκ ψυ‐ χικῆς καὶ σωματικῆς καρτερότητος, καθεξῆς δὲ καὶ Τηριδάτου τοῦ βασι‐ λέως τῆς αὐτῆς σειρᾶς ἐξημμένου· ἀλλὰ μὴν καὶ Φιλίππου καὶ Ἀλεξάν‐
5δρου τῶν ἀρίστων ἡγεμόνων ἐξείχετο. ὃς Μακεδόνων τῆς γῆς ἐκφυεὶς γεννητόρων ἦν κατὰ γενεὰν οὐκ ἀσήμων, τραφείς τε νεανικῶς, ὡς εἴ τις Ἀχιλλεὺς Χείρωνι τῷ Κενταύρῳ, παρ’ αὐτῶν τοῖς ἀνδρικοῖς ἐγεγύ‐ μναστο φρονήμασί τε καὶ πράγμασι, καὶ πᾶσι μὲν κατ’ ἄμφω ἐξάκουστος διετέλει καὶ φίλιος. καὶ δὴ παραδόξως διὰ τῶν Χρυσέων πυλῶν εἰσῄει
10τῇ βασιλευούσῃ τῶν πόλεων, κατὰ μονήν γε τὴν ἔναγχος προσαναπαυ‐ σόμενος, ἥτις νῦν μὲν ἱερὸν Διομήδους τοῦ μάρτυρος, Ἡλίου δὲ τὸ πρὶν κεχρημάτικεν. εἰσῄει δὲ τὴν τεκοῦσαν ἐκβιασάμενος· καὶ δὴ ἂν ἐκεκράτητο παρ’ αὐτῆς, εἰ μὴ τὸ θεαθὲν αὐτῇ ὄναρ τινὸς ἔτυχεν ἐπικρίσεως παρὰ τῶν ἐν τούτοις ἐσπουδακότων. ἑωράκει γὰρ φυτὸν μέγιστον ἐκφυῆναι,
15καθώς ποτε ἡ Μανδάνη, καὶ ἄνθεσιν ἐγκομᾶν κατὰ τὸν οἶκον αὐτῆς, χρυσῷ τε τὸ γῆθεν μέγα στέλεχος καὶ τὰ πρέμνα διηρέφθαι καὶ φύλλα, καὶ ἐντεῦθεν ἀπομεμαντεῦσθαι σὺν ὅρκῳ ταύτῃ τῷ ἐξ αὐτῆς τὴν τῆς βασιλείας ἐπίτευξιν καὶ ταύτης μεγαλειότητα καὶ τὴν ἐπὶ μῆκος διά‐ τασιν συγγόνοις τε καὶ ἀπογόνοις ἐκβήσεσθαι, καὶ αὐτάρκη πλοῦτον
20τῇ κατ’ αὐτὸν χώρᾳ μεθήσειν, ἐξ ἧς ἐγεγέννητο· σὺν τούτοις καὶ προεισηγη‐ θῆναι αὐτῇ παρά τινος ῥῆσιν εὐάγγελον, ὡς τοῦ παιδὸς κατὰ παιγνίαν τῶν ὁμηλίκων ἔν τινι λίμνῃ ἀετὸν ἐπιπτῆσαι τῇ κεφαλῇ, σκέπειν τε ταύ‐ την πτερύσσοντα· καί ποτε γηραιὸν ἄνδρα, οὗ διὰ στόματος πῦρ ἐξ‐ απέπνει, τὸν Ἡλιού τε ἑαυτὸν ταύτῃ παραδηλοῦντα, τὴν βασιλείαν76
25προσήκασθαι τὸ τεκνίον ἐμήνυεν.

4

.

25

Σχολάζοντος δὲ τοῦ Βασιλείου κατὰ τὴν εἰρημένην μονήν, τινὶ μοναχῷ, ἢ ὡς ἔνιοι, αὐτῷ τῷ ταύτης καθηγουμένῳ, καθ’ ὕπνον ὁ μάρτυς ἐπιφανεὶς ἐξιέναι κελεύει περὶ πυλῶνα καὶ τὸν ἐκεῖσε προσμεμενη‐ κότα εἰσαγαγεῖν, βασιλέα ἐσόμενον, ὃν περιποιήσασθαι δέον ἐπί τε
5σκέπῃ καὶ τοῖς ἐνδύμασιν, οἷα τήνδε μονὴν ἀνοικοδομῇ συστησόμενον. τῷ δὲ ἐξιόντι καὶ τὸν νεανίαν τεθεαμένῳ κατεσκληκότα ῥυπῶντά τε καὶ ἀπρονόητον ἐξ ἐνδεοῦς περιστάσεως, ὑφωρᾶτό τι κατὰ φαντασίαν εἴδωλον ἐμπαρεῖναι, οὗ τῆς κομιδῆς κατημέλησεν. διὰ τοῦτο αὖθις ὁ μάρτυς τῷ αὐτῷ διωρᾶτο κατεμβριμώμενος ἐξιέναι καὶ τὸν βασιλέα
10Βασίλειον πάντως εἰσενεγκεῖν καὶ κηδεμονίας δεούσης καταξιῶσαι. τοῦ δὲ νεανίου κατὰ τὴν λεχθεῖσαν κλῆσιν ἀποκριναμένου καὶ πρὸς αὐτὴν τὰ τῆς εἰσόδου διήνυστο, δι’ ἧς ἐν τῇ καταλήψει τῆς βασιλείας ἐπιμνησθῆναι ταύτης εἰσπράττεσθαι. ὃ καὶ παρεφυλάξατο· μετὰ γὰρ τὴν τῆς ἁλουργίδος ἀμφίασιν πολλά τε καὶ πάνυ λαμπρὰ ἀναθήματα
15τῷ σεβαστῷ μάρτυρι προσενήνοχεν, ἔτι μὴν 〈καὶ〉 τὴν μονὴν καὶ κτήμασιν ἱκανοῖς κατελάμπρυνεν καὶ οἰκοδομίαις ἐνεοποίησεν.

4

.

26

Τότε δέ τινι προσκεκόλληται τῶν πρὸς γένους βασιλικοῦ μεγι‐ στάνων διὰ τοῦ προστατοῦντος τῶν μοναχῶν, φιλίως κατὰ τὴν αὐτὴν μονὴν προσφοιτῶντι, ᾧ τῆς ἐπάνδρου καὶ νεανικῆς συλλογῆς ἐπεφρόν‐ τιστο, προσευρηκότι καὶ ἄλλους τοὺς καθ’ ἡλικίαν αὐτῷ, ἀλλ’ ἐλάττονας
5(πολὺ γὰρ τὸ μεῖζον ἐν τούτοις Βασίλειος ἐπεκέκτητο), καὶ τούτοις ἐμεγαλαύχει σοβαρευόμενος. Θεοφιλίσκος οὗτος ἐξήκουστο· πρὸς ὃν παρὰ βασιλέως ἀνθαμίλλησις ἐκεκίνητο εὐθεάτων καὶ ἀνδρείων νεανιῶν ἕνεκα. καὶ παρὰ μὲν καίσαρος Ἀντίγονος ὁ τούτου φίλτατος ἐκπέμπεται πρὸς αὐτὸν δεξιωθησόμενος, σὺν αὐτῷ δὲ καὶ ὁ ἐπὶ συχνῷ ῥηθεὶς Κων‐77
10σταντῖνος. ἐμπεφορημένῳ δὲ τῆς εὐωχίας αὐτῷ καὶ τὰ πρὸς χαρμοσύνην διεγείρεται φιλοπαίγμονα, προσκαλεσαμένῳ τῶν οἴκοι διατριβόντων τοὺς εἰς πάλην ἐπιτηδείους, καὶ δὴ κατ’ αὐτὴν ἀγὼν διανίσταται. καὶ δὴ πάντες παλαιστρικοὶ βασιλέως καὶ καίσαρος ἡττῶσι τοὺς ἄλλους, ἄνευθε Βασιλείου μὴ τῇ παλαίστρᾳ παρόντος. προσκέκληται διὸ καὶ
15αὐτὸς καὶ πρὸς μονομαχίαν τοῦ κρείττονος ἄγεται· καθ’ ὃν τὰ πρὸς φιλίαν ἐξ ἀγχιστείας ὁ Κωνσταντῖνος καλῶς διακείμενος προστάττει τὸ ἔδαφος ἀχύρῳ περιρραντίζεσθαι, ἵνα μή πως διολισθαίνοι Βασίλειος. συνῆλθον οὖν, συνῆλθον κατὰ παλαίστραν ἀμφότεροι· ὧν ὁ μὲν μετεω‐ ρίζειν πειρᾶται Βασίλειον, ὁ δὲ μὴ ἐνεγκὼν τὴν Βασιλείου ἀντίβασιν
20μετεωρίζεται παραυτὰ γενναιότατα καὶ περιστρέφεται ταχίστῳ κινή‐ ματι, καὶ τῇ κατὰ πόδρεζαν προσπλοκῇ, ὡς ὁ ἐγχώριος λόγος, πρὸς γῆν καταφέρεται, ὑποστὰς πτῶσιν ἀλάθητον, ὡς καὶ παραψυχὴν τοῖς πᾶσιν εἶναι λογίζεσθαι, εἰ καὶ μετὰ πολὺν χρόνον ὕδασι πολλοῖς καταρ‐ ραντισθεὶς μόλις ἀνέσφηλεν. ὡς οὖν ὁ Ἀντίγονος μετὰ τῶν σὺν αὐτῷ
25ἐπανῆκεν πρὸς καίσαρα, φησὶ περὶ τῶν δεδραμένων αὐτῷ· δι’ οὗ καὶ ὁ βασιλεὺς Μιχαὴλ τούτων ἐγεγόνει κατήκοος, καὶ ἀνακαλεῖται τοῦτον σὺν ἑτέροις ἥλιξι δύο. ὡς δὲ τούτους τεθέατο, ἠγάσθη τῆς ὄψεως, ἐπῄνεσε τὴν ἡλικιῶτιν, καὶ τῶν δύο πολλῷ πλέον ἐτεθαμβήκει Βασίλειον, καὶ διαφόροις βαθμοῖς καταλέγει καὶ πρὸς μείζονας εὐποιΐας ἀρραβωνί‐
30ζεται. οὓς γὰρ ὁ θεὸς εἰς βασιλέας διέγνωκεν, τούτους προώρισεν καὶ τὰ πρὸς αὐτὴν πάντως προδιατίθησι σύμβολα. οὓς ἡ βασίλισσα Θεο‐ δώρα θεασαμένη τῶν μὲν δύο ἐμεμελήκει κατὰ μηδέν, τοῦ δὲ ἑνὸς ἐν φρον‐ τίδι ὅλως καθίστατο, ἀπὸ βάθους ψυχῆς κεκραγυῖα, ὡς „εἴθε, ὦ τέκνον, τοῦτον σήμερον μὴ ἑωράκειν, ἄνδρα τοιοῦτον τῆς ἡμετέρας βασιλείας
35ὑπερτερήσοντα, καθὼς ὁ ἐμὸς ἐν λήξει μακάρων ἀνὴρ περιὼν ἀπεφοίβα‐ σεν.“ πρωτοστάτην οὖν αὐτοῦ τῶν ἱπποκόμων καθίστησι τὸν Βασί‐ λειον, καὶ ἵππον αὐτῷ δυσήνιον ἐπιδίδωσι διοχήσασθαι, ὃν ἐπεφιλήκει τὰ μάλιστα. οὗτος αὐτοῦ ἐφαλλόμενος, ὡς εἴ τις ἄλλος Βουκεφάλου Ἀλέξανδρος, ὡς Βελλεροφόντης Πηγάσῳ γενναίως ἱππάζεται, θάμβος
40λιπὼν ἁπάσαις ἐν ὄψεσιν ἐγκατάπληκτον. ἐντεῦθεν καὶ κρεῖττον αὐτῷ τῆς δεσποτικῆς ἀγάπης τὰ πρακτέα διηύξητο, ὡς καὶ τῇ τῶν πατρικίων εὐκλείᾳ συντόμως προσεμπελάσαι, γαμετῇ τε συναρμοσθῆναι κοσμιω‐ τάτῃ τῶν εὐγενίδων ἐξ Ἴγγερος, υἱόν τε θετὸν ἐπὶ πᾶσι βασιλέως ὀνο‐ μασθῆναι, εἶτα μάγιστρον, καὶ παρὰ τῷ κοιτῶνι τῶν προσυπνούντων78
45φυλάκων προτιμηθῆναι κατά τινας, καὶ μετὰ βραχὺ τὴν βασίλειον εὐδο‐ ξίαν κληρώσασθαι.

4

.

27

Ὡς οὖν περί τινα χρόνον παρῆν ὁ ἄναξ τοῖς περὶ τὸν καλλί‐ νικον Μάμαντα μάρτυρα βασιλείοις, ἐπεφύη τούτῳ σκοπὸς κἂν γελοῖος, ὃν τῶν πρὸς αὐτὸν οὐ πᾶσιν ἐγνώρισεν. ἐγκελεύεται δυσὶ τῶν οἰκείων, οἷς τὰ κατὰ ψυχὴν ἐπεθάρρει περὶ τοῦ προκειμένου γε δράματος, καὶ
5κατὰ τὴν βασιλίδα πόλιν προχωρεῖ, πρὸς ἕω τε τὴν ῥητὴν ἑορτῆς διαγε‐ λῶσαν Πεντηκοστὴν ἡμέραν τινὶ κοιτώνων ἐγκλείσας Βασίλειον τοῖς σὺν αὐτῷ προστάττει ἐν νεύματι ἀπογυμνοῦν τοῦτον τὼ χεῖρέ τε διατεῖ‐ ναι. τούτου δὲ γινομένου κατὰ τὸ προσταχθέν, ὁ Βασίλειος καταπλήττε‐ ται, ἀλλ’ ὅμως νεανικὸς ὢν τῆς ἐκπλήξεως ἀνακτᾶται, ἑαυτοῦ τε καὶ
10τοῦ βασιλέως καθίσταται, καὶ μαστίζεται παρ’ αὐτοῦ διπλοῖς ἐν φραγελ‐ λίοις λʹ, μνήμην ἔχειν τοῦτον ἀνάγραπτον τῆς πρὸς αὐτὸν φιλοστόρ‐ γου προθέσεως. καὶ τῷ μεγίστῳ ναῷ ἐπελθὼν πρωΐας αὐτῆς στεφη‐ φόρον ἄνακτα λαοῖς ἀναδείκνυσι, μηνὶ Μαΐῳ κϛʹ, ἰνδικτιῶνος ιδʹ, καὶ τῆς κατὰ δευτερείαν αὐτῷ βασιλείας τὰ πρόσφορα δίδωσιν. ᾧ καὶ
15πολὺ φίλτρον ἐπιδιδούς, καὶ τὰ ἴσα, πρὸς δὲ καὶ τὰ καθ’ ὑπεροχὴν ἐμπαρέχεται.

4

.

28

Τοσοῦτον τὰ τῆς πληροφορίας ὁλικῶς διεξήπλωτο, καὶ φθόνος ἐκ τούτου δαψιλὴς παρὰ πολλῶν ἐξεκέχυτο, οἳ καὶ τὰ πρὸς διάλυσιν
τῆς αὐτῶν ὁμονοούσης ἀγάπης ἐντεχνιτεύουσι, τρόπῳ παντὶ τὰ κατ’ αὐτῶν ἀλλήλων ἐκμηχανώμενοι, εἰρηναῖον οἶκον κυρίου κλεῖσαι τῇ79
5ἔριδι, ποτὲ μὲν λογίοις δολίοις, ποτὲ δὲ γραφαῖς δολοῦντες τὰς αὐτῶν φρένας κακόφρονες. συμπείθουσι γὰρ ἐκ τούτων βιαίως τὸν Μιχαὴλ παρὰ Βασιλείου ἀναίρεσιν πείσεσθαι, ταὐτὸ δὴ τοῦτο αὐτὸν ὑποστήσεσθαι παρὰ Μιχαὴλ ἐξ ἀστάτου φρονήματος, οἰνοφλυγίαν καλοῦντες καὶ ματαιόφρονα. καὶ καθώς φασί τινες, βουλὴν ἔσχεν ὁ Μιχαὴλ ἀναγκαίως
10ἀναιρήσειν Βασίλειον· μάλιστα δὲ κατὰ κυνηγέσιον σὺν αὐτῷ ἐξελθόντι ἐπαφεῖναι λόγχην τινὶ διετάξατο. ὡς δ’ ἕτεροι, οὐχ οὕτως, ἀλλὰ τὰ πρὸς αὐτὸν εὐνοϊκῶς διακεῖσθαι, κἂν παρά τινων ἐσεσάλευτο. ὅθεν οἱ τὰ συνοίσοντα φρονοῦντες τῷ Βασιλείῳ πρὸς φόνον ἐκίνουν τοῦ αὐτο‐ κράτορος· ὡς δ’ οὐκ ἔπειθον τῆς πρὸς αὐτὸν εὐνοίας μηδ’ ὅλως ἐκτετραμμέ‐
15νον ἢ καὶ πρὸς μιαιφονίαν ἰλιγγιῶντα, αὐτόχειρες γίνονται τῆς σφαγῆς, ἵνα μὴ σὺν αὐτῷ διαπόλοιντο.

4

.

29

Τοῦ δὲ μιαιφονήματος τῆς οἰκείας εὐχρηστίας ἀντεχόμενος, καὶ τὴν βασιλείαν ὡς ᾔδει θεόθεν δοθεῖσαν αὐτῷ, καὶ οὐχ ὡς τὸ πρότερον, τὰς πρὸς θεὸν εὐχαριστίας ἀποδιδοὺς προσεγκαινίζει 〈τὸν〉 τῶν ἀρχι‐ στρατήγων τῶν ἀΰλων ταγμάτων ναὸν καινουργήσας, μεγέθει τε καὶ
5κάλλει καὶ πολυτελείᾳ τῶν συντεθέντων λίαν ὡραῖον καὶ ἀξιάγαστον· οὗ τελεσιουργηθέντος σὺν πόθῳ καὶ πίστει τοῦ αὐτοκράτορος, καὶ τῶν ἐν αὐτῷ ἱερῶς ἀφορισθέντων συντελεσμάτων, πνευματικῆς τε θυμη‐ δίας συναθροισθείσης, ἐν ταύτῃ τὸ αὐτοκρατορικὸν στέμμα χειρῶν ἀρχιερέως ἐκδέχεται, ἄλλην ἀρχὴν καθιστῶν ἑαυτῷ βασιλείας, ἣν συμ‐
10μαχίᾳ τῶν ἀρχαγγέλων κεκλήρωτο, υἱέσι τε τρισὶν ἑαυτοῦ, Κωνσταν‐ τίνῳ Λέοντι καὶ Ἀλεξάνδρῳ, τὴν ὁμοίαν στεφοδοξίαν μετὰ καὶ τῆς βασιλικῆς ἐντίθησι, τὸν δὲ Στέφανον ἱερώσας τῷ πατριαρχικῷ θρόνῳ πρὸς τὸ μέλλον ἀφώρισεν. καὶ περὶ μὲν τὸν πρῶτον μετά τινα χρόνον
διηλλαχότα τὸν βίον δυστυχεῖ παρ’ ἐλπίδα· τούτῳ γὰρ μᾶλλον προσε‐80
15τετήκει τῶν ἄλλων θαρρῶν κατὰ τὴν τῆς βασιλείας διαδοχήν, κἂν τοῦ ἐφετοῦ οὐκ εὐστόχησεν. Λέοντι γὰρ τῷ περιωνύμῳ καὶ πανευκλεεῖ βασιλεῖ τὸ τῆς βασιλείας συνετετήρητο μόνιμον τῷ 〈τε〉 μετ’ αὐτὸν ὁμαίμονι Ἀλεξάνδρῳ διαδόχῳ γενησομένῳ κατὰ πατρικὴν θεσμοθέτησιν. φθεί‐ ρουσι δὲ κἀν τούτῳ τὰ φυσικὰ σπλάγχνα οἱ πονηροί, τῆς πατρῴου
20φιλοστοργίας κατά τι παραθραυσθείσης ἐπὶ τῷ Λέοντι μικρὸν ὅσον. καὶ τὰ τῆς πονηρίας νεῦρα διακοπέντα, ἐπείπερ αὐτῇ οὐδὲν τῶν ἰσχυ‐ ρῶν παρυφίσταται, καὶ οἱ συκοφάνται κακῶς ἀπελήλανται, καὶ Λέων τῆς βασιλείας ἐγκάτοχος γίνεται καὶ τὰ πατρόθεν διωρισμένα ἀποπλη‐ ροῖ καλοκἀγαθίᾳ καὶ ἀγχινοίᾳ νευρούμενος. ἀλλὰ ταῦτα μὲν ὕστερον
25μετὰ τὴν τελευτὴν τοῦ γεννήτορος.

4

.

30

Ἐπεὶ δὲ διὰ μέσου χρόνου τινὸς τὰ τῶν πολέμων ἔργα κα‐ τωλιγώρουν, οἷά περ σκανδάλων παρεμπεσόντων τῷ πολιτεύματι, ὧν προμεμνήμεθα, δι’ ὧν ἡ Ἰσμαηλῖτις ὀφρὺς ἐκορύσσετο καὶ μεγίστην ἐπεποίητο τὴν ἐπίθεσιν, ὥστε μέχρι τῶν Μαλαγηνῶν ἐλάσαι στρατὸν
5κἀκεῖθεν τὴν βασιλέως ἱππότιν συναγωγὴν ἀνιμήσασθαι, εἰς ἑαυτῶν μὲν στρατηγίαν ἀείμνηστον, ἡμῶν δὲ καταστρατηγίαν σιωπῆς ἄξιον. ὡς δὲ περὶ τούτων τῷ θεοστεφεῖ ἄνακτι διέγνωστο, διοκλάζειν αὐτῷ οὐ παρῆν ἐπὶ τηλικούτῳ τῷ ἀτοπήματι, ἀλλὰ σπουδαίως ἐπαναιρεῖ‐ σθαι ὄντως ἐκδίκησιν τῶν οὕτως ἐνηνεγμένων. Ἀνδρέαν γάρ τινα στοχα‐
10σάμενος, ἄνδρα πολύφρονα καὶ πολυπειρίας μεταδιώκοντα, οὐχ ἧττον δὲ καὶ ἀνδρείας, κἂν ἐπεκέκρυπτο, καθὼς ἡ τῶν πραγμάτων ἀλήθεια παρεδήλωσεν, (οὗτος Σκυθῶν ἑσπερίων ἐξώρμητο) ὑποστράτηγον τοῦτον τοῦ κατὰ τὸ Ὀψίκιον προτίθησι θέματος. ὃς τὸν ὑπ’ αὐτὸν στρατὸν στρατηγικῶς διαθεὶς καὶ τοῖς πολεμίοις παρεμβαλὼν μεγίστην ἀπ‐
15ηνέγκατο νίκην καὶ καταβεβλήκει τέως τὴν τούτων ἀλαζονείαν, καὶ διὰ τοῦτο καὶ ταῖς συχναῖς αὐτοῦ εὐανδρίαις μετά γε πατρικιότητα τῆς τῶν σχολῶν εὐμοιρεῖ κυριότητος. καὶ πολλῷ κρεῖττον κατὰ τῶν ἐχ‐ θρῶν διανίστατο καὶ κατ’ αὐτῶν ἄγαν ἠρίστευσε, καὶ μετὰ τοῦτο ἐπείληπτο μαγιστρότητος.

4

.

31

Οὐ μετὰ πολὺν χρόνον καὶ τὰ ἐκ τῆς Τεφρικῆς κακὰ καθ’ ἡμῶν
ἐβρενθύετο, χώραν λαβόντων τῶν ἐκεῖσε κακούργων τῆς πρὸς ἡμᾶς ἐπιθέσεως ἀπησχολημένους Ἀγαρηνῶν ἐν πολέμοις ἐπί τε γῆς καὶ θαλάσσης. ἀλλ’ ὅμως περιγίνεται τῶν ἀλαζόνων αὐτοκράτωρ ὑπερ‐81
5μαχήσει θείᾳ καὶ στρατηγετῶν ἐμπειρίᾳ κατευοδούμενος· μεθ’ οὓς καὶ κατὰ Γερμανικείας ἐκστρατεύσας καὶ Σαμοσάτων, ἐκπρεπεῖς πόλεις Σαρακηνῶν καὶ χώρας, ἀλλὰ μὴν καὶ Μελιτηνὴν στενώσας ἐξ ἐπιδρομῆς συνεχοῦς, κατ’ αὐτῶν ἵστησι τρόπαια, καὶ μετὰ νίκης εὐσήμου πρὸς τὴν βασιλίδα πόλιν ἐπάνεισιν.

4

.

32

Οὐδὲ τὰ κατὰ τὴν ἅλα διὰ Ἀφρικῶν καθ’ ἡμῶν στρατεύματα ναύμαχα δι’ ἠρεμίας ἐτύγχανεν, δι’ ὧν Ἑσπέρα πᾶσα καταδεδούλωτο, ἐν πόλεσι τῆς τε Σικελίας, ἔτι μὴν καὶ Λογγιβαρδίας πολυαριθμήτοις ἐπὶ νʹ τε καὶ ρʹ, τοῦ Γαλλεριανοῦ χωρίς. ὧν τὴν ἀνάρρυσιν ὁ αὐτοκρά‐
5τωρ Βασίλειος ἀπειργάσατο Νάσαρ καὶ Προκοπίου κατ’ ἐκεῖνο καιροῦ στρατηγίας ἀντεχομένων. καὶ τὸ μὲν ὄνομα Ἰταλία ἐφεῦρεν ἀπὸ Ἰτα‐ λοῦ τοῦ Σικελοῦ γενετῆρος, τοῦ μὲν πατρὸς τῆς Ἰταλίας χώρας, τοῦ δὲ υἱοῦ Σικανίας ἢ Τρινακρίας ἐγκρατῶν γεγονότων. Ἰταλία δὲ καὶ οὕτως, ἀπό τινος περαιωσαμένης βοός, ἣν ἀθρόαν ἰδόντες ἐγχώριοι ἐκ γῆς
10ἑτέρας τὸν ἀπόπλουν πρὸς αὐτοὺς ποιουμένην διωκομένην τε παρὰ τῶν κτητόρων αὐτῆς ἐβόησαν· „ἰταλός, ἰταλός,“ ὃ τῇ ἑαυτῶν διαλέκτῳ ἑρμηνεύεται βοῦς, ἢ ἀπό τινος λῃστοῦ Ἰταλοῦ δι’ Ἡρακλέους ἐκεῖσε ἀναιρεθέντος τὴν κλῆσιν ἠγάγετο. Λογγιβαρβία δὲ ἀπό τινος Λογγι‐ βάρβου τοῦ πρώτως κατασχόντος τὴν χώραν, ἐφ’ ὅτῳ καὶ μέγα ἐξήνθιστο
15γένειον· λόγγη γὰρ παρὰ Λογγιβάρβοις τὸ μέγα, βάρβα δὲ τὸ γένειον.

4

.

33

Τὰ δὲ κατὰ Συράκουσαν διεμεσολάβει χρόνων τινῶν δυστυ‐ χήματα· ἐπεπολιόρκητο γὰρ παρὰ τῶν Ἰσμαηλιτῶν. καθ’ ἣν ἐξεπεπόμφει ὁ αὐτοκράτωρ Ἀδριανὸν ἄνδρα γενναῖον σὺν ναυτικῷ πολυάνδρῳ πρὸς τὴν αὐτῆς ἀπολύτρωσιν. ὃς κατιὼν μέχρι Πελοποννήσου Ἱέρακι
5οὕτω κατονομαζομένῳ λιμένι προσλιμενεύεται, παρεμποδισθεὶς ἐκεῖσε δυσπλοίᾳ χαλεπωτάτῃ ἐπὶ ἡμέρας νʹ· καὶ κατὰ τοῦτον αὐτοῦ δυσφορίᾳ πιεζομένου διὰ τὴν ἐξ ἀνέμων ἐγκάθειρξιν, προσεδεδημήκει τις τῶν χρησίμων ἀγγελίαν ἐπικομιζόμενος δυσαχθῆ, ὡς κατὰ εʹ ὥραν τὴν πρὸς τὸ χθὲς τὰς Συρακούσας ἡλῶσθαι. αἷς ὄνομα ἀπό τινων κτισασῶν82
10ταύτας Ἀρχίου θυγατρῶν Σύρας καὶ Κόσσης, ἢ ἀπό τινος ἐκεῖσε λίμνης, ἢ ἀπὸ τῆς πρὶν μὲν κρήνης Συρακοῦς νῦν δὲ Ἀρεθούσης. τοῦ δὲ τὸ ἀλη‐ θὲς πολυπραγμονοῦντος καὶ ὁπόθεν ἐπίστασθαι τοῦτο διερευνῶντος, αὐτὸς ἀπεκρίνατο, ὅτι περ „ἐν χώρῳ, ὃς Ἕλος ὠνόμασται, ἀγρὸς πάρεστί μοι ὡς ἀπὸ μιλίων ηʹ πρὸς διάστημα. καὶ κατὰ τὴν παριοῦσαν
15ἑσπέραν καθ’ ὅν μοι περιπολεύοντι προσίασί τινες ποιμαινόντων καὶ ἔφασκον, ὡς ἐκ τῶν ἐπιχωριαζόντων δαιμόνων διακηκοέναι φραζόντων γενέσθαι τὴν Συράκουσαν δοριάλωτον, ἐν ταύτῃ τε παρεῖναι αὐτούς, ὅθεν καὶ διατρανοῦσθαι ἀλήθειαν.“ αὐτὸς δὲ πρὸς τοῦτο μὴ κατανεύων εἰς ἀπιστίαν ἐχώρει, τὴν αὐτηκοΐαν σφετεριζόμενος. καθ’ ἣν ἐν κατα‐
20λήψει γενόμενος τοῦ ἀγροῦ πρώτην καθ’ ὥραν 〈σὺν〉 καὶ ποιμέσι συγκατειλήφει τὸν ὡρισμένον χῶρον, ἐφ’ ᾧ τὰ ἀέρια τὴν διατριβὴν ἐπεποίηντο. ὧν τὴν διαγωγὴν πυνθανομένῳ τινὶ τῶν ποιμένων προσα‐ πεκρίναντο κατὰ πόλιν Συράκουσαν εἶναι τοῦ περιλειφθέντος Χριστιανι‐ κοῦ αἵματος ἐμφορεῖσθαι· τὸν δὲ περὶ τῶν τοιούτων εἰδέναι διερευνώ‐
25μενον τὸ πραχθὲν γινώσκειν, τό τε ὄνομα καὶ τὸν ἀρχικὸν βαθμὸν ἐξεπί‐ στασθαι. οἷς ὁ Ἀδριανὸς μὴ πιστεύων ἔτι ὑπελογίζετο ἕωλα. καὶ μετὰ ιεʹ ἐπιοῦσαν ἡμέραν τὰ παρ’ αὐτῶν ὡς ψευδῆ νομιζόμενα παρὰ τῶν ἐκεῖθεν μόλις ἐληλυθότων ἀληθῆ κατεφαίνετο. τῶν οὖν ἐγχωρίων πνευ‐ μάτων ἡ τοιαύτη πρόγνωσις, ἢ μᾶλλον εἰπεῖν ἡ ἐπὶ τῶν πραττομένων
30γνῶσις, τοῖς κατὰ τὴν αὐτὴν χώραν ἄχρι βασιλείας τοῦ εὐσεβεστάτου, ὥς φασι, Λέοντος προσμεμένηκεν. τότε δὴ στρατὸν τὸν ὑπ’ αὐτὸν ναύμαχον συναγείρας τῇ Κωνσταντινουπόλει ἐπιδημεῖ, καὶ ἱκέτης ἔν τινι ἱερῷ παραγίνεται ἐξαιτῶν συγκεχωρῆσθαι τοῦ σφάλματος. ἀλλὰ τῶν δεόντων ὀλιγωρήσας, καὶ οὐχὶ δυσπλοίᾳ πλέον, ὡς ἔφασκεν, συγγνώμης οὐκ
35ἔτυχεν.

4

.

34

Ἐν δὲ τῷ αὐτῷ ἐφεστηκότι καιρῷ οἱ ἀπὸ Καρχηδόνος Ἄφροι
Σαρακηνοὶ σὺν ὁλκάσι παμμεγέθεσιν ξʹ, αἷς χώρησις ςʹ ἀνδρῶν διηρί‐ θμητο, καταστρατεύουσι καὶ διϊκνοῦνται Κεφαληνίας μέχρι καὶ Ζακύν‐ θου, ἥτις πρὸς ἄνεμον Ζέφυρον κατὰ τὸν καλούμενον Ἰχθὺν ἀπονένευκεν,83
5ἐκ δὲ Ζακύνθου τοῦ Μέροπος τῆς προσηγορίας τετύχηκε. περὶ ὧν ὁ βασιλεὺς διαγνοὺς τὸν πατρίκιον Νάσαρ ἐκπέμπει σὺν ναυστολίᾳ, ἄνδρα πολύπειρον, ταύτης καθηγησόμενον. τοῦ δὲ κατὰ Μεθώνην τὴν πρὶν Πήδασον καλουμένην ἐπιδημήσαντος οἱ πλεῖστοι στρατιωτῶν τῶν πλοίων ἀπέδρασαν καταλελοιπότες αὐτόν. ὃ διαγινώσκεται ταχέως
10τῷ βασιλεῖ, καὶ σὺν κατεπείξει σφοδρᾷ παρ’ αὐτοῦ τις ἀποσταλεὶς διατέτακται περὶ τὸν τόπον ἀνασκολοπισμὸν ἱδρύσασθαι ξυλουρ‐ γήματος καὶ τοὺς δραπέτας ἐν αὐτοῖς ἀνασκολοπίσαι, οὕτως τὴν πρόσταξιν κατὰ τὸ ἐμφανὲς μηχανώμενος· κρυφίως γὰρ ἐν νυκτὶ τῶν ἀπὸ τῆς φυλακῆς Ἀγαρηνοὺς λʹ προσλαβόμενος δρουγγαρίῳ τῷ
15κατὰ τὴν αὐτοῦ φρουρὰν προεστῶτι ἐκδέδωκεν, διασφαλισάμενος μηδενὶ ἔκφορον ποιήσασθαι τὸ συντεθησόμενον, ἵνα μὴ ποινῇ ἀφορήτῳ καθυποβάλοιτο· ἐκεκέλευστο γὰρ αὐτῷ τῶν λʹ Ἰσμαηλιτῶν πυρὶ καὶ πίσσῃ τὰς γενειάδας, ἀλλὰ μὴν καὶ τὰς κατὰ κεφαλὴν τρίχας ἐναποφλέξαι, τάς τε ὄψεις αὐτῶν ἀσβόλῃ ἐμπεριχρῖσαι καὶ πέδαις διπλαῖς τοὺς πόδας
20ἐπιπιέζεσθαι, καί τινι ὥρᾳ διωρισμένης ἡμέρας μεμαστιγῶσθαι αὐτοὺς ὡς λιποτάκτας πλευσίμους ἐν φραγελλίοις δεινοῖς κατὰ τὸν ἱππόδρομον, καὶ διασυρμοὺς δραπετῶν κατηγόροις ἐν λόγοις ὑφισταμένους διελεύσε‐ σθαι γυμνητεύοντας καὶ ὀχουμένους ἐπ’ ὄνων ἕως πυλῶν χρυσωνύμων βασιλίδος τῆς πόλεως, παραφυλάξασθαι δὲ μηδένα τῶν συνόντων αὐτοῖς
25ἐμπελάσαντα ὁμιλῆσαι. τούτων ταύτῃ προχωρησάντων κατὰ Μεθώνην προΐησιν ἀνεσκολοπίσθαι τούτους ὡς δραπέτας πολέμων ἀνάλκιδας, καὶ μή τινα τῶν ἐγχωρίων ἀρχηγετῶν εἴτε λαοῦ τῆς κοινότητος, ἀλλὰ μήτε αὐτὸν προηγέτην στρατοῦ τῶν ὁμοίων τῆς ἐχεμυθίας ἀπολιμπά‐ νεσθαι· καὶ δεσμῶται πάντες ἀνήρτηντο σκόλοψιν. ἐνθένδε θρῆνος οὐχ
30ὁ τυχὼν τῷ πατρικίῳ Νάσαρ καὶ 〈τοῖσ〉 ὑπ’ αὐτὸν ἄρχουσιν ἐπεγίνετο, μέμψιν ἑαυτοῖς ἐπιτρίβουσι τῆς περὶ τούτους λιποταξίας, τοῦ ἐκ βασι‐ λέως διαβεβαιουμένου αὐτοῖς τάς τε συνεύνους καὶ παῖδας δραπετευ‐ σάντων, ἔτι μὴν καὶ γεννήτορας, τὸν αὐτοκράτορα πάντας ἄρδην ξίφει διολοθρεῦσαι· ὡς ἐκ τοῦδε τοῦ καλλίστου σκευάσματος δι’ εὐαριθμήτων
35κατακρίτων Ἀγαρηνῶν τὸν οἰκεῖον λαὸν ἀνασώσασθαι. περιδεεῖς
οὖν γεγονότες ὅ τε ναύαρχος αὐτῶν Νάσαρ καὶ οἱ ὑπ’ αὐτὸν ἀρχηγοὶ ὅ τε σύμπας λαός, τὸ τοιοῦτον μήποτε καὶ αὐτοὶ ὑποστήσονται, ἀναγ‐ καίως τοῖς πολεμίοις ἀντικαθίστανται, νίκῃ τῇ πρὶν μεγαλειουμένοις βαρβαρικώτατα καὶ Ζάκυνθον προσεδρεύουσιν. οὐκοῦν ἐπιτίθεται τούτοις84
40Νάσαρ παρεμβαλὼν καὶ πανωλεθρίαν θείᾳ ἰσχύϊ καὶ βασιλέως ἐντεύξει κατ’ αὐτῶν τίθεται. τοῦ δὲ καθ’ ἡμᾶς πλοΐμου στρατοῦ τῶν Ἀγαρηνῶν κατισχύοντος ἔναρθρός τις βοὴ κοιλάδος ἠφίετο τοῖς πρόσω φοιτᾶν ἐγκελευομένη. ὅθεν οὗτοι Σικελίαν πᾶσαν καὶ Ἀφρικήν, πρὸς δὲ καὶ Λογγιβαρβίαν διαδραμόντες, πολεμικῷ πυρὶ καὶ παντοδαπεῖ ξίφει
45τοὺς ἐν τοῖς πλοίοις Ἀγαρηνοὺς καταφλέξαντές τε καὶ δηϊωσάμενοι, καὶ ἑτέρας τὰς πρὸς ἐμπορίαν κατέσχον, ὧν ἀριθμὸν συνθέσθαι πάντως οὐ ῥᾴδιον, ἐπιφορτιζομένων εἴδη παντοῖα, πρὸς ἐπὶ τούτοις καὶ δαψι‐ λέστατον ἔλαιον, καὶ τοσοῦτον ὡς ἐν ἐκείναις ταῖς ἡμέραις τὴν κατὰ λίτραν ὁλκὴν ὀβολοῦ πρίασθαι καὶ κατὰ θαυμασιότητα πᾶσι τὰ τότε

4

.

34

(50)

πραχθέντα φημίζεσθαι, καὶ μάλιστά γε ἐκ τῶν κατὰ τὴν Τεφρικὴν συνη‐ λύδων, τοῦ τε Παύλου Σαμοσατέως, σὺν αὐτῷ Κούβρηκός τε καὶ Μοντα‐ νοῦ, καὶ ἄλλων αἱρεσιαρχῶν διαφόρων, κατοφρυωσάντων τὸ πρότε‐ ρον, καὶ καταδυναστευθέντων τὸ ὕστερον θεοῦ βραχίονι κραταιῷ καὶ ἱκετηρίαις σὺν φροντίσμασιν ἐπαλλήλοις τοῦ αὐτοκράτορος. ὃς ἅπαξ καὶ
55δὶς κατ’ αὐτῶν ἐπιών, καὶ τὸ μὲν πρῶτον ἁπάσας χώρας ἐν αἰχμαλωσίαις καὶ πυρπολήσεσιν ἐρειπώσας, κατὰ Τεφρικῆς ἀγωνίζεται, τινὶ χρόνῳ ἐνδιαρκέσας. ἧς ἀπρακτήσας ἐπάνεισι πρὸς τὴν βασιλεύουσαν, καὶ τῷ ναῷ τῶν ἀρχιστρατήγων εἰσδύς, ὃς παρ’ αὐτοῦ κατεσκεύαστο, αὐτοὺς ἱκετεύει ἐν συντριβῇ καρδίας καὶ στεναγμοῖς, μὴ πρὶν θεάσασθαι
60θάνατον, πρὶν ἂν διὰ ζωῆς σχοίη τὸν κατὰ Τεφρικὴν ὄλεθρον· καὶ αὖθις κατ’ αὐτῶν ἔξεισι σὺν πολυπληθέσι στρατεύμασιν, ἐρημίαν πολλὴν αὐτοῖς ἐπαγόμενος. αὐτῆς δὲ διειργασμένης ἐν τῷ μεταξὺ οὐρανόθεν βρόμος τῶν φρικωδεστάτων προσπίπτει αὐτοῖς, ὡς ἐκ τούτου τὰς τῆς Τεφρικῆς ἱδρύσεις ἐκδεδινῆσθαι, καὶ τοῦ τοιούτου γε δείματος τοὺς
65ταύτης οἰκήτορας χάριν αὐτῶν θεόθεν τελεσθέντος καθυπειλῆφθαι. διὰ τοῦτο οἱ μὲν αὐτῶν τῷ βασιλεῖ προσεχώρουν ἐλέους δεόμενοι, οἱ δὲ πρὸς τὰ ἔνδον Συρίας μεταναστεύοντο, ὡς παρὰ μικρὸν ἐξ ἀμφοῖν τὴν πόλιν αὐτῶν ἐρήμην λαοῦ γεγονέναι, ἥτις κεκράτητο τοῦ ταύτης
προστατοῦντος καταπτοηθέντος Χρυσόχειρος.85

4

.

35

Οὗτος γὰρ ὁ ἀλαζὼν σὺν Καρβαίᾳ καὶ Καλλίστῳ πλεῖστα κακὰ Χριστιανοῖς τεκτηνάμενος, ὡς καὶ ὁ τούτου πατήρ, καὶ μέχρι Νικομηδείας καὶ Νικαίας αὐτῆς διελθών, ἀλλὰ μὴν καὶ εἰς τὸ τῶν Θρᾳκησίων θέμα δια‐ δραμών, μέχρις Ἰωάννου τοῦ Θεολόγου τῆς ἐπαρχίας κατήντησεν, οὗτι‐
5νος τῷ ναῷ οἱ σὺν αὐτῷ ἐντυχόντες εἰσήγαγον τά τε ἄλογα αὐτῶν καὶ λοιπὴν ἀποσκευήν, δυσμενῶς ἐνυβρίζοντες. πρὸς οὖν τὸν Χρυσό‐ χειρα γράφει ὁ βασιλεὺς εἰρήνην συνθέσθαι, οἷα τὸν τρόπον εἰρηνικὸς ὑπάρχων καὶ εὔσπλαγχνος ὄντως, κατὰ λόγιον τὸ φάσκον· „γίνεσθε πρὸς ἀλλήλους χρηστοὶ καὶ εὔσπλαγχνοι, χαριζόμενοι ἑαυτοῖς, καθὼς
10καὶ ὁ Χριστὸς ἡμῖν ἑαυτὸν ἐχαρίσατο,“ καὶ αὐταρκεσθῆναι ἐφ’ οἷς ἐπεπό‐ νητο, εἰληφέναι τε παρ’ αὐτοῦ χρυσόν τε καὶ ἄργυρον καὶ ἐσθῆτας, καὶ αἰχμαλωτίζειν καὶ κατασφάττειν Χριστιανοὺς ἀνακόψαι. ἀλλ’ ὁ θρασύ‐ φρων καὶ ἄπιστος τοῖς εἰρηναίοις λόγοις οὐ πείθεται· διὸ καὶ ἀντιγράφει τῷ βασιλεῖ, ὡς „εἴπερ ἐθέλοις, ὦ βασιλεῦ, μεθ’ ἡμῶν εἰρήνην ἐπιτελέσαι,
15ἀπόστηθι τῆς κατ’ ἀνατολὴν ἐξουσίας σου, τῆς δὲ πρὸς δύσιν ἀντέχου, καὶ εἰρηνεύσομεν μετὰ σοῦ· εἰ δὲ μή, σπεύσομεν ὅλως, ἵνα σε καὶ τῆς βασιλείας ἐξοστρακίσωμεν.“ τῆς οὖν ἀπονοίας αὐτοῦ ὁ βασιλεὺς διαι‐ σθόμενος ἐφιλοσόφησεν σιωπήν, μηδὲν ἔτι αὐτῷ ἀντιγεγραφώς.

4

.

36

Δυσὶ δὲ χρόνοις παρελκυσθεῖσιν ὁ Χρυσόχειρ ἐξῆλθεν σὺν τοῖς ἰδίοις στρατεύμασι μέχρις Ἀγκύρας τῆς πόλεως καὶ αὐτῶν τῶν Κομ‐ μάτων, λαφυραγωγίαν ἑαυτῷ πολλὴν προσηκάμενος, καὶ ἐπάνεισιν. ὁ δὲ καθηγεμὼν τῶν σχολῶν διαστηματίζων μίλιον ἓν τὴν παραδρο‐
5μὴν ἐσκευάζετο· ἐδεδοίκει γὰρ πλησιοφανῆ τὴν παραδρομὴν παραδεί‐ κνυσθαι. ὁ δὲ Χρυσόχειρ κατηντηκὼς τῷ τοῦ Χαρσιανοῦ θέματι εἰς Ἀ‐ γράνας ἐσκήνωται, εἰς τὸ Σίβορον δὲ ὁ δομέστικος· καὶ τοῖς στρατηγέταις τῶν τε Ἀρμενιακῶν καὶ τοῦ Χαρσιανοῦ προστέταχε διειπών· „ἄρατε τοὺς ὑπὸ χεῖρα τελοῦντας ὑμῶν ἄρχοντας καὶ καλλίππους τινὰς καὶ δαπάνας
10ὡς ἡμερῶν ιβʹ, καὶ παρατρέχοιτε τὸν Χρυσόχειρα μέχρι τοῦ Βαθυρύακος· καὶ εἰ μὲν διαιρήσας λαὸν εὔπληκτον παραπέμψοι τῷ τῶν Ἀρμενιακῶν ἢ τῷ τοῦ Χαρσιανοῦ θέματι, κατάδηλον ἡμῖν τοῦτο ποιήσατε· ὅτε δὲ ἀπο‐
κινήσοι τοῦ Βαθυρύακος, ὑποστραφέντες ἥκετε πρὸς ἡμᾶς.“ ἀπελθὼν τοίνυν ἑσπέρας ὁ Χρυσόχειρ ἐσκήνωσεν κάτω, οἱ δὲ στρατηλάται εἰς86
15τὸν ζυγὸν προσανέβησαν καὶ ηὐλίσθησαν εἴς τινα τόπον κατονομαζό‐ μενον Ζωγολόηνον· οὗτος γάρ ἐστιν ἐκ πετρώδους συμπήξεως δυσανά‐ βατος, ἐν ᾧ ὕλη πολύδενδρος πέφυκεν. τῶν οὖν εἰρημένων στρατηλα‐ τῶν ἐκεῖσε διαναπαυσαμένων φιλονεικία τις ἀνέκυψεν ἀνδρικὴ τῶν ἀρχόντων ἀλλήλοις ἀντεριζόντων, τίνες ἂν εἶεν κρείττους, πότερον
20οἱ ἀπὸ τοῦ τῶν Ἀρμενιακῶν θέματος ἢ τοῦ Χαρσιανοῦ ὡρμημένοι. τῶν οὖν Χαρσιανιτῶν φιλονεικούντων τὰ πρεσβεῖα ἑαυτοῖς τῆς ἀνδρείας ἐπιδοῦναι ἢ τοῖς ἑτέροις, οἱ Ἀρμενιακοὶ εἶπον πρὸς αὐτούς· „τί φιλονει‐ κεῖν ἔτι περὶ ἀνδρείας ἐκ λόγων βουλόμεθα; πρακτικῶς τοῖς πολεμίοις παρεμβάλωμεν ἄμφω· καὶ τότε φανερωθείη ἕκαστος ἡμῶν, ὁποῖος ἑτέρου
25καθέστηκεν ἀνδρειότερος.“ οἱ δὲ στρατηγέται διακηκοότες περὶ τῆς ἁμίλλης αὐτῶν, δι’ αὐτῶν δὲ καὶ τῆς τοῦ λαοῦ προθυμίας συνευδοκού‐ σης αὐτοῖς, ἤγαγον καὶ εἰρήκεσαν· „προθυμεῖσθε, ὦ ἄνδρες ἀνθάμιλλοι, ἵνα τοῖς πολεμίοις, θεοῦ συνεργοῦντος, προσβάλωμεν;“ πρὸς οὓς γενναιο‐ φρόνως ἐξεῖπον· „ναί. καὶ διὰ τοῦτο ὅρκῳ μεγίστῳ τῆς βασιλικῆς
30κεφαλῆς περιδεσμοῦμεν ὑμᾶς, ὅπως συμπλακῶμεν αὐτοῖς. ὁ γὰρ τόπος ἐν ᾧ ἐρηρείσμεθα, τῶν ἐχυρωτάτων· ἐξ οὗ εἴπερ τι κατ’ αὐτῶν γενναῖον καταπραξαίμεθα, τοῦτο ἡμῖν ἐστιν εἰς τρόπαιον· εἰ δὲ μή, κατ’ οὐδὲν παρ’ αὐτῶν πημανθείημεν.“ τότε δή, τότε οἱ δύο στρατηγέται διεῖλον ἄνδρας μέχρι ἕκτης ἑκατοντάδος, τοὺς δὲ λοιποὺς παρῆκαν ἐν ταῖς σκηναῖς
35τῶν ἀρχηγῶν αὐτῶν σὺν φλαμμούλοις, καὶ τούτοις διησφαλίσαντο ἐπειπόντες· „ἡμεῖς μὲν τῷ φοσσάτῳ παρεμπελάσομεν ἐπιτρέχοντες, καὶ ὅταν τὴν ἄφιξιν πρὸς ἡμᾶς ἀπευθύνωσι, παρεμβαλοῦμεν αὐτοῖς· καὶ εἰ μὲν ὁρμήσουσι κατέναντι ἡμῶν, ἐξέλθετε ἄντικρυς καὶ μεγάλως κεκράξατε, πλείστου λαοῦ βοὴν ἐνσημαίνοντες, ὅπως ἐκ ταύτης εἰκάσειαν
40τὸν τῶν σχολῶν ἐξηγούμενον μετὰ τῶν θεμάτων ἐφεστηκέναι.“ τῇ οὖν ὑφηγήσει ταύτῃ κεκινηκότων τῶν στρατηγῶν καὶ παρεμπεπτωκότων ἐκ τοῦ σύνεγγυς τοῖς ἐχθροῖς πρὸ τοῦ τὴν ἡμέραν τρανῶς ἐπιλάμψαι τοῖς τῶν τυμπάνων κρούμασιν ἐπεκίνησαν· ἀλλ’ οἱ μὲν αὐτῶν μετὰ τοῦ Χρυσόχειρος ***, οἱ δὲ τὰ φορτία τοῖς ὑποζυγίοις ἐκούφιζον. τούτων
45οὕτως μεριζομένων οἱ στρατηγέται σὺν τοῖς ὑπ’ αὐτοὺς ἄρχουσιν ἐπέ‐ θεντο κατ’ αὐτῶν, καὶ φωνῇ βριαρᾷ· „σταυρὸς νενίκηκεν“ οἷον πολεμι‐
κῶς ἐτυμπάνισαν. οὗτοι δὲ τῇ ἀθρόᾳ προσβολῇ καταπτήξαντες ἀμετα‐ στρεπτὶ τῆς φυγῆς εἴχοντο, μηδὲ ὁρᾶν καὶ πολυπραγμονεῖν ἀνεχόμενοι, τίνες διῶκται τούτων ὑπάρχοιεν, ἀπὸ τοῦ Βαθυρύακος διωκόμενοι87

4

.

36

(50)

ἐπὶ μιλίοις λʹ ἕως τοῦ κατωνομασμένου Κωνσταντίνου βουνοῦ, χαλεπῶς συγκοπτόμενοι.

4

.

37

Καὶ ὁ Χρυσόχειρ ὀλίγους τινὰς μεθ’ ἑαυτοῦ προσλαβόμε‐ νος φυγαδείαν ἠσπάσατο. ἐπιφθάνει τοίνυν αὐτὸν ὁ Πουλλάδης, ᾧ τοῦτο παρῆν ὄνομα περιβόητον, πῖλον ἐνδεδυμένος· προεκεκράτητο δὲ κατὰ Τεφρικὴν καὶ κατὰ χαριεντισμὸν τῷ Χρυσόχειρι προσῳκείωτο. ὡς
5οὖν ἑωράκει τοῦτον, ἐπέγνω καὶ ἐκεκράγει διαπρυσίως· „ὧδε οἱ στρατη‐ γέται, ὧδε ὁ τῶν σχολῶν ἐξηγούμενος ἴτω.“ ἄπεισιν ὁ Χρυσόχειρ, καὶ πρὸς τὸν Πουλλάδην ἐφώνησεν· „ἄθλιε ὦ Πουλλάδη, τί σοι φαῦλον ἐνεδειξάμην; μᾶλλον μέντοι γε πλεῖστά σοι χρηστὰ εἰργασάμην. ἄπελθε, καὶ μή μοι πρόσκομμα εἴης.“ ὁ δὲ ἀντέφη αὐτῷ· „ἐγὼ γινώσκω, Χρυ‐
10σόχειρ, ὅτι πλεῖστα καλά μοι πεποίηκας, καὶ εὐελπιστῶ τῷ σωτῆρί μου θεῷ κατ’ αὐτήν γε τὴν ἡμέραν ἀποδοῦναί σοι τὰ χαριστήρια.“ ἱππάζων δὲ ὁ Χρυσόχειρ εὑρίσκει τάφρον πρὸς τοῖς ἐνωπίοις αὐτοῦ, ἣν ὁ ἵππος αὐτοῦ ὑπερπηδᾶν 〈ἀπεδειλία καὶ ἐκ〉 τούτου διώκλαζεν. ὅθεν ὁ μὲν Χρυσόχειρ τοῦ λοιποῦ ὁρᾶν τὸν Πουλλάδην οὐδ’ ὅλως ἐφρόν‐
15τιζεν, ἑώρα δὲ μᾶλλον κατέναντι αὐτοῦ, ἵνα μὴ τῷ τῆς τάφρου περιπέ‐ σειεν πτώματι· καὶ λαθραίως αὐτὸν ὁ Πουλλάδης κατὰ τὴν μασχάλην τιτρώσκει κοντῷ· οὗ τῇ πληγῇ ταραχθέντος ὁ ἵππος παρέσφηλέν τε καὶ αὐτὸν ἀπεκρήμνισεν. καταβὰς οὖν ὁ τῶν πρὸς θεραπείαν αὐτοῦ οἰκειότατος, ᾧ Διακονίτζης τὸ φημιζόμενον, (ὃν Λέων ὁ ἀοίδιμος βασιλεὺς
20ἀλλοιωθέντα τὴν πρὸς τὸ κρεῖττον ἀλλοίωσιν ἐκ τῆς μυσαρᾶς θρησκεί‐ ας τῶν Παυλιανιστῶν, προεχειρίσατο μηνσουράτωρα, ὅπερ φωνῇ Ῥωμαίων οὕτω προσαγορεύεται) καὶ τούτου τὴν κεφαλὴν βαστάξας ἠξίωσε κομιδῆς ταύτην ἐνθεὶς τοῖς αὐτοῦ γόνασιν· ὃν εὑρηκότες οἱ στρατηλάται κατέσχον καὶ διατεμόντες αὐτὴν σπουδαίως τῷ θεοστέπτῳ
25ἄνακτι Βασιλείῳ ὡς δῶρον ἀνέπεμψαν.

4

.

38

Περὶ δὲ τὰς κοινωφελεῖς πράξεις τοιούτως ὑπῆρχεν μεριμνηματι‐
κώτατος ὁ βασιλεὺς μετά γε πλείστων τῶν παρ’ αὐτοῦ διαπεπραγμένων, ὥστε κατὰ τὸν ἐγκρατείας καιρὸν ἐπὶ ἑβδομάσιν αὐτῆς, μετὰ τὴν συγ‐ κλητικὴν τῶν βασιλείων ἀπαναχώρησιν, εἰσίεσθαι τῷ σεκρέτῳ, ἔνθα αἱ88
5εἰσπράξεις τῶν δημοσίων πεφορολόγηνται, κἀκεῖσε τὰς συμπιπτούσας ἀμφισβητήσεις πραγματικῶς διαλύεσθαι.

4

.

39

Ἐν δὲ ταῖς κατὰ κυνηγεσίαν καὶ σφαιρισμὸν ἀχθοφορίαν τε καὶ πρὸς ἅλματα γενναιότησι πάνυ περιδέξιος ἦν ὁ ἄναξ Βασίλειος, ὥστε κατὰ κυνηγεσίαν μὲν καθυπερτερεῖν τῶν Κενταύρων, κατὰ δὲ σφαιρισμὸν Ἀλκινόου τοῦ βασιλέως ὑπερβάλλειν τοὺς σφαιριστάς,
5κατὰ πάλην Ἀρισταίου καὶ Αἰακοῦ ἀλκιμώτερος καὶ αὐτοῦ Ἡρακλέους ἐφάμιλλος, ὑπεραναβεβηκέναι δὲ τοῖς πηδήμασιν Ἀχιλλέως, κατά τε 〈τὸ〉 φέρειν ἄχθη ῥᾳδίως χερσὶ πολλῷ διενηνοχέναι τοῦ Ἕκτορος, ὡς καὶ ἐπ’ αὐτῷ, καὶ δίχα τοῦ ἀγκυλομήτου Διὸς ἐν τῇ ἄρσει τὸ ἄχθος κουφίζοντος, τὸ ποιητικὸν ἔπος προσαρμοσθήσεται·
10
τὸ δ’ οὔ κε δύ’ ἀνέρε δήμου ἀρίστω
ῥηϊδίως ἐπ’ ἄμαξαν ἀπ’ οὔδεος ὀχλίσσειαν,
οἷοι νῦν βροτοί εἰς’· ὁ δέ μιν ῥέα πάλλε καὶ οἷος· ἐν δὲ τῷ δισκεύειν Ἁλιμήδου καὶ Ὀδυσσέως ὑπέρτερος, Ἐρεχθέως δὲ καὶ Κέλμητος καθ’ ἱππασίαν τεχνημονέστερος, Εὐρυμέδοντός τε
15καὶ Ἄλκμονος κατὰ πυγμαχίαν στερρότερος, περί τε δρόμον Ἀριστομέ‐ δοντος Δικταίου τε καὶ Πριάσου ὠκύτερος, καὶ ἐν τῷ τοξάζεσθαι Ὑμε‐ ναίου καὶ Ἀστερίου πολλῷ εὐστοχώτερος. ἐξ ὧν ὀλίγιστα διαγράψομαι.

4

.

40

Τῷ βασιλεῖ ποτε περὶ θήραν ἐνδιατρίβοντι ἐξ ὕλης τις παμμεγέ‐ θης ἔλαφος εἰς μέσον πεφοίτηκεν, οὗ τῶν ὀπισθίων ποδῶν ἐπαφεὶς κορύ‐ νην ὁ βασιλεὺς καὶ κατευτυχήσας τούτους διέθλασεν. τὸ αὐτὸ δὴ τοῦτο καὶ ἐπὶ λύκῳ κατεπεπράχει. σφαιριζόντων δὲ κατὰ τὸ πρὸς τὰ βασίλεια
5μέσαυλον ἢ κατὰ χῶρον ἵππων ἁμιλλητήριον, οὐδέποτε τῆς σφαίρας ἀποτετύχει, καίτοι πολλῶν διαμιλλωμένων καὶ ἐπεμβαινόντων τῇ παιδιᾷ· καὶ τοσοῦτον ἐπιτυχῶς καὶ γενναίως τὰ τῆς σφαίρας αὐτῷ 〈προὐχώρει〉, ὥστε πολλάκις τυπτήσαντι ταύτην ἀπ’ ἄκρας αὐλῶνος διαβιβασθῆναι ἔξω κατὰ πολύ γε τοῦ τέρματος, ὡς μὴ ταύτην ὁρᾶσθαι89
10τὸ σύνολον. ἐμεγαληγορεῖτο δὲ καὶ τῷ ἀρχηγῷ Βουλγάρων παλαιστρι‐ κός, ὃς κατὰ παλαίστραν ἐκέκτητο τὸ ἀήττητον· τοῦτον πρὸς τὴν βασιλίδα θαρρούντως ἐκπέπομφε πειρασθῆναι δυναστεύοντος. ἐπὶ τούτῳ δυσφόρως εἶχεν ὁ βασιλεύς, ἀλλὰ τὴν δυσφορίαν εἰς τὸ εὔφορον μετερρύθμησεν, ἑαυτὸν καθεὶς τῇ παλαίστρᾳ, πλὴν μετὰ προσηκούσης
15τῆς ἐπικρύψεως· μετασχηματισθεὶς γὰρ τῶν βασιλικῶν ἐσθήτων τῷ παλαίοντι πρόσεισι. καὶ ὁ μὲν Σκύθης τὸν Μακεδόνα μετεωρίσαι μὴ ἐνδεδωκότα τῇ ἄρσει διήμαρτεν· ὁ δὲ τοῦτον χερσὶ γενναίαις ἑτοίμως διάρας σφοδρῶς τε περιδινήσας ἐπαγκυλίζεται καὶ κατὰ γῆν πτῶμα ῥίπτει παμμέγεθες, ὥστε πλείστοις μὲν ὕδασι, δαψιλέσι δὲ οἴνοις, πρὸς δὲ
20καὶ ταῖς ἐκ ῥόδων σταγόσιν ἐγκατομβρούμενον μόλις που τῆς νεκρώ‐ σεως ἀπηλλάχθαι, ὤτων τε καὶ ῥινῶν ἐκβλύσαντος αἵματος· ὡς ἐνθένδε κατὰ πολὺ θαυμάσαι τοὺς παρόντας τὸ γεγονός, ὃ καὶ μέχρι τοῦ νῦν ἐκτεθρύλληται.

4

.

41

Ἐν οἰκτιρμοῖς δὲ πενήτων πλούσιος ἦν ἐπιχορηγῶν πλου‐ σίως τὸν ἔλεον, νοσοκομείων, γηροκομείων τε καὶ πτωχοτροφείων πολυειδῶν ἐγκαινίσμασιν. οὐ μὴν δὲ τούτοις μόνοις ἐνέμενεν, ἀλλὰ καὶ θείους ναοὺς σαθρωθέντας τῇ παλαιότητι πρὸς νεότητος μετηλλοιώκει
5στερρότητα, ἐπιθεὶς κοσμιότητα. ὥστε οὐ μόνον τῶν κατὰ σῶμα τῆς ἐπιμελείας διὰ φροντίδος ἔχειν αὐτόν, ἀλλὰ καὶ τῶν κατὰ ψυχὴν ἐπι‐ σπεύδειν. καὶ γὰρ οὐχ ἡγεῖτο συμφέρον κατὰ τὴν ἀγορὰν, ἣ φόρος προσα‐ γορεύεται Κωνσταντίνου, περιϊόντος λαοῦ, σύρμασιν ὕλης τοῦτον ὅλως ἐνίσχεσθαι καὶ τῶν περὶ θεοῦ ἐκλελῆσθαι· διὸ καὶ ναὸν ἐν ταύτῃ προσ‐
10πήγνυσιν, ἐφ’ ᾧπερ ἡ θεομήτωρ δημοσίᾳ τετίμηται, μετρίῳ μεγέθει
καὶ ἀμέτρῳ κάλλει διηυγασμένον.90

4

.

42

Τοιοῦτος ὁ μεγαλουργὸς ἄναξ Βασίλειος, καὶ τοσαῦτα τὰ ἐκείνου μεγαλουργήματα. ἀλλὰ προκατασχεθεὶς τηκεδόνι τῇ ἐκ διαρροί‐ ας γαστρός, κατ’ ἄγραν ἔκ τινος περιπτώσεως, ἔπειτα πυρετοῦ καυσώ‐ δους ἀναφλεγέντος αὐτῷ ἀνικμοῦντος ζωτικὴν πᾶσαν ὑγρότητα τῶν
5πρὸς φύσιν ἐνόντων, διαπεφώνηκεν, συμβασιλεύσας μὲν τῷ Μιχαὴλ
ἔτος ἕν, αὐτοκράτωρ δὲ βιοὺς ιθʹ ἔτεσιν.91