TLG 3027 002 :: Joannes DOXAPATRES :: Prolegomena in Hermogenis librum περὶ στάσεων Joannes DOXAPATRES Rhet., vel Joannes Doxopatres Prolegomena in Hermogenis librum περὶ στάσεων Source: Rabe, H. (ed.), Prolegomenon sylloge [Rhetores Graeci 14] Leipzig: Teubner, 1931: 304–318. Citation: Volume — page — (line) | ||
14.304(1t) | ΣΧΟΛΙΑ ΕΙΣ ΤΟ ΠΕΡΙ ΤΩΝ ΣΤΑΣΕΩΝ | |
2t | ΕΡΜΟΓΕΝΟΥΣ ΒΙΒΛΙΟΝ | |
---|---|---|
3t | ΠΑΡΑ ΤΟΥ ΔΟΞΑΠΑΤΡΗ ΕΚΤΕΘΕΝΤΑ | |
4 | Ὅσα μὲν ἐχρῆν ὡς ἐν προλεγομένοις περὶ ῥητορικῆς | |
5 | ῥηθῆναι καὶ ζητηθῆναι, ἐν τῷ πεπονημένῳ ἡμῖν εἰς τὰ τοῦ Ἀφθονίου Προγυμνάσματα ὑπομνήματι ὡς οἷόν τε ἦν εἴρηται καὶ ἐζήτηται. λοιπὸν τὸ περὶ ἐκείνων λέγειν ἀφέντες ἐν τῷ παρόντι τὰ μόνῳ τῷ προκειμένῳ βιβλίῳ ἁρμόζοντα θεωρήσωμεν καὶ πρῶτον μὲν τὸν σκοπὸν τοῦ | |
10 | βιβλίου ζητήσωμεν, εἶτα τὸ χρήσιμον καὶ ἑξῆς τὰ ἄλλα κεφάλαια, τὸ γνήσιον, τὴν τάξιν, τὴν τῆς ἐπιγραφῆς αἰτίαν, τὴν εἰς τὰ κεφάλαια διαίρεσιν, τὸν διδασκαλικὸν τρόπον καὶ τὴν ὑπὸ τί μέρος ἀναφοράν. Σκοπὸς μὲν οὖν ἐστι τῷ Ἑρμογένει περὶ διαιρέσεως | |
15 | τῶν πολιτικῶν ζητημάτων τῆς εἰς τὰ κεφάλαια 〈εἰπεῖν〉, τουτέστι τοὺς καιριωτάτους τοῦ κατηγόρου καὶ [τοὺς] τοῦ φεύγοντος διαλαβεῖν λόγους· καὶ γὰρ ἐνταῦθα διδάσκει ἡμᾶς εἰδέναι ἐπὶ παντὸς πολιτικοῦ ζητήματος, ποίοις μὲν κατηγοροῦντες, ποίοις δὲ ἀπολογούμενοι κεφα‐ | |
20 | λαίοις χρησόμεθα. ἀλλ’ ἐπεὶ τὴν ἀρχὴν τοῦτο γενέσθαι | |
ἀδύνατον ἦν ἀπείρων ὄντων τῷ πλήθει τῶν πολιτικῶν | 304 | |
14.305 | ζητημάτων, διὰ τοῦτο πρῶτον μὲν ἀνάγει πᾶν ζήτημα συνεστηκὸς εἰς δεκατρεῖς εἴτουν δεκατέσσαράς τινας ἀρχάς—ὥσπερ καὶ ὁ γραμματικὸς τὰς Ἑλληνικὰς λέξεις ἀπείρους οὔσας εἰς τὰ ὀκτὼ μέρη τοῦ λόγου | |
5 | ἀνήγαγε καὶ ὁ φιλόσοφος τὰς σημαντικὰς λέξεις εἰς δέκα τινὰ γένη τὰ γενικώτατα—, εἶθ’ οὕτως τὰ κοινῇ πᾶσι τοῖς ὑπὸ τήνδε τὴν ἀρχὴν ἤγουν τὸν στοχασμὸν ἢ τὸν ὅρον ἀναγομένοις ζητήμασιν ἁρμόζοντα κεφάλαια δείκνυσι, λέγων ὅτι πάντα τὰ ἀναγόμενα ζητήματα εἰς | |
10 | τὸν στοχασμὸν ἐπιδέχεται κεφάλαια τάδε καὶ τὰ ἀναγό‐ μενα εἰς τὸν ὅρον τάδε καὶ ἐπὶ τῶν λοιπῶν ὡσαύτως. ἐπειδὴ δέ, ὥσπερ τῶν Ἑλληνικῶν λέξεων εἰσί τινες ἀσήμαντοι καὶ εἰς οὐδεμίαν τῶν κατηγοριῶν ἀναγό‐ μεναι ὡς ἡ σκινδαψὸς καὶ ἡ βλίτυρι, οὕτως εἰσὶ καί | |
15 | τινα τῶν προβλημάτων ἀσύστατα καὶ μὴ διαιρούμενα μηδὲ εἴς τινα τῶν στάσεων ἀναγόμενα, διδάσκει καὶ ταῦτα, ἵν’, εἰ προτεθῇ τοιοῦτόν τι, εἰδῶμεν καὶ μὴ ἐπιχειρῶμεν τῇ αὐτοῦ διαιρέσει. οὐ ταῦτα δὲ μόνα ποιεῖ, ἀλλὰ καὶ ἔτι πρὸ τούτων προσώπων καὶ πραγ‐ | |
20 | μάτων διαφορὰν παραδίδωσι συμβαλλομένην εἴς τε τὴν τῶν συνεστώτων καὶ ἀσυστάτων προβλημάτων διάγνω‐ σιν καὶ εἰς τὴν τῶν συνεστώτων διαίρεσιν. καὶ ἁπλῶς, ὥσπερ ὁ Ἀριστοτέλης ἐν τῇ λογικῇ αὐτοῦ πραγματείᾳ ἐν πρώτοις μὲν τὰς ἁπλᾶς διδάσκει φωνάς, εἶτα τὰς τούτων | |
25 | συνθέσεις εἰς προτάσεων γένεσιν εἰς τὸ Περὶ ἑρμηνείας | 305 |
14.306 | ἐρχόμενος παραδίδωσι καὶ τελευταῖον τοὺς ἐκ τῶν προ‐ τάσεων συντεθειμένους συλλογισμοὺς καὶ τὰς τῶν προ‐ τάσεων εὐπορίας ἐν τοῖς Ἀναλυτικοῖς δείκνυσιν, οὕτω καὶ ὁ Ἑρμογένης ἐν τῷ παρόντι βιβλίῳ ποιεῖ, ἐν πρώ‐ | |
5 | τοις μὲν τὰ ἁπλούστατα καὶ τὰ ὡσπερεὶ στοιχεῖα τῶν ζητημάτων παραδιδούς—εἶεν δ’ ἂν ταῦτα τὰ πρόσ‐ ωπα καὶ τὰ πράγματα—, εἶτα τὰ ἐκ τούτων συντεθει‐ μένα ζητήματα, εἶτα τὴν εὐπορίαν τῶν ἐν τοῖς ζητή‐ μασι κεφαλαίων. —Εἰ δέ τις εἴποι ‘καὶ τί γάρ; οὐ τέσ‐ | |
10 | σαρες σκοποὶ τοῦ παρόντος βιβλίου, ἀλλ’ εἷς μόνος ἀποδέδοται, εἴ γε οὐ περὶ τῆς εἰς τὰ κεφάλαια διαιρέ‐ σεως μόνον ἀλλὰ πρὸ ταύτης καὶ περὶ προσώπων καὶ πραγμάτων καὶ συνεστώτων καὶ ἀσυστάτων ἐν αὐτῷ ὁ τεχνογράφος διέξεισιν;‘ ἐροῦμεν πρῶτον μέν, ὅτι οὐ | |
15 | πολλοὺς ἀλλ’ ἕνα δέον σκοπὸν παντὸς βιβλίου ἀποδίδο‐ σθαι· ἔπειτα δέ, ὅτι, εἰ καὶ περὶ πάντων τῶν ῥηθέν‐ των ἐν τούτῳ τῷ βιβλίῳ διαλαμβάνει ὁ τεχνικός, ἀλλ’ οὐχ ὡς πάντως σκοπὸν ἔχων περὶ πάντων διαλαβεῖν· περὶ μόνης γὰρ τῆς εἰς τὰ κεφάλαια τῶν πολιτικῶν | |
20 | ζητημάτων διαιρέσεως σκοπὸν ἔχων εἰπεῖν, τὰ λοιπὰ τρία ὡς συμβαλλόμενα τῷ σκοπῷ συμπαρέλαβε. Καὶ ὁ μὲν σκοπὸς τοῦ βιβλίου τοιοῦτος. ἴδωμεν δὲ καὶ τὸ χρήσιμον. Χρησιμεύει τοίνυν τὸ παρὸν βιβλίον πρῶτον μὲν εἰς | |
25 | τὸ εἰδέναι, ποῖα τῶν προβλημάτων μελετητέον καὶ ποῖα οὔ· ἔτι δὲ καί, ποῖα μὲν ἀγωνιζομένοις, ποῖα δὲ καὶ γυμναζομένοις μόνον μελετητέον· τελευταῖον δὲ καὶ εἰς τὸ γινώσκειν, τίνα χρὴ λέγειν ἐν παντὶ συνεστῶτι ζητή‐ | |
ματι τὸν κατηγοροῦντα καὶ τίνα τὸν ἀπολογούμενον, | 306 | |
14.307 | καὶ ποίοις μὲν κεφαλαίοις ἐν τοῖς στοχαστικοῖς χρη‐ στέον ζητήμασι, ποίοις δὲ ἐν τοῖς ὁρικοῖς, καὶ ἐν τοῖς ἄλλοις ὁμοίως. Ἐπεὶ δέ τινες ἀνασκευάζειν πειρῶνται τοῦ βιβλίου τὸ χρήσιμον δεικνύντες, ὡς οὐ μόνον οὐκ | |
5 | ἔστι χρήσιμον τὸ παρὸν βιβλίον ἀλλὰ τοὐναντίον καὶ τὰ μέγιστα καταβλάπτον τοὺς μετιόντας αὐτό, ἅμα μὲν καὶ τοὺς τῶν ἀνασκευαζόντων, ἅμα δὲ καὶ τοὺς τῶν διελεγχόντων τὰς ἀνασκευὰς λόγους προθήσομεν καὶ ἑκατέρους ὡς ἔχει θεωρήσομεν. —Φασί τινες μὴ εἶναι | |
10 | χρήσιμον πρὸς ῥητορικὴν τὸ παρὸν σύγγραμμα· καὶ γάρ, φασί, περὶ 〈τῶν〉 καθόλου διαλαμβάνει, [καὶ] οἷον περὶ καθόλου στοχασμοῦ καὶ ὅρου, τοῦτο δὲ φιλοσοφίας, οὐ ῥητορικῆς. Πρὸς οὓς λέγεται, ὅτι αἱ τέχναι καθολικὰς ἔχουσι τὰς μεθόδους, τὰ δὲ ἀποτελέσματα μερικά, οἷον | |
15 | ἡ μὲν μέθοδος τοῦ στοχασμοῦ καθολική ἐστιν, ὁ δὲ Κατ’ Αἰσχίνου μερικὸς ὡς ἀποτέλεσμα. —Ἕτερος πάλιν λέγει ‘οὐ χρήσιμον τὸ βιβλίον ἀλλὰ τοὐναντίον καὶ βλάπτον· ἰδοὺ γάρ, ὁ Δημοσθένης καὶ οἱ κατ’ ἐκεῖνον τὸν χρόνον μὴ ὄντος τούτου οἷοι γεγόνασι θαυμαστοί, | |
20 | ἡμεῖς δὲ ἀναγινώσκοντες αὐτὸ οὐ γινόμεθα τοιοῦτοι‘. Λέγεται δὲ καὶ πρὸς τούτους, ὅτι κἀκεῖνοι εἶχον τὴν μέθοδον ταύτην· καὶ γὰρ ἐν τοῖς Δημοσθένους λόγοις τὴν διαίρεσιν ταύτην τῶν κεφαλαίων εὑρίσκομεν· ἔνθεν καὶ ὁ τεχνικὸς ἀναλεξάμενος τὸ παρὸν ἐκδέδωκε σύν‐ | |
25 | ταγμα· οὐκ ἀσκοῦμεν δὲ πόνον ἡμεῖς, ὅσον ὁ Δημοσθέ‐ νης, καὶ παρὰ τὴν ἡμετέραν ῥᾳθυμίαν, οὐ παρὰ τὴν τέχνην τοῦτο γίνεται. —Τρίτον ἐπιχείρημα τῶν ἀναι‐ ρούντων τὸ τοῦ βιβλίου χρήσιμον τοῦτο· φασὶ γάρ, ὅτι | |
οὐδὲν ἡμᾶς πλέον τὸ παρὸν διδάσκει βιβλίον, ὧν ἡ φύ‐ | 307 | |
14.308 | σις δίδωσι, καὶ τοῦτο πιστοῦνται ἐκ τοῦ καὶ ἰδιώτας κρινομένους ἐπί τισιν ἐγκλήμασι τούτοις χρῆσθαι τοῖς κεφαλαίοις. Λέγεται δὲ καὶ πρὸς τοῦτο, ὅτι, εἰ κέχρην‐ ται τοῖς κεφαλαίοις οἱ ἰδιῶται, ἀλλ’ ὡς ἔτυχε μὴ φυλάτ‐ | |
5 | τοντες τάξιν. Οὗτοι μὲν οὖν οἱ τῶν ἀνασκευαζόντων τὸ χρήσιμον τοῦ βιβλίου 〈καὶ οἱ τοὺς ἀνασκευάζοντασ〉 ἀνατρέποντες λόγοι. Ἴδωμεν δὲ καί, πόθεν δείκνυται τοῦ Ἑρμογένους εἶναι τὸ 〈παρὸν〉 σύγγραμμα. ὅτι μὲν οὖν γνήσιόν ἐστι τοῦ | |
10 | Ἑρμογένους [τὸ παρὸν σύγγραμμα] καὶ τουτὶ τὸ βιβλίον, δῆλον καὶ ἐκ τῆς ἁπάντων συμφωνίας καὶ ἐξ ὧν αὐτὸς καὶ ἐν τῷ Περὶ ἰδεῶν καὶ ἐν τῷ Περὶ εὑρέσεων τούτου μέμνηται· ἔτι δὲ καὶ ἐκ τῆς ὕλης καὶ τοῦ εἴδους· εἰ βούλει δέ, καὶ ἐκ τῆς εἰς ἄτοπον ἀπαγωγῆς· εἰ γὰρ μὴ | |
15 | τοῦ Ἑρμογένους τὸ παρὸν βιβλίον δώσομεν εἶναι, ἀκέ‐ φαλον τὴν Ῥητορικὴν αὐτοῦ τέχνην συμβήσεται καθε‐ στάναι. Ὀφείλομεν δὲ καὶ τὴν τάξιν τοῦ παρόντος βιβλίου πρὸς τὰς ἄλλας τῆς Ῥητορικῆς πραγματείας ζητῆσαι. | |
20 | ἀλλὰ διὰ τί μὲν αὐτοῦ τὸ Περὶ προγυμνασμάτων προτέ‐ τακται, ἐν τῷ εἰς ἐκεῖνα εἰρήκαμεν ὑπομνήματι· λοιπὸν ὀφείλομεν ζητῆσαι, διὰ τί τῶν μετ’ αὐτὸ ἤγουν τοῦ Περὶ | |
εὑρέσεων καὶ τοῦ Περὶ ἰδεῶν προτέτακται. καί φαμεν, | 308 | |
14.309 | ὅτι ὁ λόγος ζῴῳ ἔοικεν· ὥσπερ οὖν τὸ ζῷον ψυχὴν ἔχει καὶ σῶμα καὶ μορφήν, οὕτω καὶ ὁ λόγος. καὶ τὰ μὲν τῇ ψυχῇ ἀναλογοῦντα τὸ παρὸν βιβλίον διδάσκει· τὰς γὰρ τῶν κεφαλαίων φύσεις καὶ τὸν τούτων οἱονεὶ νοῦν | |
5 | ἐν αὐτῷ μανθάνομεν. τὰ δὲ τῷ σώματι ἀνάλογα τὸ Περὶ εὑρέσεων βιβλίον παραδίδωσι· τὴν γὰρ φράσιν ἀνα‐ λογοῦσαν τῷ σώματι ἐν ἐκείνῳ διδασκόμεθα· τὰ δὲ τὸν τῆς μορφῆς καὶ τὸν τοῦ σχήματος λόγον πληροῦν‐ τα ἐν τῷ Περὶ ἰδεῶν μανθάνομεν. ὡς οὖν ἡ ψυχὴ τιμιωτέρα | |
10 | τοῦ σώματος, οὕτω καὶ τὸ διδάσκον τὰ τῇ ψυχῇ ἀναλο‐ γοῦντα βιβλίον τῶν ἄλλων προτέτακται· καὶ πάλιν ὥσπερ τὸ σῶμα πρῶτον τοῦ σχήματος καὶ τῶν ἄλλων συμ‐ βεβηκότων, οὕτω καὶ τὸ Περὶ εὑρέσεων προτέτακται τοῦ Περὶ ἰδεῶν. ὅτι δὲ πρῶται γίνονται αἱ οὐσίαι τῶν | |
15 | συμβεβηκότων, καὶ ἐν τῇ τοῦ Πορφυρίου Εἰσαγωγῇ μεμαθήκαμεν ἐν αὐτῇ εἰπόντος ἐκείνου πρῶτον εἶναι τὸ ᾧ συμβέβηκε τοῦ συμβεβηκότος. Περὶ δὲ τῆς ἐπιγραφῆς τοῦ βιβλίου ἐκεῖνο λέγομεν, ὅτι τριῶν ἐν τοῖς βιβλίοις φερομένων ἐπιγραμμάτων, | |
20 | ἑνὸς μὲν ‘Ἑρμογένους Τέχνη ῥητορική‘, ἑτέρου δὲ ‘Ἑρμογένους Τέχνη περὶ στάσεων‘, τρίτου δὲ τοῦ καὶ | |
ἀμφότερα ἔχοντος ‘Ἑρμογένους Τέχνη ῥητορικὴ περὶ | 309 | |
14.310 | στάσεων‘, ὁ μὲν Εὐστάθιος τὸ πρῶτον ἀποδεχόμενος φαίνεται, ὁ δὲ Φώτιος τὸ δεύτερον· ἔστι δὲ οὐδὲ τὸ τρίτον ἀπόβλητον. Ἀλλ’ ἴδωμεν πρῶτον τὸν βίον τοῦ τεχνο‐ γράφου καὶ τὰ περὶ αὐτοῦ ἱστορούμενα, εἶτα καὶ τὰ | |
5 | περὶ ἑκάστου τῶν ἐπιγραμμάτων ἀπορούμενα θεωρήσω‐ μεν. Ἑρμογένης ὁ σοφιστὴς τῷ μὲν γένει Ταρσεὺς ἦν, υἱὸς δὲ Καλλίππου. ἤκμασε δὲ ἐν τῇ τρίτῃ φορᾷ τῶν ῥητόρων, ἣν καὶ Ἀσιανήν τινες ὠνομάκασι. πρώτη μὲν γὰρ | |
10 | ἡ τῶν ἀγράφως τὴν ῥητορικὴν μετελθόντων, ἧς καὶ Θεμιστοκλῆς γέγονε καὶ Περικλῆς καὶ Μιλτιάδης καὶ Κίμων· δευτέρα δὲ ἡ μετὰ τὸν Γοργίου ἐκ Σικελίας εἰς τὰς Ἀθήνας κατάπλουν γεγενημένη, ἐν ᾗ καὶ Δημοσθέ‐ νης ἤνθησε καὶ Αἰσχίνης καὶ οἱ λοιποὶ τῆς θεσπεσίας | |
15 | λεγομένης δεκάδος· τρίτη δὲ ἡ μετὰ 〈τὴν〉 τῶν Ἀθη‐ ναίων κατάλυσιν ἐν Ῥώμῃ [καὶ] ὑπὸ Μάρκου τοῦ φιλο‐ λογωτάτου αὐτοκράτορος γενομένη, καθ’ ἣν ἤκμασεν | |
〈ὁ〉 σοφιστὴς Ἑρμογένης. οὗτος τοίνυν ὁ Ἑρμογένης | 310 | |
14.311 | νεώτατος ἔτι τὴν ἡλικίαν τυγχάνων τελεώτατος τὴν τῶν λόγων ἕξιν ὑπῆρξεν· ὥστε καὶ Μᾶρκον τὸν αὐτο‐ κράτορα ἐπιφοιτᾶν αὐτοῦ τῇ διατριβῇ πολλάκις ἀκροα‐ σόμενον, πρὸς ὃν καὶ λέγεται τοιοῦτόν τι τὸν Ἑρμογέ‐ | |
5 | νην εἰπεῖν ‘ἥκω σοι, βασιλεῦ, ῥήτωρ ἔτι παιδαγω‐ γούμενος, ἥκω σοι ῥήτωρ ἡλικίας δεόμενοσ‘. ἑπτα‐ καίδεκα μὲν οὖν ἔτη γεγονὼς τὸ προκείμενον ἔγραψε βιβλίον, εἰς τρίτον δὲ καὶ εἰκοστὸν ἔτος προελθὼν τὸ Περὶ τῶν ἰδεῶν ἐξέδωκε σύνταγμα, ἐν δὲ τῷ πέμπτῳ | |
10 | καὶ εἰκοστῷ ἐξελάθετο. καί φησιν ὁ Τύραννος περὶ τῆς τούτου μεταβολῆς, ὅτι ὑπὸ πολλῆς θερμότητος εἰς ἕξιν ἦλθε τῆς τέχνης ὅτι τάχιστα, μεταβληθείσης δὲ τῆς ἡλικίας εἰκότως καὶ τοῦ πλεονεκτήματος ἐστερήθη· αἱ γὰρ εἰς ἄκρον εὐεξίαι σφαλεραὶ καθ’ Ἱπποκράτην. λέγε‐ | |
15 | ται δὲ καὶ Ἀντίοχον τὸν σοφιστὴν ἀντίτεχνον ὄντα αὐτῷ ἐπειπεῖν τάδε ‘Ἑρμογένης ὁ ἐν παισὶ μὲν γέρων, ἐν | |
δὲ γέρουσι παῖσ‘. ἀλλ’ οὗτος τῶν Ἰσοκράτους ὡς ἔοικεν | 311 | |
14.312 | ἐπελέληστο λόγων, ὃς ἡμῖν ἐκ μειρακίων παραινεῖ μη‐ δενὶ συμφορὰν ὀνειδίζειν τό τε τοῦ μέλλοντος ἄδηλον καὶ τὸ τῆς τύχης ἄστατον ἐκλογιζομένοις. Ἀλλ’ ἐπεὶ τὰ 〈περὶ〉 τοῦ τεχνογράφου ἱστορούμενα | |
5 | διεξήλθομεν, ἴδωμεν καὶ τὰ κατὰ τοῦ πρώτου ἐπιγράμ‐ ματος ἀπορούμενα. ζητοῦσί τινες, ἀνθ’ ὅτου Τέχνην ῥητορικὴν τὸ Περὶ τῶν στάσεων ὀνομάζει βιβλίον καίτοι οὐ περὶ πάσης μέλλων ἐνταῦθα τῆς ῥητορικῆς διαλέγεσθαι· οὐ μόνον γὰρ οὐκ εἰς πάντα τὰ εἴδη τῆς ῥητορικῆς τὸ | |
10 | Περὶ τῶν στάσεων συντελεῖ ἀλλ’ οὐδὲ εἰς τέλειον λόγον· τοῖς γὰρ ἀγῶσι μόνοις χρήσιμος ἡ περὶ τούτων πραγμα‐ τεία, οἱ δὲ ἀγῶνες οὐ τέλειος λόγος ἀλλὰ μέρος τοῦ λόγου. ὅτι δὲ οὐκ εἰς πᾶν εἶδος τῆς ῥητορικῆς τὸ παρὸν σύνταγμα χρησιμεύει, δῆλον καθεστάναι φασί· περὶ γὰρ | |
15 | στάσεων διαλέγεται, μόνον δὲ τὸ δικανικὸν στασιάζεται καὶ μέρος τοῦ συμβουλευτικοῦ, ὅπερ ὁμωνύμως τῷ γέ‐ νει συμβουλευτικὸν καλεῖται· τὸ γὰρ εἶδος τὸ συμβου‐ λευτικὸν πῂ μὲν ἀμφιβαλλόμενον πῂ δὲ ὁμολογούμε‐ νον· ὅταν μὲν οὖν ἀμφιβάλληται, ὁμώνυμον ἑαυτῷ συμ‐ | |
20 | βουλευτικὸν ποιεῖ, ὅπερ ἀεὶ στασιάζεται· ὅταν δὲ ὁμολογούμενον ᾖ, ποιεῖ τὸ παραινετικόν· τὸ οὖν παραι‐ νετικὸν οὐδέποτε στασιάζεται· ὁμολογούμενον γάρ· ἔτι δὲ καὶ τὸ πανηγυρικὸν ὅλον ἀστασίαστον μένει· αὔξη‐ σιν γὰρ ἔχει ὁμολογουμένων ἀγαθῶν ἢ κακῶν. Πρὸς | |
25 | ταῦτα φασί τινες, ὅτι προτροπῆς ἕνεκα τῶν νέων οὕτως ἐπιγέγραπται τὸ βιβλίον, ἵνα πᾶσαν ἐντεῦθεν ἑλεῖν τὴν τέχνην ἐλπίζοντες προθύμως ἐπ’ αὐτὸ φέρωνται. Εἰ δέ τις ἀποροίη, τί μὴ 〈καὶ〉 τὰ Προγυμνάσματα τῆς αὐ‐ τῆς ἐπιγραφῆς τῷδε τῷ λόγῳ ἔτυχε, ῥητέον ὡς, εἰ | |
30 | τοῦτο ἐγίνετο, ἡ τέχνη κατήγετο ἂν εἰς εὐτελές. Διὰ τί | |
δὲ 〈μὴ〉 καὶ τὸ Περὶ ἰδεῶν Τέχνην ῥητορικὴν ἐπέγρα‐ | 312 | |
14.313 | ψεν; ὅτι κἀκεῖνο ἧττον καθειστήκει τοῦ περὶ διαιρέ‐ σεως τῶν κεφαλαίων· πρὸς γὰρ τὴν τοῦδε χρείαν κἀκεῖνο γέγονεν, ὡς δειχθήσεται. Ἕτεροι δέ φασι τῷ γενικῷ χρήσασθαι αὐτὸν ὀνόματι· ὅσα γὰρ κατὰ τῶν γενῶν, | |
5 | ταῦτα καὶ κατὰ τῶν εἰδῶν λέγεται· οἷον ζῷόν ἐστιν οὐσία ἔμψυχος αἰσθητική, 〈ἀλλὰ καὶ ἄνθρωπος οὐσία ἔμψυχος αἰσθητική.〉 ὃ οὖν ἂν ἐπέγραψεν, εἰ περὶ πά‐ σης διελέγετο τῆς ῥητορικῆς, τοῦτο καὶ νῦν ἐπέγραψε περὶ μέρους αὐτῆς διαλεγόμενος. Πρὸς οὓς ἔστιν εἰπεῖν, | |
10 | φησὶν ὁ Εὐστάθιος, ὅτι οὐχ ἁπλῶς τοῖς γενικοῖς κατὰ τῶν εἰδῶν χρώμεθα, ἀλλ’ ὅταν ἢ ἀπορῶμεν τοῦ εἰδι‐ κωτέρου ἢ λόγος τις κατεπείγῃ τοῦτο ποιεῖν. ὅτι μὲν οὖν οὐκ ἠπόρει περὶ τοῦ εἰδικωτέρου, δῆλον· ἅπαντες γὰρ ἴσμεν, ὅτι περὶ τῆς εἰς τὰ κεφάλαια τῶν πολιτι‐ | |
15 | κῶν ζητημάτων διαιρέσεως διαλέγεται, καὶ αὐτὸς δὲ ἐν τῷ βιβλίῳ τοῦτό φησιν. εἰ δὲ καὶ δι’ ἕτερόν τινα λόγον οὕτως ἐπέγραψεν, ἔδει τὸν λόγον αὐτοὺς ἀποδιδόναι καὶ μὴ ψιλῶς ἀποφαίνεσθαι, ὅτι τῷ γενικῷ ἐχρήσατο. — Ἔστιν οὖν ἐφ’ ἅπασι τούτοις τὸν ἀληθῆ φάναι λόγον, | |
20 | ὡς εἰκότως εἴη τὸ βιβλίον ἐπιγεγραμμένον Τέχνη ῥητο‐ ρική· τὸ γὰρ πᾶν τῆς τέχνης ἐνταῦθα θεωρεῖται καὶ πρὸς τοῦτο ῥέπει τὸ σύνταγμα· τὰ γὰρ προοίμια καὶ οἱ ἐπίλογοι διὰ τοὺς ἀγῶνας παρειλημμένοι εἰσί· τὰ μὲν γὰρ προοίμια καταστατικὰ τοῦ ἀγῶνος παραλαμ‐ | |
25 | βάνομεν, τοὺς δὲ ἐπιλόγους ἢ δι’ αὔξησιν ἢ δι’ ἀνακε‐ φαλαίωσιν τῶν ἐν τοῖς ἀγῶσι λεχθέντων. οὐκοῦν δια‐ φερόντως μὲν κατὰ τὰ μέρη τοῦ λόγου, δυνάμει δὲ κατὰ τὰ εἴδη Τέχνη ῥητορικὴ ἐπιγέγραπται τοῦτο τὸ βιβλίον ὑπό τινων. ἀλλὰ μὴν καὶ πάντα τὰ εἴδη ἐνεργείᾳ ἢ | |
30 | δυνάμει στασιάζεται. δυνάμει μὲν οὖν καὶ ἐνεργείᾳ στα‐ σιάζεται τὸ δικανικὸν καὶ μέρος τοῦ συμβουλευτικοῦ, | |
ὃ καὶ αὐτὸ συμβουλευτικὸν καλεῖται, ὡς εἴρηται ἀνω‐ | 313 | |
14.314 | τέρω. δυνάμει δὲ στασιάζεται τό τε πανηγυρικὸν καὶ τὸ παραινετικόν. τὸ μὲν οὖν πανηγυρικόν, ὥσπερ ἂν 〈εἴ〉 τις ἐγκωμιάζοι τινὰ παρ’ Ἀθηναίοις ἐγνωσμένον, οἷον Πλάτωνα τὸν φιλόσοφον, εἴποι δὲ περὶ αὐτοῦ, ὅτι | |
5 | δίκαιος ὁ Πλάτων καὶ σωφροσύνην τιμῶν καὶ παιδείας εἰς ἄκρον ἀφιγμένος· παρὰ μὲν γὰρ αὐτοῖς ὡς ἐγνωσμέ‐ νου τοῦ Πλάτωνος τὸ ἐγκώμιον οὐ στασιασθήσεται· εἰ δέ τις παρὰ Σκύθαις ἢ ἄλλοις τισὶν ἀγνοοῦσι ταῦτα λέγοι περὶ αὐτοῦ, ἀμφισβητοῦσι πάντως, εἰ ταῦθ’ οὕτως | |
10 | ἔχει. τὸ δὲ παραινετικὸν καὶ αὐτὸ δυνάμει στασιάζεται, οἷον εἴ τις λέγοι δεῖν τιμᾶν τὸ δαιμόνιον· πρὸς μὲν γὰρ τὴν κοινὴν ἔννοιαν ὡμολόγηται, παρὰ δὲ τοῖς Ἐπικουρείοις ἔλθοι ἂν εἰς ἀμφισβήτησιν· οἱ γὰρ ἀπρονόητα εἶναι πάντα λέγοντες καὶ τὴν εἰς τὸ θεῖον ἐπιμέλειαν ἡγοῦν‐ | |
15 | ται περιττήν. τούτων δὲ οὕτως ἐχόντων δοκοῦσι καλῶς τὴν ἁρμόττουσαν ἐπιγραφὴν τῷ ὅλῳ κατὰ τὸ ἐξαίρετον ἐπὶ τὸ σύνταγμα τοῦτο μετενεγκεῖν. Καὶ ταῦτα μὲν τὰ κατὰ τῆς πρώτης ἐπιγραφῆς ἀπο‐ ρούμενα καὶ αἱ τούτων λύσεις. σὺ δὲ σημείωσαι, ὅτι | |
20 | οὐκ ἀποδέχεται ὁ Ἑρμογένης τὴν τοιαύτην ἐπιγραφήν, ὅπου ἐν ταῖς ἀντιθετικαῖς τάδε λέγει «ἐπειράθησάν 〈τινεσ〉 τῶν ἐπιγραψαμένων ‘Τέχνη ῥητορική‘ τὸ περὶ διαιρέσεως μέρος αὐτῆς εἴδη τινὰ εἰπεῖν ἀντιστάσεως», καθαπτόμενος τῶν τὸ περὶ διαιρέσεως βιβλίον μόνον | |
25 | Τέχνην ἐπιγραψαμένων ῥητορικήν. —Ἀπορεῖται δὲ καὶ περὶ τῆς δευτέρας ἐπιγραφῆς, διὰ τί οὐκ ἐκ τοῦ σκοποῦ ἐγένετο ἡ ἐπιγραφὴ τοῦ βιβλίου, ὥστε εἶναι ‘Ἑρμογένους Τέχνη ῥητορικὴ περὶ διαιρέσεωσ‘, ἀλλ’ ἐκ τοῦ συμβαλλομένου τῷ σκοπῷ ‘Ἑρμογένους Τέχνη περὶ | |
30 | στάσεων‘. Καί φαμεν, ὅτι διὰ τὴν ὁμωνυμίαν τῆς διαι‐ | 314 |
14.315 | ρέσεως τοῦτο ἐποίησε—πολλαχῶς γὰρ ἡ διαίρεσις—, ἄλλως τε δὲ καὶ πρὸς Μᾶρκον τὸ παρὸν γράφων βιβλίον, ᾧ καὶ ζώσῃ τὸ πρῶτον φωνῇ ῥητορικὰ διελέχθη μαθή‐ ματα· ἐπειδὴ καί, ἡνίκα τὰς εὑρέσεις αὐτὸν ἐδίδασκε, | |
5 | διαιρέσεως τέχνῃ τινὶ ἐχρῆτο, καὶ ὅτε πάλιν τὰς ἰδέας αὐτῷ παρεδίδου, τὰς ἰδέας διῄρει, διὰ τοῦτο ‘Περὶ διαι‐ ρέσεωσ‘ οὐκ ἐπέγραψεν, ἀλλὰ ‘Περὶ στάσεων‘, ὡσὰν μὴ πλανῷτο νομίζων τὴν Περὶ εὑρέσεων πραγματείαν ἢ τὴν Περὶ ἰδεῶν τὸ παρὸν ἐπαγγέλλεσθαι βιβλίον. ἀλλ’ | |
10 | ἐπειδὴ περὶ τίνων ἐν αὐτῷ μέλλει διαλεχθῆναι, ὅπου καὶ ἐν τῷ κειμένῳ μνησθεὶς τοῦ περὶ διαιρέσεως ὀνό‐ ματος ὁ τεχνικὸς καὶ γνούς, ὅτι ἀσαφές ἐστι διὰ τὴν ὁμωνυμίαν, ἐπήνεγκε τὸ «καὶ ἀποδείξεως», ἔτι δὲ καὶ τὸ «λέγω δὲ οὐ τῆς ἀπὸ τῶν γενῶν εἰς εἴδη οὐδὲ ἀπὸ | |
15 | τῶν ὅλων εἰς μέρη· μικρὸν μὲν γὰρ οὐδὲ 〈τοῦ〉το μέ‐ ρος ῥητορικῆς· ἀλλ’ οὐ περὶ τούτων νυνί, περὶ δὲ τῆς τῶν πολιτικῶν ζητημάτων διαιρέσεως εἰς τὰ λεγόμενα κεφάλαια ὁ λόγος γίνεται», ὡσὰν διὰ τούτων σαφὲς τῷ Μάρκῳ τὸ λεγόμενον γένηται. | |
20 | Περὶ δὲ τῆς τελευταίας ἐπιγραφῆς, ἥτις ἦν ‘Ἑρμο‐ γένους Τέχνη ῥητορικὴ περὶ στάσεων‘, ἐκεῖνο λέγομεν, ὅτι τὸ μὲν ‘Ἑρμογένους Τέχνη ῥητορική‘ κοινόν ἐστι | |
πάντων τῶν ῥητορικῶν συγγραμμάτων 〈αὐτοῦ〉, τοῦ | 315 | |
14.316 | Περὶ στάσεων φημί, τοῦ Περὶ εὑρέσεων, τοῦ Περὶ ἰδεῶν, τοῦ Περὶ μεθόδου δεινότητος· ὡς γὰρ ἐν ἑνὶ τεύχει πάντων τούτων συντεταγμένων, κοινὸν ἐπίγραμμα τὸ ‘Ἑρμογένους Τέχνη ῥητορική‘ ἐπιγέγραπται, προσ‐ | |
5 | τέθειται δὲ τῷ κοινῷ τούτῳ καὶ ἰδικόν, ὅπερ μόνῳ τῷ προκειμένῳ βιβλίῳ ἁρμόζει, ἔστι δὲ τοῦτο τὸ ‘περὶ στά‐ σεων‘. καὶ ὥσπερ ἐν τῷ Περὶ εὑρέσεων βιβλίῳ ἐπι‐ γραφῆς οὔσης ‘Ἑρμογένους Τέχνη περὶ εὑρέσεων· περὶ τῶν ἐξ ὑπολήψεως προοιμίων‘, τὸ μὲν [οὖν] ‘Ἑρ‐ | |
10 | μογένους Τέχνη περὶ εὑρέσεων‘ κοινόν ἐστι τοῦ ὅλου βιβλίου, τὸ δὲ ‘περὶ τῶν ἐξ ὑπολήψεως προοιμίων‘ μόνου ἐστὶ τοῦ μέρους, περὶ οὗ πρῶτον διαλαμβάνει, οὕτω καὶ ἐν τῷ παρόντι διπλῆς τῆς ἐπιγραφῆς οὔσης τὸ μὲν αὐτῆς κοινόν ἐστι πάντων τῶν περὶ ῥητορικῆς συγ‐ | |
15 | γραμμάτων, τὸ δὲ μόνῳ τῷ προκειμένῳ βιβλίῳ ἁρμό‐ ζει. Καὶ ταῦτα μὲν καὶ περὶ τῆς τοῦ βιβλίου ἐπι‐ γραφῆς. Τέμνεται δὲ τὸ παρὸν βιβλίον εἴς τε αὐτὸν τὸν σκοπὸν καὶ εἰς τὰ τῷ σκοπῷ συμβαλλόμενα, εἶεν δ’ ἂν ταῦτα ἡ | |
20 | διαφορὰ τῶν προσώπων καὶ τῶν πραγμάτων καὶ ἡ περὶ τῶν συνεστώτων καὶ ἀσυστάτων διδασκαλία. καὶ γάρ, ὥσπερ ὁ Ἀριστοτέλης ἐν ταῖς Κατηγορίαις πρῶ‐ τον μὲν τὰ συμβαλλόμενα τῷ σκοπῷ ὁμώνυμα καὶ παρώνυμα καὶ συνώνυμα καὶ ἑτερώνυμα καὶ τοιαῦτά | |
25 | τινα διδάσκει καὶ ὕστερον αὐτὸν τὸν σκοπὸν παραδί‐ δωσιν, οὕτω καὶ Ἑρμογένης ἐν τῷ παρόντι ποιεῖ πρὸ τοῦ σκοποῦ τὰ τῷ σκοπῷ συμβαλλόμενα ἐκτιθέμενος. Διδασκαλικῶν δὲ τρόπων ὄντων τεσσάρων, ὁ μὲν | |
Φώτιος τοῖς τρισὶ λέγει ἐν τῷ παρόντι τὸν Ἑρμογένην | 316 | |
14.317 | χρήσασθαι· τῷ μὲν ὁριστικῷ, ἡνίκα τὸ πολιτικὸν ὁρί‐ ζεται ζήτημα, τῷ δὲ διαιρετικῷ, ἡνίκα διαιρεῖ τὰς στάσεις εἰς τὰ κεφάλαια, τῷ δὲ ἀναλυτικῷ, ἡνίκα ἀναλύει τὸ πολι‐ τικὸν ζήτημα εἰς τά, ἐξ ὧν συνετέθη. ἡμεῖς δὲ λέγομεν, | |
5 | ὅτι καὶ τῷ ἀποδεικτικῷ κέχρηται ἀποδεικνύων μὴ εἶναι ἁπλοῦν 〈ἀτελῆ〉 στοχασμὸν ἐκ μόνων προσώπων συν‐ εστηκότα. Ἀναφέρεται δὲ καὶ τὸ παρὸν βιβλίον ὑπὸ τὸ λογι‐ κὸν τῆς φιλοσοφίας, ὅπερ εἴτε μέρος ἐστὶν αὐτῆς εἴτε | |
10 | ὄργανον, τοῖς ἐξηγουμένοις τὴν λογικὴν τοῦ Ἀριστοτέ‐ λους πραγματείαν 〈ἐντυχὼν〉 ἀκριβέστερον εἴσῃ. Τούτοις ἅπασι κἀκείνην ὁ Φώτιος προστίθησι τὴν ζήτησιν. ἀπορεῖ γάρ, διὰ τί καὶ ἄλλων πολλῶν τὴν τοιαύ‐ την ποιησάντων Τέχνην μόνος ἐκ πάντων ὁ Ἑρμογέ‐ | |
15 | νης προτετίμηται καὶ μόνον αὐτὸν ἐξηγοῦνται. καὶ ἐπι‐ λύεται τὸ ἄπορον ὁ αὐτὸς λέγων, ὅτι μεταγενέστερος τῶν ἄλλων, καὶ ὅτι οὐ μόνον αὐτὸς τὰ τῶν ἄλλων ἀκρι‐ βῶς ὁ Ἑρμογένης ἠπίστατο, ἀλλὰ καὶ οἴκοθεν πολλὰ προσεπενόησεν, ἢ ὅτι σαφέστερον τῶν ἄλλων ⸢ἔγραψεν· | |
20 | οἱ μὲν⸣ γὰρ ἄλλοι συμμίξαντες τῷ συγγράμματι, ὧν εἷς | 317 |
14.318 | καὶ Μινουκιανός, τὸν π⸢ερὶ ἰ⸣δεῶν καὶ ⸢τρόπω⸣ν λόγον καί τινα μηδὲν συμβάλλοντα τῷ σκοπῷ ἀσάφειαν ἐποίη‐ σαν, ὁ δὲ μόνα τὰ σ⸢υντείν⸣οντα τῷ ⸢σκοπῷ συ⸣νέταξεν· ἢ ὅτι οὐ τοσαῦτα ἥμαρτεν ὁ Ἑρμογένης, ὅσα καὶ οἱ | |
5 | ἄλλοι· οἱ μὲν 〈γὰρ〉 ἄλλοι περὶ ἀπ[ ] μόνου ἐδίδαξαν, ὁ δὲ Ἑρμογένης τὸ Περὶ ἰδεῶν ἐποίησεν, ἐν ᾧ οὐ μόνον αὐτόν τις οὐχ ὑπερέβαλλε⸢ν, ἀλλ’ οὐδὲ ὅ⸣‐ | |
μοιον αὐτὸς ἐπεχείρησε ποιῆσαι. | 318 |