TLG 3027 004 :: Joannes DOXAPATRES :: Prolegomena in Hermogenis librum περὶ ἰδεῶν

Joannes DOXAPATRES Rhet., vel Joannes Doxopatres
(Constantinopolitanus: A.D. 11)

Prolegomena in Hermogenis librum περὶ ἰδεῶν

Source: Rabe, H. (ed.), Prolegomenon sylloge [Rhetores Graeci 14] Leipzig: Teubner, 1931: 420–426.

Citation: Volume — page — (line)

14

.

420

(4t)

ΙΩΑΝΝΟΥ ΤΟΥ ΔΟΞΑΠΑΤΡΗ
5tΕΡΜΗΝΕΙΑ ΕΙΣ ΤΟ
6tΠΕΡΙ ΤΩΝ ΙΔΕΩΝ ΕΡΜΟΓΕΝΟΥΣ
7 Ὥσπερ ἐν ταῖς εἰς τὰς λοιπὰς τῆς Ῥητορικῆς πρα‐ γματείας πονηθείσαις ἡμῖν ἐξηγήσεσι πρὸ τῶν ἄλλων ἁπάντων τὰ πρὸ παντὸς τεχνικοῦ βιβλίου εἰωθότα ζη‐
10τεῖσθαι κεφάλαια ἐζητοῦμεν, οὕτω δὴ καὶ τὸ Περὶ τῶν ἰδεῶν βιβλίον ἐν τῷ παρόντι προθέμενοι ἐξηγή‐ σασθαι ταὐτὸ τοῦτο ποιήσομεν καὶ πρὸ τῶν ἄλλων ταῦ‐ τα δὴ τὰ παρὰ πᾶσι θρυλλούμενα κεφάλαια ἐξετάσο‐ μεν, τίς ὁ σκοπὸς τοῦ παρόντος βιβλίου, καὶ τί τὸ χρή‐
15σιμον, πόθεν δῆλον ὅτι Ἑρμογενικόν ἐστι καὶ τὸ παρὸν σύγγραμμα, μετὰ ταῦτα καὶ διὰ τί τὸ παρὸν βιβλίον μετὰ τὸ Περὶ τῶν στάσεων καὶ τὸ Περὶ εὑρέσεων τέ‐ τακται, καὶ διὰ τί οὕτως αὐτὸ ὁ τεχνικὸς Περὶ ἰδεῶν ἐπέγραψε καὶ οὐ Περὶ χαρακτήρων ἢ ἄλλως πως· εἶτα
20καὶ τὴν εἰς τὰ κεφάλαια τοῦ βιβλίου διαίρεσιν ζητῆσαι ὀφείλομεν, καὶ τίνι τῶν διδασκαλικῶν τρόπων ὁ Ἑρ‐ μογένης ἐν αὐτῷ κέχρηται καὶ πότερον ἑνὶ ἢ πᾶσι τού‐
τοις· πρὸς ἐπὶ πᾶσι τούτοις καὶ τὴν ὑπὸ τί μέρος ἀνα‐420

14

.

421

φορὰν ζητήσομεν καὶ πότερον ὑπό τι τῶν 〈τῆσ〉 φιλο‐ σοφίας μερῶν τὸ παρὸν ἀναφέρεται σύγγραμμα, ἢ ὑπὸ τὸ ὀργανικὸν αὐτῆς, ὅπερ ἐστὶ τὸ λογικόν〈, ἢ ὑπὸ τὸ πρακτικὸν ἢ ὑπὸ τὸ θεωρητικόν〉.
5 Σκοπὸς μὲν οὖν ἐστι τῷ τεχνογράφῳ ἐν τῷ παρόντι συγγράμματι τρόπους τινὰς ἤγουν μίξεις ἰδεῶν παρα‐ δοῦναι, οἷστισι χρώμενοι τὸν κάλλιστον τῶν συμβου‐ λευτικῶν λόγον καὶ τὸν κάλλιστον τῶν δικανικῶν καὶ τῶν πανηγυρικῶν, ἔτι γε μὴν καὶ ποίησιν καὶ ἱστορίαν
10καὶ ἁπλῶς πᾶν εἶδος λόγου ἐκτελοῦντες φαινόμεθα. ἀλλ’ ἐπειδὴ ταύτας τὰς μίξεις τῶν ἰδεῶν ἀδύνατον ἦν μαθεῖν μὴ πρότερον αὐτὰ 〈τὰ〉 ἁπλᾶ καὶ τὰ ἐξ ὧν ἡ μῖξις γίνεται ἐπιγνόντας, διὰ τοῦτο ἐν πρώτοις μὲν αὐτὰς καθ’ ἑαυτὰς τὰς ἰδέας διδάσκει, τὴν σαφήνειαν καὶ τὸ
15μέγεθος καὶ τὰς ἄλλας, ὡς συμβαλλομένας τῷ τούτου σκοπῷ, εἶτα καὶ αὐτὸν τὸν σκοπὸν παραδίδωσι διδά‐ σκων, ποίαις μὲν ἐξ ὧν ἐδίδαξεν ἰδεῶν χρηστέον συμβου‐ λευτικὸν μελετῶντας λόγον καὶ ποίαις δικανικὸν καὶ ποίαις πανηγυρικόν· εἶτα βουλόμενος δεῖξαι, ὅτι καὶ οἱ
20παλαιοὶ ταύταις ταῖς μίξεσι χρώμενοι τοὺς οἰκείους ἐξετίθεσαν λόγους, διαλαμβάνει καὶ περὶ τούτων καὶ τοὺς χαρακτῆρας αὐτῶν παραδίδωσιν. Ἰστέον μέντοι ὅτι, ὥσπερ οἱ φιλόσοφοι εἰς πέντε τινὰς ἀρχὰς πάντα λόγον ἀνάγουσιν, εἰς τὸ ἀποφαντικόν, εἰς τὸ κλητικόν,
25εἰς τὸ εὐκτικόν, εἰς τὸ ἐρωτηματικόν, εἰς τὸ προστακτι‐ κόν, οὕτω καὶ ὁ τεχνικὸς εἰς ἓξ ἀρχὰς καὶ οἱονεί τινα στοιχεῖα πάντα λόγον ἀνάγεσθαι βούλεται· ἢ γὰρ σαφής ἐστι κατ’ αὐτὸν ἢ ἀξιωματικὸς καὶ ὄγκον ἔχων καὶ
μέγεθος ἢ περικαλλὴς ἢ γοργὸς ἢ ἠθικὸς ἢ δεινὸς καὶ421

14

.

422

ἐκ τούτων ἤτοι πάντων ἅμα ἢ τινῶν συγκείμενος. καὶ τοῦτο δῆλον, ἀφ’ ὧν αὐτὸς διδάσκει τὰς ἓξ καὶ οὔτε πλείους οὔτε ἐλάττους. Ἀλλ’ ὁ μὲν σκοπὸς τοῦ βιβλίου τοιοῦτος.
5 Τὸ δὲ χρήσιμον, ὡς μὲν αὐτός φησιν ὁ τεχνικός, εἴς τε τὸ κρίνειν τοὺς τῶν ἄλλων λόγους, εἴτε καλῶς ἔχου‐ σιν εἴτε μή, καὶ εἰς τὸ αὐτὸν λόγους γενναίους ἐργά‐ ζεσθαι. ὡς δὲ ὁ Σικελιώτης ἐξηγούμενος τὸ παρὸν τοῦ Ἑρμογένους βιβλίον λέγει, κατά τε αὐτὰ ταῦτα τὸ παρὸν
10ἡμῖν συμβάλλεται σύγγραμμα καὶ πρὸς τούτοις, καθὸ τὴν ψυχὴν ὀξυτέραν ποιεῖ· καὶ γάρ φησι περὶ τούτου τοῦ βιβλίου, ὅτι γνῶσίς τίς ἐστι τὴν ψυχὴν ὀξυτέραν ποιοῦσα, καλὸν δ’ ἅπασα γνῶσις κἀκείνη αὐτὴ τῶν κα‐ κῶν, καθὸ μόνον γνῶσις πρὸς ἀποφυγήν, καὶ ἵνα μὴ
15τοῖς ὀλεθρίοις ὡς σωτηρίοις περιπίπτοντες λάθωμεν. ἔτι δὲ καθὸ καὶ δεκτικοὶ σοφίας ὄντες 〈καὶ〉 ἐπιστήμης τῶν τοῦ λόγου καλῶν μεταλαμβάνομεν τελεώτατα· ὧν οἱ μὴ μετασχόντες οὐδὲ ἐξ ἡμισείας πεφύκασι λογικοί, καὶ παῖδας ὄντας λελήθασιν ἑαυτοὺς καὶ τοῦ ἀνθρω‐
20πίνου μακρὰν ὁρισμοῦ, οὐκ ὄντας τοῦ τελεωτέρου νοὸς δεκτικούς. ἐπὶ πᾶσι τούτοις φησὶ τὸ παρὸν βιβλίον ἡμῖν συμβάλλεσθαι, καθὸ τοῦτο μαθόντες δυνάμεθα τοὺς αἰτουμένους τῶν λόγων ἐξακριβοῦν καὶ μερίζειν, 〈ποῦ τε καὶ πῶς ἐξείργασται εὖ καὶ〉 ποῦ καὶ πῶς ἐκτετύ‐
25χηκεν. ἀλλὰ τοῦτο εἰς τὰ παρὰ τοῦ Ἑρμογένους ῥη‐ θέντα ἀνάγεται· ἔστι γὰρ τοῦτο τὸ τὰ τῶν ἄλλων εἰ‐
δέναι κρίνειν. καὶ λοιπὸν συμβαίνει τέσσαρα εἶναι, εἰς422

14

.

423

ἃ τὸ παρὸν ἡμῖν συμβάλλεται σύγγραμμα, οὐ πέντε, καθά φησιν ὁ Σικελιώτης, ἀλλὰ τέσσαρα. Τὸ δὲ τὸν Ἑρμογένη πατέρα εἶναι καὶ τοῦ παρόντος βιβλίου ἀλλὰ μὴ ἄλλον τινὰ τό τε τῶν ὑπομνηματισάν‐
5των ἔνδοξον καὶ ἀξιόπιστον δηλοῖ καὶ ἡ πρὸς τοῦτο τῶν λοιπῶν αὐτοῦ συγγραμμάτων ἀναφορά· καὶ μὴν καὶ τὸ πρῶτον καὶ μόνον αὐτὸν τὴν τοιαύτην ὑποστήσα‐ σθαι πραγματείαν, πρὸς τούτοις δὲ καὶ ὁ χαρακτὴρ ἤγουν ἥ τε ὕλη καὶ τὸ εἶδος.
10 Τὴν δὲ τάξιν τοῦ παρόντος βιβλίου τὴν πρὸς τὰς ἄλλας τῆς Ῥητορικῆς πραγματείας ἐν ταῖς ἐκείνων εἰ‐ ρήκαμεν ἐξηγήσεσιν. Περὶ ἰδεῶν δὲ ἐπιγέγραπται τὸ βιβλίον, διότι ἐν τούτῳ τὰ εἰδοποιοῦντα τοὺς λόγους καὶ πότερον δικα‐
15νικοῦ εἴδους εἰσὶν ἢ συμβουλευτικοῦ ἢ πανηγυρικοῦ 〈δει‐ κνύντα〉 παραδίδοται· ἐκ γὰρ τοῦ τὸν λόγον τάσδε τὰς ἰδέας ἀλλὰ μὴ τάσδε ἔχειν δικανικὸν ἢ συμβουλευτικὸν ἢ πανηγυρικὸν τὸ ἐν αὐτῷ εἶδος ἀποδείκνυται· ὥσπερ οὖν τὴν μορφὴν ὡς εἰδοποιοῦσαν τὸ ὑποκείμενον ἰδέαν
20ὀνομάζειν εἰώθαμεν, οὕτω δὴ καὶ τὰ τὸν λόγον εἰδο‐ ποιοῦντα ἰδέας κατονομάζομεν. Ζητεῖται δέ, διὰ τί μὴ Περὶ χαρακτήρων μᾶλλον ἀλλὰ Περὶ ἰδεῶν τὸ παρὸν βιβλίον ἐπιγέγραπται. καί φαμεν διὰ τοῦτο οὕτως αὐτὸ ἀλλὰ μὴ ἐκείνως 〈ἐπιγεγράφθαι〉, διότι ἐν αὐτῷ οὐ
25περὶ χαρακτήρων τῷ τεχνογράφῳ πρόκειται λέγειν, οἵ‐ τινές εἰσι τρεῖς, ὡς ἐν τοῖς προλαβοῦσιν εἰπόντες ἔφθη‐ μεν, ἀλλὰ περὶ τῶν ἀφ’ ὧν ὁ λόγος εἰδοποιεῖται καὶ τόδε τὸ εἶδος δέχεται, οἷον δικανικὸν ἢ συμβουλευτι‐
κὸν ἢ πανηγυρικόν· εἰ γὰρ καὶ περὶ χαρακτήρων ἐν τῷ423

14

.

424

τέλει τοῦ βιβλίου διαλαμβάνει τῶν ἀπαρτιζόντων τὸν λόγον τοῦ καθ’ ἕκαστον τῶν παλαιῶν, ἀλλ’ ὅμως, ἐπεὶ οὐ προηγουμένως σκοπὸν εἶχε περὶ ἐκείνων διαλαβεῖν, ἀλλὰ περὶ τῶν εἰδοποιούντων τοὺς λόγους, εἰκότως ἀπὸ
5τούτου μᾶλλον καὶ οὐκ ἀπ’ ἐκείνου τὸ βιβλίον ἐπέγρα‐ ψεν. τινὲς δέ φασιν ὅτι, ἐπειδὴ χαρακτῆρας οὐ τὰ πρω‐ τότυπα ἀλλὰ τὰ κατὰ 〈τὰ〉 πρωτότυπα μᾶλλον γεγενη‐ μένα ἀποτελέσματα λέγειν εἰώθαμεν, διὰ τοῦτο Περὶ χαρακτήρων μὲν οὐκ ἐπέγραψε τὸ βιβλίον—οὐδὲ γάρ
10τινα ἐν αὐτῷ ἀποτελέσματα παραδίδοται—, Περὶ ἰδεῶν δὲ ἐπέγραψε μᾶλλον αὐτὸ διὰ τὸ ἀναλογεῖν τὰ ἐν αὐτῷ παραδιδόμενα ταῖς Πλατωνικαῖς ἰδέαις· καθολικώτατα γάρ τινα τὰ ἐν αὐτῷ παραδιδόμενα καὶ ἀτόμων περιε‐ κτικά· ἡ γὰρ καθόλου φέρε εἰπεῖν σεμνότης περι‐
15έχει τὴν Θουκυδίδου εἰ τύχοι σεμνότητα καὶ τὴν Χρυ‐ σοστομικὴν καὶ ἄλλας οὐκ ὀλίγας. ἕτεροι δὲ πάλιν φασὶ μὴ προσηκόντως ἐπιγράψαι τὸν τεχνικὸν Περὶ ἰδεῶν τὸ παρὸν βιβλίον, ἀλλ’ ἠγνοηκέναι τὴν σημασίαν τοῦ ὀνό‐ ματος διὰ τὸ ἐπὶ τῶν γενικωτέρων λέγεσθαι μὲν τὴν
20ἰδέαν καὶ τῶν περιεχόντων τὰ ἄτομα, τὰς δὲ νῦν οὕτω λεγομένας μὴ οὕτω φαίνεσθαι· μόρια γὰρ ἀτόμων— ἐννοίας, μεθόδους καὶ τὰ λοιπά—μᾶλλον ἐμπεριέχου‐ σιν ἢ ἄτομα. τοῦτο δὲ διττῶς λύει ὁ Σικελιώτης τὸ ἀπόρημα· κατά τε γὰρ ἔνστασιν καὶ ἀντιπαράστασιν·
25κατὰ μὲν ἔνστασιν λέγων, ὅτι ἀλλ’ οὐ γενικὴν ἐποιήσατο
τὴν ἐπιγραφήν· οὐ γὰρ οὕτω ταῦτα ταῖς φιλοσόφοις424

14

.

425

φωναῖς παραπλήσια· κατὰ δὲ ἀντιπαράστασιν λέγων, ὅτι ἄλλως τε εἰ καὶ γενικῶς, οὐδὲν ἄτοπον· ὡς γὰρ τὸ εἶδος περιέχει τὰ ὑπ’ αὐτὸ ἄτομα, οἷον ἡ ἀνθρωπότης Σωκράτη καὶ Πλάτωνα καὶ τοὺς ἄλλους ἀνθρώπους,
5οὕτω καὶ αὗται τουτέστι σεμνότης καὶ λαμπρότης καὶ αἱ λοιπαὶ τὴν θεολογικὴν τυχὸν ἰδέαν ἢ Χρυσοστομικήν. Μέρη δὲ τοῦ βιβλίου εἰσὶ τέσσαρα· πρῶτον μὲν γὰρ προοιμιάζεται ὁ τεχνικὸς ἐν αὐτῷ προεκτιθεὶς τὸν σκο‐ πὸν καὶ τὸ χρήσιμον καὶ πόσαι εἰσὶν αἱ ἰδέαι δεικνὺς
10καὶ τίνα τὰ ἐξ ὧν πᾶσα ἰδέα πέφυκε γίνεσθαι καὶ τίς ἡ τούτων δύναμις, παραδιδοὺς καὶ ἄλλα τινά. [ἢ] δεύ‐ τερον αὐτὰς τὰς ἰδέας διδάσκει· τρίτον ποῖαι τῶν ἰδεῶν συνερχόμεναι τὸν κάλλιστον τῶν δικανικῶν ποιοῦσι καὶ ποῖαι τὸν κάλλιστον τῶν συμβουλευτικῶν καὶ ποῖαι
15τὸν κάλλιστον τῶν πανηγυρικῶν καὶ ποῖαι τὸν καθ’ ἕκαστον τῶν μετ’ αὐτούς, καὶ τελευταῖον περὶ τῶν χα‐ ρακτήρων τῶν παλαιῶν διαλέγεται. Ἐκ δὲ τῶν διδασκαλικῶν τρόπων κέχρηται τῷ διαι‐ ρετικῷ καὶ τῷ ἀποδεικτικῷ· τῷ μὲν διαιρῶν τάς τε
20γενικὰς ἰδέας εἰς τὰς ὑποκειμένας αὐταῖς καὶ εἰδῶν χρείαν ἀποπληρούσας, καὶ τὰς εἰδικὰς πάλιν εἰς τὰ ὀκτὼ μέρη, ἐξ ὧν πεφύκασι γίνεσθαι, ὡς εἶναι λοιπὸν τὴν διαίρεσιν ἀπὸ γενῶν εἰς εἴδη καὶ ἀπὸ ὅλων εἰς μέρη, καὶ αὕτη ἦν, ἧς ὁ Ἑρμογένης ἐν προοιμίοις τοῦ Περὶ τῶν
25στάσεων βιβλίου ἐπεμνήσθη οὕτως εἰπὼν «πολλῶν ὄν‐ των καὶ μεγάλων, ἃ τὴν ῥητορικὴν συνίστησι καὶ τέχ‐
νην ποιεῖ, μέγιστον εἶναί μοι δοκεῖ τὸ περὶ διαιρέσεως425

14

.

426

αὐτῶν καὶ ἀποδείξεως, λέγω δὲ οὐ τῆς ἀπὸ τῶν γενῶν εἰς εἴδη καὶ ἀπὸ ὅλων εἰς μέρη· μικρὸν μὲν γὰρ οὐδὲ τοῦτο μέρος ῥητορικῆς· ἀλλ’ οὐ περὶ τούτων νυνί». τῷ δὲ ἀποδεικτικῷ κέχρηται κατὰ τὰς ἐπακτικὰς καὶ παρα‐
5δειγματικὰς ἀποδείξεις, δι’ ὧν τὸ καθ’ ἕκαστον ὧν φη‐ σιν ἀποδείκνυσιν. ὁ δὲ τοιοῦτος τρόπος οὐκ ἔστι κυ‐ ρίως ἀποδεικτικὸς ἀλλ’ ἐπακτικός. διαφέρει γὰρ ἐπ‐ αγωγὴ ἀποδείξεως, ὡς ἐν τοῖς προλαβοῦσι διωρισάμεθα, τῷ τὴν μὲν ἀπόδειξιν τὰ μερικὰ ἀπὸ τῶν καθόλου πι‐
10στοῦσθαι, τὴν δὲ ἐπαγωγὴν τὸ ἀνάπαλιν ἀπὸ τῶν με‐ ρικῶν τὰ καθόλου. τινὲς δέ φασι καὶ τῷ ἀναλυτικῷ αὐτὸν κεχρῆσθαι τρόπῳ, ἡνίκα λέγει, ὅτι ‘πᾶσα ἰδέα συνίσταται ἐξ ἐννοίας καὶ μεθόδου καὶ τῶν λοιπῶν τοῦ λόγου μερῶν‘.
15 Ἀνάγεται δὲ τὸ παρὸν βιβλίον προηγουμένως μὲν ὑπὸ τὸ ὀργανικὸν 〈ἤτοι τὸ λογικόν〉, ὑφ’ ὃ καὶ τὸ Περὶ τῶν προγυμνασμάτων καὶ τὸ Περὶ τῶν στάσεων καὶ τὸ Περὶ εὑρέσεων ἐδείκνυμεν ἀναγόμενα· κανόνας γὰρ καὶ μεθόδους ἔχει καὶ τοῦτο παραπλησίως ἐκείνοις, κατὰ δὲ
20τὸ τῆς μεθόδου καὶ [τὸ] τῶν κανόνων ἀποτέλεσμα μετέχει μὲν καὶ τοῦ πρακτικοῦ, διότι χάριν οἱ λόγοι πολιτικῆς γίνονται πράξεως—πολιτικὸν δὲ δήπουθεν καὶ ἡ τῶν ἠθῶν κοσμιότης, εἴπερ ‘ἑνὸς κακίας ξύμπασα πόλις ἀπηύρα‘ καὶ τοῦ ἐναντίου τῆς ἀρετῆς—· μετέχει
25δὲ καὶ τοῦ θεωρητικοῦ κατὰ τὴν διάσκεψιν τῶν συμ‐
βουλευομένων καὶ τοῖς ἄλλοις εἴδεσι χρωμένων.426