TLG 3027 003 :: Joannes DOXAPATRES :: Prolegomena in Hermogenis librum περὶ εὑρέσεως Joannes DOXAPATRES Rhet., vel Joannes Doxopatres Prolegomena in Hermogenis librum περὶ εὑρέσεως Source: Rabe, H. (ed.), Prolegomenon sylloge [Rhetores Graeci 14] Leipzig: Teubner, 1931: 360–374. Citation: Volume — page — (line) | ||
14.360(6t) | ΙΩΑΝΝΟΥ ΤΟΥ ΔΟΞΑΠΑΤΡΗ | |
7t | ΕΙΣ ΤΟ | |
---|---|---|
8t | ΠΕΡΙ ΕΥΡΕΣΕΩΣ ΕΡΜΟΓΕΝΟΥΣ ΒΙΒΛΙΟΝ | |
9 | Τῆς τοῦ Περὶ εὑρέσεως βιβλίου ἀρχόμενοι σὺν θεῷ | |
10 | ἐξηγήσεως δεῖν ᾠήθημεν πρὸ τῆς κατὰ λέξιν τοῦ κει‐ μένου θεωρίας τὰ εἰωθότα ζητεῖσθαι πρὸ παντὸς τεχνι‐ κοῦ συγγράμματος ζητῆσαι κεφάλαια, φημὶ δὴ τὸν σκο‐ πόν, τὸ χρήσιμον, τὸ γνήσιον, τὴν τάξιν τῆς ἀναγνώ‐ σεως, τὴν αἰτίαν τῆς ἐπιγραφῆς, τὴν εἰς τὰ μέρη τομήν, | |
15 | τὸν τρόπον τὸν διδασκαλικόν, τὸν χαρακτῆρα καὶ τὴν ὑπὸ τί μέρος ἀναφοράν. τούτων δὲ τῶν κεφαλαίων ἔνιοι μὲν τῶν τὸ παρὸν ἐξηγησαμένων βιβλίον οὐδ’ ὅλως ἐμνή‐ σθησαν, οἳ καὶ συντόμως καὶ ὡς οἷόν τε διὰ βραχέων τὰς εἰς αὐτὸ πονηθείσας αὐτοῖς θεωρίας εἰργάσαντο· | |
20 | ὥστε καὶ συμβαίνει ἐκ τούτου μὴ μᾶλλον αὐτοὺς τὰ τοῦ Ἑρμογένους ἑρμηνεύειν δοκεῖν ἢ ἐκεῖνα ἐξήγησιν τού‐ των ἔχειν καὶ ἑρμηνείαν· οὐ γάρ, ὥσπερ ἐν τοῖς ἄλλοις | |
τὰ τῶν ἐξηγήσεων βιβλία πλατύτερον ἐκφέρουσι τὰ διὰ | 360 | |
14.361 | βραχέων ἐν τοῖς κειμένοις δηλούμενα καὶ παρὰ τοῦτο σαφῆ τοῖς μετιοῦσι ταῦτα παρασκευάζουσι καὶ εὐσύν‐ οπτα, οὕτω κἀνταῦθα γίνεται· τοὐναντίον δὲ μᾶλλον τὸ εἰς ἐξήγησιν αὐτοῖς προκείμενον βιβλίον μεῖζον κατὰ | |
5 | πολὺ τῶν εἰς αὐτὸ καταβληθεισῶν ἐξηγήσεων φαίνεται. ὥστε καὶ συμβαίνει τὰ πλείω τῶν ἐν αὐτῷ ἀμνημόνευτα καθεστάναι καὶ τοῖς μετιοῦσιν ὅσον τὸ κατ’ αὐτοὺς ἀγνοούμενα. ἀλλ’ οἱ μὲν πλείονες ὡς ἔφημεν τῶν ἐξη‐ γητῶν οὐδὲν ἐν τῷ παρόντι τῶν ἀνωτέρω προτεθέντων | |
10 | ἡμῖν ζητῆσαι ἠξίωσαν· εἷς δέ τις ὁ καὶ τελεώτερος ἁπάντων δόξας καὶ ἀκριβέστερος, οἶμαι δὲ τοῦτον τὸν τῇ συγκέλλων ἀξίᾳ διαπρέψαντα καὶ τὸν ἀρχιερατικὸν τῆς τῶν Σάρδεων μητροπόλεως λαχόντα διέπειν θρό‐ νον εἶναι, ὅστις καὶ τὸ Περὶ τῶν προγυμνασμάτων τοῦ | |
15 | Ἀφθονίου βιβλίον ὑπομνηματίσαι νομίζεται, φαίνεται τού‐ των μνείαν ποιούμενος, οὐ μέντοι οὐδὲ οὗτος ἁπάντων ἀλλὰ δύο μόνον ἢ καὶ τριῶν· τήν τε γὰρ τάξιν τοῦ παρ‐ όντος βιβλίου ἐν πρώτοις φαίνεται παραδιδούς, εἶτα τὴν αἰτίαν τῆς ἐπιγραφῆς, μετὰ ταῦτα δὲ καὶ τὸν σκο‐ | |
20 | πόν, ὃν καὶ τῶν ἄλλων ἁπάντων δέον προτάττεσθαι, εἴ γε δεῖ τῷ Πλάτωνι πείθεσθαι λέγοντι μίαν ἀρχὴν εἶναι τοῦ καλῶς γινώσκειν 〈τὸ εἰδέναι〉, περὶ ὅτου ἐστὶν ἡ σκέψις. ἐπειδὴ τοίνυν ἅπαντα ταῦτα καὶ ἐπὶ τοῦ παρόν‐ τος βιβλίου ζητῆσαι ἡμεῖς προεθέμεθα, φέρε τὴν προσ‐ | |
25 | ήκουσαν τάξιν τῶν κεφαλαίων τηροῦντες ἐν πρώτοις τὸν σκοπὸν τοῦ βιβλίου ἀνακαλύψωμεν. τὸ γὰρ οἷος τὴν φύσιν ὁ τεχνογράφος ἐγένετο καὶ ἡ τοῦτον ἐνεγκαμένη τίς καὶ ἐν ποίᾳ φορᾷ τῶν ῥητόρων ἤκμασε καὶ τἆλλα, | |
ὅσα περὶ αὐτοῦ ἱστόρηται, ἐν τῷ εἰς τὰς Στάσεις ἡμῖν | 361 | |
14.362 | πονηθέντι ὑπομνήματι εἴρηται· διὸ καὶ περίεργον καὶ περιττὸν ἄλλως ἐκρίναμεν τὸ τὰ αὐτὰ περὶ τῶν αὐτῶν πάλιν διαλαβεῖν. Ἰστέον τοίνυν, ὅτι σκοπὸν ἔχει ὁ τεχνογράφος ἐν τῷ | |
5 | παρόντι βιβλίῳ διδάξαι ἡμᾶς, πῶς δεῖ προοιμιάζεσθαι καὶ πῶς διηγεῖσθαι, ἔτι δὲ πῶς δεῖ εἰσάγειν τὰ κεφά‐ λαια [καὶ] τά τε οἰκεῖα καὶ 〈τὰ〉 τῶν ἀντιδίκων καὶ πῶς δεῖ τὰ μὲν κατασκευάζειν, τὰ δὲ λύειν. μετὰ δὲ ταῦτα σχήματά τινα διδάσκει, ἅπερ γινόμενα κάλλος | |
10 | τοῖς λόγοις πεφύκασιν ἐμποιεῖν. τούτων δὲ τῶν τριῶν ἑκάστου, τῶν προοιμίων φημὶ καὶ τῶν διηγήσεων καὶ τῶν ἀγώνων, εἰκόνας τινὰς καὶ τύπους ἐν τοῖς Προγυ‐ μνάσμασι μεμαθήκαμεν· ἕκαστον γὰρ ἐκείνων εἰκόνα μέ‐ ρους τοῦ λόγου ἔσῳζεν, οἷον ὁ μὲν μῦθος προοιμίου· εἰ | |
15 | γὰρ τοῦ προοιμίου τοῦτό ἐστιν ἔργον τὸ παρασκευάζειν τὸν ἀκροατὴν καὶ οἰκείως διατιθέναι εἰς τὴν γνῶσιν τῶν ῥηθησομένων ἐν τῇ διηγήσει, ἀναγκαῖον πάντως καὶ τὸν μῦθον προοιμίῳ ἀναλογεῖν ὡς παρασκευάζοντα καὶ αὐτὸν τοὺς ἀκροατὰς εἰς τὴν τοῦ ἐπιμυθίου ἐπίστασιν. | |
20 | ἀλλ’ ὁ μὲν μῦθος εἰκόνα ὡς λέγομεν εἶχε προοιμίου, τὸ δὲ διήγημα καὶ ἡ ἔκφρασις τῆς διηγήσεως τὸ μὲν τῆς ἐγκατασκεύου καὶ ἁπλῆς, τὸ διήγημα, ἣ δὲ τῆς ἐνδια‐ σκεύου, ἡ ἔκφρασις· εἰ γὰρ ἔργον ἐστὶ τῆς ἐνδιασκεύου διηγήσεως τὸ ἐν λεπτῷ λέγειν τὰ πράγματα, πάντως αἱ | |
25 | ἐκφράσεις ἐνδιασκεύως λέγονται διὰ τὸ παρασκευάζε‐ σθαι ἡμᾶς ἐν αὐταῖς ἐκ τοῦ περιηγεῖσθαι καὶ ἐν λεπτῷ | |
λέγειν τὰ πράγματα τὰ δηλούμενα 〈καὶ〉 ὑπ’ ὄψιν αὐτὰ | 362 | |
14.363 | ἐναργῶς ἄγειν. καὶ ταῦτα μὲν εἰκόνα διηγήσεως ἔσῳ‐ ζον, ἡ δὲ χρεία καὶ ἡ γνώμη, πρὸς τούτοις δὲ καὶ ἡ ἀνα‐ σκευὴ καὶ ἡ κατασκευὴ τῶν ἀγώνων. Καὶ ὁ μὲν σκο‐ πὸς τοῦ βιβλίου τοιοῦτος. | |
5 | Μετιτέον δὲ λοιπὸν καὶ ἐπὶ τὴν τοῦ δευτέρου κεφαλαίου ζήτησιν, ἔστι δὲ τοῦτο τὸ χρήσιμον. ἀλλ’ ἐπειδὴ περὶ προοιμίων καὶ διηγήσεων καὶ ἀγώνων τὸ παρὸν ἔφη‐ μεν διαλαμβάνειν βιβλίον, ῥητέον πρὸ τούτου, τίνος χάριν ἐπινενόηται τοῖς ῥητορεύουσι τὰ προοίμια καὶ τί‐ | |
10 | νος χάριν αἱ διηγήσεις καὶ οἱ ἀγῶνες· οὕτω γὰρ μᾶλλον σαφὲς ἡμῖν τὸ τοῦ βιβλίου γενήσεται χρήσιμον. Ἰστέον τοίνυν, ὅτι τὰ προοίμια ἐπινενόηται καὶ πρὸς ἄλλα μέν τινα πλείονα, πρός τε σύστασιν τοῦ οἰκείου προσώπου καὶ πρὸς διαβολὴν τοῦ ἀντιδίκου καὶ πρὸς ἄλλα τινά, ἃ | |
15 | σὺν θεῷ προϊόντες μαθησόμεθα, μάλιστα δὲ πρὸς τὸ προσοχὴν τῷ ἀκροατῇ ἐμποιῆσαι τῶν ἐν τῇ διηγήσει ῥηθησομένων· εἰ γὰρ μὴ διὰ τοῦ προοιμίου προσέχειν τοῖς λεγομένοις τὸν ἀκροατὴν ποιήσομεν, ἀλλ’ ἀκεφά‐ λως οἱονεὶ πρὸς τὴν τοῦ πράγματος διδασκαλίαν χωρή‐ | |
20 | σομεν, εἰς μάτην ἡμῖν ὁ λόγος προβήσεται διὰ τὸ τὰ λε‐ γόμενα ἐν αὐτῷ τὴν τοῦ ἀκροατοῦ διαδιδράσκειν διά‐ νοιαν. τὰ μὲν οὖν προοίμια διὰ ταῦτα ἐπινενόηται. Αἱ δὲ διηγήσεις διὰ τὸ τοὺς ἀκροατὰς διδάσκειν τὰ πρά‐ γματα, δι’ ἃ ὁ ἀγὼν συνέστηκεν· εἰ γὰρ χωρὶς ταύτης | |
25 | τοῖς ἀγῶσιν ἐπιχειρήσομεν, οὐχ ἕξομεν τὸν δικαστὴν πρὸς τὸ δοκοῦν ἡμῖν ψηφιζόμενον διὰ τὸ ἀγνοεῖν, περὶ ὅτου ἐστὶν ὁ ἀγών. αὐτίκα γὰρ ἐπὶ τοῦ ζητήματος, ἐν | |
ᾧ φεύγει φόνου ὁ παριστάμενος ἐπ’ ἐρημίας τῷ νεο‐ | 363 | |
14.364 | σφαγεῖ σώματι, εἰ πρὸ τοῦ διδάξαι τοὺς ἀκροατάς, ὅτι ὁ δεῖνα εὑρέθη, ἐπιχειρήσω δεικνύειν, ὅτι αὐτός ἐστιν ὁ τὸν φόνον ἐργασάμενος, οὐ μόνον οὐχ ἕξω τὸν δικαστὴν συντιθέμενον οἷς λέγω, ἀλλὰ καὶ καταγέλα‐ | |
5 | στος δόξω, ὡς πρὸ τοῦ διδάξαι τὸν τρόπον, καθ’ ὃν ἐξ ἀρχῆς τὸ πρᾶγμα παρηκολούθησε, σπεύδων τῷ τοῦ φό‐ νου ἐγκλήματι ἔνοχον ἀποδεῖξαι τὸν φεύγοντα. ἀλλὰ διὰ ταῦτα μὲν καὶ αἱ διηγήσεις ἐπινενόηνται. Οἱ δὲ ἀγῶνες πρὸς ἀπόδειξιν τοῦ πράγματος καὶ πρὸς νίκην τοῦ ἀντι‐ | |
10 | δίκου ἐπενοήθησαν. Τὸ τοίνυν Περὶ εὑρέσεων βιβλίον περὶ προοιμίων μὲν διδάσκον συμβάλλεται ἡμῖν, πρὸς ἃ καὶ αὐτὰ τὰ προοίμια χρησιμεύουσιν, ὡσαύτως καὶ περὶ διηγήσεων καὶ ἀγώνων διδάσκον χρησιμεύει ἡμῖν, πρὸς ἃ καὶ αὐτὰ—αἵ τε διηγήσεις δῆλόν γε ὅτι καὶ οἱ ἀγῶ‐ | |
15 | νες—συμβάλλονται. Ἀλλ’ οὕτω μὲν καὶ τὸ τοῦ βιβλίου ἀποδέδεικται χρήσιμον. Ὅτι δὲ γνήσιον Ἑρμογένους τὸ παρὸν βιβλίον, δῆ‐ λον ἔκ τε τῆς ἁπάντων συμφωνίας καὶ ἐκ τοῦ μεμνῆ‐ σθαι αὐτὸν τοῦ μὲν Περὶ τῶν στάσεων, ὅπερ ἀποδέ‐ | |
20 | δεικται εἶναι αὐτοῦ, ἐν τῷ παρόντι καὶ τούτου πάλιν ἐν ἐκείνῳ. ἐν μὲν γὰρ τῷ λέγειν ἐν τῷ τρίτῳ τόμῳ τοῦ παρόντος βιβλίου «περὶ τῆς τῶν κεφαλαίων μὲν εὑρέ‐ σεως κατὰ τὴν διαιρετικὴν ἐξεθέμην τέχνην» τοῦ Περὶ τῶν στάσεων μνημονεύει, ἐν δὲ τῷ λέγειν πάλιν ἐν ἐκεί‐ | |
25 | νῳ «ἔστι δὲ σχεδὸν ὁ αὐτὸς τῷ Περὶ εὑρέσεων» τοῦ παρόντος· ἄλλως τε δὲ εἰ μὴ ἦν τοῦτο τὸ βιβλίον, ἀτε‐ λὴς ἦν ἂν ἡ τοῦ Ἑρμογένους Τέχνη, εἴπερ ἐν μὲν τῷ | |
Περὶ τῶν στάσεων ψιλὰ τὰ κεφάλαια ἐκτίθεται, ἐν δὲ | 364 | |
14.365 | τῷ Περὶ τῶν ἰδεῶν τὰς ἰδέας μόνας τοῦ λόγου· ἀδύ‐ νατον δὲ ἐκ μόνων τούτων λόγον γενέσθαι πολιτικόν· δεῖ γὰρ πρὸς τούτοις καὶ προοιμίοις κοσμεῖσθαι τὸν λό‐ γον καὶ διηγήσεσιν, ἔτι δὲ καὶ ταῖς τῶν κεφαλαίων | |
5 | κατασκευαῖς εἴτουν πλατυσμοῖς· ταῦτα δὲ πάντα τὸ Περὶ εὑρέσεων ἡμᾶς διδάσκει βιβλίον. ἔτι δὲ καὶ ἐκ τῆς ὕλης καὶ τοῦ εἴδους, τουτέστι τῶν λέξεων καὶ τῶν νοη‐ μάτων, ἀποδείκνυται τοῦ Ἑρμογένους εἶναι τὸ σύγγραμ‐ μα· οἰκειότατα γὰρ τὰ ἐν αὐτῷ νοήματα καὶ αἱ λέξεις | |
10 | τοῖς ἐν τῷ Περὶ τῶν στάσεων καὶ ἐν τῷ Περὶ τῶν ἰδεῶν. Ἀλλ’ οὕτω μὲν καὶ τὸ γνήσιον ἀποδέδεικται. Λοιπὸν ὀφείλομεν καὶ τὴν τάξιν ζητῆσαι τῆς ἀνα‐ γνώσεως· τάξιν δὲ λέγω τὴν πρὸς τὰ ἄλλα περὶ ῥητορι‐ κῆς τοῦ Ἑρμογένους συγγράμματα. ἐνταῦθα δὲ καὶ ζη‐ | |
15 | τεῖται, διὰ τί προτετίμηται τοῦ παρόντος βιβλίου τὸ Περὶ τῶν στάσεων, προετάγη δὲ τοῦτο πάλιν τοῦ Περὶ τῶν ἰδεῶν. πρὸς ὃ λέγομεν, ὅτι τὴν πρὸς ἄλληλα τῶν συγγραμμάτων φυσικὴν ἀκολουθίαν φυλάττων κἀνταῦ‐ θα προέταξε τὸ περὶ διαιρέσεως τοῦ Περὶ εὑρέσεων καὶ | |
20 | τοῦ Περὶ ἰδεῶν. ὥσπερ γὰρ δεῖ πρῶτον εἶναι τὰ δεκτι‐ κὰ τῶν ὑγρῶν ἀγγεῖα, ἵνα οὕτως ἡ τῶν ὑγρῶν εἴσχυσις γένηται, οὕτω δεῖ πρῶτον ἡμᾶς τὰ κεφάλαια τὰ δεκτικὰ τῶν εὑρέσεων καὶ τῶν ἰδεῶν μαθεῖν, εἶθ’ οὕτω καὶ τὸν Περὶ εὑρέσεων καὶ τὸν Περὶ ἰδεῶν λόγον διελθεῖν. εἰ | |
25 | βούλει δέ, ὥσπερ ἐπὶ τῶν ζωγράφων δεῖ πρῶτον εἶναι τὸν πίνακα τὸν δεκτικὸν τῶν χρωμάτων, εἶθ’ οὕτως ἑτοιμασθῆναι καὶ τὰ τῇ ἱστορίᾳ ἁρμόζοντα χρώματα | |
καὶ τελευταῖον τὴν τέχνην διακρῖναι, ποῖον μὲν τῶν | 365 | |
14.366 | χρωμάτων δέον ἐν τῷδε τεθῆναι τῷ τόπῳ καὶ ποῖον ἐν τῷδε, οὕτω καὶ ἐπὶ τῆς παρούσης τέχνης πρῶτον μὲν ἡμᾶς προσῆκον μαθεῖν τὰ κεφάλαια τὰ δεκτικὰ τῶν εὑρέσεων, τουτέστι τῶν ἐπιχειρημάτων καὶ τῶν ἄλλων | |
5 | νοημάτων, μετὰ δὲ ταῦτα τὰ κατασκευαστικὰς τῶν κεφαλαίων εὑρέσεις καὶ τελευταῖον τὸν Περὶ τῶν ἰδεῶν λόγον διελθεῖν διδάσκοντα ἡμᾶς, οἵαις δεῖ χρῆσθαι ταῖς ἐννοίαις καὶ μεθόδοις καὶ λέξεσι καὶ τοῖς ἄλλοις μέ‐ ρεσι τοῦ λόγου ἐν τῷδε τῷ πολιτικῷ λόγῳ καὶ οἵαις ἐν | |
10 | τῷδε· ἄλλως τε δὲ εἰ πρὸ τοῦ Περὶ τῶν στάσεων συγ‐ γράμματος ἐδίδαξε τὸ Περὶ εὑρέσεων, προϊόντος αὐ‐ τοῦ καὶ λέγοντος, ὅτι τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους κατα‐ σκευάζονται τοιῶσδε καὶ ἡ βούλησις καὶ ἡ δύναμις τοιῶσδε, θόρυβος ἂν ἡμῖν ἐπεγίνετο μὴ γινώσκουσι, | |
15 | τίνα εἰσὶ τὰ ἀπ’ ἀρχῆς ἄχρι τέλους καὶ τίς ἡ βούλησις καὶ τίς ἡ δύναμις. ἡ αὐτὴ δὲ δυσκολία πάλιν ἂν ἡμῖν ἐπεγίνετο, καὶ ἡνίκα προϊὼν λέγει «τεθείσης γάρτοι πάσης ὑποθέσεως ἀνασκοπεῖν πρῶτον ἄξιον τὸ πρᾶ‐ γμα τὸ γεγενημένον καὶ περὶ οὗ ἡ κρίσις καὶ τὸ δικα‐ | |
20 | στήριον συνέστηκεν ὁποῖόν ἐστι»· καὶ γὰρ ὑποθέσεις ἐνταῦθα τὰ ζητήματα λέγει· εἰ 〈δὲ〉 μὴ προεμάθομεν ἐν τῷ περὶ διαιρέσεως, τίνα εἰσὶ τὰ ζητήματα, πῶς ἂν εἴχομεν γνῶναι, τίνα εἰσὶ τὰ ἐν τοῖς ζητήμασι πρά‐ γματα; Τινὲς δὲ καὶ τοῦτό φασιν, ὅτι, ἐπεδὴ τὸ μὲν | |
25 | Περὶ στάσεων βιβλίον τὰς φύσεις τῶν κεφαλαίων παρ‐ ίστησι, τὸ δὲ Περὶ εὑρέσεων τὰς τούτων κατασκευὰς | |
καὶ τοὺς πλατυσμούς, τὸ δὲ Περὶ τῶν ἰδεῶν τὸν προσ‐ | 366 | |
14.367 | ήκοντα κόσμον τῷ λόγῳ καὶ τὴν εὐπρέπειαν, τὸ μὲν Περὶ τῶν στάσεων προτάττει ὡς καὶ πρῶτον τὴν φύ‐ σιν καὶ τιμιώτερον, τὸ δὲ Περὶ τῶν εὑρέσεων δεύτερον τίθησιν ὡς συγγενειάζον ἐκείνῳ εἰς τὰ μάλιστα, τὸ δὲ | |
5 | Περὶ τῶν ἰδεῶν ὕστερον ταμιεύεται διὰ τὸ καὶ πρῶτα εἶναι τῇ φύσει καὶ νοεῖσθαι τὰ ὑποκείμενα τοῦ ἐπιμορ‐ φάζοντος αὐτὰ εἴδους καὶ σχήματος. τὰ μὲν γὰρ δύο ταῦτα βιβλία, τὸ Περὶ τῶν στάσεων φημὶ καὶ τὸ Περὶ εὑρέσεων, τὰ τέσσαρα μέρη τοῦ πολιτικοῦ λόγου διδά‐ | |
10 | σκει, τὸ δὲ Περὶ ἰδεῶν τὰς ἁρμοττούσας τούτοις ἰδέας. ἢ ὅτι τριῶν συνταχθέντων βιβλίων τῷ ῥήτορι, τοῦ Περὶ τῶν στάσεων, τοῦ Περὶ εὑρέσεων, τοῦ Περὶ ἰδεῶν, τὸ Περὶ τῶν στάσεων τῶν ἄλλων προτέθειται διὰ τὸ παχυμερέστερα τὰ τῶν στάσεων εἶναι, λεπτομερέστερα | |
15 | δὲ τὰ τῶν εὑρέσεων καὶ τούτων ἔτι λεπτότερα τὰ περὶ ἰδεῶν, ὡς τὰς μὲν στάσεις μείζοσι ζῴου μέρεσιν ἐοικέ‐ ναι, οἷον κεφαλῇ, ὤμοις, κοιλίᾳ, μηροῖς τε καὶ τοῖς πο‐ σίν, ἐλάττοσι δὲ μέρεσι τὰς εὑρέσεις, οἷον ὀφθαλμοῖς, ῥισίν, ὠτίοις, χείλεσι, γλώττῃ καὶ τοῖς τοιούτοις, τὰς | |
20 | δὲ ἰδέας ἔτι τούτων ἐλάττοσιν, οἷον βλεφάροις, κόραις, γνάθοις καὶ τοῖς τούτων παραπλησίοις. ἢ κρεῖττον οὕ‐ τω περὶ τούτων διαλαβεῖν· ἡ μὲν γὰρ περὶ τῶν στά‐ σεων καὶ τῶν εὑρέσεων ἀναλογία καλῶς ἀποδέδοται καὶ αἳ μὲν μείζοσιν, αἳ δὲ ἐλάττοσιν ἀναλελόγηνται μέ‐ | |
25 | ρεσιν, αἱ δὲ ἰδέαι εἴδεσι καὶ μορφαῖς προσεοίκασι ζῴου ἑκάστῳ τῶν τοιούτων μερῶν ἐπιμορφαζόμεναι καὶ ἢ πρὸς σαφήνειαν εἰδοποιοῦσαι ταῦτα ἢ πρὸς μέγεθος ἢ | |
κάλλος ἢ ἦθος ἢ πρὸς ἄλλην τινὰ ἁρμόζουσαν αὐτοῖς | 367 | |
14.368 | καὶ προσφυᾶ, ὡς ἂν διδῷ ὁ καιρός, διαμορφοῦσαι ἰδέαν· ἐφ’ ᾧ καὶ ἰδέα ἀπὸ τοῦ εἴδω παρωνομάσθη ῥήματος, εἰς ἰῶτα τῆς ει διφθόγγου μεταμειφθείσης κατὰ τὸν φάσκοντα κανόνα, ὅτι πολλά εἰσιν ὀνόματα ἀπὸ ῥη‐ | |
5 | μάτων γινόμενα γραφομένων μὲν τῶν ῥημάτων διὰ 〈τῆς ει〉 διφθόγγου, τῶν δὲ ὀνομάτων διὰ τοῦ ἰῶτα. διὰ ταῦτα αἱ στάσεις, οἷα παχυμερέστεραι τῶν εὑρέ‐ σεων, ὑποκείμεναι δὲ ὡς ὕλη ταῖς ἰδέαις, τοῖς εἰσαγο‐ μένοις ὑπὸ τοῦ τεχνικοῦ προετέθησαν. | |
10 | Ἐπειδὴ δὲ καὶ περὶ τῆς τάξεως διελάβομεν, ἴδωμεν τὴν ἐπιγραφὴν τοῦ βιβλίου. ἐπιγέγραπται μὲν οὖν «Ἑρ‐ μογένους Τέχνη περὶ εὑρέσεων· περὶ τῶν ἐξ ὑπολήψεως προοιμίων· τόμος πρῶτος». ζητεῖται δὲ πρῶτον μέν, διὰ τί ‘Περὶ εὑρέσεων‘ ἐπιγέγραπται τὸ βιβλίον καὶ οὐ | |
15 | προσέθηκε τὸ ἄρθρον, ἵνα ᾖ ‘Περὶ τῶν εὑρέσεων‘, καὶ διὰ τί τοῦτο μόνον ἐπέγραψε ‘Περὶ εὑρέσεων‘, καίτοι καὶ τῶν λοιπῶν αὐτοῦ βιβλίων εὑρέσεις εἰσαγόντων τι‐ νάς· τό τε γὰρ Περὶ στάσεων εὑρέσεις κεφαλαίων καὶ διασκευὴν ἡμᾶς διδάσκει—διὸ καὶ αὐτὸς διαρρήδην ἐν | |
20 | ἐκείνοις βοᾷ ὅτι «ἔστι δὲ σχεδὸν ὁ αὐτὸς τῷ περὶ εὑ‐ ρέσεων», ἔτι δὲ καὶ ἐν τῷ τρίτῳ τόμῳ τοῦ παρόντος βιβλίου φησὶ «περὶ μὲν οὖν τῆς τῶν κεφαλαίων εὑρέ‐ σεως καὶ κατὰ τὴν διαιρετικὴν ἐξεθέμην μέθοδον»— καὶ τὸ Περὶ ἰδεῶν δὲ βιβλίον εὑρέσεις τινῶν διδάσκει. | |
25 | Ἔτι γοῦν ζητεῖται καὶ διὰ τί οὐκ ἠρκέσθη μιᾷ ἐπιγραφῇ, | |
ἀλλὰ προσέθηκε καὶ ἑτέραν· εἰπὼν γὰρ «Ἑρμογένους | 368 | |
14.369 | Τέχνη περὶ εὑρέσεων» προσέθηκε «περὶ τῶν ἐξ ὑπο‐ λήψεως προοιμίων». Πρὸς τούτοις κἀκεῖνο ζητεῖται, τίνι διαφέρει τόμος καὶ τμῆμα, καὶ διὰ τί μὴ εἶπε τμῆμα ἀλλὰ τόμος. —Πρὸς μὲν οὖν τὴν πρώτην ζήτησιν, | |
5 | ἥτις ἐζήτει, διὰ τί χωρὶς τοῦ ἄρθρου κεῖται ‘Περὶ εὑρέσεων‘ καὶ οὐχὶ μετὰ τοῦ ἄρθρου, ἵνα ᾖ ‘Περὶ τῶν εὑρέσεων‘, λέγομεν, ὅτι τὰ ἄρθρα τῶν ἐγνωσμένων εἰώθασι πραγμάτων προτάττεσθαι, οἷον ὅταν εἴπωμεν ‘ἡ ναῦς ἦλθε‘, δῆλόν γε ὡς ἡ ἐγνωσμένη, ἢ ‘ὁ ἄνθρω‐ | |
10 | πος ἦλθε‘, δῆλον ὡς ὁ ἐγνωσμένος καὶ γνώριμος ἡμῖν· μήπω γοῦν μαθόντων περὶ εὑρέσεων πῶς ἔδει προτε‐ θῆναι τοῦ μὴ ἐγνωσμένου ἡμῖν πράγματος τὸ ἄρθρον οἷα δὴ ἐγνωσμένου; ἀλλ’ ἔστιν ἀπαντῆσαι πρὸς τὴν τοιαύ‐ την λύσιν λέγοντας, ὅτι ἐλέγχεται ὁ παρὼν λόγος ψευ‐ | |
15 | δής, ἐξ ὧν αὐτὸς 〈ὁ〉 τεχνικὸς ἐπιφέρει· εἰπὼν γὰρ «Ἑρμογένους Τέχνη περὶ εὑρέσεων» ἐπιφέρει «περὶ τῶν ἐξ ὑπολήψεως προοιμίων» εἰπεῖν, εἴπερ καὶ τὰ ἐξ ὑπο‐ λήψεων προοίμια οὔπω εἰσὶν ἡμῖν γνώριμα ὥσπερ οὐ‐ δὲ ἡ ἄλλη πᾶσα περὶ εὑρέσεων πραγματεία. ἔστιν οὖν | |
20 | εἰπεῖν ἑτέραν τινὰ λύσιν περὶ τούτων ἀπορήματος κρείτ‐ τονα· ἐροῦμεν γάρ, ὅτι τὰ ἄρθρα προταττόμενα τῶν ἀπροσδιορίστων προτάσεων τὴν αὐτὴν ἔχουσι δύναμιν τοῖς καθόλου προσδιορισμοῖς· ταὐτὸν γάρ ἐστιν ἥ τε ‘πᾶς ἄνθρωπος λευκός ἐστι‘ λέγουσα πρότασις καὶ ἡ | |
25 | ‘〈ὁ〉 ἄνθρωπος λευκός ἐστιν‘· ἀμφότεραι γὰρ ἅπαντας τοὺς ἀνθρώπους δηλοῦσιν εἶναι λευκούς, ἀλλ’ οὐχὶ παρα‐ πλησίαν ἔχει ἰσχὺν ἡ λέγουσα ‘ἄνθρωπος λευκός ἐστιν‘. ὁ γοῦν Ἑρμογένης εἰδώς, ὅτι τὰ ἄρθρα προταττό‐ μενα τῶν προτάσεων τὴν αὐτὴν ἔχουσι δύναμιν τοῖς | |
30 | καθόλου προσδιορισμοῖς, οὐκ ἐτόλμησεν ἐπιγράψαι ‘Περὶ | 369 |
14.370 | τῶν εὑρέσεων‘· ταὐτὸν γὰρ ἐδήλου οὕτως ἐπιγράφων, ὥσπερ εἰ ἐπέγραψε ‘Περὶ ἁπάσης εὑρέσεωσ‘· ἀλλὰ μὴν τοῦτο ψεῦδος· καὶ γὰρ αἱ ἄλλαι αὐτοῦ πραγματεῖαι εὑρέσεις τινὰς εἰσάγουσι, περὶ ἐκείνων δὲ οὐ διαλαμβά‐ | |
5 | νει ἐνταῦθα· ὥστε ἐξ ἀνάγκης συνέβαινε ψεύδεσθαι, εἰ μὴ οὕτως ἀλλ’ ἐκείνως ἐπέγραψε. καὶ ταῦτα μὲν πρὸς τὴν ἄνω ζήτησιν εἴρηται. —Πρὸς τὴν δευτέραν δέ, ἥτις ἐζήτει, διὰ τί τοῦτο μόνον τὸ βιβλίον ‘Περὶ εὑρέ‐ σεων‘ ἐπιγέγραπται, ὅπου καὶ τἆλλα εὑρέσεις 〈τινὰσ〉 | |
10 | ἡμᾶς διδάσκει, φαμέν, ὅτι, ἐπειδὴ οὐδὲν ἕτερον εὗρεν ὄνομα κοινὸν πᾶσι, περὶ ὧν ἐν τῷ παρόντι βιβλίῳ δι‐ δάσκει—ἔστι γὰρ προοίμια, διηγήσεις, κεφάλαια, ἐπι‐ χειρήματα καὶ ἄλλα τινά, ὧν οὐδὲν ἕτερον ὄνομα κοινὸν πλὴν τῆς εὑρέσεως—, εἰκότως ἀπ’ αὐτῆς τὴν ἐπιγρα‐ | |
15 | φὴν ἐποιήσατο· ἐν γὰρ τοῖς ἄλλοις κοινόν τι ἦν καὶ ἕτερον ὄνομα, περὶ ὧν ἔμελλε διδάσκειν, οἷον στάσεις, ἰδέαι. ἔτι δὲ καὶ τοῦτο λέγομεν, ὅτι δυνατὸν καὶ τὰ ἄλλα βιβλία εὑρέσεις ὀνομάζειν· ἀλλ’ ἐκεῖνα σὺν τῷ κοινῷ τούτῳ ὀνόματι ἔχοντα καὶ ἰδικὰ τοῖς ἰδικοῖς ὀνο‐ | |
20 | μάζονται, τοῦτο δὲ ὡς μὴ ἔχον ἰδικὸν ὄνομα τῷ κοινῷ ὀνόματι ὀνομάζεται ‘Περὶ εὑρέσεωσ‘. ἀλλὰ ταῦτα μὲν καὶ πρὸς τὴν δευτέραν ζήτησιν. —Πρὸς δὲ τὴν τρί‐ την, ἥτις ἐζήτει, διὰ τί εἰπὼν «Ἑρμογένους Τέχνη περὶ εὑρέσεων» προσέθηκε «〈περὶ〉 τῶν ἐξ ὑπολήψεως προοι‐ | |
25 | μίων», λέγομεν, ὅτι ἔθος ἐστὶ τῷ τεχνογράφῳ ἐπιγρά‐ φειν τὰ οἰκεῖα συγγράμματα καὶ κοινοτέραις καὶ ἰδικαῖς ἐπιγραφαῖς. ὥσπερ οὖν καὶ τὸ Περὶ στάσεων ἐπιγρά‐ ψας ‘Τέχνη ῥητορική‘, ὅπερ ἦν κοινὸν ἐπίγραμμα οὐ μόνον τοῦ Περὶ τῶν στάσεων βιβλίου ἀλλὰ καὶ τῶν ἄλλων | |
30 | αὐτοῦ περὶ ῥητορικῆς συγγραμμάτων, προσέθηκε ‘Περὶ | |
στάσεων‘, ὅπερ ἦν μόνου τοῦ προκειμένου βιβλίου ἴδιον, | 370 | |
14.371 | οὕτω κἀν τῷ παρόντι· εἰπὼν γὰρ «Ἑρμογένους Τέχ‐ νη περὶ εὑρέσεων», ὅπερ ἦν κοινὸν τοῦ ὅλου Περὶ εὑ‐ ρέσεων βιβλίου ἐπίγραμμα, προσέθηκε «περὶ τῶν ἐξ ὑπολήψεως προοιμίων», ὅπερ ἐστὶν ἴδιον τοῦ πρώτου | |
5 | τμήματος τῶν ἐν τῷδε τῷ βιβλίῳ παραδεδομένων. — Λείπεται τοίνυν τὴν διαφορὰν εἰπεῖν τόμου καὶ τμή‐ ματος. φασὶ τοίνυν τόμον καὶ τμῆμα τῷ καθολικωτέρῳ καὶ μερικωτέρῳ διαφέρειν· ὁ μὲν γὰρ τόμος καθολικώ‐ τερός ἐστι καὶ περιληπτικώτερος, τὸ δὲ τμῆμα μερι‐ | |
10 | κώτερον καὶ ὑπὸ τοῦ τόμου περιεχόμενον· περιέχονται μὲν γὰρ ἀμφότερα, ὅ τε τόμος καὶ τὸ τμῆμα, ἀλλ’ ὁ μὲν τόμος ὑπὸ τοῦ ὅλου, τὸ δὲ τμῆμα ὑπὸ τοῦ τόμου. οὕτω γοῦν οἱ μὲν τέσσαρες τόμοι τοῦ παρόντος βιβλίου ὑπ’ αὐτοῦ τοῦ ὅλου βιβλίου περιέχονται· τέμνεται γὰρ | |
15 | τὸ ὅλον βιβλίον εἰς τούτους, εἷς δὲ ἕκαστος τούτων εἰς τμήματα τέμνεται, οἷον ὁ μὲν πρῶτος εἰς τὴν τῶν ἐξ ὑπολήψεως προοιμίων εὕρεσιν καὶ εἰς τὴν τῶν ἐξ ὑπο‐ διαιρέσεως καὶ εἰς τὰ λοιπάς, ὁ δὲ δεύτερος εἴς τε τὸν τῆς προδιηγήσεως καὶ εἰς αὐτὸν τὸν τῆς διηγήσεως λό‐ | |
20 | γον, ὁ δὲ τρίτος εἴς τε τὴν προκατασκευὴν καὶ εἰς τὴν τῶν κεφαλαίων εἰσαγωγὴν καὶ εἰς τοὺς τρόπους τῶν λύ‐ σεων, ἔτι δὲ καὶ εἰς τὰς τῶν κεφαλαίων κατασκευὰς καὶ εἰς ἄλλα τινά, ὁ δὲ τέταρτος πάλιν καὶ αὐτὸς εἴς τε τὸν περὶ τοῦ ἀντιθέτου λόγον καὶ εἰς τὰς τῶν λοιπῶν | |
25 | σχημάτων διδασκαλίας. τόμον οὖν καὶ οὐ τμῆμα τὸ πρῶτον τοῦτο ἐπέγραψε σύγγραμμα, διότι οὐ μέρους μέρος ἐστίν, ἀλλ’ αὐτοῦ τοῦ ὅλου τοῦ Περὶ εὑρέσεων βιβλίου. Ἀλλ’ ἐπειδὴ καὶ τὰ περὶ τῆς ἐπιγραφῆς ἀπορούμενα | |
30 | διελύσαμεν, φέρε καὶ τὴν εἰς τὰ κεφάλαια διαίρεσιν καὶ τὴν τούτων τάξιν ζητήσωμεν. τέμνεται τοίνυν τὸ παρ‐ | |
ὸν βιβλίον εἰς τέσσαρά τινα οἱονεὶ κεφάλαια, τοὺς τέσ‐ | 371 | |
14.372 | σαρας τόμους· καὶ ἐν μὲν τῷ πρώτῳ περὶ προοιμίων ἐστὶν ὁ σκοπός, ἐν δὲ τῷ δευτέρῳ περὶ διηγήσεων, ἐν δὲ τῷ τρίτῳ περὶ ἀγώνων, ἐν δὲ τῷ τετάρτῳ περί τινων σχημάτων. πρὸς τὴν τούτων δὲ τάξιν ἐκεῖνο λέγομεν, | |
5 | ὅτι τετραμεροῦς ὄντος τοῦ λόγου καὶ ἐν πρώτοις μὲν ἐπιδεχομένου προοίμια οὕτω καὶ τῆς τῶν πραγμάτων φύσεως ἀπαιτούσης, μετὰ 〈δὲ〉 ταῦτα διηγήσεις, εἶθ’ οὕτως ἀγῶνας καὶ ἐπὶ πᾶσι τούτοις ἐπιλόγους, ἡ τοῦ τεχνικοῦ διδασκαλία τὴν φυσικὴν τάξιν τῶν τοῦ λόγου | |
10 | μιμεῖται μερῶν· καὶ γὰρ οὗτος εἰς τέσσαρας τόμους τὴν Περὶ εὑρέσεων ὑπόθεσιν τάττων ἐν μὲν τῷ πρώτῳ δι‐ δάσκει περὶ προοιμίων, ἐπειδὴ καὶ τὰ προοίμια τὴν πρώτην τάξιν εἰλήχασιν, ἐν δὲ τῷ δευτέρῳ περὶ διηγή‐ σεων, ἐν δὲ τῷ τρίτῳ περὶ ἀγώνων, ἐν δὲ τῷ τετάρτῳ | |
15 | περί τινων σχημάτων· περὶ ἐπιλόγων δὲ οὐδὲν διδάσκει, εἰ καὶ τῷ ἐξηγητῇ τοῦτο δοκεῖ· ἐμνήσθη γὰρ τούτων ἐν τῇ Περὶ τῶν στάσεων ὑποθέσει, ὅτε περὶ τῆς κοινῆς ποιότητος καὶ πάλιν περὶ τῆς οὕτως ἐπονομαζομένης ποιότητος καὶ περὶ τῆς γνώμης ἐδίδασκε. | |
20 | Μετὰ δὲ ταῦτα καὶ τὸν διδασκαλικὸν τρόπον ζητή‐ σωμεν. φαμὲν τοίνυν, ὅτι διδασκαλικῶν τρόπων ὄντων τεσσάρων, διαιρετικοῦ, ὁριστικοῦ, ἀποδεικτικοῦ καὶ ἀνα‐ λυτικοῦ, κέχρηται μὲν τῷ διαιρετικῷ, ἐν οἷς τὸ πρόσ‐ ωπον διαιρεῖ εἰς τοὺς δικαστάς, εἰς τοὺς κατηγοροῦν‐ | |
25 | τας, εἰς τοὺς ἀπολογουμένους, εἰς τοὺς ἔχοντας τὰ πρά‐ γματα καὶ τὰ ἐγκλήματα καὶ εἰς τοὺς ἔξωθεν ἐμφαινο‐ μένους, τῷ δὲ ὁριστικῷ, ἡνίκα τὴν διήγησιν ὁρίζεται λέγων διήγησιν εἶναι παντὸς προβλήματος αὐτὸ τὸ πρᾶ‐ | |
γμα, ἐξ οὗ συνέστηκεν ἡ ὑπόθεσις. | 372 | |
14.373 | Ἐπὶ τὴν τοῦ χαρακτῆρος δὲ ἐρχόμενοι ζήτησιν λέγο‐ μεν, ὅτι χαρακτήρων ὄντων τριῶν, ὡς καὶ ἐν ἄλλοις πολλάκις διωρισάμεθα, ἁδροῦ, ταπεινοῦ καὶ μέσου, ἐν τῷ παρόντι βιβλίῳ τῷ μέσῳ χρῆται ὁ τεχνογράφος τῷ | |
5 | καὶ τὰς λέξεις σαφεῖς καὶ τὰ νοήματα ἁπλούστατα ἔχοντι· διά τοι τοῦτο καὶ αὐτὸς προϊὼν λέγει «τῆς δὲ κατὰ τὴν ἑρμηνείαν ἁπλότητος μὴ φροντίσῃς· διδασκαλικώτερον γὰρ ἐσπούδασα τὰς τέχνας ἀφηγήσασθαι». καὶ ἐν τῷ τρίτῳ δὲ τόμῳ ἐν τῷ περὶ τῶν ἀπ’ ἀρχῆς ἄχρι τέλους | |
10 | λόγῳ πρὸς Μᾶρκον τὸν αὐτοκράτορα τὸν λόγον ποιού‐ μενος καὶ τὸν χαρακτῆρα ἐπισημαινόμενος φησὶν «εἰ δὲ καὶ εὐτελέστερον συνεχώρει ἡ φύσις, οὐκ ἂν ὤκνησα διὰ τὸ σαφέστερον». Λείπεται λοιπὸν καὶ περὶ τῆς ὑπὸ τί μέρος ἀναφορᾶς | |
15 | εἰπεῖν. φασὶ τοίνυν τὸ παρὸν βιβλίον μήτε ὑπὸ τὸ θεω‐ ρητικὸν μήτε ὑπὸ τὸ πρακτικὸν εἶδος τῆς φιλοσοφίας ἀνάγεσθαι, ἀλλ’ ὑφ’ ὃ καὶ τὸ Περὶ τῶν προγυμνασμά‐ των καὶ τὸ Περὶ τῶν στάσεων ἐδείξαμεν ἀναγόμενα, ἔστι δὲ τοῦτο τὸ λογικόν. τὸ δὲ λογικὸν ὄργανον εἶναι | |
20 | λέγεται τῆς φιλοσοφίας, οὐκ εἶδος· τὴν δὲ αἰτίαν, δι’ ἣν ὄργανον αὐτὸ λέγεται καὶ οὐκ εἶδος, ἔτι δὲ καὶ τὸ τί διαφέρει ὄργανον εἴδους, οὐ τοῦ παρόντος λέγειν και‐ ροῦ. Ἐπειδὴ δὲ περὶ εὑρέσεων προοιμίων ὁ παρών ἐστι | |
25 | λόγος, ζητητέον, τί ἐστι προοίμιον καὶ τί ἐστιν εὕρεσις καὶ πόθεν τὸ τοῦ προοιμίου μετενήνεκται ὄνομα καὶ διὰ τί μὴ ταῦτα ὁ τεχνογράφος ἐδίδαξε. Προοίμιον οὖν | |
ἐστι λόγος παρασκευάζων τὸν ἀκροατὴν εἰς ὑποδοχὴν | 373 | |
14.374 | τῆς ὑποθέσεως. Εὕρεσις δέ ἐστι λόγος νοημάτων καὶ ἐπιχειρημάτων εὐπορίαν ἔχων. Προοίμιον δὲ εἴρηται ἢ παρὰ [τοῦ] τὸν οἶμον, ὃ σημαίνει τὴν ὁδόν· ὁδὸς γὰρ τῷ λόγῳ οἱ ἀγῶνες καὶ αἱ πράξεις· ἢ παρὰ τὸ οἴμη, ὃ ση‐ | |
5 | μαίνει τὴν ᾠδήν· προοίμιον γὰρ οἱ παλαιοὶ ἐκάλουν τὸ πρὸ τῆς οἴμης, τουτέστιν ᾠδῆς, τιθέμενον προανα‐ φώνημα, ὕμνον ἔχον τοῦ Διονύσου. εἰ δέ τις λέγει ‘τί γοῦν μὴ καὶ περὶ τούτων ὁ τεχνογράφος διέλαβε;‘ φή‐ σομεν, ὅτι, ἐπειδὴ τοῖς ἀρχαιοτέροις ἱκανῶς περὶ τού‐ | |
10 | των εἴρηται, διὰ τοῦτο παρῆκεν αὐτὸς ταῦτα εἰπεῖν. ἀλλ’ ἐπειδὴ ταύτῃ τῇ λύσει ἀντίκειται τὸ πραγματείαν ὁλόκληρον τὸν τεχνικὸν γράφοντα χρῆναι αὐτὸν μή, εἴ τι τοῖς ἀρχαίοις καλῶς εἴρηται, ταῦτα ἀφελεῖν, ἀλλ’, εἴ τι παραλέλειπται, σπουδὴν εἰσάγειν προσθεῖναι, διὰ | |
15 | τοῦτο ταύτην ἀφέντες ἐκεῖνο ἐροῦμεν, ὅτι 〈εἰδὼσ〉 τὸ μὲν 〈τοὺσ〉 ὁρισμοὺς ἀποδιδόναι φιλοσοφοῦσιν ἁρμό‐ ζειν, τὸ δὲ τὰς ἐτυμολογίας ἀποδιδόναι γραμματικοῖς, διὰ τοῦτο αὐτὸς παρῆκεν ἀμφότερα· οὐ γὰρ φιλοσό‐ φους οὔτε μὴν γραμματικὰς ἀλλὰ ῥητορικὰς μεθόδους | |
20 | ἡμῖν παραδίδωσιν. Ἔλθωμεν σὺν θεῷ λοιπὸν καὶ ἐπὶ τὴν τοῦ κειμένου θεωρίαν ὀλίγα τινά, ὧν παρὰ τῶν ἡμετέρων διδασκά‐ | |
λων ἠκούσαμεν καὶ ὅσα εἰς μνήμην ἥκουσι, λέξοντες. | 374 |