TLG 3027 001 :: Joannes DOXAPATRES :: Prolegomena in Aphthonii progymnasmata Joannes DOXAPATRES Rhet., vel Joannes Doxopatres Prolegomena in Aphthonii progymnasmata Source: Rabe, H. (ed.), Prolegomenon sylloge [Rhetores Graeci 14] Leipzig: Teubner, 1931: 80–155. Citation: Volume — page — (line) | ||
14.80(8t) | ΙΩΑΝΝΟΥ ΤΟΥ ΔΟΞΑΠΑΤΡΗ | |
9t | ΡΗΤΟΡΙΚΑΙ ΟΜΙΛΙΑΙ | |
---|---|---|
10t | ΕΙΣ ΤΑ ΤΟΥ ΑΦΘΟΝΙΟΥ ΠΡΟΓΥΜΝΑΣΜΑΤΑ | |
11 | Τοῖς ἐκ ποιητικῶν μαθημάτων καὶ τῆς ἐκεῖθεν τε‐ ρατολογίας ἐπὶ τὸ τῆς ῥητορικῆς ἥκουσιν ἄρτι μέγα μυστήριον καὶ τῆς ἐντεῦθεν ἐπιπνοίας καὶ μεγαλονοίας ἐμφορηθῆναι θέλουσιν οὐκ ὀλίγον μὲν τὸ θάμβος οὐδὲ | |
15 | τὴν ἔκπληξιν ἀγεννῆ τῶν θαυμασίων αὐτῆς ἁπτομένοις | |
προθύρων ἐνεῖναι εἰκός· τῷ γὰρ μεγέθει τῆς ἀκοῆς καὶ | 80 | |
14.81 | τῷ ἐξαισίῳ τῆς φήμης τοῦ πράγματος τηλικοῦτον αὐ‐ τοῖς ἐγγίνεσθαι τὸν θόρυβον εὔλογον, καὶ τὸν πόθον δὲ καὶ τὴν σπουδὴν οὐδὲν ἧττον τοῦ θάμβους τοῖς γε τὰς ψυχὰς γενναιοτέροις αὐτῶν ἀναγκαῖον ἐντίκτεσθαι· | |
5 | ὅσον γὰρ δυσχερῆ καὶ ἄλλως δυσκατόρθωτον τὴν πρα‐ γματείαν εἶναι πυνθάνονται, τοσοῦτον αὐτοὶ σπουδαιότε‐ ρον ἑαυτοὺς συγκροτοῦσι καὶ ἀσφαλέστερον εὐτρεπίζον‐ ται, ὡς ἂν τὰ τοῖς πολλοῖς δύσληπτα καὶ δυσθεώρητα κατορθώσαντες περιφανεῖς ἐν λόγοις καὶ περιβόητοι γέ‐ | |
10 | νωνται. ἀμέλει τοι καὶ πρὸς ἃ τὴν ἀρχὴν αὐτοὶ ἀπαν‐ τῶσι, ταῦτα δέ εἰσι τὰ προγυμνάσματα, πολλαὶ φροντίδες ἐξηγήσεων καὶ σχολικαὶ μέριμναι τοῖς πρὸ ἡμῶν σο‐ φοῖς τε ἅμα καὶ φιλανθρώποις ὑπάρξασι κατεβλήθησαν, τό τε πολὺ τῆς τῷ συγγράμματι τούτῳ ἐνεῖναι δοκού‐ | |
15 | σης δυσκολίας διαλύουσαι καὶ τὸ τῶν νέων ἐπιμελὲς ἐπιρρωννύουσαι καὶ τὴν προθυμίαν κρατύνουσαι, ὡς ἂν μήτε πρὸς τὸ πλῆθος τῶν ἀγνοουμένων ἀρτιπαγεῖς ὄντες ἀποναρκήσωσιν, καὶ προσέτι μὴ παχυμέτρως ἁπλῶς ἐκλαμβάνωσι τὰ λεγόμενα, ἀλλὰ καὶ τοῦ φαινο‐ | |
20 | μένου ἐθίζωνται νοεῖν τι βαθύτερον, τῇ λεπτότητι τῆς ἑρμηνείας πρὸς τοῦτο διεγειρόμενοι. τηλικαύτης τοίνυν σπουδῆς τοῖς πρὸ ἡμῶν γεγενημένης περὶ τὴν τοῦ προ‐ κειμένου βιβλίου ἐξήγησιν, δεδοικὼς αὐτός, μὴ αὐθάδης τις καὶ θρασὺς εἶναι δόξω καὶ τοῦ δέοντος ἀνεπαίσθη‐ | |
25 | τος, ὅπερ σοφοὶ καὶ ἐλλόγιμοι ἔφθασαν ἐξηγήσασθαι, | 81 |
14.82 | τοῦτο καὶ αὐτὸς ὑπομνηματίζειν πειρώμενος, ὥσπερ οὐκ ἐξαρκουσῶν ὧν ἐκεῖνοι εἰς αὐτὸ κατεβάλλοντο ἐξηγήσεων, τὴν αἰτίαν εἰπεῖν τοῦ τολμήματος ἔκρινα δεῖν, λογιζό‐ μενος ὡς, ἂν αὕτη εὔλογος φανῇ καὶ εὐπρόσωπος, τοῦ | |
5 | δοκοῦντος αὐτὸς ἀπολυθήσομαι ἁμαρτήματος. ἐγὼ γὰρ ἐνέτυχον μὲν πολλοῖς καὶ ἄλλοις βιβλίοις συμβαλλο‐ μένοις πρὸς τὰ τῆς ῥητορικῆς προγυμνάσματα, τοῖς μὲν ἐξηγητικοῖς, τοῖς δὲ καὶ μεθόδους ἰδίας προϊσχο‐ μένοις, φιλοπονώτερον δὲ καὶ ὡς οἷόν τε ἦν ἐπιμελέ‐ | |
10 | στερον τοῖς τοῦ Ἀφθονίου Προγυμνάσμασι καὶ τοῖς εἰς αὐτὰ γεγενημένοις παρηκολούθησα ὑπομνήμασιν, ὧν καὶ οὐκ ὀλίγα αὐταῖς ἀπεγραψάμην ταῖς λέξεσι. βου‐ λόμενος οὖν τήν τε γνῶσιν τῶν τοιούτων ἐκ τῆς ἀπο‐ γραφῆς ἀκριβεστέραν ἐσχηκέναι καὶ τὴν τοῦ συγγράμ‐ | |
15 | ματος ἕξιν τελεωτέραν ἐκ τῆς πονικωτέρας ἐρεύνης τῶν ἁρμοζουσῶν ἑκάστῃ σχεδὸν λέξει τῶν ἐν αὐτῷ ἐξηγή‐ σεων ἐπὶ τὴν παροῦσαν ἐξήγησιν ὥρμησα. εἰ δέ τι καὶ αὐτὸς ὠφελείας ἄξιον ἠδυνήθην προσεπινοῆσαι, χάρις ἐκείνοις ἔστω τοῖς τὴν ἀρχὴν ἡμᾶς ὁδηγήσασι καὶ πρὸς | |
20 | ἔννοιαν τῶν τοιούτων χειραγωγήσασιν. [χάρις οὖν με‐ γίστη καὶ παρ’ ἡμῶν ὁμολογηθήσεται τῷ θεῷ, εἰ καὶ αὐτοὶ ἄξιόν τι τῆς προκειμένης πραγματείας καὶ τῶν | |
ταύτην μετιόντων ἐξευρεῖν δυνηθείημεν.] | 82 | |
14.83 | Ἀλλ’ ἐπειδὴ τέσσαρές εἰσιν αἱ ἀνωτάτω ζητήσεις, φημὶ δὴ τὸ εἰ ἔστι, τὸ τί ἐστι, τὸ ὁποῖόν τί ἐστι καὶ τὸ διὰ τί ἐστιν, ἐξ ὧν αἱ μὲν δύο, ἥ τε τὸ τί ἐστι ζητοῦσα καὶ ἡ τὸ διὰ τί ἐστιν, ἐν πᾶσι ζητεῖσθαι εἰώθασι πλὴν | |
5 | τῶν ὁμολογουμένων ἀνυπάρκτων—ἐν ἐκείνοις γὰρ οὐ‐ δεμία ζητεῖται—, αἱ δὲ λειπόμεναι ἕτεραι οὐκ ἐν πᾶσιν ἀλλ’ ἐν τισί, φέρε πρὸ τῶν ἄλλων ἁπάντων καὶ ἐπὶ τῆς ῥητορικῆς, ἧς μέρος καὶ τὸ παρὸν βιβλίον, τὰς τοιαύτας ζητήσεις ζητήσωμεν καὶ εἰ μὴ πᾶσαι ἐμπί‐ | |
10 | πτουσιν ἐνταῦθα ἀλλ’ ἔνιαι ἀκριβέστερον ἐξετάσωμεν. Ἀλλὰ πρὸ τούτου σκοπήσωμεν, τίνα μέν εἰσιν, ἐφ’ ὧν αἱ πᾶσαι ζητοῦνται ζητήσεις, τίνα δέ, ἐφ’ ὧν οὐ πᾶσαι ἀλλ’ ἔνιαι. Ἐπειδὴ τοίνυν πᾶν εἰς ζήτησιν προβαλλόμενον ἢ τῶν | |
15 | ἀνυπάρκτων ἐστὶν ὡς τὰ ἐν ψιλῇ ἐπινοίᾳ [οἷον τραγέ‐ λαφος, ἱπποκένταυρος] ἢ τῶν νομιζομένων ἔχειν ὕπαρξιν ὡς οἱ ἀντίποδες, ἡ ἶρις καὶ τὰ ἐν τῷ ἀέρι σώματα [οἷον παρήλιοι], καὶ εἰ τούτων, ἢ τῶν ἀμφιβαλλομένην ἢ τῶν ἀναμφίβολον ταύτην ἐχόντων, ἐπὶ μὲν τῶν ὁμολο‐ | |
20 | γουμένων ἀνυπάρκτων οὐδεμίαν ἀνάγκη γίνεσθαι ζή‐ τησιν· ἐπὶ δὲ τῶν ὑπάρχειν νομιζομένων ἐπὶ μὲν τῶν | |
ἀναμφιβόλων, ὡς ἄνθρωπος, λίθος, ἅτινα φανερῶς | 83 | |
14.84 | ὑφεστήκασι, τὸ μὲν εἰ ἔστιν οὐ ζητεῖται ἅτε δὴ πᾶσι δήλης τῆς τούτων οὔσης ὑπάρξεως, τὰ δὲ λοιπὰ ζητεῖ‐ ται, εἰ μὴ τὸ τί ἐστι δι’ ὁρισμοῦ ἀλλὰ δι’ ὀνόματος μό‐ νου ἀποδοθήσεται· εἰ γὰρ δι’ ὁρισμοῦ, συνεκλείπει καὶ | |
5 | τὸ ὁποῖόν τί ἐστι διὰ τὸ τοῖς ὅροις συναναφαίνεσθαι καὶ τὰς ἐν τῷ ὁποῖόν τί ἐστι λεγομένας διαφοράς· ἐπὶ δὲ τῶν ἀμφιβαλλομένην λαχόντων τὴν ὕπαρξιν καὶ τὸ εἰ ἔστι καὶ τὰ λοιπὰ ζητεῖται, εἰ τὸ τί ἐστι κἀνταῦθα δι’ ὀνό‐ ματος καὶ μὴ δι’ ὁρισμοῦ ἀποδίδοται. Ἐπὶ τοίνυν τῆς | |
10 | ῥητορικῆς τὸ εἰ ἔστι ζητεῖσθαι οὐκ εὔλογον ἦν ἅτε δὴ ὁμολογουμένην καὶ ἀναμφίλεκτον λαχούσης τὴν ὕπαρξιν. ἀλλ’ ἐπειδή τινες καὶ περὶ αὐτῆς ἀμφιβάλλου‐ σιν, οἳ καὶ διὰ παραλογισμῶν τινων ἀπαλλάξαι ταύτην καὶ ἀπαλεῖψαι τῶν ὄντων σπουδάζουσι, φέρε τοὺς ἐκεί‐ | |
15 | νων λόγους προθέντες τὰ ἐν αὐτοῖς σοφίσματα διελέγξω‐ μεν. Τινὲς μὲν οὖν αὐτῶν τὴν ὕπαρξιν τῆς ῥητορικῆς ἀναιροῦντες ‘ἦν‘, φασίν, ‘ἡ ῥητορικὴ ὅτε οὐκ ἦν· εἰ δὲ οὐκ ἦν, οὐδὲ γέγονεν, ἐπεὶ οὐδὲν ἐκ τῶν μὴ ὄντων | |
20 | ὅσα γε κατὰ ἀνθρώπους γίνεται· μόνου γὰρ θεοῦ ἡ τῶν ὄντων ἐκ τῶν μὴ ὄντων παραγωγή τε καὶ γένεσισ‘. καὶ | |
ὁ μὲν τῶν ἐκβαλλόντων τοῦ εἶναι τὴν ῥητορικὴν λόγος | 84 | |
14.85 | τοιοῦτος· ἐξελεγκτέον δὲ ἤδη καὶ τὸ ἐνὸν αὐτῷ σόφισμα. τοῦ γὰρ ὄντος διπλοῦν τι τὸ σημαινόμενον ἔχοντος καὶ πῂ μὲν τὸ ἐνεργείᾳ, πῂ δὲ τὸ δυνάμει σημαίνοντος, εἰ μὲν ἐπὶ τοῦ ἐνεργείᾳ τις κἀνταῦθα τὸ ‘οὐκ ἦν‘ παραλή‐ | |
5 | ψεται καὶ παρὰ τοῦτο αὐτὴν τοῦ εἶναι ἐκβάλλει τὸ εἶναί τινα χρόνον, ὅτε οὔπω ἦν ἡ ῥητορική, οὐ μόνον αὐτὴν τὴν ῥητορικὴν ἀλλὰ καὶ τὰς ἄλλας ἁπάσας ἀναι‐ ρήσει τέχνας καὶ ἐπιστήμας· πᾶσαι γὰρ κατὰ δύναμιν οὖσαι τὸ πρῶτον γεγόνασι καὶ κατ’ ἐνέργειαν ὕστερον | |
10 | καὶ πᾶσαι ἐκ τῶν μὴ ὄντων γεγόνασιν. εἰ δὲ ἐπὶ τοῦ δυνάμει, ἐλεγχθήσεται ψευδόμενος ἐκ τοῦ εἰς ἐνέργειαν τὴν ῥητορικὴν προχωρῆσαι· εἰ γὰρ ἦν, ὅτε οὐκ ἦν ἡ ῥητορικὴ δυνάμει, οὐκ ἄν ποτε εἰς ἐνέργειαν προεχώ‐ ρησε· τὸ γὰρ μὴ ὂν δυνάμει οὐδ’ ἂν εἰς ἐνέργειάν ποτε | |
15 | προχωρήσειεν· ὁρᾶται δὲ προχωρήσασα. [ἐπὶ τοίνυν τῆς ῥητορικῆς τὸ μὲν εἰ ἔστι ζητεῖσθαι οὐκ εὔλογον ἅτε δὴ ὁμολογουμένην καὶ ἀναμφίλεκτον λαχούσης τὴν ὕπαρξιν, τὰ δὲ λοιπὰ ζητηθήσεται. ὅτι δὲ ὁμολογου‐ μένην αὕτη τὴν ὕπαρξιν ἐκληρώσατο, ἐκεῖθέν ἐστι | |
20 | φανερόν·] εἰ γὰρ τῆς ῥητορικῆς ἔργα λέγεται εἶναι τὸ ἐπὶ μὲν τὰ καλὰ προτρέπειν, τῶν δὲ κακῶν ἀποτρέ‐ πειν, καὶ τὸ τῶν μὲν ἀδικούντων κατηγορεῖν, τῶν δὲ ἀδικουμένων ὑπεραπολογεῖσθαι, καὶ τὸ τοὺς μὲν φαύ‐ λους ψέγειν, τοὺς δὲ ἀγαθοὺς ἀξιοῦν ἐγκωμίων, ὁρῶ‐ | |
25 | μεν δὲ ταῦτα καὶ παρὰ τοῖς παλαιοῖς ὅτι μάλιστα καὶ παρ’ ἡμῖν δὲ οὐδὲν ἧττον τυγχάνοντα περισπούδαστα, | |
εὔδηλον ὅτι καὶ ἡ ῥητορικὴ ἐνεργείᾳ ἐστὶ καὶ ὑφέστηκεν. | 85 | |
14.86 | [ἄλλως τε εἰ πάντα τὰ κατὰ τὸν βίον καλὰ ἐνύπαρκτά ἐστιν, ἓν δέ τι τῶν καλῶν καὶ ἡ ῥητορικὴ τῷ συμβάλλε‐ σθαι ἡμῖν κατὰ πάντα τὸν βίον, ἄρα καὶ ἡ ῥητορικὴ ἀγαθὸν ὑπάρχουσα τῶν ἐνυπάρκτων ἐστί· τὰ μὲν γὰρ | |
5 | καλὰ πάντῃ ἐνύπαρκτα, τὰ δὲ κακὰ πάντῃ ἀνύπαρκτα.] ὥστε διττὸν τοῦ ὄντος τὸ σημαινόμενον ἔχοντος καὶ πῂ μὲν τὸ ἐνεργείᾳ, πῂ δὲ τὸ δυνάμει σημαίνοντος, εἰ μὲν ἐπὶ τοῦ δυνάμει τὸ ‘οὐκ ἦν‘ ἐνταῦθα τέθειται, ψεύδεται ὁ λόγος ὅς φησιν ‘ἦν ὅτε οὐκ ἦν ἡ ῥητορική‘, | |
10 | εἰ δὲ ἐπὶ τοῦ ἐνεργείᾳ, αὐτὸς μὲν ἀληθεύει, ψεύδεται δὲ τὸ ἐπαγόμενον τὸ ‘εἰ οὐκ ἦν, οὐδὲ γέγονεν‘· οὐ γάρ, εἰ πάντως ἦν, ὅτε οὔπω ἐνεργείᾳ ἔτι ἦν ἡ ῥητορική, ἤδη καὶ τὸ γενέσθαι αὐτὴν ὅλως ἀδύνατον· πᾶσαι γὰρ αἱ τέχναι καὶ ἐπιστῆμαι καὶ τἆλλα δὲ τῶν ὄντων οὔπω | |
15 | ἐνεργείᾳ τὸ πρῶτον ὄντα γεγόνασιν ὕστερον. Οὕτω μὲν οὖν ὁ πρῶτος παραλογισμὸς προβαίνει καὶ ἡ τοῦ παρα‐ λογισμοῦ ἀνατροπὴ καὶ ὁ ἔλεγχος. Ἔστι δὲ καὶ δεύτερός τις τοῦ πρώτου σαθρότερος. φασὶ γάρ τινες πάλιν ὅτι ‘εἰ ἔστι ῥητορική, ἢ περὶ τὰ | |
20 | ἰδικὰ καταγίνεται ἢ περὶ τὰ κοινά. καὶ εἰ μὲν περὶ τὰ ἰδικὰ καταγίνεται, οὐκέτι περὶ πολιτικά· ὁρῶμεν γὰρ τὴν πολιτείαν ἐκ διαφόρων συνεστηκυῖαν τεχνῶν καὶ ἐπιστημῶν. εἰ δὲ περὶ τὰ κοινά, ἢ περὶ ἓν ἢ περὶ πάντα. καὶ εἰ μὲν περὶ ἕν, ψεῦδος· οὐκ ἔχει γάρ τις εἰπεῖν μίαν | |
25 | τινὰ τέχνην ἢ ἐπιστήμην, περὶ ἧς ὁ ῥήτωρ ἀεὶ διαλή‐ | |
ψεται· ἄλλως τε δὲ εἰ καὶ δώσομεν ἀληθὲς εἶναι τοῦτο | 86 | |
14.87 | καὶ περὶ ἓν αὐτὴν εἴπωμεν καταγίνεσθαι, καὶ οὕτως οὐ δεκτέον αὐτήν· τέχνης γὰρ οὐκ ἔστι τὸ περὶ ἓν κατα‐ γίνεσθαι. εἰ δὲ περὶ πάντα, ἢ ὡς ἀγνοοῦσα ἢ ὡς ἐπιστα‐ μένη. καὶ εἰ μὲν ὡς ἀγνοοῦσα, οὐ προσεκτέον αὐτῇ | |
5 | τὸ παρατυχὸν φληναφούσῃ καὶ περὶ ὧν ἀγνοεῖ διαλεγο‐ μένῃ. εἰ δὲ γινώσκουσα, τῷ περιττῷ καὶ τῷ ἀδυνάτῳ ἐκβληθήσεται, τῷ μὲν περιττῷ, ὅτι ἢ αὕτη περιττὴ ἢ αἱ ἄλλαι τέχναι· ἀλλὰ μὴν αἱ ἄλλαι οὐ περιτταί, δῆλον δὲ ἐξ ὧν ἐὰν ἐκεῖναι ἀναιρεθῶσιν, οὐ δυνήσεται αὕτη | |
10 | τὰς ἐκείνων ἡμᾶς μεθόδους διδάσκειν, ὥστε αὐτὴ μᾶλ‐ λόν ἐστι περιττή· τῷ δὲ ἀδυνάτῳ, ὅτι ἀδύνατόν ἐστιν αὐτὴν μίαν οὖσαν τὰς τῶν ἁπασῶν τεχνῶν καὶ ἐπιστη‐ μῶν εἰδέναι μεθόδουσ‘. Οὕτω τούτων εἰπόντων ἀκολουθοῦντες οἱ ἀντικαθ‐ | |
15 | ιστάμενοι ἕκαστον σχεδὸν μέρος τῆς διαιρέσεως ἀπο‐ δεικνύουσιν ἄχρηστον. καὶ πρὸς μὲν τὸ ὅτι ἡ ῥητορικὴ ἢ περὶ τὰ ἰδικὰ καταγίνεται ἢ περὶ τὰ κοινὰ φασὶ μὴ καλῶς ἐνταῦθα τεθεῖσθαι τὸν διαζευκτικὸν σύνδεσμον ὡς τῆς ῥητορικῆς μὴ δυναμένης περὶ ἄμφω καταγί‐ | |
20 | νεσθαι· ἰδοὺ γάρ, φασίν, εὑρίσκομεν τὸν Δημοσθένην ποτὲ μὲν περὶ ἰδικῶν διαλαμβάνοντα, ποτὲ δὲ περὶ | |
κοινῶν, ποτὲ δὲ περὶ μικτῶν· περὶ κοινῶν μὲν ὡς ἐν | 87 | |
14.88 | τοῖς Φιλιππικοῖς, περὶ ἰδικῶν δὲ ὡς ἐν τοῖς ἐπιτροπι‐ κοῖς, περὶ μικτῶν δὲ ὡς ἐν τῷ Κατὰ Μειδίου· ἀμφισβη‐ τεῖται γὰρ ἐκεῖ, εἰ ἰδικὸν ἢ δημόσιον τὸ ἀδίκημα. δεύ‐ τερον δέ, ὅτι καὶ ἑκάτερον σκέλος κακῶς ἔχει, τὸ μὲν | |
5 | ‘εἰ καὶ περὶ τὰ ἰδικά, οὐκέτι περὶ πολιτικά‘, καθὸ τὸ καταγίνεσθαι περὶ τὰ ἰδικὰ οὐδὲν ἕτερόν ἐστιν ἢ περὶ τὰ κοινά· τὰ γὰρ κοινὰ ἐκ τῶν ἰδικῶν συνίστανται· τὸ δὲ ‘καὶ εἰ περὶ τὰ κοινά, ἢ περὶ ἓν ἢ περὶ πάντα‘, καθὸ οὐκ ὀρθῶς ἀντιδιέσταλται τῷ ἑνὶ τὰ πάντα· ἀντι‐ | |
10 | διαστολὴ γάρ ἐστι τοῦ ἑνὸς οὐχὶ τὰ πάντα ἀλλὰ τὰ πολ‐ λά· ἄλλως τε οὐδὲ ἡ ῥητορικὴ περὶ ἓν ἢ περὶ πάντα καταγίνεται ἀλλὰ περὶ πολλά. Πρὸς δὲ τὸ ὅτι, εἰ περὶ πάντων διαλαμβάνει, ἢ ὡς εἰδυῖα ἢ ὡς ἀγνοοῦσα, καὶ εἰ ὡς εἰδυῖα, τῷ περιττῷ | |
15 | καὶ τῷ ἀδυνάτῳ ἐκβληθήσεται, φαμέν, ὅτι ἐπὶ πάσης τέχνης καὶ ἐπιστήμης δύο λόγοι εἰσίν, ὃ μὲν προτρε‐ πτικός, ὃ δὲ μεθοδικός τε καὶ τεχνικός· τῷ μὲν οὖν προτρεπτικῷ, φασίν, ἐν ἁπάσαις ταῖς ἐπιστήμαις κέ‐ χρηται ἡ ῥητορικὴ προτρέπουσα ἀντέχεσθαι αὐτῶν, τῷ | |
20 | δὲ μεθοδικῷ οὐ χρῆται· καὶ οὕτως οὔτε περιττὴ φαί‐ νεται ἡ ῥητορική, ἀλλὰ καὶ πάνυ ἀναγκαία πρὸς τὴν τῶν ἄλλων τεχνῶν καὶ ἐπιστημῶν σύστασιν, εἴ γε οὐκ ἂν ἄλλως ἐπιχειρήσει τις ταύταις, εἰ μὴ προτροπή τις εἴη καὶ συμβουλὴ πρὸς τὴν ἐγχείρησιν διεγείρουσα· | |
25 | ἀλλ’ οὐδὲ ἀδύνατόν ἐστι τὸ εἰς ἁπάσας τὰς τέχνας καὶ | 88 |
14.89 | ἐπιστήμας τὸ οἰκεῖον αὐτὴν ἐκτείνειν χρήσιμον. Ἀλλ’ οὕτω μὲν καὶ ὁ δεύτερος αὐτῶν ἀνατέτραπται λόγος. Ἐπειδὴ δὲ γενναῖον τὸ μὴ μόνον τὰ τῶν ἀντιπάλων ἀνατρέπειν καὶ ἐξελέγχειν, ἀλλὰ καὶ τὰ οἰκεῖα αὐτοῖς | |
5 | ἀντεπάγειν, διὰ πολλῶν τὴν τῆς ῥητορικῆς ὕπαρξιν παριστᾶν πειρῶνται τῶν ἀποδείξεων. καὶ πρῶτον μέν φασιν, ὅτι τῶν τεχνῶν διαφοραί εἰσι δύο· αἳ μὲν γὰρ αὐτῶν λογικαί, αἳ δὲ πρακτικαί· καὶ πρακτικαὶ μὲν πολλαί, λογικαὶ δὲ δύο, ἥ τε ῥητορικὴ καὶ ἡ διαλεκτική. | |
10 | ἀλλ’ αὕτη ἡ ἀπόδειξις οὐ τοσοῦτόν μοι δοκεῖ ἔχειν τὸ ἰσχυρόν· τὸ γὰρ ζητούμενον ὡς ὁμολογούμενον ἔλαβε· ζητουμένου γὰρ εἰ ἔστι ῥητορική, ὡς ἐφ’ ὡμολογημέ‐ νων αὕτη προβαίνουσα ἔφη, ὅτι ἡ ῥητορικὴ λογική ἐστι τέχνη. Ἔπειτα καὶ τοῦτό φασιν ὅτι, εἰ πάντα τὰ | |
15 | κατὰ τὸν βίον καλὰ ἐνύπαρκτά εἰσιν, ἓν δέ τι τῶν κα‐ λῶν καὶ ἡ ῥητορικὴ τῷ συμβάλλεσθαι ἡμῖν κατὰ πάντα τὸν βίον, ἄρα καὶ ἐνύπαρκτός ἐστι· τὰ μὲν γὰρ καλὰ πάντῃ ἐνύπαρκτα, τὰ δὲ κακὰ πάντῃ ἀνύπαρκτα. Ἐπά‐ γουσι τούτοις κἀκεῖνο, ὡς δύο ταῦτα περὶ ἡμᾶς, ὕλη | |
20 | καὶ τέχνη· καὶ τὴν μὲν ὕλην ἡ φύσις, τὴν δὲ τέχνην ὁ λόγος δίδωσιν. ὡς οὖν εἰσι λίθοι μὲν κατὰ φύσιν καὶ ξύλα, τέχναι δὲ περὶ ταῦτα ἥ τε λιθοξοϊκὴ καὶ τεκτο‐ νικὴ καὶ ὅσαι ἄλλαι τοιαῦται λόγῳ κοσμούμεναι— «ἐγὼ γάρ» φησιν «οὐ καλῶ τέχνην» ὁ Πλάτων, «ὃ ἂν ᾖ | |
25 | ἄλογον πρᾶγμα»—, οὕτω πάντα διεξελθὼν ὁ λόγος καὶ | |
ἑαυτὸν ὥσπερ ὑπὸ τέχνην ἄγει. ὑπόκειται γοῦν, φασί, | 89 | |
14.90 | τῇ ῥητορικῇ ὁ μὲν λόγος καθάπερ ὕλη ὅ τε προφορι‐ κὸς καὶ ὁ ἐνδιάθετος, κοσμεῖ δὲ αὐτὸν ὁ τεχνικός. εἰ γοῦν πᾶσα ὕλη κοσμουμένη λόγῳ κοσμεῖται καὶ δια‐ τάττεται, ὁ δὲ λόγος τέχνῃ, καθὸ καὶ τὸν τοῦδε τοῦ | |
5 | παντὸς δημιουργὸν ἀριστοτέχνην φασὶ λόγῳ τὴν ὕλην κοσμήσαντα καὶ τάξαντα καὶ εἰδοποιήσαντα, πῶς οὐχὶ καὶ τὸν δίκην ὕλης τὸν λόγον αὐτὸν κοσμοῦντα λόγον τέχνην εἶναι νομίσομεν; Τούτοις ἅπασι κἀκεῖνο προσ‐ επιφέρουσιν· ἦν, φασί, πάντως ἐξ ἀρχῆς τὸ εὖ λέ‐ | |
10 | γειν· εἰ γὰρ εἴποιμεν ὡς οὐκ ἦν, σαφὴς δήπουθέν ἐστι τοῦτο πάντως κατηγορία τοῦ τὸν λόγον ἡμῖν χαρισα‐ μένου θεοῦ, τὸ μὲν λέγειν δόντος, τὸ δὲ εὖ μὴ προσθέν‐ τος· εἰ δὲ ἦν λόγος, ἄρα περὶ τὸ λέγειν ἦν· ὁ δὲ λόγος τί ἄλλο ἢ τέχνη, χρόνῳ συγγυμναζόμενος καὶ θεωρή‐ | |
15 | μασι πληθυνόμενος ἅμα καὶ ἐξασκούμενος; Τινὲς μέντοι καὶ ἀπὸ μυθικῆς τινος ἐξετάσεως καὶ ἀπὸ ποιητικῆς μαρτυρίας καὶ ἀπὸ ἱστορίας τὴν ῥητορι‐ κὴν τῶν ὑφεστώτων ἀποδεικνύουσιν· ἀπὸ μὲν μυθικῆς ἀποδείξεως λέγοντες, ὡς ἄρτι βουληθεὶς ὁ θεὸς τόνδε | |
20 | τὸν κόσμον διακοσμῆσαι προσέταξε ταῖς περὶ αὐτὸν θείαις δυνάμεσιν, ὡς ἂν ἕκαστος κατὰ τὸ ἐπιβάλλον αὐτῷ μέρος εἰς τὴν τοῦδε τοῦ παντὸς γένεσιν προσα‐ γάγῃ· καὶ ἄλλος μέν, φησίν, ἄλλο προσέφερεν, Ἑρμῆς δὲ τὴν ῥητορικὴν ἐχαρίσατο, καὶ ἵνα τὰ μὲν ἀγαθὰ | |
25 | ἐπαινῶσιν οἱ ἄνθρωποι, τὰ δὲ κακὰ διαβάλλωσι, τὸ | 90 |
14.91 | πανηγυρικὸν παραδέδωκεν, ἵνα δὲ πάλιν τοῖς μὲν λυ‐ σιτελοῦσι χρῶνται, τῶν δ’ ἀλυσιτελεστέρων ἀπέχωνται, τὸ συμβουλευτικὸν ἐπετήδευσεν, ἵνα δὲ καὶ τὰς πρὸς ἀλλήλους ἔριδας καὶ κρίσεις διαλύωνται, καὶ τὸ δικανι‐ | |
5 | κὸν αὐτοὺς ἐπεδίδαξεν. Ἐκ δὲ τῆς τῶν ποιητῶν μαρτυ‐ ρίας ὡς ποτὲ μὲν δικαζομένων τῶν θεῶν παρ’ αὐτοῖς καὶ τῶν ἀνθρώπων, ποτὲ δὲ βουλευομένων τῶν αὐτῶν τούτων, ποτὲ δὲ καὶ ἐπαινούντων ἢ ψεγόντων, καὶ ὡς τοῦ τῆς ῥητορικῆς ὀνόματος γνωρίμου καὶ αὐτοῖς ὑπάρ‐ | |
10 | χοντος· καὶ γάρ με, φησὶν ὁ Φοῖνιξ παρ’ Ὁμήρῳ, ἔπεμψεν ὁ Πηλεὺς «μύθων τε ῥητῆρ’ ἔμεναι πρηκτῆρά τε ἔργων». προσέτι γε μὴν καὶ ὡς μὴ φυσικὴν μόνον ἀλλὰ καὶ θεοδίδακτον ταύτην νομιζόντων· ἕτερος μὲν γάρ, φησὶν | |
15 | ὁ τοῦ Μέλητος, εἶδος ἀκιδνότερος, «ἀλλά οἱ θεὸς μορφὴν ἔπεσι στέφει, οἱ δέ τ’ ἐς αὐτὸν τερπόμενοι λεύσσουσιν, ὃ δ’ ἀσφαλέως ἀγορεύει». Ἐκ δὲ τῆς ἱστορίας, ὡς ὅτι πρῶτον ἐν Συρρακούσαις τῆς Σικελίας λέγεται ἀνθῆσαι τὴν ῥητορικήν, εἶτα καὶ | |
20 | ἐν Ἀθήναις, Γοργίου ἐκ Λεοντίνης ἐνταῦθα κατάραντος καὶ τοῖς τῶν Ἀθηναίων παραδόντος τὴν τέχνην παισίν. — Ἀλλὰ καὶ οὗτοι οἱ λόγοι τὸ ζητούμενον ὡς ὁμολογού‐ μενον ἐοίκασι λαμβάνειν· ζητουμένου γάρ, εἰ ἔστι ῥητο‐ ρική, ὁ μὲν πρῶτος τὸ εἶναι αὐτὴν διδοὺς τὸν εὑρετὴν | |
25 | ταύτης δείκνυσιν, ὁ δὲ δεύτερος τὸ εἶναι καὶ αὐτὸς | |
ταύτην διδοὺς τὸ ἐν τίσιν ἐστὶ καὶ ἕτερά τινα τοιαῦτα | 91 | |
14.92 | παρίστησιν, ὁ δὲ τρίτος ὥσπερ κατὰ συγχώρησιν καὶ αὐτὸς τὸ τὴν ῥητορικὴν εἶναι λαμβάνων, ποῦ τε τὴν ἀρχὴν ἤνθησε καὶ ποῦ μετὰ ταῦτα, παρέδωκε. Διὰ τούτων μὲν οὖν καὶ τοσούτων ἀποδέδεικται οὖσα | |
5 | ἡ ῥητορική. ζητεῖται δὲ καί, εἰ ἐκ θεοῦ τοῖς ἀνθρώ‐ ποις δέδοται. Ἕλληνες μὲν οὖν ἐκ θεῶν τὴν ταύτης λέγοντες γένεσιν τῇ προειρημένῃ μυθικῇ μαρτυρίᾳ χρῶν‐ ται πρὸς τὴν ἀπόδειξιν· οἱ δὲ καθ’ ἡμᾶς ἐκ θεοῦ ταύτην τοῖς ἀνθρώποις δεδόσθαι λέγοντες ἅμα μὲν καὶ συλλο‐ | |
10 | γισμῷ τινι χρῶνται πρὸς τὴν ἀπόδειξιν, κατὰ τὸν τρί‐ τον αὐτὸν τρόπον τοῦ πρώτου σχήματος πλέκοντες ‘ἐκ θεοῦ ἐστι πάντα τὰ ἀγαθά, τῶν ἀγαθῶν ἕν τι καὶ ἡ ῥητορική, ἐκ θεοῦ ἐστιν ἄρα ἡ ῥητορική‘, ἅμα δὲ κἀκεῖνο προστιθέασιν ὅτι, εἰ τὸ λέγειν ἡμῖν ὁ θεὸς | |
15 | ἐχαρίσατο ἐξ ἀρχῆς, εὔδηλον, ὅτι καὶ τὸ εὖ λέγειν ὁ αὐτὸς ἡμῖν ἐχαρίσατο. τοῦτο δὲ εἰ καὶ ἄλλων ἐστίν, ἀλλὰ καὶ τῆς ῥητορικῆς αὐτῆς εἴη ἂν δήπουθεν γνώ‐ ρισμα. Οὕτω μὲν οὖν οὐ μόνον οὖσα ἀλλὰ καὶ ἐκ θεοῦ οὖσα | |
20 | ἡ ῥητορικὴ ἀποδέδεικται. ὅτι δὲ καὶ ἐν θεῷ ἡ ῥητορική, Ἕλληνες μὲν καὶ πάλιν μυθικαῖς χρῶνται ταῖς ἀπο‐ δείξεσι, ποτὲ μὲν δικαζομένους τοὺς ἑαυτῶν θεοὺς παρεισάγοντες, ὡς Ἄρην καὶ Ἀθηνᾶν ἐν τῷ Ἀρείῳ πάγῳ περὶ τῆς Ἀττικῆς καὶ Ἄρην πάλιν καὶ Ποσει‐ | |
25 | δῶνα ὑπὲρ Ἁλιρροθίου Εὐμενίδας τε καὶ Ὀρέστην περὶ | 92 |
14.93 | τῆς μητροφονίας· ποτὲ δὲ καὶ βουλευομένους, καθάπερ περὶ τῆς Ἰλίου φησὶν ὁ τοῦ Μέλητος· ποτὲ δὲ καὶ τοὺς μὲν τῶν ἀνθρώπων ἐγκωμιάζοντας, τοὺς δὲ διαβάλλον‐ τας. Ἡμεῖς δὲ κἀνταῦθα τῶν μύθων ἀφέμενοι τῆς | |
5 | ἀληθείας φροντίσωμεν, δεικνύντες καὶ τοῖς τρισὶν εἴδεσι τῆς τέχνης τὸν θεὸν χρησάμενον, τῷ μὲν συμβουλευτι‐ κῷ, δι’ ὧν λέγει «ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν», τῷ δὲ δικανικῷ, δι’ ὧν τῷ παραβάντι δικάζει καὶ δι’ ὧν αὐτὸς δικαστὴς ὁμοῦ | |
10 | καὶ κατήγορος γίνεται—αὐτὸς γὰρ ἦν ὁ νομοθετήσας ἅμα καὶ ἀδικούμενος—, τῷ δὲ πανηγυρικῷ δι’ ἐκείνων «καὶ εἶδεν ὁ θεὸς πάντα, ὅσα ἐποίησε, καὶ ἰδοὺ καλὰ λίαν». Οὕτω μὲν οὖν τὸ εἰ ἔστι ῥητορικὴ ζητοῦντες καὶ οὖσαν εὕρομεν τὴν ῥητορικὴν καὶ ἐκ θεοῦ οὖσαν | |
15 | καὶ ἐν θεῷ. Λοιπὸν τὸ εἰ ἔστιν ἀφέντες ἐπὶ τὸ τί ἐστι ῥητορικὴ ἔλθωμεν. ἐπειδὴ δὲ τὸ τί ἐστιν ἢ δι’ ὀνόματος ἢ δι’ ὁρισμοῦ ἀποδίδοται—δι’ ὀνόματος μέν, ὡς ἵνα ἐρωτη‐ θεὶς τί ἐστι ῥητορικὴ τὸ γενικὸν αὐτῆς εἴποιμι ὄνομα | |
20 | ‘τέχνη‘, δι’ ὁρισμοῦ δέ, ὡς ἵνα καὶ τὰς διαφορὰς προσ‐ θήσω εἰπὼν ‘τέχνη περὶ λόγου δύναμιν ἐν πράγματι πολιτικῷ, τέλος ἔχουσα τὸ πιθανῶς εἰπεῖν κατὰ τὸ ἐνδεχόμενον‘—, εἰ μὲν τὸ τί ἐστι δι’ ὀνόματος ἀποδο‐ θήσεται, τότε καὶ τὸ ὁποῖόν τί ἐστι ζητηθήσεται, ὡς | |
25 | ἂν δι’ αὐτοῦ αἱ εἰδοποιοὶ ἀποδοθήσονται διαφοραί· εἰ | 93 |
14.94 | δὲ δι’ ὁρισμοῦ, ὅπερ δὴ καὶ ποιήσομεν, ὡς μᾶλλον τοῦ ὅρου τὰς τῶν πραγμάτων φύσεις ἀποδεικνύοντος, οὐκέτι ζητηθήσεται τὸ ὁποῖόν τί ἐστιν, ὡς καὶ τῶν διαφορῶν ἐν τῇ περὶ τοῦ τί ἐστι ζητήσει ἀποδοθεισῶν καὶ μηκέτι | |
5 | ὀφειλουσῶν ἀποδοθῆναι. ὅτι δὲ τὰ μὲν γενικὰ ὀνόματα ἐν τῷ τί ἐστι κατηγοροῦνται, αἱ δὲ διαφοραὶ ἐν τῷ ὁποῖόν τί ἐστιν, ἐντελέστερον μὲν ἐν τοῖς Τοπικοῖς Ἀριστοτέλους καὶ πρὸ τούτων δὲ ἐν τῇ τῶν Πέντε φω‐ νῶν πραγματείᾳ μανθάνομεν. | |
10 | Ἀλλ’ ἐπειδὴ ὁρισμὸν ἀποδοῦναι βουλόμεθα τῆς ῥητο‐ ρικῆς, ζητητέον πρὸ τούτου, τί ἐστιν ὁρισμὸς καὶ πόθεν παρωνόμασται καὶ πόσαι αὐτοῦ διαφοραί. Ὡρίσαντο μὲν οὖν τὸν ὁρισμὸν διάφοροι, μεθ’ ὧν καὶ Πλάτων αὐτὸς καὶ Ἀριστοτέλης. ἀλλ’ ἡμεῖς τοὺς τῶν ἄλλων παρέντες | |
15 | τοὺς ἐκείνων ἐνταῦθα παραληψόμεθα. ὁρίζεται μὲν οὖν αὐτὸν ὁ Πλάτων οὕτως ‘ὁρισμός ἐστι λόγος σύντομος, δηλωτικὸς τῆς φύσεως τοῦ ὑποκειμένου πράγματοσ‘. καὶ λόγον μὲν αὐτὸν εἰπὼν διαστέλλει ἀπὸ τῶν ὀνομάτων· τὸ μὲν γὰρ ὄνομα μία τίς ἐστι λέξις οἷον Πέτρος, ὁ δὲ | |
20 | λόγος ἐκ διαφόρων λέξεων σύγκειται οἷον ‘Πέτρος ὀρθῶς γράφει‘. σύντομον δὲ αὐτὸν εἰπὼν διαστέλλει ἀπὸ τῶν μακρῶν λόγων, τῶν τε Δημοσθενικῶν, οἷον τοῦ Παραπρεσβείας, τοῦ Περὶ τοῦ στεφάνου, καὶ τῶν λοι‐ πῶν. δηλωτικὸν δὲ τῆς φύσεως τοῦ ὑποκειμένου πρά‐ | |
25 | γματος εἶπε τὸν ὅρον, διιστῶν αὐτὸν τῶν τε ἀποφθε‐ γμάτων, οἷόν ἐστι τὸ ‘μηδὲν ἄγαν‘ καὶ τὸ ‘ἐγγύα, πάρα δ’ ἄτα‘, ἃ λόγοι μέν εἰσι σύντομοι καὶ αὐτοί, οὐ μὴν δηλωτικοὶ τῆς φύσεως τοῦ ὑποκειμένου πράγματος, | |
καὶ τῶν ὑπογραφῶν, αἵτινες οὐ τὴν οὐσίαν δηλοῦσι τοῦ | 94 | |
14.95 | πράγματος ἀλλὰ τὰ αὐτῷ παρεπόμενα. ἀλλ’ ὁ μὲν παρὰ τοῦ Πλάτωνος ἀποδοθεὶς τῷ ὁρισμῷ λόγος τοιοῦτος. Ὁ μέντοι Ἀριστοτέλης οὕτως αὐτὸν ἐν τοῖς Τοπικοῖς ὁρίζεται· «ὁρισμός ἐστι λόγος ὁ τὸ τί ἦν εἶναι σημαί‐ | |
5 | νων», τουτέστι λόγος ὁ δηλῶν τὸ τί ἐστι τὸ εἶναι καὶ ἡ οὐσία τοῦ πράγματος· τὸ γὰρ ἦν ἀντὶ τοῦ ἔστι τέθειται, συνήθους τῆς τοιαύτης χρήσεως οὔσης· ὁ γὰρ λέγων ‘τοῦτο ἦν‘ ἴσον λέγει τῷ ‘τοῦτο ἔστι‘ καὶ ὁ λέγων ‘τίς ἦν ὁ κόπτων τὴν θύραν;‘ ταὐτὸν λέγει τῷ ‘τίς ἐστιν ὁ | |
10 | κόπτων τὴν θύραν;‘· ὥσπερ καὶ ὁ Πορφύριος ἐν τῇ τῶν Πέντε φωνῶν πραγματείᾳ ἐν τῷ περὶ τοῦ γένους λόγῳ λέγων τὸ «ἦν δὲ ἀνθρώπου γένος τὸ ζῷον» ταὐτὸν λέγει τῷ ‘ἔστι δὲ ἀνθρώπου γένος τὸ ζῷον‘. Ἔστι δὲ ὁ τοῦ Ἀριστοτέλους ὁρισμὸς ὅμοιος σχεδὸν τῷ τοῦ Πλάτωνος, | |
15 | πλὴν ὅσον ἔχει ἐκεῖνος τὸ ‘σύντομοσ‘· ἐπεὶ κατὰ τὰ ἄλλα ὁμοίως ἔχουσιν· ἀμφότεροι γὰρ λόγον τὸν ὁρισμὸν λέγουσι καὶ δηλωτικὸν τῆς φύσεως τοῦ ὑποκειμένου πράγματος· τὸ γὰρ «ὁ τὸ τί ἦν εἶναι σημαίνων» οὐδὲν ἕτερον δηλοῖ ἢ τὸ ‘ὁ δηλῶν τὴν φύσιν τοῦ πράγματοσ‘. | |
20 | Ἀλλ’ ἴσως ἄν τις εἴποι ‘καὶ τίνος χάριν οὐ προσέθηκεν ὁ Ἀριστοτέλης τὸ σύντομος καὶ αὐτός, ὥστε εἶναι τὸν ὁρισμὸν τοιοῦτον· λόγος σύντομος ὁ τὸ τί ἦν εἶναι σημαίνων;‘ καί φαμεν, ὅτι ἤρκει καὶ οὐ πᾶσα ἀνάγκη πολλὰς διαφορὰς ἐν τοῖς ὁρισμοῖς παραλαμβάνεσθαι· | |
25 | ἀρκεῖ γὰρ τῷ γένει καὶ μίαν διαφορὰν τὴν εἰδικὴν προσ‐ | 95 |
14.96 | λαβόντας ὅρον ποιῆσαι, ὥσπερ εἴ τις τὸν ἄνθρωπον ὁριζόμενος εἴποι αὐτὸν ζῷον νοῦ καὶ ἐπιστήμης δεκτικόν· τοῦτο δ’ ἄν τις ποιήσαιτο τοῦ τε συντόμου καὶ τοῦ ἀκρι‐ βοῦς ἅμα φροντίζων· οἱ γὰρ ὁρισμοὶ σύντομοι πάντως | |
5 | ὀφείλουσιν εἶναι. ὁ γοῦν Ἀριστοτέλης καὶ αὐτὸς τῷ ‘λόγοσ‘, ὅπερ ἀντὶ γένους τέθεικε, τὴν εἰδικὴν συμπαρα‐ πλέξας μόνην διαφορὰν ἀκριβῆ τὸν ὅρον ἐποίησε· καὶ ὅπερ ὁ Πλάτων διὰ λόγων ἐσήμανε σύντομον τὸν ὅρον ἀποφηνάμενος, τοῦτο Ἀριστοτέλης δι’ αὐτῶν τῶν πραγ‐ | |
10 | μάτων ἀπέδειξε σύντομον τὸν τοῦ ὁρισμοῦ ὁρισμὸν ἐργασάμενος. Ἀλλ’ ἐπειδὴ τὸν τοῦ ὁρισμοῦ ὁρισμὸν προεθέμεθα, φέρε καὶ πόθεν ὁρισμὸς παρωνόμασται εἴπωμεν. τινὲς μὲν οὖν ἀπὸ μεταφορᾶς τῶν ὁροθεσίων αὐτὸν εἶπον | |
15 | ὁρισμὸν εἰρῆσθαι διὰ τό, ὥσπερ τὰ ὁροθέσια τὰ οἰκεῖα ἀποχωρίζει τῶν ἀλλοτρίων, οὕτω καὶ τὸν ὁρισμὸν ἀπο‐ χωρίζειν τὸ ὁριστὸν ἐκ τῶν ἄλλων. ἕτεροι δὲ πάλιν εἶπον ὅτι, ὥσπερ ἀπὸ τοῦ σπείρω γίνεται σπόρος, οὕτω καὶ ἀπὸ τοῦ εἴρω, τὸ συμπλέκω καὶ συνάπτω, γίνεται | |
20 | ὅρος· καὶ γὰρ ὁ ὅρος συνείρει καὶ συνάπτει τῷ ὁριστῷ τὰ ἴδια αὐτοῦ. ὁ μέντοι Ἡρωδιανὸς ἀπὸ τοῦ ὁρῶ τὸ βλέπω αὐτόν φησι παρεσχηματίσθαι· καὶ γάρ φησιν «ὁ ὅρος εὐσύνοπτα καὶ εὐόρατα ποιεῖ ἡμῖν τὰ ὁριζό‐ μενα». | |
25 | Ὑπόλοιπον ἡμῖν εἰπεῖν καὶ πόσαι αἱ τῶν ὅρων δια‐ | |
φοραί. εἰσὶ δὴ τούτων διαφοραὶ πλείους. καὶ γὰρ τῶν | 96 | |
14.97 | ὅρων οἳ μέν εἰσιν ἀπὸ αἰτίας, οἳ δὲ ἀπὸ οὐσίας, [οἳ δὲ ἀπὸ αἰτίας,] οἳ δὲ ἐννοηματικοί, οἳ δὲ μικτοί· καὶ τῶν μικτῶν οἳ μὲν ἀπὸ αἰτίας καὶ οὐσίας, οἳ δὲ ἀπὸ οὐσίας καὶ τῶν παρεπομένων, τουτέστιν ἀπὸ οὐσίας καὶ ἐννοη‐ | |
5 | ματικοί. Καὶ οἳ μὲν ἐξ ὑποκειμένου καὶ τούτου διχῶς· ἢ γὰρ τοῦ πόρρω ἢ τοῦ προσεχοῦς· οἳ δὲ ἐκ τοῦ τέλους καὶ τούτου ἢ τοῦ πόρρω ἢ τοῦ προσεχοῦς· οἳ δὲ ἐξ ἀμφοτέρων, τοῦ τε ὑποκειμένου καὶ τοῦ τέλους, ἤτοι ἀμφοτέρων πόρρω ἢ ἀμφοτέρων προσεχῶν, ἢ τοῦ μὲν | |
10 | ἑνὸς πόρρω, τοῦ δὲ ἑτέρου προσεχοῦς· καὶ τοῦτο διχῶς, ἢ γὰρ τοῦ μὲν ὑποκειμένου πόρρω, τοῦ δὲ τέλους προσε‐ χοῦς, ἢ τοὐναντίον τοῦ μὲν ὑποκειμένου προσεχοῦς, τοῦ δὲ τέλους πόρρω. Καὶ ἀπὸ οὐσίας μέν ἐστιν, οἷον τί ἐστι βροντή; ψόφος νεφελῶν· ὁ γὰρ ψόφος οὐσία καθ‐ | |
15 | έστηκε τῆς βροντήσεως· ἀπὸ αἰτίας, οἷον τί ἐστιν ἔκλειψις ἡλίου; ἐπιπρόσθησις ἡλίου ὑπὸ σελήνης· ἰδοὺ γάρ, αἰτία μόνον ἀποδέδοται τῆς ἐκλείψεως, δι’ ἣν γίνε‐ ται. ἐννοηματικὸς δέ ἐστιν ὁ ἐκ παρεπομένων τινῶν συνιστάμενος, ὃς καὶ ὑπογραφὴ κυρίως ὀνομάζεται, οἷον | |
20 | τί ἐστι φωνή; ἴδιον αἰσθητὸν ἀκοῆς· ἢ ὅτι ἄνθρωπός ἐστιν ὀρθοπεριπατητικὸς πλατυώνυχος γελαστικός. μικ‐ τὸς δὲ ἀπὸ οὐσίας καὶ αἰτίας, οἷον τί ἐστιν ἀστραπή; | |
πῦρ ἀποσβεννύμενον ὑπὸ ψόφου νεφελῶν· αἰτία γὰρ | 97 | |
14.98 | ἐνταῦθα τοῦ σβεννυμένου πυρὸς ὁ ψόφος τῶν νεφελῶν· μικτὸς δὲ ἀπὸ οὐσίας καὶ ἐννοηματικὸς ὁ ἀπὸ οὐσίας καὶ τῶν παρεπομένων συνιστάμενος, οἷον τί ἐστι φωνή; πληγὴ ἀέρος ἢ ἴδιον αἰσθητὸν ἀκοῆς· καὶ τί ἐστιν | |
5 | ἄνθρωπος; ζῷον λογικὸν θνητὸν ὀρθοπεριπατητικὸν πλα‐ τυώνυχον γελαστικόν. τούτους δὲ οὐδ’ ἁπλῶς ὁρισμοὺς ἀλλ’ ὑπογραφικοὺς ὁρισμοὺς ὀνομάζουσιν. Ἐξ ὑποκει‐ μένου δὲ τοῦ πόρρω, οἷον ναυπηγική ἐστι τέχνη περὶ τὰ εἰς κατασκευὴν πλοίων ἁρμόζοντα ξύλα καταγινο‐ | |
10 | μένη. Ἀλλ’ εἴπωμεν, τί ἐστιν ὑποκείμενον καὶ τέλος καὶ ποῖον τὸ προσεχὲς ὑποκείμενον καὶ τέλος καὶ ποῖον τὸ πόρρω· οὕτω γὰρ ἂν ῥᾳδίως τοῖς παραδείγμασι τῶν ἐξ ὑποκειμένου καὶ τέλους ὁρισμῶν παρακολουθήσωμεν. | |
15 | ὑποκείμενον μὲν οὖν ἐστιν, ὅπερ ὑπόκειται πάσῃ τέχνῃ καὶ ἐπιστήμῃ, οἷον τῇ γραμματικῇ ὑπόκειται τὰ ὀκτὼ μέρη τοῦ λόγου—τούτοις γὰρ πάσας τὰς τῶν Ἑλλήνων φωνὰς περιέκλεισε—καὶ τῇ ἰατρικῇ τὰ ἀνθρώπινα σώ‐ ματα. τέλος δὲ ὃ χρήσιμον τῆς τέχνης περιποιητικόν, | |
20 | οἷον γραμματικῆς μὲν τέλος τὸ μὴ σολοικίζειν ἢ βαρ‐ βαρίζειν, ἰατρικῆς δὲ τὸ ὑγείαν ποιῆσαι. Τῶν δὲ ὑποκει‐ μένων προσεχῆ μέν εἰσι τὰ πᾶσι γνώριμα καὶ δῆλα, οἷον ναυπηγικῆς μὲν προσεχῆ ὑποκείμενα τὰ ἁπλῶς ξύλα—ταῦτα γὰρ πάντες ἴσασιν, ὅτι ὑπόκειται τῇ ναυ‐ | |
25 | πηγικῇ—, πόρρω δὲ τὰ τῷ τεχνίτῃ μόνῳ ὑποπίπτοντα | 98 |
14.99 | πρὸς γνῶσιν, οἷον τὰ πρὸς τρόπιν τυχὸν καὶ πηδάλιον ἁρμόζοντα, καὶ ἰατρικῆς προσεχῆ μὲν ὑποκείμενα τὰ ἀνθρώπινα σώματα, πόρρω δὲ τὰ τοιῶσδε κεκραμένα. καὶ τῶν τελῶν δὲ τὰ μέν εἰσι προσεχῆ, οἷον τῆς ναυ‐ | |
5 | πηγικῆς τέλος προσεχὲς τὸ ἁπλῶς ναῦν ποιῆσαι καὶ τῆς ἰατρικῆς τὸ ἁπλῶς ὑγείαν, τὰ δὲ πόρρω, οἷον τῆς ἰατρικῆς πόρρω τέλος τὸ τοιῶσδε ὑγιάσαι καὶ τῆς ναυ‐ πηγικῆς τὸ τοιάνδε ναῦν ποιῆσαι οἷον ἀκάτιον ἢ δρό‐ μωνα. Γίνονται οὖν οἱ ὁρισμοὶ ἐκ μὲν τοῦ πόρρω ὑπο‐ | |
10 | κειμένου, οἷον ναυπηγική ἐστι τέχνη περὶ τὰ εἰς κατα‐ σκευὴν πλοίων ἁρμόζοντα ξύλα καταγινομένη, ἐκ δὲ τοῦ προσεχοῦς, οἷον ναυπηγική ἐστι τέχνη περὶ τὰ ξύλα καταγινομένη· ἐκ δὲ τοῦ πόρρω τέλους, οἷον ναυπηγική ἐστι τέχνη ἀκατίων ποιητική, ἐκ δὲ τοῦ προσεχοῦς, οἷον | |
15 | ναυπηγική ἐστι τέχνη πλοίων ποιητική. καὶ τοιοῦτοι μὲν οἱ ἐξ ὑποκειμένων καὶ τελῶν προσεχῶν καὶ πόρρω γινόμενοι ὁρισμοί. Γίνονται δὲ καὶ ἐξ ἀμφοτέρων ὁμοῦ, ἐξ ὑποκειμένου δηλονότι καὶ τέλους ἢ ἀμφοτέρων προσε‐ χῶν ἢ ἀμφοτέρων πόρρω, ἢ τοῦ μὲν ἑνὸς προσεχοῦς, | |
20 | 〈τοῦ ὑποκειμένου〉, τοῦ δὲ τέλους πόρρω, ἢ τοὐναντίον ἐκ μὲν τοῦ ὑποκειμένου πόρρω, τέλους δὲ προσεχοῦς. ἔστωσαν δὲ παραδείγματα τούτων ταῦτα· τοῦ μὲν ἐξ ὑποκειμένου πόρρω καὶ τέλους πόρρω, οἷον ναυπηγική ἐστι τέχνη περὶ τὰ ἁρμόδια εἰς ἐργασίαν πλοίων ξύλα | |
25 | καταγινομένη ἀκατίων ποιητική· τοῦ δὲ ἐξ ἀμφοτέρων | 99 |
14.100 | προσεχῶν, οἷον ναυπηγική ἐστι τέχνη περὶ τὰ ξύλα καταγινομένη πλοίων ποιητική· τοῦ δὲ ἐξ ὑποκειμένου προσεχοῦς καὶ τέλους πόρρω, οἷον ναυπηγική ἐστι τέχνη περὶ τὰ ξύλα καταγινομένη ἀκατίων ποιητική· τοῦ δὲ | |
5 | ἐξ ὑποκειμένου πόρρω καὶ τέλους προσεχοῦς, οἷον ναυ‐ πηγική ἐστι τέχνη περὶ τὰ εἰς ἐργασίαν πλοίων ἐπιτή‐ δεια ξύλα καταγινομένη πλοίων ποιητική. Δεῖ δὲ γινώσκειν, ὅτι τῶν ὑποκειμένων τὰ μὲν μιᾷ μόνῃ τέχνῃ ὑπόκειται, ὥσπερ τῇ ὑαλοψικῇ μόνῃ ὁ ὕα‐ | |
10 | λος, τὰ δὲ πλείοσιν, οἷον τὰ ξύλα καὶ τῇ ναυπηγικῇ καὶ τῇ τεκτονικῇ· καὶ τῶν τελῶν πάλιν τὰ μὲν μιᾶς μόνης εἰσὶ τέχνης, οἷον τῆς ναυπηγικῆς μόνης τὸ πηγνύ‐ ναι ναῦς, τὰ δὲ καὶ ἑτέρων, ὡς εἴ τις τῆς ῥητορικῆς τέ‐ λος λέγοι τὸ εὖ λέγειν, τοῦτο γὰρ καὶ τῆς διαλεκτικῆς | |
15 | καὶ ἑτέρων πολλῶν ἐστι. δεῖ οὖν τὸν ἐξ ὑποκειμένου ἢ τέλους βουλόμενον ὁρίσασθαι σκοπεῖν πρότερον, εἰ τῆς προκειμένης μόνης τέχνης ἐστὶ τὸ ὑποκείμενον ἢ καὶ ἑτέ‐ ρων, καὶ τὸ τέλος ὡσαύτως· καὶ εἰ μὲν μόνης, ἔστιν ὁρίζεσθαι ἐκ μόνου τοῦ ὑποκειμένου ἢ τοῦ τέλους, ἐκ μὲν | |
20 | μόνου τοῦ ὑποκειμένου, οἷον ὑαλοψική ἐστι τέχνη περὶ τὸν ὕαλον καταγινομένη, ἐκ δὲ τοῦ τέλους, οἷον ναυπη‐ γική ἐστι τέχνη πλοίων ποιητική. εἰ δὲ μή ἐστι μόνης ἀλλὰ καὶ ἑτέρων, μὴ ὁρίζεσθαι ἐκ τοῦ ἑνὸς μόνου ἀλλὰ προσλαβεῖν καὶ τὸ ἕτερον. | |
25 | Δεῖ δὲ καὶ τοῦτο σκοπεῖν, εἰ ἀντιστρέφει ὁ ὁρισμὸς καὶ τὸ ὁριστόν· εἰ γὰρ μὴ ἀντιστρέφει, κακίζεται. Ὁ δὲ ἐξ ὕλης καὶ εἴδους ὁρισμός ἐστι τοιοῦτος, | |
οἷον ἀνδριάς ἐστι χαλκὸς ἀνθρώπου σχῆμα φέρων· | 100 | |
14.101 | ἰδοὺ γὰρ ὁ μὲν χαλκὸς ὕλη, τὸ δὲ ‘σχῆμα ἀνθρώπου φέρων‘ τὸ εἶδος. Διαιρετικὸς δέ ἐστιν ὁ ἐκ γένους καὶ συστατικῶν διαφορῶν λαμβανόμενος ἤτοι ἐκ τοῦ ὀνόματος τοῦ γέ‐ | |
5 | νους, οἷον ἄνθρωπός ἐστι ζῷον λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικόν· ἰδοὺ γὰρ ἡ ‘ζῷον‘ λέξις ὄνομά ἐστιν· ἢ ἐκ τοῦ ὁρισμοῦ τοῦ γένους, οἷον ἄνθρωπός ἐστιν οὐσία ἔμψυχος αἰσθητικὴ λογικὴ θνητὴ νοῦ καὶ ἐπιστήμης δεκτική· καὶ ἢ ἐκ πλειόνων διαφορῶν, ὡς | |
10 | ἔχουσιν οἱ τοιοῦτοι ὁρισμοί, ἢ ἐκ τῆς εἰδικωτάτης μόνης, ὡς ἔχει τὸ ἄνθρωπός ἐστι ζῷον νοῦ καὶ ἐπιστήμης δεκτι‐ κόν, καὶ ὃν ἀποδέδωκεν ὁρισμὸν τῆς ῥητορικῆς ὁ Ἑρμο‐ γένης ἐν τῷ προοιμίῳ τοῦ Περὶ τῶν στάσεων βιβλίου μονονουχὶ οὕτως εἰπὼν ‘ῥητορική ἐστι σύστημα ἐκ κα‐ | |
15 | ταλήψεων ἐγγεγυμνασμένων, λυσιτελοῦν κἀν ταῖς βου‐ λαῖς κἀν τοῖς δικαστηρίοις καὶ πανταχοῦ‘, τὸ μὲν ‘σύ‐ στημα ἐγκαταλήψεων ἐγγεγυμνασμένων‘ ἀντὶ γένους παραλαβών, τὰ δὲ λοιπὰ ἀντὶ διαφορῶν, καὶ μᾶλλον ὡς εἰδικωτάτην διαφοράν· μόνη γὰρ ἡ ῥητορικὴ δοκεῖ | |
20 | ‘ἐν ταῖς βουλαῖς καὶ ἐν τοῖς δικαστηρίοισ‘ λυσιτελεῖν. Πότε δὲ χρὴ τὸ ὄνομα τοῦ γένους τιθέναι ἐν τῷ ὁρι‐ σμῷ καὶ πότε τὸν αὐτοῦ ὁρισμόν, καὶ πάλιν πότε πλείους δέον τιθέναι τὰς διαφορὰς καὶ πότε τὴν εἰδικωτά‐ την, καὶ ἐν ἄλλοις μὲν σὺν θεῷ εἰρήσεται καὶ νῦν δὲ | |
25 | διὰ βραχέων ἐροῦμεν. ὅτε μὲν γὰρ ἀμφιβάλλεται, εἰ | |
γένος ἐστὶ τόδε τοῦ ὁριστοῦ, τότε δέον οὐχὶ τὸ ὄνομα | 101 | |
14.102 | τοῦ γένους ἀλλὰ τὸν ὁρισμὸν αὐτὸν τιθέναι, ὡς ἂν δι’ αὐτοῦ δειχθῇ γένος εἶναι τοῦ ὁριστοῦ· ὧν γὰρ οἱ ὅροι κοινοί, τούτων καὶ τὰ πράγματα τὰ αὐτά. διά τοι τοῦτο καὶ ὁ σοφώτατος Ἑρμογένης ἐν τῷ Περὶ τῶν στάσεων | |
5 | βιβλίῳ βουλόμενος ὁρίσασθαι τὴν ῥητορικὴν καὶ μέλλων ἀντὶ γένους τὴν τέχνην ἐν τῷ ὁρισμῷ θεῖναι, ἐπειδὴ εὕρισκε πολλοὺς μὴ συγχωροῦντας τέχνην εἶναι τὴν ῥητορικήν, ἀντὶ τοῦ ‘τέχνη‘ ὀνόματος τὸν ὁρισμὸν τῆς τέχνης παρέλαβεν· ἔνθα μέντοι μηδεὶς ἀμφιβάλλει περὶ | |
10 | τοῦ γένους, τότε οὐχὶ τὸν ὁρισμὸν τοῦ γένους ἀλλὰ τὸ ὄνομα δέον τιθέναι. Καὶ περὶ τῶν διαφορῶν δὲ ἐκεῖνο λέγομεν, ὅτι, ὅτε μὲν ἀντὶ τοῦ ὀνόματος τοῦ γένους τὸν ὁρισμὸν τοῦ γέ‐ νους τιθέαμεν, τότε οὐχὶ πλείους διαφορὰς ἀλλὰ τὴν | |
15 | εἰδικωτάτην μόνην παραληψόμεθα, ὥσπερ καὶ ὁ Ἑρμο‐ γένης ἐποίησε τὴν εἰδικωτάτην μόνην παραλαβών, ἐπειδὴ ἀντὶ τοῦ ‘τέχνη‘ ὀνόματος τὸν ὁρισμὸν τῆς τέχνης παρέ‐ λαβε. τοῦτο δὲ ποιοῦμεν, ἵνα μὴ μακρὸν τὸν ὁρισμὸν ποιήσωμεν, δέον αὐτὸν σύντομον εἶναι· εἰ γὰρ καὶ ἀντὶ | |
20 | τοῦ ὀνόματος τοῦ γένους τὸν ὁρισμὸν τοῦ γένους παρα‐ ληψόμεθα καὶ πλείους διαφορὰς ἐκείνῳ πάλιν συμπλέξομεν, μακρὸς οὗτος ὁ ὁρισμὸς γενήσεται· εἰ μέντοι μὴ τὸν ὁρισμὸν ἀλλὰ τὸ ὄνομα τοῦ γένους παραληψόμεθα, τότε οὐδὲν κωλύει καὶ πλείους παραλαβεῖν τὰς διαφοράς. | |
25 | Γεώργιος· «δεῖ δὲ γινώσκειν, ὅτι οἱ μὲν ἀπὸ γένους | |
καὶ συστατικῶν διαφορῶν ὁρισμοὶ τοῖς φυσικοῖς ὡς ἐπὶ | 102 | |
14.103 | τὸ πλεῖστον ἁρμόζουσιν, οἷον ἀνθρώπῳ, βοΐ, λίθῳ καὶ τοῖς ὁμοίοις, οἱ δὲ ἐξ ὑποκειμένου 〈ἢ τέλους ἢ ἐκ τοῦ συναμφοτέρου, ἐξ ὑποκειμένου〉 καὶ τέλους, ταῖς ἐπι‐ στήμαις καὶ τέχναις, οἱ δὲ ἐξ ὕλης καὶ εἴδους τοῖς ἀπο‐ | |
5 | τελέσμασι τῶν τεχνῶν.» Ἀλλ’ ἐπειδὴ τί τέ ἐστιν ὅρος καὶ πόθεν παρωνόμασται καὶ πόσαι αὐτοῦ διαφοραί, εἰ καὶ διὰ βραχέων, ὅμως εἰρήκαμεν, ἴδωμεν εἰ δοκεῖ καὶ τὸν τῆς ῥητορικῆς ὁρισ‐ μὸν τίς ἐστι, [καὶ] ἐπὶ τὸ δεύτερον ἐρχόμενοι τῶν ζη‐ | |
10 | τουμένων τὸ τί ἐστι. φέρονται δὴ τῆς ῥητορικῆς ὁρισ‐ μοὶ οὐχ εἷς ἀλλὰ πλείονες. Ἀριστοτέλης μὲν γὰρ αὐτὴν ὡρίσατο οὕτως ‘ῥητορική ἐστι δύναμις τοῦ περὶ ἕκα‐ στον ἐνδεχομένου πιθανοῦ λόγου, τέλος ἔχουσα τὸ εὖ λέγειν‘. ὃν καὶ αἰτιῶνταί τινες ὡς δύο κακιῶν παρακο‐ | |
15 | λουθουσῶν τοῖς ὅροις, ὑπερβολῆς καὶ ἐλλείψεως, τὴν μίαν τῶν κακιῶν τὴν ὑπερβολὴν ἔχοντα καὶ παρὰ τοῦτο μὴ ἀντιστρέφοντα τῷ ὁριστῷ· ἔχει δέ, φασί, τὴν ὑπερ‐ βολήν, καθὸ οὐ μόνον τὴν ῥητορικὴν περιέχει ἀλλὰ καὶ τὴν διαλεκτικήν· καὶ γὰρ εἰ λέγομεν ‘διαλεκτικὴ δύναμίς | |
20 | τίς ἐστι τοῦ περὶ ἕκαστον ἐνδεχομένου πιθανοῦ λόγου, | |
τέλος ἔχουσα τὸ εὖ λέγειν‘, ἀληθεύομεν· εἰ μέντοι ἀντι‐ | 103 | |
14.104 | στρέψαι πειραθείημεν λέγοντες, ὅτι καί, εἴ τι ‘δύναμις τοῦ περὶ ἕκαστον ἐνδεχομένου πιθανοῦ λόγου, τέλος ἔχουσα τὸ εὖ λέγειν‘, τοῦτο ῥητορική ἐστι, ψευδόμεθα· αὐτίκα γὰρ ἡ διαλεκτικὴ ‘δύναμις οὖσα τοῦ περὶ ἕκα‐ | |
5 | στον ἐνδεχομένου πιθανοῦ λόγου, τέλος ἔχουσα τὸ εὖ λέγειν‘ οὐκ ἔστι ῥητορική· διαφέρει γὰρ τῆς διαλεκτι‐ κῆς ἡ ῥητορικὴ τῇ τε ὕλῃ καὶ τοῖς ὀργάνοις τῇ μὲν ὕλῃ, ὅτι ἡ μὲν ῥητορικὴ ὕλην ἔχει τὰ πολιτικά, ἡ δὲ διαλεκτικὴ περὶ πάντων ἁπλῶς, ὥς τισι δοκεῖ, διαλε‐ | |
10 | χθήσεται, τοῖς δὲ ὀργάνοις, ὅτι τῆς μὲν ῥητορικῆς ὄργανα τὸ κεφάλαιον, τὸ ἐπιχείρημα, ἡ ἐργασία, τὸ ἐνθύμημα. Κεφάλαιον μὲν οὖν ἐστι μέρος λόγου ἀπόδειξιν ἔχον τοῦ προκειμένου ζητήματος, ἐκ νοημάτων καὶ ἐπιχει‐ ρημάτων συγκείμενον, οἷον ὑποκείσθω ζήτημα τὸ Φιλίπ‐ | |
15 | που συνεχῶς Χαιρώνειαν κατατρέχοντος γράφει Δημο‐ σθένης διορύξαι τὸν Ἰσθμόν, εἶτα πρὸς σύστασιν τού‐ του κεφάλαιον τὸ δυνατόν, ὅτι ῥᾴδιον τὸ διορύξαι τὸν Ἰσθμόν. Ἐπιχείρημα δέ ἐστι λόγος κατασκευαστικὸς τοῦ προτεθέντος κεφαλαίου, ἐκ περιστάσεως ἔχων τὴν | |
20 | γένεσιν, οἷον ὡς ἵνα πρὸς κατασκευὴν τοῦ προτεθέν‐ τος κεφαλαίου ἐπαγάγωμεν ἐπιχείρημα ἀπὸ τῆς περι‐ στάσεως ἤγουν ἀπὸ τοῦ προσώπου ἢ τοῦ τόπου ἢ τῶν ἄλλων· ἀπὸ μὲν οὖν τοῦ προσώπου, ὅτι ῥᾴδιον τοῖς Ἀθηναίοις τοῖς ἰσχυροῖς καὶ νεωτεροποιοῖς καὶ παρὰ | |
25 | τῶν ἐχθρῶν ἐπαινουμένοις· ἀπὸ δὲ τοῦ τόπου, ὅτι γῆν | 104 |
14.105 | διορύξομεν, τὸ δὲ γῆν διορύσσειν παιδιά. Ἐργασία δέ ἐστι λόγος κατασκευαστικὸς τοῦ προτεθέντος ἐπιχει‐ ρήματος, ἐκ παραβολῆς ἢ παραδείγματος ἔχων τὴν γέ‐ νεσιν· ἐκ μὲν οὖν παραδείγματος, οἷον ἐπεὶ καὶ Ξέρξης | |
5 | ποτὲ διώρυξε τὸν Ἄθων· ἐκ δὲ παραβολῆς, ὡς εἴ τις εἴποι δεῖν τοὺς γονέας τιμᾶν, εἶτα ἐργασίαν θήσει ἐκ παραβολῆς ‘καὶ γὰρ καὶ τῶν θηρίων ἔστιν ἃ τοῦτο ποιεῖ‘. Τὸ δὲ ἐνθύμημα σύγκρισιν ἔχει τῆς ἐργασίας καὶ τοῦ ἐπιχειρήματος καὶ ἀπονέμει τὸ πλέον τῷ ἐπιχειρήματι, | |
10 | οἷον ὡς εἴ τις ἐπαγάγοι τῇ ἐκ παραβολῆς τεθείσῃ ἀνω‐ τέρω ἐργασίᾳ ἐνθύμημα ‘εἰ δὲ ἐπὶ θηρίων τοῦτο γίνε‐ ται, πολλῷ μᾶλλον ἐπὶ ἀνθρώπων προσῆκε σπουδάζε‐ σθαι‘. Καὶ ταῦτα μέν εἰσι τὰ τῆς ῥητορικῆς ὄργανα· τὰ δὲ | |
15 | τῆς διαλεκτικῆς ἥ τε ἐπαγωγὴ καὶ ὁ συλλογισμός· καὶ ὁ μὲν συλλογισμὸς ἐκ τῶν καθόλου τὰ μερικὰ πιστοῦ‐ ται, ἡ δὲ ἐπαγωγὴ ἐκ τῶν μερικῶν τὰ καθόλου· εἰ μὲν γὰρ βουλόμενος ἀποδεῖξαι τὸν Σωκράτην λογικὸν εἴπω ὅτι ‘πᾶς ἄνθρωπος λογικός, ἔστι δὲ ὁ Σωκράτης | |
20 | ἄνθρωπος, ὥστε καὶ λογικός ἐστι‘, συλλογισμὸν ποιῶ· ἐκ γὰρ τοῦ καθόλου τὸ μερικὸν ἐπιστωσάμην· εἰ δὲ τοὐναντίον τὸν ἄνθρωπον βουλόμενος δεῖξαι λογικὸν ἔκ τινος μερικοῦ τοῦτο πιστώσομαι, ἐπαγωγῇ χρῶμαι πρὸς | |
τὴν ἀπόδειξιν, οἷον ὡς ἵνα εἴπω οὕτως ‘ὁ πᾶς ἄνθρωπος | 105 | |
14.106 | λογικός ἐστι, καὶ γὰρ καὶ ὁ Σωκράτης ἄνθρωπος ὢν λογικός ἐστι‘. Καὶ οὐ τούτοις μόνον διαφέρει ἡ διαλεκτικὴ τῆς ῥητορικῆς, ἀλλὰ πρὸς τούτοις καὶ ὅτι ἣ μὲν κατὰ πεῦ‐ | |
5 | σιν μόνον καὶ ἀπόκρισιν προσάγεται, ἡ διαλεκτική, ἣ δὲ κατὰ πάντα λόγου τρόπον τε καὶ ἰδέαν· [καὶ ὅτι ἣ μὲν ἀμεθόδευτός ἐστι καὶ ἀκαλλώπιστος τὰ περὶ τὴν λέξιν, ἡ δὲ ῥητορικὴ τετεχνωμένη, τὸ προσῆκον ἑκάστῳ τῶν νοημάτων κάλλος περιτιθεῖσα καὶ σχῆμα καὶ μέγε‐ | |
10 | θος· καὶ ὅτι ἣ μὲν ἀναγκαίως διὰ τὸ ἀκαλλές τε καὶ ἀμεθόδευτον βιάζεται μόνον, ἣ δὲ διὰ τὸ προσηνὲς καὶ ἐπίχαρι πείθει.] Ὁ μέντοι Γεωμέτρης ὀρθῶς φησιν ἔχειν τὸν ὁρισμόν, παρ’ ὅσον ἡ διαλεκτικὴ οὐκ ἔστι δύναμις τοῦ περὶ ἕκα‐ | |
15 | στον ἐνδεχομένου πιθανοῦ λόγου· τῶν γὰρ περὶ τὰ πο‐ λιτικὰ πιθανῶν λόγων ἀπορεῖ, μόνης γὰρ τῆς ῥητορικῆς ὕλη τὰ πολιτικὰ ζητήματά τε καὶ ἐνθυμήματα. Ἀλλ’ ὁ μὲν παρὰ τοῦ Ἀριστοτέλους τῇ ῥητορικῇ ἀποδοθεὶς ὁρισμὸς τοιοῦτος καὶ αἱ κατ’ αὐτοῦ φερόμεναι μέμψεις | |
20 | τοιαῦται. Ὁρίζεται δὲ πάλιν αὐτὴν καὶ Διονύσιος ὁ Θρᾷξ οὕτως ‘ῥητορική ἐστι δύναμις τεχνικὴ διὰ λόγου ἐν πράγματι πολιτικῷ, τέλος ἔχουσα τὸ εὖ λέγειν‘. ἀλλὰ καὶ οὗτος κακίζεται, διότι τέλος ἐν αὐτῷ ἀποδέδοται τῆς ῥητορι‐ | |
25 | κῆς, ὅπερ οὐκ αὐτῆς μόνης ἀλλὰ καὶ ἄλλων τινῶν, δέον ὂν μήτε ἑνὸς πράγματος πολλὰ τέλη ἀποδίδοσθαι μήτε | |
πολλῶν ἕν. | 106 | |
14.107 | Φαίνεται δὲ καὶ ὁ Ἑρμογένης ἐν τῇ Ῥητορικῇ αὐτοῦ τέχνῃ οὕτως αὐτὴν ὁριζόμενος· ῥητορική ἐστι τέχνη τις λυσιτελοῦσα «κἀν ταῖς βουλαῖς κἀν τοῖς δικαστη‐ ρίοις καὶ πανταχοῦ». | |
5 | Ὁ δὲ Γεωμέτρης οὕτως αὐτὴν ὡρίσατο ἐν τῇ εἰς τὸ παρὸν τοῦ Ἀφθονίου βιβλίον ἐξηγήσει ‘ῥητορική ἐστι λόγος περὶ τὸν λόγον‘. Ὁ μέντοι Γοργίας πειθοῦς δημιουργὸν εἶπεν αὐτήν. ἀλλὰ καὶ οὗτος κακίζεται ὁ ὁρισμὸς κατὰ τὸ ὑπερ‐ | |
10 | βάλλον· οὐ μόνον γὰρ τῆς ῥητορικῆς ἐστι δηλωτικὸς ἀλλὰ καὶ ἑτέρων πλειόνων· πολλὰ γάρ ἐστι καὶ ἄλλα πειθοῦς δημιουργά. διὸ οὐδὲ ἀντιστρέφει· εἴ τι μὲν γὰρ ῥητορική, τοῦτο καὶ πειθοῦς δημιουργός, οὐ μὴν εἴ τι πειθοῦς δημιουργός, τοῦτο πάντως καὶ ῥητορική. | |
15 | Ἕτεροι δὲ οὕτως αὐτὴν ὁρίζονται· ‘ῥητορική ἐστι δύναμις εὑρετικὴ καὶ ἑρμηνευτικὴ μετὰ κόσμου τῶν ἐνδεχομένων πιθανῶν ἐν πράγματι πολιτικῷ, τέλος ἔχουσα τὸ εὖ λέγειν‘, τὴν μὲν δύναμιν ἀντὶ γένους παρα‐ λαμβάνοντες· τῶν ἐν μέσῳ γὰρ τὸ ὄνομα, καὶ ἐπὶ βλάβῃ | |
20 | καὶ ἐπ’ ὠφελείᾳ χρωμένων ἡμῶν αὐτῷ· τὸ δὲ ‘εὑρετικὴ καὶ ἑρμηνευτική‘ ὡς διαφορὰς ἰδίας τοῦ ῥήτορος· τού‐ τοις γὰρ ἴδιον εὑρεῖν τε τὰ ῥηθησόμενα καὶ ὡς δέον εἰπεῖν· τὸ δὲ ‘μετὰ κόσμου‘ διὰ τὸ τῆς φράσεως κάλ‐ λος, ὃ καὶ αὐτὸ παρὰ τοῦ ῥήτορος ἀπαιτοῦμεν· τὸ δὲ | |
25 | ‘ἐν πράγματι πολιτικῷ‘ προστέθειται διὰ τὸ περὶ τὰ τοιαῦτα τὸν ῥητορεύοντα καταγίνεσθαι· τὸ δὲ ‘τέλος ἔχουσα τὸ εὖ λέγειν‘ κακίζεται, ὡς καὶ ἀνωτέρω εἰρή‐ | |
καμεν. | 107 | |
14.108 | Ἄμεινον οὖν τῶν λοιπῶν ὁρίσασθαι δοκοῦσιν τὴν ῥητορικὴν οἱ οὕτως αὐτὴν ὁρισάμενοι ‘ῥητορική ἐστι τέχνη περὶ λόγου δύναμιν ἐν πράγματι πολιτικῷ, τέλος ἔχουσα τὸ πιθανῶς εἰπεῖν κατὰ τὸ ἐνδεχόμενον‘. ἀλλ’ | |
5 | ἐπειδὴ πᾶς ὁρισμὸς ἐκ γένους καὶ συστατικῶν διαφορῶν σύγκειται, ἴδωμεν, ποία μὲν λέξις ἀντὶ γένους παρεί‐ ληπται, ποῖαι δὲ ἀντὶ συστατικῶν διαφορῶν σύγκεινται. Ἀλλὰ πρὸ τούτου ζητητέον, πῶς εἴρηται πάντα ὁρισ‐ μὸν ἐκ γένους καὶ συστατικῶν διαφορῶν συγκεῖσθαι, | |
10 | ὅπου καὶ ἐξ ὑποκειμένου καὶ τέλους εἰσί τινες καὶ ἐξ ὕλης καὶ εἴδους καὶ ἄλλων τινῶν. καί φαμεν, ὅτι καὶ αὐτοὶ δυνάμει ἐκ γένους καὶ διαφορῶν εἰσι· τὰ γὰρ ὑποκείμενα τῇ ναυπηγικῇ ξύλα γένος αὐτῆς εἰσιν· οὐ μόνον γὰρ αὐτῇ ὑπόκειται ἀλλὰ καὶ τῇ τεκτονικῇ καὶ | |
15 | δρυτομικῇ. καὶ ἡ ὕλη δὲ κατὰ τοῦτον τὸν λόγον γένους τάξιν ἔχει. τὸ δὲ τέλος καὶ τὸ εἶδος τὸν τῶν διαφορῶν ἀποσῴζουσι λόγον. Ἴδωμεν οὖν λοιπὸν καὶ τῶν ἐν τῷ προτεθέντι τῆς ῥητορικῆς ὁρισμῷ λέξεων ποία μὲν ἀντὶ γένους κεῖται, ποῖαι δὲ ἀντὶ τῶν διαφορῶν. κεῖται | |
20 | τοίνυν τὸ μὲν ‘τέχνη‘ ὄνομα ἀντὶ γένους· εἰ γὰρ γένος ἐστὶ τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει ἐν τῷ τί ἐστι κατηγορούμενον, ὡς ὁ Ἀριστοτέλης πρῶτος ἐν τοῖς Τοπικοῖς καὶ ἀπ’ ἐκείνου Πορφύριος ὁ Φοῖνιξ ἔν τε ἄλλοις καὶ ἐν τῇ Εἰσαγωγῇ ἐδίδαξαν, εὔδηλον, ὅτι | |
25 | καὶ τὸ ‘τέχνη‘ ὄνομα ἀντὶ γένους ἐστίν, εἴ γε γραμματι‐ | |
κῆς καὶ ῥητορικῆς καὶ τεκτονικῆς καὶ ἰατρικῆς καὶ | 108 | |
14.109 | ἄλλων πλειόνων καὶ διαφερόντων τῷ εἴδει κατηγορεῖ‐ ται ἐν τῷ διὰ τοῦ τί ἐστι προφέρεσθαι τὴν ἐρώτησιν. καὶ αὕτη μὲν ἀντὶ γένους, ὡς ἔφαμεν, ἡ λέξις παρείληπται, αἱ δὲ λοιπαὶ ἀντὶ διαφορῶν, χωρίζουσαι τὸ ὁριστὸν ἀπὸ | |
5 | τῶν ἄλλων τεχνῶν καὶ περιορίζουσαι τὴν αὐτοῦ ἰδιότητα. παρείληπται τοίνυν τὸ μὲν ‘περὶ λόγου δύναμιν‘ πρὸ τὸ χωρισθῆναι τὴν ῥητορικὴν ἀπό τε τῆς τεκτονικῆς καὶ τῶν ἄλλων πρακτικῶν τεχνῶν, ἔτι δὲ καὶ πρὸς τὸ δηλωθῆναι, ὅτι ἡ ῥητορικὴ πρᾶγμά ἐστιν ἔμμεσον καὶ | |
10 | ᾧ ἔξεστι καὶ καλῶς καὶ κακῶς χρήσασθαι· τοιοῦτον γὰρ ἡ δύναμις. διά τοι τοῦτο καὶ ὁ πλοῦτος καὶ ἡ ἰσχὺς καὶ ἡ μάχαιρα δυνάμεις λέγονται· ἔξεστι γὰρ αὐτοῖς καὶ καλῶς καὶ κακῶς χρήσασθαι. ἡ δὲ ῥητορικὴ δύνα‐ μίς ἐστιν, ἐπειδὴ κέχρηται καὶ τῷ ψεύδει καὶ τῇ ἀλη‐ | |
15 | θείᾳ καὶ καταγίνεται περὶ τὰ πιθανά, τουτέστι περὶ τὰ πείθοντα καὶ μὴ πείθοντα. ἐπεὶ οὖν καὶ ἡ γραμματική, ἔτι δὲ καὶ ἡ διαλεκτικὴ τοιαῦται—τέχναι γὰρ λογικαὶ καὶ αὐταί—, προσετέθη τὸ ‘ἐν πράγματι πολιτικῷ‘· ἡ γὰρ γραμματικὴ οὐ περὶ τὰ πολιτικὰ ἀλλὰ περὶ τό‐ | |
20 | νους καὶ πνεύματα καὶ στιγμὰς καὶ τὰ τοιαῦτα κατα‐ γίνεται· ὁμοίως δὲ καὶ ἡ διαλεκτικὴ εἰ καὶ περὶ πάν‐ των τῶν προτεθέντων ἐπιχειρεῖ, οἷον περὶ μουσικῶν, περὶ γεωμετρικῶν, ἔτι γε μὴν περὶ ἰατρικῶν, φυσικῶν τε καὶ ἠθικῶν καὶ λογικῶν, ὅμως ὁ μὲν διαλεκτικὸς περὶ | |
25 | πᾶσαν ὕλην ὁμοίως τῇ δυνάμει χρῆται, ὁ δὲ ῥητορικὸς εἰ καὶ αὐτὸς περὶ τῶν προτεθέντων λέγει, εἴτε ἰατρικά εἰσιν εἴτε φιλόσοφα εἴτε μουσικά, ὅμως ὡς ἐπὶ τὸ πλεῖ‐ στον περὶ τῶν πολιτικῶν διαλαμβάνει. τὸ δὲ ‘πιθανῶς | |
εἰπεῖν κατὰ τὸ ἐνδεχόμενον‘ ἐκ τοῦ τέλους παρείληπται· | 109 | |
14.110 | τοῦτο γάρ ἐστι τέλος τῆς ῥητορικῆς τὸ πιθανῶς εἰπεῖν κατὰ τὸ ἐνδεχόμενον. Τινὲς μέντοι τινὰ τῶν ἐν τῷ ὁρισμῷ κειμένων ἀνα‐ τρέπειν πειρῶνται, ὧν εἰ δοκεῖ τοὺς λόγους ἐπισκεψώ‐ | |
5 | μεθα. ἐν πρώτοις μὲν οὖν πρὸς τὴν ἀντὶ γένους ἐν τῷ ὁρισμῷ λέξιν κειμένην ἐνιστάμενοί φασι μὴ εἶναι τέχ‐ νην τὴν ῥητορικὴν ἀλλ’ ἐπιστήμην ἢ ἐμπειρίαν. ἴδωμεν δὲ πρῶτον τὴν διαφορὰν τῆς τέχνης, ἣν ἔχει πρὸς τὴν ἐπιστήμην καὶ ἐμπειρίαν διά τινος διαιρέσεως. | |
10 | Ἡ γνῶσις ἢ καθόλου ἐστὶν ἢ μερική· καὶ εἰ μὲν μερική, ποιεῖ τὴν πεῖραν· πεῖρα γάρ ἐστιν ἑνὸς καὶ μερικοῦ πράγματος γνῶσις, ὡς ἵνα γινώσκῃ τις, ὅτι ἡ ἀψινθία κεφαλαλγίαν ἰᾶται. εἰ δὲ καθόλου, ἢ μετὰ λό‐ γου ἢ ἄνευ λόγου· καὶ εἰ μὲν ἄνευ λόγου, ἐμπειρία ἐστί· | |
15 | καθόλου γὰρ καὶ ἀλόγως ἔχει τὴν τῶν πολλῶν γνῶσιν, οἷον ὡς ἵνα γινώσκῃ τις ἀπὸ παρατηρήσεως γράφειν ὀρθῶς, μὴ μέντοι καὶ κανόνας καὶ ὅρους δύνηται ἀπο‐ διδόναι. εἰ δὲ μετὰ λόγου, ἢ πταιστὴ ἢ ἄπταιστος· καὶ εἰ μὲν πταιστή, ποιεῖ τὴν τέχνην, ὡς ἔστιν ἡ ἰατρι‐ | |
20 | κή· αὕτη γὰρ καὶ καθόλου τὴν γνῶσιν ἔχει καὶ μετὰ λόγου, ἀλλ’ ἐπειδὴ πταιστή ἐστιν, οὐχὶ καθ’ ἑαυτὴν οὐδὲ κατὰ τοὺς μεθοδικοὺς ἢ θεωρητικοὺς λόγους, ἀλλὰ τῷ περὶ ὕλην τινὰ φθαρτὴν καὶ εὐαλλοίωτον καταγίνεσθαι καὶ διὰ τοῦτο μὴ ἀεὶ τοῦ σκοποῦ καὶ | |
25 | τοῦ τέλους ἐπιτυγχάνειν οἷον τῆς ὑγείας—ἀποτυγ‐ | |
χάνει γὰρ ἔστιν ὅτε ταύτης—, διὰ τοῦτο τέχνη λέ‐ | 110 | |
14.111 | γεται εἶναι καὶ οὐκ ἐπιστήμη. εἰ δὲ ἄπταιστος, ποιεῖ τὴν ἐπιστήμην· ἡ μὲν γὰρ τέχνη τρεπτὰ ἔχουσα τὰ ὑποκείμενα καὶ παρὰ τοῦτο καὶ σφαλερὰ ἔστιν ὅτε ἀποτυγχάνει τοῦ σκοποῦ καὶ παρὰ τοῦτο πταιστὴ | |
5 | λέγεται εἶναι· ἡ δὲ ἐπιστήμη ἄτρεπτα ταῦτα καὶ ἀναλ‐ λοίωτα ἔχουσα ἄπταιστός ἐστιν· εἰ γὰρ καὶ οἱ ἐπι‐ στήμονες ἔστιν ὅτε σφάλλονται, οὐ παρὰ τὴν ἐπιστή‐ μην τοῦτο πάσχουσιν, ἀλλὰ διὰ τὴν οἰκείαν ἀφυΐαν ἢ ἀμαθίαν ἢ καὶ διὰ τὸ τῆς ἐπιστήμης μέγεθος, οἱ δὲ | |
10 | τεχνῖται οὐ διὰ ταῦτα μόνον ἀλλὰ καὶ διὰ τὴν τῶν ὑπο‐ κειμένων ἀδηλότητα σφάλλοιντο ἄν. Ὁρίζονται δὲ τὴν μὲν ἐπιστήμην γνῶσιν ἄπταιστον, τὴν μὲν γνῶσιν ἀντὶ γένους λαμβάνοντες, τὸ δὲ ἄπται‐ στος ὡς εἰδικὴν διαφοράν· μόνη γὰρ ἡ ἐπιστήμη ἔχει | |
15 | τὸ ἄπταιστον καὶ τὸ ἀεὶ τὰ αὐτὰ περὶ τῶν αὐτῶν γι‐ νώσκειν, οἷον ἡ φιλοσοφία ἐπιστήμη οὖσα ἀεὶ γινώ‐ σκει περὶ τοῦ καθόλου ἀνθρώπου, ὅτι ζῷόν ἐστι λο‐ γικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικόν, καὶ οὐδέ‐ ποτε σφάλλεται τῆς καταλήψεως διὰ τὸ ἄτρεπτον εἶναι | |
20 | τὸ ὑποκείμενον. τινὲς δὲ προστιθέασι τούτοις, φημὶ δὴ τῷ ‘γνῶσιν ἄπταιστον‘, τὸ ‘τῶν ὑποκειμένων αὐτῷ πραγμάτων‘ διὰ τὸ περὶ τὰ ἄλλα δυνατὸν τάχα ἂν καὶ ταύτην τὴν ἐπιστήμην σφάλλεσθαι. —Τὴν δὲ τέχνην ὁρίζονται οὕτως ‘τέχνη ἐστὶ σύστημα ἐκ καταλήψεων | |
25 | ἐγγεγυμνασμένων πρός τι τέλος εὔχρηστον τῶν ἐν τῷ | |
βίῳ‘. ἴδιον δὲ ταύτης λέγουσι τὸ πάντα μετὰ λόγου | 111 | |
14.112 | γινώσκουσαν ἔσθ’ ὅτε τοῦ οἰκείου σκοποῦ καὶ τοῦ τέ‐ λους ἀποτυγχάνειν καὶ σφάλλεσθαι διὰ τὴν τῶν ὑπο‐ κειμένων ἀδηλότητα. —Τὴν δὲ ἐμπειρίαν βούλονται εἶναι τριβὴν ἄλογον ἐκ παρατηρήσεως γινομένην. ἴδιον | |
5 | δὲ αὐτῆς τὸ μηδὲν μετὰ λόγου γινώσκειν ἀλλ’ ἐκ παρα‐ τηρήσεως μόνης· καὶ τοῦτό ἐστιν, ᾧτινι τέχνης ἐμπει‐ ρία διαφέρει, ἐπεὶ κατὰ τὰ ἄλλα διαφερόντως αὐτῇ κοινωνεῖ, οἷον κατὰ τὴν ὕλην, κατὰ τὰ ὄργανα, κατὰ τὰ τέλη, οἷον ὡς ἐπὶ τοῦ λογικοῦ ἰατροῦ καὶ ἐμπειρικοῦ· | |
10 | ὕλη μὲν γὰρ ἀμφοτέροις τὰ ἀνθρώπινα σώματα, ὄρ‐ γανα δὲ τὰ δι’ ὧν ἑκάτερος ἐνεργεῖ, τέλος ἡ ὑγεία. Ἐπειδὴ τοίνυν, τί διαφέρουσιν ἀλλήλων ἐπιστήμη καὶ τέχνη καὶ ἐμπειρία, εἴπομεν, ἴδωμεν καὶ τίσι χρῶνται λόγοις οἱ λέγοντες ἐπιστήμην τὴν ῥητορικὴν καὶ ποίοις | |
15 | οἱ λέγοντες αὐτὴν ἐμπειρίαν καὶ διὰ τίνων τὴν νικῶσαν ἀποφέρονται κατ’ ἀμφοτέρων οἱ τέχνην αὐτὴν εἶναι τιθέμενοι. Οἱ μὲν οὖν λέγοντες αὐτὴν ἐπιστήμην φασίν, ὅτι ἴδιον τῆς ἐπιστήμης τὸ περὶ τῶν ὄντων ὡς ὄντων δια‐ | |
20 | λέγεσθαι, οἷον ἡλίου ὑπὲρ γῆν ὄντος ὅσον πρὸς ἡμᾶς ἡμέρα ἐστίν· ἀλλὰ καὶ ἡ ῥητορικὴ τοῦτο ποιεῖ· ἰδοὺ γὰρ Φιλίππου πολεμοῦντος Ὀλυνθίοις ὡς περὶ ὄντων διαλέγεται Δημοσθένης. πρὸς τούτοις ἴδιον τῆς ἐπι‐ στήμης τὸ τῶν καθόλου φροντίζειν· ἀλλὰ καὶ ἡ ῥητο‐ | |
25 | ρικὴ τούτων ἀντέχεται· ἰδοὺ γὰρ καθόλου στοχασμὸν | |
καὶ ὅρον διδάσκει ἡμᾶς καὶ καθολικοὺς τύπους προοι‐ | 112 | |
14.113 | μίων καὶ γενικὰς ἰδέας. Φαμὲν οὖν ἡμεῖς πρὸς μὲν τὸ πρῶτον αὐτῶν ἐπιχείρημα, ὅτι, εἰ καὶ ἡ ἐπιστήμη καὶ ἡ ῥητορικὴ περὶ τῶν ὄντων ὡς ὄντων διαλέγεται, ἀλλ’ ἡ μὲν ἐπιστήμη τὰ αὐτὰ περὶ τῶν αὐτῶν ἀεὶ λέγει καὶ | |
5 | οὐ πταίει, ἡ δὲ ῥητορικὴ οὐ μόνον οὐ λέγει τὰ αὐτὰ περὶ τῶν αὐτῶν ἀεί—καὶ γὰρ οὐ μόνον ἀλλήλους ἀλλὰ καὶ ἑαυτοὺς ἔσθ’ ὅτε ἀνατρέπουσιν οἱ ῥήτορες, ποτὲ μὲν ἐν τῇ αὐτῇ ὑποθέσει τὸν κατήγορον μελετῶντες, ποτὲ δὲ τὸν φεύγοντα, καὶ μέμψιν ἡγοῦνται τὸ λέγειν | |
10 | ἐνθύμημα ὑφ’ ἑτέρου ῥηθὲν ἢ τῷ αὐτῷ δὶς χρήσασθαι —, ἀλλ’ ἔστιν ὅτε καὶ σφάλλεται καὶ ἀποτυγχάνει τοῦ οἰκείου σκοποῦ, οἷον τοῦ πεῖσαι. Πρὸς δὲ τὸ δεύτερον ἐπιχείρημα τῶν λεγόντων τὴν ῥητορικὴν ἐπιστήμην φαμέν, ὅτι οὐδὲν θαυμαστόν, ἐὰν περὶ καθόλου στο‐ | |
15 | χασμοῦ καὶ ὅρου διδάσκῃ ἡ ῥητορική· πᾶσα γὰρ τέχνη τοὺς μὲν κανόνας ἔχει καθολικούς, τὰ δὲ ἀποτελέσ‐ ματα μερικά· ὡσαύτως οὖν καὶ ἡ ῥητορικὴ τέχνη οὖσα τὸν περὶ στοχασμοῦ λόγον ἔχει καθολικόν, τὸν δὲ Κατ’ Αἰσχίνου ἢ Κατὰ Τιμάρχου μερικοὺς ὡς ἀποτελέσ‐ | |
20 | ματα. ἔτι πρὸς αὐτοὺς κἀκεῖνο λέγομεν, ὅτι ἡ μὲν ἐπι‐ στήμη ἄτρεπτα ὡς δέδεικται ἔχει τὰ ὑποκείμενα, ἡ δὲ ῥητορικὴ τρεπτά, εἴ γε καὶ ψυχὰς ἔχει ὑποκειμένας πολ‐ λὰς ἐχούσας τὰς καθ’ ὥραν ἀγχιστρόφους μεταβολάς. | |
ἔτι καί, ὅτι, ὧν οἱ ὅροι διάφοροι, καὶ αὐτὰ διάφορα· ἔστι | 113 | |
14.114 | δὲ ἐπιστήμης μὲν ὁρισμὸς ‘γνῶσις ἄπταιστοσ‘, ῥητορι‐ κῆς δὲ ‘τέχνη περὶ λόγου δύναμιν ἐν πράγματι πολιτι‐ κῷ, τέλος ἔχουσα τὸ πιθανῶς εἰπεῖν κατὰ τὸ ἐνδεχό‐ μενον‘. ἀλλ’ αὕτη ἡ ἀπόδειξις οὐκ ἔστιν ἰσχυρά· τὸ γὰρ | |
5 | ζητούμενον ὡς ὁμολογούμενον καὶ αὐτὴ λαμβάνει· ζη‐ τουμένου γάρ, εἰ ἄρα τέχνη ἐστὶν ἡ ῥητορικὴ ἢ ἐπιστή‐ μη, αὕτη τὸ ζητούμενον ὡς ὁμολογούμενον λαβοῦσα καὶ τέχνην αὐτὴν περὶ λόγου δύναμιν εἰποῦσα ἐκ τούτου δείκνυσι τέχνην τὴν ῥητορικήν. Ἰστέον δέ, ὡς ἐπι‐ | |
10 | στήμην ἐνταῦθα τὴν ἀντιδιαστελλομένην τῇ τέχνῃ λαμ‐ βάνουσιν, οὐ τὴν ἑτέραν, ἥτις κοινῶς ἐπὶ πάσης τέχνης καὶ ἐπιστήμης λαμβάνεται. Καὶ οὕτω μὲν ἐλέγχονται οἱ ἐπιστήμην τὴν ῥητορικὴν εἶναι βουλόμενοι. Οἱ μέντοι ἐμπειρίαν αὐτὴν εἶναι λέγοντές φασιν, ὅτι | |
15 | ἴδιον τῆς ἐμπειρίας ἡ τοῦ λόγου ἤγουν τῆς αἰτίας ἀπο‐ ρία· ἀλλὰ καὶ τῆς ῥητορικῆς τοῦτό φασιν ἴδιον· οὐ γὰρ δύναται φυσικὸν λόγον εἰπεῖν ὁ ῥήτωρ, πόθεν οἱ δικα‐ σταὶ χαίρουσι τοῖς προοιμίοις ἢ ἄλλῳ τινί. ἄλλως τε δὲ καὶ πολλούς, φασίν, ἔχοιμεν ἂν δεῖξαι ἀπὸ τῆς παρα‐ | |
20 | τηρήσεως τῶν γραφέντων τοῖς παλαιοῖς ῥήτορσι λόγων λόγους μὲν ποιοῦντας καὶ αὐτοὺς ῥητορικὰς μεθόδους ἔχοντας, μὴ ἔχοντας δὲ εἰπεῖν αἰτίας τῶν μεθόδων. Φαμὲν δὲ πρὸς τούτους πρὸς μὲν τὸν πρῶτον αὐτῶν λό‐ γον, ὅτι οὐ πάντας τοὺς μὴ δυναμένους φυσικὸν λόγον | |
25 | ἀποδοῦναι τοῦ προκειμένου πράγματος τούτους καὶ | |
ἐμπειρίαν μόνην ἔχειν λέγομεν, οὐχὶ δὲ καὶ τέχνην καὶ | 114 | |
14.115 | ἐπιστήμην, ἀλλὰ τοὺς ἁπλῶς λόγον ἤγουν αἰτίαν ἱκα‐ νῶς μὴ ἔχοντας ἀποδοῦναι· τὸ γὰρ περὶ τῶν φύσεων τῶν πραγμάτων φιλοσοφεῖν· τοῦ φυσικοῦ ἂν εἴη δήπου‐ θεν μόνου φιλοσόφου, ἐπεὶ μηδεμία τέχνη ἢ ἐπιστήμη | |
5 | αὐτὴ ἑαυτὴν δύναται συνορᾶν. αὐτίκα γοῦν ὁ γραμματι‐ κός, ὅτι μὲν διὰ τῶνδε γραπτέον, γινώσκει, πότερον δὲ δεῖ τόδε γράψαι ἢ μή, οὐκ οἶδε· ῥητορικῆς γὰρ ἂν εἴη τοῦτο πάλιν δεόμενον. οὕτως οὖν καὶ ἡ ῥητορική, ὅτι μὲν συμφέρει τῷ ῥητορεύοντι τὸ προοιμιάσασθαι, οἶδε, | |
10 | τίνος δὲ χάριν οἱ ἀκροαταὶ τοῖς προοιμίοις χαίρουσιν, οὐκ αὐτῆς ἀλλὰ τοῦ φυσικοῦ ἔστιν εἰπεῖν φιλοσόφου. Πρὸς δὲ τὸν δεύτερον αὐτῶν λόγον φαμέν, ὅτι ἀλλ’ οὐδ’ ἡμεῖς ἐκείνους λέγομεν ἔχειν τέχνην ῥητορικὴν τοὺς ἐκ ψιλῆς παρατηρήσεως τῶν ῥητορικῶν λόγων | |
15 | δυναμένους λόγους ποιεῖν ῥητορικούς, οὐδ’ ἂν εἴποιμεν τὴν ἐνοῦσαν ταῖς ψυχαῖς αὐτῶν γνῶσιν τῶν ῥητορικῶν παρατηρημάτων τέχνην ῥητορικὴν ἀλλ’ ἐμπειρίαν· τοὺς μέντοι καὶ τοὺς κανόνας ἀποδιδόντας τῶν γραφομένων ἐκείνους λέγομεν τέχνην ἔχειν ῥητορικὴν καὶ τὴν ἐνοῦ‐ | |
20 | σαν ταῖς ψυχαῖς αὐτῶν γνῶσιν τῶν ῥητορικῶν μεθόδων τέχνην εἶναι ἀποφαινόμεθα. Οὕτω μὲν οὖν καὶ διὰ τού‐ των ἐλέγχουσιν οἱ τέχνην τὴν ῥητορικὴν τιθέμενοι τοὺς ἐπιστήμην ἢ ἐμπειρίαν αὐτὴν εἶναι βουλομένους. | |
[Δειχθείη δ’ ἂν τέχνη οὖσα ἡ ῥητορικὴ καὶ ἐκ τοῦ | 115 | |
14.116 | τὸν ὁρισμὸν τῆς τέχνης αὐτῇ ἁρμόζειν· ἔστι δὲ ὁ ὁρισ‐ μὸς τῆς τέχνης ‘σύστημα ἐκ καταλήψεων ἐγγεγυμνασ‐ μένων πρός τι τέλος εὔχρηστον τῶν ἐν τῷ βίῳ‘. τὰ αὐτὰ δὲ ταῦτα καὶ τῇ ῥητορικῇ ἂν εἶεν ἁρμόδια· καὶ | |
5 | γὰρ καὶ ἡ ῥητορικὴ σύστημα μέν ἐστι διὰ τὸ ἐκ πολλῶν συγκεῖσθαι κανόνων τε καὶ μεθόδων. ‘ἐκ καταλήψεων‘ δὲ διὰ τὸ ἔκ τινων ἐπινοήσεων τῶν τοιούτων εὐπορῆ‐ σαι κανόνων τε καὶ μεθόδων. ‘ἐγγεγυμνασμένων‘ δὲ ὡς πολλάκις τὴν πεῖραν δόντων καὶ δεδοκιμασμένων τῷ | |
10 | χρόνῳ. ‘πρός τι‘ δὲ ‘τέλος εὔχρηστον τῶν ἐν τῷ βίῳ‘, καθὸ ψέγει μὲν τὴν κακίαν, ἐγκωμιάζει δὲ τὴν ἀρετήν, καὶ προτρέπει μὲν ἐπὶ τὰ καλά, ἀποτρέπει δὲ τῶν φαύ‐ λων, καὶ κατηγορεῖ μὲν τῶν ἀδικούντων, ὑπεραπολο‐ γεῖται δὲ τῶν ἀδικουμένων· τούτων γὰρ οὐδὲν ἂν εἴη | |
15 | εὐχρηστότερον ἕτερον.] Ἴδωμεν δὲ εἰ δοκεῖ καὶ τὰ τοῦ Πλάτωνος, ὃς καὶ αὐτὸς ἐξευτελίζων τὴν ῥητορικὴν πολιτικῆς ἔφη ταύ‐ την μορίου εἴδωλον, [καὶ θεωρήσωμεν, τί βούλεται αὐτῷ σημαίνειν τὸ λεγόμενον, φημὶ δὴ τὸ πολιτικῆς | |
20 | (καὶ) μορίου εἴδωλον,] καὶ διὰ ποίαν αἰτίαν ὡρμήθη καὶ αὐτὸς διασῦραι τὴν ῥητορικήν, καὶ πόθεν ἐλέγχε‐ ται κακῶς αὐτὸς ταύτῃ μεμφόμενος. ἀλλὰ πρὸ πάντων αὐταῖς λέξεσι τὰ τοῦ Πλάτωνος παραθήσομεν, ὡς ἂν | |
εὐσύνοπτον ἡμῖν ἐνθένδε γένηται τὸ λεγόμενον. | 116 | |
14.117(1t) | Ἐκ τοῦ Γοργίου Πλάτωνος. | |
2 | «Δοκεῖ τοίνυν μοι, ὦ Γοργία, εἶναί τι ἐπιτήδευμα τεχνικόν, οὐ ψυχῆς στοχαστικῆς καὶ ἀνδρείας καὶ φύ‐ σει δεινῆς προσομιλεῖν τοῖς ἀνθρώποις· καλῶ δὲ αὐτοῦ | |
5 | ἐγὼ τὸ κεφάλαιον κολακείαν. ταύτης μοι δοκεῖ τῆς ἐπιτηδεύσεως πολλὰ μὲν καὶ ἄλλα μόρια εἶναι, ἓν δὲ καὶ ἡ ὀψοποιητική· ὃ δοκεῖ μὲν εἶναι τέχνη, ὡς δὲ ὁ ἐμὸς λόγος, οὐκ ἔστι τέχνη ἀλλ’ ἐμπειρία καὶ τριβή. ταύτης μόριον καὶ τὴν ῥητορικὴν ἐγὼ καλῶ καὶ τήν γε | |
10 | κομμωτικὴν καὶ τὴν σοφιστικήν, τέτταρα ἐπὶ τέτρασι πράγμασιν. εἰ οὖν βούλεται Πῶλος πυνθάνεσθαι, πυν‐ θανέσθω· οὐ γάρ πω πέπυσται, ὁποῖόν φημι ἐγὼ τῆς κολακείας μόριον εἶναι τὴν ῥητορικήν, ἀλλ’ αὐτὸν λέληθα οὔπω ἀποκεκριμένος, ὃ δὲ ἐπανερωτᾷ, εἰ οὐ | |
15 | καλὸν ἡγοῦμαι τὴν ῥητορικήν, πρὶν ἂν πρῶτον ἀποκρί‐ νωμαι ὅ ἐστιν· οὐ γὰρ δίκαιον, ὦ Πῶλε· ἀλλ’ εἴπερ βούλει πυνθάνεσθαι, ἐρώτα, ὁποῖον μόριον τῆς κολα‐ κείας φημὶ τὴν ῥητορικήν. —Πῶλος· ἐρωτῶ οὖν καὶ | |
ἀπόκριναι, ὁποῖον μόριον. —〈Σωκράτης·〉 ἆρ’ οὖν ἂν | 117 | |
14.118 | μάθοις ἀποκρινομένου; ἔστι γὰρ ἡ ῥητορικὴ πολιτικῆς μορίου εἴδωλον. —Πῶλος· τί οὖν; καλὸν ἢ αἰσχρὸν λέγεις αὐτὴν εἶναι; —Σωκράτης· αἰσχρὸν ἔγωγε· τὰ γὰρ κακὰ αἰσχρὰ καλῶ. —Γοργίας· μὰ τὸν Δία, ὦ | |
5 | Σώκρατες, ἀλλ’ ἔγωγε οὐδ’ αὐτὸς συνίημι ὃ λέγεις. — Σωκράτης· εἰκότως γε, ὦ Γοργία· οὐδὲν γάρ πω σα‐ φὲς λέγω, Πῶλος δὲ ὅδε νέος ἐστὶ καὶ ὀξύς. —Γορ‐ γίας· ἀλλὰ τοῦτον μὲν ἔα, ἐμοὶ δὲ εἰπέ, πῶς λέγεις πολιτικῆς μορίου εἴδωλον τὴν ῥητορικήν. —Σωκράτης· | |
10 | ἀλλ’ ἐγὼ πειράσομαι φράσαι, ὅ γέ μοι φαίνεται εἶναι ῥητορική· εἰ δὲ μὴ τυγχάνει ὂν τοῦτο, Πῶλος ὅδε ἐλέγξει. σῶμά που καλεῖς τι καὶ ψυχήν; —Γοργίας· πῶς γὰρ οὔ; —Σωκράτης· καὶ τούτων οἴει τινὰ εἶναι ἑκατέρων εὐεξίαν; —Γοργίας· ἔγωγε. —Σωκράτης· τί δαί; | |
15 | δοκοῦσαν μὲν εὐεξίαν, οὖσαν δὲ οὔ; οἷον τοιόνδε λέγω· πολλοὶ δοκοῦσιν εὖ ἔχειν τὰ σώματα, ὡς οὐκ ἂν ῥᾳ‐ δίως αἴσθοιτό τις, ὡς οὐκ εὖ ἔχουσιν, ἀλλ’ ἢ ἰατρός τε καὶ τῶν γυμναστικῶν τις. —Γοργίας· ἀληθῆ λέγεις. — Σωκράτης· τὸ τοιοῦτον λέγω καὶ ἐν σώματι εἶναι, ὃ | |
20 | καὶ ἐν ψυχῇ, ὃ ποιεῖ μὲν εὖ ἔχειν τὸ σῶμα καὶ τὴν ψυχήν, | 118 |
14.119 | ἔχει δὲ οὐδὲν μᾶλλον. φέρε δέ σοι, ἐὰν δύνωμαι, σα‐ φέστερον ἐπιδείξω, ὃ λέγω. δυοῖν ὄντων πραγμάτων δύο τέχνας λέγω· τὴν μὲν οὖν ἐπὶ τῇ ψυχῇ πολιτικὴν καλῶ, τὴν δὲ ἐπὶ τῷ σώματι μίαν μὲν οὕτως ὀνομάσαι οὐκ | |
5 | ἔχω σοι, μιᾶς δὲ οὔσης τῆς τοῦ σώματος θεραπείας δύο μόρια λέγω, τὴν μὲν γυμναστικήν, τὴν δὲ ἰατρικήν· τῆς δὲ πολιτικῆς ἀντίστροφον μὲν τῇ γυμναστικῇ τὴν νομο‐ θετικήν, ἀντίστροφον δὲ τῇ ἰατρικῇ τὴν δικαστικήν. ἐπι‐ κοινωνοῦσι μὲν δὴ ἀλλήλαις ἅτε περὶ τὸ αὐτὸ οὖσα | |
10 | ἑκατέρα τούτων ἥ τε ἰατρικὴ τῇ γυμναστικῇ καὶ ἡ δικαστικὴ τῇ νομοθετικῇ· ὅμως δὲ διαφέρουσιν ἀλλή‐ λων. τεττάρων δὲ τούτων οὐσῶν καὶ ἀεὶ πρὸς τὸ βέλ‐ τιστον θεραπευουσῶν τῶν μὲν τὸ σῶμα, τῶν δὲ τὴν ψυ‐ χήν, ἡ κολακευτικὴ αἰσθομένη, οὐ γνοῦσα λέγω ἀλλὰ | |
15 | στοχασαμένη, τέτραχα ἑαυτὴν διανείμασα, ὑποδῦσα ἕκα‐ στον τῶν μορίων, προσποιεῖται εἶναι τοιοῦτον ὅπερ ὑπέδυ, καὶ τοῦ μὲν βελτίστου οὐδὲν φροντίζει, τῷ δὲ ἡδίστῳ θηρεύει τὴν ἄνοιαν καὶ ἐξαπατᾷ, ὥστε δοκεῖν πλείστου ἀξίαν εἶναι. ὑπὸ μὲν οὖν τὴν ἰατρικὴν ἡ ὀψο‐ | |
20 | ποιητικὴ ὑποδέδυκε, καὶ προσποιεῖται τὰ βέλτιστα σιτία τῷ σώματι εἰδέναι. κολακείαν μὲν οὖν αὐτὴν καλῶ καὶ | |
αἰσχρόν φημι τὸ τοιοῦτον εἶναι, ὦ Πῶλε—τοῦτο γὰρ | 119 | |
14.120 | πρὸς σὲ λέγω—, ὅτι τοῦ ἡδέος στοχάζεται ἄνευ τοῦ βελτίστου· τέχνην δὲ αὐτὴν οὔ φημι εἶναι ἀλλ’ ἐμπει‐ ρίαν, ὅτι οὐκ ἔχει λόγον οὐδένα ὧν προσφέρει, ὁποῖα ἄττα τὴν φύσιν ἐστίν, ὥστε τὴν αἰτίαν ἑκάστου μὴ ἔχειν | |
5 | εἰπεῖν. ἐγὼ δὲ τέχνην οὐ καλῶ, ὃ ἂν ᾖ ἄλογον πρᾶγμα. τούτων δὲ πέρι εἰ ἀμφισβητεῖς, ἐθέλω ὑποσχεῖν λόγον. τῇ μὲν οὖν ἰατρικῇ, ὥσπερ λέγω, ἡ ὀψοποιητικὴ κολα‐ κεία ὑπόκειται· τῇ δὲ γυμναστικῇ κατὰ τὸν αὐτὸν τρόπον ἡ κομμωτική, κακοῦργος καὶ ἀπατηλή, ἀγεννὴς καὶ ἀνε‐ | |
10 | λεύθερος, σχήμασι καὶ χρώμασι καὶ λειότησι καὶ ἐσθῆτι ἀπατῶσα, ὥστε ποιεῖν ἀλλότριον κάλλος, ἐφελκομένη τοῦ οἰκείου διὰ γυμναστικῆς ἀμελεῖν. ἵνα οὖν μὴ μα‐ κρολογῶ, ἐθέλω σοι εἰπεῖν ὥσπερ οἱ γεωμέτραι—ἤδη γὰρ ἂν ἴσως ἀκολουθήσαις—, ὅτι ὃ κομμωτικὴ πρὸς | |
15 | γυμναστικήν, τοῦτο σοφιστικὴ πρὸς νομοθετικήν, καὶ ὃ πρὸς ἰατρικὴν ὀψοποιητική, τοῦτο ῥητορικὴ πρὸς δι‐ καστικήν.» Τὴν μὲν οὖν τῶν λεγομένων ἔννοιαν δι’ αὐτῶν τῶν τοῦ Πλάτωνος φανερὰν οἶμαι γεγενῆσθαι· ἴδωμεν δὲ | |
20 | καὶ τὴν αἰτίαν, δι’ ἣν πρὸς τὴν ταύτης ὁ φιλόσοφος ὡρ‐ μήθη κατηγορίαν. τινὲς μὲν οὖν φασιν, ὅτι διὰ τὸ τὴν μὲν ἑαυτοῦ διατριβὴν ἀποκενουμένην ἤδη ὁρᾶν, τὴν δὲ τῶν ῥητόρων αὐξανομένην· ἕτεροι δέ φασιν, ὅτι τὸν ἥττω λόγον κἀνταῦθα γυμνάζων τοῦτο πεποίηκεν, ὃ | |
25 | καὶ αὐτὸ τῆς ῥητορικῆς ἔργον ἐστίν, ὡς ἐν τῷ Περὶ | 120 |
14.121 | τῶν στάσεων βιβλίῳ ἐν τῷ περὶ ἑτερορρεποῦς λόγῳ μανθάνομεν. Λείπεται λοιπὸν καὶ τῶν τοῦ Πλάτωνος λόγων ἐπα‐ γαγεῖν τὸν ἔλεγχον. ἐλέγχεται μὲν δὴ συκοφαντῶν καὶ | |
5 | μάτην ἐκφαυλίζων τὴν ῥητορικὴν ἐκ τοῦ ταύτην ἀσπά‐ ζεσθαι καὶ φιλοτιμεῖσθαι ταύτῃ μᾶλλον τῶν ἄλλων ἤπερ τοῖς λοιποῖς διαφέρειν· προσέτι γε μὴν καὶ ἐκ τοῦ ταῖς τῆς ῥητορικῆς χρῆσθαι μεθόδοις τὴν ῥητορικὴν δια‐ βάλλων· ἔτι δὲ καὶ ἐξ ἑτέρων πολλῶν, ἃ τοὺς Ὑπὲρ | |
10 | τῆς ῥητορικῆς τοῦ Ἀριστείδου μετιόντες λόγους εὑρήσο‐ μεν. Αὗται μὲν οὖν αἱ κατὰ τῆς λέξεως φερόμεναι ἀπορίαι τῆς ἀντὶ γένους τεθειμένης ἐν τῷ ὁρισμῷ τῷ λέγοντι τὴν ῥητορικὴν ‘τέχνην περὶ λόγου δύναμιν ἐν πράγματι | |
15 | πολιτικῷ, τέλος ἔχουσαν τὸ πιθανῶς εἰπεῖν κατὰ τὸ ἐνδε‐ χόμενον‘ καὶ αἱ τῶν ἀπορημάτων λύσεις. Ἴδωμεν δὲ καὶ τὰ πρὸς τὰ ἐφεξῆς τῶν ἐν τῷ ὁρισμῷ ἀπορούμενα. ζητοῦσι δή τινες, περὶ ποίου λόγου δύνα‐ μιν ὁρᾶται ἡ ῥητορικὴ καὶ ἀπὸ ποίου λόγου λογικὴ | |
20 | τέχνη αὕτη λέγεται. ἀλλὰ πρὸ τοῦ τῆς ζητήσεως ταύτης τὴν λύσιν ἐπαγαγεῖν ἁρμόδιον τὰ σημαινόμενα τοῦ λόγου καταριθμήσασθαι—ἔστι γὰρ ὁμώνυμος φωνὴ ὁ λό‐ γος—, εἶθ’ οὕτω περὶ ποῖα τῶν σημαινομένων ἡ ῥητο‐ ρικὴ καταγίνεται παραστῆσαι. ὁ τοίνυν λόγος ἐστὶ διτ‐ | |
25 | τός, ὅ τε δημιουργικὸς καὶ ὁ καθ’ ἡμᾶς. καὶ περὶ μὲν | 121 |
14.122 | τοῦ δημιουργικοῦ οὐδεὶς ἡμῖν λόγος καλῶς τοῖς φιλοσό‐ φοις εἰρημένου ‘τί μὲν γάρ ἐστι τὸ θεῖον οὐκ ἴσμεν, τί δ’ οὐκ ἔστιν ἐπιστάμεθα· ἐξ ἀποφάσεως γάρ, οὐκ ἐκ καταφάσεως τὰ τοῦ θείου γινώσκομεν‘. ὁ δὲ καθ’ ἡμᾶς | |
5 | λόγος διττός ἐστιν, ὅ τε ἐνδιάθετος, καθ’ ὃν βουλευό‐ μεθα, καὶ ὁ προφορικός, καθ’ ὃν φθεγγόμεθα. Ὁρί‐ ζονται δὲ τὸν μὲν ἐνδιάθετον ἔννοιαν ἀνθρωπίνην, καθ’ ἣν ἡμῖν περιγίνεται τὸ τί χρὴ λέγειν ἢ τί χρὴ πράττειν, τὴν μὲν ἔννοιαν ἀντὶ γένους λαμβάνοντες, τὰ δὲ λοιπὰ | |
10 | ἀντὶ διαφορῶν. τινὲς δὲ καὶ οὕτως αὐτὸν ὁρίζονται ‘ἐν‐ διάθετός ἐστι λόγος ἕξις ψυχῆς ἀνθρώπου, καθ’ ἣν λογι‐ κοί ἐσμεν‘, τὴν μὲν ἕξιν ὡς γένος τιθέντες—ἔχει γὰρ πάντα τὰ ζῷα ἕξιν τινὰ φυσικήν—, ἐπειδὴ δὲ ἔστι καὶ σώματος ἕξις, ἢ ἰσχύος ἢ εἴδους ἤ τινος τοιούτου, προσ‐ | |
15 | έθηκαν ‘ψυχῆσ‘· καὶ ἀποδιιστῶντες τῶν ἀλόγων ζῴων— κἀκεῖνα γὰρ ἔχει ψυχῆς ἕξιν, ὡς θυμικὸς μὲν ὁ λέων, νωθὴς δὲ ὁ ὄνος—, προσέθηκαν ‘καθ’ ἣν λογικοί ἐσμεν‘, τὸ ἴδιον τοῦ ἀνθρώπου διοριζόμενοι. Τὸν δὲ προφορικὸν ὁρίζονται οὕτως ‘προφορικός ἐστι λόγος δήλωσις ἐννοίας | |
20 | ἀνθρώπου διὰ φωνῆς ἐνάρθρου‘, τὴν μὲν δήλωσιν γέ‐ νος ἡγούμενοι, ἐπειδὴ δὲ καὶ πραγμάτων ἔστι δήλωσις, | |
προσθέντες τὸ ‘ἐννοίας ἀνθρώπου‘, καὶ ἐπειδὴ ἔστι πάλιν | 122 | |
14.123 | ἀνθρώπου ἐννοίας δήλωσις καὶ δι’ ὀρχήσεως, τὸ ‘διὰ φωνῆσ‘ προσθέντες. ἵν’ οὖν καὶ ἀπὸ τῶν ἀσημάντων φω‐ νῶν τὸν προφορικὸν διαστείλωσι λόγον—καὶ στενάζων γάρ τις καὶ καγχάζων δηλοῖ τὴν ἑαυτοῦ ἔννοιαν διὰ φω‐ | |
5 | νῆς, ἀλλ’ οὐκ ἀσημάντου—, προσέθηκαν τὸ ‘ἐνάρθρου‘. Ἔστι δὲ καὶ πρῶτος τῇ φύσει ὁ ἐνδιάθετος τοῦ προφο‐ ρικοῦ, ἐπεὶ καὶ συναναιρεῖ μὲν αὐτόν, οὐ συναναιρεῖται δέ· ὁ μὲν γὰρ ἐνδιάθετος χωρὶς τοῦ προφορικοῦ δύναται συστῆναι, ὁ δὲ προφορικὸς χωρὶς αὐτοῦ συστῆναι οὐ | |
10 | δύναται, πρῶτα δὲ τῇ φύσει ἀεὶ λέγεται εἶναι τὰ συν‐ αναιροῦντα καὶ μὴ συναναιρούμενα· τούτῳ γὰρ τῷ λόγῳ καὶ τὸ ζῷον πρῶτον λέγεται τοῦ ἀνθρώπου, ἐπειδὴ ἀναι‐ ρούμενον τὸ ζῷον συναναιρεῖ τὸν ἄνθρωπον· ζῴου γὰρ μὴ ὄντος οὐδὲ ἄνθρωπος ἔστιν, ὁ δὲ ἄνθρωπος ἀναιρούμενος | |
15 | οὐ συναναιρεῖ τὸ ζῷον· δύναται γὰρ εἶναι τὸ ζῷον καὶ ἀνθρώπου μὴ ὄντος. Ἀλλ’ ἵνα πρὸς τὸ ἐξ ἀρχῆς ἐπανέλθωμεν, τοσούτων τῶν σημαινομένων ὄντων τοῦ λόγου, ζητεῖται, ἀπὸ ποίου τούτων λογικὴ τέχνη παρωνόμασται ἡ ῥητορική, ἀπὸ | |
20 | τοῦ προφορικοῦ ἢ τοῦ ἐνδιαθέτου, ὅθεν καὶ ὁ ἄνθρωπος λέγεται λογικός· κατὰ γὰρ τὸν ἐνδιάθετον πάντες ἡμεῖς λεγόμεθα λογικοί, εἴ γε καὶ καθεύδοντες καὶ σιωπῶντες λογικοὶ λεγόμεθα, καὶ ὁ Πυθαγόρας δὲ λογικὸς ἐλέγετο τοσοῦτον χρόνον σιωπὴν ἀσκήσας. Φαμὲν οὖν, ὅτι ἑκα‐ | |
25 | τέρωθεν ἡ ῥητορικὴ λογικὴ τέχνη λέγεται, ἀπό τε τοῦ | |
προφορικοῦ καὶ τοῦ ἐνδιαθέτου· ἀπὸ μὲν τοῦ ἐνδιαθέτου, | 123 | |
14.124 | καθὸ κοσμεῖ αὐτὸν κατὰ τὴν εὕρεσιν τῶν ἐπιχειρημάτων καὶ τῶν νοημάτων, εἴ γε ὁ ἐνδιάθετος τὴν τούτων ἐκλήρωσεν εὕρεσιν, ἀπὸ δὲ τοῦ προφορικοῦ, καθὸ καὶ αὐτὸν κοσμεῖ χαριζομένη τὸ εὐφραδῶς καὶ εὐρύθμως | |
5 | λέγειν, εἴπερ καὶ αὐτὸς τὴν τῶν λέξεων συνθήκην καὶ εὐρυθμίαν ἐκλήρωσε· τὸν αὐτὸν δὲ τοῦτον λόγον κοσμεῖ καὶ ἡ γραμματικὴ τὸ ἄπταιστον αὐτῷ παρέ‐ χουσα, δι’ ἧς τοὺς βαρβαρισμοὺς καὶ σολοικισμοὺς ἐκφεύγομεν. | |
10 | ‘Ἐν πράγματι πολιτικῷ‘. καὶ τούτῳ μέμφονταί τινες· οὐκ ἔδει γάρ, φασίν, ‘ἐν πράγματι πολιτικῷ‘ εἰρῆσθαι ἀλλὰ ‘καὶ παντὶ ἰατρικῷ καὶ φυσικῷ καὶ μαθηματικῷ καὶ ἁπλῶς ἐν ὅλοις τοῖς διὰ λόγων λεγομένοισ‘· ταῦτα γὰρ πάντα παραλαβὼν ὁ ῥήτωρ καὶ τάξει καὶ οἰκονο‐ | |
15 | μήσει καὶ ἑρμηνεύσει κατὰ τὸ προσῆκον. ἡμεῖς δέ φαμεν, ὅτι ὡς ἰδιαίτατον τοῦτο τοῦ ῥήτορος ἐνταῦθα παρα‐ λαμβάνεται· μόνου γὰρ ῥήτορος τὸ περὶ τῶν πολιτικῶν διαλέγεσθαι. Ἀλλ’ ἐπειδὴ τὴν μὲν περὶ τοῦ εἰ ἔστι ῥητορικὴ ζήτη‐ | |
20 | σιν ἐξετάζοντες οὖσαν τὴν ῥητορικὴν ἀπεδείξαμεν καὶ τὴν περὶ τοῦ τί ἐστι πάλιν ζητοῦντες τὸν αὐτῆς ὅρον ἀπο‐ δεδώκαμεν, ὡς παρὰ τοῦτο καὶ τὸ ὁποῖόν τί ἐστι ῥη‐ τορικὴ ἀποδεδεῖχθαι, ἰτέον λοιπὸν καὶ ἐπὶ τὸ τέταρ‐ | |
τον τῶν ζητουμένων, ὅπερ δὴ καὶ μόνον ἀνεξέταστον | 124 | |
14.125 | ὑπολέλειπται, ἔστι δὲ τοῦτο τὸ διὰ τί ἐστι. ζητητέον τοίνυν, διὰ τί ἐστι ῥητορική. φαμὲν δή, ὅτι δι’ ἐκεῖνά ἐστιν ἡ ῥητορικὴ τὰ ὄντως θεῖα καὶ θαυμαστά, καὶ δι’ ὧν τὸν θεὸν αὐτὸν μιμεῖσθαι πεπλουτήκαμεν, φημὶ | |
5 | δὴ διὰ τὸ τῶν μὲν καλῶν προτρέπειν ἀντέχεσθαι, τῶν δὲ κακῶν ἀπέχεσθαι, ἔτι διὰ τὸ τοὺς μὲν φαύλους τιμω‐ ρεῖν, τοὺς δὲ ἀγαθοὺς στεφανοῦν, πρὸς ἐπὶ τούτοις καὶ διὰ τὸ τοὺς μὲν πονηροὺς ψόγων ἀξιοῦν, τοὺς δὲ χρηστοὺς ἐγκωμίων. | |
10 | Εἰπόντες οὖν πρῶτον, τίνα τὰ ἔργα τῆς ῥητορικῆς καὶ τί τὸ τέλος αὐτῆς καὶ πόθεν παρωνόμασται ῥητο‐ ρική, ζητήσωμεν τὰ εἰωθότα ζητεῖσθαι κεφάλαια πρὸ παντὸς τεχνικοῦ συγγράμματος. Ἔργα μὲν οὖν ἐστι τὸ ζητεῖν πρῶτον, εἰ ῥητορικόν ἐστι τὸ πρόβλημα ἢ οὔ· ἔστι | |
15 | γάρ τινα καὶ ἰατρικὰ ζητήματα, ὡς ὅτε ζητεῖται, διὰ τί τὰ μὲν ἑπτάμηνα βρέφη ζῶσι, τὰ δὲ ὀκτάμηνα οὔ, καὶ φι‐ λόσοφα πάλιν, ὡς ὅτε ζητεῖται, εἰ ὁ οὐρανὸς σφαιροει‐ δῶς κινεῖται. δέον οὖν ζητῆσαι, εἰ ῥητορικόν ἐστι τὸ πρό‐ βλημα ἢ οὒ καὶ εἰ [ῥητορικὸν] συνίσταται ἢ οὔ—πολλὰ | |
20 | γάρ εἰσι δοκοῦντα μὲν συνίστασθαι, οὐ συνίστανται δέ—, καὶ εἰ συνίσταται, ποίας ἄρα ἐστὶ στάσεως, στοχασμοῦ ἢ | |
ὅρου ἢ ἀντιλήψεως. εἶτα μετὰ τὸ νοῆσαι ταῦτα προ‐ | 125 | |
14.126 | οιμιάσασθαι κατὰ τοὺς ἁρμόζοντας τῷ προβλήματι τῶν προοιμίων τύπους, διηγήσασθαι, ἀγωνίσασθαι τὰ ἁρ‐ μόζοντα κεφάλαια εὑρόντα καὶ τὰς κατασκευὰς τοῦ καθ’ ἕκαστον τῶν κεφαλαίων, πρὸς τούτοις ἐπιλογίσασθαι. | |
5 | τούτων δέ φασιν εὑρετὴν πρῶτον γενέσθαι τὸν Κόρακα, ἄρτι τὸν δῆμον ἐκ τῆς ἀγρίου τυραννίδος ἐκείνης παρα‐ λαβόντα καὶ συγκεχυμένον εὑρόντα, καὶ ἵνα μὲν τὸ θο‐ ρυβοῦν παύσῃ καὶ πείσῃ προσέχειν, τοὺς τῶν προοιμίων τύπους ἐπινοήσαντα, ἵνα δὲ καὶ περὶ τοῦ πράγματος | |
10 | σαφῶς διδάξῃ καὶ πιθανῶς καὶ συντόμως, τὴν διήγησιν ἐπικατανοήσαντα, ἵνα δὲ καὶ περὶ ὧν βούλεται πείσῃ καὶ ἀποτρέψῃ ἢ ἐπιτρέψῃ, τοῖς ἀγῶσι χρησάμενον, ἵνα δὲ καὶ τῶν καιριωτέρων ἀναμνήσῃ, πληρώσῃ δὲ καὶ πάθους τοὺς δικαστὰς ἢ τοὺς βουλευτάς, καὶ τοὺς ἐπιλόγους κατα‐ | |
15 | στησάμενον. Τινὲς δέ φασιν ἔργα τῆς ῥητορικῆς εἶναι τὸ προοιμιάσασθαι πρὸς εὔνοιαν ἢ προσοχὴν ἢ εὐμά‐ θειαν, τὸ διηγήσασθαι πρὸς σαφήνειαν, τὸ πρὸς πίστιν ἀγωνίσασθαι, τὸ πρὸς ἀνάμνησιν ἐπιλογίσασθαι· οἷς καὶ μέμφεται ὁ Γεωμέτρης ὡς τἆλλα ἠγνοηκόσιν, ὅσα κἀν | |
20 | τοῖς προοιμίοις κἀν ταῖς διηγήσεσι καὶ τοῖς ἄλλοις τοῖς τεχνίταις ἐπινενόηται. Καὶ ταῦτα μὲν ἔργα τῆς ῥητορι‐ κῆς. Τέλος δὲ οὐ τὸ πεῖσαι ἀλλὰ τὸ πιθανῶς εἰπεῖν μηδὲν τῶν ἐνδεχομένων παραλιπόντα. ἄλλοι δὲ λέγουσιν, ὅτι | |
25 | τέλος ἐστὶ τῆς ῥητορικῆς ἡ πειθώ, ἡ δὲ πίστις ὄργανον· | 126 |
14.127 | ὡς γὰρ ἄλλο, φασίν, ἐστὶ θέμα καὶ ἄλλο θεματικόν, οὕτω καὶ ἄλλο πίστις καὶ ἄλλο πειστικόν. Ῥητορικὴ δὲ λέγεται ἤτοι ἀπὸ τοῦ ῥύδην ἤγουν ἀφθό‐ νως λέγειν ἢ καὶ ἀπὸ τοῦ συνηγορεῖν τοῖς νόμοις· ῥήτρας | |
5 | γὰρ ἐκάλουν οἱ παλαιοὶ τοὺς νόμους. [Εἰπόντες οὖν πρῶτον, τί τὸ ἔργον τῆς ῥητορικῆς καὶ τί τὸ τέλος αὐτῆς καὶ πόθεν παρωνόμασται ῥητορική, ζητήσωμεν ἔπειτα τὰ εἰωθότα ζητεῖσθαι κεφάλαια πρὸ παντὸς τεχνικοῦ συγγράμ‐ ματος. ἔργον μὲν οὖν τῆς ῥητορικῆς τὸ ἐν τῷ προβληθέντι ζητή‐ | |
10 | ματι νοῆσαι τὰ δέοντα καὶ οἰκονομῆσαι καλῶς καὶ ἑρμηνεῦσαι ἄριστα. πρῶτον δὲ δεῖ προοιμιάσασθαι πρὸς εὔνοιαν, εἶτα πρὸς μῖσος, δεύτερον δὲ διηγήσασθαι πρὸς σαφήνειαν, τρίτον ἀγωνί‐ σασθαι πρὸς ἀπόδειξιν καὶ πίστιν, καὶ τέταρτον ἀνακεφαλαιώσα‐ σθαι πρὸς ἀνάμνησιν. Τέλος δὲ τῆς ῥητορικῆς οὐ τὸ πεῖσαι ἀλλὰ | |
15 | τὸ πιθανῶς εἰπεῖν καὶ μηδὲν τῶν ἐνδεχομένων παραλιπεῖν. ἄλλοι δὲ λέγουσι ‘τὸ τέλος τῆς ῥητορικῆς ἡ πειθώ, ἡ δὲ πίστις ὄργανόν ἐστιν‘· ὡς γὰρ ἄλλο ἐστὶ ῥῆμα καὶ ἄλλο ῥηματικὸν καὶ ἄλλο θέμα καὶ ἄλλο θεματικόν, οὕτω καὶ ἄλλο πίστις καὶ ἄλλο πει‐ στικόν. —Ῥητορικὴ δὲ λέγεται ἤτοι ἀπὸ τοῦ ῥύδην λέγειν ἢ | |
20 | ἀπὸ τοῦ συνηγορεῖν τοῖς νόμοις· ῥήτρας γὰρ ἐκάλουν, ὡς προ‐ είπομεν, οἱ παλαιοὶ τοὺς νόμους.] Ἔλθωμεν λοιπὸν καὶ ἐπὶ τὴν τῶν πολυθρυλήτων κε‐ φαλαίων ζήτησιν ὀκτὼ τὸν ἀριθμόν, ὥς φασι, τυγχα‐ νόντων. ἔστι δὲ ταῦτα· ὁ σκοπός, τὸ χρήσιμον, τὸ γνή‐ | |
25 | σιον, ἡ τάξις τῆς ἀναγνώσεως, ἡ αἰτία τῆς ἐπιγραφῆς, ἡ εἰς τὰ μέρη διαίρεσις, ὁ διδασκαλικὸς τρόπος, καὶ | |
ἀντὶ τῆς ὑπὸ τί μέρος ἀναφορᾶς, ἥτις ἐν τοῖς κατὰ φιλο‐ | 127 | |
14.128 | σοφίαν ὡς ἐπὶ τὸ πολὺ εἴωθε ζητεῖσθαι συγγράμμασι, τὸ διὰ τί προτετίμηται τῶν ἄλλων ὁ Ἀφθόνιος τῶν περὶ ῥητορικῶν προγυμνασμάτων διαλαβόντων. Ἔλθωμεν δὴ ἐπὶ τὸ πρῶτον κεφάλαιον, τὸ δὲ ἦν ὁ | |
5 | σκοπός· σκοπὸς τοίνυν ἐστὶ τῷ Ἀφθονίῳ ἐν τῇ τῶν Προγυμνασμάτων ὑποθέσει προασκῆσαι καὶ προεθίσαι ἡμᾶς εἰς τὰ κατὰ τὴν ῥητορικὴν εἴδη καὶ μέρη, ἔτι δὲ καὶ εἰς τὰ τοῦ πολιτικοῦ λόγου μέρη. τίνα δέ εἰσι τὰ κατὰ τὴν ῥητορικὴν εἴδη καὶ μέρη καὶ τίνα τὰ τοῦ πολιτι‐ | |
10 | κοῦ λόγου μέρη, ὀφείλομεν πρῶτον μαθεῖν, εἶθ’ οὕτως ζητῆσαι, πῶς διὰ τῶν προγυμνασμάτων εἰς τὰ τοιαῦτα προγυμναζόμεθα καὶ παιδευόμεθα. ὡς ἂν δὲ ἀκριβέστε‐ ρον, τίνα τὰ τῆς ῥητορικῆς εἴδη καὶ μέρη, συνίδωμεν, ἄνωθέν ποθεν τῆς διαιρέσεως ἀρξώμεθα. | |
15 | Ἡ ποιότης ἐστὶ μὲν καὶ αὐτὴ γενικώτατον γένος, ὑπὸ δὲ ταύτην ἐστὶν ἕξις καὶ διάθεσις, ὑπὸ δὲ τὴν ἕξιν ἐπι‐ στήμη καὶ ἀρετή, ὑπὸ δὲ τὴν ἐπιστήμην τέχνη καὶ ἡ ὁμώνυμος τῷ γένει ἐπιστήμη, ὑπὸ δὲ τὴν τέχνην λογικὴ τέχνη καὶ πρακτική. ἡ οὖν λογικὴ τέχνη ἢ περὶ τόνους | |
20 | καὶ πνεύματα καταγίνεται καὶ τοιαῦτά τινα καὶ ποιεῖ τὴν γραμματικήν, ἢ περὶ πολιτικὰ πράγματα καὶ ποιεῖ τὴν ῥητορικήν, ἢ περὶ πάντα ἐπ’ ἴσης καὶ ποιεῖ τὴν | |
διαλεκτικήν. | 128 | |
14.129 | Ἡ τοίνυν ῥητορικὴ διαιρεῖται εἰς εἴδη τρία, εἰς τὸ συμ‐ βουλευτικόν, εἰς τὸ δικανικὸν καὶ εἰς τὸ πανηγυρικόν, ἐπειδὴ καὶ οἱ ἀκροαταὶ ἢ δικασόμενοι συνεληλύθασιν ἢ συμβουλευσόμενοι ἢ πανηγυρίσοντες. ἄλλως τε δὲ ἔδει | |
5 | τὴν ῥητορικὴν συνελθοῦσαν τῇ τοῦ ἀνθρώπου ψυχῇ εἰς ἀναλογοῦντα διαιρεθῆναι τοῖς μέρεσι τῆς ψυχῆς. ἔστι δὲ μέρη τῆς ψυχῆς λογικόν, θυμικὸν καὶ ἐπιθυμητι‐ κόν. ἀναλογεῖ οὖν τῷ μὲν λογικῷ τὸ συμβουλευτικόν· ὥσπερ γὰρ ὁ λόγος ἐστὶν ἐν ἡμῖν διὰ τὸ κυβερνᾶν ἡμᾶς | |
10 | ἐπὶ τὰ χρηστά, οὕτω καὶ τὸ συμβουλευτικὸν ἀπὸ μὲν τῶν ἀχρήστων ἀποτρέπει ἡμᾶς, εἰς δὲ τὰ χρηστὰ δι‐ εγείρει. τῷ δὲ θυμικῷ ἀναλογεῖ τὸ δικανικόν· φασὶ γὰρ εἶναι θυμὸν ζέσιν τοῦ περικαρδίου αἵματος πρὸς ὄρεξιν ἀντιλυπήσεως· ὁμοίως δὲ καὶ τὸ δικανικόν ἐστιν | |
15 | «ἄνδρ’ ἐπαμύνασθαι, ὅτε τις πρότερος χαλεπήνῃ». τὸ δὲ πανηγυρικὸν ἀναλογεῖ τῇ ἐπιθυμίᾳ· ἡ γὰρ ἐπι‐ θυμία τέλος ἔχει τὸ καλόν. Ἕκαστον δὲ τούτων τῶν εἰδῶν πάλιν διαιρεῖται εἰς μέρη δύο· τό τε γὰρ συμ‐ βουλευτικὸν εἰς προτροπὴν καὶ ἀποτροπὴν καὶ τὸ δικα‐ | |
20 | νικὸν εἰς κατηγορίαν καὶ ἀπολογίαν καὶ τὸ πανηγυρι‐ κὸν εἰς ἐγκώμιον καὶ ψόγον. Τούτῳ δέ, φασί, διοίσει μέρος εἴδους τῷ τὸ μὲν εἶδος ὁλόκληρον ἀποτελεῖν ῥή‐ τορα, τὸ δὲ μέρος οὐδαμῶς· ὅστις μὲν γὰρ μόνον οἶδε τὸ συμβουλεύειν, μὴ μέντοι γε καὶ τὸ δικάζεσθαι καὶ τὸ | |
25 | πανηγυρίζειν, οὗτος ῥήτωρ ἐστίν, ὥσπερ Θηραμένης ὁ | 129 |
14.130 | καὶ Κόθορνος ἐπονομασθείς, ἤτοι ἀπὸ τοῦ ἐπιτηδείως ἔχειν πρὸς τὸ προτρέπειν καὶ ἀποτρέπειν τῆς τοιαύτης τυχὼν προσηγορίας ἢ διὰ τὸ πρὸς ἀλήθειαν καὶ ψεῦδος ἑτοιμότατος εἶναι, ἀπὸ μεταφορᾶς τοῦ ὑποδήματος τοῦ | |
5 | ἀμφοτέροις ἁρμόζοντος τοῖς ποσίν· οὗτος γὰρ ὁ Θηρα‐ μένης συμβουλεύειν μόνον εἰδὼς ῥήτωρ καὶ αὐτὸς ὠνο‐ μάζετο. Γοργίας δὲ πανηγυρίζειν μόνον εἰδὼς ῥήτωρ καὶ αὐτὸς ἤκουεν· ὡς γάρ, ὁλόκληρον εἶδος ἀνθρώπου ἐπί τινα λίθον ἢ χαλκὸν εἰ ἐπιτεθείη, εἶδος ἀνθρώπου λέγομεν | |
10 | ἀποσῴζειν· τὸν ἀνδριάντα, ἐὰν δὲ μέρος ἀνθρώπου ἐπί τινα λίθον ἢ χαλκὸν ἐπιθῶμεν, οἷον κεφαλὴν ἢ χεῖρα ἢ πόδα, οὐ λέγομεν 〈τὸν λίθον ἢ〉 τὸν χαλκὸν ἅπαν εἰλη‐ φέναι τὸ εἶδος ἀλλὰ μέρος αὐτοῦ, οὕτω καί, εἰ μὲν ἕν τι τῶν μερῶν ἀσκεῖται ὁ ῥήτωρ, οὐκ ἂν λεχθείη ῥήτωρ, εἰ | |
15 | δὲ ἓν τῶν εἰδῶν ἀσκήσει, ἐξ ἀνάγκης ὁ τοιοῦτος ῥήτωρ ἐστίν. Εἰσὶ δὲ πάλιν, οἳ τὸ συμβουλευτικὸν οὐχ ὡς εἰς μέρη διαιροῦσιν εἰς τὴν προτροπὴν καὶ ἀποτροπήν, ἀλλ’ ὡς εἰς εἴδη εἰδικώτατα. διαιροῦνται γὰρ ταῦτα πάλιν, φασίν, ἡ μὲν προτροπὴ εἰς τὰς κατὰ μέρος προτρεπτι‐ | |
20 | κὰς ὑποθέσεις, ἡ δὲ ἀποτροπὴ εἰς τὰς κατὰ μέρος πάλιν ἀποτρεπτικὰς ὑποθέσεις. τὸν αὐτὸν δὲ τρόπον καὶ τὸ δικανικὸν καὶ τὸ πανηγυρικὸν ὡς εἴδη εἰδικώτατα καὶ αὐτὰ διαιροῦνται, τὸ μὲν δικανικὸν εἰς κατηγορίαν καὶ ἀπολογίαν, τὸ δὲ πανηγυρικὸν εἰς ἐγκώμιον καὶ ψόγον· | |
25 | διαιρεῖται γάρ, φασί, καὶ ἡ κατηγορία εἰς τὰς κατὰ | 130 |
14.131 | μέρος κατηγορίας καὶ ἡ ἀπολογία εἰς τὰς κατὰ μέρος ἀπολογίας καὶ τὸ ἐγκώμιον εἰς τὰ μερικὰ ἐγκώμια καὶ ὁ ψόγος ὁμοίως εἰς τοὺς κατὰ μέρος ψόγους. Ὁ μέντοι Γεωμέτρης οὐχ ὡς γένος εἰς εἴδη τὴν ῥητορικήν φησι | |
5 | διαιρεῖσθαι εἴς τε δικανικόν, συμβουλευτικὸν καὶ πανη‐ γυρικὸν διὰ τὸ ἐν αὐτοῖς εἶναί τι πρῶτον καὶ δεύτερον, ὡς δειχθήσεται, τῶν εἰδῶν ὁμοτίμων ὀφειλόντων εἶναι, ἀλλ’ ὡς τὰ ἀφ’ ἑνὸς καὶ πρὸς ἕν. Ἀλλὰ ταῦτα μέν εἰσιν, ὡς τοῖς ἐπιστατικωτέροις τῶν διδασκάλων δοκεῖ, τὰ κατὰ | |
10 | ῥητορικὴν εἴδη καὶ μέρη. Τοῦ δὲ πολιτικοῦ λόγου μέρη εἰσὶ δʹ, προοίμια, διηγή‐ σεις, ἀγῶνες καὶ ἐπίλογοι. βούλονται δὲ τὸ μὲν προοί‐ μιον εἶναι λόγον παρασκευάζοντα τὸν ἀκροατὴν καὶ οἰκείως εἰς τὸν ὑποκείμενον λόγον διατιθέντα· ἔργον δὲ | |
15 | αὐτοῦ τό τε προσεκτικοὺς τοὺς ἀκροατὰς παρασκευάζειν πρὸς τὰ ῥηθησόμενα καὶ τὸ εὔνοιαν ἢ μῖσος ἀπεργάζε‐ σθαι. Τὴν δὲ διήγησιν πάλιν βούλονται εἶναι τῶν ἐν τῇ ὑποθέσει πραγμάτων ἔκθεσιν εἰς τὸ ὑπὲρ τοῦ λέγοντος μέρος ῥέπουσαν· ἔργον δὲ αὐτῆς τὸ παράδοσιν καὶ | |
20 | δήλωσιν ποιῆσαι τῷ ἀκροατῇ τοῦ πράγματος. Τοὺς δὲ ἀγῶνάς τινες διαιροῦσιν εἰς ἀντίθεσιν καὶ λύσιν, οἵτινες καὶ πέντε παρὰ τοῦτο τὰ μέρη τοῦ λόγου εἶναι τίθενται. καὶ ἀντίθεσιν μέν φασιν εἶναι τὴν παρὰ τοῦ ἀντικειμένου | |
προσώπου ἔνστασιν τὸ ἐν ἡμῖν πιθανὸν διαλύουσαν καὶ | 131 | |
14.132 | εἰς εὐλογωτέραν ἔννοιαν τὸν ἀκροατὴν μετάγουσαν, λύσιν δὲ τὴν ἐκ τῆς ἐνστάσεως βλάβην ἀφαιρουμένην καὶ εἰς τὸ ἐξ ἀρχῆς τὸν ἀκροατὴν ἐπανάγουσαν καὶ εἰς συγκα‐ τάθεσιν ἰέναι πείθουσαν τοῦ προκειμένου ζητήματος. | |
5 | ἀλλ’ οὐκ ὀρθῶς οὗτοι εἰς τὰ δύο ταῦτα διαιροῦσι τοὺς ἀγῶνας· οὐ γὰρ ἐν ἀντιθέσεσι μόνον καὶ λύσεσιν οἱ ἀγῶνες οὐδὲ ἐν ταῖς κατασκευαῖς αὐτῶν, οἷον ἐπιχει‐ ρήμασιν, ἐργασίαις, ἐνθυμήμασιν, ἀλλὰ καὶ ἐν τοῖς κεφα‐ λαίοις τοῖς παρ’ ἡμῶν εἰσαγομένοις καὶ τιθεμένοις καὶ | |
10 | δεομένοις κατασκευῆς. ἄλλως τε δὲ οὐ πέντε τὰ μέρη τοῦ λόγου μόνα τοῦτον τὸν τρόπον φανήσεται ἀλλὰ καὶ πλείονα· αὐτίκα γὰρ καὶ τὸ προοίμιον διαιρεθήσεται εἰς πρότασιν καὶ κατασκευὴν καὶ ἀξίωσιν καὶ βάσιν καὶ ἡ διήγησις εἰς προκατάστασιν 〈καὶ προδιήγησιν καὶ διήγη‐ | |
15 | σιν〉 καὶ ὁ ἐπίλογος ὡσαύτως. Τὸν δὲ ἐπίλογον πάλιν βούλονται εἶναι λόγον ἐπὶ προειρημέναις ταῖς ἀποδείξε‐ σιν ἐπαγόμενον, ἀθροισμὸν πραγμάτων καὶ ἠθῶν καὶ παθῶν περιέχοντα, πάθη μὲν τὰς ἐλεεινολογίας καὶ τοὺς ὀδυρμοὺς λέγοντες καὶ τοὺς ἔρωτας ἢ τὰ μίση, ἤθη δὲ | |
20 | τὰ τῶν εἰσαγομένων προσώπων. φασὶ δέ τινες τὸν παρόντα ὅρον τοῦ ἐπιλόγου μὴ συμπεριλαβεῖν καὶ τὸν πανηγυρι‐ κὸν ἐπίλογον· ἐκεῖνος μὲν γάρ, φασίν, εὐχὴν μόνην περιέχει, οὐ μὴν ἄθροισμα πραγμάτων καὶ ἠθῶν καὶ παθῶν· πλὴν καὶ τὸ κατὰ παράλειψιν σχῆμα ἀθροισμός | |
25 | ἐστι πραγμάτων, ὡς ἔχει τὸ [«πολλὰ ἦν ἕτερα περὶ Θουκυ‐ δίδου διεξελθεῖν, εἰ μὴ τὸ πάντα ἐρεῖν τὸ τῶν ἐπαίνων | |
παρείλετο πλῆθος» κἀκεῖνο] «λήγειν ὁ Φίλιππος περιὼν | 132 | |
14.133 | οὐκ ἠπίστατο, λήγειν δὲ ἀνάγκη τὸν περὶ ἐκείνου λόγον διεξερχόμενον». ἔργον δὲ τοῦ ἐπιλόγου φασὶ καὶ τέλος τὸ ἐπὶ τῆς τελευτῆς παθαίνειν τοὺς ἀκροατὰς καὶ τὸ ἀνακεφαλαιοῦσθαι καὶ ὑπομιμνῄσκειν αὐτοὺς τῶν ἐν τοῖς | |
5 | ἀγῶσι τὰ καιριώτατα. Προασκοῦσι τοίνυν ἡμᾶς τὰ προγυμνάσματα εἰς μὲν τὰ τῆς ῥητορικῆς εἴδη καὶ μέρη, καθὸ τῶν προγυμνασμά‐ των τὰ μὲν τοῦ συμβουλευτικοῦ εἰσιν εἴδους ὡς ὁ μῦθος καὶ ἡ θέσις καὶ ἡ χρεία καὶ ἡ γνώμη, τὰ δὲ τοῦ δικα‐ | |
10 | νικοῦ ὡς ἡ ἀνασκευὴ καὶ ἡ κατασκευὴ καὶ ὁ κοινὸς τόπος, τὰ δὲ τοῦ πανηγυρικοῦ ὡς τὸ ἐγκώμιον καὶ ὁ ψόγος καὶ ἡ σύγκρισις. ὁ γοῦν τοῖς τοιούτοις ἐγγυμνα‐ σθεὶς καὶ πρὸς τοὺς τῶν τοιούτων εἰδῶν ἐχομένους πολι‐ τικοὺς λόγους οὐκ ἂν ἀποκνήσειεν ἀποδύσασθαι. | |
15 | Προγυμνάζει δὲ ἡμᾶς καὶ εἰς τὰ τοῦ πολιτικοῦ λόγου μέρη ἡ τῶν προγυμνασμάτων ὑπόθεσις, καθὸ τῶν προ‐ γυμνασμάτων τὰ μὲν προοιμίοις ἀναλογεῖ ὡς ὁ μῦθος· ὥσπερ γὰρ τοῦ προοιμίου ἔργον ἐστὶ τὸ προσεκτικοὺς ποιεῖν τοὺς ἀκροατὰς πρὸς τὰ ἐν τῇ διηγήσει ῥηθησό‐ | |
20 | μενα, οὕτω καὶ τοῦ μύθου ἔργον τὸ παρασκευάσαι τοὺς ἀκροατὰς πρὸς ὑποδοχὴν τοῦ ἐπιμυθίου. ὁ τοίνυν διὰ μύθου δυνηθείς τινι προσοχὴν ἐμποιῆσαι τῆς ἐν τῷ ἐπιμυθίῳ παραινέσεως εὔδηλον ὡς καὶ προοίμιον ὁ τοιοῦ‐ τος ποιῆσαι οὐκ ἀπορήσειεν. οὐ μόνον δὲ ὁ μῦθος προοι‐ | |
25 | μίοις ἡμᾶς ἐγγυμνάζει ἀλλὰ καὶ αἱ προκαταρκτικαὶ τῶν | 133 |
14.134 | προγυμνασμάτων ἔννοιαι. τῶν οὖν προγυμνασμάτων τὰ μὲν ταῖς προοιμιακαῖς ἐννοίαις, ὡς ἔφαμεν, ἡμᾶς ἐγγυμ‐ νάζουσι, τὰ δὲ ταῖς διηγήσεσιν ὡς τὸ διήγημα καὶ ἡ ἔκφρασις· δῆλον οὖν, ὡς ὁ καὶ τὰ τοιαῦτα ποιήσας | |
5 | οὐδὲ πρὸς ἐκείνην ἀποναρκήσειεν. ἡ δέ γε ἀνασκευὴ καὶ κατασκευὴ ἀγῶσιν ἀναλογεῖ καὶ ὁ κοινὸς τόπος ἐπιλόγοις· ὁ γοῦν τούτων ἐργάτης καὶ ἀγώνων καὶ ἐπιλόγων μέτο‐ χον τὸν οἰκεῖον λόγον ἀποδεῖξαι ἰσχύσειε. Καὶ ὁ μὲν σκοπὸς τῶν προγυμνασμάτων τοιοῦτος. | |
10 | Ἀποροῦσι δέ τινες, πῶς ιδʹ τῶν προγυμνασμάτων ὄντων ἕνα σκοπὸν οἴονται ἀποδοθῆναι ἁπάντων. καὶ λέ‐ γομεν ὅτι, ὥσπερ εʹ φωνὰς τοῦ Πορφυρίου ἐν τῇ Εἰσα‐ γωγῇ διδάσκοντος, γένος, διαφοράν, εἶδος, ἴδιον, συμ‐ βεβηκός, σκοπὸν ἕνα τοῦ τοιούτου βιβλίου οἱ ἐξη‐ | |
15 | γούμενοι αὐτὸ ἀποδεδώκασι, καὶ ὥσπερ ιγʹ στάσεων διαιρέσεις ἐν τῷ Περὶ τῶν στάσεων βιβλίῳ τοῦ Ἑρ‐ μογένους διδάσκοντος οἱ τούτου ἐξηγηταὶ ἕνα σκοπὸν τοῦ βιβλίου διδάσκουσι, καὶ ὥσπερ ἑπτὰ γενικὰς ἰδέας ἐν τῷ Περὶ τῶν ἰδεῶν βιβλίῳ τοῦ αὐτοῦ πάλιν διδά‐ | |
20 | σκοντος οἱ ἐξηγούμενοι ἕνα σκοπὸν τοῦ βιβλίου λέ‐ γουσι, τὸ δ’ αὐτὸ καὶ ἐπὶ τοῦ Περὶ εὑρέσεων βιβλίου —καὶ ἐν ἐκείνῳ γὰρ πολλοὺς μὲν τύπους προοιμίων καὶ διηγήσεων, ἔτι δὲ καὶ προκατασκευῶν διάφορα εἴδη καὶ κατασκευὰς τῶν κεφαλαίων καὶ σχημάτων πλείο‐ | |
25 | νας τρόπους διδάσκοντος εἷς σκοπὸς ἀποδίδοται—, | 134 |
14.135 | οὕτω καὶ ἐνταῦθα πολλῶν καὶ διαφόρων ὄντων τῶν προγυμνασμάτων εἷς σκοπὸς ἀποδίδοται. Ἀλλ’ ὁ μὲν σκοπὸς τοιοῦτος· τὸ δὲ χρήσιμον ἀπὸ τοῦ σκοποῦ φανερόν· χρησιμεύει γὰρ ἡμῖν εἴς τε τὰ | |
5 | κατὰ τὴν ῥητορικὴν εἴδη καὶ μέρη, ἔτι δὲ καὶ εἰς τὰ τοῦ πολιτικοῦ λόγου μέρη. Ὅτι δὲ γνήσιον Ἀφθονίου τὸ παρὸν βιβλίον, ἔκ τε τῆς πάντων συμφωνίας κατάδηλον καὶ ἐκ τοῦ παρὰ μηδενὸς τῶν πρὸ ἡμῶν νοθείας τὸ τοιοῦτον ἁλῶναι | |
10 | γραφῇ, ἔτι δὲ καὶ ἐκ τοῦ εἰς αὐτὸ ἐπιφερομένου ἐπι‐ γράμματος «Εἴ σοι ῥητορικῆς πόθος, ὦ φίλος, ἔμπεσε θυμῷ, μή σέ γε γυμνασίη Ἀφθονίοιο λάθῃ». Τὴν δὲ τάξιν ζητοῦμεν τοῦ παρόντος βιβλίου τὴν | |
15 | πρὸς τὰ ἄλλα συγγράμματα τῆς ῥητορικῆς· ἐν ᾧ καὶ ζητεῖται, διὰ τί προετάγη τὸ παρὸν βιβλίον τῶν ἄλλων τῶν περὶ ῥητορικῆς. καὶ λέγομεν, ὅτι δικαίως τῶν ἄλ‐ λων προτέτακται τοῦτο, εἴ γε καὶ εἰσαγωγή ἐστι πρὸς ἅπασαν τὴν ῥητορικήν, δέον ὂν τὰς εἰσαγωγὰς τῶν | |
20 | πρὸς ἃ εἰσάγουσι προτερεύειν. | |
Πέμπτον κεφάλαιόν ἐστιν ἡ αἰτία τῆς ἐπιγραφῆς· | 135 | |
14.136 | ἐν ᾧ ζητῆσαι ὀφείλομεν, ὁποῖόν τί ἐστι τὸ Ἀφθόνιος ὄνομα, εἶτα τί βούλεται σημαίνειν ἐν τῇ παρούσῃ ἐπι‐ γραφῇ τὸ σοφιστής ὄνομα, καὶ διὰ τί ἐπιγέγραπται Προγυμνάσματα καὶ οὐχὶ Γυμνάσματα, καὶ τί σημαίνει | |
5 | κυρίως ἡ γυμνάζομαι λέξις· ἔπειτα καὶ διὰ τί οὐκ εἶπε ‘Προγυμνάσματα εἰς τὴν ῥητορικήν‘ ἀλλ’ ἀορί‐ στως Προγυμνάσματα· μετὰ ταῦτα καὶ διὰ τί Προγυ‐ μνάσματα ἐπέγραψε καὶ οὐχὶ Περὶ προγυμνασμάτων. Τὸ μὲν οὖν Ἀφθόνιος ὄνομα ἔστι μὲν κύριον καὶ παρα‐ | |
10 | γωγόν, τὰ μάλιστα δὲ οἰκειότατον τῷ ῥήτορι πέφυκε τῷ τε ἀφθόνως εἴτουν πλουσίως τὰ τοῦ λόγου ῥεῖθρα προχέειν τῷ τε πάθους ἐκτὸς—δηλαδὴ φθόνου—ἐπαντ‐ λεῖν τοῖς μαθητευομένοις τῆς διδασκαλίας τὰ νάματα. — Σοφιστὴς δὲ λέγεται μὲν καὶ ὁ σοφίζων τινὰ καὶ δι‐ | |
15 | δάσκων, λέγεται δὲ σοφιστὴς καὶ ὁ φιλόσοφος ὁ τὸ καλὸν καὶ φρόνιμον καὶ ἀληθὲς ἀγαπῶν. σημαίνει σο‐ φιστὴς καὶ τὸν σοφιζόμενον τὴν ἀλήθειαν ἤτοι παρα‐ τρέποντα, σημαίνει δὲ καὶ τὸν τοῖς πλάσμασιν ἐγγυμνα‐ ζόμενον· ῥήτωρ μὲν γάρ ἐστιν ὁ τοῖς ἀληθινοῖς ἀγῶ‐ | |
20 | σιν ἐγγυμναζόμενος καὶ ἐπὶ δικαστηρίου ὡς ὁ Δημο‐ | |
σθένης, σοφιστὴς δὲ ὁ πλασματογράφος καὶ μὴ ἐπὶ | 136 | |
14.137 | δικαστηρίου ἀγωνιζόμενος, οἷος ἦν ὁ Λιβάνιος. ὁ τοίνυν Ἀφθόνιος λέγεται σοφιστὴς ἢ ὡς σοφίζων τοὺς φοιτη‐ τὰς ἐκ τοῦ τὰ περὶ τῆς ῥητορικῆς τέχνης αὐτοῖς ἀνα‐ πτύσσειν ἢ ὡς πλασματογράφος ὢν καὶ μὴ ἐπὶ δικαστη‐ | |
5 | ρίου ἀγωνιζόμενος, οἷος ἦν ὁ Λιβάνιος. —Προγυμνάσματα δὲ καὶ οὐχὶ Γυμνάσματα ἐπιγέγραπται, διότι κυρίως γυμνάσματα αἱ τῶν πολιτικῶν ὑποθέσεων μελέται λέ‐ γονται τῶν πλασματικῶν, ὡς δι’ αὐτῶν εἰς τοὺς τῶν ἀληθινῶν ὑποθέσεων λόγους γυμναζομένων ἡμῶν. ἐπεὶ | |
10 | οὖν αἱ τῶν πλασματικῶν ὑποθέσεων μελέται γυμνάσματα λέγονται, εὐλόγως καὶ τὰ τοιαῦτα Προγυμνάσματα λέ‐ γονται ὡς πρὸ τῶν γυμνασμάτων ἐκείνων ὄντα· διὰ τούτων γὰρ πάλιν εἰς τὰς ἀληθινὰς τῶν ὑποθέσεων γυμναζόμεθα. ἄλλως τε δὲ προγυμνάσματα τὰ πρὸ τῆς | |
15 | γυμνασίας φαμέν, ὡς εἶναι γύμνασμα μὲν καὶ ἄσκησιν καὶ ἀληθῆ παίδευσιν ῥητορικῆς αὐτὰ τὰ τοῦ Ἑρμογέ‐ νους βιβλία, τὰς Στάσεις, τὰς Εὑρέσεις, τὰς Ἰδέας καὶ τὸ Περὶ μεθόδου δεινότητος· τὰ δὲ τοῦ Ἀφθονίου Προ‐ γυμνάσματα λέγονται, εἰσαγωγή τις ὄντα πρὸς ἐκεῖνα | |
20 | καὶ οἷον ἀνάπτυξις βραχεῖα καί τις ἐθισμὸς ἀλείφων | |
καὶ διεγείρων τοὺς νέους εἰς τὴν ἐκείνων ἐξέτασιν. —Τὸ | 137 | |
14.138 | δὲ γυμνάζεσθαι κυρίως ἐστὶ τὸ γυμνὸν ἀγωνίζεσθαι καὶ ἐκμανθάνειν εἴτε πολεμικὴν ἄσκησιν εἴτε ἁμιλλητη‐ ρίους ἀγῶνας, δίαυλον τυχὸν ἢ παγκράτιον ἢ πυγμὴν ἢ πάλην ἤ 〈τι〉 ἕτερον τοιουτότροπον, ὥσπερ Ξενο‐ | |
5 | φῶν ἐν τῇ τοῦ Κύρου παιδείᾳ τὸν Κῦρον αὐτὸν ποιεῖν μετὰ τῶν ἑταίρων ἔγραψεν ἀσκούμενον τὰ πολεμικά. ἐκεῖθεν οὖν εἴληπται τὸ γυμνάζεσθαι καὶ καταχρηστι‐ κῶς ἐκφέρεται ἐπὶ πάσης παιδείας λογικῆς τε καὶ πρα‐ κτικῆς· καὶ γυμνάζομαί τις εἰπὼν οὐ τοῦτο ἁπλῶς ἐρεῖ | |
10 | τὸ γυμνὸς διάπειραν ποιοῦμαι μαθήματος—τοῦτο γὰρ ἡ κυριολεξία ἐστίν—ἀλλὰ τὸ ἁπλῶς ἐκπαιδεύομαί τι. Προγυμνάσματα δὲ μόνον εἶπε μὴ προσθεὶς ‘εἰς τὴν ῥητορικήν‘, οὐκ ἀλόγως· ὥσπερ γὰρ ὁ Πορφύριος εἰς τὴν βασιλικωτάτην τῶν ἐπιστημῶν τὴν φιλοσοφίαν γρά‐ | |
15 | φων εἰσαγωγὴν ‘Πορφυρίου Εἰσαγωγή‘ ἐπέγραψε, μὴ προσθεὶς ‘εἰς τὴν φιλοσοφίαν‘, ἅτε δὴ καὶ σιωπηλῶς τοῦ τοιούτου διὰ τὸ ὑπερέχον τῆς φιλοσοφίας τὸ πρὸς τὰς ἄλλας ἐπιστήμας προσυπακουομένου, οὕτω καὶ ὁ Ἀφθόνιος εἰς τὴν μεγίστην καὶ βιωφελεστέραν τῶν | |
20 | τεχνῶν τεχνολογῶν γυμνασίας ἀορίστως τὸ βιβλίον Προγυμνάσματα ἐπέγραψε. —Προγυμνάσματα δὲ καὶ οὐχὶ Περὶ προγυμνασμάτων τὸ βιβλίον ἐπέγραψεν, ὅτι σύνηθές ἐστι τὸ ὄνομα, περὶ οὗ ὁ λόγος, προγράφειν | |
τοῦ συγγράμματος, ὥσπερ ὁ περὶ Θεμιστοκλέους λό‐ | 138 | |
14.139 | γος Θεμιστοκλῆς ἐπιγέγραπται [Πλάτωνι] καὶ ὁ περὶ πολιτείας Πολιτεία· ἄλλως τε Προγυμνάσματα μὲν ἐπι‐ γράψας ἐδήλωσεν ὅτι τοῦτό ἐστι τὸ βιβλίον, δι’ οὗ εἰς τὴν ῥητορικὴν γυμναζόμεθα, Περὶ προγυμνασμάτων δὲ | |
5 | εἰ ἐπέγραψεν, ἐδήλωσεν ὅτι αὐτὸ μὲν οὐ προγυμνάζει ἡμᾶς, συμβάλλεται δὲ εἰς τὸ προγυμνάζειν. ἡ μὲν γὰρ εὐθεῖα πτῶσις αὐτοῦ τοῦ πράγματός ἐστι δηλωτική· διὸ καὶ οἱ ὁρισμοὶ τὰς φύσεις τῶν πραγμάτων σημαίνοντες διὰ τῆς τοιαύτης ἐκφέρονται πτώσεως, αἱ δὲ πλάγιοι | |
10 | οὐ τὴν οὐσίαν δηλοῦσι τοῦ πράγματος ἀλλά τι τῶν περὶ αὐτό. Ἡ δὲ εἰς τὰ κεφάλαια διαίρεσις τέμνει τὸ παρὸν βιβλίον εἴς τε τὰς πρὸς τὸ συμβουλευτικὸν εἶδος γυμνα‐ ζούσας ἡμᾶς γυμνασίας καὶ εἰς τὰς πρὸς τὸ δικανικὸν | |
15 | καὶ εἰς τὰς πρὸς τὸ πανηγυρικόν, καὶ πάλιν εἴς τε τὰς προοιμίοις ἀναλογούσας καὶ εἰς τὰς σῳζούσας εἰκόνα τῆς διηγήσεως, ἔτι δὲ καὶ εἰς τὰς ἀγώνων καὶ ἐπιλό‐ γων χρείαν ἀναπληρούσας. Ἔλθωμεν τοίνυν καὶ ἐπὶ τὸν τρόπον τὸν διδασκαλικὸν | |
20 | λέξοντες, ὅτι διδασκαλικῶν τρόπων ὄντων τεσσάρων, διαι‐ ρετικοῦ, ὁριστικοῦ, ἀποδεικτικοῦ, ἀναλυτικοῦ, δυσὶ μό‐ νοις χρῆται ὁ Ἀφθόνιος ἐν τῷ παρόντι συγγράμματι, τῷ μὲν διαιρετικῷ, ἡνίκα διαιρεῖ τῶν προγυμνασμάτων ἕκαστον λέγων ὅτι «τοῦ μύθου τὸ μέν ἐστι λογικόν, τὸ | |
25 | δὲ ἠθικόν, τὸ δὲ μικτόν» καὶ ὅτι «τοῦ διηγήματος τὸ | 139 |
14.140 | μέν ἐστι δραματικόν, τὸ δὲ ἱστορικόν, τὸ δὲ πολιτικόν», καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. τῷ δὲ ὁριστικῷ χρῆται, ἡνίκα ὁρίζεται τὰ γυμνάσματα, λέγων τὸν μὲν μῦθον λόγον ψευδῆ ἀλήθειαν εἰκονίζοντα, τὸ δὲ διήγημα ἔκθε‐ | |
5 | σιν πράγματος γεγονότος ἢ ὡς γεγονότος. —Τινὲς δέ φασιν αὐτὸν καὶ τῷ ἀναλυτικῷ χρήσασθαι τρόπῳ ἐν τῷ λέγειν τοῦ μύθου τὸ γένος· ἀπὸ γὰρ τῶν κάτω, φασί, καὶ ὑστέρων πρόεισιν ἐπὶ τὰ ἄνω καὶ πρῶτα ἤτοι ἀπὸ τοῦ μύθου ἐπὶ τὰ πρόσωπα τὰ ἐξ ὧν ἔχει τὴν | |
10 | γένεσιν· τοῦτο δὲ ἴδιόν ἐστι τοῦ ἀναλυτικοῦ τρόπου τὸ ἀπὸ τῶν ὑστέρων ἐπὶ τὰ πρῶτα ἔρχεσθαι, οἷον πρῶτα τὰ τέσσαρα στοιχεῖα, ὕστερον ὁ ἄνθρωπος· ἀναλύεται οὖν ὁ ἄνθρωπος εἰς ταῦτα. Ὄγδοον καὶ τελευταῖόν ἐστι κεφάλαιον, ἐν ᾧ ζη‐ | |
15 | τεῖται, διὰ τί τὰ τοῦ Ἀφθονίου Προγυμνάσματα τῶν Ἑρμογένους καὶ τῶν λοιπῶν προτετίμηται· φαμὲν οὖν, ὡς σαφέστερα τῶν ἄλλων καὶ εὐληπτότερα. ὁ μὲν γὰρ Ἑρμογένης καὶ οἱ λοιποὶ μεθόδους ψιλὰς χωρὶς παρα‐ δειγμάτων ἐκθέμενοι δυσχερῆ τὴν τῶν προγυμνασμάτων | |
20 | πραγματείαν τοῖς εἰσαγομένοις ἐποίησαν, ὁ δὲ Ἀφθό‐ νιος οὐ μόνον τὰς μεθόδους ὡς ἐνῆν σαφῶς καὶ διηρ‐ θρωμένως ποιήσας, ἀλλὰ καὶ παραδείγμασι φωτίσαι βουληθεὶς τὰ λεγόμενα προσφυέστερος τοῖς νέοις καὶ | |
οἰκειότερος ἔδοξε. | 140 | |
14.141 | Τινὲς δὲ καὶ τὴν ὑπὸ τί μέρος ἀναφορὰν καὶ ἐπὶ τοῦ παρόντος βιβλίου ζητοῦντες ἀναφέρεσθαί φασιν αὐτὸ οὔτε εἰς τὸ θεωρητικόν, ἐπεὶ μὴ φυσιολογεῖ ἢ θεολογεῖ ἢ μαθηματικεύεται, ἀλλ’ οὐδὲ εἰς τὸ πρακτικόν—οὐδὲ | |
5 | γὰρ πῶς δεῖ κοσμεῖν τὰ ἤθη διδάσκει—, ἀλλ’ εἰς τὸ μέσον τούτων μεθοδικὸν καὶ ὀργανικόν, ἔστι δὲ τοῦτο τὸ λογικόν· κανόνας γάρ, φασί, καὶ μεθόδους διδάσκει. Τινὲς δὲ καὶ τὸν χαρακτῆρα ζητοῦσι τοῦ παρόντος βιβλίου. χαρακτῆρες δέ εἰσι τρεῖς, ἁδρός, ταπεινός, μέ‐ | |
10 | σος· ἁδρὸς μὲν οὖν ἐστιν ὁ κομπηρὰς ἔχων λέξεις, νοῦν δὲ ταπεινόν, ὡς ἔχει τὰ τοῦ Λυκόφρονος· ταπεινὸς δὲ ὁ νοῦν μὲν ἔχων ὑψηλόν, λέξεις δὲ ταπεινάς, ὡς τὰ τοῦ θεολόγου· μέσος δὲ ὁ μήτε νοῦν ὑψηλὸν ἔχων μήτε λέξεις κομπηράς, ἀλλ’ ἀμφότερα μέτρια, οἷά εἰσιν ὡς ἐπὶ τὸ | |
15 | πλεῖστον τὰ τοῦ Χρυσοστόμου. χρῆται τοίνυν ὁ Ἀφθό‐ νιος οὐχ ἑνὶ μόνῳ χαρακτῆρι διόλου ἀλλὰ καὶ τοῖς τρισί· πῂ μὲν γὰρ τῷ ἁδρῷ χρῆται ὡς ἐν τῇ ἠθοποιίᾳ, πῂ δὲ τῷ ἀνειμένῳ καὶ ταπεινῷ ὡς ἐν τῇ ἐκφράσει—διὸ καὶ αὐτὸς ἐκεῖσε λέγει δεῖν τὸν χαρακτῆρα ἀνειμένον | |
20 | ἐκφέρειν—, πῂ δὲ καὶ τῷ μέσῳ χρῆται, ὡς ἔν τισι τῶν ἄλλων. Ἕτεροι δὲ κἀκεῖνο ζητοῦσιν, οἷον μὲν δεῖ εἶναι τὸν ἐξηγούμενον τὸ παρὸν βιβλίον, οἷον δὲ καὶ τὸν ἀναγι‐ νώσκοντα. λέγεται οὖν δεῖν τὸν μὲν ἐξηγούμενον τελείαν | |
25 | τῆς ὅλης τέχνης ἔχειν κατάληψιν· πολλὰ γάρ εἰσιν ἐν | |
τοῖς Προγυμνάσμασι καὶ τῆς τῶν ἰδεῶν ἐχόμενα θεω‐ | 141 | |
14.142 | ρίας, ὡς τά τε ἄλλα κἀκεῖνο δὲ ἐν τῷ διηγήματι «ἀρεταὶ δὲ διηγήματος σαφήνεια, πιθανότης, συντομία καὶ ὁ τῶν ὀνομάτων ἑλληνισμός», ἔτι δὲ καὶ τῆς τῶν στάσεων, ὡς ἐν τῇ τοῦ νόμου εἰσφορᾷ ἐκεῖνο ἔχει «διαιρήσομεν | |
5 | δὲ αὐτὴν κεφαλαίοις, οἷς καὶ τὴν πραγματικήν.» δεῖ οὖν ἁπάντων τούτων εἰδήμονα εἶναι τὸν ἐξηγούμενον, ὥστε διασαφεῖν τῷ ἀναγινώσκοντι καὶ μὴ ἐᾶν αὐτὸν τῇ ἀγνοίᾳ τῶν λεγομένων ταράττεσθαι, προσέτι γε μὴν καὶ τῶν ῥητορικῶν λόγων, ὅσοι τοῖς παλαιοῖς ἐπονή‐ | |
10 | θησαν ῥήτορσιν, οἷον Ἀριστείδῃ, Θουκυδίδῃ, Δημοσθέ‐ νει, ἀκριβῆ καὶ αὐτῶν ἔχειν τὴν εἴδησιν, καὶ τῶν ποιη‐ τικῶν δὲ οὐδὲν ἧττον, ὥστε γινώσκειν τάς τε ἱστορίας καὶ τἆλλα· χρεία γάρ ἐστιν ἐνταῦθα καὶ τούτων, οἷον ὡς ἐν τῷ τοῦ Θουκυδίδου ἐγκωμίῳ· ἐν ἐκείνῳ γὰρ | |
15 | πολλὰς τῶν παρὰ τῷ συγγραφεῖ ὁ σοφιστὴς παρέλαβεν ἱστοριῶν, καὶ πάλιν ἐν τῇ ἠθοποιίᾳ λέγων ἐν τῷ Ὑπὲρ τῶν τεσσάρων τὸν Ἀριστείδην ποιῆσαι εἰδωλοποιίαν καὶ τὸν Εὔπολιν ἐν Δήμοις ποιῆσαι προσωποποιίαν, καὶ ἐν τῇ ἐκφράσει δὲ λέγων τὸν Θουκυδίδην νυκτομαχίαν ἐκ‐ | |
20 | φράσαι καὶ τὸν λιμένα τῶν Θεσπρωτῶν τὸν Χειμέριον καὶ τοιαῦτά τινα. δεῖ οὖν τὸν ἐξηγούμενον ταῦτα πάντα ἀκριβῶς εἰδότα ἀνακαλύπτειν τοῖς τὸ παρὸν βιβλίον ἀναγινώσκουσιν. —Ἀλλὰ τὸν μὲν ἐξηγούμενον τὸ παρ‐ ὸν βιβλίον τοιοῦτον δεῖ εἶναι· τὸν δὲ ἀναγινώσκοντα | |
25 | χρὴ μὴ τῷ νοεῖν τὰ ἐν αὐτῷ λεγόμενα ἀρκεῖσθαι, ἀλλὰ | |
καὶ ἀκολούθους ταῖς παρὰ τοῦ τεχνικοῦ μεθόδοις καθ’ | 142 | |
14.143 | ἑκάστην γυμνασίαν μελέτας ἐκτίθεσθαι· τοῦτο γάρ ἐστιν αὐτοῦ τέλος τὸ ἐθισθῆναι τοὺς νέους διὰ τῶν καθ’ ἑκάστην γυμνασίαν μελετημάτων πρὸς τὰ τῆς ῥητορικῆς εἴδη καὶ μέρη καὶ πρὸς τὰ τοῦ πολιτικοῦ λόγου μέρη, | |
5 | ὡς ὅ γε μὴ διὰ μελετημάτων τῶν καθ’ ἑκάστην γυ‐ μνασίαν πρὸς ταῦτα ἐθισθεὶς ἀλλ’ ἁπλῶς ἀναγνοὺς τὸ βιβλίον ἐν ἴσῳ ἔσται τῷ μηδὲ τὴν ἀρχὴν ἀναγνόντι αὐτό. Ἀλλ’ ἐπειδὴ περὶ προγυμνασμάτων ἡμῖν πρόκειται | |
10 | λέγειν, ζητήσωμεν, τί ἐστι προγύμνασμα. ἰστέον τοίνυν, ὅτι τὸ προγύμνασμα γενικόν ἐστιν ὄνομα, διαιρούμενον εἰς τὰ καθ’ ἑκάστην ἐπιστήμην καὶ τέχνην προγυμνάσ‐ ματα. οὐκοῦν πρῶτον τὸν ὅρον τοῦ καθολικοῦ προγυ‐ μνάσματος εἴπωμεν, εἶθ’ οὕτω καὶ τὸ τῆς ῥητορικῆς | |
15 | προγύμνασμα ὁρισώμεθα. Ὁρίζονται τοίνυν τὸ μὲν καθο‐ λικὸν προγύμνασμα οὕτως ‘προγύμνασμά ἐστιν ἄσκη‐ σις μετρίων πρὸς μειζόνων ἐπίρρωσιν πραγμάτων‘, τὸ μὲν ‘ἄσκησισ‘ ὄνομα ἀντὶ γένους τιθέντες, τὰ δὲ λοιπὰ ἀντὶ διαφορῶν χωριζουσῶν τὸ καθόλου προγύμνασμα | |
20 | ἀπὸ τῶν λοιπῶν ἀσκήσεων τῶν μὴ ἐν γυμνάσμασιν. Ἴδωμεν δὲ καὶ τὸν τοῦ ῥητορικοῦ προγυμνάσματος ὅρον· ἔστι δὲ προγύμνασμα ῥητορικὸν εἰσαγωγικὴ τριβὴ διὰ λόγων τῶν κατὰ ῥητορικὴν εἰδῶν ἢ μερῶν χρήσιμά τινα προασκουμένη. εἴληπται οὖν κἀνταῦθα τὸ μὲν | |
25 | ‘τριβή‘ ὄνομα ἀντὶ γένους, τὰ δὲ λοιπὰ ἀντὶ συστατι‐ | |
κῶν διαφορῶν. εἴδη δὲ ῥητορικῆς λέγοιτο ἂν ἐνταῦθα | 143 | |
14.144 | τὸ συμβουλευτικόν, τὸ δικανικόν, τὸ πανηγυρικόν, μέρη δὲ ἤτοι τὰ εἰς ἃ τῶν εἰδῶν τούτων ἕκαστον διαιρεῖται ἢ τὰ τοῦ πολιτικοῦ λόγου. τὸ δὲ ‘χρήσιμά τινα‘ εἶπε, διότι οὐκ εἰς πάντα προασκεῖ ἡμᾶς· ἦ γὰρ ἂν ἤρκει τὰ | |
5 | προγυμνάσματα μόνον μαθοῦσι τῶν κατὰ ῥητορικὴν πραγμάτων καὶ τῆς περὶ τὰς διαιρέσεις ἑκάστου εἴδους ἀπηλλάχθαι φιλοπονίας. τὸ δὲ ‘προασκουμένη‘ ἀντὶ τοῦ προασκοῦσα. Ζητεῖται, διὰ τί ἐπενοήθη τὰ ῥητορικὰ προγυμνάσμα‐ | |
10 | τα. καὶ τινὲς μὲν λέγουσι διὰ τοῦτο αὐτὰ ἐπινοηθῆναι, διότι ἡ ῥητορικὴ φύσει μὲν ἀεὶ παρῆν, ἦν δὲ δύσληπτος καὶ οὐ ῥᾳδίαν ἑαυτῆς τὴν χρῆσιν παρεχομένη· διὸ οὐδὲ πᾶσιν ἦν κατάδηλος. ἕκαστος τοίνυν μέρος τι ταύτης τῆς τέχνης παραλαμβάνων τοῖς μετ’ αὐτὸν παρεδίδου καὶ | |
15 | οὕτω κατὰ βραχὺ προῆλθεν εἰς διαιρέσεις τινὰς καὶ μεθόδους· τούτων δὲ οὕτως ἐξ ἀρχῆς καταληφθέν‐ των ἦν μὲν ἤδη σαφέστερα τὰ ἐκ τῆς ῥητορικῆς καλά, τοῖς δὲ νέοις ὅμως δυσμεταχείριστον τὸ πρᾶγμα ἐτύγχα‐ νεν· οὐ γὰρ εἶναι ῥᾴδιον ἐδόκει τοῖς ἁπτομένοις αὐτοῦ | |
20 | πρῶτον εὐθὺς ἀθρόως τὰ ἐν αὐτῷ πάντα καθορᾶν. διὸ | |
παρῆλθεν ἡ τῶν προγυμνασμάτων χρεία· οὐ γὰρ πρὸς | 144 | |
14.145 | τὸ ὅλον ἐν αὐτοῖς ἀλλὰ πρὸς ἕκαστον τῶν μερῶν ἰδίᾳ γυμναζόμεθα. Ἕτεροι δὲ πάλιν λέγουσι διὰ τοῦτο τὰ προγυμνάσματα τῆς ῥητορικῆς ἐπινοηθῆναι διὰ τὸ τοὺς ἐν γραφῇ ἠσχολημένους πῂ μὲν κεχρῆσθαι μύθοις, πῂ | |
5 | δὲ γνώμαις, πῂ δὲ χρείαις, καὶ πῂ μὲν ἠθοποιίαις, πῂ δὲ κοινοῖς τόποις. Ἀλλὰ τούτων μὲν ἅλις, ἐπὶ δὲ τὴν τοῦ κειμένου σα‐ φήνειαν καιρὸς ἤδη λοιπὸν μεταβῆναι καὶ πρῶτον τὸν μῦθον, εἰ δοκεῖ, θεωρήσωμεν. ζητεῖται τοίνυν, διὰ τί | |
10 | ἐπινενόηται ὁ μῦθος τοῖς ῥήτορσι. καὶ τινὲς λέγουσιν, ὅτι ἵνα μὴ μόνον διὰ φανερῶν πραγμάτων, ἅπερ ἐστὶ παραδείγματα ἐν τοῖς λόγοις, ἀλλὰ καὶ δι’ αἰνιγμάτων καὶ εἰκονικῶν πραγμάτων ἤτοι παραδειγμάτων δυνώ‐ μεθα ὑφηγεῖσθαι καὶ προσάγεσθαι τὸν ἀκροατήν, ἐφ’ ὃ | |
15 | βουλόμεθα· εἰώθασι γὰρ οἱ ἄνθρωποι οὐ τοσοῦτον τοῖς φανεροῖς πείθεσθαι πράγμασιν, ὅσον τοῖς μυθώ‐ δεσι καὶ μεθ’ ἡδονῆς λεγομένοις. Ἡμεῖς μέντοι φαμὲν διὰ τοῦτο τὸν μῦθον ἐπινοηθῆναι τοῖς ῥήτορσι διὰ τὴν ἀπ’ αὐτοῦ γινομένην παραίνεσιν—οὕτω γάρ φησι καὶ | |
20 | Ἀφθόνιος ὅτι «γεγένηται καὶ ῥητόρων κοινὸς ἐκ παραι‐ νέσεωσ»—, ἔτι γε μὴν καὶ διὰ τὸ γυμνάζειν ἡμᾶς πρός τε τὰ τῆς ῥητορικῆς εἴδη καὶ μέρη καὶ πρὸς τὰ τοῦ | |
πολιτικοῦ λόγου μέρη. | 145 | |
14.146 | Ἀλλὰ ζητήσωμεν, πρὸς ποῖα τῶν τῆς ῥητορικῆς εἰδῶν ὁ μῦθος ἡμᾶς γυμνάζει, ἔτι δὲ καὶ πρὸς ποῖα τῶν τοῦ πολιτικοῦ λόγου μερῶν. λέγεται δὴ καὶ πρὸς τὰ τρία μὲν τῆς ῥητορικῆς εἴδη γυμνάζειν ἡμᾶς τὸν μῦθον· καὶ | |
5 | γὰρ πρὸς τὸ δικανικὸν καὶ πανηγυρικόν, καθὸ οὐ πάν‐ τοτε διὰ τῶν μύθων συμβουλεύομεν οὐδὲ τὴν τοῦ συμ‐ φέροντος ὑπογράφομεν φύσιν καὶ τοῦ χρησίμου, ἀλλ’ ἔστιν ὅτε καὶ τὴν τῶν ὄντων φύσιν ἢ τὴν ἀλήθειαν· οἷον εἰ διηγούμενοι περὶ τοῦ Κροίσου, ὅπως τῇ τοῦ | |
10 | Κύρου ἐπιθέμενος βασιλείᾳ καὶ τὴν οἰκείαν ἀρχὴν ἀπέ‐ βαλε, τούτῳ τῷ μύθῳ χρησόμεθα, ὅτι κάμηλος ἐπιθυ‐ μήσασα κεράτων καὶ τὰ ὦτα περιετμήθη, εἶτα ἐπενέγκω‐ μεν τὸ κατὰ Κροῖσον διήγημα, ὅτι καὶ αὐτὸς τὰ ὅμοια πέπονθεν, ἐνταῦθα οὐ τὴν τοῦ συμφέροντος φύσιν ὑπο‐ | |
15 | γράφομεν, ὥστε συμβουλευτικοῦ εἴδους τὸν μῦθον εἶναι, ἀλλὰ τὴν ἀλήθειαν. γυμνάζει δὲ ἡμᾶς ὁ μῦθος καὶ πρὸς τὸ συμβουλευτικόν, ὅτε δι’ αὐτοῦ συμβουλεύομέν τισι τόδε ποιεῖν. εἰ τάχα δὲ καὶ πρὸς τὰ τρία εἴδη γυμνάζειν ἡμᾶς λέγεται, ὅμως πρὸς τὸ συμβουλευτικὸν ὡς ἐπὶ | |
20 | τὸ πλεῖστον γυμνάζει διὰ τὸ ὡς ἐπὶ τὸ πολὺ συμβουλῆς ἕνεκα τοὺς μύθους καὶ παραινέσεως πλάττεσθαι. ἀλλ’ ἐπεὶ καὶ τότε δοκεῖ ῥητορικὸς ὁ μῦθος εἶναι, ὅτε παραι‐ νέσεως ἕνεκα τέθειται, διὰ τοῦτο ὁ σοφιστὴς εἶπεν ὅτι «γεγένηται δὲ καὶ ῥητόρων κοινὸς ἐκ παραινέ‐ | |
25 | σεως». Ὥσπερ δὲ ἐπὶ τῶν εἰδῶν οὐ πρὸς ἓν μόνον, ἀλλὰ | |
πρὸς πάντα γυμνάζει, οὕτω καὶ ἐπὶ τῶν τοῦ λόγου με‐ | 146 | |
14.147 | ρῶν· καὶ γὰρ καὶ προοιμίων τύπους ἡμᾶς διδάσκει καὶ διηγήσεων, ἤδη δὲ καὶ αὐτῶν τῶν ἀγώνων· προοιμίων μέν, καθότι προσεκτικοὺς ποιεῖ τοὺς ἀκροατὰς πρὸς τὴν παραίνεσιν, ἔστι δὲ τοῦτο αὐτὸ καὶ τῶν προοιμίων | |
5 | ἔργον τὸ προσεκτικοὺς ποιεῖν τοὺς ἀκροατὰς πρὸς τὴν διήγησιν· τῶν δὲ διηγήσεων, καθὸ καὶ ὁ μῦθος μυθικόν ἐστιν ὡσπερεὶ διήγημα· αὐτίκα γάρ, εἰ τὸ ἐπιμύθιον ἐκβάλῃ τις, μυθικὸν καθαρῶς διήγημα τὸ λειπόμενον φαίνεται· καὶ πρὸς τοὺς ἀγῶνας δὲ γυμνάζει ἡμᾶς· | |
10 | ἔσθ’ ὅτε γὰρ καὶ εἰς ἐργασίαν λόγου τὸν μῦθον παρα‐ λαμβάνομεν, ἥτις ἐστὶ τῶν ἀγώνων. Ἔτι ζητῆσαι ὀφείλομεν καὶ περὶ τῆς τάξεως τοῦ μύθου, διὰ τί προετάγη τῶν ἄλλων. λέγεται τοίνυν ἢ διὰ τοῦτο προταγῆναι αὐτόν, διότι πρὸς ψυχαγωγίαν | |
15 | ἐστὶ προχειρότατος καὶ τῇ πλάσει καὶ τῇ ἀφελείᾳ τῆς λέξεως καὶ τῇ συντομίᾳ τῆς ἐκθέσεως συντόμως τὸν νέον ἐπαγόμενος ἢ ἐπεὶ ἡ τῶν προγυμνασμάτων τάξις ἀναβαθμοῖς τισιν ἔοικεν ἀπὸ τοῦ εὐχερεστέρου καὶ ἁπλουστέρου πρὸς τὸ μεῖζον καὶ τελεώτερον παραπέμ‐ | |
20 | πουσα, διὰ τοῦτο ἀπὸ τοῦ μύθου ὡς εὐχερεστέρου καὶ ἁπλουστέρου ὄντος ἀρχόμενοι καταντῶμεν ἐπὶ τὰ τε‐ λεώτερα· δεῖ γὰρ ἀφελεῖ οὔσῃ τῇ τοῦ νέου ψυχῇ τροφὴν μαλακωτέραν τὴν ἀπὸ τοῦ μύθου εὐθὺς προσάγειν, | |
ὥσπερ καὶ τὰ ἀρτίτοκα βρέφη μαλακὰ ὄντα τοῖς σώ‐ | 147 | |
14.148 | μασι γαλακτοτροφοῦμεν, εἶτα ἐπὶ τὰ τελεώτερα μετά‐ γειν μαθήματα· καὶ ὥσπερ ἐν πίθῳ τὴν κεραμείαν μα‐ θεῖν ἀνόητον—ἀπὸ γὰρ τῶν μικροτέρων ὀφείλει ἄρχε‐ σθαι [ἤγουν τῶν παρ’ ἡμῖν λεγομένων τζουκαλίων καὶ | |
5 | λαγυνίων] ὁ κεραμεὺς καὶ οὕτω πίθοις ἐπιχειρεῖν, οὐ μὴν ἀπὸ τῶν πίθων ἄρχεσθαι καὶ οὕτω μανθάνειν τὴν κεραμείαν—, οὕτω καὶ ἐπὶ τῶν παρόντων προγυμνασμά‐ των ἀπὸ τοῦ εὐκολωτέρου καὶ ἁπλουστέρου πρῶτον ἀρ‐ κτέον τῷ γυμνασθησομένῳ, ὅπερ ἐστὶν ὁ μῦθος, εἶθ’ | |
10 | οὕτως χωρητέον ἐπὶ τὰ τελεώτερα. Ἢ οὖν διὰ ταῦτα προτέτακται ὁ μῦθος ἢ ὅτι τετραμεροῦς ὄντος τοῦ λό‐ γου καὶ ἐν πρώτοις μὲν ἐπιδεχομένου προοίμια, μετὰ δὲ ταῦτα διηγήσεις καὶ μετ’ ἐκείνας ἀγῶνας, εἶθ’ ὕστε‐ ρον ἐπιλόγους, ὁ μῦθος τῷ πρώτῳ μέρει τοῦ λόγου | |
15 | μᾶλλον, τοῖς προοιμίοις δηλονότι, ἀναλογεῖ· ἢ ὅτι τοῖς ἐκ ποιητικῶν μαθημάτων ἄρτι μεθισταμένοις, ὧν εἰσιν οἱ μῦθοι γεννήματα, εὐθὺς δέον συγγενέσι τῆς ποιη‐ τικῆς μαθήμασι προσομιλεῖν, τὰ δέ εἰσιν οἱ μῦθοι· ἢ ὅτι ὥσπερ νηπίους ἡμᾶς ὄντας αἱ τῆθαι διὰ μύθων | |
20 | ψυχαγωγοῦσιν, οὕτω καὶ τοῖς εἰσαγομένοις εἰς τὰ ῥητο‐ | |
ρικὰ μαθήματα διὰ μύθων χρὴ τὰ δέοντα ὑποτίθεσθαι· | 148 | |
14.149 | ἢ διότι ὁ μῦθος φύσει ψευδής, τὸ δὲ ψεῦδος ἀνυπόστα‐ τον, ἐκ δὲ τοῦ μὴ ὄντος τὸ ὂν γίνεται, διὰ τοῦτο ὁ μῦθος προτέτακται· ἢ διότι ὁ μὲν μῦθος καθάπαξ ἐστὶ ψευδής, τὰ δὲ λοιπὰ γυμνάσματα καὶ ἀληθείας ἐστὶν ἐχόμενα· | |
5 | τῶν γοῦν προγυμνασμάτων κατ’ ὀλίγον ἐπὶ τὸ κρεῖττον χωρούντων, εἰκότως ἀπὸ τοῦ μύθου ἀρχόμενοι καθάπαξ ὄντος ψευδοῦς ἐπὶ τὰ λοιπὰ ὕστερον μεταβαίνομεν ὡς ἔχοντά τι ἀληθείας μᾶλλον τοῦ μύθου· ἢ διότι δοκεῖ μᾶλλον τοῦ συμβουλευτικοῦ εἴδους εἶναι ὁ μῦθος—οἱ | |
10 | γὰρ ῥήτορες ἕνεκα παραινέσεως αὐτῷ φαίνονται χρώ‐ μενοι—, τὸ δὲ συμβουλευτικὸν εἶδος πρῶτόν ἐστι τῶν ἄλλων εἰδῶν—τὸ γὰρ δικανικὸν δεύτερόν ἐστι καὶ τὸ πανηγυρικὸν τρίτον—, διὰ τοῦτο τὸν μῦθον τάττει πρῶτον ὡς τοῦ συμβουλευτικοῦ εἴδους ὄντα. | |
15 | Δείκνυται δὲ πρῶτον ὂν τὸ συμβουλευτικὸν ἔκ τε τῆς ἱστορίας ἔκ τε τῆς ἀρχαιογονίας τοῦδε τοῦ παντὸς καὶ τῆς φυσικῆς πρὸς τούτοις ἀκολουθίας καὶ τῆς δυνά‐ μεως· ἐκ μὲν τῆς ἱστορίας, ὅτι βουλῆς πρῶτον ἡμῖν ἐδέησεν. ἱστορεῖται γάρ, ὡς οἱ ἄνθρωποι πόλεις πρῶ‐ | |
20 | τον οὔπω οἰκοῦντες γνώμῃ καινοτέρᾳ χρησάμενοι ἐπὶ τὸ κατασκευάζειν πόλεις ἦλθον· εἶτα μετὰ τὸ τὰς πό‐ | |
λεις οἰκίσαι καταστησάμενοι ἄλλος ἄλλην πολιτείαν | 149 | |
14.150 | τοὺς μὲν ἀγνοοῦντας τὸ συμφέρον ἐπαίδευον, τοὺς δὲ πονηρευομένους ἤλεγχον, ὅπερ ἐστὶ τοῦ δικανικοῦ· μετὰ δὲ ταῦτα καὶ πανηγύρεις συνεστήσαντο, τό τε θεῖον τιμῶντες καὶ τοὺς ἐπί τισιν εὐδοκιμοῦντας ἐπαινοῦντες | |
5 | καὶ ἱερὰ προγόνων καὶ τάφους κοσμοῦντες καὶ ἐπὶ τοῖς ὑπὲρ πατρίδος ἐν μάχαις ἀποθανοῦσιν ἐπιταφίους λέγοντες καὶ ἐπιθαλαμίους καὶ ἄλλα τινὰ εἴδη τῶν ἐπιδεικτικῶν· τοῦτο δὲ πάλιν ἐστὶ τοῦ πανηγυρικοῦ. Οὕτως οὖν ἀπεδείχθη πρῶτον μὲν εἶναι τὸ συμβουλευτι‐ | |
10 | κόν, δεύτερον δὲ τὸ δικανικὸν καὶ τρίτον τὸ πανηγυρι‐ κόν. Ἔστι δὲ καὶ ἀφ’ ἑτέρας ἱστορίας δεῖξαι πρῶτον τὸ συμβουλευτικὸν τῶν ἄλλων. λέγεται γὰρ καὶ Κόρακα, ὅστις τὰ τῆς ῥητορικῆς ἔργα εἰς φῶς προήγαγε τοῖς | |
15 | ἀνθρώποις, τῷ συμβουλευτικῷ εἴδει χρήσασθαι πρώτῳ, ὅτε τοὺς Συρρακουσίους ἐπειρᾶτο πείθειν. Καὶ οὕτω μὲν ἐκ τῆς ἱστορίας δείκνυται τὸ συμβουλευτικὸν πρῶ‐ τον τῶν ἄλλων. Δείκνυται δὲ καὶ ἐκ τῆς τοῦ παντὸς ἀρχαιογονίας, | |
20 | καθὸ καὶ ὁ θεὸς πρῶτον συμβουλευσάμενος—θεο‐ πρεπῶς δὲ τοῦτο νοητέον—ἐπὶ τὴν δημιουργίαν ἦλθεν, εἶθ’ οὕτω καὶ ἐπὶ τοὺς τῶν δημιουργηθέντων ἐπαίνους· ἄλλως τε δὲ καὶ τὸν νόμον πρῶτον θέμενος, ὅ ἐστι τῆς κατὰ νόμου εἰσφορὰν πραγματικῆς ἴδιον, ἥτις ὑπὸ τὸ | |
25 | συμβουλευτικὸν εἶδος ἀνάγεται, ὕστερον ἐπὶ τὴν τοῦ | 150 |
14.151 | παρανομήσαντος ἦλθε δίκην, ὅπερ ἐστὶ τοῦ δικανικοῦ. Δείκνυται δὲ καὶ ἐκ τῆς φύσεως, καθὸ προηγεῖσθαι πάσης ἀνάγκη πράξεως τὴν βουλήν. Ἐκ δὲ τῆς δυνάμεως δείκνυται, καθὸ καὶ ποικιλώ‐ | |
5 | τερόν ἐστι τῶν ἄλλων εἰδῶν. ἤδη δὲ καὶ δυσδιαιρετώτε‐ ρον, ὡς ἐν τῷ Περὶ τῶν στάσεων βιβλίῳ τὴν τῆς πρα‐ γματικῆς μετιόντες διαίρεσιν μαθησόμεθα. ἔτι δὲ καὶ τὰ τοῦ δικανικοῦ εἴδους καὶ τὰ τοῦ πανηγυρικοῦ σχε‐ δὸν ὅλα ἐν αὑτῷ περιέχει, ἐν ᾧ μὲν τὸ δίκαιον ἐξετάζει, | |
10 | τὰς δικαιολογικὰς στάσεις περιλαμβάνον, ἐν ᾧ δὲ τὸ δυνατὸν καὶ ἔνδοξον, τὰ τοῦ πανηγυρικοῦ· τοὺς ἐγκωμιαστικοὺς γὰρ τόπους ἐν τούτοις ἐξετάζει, ἀφ’ ὧν τά τε καλὰ καὶ μὴ καὶ δυνατὰ καὶ ἀδύνατα τοῖς ἀγῶ‐ σιν ἀποδεικνύονται. | |
15 | Οὐκ ἐκ τούτων δὲ μόνον δείκνυται πρῶτον εἶναι τὸ συμβουλευτικόν, ἀλλ’ ἔτι καὶ ἐκ τοῦ πλείονα τὴν ὠφέ‐ λειαν ἔχειν τῶν ἄλλων· ἐκ μὲν γὰρ τοῦ ἐπαίνων ἢ δια‐ βολῆς τυχεῖν ἢ δίκην λαβεῖν ἢ μὴ οὐδὲν τοσοῦτον τοῖς ἀνθρώποις περιγίνεται κέρδος, ἐκ δὲ τοῦ τὰ συμφέ‐ | |
20 | ροντα εὑρίσκειν αἵ τε πολιτεῖαι καὶ ὁ βίος συνίσταται. ἄλλως τε δὲ καὶ ὃν τρόπον προτιμοτέρα ἐστὶν ἡ γυμνα‐ στικὴ τῆς ἰατρικῆς τῷ τὴν μὲν τοὺς νοσοῦντας ἰᾶσθαι, τὴν δὲ μηδὲ ἐᾶν τὴν ἀρχὴν νοσεῖν, οὕτω δὴ καὶ τὸ συμ‐ βουλευτικὸν προτιμηθείη ἂν τοῦ δικανικοῦ· τὸ μὲν | |
25 | γὰρ 〈τοὺσ〉 τοῦ συμφέροντος καὶ τοῦ δικαίου καὶ τοῦ πρέποντος ἀποτυχόντας κολάζει, τὸ δὲ οὐδὲ τὴν ἀρχὴν | |
ἀποτυγχάνειν ἐᾷ. | 151 | |
14.152 | Ζητήσειε δ’ ἄν τις, ὅτι, εἰ πρὸς τὸ συμβουλευτικὸν εἶδος γυμνάζει ἡμᾶς ὁ μῦθος, τοῦτο δὲ τῶν ἄλλων εἰ‐ δῶν ποικιλώτερον καὶ δυσδιαιρετώτερον, οὐκ ὤφειλε προταγῆναι τῶν ἄλλων· ἀπὸ γὰρ τῶν εὐκολωτέρων | |
5 | ἀρχομένους προσῆκε καταντᾶν ἐπὶ τὰ δυσκολώτερα. Φή‐ σομεν οὖν, ὅτι ἀλλ’ ὁ μὲν μῦθος οὐ πρὸς τὴν τελείαν ἡμᾶς τοῦ συμβουλευτικοῦ γυμνάζει διαίρεσιν, τὸ μέν‐ τοι ἐγκώμιον καθ’ ὅλην σχεδὸν ὑπόθεσιν θεωρούμενον ποικιλώτερον κατὰ πολὺ τοῦ μύθου καθέστηκεν. | |
10 | Ἀλλ’ αἱ μὲν αἰτίαι τοῦ εἰκότως τὸν μῦθον τῶν λοι‐ πῶν προταγῆναι προγυμνασμάτων αὗται. τῶν μέντοι τοῦ προκειμένου βιβλίου ἐξηγητῶν τις μηδεμίαν τούτων τῶν αἰτιῶν τοσοῦτον ἀποδεχόμενος ἐκεῖνό φησι περὶ τῆς τά‐ ξεως τοῦ μύθου «ἰστέον, ὅτι τὴν ἀρχὴν ἀπὸ τοῦ μύ‐ | |
15 | θου ποιούμεθα οὔτε ψυχαγωγῆσαι τοὺς ἀκούοντας προαιρούμενοι, ὡς τινὲς εἶπον, οὔτε μὴν ἐπιδεῖξαι, ὡς ἐπὶ συγγενῆ τῶν ποιητικῶν μαθημάτων ὁ νέος ἀπήντη‐ κεν. ἀλλὰ ἀπὸ τοῦ μύθου ποιούμεθα τὴν ἀρχήν, διότι ἐπὶ τὸ μέγα τῆς ῥητορικῆς μυστήριον, λέγω δὴ τὸ | |
20 | πιθανόν, τοὺς νέους εἰσάγομεν· εἰ γὰρ ἐν τοῖς μύθοις διδάσκομεν ἐφαμίλλους πλάττειν τοῖς προσώποις τοὺς λόγους καὶ τὰ πράγματα, δῆλον, ὅτι κἀν ταῖς ἀληθιναῖς ὑποθέσεσι κατὰ τὴν ἀξίαν τῶν προσώπων τοὺς λόγους ποιούμενοι πιθανοὶ πρὸς τὸ ῥητορεύειν ἐσόμεθα. καὶ πρὸς | |
25 | τούτοις ἔμφασιν τῶν τριῶν εἰδῶν τῆς ῥητορικῆς ὁ μῦθος | 152 |
14.153 | συνείληφε τοῦ μὲν δικανικοῦ, δι’ ὧν κατηγοροῦμέν τινων, τοῦ δὲ συμβουλευτικοῦ, δι’ ὧν προτρέπομεν ἢ ἀποτρέ‐ πομεν, τοῦ δὲ πανηγυρικοῦ, δι’ ὧν ψέγομεν ἢ ἀποδεχό‐ μεθα. ὥστε πρῶτος ἐτάχθη ὁ μῦθος ὡς σπέρματά τινα | |
5 | τῆς πάσης τέχνης συμπεριειληφώς». ὁ μέντοι Ἑρμο‐ γένης ἐν τοῖς φερομένοις αἰτοῦ Γυμνάσμασι τάδε περὶ τῆς τάξεως τοῦ μύθου φησὶ «τὸν μῦθον πρῶτον ἀξιοῦσι προσ‐ άγειν τοῖς νέοις, διότι τὰς ψυχὰς αὐτῶν πρὸς τὸ βέλτιον ῥυθμίζειν δύναται· ἔτι οὖν αὐτοὺς ἁπαλοὺς ὄντας ἀξιοῦσι | |
10 | τάττειν». τί δὲ βούλεται αὐτῷ σημαίνειν τὸ ‘ἔτι δὲ ἁπα‐ λοὺς ὄντας αὐτοὺς ἀξιοῦσι τάττειν‘; ἔτι, φησίν, ἁπα‐ λαῖς οὔσαις ταῖς τῶν νέων ψυχαῖς ῥᾳδίως ὥσπερ ἐν κηρίοις ἡ τῶν μύθων ἐντυποῦται παραίνεσις, ἀνεξάλειπ‐ τον φυλάττουσα τὴν ὠφέλειαν. | |
15 | Ζητεῖται δὲ καί, πόθεν παρωνόμασται μῦθος· καί φασιν ἀπὸ τοῦ μυθεῖσθαι, ὃ σημαίνει τὸ λέγειν, καὶ ὁ ἀληθὴς λόγος μῦθος παρὰ τοῦτο ὀφείλει λέγεσθαι, εἴ γε κἀκείνῳ τὸ μυθεῖσθαι ἕπεται. λέγομεν οὖν, ὅτι ὁ μὲν μῦθος ψευδὴς ὢν κατὰ τὴν φύσιν καὶ διὰ τοῦτο ἐν μόνῳ | |
20 | τῷ μυθεῖσθαι καὶ λέγεσθαι τὴν ὑπόστασιν ἔχων εἰκό‐ τως ἐκ τούτου καὶ ὀνομάζεται· ὁ δὲ ἀληθὴς 〈λόγοσ〉 οὐκ ἐν τῷ μυθεῖσθαι μόνον ἔχων τὴν ὑπόστασιν ἀλλὰ καὶ | |
διὰ τῶν πραγμάτων αὐτῶν βεβαιούμενος εἰκότως οὐκ ἐντεῦ‐ | 153 | |
14.154 | θεν ἀλλ’ ἑτέρωθεν ὠνόμασται. ἢ παρὰ τοῦτο λέγεται μῦθος, παρ’ ὅσον τὸ πολιτικῶς λέγειν ἐν αὐτῷ πρώτῳ μανθάνομεν· ἢ ὅτι, ὥσπερ πολλῶν οὐσῶν βοτανῶν τῶν εἰς τὸ ἄνω θεουσῶν μόνον τὸ ἄνηθον παρὰ τὸ ἄνω | |
5 | θεῖν κατ’ Ὠρίωνα παρωνόμασται, οὕτω καὶ πολλῶν ὄντων τῶν λόγων τῶν λεγομένων μόνος ὁ κατὰ φύσιν ψευδὴς ἀπὸ τοῦ μυθεῖσθαι παρωνόμασται. Τινὲς δὲ καὶ αἶνον αὐτὸν ὠνόμασαν ἀπὸ τῆς ἐν αὐτῷ παραινέσεως, ὡς Ἡσίοδος ἐν τῷ περὶ τῶν Ἔργων καὶ ἡμερῶν βιβλίῳ | |
10 | λέγων. «νῦν δ’ αἶνον βασιλεῦς’ ἐρέω φρονέουσι καὶ αὐτοῖς». Ἔνιοι δὲ καὶ λόγον αὐτὸν ὀνομάζουσι· διὸ καὶ ὁ Αἴσω‐ πος λογοποιὸς λέγεται· μύθων γὰρ πλάστης ὁ Αἴσω‐ πος. | |
15 | Τινὰ τῶν εἰωθότων ζητεῖσθαι περὶ τοῦ μύθου προεγράφησαν ὄπισθεν προσεχῶς, οἷον διὰ τί ἐπινενόηται ὁ μῦθος τοῖς ῥήτορσιν, ὅτι διὰ τὴν ἀπ’ αὐτοῦ γινομένην παραίνεσιν· «γεγένηται» γάρ φησι «καὶ ῥητόρων κοινὸς ἐκ παραινέσεως»· καὶ ὅτι διὰ τὸ γυμνά‐ ζειν ἡμᾶς πρὸς τὰ τῆς ῥητορικῆς εἴδη καὶ μέρη καὶ πρὸς τὰ τοῦ | |
20 | πολιτικοῦ λόγου μέρη, εἰ καί τινες προστιθέασιν, ὅτι δεῖ μὴ διὰ φανερῶν μόνον πραγμάτων ὑφηγεῖσθαι καὶ προσάγεσθαι τὸν ἀκροατήν, ἐφ’ ὃ βουλόμεθα, ἀλλὰ καὶ δι’ αἰνιγμάτων καὶ εἰκονι‐ κῶν πραγμάτων. Ἔτι κἀκεῖνο προεγράφη, πρὸς ποῖα τῶν τῆς ῥητορικῆς εἰδῶν γυμνάζει ὁ μῦθος, ὅτι καὶ πρὸς τὰ τρία, εἰ καὶ | |
25 | πρὸς τὸ συμβουλευτικὸν μᾶλλον· καὶ πρὸς τὰ μέρη δὲ πάντα τοῦ λόγου· προσοχήν τε γὰρ ποιεῖ καὶ αὐτὸς ὡς τὰ προοίμια, καὶ διηγήσεων τύπον ἐπέχει, εἰ ἀφέλῃς τὸ ἐπιμύθιον· τότε γὰρ μυθι‐ | |
κὸν γίνεται τὸ διήγημα· καὶ πρὸς τοὺς ἀγῶνας δέ· ἔστι γὰρ ὅτε | 154 | |
14.155 | εἰς ἐργασίας λόγου τὸν μῦθον παραλαμβάνομεν. Ἔτι καὶ ἡ περὶ τῆς τάξεως αὐτοῦ ζήτησις προκατέστρωται, ὅτι 〈προετάγη τῶν ἄλλων〉 διὰ τὴν πρόχειρον ψυχαγωγίαν τὴν διὰ τῆς πλάσεως καὶ τῆς ἀφελείας τῆς λέξεως, ἢ ὡς εὐχερέστερος καὶ ἁπλούστερος | |
5 | ἐνάγων πρὸς τὰ τελεώτερα, ἢ ὅτι προοιμίῳ ἀναλογεῖ, ἢ διὰ τὴν συγγένειαν τῶν ποιητικῶν μαθημάτων, ὧν εἰσιν οἱ μῦθοι γεν‐ νήματα· ἢ ὅτι ὡς αἱ τῆθαι διὰ μύθων ψυχαγωγοῦσι τοὺς νηπίους, οὕτω καὶ τοὺς νέους οἱ ῥήτορες· ἢ ὅτι τοῦ συμβουλευτικοῦ εἴδους ἐστί, πρῶτον δὲ τὸ συμβουλευτικόν· ἢ ὅτι τὸ πιθανὸν ἡμᾶς δι‐ | |
10 | δάσκει, ὅπερ ἐστὶ τὸ μέγα καὶ τελεώτερον τῆς ῥητορικῆς μυστή‐ ριον. Ἔτι κἀκεῖνο προεκτέθειται· εἰ πρὸς τὸ συμβουλευτικὸν γυμνάζει ὁ μῦθος, τοῦτο δὲ δυσχερέστερον, οὐκ ὤφειλε προ‐ ταγῆναι τῶν ἄλλων· καὶ λέλυται, ὅτι οὐ πρὸς τὴν τελείαν τοῦ συμβουλευτικοῦ διαίρεσιν ὁ μῦθος γυμνάζει. πλὴν ἰστέον, ὅτι διὰ | |
15 | τοῦτο προτέτακται ὁ μῦθος, ἐπειδὴ ὡς σπέρματά τινα πάσης τῆς τέχνης δοκεῖ περιειληφέναι. Ὁ μέντοι Ἑρμογένης αἰτίαν ἀποδίδωσι τῆς τοῦ μύθου προταγῆς τὸ δύνασθαι αὐτὸν τὰς τῶν νέων ψυχὰς ῥυθμίζειν πρὸς τὸ βέλτιον, καὶ ὅτι ἁπαλαῖς οὔσαις ταῖς τῶν νέων ψυχαῖς ῥᾳδίως ὥσπερ κηρίοις ἐντυποῦται ἡ τῶν | |
20 | μύθων παραίνεσις. Ἔτι κἀκεῖνο προεγράφη, πόθεν παρωνόμασται μῦθος, ὅτι ἀπὸ τοῦ μυθεῖσθαι· ἐν μόνῳ γὰρ τῷ λέγεσθαι ἔχει τὴν ὑπόστασιν· εἰ γὰρ καὶ ὁ ἀληθὴς οὕτως ὠνόμασται, ἀλλὰ καὶ διὰ τῶν πραγμάτων βεβαιούμενος, εἰκότως καὶ ἑτέρωθεν ὠνόμα‐ σται· ἢ καὶ ὅτι πολλῶν ὄντων τῶν λόγων τῶν λεγομένων μόνος | |
25 | ὁ κατὰ φύσιν ψευδὴς ἀπὸ τοῦ μυθεῖσθαι παρωνόμασται, ὥσπερ καὶ πολλῶν οὐσῶν βοτανῶν τῶν εἰς τὸ ἄνω θεουσῶν μόνον τὸ ἄνηθον παρὰ τὸ ἄνω θεῖν κατ’ Ὠρίωνα παρωνόμασται. Καλεῖται δὲ καὶ αἶνος, ὡς Ἡσίοδος ἐν τῷ περὶ τῶν Ἔργων καὶ ἡμερῶν βιβλίῳ λέγων | |
30 | «νῦν δ’ αἶνον βασιλεῦς’ ἐρέω φρονέουσι καὶ αὐτοῖς». Ἔνιοι δὲ καὶ λόγον αὐτὸν ὀνομάζουσιν, ἐπεὶ καὶ ὁ Αἴσωπος | |
λογοποιὸς λέγεται· μύθων γὰρ πλάστης ὁ Αἴσωπος. | 155 |