TLG 3023 019 :: CONSTANTINUS VII PORPHYROGENITUS Imperator :: Oratio ad milites

CONSTANTINUS VII PORPHYROGENITUS Imperator Hist., Filius Leonis VI Imperatoris Imperator
(Constantinopolitanus: A.D. 10)

Oratio ad milites

Source: Ahrweiler, H. (ed.), “Un discours inédit de Constantin VII Porphyrogénète” [Travaux et mémoires 2] 1967: 397–399.

Citation: (Line)

1..... (ἀ)κούων ὑμῶν, ὦ ἄνδρες, τὴν ἐκ τῶν ἔργων μεγίστην εὔκλειαν, οὐκ οἶδα ποῖον ὑμῖν τὸν ἔπαινον ἐκ βασιλικῆς ἄρτι πλέξω τῆς γλώττης· οἷα γὰρ ἤκουσταί μοι περὶ ὑμῶν καὶ οἷα διὰ τῆς ἀναφορᾶς ἀνηγγέλη τῶν ἐμῶν πιστῶν θεραπόντων. Ἐκεῖνοι γάρ μοι κατεμήνυσαν ἀκριβῶς, ἐκεῖνοι τὴν ὑμῶν ἀρετὴν φιλαλήθως ἐγνώρι‐
5σαν, πόσην μὲν τὴν ἀνδρείαν, πόσην δὲ τὴν ὁρμήν, πόσην δὲ τὴν κατὰ τῶν πολεμίων ἐπεδείξασθε γενναιότητα, καὶ ὅπως οὐχ ὡς πρὸς ἄνδρας ἦτε διαμαχόμενοι ἀλλὰ γυναικῶν, οἷον ἀθλίων, κατεπαιρόμενοι, καὶ οὐχ ὡς ἀγῶνα καὶ πόλεμον διανύοντες, ἀλλ’ ὡς παίγνιόν τι μᾶλλον αὐτοὺς ποιούμενοι. Καίτοι καὶ ἵπποις ἐπιβεβηκότων αὐτῶν τὸ τάχος, οὐκ ἐφικτοῖς, καὶ ὅπλοις ὀχυρώτατα πεφραγμαίνων, ὅπλοις τὴν
10τέχνην οὐ μιμητοῖς, καὶ πᾶν ὅ, τι πρὸς ἀσφάλειαν καὶ ἔκπληξιν ἦν, οὐδενὸς ἐλλείποντο. Ἀλλ’ ἐπείπερ ἑνὸς ἐστέρηντο τοῦ μεγίστου, τῆς εἰς Χρ(ιστὸν) ἐλπίδος φημί, πάντα αὐτοῖς εἰς κενὸν ἠλέγχετο καὶ μάταια ἦν· διὰ ταῦτα καὶ ἐγένοντο, φησίν, οἱ νεκροὶ αὐτῶν παράδειγμα ἐπὶ προσώπου πεδίου, καὶ ὡς χόρτος ὀπίσω θερίζοντος καὶ ὁ συνάγων οὐκ ἦν. Ὑμεῖς δὲ ἐπ’ αὐτῇ θαρρήσαντες καὶ τὰς ὑμετέρας αὐτῇ ψυχὰς397
15πιστεύσαντες, τοιαῦτα κατὰ τῶν ἐχθρῶν ἐστήσατε τρόπαια καὶ τοιαύτας ἤρασθε νίκας, αἳ πανταχοῦ μὲν τῆς οἰκουμένης διέδραμον, ὀνομαστοὺς δὲ ὑμᾶς οὐ κατὰ τὰς πατρίδας μόνον, ἀλλὰ καὶ κατὰ πᾶσαν πόλιν διέθηκαν. Καὶ νῦν ἅπασα γλῶσσα καὶ οὖς ἅπαν, ἡ μὲν τὰ ὑμέτερα λέγει θαύματα, τὸ δὲ πρὸς ἀκοὴν διανίσταται. Ἐν ταύτῃ θαρροῦντας ὑμᾶς καὶ ἔτι βούλομαι, λαὸς ἐμὸς περιούσιος, ἰσχὺς ἐμή, σθένος ἀήττητον,
20προθύμως μᾶλλον ἢ πρότερον κατὰ τῶν ἐχθρῶν ἀγωνίσασθαι, μᾶλλον δὲ καὶ ἀγωνιεῖσθε. Τοῦτ’ οἶδα σαφῶς· αὐτὴ γὰρ ἡ φύσις διδάσκει μὲ τῶν πραγμάτων. Ὁ γὰρ πρὸς τὸν ἀντίπαλον τὸν αὐτοῦ διαγωνισάμενος καὶ νενικηκώς, οὐχ ὡς πρό‐ τερον αὐτῷ χρῆται καὶ μετὰ ταῦτα· ἀλλὰ λύσας ἅπαν τὸ δέος, ὁ πρὸ τῆς πείρας αὐτὸν ἐθορύβει, σὺν πολλῷ τῷ θάρσει πρὸς τὸν σαφῶς ἤδη γινωσκόμενον ἐφορμᾷ.
25Ἄλλωστε δὲ καὶ τοὺς ἐχθροὺς εἰδότες ὡς οὐ μετὰ τῆς αὐτῆς ὁρμῆς ἥξουσιν, εἰς πεῖραν ἐλθόντες ἤδη τῆς ὑμῶν ἀνδρείας, ἀλλὰ συσταλήσονται καὶ ὑπόψονται, καὶ τὸ παθεῖν τὰ ὅμοια τοῖς προτέροις φυλάξονται· καὶ ὅπερ νῦν ὑμᾶς εἰς τόλμαν ἐμβάλλει, τοῦτ’ ἐκείνους πάντως εἰς φόβον ὠθεῖ. Θαρσεῖτε τοιγαροῦν, ᾧ ἄνδρες ἐμοί, θαρσεῖτε, καὶ προθυμίας ἐμπλήσατε τὰς ψυχὰς, καὶ τοῖς ἐχθροῖς δείξατε
30τί μὲν οἱ πεποιθότες εἰς Χρ(ιστὸν) δύνανται, τί δὲ οἱ Βελιάρ, εἴτουν Μουχοῦμετ, ἐπιγραφόμενοι βοηθόν. Οὐ γὰρ χριστιανῶν μόνον ἐκδικηταὶ καὶ ὑπέρμαχοι, ἀλλὰ καὶ αὐτοῦ Χριστοῦ γίνεσθε, τοῦ κακῶς ὑπ’ ἐκείνων ἀθετουμένου. Τί οὖν, ἄν(θρωπ)οι μὲν ἴσασι τοὺς ὑπὲρ αὐτῶν ἀγωνιζομένους ἀμείβεσθαι, ὁ δὲ Χρ(ιστὸς) οὐκ ὀρέξει χεῖρα τοῖς κατὰ τῶν ἐχθρῶν τῶν ἐκείνου ὁπλιζομένοις; Ἐκεῖνος ἡμῖν, ὦ ἄνδρες,
35ἐκεῖνός ἐστι βοηθός, ὃς κραταιὸς μόνος καὶ δυνατὸς ἐν πολέμοις, οὗ παροξύνεται μὲν κατὰ τὴν ἀστραπὴν ἡ μάχαιρα, μεθύσκεται δὲ τὰ βέλη ἐξ αἵματος τῶν ἀνθεστη‐ κότων αὐτῷ, ὃς συντρίβει τόξα καὶ τίθησι πόλεις ὀχυρὰς εἰς χῶμα, καὶ ὀφθαλμοὺς μὲν ὑπερηφάνων ταπεινοῖ, τῶν δέ γε ἐπ’ αὐτὸν ἐλπιζόντων διδάσκει μὲν τὰς χεῖρας εἰς πόλεμον, τίθησι δὲ τόξον χαλκοῦν τοὺς βραχίονας, δίδωσι δὲ αὐτοῖς ὑπερασπισμὸν
40σωτηρίας. Ἐπ’ αὐτῷ τοιγαροῦν ὅλην τὴν ἐλπίδα θῶμεν, ἀντὶ πάντων ὅπλων τῷ ἐκείνου σταυρῷ φραξώμεθα, ᾧ καὶ πρῴην ὑμεῖς ὁπλισάμενοι τοὺς τοῦ Χαμβδᾶν κραταίους τοὺς μὲν ἔργον μαχαίρας πεποιήκατε, τοὺς δέ, κατὰ τοὺς πρόπαλαι Αἰγυπτίους, ὕδατι παρεδώκατε. Ἐκείνους ὁ μιαρὸς Χαμβδᾶν εἶχεν ἐφ’ οἷς ἤλπιζεν, ἐκείνους ἠκούομεν εἶναι τὸν ὅλον αὐτοῦ βραχίονα καὶ τὸ σθένος. Οἱ δὲ τοὺς οὕτω
45γενναίους εὐχερῶς τροπωσάμενοι, τί πρὸς τοὺς ὑπολειφθέντας ἀχρείους καὶ μάλιστα περιδεεῖς ὄντας καὶ πεφοβημένους φανήσεσθε; Ὧν οὐδὲν ἴσως ἀπᾴδει τὸ παρὰ τοῦ θείου ῥηθὲν Ἠσαΐου ὅτι «ἔσονται οἱ ἐγκαταλελειμμένοι ὡς δορκάδιον φεῦγον καὶ ὡς πρόβατον, φησί .. πλανώμενον». Οὐκ ἔχει τὴν ἰσχὺν ἐκ τῆς ἀληθείας· μὴ ταῖς τέχναις αὐτοῦ πιστεύετε καὶ τοῖς δόλοις· δεινός ἐστι, κακότεχνός ἐστι, δύναμιν

(50)

οὐκ ἔχων βεβαίαν καὶ σφόδρα τὴν ὑμῶν δεδοικὼς προσβολὴν καὶ πάντα τρόπον αὐτῆς ἀπωθούμενος, πειρᾶται δόλοις καὶ φαστασίαις τὰς ὑμετέρας ψυχὰς ἐκφοβεῖν. Νῦν μὲν διαγγέλων δύναμιν αὐτῷ προσελθεῖν ἑτέραν καὶ συμμάχους ἀλλαχόθεν ἀπο‐ σταλῆναι, νῦν δὲ χρημάτων αὐτῷ πλῆθος ἑτέρωθεν ἐκπεμφθῆναι, ἄλλοτε λόγους ὑπερηφάνους διαθρυλεῖσθαι παρασκευάζει πρὸς τὴν τῶν ἀκουόντων ἔκπληξιν. Ταῦτα398
55δὲ πάντα λίαν φοβουμένης ἔστι ψυχῆς, οὐ θαρρούσης· εἰ γὰρ ἀπὸ τῆς ἀληθείας τὸ θαρρεῖν εἶχεν, οὐκ ἂν ἐπὶ τὰς τέχνας ταύτας κατέφευγε καὶ τοὺς δόλους. Νῦν δὲ τοῦ κατὰ φύσιν δύνασθαι ἀπορῶν, πρὸς τὰς κατὰ τέχνην ἐπινοίας χωρεῖ. Οὐχ ὁρᾶτε τὸ γενναῖον τοῦτο θηρίον, τοὺς λέοντας, πῶς ἀπὸ τῆς φύσεως τὸ κρατεῖν ἔχον οὐ δόλους. οἶδεν οὐ τέχνας ἐπινοεῖ; Ἀλλὰ μικρὰ ταῦτα καὶ ἀναξία θεὶς καὶ τῇ κατὰ φύσιν
60ῥώμῃ πιστεύσας, ἐξ εὐθείας πρὸς τὸν ἀντίπαλον ἀγωνίζεται· ἀλώπηξ δὲ καὶ ὅσα δήπου τοιαῦτα δειλά, τῆς πρὸς ἀλήθειαν ἀποροῦντα ῥώμης, ἐπὶ τὴν τέχνην αὐτομολεῖ καὶ δόλῳ μὲν θηρεύει, δόλῳ δὲ πειρᾶται τὸ θηρευθῆναι διαφυγεῖν. Εἴθε τὴν ἐκείνου ψυχὴν δυνατὸν ἦν ἰδεῖν. Καὶ τότε ἂν κατεμάθετε πόση μὲν δειλία, πόσος δὲ φόβος ἐκείνην πολιορκεῖ, καὶ πῶς τὴν ὑμετέραν ἀκούων δύναμιν καὶ τὴν προσβολὴν ὑπο‐
65πτεύων, οὐκ ἔχει τίς γένηται, καὶ ποῖ τράπηται, κἂν τὸ θαρρεῖν νῦν πλάττηται καὶ τὸ πεποιθέναι. Μὴ ταῦτα ὑμᾶς θορυβεῖτο, λαὸς ἐμός, μηδὲ ταῖς ἐκείνου προσέχετε μηχαναῖς, ἀλλ’ ἐν Χρ(ιστ)ῷ θαρροῦντες κατὰ τῶν ἐχθρῶν διανάστητε. Οἴδατε ποῖόν ἐστι καλὸν τὸ ὑπὲρ χριστιανῶν ἀγωνίσασθαι, πόσην ὁ τοῦτο πράττων ἑαυτῷ περι‐ ποιεῖται τὴν δόξαν· τοῦτο παντὸς κερδαλεώτερον, τοῦτο πάσης ἄλλης φιλοτιμίας
70ἐπικυδέστερον. Ὦ πόσος ἔχει μὲ τοῦτον πόθος, πόσος ἔρως διανάπτει μου τὴν ψυχὴν καὶ ὅλος ἤδη τοῦ πράγματος γίνομαι, καὶ αὐτὰς ἐκείνας ὀνειροπολῶ τὰς ἡμέρας, ἐφίεμαι μᾶλλον ἐνδῦναι θώρακα καὶ τὴν περικεφαλαίαν ἐπιθεῖναι τῇ κεφαλῇ, καὶ δόρυ διασεῖσαι τῇ δεξιᾷ καὶ σάλπιγγος ἀκοῦσαι συγκαλούσης πρὸς τὸν ἀγῶνα, ἢ διάδημα
75καὶ πορφύραν περιβαλέσθαι καὶ σκῆπτρον μεταχειρίσαι καὶ βασιλικῶν ἀκοῦσαι εὐφημιῶν. Ταῦτα μὲν γὰρ οἷς οἶδεν ἐκεῖνος τρόποις, καὶ τοῖς οὐκ ἀγαθοῖς πολλάκις, παρὰ Θ(εο)ῦ δίδοται· ἐκεῖνα δὲ μόνων τῶν ἀρετῆς ἐρώντων εἰσί, μόνων τῶν ἡδονῆς προτιμώντων δόξαν. Οὐ μὴν ἀλλ’ οὐδ’ ἄτιμον, οὐδ’ ἀγέραστον ἐγὼ τὴν τῶν ἀγωνιζο‐ μένων καταλείψω σπουδήν. Οὐδὲ γὰρ μάτην τοὺς ἐμοὺς θεράποντας αὐτόθι διέπεμψα,
80ἀλλ’ ὡς ἂν ἐμοῖς ὀφθαλμοῖς βουλόμενος αὐτοῖς χρήσασθαι, οὓς καὶ ὅρκῳ καταλήψομαι νῦν, καὶ πρὸς αὐτοὺς τρέψω τὸν λόγον. Ὀρκίζω τοιγαροῦν ὑμᾶς καὶ εἰς Θ(εὸ)ν καὶ εἰς αὐτὴν τὴν ἡμετέραν κεφαλὴν καὶ ζωήν, μηδὲν προτιμῆσαι τῆς ἡμῶν ἀγάπης ἢ, κρεῖττον εἰπεῖν, τοῦ καλοῦ καὶ τῆς ἀληθείας, ἀλλὰ περὶ πάντων καταμηνῦσαι τῷ ἡμετέρῳ κράτει καθὼς ἕκαστος ἀρετῆς
85ἔχει καὶ προθυμίας. Μᾶλλον δὲ καὶ ἐγγράφως ἀποσημήνασθαι, ἵνα καὶ ἐνταῦθα εἰσελθόντες ἡμῖν ἀναγγείλητε, ὥστε καὶ ἡδέως αὐτοὺς ὄψεσθαι, καὶ τῶν παρ’ ἡμῶν ἐπαίνων ἀξιῶσαι καὶ ἀντιλήψεων· καὶ ὅσοι μὲν τῶν στρατηγῶν εὐτελεστέρων ἄρχουσι θεμάτων εἰς μείζονα μετατεθῆναι, ὅσοι δὲ μειζόνων, δωρεαῖς ἑτέραις καὶ ἀμοιβαῖς φιλοτιμηθῆναι. Ἀλλὰ καὶ τῶν ταγματικῶν καὶ τῶν ἄλλων, οἵτινες ἂν
90εὐψύχως ἀγωνίσωνται, κατὰ τὸ ἔργον ἕκαστον τιμηθῆναι· καὶ τοὺς μὲν τουρμάρχας, τοὺς δὲ κλεισουράρχας, τοὺς δὲ τοποτηρητὰς γενέσθαι. Μὴ τούτων δὲ μόνον, ἀλλὰ καὶ τῶν ἄλλων τῶν εὐτελῶν καὶ κοινῶν, ὅσοι ἂν ἀρετῆς ἐπιδείξωνται τρόπους, ἄξιον ἀπολαβεῖν τὸν μισθόν. Ἀλλὰ νῦν μὲν δι’ ὑμῶν δεχομένων ἡμῶν τὴν περὶ ἑκάστου πληροφορίαν, μετ’ ὀλίγον δὲ οὐθ’ ὑμᾶς, οὔτε τινὰς ἄλλους μάρτυρας τῶν
95τοιούτων, ἀλλὰ τοὺς ἡμετέρους μόνους ὀφθαλμοὺς ἔξομεν, καὶ αὐτοὶ παρόντες, αὐτοὶ
τὴν ἑκάστου βλέποντες ἀρετήν, αὐτοὶ καὶ τὰ βραβεῖα τοῖς ἀγωνιζομένοις παρέξομεν.399