TLG 3023 011 :: CONSTANTINUS VII PORPHYROGENITUS Imperator :: De cerimoniis aulae Byzantinae (lib. 1.1–92)

CONSTANTINUS VII PORPHYROGENITUS Imperator Hist., Filius Leonis VI Imperatoris Imperator
(Constantinopolitanus: A.D. 10)

De cerimoniis aulae Byzantinae (lib. 1.1–92)

Source: Vogt, A. (ed.), Le livre des cérémonies, vols. 1–2. Paris: Les Belles Lettres, 1:1935; 2:1939 (repr. 1967): 1:1–179; 2:1–187.

  • Vol. 1 = lib. 1.1–46 (= Reiske 1.1–37)
  • Vol. 2 = lib. 1.47–92 (= Reiske 1.38–83)

Cf. et 3023 010

Citation: Volume — page — (line)

1

.

1

(t1)

ΚΩΝΣΤΑΝΤΙΝΟΥ
t2τοῦ φιλοχρίστου
t3καὶ ἐν αὐτῷ τῷ Χριστῷ τῷ αἰωνίῳ βασιλεῖ βασιλέως
t4υἱοῦ Λέοντος
t5τοῦ σοφωτάτου καὶ ἀειμνήστου βασιλέως
t6σύνταγμά τι
t7καὶ βασιλείου σπουδῆς ὄντως ἄξιον ποίημα.
1Ἄλλοις μέν τισιν ἴσως ἔδοξεν ἂν τουτὶ τὸ ἐγχείρημα περιττόν, οἷς οὐ τοσαύτη τῶν ἀναγκαίων φροντίς, ἡμῖν δὲ καὶ λίαν φίλον καὶ περισπούδαστον καὶ τῶν ἄλλων ἁπάντων οἰκειότερον, ἅτε διὰ τῆς ἐπαινετῆς τάξεως
5τῆς βασιλείου ἀρχῆς δεικνυμένης κοσμιωτέρας καὶ πρὸς τὸ εὐσχημονέστερον ἀνατρεχούσης καὶ διὰ τοῦτο θαυ‐ μαστῆς οὔσης ἔθνεσί τε καὶ ἡμετέροις. Πολλὰ γὰρ οἶδε τῷ μακρῷ χρόνῳ συναπολήγειν, ὡς ἐν αὐτῷ πραχθέντα καὶ ὑπ’ αὐτοῦ δαπανώμενα, μεθ’ ὧν καὶ τὸ μέγα χρῆμα καὶ
10τίμιον, ἡ τῆς βασιλείου τάξεως ἔκθεσίς τε καὶ ὑποτύ‐ πωσις, ἧς παροραθείσης καί, οἷον εἰπεῖν, ἀπονεκρωθείσης, ἀκαλλώπιστον τῷ ὄντι καὶ δυσειδῆ τὴν βασιλείαν ἦν καθορᾶν. Ὥσπερ γὰρ σώματος μὴ εὐσχημόνως διαπε‐ πλασμένου, ἀλλὰ φύρδην καὶ οὐκ εὐαρμόστως τῶν μελῶν
15αὐτῷ συγκειμένων ἀταξίαν ἄν τις τὸ τοιοῦτον προσείποι· οὕτω καὶ τοῦ βασιλικοῦ πολιτεύματος μὴ τάξει ἀγομένου
καὶ κυβερνωμένου, κατ’ οὐδὲν διοίσει τῆς ἰδιωτικῆς καὶ1 in vol. 1

1

.

2

ἀνελευθέρου διαγωγῆς. Ἵν’ οὖν μὴ τοῦτο γένηται καὶ δόξωμεν ἀτάκτως φερόμενοι τὴν βασιλικὴν καθυβρίζειν μεγαλειότητα, δεῖν ᾠήθημεν, ὅσα τε παρὰ τῶν παλαιοτέρων ἐφευρέθη καὶ παρὰ τῶν ἑωρακότων διηγγέλθη καὶ παρ’
5ἡμῶν αὐτῶν ἐθεάθη καὶ ἐν ἡμῖν ἐνηργήθη, ταῦτα φιλοπόνῳ μελέτῃ ἐκ πολλῶν ἐρανίσασθαι καὶ πρὸς εὐσύνοπτον κατάληψιν τῷ παρόντι ἐκθέσθαι φιλοτεχνήματι, καὶ πατρίων ἐθῶν παρεωραμένων παράδοσιν τοῖς μεθ’ ἡμᾶς ἐνσημήνασθαι, καὶ ὥσπερ τινὰ ἄνθη ἐκ λειμώνων δρεψα‐
10μένους εἰς ἀσύγκριτον εὐπρέπειαν τῇ βασιλικῇ παραθέσθαι λαμπρότητι, καὶ οἷόν τι κάτοπτρον διαυγὲς καὶ νεόσμηκτον ἐν μέσοις τοῖς ἀνακτόροις ἱδρύσασθαι, ἐν ᾧ καὶ τὰ τῇ βασιλείῳ ἀρχῇ πρέποντα καὶ τὰ τῷ συγκλητικῷ συστήματι ἄξια κατοπτευόμενα, ἐν τάξει καὶ κόσμῳ αἱ τοῦ κράτους
15ἡνίαι διεξάγοιντο. Ὡς ἂν δὲ σαφῆ καὶ εὐδιάγνωστα εἶεν τὰ γεγραμμένα, καὶ καθωμιλημένῃ καὶ ἁπλουστέρᾳ φράσει κεχρήμεθα καὶ λέξεσι ταῖς αὐταῖς καὶ ὀνόμασι τοῖς ἐφ’ ἑκάστῳ πράγματι πάλαι προσαρμοσθεῖσι καὶ λεγομένοις, ὑφ’ ὧν τοῦ βασιλείου κράτους ῥυθμῷ καὶ τάξει φερομένου,
20εἰκονίζοι μὲν τοῦ δημιουργοῦ τὴν περὶ τόδε τὸ πᾶν ἁρμο‐ νίαν καὶ κίνησιν, καθορῷτο δὲ καὶ τοῖς ὑπὸ χεῖρα σεμνο‐ πρεπέστερον, καὶ διὰ τοῦτο ἡδύτερόν τε καὶ θαυ‐ μαστότερον, λεκτέον περὶ ἑκάστης τάξεως, ὅπως τε καὶ
καθ’ ὃν ὀφείλει τρόπον ἐκτελεῖσθαι καὶ συμπεραίνεσθαι.2 in vol. 1

1

.

3

(1t)

Αʹ
1tὍσα δεῖ παραφυλάττειν,
2tπροκένσου γινομένου ἐν τῇ Μεγάλῃ Ἐκκλησίᾳ,
3tἤτοι τάξις καὶ ἀκολουθία
4tτῶν εὐσήμων καὶ περιφανῶν προελεύσεων,
5tἐν αἷς οἱ βασιλεῖς ἀπίασιν
6tἐν τῇ Μεγάλῃ Ἐκκλησίᾳ.
7Πρὸ μιᾶς ἡμέρας τῆς οἵας οὖν ἐνισταμένης περιφα‐ νεστάτης ἑορτῆς εἰσέρχονται οἱ πραιπόσιτοι ἐν τῷ Χρυ‐ σοτρικλίνῳ, τῆς καθημερινῆς δηλονότι ἱσταμένης προε‐
10λεύσεως, καὶ ὑπομιμνήσκουσι τοὺς δεσπότας περὶ τῆς ἑορτῆς, εἶτα κελεύουσιν τούτους οἱ δεσπόται ἄγεσθαι ἐπὶ τὴν αὔριον πρόκενσον ἤτοι προέλευσιν. Οἱ δὲ ἐξερχόμενοι ὁρίζουσι πᾶσιν τοῖς τοῦ κουβουκλείου, ὁμοίως καὶ τῷ κατεπάνῳ καὶ τῷ δομεστίκῳ τῶν βασιλικῶν, σὺν τούτοις
15δὲ καὶ τοῖς δυσὶ δημάρχοις· ἀποστέλλουσι δὲ καὶ μανδάτα τῷ τε δομεστίκῳ τῶν νουμέρων καὶ τῷ κόμητι τῶν τειχέων, καί, ἁπλῶς εἰπεῖν, πάσαις ταῖς τάξεσι καὶ πᾶσι τοῖς σεκρέτοις καταμηνύουσι περὶ τῆς τοιαύτης προελεύσεως, ἵνα ἑκάστη τάξις καὶ ἕκαστον σέκρετον κατὰ τὴν ἰδίαν
20τάξιν καὶ κατὰ τὸν ἴδιον τοῦ σεκρέτου τύπον τὰ αὐτοῖς ἁρμόζοντα προευτρεπίσωσι. Καὶ μὴν καὶ τῷ ὑπάρχῳ τῆς
πόλεως γνωρίζουσι τοῦ εὐτρεπίσαι καὶ ἀνακαθᾶραι τὴν3 in vol. 1

1

.

4

βασιλικὴν ἔξοδον, ἐν ᾗ μέλλουσιν οἱ δεσπόται προελθεῖν, καὶ πάσας τὰς ἐκεῖσε εἰσφερούσας λεωφόρους ὁδούς, ἐν αἷς μέλλουσι διέρχεσθαι οἱ δεσπόται διὰ τοῦ πυξίνου πρίσμα‐ τος καὶ τῆς ἐκ κισσοῦ καὶ δάφνης μυρρίνης τε καὶ δενδρο‐
5λιβάνου ταύτην κατακοσμεῖν καὶ ἄλλοις, ὅσα ὁ τότε φέρει καιρός, εὐώδεσί τε καὶ ποικίλοις ἄνθεσι. Τῇ δὲ ἐπαύριον, ἤγουν τῇ ἡμέρᾳ τῆς αὐτῆς ἑορτῆς, ἔωθεν πρωΐας εἰσέρχονται οἱ πραιπόσιτοι μετὰ πάσης τῆς τάξεως τοῦ κουβουκλείου εἰς τὸν Καβαλλάριον, καὶ καθέ‐
10ζονται ἐκεῖσε. Τοῦ δὲ μεγάλου καὶ οἰκειακοῦ παππίου ἀνοίγοντος, εἰσέρχονται, καὶ καθέζονται ἐν τῷ βήλῳ τοῦ Πανθέου, καὶ εἶθ’ οὕτως εἰσέρχονται οἱ βεστήτορες, καὶ αἴρουσι τὴν Μωσαϊκὴν ῥάβδον ἀπὸ τοῦ εὐκτηρίου τοῦ Ἁγίου Θεοδώρου τοῦ ὄντος ἐν τῷ Χρυσοτρικλίνῳ, καὶ οἱ τῶν
15ἀλλαξίμων τοῦ κουβουκλείου, μετὰ καὶ τῶν τῇ τάξει αὐτῶν διαιταρίων, αἴρουσι τὸ ταβλίν, ἐν ᾧ ἀπόκειται ἡ βασίλειος ἐσθής, καὶ τὰ κορνίκλια, ἅπερ τὰ βασίλεια ἔνδοθεν περιφέρουσι στέμματα, καὶ οἱ βασιλικοὶ σπαθάριοι τὰ βασιλικὰ αἴρουσιν ἄρματά τε καὶ σκουτάρια καὶ τὰ
20δόρατα, καὶ ἡ μὲν τῶν ἀλλαξίμων τάξις φέρει τὴν βασί‐ λειον στολήν, καὶ ἀποτίθησιν ἐν τῷ ὀκταγώνῳ κουβουκλείῳ τῷ ὄντι ἐν τῷ παλατίῳ τῆς Δάφνης, ἤγουν πρὸ τοῦ ναοῦ τοῦ ἁγίου πρωτομάρτυρος Στεφάνου· οἱ δὲ τὰ ἄρματα φέροντες σπαθάριοι ἵστανται μετ’ αὐτῶν ἐν τῷ Ὀνοποδίῳ·
25καὶ δὴ τῶν δεσποτῶν ἀπὸ σκαραμαγγίων ἐξιόντων τοῦ ἱεροῦ κοιτῶνος, καὶ τὴν συνήθη εὐχὴν ἐν τῇ κόγχῃ τοῦ Χρυσοτρικλίνου, ἐν ᾗ ἱστόρηται ἡ τοῦ Κυρίου ἡμῶν καὶ Θεοῦ θεοείκελος ἁγία εἰκὼν ἐπὶ θρόνου καθεζομένη, τῷ Θεῷ ἀποδιδόντων, εἰσέρχονται οἱ πραιπόσιτοι ἀπὸ τοῦ
30βήλου τοῦ Πανθέου, καὶ προσκυνοῦσι τοὺς δεσπότας, καὶ
εἶθ’ οὕτως βάλλουσιν οἱ δεσπόται τὰ ἑαυτῶν χρυσοπερί‐4 in vol. 1

1

.

5

κλειστα σαγία, καὶ ἐξίασι διὰ τοῦ Φύλακος. Ἐν δὲ τῷ Σίγματι ἐκδέχεται αὐτοὺς τό τε μαγλάβιον καὶ ἡ ἑταιρεία καὶ ὁ λογοθέτης, μετὰ τοῦ κανικλείου καὶ τοῦ πρω‐ τοασηκρήτις καὶ τοῦ πρωτονοταρίου, καὶ ἐπευχόμενοι
5τοῖς δεσπόταις, τούτοις συμπορεύονται. Καὶ ἀπερχόμενοι οἱ δεσπόται ἐν τῷ πρωτοκτίστῳ ναῷ τῆς ὑπεραγίας Θεοτόκου, λαμβάνουσι κηροὺς παρὰ τῶν πραιποσίτων, δηλονότι ὑπὸ κουβικουλαρίου διδομένους τοῖς πραιποσίτοις καὶ διὰ τῆς τρισσῆς μετὰ τῶν κηρῶν
10προσκυνήσεως ἀπευχαριστοῦσιν τῷ Θεῷ. Καὶ εἶθ’ οὕτως ἐν τῷ κατεκείνῳ ἤτοι μετεκείνῳ εὐκτηρίῳ τῆς Ἁγίας Τριάδος, κἀκεῖσε διὰ τῆς τρισσῆς μετὰ τῶν κηρῶν προσκυνήσεως ἀπευχαριστοῦσι τῷ Θεῷ, καὶ εἶθ’ οὕτως εἰσέρχονται ἐν τοῖς ἐκεῖσε ἀποκειμένοις ἐν τῷ στενακίῳ
15λειψάνοις, κἀκεῖσε διὰ τῆς τρισσῆς μετὰ τῶν κηρῶν προσκυνήσεως ἀπευχαριστοῦσι τῷ Θεῷ. Εἶτα ἐξέρχονται εἰς τὸν βαπτιστῆρα, ἐν ᾧ ἵστανται οἱ τρεῖς εὐμε‐ γέθεις καὶ περικαλλεῖς σταυροί, καὶ διὰ νεύματος τοῦ πραιποσίτου πηγνύουσιν ἐκεῖσε οἱ κουβικουλάριοι οὓς
20κατέχουσι κηροὺς οἱ δεσπόται· ἀπὸ τῶν ἐκεῖσε διέρ‐ χονται καὶ τοῦ τρικλίνου τοῦ Αὐγουστέως, ἐν ᾧ ἐκδέ‐ χονται οἵ τε τοῦ Χρυσοτρικλίνου καὶ οἱ βασιλικοὶ ἄνθρωποι· κἀκεῖσε γὰρ ἐπεύχονται σὺν τοῖς μαγλαβίταις καὶ τοῖς ἑταιρειώταις τοὺς δεσπότας. Οἱ δὲ δεσπόται
25μετὰ τοῦ κουβουκλείου μόνου καὶ τῶν κοιτωνιτῶν εἰσέρ‐ χονται ἕως τοῦ ὀκταγώνου κουβουκλείου τοῦ ὄντος πρὸ τοῦ Ἁγίου Στεφάνου, ἐν ᾧ καὶ ἡ βασίλειος ἀπόκειται στολή,
καὶ ἐκεῖσε ἵστανται οἱ τοῦ κουβουκλείου ἐπευχόμενοι5 in vol. 1

1

.

6

τοὺς δεσπότας. Ἀπὸ δὲ τῶν ἐκεῖσε εἰσέρχονται οἱ δεσπόται σὺν τοῖς πραιποσίτοις ἐν τῷ ναῷ τοῦ ἁγίου πρωτομάρτυρος Στεφάνου, καὶ διὰ τῆς τρισσῆς μετὰ τῶν κηρῶν προσκυνήσεως ἀπευχαριστοῦσι τῷ Θεῷ, καὶ
5εἶθ’ οὕτως προσκυνοῦσι τὸν μέγαν καὶ περικαλλῆ καὶ πολυτίμητον τοῦ ἁγίου Κωνσταντίνου σταυρόν. Καὶ μετὰ τὸ τελέσαι ταῦτα εἰσέρχονται ἐν τῷ κοιτῶνι τῆς Δάφνης, ἐκδεχόμενοι τὸν καιρόν, ἤγουν τὸν ῥεφερενδάριον φέροντα τὸ μανδάτον ἀπὸ τοῦ
10πατριάρχου καὶ τῆς ἐκκλησιαστικῆς καταστάσεως, καὶ δὴ εἰσέρχονται οἱ πραιπόσιτοι, καὶ τὴν εἴδησιν τούτων διδοῦσι τοῖς δεσπόταις. Ἐξιόντες δὲ οἱ δεσπόται ἐν τῷ ὀκταγώνῳ κουβουκλείῳ, κράζει φωνῇ μεγάλῃ ὁ πραιπόσιτος, λέγων· βεστήτορες· καὶ δὴ εἰσέρ‐
15χονται οἱ βεστήτορες καὶ περιτιθέασι τοῖς δεσπόταις τὰς τούτων λαμπρὰς χλανίδας, καὶ εὐθέως ἐξέρ‐ χονται· οἱ δὲ πραιπόσιτοι στέφουσιν τοὺς δεσπότας, δηλονότι τοῦ κουβουκλείου παντὸς παρισταμένου κἀκεῖσε, ὅτε ταῦτα τελοῦνται, καὶ μετὰ τὸ στεφθῆναι τοὺς
20δεσπότας ἐξέρχονται διὰ τοῦ τρικλίνου τοῦ Αὐγουστέως· ἐκεῖσε γὰρ ἵσταται ὁ λογοθέτης τοῦ δρόμου καὶ ὁ τοῦ κανικλείου καὶ ὁ κατεπάνω τῶν βασιλικῶν καὶ τὸ μαγλάβιν καὶ ἡ ἑταιρεία. Ἔνδοθεν γὰρ τῆς μεγάλης πύλης τοῦ Αὐγουστέως ἵστανται οἱ νιψηστιάριοι, βαστάζοντες τὰ
25χρυσᾶ καὶ ἐκ λίθων τιμίων κατεσκευασμένα χερνιβόξεστα, καὶ ἵστανται οἱ δεσπόται εἰς τὴν Χρυσῆν Χεῖρα, ἤγουν εἰς τὸν πόρτηκα τοῦ Αὐγουστέως ἔξωθεν τῆς μεγάλης πύλης· κἀκεῖσε γὰρ καὶ οἱ τοῦ Χρυσοτρικλίνου παρίστανται. Καὶ
δὴ διὰ νεύματος τοῦ δεσπότου ὁ πραιπόσιτος τὴν κεφαλὴν6 in vol. 1

1

.

7

ὑποκλίνας τοῖς δεσπόταις, διὰ τῆς οἰκείας χλανίδος νεύει τῷ ὀστιαρίῳ τῷ τὴν χρυσῆν βέργαν κατέχοντι· τέσσαρες γὰρ ὀστιάριοι τὰς χρυσᾶς ἐκ λίθων τιμίων ἠμφιεσμένας βαστάζουσι βέργας. Καὶ ἐξέρχεται, καὶ εἰσάγει τούς τε
5μαγίστρους ἀνθυπάτους τε καὶ πατρικίους στρατηγούς τε καὶ ὀφφικιαλίους καὶ κλεισουράρχας, καὶ τούτων κατὰ τὸ εἰωθὸς προσκυνούντων τοὺς δεσπότας καὶ κατὰ τὰς οἰκείας ἱσταμένων τάξεις, διὰ νεύματος τοῦ βασιλέως λέγει ὁ πραιπόσιτος εὐήχως πως καὶ ἐναρμονίως· Κελεύ‐
10σατε. Καὶ δὴ τούτων ἐξιόντων, δηλονότι μετὰ καὶ τῶν δεσποτῶν, πάλιν ἐν τῷ Ὀνοποδίῳ, ἔνθα ὁ τῆς βίγλης δρουγγάριος καὶ τοῦ πλωίμου ἵστανται, μετὰ καὶ τῶν βασιλικῶν σπαθαρίων τῶν βασταζόντων τὰ βασιλικὰ ἄρματα, πίπτουσι κἀκεῖσε οἵ τε μάγιστροι καὶ οἱ λοιποί,
15καὶ ἀπευχαριστοῦσι τοὺς δεσπότας, δηλονότι τοῦ τῆς καταστασέως ἐν τῷ μέσῳ ἑστῶτος, καὶ διὰ νεύματος τοῦ βασιλέως κατὰ τὸ εἰωθὸς νεύει ὁ πραιπόσιτος διὰ τῆς αὐτοῦ χλανίδος τῷ τῆς καταστάσεως, καὶ λέγει· Κελεύ‐ σατε.
20Καὶ ἀπὸ τῶν ἐκεῖσε συνεξίασι τοῖς δεσπόταις οἵ τε μάγιστροι καὶ οἱ λοιποὶ ἕως τοῦ μεγάλου Κονσιστωρίου, ἐν ᾧ ἵστανται ὅ τε τοῦ ἁγίου Κωνσταντίνου σταυρὸς καὶ ἡ τοῦ Μωσέως ῥάβδος· καὶ μὴν ὅ τε πρωτοασηκρήτης καὶ ὁ πρωτονοτάριος, μετὰ τῶν ἀσηκρήτων καὶ βασιλικῶν
25νοταρίων καὶ λοιπῶν σεκρετικῶν νοταρίων τε καὶ χαρτουλαρίων καὶ δὴ πάντων ἐκεῖσε ἀθροιζομένων, καὶ τῶν δεσποτῶν ἱσταμένων ἄνωθεν τοῦ πουλπίτου ἔμπροσθεν τοῦ καμελαυκίου, πάλιν διὰ νεύματος τοῦ βασιλέως κατὰ τὸ εἰωθὸς νεύει ὁ πραιπόσιτος τῷ σιλεντιαρίῳ (ἐκεῖσε
30γὰρ ἐν τῷ μέσῳ τοῦ Κονσιστωρίου ἵστανται οἱ σιλεν‐ τιάριοι), καὶ λέγει μεγάλως· Κελεύσατε. Καὶ ἀπὸ τῶν ἐκεῖσε διέρχονται οἱ δεσπόται ἕως τοῦ τρικλίνου τῶν κανδιδάτων (ἐκεῖσε γὰρ ὁ τοῦ Κυρίου ἵσταται κλῆρος),
καὶ ἀσπάζονται οἱ δεσπόται τὸν σταυρὸν τοῦ Κυρίου,7 in vol. 1

1

.

8

δηλονότι ὑπὸ τοῦ σκευοφύλακος τῆς αὐτῆς ἐκκλησίας προσφερομένου τοῖς δεσπόταις. Καὶ ἀπὸ τῶν ἐκεῖσε διέρχονται οἱ δεσπόται ἀπερχόμενοι ἐν τῷ ὀκτακιόνῳ θόλῳ, ἤγουν εἰς τὴν πρώτην Σχολήν, ὅνπερ τὴν παλαιὰν
5καλοῦσι χαραγήν, ἐν ᾧ ἵδρυται ὁ ἐξ ἀργύρου κατεσκευ‐ ασμένος περικαλλὴς σταυρός, καὶ διὰ τῆς τρισσῆς μετὰ τῶν κηρῶν προσκυνήσεως ἀπευχαριστοῦσι τῷ Θεῷ. Καὶ πάλιν ἀπὸ τῶν ἐκεῖσε διέρχονται διὰ τοῦ τρικλίνου τῶν Ἐκσκουβίτων· ἐκεῖσε γὰρ ἵστανται στιχηδὸν δεξιὰ καὶ
10ἀριστερὰ κατὰ τὰς οἰκείας τάξεις, τοὺς δεσπότας ἐκδεχόμενα, τά τε ῥωμαϊκὰ σκῆπτρα τὰ λεγόμενα βῆλα, ὁμοίως καὶ τὰ εὐτύχια καὶ τὰ ἕτερα σκῆπτρα, πρὸς τούτοις τὰ σκεύη τῶν προτικτόρων καὶ σινατόρων, καὶ τὰ σκεύη τῶν δρακοναρίων, λάβουρά τε καὶ καμπηδηκτόρια,
15μετὰ καὶ τῶν βάνδων, τοῦ συμπορεύεσθαι τοῖς δεσπόταις. Ἐν δὲ τῷ αὐτῷ τρικλίνῳ τῶν Ἐκσκουβίτων, ἐν τῷ εὐωνύμῳ μέρει ἵστανται ἐπὶ μακρῷ σκάμνῳ· πρώτη τάξις, οἱ τοῦ κοιαίστωρος καγκελλάριοι μετὰ καὶ τοῦ αὐτῶν δομεστίκου, ῥωμαΐζοντες τὰ τῇ ἑορτῇ ἁρμόζοντα·
20δευτέρα τάξις, ἵστανται καὶ αὐτοὶ ἐπὶ μακρῷ σκάμνῳ οἱ λεγόμενοι διπανῖται, καὶ αὐτοὶ τὰ εἰωθότα εὐφη‐ μοῦντες· καὶ τρίτη τάξις, ἵστανται ἐπὶ μακρῷ σκάμνῳ οἱ νομικοί, καὶ αὐτοὶ τὰ εἰωθότα ἐπευχόμενοι τοὺς δεσπότας. Καὶ ἀπὸ τῶν ἐκεῖσε ἀπέρχονται εἰς τοὺς
25Λύχνους, ἐν ᾧ ἵδρυται ὁ ἐξ ἀργύρου ἕτερος κατεσκευα‐ σμένος σταυρός, καὶ διὰ τῆς τρισσῆς μετὰ τῶν κηρῶν προσκυνήσεως ἀπευχαριστοῦσι τῷ Θεῷ, καὶ γίνεται ἐκεῖσε ἐν τῷ Τριβουναλίῳ, πρώτη δοχή, ἤγουν εἰς τοὺς Λύχνους, δηλονότι εἰς τὴν καμάραν ἱσταμένων τῶν
30βασιλέων, δέχεται ἐκεῖσε ὁ δημοκράτης τῶν Βενέτων,8 in vol. 1

1

.

9

ἤγουν ὁ δομέστικος τῶν σχολῶν μετὰ καὶ τοῦ περατικοῦ δήμου τῶν Βενέτων, καὶ ἐπιδίδωσιν ὁ δημοκράτης, ἤγουν ὁ δομέστικος, τὸ λιβελλάριν τὸν δεσπότην, ἀφικόμενος δηλονότι ὑπὸ τοῦ τῆς καταστάσεως πρὸς τὸν βασιλέα, ὁ
5δὲ βασιλεὺς ἐπιδίδωσι τοῦτο τῷ πραιποσίτῳ, καὶ ἀκτο‐ λογοῦσιν ἐκεῖ οἱ τοῦ μέρους, ἤγουν ὁ δῆμος, κατὰ τὸ εἰωθός, τοὺς δεσπότας· ἐν δὲ τῷ ἀκτολογεῖν τὸν δῆμον ὁ δομέστικος κατασφραγίζει τοὺς δεσπότας κατὰ τὴν εὐφη‐ μίαν τοῦ δήμου· αὐτὸ γὰρ τὸ Τριβουνάλιον κατακοσμοῦσιν
10οἵ τε βεστιοπράται καὶ ἀργυροπράται διά τε βλαττίων καὶ λοιπῶν ἐντίμων ἁπλωμάτων τε καὶ πέπλων, καὶ μὴν διά τε χρυσῶν καὶ ἀργυρῶν παντοίων σκευῶν τοῦτο κατα‐ γλαΐζουσιν· ἐν γὰρ τῷ αὐτῷ Τριβουναλίῳ δεξιᾷ καὶ ἀριστερᾷ ἵστανται πλησίον τῶν λύχνων ἀπὸ τῶν δήμων·
15καὶ ἐπέκεινα οἱ κατὰ τὸν τότε καιρὸν ἐντυγχάνοντες ἐνταῦθα ἐθνικοί, καὶ μὴν καὶ τὰ συστήματα τῆς πόλεως καὶ οἱ περὶ τὸν ὕπαρχον ὀφφικιάλιοι, μετὰ καὶ τοῦ συμπόνου καὶ τοῦ λογοθέτου τοῦ πραιτωρίου. Καὶ εἶθ’ οὕτως ἀπὸ τῶν ἐκεῖσε διέρχονται οἱ δεσπόται
20ἕως τοῦ τρικλίνου τῶν Σχολῶν, καὶ ἐν τῷ προπυλαίῳ τῶν Ἁγίων Ἀποστόλων διὰ τῆς τρισσῆς μετὰ τῶν κηρῶν προσκυνήσεως ἀπευχαριστοῦσι τῷ Θεῷ· καὶ γίνεται ἐκεῖσε δευτέρα δοχή, καὶ δέχεται ὁ δημοκράτης τῶν Πρασίνων, ἤγουν ὁ ἐκσκούβιτος μετὰ καὶ τοῦ περατικοῦ αὐτοῦ δήμου
25τῶν Πρασίνων, καὶ τὰ ἑξῆς ἐπιτελεῖται, καθὼς προείρηται ἐν τῇ πρώτῃ δοχῇ. Καὶ εἶθ’ οὕτως γίνεται τρίτη δοχὴ
ἔνδοθεν τῆς Χαλκῆς, ἤγουν εἰς τὴν πύλην τῶν Σχολῶν9 in vol. 1

1

.

10

τὴν εἰσφέρουσαν εἰς τὸν θόλον τῆς Χαλκῆς, καὶ δέχεται κἀκεῖσε ὁ δημοκράτης τῶν Βενέτων, ἤγουν ὁ δομέστικος τῶν σχολῶν, μετὰ καὶ τοῦ περατικοῦ δήμου τῶν Βενέτων, καὶ τὰ ἑξῆς ἐπιτελεῖται, καθὼς προείρηται· καὶ τὰ
5ἔνδοθεν τῆς χαλκῆς πύλης εἰς τὸν μέγαν θόλον δεξιὰ μὲν ἵσταται τὸ ἰατρεῖον ἐπευχόμενον τοῖς δεσπόταις, ἀριστερὰ δὲ οἱ τῆς παλαίστρας, καὶ αὐτοὶ εὐφημοῦντες τοὺς δεσπότας· «Εἰς πολλοὺς χρόνους καὶ ἀγαθοὺς ὁ Θεὸς ἀγάγοι», καὶ τὰ ἑξῆς.
10Καὶ ἐξιόντων τῶν δεσποτῶν εἰς τὴν χαλκῆν πύλην· ἐκεῖσε γὰρ ἵστανται δεξιὰ καὶ ἀριστερὰ οἱ ὀργανάριοι· εὐφημοῦντες κατὰ τύπον τοὺς δεσπότας. Καὶ εἶθ’ οὕτως γίνεται δοχὴ τετάρτη ἔξω τοῦ καγκέλλου τῆς Χαλκῆς, καὶ δέχεται ἐκεῖσε ὁ δήμαρχος τῶν Βενέτων μετὰ τοῦ
15δήμου τοῦ Λευκοῦ, δηλονότι ὄπισθεν τοῦ δημάρχου ἱσταμένου καὶ τοῦ δευτερεύοντος αὐτοῦ, καὶ τὰ ἑξῆς ἐπιτελεῖται, καθὼς προείρηται. Καὶ ἀπὸ τῶν ἐκεῖσε γίνεται πέμπτη δοχὴ πρὸ τῆς μεγάλης πύλης τῆς εἰσφε‐ ρούσης εἰς τὸν Αὐγουστέωνα, καὶ δέχεται κἀκεῖσε ὁ
20δήμαρχος τῶν Πρασίνων μετὰ καὶ τοῦ δήμου τοῦ Ῥουσίου, δηλονότι ὄπισθεν τοῦ δημάρχου ἱσταμένου καὶ τοῦ δευτε‐ ρεύοντος αὐτοῦ, καὶ τὰ ἑξῆς ἐπιτελεῖται, καθὼς εἴρηται. Καὶ μετὰ ταύτην γίνεται ἕκτη δοχὴ εἰς τὸ ὡρολόγιον τῆς Ἁγίας Σοφίας, καὶ δέχεται κἀκεῖσε ὁ δήμαρχος
25τῶν Βενέτων μετὰ τοῦ δήμου τοῦ Λευκοῦ, καὶ τὰ ἑξῆς ἐπιτελεῖται, καθὼς προείρηται. Καὶ ἀπὸ τῶν ἐκεῖσε εἰσέρχονται οἱ δεσπόται διὰ τῆς Ὡραίας Πύλης, καὶ ἀποστέφονται ὑπὸ τῶν πραιποσίτων ἔνδον τοῦ βήλου τοῦ κρεμαμένου εἰς τὴν καμάραν, ἤγουν
30εἰς τὸ προπύλαιον τοῦ νάρθηκος, Ὁ δὲ πατριάρχης
ἐκδέχεται εἰς τὴν πύλην τοῦ νάρθηκος μετὰ τῆς συνήθους10 in vol. 1

1

.

11

αὐτοῦ ὑπηρεσίας καὶ τάξεως, καὶ μετὰ τὸ ἀποστεφ‐ θῆναι τοὺς δεσπότας εἰσέρχονται πρὸς τὸν πατριάρχην, καὶ ἐν πρώτοις μὲν προσκυνοῦσι τὸ ἅγιον Εὐαγγέλιον βασταζόμενον ὑπὸ τοῦ ἀρχιδιακόνου, καὶ εἶθ’ οὕτως χαι‐
5ρετίζουσι τὸν πατριάρχην, καὶ ἀσπάζονται αὐτόν, καὶ ἀπέρχονται ἕως τῶν βασιλικῶν πυλῶν, κἀκεῖσε διὰ τῆς τρισσῆς μετὰ τῶν κηρῶν προσκυνήσεως ἀπευχαριστοῦσιν τῷ Θεῷ, καὶ τῆς εὐχῆς ὑπὸ τοῦ πατριάρχου τελουμένης, γίνεται ἡ εἴσοδος. Τὰ δὲ σκῆπτρα καὶ πάντα τὰ προ‐
10γεγραμμένα σκεύη εἰσέρχονται, καὶ ἵστανται εἰς τὴν ἐκκλησίαν δεξιὰ καὶ ἀριστερὰ εἰς τοὺς ἰδίους τόπους· τὰ δὲ ῥωμαῖα βῆλα καὶ τὰ πτυχία ἵστανται ἔνθεν κἀκεῖθεν τῆς σωλέας, ὁ δὲ τοῦ ἁγίου Κωνσταντίνου σταυρὸς εἰς τὸ δεξιὸν μέρος τοῦ βήματος. Οἱ δὲ μάγιστροι καὶ ἀνθύ‐
15πατοι καὶ οἱ λοιποὶ συγκλητικοί, μετὰ καὶ τῶν βασιλικῶν ἀνθρώπων, ἵστανται καὶ αὐτοὶ εἰς τὸ δεξιὸν μέρος τῆς ἐκκλησίας εἰς τοὺς ἰδίους τόπους, ἔνθα καὶ οἱ δεσπόται διέρχονται. Καὶ ὅτε φθάσωσιν οἱ δεσπόται εἰς τὰ ἅγια θύρια
20εἰς τὸ πορφυροῦν ὀμφάλιον, εἰσέρχεται μόνος ὁ πατριάρχης ἔνδοθεν τῶν κιγκλίδων, κρατῶν τὸ εὐώνυμον ἅγιον θυρίον. Καὶ διὰ τῆς τρισσῆς μετὰ τῶν κηρῶν προσκυνήσεως ἀπευχαριστήσαντες τῷ Θεῷ οἱ δεσπόται, εἰσέρχονται προσκυνοῦντες τὴν ὑπὸ τοῦ πατριάρχου
25κρατουμένην ἁγίαν θύραν, καὶ ἐπὶ τῆς ἁγίας τραπέζης γενόμενοι, ἀσπάζονται τὸ ταβλὶν τῆς ἁγίας ἐνδυτῆς, δηλονότι ὑπὸ τοῦ πατριάρχου τοῦτο σηκούμενον, καὶ τοῖς δεσπόταις πρὸς ἀσπασμὸν προσαγόμενον, καὶ εἶθ’ οὕτως ἁπλοῦσιν ἐπάνω τῆς ἁγίας τραπέζης τοὺς δύο, κατὰ τὸ
30εἰωθὸς, λευκοὺς ἀέρας, καὶ προσκυνοῦσι διὰ χειρὸς τοῦ πατριάρχου τὰ ἐπιδιδόμενα αὐτοῖς δύο ἅγια ποτήρια καὶ
τοὺς δύο ἁγίους δίσκους καὶ τὰ ἅγια σπάργανα. Καὶ εἶθ’11 in vol. 1

1

.

12

οὕτως διὰ τοῦ δεξιοῦ μέρους τοῦ αὐτοῦ ἁγίου βήματος εἰσέρχονται οἱ δεσπόται μετὰ τοῦ πατριάρχου εἰς τὸ κυκλίν, ἐν ᾧ ἵδρυται ἡ διάχρυσος ἁγία σταύρωσις, καὶ πάλιν ἐκεῖσε, κατὰ τὸ εἰωθός, διὰ τῆς τρισσῆς μετὰ τῶν
5κηρῶν προσκυνήσεως ἀπευχαριστοῦσι τῷ Θεῷ, καὶ ἐπιδί‐ δωσιν ὁ πατριάρχης τῷ μεγάλῳ βασιλεῖ τὸν θυμιατόν, καὶ θυμιᾷ τὴν αὐτὴν ἁγίαν σταύρωσιν, καὶ ἀσπαζόμενοι τὸν πατριάρχην, ἀποχαιρετίζουσιν αὐτόν, καὶ εἰσέρχονται ἐν τῷ πρὸ τοῦ μητατωρίου ὄντι εὐκτηρίῳ, κἀκεῖσε διὰ τῆς
10τρισσῆς μετὰ τῶν κηρῶν προσκυνήσεως ἀπευχαριστοῦσιν τῷ Θεῷ, καὶ ἀσπαζόμενοι τὸν τίμιον σταυρόν, ἐν ᾧ πάντα τὰ σύμβολα τοῦ πάθους τοῦ Κυρίου ἡμῶν καὶ Θεοῦ ἐμφέρονται, εἰσέρχονται ἐν τῷ μητατωρίῳ. Ὅτε δὲ μέλλουσι τὰ ἅγια δῶρα τῇ ἁγίᾳ τραπέζῃ προσ‐
15αχθῆναι, εἰσέρχονται οἱ πραιπόσιτοι, καὶ ὑπομιμνήσκουσι τοὺς δεσπότας, καὶ περιτιθέασιν αὐτοὺς τὰς ἑαυτῶν χλαμμύδας, καὶ ἐξέρχονται οἱ δεσπόται μετὰ τῶν χλαμ‐ μύδων αὐτῶν ἀποσκέπαστοι, καὶ διέρχονται διὰ τοῦ δεξιοῦ μέρους τῆς αὐτῆς ἐκκλησίας μετὰ τοῦ κουβουκλείου καὶ
20τῆς συγκλήτου, ὀψικευόμενοι ὑπὸ τῶν σκήπτρων καὶ τῶν λοιπῶν σκευῶν, καὶ ἀπέρχονται ὄπισθεν τοῦ ἄμβωνος· ἐκεῖσε γὰρ τὰ ἅγια σκεύη ἵστανται ἐκδεχόμενα, καὶ αἱ τῶν δεσποτῶν λαμπάδες ἐκεῖσε οὕτως ἵστανται ἅπτουσαι. Καὶ δὴ παραγενομένων ἐκεῖ τῶν δεσποτῶν, αἴρουσιν
25οἱ πραιπόσιτοι τὰς λαμπάδας, καὶ ἐπιδίδωσιν ἐν ταῖς χερσὶ τῶν δεσποτῶν, καὶ ὀψικεύουσιν οἱ δεσπόται μετὰ τῶν λαμπάδων τὰ ἅγια, μετὰ καὶ τῆς συγκλήτου καὶ τοῦ κουβουκλείου. Καὶ τὰ σκῆπτρα καὶ τὰ λοιπὰ σκεύη ἵστανται ἐν ταῖς οἰκείαις τάξεσι, καὶ οἱ δεσπόται ἀπερ‐
30χόμενοι διὰ τῆς σωλέας, ἵστανται ἔξω τῶν ἁγίων θυρῶν, ὁ μὲν πρῶτος δεσπότης δεξιᾷ, ὁ δὲ δεύτερος ἀριστερᾷ,
τιθέντες τὰς τούτων λαμπάδας ἐν τοῖς στήθεσι τῶν ἁγίων12 in vol. 1

1

.

13

θυρῶν. Τὰ δὲ ἅγια εἰσερχόμενα εἰς τὴν σωλέαν ἵστανται, καὶ ἔρχεται ὁ ἀρχιδιάκονος, καὶ θυμιᾷ τοὺς δεσπότας, καὶ εἶθ’ οὕτως τὸν πατριάρχην, καὶ μετὰ τοῦτον τὴν ἁγίαν τράπεζαν· καὶ εἶθ’ οὕτως εἰσέρχονται πάντα τὰ
5ἅγια, καὶ μετὰ τὸ εἰσελθεῖν πάντα ἀποχαιρετίζουσι οἱ δεσπόται τὸν πατριάρχην, καὶ διέρχονται διὰ τοῦ δεξιοῦ μέρους τοῦ βήματος ἔξωθεν, καὶ εἰσέρχονται ἐν τῷ μητα‐ τωρίῳ, καὶ μετὰ τοῦτο ἐξέρχονται πάλιν οἱ δεσπόται ἐν τῷ αὐτῷ σχήματι εἰς τὴν ἀγάπην, καὶ ἐν τῷ δεξιῷ μέρει τοῦ
10βήματος πρὸς τὸ μητατώριον, ἵσταται ὁ πατριάρχης ἔνδον τῶν κιγκλίδων, καὶ ἐν πρώτοις οἱ δεσπόται ἀσπά‐ ζονται τὸν πατριάρχην ἱστάμενοι ἔξω τῶν κιγκλίδων, καὶ μετ’ ἐκεῖνον τόν τε σύγκελλον καὶ τοὺς μητροπολίτας καὶ ἀρχιεπισκόπους καὶ τὸν πρωτοπαππᾶν τῆς Μεγάλης
15Ἐκκλησίας καὶ τοὺς ἄρχοντας τοῦ πατριάρχου· εἰσάγονται δὲ οὗτοι πάντες οἱ τοὺς δεσπότας ἀσπαζόμενοι διὰ χειρὸς τοῦ ῥεφερενδαρίου, καὶ εἶθ’ οὕτως πάλιν ἀσπάζονται τὸν πατριάρχην, καὶ ἵστανται ὑποκάτω ὀλίγον τῶν κιγκλίδων, καὶ ἀσπάζονται τοὺς τῆς συγκλήτου πάντας· πάντες γὰρ
20οὗτοι διὰ χειρὸς τοῦ τῆς καταστάσεως εἰσάγονται· καὶ ἀποχαιρετίζοντες οἱ δεσπόται τὸν πατριάρχην, εἰσέρχονται ἐν τῷ μητατωρίῳ. Ὅτε δὲ φθάσῃ ἡ κοινωνία, πάλιν ἐξέρχονται οἱ δεσπόται ἐν τῷ προειρημένῳ σχήματι, καὶ ἀπέρχονται ἐν τῷ
25δεξιῷ μέρει τοῦ βήματος, καὶ δέχονται κἀκεῖσε τὴν ἁγίαν κοινωνίαν, καὶ ἀσπαζόμενοι κατὰ τὸ εἰωθὸς τὸν πατριάρχην, εἰσέρχονται ἐν τῷ μητατωρίῳ, καὶ κρα‐ ματίζουσιν ἐκεῖσε μετὰ τῶν μεγιστάνων καὶ οἰκειοτέρων ἀνθρώπων τῆς συγκλήτου· καὶ μετὰ τὸ κραματίσαι
30τοὺς δεσπότας εἰσέρχονται οἱ πραιπόσιτοι μετὰ καὶ τῶν
ἐπὶ τῶν ἀλλαξίμων, καὶ ἐπιτιθέασι τοῖς δεσπόταις τὰς13 in vol. 1

1

.

14

ἑαυτῶν χλανίδας, καὶ εἶθ’ οὕτως εἰσάγουσιν οἱ αὐτοὶ πραιπόσιτοι τὸν πατριάρχην, καὶ ἀσπάζεται τοὺς δεσ‐ πότας, καὶ συνέξεισιν αὐτοῖς ἕως τῆς μικρᾶς θύρας τῆς εἰσφερούσης πρὸς τὸ Ἅγιον Φρέαρ. Ἐν γὰρ τῇ φλιᾷ τῆς
5αὐτῆς θύρας ἵστανται οἵ τε δεσπόται καὶ ὁ πατριάρχης, ὁ δὲ πραιπόσιτος καὶ ὁ ἄργυρος ἵστανται ἔξω τῆς αὐτῆς θύρας· καὶ δὴ διὰ χειρὸς τοῦ ἀργύρου λαμβάνει ὁ πραιπό‐ σιτος τὰ χρυσᾶ βαλάντια καὶ ἐπιδίδωσι τῷ βασιλεῖ, καὶ ὁ βασιλεὺς δίδωσι τοῖς μέλλουσι ταῦτα λαμβάνειν, κράζοντος
10δηλονότι τοῦ ἀργύρου· Τῷ ὁ δεῖνα, δεσπόται ἀγαθοί· εἰσὶ δὲ οἱ λαμβάνοντες ταύτην τὴν εὐεργεσίαν διὰ χειρὸς τοῦ δεσπότου ὅ τε ἀρχιδιάκονος καὶ οἱ ὀστιάριοι καὶ οἱ ψαλταὶ καὶ οἱ πένητες καὶ οἱ προσμονάριοι. Καὶ μετὰ ταῦτα ἐξέρχονται οἱ δεσπόται μετὰ τοῦ πατριάρχου καὶ εἰσέρ‐
15χονται ἐν τῷ βήλῳ τῷ κρεμαμένῳ εἰς τὸ Ἅγιον Φρέαρ, καὶ στέφει αὐτοὺς ὁ πατριάρχης. Καὶ μετὰ τὸ στεφθῆναι αὐτοὺς λαμβάνουσιν ἐκ χειρὸς τοῦ πατριάρχου τὰς εὐλογίας, ἤτοι προσφοράς, καὶ ἀντιδίδουσι ταύτας τοῖς πραιποσίτοις, καὶ μετὰ ταῦτα δίδωσι τοῖς δεσπόταις
20ὁ πατριάρχης τὰ ἀλειπτά, καὶ ἀντιλαμβάνει παρὰ τῶν δεσποτῶν τὰ ἀποκόμβια· καὶ ἀσπάζονται οἱ δεσπόται τοῦτον, καὶ ἐξίασι τοῦ Ἁγίου Φρέατος. Καὶ γίνεται πρώτη δοχὴ ἔξω τοῦ Ἁγίου Φρέατος. Καὶ δέχεται κἀκεῖσε τὸ μέρος τῶν Βενέτων μετὰ καὶ
25τοῦ ἑαυτῶν δημάρχου, καὶ ἀκτολογοῦσι τοὺς δεσπότας κατὰ τὸ εἰωθός· λιβελλάρια γὰρ οὐ δίδονται ἐν τῇ ὑποστροφῇ τῶν
δεσποτῶν καθὼς καὶ ἐν τῇ ἀφίξει αὐτῶν· τὰ δὲ λοιπὰ τῆς14 in vol. 1

1

.

15

δοχῆς ἐπιτελεῖται καθὼς προείρηται. Καὶ πάλιν γίνεται δευτέρα δοχὴ εἰς τὴν ἔξω τοῦ χυτοῦ τῆς Χαλκῆς τοῦ ἐκεῖσε φορνικοῦ καμάραν εἰς τὴν σιδηρᾶν πύλην, καὶ δέχεται κἀκεῖσε ὁ δήμαρχος τῶν Πρασίνων, μετὰ καὶ τοῦ δήμου τοῦ Ῥουσίου·
5τὰ δὲ λοιπὰ τῆς δοχῆς ἐπιτελεῖται καθὼς προείρηται. Καὶ εἶθ’ οὕτως γίνεται τρίτη δοχὴ ἔνδοθεν τῆς Χαλκῆς πρὸς τὴν πύλην τὴν εἰσφέρουσαν εἰς τὰς Σχολάς, καὶ δέχεται κἀκεῖσε ὁ δημοκράτης τῶν Βενέτων, ἤγουν ὁ δομέστικος τῶν σχολῶν, μετὰ καὶ τοῦ περατικοῦ αὐτοῦ δήμου τοῦ
10Λευκοῦ· τὰ δὲ λοιπὰ τῆς δοχῆς ἐπιτελεῖται καθὼς προείρηται. Καὶ μετὰ ταύτην γίνεται τετάρτη δοχὴ εἰς τὸ προπύλαιον τῶν Ἁγίων Ἀποστόλων, ἤγουν εἰς τὰς Σχολάς, καὶ δέχεται κἀκεῖσε ὁ δημοκράτης τῶν Πρασίων, ἤγουν ὁ ἐκσκούβιτος, μετὰ τοῦ περατικοῦ αὐτοῦ δήμου τοῦ
15Ῥουσίου· τὰ δὲ λοιπὰ τῆς δοχῆς ἐπιτελεῖται καθὼς προεί‐ ρηται. Καὶ τελευταία δοχὴ γίνεται εἰς τὸ Τριβουνάλιον, ἤγουν πρὸ τῶν Λύχνων, καὶ δέχεται κἀκεῖ ὁ δημοκράτης τῶν Βενέτων, ἤγουν ὁ δομέστικος, μετὰ καὶ τοῦ περα‐ τικοῦ αὐτοῦ δήμου τοῦ Λευκοῦ· τὰ δὲ λοιπὰ τῆς δοχῆς
20ἐπιτελεῖται καθὼς προείρηται. Καὶ δὴ μετὰ ταύτην τὴν δοχὴν διέρχονται οἱ δεσ‐ πόται διά τε τῶν Λύχνων καὶ τοῦ τρικλίνου τῶν Ἐκσκουβίτων, ἐν δὲ τοῖς αὐτοῖς Ἐκσκουβίτοις πάλιν εὐφη‐ μοῦσι τὰς εὐφημίας οἵ τε νομικοὶ καὶ οἱ διπανῖται καὶ
25οἱ τοῦ κοιαίστωρος καγκελλάριοι καθὼς καὶ προείρηται, δηλονότι ἐν τοῖς οἰκείοις τόποις ἱστάμενοι. Τῶν δὲ δεσ‐ ποτῶν διερχομένων διὰ τοῦ τρικλίνου τῶν Κανδιδάτων ἐν τῇ θύρᾳ τοῦ αὐτοῦ τρικλίνου τῇ ἐξαγούσῃ ἐπὶ τὸ ἐξάερον τῶν Δεκαεννέα Ἀκκουβίτων, ἵστανται δύο βουκά‐
30λιοι, τὰ συνήθη τῆς ἑορτῆς λέγοντες τοῖς δεσπόταις· καὶ ἀπὸ τῶν ἐκεῖσε εἰσέρχονται ἐν τῷ Κονσιστωρίῳ, κἀκεῖσε δηλονότι ἐναπομενόντων καὶ ἐπευχομένων τοῖς δεσπόταις ὅ τε πρωτοασηκρήτης καὶ ὁ πρωτονοτάριος μετὰ τῶν
ἀσηκρητῶν καὶ λοιπῶν ὀφφικίων, τούς τε νοταρίους καὶ15 in vol. 1

1

.

16

χαρτουλαρίους καὶ λοιπούς· ἐν δὲ τῷ Ὀνοποδίῳ πάλιν ἵστανται οἱ βασιλικοὶ ἄνθρωποι, μετὰ καὶ τοῦ κατεπάνω αὐτῶν καὶ τοῦ δομεστίκου αὐτῶν· οἱ δὲ μάγιστροι καὶ ἀνθύπατοι καὶ ὀφφικιάλοι ἅμα τοῦ τῆς καταστάσεως
5εἰσέρχονται ἐν τῷ στενακίῳ τῆς Χρυσῆς Χειρός, καὶ ἵστανται δεξιὰ μὲν οὗτοι, ἀριστερὰ δὲ οἱ τοῦ Χρυσο‐ τρικλίνου. Καὶ δὴ τῶν δεσποτῶν διερχομένων μετά τε τοῦ μαγλα‐ βίου καὶ τῆς μεγάλης ἑταιρείας, ἐπεύχονται πάντες οἱ
10κἀκεῖσε ἱστάμενοι καὶ οἱ τοῖς δεσπόταις συνιόντες. Τῶν δὲ δεσποτῶν μόνων εἰσερχομένων ἐν τῷ τρικλίνῳ τοῦ Αὐγουστέως, κακεῖσε γὰρ οἱ τοῦ κουβουκλείου προπορευό‐ μενοι μετὰ τῶν πραιποσίτων, καὶ αὐτοὶ κἀκεῖσε στιχηδὸν ἐπὶ ἀκκουβίτων ἵστανται, καὶ δὴ τῶν δεσποτῶν μετὰ
15τῶν κοιτωνιτῶν καὶ μόνων εἰσιόντων, κλείονται μὲν αἱ τοῦ Αὐγουστέως θύραι διὰ τῶν κουβικουλαρίων, ὁ δὲ πραιπόσιτος λέγει ταύτην ῥωμαϊκὴν λέξιν· «Διτ.» Καὶ δέχεται ὁ τοῦ κουβουκλείου φωνοβόλος, καὶ λέγει εὐήχως πως καὶ ἐναρμονίως· «Καλῶς». Καὶ ἀποκρίνονται οἱ τοῦ
20κουβουκλείου πάντες καὶ λέγουσιν· «Καλῶς ἤλθετε, οἱ μουλ‐ τούσανοι». Ἐν δὲ τῇ ἁγίᾳ καὶ μεγάλῃ Κυριακῇ, ἤγουν τοῦ ἁγίου Πάσχα, καὶ μόνον, προστιθέασι καὶ ταύτην τὴν ῥωμαίαν λέξιν· «Ἄνω, φιλλικήσιμε». Καὶ μετὰ ταῦτα εἰσέρχονται οἱ δεσπόται μετὰ τοῦ κου‐
25βουκλείου ἐν τῷ ὀκταγώνῳ κουβουκλείῳ τῷ πρὸ τοῦ Ἁγίου Στεφάνου, καὶ ἐκεῖσε ἀποστέφονται, ἐκβάλλοντες καὶ τὰς ἑαυτῶν χλαμύδας, καὶ εἰσέρχονται ἐν τῷ κοιτῶνι τῆς Δάφνης ἀπὸ διβητησίων, κἀκεῖσε σκεπαζόμενοι καὶ τὰ χρυσοπερίκλειστα ἀμφιεννύμενοι σαγία, εἰσέρχονται εἰς
30τὸ ἱερὸν παλάτιον, δηλονότι προπορευομένων τῶν πραιπο‐
σίτων μετὰ τοῦ κουβουκλείου. Καὶ δὴ ἐν τῷ Χρυσοτρικλίνῳ16 in vol. 1

1

.

17

εἰσιόντος τοῦ κουβουκλείου μετὰ τῶν πραιποσίτων, ἵσταν‐ ται στιχηδὸν ἐπ’ εὖρος τοῦ αὐτοῦ Χρυσοτρικλίνου, καὶ τῶν δεσποτῶν διερχομένων, ἐπεύχονται τό· «Εἰς πολλοὺς καὶ ἀγαθοὺς χρόνους ὁ Θεὸς ἀγάγοι τὴν βασιλείαν ὑμῶν.»
5Τῶν δὲ τοῦ κουβουκλείου μετὰ τῶν πραιποσίτων ἐξιόντων, ὑποστρέφουσιν οἱ δεσπόται, καὶ τῷ Θεῷ ἀπευχαριστοῦσιν, εὐχὴν ἀποδιδόντες ἐν τῇ κόγχῃ τοῦ αὐτοῦ Χρυσοτρικλίνου, ἐν ᾧ ἱστόρηται ἡ τοῦ Κυρίου ἡμῶν καὶ Θεοῦ θεανδρεί‐ κελος ἁγία εἰκὼν ἐπὶ θρόνου καθεζομένη, καὶ εἶθ’ οὕτως
10εἰσέρχονται ἐν τῷ ἱερῷ αὐτῶν κοιτῶνι. Χρὴ δὲ εἰδέναι ὅτι κατὰ τὴν τάξιν ταύτην καὶ τὸν τύπον ἐπιτελεῖται ἥ τε ἁγία καὶ μεγάλη Κυριακὴ τοῦ Πάσχα καὶ ἡ ἁγία Πεντη‐ κοστὴ καὶ ἡ θεολαμπὴς Μεταμόρφωσις ἥ τε ἁγία καὶ γενέθλιος τοῦ Κυρίου ἡμῶν καὶ Θεοῦ ἑορτὴ καὶ ἡ ἁγία
15ὑπέρλαμπρος τῶν Φώτων ἡμέρα.
Χρὴ γινώσκειν ὅτι τῇ ἁγίᾳ καὶ μεγάλῃ Κυριακῇ ἐξιόντων τῶν δεσποτῶν κατὰ τὸν προειρημένον τύπον καὶ ἀλλασσόντων τὰ ἑαυτῶν διβητήσια ἐν τῷ κοιτῶνι τῆς Δάφνης, ὅτε ἀποσυναχθῶσι πάντες οἱ τῆς συγκλήτου
20ἐν τῷ πόρτηκι τοῦ μεγάλου τρικλίνου τῶν ιθʹ Ἀκκουβίτων καὶ ἐν τῷ Ὀνοποδίῳ, εἰσέρχονται οἱ πραιπόσιτοι, καὶ ὑπομιμνήσκουσι τοὺς δεσπότας, καὶ βάλλουσιν οἱ δεσπόται τὰ ἑαυτῶν τζιτζάκια, καὶ ἐξέρχονται διὰ τοῦ μεγάλου ἀκκουβίτου τῶν ιθʹ ἀκκουβίτων, ὀψικευόμενοι ὑπὸ τοῦ
25κουβουκλείου καὶ τῶν μαγλαβιτῶν καὶ τῆς ἑταιρείας, ἱσταμένων δεξιὰ καὶ ἀριστερὰ τοῦ τοιούτου τρικλίνου, ἐν δὲ τῷ δεξιῷ μέρει τοῦ αὐτοῦ τρικλίνου, καθέζονται ἐν τοῖς χρυσοῖς καὶ διαλίθοις σελλίοις· καὶ εἶθ’ οὕτως εἰσέρχεται ὅ τε ῥαίκτωρ καὶ οἱ πραιπόσιτοι καὶ οἱ τοῦ κουβουκλείου,
30καὶ ἀσπάζονται τοὺς δεσπότας, καὶ μετὰ τοῦτο διὰ17 in vol. 1

1

.

18

νεύματος τοῦ δεσπότου νεύει ὁ πραιπόσιτος διὰ τῆς ἑαυτοῦ χλανίδος τῷ ὀστιαρίῳ, τῷ τὴν χρυσῆν βέργαν κατέχοντι, καὶ ἐξέρχεται τοῦ εἰσάξαι ἀπὸ τοῦ δεξιοῦ μέρους στιχηδὸν τόν τε κατεπάνω τῶν βασιλικῶν, μετὰ
5καὶ τοῦ δομεστίκου καὶ τῶν ἐπὶ τοῦ Χρυσοτρικλίνου τοῦ τε τῆς καταστάσεως καὶ τῶν σιλεντιαρίων καὶ τοῦ ἀδμην‐ σουναλίου. Καὶ εἰσερχόμενος, ὁ ὀστιάριος ἔνδοθεν τοῦ βήλου, ἵσταται, καὶ λαμβάνει νεῦμα ὁ πραιπόσιπος παρὰ τοῦ δεσπότου, καὶ διὰ τῆς οἰκείας χλανίδος νεύει τῷ
10ὀστιαρίῳ, καὶ δὴ ὁ ὀστιάριος σχηματοειδῶς πως προσκυ‐ νῶν τοὺς δεσπότας, μετὰ τῆς δεξιᾶς χειρὸς ὀπισθίως κρούει τὸ βῆλον, καὶ διὰ τοῦ βήλου ὑπὸ τῶν σιλεντιαρίων συρομένου εἰσάγονται οἱ προειρημένοι, καὶ ἀσπάζονται καὶ αὐτοί, καὶ πάλιν ἐξίασιν εἷς καθ’ εἷς δι’ ἧς ἦλθον
15ὁδοῦ. Καὶ μετὰ ταῦτα ἀνίστανται οἱ δεσπόται, καὶ αἴρουσιν οἱ κουβικουλάριοι τὰ σελλία, καὶ ἱστῶσιν αὐτὰ εἰς τὴν ἐκ κισσοῦ καὶ μυρρίνης καὶ δενδρολιβάνου κατεσκευασμένην ἐν εἴδει τοῦ ταῦ στοιχείου φῖναν ἐν τῷ μέσῳ τοῦ αὐτοῦ
20τρικλίνου. Καὶ εἶθ’ οὕτως λαμβάνει πάλιν νεῦμα ὁ πραιπόσιτος παρὰ τοῦ δεσπότου, καὶ εἰσέρχεται μέσον τῆς αὐτῆς φίνας, καὶ προσκυνεῖ σχηματοειδῶς πως, καὶ ἐξέρχεται τοῦ εἰσαγαγεῖν τὰ βῆλα. Καὶ συνεξίασιν αὐτῷ καὶ οἱ δύο ὀστιάριοι, καὶ ἵστανται ἔνδοθεν τοῦ
25βήλου, καὶ ὁ εἷς ἐξ αὐτῶν, ἤγουν ὁ δεξιός, προσκυνῶν καὶ αὐτὸς σχηματοειδῶς πως τοὺς δεσπότας, καὶ οὕτως μετὰ τῆς δεξιᾶς χειρὸς ὀπισθίως κρούει τὰ δύο βῆλα· οἱ δὲ σιλεντιάριοι σύρουσι διχῶς τὰ βῆλα, οἷον δεξιὰ καὶ ἀριστερά, καὶ εἰσέρχεται ὁ πραιπόσιτος, προπορευό‐
30μενος τῇ τάξει τῶν τε μαγίστρων καὶ ἀνθυπάτων, ἤγουν
τῶν φορούντων τοὺς δώδεκα χρυσοϋφάντους λώρους.18 in vol. 1

1

.

19

Καὶ ὁ μὲν πραιπόσιτος ἵσταται εἰς τὸν ἴδιον τόπον, ὁμοίως καὶ οἱ ὀστιάριοι ἵστανται εἰς τοὺς ἰδίους τόπους, οἱ δὲ μάγιστροι καὶ οἱ λοιποὶ ἀσπάζονται κατὰ τύπον τοὺς δεσπότας, πρῶτον μὲν τοῖς αὐτῶν γόνασι, ἔπειτα
5καὶ ταῖς χερσίν, καὶ εἶθ’ οὕτως τῷ στόματι, καὶ ἵστανται δεξιὰ καὶ ἀριστερὰ κατὰ τὰς οἰκείας τάξεις. Καὶ πάλιν ἐξέρχεται ὁ πραιπόσιτος ἐν τῷ αὐτῷ σχήματι μετὰ τῶν αὐτῶν ὀστιαρίων, καὶ εἰσέρχονται πάλιν οἱ δύο ὀστιάριοι, καθὼς προείρηται, καὶ ἐνεργεῖ
10ὁ ἀριστερὰ ἱστάμενος ὀστιάριος καθὼς καὶ ὁ εἰς τὰ δεξιά, ἤγουν ὡς προγέγραπται. Καὶ εἰσάγονται κατὰ τὸ πρῶτον σχῆμα δεύτερον βῆλον· οἵ τε ἀνθύπατοι καὶ πατρίκιοι μετὰ τῶν ἑαυτῶν καμησίων καὶ τῶν λευκῶν χρυσοτάβλων χλανιδίων, καὶ ἀσπάζονται καὶ αὐτοὶ τοὺς
15δεσπότας, καὶ ἵστανται δεξιὰ καὶ ἀριστερὰ ὑποκάτω τῶν φορούντων τοὺς χρυσοῦς λώρους. Καὶ πάλιν ἐξέρ‐ χεται ὁ πραιπόσιτος ἐν τῷ αὐτῷ σχήματι, καθὼς καὶ προείρηται, καὶ εἰσάγει γʹ βῆλον· τοὺς πρωτοσπαθαρίους καὶ ὀφφικιαλίους, καὶ εἰς τύχῃ καὶ ἐν ἄλλοις ἀξιώμασιν
20εἶναι ὀφφικιαλίους καὶ ἀσπάζονται καὶ αὐτοὶ τοὺς δεσπότας καὶ ἵστανται καὶ αὐτοὶ δεξιὰ καὶ ἀριστερὰ ὑποκάτω τοῦ δευτέρου βήλου, καὶ πάλιν μετὰ τοῦτο ἐξέρχεται ἐν τῷ αὐτῷ σχήματι ὁ πραιπόσιτος, καθὼς καὶ προγέγραπται, καὶ εἰσάγει δʹ βῆλον· τοὺς ἀσηκρήτας
25καὶ νοταρίους τῶν σεκρέτων, καὶ ἀσπάζονται καὶ αὐτοὶ τοὺς δεσπότας, καὶ ἵστανται καὶ αὐτοὶ δεξιὰ καὶ ἀριστερὰ ὑποκάτω τῆς τάξεως τοῦ τρίτου βήλου. Καὶ πάντων στάντων εἰς τοὺς ἰδίους τόπους, λέγει διὰ νεύματος τοῦ δεσπότου ὁ πραιπόσιτος εὐήχως πως
30καὶ ἐναρμονίως· «Κελεύσατε.» Καὶ μετὰ τοῦτο ἐπεύχονται πάντες. «Εἰς πολλοὺς χρόνους καὶ ἀγαθοὺς
ὁ Θεὸς ἀγάγοι τὴν δικαίαν ὑμῶν βασιλείαν.» Καὶ μετὰ19 in vol. 1

1

.

20

τὸ ἐκβῆναι πάντας ἀνίστανται οἱ δεσπόται, καὶ ἀνέρ‐ χονται ἐν τῷ μεγάλῳ ἀκκουβίτῳ μετὰ τῶν πραιποσίτων καὶ τῶν κοιτωνιτῶν καὶ μόνων· ἐν γὰρ τοῖς ἀργυροῖς κίοσι τοῦ αὐτοῦ ἀκκουβίτου κρέμανται βῆλα πρὸς τὸ
5μὴ ὁρᾶσθαι τοὺς δεσπότας, ὅτε ἐνδιδύσκονται τοὺς λώρους· ἐν γὰρ τῷ αὐτῷ ἀκκουβίτῳ ἐνδύουσι τοὺς δεσπότας τοὺς λώρους οἵ τε τῶν ἀλλαξίμων τοῦ κουβουκλείου καὶ οἱ βεστήτορες, μετὰ τῶν πραιποσίτων καὶ τοῦ δευτέρου καὶ τῶν κοιτωνιτῶν. Καὶ μετὰ τὸ ἐνδυθῆναι τοὺς λώρους
10τοὺς δεσπότας καὶ ὑπὸ τῶν πραιποσίτων στεφθῆναι λαμβάνουσιν ἐν μὲν τῇ δεξιᾷ χειρὶ τὴν ἀκακίαν, ἐν δὲ τῇ εὐωνύμῳ τοὺς ἐκ λίθων καὶ μαργάρων ἠμφιεσμένους χρυσοῦς σταυρούς, καὶ ὅτε κατέλθωσι τὰ βάθρα τοῦ αὐτοῦ ἀκκουβίτου, ἐπεύχονται αὐτοῖς οἵ τε τοῦ μαγλαβίου
15καὶ οἱ τῆς ἑταιρείας. Οἱ δὲ δεσπόται ἐξέρχονται τὴν μέσην τοῦ αὐτοῦ τρικλίνου, ὀψικευόμενοι ὑπὸ τοῦ κουβου‐ κλείου εἰς τὸν πόρτηκα, καὶ ἀπὸ τῶν ἐκεῖσε ἀπέρχονται ἐν τῷ Ὀνοποδίῳ· καὶ γίνεται αʹ δοχὴ ἐκεῖ· οἵ τε μάγιστροι καὶ ἀνθύπατοι, οἱ φοροῦντες τοὺς λώρους
20καὶ οἱ λοιποὶ μετὰ τῶν ἰδίων ἀλλαξίμων, καὶ ἀπὸ τῶν ἐκεῖσε κατέρχονται ἐν τῷ Κονσιστωρίῳ, καὶ τὰ ἑξῆς ἐπιτελεῖται καθὼς καὶ ἀνωτέρω εἴρηται καὶ ἐν ταῖς λοιπαῖς προελεύσεσι. Καὶ τοῦτο δεῖ εἰδέναι· ὅτι τῇ ἁγίᾳ καὶ μεγάλῃ Κυριακῇ, εἰς
25τὰ ἅγια καὶ εἰς τὸν ἀσπασμὸν καὶ εἰς τὴν ἁγίαν κοινωνίαν μετὰ τῶν χλανιδίων ἐξέρχονται οἱ δεσπόται καθὼς καὶ ἐν ταῖς λοιπαῖς προελεύσεσι, καὶ οὐ μετὰ τῶν λώρων, ἀπὸ δὲ τοῦ κράματος ἀμφιέννυνται τοὺς λώρους, καὶ τὰ ἑξῆς ἐπιτελεῖται καθὼς καὶ ἐν ταῖς λοιπαῖς προελεύσεσι.
30Χρὴ γινώσκειν ὅτι τῇ ἑορτῇ τοῦ γενεσίου τῆς ὑπεραγίας20 in vol. 1

1

.

21

Θεοτόκου οὐ στέφονται οἱ δεσπόται καθὼς καὶ ἐν ταῖς λοιπαῖς προελεύσεσιν, ἀλλὰ πάντων τελουμένων, καθὼς προείρηται, ἐξέρχονται οἱ δεσπόται ἀπὸ διβητησίου ἀπὸ τοῦ κοιτῶνος τῆς Δάφνης, καὶ ἐν τῷ ὀκταγώνῳ κουβου‐
5κλείῳ βάλλουσι τὰς ἑαυτῶν χλανίδας κατὰ τὸν τύπον τῶν προλεχθεισῶν προελεύσεων, καὶ τὰ ἑξῆς ἐπιτελεῖται καθὼς καὶ ἐν ταῖς λοιπαῖς προελεύσεσι, πλὴν δοχαὶ παρὰ τῶν δήμων οὐ γίνονται, ἀλλ’ ἐν τοῖς τόποις, ἐν οἷς αἱ δοχαὶ γίνονται, οἱ τῶν δύο μερῶν νοτάριοι καὶ
10μαΐστωρες ῥωμαΐζουσι τοὺς δεσπότας τὰ τῇ ἑορτῇ ἁρμόζοντα· ἀπὸ μὲν τῆς δοχῆς τῶν Λύχνων, ὁ τοῦ μέρους τῶν Βενέτων νοτάριος, καὶ δεῖ αὐτὸν περιπατεῖν ὄπισθεν τῶν δεσποτῶν πλησίον καὶ λέγειν τοὺς κατὰ τύπον ἰάμβους ἕως τῶν πυλῶν τῶν ἀγόντων εἰς τὰς
15Σχολάς. Ἀπὸ γὰρ τῶν ἐκεῖσε εἰσφερόντων μεγάλων πυλῶν, ἤγουν ἀπὸ τοῦ προπυλαίου τῶν Ἁγίων Ἀποστόλων, ἄρχεται ἰαμβίζειν ὁ τοῦ μέρους τῶν Πρασίνων μαΐστωρ ἕως τῆς μεγάλης πύλης τῶν Σχολῶν τῆς ἐξαγούσης ἐπὶ τὸν τῆς Χαλκῆς θόλον· ἔνδοθεν γὰρ τῆς αὐτῆς
20πύλης ἵσταται ὁ τοῦ μέρους τῶν Βενέτων μαΐστωρ, καὶ ἀπὸ τῶν ἐκεῖσε ἄρχεται καὶ αὐτὸς ἰαμβίζειν ἕως τοῦ στενακίου τοῦ ἐξάγοντος πρὸς τὸν ἔμβολον τοῦ Ἁγίου Φρέατος· ἔξω γὰρ τῆς σιδηρᾶς πύλης τοῦ αὐτοῦ στενακίου, ἐν ᾧ τὸ εἴλημά ἐστιν, ἵσταται ὁ τοῦ μέρους τῶν Πρασίνων
25νοτάριος, καὶ ἀπὸ τῶν ἐκεῖσε ἄρχεται καὶ αὐτὸς ἰαμβίζειν ἕως τοῦ Ἁγίου Φρέατος. Καὶ δὴ τῶν δεσποτῶν εἰσερχομένων ἐν τῷ Ἁγίῳ Φρέατι, διὰ τῆς τρισσῆς μετὰ τῶν κηρῶν προσκυνήσεως ἀπευχαριστοῦσι τῷ Θεῷ, καὶ προσκυνήσαντες τὸ Ἅγιον
30Φρέαρ, εἰσέρχονται διὰ τῆς εἰσαγούσης πύλης ἀπὸ τῶν21 in vol. 1

1

.

22

ἐκεῖσε εἰς τὴν ἐκκλησίαν· ἐκεῖσε γὰρ ἵσταται ὁ πατριάρχης μετὰ τῆς συνήθους αὐτῷ ὑπηρεσίας καὶ τάξεως. Καὶ δὴ τοῦ πατριάρχου θυμιῶντος κατὰ τὸν τύπον τοὺς δεσπότας, ἀσπάζονται αὐτὸν οἱ δεσπόται, καὶ εἶθ’ οὕτως εἰσέρχονται
5διὰ τῆς ἐκεῖσε εἰσφερούσης πύλης πρὸς τὸ δεξιὸν μέρος τοῦ βήματος· ἐκεῖσε γὰρ οἱ τῆς συγκλήτου πάντες ἵστανται ἐπευχόμενοι τοὺς δεσπότας. Καὶ ἀπὸ τῶν ἐκεῖσε εἰσέρχονται εἰς τὰ ἅγια θύρια, καὶ διὰ τῆς τρισσῆς μετὰ τῶν κηρῶν προσκυνήσεως ἀπευχαριστοῦσι
10τῷ Θεῷ, καὶ τὰ ἑξῆς κατὰ τύπον τελοῦσι. Καὶ εἶθ’ οὕτως λαμβάνει ἀπὸ χειρῶν τοῦ καστρησίου ὁ πατριάρχης τὸν θυμιατὸν καὶ ἐπιδίδωσι τῷ βασιλεῖ, καὶ θυμιᾷ ὁ βασιλεὺς πέριξ τῆς ἁγίας τραπέζης, καὶ μετὰ τὸ θυμιᾶσαι ἵσταται καὶ ὁ πατριάρχης καὶ ὁ βασιλεὺς
15ἔμπροσθεν τῆς ἁγίας τραπέζης, καὶ τῆς ἐκφωνήσεως παρὰ τοῦ ἀρχιδιακόνου γενομένης τῆς τε εὐχῆς παρὰ τοῦ πατριάρχου τελουμένης, καὶ τὰ ἑξῆς τῆς ἐκκλη‐ σιαστικῆς καταστάσεως γενομένης πάσης, ἐξέρχονται οἱ δεσπόται ἅμα τῷ πατριάρχῃ, προπορευομένων αὐτῶν
20τοῦ τε σταυροῦ καὶ τοῦ Εὐαγγελίου. Καὶ δὴ ἐρχομένων αὐτῶν ὄπισθεν τοῦ ἄμβωνος, ἤγουν πρὸ τῶν μεγάλων πυλῶν, ἵστανται ἐκεῖσε οἵ τε δεσπόται καὶ ὁ πατριάρχης μετά τε τοῦ σταυροῦ καὶ τοῦ Εὐαγ‐ γελίου, καὶ δὴ ἐρχομένων αὐτῶν, γίνεται κἀκεῖσε εὐχὴ
25κατὰ τὴν ἐκκλησιαστικὴν ἀκολουθίαν, καὶ εἶθ’ οὕτως συνεξ‐ έρχεται ὁ πατριάρχης τοῖς δεσπόταις τὰς βασιλικὰς πύλας, καὶ ἀσπάζεται αὐτοὺς κἀκεῖσε, καὶ οἱ μὲν δεσπόται εἰσέρχονται ἐν τῷ βήλῳ τῷ κρεμαμένῳ ἐν τῷ νάρθηκι, καὶ ἐκεῖσε σκεπαζόμενοι, πάλιν ἐξέρχονται, καὶ ἀσπάζονται
30τὸν πατριάρχην, καὶ ἀποκινοῦσι μετὰ τῆς οἰκείας λιτῆς, καὶ ἀνέρχονται ἕως τοῦ πορφυροῦ μεγάλου κίονος τοῦ
Φόρου, καὶ οἱ μὲν δεσπόται ἵστανται ἐν ταῖς τοῦ πορφυροῦ22 in vol. 1

1

.

23

μεγάλου κίονος ἀναβάθραις, οἱ δὲ μάγιστροι καὶ ἀνθύ‐ πατοι καὶ πατρίκιοι καὶ λοιποὶ συγκλητικοὶ ἐν τοῖς δεξιοῖς μέρεσι πρὸ τῆς τῶν δεσποτῶν στάσεως ἵστανται, ἤγουν ἔνδοθεν τῆς κιονοστασίας τοῦ Φόρου, οἱ δὲ τοῦ
5κουβουκλείου ἐν ταῖς δεξιαῖς ἀναβάθραις τοῦ αὐτοῦ κίονος, οἱ δὲ δῆμοι τῶν δύο μερῶν ἵστανται ἐν ταῖς ἐκεῖσε μικραῖς ἀναβάθραις ἀντικρὺ τῶν δεσποτῶν, δηλον‐ ότι ἔξω τῆς κιονοστασίας τοῦ δεξιοῦ μέρους, ἐν ᾧ οἱ τῆς συγκλήτου ἵστανται.
10Καὶ δὴ τοῦ πατριάρχου ἀνερχομένου μετὰ τῆς οἰκείας λιτῆς, προεισέρχονται μὲν ἔνδοθεν τῆς κιονοστασίας οἱ ἔκδικοι μετὰ τῆς ἑαυτῶν βακτηρίας πρὸ τῆς πρώτης ἀναβάσεως τῆς δεσποτικῆς ἀνόδου τοῦ κίονος καὶ εἰσέρ‐ χονται οἱ μητροπολῖται καὶ ἀρχιεπίσκοποι, καὶ τὴν
15κατὰ τύπον ἀποτελοῦσι προσκύνησιν, δηλονότι διὰ τοῦ τῆς καταστάσεως καὶ τοῦ ῥεφερενδαρίου προσαγομένους καὶ τοὺς δεσπότας προσκυνοῦντας, καὶ ἵστανται μὲν οὗτοι ἐν τῷ εὐωνύμῳ μέρει τῶν ἀναβάθρων τοῦ κίονος. Καὶ μετὰ ταῦτα εἰσέρχονται οἱ προπορευόμενοι τῆς
20ἐκκλησιαστικῆς λιτῆς καὶ ψάλλοντες, καὶ εἶθ’ οὕτως εἰσέρχεται ὁ πατριάρχης μετά τε τοῦ σταυροῦ καὶ τοῦ Εὐαγγελίου, παρακρατούμενος ὑπὸ τῶν πρώτων καὶ οἰκείων αὐτοῦ· καὶ ὅτε τῆς πρώτης βαθμίδος τῆς δεσπο‐ τικῆς ἀναβάσεως ἔλθῃ, ἐπιδίδουσι τοῖς δεσπόταις οἱ
25πραιπόσιτοι τοὺς συνήθεις κηροὺς κατὰ τὸ εἰωθός, καὶ προσκυνοῦσι τὸν σεβάσμιον τύπον τοῦ ζωοποιοῦ σταυροῦ, ἀσπαζόμενοι τό τε ἅγιον Εὐαγγέλιον καὶ αὐτὸν τὸν τίμιον σταυρόν, ἔπειτα τὸν πατριάρχην. Καὶ οἱ μὲν δεσπόται ἵστανται ἐν ᾧ τόπῳ καὶ προΐσταντο, ὁ δὲ
30σταυρὸς ἵσταται ἐν τῇ ἐφιδρυμένῃ βάσει ταῖς αὐταῖς ἀναβάθραις· ὁ δὲ πατριάρχης μετὰ τοῦ Εὐαγγελίου καὶ
τῶν οἰκείων διακόνων καὶ ψαλτῶν ἀνέρχεται ἐν τῷ23 in vol. 1

1

.

24

εὐκτηρίῳ τοῦ αὐτοῦ κίονος, ἤγουν τοῦ Ἁγίου Κωνσταν‐ τίνου, καὶ διὰ νεύματος τοῦ πραιποσίτου ἄρχονται ψάλλειν τὰ δύο μέρη τὴν τῆς ἑορτῆς καταβασίαν. Καὶ τούτου τρισσῶς ᾀδομένου, γίνεται ἡ συνήθης ἐκτενὴ
5παρὰ τοῦ διακόνου, δηλονότι προκύπτοντος διὰ τῶν θυρίδων τοῦ εὐωνύμου μέρους τοῦ αὐτοῦ εὐκτηρίου. Καὶ δὴ τῆς ἐκτενῆς τελεσθείσης μετὰ τὴν τοῦ πατριάρχου ἐκφώνησιν, ἀποχαιρετίζουσι τοῦτον οἱ δεσπόται ἐν οἷς ἵστανται τόποις καὶ μετὰ τῆς οἰκείας λιτῆς κατέρχονται
10ἕως τοῦ ναοῦ τῆς ὑπεραγίας Θεοτόκου τῶν Χαλκο‐ πρατείων, καὶ καθέζονται ἐν τῷ νάρθηκι ἐπὶ τῆς αὐτῆς ἐκκλησίας, τῆς βασιλικῆς τάξεως ἐκεῖσε παρισταμένης, ἤγουν τοῦ κουβουκλείου καὶ τῶν ἀσηκρητῶν, χρυσοτρι‐ κλινιτῶν· τε καὶ βασιλικῶν ἀνθρώπων. Καὶ δὴ τῶν
15μητροπολιτῶν διερχομένων, ποιοῦσι πάλιν προσκύνησιν κατὰ τὸν εἰρημένον ἄνωθεν τύπον τῆς προσκυνήσεως, καὶ εἶθ’ οὕτως εἰσέρχονται καὶ οἱ τῆς λιτῆς τοῦ πατριάρ‐ χου προπορευόμενοι καὶ ψάλλοντες, καὶ μετὰ ταῦτα εἰσέρχεται ὁ πατριάρχης μετά τε τοῦ σταυροῦ καὶ τοῦ
20Εὐαγγελίου. Καὶ ἀνίστανται οἱ δεσπόται, καὶ ὑπαντῶσιν αὐτῷ καὶ ἀσπάζονται, καὶ ἵστανται ἀμφότεροι ἐπὶ τῶν βασιλικῶν πυλῶν, καὶ τῆς συνήθους εὐχῆς τελουμένης ὑπὸ τοῦ πατριάρχου, καθὼς ἀνωτέρω εἴρηται, γίνεται ἡ εἴσοδος,
25καὶ δὴ τῶν δεσποτῶν εἰσερχομένων ἐν τῷ βήματι καὶ τὸ ἀποκόμβιν ἐπὶ τῆς ἁγίας τραπέζης ἀποτιθεμένων, ἐξέρχονται διὰ τοῦ ἀριστεροῦ μέρους τοῦ αὐτοῦ θυσια‐
στηρίου, καὶ διέρχονται διὰ τοῦ γυναικίτου τῆς αὐτῆς24 in vol. 1

1

.

25

ἐκκλησίας. Ἐν δὲ τῷ γυναικίτῃ ἐναπομένει πᾶσα ἡ σύγκλητος, ἐπευχόμενοι τοῖς δεσπόταις, καὶ εἰσέρχονται οἱ δεσπόται μετὰ τοῦ πατριάρχου καὶ τοῦ κουβουκλείου διὰ τῆς τροπικῆς εἰς τὴν ἁγίαν τράπεζαν τῆς ἁγίας
5σοροῦ, καὶ πάλιν διὰ τῆς τρισσῆς μετὰ τῶν κηρῶν προσ‐ κυνήσεως ἀπευχαριστοῦσι τῷ Θεῷ, ἀποτιθέασιν ἕτερον ἀποκόμβιν ἐν τῇ ἁγίᾳ σορῷ, καὶ εἶθ’ οὕτως ἐν τῷ εὐωνύμῳ εὐκτηρίῳ τῆς αὐτῆς ἐκκλησίας μετὰ τῶν κηρῶν εὐχόμενοι, ἀποτιθέασιν ἕτερον ἀποκόμβιον ἐν τῇ ἁγίᾳ
10σορῷ. Καὶ ἀπὸ τῶν ἐκεῖσε εἰσέρχονται ἐν τῇ τροπικῇ τῆς ἁγίας σοροῦ, καὶ ἀσπαζόμενοι ἀποχαιρετίζουσι τὸν πατριάρχην, καὶ ἀλλάσσουσιν οἱ δεσπόται τὰ χρυσο‐ κέντητα τούτων πορφυρᾶ σκαραμάγγια καὶ μετὰ τὴν τοῦ Εὐαγγελίου ἀπόλυσιν καὶ τῆς ἐκτενῆς πάλιν εἰσέρχεται
15ὁ πατριάρχης ἐν τῇ αὐτῇ τροπικῇ, καὶ στέφει τοὺς δεσπότας, καὶ τὰς συνήθεις δίδωσιν εὐλογίας, ἤτοι τὰς προσφορὰς καὶ τὰ ἀλειπτά, καὶ ἀντιλαμβάνει παρὰ τῶν δεσποτῶν τὰ ἀποκόμβια· ταῦτα δὲ πάντα ἐπιτελεῖται κατὰ τὸν προειρημένον τύπον. Καὶ μετὰ ταῦτα ἀσπα‐
20ζόμενοι τοῦτον ἀποχαιρετίζουσι, καὶ προέξεισι τῶν δε‐ σποτῶν ὁ πατριάρχης. Καὶ εἶθ’ οὕτως ἐξέρχονται οἱ δεσπόται, καὶ γίνεται δοχὴ ἐν αὐτῷ τῷ γυναικίτῃ τῆς ἐκκλησίας παρά τε τῶν μαγίστρων ἀνθυπάτων τε καὶ πατρικίων καὶ λοιπῶν
25ὀφφικιαλίων, καὶ διὰ νεύματος τοῦ πραιποσίτου λέγει ὁ τῆς καταστάσεως τό· «Κελεύσατε.» Καὶ δὴ τῶν συγκλητικῶν ἐξιόντων, συνεξέρχονται καὶ οἱ δεσπόται, καὶ καββαλικεύουσι ἐν τῷ ἐμβόλῳ, καὶ γίνεται πρώτη δοχὴ εἰς τὸ Μίλιον, εἰς τὴν καμάραν, καὶ δέχεται κἀκεῖσε ὁ
30δήμαρχος τῶν Βενέτων μετὰ τοῦ δήμου τοῦ Λευκοῦ,
δηλονότι τῆς συνήθους τάξεως τελουμένης κατὰ τὸν25 in vol. 1

1

.

26

τύπον τῆς δοχῆς. Καὶ πάλιν μετὰ μικρόν, δέχεται ὁ δήμαρχος τῶν Πρασίνων μετὰ καὶ τοῦ δήμου τοῦ Ῥουσίου, καὶ τὰ ἑξῆς ἐπιτελεῖται κατὰ τὸν τύπον τῆς δοχῆς. Πάλιν μετὰ μικρόν, δέχεται ὁ δημοκράτης τῶν Πρασίνων,
5ἤγουν ὁ ἐκσκούβιτος, μετὰ καὶ τοῦ περατικοῦ δήμου τῶν Πρασίνων, καὶ τὰ ἑξῆς ἐπιτελεῖται κατὰ τὸν τύπον τῆς δοχῆς. Καὶ πάλιν μετὰ μικρόν, ἤγουν εἰς τὸ κάγκελον τὸ εἰσάγον εἰς τὴν Χαλκῆν, δέχεται ὁ δημοκράτης τῶν Βενέτων, ἤγουν ὁ δομέστικος τῶν σχολῶν, μετὰ καὶ τοῦ
10περατικοῦ δήμου τῶν Βενέτων, καὶ τὰ ἑξῆς ἐπιτελεῖται κατὰ τὸν τύπον τῆς δοχῆς. Καὶ ἀπὸ τῶν ἐκεῖσε διέρ‐ χονται οἱ δεσπόται, καὶ ἀποκαταβαίνουσι πρὸ τῆς μεγάλης πύλης τοῦ τρικλίνου τῶν Κανδιδάτων, καὶ ἀπὸ τῶν ἐκεῖσε διέρχονται ἐν τῷ νάρθηκι τῆς τοῦ Κυρίου ἐκκλησίας,
15καὶ ἐκεῖσε, ἀσφαλιζομένων ὑπὸ τῶν κουβικουλαρίων τῶν πυλῶν, ἀποστέφονται παρὰ τῶν πραιποσίτων οἱ δεσπόται, καὶ εἰσέρχονται ἐν τῷ ναῷ τοῦ Κυρίου, καὶ διὰ τῆς τρισσῆς μετὰ τῶν κηρῶν προσκυνήσεως ἀπευχαριστοῦσι τῷ Θεῷ. Καὶ ἀπὸ τῶν ἐκεῖσε εἰσέρχονται εἰς τὸ ἱερὸν
20παλάτιον, συνεισιόντος αὐτοῖς καὶ τοῦ κουβουκλείου, καὶ ἐπὶ τοῦ Χρυσοτρικλίνου εὐφημοῦνται, καθὰ προείρηται. Εἰδέναι δὲ δεῖ ὅτι, κατὰ τὸν τύπον ταύτης τῆς προελεύσεως, ἐπιτελεῖται καὶ ἡ τοῦ Εὐαγγελισμοῦ προέ‐ λευσις κατὰ πάντα ὁμοίως. Εἰ γὰρ φθάσῃ εἴτε ἐν σαββάτῳ
25εἴτε ἐν κυριακῇ, καὶ αἱ δοχαὶ παρὰ τῶν δήμων γίνονται, καὶ τὰ ὄργανα ἐν ταῖς τέσσαρσιν αὐλοῦσι δοχαῖς· εἰ δὲ τύχῃ ἄλλη ἡμέρα, ἵστανται μὲν τὰ μέρη, ἤτοι οἱ δῆμοι, ἐν τοῖς προειρημένοις αὐτῶν τῆς τάξεως τόποις, καὶ δὴ διερχομένων τῶν δεσποτῶν μετὰ τῆς συνήθους τάξεως
30τῆς προελεύσεως, ἐπεύχονται μὲν ἐν οἷς ἵστανται τόποις, κατασφραγίζοντες αὐτούς, μηδὲν ἀκτολογοῦντες.
Χρὴ δὲ εἰδέναι ὅτι κατὰ τὸν τύπον ταύτης τῆς προελεύ‐26 in vol. 1

1

.

27

σεως τοῦ Εὐαγγελισμοῦ, ἐπιτελεῖται καὶ ἡ προέλευσις τοῦ ἁγίου καὶ μεγάλου Σαββάτου· ἀλλασσόντων γὰρ τῶν δεσπο‐ τῶν τὰ λεγόμενα παγανὰ ἐν τῷ κοιτῶνι τῆς Δάφνης, καὶ ἐξερχομένων ἐν τῷ ὀκταγώνῳ κουβουκλείῳ, καὶ βαλόντων
5τὰς παγανὰς χλαμμύδας, ἐξέρχονται διὰ τοῦ Αὐγουστίω‐ νος. Ἔνδον γὰρ τῆς μεγάλης πύλης τοῦ αὐτοῦ Αὐγουσ‐ τίωνος ἵσταται κουβικουλάριος, ἐπώμιον φόρτωμα τὸ κεντηνάριον φέρων καὶ περιπατῶν ὄπισθεν πλησίον τῶν δεσποτῶν. Καὶ δὴ τῆς συνήθους τάξεως τελουμένης
10ἐν ταῖς δοχαῖς κατὰ τὴν συνήθειαν τῆς προελεύσεως τοῦ Εὐαγγελισμοῦ, ἰαμβίζουσι καὶ οἱ τῶν μερῶν νοτάριοι καὶ οἱ μαΐστορες ἐν τοῖς οἰκείοις αὐτῶν, καθὼς προείρηται ἐν τῷ Εὐαγγελισμῷ, τόποις. Καὶ δὴ διὰ τοῦ Ἁγίου Φρέατος τῶν δεσποτῶν διερχομένων, καθὼς προείρηται, καὶ ἐπὶ τοῦ
15βήματος εἰσερχομένων, καθὼς εἴπομεν, καὶ τῆς ἐνδυτῆς κατὰ τὴν ἐκκλησιαστικὴν κατάστασιν ὑπαλλαττομένης, λαμβάνει ὁ πραιπόσιτος ἐκ χειρὸς τοῦ κουβικουλαρίου τὸ κεντηνάριον, καὶ ἐπιδίδωσι τῷ βασιλεῖ, καὶ ὁ βασιλεὺς ἀπο‐ τίθησι τοῦτο ἐν τῷ πεζουλίῳ τοῦ θαλασσιδίου τῆς αὐτῆς
20ἁγίας τραπέζης. Καὶ εἶθ’ οὕτως θυμιῶντος τοῦ δεσπότου κατὰ τὸν προειρημένον τύπον τοῦ Εὐαγγελισμοῦ, διέρχον‐ ται διὰ τοῦ ἀριστεροῦ μέρους τοῦ αὐτοῦ βήματος, καὶ εἰσέρχονται ἐν τῷ σκευοφυλακίῳ, κἀκεῖσε θυμιῶντος τοῦ δεσπότου τὰ ἱερὰ σκεύη, καθέζονται ἐν τοῖς χρυσοῖς τούτων
25σελλίοις, ὁ δὲ πατριάρχης ἐπὶ τοῦ ἐκεῖσε ἱσταμένου θρόνου. Καὶ δὴ τοῦ πατριάρχου ἐπιδιδόντος τοῖς δεσπόταις τό τε νάρδον καὶ τὰ τριψίδια, καὶ μετὰ ταῦτα προσκυνεῖ ὁ τοῦ σκευοφυλακίου χαρτουλάριος, καὶ λαμβάνει εὐχὴν παρὰ τοῦ πατριάρχου, καὶ ἐξερχόμενος ποιεῖ τὴν δια‐
30νομὴν τοῦ νάρδου εἰς τοὺς τῆς συγκλήτου, καὶ μετὰ τὸ τελειωθῆναι τὴν τοιαύτην διανομήν, ἐξέρχονται οἱ
δεσπόται μετὰ τοῦ πατριάρχου, καὶ διέρχονται διὰ τοῦ27 in vol. 1

1

.

28

ἀριστεροῦ μέρους τοῦ βήματος, καὶ τοῦ Ἁγίου Νικολάου διερχόμενοι ἐξέρχονται πρὸς τὴν μεγάλην πύλην τὴν ἐξάγουσαν εἰς τὸ Ἅγιον Φρέαρ. Ἔνδοθεν γὰρ ταύτης τῆς πύλης ἱσταμένου τοῦ πατριάρχου καὶ τῶν δεσποτῶν,
5ἐπιδίδωσιν ὁ πατριάρχης τὰς εὐλογίας, ἤτοι τὰς προσ‐ φοράς, τοῖς δεσπόταις, κἀκεῖσε δὲ τοῦτον ἀσπαζόμενοι οἱ δεσπόται ἀποχαιρετίζουσι, καὶ διὰ τοῦ Ἁγίου Φρέατος διέρχονται. Ἐξιόντων δὲ τῶν δεσποτῶν τὴν ἔξω πύλην τοῦ Ἁγίου Φρέατος, ἵσταται κακεῖσε ὁ δήμαρχος τῶν
10Βενέτων μετὰ καὶ τοῦ δήμου τοῦ Λευκοῦ κατασφραγίζοντες, διερχομένων τῶν δεσποτῶν [καθὼς προείρηται, ἀκτολο‐ γοῦσι τὰ μέρη] καὶ ἀκτολογοῦντες τὰ τῇ ἑορτῇ προσήκοντα. Οὐ γὰρ ἵστανται οἱ δεσπόται, κατὰ τὸ εἰωθός, ἐν τῷ ἀκτολογεῖν τὰ μέρη, ἀλλὰ διερχομένων τῶν δεσποτῶν,
15καθὼς προείρηται, ἀκτολογοῦσι τὰ μέρη. Ὁ δὲ τῶν Πρασίνων δήμαρχος ἵσταται μετὰ τοῦ δήμου τοῦ Ῥουσίου εἰς τὴν σιδηρᾶν πύλην, καὶ τῶν δεσποτῶν διερχομένων, καὶ αὐτοὶ ἀκτολογοῦσι τὰ τῇ ἑορτῇ προσήκοντα. Καὶ ἀπὸ τῶν ἐκεῖσε διέρχονται οἱ δεσπόται διά τε τῆς Χαλκῆς
20καὶ τῶν Σχολῶν καὶ τῶν Ἐκσκουβίτων, καὶ εἰσέρχονται
διὰ τοῦ Κυρίου ἐν τῷ ἱερῷ παλατίῳ.28 in vol. 1

1

.

29

(1t)

Βʹ
2tἌκτα τῆς ἑορτῆς τῶν Χριστουγέννων.
3Ἐξιόντων τῶν δεσποτῶν ἀπὸ τοῦ παλατίου εἰς τὴν προέλευσιν καὶ τῆς εἰωθυίας πάσης τάξεως ἐπακολου‐
5θούσης, γίνεται πρώτη δοχὴ εἰς τὸ Τριβουνάλιον, ἤγουν εἰς τοὺς Λύχνους, καὶ δέχεται κἀκεῖσε ὁ δημοκράτης τῶν Βενέτων, ἤγουν ὁ δομέστικος τῶν σχολῶν, μετὰ καὶ τοῦ περατικοῦ δήμου τῶν Βενέτων, καὶ μήπω τῶν δεσποτῶν φθασάντων ἐκεῖσε, λέγουσιν οἱ κράκται τὴν
10φωνήν, ἦχ. γʹ· «Ἀστὴρ τὸν ἥλιον προμηνύει ἐν Βηθλεὲμ Χριστὸν ἀνατείλαντα ἐκ παρθένου.» Δοχὴ αʹ. Καὶ δὴ τῶν δεσποτῶν ἐρχομένων καὶ ἱσταμένων εἰς τὸν εἰωθότα τόπον τῆς αὐτῶν στάσεως, ἤγουν εἰς τὴν καμάραν, λέγουσιν οἱ κράκται· «Πολλά, πολλά, πολλά». Ὁ
15λαός· «Πολλὰ ἔτη, εἰς πολλά». Καὶ πάλιν οἱ κράκται· «Πολλοὶ ὑμῖν χρόνοι ἡ ἔνθεος βασιλεία.» Φθογγεῖ καὶ ὁ λαὸς ἐκ τρίτου· «Πολλοὶ ὑμῖν χρόνοι.» Οἱ κράκται· «Πολλοὶ ὑμῖν χρόνοι, οἱ θεράποντες τοῦ Κυρίου.» Φθογγεῖ καὶ ὁ λαὸς ἐκ τρίτου· «Πολλοὶ ὑμῖν χρόνοι.» Οἱ κράκται·
20«Πολλοὶ ὑμῖν χρόνοι, ὁ δεῖνα καὶ ὁ δεῖνα αὐτοκράτορες Ῥωμαίων.» Φθογγεῖ καὶ ὁ λαὸς ἐκ τρίτου· «Πολλοὶ ὑμῖν χρόνοι.» Οἱ κράκται· «Πολλοὶ ὑμῖν χρόνοι ὁ δεῖνα καὶ
ὁ δεῖνα αὐγοῦσται τῶν Ῥωμαίων.» Φθογγεῖ καὶ ὁ λαὸς29 in vol. 1

1

.

30

ἐκ τρίτου· «Πολλοὶ ὑμῖν χρόνοι.» Οἱ κράκται· «Πολλοὶ ὑμῖν χρόνοι σὺν ταῖς αὐγούσταις καὶ τοῖς πορφυρογεν‐ νήτοις.» Φθογγεῖ καὶ ὁ λαὸς ἅπαξ· «Πολυχρόνιον ποιήσῃ ὁ Θεὸς τὴν ἁγίαν βασιλείαν σας εἰς πολλὰ ἔτη.»
5Δοχὴ βʹ, πρὸ τῶν πυλῶν τῶν Ἁγίων Ἀποστόλων, ἤγουν εἰς τὰς Σχολάς. Δέχεται ἐκεῖσε ὁ δημοκράτης τῶν Πρασίνων, ἤγουν ὁ ἐκσκούβικος, μετὰ τοῦ περατικοῦ δήμου τῶν Πρασίνων, καὶ μήπω τῶν δεσποτῶν φθασάν‐ των ἐκεῖσε, λέγουσιν οἱ κράκται τὴν φωνήν, ἦχ. γʹ·
10«Ὁ ἀμήτωρ ἐν οὐρανοῖς, ἀπάτωρ τίκτεται ἐπὶ τῆς γῆς.» Ἄλλο· «Ὁ φυτουργὸς τῶν ἀνθρώπων φιλάν‐ θρωπος καταδέχεται ἄνθρωπος γεννηθῆναι.» Καὶ δὴ τῶν δεσποτῶν ἐρχομένων καὶ ἱσταμένων εἰς τὸν εἰωθότα τόπον τῆς αὐτῶν στάσεως, ἤγουν εἰς τὴν καμάραν,
15λέγουσιν οἱ κράκται· «Πολλά, πολλά, πολλά». Ὁ λαός· «Πολλὰ ἔτη, εἰς πολλά.» Οἱ κράκται· «Πολλοὶ ὑμῖν χρόνοι, ἡ ἐκλογὴ τῆς Τριάδος.» Φθογγεῖ καὶ ὁ λαὸς ἐκ γʹ· «Ἅγιε.» Οἱ κράκται· «Πολλοὶ ὑμῖν χρόνοι, ὁ δεῖνα καὶ ὁ δεῖνα αὐτοκράτορες Ῥωμαίων.» Φθογγεῖ καὶ ὁ
20λαὸς ἐκ τρίτου· «Ἅγιε». Οἱ κράκται· «Πολλοὶ ὑμῖν χρόνοι, οἱ θεράποντες τοῦ Κυρίου.» Φθογγεῖ καὶ ὁ λαὸς ἐκ γʹ· «Ἅγιε.» Οἱ κράκται· «Πολλοὶ ὑμῖν χρόνοι, ὁ δεῖνα καὶ ὁ δεῖνα αὐγοῦσται τῶν Ῥωμαίων.» Φθογγεῖ καὶ ὁ λαὸς ἐκ γʹ· «Ἅγιε.» Οἱ κράκται· «Πολλοὶ
25ὑμῖν χρόνοι, δεσπόται, σὺν ταῖς αὐγούσταις καὶ τοῖς πορφυρογεννήτοις.» Φθογγεῖ καὶ ὁ λαός· «Πολυ‐ χρόνιον ποιήσῃ ὁ Θεὸς τὴν ἁγίαν βασιλείαν σας εἰς πολλὰ ἔτη.» Δοχὴ γʹ, ἔνδοθεν τῆς Χαλκῆς· δέχεται ἐκεῖσε ὁ δημο‐
30κράτης τῶν Βενέτων, ἤγουν ὁ δομέστικος τῶν σχολῶν, μετὰ τοῦ περατικοῦ δήμου τῶν Βενέτων, καὶ μήπω τῶν
δεσποτῶν φθασάντων ἐκεῖσε, λέγουσιν οἱ κράκται τὴν30 in vol. 1

1

.

31

φωνήν, ἦχ. γʹ· «Σειρὰς ῥηγνύων τῆς ἁμαρτίας σπαργα‐ νοῦται Θεὸς ἐν φάτνῃ.» Τὰ δὲ τῆς εὐφημίας ἄκτα ᾄδονται παρά τε τῶν κρακτῶν καὶ τοῦ λαοῦ, καθὼς καὶ ἐν ταῖς λοιπαῖς δοχαῖς.
5Δοχὴ δʹ, ἔξωθεν τῆς Χαλκῆς· δέχεται ἐκεῖσε ὁ δήμαρχος τῶν Βενέτων μετὰ τοῦ δήμου τοῦ Λευκοῦ, καὶ λέγουσιν οἱ κράκται τὴν φωνήν, ἦχ. γʹ· «Ἀστὴρ προτρέχει καὶ λάμπει ἐν σπηλαίῳ, τὸν Δεσπότην τοῦ ἡλίου τοῖς μάγοις καταμηνῦσαι· βρέφος γὰρ ὤφθη, καὶ σὰρξ ἐκ τῆς Παρθέ‐
10νου, τὴν παλαιὰν παρακοὴν τοῦ Ἀδὰμ ἐξαφανίζων. Αὐτὸς τὸ κράτος ὑμῶν, δεσπόται, εἰς μῆκος χρόνων φυλάξῃ εἰς ἀνέγερσιν Ῥωμαίων.» Τὰ δὲ τῆς εὐφημίας ἄκτα ᾄδονται παρά τε τῶν κρακτῶν καὶ τοῦ λαοῦ, καθὼς καὶ ἐν τῇ αʹ δοχῇ εἴρηται.
15Δοχὴ εʹ, εἰς τὸν λεγόμενον Ἀχιλλέα, πλησίον τῆς μεγάλης πύλης τῆς Μελέτης· δέχεται ἐκεῖσε ὁ δήμαρχος τῶν Πρασίνων μετὰ τοῦ δήμου τοῦ Ῥουσίου, καὶ λέγουσιν οἱ κράκται τὴν φωνήν, ἦχ. αʹ· «Ὁ ἀμήτωρ ἐν οὐρανοῖς· ἀπάτωρ τίκτεται ἐπὶ τῆς γῆς.» Τὰ δὲ τῆς εὐφημίας
20ἄκτα ᾄδονται παρά τε τῶν κρακτῶν καὶ τοῦ λαοῦ, καθὼς καὶ ἐν ταῖς λοιπαῖς δοχαῖς. Δοχὴ ϛʹ, εἰς τὸ ὡρολόγιον τῆς Ἁγίας Σοφίας· δέ‐ χονται ἐκεῖσε ὁ δήμαρχος τῶν Βενέτων μετὰ τοῦ δήμου τοῦ Λευκοῦ, καὶ λέγουσιν οἱ κράκται τὴν φωνήν, ἦχ. γʹ·
25«Τὸν ἐν Ἐδὲμ παράδεισον ἠνέῳξεν ἐν Βηθλεὲμ ἡ Παρθένος, ἐξ ἧς ὁ Χριστὸς καὶ Θεὸς ἡμῶν εὐδόκησε τεχθῆναι· σαρκωθεὶς γὰρ ἐξ αὐτῆς φιλανθρώπως τῆς πικρᾶς ἠλευθέρωσεν ἡμᾶς γεύσεως τῆς ἁμαρτίας· τὸν γλυκασμὸν τῆς ἀφάτου αὐτοῦ μεγάλης ἐξουσίας καὶ τὴν
30ἐν κρυφίῳ τρυφὴν ἐξ αὐτῆς Σωτῆρα ἡμῶν εὑρηκότες,
σύμφοιτοι γεγόναμεν τῆς θείας αὐτοῦ κληρονομίας.»31 in vol. 1

1

.

32

Καὶ δὴ τῶν δεσποτῶν ἐρχομένων καὶ ἱσταμένων εἰς τὸν εἰωθότα τόπον τῆς αὐτῶν στάσεως, ἤγουν εἰς τὸ ὡρολόγιον, λέγουσιν οἱ κράκται· «Πολλά, πολλά, πολλά.» Ὁ λαός· «Πολλὰ ἔτη, εἰς πολλά.» Οἱ κράκται· «Ὁ τῶν
5πάντων Ποιητὴς καὶ Δεσπότης.» Φθογγεῖ καὶ ὁ λαὸς ἐκ τρίτου· «Πολλοὶ ὑμῖν χρόνοι». 〈Οἱ κράκται〉· «Ὁ τεχθεὶς ἐκ Παρθένου ἁγίας.» Φθογγεῖ καὶ ὁ λαὸς ἐκ γʹ. «Πολλοὶ ὑμῖν χρόνοι.» Οἱ κράκται· «Τοὺς χρόνους ὑμῶν πληθύνῃ σὺν ταῖς αὐγούσταις καὶ τοῖς πορφυρογεννήτοις.»
10Ὁ λαός· «Πολυχρόνιον ποιήσῃ ὁ Θεὸς τὴν ἁγίαν βασιλείαν σας εἰς πολλὰ ἔτη.»
12tὙποστροφὴ τῶν δεσποτῶν
13tἀπὸ τῆς Ἁγίας Σοφίας πρὸς τὸ παλάτιον.
14Τῶν δεσποτῶν στεφομένων ὑπὸ τοῦ πατριάρχου ἐν τῷ
15εἰωθότι τόπῳ τοῦ Ἁγίου Φρέατος ἔνδον τοῦ βήλου, λέγουσιν οἱ κράκται τὴν φωνήν, ἦχ. γʹ· «Ἀστὴρ τὸν ἥλιον προμηνύει» καὶ τὰ ἑξῆς. Καὶ δὴ τῶν δεσποτῶν ἐξιόντων καὶ ἱσταμένων, λέγουσιν οἱ κράκται· «Καλῶς ἤλθετε, τὸ πρόβλημα τῆς Τριάδος.» Φθογγεῖ καὶ ὁ λαὸς ἐκ γʹ.
20«Καλῶς ἤλθετε». Τὰ δὲ τῆς εὐφημίας ἄκτα ᾄδονται παρά τε τῶν κρακτῶν καὶ τοῦ λαοῦ, καθὼς καὶ ἐν ταῖς λοιπαῖς δοχαῖς προείρηται· τὸ δὲ τελευταῖον ἄκτον λέγουσιν οἱ κράκται· «Προσκυνήσαντες τοῦ τεχθέντος Χριστοῦ τὴν δόξαν». Καὶ ὁ λαός· «Πολυχρόνιον ποιήσῃ
25ὁ Θεὸς τὴν ἁγίαν ...» Δοχὴ δευτέρα, ἔξω τοῦ θόλου τῆς σιδηρᾶς πύλης· δέχεται ὁ τοῦ μέρους τῶν Πρασίνων δήμαρχος μετὰ τοῦ δήμου τοῦ Λευκοῦ, καὶ λέγουσιν οἱ κράκται τὴν φωνήν, ἦχ. γʹ· «Ὁ οὐρανὸς τὸν ἀστέρα πέμπει καθοδηγῶν τοὺς
30μάγους ἐν τῇ γεννήσει, ἡ γῆ τὸ σπήλαιον εὐτρεπίζει
ὑποδέξασθαι τὸν τῶν ὅλων ποιητήν· ἀλλ’ αὐτὸς ὁ τὴν32 in vol. 1

1

.

33

ἡμετέραν προσλαβόμενος σάρκα ἐκ τῆς Παρθένου, τὴν ὑμῶν θεόστεπτον βασιλείαν φυλάξῃ ἐν τῇ πορφύρᾳ.» Τὰ δὲ τῆς εὐφημίας ἄκτα ᾄδονται παρὰ τῶν κρακτῶν καὶ τοῦ λαοῦ, καθὼς καὶ ἐν τῇ πρώτῃ δοχῇ τῆς ὑπο‐
5στροφῆς εἴρηται. Δοχὴ τρίτη, ἔνδοθεν τῆς Χαλκῆς· δέχεται κἀκεῖσε ὁ δημοκράτης τῶν Βενέτων, ἤγουν ὁ δομέστικος τῶν σχολῶν, μετὰ καὶ τοῦ περατικοῦ δήμου τῶν Βενέτων, καὶ λέγουσιν οἱ κράκται τὸν ἀπελατικόν, ἦχ. γʹ· «Τὸν ἐν
10Ἐδὲμ παράδεισον ἠνέῳξεν ἐν Βηθλεὲμ ἡ Παρθένος», καὶ τὰ ἑξῆς. Τὰ δὲ τῆς εὐφημίας ἄκτα ᾄδονται παρά τε τῶν κρακτῶν καὶ τοῦ λαοῦ, καθὼς καὶ ἐν τῇ πρώτῃ δοχῇ τῆς ὑποστροφῆς εἴρηται. Δοχὴ τετάρτη, εἰς τοὺς Ἁγίους Ἀποστόλους, ἤγουν
15εἰς τὰς Σχολάς· δέχεται κἀκεῖσε ὁ δημοκράτης τῶν Πρασίνων, ἤγουν ὁ ἐκσκουβίτος μετὰ καὶ τοῦ περατικοῦ δήμου τῶν Πρασίνων. Καὶ λέγουσιν οἱ κράκται τοῦ περατικοῦ τὴν φωνήν, ἦχ. γʹ· «Ὁ πάσης κτίσεως πληρωτὴς καὶ δεσπότης ἀκενώτῳ κενώσει τῇ πρὸς ἡμᾶς
20ἐκκενοῦται, ἵνα τὸν ἄνω πληρώσῃ κόσμον ἐκ τοῦ ἡμῶν κατωτάτου γένους ὁ ζωοδότης αὐτὸς τὸ κέρας ὑμῶν, δεσπόται, ἀνυψώσῃ ἐν πάσῃ τῇ οἰκουμένῃ, τὰ ἔθνη πάντα δουλώσῃ τοῦ προσφέρειν, ὡς οἱ μάγοι, τὰ δῶρα τῇ ὑμῶν βασιλείᾳ». Τὰ δὲ τῆς εὐφημίας ἄκτα ᾄδονται παρά
25τε τῶν κρακτῶν καὶ τοῦ λαοῦ, καθὼς καὶ ἐν τῇ δευτέρᾳ δοχῇ εἴρηται. Δοχὴ πέμπτη, εἰς τὸ Τριβουνάλιον, ἤγουν εἰς τοὺς Λύχνους· δέχεται ἐκεῖσε ὁ δημοκράτης τῶν Βενέτων, ἤγουν ὁ δομέστικος τῶν σχολῶν, μετὰ καὶ τοῦ περατικοῦ
30δήμου τῶν Βενέτων, καὶ λέγουσιν οἱ κράκται τὸ ἀπελα‐ τικόν, ἦχ. γʹ· «Ἀστὴρ προτρέχει καὶ λάμπει ἐν σπη‐
λαίῳ» καὶ τὰ ἑξῆς. Τὰ δὲ τῆς εὐφημίας ἄκτα ᾄδονται33 in vol. 1

1

.

34

παρά τε τῶν κρακτῶν καὶ τοῦ λαοῦ, καθὼς καὶ ἐν τῇ πρώτῃ δοχῇ εἴρηται. Εἰδέναι δὲ δεῖ ὅτι, κατὰ τὸν τύπον καὶ τὴν τάξιν ταύτης τῆς ἑορτῆς, γίνονται αἱ δοχαὶ καὶ εὐφημίαι τῆς τε ἑορτῆς
5τῶν Φώτων καὶ τῆς ἑορτῆς τοῦ ἁγίου Πάσχα καὶ τῆς ἑορτῆς τῆς ἁγίας Πεντηκοστῆς καὶ τῆς ἑορτῆς τῆς Μεταμορ‐ φώσεως, καὶ ἀπιόντων ἐν τῇ Ἁγίᾳ Σοφίᾳ τῶν δεσποτῶν
καὶ πάλιν ἀπ’ αὐτῆς ὑποστρεφόντων ἐν τῷ παλατίῳ.34 in vol. 1

1

.

35

(1t)

Γʹ
2tἙορτὴ τῶν Φώτων. Ἄκτα τῶν δύο μερῶν
3Δοχὴ πρώτη, τῶν Βενέτων, φωνὴ πλαγ. δʹ «Σήμερον ὁ συντρίψας ἐν ὕδασι τὰς κεφαλὰς τῶν δρακόντων τὴν
5κεφαλὴν ὑποκλίνει τῷ Προδρόμῳ φιλανθρώπως.» Δοχὴ βʹ, τῶν Πρασίνων, φωνὴ πλαγ. δʹ· «Χριστὸς ἁγνίζει λουτρῷ ἁγίῳ τὴν ἐξ ἐθνῶν αὐτοῦ Ἐκκλησίαν.» Δοχὴ γʹ, τῶν Βενέτων, φωνή, ἦχ. πλαγ. αʹ· «Πυρὶ θεότητος Ἰορδάνου 〈ὕδασι?〉 φλόγα σβεννύει τῆς ἁμαρ‐
10τίας.» Δοχὴ δʹ, τῶν Βενέτων, φωνὴ πλαγ. δʹ· «Ὁ συνάν‐ αρχος τῷ Πατρὶ Θεὸς Λόγος ἐν Ἰορδάνῃ σήμερον προῆλθε βαπτισθῆναι, καὶ τὴν κάραν ὑποκλίνει δουλικῶς τῷ Προδρόμῳ, ὃν οὐρανῶν αἱ δυνάμεις τρέμουσι καθορῶσαι·
15ἀλλ’ ὁ τὸν κόσμον φωτίσας τῇ αὐτοῦ ἐπιφανείᾳ ὑψώσῃ καὶ μεγαλύνῃ τὸ κράτος τῆς ὑμῶν βασιλείας εἰς εὐτυχίαν καὶ δόξαν τῶν Ῥωμαίων.» Δοχὴ εʹ, τῶν Πρασίνων, ἦχ. πλάγ. δʹ· «Χριστὸς ἐνδύεται ῥεῖθρα φιλανθρώπως τοῦ Ἰορδάνου.»
20Δοχὴ ϛʹ, τῶν Βενέτων, φωνή, ἦχ. πλαγ. αʹ· «Πυρὶ τῆς θεότητος Ἰορδάνου» καὶ τὰ ἑξῆς. Ἀκτολογία τῆς ϛʹ δοχῆς· λέγουσιν οἱ κράκται· «Ὁ βαπτισθεὶς ἐν ὕδασιν
Ἰορδάνου.» Φθογγεῖ καὶ ὁ λαὸς ἐκ τρίτου· «Πολλοὶ35 in vol. 1

1

.

36

ὑμῖν χρόνοι.» Οἱ κράκται· «Καὶ τὴν κάραν ὑποκλίνας δουλικῶς τῷ προδρόμῳ·» Φθογγεῖ καὶ ὁ λαὸς ἐκ τρίτου· «Πολλοὶ ὑμῖν χρόνοι.» Οἱ κράκται· «Τοὺς χρόνους ὑμῶν πληθύνῃ σὺν ταῖς αὐγούσταις καὶ τοῖς πορφυρο‐
5γεννήτοις·» ὁ λαός· «Πολυχρόνιον ποιήσῃ ὁ Θεὸς τὴν ἁγίαν βασιλείαν σας εἰς πολλὰ ἔτη.»
7tὙποστροφὴ τῶν δεσποτῶν τῇ αὐτῇ ἑορτῇ.
8Δοχὴ αʹ, τῶν Βενέτων, ἀπελατικόν, ἦχ. πλαγ. αʹ· «Ὁ συνάναρχος τῷ Πατρὶ Θεὸς Λόγος» καὶ τὰ ἑξῆς.
10Δοχὴ βʹ, τῶν Πρασίνων, ἀπελατικόν, ἦχ. γʹ· «Ὁ φωτίζων ἐν Πνεύματι τῷ ἁγίῳ ἐβαπτίσθη ὕδατι ἐπιγείῳ, καὶ τὸ φῶς τοῦ βαπτίσματος ἐδωρήσατο ἀνθρώποις· ἀλλ’ ὁ ταῦτα τελέσας Χριστὸς φιλανθρωπίᾳ τὸ ὑμέτερον βασίλειον κράτος κατὰ σειρὰν ἀδιάδοχον κελεύῃ εὐτυχεῖν
15Ῥωμαίοις καὶ βασιλεύειν.» Δοχὴ γʹ, τῶν Βενέτων, ἀπελατικόν, ἦχ. πλαγ. αʹ· «Ὁ κεφαλὰς τῶν δρακόντων, εὐεργέται, ἐν Ἰορδάνου τοῖς ῥεύμασι συντρίψας, πρὸ ποδῶν ὑμῶν συντρίψῃ τὰς κεφαλὰς τῶν βαρβάρων· θεόστεπτοι εὐεργέται, ἡ Τριὰς
20ἡ τρισάγιος τὰς νίκας ὑμῶν πληθύνῃ· ὁ βαπτισθεὶς ὑπὲρ ἡμῶν κατὰ σάρκα καὶ ἁγιάσας τὴν φύσιν τῶν ὑδάτων.» Δοχὴ δʹ, τῶν Πρασίνων, ἀπελατικόν, ἦχ. δʹ· «Ὁ τῇ παλάμῃ βαπτισθεὶς σήμερον τοῦ Προδρόμου τῇ φρικτῇ
25αὐτοῦ παλάμῃ βασιλεῖς ὑμᾶς κηρύττῃ, θεόστεπτοι εὐεργέται, καὶ χρηστοὺς ὑμᾶς δεικνύῃ πάσῃ τῇ οἰκου‐ μένῃ. Τῷ λουτρῷ γὰρ ἁγιάσας, τῆς ἀφθαρσίας τῷ ἐλαίῳ βαπτίζῃ τὴν βασιλείαν, σωτηρίαν δωρούμενος τοῖς Ῥωμαίοις καὶ ἀντίληψιν μεγίστην καὶ δόξαν τῆς
30βασιλείας.» Δοχὴ εʹ, τῶν Βενέτων, ἀπελατικόν, ἦχ. πλαγ. δʹ· Τὸ
φῶς ἐπέφανεν ὑλικῶς ἐν σώματι, ἵνα φῶς γενόμενοι Θεοῦ36 in vol. 1

1

.

37

φωτὶ μιγῶμεν. Πάρεστιν ὕδατι πλύνων καὶ τελειῶν τῷ πνεύματι, συγκατέλθωμεν τούτῳ, ἵνα συνανυψωθῶμεν. Σημειωθῶμεν μυστικῶς τοῦ μυστηρίου τὴν ἰσχὺν ἐγνω‐ κότες, ἀναλάβωμεν οἱ πάντες τὸν δεύτερον μὴ τὸν
5πρῶτον Ἀδὰμ ὡς ἀναγεννηθέντες.» Τὰ δὲ τῆς εὐφημίας ἄκτα ᾄδονται παρά τε τῶν κρακτῶν καὶ τοῦ λαοῦ, καθὼς καὶ ἐν ταῖς λοιπαῖς δοχαῖς. Τὸ δὲ τελευταῖον ἄκτον λέγουσιν οἱ κράκται· «Προσκυνήσαντες τοῦ ἐπι‐ φανέντος Χριστοῦ τὴν δόξαν·» ὁ λαός· «Πολυχρόνιον
10ποιήσῃ ὁ Θεὸς τὴν ἁγίαν βασιλείαν.»37 in vol. 1

1

.

38

(2t)

Δʹ
3tἌκτα τῇ ἑορτῇ τοῦ ἁγίου Πάσχα.
4Δοχὴ πρώτη, τῶν Βενέτων, φωνή, ἦχ. αʹ· «Θεϊκῆς
5ἐγέρσεως δυναστείᾳ ὁ τοῦ θανάτου πόλεμος διελύθη.» Δοχὴ βʹ, τῶν Πρασίνων, φωνή, ἦχ. αʹ· «Φωτὸς ἀπροσίτου λαμπηδόνες νεκροῖς ἐπέλαμψαν τοῖς ἐν σκότει. Χριστὸς γὰρ ὤφθη νεκρὸς ἐν τάφῳ, θανάτῳ θάνατον θανατώσας, συνανέστησε τοὺς δεσμίους τῇ τριημέρῳ
10αὐτοῦ ἐγέρσει· αὐτὸς τὴν δόξαν ὑμῶν, δεσπόται, εἰς μῆκος χρόνων φυλάξῃ ἐν τῇ πορφύρᾳ.» Δοχὴ γʹ· τῶν Βενέτων, φωνή, ἦχ. γʹ· «Πάσχα Κυρίου σήμερον καθορῶντες μελῳδικῶς κραυγάζομεν ὁμοφρόνως.» Δοχὴ δʹ, τῶν Βενέτων, φωνή, ἦχ. αʹ· «Θεϊκῆς
15ἐγέρσεως δυναστείᾳ,» καὶ τὰ ἑξῆς. Δοχὴ εʹ, τῶν Πρασίνων, φωνή, ἦχ. αʹ· «Ὁ ἀχρόνως τῷ Πατρὶ συμβασιλεύων ἐπ’ ἐσχάτων τοῖς ἀνθρώποις χρονικῶς συνανεστράφη, καὶ ἐν τῷ σταυρῷ τὸν ᾅδην καὶ θάνατον αἰχμαλωτίσας, τριημέρῳ αὐτοῦ ἐγέρσει τοῖς
20νεκροῖς τὴν ἀνάστασιν ἐγκαινίζων· αὐτὸς τὸ κέρας ὑμῶν, δεσπόται, ἀνυψώσῃ ταῖς νίκαις κατὰ βαρβάρων.» Δοχὴ ϛʹ, τῶν Βενέτων, φωνή, ἦχ. γʹ «Φωτὸς ἀπροσίτου λαμπηδόνες» καὶ τὰ ἑξῆς. Ἀκτολογία τῆς
ϛʹ δοχῆς· λέγουσιν οἱ κράκται· «Ὁ τῶν πάντων Ποιητὴς38 in vol. 1

1

.

39

καὶ Δεσπότης.» Φθογγεῖ καὶ ὁ λαὸς ἐκ γʹ· «Πολλοὶ ὑμῖν χρόνοι.» Οἱ κράκται· «Ὁ ἀναστὰς παραδόξως ἐκ τάφου.» Φθογγεῖ καὶ ὁ λαὸς ἐκ γʹ· «Πολλοὶ ὑμῖν χρόνοι.» Οἱ κράκται· «καὶ τὸ χαῖρε δεδωκὼς μυρο‐
5φόροις.» Φθογγεῖ καὶ ὁ λαὸς ἐκ τρίτου· «Πολλοὶ ὑμῖν χρόνοι.» Οἱ κράκται· «Τοὺς χρόνους ὑμῶν πληθύνῃ σὺν ταῖς αὐγούσταις καὶ τοῖς πορφυρογεννήτοις.» Ὁ λαός· «Πολυχρόνιον ποιήσῃ ὁ Θεὸς τὴν ἁγίαν βασι‐ λείαν σας εἰς πολλὰ ἔτη.»
10tὙποστροφὴ τῶν δεσποτῶν τῇ αὐτῇ ἑορτῇ.
11Δοχὴ αʹ, τῶν Βενέτων, φωνή, ἦχ. αʹ· «Τὸ μέγα καὶ σεβάσμιον τῆς ἀναστάσεως μυστήριον λαμπρυνομένη σήμερον ἡ κτίσις ἑορτάζει· ὁ γὰρ τῆς δόξης Κύριος τὸ σκυθρωπὸν ἀφανίσας τοῦ θανάτου καὶ τὰ τοῦ ᾅδου
15σκυλεύσας βασίλεια, συνανέστησε τοὺς πάλαι τεθνεῶτας. Χαρὰν ἀνεκλάλητον καὶ θεῖον Πάσχα τελεῖται παρα‐ δόξως. Μεγαλύνεται τὸ κράτος ὑμῶν, δεσπόται, εἰς δόξαν, εἰς καύχησιν, εἰς ἀνέγερσιν Ῥωμαίων.» Τὰ δὲ τῆς εὐφημίας ἄκτα ᾄδονται παρὰ τῶν κρακτῶν καὶ τοῦ
20λαοῦ, καθὼς καὶ ἐν ταῖς λοιπαῖς δοχαῖς. Τὸ δὲ τελευταῖον ἄκτον λέγουσιν οἱ κράκται· «Καλῶς ἦλθον οἱ δεσπόται σὺν ταῖς αὐγούσταις καὶ τοῖς πορφυρογεννήτοις.» Ὁ λαός· «Καλῶς ἤλθετε.» Οἱ κράκται· «Προσκυνή‐ σαντες τοῦ ἀναστάντος Χριστοῦ τὴν δόξαν.» Ὁ λαός·
25«Πολυχρόνιον ποιήσῃ ὁ Θεός ...» Δοχὴ βʹ, τῶν Πρασίνων, ἀπελατικόν, ἦχ. αʹ· «Σήμερον τὸ τοῖς ἀγγέλοις ἀπόρρητον ἐκτελεῖται τῆς ἀναστάσεως μυστήριον. Ὁ γὰρ ἐμπιμπλῶν πᾶν ζῶν εὐδοκίας σαρκὶ θανατοῦται ὡς ἄνθρωπος, καὶ τὴν ἄπληστον τοῦ ᾅδου
30τυραννίδα αἰχμαλωτεύει, νεκρώσας τὸν νεκρωτήν· νῦν
ἠφανίσθη τὸ πρὸ αἰώνων αἶσχος, νῦν ἐξήνθησεν ἡ χαρὰ39 in vol. 1

1

.

40

τῶν περάτων. Ὁ παντάναξ δὲ Θεὸς καὶ ζωοδότης, τοὺς δεσπότας φύλαττε ἐν τῇ πορφύρᾳ.» Δοχὴ γʹ, τῶν Βενέτων, φωνή, ἦχ. αʹ· «Σταυρὸν καὶ θάνατον ὑπομείνας Χριστός, κατῆλθεν ἑκὼν ἐν τάφῳ, καὶ
5τὰς τοῦ ᾅδου συντρίψας πύλας τῇ θεϊκῇ αὐτοῦ ἐξουσίᾳ, πᾶσιν ἀνάστασιν ἐγκαινίζει τοῖς ἀπ’ αἰῶνος νενεκρωμέ‐ νοις. Ἡ κτίσις σήμερον ἑορτάζει διπλοῦν τὸ Πάσχα τῆς σωτηρίας, ὁρῶσα τὸ σκῆπτρον ὑμῶν, δεσπόται, τῇ ἀναστάσει Χριστοῦ συνανατέλλον.» Τὰ δὲ τῆς εὐφημίας
10ἄκτα ᾄδονται παρά τε τῶν κρακτῶν καὶ τοῦ λαοῦ, καθὼς καὶ ἐν ταῖς λοιπαῖς δοχαῖς. Τὸ δὲ τελευταῖον λέγουσιν οἱ κράκται. «Προσκυνήσαντες τοῦ ἀναστάντος Χριστοῦ τὴν δόξαν.» Ὁ λαός· «Πολυχρόνιον ποιήσῃ ὁ Θεὸς τὴν ...»
15Δοχὴ δὲ τετάρτῃ, τῶν Παρσίνων, φωνή, ἦχ. γʹ· «Πάσχα Κυρίου σήμερον καθορῶντες» καὶ τὰ ἑξῆς. Δοχὴ εʹ, τῶν Βενέτων, φωνή, ἦχ. αʹ· «Ἐγκαινίζεται σήμερον τῶν ἀνθρώπων ἡ φύσις, παραδόξως ἐκ φθορᾶς μεταπλαττομένη πρὸς ἀφθαρσίαν, στολίζεται τὴν στολὴν
20τῆς προτέρας δόξης, μηκέτι τῷ θανάτῳ κατεχομένη. Ὁ γὰρ ἔχων τὸ κράτος τοῦ θανάτου, ὁ τοῦ Πατρὸς συνάναρχος καὶ συναΐδιος Λόγος, σκυλεύσας τὰ βασίλεια τοῦ ᾅδου, ἔλυσε τὸν δεσμὸν τῶν αἰχμαλώτων, πᾶσι δωρησάμενος ἐλευθερίαν, ὃς καὶ φυλάξῃ τὸ κράτος τῆς βασιλείας εἰς
25δόξαν, εἰς καύχημα, εἰς ἀνέγερσιν Ῥωμαίων.» Τὰ δὲ τῆς εὐφημίας ἄκτα ᾄδονται παρά τε τῶν κρακτῶν καὶ τοῦ λαοῦ, καθὼς καὶ ἐν ταῖς λοιπαῖς δοχαῖς. Τὸ δὲ τελευταῖον ἄκτον λέγουσιν οἱ κράκται· «Προσκυνή‐ σαντες τοῦ ἀναστάντος Χριστοῦ τὴν δόξαν.» Ὁ λαός·
30«Πολυχρόνιον ...»40 in vol. 1

1

.

41

(1t)

Εʹ
2tἌκτα τῇ ἑορτῇ τῇ δευτέρᾳ τῆς διακαινησίμου.
3Μετὰ τὴν ἀπόλυσιν τῆς ἐκκλησίας, ὅτε ἀκουμβίσωσιν οἱ δεσπόται ἐπὶ τῆς τραπέζης, αὐλεῖ τὸ ὄργανον τῶν
5Βενέτων, καὶ λέγει ὁ λαός· «Ἁγιαχάς.» Καὶ ὅτε παύσῃ τὸ ὄργανον, λέγουσιν οἱ κράκται· «Τρισάγιε, συμβασίλευσον τοὺς δεσπότας.» Φθογγεῖ καὶ ὁ λαὸς ἐκ τρίτου· «Τρισάγιε.» Οἱ κράκται· «καὶ σὺ αὐτοὺς θεράπευσον ἐπὶ πᾶσιν.» Φθογγεῖ καὶ ὁ λαὸς ἐκ γʹ·
10«Τρισάγιε.» Οἱ κράκται· «Πλεονάζων τῆς ζωῆς αὐτῶν χρόνους.» Φθογγεῖ καὶ ὁ λαὸς ἐκ γʹ. «Τρισάγιε.» Οἱ κράκται· «εἰς τελείαν χαρμονὴν τῶν Ῥωμαίων.» Φθογγεῖ καὶ ὁ λαὸς ἐκ γʹ· «Τρισάγιε.» Οἱ κράκται· «σὺν αὐγούσταις εὐσεβέσι φιλοθέοις.» Φθογγεῖ καὶ ὁ
15λαὸς ἐκ γʹ· «Τρισάγιε.» Οἱ κράκται· «καὶ τοῖς τιμίοις πορφυρογεννήτοις ἐν τῇ πορφύρᾳ.» Φθογγεῖ καὶ ὁ λαὸς ἐκ τρίτου· «Τρισάγιε.» Οἱ κράκται· «καὶ Βενέτων τῶν γνησίων ὑμῶν δούλων.» Φθογγεῖ καὶ ὁ λαὸς ἐκ γʹ «Τρισάγιε.» Οἱ κράκται· «Ἐς, ὁ ἀναστὰς Θεὸς
20ἡμῶν, τοὺς δεσπότας φύλαττε.» Καὶ ὁ λαὸς ὁμοίως ἐκ τρίτου· «οἱ ἐς, ὁ ἀναστὰς Θεὸς ἡμῶν, τοὺς δεσπότας φύλαττε.» Οἱ κράκται· «Πνεῦμα τὸ πανάγιον, τὰς
αὐγούστας σκέπασον.» Καὶ ὁ λαὸς ὁμοίως ἐκ γʹ. Οἱ41 in vol. 1

1

.

42

κράκται· «Μήτηρ τοῦ Θεοῦ ἡμῶν, φύλαττε τὰ πορφυρο‐ γέννητα.» Καὶ ὁ λαὸς 〈ὁμοίωσ〉 ἐκ γʹ. Οἱ κράκται· «Κύριε, ζωὴν αὐτῶν διὰ τὴν ζωὴν ἡμῶν.» Φωνὴ, ἦχ. αʹ. «Ἐξαν‐ οιγέσθωσαν τάφοι, καὶ νεκροὶ ἐξαναστήτωσαν· ὁ γὰρ
5Κύριος ἐκ τάφου σήμερον ἐξανέστη. Εὐφραινέσθωσαν οἱ ζῶντες καὶ ζωῆς ἐντρυφάτωσαν· τοῦ γὰρ θανάτου τὸ κέντρον σήμερον ἠφανίσθη. Λευχειμονείτω ἡ κτίσις τὸν κτίστην ἀνευφημοῦσα· ἡ τυραννὶς γὰρ τῆς ἁμαρτίας σήμερον καθῃρέθη. Ἀγαλλιάσθω μεγάλως ἡ πόλις ὑμῶν,
10δεσπόται, θεότητι τῇ ἐν Τριάδι σήμερον προσκυνοῦσα, εἰς κατάπτωσιν βαρβάρων καὶ ἀνέγερσιν Ῥωμαίων.» Καὶ ἀπὸ φωνῆς, λέγουσιν ἀπελατικόν, ἦχ. αʹ. «Τὸ μέγα καὶ σεβάσμιον μυστήριον τῆς ἀναστάσεως» καὶ τὰ ἑξῆς. Καὶ μετὰ τὸ τελειῶσαι τὸν δῆμον τῶν Βενέτων ἀκτο‐
15λογεῖ ὁμοίως καὶ ὁ δῆμος τῶν Πρασίνων, καὶ λέγει ἀπελατικόν, ἦχ· αʹ. «Σήμερον τὸ τοῖς ἀγγέλοις ἀπόρ‐ ρητον» καὶ τὰ ἑξῆς. Καὶ μετὰ τὸ τελειῶσαι τὸν δῆμον τῶν Πρασίνων λέγουσιν οἱ κράκται τῶν Βενέτων· «Κύριε, σῶσον τοὺς δεσπότας Ῥωμαίων.» Φθογγεῖ καὶ
20ὁ λαὸς ἐκ γʹ. «Κύριε, σῶσον.» Οἱ κράκται· «Κύριε, σῶσον τοὺς ἐκ σοῦ ἐστεμμένους.» Φθογγεῖ καὶ ὁ λαὸς ἐκ γʹ· «Κύριε, σῶσον.» Οἱ κράκται· «Κύριε, σῶσον τοὺς δεσπότας σὺν ταῖς αὐγούσταις καὶ τοῖς πορφυρο‐ γεννήτοις.» Φθογγεῖ καὶ ὁ λαὸς ἐκ γʹ· «Κύριε, σῶσον.»
25Οἱ κράκται· «Ἐς, ὁ ἀναστὰς Θεὸς ἡμῶν τοὺς δεσπότας φύλαττε.» Φθογγεῖ καὶ ὁ λαὸς ἐκ τρίτου· «Οἱ ἐς, ὁ ἀναστὰς Θεὸς ἡμῶν, τοὺς δεσπότας φύλαττε.» Οἱ κράκται· «Πνεῦμα τὸ πανάγιον τὰς αὐγούστας σκέ‐ πασον.» Φθογγεῖ καὶ ὁ λαὸς ὁμοίως ἐκ γʹ. Οἱ κράκται·
30«Μήτηρ τοῦ Θεοῦ ἡμῶν, φύλαττε τὰ πορφυρογέννητα». Φθογγεῖ καὶ ὁ λαὸς ὁμοίως ἐκ γʹ. Οἱ κράκται· «Κύριε,
ζωὴν αὐτῶν διὰ τὴν ζωὴν ἡμῶν.» Φθογγεῖ καὶ ὁ λαὸς42 in vol. 1

1

.

43

ὁμοίως ἐκ τρίτου. Καὶ εὐθέως ῥίπτει ἄνωθεν ἀπὸ τῆς θυρίδος ὁ ἀρτοκλίνης τὰ δύο μέρη τὰ ἀποκόμβια, καὶ ἐπεύ‐ χονται τοῖς δεσπόταις, καὶ ἀναχωροῦσιν.
4tὙποστροφὴ τῶν δεσποτῶν δείλης ἀπὸ τοὺς Ἁγίους
5tἈποστόλους πρὸς τὸ παλάτιον.
6Δοχὴ αʹ, εἰς τοὺς Λέοντας. Δέχεται ἐκεῖσε ὁ δημο‐ κράτης τῶν Βενέτων, ἤγουν ὁ δομέστικος τῶν Σχολῶν, μετὰ καὶ τοῦ περατικοῦ δήμου τῶν Βενέτων, καὶ λέγουσιν οἱ κράκται· «Καλῶς ἦλθεν ἡ ἔνθεος βασιλεία.»
10Φθογγεῖ καὶ ὁ λαὸς ἐκ τρίτου· «Καλῶς ἤλθετε.» Τὰ δὲ τῆς εὐφημίας ἄκτα ᾄδονται παρά τε τῶν κρακτῶν καὶ τοῦ λαοῦ, καθὼς καὶ ἐν ταῖς λοιπαῖς δοχαῖς, καὶ μετὰ τὸ ἀποκινῆσαι τοὺς δεσπότας, λέγει ὁ δῆμος τὰ δρομικά· «Χαίροις, κραταιότατε αὐτόκρατορ, χαρὰ τῆς
15οἰκουμένης, τοῦ Θεοῦ ὁ θεράπων, Ῥωμαίων εὐτυχία, ἀγαλλίασις Βενέτων, εὐφροσύνη καὶ κοσμιότης, σὲ ἡ θεότης ἐπὶ χρόνους ἑκατὸν ἀξιώσῃ τὴν ἑαυτοῦ διέπειν πολιτείαν.» Ἄλλο· «Χαρὰ ὧδε σήμερον, γαλήνη καὶ πραότης μεγάλη· οἱ γὰρ δεσπόται χαρὰν ἠμφιεσμένοι
20ὡς ἑωσφόροι ἐκλάμπουσιν ἐν τῷ κράτει, καὶ δεξιοῦται τῷ κόσμῳ εὐτυχία. Αὐτὴ γὰρ χαρὰ ἡμῶν καὶ ἀγαλλίασις κόσμου.» Ἄλλο· «Ἐποίησε δύναμιν ἡ δεξιὰ τοῦ Θεοῦ ἡμῶν, δεσπόται, ἀντελάβετο εἰρήνη τῆς ἰδίας πολι‐ τείας, καὶ ἐν αὐτῷ ἐν τῇ πίστει ὕψωσε πρὸς εὐμένειαν.
25Ἀγάλλεσθε οὐράνιαι στρατιαὶ τῶν ἀσωμάτων, συναγάλλου στρατόπεδον τῶν Ῥωμαίων, καὶ ἐπαγάλλεσθε πάντες Χριστιανοὶ ἑορτάζειν Κυρίῳ.» Ἰστέον ὅτι ταῦτα τὰ δρομικὰ λέγονται καὶ ἐν ταῖς λοιπαῖς προελεύσεσι. Δοχὴ βʹ, εἰς τὸν Ἅγιον Πολύευκτον. Δέχεται ἐκεῖσε
30ὁ δήμαρχος τῶν Βενέτων μετὰ τοῦ δήμου τοῦ Λευκοῦ, καὶ λέγουσιν οἱ κράκται·» Καλῶς ἦλθεν ἡ ἔνθεος
βασιλεία.» Τὰ δὲ τῆς εὐφημίας ἄκτα ᾄδονται παρά τε43 in vol. 1

1

.

44

τῶν κρακτῶν καὶ τοῦ λαοῦ, καθὼς καὶ ἐν ταῖς λοιπαῖς δοχαῖς. Δοχὴ γʹ, εἰς τὴν Ἁγίαν Εὐφημίαν τοῦ Ὀλυβρίου. Δέχεται ἐκεῖσε ὁ δημοκράτης τῶν Πρασίνων, ἤγουν ὁ ἐκσκού‐
5βιτος, μετὰ καὶ τοῦ περατικοῦ δήμου τῶν Πρασίνων καὶ λέγει δρομικά, ἦχ. αʹ· «Ὁ ἀχρόνως τῷ Πατρὶ» καὶ τὰ ἑξῆς. Τὰ δὲ τῆς εὐφημίας ἄκτα ᾄδονται παρά τε τῶν κρακτῶν καὶ τοῦ λαοῦ, καθὼς καὶ ἐν ταῖς λοιπαῖς δοχαῖς.
10Δοχὴ δʹ, εἰς τὸ Φιλαδέλφιον. Δέχεται κἀκεῖσε ὁ δημο‐ κράτης τῶν Βενέτων, ἤγουν ὁ δομέστικος τῶν σχολῶν, μετὰ καὶ τοῦ περατικοῦ δήμου τῶν Βενέτων. Τὰ δὲ τῆς εὐφημίας ἄκτα ᾄδονται παρά τε τῶν κρακτῶν καὶ τοῦ λαοῦ, καθὼς καὶ ἐν ταῖς λοιπαῖς δοχαῖς.
15Δοχὴ εʹ, εἰς τὸν Ταῦρον. Δέχεται ἐκεῖσε ὁ δήμαρχος τῶν Πρασίνων μετὰ τοῦ δήμου τοῦ Ῥουσίου. Τὰ δὲ τῆς εὐφημίας ἄκτα ᾄδονται παρά τε τῶν κρακτῶν καὶ τοῦ λαοῦ, καθὼς καὶ ἐν ταῖς λοιπαῖς δοχαῖς. Δοχὴ ϛʹ, ἐν τῷ φουρνικῷ τῶν Ἀρτοπωλῶν. Ὑποστρε‐
20φόμενος αὐτὸς δήμαρχος μετὰ τοῦ δήμου τοῦ Ῥουσίου, ποιοῦσιν ἐκεῖ δοχήν. Τὰ δὲ τῆς εὐφημίας ἄκτα ᾄδονται παρά τε τῶν κρακτῶν καὶ τοῦ λαοῦ, καθὼς καὶ ἐν ταῖς λοιπαῖς δοχαῖς. Δοχὴ ζʹ, ἐν τῷ Φόρῳ. Δέχεται ἐκεῖσε ὁ δημοκράτης
25τῶν Πρασίνων, ἤγουν ὁ ἐκσκούβιτος, μετὰ τοῦ περα‐ τικοῦ δήμου τῶν Πρασίνων. Τὰ δὲ τῆς εὐφημίας ἄκτα ᾄδονται παρά τε τῶν κρακτῶν καὶ τοῦ λαοῦ, καθὼς καὶ ἐν ταῖς λοιπαῖς δοχαῖς. Δοχὴ ηʹ, ἐν τῷ Πραιτωρίῳ. Δέχεται ἐκεῖσε ὁ δήμαρχος
30τῶν Βενέτων, μετὰ τοῦ δήμου τοῦ Λευκοῦ. Τὰ δὲ τῆς εὐφημίας ἄκτα ᾄδονται παρά τε τῶν κρακτῶν καὶ τοῦ
λαοῦ, καθὼς καὶ ἐν ταῖς λοιπαῖς δοχαῖς. Ἐν δὲ τῷ44 in vol. 1

1

.

45

τελευταίῳ ἄκτῳ λέγουσιν οἱ κράκται· «Καλῶς ἦλθεν ἡ ἀναίρεσις τῶν τῆς Ἄγαρ.» Ὁ λαός· «Πολυχρόνιον ποιήσῃ ὁ Θεὸς τὴν ἁγίαν βασιλείαν σας εἰς πολλὰ ἔτη.»
5Δοχὴ θʹ, ἐν τῷ φουρνικῷ τοῦ Μιλίου. Ὑποστρεφόμενος ὁ αὐτὸς δήμαρχος τῶν Βενέτων μετὰ τοῦ δήμου τοῦ Λευκοῦ, ποιεῖ ἐκεῖσε δοχήν. Τὰ δὲ τῆς εὐφημίας ἄκτα ᾄδονται παρά τε τῶν κρακτῶν καὶ τοῦ λαοῦ, καθὼς καὶ ἐν ταῖς λοιπαῖς δοχαῖς. Καὶ πάλιν μετὰ μικρὸν τῆς
10τοιαύτης δοχῆς δέχεται ὁ δημοκράτης τῶν Πρασίνων, ἤγουν ὁ δομέστικος τῶν ἐκσκουβίτων. Τὰ δὲ τῆς εὐφημίας ἄκτα ᾄδονται παρά τε τῶν κρακτῶν καὶ τοῦ λαοῦ, καθὼς καὶ ἐν ταῖς λοιπαῖς δοχαῖς. Καὶ πάλιν μετὰ μικρὸν τῆς τοιαύτης δοχῆς δέχεται ὁ δημοκράτης τῶν
15Βενέτων, ἤγουν ὁ δομέστικος τῶν Σχολῶν, εἰς τὸ κάγκελλον τῆς Χαλκῆς. Τὰ δὲ τῆς εὐφημίας ἄκτα ᾄδονται παρά τε τῶν κρακτῶν καὶ τοῦ λαοῦ, καθὼς καὶ
ἐν ταῖς λοιπαῖς δοχαῖς.45 in vol. 1

1

.

46

(1t)

ϛʹ
2tἌκτα ἑορτῇ τῇ Κυριακῇ τοῦ Ἀντίπασχα.
3Ἰστέον ὅτι τῇ κυριακῇ τοῦ Ἀντίπασχα, ὅτε ἀκουμ‐ βίσωσιν οἱ δεσπόται ἐπὶ τῆς τραπέζης, ἡ αὐτὴ τάξις
5καὶ ἀκολουθία γίνεται τῆς δευτέρας τῆς διακαινησίμου, δηλονότι καὶ αἱ ἀκτολογίαι τῶν δύο μερῶν, καὶ πάντα, καθὼς προείρηται, πλὴν οἱ μὲν Βένετοι λέγουσιν ἀπελα‐ τικόν, ἦχ. πλαγ. δʹ· «Ἀνακαινίζου ἡ κτίσις, Χριστὸς ἀνέστη, ἑόρταζε Κυρίῳ τὰς ἑορτάς σου. Ἐσφραγισμένου
10γὰρ τοῦ τάφου, ὁ τῆς ζωῆς ἥλιος ἀνατείλας καὶ ὀφθεὶς ἀποστόλοις τῶν θυρῶν κεκλεισμένων, τὸ Πνεῦμα τὸ ἅγιον δι’ αὐτοῦ ἐγκαινίζει, καὶ εἰρήνην χαρίζεται πάσῃ τῇ οἰκουμένῃ, καὶ τὸ βασίλειον κράτος ἀστέρος ἀνατολὴ τοῦ ἀδύτου νεουργεῖ καὶ μεγαλύνει, ὡς λαμπρὸς
15ἥλιος, προερχόμενος σήμερον εἰς δόξαν, εἰς καύχημα, εἰς ἀνέγερσιν Ῥωμαίων». Οἱ δὲ Πράσινοι τόνδε· «Ἀποβαλόντες σύμβολα λυπηρᾶς κατηφείας οἱ ἀπό‐ στολοι, χαίροντες προῆλθον εἰς Γαλιλαίαν καὶ εἶδον ὃν ἐπόθουν ἐκ νεκρῶν ἐγηγερμένον. Ἀπόρρητον ἐδέξαντο
20παρ’ αὐτοῦ μυσταγωγίαν, καὶ ὡς ἀκτῖνες διαδραμόντες τὸν κόσμον φαιδρόμορφον ἐκήρυξαν τῆς ἀναστάσεως τὴν ἡμέραν. Αὐτῶν ἡ προστασία τῇ θεϊκῇ παντευχίᾳ ὑμᾶς διαφυλάξῃ, δεσπόται, εἰς εὐτυχίαν Ῥωμαίων.»
Ἰστέον ὅτι ὑποστρεφόντων τῶν δεσποτῶν δείλης ἀπὸ46 in vol. 1

1

.

47

τοὺς Ἁγίους Ἀποστόλους εἰς τὸ παλάτιον ταύτῃ τῇ ἑορτῇ, ἡ αὐτὴ τάξις καὶ ἀκολουθία γίνεται τῆς δευτέρας τῆς διακαινησίμου, δηλονότι καὶ αἱ δοχαὶ ἐν τοῖς προει‐ ρημένοις τόποις καὶ αἱ ἀκτολογίαι, καθὼς προείρηται,
5πλὴν λέγουσιν οἱ Βένετοι τὸ ἀπελατικόν, ἦχ. πλαγ. δʹ· «Ἀνακαινίζου ἡ κτίσις» καὶ τὰ ἑξῆς, οἱ δὲ Πράσινοι. ἦχ. πλαγ. δʹ· «Ἀποβαλόντες τὰ σύμβολα λυπηρᾶς κατη‐ φείας» καὶ τὰ ἑξῆς, ἄλλο, ἦχ. αʹ· «Ὁ ἀχρόνως τῷ
Πατρὶ» καὶ τὰ ἑξῆς.47 in vol. 1

1

.

48

(1t)

Ζʹ
2tΤῇ ἑορτῇ τῆς Μεσοπεντηκοστῆς.
3Χρὴ εἰδέναι ὅτι καὶ τῇ προελεύσει ταύτῃ τῆς Μεσο‐ πεντηκοστῆς, καὶ ἀπιόντων τῶν δεσποτῶν καὶ πάλιν
5ὑποστρεφόντων, καὶ αἱ δοχαὶ καὶ αἱ ἀκτολογίαι ὅμοιαι γίνονται τῆς δευτέρας τῆς διακαινησίμου, πλὴν οἱ μὲν Βένετοι λέγουσιν ἀπὸ φωνῆς ἀπελατικόν, ἦχ. αʹ· «Πνεῦμα μέγα καὶ σεβάσμιον, ὁ ἄνω δοξαζόμενος σὺν τῷ Πατρὶ ὡς πάντων Κύριος, ἐν ἱερῷ συνόμιλος ὢν Ἑβραίοις διδάσκει
10Σοφίας βρύειν νάματα, ὑπερφυῶς ἡ Σοφία τοῦ Ὑψίστου ἀναφωνῶν· οἱ διψῶντες προσέρχεσθε, καὶ δροσίζεσθε τοῦ Πνεύματος τὴν πόσιν. Ἐκεῖνο τὸ ἀείζωον πόμα τὰ πλήθη ἀγάλλονται πίνοντα, καὶ γεραίρουσι τὸ κράτος ὑμῶν, δεσπόται, εἰς δόξαν, εἰς καύχημα, εἰς ἀνύψωσιν
15Ῥωμαίων.» Οἱ δὲ Πράσινοι λέγουσι τόνδε, ἦχ αʹ· «Ὁ μεσίτης ὢν πλάσματος καὶ Πατρὸς τοῦ ἰδίου, θεῖε Λόγε, τοῦ ναοῦ ἑορτῆς ἐν μέσῳ παρρησιάζει· ὁ μέλλων ἐκ τῆς πλευρᾶς τῆς ἀχράντου ῥεῖθρα προχέειν ἀφθαρσίας ὅλῳ τῷ κόσμῳ, νῦν διψῶντας ποτίζεις ἐκ
20χειλέων διδασκαλίας νάματα, καὶ ὁ ἀσύνετος δῆμος θαυμάζει μέν, οὐ βούλεται δὲ γνῶναι ὅτι σῇ ἐξείργασται
σοφίᾳ πάντα καὶ συνέχεται σῇ κυβερνήσει. Σὺ οὖν48 in vol. 1

1

.

49

δοξάσας τῷ στέφει, Θεέ, δεσπότας παλάμῃ σου, φύλαττε εἰς ἀνέργεσιν Ῥωμαίων.» Χρὴ εἰδέναι ὅτι ταύτῃ τῇ ἑορτῇ τῆς Μεσοπεντηκοστῆς, ἐπὶ τῆς τραπέζης τῶν δεσποτῶν καθεζομένων, ἡ αὐτὴ
5τάξις καὶ ἀκολουθία γίνεται, καθὼς καὶ ἐν τῇ δευτέρᾳ
τῆς διακαινησίμου.49 in vol. 1

1

.

50

(1t)

〈Ηʹ〉
2tΤῇ ἑορτῇ τῆς Ἀναληψίμου.
3Ἰστέον ὅτι τῇ ἑορτῇ τῆς Ἀναληψίμου, ὅτε ἀκουμβί‐ σωσιν οἱ δεσπόται ἐπὶ τῆς τραπέζης, ἡ αὐτὴ τάξις
5καὶ ἀκολουθία γίνεται τῆς δευτέρας τῆς διακαινησίμου, δηλονότι καὶ αἱ ἀκτολογίαι τῶν δύο μερῶν καὶ πάντα, καθὼς προείρηται, πλὴν οἱ μὲν Βένετοι λέγουσι τὴν φωνήν, ἦχ. πλαγ. αʹ· «Ὡς ἀείζων ῥεῖθρον, πηγὴν ἁγίαν Χριστιανοὶ εὑρηκότες μόνην σέ, τὴν παναγίαν τοῦ
10Θεοῦ Μητέρα, δυσωποῦμεν ὡς Θεοτόκον, καὶ ἐξαιτοῦμεν στόματι ἀσιγήτῳ· πτέρυξι τῆς σῆς πρεσβείας ὁ δεῖνα καὶ ὁ δεῖνα περιφύλαττε μέχρι τέλους.» Ὁ ἀπελατικός, ἦχ. δʹ· «Σέ, τὴν παστάδα τοῦ Χριστοῦ, δι’ ἧς ἔλαμψε Χριστὸς κατὰ σάρκα τοῖς βροτοῖς, αἰνοῦμεν λαοὶ
15ἐπαξίως· Θεοτόκε, τοὺς δεσπότας ὡς φωστῆρας περίσωζε εἰς ἀνέγερσιν κόσμου καὶ Βενέτων ἀεί σε κεκτημένων κραταίωμα βοηθείας.» Οἱ δὲ Πράσινοι λέγουσι τὴν φωνὴν πλαγ. δʹ· «Ἡ πηγὴ τῆς ζωῆς Ῥωμαίων, Παρθένε, Μῆτερ Θεοῦ τοῦ Λόγου, συστρατήγησον
20μόνη τοῖς δεσπόταις ἐν τῇ πορφύρᾳ, τοῖς λαβοῦσιν ἐκ σοῦ τὸ στέφος, ὅτι αὐτοί σε κέκτηνται κατὰ πάντα θυρεὸν ἀπροσμάχητον ἐν τῇ πορφύρᾳ.» Ἄλλο, ἦχ. δʹ.
«Καταφυγῆς ἐλπίδα καὶ σωτηρίας καὶ ἀντιλήψεως50 in vol. 1

1

.

51

κλέος σὲ τὴν πάναγνον Χριστιανοὶ κεκτημένοι, ἐξαιτοῦμεν ὡς σκέπην, πρεσβευτικαῖς περίεπε πτέρυξι· σὲ γὰρ κέκτηνται ἰσχὺν κατ’ ἐχθρῶν τροπαιοφόρον.» Ἰστέον ὅτι ταύτῃ τῇ ἑορτῇ γίνονται αἱ δοχαὶ οὕτως·
5Δοχὴ αʹ, ἔξωθεν τῆς καμάρας τοῦ ἐμβόλου, ἐν ᾧ καὶ ὁ κίων ἵσταται. Δέχεται ἐκεῖσε ὁ δημοκράτης τῶν Βενέτων, ἤγουν ὁ δομέστικος τῶν σχολῶν, μετὰ τοῦ περατικοῦ δήμου τῶν Βενέτων. Δοχὴ βʹ, εἰς τὸν ἀγωγόν, ἐν ᾧ τὸ ὕδωρ ἐκρεῖ. Δέχεται
10ἐκεῖσε ὁ δημοκράτης τῶν Πρασίνων, ἤγουν ὁ ἐκσκού‐ βιτος. Δοχὴ γʹ, εἰς τὸν Ἅγιον Μώκιον. Δέχεται ἐκεῖσε ὁ δήμαρχος τῶν Βενέτων μετὰ τοῦ δήμου τοῦ Λευκοῦ. Δοχὴ δʹ, ἐν τῷ Ἑξακιονίῳ. Δέχεται ἐκεῖσε ὁ δήμαρχος
15τῶν Πρασίνων μετὰ τοῦ δήμου τοῦ Ῥουσίου. Δοχὴ εʹ, εἰς τὸν Ξηρόλοφον, ἀντικρὺ τοῦ εὐκτηρίου τοῦ Ἁγίου Καλλινίκου. Δέχεται κἀκεῖσε ὁ δήμαρχος τῶν Βενέτων μετὰ καὶ τοῦ δήμου τοῦ Λευκοῦ. Δοχὴ ϛʹ, εἰς τὸν Βοῦν. Δέχεται ἐκεῖσε ὁ δημοκράτης
20τῶν Πρασίνων, ἤγουν ὁ δομέστικος τῶν ἐκσκουβίτων. Δοχὴ ζʹ, εἰς τὰ Ἀμαστριανοῦ. Δέχεται ἐκεῖσε ὁ δημο‐ κράτης τῶν Βενέτων, ἤγουν ὁ δομέστικος τῶν σχολῶν. Δοχὴ ηʹ, εἰς τὸ Φιλαδέλφιον. Ὑποστρεφόμενος ὁ δήμαρχος τῶν Βενέτων μετὰ τοῦ δήμου τοῦ Λευκοῦ,
25ποιεῖ ἐκεῖσε δοχήν. Δοχὴ θʹ, εἰς τὸν Ταῦρον. Δέχεται ἐκεῖσε ὁ δήμαρχος τῶν Πρασίνων μετὰ τοῦ δήμου τοῦ Ῥουσίου. Δοχὴ ιʹ, ἐν τῷ φουρνικῷ τῶν Ἀρτοπωλῶν. Ὑποστρεφό‐ μενος ὁ δήμαρχος τῶν Πρασίνων μετὰ τοῦ δήμου τοῦ
30Ῥουσίου, ποιεῖ ἐκεῖσε δοχήν. Δοχὴ ιαʹ, ἐν τῷ Φόρῳ. Ὑποστρεφόμενος ὁ δήμαρχος τῶν
Πρασίνων μετὰ τοῦ δήμου τοῦ Ῥουσίου ποιεῖ ἐκεῖσε δοχήν.51 in vol. 1

1

.

52

Δοχὴ ιβʹ, ἐν τῷ Πραιτωρίῳ. Δέχεται ἐκεῖσε ὁ δήμαρχος τῶν Βενέτων μετὰ τοῦ δήμου τοῦ Λευκοῦ. Δοχὴ ιγʹ, ἐν τῷ φουρνικῷ τοῦ Μιλίου. Ὑποστρεφόμενος ὁ δήμαρχος τῶν Βενέτων μετὰ τοῦ δήμου τοῦ Λευκοῦ, ποιεῖ
5ἐκεῖσε δοχήν. Καὶ πάλιν μετὰ μικρὸν τῆς τοιαύτης δοχῆς δέχεται ὁ δημοκράτης τῶν Πρασίνων, ἤγουν ὁ ἐκσκούβιτος, μετὰ τοῦ περατικοῦ δήμου τῶν Πρασίνων. Καὶ πάλιν μετὰ μικρὸν ὑποστρεφόμενος ὁ δήμαρχος τῶν Πρασίνων μετὰ τοῦ δήμου τοῦ Ῥουσίου, ποιοῦσιν ἐκεῖσε δοχὴν ἀντικρὺ τοῦ
10Ἀχιλλέως πρὸς τὴν πύλην τῆς Μελέτης, καὶ πάλιν μετὰ μικρὸν τῆς τοιαύτης δοχῆς δέχεται ὁ δημοκράτης τῶν Βενέτων, ἤγουν ὁ δομέστικος τῶν σχολῶν, μετὰ τοῦ περα‐ τικοῦ δήμου τῶν Βενέτων εἰς τὸ κάγκελλον τῆς Χαλκῆς. Χρὴ εἰδέναι ὅτι αἱ ἀκτολογίαι τῶν δοχῶν γίνονται καθὼς
15καὶ ἐν τῇ δευτέρᾳ τῆς διακαινησίμου. Αἱ φωναὶ τῶν Βενέ‐ των, ἃς λέγουσι δρομικῶς· «Χαίροις, κραταιότατε αὐτό‐ κρατορ,» καὶ τὰ ἑξῆς. Οἱ ἀπελατικοί· «Προστασίαν ἀκαθαίρετον καὶ σκέπην τὴν ἀνύμφευτον λαβόντες, θεόστεπτοι εὐεργέται, καὶ ταῖς αὐτῆς ἐγκαυχόμενοι πανα‐
20χράντοις πρεσβείαις, ἀκαταμάχητοι ὄντες ἔθνεσιν ὑπε‐ ναντίοις. Αὐτὴ γὰρ ἐπισκιάζει ἐν ἡμέρᾳ πολέμου ταῖς κορυφαῖς ὑμῶν, καὶ ταῖς νίκαις ὑμᾶς δεικνύει στεφανίτας εἰς εὐτυχίαν καὶ δόξαν τῶν Ῥωμαίων.» Ἄλλο, ἦχ. γʹ· «Εὐλογεῖται τὸ ὄρος τῶν Ἐλαιῶν· ἐν αὐτῷ γὰρ εὐλογεῖται
25ἡ χορεία τῶν ἀποστόλων, καὶ εἶδον δόξαν Ὑψίστου, ἐκεῖθεν πρὸς οὐρανὸν σαρκὶ ἀναφερόμενον Θεὸν καὶ πύλας αἰωνίους ἀνοιγομένας καὶ τὸν Δεσπότην προσδεχομένας. Στρατιαὶ δὲ τῶν ἀγγέλων ὑμνολογοῦσι καὶ τὸν Πατέρα πρὸς τὸν Υἱὸν εἰπόντα· Κάθου ἐκ δεξιῶν μου, ἕως ἄν σοι
30κλίνῃ πᾶν ποιημάτων γόνυ.» Ἄλλο, ἦχ. πλάγ. δʹ·
«Ἐπέστη Χριστὸς τοῖς ἀποστόλοις καὶ ὤφθη αὐτοῖς52 in vol. 1

1

.

53

εἰρήνην λέγων, καὶ τὰς ῥήσεις τῶν προφητῶν αὐτοῖς ἑρμηνεύων, πρὸς τὸ ὄρος τῶν Ἐλαιῶν πάντας ἐξήγαγεν ἄρδην, καὶ τὰς χεῖρας εἰς ὕψος ἄρας, εὐλογήσας αὐτούς, εἰς οὐρανοὺς ἀνελήφθη, ἐπαγγειλάμενος αὐτοῖς καὶ τὴν
5τοῦ ἁγίου Πνεύματος παρουσίαν, χαρᾶς αὐτοὺς ἐμπλή‐ σας. Διὸ αὐτὸς ὁ Θεὸς ἡμῶν, εὐεργέται, εὐλογήσῃ ὑμᾶς ἐν πᾶσι καὶ χαρᾶς ἐμπλήσῃ τὴν ὑμῶν βασιλείαν.» Αἱ φωναὶ τῶν Πρασίνων, ἃς λέγουσιν, ἦχ. δʹ· «Καταφυγῆς ἐλπίδα καὶ σωτηρίας», καὶ τὰ ἑξῆς. Ἄλλο, ἦχ. γʹ· «Προσ‐
10κυνήσαντες πάντες οἱ ἀπόστολοι ὁμοῦ Χριστὸν εἰς οὐρανοὺς ἀναληφθέντα, κατέλαβον τὴν Ἰερουσαλὴμ μετὰ χαρᾶς, ὅτι εὕροσαν Χριστὸν Ἰησοῦν, τὸν Υἱὸν τοῦ Θεοῦ, ὃν ἔγραψε Μωσῆς καὶ οἱ λοιποὶ τῶν προφητῶν, καὶ ἐθεά‐ σαντο τὴν δόξαν αὐτοῦ μετὰ σταυροῦ ἐκ δεξιῶν καθημέ‐
15νου τοῦ Πατρός· αὐτὸς ὑμᾶς φυλάξῃ, εὐεργέται, εἰς εὐτυχίαν Ῥωμαίων.» Ἄλλο, ἦχ. βαρ. «Ξένον θαῦμα· ὡς γὰρ ὑετὸς ἐπὶ πόκον, λόγος τοῦ Πατρός· καὶ νῦν ὁρᾶτε, εἰς οὐρανοὺς ἀνιὼν σαρκοφόρος, ὅτι ἐπλήρωσε τὸ θέλημα τοῦ Πατρός, συγκαλέσας τὰ ἔθνη πάντα τῇ ἀληθείᾳ
20λατρεύειν, ὅθεν καὶ πληρώσας τὴν καθ’ ἡμᾶς οἰκονομίαν ἐκ δεξιῶν ἐκάθισε τῆς δυνάμεως Κυρίου· αὐτὸς ὑμᾶς
φυλάξῃ, εὐεργέται, εἰς εὐτυχίαν Ῥωμαίων.»53 in vol. 1

1

.

54

(1t)

Θʹ
2tΤῇ ἑορτῇ τῆς Πεντηκοστῆς.
3Τῶν Βενέτων, φωνή, ἦχ. πλαγ. δʹ· «Ἡ τοῦ θείου Πνεύματος παρουσία τοῖς ἐν γῇ ἐπέλαμψε θεογνωσίᾳ.»
5Ἄλλο, ἦχος ὁ αὐτός. «Ὁ Παράκλητος σήμερον οὐρανόθεν, ὡς ἐν πυρίναις γλώσσαις ἐπιφοιτήσας τοῖς ἀποστόλοις, ἐδίδασκεν κηρύττειν τὴν ὁμοούσιον πίστιν τῆς Τριάδος, τὰ ἔθνη ἐφώτισεν, τὴν πλανὴν κατέφλεξε, τοὺς εὐεργέ‐ τας ταῖς νίκαις ὡραΐζει, καὶ τῷ βραχίονι αὐτῶν βαρβάρους
10καθυποτάσσει· ἀγαλλιάσθω πᾶσα ἡ οἰκουμένη, ὅτι νίκη βασιλεύει καὶ χαρὰ ἐν τοῖς Ῥωμαίοις.» Δοχὴ βʹ, τῶν Πρασίνων, φωνή, ἦχ. δʹ· «Τῇ τετραπλῇ τριάδι τῶν ἀποστόλων ἡ τῆς Τριάδος ὤφθη πυρσοφαΐα.» Ἄλλο, ἀπελατικὸς πλάγ. δʹ· «Ὁ ἐν πυρίναις γλώσσαις
15Χριστὸς τὰ ἔθνη εἰς ἐπίγνωσιν ἀγαγὼν ἀληθείας, αὐτὸς ὑμᾶς, θεόστεπτοι εὐσεβεῖς εὐεργέται, ἐν τῇ τοῦ Πνεύ‐ ματος ἐπιφοιτήσει ἡγιασμένον στέφανον ἐπέθηκεν οὐρα‐ νόθεν ταῖς τιμίαις κορυφαῖς ὑμῶν· διὸ αὐτὸν δυσωποῦμεν ἐκ καρδίας ἀπαύστως· Κύριε, ὁ αἰωνίως βασιλεύων, τού‐
20τους ἡμῖν χάρισον εἰς χαρὰν καὶ ἀνέγερσιν τῶν Ῥωμαίων.» Δοχὴ γʹ. τῶν Βενέτων, φωνή, ἦχ. δʹ· «Πυρὸς ἐν εἴδει τὸ Πνεῦμα τοῖς ἀποστόλοις ἐπέστη σήμερον οὐρανόθεν.» Ἄλλο, ἦχος ὁ αὐτός· «Ὁ γλωττομόρφοις Θεὸς πυρσο‐
φαΐαις τὰς τῶν ἐθνῶν ἐκμειώσας ἀθεΐας, δι’ ὑμῶν,54 in vol. 1

1

.

55

ἀνδρειότατοι δεσπόται, ἐκπολεμῆσαι ἐπαγγέλλεται καὶ ἐκμειῶσαι τὰς τῶν ἐθνῶν ἀθεΐας, καὶ ὁμογλώττους ἐν πίστει τοὺς ἀλλογλώσσους ἑλκύσῃ ὁ δεῖνα καὶ ὁ δεῖνα, ἡ χαρὰ καὶ ἀνέγερσις τῶν Ῥωμαίων.»
5Δοχὴ τετάρτη, τῶν Βενέτων, φωνὴ πλαγ. δʹ· «Ἡ τοῦ θείου Πνεύματος παρουσία,» καὶ τὰ ἑξῆς. Ἄλλο, ἦχ. δʹ· «Ἡ ὑπεράρχιος Τριάς, ὁ δεῖνα καὶ ὁ δεῖνα θεόστεπτοι, ἀδιαιρέτως ἐν τῷ στέφει ὑμῶν δείκνυται εὐδοκοῦσα· ἐν ταύτῃ γὰρ τῇ ἡμέρᾳ Πατὴρ τὰς πλάκας
10Μωσῇ παρέχει, Υἱὸς τὸ Πνεῦμα τοῖς μαθηταῖς δωρεῖται, αὐτὸ τὸ Πνεῦμα πυρίναις γλώσσαις τυπούμενον φανε‐ ροῦται· τριπλασιαζομένης δὲ τῆς ἑορτῆς ὑμῶν, θεολο‐ γεῖται σήμερον ἡ ὁμοούσιος Τριὰς ἡ στέφουσα ὑμᾶς.» Δοχὴ εʹ, τῶν Πρασίνων, φωνή, ἦχ. γʹ· «Λιμὴν τῶν
15θείων διδαγμάτων, ἡ τοῦ παναγίου Πνεύματος χάρις.» Ἀπελατικός· «Τῷ Ἁγίῳ Πνεύματι ἐστέφθητε, οἱ δεσπό‐ ται τῶν Ῥωμαίων, καὶ ἐν αὐτῷ ὁδηγεῖτε τὸν λαὸν ὑμῶν ἐν πάσῃ προσκυνεῖν ἀληθείᾳ τὸ τρισυπέρθεον κράτος.» Δοχὴ ϛʹ, τῶν Βενέτων, φωνή, ἦχ. δʹ· «Πυρὸς ἐν εἴδει
20τὸ Πνεῦμα» καὶ τὰ ἑξῆς. Ἄλλο, πλαγ. δʹ· «Θεὸς τὸ Πνεῦμα, σήμερον ἐγνωρίσθη τοῖς ἀποστόλοις ἐν γλώσσαις πυριμόρφοις, καὶ ὑμᾶς, θεόστεπτοι εὐεργέται, τῇ ἀλουργίδι καὶ τῷ στέφει δοξάσας, ἐδικαίωσεν βουλήσει θεοκρίτῳ βασιλεύειν ἐπαξίως Ῥωμαίων. Δόξα Θεῷ τῷ
25στέψαντι ὑμᾶς εἰς ἀνέγερσιν Ῥωμαίων.» Ἀκτολογία τῆς ἕκτης δοχῆς. Λέγουσιν οἱ κράκται· «Πολλά, πολλά, πολλά.» Ὁ λαός· «Εἰς πολλὰ ἔτη, εἰς πολλά.» Οἱ κράκται· «Ὁ τῶν πάντων Ποιητὴς καὶ Δεσπότης.» Φθογγεῖ καὶ ὁ λαὸς ἐκ τρίτου· «Πολλοὶ ὑμῖν χρόνοι.» Οἱ
30κράκται. «Ὁ τὸ παράκλητον καὶ ἅγιον Πνεῦμα.»
Φθογγεῖ καὶ ὁ λαὸς ἐκ γʹ· «Πολλοὶ ὑμῖν χρόνοι.» Οἱ55 in vol. 1

1

.

56

κράκται· «Καταπέμψας ἐν γλώσσαις τῶν ἀποστόλων.» Φθογγεῖ καὶ ὁ λαὸς ἐκ τρίτου· «Πολλοὶ ὑμῖν χρόνοι.» Οἱ κράκται· «Τοὺς χρόνους ὑμῶν πληθύνῃ σὺν ταῖς αὐγούσταις καὶ τοῖς πορφυρογεννήτοις.» Φθογγεῖ καὶ ὁ
5λαὸς ἐκ γʹ· «Πολυχρόνιον ποιήσῃ ὁ Θεὸς τὴν ἁγίαν βασιλείαν σας.» Τριλέξια εἰς τὴν αὐτὴνἑορτήν, πλαγʹ. δʹ· «Δέξαι δούλους, δέσποτα, τοῦ ὑμνεῖν τὸ εὐσεβές σου· ὁ Θεὸς ὁ στέψας αὐτοχείρως τὴν κορυφὴν ὑμῶν ἀξιώσῃ. Ἔνθεν κἀκεῖθεν τὰ βῆλα οἱ σιλεντιάριοι, καὶ εἰσάγει ὁ
10πραιπόσιτος βῆλον αʹ· μαγίστρους, καὶ ὁ μὲν πραιπόσιτος ἀνέρχεται καὶ ἵσταται ἐν τῇ τάξει αὐτοῦ. Οἱ δὲ μάγιστροι καὶ οἱ μέλλοντες καθεξῆς εἰσέρχεσθαι ἐν ἑκάστῳ βήλῳ, εἰσερχόμενοι οὐ πίπτουσι, καὶ ἀπελθόντες ἵστανται ἀπὸ τῶν ἀρχόντων τοῦ κουβουκλείου ἔνθεν κἀκεῖσε, κατὰ τὰς
15αὐτῶν τάξεις καὶ στάσεις. Εἶθ’ οὕτως λαβὼν πάλιν νεῦμα ὁ πραιπόσιτος, ἐξέρχεται μετὰ τῶν δύο ὀστιαρίων καὶ εἰσάγει βῆλον δεύτερον· πατρικίους καὶ ἀνθυπάτους. Βῆλον γʹ· πατρικίους καὶ στρατηγούς. Βῆλον τέταρτον· τὸν ὕπαρχον τῶν πραιτωρίων, τὸν κυαίστωρα, ἀνθυπάτους
20τῶν θεμάτων καὶ ἐπάρχους. Βῆλον εʹ· τὸν λογοθέτην τοῦ στρατιωτικοῦ, τὸν δομέστικον τῶν Ἱκανάτων, τὸν δομέ‐ στικον τῶν Νουμέρων, τὸν δομέστικον τῶν Ὀπτιμάτων, τὸν δομέστικον τῶν τειχῶν, τὸν σακελλάριον, τὸν τοῦ σακελλίου, τὸν τοῦ Εἰδικοῦ, τοὺς δημάρχους τῶν δύο μερῶν,
25τὸν κουράτορα τὸν μέγαν, τὸν τοποτηρητὴν τῶν σχολῶν καὶ δισυπάτους, σπαθαρίους, συγκλητικοὺς καὶ ὑπάτους. Βῆλον ϛʹ· κόμητας τῶν σχολῶν. Βῆλον ζʹ· βασιλικοὺς κανδιδάτους. Βῆλον ηʹ· δομεστίκους τῶν σχολῶν. Βῆλον θʹ· τοὺς ἀπὸ ἐπάρχων. Εἰ τύχωσι δὲ καὶ πρέσβεις μεγάλου
30ἔθνους, εἰσέρχονται ἀπὸ κελεύσεως, καὶ προσκυνήσαντες56 in vol. 1

1

.

57

τὸν βασιλέα καὶ ἀσπασάμενοι, ἐξέρχονται, μηδὲν ἕτερον πράττοντες. Καὶ εἶθ’ οὕτως λαβὼν νεῦμα ὁ πραιπόσιτος παρὰ τοῦ βασιλέως, λέγει μεγάλως τό· «Κελεύσατε.» Ἅπαντες δὲ
5ἀνταποκρίνονται· «Εἰς πολλοὺς καὶ ἀγαθοὺς χρόνους ὁ Θεὸς ἀγάγοι τὴν βασιλείαν ὑμῶν.» Καὶ ἐξέρχονται ὅθεν εἰσῆλθον, βασταζομένου τοῦ βήλου, τοῦ ὄντος κάτω ἐν τοῖς κίοσιν, ὑπὸ τῶν προειρημένων δύο σιλεντια‐ ρίων. Καὶ πάντων ἐξελθόντων, ἀνίσταται ὁ βασιλεύς, καὶ
10ἀπέρχεται ὄπισθεν τῶν ιθʹ Ἀκκουβίτων πρὸς τὸ ὑπαλλάξαι τὸν λῶρον διὰ τῶν βεστητόρων, καὶ ἡνίκα ὑπαλλάξει, ἐξέρχονται οἱ βεστήτορες, καὶ μένει ὁ βασιλεὺς μετὰ τοῦ κουβουκλείου μόνου, καὶ στέφεται ὑπὸ τοῦ πραιποσίτου, καὶ ἐξέρχεται, κρατῶν ἐν μὲν τῇ δεξιᾷ, χειρὶ ἀνεξικακίαν,
15ἐν δὲ τῇ ἀριστερᾷ σκηπίωνα ἐπικείμενον τῷ ὤμῳ αὐτοῦ, καὶ διέρχεται μέσον διὰ τοῦ μεγάλου τρικλίνου καὶ τῶν δύο κιόνων, ἔνθα τὸ βῆλον κρέμαται. Ἐξερχομένου δὲ τοῦ βασιλέως ἀπὸ τοῦ βήλου, ἵστανται ἐξ ἀριστερᾶς ὁ δρουγ‐ γάριος τῆς βίγλας καὶ πρωτοσπαθάριοι, καὶ δηριγευόμενος
20ὁ βασιλεὺς ὑπὸ τῶν ἀρχόντων τοῦ κουβουκλείου, διέρχεται διὰ τοῦ πόρτηκος τοῦ μεγάλου τρικλίνου, ἔνθα ἡ ἔκθεσις τῶν ιθʹ Ἀκκουβίτων τίθεται, καὶ ἀπελθὼν ἵσταται ἐν μέσῳ τῶν δύο κιόνων. Καὶ δέχονται αὐτὸν ἐκεῖσε εἰς τὸν Ὀνόποδα πατρίκιοί τε καὶ στρατηγοί, καὶ προσκυνή‐
25σαντες τὸν βασιλέα μὴ πεσόντες κάτω νεύει ὁ πραιπό‐ σιτος τῷ τῆς καταστάσεως, κἀκεῖνος λέγει· «Κελεύ‐ σατε.» Αὐτοὶ δὲ τό· «Εἰς πολλοὺς χρόνους καὶ ἀγαθούς.» Ἐν δὲ ταύτῃ τῇ δοχῇ ἵστανται σπαθαροκαν‐ διδάτοι καὶ σπαθάριοι ἔνθεν κἀκεῖσε, καὶ οἱ μὲν σπαθα‐
30ροκανδιδάτοι καὶ οἱ σπαθάριοι κατέρχονται τὰ γραδήλια τοῦ Κονσιστωρίου, οἱ μὲν ἐκ δεξιῶν, οἱ δὲ ἐξ εὐωνύμων
τῶν πυλῶν. Οἱ δὲ πατρίκιοι καὶ οἱ στρατηγοὶ διέρχονται57 in vol. 1

1

.

58

τὴν μέσην πύλην καὶ εὐθέως οἱ μὲν ἀπὸ δεξιᾶς πατρίκιοι καὶ στρατηγοὶ κατέρχονται τὰ γραδήλια τῆς ἀριστερᾶς πύλης· ὁ δὲ βασιλεὺς δηριγευόμενος ὑπὸ τοῦ κουβου‐ κλείου, κατέρχεται τὸ πούλπιτον, καὶ ἵσταται ὑπὸ τὸ
5καμελαύκιν ἐν τῷ πορφυρῷ λίθῳ, καὶ δέχονται αὐτὸν ἐκεῖσε πατρίκιοι καὶ στρατηγοὶ μετὰ τῆς συγκλήτου. Καὶ προσκυ‐ νησάντων τὸν βασιλέα μὴ πεσόντων κάτω, νεύει ὁ πραιπό‐ σιτος ἀπὸ κελεύσεως τῷ σιλεντιαρίῳ, κἀκεῖνος λέγει· «Κελεύσατε.»
10Καὶ ἀπὸ τῶν ἐκεῖσε δηριγευόμενος ὁ βασιλεὺς ὑπ’ αὐτῶν πάντων, διέρχεται διὰ τῶν Ἐκσκουβίτων καὶ τῶν Σχολῶν, καὶ ἐξέρχεται τὴν μεγάλην πύλην, καὶ διερχό‐ μενος διὰ μέσου τοῦ Μιλίου καὶ τοῦ Αὐγουστέως, εἰσέρ‐ χεται ἐν τῇ πύλῃ τοῦ ὡρολογίου τῆς Μεγάλης Ἐκκλησίας.
15Ἰστέον δὲ ὅτι ἐν τῇ διόδῳ τοῦ βασιλέως τελοῦνται ἅπαντα τὰ αἴσια ἀκολούθως, ὃν τρόπον ἀνωτέρω ἐν τῇ καθόλου προελεύσει τῆς Χριστοῦ γεννήσεως ἐξεθέμεθα. Καὶ εἰσελθόντος τοῦ βασιλέως ἐν τῇ προειρημένῃ πύλῃ τοῦ ὡρολογίου, δέχονται αὐτὸν οἱ τοῦ μέρους τῶν
20Βενέτων ἐκεῖσε, οὐκ ἐπιδίδωσι δὲ ἐκεῖσε ὁ δήμαρχος λιβελλάριον, εἰ μὴ μόνον ἀκτολογεῖ, μὴ πράττων ἕτερόν τι. Καὶ εἶθ’ οὕτως εἰσέρχεται ὁ βασιλεὺς ἔνδον τοῦ βήλου τοῦ κρεμαμένου ὄπισθεν τῆς πύλης τοῦ νάρθηκος ἐν τῷ μητατωρίῳ, καὶ λαβὼν ὁ πραιπόσιτος τὸ στέμμα ἀπὸ
25τῆς κεφαλῆς αὐτοῦ, εἰσέρχεται ἐν τῷ νάρθηκι καὶ ἀπαντᾷ αὐτὸν ὁ πατριάρχης, ὁ δὲ βασιλεὺς ἀσπάζεται τό τε Εὐαγγέλιον καὶ τὸν σταυρόν. Καὶ εἶθ’ οὕτως προσ‐ κυνήσαντες ἀλλήλους ὅ τε βασιλεὺς καὶ ὁ πατριάρχης καὶ ἀσπασάμενοι, ἀπέρχονται μέχρι τῶν βασιλικῶν
30πυλῶν. Καὶ ὁ μὲν πατριάρχης ἄρχεται τελεῖν τὴν εὐχὴν
τῆς εἰσόδου τῆς θείας λειτουργίας, ὁ δὲ βασιλεὺς παρὰ58 in vol. 1

1

.

59

τοῦ πραιποσίτου λαβὼν κηρία, εὔχεται. Καὶ ἀποδόντων ἀμφοτέρων τὰς εὐχὰς αὐτῶν τῷ Κυρίῳ, ἐπιδίδωσιν ὁ βασιλεὺς τοὺς κηροὺς τῷ πραιποσίτῳ, καὶ αὐτὸς τῷ τῆς καταστάσεως. Ὁ δὲ βασιλεὺς προσκυνεῖ τὸν τίμιον
5σταυρὸν καὶ τὸ ἄχραντον Εὐαγγέλιον καὶ διέρχεται μετὰ τοῦ πατριάρχου μέσον τοῦ ναοῦ, καὶ διὰ τῆς πλαγίας τοῦ ἄμβωνος εἰσέρχονται ἐν τῇ σωλέᾳ, καὶ πλησιάσαντες ταῖς ἁγίαις θύραις, ὁ μὲν πατριάρχης εἰσέρχεται εἰς τὸ θυσιαστήριον, ὁ δὲ βασιλεὺς ἅψας κηροὺς καὶ εὐξά‐
10μενος ἐπιδίδωσι τοὺς κηροὺς τῷ πραιποσίτῳ, καὶ εἰσέρ‐ χεται εἰς τὸ θυσιαστήριον· μέλλοντος δὲ εἰσιέναι, ἵστανται μητροπολῖται κατέχοντες τὰ ἅγια θύρια, καὶ ἐπινευσάντων αὐτὰ πρὸς τὸν βασιλέα μικρόν, φιλεῖ ὁ βασιλεὺς τοὺς ἐπ’ αὐτοῖς πεπαρμένους σταυρούς, καὶ εἰσέρχεται εἰς
15τὸ θυσιαστήριον, καὶ εὐξάμενος ἔμπροσθεν τῆς ἁγίας τραπέζης ἐφαπλοῖ ἐν αὐτῇ εἰλητὰ δύο, καὶ ἐπιτίθησι τὰ προσενεχθέντα· δίσκους δύο καὶ ποτήρια δύο, εἶτα ἀσπάζεται τὰ ἅγια σπάργανα, καὶ εἶθ’ οὕτως λαβὼν ἀποκόμβιον παρὰ τοῦ πραιποσίτου, τίθησι καὶ αὐτὸ
20ἐν τῇ ἁγίᾳ τραπέζῃ. Καὶ προσκυνήσαντες ἀλλήλους ὅ τε βασιλεὺς καὶ ὁ πατριάρχης, ἐξέρχεται ὁ βασιλεὺς ἀπὸ τοῦ θυσιαστηρίου, καὶ ἀπέρχεται εἰς τὸ μητατώριον, καὶ ἅπτων ἐκεῖσε κηροὺς καὶ εὐξάμενος, ὑπαλλάσσει τὸ λῶρον, καὶ τῆς θείας
25λειτουργίας τελεσθείσης, ἡνίκα μέλλουσι διέρχεσθαι τὰ Ἅγια, περιβάλλεται ὁ βασιλεὺς χλανίδα, καὶ δηριγευόμενος ὑπὸ τῶν ἐξ ἔθους ἀπέρχεται ἐν τῷ τόπῳ, ἐν ᾧ ἵσταται τὸ κηρίον, ἤγουν ἡ λαμπάς, ἥνπερ μέλλει βαστάσαι, καὶ στάντων πάντων τῶν πατρικίων ἔνθεν κἀκεῖσε, διέρχεται
30ὁ βασιλεὺς μέσον αὐτῶν. Ὁ δὲ πραιπόσιτος λαβὼν τὸ κηρίον, ἐπιδίδωσιν αὐτὸ τῷ βασιλεῖ, ὁ δὲ βασιλεὺς διέρ‐
χεται ὀψικεύων τὰ Ἅγια, καὶ εἰσελθὼν ἔνδον τῆς σωλέας59 in vol. 1

1

.

60

καὶ πλησίον τῶν ἁγίων θυρῶν γενόμενος, ἐπιδίδωσι τὸ κηρίον τῷ πραιποσίτῳ, κἀκεῖνος ἐπιτίθησιν αὐτὸ ἐπάνω τῆς σωλέας πλησίον τῶν ἁγίων θυρῶν, ἐν τῷ δεξιῷ μέρει, ὁ δὲ βασιλεὺς ἵσταται πλησίον τοῦ αὐτοῦ κηρίου, ἕως ἂν
5διέλθωσι τὰ Ἅγια. Καὶ ἡνίκα διέλθωσι τὰ Ἅγια, προσκυνοῦσιν ἀμφότεροι ἀλλήλους ὅ τε βασιλεὺς καὶ ὁ πατριάρχης, καὶ ἀπέρχεται ὁ βασιλεὺς δηριγευόμενος ὑπὸ τῶν κατὰ συνήθειαν διὰ τῶν ἔξω τοῦ θυσιαστηρίου ἐν τῷ μητατωρίῳ. Καὶ τοῦ καιροῦ τῆς θείας ἀγάπης
10ἐγγίσαντος, δηλοῖ ὁ τῆς καταστάσεως τῷ πραιποσίτῳ, κἀκεῖνος τῷ βασιλεῖ, ὁ δὲ βασιλεὺς ἐξέρχεται, καὶ δηρι‐ γευόμενος ὑπὸ τῶν προειρημένων τουτέστι τῶν ἀρχόντων τοῦ κουβουκλείου, πατρικίων τε καὶ στρατηγῶν, μετὰ καὶ τῆς συγκλήτου ἀπέρχεται, καὶ ἵσταται ἐν τῷ δεξιῷ
15μέρει τοῦ θυσιαστηρίου ἐπακουμβίζων τῷ καγκέλλῳ ἐν τῷ ἀντιμισίῳ τῆς πλαγίας, καὶ ἐκεῖσε δίδωσιν ὁ βασι‐ λεὺς ἀγάπην τῷ τε πατριάρχῃ, μητροπολίταις τε καὶ ἐπι‐ σκόποις, ἄρχουσί τε τῆς ἐκκλησίας, καὶ πᾶσι τοῖς ἐξ ἔθους, καὶ εἶθ’ οὕτως προσκυνήσαντες ἀλλήλους ὅ τε βασι‐
20λεὺς καὶ ὁ πατριάρχης, κατέρχεται ὁ βασιλεὺς καὶ ἵστα‐ ται, ἔνθα εἴθισται αὐτὸν διδόναι τὴν ἀγάπην καθ’ ἑκάστην προέλευσιν. Καὶ εἰσέρχονται ἐν ἑνὶ βήλῳ μάγιστροί τε καὶ πατρίκιοι καὶ στρατηγοί, μετὰ καὶ δομεστίκων, καὶ οἱ τὰ πρῶτα ὀφφίκια κατέχοντες δήμαρχοί τε καὶ ὁ τῆς
25καταστάσεως· ἅπαντες δὲ οἱ προειρημένοι εἰσερχόμενοι πρὸς τὸ ἀσπάσασθαι τὸν βασιλέα προσκυνοῦσι, μὴ πίπτον‐ τες διὰ τὴν Ἀνάστασιν, ἀλλ’ ἀπερχόμενος ἕκαστος κατὰ τάξιν, δίδωσι τὴν ἀγάπην τῷ βασιλεῖ. Καὶ εἶθ’ οὕτως ἅπαντες ἵστανται ἐν ταῖς τάξεσιν αὐτῶν, καὶ προσκυ‐
30νοῦσιν ἀμφότεροι ἀλλήλους ὅ τε βασιλεὺς καὶ ὁ πατριάρχης, καὶ ἀπέρχεται ὁ βασιλεὺς ἐν τῷ μητατωρίῳ. Καὶ τῆς θείας κοινωνίας ἐγγιζούσης, εἰσέρχεται ὁ τῆς καταστά‐ σεως καὶ δηλοῖ τῷ πραιποσίτῳ, κἀκεῖνος τῷ βασιλεῖ, ὁ δὲ
βασιλεὺς ἐξέρχεται καὶ δηριγευόμενος ὑπὸ τῶν προειρη‐60 in vol. 1

1

.

61

μένων πάντων, ἀπέρχεται καὶ ἵσταται ἔμπροσθεν τοῦ θυσιαστηρίου ἐν τῷ βασιλικῷ ἀντιμισίῳ, καὶ εὐξάμενος ἐκεῖσε ἀνέρχεται, καὶ κοινωνεῖ ἐκ τῶν τοῦ πατριάρχου χειρῶν ὃν τρόπον ἐν τῇ προλαβούσῃ ἑορτῇ τῆς Χριστοῦ
5Γεννήσεως εἴρηται, καὶ μετὰ τὸ κοινωνῆσαι τὸν βασιλέα προσκυνοῦσιν ἀμφότεροι ἀλλήλους ὅ τε βασιλεὺς καὶ ὁ πατριάρχης, καὶ ἀπέρχεται ὁ βασιλεὺς ἐν τῷ μητατωρίῳ, καὶ ἐξελθὼν ἐν τῷ τρικλίνῳ, κραματίζει μετὰ φίλων, ὧν ἂν κελεύει.
10Χρὴ δὲ εἰδέναι ὅτι ἡνίκα ἄρξηται ἡ θεία λειτουργία, εὐθέως ἀνέρχονται οἱ τοῦ κουβουκλείου ἐν τοῖς κατηχου‐ μενίοις, καὶ ἐξέρχεται ἡ αὐγοῦστα ἐκ τοῦ μητατωρίου, τοῦ ὄντος ἐν τοῖς κατηχουμενίοις, καὶ καθέζεται ἐπὶ σελλίου καὶ ἵστανται οἱ τοῦ κουβουκλείου ἅπαντες ἔνθεν
15κἀκεῖσε, οἱ δὲ εὐνοῦχοι πρωτοσπαθάριοι ἵστανται ὄπισθεν τῆς αὐγούστης, καὶ λαβὼν νεῦμα ὁ πραιπόσιτος παρὰ τῆς αὐγούστης, ἐξέρχεται μετὰ δύο ὀστιαρίων βασταζόντων βεργία, καὶ εἰσάγει βῆλον αʹ· πατρικίας ζωστάς, βῆλον βʹ· μαγιστρίσας, βῆλον γʹ· πατρικίας καὶ ἀνθυπάτους, βῆλον δʹ·
20πατρικίας καὶ στρατηγίσας, βῆλον εʹ· ἐπαρχίσας καὶ κυαιστωρίσας, βῆλον ϛʹ· ἐπαρχίσας θεματικὰς ἀνθυπα‐ τίσας, τὴν δρουγγαρίαν τῆς βίγλης, πρωτοσπαθαρίας, σπαθαροκανδιδατίσας, τουρμαρχίσας τοποτηρητίσας, σπα‐ θαρίας ὑπατίσας, καὶ στρατωρίσας, βῆλον ζʹ· κομητίσας
25τῶν σχολῶν, κανδιδατίσας, σκριβωνίσας, δομεστίκας τῶν ταγμάτων, βεστητωρίσας, σιλεντιαρίσας, κομητίσας τοῦ Ἀριθμοῦ, κομητίσας τῶν Ἱκανάτων. Καὶ μετὰ τὸ δοῦναι πάσαις τὴν ἀγάπην τὴν αὐγοῦσταν, νεύει τῷ πραιποσίτῳ, κἀκεῖνος λέγει· «Κελεύσατε». Αὐταὶ δὲ
30τό· «Εἰς πολλοὺς καὶ ἀγαθοὺς χρόνους», καὶ ἐξέρ‐ χονται. Ἀναστᾶσα δὲ ἡ αὐγοῦστα, εἰσέρχεται ἐν τῷ
μητατωρίῳ μετὰ τῶν οἰκειακῶν αὐτῆς κουβικουλαρίων, οἱ61 in vol. 1

1

.

62

δὲ λοιποὶ τοῦ κουβουκλείου κατέρχονται εἰς τὸν βασιλέα. Καὶ ἀναστὰς ὁ βασιλεὺς ἀπὸ τοῦ κράματος, περιβάλλε‐ ται τὸν λῶρον διὰ τῶν βεστητόρων, καὶ κελεύσας τῷ πραι‐ ποσίτῳ, προσκαλεῖται τὸν πατριάρχην, καὶ τοῦ πατριάρ‐
5χου ἐλθόντος, προσκυνοῦσιν ἀμφότεροι ἀλλήλους ὅ τε βασιλεὺς καὶ ὁ πατριάρχης, καὶ διέρχονται διὰ τοῦ τρι‐ κλίνου, ἐν ᾧ ἐκραμάτισε, καὶ μελλόντων ἐξέρχεσθαι ἐν τῷ Ἁγίῳ Φρέατι, ἵσταται ὁ βασιλεὺς ἐν τῇ πύλῃ μετὰ τοῦ πατριάρχου, ὁ δὲ πραιπόσιτος καὶ ὁ ἄργυρος ἵστανται ἔξω
10τῆς αὐτῆς θύρας, καὶ δὴ διὰ χειρὸς τοῦ ἀργύρου λαμβάνει ὁ πραιπόσιτος τὰ χρυσᾶ βαλαντίδια, καὶ ἐπιδίδωσι τῷ βασιλεῖ, καὶ ὁ βασιλεὺς δίδωσι τοῖς μέλλουσι ταῦτα λαμβάνειν, κράζοντος δηλονότι τοῦ ἀργύρου· «Τῷ ὁ δεῖνα δεσπόται ἀγαθοί.» Εἰσὶν δὲ οἱ λαμβάνοντες ταύτην
15τὴν εὐεργεσίαν ὅ τε ἀρχιδιάκονος καὶ οἱ ὀστιάριοι καὶ οἱ ψάλται καὶ οἱ προσμονάριοι, καὶ εἶθ’ οὕτως εἰσέρχονται ἔνδον τῆς κορτίνας τῆς κρεμαμένης ἐν τῷ Ἁγίῳ Φρέατι. Ὁ δὲ πραιπόσιτος λαβὼν τὸ στέμμα, ἐπιδίδωσι τῷ πατριάρχῃ, καὶ στέφει ὁ πατριάρχης τὸν βασιλέα, καὶ ἐπι‐
20δίδοντος τοῦ πατριάρχου τῷ μεγάλῳ βασιλεῖ εὐλογίας, ὁμοίως καὶ τῷ μικρῷ, λαβὼν ὁ βασιλεὺς παρὰ τοῦ πραιπο‐ σίτου ἀποκόμβιον, ἀντιδιδοῖ τῷ πατριάρχῃ, ὁ δὲ πατριάρχης τῷ βασιλεῖ ἀλειπτά, ὁμοίως καὶ ὁ ἕτερος βασιλεὺς τὸ αὐτὸ ποιεῖ.
25Προσκυνήσαντες δὲ ἀμφότεροι ἀλλήλους καὶ ἀσπασά‐ μενοι οἵ τε βασιλεῖς καὶ ὁ πατριάρχης, ἐξέρχεται ὁ βασιλεὺς ἀπὸ τῶν ἐκεῖσε, καὶ διέρχεται διὰ τῆς μέσης, καὶ εἰσέρχεται τὴν μεγάλην πύλην τῆς Χαλκῆς, ἀπὸ δὲ τῶν ἐκεῖσε διά τε τῶν Σχολῶν καὶ τῶν Ἐκσκουβίτων, ἐκτε‐
30λούντων τῶν περατικῶν μερῶν ἀκολούθως καὶ τῶν πολι‐ τικῶν ἅπαντα τὰ κατὰ συνήθειαν. Καταλαβούσης δὲ τῆς
συγκλήτου ἐν τῷ Κονσιστωρίῳ, μένει ἐκεῖσε ὑπερευχο‐62 in vol. 1

1

.

63

μένη τὸν βασιλέα· κατελθὼν δὲ τὰ γραδήλια ὁ βασιλεύς, μένει ἐκεῖ, καὶ ὁ τῆς καταστάσεως μετὰ σιλεντιαρίων καὶ βεστητόρων, ὑπερευχόμενοι τὸν βασιλέα τό· «Εἰς πολλοὺς καὶ ἀγαθοὺς χρόνους.» Ὁ δὲ βασιλεὺς δηριγευόμενος
5ὑπὸ τῶν ἀρχόντων τοῦ κουβουκλείου καὶ τῶν πατρικίων, διέρχεται μέχρι τοῦ στενοῦ, καὶ μένουσιν οἱ πατρίκιοι, καὶ αὐτοὶ ὑπερευχόμενοι τὸν βασιλέα. Εἰσελθὼν δὲ ὁ βασιλεὺς ἐν τῷ τρικλίνῳ τοῦ Αὐγουστέως, παραυτίκα ἀσφαλίζουσι τὰς θύρας κουβικουλάριοι, ὁ δὲ βασιλεὺς
10νεύει τῷ πραιποσίτῳ καὶ λέγει ῥωμαϊστί· «Διτ.» Καὶ ἀποκριθεὶς εἷς τῶν κουβικουλαρίων λέγει· «Καλῶς.» Οἱ δὲ λοιποὶ πάντες τοῦ κουβουκλείου, στάντες δίκην τοῦ Π στοιχείου, λέγουσιν καὶ αὐτοὶ ῥωμαϊστί· «Ἦλθες η μούλτος ἄννος, φιλικήσιμε.» Εἰσελθὼν δὲ ὁ βασιλεὺς ἐν
15τῷ Ὀκταγώνῳ, λαβόντος τοῦ πραιποσίτου τὸ στέμμα ἀπὸ τῆς κεφαλῆς τοῦ βασιλέως, εἰσέρχονται οἱ βεστήτορες καὶ ἀπαλλάσσουσι τὸν λῶρον, καὶ ἐξέρχονται. Ὁ δὲ βασιλεὺς περιβαλλόμενος σαγίον χρυσοῦν, ἀπὸ τῶν ἐκεῖσε, δηριγευόμενος ὑπό τε τοῦ κουβουκλείου πρωτο‐
20σπαθαρίων τε καὶ λοιπῶν οἰκειακῶν, διέρχεται διὰ τοῦ Αὐγουστέως καὶ τῆς Ἀψίδος καὶ εἰσέρχεται ἐν τῷ θεο‐ φυλάκτῳ παλατίῳ. Καταλαβούσης δὲ τῆς ὥρας, καθέζεται ἐπὶ τῆς τρα‐ πέζης, ἡ δὲ τράπεζά ἐστιν ἀποκοπτή, καὶ εἶθ’ οὕτως
25εἰσέρχονται οἱ τοῦ κουβουκλείου, καὶ παρίστανται καθὼς καὶ ἡ τάξις ἔχει ἔνθεν κἀκεῖσε τοῦ κλητωρίου· εἰσέρ‐ χονται δὲ καὶ οἱ φίλοι ἐν τῷ κλητωρίῳ, φοροῦντες οἱ μὲν πατρίκιοι τὰ χλανίδια αὐτῶν, καὶ πάλιν, ἡνίκα εἰσέλθῃ τὸ δούλκιν, περιβάλλονται αὐτά.
30Ἰστέον δὲ ὅτι οἱ ἄρχοντες τοῦ κουβουκλείου δι’ ὅλης63 in vol. 1

1

.

64

τῆς διακαινησίμου ἐν τῇ αὐτῇ τραπέζῃ, ἤγουν τῇ χρυσῇ, τελοῦσι διπλοῦν παραστάσιμον. Χρὴ δὲ εἰδέναι ὅτι εἰ μὲν τύχωσι πρέσβεις μεγάλων ἐθνῶν, καὶ κελεύσῃ ὁ βασιλεὺς τούτους καλέσαι, ἵσταται
5ἡ χρυσῆ μικρὰ τράπεζα ἄνω ἔνθα τὸ πενταπύργιον ἵσταται, καὶ καθέζεται ἐκεῖ ὁ βασιλεύς, οἱ δὲ πρέσβεις καθέζονται ἐν τῇ μεγάλῃ χρυσῇ τραπέζῃ. Ἀριστερὰ δὲ τοῦ πεντα‐ πυργίου ἵσταται σκάμνον, ἔχον βάθρα, καὶ ἀνέρχεται δι’ αὐτοῦ ὁ τῆς τραπέζης, καὶ ἵσταται ἄνω καθυπουργῶν τῷ
10βασιλεῖ, οἱ δὲ ἐγγιστιάριοι ἵστανται πάντες κάτω, ἵστανται δὲ ὁμοίως καὶ ἐξ ἀριστερῶν τοῦ αὐτοῦ πενταπυργίου, ἔχοντος καὶ αὐτοῦ βάθρα, καὶ ἀνέρχεται δι’ αὐτοῦ ὁ ἐπιγκέρνης. Ἰστέον δὲ καὶ τοῦτο, ὅτι ἵστανται ἐν τῇ καμάρᾳ τοῦ
15Χρυσοτρικλίνου τῇ ἐξαγούσῃ πρὸς τὸν Τριπέτωνα παρα‐ τράπεζα δύο· εἰ δὲ κελεύει ὁ βασιλεὺς γενέσθαι κατὰ προσθήκην ἕτερα δύο παρατράπεζα, ἵσταται τὸ ἓν ἐν τῇ ἀριστερᾷ καμάρᾳ, τὸ δὲ ἕτερον ἐν τῇ δεξιᾷ. Γνωστέον δὲ καὶ τοῦτο, ὅτι εἰ μὲν τύχῃ ἡ ἑορτὴ τοῦ
20Εὐαγγελισμοῦ τῇ αὐτῇ ἡμέρᾳ τοῦ Πάσχα, τελεῖται οὕτως· ἐξέρχεται μετὰ λιτῆς ἐκ τοῦ θεοφυλάκτου αὐτοῦ παλατίου, ἀπὸ τῆς παναγίας Θεοτόκου τοῦ Φάρου, καὶ διέρχεται διὰ τῶν διαβατικῶν τῶν Ἁγίων μʹ καὶ τῆς Ἀψίδος, καὶ ἀπέρχεται ἐν τῷ ναῷ τῆς Παναγίας Θεο‐
25τόκου ἐν τῇ Δάφνῃ· ἀπὸ δὲ τῶν ἐκεῖσε ἀπέρχεται εἰς τὸν ναὸν τοῦ Ἁγίου Στεφάνου, καὶ τελέσαντος τὰ συνήθη, οἱ μὲν ἱερεῖς ἀπὸ τῶν ἐκεῖσε λιτανεύοντες, ὑποστρέφουσιν ἐν τῷ παλατίῳ, ὁ δὲ βασιλεὺς εἰσέρχεται ἐν τῷ ἐκεῖσε ὄντι κοιτῶνι τοῦ Αὐγουστέως, ἐκδεχόμενος
30τὸν καιρόν· καταλαβόντος δὲ τοῦ καιροῦ, τελεῖ ἅπαντα
ἀκολούθως τὰ τοῦ Πάσχα, ὡς ἀνωτέρω εἴρηται.64 in vol. 1

1

.

65

(1t)

〈Ιʹ〉
2tὍσα δεῖ παραφυλάττειν ἐν τῇ δευτέρᾳ
3tἡμέρᾳ τῆς διακαινησίμου.
4Προέρχονται τάχιον ἅπαντες οἱ ἄρχοντες ἀπὸ λευκῶν
5χλανιδίων ἐν τῇ Ἀψίδι, ἀλλάσσουσι δὲ οἱ μὲν πατρίκιοι χλανίδια χρυσόταβλα, οἱ δὲ λοιποὶ ἕκαστος κατὰ τὴν αὐτοῦ τάξιν τε καὶ ἀξίαν, τοῦ δὲ κουβουκλείου οἱ μὲν πραιπόσιτοι καὶ ὀστιαροπριμικήριοι περιβέβληνται χλα‐ νίδια χρυσόταβλα, οἱ δὲ σπαθαροκουβικουλάριοι τὰ σπαθία
10αὐτῶν. Ἀνοίξαντος δὲ τοῦ παλατίου, οἱ μὲν τοῦ κουβου‐ κλείου ἅπαντες εἰσέρχονται διὰ τῶν διαβατικῶν τῶν Ἁγίων μʹ, ἐκδεχόμενοι ἐκεῖσε τὸν βασιλέα, οἱ δὲ πατρίκιοι καὶ στρατηγοὶ ἅμα τῶν δομεστίκων ἵστανται ἐν τῷ ἡμικυκλίῳ τοῦ Τρικόγχου, ὡς εἴθισται αὐτοῖς.
15Ὁ δὲ βασιλεὺς δηριγευόμενος ὑπὸ τῶν τοῦ κουβουκλείου, φορῶν σαγίον χρυσοῦν, ἐξέρχεται διὰ τῆς γανωτῆς πύλης τοῦ Τρικόγχου, καὶ δέχονται αὐτὸν ἐκεῖσε πατρί‐ κιοί τε καὶ στρατηγοὶ ἅμα δομεστίκοις, καὶ δηριγευό‐ μενος ἀπό τε τῶν τοῦ κουβουκλείου πρωτοσπαθαρίων
20βαρβάτων, μαγλαβιτῶν, καὶ λοιπῶν οἰκειακῶν, διέρχεται διὰ τῆς Δάφνης, ἅπτων, ὡς ἐξ ἔθους, ἐν τοῖς εὐκτηρίοις κηρία, καὶ εἰσέρχεται ἐν τῷ κοιτῶνι τοῦ Αὐγουστέως, ἐκδεχόμενος τὸν καιρόν. Καταλαβόντος δὲ τοῦ καιροῦ, περιβάλλεται χλανίδα διὰ τῶν βεστητόρων λευκὴν χρυσο‐
25φεγγῆ, καὶ δηριγευόμενος ὑπὸ τῶν ἀρχόντων τοῦ κου‐65 in vol. 1

1

.

66

βουκλείου, διέρχεται διὰ τοῦ Αὐγουστέως, ἵστανται δὲ ἔξω τῆς πύλης, ἔνθα τὸ βῆλον κρέμαται, πρωτοσπαθάριοι βαρβάτοι, ἠλλαγμένοι, βαστάζοντες σπαθοβάκλια. Καὶ διελθὼν ὁ βασιλεὺς διὰ τοῦ στενοῦ τῆς Χρυσῆς Χειρός,
5ἀνέρχεται ἐν τῇ χαλκῇ πύλῃ τοῦ Ὀνόποδος, καὶ δέχονται αὐτὸν πατρίκιοι καὶ στρατηγοί· προσκυνησάντων δὲ τῷ βασιλεῖ, νεύει ὁ πραιπόσιτος τῷ τῆς καταστάσεως ἀπὸ κελεύσεως, καὶ λέγει· «Κελεύσατε.» Αὐτοὶ δὲ ὑπερεύ‐ χονται· «Εἰς πολλοὺς καὶ ἀγαθοὺς χρόνους.» Οἱ δὲ
10σπαθαροκανδιδάτοι καὶ σπαθάριοι ἵστανται ἔνθεν κἀκεῖθεν, βαστάζοντες τὰ διστράλια αὐτῶν. Καὶ ἀπὸ τῶν ἐκεῖσε δηριγευομένου τοῦ βασιλέως, οἱ μὲν σπαθαροκανδιδάτοι καὶ σπαθάριοι κατέρχονται τὰ γραδήλια τοῦ Κονσιστωρίου, οἱ μὲν τὴν δεξιὰν πύλην,
15οἱ δὲ τὴν ἀριστεράν, οἱ δὲ πατρίκιοι ἐξέρχονται τὴν μέσην πύλην, καὶ οἱ μὲν ἐκ δεξιῶν κατέρχονται τὰ γραδήλια τῆς δεξιᾶς πύλης, καὶ οἱ ἐξ ἀριστερῶν κατέρ‐ χονται τὰ γραδήλια τῆς ἀριστερᾶς πύλης. Ὁ δὲ βασιλεὺς μετὰ τοῦ κουβουκλείου κατέρχεται τὸ πούλπιτον,
20καὶ ἵσταται ὑπὸ τὸ καμελαύκιον ἐν τῷ πορφυρῷ λίθῳ, καὶ δέχονται αὐτὸν πάλιν ἐν τῷ Κονσιστωρίῳ πατρίκιοι καὶ στρατηγοὶ ἅμα συγκλήτῳ· καὶ προσκυνήσαντες, νεύον‐ τος τοῦ πραιποσίτου τῷ σιλεντιαρίῳ ἀπὸ κελεύσεως, λέγει· «Κελεύσατε.» Αὐτοὶ δὲ τό· «Εἰς πολλοὺς καὶ
25ἀγαθοὺς χρόνους.» Ἀπὸ δὲ τῶν ἐκεῖσε δηριγευόμενος ὁ βασιλεὺς ὑπὸ τῶν προειρημένων, λέγοντος τοῦ τῆς καταστάσεως κατὰ βάθρον· «Καπλάτε, δόμηνι,» διέρ‐ χεται διὰ τῶν Ἐκσκουβίτων καὶ τῶν Σχολῶν καὶ τῆς Χαλκῆς, καὶ ἀπέρχεται ἐν τῷ Ἁγίῳ Φρέατι· τὰ δὲ μέρη
30δέχονται τὸν βασιλέα εἰς τὰς συνήθεις στάσεις σφραγί‐ ζοντες, μηδὲν ἕτερον ποιοῦντες, λέγουσιν δὲ οἱ νοτάριοι καὶ
οἱ μαΐστορες τοὺς κατὰ τύπον ἰάμβους, ἐν οἷς τόποις εἴθισται66 in vol. 1

1

.

67

αὐτοῖς. Ἅψας δὲ κηροὺς ὁ βασιλεὺς καὶ εὐξάμενος, ἐπι‐ δίδωσιν αὐτοὺς τῷ πραιποσίτῳ, ὁ δὲ πατριάρχης ἐξελθὼν ἀπαντᾷ τὸν βασιλέα ἐν τῷ Ἁγίῳ Φρέατι· προσκυνήσαντες δὲ καὶ ἀσπασάμενοι ἀλλήλους ὅ τε βασιλεὺς καὶ ὁ
5πατριάρχης, εἰσέρχονται εἰς τὴν ἐκκλησίαν; ἀπελθόντων δὲ αὐτῶν ἔμπροσθεν τῶν ἁγίων θυρῶν, ὁ μὲν πατριάρχης εἰσέρχεται ἐν τῷ θυσιαστηρίῳ, ὁ δὲ βασιλεὺς ἔμπροσθεν ἑστὼς τῶν ἁγίων θυρῶν εὔχεται κρατῶν κηρούς, καὶ εὐξάμενος ἐπιδίδωσιν αὐτοὺς τῷ πραιποσίτῳ, καὶ εἰσέρ‐
10χεται εἰς τὸ θυσιαστήριον, καὶ εὐξάμενος προσκυνεῖ τὴν ἁγίαν τράπεζαν, καὶ διέρχεται διὰ τῆς σωλέας μέλλων δὲ ἐξέρχεσθαι τὴν σωλέαν, λαμβάνει παρὰ τοῦ πραιποσίτου κηριολιτανίκιν, καὶ εὐθέως ἄρχονται οἱ ψάλται ἐν τῷ ἄμβωνι τό· «Χριστὸς ἀνέστη.»
15Καὶ δηριγευόμενος ὁ βασιλεὺς ὑπὸ πάντων τῶν κατὰ συνήθειαν, ἐξέρχεται μέσον τοῦ ναοῦ, καὶ ἐξέρχεται διὰ τῶν βασιλικῶν πυλῶν, καὶ διελθὼν τὸν νάρθηκα καὶ τὸν λουτῆρα, κατέρχεται τὰ γραδήλια τοῦ Ἀθύρος, καὶ διέρχεται διὰ τοῦ Μιλίου καὶ τὴν Μέσην, καὶ ἀνέρχεται
20εἰς τὸν Φόρον, καὶ μέχρι τοῦ κίονος ἀπελθών, ἔνθα καθί‐ δρυται ὁ ναὸς τοῦ Ἁγίου Κωνσταντίνου, ἀνέρχεται ὁ βασιλεὺς τὰ ἔμπροσθεν γραδήλια τοῦ ναοῦ, καὶ ἵσταται ἐκεῖσε, ἐπακουμβίζων τῷ καγκέλλῳ ἐν τῷ δεξιῷ μέρει, καὶ ἡνίκα μέλλει ἀνέρχεσθαι τὰ αὐτὰ γραδήλια ὁ βασι‐
25λεύς, δίδωσι τὸ κηρίον αὐτοῦ τῷ πραιποσίτῳ. Οἱ δὲ πατρίκιοι καὶ πάντες οἱ ἄρχοντες ἵστανται κάτω, ἕκαστος αὐτῶν κατὰ τὴν αὐτῶν τάξιν τε καὶ στάσιν, ὡς προείρηται, καὶ καταλαβόντος τοῦ πατριάρχου μετὰ τῆς λιτῆς, διέρχεται μέσον αὐτῶν, καὶ μέλλοντος τοῦ
30σταυροῦ ἀνέρχεσθαι τὰ γραδήλια, ἔνθα ὁ βασιλεὺς ἵσταται, ἅπτει κηροὺς ὁ βασιλεύς, καὶ προσκυνεῖ τὸν
τίμιον σταυρόν, καὶ προσκυνήσας ἐπιδίδωσι τοὺς κηροὺς67 in vol. 1

1

.

68

τῷ πραιποσίτῳ, κἀκεῖνος τῷ τῆς καταστάσεως, καὶ πήγνυσιν αὐτοὺς ὁ τῆς καταστάσεως ἐν τοῖς τῆς λιτῆς μανουαλίοις· ὁ δὲ σταυρὸς ἀνέρχεται καὶ ἵσταται ἐν τῇ βάσει ὄπισθεν τοῦ βασιλέως, ἔμπροσθεν τῆς πύλης τοῦ
5ναοῦ. Ὁ δὲ πατριάρχης ἀνέρχεται ἐν τῇ ἐκκλησίᾳ μετὰ τῶν κατὰ συνήθειαν ἀνερχομένων μετ’ αὐτοῦ καθ’ ἑκάστην καὶ ὁ κλῆρος ἵσταται κάτω μετὰ τοῦ κοινοῦ λαοῦ ἐξ ἀριστερᾶς τοῦ βασιλέως, καὶ τῆς ἐκτενοῦς τελουμένης, λαμβάνει ὁ βασιλεὺς παρὰ τοῦ πραιποσίτου κηρία καὶ
10προσεύχεται, καὶ πάλιν δίδωσιν αὐτὰ τῷ πραιποσίτῳ, ὁ δὲ πραιπόσιτος τῷ τῆς καταστάσεως, αὐτὸς δὲ πήγ‐ νυσιν αὐτὰ ἐν τοῖς τῆς λιτῆς μανουαλίοις. Καὶ παραυτίκα ὁ τῆς καταστάσεως διευθετεῖ τούς τε πατρικίους καὶ λοιποὺς ἄρχοντας τοὺς μέλλοντας δηριγεύειν τὸν βασιλέα,
15καὶ προσκυνήσαντες ἀλλήλους ὅ τε βασιλεὺς καὶ ὁ παρτιάρχης, ἄρχονται ψάλλειν τὸ τροπάριν οἱ ψάλται· «Χριστὸς ἀνέστη.» Κἀκεῖθεν δηριγευόμενος ὑπὸ τῶν προειρημένων, διέρ‐ χεται τὴν Μέσην λιτανεύων, τὸ δὲ τροπάριν ἐν τῇ τῆς
20λιτῆς περιόδῳ ἄρχεται ὁ τῆς καταστάσεως, καὶ ἀνελ‐ θὼν τὴν Μέσην, διέρχεται διά τε τῶν Ἀρτοπωλίων καὶ τοῦ Ταύρου. Καταλαβὼν τὸν ναὸν τῆς παναγίας Θεο‐ τόκου τῶν Διακονίσσης, ἐπιδίδωσιν ὁ βασιλεὺς τὸ λιτα‐ νίκιον, καὶ μέχρι τοῦ Φιλαδελφίου διελθών, ἐκκλίνει τὸ
25δεξιὸν μέρος, καὶ ἔρχεται διά τε τῶν Ὀλυβρίου καὶ τῶν Κωνσταντιανῶν μέχρι τοῦ Ἁγίου Πολυεύκτου. Ὑπαλλάξας δὲ κἀκεῖσε κηρίον, καὶ λαβὼν ἕτερον κηρίον παρὰ τοῦ πραιποσίτου, διέρχεται τὴν Μέσην μέχρι τῶν Ἁγίων Ἀποστόλων, καὶ εἰσελθὼν εἰς τὸν νάρθηκα, καθέζεται
30ἐπὶ σελλίου προσμένων τὸν πατριάρχην. Καὶ τοῦ πατριάρ‐
χου καταλαβόντος μετὰ τῆς λιτῆς, οἱ μὲν κοινοὶ κλη‐68 in vol. 1

1

.

69

ρικοὶ καὶ οἱ πολιτικοὶ εἰσέρχονται εἰς τὸν ναὸν διὰ τῆς πλησίον οὔσης τῶν βασιλικῶν πυλῶν δεξιᾶς πύλης, τὰ δὲ ὀρφανὰ εἰσέρχονται διὰ τῆς μέσης πύλης· ὡσαύτως καὶ οἱ μητροπολῖται καὶ οἱ ἐπίσκοποι, εἰσερχόμενοι διὰ τῶν
5βασιλικῶν πυλῶν, προσκυνοῦσι τῷ βασιλεῖ, μὴ πίπτοντες κάτω. Πλησιάζοντος δὲ τοῦ πατριάρχου, ἀνίσταται ὁ βασιλεὺς καὶ προσκυνήσαντες ἀμφότεροι ἀλλήλους καὶ ἀσπασάμενοι, ἀπέρχονται μέχρι τῶν βασιλικῶν πυλῶν, καὶ ὁ μὲν πατριάρχης ἄρχεται τελεῖν τὴν εὐχὴν τῆς
10εἰσόδου τῆς θείας λειτουργίας, ὁ δὲ βασιλεὺς ἅψας κηροὺς καὶ εὐξάμενος ἐπιδίδωσιν αὐτοὺς τῷ πραιποσίτῳ, καὶ αὐτὸς τῷ τῆς καταστάσεως· καὶ τοῦ πατριάρχου τελέσαντος τὴν εὐχήν, προσκυνεῖ ὁ βασιλεὺς τὸ ἄχραν‐ τον Εὐαγγέλιον καὶ τὸν τίμιον σταυρόν, καὶ διέρχεται
15μέσον τοῦ ναοῦ διὰ τῆς πλαγίας τοῦ ἄμβωνος, ἔρχεται εἰς τὴν σωλέαν, καὶ ὁ μὲν πατριάρχης εἰσέρχεται εἰς τὸ θυσιαστήριον. Ὁ δὲ βασιλεὺς εὐξάμενος, ὡς εἴθισται αὐτῷ, ἔμπροσθεν τῶν ἁγίων θυρῶν, εἰσέρχεται εἰς τὸ θυσιαστήριον, καὶ προσκυνήσας τὴν ἁγίαν τράπεζαν, καὶ
20λαβὼν παρὰ τοῦ πραιποσίτου ἀποκόμβιον, τίθησιν αὐτὸ ἐν τῇ ἁγίᾳ τραπέζῃ. Εὐξάμενοι δὲ εἰς τὸν τάφον τοῦ τε πατρὸς ἡμῶν Χρυσοστόμου καὶ τοῦ θεολόγου τοῦ Ἁγίου Γρηγορίου, καὶ ἅψαντες κηρούς, ἐξέρχονται ἀμφότεροι ὅ τε βασιλεὺς
25καὶ ὁ πατριάρχης διὰ τῆς ἀριστερᾶς πλαγίας τοῦ θυσια‐ στηρίου, καὶ ἀπέρχονται ἐν τῇ σορῷ τοῦ Ἁγίου Κωνσταν‐ τίνου, κἀκεῖσε εὐξάμενοι, καὶ ἅψαντες κηρούς, ἐξέρ‐ χονται, καὶ ἀπέρχονται ἐν τοῖς τάφοις τῶν ἁγιωτάτων πατριαρχῶν Νικηφόρου καὶ Μεθοδίου· ἅψας δὲ κἀκεῖσε
30κηροὺς ὁ βασιλεὺς καὶ εὐξάμενος, εἰσέρχεται ἐν τοῖς τάφοις τῶν βασιλέων, καὶ ἅψας κἀκεῖσε κηρούς, ἐξέρ‐
χεται. Καὶ διέρχονται ἀμφότεροι ὅ τε βασιλεὺς καὶ ὁ69 in vol. 1

1

.

70

πατριάρχης διὰ τοῦ ἀριστεροῦ μέρους τοῦ ναοῦ, ἤγουν τοῦ γυναικίτου, ἄντικρυ τοῦ θυσιαστηρίου, καὶ προσκυνή‐ σαντες ἀμφότεροι ἀλλήλους ὁ βασιλεὺς καὶ ὁ πατριάρχης, ὑποστρέφει πρὸς τὸ ἐκτελέσαι τὴν θείαν λειτουργίαν, ὁ δὲ
5βασιλεὺς διέρχεται διὰ τοῦ γυναικίτου καὶ ἐξέρχεται εἰς τὸν νάρθηκα, καὶ ἐκκλίνας πρὸς τὸ ἐξ ἀριστερᾶς μέρος τοῦ λουτῆρος, οἱ μὲν πατρίκιοι ἵστανται ἔξωθεν τῆς πύλης τοῦ κοχλιοῦ, ὑπερευχόμενοι τὸν βασιλέα, ὁ δὲ βασιλεὺς δηριγευόμενος ὑπὸ τῶν ἀρχόντων τοῦ κουβου‐
10κλείου, σπαθαροκανδιδάτων καὶ ἐπὶ τῶν οἰκειακῶν καὶ τῶν ἐπὶ τοῦ μαγλαβίου καὶ λοιπῶν, ἀνέρχεται διὰ τοῦ αὐτοῦ ἀριστεροῦ κοχλιοῦ ἐν τοῖς σεπτοῖς κατηχουμενείοις, τὰ δὲ βῆλα τὰ κρεμαμένα ἐν τοῖς κατηχουμενείοις σιλεν‐ τιάριοι ποιοῦσι, καὶ ἀπελθὼν ἵσταται ἐν τοῖς δεξιοῖς
15μέρεσι, ἔνθα εἴθισται αὐτῷ καθ’ ἑκάστην προέλευσιν ἵστα‐ σθαι, καὶ τελεῖ τὴν θείαν λειτουργίαν· οἱ δὲ πατρίκιοι καὶ οἱ στρατηγοὶ ἀνέρχονται ὄπισθεν τοῦ βασιλέως διὰ τοῦ αὐτοῦ κοχλιοῦ, καὶ ἵστανται ἀπέναντι τοῦ θυσιαστηρίου, ἔνθα καὶ τὸ βασιλικὸν ἀντιμίσιον πρόκειται, ἐν ᾧ καὶ
20κοινωνεῖ ὁ βασιλεὺς ἐν ταῖς τοιαύταις προελεύσεσιν. Καταλαβόντος δὲ τοῦ καιροῦ τῆς θείας κοινωνίας, ἀπέρχονται σιλεντιάριοι δύο ἀπὸ κελεύσεως, καὶ προσκα‐ λοῦνται τὸν πατριάρχην, καὶ ὁ πατριάρχης, παρακρατού‐ μενος ὑπ’ αὐτῶν, ἀνέρχεται, καὶ ἀπαντῶσιν αὐτὸν ἐν τῷ
25τοῦ κοχλιοῦ πληρώματι, ἡνίκα μέλλει εἰσέρχεσθαι ἐν τοῖς σεπτοῖς κατηχουμενείοις, οἱ τοῦ κουβουκλείου ἄρχον‐ τες. Καὶ εἰσελθὼν ἐν τοῖς κατηχουμενείοις ὁ πατριάρχης, προτίθησιν τὰ δῶρα ἐν τῷ βασιλικῷ ἀντιμισίῳ, ὁ δὲ πραι‐ πόσιτος ἀπελθὼν μετὰ τῶν ἀρχόντων τοῦ κουβουκλείου,
30προσκαλεῖται τὸν βασιλέα, καὶ ὑπ’ αὐτῶν δηριγευόμενος ὁ βασιλεὺς ἀπέρχεται, καὶ κοινωνεῖ ἐκ τῶν τοῦ πα‐
τριάρχου χειρῶν, εἶτα εἰσέρχεται ἔνδον τοῦ δεξιοῦ βήλου,70 in vol. 1

1

.

71

καὶ καθέζεται ἐκεῖσε ἐπὶ σελλίου, μέχρις ἂν κοινωνήσωσιν ἐκ τῶν τοῦ πατριάρχου χειρῶν πατρίκιοί τε καὶ στρα‐ τηγοὶ μετὰ τῶν λοιπῶν τῶν ἐξ ἔθους. Εἶθ’ οὕτως ἐξέρ‐ χεται ὁ βασιλεύς, καὶ προσκυνήσαντες ἀμφότεροι ἀλλήλους
5ὅ τε βασιλεὺς καὶ ὁ πατριάρχης, ὁ μὲν βασιλεὺς ἀπέρ‐ χεται ἐν ᾧ τόπῳ ἐκτελεῖ τὴν θείαν λειτουργίαν, ὡς προέφημεν, ὁ δὲ πατριάρχης κατέρχεται πληρῶσαι τὴν θείαν λειτουργίαν, καὶ διασώζουσιν αὐτὸν οἱ τοῦ κουβου‐ κλείου ἄρχοντες μέχρι τοῦ τόπου, ἐν ᾧ καὶ ἀπήντησαν
10αὐτόν, ἐν τῷ ἀνέρχεσθαι αὐτόν, κἀκεῖθεν διασώζουσιν αὐτὸν σιλεντιάριοι δύο μέχρι τοῦ ναοῦ. Καὶ τῆς θείας λειτουργίας τελεσθείσης, διέρχεται ὁ βασιλεὺς διὰ τῶν ἔμπροσθεν κατηχουμενείων καὶ διὰ τῶν ἔνδον ἀπέρχεται ἐν τῷ θεοφυλάκτῳ παλατίῳ, ἤγουν τῷ ὄντι ἐκεῖσε, καὶ
15εἰσέρχεται ἐν τῷ κοιτῶνι αὐτοῦ. Καὶ κατέρχονται δύο σιλεντιάριοι ἀπὸ κελεύσεως καὶ προσκαλοῦνται τὸν πατριάρχην, καὶ τούτου ἀνελθόντος καὶ πλησιάσαντος, δέχονται αὐτὸν ἄρχοντες τοῦ κουβουκλείου, καὶ ἐλθὼν καθέζεται μικρόν, καὶ εἰσελθὼν ὁ πραιπόσιτος δηλοῖ τῷ
20βασιλεῖ. Ὁ δὲ βασιλεὺς κελεύει τῷ πραιποσίτῳ προσκαλέ‐ σασθαι τὸν πατριάρχην, καὶ ἑνωθέντες ἀμφότεροι ὅ τε βασιλεὺς καὶ ὁ πατριάρχης ἐν τῷ τρικλίνῳ, ἐν ᾧ ἵσταται ἡ τράπεζα, προσκαλεῖται τοὺς ἱερεῖς, καὶ ποιοῦσι τὸν στίχον, καὶ εὐλογήσας τὴν τράπεζαν ὁ πατριάρχης,
25ἀπαλλάσσει τὸ ὠμοφόριον αὐτοῦ, καὶ λαβόντες αὐτὸ οἱ ἱερεῖς ἐξέρχονται, καὶ εἶθ’ οὕτως καθέζονται ἀμφότεροι ἐν τῇ τραπέζῃ ὅ τε βασιλεὺς καὶ ὁ πατριάρχης· οἱ δὲ τοῦ κουβουκλείου παρίστανται ἐν τῇ τραπέζῃ ἔνθεν κἀκεῖσε, ὡς εἴρηται. Καὶ πιόντων πρὸς ἅπαξ τοῦ βασιλέως καὶ τοῦ
30πατριάρχου, νεύει ὁ πραιπόσιτος ἀπὸ κελεύσεως, καὶ εἰσέρχονται οἱ τῆς ὑπουργίας, ὁ δὲ τῆς τραπέζης εἰσελ‐
θὼν ἵσταται ἐν τῇ κάτω πύλῃ ἔμπροσθεν τοῦ βήλου,71 in vol. 1

1

.

72

καὶ νεύει αὐτὸν ὁ πραιπόσιτος ἀπὸ κελεύσεως, καὶ νύσσει τὸ βῆλον μετὰ τῆς χειρός, καὶ αἴρουσι αὐτὸ ὕπερθεν ἐγγιστιάριοι, καὶ εἰσέρχονται οἱ φίλοι, καὶ τελεῖται ἅπασα ἡ τῆς τραπέζης ἀκολουθία. Καὶ ἀνίστανται ὑπερ‐
5ευξάμενοι τὸν βασιλέα, καὶ ἐξέρχονται, καὶ ὁ μὲν βασι‐ λεὺς μένει μετὰ μόνου τοῦ πατριάρχου, καὶ τοῦ κουβου‐ κλείου παρισταμένου, καὶ πιόντες πρὸς ἅπαξ ἀνίστανται, καὶ προσκληθέντες οἱ ἱερεῖς ἀπὸ κελεύσεως εἰσέρχονται, καὶ περιβαλλόμενος ὁ πατριάρχης τὸ ὠμοφόριον αὐτοῦ,
10ποιοῦσι τὸν στίχον, καὶ ἐπιδοὺς ὁ πατριάρχης τῷ βασιλεῖ εὐλογίας, ἐξέρχονται οἱ ἱερεῖς. Καὶ εἶθ’ οὕτως προσκυνήσαντες ἀλλήλους, καὶ ἀσπα‐ σάμενοι ὅ τε βασιλεὺς καὶ ὁ πατριάρχης, ἀπέρχεται μὲν ὁ πατριάρχης καὶ διασώζουσιν αὐτὸν οἱ τοῦ κουβουκλείου
15μέχρι τῶν κατηχουμένων, ὁ δὲ βασιλεὺς ἀναπαύεται μικρὸν ἐκεῖσε, καὶ καταλαβούσης τῆς ὥρας περιβάλλεται ὁ βασιλεὺς κολόβιν τριβλάτιν χρυσοσωληνοκέντητον, διὰ λίθων καὶ μαργάρων ἠμφιεσμένον, ὃ καὶ βότρυς καλεῖται, καὶ σπαθίον ὁμοίως χρυσοῦν διὰ λίθων καὶ μαργάρων
20ἠμφιεσμένον, καὶ εἶθ’ οὕτως ἐπιτίθησιν ὁ πραιπόσιτος τὴν τόγα, ἤγουν τὴν τιάραν, ἐπὶ τῆς τοῦ βασιλέως τιμίας κεφαλῆς. Καὶ ἐξέρχεται ὁ βασιλεὺς δηριγευόμενος ὑπὸ τῶν ἀρχόντων τοῦ κουβουκλείου, φορούντων αὐτῶν σαγία ἀλη‐ θινά, καὶ διέρχεται διὰ τῶν κατηχουμενίων τοῦ νάρθηκος,
25τὰ δὲ βῆλα τὰ ὄντα ἐκεῖσε κουβικουλάριοι βαστάζουσι, καὶ διέρχεται διὰ τοῦ ἀριστεροῦ κοχλιοῦ, δι’ οὗ καὶ ἀνῆλθεν, καὶ δέχονται αὐτὸν οἵ τε μάγιστροι καὶ πατρίκιοι ἔξωθεν τοῦ αὐτοῦ κοχλιοῦ εἰς τὸν λουτῆρα, ἔνθα καὶ τὸ πρωῒ ἀνερχομένου τοῦ βασιλέως ἔμειναν, ὑπερευχόμενοι τὸν
30βασιλέα. Καὶ ἐξελθὼν ὁ βασιλεύς, ἱππεύει ἐν τῇ πύλῃ, ἐν ᾗ εἴθισται αὐτῷ καθ’ ἑκάστην προέλευσιν τοῦτο
ποιεῖν. Ὁ δὲ ἵππος ἔστρωται σελλοχάλινον χρυσοῦν72 in vol. 1

1

.

73

διάλιθον, ἠμφιεσμένον ἀπὸ μαργάρων, ἐν δὲ τῇ οὐρᾷ τοῦ αὐτοῦ ἵππου καὶ τοῖς τέσσαρσι ποσὶν ἀποκρέμανται πέτασοι πράνδιοι. Ἱππεύουσιν δὲ εὐθὺς ἀπὸ τῶν ἐκεῖσε οἵ τε ἄρχοντες τοῦ κουβουκλείου, μάγιστροι, πατρίκιοι καὶ
5πᾶσα ἡ σύγκλητος ἐφ’ ἵππων ἐστολισμένων ὑπὸ κατα‐ φράκτων, ἅπαντες δὲ αὐτῶν ἀπὸ σαγίων ἀληθινῶν. Ἱππεύουσι δὲ ὡσαύτως καὶ οἱ σπαθαροκανδιδάτοι ἅμα τοῖς σπαθαρίοις, ἱππεύουσι δὲ ἐφ’ ἵππων ἐστολισμένων, ὡς προείρηται, περιβεβλημένοι σπαθία, κρατοῦντες σκου‐
10τάριά τε καὶ διστράλια, ἀλλ’ οἱ μὲν σπαθαροκανδιδάτοι φοροῦσι καὶ μανιάκια, διέρχονται δὲ ἀμφότεροι αὐτῶν ἐν τοῖς πλαγίοις τῶν πατρικίων ἔνθεν κἀκεῖσε. Οἱ δὲ σπα‐ θαροκουβικουλάριοι ἀπὸ καμισίου φοροῦντες τὰ σπαθία, κατέχουσιν ἐν ταῖς χερσὶ διστράλια καὶ διέρχονται καὶ
15αὐτοὶ ἔφιπποι πλησίον τῶν ἀρχόντων τοῦ κουβουκλείου ἔνθεν κἀκεῖσε. Ὁ δὲ τῆς καταστάσεως ἀπὸ σαγίου ἀληθινοῦ διέρχεται ἔμπροσθεν τοῦ βασιλέως πεζὸς μετὰ καὶ σιλεντιαρίων πεζῶν, ὁμοίως καὶ αὐτοὶ ἀπὸ σαγίων ἀληθινῶν, βαστάζοντες καὶ βεργία χρυσᾶ διάλιθα, ὁ δὲ
20πρωτοστράτωρ καὶ ὁ κόμης τοῦ στάβλου ἔνθεν κἀκεῖσε τοῦ βασιλέως, οἱ δὲ στράτορες πέριξ, ἀμφότεροι δὲ αὐτῶν πεζοί. Κανδιδάτοι δὲ καὶ σκρίβονες καὶ μανδά‐ τορες βασιλικοὶ δηριγεύουσιν ἔμπροσθεν τοῦ βασιλέως ἠλλαγμένοι πεζοὶ, κατὰ τὴν αὐτῶν τάξιν, οἱ δὲ κούρσορες
25καὶ δεκανοὶ δηριγεύουσιν ἔμπροσθεν τοῦ βασιλέως πεζοὶ, κατὰ τάξιν. Δηριγεύουσι δὲ καὶ στράτορες πεζοὶ μετὰ σκουταρίων, κατέχοντες ἐν ταῖς χερσὶ κλάδους δαφνῶν, καὶ οὗτοι μὲν δηριγεύουσιν ἔμπροσθεν, ὄπισθεν δὲ διέρ‐ χονται ἔφιπποι πρωτοσπαθάριοι εὐνοῦχοι, περιβεβλη‐
30μένοι σπέκια ἀληθινὰ χρυσόκλαβα καὶ σπαθία, κατέχουσι δὲ καὶ τὰ σπαθοβάκλια αὐτῶν, ἐπικείμενα τοῖς αὐτῶν
ὤμοις· οἱ δὲ ἵπποι αὐτῶν ἐστολισμένοι ἀπὸ καταφράκτων.73 in vol. 1

1

.

74

Πλησίον δὲ τῶν αὐτῶν πρωτοσπαθαρίων εὐνούχων ὁ λογοθέτης τοῦ δρόμου, περιβεβλημένος σαγίον ἀληθινόν, ἐφ’ ἵππου ἐστολισμένου, ἀπὸ δὲ αὐτῶν πρωτοσπαθάριοι βαρβάτοι, περιβεβλημένοι σπέκια, κατέχοντες σπαθοβάκλια
5ἐπικείμενα τοῖς ὤμοις αὐτῶν, ὁμοίως καὶ αὐτοὶ ἐφ’ ἵππων ἐστολισμένων· εἶθ’ οὕτως κουβικουλάριοι ἔφιπποι, ὁ δὲ δρουγγάριος τῆς βίγλης καὶ οἱ μαγλαβίται μετὰ τῶν λοιπῶν οἰκειακῶν τῶν μὴ πεζευόντων, τοποτηρητῶν τῶν ταγμάτων καὶ κομήτων, διέρχονται ἀπὸ διαστήματος, κρατοῦντες τῶν
10ὄπισθεν προέλευσιν κατὰ τὴν αὐτῶν τάξιν, ὄπισθεν δὲ αὐτῶν ὁ τοποτηρητὴς τοῦ Ἀριθμοῦ, κρατῶν τὰ πλήθη τῶν λαῶν πρὸς τὸ μὴ συγχυθῆναι αὐτοὺς ἐν τῇ προε‐ λεύσει. Δηριγευόμενος ὑπὸ τῶν προειρημένων πάντων, ὁ βασι‐
15λεὺς διέρχεται μέχρι τῶν μαρμαρίνων λεόντων, καὶ δέχεται αὐτὸν ὁ δημοκράτης τῶν Βενέτων, ἤγουν ὁ δομέ‐ στικος τῶν σχολῶν, μετὰ καὶ τοῦ περατικοῦ δήμου τῶν Βενέτων, αὐτὸς δὲ ὁ δημοκράτης κρατούμενος ὑπὸ τοῦ τῆς καταστάσεως ἀπέρχεται, καὶ προσκυνήσας τοὺς πόδας
20τοῦ βασιλέως ἀσπάζεται αὐτοὺς [καὶ ἐπιδίδωσιν αὐτῷ τὸ λιβελλάριον·] ὁ δὲ βασιλεὺς δεξάμενος αὐτὸν, ἐπιδίδωσιν αὐτὸν τῷ κόμητι τοῦ στάβλου, ὁ δὲ δημοκράτης στὰς πάλιν ἐν τῇ αὐτῇ στάσει, τοῦ μέρους ἀκτολογοῦντος, κατασφρα‐ γίζει τὸν βασιλέα. Τελέσαντος δὲ τὰ ἐξ ἔθους τοῦ μέρους,
25ἀποκινεῖ μὲν ὁ βασιλεύς, αὐτοὶ δὲ οἱ τοῦ μέρους προ‐ πορεύονται ἔμπροσθε τοῦ βασιλέως, λέγοντες δρομικά, εἰ δὲ κελεύει ὁ βασιλεύς, καὶ ἀπελατικά, ἀποσώζοντες τὸν βασιλέα μέχρι τοῦ ἁγίου Χριστοφόρου. Χρὴ δὲ εἰδέναι ὅτι οἱ δημοκράται τῶν δύο μερῶν τῶν
30περατικῶν καὶ οἱ δήμαρχοι τῆς πολιτικῆς, ἕκαστος αὐτῶν
κατὰ τὸ μέρος αὐτῶν, ἐν τῇ αʹ δοχῇ ἐπιδιδόασι λιβελλά‐74 in vol. 1

1

.

75

ριον, ἐν δὲ ταῖς λοιπαῖς δοχαῖς λιβελλάρια οὐκ ἐπιδιδόσαι· πρὸς ἅπαξ γὰρ τοῦτο καὶ μόνον. Ἡ δὲ πολιτικὴ τοῦ μέρους τῶν Βενέτων μετὰ καὶ τοῦ δημάρχου δέχονται τὸν βασιλέα ἐν τῷ Ἁγίῳ Χριστοφόρῳ,
5καὶ ἐπιδίδωσιν ὁ δήμαρχος τῷ βασιλεῖ λιβελλάριον. Τελέ‐ σαντες δὲ τὰ ἄκτα, ἀποκινεῖ ὁ βασιλεύς, τὸ δὲ μέρος διασώζει τὸν βασιλέα, λέγοντες ἔμπροσθεν δρομικά, εἰ κελεύει, καὶ ἀπελατικά· τοῦτο δὲ τελεῖ ἓν ἕκαστον μέρος ἐν τῇ αὐτοῦ δοχῇ διασώζοντες τὸν βασιλέα. Δέχονται
10ἐκεῖσε τῶν περατικῶν μερῶν Πρασίνων ὁ λαὸς τὸν βασιλέα ἐν τοῖς τοῦ Ὀλυβρίου, καὶ ἐπιδίδωσιν ὁ δημοκράτης τῷ βασιλεῖ λιβελλάριον, καὶ διασώζουσι τὸν βασιλέα μέχρι τοῦ Φιλαδελφίου τῶν περατικῶν μερῶν Βενέτων. Καὶ δέχεται ὁ περατικὸς δῆμος τῶν Βενέτων τὸν βασιλέα ἐν
15τῷ Φιλαδελφίῳ, διασώζουσι δὲ ἕως τῶν Πρασίνων τῆς πολιτικῆς τοῦ Μοδίου, καὶ δέχονται τὸν βασιλέα ἐν τῷ Μοδίῳ, καὶ ἐπιδίδωσιν ὁ δήμαρχος λιβελλάριον τῷ βασιλεῖ, καὶ τελέσαντες ἅπαντα, ὡς προείρηται, διασώ‐ ζουσιν τὸν βασιλέα μέχρι τοῦ Ταύρου τῆς πολιτικῆς τοῦ
20μέρους τῶν Βενέτων. Καὶ δέχονται τὸν βασιλέα ἐν τῷ Ταύρῳ καὶ διασώζουσιν ἕως τῶν Ἀρτοπωλίων τῆς πολι‐ τικῆς τοῦ μέρους τῶν Πρασίνων, καὶ δέχονται τὸν βασιλέα ἐν τῷ Φόρῳ τῶν περατικῶν Πρασίνων, δέχονται τὸν βασιλέα ἐν τῷ πλακωτῷ τοῦ Μιλίου τῆς πολιτικῆς
25〈τοῦ〉 μέρους τῶν Πρασίνων, δέχονται τὸν βασιλέα ἐν τῷ Ζευξίππῳ τῶν περατικῶν μερῶν Βενέτων, δέχονται τὸν βασιλέα ἐν τῇ Χαλκῇ. Καὶ εὐθέως πεζεύουσιν ἅπαντες, καὶ μένει ἔφιππος μόνος ὁ βασιλεύς· κἀκεῖθεν δηριγευό‐ μενος ὑπὸ πάντων, ὡς προείρηται, διέρχεται διὰ τῶν κορ‐
30τίνων μέχρι τῆς ἔνδον μεγάλης πύλης τῶν Ἐκσκουβίτων, ἐν ᾗ γίνεται ἡ τῶν σκριβόνων προβολή, καὶ πεζεύει ἐκεῖσε
καὶ διέρχεται διὰ τῶν Ἐκσκουβίτων ἔμπροσθεν τῶν τριῶν75 in vol. 1

1

.

76

πυλῶν τοῦ Κονσιστωρίου, μένουσι δὲ ἐκεῖ οἱ τῆς συγκλήτου ὑπερευχόμενοι τὸν βασιλέα, καὶ εἰσέρχεται ὁ βασιλεὺς τὴν μέσην πύλην τὴν εἰσάγουσαν πρὸς τὴν ἐκκλησίαν τοῦ Κυρίου, μένουσι δὲ ἐκεῖσε οἱ πατρίκιοι καὶ οἱ στρατηγοὶ
5ὑπερευχόμενοι καὶ αὐτοὶ τὸν βασιλέα. Καὶ εἰσελθόντος τοῦ βασιλέως εἰς τὴν χαλκῆν πύλην τοῦ Κυρίου, κλείουσιν εὐθέως τὰς θύρας οἱ τοῦ κουβουκλείου καὶ ὑπερεύχονται τὸν βασιλέα, καὶ λαβόντος τοῦ πραιποσίτου τὴν τόγα ἀπὸ τῆς κεφαλῆς τοῦ βασιλέως, εἰσέρχεται ὁ βασιλεὺς καὶ
10ἵσταται ἔμπροσθεν τῶν ἁγίων θυρῶν, καὶ ἅψας κηρούς, εὔχεται ἐκεῖσε, καὶ εὐξάμενος διέρχεται διὰ τῶν διαβα‐ τικῶν τοῦ Κυρίου καὶ εἰσέρχεται ἐν τῷ ἡμικυκλίῳ τοῦ Τρικόγχου, καὶ διελθὼν διὰ τῶν διαβατικῶν τῶν Ἁγίων Τεσσαράκοντα, εἰσέρχεται ἐν τῷ Χρυσοτρικλίνῳ, καὶ
15στάντες οἱ τοῦ κουβουκλείου πάντες ἐν τῷ αὐτῷ τρικλίνῳ ὑπερεύχονται τὸν βασιλέα· «Εἰς πολλοὺς καὶ ἀγαθοὺς χρόνους·» καὶ ἐξέρχονται. Ἰστέον δὲ ὅτι εἰ μὲν τύχῃ τῇ αὐτῇ προελεύσει, ἤγουν τῇ δευτέρᾳ τῆς διακαινησίμου, ἡ ἑορτὴ τοῦ Εὐαγγελισμοῦ,
20τελεῖται οὕτως· Ἐξέρχεται ὁ βασιλεὺς ἠλλαγμένος τὴν τοῦ Εὐαγγελισμοῦ στολήν, καὶ ἀνέρχεται ἐν τῷ Φόρῳ, τῇ τάξει καὶ προελεύσει τῆς τοῦ Εὐαγγελισμοῦ ἑορτῆς, καὶ ἀνελθὼν ἐν τῷ Φόρῳ καὶ τελέσας ἅπαντα κατὰ συνή‐ θειαν, ἃ εἴωθεν ἐν τῇ τοῦ Εὐαγγελισμοῦ ἑορτῇ τελεῖν,
25διέρχεται τὴν Μέσην λιτανεύων, ἀρξαμένου τοῦ τῆς καταστάσεως τὸ τῆς ἑορτῆς τροπάριον· «Σήμερον τῆς σωτηρίας ἡμῶν τὸ κεφάλαιον,» καὶ ἀπέρχεται μέχρι τῆς παναγίας Θεοτόκου τῶν Διακονίσσης. Καταλαβὼν δὲ ἐκεῖσε, εἰσέρχεται ἐν τῷ ναῷ καὶ τελεῖ τὸ προκείμενον,
30τὸν Ἀπόστολον καὶ τὸ ἄχραντον Εὐαγγέλιον, καὶ μετὰ τὴν ἐκτενῆ, ἀπαλλάσσει ὁ βασιλεὺς τὴν στολήν, ἣν φορεῖ, τοῦ Εὐαγγελισμοῦ, καὶ περιβάλλεται τὴν τῆς αὐτῆς ἡμέρας στολήν, ἤγουν δευτέρας τῆς διακαινησίμου, ὡς
ἀνωτέρω εἴρηται. Καὶ ἀρξαμένων ἐν τῷ ἄμβωνι τῶν76 in vol. 1

1

.

77

ψαλτῶν· «Χριστὸς ἀνέστη,» ἐξέρχεται ὁ βασιλεὺς ἀπὸ τῶν ἐκεῖσε, καὶ ἀπέρχεται λιτανεύων, ἀρχομένου τοῦ τῆς καταστάσεως τὸ τροπάριον, ἐν τῷ ναῷ τῶν Ἁγίων Ἀπο‐ στόλων, καὶ ἐκτελοῦνται τὰ τῆς προελεύσεως δευτέρας
5τῆς διακαινησίμου, ὡς ἀνωτέρω εἴρηται. Ἰστέον δὲ καὶ τοῦτο, ὅτι ἐπὶ Λέοντος, τοῦ τῆς θείας λήξεως, ἐγένετο ἡ τάξις αὕτη· Ἱππεύει ὁ βασιλεὺς ἀπὸ σκαραμαγγίου χρυσοϋφάντου ἐστεμμένος, καὶ οὕτως ἀπέρχεται εἰς τοὺς Ἁγίους Ἀποστόλους, καὶ πάλιν
10ὑποστρέφων ἔφιππος περιβάλλεται κολώβιον, τὸν λεγόμενον βότρυν, καὶ στέφεται τὸ ἄσπρον στέμμα καὶ οὕτως ὑπο‐
στρέφει· καὶ τελεῖται οὕτως ἕως τῆς σήμερον ἡμέρας.77 in vol. 1

1

.

78

(1t)

Κʹ (ΙΑʹ)
2tὍσα δεῖ παραφυλάττειν τῇ γʹ διακαινησίμου
3tεἰς τὸν Ἅγιον Σέργιον.
4Προέρχονται ἅπαντες οἱ ἄρχοντες, ἠλλαγμένοι ἀπὸ
5λευκῶν χλανιδίων, ἕκαστος κατὰ τὴν αὐτοῦ τάξιν καὶ τὴν αὐτοῦ στολήν, καὶ εἰσέρχεται ἡ προέλευσις ἐν τῷ Ἰουστι‐ νιανοῦ τρικλίνῳ. Περὶ δὲ ὥραν τρίτην γίνεται ἀπὸ κελεύ‐ σεως μεταστάσιμον, καὶ περιβαλλόμενος ὁ βασιλεὺς διβητίσιον λευκὸν καὶ τζιτζάκιον, δηριγευόμενος ὑπὸ τῶν
10ἀρχόντων τοῦ κουβουκλείου, διέρχεται διὰ τοῦ Χρυσο‐ τρικλίνου καὶ τοῦ Τριπέτωνος καὶ ἵσταται ἐν τῇ ἐξαγούσῃ πύλῃ τοῦ Τριπέτωνος πρὸς τὸν Λαυσιακόν, οἱ δὲ πατρίκιοι καὶ στρατηγοὶ ἵστανται εἰς τὴν αὐτὴν πύλην μέχρι τῆς ἐξαγούσης πύλης εἰς τὸν Ἰουστινιανὸν ἔνθεν κἀκεῖσε.
15Προσκυνησάντων δὲ πάντων τῷ βασιλεῖ, νεύει ὁ πραιπό‐ σιτος ἀπὸ κελεύσεως τῷ τῆς καταστάσεως καὶ λέγει· «Κελεύσατε,» αὐτοὶ δὲ ὑπερεύχονται τὸν βασιλέα· «Εἰς πολλοὺς καὶ ἀγαθοὺς χρόνους.» Καὶ δηριγευόμενος ὑπὸ πάντων αὐτῶν ἐξέρχεται ἐν τῷ
20τρικλίνῳ τοῦ Ἰουστινιανοῦ καὶ ἵσταται ἐν τῷ πρώτῳ ὀμφαλίῳ τοῦ αὐτοῦ τρικλίνου. Ἑνωθέντες δὲ οἱ πατρίκιοι καὶ στρατηγοὶ ἐκεῖσε καὶ ἡ λοιπὴ σύγκλητος καὶ πεσόντες,
νεύοντος τοῦ πραιποσίτου ἀπὸ κελεύσεως σιλεντιαρίῳ τῷ78 in vol. 1

1

.

79

ἑστῶτι ἐν μέσῳ τῆς δοχῆς, κἀκεῖνος λέγει· «Κελεύσατε». Αὐτοὶ δὲ ὑπερεύχονται τῷ βασιλεῖ· «Εἰς πολλοὺς καὶ ἀγαθοὺς χρόνους». Οἱ δὲ σπαθαροκανδιδάτοι καὶ οἱ σπα‐ θάριοι ἵστανται ὄπισθεν τῶν πατρικίων, καὶ ἄρχοντες τοῦ
5κουβουκλείου ἔνθεν κἀκεῖθεν ὡς εἴθισται αὐτοῖς ἐν ἑκάστῃ προελεύσει τοῦτο τελεῖν. Δηριγευόμενος δὲ ὑπ’ αὐτῶν ὁ βασιλεὺς διέρχεται ἐπὶ τὰ Σκῦλα, ἐν δὲ τῷ Ἱπποδρομίῳ ἵστανται κανδιδάτοι, σκρίβονες καὶ βασιλικοὶ μανδάτορες ὡς μέλλοντες δηριγεύειν τὸν βασιλέα ἡνίκα ἐξέλθῃ ἐν τῷ
10Ἱπποδρόμῳ. Καὶ ἐξελθὼν ὁ βασιλεὺς ἐν τῷ Ἱπποδρόμῳ, δηριγευόμενος ὑπ’ αὐτῶν πάντων καὶ τῶν προειρημένων, διέρχεται διὰ τοῦ Ἱπποδρόμου, τὰ δὲ πλήθη τῶν ὄχλων ἵστανται ἐν τῷ Ἱπποδρόμῳ ὑπερευχόμενοι τὸν βασιλέα. Καὶ διελθὼν ὁ βασιλεὺς δηριγευόμενος ὑπὸ πάντων διὰ τῶν
15παλαιῶν ἀσηκρητειῶν, ἀπέρχεται ἐν τῷ ναῷ τοῦ Ἁγίου Σεργίου. Μέλλοντος δὲ τοῦ βασιλέως εἰσέρχεσθαι ἐν τοῖς κατηχουμενίοις, μένουσιν ἔξω τῆς πύλης πατρίκιοι καὶ στρατηγοί, ὁ δὲ ἡγούμενος τοῦ αὐτοῦ ναοῦ δέχεται ἐκεῖσε τὸν βασιλέα ἀπὸ τῆς πύλης, βαστάζων θυμιατὸν καὶ θυμιῶν
20ἔμπροσθεν τοῦ βασιλέως. Ὁ δὲ βασιλεύς, εἰσελθὼν ἐν τοῖς κατηχουμενίοις, ἅπτει κηροὺς ἀπέναντι τοῦ θυσιαστηρίου ὕπερθεν τῶν βασιλικῶν πυλῶν καὶ εὔχεται ἐκεῖσε· εὐξά‐ μενος δὲ ἐν τῷ ὄντι τῶν κατηχουμενίων εὐκτηρίῳ τῆς ὑπεραγίας Θεοτόκου, ἅψας δὲ κἀκεῖσε κηροὺς καὶ εὐξά‐
25μενος ἐξέρχεται, καὶ ἵσταται ἐν τῷ παρακυμπτικῷ τοῦ θυσιαστηρίου, ἐν ᾧ εἴθισται αὐτῷ καθ’ ἑκάστην προέ‐ λευσιν ἵστασθαι καὶ ἐκτελεῖν τὴν θείαν λειτουργίαν, ἅπτει δὲ κἀκεῖσε κηρούς. Τῷ δὲ καιρῷ τῆς θείας κοινωνίας ἀνέρχεται ὁ ἱερεὺς
30μετὰ καὶ λοιπῶν ἱερέων, προσφέρων τὸ τίμιον δῶρον, καὶ79 in vol. 1

1

.

80

εἰσελθόντος τοῦ ἱερέως μετὰ τοῦ τιμίου δώρου, κοινωνεῖ ὁ βασιλεὺς ἐν τῷ εὐκτηρίῳ καὶ ἐξελθὼν εἰσέρχεται ἐν τῷ μητατωρίῳ. Κοινωνήσαντες δὲ καὶ οἱ τοῦ κουβουκλείου ἅπαντες, ἀπέρχονται οἱ ἱερεῖς καὶ προτιθέασι τὸ τίμιον
5δῶρον ἐν τῷ ἀντιμισίῳ τῷ ὄντι ἀπέναντι τοῦ θυσια‐ στηρίου ὕπερθεν τῶν βασιλικῶν πυλῶν, καὶ προσκληθέντες οἱ πατρίκιοι, στρατηγοί τε καὶ ἡ σύγκλητος παρὰ τοῦ τῆς καταστάσεως κοινωνοῦσι, καὶ εἶθ’ οὕτως κατέρχονται οἱ ἱερεῖς πρὸς τὸ ἐκτελέσαι τὴν θείαν λειτουργίαν. Καὶ τῆς
10θείας λειτουργίας τελεσθείσης, διέρχεται ὁ βασιλεὺς διὰ τῶν κατηχουμενίων, καὶ κατελθὼν ἐν τῷ τρικλίνῳ, καθέ‐ ζεται ἐπὶ τῆς αὐτοῦ τιμίας τραπέζης μετὰ καὶ φίλων, ὧν ἂν κελεύῃ καλέσαι. Κραματίσας δὲ καὶ ἀναστάς, περιβάλ‐ λεται τὸ τζιτζάκιν, καὶ δηριγευόμενος ὑπὸ τῶν ἀρχόν‐
15των τοῦ κουβουκλείου, μαγλαβιτῶν τε καὶ λοιπῶν οἰκειακῶν, διέρχεται διὰ τῶν κατηχουμενίων. Ὁ δὲ ἡγού‐ μενος θυμιᾷ ἔμπροσθεν τοῦ βασιλέως μέχρι τῆς ἐξαγούσης πύλης τῶν κατηχουμένων. Ἐξελθόντος δὲ τοῦ βασιλέως τὴν αὐτὴν πύλην, δέχονται αὐτὸν πατρίκιοι καὶ στρατηγοὶ
20ἐν τῇ αὐτῇ πύλῃ, ἐν ᾗ καὶ ἔμειναν ἐν τῇ εἰσόδῳ τοῦ βασιλέως, καὶ δηριγευόμενος ὁ βασιλεὺς ὑπὸ τῶν προει‐ ρημένων κατὰ τὴν αὐτὴν τάξιν, διέρχεται διὰ τῶν παλαιῶν ἀσηκρητειῶν καὶ τοῦ Ἱπποδρόμου, οἱ δὲ πατρίκιοι μένουσιν εἰς τὰ Σκῦλα, ὑπερευχόμενοι τὸν βασιλέα. Καὶ ἀπὸ τῶν
25ἐκεῖσε δηριγευόμενος ὁ βασιλεὺς ὑπὸ τῶν ἀρχόντων τοῦ κουβουκλείου καὶ τοῦ τῆς καταστάσεως, μετὰ τῶν σιλεν‐ τιαρίων διέρχεται διὰ τοῦ Ἰουστινιανοῦ τρικλίνου. Ὁ δὲ τῆς καταστάσεως μένει μετὰ τῶν σιλεντιαρίων ἐν τῇ πύλῃ τοῦ Λαυσιακοῦ, ὑπερευχόμενοι καὶ αὐτοὶ τὸν βασιλέα. Κακεῖ‐
30θεν δηριγευόμενος ὑπὸ τῶν ἀρχόντων τοῦ κουβουκλείου. εἰσέρχεται διὰ τοῦ Τριπέτωνος ἐν τῷ Χρυσοτρικλίνῳ, καὶ
ἀπαλλάξας τὸ τζιτζάκιν, καθέζεται ἐπὶ τῆς αὐτοῦ80 in vol. 1

1

.

81

τιμίας καὶ χρυσῆς τραπέζης μετὰ καὶ φίλων, οὓς ἐκέλευσε τῇ αὐτῇ ἡμέρᾳ καλέσαι. Χρὴ δὲ εἰδέναι καὶ τοῦτο, ὅτι ταύτῃ τῇ ἡμέρᾳ ἀπέρ‐ χεται ὁ πατριάρχης ἐν Βλαχέρναις μετὰ λιτῆς, καὶ ἐν
5τούτῳ οὐχ εὑρίσκεται εἰς τὴν προέλευσιν ταύτην.81 in vol. 1

1

.

82

(1t)

ΚΑʹ (ΙΒʹ)
2tὍσα δεῖ παραφυλάττειν τῇ δʹ τῆς
3tδιακαινησίμου, καὶ ὅσα ἐν αὐτῇ τελεῖται.
4Προέρχονται πάντες, ἠλλαγμένοι ἀπὸ λευκῶν χλανιδίων,
5ὡς ἀνωτέρω προείρηται, καὶ εἰσέρχεται ἡ προέλευσις ἐν τῷ Ἰουστινιανῷ. Ὁ δὲ βασιλεὺς περιβάλλεται διβητήσιον καὶ τζιτζάκιν καὶ ἵσταται ἐν τῷ Χρυσοτρικλίνῳ ἐν τῇ ἐξαγούσῃ καμάρᾳ ἐν τῷ Τριπέτωνι· τὸ δὲ τῶν ἀργυρῶν πυλῶν βῆλον αἴρεται ὑπὸ σιλεντιαρίου, καὶ ἐξελθὼν ἀπὸ
10κελεύσεως ὀστιάριος, εἰσάγει τὸν ὀρφανοτρόφον ἠλλαγμέ‐ νον, καὶ σὺν αὐτῷ εἰσέρχονται φωτίσματα ἓξ καὶ ἐκ τῶν ὀρφανῶν ὀρφανὰ ἓξ 〈ἕκαστον〉 παρακρατῶν φώτισμα, καὶ ἐκμάσσουσι τὰ τούτων μέτωπα ὅ τε πρεσβύτερος καὶ ὀρφανοτρόφος, καὶ ἀσπάζεται ὁ βασιλεὺς τὸ αὐτὸ
15φώτισμα ἐν τῷ μετώπῳ. Τελεσθέντων δὲ τούτων καὶ ἐν τοῖς λοιποῖς πέντε φωτίσμασι καὶ ἀσπασαμένου αὐτὰ τοῦ βασιλέως, εὐθέως φωνοβολοῦσι τὰ ὄρφανα, ὡς εἴθισται αὐτοῖς, καὶ εἰληφότα ἀποκόμβια παρὰ τοῦ βασιλέως ἐξέρ‐ χονται, καὶ στοιχηθέντος τοῦ κλητωρίου, γίνονται μίνσαι,
20καὶ καθέζεται ὁ βασιλεὺς ἐν τῇ τιμίᾳ χρυσῇ τραπέζῃ μετὰ
καὶ ἀρχόντων, οὓς ἂν κελεύσῃ καλέσαι τῇ αὐτῇ ἡμέρᾳ.82 in vol. 1

1

.

83

(1t)

ΚΒʹ (ΙΓʹ)
2tΠερὶ τῆς τοῦ πατριάρχου προσκλήσεως.
3Χρὴ τὸν πραιπόσιτον τῇ ἡμέρᾳ τῆς τετράδος, ὥρᾳ πρώτῃ, εἰσελθεῖν πρὸς τὸν βασιλέα καὶ ὑπομνῆσαι, εἰ ἄρα
5κελεύσει προσκληθῆναι τὸν πατριάρχην, ὅπως ἔλθῃ τῇ ἐπαύριον ὁ πατριάρχης μετὰ πάντων τῶν εἰωθότων αὐτῷ ἱερέων πρὸς τὸ δοῦναι ἀγάπην τῷ βασιλεῖ καὶ ἀριστῆσαι ἐν τῇ τιμίᾳ χρυσῇ τραπέζῃ μετὰ τοῦ βασιλέως κατὰ τὴν ἐξ ἀρχῆς καὶ ἄνωθεν παραδεδομένην ἀκρίβειαν. Τοῦτο δὲ
10τελεῖται ἐν οἵᾳ δ’ ἂν ἡμέρᾳ κελεύσῃ ὁ βασιλεὺς ἀριστῆσαι μετ’ αὐτοῦ τὸν πατριάρχην. Πρὸ γὰρ μιᾶς ἡμέρας γίνεται ἡ πρόσκλησις ἀπὸ κελεύσεως, καὶ ἀποστέλλει ὁ πραιπό‐ σιτος κουβικουλάριον καὶ σιλεντιάριον, καὶ προσκαλοῦνται
τὸν πατριάρχην μετὰ τῶν σὺν αὐτῷ προειρημένων.83 in vol. 1

1

.

84

(1t)

ΚΓʹ (ΙΔʹ)
2tὍσα δεῖ παραφυλάττειν τῇ εʹ τῆς
3tδιακαινησίμου, τοῦ ἀσπασμοῦ τελουμένου
4tἐπὶ τοῦ Χρυσοτρικλίνου.
5Προέρχονται πάντες, ἠλλαγμένοι ἀπὸ λευκῶν χλανι‐ δίων, ἕκαστος κατὰ τὴν αὐτοῦ τάξιν, ὡς ἀνωτέρω εἴρηται, καὶ εἰσέρχεται ἡ προέλευσις ἐν τῷ Ἰουστινιανῷ τρικλίνῳ. Ἀποστέλλεται δὲ ἀπὸ κελεύσεως διὰ τοῦ πραιποσίτου κουβικουλάριος καὶ σιλεντιάριος, καὶ προσκαλοῦνται τὸν
10πατριάρχην· καταλαβόντος δὲ τοῦ πατριάρχου, εἰσέρχεται διὰ τῆς Ἀψίδος, καὶ διελθὼν διὰ τῶν διαβατικῶν τοῦ Τρικόγχου, εἰσέρχεται διὰ τοῦ μονοθύρου τοῦ Εἰδικοῦ καὶ κατέρχεται τὰ βαθμίδια, καὶ μέλλοντος αὐτοῦ κατέρχεσθαι τὰ σκαλία τοῦ Λαυσιακοῦ, δέχονται αὐτὸν οἱ τοῦ κουβου‐
15κλείου ἅπαντες, καὶ διελθόντες μέσον διὰ τοῦ Λαυσιακοῦ, εἰσάγουσιν αὐτὸν οἱ τοῦ κουβουκλείου ἐν τῷ Τριπέτωνι, καὶ ἵσταται ἔμπροσθεν τοῦ ὡρολογίου. Ἵσταται δὲ σκάμ‐ νον ἐκεῖ, καὶ ἥπλωται ἐπ’ αὐτὸ σκαμνάλιον, καὶ εἰσελθὼν καθέζεται ἐπ’ αὐτοῦ. Ὁ δὲ πραιπόσιτος εἰσελθὼν δηλοῖ
20τῷ βασιλεῖ, καὶ εὐθέως ὁ βασιλεὺς φορῶν τὸ διβητήσιον αὐτοῦ, περιβάλλεται τζιτζάκιν, καὶ λαβὼν νεῦμα ὁ πραι‐ πόσιτος παρὰ τοῦ βασιλέως, ἐξέρχεται καὶ προσκαλεῖται
τὸν πατριάρχην, ὁ δὲ πατριάρχης ἐπακουμβίζων τῇ τοῦ84 in vol. 1

1

.

85

πραιποσίτου χειρί, εἰσέρχονται ἐν τῷ Χρυσοτρικλίνῳ, καὶ δέχεται αὐτὸν ὁ βασιλεὺς ἐν τῷ μέσῳ τοῦ αὐτοῦ τρικλίνου, καὶ προσκυνήσαντες ἀμφότεροι ἀλλήλους καὶ ἀσπασά‐ μενοι, ὅ τε βασιλεὺς καὶ ὁ πατριάρχης καθέζονται ὁμοῦ ἐν
5τῷ αὐτῷ τρικλίνῳ. Καταλαβούσης δὲ τῆς ὥρας πρὸς τὸ δοῦναι τὴν ἀγάπην, εἰσέρχονται οἱ τοῦ κουβουκλείου ἀπὸ κελεύσεως. Καὶ οἱ μὲν ἄρχοντες τοῦ κουβουκλείου ἵστανται ἔνθεν κἀκεῖσε τῆς χρυσῆς τραπέζης πλησίον τῶν χρυσῶν σκευῶν, οἱ δὲ σπαθαροκουβικουλάριοι καὶ κουβικουλάριοι
10ἵστανται ὄπισθεν τῶν ἑστώτων ἐν τῷ Χρυσοτρικλίνῳ σκευῶν ἔνθεν κἀκεῖσε, διὰ τὸ χωρηθῆναι τοὺς μέλλοντας εἰσιέναι ἐν τῇ ἀγάπῃ ἱερεῖς. Καὶ ὁ μὲν βασιλεὺς καθέζεται ἐπὶ σελλίου χρυσοῦ ἔμπροσθεν τοῦ πενταπυργίου, ὁ δὲ πατριάρχης ὁμοίως καὶ αὐτὸς καθέζεται ἐπὶ σελλίου ἐξ
15ἀριστερᾶς τοῦ βασιλέως, οὐ μέντοι ἐπίσης· οἱ δὲ εὐνοῦχοι πρωτοσπαθάριοι ἵστανται ὄπισθεν τοῦ βασιλέως κατὰ τὴν τάξιν αὐτῶν. Λαβὼν δὲ νεῦμα ὁ πραιπόσιτος παρὰ τοῦ βασιλέως, νεύει τῷ ὀστιαρίῳ, κἀκεῖνος ἐξέρχεται κατ‐ έχων ἐν τῇ χειρὶ αὐτοῦ βεργίον χρυσοῦν διάλιθον, καὶ ἑτοι‐
20μάσας βῆλον αʹ· μητροπολίτας, εἰσέρχεται καὶ ἵσταται ἐν τῷ οὐδῷ τῶν ἀργυρῶν πυλῶν τοῦ Χρυσοτρικλίνου. Καὶ λαβὼν αὖθις νεῦμα ὁ πραιπόσιτος παρὰ τοῦ βασιλέως, νεύει τῷ ὀστιαρίῳ, κἀκεῖνος νύσσει τὸ βῆλον μετὰ τῆς χειρός, καὶ αἴρουσιν αὐτὸ ὕπερθεν σιλεντιάριοι.
25Καὶ εἰσέρχεται διὰ τοῦ ἀριστεροῦ μέρους τοῦ Χρυσοτρι‐ κλίνου βῆλον αʹ· μητροπολῖται καὶ ἐπίσκοποι, καὶ στάντος τοῦ ὀστιαρίου ὑπὸ τὸ εἰρημένον βῆλον, πίπτουσιν οἱ αὐτοί, καὶ ἀναστάντες διέρχονται μέχρι τῆς μέσης τοῦ τρι‐ κλίνου. Ὁ δὲ ὀστιάριος προπορεύεται αὐτῶν, καὶ ἑστὼς
30ἀπέναντι τοῦ πολυελαίου τοῦ κρεμαμένου ἐν τῷ μέσῳ τῆς χρυσῆς τραπέζης, πιπτόντων τὸ δεύτερον ἐκεῖσε καὶ ἀναστάντων, ἀπέρχονται καὶ ἵστανται ἐπὶ τῆς χρυσῆς τραπέζης, καὶ στάντος τοῦ πρώτου αὐτῶν ἔμπροσθε τῆς
χρυσῆς τραπέζης, πίπτουσι πάντες. Λαβόντες δὲ ὅ τε τῆς85 in vol. 1

1

.

86

καταστάσεως καὶ ὁ ῥεφερενδάριος τὸν πρῶτον αὐτῶν, ἀποφέρουσιν αὐτὸν πρὸς τὸν βασιλέα, καὶ προσκυνήσας τὰ γόνατα καὶ τὰς χεῖρας τοῦ βασιλέως, ἀσπάζεται αὐτόν, καὶ διελθὼν διὰ τοῦ δεξιοῦ μέρους ἵσταται ἀπὸ τῶν
5ἀρχόντων τοῦ κουβουκλείου. Ἀσπασάμενοι δὲ καὶ οἱ εἰσελθόντες μετὰ ταῦτα ἅπαντες τῇ τάξει ταύτῃ ἀπέρχονται καὶ ἵστανται ἀπ’ αὐτοῦ ἐπ’ εὐθείας ἅπαντες ἐν τῷ δεξιῷ μέρει, ὡς προείρηται. Καὶ αὖθις ἐξελθὼν ὁ ὀστιάριος ἀπὸ κελεύσεως, εἰσάγει διὰ τοῦ δεξιοῦ μέρους
10βῆλον βʹ· τὸν κλῆρον τῆς Μεγάλης Ἐκκλησίας· προσκυνή‐ σαντες δὲ καὶ αὐτοὶ ὁμοίως τῇ προειρημένῃ τάξει καὶ ἀσπασάμενοι τὸν βασιλέα, ἀπέρχονται καὶ ἵστανται ἐν τῷ ἀριστερῷ μέρει τοῦ αὐτοῦ τρικλίνου, καὶ αὐτοὶ ἀπὸ τῶν ἀρχόντων τοῦ κουβουκλείου. Καὶ ἐξελθὼν πάλιν ὁ ὀστιά‐
15ριος ἀπὸ κελεύσεως διὰ νεύματος τοῦ πραιποσίτου, εἰσάγει διὰ τοῦ ἀριστεροῦ μέρους βῆλον γʹ· ἡγουμένους· εἰσελ‐ θόντες δὲ καὶ αὐτοὶ καὶ προσκυνήσαντες ἐκ γʹ, ἀσπάζονται τὸν βασιλέα ὃν τρόπον καὶ οἱ πρὸ αὐτῶν, καὶ διελθόντες διὰ τοῦ δεξιοῦ μέρους, ἵστανται ἀπὸ τῶν μητροπολιτῶν
20καὶ ἐπισκόπων. Καὶ εἶθ’ οὕτως λαβὼν ὁ τῆς καταστάσεως τὸν ῥεφερεν‐ δάριον, ῥίπτει αὐτὸν πρὸς τοὺς πόδας τοῦ βασιλέως· ἀσπασάμενος δὲ τούς τε πόδας καὶ τὰ γόνατα αὐτοῦ, ἀναστὰς ἀσπάζεται τὸν βασιλέα, καὶ ἀπελθών, ἐν τῷ
25ἀριστερῷ μέρει ἵσταται μετὰ τοῦ κλήρου τῆς ἐκκλησίας ἐν τῷ αὐτοῦ βαθμῷ, καὶ εὐθέως ὁ τῆς καταστάσεως ἐξέρ‐ χεται· νεύων δὲ ὁ βασιλεὺς τῷ πραιποσίτῳ, λέγει· «Κελεύ‐ σατε.» Καὶ ἀπελθόντες πάντες οἱ εἰσελθόντες διὰ τῶν τριῶν βήλων, ἵστανται ὁμαδὸν ἐν τῷ κατωτέρῳ μέρει τῆς
30χρυσῆς τραπέζης. Ὁ δὲ βασιλεὺς καὶ ὁ πατριάρχης ἀναστάντες, ἵστανται ἐν τῷ ἀνωτέρῳ μέρει τῆς αὐτῆς
χρυσῆς τραπέζης, βλέποντες πρὸς ἀνατολάς, καὶ ποιεῖ ὁ86 in vol. 1

1

.

87

πατριάρχης εὐχὴν συναπτήν, καὶ τελεσθείσης τῆς εὐχῆς, λέγει ὁ πραιπόσιτος· «Κελεύσατε.» Καὶ ἐξέρχονται ἅπαν‐ τες οἱ ἱερεῖς τε καὶ ἡγούμενοι, καὶ ὑπερεύχονται τὸν βασιλέα. Ὁ δὲ βασιλεὺς μετὰ τοῦ πατριάρχου εἰσέρχονται
5εἰς τὸν ναὸν τῆς ὑπεραγίας Θεοτόκου τοῦ Φάρου, κἀκεῖσε τελοῦσι τὴν θείαν λειτουργίαν, καὶ στοιχηθέντος τοῦ κλητωρίου, γίνονται μίνσαι, καὶ οἱ μὲν κληθέντες ἱερεῖς τε καὶ ἡγούμενοι μένουσιν ἐν τῷ παλατίῳ, οἱ δὲ λοιποὶ εἰληφότες χρήματα ἀναχωροῦσι καὶ αὐτοὶ ὑπερευχόμενοι
10τὸν βασιλέα. Τελεσθείσης δὲ τῆς θείας λειτουργίας, ἐξέρ‐ χεται ὁ βασιλεὺς ἀπὸ τῆς ἐκκλησίας μετὰ τοῦ πατριάρχου καὶ εἰσέρχεται ἐν τῷ Χρυσοτρικλίνῳ· εἰσέρχονται δὲ καὶ οἱ κατὰ συνήθειαν ἱερεῖς ἀπὸ κελεύσεως καὶ ποιοῦσι τὸν στίχον, καὶ εὐλογήσας ὁ πατριάρχης τὴν τράπεζαν, ἀπέρ‐
15χεται καὶ ἵσταται ἔνδον τοῦ βήλου ἐν τῇ καμάρᾳ τῇ οὔσῃ ἐκ δεξιῶν τῶν ἀργυρῶν πυλῶν τοῦ Χρυσοτρικλίνου, καὶ ἐκβάλλει τὸ ὠμοφόριον αὐτοῦ, καὶ λαβόντες οἱ ἱερεῖς, ἤγουν οἱ κουβουκλείσιοι, ἐξέρχονται. Ἐκβαλόντος δὲ καὶ τοῦ βασιλέως τὸ σαγίον, ὅπερ φορεῖ,
20καθέζονται ἀμφότεροι ὅ τε βασιλεὺς καὶ ὁ πατριάρχης ἐν τῇ ἀποκοπτῇ τραπέζῃ, εἰσενεγκάντων δὲ τῶν κουβικου‐ λαρίων τὰ κουκουμάρια, πίνουσι πρὸς ἅπαξ. Τῇ γὰρ τάξει ταύτῃ εἰσέρχονται τὰ κουκουμάρια διὰ τῶν κουβικουλαρίων, ἡνίκα ὁ βασιλεὺς μετὰ τοῦ πατριάρχου ἀριστᾷ. Καὶ εἶθ’
25οὕτως, ὡς προείρηται, εἰσέρχεται ὁ τῆς τραπέζης καὶ ἵσταται ἐν τῷ οὐδῷ τῶν ἀργυρῶν πυλῶν. Εἶτα νεύει ὁ βασιλεὺς τῷ πραιποσίτῳ, κἀκεῖνος τῷ τῆς τραπέζης. Τοῦ δὲ τῆς τραπέζης νύξαντος τὸ βῆλον μετὰ τῆς χειρός, αἴρουσιν αὐτὸ σιλεντιάριοι ὕπερθεν, καὶ εἰσέρχονται οἱ
30φίλοι· διὰ γὰρ τῆς ἑβδομάδος ἐν ἑκάστῃ εἰσόδῳ καὶ ἐξόδῳ
τὸ αὐτὸ βῆλον ὑπὸ δύο σιλεντιαρίων βαστάζεται. Εἰσελθόν‐87 in vol. 1

1

.

88

τες δὲ οἱ φίλοι, καθέζονται ἐν τῇ τιμίᾳ χρυσῇ τραπέζῃ τοῦ βασιλέως, ὡσαύτως καὶ ἐν τοῖς παρατραπεζίοις, ὡσαύτως καὶ ἐν ταῖς τῶν κλητωρίων εἰσοδιεξόδοις μίνσων τε καὶ λοιπῶν χρειῶν. Ἐν δὲ τῇ εἰσόδῳ τοῦ ἑνὸς ἑκάστου μίνσου
5ἐν τῇ τραπέζῃ ἀξιοῖ ὁ βασιλεὺς τὸν πατριάρχην πρὸς τὸ εὐλογῆσαι. Ὁ δὲ πατριάρχης προτρέπεται κατὰ μίνσον ἑνὶ ἑκάστῳ μητροπολίτῃ κατὰ τὴν ἑαυτοῦ προκαθεδρίαν καὶ εὐλογεῖ, καὶ πάσης τῆς τοῦ τραπεζίου ἀκολουθίας τελεσθείσης, ἀνίστανται, καὶ ὑπερευξάμενοι τὸν βασιλέα
10ἐξέρχονται, καὶ μένει ὁ βασιλεὺς μετὰ μόνου τοῦ πατριάρ‐ χου ἐν τῇ τραπέζῃ. Πιόντες δὲ πάλιν πρὸς ἅπαξ ἀνίσταν‐ ται, καὶ εὐθέως ὁ βασιλεὺς περιβάλλεται τὸ σαγίον αὐτοῦ, προσκληθέντες δὲ καὶ οἱ ἱερεῖς εἰσέρχονται, καὶ περιβαλλό‐ μενος ὁ πατριάρχης τὸ ὠμοφόριον αὐτοῦ ἐν τῇ προ‐
15λεχθείσῃ καμάρᾳ διὰ τῶν ἱερέων, ἐξέρχεται. Καὶ ποιοῦσι τὸν στίχον, καὶ μετὰ τὸν στίχον ἐπιδίδωσιν ὁ πατριάρχης τῷ βασιλεῖ εὐλογίας, καὶ ἐξέρχονται οἱ ἱερεῖς, καὶ προσ‐ κυνήσαντες ἀμφότεροι ἀλλήλους ὅ τε βασιλεὺς καὶ ὁ πατριάρχης καὶ ἀσπασάμενοι, ὁ μὲν βασιλεὺς εἰσέρχεται
20ἐν τῷ κοιτῶνι αὐτοῦ, τὸν δὲ πατριάρχην λαβόντες οἱ ἄρχοντες τοῦ κουβουκλείου καὶ οἱ κουβικουλάριοι, δια‐
σώζουσιν αὐτὸν μέχρι τῆς πύλης τοῦ Σπαθαρικίου.88 in vol. 1

1

.

89

(1t)

ΚΔʹ (ΙΕʹ)
2tὍσα δεῖ παραφυλάττειν τῇ παρασκευῇ τῆς
3tδιακαινησίμου.
4Προέρχονται ἅπαντες ἐν τῷ παλατίῳ, ἠλλαγμένοι ἀπὸ
5λευκῶν χλανιδίων, ὡς προείρηται· ἀνοίξαντος δὲ τοῦ παλατίου εἰσέρχεται ἡ προέλευσις ἐν τῷ νέῳ τρικλίνῳ τῷ καλουμένῳ Ἰουστινιανῷ. Καταλαβούσης δὲ τῆς ὥρας, στοι‐ χεῖται τὸ κλητώριον, εἶθ’ οὕτως γίνονται μίνσαι. Καὶ οἱ μὲν κληθέντες φίλοι μένουσιν, οἱ δὲ λοιποὶ ἅπαντες ἀπέρ‐
10χονται ἐν τοῖς οἴκοις αὐτῶν. Ὁ δὲ βασιλεὺς ἐξελθὼν καθέζεται ἐπὶ τῆς χρυσῆς τραπέζης ἐν τῷ Χρυσοτρι‐ κλίνῳ μετὰ τῶν φίλων, ὧν ἐκέλευσε κληθῆναι, καὶ πάσης τῆς τοῦ τραπεζίου ἀκολουθίας τελεσθείσης, ἀνίστανται καὶ ἀπέρχονται ἕκαστος ἐν τοῖς οἴκοις αὐτῶν.
15Ἰστέον δὲ καὶ τοῦτο, ὅτι ἡ αὐτὴ τάξις παρακολουθεῖ καὶ ἐπὶ τῇ αὔριον, ἤγουν τὸ σάββατον τῆς αὐτῆς
ἑβδομάδος.89 in vol. 1

1

.

90

(1t)

ΚΕʹ (Ιϛʹ)
2tὍσα δεῖ παραφυλάττειν τῇ Κυριακῇ τοῦ
3tἀντίπασχα, ἀπιόντος τοῦ βασιλέως ἐν τῇ
4tἉγίᾳ Σοφίᾳ.
5Εἰσέρχεται ἡ προέλευσις ἀπὸ ἀλλαξίμων εἰς τὸ Ἰουστι‐ νιανόν, καὶ περὶ ὥραν τρίτην δίδονται μίνσαι, καὶ γίνεται μεταστάσιμον ἐν τῷ Κονσιστωρίῳ, καὶ ἀπέρχονται οἱ δεσπόται εἰς τὸν Αὐγουστέα, καὶ ἀλλάσσουσι τὰ διβητήσια καὶ τὰς χλαμύδας καὶ ἐξέρχονται. Καὶ γίνεται ἡ πρώτη
10δοχή· τῶν πατρικίων, ἐν τῷ Ὀνοποδίῳ. Καὶ λέγει ὁ τῆς καταστάσεως· «Κελεύσατε.» Καὶ ἐπεύχονται· «Εἰς πολλοὺς χρόνους.» Καὶ ἐξέρχονται ἕως τοῦ μεγάλου Κονσιστωρίου, ἔνθα ἵστανται ὕπατοι κονσιστωρίῳ καὶ οἱ λοιποὶ συγκλητικοί, καὶ στάντων τῶν δεσποτῶν εἰς τὸ
15κιβώριον ἐπάνω τῶν προφυρῶν γραδηλίων, πίπτουσιν οἱ συγκλητικοὶ πάντες ἅμα τοῖς πατρικίοις, καὶ ἀναστάντων αὐτῶν, λαμβάνει ὁ σιλεντιάριος νεῦμα διὰ τοῦ πραιποσίτου καὶ λέγει· «Κελεύσατε.» Οἱ δὲ· «Εἰς πολλοὺς χρόνους,» καὶ ἀπέρχονται διὰ τῶν Σχολῶν. Τὰ δὲ μέρη ἵστανται
20κατασφραγίζονται καὶ μόνον, οἱ δὲ νοτάριοι καὶ οἱ μαΐ‐ στορες λέγουσι τοὺς ἰάμβους. Καὶ διὰ τοῦ χυτοῦ ἀπέρ‐ χονται εἰς τὰ κατηχούμενα οἱ δεσπόται καὶ μόνον ἅμα
τοῦ κουβουκλείου καὶ τῶν σιλεντιαρίων καὶ λειτουργοῦσιν90 in vol. 1

1

.

91

ἐκεῖσε καὶ ἀριστοῦσι μετὰ τοῦ πατριάρχου, καὶ ὑποστρέ‐ φοντες φοροῦσι τὰ διβητήσια οἱ δεσπόται καὶ τζιτζάκια, καὶ ὑποστρέφουσιν ὀψικευόμενοι ὑπὸ τῶν πατρικίων καὶ σιλεντιαρίων φορούντων σαγία ἀληθινά, καὶ εἰσέρχονται διὰ
5τοῦ Κυρίου τῆς ἐκκλησίας.91 in vol. 1

1

.

92

(1t)

ΚΣʹ (ΙΖʹ)
2tὍσα δεῖ παραφυλάττειν τῇ τετράδι τῆς
3tΜεσοπεντηκοστῆς καὶ τῆς ἐν τῷ ναῷ τοῦ
4tἉγίου Μωκίου προελεύσεως.
5Προέρχονται ἅπαντες οἱ ἄρχοντες ἐννύχιοι ἠλλαγμένοι ἐν τῷ παλατίῳ, ἤγουν ἐν τῷ ναῷ τοῦ Κυρίου, φοροῦντες σαγία ἀληθινά, πατρίκιοί τε καὶ στρατηγοί, πραιπόσιτοί τε καὶ ὀστιάριοι καὶ πριμικήριοι, οἱ δὲ εὐνοῦχοι πρωτοσπα‐ θάριοι σπέκια ἀληθινά, ὁμοίως δὲ καὶ οἱ βαρβάτοι
10πρωτοσπαθάριοι, οἱ δὲ σπαθαροκουβικουλάριοι καὶ οἱ κουβι‐ κουλάριοι ἀπὸ καμινσίων, βαστάζοντες οἱ σπαθαροκουβι‐ κουλάριοι καὶ τὰ διστράλια αὐτῶν, οἱ δὲ κανδιδάτοι καὶ μανδάτορες, ὡσαύτως καὶ οἱ σκρίβωνες φοροῦντες τὰς ἑαυτῶν στολάς, ὡς εἴθισται αὐτοῖς· ἀνοίξαντος δὲ τοῦ
15παλατίου ἐπὶ τοῦ Κυρίου, φορῶν ὁ βασιλεὺς σκαραμάγγιον δίασπρον χρυσόκλαβον καὶ στεφθεὶς ὑπὸ τοῦ πραιποσίτου, ἐξέρχεται ἔξω τῆς πύλης τοῦ Κυρίου, καὶ δέχονται αὐτὸν ἐκεῖσε πατρίκιοι καὶ στρατηγοί. Καὶ δηριγευόμενος ὑπ’ αὐτῶν πάντων, ἐξέρχεται μέχρι τῆς μεγάλης πύλης τῶν
20Ἐκσκουβίτων, ἐν ᾗ καὶ οἱ σκρίβωνες προβάλλονται· ἱππεύει δὲ ἐκεῖσε ὁ βασιλεὺς ἐφ’ ἵππου ἐστρωμένου ἀπὸ σελλοχα‐ λίνου χρυσοῦ διαλίθου χειμευτοῦ, ἠμφιεσμένου ἀπὸ μαρ‐ γάρων· ἐν δὲ τοῖς τέσσαρσι ποσὶ τοῦ αὐτοῦ ἵππου καὶ τῇ
οὐρᾷ πράνδιοι πέτασοι ἀποκρέμανται, καὶ διέρχεται διὰ92 in vol. 1

1

.

93

τῶν κορτίνων καὶ τῆς Χαλκῆς. Οἱ δὲ πατρίκιοι καὶ στρα‐ τηγοὶ καὶ ἄρχοντες τοῦ κουβουκλείου μετὰ πάσης τῆς συγκλήτου, φοροῦντες σαγία ἀληθινά, ἱππεύουσιν ἔξω τῶν κορτίνων, καὶ οὗτοι μὲν ἐφ’ ἵππων δηριγεύοντες τὸν
5βασιλέα μετὰ σιλεντιαρίων καὶ ἀπὸ ἐπάρχων καὶ τοῦ τῆς καταστάσεως διερχομένου ἐν τῷ μέσῳ καὶ ἑστῶτος τὴν προέλευσιν. Οἱ δὲ πεζοὶ οἱ δηριγεύοντες τὸν βασιλέα εἰσὶν οὗτοι· σπαθάριοι βαστάζοντες διστράλια, φοροῦντες καὶ τὰ σκουτάρια αὐτῶν, κανδιδάτοι βαστάζοντες ὁμοίως, σκρί‐
10βωνες καὶ μανδάτορες βαστάζοντες τὰ βεργία αὐτῶν· πάντες δὲ οὗτοι ἔνθεν κἀκεῖσε δηριγεύουσι τὸν βασιλέα, ἐν δὲ τῷ μέσῳ αὐτῶν σιλεντιάριοι τέσσαρες, βαστά‐ ζοντες χρυσᾶ διάλιθα βεργία, φοροῦντες σαγία ἀληθινά. Δηριγευόμενος δὲ ὑπ’ αὐτῶν πάντων, ὁ βασιλεὺς ὑπό τε
15πεζῶν καὶ ἐφίππων, διέρχεται διά τε τοῦ Φόρου καὶ τοῦ Ταύρου, τοῦ Φιλαδελφίου, τοῦ Βοός, τοῦ Ξηρολόφου καὶ τοῦ Ἑξακιονίου. Καταλαβὼν δὲ ἐν τῇ τριόδῳ, ἔνθα ὁ ναὸς τοῦ Ἁγίου Ἀποστόλου Ὀνησίμου, ἐκνεύει δεξιᾷ καὶ διέρ‐ χεται διὰ τοῦ Ἁγίου Ἰακώβου τοῦ Πέρσου· ἀπὸ δὲ τῶν
20ἐκεῖσε εἰσέρχεται ἐν τῷ σεπτῷ ναῷ τοῦ ἁγίου μάρτυρος Μωκίου. Εἰσελθὼν δὲ ὁ βασιλεὺς ἐν τῷ λουτῆρι καὶ διελθὼν μέχρι τῶν γραδηλίων τῶν ἀνερχομένων ἐν τῷ νάρθηκι, κἀκεῖσε νιψάμενος, διέρχεται διὰ τοῦ νάρθηκος, στάντες δὲ οἱ πατρίκιοι καὶ στρατηγοὶ μετὰ τῆς συγκλήτου πλησίον
25τῆς εἰσαγούσης πύλης εἰς τὸν κοχλίαν, ἐπεύχονται τὸν βασιλέα, ἕκαστος αὐτῶν, ὡς προείρηται. Ὁ δὲ βασιλεὺς δηριγευόμενος ὑπό τε τῶν ἀρχόντων τοῦ κουβουκλείου καὶ βασιλικῶν οἰκειακῶν, τοῦ τῆς καταστάσεώς τε καὶ σιλεν‐ τιαρίων, ἀνέρχεται διὰ τοῦ κοχλιοῦ, καὶ μικρὸν ἐκκλίνας
30ἀριστερόν, διέρχεται διὰ τῶν κατηχουμενίων τοῦ νάρθηκος καὶ εἰσέρχεται εἰς τὸν κοιτῶνα αὐτοῦ, καὶ εἰσελθὼν
ὑπαλλάσσει διβητήσιον ἄσπρον, οἱ δὲ εὐνοῦχοι πρωτο‐93 in vol. 1

1

.

94

σπαθάριοι ὑπαλλάσσουσι διβητήσια ἄσπρα καὶ σαβάνια, βαστάζοντες καὶ τὰ σπαθοβάκλια αὐτῶν, φοροῦντες καὶ τὰ σπαθία αὐτῶν, διέρχονται ὄπισθεν τοῦ βασιλέως, ὡς εἴθισται αὐτοῖς. Ὁ δὲ τῆς καταστάσεως εἰσελθὼν δηλοῖ
5τῷ πραιποσίτῳ ὡς ὅτι ἤγγισεν ὁ καιρὸς τῆς λιτῆς μετὰ τοῦ πατριάρχου, ὁ δὲ πραιπόσιτος εἰσελθὼν δηλοῖ τῷ βασιλεῖ. Τοῦ δὲ βασιλέως ἐξελθόντος ἐκ τοῦ κοιτῶνος αὐτοῦ ἐν τοῖς κατηχουμενίοις ὕπερθεν τῶν βασιλικῶν πυλῶν, εἰσέρχονται οἱ βεστήτορες καὶ ὑπαλλάσσουσι τὴν
10χλανίδα τὸν βασιλέα, τὰ δὲ ἐκεῖσε κρεμάμενα βῆλα ἐν τοῖς κατηχουμενίοις κουβικουλάριοι ποιοῦσιν. Ἐξελθόντα δὲ τὸν βασιλέα ἐκ τῶν βήλων καὶ δηριγευόμενον ὑπὸ τῶν ἀρχόντων τοῦ κουβουκλείου, δέχονται αὐτὸν ἐκεῖσε ἔξω τοῦ βήλου πατρίκιοί τε καὶ στρατηγοί, καὶ πεσόντες προσκυ‐
15νοῦσι, καὶ νεύει ὁ πραιπόσιτος ἀπὸ κελεύσεως τὸν τῆς καταστάσεως, κἀκεῖνος λέγει· «Κελεύσατε.» Αὐτοὶ δὲ ὑπερεύχονται τό· «Εἰς πολλοὺς καὶ ἀγαθοὺς χρόνους.» Καὶ δηριγευόμενος ὑπὸ πάντων φορούντων τὰ χρυσόταβλα αὐτῶν χλανίδια, κατέρχεται τὸν κοχλίαν, καὶ δέχονται
20αὐτὸν πάλιν ἐκεῖσε, ἤγουν ἐν τῷ πληρώματι τοῦ κοχλιοῦ, πατρίκιοί τε καὶ στρατηγοὶ σὺν πάσῃ τῇ συγκλήτῳ, καὶ πάντων πεσόντων, νεύει ὁ πραιπόσιτος ἀπὸ κελεύσεως τῷ σιλεντιαρίῳ, κἀκεῖνος λέγει· «Κελεύσατε.» Αὐτοὶ δὲ ὑπερεύχονται ὁμοίως· «Εἰς πολλοὺς καὶ ἀγαθοὺς
25χρόνους·» Δηριγευόμενος δὲ ὁ βασιλεὺς ἀπὸ τῶν ἐκεῖσε, διέρχεται διὰ τοῦ νάρθηκος, καὶ ἐξελθὼν τὴν οὖσαν ἄντικρυ τῶν βασιλικῶν πυλῶν τοῦ μεγάλου ναοῦ πύλην, κατέρχεται τὰ γραδήλια, καὶ ἐκκλίνας ἐξ ἀριστερᾶς, ἐξέρχεται τὴν
30πύλην, δι’ ἧς εἴθισται αὐτῷ καθ’ ἑκάστην προέλευσιν διέρ‐
χεσθαι, καὶ ἀπαντᾷ τὴν λιτὴν ἐν τῇ μέσῃ, καὶ ἅψας94 in vol. 1

1

.

95

κηροὺς καὶ εὐξάμενος, προσκυνεῖ τὸν τίμιον καὶ ζωοποιὸν σταυρὸν καὶ τὸ ἄχραντον Εὐαγγέλιον, εἶτα προσκυνή‐ σαντες ἀμφότεροι, ὅ τε βασιλεὺς καὶ ὁ πατριάρχης, διέρχεται ἔμπροσθεν τῆς λιτῆς, δηριγευόμενος ὑπὸ τῶν
5κατὰ συνήθειαν, διὰ τοῦ λουτῆρος, καὶ ἀνελθὼν τὰ εἰσ‐ άγοντα γραδήλια ἐν τῷ νάρθηκι, εἰσέρχεται εἰς τὸν αὐτὸν νάρθηκα καὶ καθέζεται ἐπὶ σελλίου χρυσοῦ ἐξ ἀριστερᾶς τῆς εἰσαγούσης ἀπὸ τῶν βάθρων μέσης πύλης, ἐκδε‐ χόμενος μέχρις ἂν καταλάβῃ ὁ πατριάρχης μετὰ λιτῆς.
10Καὶ τούτου γινομένου καὶ μέλλοντος τοῦ τιμίου σταυροῦ εἰσέρχεσθαι τὴν εὐώνυμον τῶν γραδηλίων πύλην, ἀνί‐ σταται ὁ βασιλεύς, καὶ ἀνελθόντος τοῦ πατριάρχου τὰ γραδήλια, ἀπέρχεται ὁ βασιλεὺς μετὰ τοῦ πατριάρχου, καὶ ἵστανται ἀμφότεροι ἐν τῷ οὐδῷ τῶν βασιλικῶν πυλῶν,
15καὶ ὁ μὲν βασιλεὺς ἅψας κηροὺς εὔχεται, ὁ δὲ πατριάρχης τελεῖ τὴν εὐχὴν τῆς εἰσόδου τῆς θείας λειτουργίας, καὶ εὐξάμενος ὁ βασιλεὺς ἐπιδίδωσι τὰ κηρία τῷ πραιποσίτῳ· τελεσθείσης δὲ καὶ τῆς εὐχῆς προσκυνεῖ τὸ ἄχραντον Εὐαγγέλιον καὶ τὸν τίμιον σταυρόν. Καὶ ἐπιλαβομένου
20τοῦ βασιλέως τῆς χειρὸς τοῦ πατριάρχου, διέρχονται μέσον διὰ τοῦ ναοῦ καὶ διὰ τῆς δεξιᾶς πλαγίας τοῦ ἄμβωνος εἰσέρχονται ἐν τῇ σωλέᾳ, καὶ ἀπελθόντων μέχρι τῶν ἁγίων θυρῶν, ὁ μὲν πατριάρχης εἰσέρχεται εἰς τὸ θυσια‐ στήριον, ὁ δὲ βασιλεὺς εὐξάμενος καὶ ἐπιδοὺς τῷ πραι‐
25ποσίτῳ τοὺς κηρούς, εἰσέρχεται. Ἡνίκα δὲ μέλλει εἰσέρχεσθαι εἰς τὸ θυσιαστήριον, ἐπιρρέπουσιν οἱ μητρο‐ πολῖται κατὰ τὸ ἔθος τὰ ἅγια θύρια πρὸς τὸν βασιλέα, καὶ προσκυνήσας ὁ βασιλεὺς τοὺς ἐπ’ αὐτοῖς πεπαρμένους σταυρούς, εἰσέρχεται εἰς τὸ θυσιαστήριον, καὶ εὐξάμενος
30ὑπαλλάξας τὴν ἁγίαν τράπεζαν, ὡς εἴθισται αὐτῷ, τίθησιν ἐπ’ αὐτῇ ἀποκόμβιον καὶ διέρχεται μετὰ τοῦ πατριάρχου
διὰ τῆς πλαγίας τοῦ θυσιαστηρίου ἐκ δεξιῶν μέχρι τῶν95 in vol. 1

1

.

96

ἁγίων θυρῶν τοῦ βήματος. Καὶ ὁ μὲν πατριάρχης μένει ἐν τῷ θυσιαστηρίῳ πρὸς τὸ ἐκτελέσαι τὴν θείαν λειτουρ‐ γίαν, ὁ δὲ βασιλεὺς ἐξελθὼν ἐκ θυσιαστηρίου διέρχεται διὰ τῆς πλαγίας τοῦ γυναικίτου, οἱ δὲ πατρίκιοι ἵστανται
5ἔξωθεν τῆς πύλης τῆς εἰσαγούσης εἰς τὸν κοχλίαν μετὰ στρατηγῶν, τῆς καταστάσεώς τε καὶ σιλεντιαρίων, μετὰ τῆς συγκλήτου ὑπερευχόμενοι τὸν βασιλέα. Ὁ δὲ βασιλεύς, δηριγευόμενος ὑπό τε τῶν ἀρχόντων τοῦ κουβουκλείου καὶ τῶν βασιλικῶν οἰκειακῶν, ἀνέρχεται
10διὰ τοῦ μυστικοῦ κοχλιοῦ καὶ εἰσέρχονται εἰς τὸ παρακυ‐ πτικόν, ἔνθα καὶ τὴν θείαν λειτουργίαν τελεῖ· καὶ εἰ μὲν κελεύει ὁ βασιλεύς, ἐκδέχεται ἐκεῖσε τὸν πατριάρχην, μέχρις ἂν καταλάβῃ τοῦ ἀκουμβίσαι αὐτὸν ἐν τῇ τραπέζῃ, εἰ δὲ μήγε, διέρχεται διὰ τῶν κατηχουμενίων, δηριγευό‐
15μενος ὑπὸ τῶν προειρημένων, καὶ ἀπέρχεται ἐν τῷ κοιτῶνι αὐτοῦ. Ἡνίκα δὲ καταλάβῃ ὁ τοῦ κλητωρίου καιρός, ἐξέρχεται ὁ βασιλεὺς ἀπὸ τοῦ κοιτῶνος αὐτοῦ, δηρι‐ γευόμενος ὑπ’ αὐτῶν, καὶ ἀπέρχεται ἐν τοῖς κατηχου‐ μενίοις, ἐν οἷς καὶ ἡ τιμία τράπεζα ἵσταται αὐτοῦ. Καὶ
20δὴ καταλαβόντος τοῦ πατριάρχου ἀπὸ προσκλήσεως, δέχονται αὐτὸν ἄρχοντες τοῦ κουβουκλείου μετὰ κουβι‐ κουλαρίων ἀπὸ κελεύσεως ἐν τῷ κοχλίᾳ, δι’ οὗ ἀνῆλθεν ὁ βασιλεὺς ἐν πρώτοις πρὸ τοῦ καταλαβεῖν τὴν λιτήν, καὶ ἀποφέρουσιν αὐτὸν διὰ τῶν κατηχουμένων, καὶ εἰσελθὼν
25ἑνοῦται τῷ βασιλεῖ. Εἰσέρχονται δὲ καὶ οἱ ἱερεῖς καὶ ποιοῦσι τὸν στίχον, καὶ λαβόντες οἱ αὐτοὶ ἱερεῖς τοῦ πατριάρχου τὸ ὠμοφόριον, ἐξέρχονται, καὶ καθέζονται ἀμφότεροι, ὅ τε βασιλεὺς καὶ ὁ πατριάρχης, ἐν τῇ τρα‐ πέζῃ. Πιόντων δὲ ὡς εἴθισται αὐτοῖς πρὸς ἅπαξ, εἰσέρ‐
30χονται οἱ φίλοι, καὶ πάσης τῆς τοῦ τραπεζίου ἀκολουθίας τελεσθείσης, ἀνίστανται καὶ ἐξέρχονται, καὶ μένει ὁ
βασιλεὺς μετὰ τοῦ πατριάρχου ἐν τῷ κλητωρίῳ, πιόντες δὲ96 in vol. 1

1

.

97

πάλιν ἀμφότεροι πρὸς ἅπαξ, ἀνίστανται. Εἶτα προσκυνή‐ σαντες ἀλλήλους ὅ τε βασιλεὺς καὶ ὁ πατριάρχης, ὁ μὲν πατριάρχης ἐξέρχεται, διασώζουσι δὲ αὐτὸν ἄρχοντες τοῦ κουβουκλείου μέχρι τοῦ προειρημένου κοχλιοῦ, ὁ
5δὲ βασιλεὺς δηριγευόμενος ὑπὸ τῶν ἀρχόντων τοῦ κου‐ βουκλείου καὶ βασιλικῶν οἰκειακῶν, ἀπέρχεται ἐν τῷ κοιτῶνι αὐτοῦ, ἐκδεχόμενος τὸν καιρόν. Καταλαβόντος δὲ τοῦ καιροῦ τῆς προελεύσεως, ἐξέρχεται ἀπὸ τοῦ κοι‐ τῶνος αὐτοῦ ἐν τοῖς κατηχουμενίοις ὕπερθεν τοῖς τῶν
10βασιλικῶν πυλῶν καὶ ὑπαλλάσσει τὴν στολήν, ἣν εἴθισται αὐτῷ ἐν ταύτῃ τῇ ἑορτῇ περιβεβλῆσθαι. Καὶ λαβὼν ὁ πραι‐ πόσιτος τὴν τιάραν, ἐπιτίθησιν αὐτὴν ἐπὶ τὴν κεφαλὴν τοῦ βασιλέως, καὶ δηριγευόμενος ὁ βασιλεὺς ὑπὸ τοῦ κου‐ βουκλείου, κατέρχεται ὑπὸ τοῦ προειρημένου δυτικοῦ
15κοχλιοῦ, ἅπαντες δὲ αὐτῶν ἀπὸ σαγίων ἀληθινῶν, καὶ δέχονται αὐτὸν ἐν τῷ νάρθηκι ἔξωθεν τῆς πύλης τοῦ αὐτοῦ κοχλιοῦ ὡσαύτως καὶ οἱ τοῦ κουβουκλείου ἄρχοντες. Καὶ λαβὼν νεῦμα ὁ πραιπόσιτος παρὰ τοῦ βασιλέως, νεύει τῷ τῆς καταστάσεως, κἀκεῖνος λέγει· «Κελεύσατε.»
20Καὶ δηριγευόμενος ὑπ’ αὐτῶν, ὁ βασιλεὺς ἐξέρχεται τὴν οὖσαν πρὸς τὰ γραδήλια μέσην πύλην τοῦ νάρθηκος καὶ ἱππεύει ἐκεῖσε ἐφ’ ἵππου λευκοῦ ἐστρωμένου ὑπὸ σελλο‐ χαλίνου χρυσοῦ διαλίθου χειμευτοῦ, ἠμφιεσμένου ἀπὸ μαργάρων, οἱ δὲ λοιποὶ ἄρχοντες ἱππεύουσιν ἔξω τῆς
25πύλης. Ἐν δὲ τῇ περιόδῳ τοῦ βασιλέως τελεῖται ἡ τῆς προελεύσεως τάξις ὑπό τε τῶν ἐφίππων καὶ πεζῶν ὡσαύτως καὶ τῶν μερῶν, ὃν τρόπον ἀνωτέρω τῇ δευτέρᾳ τῆς διακαινησίμου τῶν Ἁγίων Ἀποστόλων ἐπὶ λεπτῷ ἐξεθέμεθα.
30Ἐξελθόντος δὲ τοῦ βασιλέως ἐν τῇ πύλῃ, ἐν ᾗ διέρχεται ἐν ἑκάστῃ προελεύσει, ἤγουν τῇ οὔσῃ πρὸς ἄρκτον,
δέχονται αὐτὸν ἐκεῖσε ἐν πρώτοις ὁ δομέστικος τῶν97 in vol. 1

1

.

98

σχολῶν μετὰ τοῦ περατικοῦ δήμου τῶν Βενέτων, ἐπιδίδωσι δὲ λιβελλάριον τῷ βασιλεῖ, φορῶν χλανίδιον βένετον χρυ‐ σοΰφαντον, καὶ διασώζει τὸν βασιλέα τὸ αὐτὸ μέρος μέχρι τοῦ Ἑξακιονίου. Ὁ δὲ δομέστικος τῶν ἐκσκου‐
5βίτων μετὰ τοῦ περατικοῦ δήμου τῶν Πρασίνων δέχονται τὸν βασιλέα ἐν τῷ Ἑξακιονίῳ, καὶ ἐπιδιδόντος τοῦ δημοκράτου λιβελλάριον, διασώζουσιν αὐτὸν μέχρι τῆς Μονήτας· φορεῖ δὲ καὶ ὁ δημοκράτης χλανίδα πράσινον χρυσοΰφαντον κατὰ τὴν ἀναλογίαν τοῦ μέρους αὐτοῦ. Καὶ
10τῆς πολιτικῆς τὸ μέρος τῶν Πρασίνων δέχονται τὸν βασι‐ λέα ἐν τῇ Μονήτῃ, καὶ ἐπιδίδωσιν ὁ δήμαρχος τῷ βασιλεῖ λιβελλάριον καὶ διασώζει τὸν βασιλέα τὸ αὐτὸ μέρος μέχρι τῆς πρώτης καμάρας τοῦ Ξηρολόφου, φοροῦντος τοῦ δημ‐ άρχου χλανίδα πράσινον. Καὶ τῆς πολιτικῆς τὸ μέρος τῶν
15Βενέτων δέχονται τὸν βασιλέα ἐν τῇ καμάρᾳ τοῦ Ξηρο‐ λόφου, φοροῦντος τοῦ δημάρχου χλανίδα βένετον, ἐπιδίδωσι δὲ τῷ βασιλεῖ λιβελλάριον, καὶ διασώζουσιν οἱ τοῦ μέρους τὸν βασιλέα μέχρι τῆς μέσης τοῦ Ξηρολόφου· τῆς πολι‐ τικῆς τὸ μέρος τῶν Πρασίνων δέχονται τὸν βασιλέα ἐν τῇ
20μέσῃ τοῦ Ξηρολόφου καὶ διασώζουσιν αὐτὸν μέχρι τοῦ Βοός. Τῆς πολιτικῆς τὸ μέρος τῶν Βενέτων δέχονται τὸν βασιλέα ἐν τῷ Βοῒ καὶ διασώζουσι μέχρι τοῦ Ἀμασ‐ τριανοῦ, καὶ δέχεται ἐκεῖσε ὁ ἐκσκούβιτος μετὰ τοῦ περατικοῦ μέρους τῶν Πρασίνων, καὶ διασώζουσιν αὐτὸν
25μέχρι τοῦ Φιλαδελφίου· τῶν περατικῶν μερῶν Βενέτων δέχονται τὸν βασιλέα ἐν τῷ Φιλαδελφίῳ καὶ διασώζουσι μέχρι τοῦ Μοδίου· τῆς πολιτικῆς τὸ μέρος τῶν Πρασίνων δέχονται τὸν βασιλέα ἐν τῷ Μοδίῳ καὶ διασώζουσι μέχρι τοῦ Ταύρου, κἀκεῖθεν τὸ μέρος τῆς πολιτικῆς τῶν
30Βενέτων διασώζει μέχρι τῶν Ἀρτοπωλίων. Εἶθ’ οὕτως τὸ98 in vol. 1

1

.

99

μέρος τῶν Πρασίνων διασώζει μέχρι τοῦ Φόρου· εἶθ’ οὕτως τὸ μέρος τῶν Βενέτων [τῆς πολιτικῆς] μέχρι τοῦ Πραιτωρίου καὶ πάλιν μέχρι τοῦ Μιλίου· μέρος Βενέτων τῆς πολιτικῆς μέχρι τῆς καμάρας τοῦ Μιλίου· τῆς πολι‐
5τικῆς τὸ μέρος τῶν Βενέτων δέχονται τὸν βασιλέα ἐν τῷ Μιλίῳ, ἤγουν ἐν τῇ καμάρᾳ, καὶ διασώζουσι μέχρι τοῦ Μαρμαρωτοῦ· τῶν περατικῶν μερῶν Πρασίνων δέχονται τὸν βασιλέα ἐν τῷ Μαρμαρωτῷ καὶ διασώζουσι μέχρι τοῦ Ζευξίππου· τῆς πολιτικῆς τὸ μέρος τῶν Πρασίνων
10δέχονται τὸν βασιλέα ἐν τῷ Ζευξίππῳ καὶ διασώζουσι μέχρι τῆς Χαλκῆς· τῶν περατικῶν μερῶν Βενέτων δέχονται τὸν βασιλέα ἐν τῇ Χαλκῇ, καὶ εἶθ’ οὕτως πεζεύ‐ ουσιν ἅπαντες, καὶ μένει ἔφιππος μόνος ὁ βασιλεύς. Ἰστέον δὲ ὅτι ἓν ἕκαστον μέρος ἐν ἑκάστῃ αὐτῶν
15δοχῇ λέγει τὰ κατὰ συνήθειαν ἄκτα, ἐν δὲ τῇ προπομπῇ λέγει ἔμπροσθεν δρομικά, εἰ τύχῃ ἀπὸ κελεύσεως, λέγει καὶ ἀπελατικούς. Κἀκεῖθεν δηριγευόμενος ὁ βασιλεὺς ὑπὸ πάντων, ὡς προείρηται, διέρχεται διὰ τῶν κορτινῶν μέχρι τῆς ἔνδον πύλης τῶν ἐκσκουβίτων, ἐν ᾗ γίνεται ἡ
20τῶν σκριβώνων προβολή, ἐν δὲ τῇ αὐτῇ πύλῃ πεζεύει ὁ βασιλεύς, διελθὼν μέχρι τῶν τριῶν πυλῶν τοῦ Κονσιστω‐ ρίου· μένουσι δὲ ἐκεῖσε οἱ τῆς συγκλήτου, ὑπερευχόμενοι τὸν βασιλέα. Ὁ δὲ βασιλεὺς εἰσέρχεται τὴν μέσην πύλην πρὸς τὸν ναὸν τοῦ Κυρίου, καὶ μένουσιν ἐκεῖ πατρίκιοι
25καὶ στρατηγοί, ὑπερευχόμενοι καὶ αὐτοὶ ὁμοίως. Τοῦ δὲ βασιλέως εἰσελθόντος τὴν χαλκῆν πύλην τοῦ Κυρίου, εὐθέως κλείουσι τὰς θύρας οἱ τοῦ κουβουκλείου καὶ ὑπερ‐ εύχονται τὸν βασιλέα, καὶ λαβόντος τοῦ πραιποσίτου τὴν τιάραν ἀπὸ τῆς κεφαλῆς τοῦ βασιλέως, εἰσέρχεται ὁ
30βασιλεὺς καὶ ἵσταται ἔμπροσθεν τῶν ἁγίων θυρῶν, ἅψας
δὲ κηροὺς καὶ εὐξάμενος, διέρχεται διὰ τῶν διαβατικῶν99 in vol. 1

1

.

100

τοῦ Κυρίου καὶ εἰσέρχεται ἐν τῷ ἡμικυκλίῳ τοῦ Τρικόγ‐ χου. Διελθὼν δὲ διὰ τῶν διαβατικῶν τῶν ἁγίων μʹ, εἰσέρ‐ χεται ἐν τῷ Χρυσοτρικλίνῳ, καὶ στάντες οἱ τοῦ κουβου‐ κλείου ἅπαντες ἐν τῷ Χρυσοτρικλίνῳ ὑπερεύχονται τὸν
5βασιλέα· «Εἰς πολλοὺς καὶ ἀγαθοὺς χρόνους ὁ Θεὸς ἀγάγοι τὴν βασιλείαν ὑμῶν», καὶ ἐξέρχονται. Δεῖ εἰδέναι καὶ τοῦτο, ἀνὰ πόσων δοχῶν δέχονται τὰ μέρη ἐν ταύτῃ τῇ προελεύσει. Ὁ δημοκράτης τῶν Βενέτων, ἤγουν ὁ δομέστικος τῶν σχολῶν, μετὰ τοῦ περα‐
10τικοῦ αὐτοῦ δήμου τῶν Βενέτων, δέχεται δοχὰς τρεῖς· ὁ δημοκράτης τῶν Πρασίνων, ἤγουν ὁ ἐκσκούβιτος, μετὰ τοῦ περατικοῦ αὐτοῦ δήμου, δέχεται δοχὰς δύο. Ὁ δήμαρχος τῶν Βενέτων, μετὰ τοῦ δήμου τοῦ Λευκοῦ, δέχεται δοχὰς ἑπτά. Ὁ δήμαρχος τῶν Πρασίνων μετὰ
15τοῦ δήμου τοῦ Ῥουσίου δέχεται δοχὰς εʹ. Ὁμοῦ δοχῶν ιζʹ.100 in vol. 1

1

.

101

(1t)

ΚΖʹ (ΙΗʹ)
2tὍσα δεῖ παραφυλάττειν τῇ ἑορτῇ
3tκαὶ προελεύσει τῆς ἁγίας Χριστοῦ τοῦ Θεοῦ
4tἡμῶν Ἀναλήψεως.
5Προέρχονται ἅπαντες οἱ ἄρχοντες ἐννύχιον ἐν τῷ παλατίῳ ἀπὸ σκαραμαγγίων, καὶ εἰ κελεύει ὁ βασιλεὺς ἀπελθεῖν διὰ τοῦ πλοός, κατὰ συνήθειαν, εἰσέρχεται τάχιον εἰς τὸ χελάνδιον μεθ’ ὧν ἂν κελεύει, καὶ ἀπέρ‐ χεται μέχρι τοῦ βραχιαλίου τῆς Χρυσῆς πόρτης, κἀκεῖσε
10ἐξελθὼν ἀπὸ τοῦ χελανδίου αὐτοῦ, δίδοται σιλέντιον διὰ τοῦ πραιποσίτου ἀπὸ κελεύσεως τοῖς ἐκεῖσε ἄρχουσι, καὶ ὑπεξελθόντες μικρόν, ἵστανται οἱ ἄρχοντες τοῦ κουβου‐ κλείου, φοροῦντες σαγία ἀληθινά, κυκλικῷ τῷ σχήματι· καὶ εἰσέρχεται ὁ βασιλεὺς μέσον αὐτῶν καὶ στέφεται
15ὑπὸ τοῦ πραιποσίτου διὰ τὸ ὅλως, ὡς ἀνωτέρω εἴρηται, ἔμπροσθε βαρβάτων μὴ στέφεσθαι· ἕνεκα γὰρ ταύτης τῆς αἰτίας τὴν κυκλικὴν στάσιν ἐκτελοῦσιν οἱ προρρηθέντες ἄρχοντες τοῦ κουβουκλείου. Καὶ εἶθ’ οὕτως ἱππεύει ἀπὸ τῶν ἐκεῖσε ἀπὸ σκαραμαγγίου χρυσοκλάβου καὶ διέρχεται
20διὰ τοῦ ἐκεῖσε ὄντος λειμῶνος καὶ τοῦ παρατειχίου, καὶ ἀπέρχεται μέχρι τῆς ἐξαγούσης πόρτης ἀπέναντι τῆς πηγῆς, καὶ δέχεται αὐτὸν ἐκεῖσε ἔξω τῆς αὐτῆς πόρτης
ὁ δομέστικος τῶν Νουμέρων, φορῶν σαγίον ἀληθινόν,101 in vol. 1

1

.

102

βαστάζων καὶ θυμιατόν. Καὶ ἀπὸ τῶν ἐκεῖσε ἀπέρχεται μέχρι τῆς παναγίας Θεοτόκου τῆς Πηγῆς, καὶ πρὸ τοῦ εἰσελθεῖν τὸν βασιλέα τὴν ἔξω πύλην πεζεύουσιν οἵ τε πατρίκιοι καὶ ἡ σύγκλητος ἅπασα, καὶ δηριγευόμενος ὑπ’
5αὐτῶν ὁ βασιλεύς, ἔφιππος αὐτὸς μόνος, εἰσέρχεται μέχρι τοῦ λουτῆρος, καὶ κατελθὼν ἐκεῖσε τοῦ ἵππου, εἰσέρχεται διὰ τῆς εἰσαγούσης πύλης δεξιᾶς τοῦ λου‐ τῆρος, καὶ μένουσιν ἐκεῖσε πατρίκιοι ἔξω τῆς πύλης τοῦ κοχλιοῦ. Ὁ δὲ βασιλεὺς δηριγευόμενος ὑπὸ τῶν ἀρχόντων
10τοῦ κουβουκλείου, ἀνέρχεται διὰ τοῦ αὐτοῦ κοχλιοῦ, καὶ διελθὼν διὰ τοῦ στενοῦ τρικλίνου, ἐν ᾧ καὶ τὸ ἄριστον τῇ αὐτῇ ἡμέρᾳ τελεῖται, καὶ διὰ τοῦ μητατωρικίου, εἰσέρ‐ χεται ἐν τῷ κοιτῶνι. Ἀπαλλάξας δὲ τὸ στέμμα διὰ τοῦ πραιποσίτου, μένει
15ἐκεῖσε τὸν καιρὸν προσμένων, ἀλλάσσει δὲ λευκὸν διβη‐ τήσιον. Καταλαβόντος δὲ τοῦ καιροῦ, καὶ δηλωθεὶς ὁ πραιπόσιτος παρὰ τοῦ τῆς καταστάσεως, αὐτὸς εἰσελθὼν δηλοῖ τῷ βασιλεῖ, καὶ δοθέντος σιλεντίου ἀπὸ κελεύσεως διὰ τοῦ τῆς καταστάσεως, ἀνέρχονται οἱ πατρίκιοι διὰ τοῦ
20αὐτοῦ κοχλιοῦ καὶ εἰσέρχονται ἐν τῷ προειρημένῳ στενῷ τρικλίνῳ. Ὁ δὲ βασιλεὺς περιβαλλόμενος χλανίδα, ὡς εἴθισται αὐτῷ, ἐξέρχεται ἐκ τοῦ κοιτῶνος, καὶ δηριγευό‐ μενος ὑπὸ τῶν ἀρχόντων τοῦ κουβουκλείου, ἀπέρχεται μέχρι τῆς πύλης τοῦ προλεχθέντος στενοῦ τρικλίνου,
25καὶ δέχονται αὐτὸν ἐκεῖσε οἵ τε πατρίκιοι καὶ στρατηγοὶ ἀπὸ χρυσοτάβλων χλανιδίων, καὶ πεσόντες, νεύει ὁ πραι‐ πόσιτος ἀπὸ κελεύσεως τῷ τῆς καταστάσεως καὶ λέγει. «Κελεύσατε.» Αὐτοὶ δὲ ὑπερεύχονται· «Εἰς πολλοὺς καὶ ἀγαθοὺς χρόνους.» Καὶ δηριγευόμενος ἀπὸ τῶν ἐκεῖσε ὑπό
30τε τῶν ἀρχόντων τοῦ κουβουκλείου καὶ τῆς συγκλήτου, κατέρχεται δι’ οὗ καὶ ἀνῆλθε κοχλιοῦ, καὶ δέχονται πάλιν
ἐν τῷ πληρώματι τοῦ κοχλιοῦ οἵ τε πατρίκιοι καὶ στρατη‐102 in vol. 1

1

.

103

γοὶ ἅμα τῇ συγκλήτῳ, καὶ πάλιν λαβὼν νεῦμα ὁ πραιπό‐ σιτος παρὰ τοῦ βασιλέως, νεύει τῷ σιλεντιαρίῳ, κἀκεῖνος λέγει· «Κελεύσατε.» Αὐτοὶ δὲ ὑπερεύχονται τὸν βασιλέα· «Εἰς πολλοὺς καὶ ἀγαθοὺς χρόνους.» Καὶ δηριγευό‐
5μενος ὑπ’ αὐτῶν ὁ βασιλεύς, ἐξέρχεται τὴν πύλην λου‐ τῆρος, φωνοῦντος κατὰ τὸ σύνηθες τοῦ τῆς καταστάσεως τό· «Καπλάτε, Δόμηνι», καὶ δέχεται εὐθέως ὁ δημο‐ κράτης τῶν Βενέτων, ἤγουν ὁ δομέστικος τῶν σχολῶν, καὶ ἐπιδίδωσι τῷ βασιλεῖ, κρατούμενος ὑπὸ τοῦ τῆς καταστά‐
10σεως, σταυροὺς ῥοδοπλόκους, καὶ μετ’ ὀλίγον δέχεται ὁ δήμαρχος τῶν Βενέτων, κρατούμενος δὲ καὶ αὐτὸς ὑπὸ τοῦ τῆς καταστάσεως, ἐπιδίδωσι τῷ βασιλεῖ σταυροὺς καὶ ὀσφράδια, ὡς προείρηται, καὶ εὐθέως ἄρχεται ὁ νοτάριος τοῦ αὐτοῦ μέρους λέγειν τοὺς ἰάμβους τῆς ἑορτῆς. Ἐν δὲ
15τῇ ἔξω πύλῃ δέχεται ὁ δημοκράτης τῶν Πρασίνων, ἤγουν ὁ δομέστικος τῶν ἐκσκουβίτων, ἐπιδίδωσι δὲ καὶ αὐτὸς τῷ βασιλεῖ, κρατούμενος ὑπὸ τοῦ τῆς καταστάσεως, σταυροὺς ῥοδοπλόκους καὶ ὀσφράδια. Εἶτα δέχεται ὁ δήμαρχος τῶν Πρασίνων, ἐπιδίδωσι δὲ καὶ αὐτὸς τῷ βασιλεῖ ὡς καὶ οἱ
20πρὸ αὐτοῦ. Καὶ μικρὸν ὑπεξελθὼν ὁ βασιλεὺς ἀπὸ τῆς δοχῆς τῶν Πρασίνων, δηριγευόμενος ὑπὸ τῶν ἀνωτέρω εἰρημένων, δέχεται τὴν λιτήν, καὶ ἅψας κηρούς, εὔχεται ἐν τῷ τιμίῳ στραυρῷ καὶ προσκυνεῖ τό τε ἄχραντον Εὐαγγέλιον καὶ
25αὐτὸν τὸν τίμιον σταυρόν. Καὶ εἶθ’ οὕτως προσκυνοῦσιν ἀμφότεροι ἀλλήλους, καὶ ἀσπασάμενοι, ὑποστρέφει ὁ βασιλεύς, καὶ δηριγευόμενος ὑπὸ τῶν ἀρχόντων τοῦ κου‐ βουκλείου, πατρικίων τε καὶ στρατηγῶν καὶ τῆς συγκλή‐ του, διέρχεται ἔμπροσθεν τῆς λιτῆς, καὶ εἰσελθὼν διὰ
30τῆς μέσης πύλης τοῦ λουτῆρος, εἰσέρχεται ἐν τῷ νάρθηκι καὶ καθέζεται ἐπὶ σελλίου, προσμένων μέχρις ἂν καταλάβῃ
ἡ λιτὴ μετὰ τοῦ πατριάρχου. Καὶ καταλαβούσης τῆς103 in vol. 1

1

.

104

λιτῆς, ἀνίσταται ὁ βασιλεύς, καὶ προσκυνήσαντες ἀμφό‐ τεροι καὶ ἀσπασάμενοι ἀπέρχονται καὶ ἵστανται ἐν τῷ οὐδῷ τῶν βασιλικῶν πυλῶν, καὶ λαβὼν κηροὺς παρὰ τοῦ πραιποσίτου ὁ βασιλεύς, εὔχεται ἐκεῖσε, ὁ δὲ πατριάρχης
5ἐκτελεῖ τὴν εὐχὴν τῆς εἰσόδου τῆς θείας λειτουργίας. Εὐξάμενος δὲ ὁ βασιλεύς, ἐπιδίδωσι τοὺς κηροὺς τῷ πραι‐ ποσίτῳ, κἀκεῖνος τῷ τῆς καταστάσεως, καὶ τελέσαντος τοῦ πατριάρχου τὴν εὐχήν, προσκυνεῖ ὁ βασιλεὺς τὸ ἄχραντον Εὐαγγέλιον καὶ τὸν τίμιον σταυρόν, καὶ ἐπιλα‐
10βόμενος τῆς χειρὸς τοῦ πατριάρχου καὶ δηριγευόμενος ὑπὸ τῶν προειρημένων πάντων, διέρχονται ἀμφότεροι μέσον διὰ τοῦ ναοῦ, καὶ διὰ τῆς δεξιᾶς πλαγίας τοῦ ἄμβωνος, εἰσέρχονται ἀμφότεροι, ὅ τε βασιλεὺς καὶ ὁ πατριάρχης, ἐν τῇ σωλέᾳ καὶ οἱ ἄρχοντες τοῦ κουβου‐
15κλείου, οἱ δὲ λοιποὶ μένουσιν ἔξωθεν τῆς σωλέας ἑστῶτες ἔνθεν κἀκεῖσε. Ἐλθόντες δὲ μέχρι τῶν ἁγίων θυρῶν, ὁ μὲν πατριάρχης εἰσέρχεται εἰς τὸ θυσιαστήριον, ὁ δὲ βασιλεὺς ἵσταται ἔμπροσθεν τῶν ἁγίων θυρῶν, καὶ ἅψας κηροὺς εὔχεται καὶ ἐπιδίδωσιν αὐτοὺς τῷ πραιποσίτῳ, καὶ προσ‐
20κυνήσας τὰς ἁγίας θύρας, εἰσέρχεται εἰς τὸ θυσιαστήριον καὶ προσκυνεῖ τὴν ἁγίαν τράπεζαν καὶ ἐπιτίθησιν ἐπ’ αὐτῇ ἀποκόμβιον, καὶ ἐξελθὼν ἐκ τοῦ θυσιαστηρίου, δηριγευόμενος ὑπὸ τῶν ἐξ ἔθους, διέρχεται διὰ τοῦ δεξιοῦ μέρους τοῦ ναοῦ καὶ ἀνέρχεται διὰ τοῦ προειρημένου
25κοχλιοῦ ἐν τοῖς κατηχουμενίοις, καὶ ἀπελθὼν τελεῖ ἐν τῷ εἰθισμένῳ τόπῳ τὴν θείαν λειτουργίαν. Καὶ ἐν τῷ καιρῷ τῆς θείας κοινωνίας ἀποστέλλει ὁ πραιπόσιτος ἀπὸ κελεύσεως σιλεντιαρίους, καὶ προσκα‐ λοῦνται τὸν πατριάρχην, καὶ ἀνέρχεται διὰ τοῦ αὐτοῦ
30κοχλιοῦ, καὶ διελθὼν διὰ τῶν κατηχουμενίων, ἀπέρχεται ἐν τῷ συνήθει τόπῳ, ἔνθα καὶ τὸ ἀντιμίσιον, καὶ κοι‐
νωνεῖ ὁ βασιλεὺς ἐκ τῶν τοῦ πατριάρχου χειρῶν, καὶ εἶθ’104 in vol. 1

1

.

105

οὕτως ἀπέρχεται ὁ πατριάρχης, καὶ ἵσταται ἐν τῷ ἀντι‐ μισίῳ τῷ ὄντι ἀπέναντι τῆς πύλης, ἐν ᾧ ἀριστᾷ τῇ αὐτῇ ἡμέρᾳ ὁ βασιλεύς, καὶ κοινωνοῦσιν ἐκεῖσε οἱ συνήθεις ἄρχοντες, καὶ εἶθ’ οὕτως κατέρχεται ὁ πατριάρχης πρὸς
5τὸ ἐκτελέσαι τὴν θείαν λειτουργίαν. Ὁ δὲ βασιλεὺς ἀπέρχεται διὰ τοῦ τρικλίνου, ἐν ᾧ ἀριστᾷ, καὶ εἰσέρχεται ἐν τῷ κοιτῶνι αὐτοῦ. Τελεσθείσης δὲ τῆς θείας λειτουρ‐ γίας, ἀποστέλλονται σιλεντιάριοι παρὰ τοῦ πραιποσίτου ἀπὸ κελεύσεως, καὶ προσκαλοῦνται τὸν πατριάρχην. Ὁ δὲ
10πατριάρχης ἀνέρχεται, κρατούμενος ὑπὸ τῶν σιλεν‐ τιαρίων, διὰ τοῦ προειρημένου κοχλιοῦ καὶ εἰσέρχεται ἐν τοῖς κατηχουμενίοις, κἀκεῖσε μικρὸν προσμείναντος, εἰσέρ‐ χεται ὁ πραιπόσιτος καὶ δηλοῖ τῷ βασιλεῖ, καὶ λαβὼν νεῦμα παρὰ τοῦ βασιλέως, ἐξέρχεται μετὰ τῶν ἀρχόντων
15τοῦ κουβουκλείου, καὶ προσκαλοῦνται τὸν πατριάρχην, καὶ ἑνοῦται τῷ βασιλεῖ ἐν τῷ τρικλίνῳ, ἐν ᾧ καὶ τὸ κλητώριον ἡτοίμασται, καὶ εἰπόντων τὸν στίχον, ὑπεξέρχεται μικρὸν ὁ πατριάρχης καὶ ἐκβάλλει τὸ ὠμοφόριον αὐτοῦ, ὡσαύτως καὶ ὁ βασιλεὺς ἐκβάλλει τὸ σαγίον αὐτοῦ. Καὶ καθέζονται
20ἀμφότεροι ἐν τῷ κλητωρίῳ, καὶ πιόντων πρὸς ἅπαξ, εἰσέρχονται οἱ φίλοι, καὶ εἶθ’ οὕτως εἰσέρχονται καὶ οἱ τῶν ἀμφοτέρων μερῶν δημῶται κάτω ἐν τῷ λουτῆρι, καὶ ἀριστῶντος τοῦ βασιλέως, αὐτοὶ ἐκτελοῦσι τὰς συνήθεις ἀκτολογίας, καὶ ἡνίκα εἰσέλθῃ τὸ δούλκιν, ἀποστέλλει ὁ
25βασιλεὺς ἀποκόμβια, καὶ λαβόντες αὐτά, ὑπερεύχονται καὶ ἀνίστανται, καὶ μένει ὁ βασιλεὺς καὶ ὁ πατριάρχης. Καὶ πιόντων πρὸς ἅπαξ, ἀνίστανται, καὶ περιβάλλεται ὁ βασιλεὺς τὸ σαγίον αὐτοῦ, ὁ δὲ πατριάρχης τὸ ὠμοφόριον αὐτοῦ, εἶτα λέγουσι τὸν στίχον καὶ προσκυνοῦσιν ἀλλήλους,
30καὶ ὁ μὲν βασιλεὺς ἀπέρχεται ἐν τῷ κοιτῶνι αὐτοῦ, ὁ δὲ
πατριάρχης, ὅπου βούλεται.105 in vol. 1

1

.

106

(1t)

ΚΗʹ (ΙΘʹ)
2tὍσα δεῖ παραφυλάττειν τῇ παραμονῇ
3tτοῦ Ἁγίου Ἠλιοῦ, καὶ τῇ αὐτῇ ἑορτῇ.
4Δείλης, περὶ ὥραν ἑβδόμην, προέρχεται ἡ σύγκλητος ἀπὸ
5σκαραμαγγίων εἰς τὸν Ἱππόδρομον, καὶ ἀνοίγοντος τοῦ παπία, εἰσέρχεται ἡ σύγκλητος διὰ τῶν Σκύλων καὶ τοῦ Ἰουστινιανοῦ καὶ τοῦ Λαυσιακοῦ εἰς τὸν Χρυσοτρίκλινον, κἀκεῖθεν διέρχεται, καὶ εἰσέρχεται εἰς τὸν ναὸν τῆς ὑπεραγίας Θεοτόκου τοῦ Φάρου. Ὁ δὲ παπίας ἵσταται
10εἰς τὰς ἀνατολικάς, εἰς τὸ πορφυροῦν μάρμαρον, μετὰ διαιταρίων βασταζόντων τὰ βασιλικά, καὶ τῆς συγκλήτου διερχομένης ἐκεῖσε, δίδωσιν ὁ παπίας ἑνὶ ἑκάστῳ ἀνὰ βασιλικοῦ. Καὶ δὴ τῆς συγκλήτου εἰσερχομένης ἐν τῷ ναῷ τῆς ὑπεραγίας Θεοτόκου, ἀπάρχεται ἡ ἀκολουθία
15τοῦ λυχνικοῦ, καὶ ταύτης τελουμένης, περὶ τὴν ἀπό‐ λυσιν λέγεται ἀπολυτίκιν πρὸς τό «Συνταφέντες σοι,» ὅπερ ἐποίησε Λέων ὁ σοφώτατος καὶ ἀγαθὸς βασιλεύς· Ἀντιφώνως δὲ τούτου ψαλλομένου ὑπό τε τοῦ κουβου‐ κλείου καὶ τοῦ βασιλικοῦ κλήρου, μετὰ τὴν ἀπόλυσιν τῆς
20τοιαύτης ψαλμῳδίας ἐπιδίδοται τοῖς τε μαγίστροις, πραι‐
ποσίτοις, ἀνθυπάτοις, πατρικίοις τε καὶ ὀφφικιαλίοις106 in vol. 1

1

.

107

παρὰ τοῦ βασιλέως ἀνὰ ἑνὸς ἀργυροῦ μικροῦ σταυροῦ, μηνύεται δὲ ὁ πατριάρχης, ἵνα ἐλθὼν ἐπὶ τὴν αὔριον ἐπιτελέσῃ τὴν θείαν λειτουργίαν. Τῇ δὲ ἕωθεν ἀλλάσσει πᾶσα ἡ σύγκλητος ἀπὸ λευκῶν χλανιδίων· οἱ δὲ δεσπόται
5ἀλλάσσουσι τὰ πορφυρᾶ διβητήσια, καὶ περὶ ὥραν δευτέραν κελεύουσιν οἱ δεσπόται εἰσελθεῖν τοὺς πραιποσίτους, καὶ εἰσελθόντων, ἀνίστανται οἱ δεσπόται καὶ εἰσέρχονται ἐν τῇ καμάρᾳ τοῦ Ἁγίου Θεοδώρου, κἀκεῖσε περιβάλλονται τὰς ἑαυτῶν χλανίδας, καὶ ἐξερχόμενοι καθέζονται, ὁ μὲν
10μέγας βασιλεὺς ἐπὶ τοῦ θρόνου, οἱ δὲ μικροὶ ἔνθεν κἀκεῖθεν ἐν χρυσοῖς σελλίοις. Τοῦ δὲ κουβουκλείου εἰσελ‐ θόντος κατὰ τὸν τύπον τῆς βαϊοφόρου, καὶ εἰς τὴν οἰκείαν τάξιν στάντος, ἤγουν δεξιὰ καὶ ἀριστερά, ὅ τε τοῦ σακελ‐ λίου καὶ οἱ ξενοδόχοι καὶ γηροκομικοί, προσάγοντες τῷ
15βασιλεῖ τοὺς κατὰ τύπον χρυσοστοιβάστους σταυρούς. Καὶ εἶθ’ οὕτως εἰσάγεται στοιχηδὸν πᾶσα ἡ τάξις τῶν τε μαγίστρων, ἀνθυπάτων, πατρικίων καὶ ὀφφικιαλίων καὶ ἄλλων, ὧν ἂν κελεύσωσιν οἱ δεσπόται, καὶ ἐπιδίδωσιν ὁ βασιλεὺς ἑνὶ ἑκάστῳ τούτων ἀνὰ ἑνὸς σταυροῦ.
20Καὶ γίνεται μεταστάσιμον, καὶ κατέρχονται πάντες ἐν τῷ νάρθηκι τῆς Μεγάλης Νέας Ἐκκλησίας, οἱ δὲ δεσπόται ἀνιστάμενοι ἐκδέχονται τὸν πατριάρχην. Οἱ οὖν πραιπό‐ σιτοι μετὰ ὀλίγων τοῦ κουβουκλείου ἅμα τοῦ παπίου καὶ τοῦ ἑταιρειάρχου ἀπέρχονται καὶ εἰσάγουσι τὸν πατριάρ‐
25χην μετὰ καὶ τῶν μητροπολιτῶν καὶ τῆς λοιπῆς αὐτοῦ τάξεως. Καὶ τοῦ πατριάρχου εἰσερχομένου διὰ τῶν διαβα‐ τικῶν τοῦ Τρικόγχου, ἔρχεται καὶ κάθηται ἐν τῇ καμάρᾳ τοῦ Χρυστρικλίνου τῇ οὔσῃ πρὸς τὸ Πάνθεον, οἱ δὲ
πραιπόσιτοι εἰσερχόμενοι ἀναγγέλλουσι τοῖς δεσπόταις τὴν107 in vol. 1

1

.

108

τοῦ πατριάρχου ἄφιξιν, καὶ κελεύουσιν οἱ δεσπόται εἰσαχ‐ θῆναι τὸν πατριάρχην. Οἱ δὲ πραιπόσιτοι ἐξερχόμενοι εἰσάγουσιν αὐτόν, καὶ δὴ τοῦτον οἱ δεσπόται κατὰ τὸ εἰωθὸς ἀσπαζόμενοι, εἰσέρχονται μετ’ αὐτοῦ μυστικῶς διὰ
5τοῦ μάκρωνος τοῦ κοιτῶνος εἰς τὸν ναὸν τῆς ὑπεραγίας Θεοτόκου τοῦ Φάρου, κἀκεῖθεν ἀπέρχονται ἐν τῷ εὐκτη‐ ρίῳ τοῦ Ἁγίου Ἠλιοῦ, καὶ οἱ μὲν δεσπόται ἵστανται ἐν τῷ νάρθηκι, ὁ δὲ πατριάρχης εἰσέρχεται εἰς τὸ θυσιαστήριον, καὶ τῆς εἰωθυίας εὐχῆς τελουμένης, ἀπάρχονται οἱ
10ψάλται τὸ τροπάριον. Ὁ δὲ πατριάρχης ἐξερχόμενος ἀπὸ τοῦ θυσιαστηρίου, βαστάζων τὸ ἅγιον Εὐαγγέλιον, ἔρχεται εἰς τὰς βασιλικὰς πύλας τοῦ αὐτοῦ εὐκτηρίου, δηλονότι καὶ τοῦ ὑποδιακόνου βαστάζοντος τὸν λιτανικὸν σταυρόν. Οἱ δὲ δεσπόται λαμβάνουσι παρὰ τοῦ πραιποσίτου κηρούς,
15καὶ διὰ τῆς τρισσῆς μετὰ τῶν κηρῶν προσκυνήσεως ἀπευ‐ χαριστοῦσι τῷ Θεῷ καὶ ἀσπάζονται τὸ Εὐαγγέλιον καὶ τὸν σταυρόν, θυμιώμενοι ὑπὸ τοῦ διακόνου. Καὶ παρακρατούμενος ὁ βασιλεὺς ὑπὸ τοῦ πατριάρχου ἐξέρχεται ἀπὸ τῆς ἐκκλησίας, καὶ διερχομένου αὐτοῦ
20μέσον τοῦ ναοῦ τοῦ Φάρου, καὶ ἐξιόντος τὴν πύλην τὴν ἐξάγουσαν ἐπὶ τὸν ἡλιακόν, λαμβάνουσιν οἱ δεσπόται παρὰ τῶν πραιποσίτων κηρία λιτανίκια καὶ διέρχονται λιτα‐ νεύοντες διὰ μέσου τοῦ ἡλιακοῦ καὶ τοῦ στενωποῦ τοῦ μονοθύρου, κατέρχονται τὸ καταβάσιον τοῦ Βουκολέοντος,
25καὶ ἐκνεύοντες δεξιᾷ, κατέρχονται πρὸς τὸν νάρθηκα τῆς Νέας Μεγάλης Ἐκκλησίας (ἐκεῖσε γὰρ ἵστανται ἅπαντες οἱ τῆς συγκλήτου), καὶ γίνεται ἡ εἰωθυῖα ἐκκλησιαστικὴ ἀκολουθία τῆς εἰσόδου. Τῶν δὲ δεσποτῶν, κατὰ τὸ εἰωθός, εἰσιόντων μετὰ τοῦ πατριάρχου εἰς τὸ θυσιαστήριον τοῦ
30εὐκτηρίου τοῦ Ἁγίου Ἠλιοῦ τῆς αὐτῆς Νέας Ἐκκλησίας, ὁ μὲν πατριάρχης προεισέρχεται, οἱ δὲ δεσπόται, ἱστά‐ μενοι ἔξωθεν τῶν ἁγίων θυρῶν, λαμβάνουσι κηροὺς ἀπὸ τῶν πραιποσίτων, καὶ διὰ τῆς τρισσῆς προσκυνήσεως ἀπευ‐
χαριστοῦσι τῷ Θεῷ. Εἶτα εἰσερχόμενοι ἐν τῷ θυσια‐108 in vol. 1

1

.

109

τηρίῳ, ἐν πρώτοις μὲν ἀσπάζονται τὰ ἅγια θύρια, εἶτα τὴν τῆς ἁγίας τραπέζης ἐνδυτὴν καὶ τὴν ἐκεῖσε ἀπο‐ κειμένην τοῦ ἁγίου προφήτου μηλωτήν, καὶ τιθέντες ἀποκόμβιον ἐπὶ τῆς ἁγίας τραπέζης, διέρχονται διὰ
5τῶν βημάτων, ἅπτοντες κηροὺς καθ’ ἓν ἕκαστον βῆμα, ἀσπαζόμενοι κατὰ τὸ εἰωθὸς τὰς ἐνδυτάς. Καὶ διερχόμενοι διὰ τοῦ αὐτοῦ γυναικίτου, ἅπτουσι κηροὺς εἰς τὴν εἰκόνα Βασιλείου, τοῦ φιλοχρίστου Δεσπότου, καὶ εὐθέως ἀπο‐ χαιρετίζοντες τὸν πατριάρχην, εἰσέρχονται ἐν τῷ ἐκεῖσε
10προσευχαδίῳ, κἀκεῖθεν ἐκβαίνοντες εἰς τὸν πρὸς τὴν θάλασσαν νάρθηκα, ἐν ᾧ καὶ τὰ σελλία ἵστανται καὶ τὸ βῆλον κρέμαται, ἀπαλλάσσουσι τὰς ἑαυτῶν χλανίδας, καὶ ἵστανται ἐκδεχόμενοι τὴν τοῦ ἁγίου Εὐαγγελίου ἀνά‐ γνωσιν, εἶθ’ οὕτως λαμβάνοντες κηροὺς παρὰ τῶν πραι‐
15ποσίτων, ἀκούουσι τοῦ ἁγίου Εὐαγγελίου. Μετὰ δὲ τὴν ἀπόλυσιν τῆς ἐκτενοῦς καθέζονται, καὶ εἰσάγει ὁ τῆς τραπέζης μετὰ καὶ τῶν ἀρτοκλινῶν τὸ κλητώριον, καὶ στοιχεῖ αὐτὸ ὁ μέγας βασιλεὺς καὶ εἶθ’ οὕτως οἱ δεσπόται διέρχονται μυστικῶς διὰ τοῦ αὐτοῦ νάρθηκος καὶ τοῦ
20ἐκεῖσε μυστικοῦ ἀναβασίου, καὶ διὰ τοῦ ἀνωτάτου ἡλιακοῦ τοῦ αὐτοῦ νάρθηκος εἰσέρχονται οἱ δεσπόται εἰς τὸ παλάτιον. Ἰστέον ὅτι ταύτῃ τῇ ἑορτῇ μετὰ τῶν ἀλλαξί‐
μων καθέζονται οἱ δεσπόται ἐπὶ τραπέζης.109 in vol. 1

1

.

110

(1t)

ΚΘʹ (Κʹ)
2tΜηνὶ Μαΐῳ αʹ τὰ ἐγκαίνια τῆς Νέας,
3tὅσα δεῖ παραφυλάττειν τῇ ἑορτῇ τῶν ἐγκαινίων
4tτῆς Νέας Μεγάλης Ἐκκλησίας.
5Πρὸ μιᾶς ἡμέρας, κελεύουσιν οἱ δεσπόται τοῖς πραιπο‐ σίτοις προελθεῖν ἐπὶ τῇ αὔριον μετὰ ἀλλαξίμων πᾶσαν τὴν σύγκλητον, καὶ τῇ ἕωθεν περὶ ὥραν δευτέραν κελεύ‐ ουσιν οἱ δεσπόται εἰσελθεῖν τοὺς πραιποσίτους, καὶ δὴ τούτων εἰσελθόντων μετὰ καὶ ὀλίγων τοῦ κουβουκλείου,
10ἀπέρχονται ἅμα τοῦ παπία καὶ τοῦ ἑταιρειάρχου, καὶ εἰσάγουσι τὸν πατριάρχην μετὰ καὶ τῶν μητροπολιτῶν καὶ τῆς λοιπῆς αὐτοῦ τάξεως. Καὶ τοῦ πατριάρχου εἰσερχο‐ μένου διὰ τῶν διαβατικῶν τοῦ Τρικόγχου, ἔρχεται καὶ κάθηται ἐν τῇ καμάρᾳ 〈τοῦ Χρυσοτρικλίνου τῇ οὔσῃ πρὸς
15τὸ Πάνθεον· οἱ δὲ πραιπόσιτοι εἰσερχόμενοι ἀναγγέλουσι τοῖς δεσπόταις τὴν τοῦ πατριάρχου ἄφιξιν καὶ εὐθέως ἀνίστανται οἱ δεσπόται καὶ εἰσέρχονται ἐν τῇ καμάρᾳ〉 τοῦ Ἁγίου Θεοδώρου, κἀκεῖσε περιβάλλονται τὰς ἑαυτῶν χλανίδας, καὶ ἐξερχόμενοι ἔξωθεν τοῦ βήλου τῆς αὐτῆς
20καμάρας ἵστανται. Οἱ δὲ πραιπόσιτοι ἐξερχόμενοι εἰσά‐
γουσι τὸν πατριάρχην, οἱ δὲ δεσπόται τοῦτον, κατὰ τὸ110 in vol. 1

1

.

111

εἰωθός, ἀσπαζόμενοι, καθέζονται μετ’ αὐτοῦ ἐν τῷ Χρυσο‐ τρικλίνῳ μικρόν τι, καὶ εὐθέως γίνεται μεταστάσιμον, καὶ οἱ μὲν μάγιστροι καὶ ἀνθύπατοι καὶ πατρίκιοι καὶ λοιποὶ συγκλητικοὶ κατέρχονται ἐν τῷ νάρθηκι τῆς Νέας
5Μεγάλης Ἐκκλησίας, οἱ δὲ τοῦ κουβουκλείου ἅπαντες διέρχονται διὰ τοῦ ὡρολογίου καὶ τοῦ Χρυσοτρικλίνου καὶ τῆς καμάρας τοῦ Πανθέου καὶ τοῦ Φύλακος, καὶ ἐκβαί‐ νοντες τὸ μονόθυρον, ἀπίασιν ἐν τῷ ναῷ τῆς ὑπεραγίας Θεοτόκου τοῦ Φάρου, καὶ οἱ μὲν δεσπόται ἀνιστάμενοι
10εἰσέρχονται μετὰ τοῦ πατριάρχου μυστικῶς διὰ τοῦ μάκρωνος τοῦ κοιτῶνος εἰς τὸν ναὸν τῆς ὑπεραγίας Θεοτόκου τοῦ Φάρου, καὶ οἱ δεσπόται ἵστανται ἐν τῷ νάρ‐ θηκι, ὁ δὲ πατριάρχης εἰσέρχεται εἰς τὸ θυσιαστήριον, καὶ τῆς εἰωθυίας εὐχῆς τελουμένης, ἀπάρχονται οἱ ψάλται τὸ
15τροπάριν· ὁ δὲ πατριάρχης ἐξερχόμενος ἀπὸ τοῦ θυσια‐ στηρίου, βαστάζων τὸ ἅγιον Εὐαγγέλιον, ἔρχεται εἰς τὰς βασιλικὰς πύλας, δηλονότι τοῦ ὑποδιακόνου βαστά‐ ζοντος τὸν λιτανικὸν σταυρόν, οἱ δὲ δεσπόται λαμβάνουσι παρὰ τῶν πραιποσίτων κηρούς, καὶ διὰ τῆς τρισσῆς μετὰ
20τῶν κηρῶν προσκυνήσεως ἀπευχαριστοῦσι τῷ Θεῷ, καὶ ἀσπάζονται τό τε Εὐαγγέλιον καὶ τὸν σταυρόν, θυμιώμενοι ὑπὸ τοῦ διάκονος. Καὶ παρακρατούμενος ὁ βασιλεὺς ὑπὸ τοῦ πατριάρχου ἐξέρχεται ἀπὸ τῆς ἐκκλησίας, καὶ ἐξιόντων τὴν πύλην τὴν
25ἐξάγουσαν εἰς τὸν ἡλιακόν, λαμβάνουσιν οἱ δεσπόται παρὰ τῶν πραιποσίτων κηρία λιτανίκια, καὶ διέρχονται λιτανεύ‐ οντες διὰ μέσου τοῦ ἡλιακοῦ καὶ τοῦ στενωποῦ τοῦ μονο‐ θύρου, καὶ κατέρχονται τὸ καταβάσιον τοῦ Βουκολέοντος, καὶ ἐκνεύοντες δεξιᾷ, κατέρχονται πρὸς τὸν νάρθηκα τῆς
30Νέας Ἐκκλησίας (ἐκεῖσε γὰρ ἵστανται οἱ τῆς συγκλήτου),
καὶ γίνεται ἡ ἀκολουθία τῆς εἰσόδου τῶν ἐγκαινίων. Τῶν111 in vol. 1

1

.

112

δὲ δεσποτῶν, κατὰ τὸ εἰωθός, εἰσιόντων μετὰ τοῦ πατριάρ‐ χου εἰς τὸ θυσιαστήριον, ὁ μὲν πατριάρχης προεισέρχεται· οἱ δὲ δεσπόται, ἱστάμενοι ἔξωθεν τῶν ἁγίων θυρῶν, λαμ‐ βάνουσι κηροὺς παρὰ τῶν πραιποσίτων καὶ διὰ τῆς τρισσῆς
5μετὰ τῶν κηρῶν προσκυνήσεως ἀπευχαριστοῦσι τῷ Θεῷ· εἶτα εἰσερχόμενοι ἐν τῷ θυσιαστηρίῳ, ἐν πρώτοις μὲν ἀσπάζονται τὰ ἅγια θύρια, εἶτα τὴν τῆς ἁγίας τραπέζης ἐνδυτήν, καὶ τιθέντες ἀποκόμβιον ἐπὶ τῆς ἁγίας τραπέζης, διέρχονται διὰ τῶν βημάτων, ἅπτοντες κηροὺς καθ’ ἕνα
10ἕκαστον βῆμα, ἀσπαζόμενοι, κατὰ τὸ εἰωθός, τὰς ἐνδυτὰς καὶ διερχόμενοι διὰ τοῦ γυναικίτου, ἅπτουσι κηροὺς εἰς τὴν εἰκόνα Βασιλείου, τοῦ φιλοχρίστου δεσπότου, καὶ εὐθέως ἀποχαιρετίζοντες τὸν πατριάρχην, εἰσέρχονται ἐν τῷ ἐκεῖσε προσευχαδίῳ, κἀκεῖθεν ἐκβαίνοντες εἰς τὸν
15πρὸς τὴν θάλασσαν νάρθηκα, ἐν ᾧ καὶ τὰ σελλία ἵστανται καὶ τὸ βῆλον κρέμαται, καὶ ἀπαλλάσσουσι τὰς ἑαυτῶν χλανίδας, καὶ ἵστανται ἐκδεχόμενοι τὴν τοῦ ἁγίου Εὐαγ‐ γελίου ἀνάγνωσιν· εἶθ’ οὕτως λαμβάνοντες κηροὺς παρὰ τῶν πραιποσίτων, ἀκούουσι τοῦ ἁγίου Εὐαγγελίου. Μετὰ
20δὲ τὴν ἀπόλυσιν τῆς ἐκτενοῦς εὐχῆς καθέζονται, καὶ εἰσάγει ὁ τῆς τραπέζης μετὰ καὶ τῶν ἀρτοκλινῶν τὸ κλη‐ τώριον, καὶ στοιχεῖ αὐτὸ ὁ μέγας βασιλεύς. Καὶ εἶθ’ οὕτως οἱ δεσπόται διέρχονται μυστικῶς διὰ τοῦ αὐτοῦ νάρθηκος καὶ τοῦ μυστικοῦ ἀναβασίου, καὶ διὰ τοῦ ἀνωτάτου ἡλιακοῦ
25τοῦ αὐτοῦ νάρθηκος εἰσέρχονται εἰς τὸ παλάτιον. Χρὴ εἰδέναι ὅτι κατὰ τὴν τάξιν ταύτης τῆς ἑορτῆς καὶ τὸν τύπον ἐπιτελεῖται καὶ ἡ ἑορτὴ τοῦ Ἀρχιστρατήγου μηνὶ Νοεμβρίῳ ηʹ. Εἰδέναι δὲ δεῖ ὅτι ταύτῃ τῇ ἑορτῇ τοῦ Ἀρχιστρατήγου ἐν τῷ εὐκτηρίῳ τοῦ ναοῦ, ἤγουν τοῦ
30Ἀρχιστρατήγου, ἐπιτελεῖται ἡ τοιαύτη ἑορτή.112 in vol. 1

1

.

113

(1t)

Λʹ (ΚΑʹ)
2tὍσα δεῖ παραφυλάττειν τῇ ἑορτῇ
3tκαὶ προελεύσει τοῦ Ἁγίου Δημητρίου
4Πρὸ μιᾶς ἡμέρας, κελεύουσιν οἱ δεσπόται τοῖς πραιπο‐
5σίτοις τοῦ προελθεῖν ἐπὶ τὴν αὔριον μετὰ ἀλλαξίμων τὴν σύγκλητον πᾶσαν, καὶ τῇ ἕωθεν περὶ ὥραν δευτέραν κελεύουσιν οἱ δεσπόται εἰσελθεῖν τοὺς πραιποσίτους, καὶ δὴ τούτων εἰσελθόντων, μετὰ ὀλίγων τοῦ κουβουκλείου ἀπέρχονται, ἅμα τοῦ παπία καὶ τοῦ ἑταιρειάρχου, καὶ
10εἰσάγουσι τὸν πατριάρχην μετὰ καὶ τῶν μητροπολιτῶν καὶ τῆς λοιπῆς αὐτοῦ τάξεως. Καὶ τοῦ πατριάρχου εἰσερ‐ χομένου, διὰ τῶν διαβατικῶν τοῦ Τρικόγχου εἰσέρχεται, καὶ κάθηται ἐν τῇ καμάρᾳ τοῦ Χρυσοτρικλίνου τῇ οὔσῃ πρὸς τὸ Πάνθεον. Οἱ δὲ πραιπόσιτοι εἰσερχόμενοι ἀναγ‐
15γέλλουσι τοῖς δεσπόταις τὴν τοῦ πατριάρχου ἄφιξιν, καὶ εὐθέως ἀνίστανται οἱ δεσπόται καὶ εἰσέρχονται ἐν τῇ καμάρᾳ τοῦ Ἁγίου Θεοδώρου, κἀκεῖσε περιβάλλονται τὰς ἑαυτῶν χλανίδας, καὶ ἐξερχόμενοι ἔξωθεν τοῦ βήλου τῆς αὐτῆς καμάρας ἵστανται. Οἱ δὲ πραιπόσιτοι ἐξερχόμενοι
20εἰσάγουσι τὸν πατριάρχην· οἱ δὲ δεσπόται τοῦτον, κατὰ τὸ εἰωθός, ἀσπαζόμενοι, καθέζονται μετ’ αὐτοῦ ἐπὶ τοῦ Χρυσοτρικλίνου μικρόν τι, καὶ ὅτε πάντα καλῶς εὐτρε‐ πισθῶσιν, εἰσέρχονται οἱ πραιπόσιτοι δηλοῦντες τοῖς δεσπόταις, καὶ εὐθέως ἀνίστανται οἱ δεσπόται μετὰ τοῦ
25πατριάρχου, καὶ ἐξερχόμενοι, κατὰ τὸν εἰωθότα τούτοις113 in vol. 1

1

.

114

τύπον, διέρχονται διὰ τοῦ Τριπέτωνος καὶ τοῦ Λαυσιακοῦ καὶ τοῦ Ἰουστινιανοῦ καὶ τῶν Σκύλων καὶ τῶν ἔξω διαβατικῶν τοῦ Μαρκιανοῦ, καὶ ἀπέρχονται ἐν τῷ ἐκεῖσε εὐκτηρίῳ τοῦ Ἁγίου Ἀποστόλου Πέτρου.
5Ἰστέον ὅτι, τῶν δεσποτῶν ἐξερχομένων ἀπὸ τοῦ Χρυσο‐ τρικλίνου μετὰ καὶ τοῦ πατριάρχου, ἵστανται ἀντικρὺ τῶν ἀργυρῶν πυλῶν τοῦ Χρυσοτρικλίνου οἱ εὐνοῦχοι πρωτο‐ σπαθάριοι, ὅ τε λογοθέτης τοῦ δρόμου μετὰ καὶ τοῦ πρωτοασηκρήτις καὶ τοῦ πρωτονοταρίου, ἐπὶ δὲ τὸ μέρος
10τοῦ ὡρολογίου οἱ τοῦ Χρυσοτρικλίνου. Ἰστέον ὅτι, ἐξιόντων τῶν δεσποτῶν τὰς χαλκᾶς πύλας πρὸς τὸν Λαυσιακόν, δέχονται οἱ τοῦ μαγλαβίου καὶ οἱ τοῦ κουβουκλείου ἅπαντες, κἀκεῖθεν δηριγεύουσι τοὺς δεσπότας.
15Ἰστέον ὅτι ἔνδον τῶν Σκύλων, ἤγουν εἰς τὴν ἄκραν τοῦ Ἰουστινιανοῦ, ἵστανται οἵ τε μάγιστροι καὶ ἀνθύπατοι καὶ ὀφφικιάλιοι, καὶ τῶν δεσποτῶν διερχομένων, πίπτουσιν ἐπ’ ἐδάφους, τούτους προσκυνοῦντες. Οἱ δὲ δεσπόται, καθὼς προείρηται, διέρχονται μέχρι τοῦ Ἁγίου Ἀποστόλου
20Πέτρου, ὁ δὲ πατριάρχης εἰσέρχεται εἰς τὸ θυσιαστήριον, καὶ τῆς εἰωθυίας εὐχῆς τελουμένης, ἀπάρχονται οἱ ψάλται τὸ τροπάριν. Ὁ δὲ πατριάρχης ἐξερχόμενος ἀπὸ τοῦ θυσια‐ στηρίου, βαστάζων τὸ ἅγιον Εὐαγγέλιον, ἔρχεται εἰς τὰς βασιλικὰς πύλας τοῦ αὐτοῦ εὐκτηρίου, δηλονότι καὶ τοῦ
25ὑποδιάκονος βαστάζοντος τὸν λιτανικὸν σταυρόν. Οἱ δὲ δεσπόται λαμβάνουσι παρὰ τῶν πραιποσίτων κηροὺς καὶ διὰ τῆς τρισσῆς προσκυνήσεως ἀπευχαριστοῦσι τῷ Θεῷ, καὶ ἀσπάζονται τό τε Εὐαγγέλιον καὶ τὸν σταυρόν, θυμιώμενοι ὑπὸ τοῦ διάκονος, καὶ παρακρατούμενος ὁ
30βασιλεὺς ὑπὸ τοῦ πατριάρχου, ἐξέρχεται ἀπὸ τῆς ἐκκλη‐ σίας. Ἰστέον ὅτι ἀπὸ μὲν τοῦ Ἁγίου Πέτρου ἐξερχο‐ μένης τῆς λιτῆς, λέγουσιν οἱ ψάλται τὸ τροπάριν τοῦ
μάρτυρος πρὸς τό· «Λαθὼν ἐτέχθης,» ὅπερ ἐποίησε Λέων114 in vol. 1

1

.

115

ὁ σοφώτατος καὶ ἀγαθὸς βασιλεύς, εἰσερχομένης δὲ τῆς λιτῆς εἰς τὸ Χρυσοτρίκλινον, ἀπάρχονται τὸ τροπάριν τῶν ἐγκαινίων, ἤγουν τό· «Δόξα σοι, Χριστὲ ὁ Θεός, ἀπο‐ στόλων καύχημα.» Καὶ διερχόμενος, ὅθεν κἀκεῖσε ἀπῄει,
5διέρχεται διὰ μέσον τοῦ Χρυσοτρικλίνου, καὶ ἐξέρχεται μετὰ τῆς λιτῆς τὰς ἀνατολικὰς πύλας, καὶ οἱ μὲν μάγι‐ στροι καὶ ἀνθύπατοι καὶ πατρίκιοι καὶ ὀφφικιάλιοι ἵστανται ἀντικρὺ τοῦ ναοῦ τοῦ Ἁγίου Δημητρίου, ἤγουν τοῦ ἀρι‐ στεροῦ μέρους, οἱ δὲ τοῦ κουβουκλείου κατὰ ἀνατολικὰς
10τοῦ ἡλιακοῦ, οἱ δὲ δεσπόται μετὰ τοῦ πατριάρχου ἐν τῷ προπυλαίῳ τῆς ἐκκλησίας, καὶ τῆς εἰωθυίας ἀκολουθίας τελεσθείσης, ἤγουν τῶν ἐγκαινίων, γίνεται ἡ εἴσοδος. Καὶ ὁ μὲν πατριάρχης εἰσέρχεται εἰς τὸ θυσιαστήριον, οἱ δὲ δεσπόται, διερχόμενοι μέσον τῆς ἐκκλησίας, ἐξέρχονται
15καὶ ἵστανται ἐν τῷ ἐκεῖσε Τετρασέρῳ, ἐκδεχόμενοι τὴν τοῦ Εὐαγγελίου ἀνάγνωσιν. Μετὰ δὲ τὴν τοῦ Εὐαγγελίου ἀνάγνωσιν, ἐξερχόμενοι τὰς ἀργυρᾶς τοῦ μάκρωνος πύλας, ἀπαλλάσσουσι τὰς τούτων χλαμύδας, καὶ εἰσερχόμενοι καθέζονται ἐπὶ τοῦ Χρυσοτρικλίνου, καθὼς εἴθισται αὐτοῖς,
20καὶ μετὰ μικρὸν δίδονται μίνσαι. Τῇ αὐτῇ δὲ ἡμέρᾳ συνε‐ στιῶνται τῷ πατριάρχῃ καὶ τοῖς μητροπολίταις καὶ τῇ
συγκλήτῳ, οἷς ἂν κελεύσωσιν.115 in vol. 1

1

.

116

(1t)

ΛΑʹ (ΚΒʹ)
2tὍσα δεῖ παραφυλάττειν τῇ ἑορτῇ
3tκαὶ προελεύσει τῆς Ὑψώσεως τῶν τιμίων
4tξύλων.
5προέρχονται οἱ τοῦ κουβουκλείου, πατρίκιοί τε καὶ δομέστικοι καὶ οἱ λοιποὶ ἅπαντες ἄρχοντες ἀπὸ σκαρα‐ μαγγίων ἐν τῷ Σπαθαρικίῳ ὥραν ἐννάτην ἢ καὶ δεκάτην νυκτός· καὶ μέλλοντος τοῦ βασιλέως ἐξέρχεσθαι, ἀνοίγε‐ ται ἡ πύλη τοῦ Σπαθαρικίου, καὶ τῶν ἀρχόντων τοῦ
10κουβουκλείου εἰσελθόντων καὶ τὰ σαγία αὐτῶν φορούντων, προσκυνοῦσι τὸν βασιλέα· ὁ δὲ βασιλεύς, δηριγευόμενος ὑπ’ αὐτῶν, ἐξέρχεται. Οἱ δὲ πατρίκιοι ἅμα τῶν δομεστίκων ἐκδέχονται τὸν βασιλέα ἔξω τῆς πύλης τοῦ Σπαθαρικίου, ὡσαύτως καὶ οἱ βασιλικοὶ προσκυνήσαντες διέρχονται
15ἔμπροσθεν τοῦ βασιλέως· ὁ δὲ βασιλεὺς δηριγευόμενος ὑπό τε τοῦ κουβουκλείου καὶ τῶν βασιλικῶν, διέρχεται διὰ τῆς Μανναύρας καὶ τῶν ἀνωτέρων αὐτῆς διαβατικῶν, καὶ διὰ τῆς ξυλίνης σκάλας ἀνελθών, εἰσέρχεται ἐν τοῖς κατη‐ χουμενίοις τῆς Μεγάλης Ἐκκλησίας, εἶθ’ οὕτως ἅψας
20κηροὺς καὶ εὐξάμενος, παρακύπτει ἐν τοῖς δεξιοῖς μέρεσιν. Ἔπειτα ἀλλάσσουσιν οἱ τοῦ κουβουκλείου ἄρχοντες, οἱ δὲ κουβικουλάριοι τὰ καμίσια αὐτῶν καὶ μόνον, οἱ δὲ πατρίκιοι χλανίδια λιτά. Εἶτα κελεύει ὁ βασιλεὺς τῷ πραιποσίτῳ, καὶ προσκαλεῖται ὁ πατριάρχης,
25καὶ ὀλίγον μετὰ τοῦ βασιλέως καθεσθεὶς ἐξέρχεται, καὶ
ἄπεισιν ἐν τῷ μικρῷ σεκρέτῳ, ἔνθα πρόκεινται τὰ τίμια116 in vol. 1

1

.

117

ξύλα, ἐκδεχόμενος τὸν βασιλέα. Ἀρχομένης δὲ τῆς ἐκκλη‐ σίας τό· «Δόξα ἐν ὑψίστοις Θεῷ», ἀπέρχεται ὁ βασιλεύς, δηριγευόμενος ὑπὸ τοῦ κουβουκλείου εἰς προσκύνησιν τῶν τιμίων ξύλων, καὶ προσκυνήσας τὰ τίμια ξύλα, ἐξέρχεται
5ἐν τῷ μεγάλῳ σεκρέτῳ, καὶ ἐπιδίδωσιν αὐτῷ ὁ πατριάρχης κηρίον λιτανίκιν ἄνευ φιαλίου. Ἐν δὲ τῷ αὐτῷ σεκρέτῳ δέχονται τὸν βασιλέα οἱ πατρίκιοι ἅμα τῇ συγκλήτῳ, βαστάζοντες κηρία ἄνευ φιαλίων, οὐ πίπτουσι δέ· εἶτα ὁ βασιλεὺς μετὰ τῶν ἀρχόντων τοῦ κουβουκλείου καὶ πατρι‐
10κίων καὶ πάσης τῆς συγκλήτου, ὀψικεύων τὰ τίμια ξύλα, κατέρχεται διὰ τοῦ μεγάλου κοχλιοῦ, καὶ ἐκκλίνας τὸ εὐώνυμον μέρος, διέρχεται διὰ τοῦ διδασκαλείου, ἔνθα ἐπιγέγραπται τὰ πασχάλια, καὶ τὰ βάθρα κατελθών, εἰσέρ‐ χεται διὰ τῆς μεγάλης πύλης τοῦ νάρθηκος, καὶ τὰς
15βασιλικὰς πύλας καταλαβών, ἵσταται, ἐπιδοὺς τῷ πραι‐ ποσίτῳ κηρίον, ὅπερ κατέχει, καὶ ἕτερα παρ’ αὐτοῦ λαβὼν καὶ εὐξάμενος, ἐπιδίδωσιν αὐτὰ τῷ πραιποσίτῳ, ὁ δὲ πραι‐ πόσιτος τῷ τῆς καταστάσεως. Ἔπειτα λαμβάνει τὸ λιτα‐ νίκιν αὐτοῦ πάλιν παρὰ τοῦ πραιποσίτου, καὶ προσκυνήσας
20τὸ ἄχραντον Εὐαγγέλιον, διέρχεται μετὰ τοῦ πατριάρχου μέσον τοῦ ναοῦ, καὶ ἐν τοῖς δεξιοῖς μέρεσι τοῦ ἄμβωνος εἰσέρχεται διὰ τῆς σωλέας, τῶν πατρικίων ἑστώτων εἰς τὴν σωλέαν, καὶ βασταζόντων τὰ αὐτῶν κηρία. Ὁ δὲ βασιλεὺς ἔμπροσθεν τῶν ἁγίων θυρῶν ἑστώς,
25ἐπιδίδωσι τῷ πραιποσίτῳ τὸ ἴδιον κηρίον, καὶ ἕτερα παρ’ αὐτοῦ λαβὼν καὶ εὐξάμενος, ἐπιδίδωσιν αὐτὰ αὐτῷ, καὶ εἰς τὸ θυσιαστήριον εἰσελθών, καὶ τὰ τίμια ξύλα προσκυ‐ νήσας, ἐξέρχεται, εἶθ’ οὕτως ὑποστρέψας διὰ τῆς σωλέας, ἀνέρχεται τρίτον βάθρον τοῦ ἄμβωνος ἢ καὶ τέταρτον, καὶ
30ἵσταται ἐκεῖσε, κρατῶν τὸ κηρίον· οἱ δὲ τοῦ κουβουκλείου ἄρχοντες ἵστανται ἐν τῇ σωλέᾳ ἐνώπιον τοῦ βασιλέως, οἱ
δὲ εὐνοῦχοι πρωτοσπαθάριοι ἐξ εὐωνύμου τοῦ ἄμβωνος117 in vol. 1

1

.

118

εἰς τὸ σκάμνον, οἱ δὲ τοῦ μαγλαβίου ὀπίσω τῶν εὐνούχων πρωτοσπαθαρίων, ἴσον τοῦ ἀριστεροῦ μέρους τοῦ ἄμβωνος, διὰ τὸ μὴ διοδεύειν τινὰ ἐνώπιον τοῦ βασιλέως. Τοῦ δὲ πατριάρχου ἀνελθόντος μετὰ τῶν τιμίων ξύλων εἰς τὸν
5ἄμβωνα, ἐπιδίδωσιν ὁ βασιλεὺς τὸ λιτανίκιν αὐτοῦ κηρίον τῷ πραιποσίτῳ, καὶ λαβὼν ἕτερα τῆς προσευχῆς, ἵσταται μετ’ αὐτῶν, ἕως ἂν ὑψώσῃ ἐν τοῖς τέσσαρσι μέρεσι τοῦ ἄμβωνος. Εἶτα ἐπιδιδοὺς ὁ βασιλεὺς τοὺς κηροὺς τῷ πραιποσίτῳ, κατέρχονται ἀμφότεροι διὰ τῆς σωλέας, ὅ τε
10βασιλεὺς καὶ ὁ πατριάρχης, καὶ εἰσέρχονται εἰς τὸ θυσια‐ στήριον. Προτιθεμένων τῶν τιμίων ξύλων, καὶ τοῦ βασι‐ λέως εὐξαμένου καὶ προσκυνήσαντος τὰ τίμια ξύλα, ἐξέρχεται διὰ τοῦ πλαγίου τοῦ θυσιαστηρίου, καὶ δια‐ σώζει αὐτὸν ὁ πατριάρχης μέχρι τοῦ Ἁγίου Φρέατος.
15Κἀκεῖσε ἀλλήλους ἀσπασάμενοι, ὁ μὲν βασιλεὺς μετὰ τῆς προελεύσεως εἰσέρχεται διὰ τῆς μικρᾶς πύλης τῆς Χαλκῆς, ἐν ᾗ ἵσταται μέρος τῶν Πρασίνων καὶ κατα‐ σφραγίζει τὸν βασιλέα, ἕως ἂν διέλθῃ, καὶ οὐδὲν ἕτερον ποιεῖ. Τοῦ δὲ βασιλέως εἰσελθόντος εἰς τὴν Χαλκῆν,
20δέχεται αὐτὸν μέρος τῶν Βενέτων ἐν τῷ δεξιῷ μέρει τοῦ τρικλίνου, καὶ κατασφραγίζει τὸν βασιλέα, ὃν τρόπον καὶ οἱ Πράσινοι· τὰς δὲ Σχολὰς καὶ τὰ Ἐκσκούβιτα διελθών, ἀπέρχεται διὰ τοῦ Κονσιστωρίου, καὶ μένει ἡ σύγκλητος ἐκεῖσε, ὑπερευχομένη τὸν βασιλέα· «Εἰς πολλοὺς καὶ
25ἀγαθοὺς χρόνους·» διελθόντα δὲ τὸν Ὀνόποδα, δέχεται αὐτὸν ὁ τῆς καταστάσεως μετὰ τῶν σιλεντιαρίων, καὶ αὐτοὶ ὑπερευχόμενοι τὸν βασιλέα, οἱ δὲ πατρίκιοι εἰς τὸ στενὸν καὶ αὐτοὶ ὁμοίως ποιοῦσι. Καὶ διελθὼν διὰ τοῦ Αὐγουστέως εἰσέρχεται εἰς τὸ παλάτιον, καὶ εὐθέως ἀπαλλάσσουσιν οἱ
30ἄρχοντες πάντες, καὶ μένουσιν ἀπὸ σκαραμαγγίων. Χρὴ εἰδέναι ὅτι τῇ αὐτῇ ἡμέρᾳ προέλευσις οὐκ
εἰσέρχεται.118 in vol. 1

1

.

119

(1t)

ΛΒʹ (ΚΓʹ)
2tὍσα δεῖ παραφυλάττειν τῇ ἑορτῇ
3tκαὶ προελεύσει τῆς ἁγίας Χριστοῦ τοῦ Θεοῦ
4tἡμῶν κατὰ σάρκα Γεννήσεως.
5Προέρχονται ἅπαντες ἠλλαγμένοι ἐν τῷ ἡμικυκλίῳ τῆς Ἀψίδος, φοροῦντες οἱ πατρίκιοι καὶ οἱ τοῦ κουβουκλείου καὶ οἱ τὰ πρῶτα ὀφφίκια κατέχοντες χλανίδια, οἱ μὲν τύρεα καὶ μηλινοκάθρυπτα, ὁμοίως καὶ οἱ τοῦ κουβου‐ κλείου τύρεα, οἱ δὲ ταῶνας κογχευτούς, ἕτεροι μαρζαύλια·
10καθυπουργοῦσι δὲ οἱ αὐτοὶ μετὰ τῶν αὐτῶν χλανιδίων μέχρι τῆς πρὸ μιᾶς ἡμερῶν παραμονῆς τῶν Φώτων. Τοῦ δὲ παλατίου ἀνοίξαντος, οἵ τε πατρίκιοι καὶ στρατηγοὶ καὶ οἱ τοῦ κουβουκλείου εἰσέρχονται εἰς τὸ ἡμικύκλιον τῆς Ἀψίδος, ὡσαύτως καὶ οἱ ἐξ ἔθους εἰσερχόμενοι, καὶ
15πάντων ἐν τῷ παλατίῳ εἰσελθόντων, οἱ μὲν πατρίκιοι ἅμα τῶν στρατηγῶν τε καὶ δομεστίκων δέχονται τὸν βασιλέα ἐν τῷ ἡμικυκλίῳ τῆς Ἀψίδος, ἤγουν τοῦ Τρικόγχου· οἱ δὲ τοῦ κουβουκλείου ἅπαντες εἰσερχόμενοι διὰ τῶν διαβατικῶν τῶν Ἁγίων μʹ. Κἀκεῖθεν δηριγευόμενος ὑπ’ αὐτῶν ὁ βασι‐
20λεὺς διέρχεται διὰ τῆς Δάφνης εἰς τὴν Ἁγίαν Τριάδα, κἀκεῖσε κηροὺς ἅψας, ἐξέρχεται διὰ τῆς πλαγίας τοῦ βήματος καὶ εἰσέρχεται, ἔνθα τὰ λείψανα τῶν ἁγίων ἀπό‐ κεινται, ἅπτων ἐκεῖσε κηρούς, ὡσαύτως ἅπτει κηροὺς καὶ εἰς τὸν βαπτιστῆρα ἔξω εἰς τοὺς σταυρούς. Διοδεύων δὲ
25διὰ τοῦ Αὐγουστέως, εἰσέρχεται εἰς τὸν Ἅγιον Στέφανον,119 in vol. 1

1

.

120

ἅψας δὲ κἀκεῖσε κηροὺς καὶ εὐξάμενος, ἐξέρχεται, καὶ εἰσέρχεται ἐν τῷ κοιτῶνι αὐτοῦ, ἐκδεχόμενος τὸν καιρόν. Τοῦ δὲ τῆς καταστάσεως εἰσελθόντος καὶ ἐνέγκαντος ἀπό‐ κρισιν τῷ πραιποσίτῳ, ὅτι ἤγγικεν ἡ ὥρα, εἰσέρχεται ὁ
5πραιπόσιτος, καὶ λέγει τῷ βασιλεῖ, καὶ ἐξέρχεται ἀπὸ τοῦ κοιτῶνος αὐτοῦ, καὶ τὴν χλανίδα αὐτοῦ περιβαλλόμενος διὰ τῶν βεστητόρων, καὶ ἐξελθόντων αὐτῶν, στέφεται ὑπὸ τοῦ πραιποσίτου καὶ ἐξέρχεται διὰ τοῦ Αὐγουστέως εἰς τὸ στενόν, ἑστώτων πρωτοσπαθαρίων βαρβάτων ἔξω τῆς
10πύλης ἐξ εὐωνύμων εἰς τὸ βῆλον, καὶ τοῦ βασιλέως ἐκεῖσε μετὰ τῶν ἀρχόντων τοῦ κουβουκλείου στάντος, νεύει τῷ πραιποσίτῳ, ὁ δὲ πραιπόσιτος δίδωσι νεῦμα τῷ ὀστιαρίῳ εἰς τὸ βῆλον κάτω, καὶ εἰσέρχονται οἱ πατρίκιοι εἰς τὸ στενὸν μετὰ τῶν στρατηγῶν, καὶ προσκυνοῦσι τὸν βασιλέα,
15καὶ λαβὼν νεῦμα ὁ πραιπόσιτος παρὰ τοῦ βασιλέως, λέγει· «Κελεύσατε.» Εἶθ’ οὕτως ὁ βασιλεὺς 〈διέρχεται〉, δηριγευόμενος ὑπό τε τοῦ κουβουκλείου, πατρικίων τε καὶ στρατηγῶν, ὡσαύ‐ τως δὲ καὶ οἱ βεστήτορες, βαστάζοντες τὸν σταυρόν,
20διέρχονται ἐνώπιον τῶν πατρικίων καὶ τῆς συγκλήτου δι’ ὅλης τῆς προελεύσεως· τοῦ δὲ βασιλέως ἐξελθόντος τὴν τοῦ πουλπίτου πύλην, ἤγουν εἰς τὸν Ὀνόποδα, καὶ στάντος αὐτοῦ ἐκεῖσε, αὖθις πεσόντες οἱ πατρίκιοι καὶ οἱ λοιποί, ἱσταμένου τοῦ τῆς καταστάσεως ἔμπροσθεν, λαβὼν νεῦμα
25ὁ πραιπόσιτος παρὰ τοῦ βασιλέως, νεύει τῷ τῆς κατα‐ στάσεως, καὶ λέγει· «Κελεύσατε.» Καὶ κατέρχονται πάντες εἰς τὸ Κονσιστώριον, καὶ στάντος τοῦ βασιλέως ὑποκάτω τοῦ καμελαυκίου εἰς τὸν πορφυροῦν λίθον, προσκυνοῦσι πάντες οἱ προειρημένοι μετὰ πάσης τῆς
30συγκλήτου, ἑστῶτος καὶ σιλεντιαρίου ἔμπροσθεν τῆς πύλης·
εἶτα νεύει ὁ βασιλεὺς τῷ πραιποσίτῳ, ὁ δὲ πραιπόσιτος120 in vol. 1

1

.

121

τῷ σιλεντιαρίῳ, κἀκεῖνος λέγει· «Κελεύσατε.» Τὸ δὲ βασιλικὸν ἄρμα βαστάζοντες σπαθάριοι βασιλικοὶ διοδεύ‐ ουσιν ὄπισθεν τῶν βαρβάτων πρωτοσπαθαρίων ἐν ἑκάστῃ προελεύσει οὕτως, καὶ διέρχονται ἅπαντες διὰ τῶν Ἐκσκου‐
5βίτων. Ἔμπροσθεν δὲ τῶν τριῶν πυλῶν τοῦ Κονσιστωρίου ἀντικρὺ ἵσταται ὁ κλῆρος τοῦ Κυρίου, βαστάζων σταυρὸν καὶ θυμιατόν, καὶ προσκυνήσας τὸν σταυρὸν ὁ βασιλεύς, ὡς εἴθισται αὐτῷ κατὰ προέλευσιν ποιεῖν, διέρχεται διὰ τῶν Ἐκσκουβίτων, ὀψικευόμενος ὑπό τε τῆς συγκλήτου καὶ
10τῶν σκευῶν κατὰ τάξιν ἔμπροσθεν τοῦ μεγάλου σταυροῦ ἔνθεν κἀκεῖσε. Τοῦ δὲ βασιλέως μέλλοντος τὴν μεγάλην πύλην τῶν Ἐκσκουβίτων διελθεῖν, εἰ μέν εἰσι σκρίβωνες μέλλοντες προβληθῆναι τῇ τάξει ταύτῃ, στάντος τοῦ βασιλέως μέσον τῆς πύλης, εἰσάγει ὁ δομέστικος τῶν
15ἐκσκουβίτων καὶ ὁ τῆς καταστάσεως, κρατοῦντες τὸν σκρίβωνα. Καὶ λαβὼν ὁ βασιλεὺς παρὰ τοῦ πραιποσίτου τὸ βεργίον, ἐπιδίδωσι τῷ σκρίβωνι· εἶτα λαβὼν τὸ βεργίον, ἀπέρχεται καὶ ἵσταται ἐν τῇ τάξει αὐτοῦ. Καὶ κατελθὼν τὸ μέγα πούλπιτον ὁ βασιλεὺς καὶ εἰς τὰς Σχολὰς εἰσελθὼν
20ἔνδον τῆς πύλης εἰς τὸ στρογγύλον, ἔνθα ὁ σταυρὸς ἵσταται καὶ οἱ τοῦ λογοθεσίου, ἅπτει κἀκεῖσε κηρούς, καὶ στὰς ἐν τῇ καμάρᾳ τοῦ στρογγύλου, εἰ μέν εἰσι κόμητες οἱ μέλλοντες προβληθῆναι, προβάλλονται οὕτως· Κρατοῦσιν ὅ τε δομέστικος τῶν σχολῶν καὶ ὁ τῆς
25καταστάσεως τὸν μέλλοντα προβληθῆναι κόμητα, καὶ ἄγουσιν αὐτὸν πρὸς τὸν βασιλέα· ὁ δὲ βασιλεὺς λαβὼν παρὰ τοῦ πραιποσίτου ὠρατίωνα, ἐπιδίδωσιν αὐτῷ, ἀπέρ‐ χεται καὶ ἵσταται ἐν τῇ τάξει αὐτοῦ· ὁμοίως δὲ ἐάν εἰσι καὶ δομέστικοι ἢ καὶ προτήκτωρες μέλλοντες προβληθῆναι,
30κρατούμενοι ὑπό τε τοῦ δομεστίκου τῶν σχολῶν καὶ τοῦ τῆς καταστάσεως, ἄγονται πρὸς τὸν βασιλέα, ὁ δὲ βασι‐
λεὺς λαβὼν παρὰ τοῦ 〈ἐπὶ τοῦ〉 κανικλείου τὰ χαρτία, οἷα121 in vol. 1

1

.

122

τῶν ὑπάτων, ἐπιδίδωσι τοῖς προβαλλομένοις, καὶ ἀπελθόντες ἵστανται ἐν τῇ τάξει αὐτῶν. Ὁ δὲ βασιλεὺς διέρχεται διὰ τῶν Σχολῶν, καὶ ἐν τῇ πέμπτῃ Σχολῇ ἐλθών, ἅπτει ἐκεῖσε εἰς τὸν σταυρὸν κηροὺς καὶ στάντος αὐτοῦ ἐν τῇ τῆς
5πέμπτης Σχολῆς πύλῃ, δέχεται αὐτὸν ὁ περατικὸς δῆμος τῶν 〈Βενέτων〉 καὶ ἐπιδίδωσι τῷ βασιλεῖ ὁ δομέστικος τῶν σχολῶν λιβελλάριον, ὁ δὲ βασιλεὺς δίδωσι τῷ πραιπο‐ σίτῳ, ὁ δὲ πραιπόσιτος κουβικουλαρίῳ, καὶ τοῦ δομεστίκου καὶ τοῦ τῆς καταστάσεως στάντων ἐν τῷ τόπῳ αὐτῶν,
10εὐφημοῦντος καὶ τοῦ δήμου τὸν βασιλέα, ὁ δομέστικος τῶν σχολῶν κατασφραγίζει μετὰ τῆς χροακῆς αὐτοῦ ἧς φορεῖ χλανίδος. Καὶ τοῦ δήμου ἐκτελέσαντος τὰς ἐξ ἔθους εὐφημίας, 〈ὁ βασιλεὺσ〉 διέρχεται διὰ τῶν Σχολῶν καὶ ἐξέρχεται τὴν μεγάλην πύλην τῆς Χαλκῆς, εἶτα διοδεύων
15διὰ τῆς μέσης, εἰσέρχεται διὰ τοῦ Αὐγουστίωνος. Αἱ δὲ λοιπαὶ δοχαὶ τοῦ περατικοῦ δήμου τῶν Πρασίνων καὶ δήμου τῶν Βενέτων καὶ αὐτοὶ εὐφημοῦσι, καὶ ἐπιδιδόντες τὰ λιβελλάρια, ποιοῦντες καὶ σταυρία, ὁ δημοκράτης τῶν Πρασίνων καὶ οἱ δύο δήμαρχοι τῶν μερῶν ἐκτελοῦσιν
20ἅπαντα ἀκολούθως, ὃν τρόπον καὶ ὁ δομέστικος τῶν Σχολῶν ἐξετέλεσεν. Καὶ εἰσελθόντος τοῦ βασιλέως πρὸ τοῦ νάρθηκος ἔνδον τοῦ βήλου, λαμβάνει ὁ πραιπόσιτος τὸ στέμμα ἀπὸ τῆς κεφαλῆς τοῦ βασιλέως, εἰσέρχεται ὁ βασιλεὺς ἐν τῷ
25νάρθηκι, καὶ δέχεται αὐτὸν ὁ πατριάρχης, εἶτα προσκυνή‐ σαντες ἀλλήλους καὶ ἀσπασάμενοι, κρατήσαντες ἀλλήλων τὰς χεῖρας, διέρχονται μέχρι τῶν βασιλικῶν πυλῶν, κἀκεῖσε στὰς ὁ βασιλεὺς ἅπτει κηρούς, καὶ τοῦ πατριάρ‐ χου ἐκτελέσαντος τὴν εὐχὴν τῆς εἰσόδου τῆς θείας λει‐
30τουργίας, ἐπιδίδοι ὁ βασιλεὺς τῷ τῆς καταστάσεως. Καὶ
ἀσπασάμενος ὁ βασιλεὺς τὸ ἄρχαντον Εὐαγγέλιον, εἰσέρ‐122 in vol. 1

1

.

123

χεται μέσον διὰ τοῦ ναοῦ, καὶ διὰ τῆς πλαγίας τοῦ ἄμβωνος καὶ τῆς σωλαίας διελθών, ἵσταται ἐνώπιον τῶν ἁγίων θυρῶν, καὶ λαβὼν κηρία ἀπὸ τοῦ πραιποσίτου καὶ εὐξάμενος, ἐπιδιδοῖ αὐτὰ πάλιν τῷ πραιποσίτῳ καὶ
5εἰσέρχεται ἔνδον εἰς τὸ θυσιαστήριον, καὶ ὑφαπλοῖ ἐν τῇ ἁγίᾳ τραπέζῃ δύο εἰλιτά, ἀσπαζόμενος δύο ἱερὰ ποτήρια καὶ δύο ἱεροὺς δίσκους καὶ τὰ σπάργανα τοῦ Κυρίου· εἶτα λαβὼν ἀπὸ τοῦ πραιποσίτου ἀποκόμβιον ὁ βασιλεύς, τίθη‐ σιν αὐτὸ ἐν τῇ ἁγίᾳ τραπέζῃ καὶ ἐξέρχεται διὰ τῆς
10πλαγίας τοῦ βήματος, καὶ εἰσέρχεται εἰς τὸ μητατώριον, ἅπτων κἀκεῖσε κηρούς. Τελουμένης δὲ τῆς θείας λειτουρ‐ γίας, ἡνίκα μέλλουσι τὰ ἅγια διέρχεσθαι, ἐξέρχεται ὁ βασιλεύς, δηριγευόμενος ὑπό τε τῶν πατρικίων καὶ λοιπῶν ἀρχόντων, καὶ κατέρχεται διὰ τῆς πλαγίας τοῦ ναοῦ, καὶ
15ἀπέρχεται, ἔνθα ἵσταται τὸ κηρίον, ὅπερ μέλλει βαστάξαι, καὶ πλησιάσαντος τοῦ βασιλέως εἰς τὸν τόπον, ἐν ᾧ ἵσταται τὸ κηρίον αὐτοῦ, ἵσταται ἡ σύγκλητος ἔνθεν κἀκεῖθεν, καὶ διέρχεται μέσον αὐτῶν. Καὶ πλησιάσαντος τῇ λαμπάδι αὐτοῦ, ἤγουν τῷ κηρίῳ, λαμβάνει αὐτὸ ὁ πραι‐
20πόσιτος καὶ ἐπιδιδοῖ τῷ βασιλεῖ, καὶ λαβὼν αὐτό, αὖθις ὑποστρέφει, ὀψικευόμενος ὑπὸ τῶν ἀρχόντων, καὶ διέρ‐ χεται ὄπισθεν αὐτῶν, ὀψικεύων τὰ ἅγια, καὶ εἰσέρχεται διὰ τῆς σωλαίας, καὶ τῶν ἁγίων θυρῶν πλησίον γενόμενος, ἐπιδίδωσι τὸ κηρίον τῷ πραιποσίτῳ, ὁ δὲ πραιπόσιτος
25τίθησιν αὐτὸ ἐπάνω τῆς σωλαίας, πλησίον τῶν ἁγίων θυρῶν, καὶ πλησίον αὐτοῦ ἑστὼς ὁ βασιλεύς, ἐκδέχεται ἐκεῖσε, ἕως ἂν διέλθωσι τὰ ἅγια, καὶ προσκυνοῦσιν ἀμφό‐ τεροι ἀλλήλους, ὅ τε βασιλεὺς καὶ ὁ πατριάρχης. Ἀπέρχεται πάλιν ὁ βασιλεὺς εἰς τὸ μητατώριον· ἡνίκα
30δὲ ἐγγίσῃ ὁ ἀσπασμός, ἐξέρχεται πάλιν, καὶ ἀπελθὼν
ἀσπάζεται τὸν πατριάρχην, μητροπολίτας τε καὶ ἐπισκό‐123 in vol. 1

1

.

124

πους, ἄρχοντάς τε τῆς Ἐκκλησίας καὶ κληρικοὺς τοὺς ἐξ ἔθους ἀσπαζομένους τὸν βασιλέα, ὁμοίως καὶ τρία φωτί‐ σματα, καὶ στάντος τοῦ βασιλέως ἐν τῷ τόπῳ, ἐν ᾧ εἴθισται αὐτὸν πάντοτε διδόναι τὴν ἀγάπην τοῖς ἄρχουσιν,
5εἰσέρχονται οἱ πατρίκιοι, στρατηγοί τε καὶ δομέστικοι, καὶ οἱ τὰ πρῶτα ὀφφίκια κατέχοντες, οἱ δήμαρχοι καὶ ὁ τῆς καταστάσεως, ἅπαντες δὲ οὗτοι κατὰ τὰς ἰδίας αὐτῶν τάξεις προσκυνοῦντες, ἀσπάζονται καὶ ἵστανται εἰς τὰς ἰδίας αὐτῶν τάξεις τε καὶ στάσεις ἔνθεν κἀκεῖσε, καὶ
10μετὰ τὸ ἀσπάσασθαι τὸν βασιλέα πάντας τοὺς προρρη‐ θέντας, προσκυνοῦσιν ἀμφότεροι ἀλλήλους ὅ τε βασιλεὺς καὶ ὁ πατριάρχης. Πάλιν ἀπέρχεται ὁ βασιλεὺς εἰς τὸ μητα‐ τώριον, καὶ τῆς θείας κοινωνίας καταλαβούσης, ὁ τῆς καταστάσεως δηλοῖ τῷ πραιποσίτῳ, καὶ ὁ πραιπόσιτος
15τῷ βασιλεῖ, καὶ ἐξέρχεται δηριγευόμενος ὑπὸ τῶν προειρη‐ μένων, καὶ πλησίον τοῦ πατριάρχου γενόμενος πρὸς τὸ κοινωνῆσαι τοῦ ἀχράντου σώματος καὶ αἵματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, κρατοῦσι δύο ὀστιάριοι δου‐ μνικάλιον ἡπλωμένον, καὶ δεξάμενος τὸ τίμιον δῶρον ἐν
20ταῖς χερσὶν αὐτοῦ, ἀσπάζεται τὸν πατριάρχην, καὶ τὸ πούλπιτον κατελθὼν καὶ σφραγίσας ἐκ τρίτου, κοινωνεῖ τὸ ἅγιον δῶρον. Εἶθ’ οὕτως ἀνέρχεται τὸ αὐτὸ πούλπιτον καὶ ὑφαπλοῦσιν οἱ ὀστιάριοι τὸ δουμνικάλιν ὑποκάτω, καὶ λαβὼν τὸ νᾶμα παρὰ τοῦ πατριάρχου, κατέρχεται, καὶ
25εὐξάμενος προσκυνοῦσιν ἀμφότεροι ἀλλήλους, εἶτα ὑπο‐ στρέψας εἰσέρχεται εἰς τὸ μητατώριον καὶ κραματίζει μετὰ τῶν πατρικίων καὶ λοιπῶν ἀρχόντων, οὓς ἂν κελεύσῃ. Εἶτα περιβάλλεται διὰ τῶν βεστητόρων τὴν χλανίδα αὐτοῦ, καὶ κελεύει τῷ πραιποσίτῳ προσκαλέσασθαι τὸν πατριάρ‐
30χην, καὶ διέρχεται μετὰ τοῦ βασιλέως ἕως τοῦ Ἁγίου Φρέατος, κἀκεῖσε στάντος τοῦ βασιλέως, κράζει ὁ ἄργυρος
τοὺς εἰωθότας λαμβάνειν τὰ χρυσᾶ βαλαντίδια. Ὁ124 in vol. 1

1

.

125

οὖν πραιπόσιτος λαμβάνων ἐκ τοῦ ἀργύρου τὰ βαλαντίδια, ἐπιδίδωσι τῷ βασιλεῖ, ὁ δὲ βασιλεὺς δίδωσιν οὓς κράζει ὁ ἄργυρος, καὶ εἰσελθὼν ἔνδον τοῦ βήλου μετὰ τῶν τοῦ κου‐ βουκλείου ἀρχόντων, ἐπιδίδωσιν ὁ πραιπόσιτος τὸ στέμμα
5τῷ πατριάρχῃ, κἀκεῖνος στέφει τὸν βασιλέα, καὶ εἶθ’ οὕτως ἐπιδίδωσιν ὁ πατριάρχης εὐλογίας τῷ βασιλεῖ, εἶτα λαβὼν ὁ βασιλεὺς παρὰ τοῦ πραιποσίτου ἀποκόμβιον, ἀντι‐ δίδωσι τῷ πατριάρχῃ, ὁ δὲ πατριάρχης ἀντιδίδωσι τῷ βασιλεῖ ἀλειπτά.
10Καὶ ἀλλήλους ἀσπασάμενοι, ἐξέρχεται ὁ βασιλεὺς καὶ ἵσταται ἔξω τῆς πύλης τοῦ Ἁγίου Φρέατος τῆς ἐξα‐ γούσης εἰς τὸν ἔμβολον, κἀκεῖσε δέχεται αὐτὸν τὸ μέρος τῶν Βενέτων, φοροῦντος τοῦ δημάρχου χλανίδα βένετον, καὶ ἀκτολογοῦσιν, ὡς εἴθισται αὐτοῖς, εὐφημοῦντες τὸν
15βασιλέα, ὁμοίως καὶ οἱ τοῦ περατικοῦ δήμου δημοκράται καὶ ὁ δήμαρχος τῶν Πρασίνων τοῦτο ἐκτελοῦσι κατὰ τὴν τάξιν αὐτῶν. Καὶ αὖθις διέρχεται διά τε τῶν Σχολῶν καὶ τῶν Ἐκσκουβίτων, κἀκεῖσε ἵσταται ἡ σύγκλητος ἐν τῷ Κονσιστωρίῳ, λέγουσα· «Εἰς πολλοὺς καὶ ἀγαθοὺς
20χρόνους» καὶ μένουσιν ἐκεῖσε· εἰς δὲ τὸν Ὀνόποδα μένει ὁ τῆς καταστάσεως μετὰ σιλεντιαρίων ὑπερευχόμενοι καὶ αὐτοὶ τὸν βασιλέα. Οἱ δὲ πατρίκιοι καὶ οἱ στρατηγοὶ ἵστανται εἰς τὸ στενόν, ὁμοίως ὑπερευχόμενοι, ὥσπερ ἡ σύγκλητος, καὶ μένουσιν ἐκεῖσε. Τῶν δὲ τοῦ κουβουκλείου
25εἰσελθόντων εἰς τὸν Αὐγουστέα καὶ στάντων δίκην τοῦ Π στοιχείου, καὶ τοῦ βασιλέως εἰσελθόντος, εὐθέως αἱ μεγά‐ λαι πύλαι τοῦ Αὐγουστέως ἀσφαλίζονται, καὶ λαβὼν νεῦμα ὁ πραιπόσιτος, λέγει ῥωμαϊκῇ διαλέκτῳ· «Δίθ»· ἀποκριθεὶς δὲ τῶν τοῦ κουβουκλείου εἷς λέγει· «Καλῶς»,
30καὶ οἱ τοῦ κουβουκλείου ἀποκριθέντες λέγουσι ῥωμαϊστί·
«Ἤλθετε, μούλτους ἄννους, φιλληκήσιμε». Εἶθ’ οὕτως125 in vol. 1

1

.

126

εἰσέρχεται ὁ βασιλεὺς εἰς τὸ Ὀκτάγωνον, καὶ λαβόντος τοῦ πραιποσίτου τὸ στέμμα ἀπὸ τῆς κεφαλῆς τοῦ βασιλέως, εἰσέρχονται οἱ βεστήτορες καὶ ἀπαλλάσσουσι τὴν χλανίδα αὐτοῦ. Εἶθ’ οὕτως εἰσέρχεται εἰς τὸν κοιτῶνα αὐτοῦ. Εἶτα
5ἐξελθὼν ἀκουμβίζει, καὶ ἀναστὰς περιβάλλεται τὸ σαγίον αὐτοῦ, καὶ δηριγευόμενος ὑπό τε τοῦ μαγλαβίου καὶ τῶν τοῦ κουβουκλείου εἰσέρχεται εἰς τὸ παλάτιον· οἱ δὲ τοῦ κουβουκλείου, στάντες ἐν τῷ Χρυσοτρικλίνῳ, λέγουσι τό· «Εἰς πολλοὺς καὶ ἀγαθοὺς χρόνους.» Καὶ ἀναχωρεῖ
10ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ.126 in vol. 1

1

.

127

(1t)

ΛΓʹ (ΚΔʹ)
2tὍσα δεῖ παραφυλάττειν τῇ αʹ Ἰαννουαρίου
3tμηνός, τοῦ Ἁγίου Βασιλείου.
4Τῆς συνήθους καὶ καθημερινῆς προελεύσεως γινομένης
5ἐν τῷ ἱερῷ παλατίῳ, καὶ πάντων μετὰ ἀλλαξίμων προερ‐ χομένων διὰ τὰς τῆς δωδεκαημέρου ἑορτασίμους ἡμέρας, περὶ ὥραν δευτέραν ζητοῦσιν οἱ δεσπόται τὸν πραιπόσιτον, καὶ εἰσερχόμενος μετὰ καὶ τῶν ἐπὶ τῶν ἀλλαξίμων, ἐνδύουσι τοὺς δεσπότας τὰς ἑαυτῶν χλαμύδας, καὶ εἰσέρ‐
10χονται οἰκειακῶς οἱ δεσπόται διὰ τοῦ μάκρωνος τοῦ κοι‐ τῶνος εἰς τὸν νάρθηκα τῆς ὑπεραγίας Θεοτόκου τοῦ Φάρου. Οἱ δὲ μάγιστροι καὶ πατρίκιοι καὶ λοιποὶ συγκλη‐ τικοὶ μετὰ καὶ τοῦ κουβουκλείου, εἰ μέν ἐστιν εὐδία, ἵστανται ἐν τῷ τοῦ Χρυσοτρικλίνου ἡλιακῷ, εἰ δὲ οὐκ
15ἔστιν εὐδία, ἵστανται ἔνδον τοῦ Χρυσοτρικλίνου. Καὶ εἶθ’ οὕτως ἐπαίρουσιν οἱ δεσπόται τὴν λιτὴν ἀπὸ τοῦ ναοῦ τῆς ὑπεραγίας Θεοτόκου, καὶ ἀπέρχονται λιτανεύοντες εἰς τὸν ναὸν τοῦ Ἁγίου Βασιλείου, κἀκεῖσε ἀποδιδόντες τὴν λιτήν, ἵστανται μέχρι τῆς ἀπολύσεως τοῦ ἁγίου Εὐαγγελίου, καὶ
20μετὰ τὴν ἀπόλυσιν τῆς ἐκτενοῦς εἰσέρχονται πάλιν οἰκειακῶς ἐν τῷ Χρυσοτρικλίνῳ, [Συνέβη δὲ καὶ τοῦτο γενέσθαι τῇ αὐτῇ ἡμέρᾳ, ἰνδικ‐
τιῶνι γʹ, τῆς λιτῆς τελεσθείσης, καθὼς προείρηται, μετὰ127 in vol. 1

1

.

128

τὴν τῆς λειτουργίας ἀπόλυσιν ἐγένετο μεταστάσιμον καὶ ἀπῆλθον πάντες οἱ ἄρχοντες ἐν τῇ Μανναύρᾳ. Οἱ δὲ φιλό‐ χριστοι βασιλεῖς ἀπήλθοσαν, ἀπὸ διβητησίων περιβεβλη‐ μένοι καὶ τὰ χρυσοπερίκλειστα σαγία, καθίσαντες ἐν τῷ
5κοιτῶνι τῆς Μανναύρας, καὶ δὴ πάσης τῆς καταστάσεως τῆς δοχῆς τελεσθείσης, περιεβάλλοντο τὰς ἑαυτῶν χλαμύδας καὶ τὰ τούτων στέμματα, καὶ ἀνελθόντες ἐκάθισαν ἐν τῷ νεοκατασκευάστῳ σένζῳ τῷ ἱσταμένῳ ἐν τῷ τοιούτῳ τῆς Μανναύρας τρικλίνῳ·]
10ὁ δὲ τῆς καταστάσεως ἔξωθεν διΐστησι τὰ βῆλα, καθὼς ἡ συνήθεια ἔχει, μαγίστρους, πατρικίους καὶ λοιποὺς συγκλητικούς, καὶ ὅτε πάντα καλῶς εὐτρεπισθῶσιν, ὑπο‐ μιμνήσκεται ὁ βασιλεύς, καὶ 〈οἱ δεσπόται〉 περιβάλλονται τὰς χλαμύδας καὶ τὰ στέμματα καὶ ἀνιόντες καθέζονται
15ἐπὶ τῶν ἑαυτῶν θρόνων. Καὶ εὐθέως διὰ νεύματος τοῦ πραιποσίτου εἰσέρχεται τὸ κουβούκλειον, καὶ μετὰ τὸ εἰσελθεῖν τὸ κουβούκλειον καὶ σταθῆναι δεξιᾷ καὶ ἀριστερᾷ, καθὼς ἡ συνήθεια τῶν δοχῶν ἔχει, νεύει ὁ πραιπόσιτος τῷ ὀστιαρίῳ τῷ τὴν
20χρυσῆν ῥάβδον κατέχοντι, καὶ ἐξερχόμενος ὁ ὀστιάριος εἰσάγει βῆλον αʹ· τοὺς μαγίστρους, βῆλον βʹ· τοὺς πατρι‐ κίους, βῆλον γʹ· τοὺς συγκλητικούς, καὶ ἁπλῶς ὅσα ἂν βῆλα ἔχει ἡ συνήθεια καὶ ἡ τάξις τῶν δοχῶν. Καὶ μετὰ τὸ σταθῆναι πάντας, νεύει ὁ πραιπόσιτος τῷ ὀστιαρίῳ τῷ
25τὴν χρυσῆν βέργαν κατέχοντι, καὶ εἰσελθὼν εἰσάγει βῆλον αʹ· τὸν μάγιστρον καὶ ἄρχοντα τοῦ Ταρῶ. Καὶ δὴ τούτου εἰσελθόντος, ὑπὸ τοῦ κατεπάνω τῶν βασιλικῶν κρατουμέ‐ νου καὶ τοῦ λογοθέτου τοῦ δρόμου, καὶ πεσόντος καὶ προσ‐ κυνήσαντος τοὺς δεσπότας, φέρουσιν αὐτὸν ὡς ἀπὸ
30ὀλίγου διαστήματος τοῦ βασιλικοῦ θρόνου. Καὶ ὑπὸ τοῦ λογοθέτου ἐρωτώμενος τὰς συνήθεις ἐρωτήσεις, εἰσάγει ὁ
πρωτονοτάριος τοῦ δρόμου τὸ τούτου κανίσκιον, καὶ δὴ μετὰ128 in vol. 1

1

.

129

τὴν συμπλήρωσιν τοῦ κανισκίου πάλιν ἐπὶ τῆς γῆς πεσών, προσκυνήσας ἐξέρχεται. Καὶ πάλιν διὰ νεύματος τοῦ πραιποσίτου, κατέρχεται ὁ ὀστιάριος ὁ τὴν χρυσῆν βέργαν κατέχων, καὶ εἰσάγει βῆλον βʹ· τοὺς φίλους Βουλγάρους
5τοὺς κατὰ τύπον ἐρχομένους, συνεορτάσοντας τοῖς φιλο‐ χρίστοις δεσπόταις, καὶ ἐπὶ τούτων τῆς προρρηθείσης τάξεως ἐπακολουθησάσης, ἐξέρχονται καὶ αὐτοί. Καὶ πάλιν διὰ νεύματος τοῦ πραιποσίτου κατέρχεται ὁ ἕτερος ὀστιάριος ὁ τὴν χρυσῆν βέργαν κατέχων, καὶ εἰσάγει βῆλον
10γʹ· τοὺς προκρίτους ἀνθρώπους τοῦ μαγίστρου καὶ ἄρχον‐ τος τοῦ Ταρῶ, καὶ ἐπ’ αὐτῶν τῆς προρρηθείσης τάξεως ἐπακολουθησάσης, ἐξέρχονται καὶ αὐτοί. Καὶ τούτων οὕτως τελεσθέντων, καὶ τοῦ πραιποσίτου εἰπόντος· «Κελεύ‐ σατε,» πάντων ἐπευξαμένων τό· «Εἰς πολλοὺς καὶ
15ἀγαθοὺς χρόνους,» ἐξέρχονται οἵ τε μάγιστροι καὶ πατρί‐ κιοι καὶ συγκλητικοὶ καὶ οἱ λοιποὶ πάντες, καὶ εἶθ’ οὕτως πάλιν τοῦ πραιποσίτου εἰπόντος τό· «Κελεύσατε,» ἐπεύ‐ χονται οἱ τοῦ κουβουκλείου, καθὼς προείρηται, καὶ ἐξέρ‐ χονται καὶ αὐτοί. Καὶ εὐθέως κατίασιν οἱ δεσπόται ἀπὸ
20τῶν θρόνων, καὶ τὰ τούτων ἐκβάλλοντες στέμματα καὶ χλανίδια, καὶ περιβαλλόμενοι τὰ χρυσοπερίκλειστα σαγία, εἰσέρχονται ἐν τῷ θεοφυλάκτῳ αὐτῶν παλατίῳ. Ὁ δὲ μάγι‐ στρος ὁ Ταρωνίτης καὶ οἱ φίλοι Βούλγαροι ἐν τοῖς ἰδίοις ἀπέρχονται ἀπλήκτοις, αὐτῇ τῇ ἡμέρᾳ μὴ συνεστιώμενοι
25τοῖς βασιλεῦσιν.129 in vol. 1

1

.

130

(1t)

ΛΑʹ (ΚΕʹ)
2tὍσα δεῖ παραφυλάττειν τῇ παραμονῇ
3tτῶν Ἁγίων Φώτων
4Εἰσέρχεται ὁ πραιπόσιτος, ὥραν δευτέραν τῆς αὐτῆς
5ἡμέρας ἢ καὶ τρίτην ἤγουν τῆς παραμονῆς τῶν Φώτων, εἰς τὸν βασιλέα, ὑπομιμνήσκων αὐτὸν περὶ τοῦ πατριάρ‐ χου, ὅπως ἑσπέρας εἰς τὸν ἁγιασμὸν ἔλθῃ, καὶ ὁποίαν ὥραν κελεύει παραγενέσθαι αὐτόν, ἢ πρῶτον ἁγιάσας εἰς τὴν Ἐκκλησίαν τὴν Μεγάλην, εἶθ’ οὕτως ἔλθῃ, ἁγιάσων
10εἰς τὸν ναὸν τοῦ Ἁγίου Στεφάνου, ἢ πρῶτον ἁγιάσῃ εἰς τὸν Ἅγιον Στέφανον καὶ εἶθ’ οὕτως ὑποστρέψας ἁγιάσῃ εἰς τὴν Μεγάλην Ἐκκλησίαν, καὶ καθὼς κελεύσῃ ὁ βασι‐ λεὺς τῷ πραιποσίτῳ, ἀποστέλλει κουβικουλάριον καὶ σιλεν‐ τιάριον προσκαλέσασθαι τὸν πατριάρχην εἰς τὸν ἁγια‐
15σμόν, ἐν ᾗ ὥρᾳ κελεύει ὁ βασιλεύς. Ἰστέον δὲ καὶ τοῦτο ὅτι διὰ τῶν αὐτῶν καὶ τῇ ἑξῆς προσκαλεῖται εἰς τὸ κλητώριον ὁ πατριάρχης. Τὸ δὲ πρωὶ τῇ παραμονῇ ἀλλάξιμα οὐ γίνονται, ἕως ὥραν θʹ· ἀλλάσσει τὸ κουβούκλειον μόνον, καὶ ὅτε λέγει ἡ Μεγάλη
20Ἐκκλησία ἀνάγνωσμα τέταρτον ἢ καὶ πέμπτον, ἐλθὼν σιλεν‐ τιάριος μηνύει τῷ τῆς καταστάσεως, κἀκεῖνος τῷ πραιπο‐
σίτῳ, κἀκεῖνος τῷ βασιλεῖ. Ὁ δὲ βασιλεὺς διέρχεται διὰ130 in vol. 1

1

.

131

τῶν διαβατικῶν τοῦ παλατίου, καὶ διὰ τῆς Δάφνης καὶ τοῦ Αὐγουστέως εἰσέρχεται εἰς τὸν κοιτῶνα τῆς Δάφνης, πλη‐ σίον τοῦ ναοῦ τοῦ Ἁγίου Στεφάνου, κἀκεῖσε λαβὼν νεῦμα ὁ πραιπόσιτος, λέγει τοῖς ἱερεῦσιν, ὅπως ἄρξωνται τῆς
5θείας λειτουργίας εἰς τὸν ναὸν τοῦ Ἁγίου Στεφάνου, ἐν ᾧ ὁ ἁγιασμὸς τελεῖται. Εἰς δὲ τὸν Αὐγουστέα καὶ εἰς τὸ Κονσιστώριον ἀλλάσσουσιν οἱ πατρίκιοι καὶ μόνον· τῇ γὰρ ἑσπέρᾳ ἐκείνῃ ἄλλο ὀφφίκιον οὐκ ἀλλάσσει, εἰ μὴ οἱ πατρίκιοι καὶ τὸ κουβούκλειον.
10Ὁ δὲ βασιλεύς, φορῶν τὸ διβητήσιον αὐτοῦ καὶ τὸ τζιτζάκιν, ἵσταται εἰς τὸ Ὀκτάγωνον, ἐκτελῶν τὴν θείαν λειτουργίαν· τελεσθείσης δὲ τῆς θείας λειτουργίας, εἰσέρχεται ὁ πατριάρχης εἰς τὸν ναὸν τοῦ Ἁγίου Στε‐ φάνου, καὶ ἀρξαμένου αὐτοῦ ἐκτελεῖν τὴν μεγάλην εὐχὴν
15τοῦ ἁγιασμοῦ, ἐπιδίδωσιν εὐθέως ὁ πραιπόσιτος τῷ βασιλεῖ κηρία, καὶ ἵσταται ὁ βασιλεὺς ὄπισθεν τῆς κολυμβήθρας, ἕως ἂν ἐκτελέσῃ ὁ πατριάρχης ἅπασαν τὴν εὐχήν, οἱ δὲ πρωτοσπαθάριοι οἱ εὐνοῦχοι ὄπισθεν τοῦ βασιλέως ἵστανται ἠλλαγμένοι, ὡσαύτως καὶ οἱ πατρίκιοι ἵστανται, κρατοῦντες
20κηροὺς βασιλικούς. Τελεσθείσης δὲ τῆς εὐχῆς, ἐπιδί‐ δωσιν ὁ βασιλεὺς τῷ πραιποσίτῳ ἅπερ κατέχει κηρία, ὁ δὲ πραιπόσιτος τοῖς ἱερεῦσι, καὶ λαβὼν ὁ πατριάρχης ἁγίασμα, ἐπιχέει ἐν ταῖς χερσὶ τοῦ βασιλέως, ὁ δὲ βασι‐ λεὺς νιψάμενος τὰς χεῖρας καὶ τὴν κεφαλὴν ἀλείψας καὶ
25τὸ πρόσωπον, καὶ εἰ θέλει, πιὼν ἐξ αὐτοῦ, προσκυνή‐ σαντες ἀμφότεροι ἀλλήλους ὅ τε βασιλεὺς καὶ ὁ πατριάρ‐ χης, ἀπέρχεται μὲν ὁ βασιλεὺς εἰς τὸν κοιτῶνα αὐτοῦ, κἀκεῖσε ἔνδον τοῦ βήλου ἑστὼς ἐκδέχεται τὸν πατριάρ‐ χην, ἕως ἂν τὴν διακονίαν, ἤγουν τοῦ ἐπιχέειν τὸ
30ἁγίασμα, ἐκπληρώσῃ, εἴς τε τοὺς πατρικίους, καὶ 〈τοὺσ〉 τοῦ κουβουκλείου, στρατηγούς τε καὶ δομεστίκους. Εἶθ’ οὕτως μηνύει ὁ πραιπόσιτος τῷ βασιλεῖ, καὶ δίδωσι νεῦμα τῷ πραιποσίτῳ, κἀκεῖνος ἐξελθὼν προσκαλεῖται τὸν
πατριάρχην ἐν τῇ ἐκκλησίᾳ, καὶ ἑνοῦνται ἀμφότεροι ὅ τε131 in vol. 1

1

.

132

βασιλεὺς καὶ ὁ πατριάρχης ἐν τῷ Ὀκταγώνῳ, καὶ ἐπιδί‐ δωσιν ὁ πατριάρχης τῷ βασιλεῖ εὐλογίας, ὁ δὲ βασιλεύς, λαβὼν παρὰ τοῦ πραιποσίτου ἀποκόμβιον, ἐπιδίδωσι τῷ πατριάρχῃ.
5Εἶτα κρατήσαντες ἀλλήλων τὰς χεῖρας ὅ τε βασιλεὺς καὶ ὁ πατριάρχης, ἐξέρχονται μέχρι τοῦ Αὐγουστέως, καὶ προσκυνήσαντες ἀλλήλους καὶ ἀσπασάμενοι, ὁ μὲν πατριάρχης ἀπέρχεται ἐν τῇ Μεγάλῃ Ἐκκλησίᾳ, διασώ‐ ζουσι δὲ αὐτὸν δύο ἄρχοντες τοῦ κουβουκλείου καὶ ὁ τῆς
10καταστάσεως καὶ σιλεντιάριοι δύο μέχρι τοῦ Ὀνόποδος ἢ καὶ τοῦ Κονσιστωρίου. Ὁ δὲ βασιλεὺς ἀπέρχεται ἐν τῷ θεοφυλάκτῳ αὐτοῦ παλατίῳ, καὶ ἐκβαλὼν τό τε τζιτζά‐ κιν καὶ τὸ διβητήσιον, περιβάλλεται σκαραμάγγιον δίασπρον χρυσόκλαβον, καὶ εἶθ’ οὕτως καθέζεται ἐπὶ τῆς τιμίας
15αὐτοῦ τραπέζης. Ὡσαύτως ἀπαλλάσσουσι καὶ οἱ πατρίκιοι, καὶ ἐνδυσάμενοι τὰ σκαραμάγγια αὐτῶν, εἰσέρχονται οἱ κληθέντες εἰς τὸ κλητώριον· ἀπὸ γὰρ τῆς Ἐκκλησίας ἀλλάξιμα οὐκ εἰσίν, οἱ δὲ τοῦ κουβουκλείου ἅπαντες παρα‐ στάσιμον οὐ ποιοῦσιν.
20Ἰστέον δὲ ὅτι, τῇ ἑσπέρᾳ ἐκείνῃ, ἤγουν τῇ παραμονῇ τῶν Φώτων, τὰ ἀλλάξιμα διὰ λευκῶν χλανιδίων τελοῦνται, οἱ δὲ πατρίκιοι, τῇ ἑσπέρᾳ ἐκείνῃ, οὐ φοροῦσι χλανίδια χρυσόταβλα, ἀλλὰ χλανίδια ἔχοντα ταβλία ἀπὸ ὀξέου· διὰ γὰρ τὴν ἑορτὴν τῶν Φώτων ὅ τε βασιλεὺς καὶ ἡ σύγκλητος
25λευκὰ ἀλλάσσουσιν, οἱ δὲ ὀστιάριοι φοροῦσι τὰ παρα‐ γάβδια αὐτῶν, βαστάζοντες καὶ τὰ βεργία αὐτῶν. Οἱ δὲ πρωτοσπαθάριοι οἱ εὐνοῦχοι φοροῦντες τὰ διβητήσια καὶ τὰ σπαθία, ὀψικεύουσιν ἔμπροσθεν τοῦ βασιλέως, ἡνίκα ἐξέρχεται ἐκ τοῦ παλατίου· ὑποστρέφοντος δὲ τοῦ βασι‐
30λέως, ἐν τῷ παλατίῳ, ἐπειδὴ ἠλλαγμένος ὑποστρέφει, καὶ
αὐτοὶ ἠλλαγμένοι ὑποστρέφουσιν.132 in vol. 1

1

.

133

(1t)

ΛΕʹ (ΚΣʹ)
2tὍσα δεῖ παραφυλάττειν τῇ ἑορτῇ
3tκαὶ προελεύσει τῶν Φώτων.
4Προέρχονται ἅπαντες ἐννύχιοι οἱ ἐξ ἔθους προερχό‐
5μενοι ἐν τῷ ἡμικυκλίῳ τῆς Ἀψίδος, ἠλλαγμένοι ἀπὸ λευκῶν, καὶ ἀνοίξαντος τοῦ παλατίου, εἰσέρχονται καὶ δέχονται τὸν βασιλέα εἰς τὴν τάξιν αὐτῶν, ὡς εἴθισται αὐτοῖς. Καὶ δηριγευόμενος ὁ βασιλεὺς ὑπὸ τῶν ἐξ ἔθους, διέρχεται διὰ τῆς Δάφνης, καὶ ἅπτει κηροὺς εἰς τὰ εὐκ‐
10τήρια, ὡς εἴθισται αὐτῷ, καὶ ἀπέρχεται μέχρι τοῦ Αὐγουστέως, ἐκδεχόμενος τὸν καιρόν. Καὶ τοῦ καιροῦ ἐγγίσαντος, δηλοῖ ὁ τῆς καταστάσεως τῷ πραιποσίτῳ, ὁ δὲ πραιπόσιτος τῷ βασιλεῖ, καὶ ἐξελθὼν ἀπὸ τοῦ κοι‐ τῶνος αὐτοῦ εἰς τὸ Ὀκτάγωνον, περιβάλλεται τὴν
15χλανίδα αὐτοῦ, καὶ στεφθεὶς διέρχεται διὰ τοῦ Αὐγουστέως καὶ τοῦ στενοῦ καὶ τοῦ Ὀνόποδος, τὴν δὲ δοχὴν καὶ προσκύνησιν ἐκτελοῦσιν οἱ ἐξ ἔθους, ὃν τρόπον ἐδηλώ‐ σαμεν ἐν τῇ προελεύσει τῆς Χριστοῦ Γεννήσεως, ἐν τῇ κάτω πύλῃ τῇ οὔσῃ ἔμπροσθεν τοῦ Κονσιστωρίου. Καὶ εἰ
20μὲν κελεύει ὁ βασιλεὺς ποιῆσαι μαγίστρους, νεύει τῷ πραιποσίτῳ, καὶ ἀπελθὼν πρὸς αὐτὸν ὁ πραιπόσιτος, λέγει αὐτῷ τὸ ὄνομα τοῦ μέλλοντος προβληθῆναι, ὁ δὲ
πραιπόσιτος λέγει τῷ τῆς καταστάσεως, κἀκεῖνος λαμβάνει133 in vol. 1

1

.

134

αὐτὸν ἀπὸ τῆς στάσεως αὐτοῦ μετὰ σιλεντιαρίου, καὶ ἵστησιν αὐτὸν κάτωθεν τοῦ πουλπίτου ἔμπροσθεν τῶν πατρικίων, καὶ εὐθέως ἐπιδίδωσιν ὁ πραιπόσιτος τῷ βασιλεῖ στιχάριν καὶ βαλτίδιον, ὁ δὲ τῆς καταστάσεως,
5κρατήσας τὸν μέλλοντα προβληθῆναι, ἄγει αὐτὸν πρὸς τὸν βασιλέα, καὶ προσκυνήσας τοὺς πόδας τοῦ βασιλέως καὶ ἀσπασάμενος αὐτούς, ἀνίσταται. Εἶτα, λαβὼν τὸ στιχάριον μετὰ τοῦ βαλτιδίου ἐκ τῶν χειρῶν τοῦ βασιλέως, φιλεῖ τοὺς πόδας τοῦ βασιλέως, λαβὼν δὲ αὐτὸν πάλιν ὁ τῆς
10καταστάσεως μετὰ σιλεντιαρίου, εἰσφέρει αὐτὸν εἰς τὸ ἔνδον Κονσιστώριον, καὶ ἐνδύσας αὐτὸν τὸ στιχάριον, περιζώσας αὐτὸν καὶ τὸ βαλτίδιον, ἐξάγει αὐτὸν καὶ ἵστησιν ἔμπροσθεν τοῦ βασιλέως κάτωθεν τοῦ πουλπίτου· καὶ πάντες εἰσελθόντες προσκυνοῦσιν, ὃν τρόπον καὶ ἐν τῇ
15προβολῇ τῶν πατρικίων, καὶ ἄγει αὐτὸν ὁ τῆς καταστά‐ σεως πρὸς τὸν βασιλέα, καὶ προσκυνήσας καὶ ἀσπασά‐ μενος τοὺς πόδας αὐτοῦ, ἀνίσταται, ὑπερευξάμενος τὸν βασιλέα, κρατήσας δὲ αὐτὸν ὁ τῆς καταστάσεως, εἰσάγει αὐτὸν ὀπισθορανῶς καὶ ἵστησιν αὐτὸν ἐν τῇ ἐφαρμοζούσῃ
20τάξει τε καὶ στάσει. Εἶθ’ οὕτως λαβὼν νεῦμα ὁ πραιπόσιτος παρὰ τοῦ βασι‐ λέως νεύει τῷ σιλεντιαρίῳ τῷ ἑστῶτι ἐν τῇ πύλῃ, καὶ λέγει· «Κελεύσατε.» Εἶθ’ οὕτως διέρχεται διὰ τῶν Ἐκσκουβίτων καὶ τῶν Σχολῶν μέχρι τῆς Μεγάλης Ἐκκλη‐
25σίας, καὶ δοχῇ καὶ τάξει, καθ’ ὃν τρόπον ἐδηλώθη ἡμῖν ἐν τῇ προελεύσει τῆς Χριστοῦ Γεννήσεως, καὶ εἰς τὸν νάρ‐ θηκα εἰσελθών, εἰσέρχεται ἔνδον τοῦ βήλου. Καὶ λαβὼν ὁ πραιπόσιτος τὸ στέμμα ἀπὸ τῆς κεφαλῆς τοῦ βασιλέως, εἰσέρχεται διὰ τοῦ νάρθηκος, καὶ δέχεται αὐτὸν ἐκεῖσε ὁ
30πατριάρχης, καὶ ἀσπασάμενοι ἀλλήλους, εἰσέρχονται καὶ ἵστανται ἔμπροσθεν τῶν μεγάλων πυλῶν. Καὶ ἅψας ἐκεῖσε
κηρούς, δίδωσιν αὐτοὺς τῷ πραιποσίτῳ, ὁ δὲ πραιπόσιτος134 in vol. 1

1

.

135

τῷ τῆς καταστάσεως, καὶ προσκυνήσας τὸ ἄχραντον Εὐαγγέλιον, εἰσέρχεται εἰς τὴν ἐκκλησίαν, καὶ διελθὼν διὰ τῆς σωλαίας, ἵσταται ἔμπροσθεν τῶν ἁγίων θυρῶν, καὶ λαβὼν παρὰ τοῦ πραιποσίτου κηρία καὶ εὐξάμενος, ἐπιδί‐
5δωσιν αὐτὰ τῷ πραιποσίτῳ. Καὶ εἶθ’ οὕτως εἰσελθὼν εἰς τὸ θυσιαστήριον, ὑφαπλοῖ ἐν τῇ ἁγίᾳ τραπέζῃ εἰλιτὰ δύο, ἀσπαζόμενος δύο ἱερὰ ποτήρια καὶ δύο ἱεροὺς δίσκους καὶ τὰ σπάργανα τοῦ Κυρίου, καὶ λαβὼν ἀποκόμβιον παρὰ τοῦ πραιποσίτου, τίθησιν αὐτὸ ἐν τῇ ἁγίᾳ τραπέζῃ, καὶ ἐξελθὼν
10διὰ τῆς πλαγίας τοῦ θυσιαστηρίου, εἰσέρχεται εἰς τὸ μητατώριον, εἰς δὲ τὰ ἅγια, καὶ τὴν ἀγάπην καὶ τὴν κοινωνίαν ἐκτελεῖ, ὡς ἡ συνήθεια ἔχει. Καὶ μετὰ τὸ κρα‐ ματίσαι καὶ ἐξελθεῖν τοῦ Ἁγίου Φρέατος, εἰσέρχεται ἔνδον τοῦ βήλου μετὰ τοῦ πατριάρχου, καὶ στέφεται παρ’
15αὐτοῦ, καὶ εἶθ’ οὕτως ἐπιδίδωσιν ὁ πατριάρχης εὐλογίας τῷ βασιλεῖ· εἶτα λαβὼν ὁ βασιλεὺς παρὰ τοῦ πραιποσίτου ἀποκόμβιον, ἀντιδίδωσι τῷ πατριάρχῃ, ὁ δὲ πατριάρχης ἀντιδιδοῖ τῷ βασιλεῖ ἀλειπτά. Καὶ ἀλλήλους ἀσπασάμενοι, ὁ μὲν βασιλεύς, διοδεύων
20τὴν μέσην, εἰσέρχεται διὰ τῆς μεγάλης πύλης τῆς Χαλκῆς· αἱ δὲ δοχαὶ τῶν περατικῶν μερῶν καὶ τῶν πολι‐ τικῶν τελοῦνται ἐν τῇ τάξει καὶ στάσει, ὃν τρόπον ἐκτελέσ‐ θησαν ἐν τῇ προελεύσει τῆς Χριστοῦ Γεννήσεως. Καὶ τὰς Σχολὰς καὶ τὰ Ἐκσκούβιτα διελθὼν καὶ 〈διὰ〉 τοῦ
25Κονσιστωρίου καὶ τοῦ στενοῦ, εἰσέρχεται εἰς τὸν Αὐγουστέα, καὶ οἱ τοῦ κουβουκλείου τελέσαντες τὴν συνήθειαν, εἰσέρ‐ χονται εἰς τὸ Ὀκτάγωνον, καὶ λαμβάνει ὁ πραιπόσιτος τὸ στέμμα ἀπὸ τῆς κεφαλῆς τοῦ βασιλέως, καὶ εἰσελθόντες οἱ βεστήτορες ἀπαλλάσσουσι τὴν χλανίδα αὐτοῦ. Εἶτα εἰσελ‐
30θὼν ὁ πατριάρχης εἰς τὸν Ἅγιον Στέφανον, καὶ τοῦ βασιλέως μέλλοντος ἀκουμβίσαι εἰς τὰ ιθʹ Ἀκκούβιτα, νεύει τῷ πραιποσίτῳ, καὶ προσκαλεῖται τὸν πατριάρχην, καὶ τούτου γενομένου, προσκυνοῦσιν ἀλλήλους, καὶ εἰσέρχονται
οἱ ἱερεῖς, καὶ τὸν στίχον ποιήσαντες, εἰσέρχεται πάλιν ὁ135 in vol. 1

1

.

136

πατριάρχης εἰς τὸν Ἅγιον Στέφανον καὶ ἐκβάλλει τὸ ὠμοφόριον αὐτοῦ. Ὁμοίως καὶ ὁ βασιλεὺς ἐκβάλλει τὸ σαγίον αὐτοῦ καὶ ἑνοῦνται πάλιν, καὶ εἶθ’ οὕτως ἐξέρ‐ χονται, ὀψικευόμενοι ὑπὸ τοῦ κουβουκλείου, καὶ ἀκουμβί‐
5ζουσιν οἱ δύο ἐξ ἴσου ἐν τῷ ἀκκουβίτῳ καὶ πίνουσι πρὸς ἅπαξ. Καὶ εἶθ’ οὕτως λαβὼν νεῦμα ὁ πραιπόσιτος παρὰ τοῦ βασιλέως, νεύει τὴν ὑπουργίαν καὶ εἰσέρχεται, τοῦτο δὲ ποιεῖ καὶ ἐπὶ τῶν λοιπῶν φίλων. Μέλλοντος δὲ ἀνίστασθαι τοῦ βασιλέως καὶ τῶν φίλων
10ἐξελθόντων, μένουσιν οἱ τοῦ ἄνω ἀκκουβίτου φίλοι, οἱ μητρο‐ πολῖται καὶ ὅσοι εἰσὶν εἰς τοὺς πρώτους ἀκκουβίτους, ἤγουν εἰς τὸν δεξιὸν καὶ εὐώνυμον ἐπίσκοποι· πίνουσι δὲ πάλιν πρὸς ἅπαξ ὅ τε βασιλεὺς καὶ ὁ πατριάρχης καὶ οἱ ἐναπο‐ μείναντες φίλοι, καὶ εἶθ’ οὕτως λαβόντες νεῦμα παρὰ τοῦ
15πραιποσίτου, ἐξέρχονται καὶ αὐτοί, καὶ εἶθ’ οὕτως λαβὼν ὁ πρωτοσπαθάριος, ἐξέρχεται καὶ αὖθις ἡ ὑπουργία. Καὶ πάντων ἐξελθόντων, μένει ὁ βασιλεὺς μετὰ μόνου τοῦ πατριάρχου καὶ τοῦ κουβουκλείου. Καὶ πιόντες πάλιν ἀμφότεροι πρὸς ἅπαξ, ἀνίστανται, καὶ ἀπέρχεται ὁ
20πατριάρχης εἰς τὸν Ἅγιον Στέφανον καὶ βάλλει τὸ ὠμο‐ φόριον αὐτοῦ, ὁ δὲ βασιλεὺς τὸ σαγίον αὐτοῦ, καὶ ἑνοῦνται πάλιν εἰς τὸ Ὀκτάγωνον, καὶ ποιοῦσι τὸν στίχον. Εἶτα λαβὼν ὁ βασιλεὺς παρὰ τοῦ πατριάρχου εὐλογίας, ἐξέρχε‐ ται μέχρι τοῦ Αὐγουστέως, καὶ προσκυνήσαντες ἀλλήλους
25καὶ ἀσπασάμενοι, τὸν μὲν πατριάρχην λαμβάνουσι δύο κουβικουλάριοι, καὶ διασώζουσιν αὐτὸν μέχρι τοῦ στενοῦ ἢ καὶ τοῦ Ὀνόποδος. Ὁ δὲ βασιλεύς, δηριγευόμενος ὑπό τε τοῦ κουβουκλείου καὶ τῶν μαγλαβιτῶν, εἰσέρχεται ἐν τῷ παλατίῳ· ἑστώτων δὲ τῶν τοῦ κουβουκλείου ἁπάντων ἐν
30τῷ Χρυσοτρικλίνῳ, ὑπερεύχονται τὸν βασιλέα τό· «Εἰς πολλοὺς καὶ ἀγαθοὺς χρόνους.» Γίνεται δὲ ἡ εὐχὴ αὐτή,
ἐπειδὴ πληροῦται τὸ δωδεκαήμερον.136 in vol. 1

1

.

137

(1t)

Λϛʹ (ΚΖʹ)
2tὍσα δεῖ παραφυλάττειν τῇ ἑορτῇ καὶ προελεύσει
3tτῆς Ὑπαπαντῆς
4Εἰ κελεύει ἀπελθεῖν ὁ βασιλεὺς καὶ παννυχεῦσαι ἐν
5Βλαχέρναις, ἀπέρχεται τῇ πρὸ μιᾶς τῆς ἑορτῆς ἡμέρᾳ, καὶ ἐκτελεῖ τὴν πάννυχον. Τῇ δὲ ἑξῆς ἡμέρᾳ τῆς ἑορτῆς ἀλλάσσουσιν ἅπαντες ἀπὸ λευκῶν χλανιδίων· οἱ δὲ κουβι‐ κουλάριοι ἀλλάσσουσι καμίσια καὶ μόνον, ὡσαύτως καὶ οἱ σπαθαροκουβικουλάριοι. Οἱ δὲ εὐνοῦχοι πρωτοσπαθάριοι
10φοροῦσι τὰ ἀλλάξιμα αὐτῶν πλήρη, βαστάζοντες καὶ σπα‐ θοβάκλια, οἱ δὲ βαρβάτοι πρωτοσπαθάριοι φοροῦσι τὰ σπέκια αὐτῶν καὶ σπαθία, οὐ βαστάζουσι δὲ σπαθοβάκλια. Οἱ δὲ σπαθαροκανδιδάτοι καὶ σπαθάριοι καὶ οἱ τοῦ μαγλα‐ βίου καὶ οἱ λοιποὶ οἰκειακοὶ σπαθάριοι περιπατοῦσιν ἔνθεν
15κἀκεῖθεν, ὄπισθεν τῆς προελεύσεως, εἰς τὰ πλάγια τῶν ἀρχόντων τοῦ κουβουκλείου καὶ τῶν πατρικίων, τοῦτο τε‐ λοῦντες καθ’ ἑκάστην προέλευσιν· ἐν δὲ ταῖς μεγάλαις προελεύσεσι φοροῦσι τὰ μανιάκια αὐτῶν, βαστάζοντες καὶ τὰ σπαθοβάκλια αὐτῶν. Οἱ δὲ σπαθαροκανδιδάτοι τὰ μανιά‐
20κια αὐτῶν καὶ σκουτάρια καὶ διστράλια μονοπέλυκα· οἱ δὲ σπαθάριοι σκουτάρια καὶ διστράλια, ἀπὸ σκαραμαγγίων δὲ ἀμφότεροι.
Τοῦ δὲ τῆς καταστάσεως ἐλθόντος καὶ μηνύσαντος τῷ137 in vol. 1

1

.

138

πραιποσίτῳ, ὡς ὅτι ὁ καιρὸς ἤγγικεν, εἰσέρχεται ὁ πραι‐ πόσιτος καὶ μηνύει τὸν βασιλέα, ὁ δὲ βασιλεὺς ἐξελθὼν ἐν τῷ τρικλίνῳ τῷ καλουμένῳ Ἀναστασιακῷ, φορῶν τὸ διβη‐ τήσιον αὐτοῦ, ἵσταται ἐκεῖσε, καὶ ἵστανται οἱ ἄρχοντες
5τοῦ κουβουκλείου ἔνθεν καὶ ἔνθεν, οἱ δὲ σπαθαροκουβικου‐ λάριοι καὶ οἱ κουβικουλάριοι ὄπισθεν αὐτῶν, οἱ δὲ πρωτο‐ σπαθάριοι οἱ εὐνοῦχοι ἵστανται ὄπισθεν τοῦ βασιλέως. Προσκαλεῖται δὲ ὁ πραιπόσιτος τοὺς βεστήτορας, καὶ ὑπαλλάξας ὁ βασιλεὺς τὴν χλανίδα αὐτοῦ δι’ αὐτῶν, εἶτα
10κατελθὼν ὀστιάριος, ἵσταται ἐν τῷ βήλῳ, καὶ νεύει ὁ βασιλεὺς τῷ πραιποσίτῳ, ὁ δὲ πραιπόσιτος τῷ κουβικου‐ λαρίῳ τῷ αἴροντι τὸ βῆλον, καὶ εἰσάγονται πατρίκιοι καὶ στρατηγοί, καὶ εἰσελθόντες πίπτουσι. Καὶ ἀναστάντων αὐτῶν, λαβὼν νεῦμα ὁ πραιπόσιτος παρὰ τοῦ βασιλέως,
15λέγει· «Κελεύσατε.» Ὁ δὲ βασιλεὺς δηριγευόμενος ὑπό τε τῶν ἀρχόντων τοῦ κουβουκλείου, πατρικίων τε καὶ στρατηγῶν, ἐξέρχεται ἐν τῷ τρικλίνῳ τῷ καλουμένῳ Δανουβίῳ· ἵστανται δὲ οἵ τε βαρβάτοι πρωτοσπαθάριοι καὶ ὁ δρουγγάριος τῆς βίγλης ἔνθεν καὶ ἔνθεν πλησίον τῆς
20θύρας. Οἱ δὲ πατρίκιοι καὶ στατηγοὶ μετὰ τῆς συγκλήτου πίπτουσι, καὶ λαμβάνει νεῦμα ὁ πραιπόσιτος παρὰ τοῦ βασιλέως καὶ νεύει τῷ τῆς καταστάσεως, κἀκεῖνος λέγει· «Κελεύσατε·» καὶ αὐτοὶ ὑπερεύχονται· «Εἰς πολλοὺς καὶ ἀγαθοὺς χρόνους.»
25Καὶ ὑπ’ αὐτῶν δηριγευόμενος, διέρχεται, ὁ δὲ τῆς καταστάσεως ἐν τῷ μέσῳ, καὶ κατὰ βάθρον ἐπιστρεφό‐ μενος πρὸς τὸν βασιλέα, ἐφαπλῶν δὲ καὶ τὰς χεῖρας αὐτοῦ ἔνδοθεν τοῦ χλανιδίου αὐτοῦ, λέγει πρὸς τὸν βασιλέα· «Καπλάτε Δόμηνι·» τοῦτο ἐκτελῶν ὅπως ἐν τῇ
30διόδῳ τοῦ βασιλέως μὴ τύχῃ βάθρον. Καὶ ἔξω τῆς πύλης
ἐξελθὼν τῆς ἐξαγούσης πρὸς τὸν ἔμβολον, διέρχεται ἐν138 in vol. 1

1

.

139

τῷ δεξιῷ μέρει τοῦ ἐμβόλου, οἱ δὲ πατρίκιοι τῆς αὐτῆς πύλης ἔξω λαμβάνουσι τὰ κηρία αὐτῶν, λεγόντων τῶν δύο μερῶν ἰαμβικά, ἕκαστος αὐτῶν διερχόμενος ἀπὸ τῆς στάσεως αὐτοῦ· πληροῦντος γὰρ τοῦ ἑνός, ἄρχεται ὁ
5ἕτερος· διελθὼν δὲ ὁ βασιλεὺς πλησίον τοῦ κίονος τοῦ κειμένου ἐγκαρσίως ἐν τῷ πληρώματι τοῦ ἐμβόλου, δέχεται ἐκεῖσε τὸν πατριάρχην μετὰ τῆς λιτῆς, λαβὼν δὲ κηρία παρὰ τοῦ πραιποσίτου καὶ εὐξάμενος, ἐπιδίδωσιν αὐτὰ πάλιν τῷ πραιποσίτῳ, καὶ προσκυνήσας τὸ ἄχραντον
10Εὐαγγέλιον καὶ τὸν τίμιον σταυρόν, καὶ πάλιν προσκυνή‐ σαντες ἀμφότεροι ἀλλήλους, ὅ τε βασιλεὺς καὶ ὁ πατριάρ‐ χης, καὶ ἀσπασάμενοι, λαμβάνει ὁ βασιλεὺς παρὰ τοῦ πραιποσίτου κηρίον λιτανίκιον, καὶ ὑποστρέψας, διέρχεται διὰ τοῦ αὐτοῦ ἐμβόλου. Ἄρχεται δὲ ὁ τῆς καταστάσεως·
15«Χαῖρε, κεχαριτωμένη Θεοτόκε Παρθένε·» ψάλλοντες δὲ τὸ αὐτὸ τροπάριν οἱ τῆς προελεύσεως ἅπαντες, εἰσέρ‐ χονται ἐν τῷ νάρθηκι τοῦ Μεγάλου Ναοῦ, καὶ ὁ μὲν βασιλεὺς καθέζεται ἐπὶ σελλίου ἐν τῷ νάρθηκι, προσμένων μέχρις ἂν καταλάβῃ ὁ πατριάρχης μετὰ τῆς λιτῆς, οἱ δὲ
20πατρίκιοι καὶ ἡ σύγκλητος εἰσέρχονται καὶ ἵστανται ἐν τῷ ναῷ, ὡς εἴθισται αὐτοῖς, προσμένοντες τὸν βασιλέα. Καταλαβόντος δὲ τοῦ πατριάρχου μετὰ τῆς λιτῆς, ἀνίσταται ὁ βασιλεύς, καὶ προσκυνήσαντες ἀμφότεροι ἀλλήλους ὅ τε βασιλεὺς καὶ ὁ πατριάρχης, ἀπέρχονται
25ἀμφότεροι καὶ ἵστανται ἐν τῇ πύλῃ τοῦ Μεγάλου Ναοῦ· καὶ ἀρξάμενος ὁ πατριάρχης τὴν εὐχὴν τῆς εἰσόδου τῆς θείας λειτουργίας, λαβὼν ὁ βασιλεὺς παρὰ τοῦ πραιπο‐ σίτου κηρία τῆς προσευχῆς, καὶ εὐξάμενος δίδωσιν αὐτὰ πάλιν τῷ πραιποσίτῳ, καὶ αὐτὸς τῷ τῆς κατα‐
30στάσεως. Καὶ προσκυνήσας ὁ βασιλεὺς τὸ ἄχραντον Εὐαγγέλιον, διέρχεται μέσον διὰ τοῦ ναοῦ μετὰ τοῦ
πατριάρχου, καὶ διὰ τῆς πλαγίας τοῦ ἄμβωνος εἰσέρχεται ἐν139 in vol. 1

1

.

140

τῇ σωλαίᾳ, καὶ στὰς ἔμπροσθεν τῶν ἁγίων θυρῶν καὶ ἅψας κηροὺς καὶ εὐξάμενος, εἰσέρχεται εἰς τὸ θυσιαστήριον. Ἀσπασάμενος δὲ τὴν ἁγίαν ἐνδυτήν, λαβὼν ἀποκόμβιον παρὰ τοῦ πραιποσίτου, τίθησιν αὐτὸ ἐν τῇ ἁγίᾳ τραπέζῃ
5καὶ ἐξέρχεται, καὶ διδοῦσιν αὐτῷ εὐλογίας οἱ ἱερεῖς, διὰ μέσης τοῦ ναοῦ. Μέλλοντος δὲ τοῦ βασιλέως ἐξέρχεσθαι ἐν τῷ νάρθηκι, ἵστανται ὀρφανὰ ἐπάνω τῶν σκάμνων ἀπ’ ἀριστερᾶς τῆς μεγάλης πύλης, καὶ φωνοβολοῦντες ὑπερεύ‐ χονται τὸν βασιλέα, ὡς ἡ συνήθεια ἔχει. Ἐλθόντες δὲ ἐξ
10ἴσου ἐν τῷ στυρακίῳ ὅ τε βασιλεὺς καὶ ὁ πατριάρχης, προσκυνήσαντες καὶ ἀσπασάμενοι ἀλλήλους, ὁ μὲν πατριάρ‐ χης ἀπέρχεται ἐν τῷ μεγάλῳ ναῷ τοῦ ἐκτελέσαι τὴν θείαν λειτουργίαν, ὁ δὲ βασιλεὺς διὰ τοῦ στυρακίου ἀνελθὼν ἐν τῷ εὐκτηρίῳ ἅπτει ἐκεῖσε κηρούς, ὡσαύτως δὲ καὶ ἐν τοῖς
15κατηχουμενίοις, εἰς τὸν σταυρόν, καὶ εἰσελθὼν ἐν τῷ εὐκτηρίῳ, ἵσταται ἐκεῖσε, ἐκτελῶν τὴν θείαν λειτουργίαν· οἱ δὲ πατρίκιοι καὶ οἱ λοιποὶ ἄρχοντες ἅπαντες ἵστανται ἔξω ἐν τοῖς κατηχουμενίοις. Τῆς δὲ θείας κοινωνίας ἐγγιζούσης, προστάσσει ὁ πραι‐
20πόσιτος ἀπὸ κελεύσεως τῷ τῆς καταστάσεως, καὶ ἀπο‐ στέλλει σιλεντιαρίους δύο πρὸς τὸ προσκαλέσασθαι τὸν πατριάρχην, καὶ ἀνάγουσιν αὐτὸν διὰ τοῦ στυρακίου ἐν τῷ εὐκτηρίῳ, ἐν ᾧ ἵσταται ὁ βασιλεύς. Κοινωνήσαντος δὲ τοῦ βασιλέως παρὰ τοῦ πατριάρχου τοῦ ἀχράντου σώματος καὶ
25αἵματος τοῦ Κυρίου, εἰσέρχεται ἐν τῷ κοιτῶνι, καὶ εἶθ’ οὕτως εἰσελθόντες πατρίκιοί τε καὶ στρατηγοὶ καὶ δομέ‐ στικοι καὶ οἱ τὰ πρῶτα ὀφφίκια κατέχοντες, κοινωνοῦσι καὶ αὐτοὶ ἐκ τῶν χειρῶν τοῦ πατριάρχου· καὶ πάντων ἐξελθόντων καὶ τοῦ πατριάρχου μέλλοντος κατέρχεσθαι,
30ἑστῶτος τοῦ βασιλέως ἔμπροσθεν τῆς θύρας τοῦ κοιτῶνος αὐτοῦ, προσκυνοῦσιν ἀμφότεροι ἀλλήλους,
καὶ ἀπελθὼν ὁ πατριάρχης ἐκτελεῖ τὴν θείαν λειτουργίαν140 in vol. 1

1

.

141

ἅπασαν. Τελεσθείσης δὲ τῆς θείας λειτουργίας, διέρχεται ὁ βασιλεὺς ἠλλαγμένος διὰ τοῦ τρικλίνου τῆς ἁγίας σοροῦ, βασταζόντων τῶν κουβικουλαρίων τὰ ἐκεῖσε ὄντα βῆλά τε καὶ κορτίνας, καὶ ἀνέρχεται ὁ βασιλεὺς διὰ τοῦ
5βισαλωτοῦ καὶ τοῦ κοχλιοῦ, καὶ εἰσέρχεται ἐν τῷ Δανουβίῳ τρικλίνῳ, καὶ ἵσταται ἡ τιμία αὐτοῦ τράπεζα ἐκεῖσε, καὶ μένουσιν ἐκεῖσε πρωτοσπαθάριοι βαρβάτοι, σπαθαροκανδι‐ δάτοι καὶ οἱ ἐπὶ τοῦ μαγλαβίου καὶ λοιποὶ ἅπαντες οἰκειακοί, καὶ τότε οἱ μὲν κληθέντες ἐξ αὐτῶν ἐκδέχονται
10ἐκεῖσε, οἱ δὲ λοιποὶ ἄρχοντες ἕκαστος ἐν τῷ κοιτῶνι αὐτοῦ. Ὁ δὲ βασιλεὺς ἀνελθὼν ἐν τῷ Ἀναστασιακῷ τρικλίνῳ καὶ ἀπαλλάξας, μένει μετὰ τὸ διβητήσιον αὐτοῦ· οἱ δὲ σιλεντιάριοι, προσκαλεσάμενοι τὸν πατριάρχην, ἀναφέ‐ ρουσιν αὐτὸν μέχρι τοῦ κοχλιοῦ, καὶ καθίσας ἐκεῖσε
15πλησίον τῆς εἰσαγούσης πύλης ἐν τῷ τρικλίνῳ, ἐν ᾧ ἡ τράπεζα ἵσταται, μηνύει τῷ βασιλεῖ ὁ πραιπόσιτος, ὁ δὲ βασιλεὺς κελεύει τῷ πραιποσίτῳ προσκαλέσασθαι τὸν πατριάρχην, καὶ ἵσταται ὁ βασιλεύς, φορῶν τὸ σαγίον αὐτοῦ, ἐν τῇ τραπέζῃ ἐκδεχόμενος τὸν πατριάρχην, καὶ
20καταλαβόντος τοῦ πατριάρχου, προσκαλοῦνται παρὰ τοῦ πατριάρχου οἱ ἱερεῖς καὶ ποιοῦσι τὸν στίχον. Καὶ εἶθ’ οὕτως ὁ μὲν βασιλεὺς ἐκβάλλει τὸ σαγίον αὐτοῦ, ὁ δὲ πατριάρχης τὸ ὠμοφόριον αὐτοῦ, καὶ λαβόντες αὐτὸ ἱερεῖς ἐξέρχονται. Καὶ καθίσαντες ἐν τῇ τραπέζῃ ὅ τε βασιλεὺς καὶ
25ὁ πατριάρχης, εἰσφέρουσι τὰ κουκουμάρια κουβικουλάριοι δύο, καὶ πίνουσι πρὸς ἅπαξ, καὶ εἶθ’ οὕτως εἰσέρχονται οἱ φίλοι, καὶ ἐπιτελεῖται ἡ συνήθεια πᾶσα τοῦ τραπεζίου· καὶ ἀναστάντων τῶν φίλων καὶ ἐξελθόντων, μένει ὅ τε βασιλεὺς καὶ ὁ πατριάρχης, καὶ εἰσφέρουσι πάλιν οἱ κουβι‐
30κουλάριοι τὰ κουκουμάρια, καὶ πιόντες πάλιν πρὸς ἅπαξ
ἀνίστανται, καὶ ὁ μὲν πατριάρχης μικρὸν ὑπεξελθών,141 in vol. 1

1

.

142

βάλλει τὸ ὠμοφόριον αὐτοῦ, ὁ δὲ βασιλεὺς τὸ σαγίον αὐτοῦ, καὶ εἰπόντες τὸν στίχον, ἐπιδίδωσι τῷ βασιλεῖ ὁ πατριάρ‐ χης εὐλογίας, καὶ ἐξέρχονται οἱ ἱερεῖς. Καθέζεται δὲ ὅ τε βασιλεὺς καὶ ὁ πατριάρχης μικρόν, ὁμιλοῦντες πρὸς ἀλλή‐
5λους, εἶτα προσκυνήσαντες ἀλλήλους καὶ ἀσπασάμενοι, ἐξέρχονται, καὶ ὁ μὲν πατριάρχης προπέμπεται ὑπὸ τῶν ἀρχόντων τοῦ κουβουκλείου μέχρι τοῦ κοχλιοῦ, καὶ ἀπὸ τῶν ἐκεῖσε ὑπὸ σιλεντιαρίων ἕως κάτω. Ὁ δὲ βασιλεὺς διαγίνεται μετὰ ταῦτα, ὡς δ’ ἂν κελεύῃ καὶ βούληται.
10Ἰστέον ὅτι εἰ μὲν οὐ κελεύει ὁ βασιλεὺς ποιῆσαι τὴν προέλευσιν ἀπὸ τοῦ ἄνω παλατίου, ἤγουν ἀπὸ τὸν Ἀνα‐ στασιακὸν τρίκλινον, τελεῖται οὕτως· ἐξελθὼν ὁ βασιλεὺς ἀπὸ τοῦ κοιτῶνος τῆς ἁγίας σοροῦ ἠλλαγμένος, ἵστα‐ ται ἐν τῷ τῆς ἁγίας σοροῦ τρικλίνῳ, ἔνθα τὰ βῆλα κρέ‐
15μανται, ἑστώτων καὶ ἀρχόντων τοῦ κουβουκλείου, καὶ ὄπισθεν αὐτοῦ ἵστανται σπαθαροκουβικουλάριοι καὶ κουβι‐ κουλάριοι καὶ δέχεται ἐκεῖσε τούς τε πατρικίους καὶ στρα‐ τηγούς, καὶ προσκυνήσαντες τὸν βασιλέα, ἀνίστανται· λαβὼν δὲ νεῦμα ὁ πραιπόσιτος παρὰ τοῦ βασιλέως, λέγει·
20«Κελεύσατε», αὐτοὶ δὲ τό· «Εἰς πολλοὺς καὶ ἀγαθούς.» Ὁ δὲ βασιλεὺς δηριγευόμενος ὑπ’ αὐτῶν, διέρχεται διὰ τῶν βαθμίδων τῶν κατερχομένων ἀπὸ τὸ βανιάριν, καὶ ἐλθὼν εἰς τὰ βάθρα, τῆς κάτω προελεύσεως ἤτοι προ‐ κένσου γινομένου ἐν τοῖς ἐκεῖσε, ἵσταται ἡ προέλευσις,
25ἵσταται ὁ βασιλεύς, οἱ δὲ πατρίκιοι ἑνωθέντες τῇ συγ‐ κλήτῳ ἁπάσῃ, πίπτουσι πάλιν μετ’ αὐτῶν, ὁ δὲ πραι‐ πόσιτος δίδωσι νεῦμα τῷ τῆς καταστάσεως, καὶ λέγει· «Κελεύσατε·» ἀποκριθέντες δὲ ἅπαντες λέγουσιν· «Εἰς πολλοὺς χρόνους·» ὁ δὲ τῆς καταστάσεως κατὰ
30βάθρον λέγει· «Καπλάτε Δόμηνι·» ἐκτελοῦσι δὲ ἀπὸ τῶν ἐκεῖσε τὴν ἅπασαν τάξιν τῆς προελεύσεως, ὡς ἀνω‐
τέρω εἰρήκαμεν.142 in vol. 1

1

.

143

(1t)

Ὅσα δεῖ παραφυλάττειν, εἰ τύχῃ ἡ ἑορτὴ τῆς
2tὙπαπαντῆς τῇ βʹ τῆς αʹ ἑβδομάδος.
3Δίδοται μεταστάσιμον ὥρᾳ αʹ τῆς αὐτῆς ἡμέρας ἐν τῷ Λαυσιακῷ τρικλίνῳ, καὶ ἐξελθὼν ὁ βασιλεὺς ἀπὸ
5σαγίου, ἀνέρχεται ἐν τῇ Μανναύρᾳ, καὶ στὰς ἄνωθεν τῶν γραδηλίων ἐν τῷ πρασίνῳ λίθῳ, διαλαλεῖ ἐκεῖσε τὸν λαόν, τὸ ἐν ἁγνείᾳ καὶ φόβῳ Θεοῦ ἐκτελέσαι τὴν πανσέβαστον καὶ ἁγίαν Τεσσαρακοστήν· καὶ εἶθ’ οὕτως ἐπιτρέπει ἀσηκρήτῃ καὶ ἐπαναγινώσκει τὸ ἐπανα‐
10γνωστικόν, τελεσθείσης δὲ τῆς ἀναγνώσεως, εὐφημεῖ πᾶς ὁ λαὸς τὸν βασιλέα· μετὰ δὲ τὴν εὐφημίαν τοῦ λαοῦ ἀπο‐ κινεῖ ὁ βασιλεὺς καὶ διέρχεται διὰ τοῦ εὐωνύμου μέρους τῆς Μανναύρας, καὶ δηριγευόμενος ὑπό τε τοῦ πραιποσίτου καὶ τῶν λοιπῶν τοῦ κουβουκλείου καὶ πρωτοσπαθαρίων,
15καὶ διερχόμενος διὰ τῶν Ἐκσκουβίτων καὶ τῶν Σχολῶν, διὰ τῆς μικρᾶς πύλης τῆς Χαλκῆς εἰσέρχεται ἐν τῷ Ἁγίῳ Φρέατι καὶ ἅπτει κηρούς· ὁ δὲ πατριάρχης δέχεται αὐτὸν ἐν τῷ Ἁγίῳ Φρέατι, ἐν τῇ πύλῃ τῇ εἰσαγούσῃ ἔνδον τοῦ ναοῦ, καὶ εἰσέρχονται ἀμφότεροι μέχρι τῶν ἁγίων θυρῶν.
20Ἅψας δὲ κηροὺς ὁ βασιλεὺς καὶ εὐξάμενος, ἐπιδίδωσιν αὐτοὺς τῷ πραιποσίτῳ. Καὶ προσκυνήσαντες ἀλλήλους ὅ τε βασιλεὺς καὶ ὁ πατριάρχης, ἀπέρχεται ἐν τῷ μητα‐ τωρίῳ· τῇ γὰρ ἡμέρᾳ ἐκείνῃ ὁ βασιλεὺς οὐκ εἰσέρχεται εἰς τὸ θυσιαστήριον, καὶ τελέσας τὴν τριτοέκτην, ἐξέρχεται
25ἐκ τοῦ μητατωρίου. Καὶ προσκυνήσαντες ἀλλήλους καὶ ἀσπασάμενοι, διέρχεται μὲν ὁ βασιλεὺς διὰ τοῦ δεξιοῦ μέρους τοῦ ναοῦ, τοῦ νάρθηκος καὶ τοῦ ὡρολογίου, καὶ
ἐξέρχεται ἐν τῇ πρὸς δύσιν οὔσῃ μεγάλῃ πύλῃ τῇ ἐξα‐143 in vol. 1

1

.

144

γούσῃ ἐπὶ τὸν Ἀθύραν. Ἱππεύσας δὲ ἀπὸ τῶν ἐκεῖσε, διέρχεται διὰ τοῦ Μιλίου, Φόρου τε καὶ τοῦ μακροῦ ἐμβόλου τοῦ Μαυριανοῦ καὶ τοῦ Πετρίου, καὶ ἀπέρχεται μέχρι τῆς παναγίας Θεοτόκου ἐν Βλαχέρναις. Κακεῖσε
5καταλαβών, κατέρχεται ἀπὸ τοῦ ἵππου καὶ ἀνέρχεται ἐν τοῖς κατηχουμενίοις. Εὐξάμενος δὲ ἅπτει κηροὺς ἔν τε τῷ παρακυπτικῷ τῆς ἁγίας σοροῦ, ἐν τῷ εὐκτηρίῳ καὶ ἐν τῷ ἔξω σταυρῷ τῶν κατηχουμενίων· ἐξελθὼν ἀπὸ τῶν ἐκεῖσε, ἀπέρχεται ἐν τῷ Ἀναστασιακῷ τρικλίνῳ, καὶ εἶθ’
10οὕτως ἐκτελεῖ ἅπαντα, οἷον τά τε ἀλλάξιμα καὶ αἱ δοχαί. Ἥ τε τῆς λιτῆς ὑπάντησις καὶ ἡ τῆς θείας λειτουργίας εἴσοδός τε καὶ προσευχή, ὃν τρόπον ἀνωτέρω ἐν τῇ πρώτῃ
καταστάσει τῆς αὐτῆς ἑορτῆς ἐξεθέμεθα.144 in vol. 1

1

.

145

(1t)

ΛΖʹ (ΚΗʹ)
2tὍσα δεῖ παραφυλάττειν τῇ ἑορτῇ τῆς
3tὈρθοδοξίας.
4Ἀπέρχεται ὁ πατριάρχης ὀψὲ τοῦ σαββάτου ἐν τῷ ναῷ
5τῆς ὑπεραγίας Θεοτόκου ἐν Βλαχέρναις, συναπέρχονται δὲ αὐτῷ μητροπολῖται, ἀρχιεπίσκοποι καὶ ἐπίσκοποι, ὅσοι δ’ ἂν τύχωσιν ὄντες τῇ αὐτῇ ἡμέρᾳ ἐν τῇ πόλει, ὁμοίως καὶ οἱ κληρικοὶ τῆς Μεγάλης Ἐκκλησίας καὶ οἱ τῶν ἔξω ἐκκλησιῶν, καὶ ὅσοι δ’ ἂν ἐν πᾶσι τοῖς μοναστηρίοις τὸν
10μονήρη βίον ἀσκοῦσιν ἐν ταύτῃ τῇ θεοφυλάκτῳ πόλει, καὶ ἐκτελοῦσιν ἅπαντες παννύχιον ὕμνον ἐν τῷ σεπτῷ ναῷ. Τῇ δὲ ἑξῆς, ἥτις ἐστὶ κυρία τῶν ἡμερῶν, ἐξέρχεται ὁ πατριάρ‐ χης μετὰ τῶν προρρηθέντων ἁπάντων ἐκ τοῦ ναοῦ μετὰ τῆς λιτῆς, καὶ διέρχονται διὰ τοῦ δημοσίου ἐμβόλου. Ὁ δὲ
15βασιλεὺς ἐξελθὼν ἀπὸ τοῦ παλατίου, φορῶν σαγίον, διὰ τῆς πύλης τοῦ Σπαθαρικίου, καὶ δηριγευόμενος ὑπό τε τῶν τοῦ κουβουκλείου φορούντων τὰ σαγία αὐτῶν, διέρχεται διὰ τῆς Μανναύρας καὶ τῶν διαβατικῶν αὐτῆς τῶν ἀνω‐ τέρων, καὶ διὰ τῆς ξυλίνης σκάλας εἰσέρχεται ἐν τοῖς
20κατηχουμενίοις τῆς Μεγάλης Ἐκκλησίας, καὶ εἰσελθὼν ὁ βασιλεὺς ἐν τοῖς κατηχουμενίοις καὶ εὐξάμενος, ἅπτων κηρούς, ὑπαλλάσσει, ὡσαύτως καὶ πάντες κατὰ τὴν ἰδίαν τάξιν, τὰ ἀλλαξίματα αὐτῶν τὰ ἄσπρα. Τῆς δὲ λιτῆς ἐγγιζούσης, δίδοται σιλέντιον καὶ ἐξέρχεται ὁ βασιλεὺς ἐκ
25τοῦ μητατωρίου τῶν κατηχουμενίων, καὶ δέχονται αὐτὸν145 in vol. 1

1

.

146

οἱ πατρίκιοι ἐν τῷ μεγάλῳ τρικλίνῳ τοῦ σεκρέτου μετὰ πάσης τῆς συγκλήτου καὶ πίπτουσιν. Εἶτα λαβὼν νεῦμα ὁ πραιπόσιτος παρὰ τοῦ βασιλέως, δίδωσι τῷ τῆς κατα‐ στάσεως καὶ λέγει· «Κελεύσατε», καὶ αὐτοὶ ὑπερεύ‐
5χονται· «Εἰς πολλοὺς καὶ ἀγαθοὺς χρόνους.» Κἀκεῖθεν δηριγευόμενος ὁ βασιλεὺς ὑπὸ πάντων βαστα‐ ζόντων κηρία ὑποφίαλα, κατέρχεται διὰ τοῦ μεγάλου κοχλιοῦ καὶ διὰ τοῦ διδασκαλείου, ἔνθα τὰ πασχάλια, καὶ κατελθὼν τὰ γραδήλια, οὐκ εἰσέρχεται ἐν τῷ μεγάλῳ
10νάρθηκι, ἀλλ’ ἐκνεύσας ἀριστερὸν ἐπὶ τὸ μητάτον ἀπὸ τοῦ τριγώνου, λέγων ὁ τῆς καταστάσεως κατὰ βάθρον· «Κα‐ πλάτε, Δόμηνι» καὶ κατέρχεται τὰ γραδήλια τοῦ Ἀθύρα, καὶ δέχεται ἐκεῖσε τὴν λιτήν. Ἅψας δὲ κηροὺς καὶ εὐξά‐ μενος, προσκυνεῖ τὸν τίμιον σταυρὸν καὶ τὸ ἄχραντον
15Εὐαγγέλιον, ὡσαύτως ἀσπάζεται καὶ τὸν πατριάρχην, καὶ διέρχεται ἔμπροσθεν τῆς λιτῆς. Ὁ δὲ τῆς καταστάσεως ἄρχεται τὸ τροπάριν· «Τὴν τῶν ἀληθινῶν δογμάτων,» τὸ αὐτὸ ψαλλόντων καὶ πάντων τῆς προελεύσεως. Ὁ δὲ βασι‐ λεύς, εἰσελθὼν ἐν τῷ νάρθηκι, καθέζεται μέχρις ἂν κατα‐
20λάβῃ ὁ πατριάρχης μετὰ τῆς λιτῆς. Καὶ τοῦ πατριάρχου καταλαβόντος, ἀνίσταται ὁ βασιλεύς, καὶ ἵστανται ἀμφό‐ τεροι ἔμπροσθεν τῶν βασιλικῶν πυλῶν, καὶ ὁ μὲν βασιλεὺς ἅψας κηροὺς εὔχεται, ὁ δὲ πατριάρχης τελεῖ τὴν εὐχὴν τῆς εἰσόδου, καὶ εὐξάμενος ὁ βασιλεὺς ἐπιδίδωσι τὰ κηρία τῷ
25πραιποσίτῳ, κἀκεῖνος τῷ τῆς καταστάσεως. Τοῦ δὲ πα‐ τριάρχου τὴν εὐχὴν τελέσαντος καὶ προσκυνήσαντος τοῦ βασιλέως τὸ ἄχραντον Εὐαγγέλιον, κρατήσαντες ἀλλήλων τὰς χεῖρας, διέρχονται μέσον τοῦ ναοῦ, καὶ διὰ τῆς πλα‐ γίας τοῦ ἄμβωνος ἐκνεύσαντες, εἰσέρχονται ἐν τῇ σωλαίᾳ
30καὶ ἵστανται ἔμπροσθεν τῶν ἁγίων θυρῶν, κἀκεῖσε λαβὼν κηροὺς ὁ βασιλεὺς εὔχεται, εἶτα δίδωσιν αὐτοὺς τῷ πραι‐
ποσίτῳ. Καὶ ἀλλήλους προσκυνήσαντες ὅ τε βασιλεὺς καὶ146 in vol. 1

1

.

147

ὁ πατριάρχης, εἰσέρχεται εἰς τὸ θυσιαστήριον πρὸς τὸ τὴν θείαν λειτουργίαν ἐκτελέσαι, καὶ ὁ βασιλεὺς ἀπέρχεται εἰς τὸ μητατώριον, ἐκτελῶν ἐκεῖσε τὴν θείαν λειτουργίαν· ἐν ταύτῃ γὰρ τῇ ἡμέρᾳ εἰς τὸ θυσιαστήριον ὁ βασιλεὺς
5οὐκ εἰσέρχεται. Χρὴ δὲ εἰδέναι ὅτι ἐν μὲν τῇ προόδῳ τῶν Ἁγίων καὶ ἐν τῇ ἀγάπῃ, τῶν θυρῶν οὐκ ἐξέρχεται, ἐν δὲ τῇ κοινωνίᾳ ἐξέρχεται καὶ κοινωνεῖ, καὶ τῆς θείας λειτουργίας τελε‐ σθείσης, ἐξέρχεται ὁ βασιλεὺς ἀπὸ τοῦ μητατωρίου καὶ
10ἑνοῦται τῷ πατριάρχῃ, καὶ διέρχονται ἀμφότεροι μέχρι τοῦ Ἁγίου Φρέατος, προσκυνήσαντες δὲ ἀλλήλους καὶ ἀσπασάμενοι, ἐξέρχεται ὁ βασιλεὺς ἀπὸ τῶν ἐκεῖσε, καὶ διὰ τοῦ χυτοῦ τῆς μικρᾶς πύλης τῆς Χαλκῆς εἰσελθών, διά τε τῶν Σχολῶν καὶ τῶν Ἐκσκουβίτων διερχόμενος,
15λέγοντος τοῦ τῆς καταστάσεως· «Καπλάτε, Δόμηνι,» καὶ καταλαβόντος ἐν τῷ Κονσιστωρίῳ, μένει μὲν ἐκεῖσε ἡ σύγκλητος, ὑπερευχομένη τὸν βασιλέα, ὁ δὲ τῆς κατα‐ στάσεως καὶ οἱ σιλεντιάριοι μένουσιν εἰς τὸν Ὀνόποδα, ὑπερευχόμενοι καὶ αὐτοὶ ὁμοίως. Ὁ δὲ βασιλεὺς διέρχεται
20διὰ τοῦ Αὐγουστέως, καὶ εἰσέρχεται ἐν τῷ παλατίῳ, τοῦ δὲ κλητωρίου στοιχηθέντος, γίνονται μίνσαι, καὶ εὐθέως ἀπαλλάσσουσιν ἅπαντες. Ὁ δὲ βασιλεὺς καθέζεται ἐπὶ τῆς τιμίας αὐτοῦ τραπέζης ἀπὸ σκαραμαγγίου, καὶ οὓς ἐκέλευσε καλέσαι, καὶ αὐτοὶ ἀπὸ σκαραμαγγίων, οἱ δὲ τοῦ
25κουβουκλείου ἐν τῇ ἡμέρᾳ ἐκείνῃ παραστάσιμον οὐ ποιοῦσιν. Ἰστέον ὅτι τὸ παλαιὸν ὁ τοιοῦτος τύπος ἦν· νῦν δὲ ὁ βασιλεὺς τὰ ἄλλα πάντα ἐκτελεῖ μέχρι τῆς εἰσόδου, καθὼς εἴρηται. Εἰς δὲ τὴν εἴσοδον εἰσέρχεται εἰς τὸ βῆμα ἔνδον,
30καὶ 〈οἱ δεσπόται〉 προσκυνοῦσι τὴν ἁγίαν τράπεζαν καὶ τὴν ἐνδυτήν, καὶ διὰ πλαγίας τοῦ θυσιαστηρίου καὶ τοῦ
κοχλιοῦ τοῦ ὄπισθεν τῆς κόγχης ἀνελθόντες εἰς τὰ κατηχου‐147 in vol. 1

1

.

148

μένια, εἰσέρχονται εἰς τὸ μητατώριον, καὶ ἀπαλλάσσουσι τὰς ἑαυτῶν χλαμύδας καὶ μόνον, καὶ ἀκούουσι τοῦ θείου Εὐαγγελίου καὶ τῆς ἐκτενοῦς, καὶ μετὰ ταῦτα εἰσέρχεται ὁ τῆς τραπέζης μετὰ τῶν ἀρτοκλίνων, καὶ στοιχεῖ τὸ
5κλητώριον. Καὶ ἐξέρχονται οἱ δεσπόται καὶ ἀπέρχονται εἰς τὸ μητατώριον τοῦ πατριάρχου, καὶ εὐθὺς δίδονται μίνσαι, ἐκδυόμενοι τὰ διβητήσια αὐτῶν, καὶ ἐκδέχονται τοῦ τελειωθῆναι τὴν θείαν λειτουργίαν καὶ ἀνελθεῖν τὸν πατριάρχην. Οἱ δὲ πραιπόσιτοι ἀπέρχονται, καὶ καθέ‐
10ζονται εἰς τὴν ἄνοδον δι’ ἧς ὁ πατριάρχης ἀνέρχεται, καὶ τὸ ἀνελθεῖν αὐτὸν κρατοῦσι τὰς χεῖρας αὐτοῦ, ἀσπα‐ ζόμενοι αὐτάς, καὶ ἀπελθόντες εἰσάγουσιν αὐτὸν πρὸς τοὺς δεσπότας. Καὶ ἐκβαλὼν ὁ πατριάρχης τὰ ἀλλαξίματα αὐτοῦ, λαβὼν τοὺς δεσπότας, ἐξελθὼν ἀκουμβίζει μετ’
15αὐτὼν ἐπὶ τῆς τραπέζης, καὶ εἰσέρχονται οἱ κληθέντες καὶ ἀριστοῦσι μετ’ αὐτῶν, καὶ τὸ ἀναστῆναι αὐτούς, ἀπέρχονται πάλιν οἱ δεσπόται διὰ τῶν διαβατικῶν εἰς τὸ παλάτιον. Ἰστέον δὲ ὅτι καὶ κηρία ἐκ τοῦ οἰκονομίου λαμβάνουσιν
20οἵ τε μάγιστροι καὶ πραιπόσιτοι καὶ πατρίκιοι, ἐπὶ δὲ τοῦ κύρου Φεοφυλάκτου καὶ θυμιάματα εὔοσμα, ἀλλ’ οὖν καὶ δούλκιν ἐποίει ὁ κύριος Θεοφύλακτος ὁ πατριάρχης ἐπὶ τὸ μέρος τοῦ εὐκτηρίου τοῦ Ἁγίου Φεοφυλάκτου, καὶ οἱ δεσπόται ἀπήλαυον τοῦ δουλκίου μετὰ τῶν μαγίστρων καὶ
25τῶν πραιποσίτων καὶ λοιπῶν, ὧν ἐκέλευσαν.148 in vol. 1

1

.

149

(1t)

ΛΗʹ (ΚΘʹ)
2tὍσα δεῖ παραφυλάττειν τῇ Κυριακῇ
3tτῆς μέσης ἑβδομάδος τῶν νηστειῶν, ἡνίκα
4tτὸ τίμιον καὶ ζωοποιὸν
5tξύλον τοῦ Σταυροῦ προσκυνεῖται.
6Προέρχονται ἐννύχιοι ἐν τῷ παλατίῳ οἵ τε πατρίκιοι, πρωτοσπαθάριοί τε καὶ δομέστικοι καὶ οἱ τοποτηρηταὶ καὶ οἱ οἰκειακοὶ ἅπαντες, καὶ ἀνοίγει τὸ παλάτιον τάχιον, καὶ εἰσέρχονται οἱ πατρίκιοι φοροῦντες τὰ σαγία αὐτῶν
10ἀπὸ σκαραμαγγίων, οἱ δὲ λοιποὶ ἀπὸ σκαραμαγγίων, καὶ διέρχονται διὰ τοῦ μεγάλου τρικλίνου, καὶ ἀπέρχονται ἐν τῷ ναῷ τῆς παναγίας Θεοτόκου ἐν τῷ Φάρῳ, καὶ προσκυ‐ νήσαντες τὰ τίμια ξύλα, ἐξέρχονται πάλιν καὶ καθέζονται ἐν τῷ Ἱπποδρόμῳ· καὶ τῆς ὥρας ἐγγιζούσης πρὸς τὸ εἰσελ‐
15θεῖν αὐτοὺς ἐν τῷ παλατίῳ, εἰσέρχονται, ὃν τρόπον καὶ ἐπὶ τῶν λοιπῶν κοινῶν ἡμερῶν, ἐν τῷ μεγάλῳ τρικλίνῳ τῆς προελεύσεως, καὶ ἡνίκα ἐγγίσῃ ἡ ὥρα καὶ στοιχηθῇ τὸ κλητώριον, γίνονται μίνσαι, καὶ ἐξελθὼν ὁ βασιλεὺς ἀκουμ‐ βίζει ἐπὶ τῆς τιμίας αὐτοῦ τραπέζης ἐν τῷ αὐτῷ τρι‐
20κλίνῳ τῆς προελεύσεως. Ἰστέον ὅτι ἐν τοῖς παλαιοῖς χρόνοις τῇ ἑορτῇ τοῦ Εὐαγγελισμοῦ ἤλασσον οἱ ἀξιωματικοὶ εἰς τὸ Κονσιστώριον
χλανίδια λευκά, καὶ ἡνίκα κατέλαβεν ὁ καιρός, ἐξήρ‐149 in vol. 1

1

.

150

χοντο οἱ δεσπόται καὶ ἐδέχοντο αὐτοὺς οἱ πατρίκιοι εἰς τὸν Ὀνόποδα, οὐχὶ δὲ ἔνδον τοῦ πορτικοῦ, εἰς τὸν Αὐγουστέα, καὶ εἰ μὲν οὐκ ἦν Κυριακή, ἔπιπτον κάτω, προσκυνοῦντες τοὺς δεσπότας καὶ οὕτως κατήρχοντο εἰς
5τὸ Κονσιστώριον. Εἰ δὲ ἦν Κυριακή, οὐκ ἔπιπτον κάτω προσκυνοῦντες, ἀλλὰ μέχρι τῶν γονάτων ἐποίουν τὸ σέβας
τῆς προσκυνήσεως.150 in vol. 1

1

.

151

(1t)

ΛΘʹ (Λʹ)
2tὍσα δεῖ παραφυλάττειν,
3tεἰ τύχῃ ἡ ἑορτὴ τοῦ Εὐαγγελισμοῦ
4tτῆς Ὑπεραγίας Θεοτόκου
5tτῇ Κυριακῇ τῆς μέσης ἑβδομάδος.
6Ἰστέον δὴ καὶ τοῦτο, ὅτι, εἰ μὲν τύχῃ ἡ αὐτὴ ἡμέρα τοῦ Εὐαγγελισμοῦ τῇ Κυριακῇ τῆς μέσης ἑβδομάδος τῶν νηστειῶν, τελεῖται οὕτως. Προέρχονται ἅπαντες ἐννύχιοι ἐν τῷ παλατίῳ, καὶ ἀλλάσσουσιν οἱ μὲν πατρίκιοι χλανίδια
10λευκά, ἔχοντα ταβλία ἀπὸ ὀξέων (ἐν γὰρ ταύτῃ τῇ ἑορτῇ οὐ φοροῦσι τὰ ὑποχρυσοκλάβων ταβλίων χλανίδια), ὡσαύ‐ τως καὶ ἡ σύγκλητος ἅπασα ἀπὸ λευκῶν χλανιδίων, οἱ δὲ πραιπόσιτοι ἀλλάσσουσι μετὰ τοῦ κουβουκλείου, ὡς εἴθισται αὐτοῖς. Ἀνοίξαντος δὲ τοῦ παλατίου, τάχιον ἀπὸ κελεύ‐
15σεως εἰσέρχονται ἅπαντες, καὶ διελθόντες διὰ τοῦ Χρυσο‐ τρικλίνου, εἰσέρχονται εἰς τὸν ναὸν τῆς ὑπεραγίας Θεοτόκου τοῦ Φάρου, καὶ προσκυνήσαντες τὰ τίμια ξύλα, ἐξέρχονται, καὶ εὐθέως ἀπὸ κελεύσεως δίδοται μεταστά‐ σιμον. Μεσούσης δὲ τῆς δευτέρας ὥρας, ἐξέρχεται ὁ βασι‐
20λεὺς καὶ διέρχεται διὰ τῆς Δάφνης, ἅπτων ἐν τοῖς εὐκτη‐ ρίοις κηρούς, ὡς εἴθισται αὐτῷ, καὶ εἰσέρχεται ἐν τῷ κοιτῶνι τοῦ Αὐγουστέως, καὶ ὑπαλλάξας τὸ διβητήσιον
αὐτοῦ, ἐκδέχεται τὸν καιρόν. Καὶ τοῦ καιροῦ καταλα‐151 in vol. 1

1

.

152

βόντος, δηλωθεὶς ὁ πραιπόσιτος παρὰ τοῦ τῆς κατασ‐ τάσεως, εἰσελθὼν δηλοῖ τῷ βασιλεῖ. Καὶ περιβαλλόμενος ὁ βασιλεὺς τὴν χλανίδα αὐτοῦ, καθὼς ἡ συνήθεια ἔχει, ἐξέρχεται καὶ διέρχεται διὰ τοῦ Αὐγουστέως, εἶθ’
5οὕτως δηριγευόμενος ὑπὸ τῶν ἀρχόντων τοῦ κουβουκλείου, διέρχεται διὰ τοῦ στενοῦ τῆς Χρυσῆς Χειρός, καὶ ἀνέρχε‐ ται εἰς τὸν Ὀνόποδα, καὶ στάντος αὐτοῦ ἐν τῇ πύλῃ τῇ χαλκῇ, δέχονται αὐτὸν ἐκεῖσε πατρίκιοι καὶ στρατηγοί, καὶ ἵσταται μέσον αὐτῶν ὁ τῆς καταστάσεως, καὶ πάντων
10προσκυνησάντων, νεύει ὁ πραιπόσιτος ἀπὸ κελεύσεως τῷ τῆς καταστάσεως, καὶ λέγει· «Κελεύσατε», καὶ εἶθ’ οὕτως κατέρχονται οἱ αὐτοὶ ἐν τῷ Κονσιστωρίῳ, ἑνούμενοι τῇ συγκλήτῳ ἁπάσῃ. Ὁ δὲ βασιλεὺς ἵσταται ὑποκάτω τοῦ καμελαυκίου ἐν τῷ πορφυρῷ λίθῳ, καὶ πεσόντων τῶν πατρι‐
15κίων μετὰ τῆς συγκλήτου, νεύει ὁ πραιπόσιτος τῷ σιλεν‐ τιαρίῳ ἀπὸ κελεύσεως τῷ ἑστῶτι κάτω, κἀκεῖνος λέγει· «Κελεύσατε.» Καὶ δηριγευόμενος ὑπ’ αὐτῶν ὁ βασιλεύς, διέρχεται διὰ τῶν Ἐκσκουβίτων καὶ τῶν Σχολῶν, καὶ ἐξέρχεται τὴν μεγάλην
20πύλην τῆς Χαλκῆς, τὰ δὲ μέρη ἵστανται ἐν ταῖς στάσεσιν αὐτῶν, σφραγίζοντα τὸν βασιλέα καὶ μόνον, λέγουσι δὲ καὶ οἱ νοτάριοι τοὺς ἰάμβους. Καὶ εἰσελθὼν ὁ βασιλεὺς ἐν τῇ πύλῃ τοῦ Ἁγίου Φρέατος, ἅπτει κηροὺς καὶ εὔχεται· ὁ δὲ πατριάρχης δέχεται τὸν βασιλέα εἰς τὴν πύλην τὴν εἰσά‐
25γουσαν ἀπὸ τοῦ Ἁγίου Φρέατος εἰς τὸν ναόν, καὶ προσκυ‐ νήσαντες ἀλλήλους καὶ ἀσπασάμενοι, εἰσέρχονται εἰς τὸν ναόν. Ὁ δὲ βασιλεύς, ἅπτων κηρούς, εὔχεται ἔμπροσθεν τῶν ἁγίων θυρῶν, καὶ εὐξάμενος εἰσέρχεται εἰς τὸ θυσια‐ στήριον, καὶ προσκυνήσας τὴν ἁγίαν τράπεζαν καὶ εὐξά‐
30μενος, ἐξέρχεται ἀπὸ τοῦ βήματος καὶ διέρχεται διὰ τῆς σωλαίας. Μέλλοντι δὲ ἐξέρχεσθαι τὴν σωλαίαν, ἐπιδίδωσιν αὐτῷ ὁ πραιπόσιτος κηρίον λιτανίκιν, καὶ εὐθέως ἄρχονται τὸ τροπάριν τῆς ἑορτῆς· «Σήμερον τῆς σωτηρίας ἡμῶν τὸ
κεφάλαιον», κρατοῦσι δὲ κηρία ἅπαντες. Καὶ δηριγευό‐152 in vol. 1

1

.

153

μενος ὑπὸ πάντων ὁ βασιλεύς, διέρχεται μέσον τοῦ ναοῦ καὶ ἐξέρχεται διὰ τῶν βασιλικῶν πυλῶν, διερχόμενος διά τε τοῦ νάρθηκος, τοῦ λουτῆρος καὶ τοῦ Ἀθύρα, ἐξέρχεται ἐν τῷ Μιλίῳ, κἀκεῖθεν διέρχεται τὴν Μέσην καὶ ἀνέρ‐
5χεται ἐν τῷ Φόρῳ, καὶ ἀπελθὼν μέχρι τοῦ κίονος, ἔνθα καθίδρυται ὁ ναὸς τοῦ Ἁγίου Κωνσταντίνου, ἀνέρχεται τὰ ἔμπροσθεν γραδήλια τοῦ ναοῦ, καὶ ἵσταται ἐκεῖσε, ἐπα‐ κουμβίζων τῷ δεξιῷ μέρει τοῦ καγκέλλου. Ἡνίκα δὲ μέλλει ἀνέρχεσθαι τὰ αὐτὰ βάθρα, δίδωσι τῷ πραιποσίτῳ τὸ
10λιτανίκιν κηρίον. Οἱ δὲ πατρίκιοι καὶ ἡ σύγκλητος ἵστανται κάτω πλησίον τῶν κιόνων, ὁμοίως καὶ οἱ λοιποὶ τῶν ταγμάτων ἵστανται ἐν τῇ μέσῃ τοῦ Φόρου ἔνθεν κἀκεῖσε. Οἱ δὲ πρωτοσπαθάριοι καὶ οἱ λοιποὶ βασιλικοὶ ἵστανται ἐκ δεξιῶν τοῦ βασιλέως ἐν τῇ μέσῃ τοῦ Φόρου, ὡσαύτως καὶ
15ἐξ ἀριστερᾶς. Καταλαβὼν δὲ ὁ πατριάρχης μετὰ τῆς λιτῆς, διέρχεται μέσον αὐτῶν, τὸ δὲ πολίτευμα ἵσταται ἐν τῷ ἀριστερῷ μέρει τῆς προελεύσεως πρὸς τὸ Σινάτον, τὰ δὲ ὀρφανὰ ἵστανται ἐν τῇ μέσῃ τῶν ἀξιωματικῶν. Καὶ τοῦ σταυροῦ
20μέλλοντος ἀνέρχεσθαι τὰ γραδήλια, ἔνθα ὁ βασιλεὺς ἵσταται, ἅπτει κηροὺς ὁ βασιλεὺς καὶ προσκυνεῖ τὸν σταυρόν, καὶ αὖθις ἐπιδίδωσιν αὐτοὺς τῷ πραιποσίτῳ, καὶ αὐτὸς τῷ τῆς καταστάσεως, καὶ πήγνυσιν αὐτὰ ἐν τοῖς μανουαλίοις τῆς λιτῆς. Ὁ δὲ σταυρὸς ἵσταται ἐν τῇ
25μέσῃ ὄπισθεν τοῦ βασιλέως πλησίον τῆς πύλης τοῦ ναοῦ, ὁ δὲ πατριάρχης ἀνέρχεται ἐν τῇ ἐκκλησίᾳ μετὰ τῶν κατὰ συνήθειαν συνανερχομένων αὐτῷ· οἱ δὲ λοιποὶ κληρικοὶ ἵστανται κάτω εἰς τὸ κοινὸν τοῦ λαοῦ ἐξ ἀριστερᾶς τοῦ βασιλέως. Καὶ τελουμένης τῆς ἐκτενοῦς, ἅπτει ὁ βασιλεὺς
30κηροὺς καὶ προσεύχεται, καὶ πάλιν ἐπιδίδωσιν αὐτὰ τῷ πραιποσίτῳ, κἀκεῖνος τῷ τῆς καταστάσεως, καὶ πήγνυσιν
αὐτὰ ἐν τοῖς τῆς λιτῆς μανουαλίοις. Ὁ δὲ βασιλεὺς κατέρ‐153 in vol. 1

1

.

154

χεται διὰ τῶν βάθρων, καὶ λαμβάνει παρὰ τοῦ πραιπο‐ σίτου κηρίον λιτανίκιν καὶ διέρχεται, δηριγευόμενος ὑπὸ τῶν προειρημένων ἁπάντων, διὰ τοῦ ἀντιφόρου, καὶ εἰσέρ‐ χεται ἐν τῷ ἐμβόλῳ πλησίον τοῦ Λαύσου, καὶ ἀπὸ τῶν
5ἐκεῖσε ἀπέρχεται εἰς τὸν ναὸν τῆς ὑπεραγίας Θεοτόκου τῶν Χαλκοπρατείων, καὶ εἰσελθὼν ἐν τῷ νάρθηκι, καθέ‐ ζεται προσμένων τὸν πατριάρχην. Καταλαβόντος δὲ τοῦ πατριάρχου μετὰ τῆς λιτῆς, τὸ μὲν πολίτευμα καὶ τὸ κοινὸν τοῦ κλήρου εἰσέρχεται διὰ τῆς δεξιᾶς πύλης τῶν
10βασιλικῶν πυλῶν, τὰ δὲ ὀρφανὰ καὶ οἱ μητροπολῖται καὶ οἱ ἐπίσκοποι διέρχονται ἔμπροσθεν τοῦ βασιλέως, προσκυ‐ νοῦντες αὐτόν, καὶ εἰσέρχονται ἐν τῷ ναῷ διὰ τῶν βασι‐ λικῶν πυλῶν. Καταλαβόντος δὲ τοῦ πατριάρχου ἀνίσταται ὁ βασιλεύς, καὶ προσκυνήσαντες ἀλλήλους καὶ ἀσπασάμενοι
15ἀπέρχονται καὶ ἵστανται ἔμπροσθεν τῶν βασιλικῶν πυλῶν· καὶ ὁ μὲν πατριάρχης ἐκτελεῖ τὴν εὐχὴν τῆς εἰσόδου, ὁ δὲ βασιλεύς, λαβὼν παρὰ τοῦ πραιποσίτου κηρούς, εὔχεται καὶ πάλιν ἐπιδίδωσιν αὐτοὺς τῷ πραιποσίτῳ, κἀκεῖνος τῷ τῆς καταστάσεως.
20Τοῦ δὲ πατριάρχου τὴν εὐχὴν τελέσαντος, προσκυνεῖ ὁ βασιλεὺς τὸν τίμιον σταυρὸν καὶ τὸ ἄχραντον Εὐαγ‐ γέλιον, καὶ κρατήσαντες ἀλλήλων τὰς χεῖρας, διέρχονται μέσον τοῦ ναοῦ καὶ εἰσέρχονται ἐν τῇ σωλαίᾳ, καὶ ἀπέρ‐ χονται μέχρι τῶν ἁγίων θυρῶν. Ἅπτων δὲ κἀκεῖσε κηροὺς
25καὶ εὐξάμενος, ἐπιδίδωσιν αὐτοὺς τῷ πραιποσίτῳ, καὶ εἰσέρχεται εἰς τὸ θυσιαστήριον, καὶ προσκυνήσας τὴν ἁγίαν τράπεζαν καὶ λαβὼν ἀποκόμβιον παρὰ τοῦ πραιποσίτου, τίθησιν αὐτὸ ἐν τῇ ἁγίᾳ τραπέζῃ, καὶ διὰ τῆς πλαγίας τοῦ ἀριστεροῦ μέρους ἐξελθών, εἰσέρχεται εἰς τὴν ἁγίαν
30σορόν, καὶ στὰς ἔμπροσθεν τῶν ἁγίων θυρῶν, ἅπτει κηρούς, καὶ εὐξάμενος εἰσέρχεται εἰς τὸ θυσιαστήριον,
καὶ προσκυνήσας τὴν ἁγίαν τράπεζαν, τίθησιν ἐπ’ αὐτῇ154 in vol. 1

1

.

155

ἀποκόμβιον, καὶ θυμιάσας αὐτὴν κυκλόθεν, ἐξέρχεται· ὡσαύτως καὶ ἐν τῷ ἐξ ἀριστερᾶς ὄντι εὐκτηρίῳ εὐξά‐ μενος, τίθησιν ἀποκόμβιον ἐν τῇ ἁγίᾳ τραπέζῃ, καὶ ἐξέρ‐ χεται καὶ ἀνέρχεται διὰ τῆς ξυλίνης σκάλας ἐν τοῖς
5κατηχουμενίοις, κἀκεῖσε τελεῖ τὴν θείαν λειτουργίαν. Καὶ ἐν τῷ καιρῷ τῆς θείας κοινωνίας κατέρχονται δύο σιλεν‐ τιάριοι, καὶ προσκαλοῦνται τὸν πατριάρχην, καὶ ἀνελθὼν δίδωσι τῷ βασιλεῖ τοῦ ἁγίου σώματος καὶ τοῦ τιμίου αἵματος. Καὶ κοινωνήσας ὁ βασιλεὺς εἰσέρχεται εἰς τὸ
10μητατώριον, καὶ λαβὼν νεῦμα ὁ τῆς καταστάσεως παρὰ τοῦ πραιποσίτου, προσκαλεῖται πάντας τοὺς τῆς συγ‐ κλήτου, καὶ κοινωνοῦσιν ἐκ τῶν τοῦ πατριάρχου χειρῶν. Καὶ εἶθ’ οὕτως ἐξέρχεται ὁ βασιλεὺς ἐκ τοῦ μητατωρίου, καὶ προσκυνήσαντες ἀμφότεροι ἀλλήλους ὅ τε βασιλεὺς καὶ
15ὁ πατριάρχης, ὁ μὲν πατριάρχης κατέρχεται ἐκτελέσαι τὴν θείαν λειτουργίαν, ὁ δὲ βασιλεὺς ὑπαλλάσσει σκαραμάγ‐ γιον χρυσόκλαβον καὶ σπαθίον διάλιθον, ἠμφιεσμένον ἀπὸ μαργάρων, οἱ δὲ πατρίκιοι καὶ οἱ ἄρχοντες τοῦ κουβου‐ κλείου σαγία ἀληθινά. Καὶ τῆς θείας λειτουργίας τελε‐
20σθείσης, ἀνέρχεται ὁ πατριάρχης, καὶ προσκυνήσαντες ἀλλήλους ὅ τε βασιλεὺς καὶ ὁ πατριάρχης, ἐπιδίδωσι τῷ βασιλεῖ εὐλογίας, ὁ δὲ βασιλεὺς ἐπιδίδωσιν αὐτῷ ἀπο‐ κόμβιον, ὁ δὲ πατριάρχης τῷ βασιλεῖ ἀλειπτά. Καὶ στεφθεὶς ὁ βασιλεὺς ὑπὸ τοῦ πατριάρχου, κατέρ‐
25χεται διὰ τῆς ξυλίνης σκάλας τοῦ γυναικίτου τοῦ ἀριστε‐ ροῦ μέρους, καὶ κατελθὼν τὰ γραδήλια τῆς κόγχης ἐν τῷ διδασκαλείῳ, καὶ πρὸς τὴν ἐξάγουσαν ἐπὶ τὸν ἔμβολον πύλην ἐξελθών, ἱππεύει ἐκεῖσε, ὡσαύτως καὶ οἱ πραιπό‐ σιτοι καὶ οἱ ὀστιάριοι καὶ οἱ λοιποὶ πάντες. Ὁ δὲ τῆς
30καταστάσεως, φορῶν σαγίον ἀληθινόν, δηριγεύει ἔμπρο‐ σθεν τοῦ βασιλέως πεζός, καὶ ἔμπροσθεν αὐτοῦ σιλεντιάριοι
τέτταρες, φοροῦντες σαγία ἀληθινά, βαστάζοντες βεργία155 in vol. 1

1

.

156

χρυσᾶ διάλιθα. Καὶ καταλαβόντος τοῦ βασιλέως ἐν τῷ Μιλίῳ, δέχονται αὐτὸν οἱ τοῦ μέρους τῶν Βενέτων, λέγοντες τὰ κατὰ συνήθειαν αὐτοῖς ἄκτα· ὁ δὲ δήμαρχος, κρατούμενος ὑπὸ τοῦ τῆς καταστάσεως, ἀπέρχεται πρὸς
5τὸν βασιλέα, καὶ ἀσπασάμενος τοὺς πόδας αὐτοῦ, ἐπιδί‐ δωσιν αὐτῷ λιβελλάριν. Καὶ τελέσαντος τοῦ μέρους τὰ κατὰ συνήθειαν, διέρχεται ὁ βασιλεὺς μικρόν, καὶ δέχονται αὐτὸν οἱ τοῦ περατικοῦ δήμου τῶν Πρασίνων, καὶ αὐτοὶ τὰ ὅμοια τελέσαντες, ἐπιδιδόντος καὶ τοῦ δημοκράτου λιβελ‐
10λάριν τῷ βασιλεῖ, διέρχεται, καὶ δέχονται αὐτὸν εἰς τὸν Αὐγουστέα οἱ τοῦ μέρους τῶν Πρασίνων, καὶ αὐτῶν τὰ ὅμοια ποιησάντων, διέρχεται ἀπ’ αὐτῶν ὁ βασιλεύς, καὶ δέχεται αὐτὸν ἐν τῇ Χαλκῇ ὁ δημοκράτης τῶν Βενέτων, ἤγουν ὁ δομέστικος τῶν σχολῶν μετὰ τοῦ περατικοῦ αὐτοῦ
15δήμου. Τελέσαντες δὲ καὶ αὐτοὶ πάντα, αὐλοῦντος καὶ τοῦ ὀργάνου ὡς καὶ ἐπὶ τῶν λοιπῶν τριῶν δοχῶν, διέρχεται διὰ τῶν κορτινῶν. Χρὴ δὲ εἰδέναι ὅτι, ἡνίκα μέλλει δέξασθαι ὁ δομέστικος τῶν σχολῶν τὸν βασιλέα, πεζεύουσιν ἅπαντες, καὶ μένει
20ἔφιππος μόνος ὁ βασιλεύς, καὶ ἀπὸ τῆς Χαλκῆς δηριγευό‐ μενος ὑπὸ πάντων αὐτῶν, ἀπέρχεται μέχρι τοῦ Κυρίου, καὶ μένει ἐκεῖσε ἡ σύγκλητος ἔμπροσθεν τῶν τριῶν πυλῶν τοῦ Κονσιστωρίου, ὑπερευχομένη τὸν βασιλέα· «Εἰς πολλοὺς καὶ ἀγαθοὺς χρόνους», οἱ δὲ πατρίκιοι καὶ στρατ‐
25ηγοὶ μένουσιν ἔξω τῆς πύλης τοῦ Κυρίου, ὑπερευχόμενοι καὶ αὐτοὶ τὸν βασιλέα. Τοῦ δὲ βασιλέως εἰσελθόντος ἔνδον τῆς πύλης, ἀσφαλίζουσιν οἱ κουβικουλάριοι τὴν πύλην, ὑπερευχόμενοι καὶ αὐτοί· «Εἰς πολλοὺς καὶ ἀγαθοὺς χρόνους.» Καὶ λαβὼν ὁ πραιπόσιτος τὸ στέμμα ἀπὸ τῆς
30κεφαλῆς τοῦ βασιλέως, εἰσέρχεται ὁ βασιλεὺς ἐν τῷ ναῷ τοῦ Κυρίου, καὶ λαβὼν κηροὺς καὶ εὐξάμενος, καὶ ἐπιδοὺς
αὐτοὺς τῷ πραιποσίτῳ, διέρχεται διὰ τῶν διαβατικῶν τοῦ156 in vol. 1

1

.

157

Κυρίου, καὶ εἰσέρχεται ἐν τῷ Τρικόγχῳ. Εἶθ’ οὕτως διέρ‐ χεται τὰ διαβατικὰ τῶν Ἁγίων μʹ, καὶ εἰσέρχεται εἰς τὸν Χρυσοτρίκλινον, οἱ δὲ πατρίκιοι καὶ οἱ λοιποὶ εἰσέρχονται διὰ τοῦ ὄντος εἰς τὸ Εἰδικὸν μονοθύρου ἐν τῷ Λαυσιακῷ.
5Καὶ τοῦ καιροῦ ἐγγίσαντος, ἐξέρχεται ὁ βασιλεὺς καὶ καθέ‐ ζεται ἐπὶ τῆς τιμίας αὐτοῦ τραπέζης μετὰ τῶν ἀρχόντων, οὓς ἐκέλευσε τῇ αὐτῇ ἡμέρᾳ καλέσαι. Ἰστέον δὲ ὅτι οἱ μὲν πατρίκιοι καὶ οἱ κληθέντες ἅπαντες ἠλλαγμένοι εἰσέρ‐ χονται εἰς τὸ κλητώριον ἄνευ χλανιδίων, οἱ δὲ τοῦ κου‐
10βουκλείου ἄρχοντες, φοροῦντες ἀληθινὰ σαγία, τῇ αὐτῇ ἡμέρᾳ τελοῦσι διπλοῦν παραστάσιμον. Χρὴ δὲ εἰδέναι ὅτι, εἰ μὲν τύχῃ τῇ αὐτῇ ἡμέρᾳ ἀήρ, διοδεύουσι διὰ τοῦ ἐμβόλου, καὶ ἀνέρχονται ἐν τῷ τοῦ Φόρου Σινάτῳ, καὶ ἵσταται ἀντιμίσιον ἀναμεταξὺ τοῦ
15Σινάτου, καὶ τελεῖ τὰ ἅπαντα ἐκεῖσε, ὧν ἀκολούθως εἰρήκαμεν, καὶ πάλιν διὰ τοῦ αὐτοῦ ἐμβόλου κατέρχεται καὶ τοῦ Λαύσου, καὶ ἀριστερὸν ἐκκλίνας, ἀπέρχεται εἰς τὰ Χαλκοπράτεια. Ἰστέον ὅτι ταῦτα πάντα τελεῖται, πλὴν ὁ βασιλεὺς οὐκ
20ἀνέρχεται νυνὶ ἐν τοῖς κατηχουμενίοις, ἀλλ’ εἰς τὴν τροπικὴν ἑστὼς τῆς ἁγίας σοροῦ, ἐκεῖσε τελεῖ τὴν θείαν λειτουργίαν, καὶ πάλιν εἰς τὸ παλάτιν εἰσελθών, χωρὶς τῶν ἀλλαξίμων ἀπὸ ἱματίου καθέζεται ἐπὶ τῆς τραπέζης· ἀλλ’
οὔτε δὲ τὸ κουβούκλειον παραστάσιμον ποιεῖ.157 in vol. 1

1

.

158

(1t)

Μʹ (ΛΑʹ)
2tὍσα δεῖ παραφυλάττειν τῇ παραμονῇ
3tτῆς Βαϊοφόρου.
4Τῷ σαββάτῳ τοῦ Λαζάρου, δείλης, ἀνοιγομένου τοῦ παλα‐
5τίου, εἰσέρχεται πᾶσα ἡ σύγκλητος, μάγιστροι, ἀνθύπατοι, πατρίκιοι καὶ οἱ τοῦ κουβουκλείου ἀπὸ σκαραμαγγίων καὶ μόνον, ὁ δὲ βασιλεὺς ἵσταται ἐν τῷ ναῷ τοῦ Ἁγίου Δημη‐ τρίου πρὸ τῆς χειμευτῆς εἰκόνος τῆς Θεοτόκου πρὸς τὴν ἐξάγουσαν θύραν εἰς τὸ ἡλιακόν. Καὶ τῶν συγκλητικῶν
10ἐξιόντων τὰς ἀργυρᾶς ἀνατολικὰς πύλας, σημαίνει ἡ Ἐκκλη‐ σία καὶ εἰσέρχονται οἱ τῆς συγκλήτου στιχηδόν, εἷς καθ’ εἷς, εἰς τὸν ναὸν τοῦ Ἁγίου Δημητρίου, καὶ λαμβάνουσιν ἐκ χειρὸς τοῦ βασιλέως ἀνὰ βαΐου ἑνός, ἔχοντος φοινικόφυλλα καὶ σάμψυχα καὶ ἕτερα εὐώδη ἄνθη, οἷα ὁ τότε παρέχει
15καιρός. Καὶ οἱ μὲν μάγιστροι καὶ πραιπόσιτοι ἀνὰ ἑνὸς ἀργυροῦ σταυροῦ μεγάλου, οἱ δὲ ὀφφικιάλιοι καὶ οἱ λοιποὶ πάντες ἀνὰ ἑνὸς ἀργυροῦ σταυροῦ μικροῦ, οἱ δὲ ἀνθύπατοι καὶ πατρίκιοι ἀνὰ ἑνὸς ἀργυροῦ σταυροῦ μεγάλου· εἰ δέ εἰσι κατὰ περισσείαν σταυρία ἀργυρᾶ μικρά, δίδοται καὶ τοῖς
20πρωτοσπαθαρίοις εὐνούχοις. Καὶ διὰ τῆς ἑτέρας πύλης τοῦ Ἁγίου Δημητρίου εἰσέρχονται εἰς τὸν ναὸν τῆς ὑπε‐ ραγίας Θεοτόκου τοῦ Φάρου, καὶ εὐθέως ἄρχεται τὸ λυχνι‐
κόν, καὶ εἰς τὴν ἀπόλυσιν τοῦ λυχνικοῦ ψάλλουσιν ὑπὸ158 in vol. 1

1

.

159

ἔρην· «Συνταφέντες σοὶ» μίαν τὸ κουβούκλειον καὶ μίαν οἱ βασιλικοὶ κληρικοί. Οἱ δὲ πραιπόσιτοι λαμβάνουσι φοίνικας μεγάλας, καὶ ἐξ ἰδίων χειρῶν διανέμουσι τὸ κουβούκλειον, καὶ τῆς Ἐκκλησίας τὸ λυχνικὸν τελεσάσης, ἐξέρχονται
5ἅπαντες διὰ τῆς Ἐλεφαντίνης.159 in vol. 1

1

.

160

(1t)

ΜΑʹ (ΛΒʹ)
2tὍσα δεῖ παραφυλάττειν τῇ ἑορτῇ
3tκαὶ προελεύσει τῶν Βαΐων.
4Προέρχονται πάντες ἐν τῷ παλατίῳ διὰ τοῦ Ἱπποδρό‐
5μου, καὶ ἀνοίξαντος τοῦ παπίου, εἰσέρχονται οἱ πραιπόσι‐ τοι, ἠλλαγμένοι ἀπὸ λευκῶν χλανιδίων, ὁμοίως καὶ οἱ πατρίκιοι καὶ τὸ κουβούκλειον. Καὶ εἰσελθόντων αὐτῶν γίνεται ἡ προέλευσις ἐν τῷ Ἰουστινιανοῦ τρικλίνῳ, καὶ εἰσελθὼν ὁ ὀρφανοτρόφος ἐν τῇ προελεύσει, ἐπιδίδωσι τὰ
10σύμβολα τοῖς ἐξ ἔθους λαμβάνουσι καὶ ἐξέρχεται. Εἶθ’ οὕτως εἰσέρχονται οἱ δήμαρχοι καὶ ἐπιδιδοῦσι τοὺς προρρη‐ θέντας πάντας, μαγίστρους, πραιποσίτους καὶ πατρικίους καὶ λοιπούς, τοὺς τιμίους σταυρούς, ὁποίους ἡ τῆς ἑορτῆς τάξις ἀπαιτεῖ. Καταλαβούσης δὲ τῆς ὥρας, ὑπαλλάσσει ὁ
15βασιλεὺς διβητήσιον καὶ χλανίδα, καὶ καθέζεται ἐπὶ τοῦ σένζου εἰς τὸν Χρυσοτρίκλινον, οἱ δὲ τοῦ κουβουκλείου ἅπαντες ἵστανται ἔνθεν κἀκεῖσε, ὡς εἴθισται αὐτοῖς. Καὶ λαβὼν νεῦμα ὁ ὀστιάριος ἀπὸ κελεύσεως παρὰ τοῦ πραιπο‐ σίτου, ἐξέρχεται, κρατῶν βεργίον χρυσοῦν διάλιθον, καὶ
20εἰσάγει βῆλον αʹ· τὸν ὀρφανοτρόφον, κομίζοντα τῷ βασιλεῖ τὸ τῆς πίστεως σύμβολον, καὶ εἰσελθὼν προσκυνεῖ τὸν βασιλέα, μὴ τελείως πίπτων κάτω, ἀνθ’ ὧν βαστάζει τὰ
σύμβολα· τοῦ δὲ συρτοῦ βήλου συρομένου καὶ τοῦ ὀρφανο‐160 in vol. 1

1

.

161

τρόφου ἐμφανιζομένου τῷ βασιλεῖ, ἀνίσταται ὁ βασιλεὺς ἀπὸ τοῦ θρόνου, ἐκδεχόμενος δέξασθαι τὸ τῆς πίστεως σύμβολον, καὶ τοῦτο δεξάμενος καὶ ἀσπασάμενος, ἐπιδί‐ δωσι τῷ πραιποσίτῳ· καὶ τελέσας τὰς ἐξ ἔθους τρεῖς
5προσκυνήσεις, ἐπιδίδωσι τῷ βασιλεῖ τὰ σύμβολα, ἀσπαζό‐ μενος τὴν χεῖρα αὐτοῦ, καὶ ἀπελθὼν ὀπισθοφανῶς, ἵστα‐ ται ἐν τῷ μέσῳ, καὶ προσκυνήσας τὸν βασιλέα πίπτει κάτω, καὶ ὑπερευξάμενος αὐτόν, ἐξέρχεται. Εἶθ’ οὕτως λαμβάνει νεῦμα ὁ ὀστιάριος καὶ εἰσάγει
10βῆλον βʹ· τὸν σακελλάριον τῆς Ἁγίας Σοφίας, προσφέροντα τῷ βασιλεῖ σταυροὺς ἐπικειμένους τῷ ἀριστερῷ αὐτοῦ ὤμῳ, ἐν δὲ τῇ δεξιᾷ χειρὶ κρατοῦντα σταυρὸν ἕνα, καὶ εἰσελθὼν προσκυνεῖ καὶ αὐτὸς τρίτον, ὡς ἡ τάξις ἔχει, καὶ ἐπιδίδωσιν ἐν πρώτοις τῷ βασιλεῖ τὸν σταυρόν, ὃν κατέχει
15ἐν τῇ δεξιᾷ χειρί, ἀσπαζόμενος τὴν χεῖρα αὐτοῦ. Ὁ δὲ βασιλεὺς δεξάμενος τὸν σταυρόν, ἀσπάζεται αὐτόν, καὶ ἐπιδίδωσιν αὐτὸν τῷ πραιποσίτῳ, καὶ εἶθ’ οὕτως ἐπιδίδωσι τῷ βασιλεῖ καὶ τοὺς λοιποὺς σταυρούς, καὶ δεξάμενος αὐτοὺς ἀσπάζεται, καὶ ἐπιδίδωσι καὶ αὐτοὺς τῷ πραιπο‐
20σίτῳ. Καὶ ἀπελθὼν ὁ αὐτὸς σακελλάριος ἵσταται ἐν τῷ μέσῳ, καὶ πεσὼν κάτω προσκυνεῖ τὸν βασιλέα, καὶ ὑπερ‐ ευξάμενος αὐτόν, ἐξέρχεται· τοῦτο δὲ ποιοῦσι καὶ οἱ λοιποὶ ἅπαντες, εἰσερχόμενοι μετὰ σταυροῦ καθ’ ἕνα ἕκα‐ στον βῆλον. Καὶ ἐξελθὼν πάλιν ὁ ὀστιάριος, εἰσάγει ἀπὸ
25κελεύσεως βῆλον γʹ· τὸν σκευοφύλακα τῆς ὑπεραγίας Θεο‐ τόκου τῶν Βλαχερνῶν μετὰ τοῦ χαρτουλαρίου τῆς ἁγίας σοροῦ, βῆλον δʹ· τὸν ξενοδόχον τῶν Θεοφίλου, βῆλον εʹ· τοὺς δημοκράτας τῶν περατικῶν δήμων, βῆλον ϛʹ· τὸν ξενοδόχον τῶν Σαμψών, βῆλον ζʹ· τὸν ξενοδόχον τῶν
30Εὐβούλου, βῆλον ηʹ· τὸν ξενοδόχον τῶν Εἰρήνης, βῆλον θʹ·
τὸν ξενοδόχον τῶν Ναρσοῦ, βῆλον ιʹ· τὸν ξενοδόχον τῆς161 in vol. 1

1

.

162

Ἁγίας Εἰρήνης, βῆλον ιαʹ· τοὺς δημάρχους τῆς πολιτικῆς. Ἅπαντες δὲ οὗτοι εἰσερχόμενοι, βαστάζοντες σταυρούς, τελοῦσιν ἅπαντα, ὡς ἀνωτέρω εἴρηται. Εἶθ’ οὕτως κελεύει ὁ βασιλεὺς τῷ πραιποσίτῳ κἀκεῖνος
5τῷ τῆς καταστάσεως, ὅπως τοὺς ἐξ ἔθους εἰσερχομένους καὶ λαμβάνοντας σταυροὺς ἐκ τῶν χειρῶν τοῦ βασιλέως διευθετήσῃ, ὅπως ἕκαστος αὐτῶν κατὰ τὴν αὐτοῦ τάξιν τε καὶ τιμὴν εἰσέλθωσι. Καὶ εἰσέρχονται πατρίκιοι, εἰ τύχωσι, καὶ στρατηγοὶ καὶ οἱ ἄρχοντες τοῦ κουβουκλείου,
10δομέστικοί τε καὶ οἱ τὰ πρῶτα ὀφφίκια κατέχοντες καὶ τοποτηρηταί, οἱ συνήθως εἰσερχόμενοι, πάντες ἐν ἑνὶ βήλῳ στιχηδόν. Πεσόντων δὲ καὶ προσκυνησάντων τὸν βασιλέα, ἐπιδίδωσιν ἑνὶ ἑκάστῳ ὁ βασιλεὺς ἀνὰ σταυρὸν ἕνα, καὶ ὑπερευξάμενοι τὸν βασιλέα, ἐξέρχονται, καὶ εἶθ’
15οὕτως δίδοται ἀπὸ κελεύσεως μεταστάσιμον ἐν τῷ Λαυ‐ σιακῷ. Καὶ ἀπέρχονται ἅπαντες διὰ τοῦ μονοθύρου τοῦ ὄντος ἐπὶ τὸν Εἰδικὸν ἐν τῇ μυστικῇ φιάλῃ τοῦ Τρικόγχου, βαστάζοντες ἅπαντες αὐτῶν κηρία τῆς λιτῆς, ὁ δὲ βασι‐ λεὺς ἐξέρχεται ἐν τῷ Χρυσοτρικλίνῳ, ἐξέρχονται δὲ καὶ οἱ
20ἱερεῖς ἀπὸ τῆς ἐκκλησίας τοῦ Φάρου, βαστάζοντες τὸν σταυρὸν τῆς ἐκκλησίας, καὶ παρ’ αὐτὰ ἄρχονται τὸ τροπά‐ ριν τῆς λιτῆς· «Τὴν κοινὴν ἀνάστασιν.» Καὶ δηριγευό‐ μενος ὁ βασιλεὺς ὑπὸ τῶν τοῦ κουβουκλείου ἁπάντων, διέρχεται ὄπισθεν τῆς λιτῆς καὶ ἐξέρχεται ἐν τῷ ἡμικυκλίῳ
25φιάλης τοῦ Τρικόγχου, καὶ δέχονται αὐτὸν ἐκεῖσε πατρίκιοι καὶ ἡ σύγκλητος καὶ πᾶσα ἡ προέλευσις, κἀκεῖθεν ἀπέρχε‐ ται λιτανεύων ἐν τῇ Δάφνῃ, καὶ εἰσέρχεται εἰς τὸν ναὸν τῆς ὑπεραγίας Θεοτόκου, καὶ ἅψας κηροὺς καὶ εὐξάμε‐ νος, τελεῖ ἐκεῖσε τὴν ἐκτενῆ, καὶ ἀπέρχεται εἰς τοὺς
30σταυρούς, καὶ εὐξάμενος διέρχεται διὰ τοῦ τρικλίνου τοῦ Αὐγουστέως, καὶ εἰσέρχεται εἰς τὸν ναὸν τοῦ ἁγίου πρω‐
τομάρτυρος Στεφάνου, κἀκεὶ εὐξάμενος τελεῖ ἐκεῖσε τὴν162 in vol. 1

1

.

163

ἐκτενῆ, καὶ δηριγευόμενος δι’ αὐτῶν, διέρχεται διὰ τοῦ Αὐγουστέως καὶ τῆς ἀψίδος τοῦ Τρικόγχου, καὶ μένουσιν οἱ βασιλικοὶ ἐν τῇ αὐτῇ ἀψίδι τοῦ Τρικόγχου, ὑπερευχό‐ μενοι τὸν βασιλέα.
5Ὁ δὲ βασιλεὺς δηριγευόμενος ὑπὸ τῶν ἀρχόντων τοῦ κουβουκλείου, πατρικίων τε καὶ πρωτοσπαθαρίων, καὶ τῆς συγκλήτου, σπαθαροκανδιδάτων τε καὶ ἐπὶ τοῦ μαγλαβίου καὶ λοιπῶν οἰκειακῶν, διέρχεται διὰ τοῦ μονοθύρου τοῦ ἐπὶ τὸ Εἰδικόν, καὶ κατέρχεται τὰ βαθμίδια τοῦ Λαυσια‐
10κοῦ. Οἱ δὲ τῆς συγκλήτου, σπαθαροκανδιδάτοι καὶ οἱ τοῦ μαγλαβίου καὶ λοιποὶ οἰκειακοὶ μένουσιν ἐν τῷ Λαυσιακῷ ἔνθεν κἀκεῖσε, ὑπερευχόμενοι τὸν βασιλέα καὶ δηριγευόμε‐ νος ὁ βασιλεὺς ἀπὸ τῶν ἐκεῖσε, εἰσέρχεται ἐν τῷ Τριπέ‐ τωνι, καὶ μένουσιν ἐκεῖσε οἱ πρωτοσπαθάριοι ὑπερευχό‐
15μενοι τὸν βασιλέα. Ὁ δὲ βασιλεὺς εἰσέρχεται μετὰ τοῦ κουβουκλείου καὶ πατρικίων ἐν τῷ Χρυσοτρικλίνῳ, καὶ ἀπελθὼν ὁ βασιλεὺς ἵσταται ἐν τῷ δεξιῷ μέρει τοῦ Χρυσο‐ τρικλίνου πλησίον ὡς πρὸς τὴν καμάραν τὴν εἰσάγουσαν πρὸς τὸν κοιτῶνα, οἱ δὲ πατρίκιοι ἵστανται ἐν τῷ ἀριστερῷ
20μέρει τοῦ αὐτοῦ Χρυσοτρικλίνου, καὶ ἵστανται ἔμπροσθεν τοῦ σένζου, βαστάζοντες τά τε λιτανίκια αὐτῶν κηρία καὶ τοὺς σταυρούς, οἱ δὲ ἱερεῖς ἀνέρχονται μέσον διὰ τοῦ Χρυσοτρικλίνου, καὶ ἵστανται πλησίον τοῦ σένζου. Ὁ δὲ διάκονος τίθησι τὸ Εὐαγγέλιον ἐν τῷ βασιλικῷ θρόνῳ, καὶ
25γίνεται ἡ συνήθης ἐκτενή, καὶ ἀπέρχεται ὁ βασιλεὺς μετὰ τοῦ κουβουκλείου καὶ τῶν ἱερέων εἰς τὸν ναὸν τῆς ὑπερ‐ αγίας Θεοτόκου ἐν τῷ Φάρῳ, οἱ δὲ πατρίκιοι ὑπερευξά‐ μενοι τὸν βασιλέα ἐξέρχονται. Καὶ εἶθ’ οὕτως, εἰ κελεύει ὁ βασιλεύς, προσκαλοῦνται τοὺς πατρικίους, καὶ συλλει‐
30τουργοῦσι τῷ βασιλεῖ ἐν τῷ ναῷ τῆς παναγίας Θεοτόκου·
ἢ καὶ οὐχί, λειτουργοῦσιν ἔξω εἰς Ἅγιον Στέφανον τοῦ163 in vol. 1

1

.

164

Ἱπποδρόμου. Στοιχηθέντος δὲ τοῦ κλητωρίου, γίνονται μίνσαι, καὶ μετὰ τὴν ἀπόλυσιν τῆς θείας λειτουργίας ἐξέρχεται ὁ βασιλεὺς καὶ καθέζεται ἐπὶ τῆς τιμίας αὐτοῦ τραπέζης ἐν τῷ Ἰουστινιανοῦ τρικλίνῳ ἀπὸ σκαραμαγγίου,
5ὡσαύτως καὶ οἱ κληθέντες· ἀπὸ γὰρ τῆς λιτῆς πάντες ἀλλάσσουσιν. Χρὴ δὲ εἰδέναι ὅτι, εἰ μὲν τύχῃ ἐν ταύτῃ τῇ ἑορτῇ ὁ Εὐαγγελισμὸς τῆς ὑπεραγίας Θεοτόκου, τελεῖται οὕτως· λιτανεύει ὁ βασιλεύς, ὡς ἀνωτέρω εἴρηται, ἐκτελῶν ἅπαντα
10ἀκολούθως ἐν τοῖς εὐκτηρίοις τῆς Δάφνης· τελέσας δὲ ἅπαντα, ὡς εἴθισται αὐτῷ τῇ τῶν Βαΐων ἡμέρᾳ τελεῖν, οἱ μὲν ἱερεῖς, μετὰ τὸ ἐκτελέσαι πάντα ἀκολούθως ἐν τῷ Ἁγίῳ Στεφάνῳ, ἀπέρχονται αὐτοὶ μόνον ἐν τῷ παλατίῳ λιτανεύοντες, ὁ δὲ βασιλεὺς εἰσέρχεται ἐν τῷ κοιτῶνι
15αὐτοῦ, ἐκδεχόμενος τὸν καιρόν. Καταλαβόντος δὲ τοῦ και‐ ροῦ, μηνύει ὁ τῆς καταστάσεως τῷ πραιποσίτῳ, ὁ δὲ πραι‐ πόσιτος δηλοῖ τῷ βασιλεῖ, καὶ ἐξελθὼν ὁ βασιλεὺς ἐν τῷ Ὀκταγώνῳ, περιβάλλεται τὴν χλανίδα αὐτοῦ διὰ τῶν βεστητόρων, καθὼς εἴθισται, καὶ δηριγευόμενος ὑπὸ τῶν
20τοῦ κουβουκλείου ἀρχόντων, ἐξέρχεται διὰ τοῦ Αὐγου‐ στέως, καὶ διελθὼν τὸ στενόν, ἤγουν τὴν Χρυσῆν Χεῖρα, ἀνέρχεται εἰς τὸν Ὀνόποδα, καὶ στὰς ἐν τῇ χαλκῇ πύλῃ τοῦ Ὀνόποδος, δέχονται αὐτὸν ἐκεῖσε οἱ πατρίκιοι καὶ στρατηγοί· πεσόντων δὲ καὶ προσκυνησάντων, νεύει ὁ
25πραιπόσιτος τῷ τῆς καταστάσεως ἀπὸ κελεύσεως, κἀκεῖνος λέγει· «Κελεύσατε.» Ἀπὸ δὲ τῶν ἐκεῖ διέρχεται, τελῶν ἅπαν ἀκολούθως, ὃν τρόπον ἀνωτέρω ἐν τῇ προελεύσει τοῦ Εὐαγγελισμοῦ ἐπὶ λεπτῷ ἐξεθέμεθα. Ἰστέον ὅτι τῇ αὐτῇ ἡμέρᾳ τῶν Βαΐων καὶ ἡ Αὐγούστα
30δέχεται τὰ βῆλα ὁμοίως τῷ βασιλεῖ, καὶ τοὺς σταυροὺς λαμβάνει ἐκ τῶν κατὰ τύπον εἰσερχομένων ἐπὶ τοῦ βασι‐
λέως οὕτως καὶ ἐπ’ αὐτῆς.164 in vol. 1

1

.

165

(1t)

ΜΒʹ (ΛΓʹ)
2tὍσα δεῖ παραφυλάττειν τῇ ἁγίᾳ καὶ μεγάλῃ
3tεʹ καὶ ἐπὶ τῆς τοῦ βασιλέως περιόδου
4tἐν τοῖς γηροκομίοις.
5Ἐξέρχεται ὁ βασιλεὺς ἀπὸ τοῦ παλατίου ὥρᾳ πρώτῃ ἢ καὶ δευτέρᾳ ἐν τῷ Ἱπποδρομίῳ. Ἱππεύσας δὲ ἐκεῖσε, δηρι‐ γευόμενος ὑπὸ τῶν κατὰ συνήθειαν, ἀπέρχεται ἐν τοῖς γηροκομίοις, ἐκπληρῶν τὴν παρὰ τοῦ Προφήτου, μᾶλλον δὲ τοῦ Κυρίου, εἰρημένην φωνήν· «Ἐσκόρπισεν, ἔδωκε τοῖς
10πένησιν, ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος,» πλουτοποιῶν ἅπαντας καὶ παραμυθούμενος ἐκ τῶν παρὰ Θεῷ δεδωρημένων αὐτῷ ἀνεξαντλήτων θησαυρῶν. Ἐκτελέσας δὲ ἅπαντα τὰ κατὰ συνήθειαν ἐν ἑκάστῳ γηρο‐ κομίῳ, ὑποστρέφει ἐν τῷ παλατίῳ, καὶ στοιχηθέντος τοῦ
15κλητωρίου, γίνονται μίνσαι, καὶ οἱ μὲν κληθέντες φίλοι μένουσιν, οἱ δὲ λοιποὶ ἀπέρχονται ἐν τοῖς ἰδίοις αὐτῶν τόποις. Καταλαβούσης δὲ τῆς ὥρας τῆς θείας λειτουργίας, εἰσέρχεται ὁ βασιλεὺς ἐν τῷ ναῷ τῆς ὑπεραγίας Θεοτόκου τοῦ Φάρου πρὸς τὸ ἐκτελέσαι τὴν θείαν λειτουργίαν· καὶ
20εἰ κελεύει ὁ βασιλεύς, προσκαλοῦνται οἱ πατρίκιοι, καὶ συλλειτουργοῦνται αὐτῷ, εἰ δὲ μήγε, ἐξέρχονται ἐν τῷ ναῷ
τοῦ ἁγίου πρωτομάρτυρος Στεφάνου, ἐκεῖσε τελοῦντες τὴν165 in vol. 1

1

.

166

θείαν λειτουργίαν, [καὶ εἰ κελεύει ὁ βασιλεὺς προσκαλοῦν‐ ται οἱ πατρίκιοι]. Τῆς δὲ θείας λειτουργίας τελεσθείσης, καθέζεται ἐν τῷ νάρθηκι τοῦ αὐτοῦ ναοῦ ἐν τῷ σκάμνῳ, καὶ εἰσελθόντες οἵ τε μαγίστροι καὶ πατρίκιοι, πραιπόσιτοι καὶ
5λοιποί, λαμβάνουσι διὰ χειρὸς τοῦ βασιλέως ἀνὰ μήλων δύο καὶ ἑνὸς κινναμώμου. Εἰ δὲ οὐ κελεύει ὁ βασιλεὺς καθε‐ σθῆναι ἐν τοῖς ἐκεῖσε, ἀπέρχεται ἐν τῇ βασιλικῇ καμάρᾳ τοῦ Χρυσοτρικλίνου, καὶ καθέζεται ἐν τῷ ἐκεῖσε ὄντι σκά‐ μνῳ ἐπιτελῶν πᾶσαν τὴν προρρηθεῖσαν διανομήν. Αὐτοὶ δὲ
10ἀσπαζόμενοι τὰς τοῦ βασιλέως χεῖρας, ἐξέρχονται ὑπερ‐ ευχόμενοι αὐτόν, καὶ μετὰ ταῦτα ἐξέρχεται ὁ βασιλεὺς καὶ καθέζεται ἐπὶ τῆς τιμίας αὐτοῦ τραπέζης μετὰ φίλων, οὓς ἂν ἐκέλευσε τῇ αὐτῇ ἡμέρᾳ καλέσαι.
Ἰστέον δὲ ὅτι ἐν ταύτῃ τῇ ἡμέρᾳ ἀλλάξιμα οὔκ εἰσιν.166 in vol. 1

1

.

167

(1t)

ΜΓʹ (ΛΔʹ)
2tὍσα δεῖ παραφυλάττειν τῇ μεγάλῃ Παρασκευῇ,
3tκαὶ ὅσα ἐν αὐτῇ τελεῖται.
4Περὶ ὥραν δευτέραν ἐξελθὼν ὁ βασιλεὺς ἐν τῷ Ἱππο‐
5δρομίῳ, ἱππεύει ἐκεῖσε καὶ ἀπέρχεται ἐν Βλαχέρναις, καὶ εἰσελθὼν ἐν τῷ ναῷ, ἀπέρχεται μέχρι τῶν ἁγίων θυρῶν, καὶ ἅψας κηροὺς καὶ εὐξάμενος, εἰσέρχεται εἰς τὸ θυσιαστή‐ ριον, καὶ λαβὼν θυμιατόν, θυμιᾷ κυκλόθεν, καὶ ὑπαλλάξας τὴν ἁγίαν τράπεζαν, τίθησιν ἐν αὐτῇ ἀποκόμβιον, καὶ
10ἐξελθὼν διὰ τῆς πλαγίας, εἰσέρχεται εἰς τὸν ναὸν τῆς ἁγίας σοροῦ, καὶ ἅψας κηροὺς εἰς τὸν αὐτὸν ναὸν ἐν τῇ προσευχῇ αὐτοῦ, ὡς εἴθισται αὐτῷ, ἔμπροσθεν τῶν ἁγίων θυρῶν, καὶ εἰσελθὼν εἰς τὸ θυσιαστήριον, λαβὼν θυμιατόν, θυμιᾷ τὴν ἁγίαν τράπεζαν κυκλόθεν, καὶ λαβὼν ἀποκόμβιον,
15τίθησιν αὐτὸ ἐν τῇ ἁγίᾳ τραπέζῃ, καὶ εἶθ’ οὕτως ὑποστρέ‐ ψας εἰσέρχεται ἐν τῷ παλατίῳ, εἴτε ἔφιππος, εἴτε 〈διὰ〉 τοῦ πλοός. Καὶ περὶ ὥραν τρίτην ἢ καὶ τετάρτην τῆς αὐτῆς ἡμέρας ἀπέρχονται οἱ πατρίκιοι ἀπὸ κελεύσεως ἐν τῷ ναῷ τῆς Ἁγίας Εἰρήνης, ὅπως, τελοῦντος τοῦ πατριάρχου τὰς
20θείας κατηχήσεις ἐν τῷ αὐτῷ ναῷ, τύχωσιν ἐκεῖσε. Ἰστέον δὲ ὅτι, εἰ μὲν πρὸ τῆς τριτοέκτης ὑποστρέφει ὁ βασιλεὺς ἀπὸ Βλαχέρνας, εἰσέρχεται πρῶτον ἐν τῷ βεστια‐ ρίῳ, καὶ ἐκβάλλει τήν τε χρυσῆν τράπεζαν μετὰ τῶν λοιπῶν χρυσῶν σκευῶν τῶν μελλόντων καθυπουργῆσαι τῇ διακαινη‐
25σίμῳ ἐν τῷ Χρυσοτρικλίνῳ, καὶ εἶθ’ οὕτως τελοῦσι τὴν167 in vol. 1

1

.

168

τριτοέκτην, 〈καὶ〉 προσκυνεῖ τὴν τιμίαν λόγχην. Ὁμοίως εἰσέρχονται καὶ οἱ πατρίκιοι ἀπὸ κελεύσεως μετὰ τοῦ κου‐ βουκλείου, πρωτοσπαθάριοί τε καὶ οἱ ἐπὶ τῶν οἰκειακῶν, προσκυνήσαντες καὶ αὐτοὶ τὴν τιμίαν λόγχην, καὶ
5ὑπερευξάμενοι τὸν βασιλέα, ἐξέρχονται. Εἰ δὲ μετὰ τῆς τριτοέκτης ὑποστρέψει ἀπὸ Βλαχέρνας, ὡς τελέσας ἐκεῖσε πρῶτον τὴν τριτοέκτην, προσκυνεῖ τὴν τιμίαν λόγχην μετὰ τῶν ἀνωτέρω εἰρημένων ἐν τῷ Φάρῳ, καὶ εἶθ’ οὕτως εἰσέρχεται ἐν τῷ βεστιαρίῳ, καὶ ἐκβάλλει τὰ σκεύη, ὡς
10προείρηται. Ἰστέον δὲ καὶ τοῦτο ὅτι καὶ 〈διὰ τοῦ〉 πλοὸς ἀπέρχεται ὁ βασιλεὺς ἐν Βλαχέρναις, ἀλλ’ οὖν καὶ φιλοκαλεῖ τὸ ἅγιον βῆμα τῆς ἁγίας σοροῦ, καὶ ὑποστρέψας ἀπὸ ἱματίου, εἰσέρχεται εἰς τὰ γηροκομεῖα τῶν Κύφης καὶ ῥογεύει
15τοὺς γέροντας καὶ λωβοὺς καὶ ὑποστρέφει εἰς τὸ παλάτιον.168 in vol. 1

1

.

169

(1t)

ΜΔʹ (ΛΕʹ)
2tὍσα δεῖ παραφυλάττειν τῷ ἁγίῳ
3tκαὶ μεγάλῳ Σαββάτῳ
4Περὶ ὥραν τρίτην ἀλλάσσει τὸ κουβούκλειον, καὶ δίδοται
5ἀπὸ κελεύσεως μεταστάσιμον διὰ τοῦ τῆς καταστάσεως ἐν τῷ Λαυσιακῷ, καὶ οἱ μὲν βαρβάτοι ἄρχοντες διέρχονται διὰ τοῦ μονοθύρου τοῦ ὄντος ἐπὶ τὸ Εἰδικὸν, καὶ ἐξέρχονται ἐν τῷ ἡμικυκλίῳ τῆς μυστικῆς φιάλης τοῦ Τρικόγχου. Ὁ δὲ βασιλεὺς δηριγευόμενος ὑπὸ τῶν τοῦ κουβουκλείου, ἐξέρ‐
10χεται ἀπὸ τοῦ Χρυσοτρικλίνου, καὶ διέρχεται διὰ τῶν δια‐ βατικῶν τῶν Ἁγίων μʹ, φορῶν σαγίον, καὶ ἐξέρχεται ἐν τῷ ἡμικυκλίῳ τῆς μυστικῆς φιάλης τοῦ Τρικόγχου, εἶθ’ οὕτως διέρχεται, δηριγευόμενος ὑπὸ πάντων, διά τε τῆς Ἀψίδος καὶ τῆς Δάφνης, ἅπτων ἐν τοῖς ἐκεῖσε οὖσιν εὐκ‐
15τηρίοις κηρία, καὶ εἰσέρχεται ἐν τῷ κοιτῶνι τοῦ Αὐγου‐ στέως. Καὶ ἀλλάσσουσιν οἵ τε πατρίκιοι, δομέστικοί τε καὶ ἡ σύγκλητος ἅπασα ἀτραβατικὰ χλανίδια, ὁμοίως καὶ οἱ τοῦ κουβουκλείου ἄρχοντες περιβέβληνται χλανίδια τύρεα, οἱ δὲ πραιπόσιτοι λεοντάρια χρυσόταβλα. Καὶ κατα‐
20λαβόντος τοῦ καιροῦ, περιβαλλόμενος ὁ βασιλεὺς διβητήσιον τὸ παγανὸν καὶ χλανίδα τὴν ὀψίμαρον, καὶ δηριγευόμενος ὑπό τε τῶν πραιποσίτων καὶ λοιπῶν ἀρχόντων τοῦ κου‐
βουκλείου, διέρχεται διὰ τὸ τοῦ Αὐγουστέως καὶ τοῦ169 in vol. 1

1

.

170

στενοῦ, ἤγουν τῆς Χρυσῆς Χειρός, καὶ ἀπέρχεται εἰς τὸν Ὀνόποδα, καὶ στάντος αὐτοῦ ἐν τῇ χαλκῇ πύλῃ τοῦ Ὀνό‐ ποδος, δέχονται αὐτὸν ἐκεῖσε πατρίκιοι καὶ στρατηγοί, καὶ πεσόντων νεύει ὁ πραιπόσιτος τῷ τῆς καταστάσεως ἀπὸ
5κελεύσεως, καὶ λέγει· «Κελεύσατε» καὶ αὐτοὶ ὑπερεύ‐ χονται τὸν βασιλέα· «Εἰς πολλοὺς καὶ ἀγαθοὺς χρόνους.» Καὶ δηριγευόμενος ὑπ’ αὐτῶν πάντων, ἐξέρχεται ἐν τῷ Κονσιστωρίῳ, καὶ στάντος ἐν τῷ καμελαυκίῳ ἐπὶ τοῦ πορφυροῦ λίθου, πίπτουσιν αὖθις οἱ πατρίκιοι καὶ ἡ σύγ‐
10κλητος, καὶ λαβὼν νεῦμα ὁ πραιπόσιτος παρὰ τοῦ βασι‐ λέως, νεύει τῷ σιλεντιαρίῳ, κἀκεῖνος λέγει· «Κελεύσατε», αὐτοὶ δὲ ὑπερεύχονται τὸν βασιλέα· «Εἰς πολλοὺς καὶ ἀγαθοὺς χρόνους». Κἀκεῖθεν δηριγευόμενος ὑπὸ πάντων αὐτῶν, διέρχεται διά τε τῶν Ἐξκουβίτων καὶ τῶν Σχολῶν,
15καὶ ἐξέρχεται διὰ τῆς μικρᾶς πύλης τῆς χαλκῆς τοῦ χυτοῦ, καὶ ἀπέρχεται μέχρι τοῦ Ἁγίου Φρέατος. Τὰ δὲ μέρη δέχονται τὸν βασιλέα ἐν ταῖς στάσεσιν αὐτῶν, σφρα‐ γίζοντα τὸν βασιλέα καὶ μόνον, λέγουσι δὲ καὶ οἱ νοτάριοι καὶ οἱ μαΐστορες, ὡς εἴθισται αὐτοῖς, τοὺς ἰάμβους. Ὁ
20δὲ βασιλεὺς εἰσελθὼν ἐν τῷ Ἁγίῳ Φρέατι καὶ ἅψας κηρούς, δέχεται παρὰ τοῦ πατριάρχου ἐν τῷ Ἁγίῳ Φρέατι, καὶ προσκυνήσαντες ἀμφότεροι ἀλλήλους καὶ ἀσπασάμενοι, εἰσέρχονται εἰς τὸν ναόν, καὶ ἀπελθόντες μέχρι τῶν ἁγίων θυρῶν, ὁ μὲν πατριάρχης εἰσέρχεται εἰς τὸ θυσιαστήριον,
25ὁ δὲ βασιλεύς, στὰς ἔμπροσθεν τῶν ἁγίων θυρῶν, καὶ ἅψας κηροὺς καὶ εὐξάμενος, εἰσέρχεται εἰς τὸ θυσια‐ στήριον, καὶ μετὰ τὸ ὑπαλλάξαι τὴν ἁγίαν τράπεζαν τὰς αὐτῆς ἐνδυτάς, λαμβάνει παρὰ τοῦ πραιποσίτου χρυσίου λίτρας ρʹ, καὶ τίθησιν αὐτὰς εἰς τὴν ἁγίαν τράπεζαν ἐν τῷ
30βαθμιδίῳ, ἐν ᾧ ὁ βασιλεὺς ἵσταται, καὶ ἡνίκα ὑπαλλάξῃ τὴν ἁγίαν τράπεζαν, λαβὼν ἀποκόμβιον ἕτερον, ἔχον καὶ αὐτὸ χρήματα πάμπολλα, παρὰ τοῦ πραιποσίτου, τίθησιν αὐτὸ
εἰς τὴν ἁγίαν τράπεζαν, εἶτα λαβὼν παρὰ τοῦ πατριάρχου170 in vol. 1

1

.

171

θυμιατόν, θυμιᾷ ἐκ τρίτου τὸ θυσιαστήριον κυκλόθεν, καὶ ἐξέρχεται διὰ τοῦ ἀριστεροῦ μέρους τῆς πλαγίας, καὶ ἀπέρχεται εἰς τὸ σκευοφυλάκιον. Εἰσελθὼν δὲ καὶ ἅψας κηροὺς εὔχεται, καὶ εὐξάμενος θυμιᾷ τὰ σκεύη ἅπαντα,
5καὶ καθέζεται μικρὸν μετὰ τοῦ πατριάρχου. Εἶθ’ οὕτως εἰσέρχονται οἱ τοῦ κουβουκλείου καὶ οἱ λοιποὶ ἄρχοντες οἱ κατὰ συνήθειαν εἰσιόντες, λαμβάνουσι παρὰ τοῦ σκευο‐ φύλακος νάρδον, καὶ εἶθ’ οὕτως ἀνίσταται ὁ βασιλεύς, καὶ ἐξελθὼν ἀπὸ τοῦ σκευοφυλακίου, διέρχεται διὰ τοῦ γυναι‐
10κίτου νάρθηκος, ἐν ᾧ καὶ τὴν συνήθη στάσιν κέκτηνται αἱ τῆς αὐτῆς Μεγάλης Ἐκκλησίας διακόνισσαι, καὶ ἐξέρ‐ χεται διὰ τῆς ἀριστερᾶς πύλης τοῦ βήματος καὶ ἐπιδίδωσιν αὐτῷ ὁ πατριάρχης εὐλογίας. Καὶ διελθόντες ἀμφότεροι διὰ τοῦ ὄπισθεν τοῦ βήματος
15στενοῦ διαβατικοῦ τοῦ Ἁγίου Νικολάου, ἀπέρχονται μέχρι τοῦ Ἁγίου Φρέατος, καὶ αὖθις ἐπιδοὺς ὁ πατριάρχης τῷ βασιλεῖ εὐλογίας, καὶ ἀμφότεροι ἀλλήλους ἀσπασάμενοι, ἐξέρχεται μὲν ὁ βασιλεύς, δηριγευόμενος ὑπὸ τῶν προειρη‐ μένων πάντων, καὶ εἰσέρχεται διὰ τῆς μικρᾶς πύλης τῆς
20χαλκῆς, καὶ μέχρι τοῦ Κονσιστωρίου ἐλθών, μένουσιν ἐκεῖσε οἱ τῆς συγκλήτου, ὑπερευχόμενοι τὸν βασιλέα. Καὶ καταλαβόντος αὐτοῦ τὸ στενόν, μένουσιν ἐκεῖσε οἱ πατρί‐ κιοι, ὑπερευχόμενοι καὶ αὐτοί, καὶ ἀπὸ τῶν ἐκεῖσε εἰσέρ‐ χεται ὁ βασιλεὺς εἰς τὸ παλάτιον, καὶ στοιχηθέντος
25τοῦ κλητωρίου, γίνονται μίνσαι, καὶ ἀπαλλάσσουσιν ἅπαντες, καὶ οἱ μὲν κληθέντες φίλοι μένουσιν, οἱ δὲ ἀπέρ‐ χονται ἕκαστος αὐτῶν εἰς τὸν οἶκον αὐτοῦ. Καὶ περὶ ὥραν θʹ ἀλλάσσει τὸ κουβούκλειον, καὶ καταλαβούσης τῆς ὥρας τῆς θείας λειτουργίας, εἰσέρχεται ὁ βασιλεὺς πρὸς τὸ
30ἐκτελέσαι τὴν θείαν μυσταγωγίαν ἐν τῷ Φάρῳ, καὶ εἰ μὲν κελεύσῃ, εἰσέρχονται καὶ πατρίκιοι καὶ συλλειτουργοῦνται αὐτῷ, εἰ δὲ μήγε, ἐξέρχονται εἰς τὸν Ἱππόδρομον, καὶ λει‐ τουργοῦσιν ἐκεῖσε ἐν τῷ ναῷ τοῦ ἁγίου πρωτομάρτυρος
Στεφάνου. Καὶ μέλλοντος τοῦ ψάλτου ἄρξασθαι τὸ·171 in vol. 1

1

.

172

«Ἀνάστα ὁ Θεός,» ἵστανται κουβικουλάριοι, κρατοῦντες τὰ ἔξωθεν τῶν χρυσῶν βήλων κρεμάμενα βῆλα, καὶ ἡνίκα ἄρξηται τό· «Ἀνάστα ὁ Θεός,» παρευθὺ τανύσαντες ἐξ ἴσου, αἴρουσι τὰ ἔξωθεν βῆλα, καὶ μένουσι τὰ χρυσᾶ βῆλα
5καὶ μόνον. Καὶ τῆς θείας λειτουργίας τελεσθείσης, καὶ ἀνακράξαντες οἱ ἐν τοῖς ἐκεῖσε· «Στερεώσῃ ὁ Θεὸς τὸν βασιλέα ἡμῶν,» εὐθὺς αὐλεῖ τὸ ὄργανον, ὃ ἵσταται ἐν τῷ Τριπέτωνι, καὶ ἐξελθὼν ὁ βασιλεύς, καθέζεται ἐπὶ τῆς τιμίας αὐτοῦ τραπέζης, φορῶν σκαραμάγγιον δίασπρον χρυ‐
10σόκλαβον, καθέζονται δὲ καὶ οἱ κληθέντες φίλοι, οἱ μὲν ἀπὸ σκαραμαγγίων λευκῶν, οἱ δὲ χροακῶν, εὐθέως δὲ οἱ μὲν ἄρχοντες τοῦ κουβουκλείου ἀπαλλάξαντες ἀναχωροῦσι, οἱ δὲ σπαθαροκουβικουλάριοι καὶ κουβικουλάριοι ἀπαλλάξαν‐ τες, παρίστανται ἀπὸ σκαραμαγγίων.
15Χρὴ δὲ εἰδέναι ὅτι, εἰ μὲν τύχῃ ἡ ἑορτὴ τοῦ Εὐαγγε‐ λισμοῦ τῇ αὐτῇ ἡμέρᾳ τοῦ ἁγίου Σαββάτου, ἀπέρχεται ὁ βασιλεὺς εἰς τὴν Ἁγίαν Σοφίαν, καὶ ἐκτελεῖ ἅπαντα τὰ τοῦ μεγάλου Σαββάτου, ὡς ἀνωτέρω εἴρηται· καὶ ἐν τῇ ὑπαλ‐ λαγῇ τῆς ἁγίας τραπέζης καὶ ἐν τῇ θυμιάσει τοῦ θυσια‐
20στηρίου καὶ ἐν τῇ εἰσκομιδῇ τοῦ χρυσίου, καὶ ἐξελθών, ὡς εἴθισται αὐτῷ, ἀπέρχεται ἐν τῷ σκευοφυλακίῳ. Καὶ τελέσας ἐκεῖσε ἅπαντα, ὡς προείρηται, ἐξέρχεται διὰ τῆς ἀνωτέρω εἰρημένης πύλης· καὶ λαβὼν ἐκεῖσε παρὰ τοῦ πατριάρχου εὐλογίας, διὰ τοῦ στενοῦ τοῦ Ἁγίου Νικολάου
25διαβατικοῦ ἀπέρχεται ἐν τῷ Ἁγίῳ Φρέατι, καὶ λαβὼν παρὰ τοῦ πατριάρχου εὐλογίας, οὐκ ἐξέρχεται ἐν τῇ μέσῃ πρὸς τὸ ἀπελθεῖν αὐτὸν ἐν τῷ παλατίῳ διὰ τὴν ἑορτὴν τοῦ Εὐαγγελισμοῦ, ἀλλ’ ὑποστρέψας, εἰσέρχεται ἐν τῇ μικρᾷ πύλῃ τῇ οὔσῃ ἐν τῷ Φρέατι, ἐν ᾗ ἵσταται ἐν ταῖς μεγά‐
30λαις προελεύσεσιν, ἐπιδοὺς τοῖς ψάλταις καὶ λοιποῖς τὰς πλουσίας αὐτοῦ δωρεὰς ὁ βασιλεὺς ἐν τῷ κράζειν τὸν
ἄργυρον. Καὶ ἐκεῖθεν διέρχεται διὰ τοῦ τρικλίνου, ἐν ᾧ172 in vol. 1

1

.

173

κραματίζει ὁ βασιλεὺς ταῖς μεγάλαις προελεύσεσι, καὶ εἰσέρχεται ἐν τῷ μητατωρίῳ, καὶ ἀπαλλάξας τὴν στολήν, ἣν φορεῖ τοῦ ἁγίου Σαββάτου, ὑπαλλάσσει τὴν τοῦ Εὐαγγελισμοῦ στολήν. Ἐξελθὼν δὲ ἀπὸ τῶν ἐκεῖσε
5ἠλλαγμένος, ἀπέρχεται ἔμπροσθεν τῶν θυρῶν τοῦ θυσια‐ στηρίου, καὶ εὐξάμενος, κρατῶν καὶ κηροὺς εἰσέρ‐ χεται εἰς τὸ θυσιαστήριον, καὶ προσκυνήσας τὴν ἁγίαν τράπεζαν, ἐξέρχεται καὶ διέρχεται διὰ τῆς σωλαίας, καὶ μέλλοντος αὐτοῦ διέρχεσθαι διὰ τῆς σωλαίας, λαμβάνει
10ἀπὸ τοῦ πραιποσίτου κηρίον λιτανίκιν καὶ παρ’ αὐτὰ ἄρχονται τὸ τροπάριν τῆς ἑορτῆς τό· «Σήμερον τῆς σωτηρίας ἡμῶν τὸ κεφάλαιον.» Καὶ δηριγευόμενος ὑπό τε τῶν ἀρχόντων τοῦ κουβουκλείου, πατρικίων τε καὶ στρα‐ τηγῶν καὶ τῆς συγκλήτου, διέρχεται διὰ τοῦ ναοῦ, καὶ
15ἐξέρχεται διά τε τοῦ νάρθηκος καὶ τοῦ λουτῆρος. Κατελ‐ θὼν δὲ τὰ γραδήλια τοῦ Ἀθύρα, ἐξέρχεται ἐπὶ τὸ Μίλιον, καὶ διοδεύων τὴν Μέσην, ἀνέρχεται ἐν τῷ Φόρῳ καὶ τελέσας ἐκεῖσε ἅπαντα ἀκολούθως, ὃν τρόπον ἀνωτέρω ἐδηλώθη, καὶ κατελθὼν εἰς τὸν ναὸν τῆς ὑπεραγίας Θεο‐
20τόκου ἐν τοῖς Χαλκοπρατείοις, τελεῖ ἐκεῖσε τὴν θείαν λει‐ τουργίαν μέχρι τοῦ Εὐαγγελίου. Καὶ ἀπὸ τοῦ Εὐαγγελίου κατέρχεται διὰ τῆς ξυλίνης σκάλας, καὶ 〈ἐξέρχεται〉, τελε‐ σθείσης τῆς ἐκτενοῦς· ἐν ταύτῃ γὰρ τῇ ἡμέρᾳ ἡ θεία λειτουργία οὐ τελεῖται ἅπασα, ἀλλ’ ἕως τοῦ Εὐαγγελίου καὶ
25τῆς ἐκτενοῦς. Καὶ ἐξελθὼν ὁ βασιλεὺς ἐν τῷ ἐμβόλῳ, ὡς εἴρηται, ἱππεύει ἐκεῖσε μετὰ τῶν κατὰ συνήθειαν, καὶ ἀπὸ τῶν ἐκεῖσε δηριγευόμενος ἀπέρχεται ἐν τῷ παλατίῳ, ἐκτελῶν ἅπαντα ἐν τῇ διόδῳ, στάσει τε καὶ δοχῇ, ὃν τρόπον ἀνωτέρω ἐν τῇ καθόλου προελεύσει τοῦ Εὐαγγελισμοῦ ἐπὶ
30λεπτῷ ἐξεθέμεθα. Καὶ εἰσελθὼν εἰς τὸ παλάτιον, τελεῖ τὰ
τοῦ ἁγίου Σαββάτου ἅπαντα.173 in vol. 1

1

.

174

(1t)

ΜΕʹ (Λϛʹ)
2tὍσα δεῖ παραφυλάττειν ἐπὶ προελεύσει
3tἙνώσεως Ἐκκλησίας.
4Ἰστέον ὅτι καὶ ἡ προέλευσις τῆς Ἑνώσεως τῆς Ἐκκλη‐
5σίας ὡς καὶ αἱ λοιπαὶ προελεύσεις ἐπιτελεῖται· καὶ γὰρ ἐμπράττως ὁ βασιλεὺς ἄπεισι, καὶ αἱ δοχαὶ κατὰ τύπον γίνονται, δηλονότι καὶ τῶν δήμων κατὰ τὸ εἰωθὸς ἀκτολο‐ γούντων ἐν τοῖς τόποις αὐτῶν. Ὁ δὲ βασιλεὺς ἀπερχό‐ μενος ἕως τοῦ Ἁγίου Φρέατος, ἀποστέφεται ἐκεῖσε, εἶτα
10δεξαμένου αὐτὸν τοῦ πατριάρχου, ἀπέρχονται ἀμφότεροι εἰς τὸν ναὸν τῆς Ἁγίας Εἰρήνης. Καὶ δὴ τῆς ἐκκλη‐ σιαστικῆς πάσης τάξεως τελουμένης. ἐπαίρουσιν ἀπ’ αὐτοῦ τοῦ ναοῦ τῆς Ἁγίας Εἰρήνης τὴν λιτήν, καὶ ὑπο‐ στρέφουσιν εἰς τὸν ναὸν τῆς Ἁγίας Σοφίας λιτανεύοντες,
15καὶ εἰσέρχονται διὰ τοῦ γυναικείου μέρους τῆς αὐτῆς ἐκκλησίας καὶ τοῦ νάρθηκος, καὶ ἀποδόντες ἐκεῖσε τὴν τῆς λιτῆς ἀκολουθίαν, γίνεται ἡ εἴσοδος, καὶ εἰσοδεύει ὅ τε βασιλεὺς καὶ ὁ πατριάρχης μετὰ καὶ πάντων τῶν ἱερέων. Τὰ δὲ τῆς ὑποστροφῆς ἐπιτελεῖται καθὼς καὶ ἐν ταῖς
20λοιπαῖς προελεύσεσι.174 in vol. 1

1

.

175

(1t)

Μϛʹ (Λζʹ)
2tΧρὴ εἰδέναι πῶς ἀλλάσσουσιν οἱ δεσπόται
3tἐν ταῖς ἑορταῖς καὶ προελεύσεσι.
4Τῇ ἁγίᾳ καὶ μεγάλῃ Κυριακῇ τοῦ Πάσχα ἐξέρχονται οἱ
5δεσπόται ἀπὸ τοῦ παλατίου μετὰ ὀξέων σκαραμαγγίων καὶ χρυσοπερικλείστων σαγίων, καὶ ἐν τῷ κοιτῶνι τῆς Δάφνης ἀλλάσσουσι τὰ θωράκια, περιβάλλονται δὲ καὶ τὰ τζιτζάκια, καὶ γίνεται ὁ ἀσπασμὸς ἐν τῷ μεγάλῳ τρικλίνῳ τῶν ιθʹ Ἀκκουβίτων, καὶ μετὰ τὸν ἀσπασμὸν ἐκβάλλουσι τὰ τζιτ‐
10ζάκια καὶ περιβάλλονται τοὺς λώρους καὶ στέμματα, εἰ κελεύουσι, λευκὰ εἴτε ῥούσια, καὶ ἐν μὲν τῇ εὐωνύμῳ χειρὶ κρατοῦσι σκηπίονας χρυσοῦς ἐκ λίθων καὶ μαργάρων ἠμφιεσμένους, ἐν δὲ τῇ δεξιᾷ χειρὶ τὴν ἀνεξικακίαν· τὰ δὲ τῆς προελεύσεως ἐπιτελεῖται, καθὼς εἰρήκαμεν.
15Ἰστέον ὅτι τῶν δεσποτῶν εἰσοδευσάντων, κατὰ τὸ εἰωθός, καὶ εἰσελθόντων ἐν τῷ μητατωρίῳ, ἐκβάλλουσι τοὺς λώρους, καὶ δὴ ἐκβαίνοντες εἰς τὰ ἅγια καὶ εἰς τὴν ἀγάπην καὶ εἰς τὴν κοινωνίαν, οὐ περιβάλλονται τοὺς λώρους, ἀλλὰ χλα‐ μύδας· ἐν δὲ τῷ ὑποστρέφειν αὐτοὺς ἐν τῷ παλατίῳ,
20περιβάλλονται τοὺς λώρους καὶ στέμματα, εἰ μὲν ἐν τῷ πρωῒ λευκά, ἐν τῇ ὑποστροφῇ ῥούσια, εἰ δὲ τῷ πρωῒ ῥούσια, ἐν τῇ ὑποστροφῇ λευκά. Ἰστέον ὅτι, τῶν δεσποτῶν τῇ δευτέρᾳ τῆς διακαινη‐ σίμου ἀπὸ τοῦ παλατίου ἐξερχομένων, περιβάλλονται τὰ
25λευκὰ χρυσᾶ σκαραμάγγια καὶ τὰ διάλιθα τούτων σπαθία.175 in vol. 1

1

.

176

Ἐν δὲ τῇ τοῦ Κυρίου ἐκκλησίᾳ περιβάλλονται στέμματα πράσινα, καὶ ἀπέρχονται ἐν τῇ ἐκκλησίᾳ τῶν Ἁγίων Ἀποστόλων, καὶ περιβάλλονται τὰ ἑαυτῶν λευκὰ διβητήσια καὶ τὰ χλανίδια καὶ εἰσοδεύουσι. Δείλης δὲ ἐν τῇ ὑπο‐
5στροφῇ, περιβάλλονται τὰ κολώβια, ἤγουν τοὺς κριούς, καὶ τὰ διάλιθα ζωστίκια σπαθία καὶ στέμματα λευκά, εἰ δὲ βουληθῶσι βάλλειν τὰς τιάρας, ἤγουν τὰς τούφας, περι‐ βάλλονται αὐτάς. Ἰστέον ὅτι ταύτῃ τῇ ἑβδομάδι τῆς διακαινησίμου,
10φοροῦσιν οἱ δεσπόται τὰ ἄσπρα διβητήσια, εἰ δὲ βουληθῶσι ποιῆσαι ἢ πρόκενσον ἐν ἐκκλησίᾳ, εἴτε λιτὴν εἴτε δοχὴν ἐν τῷ παλατίῳ, περιβάλλονται τὰ τζιτζάκια. Ἰστέον ὅτι τῇ καινῇ Κυριακῇ, ἤγουν τῶν θυρῶν κεκλει‐ σμένων, ὁμοίως ἐπιτελεῖται· πολλάκις δέ, εἰ κελεύουσιν
15οἱ δεσπόται, ταύτῃ τῇ ἑορτῇ, ἀντὶ τῶν λευκῶν χρυσῶν σκαραμαγγίων, περιβάλλονται τὰ πορφυρᾶ σκαραμάγγια. Ἰστέον ὅτι τῇ ἑορτῇ τῆς Μεσοπεντηκοστῆς ὁμοίως ἀλλάσσουσιν οἱ δεσπόται. Ἰστέον ὅτι τῇ ἑορτῇ τῆς Ἀναλήψεως ἀπὸ μὲν τοῦ
20παλατίου ἐξέρχονται οἱ δεσπόται μετὰ τριβλατίων σκαρα‐ μαγγίων, καὶ εἰσέρχονται εἰς τὸν δρόμωνα καὶ ἀπέρχονται μέχρι τῆς Χρυσῆς Πόρτης, ἐκεῖσε δὲ βάλλοντες τὰ αὐτῶν χρυσᾶ διάλιθα σπαθία καὶ καβαλικεύοντες τὰ χιώματα, ἀπέρχονται ἐν τῇ ἐκκλησίᾳ τῆς ὑπεραγίας Θεοτόκου τῆς
25Πηγῆς, κἀκεῖσε ἀλλάσσουσι τὰ ἑαυτῶν λευκὰ διβητήσια, καὶ εἰσοδεύουσιν· ἡ δὲ ὑποστροφὴ τελεῖται καθὼς καὶ τῇ δευτέρᾳ τῆς διακαινησίμου. Ἰστέον ὅτι τῇ ἑορτῇ τῆς Νέας Μεγάλης Ἐκκλησίας ἀλλάσσουσιν οἱ δεσπόται διβητήσια πορφυρᾶ καὶ τὰς τούτων
30χλαμύδας. Ἰστέον ὅτι τῇ ἑορτῇ τῆς Πεντηκοστῆς ἀλλάσσουσιν οἱ δεσπόται ἐν τῷ κοιτῶνι τῆς Δάφνης λευκὰ διβητήσια καὶ τὰς τούτων χλαμύδας καὶ στέμματα ῥούσια, ἐν δὲ τῇ
ὑποστροφῇ στέμματα λευκά.176 in vol. 1

1

.

177

Ἰστέον ὅτι τῇ ἑορτῇ τῶν Ἁγίων Πάντων περιβάλλονται οἱ δεσπόται χρυσᾶ σκαραμάγγια, οἷα κελεύουσι, καὶ στέμ‐ ματα ὁμοίως. Ἰστέον ὅτι καὶ ἡ ἑορτὴ τῶν ἁγίων Ἀποστόλων ὁμοίως
5τελεῖται. Ἰστέον ὅτι τῇ ἑορτῇ τοῦ Ἁγίου Ἠλιοῦ ἀλλάσσουσιν οἱ δεσπόται διβητήσια πορφυρᾶ καὶ τὰς τούτων χλαμύδας. Ἰστέον ὅτι τῇ ἑορτῇ τῆς Μεταμορφώσεως, ἐν τῷ κοιτῶνι τῆς Δάφνης ἀλλάσσουσιν οἱ δεσπόται λευκὰ διβητήσια καὶ
10τὰς τούτων χλαμύδας καὶ στέμματα πράσινα, ἐν δὲ τῇ ὑποστροφῇ στέμματα λευκά. Ἰστέον ὅτι τῇ ἑορτῇ τῆς Κοιμήσεως τῆς ὑπεραγίας Θεοτόκου, ἀλλάσσουσιν οἱ δεσπόται ἀπὸ τοῦ παλατίου τὰ ὀξέα τούτων σκαραμάγγια, καὶ εἰσερχόμενοι εἰς τὸν
15δρόμωνα, ἀπέρχονται ἐν τῷ ναῷ τῆς ὑπεραγίας Θεοτόκου ἐν Βλαχέρναις, ἐν δὲ τῷ ἐκεῖσε κοιτῶνι ἀλλάσσουσιν οἱ δεσπόται τὰ πορφυρᾶ διβητήσια καὶ τὰς τούτων χλαμύδας. Ἰστέον ὅτι τῇ ἑορτῇ τοῦ Γενεσίου τῆς ὑπεραγίας Θεο‐ τόκου, ἐν τῷ κοιτῶνι τῆς Δάφνης ἀλλάσσουσιν οἱ δεσπόται
20διβητήσια πορφυρᾶ καὶ τὰς τούτων χλαμύδας, καὶ ἀνέρ‐ χονται μετὰ τῆς λιτῆς ἕως τοῦ Φόρου, καὶ ἀπὸ τῆς ἐκτε‐ νοῦς κατέρχονται μετὰ τῆς λιτῆς ἕως τοῦ ναοῦ τῆς ὑπεραγίας Θεοτόκου τῶν Χαλκοπρατείων, κἀκεῖσε ἀλλάσ‐ σουσι τὰ πορφυρᾶ χρυσᾶ σκαραμάγγια, περιβαλλόμενοι καὶ
25τὰ τούτων σπαθία καὶ στέμματα, οἷα κελεύουσι, καὶ ἀπὸ τοῦ Εὐαγγελίου ὑποστρέφουσιν ἔφιπποι μετὰ τῶν χιωμά‐ των. Ἰστέον ὅτι τῇ ἑορτῇ τῆς Ὑψώσεως, ἀλλάσσουσιν οἱ δεσπόται τὰ πορφυρᾶ διβητήσια καὶ τὰς τούτων χλαμύδας.
30Ἰστέον ὅτι τῇ ἑορτῇ τοῦ Ἁγίου Δημητρίου ἀλλάσσουσιν οἱ δεσπόται τὰ πορφυρᾶ διβητήσια καὶ τὰς τούτων χλαμύδας.
Ἰστέον ὅτι τῇ ἑορτῇ τοῦ Ἀρχιστρατήγου, ἀλλάσσουσιν οἱ177 in vol. 1

1

.

178

δεσπόται τὰ πορφυρᾶ διβητήσια καὶ τὰς τούτων χλαμύδας. Ἰστέον ὅτι τῇ ἑορτῇ τῶν Χριστουγέννων, ἐν τῷ κοιτῶνι τῆς Δάφνης ἀλλάσσουσιν οἱ δεσπόται τὰ πορφυρᾶ διβη‐ τήσια καὶ τὰς τούτων χλαμύδας καὶ στέμματα πράσινα, ἐν
5δὲ τῇ ὑποστροφῇ στέμματα λευκά. Ἰστέον ὅτι τῇ ἡμέρᾳ τοῦ Βότου ἐν τῷ Ἱπποδρομίῳ, ἀλλάσσουσιν οἱ δεσπόται τὰ παγανά, καὶ οἱ ἄρχοντες τὰ ἀτραβατικὰ χλανίδια. Ἰστέον ὅτι ἐν τοῖς ἱππικοῖς πᾶσιν ἱπποδρομίοις, ἀλλάσ‐
10σουσιν οἱ δεσπόται τὰ πορφυρᾶ διβητήσια καὶ τὰς τούτων χλαμύδας καὶ στέμματα, οἷα κελεύουσιν. Ἰστέον ὅτι τῇ ἑορτῇ τῶν ἁγίων Φώτων, ἐν τῷ κοιτῶνι τῆς Δάφνης ἀλλάσσουσιν οἱ δεσπόται τὰ πορφυρᾶ διβη‐ τήσια καὶ τὰς τούτων χλαμύδας καὶ στέμματα βένετα, ἐν
15δὲ τῇ ὑποστροφῇ στέμματα λευκά. Ἰστέον ὅτι τῇ ἑορτῇ τῆς Ὑπαπαντῆς, ἀλλάσσουσιν οἱ δεσπόται ἀπὸ τοῦ παλατίου τὰ ὀξέα αὐτῶν σκαραμάγγια, καὶ εἰσερχόμενοι εἰς τὸν δρόμωνα, ἀπέρχονται ἐν τῷ ναῷ τῆς ὑπεραγίας Θεοτόκου ἐν Βλαχέρναις, ἐν δὲ τῷ ἐκεῖσε
20κοιτῶνι ἀλλάσσουσι τὰ πορφυρᾶ διβητήσια καὶ τὰς τούτων χλαμύδας. Ἰστέον ὅτι τῇ Κυριακῇ τῆς Ὀρθοδοξίας, ἀλλάσσουσιν οἱ δεσπόται ἀπὸ τοῦ παλατίου τὰ ὀξέα τούτων σκαραμάγγια καὶ τὰ χρυσοπερίκλειστα σαγία, καὶ ἀνέρχονται ἐν τοῖς
25κατηχουμενίοις τῆς Ἁγίας Σοφίας, κἀκεῖσε ἀλλάσσουσι τὰ πορφυρᾶ διβητήσια καὶ τὰς τούτων χλαμύδας, καὶ λιτα‐ νεύοντες εἰσοδεύουσιν. Εἶθ’ οὕτως ἀνερχόμενοι ἐν τοῖς κατηχουμενίοις, ἀκούουσι τοῦ ἁγίου Εὐαγγελίου καὶ ἀπέρ‐ χονται ἐν τῷ πατριαρχείῳ.
30Ἰστέον ὅτι τῇ ἑορτῇ τοῦ Εὐαγγελισμοῦ τῆς ὑπεραγίας Θεοτόκου, ἐν τῷ κοιτῶνι τῆς Δάφνης ἀλλάσσουσιν οἱ δεσπόται διβητήσια πορφυρᾶ καὶ τὰς τούτων χλαμύδας, καὶ ἀνέρχονται μετὰ τῆς λιτῆς ἕως τοῦ Φόρου, καὶ ἀπὸ
τῆς ἐκτενοῦς κατέρχονται μετὰ τῆς λιτῆς ἕως τοῦ ναοῦ178 in vol. 1

1

.

179

τῆς ὑπεραγίας Θεοτόκου τῶν Χαλκοπρατείων, κἀκεῖσε ἀλλάσσουσι τὰ πορφυρᾶ χρυσᾶ σκαραμάγγια, περιβαλλό‐ μενοι καὶ τὰ τούτων σπαθία καὶ στέμματα, οἷα κελεύουσι, καὶ ἀπὸ τοῦ Εὐαγγελίου ὑποστρέφουσιν ἔφιπποι μετὰ τῶν
5χιωμάτων.179 in vol. 1

2

.

1

(1t)

ΜΖʹ (ΛΗʹ)
1tὍσα δεῖ παραφυλάττειν ἐπὶ στεψίμῳ
2tβασιλέως.
3Προέρχονται πάντες μετὰ ἀλλαξίμων, καὶ ἀλλάσσει πᾶσα ἡ σύγκλητος καὶ τὰ ἀξιώματα τῶν σχολῶν καὶ
5τῶν λοιπῶν ταγμάτων καὶ προλαμβάνουσι τὰ σκεύη πρὸς τὸ ὀψικεῦσαι τοὺς δεσπότας, καὶ ὅτε πάντα ἑτοιμασθῶσιν, ἐξέρχεται ὁ βασιλεὺς ἐκ τοῦ Αὐγουστέως, φορῶν τὸ σκαραμάγγιον αὐτοῦ καὶ σαγίον πορφυροῦν, ὀψικευόμενος ὑπὸ τοῦ κουβουκλείου, καὶ ἐξέρχεται μέχρι τοῦ Ὀνόποδος,
10καὶ γίνεται ἡ πρώτη δοχὴ τῶν πατρικίων ἐν τῷ Ὀνοπο‐ δίῳ καὶ λέγει ὁ τῆς καταστάσεως· «Κελεύσατε» καὶ ἐπεύχονται· «Εἰς πολλοὺς καὶ ἀγαθοὺς χρόνους.» Καὶ κατέρχονται μέχρι τοῦ μεγάλου Κονσιστωρίου, ἔνθα ἵστανται οἱ ὕπατοι κονσιστώριον καὶ οἱ λοιποὶ συγκλη‐
15τικοί, καὶ ἵστανται οἱ δεσπόται εἰς τὸ κιβώριον, καὶ πίπτουσιν οἱ συγκλητικοὶ πάντες ἅμα τοῖς πατρικίοις. Καὶ ἀναστάντων αὐτῶν, νεύουσιν οἱ δεσπόται τῷ πραι‐ ποσίτῳ, καὶ λέγει ὁ σιλεντιάριος· «Κελεύσατε» καὶ ἐπεύχονται· «Εἰς πολλοὺς καὶ ἀγαθοὺς χρόνους.» Καὶ
20ἀποκινοῦσιν εἰς τὴν ἐκκλησίαν διὰ τῶν Σχολῶν, τὰ δὲ μέρη ἵστανται ἐν τοῖς τόποις αὐτῶν ἠλλαγμένα, σφραγί‐ ζοντες καὶ μόνον. Καὶ ὅτε εἰσέλθῃ ὁ βασιλεὺς εἰς τὸ Ὡρολόγιον, σηκοῦται τὸ βῆλον, καὶ εἰσέρχεται ἐν τῷ μητατωρίῳ καὶ ἀλλάσσει
25τὸ διβητήσιον καὶ τὸ τζιτζάκιν καὶ βάλλει ἐπάνω τὸ1 in vol. 2

2

.

2

σαγίον καὶ εἰσοδεύει μετὰ τοῦ πατριάρχου καὶ ἅπτει κηροὺς εἰς τὰς ἀργυρᾶς πύλας καὶ εἰσοδεύει ἐν τῷ ναῷ καὶ εἰσέρχεται εἰς τὴν σωλαίαν καὶ εὔχεται εἰς τὰ ἅγια θυρία, ἅψας κηρούς, καὶ ἀνέρχεται εἰς τὸν ἄμβωνα ἅμα
5τοῦ πατριάρχου. Καὶ ποιεῖ τὴν εὐχὴν ὁ πατριάρχης ἐπὶ τῆς χλαμύδος, καὶ ὅταν πληρώσῃ τὴν εὐχήν, ἐπαίρουσιν αὐτὴν οἱ τοῦ κουβουκλείου καὶ ἐνδύουσι τῷ δεσπότῃ. Καὶ πάλιν ποιεῖ εὐχὴν ἐπὶ τοῦ στέμματος αὐτοῦ, καὶ πλη‐ ρώσας, λαμβάνει αὐτὸς ὁ πατριάρχης τὸ στέμμα, καὶ
10τίθησιν αὐτὸ εἰς τὴν κεφαλὴν τοῦ δεσπότου, καὶ εὐθέως ἀνακράζει ὁ λαός· «Ἅγιος, Ἅγιος, Ἅγιος. Δόξα ἐν ὑψίσ‐ τοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη.» Τρίτον. Εἶτα· «Ὁ δεῖνα μεγάλου βασιλέως καὶ αὐτοκράτορος πολλὰ τὰ ἔτη» καὶ τὰ ἑξῆς. Καὶ φορῶν τὸ στέμμα, κατέρχεται καὶ ἀπέρχεται
15ἐν τῷ μητατωρίῳ, καὶ καθέζεται εἰς τὸ σελλίον καὶ εἰσέρχονται τὰ ἀξιώματα, πίπτοντες καὶ φιλοῦντες τὰ δύο γόνατα αὐτοῦ. Βῆλον αʹ· οἱ μάγιστροι, βῆλον βʹ· οἱ πατρίκιοι καὶ στρατηγοί, τρίτον βῆλον· πρωτοσπαθάριοι, τέταρτον· ὁ τοῦ στρατιωτικοῦ, ὁ τῶν ἐξκουβίτων, τῶν
20ἱκανάτων καὶ τῶν νουμέρων, σπαθάριοι συγκλητικοὶ καὶ ὕπατοι, πέμπτον· σπαθάριοι, ἕκτον· στράτωρες, ἕβδομον· κόμητες τῶν σχολῶν, ηʹ· κανδιδάτοι καβαλλαρικοῦ, θʹ· σκρίβωνες καὶ δομέστικοι, ιʹ· ἀσηκρῆται, βεστήτορες καὶ σιλεντιάριοι, ιαʹ· μανδάτορες βασιλικοὶ καὶ κανδιδάτοι
25πεζοί, ιβʹ· κόμητες τοῦ ἀριθμοῦ, τῶν ἱκανάτων, τριβοῦνοι, κόμητες τοῦ πλοΐμου. Καὶ λέγει ὁ πραιπόσιτος· «Κελεύσατε» καὶ ἐπεύχονται τό· «Εἰς πολλοὺς καὶ ἀγαθοὺς χρόνους.» Καὶ ἐξέρχονται. Εἰς δὲ τὴν ἀγάπην καὶ τὴν κοινωνίαν, ὡς ἔχει ἡ συνήθεια
30τῶν ἑορτῶν, καὶ τὰ λοιπὰ πάντα πληροῦνται καθώς ἐστιν
ἡ συνήθεια.2 in vol. 2

2

.

3

(1t)

Ἀκτολογία τῶν δήμων ἐπὶ στεψίμῳ βασιλέως.
2Συνήθους ἑορτῆς τελουμένης, καὶ τῶν δεσποτῶν ἐν τῇ ἁγίᾳ ἐκκλησίᾳ προέλευσιν ποιουμένων καὶ πάντα τὰ συνήθη ταῖς προελεύσεσιν ἐπιτελουμένων, τῶν δεσποτῶν δὲ ἀνιόν‐
5των μετὰ τοῦ πατριάρχου εἰς τὸν ἄμβωνα (ἐκεῖσε γὰρ ἵσταται ἀντιμίσιον, ἐν ᾧ ἀπόκειται ἥ τε χλαμὺς καὶ τὰ στέμματα) εἶτα ποιεῖ εὐχὴν ὁ πατριάρχης ἐπὶ τῆς χλα‐ μύδος, καὶ μετὰ τὴν εὐχὴν ἐπιδίδωσιν ὁ πατριάρχης τὴν χλαμύδα τῷ μεγάλῳ βασιλεῖ. Καὶ ὁ βασιλεὺς μετὰ τῶν
10πραιποσίτων ἐνδύουσι τὴν χλανίδα τὸν νεοχειροτόνητον βασιλέα, καὶ πάλιν ποιεῖ εὐχὴν ἐπὶ τῶν στεμμάτων, καὶ πρῶτον μὲν ἰδίαις χερσὶ στέφει ὁ πατριάρχης τὸν μέγαν βασιλέα, εἶτα ἐπιδίδωσι τῷ μεγάλῳ βασιλεῖ τὸ στέμμα, καὶ στέφει ὁ βασιλεὺς τὸν νεοχειροτόνητον βασιλέα, καὶ
15εὐθέως ἀνακράζουσιν τὰ δύο μέρη καὶ λέγουσιν· «Ἄξιος.» Καὶ προσκυνοῦσι τὰ σκῆπτρα καὶ τὰ λοιπὰ σκεύη μετὰ τῶν βάνδων, ἑστῶτα δεξιᾷ καὶ ἀριστερᾷ ἔνθεν κἀκεῖθεν, οἱ δὲ τῆς συγκλήτου πάντες καὶ τὰ μέρη ἵστανται ἐν τῷ πρὸς ἀνατολὴν δεξιῷ μέρει τοῦ αὐτοῦ ἄμβωνος. Καὶ
20λέγουσιν οἱ κράκται· «Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη» Ὁ λαὸς ὁμοίως ἐκ γʹ. Οἱ κράκται· «ἐν ἀνθρώποις Χριστιανῶν εὐδοκία» Ὁ λαὸς ὁμοίως ἐκ γʹ. Οἱ κράκται· «ὅτι ἠλέησεν ὁ Θεὸς τὸν λαὸν αὐτοῦ.» Ὁ λαὸς ὁμοίως ἐκ γʹ. Οἱ κράκται· «Αὕτη ἡ ἡμέρα Κυρίου ἡ μεγάλη.» Ὁ
25λαὸς ὁμοίως ἐκ γʹ. Οἱ κράκται· «Αὕτη ἡ ἡμέρα τῆς ζωῆς τῶν Ῥωμαίων.» Ὁ λαὸς ὁμοίως ἐκ γʹ. Οἱ κράκται· «Αὕτη ἡ χαρὰ καὶ ἡ δόξα τοῦ κόσμου» Ὁ λαὸς ὁμοίως. Οἱ κράκται· «ἐν ᾗ τὸ στέφος τῆς βασιλείας» Ὁ λαὸς
ὁμοίως. Οἱ κράκται· «τῆς κορυφῆς σου ἀξίως περιε‐3 in vol. 2

2

.

4

τέθη.» Ὁ λαὸς ὁμοίως ἐκ γʹ. Οἱ κράκται· «Δόξα Θεῷ, τῷ Δεσπότῃ πάντων.» Ὁ λαὸς ὁμοίως. Οἱ κράκται· «Δόξα Θεῷ τῷ στέψαντι τὴν κορυφήν σου.» Ὁ λαὸς ὁμοίως. Οἱ κράκται· «Δόξα Θεῷ τῷ ἀναδείξαντί σε βασι‐
5λέα.» Ὁ λαὸς ὁμοίως. Οἱ κράκται· «Δόξα Θεῷ τῷ δοξά‐ σαντί σε οὕτως.» Ὁ λαὸς ὁμοίως. Οἱ κράκται· «Δόξα Θεῷ τῷ εὐδοκήσαντι οὕτως.» Ὁ λαὸς ὁμοίως. Οἱ κράκται· «Ἀλλ’ ὁ στέψας σε, ὁ δεῖνα βασιλέα, αὐτοχείρως» Ὁ λαὸς ὁμοίως. Οἱ κράκται· «φυλάξῃ σε εἰς πλήθη χρόνων
10ἐν πορφύρᾳ» Ὁ λαὸς ὁμοίως. Οἱ κράκται· «σὺν ταῖς Αὐγούσταις καὶ τοῖς πορφυρογεννήτοις» Ὁ λαὸς ὁμοίως. Οἱ κράκται· «εἰς δόξαν καὶ ἀνέγερσιν τῶν Ῥωμαίων.» Ὁ λαὸς ὁμοίως. Οἱ κράκται· «Εἰσακούσῃ ὁ Θεὸς τοῦ λαοῦ ὑμῶν.» Ὁ λαὸς ὁμοίως. Οἱ κράκται· «Πολλά, πολλά,
15πολλά». Ὁ λαός· «Πολλὰ ἔτη εἰς πολλά.» Οἱ κράκται· «Πολλοὶ ὑμῖν χρόνοι, ὁ δεῖνα καὶ ὁ δεῖνα αὐτοκράτορες Ῥωμαίων.» Ὁ λαός· «Πολλοὶ ὑμῖν χρόνοι.» Οἱ κράκται· «Πολλοὶ ὑμῖν χρόνοι, ὁ δεῖνα καὶ ὁ θεράποντες τοῦ Κυρίου.» Ὁ λαός· «Πολλοὶ ὑμῖν χρόνοι.» Οἱ κράκται· «Πολλοὶ ὑμῖν
20χρόνοι, ὁ δεῖνα καὶ ὁ δεῖνα Αὐγοῦσται τῶν Ῥωμαίων.» Ὁ λαός· «Πολλοὶ ὑμῖν χρόνοι.» Οἱ κράκται· «Πολλοὶ ὑμῖν χρόνοι, τῶν σκήπτρων ἡ εὐτυχία». Ὁ λαός· «Πολλοὶ ὑμῖν χρόνοι.» Οἱ κράκται· «Πολλοί σου χρόνοι, ὁ δεῖνα βασιλεῦ τῶν Ῥωμαίων.» Ὁ λαός· «Πολλοί σου χρόνοι.»
25Οἱ κράκται· «Πολλοί σου χρόνοι, θεόστεπτε ὁ δεῖνα.» Ὁ λαός· «Πολλοί σου χρόνοι». Οἱ κράκται· «Πολλοὶ ὑμῖν χρόνοι, δεσπόται, σὺν ταῖς Αὐγούσταις καὶ τοῖς πορφυρογεννήτοις.» Ὁ λαός· «Πολλοὶ ὑμῖν χρόνοι.» Οἱ κράκται· «Ἀλλ’ ὁ πάντων Ποιητὴς καὶ Δεσπότης» Ὁ
30λαὸς ὁμοίως. Οἱ κράκται· «ὁ στέψας ὑμᾶς τῇ αὐτοῦ παλάμῃ» Ὁ λαὸς ὁμοίως. Οἱ κράκται· «τοὺς χρό‐
νους ὑμῶν πληθύνῃ σὺν ταῖς Αὐγούσταις καὶ τοῖς πορφυ‐4 in vol. 2

2

.

5

ρογγεννήτοις» Ὁ λαὸς ὁμοίως. Οἱ κράκται· «εἰς τελείαν σύστασιν τῶν Ῥωμαίων.» Καὶ ἀπὸ τούτων εὐφημοῦσιν τὰ βʹ μέρη καὶ λέγουσι· «Πολλὰ τὰ ἔτη τῶν βασιλέων» καὶ τὰ ἑξῆς τῆς εὐφη‐
5μίας, καὶ ἐπεύχονται καὶ ἐξίασιν.5 in vol. 2

2

.

6

(1t)

ΜΗʹ (ΛΘʹ)
2tὍσα δεῖ παραφυλάττειν ἐπὶ στεφανώματι
3tβασιλέως.
4Τῆς συνήθους ἐκκλησιαστικῆς τάξεως τελουμένης ἐν
5τῷ ναῷ τοῦ ἁγίου πρωτομάρτυρος Στεφάνου τοῦ ἐν τῷ παλατίῳ τῆς Δάφνης, καὶ τῶν νεονύμφων στεφανουμέ‐ νων, ἐξέρχονται διὰ τοῦ Ὀκταγώνου καὶ τοῦ Αὐγουστέως καὶ τῆς Χρυσῆς Χειρός, καὶ δέχονται αὐτοὺς οἵ τε μάγι‐ στροι καὶ πατρίκιοι ἐν τῷ Ὀνοποδίῳ καὶ 〈μετὰ〉 τὸ στῆναι
10τοὺς νεονύμφους, γίνεται ἡ συνήθης ἀκολουθία. Καὶ ἀπὸ τῶν ἐκεῖσε ὀψικευομένων τῶν νεονύμφων ὑπό τε μαγίστρων καὶ πατρικίων καὶ τῆς λοιπῆς πάσης τάξεως, ἔρχονται μέχρι τοῦ σεκρέτου τῶν ὑπάτων καὶ δέχονται ἐκεῖσε πάντες οἱ συγκλητικοὶ ἅμα μαγίστρων καὶ πατρικίων καὶ 〈μετὰ〉
15τὸ στῆναι τοὺς νεονύμφους, γίνεται ἡ συνήθης ἀκολουθία. Τὰ δὲ μέρη ἵστανται ἐν τῷ τρικλίνῳ τῶν κανδιδάτων ἔνθεν κἀκεῖθεν πλησίον τῶν γραδηλίων τῆς Μανναύρας, καὶ δὴ τῶν νεονύμφων ἐξιόντων τὰς πύλας τοῦ Κονσιστωρίου, αὐλοῦσι τῶν δύο μερῶν τὰ ὄργανα, δηλονότι ἱσταμένων ἐν
20τῷ ἀριστερῷ μέρει τῆς ἀναβάσεως τῶν αὐτῶν γραδηλίων. Καὶ εὐθέως λέγουσιν οἱ κράκται τῶν δύο μερῶν ἑνώμενοι
ἄμφω· «Πολλά, πολλά, πολλά.» Ὁ λαός· «Πολλὰ ἔτη6 in vol. 2

2

.

7

εἰς πολλά.» Οἱ κράκται· «Ὁ Σωτὴρ ἡμῶν, τοὺς δεσπότας φύλαξον. Πνεῦμα τὸ πανάγιον, τὰς Αὐγούστας σκέπασον. Κύριε, ζωὴν αὐτῶν διὰ τὴν ζωὴν ἡμῶν. Βασιλεῦ νεόνυμφε, Θεὸς διαφυλάξῃ σε. Ἔντιμε, ἐνάρετε, Τριὰς κατακο‐
5σμήσῃ σε καὶ χαρὰν παρέξῃ σοι Θεὸς ὁ ἐπουράνιος, εὐλο‐ γῶν τὸν γάμον σου, ὡς μόνος ὑπεράγαθος. Ὃς ἐν Κανᾷ τὸ πρότερον τῷ γάμῳ παρεγένετο καὶ ἐν αὐτῷ εὐλόγησεν τὸ ὕδωρ ὡς φιλάνθρωπος, καὶ οἶνον ἀπετέλεσεν ἀνθρώποις εἰς ἀπόλαυσιν, οὗτος εὐλογήσῃ σε μετὰ τῆς συζύγου σου,
10καὶ τέκνα σοι δωρήσηται Θεὸς πορφυρογέννητα. Αὕτη ἡ ἡμέρα τῆς χαρᾶς τῶν Ῥωμαίων ἐν ᾗ ἐνυμφεύθης ὁ δεῖνα ἄναξ ὁ δεῖνα τῇ εὐτυχεστάτῃ Αὐγούστῃ. Καὶ ἀποκινούντων τῶν νεονύμφων, εἰσέρχονται τὰ μέρη εἰς τὸν παστόν, καὶ ἱσταμένων τῶν νεονύμφων ἐν τῷ
15παστῷ ἐστεφανωμένων, ἀκτολογοῦσιν τῶν δύο μερῶν οἱ κράκται ἑνώμενοι ἄμφω· «Πολλά, πολλά, πολλά.» Ὁ λαός· «Πολλὰ ἔτη εἰς πολλά.» Οἱ κράκται· «Καλῶς ἦλθες, ὁ δεσπότης τῶν Ῥωμαίων.» Ὁ λαός· «Καλῶς ἦλθες.» Οἱ κράκται· «Καλῶς ἦλθες, ὁ δεσπότης, σὺν τῇ
20Αὐγούστῃ.» Ὁ λαός· «Καλῶς ἦλθες.» Οἱ κράκται· «Καλῶς ἦλθες, θεοεπίλεκτε Αὐγοῦστα.» Ὁ λαός· «Καλῶς ἦλθες.» Οἱ κράκται· «Καλῶς ἦλθες, θεοσκέπαστε Αὐ‐ γοῦστα.» Ὁ λαός· «Καλῶς ἦλθες.» Οἱ κράκται· «Καλῶς ἦλθες, ὁ δεῖνα, χαρὰ Ῥωμαίων.» Ὁ λαός· «Καλῶς
25ἦλθες.» Οἱ κράκται· «Καλῶς ἦλθες, ἡ εὐγένεια τῆς πορ‐ φύρας.» Ὁ λαός· «Καλῶς ἦλθες.» Οἱ κράκται· «Καλῶς ἦλθες, ἡ ποθουμένη παρὰ πάντας» Ὁ λαός· «Καλῶς ἦλθες.» Οἱ κράκται· «σὺ ἐκ θείας ψήφου προεχειρίσθης εἰς σύστασιν καὶ ἀνέγερσιν τοῦ κόσμου, σὺ ἐνυμφεύθης ἐκ
30Θεοῦ τῇ πορφύρᾳ· σὲ εὐλόγησεν ὁ Θεὸς ὁ παντοκράτωρ, στεφανώσας σε τῇ αὐτοῦ παλάμῃ, ἀλλ’ ὁ εἰς ταύτην καλέ‐ σας σε τὴν ἀξίαν καὶ συζεύξας σε ὁ δεῖνα τῷ δεσπότῃ, τοὺς χρόνους σου πληθύνῃ ἐν τῇ πορφύρᾳ. Εἰσακούσῃ ὁ
Θεὸς τοῦ λαοῦ ὑμῶν.»7 in vol. 2

2

.

8

Χρὴ γινώσκειν ὅτι μετὰ τὴν ἀκτολογίαν τοῦ δήμου, τῶν δεσποτῶν ἀνιόντων πρὸς τὴν κόγχην τοῦ παστοῦ πρὸς τὸ ἀποθέσθαι τὰ στέμματα καὶ τοὺς στεφάνους, λέγουσιν οἱ κράκται τῶν δύο μερῶν ἑνώμενοι ἄμφω· «Ἔς, Πνεῦμα
5τὸ πανάγιον, τὸν γάμον ἐπευλόγησον.» Ὁ λαὸς ἐκ γʹ τὸ αὐτό. Οἱ κράκται· «Ὁ ἐν Κανᾷ Χριστὸς εὐλογήσας τὸν γάμον» Ὁ λαὸς ἐκ γʹ ὁμοίως. Οἱ κράκται· «εὐλογήσῃ τὸ στεφάνωμά σου, ὁ δεῖνα αὐτοκράτωρ.» Ὁ λαὸς ἐκ γʹ· «Ἔς, Πνεῦμα τὸ πανάγιον, τὸν γάμον ἐπευλόγησον» Οἱ κράκται·
10«μετὰ τῆς συζύγου σου τῆς ὁ δεῖνα» Ὁ λαὸς ἐκ γʹ· «Ἔς, Πνεῦμα τὸ πανάγιον,» Οἱ κράκται· «εἰς ἡμέρας καὶ και‐ ροὺς καὶ χρόνους» Ὁ λαὸς ἐκ γʹ· «Ἔς, Πνεῦμα τὸ πανά‐ γιον» Οἱ κράκται· «ἕως ἄκρου γήρως ὑμῶν ἐν βίῳ,» Ὁ λαὸς ἐκ γʹ· «Ἔς, Πνεῦμα τὸ πανάγιον,» Οἱ κράκται·
15«εἰς δόξαν αὐτοῦ καὶ εἰς σύστασιν τῶν Ῥωμαίων.» Ὁ λαός· «Ἔς, Πνεῦμα τὸ πανάγιον.» Οἱ κράκται· «Εἰσα‐ κούσῃ ὁ Θεὸς τοῦ λαοῦ ὑμῶν.» Ὁ λαός· «Ἔς, Πνεῦμα τὸ πανάγιον.» Οἱ κράκται· «Πολλά, πολλά, πολλά.» Ὁ λαός· «Πολλὰ ἔτη εἰς πολλά.» Οἱ κράκται· «Ἔς, Κύριε,
20ὁ τούτους συζεύξας, σὺ αὐτοὺς περίσωζε.» Ὁ λαός· «Ἔς, Πνεῦμα τὸ πανάγιον.» Οἱ κράκται· «Ἔς, ὁ Θεὸς ὁ ἅγιος, δὸς αὐτοῖς ὁμόνοιαν.» Ὁ λαός· «Ἔς, Πνεῦμα τὸ πανάγιον.» Οἱ κράκται· «Ἔς, τοῦτο τὸ βασίλειον, Κύριε, στερέωσον.» Ὁ λαός· «Ἔς, Πνεῦμα τὸ πανά‐
25γιον.» Οἱ κράκται· «Ἔς, Πνεῦμα τὸ πανάγιον, τὸν γάμον ἐπευλόγησον.» Ὁ λαός· «Πολυχρόνιον.» Καὶ ἐξέρχονται. Καὶ μετὰ ταῦτα ἀπέρχονται οἱ νεόνυμφοι ἐστεφανω‐ μένοι εἰς τὴν κόγχην τοῦ παστοῦ, ἔνθα ἵσταται ὁ βασιλι‐ κὸς χρυσοῦς κράβαττος, καὶ ἀποτιθοῦσιν τὰ μὲν στέμματα
30ἐν τῷ αὐτῷ κραβάττῳ, τὰ δὲ στεφάνια κρεμῶσιν οἱ τῆς
τάξεως τοῦ κουβουκλείου ἐν τῷ πενταπυργίῳ, ἐν ᾧ ἵσταται8 in vol. 2

2

.

9

ὁ βασιλικὸς κράβαττος. Καὶ εὐθέως ἀπέρχονται οἱ δεσπό‐ ται διὰ τῶν διαβατικῶν ὡς ἐπὶ τὸν Ἔρωτα, εἰς τὰ ιθʹ Ἀκκούβιτα καὶ ἀκουμβίζουσιν ἐπὶ τῆς τραπέζης.
4tἈκτολογία εἰς τὴν Αὐγοῦσταν.
5«Εὐφημήσωμεν κατὰ χρέως τὴν χαρὰν ἡμῶν τὴν Αὐγοῦσταν.» Οἱ κράκται· «Πολλοί σου χρόνοι, θεοπρό‐ βλητε Αὐγοῦστα.» Ὁ λαὸς ἐκ γʹ· «Πολλοί σου χρόνοι.» Οἱ κράκται· «Πολλοί σου χρόνοι, εὐτυχεστάτη Αὐγοῦστα.» Ὁ λαὸς ἐκ γʹ· «Πολλοί σου χρόνοι.» Οἱ κράκται· «Πολ‐
10λοί σου χρόνοι, ἡ σύζυγος τοῦ δεσπότου,» Ὁ λαὸς ἐκ γʹ· «Πολλοί σου χρόνοι.» Οἱ κράκται· «Σὺ ἐκ θείας ψήφου προεχειρίσης.» Ὁ λαὸς ἐκ γʹ ὁμοίως. Οἱ κράκται· «Σὲ εὐλόγησεν ὁ Θεὸς ὁ παντοκράτωρ.» Ὁ λαὸς ἐκ γʹ ὁμοίως. Οἱ κράκται· «Σὺ ἐνυμφεύθης ἐκ Θεοῦ τῇ πορ‐
15φύρᾳ.» Ὁ λαὸς ἐκ γʹ ὁμοίως. Οἱ κράκται· «Στεφανώσας σε τῇ ἰδίᾳ παλάμῃ, Ὁ λαὸς ἐκ γʹ ὁμοίως. Οἱ κράκται· «ἀλλ’ ὁ εἰς ταύτην καλέσας σε τὴν ἀξίαν» Ὁ λαὸς ὁμοίως ἐκ γʹ. Οἱ κράκται· «καὶ συζεύξας σε ὁ δεῖνα τῷ δεσπότῃ,» Ὁ λαὸς ὁμοίως ἐκ γʹ. Οἱ κράκται· «τοὺς χρό‐
20νους σου πληθύνῃ σὺν τῷ δεσπότῃ.» Ὁ λαὸς ἐκ γʹ ὁμοίως. Οἱ κράκται· «Εἰσακούσῃ ὁ Θεὸς τοῦ λαοῦ ὑμῶν.» Ὁ λαὸς ἐκ γʹ ὁμοίως, Οἱ κράκται· «Ὁ δεῖνα τῆς εὐσεβεστάτης Αὐγούστης πολλὰ τὰ ἔτη.» Ὁ λαός· «Πολυχρόνιον.» Εἰδέναι δὲ δεῖ ὅτι λέγεται καὶ τοῦτο γέγονέ ποτε, ὅτι
25μετὰ τὸ πληρῶσαι τὰ μέρη τὴν προρρηθεῖσαν ἀκτολογίαν πρὸ τῶν γραδηλίων τῆς ἀναβάσεως τῆς Μανναύρας, προαν‐ έρχονται τὰ δύο μέρη, καὶ οἱ μὲν Βένετοι ἀνέρχονται εἰς τὰ σκάμνα τὰ ἱστάμενα ἐν τῷ τῆς Μανναύρας ἀναδενδραδίῳ
ἔνθεν κἀκεῖθεν, καὶ ἀπόκρισιν μὴ δεχόμενοι, λέγουσιν οἱ κρά‐9 in vol. 2

2

.

10

κται κατάλεγμα· «Πολλὰ τὰ ἔτη τῶν βασιλέων.» Καὶ ὁ λαὸς ἀποκρίνεται τὰ ὀφειλόμενα τοῦ καταλέγματος. Καὶ μετὰ τὸ στῆναι τοὺς νεονύμφους γίνεται δοχὴ αʹ καὶ λέγουσιν οἱ κράκται καὶ ὁ λαὸς τὰς προρρηθείσας ἀκτολογίας. Καὶ
5πάλιν μετὰ μικρὸν τῆς τοιαύτης δοχῆς, γίνεται δοχὴ βʹ, καὶ δέχονται οἱ Πράσινοι ἀπὸ μικροῦ διαστήματος ἐν τῷ αὐτῷ ἀναδενδραδίῳ, καὶ τῶν νεονύμφων ἱσταμένων, λέγου‐ σιν οἱ κράκται καὶ ὁ λαὸς τὰς προρρηθείσας ἀκτολογίας καὶ μετὰ ταῦτα ἐπακολουθεῖ ἡ τάξις, καθὼς προείρηται.
10Χρὴ δὲ γινώσκειν ὅτι ἐν τοῖς ἐσχάτοις καιροῖς ἐκαινουρ‐ γήθη τοῦ γίνεσθαι τὸ στεφάνωμα τοῦ βασιλέως ἐν τῷ ναῷ τοῦ παλατίου τῆς ὑπεραγίας Θεοτόκου τοῦ Φάρου· καὶ δὴ τῶν νεονύμφων ἐξιόντων διὰ τοῦ Χρυσοτρικλίνου, δηλονότι ὀψικευομένων ὑπό τε τοῦ κουβουκλείου καὶ τῶν μαγίστρων
15καὶ πατρικίων, μελλόντων αὐτῶν ἐξιέναι τὰς ἀργυρᾶς τοῦ Χρυσοτρικλίνου πύλας, αὐλεῖ τὸ χρυσοῦν ὄργανον, καὶ
τὰ μέρη ἀκτολογοῦσιν, καθὼς προείρηται.10 in vol. 2

2

.

11

(1t)

ΜΘʹ (Μʹ)
1tὍσα δεῖ παραφυλάττειν ἐπὶ στεψίμῳ
2tΑὐγούστης.
3Ἐξέρχεται ὁ βασιλεὺς εἰς τὸν Αὐγουστέα, φορῶν τὴν χλαμύδα ἐστεμμένος, καὶ ποιεῖ προαγωγάς· καὶ περὶ ὥραν
5τρίτην καθέζεται μέσον τοῦ τρικλίνου. Ὁ δὲ τῆς κατα‐ στάσεως εὐτρεπίζει τὰ βῆλα, ὡς ἔχει ἡ συνήθεια, καὶ νεύουσιν οἱ δεσπόται τῷ πραιποσίτῳ, καὶ ἐξέρχεται μετὰ ὀστιαρίων καὶ βεργίων, καὶ προσκαλεῖται βῆλον αʹ· τοὺς μαγίστρους, βʹ· πατρικίους, τρίτον· τοὺς συγκλητικούς,
10ὑπάτους, κόμητας, κανδιδάτους, ἀπὸ ἐπάρχων καὶ στρα‐ τηλάτας, βῆλα βῆλα. Ὁ δὲ πατριάρχης ἔρχεται διὰ τῆς Δάφνης, καὶ εἰσέρχεται εἰς τὸν Ἅγιον Στέφανον καὶ ἐκδέχεται τοὺς δεσπότας, καὶ ὅτε εἰσέλθωσιν τὰ βῆλα πάντα καὶ πληρωθῶσιν, νεύουσιν οἱ δεσπόται τῷ πραιπο‐
15σίτῳ καὶ ἀπέρχεται καὶ προσκαλεῖται τὸν πατριάρχην, καὶ εἰσέρχεται εἰς τὸν Αὐγουστέα. Καὶ ἐξέρχεται ἡ βουλομένη στεφθῆναι, ὀψικευομένη ὑπὸ τοῦ κουβουκλείου, καὶ ἐγεί‐ ρονται οἱ δεσπόται καὶ ἀπέρχονται ἔνθα ἵσταται τὸ ἀντι‐ μίσιον ἅμα τοῦ πατριάρχου, καὶ τῆς Αὐγούστης φορού‐
20σης μαφόριον, ποιεῖ ὁ πατριάρχης τὰς συνήθεις εὐχάς. Καὶ ὅτε πληρώσῃ τὴν εὐχήν, ἐκδύουσιν τὴν Αὐγοῦσταν τὸ μαφόριον, καὶ ἐνδύουσιν αὐτὴν οἱ δεσπόται τὴν χλαμύδα, καὶ αὖθις ποιεῖ εὐχὴν ὁ πατριάρχης ἐπὶ τοῦ στέμματος, καὶ μετὰ τὴν πλήρωσιν τῆς εὐχῆς, λαμβάνει ὁ πατριάρχης
25τὸ στέμμα καὶ ἐπιδίδωσι τῷ βασιλεῖ, κἀκεῖνος τίθησιν αὐτὸ11 in vol. 2

2

.

12

εἰς τὴν κεφαλὴν τῆς Αὐγούστης, καὶ συντάσσεται ὁ πατριάρχης τοῖς δεσπόταις, καὶ ἐξέρχεται διὰ τοῦ Ὀκτα‐ γώνου κοιτῶνος, καὶ καθέζονται οἱ δεσπόται καὶ ἡ Αὐγοῦστα ἐπὶ σελλίων εἰς τὸ δεξιὸν μέρος, τοῦ Ἁγίου
5Στεφάνου. Καὶ εἰσέρχονται οἱ πατρίκιοι καὶ οἱ λοιποὶ πάντες, κρα‐ τούμενοι ὑπὸ σιλεντιαρίων πίπτοντες καὶ φιλοῦντες τὰ δύο γόνατα αὐτῶν, καὶ ἀπευχαριστοῦντες, καὶ ὅτε πληρωθῇ ἡ εὐχαριστία, νεύουσιν οἱ δεσπόται τῷ πραιποσίτῳ κἀκεῖνος
10λέγει· «Κελεύσατε» καὶ ἐπεύχονται πάντες· «Εἰς πολ‐ λοὺς καὶ ἀγαθοὺς χρόνους» καὶ ἐξέρχονται. Καὶ εὐθέως εἰσέρχεται τὸ σέκρετον τῶν γυναικῶν, βῆλον αʹ· αἱ ζωσταί, βῆλον βʹ· αἱ πατρικίαι, βῆλον γʹ· αἱ πρωτοσπαθαρίαι καὶ σπαθαρίαι, βῆλον δʹ· ὑπάτισσαι, βῆλον εʹ· στρατώρισσαι,
15βῆλον ϛʹ· κομήτισσαι, κανδιδάτισσαι, βῆλον ζʹ· σκριβώνισ‐ σαι, δομεστίκισσαι, βῆλον ηʹ· βεστητώρισσαι, σιλεντιάρισ‐ σαι, βῆλον θʹ· μανδατόρισσαι βασιλικαί, κομήτισσαι τοῦ ἀριθμοῦ, τῶν ἱκανάτων, βῆλον ιʹ· τριβούνισσαι, κομήτισσαι πλοΐμων, βῆλον ιαʹ· πρωτικτόρισσαι, κεντάρχισσαι. Εἰσέρ‐
20χονται κατὰ τάξιν, προσκυνοῦσαι τὰ δύο γόνατα τῶν δεσποτῶν ὁμοίως καὶ τῆς Αὐγούστης, καὶ ἵστανται κονσισ‐ τώριον, καὶ νεύουσιν οἱ δεσπόται τῷ πραιποσίτῳ, καὶ λέγει· «Κελεύσατε» καὶ ἐξέρχονται. Τὸ δὲ λοιπὸν τοῦ λαοῦ τῆς πόλεως καὶ τῶν ταγμάτων καὶ τῶν νουμέρων καὶ
25τὰ σκεύη πάντα ἑτοιμάζονται εἰς τὸ Τριβουνάλιον τῶν ιθʹ Ἀκκουβίτων. Καὶ ἵστανται οἱ πατρίκιοι ἐν τῷ Ὀνοποδίῳ, οἱ δὲ συγκλητικοὶ εἰς τὸν πόρτικα τῶν ιθʹ Ἀκκουβίτων. Καὶ ἐξέρχεται ἡ Αὐγοῦστα, ὀψικευομένη ὑπὸ τοῦ κουβουκλείου, καὶ συνεξέρχονται δὲ αὐτῇ καὶ οἱ δεσπόται μέχρι τῆς
30Χρυσῆς Χειρός, καὶ ὑποστρέφουσι. Καὶ ἐξελθούσης
αὐτῆς εἰς τὸ Ὀνοπόδιον, πίπτουσιν οἱ πατρίκιοι μετὰ τῶν12 in vol. 2

2

.

13

λοιπῶν συγκλητικῶν, καὶ ἀναστάντων αὐτῶν, νεύουσιν τῷ τῆς καταστάσεως, καὶ λέγει· «Κελεύσατε» καὶ ἐπεύχον‐ ται· «Εἰς πολλοὺς καὶ ἀγαθοὺς χρόνους» καὶ ὀψικεύουσιν αὐτὴν μέχρι τοῦ ἡλιακοῦ τοῦ Τριβουναλίου. Καὶ κατέρχονται
5οἱ ὕπατοι καὶ οἱ λοιποὶ συγκλητικοί, οἱ δὲ πατρίκιοι ἵσταν‐ ται εἰς τὰ βάθρα ἔνθεν κἀκεῖθεν, καὶ δεικνυούσης αὐτῆς 〈τὴν〉 ὄψιν, ἀνακράζουσιν τὰ μέρη· «Ἅγιος, Ἅγιος, Ἅγιος. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη.» Καὶ ἀκτολογοῦσι τὰ μέρη τὰ τῷ στεψίμῳ ἁρμόζοντα, καὶ λαμ‐
10βάνει ἡ Αὐγοῦστα κηρούς, καὶ ἅπτει πρὸς τὸν τίμιον σταυρόν, καὶ εὐφημεῖ ὁ λαὸς τοὺς δεσπότας, εὐφημεῖ καὶ τὴν Αὐγοῦσταν, καὶ ὅτε πληρωθῇ ἡ εὐφημία, προσκυνεῖ ἡ Αὐγοῦστα ἔνθεν κἀκεῖθεν, καὶ ὑποστρέφει διὰ τοῦ Αὐγουσ‐ τέως ὀψικευομένη· οἱ δὲ ὕπατοι ἵστανται εἰς τὸν πόρτικα,
15οἱ δὲ πατρίκιοι μέχρι τῆς Χρυσῆς Χειρός, καὶ δίδονται μίνσαι.
17tἈκτολογία τῶν δήμων ἐπὶ στεψίμῳ
18tΑὐγούστης
19Τῆς συνήθους πάσης τάξεως τελουμένης τοῦ στεψίμου
20ἐν τῷ τρικλίνῳ τοῦ Αὐγουστέως, καὶ ἀπὸ τῶν ἐκεῖσε, κατὰ τὸν εἰωθότα τύπον, ὀψικευομένης τῆς Αὐγούστης ὑπὸ πάσης τῆς συγκλήτου, οἱ μὲν τῆς συγκλήτου ἐξέρχονται διὰ τοῦ μεγάλου πυλῶνος τοῦ Τριβουναλίου, οἱ δὲ τῶν ταγμάτων ἄρχοντες ἵστανται ἐν τῷ αὐτῷ Τριβουναλίῳ,
25ἔνθα ἵσταται ὁ σταυρός, τά τε σκῆπτρα καὶ τὰ λοιπὰ σκεύη μετὰ καὶ τῶν λαβούρων, τὰ δὲ δύο μέρη ἅμα ἵσταν‐ ται ἔμπροσθεν τῶν σκήπτρων καὶ σκευῶν καὶ βάνδων. Καὶ δὴ τῆς Αὐγούστης ὀψικευομένης ὑπό τε τοῦ πραιποσίτου
καὶ τῆς λοιπῆς τάξεως τοῦ κουβουκλείου, καὶ τὸ ἐξελ‐13 in vol. 2

2

.

14

θεῖν αὐτὴν καὶ στῆναι ἐπὶ τοῦ ἡλιακοῦ, κράζουσι τὰ δύο μέρη· «Ἅγιος, Ἅγιος, Ἅγιος» καὶ εὐθέως προσκυνοῦσι τά τε σκῆπτρα καὶ σκεύη μετὰ τῶν βάνδων. Καὶ λέγουσιν οἱ κράκται· «Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη»
5Ὁ λαὸς ἐκ γʹ ὁμοίως. Οἱ κράκται· «ἐν ἀνθρώποις Χρισ‐ τιανῶν εὐδοκία,» Ὁ λαὸς ὁμοίως ἐκ γʹ. Οἱ κράκται· «ὅτι ἠλέησεν ὁ Θεὸς τὸν λαὸν αὐτοῦ.» Ὁ λαὸς ὁμοίως ἐκ γʹ. Οἱ κράκται· «Αὕτη ἡ ἡμέρα Κυρίου ἡ μεγάλη.» Ὁ λαὸς ἐκ γʹ ὁμοίως. Οἱ κράκται· «Αὕτη ἡ ἡμέρα τῆς ζωῆς τῶν
10Ῥωμαίων.» Ὁ λαὸς ἐκ γʹ ὁμοίως. Οἱ κράκται· «Αὕτη ἡ χαρὰ καὶ ἡ δόξα τοῦ κόσμου» Ὁ λαὸς ἐκ γʹ ὁμοίως. Οἱ κράκται· «ἐν ᾗ τὸ στέφος τῆς βασιλείας τῇ κορυφῇ σου ἀξίως περιετέθη.» Ὁ λαὸς ἐκ γʹ ὁμοίως. Οἱ κράκται· «Δόξα Θεῷ τῷ Δεσπότῃ πάντων.» Ὁ λαὸς ὁμοίως ἐκ γʹ.
15Οἱ κράκται· «Δόξα Θεῷ τῷ ἀναδείξαντι σε βασίλισσαν.» Ὁ λαὸς ὁμοίως ἐκ γʹ. Οἱ κράκται. «Δόξα Θεῷ τῷ στέ‐ ψαντι τὴν κορυφήν σου.» Ὁ λαὸς ὁμοίως ἐκ γʹ. Οἱ κράκ‐ ται· «Δόξα Θεῷ τῷ εὐδοκήσαντι οὕτως.» Ὁ λαὸς ὁμοίως ἐκ τρίτου. Οἱ κράκται· «Ἀλλ’ ὁ στέψας σε ὁ δεῖνα αὐτοχεί‐
20ρως» Ὁ λαὸς ἐκ τρίτου ὁμοίως. Οἱ κράκται· «φυλάξῃ σε εἰς πλήθη χρόνων ἐν τῇ πορφύρᾳ» Ὁ λαὸς ἐκ γʹ ὁμοίως. Οἱ κράκται· «εἰς δόξαν καὶ ἀνέγερσιν τῶν Ῥωμαίων.» Ὁ λαὸς ὁμοίως ἐκ γʹ. Οἱ κράκται· «Εἰσακούσῃ ὁ Θεὸς τοῦ λαοῦ ὑμῶν.» Ὁ λαὸς ὁμοίως ἐκ γʹ.
25tἈκτολογία εἰς τοὺς βασιλέας.
26Οἱ κράκται· «Πολλά, πολλά, πολλά.» Ὁ λαός· «Πολλὰ ἔτη εἰς πολλά.» Οἱ κράκται· «Πολλοὶ ὑμῖν χρόνοι, ὁ δεῖνα αὐτοκράτορες Ῥωμαίων.» Ὁ λαός· «Πολλοὶ ὑμῖν χρόνοι.»
Οἱ κράκται· «Πολλοὶ ὑμῖν χρόνοι, οἱ θεράποντες τοῦ14 in vol. 2

2

.

15

Κυρίου.» Ὁ λαός· «Πολλοὶ ὑμῖν χρόνοι.» Οἱ κράκται· «Πολλοὶ ὑμῖν χρόνοι, τῶν σκήπτρων ἡ εὐτυχία.» Ὁ λαός· «Πολλοὶ ὑμῖν χρόνοι.» Οἱ κράκται· «Πολλοί σου χρόνοι, ὁ δεῖνα βασιλεῦ τῶν Ῥωμαίων.» Ὁ λαός· «Πολλοί σου
5χρόνοι.» Οἱ κράκται· «Πολλοὶ ὑμῖν χρόνοι, δεσπόται, σὺν ταῖς Αὐγούσταις καὶ τοῖς πορφυρογεννήτοις.» Ὁ λαός· «Πολλοὶ ὑμῖν χρόνοι.» Οἱ κράκται· «Ἀλλ’ ὁ πάντων Ποιη‐ τὴς καὶ Δεσπότης» Ὁ λαὸς ὁμοίως ἐκ γʹ. Οἱ κράκται· «ὁ στέψας ὑμᾶς τῇ αὐτοῦ παλάμῃ», Ὁ λαὸς ὁμοίως. Οἱ
10κράκται· «τοὺς χρόνους ὑμῶν πληθύνῃ σὺν ταῖς Αὐγούσ‐ ταις καὶ τοῖς πορφυρογεννήτοις» Ὁ λαὸς ὁμοίως. Οἱ κράκται· «εἰς τελείαν σύστασιν τῶν Ῥωμαίων.» Καὶ ἀπὸ τούτων εὐφημοῦσι τὰ δύο μέρη, καὶ λέγουσιν· «Πολλὰ τὰ ἔτη τῶν βασιλέων» καὶ τὰ ἑξῆς τοῦ καταλέγματος. Καὶ
15μετὰ ταῦτα ἐπεύχονται καὶ ἐξιοῦσιν.15 in vol. 2

2

.

16

(1t)

Νʹ (ΜΑʹ)
1tὍσα δεῖ παραφυλάττειν ἐπὶ στεψίμῳ
2tΑὐγούστης καὶ στεφανώματος.
3Πρὸ μιᾶς δίδοται ἀπόκρισις ἀλλαξίμων, καὶ τῇ ἑξῆς τάχιον προέρχονται πάντες οἱ συγκλητικοί, καὶ ἀλλάσσου‐
5σιν ἐν τῷ Κονσιστωρίῳ, καὶ ὅτε κελεύουσιν οἱ δεσπόται, ἀνέρχονται οἱ πατρίκιοι καὶ οἱ λοιποὶ τοῦ σεκρέτου εἰς τὴν Χρυσῆν Χεῖρα, καὶ τιθέασιν σελλία εἰς τὸν Αὐγουστέα, καὶ καθέζονται οἱ δεσπόται ἐστεμμένοι, καὶ δέχονται τὸ σέκρε‐ τον βῆλα βῆλα, καθὼς ἔχει ἡ συνήθεια. Καὶ μετὰ τὸ στῆ‐
10ναι τὸ σέκρετον ὅλον, συνεισέρχεται ὁ τῆς καταστάσεως μετὰ καὶ ἄλλων πέντε σιλεντιαρίων ὄπισθεν τοῦ σεκρέτου ἔνθεν κἀκεῖθεν, καὶ νεύει ὁ βασιλεὺς τῷ πραιποσίτῳ, καὶ εἰσέρχονται εἰς τὸν Ἅγιον Στέφανον, καὶ προσκαλεῖται τὸν πατριάρχην, καὶ ἐξέρχεται εἰς τὸν Αὐγουστέα, καὶ μετὰ
15τὸ ἐξελθεῖν τὸν πατριάρχην, ἐγείρονται οἱ δεσπόται καὶ δέχονται αὐτόν. Καὶ ὄπισθεν τῶν βασιλικῶν σελλίων ἵστα‐ ται ἀντιμίσιον, ἔνθα κεῖται ἡ βασιλικὴ χλαμύς, καὶ στάν‐ τος τοῦ πατριάρχου εἰς τὸ ἀντιμίσιν, νεύει ὁ βασιλεὺς τῷ πραιποσίτῳ, καὶ εἰσέρχονται οἱ ἐπίσκοποι καὶ ὁ κλῆρος
20τοῦ σεκρέτου τοῦ πατριάρχου, καὶ ἵστανται ὄπισθεν τοῦ βασιλικοῦ σεκρέτου ἐπὶ τὸ τῆς ἀψίδος μέρος. Καὶ εὐθέως νεύει ὁ βασιλεὺς τῷ πραιποσίτῳ, καὶ εἰσάγει τὴν Αὐγοῦσ‐
ταν ἀπὸ μαφορίου, φοροῦσαν καὶ στιχάριν βασιλίκιν, διὰ16 in vol. 2

2

.

17

τοῦ διαβατικοῦ τοῦ Ἁγίου Στεφάνου εἰς τὸν Αὐγουστέα, οὔσης αὐτῆς εἰς τὸν κοιτῶνα ἔνδον τοῦ Ὀκταγώνου, πρὸς τοὺς δεσπότας, καὶ εὐθέως ἄρχεται ὁ πατριάρχης τὴν εὐχὴν εἰς τὴν χλαμύδα.
5Καὶ ὅτε ἡ εὐχὴ παρὰ τοῦ πατριάρχου τελεῖται, λαμβάνει ἡ Αὐγοῦστα κηρούς, καὶ πληρωθείσης τῆς εὐχῆς ἐπιδί‐ δωσι τοὺς κηροὺς τῷ πριμικηρίῳ εἴτε τῷ ὀστιαρίῳ, καὶ ἀποσκεπάζουσιν οἱ δεσπόται τὸ μαφόριον τῆς Αὐγούστης, καὶ λαμβάνουσιν αὐτὸ οἱ κουβικουλάριοι ἁπλοῦντες αὐτὸ
10γύροθεν αὐτῆς. Καὶ λαμβάνει ὁ πατριάρχης τὴν χλαμύδα καὶ ἐπιδίδωσι τοῖς δεσπόταις, καὶ εὐθέως περιτιθέασιν οἱ δεσπόται τὴν χλαμύδα τῇ Αὐγούστῃ, καὶ φιβλώνουσιν αὐτὴν οἱ αὐτοί, καὶ πάλιν ποιεῖ εὐχὴν ἐπὶ τοῦ στέμματος καὶ τῶν πρεπενδουλίων, καὶ ὅτε πληρώσῃ τὴν εὐχὴν ὁ
15πατριάρχης, ἐπιδίδωσι τὸ στέμμα τοῖς δεσπόταις, καὶ οἱ δεσπόται ἐπιτιθέασιν αὐτὸ εἰς τὴν κεφαλὴν τῆς Αὐγούσ‐ της. Ὁμοίως ἐπιδίδωσιν ὁ πατριάρχης καὶ τὰ πρεπεν‐ δούλια τοῖς δεσπόταις, καὶ κρεμῶσιν αὐτὰ οἱ δεσπόται ἐν τῷ στέμματι τῆς Αὐγούστης, καὶ εὐθέως εἰσέρχεται ὁ
20πατριάρχης εἰς τὸν Ἅγιον Στέφανον καὶ οἱ ἐπίσκοποι καὶ τὸ σέκρετον τοῦ πατριάρχου, καὶ τίθεται σελλίον ἄλλο λόγῳ τῆς Αὐγούστης, καὶ εὐθέως καθέζονται οἱ δεσπόται καὶ ἡ Αὐγοῦστα. Καὶ μετὰ τοῦτο εἰσάγονται παρὰ τοῦ τῆς καταστάσεως πάντες, προσκυνοῦντες τὰ γόνατα τῶν δεσ‐
25ποτῶν καὶ τῆς Αὐγούστης, καὶ μετὰ τὸ προσκυνῆσαι πάν‐ τας τοῦ σεκρέτου, (ἵστανται καὶ οἱ σιλεντιάριοι, καὶ εἰσάγει αὐτοὺς ὁ τοποτηρητὴς τῷ κόμητι τῶν ἀδμησιόνων, καὶ προσκυνοῦσιν καὶ ἵστανται ὄπισθεν, καὶ προσκυνεῖ καὶ ὁ τῆς καταστάσεως), καὶ εὐθέως λαμβάνει νεῦμα παρὰ
30τῶν δεσποτῶν ὁ πραιπόσιτος καὶ λέγει· «Κελεύσατε» καὶ ἐξέρχονται ἐπευχόμενοι, καὶ ἀπέρχονται οἱ πατρίκιοι εἰς
τὸ Ὀνοπόδιον, καὶ οἱ ὕπατοι εἰς τὸν πόρτηκα τῶν ιθʹ17 in vol. 2

2

.

18

Ἀκκουβίτων, καὶ ἵστανται κονσιστώριον εἰς τὸ σχιστὸν βῆλον, οἱ δὲ κόμητες καὶ οἱ κανδιδάτοι καὶ οἱ δομέστικοι καὶ οἱ λοιποὶ ἀπέρχονται ἐν τῷ Τριβουναλίῳ, καὶ ἵστανται ἔμπροσθεν τῶν σκευῶν. Καὶ ἐξελθόντος τοῦ σεκρέτου ἀπὸ
5τοῦ πόρτηκος τοῦ Αὐγουστέως, εὐθέως εἰσάγει ὁ τῆς καταστάσεως μετὰ καὶ ἑτέρου σιλεντιαρίου, κρατοῦντες τὴν πρώτην τῶν συγκλητικῶν, καὶ ὄπισθεν αἱ λοιπαὶ ἀκο‐ λουθοῦσαι, ἔμπροσθεν δὲ ὀστιάριος μετὰ βεργίου, καὶ ἔνθα νεύσει, προσκυνοῦσι τρίτον. Καὶ εἰσάγονται αἱ προρρηθεῖ‐
10σαι ὑπὸ σιλεντιαρίων κρατούμεναι, καὶ προσκυνοῦσι τὰ γόνατα τῶν δεσποτῶν, ὁμοίως καὶ τῆς Αὐγούστης, καὶ ὅτε πληρώσωσιν αἱ συγκλητικαὶ τὴν προσκύνησιν, ἐξέρχονται αὐταὶ εἰς τὴν Χρυσῆν Χεῖρα καὶ ἵστανται ἔνδοθεν τῆς κορτίνας. Καὶ τῆς Αὐγούστης ἐξελθούσης εἰς τὴν Χρυσῆν
15Χεῖρα, εἰσέρχονται ὄπισθεν αὐτῆς αἱ πατρικίαι καὶ αἱ λοιπαὶ συγκλητικαί, καὶ ἐξέρχεται ἡ Αὐγοῦστα ἐν τῷ Ὀνο‐ ποδίῳ, ὀψικευομένη ὑπὸ τοῦ κουβουκλείου, καὶ ἵστανται οἱ πατρίκιοι κονσιστώριον εἰς τὸ αὐτὸ Ὀνοπόδιον, καὶ στά‐ σης αὐτῆς, πίπτουσιν οἱ πατρίκιοι. Καὶ ἀναστάντων
20αὐτῶν, νεύει ὁ πραιπόσιτος τῷ τῆς καταστάσεως, καὶ λέγει· «Κελεύσατε» καὶ ἐπεύχονται· «Εἰς πολλοὺς καὶ ἀγαθοὺς χρόνους.» Καὶ ἀποκινοῦσιν ὀψικεύοντες, καὶ αἴρεται ἡ κορτίνα ὑπὸ δύο σιλεντιαρίων, καὶ ἵσταται πάλιν ἡ Αὐγοῦστα εἰς
25τὸ Δικιόνιον, καὶ πίπτουσιν οἱ συγκλητικοὶ ἅμα τοῖς πατρικίοις, καὶ ἀναστάντων αὐτῶν, νεύει ὁ πραιπόσιτος τῷ σιλεντιαρίῳ, καὶ λέγει· «Κελεύσατε» καὶ ἐπεύχονται. Καὶ ἀποκινεῖ ἡ σύγκλητος, καὶ ἐξέρχεται διὰ τοῦ μέσου πυλῶνος τοῦ Τριβουναλίου ἔνθεν κἀκεῖθεν εἰς τὴν κεφαλὴν
30τῶν βάθρων, καθὼς ὀψικεύουσιν· οἱ δὲ λοιποὶ ἄρχοντες τῶν ταγμάτων κατέρχονται ἐν τῷ αὐτῷ Τριβουναλίῳ, ἔνθα
ἵσταται ὁ σταυρὸς καὶ τὰ σκῆπτρα, λάβουρά τε ἅμα καὶ18 in vol. 2

2

.

19

τῶν λοιπῶν σκευῶν, τὰ δὲ δύο μέρη ἐν τῷ ἅμα, καὶ τὸ λοιπὸν ἅπαν τοῦ λαοῦ καὶ οἱ ἄρχοντες τῶν ταγμάτων ἵστανται ἔμπροσθεν τῶν σκευῶν εἰς τοὺς τόπους αὐτῶν. Καὶ ὅτε ἐξέλθῃ ἡ σύγκλητος ἅμα τοῖς πατρικίοις καὶ στῶ‐
5σιν, ἀναφαίνει ἡ Αὐγοῦστα, ὁδηγουμένη ὑπὸ τοῦ πραιπο‐ σίτου καὶ πριμικηρίου, καὶ στάσης αὐτῆς εἰς τὴν μέσην τοῦ ἡλιακοῦ, ἀνακράζουσι τὰ μέρη καὶ ἅπαν τοῦ λαοῦ· «Ἅγιος, Ἅγιος, Ἅγιος. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη.» Καὶ ἀκτολογοῦσι τὰ μέρη τὰ τῷ στεψίμῳ
10ἁρμόζοντα. Καὶ ἀποκινεῖ ἡ Αὐγοῦστα εἰς τὴν μέσην τοῦ ἡλιακοῦ, καὶ ὅτε ἀπέλθῃ εἰς τὸ μέσον κάγκελον, ἵσταται, καὶ ἐπιδίδωσιν ὁ ὀστιάριος ζυγὴν κηροὺς καὶ λαβοῦσα τοὺς κηροὺς ποιεῖ προσκύνησιν ἐπὶ τὸν σταυρόν, καὶ εὐθέως πίπτουσιν οἱ ἄρχοντες καὶ προσκυνοῦσιν αὐτὴν καὶ τὰ
15σκεύη πάντα, σκῆπτρα, λάβουρα καὶ τὰ λοιπά. Καὶ ὅτε πληρώσωσιν τὰ μέρη τὰ ἄκτα τῆς ἀναγορεύ‐ σεως, καὶ εἴπωσι· «Τοῦτο τὸ βασίλειον, Κύριε, στερέω‐ σον», εὐθέως εἰσέρχεται ἡ σύγκλητος εἰς τὸν πόρτηκα τῶν ιθʹ Ἀκκουβίτων, καὶ ἵστανται κονσιστώριον μέχρι τοῦ
20Δικιονίου καὶ Ὀνοποδίου, αἱ δὲ συγκλητικαὶ γυναῖκες ἀκο‐ λουθοῦσαι, ὅτε ἀποκινήσῃ ἡ σύγκλητος τὴν ἔσω, μεθί‐ στανται αἱ γυναῖκες καὶ ἀπέρχονται ἐπὶ τοὺς ἐλεφαντίνους πυλῶνας τοῦ Καστρησιάκου, καὶ ἐκδέχονται ἐκεῖσε, μέχρις ἂν εἰσέλθῃ ἡ Αὐγοῦστα εἰς τὸν Αὐγουστέα. Ἡ δὲ σύγκλη‐
25τος ἵσταται, μέχρις ἂν πληρώσωσι τὰ μέρη· «Πολλὰ τὰ ἔτη,» καὶ τὰ ἑξῆς, καὶ ὅτε πληρώσωσι τὴν εὐφημίαν τὰ μέρη, προσκυνεῖ ἡ Αὐγοῦστα ἔνθεν κἀκεῖσε πρὸς τὰ δύο μέρη, καὶ ἀποκινεῖ τὴν ἔσω, καὶ λέγουσι τὰ δύο μέρη· «Περισώσῃ ὁ Θεὸς τὴν Αὐγοῦσταν», αἱ δὲ πατρικίαι
30ἵστανται ἔνδον τῆς πύλης τοῦ Τριβουναλίου, καὶ ὅτε εἰσέλθῃ ἡ Αὐγοῦστα ἀπὸ τοῦ ἡλιακοῦ, ἀποκινοῦσιν οἱ
πατρίκιοι μέχρι τῆς Χρυσῆς Χειρὸς ὀψικεύοντες· τὸ δὲ19 in vol. 2

2

.

20

σέκρετον τῶν ὑπάτων ἵσταται μέχρι τοῦ Δικιονίου, καὶ ὅτε μεσάσῃ ἡ Αὐγοῦστα εἰς τὴν μέσην τῶν ὑπάτων, ἐπεύχον‐ ται τό· «Εἰς πολλοὺς καὶ ἀγαθοὺς χρόνους.» Ὁμοίως καὶ οἱ πατρίκιοι εἰς τὴν Χρυσῆν Χεῖρα, καὶ διέρχεται ἡ
5Αὐγοῦστα, καὶ εἰσέρχεται εἰς τὸν Αὐγουστέα, καὶ ἵσταται τὸ πᾶν τοῦ κουβουκλείου εἰς τὸν Αὐγουστέα, καὶ ῥωμαΐ‐ ζουσιν· «Βαῖνε, βαῖνε, ἡ Αὐγοῦστα· καλῶς ἦλθες, ἡ Αὐγοῦστα.» Καὶ εἰσέρχεται ἡ Αὐγοῦστα εἰς τὸ Ὀκτάγωνον τὸ ἔξω τοῦ Ἁγίου Στεφάνου, καὶ εἰσέρχεται ὁ βασιλεὺς
10καὶ ἡ Αὐγοῦστα εἰς τὸν Ἅγιον Στέφανον, καὶ γίνεται τὸ μνῆστρον καὶ ἐξέρχονται τῆς ἐκκλησίας. Καὶ λειτουργεῖ ὁ πατριάρχης, καὶ ὅτε ἀπολύσῃ ἡ λειτουργία, εἰσέρχονται οἱ δεσπόται καὶ ἡ Αὐγοῦστα, καὶ γίνεται τὸ στεφάνωμα. Χρὴ δὲ εἰδέναι ὅτι ὁ βασιλεὺς ἐστεμμένος στεφανοῦται,
15καὶ ἐξέρχονται ἐστεφανωμένοι ἐπὶ τὴν Χρυσῆν Χεῖρα, καὶ δέχονται οἱ πατρίκιοι ἐν τῷ Ὀνοποδίῳ, καὶ στάντων τῶν δεσποτῶν, πίπτουσιν οἱ αὐτοί. Καὶ ἀναστάντων αὐτῶν, νεύει ὁ πραιπόσιτος τῷ τῆς καταστάσεως, καὶ λέγει· «Κελεύσατε» καὶ ἐπεύχονται· «Εἰς πολλοὺς καὶ ἀγα‐
20θοὺς χρόνους» καὶ ἀποκινοῦσιν, ὀψικεύοντες μέχρι τοῦ σεκρέτου τῶν ὑπάτων, καὶ στάντων τῶν δεσποτῶν, πίπτου‐ σιν οἱ συγκλητικοὶ πάντες ἅμα τοῖς πατρικίοις, καὶ ἀνα‐ στάντων αὐτῶν, νεύει ὁ πραιπόσιτος τῷ σιλεντιαρίῳ, καὶ λέγει· «Κελεύσατε» καὶ ἀποκινοῦσιν ὀψικεύοντες μέχρι
25τοῦ παστοῦ. Τὰ δὲ μέρη δέχονται εἰς τὸν τρίκλινον τῶν κανδιδάτων ἔνθεν κἀκεῖθεν πλησίον τῶν γραδηλίων τῆς Μανναύρας, οἱ δὲ κράκται τῶν δύο μερῶν ἡνωμένοι λέγουσιν οἱ ἀμφότεροι ὁμοῦ τὰς ἀναφωνήσεις, τὰ δὲ ὄργανα αὐλοῦ‐ σιν ἐπὶ τὸ μέρος τῶν Πρασίνων. Καὶ ὅτε διέλθῃ τὸ στε‐
30φάνωμα, εἰσέρχονται τὰ μέρη εἰς τὸν παστόν, καὶ ἵστανται οἱ βασιλεῖς ἐστεμμένοι εἰς τὸν παστόν, καὶ ἀκτολογοῦσιν
τὰ μέρη τὰ κατὰ συνήθειαν. Καὶ ἀπέρχονται οἱ δεσπόται20 in vol. 2

2

.

21

ἐστεφανωμένοι εἰς τὴν κόγχην τοῦ παστοῦ, ἔνθα ἵσταται ὁ βασιλικὸς κράβαττος, καὶ τιθέασιν τὰ στέμματα ἐπὶ τὸν κράβαττον, καὶ εὐθέως ἀπέρχονται οἱ δεσπόται διὰ τῶν διαβατικῶν, ὡς ἐπὶ τὸν Ἔρωτα, εἰς τὰ ιθʹ Ἀκκούβιτα, καὶ
5ἀκουβίζουσιν καὶ ὅτε ἀναστῶσιν, ὁρίζει οὓς κελεύει φίλους, καὶ εἰσέρχονται εἰς τὸν παστὸν, ὡς ἔχει ἡ συν‐ ήθεια. Χρὴ δὲ γινώσκειν ὅτι οὐ καθέζονται οἱ δεσπόται μετὰ χλανίδια εἰς τὸν παστὸν μετὰ τῶν φίλων, ὁ μέγας βασι‐
10λεὺς φορῶν σαγίον χρυσοῦν, ὁ δὲ μικρὸς βασιλεὺς φορῶν τζιτζάκιν, οἱ δὲ φίλοι, καθὼς ἀκουμβίζουσιν. Χρὴ δὲ γινώσκειν ὅτι, ἐὰν ἐξέλθῃ ἡ Αὐγοῦστα ἐστεμμένη ἐν τῷ τρικλίνῳ, οἱ σπαθάριοι μετὰ διστράλια ὀψικεύουσιν, τὸ δὲ ἅρμα οὐκ ἀκολουθεῖ· εἰ δὲ ἐπὶ τῶν ιθʹ Ἀκκουβίτων
15οὐκ ὀψικεύουσιν οἱ σπαθάριοι τὸ σύνολον. Αἱ δὲ συγκλη‐ τικαί, ἀφ’ οὗ εἰσέλθῃ ἡ Αὐγοῦστα ἀπὸ τοῦ Τριβουναλίου εἰς τὸν Αὐγουστέα, εἰσέρχονται καὶ αἱ γυναῖκες διὰ τοῦ τρικλίνου τῶν ιθʹ Ἀκκουβίτων διὰ τῆς εἰσόδου τοῦ βασιλικοῦ ἀκκουβίτου, καὶ ἀπέρχονται εἰς τὸν πόρτικα τοῦ Αὐγου‐
20στέως, ἔνθα κρέμαται ἡ κορτίνα. Καὶ ὅτε διέλθῃ τὸ στε‐ φάνωμα εἰς τὴν Χρυσῆν Χεῖρα, εἰσέρχονται αἱ πατρικίαι καὶ αἱ λοιπαὶ ὄπισθεν τῆς Αὐγούστης μέχρι τῆς γεφύρας, καὶ αἱ κλητωρευθεῖσαι ἀπέρχονται ἐπὶ τὸν κοχλίαν τῆς Ἁγίας Χριστίνης, καὶ αἱ λοιπαὶ ἀναχωροῦσιν.
25Χρὴ δὲ εἰδέναι ὅτι οὐ φοροῦσιν αἱ πατρίκιαι εἰς τὸ στε‐ φάνωμα τῆς Αὐγούστης προπόλωμα. Χρὴ δὲ γινώσκειν 〈ὅτι〉 ὁρίζει ὁ βασιλεὺς ἐκ τὰς πατρι‐ κίας, οἵας θέλει, ἵνα εἰσέλθωσιν εἰς τὸν Αὐγουστέα διὰ τοῦ Ὀκταγώνου, καὶ ἴδωσι 〈τὸ〉 στέψιμον τῆς Αὐγούστης.
30Ὁμοίως καὶ εἰς τὸ στεφάνωμα ὁρίζει ὁ βασιλεύς, ἵνα εἰσέλθῃ
ὁ παράνυμφος, καὶ πατρικίους, οὓς κελεύει, καὶ ὅτε πληρωθῇ21 in vol. 2

2

.

22

τὸ στεφάνωμα, ἐξέρχονται οἱ αὐτοὶ πατρίκιοι καὶ ἵστανται εἰς τοὺς τόπους αὐτῶν μετὰ καὶ τοὺς λοιποὺς πατρι‐ κίους. Χρὴ δὲ γινώσκειν ὅτι τῇ τρίτῃ τοῦ λουτροῦ, ὅπως ὀφεί‐
5λει γενέσθαι ἡ ἀκολουθία, ἵσταται τὸ μέρος τῶν Βενέτων εἰς τὸν δεξιὸν ἔμβολον τῆς Μανναύρας, οὗ ἐστιν ἡ πύλη τοῦ Αὐγουστέως, τὰ ἴσα τοῦ πίνσου, ὁμοίως καὶ οἱ Πράσι‐ νοι εἰς τὸ ἀντικρὺ μέρος πλησίον τοῦ στάβλου, τὸ δὲ ὄργα‐ νον εἰς τὸ ἀναδενδράδιον, καὶ τὸ ἕτερον εἰς τὴν εἴσοδον
10τοῦ στάβλου, ὀλίγον ἀπὸ διαστήματος, καὶ ἄλλο ὄργανον ἐκεῖθεν τοῦ πουλπίτου τοῦ καταβασίου τοῦ λουτροῦ. Καὶ ὅτε ἐξέλθωσιν τὰ σάβανα, ἡ μυροθήκη, τὰ σκρινία καὶ τὰ σικλό‐ τρουλλα, ὀψικεύουσιν αὐτὰ 〈οἱ〉 ὕπατοι μέχρι τοῦ καταβα‐ σίου τοῦ λουτροῦ, τὰ θυμελικὰ πάντα ὀψικεύουσιν, ὡς ἔχει
15ἡ συνήθεια, καὶ ἀποσωθέντων τῶν σαβάνων, ἔρχονται οἱ ὕπατοι, καὶ ἵστανται εἰς τὴν πόδωσιν τῆς γεφύρας κονσισ‐ τώριον· οἱ δὲ πατρίκιοι ἵστανται εἰς τὴν τράπεζαν τῆς γεφύρας. Καὶ ὅτε ἐξέλθῃ ἡ Αὐγοῦστα ἀπὸ τοῦ παστοῦ, ἀποκινοῦσιν οἱ πατρίκιοι ὀψικεύοντες ἐπὶ τὸ καταβάσιον
20τῆς γεφύρας τὸ μέρος τοῦ Ὠάτου, καὶ ἀποκινοῦσιν οἱ ὕπα‐ τοι ὀψικεύοντες μέχρι τοῦ καταβασίου τῆς Ἁγίας Χρισ‐ τίνης. Καὶ δέχεται πρῶτον τὸ μέρος τῶν Βενέτων, ὅτε ἀναφανῇ ἡ Αὐγοῦστα, καὶ ἀκτολογοῦσιν, ὡς ἔχει ἡ συν‐ ήθεια. Αὐλοῦσιν καὶ τὰ ὄργανα, καὶ ὅτε μεσάσῃ ἡ Αὐγοῦστα
25εἰς τὸ ἀναδενδράδιον, ἄρχονται ἀκτολογεῖν καὶ οἱ Πράσινοι ὁμοίως. Καὶ εἰσέρχεται ἡ Αὐγοῦστα εἰς τὸ λουτρόν, καὶ ὅτε ἐξέλθῃ, ὁμοίως γίνεται ἡ ἀκολουθία τοῦ ὀψικίου τῆς συγ‐ κλήτου, καὶ εἰσέρχονται ὀψικεύοντες μέχρι τοῦ παστοῦ, καὶ ἵστανται κονσιστώριον ἕως οὗ εἰσέλθῃ ἡ Αὐγοῦστα
30εἰς τὸ δεξιὸν μέρος τῆς κόγχης. Τὰ δὲ μέρη ἔρχονται καὶ22 in vol. 2

2

.

23

αὐτὰ ὄπισθεν ἀκτολογοῦντα ἕως τοῦ παστοῦ, αἱ δὲ κληθεῖ‐ σαι γυναῖκες ἀπέρχονται ὄπισθεν τοῦ Ὠάτου. Χρὴ δὲ γινώσκειν ὅτι περιπατοῦσιν τρεῖς ῥοδιῶνες διά‐ λιθοι πορφυροῖ, τὸν μὲν ἕνα βαστάζει ἡ παρακαθίστρια ὄπι‐
5σθεν τῆς Αὐγούστης, καὶ ἄλλοι δύο ἔνθεν κἀκεῖθεν.23 in vol. 2

2

.

24

(1t)

ΝΑʹ (ΜΒʹ)
1tἈκτολογία τῶν δήμων ὅταν τεχθῇ παιδίον
2tπορφυρογέννητον.
3Ἀνιόντων τῶν δύο μερῶν ἐν τῇ φιάλῃ τοῦ Σίγματος, λέγουσιν οἱ κράκται· «Τοῖς δεσπόταις.» Ὁ λαός·
5«Νίκαις καλὴ ἡμέρα. Οἱ κράκται· «Καὶ τί πρὸς αὐτούς;» Ὁ λαός· «Καὶ ἐνίσχυσον αὐτούς, ναὶ Κύριε, σὺ αὐτοὺς σῶσον, ναὶ Κύριε, νίκαις καλὴ ἡμέρα.» Οἱ κράκται· «Ταῖς Αὐγούσταις.» Ὁ λαός· «Νίκαις καλὴ ἡμέρα.» Οἱ κράκται· «Καὶ τί πρὸς αὐτάς;» Ὁ λαός· «Καὶ ἐνί‐
10σχυσον αὐτάς, ναὶ Κύριε, σὺ αὐτὰς σῶσον, ναὶ Κύριε, νίκαις καλὴ ἡμέρα.» Οἱ κράκται· «Τῇ συγκλήτῳ.» Ὁ λαός· «Νίκαις καλὴ ἡμέρα.» Οἱ κράκται· «Καὶ τί πρὸς αὐτήν;» Ὁ λαός· «Καὶ ἐνίσχυσον αὐτήν, ναὶ Κύριε, σὺ αὐτὴν σῶσον, ναὶ Κύριε, νίκαις καλὴ ἡμέρα.» Οἱ κράκται·
15«Τῶν στρατοπέδων.» Ὁ λαός· «Νίκαις καλὴ ἡμέρα.» Οἱ κράκται· «Καὶ τί πρὸς αὐτούς;» Ὁ λαός· «Καὶ ἐνίσχυ‐ σον αὐτούς, ναὶ Κύριε, σὺ αὐτοὺς σῶσον, καὶ Κύριε, νίκαις καλὴ ἡμέρα.» Οἱ κράκται δὲ λέγουσιν ἀπὸ τούτων ἕτερα ἄκτα·
20«Καλὰς ἡμέρας καὶ ἀγαθὰς ὁ Θεὸς παράσχῃ τοῖς ὀρθοδό‐ ξοις δεσπόταις.» Ὁ λαὸς ὁμοίως ἐκ γʹ. Οἱ κράκται· «Ὁ
Θεὸς καλαῖς ἡμέραις πλεονάσῃ τὴν βασιλείαν.» Ὁ λαὸς24 in vol. 2

2

.

25

ὁμοίως ἐκ γʹ. Οἱ κράκται. «Ὁ Θεὸς καλὰς ἡμέρας κατα‐ πέμψῃ τοῖς δεσπόταις.» Ὁ λαὸς ὁμοίως ἐκ γʹ. Οἱ κράκται· «Ὁ Θεὸς καλὰς ἡμέρας καταπέμψῃ ταῖς Αὐγούσταις σὺν τοῖς πορφυρογεννήτοις.» Ὁ λαὸς ὁμοίως ἐκ γʹ. Οἱ κράκται·
5«Τελείας νίκας ὁ Θεὸς χορηγήσῃ ὁ δεῖνα καὶ ὁ δεῖνα.» Ὁ λαὸς ὁμοίως ἐκ γʹ. Οἱ κράκται· «Ὁ Θεὸς καλὰς ἡμέρας καὶ καλὰ γενέθλια παράσχῃ τῷ τεχθέντι ὑμῖν ὁ δεῖνα τῷ πορφυρογεννήτῳ.» Ὁ λαὸς ὁμοίως ἐκ γʹ. Οἱ κράκται· «Πνεῦμα τὸ πανάγιον, τὰς Αὐγούστας σκέπασον.» Ὁ
10λαὸς ὁμοίως ἐκ γʹ. Οἱ κράκται· «Μήτηρ τοῦ Θεοῦ ἡμῶν, φύλαττε τὰ πορφυρρογέννητα.» Ὁ λαὸς ὁμοίως ἐκ γʹ. Οἱ κράκται· «Ἔς, ὁ Θεὸς ὁ ἅγιος, τοὺς δεσπότας φύλαττε.» Ὁ λαὸς ὁμοίως ἐκ γʹ. Οἱ κράκται· «Κύριε, ζωὴν αὐτῶν διὰ τὴν ζωὴν ἡμῶν.» Ὁ λαὸς ὁμοίως ἐκ γʹ.
15Καὶ λέγουσι πάντες· «Πολυχρόνιον ποιήσῃ ὁ Θεός.»25 in vol. 2

2

.

26

(1t)

ΝΒʹ (ΜΓʹ)
1tὍσα δεῖ παραφυλάττειν ἐπὶ χειροτονίᾳ
2tκαίσαρος.
3Αἴτησις γίνεται τῆς συγκλήτου καὶ πάντων τῶν στρατευ‐ μάτων, καὶ ὅτε κελεύουσιν οἱ δεσπόται, τῆς ὑποσχέσεως
5γενομένης, τῇ ἁγίᾳ κυριακῇ τῆς ἁγίας Ἀναστάσεως γίνε‐ ται οὕτως. Τῇ αὐτῇ ἡμέρᾳ προέρχονται τάχιον πάντες οἱ ἄρχοντες καὶ στρατεύματα εἰς τὸ Τριβουνάλιον τῆς ἀραίας, ἔξωθεν τῶν ιθʹ Ἀκκουβίτων, καὶ εὐφημοῦσι τοὺς βασιλεῖς, κατὰ τὸν ὅμοιον τρόπον. Καὶ αἰτοῦνται διὰ τὸν καίσαρα,
10καὶ συντόμως λαμβάνουσιν ἀπόκρισιν, εἴτε αὐτοῦ τοῦ βασι‐ λέως ἐξερχομένου, εἴτε δηλοποιοῦντος αὐτοῖς, καὶ σιωπῶ‐ σιν. Καθέζονται δὲ οἱ δεσπόται ἐν τῷ μεγάλῳ τρικλίνῳ τῶν ιθʹ Ἀκκουβίτων, καὶ εἰσέρχεται ὁ πατριάρχης τάχιον, καὶ ἐκδέχεται εἰς τὸν Ἅγιον Στέφανον, καὶ καθε‐
15σθέντων δεσποτῶν, δέχονται τὸ σέκρετον, βῆλον αʹ· τοὺς μαγίστρους, καὶ τὰ λοιπὰ βῆλα κατὰ τάξιν, ὡς ἔχει ἡ συν‐ ήθεια, καὶ ὅτε εἰσέλθωσι τὰ βῆλα καὶ πληρωθῶσι, κελεύου‐ σιν οἱ δεσπόται λαλῆσαι αὐτοῖς τὰ περὶ τοῦ καίσαρος, φοροῦντες καὶ τὰ διβητήσια καὶ τὰς χλαμύδας καὶ τὰ στέμ‐
20ματα αὐτῶν, καὶ πάντων συναινούντων ἐπὶ τῇ χειροτονίᾳ τοῦ καίσαρος, νεύουσιν οἱ δεσπόται τῷ πραιποσίτῳ καὶ λέγει· «Κελεύσατε» καὶ ἐπεύχονται. Καὶ ἐξέρχεται τὸ σέκρετον, καὶ ἵστανται οἱ πατρίκιοι κονσιστώριον εἰς τὸν πόρτικα τῶν ιθʹ Ἀκκουβίτων, οἱ δὲ λοιποὶ συγ‐
25κλητικοὶ ἐξέρχονται καὶ ἵστανται εἰς τὰ γραδήλια τῆς26 in vol. 2

2

.

27

ἀραίας ἔνθεν κἀκεῖθεν τοῦ ἡλιακοῦ, τὰ δὲ σκῆπτρα καὶ τὰ λάβουρα καὶ πάντα τὰ σκεύη καὶ ὁ σταυρὸς ἵστανται ἐν τῷ Τριβουναλίῳ καὶ πᾶς ὁ λαός, καὶ τιθέασιν ἀντιμίσιν ἐν τῷ Τριβουναλίῳ, ἐν ᾧ κεῖνται αἱ χλαμύδες μετὰ τῶν φιβλῶν
5καὶ τῶν περικεφαλαίων, ἤτοι τὰ λεγόμενα καισαρίκια. Καὶ ἐξέρχονται οἱ δεσπόται ἅμα τοῦ πατριάρχου, καὶ δέχονται οἱ πατρίκιοι ἐν τῷ πόρτηκι, καὶ ὀψικεύοντες τοὺς δεσπότας ἐξέρχονται ἐν τῷ Τριβουναλίῳ, καὶ ἵστανται οἱ πατρίκιοι εἰς τὰ γραδήλια ἔνθεν κἀκεῖθεν, οἱ δὲ δεσπόται
10ἀνέρχονται ἐν τῷ ἡλιακῷ μετὰ τοῦ πατριάρχου, καὶ εὐθέως ὁ βασιλεὺς προσομιλεῖ τῷ λαῷ, εἴ τι βούλεται, καὶ εἴ τι ἔχουσιν ἀποκριθῆναι ὁ λαός, ἀποκρίνονται. Καὶ ἐπιτρέπει ὁ βασιλεὺς τῷ πραιποσίτῳ καὶ τῷ μαγίστρῳ, καὶ ἀπέρχον‐ ται καὶ φέρουσι τοὺς ὀφείλοντας χειροτονηθῆναι καίσαρας
15ἀπὸ διβητησίων καὶ καμποτούβων. Τὰ γὰρ χλανίδια καὶ τὰ φιβλία ἐπάνω τῶν χλανιδίων καὶ τὰ καισαρίκια εἰς πλάγια τῶν χλανιδίων καὶ ἐπίκεινται εἰς τὸ ἀντιμίσιον, καὶ ὁ μὲν πατριάρχης ἵσταται ἔμπροσθεν τοῦ ἀντιμισίου, οἱ δὲ δεσ‐ πόται ἔνθεν κἀκεῖθεν αὐτοῦ, καὶ ὄπισθεν τοῦ πατριάρχου ὁ
20διάκονος, καὶ οἱ ὀφείλοντες χειροτονηθῆναι καίσαρες ἵσταν‐ ται ὄπισθεν τοῦ διάκονος. Καὶ λαμβάνουσιν οἱ δεσπόται καὶ οἱ καίσαρες κηροὺς καὶ ἅπτουσιν, καὶ λέγει ὁ διάκονος· «Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν.» Στρέφεται οὖν ὁ βασιλεὺς κατὰ ἀνατολὰς καὶ τὸ ἀποκρίνεται· «Κύριε,
25ἐλέησον.» Καὶ μετὰ τὸ πληρῶσαι τὸν διάκονον τὴν λιτα‐ νείαν καὶ ἀποκριθῆναι τὸν λαόν· «Σύ, Κύριε,» ἀπάρχεται ὁ πατριάρχης τῆς εὐχῆς τό· «Δέσποτα Κύριε». Καὶ ὅτε πληρώσῃ τὴν εὐχὴν μέχρι τοῦ· «Νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων», καὶ 〈μετὰ τὸ〉 ἀποκριθῆναι τὸν
30λαόν· «Ἀμήν», ἐπαίρει ὁ πατριάρχης τὸ χλανίδιον
〈καὶ〉 ἐπικείμενον εἰς αὐτὸ τὸ φιβλὶν καὶ ἐπιδίδωσι τοὺς27 in vol. 2

2

.

28

βεστήτορας, εὐθέως ἁπλοῦσιν αὐτὸ οἱ βεστήτορες, κρα‐ τοῦντες αὐτὸ ἔμπροσθεν τῶν δεσποτῶν. Καὶ φέρει ὁ πραιπόσιτος καὶ ὁ μάγιστρος τοὺς προβλη‐ θέντας, καὶ παριστῶσιν αὐτοὺς τοῖς δεσπόταις, καὶ
5ἐφαπλοῦσιν οἱ δεσπόται τὰς χεῖρας, καὶ κρατοῦσι τὴν χλα‐ μύδα, καὶ περιβάλλουσι τοὺς καίσαρας καὶ φιλοῦσιν αὐτούς, καὶ ἀποκρίνεται ὁ λαός, ἤτοι οἱ κράκται, λέγοντες· «Εὐτυ‐ χῶς, εὐτυχῶς» καὶ ὁ λαὸς ἐκ τρίτου τὸ αὐτό. Καὶ εὐθέως ὁ πατριάρχης κατασφραγίζει πρὸς τὸν λαὸν τρίτον τὰ κατὰ
10συνήθειαν τρία σταυρία καὶ λέγει· «Εἰρήνη πᾶσιν» καὶ ἀποκρίνεται ὁ λαός· «Καὶ τῷ πνεύματί σου.» Καὶ λέγει ὁ διάκονος· «Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν» καὶ ὁ λαός· «Σύ, Κύριε.» Καὶ κύπτοντος τοῦ λαοῦ μικρὸν μέρος, καὶ ὁ πατριάρχης κύψας καὶ οἱ βασιλεῖς καὶ οἱ καί‐
15σαρες, λέγει ὁ πατριάρχης τὴν δευτέραν εὐχήν. Καὶ ὅτε πληρώσῃ τὴν εὐχήν, καὶ ἀποκριθῇ ὁ λαὸς τό· «Ἀμήν,» ἐπαίρει ὁ πατριάρχης τὰ καισαρίκια, φιλῶν αὐτά, καὶ ἐπι‐ δίδωσι τοῖς δεσπόταις, καὶ λαμβάνοντες οἱ δεσπόται, φιλοῦ‐ σιν αὐτὰ καὶ ποιοῦσιν φιλῆσαι καὶ τοὺς καίσαρας. Καὶ
20εὐθέως κατασφραγίζουσιν οἱ δεσπόται μετ’ αὐτῶν ἐπάνω τῆς κεφαλῆς αὐτῶν, κατονομάζοντες τὸ ὄνομα τῆς ἁγίας Τριάδος, βάλλουσιν αὐτὰ εἰς τὴν κεφαλὴν τοῦ χειροτονου‐ μένου καίσαρος, καὶ εὐθέως ἀνακράζουσι τὰ μέρη καὶ πᾶς ὁ λαός, οἱ κράκται· «Φιλλικήσιμε, φιλλικήσιμε, φιλλική‐
25σιμε» καὶ ὁ λαὸς ἐκ τρίτου· «Φιλλικήσιμε.» Οἱ κράκται· «Πολλὰ τὰ ἔτη τῶν βασιλέων, ὁ δεῖνα καὶ ὁ δεῖνα μεγάλων βασιλέων πολλὰ τὰ ἔτη, θεοπροβλήτων βασιλέων,» καὶ τὰ ἑξῆς. Καὶ ὅτε πληρωθῇ ἡ εὐφημία καὶ ἀναγόρευσις τῶν και‐
30σάρων, εἰσέρχονται οἱ δεσπόται μετὰ τοῦ πατριάρχου καὶ τῶν καισάρων εἰς τὸν τρίκλινον τῶν ιθʹ Ἀκκουβίτων, καὶ
καθέζονται ἐν σελλίοις, καὶ οἱ καίσαρες ἔνθεν κἀκεῖθεν.28 in vol. 2

2

.

29

Καὶ εὐθέως τὰ σκεύη καὶ τὰ μέρη καὶ πᾶς ὁ λαὸς ἀπέρ‐ χονται καὶ ἵστανται εἰς τοὺς τόπους αὐτῶν, καὶ καθεσθέν‐ των τῶν δεσποτῶν, εἰσέρχονται οἱ διδόντες τὴν ἀγάπην ἀπὸ πλαγίου, καὶ προσκυνοῦσι τὰ δύο γόνατα τοῦ μεγάλου
5βασιλέως, ὁμοίως καὶ τοῦ μικροῦ, καὶ προσκυνοῦσιν ἓν γόνατον τοῦ καίσαρος τοῦ ἐκ δεξιῶν καὶ ἓν τοῦ ἐξ εὐωνύ‐ μων, καὶ προσκυνοῦντες δίδωσι καὶ τὴν ἀγάπην. Καὶ ὅτε πληρώσωσιν τὰ 〈προσκυνήματα〉 ἀπὸ πλαγίου, εἰσέρχεται τὸ σέκρετον ὅλον, βῆλον αʹ· οἱ μάγιστροι, καὶ τὰ λοιπὰ
10βῆλα κατὰ τάξιν, ὡς ἔχει ἡ συνήθεια, καὶ προσκυνοῦσα ἡ σύγκλητος δίδωσι τὴν ἀγάπην, καὶ πληρωσάσης, λέγει ὁ πραιπόσιτος ἀπὸ κελεύσεως τό· «Κελεύσατε.» Καὶ ἐξέρ‐ χονται καὶ ἀλλάσσουσιν οἱ δεσπόται τοὺς λώρους καὶ τὰ στέμματα, ὁμοίως καὶ οἱ καίσαρες τοὺς λώρους καὶ τὰ και‐
15σαρίκια, καὶ ἐξέρχονται, καὶ πληροῦται πᾶσα ἡ ἀκολουθία τῆς ἑορτῆς, ὡς ἦν τυπικόν. Εἰς δὲ τὴν ἀγάπην καὶ τὴν κοινωνίαν πρῶτον οἱ δεσπόται, καὶ μετ’ αὐτῶν οἱ καίσα‐ ρες 〈ἐξέρχονται〉 καὶ εἰσέρχονται ὁμοῦ ἐν τῷ μητατωρίῳ, καὶ πληροῦνται πάντα κατὰ τάξιν τῆς ἑορτῆς ὡς ἦν
20τυπικόν.
21tἈκτολογία τῶν δήμων ἐπὶ χειροτονίᾳ καίσαρος.
22Τῶν δεσποτῶν διερχομένων μετὰ καὶ τοῦ πατριάρχου διὰ τοῦ μεγάλου τρικλίνου τῶν ιθʹ Ἀκκουβίτων, μήπω φθασάν‐ των ἐν τῷ ἡλιακῷ τοῦ Τριβουναλίου, ἐν ᾧ προαποτίθεται
25ἀντιμίσιον, εἰς ὃ πρόκεινται ἥ τε χλαμὺς καὶ ὁ στέφανος
ἤγουν τὰ καισαρίκια, λέγουσιν οἱ κράκται· «Ἀνάτειλον, ἡ29 in vol. 2

2

.

30

ἔνθεος βασιλεία.» Ὁ λαὸς ἐκ γʹ· «Ἀνάτειλον.» Οἱ κράκται· «Ἀνάτειλον ὁ δεῖνα καὶ ὁ δεῖνα αὐτοκρά‐ τορες Ῥωμαίων.» Ὁ λαὸς ἐκ γʹ· «Ἀνάτειλον.» Οἱ κράκται· «Ἀνάτειλον οἱ θεράποντες τοῦ Κυρίου.» Ὁ
5λαὸς ἐκ γʹ· «Ἀνάτειλον.» Οἱ κράκται· «Ἀνάτει‐ λον ὁ δεῖνα καὶ ὁ δεῖνα Αὐγοῦσται τῶν Ῥωμαίων.» Ὁ λαὸς ἐκ τρίτου· «Ἀνάτειλον.» Οἱ κράκται· «Ἀνάτει‐ λον οἱ δεσπόται σὺν ταῖς Αὐγούσταις.» Ὁ λαὸς ἐκ γʹ. «Ἀνάτειλον.» Καὶ δὴ ἐξερχομένων τῶν δεσποτῶν καὶ
10ἱσταμένων ἐπὶ τοῦ ἡλιακοῦ τοῦ αὐτοῦ Τριβουναλίου, τοῦ πατριάρχου ἱσταμένου ἐν τῷ ἀντιμισίῳ καὶ τοῦ διακόνου ὄπισθεν αὐτοῦ, κατασφραγίζουσιν οἱ δεσπόται τὸν λαὸν ἐκ τρίτου καὶ εἶθ’ οὕτως λέγουσιν τὰ δύο μέρη· «Ἅγιος, Ἅγιος, Ἅγιος.» Καὶ αἰτοῦνται ἀπὸ φθογγῆς, λέγοντες·
15«Δεσπόται τῆς οἰκουμένης δέξασθε τοὺς δούλους ὑμῶν παρακαλοῦντας· ὡς δοῦλοι τολμῶμεν παρακαλέσαι· μετὰ φόβου δυσωποῦμεν τοὺς δεσπότας, καὶ ἀνεξικάκως παρα‐ κλήθητε, ὦ εὐεργέται, εἰς τὴν δέησιν τοῦ λαοῦ ὑμῶν· δεσ‐ πόται, χαροποιήσατε τοὺς δούλους ὑμῶν· δεσπόται, ὑπὲρ
20εὐφροσύνης τῆς πόλεως ὑμῶν δυσωποῦμεν· ἐπιφανήτω τοῖς δούλοις ὑμῶν ὁ καῖσαρ· παρακαλοῦμεν οἱ δοῦλοι ὑμῶν, δεσπόται, εἰς δόξαν μεγίστην τῆς συγκλήτου, εἰς εὐτυχίαν μεγίστην τῶν στρατοπέδων, εἰς χαρμοσύνην τῶν 〈δούλων〉 ὑμῶν, εὐεργέται.»
25Καὶ ὅτε γένηται τὸ νεῦμα παρὰ τοῦ πραιποσίτου τοῦ σιγῆσαι τὰ μέρη εἰς τὸ λαλῆσαι τὸν βασιλέα πρὸς τὸν λαὸν καὶ εἰς τὸ τέλος δῶσαι εὐχήν, ἀνακράζουσιν οἱ κράκται καὶ λέγουσι· «Τῆς δεήσεως ἡμῶν εἰσήκουσαν οἱ στεφο‐ δόται, εὐφράναντες τὸν λαὸν αὐτῶν μεγάλως, χαροποιή‐
30σαντες τὴν πολιτείαν οἱ δεσπόται, εἰς πλάτος καὶ αὔξησιν
τῶν Ῥωμαίων, εὐδοκίᾳ τοῦ στέψαντος ὑμᾶς, εὐεργέται·30 in vol. 2

2

.

31

ἀλλ’ ὁ πάντων Ποιητὴς καὶ Δεσπότης τοὺς χρόνους ὑμῶν πληθύνῃ σὺν ταῖς Αὐγούσταις καὶ σὺν τῷ καίσαρι, τὸ κρά‐ τος ὑμῶν φυλάξῃ εἰς πλήθη χρόνων ἐν τῇ πορφύρᾳ. Εἰσα‐ κούσῃ ὁ Θεὸς τοῦ λαοῦ ὑμῶν, ὁ δεῖνα καὶ ὁ δεῖνα
5φιλόχριστοι, ἐν Θεῷ νικᾶτε.» Καὶ δὴ τοῦ μέλλοντος γενέσθαι καίσαρος ἱσταμένου ὄπισθεν τοῦ διακόνου, λαμ‐ βάνουσι τοὺς κηροὺς παρὰ τοῦ πραιποσίτου οἵ τε δεσπό‐ ται καὶ αὐτὸς ὁ μέλλων γενέσθαι καῖσαρ, καὶ διὰ τῆς τρισσῆς προσκυνήσεως ἀπευχαριστοῦσιν τῷ Θεῷ, καὶ στρέ‐
10φεται ἅπας ὁ λαὸς κατὰ ἀνατολάς, εἰσαγομένου τοῦ μέλ‐ λοντος γίνεσθαι καίσαρος παρά τε τοῦ πραιποσίτου καὶ τοῦ πρώτου μαγίστρου, καὶ λέγει ὁ διάκονος· «Ἐν εἰρήνῃ τοῦ Κυρίου δεηθῶμεν» καὶ ὁ λαός· «Κύριε ἐλέησον.» Καὶ μετὰ τὸ πληρῶσαι τὸν διάκονον ἀπάρχεται ὁ πατριάρχης
15τὴν εὐχήν, καὶ δὴ τοῦ πατριάρχου τὴν εἰωθυῖαν πληροῦν‐ τος εὐχήν, καὶ τοῦ λαοῦ ἀποκρινομένου τό· «Ἀμήν,» αἵρει ὁ πατριάρχης τὴν χλαμύδα καὶ ἐπιδίδωσι τοῖς βεστή‐ τορσι, οἱ δὲ βεστήτορες ἁπλοῦσιν αὐτὴν ἔμπροσθεν τῶν δεσποτῶν, καὶ φέρει ὁ πραιπόσιτος καὶ ὁ πρῶτος μάγισ‐
20τρος τὸν χειροτονούμενον καίσαρα, καὶ εὐθέως ἁπλοῦσιν οἱ δεσπόται τὰς χεῖρας καὶ κρατοῦσι τὴν χλαμύδα, καὶ περιτιθέασιν τῷ καίσαρι· καὶ φιλοῦσιν αὐτὸν καὶ λέγουσιν οἱ κράκται· «Εὐτυχῶς, εὐτυχῶς, εὐτυχῶς.» Καὶ ὁ λαὸς ἐκ γʹ τὸ αὐτό.
25Καὶ εὐθέως ὁ πατριάρχης κατασφραγίζει πρὸς τὸν λαὸν τρίτον, καὶ λέγει· «Εἰρήνη πᾶσι·» ὁ λαός· «καὶ τῷ πνεύ‐ ματί σου.» Εἶτα λέγει ὁ διάκονος· «Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.» Καὶ τῆς συνήθους τάξεως τῆς κεφα‐ λοκλισίας τελουμένης, δηλονότι κεφαλοκλινούντων καὶ τῶν
30βασιλέων καὶ τοῦ καίσαρος, καὶ μετὰ τὴν τελείωσιν τῆς εὐχῆς, αἴρει ὁ πατριάρχης τὸν στέφανον, ἤτοι τὸ καισα‐
ρίκιν, φιλῶν αὐτό, καὶ ἐπιδίδωσιν αὐτὸ τῷ βασιλεῖ. Ὁ δὲ31 in vol. 2

2

.

32

βασιλεὺς ἀσπάζεται αὐτό, καὶ ποιεῖ φιλῆσαι αὐτὸ καὶ τὸν καίσαρα, καὶ εὐθέως κατασφραγίζει ἐπάνω τῆς κεφα‐ λῆς αὐτοῦ, λέγων· «Εἰς τὸ ὄνομα τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος.» Καὶ εἶθ’ οὕτως περι‐
5τίθησιν τὸν στέφανον εἰς τὴν κορυφὴν τοῦ χειροτονου‐ μένου καίσαρος, καὶ λέγουσιν οἱ κράκται· «Φιλλικήσιμε, φιλλικήσιμε, φιλλικήσιμε.» Καὶ ὁ λαὸς ἐκ γʹ· «Φιλλική‐ σιμε» καὶ εἶθ’ οὕτως γίνεται ἡ εὐφημία· «Πολλὰ τὰ ἔτη.» καὶ τὰ ἑξῆς, ἐν δὲ τῷ τελευτᾶν· «Πολλὰ τὰ ἔτη τοῦ
10εὐτυχεστάτου καίσαρος.» Εἶτα· «Ἡμεῖς δοῦλοι τῶν βασι‐ λέων, ἡμεῖς δοῦλοι τοῦ καίσαρος, Υἱὲ Θεοῦ, ζωὴν αὐτοῖς, Υἱὲ Θεοῦ, νίκην αὐτοῖς.» Καὶ ὅτε πληρωθῇ ἡ εὐφημία, εἰσέρχονται οἱ δεσπόται μετὰ τοῦ πατριάρχου καὶ τοῦ καί‐ σαρος εἰς τὸν τρίκλινον τῶν ιθʹ Ἀκκουβίτων, καὶ καθέζονται,
15καὶ ἐπιτελεῖται ἡ προσκύνησις.32 in vol. 2

2

.

33

(1t)

ΝΓʹ (ΜΑʹ)
1tὍσα δεῖ παραφυλάττειν ἐπὶ χειροτονίᾳ
2tνωβελησίμου.
3Πρὸ μιᾶς δίδοται ἀπόκρισις εἰς ἑορτὴν τοῖς δημάρχοις καὶ τῷ ῥεφερενδαρίῳ, καὶ μηνύεται πᾶσα ἡ σύγκλητος,
5ἵνα πρωῒ ἔλθωσι μετὰ ἀλλαξίμων, καὶ τὸ πρωῒ ἀλλάσσει πᾶσα ἡ σύγκλητος καὶ τὰ ἀξιώματα τῶν σχολῶν καὶ τῶν λοιπῶν ταγμάτων, καὶ παραλαμβάνουσι τὰ σκεύη πρὸς τὸ ὀψικεῦσαι τοὺς δεσπότας. Καὶ πάντων εὐτρεπισθέντων, ἔρχεται ὁ πατριάρχης καὶ εἰσέρχεται διὰ τῆς Δάφνης εἰς
10τὸν Ἅγιον Στέφανον, καὶ ἐκδέχεται τοὺς δεσπότας, καὶ ἐξέρχονται τὰ σκεύη πάντα καὶ ὁ σταυρὸς ἐν τῷ Τριβου‐ ναλίῳ τῶν ιθʹ Ἀκκουβίτων, ὁμοίως καὶ τὰ μέρη καὶ οἱ τῆς πόλεως καὶ τὰ στρατεύματα· ὁ δὲ τῆς καταστάσεως εὐτρε‐ πίζει τὰ βῆλα εἰς τὸν πόρτικα τῶν ιθʹ Ἀκκουβίτων, ὡς
15ἔχει ἡ συνήθεια, καὶ καθέζονται οἱ δεσπόται εἰς τὸν αὐτὸν τρίκλινον ἐν σελλίοις, φοροῦντες τὰ διβητήσια καὶ τὰς χλαμύς ἐστιν πράσινος ἔχουσα ῥόδα χρυσᾶ καὶ ταβλία χλαμύδας καὶ τὰ στέμματα, καὶ εἷς καῖσαρ καθέζεται ἐκ δεξιῶν καὶ εἷς ἐξ εὐωνύμων, καὶ νεύουσιν οἱ δεσπόται τῷ
20πραιποσίτῳ, καὶ ἐξέρχεται μετὰ ὀστιαρίων καὶ προσκα‐ λεῖται βῆλον αʹ· τὸν κουροπαλάτην, δεύτερον· μαγίστρους, γʹ· τοὺς πατρικίους, καὶ τὰ λοιπὰ βῆλα κατὰ τάξιν, ὡς ἔχει ἡ συνήθεια. Καὶ ὅτε πληρωθῇ πάντα τὰ βῆλα καὶ
σταθῇ τὸ σέκρετον ὅλον, κελεύουσιν οἱ δεσπόται λαλῆσαι33 in vol. 2

2

.

34

αὐτοῖς τὰ περὶ τοῦ νωβελησίμου, καὶ εἴ τι βούλονται, ἀνταποκρίνονται. Καὶ νεύουσιν οἱ δεσπόται τῷ πραιποσίτῳ, καὶ λέγει· «Κελεύσατε» καὶ ἐπευχόμενοι ἐξέρχονται, καὶ ἐξέρχεται
5ἡ σύγκλητος καὶ ἵσταται εἰς τὰ γραδήλια τοῦ Τριβουναλίου ἔνθεν κἀκεῖθεν τοῦ ἡλιακοῦ. Οἱ δὲ πατρίκιοι ἵστανται εἰς τὸν πόρτικα τῶν ιθʹ Ἀκκουβίτων κονσιστώριον, καὶ εὐθέως ἐξέρχονται οἱ δεσπόται ἅμα τῶν καισάρων καὶ τοῦ πατριάρχου, καὶ δέχονται αὐτοὺς οἱ πατρίκιοι ἐν τῷ πορ‐
10τίκῳ, καὶ εὐθέως πίπτουσιν, καὶ λέγει ὁ τῆς καταστάσεως· «Κελεύσατε» καὶ ἐξέρχονται καὶ ἵστανται εἰς τὰ γραδή‐ λια τοῦ Τριβουναλίου ἔνθεν κἀκεῖθεν· οἱ δὲ δεσπόται ἐξέρχονται διὰ τῶν μέσων πυλῶν ἐν τῷ ἡλιακῷ, καὶ εὐθέως κελεύουσι λαλῆσαι τοῖς λαοῖς τὰ περὶ τοῦ νωβελη‐
15σίμου, καὶ εἴ τι ἂν θέλωσιν, ἀποκρίνονται, καὶ τίθεται ἀντιμίσιν, ἔνθα κεῖται ἥ τε χλαμὺς καὶ ἡ φίβλα. Ἡ μὲν χλαμύς ἐστιν πράσινος ἔχουσα ῥόδα χρυσᾶ καὶ ταβλία χρυσᾶ. Καὶ νεύουσιν οἱ δεσπόται τῷ πραιποσίτῳ καὶ τῷ μαγίστρῳ, καὶ ἀπέρχονται καὶ φέρουσιν τὸν ὀφείλοντα
20προχειρίζεσθαι νωβελήσιμον, φοροῦντα διβητήσιν ῥούσιον καὶ καμπότουβα καὶ καμπάγια· καὶ ἵσταται ὁ πατριάρχης ἔμπροσθεν τοῦ ἀντιμισίου, οἱ δὲ δεσπόται εἰς τὸ πλάγιον τοῦ πατριάρχου ἔνθεν κἀκεῖθεν, καὶ ὄπισθεν τῶν δεσπο‐ τῶν οἱ καίσαρες, καὶ οὕτως ὁ νωβελήσιμος. Καὶ λαμβά‐
25νουσιν οἱ δεσπόται καὶ οἱ καίσαρες καὶ ὁ νωβελήσιμος κηρούς, καὶ ἅπτουσιν, καὶ ὅτε λέξῃ ὁ διάκονος τὴν λιτα‐ νίαν, κύπτει ὁ πατριάρχης καὶ ποιεῖ τὴν εὐχήν, καὶ ὅτε πληρώσῃ τὴν εὐχήν, λαμβάνει τὴν χλαμύδα καὶ ἐπιδίδωσι τοῖς βεστήτορσι, καὶ οἱ βεστήτορες ἐφαπλοῦσιν αὐτήν, καὶ
30εὐθέως προσφέρει ὁ πραιπόσιτος καὶ ὁ μάγιστρος τὸν ὀφεί‐
λοντα προχειρίζεσθαι νωβελήσιμον ἔμπροσθεν τῶν δεσπο‐34 in vol. 2

2

.

35

τῶν, καὶ λαμβάνουσιν οἱ δεσπόται τὴν χλαμύδα καὶ περι‐ βάλλουσιν αὐτῷ, καὶ φιλοῦσιν αὐτόν, καὶ εὐθέως ἀνακράζουσι τὰ μέρη καὶ πᾶς ὁ λαός· «Πολλὰ τὰ ἔτη τῶν βασιλέων· ὁ δεῖνα καὶ ὁ δεῖνα μεγάλων βασιλέων καὶ
5αὐτοκρατόρων, πολλὰ τὰ ἔτη· ὁ δεῖνα τῆς εὐσεβεστάτης Αὐγούστης πολλὰ τὰ ἔτη· ὁ δεῖνα εὐτυχεστάτου καίσαρος πολλὰ τὰ ἔτη· ὁ δεῖνα ἐπιφανεστάτου νωβελησίμου πολλὰ τὰ ἔτη.». Καὶ ἐν τῇ συμπληρώσει τῆς εὐφημίας εἰσέρχονται οἱ
10δεσπόται καὶ οἱ καίσαρες καὶ ὁ νωβελήσιμος, καὶ καθέ‐ ζονται ἐν τῷ τρικλίνῳ τῶν ιθʹ Ἀκκουβίτων, καὶ εἷς καῖσαρ καθέζεται ἐν τῷ δεξιῷ μέρει καὶ εἷς ἐξ ἀριστερᾶς, καὶ ἵσταται ὁ νωβελήσιμος εἰς τὸ δεξιὸν μέρος, καὶ εἰσέρχεται τὸ σέκρετον, βῆλα, βῆλα, ὥς ἐστιν ἡ συνήθεια. Εἰ μέν
15ἐστιν ἡ ἁγία καὶ μεγάλη Κυριακή, προσκυνοῦσα ἡ σύγκλη‐ τος δίδωσι τὴν ἀγάπην, εἰ δὲ ἄλλη ἑορτή, τὴν προσκύνησιν καὶ μόνον, καὶ προσκυνοῦσι τοὺς πόδας καὶ τὰ δύο γόνατα τοῦ μεγάλου δεσπότου, ὁμοίως καὶ τοῦ μικροῦ, καὶ προσ‐ κυνοῦσιν ἓν γόνατον τοῦ ἐκ δεξιοῦ καίσαρος, καὶ ἓν τοῦ
20ἐξ εὐωνύμου, τοῦ δὲ ἑστῶτος νωβελησίμου φιλοῦσι τὴν χεῖρα, καὶ προσκυνοῦντες ἵστανται κονσιστώριον. Καὶ ὅτε πληρώσῃ ἡ σύγκλητος τὴν εὐχαριστίαν, νεύουσιν οἱ δεσ‐ πόται τῷ πραιποσίτῳ, καὶ λέγει· «Κελεύσατε» καὶ ἐπεύ‐ χονται, καὶ ἐξέρχεται τὸ σέκρετον, καὶ πληροῦται πᾶσα ἡ
25ἀκολουθία τῆς ἑορτῆς, ὡς ἦν τυπικόν. Χρὴ δὲ γινώσκειν ὅτι εἰς τὴν ἀγάπην καὶ εἰς τὴν κοι‐ νωνίαν οἱ καίσαρες καὶ ὁ νωβελήσιμος μετὰ τῶν δεσποτῶν
κοινωνοῦσιν ὁμοίως καὶ εἰς τὴν ἀγάπην.35 in vol. 2

2

.

36

(1t)

Ἀκτολογία τῶν δήμων ἐπὶ χειροτονίᾳ
2tνωβελησίμου.
3Χρῆ γινώσκειν ὅτι ἐὰν ὁ βασιλεὺς θελήσῃ ποιῆσαι νωβε‐ λήσιμον, ἡ πᾶσα τάξις καὶ ἀκολουθία τελεῖται, ὡς ἐπὶ τοῦ
5καίσαρος, ὁμοίως καὶ αἱ ἀκτολογίαι τῶν δήμων, ἡ δὲ χλα‐ μὺς ἡ τούτῳ περιτιθεμένη οὐκ ἔστιν πορφυρᾶ, οἵα τοῦ καίσαρος, ἀλλὰ κόκκινος· στέφανον δὲ οὐ περιτίθεται, οὔτε
μὴν προσκυνεῖται, ὡς ὁ καῖσαρ, ὑπὸ τῶν ἀρχόντων.36 in vol. 2

2

.

37

(1t)

ΝΔʹ (ΜΕʹ)
1tὍσα δεῖ παραφυλάττειν ἐπὶ προαγωγῇ
2tκουροπαλάτου.
3Ἀλλάσσουσιν οἱ δεσπόται τὰ διβητήσια καὶ τὰς τούτων χλαμύδας καὶ τὰ στέμματα αὐτῶν, καὶ καθέζονται εἰς τὸ
5σένζον· ὁ δὲ τῆς καταστάσεως ἔξω ἑστὼς εὐτρεπίζει τὰ βῆλα, ὡς ἔχει ἡ συνήθεια, καὶ νεύουσιν οἱ δεσπόται τῷ πραιποσίτῳ, καὶ ἐξέρχεται μετὰ ὀστιαρίων καὶ βεργίων, καὶ προσκαλεῖται βῆλα αʹ· τῶν μαγίστρων, βʹ· τοὺς πατρι‐ κίους, συνεισέρχεται δὲ καὶ ὁ βουλόμενος γενέσθαι κουρο‐
10παλάτης, βῆλον γʹ· τοὺς συγκλητικούς, ὑπάτους, κόμητας, κανδιδάτους, ἀπὸ ἐπάρχων καὶ στρατηλάτας βῆλα βῆλα· συνεισέρχονται καὶ σιλεντιάριοι εἰς τὴν συμπλήρωσιν τῶν βήλων, καὶ ἵστανται, καὶ ὅτε εἰσέλθωσιν τὰ βῆλα πάντα καὶ πληρωθῶσιν, νεύουσιν οἱ δεσπόται τῷ πραιποσίτῳ, καὶ
15ἐπαίρει τὸν ὀφείλοντα προβληθῆναι, καὶ ἵστησιν αὐτὸν μέσον τοῦ σεκρέτου, καὶ πίπτει, καὶ πάλιν προσφέρει αὐτόν, καὶ πίπτει καὶ φιλεῖ τοὺς πόδας καὶ τὰ γόνατα τοῦ μεγάλου βασιλέως, ὁμοίως καὶ τοῦ μικροῦ, καὶ ἀναστὰς ἁπλοῖ τὰς χεῖρας, καὶ λαμβάνει παρὰ τῶν δεσποτῶν
20διβητήσιον ἀληθινόν, καὶ φιλεῖ τὰς χεῖρας αὐτῶν. Καὶ ἐπαίρει αὐτὸν ὁ πραιπόσιτος, καὶ ἐξέρχεται εἰς ἐπισκοπὴν τῶν πατρικίων, καὶ ἐκβάλλει τὸ ἴδιον αὐτοῦ χλανίδιον καὶ
ἐνδύει αὐτὸν τὸ διβητήσιον καὶ προσφέρει αὐτὸν πάλιν ὁ37 in vol. 2

2

.

38

πραιπόσιτος, καὶ πίπτει ἔμπροσθεν τῶν δεσποτῶν, καὶ λαμβάνουσιν οἱ πριμικήριοι καὶ οἱ ὀστιάριοι τὴν χλαμύδα, καὶ βάλλουσιν αὐτὴν αὐτῷ οἱ δεσπόται καὶ ἵστανται αὐτοὶ ὀρθοί, καὶ φιβλοῦσιν αὐτὴν ἰδίαις χερσί, καὶ ὀπισθοποδεῖ
5αὐτὸν ὁ πραιπόσιτος, καὶ ἵσταται εἰς τὸ μέσον, καὶ εἰσέρ‐ χονται πάντες, κρατούμενοι ὑπὸ σιλεντιαρίων, πίπτοντες καὶ ἀπευχαριστοῦντες. Καὶ ὅτε πληρώσῃ ἡ σύγκλητος τὴν εὐχαριστίαν, νεύου‐ σιν οἱ δεσπόται τῷ πραιποσίτῳ, καὶ προσφέρει αὐτὸν καὶ
10λέγει· «Κελεύσατε» καὶ ἐπεύχονται τό· «Εἰς πολλοὺς καὶ ἀγαθοὺς χρόνους.» Καὶ ἐξέρχεται τὸ σέκρετον, συν‐ εξέρχεται καὶ ὁ προβληθείς, καὶ ἵστανται πατρίκιοι, ὕπατοι, σιλεντιάριοι, κονσιστώριον καὶ δύο σιλεντιάριοι βαστάζον‐ τες βεργία. Οἱ πατρίκιοι ὀψικεύουσιν αὐτόν, ὀλίγον τόπον,
15οἱ δὲ ὕπατοι καὶ σιλεντιάριοι συνεισέρχονται μετ’ αὐτοῦ μέχρι τῆς ἐκκλησίας τοῦ Κυρίου, καὶ ἅπτει κηροὺς καὶ ἐξέρχεται ὀψικευόμενος ὑπὸ τῶν ὑπάτων καὶ σιλεντιαρίων μέχρι τῆς Ῥηγίας, καὶ ἀναχωροῦσιν. Οἱ δὲ ἀξιωματικοὶ καὶ κόμητες τοῦ ἀριθμοῦ καὶ τὰ σκουτάρια τοῦ ἀριθμοῦ καὶ
20κούρσωρες καὶ οἱ διαιτάριοι τῶν ὅλων διαιτῶν καὶ οἱ δεκανοὶ 〈ὀψικεύουσιν αὐτὸν〉 διὰ τῶν Σχολῶν. Δέχονται τὰ μέρη εἰς τοὺς τόπους αὐτῶν, λαμβάνει καὶ λιβελλάρια παρὰ τῶν δημάρχων, καὶ ἀκτολογοῦσιν, ὡς ἔχει ἡ συνή‐ θεια καὶ ἐπὶ τῶν πατρικίων. Καὶ εἰσέρχεται διὰ τοῦ χυτοῦ
25τῆς Χαλκῆς εἰς τὸ Ἅγιον Φρέαρ καὶ ἅπτει κηρούς, καὶ ἐξέρχεται ὁ πατριάρχης καὶ ποιεῖ εὐχήν, καὶ κοινωνεῖ, καὶ ὑποστρέφει εἰς τὸν οἶκον αὐτοῦ, ὀψικευόμενος ὑπὸ τῶν αὐτῶν, καὶ δύο σιλεντιάριοι βαστάζοντες τὰ βεργία αὐτῶν μέχρι τριῶν ἡμερῶν, φοροῦντος αὐτοῦ σαγίον ἀληθινόν·
30οὕτως προέρχεται ὀψικευόμενος ὁμοίως καὶ εἰς τὴν ἀνα‐
χώρησιν αὐτοῦ.38 in vol. 2

2

.

39

(1t)

Περὶ προαγωγῆς κουροπαλάτου.
2Χρὴ εἰδέναι ὅτι, γινομένου κουροπαλάτου, οὐ γίνεται σιλέντιον, ἀλλ’ ὁ βασιλεὺς λαμβάνων ἐν τῷ ἰδίῳ τὸν μέλ‐ λοντα γενέσθαι κουροπαλάτην, ἐπαίρει βεργίον ἐξ ἑνὸς τῶν
5βασιλικῶν ὀστιαρίων, καὶ ἐπιδίδωσιν αὐτῷ, καὶ γίνεται ἡ
προαγωγὴ αὐτοῦ.39 in vol. 2

2

.

40

(1t)

ΝΕʹ (ΜΖʹ)
1tὍσα δεῖ παραφυλάττειν ἐπὶ προαγωγῇ μαγί‐
2tστρου, εἰ κελεύει αὐτὸν ποιῆσαι ἐν προκένσῳ
3tτῆς Μεγάλης Ἐκκλησίας ὁ βασιλεύς.
4Ἐξέρχεται ὁ βασιλεὺς ἀπὸ τοῦ Αὐγουστέως ἐστεμμένος,
5φορῶν τὴν χλαμύδα, καὶ ἵσταται εἰς τὴν Χρυσῆν Χεῖρα ἀπέναντι τοῦ βήλου τοῦ ταγηναρίου, καὶ νεύει ὁ πραιπό‐ σιτος τῷ ὀστιαρίῳ τὸ βῆλον τοῦ μαρμαρινοῦ πουλπίτου τοῦ ἐξερχομένου εἰς τὸ Ὀνοπόδιον. Καὶ ὅταν λάβῃ τὸ νεῦμα, εἰσάγει τοὺς πατρικίους, καθὼς ἔχει ἡ
10συνήθεια τῶν ἑορτῶν· συνεισέρχεται δὲ καὶ ὁ βουλόμενος γενέσθαι μάγιστρος καὶ πίπτουσιν εἰς τὸ στενάκιον τῆς Χρυσῆς Χειρός, ἔνθα ἵστανται οἱ δεσπόται. Καὶ ἀναστάν‐ των αὐτῶν, νεύουσιν οἱ δεσπόται τῷ πραιποσίτῳ, καὶ λέγει· «Κελεύσατε» καὶ ἐξέρχονται ὀψικεύοντες τοὺς δεσπότας
15μέχρι τοῦ Ὀνόποδος, ἔνθα ἵσταται ὁ τῆς καταστάσεως καὶ τὰ ἄρματα καὶ οἱ σπαθάριοι βαστάζοντες τὰ ὅπλα αὐτῶν, καὶ πίπτουσιν οἱ αὐτοὶ πατρίκιοι κατὰ συνήθειαν, καὶ νεύει ὁ πραιπόσιτος τῷ τῆς καταστάσεως, καὶ λέγει· «Κελεύσατε» καὶ ἐπεύχονται οἱ πατρίκιοι, ὀψικεύοντες
20τοὺς δεσπότας μέχρι τοῦ μεγάλου Κονσιστωρίου, ἔνθα ἵστανται οἱ ὕπατοι κονσιστώριον καὶ οἱ λοιποὶ συγκλητικοί, καὶ στάντων τῶν δεσποτῶν εἰς τὸ κιβώριον ἐπάνω τῶν
πορφυρῶν γραδηλίων, πίπτουσιν οἱ συγκλητικοὶ πάντες.40 in vol. 2

2

.

41

Καὶ εἶθ’ οὕτως νεύουσιν οἱ δεσπόται τῷ πραιποσίτῳ, καὶ εἰσάγει τὸν ὀφείλοντα προβληθῆναι μάγιστρον εἰς τοὺς πόδας τῶν δεσποτῶν, καὶ πίπτει εἰς τὸ πρῶτον γραδήλιν ὁ προβαλλόμενος, καὶ ἀναφέρει αὐτὸν εἰς τὸ τρίτον γραδή‐
5λιν, καὶ προσκυνῶν φιλεῖ τοὺς πόδας τῶν δεσποτῶν, ἑστώ‐ των αὐτῶν καὶ οὐ καθεζομένων διότι εἰς ἑορτὴν προβάλ‐ λεται ἐν προκένσῳ τῆς ἐκκλησίας. Καὶ ἀσπασάμενος τοὺς πόδας ὁ προβληθείς, ἀνίσταται, καὶ ὁ ἕτερος πραιπόσιτος παρέχει τοῖς δεσπόταις 〈τὸ〉 στιχάριν καὶ τὸ βαλτίδιν, καὶ
10οἱ δεσπόται ἐπιδιδοῦσιν τῷ προβαλλομένῳ μαγίστρῳ, καὶ φιλεῖ τὰς χεῖρας τῶν δεσποτῶν ὁ προβληθείς, λαμβάνων τὸ στιχάριν καὶ τὸ βαλτίδιν, καὶ λαμβάνει αὐτὰ ὁ αὐτὸς πραιπόσιτος, εἰσάγων αὐτὸν ἐν τῷ χειμερινῷ Κονσιστωρίῳ, καὶ ἐνδύει αὐτὸν τὸ στιχάριν καὶ ζώννυσιν αὐτὸν τὸ βαλ‐
15τίδιν, καὶ φορεῖ τὸ χλανίδιον αὐτοῦ τὸ ἴδιον ἐπάνω τοῦ στι‐ χαρίου. Καὶ ἐπαίρει αὐτὸν ὁ αὐτὸς πραιπόσιτος, καὶ εἰσά‐ γει αὐτὸν εἰς τὸ κιβώριον, ἔνθα ἵστανται οἱ δεσπόται, καὶ πίπτει εἰς τὸ πρῶτον γραδήλιν καὶ φιλεῖ τοὺς πόδας τῶν δεσποτῶν, καὶ ἀναστὰς ἀπευχαριστεῖ, καὶ ἵστησιν αὐτὸν
20ὁ πραιπόσιτος εἰς κεφαλὴν τοῦ σεκρέτου ἐπάνω πάντων τῶν πατρικίων, καὶ εὐθέως οἱ σιλεντιάριοι ὄπισθεν τοῦ σεκρέτου ἔνθεν κἀκεῖθεν εἰσάγουσιν, κατὰ τιμήν, ἕκαστον, καὶ πίπτουσιν ἔμπροσθεν τῶν δεσποτῶν ἀπευχαριστοῦντες, ὡς λαβόντες κεφαλὴν σεκρέτου, ὁμοίως καὶ ὑπάτους μέχρι
25τοῦ ἐσχάτου τῶν συγκλητικῶν. Εἶθ’ οὕτως νεύουσιν οἱ δεσ‐ πόται τῷ πραιποσίτῳ, κἀκεῖνος νεύει διὰ τῆς χλανίδος αὐτοῦ τὸν σιλεντιάριον τὸν ἑστῶτα μέσον τοῦ σεκρέτου, καὶ λέγει· «Κελεύσατε» καὶ ἐπεύχεται πᾶσα ἡ σύγκλητος· «Εἰς πολλοὺς καὶ ἀγαθοὺς χρόνους,» 〈καὶ〉 ἀποκινεῖ ἐν
30τῷ προκένσῳ τῆς ἐκκλησίας ἅμα τοῖς δεσπόταις.41 in vol. 2

2

.

42

(1t)

Ὅσα δεῖ παραφυλάττειν ἐπὶ προαγωγῇ μαγί‐
2tστρου, εἰ κελεύει αὐτὸν ποιῆσαι εἰς κυριακὴν
3tπαγανήν.
4Πρὸ μιᾶς τῇ αὐτῇ ἑσπέρᾳ ἀσφαλίζονται οἱ τρεῖς πυλῶ‐
5νες οἱ ἐλεφάντινοι τοῦ Κονσιστωρίου, καὶ οἱ ἐξερχόμενοι εἰς τὸν μάκρωνα τῶν κανδιδάτων καὶ κρεμῶσιν βῆλα εἰς τοὺς τρεῖς πυλῶνας, ἀσφαλίζεται καὶ τὸ τρίθυρον τοῦ Ὀνοποδίου, ὁμοίως καὶ αἱ θύραι τοῦ Δέλφακος, καὶ ἵστα‐ ται τὸ σένζον εἰς τὸ κιβώριν τοῦ Κονσιστωρίου, καὶ τῇ
10ἑσπέρᾳ φυλάττεται ὑπὸ σιλεντιαρίων καὶ χοσβαϊτῶν, καὶ οὐδεὶς διέρχεται τῇ ἑσπέρᾳ ἐκείνῃ ἐν τῷ Κονσιστωρίῳ, ἱσταμένου τοῦ σένζου. Καὶ μηνύεται ἀφ’ ἑσπέρας πᾶσα ἡ σύγκλητος, ἵνα προέλθωσιν ἐπὶ προελεύσει, καὶ τὸ πρωῒ ἀλλάσσει ἡ σύγκλητος ἐν τῷ μάκρωνι τῶν κανδιδάτων, καὶ
15οἱ πατρίκιοι ἀλλάσσουσιν εἰς τοὺς Ἰνδούς, μὴ ἔχοντες ἄδειαν εἰσιέναι ἐν τῷ Κονσιστωρίῳ, ἱσταμένου τοῦ σένζου. Καὶ ὅτε κελεύουσιν οἱ δεσπόται καθίσαι εἰς τὸ σένζον, ἐξέρχονται ἐκ τοῦ Αὐγουστέως ἐστεμμένοι, φοροῦντες καὶ τὰς χλαμύδας, καὶ μυστικῶς ὀψικευόμενοι ὑπὸ τοῦ κου‐
20βουκλείου, καθέζονται εἰς τὸ σένζον, ὁ δὲ τῆς καταστά‐ σεως, ἔξωθεν τῶν ἐλεφαντίνων πυλῶν εἰς τὸν μάκρωνα τῶν κανδιδάτων, ἔνθα καὶ ἡ προέλευσις, εὐτρεπίζει τὰ βῆλα ἀπό τε μαγίστρων, πατρικίων καὶ λοιπῶν συγκλητικῶν. Λαμβάνει νεῦμα παρὰ τῶν δεσποτῶν ὁ πραιπόσιτος καὶ
25ἐξέρχεται ἔξω διὰ τοῦ μέσου πυλῶνος τοῦ Κονσιστωρίου, ὀψικευόμενος ὑπὸ δύο ὀστιαρίων, καὶ εἰσάγει βῆλον αʹ· μαγίστρους, βῆλον βʹ· πατρικίους, βῆλον γʹ· τοὺς ὑπάτους, βῆλον δʹ· τοὺς κόμητας σεκόρων, βῆλον εʹ· τοὺς ἀπὸ ἐπάρ‐
χον καὶ στρατηλάτας. Καὶ ἀφ’ οὗ πληρωθῶσι τὰ βῆλα καὶ42 in vol. 2

2

.

43

εἰσέλθωσιν ἔνδον τοῦ Κονσιστωρίου, νεύουσιν οἱ δεσπόται τῷ πραιποσίτῳ, καὶ εἰσάγει τὸν ὀφείλοντα προβληθῆναι μάγιστρον ἐκ τῆς τάξεως τῶν πατρικίων, καὶ φέρει αὐτὸν μέσον τῶν πορφυρῶν γραδηλίων ἔμπροσθεν τοῦ κιβωρίου,
5καὶ ἀναφέρει αὐτὸν εἰς τὸ τρίτον γραδήλιν, καὶ πίπτει ἔμπροσθεν τοῦ ὑποποδίου τοῦ σένζου, καὶ φιλεῖ τοὺς πόδας τοῦ μεγάλου δεσπότου καὶ τὰ δύο γόνατα, ὁμοίως καὶ τοῦ μικροῦ, καὶ ἀναστὰς ἁπλοῖ τὰς χεῖρας καὶ λαμβάνει παρὰ τῶν δεσποτῶν τὸ στιχάριν καὶ τὸ βαλτίδιν. Καὶ εἰσάγει
10αὐτὸν ὁ πραιπόσιτος ἐν τῷ χειμερινῷ Κονσιστωρίῳ, καὶ ἐνδύει αὐτὸν τὸ στιχάριν καὶ ζώννυσιν αὐτὸν τὸ βαλτίδιν, καὶ εἶθ’ οὕτως προσφέρει αὐτὸν πρὸς τοὺς πόδας τῶν δεσ‐ ποτῶν, καὶ φιλεῖ τοὺς πόδας, ὡς τὸ πρότερον, ἀπευχαρι‐ στῶν τοὺς δεσπότας. Καὶ λαβὼν αὐτὸν ὁ πραιπόσιτος ἵστησιν
15αὐτὸν εἰς κεφαλὴν τοῦ σεκρέτου 〈ἐπάνω〉 τῶν πατρικίων, καὶ εἰσάγονται ἀπό τε πατρικίων μέχρι τῶν ἐσχάτων, κρατούμενοι ὑπὸ σιλεντιαρίων, καὶ ἀπευχαριστοῦσιν, ὡς λαβόντες κεφαλὴν σεκρέτου. Ὁ δὲ σιλεντιάριος, ἑστὼς μέσον τοῦ σεκρέτου, λαμβάνει νεῦμα παρὰ τοῦ πραιποσί‐
20του καὶ λέγει· «Κελεύσατε» καὶ ἐπεύχεται ἡ σύγκλητος· «Εἰς πολλοὺς καὶ ἀγαθοὺς χρόνους» καὶ ἐξέρχονται ἐν τῷ μάκρωνι τῶν κανδιδάτων, καὶ δίδονται μίνσαι παρὰ τοῦ σιλεντιαρίου. Ὁ δὲ προβληθεὶς μάγιστρος ἐξέρχεται εἰς τοὺς Ἰνδούς, καὶ ἀλλάσσει σαγίον ἀληθινὸν ἐπάνω τοῦ στι‐
25χαρίου αὐτοῦ, καὶ ἀναχωρεῖ εἰς τὸν οἶκον αὐτοῦ, καὶ εἰ μέν ἐστιν πλησιάζων τῷ παλατίῳ ὁ οἶκος αὐτοῦ, ὀψικεύε‐ ται ὑπὸ ἀξιωματικῶν καὶ δομεστίκων πεδίτου καὶ σχολαρίων πεδίτου καὶ σκουταρίων τοῦ ἀριθμοῦ καὶ διαιταρίων καὶ δεκα‐ νῶν· εἰ δέ ἐστιν μηκόθεν, οἱ αὐτοὶ ἄνευ τῶν ἀξιωματικῶν.
30Χρὴ δὲ γινώσκειν ὅτι καὶ ἐν ἑορτῇ, ἐὰν προβληθῇ,
οὕτως ἀναχωρεῖ.43 in vol. 2

2

.

44

(1t)

Νϛʹ (ΜΖʹ)
1tὍσα δεῖ παραφυλάττειν ἐπὶ προαγωγῇ πατρικίου
2tσυγκλητικοῦ καὶ στρατηγοῦντος.
3Πρὸ μιᾶς δίδοται ἀπόκρισις, καὶ μηνύεται πᾶσα ἡ σύγκλητος, ἵνα προέλθῃ μετὰ ἀλλαξίμων, καὶ τὸ πρωῒ
5ἀλλάσσει ἐν τῷ Ἱπποδρόμῳ, καὶ εἰσέρχεται ἡ προέλευσις εἰς τὸν τρίκλινον τοῦ Ἰουστινιανοῦ καὶ πᾶς ὁ λαός, καθὼς ἔχει ἡ συνήθεια τῆς κυριακῆς. Καὶ ὅτε κελεύουσιν οἱ δεσ‐ πόται δέξασθαι τὸ σέκρετον, λέγουσιν τῷ πραιποσίτῳ, καὶ ἐξέρχεται ὁ πραιπόσιτος καὶ λέγει τῷ τῆς καταστάσεως,
10καὶ προσκαλεῖται ὁ τῆς καταστάσεως τοὺς πατρικίους καὶ τὴν σύγκλητον. Καὶ εἰσέρχονται εἰς τὸν Τριπέτωνα, καὶ 〈ὁ τῆς καταστάσεωσ〉 εὐτρεπίζει τὰ βῆλα εἰς τὸν αὐτὸν Τριπέτωνα, καὶ ἀλλάσσουσιν οἱ δεσπόται τὰ διβητήσια καὶ τὰς χλαμύδας καὶ τὰ στέμματα αὐτῶν, καὶ καθέζονται ἐν
15τῷ σένζῳ. Καὶ εὐθέως εἰσέρχονται οἱ κουβικουλάριοι μυ‐ στικῶς ἀπὸ πλαγίου ἔνθεν κἀκεῖθεν, καὶ ἵστανται κονσιστώ‐ ριον, καὶ νεύουσιν οἱ δεσπόται τῷ πραιποσίτῳ, καὶ ἐξέρχε‐ ται μετὰ ὀστιαρίων, ὡς ἔχει ἡ συνήθεια, καὶ προσκαλεῖται βῆλον αʹ· τῶν μαγίστρων, βῆλον βʹ· τοὺς πατρικίους, βῆλον
20γʹ· τοὺς ὑπάτους, βῆλον δʹ· τοὺς κόμητας τῶν σεκόρων, βῆλον εʹ· τοὺς κανδιδάτους 〈τῶν〉 σεκόρων, βῆλον ϛʹ· τοὺς δομεστίκους 〈τῶν〉 σεκόρων, βῆλον ζʹ· 〈τοὺσ〉 ἀπὸ ἐπάρχων, τοὺς στρατηλάτας. Ὁ δὲ ῥεφερενδάριος εἰσέρχεται ἀπὸ πλαγίου, ὅτε
25εἰσῆλθε τὸ βῆλον τῶν πατρικίων, καὶ ἵσταται ὄπισθεν44 in vol. 2

2

.

45

αὐτῶν· οἱ δὲ ἀσηκρῆται οἱ μὴ ὄντες ὕπατοι, εἰσέρχονται ἀμηνυτὶ ὅτε εἰσέλθῃ τὸ βῆλον τῶν ὑπάτων, καὶ ἵστανται ὄπισθεν τῶν ὑπάτων· ὁμοίως εἰσέρχονται οἱ σιλεντιάριοι εἰς τὴν συμπλήρωσιν τῶν ζʹ βήλων, καὶ ἵστανται ὄπισθεν
5ἔνθεν κἀκεῖθεν. Τῷ δὲ τῆς καταστάσεως κελεύουσιν οἱ δεσ‐ πόται λαλῆσαι πρὸς τοῦ ἐλθεῖν τὰ βῆλα τῷ ὀφείλοντι προβληθῆναι, καὶ ὅτε θέλει εἰσάξαι τὰ βῆλα, λέγει πρὸς τὰ μέρη τὸ ὄνομα μυστικῶς, καὶ ἀπέρχονται τὰ μέρη, καὶ ποιοῦσι τὰ ποιήματα τοῦ προβαλλομένου κατὰ τὸ ὄνομα.
10Καὶ ἀφ’ οὗ σταθῇ τὸ σέκρετον κονσιστώριον, καὶ σταθῶσιν οἱ σιλεντιάριοι ἔνθεν κἀκεῖθεν, νεύουσιν οἱ δεσπόται τῷ πραιποσίτῳ, καὶ ὁ πραιπόσιτος τῷ τῆς καταστάσεως, καὶ ἐπαίρει ὁ τῆς καταστάσεως μετὰ τοῦ σεκουνδικηρίου τὸν προβαλλόμενον πατρίκιον, καὶ ἵσταται μέσον τοῦ σεκ‐
15ρέτου, κρατούμενος ὑπὸ τοῦ τῆς καταστάσεως καὶ τοῦ ἑτέρου σιλεντιαρίου· κἄν τε εἷς ἐστιν, κἄν τε δύο, κἄν τε τρεῖς, καὶ αὐτοὶ συνεισέρχονται ὑπὸ σιλεντιαρίου κρατού‐ μενοι, καὶ πίπτουσιν οἱ προβαλλόμενοι καὶ μόνον, καὶ εἰσάγουσι τὸν πρῶτον αὐτῶν ἔμπροσθεν τοῦ ὑποποδίου τῶν
20δεσποτῶν, καὶ πίπτει καὶ φιλεῖ τοὺς πόδας καὶ τὰ δύο γόνατα τοῦ μεγάλου βασιλέως, ὁμοίως καὶ τοῦ μικροῦ, καὶ ἐγερθεὶς ἁπλοῖ τὰς χεῖρας, καὶ λαμβάνει τὰ κωδικέλλια παρὰ τῶν δεσποτῶν καὶ φιλεῖ τὰς χεῖρας αὐτῶν, καὶ ἵστη‐ σιν αὐτόν, ὅπου ἵστανται οἱ λοιποί, καὶ εἰσάγει τὸν δεύτε‐
25ρον, καὶ προσφέρει κἀκεῖνον ἐν τῷ ὑποποδίῳ, καὶ πίπτει καὶ φιλεῖ τοὺς πόδας ὁμοίως καὶ τὰ γόνατα τῶν δύο δεσ‐ ποτῶν, καὶ λαβὼν τὰ κωδικέλλια φιλεῖ τὰς χεῖρας, καὶ ὀπισθοποδεῖ κἀκεῖνος, ὁμοίως καὶ οἱ λοιποί, ὅσοι ἐάν εἰσιν, ποιοῦσιν οὕτως, κἄν τε τρεῖς, κἄν τε τέσσαρες. Καὶ ὅτε
30λάβωσιν οἱ ἀμφότεροι τὰ κωδικέλλια καὶ σταθῶσιν, εἰσά‐ γονται ἀπό τε τοῦ μαγίστρου μέχρι τῶν ἐσχάτων συγκλη‐
τικῶν ἔμπροσθεν τῶν δεσποτῶν, κρατούμενοι ὑπὸ σιλεν‐45 in vol. 2

2

.

46

τιαρίων, ἀπευχαριστοῦντες. Καὶ ὅτε πληρώσῃ ἡ σύγκλητος τὴν εὐχαριστίαν, προσφέρει πάλιν ὁ τῆς καταστάσεως τὸν προβληθέντα πρῶτον, καὶ πίπτει ἐν τῷ ὑποποδίῳ καὶ φιλεῖ τοὺς πόδας καὶ τὰ γόνατα τοῦ μεγάλου δεσπότου,
5ὁμοίως καὶ τοῦ μικροῦ, καὶ εὔχεται τοὺς δεσπότας, ὡς τιμηθείς. Καὶ ἵστησιν αὐτὸν ὁ τῆς καταστάσεως ἔνθα ἐστὶν ἡ τιμὴ αὐτοῦ, κἂν στρατηγὸς 〈κἂν〉 ἔμπραττος, κἄν τε ἄπραττος, ὁμοίως καὶ τοῖς λοιποῖς ποιεῖ οὕτως, πί‐ πτουσιν κἀκεῖνοι καὶ φιλοῦσιν τοὺς πόδας καὶ τὰ γόνατα,
10καὶ ἵστησιν αὐτούς, ἕκαστον κατὰ τὴν τιμὴν αὐτοῦ, καὶ ὅτε συμπληρώσωσιν ἀμφότεροι οἱ προβληθέντες, νεύουσιν οἱ δεσπόται τῷ πραιποσίτῳ, καὶ λέγει· «Κελεύσατε» καὶ εὔχονται τό· «Εἰς πολλοὺς χρόνους.» Καὶ ἐξέρχεται ἡ σύγκλητος μετὰ τῶν προρρηθέντων, καὶ λαμβάνουσιν οἱ
15σιλεντιάριοι τὰ κωδικέλλια αὐτῶν, καὶ ἕκαστος σιλεντιάριος ὀψικεύει τὸν ἴδιον αὐτοῦ, βαστάζοντες τὰ κωδικέλλια αὐτῶν. Καὶ ἐξέρχονται διὰ τῆς προελεύσεως, καὶ ἀπέρχονται εἰς τὴν ἐκκλησίαν τοῦ Ἱπποδρόμου, καὶ ἅπτουσι κηρούς,
20ὀψικευόμενοι ὑπὸ ἀξιωματικῶν, καὶ ἀπέρχονται ἐν τῷ Κονσιστωρίῳ καὶ ἅπτουσι κἀκεῖσε κηρούς, ὁμοίως καὶ εἰς τοῦ Κυρίου. Καὶ ἵστανται οἱ ἀξιωματικοὶ καὶ τὰ σκουτάρια τοῦ ἀριθμοῦ καὶ οἱ διαιτάριοι τῶν ὅλων διαιτῶν καὶ οἱ δεκανοὶ εἰς τὸν μάκρωνα τῶν κανδιδάτων, καὶ ἀπέρχονται
25οἱ αὐτοὶ πατρίκιοι ὀψικευόμενοι μέχρι τῶν χαλκῶν πυλῶν τῶν κορτινῶν, καὶ λέγει ὁ ἀδμηνσουνάλιος, ἅπερ φωνοβο‐ λεῖ ὁ νουμεράριος καὶ λέγει· «Στήτω» καὶ κρατεῖ ὁ νου‐ μεράριος τὸ βῆλον, καὶ πάλιν λέγει ὁ ἀδμηνσουνάλιος, ἅπερ φωνοβολεῖ ὁ νουμεράριος· «Λεβά, πατρίκιε στρατηγέ,
30λώκ,» καὶ ἐξέρχεται ὁ πρῶτος πατρίκιος, καὶ πάλιν
λέγει· «Στήτω» εἰς τὸν δεύτερον, καὶ λέγει, ἅπερ φωνο‐46 in vol. 2

2

.

47

βολεῖ ὁ νουμεράριος, εἰ μέν ἐστιν ἔπαρχος, εἴτε λογοθέτης, εἴτε κυαίστωρ, λέγει· «Λεβά, πατρίκιε ἔπαρχε, λώκ·» εἰ δέ ἐστιν πατρίκιος μόνον· «Λεβά, πατρίκιε.» Καὶ ἐξέρ‐ χεται κἀκεῖνος εἰς τὴν πύλην, καὶ ἀπέρχονται οἱ αὐτοὶ
5πατρίκιοι ὀψικευόμενοι διὰ τῶν Σχολῶν, καὶ δέχονται τὰ μέρη ἕκαστον εἰς τοὺς ἰδίους τόπους, καὶ ἀκτολογοῦσιν ἕνα ἕνα πατρίκιον, ἕκαστον κατὰ τὴν τιμὴν αὐτοῦ, καὶ ἐπι‐ δίδωσιν τὸ λιβελλάριν ὁ δήμαρχος τῷ πρώτῳ ὡς πρώτῳ, τῷ δευτέρῳ ὡς δευτέρῳ, ὁμοίως καὶ τοῖς λοιποῖς, λέγων καὶ
10τὰ ποιήματα αὐτῶν. Ὅτε δὲ λέγει τὸ ὄνομα καὶ τὴν ἀξίαν, προσκυνεῖ πρὸς τὸν δήμαρχον καὶ τὸν δῆμον, καὶ ὁ δήμαρ‐ χος πρὸς αὐτὸν ποιῶν τὸ σέβας· ὁμοίως ἀκτολογοῦσιν καὶ τοὺς λοιπούς, ὁμοίως καὶ ὁ δῆμος τοῦ Βενέτου. Καὶ ἀπέρχονται οἱ προβληθέντες διὰ τοῦ χυτοῦ τῆς Χαλκῆς
15εἰς τὸ Ἅγιον Φρέαρ, καὶ ἅπτουσιν κηροὺς καὶ εἰσέρχονται ἐν τῷ ναῷ, καὶ ἵστανται εἰς τὸ σκάμνον τῶν πατρικίων, καὶ ὅτε ἐστὶν ὁ καιρὸς γενέσθαι τὴν εὐχὴν τῶν πατρικίων παρὰ τοῦ πατριάρχου, ἔρχεται ὁ ῥεφερενδάριος καὶ προσ‐ καλεῖται αὐτούς, καὶ εἰσέρχονται εἰς τὸν ναόν, εἰς τὴν
20σωλαίαν, ἔνθα ἵσταται τὸ ἀντιμίσιον. Καὶ ἐξέρχεται ὁ πατριάρχης ἐκ τοῦ θυσιαστηρίου, καὶ λαμβάνει τὰ κωδικέλ‐ λια ἐξ αὐτῶν, καὶ τίθησιν αὐτὰ ἐν τῷ ἀντιμισίῳ, καὶ ποιεῖ τὴν εὐχήν, καὶ εἶθ’ οὕτως ἐπιδίδωσιν ἑνὶ ἑκάστῳ πατρικίῳ τὰ κωδικέλλια αὐτῶν, καὶ ἕκαστος πατρίκιος τίθησιν τὸ
25ἀποκόμβιον αὐτοῦ ἐν τῷ ἀντιμισίῳ, ὁ στρατηγὸς νομίσματα οβʹ, ὁ ἔμπραττος νομίσματα νʹ, ὁ ἄπραττος νομίσματα λϛʹ. Καὶ ἀπέρχεται ὁ πατριάρχης ἐν τῷ ἀντιμισίῳ, ἔνθα μετα‐ δίδει, καὶ εἰσέρχονται οἱ πατρίκιοι καὶ κοινωνοῦσιν, εἶθ’ οὕτως ἀπέρχονται εἰς τὸ σκάμνον τῶν πατρικίων, καὶ
30φοροῦσιν σαγία ἀληθινὰ ἀμφότεροι καὶ διαμερίζεται τὸ ὀψίκιν εἰς τοὺς προβληθέντας, καὶ ἀναχωροῦσιν εἰς τοὺς
οἴκους αὐτῶν ὀψικευόμενοι. Καὶ οἱ σιλεντιάριοι φοροῦντες47 in vol. 2

2

.

48

σαγία ῥοῆς καβαλλάριοι, βαστάζοντες τὰ κωδικέλλια αὐτῶν, καὶ ἀπέρχονται μέχρι τῶν οἴκων αὐτῶν ὀψικεύοντες. Εἰ μὲν ἔχει γυναῖκα ὁ προβληθεὶς πατρίκιος, ἐπιδίδωσιν ὁ σιλεντιάριος τὰ κωδικέλλια τῇ πατρικίᾳ, καὶ λαμβάνει ἐξ
5αὐτῆς νομίσματα ιβʹ· εἰ δὲ οὐκ ἔχει γυναῖκα, τίθησιν αὐτὰ εἰς τὸν κράβαττον αὐτοῦ, καὶ λαμβάνει τὰ ιβʹ νομίσματα ἐξ αὐτοῦ, καὶ ἀριστᾷ μετ’ αὐτοῦ, καὶ οὕτως ἀναχωρεῖ εἰς τὸν οἶκον αὐτοῦ. Χρὴ δὲ γινώσκειν ὅτι ἐν ἑορτῇ προβολὴ πατρικίου οὐ
10γίνεται· τὴν δωδεκαήμερον τῶν ἑορτῶν γίνεται καὶ τὴν ἑξαήμερον τῆς διακαινησίμου, καὶ τὴν ἡμέραν τῶν Βαΐων καὶ ἐν παγανῇ κυριακῇ· καὶ τὸ ἅγιον Σάββατον μηνύεται ἡ σύγκλητος ἵνα βαστάζωσιν τὰ ἄσπρα χλανίδια μετὰ τῶν ἀτραβατικῶν, καὶ πρὸ τοῦ ἀπελθεῖν τοὺς δεσπότας εἰς τὴν
15ἐκκλησίαν, δέχεται σέκρετον μετὰ λευκῶν χλανιδίων εἰς τὸν Χρυσοτρίκλινον, καὶ γίνεται ἡ προβολὴ τῆς πατρικιότητος, καὶ δίδοται μεταστάσιμον ἐν τῷ Κονσιστωρίῳ, καὶ ἀλλάσσει πᾶσα ἡ σύγκλητος ἀτραβατικὰ χλανίδια κατὰ τὴν συνήθειαν τῆς ἡμέρας τοῦ ἁγίου Σαββάτου, ὁμοίως καὶ οἱ
20προβληθέντες πατρίκιοι τὰ ἀτραβατικά, εἰ μέν ἐστιν στρατηγὸς φορεῖ σαγίον ἀληθινόν, βαστάζων καὶ τὰ κωδικέλλια αὐτοῦ ἔμπροσθεν τῶν δεσποτῶν. Καὶ ἀπέρχον‐ ται μέχρι τῆς ἐκκλησίας, καὶ ὅτε ἀλλάξωσιν οἱ δεσπόται τὰς ἐνδυτὰς τῆς ἐκκλησίας, ὑποστρέφουσιν ἐν τῷ παλατίῳ
25καὶ ἀλλάσσουσιν οἱ προβληθέντες πατρίκιοι τὰ ἄσπρα χλανίδια, καὶ ἐπαίρουσιν οἱ σιλεντιάριοι τὰ κωδικέλλια αὐτῶν. Οἱ μὲν στρατηγοὶ μετὰ σαγίων ἀληθινῶν ἀπέρχον‐ ται ἐν τῇ ἐκκλησίᾳ, καθὼς τὰ προρρηθέντα, διὰ τῶν Σχο‐ λῶν καὶ τὰς δοχὰς τῶν μερῶν, καὶ ἐξέρχεται ὁ πατριάρχης
30ἐκ τοῦ θυσιαστηρίου, καὶ ποιεῖ τὴν εὐχήν, ὡς ἔχει ἡ συνή‐48 in vol. 2

2

.

49

θεια, καὶ ἀναχωροῦσιν εἰς τοὺς οἴκους αὐτῶν, καθὼς ἀνωτέρω εἴρηται. Ἐν ᾗ ἡμέρᾳ παρακυπτικὸν φιάλης γίνεται καὶ παρακύπτει μετὰ τὸ κωδικέλλιον, καὶ ἐν τῇ συμπληρώσει τοῦ παρακυ‐
5πτικοῦ τῆς φιάλης τῶν Βενέτων ἀπέρχονται τὰ μέρη εἰς τοὺς τόπους αὐτῶν εἰς τὰς Σχολάς, ὁμοίως καὶ οἱ προβλη‐ θέντες πατρίκιοι ὀψικευόμενοι ἀπέρχονται εἰς τὰς Σχο‐ λάς, καὶ δέχονται αὐτοὺς τὰ μέρη, καὶ ἀπέρχονται ἐν τῇ ἐκκλησίᾳ, καὶ πληροῦται πᾶσα ἡ ἀκολουθία, ὡς ἔχει ἡ
10συνήθεια, καθὼς ἀνωτέρω εἴρηται. Εἰ δὲ οὐκ ἔστιν συγκλητικὸς ὁ προβληθεὶς πατρίκιος, ἀλλ’ ἔστιν ἀπὸ σπαθίου, οὐκ εἰσέρχεται ἐν τῷ Χρυσοτρικ‐ λίνῳ, ἀλλ’ ἐνδύει αὐτὸν ὁ τῆς καταστάσεως σαγίον ῥοῆς. Καὶ ὅτε εἰσέλθωσιν τὰ βῆλα ὅλα κατὰ τὴν συνήθειαν ἐν
15τῷ Χρυσοτρικλίνῳ καὶ σταθῶσι κονσιστώριον, κρατεῖ ὁ τῆς καταστάσεως τὸν ὀφείλοντα προβληθῆναι εἰς τὸ πούλπιτον τῶν ἀργυρῶν πυλῶν μετὰ ἄλλου σιλεντιαρίου, καὶ ἔρχεται ὁ ὀστιάριος μόνος, καὶ ἵσταται εἰς τὸ βῆλον ἔσωθεν, καὶ ὅτε λάβῃ τὸ νεῦμα παρὰ τοῦ πραιποσίτου, κρούει τὸ βῆλον,
20καὶ ἐπαίρει αὐτὸ ὁ σιλεντιάριος, καὶ εἰσέρχεται ὁ προ‐ βληθεὶς πατρίκιος ἀπὸ σαγίου ῥοῆς, κρατούμενος ὑπὸ τοῦ τῆς καταστάσεως καὶ ἑτέρου σιλεντιαρίου, καὶ πίπτει μετὰ τῶν σιλεντιαρίων ὁ προβληθεὶς τὸ πρῶτον, τὸ δεύ‐ τερον πίπτει εἰς τὴν μέσην τοῦ τρικλίνου, τὸ τρίτον
25πίπτει ἀπὸ διαστήματος τοῦ σένζου. Καὶ φέρουσιν αὐτόν, καὶ πίπτει ἔμπροσθεν τοῦ ὑποποδίου, καὶ φιλεῖ τοὺς πόδας τοῦ μεγάλου βασιλέως καὶ τὰ δύο αὐτοῦ γόνατα, ὁμοίως καὶ τοῦ μικροῦ, καὶ ἁπλοῖ τὰς χεῖρας καὶ λαμβάνει παρὰ τῶν δεσποτῶν τὰ κωδικέλλια, καὶ φιλεῖ τὰς χεῖρας τῶν
30δεσποτῶν, καὶ ὀπισθοποδεῖ αὐτὸν ὁ τῆς καταστάσεως,
ἔνθα τὸ τρίτον προσεκύνησε, καὶ εἰσέρχονται οἱ πατρίκιοι49 in vol. 2

2

.

50

ἀπό τε μαγίστρων καὶ τῶν λοιπῶν πατρικίων, κρατούμενοι ὑπὸ σιλεντιαρίων, ἀπευχαριστοῦντες τοῖς δεσπόταις πατρίκιοι καὶ μόνον· οἱ δὲ λοιποὶ συγκλητικοὶ οὐ πίπτουσιν, ὡς μὴ γενομένου συγκλητικοῦ. Καὶ ἀπέρχεται ὀψικευόμενος ἐν τῷ
5Κονσιστωρίῳ, καὶ οὕτως ἀπέρχονται ἐν τῇ ἐκκλησίᾳ, καὶ τὰ λοιπὰ πάντα πληροῦται, ὡς ἔχει ἡ συνήθεια, καὶ ἐπὶ τῶν λοιπῶν πατρικίων καὶ ὅτε ἀναχωρεῖ ἀπὸ τῆς ἐκκλησίας, φορεῖ καὶ αὐτὸς σαγίον ἀληθινόν, καὶ οὕτως
ἀναχωρεῖ εἰς τὸν οἶκον αὐτοῦ.50 in vol. 2

2

.

51

(1t)

Νζʹ (ΜΗʹ)
1tὍσα δεῖ παραφυλάττειν ἐπὶ προβολῇ
2tπατρικίων.
3Εἰσελθὼν ὁ βασιλεὺς εἰς τὴν καμάραν τὴν οὖσαν πρὸς τὸν ναὸν τοῦ Ἁγίου Θεοδώρου ἔνδον τοῦ βήλου, προσκα‐
5λεῖται ὁ πραιπόσιτος τοὺς βεστήτορας, καὶ περιβάλλουσι τὴν χλανίδα τὸν βασιλέα, καὶ τούτων ἐξελθόντων, στέφε‐ ται ὑπὸ τοῦ πραιποσίτου, ἔπειτα ἐξέρχεται ἐκ τῆς καμά‐ ρας, ἐν ᾗ ἐστέφθη, καὶ ἀνελθὼν καθέζεται ἐπὶ τοῦ σένζου αὐτοῦ, τοῦ ἱσταμένου εἰς τὸν Χρυσοτρίκλινον. Στάντων δὲ
10τῶν ἀρχόντων τοῦ κουβουκλείου ἔνθεν κἀκεῖθεν, οἱ κου‐ βικουλάριοι καὶ οἱ σπαθαροκουβικουλάριοι ἵστανται ὀπίσω κύκλῳ τοῦ σένζου, καθώς ἐστιν τὸ ἡμικύκλιον, διὰ τὸ χωρηθῆναι τοὺς μέλλοντας εἰσελθεῖν διὰ τῶν ὀκτὼ βήλων· οἱ δὲ πρωτοσπαθάριοι εὐνοῦχοι ἵστανται πλησίον τοῦ
15σένζου. Εἶτα λαβὼν τὸν θυμιατὸν ὁ μινσουράτωρ ἢ καὶ ὁ παπίας τοῦ παλατίου τοῦ μεγάλου, θυμιᾷ ἀπὸ τοῦ αἰρο‐ μένου βήλου τοῦ Χρυσοτρικλίνου, καὶ ἀνέρχεται θυμιῶν τὸν βασιλέα, καὶ τοῦτο ποιῶν ἐκ γʹ ὑποχωρεῖ. Καὶ λαβὼν νεῦμα ὁ πραιπόσιτος παρὰ τοῦ βασιλέως, ἀπέρχεται καὶ
20ἵσταται ἔμπροσθεν τοῦ βασιλέως μέσον τῶν ἀρχόντων τοῦ κουβουκλείου, καὶ ἐφαπλώσας τὰς χεῖρας αὐτοῦ μετὰ τοῦ χλανιδίου αὐτοῦ, προσκυνεῖ τὸν βασιλέα, μὴ κλίνας τὰ
γόνατα, εἰ μὴ μόνον τὸ σχῆμα τῆς προσκυνήσεως, ὃν τρό‐51 in vol. 2

2

.

52

πον ἡ τῆς ἡμέρας τάξις ἀπαιτεῖ. Καὶ εἶθ’ οὕτως ἐξέρχε‐ ται μετὰ δύο ὀστιαρίων, ἔμπροσθεν αὐτοῦ βασταζόντων καὶ τὰ βεργία αὐτῶν ἐν τῷ Τριπέτωνι, καὶ εὑρίσκει τοὺς μαγίστρους ἑτοιμασθέντας παρὰ τοῦ τῆς καταστάσεως,
5καὶ προσκαλεῖται αὐτοὺς ὁ πραιπόσιτος· καὶ ἵστανται ἔξω τοῦ βήλου τῆς πύλης τοῦ Χρυσοτρικλίνου δύο σιλεντιάριοι, καὶ ἡνίκα προσκληθῶσιν οἱ μάγιστροι παρὰ τοῦ πραιποσί‐ του, αἴρεται ὕπερθεν τὸ βῆλον ὑπὸ σιλεντιαρίων, καὶ εἰσέρχονται οἱ μάγιστροι μετὰ τοῦ πραιποσίτου, τὸ πρῶτον
10βῆλον, καὶ στὰς ὁ πραιπόσιτος πλησίον τοῦ αὐτοῦ βήλου, οἱ δὲ μάγιστροι ὀπίσω αὐτοῦ, νεύει ὁ πραιπόσιτος τοὺς ὀστιαρίους, καὶ ἵστανται ἔνδον τοῦ βήλου. Λαβὼν δὲ νεῦμα ὁ ἔνδον πραιπόσιτος παρὰ τοῦ βασιλέως, δίδωσι νεῦμα τῷ μινσουράτωρι ἢ τῷ κουβικουλαρίῳ τῷ αἴροντι τὸ βῆλον,
15καὶ εἰσέρχεται ὁ πραιπόσιτος καὶ ἀνέρχεται ἐν τῇ στάσει αὐτοῦ· οἱ δὲ μάγιστροι εἰσελθόντες ἔνδον τοῦ βήλου, πί‐ πτουσιν, καὶ ἀναστάντες ἵστανται ἐν τῇ τάξει αὐτῶν ἀπὸ τῶν ἀρχόντων τοῦ κουβουκλείου ἔνθεν κἀκεῖθεν. Καὶ αὖθις λαβὼν νεῦμα ὁ πραιπόσιτος παρὰ τοῦ βασι‐
20λέως, εἰσέρχεται εἰς τὸ μέσον, καὶ προσκυνήσας, ὡς ἀνω‐ τέρω εἴρηται, ἐξέρχεται μετὰ δύο ὀστιαρίων ἐν τῷ Τρι‐ πέτωνι, καὶ προσκαλεσάμενος τοὺς ἀνθυπάτους, εἰσάγει αὐτούς, βῆλον βʹ· προσκυνήσαντες δὲ καὶ αὐτοί, ἵστανται ἀπὸ τῶν μαγίστρων ἔνθεν κἀκεῖθεν, ὁ δὲ πραιπόσιτος ἀνέρ‐
25χεται ἐν τῇ στάσει αὐτοῦ, τοῦτο δὲ ποιεῖ κατὰ εἴσοδον ἑκάστου βήλου. Καὶ αὔθις λαβὼν νεῦμα, ἐξέρχεται, ὡς ἀνωτέρω εἴρηται, ἐν τῷ Τριπέτωνι, καὶ προσκαλεῖται 〈τοὺσ〉 πατρικίους καὶ στρατηγούς, καὶ εἰσάγει αὐτούς, βῆλον γʹ. Ἐκτελούντων καὶ αὐτῶν προσκύνησιν καὶ στάσιν,
30ὡς καὶ οἱ πρῴην.52 in vol. 2

2

.

53

Ἰστέον δὲ ὅτι, εἰ μὲν οὐκ ἔστιν ὁ ὕπαρχος πατρίκιος, ἐν τῷ τρίτῳ βήλῳ τῶν πατρικίων εἰσέρχεται ἐν τῇ δοχῇ, ἐὰν δὲ κυαίστωρ ἢ λογοθέτης ἢ γενικὸς ἢ ἐκ τῶν τὰ πρῶτα ὀφφίκια κατεχόντων οὔκ εἰσι πατρίκιοι, οὐδεὶς εἰσέρχε‐
5ται μετὰ τῶν πατρικίων, ἀλλ’ εἰσέρχονται μετὰ τῆς συγ‐ κλήτου. Καὶ λαβὼν πάλιν νεῦμα ὁ πραιπόσιτος παρὰ τοῦ βασιλέως, εἰσέρχεται εἰς τὸ μέσον, καὶ προσκυνήσας καὶ ἐκτελέσας πάντα ἃ ἐν τῷ πρώτῳ βήλῳ ἐξετέλεσεν, ἐξέρ‐ χεται μετὰ δύο ὀστιαρίων ἐν τῷ Τριπέτωνι, καὶ εἰσάγει τὴν
10σύγκλητον, δʹ βῆλον· ἐκτελοῦσιν δὲ καὶ αὐτοὶ ὁμοίως. Συνεισέρχονται αὐτοῖς διὰ τῆς πλαγίας αὐτῶν ἐν μὲν τῷ δεξιῷ μέρει οἱ βεστήτορες, ἐν δὲ τῷ εὐωνύμῳ ὁ λογοθέτης μετὰ τῶν ἀσηκρητῶν καὶ ὁ ῥεφερενδάριος μετ’ αὐτῶν φορῶν φελώνην ἄσπρον.
15Ἰστέον δὲ ὅτι οἱ μὲν ἀσηκρῆται καὶ οἱ βεστήτορες καὶ ὁ λογοθέτης καὶ ὁ δεκανὸς εἰσιόντες οὐ πίπτουσιν, ἀλλ’ ἵστανται ὄπισθεν τοῦ σεκρέτου ἔνθεν κἀκεῖθεν, ἡ δὲ σύγ‐ κλητος, ὡς προείρηται, ἐπελθοῦσα ἐκτελεῖ ἅπαντα, ὡς καὶ οἱ πρότερον.
20Εἶτα ἀνελθὼν πάλιν ὁ πραιπόσιτος, ἵσταται ἐν τῇ τάξει αὐτοῦ, καὶ λαβὼν παρὰ τοῦ βασιλέως νεῦμα, εἰσέρ‐ χεται μέσον, καὶ προσκυνήσας ἐξέρχεται μετὰ ὀστιαρίων καὶ βεργίων ἐν τῷ Τριπέτωνι, καὶ εἰσάγει τοὺς κόμητας τῶν σχολῶν εἰς τὸ εʹ βῆλον· ἐκτελοῦσιν δὲ καὶ αὐτοὶ
25ὁμοίως. Ὁ δὲ πραιπόσιτος ἀνέρχεται καὶ ἵσταται ἐν τῇ τάξει αὐτοῦ, καὶ αὖθις λαβὼν νεῦμα εἰσέρχεται εἰς τὸ μέσον καὶ προσκυνεῖ, καὶ ἐξελθὼν εἰσάγει κανδιδάτους, βῆλον ϛʹ, καὶ αὐτοί, ὡς προείρηται, τὰ συνήθη ἐκτελέ‐ σαντες, ἵστανται ἐν τῇ τάξει αὐτῶν. Καὶ ὁ πραιπόσιτος
30εἰσελθὼν πάλιν καὶ προσκυνήσας, εἰσάγει δομεστίκους, βῆλον ζʹ· καὶ αὐτοὶ ἐκτελοῦσιν ὁμοίως. Εἶτα εἰσάγει τοὺς
ἀπὸ ἐπάρχων, βῆλον ηʹ.53 in vol. 2

2

.

54

Καὶ τελεσθέντων τῶν ηʹ βήλων, συνεισέρχονται μετὰ τοῦ ὀγδόου βήλου ὁ τῆς καταστάσεως καὶ οἱ σιλεντιάριοι ἔνθεν κἀκεῖθεν ὄπισθεν τοῦ σεκρέτου, καὶ εἰ μὲν εἰσῆλθεν ὁ μέλλων γίνεσθαι πατρίκιος ἐν ἑνὶ τῶν βήλων, καὶ ἵσταται
5ἐν τῇ δοχῇ τοῦ σεκρέτου, προσκαλεῖται ὁ βασιλεὺς τὸν πραιπόσιτον, καὶ ὃν ἂν κελεύῃ προβαλέσθαι πατρίκιον, λέγει τὸ ὄνομα αὐτοῦ τῷ πραιποσίτῳ, κἀκεῖνος λέγει τῷ τῆς καταστάσεως, κἀκεῖνος λαβὼν μετ’ αὐτοῦ σιλεντιάριον καὶ τὸν μέλλοντα προβληθῆναι, ἐξαίφνης ἄγουσιν καὶ
10ἱστᾶσιν μέσον ἔμπροσθεν τοῦ βασιλέως· Εἰ δὲ ἔξω ἔμεινεν, ὡς μὴ ἀξίας οὔσης τῆς τάξεως αὐτοῦ εἰσελθεῖν μετὰ τῶν ηʹ βήλων, μένει μετ’ αὐτοῦ ὁ τῆς καταστάσεως μετὰ σιλεν‐ τιαρίου ἑνός, ὁ δὲ βασιλεὺς προσκαλεῖται τὸν πραιπόσιτον καὶ γνωρίζει τὸ ὄνομα τοῦ μέλλοντος προβληθῆναι, ὁ δὲ
15πραιπόσιτος ἵσταται μέσον τοῦ σεκρέτου, καὶ προσκυνήσας, ἐξελθὼν μετὰ δύο ὀστιαρίων, προσκαλεῖται αὐτόν, καὶ εἰσάγει, φοροῦντα σαγίον ῥοῆς. Κρατοῦσι δὲ αὐτὸν ὅ τε τῆς καταστάσεως καὶ σιλεντιάριος, καὶ ἱστᾶσιν αὐτὸν μέσον τοῦ σεκρέτου ἔμπροσθεν τοῦ βασιλέως, ὁ δὲ πραιπό‐
20σιτος εἰσελθὼν ἐν τῇ καμάρᾳ καὶ τὰς πλάκας παρὰ τοῦ δευτέρου λαβών, ἐπιδίδωσιν αὐτὰς τῷ βασιλεῖ. Ἄγουσι δὲ τὸν μέλλοντα προβληθῆναι ὁ τῆς καταστάσεως καὶ ὁ σιλεν‐ τιάριος, καὶ ῥίπτουσιν αὐτὸν εἰς τοὺς πόδας τοῦ βασιλέως, καὶ προσκυνήσας ἀσπάζεται αὐτούς, εἶτα τὰ γόνατα αὐτοῦ,
25εἶτα λαβὼν τὰς πλάκας ἀπὸ τοῦ βασιλέως, φιλεῖ καὶ τὰς χεῖρας αὐτοῦ. Καὶ λαβόντες αὐτόν, ἀποφέρουσιν ὀπισθοφα‐ νῶς, καὶ ἱστῶσιν αὐτὸν μέσον τοῦ σεκρέτου ἀναμεταξὺ τῶν τοῦ κουβουκλείου ἀρχόντων, διαμερίζονται δὲ οἱ σιλεν‐ τιάριοι, οἱ μὲν ἐκ δεξιῶν, οἱ δὲ ἐξ εὐωνύμων, καὶ λαβὼν ὁ
30δεξιὸς τὸν πρῶτον μάγιστρον, ἄγει αὐτὸν καὶ ἵστησιν ἐν τῷ δεξιῷ μέρει τοῦ προβληθέντος πατρικίου, κἀκεῖνος
προσκυνήσας, ὑπερεύχεται τὸν βασιλέα, καὶ εἶθ’ οὕτως54 in vol. 2

2

.

55

ἀπέρχεται ἐν τῇ αὐτοῦ στάσει τε καὶ τάξει. Καὶ ἡνίκα τελέσῃ τὴν εὐχὴν καὶ εὐχαριστίαν ὁ πρῶτος μάγιστρος, εὐθέως καταλαμβάνει ὁ εὐώνυμος σιλεντιάριος, εἰσάγων μάγιστρον ἐκ τοῦ ἑτέρου μέρους, καὶ ἵστησιν αὐτὸν ἐξ
5εὐωνύμων τοῦ προβληθέντος πατρικίου, καὶ αὐτὸς ὑπερεύ‐ χεται τὸν βασιλέα ἀπευχαριστῶν· ἡνίκα δὲ μέλλει ἐξελ‐ θεῖν ὁ αὐτὸς μάγιστρος, καταλαμβάνει ὁ ἐκ δεξιῶν τὰ αὐτὰ ποιῶν. Ἰστέον δὲ ὅτι πάντες οἱ εἰσελθόντες διὰ τῶν ὀκτὼ βήλων
10χωρὶς τῶν ἀσηκρητῶν καὶ τῶν βεστητόρων καὶ τοῦ ῥεφε‐ ρενδαρίου, ἕκαστος αὐτῶν κατὰ τὴν ἰδίαν τάξιν εἰσέρχε‐ ται, κρατούμενος ὑπὸ σιλεντιαρίου, πλησίον τοῦ προβλη‐ θέντος πατρικίου, οἱ μὲν ἐκ δεξιῶν, οἱ δὲ ἐξ ἀριστερῶν, ἐκτελοῦσιν δὲ καὶ αὐτοὶ πάντα ἀκολούθως, ὃν τρόπον ὁ ἐκ
15δεξιῶν μάγιστρος καὶ ὁ ἐξ ἀριστερῶν ἐξετέλεσαν. Καὶ πάντων προσκυνησάντων καὶ ἀπευχαριστησάντων τὸν βασι‐ λέα, λαβόντες τὸν προβληθέντα πατρίκιον ὅ τε τῆς κατα‐ στάσεως καὶ ὁ σιλεντιάριος, ἄγουσιν αὐτὸν πρὸς τὸν βασι‐ λέα, καὶ πεσὼν φιλεῖ τοὺς πόδας τοῦ βασιλέως, εἶτα τὰ
20γόνατα αὐτοῦ, καὶ εὐξάμενος καὶ ἀπευχαριστήσας τὸν βασιλέα, ἀπελθὼν ἵσταται ἐν τῇ τάξει αὐτοῦ, εἶτα λαβὼν νεῦμα ὁ πραιπόσιτος παρὰ τοῦ βασιλέως λέγει· «Κελεύ‐ σατε.» Καὶ πάντες ὑπερευξάμενοι ἐξέρχονται, ὁ δὲ βασιλεὺς
25ἀναστὰς ἀπὸ τοῦ σένζου αὐτοῦ, εἰσέρχεται ἐν τῇ καμάρᾳ τοῦ Ἁγίου Θεοδώρου, καὶ λαβὼν ὁ πραιπόσιτος τὸ στέμμα ἀπὸ τῆς κεφαλῆς τοῦ βασιλέως, προσκαλεῖται τοὺς βε‐ στήτορας, καὶ ἀπαλλάσσουσιν αὐτοὶ τὴν χλανίδα αὐτοῦ. Ὁ δὲ προβληθεὶς πατρίκιος ἐξέρχεται διὰ τῶν Σκύλων ἐν τῷ
30Ἱπποδρόμῳ, καὶ περιπατεῖ ἔμπροσθεν αὐτοῦ σιλεντιάριος βαστάζων τὰς πλάκας, καὶ εἰσελθὼν εἰς τὸν ναὸν τοῦ
Ἁγίου Στεφάνου, ἅπτει κηρούς, καὶ εὐξάμενος ἐξέρχεται55 in vol. 2

2

.

56

ἐκεῖθεν, καὶ δηριγευόμενος ὑπό τε ἀξιωματικῶν, σκευοφό‐ ρων, στρατιωτῶν ταγμάτων, δεκανῶν καὶ διαιταρίων, διέρ‐ χεται διὰ τοῦ Ἱπποδρόμου καὶ τῆς Θερμάστρας καὶ ἀπέρ‐ χεται ἐν τῷ Κονσιστωρίῳ, καὶ ἅψας κηροὺς ἐξέρχεται,
5καὶ ὑπὸ τῶν αὐτῶν δηριγευόμενος, ἐξέρχεται διά τε τῶν Ἐξκουβίτων καὶ τῶν Σχολῶν. Δέχονται αὐτὸν οἱ τοῦ μέρους τῶν Βενέτων, ἐν ᾧ ἅπτει κηροὺς ὁ βασιλεὺς ἐν τῇ τρίτῃ τάξει ὅτε προέρχεται ἔξωθεν τῶν μεγάλων πυλῶν, ἀκτολογοῦσι δὲ αὐτόν, καθὼς τελοῦσιν ἐν ταῖς προβολαῖς
10τῶν πατρικίων, λέγοντες καὶ τό· «Ὁ δεῖνα» καὶ· «Εἶσε πατρίκιος» καὶ ἐπιδίδωσιν αὐτῷ ὁ δήμαρχος λιβελλάριν. Καὶ ἀνελθὼν ἐν τῇ πύλῃ πλησίον τῆς Χαλκῆς, δέχεται αὐτὸν τὸ μέρος τῶν Πρασίνων, καὶ ἐπιδίδωσιν ὁ δήμαρχος τὸ λιβελλάριν, καὶ ἵσταται μέσον, ὡς εἴθισται αὐτῷ πάν‐
15τοτε ἐν ταῖς δοχαῖς γίνεσθαι. Εἶτα τελεσάντων τῶν δύο μερῶν, ἐξέρχεται διὰ τῆς Χαλκῆς, καὶ διελθὼν μέχρι τοῦ Ἁγίου Φρέατος, ἅπτει ἐκεῖσε κηρούς, καὶ εἶθ’ οὕτως εἰσέρχεται εἰς τὴν Μεγάλην Ἐκκλησίαν, καὶ ἔμπροσθεν τῶν ἁγίων θυρῶν ἑστώς, εὔχεται, καὶ προσκαλεσάμενος αὐτὸν
20ὁ πατριάρχης, κλίνει τὴν αὐτοῦ κεφαλήν, λέγων εὐχήν, εἶθ’ οὕτως κοινωνεῖ τοῦ ἀχράντου σώματος καὶ αἵματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ παρὰ τοῦ πατριάρχου, καὶ ἀσπασάμενος αὐτὸν ὁ πατριάρχης, ἀποπέμπει αὐτόν. Ὁ δὲ πατρίκιος τὴν ἐξ ἔθους τῇ ἐκκλησίᾳ διδομένην συνή‐
25θειαν δεδωκώς, ἐξέρχεται διὰ μέσου τοῦ ναοῦ εἰς τὸν νάρθηκα, κἀκεῖσε ἀπαλλάξας βάλλει τὸ σκαραμάγγιον αὐτοῦ καὶ σαγίον ἀληθινόν, καὶ εἶθ’ οὕτως ἐξελθὼν ἀπέρ‐ χεται ἔφιππος αὐτός, καὶ ὁ σιλεντιάριος ἔμπροσθεν αὐτοῦ, βαστάζων τὰς πλάκας, φορῶν σαγίον ἀληθινόν, οἱ δὲ λοι‐
30ποί, οὓς ἀνωτέρω εἰρήκαμεν, δηριγεύουσιν αὐτὸν μέχρι τοῦ οἴκου αὐτοῦ.
Ἰστέον δὲ ὅτι οὓς ἀνωτέρω εἴπομεν, πεζοὶ δηριγεύουσιν,56 in vol. 2

2

.

57

καταλαβὼν δὲ ὁ πατρίκιος τὸν οἶκον αὐτοῦ, ὑποδέχεται πάντας, ἡ δὲ ἐν τῇ τραπέζῃ καθέδρα τοῦ σιλεντιαρίου πλησίον τοῦ πατρικίου εἰς τὸ ἀριστερὸν μέρος ἰσοτίμως καθέζεται, ἡ γὰρ τάξις οὕτως παρέχει· λαμβάνουσι δὲ καὶ
5αὐτοὶ παρὰ τοῦ πατρικίου οἵ τε σιλεντιάριοι καὶ οἱ στρα‐ τιῶται τὰς ἐξ ἔθους διδομένας αὐτοῖς συνηθείας καὶ ἀπέρ‐ χεται ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ, εὐχαριστοῦντες τὸν Θεὸν καὶ ὑπερευχόμενοι τὸν πλουτοποιὸν ἡμῶν βασιλέα.
9tἈκτολογία τῶν δήμων ἐπὶ προαγωγῇ πατρικίου.
10Τῆς συνήθους τάξεως τελουμένης ἐν τῷ παλατίῳ ἐπὶ τῇ τοῦ πατρικίου προαγωγῇ, ἐξέρχεται διὰ τῆς προελεύσεως, ὀψικευόμενος ὑπὸ σιλεντιαρίου, δηλονότι τοῦ σιλεντιαρίου βαστάζοντος τὸν τούτου κωδίκελλον καὶ ἀπέρχεται εἰς τὴν ἐκκλησίαν τοῦ Ἱπποδρόμου, εἰς τὸν Ἅγιον Στέφανον, καὶ
15ἅπτει ἐκεῖσε κηρούς. Καὶ ὀψικευόμενος ὑπὸ ἀξιωματικῶν, ἀπέρχεται ἐν τῷ Κονσιστωρίῳ, καὶ ἅπτει ἐκεῖσε κηρούς, ὁμοίως καὶ εἰς τὴν τοῦ Κυρίου ἐκκλησίαν, καὶ ἵστανται οἵ τε ἀξιωματικοὶ καὶ τὰ σκουτάρια τοῦ ἀριθμοῦ καὶ οἱ διαι‐ τάριοι τῶν ὅλων διαιτῶν καὶ οἱ δεκανοὶ εἰς τὸν μάκρωνα
20τῶν κανδιδάτων. Καὶ ἀπέρχεται ὁ αὐτὸς πατρίκιος, ὀψι‐ κευόμενος ὑπ’ αὐτῶν, ἕως τῶν χαλκῶν πυλῶν τῶν κορτι‐ νῶν, καὶ λέγει ὁ ἀδμηνσουνάλιος· «Στήτω,» καὶ κρατεῖ ὁ νουμεράριος τὸ βῆλον καὶ λέγει· «Λεβά, πατρίκιε, ἐ λώκ.» Καὶ πάλιν λέγει ὁ ἀδμηνσουνάλιος, ἅπερ φωνοβολεῖ ὁ νου‐
25μεράριος, καὶ ἐξέρχεται ὁ πατρίκιος, καὶ διέρχεται διὰ τῶν Σχολῶν, ὀψικευόμενος δηλονότι ὑπὸ τῶν προειρημένων. Τὸ δὲ μέρος τῶν Πρασίνων ἵσταται εἰς τοὺς Ἁγίους Ἀπο‐
στόλους εἰς τὰς Σχολάς, ἐκδεχόμενον τὸν πατρίκιον, καὶ57 in vol. 2

2

.

58

μετὰ τὸ στῆναι τὸν πατρίκιον εἰς τὸν εἰωθότα τόπον, λέγει ὁ δῆμος· «Πρὸ πάντων εὐφημήσωμεν τοὺς δεσπότας τῆς οἰκουμένης.» Οἱ κράκται· «Ὁ δεῖνα καὶ ὁ δεῖνα μεγάλων βασιλέων καὶ αὐτοκρατόρων πολλὰ τὰ ἔτη.» Ὁ λαὸς ἐκ γʹ
5ὁμοίως. Οἱ κράκται· «Ὁ δεῖνα καὶ ὁ δεῖνα εὐσεβεστάτων Αὐγουστῶν πολλὰ τὰ ἔτη.» Ὁ λαὸς ἐκ γʹ ὁμοίως. Οἱ κράκται. «Τῶν πορφυρογεννήτων πολλὰ τὰ ἔτη.» Ὁ λαὸς ὁμοίως ἐκ γʹ. Οἱ κράκται καὶ εἶθ’ οὕτως λέγουσιν ἄκτα ἀπὸ φθογγῆς· «Τίς οὐκ ἔχει ἐπὶ πλεῖον δοξάσαι τὸν μόνον
10ἀθάνατον βασιλέα» ἐκ γʹ. «καὶ προβιβάζοντα ἀξίαν τοῖς ἀξίοις» ἐκ γʹ. «καὶ σὲ ὁ δεῖνα ἐτίμησαν παραδόξως» ἐκ γʹ· «τὴν τοῦ πατρικίου περίδοξον ἀξίαν,» ἐκ γʹ. «ἀλλ’ ὁ πάντων Ποιητὴς καὶ Δεσπότης τοὺς χρόνους αὐτῶν πλη‐ θύνῃ σὺν ταῖς Αὐγούσταις καὶ τοῖς πορφυρογεννήτοις.»
15Καὶ μετὰ ταῦτα ἐπιδίδωσι τὸ λιβελλάριον ὁ δήμαρχος τῷ πατρικίῳ, καὶ λέγουσιν οἱ κράκται· «Εἶσε ὁ δεῖνα, εἶσε ὁ δεῖνα, εἶσε ὁ δεῖνα.» Καὶ ὁ λαὸς ἐκ γʹ· «Εἶσε πατρίκιος, εἶσε.» Οἱ κράκται· «Καλῶς ἦλθες, προβολὴ 〈τῶν〉 εὐερ‐ γετῶν.» Ὁ λαός· «Καλῶς ἦλθες.» Οἱ κράκται· «Καλῶς
20ἦλθες, ποθητὲ τῶν ἀνάκτων.» Ὁ λαός· «Καλῶς ἦλθες·» Οἱ κράκται· «Καλῶς ἦλθες ὁ εὐγενὴς ἐκ προγόνων.» Ὁ λαός· «Καλῶς ἦλθες.» Οἱ κράκται· «Καλῶς ἦλθες, ὁ δεῖνα πατρίκιε τῶν Ῥωμαίων.» Ὁ λαός· «Καλῶς ἦλθες.» Οἱ κράκται· «Καλῶς ἦλθες εἰς φιλοῦντά σε δῆμον.» Ὁ
25λαός· «Καλῶς ἦλθες.» Οἱ κράκται· «Ἀξίως σε ἠγάπησαν οἱ δεσπόται, ὡς ὄντα καθαρὸν καὶ ἐπάξιον,» Ὁ λαός·
«Καλῶς ἦλθες.» Οἱ κράκται· «ἀλλ’ ὁ πάντων Ποιητὴς58 in vol. 2

2

.

59

καὶ Δεσπότης,» Ὁ λαός· «Καλῶς ἦλθες.» Οἱ κράκται· «φυλάξῃ σε, πατρίκιε, εἰς πλήθη χρόνων.» Καὶ ἀποκινοῦντος τοῦ πατρικίου, ὀψικεύει ἔμπροσθεν αὐτοῦ ὁ δῆμος, λέγων ἀπελατικὸν ἦχ· δʹ· «Οἱ ἐκ τῆς ἄνω
5Προνοίας ἐστεμμένοι ἀξιοδότως πάνσοφοι εὐεργέται σε, ὡς προσφιλέστατον δοῦλον, ὁ δεῖνα, ἐτίμησαν ἐν ὑπερτέ‐ ραις, ἀξίαις, πρωτοσπαθάριον ἔντιμον καὶ εὐγενῆ ἐκ προ‐ γόνων, καὶ εἰς ὑπέρτιμον δόξαν, τὴν πατρικίου ἀνύψωσαν ἀξίαν.» Καὶ ἀπάγουσιν αὐτὸν ὀψικεύοντες ἕως τῆς
10δοχῆς τῶν Βενέτων (μέχρι γὰρ ἐκεῖσε πληροῦται τὸ ποίη‐ μα), καὶ μετὰ τὸ πληρωθῆναι λέγουσιν οἱ κράκται· «Ἔς ὁ Θεὸς ὁ ἅγιος, σῶσον τὸν πατρίκιον.» Καὶ ὁ λαὸς ἐκ γʹ· «Ἔς ὁ Θεὸς ὁ ἅγιος.» Καὶ δέχεται αὐτὸν τὸ μέρος τῶν Βενέτων εἰς τὴν Χαλκῆν, καὶ γίνεται ἡ ἀκολουθία καὶ ἡ
15τάξις τῆς δοχῆς, καθὼς καὶ πρώην ἐπὶ τῆς δοχῆς τῶν Πρασίνων· πλὴν λέγει ἀπελατικὸν ἦχ. δʹ· «Οἱ ἐκ Θεοῦ κρατούμενοι,» 〈ὡσ〉 προεγράφη. Καὶ διέρχεται διὰ τοῦ χύτου τῆς Χαλκῆς, καὶ εἰσέρχεται εἰς τὸ Ἅγιον Φρέαρ καὶ ἅπτει κηρούς, καὶ μετὰ τοῦτο εἰσέρχεται εἰς τὴν σωλέαν,
20ἔνθα ἵσταται τὸ ἀντιμίσιον. Ὁ δὲ πατριάρχης ἐξέρχεται ἀπὸ τοῦ θυσιαστηρίου, καὶ λαμβάνει τὸν κωδίκελλον αὐτοῦ, καὶ τίθησιν αὐτὸν ἐν τῷ ἀντιμισίῳ, εἶτα ποιεῖ τὴν εὐχήν, καὶ μετὰ τὴν εὐχὴν ἐπιδίδωσι τὸν κωδίκελλον τῷ πατρικίῳ, καὶ μετὰ τὸ λαβεῖν τὸν κωδίκελλον, τιθεῖ ὁ πατρίκιος τὸ
25ἀποκόμβιον ἐν τῷ ἀντιμισίῳ. Ὁ δὲ πατριάρχης εἰσέρχεται ἐν τῷ θυσιαστηρίῳ, καὶ ἀπέρχεται ἐν τῷ ἀντιμισίῳ, ἔνθα καὶ τοῖς δεσπόταις ταῖς ἑορταῖς μεταδίδωσι, καὶ μεταδί‐ δωσι τῷ πατρικίῳ· μετὰ δὲ τὴν μετάληψιν ἀπέρχεται ὁ πατρίκιος εἰς τὸ σκάμνον τῶν πατρικίων, καὶ περιβάλλεται
30ἀληθινὸν σαγίον, καὶ ἐξέρχεται ἀπὸ τῶν ἐκεῖσε, καὶ καβ‐
βαλικεύει, καὶ ἀπέρχεται ἐν τῷ οἴκῳ αὐτοῦ, ὀψικευόμενος59 in vol. 2

2

.

60

ὑπὸ τῶν προειρημένων καὶ ὑπὸ τῶν δύο δήμων, καὶ λέγει ἕκαστος αὐτῶν τὸ ἴδιον ἀπελατικόν· ὁ δὲ σιλεντιάριος φορῶν σαγίον ῥοῆς, καὶ αὐτὸς καβαλλάριος, ὀψικεύει τὸν πατρίκιον, βαστάζων τὸν τούτου κωδίκελλον. Καὶ μετὰ τὸ
5σωθῆναι τὸν πατρίκιον εἰς τὸν οἶκον αὐτοῦ ὑποστρέφουσιν οἱ ὀψικεύοντες πάντες καὶ οἱ τῶν δύο μερῶν δῆμοι, συνε‐ στιῶνται δὲ τῷ πατρικίῳ ἐν τῷ οἴκῳ αὐτοῦ τῇ αὐτῇ ἡμέρᾳ οἱ πραιπόσιτοι καὶ ἕτεροι πατρίκιοι καὶ ὀφφικιάλιοι καὶ οἱ δύο δήμαρχοι καὶ ὁ σιλεντιάριος, οἱ δὲ πραιπόσιτοι λαμ‐
10βάνουσιν ἀνὰ ἱματίων ἐρραμμένων ἀπὸ τριβλαττίων ὀρνε‐
μένων βʹ, καὶ οἱ δήμαρχοι ἀβδία.60 in vol. 2

2

.

61

(1t)

ΝΗʹ (ΜΘʹ)
1tὍσα δεῖ παραφυλάττειν ἐπὶ προβολῇ
2tἀνθυπάτων.
3Καθέζεται ὁ βασιλεὺς ἐπὶ τοῦ σένζου ἐστεμμένος, φορῶν τὴν χλανίδα αὐτοῦ, καὶ ἵστανται οἱ τοῦ κουβουκλείου ἄρχον‐
5τες ἐν τῇ τάξει αὐτῶν· οἱ δὲ σπαθαροκουβικουλάριοι καὶ οἱ κουβικουλάριοι ἵστανται ὄπισθεν τοῦ βασιλέως κύκλοθεν τοῦ ἡμικυκλίου· οἱ δὲ πρωτοσπαθάριοι οἱ εὐνοῦχοι ἵστανται πλησίον τοῦ σένζου, φοροῦντες τὰ σαβάνια αὐτῶν, βαστά‐ ζοντες καὶ τὰ σπαθοβάκλια αὐτῶν. Καὶ λαβὼν θυμιατὸν ὁ
10παπίας, θυμιᾷ ὁμοίως, ὡς ἐπὶ προβολῇ πατρικίων, καὶ ὑποχωρεῖ. Εἶτα λαβὼν νεῦμα ὁ πραιπόσιτος παρὰ τοῦ βασιλέως, εἰσέρχεται καὶ ἵσταται μέσον ἀναμεταξὺ τῶν ἀρχόντων τοῦ κουβουκλείου, καὶ προσκυνήσας, ἐξέρχεται ἐν τῷ Τριπέτωνι μετὰ δύο ὀστιαρίων, καὶ ἐκτελεῖ πάντα,
15ὃν τρόπον ἀνωτέρω εἰρήκαμεν ἐν τῇ προβολῇ τῶν πατρικίων. Καὶ εἰσάγει βῆλον αʹ· μαγίστρους, καὶ ἐκτελοῦσιν πάντα, ὡς ἡ συνήθεια ἔχει. Ὁμοίως πάλιν ἐξελθὼν εἰσάγει βῆλον βʹ· πατρικίους καὶ στρατηγούς, καὶ ἁπλῶς τὰ λοιπὰ βῆλα, τούς τε δημάρχους καὶ τὸν τοποτηρητὴν τῶν σχολῶν. Καὶ
20εἰ μὴ εἰσῆλθεν ἐν τῇ δοχῇ ὁ μέλλων γενέσθαι ἀνθύπατος, προσκαλεσάμενος ὁ βασιλεὺς τὸν πραιπόσιτον, λέγει τὸ ὄνομα τοῦ μέλλοντος προβληθῆναι, κἀκεῖνος λέγει τῷ τῆς καταστάσεως, κἀκεῖνος λαβὼν αὐτόν, ὡς ἐπὶ πατρικίου,
ἵστησιν αὐτὸν ἔμπροσθεν τῶν ἀρχόντων τοῦ κουβουκλείου,61 in vol. 2

2

.

62

καὶ λαβὼν ὁ πραιπόσιτος πορφυροῦν τετράδιον ἐπιδίδωσι τῷ βασιλεῖ. Ὁ δὲ τῆς καταστάσεως μετὰ σιλεντιαρίου, ἐνέγκαντες αὐτὸν πλησίον τοῦ βασιλέως, ποιοῦσι προσκυνῆσαι καὶ
5φιλῆσαι τοὺς πόδας τοῦ βασιλέως, εἶθ’ οὕτως τὰ γόνατα αὐτοῦ. Εἶτα λαβὼν τὸ πορφυροῦν τετράδιον παρὰ τοῦ βασιλέως, ἤγουν τὸ ἀνθυπατίκιν, φιλεῖ καὶ τὰς χεῖρας αὐτοῦ, καὶ εἶθ’ οὕτως ἀπαγαγόντες αὐτὸν ὀπισθοφανῶς, ἵστασιν αὐτὸν μέσον· ἅπαντες δὲ οἱ ἐν τῇ δοχῇ εἰσελθόντες
10ἐκτελοῦσι τὴν προσκύνησιν, ὃν τρόπον ἀνωτέρω εἴρηται ἐν τῇ προβολῇ τῶν πατρικίων. Εἰ δὲ οὐκ εἰσῆλθεν ἐν τῇ δοχῇ ὁ μέλλων προβληθῆναι, ἀλλ’ ἐναπέμεινεν ἔξω, ὡς μὴ ἐνδέχεσθαι τὴν ἀξίαν αὐτοῦ εἰσέρχεσθαι ἐν ταῖς δοχαῖς, ἢ κατὰ ὑστέρησιν ἐναπέμεινεν
15ἔξω, ἐξέρχεται ὁ πραιπόσιτος καὶ εἰσάγει αὐτόν, τελεῖται δὲ μέχρις ἂν καταλάβῃ τὸ ἀνθυπατίκιν παρὰ τοῦ βασι‐ λέως, ὡς ἀνωτέρω ἐν τῇ καταστάσει τῶν πατρικίων ἐδη‐ λώσαμεν. Τελέσαντες δὲ πάντες ἐν τῇ δοχῇ τὴν συνήθη προσκύνησιν καὶ εὐχαριστήσαντες, λαμβάνουσι τὸν προβλη‐
20θέντα ἀνθύπατον ὁ τῆς καταστάσεως μετὰ σιλεντιαρίου, καὶ ἀπάγουσιν αὐτὸν πρὸς τὸν βασιλέα, καὶ προσκυνήσας τὸν βασιλέα ὑποστρέφει, καὶ ἵσταται ἐν τῇ τάξει αὐτοῦ, καὶ λαβὼν νεῦμα ὁ πραιπόσιτος παρὰ τοῦ βασιλέως, λέγει·
«Κελεύσατε.»62 in vol. 2

2

.

63

(1t)

ΝΘʹ (Νʹ)
1tὍσα δεῖ παραφυλάττειν ἐπὶ προαγωγῇ ζωστῆς
2tπατρικίας.
3Ἀλλάσσουσιν οἱ δεσπόται τὰ διβητήσια καὶ τὰς χλαμύ‐ δας, καὶ ἵστανται εἰς τὰς πύλας τοῦ Φάρου, βλέποντες
5ἐπὶ τὸν μέσον πυλῶνα, τὰ νῶτα ἔχοντες πρὸς ἀνατολήν, στέμματα δὲ οὐ φοροῦσιν οἱ δεσπόται. Καὶ ὅτε λάβῃ ὁ πραιπόσιτος τὸ νεῦμα παρὰ τῶν δεσποτῶν, εἰσάγει τοὺς πατρικίους καὶ μέρος τῶν ὑπάτων καὶ μέρος τῶν σιλεντια‐ ρίων πρὸς τὴν χώρησιν τῆς ἐκκλησίας, καὶ ἵστανται κον‐
10σιστώριον εἰς τὴν ἐκκλησίαν οἱ εἰσελθόντες ἔνθεν κἀκεῖθεν. Καὶ λαβὼν νεῦμα ὁ πραιπόσιτος παρὰ τῶν δεσποτῶν, ἐξέρ‐ χεται εἰς τὸν παρανάρθηκα, καὶ ἐπαίρει τὴν βουλομένην ἀπὸ τοῦ Φύλακος, ἔνθα εἰσὶν οἱ γανωτοὶ πυλῶνες οἱ ἀντί‐ πεπτοι, καὶ εἰσάγει αὐτὴν ὁ πραιπόσιτος ἔνδον τῶν
15μέσων πυλῶν, καὶ πίπτει πρὸς τοὺς πόδας αὐτὴ καὶ μόνον, καὶ ἀναστάσης αὐτῆς, ἀποφέρει αὐτὴν πρὸς τοὺς δεσπό‐ τας, καὶ πίπτει πρὸς τοὺς πόδας αὐτῶν, καὶ ἀναστᾶσα ἁπλοῖ τὰς χεῖρας καὶ λαμβάνει παρὰ τῶν δεσποτῶν τὸ δελ‐ ματίκιν καὶ τὸ θωράκιν καὶ μαφόριν ἄσπρον, καὶ φιλεῖ τὰς
20χεῖρας τῶν δεσποτῶν. Καὶ ἀποφέρει αὐτὴν εἰς τὸν Φύλακα, ὅθεν ἐξῆλθεν, καὶ ἐνδύει αὐτὴν τὸ δελματίκιν, καὶ φορεῖ τὸ μαφόριον τὸ ἄσπρον, καὶ πάλιν εἰσάγει αὐτὴν εἰς τὸν Φάρον εἰς τὴν ἐκκλησίαν, ἔνθα ἵστανται οἱ δεσπό‐ ται καὶ οἱ συγκλητικοί. Εἶθ’ οὕτως φιλεῖ τοὺς πόδας τῶν
25δεσποτῶν, καὶ ἐξέρχεται ἀπευχαριστοῦσα, καὶ ἀπέρχεται63 in vol. 2

2

.

64

εἰς τὸ Πάνθεον, καὶ μετὰ μικρὸν λαμβάνει νεῦμα ὁ πραιπό‐ σιτος, καὶ λέγει· «Κελεύσατε.» Καὶ ἐξέρχεται ἡ σύγκλη‐ τος ἀπὸ τῆς ἐκκλησίας, καὶ ἀπέρχονται ἐν τῷ Τριπέτωνι. καὶ ὁ τῆς καταστάσεως εὐτρεπίζει τὰ βῆλα ἀπό τε τῶν
5πατρικίων καὶ τῶν λοιπῶν συγκλητικῶν εἰς τὸν αὐτὸν Τρι‐ πέτωνα, καὶ ὅτε ἀπέλθῃ ἡ ζωστὴ πατρικία εἰς τὸ Πάνθεον, ἐνδύεται τὸ θωράκιν ἐπάνω τοῦ δελματικοῦ, καὶ φορεῖ καὶ λῶρον καὶ τὸ προπόλωμα. Καὶ εἶθ’ οὕτως φοροῦσιν οἱ δεσπόται τὰ στέμματα, καὶ
10καθέζονται ἐν τῷ σένζῳ, καὶ νεύουσιν τῷ πραιποσίτῳ, καὶ ἐξέρχεται μετὰ ὀστιαρίων καὶ βεργίων, καὶ προσκαλεῖται βῆλον αʹ· μαγίστρους, βῆλον βʹ· πατρικίους βῆλον γʹ· συγ‐ κλητικούς, ὑπάτους, κόμητας, κανδιδάτους, δομεστίκους, ἀπὸ ἐπάρχων καὶ στρατηλάτας· συνεισέρχονται δὲ καὶ οἱ
15σιλεντιάριοι ὄπισθεν τῆς συγκλήτου ἔνθεν κἀκεῖθεν. Καὶ ὅτε πληρωθῇ τὰ βῆλα καὶ σταθῇ τὸ σέκρετον ὅλον, νεύουσιν οἱ δεσπόται τῷ πραιποσίτῳ, καὶ ἐξέρχεται διὰ τῆς πληρώ‐ σεως τῆς τάξεως τῶν πατρικίων τὸ μέρος τοῦ Πανθέου, καὶ ἀπέρχεται εἰς τὸ Πάνθεον, ἔνθα ἐστὶν ἡ προβληθεῖσα
20ζωστὴ πατρικία, καὶ εἰσάγει αὐτήν, κρατῶν αὐτὴν ἀπὸ τῶν ὤμων. καὶ διέρχεται εἰς τὴν πλήρωσιν τῆς τάξεως τῶν πατρικίων, καὶ ἵστησιν αὐτὴν μέσον τοῦ σεκρέτου τῶν πατρικίων, φοροῦσαν τὸν λῶρον καὶ τὸ προπόλωμα. Καὶ προσκυνεῖ μικρόν, ὡς μὴ δυναμένης αὐτῆς πεσεῖν διὰ τὸν
25λῶρον καὶ τὸ προπόλωμα, καὶ πάλιν ἀποφέρει αὐτὴν ὀλίγα βήματα, καὶ προσκυνεῖ ὁμοίως, καὶ εἰς τὸ τρίτον προσ‐ φέρει αὐτὴν εἰς τὰ γόνατα τῶν δεσποτῶν, καὶ φιλεῖ τὰ δύο γόνατα τοῦ μεγάλου δεσπότου, ὁμοίως καὶ τοῦ μικροῦ, πόδας δὲ οὐ φιλεῖ, ὡς μὴ δυναμένης αὐτῆς πεσεῖν. Εἶθ’
30οὕτως ἁπλοῖ τὰς χεῖρας, καὶ λαμβάνει τὰς πλάκας μετὰ τῶν κωδικέλλων, καὶ φιλεῖ τὰς χεῖρας τῶν δεσποτῶν, καὶ ὑποχωρεῖ ὀλίγον κρατουμένη παρὰ τοῦ πραιποσίτου. Καὶ εἰσάγονται ὑπὸ σιλεντιαρίων κρατούμενοι ἀπό τε μαγί‐
στρου μέχρι τῶν στρατηλατῶν ἀπευχαριστοῦντες διὰ τὴν64 in vol. 2

2

.

65

τιμηθεῖσαν. Καὶ ὅταν συμπληρώσῃ ἡ σύγκλητος τὴν εὐχαριστίαν, εἰσάγει αὐτὴν πάλιν ὁ πραιπόσιτος εἰς τὰ γόνατα τῶν δεσποτῶν, καὶ ἀπευχαριστεῖ τοῖς δεσ‐ πόταις. Καὶ νεύει ὁ βασιλεὺς τῷ πραιποσίτῳ τῷ ἑστῶτι
5εἰς τὸ πλαγὶν τοῦ σένζου, κἄν τε πριμικήριος τύχῃ, ἄνευ του κρατοῦντος τὴν ζωστήν, καὶ λέγει· «Κελεύσατε.» Καὶ ἐπεύχεται ἡ σύγκλητος καὶ ἐξέρχεται, συνεξέρχε‐ ται δὲ καὶ ἡ ζωσθεῖσα, καὶ λαμβάνει τὰς πλάκας αὐτῆς σιλεντιάριος, καὶ ἐξέρχεται εἰς τὸ Λαυσιακόν, ὀψικευομένη
10ὑπὸ σιλεντιαρίων καὶ κουβικουλαρίων φορούντων χλανίδια λευκά, καὶ ἀπέρχεται ἐπὶ τὴν τροπικὴν τοῦ Λαυσιακοῦ, καὶ οὐκ ἐξέρχεται, ἔνθα ἐστὶν ἡ προέλευσις, ἀλλ’ ἐπὶ τὸν Ἔρωτα, καὶ ἐκβαίνει ἐπὶ τὸ πλαγὶν τῆς Μανναύρας, καὶ ἐπὶ τὸν μάκρωνα τῶν κανδιδάτων εἰς τὰ Ἐξκούβιτα καὶ
15διὰ τῶν Σχολῶν, καὶ δέχονται τὰ μέρη, ὡς ἐπὶ τῶν πατρι‐ κίων, λαμβάνει καὶ λιβελλάριν παρὰ τῶν δημάρχων, καὶ ἀκτο‐ λογοῦσιν τὰ μέρη, ὡς ἡ συνήθεια ἔχει. Καὶ ἀπέρχεται διὰ τοῦ χυτοῦ τῆς Χαλκῆς εἰς τὸ Ἅγιον Φρέαρ, καὶ εἰσέρχεται ἐν τῷ ναῷ, εἰς τὰ ἅγια θύρια, ἔνθα πρόκειται τὸ ἀντιμίσιον,
20καὶ ἐκβαίνει ὁ πατριάρχης ἀπὸ τοῦ θυσιαστηρίου, καὶ λαμ‐ βάνει τὰς πλάκας αὐτῆς, καὶ τίθησιν αὐτὰς εἰς τὸ ἀντιμί‐ σιον, καὶ ποιεῖ εὐχήν, ὡς ἐπὶ τῶν πατρικίων. Συνοψικεύ‐ ουσι δὲ αὐτὴν μέχρι τῆς ἐκκλησίας καὶ οἱ ἀξιωματικοὶ καὶ οἱ λοιποὶ τῶν ἀξιωμάτων, καὶ ὅταν συμπληρώσῃ τὴν εὐχὴν
25ὁ πατριάρχης, ἐπαίρουσιν αὐτὴν οἱ κουβικουλάριοι καὶ οἱ σιλεντιάριοι, καὶ ἀναφέρουσιν αὐτὴν εἰς τὸ μητατώριον ἐπὶ τὸν Θωμαΐτην, καὶ τὰ διαβατικὰ ἀναχωροῦντες ἔσω 〈ἵστανται〉. Οἱ δὲ ἀξιωματικοὶ καὶ οἱ λοιποὶ ἀναχωροῦσιν ἀπὸ τῆς ἐκκλησίας, αἱ δὲ πατρικίαι καὶ αἱ στρατήγισσαι
30ἵστανται κονσιστώριον εἰς τὸν τρίκλινον τῆς Μανναύρας,
ἐκδεχόμεναι τὴν ζωσθεῖσαν. Καὶ ὅτε φθάσῃ, ἵσταται65 in vol. 2

2

.

66

κατὰ κεφαλῆς ἀνάμεσον τῶν πατρικίων, καὶ ἀπέρχεται μία μία προσκυνοῦσα καὶ λαμβάνουσα σπόρτυλον παρ’ αὐτῆς, ἔχοντα ἀνὰ νομίσματα ϛʹ. Ὁμοίως καὶ αἱ στρατήγισσαι προσκυνοῦσιν αὐτήν, καὶ ἐπεύχονται τοῖς δεσπόταις διὰ
5τὴν προβληθεῖσαν. Καὶ ἀναχωροῦσιν αἱ πατρικίαι, καὶ ἐπαίρουσιν αὐτὴν οἱ κουβικουλάριοι καὶ οἱ σιλεντιάριοι, καὶ εἰσφέρουσιν αὐτὴν ἐν τῷ παλατίῳ διὰ τοῦ Ἔρωτος καὶ τῶν διαβατικῶν τῶν Ἁγίων Μʹ, καὶ ἐπικόπτει τὸ ἡλιακὸν τοῦ Χρυσοτρικλίνου, καὶ εἰσέρχεται εἰς τὸν Φάρον, εὐχομένη
10τοῖς δεσπόταις καὶ τιθεῖ σπόρτυλον νομίσματα ιβʹ εἰς τὸ ἀντιμίσιν, καὶ ἅπτει κηροὺς καὶ ἐξέρχεται εἰς τὸ κελλίον αὐτῆς. Χρὴ δὲ γινώσκειν ὅτι ἐν ἑορτῇ οὐ γίνεται, εἰ μὴ ἐν
κυριακῇ παγανῇ.66 in vol. 2

2

.

67

(1t)

Ξʹ (ΝΑʹ)
1tὍσα δεῖ παραφυλάττειν ἐπὶ προαγωγῇ
2tπραιποσίτου.
3Ἐν ἡμέρᾳ ἀλλαξίμων, ὅτε κελεύουσιν οἱ δεσπόται δέξα‐ σθαι σέκρετον ἐπὶ προελεύσει, ἀλλάσσουσιν οἱ δεσπόται τὰ
5διβητήσια αὐτῶν καὶ τὰς χλαμύδας καὶ τὰ στέμματα, καὶ καθέζονται ἐν τῷ σένζῳ εἰς τὸν Χρυσοτρίκλινον, καὶ εἰσέρχονται οἱ τοῦ κουβουκλείου ἀπὸ πλαγίου, ὡς ἔστιν ἡ συνήθεια, καὶ ἵστανται κονσιστώριον. Καὶ νεύουσιν οἱ δεσ‐ πόται, κἄν τε πραιπόσιτος ἕτερός ἐστι, κἂν πριμικήριος,
10καὶ ἐπαίρει τὸν ὀφείλοντα προβληθῆναι πραιπόσιτον, καὶ εἰσάγει αὐτὸν κατὰ παντὸς μέσον τοῦ σεκρέτου τοῦ κον‐ σιστωρίου τοῦ κουβουκλείου. Καὶ πίπτει, καὶ εἰσάγει αὐτὸν ἔμπροσθεν τοῦ ὑποποδίου τῶν δεσποτῶν, καὶ πίπτει καὶ φιλεῖ τοὺς πόδας καὶ τὰ γόνατα τοῦ μεγάλου δεσπότου,
15ὁμοίως καὶ τοῦ μικροῦ, οἱ δὲ τοῦ κουβουκλείου ἵστανται ὥσπερ Π. Καὶ ἀναστὰς ἐφαπλοῖ τὰς χεῖρας, καὶ λαμβάνει παρὰ τῶν δεσποτῶν πλάκας ἄνευ κωδικελλίων, καὶ φιλεῖ τὰς χεῖρας αὐτῶν, καὶ ὀπισθοποδεῖ μικρὸν ἀπὸ τοῦ σένζου, καὶ εὐθέως ἀπευχαριστοῦσι πάντες οἱ τοῦ κουβουκλείου.
20Καὶ πάλιν προσφέρει αὐτὸν ἔμπροσθεν τῶν δεσποτῶν, καὶ πίπτει καὶ φιλεῖ τοὺς πόδας καὶ τὰ γόνατα τῶν δεσποτῶν, καὶ ἀπευχαριστεῖ, καὶ ἐπαίρουσιν αὐτὸν οἱ κουβικουλάριοι καὶ οἱ ὀστιάριοι, καὶ ἐξέρχονται ὀψικεύοντες αὐτὸν μέχρι τοῦ Τριπέτωνος, ἔνθα ἵστανται οἱ πατρίκιοι καὶ οἱ λοιποὶ
25συγκλητικοί, καὶ προσκυνεῖ τοὺς πατρικίους καὶ οὓς βού‐67 in vol. 2

2

.

68

λεται, βαστάζων καὶ τὰς πλάκας αὐτοῦ, καὶ πάλιν εἰσέρχε‐ ται ὁ αὐτὸς πραιπόσιτος μετὰ τοῦ κουβουκλίου, καὶ ἵσταται εἰς τὴν καθέδραν τῶν δεσποτῶν, βαστάζων καὶ τὰς πλάκας.
5Ὁ δὲ τῆς καταστάσεως εὐτρεπίζει τὰ βῆλα εἰς τὸν Τριπέτωνα, ὡς ἔχει ἡ συνήθεια, καὶ ὅτε κελεύσωσιν οἱ δεσπόται εἰσελθεῖν τὰ βῆλα τοῦ σεκρέτου, νεύουσιν τῷ προ‐ βληθέντι πραιποσίτῳ, καὶ ἐξέρχεται μετὰ δύο ὀστιαρίων καὶ βεργίων, βαστάζων καὶ τὰς πλάκας. Καὶ εἰσάγει βῆλον
10αʹ· τοὺς μαγίστρους καὶ τὰ λοιπὰ βῆλα, ὡς ἔχει ἡ συνή‐ θεια. Καὶ ὅταν ἔλθωσιν ὅλα τὰ βῆλα, νεύουσιν οἱ δεσπό‐ ται τῷ προβληθέντι πραιποσίτῳ, καὶ λέγει· «Κελεύσατε» καὶ ἐπεύχονται· «Εἰς πολλοὺς χρόνους καὶ ἀγαθούς,» καὶ ἐξέρχονται, καὶ πληροῖ πάντα τὰ νούμερα ὁ προβληθεὶς
15πραιπόσιτος. Χρὴ δὲ γινώσκειν ὅτι καὶ πατρίκιον εἰ κελεύωσιν αὐτὸν ποιῆσαι, ἄλλας πλάκας λαμβάνει μετὰ τῶν κωδικέλλων, καὶ πληροῦται τότε ἡ ἀκολουθία, ὡς καὶ ἐπὶ τῶν λοιπῶν πατ‐
ρικίων.68 in vol. 2

2

.

69

(1t)

ΞΑʹ (ΝΒʹ)
1tὍσα δεῖ παραφυλάττειν ἐπὶ προαγωγῇ
2tὑπάρχου.
3Προσκαλεῖται ὁ βασιλεὺς ὃν ἂν βούλεται προβαλέσθαι ὕπαρχον, προσκαλεῖται καὶ τὸν πραιπόσιτον, καὶ λέγει
5πρὸς αὐτόν· «Ἄπελθε, καὶ παράδος αὐτὸν ὕπαρχον πόλεως.» Παραλαβὼν δὲ αὐτὸν ὁ πραιπόσιτος, περιβάλλει αὐτὸν σαγίον ῥοῆς, καὶ εὐθέως ἀποστέλλει σιλεντιάριον, προσκαλέσασθαι τὴν πολιτικὴν κατάστασιν ἅπασαν ἐν τῷ Κονσιστωρίῳ, καὶ ἐξέρχεται ὁ πραιπόσιτος μετὰ τοῦ ὑπάρ‐
10χου διὰ τοῦ Λαυσιακοῦ καὶ τῶν σκαλίων, καὶ ἐξέρχεται διὰ τοῦ Μονοθύρου τοῦ ὄντος εἰς τὸ Εἰδικόν, καὶ ἐκεῖθεν δηριγευόμενος, διοδεύων διὰ τῶν διαβατικῶν καὶ τῆς Ἀψίδος, καὶ εἰσέρχεται μέχρι τοῦ Αὐγουστέως, καὶ καθέ‐ ζονται ἀμφότεροι ἐκεῖσε, ἐκδεχόμενοι μέχρις ἂν καταλάβῃ
15τὸ πολίτευμα. Τῶν δὲ σιλεντιαρίων ἐλθόντων καὶ ἀπαγγει‐ λάντων, ὡς ὅτι πάρεστιν τὸ πολίτευμα ἐν τῷ Κονσιστω‐ ρίῳ, λαμβάνουσιν πάλιν οἱ αὐτοὶ σιλεντιάριοι πρόσταξιν παρὰ τοῦ πραιποσίτου πρὸς τὸ ἀπαγαγεῖν τὸ πολίτευμα εἰς τὸν Ὀνόποδα. Τότε λαβὼν ὁ πραιπόσιτος τὸν ὕπαρχον
20καὶ ἐξελθὼν ἀπὸ τοῦ Αὐγουστέως, διέρχεται διὰ τοῦ στε‐ νοῦ καὶ μένει ὁ ὕπαρχος ἔνδον τῆς πύλης τῆς ἐξαγούσης πρὸς τὸν Ὀνόποδα, 〈ὁ δὲ πραιπόσιτοσ〉 ἐξέρχεται μόνος,
ἔνθα ἵσταται τὸ πολίτευμα, καὶ λέγει αὐτοῖς ἃ ἐδιδάχθη69 in vol. 2

2

.

70

παρὰ τοῦ βασιλέως νουθεσίας ἕνεκα καὶ νομίμων δια‐ κράτησιν. Μετὰ δὲ τὴν διαλαλίαν κελεύει ὁ πραιπόσιτος τῷ τῆς καταστάσεως ἀνοιγῆναι τὸ βῆλον, καὶ προσκαλεῖται τὸν
5ὕπαρχον, κἀκείνου ἐξελθόντος, παραδίδωσιν αὐτὸν ὁ πραι‐ πόσιτος τῇ πολιτείᾳ ὕπαρχον καὶ πατέρα πόλεως, καὶ εἶθ’ οὕτως ἀπὸ τοῦ Ὀνόποδος ὑποστρέφει ὁ πραιπόσιτος ἐν τῷ παλατίῳ, ὁ δὲ τῆς καταστάσεως μετὰ τῶν σιλεντια‐ ρίων λαμβάνει τὸν ὕπαρχον, καὶ εἰσάγει αὐτὸν ἐν τῷ Κον‐
10σιστωρίῳ, καὶ ὑπαλλάσσει αὐτὸν τὴν τοῦ ὑπάρχου στολήν, ἤγουν τὸ καμήσιον καὶ τὸ πελώνιον καὶ τὸν λῶρον καὶ ὑπο‐ δύει αὐτὸν καὶ τὸ καλίγιν. Καὶ εἶθ’ οὕτως ὁ τῆς καταστά‐ σεως μετὰ τοῦ πολιτεύματος καὶ τῶν δημοτῶν τῶν δύο μερῶν, ὀλίγον ὀψικεύοντες αὐτόν, διέρχονται διά τε τῶν
15Ἐξκουβίτων καὶ τῶν Σχολῶν, ἀκτολογουμένου ὑπ’ αὐτῶν, λεγόντων αὐτῶν· «Ὁ δεῖνα εἶσε ὕπαρχος, εἶσε ὕπαρχος.» Ἐὰν δέ ἐστιν πατρίκιος, ἀκτολογεῖ οὕτως· «Ὁ δεῖνα εἶσε ὕπαρχος, εἶσε καὶ πατρίκιος» καὶ τὰ ἑξῆς. Καὶ εἶθ’ οὕτως εἰσέρχεται ἐν τῇ Μεγάλῃ Ἐκκλησίᾳ διὰ τοῦ Ἁγίου Φρέα‐
20τος, καὶ ἅψας κηροὺς καὶ εὐξάμενος, ὑποστρέφει εἰς τὸν οἶκον αὐτοῦ.
22t(ΝΓʹ)
23tἈκτολογία τῶν δήμων ἐπὶ τῆς ὑπάρχου
24tπροαγωγῆς.
25Τῆς συνήθους τάξεως τελουμένης ἐν τῷ παλατίῳ ἐπὶ τῇ τοῦ ὑπάρχου προαγωγῇ, καὶ τοῦ πραιποσίτου τοῦτον ἐξά‐ γοντος διὰ τοῦ Τρικόγχου καὶ τῆς Ἀψίδος εἰς τὸν Αὐγου‐ στέα, ἀπέρχονται ἐν τῷ Ὀνοποδίῳ, καὶ δὴ πάσης τῆς
τάξεως τοῦ πραιποσίτου ἐν τῷ Ὀνοποδίῳ ἀνερχομένης,70 in vol. 2

2

.

71

παραδίδωσιν ὁ πραιπόσιτος πατέρα πόλεως τὸν προβλη‐ θέντα ὕπαρχον. Εἶτα ἐπαίρει αὐτὸν ὁ τῆς καταστάσεως, καὶ εἰσφέρει αὐτὸν ἐν τῷ Κονσιστωρίῳ τῷ χειμερινῷ, καὶ ἐνδύει αὐτὸν τὸ καμήσιον καὶ τὸν λῶρον, καὶ ὑποδύεται
5καλίγιν, καὶ ἔρχεται ἐπὶ τὸν μάκρωνα τῶν κανδιδάτων ὀψικευόμενος ὑπὸ πάσης τῆς τάξεως τοῦ Πραιτωρίου ἕως τῶν χαλκῶν πυλῶν τῶν κορτινῶν. Καὶ λέγει ὁ ἀδμην‐ σουνάλιος· «Στήτω·» καὶ κρατεῖ ὁ νουμεράριος τὸ βῆλον, καὶ λέγει· «Λεβά, ὕπαρχε προφέκτωρ, λώκ,» καὶ πάλιν
10λέγει ὁ ἀδμηνσουνάλιος, ἅπερ φωνοβολεῖ ὁ νουμεράριος. Καὶ ἐξέρχεται ὁ ὕπαρχος, καὶ διέρχεται διὰ τῶν Σχολῶν, ὀψικευόμενος ὑπὸ τῶν προειρημένων. Τὸ δὲ μέρος τῶν Βενέτων ἵσταται εἰς τοὺς Λύχνους, ἐκδεχόμενον τὸν ὕπαρχον, καὶ πρὸ τοῦ φθάσαι αὐτὸν εἰς τὸν
15τοῦ Βενέτου δῆμον λέγει ὁ δῆμος ποίημα δρομικὸν ἤχ. δʹ· «Οἱ ἐκ Θεοῦ κραταιούμενοι ταῖς νίκαις, κοσμοπόθητοι δεσπόται τῶν Ῥωμαίων, σέ, ὡς γνησιοπόθητον καὶ πιστό‐ τατον δοῦλον προεβίβασαν ἀξίως ἐν ὑπερτέραις ἀξίαις, πρωτοσπαθάριον ἔντιμον καὶ εὐγενῆ ἐκ προγόνων, καὶ εἰς
20ὑπέρτιμον δόξαν τῇ τοῦ ὑπάρχου ἀνύψωσαν ἀξίᾳ.» Καὶ μετὰ τὸ στῆναι τὸν ὕπαρχον εἰς τὸν εἰωθότα τόπον τῆς αὐτοῦ στάσεως λέγει ὁ δῆμος· «Πρὸ πάντων εὐφημήσωμεν τοὺς δεσπότας τῆς οἰκουμένης.» Οἱ κράκται· «Ὁ δεῖνα καὶ ὁ δεῖνα μεγάλων βασιλέων καὶ αὐτοκρατόρων πολλὰ τὰ
25ἔτη.» Ὁ λαὸς ὁμοίως ἐκ γʹ. Οἱ κράκται· «Ὁ δεῖνα καὶ ὁ δεῖνα τῶν εὐσεβεστάτων Αὐγουστῶν πολλὰ τὰ ἔτη.» Ὁ λαὸς ὁμοίως ἐκ γʹ. Καὶ εἶθ’ οὕτως λέγει ἄκτα ἀπὸ φθογγῆς· «Τίς οὐκ ἔχει ἐπὶ πλεῖον δοξάσαι» ἐκ γʹ· «τὸν μόνον ἀθάνατον βασιλέα» ἐκ γʹ· «τὸν τοιούτους δεδωκότα ἡμῖν δεσπότας,»
30ἐκ γʹ· «προνοούμενος ἑκάστῳ τὴν σωτηρίαν,» ἐκ γʹ· «καὶ προβιβάζων ἀξίαν τοῖς ἀξίοις,» ἐκ γʹ· «καὶ σὲ ὁ δεῖνα
ἐτίμησαν παραδόξως» ἐκ γʹ· «τῇ τοῦ ὑπάρχου περιδόξῳ71 in vol. 2

2

.

72

ἀξίᾳ,» ἐκ γʹ· «ἀλλ’ ὁ πάντων Ποιητὴς καὶ Δεσπότης τοὺς χρόνους αὐτῶν πληθύνῃ σὺν ταῖς Αὐγούσταις καὶ τοῖς πορφυρογεννήτοις.» Εἶτα λέγουσιν οἱ κράκται· «Εὐφημήσωμεν κατὰ χρέως
5τὸν ὕπαρχον Ῥωμαίων. Εἶσε ὁ δεῖνα, εἶσε ὁ δεῖνα, εἷσε ὁ δεῖνα, εἶσε ὕπαρχος, εἶσε.» Καὶ εἶθ’ οὕτως λέγουσιν οἱ κράκται· «Καλῶς ἦλθες, θεοστέπτων ὁ δοῦλος.» Ὁ λαός· «Καλῶς ἦλθες.» Οἱ κράκται· «Καλῶς ἦλθες, προβολὴ εὐεργετῶν.» Ὁ λαός· «Καλῶς ἦλθες.» Οἱ κράκται·
10«Καλῶς ἦλθες, ὁ εὐγενὴς ἐκ προγόνων.» Ὁ λαός· «Καλῶς ἦλθες.» Οἱ κράκται· «Καλῶς ἦλθες, ὁ δεῖνα ὕπαρχε τῶν Ῥωμαίων.» Ὁ λαός· «Καλῶς ἦλθες.» Οἱ κράκται· «Ἀλλ’ ὁ πάντων Ποιητὴς καὶ Δεσπότης φυλάξῃ σε, ὕπαρχε, εἰς πλήθη χρόνων·» Καὶ μετὰ ταῦτα
15ἐπιδίδωσι λιβελλάριν ὁ δήμαρχος τῷ ὑπάρχῳ, καὶ λέγουσιν οἱ κράκται· «Καλῶς ἦλθες, ποθητὲ τῶν ἀνάκτων.» Ὁ λαός· «Καλῶς ἦλθες.» Οἱ κράκται· «Καλῶς ἦλθες, ὁ δεῖνα ὕπαρχε τῶν Ῥωμαίων.» Ὁ λαός· «Καλῶς ἦλθες.» Οἱ κράκται· «Καλῶς ἦλθες εἰς φιλοῦντά σε δῆμον.» Ὁ
20λαός· «Καλῶς ἦλθες.» Οἱ κράκται· «Ἀξίως σε ἠγάπησαν οἱ δεσπόται» Ὁ λαός· «Καλῶς ἦλθες.» Οἱ κράκται· «ὡς ὄντα καθαρὸν καὶ ἐπάξιον.» Ὁ λαός· «Καλῶς ἦλθες.» Οἱ κράκται· «Ἀλλ’ ὁ πάντων Ποιητὴς καὶ Δεσπότης φυλάξῃ σε, ὕπαρχε, εἰς πλήθη χρόνων.»
25Καὶ ἀποκινοῦντος τοῦ ὑπάρχου, ὀψικεύει ἔμπροσθεν αὐτοῦ ὁ δῆμος, λέγων τὸ δρομικὸν ποίημα ἤχ. δʹ· «Οἱ ἐκ Θεοῦ κραταιούμενοι ταῖς νίκαις,» 〈καθὼσ〉 προεγράφη. Καὶ ἀπάγουσιν αὐτὸν ἕως τῆς δοχῆς τῶν Πρασίνων
(μέχρι γὰρ τῶν ἐκεῖσε πληροῦται τὸ ποίημα), καὶ72 in vol. 2

2

.

73

πληρωθέντος λέγουσιν οἱ κράκται· «Ἔς, ὁ Θεὸς ὁ ἅγιος, σῶσον τὸν ὕπαρχον.» Ὁ λαὸς ὁμοίως ἐκ γʹ. Καὶ δέχεται τοῦτον τὸ μέρος τῶν Πρασίνων εἰς τὰς Σχολάς, καὶ γίνεται ἡ ἀκολουθία καὶ ἡ τάξις τῆς δοχῆς, καθὼς
5καὶ ἐπὶ τῶν Βενέτων, καὶ διέρχεται διὰ τοῦ χυτοῦ τῆς Χαλκῆς, καὶ εἰσέρχεται εἰς τὸ Ἅγιον Φρέαρ, καὶ ἅπτει κηρούς. Ἰστέον ὅτι ὁ πατριάρχης εὐχὴν τοῦ ὑπάρχου ποιεῖ κατὰ τὸν εἰωθότα τύπον τῶν πατρικίων. Καὶ μετὰ τοῦτο εἰσέρ‐
10χεται εἰς τὸ σκάμνον τῶν πατρικίων, καὶ ἐκεῖ ἐνδύει αὐτὸν ὁ τῆς καταστάσεως τόν τε λῶρον καὶ τὸ πελώνιον, καὶ ἐξέρχεται διὰ τῆς πλαγίας τοῦ ναοῦ, ὡς ἐπὶ τὸ τοῦ μητατωρίου μέρος, εἰς τὸ Ὡρολόγιον, ἔνθα ἵσταται ὁ λευκὸς ἵππος μετὰ τοῦ χιώματος καὶ τὸ καλαμάριον καὶ οἱ ταξαιῶ‐
15ται μετὰ τῶν πελωνίων αὐτῶν, καὶ καβαλικεύει ὁ ὕπαρχος καὶ ἀπέρχεται ἐν τῷ Πραιτωρίῳ, καὶ αὐτοῦ ἀνελθόντος καὶ καθεσθέντος ἐπὶ τοῦ ἑαυτοῦ θρόνου, λέγουσιν οἱ τῆς τάξεως καὶ τῆς πόλεως· «Ἄξιος, ἄξιος, ἄξιος, πολλὰ τὰ ἔτη τῶν βασιλέων» καὶ τὰ ἑξῆς τῆς εὐφημίας· ἐν
20δὲ τῇ τελευταίᾳ λέγουσιν· «Καὶ τοῦ προβληθέντος.» Καὶ εἶθ’ οὕτως πάλιν καβαλικεύει τὸ χίωμα, καὶ ἀπέρ‐ χεται εἰς τὸν οἶκον αὐτοῦ, ὀψικευόμενος ὑπὸ τῶν προρρη‐
θέντων.73 in vol. 2

2

.

74

(1t)

ΖΒʹ(ΝΔʹ)
1tὍσα δεῖ παραφυλάττειν ἐπὶ προαγωγῇ
2tκοιαίστωρος.
3Κελεύουσιν οἱ δεσπόται ζητῆσαι τὸν ὀφείλοντα προβλη‐ θῆναι κοιαίστωρα, καὶ ἐὰν εὑρεθῇ, ζητοῦσι τὸν πραιπό‐
5σιτον μετὰ τοῦ προβαλλομένου, καὶ παραλαμβάνει αὐτὸν ὁ πραιπόσιτος παρὰ τῶν δεσποτῶν, ἵνα ἀπελθὼν προβάλλη‐ ται αὐτὸν κοιαίστωρα. Καὶ ἐξέρχεται ὁ πραιπόσιτος, ὀψικευόμενος ὑπὸ κουβικουλαρίων καὶ σιλεντιαρίων, ἢ ἐν τῷ ἡμικυκλίῳ, ἢ ἐν τῇ Θερμάστρᾳ, καὶ ζητεῖ τοὺς ἀντιγραφέας
10καὶ καγκελλαρίους, καὶ παραδίδωσιν αὐτοῖς τὸν κοιαίσ‐ τωρα καὶ ἐπεύχονται τοὺς δεσπότας καὶ ἀναχωροῦσιν. Καὶ εὐθέως ὁ προβληθεὶς ἀποστέλλει ἄνθρωπον αὐτοῦ μετά τε τοῦ χωσβαΐτου τοῦ βεστιαρίου, καὶ ἐπαίρει τὴν στολὴν τοῦ κοιαίστωρος τοῦ διαδεχθέντος, καὶ ὅτε εἰσὶν ἀλλάξιμα ἐν
15τῇ προελεύσει, ἀλλάσσει κἀκεῖνος.74 in vol. 2

2

.

75

(1t)

ΖΓʹ (ΝΕʹ)
1tὍσα δεῖ παραφυλάττειν ἐπὶ προαγωγῇ
2tδημάρχου.
3Πρὸ μιᾶς ἡμέρας λαμβάνει ἀπόκρισιν ὁ πραιπόσιτος παρὰ τῶν δεσποτῶν περὶ τοῦ βουλομένου προβληθῆναι
5δημάρχου, καὶ λέγει τῷ τῆς καταστάσεως, κἀκεῖνος ἀπο‐ στέλλει ἀδμηνσουνάλιον, ἵνα μηνύσῃ τοῖς τοῦ μέρους, τουτ‐ έστιν τῷ δευτερεύοντι, τῷ γειτονιάρχῃ καὶ τοῖς λοιποῖς ἄρχουσι τοῦ μέρους, καὶ τὰ πρωτεῖα αὐτῶν, ὅπως τῇ ἑξῆς ἔλθωσιν ἐν τῷ Κονσιστωρίῳ μετὰ σαγίων. Καὶ τὸ πρωΐ,
10ὅτε συμφθάσωσιν καὶ ἔλθωσιν οἱ τῶν μερῶν ἐν τῷ Κονσισ‐ τωρίῳ μετὰ σαγία αὐτῶν, μηνύεται ὁ πραιπόσιτος παρὰ τοῦ τῆς καταστάσεως, καὶ ἀναγάγει τοῖς δεσπόταις, καὶ παραλαμβάνει ὁ πραιπόσιτος παρὰ τῶν δεσποτῶν, ὃν βούλεται προβάλλεσθαι δήμαρχον. Καὶ εὐθέως ἐξέρχεται
15ὀψικευόμενος ὑπὸ κουβικουλαρίου, καὶ αὐτὸς ὁ προβληθεὶς μετ’ αὐτοῦ, καὶ ἀνέρχεται διὰ τοῦ Λαυσιακοῦ καὶ τοῦ Ἔρωτος καὶ τῆς Δάφνης εἰς τὸν Αὐγουστέα, καὶ καθέ‐ ζεται ἐκεῖσε. Καὶ ἀπέρχεται σιλεντιάριος, καὶ προσκα‐ λεῖται τὸ μέρος, καὶ ἀπέρχονται πάντες ἐν τῷ Ὀνοποδίῳ,
20φοροῦντες τὰ σαγία, καὶ ἵστανται ἐκεῖσε. Καὶ ἐξέρχεται ὁ πραιπόσιτος καὶ ὁ τῆς καταστάσεως μετὰ σιλεντιαρίων τῶν ὄντων ἑβδομαρίων, φοροῦντες ἀμφότεροι σαγία ῥοῆς,
ὁμοίως καὶ κουβικουλάριος ὀψικεύων τὸν πραιπόσιτον,75 in vol. 2

2

.

76

ὁμοίως καὶ ὁ προβληθεὶς φορῶν σαγίον ῥοῆς, ἀκολουθεῖ ὀπίσω τοῦ πραιποσίτου, τὸ δὲ σαγίον φορεῖ, εἰς τὸν Αὐγουστέα. Καὶ ἀνέρχεται ὁ πραιπόσιτος ἐν τῷ Ὀνοποδίῳ, καὶ
5καθὼς ἔχει ἡ συνήθεια, παραδίδωσι τὸν προβληθέντα δήμαρχον, λέγων τῷ μέρει· «Κελεύουσιν οἱ δεσπόται, παραλάβετε αὐτὸν δήμαρχον.» Καὶ ἐπεύχονται οἱ τῶν μερῶν τοὺς δεσπότας, καὶ λαμβάνουσι τὸν προβληθέντα δήμαρχον, ὀψικεύοντες αὐτὸν μέχρι τοῦ Κονσιστωρίου.
10Καὶ εἰσέρχεται ὁ προβληθείς, καὶ ἅπτει κηροὺς ἐν τῷ σταυρῷ, καὶ ἀπέρχεται εἰς τὴν τοῦ Κυρίου ἐκκλησίαν, καὶ ἅπτει κἀκεῖσε κηρούς, καὶ ἀπέρχεται ὀψικευόμενος διὰ τῶν κορτινῶν, καὶ εὐφημοῦσιν αὐτὸν εἰς τὸν τόπον αὐτοῦ ἀπὸ τῆς Χαλκῆς μέχρι τοῦ Μιλίου. Καὶ καβαλικεύει ὁ προ‐
15βληθεὶς ἀπὸ σαγίου, καὶ ὀψικεύεται ὑπὸ τοῦ μέρους, φορούντων κἀκείνων σαγία ῥοῆς καὶ σκαραμάγγια. Καὶ ἀπέρχεται οὕτως μέχρι τοῦ στάβλου τοῦ μέρους, καὶ θεωρεῖ τοὺς ἵππους αὐτοῦ, καὶ καβαλικεύει, καὶ ἀπέρχεται ὀψικευόμενος μέχρι τοῦ οἴκου αὐτοῦ, ἀκολουθούντων
20καβαλλαρίων τοῦ δευτερεύοντος καὶ τοῦ γειτονιάρχου καὶ τοῦ νοταρίου, φορούντων σκαραμάγγια. Χρὴ δὲ γινώσκειν ὅτι προλαμβάνουσιν εἰς τὸν οἶκον τοῦ προβληθέντος ὁ αὐτὸς γειτονιάρχης καὶ ὁ νοτάριος καὶ οἱ λοιποί, καὶ ἵστανται μετὰ τοῦ μέρους, εὐφημοῦντες τὸν
25προβληθέντα εἰς τὸν πυλῶνα αὐτοῦ, καθὼς ἔχει ἡ συνή‐ θεια, καὶ καλεῖ τὸν δευτερεύοντα καὶ τὸν γειτονιάρχην καὶ τὸν νοτάριον καὶ τοὺς λοιποὺς ἄρχοντας καὶ τὰ πρωτεῖα. Χρὴ δὲ γινώσκειν ὅτι ἡ αὐτὴ ἀκολουθία γίνεται καὶ ἐπὶ
τοῦ ἑτέρου μέρους.76 in vol. 2

2

.

77

(1t)

Ἀκτολογία τῶν δήμων ἐπὶ προαγωγῇ δημάρχων.
2Πρὸ μιᾶς ἡμέρας δέχεται ἀπόκρισιν ὁ πραιπόσιτος παρὰ τῶν δεσποτῶν περὶ προβολῆς δημάρχου, οἵου μέρους τύχοι· ὁ δὲ πραιπόσιτος λέγει τῷ τῆς καταστάσεως μηνυθῆναι
5διὰ τοῦ ἀδμηνσουναλίου τὸ μέρος ἵνα ἐπὶ τῇ αὔριον ἔλθωσι πάντες ἐν τῷ Κονσιστωρίῳ μετὰ τῶν σκαραμαγγίων καὶ σαγίων αὐτῶν· καὶ πρωΐας ὅτε πάντες συνέλθωσιν ἐν τῷ Κονσιστωρίῳ μηνύεται ὁ τῆς καταστάσεως παρὰ τοῦ ἀδμηνσουναλίου ὁμοίως καὶ ὁ πραιπόσιτος παρὰ τοῦ τῆς
10καταστάσεως καὶ ἀναφέρει ὁ πραιπόσιτος τοῖς δεσπόταις περὶ τῆς προβολῆς τοῦ δημάρχου· καὶ κελευόντων τῶν δεσ‐ ποτῶν, εἰσάγει ὁ πραιπόσιτος τὸν μέλλοντα προβληθῆναι δήμαρχον· καὶ τῶν δεσποτῶν προβαλλομένων αὐτόν, εὐθέως ἐξέρχεται ὁ πραιπόσιτος μετὰ τοῦ προβληθέντος,
15ὀψικευόμενος ὑπὸ κουβικουλαρίου καὶ διέρχεται διὰ τοῦ Λαυσιακοῦ καὶ τοῦ Ἔρωτος καὶ τῆς Δάφνης εἰς τὸν Αὐγουστέα καὶ καθέζεται ἐκεῖσε. Καὶ εἶθ’ οὕτως ἀπέρ‐ χεται ὁ σιλεντιάριος καὶ προσκαλεῖται τὸ μέρος (ἐν γὰρ τῷ Κονσιστωρίῳ ἐκδέχεται τὸ μέρος) καὶ ἀνέρχονται
20πάντες ἐν τῷ Ὀνοποδίῳ, ὅ τε δευτερεύων καὶ ὁ γειτονιάρ‐ χης καὶ οἱ λοιποὶ ἄρχοντες τοῦ μέρους, πάντες μετὰ τῶν σκαραμαγγίων καὶ σαγίων αὐτῶν καὶ ἵστανται ἐκεῖ, καὶ εἶθ’ οὕτως ἐξέρχεται ὁ πραιπόσιτος καὶ ὁ τῆς καταστά‐ σεως μετὰ καὶ σιλεντιαρίων, τῶν ὄντων ἑβδομαρίων,
25φοροῦντες ἀμφότεροι σαγία ῥοῆς, ὁμοίως δὲ καὶ ὁ προβλη‐ θεὶς δήμαρχος καὶ αὐτὸς φορῶν σαγίον ῥοῆς ἀκολουθεῖ ὀπίσω τοῦ πραιποσίτου καὶ ἀπέρχεται ὁ πραιπόσιτος ἐν
τῷ Ὀνοποδίῳ καὶ καθὼς ἡ συνήθεια ἔχει, παραδίδωσι τὸν77 in vol. 2

2

.

78

προβληθέντα δήμαρχον τῷ μέρει λέγων· «Κελεύουσιν οἱ δεσπόται ἡμῶν, παραλάβετε αὐτὸν δήμαρχον.» Καὶ ἐπεύ‐ χεται τὸ μέρος τοὺς δεσπότας καὶ ἐπαίρουσι τὸν προβλη‐ θέντα δήμαρχον, ὀψικεύοντες αὐτὸν ἕως τοῦ Κονσιστωρίου·
5καὶ εἰσέρχεται ὁ προβληθεὶς καὶ ἅπτει κηροὺς ἐν τῷ σταυρῷ· ὁμοίως καὶ ἀπέρχεται ἐν τῇ τοῦ Κυρίου ἐκκλησίᾳ καὶ ἅπτει ἐκεῖσε κηροὺς καὶ εἶθ’ οὕτως ἀπέρχεται ὀψικευό‐ μενος διὰ τῶν κορτινῶν καὶ εὐφημοῦσιν αὐτὸν εἰς τοὺς τόπους αὐτοῦ, τοὺς ὄντας ἀπὸ τὴν Χαλκὴν ἕως τοῦ
10Μιλίου. Εἶτα καβαλικεύει ὁ δήμαρχος ἀπὸ σαγίου καὶ ὀψικεύεται ὑπὸ τοῦ μέρους φορούντων κἀκείνων σαγία ῥοῆς, ὄντων ἀπὸ σκαραμαγγίων ἁπάντων. Καὶ ἀπέρχεται ἕως τοῦ στάβλου τοῦ μέρους καὶ θεωρεῖ τοὺς ἵππους καὶ ἀπὸ τῶν ἐκεῖσε δηριγευόμενος κατὰ τὸν προρρηθέντα
15τύπον ἀπέρχεται ἐν τῷ οἴκῳ αὐτοῦ. Ὁ δὲ δευτερεύων καὶ ὁ γειτονιάρχης καὶ ὁ νοτάριος καὶ οἱ λοιποὶ ἄρχοντες ἀκο‐ λουθοῦσιν αὐτὸν καβαλάριοι ἀπὸ σκαραμαγγίων· πρὸ τοῦ δὲ φθάσαι τὸν δήμαρχον, προλαμβάνουσιν ὅ τε γειτονιάρχης καὶ ὁ νοτάριος μετὰ καὶ τοῦ μέρους καὶ ἵστανται καὶ εὐφη‐
20μοῦσι τὸν δήμαρχον εἰς τὸν πυλῶνα αὐτοῦ, καθὼς ἡ συνή‐ θεια ἔχει· ὁ δὲ δήμαρχος καλεῖ ἐπὶ τῆς τραπέζης αὐτοῦ τόν τε δευτερεύοντα καὶ τὸν γειτονιάρχην καὶ τὸν νοτάριον καὶ τοὺς λοιποὺς ἄρχοντας καὶ τὰ πρωτεῖα τοῦ μέρους καὶ
συνεστιῶνται αὐτῷ.78 in vol. 2

2

.

79

(t)

ΖΔʹ
1tὍσα δεῖ παραφυλάττειν, εἰ κελεύει ὁ βασιλεὺς
2tπροβαλέσθαι δύο δημάρχους ἐν τῷ ἅμα.
3Μηνύονται καὶ ἀνέρχονται τὰ δύο μέρη ἐν τῷ Ὀνοπο‐ δίῳ, καὶ παραδίδωσιν ὁ πραιπόσιτος τὸν πρῶτον δήμαρχον
5εἰς τὸ μέρος αὐτοῦ, ὁμοίως καὶ τὸν ἕτερον εἰς τὸ μέρος αὐτοῦ· τὰ δὲ λοιπὰ πάντα τελεῖται, καθὼς ἀνωτέρω εἴρη‐ ται. Τὰ μὲν χλανίδια ἐπαίρουσιν οἱ δήμαρχοι ἀπὸ τῶν δια‐ δεδεγμένων δημάρχων, ὁ Βένετος βένετον καὶ τύρεον, καὶ
ὁ Πράσινος ὁμοίως, ἐπειδὴ βασιλικά εἰσιν.79 in vol. 2

2

.

80

(1t)

ΖΕʹ (ΝΖʹ.)
1tὍσα δεῖ παραφυλάττειν ἐπὶ προαγωγῇ
2tδευτερεύοντος.
3Κελεύουσιν οἱ δεσπόται τῷ πραιποσίτῳ περὶ προβολῆς δευτερεύοντος, καὶ ἀποστέλλει ὁ πραιπόσιτος σιλεντιάριον,
5καὶ ζητεῖ τὸν δήμαρχον, καὶ ἐὰν εὑρεθῇ, δίδωσιν ἀπόκρισιν τοῖς δεσπόταις, καὶ οἱ δεσπόται παραδιδοῦσιν τῷ πραιπο‐ σίτῳ ὃν βούλονται προβαλέσθαι δευτερεύοντα. Καὶ ἐξέρ‐ χεται ὀψικευόμενος ὑπὸ κουβικουλαρίων καὶ σιλεντιαρίων τῶν ὄντων ἑβδομαρίων, καὶ παραδίδωσι τὸν δευτερεύοντα
10τῷ δημάρχῳ, καὶ ἐπεύχονται τοῖς δεσπόταις. Προβάλλεται δὲ ἢ ἐν τῷ ἡμικυκλίῳ, ἢ ἐν τῇ Θερμάστρᾳ· εἰ δὲ ἀσθενεῖ ὁ δήμαρχος, ἐπαίρει αὐτὸν ὁ ἑβδομάριος σιλεντιάριος παρὰ τοῦ πραιποσίτου, καὶ ἀπέρχεται ἐν τῷ οἴκῳ τοῦ δημάρχου, καὶ παραδίδωσι τῷ δημάρχῳ τὸν δευτερεύοντα.
15Χρὴ δὲ εἰδέναι ὅτι, ὅτε ὁ πραιπόσιτος παραδίδωσι τῷ σιλεντιαρίῳ τὸν δευτερεύοντα, εὑρίσκονται καὶ οἱ τοῦ μέρους, ὁ γειτονιάρχης, ὁ νοτάριος, ὁ χαρτουλάριος, ὁ ποιητής, ὁ μελιστὴς καὶ ὁ μαΐστωρ, ἵνα καὶ αὐτοὶ παραλά‐ βωσιν αὐτὸν παρὰ τοῦ πραιποσίτου.
20Χρὴ δὲ εἰδέναι ὅτι οἱ δύο δευτερεύοντες τὴν αὐτὴν ἀκο‐
λουθίαν ἔχουσι, τοῦ Βενέτου καὶ Πρασίνου.80 in vol. 2

2

.

81

(1t)

Ξζʹ (ΝΖʹ)
1tὍσα δεῖ παραφυλάττειν ἐπὶ προαγωγῇ συμ‐
2tπόνων καὶ λογοθετῶν.
3Κελεύουσιν οἱ δεσπόται προβάλλεσθαι αὐτοὺς τῷ πραι‐ ποσίτῳ, καὶ ὁ πραιπόσιτος οὐκ ἐξέρχεται, ἀλλ’ ἀποστέλλει
5σιλεντιάριον τὸν ἔχοντα ἑβδομάδα ἐν τῇ προελεύσει τοῦ Ἱπποδρόμου, ἵνα ἴδῃ, ἐάν ἐστιν ὁ ὕπαρχος ἐκεῖσε. Καὶ εἰ μέν ἐστιν, εἰσέρχεται ὁ σιλεντιάριος, καὶ δίδωσιν ἀπόκρι‐ σιν τῷ πραιποσίτῳ, καὶ ὁ πραιπόσιτος ἀναγάγει τοῖς δεσ‐ πόταις, καὶ παραλαμβάνει παρὰ τῶν δεσποτῶν τὸν ὀφεί‐
10λοντα προβληθῆναι σύμπονον. Καὶ ἐξέρχεται ὁ πραιπόσιτος ὀψικευόμενος ὑπὸ κουβικουλαρίων καὶ σιλεντιαρίων, καὶ ζητοῦσιν τὸν ὕπαρχον ἐν τῷ ἡμικυκλίῳ τῶν Σκύλων, καὶ παραδιδοῦσιν αὐτῷ σύμπονον, καὶ ἐπεύχονται τοῖς δεσπό‐ ταις, καὶ ἐξέρχονται. Ἐὰν δὲ οὐχ εὑρεθῇ ὁ ὕπαρχος ἐν τῇ
15προελεύσει, ζητεῖται παρὰ τοῦ διατρέχοντος καὶ εἰ μὲν ἔλθῃ πρὸ τοῦ ἀκουμβίσαι τοὺς δεσπότας, ἀναγγέλλει ὁ πραιπόσι‐ τος τοῖς δεσπόταις, καὶ γίνεται ἡ ἀκολουθία, καθὼς ἀνωτέρω εἴρηται, παραδιδοὺς αὐτὸν ἐν τῇ Θερμάστρᾳ. Εἰ δὲ συμβῇ ἀσθενεῖν τὸν ὕπαρχον, παραδιδοῦσιν οἱ δεσπόται τὸν σύμ‐
20πονον τῷ πραιποσίτῳ, καὶ ἐξελθὼν ὁ πραιπόσιτος ζητεῖ, ἐάν ἐστιν λογοθέτης ἢ καὶ ἕτερος σύμπονος, καὶ παραδι‐ δοῦσιν αὐτὸν ἐνώπιον αὐτῶν τῷ σιλεντιαρίῳ τῷ ὄντι ἑβδο‐ μαρίῳ, ὅπως ἀπελθὼν ἐν τῷ οἴκῳ τοῦ ὑπάρχου, παραδῷ αὐτῷ σύμπονον· ὁμοίως καὶ ὁ λογοθέτης τοῦ πραιτωρίου οὕτως
25προβάλλεται, μὴ ἔχων ἀκολουθίαν ἢ τάξιν πλείω ἢ ἐλάσσω.81 in vol. 2

2

.

82

(1t)

ΞΖʹ (ΝΗʹ)
1tἘπὶ προαγωγῇ ἀντιγραφέων.
2Κελεύουσιν οἱ δεσπόται τῷ πραιποσίτῳ, καὶ ἐξέρχεται καὶ ζητεῖ σιλεντιάριον, καὶ ἀποστέλλει, ἵνα ἴδῃ, ἐὰν προῆλθεν ὁ κοιαίστωρ, καὶ ἐὰν εὑρεθῇ, λαμβάνει ἀπόκρισιν
5ὁ πραιπόσιτος, καὶ ἀναγγέλλει τοῖς δεσπόταις, καὶ παρα‐ λαμβάνει παρὰ τῶν δεσποτῶν τὸν ὀφείλοντα προβληθῆναι ἀντιγραφέα, καὶ ἐξέρχεται ὀψικευόμενος, καθὼς ἀνωτέρω εἴρηται, καὶ ζητεῖ τὸν κοιαίστωρα ἐν τῷ ἡμικυκλίῳ, καὶ παραδίδωσι τὸν ἀντιγραφέα, κἄν τε εἷς ἐστιν, κἄν τε δύο,
10καὶ ἐπεύχονται τοῖς δεσπόταις, καὶ ἐξέρχονται ἐν τῇ προε‐ λεύσει. Εἰ δὲ συμβῇ μὴ εὑρεθῆναι τὸν κοιαίστωρα ἐν ταύτῃ τῇ προελεύσει, ζητεῖται παρὰ τοῦ διατρέχοντος, πεμπο‐ μένου αὐτοῦ παρὰ τοῦ πραιποσίτου, καὶ εἰ μὲν ἔλθῃ πρὸ τοῦ ἀκουμβίσαι, ἀναγγέλλει ὁ πραιπόσιτος τοῖς δεσπόταις,
15καὶ λαμβάνει τὸν ὀφείλοντα προβληθῆναι, καὶ ζητεῖ τὸν κοιαίστωρα ἐν τῇ Θερμάστρᾳ, καὶ παραδίδωσιν αὐτῷ τὸν ἀντιγραφέα, καὶ ἐπεύχονται τοῖς δεσπόταις καὶ ἀναχω‐ ροῦσιν. Εἰ δὲ συμβῇ ἐν ἀσθενείᾳ εἶναι τὸν κοιαίστωρα, καὶ θελήσωσιν οἱ δεσπόται προβαλέσθαι ἀντιγραφέα, γίνε‐
20ται πᾶσα ἡ ἀκολουθία, καθὼς ἀνωτέρω εἴρηται ἐπὶ
συμπόνῳ.82 in vol. 2

2

.

83

(1t)

ΞΗʹ (ΝΘʹ)
1tὍσα δεῖ παραφυλάττειν, σπαθαροκανδιδάτου
2tμέλλοντος γίνεσθαι πρωτοσπαθαρίου.
3Κελεύουσιν οἱ δεσπόται τῷ πραιποσίτῳ, καὶ εἰσέρχεται ὁ μέλλων γίνεσθαι πρωτοσπαθάριος ἀπὸ σκαραμαγγίου καὶ
5σπαθίου, εἰσαγόμενος ὑπὸ ὀστιαρίου, κρατούμενος ὑπὸ πρωτοσπαθαρίου εὐνούχου. Καὶ πίπτων φιλεῖ τοὺς πόδας καὶ τὰ γόνατα τῶν δεσποτῶν, καὶ βάλλουσιν οἱ δεσπόται
τὸ μανιάκιν εἰς τὸν τράχηλον αὐτοῦ, καὶ ἐξέρχεται.83 in vol. 2

2

.

84

(1t)

ΞΘʹ (Ξʹ)
1tἘπιτάφιος βασιλέων.
2Ἐξέρχεται τὸ λείψανον διὰ τοῦ Καβαλλαρίου, καὶ τίθε‐ ται εἰς τὰ ιθʹ Ἀκκούβιτα ἡ χρυσῆ κλίνη ἡ ἐπονομαζομένη λύπης, καὶ πρόκειται ἐκεῖσε τὸ αὐτὸ λείψανον, ἐστεμμένον
5μετὰ διβητησίου καὶ χρυσῆς χλαμύδος καὶ καμπαγίων, καὶ εἰσέρχονται οἱ τῆς Ἁγίας Σοφίας γήλωνες καὶ ὁ κλῆρος, ὡσαύτως καὶ πᾶσα ἡ σύγκλητος ἀπὸ σκαραμαγγίων, καὶ ψάλλουσιν κατὰ ἀκολουθίαν. Εἶθ’ οὕτως νεύει ὁ πραιπόσι‐ τος τῷ τῆς καταστάσεως, καὶ λέγει ἐκεῖσε· «Ἔξελθε,
10βασιλεῦ, καλεῖ σε ὁ Βασιλεὺς τῶν Βασιλευόντων καὶ Κύριος τῶν Κυριευόντων.» Τοῦτο λέγει τρίτον, καὶ παραυτίκα αἴρεται τὸ λείψανον παρὰ τῶν βασιλικῶν, καὶ πάλιν εἰσφέ‐ ρουσιν αὐτὸ ἔνδον τῆς Χαλκῆς, καὶ τιθέασιν αὐτὸ ἐκεῖσε, καὶ ποιοῦσι τὰ ἐξ ἔθους. Καὶ ὅτε ὀφείλει ἀρθῆναι τὸ λεί‐
15ψανον, νεύει ὁ πραιπόσιτος τῷ τῆς καταστάσεως, καὶ ἄρχεται λέγειν ἐκ τρίτου τό· «Ἔξελθε, βασιλεῦ» καὶ τὰ ἑξῆς, καὶ εἶθ’ οὕτως ἐξέρχεται τὸ λείψανον ἀπὸ τῆς Χαλ‐ κῆς, βασταζόμενον ὑπὸ βασιλικῶν πρωτοσπαθαρίων, καὶ διέρχεται διὰ τῆς Μέσης, καὶ τὸν τόπον καταλαβόντων, ἐν
20ᾧ μέλλει κηδευθῆναι, γίνεται ἡ ἀκολουθία τῆς ψαλμῳδίας καὶ τὰ συνήθη. Εἶτα νεύει πάλιν ὁ πραιπόσιτος τῷ τῆς καταστάσεως, καὶ ποιεῖται τὴν ἀναφώνησιν οὕτως· «Εἴσελθε, βασιλεῦ, καλεῖ σε ὁ Βασιλεὺς τῶν Βασιλευόντων καὶ Κύριος τῶν Κυριευόντων.» Ἐκ τρίτου. Εἶθ’ οὕτως·
25«Ἀπόθου τὸ στέμμα ἀπὸ τῆς κεφαλῆς σου·» καὶ εὐθέως84 in vol. 2

2

.

85

αἴρεται παρὰ τοῦ πραιποσίτου, καὶ τίθεται σημεντέϊνον μετὰ πορφυρᾶς λιτῆς, καὶ τίθεται ἐν τῷ μνημείῳ. Ἰστέον ὅτι ὁ αὐτὸς τύπος καὶ ἡ αὐτὴ τάξις καὶ ἀκολου‐ θία γίνεται καὶ εἰς τὴν τῆς Αὐγούστης κηδείαν. Χρὴ δὲ
5τὸν τῆς καταστάσεως ἐπὶ τῇ ἐξόδῳ τῆς Αὐγούστης λέγειν· «Ἔξελθε, βασίλισσα, καλεῖ σε ὁ Βασιλεὺς τῶν Βασιλευόν‐
των καὶ Κύριος τῶν Κυριευόντων.»85 in vol. 2

2

.

86

(1t)

Οʹ (ΞΑʹ)
1tὍσα δεῖ παραφυλάττειν, τῇ ἐτησίως τελουμένῃ
2tγενεθλίων ἡμέρᾳ τοῦ βασιλέως.
3Προέρχονται ἅπαντες οἱ ἄρχοντες ἠλλαγμένοι, καὶ ἵσταται ἡ προέλευσις ἐν τῷ Ἰουστινιανῷ, καὶ τρίτης ὥρας
5καταλαβούσης, στοιχεῖται τὸ κλητώριον, ἡ δὲ τράπεζα ἵσταται ἐν τῷ Ἰουστινιανῷ τρικλίνῳ. Καὶ ἐξέρχεται ὁ βασιλεὺς περιβεβλημένος διβητήσιον πορφυροῦν, καὶ καθέ‐ ζεται ἐπὶ τῆς τιμίας αὐτοῦ τραπέζης, καὶ εἰσέρχονται οἱ κληθέντες ἀπό τε μαγίστρων, πατρικίων καὶ λοιπῶν συγ‐
10κλητικῶν. Ἅπαντες δὲ αὐτῶν εἰσέρχονται ἠλλαγμένοι, καθὼς εἴθισται, οἱ μὲν πατρίκιοι τὰ χρυσόταβλα αὐτῶν χλανίδια, οἱ δὲ στρατηγοὶ τὰ σαγία αὐτῶν, οἱ δὲ πρωτο‐ σπαθάριοι καὶ οἱ λοιποὶ ἄρχοντες, ἕκαστος κατὰ τὸ ἴδιον ἀξίωμα, φοροῦσιν καὶ τὰς στολάς, καὶ καθέζονται ἐν τῷ
15κλητωρίῳ ἠλλαγμένοι. Καὶ πάντων καθεσθέντων τῶν προειρημένων ἀρχόντων ἐν τῷ κλητωρίῳ, δηλοποιεῖ ὁ βασιλεὺς τοῖς πατρικίοις διὰ τοῦ τῆς τραπέζης, ὡς ὅτι· «Ἐκβάλλετε τὰ χλανίδια ὑμῶν.» Καὶ ἀναστάντες οἱ πατρίκιοι καὶ οἱ στρατηγοὶ
20ὑπερεύχονται τὸν βασιλέα, καὶ ἀπαλλάσσουσιν οἱ μὲν πατρίκιοι τὰ χλανίδια αὐτῶν, οἱ δὲ στρατηγοὶ τὰ σαγία
αὐτῶν, ἀπολαμβάνουσι δὲ τὰς αὐτῶν στολὰς ἐγγιστιάριοι86 in vol. 2

2

.

87

βασιλικοὶ οἱ παριστάμενοι ἐν τῇ κάτω τραπέζῃ, καὶ ἐπιδι‐ δοῦσιν αὐτὰ τοῖς ὑπουργοῖς αὐτῶν, εἰς τὰ Σκύλα. Οἱ δὲ ἄρχοντες τοῦ κουβουκλείου ἠλλαγμένοι ὄντες ἐκτελοῦσι διπλοῦν παραστάσιμον, εἰ τύχῃ ἐν κυριακῇ· οὐ γὰρ ἐνδέ‐
5χεται τῇ αὐτῇ ἡμέρᾳ γενέσθαι δέξιμον, καὶ διὰ τοῦτο
ἀλλάσσει πᾶσα ἡ σύγκλητος.87 in vol. 2

2

.

88

(1t)

ΟΑʹ (ΞΒʹ)
1tὍσα δεῖ παραφυλάττειν ἐν παραμονῇ
2tδεξίμου.
3Εἰσέρχονται τὰ δύο μέρη εἰς τὸ Σίγμα, καὶ αἰτοῦνται, λέγοντες οἱ κράκται· «Πολλά, πολλά, πολλά.» Ὁ λαός·
5«Πολλὰ ἔτη εἰς πολλά.» Οἱ κράκται· «Πολλοὶ ὑμῖν χρό‐ νοι, τὸ πρόβλημα τῆς Τριάδος.» Φθογγεῖ καὶ ὁ λαὸς ἐκ γʹ «Πολλοὶ ὑμῖν χρόνοι.» Οἱ κράκται· «Πολλοὶ ὑμῖν χρόνοι, ὁ δεῖνα καὶ ὁ δεῖνα αὐτοκράτορες Ῥωμαίων.» Φθογγεῖ καὶ ὁ λαὸς ἐκ γʹ· «Πολλοὶ ὑμῖν χρόνοι.» Οἱ κράκται· «Πολλοὶ
10ὑμῖν χρόνοι, οἱ θεράποντες τοῦ Κυρίου.» Φθογγεῖ καὶ ὁ λαὸς ἐκ γʹ· «Πολλοὶ ὑμῖν χρόνοι.» Οἱ κράκται· «Πολλοὶ ὑμῖν χρόνοι, ὁ δεῖνα καὶ ὁ δεῖνα Αὐγοῦσται τῶν Ῥωμαίων.» Φθογγεῖ καὶ ὁ λαὸς ἐκ τρίτου· «Πολλοὶ ὑμῖν χρόνοι.» Οἱ κράκται· «Ὡς δοῦλοι τολμῶμεν παρακαλέσαι.» Φθογγεῖ
15καὶ ὁ λαὸς ἐκ γʹ ὁμοίως. Οἱ κράκται· «Μετὰ φόβου δυσω‐ ποῦμεν τοὺς δεσπότας,» Φθογγεῖ καὶ ὁ λαὸς ἐκ γʹ ὁμοίως. Οἱ κράκται· «ἀνεξικάκως παρακλήθητε, ὦ εὐεργέται,» Ὁ λαὸς ἐκ γʹ ὁμοίως. Οἱ κράκται· «εἰς τὴν δέησιν τῶν δούλων ὑμῶν Βενέτων. «Ὁ λαὸς ἐκ γʹ ὁμοίως. Οἱ κράκται·
20«Τὴν αὐτοκρατορίαν σου αἰτούμεθα ἑορτάσαι.» Φθογγεῖ καὶ ὁ λαὸς ἐκ γʹ ὁμοίως. Οἱ κράκται· «Κύριε, σῶσον τοὺς δεσπότας Ῥωμαίων.» Φθογγεῖ καὶ ὁ λαὸς ἐκ γʹ· «Κύριε, σῶσον.» Οἱ κράκται· «Κύριε, σῶσον τοὺς δεσπότας σὺν
ταῖς Αὐγούσταις καὶ τοῖς πορφυρογεννήτοις.»88 in vol. 2

2

.

89

Καὶ δείλης εἰσέρχονται τὰ μέρη τὰ δύο εἰς τὸ Σίγμα μετὰ φατλία, καὶ γίνεται ἡ λεγομένη φακλαρέα, καὶ λέγου‐ σιν τὸν ἀπελατικόν, χορεύοντες, ἦχ. βαρύς· «Χαίρετε, δεσ‐ πόται τῶν Ῥωμαίων· χαίρετε, ὁ πόθος τῆς ὅλης οἰκου‐
5μένης· χαίρετε, ἄνακτες ὁ δεῖνα καὶ ὁ δεῖνα, οὓς ἡ Τριὰς ἀνηγόρευσεν νικητὰς καὶ κόσμου εὐεργέτας.» Καὶ μετὰ ταῦτα ἀνέρχονται εἰς τὰ βάθρα, καὶ λέγουσιν ἀπελατικὸν ἦχ. πλ. δʹ· «Χαίρει ὁ κόσμος ὁρῶν σε, αὐτοκράτορα δεσ‐ πότην, καὶ ἡ πόλις σου τέρπεται, θεόστεπτε ὁ δεῖνα· ὡραί‐
10ζεται ἡ τάξις σε βλέπουσα ταξιάρχην, καὶ εὐτυχοῦσι τὰ σκῆπτρα σκηπτοῦχόν σε κεκτημένα. Κατακοσμεῖς γὰρ τὸν θρόνον τῆς πατρῴας βασιλείας, σὺν τῇ Αὐγούστῃ, προπέμ‐ πων μαρμαρυγὰς εὐταξίας ὅθεν εὐημεροῦσα διὰ σοῦ ἡ πολι‐ τεία, τῆς σῆς αὐτοκρατορίας ἑορτάζει τὴν ἡμέραν.» Καὶ
15λέγουσιν οἱ κράκται τὰ ἄκτα· «Κύριε, σῶσον τοὺς δεσπό‐ τας Ῥωμαίων.» Καὶ ὁ λαὸς ἐκ γʹ· «Κύριε, σῶσον.» Οἱ κράκται· «Κύριε, σῶσον τοὺς ἐκ σοῦ ἐστεμμένους.» Φθογγεῖ καὶ ὁ λαὸς ἐκ γʹ· «Κύριε, σῶσον.» Οἱ κράκται· «Κύριε, σῶσον τοὺς δεσπότας σὺν ταῖς Αὐγούσταις καὶ τοῖς
20πορφυρογεννήτοις.»89 in vol. 2

2

.

90

(1t)

ΟΒʹ (ΞΓʹ)
1tὍσα 〈δεῖ〉 φυλάττειν τῇ ἐπαύριον εἰς τὸ
2tδέξιμον.
3Πρὸ τοῦ ἀνιέναι τοὺς δεσπότας ἐπὶ τοῦ σένζου λέγουσιν οἱ κράκται· «Ἀνάτειλον ἡ ἔνθεος βασιλεία.» Φθογγεῖ καὶ
5ὁ λαὸς ἐκ γʹ· «Ἀνάτειλον» καὶ τὰ ἑξῆς τῶν ἄκτων. Καὶ ὅτε ἀνέλθωσιν οἱ δεσπόται ἐπὶ τοῦ σένζου, κατασφραγί‐ ζουσι πρῶτον, καὶ λέγει ὁ λαός «Ἅγιος, Ἅγιος, Ἅγιος.» Οἱ κράκται· «Πολλά, πολλά, πολλά.» Ὁ λαός· «Πολλὰ ἔτη εἰς πολλά.» Καὶ εἶθ’ οὕτως λέγουσι τὰ ἄκτα οἱ κράκ‐
10ται· «Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη» Ὁ λαὸς ἐκ γʹ ὁμοίως. Οἱ κράκται· «ἐν ἀνθρώποις Χριστιανῶν εὐδοκία,» Φθογγεῖ καὶ ὁ λαὸς ἐκ γʹ ὁμοίως. Οἱ κράκται· «ὅτι ἠλέησεν ὁ Θεὸς τὸν λαὸν αὐτοῦ.» Φθογγεῖ καὶ ὁ λαὸς ὁμοίως ἐκ γʹ. Οἱ κράκται· «Δόξα Θεῷ τῷ Δεσπότῃ
15πάντων.» Φθογγεῖ καὶ ὁ λαὸς ἐκ γʹ ὁμοίως. Οἱ κράκται· «Πολλά, πολλά, πολλά.» Ὁ λαός· «Πολλὰ ἔτη εἰς πολλά.» Τριλέξιν αʹ ἦχ. δʹ· «Ὁ Θεὸς ὁ δεσπόζων ἀοράτων καὶ ὁρω‐ μένων ἀξιώσῃ ὑμᾶς, δεσπόται, ἑκατὸν ἐν εἰρήνῃ χρόνους βασιλεύειν Ῥωμαίων, καὶ τὴν παροῦσαν ἡμέραν τῆς αὐτο‐
20κρατορίας ἑορτάζειν.» Ἄκτον αʹ· Λέγουσιν οἱ κράκται· «Πολλοὶ ὑμῖν χρόνοι, ἡ ἔνθεος βασιλεία.» Φθογγεῖ καὶ ὁ λαὸς ἐκ γʹ· «Πολλοὶ ὑμῖν χρόνοι» καὶ τὰ ἑξῆς τῶν
ἄκτων.90 in vol. 2

2

.

91

Τριλέξιν βʹ· «Ἀσύγκριτοι στρατιῶται, οἰκουμένης οἱ πρόμαχοι, στεφηφόροι, οἱ ἐκ Θεοῦ ὑψωθέντες ἐπὶ θρόνου τῆς βασιλείας, διεσκορπίσατε ἔθνη ὅπλοις ἐνθέοις τῆς εὐσεβείας· ἀλλ’ ὁ Θεὸς ὁ στέψας ὑμᾶς καὶ πάντων κτίσ‐
5της ἐπὶ πλεῖον πλεονάσῃ ὑμῶν τὰς ἡμέρας.» Ἄκτον βʹ· Λέγουσιν οἱ κράκται· «Ὁ δεῖνα καὶ ὁ δεῖνα μεγάλων βασι‐ λέων καὶ αὐτοκρατόρων πολλὰ τὰ ἔτη» ὡς τὰ αἴσια ἅπαντα εἰς τὰ πέρατα ἐκφωνεῖσθαι· «Εὐφημήσωμεν Βένε‐ τοι κατὰ χρέως· εὐσεβεῖς, πολλοὶ ὑμῖν χρόνοι· νικηταί,
10πολλοὶ ὑμῖν χρόνοι· ἐκλογὴ τῆς Τριάδος, πολλοὶ ὑμῖν χρό‐ νοι.» Τριλέξιν γʹ· «Παρὰ Θεοῦ φιλανθρώπου ὑμεῖς ἐστέ‐ φθητε, Αὐγοῦσται, νοητῷ δὲ ἐλαίῳ ἐπευλογήθητε οὐρανόθεν εἰς χαρμοσύνην τοῦ λαοῦ ὑμῶν, θεοπρόβλητοι Αὐγοῦσται,
15καὶ εἰς κατάπτωσιν πάντων ἐναντίων.» Ἄκτον γʹ· Λέγου‐ σιν οἱ κράκται· «Πολλοὶ ὑμῖν χρόνοι, ὁ δεῖνα καὶ ὁ δεῖνα Αὐγοῦσται τῶν Ῥωμαίων.» Φθογγεῖ καὶ ὁ λαὸς ἐκ γʹ· «Πολλοὶ ὑμῖν χρόνοι.» Οἱ κράκται· «Πολλά, πολλά, πολλά.» Ὁ λαός· «Πολλὰ ἔτη εἰς πολλά.» Καὶ αὐλεῖ τὸ
20ὄργανον. Καὶ λέγουσιν 〈οἱ κράκται〉· «Ἅγιαχας.» Καὶ ὅτε πληρώσῃ, λέγουσιν οἱ κράκται φωνὴν ἤχ. π. δʹ τὸ ἰχάδιν· «Ἅγια.» Καὶ ὁ λαός· «Ἀνδρίζεται ἡ πόλις ἡ τῶν Ῥωμαίων, δεξαμένη ἐκ τοῦ ἰδίου θρέμματος τὴν σωτηρίαν καὶ δοξάζεται τὸ σκῆπτρον τῆς ἐξουσίας,» «Ἀνανάγια·»
25«ὅτι ἐπεσκέψατο αὐτῷ ἀνατολὴ ἐξ ὕψους διὰ σοῦ, ὁ δεῖνα ἄναξ, τοῦ ἀγαπήσαντος δικαιοσύνην καὶ χρισθέντος ἐν ἐλαίῳ ἁγίῳ παρὰ Κυρίου, ἐβραβεύθη εἰρήνη τῇ πολιτείᾳ τῷ ῥυσαμένῳ ἐξ ἐχθρῶν τοὺς αἰχμαλώτους.» Ἀπελατικὸν ἀπὸ φωνῆς ἦχ. π. δʹ· «Χαίρει ὁ κόσμος
30ὁρῶν σε αὐτοκράτορα δεσπότην, καὶ ἡ πόλις σου τέρπεται, θεόστεπτε ὁ δεῖνα· ὡραΐζεται ἡ τάξις σε βλέπουσα ταξιάρ‐
χην, καὶ εὐτυχοῦσι τὰ σκῆπτρα, σκηπτοῦχόν σε κεκτημένα.91 in vol. 2

2

.

92

Κατακοσμεῖς γὰρ τὸν θρόνον τῆς πατρῴας βασιλείας σὺν τῇ Αὐγούστῃ, προπέμπων μαρμαρυγὰς εὐταξίας, ὅθεν εὐημεροῦσα διὰ σοῦ ἡ πολιτεία τῆς σῆς αὐτοκρατορίας ἑορ‐ τάζει τὴν ἡμέραν.» Καὶ ἀπὸ τούτου λέγουσιν οἱ κράκται·
5«Κύριε σῶσον τοὺς δεσπότας Ῥωμαίων.» Ὁ λαὸς ἐκ γʹ· «Κύριε, σῶσον.» Οἱ κράκται· «Κύριε, σῶσον τοὺς ἐκ σοῦ ἐστεμμένους.» Ὁ λαὸς ἐκ γʹ· «Κύριε, σῶσον.» Οἱ κράκ‐ ται. «Κύριε, σῶσον τοὺς δεσπότας σὺν ταῖς Αὐγούσταις καὶ τοῖς πορφυρογεννήτοις.» Ὁ λαὸς ἐκ γʹ· «Κύριε,
10σῶσον.» Καὶ ἀπὸ τούτων δέχονται οἱ Πράσινοι, καὶ μετὰ τὸ πληρῶσαι τοὺς Πρασίνους, λέγουσιν οἱ κράκται τῶν δύο μερῶν· «Ἔς, τοῦτο τὸ βασίλειον, Κύριε, στερέωσον.» Ὁ λαὸς ὁμοίως ἐκ γʹ. Οἱ κράκται· «Πνεῦμα τὸ πανάγιον, τὰς
15Αὐγούστας σκέπασον.» Ὁ λαὸς ὁμοίως ἐκ γʹ. Οἱ κράκ‐ ται· «Μήτηρ τοῦ Θεοῦ ἡμῶν, φύλαττε τὰ πορφυρογέν‐ νητα.» Ὁ λαὸς ὁμοίως. Οἱ κράκται· «Κύριε, ζωὴν αὐτῶν διὰ τὴν ζωὴν ἡμῶν.» Ὁ λαὸς ὁμοίως ἐκ γʹ. Καὶ ἀνισταμένων τῶν βασιλέων ἀπὸ τοῦ σένζου, λέγει
20ὁ κράκτης φθογγήν· «Νανά.» Καὶ ἄρχονται λέγειν τὰ δύο μέρη· «Περισώσῃ ὁ Θεὸς τοὺς δεσπότας.» Ὁ λαὸς ὁμοίως ἐκ γʹ. Οἱ κράκται· «Πολλά, πολλά, πολλά.» Ὁ λαός· «Πολλὰ ἔτη εἰς πολλά.» Καὶ σιωπῶσι τὰ δύο μέρη, καὶ προκύπτει διὰ χαλκῶν καγκέλλων ἔμπροσθεν τοῦ σένζου
25ὁ τοῦ κουβουκλείου φωνοβόλος, κατέχων τὸν τόμον καὶ λέγει τὰ ἐκεῖ ἐγγεγραμμένα, ἅπερ εἰσὶ ταῦτα· «Ὁ παντοδύναμος καὶ πολυέλεος ἡμῶν Θεὸς ὁ στέψας τὴν ὑμετέραν γαλήνην διὰ πρεσβειῶν τῆς παναχράντου αὐτοῦ Μητρὸς ἀξιώσῃ ἡμᾶς ἅμα τοῖς φιλοχρίστοις ὑμῖν, ἐπὶ πολλοὺς χρόνους
30εἰρηνικῶς τὰς αἰσίας ταύτας ἡμέρας ἐπιτελεῖν.» Καὶ εἶθ’ οὕτως ἐκτείνει ὁ αὐτὸς φωνοβόλος τὴν δεξιὰν
αὐτοῦ χεῖρα, τοῖς ἑαυτοῦ δακτύλοις ἀκτινοειδῶς διαστέλ‐92 in vol. 2

2

.

93

λων, καὶ πάλιν βοτρυδὸν ἐπισυστέλλων. Καὶ λέγουσι τὰ δύο μέρη· «Ἔς.» Οἱ κράκται· «Νανά.» Καὶ ὁ λαός. «Εἰσα‐ κούσῃ ὁ Θεὸς τῆς φωνῆς ἡμῶν.» Οἱ κράκται· «Πολλά, πολλά, πολλά.» Ὁ λαός· «Πολλὰ ἔτη εἰς πολλά.» Οἱ κράκ‐
5ται· «Πολλοὶ ὑμῖν χρόνοι, τὸ πρόβλημα τῆς Τριάδος.» Καὶ ὁ λαός· «Πολλοὶ ὑμῖν χρόνοι» καὶ τὰ ἑξῆς τῶν ἄκτων. Εἰδέναι δὲ δεῖ ὅτι κατὰ τὸν τύπον καὶ τὴν τάξιν τῆς ἐπιτελουμένης ἀκολουθίας τῇ παραμονῇ τοῦ δεξίμου, ὁμοίως καὶ δείλης ἐν τῇ φακλαρέᾳ, καὶ πάλιν ἐπὶ τῇ αὔριον
10εἰς αὐτὸ τὸ δέξιμον ἐπιτελοῦνται πάντα τὰ δέξιμα, πλὴν οἱ ἀπελατικοὶ καὶ τὰ τριλέξια καὶ τὰ τετράλεκτα ὀφείλου‐ σιν λέγεσθαι περὶ οἵας ὑποθέσεώς ἐστι τὸ δέξιμον, ἐν μὲν τῇ αὐτοκρατορίᾳ τὰ τῆς αὐτοκρατορίας, ἐν δὲ τῷ χρυσῷ ἱπποδρομίῳ τὰ τοῦ Πάσχα, ἐν δὲ τῷ λαχανικῷ τὰ τοῦ γενε‐
15θλίου, ἐν δὲ τῇ Πεντηκοστῇ τὰ τῆς Πεντηκοστῆς, καὶ ἁπλῶς περὶ οἵας ὑποθέσεώς ἐστιν τὸ δέξιμον, ὀφείλουσιν λέγεσθαι οἵ τε ἀπελατικοὶ καὶ τὰ τριλέξια καὶ τὰ τετρά‐
λεκτα.93 in vol. 2

2

.

94

(1t)

ΟΓʹ (ΞΔʹ)
1tὍσα δεῖ παραφυλάττειν εἰς τὸ δέξιμον τοῦ
2tχρυσοῦ ἱπποδρομίου δευτέρᾳ ἡμέρᾳ μετὰ τὸ
3tἈντίπασχα.
4Δίδοται τὸ πέρατον ἀπὸ κελεύσεως διὰ τοῦ πραιποσίτου
5τῇ κυριακῇ ἑσπέρας, ἡνίκα ὑποστρέψῃ ὁ βασιλεὺς τῆς τοῦ ἁγίου Μωκίου προελεύσεως, καὶ ἐκτελοῦσι τῇ αὐτῇ ἡμέρα τὰ δύο μέρη, ἕκαστον ἐν τῇ ἰδίᾳ φιάλῃ, τὴν αὐτοῦ φακλαρέαν, ὡς εἴθισται αὐτοῖς ἐν ἑκάστῃ τοῦτο τελεῖν. Τῇ δὲ ἐπιούσῃ, ἤγουν τῇ δευτέρᾳ, προέρχονται ἅπαντες
10ἠλλαγμένοι ἀπὸ λευκῶν χλανιδίων, οἱ μὲν πατρίκιοι διὰ χρυσοτάβλων χλανιδίων, οἱ δὲ λοιποί, ἕκαστος κατὰ τὴν αὐτοῦ τάξιν. Ὁ δὲ τῆς καταστάσεως ἐλθὼν δηλοῖ τῷ πραι‐ ποσίτῳ, ὡς ὅτι οἱ δήμαρχοι ἤνεγκαν τὰ λιβελλάρια αὐτῶν καὶ ἵστανται ἐν τῷ Ἰουστινιανῷ τρικλίνῳ ἅπαντες αὐτῶν,
15οἱ δὲ πραιπόσιτοι εἰσελθόντες ἐν τῷ Τριπέτωνι, ὡς ἀνω‐ τέρω εἴρηται, μετὰ τῶν τοῦ κουβουκλείου ἁπάντων, βαστα‐ ζόντων τῶν ὀστιαρίων τὰ αὐτῶν βεργία. Καὶ δηριγευόμε‐ νοι ὑπ’ αὐτῶν πάντων ἐξέρχονται ἐκ τοῦ Τριπέτωνος καὶ διελθόντες διὰ τοῦ Λαυσιακοῦ, εἰσέρχονται ἐν τῷ Ἰουσ‐
20τινιανῷ τρικλίνῳ. Καὶ οἱ μὲν τοῦ κουβουκλείου ἅπαντες καὶ ὁ τῆς καταστάσεως καὶ σιλεντιάριοι ἵστανται ἐν τῷ
αὐτῷ τρικλίνῳ ἔνθεν κἀκεῖσε κατὰ τὰς αὐτῶν τάξεις· οἱ δὲ94 in vol. 2

2

.

95

πραιπόσιτοι ἵστανται ἐν τῇ μέσῃ αὐτῶν πρὸς τῇ κεφαλῇ. Καὶ ἐλθόντες οἱ δήμαρχοι πλησίον τῶν σιλεντιαρίων, προσκυνοῦσι τοῖς πραιποσίτοις, εἶτα διελθόντες μέσον τῶν
5τοῦ κουβουκλείου, ἐπιδιδοῦσι τὰ λιβελλάρια τοῖς πραιποσί‐ τοις, αὐτοὶ δὲ δεξάμενοι αὐτά, ἀντιδιδοῦσιν ἀπὸ κελεύσεως τὸ πέρατον, καὶ εἶθ’ οὕτως ὑποστρέψαντες ἀπὸ τῶν ἐκεῖσε οἱ πραιπόσιτοι, δηριγευόμενοι ὑπὸ τῶν προειρημένων, εἰσέρχονται διὰ τοῦ Λαυσιακοῦ ἐν τῷ Τριπέτωνι· ὁμοίως
10καὶ οἱ δήμαρχοι κατέρχονται, ἕκαστος αὐτῶν ἐν τῇ ἰδίᾳ φιάλῃ, προευτρεπίζοντες τὰ τοῦ δεξίμου· ἡνίκα δὲ εὐτρε‐ πισθῶσι τὰ μέρη, ἐξέλθωσι δὲ καὶ τὰ σκεύη, καὶ ἁπλῶς ἅπαντες οἱ καθυπουργοῦντες ἐν τῷ δεξίμῳ, εἰ τύχωσι δὲ καὶ ἀποκρισιάριοι, καὶ ἵστανται κάτω ἐν τῇ φιάλῃ, καὶ
15τότε εἰσέρχεται ὁ τῆς καταστάσεως, καὶ δηλοῖ τῷ πραιπο‐ σίτῳ, ὡς ὅτι ἅπαντα ἕτοιμά ἐστιν. Ὁ δὲ βασιλεὺς εἰσελθὼν ἐν τῇ τοῦ Ἁγίου Θεοδώρου καμάρᾳ καὶ στεφθείς, διέρχεται διὰ τοῦ Χρυσοτρικλίνου, δηριγευόμενος ὑπὸ τῶν ἀρχόντων τοῦ κουβουκλείου, ὄπι‐
20σθεν δὲ τοῦ βασιλέως εὐνοῦχοι πρωτοσπαθάριοι, φοροῦ‐ ντες τά τε στιχάρια αὐτῶν καὶ σαβάνια, βαστάζοντες καὶ τὰ σπαθοβάκλια αὐτῶν, καὶ ἐξελθόντες ἐν τῷ Τριπέτωνι, ἵστανται ἐν τῇ ὁδῷ τῆς ἐξαγούσης πύλης ἀπὸ τοῦ Τρι‐ πέτωνος ἐν τῷ Λαυσιακῷ, οἱ δὲ πατρίκιοι καὶ στρατηγοὶ
25ἵστανται ἔνθεν κἀκεῖσε ἐν τῷ Λαυσιακῷ μέχρι τῆς εἰσα‐ γούσης πύλης ἐν τῷ Ἰουστινιανῷ· ἔμπροσθεν δὲ τῆς αὐτῆς πύλης τοῦ Ἰουστινιανοῦ ἵσταται ὁ τῆς καταστά‐ σεως, καὶ πεσόντων τῶν προειρημένων πατρικίων τε καὶ στρατηγῶν, νεύει ὁ πραιπόσιτος τῷ τῆς καταστάσεως ἀπὸ
30κελεύσεως, καὶ δηριγευόμενος ὑπὸ τῶν ἀρχόντων τοῦ κου‐ βουκλείου, πατρικίων τε καὶ στρατηγῶν, ἐξέρχεται ἐν τῷ
Ἰουστινιανῷ τρικλίνῳ τῆς προελεύσεως. Καὶ στάντων95 in vol. 2

2

.

96

ἁπάντων ἐν τῷ αὐτῷ τρικλίνῳ ἔνθεν κἀκεῖσε τῶν προειρη‐ μένων πατρικίων τε καὶ στρατηγῶν μετὰ πάσης τῆς συγ‐ κλήτου, ἵσταται ὁ βασιλεὺς ἐν τῷ πρώτῳ ὀμφαλίῳ. Ἐλθόν‐ τες δὲ ἅπαντες οἱ προλελεγμένοι προσκυνοῦσιν, καὶ
5ἀναστάντες, νεύει ὁ πραιπόσιτος τῷ σιλεντιαρίῳ τῷ ἑστῶτι ἐν τῷ κατωτέρῳ μέρει τῆς αὐτῆς δοχῆς ἀπὸ κελεύσεως, κἀκεῖνος λέγει· «Κελεύσατε·» αὐτοὶ δὲ ὑπερεύχονται τὸν βασιλέα, «Εἰς πολλοὺς καὶ ἀγαθοὺς χρόνους.»
10Καὶ δηριγευόμενος ὁ βασιλεὺς ὑπ’ αὐτῶν πάντων ἅμα σπαθαροκανδιδάτων φορούντων μανιάκια καὶ σπαθία, βασ‐ ταζόντων καὶ σκουτάρια καὶ διστράλια, διέρχεται, καὶ μελλόντων αὐτῶν ἐξέρχεσθαι τὴν ἐξάγουσαν ἀπὸ τοῦ Ἰουστινιανοῦ πρὸς τὸ ἡλιακὸν πύλην, εὐθέως ἐφαπλοῖ τὸ
15παρακυπτικὸν ἔμπροσθεν τοῦ σένζου ἐπάνω τοῦ στηθέου τοῦ καγκέλλου κουβικουλάριος ὁ φωνοβόλος· ὁ δὲ τῆς κατα‐ στάσεως λαβὼν τὸ ἄκρον τῆς τοῦ βασιλέως χλανίδος, ποιεῖ τὸ ῥωσθέλιον, καὶ ἐπιδίδωσι τῷ βασιλεῖ· ὁ δὲ βασιλεὺς ἀνελθὼν ἵσταται ἔμπροσθεν τοῦ σένζου, καὶ σφραγίζει τὸν
20λαὸν ἐκ τρίτου καὶ παντὸς τοῦ λαοῦ ἀναφωνήσαντος «Ἅγιος», καθέζεται ἐπὶ τοῦ σένζου. Οἱ δὲ ἄρχοντες τοῦ κουβουκλείου ἵστανται ἔνθεν κἀκεῖσε, εἶθ’ οὕτως ἵστανται πατρίκιοι ὁμοίως ἔνθεν κἀκεῖσε ἅμα τοῖς δομεστίκοις καὶ τῆς συγκλήτου πλησίον τῶν παρακυπτικῶν τοῦ καγκέλλου,
25μὴ ἐπερειδόμενοι ἐπ’ αὐτοῖς, ἀλλ’ ἵστανται ὄρθιοι, καὶ μετὰ τὸ ἀνακράξαι τὸν δῆμον τό, «Ἅγιος,» αὐλοῦντος καὶ τοῦ ὀργάνου ἐν τῇ φιάλῃ, λαμβάνει νεῦμα ὁ πραιπόσιτος παρὰ τοῦ βασιλέως, καὶ νεύει διὰ τῆς χειρὸς ἐκ τρίτου, καὶ λήγει τὸ ὄργανον, καὶ εἶθ’ οὕτως ἄρχονται οἱ τοῦ μέρους
30ἐκτελεῖν τὰ συνήθη ἅπαντα· εὐφημήσαντος δὲ τοῦ δήμου καὶ ἐκφωνήσαντος, αὐλεῖ τὸ ὄργανον, καὶ παύσαντος αὐτοῦ, ἄρχεται ὁ δῆμος τὸν ἀπελατικόν. Καὶ ἡνίκα ἄρξη‐ ται ὁ δῆμος τὸν ἀπελατικόν, νεύει ὁ πραιπόσιτος ἀπὸ
κελεύσεως τῷ τῆς καταστάσεως, ὁ δὲ τῆς καταστάσεως96 in vol. 2

2

.

97

ἀπελθὼν νεύει τοῖς μεγάλοις δομεστίκοις τῶν ταγμάτων κατὰ συνήθειαν, καὶ κατέρχονται κάτω ἐν τῇ φιάλῃ, καὶ ἵστανται ἐν τῇ αὐτῶν τάξει. Καὶ πληρουμένου τοῦ ἀπελα‐ τικοῦ, αὐλεῖ τὸ ὄργανον, καὶ παύσαντος αὐτοῦ, λέγουσιν οἱ
5τοῦ μέρους, ὡς εἴθισται αὐτοῖς, τὰ τετράλεκτα, καὶ ἀκτο‐ λογοῦσιν· λέγουσιν δὲ καὶ αὐγουστιακά, καὶ τελεσθέντων τούτων, ἄρχονται τὴν φωνήν. Ἡνίκα δὲ ἄρξονται τὴν φωνήν, λαμβάνει νεῦμα ὁ τῆς καταστάσεως παρὰ τοῦ πραιποσίτου ἀπὸ κελεύσεως, καὶ νεύει τοῖς ὑπατικοῖς· οἱ
10δὲ ἀπέρχονται καὶ εἰσέρχονται ἐν τῷ Ἰουστινιανῷ, καὶ ἵστανται ἐν τῇ αὐτῶν τάξει ἔνθεν κἀκεῖθεν, καὶ τῆς φωνῆς τελεσθείσης, ἀνίσταται ὁ βασιλεύς, καὶ εὐθέως πάλιν αὐλεῖ τὸ ὄργανον. Καὶ ἵσταται ὁ βασιλεὺς ὄπισθεν τοῦ σένζου, καὶ 〈ὀπίσω αὐτοῦ ἵστανται εὐνοῦχοι πρωτοσ‐
15παθάριοι〉 ἠλλαγμένοι· οἱ δὲ ἄρχοντες τοῦ κουβουκλείου, πατρίκιοί τε καὶ στρατηγοὶ ἵστανται ἔνθεν κἀκεῖθεν ἔμπρο‐ σθεν τοῦ βασιλέως μέχρι τῆς εἰσαγούσης πύλης ἀπὸ πλα‐ γίας ἐν τῷ Ἰουστινιανῷ. Καὶ λαβὼν νεῦμα ὁ πραιπόσιτος παρὰ τοῦ βασιλέως,
20νεύει κουβικουλαρίῳ τῷ φωνοβόλῳ, κἀκεῖνος παρακύψας νεύει ἐκ γʹ τῷ λαῷ, καὶ παύει τὸ ὄργανον καὶ σὺν αὐτῷ οἱ τοῦ μέρους, καὶ εὐθέως ἄρχεται ὁ φωνοβόλος λέγειν· «Ὁ παντοδύναμος καὶ πολυέλεος Θεός» καὶ τὰ ἑξῆς. Καὶ τελέσαντος αὐτοῦ, ἄρχονται τὰς συνήθεις αἰτήσεις αἰτεῖ‐
25σθαι, καὶ ἑκάστης αἰτήσεως τελεσθείσης, νεύει ὁ πραιπό‐ σιτος τῷ φωνοβόλῳ, κἀκεῖνος συντίθεται διὰ τῆς χειρὸς ἐκ γʹ καθ’ ἑκάστην, ὡς ἀνωτέρω εἴρηται. Καὶ πάντων τελε‐ σθέντων, διέρχεται ὁ βασιλεύς, δηριγευόμενος ὑπὸ τῶν ἀρχόντων τοῦ κουβουκλείου, πατρικίων τε καὶ στρατηγῶν,
30διὰ τοῦ Ἰουστινιανοῦ τρικλίνου, ἡ δὲ σύγκλητος ἅμα
σπαθαροκανδιδάτων καὶ σπαθαρίων ἵστανται ἔνθεν κἀκεῖσε,97 in vol. 2

2

.

98

ὡσαύτως καὶ τὸ ἄρμα ἵσταται ἐξ ἀριστερᾶς τῆς ἐξαγού‐ σης πύλης ἀπὸ τοῦ Ἰουστινιανοῦ ἐν τῷ Λαυσιακῷ, ἐν ᾖ καὶ τὸ σκάμνον ἵσταται τοῦ κουροπαλάτου. Διερχόμενος δὲ ὁ βασιλεύς, ὡς προείρηται, μέσον τῆς συγκλήτου,
5οὗτοι ἅπαντες ὑπερεύχονται· «Εἰς πολλοὺς καὶ ἀγαθοὺς χρόνους» καὶ δηριγευόμενος ὁ βασιλεὺς ὑπὸ τῶν ἀρχόν‐ των τοῦ κουβουκλείου, διέρχεται διὰ τοῦ Τριπέτωνος, καὶ εἰσέρχεται ἐν τῷ Χρυσοτρικλίνῳ, καὶ εἰσελθὼν ἔνδον τοῦ βήλου ἐν τῇ καμάρᾳ τοῦ Ἁγίου Θεοδώρου, λαμβάνει
10ὁ πραιπόσιτος τὸ στέμμα ἀπὸ τῆς κεφαλῆς τοῦ βασιλέως, καὶ εἶθ’ οὕτως εἰσελθόντες οἱ βεστήτορες ἀπὸ κελεύσεως, λαμβάνουσι τὴν χλανίδα τοῦ βασιλέως καὶ ἐξέρχονται. Ὁ δὲ βασιλεὺς καθέζεται, μέχρις ἂν ἡ παρασκευὴ ἅπασα τοῦ δεξίμου ὁμοιοτρόπως τῆς φιάλης τῶν Πρασίνων μετέλθῃ
15ἐν τῇ φιάλῃ τῶν Βενέτων, τουτέστι τά τε σκεύη καὶ τὸ πολίτευμα—εἰ τύχωσιν, ὡς προείρηται, καὶ πρέσβεις ἐθνῶν—καὶ εἶθ’ οὕτως μετὰ τὸ πάντας εὐτρεπισθῆναι τοὺς μέλλοντας καθυπουργεῖν ἐν τῷ δεξίμῳ φιάλης τῶν Βενέτων, εἰσέρχεται ὁ τῆς καταστάσεως, καὶ δηλοῖ τῷ
20πραιποσίτῳ, ὡς ἕτοιμά ἐστιν πάντα, καὶ ὁ πραιπόσιτος δηλοῖ τῷ βασιλεῖ, ἃ παρὰ τοῦ τῆς καταστάσεως ἐδι‐ δάχθη, καὶ λαβὼν νεῦμα ὁ τῆς καταστάσεως παρὰ τοῦ πραιποσίτου ἀπὸ κελεύσεως, δίδωσιν μεταστάσιμον ἐν τῷ Λαυσιακῷ.
25Καὶ διέρχονται οἵ τε πατρίκιοι καὶ στρατηγοὶ μετὰ τῶν συγκλητικῶν καὶ ὑπατικῶν 〈διὰ〉 τῆς Θερμάστρας, καὶ ἀνελθόντες τὰ γραδήλια, εἰσέρχονται διὰ τῆς Διαιταρικίου πύλης, ἐλθόντες δὲ διὰ τῆς καμάρας ἔμπροσθεν τοῦ Παν‐ θέου, ἐξέρχονται διὰ τοῦ μονοθύρου ἐν τῷ ἡλιακῷ, καὶ
30πάντες οἱ προειρημένοι ἐν τῷ ἡλιακῷ ἵστανται ἔνθεν
κἀκεῖσε ἀπὸ τῆς ἐξαγούσης πύλης τοῦ Χρυσοτρικλίνου, ἐν98 in vol. 2

2

.

99

τῷ προειρημένῳ ἡλιακῷ μέχρι τοῦ καμελαυκίου, ἐν ᾧ καὶ τὸ σένζον ἵσταται. Ὁ δὲ βασιλεὺς εἰσελθὼν ἔμπροσθεν τοῦ εἰρημένου βήλου, περιβάλλεται τὴν χλανίδα αὐτοῦ διὰ τῶν βεστητόρων, καὶ τῶν βεστητόρων ἐξελθόντων, στέφει ὁ
5πραιπόσιτος τὸν βασιλέα, καὶ δηριγευόμενος ὁ βασιλεὺς ὑπὸ τῶν ἀρχόντων τοῦ κουβουκλείου, ἀπέρχεται μέχρι τῆς καμάρας τῆς οὔσης πρὸς ἀνατολὰς τοῦ Χρυσοτρικλίνου, ἑστώτων ἔνθεν κἀκεῖσε ἀρχόντων τοῦ κουβουκλείου· αἱ δὲ λοιπαὶ πύλαι τοῦ Χρυσοτρικλίνου αἱ ἐξάγουσαι πρὸς τὸ
10ἡλιακόν εἰσι κεκλεισμέναι. Καὶ ἵστανται δύο κουβικουλά‐ ριοι, εἷς ἐκ δεξιῶν, ὁ δὲ ἕτερος ἐξ ἀριστερᾶς, κατέχοντες ἀνὰ μίαν πύλην, λαβόντες δὲ νεῦμα οἱ αὐτοὶ κουβικουλά‐ ριοι ἐξανοίγουσιν αὐτὰς ἄφνω, καὶ δηριγευόμενος ὁ βασι‐ λεὺς ὑπὸ τῶν προρρηθέντων ἀρχόντων τοῦ κουβουκλείου,
15ἐξέρχεται ἐν τῷ ἡλιακῷ καὶ ἵσταται ἐν τῷ πορφυρῷ λίθῳ, καὶ παραυτίκα οἵ τε πατρίκιοι καὶ στρατηγοὶ καὶ ἡ σύγκλη‐ τος πᾶσα πίπτουσιν, καὶ ὄπισθεν αὐτῶν ἵστανται πρωτο‐ σπαθάριοι, σπαθαροκανδιδάτοι καὶ σπαθάριοι, οἱ μὲν πρω‐ τοσπαθάριοι φοροῦντες τὰ μανιάκια αὐτῶν, βαστάζοντες
20καὶ τὰ σπαθοβάκλια αὐτῶν, οἱ δὲ σπαθαροκανδιδάτοι τὰ μανιάκια αὐτῶν, βαστάζουσι δὲ καὶ σκουτάρια, ὡσαύτως καὶ οἱ σπαθάριοι σκουτάρια καὶ διστράλια. Ἵσταται δὲ ὁ τῆς καταστάσεως εἰς τὴν μέσην τῆς δοχῆς, καὶ δὴ, ὡς προείρηται, προσκυνησάντων πάντων καὶ ἀναστάντων,
25νεύει ὁ πραιπόσιτος ἀπὸ κελεύσεως τῷ τῆς καταστάσεως, κἀκεῖνος λέγει· «Κελεύσατε.» Καὶ οἱ μὲν πατρίκιοι καὶ στρατηγοὶ μετὰ τῆς συγκλή‐ του καὶ τῶν ὑπατικῶν ἀπέρχονται, καὶ ἵστανται, ὡς ἀνω‐ τέρω εἴρηται, ἐν τῇ αὐτῶν στάσει· ὁ δὲ τῆς καταστάσεως
30ποιήσας τὸ ῥωσθέλιον, ὡς εἴθισται αὐτῷ, ἐπιδίδωσι τῷ βασιλεῖ, καὶ παραυτίκα ὁ φωνοβόλος κουβικουλάριος ἐφα‐ πλοῖ τὸ παρακυπτικὸν ὕπερθεν τοῦ ὄντος ὑπὸ τοῦ καμε‐ λαυκίου στηθέου ἔμπροσθεν τοῦ σένζου, καὶ κατασφρα‐
γίζει ὁ βασιλεὺς τὸν λαὸν ἐκ τρίτου, ὡς εἴθισται αὐτῷ,99 in vol. 2

2

.

100

καὶ καθέζεται ἐπὶ τοῦ σένζου, καὶ εὐθέως ὁ δήμαρχος, αὐλοῦντος καὶ τοῦ ὀργάνου, ἀνακράζει μεγάλως τό· «Ἅγιος.» Λαβὼν δὲ νεῦμα ὁ πραιπόσιτος παρὰ τοῦ βασιλέως καὶ παρακύψας, νεύει διὰ τῆς χειρὸς ἐκ τρίτου, καὶ
5παύει τὸ ὄργανον. Παύσαντος δὲ τοῦ ὀργάνου, ἄρχονται οἱ τοῦ μέρους ἐκτελεῖν τὰ συνήθη ἅπαντα. Εὐφημήσαντος δὲ τοῦ μέρους καὶ ἐκφωνήσαντος, αὐλεῖ τὸ ὄργανον, καὶ παύσαντος αὐτοῦ, ἄρχεται ὁ δῆμος τὸν ἀπελατικόν. Καὶ εὐθέως λαμβάνει νεῦμα ὁ πραιπόσιτος παρὰ τοῦ βασι‐
10λέως, καὶ νεύει τῷ τῆς καταστάσεως, κἀκεῖνος τοῖς τέσ‐ σαρσι δομεστίκοις τῶν ταγμάτων, ὡς κατὰ συνήθειαν, καὶ κατελθόντες ἵστανται κάτω ἐν τῇ φιάλῃ ἐν τῇ τάξει αὐτῶν. Τελεσθέντων δὲ τῶν ἀπελατικῶν, αὐλεῖ τὸ ὄργανον, καὶ παύσαντος αὐτοῦ, λέγουσιν οἱ τοῦ μέρους τὰ τετρά‐
15λεκτα ἀκτολογοῦντες, λέγουσι δὲ καὶ αὐγουστιακά, καὶ τούτων τελεσθέντων, ἄρχονται οἱ αὐτοὶ τὴν φωνήν. Ἡνίκα δὲ ἄρξηται, λαμβάνει νεῦμα ὁ τῆς καταστάσεως παρὰ τοῦ πραιποσίτου, καὶ νεύει τοῖς ὑπατικοῖς, αὐτοὶ δὲ ἀπελθόντες, εἰσέρχονται ἐν τῷ Χρυσοτρικλίνῳ, καὶ ἵσταν‐
20ται ἐκεῖσε ἐν ταῖς αὐτῶν τάξεσιν, τελεσθείσης δὲ τῆς φωνῆς, ἀνίσταται ὁ βασιλεύς, καὶ αὐλεῖ τὸ ὄργανον, καὶ ἵσταται ὁ βασιλεὺς ὄπισθεν τοῦ σένζου, καὶ ὀπίσω αὐτοῦ ἵστανται εὐνοῦχοι πρωτοσπαθάριοι ἠλλαγμένοι, καὶ ἔμπρο‐ σθεν αὐτοῦ ἵστανται ἄρχοντες τοῦ κουβουκλείου ἔνθεν κἀ‐
25κεῖσε μετὰ πατρικίων τε καὶ στρατηγῶν μέχρι τῆς εἰσα‐ γούσης πύλης ἐν τῷ Χρυσοτρικλίνῳ. Καὶ λαβὼν νεῦμα ὁ πραιπόσιτος παρὰ τοῦ βασιλέως, δίδωσι νεῦμα κουβικου‐ λαρίῳ τῷ φωνοβόλῳ, κἀκεῖνος παρακύψας, νεύει ἐκ τρίτου τῷ λαῷ διὰ τῆς χειρός, καὶ παύει τὸ ὄργανον, σὺν αὐτῷ
30καὶ οἱ τοῦ μέρους, καὶ ὁ φωνοβόλος λέγει· «Ὁ παντοδύ‐ ναμος καὶ πολυέλεος Θεός» καὶ τὰ ἑξῆς. Καὶ τελέσαντος αὐτοῦ, ἄρχονται οἱ τοῦ μέρους αἰτεῖσθαι τὰς συνήθεις τέσσαρας αἰτήσεις, καὶ τούτων πέρας εἰληφότων, νεύει
ὁ βασιλεὺς τῷ πραιποσίτῳ, κἀκεῖνος τῷ φωνοβόλῳ, κἀκεῖ‐100 in vol. 2

2

.

101

νος συντίθεται διὰ τῆς χειρός, ἐκ τρίτου τοῦτο τελῶν καθ’ ἑκάστην αἴτησιν, ὡς ἀνωτέρω εἴρηται. Εἶθ’ οὕτως διέρχεται ὁ βασιλεὺς διὰ τοῦ αὐτοῦ ἡλιακοῦ, δηριγευόμενος ὑπό τε τῶν ἀρχόντων τοῦ κουβουκλείου,
5πατρικίων τε καὶ στρατηγῶν, καὶ εἰσέρχεται ἐν τῷ Χρυ‐ σοτρικλίνῳ, καὶ ἵσταται ἔμπροσθεν τοῦ σένζου, οἱ δὲ προειρημένοι πάντες ἵστανται ἔνθεν κἀκεῖσε. Καὶ λαβὼν νεῦμα ὁ πραιπόσιτος παρὰ τοῦ βασιλέως, λέγει· «Κελεύ‐ σατε» οἱ δὲ ὑπερεύχονται τὸν βασιλέα· «Εἰς πολλοὺς
10χρόνους» καὶ ἐξέρχονται. Τοῦ δὲ βασιλέως εἰσελθόντος, λαμβάνει ὁ πραιπόσιτος τὸ στέμμα ἀπὸ τῆς κεφαλῆς αὐτοῦ, καὶ εἰσελθόντες οἱ βεστήτορες λαμβάνουσιν καὶ αὐτοὶ τὴν χλαμύδα, καὶ ἐξέρχονται· ὁ δὲ βασιλεύς, εἰ κελεύει, προβάλλεται προβολὰς ἀξιωμάτων, ἀπό τε ἀπὸ
15ἐπάρχων προαναβιβάζων μέχρι πατρικίων, καὶ εἶθ’ οὕτως, στοιχηθέντος τοῦ κλητωρίου, γίνονται μίνσαι. Ἰστέον ὅτι ἐν ταύτῃ τῇ ἡμέρᾳ σάξιμα ἐν τῷ κλητωρίῳ οὐκ εἰσέρχονται, ἀριστῶσιν δὲ οἱ δήμαρχοι κατὰ τὸ σύνηθες ἐν ταύτῃ τῇ ἡμέρᾳ, ἕκαστος ἐν τῇ ἰδίᾳ φιάλῃ μετὰ καὶ
20τοὺς τῶν μερῶν προὔχοντας.101 in vol. 2

2

.

102

(1t)

ΟΔʹ (ΞΕʹ)
1tὍσα δεῖ παραφυλάττειν εἰς τὸ σάξιμον, ἤγουν
2tεἰς τὸ κλητώριον.
3Μετὰ τὴν τοῦ δεξίμου ἀπόλυσιν δίδονται μίνσαι, καὶ γίνεται κλητώριον ἀποκοπτὸν ἐν τῷ εὐπρεπεστάτῳ τρι‐
5κλίνῳ τοῦ Ἰουστινιανοῦ, καὶ τῶν δεσποτῶν ἀκουμβιζόντων ἐπὶ τῆς τραπέζης, ἐπιτελεῖται ἡ συνήθης τάξις τοῦ κλη‐ τωρίου, καὶ ἀπὸ τοῦ ὁπτομίνσου ἐξέρχονται οἱ ἀρτοκλῖναι, καὶ εἰσάγουσι τοὺς ὀφείλοντας χορεῦσαι ἐν τῷ σαξίμῳ, ἤγουν τὸν δομέστικον τῶν σχολῶν καὶ 〈τὸν〉 τῶν νουμέρων καὶ
10τὸν δήμαρχον τῶν Βενέτων μετὰ καὶ τοῦ ἰδίου μέρους, τούς τε τριβούνους καὶ βικαρίους. Καὶ δὴ τούτων εἰσερχο‐ μένων ἔνδοθεν τοῦ βήλου, ἐπεύχονται τοὺς δεσπότας πολυχρόνιον, καὶ εὐθέως κρατεῖ τὸ λιβελλάριν τῇ δεξιᾷ χειρὶ ὁ δομέστικος τῶν σχολῶν. Εἶτα κατέρχεται ὁ τῆς
15τραπέζης, καὶ αἴρει αὐτό, καὶ ἀναφέρει, καὶ ἐπιδίδωσι τῷ νιψιστιαρίῳ, καὶ λέγουσιν οἱ τοῦ μέρους ἀπελατικὸν ἦχ. αʹ· «Ἐν ταῖς χερσί σου σήμερον παραθέμενος τὸ κράτος, Θεός σε ἐπεκύρωσεν αὐτοκράτορα δεσπότην, καὶ προελθὼν οὐρανόθεν ἀρχιστράτηγος ὁ μέγας, πρὸ προσώπου σου
20ἤνοιξεν τὰς πύλας τῆς βασιλείας· ὅθεν ὁ κόσμος προσπίπ‐ τει τῷ σκήπτρῳ τῆς δεξιᾶς σου, εὐχαριστῶν τῷ Κυρίῳ τῷ εὐδοκήσαντι οὕτως. Σὲ γὰρ ἔχειν ἐπεπόθει τὸν εὐσεβῆ
βασιλέα, δεσπότην τε καὶ ποιμένα, ὁ δεῖνα αὐτοκράτωρ.»102 in vol. 2

2

.

103

Καὶ εἶθ’ οὕτως στρέφεται ὁ τῆς τραπέζης, καὶ ἐκτείνει τὴν δεξιὰν αὐτοῦ χεῖρα καὶ τοὺς δακτύλους ἀκτινοειδῶς διαστέλλων καὶ πάλιν βοτρυδὸν ἐπισυστέλλων, ἄρχεται χορεύειν ὅ τε δομέστικος τῶν σχολῶν μετὰ καὶ τοῦ νουμέ‐
5ρου καὶ τοῦ δημάρχου καὶ τῶν τριβούνων καὶ βικαρίων καὶ τῶν δημοτῶν, περιερχόμενοι γυρόθεν τῆς τραπέζης τρίτον. Χρὴ δὲ γινώσκειν ὅτι οἱ τριβοῦνοι καὶ οἱ βικάριοι περιβέ‐ βληνται τὰ χρυσοσήμεντα διακοπτὰ κοντομάνικα βένετά τε
10καὶ λευκὰ καὶ ἐν τοῖς ποσὶ τὰ ποδόψελλα, βαστάζοντες ἐν ταῖς χερσὶ τὰ λεγόμενα φεγγία. Καὶ μετὰ τὸ χορεῦσαι τρίτον κατέρχονται πάντες, καὶ ἵστανται κάτωθεν τῆς τραπέζης ἀντικρὺ τῶν δεσποτῶν. Καὶ λέγουσιν οἱ κράκται, «Ἔς· τοῦτο τὸ βασίλειον, Κύριε,
15στερέωσον·» καὶ ὁ λαὸς ἐκ γʹ· «Οἱ ἔς· τοῦτο τὸ βασίλειον, Κύριε, στερέωσον.» Οἱ κράκται· «Κύριε, ζωὴν αὐτῶν διὰ τὴν ζωὴν ἡμῶν·» καὶ ὁ λαὸς ὁμοίως ἐκ γʹ. Καὶ εἶθ’ οὕτως κατέρχεται ὁ τῆς τραπέζης μετὰ τοῦ ἀποκομβίου, δηλονότι ὑπὸ ἀρτοκλίνου βασταζομένου, καὶ ἐπιδίδει τῷ
20δομεστίκῳ, καὶ τούτων προσκυνούντων, λέγουσιν οἱ κράκται· «Πολλά, πολλά, πολλά.» Ὁ λαός· «Πολλὰ ἔτη εἰς πολλά.» Καὶ λέγουσιν τὸν χορευτικόν· «Λάμπουσιν οἱ δεσπόται, χαίρεται ὁ κόσμος· λάμπουσιν αἱ Αὐγοῦσται· χαίρεται ὁ κόσμος· καὶ τὰ πορφυρογέννητα· χαίρεται ὁ κόσμος· ἀγάλ‐
25λεται ἡ σύγκλητος καὶ ὅλον τὸ παλάτιν· χαίρεται ὁ κόσμος, ἀγάλλεται ἡ πόλις καὶ ὁ πλοῦτος ἡμῶν, ναί, Κύριε, πολλὰ Αὐγοῦσται, χαρὰ καὶ ὁ πλοῦτος ἡμῶν, ναί, Κύριε, πολλά
των τὰ ἔτη.» Οἱ κράκται· «Τῶν βασιλέων·» ὁ λαός·103 in vol. 2

2

.

104

Πολλὰ τὰ ἔτη.» Οἱ κράκται· «Καλὰ τὰ ἔτη τῶν βασι‐ λέων.» Ὁ λαός· «Ναὶ Κύριε, πολλὰ καὶ καλά των τὰ ἔτη.» Οἱ κράκται· «Καὶ τῶν Αὐγουστῶν.» Ὁ λαός· «Πολλὰ τὰ ἔτη.» Οἱ κράκται· «Καλά των τὰ ἔτη·» Ὁ
5λαός· «Ναὶ Κύριε, πολλὰ καὶ καλά των τὰ ἔτη.» Οἱ κράκται· «Τῶν πορφυρογεννήτων.» Ὁ λαός· «Πολλὰ τὰ ἔτη.» Οἱ κράκται· «Καλά των τὰ ἔτη.» Ὁ λαός· «Ναὶ Κύριε, πολλὰ καὶ καλά των τὰ ἔτη.» Καὶ εἶθ’ οὕτως ἐπεύ‐ χονται πάντες πολυχρόνιον.
10Σάξιμον βʹ. Εἰσέρχεται τὸ μέρος τῶν Πρασίνων κατὰ τὸν προρρηθέντα τύπον μετὰ καὶ τοῦ δομεστίκου τῶν ἐξκουβιτῶν καὶ τοῦ τειχεώτου καὶ τοῦ δημάρχου καὶ τῶν τριβούνων καὶ βικαρίων καὶ τῶν δημοτῶν τοῦ μέρους.
15Χρὴ εἰδέναι ὅτι κατὰ τὸν προειρημένον τύπον, ἐπιτε‐ λεῖται καὶ τοῦτο τὸ σάξιμον ἀπαραλλάκτως, πλὴν οἱ τρι‐ βοῦνοι καὶ οἱ βικάριοι περιβέβληνται τὰ χρυσοσήμεντα διακοπτὰ κοντομάνικα πράσινά τε καὶ ῥούσια. Ἰστέον ὅτι αὐτὴ ἡ τάξις ἅπασα ἐπιτελεῖται καὶ ἐπὶ τοῦ
20αὐγουστιακοῦ κλητωρίου.104 in vol. 2

2

.

105

(1t)

ΟΕʹ (Ξζʹ)
1tὍσα δεῖ παραφυλάττειν, δεξίμου γινομένου ἐν
2tτῇ μυστικῇ φιάλῃ τοῦ Τρικόγχου, χειμῶνος
3tὄντος καὶ βιαίων ἀνέμων, καὶ μὴ συγχωρούντων
4tγενέσθαι ἐν ταῖς ἐξ ἔθους φιάλεσι.
5Προέρχονται τῇ αὐτῇ ἡμέρᾳ ἐννύχιοι πατρίκιοι καὶ στρατηγοὶ καὶ πᾶσα ἡ σύγκλητος, καὶ ἕκαστος αὐτῶν ἀλλάσσει τὴν ἰδίαν στολήν, ὁ δὲ τῆς καταστάσεως λέγει τῷ πραιποσίτῳ, ὡς ὅτι τὰ μέρη ἕτοιμά εἰσιν, οἱ δήμαρχοι ἤνεγκαν τὰ λιβελλάρια αὐτῶν, καὶ ἐν τῷ Ἰουστινιανῷ τρι‐
10κλίνῳ εἰς τὰ τῶν ὑπάτων σκάμνα ἐκδέχονται. Καὶ ὁ πραι‐ πόσιτος εἰσελθὼν ἐν τῷ Τριπέτωνι μετὰ πάντων 〈τῶν〉 τοῦ κουβουκλείου, προστάσσει τοὺς ὀστιαρίους λαβεῖν τὰ βερ‐ γία αὐτῶν, καὶ δηριγευόμενος ὑπ’ αὐτῶν, ἐξέρχεται εἰς τὸν Λαυσιακόν, κἀκεῖσε δέχεται αὐτὸν ὁ τῆς καταστάσεως
15μετὰ τῶν σιλεντιαρίων, εἶτα ἐκεῖθεν δηριγευόμενος ὑπὸ τῶν τοῦ κουβουκλείου καὶ τοῦ τῆς καταστάσεως, ἀλλὰ μὴν καὶ τῶν σιλεντιαρίων καὶ τῶν ὀστιαρίων βασταζόντων τὰ βεργία αὐτῶν, ἐξέρχεται ἐν τῷ Ἰουστινιανῷ τρι‐ κλίνῳ.
20Χρὴ δὲ εἰδέναι ὅτι, τοῦ πραιποσίτου δηριγευομένου διὰ τοῦ Λαυσιακοῦ, ἀνίστανται πάντες· τῇ γὰρ ἡμέρᾳ ἐκείνῃ ὡς ἐκ προσώπου τοῦ βασιλέως διέρχεται, καὶ διὰ τοῦτο
φυλάττεται ἡ τάξις καὶ ἡ τιμὴ οὕτως. Οἱ δὲ τοῦ κουβου‐105 in vol. 2

2

.

106

κλείου ἄρχοντες ἵστανται ἐν τῷ αὐτῷ τρικλίνῳ ἔνθεν καὶ ἔνθεν, καὶ ὁ πραιπόσιτος μέσον αὐτῶν. Εἶτα ἔρχονται οἱ δήμαρχοι βαστάζοντες λιβελλάρια, καὶ διερχόμενοι μέσον τοῦ κουβουκλείου, πλησιάζουσι τῷ πραιποσίτῳ, καὶ προσ‐
5κυνοῦσιν αὐτῷ· καὶ αὐτὸς μικρόν τι προσκυνήσας αὐτοῖς, δέχεται τὰ λιβελλάρια αὐτῶν, κρατοῦσι δὲ οἱ δύο δήμαρχοι ἀνὰ δύο λιβελλαρίων, ἓν μὲν λόγῳ τοῦ βασιλέως, τὸ δὲ ἕτε‐ ρον λόγῳ τοῦ πραιποσίτου. Καὶ ὑποστρέψας ἀπὸ τῶν ἐκεῖσε ὁ αὐτὸς πραιπόσιτος καὶ δηριγευόμενος ὑπὸ τῶν προειρη‐
10μένων, εἰσέρχεται ἐν τῷ Τριπέτωνι, κἀκεῖσε μικρὸν ἑστώς, ἐξέρχεται καὶ καθέζονται εἰς τὰς τάξεις αὐτῶν ἅπαντες. Τῶν δὲ μερῶν ἑτοιμασθέντων καὶ τῶν σκευῶν ἐξελθόντων, καὶ ἁπλῶς πάντων τῶν καθυπουργεῖν βουλομένων ἐν τῷ δεξίμῳ, εἰ τύχωσι δὲ καὶ ἀποκρισιάριοι, ἵστανται καὶ αὐτοὶ
15εἰς τὴν φιάλην. Εἶτα εἰσέρχεται ὁ τῆς καταστάσεως, καὶ λέγει τῷ πραιποσίτῳ ὅτι πάντα ἡτοίμασται, καὶ ὁ πραιπό‐ σιτος εἰσελθὼν μηνύει τῷ βασιλεῖ, καὶ εἶθ’ οὕτως δίδοται μεταστάσιμον. Οἱ δὲ πατρίκιοι καὶ πάντες οἱ βαρβάτοι ἄρχοντες διέρχονται διὰ τοῦ Λαυσιακοῦ καὶ τῶν ἐκεῖσε
20βαθμίδων, καὶ διὰ τοῦ μονοθύρου τοῦ ὄντος εἰς τὸ Εἰδικὸν εἰσέρχονται ἐν τῷ ἡμικυκλίῳ τῆς μυστικῆς φιάλης τοῦ Τρικόγχου. Κἀκεῖσε πάντων τῶν προειρημένων στάντων ἐνώπιον τοῦ ναοῦ τοῦ ἁγίου Ἰωάννου καὶ ἐκδεχομένων τὸν βασι‐
25λέα, ὁ βασιλεὺς δηριγευόμενος ὑπὸ τοῦ κουβουκλείου, διέρ‐ χεται διὰ τῶν διαβατικῶν τῶν Ἁγίων Μʹ, καὶ ἐξέρχεται διὰ τοῦ γανωτοῦ μονοθύρου τοῦ ἡμικυκλίου, καὶ εἰσέρχεται εἰς τὸ Τρίκογχον. Εἶθ’ οὕτως προσκαλεῖται ὁ πραιπόσιτος τοὺς βεστήτορας, καὶ περιβάλλουσιν αὐτὸν τὴν χλανίδα
30αὐτοῦ, καὶ παραυτίκα ἐξέρχονται πάντες· ὁ δὲ βασιλεὺς στέφεται παρὰ τοῦ πραιποσίτου, τοῦ κουβουκλείου ἐκεῖσε
παρισταμένου.106 in vol. 2

2

.

107

Χρὴ εἰδέναι ὅτι ἐνώπιον βαρβάτων ὁ βασιλεὺς οὐδέποτε στέφεται, ἐξ αὐτῆς τῆς ἀρχῆς ταύτης τῆς παραδόσεως φυλαττομένης· ἑστώτων δὲ τῶν ἀρχόντων τοῦ κουβουκλείου ἔνθεν κἀκεῖσε, οἱ σπαθαροκουβικουλάριοι, καὶ οἱ κουβικου‐
5λάριοι ἵστανται ὄπισθεν τῶν ἀρχόντων τοῦ κουβουκλείου, οἱ μὲν ἐν τῇ κόγχῃ ἄνωθεν εἰς τὸ βαθμίδιον, οἱ δὲ ἐξ εὐω‐ νύμων, καὶ αὐτοὶ ὁμοίως εἰς τὸ βαθμίδιον. Καὶ λαβὼν νεῦμα ὁ πραιπόσιτος παρὰ τοῦ βασιλέως, νεύει τῷ ὀστια‐ ρίῳ τῷ ἑστῶτι εἰς τὸ βῆλον, καὶ εἰσάγει πατρικίους καὶ
10στρατηγούς, καὶ εἰσελθόντων αὐτῶν ἐν τῷ τρικλίνῳ καὶ στάντων, προσκυνεῖται ὁ βασιλεὺς ὑπὸ τῶν ἀρχόντων τοῦ κουβουκλείου, καὶ λαμβάνει νεῦμα ὁ πραιπόσιτος εἰπεῖν μειζόνως τό· «Κελεύσατε» οἱ δὲ ὑπερεύχονται τό· «Εἰς πολλοὺς καὶ ἀγαθοὺς χρόνους.» Τοῦτο γίνεται καθ’
15ἑκάστην δοχὴν τοῦ βασιλέως. Εἶτα ἐξέρχονται ἔξω τῶν ἀργυρῶν πυλῶν ἔνθα ἵσταται τὸ σένζον, κἀκεῖσε ἵστανται, καὶ ἐξέρχεται ὁ βασιλεὺς εἰς τὴν ἀργυρᾶν πύλην, καὶ προσκυνοῦσιν αὐτὸν πάντες οἱ προειρημένοι. Εἶτα λαβὼν νεῦμα ὁ πραιπόσιτος παρὰ τοῦ
20βασιλέως, νεύει τῷ τῆς καταστάσεως, κἀκεῖνος λέγει· «Κελεύσατε,» καὶ ἀπέρχεται ἕκαστος ἐν τῇ ἰδίᾳ αὐτοῦ τάξει τε καὶ στάσει. Ὁ δὲ τῆς καταστάσεως ποιήσας τὸ ῥωσθέλιον, ὡς εἴθισται αὐτῷ, ἐπιδίδωσι τῷ βασιλεῖ, ὁ δὲ βασιλεὺς ἀνελθὼν ἐν τῷ σένζῳ, κατασφραγίζει τὸν λαὸν ἐκ
25τρίτου καὶ καθέζεται. Καὶ ὁ πραιπόσιτος λαβὼν νεῦμα παρὰ τοῦ βασιλέως, παρακύψας νεύει τῷ λαῷ ἐκ γʹ διὰ τῆς χειρός, καὶ ἡσυχάζουσι τὰ ὄργανα, τὰ δὲ δύο μέρη τὰς συνήθεις φωνὰς καὶ εὐφημίας ἐκτελοῦσιν, καὶ τούτων παυσαμένων, αὐλεῖ τὸ ὄργανον μέρους 〈τῶν〉 Βενέτων,
30καὶ τούτου αὐλήσαντος καὶ παυσαμένου, ἄρχεται ὁ δῆμος τῶν Βενέτων τὸν ἀπελατικόν, καὶ τούτου τελεσθέντος, ἄρχεται τὴν φωνήν. Εἶθ’ οὕτως λαμβάνει νεῦμα ὁ πραιπό‐ σιτος παρὰ τοῦ βασιλέως, κἀκεῖνος ἀπελθών, λαμβάνει
τοὺς δομεστίκους τοὺς μεγάλους, ὡς ἡ συνήθεια ἔχει, καὶ107 in vol. 2

2

.

108

κατελθόντες, ἵστανται εἰς τὰς τάξεις αὐτῶν· τὸ αὐτὸ δὲ ποιοῦσιν καὶ οἱ Πράσινοι, λέγουσιν τὰ ἄκτα αὐτῶν, καὶ τοῦ ὀργάνου αὐλήσαντος, λέγουσιν τὸν ἀπελατικόν, εἶθ’ οὕτως τὴν φωνήν. Καὶ ἀνίσταται ὁ βασιλεὺς ἀπὸ τοῦ
5σένζου αὐτοῦ, καὶ αὐλοῦσι τὰ ὄργανα, ὁ δὲ βασιλεὺς ἵστα‐ ται εἰς τὸ σένζον, οἱ δὲ πατρίκιοι καὶ οἱ στρατηγοὶ ἵσταν‐ ται εἰς τὸ Τρίκογχον ἔνθεν κἀκεῖσε, εἶτα λαμβάνει νεῦμα ὁ πραιπόσιτος παρὰ τοῦ βασιλέως, καὶ νεύει τῷ φωνοβόλῳ κουβικουλαρίῳ τῷ λέγοντι· «Ὁ παντοδύναμος καὶ πολυέ‐
10λεος Θεός» καὶ τὰ ἑξῆς· ὁ δὲ κουβικουλάριος νεύει ἀπὸ τοῦ παρακυπτικοῦ, καὶ παύουσι τὰ ὄργανα, καὶ ἄρχονται τὰ μέρη αἰτεῖσθαι τὰς τέσσαρας αἰτήσεις, καὶ ἑκάστης πέρας εἰληφυίας, λαμβάνει νεῦμα ὁ πραιπόσιτος, καὶ νεύει τῷ φωνοβόλῳ, κἀκεῖνος συντίθεται τῷ λαῷ ἐκ τρίτου διὰ
15τῆς χειρὸς κατὰ τὰς αἰτήσεις αὐτῶν. Καὶ συνταξάμενος αὐτοῖς ὁ βασιλεύς, εἰσέρχεται εἰς τὸ Τρίκογχον, εἶτα στὰς ἔμπροσθεν τῆς βαθμίδος τῆς κόγχης τοῦ τρικλίνου, ὁ βασιλεὺς νεύει τῷ πραιποσίτῳ, ὁ δὲ πραιπόσιτος λέγει· «Κελεύσατε.»
20Καὶ πάντων τῶν ἀρχόντων ἐξελθόντων, μένει ὁ βασιλεὺς μετὰ τοῦ κουβουκλείου μόνου, ὁ δὲ πραιπόσιτος, λαβὼν ἀπὸ τῆς κεφαλῆς αὐτοῦ τὸ στέμμα, προσκαλεῖται τοὺς βεστή‐ τορας, καὶ ἀπαλλάσσουσιν τὴν χλανίδα τοῦ βασιλέως. Εἶθ’ οὕτως ἐξέρχεται ὁ βασιλεὺς ἀπὸ τοῦ Τρικόγχου, καὶ διέρ‐
25χεται πάλιν διὰ τῶν αὐτῶν διαβατικῶν, καὶ ἀπέρχεται εἰς τὸν Χρυσοτρίκλινον, καὶ ὁ πραιπόσιτος λαβὼν ἀποκόμβιον τῶν δύο μερῶν, δηριγευόμενος ὑπὸ τῶν ἀρχόντων τοῦ κου‐ βουκλείου, διέρχεται διὰ τῶν διαβατικῶν, καὶ ἀπέρχεται ἐν τῷ ἡμικυκλίῳ φιάλης τοῦ Τρικόγχου, καὶ παρακύπτει
30κάτωθεν, οἱ δὲ τοῦ μέρους τῶν Βενέτων κρατοῦσιν ἡπλω‐ μένην τὴν χλανίδα τοῦ δημάρχου αὐτῶν, εἰς ἣν δέχονται τὸ ἀποκόμβιον τὸ διὰ τοῦ πραιποσίτου παρὰ τοῦ βασιλέως πεμφθὲν αὐτοῖς. Ὁμοίως δὲ καὶ οἱ Πράσινοι τὸ αὐτὸ
ποιοῦσιν. Εἶτα ὑποστρέφει ὁ πραιπόσιτος μετὰ τοῦ κου‐108 in vol. 2

2

.

109

βουκλείου, καὶ τοῦ βασιλέως καθεσθέντος ἐπὶ τοῦ σένζου, φοροῦντος καὶ τὸ σαγίον αὐτοῦ, καὶ τοῦ κουβουκλείου εἰς τὸν Χρυσοτρίκλινον ἑστῶτος, κελεύει εἰσαχθῆναι προβο‐ λὰς ἀξιωμάτων πολλῶν, ἀπό τε μανδατώρων προαναβιβάζων
5καθ’ ἑκάστην τάξιν ἕως πρωτοσπαθαρίων, εἰ κελεύει δέ, προβάλλεται καὶ πατρικίους. Καὶ τούτων τελεσθέντων, καθέζεται ἐπὶ τῆς τιμίας αὐτοῦ τραπέζης εἰς τὸν Ἰουστι‐ νιανοῦ τρίκλινον, καὶ κελεύει εἰσελθεῖν σάξιμα· καὶ εἰσάγε‐ ται πρῶτον σάξιμον, τὸ κουβούκλειον· καὶ τῇ δευτέρᾳ τάξει
10εἰσέρχονται οἱ πατρίκιοι ἅμα τῶν πρωτοσπαθαρίων καὶ λοιπῶν βασιλικῶν· τῇ τρίτῃ δὲ καταστάσει εἰσέρχεται ὁ δομέστικος τῶν σχολῶν μετὰ τοῦ περατικοῦ δήμου τῶν Βενέτων· τῇ δὲ τετάρτῃ καταστάσει εἰσέρχεται ὁ ἐξκούβι‐ τος μετὰ τοῦ περατικοῦ τῶν Πρασίνων δήμου· τῇ δὲ
15πέμπτῃ καταστάσει εἰσέρχονται οἱ τοῦ μέρους τῶν Βενέ‐ των· τῇ δὲ ἕκτῃ καταστάσει οἱ τοῦ μέρους τῶν Πρασίνων. Καὶ ἑκάστη αὐτῶν τάξις λαβοῦσα ἀποκόμβιον, ἔχον χρή‐ ματα ἱκανά, ἐξέρχεται, εὐχαριστοῦσα τὸν Θεὸν καὶ εὐφη‐
μοῦσα καὶ ὑπερευχομένη αὐτῷ.109 in vol. 2

2

.

110

(1t)

ΟΣʹ (ΞΖʹ)
1tΠερὶ τῆς τῶν ἁπάντων ἀρχόντων τάξεώς τε καὶ
2tπαραστάσεως ἐν ἑκάστῳ δεξίμῳ ἐπιτελουμένῳ
3tἐν ταῖς μεγάλαις φιάλεσι.
4Ἰστέον ὅτι μετὰ τὸ καθεσθῆναι τὸν βασιλέα ἐν τῷ σένζῳ
5τῇ τάξει ᾖ ἀνωτέρω εἰρήκαμεν, ἵστανται εὐνοῦχοι πρω‐ τοσπαθάριοι ὄπισθεν τοῦ βασιλέως πλησίον τοῦ σένζου, ἠλλαγμένοι τά τε στιχάρια αὐτῶν καὶ τὰ σαβάνια, φοροῦσι δὲ καὶ τὰ μανιάκια, καὶ ἐπὶ ὤμων βαστάζουσι τὰ σπαθο‐ βάκλια αὐτῶν, ὄπισθεν δὲ τῶν αὐτῶν πρωτοσπαθαρίων
10ἵστανται μέσον τοῦ ἡλιακοῦ πρωτοσπαθάριοι βαρβάτοι ἠλλαγμένοι τά τε σπέκια αὐτῶν καὶ τὰ μανιάκια. Τὸ δὲ ἄρμα, ἤγουν τὸ σκουτάριν βαστάζουσι σπαθάριοι δύο καθ’ ἕνα ἕκαστος αὐτῶν, καὶ ἵστανται μετὰ τῶν αὐτῶν βαρβά‐ των πρωτοσπαθαρίων, οἱ δὲ σπαθαροκουβικουλάριοι καὶ οἱ
15κουβικουλάριοι ἵστανται ἐπ’ εὐθείας ἅπαντες ἔνθεν κἀκεῖσε τῶν αὐτῶν βαρβάτων πρωτοσπαθαρίων. Ὁ δὲ τῆς καταστά‐ σεως ἵσταται ἔμπροσθεν τῶν κουβικουλαρίων μικρὸν πρὸς τὸ λαμβάνειν αὐτὸν ἀπὸ κελεύσεως ἐκ τοῦ πραιποσίτου τὰ νεύματα. Οἱ δὲ σπαθαροκανδιδάτοι ἵστανται ὄπισθεν τῶν
20προειρημένων βαρβάτων πρωτοσπαθαρίων, σπαθαροκουβι‐ κουλαρίων τε καὶ κουβικουλαρίων βαστάζοντες τὰ σκουτά‐ ρια αὐτῶν, φοροῦντες καὶ τὰ μανιάκια καὶ τὰ σπαθία
αὐτῶν, ὡσαύτως καὶ οἱ σπαθάριοι φοροῦντες τά τε σπαθία110 in vol. 2

2

.

111

αὐτῶν καὶ σκουτάρια, βαστάζοντες τὰ διστράλια αὐτῶν, ἵστανται ἔνθεν κἀκεῖσε τῶν σπαθαροκανδιδάτων, ὁμοίως εἰ τύχωσι καὶ σπαθάριοι διὰ πόλεως. Οἱ δὲ σιλεντιάριοι ἵστανται ἐν τῷ κρεμαμένῳ βήλῳ πύλης τοῦ ἡλιακοῦ ἐν τῷ
5μαρμαρίνῳ πουλπίτῳ· ἄρχοντες δὲ τοῦ κουβουκλείου καὶ πατρίκιοι ἵστανται ἔνθεν κἀκεῖσε ἐν τοῖς παρακυπτικοῖς καγκέλλοις ὄρθιοι, 〈μὴ〉 ἐπερειδόμενοι ἐπ’ αὐτοῖς. Ἰστέον δὲ καὶ τοῦτο, ὅτι, εἰ τύχοι γενέσθαι τὸ δέξιμον ἐν τῇ μυστικῇ φιάλῃ τοῦ Τρικόγχου, τελεῖται ἡ τῆς
10παραστάσεως τάξις οὕτως· Καθέζεται ὁ βασιλεὺς ἐπὶ τοῦ σένζου, ὡς εἴθισται αὐτῷ, καὶ ἵστανται ἐνώπιον αὐτοῦ ἄρχοντες τοῦ κουβουκλείου, οἱ δὲ πατρίκιοι καὶ στρατηγοὶ ἵστανται ἅπαντες ἔνθεν κἀκεῖσε ἀπὸ τοῦ πουλπίτου ἐν ταῖς θυρίσι· οἱ δὲ συγκλητικοὶ ὑπατικοὶ ἵστανται ἀπ’ αὐτῶν
15ὁμοίως καὶ αὐτοὶ ἐν ταῖς θυρίσιν. Ὡσαύτως καὶ οἱ εὐνοῦχοι πρωτοσπαθάριοι ἵστανται ὄπισθεν τοῦ βασιλέως πλησίον τοῦ σένζου ἠλλαγμένοι· οἱ δὲ βαρβάτοι πρωτοσπαθάριοι καὶ οἱ τὸ ἄρμα κατέχοντες, ὡς προείρηται, ἵστανται ἔμπροσθεν τῶν πυλῶν τοῦ Τρικόγχου. Ὄπισθεν τῶν προρρηθέντων
20εὐνούχων πρωτοσπαθαρίων σπαθαροκουβικουλάριοί τε καὶ κουβικουλάριοι ἵστανται ἐν τῇ τρίτῃ πύλῃ τοῦ Τρικόγχου, οἱ δὲ σπαθαροκανδιδάτοι καὶ οἱ σπαθάριοι ἵστανται ἔνθεν κἀκεῖσε τοῦ βασιλέως ἐν τοῖς μαρμαρίνοις πουλπίτοις· ὁ δὲ τῆς καταστάσεως ἵσταται ἔμπροσθεν τῶν προειρημένων
25σπαθαροκανδιδάτων τε καὶ σπαθαρίων, ὄπισθεν δὲ τοῦ τῆς
καταστάσεως ἵστανται σιλεντιάριοι.111 in vol. 2

2

.

112

(1t)

ΟΖʹ (ΞΗʹ)
1tΠερὶ τοῦ χρυσοῦ ἱπποδρομίου καὶ τῶν ἐν αὐτῷ
2tτελουμένων.
3Προέρχονται ἅπαντες ἐννύχιον, ἠλλαγμένοι ἀπὸ λευκῶν χλανιδίων, οἱ μὲν ἐν τῇ Θερμάστρᾳ, οἱ δὲ ἐν τῇ Ἀψίδι·
5καὶ λαβὼν κομβίναν ὁ πραιπόσιτος παρὰ σιλεντιαρίου, εἰσέρχεται καὶ ἐπιδίδωσιν αὐτὴν τῷ βασιλεῖ, ὁ δὲ βασιλεὺς κελεύει τῷ πραιποσίτῳ δοθῆναι τὸ πέρατον, καὶ ἐξελθὼν μετὰ τῶν τοῦ κουβουκλείου ἁπάντων, διέρχεται διὰ τῶν διαβατικῶν τῶν Ἁγίων Τεσσαράκοντα. Εἶτα ἐλθόντα ἐν τῷ
10ἡμικυκλίῳ τοῦ Τρικόγχου δέχεται αὐτὸν ἐκεῖσε ὁ τῆς καταστάσεως μετὰ σιλεντιαρίων ἁπάντων, καὶ διέρχεται μετ’ αὐτῶν ὁ πραιπόσιτος διά τε τῆς Ἀψίδος καὶ τῆς Δάφνης. Ἀπελθὼν δὲ μέχρι τοῦ Αὐγουστέως, ἐξέρχεται εἰς τὸ στενὸν ἐν τῇ Χρυσῇ Χειρί, καὶ εὑρίσκει ἐκεῖσε ἑστῶ‐
15τας τοὺς κούρσωρας μετὰ τῶν δεκανῶν ἔνθεν κἀκεῖσε. Διελθόντες δὲ μέσον αὐτῶν οἵ τε δήμαρχοι καὶ ὁ ἀκτουά‐ ριος καὶ πλησιάσαντες τῷ πραιποσίτῳ, προσκυνοῦσιν αὐτῷ, καὶ εἶθ’ οὕτως δίδωσιν αὐτοῖς ὁ πραιπόσιτος τὸ πέρατον, εἶτα ὑποστρέψας ἀπὸ τῶν ἐκεῖσε, δηριγευόμενος ὑπὸ τῶν
20προειρημένων, εἰσέρχεται ἐν τῷ παλατίῳ. Ὁ δὲ βασιλεὺς περιβαλλόμενος τὸ χρυσοπερίκλειστον
αὐτοῦ σαγίον καὶ δηριγευόμενος ὑπὸ τῶν ἀρχόντων τοῦ112 in vol. 2

2

.

113

κουβουκλείου, διέρχεται διὰ τῶν διαβατικῶν τοῦ Τρικόγχου, Ἀψίδος τε καὶ τῆς Δάφνης, ἅπτων κηροὺς ἐν τοῖς εὐκτη‐ ρίοις, ὡς εἴθισται αὐτῷ. Καὶ διελθὼν διὰ τοῦ Αὐγου‐ στέως, εἰσέρχεται εἰς τὸν ἅγιον Στέφανον, καὶ ἀπὸ τῶν
5ἐκεῖσε ἀνέρχεται διὰ τοῦ μυστικοῦ κοχλιοῦ ἐν τῷ κοιτῶνι τοῦ Καθίσματος, καὶ ἐκεῖσε παρακύπτει, μέχρις ἂν ἅπαντα εὐτρεπισθῶσιν. Τοῦ δὲ τῆς καταστάσεως ἐλθόντος καὶ δηλώσαντος τῷ πραιποσίτῳ, ὡς ὅτι πάντα ἕτοιμά ἐστιν τὰ σκεύη, ἐξελθόντες οἱ ἡνίοχοι ἐποίησαν τὰ ἀποδιαλύσιμα
10αὐτῶν, καὶ ἵστανται ἐν τοῖς ἰδίοις τόποις μετὰ τῶν ἁρμά‐ των αὐτῶν, οἱ δὲ δημοκράται καὶ οἱ δήμαρχοι ἀνῆλθον ἐν ταῖς ἐξ ἔθους καθέδραις ὄπισθεν τῶν δήμων, ἐκδεχόμενοι τὴν ἀνατολὴν τοῦ δεσπότου, ὅπως ἀνέλθωσιν ἕκαστος ἐν τῷ αὐτοῦ δήμῳ, ἅπαντες οἱ ἵπποι τῶν ἁρμάτων ἀνῆλθον,
15ὁ στρατὸς μετὰ τῶν φλαμούλων ἵσταται ἐν ταῖς τάξεσιν αὐτῶν, ὁ κοινὸς λαὸς ἀνῆλθον καὶ ἐπληρώθησαν τὰ βάθρα· τότε εἰσελθὼν ὁ πραιπόσιτος δηλοῖ τῷ βασιλεῖ, ὡς ὅτι ἅπαντα ἕτοιμά ἐστιν· ὁ δὲ βασιλεὺς κατέρχεται διὰ τῆς λιθίνης σκάλας, κατερχόμενος δὲ λέγει τῷ πραιποσίτῳ·
20«Δὸς μεταστάσιμον» κἀκεῖνος λέγει μεγάλως· «Μετα‐ στάσιμον» εἰσέρχεται δὲ ὁ βασιλεὺς ἐν τῷ κοιτῶνι αὐτοῦ, καὶ προσκαλεσάμενος ὁ πραιπόσιτος τοὺς βεστήτορας, εἰσέρχονται καὶ περιβάλλουσιν τὴν χλανίδα τῷ βασιλεῖ, εἰπόντος δὲ τοῦ πραιποσίτου· «Κελεύσατε» ἐξέρχονται
25οἱ βεστήτορες ἀπὸ τοῦ κοιτῶνος, καὶ στεφθεὶς ὑπὸ τοῦ πραιποσίτου ὁ βασιλεὺς ἐξέρχεται ἀπὸ τοῦ κοιτῶνος, δηρι‐ γευόμενος ὑπὸ τῶν ἀρχόντων τοῦ κουβουκλείου, στὰς δὲ εἰς τὸ στενόν, νεύει τῷ πραιποσίτῳ, ὁ δὲ πραιπόσιτος τῷ ὀστιαρίῳ, καὶ ὁ ὀστιάριος εἰσάγει τοὺς πατρικίους, τὸ δὲ
30βῆλον τῆς πύλης ἐκείνης σιλεντιάριος ποιεῖ.
Εἰσελθόντες δὲ ἔσω οἱ πατρίκιοι μετὰ καὶ τῶν στρατη‐113 in vol. 2

2

.

114

γῶν, πίπτουσιν, καὶ ἀναστάντων αὐτῶν, νεύει ὁ βασιλεὺς τῷ πραιποσίτῳ, καὶ λέγει μεγάλως· «Κελεύσατε.» Ἀπὸ δὲ τῶν ἐκεῖσε δηριγευόμενος ὁ βασιλεύς, ἐλθὼν ἵσταται ἐν τῷ τρικλίνῳ, ἐν ᾧ ἀριστᾷ τῇ αὐτῇ ἡμέρᾳ, καὶ εἰσελθόν‐
5τες σιλεντιάριοι τρεῖς ἢ καὶ τέσσαρες, οἱ μὲν τρεῖς διέρ‐ χονται ἐν τῷ δεξιῷ μέρει τῆς δοχῆς ὄπισθεν, ὁ δὲ ἕτερος ἵσταται ἐν τῷ μέσῳ. Λαβὼν δὲ νεῦμα ὁ πραιπόσιτος παρὰ τοῦ βασιλέως, δίδωσιν νεῦμα τῷ σιλεντιαρίῳ, ὁ δὲ σιλεν‐ τιάριος ἀπέρχεται ἐν τῷ βήλῳ, καὶ λέγει μεγάλως· «Λεβά»
10καὶ εἰσάγει τὸν τῆς καταστάσεως, καὶ ἵσταται μέσον τῆς δοχῆς. Λαβὼν δὲ πάλιν νεῦμα ὁ πραιπόσιτος παρὰ τοῦ βασιλέως, νεύει τῷ μαγίστρῳ, μὴ ὄντος δὲ μαγίστρου, νεύει τῷ κοιαίστωρι. Ἰστέον δὲ ὅτι, εἰ μὲν ὁ ὕπαρχος τοῦ πραιτωρίου καὶ ὁ
15κοιαίστωρ οὐκ εἰσὶν πατρίκιοι, πρὸ τῆς συγκλήτου ἴδιον βῆλον εἰσέρχονται· λαβὼν γὰρ νεῦμα ὁ μάγιστρος, νεύει λέγων τῷ τῆς καταστάσεως· «Κόμητες» κἀκεῖνος ἀπελ‐ θὼν λέγει· «Λεβά.» Καὶ εἰσέρχονται οἱ τῆς συγκλήτου, προσκυνήσαντες δὲ ἵστανται ἕκαστος αὐτῶν ἐν τῇ τάξει
20αὐτῶν· εἶτα νεύει πάλιν ὁ βασιλεὺς τῷ πραιποσίτῳ, ὁ δὲ πραιπόσιτος τῷ μαγίστρῳ, ὁ δὲ μάγιστρος νεύει τὸ δεύτερον τῷ τῆς καταστάσεως, λέγων· «Προφέκτωρ·» κἀκεῖνος εἰς τὸ βῆλον ἀπελθὼν λέγει. «Λεβά» καὶ εἰσέρχεται ὁ ἀπὸ ἐπάρχων· προσκυνήσας δὲ καὶ αὐτός, ἵσταται ἐν τῇ τάξει
25αὐτοῦ. Εἶτα νεύει ὁ βασιλεὺς τῷ πραιποσίτῳ, κἀκεῖνος τῷ τῆς καταστάσεως, καὶ λέγει· «Κελεύσατε» αὐτοὶ δὲ ὑπερ‐ εύχονται· «Εἰς πολλοὺς καὶ ἀγαθοὺς χρόνους.» Καὶ εὐθέως κατασχὼν ὁ τῆς καταστάσεως τὸ ἄκρον τῆς χλανίδος τοῦ βασιλέως καὶ ποιήσας ῥωσθέλιον, ἐπιδίδωσι
30τῷ βασιλεῖ, ὅπως ἀνελθὼν ἐν τῷ σένζῳ, σφραγίσῃ μετ’ αὐτοῦ τὸν λαὸν κατὰ συνήθειαν. Δηριγευόμενος δέ, ὡς
προείρηται, ὑπ’ αὐτῶν πάντων ὁ βασιλεύς, ἐξέρχεται καὶ114 in vol. 2

2

.

115

ἀνέρχεται ἐν τῷ Καθίσματι, καὶ στὰς ἔμπροσθεν τοῦ σένζου, σφραγίζει τὸν λαὸν ἐκ γʹ, πρῶτον μὲν μέσον, δεύτερον τὸν τοῦ Βενέτου δῆμον, τρίτον 〈τὸν〉 τοῦ Πρασίνου, καὶ καθέζεται ἐπὶ τοῦ σένζου. Μετὰ δὲ τὴν συμπλήρωσιν
5τῆς εὐφημίας τοῦ δήμου καὶ τῶν στρατευμάτων νεύει ὁ βασιλεὺς τῷ πραιποσίτῳ· ὁ δὲ πραιπόσιτος ἐξελθὼν ἔξω τοῦ Καθίσματος, ἵσταται ἐπάνω τῶν βάθρων, καὶ προσκαλεῖται τοὺς πατρικίους τούς τε 〈στρατηγοὺσ〉 τοὺς κατὰ συνήθειαν ἐκτελοῦντας προσκύνησιν, καὶ εἰσελθόντες.
10κατὰ τὴν τάξιν αὐτῶν ἐν τῷ Καθίσματι, προσκυνοῦσι τῷ βασιλεῖ, καὶ ἐξέρχονται ὑπερευχόμενοι, καὶ ἵστανται ὑπο‐ κάτω τῶν βάθρων ἔμπροσθεν τῆς μεγάλης πύλης. Καὶ μετὰ τὴν συμπλήρωσιν πάντων, λαβὼν νεῦμα ὁ πραιπόσι‐ τος παρὰ τοῦ βασιλέως, ἐξελθὼν ἵσταται πάλιν ἐπάνω
15τῶν βάθρων, καὶ νεύει τοῖς τὴν προσκύνησιν τελέσασι, ὅπως ἀπέλθωσι ἐν ταῖς αὐτῶν τάξεσιν ἐν τοῖς σκαμνίοις. Τελεσθέντων δὲ τῶν δʹ βαΐων, ἀνίσταται ὁ βασιλεὺς ἀπὸ τοῦ σένζου, οἱ δὲ πατρίκιοι καὶ οἱ στρατηγοὶ ἵστανται ἐν τῷ τρικλίνῳ, ἐν ᾧ ἀριστᾷ τῇ αὐτῇ ἡμέρᾳ ὁ βασιλεύς, ἔνθεν
20κἀκεῖσε, καὶ δηριγευόμενος ὑπὸ τῶν ἀρχόντων τοῦ κου‐ βουκλείου, διέρχεται, αὐτοὶ δὲ ὑπερεύχονται· «Εἰς πολ‐ λοὺς καὶ ἀγαθοὺς χρόνους.» Καὶ εἰσελθόντος τοῦ βασι‐ λέως εἰς τὸν κοιτῶνα αὐτοῦ, λαμβάνει ὁ πραιπόσιτος τὸ στέμμα ἀπὸ τῆς κεφαλῆς αὐτοῦ, καὶ εἰσελθόντες οἱ βεστή‐
25τορες ἀπὸ κελεύσεως, λαμβάνουσι τὴν χλανίδα, καὶ ἐξέρ‐ χονται· εἶθ’ οὕτως ἐξέρχεται ὁ βασιλεύς, καὶ καθέζεται ἐπὶ τῆς τιμίας αὐτοῦ τραπέζης μετὰ καὶ φίλων, ὧν κελεύει, καὶ ἀναστὰς ἀπὸ τοῦ κλητωρίου ὁ βασιλεὺς καὶ μικρὸν ἀναπαύσας ἐκδέχεται, μέχρις ἂν τὰ πάντα ἑτοιμα‐
30σθῶσιν ἐν τῷ Ἱππικῷ.115 in vol. 2

2

.

116

(1t)

Περὶ τοῦ δειλινοῦ ἱπποδρομίου.
2Εἶτα εἰσελθὼν ὁ τῆς καταστάσεως δηλοῖ τῷ πραιποσίτῳ ὡς ὅτι ἅπαντα ἕτοιμά ἐστιν, καὶ ὁ πραιπόσιτος δηλοῖ τῷ βασιλεῖ· ὁ δὲ βασιλεὺς διέρχεται διὰ τῆς λιθίνης σκάλας,
5καὶ εἰσέρχεται ἐν τῷ κοιτῶνι αὐτοῦ, καὶ περιβάλλεται τὴν χλανίδα αὐτοῦ καὶ τὸ στέμμα κατὰ τὸ εἰωθός, καὶ δηριγευ‐ όμενος ὑπό τε τῶν ἀρχόντων τοῦ κουβουκλείου, διέρχεται διὰ τοῦ στενοῦ τρικλίνου. Καὶ ἐξέρχεται ἐν τῷ μεγάλῳ τρικλίνῳ, ἐν ᾧ ἀριστᾷ, καὶ στὰς ἐκεῖσε ἅμα τῶν ἀρχόντων
10τοῦ κουβουκλείου, νεύει τῷ πραιποσίτῳ, κἀκεῖνος τῷ ὀστιαρίῳ, καὶ εἰσάγει πατρικίους καὶ στρατηγούς, καὶ προσ‐ κυνησάντων τὸν βασιλέα, λαμβάνει νεῦμα ὁ πραιπόσιτος παρὰ τοῦ βασιλέως, καὶ λέγει· «Κελεύσατε» καὶ εὐθέως ἐξελθόντες ἔξω τῆς πύλης οἵ τε πατρίκιοι καὶ στρατηγοὶ
15μετὰ τῆς συγκλήτου, ἵστανται ἔνθεν κἀκεῖσε. Καὶ τοῦ βασιλέως ἑστῶτος ἐν τῇ πύλῃ, πίπτουσιν οἱ προειρημένοι ἅπαντες, καὶ ἀναστάντων, λαμβάνει νεῦμα ὁ πραιπόσιτος παρὰ τοῦ βασιλέως, καὶ νεύει τῷ τῆς καταστάσεως, κἀκεῖ‐ νος λέγει· «Κελεύσατε» αὐτοὶ δὲ ὑπερεύχονται τὸν
20βασιλέα. Ἀπὸ δὲ τῶν ἐκεῖσε δηριγευόμενος ὁ βασιλεὺς ὑπό τε τῶν ἀρχόντων τοῦ κουβουκλείου, πατρικίων τε καὶ στρατηγῶν, ἀνέρχεται ἐν τῷ καθίσματι μετὰ τῶν τοῦ κουβουκλείου ἀρχόντων καὶ δύο μαγλαβιτῶν σπαθαρίων βασταζόντων τὰ
25διστράλια φορούντων καὶ τὰ σπαθία αὐτῶν, ὡς ἐν ἑκάστῳ ἱπποδρομίῳ εἰώθασι ποιεῖν. Καὶ ἀνελθὼν ἐν τῷ σένζῳ ὁ βασιλεὺς καὶ σφραγίσας τὸν λαὸν ἐκ τρίτου, καθέζεται, καὶ μετὰ τὴν συμπλήρωσιν τῆς εὐφημίας τοῦ λαοῦ ἐξέρχεται ὁ πραιπόσιτος ἀπὸ κελεύσεως, καὶ νεύει τοῖς πατρικίοις
30καὶ στρατηγοῖς, καὶ ἀπέρχεται ἕκαστος ἐν τῇ αὐτοῦ τάξει
τε καὶ καθέδρᾳ, δείλης γὰρ ἐν τῇ τοιαύτῃ τάξει ἐξέρχεται116 in vol. 2

2

.

117

ὁ βασιλεύς, καὶ οὐχὶ ὡς τὸ πρωΐ. Τελεσθέντων δὲ τῶν τεσσάρων βαΐων, ἀνίσταται ὁ βασιλεὺς ἀπὸ τοῦ σένζου, τῶν πατρικίων καὶ στρατηγῶν ἑστώτων ἐν τῷ τρικλίνῳ, ἐν ᾧ ἀριστᾷ, ἔνθεν κἀκεῖσε, καὶ δηριγευόμενος ὁ βασιλεὺς ὑπό
5τε τῶν ἀρχόντων τοῦ κουβουκλείου, διέρχεται μέσον αὐτῶν· αὐτοὶ δὲ ὑπερεύχονται· «Εἰς πολλοὺς καὶ ἀγαθοὺς χρό‐ νους.» Καὶ διελθὼν διὰ τοῦ στενοῦ τρικλίνου, εἰσέρχεται ἐν τῷ κοιτῶνι αὐτοῦ, καὶ ἀπαλλάξας τήν τε χλανίδα καὶ τὸ στέμμα κατὰ τὸ σύνηθες, περιβάλλεται σαγίον, καὶ κατέρ‐
10χεται διὰ τοῦ μυστικοῦ κοχλιοῦ, καὶ διέρχεται διὰ τοῦ Αὐγουστέως καὶ τῆς Ἀψίδος καὶ τοῦ Τρικόγχου. Δηριγεύε‐ ται δὲ ὑπὸ πάντων τοῦ κουβουκλείου, ἑστώτων τῶν τε πρωτοσπαθαρίων καὶ τῶν μαγλαβιτῶν ἐν τῷ ἡμικυκλίῳ τοῦ Τρικόγχου ἔμπροσθεν τοῦ Ἁγίου Ἰωάννου. Καὶ διέρχεται
15ὁ βασιλεύς, δηριγευόμενος ὑπὸ τῶν προειρημένων, διὰ τοῦ αὐτοῦ ἡμικυκλίου, αὐτοὶ δὲ ὑπερεύχονται τὸν βασιλέα, καὶ διελθὼν διὰ τῆς γανωτῆς πύλης τοῦ μονοθύρου καὶ διὰ τῶν διαβατικῶν τῶν Ἁγίων Μʹ, εἰσέρχεται ἐν τῷ Χρυσοτρικλίνῳ, καὶ ὑπερευξάμενοι μεγάλως οἱ τοῦ κουβουκλείου ἅπαντες
20τό, «Εἰς πολλοὺς καὶ ἀγαθοὺς χρόνους» ἐξέρχονται, καὶ
ἀπέρχονται ἕκαστος αὐτῶν ἐν τῷ ἰδίῳ αὐτοῦ οἴκῳ.117 in vol. 2

2

.

118

(1t)

ΟΗ (ΞΘʹ)
1tὍσα δεῖ παραφυλάττειν, ἱππικοῦ ἀγομένου τοῦ
2tκαταλόγου.
3Προσκαλοῦνται οἱ δεσπόται τοῖς πραιποσίτοις, κελεύον‐ τες δοθῆναι τὸ βηλάριν, ἤτοι κρεμάσαι τὸ πάνιν. Ὁ δὲ
5πραιπόσιτος ἐξελθών, λέγει τῷ θεσσαρίῳ· «Ἄπελθε, βάλε ἄνω.» Ὁ δὲ ἐξερχόμενος ἔρχεται εἰς τὸ στάμα, ἤγουν εἰς τὸ Π, καὶ κατασφραγίζων, ποιεῖ τρεῖς σταυρούς, καὶ ἀπὸ τῶν ἐκεῖσε ἀπέρχεται εἰς τὸ δεύτερον κριτάριν, κἀκεῖσε ὁμοίως κατασφραγίζει τρίτον ἐπὶ τὰς θύρας, καὶ
10λέγει τρίτον μεγάλῃ φωνῇ· «Ἄπελθε, βάλε ἄνω» καὶ εὐθέως ὁ κουστωδιάρις κρεμᾷ τὸ βῆλον ἄνω, καὶ ὁ μαγγα‐ νάρις ἱστᾷ τὰ κάγκελλα. Ὁ δὲ θεσσάριος ἀπὸ τῶν ἐκεῖσε κατερχόμενος ἀπέρχεται εἰς τὸν στάβλον, καὶ ἵσταται εἰς τὴν φλιὰν τοῦ μεγάλου πυλῶνος καὶ λέγει μικρᾷ τῇ φωνῇ·
15«Δεῦτε ἔμπροσθεν, παιδία, χαίρετε, ἄγετε» καὶ ἀντα‐ ποκρίνονται λέγοντες μεγάλῃ φωνῇ πάντες οἱ σταβλη‐ σιανοί. «Χαίρετε.» Εἶτα λέγει ὁ θεωρητής· «Θεοῦ τὴν νίκην ἔχῃ.» Εἶτα οἱ σταβλησιανοί· «Τὸ πρόσωπόν σου, Οὐράνιε·» (οἱ Πράσινοι· Ὀλύμπιε.) Ὁμοίως εὐφημοῦσιν
20τὸν τοῦ Λευκοῦ, οἱ δὲ Πράσινοι τὸν τοῦ Ῥουσίου. Καὶ πάλιν λέγει ὁ θεωρητὴς φωνῇ μεγάλῃ· «Ἅγιε, Τρισάγιε»
καὶ ἀποκρίνονται πάντες καὶ λέγουσιν· «Νίκη εἰς τὸ118 in vol. 2

2

.

119

Βένετον·» (οἱ Πράσινοι· εἰς τὸ Πράσινον.) Ὁ θεωρητής· «Δέσποινα Θεοτόκε·» ὁ λαός· «Νίκη εἰς τὸ Βένετον·» (οἱ Πράσινοι· εἰς τὸ Πράσινον.) Ὁ θεωρητής· «Τοῦ σταυροῦ ἡ δύναμις·» ὁ λαός· «Νίκη εἰς τὸ Βένετον·»
5(οἱ Πράσινοι· εἰς τὸ Πράσινον.) Ὁ θεωρητής· «Θεοῦ τὴν νίκην ἔχῃ τὸ πρόσωπόν σου, Οὐράνιε·» (οἱ Πράσινοι· Ὀλύμπιε.) Ὁμοίως τὸν φακτιονάριον εὐφημοῦσι καὶ τὸν μικροπανίτην. Μετὰ δὲ τὸ πληρωθῆναι τὰς εὐφημίας εἰσερχόμενος ὁ
10θεσσάριος λαμβάνει λόγῳ συνηθείας αὐτοῦ κριθῆς ταγάρια γʹ κουμολάτα καὶ χορταρίου δέματα γʹ, καὶ εὐθέως ἀνα‐ χωρεῖ, καὶ ἀπέρχεται εἰς τὸν τοῦ Πρασίνου στάβλον, κἀκεῖσε τὰ ὅμοια ἐκτελῶν, εὐθέως δὲ λέγουσιν οἱ ἡνίοχοι· «Νικήσατε τὰς θύρας»· τουτέστιν, «Ἀσφαλίσατε». Καὶ
15τούτου γενομένου, ἵστανται οἱ δύο ἡνίοχοι καὶ οἱ δύο μαΐσ‐ τορες καὶ οἱ δύο θεωρηταί, καὶ ἐπιτρέπουσι τοὺς σταβλη‐ σιανούς, καὶ ἐκβάλλουσιν ἕνα ἕκαστον ἵππον εἰς τὸ μέσον τοῦ στάβλου ἀπὸ τοῦ πρώτου ἕως τοῦ ἐσχάτου, καὶ θεω‐ ροῦσιν ἀμφότεροι τὸ σώσιππον. Δείλης δὲ προέρχονται οἱ
20θεωρηταὶ μετὰ τῶν βηγαρίων εἰς τοὺς οἴκους τῶν κρατούν‐ των ἡνιόχων, καὶ ἀμφότεροι, οἵ τε ἡνίοχοι καὶ οἱ βηγάριοι καὶ οἱ θεωρηταί, ἔρχονται εἰς τὸ ὀρνατόριον. Μετὰ δὲ τὸ προελθεῖν τοὺς ἡνιόχους ἀνέρχεται ὁ δήμαρχος μετὰ ὀλί‐ γων δημοτῶν καὶ τῶν λοιπῶν φυλητῶν, καὶ συναθροιζό‐
25μενοι πάντες ἀντιβάλλουσι πρὸς ἀλλήλους τὰ κάγκελλα καὶ τοὺς ἵππους. Οἱ δὲ ὀφφικιάλιοι κράζουσι τοὺς θεωρητάς, ἵνα πειράσωσιν τὰ κάγκελλα καὶ τοὺς ἵππους· μετὰ δὲ τὸ πειράσαι τούτους τὰ κάγκελλα ὁ μαγγανάριος ἀνοίγει πάντα, ἐπείγοντος δὲ τοῦ τριβούνου, κατέρχονται οἵ τε
30ἡνίοχοι καὶ οἱ βηγάριοι καὶ οἱ θεωρηταὶ καὶ ὁ ἐπιστάτης,
καὶ εἰσέρχονται ἀμφότεροι εἰς τὸ τριβουνάλιον.119 in vol. 2

2

.

120

(1t)

Περὶ τῆς ὄρνας, πῶς δεῖ κυλίειν.
2Ἰστέον ὅτι ἡ ὄρνα ἵσταται ἐν τῷ μέσῳ τοῦ τριβουναλίου, καὶ ὁ φακτιονάρις τιθεῖ εἰς τὸ φατνίον τῆς ὄρνας τὰ δύο σφαιρία τοῦ μέρους αὐτοῦ ἐπὶ τὸν τόπον τὸν ἴδιον, ἔνθα
5καὶ κάθηται, ὁμοίως τοῦτο ποιεῖ καὶ ὁ τοῦ ἑτέρου μέρους φακτιονάρις· εἰς δὲ τὸ μέσον καθέζεται ἐκ προσώπου τοῦ πραιποσίτου σιλεντιάριος, δεύτερος μετ’ ἐκεῖνον ὁ τριβοῦ‐ νος, τρίτος ὁ κούρσωρ, ὡς ἐκ προσώπου τοῦ ἀκτουαρίου, τέταρτος ὁ βασιλικὸς κομβινογράφος, καὶ ὄπισθεν τῆς
10ὄρνας δύο κομβινογράφοι, εἷς Βενέτου καὶ εἷς Πρασίνου, ὄπισθεν δὲ τῶν τοιούτων κομβινογράφων παρίστανται οἱ ὀφφικιάλιοι. Οἱ δὲ ἡνίοχοι ἐκ πλαγίων καθέζονται, δύο ἔνθεν καὶ δύο ἐκεῖθεν, καὶ μετ’ αὐτῶν οἱ ἐπιστάται. Εἶτα φέρουσιν ἀμφότεροι θεωρητὴν ἕνα, οἷον μέρος ἔχει προ‐
15τίμησιν, ἵνα κυλίσῃ, τοῦ δὲ ἱσταμένου ἐν τῷ μέσῳ, λαμ‐ βάνει γνώμην τῶν δʹ, καὶ λέγει· «Πῶς κελεύετε; ἱππάρια τὰ προζεύξαντα καὶ γνωριζόμενα ἕως ὅτου ἔχετε, καὶ ἔχομεν.» Καὶ συνταξάμενος ὁ θεωρητής, λέγει πρὸς τοὺς ἡνιόχους· «Πῶς κελεύετε;» καὶ εὐθέως αἴρει τὰ σφαιρία
20ἀπὸ τοῦ φατνίου, καὶ βάλλει αὐτὰ εἰς τὴν ὄρναν καὶ κυλίει τρίτον, καὶ οἷον ἂν χαλάσῃ σφαιρὶν ἐξέρχεται, καὶ εὐθέως ὁρίζουσιν, καὶ ὀνομάζουσιν ἀμφότεροι τοὺς ἀριστεροὺς τῶν δʹ βαΐων, καὶ στοιχοῦντες ἐκβαίνουσιν, καὶ ἀνέρχονται εἰς τὸ ἀρματούριν, καὶ ἀντιβάλλοντες πρὸς ἀλλήλους στοι‐
25χοῦσι τὰς τρίγας, τῶν θεωρητῶν ἀμφοτέρων ἀπερχομένων καὶ ἐρχομένων, μετὰ τοῦ βασιλικοῦ κομβινογράφου ἀπο‐ στοιχοῦσιν τὰ βαΐα ὅλα. Καὶ τῇ ἕωθεν ἀνέρχονται οἱ δήμαρχοι ἐν τῷ μεγάλῳ τρι‐
κλίνῳ τοῦ Κυαιστωρίου, καὶ δίδοται ἐκεῖσε τὸ πέρατον, καὶ εἰ120 in vol. 2

2

.

121

ἔχουσίν τι πρὸς ἀλλήλους οἱ δήμαρχοι, λαμβάνουσιν ἐκεῖσε δίκην κατενώπιον τῶν πραιποσίτων, καὶ ἀπὸ τῶν ἐκεῖσε κατέρχονται οἱ δύο δήμαρχοι, ἕκαστος εἰς τὴν ἰδίαν δια‐ σφαγήν, καὶ σφραγίζει ἕκαστος τὸν ἴδιον δῆμον ἀνὰ τριῶν
5σταυρῶν. Καὶ λέγει ὁ λαὸς ἀπὸ τοῦ δήμου· «Ἔς ἃ οἱ ἔς, Κύρι, χαῖρε ὅλη ἡμέρα σήμερον, καλή σου ἡμέρα γίνεται.» Καὶ εὐθέως λέγουσιν οἱ κράκται ἑκάστου δήμου ἀπὸ φθογ‐ γῆς· «Καλῶς ἦλθεν θεοστέπτων ὁ δοῦλος· καλῶς ἦλθεν προβολὴ εὐεργετῶν· καλῶς ἦλθεν ὁ πρωτοσπαθάριος, τῶν
10δεσποτῶν ὁ ὑπήκοος.» Τῶν δὲ δημάρχων ἀνερχομένων πρὸς τοὺς ἰδίους δήμους, ἀπάρχεται ὁ λαὸς ἑκάστου δήμου ἀπελατικὸν ἦχ. π. δʹ. «Οἱ τὴν ἀξίαν θεόθεν ἀξιοδότως λαβόντες, θεοστεφεῖς εὐεργέται. ὡς προσφιλέστατον καὶ οἰκειοπόθητον δοῦλόν σε ἐδόξασαν σήμερον ἐν ὑπερτέραις
15ἀξίαις πρωτοσπαθάριον ἔντιμον καὶ δήμαρχον ἐπαξίως, ὅπως σὺ εὐτυχήσῃς νικητικῶς, ὁ δεῖνα ἠγαπημένε, τὸν χρυσιοβένετον δῆμον,» (οἱ Πράσινοι· χρυσιοπράσινον.) Καὶ ὅτε ἀνέλθῃ ἕκαστος τῶν δημάρχων εἰς τὸν ἴδιον δῆμον, λέγουσιν οἱ κράκται ἑκάστου δήμου· «Καλὴν ἡμέραν ποιή‐
20σωμεν οἱ Βένετοι μετὰ τοῦ δημάρχου·» οἱ Πράσινοι ὁμοίως· καὶ εὐθέως λέγουσιν τριαδικόν· «Τριάδα ὑμνήσωμεν οἱ Βένετοι, (οἱ Πράσινοι) τὸν Δεσπότην τοῦ παντὸς καὶ Θεὸν ἡμῶν, μίαν ἀδιαίρετον Θεότητα, τὴν τρισυπόστατον ἐξου‐ σίαν, καὶ δύναμιν πρὸ πάντων τῶν αἰώνων ὑπάρχουσαν,
25καὶ εἰς πάντας τοὺς αἰῶνας διαμένουσαν, φῶς ὑπάρχει τρισήλιον, δι’ οὗ καὶ ὁ κόσμος φωτίζεται· Θεὸν ἐπουρά‐ νιον δοξάζωμεν τὸν ἐκ τῆς Παρθένου ἡμῖν ἀνατείλαντα· φύσει γὰρ ὑπάρχων φιλάνθρωπος, ἄνθρωπος γενέσθαι κατηξίωσεν, τὸν προπάτορα ῥυσάμενος τοῦ ἀρχαίου παρα‐
30πτώματος, καὶ κόσμον ὅλον ἠλέησεν. Δόξα τῇ αὐτοῦ
ἀγαθότητι.»121 in vol. 2

2

.

122

Καὶ λέγουσιν οἱ κράκται· «Κύριε, σῶσον ὁ δεῖνα καὶ ὁ δεῖνα τοὺς βασιλεῖς τῶν Ῥωμαίων.» Ὁ λαὸς ἐκ γʹ «Κύριε, σῶσον.» Οἱ κράκται· «Τὰς Αὐγούστας βοήθησον, ὁ ἐν Τριάδι ὑμνούμενος.» Ὁ λαὸς ἐκ γʹ· «Κύριε, σῶσον.» Οἱ
5κράκται· «Τοὺς πορφυρογεννήτους φύλαξον, ὁ ἐν οὐρα‐ νοῖς δοξαζόμενος.» Ὁ λαὸς ἐκ γʹ· «Κύριε, σῶσον.» Οἱ κράκται· «Αὔξῃ τὸ βασίλειον, αὔξῃ καὶ τὸ Βένετον·» Ὁ λαὸς ἐκ γʹ· «Κύριε, σῶσον.» Καὶ τρισαγιάζοντος τοῦ ὀργά‐ νου, λέγουσιν οἱ κράκται· «Τρισάγιε, βοήθησον τοὺς δεσ‐
10πότας.» Ὁ λαὸς ἐκ γʹ· «Τρισάγιε.» Οἱ κράκται· «Καὶ σὺ αὐτοὺς θεράπευσον ἐπὶ πᾶσι,» καὶ ὁ λαὸς ὁμοίως ἐκ γʹ. 〈Οἱ κράκται〉· «πλεονάζων τῆς ζωῆς αὐτῶν χρόνους,» Ὁ λαὸς ὁμοίως ἐκ γʹ. Οἱ κράκται· «σὺν Αὐγούσταις εὐσεβέσι φιλοθέοις.» Ὁ λαὸς ὁμοίως ἐκ γʹ· Οἱ κράκται· «Καὶ Βενέ‐
15των τῶν γνησίων ὑμῶν δούλων.» Καὶ ὁ λαὸς ὁμοίως ἐκ γʹ· Οἱ κράκται· «Ἐς, ἅγιε, τρισάγιε, τοὺς δεσπότας φύλαξον.» Ὁ λαὸς ὁμοίως ἐκ γʹ. Οἱ κράκται. «Πνεῦμα τὸ πανάγιον, τὰς Αὐγούστας σκέπασον.» Ὁ λαὸς· «Οἱ ἔς, πνεῦμα τὸ πανάγιον.» Οἱ κράκται· «Μήτηρ τοῦ Θεοῦ ἡμῶν, τοὺς
20πορφυρογεννήτους φύλαξον.» Ὁ λαὸς· «Οἱ ἔς, Μήτηρ τοῦ Θεοῦ ἡμῶν.» Οἱ κράκται· «Κύριε, ζωὴν αὐτῶν διὰ τὴν ζωὴν ἡμῶν.» Ὁ λαὸς· «Οἱ ἔς, Κύριε, ζωὴν αὐτῶν διὰ τὴν ζωὴν ἡμῶν.» Τῶν δὲ δεσποτῶν τὰ εἰωθότα τῆς τάξεως πραττόντων
25καὶ μελλόντων ἀνιέναι ἐπὶ τοῦ Καθίσματος, ποιεῖ ὁ ἀκτουά‐ ριος τὸ αἴσιον, καὶ εἰ μὲν ἔχει ὁ Βένετος προτίμησιν, λέγουσιν οἱ τούτων κράκται· «Ἀνάτειλον, ἡ ἐκλογὴ λεία·» εἰ δὲ οἱ Πράσινοι, λέγουσιν· «Ἀνάτειλον, ἡ ἐκλογὴ τῆς Τριάδος.» Ὁ λαὸς ἐκ γʹ· «Ἀνάτειλον.» Οἱ κράκται·
30«Ἀνάτειλον ὁ δεῖνα καὶ ὁ δεῖνα Αὐγοῦσται τῶν Ῥωμαίων.»
Ὁ λαὸς ἐκ γʹ «Ἀνάτειλον.» Οἱ κράκται· «Ἀνάτειλον οἱ122 in vol. 2

2

.

123

θεράποντες τοῦ Κυρίου.» Ὁ λαὸς ἐκ γʹ· «Ἀνάτειλον.» Οἱ κράκται· «Ἀνάτειλον οἱ θεόστεπτοι δεσπόται σὺν ταῖς Αὐγούσταις.» Ὁ λαὸς ἐκ τρίτου· «Ἀνάτειλον.» Καὶ εἶθ’ οὕτως λέγουσιν ἀπελατικὸν δρομικὸν ἦχ. π. αʹ. «Τὸ θεο‐
5πρόβλητον κράτος τῆς ὑμετέρας δυάδος, ὁ δεῖνα αὐτοκρά‐ τωρ καὶ ὁ δεῖνα ἡ δόξα τῆς πορφύρας, ἐκλάμψατε ἐπὶ δού‐ λους γνησίους, εὐφραίνοντες, δεσπόται, τὸν λαὸν ὑμῶν.» Καὶ πάλιν λέγουσιν οἱ κράκται «Ἀνάτειλον, τὸ ὀρθόδοξον κράτος.» Ὁ λαὸς ἐκ γʹ. «Ἀνάτειλον.» Οἱ κράκται. «Ἀνά‐
10τειλον, τῶν Ῥωμαίων ὁ πόθος.» Ὁ λαὸς ἐκ τρίτου· «Ἀνάτειλον.» Οἱ κράκται· «Ἀνάτειλον ἡ χαρὰ ἡμῶν καὶ δόξα.» Ὁ λαὸς ἐκ γʹ· «Ἀνάτειλον·» Οἱ κράκται· «Ἀνά‐ τειλον ὁ δεῖνα καὶ ὁ δεῖνα αὐτοκράτορες Ῥωμαίων.» Φθογ‐ γεῖ καὶ ὁ λαὸς ἐκ γʹ· «Ἀνάτειλον.
15Τῶν δὲ δεσποτῶν ἀνιόντων ἐπὶ τοῦ Καθίσματος καὶ ἱστα‐ μένων ἔμπροσθεν τοῦ σένζου, κατασφραγίζουσιν μετὰ τὸ ἄκρον τῶν χλανιδίων αὐτῶν, πρῶτον μὲν μέσον, ἤγουν τὸ μεσοδήμιν, ἔπειτα τὸν τοῦ Βενέτου δῆμον, εἶθ’ οὕτως τὸν τοῦ Πρασίνου, καὶ δὴ τῶν δεσποτῶν σφραγιζόντων,
20λέγουσιν οἱ δῆμοι· «Ἅγιος, Ἅγιος, Ἅγιος.» Οἱ κράκται· «Πολλά, πολλά, πολλά.» Ὁ λαός· «Πολλὰ ἔτη εἰς πολλά.» Οἱ κράκται· «Ὁ δεῖνα καὶ ὁ δεῖνα φιλόχριστοι, ἐν Θεῷ νικᾶτε.» Καὶ ὁ λαὸς ἐκ γʹ ὁμοίως. Καὶ οἷον μέρος ἔχει προτίμησιν 〈οἱ τούτου κράκται〉 λέγουσιν· «Οὐράνιε» καὶ ὁ
25ἀντίς· «Στέψον νίκαις τοὺς βασιλεῖς ἡμῶν.» Καὶ ὁ ἀντίς· «Τούτους συμβασίλευσον.» Καὶ ὁ ἀντίς· «Ἡ ἐξουσία ἡ ἄνω.» Καὶ ὁ ἀντίς· «Κοσμοπόθητοι.» Καὶ ὁ ἀντίς· «Μιμήσασθε Θεοῦ φιλανθρωπίαν.» Οἱ Πράσινοι· «Τὴν ἄνωθεν ἐξουσίαν.» Καὶ ὁ ἀντίς· «Ἡμεῖς δέ, ὦ στρατόπεδα,
30πῶς τροπώσωμεν πολεμίους;» Οἱ Πράσινοι· «Τοῦ στέ‐ ψαντος τοὺς δεσπότας Ῥωμαίων Θεοῦ φυλάττοντος τὴν
πίστιν καὶ τὴν εὐγνωμοσύνην δεσποτῶν.» Καὶ λέγουσιν οἱ123 in vol. 2

2

.

124

κράκται· «Πολλά, πολλά, πολλά.» Ὁ λαός· «Πολλὰ ἔτη εἰς πολλά.» Οἱ κράκται· «Πολλοὶ ὑμῖν χρόνοι, τὸ πρό‐ βλημα τῆς Τριάδος.» Οἱ Πράσινοι· «Ἡ ἐκλογὴ τῆς Τριά‐ δος.» Ὁ λαὸς ἐκ γʹ· «Πολλοὶ ὑμῖν χρόι.» Οἱ Πράσινοι
5«Ἅγιε.» Οἱ κράκται· «Πολλοὶ ὑμῖν χρόνοι, ὁ δεῖνα καὶ ὁ δεῖνα αὐτοκράτορες Ῥωμαίων.» Ὁ λαὸς ἐκ γʹ· «Πολλοὶ ὑμῖν χρόνοι.» Οἱ κράκται· «Πολλοὶ ὑμῖν χρόνοι, οἱ θερά‐ ποντες τοῦ Κυρίου.» Ὁ λαὸς ἐκ γʹ· «Πολλοὶ ὑμῖν χρό‐ νοι.» Καὶ πάλιν λέγουσιν οἱ κράκται· «Πόσην χαρὰν ἔχει
10ἡ πολιτεία ὅτι βλέπει τοὺς ἰδίους δεσπότας.» Φθογγεῖ καὶ ὁ λαὸς ἐκ γʹ· «Πολλὴν χαρὰν ἔχει ἡ πολιτεία.» Οἱ κράκται· «Ὑμεῖς ὑπάρχετε ἡ χαρὰ τῶν Ῥωμαίων.» Ὁ λαὸς ἐκ γʹ· «Ἅγιε.» Οἱ κράκται· «Ὑμεῖς ὑπάρχετε ὁ πόθος τῶν Ῥωμαίων.» Ὁ λαὸς ἐκ γʹ· «Ἅγιε.» Καὶ οἷον
15μέρος ἔχει προτίμησιν, λέγουσιν οἱ τούτου κράκται· «Ὁ δεῖνα καὶ ὁ δεῖνα φιλόχριστοι, ἐν Θεῷ νικᾶτε.» Καὶ ὁ λαὸς ἐκ γʹ· τὸ αὐτὸ λέγει καὶ ὁ ἀντὶς δῆμος, ὁμοίως καὶ ὁ τοῦ Λευκοῦ καὶ ὁ τοῦ Ῥουσίου καὶ ἀποκρίνονται ἀμφότε‐ ροι οἱ δῆμοι καὶ λέγουσιν· «Ὁ δεῖνα καὶ ὁ δεῖνα Αὔγουστοι
20τούμβικας.» Καὶ εἰ μὲν ἔχει ὁ Βένετος προτίμησιν, λέγου‐ σιν οἱ τούτου κράκται· «Οἱ τῆς συγκλήτου, ἐγείρεσθε· τοὺς δεσπότας εὐξώμεθα.» Καὶ ὁ λαὸς ὁμοίως ἐκ γʹ. Εἰ δὲ ἔχει ὁ Πράσινος τὴν προτίμησιν, λέγουσιν οἱ κράκται· «Οἱ τῶν πεδατουρῶν, ἐγείρεσθε· τοὺς δεσπότας εὐξώμεθα.» Καὶ
25ὁ λαὸς ὁμοίως ἐκ γʹ. Οἱ κράκται· «Ἔς, τῶν φιλούντων ἡμᾶς πολλὰ τὰ ἔτη» καὶ πάλιν· «τῶν δὲ μισούντων ἡμᾶς κακὰ τὰ ἔτη.» Καὶ ὁ λαὸς ὁμοίως ἐκ γʹ. Ταῦτα δὲ λέγουσιν καὶ οἱ λοιποὶ δῆμοι καὶ ἀποκρίνονται πάντες καὶ λέγουσιν· «Ἀπάγξεται ὡς ὁ Ἰούδας ὁ μὴ
30φιλῶν τοὺς ἰδίους δεσπότας.» Καὶ ὁ λαὸς ὁμοίως ἐκ γʹ
καὶ εὐθέως αὐλεῖ τὸ ὄργανον καὶ οἷον μέρος ἔχει προτί‐124 in vol. 2

2

.

125

μησιν, λέγει φωνὴν ἀπὸ κρακτῶν ἦχ. πλ. δʹ· «Εὐχαριστοῦ‐ μέν σοι, Χριστέ, ὁ Θεὸς ἡμῶν, τῷ διασκεδάζοντι βουλὰς ἐθνῶν καὶ συντρίβοντι πολεμίους, ὅτι ἐμεγάλυνας τὰ θαυ‐ μάσιά σου ἐπὶ τὸν λαόν σου, δυνατέ. Τοὺς γὰρ ἐχθροὺς
5ἡμῶν ὑποτάξας ἐν τῇ δυνάμει σου, ὕψωσας τὸ κέρας τῶν πιστῶν βασιλέων ἡμῶν πρεσβείαις τῆς τεκούσης σε, ὡς μόνος πολυέλεος.» Καὶ εἶθ’ οὕτως λέγουσιν οἱ κράκται τὸ ἰχάδιν· «Νανάϊα.» Ὁ λαός· «Δοξάζομέν σε, Χριστέ,» Οἱ κράκται· «Νανά.» Ὁ λαός· «Βασιλεῦ τῶν αἰώνων,» Οἱ
10κράκται· «Νανά.» Ὁ λαός· «Μονογενῆ Λόγε τοῦ Πατρός» Οἱ κράκται· «Ἀνανάϊα.» Ὁ λαός· «ὅτι ἐπεσκέψω καὶ ἐφώ‐ τισας» Οἱ κράκται· «Νανά.» Ὁ λαός· «τὸν λαόν σου» Οἱ κράκται· «Ἅγια.» Ὁ λαός· «καὶ ἐν τῇ δυνάμει σου ἀπήλλα‐ ξας ἡμᾶς» Οἱ κράκται· «Νανάϊα.» Ὁ λαός· «καὶ προσ‐
15ήγαγες ἡμᾶς» Οἱ κράκται· «Νανάϊα.» Ὁ λαός· «τῷ Θεῷ καὶ Πατρί» Οἱ κράκται· «Ἀνανάϊα.» Ὁ λαός· «μεσιτείᾳ» Οἱ κράκται· «Ἀνανάϊα.» Ὁ λαός· 〈«τῶν πιστῶν βασιλέων ἡμῶν» Οἱ κράκται· «Ἀνανάϊα.»〉 Ὁ λαός· «ὡς μόνος παντοδύναμος.» Καὶ εἶθ’ οὕτως, λέγει ὁ
20λαὸς ἅπας· «Πολυχρόνιον ποιήσῃ ὁ Θεὸς τὴν ἁγίαν βασι‐ λείαν.» Ἰστέον ὅτι τὰ αὐτὰ λέγει καὶ ὁ ἀντὶς δῆμος. Καὶ πάλιν ὁ ἔχων προτίμησιν λέγει· «Υἱέ» καὶ ὁ ἀντίς· «Θεοῦ.» Καὶ ὁ ἀντίς· «Νίκη,» γʹ. Καὶ εἶθ’ οὕτως λέγουσιν οἱ κρά‐
25κται· «Ἅγιε, τρισάγιε, ζωὴν καὶ δόξαν δὸς αὐτοῖς.» Καὶ πάλιν ὁ ἔχων προτίμησιν λέγει· «Ὁ βοηθῶν τοὺς δεσπό‐ τας» καὶ ὁ ἀντίς· «Εἷς ὁ Θεός.» Καὶ ὁ ἀντίς· «Σὺ αὐτοὺς σῶσον» καὶ ἄλλος· «Ναί, Κύριε.» Ὁμοίως καὶ οἱ μικροὶ δῆμοι τὰ αὐτὰ λέγουσιν· καὶ ἀποκρίνονται οἱ τῶν
30μεγάλων δήμων, καὶ λέγουσιν ἐκ γʹ· «Τοὺς χρόνους αὐτῶν
πλήθυνον.» Εἶθ’ οὕτως λέγονται τὰ τριλέξια καὶ τὰ125 in vol. 2

2

.

126

τετράλεκτα τὰ τῇ ἑορτῇ ἁρμόζοντα, δι’ ἣν καὶ τὸ ἱπποδρό‐ μιον ἐγεγόνει.
3tἌκτα ἐπὶ νίκῃ τῶν ἡνιόχων.
4Λέγουσιν οἱ κράκται· «Πολλά, πολλά, πολλά.» Ὁ λαός·
5«Πολλὰ ἔτη εἰς πολλά.» Οἱ κράκται· «Καλῶς ἤλθετε, θεοστέπτων οἱ δοῦλοι.» Καὶ ὁ λαὸς γʹ· «Καλῶς ἤλθετε.» Οἱ κράκται· «Καλῶς ἤλθετε, προβολὴ εὐεργετῶν.» Καὶ ὁ λαὸς γʹ· «Καλῶς ἤλθετε.» Οἱ κράκται· «Καλῶς ἦλθες, Οὐράνιε, μετὰ νίκης.» (Οἱ Πράσινοι· Ὀλύμπιε.) Καὶ ὁ
10λαὸς γʹ· «Καλῶς ἦλθες.» Οἱ κράκται· «Καλῶς ἦλθες, Ἱκάσιε νικήσας.» (Οἱ Πράσινοι· Ἀνατέλλων.) Ὁ λαὸς γʹ· «Καλῶς ἦλθες.» Οἱ κράκται· «Τὰ ἴσα αἰτούμεθα τῆς ἐκ Θεοῦ νίκης ὑμῶν.» Οἱ Πράσινοι· «Τοῦτό ἐστιν ἐκ Θεοῦ νικῆσαι.» Ὁ λαὸς γʹ· «Καλῶς ἦλθες.» Οἱ κράκται·
15«Πολλά, πολλά, πολλά.» Ὁ λαός· «Πολλὰ ἔτη εἰς πολλά.» Καὶ ὅτε λαμβάνουσιν οἱ ἡνίοχοι τὰ ἔπαθλα λέγου‐ σιν οἱ κράκται· «Πολλοὶ ὑμῖν χρόνοι, ἡ ἔνθεος βασιλεία.» Οἱ Πράσινοι· «Ἡ ἐκλογὴ τῆς Τριάδος.» Ὁ λαὸς ἐκ γʹ· «Ἅγιε.» Οἱ κράκται· «Πολλοὶ ὑμῖν χρόνοι, οἱ θεράπον‐
20τες τοῦ Κυρίου.» Ὁ λαὸς γʹ· «Ἅγιε.» Οἱ Πράσινοι· «Ἅγιε.» Οἱ κράκται· «Πολλοὶ ὑμῖν χρόνοι, ὁ δεῖνα καὶ ὁ δεῖνα Αὐγοῦσται τῶν Ῥωμαίων.» Καὶ ὁ λαὸς ἐκ γʹ· «Πολ‐ λοὶ ὑμῖν χρόνοι.» Οἱ Πράσινοι· «Ἅγιε.» Οἱ κράκται· «Πολλοὶ ὑμῖν χρόνοι, οἱ δεσπόται σὺν ταῖς Αὐγούσταις καὶ
25τοῖς πορφυρογεννήτοις.» Ὁ λαὸς ἐκ γʹ· «Πολλοὶ ὑμῖν χρόνοι.» Οἱ Πράσινοι· «Ἅγιε.» Οἱ κράκται· «Πολλοὶ ὑμῖν χρόνοι.» 〈Οἱ Βένετοι〉· Τὰ τρία τῷ Οὐρανίῳ.» (Οἱ Πράσινοι· Τῷ Ὀλυμπίῳ.) Καὶ ὁ λαὸς ἐκ γʹ· «Πολλοὶ
ὑμῖν χρόνοι.» Οἱ κράκται· «Κύριε, σῶσον τοὺς δεσπότας126 in vol. 2

2

.

127

Ῥωμαίων.» Ὁ λαὸς ἐκ γʹ· «Κύριε, σῶσον.» Οἱ κράκται· «Τὰ ἴσα, δεσπόται, τῆς νίκης ὑμῶν.» Ὁ λαὸς ἐκ γʹ. «Κύριε σῶσον.» Οἱ κράκται· «Κύριε, σῶσον τοὺς ἐκ σοῦ ἐστεμμένους.» Ὁ λαὸς ἐκ γʹ· «Κύριε σῶσον.» Οἱ κράκται·
5«Κύριε, σῶσον τὸ πλοῦτος τῶν ὑπηκόων.» Ὁ λαὸς ἐκ γʹ· «Κύριε σῶσον.» Οἱ κράκται· «Τὰ ἴσα, δεσπόται, τὰ τῆς συγκλήτου.» Ὁ λαὸς ὁμοίως ἐκ γʹ. Οἱ κράκται· «Τὰς νίκας ὑμῶν πληθύνει ὁ θεῖος Λόγος.» Ὁ λαὸς ἐκ γʹ ὁμοίως. Οἱ κράκται· «Ἡ σύγκλητος φιλεῖ ὑμᾶς ἐν ὁμονοίᾳ.» Ὁ
10λαὸς ἐκ γʹ· «Ἅγιε.» Οἱ κράκται· «Τὰ ἴσα, δεσπόται, τῆς νίκης ὑμῶν κατὰ βαρβάρων.» Ὁ λαὸς ἐκ γʹ· «Ἅγιε.» Οἱ Πράσινοι· «Ἅγιε.» Οἱ ἐχθροὶ ὑμῶν ἀπολοῦνται θεοκρί‐ τως. Ὁ λαὸς ἐκ γʹ· «Ἅγιε.» Οἱ Πράσινοι· «Ἅγιε.» Οἱ κράκται· «Τὰ ἴσα, δεσπόται, τῶν στρατοπέδων.» Ὁ λαὸς
15ἐκ γʹ· «Ἅγιε.» Οἱ Πράσινοι· «Ἅγιε.» Οἱ κράκται· «Καὶ σὺν αὐτοῖς ὁ Θεὸς ὑμᾶς συνεργήσῃ.» Ὁ λαὸς ἐκ τρίτου· «Ἅγιε.» Οἱ Πράσινοι· «Ἅγιε.» Οἱ κράκται· «Τὰ ἴσα, δεσπόται, τοῦ λαοῦ ὑμῶν.» Ὁ λαὸς ἐκ γʹ· «Ἅγιε.» Οἱ κράκται· «Ἀπέλθατε καὶ εὔξασθε τοὺς ἰδίους δεσπότας.»
20Ὁ λαὸς ἐκ γʹ· «Ἅγιε.» Καὶ μετὰ τὸ ἀπευχαριστῆσαι τοὺς δεσπότας ἀναβαίνου‐ σιν οἱ ἡνίοχοι εἰς τὸ ὄχημα καὶ λέγουσιν οἱ κράκται ἀπὸ φθογ‐ γῆς· «Πολλά, πολλά, πολλά.» Ὁ λαός· «Πολλὰ ἔτη εἰς πολλά.» Καὶ εἶθ’ οὕτως λέγουσιν τὸν χορευτικὸν ἦχ. δʹ·
25«Δόξα τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται· μόνῳ τῷ ποιητῇ τῶν ἁπάντων καὶ χορηγῷ τοῦ ἐλέους ἁγιάζωμεν τὰ χείλη, ὑμᾶς ἀνευφημοῦντες, μέγιστοι εὐεργέται, αὐτοκρά‐ τορες Ῥωμαίων. Ἀληθῶς γὰρ ἐν ὑμῖν οἱ πιστεύοντες τὰ ἀγαθὰ καθορῶσιν.» Ἄλλος· «Τίς ἔσχεν εὐεργέτας ἀγαθο‐
30ποιοὺς τοιούτους, φυλάττοντας πᾶσι τὸ δίκαιον ἀνθρώποις
καὶ ἀνεγείραντας Βενέτων εὐτυχίαν; Δαβὶδ σὲ ἔχομεν,127 in vol. 2

2

.

128

ἠγαπημένε, οὗ οὐχ εὑρήσει τὸν ὅμοιόν σου μετὰ σὲ ἡ πολι‐ τεία.» Ἄλλος· «Ἡ χαρὰ εἰς τὸ Βένετον ἐπιλάμπει, ὅτε ἀνατέλλει τὸ θεοπρόβλητον ἄνθος, ὡς οἰκείους περιθάλπον τοὺς Βενέτους· τοῦτο γὰρ κέκτηται ἡ πολιτεία εἰς εὐτυ‐
5χίαν καὶ δόξαν τῆς βασιλείας.» Ἄλλος· «Ὅτε νικᾷ ὁ δῆμος οὗτος, ὁ βασιλεὺς ἐν πολέμοις σὺν τῷ στρατῷ εὐτυ‐ χεῖ ταῖς νίκαις, καὶ ἐν τῇ πόλει Ῥωμαίων ὑπεραύξει ἡ εὐθηνία. Διὸ αἰτοῦμεν τὸ Θεῖον, εἰς τοὺς αἰῶνας ἔχειν τοῖς Βενέτοις νίκας καὶ δόξαν.»
10Ἰστέον ὅτι ἀπὸ τοῦ δευτέρου βαΐου λέγουσιν οἱ κρά‐ κται· «Νικᾷ ἡ πίστις τῶν βασιλέων.» Ὁ λαὸς ὁμοίως ἐκ γʹ· Οἱ κράκται· «Τῶν Αὐγουστῶν.» Ὁ λαός· «Νικᾷ ἡ πίστις τῶν Αὐγουστῶν.» Οἱ κράκται· «Τῆς πόλεως.» Ὁ λαός· «Νικᾷ ἡ πίστις τῆς πόλεως.» Οἱ κράκται· «Τῶν
15Βενέτων.» (οἱ Πράσινοι· τῶν Πρασίνων.) Ὁ λαός· «Νικᾷ ἡ πίστις τῶν Βενέτων.» (Οἱ Πράσινοι· Τῶν Πρα‐ σίνων.) Καὶ μετὰ ταῦτα λέγεται ἀπελατικὸν ἦχ. «Ἡ τοῦ στέφους ὑμῶν ἑορτὴ ἐλευθερίαν μηνύει ἀπὸ οὐρανῶν τοῖς ἀνθρώποις» καὶ τὰ ἑξῆς. Ἄλλος ἤχ. δʹ· «Κἂν θέλω
20σιγῆσαι, τῶν τρόπων σου ἡ χρηστότης οὐκ ἐᾷ με· ὁ γὰρ πόθος τὸν φόβον ἐκνικήσας, βιάζεταί με εἰς τὴν σὴν εὐφη‐ μίαν· αἱ γὰρ κατ’ ἐναντίων σου εὐτυχίαι ὡς βροντὴν ἐξη‐ χοῦνται εἰς τὰ πέρατα τῆς οἰκουμένης.» Καὶ μετὰ ταῦτα λέγουσιν οἱ κράκται ἰχάδιον· «Ἀνανά.» Ὁ λαός· «Ὅλος
25ὁ πόθος ὁ τῶν Ῥωμαίων.» Οἱ κράκται· «Νανά.» Ὁ λαός· «Εἰς ὑμᾶς ὁρᾶται, τοὺς εὐεργέτας.» Οἱ κράκται· «Νανά.» Ὁ λαός· «Τοῦ κόσμου γὰρ εὐσεβείᾳ δεσπόζετε ὅλως.» Οἱ κράκται· «Νανά.» Ὁ λαός· «Εἰς δικαίωμα πρῶτον τὸ φιλά‐ γαθον κράτος ὑμῶν, δεσπόται.» Καὶ μετὰ ταῦτα λέγουσιν
30οἱ κράκται· «Δοῦλοι.» Ὁ λαός· «Ἡμεῖς δοῦλοι τῶν βασι‐ λέων,» ἐκ γʹ. Οἱ κράκται· «Ἰδὲ δοῦλοι ἀγαθῶν βασιλέων.»
Ὁ λαὸς ὁμοίως ἐκ γʹ. Οἱ κράκται· «Ἰδὲ δοῦλοι ἡμεῖς128 in vol. 2

2

.

129

φιλοῦντες ἀξίως.» Ὁ λαὸς ὁμοίως ἐκ γʹ. Οἱ κράκται· «Δοῦλοι.» Ὁ λαός· «ἡμεῖς δοῦλοι τῶν βασιλέων.» Ἐκ γʹ. Οἱ κράκται· «Ἡμεῖς 〈δοῦλοι〉 Ὁ λαός· «Τῶν βασι‐ λέων.»
5Ἰστέον ὅτι οἱ σταυροφόροι ἀπὸ τῶν δʹ δήμων κατέρ‐ χονται, καὶ οἱ μὲν τοῦ Βενέτου καὶ τοῦ Λευκοῦ διὰ τοῦ καμπτοῦ τοῦ Βενέτου κάμπτοντες, εἰσέρχονται εἰς τὸ στάμα, οἱ δὲ τοῦ Πρασίνου καὶ τοῦ Ῥουσίου διὰ τοῦ καμ‐ πτοῦ τοῦ Πρασίνου κάμπτοντες, εἰσέρχονται εἰς τὸ
10στάμα. Χρὴ εἰδέναι ὅτι τῇ ἡμέρᾳ τῶν βοτῶν ἀπὸ τοῦ δευτέρου βαΐου κατέρχονται ἀπὸ τῶν δʹ δήμων οἱ σταυροφόροι, βαστά‐ ζοντες τοὺς ἐξ ἀνθέων πεπλεγμένους σταυρούς, καὶ ἵστανται εἰς τὸ στάμα. Οἱ δὲ κούρσωρες αἴροντες τοὺς
15σταυρούς, ἀναφέρουσιν πρὸς τοὺς δεσπότας, καὶ εὐθέως λέγουσιν τὰ ἄκτα. Οἱ κράκται· «Ὁ ζωοποιὸς σταυρός, βοήθησον τοὺς δεσπότας,» Φθογγεῖ καὶ ὁ λαὸς ἐκ γʹ· «Ἅγιε.» Οἱ κράκται· «Ἐν τούτῳ ἐστέφθητε, εὐεργέται,» Ὁ λαὸς ἐκ γʹ· «Ἅγιε·» Οἱ κράκται· «ἐν τούτῳ βασι‐
20λεύετε καὶ νικᾶτε,» Ὁ λαὸς ἐκ γʹ· «Ἅγιε.» Οἱ κράκται· «ἐν τούτῳ βασιλεύσετε τὰ ἔθνη πάντα.» Ὁ λαὸς ἐκ γʹ· «Ἅγιε.» Τοῦ δὲ ὀργάνου τρισαγιάζοντος, λέγουσιν οἱ κράκται· «Τρισάγιε, βοήθησον τοὺς δεσπότας.» Καὶ ὁ λαὸς 〈ἐκ〉 γʹ ὁμοίως.
25Ἰστέον ὅτι, εἰ μὲν οὐκ ἔστι δείλης, δίδονται τὸ πρωΐ, εἰ δέ ἐστι δείλης, δίδονται δείλης.
27tὍσα δεῖ τελεῖν εἰς τὸ δειλινὸν ἱπποδρόμιον.
28Ἀνιόντων τῶν δεσποτῶν κατὰ τὸν τύπον καὶ τὴν ἀκο‐ λουθίαν τὴν πρωϊνὴν ἐπὶ τοῦ Καθίσματος καὶ ἱσταμένων
30ἔμπροσθεν τοῦ σένζου, κατασφραγίζουσι μετὰ τὸ ἄκρον
τῶν χλανιδίων αὐτῶν τρίτον, καθὼς ἐν τῷ πρωῒ προειρή‐129 in vol. 2

2

.

130

καμεν. Καὶ δὴ τῶν δεσποτῶν σφραγιζόντων, λέγουσιν οἱ δῆμοι· «Ἅγιος, Ἅγιος, Ἅγιος.» Φθογγεῖ καὶ ὁ λαὸς ἐκ γʹ· «Ἅγιος.» Οἱ κράκται· «Πολλά, πολλά, πολλά.» Ὁ λαός· «Πολλὰ ἔτη εἰς πολλά.» Καὶ τὰ λοιπά, καθὼς καὶ
5ἐν τῷ πρωῒ εἴρηται. Καὶ εἰ μὲν ἔχουσιν οἱ Βένετοι προτί‐ μησιν, λέγουσιν οἱ κράκται φωνὴν ἦχ. δʹ ἰχάδιν· «Ἀνανά.» Ὁ λαός· «Δοξάζομέν σε, Χριστέ,» Οἱ κράκται «Νανά.» Ὁ λαός· «Βασιλεῦ τῶν αἰώνων,» Οἱ κράκται· «Νανά.» Ὁ λαός. «Μονογενῆ Λόγε τοῦ Πατρός» Οἱ κράκται «Ἀνανάγια.»
10Ὁ λαός· «ὅτι ἐπεσκέψω καὶ ἐφώτισας» Οἱ κράκται· «Νανά.» Ὁ λαός· «τὸν λαόν σου» Οἱ κράκται· «Ἅγια.» Καὶ ὁ λαός· «καὶ ἐν τῇ δυνάμει σου ἀπήλλαξας ἡμᾶς» Οἱ κράκται· «Ἀνάνια.» Ὁ λαός «καὶ προσήγαγες ἡμᾶς» Οἱ κράκται· «Ἀνανάϊα.» Ὁ λαός· «τῷ Θεῷ καὶ Πατρί,» Οἱ
15κράκται· «Ἀνανάϊα.» Ὁ λαός· «μεσιτείᾳ» Οἱ κράκται· «Ἀνανάϊα.» Ὁ λαός· «τῶν πιστῶν βασιλέων ἡμῶν» Οἱ κράκται· «Ἀνανάϊα.» Ὁ λαός· «ὡς μόνος παντοδύναμος.» Καὶ πάλιν λέγουσιν οἱ κράκται ἰχάδιν ἦχ. π. δʹ· «Νανά.» Ὁ λαός· «Ὅλος ὁ πόθος τῶν Ῥωμαίων» Οἱ κράκται «Ἅγια.»
20Ὁ λαός· «εἰς ὑμᾶς ὁρᾶται, τοὺς εὐεργέτας,» Οἱ κράκται· «Νανά.» Ὁ λαός· «τοῦ κόσμου γὰρ εὐσεβείᾳ δεσπόζετε ὅλως, εἰς φιλάγαθον κράτος ὑμῶν, δεσπόται.» Ἄλλος, ἦχ. δʹ· «Κἂν θέλω σιγῆσαι, τῶν τρόπων σου ἡ χρηστότης οὐκ ἐᾷ με» καὶ τὰ ἑξῆς. Εἰ δὲ ἔχει ὁ Πράσινος προτί‐
25μησιν, λέγει φωνὴν ἦχ. π. δʹ· «Εὐχαριστοῦμέν σοι, Χριστέ, ὁ Θεὸς ἡμῶν, τῷ διασκεδάζοντι βουλὰς ἐθνῶν» καὶ τὰ ἐξῆς. Καὶ πάλιν λέγουσιν τροπάριν, ἦχ. ὁ αὐτός· «Πληροφορῶ τὸ Θεῖον ἐν πᾶσιν ὄντως καὶ τὸ εὐσεβὲς ὑμῶν, εὐεργέται· οὐκ ἔχει ἄλλην ἡ ψυχὴ ἡμῶν θερα‐
30πείαν, εἰ μὴ τὸ βλέπειν ὑμᾶς, τοὺς δεσπότας τῆς οἰκου‐ μένης.» Ἄλλος, ἤχ. δʹ· «Τὸ ὑμέτερον κράτος, φιλόχριστοι,
θεοπρόβλητοι εὐεργέται, ἐκ Θεοῦ καταλάμπεται ἀληθῶς130 in vol. 2

2

.

131

καὶ οὐκ ἐξ ἀνθρώπων, ὁ δεῖνα καὶ ὁ δεῖνα ἀγαλλίαμα τῶν Πρασίνων.» Εἶθ’ οὕτως λέγουσιν οἱ κράκται· «Ἡμεῖς δοῦ‐ λοι τῶν βασιλέων.» Ὁ λαὸς ὁμοίως. Οἱ κράκται· «Ἰδὲ δοῦλοι εὐσεβῶν βασιλέων.» Ὁ λαὸς ὁμοίως. Οἱ κράκται·
5«Δοῦλοι» Ὁ λαός· «τῶν βασιλέων.» Οἱ κράκται· «Δοῦ‐ λοι» Ὁ λαός· «τῶν βασιλέων.». Ἰστέον ὅτι ἀπὸ νίκης λέγονται τὰ προρρηθέντα ἄκτα τῆς νίκης τῶν ἡνιόχων πρωΐ. Χρὴ δὲ εἰδέναι ὅτι ἀπὸ τοῦ δευτέρου βαΐου κατέρχονται
10ἀπὸ τῶν δʹ δήμων οἱ σταυροφόροι, βαστάζοντες τοὺς ἐξ ἀνθέων πεπλεγμένους σταυρούς, καὶ ἵστανται εἰς τὸ στάμα οἱ κούρσωρες, αἴροντες τοὺς τοιούτους σταυροὺς ἀναφέ‐ ρουσι πρὸς τοὺς δεσπότας, καὶ εὐθέως λέγουσιν τὰ ἄκτα. Οἱ κράκται· «Ὁ θεῖος τύπος, βοήθησον τοὺς δεσπότας.»
15Ὁ λαὸς ἐκ γʹ ὁμοίως. Οἱ κράκται· «Ἐν τούτῳ ἐστέφθητε, οἱ εὐεργέται.» Ὁ λαὸς ὁμοίως ἐκ γʹ. Οἱ κράκται· «Ἐν τούτῳ βασιλεύετε καὶ νικᾶτε.» Καὶ ὁ λαὸς ἐκ γʹ ὁμοίως. Οἱ κράκται· «Ἐν τούτῳ ὀλέσετε τὰ ἔθνη πάντα.» Καὶ ὁ λαὸς ἐκ γʹ ὁμοίως. Τοῦ δὲ ὀργάνου τρισαγιάζοντος, λέγου‐
20σιν οἱ κράκται· «Τρισάγιε, βοήθησον τοὺς δεσπότας.» Καὶ ὁ λαὸς ἐκ γʹ ὁμοίως. Ἰστέον ὅτι πάντα τὰ ἱπποδρόμια, τά τε πρωῒ καὶ δείλης, τοῦτον τὸν τύπον καὶ ταύτην ἔχουσιν τὴν τάξιν. Τὰ γὰρ αὐτὰ ἄκτα καὶ αἱ εὐφημίαι καὶ αἱ ἄλλαι ἅπασαι ἀκολουθίαι
25αἱ προρρηθεῖσαι φυλάττονται.
26tὍσα δεῖ τελεῖσθαι, μικροπανίτου μέλλοντος
27tγίνεσθαι φακτιοναρίου.
28Ἱππικοῦ ἀγομένου, καὶ ἀνδραγαθοῦντος τὸ πρῶτον βαῒν
μικροπανίτου ἡνιόχου, δηλοῖ ὁ βασιλεὺς τῷ δήμῳ, ὡς ὅτι131 in vol. 2

2

.

132

«Αἰτήσασθε τὸν ὁ δεῖνα εἰς φακτιονάριν,» καὶ εὐθέως λέγουσιν οἱ κράκται· «Δεσπόται τῆς οἰκουμένης, δέξασθε Βενέτους παρακαλοῦντας.» Φθογγεῖ καὶ ὁ λαὸς ἐκ τρίτου· «Ἅγιε.» Οἱ κράκται· «Ὡς δοῦλοι τολμῶμεν παρακαλέ‐
5σαι.» Καὶ ὁ λαὸς ἐκ γʹ· «Ἅγιε.» Οἱ κράκται· «Μετὰ φόβου δυσωποῦμεν τοὺς δεσπότας.» Καὶ ὁ λαὸς ἐκ γʹ· «Ἅγιε.» Οἱ κράκται· «Ἀνεξικάκως παρακλήθητε, οἱ εὐεργέται.» Φθογγεῖ καὶ ὁ λαὸς ἐκ γʹ· «Ἅγιε.» Οἱ κρά‐ κται· «Εἰς τὴν δέησιν τῶν δούλων ὑμῶν Βενέτων» Ὁ
10λαὸς ἐκ γʹ· «Ἅγιε.» Οἱ κράκται· «τὸν δεύτερον αἰτού‐ μεθα εἰς φακτιονάριν.» Καὶ ὁ λαὸς ἐκ γʹ· «Ἅγιε.» Οἱ κράκται· «Κύριε, σῶσον τοὺς δεσπότας Ῥωμαίων.» Ὁ λαὸς ἐκ γʹ· «Κύριε, σῶσον.» Οἱ κράκται· «Κύριε, σῶσον τοὺς ἐκ σοῦ ἐστεμμένους.» Ὁ λαὸς ἐκ γʹ· «Κύριε, σῶσον.»
15Οἱ κράκται· «Κύριε, σῶσον τοὺς δεσπότας σὺν ταῖς Αὐγούσταις καὶ τοῖς πορφυρογεννήτοις.» Καὶ ὁ λαὸς ἐκ γʹ· «Κύριε, σῶσον.» Καὶ εἶθ’ οὕτως λέγουσιν οἱ κράκται· «Ἄλλην μίαν αἴτησιν ἔχομεν οἱ δοῦλοι ὑμῶν.» Ὁ λαὸς ἐκ γʹ· «Κύριε σῶσον.» Οἱ κράκται. «Φακτίονα, δεσπόται,
20τῷ ὁ δεῖνα.» Ὁ λαὸς ἐκ γʹ· «Κύριε, σῶσον.» Τοῦ δὲ βασιλέως παρασχόντος τὴν χρυσῆν βούλλαν, ἤγουν τὸν φακτίονα, νεύει ὁ ἀκτουάριος μετὰ τῆς χειρὸς τῷ δήμῳ· οἱ δὲ νοοῦσιν ὅτι παρέσχε τὸν φακτίονα ὁ βασι‐ λεύς. Ὁ δὲ ἀκτουάριος ὀψικευόμενος ὑπὸ τῶν κουρσώρων,
25δηλονότι ἑνὸς κούρσωρος ἔμπροσθεν τοῦ ἀκτουαρίου περι‐ πατοῦντος καὶ ἐπῃρμένῃ χειρὶ τὴν βούλλαν βαστάζοντος. Ὁ δὲ ἀκτουάριος ταύτην αἴρων ἀπὸ τοῦ κούρσωρος, ἐπιδί‐ δει αὐτὴν τῷ μέλλοντι γίνεσθαι φακτιοναρίῳ. Ὁ δὲ ταύτην ἀσπαζόμενος καὶ τοῖς ὄμμασιν ἐπιθείς, ἐπιδίδει πάλιν τῷ
30ἀκτουαρίῳ. Ὁ δὲ ἀκτουάριος ταύτην ἐπὶ τῆς ψύας αὐτοῦ ἐπιδέει, καὶ εὐθέως ἀπὸ τοῦ δήμου λέγουσιν οἱ κράκται·
«Τὰ τρία, δεσπόται, τοῦ φακτίονος.» Ὁ λαὸς ἐκ γʹ·132 in vol. 2

2

.

133

«Κύριε, σῶσον.» Οἱ κράκται· «Κύριε, σῶσον τὴν ἀντί‐ ληψιν τῶν Βενέτων.» Καὶ ὁ λαὸς ἐκ γʹ· «Κύριε, σῶσον.» Οἱ κράκται· «Κύριε, σῶσον τὴν ἀνακαίνησιν τῶν ἐτη‐ σίων.» Ὁ λαὸς ἐκ γʹ· «Κύριε, σῶσον.» Οἱ κράκται ...
5Καὶ ὅτε λάβῃ ὁ βουλλωθεὶς φακτιονάρις τὰ ἔπαθλα, λέγει ὁ δῆμος· «Ἀπέλθατε καὶ εὔξασθε τοὺς ἰδίους δεσπότας.» Καὶ εὐθέως ἀνέρχεται εἰς τὸ ἴδιον ἅρμα, καὶ σάσσει κατὰ τὸν τύπον, ἤτοι χορεύει καθὼς εἴθισται ἀπὸ νίκης.
9tἌκτα, μέλλοντος γίνεσθαι δευτέρου
10tἡνιόχου.
11Λέγουσιν οἱ κράκται· «Δεσπόται τῆς οἰκουμένης δέξασθε Βενέτους παρακαλοῦντας.» Φθογγεῖ καὶ ὁ λαὸς ἐκ γʹ· «Ἅγιε» καὶ τὰ ἑξῆς, καθὼς καὶ ἐν τῷ φακτιοναρίῳ προείρηται· πλὴν ἀντὶ τοῦ· «Τὰ τρία, δεσπόται, τοῦ
15φακτίονος», λέγουσιν· «Τὰ τρία, δεσπόται, τὰ τοῦ δευ‐ τέρου.» Χρὴ δὲ εἰδέναι ὅτι, ἐὰν μή ἐστιν ὁ ἡνίοχος βουλλωμέ‐ νος, εἰς σκεῦος οὐκ ἀνέρχεται, ἵνα σάξῃ ἀπὸ τοῦ βαΐου.
19tὍσα δεῖ παραφυλάττειν, βηγαρίου
20tζωννυμένου.
21Ἀγομένου τοῦ ἱππικοῦ καὶ ἐπιτυγχάνοντος τοῦ ἡνιόχου οἱουδήποτε μέρους τῷ πρώτῳ βαΐῳ, ὡς εἰσέρχεται λαβεῖν τὰ ἔπαθλα, μηνύει διὰ τοῦ κούρσωρος τὸν ἀκτουάριον, λέγων· «Ἡνίοχον θέλω ζῶσαι.» Ὁ δὲ ἀκτουάριος ἀναφέρει
25τῷ βασιλεῖ, καὶ κελεύοντος τοῦ δεσπότου ζωσθῆναι τὸν133 in vol. 2

2

.

134

βηγάριν, εἰσέρχεται ὁ μέλλων γίνεσθαι βηγάριος, καὶ πίπτ‐ ων ἐπὶ τῆς γῆς, κρατεῖ τοὺς πόδας τοῦ πρώτου ἡνιόχου· οἱ δὲ ἡνίοχοι λαμβάνοντες τὰ ἔπαθλα, ἐξέρχονται καὶ ἵστανται κατέναντι τοῦ δήμου, κατασφραγίζοντες τοὺς
5δεσπότας. Κράζοντος δὲ τοῦ δήμου πρὸς τὸν βασιλέα τὰ ἄκτα τῶν ἐπάθλων τῆς νίκης, ἀποστέλλουσιν οἱ δεσπόται τὰ ἔπαθλα τοῖς ἡνιόχοις, δηλονότι ἔξωθεν αὐτῶν ἱσταμέ‐ νων ἀντικρὺ τῶν δήμων. Καὶ εἶθ’ οὕτως λέγει ὁ δῆμος πρὸς τοὺς ἡνιόχους· «Ἀπέλθατε καὶ εὔξασθε τοὺς δεσπό‐
10τας.» Καὶ ἀπερχομένων αὐτῶν πάλιν εἰς τὸ στάμα, εἰσέρχεται μετ’ αὐτῶν ὁ βηγάριος, καὶ πιπτόντων τῶν ἡνιόχων, πίπτει καὶ ὁ βηγάριος, καὶ κρατῶν τὸν πόδα τοῦ φακτιοναρίου μετὰ τὴν ἀριστερὰν χεῖρα, μετὰ τῆς δεξιᾶς κατασφραγίζει, ὁ δὲ ἐπιστάτης ἵσταται εἰς τὰ δεξιὰ τοῦ
15φακτιοναρίου. Ἀπολύει δὲ ὁ βασιλεὺς τοὺς ἡνιόχους, καὶ ἀναβαίνουσιν εἰς τὸ ἅρμα, καὶ σάσσοντες ἤτοι χορεύοντες κάμπτουσιν, καὶ ἀπερχόμενοι πρὸς τὸν ἴδιον δῆμον, κατα‐ σφραγίζουσιν καὶ ἀναχωροῦσιν, ἀπιόντες πρὸς τὰ κάγκελλα. Μένει δὲ ὁ ἐπιστάτης μετὰ τοῦ βηγαρίου εἰς τὸ στάμα,
20ἱστάμενοι ὀρθοὶ καὶ κατασφραγίζοντες. Ὁ δὲ βασιλεὺς κελεύει δοθῆναι αὐριγάριν τὸ λεγόμενον δημόσιον καὶ κασσίδιν ἀργυροῦν σεμνὸν καὶ τὸ ζωστόν. Κατερχομένου δὲ τοῦ ἀκτουαρίου καὶ ὀψικευομένου ὑπὸ πάντων τῶν κουρσώρων, δηλονότι τριῶν κουρσώρων, βαστα‐
25ζόντων, τοῦ μὲν τὸ αὐριγάριν, ὅπερ ἐστὶ τὸ δημόσιον, τοῦ δὲ κασσίδιν, τοῦ δὲ τὸ ζωστόν. Εἶτα ἐπιδίδει ὁ ἀκτουάριος τὸ μὲν αὐριγάριν εἰς τὰς χεῖρας αὐτοῦ· τὸ δὲ κασσίδιν ἐπιτίθησιν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ, καὶ τὸ ζωστὸν ζωννύει εἰς τὰ μέσα αὐτοῦ, καὶ εἶθ’ οὕτως λέγει ὁ δῆμος τὰ ἄκτα·
30«Πολλά, πολλά, πολλά.» Ὁ λαός· «πολλὰ ἔτη εἰς πολλά.» Οἱ κράκται· «Πολλοὶ ὑμῖν χρόνοι, ἡ ἐκλογὴ τῆς Τριάδος.»
Φθογγεῖ καὶ ὁ λαὸς ἐκ γʹ· «Ἅγιε.» Οἱ κράκται· «Πολλοὶ134 in vol. 2

2

.

135

ὑμῖν χρόνοι, οἱ θεράποντες τοῦ Κυρίου.» Ὁ λαὸς ἐκ γʹ· «Ἅγιε.» Οἱ Βένετοι· «Πολλοὶ ὑμῖν χρόνοι.» Οἱ κράκται. «Πολλοὶ ὑμῖν χρόνοι, ὁ δεῖνα καὶ ὁ δεῖνα αὐτοκράτορες Ῥωμαίων.» Ὁ λαὸς ἐκ γʹ· «Πολλοὶ ὑμῖν χρόνοι.» Οἱ
5κράκται· «Πολλοὶ ὑμῖν χρόνοι, δεσπόται, σὺν ταῖς Αὐγούσ‐ ταις καὶ τοῖς πορφυρογεννήτοις.» Ὁ λαὸς ἐκ γʹ· «Πολλοὶ ὑμῖν χρόνοι.» Οἱ κράκται· «Ὁ δεῖνα σὺ εὐτυχὴς εἰς τὸν δῆμον τοῦτον.» Ὁ λαὸς ἐκ γʹ· «Ἅγιε.» Οἱ κράκται· «Στεφάνιν, δεσπόται, τῷ βηγαρίῳ.» Καὶ εἶθ’ οὕτως ἀπο‐
10στέλλουσιν αὐτῷ στεφάνιν καὶ ἱμάτιν, καὶ πάλιν λέγουσιν οἱ κράκται· «Κύριε, σῶσον τοὺς δεσπότας Ῥωμαίων.» Ὁ λαὸς ἐκ γʹ· «Κύριε, σῶσον.» Οἱ κράκται· «Κύριε, σῶσον τοὺς δεσπότας σὺν ταῖς Αὐγούσταις καὶ τοῖς πορφυρογεν‐ νήτοις.» Ὁ λαὸς ἐκ γʹ· «Κύριε, σῶσον.» Εἶτα λέγουσιν
15πάντες ὁμοῦ πολυχρόνιον. Ὁ δὲ βηγάρις κατασφραγίζει τρίτον τοὺς δεσπότας καὶ προσκυνῶν, ἀπευχαριστεῖ καὶ ἐξέρχεται μετὰ τοῦ ἐπιστάτου ἕως τῆς Δάφνης, εἶτα ὁ βηγάριος ἀπέρχεται ἐπὶ τὸν δῆμον, καὶ κατασφραγίζων τρίτον εἰς τὸν δῆμον, ἀνέρχεται εἰς τὰ κάγκελλα, καὶ προσ‐
20κυνεῖ τὸν φακτιονάριν καὶ ὅλους τοὺς ἡνιόχους τῶν δύο μερῶν καὶ τὸν τριβοῦνον.
22tἌκτα ἐπινικίων θριαμβευομένων ἐπὶ τοῦ
23tἱπποδρομίου.
24«Δόξα Θεῷ τῷ Δεσπότῃ πάντων. Δόξα τῷ κτίστῃ καὶ
25δημιουργῷ τῶν ὅλων. Δόξα Θεῷ θριαμβεύσαντι τοὺς τῆς Ἄγαρ. Δόξα Θεῷ τῷ παμβασιλεῖ τῶν αἰώνων. Δόξα θεῷ τῷ ἐνισχύσαντι βασιλεῖς τοὺς ὀρθοδόξους. Δόξα Θεῷ τῷ ἐπιβλέψαντι ἐφ’ ἡμῖν φιλανθρώπως. Δόξα Θεῷ τῷ πατά‐
ξαντι Ἰσμαηλίτας τοὺς Χριστομάχους. Δόξα Θεῷ τῷ135 in vol. 2

2

.

136

ῥυσαμένῳ ἐξ ἐχθρῶν τοὺς αἰχμαλώτους. Δόξα Θεῷ τῷ πορθήσαντι τὰς πόλεις τῶν Ἀράβων. Δόξα Θεῷ τῷ κατα‐ βάλλοντι τοὺς ἀρνητὰς τῆς Τριάδος. Δόξα Θεῷ τῷ ἀπολέ‐ σαντι τοὺς ἀρνητὰς τῆς Θεοτόκου. Δόξα Θεῷ τῷ καται‐
5σχύναντι τὸ φρύαγμα ὁ δεῖνα τοῦ Χριστομάχου. Δόξα Θεῷ τῷ εὐδοκήσαντι οὕτως. Κύριε, τίς οὐ δοξάσει τὴν βουλήν σου; Κύριε, τίς οὐχ ὑμνήσει τὰ ἔργα τῶν χειρῶν σου; Κύριε, εὐχαριστοῦμέν σοι περὶ πάντων, ὅτι ἠλέησας τὸν λαόν σου μεγάλως ἐκ τοιούτου βασιλεύεσθαι κράτους.»
10Καὶ ὅτε πέσωσιν οἱ δέσμιοι πρηνεῖς ἐπὶ τῆς γῆς, νεύει ὁ ἀκτουάριος, καὶ λέγουσιν οἱ κράκται· «Ἔπεσον οἱ ἐχθροὶ ἡμῶν θεοκρίτως.» Καὶ ὁ λαὸς ὁμοίως γʹ.
13tἌκτα ἐπὶ μεγιστάνῳ ἀμηρᾷ ἐν πολέμῳ
14tἡττηθέντι καὶ ἀναιρεθέντι.
15«Δόξα Θεῷ τῷ συντρίβοντι πολεμίους. Δόξα Θεῷ τῷ καθελόντι τοὺς ἀθέους. Δόξα Θεῷ τῷ αἰτίῳ τῆς νίκης. Δόξα Θεῷ τῷ στέψαντί σε, γεοῦχε· χαίροις ἄναξ, Ῥωμαίων ἡ εὐτυχία· χαίροις, ἄναξ, τοῦ στρατοῦ σου ἡ ἀνδρία· χαίροις, ἄναξ, δι’ οὗ ὁ δεῖνα κατεπτώθη· χαίροις
20ἄναξ ὁ δεῖνα καθαιρέτα. Ὁ Θεός σε φυλάξῃ ἐν τῇ πορ‐ φύρᾳ εἰς τιμὴν καὶ ἀνέγερσιν τῶν Ῥωμαίων σὺν ταῖς τιμίαις Αὐγούσταις ἐν τῇ πορφύρᾳ· εἰσακούσῃ ὁ Θεὸς τοῦ λαοῦ ὑμῶν·»
24tΠερὶ ἵππου παραγωνιζομένου τοῦ αʹ βαΐου,
25tκαὶ πῶς δεῖ αὐτὸν ὑπαλλάσσεσθαι.
26Ἰστέον ὅτι, ἐὰν συμβῇ διὰ τῆς νυκτὸς ἐκ τοῦ πρώτου
βαΐου ἵππον παραγωνίσασθαι, ἔστιν ὁ τύπος τοῦτον ὑπλα‐136 in vol. 2

2

.

137

λάσσεσθαι οὕτως· Εὑρίσκονται οἱ δύο μαΐστωρες τοῦ μέρους τοῦ ἀντὶς καὶ οἱ δύο θεωρηταὶ καὶ ὁ ἐπιστάτης, καὶ ἀπέρ‐ χονται ὅπου ἵσταται ὁ ἵππος, καὶ ἐκβάλλουσιν αὐτὸν εἰς τὸ μέσον, καὶ τοῦτον θεωροῦσιν μετὰ ἀκριβείας, καὶ εἰ
5ἔστιν ἐν ἀληθείᾳ ἄβλητος, ἐπαίρουσιν ἐκ τοῦ τρίτου βαΐου ἀντίσηκον ἵππον, καὶ τρέχει εἰς τὸν τόπον τοῦ κακωθέντος, εἰς οἷον ἂν χαλινάριν λάχῃ. Καὶ πάλιν τὸν αὐτὸν ἵππον δεῖ ἀγωνίζεσθαι εἰς τὸ ἴδιον βαΐν, ἤγουν εἰς τὸ τρίτον. Εἰ δὲ λάχῃ, καὶ εἰς δεύτερον καὶ εἰς τέταρτον ὁμοίως γίνονται,
10καθὼς προείρηται· Ὁμοίως καὶ δείλης ἡ ἀκολουθία πᾶσα ὁμοία τῆς πρωϊνῆς γίνεται δίχα τοῦ σφαιρίου τοῦ παρα‐ βατοῦ καὶ τῆς συμφορᾶς τοῦ ἵππου τοῦ κακῶς ἔχοντος. Οἱ δὲ ἡνίοχοι στοιχήσαντες πάντα, τάς τε κομβίνας καὶ τὰ κάγκελλα, μένουσιν ἐν τῷ ἁρματουρίῳ. Τοῦ δὲ ξύλου σημαί‐
15νοντος τῆς ἁγίας ἐκκλησίας, ἐγείρονται καὶ ἀπέρχονται εἰς τὴν ἐκκλησίαν, καὶ ἅπτουσιν τὰ κηρία αὐτῶν, καὶ μεταλαμβάνοντες ὑποστρέφουσιν, καὶ ἐμβαίνοντες εἰς τὸ Ἱππικόν, ἀπέρχονται καὶ εὔχονται εἰς τὸ εὐκτήριον τῆς Ἁγίας Θεοτόκου τὸ ὂν ἐν τῷ πρωτοθύρῳ, καὶ οὕτως ἀνέρ‐
20χονται εἰς τὸ ἁρματούριν, καὶ βάλλουσι κηρία φορεῖν.
21tΠερὶ τοποτηρητοῦ.
22Ἰστέον ὅτι, ἐὰν λάχῃ ἀσθενῆσαι φακτιονάριν ἢ μικροπα‐ νίτην, ἐὰν ἔχει ὁ τοποτηρούμενος ἐκ τοῦ ἰδίου μέρους ἡνίο‐ χον εἰς τὸ τοποτηρῆσαι αὐτόν, καὶ εἰ ἔστιν τὸ ἱππικὸν
25παγανόν, καὶ εἰ δι’ ὅλου ἱππικοῦ τοποτηρήσει αὐτόν, καθ’ ἕκαστον στεφάνιν παρέχει αὐτῷ νόμισμα δωδέκατον· εἰ δὲ
ἐν μέρει νικήσῃ, ἡ διάκρισις ἐνέγκῃ τοῦ τοποτηρουμένου.137 in vol. 2

2

.

138

εἰ δὲ καὶ ἀστοχήσῃ, μηδὲν κερδαίνων κοπιᾷ· καὶ ἐάν, μηδὲν ποιοῦντος τοῦ τοποτηρουμένου, ἕτερος εἰσέλθῃ καὶ ἐπι‐ τύχῃ τῶν ἐκ τῆς δείλης διδομένων ἐπάθλων, ὡς προείρηται, λαμβάνει· ἐὰν δὲ δείξῃ ὁ τοποτηρῶν ἆθλόν τί ποτε, καὶ
5κελεύσῃ ὁ βασιλεὺς φιλοτιμήσασθαι αὐτὸν τῇ τύχῃ τοῦ τοποτηροῦντος, οὐκ ἔχει ἄδειαν ὁ τοποτηρούμενος λαμβά‐ νειν τί ποτε· εἰς ἀπολύσιμον δὲ ἱππικοῦ ἐὰν τοποτηρήσῃ, καὶ τὰ κατατρέχοντα τοῦ ἀπολυσίμου ἔπαθλα κατέλθωσιν, καὶ ἐπιτύχῃ ὁ τοποτηρῶν, λαμβάνει τρία δι’ ὅλης τῆς
10ἡμέρας. Εἰ δὲ, ὡς προείρηται, ἆθλον δείξῃ, τὸ κατερχό‐ μενον περισσὸν ἔπαθλον τοῦ τοποτηροῦντος τυγχάνει. Καὶ ἐπὶ χρόνον, ἐὰν συμβῇ τοποτηρεῖσθαι ὁ ἔχων τὴν βούλλαν ἡνίοχος, οὕτως ἡ συνήθεια κρατεῖ, καὶ τὰ ἔπαθλα καὶ τὰ φαῦστα τῷ τοποτηρουμένῳ ἁρμόζουσιν. Εἰ δὲ ἴδιον
15σκεῦος ἔχει ὁ τοποτηρῶν καὶ οὐ πατεῖ τὸ τοῦ τοποτηρου‐ μένου, κομίζεται ὑπὲρ τοῦ σκεύους αὐτοῦ δι’ ὅλης τῆς ἡμέρας νομίσματα τρία ἥμισυ ἐκ τῶν φαύστων, καὶ τὰ κατα‐ τρέχοντα αὐτῷ ἐκ τῶν συμβηγαρίων αὐτοῦ πρὸς συνήθειαν, ἐξ οἵου μέρους ἐστίν. Τοῦ δὲ Θεοῦ παρέχοντος τὴν νίκην,
20ὁ τοποτηρῶν εἰς τὸ σκεῦος οὐκ ἀναβαίνει χορεῦσαι, εἰ μὴ ὁ ἔχων τὴν βούλλαν καὶ φακτιονάριός ἐστιν καὶ μικροπανί‐ της· καὶ ἐὰν τοποτηρῇ φακτιονάριον, εἰς τόπον αὐτοῦ περιπατεῖ ἐκ δεξιῶν τοῦ μικροπανίτου, ὁμοίως καὶ ἐὰν τοποτηρῇ τὸν μικροπανίτην, εἰς τὰ ἀριστερὰ τοῦ φακτιονα‐
25ρίου. Εἰ δὲ συμβῇ ἀστοχῆσαι ἐκ τῶν ἐχόντων τὴν βούλλαν ἡνιόχων, ἢ ἀπολείψει παντελῶς διὰ οἱασδήποτε προφάσεως, ἐπαίρεται ὁ πέμπτος ἡνίοχος ἢ καὶ ἐκ τῶν λοιπῶν βηγα‐ ρίων οἷος χρησιμώτερός ἐστιν· ἐὰν δὲ καὶ ἐξ ἑτέρου μέρους
ἐστὶν ὁ ἐπιλεχθεὶς βηγάριος, καὶ θέλουσιν αὐτὸν οἱ ἴδιοι138 in vol. 2

2

.

139

αὐτοῦ κρατῆσαι εἰς τὸ μέρος αὐτῶν, ἀποδώσουσι τὸν μικροπανίτην, καὶ προβιβάζουσι τὸν βηγάριον εἰς τὸν τόπον τοῦ ἀναχωροῦντος. Ὁ δὲ τοποτηρῶν ἐάν ἐστιν ἐκ τοῦ ἐναντίου μέρους, ὡς φορεῖ, οὕτως ἐπαίρεται καὶ
5ἡνιοχεῖ, καὶ βάλλει πανὶν σημεῖον τὸ λεγόμενον ἀλλιπα‐ νίσιν πρὸς ἕνα ἱππικόν. Ἐὰν δὲ μετασταθῇ εἰς τὸ μέρος, ἔνθα τοποτηρεῖ, φορεῖ καὶ γυμναστίκιν κατὰ τὸ μέρος.
8tΠερὶ διβερσίου.
9Δείλης, κελεύοντος τοῦ βασιλέως γενέσθαι τὸ διβέρσιον,
10κατέρχεται ὁ ἀκτουάριος, καὶ φέρει τοὺς δʹ ἡνιόχους καὶ τῶν δύο μερῶν τοὺς ἐπιστάτας καὶ τοὺς θεωρητὰς εἰς τὸ πρῶτον σημεῖον, καὶ ἐπιτρέπει αὐτοῖς ποιῆσαι τὸ διβέρ‐ σιον καὶ ἀνταλλάξαι τοὺς ἵππους. Καὶ φέρουσιν οἱ ἡνίοχοι τοὺς ἀφέτας, τὰ ἱππάρια, τοὺς θυρανοίκτας καὶ τοὺς
15θεωρητάς, καὶ παραδιδοῦσιν ἀλλήλοις τὰ ἅρματα, μὴ ἀνα‐ λύοντες τὴν κομβίναν τῆς πρωϊνῆς τοῦ αʹ βαΐου μηδὲ τὰ κάγκελλα, ἀλλ’, ὡς εἴρηται, ἀντιπαραδιδοῦσιν τοὺς ἵππους καὶ τοὺς ὑπουργοῦντας, ὡς γνωρίζοντας τάς τε ἕξεις καὶ τὰ κατάθηκα αὐτῶν. Τὰ δὲ σκεύη οὐκ ἀντικαταλλάσσονται,
20ἀλλ’ ἕκαστος εἰς τὸ ἴδιον σκεῦος πατεῖ, καὶ πληροφοροῦσιν ἀλλήλους, μὴ προδοῦναι ἅρμα ἀτάκτως προφάσει δόλου, φοροῦσιν δὲ πανία σημεῖα, μηνύοντα ὁ τοῦ Βενέτου Πρά‐ σινον, ὁ τοῦ Πρασίνου Βένετον, ὁ τοῦ Λευκοῦ Ῥούσιον, ὁ τοῦ Ῥουσίου Λευκόν. Καὶ οἱ νικῶντες ἀπέρχονται εἰς τὸν
25δῆμον ὅθεν εἰσὶν οἱ ἵπποι, καὶ μετὰ τὸ λαβεῖν τὰ ἔπαθλα, στεφομένων αὐτῶν ἐκ τοῦ βασιλέως, ἀπέρχονται εἰς τὸν αὐτῶν δῆμον. Λέγουσιν αὐτοὶ ἄκτα.
Ἐὰν δὲ ἀντιπαραδιδόντες οἱ τέσσαρες ἡνίοχοι τὰ ἅρματα139 in vol. 2

2

.

140

μὴ ἀντιπαραδώσουσιν τοὺς ἀφετοθυρανοίκτας, μηδὲ τοὺς θεωρητὰς εἰς τὰ κάθηκα, καὶ οἱ νικῶντες ἡνίοχοι εἰς τὸν ἴδιον δῆμον ἀπέρχονται μετὰ τῶν ἀντικαταλλαγέντων ἵππων, καὶ ἐκεῖ κράζοντος τοῦ δήμου τὰ ἴδια ἄκτα, λαμβάνουσι τὰ ἔπα‐
5θλα, ἐπειδὴ οἱ θεωρηταὶ πρὸς συνήθειαν κατὰ Ἱπποδρομίαν παρίστανται, καὶ τὰ κάθηκα ἀλλήλων τηροῦσι διὰ καιρὸν διβερσίου. Ἐὰν δὲ νικήσωσιν οἱ λειπόμενοι ἵπποι δι’ ἐπι‐ μελείας καὶ μόχθου τῶν μετελθόντων ἡνιόχων, εἰς τὸν δῆμον τὸν ἴδιον ἔρχονται, ἤγουν, ὧν τὰ ἱππάρια ὑπάρ‐
10χουσιν, καὶ ἐκεῖ λαμβάνουσι τὰ ἔπαθλα.
11tΠερὶ μερίδων.
12Κατέρχονται εἰς τὸν Ἱππόδρομον τοῦ Ἁγίου Σεργίου οἱ δύο δήμαρχοι καὶ οἱ δύο φακτιονάριοι καὶ οἱ δύο μικροπα‐ νίται, καὶ οἱ ἐπιστάται καὶ οἱ θεωρηταὶ καὶ οἱ βηγάριοι
15καὶ τὰ πρωτεῖα. Αὐτῶν δὲ τῶν πρωτείων μὴ τολμώντων λαλῆσαι ῥῆμα ἕν, ὁρίζουσιν ἕνα ἐκ τῶν δʹ ἡνιόχων, καὶ ὀμνύει ἐπὶ πάντων ὅτι οὐχ ἑτερομερήσει. Καὶ ἐξ οἵου μέρους ὁρισθῇ ὁ ἡνίοχος, ἐκ τοῦ ἑτέρου μέρους ὁ θεωρητὴς καὶ οἱ δύο ἐπιστάται ἐκβάλλουσιν τοὺς ἵππους ἐκ τοῦ στά‐
20βλου, καὶ ὡς δοκεῖ τῷ ὀμόσαντι, στοιβάζει, ἀπὸ Βενέτου ἵππον ἕνα, ἀπὸ Πρασίνου ἵππον ἕνα, ἀπὸ Λευκοῦ ἵππον αʹ, ἀπὸ Ῥουσίου ἵππον αʹ, καὶ ἀποτελοῦσιν ἅρμα πρωτο‐ βαΐτας δʹ, δευτεροβαΐτας δʹ, τριτοβαΐτας δʹ, εἰς τὸ τετρά‐ δρομον δʹ. Καὶ ὅτε κατασταθῶσιν τὰ ιϛʹ ἅρματα, λαγχάνου‐
25σιν οἱ τρεῖς οἱ μὴ ὀμόσαντες, καὶ κατὰ τὸν ὄρδινον τοῦ λαχμοῦ ἐπαίρει ὁ πρῶτος οἷον θέλει, καὶ τὴν περισσείαν
ἐπαίρει ὁ μερίσας. Εἰ δὲ καὶ οὐ θέλουσιν τὰ ιϛʹ ἅρματα140 in vol. 2

2

.

141

μερίσαι, εἰ μὴ μόνον τὰ δʹ μερίζει λόγῳ πρώτου βαΐου, καὶ μερίζονται, ὡς γέγραπται, καὶ τὰ λοιπὰ ἐκβαίνουσιν εἰς τοὺς ἰδίους τόπους.
4tὍσα δεῖ παραφυλάττειν ἡνίοχον, ἀγομένου τοῦ
5tβαΐου.
6Ἡνίοχος φακτιονάριος ἢ μικροπανίτης, τοῦ βαΐου ἀγο‐ μένου, ἐὰν ἐμπέσῃ εἰς τὰς τάβλας, οὐκ ἔχει ἐξουσίαν ἐκβάλαι τὸ κασσίδιον αὐτοῦ, ἀλλὰ μετὰ τοῦ κασσιδίου πεζεύει, καὶ κατέρχεται ἕως τῶν θυρῶν. Ἐὰν δὲ λάχῃ ἐπὶ
10τὴν βασιλικὴν τάβλαν πεσεῖν αὐτόν, οὐκ ἔχει ἐξουσίαν εἰς τὸ Π, ὅπου οἱ παλαιστρίται παλαίουσιν, ἔμπροσθεν τοῦ Καθίσματος, ἐπικόψαι, ἀλλὰ ἢ ἔσωθεν ἐπὶ τὸν τοῖχον ἢ ἔξωθεν ἐπὶ τὸν Εὔριπον μετὰ τοῦ αὐτοῦ κασσιδίου κατα‐ βαίνει εἰς τὰς θύρας· ἐὰν δὲ πέσῃ βηγάριος καὶ λάχῃ αὐτὸν
15πεζεῦσαι, τὸ κασσίδιν ἐκβάλλει, καὶ οὕτως ἀκασσίδωτος καταβαίνει ἕως τῶν θυρῶν. Ἡνίοχος ἐὰν λάβῃ ῥάξιν εἰς τὸν καμπτὸν τοῦ Βενέτου, καὶ ἀπέλθῃ ἕως τοῦ σχοινίου, ἤγουν τῆς δευτέρας λευκῆς, καὶ πατήσῃ ὁ ἀριστερὸς αὐτοῦ τὴν αὐτὴν δευτέραν λευκήν, ἔπαυσεν. Ἡνίοχος, ἀγομένου
20τοῦ βαΐου, ἐὰν ζυγώσῃ μετὰ τοῦ ἐναντίου αὐτοῦ, καὶ δυνηθῇ ἁπλῶσαι τὴν χεῖρα αὐτοῦ καὶ ἀποκασσιδῶσαι αὐτόν, κἂν ὀπισθότερός ἐστιν, ἐνίκησεν, καὶ ὁ ἀποκασσιδωθεὶς ἐλείφθη. Ἡνίοχος, ἀγομένου τοῦ βαΐου, ἐὰν ἐκπέσῃ τὸ κασσίδιον αὐτοῦ, κἂν ἔμπροσθέν ἐστιν, καὶ τρέχουσιν οἱ
25ἵπποι αὐτοῦ πλείω τῶν ἁρμάτων ὅλων, ἃς ποιήσῃ περισσὴν
καὶ παύσει.141 in vol. 2

2

.

142

(1t)

Περὶ τοῦ κρεμάσαι καὶ ἀποκρεμάσαι.
2Εἰδέναι δεῖ ὅτι, ἐὰν κρεμάσῃ, καὶ τὴν ἡμέραν τοῦ ἱππι‐ κοῦ συμβῇ γενέσθαι ἀέρα, καὶ οὐκ ἀχθῇ τὸ ἱππικόν, κἂν τὰ ὄργανα κατέλθωσιν ἀπὸ τῆς ἰδίας αὐτῶν στάσεως, τὸ δὲ
5βηλάριν κρέμαται, ἡ κομβίνα τῶν ἱππαρίων καὶ τὰ κάγκελλα αἴρονται κατὰ τὴν κυλίστραν, ὁσασδήποτε ἡμέρας μείνει τὸ βηλάριν κρεμάμενον, εἰ δὲ ἐπαρθῇ τὸ βηλάριν, κἂν τάχα τὰ ὄργανα ἵστανται, ἡ κομβίνα καὶ τὰ κάγκελλα ἀνα‐ λύονται.
9tΠερὶ ἵππου ἀπολύοντος.
10Ἵππος ἐὰν ἀπολύσῃ, χρὴ ἀπελθεῖν τῶν δύο μερῶν τοὺς μαΐστωρας, καὶ ἐὰν ἔχει σωτηρίαν, κατέρχεται ἐπὶ τὸ Διίππιν εἰς τὸν στάβλον, δεδεμένης τῆς οὐρᾶς αὐτοῦ. Εἰ δὲ καὶ πληροφορηθῶσιν ὅτι τελείαν ἀπέλυσεν, λύοντες τὴν οὐρὰν αὐτοῦ καὶ τὰ καλάβρικα ἐκ τῶν ποδῶν αὐτοῦ, ἐκβάλ‐
15λουσιν αὐτὸν τὴν Νεκράν.
16tΠερὶ πρόβας.
17Ἡνίοχος φακτιονάρις ἢ μικροπανίτης εἰς τὴν πρόβαν αὐτοῦ ἐὰν ἐκβάλλει τὸ κασσίδιν αὐτοῦ, οὐκ ἔτι ἔχει ἐξου‐ σίαν ἄλλο ζεῦξαι, ἐὰν δέ ἐστιν βηγάριος, καθὼς κατέλθῃ
20ἐκ τοῦ σκεύους, τὸ κασσίδιν ἐκβάλλει, καὶ ὅσα ἐπιτραπῇ
παρὰ τοῖς πρώτοις ἡνιόχοις ζευγνύει.142 in vol. 2

2

.

143

(1t)

ΟΘ (Οʹ)
1tΜηνὶ Μαΐῳ ιαʹ τελεῖται τὸ ἱππικὸν τοῦ γενεθ‐
2tλίου ταύτης τῆς θεοφυλάκτου καὶ βασιλίδος
3tπόλεως οὕτως·
4Εἰσέρχεται τῇ πρὸ μιᾶς τοῦ αὐτοῦ ἱππικοῦ ὁ πραιπόσι‐
5τος πρὸς τὸν βασιλέα, καὶ δηλοῖ αὐτόν, εἰ κελεύει ἀχθῆναι τὸ ἱππικόν. Ὁ δὲ τῆς καταστάσεως εἰσάγει τὸν θεσσάριον, καὶ ἵστησιν αὐτὸν ἔνδον τῆς εἰσαγούσης πύλης ἀπὸ τῆς Θερμάστρας εἰς τὸν Λαυσιακόν. Ὁ δὲ πραιπόσιτος, λαβὼν τὴν συγκατάθεσιν παρὰ τοῦ βασιλέως πρὸς τὸ ἄγεσθαι τὸ
10ἱππικόν, ἐξέρχεται καὶ ἀπέρχεται πρὸς τὸν θεσσάριον, καὶ δίδωσιν αὐτῷ τὸ πέρατον, καὶ παραυτίκα ἐξελθὼν ὁ θεσσά‐ ριος τελεῖ ἅπαντα, ὡς εἴθισται αὐτῷ ἐν ἑκάστῳ ἱππικῷ τελεῖν. Δείλης δὲ ἀνοίγουσιν τοὺς ἵππους οἱ τῶν δύο μερῶν, φοροῦντας χρυσοσήμεντα σαγίσματα, μανιάκιά τε
15καὶ καπιστράκια, ὁμοίως ἕκαστον μέρος ἐν τῇ ἰδίᾳ αὐτοῦ φιάλῃ, καὶ δημεύουσιν αὐτούς, εὐφημήσαντες τὸν βασιλέα. Ἀποφέρουσι δὲ τοὺς ἵππους ἀμφότερα τὰ μέρη ἐν τῷ ἱππικῷ, καὶ εἰσάγουσιν αὐτοὺς διά τε τοῦ Διϊππίου καὶ τοῦ πρωτοθύρου, καὶ δημεύουσιν αὐτούς, λέγοντες τὰς
20συνήθεις φωνὰς μέχρι τῆς σφενδόνης, καὶ ἐν τῇ στάσει αὐτῶν ἐλθόντες, εὐφημοῦσι τὸν βασιλέα ἐκεῖσε, πρῶτον μὲν οἱ τῶν Πρασίνων, καὶ εἶθ’ οὕτως οἱ τῶν Βενέτων. Ὁ δὲ ὕπαρχος καθέζεται ἐπὶ σελλίου ἐν τῷ Καθίσματι, ἔνθα ὁ ἀκτουάριος ἵσταται. Μετὰ δὲ τῆς εὐφημίας τῶν δύο μερῶν
25εὐφημοῦσιν οἱ τοῦ λογίου, καὶ ἀπαναχωροῦσιν οἱ ἵπποι,143 in vol. 2

2

.

144

εἶτα κατέρχεται ὁ ὕπαρχος, καὶ ἵσταται ἡ τέντα αὐτοῦ εἰς τὰ κριτάρια ἀπέναντι τοῦ τεταρτοθύρου, καὶ προσκαλεσά‐ μενος ἐκεῖσε τὰ ἀμφότερα μέρη, εἰσφέρει ἀναμεταξὺ αὐτῶν τὴν ὄρναν, καὶ βλέπονται παρὰ τῶν ἀμφοτέρων
5μερῶν τὰ ἐν αὐτῇ βόλια ἀκριβῶς, καὶ ἀσφαλισάμενος αὐτὰ ἐπὶ πάντων ὁ ὕπαρχος, παραδίδωσι σιλεντιαρίῳ τῷ μέλλοντι τῇ ἑξῆς κυλίσαι. Τῇ δὲ ἐπαύριον, ἤγουν τῇ ἡμέρᾳ τοῦ ἱππικοῦ, ἐξέρχεται ὁ βασιλεὺς ἐκ τοῦ θεοφυλάκτου κοιτῶνος, καὶ δηριγευόμε‐
10νος ὑπὸ τῶν ἐξ ἔθους, διέρχεται διὰ τῶν διαβατικῶν τοῦ Τρικόγχου, Ἀψίδος τε καὶ τῆς Δάφνης, καὶ ἀνέρχεται διὰ τοῦ μυστικοῦ κοχλιοῦ ἄνω ἐν τοῖς παρακυπτικοῖς τοῦ Καθίσματος. Ἡνίκα δὲ γένηται ἡ ἅπασα παρετοιμασία ἐν τῷ Ἱππικῷ, δηλοῖ ὁ τῆς καταστάσεως τῷ πραιποσίτῳ,
15κἀκεῖνος τῷ βασιλεῖ. Ὁ δὲ βασιλεὺς κατέρχεται διὰ τῆς λιθίνης σκάλας καὶ λέγει τῷ πραιποσίτῳ· «Δὸς μεταστά‐ σιμον·» κἀκεῖνος λέγει μεγάλως· «Μεταστάσιμον.» Καὶ εἰσελθόντος τοῦ βασιλέως ἐν τῷ κοιτῶνι αὐτοῦ, προσκα‐ λεῖται ὁ πραιπόσιτος τοὺς βεστήτορας, καὶ εἰσελθόντες
20περιβάλλουσι τὴν χλανίδα τὸν βασιλέα, εἶθ’ οὕτως στέφε‐ ται ὑπὸ τοῦ πραιποσίτου, καὶ ἐξέρχεται ἀπὸ τοῦ κοιτῶνος, δηριγευόμενος ὑπὸ τῶν ἀρχόντων τοῦ κουβουκλείου, καὶ ἑστὼς ἐν τῷ μέσῳ τοῦ στενοῦ, νεύει τῷ πραιποσίτῳ, κἀκεῖ‐ νος τῷ ὀστιαρίῳ, κἀκεῖνος εἰσάγει τοὺς πατρικίους· τὸ δὲ
25βῆλον τῆς πύλης, δι’ ἧς εἰσέρχονται, σιλεντιάριος αἴρει. Εἰσελθόντες δὲ οἱ πατρίκιοι μετὰ τῶν στρατηγῶν πίπτουσι, καὶ ἀναστάντων, νεύει ὁ βασιλεὺς τῷ πραιποσίτῳ, καὶ λέγει· «Κελεύσατε» αὐτοὶ δὲ ὑπερεύχονται τό· «Εἰς πολλοὺς καὶ ἀγαθοὺς χρόνους.» Καὶ ἐκεῖθεν δηριγευόμε‐
30νος ὁ βασιλεὺς ὑπό τε τῶν ἀρχόντων τοῦ κουβουκλείου, πατρικίων τε καὶ στρατηγῶν, διέρχεται μέχρι τοῦ τρικλί‐ νου, ἐν ᾧ ἀριστᾷ τῇ αὐτῇ ἡμέρᾳ, καὶ ἵσταται ἐκεῖσε· εἰσελθόντες δὲ σιλεντιάριοι τρεῖς ἢ τέσσαρες, οἱ μὲν τρεῖς
διέρχονται ὄπισθεν τῆς δοχῆς ἐν τῷ δεξιῷ μέρει, ὁ δὲ ἕτε‐144 in vol. 2

2

.

145

ρος ἵσταται μέσον, καὶ λαβὼν νεῦμα ὁ πραιπόσιτος παρὰ τοῦ βασιλέως, νεύει τῷ ἑστῶτι μέσον τῆς δοχῆς σιλεντια‐ ρίῳ, κἀκεῖνος, ἀπελθὼν ἐν τῷ βήλῳ, λέγει μεγάλως· «Λεβά» καὶ εἰσάγει τὸν τῆς καταστάσεως, καὶ ἵσταται
5μέσον τῆς δοχῆς. Καὶ λαβὼν νεῦμα ὁ πραιπόσιτος παρὰ τοῦ βασιλέως, νεύει τῷ μαγίστρῳ, μὴ παρόντος δὲ μαγί‐ στρου, νεύει τῷ κοιαίστωρι, καὶ νεύει μάγιστρος τῷ τῆς καταστάσεως λέγων· «Κόμητες.» Κἀκεῖνος λέγει εἰς τὸ βῆλον· «Λεβά» καὶ εἰσέρχονται οἱ τῆς συγκλήτου, καὶ
10προσκυνήσαντες, ἵστανται ἐν τῇ τάξει αὐτῶν. Εἶτα νεύει πάλιν ὁ βασιλεὺς τῷ πραιποσίτῳ, ὁ δὲ πραιπόσιτος τῷ μαγίστρῳ, κἀκεῖνος τῷ τῆς καταστάσεως λέγων· «Πρεμ‐ φέκτωρ» ἀπελθὼν δὲ ὁ τῆς καταστάσεως εἰς τὸ βῆλον, λέγει· «Λεβά» καὶ εἰσέρχεται ὁ ἀπὸ ἐπάρχων, καὶ προσ‐
15κυνήσας καὶ αὐτός, ἵσταται ἐν τῇ τάξει αὐτοῦ. Εἶτα νεύει ὁ βασιλεὺς τῷ πραιποσίτῳ, κἀκεῖνος τῷ τῆς καταστάσεως, καὶ λέγει· «Κελεύσατε» αὐτοὶ δὲ ὑπερεύ‐ χονται· «Εἰς πολλοὺς καὶ ἀγαθοὺς χρόνους.» Καὶ εἶθ’ οὕτως κατασχὼν τὸ ἄκρον τῆς χλανίδος τοῦ βασιλέως ὁ
20τῆς καταστάσεως καὶ ποιήσας ῥωσθέλιον, ἐπιδιδοῖ τῷ βασιλεῖ, ὁ δὲ βασιλεὺς ἀνέρχεται ἐν τῷ Καθίσματι· ἀνέρ‐ χεται δὲ καὶ ὁ προρρηθεὶς σιλεντιάριος ἐν τῷ τοῦ Πρασί‐ νου καμπτῷ, συναναφέρων ἑαυτῷ καὶ τὴν ὄρναν, συνανέρ‐ χονται δὲ αὐτῷ καὶ οἱ κατὰ συνήθειαν ἀνερχόμενοι σὺν
25αὐτῷ τῶν μερῶν· ὑποδείξας δὲ τοῖς συνανελθοῦσιν αὐτῷ ἅπασιν τὴν τοῦ ὑπάρχου βούλλαν, κυλίει, καὶ εἶθ’ οὕτως κατέρχονται ἅμα τῷ σιλεντιαρίῳ οἱ συνανελθόντες αὐτῷ πάντες, καὶ στοιβάζουσιν ἐν τῷ αὐτῷ καμπτῷ λάχανα, καὶ ὕπερθεν αὐτῶν πλακοῦντας. Ἐν δὲ τῷ ἑτέρῳ καμπτῷ
30καὶ ἐν διαφόροις τόποις τοῦ Εὐρίπου προστοιβάζουσιν ὁμοίως λάχανά τε καὶ πλακοῦντας, ἤγουν τῇ πρὸ μιᾶς τοῦ ἱππικοῦ· οὗτος δὲ ὁ καμπτὸς τῶν Πρασίνων ἕνεκα τοῦ κυλίσαι παραφυλάττεται. Ἵστανται δὲ καὶ αἱ βῆγαι ἐν τοῖς
κριταρίοις, μετὰ δὲ τὸ ἐξελθεῖν τὸν βασιλέα ἐν τῷ Καθίσ‐145 in vol. 2

2

.

146

ματι καὶ σφραγίσαι τὸν λαὸν καὶ καθίσαι αὐτὸν ἐν τῷ σένζῳ, τελεσθείσης τῆς προσκυνήσεως τῶν πατρικίων, 〈ἀποκρισιαρίων?〉 εἰ τύχωσι, καὶ στρατηγῶν, ἔρχονται τὰ πρωτεῖα τῶν μερῶν μετὰ καὶ σταυρῶν ῥοδοπλόκων, καὶ
5ἵστανται ἐν ταῖς διασφαγαῖς, καὶ εἶθ’ οὕτως δίδωσιν νεῦμα ὁ ἀκτουάριος ἀπὸ κελεύσεως, καὶ ἀπολύονται αἱ βῆγες. Ἡνίκα δὲ καταλάβωσιν ἐν τῇ βασιλικῇ τάβλᾳ ἐν τῷ Καθίσ‐ ματι, ἐπεύχονται τὸν βασιλέα· εἶθ’ οὕτως νεύει ὁ ἀκτουά‐ ριος ἀπὸ κελεύσεως, καὶ αὐλεῖ τὸ βασιλικὸν ὄργανον, αὐτοὶ
10δὲ κατέρχονται τῶν βηγῶν αὐτῶν ἐπὶ τὰ μέρη καὶ εἰσέρχον‐ ται ἐν τῷ στάματι, καὶ λαβόντες τοὺς στεφάνους ἀμφότε‐ ροι αὐτῶν, ἀπαναχωροῦσιν. Καὶ εἶθ’ οὕτως ἐξέρχονται οἱ προειρημένοι τῶν μερῶν, καὶ ἐπιδιδόασι τοὺς σταυρούς, ἐπευξάμενοι δὲ τῷ βασιλεῖ, καὶ αὐτοὶ ἀναχωροῦσιν.
15Καὶ εἶθ’ οὕτως τελεῖται τὸ πρῶτον βαΐον, καὶ λαμβάνου‐ σιν οἱ νικηταὶ ἡνίοχοι τὰ ἔπαθλα αὐτῶν διπλασίως, καὶ ἐξ αἰτήσεως τοῦ μέρους δίδοται τὰ δημόσια, καὶ λαβόντες αὐτὰ χοσβαΐται, ἀνάγουσιν αὐτὰ μέσον τοῦ Ἱππικοῦ ἐν τῷ ἁρματουρίῳ τῶν νικητῶν ἡνιόχων. Καὶ τελεσθέντων τῶν δʹ
20βαΐων, πράττουσιν οἱ τοῦ λογίου τὰ κατὰ συνήθειαν ἅπαντα, ἀλλάξαντες δὲ οἱ ἡνίοχοι τῆς νίκης τὰ δημόσια, κατέρχονται ἐπ’ ὀχήμασιν ἐκ τῶν θυρῶν, καὶ κατελθόντες οἱ τοῦ νικήσαντος μέρους δημόται, αἴρουσι δάφνας ἐκ τοῦ λογίου, καὶ δέχονται τοὺς ἡνιόχους ἐπιδιφρίους ἔμπροσθεν
25τοῦ αὐτοῦ δήμου, καὶ σάξαντες μέχρι τοῦ ἀντικάμπτου, ἀνέρχονται ἐν τῷ στάματι. Ἀνερχομένων δὲ αὐτῶν, δίδοται νεῦμα τοῖς ἄρχουσι τῶν ταγμάτων, καὶ κατελθόντες ἵσταν‐ ται ἐν τοῖς καμπτῆρσι καὶ ἐν τοῖς προειρημένοις λοιποῖς τόποις τοῦ Εὐρίπου, ἔνθα αἱ στοιβαὶ τῶν λαχάνων καὶ τῶν
30πλακούντων εἰσίν. Ἐλθόντες δὲ οἱ ἡνίοχοι μετὰ τῶν δημο‐146 in vol. 2

2

.

147

τῶν τοῦ μέρους ἐν τῷ στάματι, ἵστανται ἐκεῖσε ἐπιδί‐ φριοι, καὶ ἀκτολογοῦσιν μετ’ εὐφημίας οἱ τοῦ μέρους τῷ βασιλεῖ, καὶ μετὰ τὴν συμπλήρωσιν τῆς εὐφημίας ἀπο‐ στέλλει αὐτοῖς τοῖς νικηταῖς ἡνιόχοις ὁ βασιλεὺς στεφά‐
5νους διὰ τοῦ ἀκτουαρίου καὶ τοῦ δευτέρου, καὶ κατελθόντες στέφουσι τοὺς ἡνιόχους, καὶ ἀνέρχονται πάλιν ἐν τῷ Καθίσματι. Καὶ εὐθέως ἄρχεται τὸ μέρος αἰτεῖσθαι τοῦ ἐξελθεῖν καὶ χορεῦσαι εἰς τὴν πλατεῖαν, καὶ λαβόντες τὴν αἴτησιν παρὰ τοῦ βασιλέως, ἐξέρχονται ἐν τῇ Μέσῃ. Καὶ
10εἶθ’ οὕτως ἀνίσταται ὁ βασιλεύς, καὶ μετὰ τὸ ἀναστῆναι τὸν βασιλέα, κατέρχεται τὸ πλῆθος τοῦ λαοῦ, καὶ αἴρουσιν ἐκ τῶν στοιβῶν τά τε λάχανα καὶ τὰς πλακοῦντας, ἐν δὲ τῷ αὐτῷ εἰσφέρουσι χέλανδον φερόμενον ἐπὶ ἁμάξης πλῆθος ἰχθύων, καὶ ῥίπτουσιν αὐτὰ ἐπὶ ἐδάφους ἐν τῷ
15Ἱππικῷ· αἴρουσιν δὲ καὶ ταῦτα τὸ πλῆθος τοῦ λαοῦ. Ὁ δὲ βασιλεύς, ὡς προείρηται, ἀναστὰς ἀπὸ τοῦ σένζου καὶ δηριγευόμενος ὑπὸ τῶν ἀρχόντων τοῦ κουβουκλείου, διέρχεται μέσον τῶν τε πατρικίων καὶ στρατηγῶν, ἑστώτων αὐτῶν ἐν τῷ τρικλίνῳ, ἐν ᾧ ἀριστᾷ τῇ αὐτῇ ἡμέρᾳ, αὐτοὶ
20δὲ ὑπερεύχονται τό· «Εἰς πολλοὺς καὶ ἀγαθοὺς χρόνους.» Καὶ εἰσέρχεται ἐν τῷ κοιτῶνι, λαβόντος δὲ τοῦ πραιποσί‐ του τὸ στέμμα ἀπὸ τῆς κεφαλῆς αὐτοῦ, εἰσέρχονται οἱ βεστήτορες, καὶ ἀπαλλάξαντες τὴν χλανίδα, ἐξέρχονται. Καὶ ἐξελθὼν ὁ βασιλεύς, καθέζεται ἐπὶ τῆς τιμίας αὐτοῦ
25τραπέζης μετὰ καὶ φίλων, ὧν ἂν κελεύει, καὶ ἀναστὰς ἀπὸ τοῦ κλητωρίου καὶ μικρὸν ἀναπαυσάμενος, ἐκδέχεται, μέχρις ἂν τὰ πάντα ἑτοιμασθῶσιν ἐν τῷ Ἱππικῷ. Ἐλθόντος δὲ τοῦ τῆς καταστάσεως καὶ γνωρίσαντος τῷ πραιποσίτῳ, ὡς ὅτι ἕτοιμά ἐστιν πάντα, ὁ πραιπόσιτος
30δηλοῖ τῷ βασιλεῖ· ὁ δὲ βασιλεὺς κατέρχεται διὰ τῆς λιθίνης σκάλας, καὶ εἰσέρχεται ἐν τῷ κοιτῶνι, καὶ περιβάλ‐
λεται τὴν χλανίδα καὶ τὸ στέμμα κατὰ συνήθειαν. Καὶ147 in vol. 2

2

.

148

δηριγευόμενος ὑπὸ τῶν ἀρχόντων τοῦ κουβουκλείου διέρ‐ χεται διὰ τοῦ στενοῦ τρικλίνου, καὶ ἐξέρχεται ἐν τῷ μεγάλῳ τρικλίνῳ, ἐν ᾧ ἀριστᾷ τῇ αὐτῇ ἡμέρᾳ, κἀκεῖσε ἑστὼς ἅμα τοῖς ἄρχουσι τοῦ κουβουκλείου, νεύει τῷ πραι‐
5ποσίτῳ, κἀκεῖνος τῷ ὀστιαρίῳ, καὶ εἰσάγει πατρικίους καὶ στρατηγούς, καὶ προσκυνησάντων τῷ βασιλεῖ, λέγει ὁ πραι‐ πόσιτος· «Κελεύσατε» καὶ ἐξελθόντες ἔξω τῆς πύλης οἵ τε πατρίκιοι καὶ στρατηγοὶ ἅμα τῇ συγκλήτῳ, ἵστανται ἔνθεν κἀκεῖσε· στάντος δὲ καὶ τοῦ βασιλέως ἐν τῇ πύλῃ,
10πίπτουσιν οἱ προειρημένοι ἅπαντες, καὶ ἀναστάντων, νεύει ὁ πραιπόσιτος ἀπὸ κελεύσεως τῷ τῆς καταστάσεως, καὶ λέγει· «Κελεύσατε», αὐτοὶ δὲ ὑπερεύχονται· «Εἰς πολ‐ λοὺς καὶ ἀγαθοὺς χρόνους.» Καὶ εἶθ’ οὕτως κατασχὼν τὸ ἄκρον τῆς χλανίδος τοῦ
15βασιλέως ὁ τῆς καταστάσεως καὶ ποιήσας ῥωσθέλιον, ἐπι‐ διδοῖ τῷ βασιλεῖ. Εἶτα ἐκεῖθεν δηριγευόμενος ὁ βασιλεὺς ὑπὸ τῶν ἀρχόντων τοῦ κουβουκλείου, πατρικίων τε καὶ στρατηγῶν, ἀνέρχεται ἐν τῷ Καθίσματι μετὰ μόνων τῶν τοῦ κουβουκλείου ἀρχόντων καὶ δύο μαγλαβιτῶν καὶ σπαθα‐
20ρίων βασταζόντων διστράλια, φορούντων καὶ τὰ σπαθία αὐτῶν, ὡς ἐν ἑκάστῳ ἱππικῷ. Ἀνελθὼν δὲ ἐν τῷ σένζῳ ὁ βασιλεὺς καὶ σφραγίσας τὸν λαὸν ἐκ τρίτου, καθέζεται, καὶ μετὰ τὴν συμπλήρωσιν τῆς εὐφημίας ἐξέρχεται ὁ πραιπό‐ σιτος ἀπὸ κελεύσεως, καὶ νεύει τοῖς τε πατρικίοις καὶ
25στρατηγοῖς, ἀπελθεῖν ἕκαστον ἐν τῇ τάξει αὐτοῦ καὶ καθέδρᾳ. Τελεσθέντων δὲ τῶν δʹ βαΐων, ἀνίσταται ὁ βασι‐ λεὺς ἀπὸ τοῦ Καθίσματος, καὶ ἱσταμένων τῶν πατρικίων ἐν ᾧ ἀριστᾷ ὁ βασιλεὺς τρικλίνῳ, καὶ δηριγευόμενος ὑπὸ τῶν ἀρχόντων τοῦ κουβουκλείου, διέρχεται μέσον αὐτῶν, αὐτοὶ
30δὲ ὑπερεύχονται· «Εἰς πολλοὺς καὶ ἀγαθοὺς χρόνους.» Καὶ διελθὼν διὰ τοῦ στενοῦ τρικλίνου, εἰσέρχεται ἐν τῷ κοιτῶνι, καὶ ἀπαλλάξας τό τε στέμμα καὶ τὴν χλανίδα αὐτοῦ, περιβάλλεται σαγίον, καὶ κατέρχεται διὰ τοῦ μυστικοῦ
κοχλιοῦ, καὶ δηριγευόμενος ὑπὸ πάντων 〈τῶν〉 τοῦ κουβουκ‐148 in vol. 2

2

.

149

λείου, διέρχεται διὰ τοῦ Αὐγουστέως, Ἀψίδος τε καὶ τοῦ Τρικόγχου, διὰ τοῦ μονοθύρου καὶ τῶν διαβατικῶν τῶν Ἁγίων Μʹ, καὶ εἰσέρχεται ἐν τῷ Χρυσοτρικλίνῳ· στάντες δὲ οἱ τοῦ κουβουκλείου καὶ ὑπερευξάμενοι τὸν βασιλέα· «Εἰς
5πολλοὺς καὶ ἀγαθοὺς χρόνους» ἐξέρχονται καὶ ἀπέρχον‐ ται οἴκαδε.
7tὍσα δεῖ τελεῖσθαι τῇ παραμονῇ τοῦ λαχανικοῦ
8tἱπποδρομίου, ἤγουν τοῦ γενεθλίου ταύτης τῆς
9tθεοφυλάκτου καὶ βασιλίδος πόλεως.
10Ἰστέον ὅτι οἱ τῶν δύο μερῶν δήμαρχοι μετά τε τῶν δευτερευόντων καὶ τῶν λοιπῶν ἀρχόντων τῶν μερῶν καὶ τῶν δημοτῶν ἀπίασι τὸ δειλινόν, ἕκαστος εἰς τὸν ἴδιον στάβλον, καὶ εὐθέως ὁ θεωρητὴς ἑκάστου μέρους ταβρίζει τὸ τρίπλοκον καὶ λέγει ὁ λαὸς ἐκ γʹ. «Νίκα Βένετε»
15ὁμοίως καὶ οἱ Πράσινοι· «Πράσινε.» Καὶ δέχεται ὁ φωνο‐ βόλος λέγων μεγάλῃ τῇ φωνῇ. «Ἔχεται ὁ βοηθῶν ἡμῖν Ἰησοῦς.» Ὁ λαός· «Ἀεὶ νικᾷς.» Οἱ κράκται· «Εἷς ὁ Θεός, σὺ αὐτοὺς σῶσον.» Ὁ λαός· «Ναί, Κύριε.» Καὶ ὅτε ἐξέλθωσιν ἐπὶ τὸ ἐξάερον, κρούει ὁ θεωρητὴς τὴν
20ταβραίαν γʹ, καὶ λέγει ὁ λαός· «Νικᾷ ἡ πίστις τῶν βασι‐ λέων, νικᾷ ἡ πίστις τῶν Αὐγουστῶν, νικᾷ ἡ πίστις τῆς Πόλεως καὶ τῶν Βενέτων.» (Οἱ Πράσινοι· «Πρασίνων.») Καὶ λέγει ὁ κράκτης· «Ὁ δεῖνα καὶ ὁ δεῖνα, μεγάλων βασι‐ λέων, ναὶ εἰπὲ ὁ δεῖνα καὶ ὁ δεῖνα μεγάλων βασιλέων.»
25Ὁ λαός· «Ναί, Κύριε, βοήθει.» Οἱ κράκται·» Εἷς Θεός, σὺ αὐτοὺς σῶσον.» Ὁ λαός· «Ναί, Κύριε.» Καὶ εἶθ’ οὕτως λέγεται τὸ δρομικὸν ποίημα ἔμπροσθεν τοῦ Ἱπποδρο‐
μίου· «Οἱ τῶν ἀγώνων σὲ δυσωποῦμεν τὸν Θεὸν ἡμῶν καὶ149 in vol. 2

2

.

150

Σωτῆρα· νίκας τοῖς Βενέτοις βοήθει.» (οἱ Πράσινοι· Πρα‐ σίνοις) καὶ χορήγησον τῷ Οὐρανίῳ (οἱ Πράσινοι· τῷ Ὀλυμ‐ πίῳ), «ἵνα καὶ πάλιν χορεύσωμεν μετὰ νίκης.» Ἄλλος, εἰς τὸ Λευκόν· «Ὡς κραταιὰ σκέπη ἡ Θεοτόκος, καὶ ἀντί‐
5ληψις βεβαία τῶν εἰς σὲ προστρεχόντων, ἐξαιτοῦμεν οἱ Βένετοι,» (Οἱ Πράσινοι· Πράσινοι) «δωρηθῆναι ἡμῖν τοῦτο, τῷ Εἰκασίῳ, διαπρέπον ταῖς νίκαις σὺν αὐτῷ εἰς
τὸν ἀγῶνα καὶ ἡμᾶς εὐφρανθῆναι.»150 in vol. 2

2

.

151

(1t)

Πʹ (ΟΑʹ)
1tὍσα δεῖ παραφυλάττειν, τῆς φακλαρέας
2tτελουμένης.
3Δείλης εἰσέρχονται τὰ δύο μέρη ἐν τῇ μυστικῇ φιάλῃ τοῦ Τρικόγχου μετὰ φατλίων, καὶ γίνεται ἡ λεγομένη
5φακλαρέα, καὶ λέγουσιν τὸν ἀπελατικὸν χορεύοντες ἦχ. π. δʹ· «Κραταιωθήτω ἡ χείρ σου, ὑψωθήτω ἡ δεξιά σου, ὁ δεῖνα, αὐτοκράτωρ. Ἰδοὺ γάρ· ἡ πόλις σου φιλόπολιν βλέπει σε βασιλέα, καὶ ταῖς σαῖς ἐγκαινίζεται κατ’ ἐχθρῶν ἀνδρα‐ γαθίαις, καὶ πολιτεύεται χάρις ἐν μέσῳ τῆς βασιλείας, ὅτι
10ὤφθη τὸ πολίτευμά σου, πόλις τοῦ μεγάλου βασιλέως, ὅθεν καθοπλίζονται τὰ ὅπλα σου δυναστείᾳ, καὶ περιβάλλονται ἐχθροὶ τὴν ἔχθραν τοῦ στέψαντός σε τῇ γενεθλίῳ δόξῃ τῆς πόλεώς σου.» Καὶ μετὰ ταῦτα ἀνέρχονται εἰς τὰ βάθρα, καὶ ἱσταμένου ἑκάστου εἰς τὸ ἴδιον μέρος, λέγει ὁ κράκτης
15τὴν ἀνευφημίαν· «Ὁ βοηθῶν τοὺς δεσπότας·» Ὁ λαός· «Εἷς ὁ Θεός.» Οἱ κράκται· «Σύ, αὐτοὺς σῶσον.» Ὁ λαός· «Ναί, Κύριε.» Οἱ κράκται· «Ὁ βοηθῶν ταῖς Αὐγού‐ σταις.» Ὁ λαός· «Εἷς ὁ Θεός.» Οἱ κράκται· «Σύ, αὐτὰς σῶσον.» Ὁ λαός. «Ναί, Κύριε.» Οἱ κράκται·
20«Ὁ βοηθῶν τοῖς πορφυρογεννήτοις.» Ὁ λαός· «Εἷς ὁ Θεός.» Οἱ κράκται· «Σύ, αὐτοὺς σῶσον.» Ὁ λαός «Ναί,
Κύριε.» Οἱ κράκται· «Ὁ βοηθῶν τῇ πόλει.» Ὁ λαός·151 in vol. 2

2

.

152

«Εἷς ὁ Θεός.» Οἱ κράκται· «Σύ, αὐτὴν σῶσον.» Ὁ λαός· «Ναί, Κύριε.» Οἱ κράκται· «Ὁ βοηθῶν τῷ ἐπάρχῳ.» Ὁ λαός· «Εἷς ὁ Θεός.» Οἱ κράκται· «Σύ, αὐτὸν σῶσον·» Ὁ λαός· «Ναί, Κύριε.» Οἱ κράκται· «Ὁ βοη‐
5θῶν τῷ Οὐρανίῳ.» Ὁ λαός. «Εἷς ὁ Θεός.» Οἱ κράκται. «Σύ, αὐτὸν σῶσον.» Ὁ λαός. «Ναί, Κύριε.» (Οἱ Πράσι‐ νοι· τῷ Ὀλυμπίῳ.) Οἱ κράκται· «Ὁ βοηθῶν τῷ Εἰκα‐ σίῳ.» (Οἱ Πράσινοι· τῷ Ἀνατέλλοντι.) Ὁ λαός. «Εἷς ὁ Θεός.» Οἱ κράκται· «Σύ, αὐτὸν σῶσον.» Ὁ λαός. «Ναί,
10Κύριε.» Εἶτα εἰσέρχεται ἕτερος κράκτης καὶ λέγει τὴν συνά‐ φειαν· «Ὁ βοηθῶν τοῖς δεσπόταις, ταῖς Αὐγούσταις, τοῖς πορφυρογεννήτοις, τῇ πόλει, τῷ ἐπάρχῳ, τῷ Οὐρανίῳ»· (Οἱ Πράσινοι· τῷ Ὀλυμπίῳ,) τῷ Εἰκασίῳ»· (Οἱ Πράσινοι·
15τῷ Ἀνατέλλοντι.) Ὁ λαός· «Εἷς ὁ Θεός.» Οἱ κράκται· «Σύ, αὐτοὺς σῶσον.» Ὁ λαός· «Ναί, Κύριε.» Οἱ κράκ‐ ται· «Ὁ δεῖνα καὶ ὁ δεῖνα, μεγάλων βασιλέων καὶ αὐτοκρα‐ τόρων»· Ὁ λαός· «Κύριε, βοήθει.» Εἶτα εἰσέρχεται ἕτερος κράκτης καὶ λέγει· «Ἰοὺς ἀεί, ἀεί.» Οἱ κράκται· «Προ‐
20τόνου καὶ νικᾷς.» Ὁ λαός· «Εἷς ἀεί, εὐδόκιμε.» Οἱ κράκ‐ ται· «Ἅγιε, τρισάγιε, νίκη εἰς τὸ Βένετον.» (Οἱ Πράσι‐ νον· εἰς τὸ Πράσινον.) Οἱ κράκται· «Δέσποινα Θεο‐ τόκε.» Ὁ λαός. «Ναί, Δέσποινα Θεοτόκε, νίκη εἰς τὸ Βένετον.» (Οἱ Πράσινοι· εἰς τὸ Πράσινον,) Οἱ
25κράκται· «Τοῦ σταυροῦ ἡ δύναμις.» Ὁ λαός· «Ναί, τοῦ σταυροῦ ἡ δύναμις, νίκη ἔχει τὸ Βένετον». (Οἱ Πράσι‐ νοι· ἔχει τὸ Πράσινον.) Οἱ κράκται· «Θεοῦ τὴν νίκην ἔχει τὸ πρόσωπόν σου, Οὐράνιε.» (Οἱ Πράσινοι· Ὀλύμ‐ πιε.) Οἱ κράκται· «Ὅλη δείλης σήμερον.» Ὁ λαός·
30«Ἔς, ὅλη δείλης σήμερον· καλή σου δείλης γίνεται.» Οἱ
κράκται· «Κύριοι, πολλοὶ ὑμῖν χρόνοι.» Ὁ λαός· «Πολ‐152 in vol. 2

2

.

153

λοὶ ὑμῖν χρόνοι.» Οἱ Πράσινοι· «Ἅγιε.» Καὶ εἰσέρχεται ἕτερος κράκτης καὶ λέγει· «Ὁ δεῖνα καὶ ὁ δεῖνα, μεγάλων βασιλέων καὶ αὐτοκρατόρων.» Ὁ λαός· «Θεοτόκε, βοή‐ θει.» Οἱ κράκται «Εἷς ὁ Θεός, σὺ αὐτοὺς σῶσον.» Ὁ
5λαός· «Ναί, Κύριε.» Εἶτα λέγει ὁ κράκτης· «Ναί, εἰπὲ καὶ ποίει τὴν ἀγωγὴν τῷ Οὐρανίῳ.» (Οἱ Πράσινοι· τῷ Ὀλυμπίῳ.) «Ναί, εἰπὲ καὶ ποίει τὴν ἀγωγὴν τῷ Εἰκα‐ σίῳ.» (Οἱ Πράσινοι· τῷ Ἀνατέλλοντι.) Ὁ λαός· «Καλὸν ἀγῶνα». Οἱ κράκται· «Εἷς ὁ Θεός, σὺ αὐτοὺς σῶσον.»
10Ὁ λαός· «Ναί, Κύριε.» Ἰστέον ὅτι τὰ αὐτὰ ἄκτα καὶ ἡ αὐτὴ εὐφημία λέγονται καὶ ἐπὶ τοῦ Ἱπποδρομίου εἰς τὸ στάμα, ἤγουν εἰς τὸ Π, δηλονότι τοῦ ὑπάρχου καθεζομένου εἰς τὸ Κάθισμα, ἔνθα ὁ ἀκτουάριος ἵσταται.
15tΠερὶ τοῦ αὐτοῦ ἱπποδρομίου, πῶς δεῖ κυλίειν.
16Πρὸ τοῦ ἱππικοῦ γίνεται ἡ πομπὴ τῶν ἵππων, καὶ τῷ πρωῒ τίθεται ἡ ὄρνα εἰς τὸν καμπτὸν τοῦ Βενέτου, καὶ κατέρχονται οἱ τῶν δύο μερῶν ἡνίοχοι ἅμα τῶν κομβινο‐ γράφων, φορούντων αὐτῶν τῶν κομβινογράφων ἀρμελαύσια
20βένετον καὶ λευκὸν καὶ τὰ μασσία, ὄντων αὐτῶν καὶ ἀνυ‐ ποδήτων, βαστάζοντες καὶ χαρτοκαλαμάρια, καὶ κυλιούσης τῆς ὄρνας, οἷον ἐκβάλλει σφαιρίν, ὀνομάζει τὸν μεσαρίστε‐ ρον. Καὶ ὅτε πληρώσωσιν τὰ δʹ βαΐα, ἀπέρχονται εἰς τὰ ὀρνατούρια, καὶ ποιοῦσιν τὸ πέρας τῆς κομβίνας, καὶ
25ἀνερχομένου τοῦ βασιλέως, ἀπολύουσιν τὰ Διίππια, καὶ ἵσταται ὁ μαξιλλάριος εἰς τὸν τόπον αὐτοῦ καὶ οἱ δύο θεωρηταί, εἷς ἐκ δεξιῶν αὐτοῦ, καὶ εἷς ἐξ εὐωνύμων,
βαστάζοντες τὰ καλαμάρια, ἕως οὗ πετάσῃ. Καὶ τοῦ Θεοῦ153 in vol. 2

2

.

154

παρασχόντος τὴν νίκην, μετὰ τὸ λαβεῖν τὰ ἔπαθλα ἀπέρ‐ χονται εἰς τὰς θύρας, καὶ μετὰ τὴν συμπλήρωσιν τῶν δ’ βαΐων ἐκβαίνουσιν τὰ ἅρματα τῶν νικησάντων, φορούντων τῶν ἡνιόχων τὰ δημόσια, καὶ κάμπτουσιν καμπτὸν Πρασί‐
5νου καὶ Βενέτου, καὶ ἔρχονται εἰς τὸν ἴδιον δῆμον, καὶ ἐπαίρουσιν τοὺς δημότας, καὶ σάσσοντες κάμπτουσιν, ὡς προείρηται, καμπτὸν Πρασίνου. Καὶ ἔρχονται εἰς τὸ στάμα, καὶ κατέρχεται ὁ ἀκτουάριος, καὶ ἀπολύει αὐτούς, καὶ ἀπέρχονται χορεύοντες εἰς τὸ δημόσιον.
10tΠερὶ τῶν βηγῶν, πῶς δεῖ αὐτὰς τελεῖσθαι.
11Ἱππικοῦ ἀγομένου 〈μὴ〉 προσκυνησίμου, αἱ βῆγες ἵσταν‐ ται εἰς τὸ πρῶτον κριτάριν, καὶ οἱ βηγάριοι ἐπάνω τῶν ἁρμάτων, καὶ ἀνερχομένου τοῦ βασιλέως, ἐμβαίνουσιν οἱ δʹ ἡνίοχοι καὶ λαμβάνουσι τὰ χρυσᾶ πισσία· καὶ στρέφονται, καὶ
15ἵστανται εἰς τὰς ἰδίας διασφαγάς. Καὶ εἶθ’ οὕτως νεύει ὁ ἀκτουάριος, καὶ πάλιν εἰσέρχονται καὶ λαμβάνουσιν ἀνὰ ψελλίου χρυσοῦ, καὶ ὑποστρέφοντες ἐκφωτίζουσιν ἐπὶ τοὺς δήμους, καὶ ἐκβαίνουσιν αἱ βῆγες. Φοροῦσιν δὲ οἱ βηγάριοι ἱμάτια, ὁ μὲν εἷς βένετον, ὁ δὲ ἕτερος πράσινον,
20ἔχοντα ὥσπερ πτερά, ἀπὸ κεντούκλων ἐρραμμένα, ὄπισθεν εἰς τὰς ψύας αὐτῶν, ἀντὶ δὲ κασσιδίων, φοροῦσιν καμελαύ‐ κια κεντουκλέϊνα.
23tἌκτα ἀπὸ νίκης εἰς τὸ αὐτὸ ἱπποδρόμιον.
24Ἀπὸ τοῦ δευτέροι βαΐου λέγουσιν οἱ κράκται· «Πολλά,
25πολλά, πολλά.» Ὁ λαός· «Πολλὰ ἔτη εἰς πολλά.» Οἱ154 in vol. 2

2

.

155

κράκται· «Πολλοὶ ὑμῖν χρόνοι, ἡ ἔνθεος βασιλεία.» Οἱ Πράσινοι· «Τὸ πρόβλημα τῆς Τριάδος», καὶ ὁ λαὸς ἐκ γʹ· «Πολλοὶ ὑμῖν χρόνοι». Οἱ Πράσινοι· «Ἅγιε.» Οἱ κράκ‐ ται· «Πολλοὶ ὑμῖν χρόνοι ὁ δεῖνα καὶ ὁ δεῖνα, αὐτοκρά‐
5τορες Ῥωμαίων» καὶ ὁ λαὸς ἐκ γʹ· «Πολλοὶ ὑμῖν χρόνοι.» Οἱ Πράσινοι· «Ἅγιε.» Οἱ κράκται. «Πολλοὶ ὑμῖν χρόνοι, οἱ θεράποντες τοῦ Κυρίου.» Ὁ λαὸς ἐκ γʹ. «Πολλοὶ ὑμῖν χρόνοι.» Οἱ Πράσινοι· «Ἅγιε.» Οἱ κράκται· «Πολλοὶ ὑμῖν χρόνοι, ὁ δεῖνα καὶ ὁ δεῖνα
10Αὐγοῦσται τῶν Ῥωμαίων» καὶ ὁ λαὸς ἐκ γʹ· «Πολλοὶ ὑμῖν χρόνοι.» Οἱ Πράσινοι· «Ἅγιε.» Οἱ κράκται· «Δεσπόται τῆς οἰκουμένης, δέξασθε Βενέτους παρακα‐ λοῦντας.» (Οἱ Πράσινοι· Πρασίνους), καὶ ὁ λαὸς ἐκ γʹ· «Ἅγιε.» Οἱ κράκται· «Ὡς δοῦλοι τολμῶμεν παρακαλέ‐
15σαι.» Ὁ λαὸς ἐκ γʹ· «Ἅγιε.» Οἱ Πράσινοι ὁμοίως. Οἱ κράκται· «Μετὰ φόβου δυσωποῦμεν τοὺς δεσπότας.» Ὁ λαὸς ἐκ γʹ· «Ἅγιε.» Οἱ Πράσινοι ὁμοίως. Οἱ κράκται· «Ἀνεξικάκως παρακλήθητε, εὐεργέται,» Ὁ λαὸς ἐκ γʹ· «Ἅγιε.» Οἱ Πράσινοι ὁμοίως. Οἱ κράκται· «εἰς τὴν
20δέησιν τῶν δούλων ὑμῶν Βενέτων.» Ὁ λαὸς ἐκ γʹ· «Ἅγιε·» Οἱ Πράσινοι ὁμοίως. Οἱ κράκται· «Δημόσια τοῖς δούλοις ὑμῶν, εἰ κελεύετε.» Ὁ λαὸς ἐκ γʹ· «Ἅγιε.» Οἱ Πράσινοι ὁμοίως. Οἱ κράκται· «Κύριε, σῶσον τοὺς δεσπότας τῶν Ῥωμαίων.» Ὁ λαὸς ἐκ γʹ· «Κύριε, σῶσον.» Οἱ κράκται.
25«Κύριε, σῶσον τοὺς ἐκ σοῦ ἐστεμμένους.» Ὁ λαὸς ἐκ γʹ· «Κύριε, σῶσον.» Οἱ κράκται· «Κύριε, σῶσον τοὺς δεσπό‐ τας τῆς οἰκουμένης.» Ὁ λαὸς ἐκ γʹ· «Κύριε, σῶσον.» Οἱ κράκται· «Καὶ σὺν αὐτοῖς ὁ Θεὸς ἡμᾶς συνεργήσῃ.» Ὁ λαὸς ἐκ γʹ· «Κύριε, σῶσον.» Οἱ κράκται· «Κύριε,
30σῶσον τοὺς δεσπότας σὺν ταῖς Αὐγούσταις καὶ τοῖς πορφυρογεννήτοις.» Ὁ λαὸς ἐκ γʹ· «Κύριε, σῶσον.» Καὶ ἀπὸ τοῦ τετάρτου βαΐου κατέρχεται ὁ μαΐστωρ μετὰ τοῦ λαοῦ, καὶ ἵσταται ἔμπροσθεν τοῦ δήμου. Ὁ δὲ δήμαρ‐
χος ἀπομένει μετὰ τῶν πρωτείων ἄνω εἰς τὸν δῆμον. Εἶτα155 in vol. 2

2

.

156

λέγουσιν οἱ κάτω ἱστάμενοι κράκται· «Εἴ τι ὁ Θεὸς ὠνό‐ μασεν.» Καὶ ἀποκρίνονται ἄνω εἰς τὸν δῆμον· «Τίμιον τὸ Βένετον.» (Οἱ Πράσινοι· τὸ Πράσινον.) Οἱ κράκται· «Ὁ βοηθῶν τοὺς δεσπότας.» Ὁ λαός· «Εἷς ὁ Θεός», καὶ τὰ
5λοιπά. Εἶτα ἀνέρχονται οἱ ἡνίοχοι ἐν τοῖς ἅρμασι, φοροῦν‐ τες τὰ δημόσια, καὶ σάσσουσιν, καὶ ὁ δῆμος ἔμπροσθεν αὐτῶν λέγει τὸ δρομικόν· «Ἀγάλλου Βένετε, οἱ δεσπόται ἐνίκησαν.» (Οἱ Πράσινοι· Πράσινε.) Καὶ ὅτε ἔλθωσιν εἰς τὸ Π, ἔμπροσθεν τῶν βασιλέων ἵστανται καὶ λέγουσιν οἱ
10κράκται· «Πολλά, πολλά, πολλά.» Ὁ λαός· «Πολλὰ ἔτη εἰς πολλά.» Οἱ κράκται· «Πολλοὶ ὑμῖν χρόνοι, ἡ ἔνθεος βασιλεία.» Οἱ Πράσινοι· «Ἡ ἐκλογὴ τῆς Τριάδος.» Ὁ λαὸς ἐκ τρίτου· «Πολλοὶ ὑμῖν χρόνοι.» Οἱ Πράσινοι· «Ἅγιε». Οἱ κράκται· «Πολλοὶ ὑμῖν χρόνοι ὁ δεῖνα καὶ ὁ
15δεῖνα αὐτοκράτορες Ῥωμαίων.» Ὁ λαὸς ἐκ γʹ· «Πολλοὶ ὑμῖν χρόνοι.» Οἱ Πράσινοι· «Ἅγιε.» Οἱ κράκται. «Πολ‐ λοὶ ὑμῖν χρόνοι, οἱ θεράποντες τοῦ Κυρίου.» Ὁ λαὸς γʹ· «Πολλοὶ ὑμῖν χρόνοι.» Οἱ κράκται· «Πολλοὶ ὑμῖν χρό‐ νοι, ὁ δεῖνα καὶ ὁ δεῖνα, Αὐγοῦσται τῶν Ῥωμαίων.» Ὁ
20λαὸς γʹ· «Πολλοὶ ὑμῖν χρόνοι.» Οἱ Πράσινοι· «Ἅγιε» Οἱ κράκται· «Πολλοὶ ὑμῖν χρόνοι, δεσπόται, σὺν ταῖς Αὐγούσταις καὶ τοῖς πορφυρογεννήτοις.» Ὁ λαὸς γʹ· «Πολλοὶ ὑμῖν χρόνοι.» Οἱ Πράσινοι· «Ἅγιε.» Οἱ κράκ‐ ται· «Πολλά, πολλά, πολλά.» Ὁ λαός· «Πολλὰ ἔτη εἰς
25πολλά.» Οἱ κράκται· «Δεσπόται τῆς οἰκουμένης, δέξα‐ σθε Βενέτους παρακαλοῦντας.» (Οἱ Πράσινοι· Πρασί‐ νους.) Ὁ λαὸς ἐκ γʹ· «Ἅγιε.» Οἱ κράκται· «Ὡς δοῦλσι τολμῶμεν παρακαλέσαι.» Ὁ λαὸς γʹ· «Ἅγιε». Οἱ κράκται· «Μετὰ φόβου δυσωποῦμεν τοὺς δεσπότας.» Ὁ λαὸς
30γʹ· «Ἅγιε.» Οἱ κράκται· «Ἀνεξικάκως παρακλήθητε,
εὐεργέται.» Ὁ λαὸς γʹ· «Ἅγιε» Οἱ κράκται· «Εἰς156 in vol. 2

2

.

157

τὴν δέησιν τῶν δούλων ὑμῶν Βενέτων.» (Οἱ Πράσινοι· Πρασίνων.) Ὁ λαὸς γʹ. «Ἅγιε.» Οἱ κράκται· «Στε‐ φανώσατε τοὺς δούλους ὑμῶν, εἰ κελεύετε.» Ὁ λαὸς ἐκ γʹ· «Ἅγιε.» Οἱ Πράσινοι ὁμοίως. Οἱ κράκται· «Κύριε,
5σῶσον τοὺς δεσπότας Ῥωμαίων.» Ὁ λαὸς ἐκ γʹ· «Κύριε σῶσον.» Οἱ κράκται· «Κύριε, σῶσον τοὺς ἐκ σοῦ ἐστεμμέ‐ νους.» Ὁ λαὸς ἐκ γʹ· «Κύριε, σῶσον.» Οἱ κράκται· «Κύριε, σῶσον τοὺς δεσπότας σὺν ταῖς Αὐγούσταις καὶ τοῖς πορφυρογεννήτοις.» Ὁ λαὸς γʹ· «Κύριε, σῶσον.» Οἱ
10κράκται· «Ἔτι μίαν αἴτησιν ἔχομεν οἱ δοῦλοι ὑμῶν,» Ὁ λαὸς γʹ· «Ἅγιε.» Οἱ Πράσινοι ὁμοίως. Οἱ κράκ‐ ται· «ἀπέλθωμεν χορεῦσαι, δεσπόται, εἰ κελεύετε.» Ὁ λαὸς γʹ· «Ἅγιε.» Οἱ κράκται· «Κύριε, σῶσον τοὺς δεσπότας Ῥωμαίων.» Ὁ λαὸς ἐκ γʹ· «Κύριε, σῶσον.» Οἱ
15κράκται· «Κύριε, σῶσον τοὺς ἐκ σοῦ ἐστεμμένους.» Ὁ λαὸς γʹ· «Κύριε, σῶσον.» Εἶτα κατέρχεται ὁ ἀκτουάριος καὶ στέφει τοὺς ἡνιόχους καὶ λέγει αὐτοῖς· «Εὐτάκτως χορεύσατε.» Οἱ κράκται· «Εὐτάκτως χορεύσομεν ἐν τῇ ζωῇ ὑμῶν, δεσπόται.» Καὶ
20μετὰ τὸ γενέσθαι μεταστάσιμον καὶ ἀναστῆναι τοὺς δεσπό‐ τας ἀπὸ τοῦ σένζου, ὀψικεύει ἅπας ὁ δῆμος τοὺς ἡνιό‐ χους, λεγόντων τὸ ποίημα· «Ἀγάλλου, Βένετε, οἱ δεσπό‐ ται ἐνίκησαν.» (Οἱ Πράσινοι· Πράσινε) Καὶ ὅτε ἔλθωσιν εἰς τὰ κάγκελλα, λέγουσιν οἱ κράκται· «Ἔς, αὔξῃ τὸ βασί‐
25λειον, αὔξῃ καὶ τὸ Βένετον.» Καὶ εἶθ’ οὕτως ὀψικεύουσιν τοὺς ἡνιόχους ἕως τῆς ἐκκλησίας, ἤγουν οἱ μὲν Βένετοι εἰς τὸν Δαγιστέα, οἱ δὲ Πράσινοι εἰς τὰ Διακονίσσης, λέγοντες τὸ δρομικὸν ποίημα· «Ἀγάλλου, Βένετε, (Οἱ
Πράσινοι: Πράσινε), οἱ δεσπόται ἐνίκησαν.»157 in vol. 2

2

.

158

(1t)

Ἄκτα, ὅτε τρέχουσιν οἱ δρομεῖς τοῦ ἑνὸς
2tμέρους ἀπὸ δρόμου ἀπεκεῖ.
3Λέγει ὁ φωνοβόλος· «Ἔχετε βοηθοῦντα ὑμῖν Ἰησοῦν.» Ὁ λαὸς ἐκ γʹ· «Ἀεὶ νικᾷ.» Ὁ φωνοβόλος· «Νίκας
5δείξῃ.» Ὁ λαός· «Ἐσαίουτα.» Ὁ φωνοβόλος· «Αὔξῃ νίκην» Ὁ λαός· «τῶν βαΐων.» Ὁ φωνοβόλος· «Σωτὴρ τοῦ κόσμου,» Ὁ λαός· «βοήθησον ἡμᾶς.»
8tἌκτα εἰς τὸν ἀπολακτισμὸν τῶν δρομέων.
9Ἀπολακτίζουσιν οἱ δρομεῖς, καὶ ἔρχονται ἔμπροσθεν τοῦ
10ἰδίου δήμου, καὶ λέγουσιν οἱ κράκται· «Ὅλους τούτους, Κύριε, βοήθησον, τοὺς πρώτους βοήθησον, ὁ ἐν Τριάδι, νικήσουσιν πρεσβείαις σου, Θεοτόκε, νικήσουσιν χαρο‐ ποιοῦντες τὴν βασιλείαν, τὴν πολιτείαν, νικήσουσιν χαρο‐ ποιοῦντες τοὺς Βενέτους· Ἔς, ὁ Θεὸς ὁ ἅγιος, νίκην
15αὐτοῖς παράσχου.» Ἰστέον ὅτι, ἐπὶ Μιχαὴλ τοῦ φιλοχρίστου δεσπότου, ὁ Βαμβαλούδης ὁ τῶν Πρασίνων δρομεὺς εἰς τὸ ζυγιασιμὰ καὶ τὰς πρόβας οὐκ ἦν· ἐκρατεῖτο γὰρ ὑπὸ τοῦ πατρικίου Πετρωνᾶ, τῇ δὲ τοῦ βοτοῦ ἡμέρᾳ, τελεσθείσης τῆς κυλί‐
20στρας καὶ παραβάντων Βενέτων, μετὰ ταῦτα ἦλθεν ὁ Βαμ‐ βαλούδης, καὶ ἐξ αἰτήσεως τοῦ δήμου τῶν Πρασίνων ἔδραμεν ἀπὸ κελεύσεως εἰς τὸ τέταρτον βαΐον, καὶ
ἐνίκησεν.158 in vol. 2

2

.

159

(1t)

Ἄκτα εἰς τὴν κυλίστραν τῶν πεζῶν.
2«Εἰς ἐκείνας τὰς θύρας ἀπέλθωμεν, Θεὲ καὶ Κύριε τῶν ἁπάντων, ὅπου ἔσται ἐκ Θεοῦ νικῆσαι. Τοῦτό ἐστιν ἐκ Θεοῦ νικῆσαι. Καὶ δυσωποῦμέν σε, Θεοτόκε· νίκας λάβῃ ὁ
5δῆμος οὗτος.»
6tἌκτα κάμνοντος τοῦ μαππαρίου εἰς
7tτὸ πεζόν.
8〈Οἱ κράκται〉. «Νανὰ αʹ,» «Ἀνανάϊα.» Ὁ λαός· «Ἐπέστη ἡ ἡμέρα.» Οἱ κράκται· «Νανά.» Ὁ λαός· «Ἁγία Θεοτόκε.»
10Οἱ κράκται· «Νανά.» Ὁ λαός· «Ἡ νίκη τῶν Βενέτων. (Οἱ Πράσινοι· τῶν Πρασίνων.») Οἱ κράκται· «Νανά.» Ὁ λαός «Χαρεῖ ἡ πολιτεία.» Οἱ κράκται· «Νανά.» Ὁ λαός· «Ἁγία Θεοτόκε.» Καὶ ὅταν ὑψώσῃ τὰς χεῖρας ὁ μαππάρις, λέγου‐ σιν· «Ἄρτι καὶ ἄρτι, Κύριε, βοήθησον.»
15tἌκτα, μέλλοντος λαμβάνειν τὰ ἔπαθλα
16tτοῦ συμπερέστου καὶ τοῦ δευτέρου.
17«Στεφάνιν, δεσπόται, τῷ συμπερέστῃ· Κύριε, σῶσον τοὺς δεσπότας Ῥωμαίων. Κύριε, σῶσον τοὺς ἐκ σοῦ ἐστεμ‐ μένους· Κύριε, σῶσον τοὺς δεσπότας σὺν τοῖς Βενέτοις».
20Οἱ Πράσινοι, «σὺν τοῖς Πρασίνοις. Τὰ δύο, δεσπόται, τῷ συμπερέστῃ· τὸ ἕν, δεσπόται, τῷ δευτέρῳ. Κύριε, σῶσον τὸ ὀρθόδοξον κράτος· Κύριε, σῶσον τοὺς δεσπότας σὺν
ταῖς Αὐγούσταις Ῥωμαίων.»159 in vol. 2

2

.

160

(1t)

ΠΑʹ (ΟΒʹ)
1tΠερὶ τοῦ Βοτοῦ, ὅπως δεῖ τελεῖσθαι.
2Ἰστέον ὅτι τὸ πέρατον οὐ δίδοται τὸ πρωΐ, ὥσπερ τὸ ἱππικόν, ἀλλὰ λαμβάνει τῇ πρὸ μιᾶς ἡμέρας τοῦ Βοτοῦ ὁ πραιπόσιτος παρὰ τοῦ βασιλέως ἀπόκρισιν, καὶ δίδωσι
5διάταξιν τῷ τῆς καταστάσεως, ὥστε τῇ ἑξῆς ἄγεσθαι. Καὶ ἑσπέρας ὥραν θʹ ἢ ιʹ τὰ μέρη Βενέτων καὶ Πρασίνων ἀνέρχονται εἰς τοὺς δήμους αὐτῶν· οἱ δὲ δήμαρχοι ἵστανται κάτω, λέγοντες σκωπτικὰ πρὸς ἀλλήλους, καὶ ὅσα δεῖ ἐκτε‐ λεῖν τῇ ἑσπέρᾳ ἐκείνῃ, ἀπολακτίζουσιν δὲ οἱ δρομεῖς,
10καὶ καθέζεται ὁ ὕπαρχος εἰς τὰ σημεῖα, ἐκτελῶν πάντα, ἃ δεῖ αὐτὸν ἐκτελεῖν. Τῇ δὲ ἑξῆς προέρχονται ἅπαντες ἐννύχιοι ἐν τῷ ἡμικυκλίῳ τῆς Ἀψίδος, φοροῦντες οἱ ἄρχοντες τοῦ κουβουκλείου χλανίδια τύρεα, οἱ δὲ πατρίκιοι καὶ ὁ τῆς καταστάσεως καὶ ἡ σύγκλητος φοροῦσιν χλανί‐
15δια ἀτραβατικά, καὶ ἀνοίξαντος τοῦ παλατίου, εἰσέρχονται, καὶ ἵστανται ἕκαστος εἰς τὴν ἰδίαν τάξιν, ὡς ἐν ἡμέρᾳ ἱππικοῦ, καθὼς προείρηται. Καὶ δηριγευόμενος ὁ βασιλεὺς ὑπ’ αὐτῶν, διέρχεται διὰ τῆς Ἀψίδος καὶ τοῦ Αὐγουσ‐ τέως καὶ τοῦ μυστικοῦ κοχλιοῦ, καὶ ἀνέρχεται ἐν τῷ Καθίσ‐
20ματι εἰς τὸ κλούβιν, καὶ ὁ σιλεντιάριος κατέρχεται μετὰ τῆς κυλίστρας εἰς τὸ στάμα, καὶ τῶν δύο μερῶν ἐκεῖσε ἑστώτων, κυλίει ὁ σιλεντιάριος ἐκ γʹ, καὶ οἷον ἂν μέρος παραβῇ, εἶθ’ οὕτως ἕκαστος αὐτῶν τὸ ἴδιον μέρος εὐτρε‐ πίζει, οἱ μὲν πρωτόθυρον, οἱ δὲ τὸ δέκατον. Ὁ δὲ βασιλεὺς
25προσκαλεῖται εἰς τὸ κλούβιν πατρικίους καὶ στρατηγοὺς160 in vol. 2

2

.

161

καὶ τοὺς τοῦ κουβουκλείου ἄρχοντας καὶ τοὺς τὰ πρῶτα ὀφφίκια κατέχοντας, καὶ δίδωσιν αὐτοῖς σφραγῖδας δια‐ νεῖμαι τοῖς πτωχοῖς ὅπως ἀνακλιθῶσι μετ’ αὐτοῦ εἰς τὰ ιθʹ Ἀκκούβιτα κατὰ τὴν ἀρχαίαν συνήθειαν.
5Τοῦ δὲ τῆς καταστάσεως δηλοποιήσαντος τῷ πραιπο‐ σίτῳ, ὡς ὅτι ἡτοιμάσθησαν ἅπαντα, ὁ πραιπόσιτος δηλοῖ τῷ βασιλεῖ. Ὁ δὲ βασιλεὺς κατέρχεται διὰ τῆς λιθίνης σκάλας, καὶ λέγει τῷ πραιποσίτῳ· «Δὸς μεταστάσιμον» κἀκεῖνος λέγει μεγάλως· «Μεταστάσιμον.» Καὶ εἰσέρχεται
10ὁ βασιλεὺς εἰς τὸν κοιτῶνα, καὶ περιβάλλεται τὴν χλανίδα αὐτοῦ διὰ τῶν βεστητόρων, καὶ στεφθεὶς ὑπὸ τοῦ πραιπο‐ σίτου, ἐξέρχεται διὰ τοῦ στενοῦ, καὶ λαβόντος κουβικου‐ λαρίου τὸ βῆλον, εἰσέρχεται ὁ βασιλεὺς ἐν τῷ μεγάλῳ τρι‐ κλίνῳ, ἐν ᾧ ἀριστᾷ τῇ αὐτῇ ἡμέρᾳ, κἀκεῖσε ἵστανται οἱ
15ἄρχοντες τοῦ κουβουκλείου. Ὁ δὲ ὀστιάριος ἵσταται εἰς τὸ βῆλον κάτω, καὶ λαβὼν νεῦμα ὁ πραιπόσιτος παρὰ τοῦ βασιλέως, δίδωσι νεῦμα τῷ ὀστιαρίῳ τῷ κρατοῦντι τὸ βῆλον, καὶ εἰσάγει τοὺς πατρικίους, καθάπερ καὶ ἐπὶ τοῦ ἱππικοῦ, καὶ πίπτουσιν οἱ πατρίκιοι, καὶ στάντων αὐτῶν
20εἰς τοὺς τόπους αὐτῶν, λαμβάνει νεῦμα ὁ πραιπόσιτος, καὶ λέγει κατ’ ἰδίαν· «Κελεύσατε.» Καὶ ἐξέρχονται ὀψι‐ κεύοντες, καὶ πάλιν ἔξω τοῦ βήλου πίπτουσιν οἱ πατρίκιοι, καὶ λαβὼν νεῦμα ὁ πραιπόσιτος, νεύει τῷ τῆς καταστά‐ σεως κἀκεῖνος λέγει· «Κελεύσατε» καὶ ἐξέρχονται ὀψι‐
25κεύοντες τὸν βασιλέα μέχρι τῆς πύλης εἰς τὰ βάθρα, καὶ ἀνέρχεται ὁ βασιλεὺς ἐπὶ τοῦ σένζου αὐτοῦ, καὶ τῶν ἀρχόν‐ των τοῦ κουβουκλείου ἑστώτων καὶ δύο σπαθαρίων ἔνθεν κἀκεῖσε, βασταζόντων τὰ διστράλια αὐτῶν· οἱ δὲ εὐνοῦχοι πρωτοσπαθάριοι ἵστανται ἐπάνω τοῦ σκάμνου ὄπισθεν τοῦ
30σένζου, καὶ τὸν λαὸν ἐκ τρίτου κατασφραγίσας καθέζεται.
Καὶ πληρωθείσης τῆς εὐφημίας, λαβὼν νεῦμα ὁ πραιπό‐161 in vol. 2

2

.

162

σιτος καὶ ἐξελθών, εὑρίσκει ἐν τῇ μεγάλῃ πύλῃ ἑστῶτας τοὺς πατρικίους καὶ στρατηγούς, καὶ δίδωσιν αὐτοῖς νεῦμα, καὶ ἀπέρχονται ἕκαστος εἰς τὰς τάξεις αὐτῶν. Χρὴ δὲ εἰδέναι ὅτι, ἐν ἡμέρᾳ τοῦ Βοτοῦ, οὐκ εἰσέρχον‐
5ται ἐν τῷ Καθίσματι εἰς προσκύνησιν τοῦ βασιλέως, ἀλλὰ τελεῖται, ὡς προείρηται· καὶ τῶν δʹ βαΐων τελεσθέντων, ἀναστὰς ὁ βασιλεὺς ἀπὸ τοῦ σένζου, διέρχεται διὰ τοῦ τρικλίνου, οὗ εἴθισται ἀριστᾷν, τῶν πατρικίων ἑστώτων ἔνθεν κἀκεῖσε, καὶ δηριγευόμενος ὁ βασιλεὺς ὑπὸ τῶν
10ἀρχόντων τοῦ κουβουκλείου, εἰσέρχεται διὰ τοῦ μέσου αὐτῶν, αὐτοὶ δὲ ὑπερεύχονται τὸν βασιλέα. Καὶ εἰσελ‐ θόντος αὐτοῦ εἰς τὸν κοιτῶνα, λαμβάνει ὁ πραιπόσιτος τὸ στέμμα ἀπὸ τῆς κεφαλῆς αὐτοῦ, καὶ εἰσέρχονται οἱ βεστή‐ τορες, καὶ ἀπαλλάσσουσι τὴν χλανίδα αὐτοῦ, καὶ περιβαλ‐
15λόμενος τὸ σαγίον αὐτοῦ, κατέρχεται διὰ τοῦ μυστικοῦ κοχλιοῦ, καὶ εἰσέρχεται εἰς τὸν κοιτῶνα τοῦ Ὀκταγώνου πλησίον τοῦ Ἁγίου Στεφάνου, καὶ ἐξελθὼν εἰς τὰ ιθʹ Ἀκκούβιτα, ἀκουμβίζει ἐπὶ τῆς τιμίας αὐτοῦ τραπέζης μετὰ τῶν ἀρχόντων τοῦ κουβουκλείου, τὸν τοῦ Σακελλίου,
20τὸν τῆς καταστάσεως καὶ τὸν ἀκτουάριον, εἰς δὲ τοὺς κάτω ἀκουβίτους καθέζονται οἱ διὰ Χριστὸν ἡμῶν ἀδελφοί. Καὶ ἀναστὰς ὁ βασιλεὺς καὶ ἐξελθὼν ἔμπροσθεν τοῦ κοι‐ τῶνος τῆς Δάφνης, περιβάλλεται τὸ τούτου σαγίον, καὶ δηριγευόμενος ὑπὸ τοῦ κουβουκλείου καὶ λοιπῶν τῶν ἐξ
25ἔθους ὀψικευόντων αὐτόν, ἔρχεται ἐν τῷ θεοφυλάκτῳ αὐτοῦ παλατίῳ. Χρὴ δὲ τὸν πραιπόσιτον παραγγελίαν καὶ ἀσφάλειαν ποιῆσαι πρὸς πάντας τοὺς τὰς συνήθεις ἐν τῷ Ἱπποδρο‐ πίῳ ἐκτελοῦντας δουλείας, τοὺς μὲν μαγγαναρίους μὴ
30τολμῆσαι ἐξ ἑκατέρου μέρους δῶρα λαβεῖν καὶ ποιῆσαι δόλον, τοὺς δὲ κούρσωρας τοὺς μέλλοντας ἑστάναι καὶ κρα‐
τῆσαι τοὺς συμπερέστας πρὸς τὸ κατέχειν αὐτοὺς ἐν162 in vol. 2

2

.

163

ἀσφαλείᾳ, ὅπως μὴ γένηταί τι σφάλμα δι’ αὐτῶν· ὁμοίως καὶ τοὺς λοιποὺς κούρσωρας τοὺς τὸν Εὔριπον κατέχοντας πρὸς τὸ μὴ ἐᾶσαί τινα κατελθεῖν καὶ ποιῆσαι ἄτακτόν τι· ὡσαύτως δὲ καὶ τοὺς δεκανοὺς τοῦ ἔχειν πᾶσαν ἀσφάλειαν
5εἴς τε τὰς διασφαγὰς καὶ τὰς θύρας τὰς ἐξαγούσας ἀπὸ τῆς κύφης, ὅπως μή, ἀγομένου τοῦ πράγματος, ἐξελθών τις παρεμποδίσῃ τινὰ τῶν δρομέων· τοὺς δὲ τὰ ὄργανα φυσῶντας Σκλάβους μὴ ἐᾷν ἵστασθαι ἐκεῖσε, ἀλλ’ ἀνάγειν αὐτοὺς εἰς τὰ σκαλία, εἰς δὲ τὰς παρασκευάς, ἵνα ἵστανται
10κούρσωρες δύο, ὅπως μὴ ἐξελθών τις ποιήσῃ ἐμπόδιόν τι· τοὺς δὲ δημότας καὶ τοὺς βαστάζοντας τὰ ἱμάτια τῶν δρομέων, μὴ ἐᾶν αὐτοὺς κατέρχεσθαι εἰς τὰς παρασκευάς, ἀλλὰ μένειν αὐτοὺς ἄνω· τῶν τεσσάρων ταγμάτων τοὺς ἄρχοντας τοὺς κατερχομένους εἰς τὰς διασφαγὰς τοῦ
15Εὐρίπου πρὸς τὸ μὴ ποιῆσαι ἄτακτόν τι εἰς τοὺς δρομεῖς ἕνεκα προσπαθείας, ἀλλὰ μᾶλλον μετὰ πολλοῦ φόβου ἵστα‐ σθαι καὶ ἐκτελεῖν τὰ αὐτοῖς προστεταγμένα. Χρὴ εἰδέναι ὅτι ἡ αἴτησις τοῦ δήμου πρὸς τὸ κρεμασθῆ‐ ναι τὸ βῆλον ἀπὸ τοῦ τρίτου βαΐου γίνεται.
20Χρὴ δὲ τὸν πραιπόσιτον πρὸ τριῶν καὶ τεσσάρων ἡμερῶν προστάξαι τὸν σιλεντιάριον τὸν μέλλοντα κυλίειν, ἆραι τὴν κυλίστραν ἀπὸ τὸ βεστιάριον καὶ προμελετῆσαι αὐτήν, ὅπως
μὴ ἐν αὐτῇ τῇ ἡμέρᾳ γένηται δι’ ἀπειρίαν σφάλμα τι.163 in vol. 2

2

.

164

(1t)

ΠΒʹ (ΟΓʹ)
1tΠερὶ τοῦ μακελλαρικοῦ ἱπποδρομίου τοῦ
2tλεγομένου Λουπερκαλίου.
3Εἰσέρχεται πρὸ μιᾶς ἡμέρας τοῦ αὐτοῦ ἱπποδρομίου ὁ πραιπόσιτος πρὸς τὸν βασιλέα, ὑπομιμνήσκων αὐτόν, εἰ
5κελεύει ἀχθῆναι τὸ αὐτὸ ἱπποδρόμιον, καὶ λαβὼν παρὰ τοῦ βασιλέως συγκατάθεσιν πρὸς τὸ ἄγεσθαι αὐτό, ἐξέρχεται, καὶ προσκαλεσάμενος τὸν τῆς καταστάσεως, ἀποστέλλει αὐτὸν πρὸς τοὺς δημάρχους καὶ τὸ πολίτευμα, εἰπεῖν πρὸς αὐτούς, ὡς ὅτι ἄγεται ἱπποδρόμιον. Εἰσέρχεται δὲ καὶ ὁ
10θεσσάριος, καὶ προστάσσεται παρὰ τοῦ πραιποσίτου ἀπὸ κελεύσεως, ὅπως κρεμάσῃ. Καὶ τῇ ἑξῆς ἐξέρχεται ὁ βασι‐ λεὺς ἀπὸ τοῦ παλατίου, δηριγευόμενος ὑπὸ τῶν ἐξ ἔθους, καὶ διέρχεται διά τε τοῦ Αὐγουστέως καὶ τοῦ μυστικοῦ κοχλιοῦ, καὶ ἀνέρχεται ἐν τῷ παλατίῳ τοῦ Καθίσματος,
15ἤγουν εἰς τὰ παρακυπτικά, ἐκδεχόμενος, μέχρις ἂν συμ‐ φθάσωσιν ἅπαντες. Ὁ δὲ τῆς καταστάσεως δηλοῖ τῷ πραιποσίτῳ, ὡς ὅτι πάντα ἕτοιμά ἐστιν, κἀκεῖνος εἰσέρ‐ χεται πρὸς τὸν βασιλέα, καὶ εὐθέως κατέρχεται διὰ τῆς λιθίνης σκάλας πρὸς τὸ ὑπαλλάξαι ἐν τῷ κοιτῶνι αὐτοῦ,
20εἶθ’ οὕτως ἐξερχόμενος λέγει τῷ πραιποσίτῳ· «Δὸς μετα‐ στάσιμον» κἀκεῖνος λέγει· «Μεταστάσιμον.» Ὁ δὲ βασι‐ λεὺς εἰσελθὼν ἐν τῷ ἐκεῖσε μητατωρίῳ καὶ περιβαλλόμενος
τὴν χλανίδα αὐτοῦ καὶ στεφθείς, ὡς ἡ συνήθεια ἔχει,164 in vol. 2

2

.

165

ἐξέρχεται, καὶ δηριγευόμενος ὑπὸ τῶν ἀρχόντων τοῦ κου‐ βουκλείου, ἐξέρχεται καὶ ἵσταται ἐν τῷ τρικλίνῳ, ἐν ᾧ ἀριστᾷ τῇ ἡμέρᾳ ἐκείνῃ. Καὶ δέχονται αὐτὸν ἐκεῖσε οἵ τε πατρίκιοι καὶ στρατηγοί, καὶ τούτων προσκυνησάντων,
5λαμβάνει νεῦμα ὁ πραιπόσιτος παρὰ τοῦ βασιλέως, καὶ λέγει· «Κελεύσατε» καὶ ἐξελθόντες πάντες οἵ τε πατρί‐ κιοι καὶ στρατηγοί, ἔξω τῆς πύλης ἵστανται μετὰ τῆς συγκλήτου· ὁ δὲ βασιλεὺς ἵσταται ἐν τῇ οὐδῷ τῆς πύλης καὶ πάντων προσκυνησάντων, δίδωσιν ὁ πραιπόσιτος ἀπὸ κελεύ‐
10σεως νεῦμα τῷ τῆς καταστάσεως καὶ λέγει· «Κελεύσατε.» Κἀκεῖθεν δηριγευόμενος ὑπ’ αὐτῶν ὁ βασιλεὺς ἀνέρχε‐ ται ἐν τῷ Καθίσματι μετὰ μόνων τῶν τοῦ κουβουκλείου ἀρχόντων, καὶ ἡνίκα ἀποκινήσῃ, λαβὼν ὁ τῆς καταστάσεως τὸ ἄκρον τῆς χλανίδος αὐτοῦ, ποιεῖ ῥωσθέλιον καὶ ἐπι‐
15δίδωσι τῷ βασιλεῖ ἐν τῇ χειρὶ αὐτοῦ πρὸς τὸ σφραγίσαι τὸν λαόν. Καὶ ἀνελθόντος τοῦ βασιλέως ἐν τῷ Καθίσματι, φωνοῦ‐ σιν οἱ δῆμοι, ὡς εἴθισται αὐτοῖς, καὶ λαβὼν νεῦμα ὁ πραι‐ πόσιτος παρὰ τοῦ βασιλέως, ἐξέρχεται, καὶ νεύει τοὺς πατρικίους, καὶ ἀνέρχεται ἕκαστος ἐν τῇ αὐτοῦ καθέδρᾳ.
20Ἰστέον δέ, ὅτι τῇ αὐτῇ ἡμέρᾳ οὐκ εἰσὶν οἱ πατρίκιοι ἐν τῷ Καθίσματι εἰς προσκύνησιν διὰ τὸ εἶναι τὸ ἱππικὸν παγανόν, καὶ τελεῖται πάντα τὰ κατὰ συνήθειαν. Καὶ ἀχθέντων τῶν τριῶν βαΐων, ἀπὸ τοῦ τρίτου βαΐου νεύει ὁ ἀκτουάριος ἀπὸ κελεύσεως μετὰ τῆς χειρὸς αὐτοῦ, κρα‐
25τῶν ἐγχείριον, τὸ πολίτευμα, καὶ ἀποκινεῖ ἐκ τοῦ Διϊππίου διὰ δύο. Ἐλθόντος δὲ ἕως τὰ κριτάρια, ἄρχονται λέγειν ἀντιφωνικῶς, τὸ μὲν ἓν μέρος· «Ἴδε τὸ ἔαρ τὸ καλὸν πάλιν ἐπανατέλλει» τὸ δὲ ἕτερον μέρος· «φέρον ὑγίειαν καὶ χαρὰν καὶ τὴν εὐημερίαν,» καὶ τὰ λοιπά, καθὼς ἡ συνή‐
30θεια ἔχει. Καὶ κατελθόντες μέχρι τῶν Πρασίνων καμπτοῦ,
ἑνοῦνται ἀμφότεροι, καὶ λέγουσιν ἀπελατικοὺς τρεῖς μέχρι165 in vol. 2

2

.

166

τοῦ Καθίσματος· κατέρχεται δὲ καὶ ὁ ὕπαρχος πόλεως ἀπὸ κελεύσεως, καὶ ἑνοῦται τῷ πολιτεύματι εἰς τὸν Χαλκόν, συνεισερχόμενος αὐτοῖς μέχρι τοῦ στάματος, καὶ ποιοῦσι προσκύνησιν ἅπαντες ἐν τῷ στάματι. Καὶ εἶθ’ οὕτως ἵστα‐
5ται ὁ νεανίσκος ἐν τῷ δεξιῷ μέρει τοῦ ὑπάρχου, εὐφημῶν καὶ λέγων οὕτως· «Ὁ βοηθῶν τοὺς δεσπότας.» Ὁ λαός· «Εἷς ὁ Θεός,» καὶ τὰ ἑξῆς, καθὼς ἡ συνήθεια ἔχει. Καὶ ἀνέρχονται ἐπὶ τὰς θύρας εὐφημοῦντες τὸν βασιλέα, λέγοντες καὶ τοῦτο· «Ναί, Κύριε, πολλὰ αὐτῶν τὰ ἔτη.»
10Καὶ ἐξέρχονται. Ὁ δὲ ὕπαρχος λαβὼν νεῦμα ἀπὸ κελεύ‐ σεως παρὰ τοῦ ἀκτουαρίου, εὐθέως ἀπὸ τοῦ στάματος ἀνέρχεται, ὅθεν κατῆλθεν καὶ μετὰ ταῦτα τελεῖται τὸ τέταρτον βαΐον. Καὶ ἀναστὰς ὁ βασιλεὺς καθέζεται ἐπὶ τῆς τιμίας αὐτοῦ τραπέζης, καὶ πάλιν ἐξέρχεται ἐν τῷ
15Καθίσματι, ὡς ἡ συνήθεια ἔχει. Καὶ ἀχθέντων τῶν τριῶν βαΐων, ἐν τῷ τετάρτῳ βαΐῳ ἀπὸ πέμπτης τάβλας κατέρ‐ χονται οἱ δʹ ἡνίοχοι ἐν τῷ τοῦ Πρασίνου καμπτῷ, καὶ τρέ‐ χουσιν ἡνιοχοῦντες ἀλλήλους μέχρι τοῦ στάματος, καὶ λαμβάνουσιν τὰ ἔπαθλα, ὡς ἐπὶ πρώτου βαΐου τῆς δειλι‐
20νῆς. Τοῦτο δὲ τὸ ἐτήσιον γίνεται, ἤγουν τοῦ τρέχειν αὐτοὺς πεζούς, διὰ τὸ συγκλεῖσαι τὰ ἱπποδρόμια τοῦ χρόνου. Ἰστέον δὲ καὶ τοῦτο, ὅτι διὰ τὸ εἶναι τὸ ἱπποδρόμιον παγανόν, οὐκ ἀνέρχονται οἱ μεγάλοι δομέστικοι εἰς τοὺς δήμους, ὁ δὲ βασιλεὺς μετὰ τὸ δοῦναι τὰ ἔπαθλα ἀνίστα‐
25ται, καὶ ἀπέρχεται εἰς τὸ παλάτιον.
26tἈκτολογία τῶν δήμων εἰς τὸ Μακελλαρικὸν
27tἱπποδρόμιον.
28Ἀπὸ τοῦ τετάρτου βαΐου κατέρχονται οἱ τῶν δύο μερῶν
δημόται ἀπὸ τῶν οἰκείων δήμων, καὶ ἵστανται ἔμπροσθεν166 in vol. 2

2

.

167

τοῦ συμπόνου, καὶ τῆς πολιτικῆς ἱσταμένης εἰς τὰ σημεῖα, ὀψικεύοντες οἱ δημόται τὴν πολιτικήν, λέγουσιν τὸν χορευτικὸν ἦχ. αʹ. Λέγουσιν οἱ κράκται καὶ ἀποκρίνεται ὁ λαός· «Ἴδε τὸ ἔαρ τὸ γλυκὺ πάλιν ἐπανατέλλει, χαράν,
5ὑγίειαν καὶ ζωὴν καὶ τὴν εὐημερίαν, ἀνδραγαθίαν ἐκ Θεοῦ τοῖς βασιλεῦσι Ῥωμαίων, καὶ νίκην θεοδώρητον κατὰ τῶν πολεμίων.» Καὶ ὅτε ἔλθωσιν εἰς τὸν καμπτὸν τοῦ Πρασί‐ νου καὶ κάμψωσιν, λέγουσιν τὸν ἀπελατικὸν ἦχ. βαρύς· «Ἀναθάλλουσα ἡ πόλις σου, ὁ δεῖνα, αὐτοκράτωρ, ἐπεύ‐
10χεται κατὰ χρέως· τὴν γὰρ πραότητά σου ὁρῶσα, ἄλλον Δαβίδ σε ὀνομάζει. Τὸν τῆς πίστεως κήρυκα σοφώτατον, Παῦλον ἀπόστολον τὸν ἐνθωρακισάμενον Χριστόν, βλέπει ἀποστρέφοντα τῶν ἀλλοφύλων τὰ βέλη, διὰ τοῦτο ἰσχύεις καὶ βασιλεύεις, ὡς χρισθεὶς παρὰ Κυρίου.» Καὶ ὅτε ἔλθω‐
15σιν εἰς τὸ Π, ἔμπροσθεν τῶν βασιλέων ἵστανται, καὶ λέγου‐ σιν οἱ κράκται· «Πολλά, πολλά, πολλά.» Ὁ λαός· «Πολλὰ ἔτη εἰς πολλά.» Οἱ κράκται· Πολλοὶ ὑμῖν χρόνοι, ἡ ἔνθεος βασιλεία.» Ὁ λαός· «Πολλοὶ ὑμῖν χρόνοι.» Οἱ κράκται· «Πολλοὶ ὑμῖν χρόνοι, ὁ δεῖνα καὶ ὁ δεῖνα αὐτοκράτορες
20Ῥωμαίων.» Ὁ λαός· «Πολλοὶ ὑμῖν χρόνοι.» Οἱ κράκται· «Πολλοὶ ὑμῖν χρόνοι, οἱ θεράποντες τοῦ Κυρίου.» Ὁ λαὸς ἐκ τρίτου· «Πολλοὶ ὑμῖν χρόνοι.» Οἱ κράκται· «Πολλοὶ ὑμῖν χρόνοι, ὁ δεῖνα καὶ ὁ δεῖνα, Αὐγοῦσται τῶν Ῥωμαίων.» Ὁ λαός· «Πολλοὶ ὑμῖν χρόνοι.» Οἱ κράκται·
25«Πολλοί σου χρόνοι. Τὰ τρία τῷ ὑπάρχῳ.» Ὁ λαός· «Πολλοί σου χρόνοι.» Οἱ κράκται· «Κύριε σῶσον τοὺς δεσπότας Ῥωμαίων.» Ὁ λαὸς ἐκ γʹ· «Κύριε, σῶσον.» Οἱ κράκται· «Κύριε, σῶσον τοὺς ἐκ σοῦ ἐστεμμένους.» Ὁ λαὸς ἐκ γʹ· «Κύριε, σῶσον.» Οἱ κράκται· «Κύριε, σῶσον
30ὀρθόδοξον κράτος.» Ὁ λαὸς ἐκ γʹ· «Κύριε, σῶσον.» Οἱ167 in vol. 2

2

.

168

κράκται· «Κύριε, σῶσον τὴν ἀνακαίνησιν τῶν ἐτησίων.» Ὁ λαὸς ἐκ γʹ· «Κύριε, σῶσον.» Οἱ κράκται· «Κύριε, σῶσον τὸ πλοῦτος τῶν ὑπηκόων.» Ὁ λαὸς ἐκ γʹ· «Κύριε, σῶσον.» Οἱ κράκται· «Ἀλλ’ ὁ πάντων Ποιητὴς καὶ Δεσ‐
5πότης τοὺς χρόνους ὑμῶν πληθύνῃ σὺν ταῖς Αὐγούσταις καὶ τοῖς πορφυρογεννήτοις.» Ὁ λαὸς ἐκ γʹ· «Κύριε, σῶσον.» Οἱ κράκται· «Εἰσακούσῃ ὁ Θεὸς τοῦ λαοῦ ὑμῶν.» Ὁ λαὸς ἐκ γʹ· «Κύριε, σῶσον» καὶ ἐπεύχονται πάντες
καὶ λέγουσιν πολυχρόνιον ποίημα.168 in vol. 2

2

.

169

(1t)

ΠΓʹ (ΟΔʹ)
1tΤὰ ὑπὸ τῶν καγκελλαρίων τοῦ κοιαίστωρος ἐν
2tταῖς προελεύσεσι τῶν δεσποτῶν ἐν τῇ Μεγάλῃ
3tἘκκλησίᾳ ῥωμαϊστὶ ᾀδόμενα.
4Τὰ Χριστούγεννα. «Δὲ Μαρίε Βέργηνε νάτους ἐτ Μάγια
5δ’ ωριεντε κοὺμ μούνερα ἀδοράντες.» Ἑρμηνεύεται· «Ἐκ Μαρίας τῆς παρθένου ἐγεννήθη, καὶ Μάγοι ἐξ ἀνατολῶν μετὰ δώρων προσκυνοῦσιν.» Ἀπόκριμα· «Κρίστους, Δέους νόστερ, κουμσέρβετ ἠμπέ‐ ριουμ βέστρουμ περ μουλτουσάννος ἐτ βόνος.» Ἑρμηνεύε‐
10ται· «Χριστὸς ὁ Θεὸς ἡμῶν, φυλάξῃ τὴν βασιλείαν ὑμῶν ἐπὶ πολλοῖς ἔτεσι καὶ καλοῖς.» Εἰς τὰ Φῶτα· (sic) «Ἰῶαννες ἐν Ἰορδάνε βαπτΐζατ Δόμη‐ νουμ· σεκούνδουμ ἴλλουμ βόκατ δὲ τὲ βόλο.» Ἑρμηνεύεται· «Ἰωάννης ἐν Ἰορδάνῃ βαπτίζει τὸν Κύριον, ἀκολούθως
15αὐτὸν φωνεῖ· ὑπό σου θέλω βαπτισθῆναι.» Ἄλλως· «Ἰωάννης ἐν Ἰορδάνῃ βαπτίζει τὸν Κύριον, ἐκ δευτέρου αὐτὸν ἐφώνησεν· ὑπό σου θέλω βαπτισθῆναι.» Ἀπόκριμα· «Κρίστους, Δέους νόστερ, κούμσερβετ ἠμπέριουμ βέστρουμ περ μουλτοσάννος ἐτ βόνος.»
20Τῇ ἁγίᾳ καὶ μεγάλῃ κυριακῇ τῆς Ἀναστάσεως· «Κοὺμ κρουκηφίξους ἐστ ἐτ σεπούλτους ἐτ τέρξια δίερρε σουρ‐
ρέξιτ.» Ἑρμηνεύεται· «Ἐν τῷ σταυρωθῆναι καὶ ταφῆναι169 in vol. 2

2

.

170

τῇ τρίτῃ ἡμέρᾳ ἀνέστη.» Ἄλλως· «Ὁ σταυρωθεὶς καὶ ταφεὶς καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστάς.» Ἀπόκριμα· «Κρίστους, Δέους νόστερ, κουμ...» καὶ τὰ ἑξῆς.
5Εἰς τὴν ἁγίαν Πεντηκοστήν· «Κουμ μανδαβὶθ Σπηρί‐ τουμ Σάκτουμ σούπερ τοῦος ἀποστόλος.» Ἑρμηνεύεται· «Ὁ καταπέμψας τὸ ἅγιον Πνεῦμα ἐπὶ τοὺς σοὺς ἀπο‐ στόλους.» Ἀπόκριμα· «Κρίστους, Δέους νόστερ, κούμσερβετ
10ἠμπέριουμ βέστρουμ περ μουλτοσάννος ἐτ βόνος.» Εἰς τὴν Μεταμόρφωσιν· «Κοὺν τρανσφιγγουράτους ἐστιν μώντεμ.» Ἑρμηνεύεται· «Ὁ μεταμορφωθεὶς ἐν τῷ ὄρει.» Ἀπόκριμα· «Κρίστους, Δέους νόστερ, κουμσέρβετ» καὶ
15τὰ ἑξῆς.170 in vol. 2

2

.

171

(1t)

ΠΔʹ (ΟΕʹ)
1tἜκθεσις τῶν λεγομένων ὑπὸ τῶν βουκαλίων ἐπὶ
2tτῆς τραπέζης τῶν ιθʹ Ἀκκουβίτων.
3Τοῦ βασιλέως ἀκουμβίζοντος ἐπὶ τῆς τραπέζης, καὶ τῆς συνήθους τάξεως πάσης τελουμένης, ἐπειδὰν διὰ νεύ‐
5ματος τοῦ πραιποσίτου ὀφείλωσιν καθεσθῆναι οἱ κεκλη‐ μένοι φίλοι, λέγουσιν οἱ πέντε βουκάλιοι· «Κωνσερβεθ Δέους, ἠμπέρηουμ βέστρουμ.» Ὅ ἐστιν μεθερμηνευόμενον· «Φυλάξῃ ὁ Θεὸς τὴν βασιλείαν ὑμῶν.» Εἶτα δέχεται ὁ εʹ καὶ λέγει· «Βόνα τοῦα σέμπερ.» Ὅ ἐστιν μεθερμηνευόμε‐
10νον· «Τὰ ἀγαθά σου διηνεκῶς.» Καὶ πάλιν λέγει ὁ τέταρ‐ τος· «Βίκτωρ σῆς σέμπερ.» Ὅ ἐστιν μεθερμηνευόμενον· «Τροπαιοῦχος ἔσῃ ἀεί.» Καὶ εἶθ’ οὕτως λέγει ὁ γʹ· «Μουλτουσάννους φικίδιαθ Δέους.» Ὅ ἐστιν μεθερμη‐ νευόμενον· «Νικοποιόν σε ποιήσῃ πάντοτε.» Καὶ εἶθ’ οὕτως
15λέγει ὁ βʹ. «Βίκτωρ φατζία σέμπερ.» Ὅ ἐστιν μεθερμη‐ νευόμενον· «Νικοποιὸς ἔσῃ πάντοτε.» Καὶ τελευταῖον λέγει ὁ αʹ· «Δέους πρένστεθ.» Ὅ ἐστιν μεθερμηνευό‐ μενον· «Ὁ Θεὸς παρέξοι.» Κατὰ δὲ κερασίαν πιόντος τοῦ βασιλέως, λέγουσιν οἱ βουκάλιοι· «Βήβητε, δόμηνι
20ἠνπεράτορες· ἠν μουλτοσάννος Δέους ὀμνήποτενς πρέ‐ στεθ.» Ὅ ἐστιν μεθερμηνευόμενον· «Πίετε, κύριοι βασι‐ λεῖς, ἐν πολλοῖς ἔτεσιν, ὁ Θεὸς ὁ παντοδύναμος παρά‐
σχοι.» Εἶτα δέχεται ὁ βʹ, καὶ λέγει· «Ζήσατε καλὴν ζωήν,171 in vol. 2

2

.

172

δεσπόται. Καὶ μετὰ τοῦτο λέγει ὁ αʹ· «Δέους πρένστεθ.» Ὅ ἐστιν μεθερμηνευόμενον· «Ὁ Θεὸς παράσχοι.» Εἰς τὸ κράμμα λέγει ὁ αʹ· «Ἠν γαυδίῳ πρανδεῖτε, δόμηνι.» Ὅ ἐστιν μεθερμηνευόμενον· «Ἐν χαρμοσύνῃ ἀριστήσατε,
5Κύριοι.» Καὶ εἶθ’ οὕτως λέγει ὁ βʹ· «Ἐν χαρᾷ ἀριστήσατε, δεσπόται.» Εἰς τὸ ὀπτόμισον λέγει ὁ αʹ· «Εὐχαριστοῦντες τῷ Θεῷ ἀπολαύετε, δεσπόται.» Κατὰ μίσσον δὲ λέγει ὁ αʹ· «Τῶν δωρεῶν τοῦ Θεοῦ ἀπολαύετε.» Τοῦ δὲ βασιλέως ἀποτιθεμένου τὸ μανδήλιον αὐτοῦ ἐπὶ τῆς τραπέζης, καὶ
10τῶν φίλων ἀνισταμένων, λέγουσιν οἱ εʹ· «Βόνω δόμνω σέμπερ.» Ὅ ἐστιν μεθερμηνευόμενον. «Τῷ καλῷ Κυρῷ ἡ
τιμὴ πάντοτε.»172 in vol. 2

2

.

173

(1t)

ΠΕʹ (Οϛʹ)
1tΕὐφημία ἅμα πρωῒ ὑπὸ τοῦ στρατοπέδου
2tἐκβοωμένη.
3«Ὁ δεῖνα καὶ ὁ δεῖνα, Αὔγουστοι, τούμβηκας.» Ὁ λαὸς ὁμοίως ἐκ γʹ. Οἱ κράκται· «Βασιλεῦ οὐράνιε.» Ὁ λαός·
5«Στέψον νίκαις τοὺς βασιλεῖς ἡμῶν.» γʹ· «Υἱὲ Θεοῦ, τούτοις συμβασίλευσον.» Ὁ λαός· ὁμοίως γʹ. Οἱ κράκται· «Θεοπρόβλητοι» Ὁ λαός· «μιμήσασθε Θεοῦ φιλανθρω‐ πίαν.» Οἱ κράκται· «Ἡμεῖς, ὦ στρατόπεδα, πῶς τροπώ‐ σομεν πολεμίους;» Ὁ λαός· «Θεοῦ φυλάσσοντες τὴν
10πίστιν καὶ τὴν εὐγνωμοσύνην δεσποτῶν.» γʹ. Καὶ πάλιν ὁ λαὸς ἅπας· «Στερεώσῃ ὁ Θεὸς τοὺς βασιλεῖς ἡμῶν, ναί,
Κύριε, εἰς πολλὰ ἔτη.»173 in vol. 2

2

.

174

(1t)

Πϛʹ (ΟΖʹ)
1tΕὐφημία λεγομένη ὑπὸ τοῦ στρατοπέδου, ἡνίκα
2tκατὰ πολεμίων ἐπινίκια ἄγει ὁ αὐτοκράτωρ, ἢ
3tσιτηρέσιον δοθείη τῷ στρατοπέδῳ, εἴτε τις
4tἄλλη βασίλειος διανομή· τὰ αὐτὰ δὲ λέγεται
5tκαὶ σιλεντίου ἀγομένου.
6«Πολλὰ τὰ ἔτη τῶν βασιλέων». γʹ. «Ὁ δεῖνα καὶ ὁ δεῖνα, μεγάλων βασιλέων καὶ αὐτοκρατόρων πολλὰ τὰ ἔτη.» γʹ. «Ὁ δεῖνα καὶ ὁ δεῖνα, τῶν εὐσεβεστάτων Αὐγούστων πολλὰ τὰ ἔτη.» γʹ. «Τῶν πορφυρογεννήτων πολλὰ τὰ ἔτη.»
10γʹ. «Θεοπροβλήτων βασιλέων πολλὰ τὰ ἔτη.» γʹ. «Θεοκυ‐ βερνήτων βασιλέων πολλὰ τὰ ἔτη.» γʹ. «Κοσμοσυστά‐ των βασιλέων πολλὰ τὰ ἔτη.» γʹ. «Κοσμοποθήτων βασι‐ λέων πολλὰ τὰ ἔτη.» γʹ. «Ἀνδρειοτάτων βασιλέων πολλὰ τὰ ἔτη.» γʹ. «Νικητῶν βασιλέων πολλὰ τὰ ἔτη.» γʹ.
15«Ἐχθρολετῶν βασιλέων πολλὰ τὰ ἔτη.» γʹ. «Τροπαιούχων βασιλέων πολλὰ τὰ ἔτη.» γʹ. «Εἰρηνοποιῶν βασιλέων πολλὰ τὰ ἔτη.» γʹ. «Πλουτοποιῶν βασιλέων πολλὰ τὰ ἔτη.» γʹ. «Ὀρθοδόξων βασιλέων πολλὰ τὰ ἔτη.» γʹ. «Υἱὲ Θεοῦ, ζωὴν αὐτῶν.» γʹ. «Υἱὲ Θεοῦ, συμβασίλευσον αὐτοῖς.» γʹ.
20«Υἱὲ Θεοῦ, χάρισαι ἡμῖν αὐτούς.» γʹ. «Υἱὲ Θεοῦ, τοὺς χρόνους αὐτῶν πλήθυνε.» γʹ. «Υἱὲ Θεοῦ, ἐπάκουσον ἡμῶν.» γʹ. «Αὔξῃ ἡ πίστις τῶν Χριστιανῶν.» γʹ. «Ἡμεῖς δοῦλοι τῶν βασιλέων.» γʹ. «Ὁ δεῖνα καὶ ὁ
δεῖνα, μεγάλων βασιλέων καὶ αὐτοκρατόρων πολλὰ τὰ ἔτη.»174 in vol. 2

2

.

175

(1t)

ΠΖʹ (ΟΗʹ)
1tὍσα δεῖ παραφυλάττειν ἐν τῇ ἡμέρᾳ τοῦ τρυγη‐
2tτοῦ ἐν προκένσῳ τῆς Ἰερείας.
3Δέον εἰδέναι ὅτι ἔξωθεν τοῦ παλατίου τῆς Ἰερείας εἰς τὸ πεδίον, ἤγουν εἰς τὸ λιβάδιον, γίνεται φρινζάτον, περικαλ‐
5λές τε καὶ ὡραῖον, καὶ ἵστανται οἵ τε μάγιστροι καὶ πραι‐ πόσιτοι, ἀνθύπατοί τε καὶ πατρίκιοι καὶ ὀφφικιάλιοι καὶ λοιποὶ συγκλητικοὶ ἀντικρὺ τοῦ τοιούτου φρινζάτου καὶ τῆς ἀμπέλου, καὶ μετὰ τούτους οἱ τῶν δύο μερῶν δῆμοι μετὰ καὶ τῶν δημάρχων. Ὁ δὲ βασιλεὺς κάτεισι μετὰ τοῦ
10πατριάρχου, ἀπὸ κολοβίου, φορῶν καὶ τὸ χρυσοπερίκλειστον σαγίον, ὁ δὲ πατριάρχης ἀπὸ φελωνίου καὶ ὠμοφορίου, καὶ δὴ τούτων εἰσερχομένων ἐν τῷ πρὸ τῆς ἀμπέλου ἀναδενδραδίῳ (ἐκεῖσε γὰρ ἵσταται τράπεζα μαρμάρινος, ἐν ᾗ ἀπόκεινται αἱ σταφυλαὶ μετὰ κανισκίων), καὶ εἶθ’ οὕτως πλησιάζουσιν οἵ
15τε μάγιστροι καὶ πατρίκιοι καὶ συγκλητικοὶ καὶ οἱ τῶν δύο μερῶν δήμαρχοι μετὰ καὶ τῶν δημοτῶν· καὶ δὴ τοῦ κουρά‐ τωρος προσφέροντος τὴν βούτην μετὰ τῶν σταφυλῶν, ποιεῖ ἐκεῖσε εὐχὴν ὁ πατριάρχης κατὰ τὴν τῆς Ἐκκλησίας ἀκο‐ λουθίαν. Καὶ μετὰ τὴν εὐχὴν λαμβάνει ἓν βοτρύδιον ὁ
20πατριάρχης, καὶ ἐπιδίδωσι τῷ βασιλεῖ· ὁμοίως καὶ ὁ βασι‐ λεὺς πάλιν δίδωσι τῷ πατριάρχῃ, καὶ εἶθ’ οὕτως εἰσέρχον‐
ται κατὰ τάξιν οἱ τῆς συγκλήτου ἄρχοντες, οἵ τε μάγι‐175 in vol. 2

2

.

176

στροι καὶ ἀνθύπατοι καὶ πατρίκιοι καὶ ὀφφικιάλιοι καὶ οἱ δήμαρχοι καὶ ὁ τῆς καταστάσεως, καὶ δίδωσιν ἑνὶ ἑκάστῳ αὐτῶν ὁ βασιλεὺς ἀνὰ μιᾶς σταφυλῆς. Ὅτε δὲ τῷ πρώτῳ μαγίστρῳ ἐπιδοθῇ παρὰ τοῦ βασιλέως ἡ σταφυλή, λέγουσιν
5τὰ δύο μέρη ἡνωμένοι ἀπελατικὸν ἦχος αʹ· «Ἐκ τοῦ λει‐ μῶνος τῆς γνώσεως τοῦ Δεσπότου τῆς σοφίας τρυγήσαντες ἄνθη, ἱερὰ τάξις τῶν ἐντίμων πατρικίων, ἐν τῷ προσφέ‐ ρειν τῶν ᾀσμάτων τὰ πλήθη, κεφαλὴν καταστέψωμεν, ὡς οἶκον τῆς εὐωδίας τῶν νοημάτων, ἀντιλαμβάνοντες τῶν
10ἐκείνου τερπνῶν χαρίτων. Ἀλλά, ἀθάνατε Βασιλεῦ τῶν ἁπάντων, σὺ δίδου ἐπὶ πολὺ ταύτην τὴν ἑορτὴν τῷ κόσμῳ τῆς αὐτοκράτορος ἐξουσίας, ὁ δεῖνα, τοῦ θεοστέπτου χρι‐ σθέντος βασιλέως.» Ἄλλος, ἦχος π. δʹ. «Ἡ ἀρετή σου, ὡς ἄμπελος εὐκληματοῦσα, βότρυας εὐφροσύνης βλαστάνει,
15ἐξ ἧς τρυγῶσα ἡ ὑφήλιος ἅπασα καὶ τὸ ποτήριον πλῆρες κεράσματος πιοῦσα, ἐν εὐφροσύνῃ ᾄδουσα, σὺν τῇ μυστικῇ σου καὶ δουλικῇ τάξει τῶν πατρικίων ἑορτάζει τὴν σὴν ἀνέσπερον ἀνάληψιν τῆς αὐτοκρατορικῆς ἐξουσίας, ὁ δεῖνα, τὸ ἀκένωτον φρέαρ τῆς οἰκουμένης.» Ἦχος γʹ.
20«Εὐκληματοῦσα ἄμπελος οἱ κραταιοὶ ἀνεδείχθησαν δεσπό‐ ται, εὐφρασίας βότρυας διανέμοντες πᾶσι. Διὸ καὶ κατευ‐ φραίνονται αἱ σχολαὶ καὶ ἡ σύγκλητος, τρυγητικὴν ἀπόλαυ‐ σιν ἐκτελοῦντες ἐν τοῖς Ἑρείας δώμασιν. Διὸ πάντες κραυ‐ γάζομεν· «Χαρὰ ἀνεκλάλητος ἐπεδήμησεν τῷ κόσμῳ.»
25Καὶ μετὰ τὸ πληρῶσαι τοὺς δεσπότας τὴν διανομὴν τῶν βοτρύων ἐν τοῖς ἄρχουσι, καὶ λαμβάνουσι τὰ δύο μέρη ἀνὰ νομισμάτων ἓξ εὐεργεσίαν διὰ ἀποκομβίων καὶ ἐπεύχονται τοὺς δεσπότας, καὶ ἐξιοῦσιν. Οἱ δὲ δεσπόται ἀνέρχονται μετὰ τοῦ πατριάρχου ἐν τῷ παλατίῳ, καὶ συνεστιώμενοι
30εὐφραίνονται ἅμα καὶ ἡ σύγκλητος.176 in vol. 2

2

.

177

(1t)

ΠΗʹ (ΟΘʹ)
1tἌκτα ᾀδόμενα τῷ ὑπάρχῳ τῇ κυριακῇ τῆς Βαϊο‐
2tφόρου ἀπιόντι ἐν τῷ ναῷ τοῦ ἁγίου μάρτυρος
3tῬωμανοῦ.
4Δέχονται οἱ τοῦ μέρους τῶν Βενέτων ἐν τῇ καμάρᾳ τοῦ
5Μιλίου, καὶ τοῦ ὑπάρχου διερχομένου, ἀκτολογοῦσι ταῦτα, δηλονότι ἔμπροσθεν αὐτοῦ προπορευόμενοι· «Ὕπαρχε πρωτοσπαθάριε, καλή σου ἡμέρα, καὶ καλή σου ἡμέρα, καὶ καλὴ ἑορτή σου. Ὁ ἐγείρας Λάζαρον ἐκ τάφου τετραήμε‐ ρον σώσῃ καὶ κατευοδώσῃ καὶ ἐνδυναμώσῃ σε, καὶ εἰς
10τοὺς δεσπότας πλείονά σοι παράθηται τὴν αὐτῶν εὐμέ‐ νειαν. Θεὸς ἐπισφραγίσῃ σοι, τοῦ δεσπότου γνήσιε. Τὸ Θεῖον περισώσῃ σε, ὅτι παντοφίλητος ὑπάρχεις καὶ ἐνάρε‐ τος, καὶ εὐχὰς κομίζεσαι ἐκ τῶν ἀγαπώντων σε. Μείνῃς ἀδιάδοχος ἐν ζωῇ τῶν δεσποτῶν ἡμῶν· Βένετοι ἀξίως σοι
15εὐχόμεθα, ὅτι τὸν Θεὸν ἡμῶν ἔχεις ἐν καρδίᾳ σου· καὶ ὡς ἀγαπῶντά σοι πάντοτε τὸ δίκαιον· ὅπου γὰρ τὸ δίκαιον ὁ ὕπαρχος φυλάττει, ἐκεῖ καὶ ὁ Θεὸς ἡμῶν ὑμνεῖται καὶ δοξάζεται. Ἔς, ὁ Θεὸς ὁ ἐγείρας Λάζαρον, φύλαττε τὸν ὕπαρχον.» Καὶ εἶθ’ οὕτως δέχεται τὸ μέρος τῶν Πρα‐
20σίνων εἰς τὸν Ἅγιον Ἰωάννην τὸν θεολόγον, καὶ ἀκτολο‐ γοῦσι τὰ ὅμοια, δηλονότι ἔμπροσθεν αὐτοῦ καὶ αὐτοὶ προ‐ πορευόμενοι. Καὶ πάλιν δέχεται τὸ μέρος τῶν Βενέτων ἐν τῷ Πραιτωρίῳ, καὶ ἀκτολογοῦσι τὰ ὅμοια, δηλονότι καὶ αὐτοὶ προπορευόμενοι ἔμπροσθεν αὐτοῦ, ἕως ἂν πληρωθῇ ἡ
25αὐτὴ ἀκτολογία, καὶ εἶθ’ οὕτως ὑποστρέφουσιν.177 in vol. 2

2

.

178

(1t)

ΠΘʹ (Πʹ)
1tὍσα δεῖ παραφυλάττειν εἰς τὴν τοῦ δημάρχου
2tκαλημέριν τῇ τρίτῃ τῆς Γαλιλαίας.
3Ἀπιόντος τοῦ δήμου μετὰ καὶ τοῦ ὀργάνου εἰς τὴν αὐλὴν τοῦ δημάρχου, καὶ αὐτοῦ κατιόντος ἐμπράττως, ἤτοι
5μετὰ τοῦ χλανιδίου, καὶ καβαλικεύοντος καὶ ἱσταμένου, ἄρχονται οἱ τοῦ μέρους ἀκτολογεῖν αὐτῷ ταῦτα· «Τὴν καλὴν ἡμέραν ποιήσωμεν μετὰ τοῦ δημάρχου τῶν Βενέτων. Τρισάγιε, βοήθησον τοὺς δεσπότας καὶ σὺ αὐτοὺς θεράπευ‐ σον ἐπὶ πᾶσιν, πλεονάζων τῆς ζωῆς αὐτῶν χρόνους σὺν
10ταῖς τιμίαις Αὐγούσταις ἐν τῇ πορφύρᾳ εἰς τελείαν χαρ‐ μονὴν τῶν Ῥωμαίων καὶ Βενέτων τῶν γνησίων ὑμῶν δού‐ λων. Ἔς, ἅγιε, τρισάγιε, τοὺς δεσπότας φύλαττε· Πνεῦμα τὸ πανάγιον, τὰς Αὐγούστας σκέπασον. Κύριε, ζωὴν αὐτῶν διὰ τὴν ζωὴν ἡμῶν. Ἔς, ὀ ὀῖ ἔς, Κύριε, χαῖρε, καλή σου
15ἡμέρα. Ὅλη ἡμέρα σήμερον καλή σου ἡμέρα γίνεται. Ὁ δεῖνα πρωτοσπαθάριε καὶ δήμαρχε, πολλοί σου χρόνοι. Ὁ ἀναστὰς Θεὸς ἡμῶν ζωήν, ὑγείαν δώσῃ σοι. Τοῦ δεσπότου γνήσιε, τὸ θεῖον περισώσῃ σε καὶ πλείονα δωρήσηται Θεὸς ὁ ἐπουράνιος ἵνα εὐτυχοῦντός σου ὁρῶμεν καὶ χαιρώμεθα.
20Τοῦτο πάντως γίνηται προνοίᾳ τοῦ Θεοῦ ἡμῶν. Ἀξίως σοι εὐχόμεθα Βένετοι, παγκόσμιε, ὅτι ὑπερβάλλουσαν ἔχεις
καλοθέλειαν, καὶ εὐχὰς κομίζεσαι ἐκ τῶν ἀγαπώντων σε·178 in vol. 2

2

.

179

ὡς γὰρ ἀγαπῶμέν σε, ἀξίως σοι εὐχόμεθα ἵνα ἀδιάδοχος μείνης διοικῶν ἡμᾶς. Ἔς, ὁ ἀναστὰς Θεὸς ἡμῶν φύλαττε τὸν δήμαρχον.» Ἰστέον ὅτι καὶ οἱ τοῦ μέρους τῶν Πρασίων τὴν
5ὁμοίαν τάξιν καὶ ἀκολουθίαν ποιοῦσιν τῷ ἰδίῳ δημάρχῳ καὶ τὰ αὐτὰ ἄκτα ἀκτολογοῦσιν αὐτῷ. Χρὴ γινώσκειν ὅτι, τῆς προρρηθείσης τάξεως καὶ ἀκο‐ λουθίας τελεσθείσης ἐν τῷ τοῦ δημάρχου οἴκῳ, ὀψικεύει ἀπὸ τῶν ἐκεῖσε αὐτὸν ὁ δῆμος ἕως τοῦ Ἱπποδρομίου, δηλονότι
10αὐτοῦ ἱσταμένου ἐν τῷ δεκάτῳ καγκέλλῳ. Καὶ τούτου ἐκεῖσε ἱσταμένου, πάλιν ἵσταται ὁ δῆμος ἀκτολογῶν αὐτῷ ταῦτα· Οἱ κράκται· «Καλῶς ἦλθες, θεοστέπτων ὁ δοῦλος.» Ὁ λαός· «Καλῶς ἦλθες.» Οἱ κράκται· «Καλῶς ἦλθες, προβολὴ εὐεργετῶν.» Ὁ λαός· «Καλῶς ἦλθες.» Οἱ
15κράκται· «Καλῶς ἦλθες, ὁ εὐγενὴς ἐκ προγόνων.» Ὁ λαός· «Καλῶς ἦλθες.» Οἱ κράκται· «Καλῶς ἦλθες, ὁ δεῖνα πρωτοσπαθάριε καὶ δήμαρχε τῶν Βενέτων.» Ὁ λαός· «Καλῶς ἦλθες.» Οἱ κράκται· «Ἀλλ’ ὁ πάντων Ποιητὴς καὶ Δεσπότης» Ὁ λαός· «Καλῶς ἦλθες.» Οἱ κράκται·
20«Ὁ ἀναστὰς παραδόξως ἐκ τάφου» Ὁ λαός· «Καλῶς ἦλθες.» Οἱ κράκται· «καὶ τὸ χαῖρε δεδωκὼς μυροφόροις,» Ὁ λαός· «Καλῶς ἦλθες.» Οἱ κράκται· «τοὺς χρόνους σου πληθύνῃ εἰς μήκη χρόνων.» Ὁ λαός· «Καλῶς ἦλθες.» Οἱ κράκται· «Ἔς, ὁ Θεὸς ὁ ἅγιος, φύλαττε τὸν δήμαρχον.»
25Καὶ ὁ λαὸς ὁμοίως ἐκ γʹ. Ἰστέον ὅτι καὶ οἱ τοῦ μέρους τῶν Πρασίνων τὴν ὁμοίαν τάξιν καὶ ἀκολουθίαν ποιοῦσιν τῷ ἰδίῳ δημάρχῳ καὶ τὰ
αὐτὰ ἄκτα ἀκτολογοῦσιν αὐτῷ καὶ ἐν τῷ αὐτῷ τόπῳ.179 in vol. 2

2

.

180

(1t)

ϟʹ (ΠΑʹ)
1tὍσα δεῖ παραφυλάττειν ἐπὶ νυμφαγωγίῳ.
2Τῇ ἑσπέρᾳ ἀπέρχονται τὰ δύο μέρη μετὰ καὶ τῶν ἰδίων ὀργάνων, καὶ τῆς νύμφης κατιούσης καὶ ὀψικευομένης ὑπὸ πληθίων καὶ χειροκυμβάλων, μετὰ τὸ καβαλικεῦσαι αὐτὴν
5ἵσταται, καὶ ἀκτολογοῦσι τὰ δύο μέρη ταῦτα· «Καλῶς ἦλθες, θεοστέπτων ἡ δούλη.» Ὁ λαὸς ἐκ γʹ· «Καλῶς ἦλθες.» Οἱ κράκται· «Καλῶς ἦλθες, προβολὴ εὐεργετῶν.» Ὁ λαὸς ἐκ γʹ· «Καλῶς ἦλθες.» Οἱ κράκται· «Καλῶς ἦλθες, ἡ εὐγενὴς ἐκ προγόνων.» Ὁ λαὸς ἐκ γʹ· «Κα‐
10λῶς ἦλθες.» Οἱ κράκται, «Ἔς, ὁ Θεὸς ὁ ἅγιος, τοὺς νεο‐ νύμφους φύλαξον. Πνεῦμα τὸ πανάγιον, τοὺς συμπενθέ‐ ρους φύλαξον. Ἅγιε, τρισάγιε, τοὺς παρανύμφους φύλαξον.» Καὶ λέγουσι τὴν φωνὴν ἦχ· αʹ· «Ἄνθη ἐσώ‐ ρευσα τοῦ ἀγροῦ, καὶ εἰς τὴν παστάδα εἰσῆκα σπουδῇ·
15ζευγόνυμφον ἥλιον εἶδον εἰς χρυσέντιμον κλίνην· ἀλλήλα ἠγκαλίζοντο ποθητὴν ἐπιθυμίαν· χαρὰ εἰς τὰ κάλλη αὐτῶν τὰ ἐγγλυκοθέατα, καὶ ῥόδα 〈εἰσ〉 τὰ ῥοδοεύμορφα· χαρὰ εἰς
τὸ ζεῦγος τὸ χρυσόν.»180 in vol. 2

2

.

181

(1t)

ϟʹΑʹ (ΠΒʹ)
1tὍσα δεῖ παραφυλάττειν εἰς στεφάνωμα.
2Τῶν νεονύμφων ἐξιόντων ἀπὸ τῆς ἐκκλησίας μετὰ καὶ τῶν παρανύμφων, δέχονται τούτους τά τε πληθία καὶ τὰ χειροκύμβαλα, καὶ ἀκτολογοῦσι τὰ δύο μέρη ταῦτα· «Ὁ
5Σωτὴρ Θεὸς ἡμῶν, τοὺς δεσπότας φύλαττε. Ἅγιε, τρισά‐ γιε, ζωήν, ὑγείαν δὸς αὐτοῖς. Πνεῦμα τὸ πανάγιον, τὰς Αὐγούστας σκέπασον. Κύριε, ζωὴν αὐτῶν διὰ τὴν ζωὴν ἡμῶν. Ἔς, τοῦτο τὸ βασίλειον, Κύριε, στερέωσον.» Καὶ ὅτε πλησιάσωσιν τῇ παστάδι, λέγουσιν ἀπὸ κρακτῶν ἀπε‐
10λατικὸν ἦχ. αʹ· «Δι’ ἡμᾶς ἐμετρίασας ἐν Κανᾷ τῆς Γαλιλαίας τὴν ἔννομον συνάφειαν, ὡς Θεὸς ἐπισφρα‐ γίζων· ἐκ μητρικῆς γὰρ παστάδος ὡς ἄνθρωπος προεκλί‐ θης, καὶ ὡς ηὐλόγησας τοὺς ἐκεῖ νυμφευομένους, οὕτως καὶ νῦν εὐλόγησον δυάδα στεφανουμένην, κατακοσμῶν
15εὐτεκνίᾳ βιώσει.» Καὶ λέγουσιν ἀπὸ κρακτῶν· «Εὐγενεῖς, νεόνυμφοι, Θεὸς διαφυλάξῃ σας· ἔντιμοι, ἐνάρετοι, Τριὰς κατευοδώσῃ σας, εὐλογῶν τὸν γάμον σας. Ὡς μόνος ὑπερ‐ άγαθος, ὃς ἐν Κανᾷ τὸ πρότερον τῷ γάμῳ παρεγένετο, καὶ ἐν αὐτῷ ηὐλόγησεν τὸ ὕδωρ, ὡς φιλάνθρωπος, καὶ οἶνον
20μετεσκεύασεν ἀνθρώπων εἰς ἀπόλαυσιν, οὕτως εὐλογήσῃ σε μετὰ καὶ τῆς συζύγου σου. Ἔς, ὁ Θεὸς ὁ ἅγιος, τοὺς
νεονύμφους φύλαττε.»181 in vol. 2

2

.

182

(1t)

ϟʹΒʹ (ΠΓʹ)
1tὍσα δεῖ παραφυλάττειν ἐν τῷ δείπνῳ τῶν ιθ
2tἈκκουβίτων εἰς τὸ λεγόμενον Γοτθικόν.
3Τῇ ἐννάτῃ ἡμέρᾳ τῆς δωδεκαημέρου, τῶν δεσποτῶν ἐπὶ τοῦ δείπνου καθεζομένων, ὃ καὶ τρυγητικὸν προσαγο‐
5ρεύεται, ἐν ταῖς δυσὶν εἰσόδοις τοῦ μεγάλου τρικλίνου τῶν ιθʹ Ἀκκουβίτων ἵστανται οἱ μέλλοντες παῖξαι τὸ Γοτθικὸν οὕτως. Ἐν μὲν τῷ ἀριστερῷ μέρει, ἐν ᾧ καὶ ὁ δρουγγάριος τοῦ πλοΐμου παρίσταται, ἵσταται ὁ τοῦ μέρους τῶν Βενέ‐ των μαΐστωρ μετὰ καὶ ὀλίγων δημοτῶν καὶ τῶν πανδουρισ‐
10τῶν μετὰ τῶν πανδούρων, καὶ ὄπισθεν αὐτοῦ οἱ δύο Γότθοι φοροῦντες γούνας ἐξ ἀντιστρόφου καὶ πρόσωπα διαφόρων εἰδέων, βαστάζοντες ἐν μὲν τῇ ἀριστερᾷ χειρὶ σκουτάρια, ἐν δὲ τῇ δεξιᾷ βεργία. Ὁμοίως καὶ ἐν τῷ δεξιῷ μέρει, ἐν ᾧ καὶ ὁ δρουγγάριος τῆς βίγλης παρίσταται, ἵσταται ὁ τοῦ
15μέρους τῶν Πρασίνων μαΐστωρ μετὰ καὶ ὀλίγων δημοτῶν μετὰ καὶ τῶν πανδουριστῶν μετὰ τῶν πανδούρων, καὶ ὄπι‐ σθεν αὐτοῦ οἱ δύο Γότθοι φοροῦντες γούνας ἐξ ἀντιστρό‐ φου καὶ πρόσωπα διαφόρων εἰδέων, βαστάζοντες ἐν μὲν τῇ ἀριστερᾷ χειρὶ σκουτάρια, ἐν δὲ τῇ δεξιᾷ βεργία. Καὶ
20δὴ μετὰ τὴν τοῦ σφαιροδρομίου ἔξοδον, τοῦ δεσπότου
κελεύοντος τὸν τῆς τραπέζης τούτους εἰσάγεσθαι, εὐθὺς182 in vol. 2

2

.

183

ὁρίζει ὁ τῆς τραπέζης τῷ ἄρχοντι τῆς θυμέλης, καὶ αὐτὸς ἐξερχόμενος προτρέπεται τούτους εἰσελθεῖν. Οἱ δὲ τρέ‐ χοντες καὶ τὰ σκουτάρια ὑπὸ τῶν ὑπ’ αὐτῶν βασταζομένων βεργίων τύπτοντες καὶ κτύπον ἀποτελοῦντες, λέγουσιν·
5«τοὺλ τούλ.» Καὶ τοῦτο συνεχῶς λέγοντες ἀνέρχονται πλησίον τῆς βασιλικῆς τραπέζης, ὡς ἀπὸ ὀλίγου διαστή‐ ματος, κἀκεῖσε μιγνύμενοι ἀμφότεροι ποιοῦσι κυκλοφερῆ παραταγήν, οἱ μὲν ἔσω τοῦ κύκλου ἀποκλειόμενοι, οἱ δὲ ἔξωθεν περικυκλοῦντες. Καὶ τοῦτο τρισσῶς ποιοῦντες δια‐
10χωρίζονται, καὶ ἵστανται εἰς τοὺς ἰδίους τόπους, οἱ μὲν τῶν Βενέτων εἰς τὰ ἀριστερά, οἱ δὲ τῶν Πρασίνων εἰς τὰ δεξιὰ μετὰ καὶ τῶν ἑτέρων δημοτῶν, καὶ λέγουσιν ἄμφω τὰ γοτθικά, ἅτινά εἰσι ταῦτα, δηλονότι καὶ τῶν πανδούρων τὸ οἰκεῖον μέλος ἀποπληρούντων· «γαύζας· βονας· βηκη‐
15δίας· «Ἅγια·» γαυδέντες· ἐλκηβόνιδες· ἐνκέρτυς· «Ἅγια·» βόνα· ὥρα· τούτουβάντες· βόνα ἀμόρε· ἐπισκύαντες· ἰδε‐ σαλβάτους· «Νανά·» δέους· δέους· σεβακιβά· «Νανά·» δευμονογυγγύβελε· γυβίλους· γυβέλαρες· «Νανά·» γυβίλους· γυβέλαρες· «Νανά·» τοῦ γεγδεμα· δὲ τούλβελε· νικάτω
20τουλδο· «Νανά·» ὁ Ἐζεκίας ἐν τοῖς πολέμοις καθοπλισά‐ μενος Ἀσσυρίοις· «Ἀνανά·» τὴν ἐλπίδα καὶ μόνην ἔχων Θεοῦ τοῦ φιλανθρώπου· «Νανά·» πάντα ὑπέταξεν ἔθνη καὶ ἀθέων τὴν τυραννίδα· «Ἅγια·» ὁ Σωτήρ, ἀγαθοὶ δεσπόται· «Νανά·» πάντα ἐχθρόν σας δουλώσῃ πρὸ τῶν ποδῶν
25σας. Ἰβερ· ἰβερίεμ· τοῦ ἰγγερουα· γεργερεθρῷ· «Νανά·» σικαδιασε περέτουρες.» Καὶ εἶθ’ οὕτως λέγουσιν οἱ μαΐσ‐ τωρες μετὰ καὶ τῶν δημοτῶν τὸ ἀλφαβητάριν· «Ἀνανά·»
«Ἀηττήτῳ Θεοῦ παλάμῃ ἐστέφθητε, δεσπόται, οὐρανόθεν.
«Βραβεῖον νίκης ὤφθητε, κοσμοπόθητοι εὐεργέται.
30
«Γενναῖοι ὤφθητε τοῖς ἐναντίοις,
«δωρούμενοι τοῖς Ῥωμαίοις ζωηφόρους εὐεργεσίας.» Καὶ εἶθ’ οὕτως πάλιν λέγουσιν οἱ μαΐστωρες. «Ἁγίας τὰ
ἀνα τε ἀνετανε.183 in vol. 2

2

.

184

«Ἐντολαί σας ὑπὲρ τὰ ὅπλα ἰσχύουσι κατ’ ἐχθρῶν ἁπάντων. «Ζωὴ Ῥωμαίων καὶ πλοῦτος, ἀλλοφύλων κατάπτωσις ὄντως.
5
«Ηὑρέθητε τεῖχος τῆς πολιτείας.
«Θεός σοι ἔδωκεν κλάδους συνομόθρονας, εὐεργέτα.» Καὶ μετὰ ταῦτα λέγοντες οἱ μαΐστωρες πρὸς τοὺς Γότθους «Ἀμπαατῶ,» διὰ νεύματος τῶν αὐτῶν μαϊστώρων κυκλεύουσιν οἱ Γότθοι, καὶ ταῖς βέργαις τὰ σκουτάρια
10τύπτοντες καὶ λέγοντες· «Τούλ, τούλ,» περικλείουσιν ἔνδοθεν τοὺς τῶν δύο μερῶν μαΐστωρας, καὶ πάλιν ἀποχω‐ ριζόμενοι ἵστανται εἰς τοὺς οἰκείους τόπους, καὶ ἄρχονται πάλιν λέγειν οἱ μαΐστωρες.
Ι.
15
Κ.
Λ.
Μ. Καὶ πάλιν τελεῖται, καθὼς προείρηται, καὶ χωριζομένων τῶν Γότθων καὶ εἰς τοὺς ἰδίους τόπους ἱσταμένων, λέγου‐
20σιν οἱ μαΐστωρες·
Ν.
Ξ.
Ο.
Π.
25Καὶ πάλιν τελεῖται, καθὼς προείρηται, καὶ χωριζομένων τῶν Γότθων καὶ εἰς τοὺς ἰδίους τόπους ἱσταμένων, λέγου‐ σιν οἱ μαΐστωρες.
Ρ.
Σ.
30Τ.
Υ.184 in vol. 2

2

.

185

Καὶ πάλιν τελεῖται, καθὼς προείρηται, καὶ χωριζομένων τῶν Γότθων καὶ ἱσταμένων εἰς τοὺς ἰδίους τόπους, λέγου‐ σιν οἱ μαΐστωρες·
Φῶς ἀνέτειλεν ἐν τῷ κράτει ἡλίου δίκην αἱ ἀρεταί σας.
5
Χριστὸς συνέστω ἑκάστῳ περιέπων τὰς κορυφάς σας.
Ψηφίσματι αὐτοῦ κυριεύοντες.
Ὡς κύριοι καὶ δεσπόται τῶν περάτων τῆς ἐξουσίας. Καὶ μετὰ τὴν συμπλήρωσιν τοῦ ἀλφαβηταρίου, λέγουσιν «Πολυχρόνιον ποιήσῃ ὁ Θεὸς τὴν ἁγίαν βασιλείαν σας.»
10Οἱ δὲ Γότθοι τύπτοντες μετὰ τῶν βεργίων τὰ σκουτάρια καὶ λέγοντες συνεχῶς· «Τούλ, τούλ» τρέχοντες ἐξέρχον‐ ται, οἱ μὲν τῶν Βενέτων ἀπὸ τοῦ ἀριστεροῦ μέρους, οἱ δὲ
τῶν Πρασίνων ἀπὸ τοῦ δεξιοῦ.185 in vol. 2

2

186supra

(t)

Λεξικὸν τῶν ἐν τῷ Γοτθικῷ ᾀδομένων.
c1,1[Start of a diagram]γαύζας χαίρεσθε.
c1,2βονας καλαί
c1,3βικηδας γειτονεῖαι. ἅγια
c1,4γαυδέντες χαίρεσθε.
c1,5ἐλκηβόνιδες προσκαλούμενοι.
c1,6ἐνκέρτυς ἀγωνιζόμενοι.
c1,7βόνα ὥρα καλὴ ὥρα.
c1,8νανά.
c1,9γυβίλους κραυγὴ καὶ κράκτης.
c1,10γυβέλαρες κραυγάζοντες.
c1,11γυβίλους κράκτης.
c1,12γυβέλαρες φωνοβολοῦντες.
c1,13νανά Θεέ, Θεέ, ἢ Θεοῦ Θεοῦ.
c1,14τοῦ γεγδεμα ἐξ ἀνατολῆς ἢ ἀρχῆθεν.
c1,15δὲ τουλβελε ἀγαθὸς ὁ Θεός.
c1,16νικάτο τούλδο νικάτο ὁ Θεός.
c2,1τουτόβαντες σαλπίζοντες.
c2,2βόνα αμορε καλὴν ἀγάπην.
c2,3ἐπισκύαντες ἐπιγνῶντες.
c2,4ἰδεσαλβάτους σωζόμενοι.
c2,5δέους δέους Θεός, Θεός. Νανά.
c2,6σεβακίβα ἑαυτοὺς εὐσχολοῦντες.
c2,7δεμονογυγγυβελε ἀποσυνεκτικῆς κραυγῆς.
c2,8ὁ Θεός, ὁ Θεός πανευκλεὴς κραυγή.
c2,9ἴβερ Θεέ, Θεέ.
c2,10τοῦ ἰγγερ
c2,11ουα.
c2,12γεργερεθῶ
c2,13νανά.
c2,14σικαδιασε
c2,15περετούρες.[End of a diagram]

2

186infra

(t)

Ἑτέρα ἑρμηνεία τῶν προειρημένων λέξεων.
c1,1[Start of a diagram]γαύζας ὁ εὐπρεπής Ῥωμαῖον.
c1,2βίκη τεχνίτης Ἑβραῖον.
c1,3ἅγια φύλαττε Ῥωμαῖον.
c1,4Ἐλ. Θεέ Ἑβραῖον.
c1,5δές. γνῶθι Ἑβραῖον.
c1,6ἅγια φύλαττε Ῥωμαῖον.
c1,7ὤρα φῶς Ἑβραῖον.
c1,8βάντες ἐλθέ Ῥωμαῖον.
c1,9ἐπισκύ ἐανπερ ἀνέλθ. Ἑβραῖον.
c1,10ἰδέ θεωρουμένην Ῥωμαῖον.
c1,11νανα σῶσον δὴ σῶσον Ἑβραῖον.
c1,12σεβά. κάθισον Ἑβραῖον.
c1,13νανά σῶσον δὴ σῶσον Ἑβραῖον.
c1,14ὀγύν εἰς τὸ βάραθρον Ἑβραῖον.
c1,15βελέ σατανά Ἑβραῖον.
c1,16βήλους τοῦ διαβόλου Ἑβραῖον.
c1,17αἱλάρες τῶν πνευμάτων Ῥωμαῖον.
c1,18τοῦ σύ Ῥωμαῖον.
c1,19δετούλ. ἐξάλειψον Ἑβραῖον.
c1,20νικάτω νικάτω Ἑλληνικόν.
c1,21νανά σῶσον δὴ σῶσον Ἑβραῖον.
c2,1βόνας καὶ καλός Ῥωμαῖον.
c2,2δίας τὰς ἡμέρας Ῥωμαῖον.
c2,3γαυζεντες τὰ εὐπρεπῆ Ῥωμαῖον.
c2,4νικονί κτίστα μου Ἑβραῖον.
c2,5ἐν κέρκυς καὶ ἀσφαλέως Ῥωμαῖον.
c2,6βόνα τὸ καλόν Ῥωμαῖον.
c2,7τοῦ τοῦ σύ σύ Ῥωμαῖον.
c2,8ἀμόρε σὲ ἀγαπῶ Ῥωμαῖον.
c2,9ἄντες εἰς τὴν πρώτην Ἑβραῖον.
c2,10σαλβατους εὐπάθειαν Ἑβραῖον.
c2,11δεούς δεούς Θεέ Θεέ Ῥωμαῖον.
c2,12κιβά ὡς παρεγένου Ἑβραῖον.
c2,13δαιμόν σιώπα Ἑβραῖον.
c2,14γύ εἰς τὸ βάραθρον Ἑβραῖον.
c2,15γύ εἰς τὸ βάραθρον Ἑβραῖον.
c2,16γύν εἰς τὸ βάραθρον Ἑβραῖον.
c2,17νανά σῶσον δὴ σῶσον Ἑβραῖον.
c2,18γέγδεμα ὁ μαργαρίτης Ῥωμαῖον.
c2,19βελέ τὸν σατανάν Ἑβραῖον.
c2,20τουλδο. ἡ τροφὴ τῶν στρατευμάτων Ῥωμαῖον.[End of a diagram]186 in vol. 2