TLG 3023 010 :: CONSTANTINUS VII PORPHYROGENITUS Imperator :: De cerimoniis aulae Byzantinae (lib. 1.84–2.56)

CONSTANTINUS VII PORPHYROGENITUS Imperator Hist., Filius Leonis VI Imperatoris Imperator
(Constantinopolitanus: A.D. 10)

De cerimoniis aulae Byzantinae (lib. 1.84–2.56)

Source: Reiske, J.J. (ed.), Constantini Porphyrogeniti imperatoris de cerimoniis aulae Byzantinae libri duo, vol. 1 [Corpus scriptorum historiae Byzantinae] Bonn: Weber, 1829: 386–807.

  • Lib. 1.84–97: pp. 386–443
  • Appendix ad librum primum (= Τὰ βασιλικὰ ταξείδια): pp. 444–508
  • Pinax ad librum secundum: pp. 509–515
  • Praefatio ad librum secundum: pp. 516–517
  • Lib. 2: pp. 518–807 (Cletorologion = pp. 702–791)

Cf. et 3023 011

Citation: Page — (line)

386

(23t)

ΚΕΦ. πδʹ.
24tἘκ τῶν τοῦ Μαγίστρου Πέτρου. Ὅσα δεῖ παραφυλάττειν ἐπὶ
25tπροαγωγῇ κόμητος ἀδμινσιόνων καὶ κόμητος σχολῆς καὶ
26tκωροπαλάτου.
27Ὁ κόμης τῶν ἀδμηνσιόνων ἐπὶ σιλεντίου γίνεται, καὶ κα‐ θημένου τοῦ βασιλέως ἐν κονσιστωρίῳ· πολλάκις δὲ καὶ εἰς
ἱππικὸν ἀνιὼν, ποιεῖ αὐτὸν ἐν τῷ μεγάλῳ τρικλίνῳ, ἐν ᾧ τό‐386

387

πῳ δέχεται τοὺς ἄρχοντας. γίνεται δὲ οὕτως· μετὰ τὸ κι‐ τεῦσαι τὸν μάγιστρον καὶ εἰσελθεῖν τὸν μάγιστρον καὶ πάν‐ τας τοὺς ἄρχοντας ἐπιτρέπει τῷ κόμητι τῶν ἀδμηνσιόνων τῷ μέλλοντι παύεσθαι ἐνεγκεῖν τὸν πρῶτον δικουρίωνα, λέγων
5αὐτῷ, ὡς ἐπὶ τῶν ἄλλων ἀρχόντων, τὸ ὄνομα αὐτοῦ. ὁ δὲ ἀπελθὼν φέρει αὐτὸν, καὶ ἐπιδίδωσιν αὐτῷ ὁ βασιλεὺς τὰ κωδικέλλια τοῦ κόμητος τῶν ἀδμηνσιόνων [ἐπιτρέπει ἐνεγ‐ κεῖν], καὶ λαβὼν φιλεῖ τοὺς πόδας αὐτοῦ, καὶ ἵσταται ἔμ‐ προσθεν αὐτοῦ. αὐτῷ οὖν τῷ δεξαμένῳ τὰ κωδικέλλια τοῦ
10κόμητος τῶν ἀδμηνσιόνων ἐπιτρέπει ἐνεγκεῖν τὸν παυόμενον, τουτέστιν τὸν ἀπὸ κομήτων ἀδμηνσιόνων, καὶ λαβὼν αὐτὸν ὁ γενόμενος κόμης προσάγει αὐτῷ, καὶ ἐπιδίδωσιν αὐτῷ ὁ βασιλεὺς κωδικέλλιν ἰλλουστρίου, καὶ δεξάμενος αὐτὸς φιλεῖ τοὺς πόδας αὐτοῦ κάτω. καὶ λαβὼν αὐτὸν ὁ κόμης τῶν ἀδ‐
15μηνσιόνων ἀπάγει καὶ ἵστησιν αὐτὸν ἐν τῷ τόπῳ αὐτοῦ μετὰ τοὺς ἀγέντες πρὸ πάντων τῶν ὀνοραρίων ἰλλουστρίων. τοῦτο γὰρ τὸ προνόμιον δίδωσιν αὐτοῖς, ὡς εἴρηται, ἡ διάταξις. τοὺς δὲ κόμητας σχολῶν ἢ κουροπαλάτας ἐὰν βουληθῇ ἐν κονσιστωρίῳ προαγαγεῖν, ὡς ἐπὶ τῶν ἄλλων προαγωγῶν καὶ
20τούτους ποιεῖ. ὡς ἐπὶ πολὺ δὲ κατέσχεν ἔθος ἰδίᾳ ἐν τῷ κουβουκλείῳ γίνεσθαι αὐτοὺς καὶ πρὸ ἀρίστου καὶ δείλης,
ὡς ἂν δόξῃ τῷ βασιλεῖ.387

388

(1t)

ΚΕΦ. πεʹ.
2tΤοῦ αὐτοῦ Πέτρου. Ὅσα δεῖ παραφυλάττειν, ὅτε γένηται
3tαὐγουστάλιος ἢ ἀνθύπατος.
4Τὰ μανδάτα δίδεται τῇ πρὸ μιᾶς σιλεντίου, καὶ τὸν αὐ‐
5γουστάλιον Ἀλεξανδρείας ἔπαυσεν. καὶ μετὰ τὸ γενέσθαι πάντα τὰ ἐξ ἔθους δίδωσιν αὐτῷ κωδικέλλια. οὐκ εὐχαρι‐ στεῖται δὲ ὁ βασιλεὺς, ὡς ἐπὶ τῶν ἄλλων ἀρχόντων. κόμης γὰρ κονσιστωριανὸς γίνεται, ἐὰν μὴ ἔχει ἄλλο ἀξίωμα, καὶ εἰς τὰς μίνσας μετὰ τῶν κομήτων ἵσταται. συνεξέρχεται δὲ
10τοῖς ἐπάρχοις, καὶ οὐ κράζουσιν αὐτῷ τὰ σκρινία. ἐπὰν δὲ συνεξέλθῃ μέχρι τῆς ῥιγίας, φορῶν τὸ ἀτραβατικὸν, οὕτως, ὡς ἔχει, συγκάθηται τῷ ἐπάρχῳ τῶν πραιτορίων εἰς τὸ ὄχη‐ μα αὐτοῦ, καὶ ἀπέρχεται μέχρι τοῦ πραιτωρίου, καὶ ἐκεῖ κατέρχεται, καὶ συνεισέρχεται εἰς τὸ σέκρετον αὐτοῦ, καὶ
15συντάττεται αὐτῷ καὶ ἀναχωρεῖ. τὸ αὐτὸ δὲ σχῆμα γίνεται καὶ ἐν τῷ Ἠλυρικῷ, καὶ συγκάθηται ὁ ἀνθύπατος τοῖς ἐ‐
πάρχοις.388

389

(1t)

ΚΕΦ. πϛʹ.
2tΠερὶ διαφορᾶς στρατειῶν, καὶ πόθεν αὗται δίδονται, καὶ
3tτί ἁρμόζει ἑκάστῳ σκρινίῳ, ὅσα εὑρεῖν ἠδυνήθημεν.
4Ὁ γινόμενος σιλεντιάριος εἰσάγεται διὰ τοῦ πραιποσίτου
5πρὸς τὸν δεσπότην, φορῶν ἀτραβατικὸν χλανίδιν, καὶ ἐπιδί‐ δωσιν ὁ ὀστιάριος τῷ δεσπότῃ τὸ χρυσέον βεργήν. καὶ ὁ βασιλεὺς ἐπιδίδωσιν αὐτὸ τῷ γινομένῳ σιλεντιαρίῳ, καὶ τοῦ‐ τό ἐστιν ἡ στρατεία αὐτοῦ· λαμβάνει δὲ τὸ καλούμενον νι‐ ρεγιάτον, ἤγουν Ῥωμαϊστὶ νηβενσιατὸν, τουτέστιν καθ’ ἡμᾶς
10τύπον γινόμενον ἐν τῷ σκρινίῳ τοῦ βενεφικίου τοῦ λατερκού‐ λου. ἔξωθεν δὲ ποιοῦσιν προσσυμβόλαια πρὸς ἀλλήλους με‐ τὰ τοῦ πιπράσκοντος ὁ ἀγοράζων· εἰ δὲ εἰς τόπον ἔτι στρα‐ τευμένου γίνεται, χρὴ πραγματικὸν τύπον καταπεμφθῆναι τῷ μαγίστρῳ τὸν παρέχοντα τῷ στρατευομένῳ ταύτην τὴν ἄδει‐
15αν ὥστε ἐξεῖναι αὐτῷ τίρονα βαλεῖν εἰς τὸν ἴδιον αὐτοῦ τό‐ πον, καὶ ἔτι στρατεύεσθαι. ὁ δὲ βαλόμενος σοῦπερ νούμερος οὐ λαμβάνει ἐκ τοῦ δημοσίου ἀνώνας, μέχρι οὗ φθάσῃ εἰς βαθμόν. χρὴ δὲ εἰδέναι, ὅτι τῷ μέρει τῆς δεσποίνης ἐκ τοῦ κοινοῦ καταλόγου ἀπονενεμημένοι εἰσὶν δʹ σιλεντιάριοι ἐξ ὑ‐
20πολήμψεως χρηστῆς καὶ βίου μεμαρτυρημένοι σεμνοῦ. καὶ389

390

οὓς ἂν ἐπιλέξηται ἡ δέσποινα, εἰσάγονται παρ’ αὐτῇ. αὐτὴ δὲ λαμβάνουσα τὸ βεργίον τὸ χρυσοῦν παρὰ τοῦ ὀστιαρίου, ἐπιδίδωσιν τῷ σιλεντιαρίῳ, καίτοι ἔχοντι ἤδη τὴν στρατείαν, καὶ προσεδρεύουσιν οἱ δʹ οὗτοι εἰς μέρος αὐτῆς. ῥεφερενδά‐
5ριος δὲ γίνεται ἀπὸ ψιλῶν μανδάτων διδομένων αὐτῷ παρὰ τοῦ πραιποσίτου· δεῖ δὲ αὐτὸν εἶναι τριβοῦνον νοταρίων. δεῖ δὲ εἰδέναι, ὅτι καὶ ἡ δέσποινα ἔχει ἕνα ῥεφερενδάριον, καὶ αὐτὸς ὁμοίως τοῖς ἄλλοις γίνεται. καὶ ὅτε, τελευτησάσης τῆς θείας τὴν λῆξιν Θεοδώρας, ὁ εὐσεβὴς δεσπότης ἐκέλευσεν
10τὸν ῥεφερενδάριον αὐτῆς αὐτῷ ὑπηρετεῖν διὰ τὸ σχολάζειν αὐτὸν, οἷα μὴ οὔσης αὐγούστης. χρὴ δὲ εἰδέναι, ὅτι δύο μόνοι τοῦ δεσπότου ἀννωνεύονται καὶ ὁ τῆς αὐγούστης. οἱ γὰρ ἄλλοι πάντες δίχα ἀννωναρίων εἰσὶν, ἀλλ’ ὡς τριβοῦνοι νοτάριοι πραιτωριανοὶ πουνκτάριοι τὰς ῥόγας λαμβάνουσιν.
15βεστήτορες δὲ γίνονται ἀπὸ πετιτωρίου, γραφομένου μὲν πα‐ ρὰ τοῦ χαρτουλαρίου τῆς κατ’ αὐτὸν σχολῆς, ὑπογραφομέ‐ νου παρὰ τοῦ δεσπότου. δομέστικοι δὲ καὶ προτίκτορες οὕ‐ τως. πάλαι μὲν ἀπὸ προσκυνήσεως μόνης ἦν ἡ στρατεία αὐ‐ τῶν· νῦν δὲ προβατωρείαν ποιεῖ ὁ δεσπότης, καὶ προσάγει
20αὐτὸν ὁ δηκουρίων ἀτραβατικὸν φοροῦντα χλανίδιν, ἢ ἐν390

391

κονσιστωρίῳ μετὰ τὸ πάντα πραχθῆναι, ἢ ἀνιόντος αὐτοῦ εἰς τὸ ἱππικὸν ἵσταται ἐμπρὸς τοῦ δέλφακος, καὶ λέγει ἐπὶ μὲν τῶν προτικτόρων· „ἀδοράτορ προτέκτορ·“ ἐπὶ δὲ τῶν δομεστίκων· „ἀδοράτορ προτέκτορ δομεστίκους.“ καὶ λαμ‐
5βάνει τὴν προβατωρίαν παρὰ τοῦ δεσπότου, καὶ φιλεῖ τοὺς πόδας, καὶ ἐξέρχεται. πάντων δὲ τῶν ἀγοραζόντων τόπους καὶ συμβόλαια ἔξωθεν παρὰ τῶν πιπρασκόντων γίνεται πρὸς τούτοις καὶ σύμβολα γίνεται. νῦν δὲ καὶ ἐν φερίαις πολλά‐ κις ὁ εὐσεβὴς δεσπότης ἡμῶν ποιεῖ. οἱ δὲ κανδιδάτοι γίνον‐
10ται οὕτως. ἀνιόντος τοῦ βασιλέως εἰς τὸ ἱππικὸν, ἢ προϊόν‐ τος εἰς οἱονδήποτε πρόκενσον, χρὴ τὸν μάγιστρον προευτρε‐ πίσαι τὸν κόμητα τῆς ἕκτης ἢ ἑβδόμης σχολῆς καὶ τοὺς πρι‐ μικηρίους τῶν κανδιδάτων καὶ μανιάκιν. καὶ αὐτὸν τὸν μέλλοντα γίνεσθαι κανδιδάτον, φοροῦντα ῥούσεον πεκτοράριν
15καὶ λευκὸν χλανίδιν, ἀνιόντος τοῦ βασιλέως εἰς τὸ ἱππικὸν, δεῖ στῆναι ἐμπρὸς τῆς θύρας τῆς μετὰ τὰ πούλπιτά ποτε· νῦν δὲ εἰληματικῆς γενομένης σκάλης παρὰ τοῦ εὐσεβοῦς ἡ‐ μῶν δεσπότου Ἰουστινιανοῦ, τὸν μέλλοντα προάγεσθαι ἔνθα
ἵστανται οἱ βάρβαροι καὶ προσκυνοῦσιν. καὶ ἅμα εἰσέλθῃ ὁ391

392

βασιλεὺς, ὁ κόμης τῆς σχόλης, ἐὰν παρῇ, εἰ δὲ μὴ πάρεστιν, ὁ πριμικήριος, ἐπιδίδωσιν τῷ μαγίστρῳ τὸ μανιάκιν· καὶ ὁ μάγιστρος, ἑστὼς ἐκ τῶν δεξιῶν τοῦ βασιλέως, κρατεῖ ταῖς δύο χερσὶν, καὶ προσφέρει τῷ βασιλεῖ, καὶ ὁ βασιλεὺς ἐπι‐
5δίδωσιν αὐτῷ τῷ κανδιδάτῳ, καὶ φιλεῖ τοὺς πόδας αὐτοῦ καὶ ἀνίσταται. δεῖ δὲ εἰδέναι, ὅτι ὁ λαμβάνων τὸ μανιάκιν τοῦ κανδιδάτου πάντως καὶ πραισεντάλιος γίνεται. ἐὰν δὲ ἐνα‐ ρίθμιός ἐστιν εἰς τοὺς μʹ, προτάττεται καὶ τῶν σουπερνου‐ μέρων πάντων σχολαρίων, καὶ ἐνάννωνος τάττεται. καὶ ὅ‐
10ταν μέλλοι πληροῖν ὁ πριμικήριος τῶν κανδιδάτων πρὸ μιᾶς ἢ δευτέρας ἡμέρας τῶν καλάνδων Μαΐων, εἰσφέρει αὐτοὺς ὁ μάγιστρος λευχημονοῦντας παρὰ τῷ δεσπότῃ, καὶ προσκυ‐ νοῦσιν οἱ πληρώσαντες καὶ οἱ μέλλοντες ἐπιβαίνειν τῷ πρι‐ μικηράτῳ. καὶ οἱ ἄλλοι εὐχαριστοῦσιν. προσφέρεται δὲ καν‐
15διδάτος καὶ ἐν τῷ ἄρματι, ἔνθα ἵστανται οἱ κανδιδάτοι, καὶ οὐ μόνον ἐν τῷ ἐνταῦθα παλατίῳ, καὶ ἐν τοῖς προκένσοις, καὶ ἔνθα ἄν ἐστιν ὁ βασιλεύς. πάντως δὲ εἰς ἐκεῖνον τὸν τόπον δεῖ προσενεχθῆναι τὸν κανδιδάτον, ἔνθα οἱ κανδιδάτοι καὶ ἐξκουβεύουσιν καὶ ἵστανται. καὶ ταῦτα μὲν ἡ συνήθεια.
20ὁ μέντοι εὐσεβὴς ἡμῶν δεσπότης πολλάκις καὶ ἐν φερίαις καὶ392

393

ἔσω καθήμενος ἐκέλευσεν γενέσθαι πάσας ταύτας τὰς στρα‐ τίας καὶ δίχα σιλεντίου.
3tΚΕΦ. πζʹ.
4tὍσα δεῖ παραφυλάττειν, ἐὰν ὁ ἀναγορευθεὶς ἐν τοῖς ἄνω μέ‐
5tρεσιν βασιλεὺς ἀποστείλῃ πρέσβεις καὶ λαυρεάτα, μηδέπω δε‐
6tχθεὶς ὑπὸ τοῦ ἐνταῦθα βασιλέως εἰς τὴν βασιλείαν, καὶ πῶς
7tβεβαιοῖ τὴν βασιλείαν αὐτοῦ καὶ τοὺς πρέσβεις ἀπολύει.
8Χρὴ, πρεσβευτῶν ἐρχομένων, προμαθεῖν τὸν μάγιστρον καὶ ἑτοιμάσαι τὰ μητάτα αὐτῶν, καὶ πέμψαι καὶ εἰς ἀπάν‐
10τησιν αὐτῶν, καὶ εἰσαγαγεῖν ἕκαστον εἰς τὸ ἴδιον μητάτον, προευτρεπίζονται δὲ καὶ στρώματα καὶ ἀναλώματα αὐτοῖς. καὶ καταλύουσιν ἐν τοῖς μητάτοις αὐτῶν, καὶ μετὰ μίαν ἢ δύο ἡμέρας ὁρῶσι τὸν μάγιστρον. ὁ δὲ δεχόμενος παρασκευάζει ἕκαστον αὐτῶν καθίσαι πρὸς τὰ ἀξιώματα αὐτῶν, καὶ δια‐
15λέγεται αὐτοῖς, ὅσα χρὴ, καὶ ἀπολύει αὐτούς. αἰτοῦσιν δὲ αὐτὸν ἐφ’ ᾧ μηνυθῆναι τῷ βασιλεῖ, καὶ ὑπισχνεῖται ὁ μά‐ γιστρος τοῦτο ποιεῖν καὶ μηνύειν αὐτούς. καὶ ὅτε κελεύσω‐
σιν προελθεῖν, ἀπὸ ὀψὲ δίδοται μανδάτα σιλέντιον, καὶ τοὺς393

394

πρέσβεις τοὺς ἀπὸ Ἰταλίας δέχεται· καὶ ἐὰν ἔπαρχος ἢ ἔπαρχοι εἶεν οἱ πρέσβεις, ὁ πρώξιμος τῶν ἀδμηνσιόνων ἀ‐ πέρχεται πρὸς αὐτοὺς, καὶ μεταστέλλεται αὐτούς. ἐὰν δὲ μά‐ γιστρος εἴη, ὁ βοηθὸς τοῦ μαγίστρου ἀπέρχεται, καὶ φέρει
5αὐτὸν εἰς τὸ παλάτιν. ἐὰν δὲ κόμης λαργιτιόνων, ἢ ἄλλην ἔχων ἰλλουστρίαν ἀρχὴν, ἀδμισσιονάλιος ἀπέρχεται καὶ φέ‐ ρει αὐτόν. οὔτε δὲ σιλεντιάριος ἀπαντᾷ τῷ ἐπάρχῳ τῶν πραιτωρίων ἢ τῷ τῆς πόλεως, οὔτε ἄλλο τί ποτε τῶν εἰω‐ θότων ἐπὶ ταῖς ἐνταῦθα ἀρχαῖς γίνεται, ἀλλ’ εἰσέρχονται
10πάντες οἱ πρεσβευταὶ εἰς τὴν σχολὴν τοῦ μαγίστρου, καὶ ἐκεῖ περιμένουσιν. καὶ ὅτε καιρὸς, ἀπέρχεται ἀδμισσιονάλιος καὶ ἀναφέρει αὐτοὺς, καὶ εἰσερχόμενοι προσαγορεύουσιν τοὺς καν‐ διδάτους κατὰ μίμησιν τῶν ἄλλων ἀρχόντων, καὶ δέχονται ἀπὸ τοῦ πραιποσίτου ἀσπαζόμενοι αὐτὸν ἐν τῇ ἰδίᾳ τάξει, καὶ εἰσ‐
15έρχονται καὶ ἀλλάσσουσιν τὰ ἀτραβατικά. ἀρμάτοι δὲ ἐπὶ τοῦ βασιλέως οὐκ εἰσέρχονται διὰ τὸ μὴ εἶναι βαρβάρους τοὺς πρεσβευτάς. καὶ ἐπὰν καθίσῃ ὁ βασιλεὺς μεθὸ δε‐ χθῶσιν οἱ ἄρχοντες, ὁ κόμης τῶν ἀδμισσιόνων λέγει „λεβὰ,“
κιτατίονος μὴ γινομένης ὡς ἐπὶ ἄλλων πρεσβεύων, καὶ εἰσέρ‐394

395

χονται καὶ φιλοῦσιν τοὺς πόδας τοῦ βασιλέως, καὶ ἵστανται ἐν τῷ μέσῳ, καὶ λέγουσιν τὴν πρεσβείαν, καὶ ἐξέρχονται. ἔστιν δὲ ὅτε δοκεῖ τῷ βασιλεῖ καὶ παρασκευάζει καὶ λιβελλησίους παρα‐ στῆναι καὶ ἐκλαβεῖν τὴν πρεσβείαν, καὶ διαλαλεῖ ἃ βούλεται.
5ἐὰν δὲ βεβαιώσει τὴν βασιλείαν, καὶ ὁ ἔπαρχος τῶν πραιτω‐ ρίων καὶ ὁ ἔπαρχος τῆς πόλεως, λοιπὸν οὕτως δέχονται ὡς ἐν‐ ταῦθα ὄντες ἔπαρχοι, καὶ τὸ περσίκην αὐτοῖς ἀπαντᾷ, καὶ ὁ μάγιστρος μετὰ τὸν μάγιστρον τὸν ἐνταῦθα περιπατεῖ, καὶ ἁ‐ πλῶς ἡ τάξις ἐπὶ τῶν ἀξιωμάτων φυλάττεται. δεῖ δὲ εἰδέναι,
10ὅτι ἐπὶ τοῦ τῆς θείας λήξεως Λέοντος ἐπέμφθη Ἡλιοκράτης παρὰ Ῥωμαίων, τὰ λαυρεάτα Ἀνθεμίου τοῦ βασιλέως ἔχων καὶ γράμματα αὐτοῦ, καὶ ἐδέχθησαν οἱ πρέσβεις ἐν τῷ κον‐ σιστωρίῳ, Ἡλιοκράτης καὶ ἡ εἰκὼν Ἀνθεμίου εἰσενέχθη, καὶ ἐδέξαντο αὐτὴν οἱ σιλεντιάριοι, καὶ Διαφερέντιος, ἔπαρχος
15ὢν Κωνσταντινουπόλεως, εἶπεν ἐγκώμια εἰς ἀμφοτέρους τοὺς βασιλεῖς καὶ Διοσκόριος, ἀπὸ ἐπάρχων πόλεως, καὶ διελά‐ λησεν ὁ βασιλεὺς, ὥστε πεμφθῆναι τὰ λαυρεάτα εἰς πᾶσαν τὴν πολιτείαν, καὶ τὰς εἰκόνας κοινῇ ἀνατίθεσθαι ἀμφοτέροις τοῖς βασιλεῦσιν. ἔστιν δὲ ἡ διαλαλία οὕτως· „αὐτοκράτωρ
20Καῖσαρ εὐτυχὴς Λέων νικητὴς ἀεισέβαστος εἶπεν· τοῦ πρᾳ‐395

396

οτάτου ἄρχοντος Ἀνθεμίου τὸν χαρακτῆρα ἐπὶ πολὺ ἐκδε‐ ξάμενοι νῦν ἀποδοθέντα, μεγάλην ἡμῖν εὐφροσύνην ἐνεποίη‐ σεν. διὰ τοῦτο θείᾳ νεύσει τὸν αὐτὸν χαρακτῆρα τιμίως πρὸς χαρμονὴν πάντων τῶν λαῶν ταῖς ἡμετέραις εἰκόσιν κοινω‐
5νεῖν προστάσσομεν, ὡς ἂν πᾶσαι αἱ πόλεις ἐν εὐφροσύνῃ διαγνώσονται κοινωνούσας ἑκατέρων μερῶν τὰς ἐξουσίας, τῇ τε αὐτοῦ ἡμερότητι ἡμᾶς συνηνῶσθαι.“ χρὴ δὲ εἰδέναι, ὅτι καὶ Λίβερ, ὁ πατρίκιος καὶ ἔπαρχος Γαλλιῶν, ἐπέμφθη ἐν‐ ταῦθα παρὰ Θευδᾶ τοῦ ῥηγὸς Γότθων καὶ τῆς συγκλήτου
10Ῥωμαίων, καὶ δεξάμενος αὐτὸν ὁ εὐσεβὴς βασιλεὺς ἡμῶν Ἰουστινιανὸς, ἐκέλευσεν αὐτὸν ὡς ἔπαρχον πραιτωρίων καὶ προϊέναι καὶ ἀναχωρεῖν, καὶ πάντα οὕτως ἐπὶ αὐτοῦ ἐπράτ‐ τετο, ὡς ἐπὶ τῶν ἐπάρχων ἀνατολῆς.
14tΚΕΦ. πηʹ.
15tὍσα δεῖ παραφυλάττεσθαι, ὅτε μέλλει δέχεσθαι τοὺς αὐτοὺς
16tπρέσβεις, καὶ βεβαιοῖ τὴν βασιλείαν καὶ ἀπολύειν αὐτούς.
17Πρὸ μιᾶς δίδοται μανδάτα σιλέντιον, καὶ τοὺς ἀπὸ Ἰτα‐
λίας πρέσβεις δέχεται. καὶ μετὰ τὸ καθίσαι αὐτὸν ἐν τῷ396

397

κονσιστωρίῳ καὶ εἰσελθεῖν κατὰ τὸ ἔθος πάντας γίνεται αὐ‐ τοῖς ἴδιον βῆλον, καὶ εἰσέρχονται, καὶ αἰτοῦσιν πάλιν περὶ τῶν αὐτῶν, καὶ βεβαιοῖ ὁ βασιλεὺς ἢ ἐγγράφως ἢ ἀγράφως, ὑπισχνούμενος ἐπιστολὰς πέμπειν περὶ τούτου πρὸς αὐτόν.
5καὶ λοιπὸν, ὡς εἴρηται, ἐν τοῖς σιλεντίοις προέρχονται ὡς ἄρχοντες τοῦ βασιλέως, καὶ ἐὰν ὦσιν ἔπαρχοι ἢ ἔπαρχος, προσκυνοῦνται παρὰ τῶν δομεστίκων καὶ προτηκτόρων, καὶ τὸ Περσίκην αὐτοῖς ἀπαντᾷ, καὶ πάντα κατὰ τὸ εἰωθὸς γίνεται. ἐπὰν δὲ θέλῃ ἀπολῦσαι αὐτοὺς, δεῖ τὸν μάγιστρον ποιῆσαι
10γνῶσιν κατὰ γνώμην τοῦ βασιλέως, τί ἕκαστος ὀφείλῃ λαβεῖν, καὶ πάντων τῶν ἀνθρώπων αὐτῶν τί ἕκαστος λαμβάνει, καὶ δοῦναι τῷ κόμητι τῶν λαργιτιόνων. καὶ ἐπὰν κἀκεῖνος εὐ‐ τρεπισθῇ, δίδωσι σιλέντιον ὁ βασιλεύς. καὶ τῇ ἑξῆς πάντα γίνεται ὡς ἐν σιλεντίῳ, καὶ ἔρχονται οἱ πρέσβεις, οὐκέτι
15πάντες ὁμοῦ, ἀλλ’ εἰς τοὺς τόπους αὐτῶν μετὰ τῶν Κων‐ σταντινουπόλεως ἀρχόντων ἀναμεμιγμένοι, καὶ κελεύοντος τοῦ βασιλέως, εἰσάγει ὁ δικουρίων τοὺς ἀνθρώπους αὐτῶν κατὰ τάγμα τάγμα, καὶ μηνύει ὁ δικουρίων· „κόμητες φυλῶν, δι‐
δασκαλικοὶ, λευκοφόροι, δρομεῖς, δεκανοὶ“ καὶ ἁπλῶς πάντας397

398

τοὺς μετ’ αὐτῶν ἐλθόντας, καὶ δίδωσιν ἕκαστον τὴν ῥόγαν ὁ βασιλεύς. καὶ μετὰ τὸ ἐξελθεῖν τοὺς ἀνθρώπους αὐτῶν τότε καὶ αὐτοῖς τοῖς πρεσβευταῖς δίδωσιν ὅσα ἐκέλευσεν εὐτρε‐ πισθῆναι εἰς λόγον αὐτῶν, καὶ δέχονται αὐτὸν οἱ σιλεντιά‐
5ριοι, καὶ ἐγείρεται ὁ βασιλεὺς, καὶ ἐὰν μὴ ὦσιν πατρίκιοι, προσκυνοῦσιν αὐτὸν, καὶ συντάττονται, εἰ μὲν ἐν τῷ μικρῷ κάθηται κονσιστωρίῳ, ἐμπρὸς τῶν πορφυρῶν βάθρων ἐν τῷ θερινῷ κονσιστωρίῳ· εἰ δὲ ἐν τῷ μεγάλῳ κονσιστωρίῳ κά‐ θηται, ἄνω πρὸ τῆς θύρας τῶν δευτέρων, καὶ κατέρχονται,
10καὶ μίσας ποιοῦσι. τὰ δὲ γράμματα τοῦ βασιλέως λαμβά‐ νει ὁ μάγιστρος, καὶ ἔρχονται καὶ συντάττονται αὐτῷ, καὶ δίδωσιν αὐτά.
13tΚΕΦ. πθʹ.
14tὍσα δεῖ παραφυλάττειν, πρεσβευτοῦ μεγάλου ἐρχομένου Περσῶν.
15Δεῖ, μηνυομένου μεγάλου πρεσβευτοῦ, τὸν μάγιστρον πέμψαι εἰς τὰ μεθόρια ἕνα ἄρχοντα ἰλλούστριον ἢ σιλεντιά‐ ριον ἢ τριβοῦνον ἢ καὶ ἕνα τῶν ἐπισήμων, ἢ μαγιστριανῶν, ἢ ὃν ἂν συνίδῃ πρὸς τιμὴν τοῦ ἐρχομένου προσώπου πέμψῃ,
ἵνα δέξηται καὶ διασώσει αὐτόν. ὁ δὲ πεμπόμενος εἰσέρχε‐398

399

ται εἰς τὸ Νησίβιος, καὶ ἀσπάζεται αὐτὸν, καὶ ἐὰν ἔχει γράμματα τοῦ βασιλέως, ἀποδίδωσιν· (εἰ δὲ μὴ, τοῦ μα‐ γίστρου) προτρέποντα αὐτόν. ἴσως δὲ οὐδὲ ὁ μάγιστρος γράφει, ἀλλ’ ἐκ μανδάτων μόνον ἡ προτροπὴ γίνεται, ἐφ’ ᾧ
5αὐτὸν ἐλθεῖν μετὰ εὐθυμίας καὶ θεραπείας· καὶ ἐξέρχεται σὺν αὐτῷ. δεῖ δὲ τοὺς ἄρχοντας τοῦ Δάρας ἀπαντῆσαι αὐ‐ τῷ μετὰ τῶν στρατιωτῶν ἐν τοῖς μεθορίοις καὶ δέξασθαι τὸν πρεσβευτὴν καὶ τοὺς ἀνθρώπους αὐτοῦ. καὶ εἰ μέν ἐστίν τι ὀφεῖλον λαληθῆναι ἐν τοῖς μεθορίοις, λαλεῖται,
10τοῦ ἄρχοντος τοῦ Νησίβιος μέχρι τῶν μεθορίων μετὰ πλή‐ θους Περσῶν συνερχομένου αὐτοῦ. εἰ δὲ μὴ λαλεῖταί τί ποτε, καὶ οὕτως δεῖ πάντως συνελθεῖν αὐτὸν μετὰ πλήθους, καὶ τῶν Ῥωμαίων αὐτὸν παραλαμβανόντων καὶ τοὺς συνόν‐ τας αὐτῷ, δεῖ τοὺς λοιποὺς ἀπομεῖναι τῶν Περσῶν ἐν τοῖς
15Περσικοῖς τόποις, καὶ αὐτὸν μόνον μετὰ τῶν συνόντων εἰσ‐ ελθεῖν εἰς τὸ Δάρας καὶ θεραπευθῆναι. προσήκει δὲ τοὺς ἄρχοντας τοῦ Δάρας πολλὴν ἀγρυπνίαν καὶ πρόνοιαν ποιεῖ‐ σθαι, ὥστε μὴ προφάσει τοῦ πρεσβευτοῦ πλῆθος Περσῶν συνεισελθεῖν, κατὰ μέρος ἐπακολουθῆσαι, καὶ δόλῳ κρατῆσαι
20τὴν πόλιν. ἀλλὰ τούτου τοῦ μέρους πολλὴν πρόνοιαν οἱ ἄρ‐399

400

χοντες ὤφελον ποιεῖσθαι, καὶ ἐκ τοῦ ἀσυμφανοῦς ἐγρηγορέ‐ ναι, καὶ φυλάττειν τὸ σχῆμα τοῦτο. οἱ δουκικοὶ δὲ κατὰ τὸ εἰωθὸς τὸ δαπάνημα τῆς ὁδοῦ μέχρι τῶν ἐνταῦθα ἡμε‐ ρῶν ργʹ ἐπιδιδόασιν. τοσαῦται γὰρ ἐξ ἀρχῆς ὁρίσθησαν ἀρ‐
5κεῖν τῷ πρεσβευτῇ ἀνιόντι, καὶ τοσαῦται ἀπιόντι. ἔστιν δὲ ὅτε βραδύνῃ ἐν τῇ ὁδῷ, καὶ κελεύει ὁ βασιλεὺς, καὶ προσ‐ θήκη αὐτῷ γίνεται. ἡ δὲ γνῶσις τῶν ἐπιδεδομένων αὐτῷ σώζεται ἐν τῷ σκρινίῳ τῶν βαρβάρων. καὶ βέρεδα δὲ κατὰ τὰ πάκτα ἐπὶ Κωνσταντίνου ἐπάρχου πραιτωρίων γενομένου
10ἀπενεμήθη αὐτῷ πέντε, καὶ ζῶα λʹ. ὁ δὲ βασιλεὺς, ἐὰν θέλῃ θεραπεῦσαι αὐτὸν, πολὺ πλέον αὐτῷ ἐπιδοθῆναι κε‐ λεύει. εἰ δὲ θέλει καὶ τιμῆσαι αὐτὸν, χρὴ πέμψαι καὶ δέ‐ ξασθαι αὐτὸν διά τινος τῶν εὐυπολήμπτων ἐπὶ Γαλατίαν καὶ Καππαδοκίαν καὶ θρέψαι· ὁμοίως δὲ πέμψαι καὶ εἰς
15Νίκαιαν καὶ θρέψαι καὶ θεραπεῦσαι. δεῖ δὲ καὶ τὸν μάγι‐ στρον, ἐρχομένου αὐτοῦ περὶ Ἀντιόχειαν, πέμψαι μαγι‐ στριανὸν ὀφείλοντα ἀπαντῆσαι καὶ ἀσπάσασθαι αὐτὸν, καὶ μαθεῖν, πῶς διασώζεται. εἰ δὲ θέλει ὁ βασιλεὺς, καὶ ἅπαξ καὶ δεύτερον τοῦτο ποιεῖ, καὶ γράφει καὶ ἀσπάζεται, καὶ
20ἐρωτᾷ αὐτὸν, πῶς διασώζεται. χρὴ δὲ αὐτῷ καὶ ζῶα εὐ‐
τρεπισθῆναι ἐν Ἑλενοπόλει καὶ δρόμονας, ἵνα, εἴτε βούλεται,400

401

πεζῇ ἀπέλθῃ ἐπὶ Νικομήδιαν, εἴτε βούλεται, δρόμωσιν ἀν‐ τιπεράσῃ, καὶ ἐνδακιδίζῃ δὲ πάντως χρὴ εὐτρεπισθῆναι καὶ ἵππους καὶ ζῶα, ἵνα δέξωνται αὐτὸν καὶ ἀγάγωσιν μέχρι Καλχηδόνος· ἐν δὲ Καλχηδόνι τὸν μάγιστρον ἑτοιμάσαι
5μητάτα καὶ αὐτῷ καὶ τοῖς ἀνθρώποις αὐτοῦ, καὶ πέμψαι τὸν ὀπτίονα τῶν βαρβάρων καὶ ἀποθέσθαι αὐτῷ ἀναλώμα‐ τα ἕτοιμα τῆς ἡμέρας, ἢ καὶ τῶν ἡμερῶν, ὧν ἔχει ποιῆσαι ἐν Χαλκηδόνι. καὶ ξένια δὲ πέμπει αὐτῷ. προσήκει δὲ τὸν μάγιστρον πέμψαι εὐθὺς εἰς ἀσπασμὸν αὐτοῦ, καὶ ἐρωτῆσαι
10αὐτὸν, πῶς ἦλθε, καὶ μὴ ἐσιάνθη τί ποτε, καὶ ἁπλῶς κατὰ τὸ ἐγχωροῦν θεραπεῦσαι αὐτόν. χρὴ δὲ ἐν τῇ πόλει προε‐ τοιμασθῆναι τὸ μητάτον αὐτοῦ πρὸς τὴν ἀξίαν τοῦ ἀνθρώ‐ που καὶ τὸ πλῆθος, ὅπερ ἐπιφέρεται, καὶ εὐτρεπίσαι ἐν αὐ‐ τῷ κραββάτια καὶ στρώμματα καὶ κλιβάνια καὶ ἀρούλλας
15καὶ τραπέζας καὶ ὀπέρας, ὥστε ὑδροφορεῖν καὶ τὰς ἄλλας ῥυπαρὰς ὑπηρεσίας ὑπουργεῖν. ἀλλὰ τὰ μὲν στρώμματα ὁ κόμης τῶν πριβάτων κατὰ πιττάκιον τοῦ μαγίστρου ἀπολύει, ἤτοι ὁ σακκελλάριος τοῦ βασιλέως· (νῦν γὰρ εἰς αὐτὸν με‐
τηνέχθη ἡ χρεία·) τὰ δὲ κραββάτια καὶ σκύφια καὶ τρα‐401

402

πέζια καὶ κλιβάνια καὶ χύτρας ὁ ἔπαρχος τῆς πόλεως ἀπο‐ λύει, πάλιν κατὰ πιττάκιον τοῦ μαγίστρου. τὰς δὲ ἀρούλλας οἱ τῶν φαβρίκων παρέχουσιν. ἀπονέμονται δὲ αὐτῷ παρὰ τοῦ ἐπάρχου καὶ ὄπερες ἐκ τῶν καπηλείων. καὶ δεῖ τὸ βα‐
5λανεῖον τοῦ οἴκου ἐκείνου, ἐν ᾧ μέλλει, οἰκεῖν, ἑτοιμασθῆναι, ἢ τὸ πλησίον αὐτοῦ, ἵνα, ὅτε βούλεται, καὶ αὐτὸς καὶ οἱ μετ’ αὐτοῦ λούονται, καὶ αὐτοῖς μόνοις σχολάζει τὸ βαλα‐ νεῖον. καὶ ἐπὰν καταπλεύσῃ, δεῖ τὸν μάγιστρον πέμψαι βα‐ σιλικοὺς ἵππους· (δίδωσι δὲ αὐτοὺς ὁ σπαθάριος τοῦ βασι‐
10λέως·) καὶ δέχονται αὐτὸν ἐκ τῶν δρομόνων, καὶ ἀποφέ‐ ρουσιν εἰς τὸν οἶκον αὐτοῦ. καὶ εὐθὺς πέμπει ὁ μάγιστρος καὶ ἀσπάζεται αὐτὸν, καὶ πάλιν ἐρωτᾷ αὐτὸν, πῶς διεσώθη. πέμπει δὲ αὐτῷ καὶ ξένια διὰ τοῦ ὀπτίονος, ἃ βούλεται· ὡς ἐπὶ πολὺ δὲ καὶ ὁ πρέσβεις πέμπει, καὶ ἀντασπάζεται τὸν
15μάγιστρον. καὶ χρὴ τὸν μάγιστρον δέξασθαι ἠπίως τὸν ἐρ‐ χόμενον καὶ δοῦναι ἀνταπόκρισιν ἁρμοδίαν τῷ ἀσπασμῷ. δηλοῖ δὲ αὐτῷ διὰ τοῦ οἰκείου ἀνθρώπου ὁ μάγιστρος ὅτι „ἀνάκτησαι σαυτὸν, καὶ ὅτε συνορᾷς, ἀσπάζομαί σε.“ κἀ‐ κεῖνος τῇ ἑξῆς ἢ μετὰ μίαν προμηνύει, καὶ ἔρχεται καὶ ἀσπά‐
20ζεται τὸν μάγιστρον, καὶ δέχεται αὐτὸν ἀπὸ στόματος, καὶ402

403

ἐρωτᾷ αὐτὸν ὁ μάγιστρος πρὸ πάντων περὶ τῆς ὑγείας τοῦ βασιλέως αὐτοῦ, ἔπειτα καὶ περὶ τῶν τέκνων τοῦ βασιλέως αὐτοῦ καὶ περὶ τῶν ἀρχόντων καὶ περὶ τῆς αὐτοῦ καὶ τοῦ οἴκου αὐτοῦ ὑγείας, καὶ πῶς ἦλθε, μή τί ποτε ἐν τῇ ὁδῷ
5ἐσιάνθη, μή τί ποτε παρελείφθη, καὶ λέγει ὅτι „ἐκελεύσθη‐ μεν παρὰ τοῦ εὐσεβοῦς ἡμῶν δεσπότου πάντα εἰς θεραπείαν σου ποιῆσαι· ἐὰν οὖν τί ποτε παρελείφθη, τοῦτο ἡμέτερόν ἐστιν πταῖσμα. καὶ παρακαλοῦμεν ὑμᾶς μήτε λυπηθῆναι μηδὲ σιωπῆσαι, ἀλλὰ εἰπεῖν ἡμῖν, ἵνα διόρθωσις γένηται.“
10προσκυνοῦσιν δὲ τὸν μάγιστρον καὶ οἱ μετ’ αὐτοῦ ὄντες πάν‐ τες, ῥίπτοντες ἑαυτοὺς ἐπὶ τοῦ ἐδάφους. καὶ ὅτε δόξῃ τῷ βασιλεῖ δέξασθαι αὐτὸν, πέμπει ὁ μάγιστρος καὶ δηλοῖ αὐ‐ τῷ ὅτι „ἐκέλευσέν σε ὁ δεσπότης εἰσελθεῖν.“ χρὴ δὲ καὶ τὸν δεσπότην ἐν Χαλκηδόνι, καὶ ἐνταῦθα ἐρχομένου αὐτοῦ,
15πέμψαι δηκουρίωνα καὶ ἀσπάσασθαι αὐτὸν καὶ ἐρωτῆσαι πε‐ ρὶ τῆς ὑγείας τοῦ βασιλέως αὐτοῦ, καὶ πῶς αὐτὸς διεσώθη. ἐπὰν δὲ δέχηται αὐτὸν, πέμπει ἀπὸ ὀψὲ ὁ μάγιστρος σου‐ βαδίουβαν, καὶ δηλοῖ αὐτῷ ὅτι „ἐκέλευσέν σε ὁ βασιλεὺς προελθεῖν, καὶ πρόελθε.“ καὶ ὁ βασιλεὺς ὁμοίως πέμπει δι‐
20κουρίωνα, καὶ ἀσπάζεται αὐτὸν, καὶ δηλοῖ αὐτῷ ὅτι „τῇ403

404

ἑξῆς δεχόμεθά σε, καὶ πρόελθε.“ δίδοται οὖν μανδάτα ἀπὸ ὀψὲ σιλέντιον, καὶ τὸν πρεσβευτὴν τῶν Περσῶν δέχεται. καὶ χρὴ τὸν ἀδμισσιονάλιον ἐλθεῖν καὶ ἐρωτῆσαι τὸν μάγιστρον περὶ τῶν λαβαρησίων, καὶ δίδοται μανδάτα, ἵνα καὶ αὐτοὶ
5ἀπαντήσωσιν, καὶ δεῖ στῆναι αὐτοὺς εἰς τοὺς τόπους αὐτῶν μετὰ τοῦ ἄρματος. προέρχονται δὲ πάντες οἱ ἄρχοντες ἀπὸ ὁλοσηρίκων, καὶ εἰσέρχεται ὁ πρέσβεις διὰ τῆς ῥιγίας, καὶ δέχεται αὐτὸν ὁ μάγιστρος ἐν τῇ σχολῇ αὐτοῦ, καὶ ἐρωτᾷ αὐτὸν, εἰ ξένια ἔχει τοῦ βασιλέως, καὶ χρὴ αὐτὸν ἰδεῖν πάν‐
10τα, πρὶν εἰσέλθωσιν, καὶ λαβεῖν τὴν γνῶσιν αὐτῶν. καὶ εἰσ‐ έρχεται πρὸς τὸν βασιλέα ὁ μάγιστρος, καὶ ἀναφέρει αὐτῷ τὰ περὶ τῶν ξενίων, ἐπιδίδωσι δὲ αὐτῷ καὶ τὴν γνῶσιν. ὁ δὲ πρέσβης ἀναμένει ἐν τῇ σχολῇ τοῦ μαγίστρου. καὶ μεθὸ δεχθῶσιν οἱ ἄρχοντες καὶ εἰσέλθωσιν εἰς τὸ κονσιστώριον,
15δεῖ τὸν ἀδμισσιονάλιον καὶ τοὺς χαρτουλαρίους τῶν βαρβά‐ ρων καὶ τοὺς ἑρμηνευτὰς ἀναγαγεῖν τὸν πρέσβην, καὶ κα‐ θίσαι αὐτὸν ἐν τῷ ἀντικονσιστωρίῳ, δοῦναι δὲ τοὺς χαρτου‐ λαρίους καὶ ἑρμηνευτὰς κιτατώριν τοῦ μαγίστρου τοῖς ἀδμισ‐
σιοναλίοις, καὶ τὰ ἄλλα γίνονται ὡς ἐν σιλεντίῳ. χρὴ δὲ τὸν404

405

μάγιστρον ἑτοιμάσαι κανδιδάτους APMATUS καὶ πούερας εὐ‐ σχήμους τοὺς ἀκουλουθοῦντας αὐτοῖς. καὶ ἐξέρχεται ὁ βα‐ σιλεὺς ἐκ τοῦ κουβουκλείου, δηριγευόμενος ὑπὸ τοῦ πατρι‐ κίου, καὶ κάθηται εἰς τὸ μέγα κονσιστώριον, καὶ οἱ ἄρχον‐
5τες εἰσέρχονται, δηλονότι μετὰ ἀτραβαττικῶν κατὰ τὸ ἔθος. ἐν τοσούτῳ δὲ δεῖ τὸν ἀδμισσιονάλιον ἀγαγεῖν τὸν πρέσβιν καὶ παραστῆσαι αὐτὸν εἰς τὸν τοῖχον ἀντὶς τοῦ βήλου τοῦ μεγάλου θερινοῦ κονσιστωρίου. ἀνοίγονται δὲ αἱ τρεῖς θύ‐ ραι τοῦ κονσιστωρίου, ἐὰν ἔχῃ ἵππους εἰς τὰ ξένια· καὶ
10τρία βῆλα πάντως κρέμανται ὁλοσήρικα. καὶ μεθὸ δεχθῶ‐ σιν πάντες οἱ ἄρχοντες, κιτεύει (ὡς ἐν ὑποθέσει) ὁ μάγι‐ στρος οὕτως· „κληθήτω Ἰέσδεκος ὁ πρέσβης Χοσρόου τοῦ βασιλέως Περσῶν καὶ οἱ σὺν αὐτῷ ἐλθόντες, καὶ ἐπάγει ἀρ‐ μάτους.“ ταύτην δὲ τὴν κιτατίονα χρὴ τοὺς τῶν βαρβάρων,
15ὡς εἴρηται, δοῦναι τοῖς ἀδμισσιοναλίοις, καὶ οἱ ἀδμισσιο‐ νάλιοι ποιοῦσι δύο χαρτία, ἓν μὲν μεγάλοις γράμμασιν γε‐ γραμμένον, καὶ διδόασιν τῷ σιλεντιαρίῳ, κἀκεῖνος τῷ ὀστια‐ ρίῳ, καὶ προαναγινώσκεται διὰ τοῦ χαρτουλαρίου ἐν τῷ κου‐ βουκλείῳ τῷ βασιλεῖ, ἕτερον δὲ πιττάκιον ἐπιδίδωσιν τῷ μα‐
20γίστρῳ πρὸς ἀνάμνησιν αὐτοῦ. λαμβάνει δὲ καὶ ὁ τερτιοκή‐ ριος τὸ ἴσον τῆς κιτατίονος, καὶ στήκει ὀπίσω τοῦ μαγί‐
στρου, καὶ ὑπομνήσκει αὐτόν. μετὰ οὖν τὴν κιτατίονα τοῦ405

406

μαγίστρον εἰσέρχεται ὁ δηκουρίων εἰς τὸ μικρὸν κονσιστώ‐ ριον, καὶ λαμβάνει τοὺς ἀρμάτους κανδιδάτους, καὶ ἐκβάλ‐ λει αὐτοὺς, καὶ ἵστησιν αὐτοὺς δεξιᾷ καὶ ἀριστερᾷ ἐμπρὸς τῶν ἀρχόντων μετὰ τοὺς ὑπατικοὺς, καὶ τηνικαῦτα ἐξέρχε‐
5ται ἔξω, καὶ ἐὰν ἴδῃ, ὅτι ἕτοιμός ἐστιν ὁ πρεσβευτὴς, κρά‐ ζει ὁ δικουρίων „LEBA“. καὶ ἐπαιρομένου τοῦ βήλου, ῥί‐ πτει ἑαυτὸν ἔξω ὁ πρέσβης ἐπὶ τοῦ ἐδάφους, ἔνθα τὸ πορ‐ φυροῦν μάρμαρον, καὶ προσκυνεῖ, καὶ ἀνίσταται. καὶ μεθὸ εἰσέλθῃ τὸν πυλῶνα, πάλιν ῥίπτει ἑαυτὸν, καὶ προσκυνεῖ
10ἐπὶ τοῦ ἐδάφους, καὶ ἀνίσταται. καὶ πάλιν ἐν τῷ μέσῳ τοῦ κονσιστωρίου ὁμοίως προσκυνεῖ, καὶ τότε ἔρχεται καὶ φιλεῖ τοὺς πόδας, καὶ ἵσταται ἐν τῷ μέσῳ, καὶ ἐπιδίδωσι τὰ γράμματα, καὶ λέγει τὸν ἀσπασμὸν τοῦ βασιλέως αὐτοῦ. χρὴ οὖν ἐρωτῆσαι τὸν βασιλέα· „πῶς ὁ ἀδελφὸς ἡμῶν σὺν
15Θεῷ ὑγιαίνει; χαίρομεν ἐπὶ τῇ ὑγείᾳ αὐτοῦ,“ καὶ ὅσα θέλει ἐνδιάθετα ῥήματα, λέγει πρὸς τὸν πρεσβευτήν. μετὰ ταῦτα λέγει ὁ πρέσβης ὅτι „ὁ ἀδελφός σου ἔπεμψέν σοι δῶρα, καὶ παρακαλῶ δεχθῆναι αὐτά.“ καὶ ἐπιτρέπει τοῦτο ὁ βα‐ σιλεύς. καὶ ἐξέρχεται ὁ πρεσβευτὴς, καὶ μετὰ τῶν ἀνθρώ‐
20πων αὐτοῦ βαστάζει τὰ δῶρα, καὶ εἰσέρχεται βαστάζων, αὐτὸς μὲν ἢ πάλλιν ἢ κοσμίδιν ἢ ὁτιδήποτε, ἐάν ἐστιν τί‐
μιον, τῶν δὲ ἄλλων ἕκαστος ἓν εἶδος βαστάζει. χρὴ δὲ406

407

προετοιμασθῆναι αὐτοὺς διὰ τῶν ἑρμηνευτῶν ἐν τῷ ἀντικον‐ σιστωρίῳ, καὶ βαστάζοντας πάντας ἐλθεῖν. καὶ αὐτοὶ δὲ πάντες εἰς τὸν ἀντικρὺ τῆς σέλλης τοῖχον ἔξω τοῦ βήλου ἵστανται, καὶ ἐπαιρομένου τοῦ βήλου, ῥίπτουσιν ἑαυτοὺς
5ἐπὶ τοῦ ἐδάφους, καὶ πάλιν εἰσέρχονται τὴν θύραν, καὶ ῥίπτουσιν ἑαυτοὺς, καὶ τρίτον τοῦτο ποιοῦσιν. καὶ τότε δέ‐ χονται οἱ σιλεντιάριοι πάντα τὰ δῶρα, καὶ κίνδυνον ἔχου‐ σιν καταγαγεῖν αὐτὰ κατὰ τὴν γνῶσιν τοῦ μαγίστρου εἰς τὴν βεστοσάκραν καὶ παραδοῦναι, καὶ γίνεται αὐτῶν διατίμη‐
10σις, καὶ δεῖ τοὺς βεστοσακράνους τὴν διατίμησιν τῶν δώρων εὐθέως ἀγαγεῖν τῷ μαγίστρῳ, ὥστε εἰδέναι αὐτὸν, τί ἐστιν τὸ προσενεχθὲν, καὶ ἐν καιρῷ ἀντιδώρων ὑπομνῆσαι τὸν βα‐ σιλέα, τί χρὴ αὐτὸν ἀντιπέμψαι διὰ ἰδίων πρεσβευτῶν, τῶν δώρων οὖν προσενεχθέντων, λέγει ὁ βασιλεὺς τῷ πρέσβῃ·
15„ἀνάκτησαι σαυτὸν ὀλίγας ἡμέρας, καὶ εἴ τι ἔχομεν λαλῆσαι, λαλοῦμεν, καὶ μετὰ καλοῦ ἀπολύομέν σε πρὸς τὸν ἀδελφὸν ἡμῶν.“ καὶ εὐχαριστεῖ ὁ πρέσβης καὶ προσκυνεῖ, καὶ πάλιν προσκυνεῖ εἰς τοὺς αὐτοὺς τόπους, καὶ ἀναχωρεῖ. καὶ ἐπὰν χαλασθῇ τὸ βῆλον, ἵσταται ὁ δικουρίων, καὶ κιττεύει ὁ μά‐
20γιστρος „STRANFER,“ καὶ λαμβάνει τοὺς ἀρμάτους κανδιδάτους
ὁ δικουρίων, καὶ ἐκβάλλει εἰς τὸ μικρὸν κονσιστώριον. καὶ407

408

τότε ἀνίσταται ὁ βασιλεὺς, καὶ τὰ λοιπὰ πάντα γίνεται κατὰ τὸ ἔθος. χρὴ δὲ τὸν πρεσβευτὴν κάτω ἀναμεῖναι εἰς τὴν σχολὴν τοῦ μαγίστρου, καὶ τὸν μάγιστρον κατελθεῖν καὶ συν‐ τάξασθαι αὐτῷ καὶ ἀπολῦσαι.
5tΚΕΦ. ϙʹ.
6tὍσα δεῖ ἐν ταῖς ἄλλαις ἡμέραις ἐπὶ τοῦ πρεσβευτοῦ παραφυ‐
7tλάττεσθαι.
8Ἐντυχὼν τοῖς γράμμασιν ὁ βασιλεὺς, ὅτε βούλεται, ἐπι‐ τρέπει τῷ μαγίστρῳ δηλῶσαι τῷ πρεσβευτῇ, ἵνα τῇ ἑξῆς προ‐
10έλθῃ εἰς τὸ παλάτιον· δηλοῖ δὲ καὶ αὐτὸς, ἐὰν βούληται, διὰ σιλεντιαρίου αὐτῷ, ἵνα προέλθῃ, καὶ γίνεται σιλέντιον, καὶ τὸ ἄρμα κρατεῖται, καὶ οἱ λαβαρήσιοι ἵστανται, καὶ ἐπὰν προέλθῃ, δέχεται αὐτὸν ὁ μάγιστρος εἰς τὴν σχολὴν τὴν ἑαυτοῦ, καὶ ἐᾷ καθήμενον αὐτὸν καὶ ἀνέρχεται, καὶ μη‐
15νύει τῷ βασιλεῖ, καὶ δέχεται αὐτὸν ἔσω, εἴτε ἐν τῷ πορτί‐ κῳ, εἴτε ἐν τῷ αὐτῷ αὐγουσταίῳ. εἰ δὲ ἔχει δῶρα ἴδια ὁ πρέσβης, πρὸ μιᾶς παρακαλεῖ διὰ τοῦ μαγίστρου, ἵνα δε‐ χθῶσι, καὶ ἐὰν ἐπιτρέψῃ ὁ δεσπότης, δείκνυσιν αὐτὰ τῷ
μαγίστρῳ ἐν τῇ σχολῇ, καὶ γίνεται αὐτῷ γνῶσις. καὶ χρὴ408

409

τὸν μάγιστρον προαναγαγεῖν τῷ βασιλεῖ, ἐπιδεῖξαι δὲ αὐτῷ καὶ τὴν γνῶσιν τῶν δώρων. καὶ ὁ πρέσβης, ἐὰν θέλῃ δέξα‐ σθαι, εἰσερχόμενος παρακαλεῖ τὸν δεσπότην, ἵνα δεχθῇ τὰ δῶρα αὐτοῦ· καὶ ἐὰν ἐπιτρέψῃ ὁ δεσπότης, εἰσέρχονται οἱ
5ἄνθρωποι αὐτοῦ βαστάζοντες τὰ δῶρα αὐτοῦ, καὶ κατὰ τὸ ὅμοιον σχῆμα γίνεται ὡς ἐπὶ τῶν βασιλικῶν δώρων, καὶ γί‐ νεται συντυχία. χρὴ δὲ τὸν βασιλέα πάλιν καὶ συνεχῶς καὶ καλῶς μεμνῆσθαι τοῦ βασιλέως τῶν Περσῶν καὶ τῆς διαθέ‐ σεως αὐτοῦ, καὶ ἐάν ἐστιν εἰρήνη, καὶ τοιαῦτά τινα λαλοῦσιν,
10καὶ ἀπολύει αὐτὸν ὁ βασιλεὺς, καὶ ἀναμένει τὸν μάγιστρον ἔξω, καὶ ἐξέρχεται ὁ μάγιστρος καὶ συντάττεται αὐτῷ ἄνω, καὶ ἀπολύει αὐτὸν καὶ αὐτός. ἐν δὲ ταῖς ἄλλαις ἡμέραις μεταστέλλεται αὐτὸν, καὶ λαλεῖ τὰ περὶ τοῦ πράγματος. καὶ ἐὰν συνίδῃ, ἐπιτρέπει τῷ μαγίστρῳ ἢ καὶ ἄλλοις ἄρχουσι
15σὺν αὐτῷ ἔξω λαλῆσαι μετὰ τοῦ πρεσβευτοῦ. ἐὰν δὲ εἴη τελεία φιλία μεταξὺ τῶν πολιτειῶν, δεῖ τὸν βασιλέα πέμπειν
καὶ συνεχῶς αὐτὸν ἐπισκέπτεσθαι καὶ μανθάνειν, πῶς ἔμει‐409

410

νεν, καὶ πέμπειν αὐτῷ καὶ μέρη, καὶ ἐν ταῖς ἑορταῖς ταῖς ἡμετέραις καὶ ταῖς αὐτοῦ ταῖς ἐπισήμοις ξένια, καὶ πολυ‐ τρόπως αὐτὸν θεραπεύειν.
4tΚΕΦ. ϙαʹ.
5tἈναγόρευσις Λέοντος βασιλέως τοῦ τῆς θείας λήξεως.
6Τελευτήσαντος Μαρκιανοῦ τοῦ τῆς θείας λήξεως, καὶ τοῦ ψηφίσματος εἰς Λέοντα τὸν τῆς εὐσεβοῦς λήξεως γινο‐ μένου παρὰ τῆς συγκλήτου, συνῆλθον πάντες ἐν τῷ κάμπῳ, τοῦτο μὲν οἱ ἄρχοντες καὶ αἱ σχολαὶ καὶ οἱ στρατιῶται, τοῦ‐
10το δὲ καὶ Ἀνατόλιος ὁ ἀρχιεπίσκοπος Κωνσταντινουπόλεως, Μαρτιαλίου ὄντος μαγίστρου· καὶ τῶν λαβάρων καὶ τῶν σίγνων ἐπ’ ἐδάφους κειμένων, ἤρξαντο πάντες κράζειν οὕ‐ τως· „εἰσάκουσον, ὁ Θεὸς, σὲ παρακαλοῦμεν. ἐπάκουσον, ὁ Θεός· Λέοντι ζωή. εἰσάκουσον, ὁ Θεός· Λέων βασιλεύ‐
15σει. Θεὲ φιλάνθρωπε, Λέοντα βασιλέα τὸ πρᾶγμα τὸ δη‐ μόσιον αἰτεῖ· ὁ στρατὸς Λέοντα βασιλέα αἰτεῖ· Λέοντα οἱ νόμοι ἐκδέχονται· Λέοντα τὸ παλάτιον ἐκδέχεται· αὗται εὐχαὶ τοῦ παλατίου· αὗται ἐντεύξεις τοῦ στρατοπέδου· αὗ‐
ται εὐχαὶ τῆς συγκλήτου· αὗται εὐχαὶ τοῦ λαοῦ· Λέοντα410

411

ὁ κόσμος ἀναμένει· Λέοντα ὁ στρατὸς ἐκδέχεται· τὸ κοι‐ νὸν καλὸν, Λέων, ἐλθέτω· τὸ κοινὸν ἀγαθὸν, Λέων, βασιλεύ‐ σει· εἰσάκουσον, ὁ Θεὸς, σὲ παρακαλοῦμεν.“ καὶ παραχρῆ‐ μα Λέων, κόμης ὢν καὶ τριβοῦνος τῶν ματτιαρίων, ἠνέ‐
5χθη, καὶ ἀνελθόντος αὐτοῦ εἰς τὸ τριβουνάλιον, Βούσαλγος καμπιδούκτωρ ἐπέθηκεν τῇ κεφαλῇ αὐτοῦ τὸν μανιάκιν, καὶ ἄλλος μανιάκις ἀπὸ Ὀλυμπίου, ὁμοίως καμπιδούκτορος, ἐν τῇ δεξιᾷ αὐτῷ ἐπεδόθη· καὶ τὰ λάβαρα εὐθέως ἀνορθώθη, καὶ ἐκράγη παρὰ πάντων· „Λέων αὔγουστε, σὺ νικᾷς, σὺ
10εὐσεβὴς, σὺ σεβαστός· ὁ Θεός σε ἔδωκεν, ὁ Θεός σε φυ‐ λάξει· τὸν Χριστὸν σεβόμενος ἀεὶ νικᾷς· πολλοὺς χρόνους Λέων βασιλεύσει· χριστιανὸν βασίλειον ὁ Θεὸς περιφρου‐ ρήσει.“ καὶ παραχρῆμα σκεπαστὸς ἀπὸ χελῶνος ἐν τῷ τρι‐ βουναλίῳ παρὰ τῶν κανδιδάτων καὶ τὴν βασιλικὴν ἐνδυσά‐
15μενος ἐσθῆτα καὶ τὸ διάδημα φορέσας καὶ οὕτω φανεὶς τῷ δήμῳ, παρὰ πάντων τῶν ἀρχόντων κατὰ τάξιν προσεκυνήθη, καὶ τὸ σκουτάριν καὶ τὴν λαγκίαν ἐκράτησεν, καὶ ὁμοίως εὐ‐ φημήθη παρὰ πάντων οὕτως· „καὶ δυνατὸς καὶ νικητὴς καὶ σεβαστὸς, εὐτυχῶς, εὐτυχῶς· πολλοὺς χρόνους, Λέων αὔ‐
20γουστε, βασιλεύσεις· τοῦτο τὸ βασίλειον ὁ Θεὸς φυλάξει· χριστιανὸν βασίλειον ὁ Θεὸς φυλάξει,“ καὶ ἄλλα τοιαῦτα. καὶ διελάλησεν διὰ τοῦ λιβελλαρίου οὕτως· „αὐτοκράτωρ Καῖσαρ Λέων νικητὴς ἀεὶ σεβαστός· ὁ Θεὸς ὁ παντοδύναμος καὶ ἡ κρίσις ἡ ὑμετέρα, ἰσχυρώτατοι συστρατιῶται, αὐτο‐
25κράτορά με τῶν τῶν Ῥωμαίων δημοσίων πραγμάτων εὐτυ‐411

412

χῶς ἐξελέξατο.“ παρὰ πάντων ἐκράγη· „Λέων αὔγουστε, σὺ νικᾷς· ὁ σὲ ἐκλεξάμενος σὲ διαφυλάξει· τὴν ἐκλογὴν ἑαυτοῦ ὁ Θεὸς περιφρουρήσει. εὐσεβὲς βασίλειον ὁ Θεὸς φυλάξει. καὶ εὐσεβὴς καὶ δυνατός.“ ἀπόκρισις. αὐτοκρά‐
5τωρ Καῖσαρ αὔγουστος· „ἕξεταί με ἐξουσιαστὴν ἄρχοντα τῶν κόπων συστρατιώτην, ὧν μεθ’ ὑμῶν ἔτι στρατευόμενος ἔμα‐ θον ὑπομένειν.“ παρὰ πάντων ἐβοήθη· „εὐτυχῶς· ὁ στρα‐ τός σε βασιλεύοντα, νικητά· ὁ στρατός σε βασιλεύοντα, εὐ‐ τυχῆ· σὲ ποθοῦμεν πάντες.“ ὁ αὔγουστος· „καὶ ἔγνων, ὁ‐
10ποῖα ὀφείλω δώματα παρασχεῖν ταῖς δυνάμεσιν.“ ὑπὸ πάν‐ των ἐκράγη· „καὶ εὐσεβὴς καὶ δυνατὸς καὶ λογιώτατος.“ ὁ αὔγουστος· „ὑπὲρ ἐντεύξεως τῆς ἁγίας καὶ εὐτυχοῦς βασι‐ λείας μου ἀνὰ εʹ νομισμάτων καὶ λίτραν ἀργύρου καταβου‐ κοῦλον δώσω.“ παρὰ πάντων ἐβοήθη· „καὶ εὐσεβὴς καὶ
15δαψιλής. διὰ σοῦ τιμαὶ, διὰ σοῦ οὐσίαι. χρυσέους αἰῶ‐ νας βασιλεύουσα εὐτυχὴς εἴη ἡμῖν ἡ βασιλεία σου.“ αὐτο‐ κράτωρ Καῖσαρ αὔγουστος· „ὁ Θεὸς μεθ’ ὑμῶν.“ καὶ εἰσ‐ ῆλθεν εἰς τὴν πόλιν, καὶ τὰ λοιπὰ ἐγένετο κατὰ τάξιν. μετὰ οὖν τὴν ἀνάγνωσιν τοῦ λιβελλαρίου εἰσέρχεται εἰς τὸ μουτα‐
20τώριον, καὶ οἱ πατρίκιοι ἐγγὺς αὐτοῦ καὶ οἱ δύο ἔπαρχοι καὶ ὁ μάγιστρος, καὶ εἰσέρχονται τρεῖς κατὰ σχολὴν, καὶ δίδωσιν αὐτοῖς λιγατούρας, καὶ μετὰ ταῦτα λογάρια γίνεται,
καὶ ἀναπληροῦνται. ταῦτα δὲ πράξας, ἐξελθὼν ἀπῆλθε πε‐412

413

ζεύων εἰς τὸν παπιλεῶνα, τὴν ἐκκλησίαν, μὴ ὄντος ἐκεῖ τοῦ ἐπισκόπου· ὁ γὰρ ἐπίσκοπος καὶ ὁ κλῆρος αὐτοῦ προέλαβεν εἰς τὴν μεγάλην ἐκκλησίαν· πρεσβύτεροι δὲ εὑρίσκονται ἐν τῷ παπιλιῶνι· (ἡ δὲ τοῦ παπιλιῶνος προσηγορία Ῥωμαϊκή
5ἐστι Papili. ὃ γὰρ λέγεται, ὃ καλοῦσιν οἱ Ἕλληνες ψυχάριον τὸ πετάμενον περὶ τὰς κράμβας καὶ τὰ λοιπὰ λάχανα· ἐπει‐ δὴ οὖν τὰ παραπετάσματα τοῦ παπιλεῶνος ἔοικεν τοῖς πτε‐ ροῖς τοῦ ζωυφίου τούτου, διὰ τοῦτο οἱ Ῥωμαῖοι παπιλιῶνα αὐτὸν καλοῦσιν.) καὶ ἀποθέμενος ὁ βασιλεὺς ἐν τῷ μουτα‐
10τωρίῳ τὸν στέφανον, εἰσέρχεται καὶ εὔχεται, καὶ πάλιν ἐξ‐ ερχόμενος φορεῖ, καὶ κάθηται λευκῷ ἵππῳ, καὶ ἐπιτρέπει τοῖς ἄρχουσιν καθίσαι, καὶ ὀψικευόμενος ἔρχεται εἰς τὸν ἅγιον Ἰωάννην τὸν βαπτιστὴν, καὶ ἐν τῷ μουτατωρίῳ τῷ εὐ‐ τρεπισθέντι ἐπαίρει τὸν στέφανον, καὶ δίδωσιν αὐτὸν τῷ
15πραιποσίτῳ· ὁ δὲ πραιπόσιτος ὑποκάτω βαστάζει αὐτὸν, καὶ ὅτε εἰσέλθῃ εἰς τὴν τράπεζαν, ἐπιδίδωσιν αὐτῷ τὸν στέφα‐ νον, καὶ ἐπιτίθησιν αὐτὸν ἐπὶ τὴν ἁγίαν τράπεζαν, καὶ ἐπαί‐ ρει πάλιν καὶ δίδωσιν αὐτὸν τῷ πραιποσίτῳ, καὶ προσφέρει κειμήλια, οἷα βούλεται, ὑπουργοῦντος τοῦ κόμητος τῶν πρι‐
20βάτων. καὶ εἰσερχόμενος εἰς τὸ μουτατώριον φορεῖ τὸν στέ‐413

414

φανον, καὶ κάθηται τῷ ἵππῳ ἄχρι Ἑλενιανῶν, καὶ κατέρχε‐ ται ἐκεῖ, καὶ ἀπαντᾷ αὐτῷ ὁ φύλαξ τοῦ παλατίου, καὶ προσ‐ κυνεῖ, ἐὰν μὴ εἴη κυριακὴ, μετὰ τὸ εἰσελθεῖν αὐτὸν τὴν θύραν τοῦ παλατίου. καὶ ἐὰν εἴη ἀξιωματικὸς, δέχεται αὐ‐
5τὸν ἀπὸ στόματος· ἐκεῖ δὲ αὐτῷ ἀπαντᾷ καὶ ὁ σταυρὸς ἐκ δεξιῶν αὐτοῦ ἱστάμενος ἐπ’ ἐδάφους καὶ κρατούμενος ὑπὸ τῶν βεστητόρων. ὁ δὲ βασιλεὺς ἀλλάσσει εἰς τὸ μουτατώ‐ ριον, καὶ βάλλει καμπαῖα καὶ λευκὸν αὐρόκλαβον διβητήσιον καὶ τὴν πορφυρᾶν χλαμύδα, καὶ ἐκεῖθεν ὡς ἐν Μαρτίῳ πᾶ‐
10σα ἡ διρεκτιὼν γίνεται, καὶ κάθηται εἰς τὴν καρούχαν, προ‐ ηγουμένου τοῦ σταυροῦ καὶ τῶν περσικίων. συγκάθηται δὲ αὐτῷ καὶ ὁ πρῶτος πατρίκιος, ἢ ὃν ἂν ἐπιτρέψῃ, φιλῶν αὐ‐ τοῦ τὰς χεῖρας· οἱ γὰρ ἄλλοι ἄρχοντες προλαμβάνουσι· καὶ ἐλθὼν εἰς τὸν φόρον Κωνσταντίνου, κατέρχεται ἐκ τῆς κα‐
15ρούχας, καὶ δέχεται τὸν ὕπαρχον τῆς πόλεως καὶ τὴν σύγ‐ κλητον. προσφέρει δὲ αὐτῷ ὁ πρῶτος τῶν συγκλητικῶν με‐ τὰ τοῦ ἐπάρχου τῆς πόλεως μοδίολον χρυσοῦν. καὶ μετὰ τὸ δέξασθαι πάντας ἀπὸ στόματος, ἀνέρχεται εἰς τὴν καρού‐ χαν, καὶ μόνος κάθηται. δηριγεύεται δὲ ὑπὸ τῶν συγκλητι‐
20κῶν καὶ τῶν ἀρχόντων, καὶ ἔρχεται εἰς τὴν ἐκκλησίαν παρι‐414

415

ὼν διὰ τοῦ αὐγουσταίου ἀντικρὺ τοῦ ὡρολογίου, καὶ εἰσέρ‐ χεται διὰ τοῦ μεγάλου πυλῶνος ἐπὶ τὸ μέσαυλον. ἐν δὲ τῷ νάρθηκι γίνεται μουτατώριον, καὶ ἀποτίθεται τὸν στέφανον, καὶ πάλιν λαμβάνει αὐτὸν ὁ πραιπόσιτος, καὶ ἐπιδίδωσιν,
5καὶ ἀποτίθεται αὐτὸν ὁ βασιλεὺς ἐν τῇ ἁγίᾳ τραπέζῃ, καὶ προσφέρει κειμήλια, ἅπερ βουληθείη, καὶ χρυσίον δωρεῖται, (διαφόροις γὰρ οἱ βασιλεῖς δωρεαῖς φαίνονται πρὸς τοῦτο χρησάμενοι,) καὶ ἐξέρχεται καὶ ἵσταται ὀλίγον ἐμπρὸς τοῦ καγκέλλου, καὶ μετὰ ταῦτα εἰσέρχεται εἰς τὸ παρατίκλιν, καὶ
10ἀκούει τοῦ εὐαγγελίου· ἐὰν δὲ θέλει, καὶ συνάγεται, καὶ ἀναχωρεῖ, ἐπιτιθέντος αὐτῷ τὸν στέφανον τοῦ ἐπισκόπου, κατὰ τὸ ἔθος τῶν προκέσσων τῆς ἐκκλησίας ῥογεύει τοῖς κλη‐ ρικοῖς, καὶ ἔρχεται ἐπὶ τὸ παλάτιον, καὶ ἀπαντῶσιν αὐτῷ πάντες οἱ συγκλητικοὶ ἔσω τῆς ῥηγίας· ἀπαντῶσι δὲ αὐτῷ
15καὶ οἱ κόμητες τῶν σχολῶν οἱ φυλάξαντες τὴν πόλιν καὶ τὸ παλάτιον, (δεῖ γάρ τινας αὐτῶν ἀπομεῖναι καὶ φυλάξαι τὸ παλάτιον μέχρι οὗ ὑποστρέψῃ ὁ γενόμενος βασιλεὺς,) προσ‐ κυνοῦσιν αὐτὸν, ἐὰν μὴ εἴη κυριακὴ, καὶ φιλοῦσιν τοὺς πόδας, καὶ δέχεται αὐτοὺς ἀπὸ στόματος· καὶ μετὰ ταῦτα
20προσφέρουσιν αὐτῷ οἱ συγκλητικοὶ ἅμα τῷ ἐπάρχῳ τῆς πό‐ λεως πιττάκιον τρισχιλίων λιτρῶν ἀργύρου, καὶ μεθὸ δέξη‐ ται, ἀντιχαρίζεται αὐτοῖς τὸ πιττάκιον, καὶ οὕτως εἰσέρχε‐
ται δηριγευόμενος ὑπὸ πάντων, καὶ συντάσσονται οἱ ἔπαρχοι415

416

καὶ ὁ ἔπαρχος ἐν τῷ κονσιστωρίῳ κατὰ τὸ ἔθος. οἱ δὲ συγ‐ κλητικοὶ καὶ πάντες οἱ ἄρχοντες ἵστανται, καὶ εἰσέρχεται εἰς τὸ κουβούκλειον μετὰ τῶν πατρικίων, καὶ ἐκεῖ συντάττονται οἱ πατρίκιοι καὶ ἐξέρχονται, καὶ δίδονται μίσσαι. δεῖ δὲ εἰ‐
5δέναι, ὅτι ὅρκον οἱ ἄρχοντες τοῦ παλατίου παρέχουσιν, ὡς οὐκ ἐπιβουλεύουσιν αὐτῷ ἢ τῇ πολιτείᾳ, καὶ τὸ περὶ τούτου ὁρκοσκοπικὸν φυλάττεται παρὰ τῷ βασιλεῖ· ἐὰν δὲ εἴη αὐ‐ γούστα ἐν τῷ παλατίῳ, ἀπαντᾷ τῷ βασιλεῖ ἐν τῷ παλατίῳ, ἤτοι ἐν τῷ αὐγουσταίῳ ἔσω, καὶ ὁ βασιλεὺς φιλεῖ τὴν κε‐
10φαλὴν αὐτῆς· καὶ τρέφει ὁ βασιλεὺς ἐν τῷ μεγάλῳ τρικλί‐ νῳ, ἐν μὲν τῷ ἰδίῳ αὐτοῦ ἀκουβίτῳ τοὺς πραιποσίτους καὶ πατρικίους, οὓς βούλεται, καὶ τοὺς ἐπάρχους καὶ τὸν μά‐ γιστρον, ἐν δὲ τοῖς ἄλλοις ἀκουβίτοις τοὺς στρατιώτας, οὓς ἂν κελεύσει, ἢ ἄρχοντας στρατιωτικούς. εἰσέρχονται δὲ καὶ
15παίγνια ἐν τῷ ἀρίστῳ, ἐὰν συνίδῃ ὁ βασιλεύς. χρὴ εἰδέναι, ὅτι ἀπὸ Ἑλενιανῶν ἕως τῆς πόρτης δύο κόμητες σχολῶν κρα‐ τοῦσι τὰ μῆλα τῆς καρούχας, ἀπὸ δὲ τῆς πόρτης ἕως τοῦ φόρου δύο κόμητες δομεστίκων, ἀπὸ δὲ τοῦ φόρου ἕως τοῦ παλατίου δύο ἀπὸ ὑπάτων στρατιωτικοὶ κατὰ τὸ σχῆμα τὸ
20λεχθησόμενον ἐν τοῖς περὶ τοῦ Μαρτίου γεγραμμένοις. εἰ δὲ βούλεται ὁ βασιλεὺς, ἀναχωρῶν ἐκ τῆς ἐκκλησίας ποιεῖ
κονσιστώριον, καὶ δέχεται πάντας ἀπὸ λευκῶν χλανιδίων416

417

καὶ τζαγγίων διὰ τὸ ὡς ἀπὸ προκένσου ἐλθεῖν, καίτοι τοῦ βασιλέως καμπάγια φοροῦντος, καὶ κιτεύονται οἱ ἄρχοντες, καὶ ποιεῖ προαγωγὰς, ἃς βούλεται. δεῖ δὲ ἐν τῷ ἀρίστῳ πάντας καμπάγια φορέσαι καὶ λευκὰ χλανίδια, καὶ οὕτως
5συναριστῆσαι αὐτῷ. τῇ δὲ ἑξῆς ἱππικὸν ἐπιτελεῖται, ἐὰν ἡ ἡμέρα μὴ κωλύει, πάντων ὁμοίως λευκὰ χλανίδια καὶ καμ‐ πάγια φορούντων, καὶ πάλιν τρέφει, ἐὰν ἀρέσκει αὐτῷ. καὶ ταῦτα μὲν ἡ ἀρχαιότης. νῦν δὲ ἐπενοήθη καὶ ἐν τῷ ἱππικῷ τὰς ἀναγορεύσεις γίνεσθαι. ἀναγκαῖον δὲ ἐνομίσαμεν καὶ
10ἑτέρων βασιλέων ἀναγορεύσεις ἐν ἐπιτόμῳ γράψαι, ἵνα ἕκα‐ στος τὸ εὐτακτότερον καὶ ἀρέσκον αὐτῷ, καιροῦ γινομένου, (ὅπερ βραδέως ὁ Θεὸς ποιήσει,) ἐπιλέξηται.
13tΚΕΦ. ϙβʹ.
14tἈναγόρευσις Ἀναστασίου βασιλέως τοῦ τῆς θείας λήξεως.
15Ὁ τῆς εὐσεβοῦς λήξεως Ἀναστάσιος ἐν τῷ ἱππικῷ ἀνη‐ γορεύθη οὕτως. ἀποθανόντος Ζήνωνος τοῦ τῆς θείας λήξεως,
ἐν τῇ νυκτὶ τῇ ἑξῆς συνήχθησαν οἱ ἄρχοντες καὶ οἱ συγκλη‐417

418

τικοὶ καὶ ὁ ἐπίσκοπος ἐν τῷ πορτίκῳ τῷ πρὸ τοῦ μεγάλου τρικλίνου, ὁ δὲ δῆμος ἐν τῷ ἱππικῷ ἐν τοῖς ἰδίοις μέρεσιν, οἱ δὲ στρατιῶται καὶ αὐτοὶ ἐν τῷ ἱππικῷ ἐν τῷ στάματι. καὶ πάντες συναχθέντες ἐξεβόων, τοῦ λειψάνου ἔτι ἔσω κει‐
5μένου. συνεῖδον οὖν οἱ ἄρχοντες Ἀριάδνην τὴν τῆς θείας λήξεως αὐγούσταν ἀνελθεῖν εἰς τὸ ἱππικὸν καὶ προσφωνῆ‐ σαι τῷ δήμῳ. καὶ δὴ ἀνῆλθεν φορέσασα τὴν χλαμύδα, καὶ συνεισῆλθον αὐτῇ οἱ δύο πραιπόσιτοι καὶ ὁ μάγιστρος καὶ ὁ καστρήσιος καὶ ὁ κυαίστωρ καὶ οἱ ἄλλοι πάντες, ὅσοι ἔθος ἔ‐
10χουσιν συνθεωρεῖν τῷ βασιλεῖ ἐν ταῖς ἱπποδρομίαις. συνεισ‐ ῆλθον δὲ ἐν τῷ ἱππικῷ καὶ κουβουκλάριοι ὀλίγοι τοῦ μέρους αὐτῆς, οὐ μὴν ἀλλὰ καὶ ὁ ἀρχιεπίσκοπος Κωνσταντινουπό‐ λεως, Εὐφήμιος. οἱ δὲ ἄλλοι ἄρχοντες ἐμπρὸς ἔστησαν, ἔν‐ θα οἱ κούρσωρες ἐν τῷ καγκέλλῳ, καὶ ἐν τοῖς βάθροις κατὰ
15τάξιν, οἱ μὲν χαρτουλαρικοὶ ἐκ τῶν δεξιῶν, οἱ δὲ στρατιωτι‐ κοὶ ἐκ τῶν ἀριστερῶν. καὶ ὡς ἔστη ἡ αὐγούστα καὶ ἐφάνη τῷ δήμῳ, πάντες ἔκραξαν· „Ἀριάδνη αὐγούστα, σὺ νικᾷς· εὐσεβῆ Κύριε, ζωὴν αὐτῇ·“ καὶ πολλάκις τὸ „Κύριε, ἐλέη‐ σον“ εἶπον, „πολλὰ τὰ ἔτη τῆς αὐγούστης· ὀρθόδοξον βα‐
20σιλέα τῇ οἰκουμένῃ.“ ἡ δὲ αὐγούστα προσεφώνησεν αὐτοῖς διὰ λιβελλησίων ἐξ αὐτῶν τῶν βάθρων. ὁ γὰρ λιβελλήσιος
ἐν αὐτοῖς τοῖς βάθροις ἱστάμενος ἐν τῷ καγκέλλῳ ἐμπρὸς τῆς418

419

σέλλης, ἔνθα ἵστανται οἱ κούρσωρες, ἀνέγνω οὕτως· „ἡ ὑ‐ μετέρα γενναιότης τὰ πρέποντα καὶ νῦν τῇ καθοσιώσει συν‐ ήθως ἐπεδείξατο καὶ τὴν εὐταξίαν ἐβεβαίωσεν, τὰ ὀφειλόμε‐ να τῇ βασιλείᾳ φυλάξασα.“ παρὰ πάντων ἐβοήθη· „ἡμεῖς
5δοῦλοι τῆς αὐγούστης· εὐσεβῆ Κύριε, ζωὴν αὐτῇ· πολλὰ τὰ ἔτη τῆς αὐγούστας· Ἀριάδνη αὐγούστα, σὺ νικᾷς· Ῥω‐ μαίων βασιλέα τῇ οἰκουμένῃ.“ ἀπόκρισις· „ὅτι καὶ πρὸ τῶν ὑμετέρων αἰτήσεων ἐκελεύσαμεν τοῖς ἐνδοξοτάτοις ἄρχουσι καὶ τῇ ἱερᾷ συγκλήτῳ μετὰ κοινῆς τῶν γενναιοτάτων δοκιμα‐
10σίας ἄνδρα ἐπιλέξασθαι Χριστιανὸν Ῥωμαῖον καὶ πάσης γέ‐ μοντα βασιλικῆς ἀρετῆς, ὥστε μήτε χρημάτων, μήτε ἄλλῳ τινὶ, ὅσον τό γε ἐν ἀνθρώποις, ἀνθρωπίνῳ πάθει ὑποκεῖσθαι.“ ὑπὸ πάντων ἐκράγη· „πολλὰ τὰ ἔτη τῆς αὐγούστης· Ἀρι‐ άδνη αὐγούστα, σὺ νικᾷς. τῆς φιλοχρίστου βασιλίδος πολλὰ
15τὰ ἔτη· Κύριε, ἐλέησον. βασιλεῦ οὐράνιε, δὸς ἡμῖν ἐπίγειον ἀφιλάργυρον βασιλέα τῇ οἰκουμένῃ.“ ἀπόκρισις· „ὥστε δὲ καθαρὰν καὶ τῷ δεσπότῃ Θεῷ ἀρέσκουσαν τὴν κρίσιν γενέ‐ σθαι, ἐκελεύσαμεν τοὺς ἐνδοξοτάτους ἄρχοντας καὶ τὴν ἱερὰν σύγκλητον, συντρεχούσης καὶ τῆς τῶν γενναιοτάτων ἐξερκί‐
20των ψήφου, προκειμένων καὶ τῶν ἁγίων εὐαγγελίων, παρόν‐
τος τοῦ ὁσιωτάτου καὶ ἁγιωτάτου τῆς βασιλίδος ταύτης πό‐419

420

λεως πατριάρχου, καὶ προκειμένων, ὡς εἴρηται, τῶν ἁγίων λογίων, γενέσθαι τὴν ἐπιλογὴν, ἐφ’ ᾧτε μηδένα μηδὲ φιλί‐ ας, μηδὲ ἔχθρας, μηδὲ σκοποῦ, μηδὲ συγγενίας, μηδὲ ἄλλου τινὸς ἰδίου μεμνημένον, ἀλλ’ ἔχοντα καθαρὸν τὸ συνειδὸς καὶ
5ὅλον πρὸς τὸν δεσπότην Θεὸν νενευκὸς, οὕτως ποιήσασθαι τὴν ἐπιλογήν. ἐπειδὴ οὖν, ὡς καὶ ἡ ὑμετέρα καθορᾷ καθο‐ σίωσις, τὸ πρᾶγμα μέγα καὶ περὶ κοσμικῆς πρόκειται σωτη‐ ρίας, προσήκει τὴν ὑμετέραν καθοσίωσιν μικρὸν ἐνδοῦναι, ὥστε καὶ τὴν κηδείαν τοῦ τῆς θείας λήξεως Ζήνωνος προβῆ‐
10ναι δεόντως, καὶ μὴ ἐκ προπετοῦς ἐπιλογῆς γενέσθαι τι με‐ ταμελίας ἄξιον.“ ὑπὸ πάντων ἐκράγη· „καλὰ πάσχα τῇ οἰ‐ κουμένῃ, εὐταξίαν καὶ εὐθηνίαν τῇ πόλει. πολλὰ τὰ ἔτη τῆς αὐγούστας. ἔξω βάλε τὸν κλέπτην ἔπαρχον τῇ πόλει· πολλὰ τὰ ἔτη τῆς βασιλίσσης. Κύριε, ζωὴν αὐτῇ· ὅλα τὰ καλὰ
15ἐπὶ σοῦ γένηται, Ῥωμαῖα, εἰ οὐδὲν ξένον αὔξει τὸ γένος τῶν Ῥωμαίων. τὸ βασίλειον σόν ἐστιν, Ἀριάδνη αὐγούστα. σὺ νικᾷς.“ ἀπόκρισις· „εὐχαριστοῦμεν τῷ δεσπότῃ Θεῷ, ὅτι πάν‐ τα, ὅσα ὑμῖν ἐστιν καὶ συμφέροντα καὶ καταθύμια, ταῦτα καὶ πρὸ τῶν ὑμετέρων αἰτήσεων εἰς τὸν νοῦν τὸν ἡμέτερον
20ἔρχεται καὶ πληροῦται. καὶ γὰρ πρὸ τῆς ἐνταῦθα ἀνόδου
συνιδόντες χρήζειν τὴν ὑμετέραν καθοσίωσιν ἀνδρὸς ἔμφρο‐420

421

νος καὶ τῆς ὑμετέρας εὐζωΐας προνοοῦντος, φθάσαντες καὶ προλαβόντες τὰς ὑμετέρας αἰτήσεις, τὸν ἐνδοξότατον Ἰουλια‐ νὸν εἰς τὴν ὕπαρχον ἀρχὴν, τοῦ δεσπότου Θεοῦ ἐπινεύσαν‐ τος, προβαλλόμεθα.“ ὑπὸ πάντων ἐκράγη· „ταύτη καλὴ ἀρ‐
5χή. πολλὰ τὰ ἔτη τῆς αὐγούστας, πολλὰ τὰ ἔτη τῶν ἀρχόν‐ των.“ ἀπόκρισις· „τῆς οὖν ὑμετέρας ἐστὶν καθοσιώσεως, ὥσ‐ περ ἀεὶ ἐφυλάξατε, οὕτω καὶ νῦν φυλάξαι τὴν εὐταξίαν. τῆς γὰρ ὑμετέρας εὐζωΐας καὶ πάντων τῶν συμφερόντων ὑ‐ μῖν πρῶτον μὲν ὁ δεσπότης Θεὸς, ἔπειτα δὲ καὶ ἡμεῖς ἱκα‐
10νῶς προενοήσαμεν, καὶ εὐθέως βουλευόμενοι μετὰ τῶν ἐνδό‐ ξων ἀρχόντων καὶ τῆς ἱερᾶς συγκλήτου, συντρεχούσης καὶ τῆς τῶν γενναιοτάτων ἐξερκίτων συναινέσεως, προβαλούμεθα ἄν‐ δρα εἰς τὴν βασιλείαν καὶ ὀρθόδοξον καὶ ἁγνόν. ἀπέστω δὲ φθόνος τῆς καλλίστης ταύτης συμβουλίας καὶ πολιτείας.“
15ταύτης οὖν τῆς προσφωνήσεως παρ’ αὐτῆς γενομένης, κατῆλ‐ θεν ἡ αὐγούστα καὶ οἱ ἄρχοντες ὀψικεύοντες αὐτήν. καὶ ἡ μὲν αὐγούστα εἰσῆλθεν εἰς τὸν αὐγουσταῖον· οἱ δὲ ἄρχοντες, τεθέντων σκαμνίων πρὸ τοῦ δέλφακος, ἐκάθισαν, καὶ ἤρξαντο βουλεύεσθαι περὶ τοῦ ὀφείλοντος γενέσθαι, καὶ πολλὴ φιλο‐
20νεικεία μεταξὺ αὐτῶν ἐκινήθη. ὁ δὲ πραιπόσιτος Οὐρβίκιος εὐφυέστερον ἐδήλωσεν αὐτοῖς, ὅτι „καλῶς ποιεῖτε τῇ αὐγού‐
στῃ παρέχοντες τὴν αὐθεντείαν, ἵνα αὐτὴ ἐπιλέξηται, ὃν ἂν421

422

βουληθείη.“ ᾔτησεν οὖν ἡ σύγκλητος τὸν ἐπίσκοπον εἰσελθεῖν καὶ παρακαλέσαι αὐτὴν, ἵνα αὐτὴ, ὃν βούλεται, ἐπιλέξηται· αὕτη οὖν ἐπελέξατο Ἀναστάσιον τὸν σιλεντιάριον, καὶ μα‐ θόντες οἱ ἄρχοντες πάντες ἠράσθησαν, καὶ παραχρῆμα ἐ‐
5πέμφθησαν εἰς τὸν οἶκον Ἀναστασίου παρὰ τοῦ μαγίστρου κόμητες προτηκτόρων καὶ δομεστίκων, καὶ ἤγαγον αὐτὸν εἰς τὸ παλάτιον, καὶ ἐν τῷ κονσιστωρίῳ ἐφυλάττετο, καὶ οὕτως ἐγένετο ἡ κηδεία Ζήνωνος τοῦ τῆς θείας λήξεως. ἐν αὐτῇ οὖν τῇ ἡμέρᾳ οἱ βεστοσακράνοι καὶ οἱ ζωγράφοι καὶ οἱ μο‐
10νητάριοι τὰ συνήθη ἔπραξαν, καθὰ εἴρηται, καὶ ὀψὲ ἐδόθη τὰ μανδάτα σιλέντιον καὶ κομέντον, καὶ τῇ ἑξῆς προῆλθον πάντες ἀπὸ λευκῶν χλανιδίων, καὶ ἐδέχθησαν ἐν τῷ κονσι‐ στωρίῳ, καὶ ἐκεῖ προσηγορεύθησαν, οὐ μὴν ἐν τῷ ἄρματι. προῆλθεν δὲ καὶ ὁ ἀρχιεπίσκοπος κατὰ τὸ σύνηθες εἰσελθὼν
15διὰ τῆς βαλνιαρίας, καὶ μετὰ τὸ δεχθῆναι πάντας κατὰ τὸ ἔθος, ἀνῆλθεν Ἀναστάσιος ἐν τῷ πορτίκῳ τῷ πρὸ τοῦ μεγά‐ λου τρικλίνου, καὶ ἔστη ἐν τῷ μέσῳ τοῦ πορτίκου, καὶ εἰσῆλ‐ θον πάντες οἱ ἄρχοντες καὶ οἱ συγκλητικοὶ πρὸς αὐτὸν, καὶ ἀπῄτησαν αὐτὸν ὅρκον δοῦναι πᾶσιν, ὡς οὐδενὶ, πρὸς ὃν
20ἔσχεν πρᾶγμα, φυλάττει λύπην, καὶ ὅτι μετὰ ὀρθοῦ συνει‐ δότος τῇ πολιτείᾳ χρήσεται. καὶ ὑποτελεσθέντος τοῦ ὅρκου
τούτου, ἀνῆλθεν εἰς τὸ ἱππικὸν, καὶ εἰσελθὼν ἐν τῷ τρικλί‐422

423

νῳ, ἔνθα καθ’ ἱππικὸν ἔθος ἐστὶν προσκυνεῖν τοὺς συγκλητι‐ κοὺς, ἐφόρεσεν στιχάριν διβητήσιν αὐρόκλαβον καὶ ζωνάριν καὶ τουβία καὶ καμπάγια βασιλικὰ, καὶ εἰσῆλθεν εἰς τὸ κά‐ θισμα γυμνός· τὰ δὲ στρατεύματα κάτω ἵσταντο ἐν τῷ
5στάματι, καὶ τὰς ἄστας καὶ τὰ σίγνα ἐπὶ τοῦ ἐδάφους εἶχον κεκλιμένα. ὁ δὲ δῆμος ἵστατο ἐν τοῖς βάθροις καὶ εὐφήμει. ἐσηκώθη οὖν ἐπάνω τοῦ σκουταρίου ἱστάμενος, καὶ ἀνελθὼν τῶν λαγκιαρίων καμπιδούκτωρ τὸ ἴδιον μανιάκιν ἐπέθηκεν εἰς τὴν κεφαλὴν αὐτοῦ. καὶ εὐθέως τὰ σίγνα ὀρθώθη, καὶ
10εὐφημήθη παρὰ τῶν στρατιωτῶν καὶ τῶν δημοτῶν. καὶ με‐ τὰ τοῦτο κατῆλθεν ἐκ τοῦ σκουταρίου, καὶ εἰσῆλθεν πάλιν ἐν τῷ τρικλίνῳ, ἔνθα ἐφόρεσεν τὰ βασιλικὰ καὶ ἐκεῖ ὁ ἐπίσκο‐ πος ἐποίησεν εὐχὴν, καὶ τὸ „Κύριε, ἐλέησον“ ἐλέχθη, καὶ περιέθηκεν αὐτῷ τὴν χλαμύδα τὴν βασιλικὴν, καὶ τὸν στέ‐
15φανον τὸν διάλιθον, καὶ ὑποστρέψας αὖθις ἀνῆλθεν ἐν τῷ καθίσματι, καὶ ἠσπάσατο τὸν δῆμον, καὶ ἔκραξαν πάντες „AUCUSTE, σεβαστέ.“ καὶ προσεφώνησε τοῖς στρατιώταις καὶ τῷ δήμῳ. ἐπεδόθη γὰρ αὐτῷ λιβελλάριν, καὶ αὐτὸς ἐπιδέ‐ δωκεν τῷ λιβελλησίῳ, καὶ ἐκεῖνος ἑστὼς ἐν τῷ τριβουναλίῳ
20προσεφώνησεν αὐτοῖς, καὶ ὑπέσχετο διδόναι αὐγουστιάτικα ἀνὰ νομισμάτων εʹ καὶ λίτραν ἀργύρου. ἔχει δὲ καὶ ἡ προσφώ‐
νησις οὕτως. αὐτοκράτωρ Καῖσαρ αὔγουστος· „δῆλόν ἐστιν423

424

τὸ ἀνθρώπινον κράτος τῆς ἀνωτάτω δόξης τῷ νεύματι ἀπαρ‐ τίζειν.“ παρὰ πάντων ἐβοήθη· „ἄφθονα τῇ οἰκουμένῃ· ὡς ἔζησας, οὕτως βασίλευσον· ἁγνοὺς ἄρχοντας τῇ οἰκουμένῃ“ καὶ ἄλλα τοιαῦτα. αὐτοκράτωρ Καῖσαρ αὔγουστος· „ἐπειδὴ
5τοίνυν ἐμὲ, εἰ καὶ ἄκοντα καὶ ἀναβαλλόμενον, ἡ γαλινωτάτη αὐγούστα Ἀριάδνη τῇ διακρίσει τῶν ὑπερφυεστάτων πρω‐ τευόντων καὶ τῆς ἐνδοξοτάτης συγκλήτου ἡ ἐκλογὴ καὶ τῶν δυνατῶν στρατοπέδων, τοῦ τε καθοσιωμένου λαοῦ ἡ συναίνε‐ σις πρὸς τὸ ἀναδέξασθαι τῆς βασιλείας τῶν Ῥωμαίων τὴν
10φροντίδα, προηγουμένως τῆς ἐπιεικείας τῆς θείας τριάδος, προεχώρησεν.“ ὑπὸ πάντων ἐκράγη· „Κύριε, ἐλέησον· υἱὲ Θεοῦ, σὺ αὐτὸν ἐλέησον. Ἀναστάσιε αὔγουστε, τούμβηκας· εὐσεβῆ βασιλέα ὁ Θεὸς φυλάξει· ὁ Θεός σε ἔδωκεν, ὁ Θε‐ ός σε φυλάξει“ καὶ ἄλλα τοιαῦτα. αὐτοκράτωρ Καῖσαρ αὔ‐
15γουστος· „ὁπόσον μοι βάρος ὑπὲρ τῆς κοινῆς πάντων σωτη‐ ρίας ἐπετέθη, οὐκ ἀγνοῶ.“ παρὰ πάντων ἐβοήθη· „ἄξιε τῆς βασιλείας, ἄξιε τῆς τριάδος, ἄξιε τῆς πόλεως. τοὺς δη‐ λάτορας ἔξω βάλε“ καὶ ἄλλα τοιαῦτα. αὐτοκράτωρ Καῖσαρ αὔγουστος· „ἀλλὰ τὸν Θεὸν τὸν παντοκράτορα δυσωπῶ, ὅ‐
20πως, οἷόν με ἐν ταύτῃ τῇ κοινῇ ἐκλογῇ γενέσθαι ἠλπίσατε, τοιοῦτον τῇ τῶν πραγμάτων ἐργασίᾳ κατανοήσητε.“ παρὰ
πάντων ἐκράγη· „εἰς ὃν πιστεύεις, αὐτός σε σώσει. ὡς ἔζησας,424

425

οὕτω βασίλευσον. εὐσεβῶς ἔζησας, εὐσεβῶς βασίλευσον. Ἀρι‐ άδνη, σὺ νικᾷς· πολλὰ τὰ ἔτη τῆς αὐγούστης. τὸ ἐξέρκιτόν συ ἔγειρον, τὰς στρατείας συ ἔγειρον, τοὺς δούλους σου ἐλέησον. ὡς Μαρκιανὸς, οὕτως βασίλευσον“ καὶ ἄλλα τοιαῦτα πολλά. αὐ‐
5τοκράτωρ Καῖσαρ αὔγουστος· „ὑπὲρ τῆς ἑορτῆς τῆς εὐτυχοῦς ἡμῶν βασιλείας ἀνὰ εʹ νομισμάτων καὶ λίτραν ἀργύρου ὑ‐ μῖν καταβούκολον δώσω.“ παρὰ πάντων ἐβοήθη· „χριστι‐ ανὸν βασιλέα ὁ Θεὸς διαφυλάξει. αὗται κοιναὶ εὐχαί· αὗται αἱ εὐχαὶ τῆς οἰκουμένης· τὸν εὐσεβῆ, Κύριε, φύλα‐
10ξον· ἅγιε Κύριε, ἔγειρον τὸν κόσμον σου. νικᾷ ἡ τύχη τῶν Ῥωμαίων· Ἀναστάσιε αὔγουστε, σὺ νικᾷ· Ἀριάδνη αὐγού‐ στα, σὺ νικᾷς· ὁ Θεὸς ὑμᾶς δέδωκεν, ὁ Θεὸς ὑμᾶς φυλά‐ ξει.“ αὐτοκράτωρ αὔγουστος· „ὁ Θεὸς μεθ’ ὑμῶν.“ καὶ μετὰ τὸ προσφωνηθῆναι αὐτοῖς κατῆλθεν δηριγευόμενος, καὶ
15ἀπῆλθεν εἰς τὴν ἐκκλησίαν, καὶ εἰσῆλθεν διὰ τοῦ νάρθηκος, τὸν στέφανον πρότερον ἀποθέμενος ἐν τῷ μουτατωρίῳ, καὶ λαβὼν αὐτὸν ὁ πραιπόσιτος ἐπέδωκεν αὐτῷ, καὶ ἀπέθετο αὐ‐ τὸν ἐν τῷ θυσιαστηρίῳ, καὶ προσήνεγκεν ὁ βασιλεὺς τὰ δῶ‐ ρα, καὶ εἰσελθὼν εἰς τὸ μουτατώριον ἐφόρεσεν τὸν στέφανον,
20καὶ ὑπέστρεψεν, καὶ εἰσελθὼν ἐποίησεν τὴν προαγωγὴν τοῦ
ὑπάρχου, καὶ ἔδωκεν μίσσας, καὶ ἔθρεψεν τοὺς ἄρχοντας.425

426

(1t)

ΚΕΦ. ϙγʹ.
2tἈναγόρευσις βασιλέως Ἰουστίνου τοῦ τῆς θείας λήξεως.
3Ἐν τῇ ἀναγορεύσει Ἰουστίνου τοῦ τῆς εὐσεβοῦς θείας λήξεως ἀταξία τις ἐγένετο, οἷα μηδὲ αὐγούστης οὔσης μηδὲ
5βασιλέως τοῦ χειροτονοῦντος, ἀλλὰ ἀπρονοήτων σχεδὸν ὄντων τῶν πραγμάτων. ἀποθανόντος γὰρ Ἀναστασίου τοῦ τῆς θεί‐ ας λήξεως ἐν τῇ νυκτὶ, ἐδηλώθη παρὰ τῶν σιλεντιαρίων τῷ μαγίστρῳ καὶ τῷ κόμητι τῶν ἐξκουβιτόρων ἀπαντῆσαι εἰς τὸ παλάτιον. παρεγένετο οὖν Κέλερ μάγιστρος, καὶ Ἰουστί‐
10νος ὁ τῆς θείας λήξεως, κόμης ὢν ἐξκουβιτόρων τηνικαῦτα. καὶ παραχρῆμα ὁ μάγιστρος ἐδήλωσεν εἰς τὰς σχολὰς, ἵνα καὶ οἱ κανδιδάτοι καὶ οἱ ἄλλοι σχολάριοι ἀπαντήσωσιν. ἐ‐ δήλωσεν δὲ καὶ ὁ τῆς θείας λήξεως Ἰουστῖνος τοῖς στρατιώ‐ ταις καὶ τριβούνοις καὶ βικαρίοις ἀπαντῆσαι καὶ τοὺς πρώ‐
15τους τῶν ἐξκουβιτόρων, καὶ εἶπεν αὐτοῖς, ὅτι „ὁ δεσπότης ἡμῶν, ὡς ἄνθρωπος, ἐτελεύτησεν· δεῖ οὖν ἡμᾶς πάντας κοινῇ βουλεύσασθαι, καὶ τὸν τῷ Θεῷ ἀρέσκοντα καὶ τῇ πολιτείᾳ συμφέροντα ἐπιλέξασθαι.“ τὸν αὐτὸν τρόπον διελέχθη καὶ ὁ μάγιστρος τοῖς κανδιδάτοις καὶ τοῖς πρώτοις τῶν σχολαρί‐
20ων. ὄρθρου οὖν προῆλθον οἱ ἄρχοντες, τινὲς μὲν μύϊνα φο‐
ροῦντες, τινὲς δὲ καὶ διάφορα. συνήχθη δὲ καὶ ὁ δῆμος ἐν426

427

τῇ ἱπποδρομίᾳ, καὶ εὐφήμουν τὴν σύγκλητον κράζοντες· „πολλὰ τὰ ἔτη τῆς συγκλήτου. σύγκλητε Ῥωμαίων, σὺ νι‐ κᾷς. τὸν ἐκ Θεοῦ βασιλέα τῷ ἐξερκίτῳ. τὸν ἐκ Θεοῦ βασι‐ λέα τῇ οἰκουμένῃ“ καὶ πολλὰ τοιαῦτα. καὶ τεθέντων σκα‐
5μνίων ἐν τῷ πορτίκῳ τῷ πρὸ τοῦ μεγάλου τρικλίνου, ἐκάθι‐ σαν πάντες οἱ ἄρχοντες καὶ ὁ ἀρχιεπίσκοπος, καὶ ἤρξαντο πρὸς ἀλλήλους φιλονεικεῖν περὶ τῆς προβολῆς τοῦ βασιλέως· ἄλλος γὰρ ἄλλῳ ἐσπούδαζεν· ὡς δὲ χρόνος διετρίβετο, λέγει αὐτοῖς Κέλερ ὁ μάγιστρος, ὅτι „ἐν ὅσῳ ἔξεστιν ἡμῖν, βουλευ‐
10σόμεθα καὶ πράξομεν. ἐὰν γὰρ ταχέως ὀνομάσωμεν τὸν ὀ‐ φείλοντα γενέσθαι, πάντες ἡμῖν ἀκολουθήσωσιν καὶ ἡσυχά‐ ζουσιν. ἐπεὶ μετ’ ὀλίγον οὐ γινόμεθα κύριοι τῆς βουλῆς, ἀλλ’ ἡμεῖς ἑτέροις ἔχομεν ἀκολουθεῖν.“ ὡς δὲ καὶ μετὰ ταῦ‐ τα ἡ φιλονεικία ἐπέμενεν, οἱ ἐξκουβίτορες ἄνω ἐν τῷ ἱππικῷ
15ἀναγορεύουσιν βασιλέα Ἰωάννην τινὰ τριβοῦνον, οἰκειούμενον τῷ τῆς θείας λήξεως Ἰουστίνῳ, ὃς μετὰ ταῦτα ἐπίσκοπος Ἡ‐ ρακλείας ἐγένετο, καὶ ἀνήγαγον αὐτὸν εἰς τὸ σκουτάριον. ἀ‐ πηρέσθησαν δὲ οἱ Βένετοι, καὶ ἐλίθασαν, καί τινες καὶ ἐτο‐ ξεύθησαν ὑπὸ τῶν ἐξκουβιτόρων. πάλιν δὲ σχολάριοι ὁρμή‐
20σαντες κατέσχον πατρίκιον, ὄντα στρατηλάτην, καὶ ἀνήγαγον
εἰς τὸν μέσον ἀκκούβιτον, καὶ ἔστησαν, ὀφείλοντες αὐτὸν427

428

στέψαι· ἀπηρέσθησαν δὲ οἱ ἐξκουβίτορες, καὶ ἐπελθόντες κατέσπασαν αὐτὸν, καὶ ἔμελλον μὲν καὶ ἀναιρεῖν, εὑρεθεὶς δὲ ὁ εὐσεβέστατος δεσπότης Ἰουστινιανὸς, τηνικαῦτα κανδι‐ δάτος ὢν, ἐῤῥύσατο αὐτὸν, καὶ παρεσκεύασεν αὐτὸν πεμ‐
5φθῆναι εἰς τὸ ἐξκούβιτον καὶ φυλαχθῆναι. ἠνάγκαζον δὲ πάντες οἱ ἐξκουβίτορες αὐτὸν Ἰουστινιανὸν τὸν εὐσεβῆ γε‐ νέσθαι βασιλέα. ὁ δὲ παρῃτήσατο· καθ’ ἕκαστον δὲ τῶν ὀνομαζομένων ἔκρουον εἰς τὰς θύρας τὰς ἐλεφαντίνους, ζη‐ τοῦντες παρὰ τῶν κουβικουλαρίων τὸ σχῆμα τοῦ βασιλέως·
10οἱ δὲ ἀκούοντες τὰ ὀνόματα τῶν προβαλλομένων οὐκ ἐπέδο‐ σαν. τελευταῖον οὖν οἱ συγκλητικοὶ πάντες αἱροῦνται τὸν τῆς θείας λήξεως Ἰουστῖνον, καὶ τρόπον τινὰ ἠνάγκασαν αὐτὸν ἐλθεῖν ἐπὶ τὸ σχῆμα. σχολάριοι δέ τινες ἀπαρεσθέντες ἐ‐ πῆλθον αὐτῷ, ὥστε καὶ ἕνα δοῦναι αὐτῷ γρόνθον καὶ σχί‐
15σαι τὸ χεῖλος αὐτοῦ. πλὴν ἐκράτησεν ἡ γνώμη πάντων, καὶ συγκλητικῶν καὶ στρατιωτῶν καὶ δημοτῶν, καὶ ἀνηνέχθη εἰς τὸ ἱππικὸν, καὶ συνῄνεσαν ἐπ’ αὐτῷ καὶ Βένετοι καὶ Πράσι‐ νοι, καὶ οἱ κουβικουλάριοι εὐθέως τὸ σχῆμα ἔπεμψαν. εἰσ‐
ῆλθεν οὖν εἰς τὸ κάθισμα, συνόντος αὐτῷ τοῦ ἀρχιεπισκό‐428

429

που Ἰωάννου καὶ τῶν λοιπῶν ἀρχόντων τῶν εἰωθότων εἰσέρ‐ χεσθαι εἰς τὸ κάθισμα, καὶ οἱ ἄλλοι ἄρχοντες κάτω ἵσταν‐ το, καὶ ἐν τῷ σκουταρίῳ ἐφόρεσεν τὸν μανιάκιν ἐπιτεθέντα αὐτῷ παρὰ Γωδίλα τοῦ καμπιδούκτορος τῶν λαγκιαρίων, καὶ
5ὀρθώθη παραχρῆμα τὰ σίγνα κείμενα ἐπ’ ἐδάφους κάτω, ἐπὶ τῶν τοιούτων ἀναγορεύσεων εἰθισμένον. οὐκ εἰσῆλθεν δὲ εἰς τὸν τρίκλινον, καὶ ἤλλαξεν, ἀλλὰ ἐποίησαν χελώνην οἱ στρα‐ τιῶται, καὶ ἐκεῖ ἐνεδύσατο, καὶ τὸν στέφανον ἐπέθηκεν αὐτῷ ὁ ἐπίσκοπος, καὶ ἐκράτησε λαγκίδιν καὶ σκουτάριν, καὶ ἀνῆλ‐
10θεν, καὶ ἔκραξαν πάντες· „Ἰουστῖνε αὔγουστε, σὺ νικᾷς.“ καὶ προσεφώνησεν τῷ δήμῳ, ἐπιδοθέντος αὐτῷ τοῦ λιβελλα‐ ρίου, ἔνθα καὶ ὑπέσχετο αὐτοῖς κατασκουτάριν πέντε νομί‐ σματα καὶ λίτραν ἀργύρου. τὸ δὲ λιβελλάριον ἀνεγνώσθη πα‐ ρὰ λιβελλησίων, ἐπειδὴ οὔτε κυαίστωρ εὑρέθη καὶ ὁ μάγι‐
15στρος Κέλερ διὰ τὴν γενομένην ταραχὴν διὰ τοὺς πόδας αὐ‐ τοῦ οὐκ ἠδυνήθη εὑρεθῆναι, ἀλλὰ πρὸς τὴν ὥραν ἀπελείφθη. ἔχει δὲ ἡ προσφώνησις οὕτως. αὐτοκράτωρ Καῖσαρ Ἰουστῖ‐ νος νικητὴς ἀεὶ σεβαστός· „τῇ τοῦ παντοδυνάμου Θεοῦ κρίσει, τῇ τε ὑμετέρᾳ κοινῇ ἐκλογῇ πρὸς τὴν βασιλείαν χω‐
20ρήσαντες, τὴν οὐράνιον πρόνοιαν ἐπικαλούμεθα.“ παρὰ πάν‐
των ἐβοήθη· „ἄφθονα τῇ οἰκουμένῃ· ὡς ἔζησας, οὕτω βα‐429

430

σίλευσον· ἄφθονα τῇ πολιτείᾳ· βασιλεῦ οὐράνιε, σῶσον τὸν ἐπίγειον. Ἰουστῖνε αὔγουστε, σὺ νικᾷς· τοῦ νέου Κωνσταν‐ τίνου πολλὰ τὰ ἔτη. ἡμεῖς δοῦλοι τοῦ βασιλέως.“ αὐτοκρά‐ τωρ Καῖσαρ αὔγουστος· „ὡς ἂν διὰ τὴν οἰκείαν φιλανθρω‐
5πίαν ἐνισχύσει ἡμᾶς, ἅπαντα τὰ ὑμῖν τε καὶ τῷ δημοσίῳ ἐ‐ ποφελῆ ὄντα τελέσαι.“ παρὰ πάντων ἐκράγη· „υἱὲ Θεοῦ, σὺ αὐτὸν ἐλέησον· σὺ αὐτὸν ἐπελέξω· σὺ αὐτὸν ἐλέησον· Ἰουστῖνε αὔγουστε, σὺ νικᾷσ“ καὶ πολλὰ τοιαῦτα. ὁ αὐτοκρά‐ τωρ Καῖσαρ αὔγουστος· „ἡμετέρα καὶ γὰρ φροντίς ἐστιν ἐν
10πάσῃ εὐοδώσει ὑμᾶς θείᾳ προνοίᾳ καθιστᾷν, καὶ μετὰ πάσης εὐφροσύνης καὶ περιθάλψεως καὶ ἀμεριμνίας ἕνα ἕκαστον ὑ‐ μῶν διαφυλάττειν.“ παρὰ πάντων ἐβοήθη· „ἄξιε τῆς βα‐ σιλείας, ἄξιε τῆς τριάδος, ἄξιε τῆς πόλεως· πολλὰ τὰ ἔτη τοῦ βασιλέως. ἁγνοὺς ἄρχοντας τῇ οἰκουμένῃ“ καὶ πολλὰ
15τοιαῦτα. ὁ αὐτοκράτωρ· „ὑπὲρ τῆς ἑορτῆς τῆς ἡμετέρας εὐτυχοῦς βασιλείας ἀνὰ εʹ νομισμάτων καὶ λίτραν ἀργύρου ὑμῖν καταχάσμα δωρήσομαι.“ παρὰ πάντων ἐκράγη· „Χρι‐ στιανὸν βασιλέα ὁ Θεὸς φυλάξει· αὗται κοιναὶ εὐχαὶ τῆς οἰκουμένησ“ καὶ πολλὰ τοιαῦτα. ὁ αὐτοκράτωρ· „ὁ Θεὸς
20μεθ’ ὑμῶν.“ καὶ τὰ λοιπὰ ἀκολούθως γέγονεν κατὰ τὸ σχῆ‐
μα Ἀναστασίου τοῦ τῆς θείας λήξεως.430

431

(1t)

ΚΕΦ. ϙδʹ.
2tἈναγόρευσις Λέοντος τοῦ μικροῦ.
3Ἀναγκαῖον ἐνομίσαμεν εἰπεῖν, ὅπως καὶ βασιλεὺς ὑπὸ βασιλέως γίνεται. ἐπὶ τοῦ τῆς θείας τοίνυν λήξεως Λέοντος
5Λέων ὁ μικρὸς καῖσαρ ὢν ἐγένετο βασιλεύς. συνέβη γὰρ νοσῆσαι Λέοντα τὸν τῆς θείας λήξεως, τὸν αὐτοῦ θεῖον, τὴν ἐπιθάνατον νόσον, καὶ παρεκλήθη ὥστε ποιῆσαι τὸν καίσαρα βασιλέα. τῇ οὖν πρὸ δεκαπέντε Καλανδῶν Δεκεμβρίων ἐν ὑπατίᾳ Λέοντος τοῦ μικροῦ, μαγίστρου ὄντος Εὐσεβίου, συν‐
10ῆλθον ἐν τῷ ἱππικῷ ὁ δῆμος καὶ οἱ πρεσβευταί· (πολλοὶ γὰρ ἔτυχον ὄντες ἐνταῦθα, καὶ ἐκ διαφόρων ἐθνῶν·) καὶ οἱ στρα‐ τιῶται πάντες μετὰ τῶν σίγνων ἐν τῷ στάματι, καὶ ἔκραζον, ὁ μὲν δῆμος Ἑλληνιστὶ, προτρέποντες τὸν βασιλέα ἀνελθεῖν, οἱ δὲ στρατιῶται Ῥωμαϊστί· καὶ ἀνῆλθεν ὁ βασιλεὺς, δη‐
15ριγευόμενος ὑπὸ τῆς συγκλήτου. ὁ δὲ καῖσαρ ἔσω ἦν ἐν τῷ τρικλίνῳ, ἔνθα τοὺς συγκλητικοὺς δέχεται, καὶ ὁ ἀρχιεπίσκοπος τῆς πόλεως Ἀκάκιος σὺν αὐτῷ, καὶ ἔστη ὁ βασιλεὺς ἐμπρὸς τῆς σέλλης, καὶ οὕτως ἤρξατο προσφωνεῖν τοῖς στρατιώταις καὶ τῷ δήμῳ, καὶ ἔκραζον πάντες· „παρακαλοῦμεν, ἵνα κα‐
20θεσθῇς·“ καὶ ἠσπάσατο τὸν δῆμον, καὶ ἐκάθισεν, καὶ ἔκραξεν
ὁ δῆμος τὸ „αὔγουστε·“ καὶ πάλιν πολλαὶ φωναὶ ἐγίνοντο πα‐431

432

ρακαλούντων αὐτῷ στέψαι τὸν βασιλέα, καὶ διαλαλιαὶ πολ‐ λαὶ περὶ τούτου, ὑποσχομένου αὐτοῦ τοῦτο ποιεῖν. εἶτα ἔ‐ κραζον ὥστε τὸν μάγιστρον πέμψαι καὶ πατρικίους καὶ ἀγα‐ γεῖν τὸν καίσαρα. καὶ ἐπέτρεψεν τῷ μαγίστρῳ καί τισιν
5πατρικίοις ἀπελθεῖν καὶ ἀγαγεῖν αὐτόν. καὶ ἐξελθόντες ἤγα‐ γον τὸν καίσαρα, καὶ ἔστησαν εἰς τὰ ἀριστερὰ τοῦ βασιλέως, καὶ τὸν ἐπίσκοπον σὺν αὐτῷ, καὶ ἔστη εἰς τὸ δεξιὸν μέρος τοῦ βασιλέως ὁ ἐπίσκοπος, καὶ εὐχὴν ἐποίησεν, καὶ ὑπήχησαν πάντες τὸ „ἀμήν.“ καὶ ὁ πραιπόσιτος ἐπέδωκεν τῷ βασι‐
10λεῖ στέφανον, καὶ ἐπιτέθηκεν εἰς τὴν κεφαλὴν τοῦ καίσαρος „εὐτυχῶς, εὐτυχῶς, εὐτυχῶς,“ καὶ ἀνεχώρησεν ὁ ἐπίσκοπος, καὶ ἐκάθισεν ὁ βασιλεὺς Λέων. καὶ ὁ μικρὸς Λέων ἠσπά‐ σατο τὸν δῆμον, καὶ ἔκραξαν πάντες „αὔγουστε.“ καὶ τότε ἦλθεν ὁ ἔπαρχος τῆς πόλεως ἐξ ἀριστερῶν καὶ ἡ σύγκλητος,
15καὶ προσήγαγον αὐτῷ μοδίολον (ἤτοι στέφανον) χρυσοῦν κα‐ τὰ τὸ ἔθος, καὶ διελάλησεν ὁ βασιλεὺς ἀποδεχόμενος τοὺς στρατιώτας, καὶ ὑπέσχετο ἑκάστῳ διδόναι κατὰ τὸ ἔθος πρὸς πέντε νομίσματα καὶ λίτραν ἀργύρου ὑπὲρ αὐγουστιακῶν.
19tΚΕΦ. ϙεʹ.
20tἈναγόρευσις τοῦ εὐσεβεστάτου ἡμῶν δεσπότου Ἰουστινιανοῦ.
21Ὁ τῆς θείας λήξεως Ἰουστῖνος τὸν εὐσεβέστατον ἡμῶν432

433

δεσπότην Ἰουστινιανὸν ἐποίησεν ἐν τῷ μεγάλῳ τρικλίνῳ. καὶ αὐτὸς γὰρ ἐν νόσῳ μεγάλῃ κατέκειτο, καὶ παρεκαλεῖτο ἀπὸ τῆς συγκλήτου εἰς τὸ ποιῆσαι αὐτὸν βασιλέα. τῇ οὖν τετάρτῃ τοῦ Ἀπριλίου μηνὸς ἰνδ. εʹ, μαγίστρου ὄντος Τατιανοῦ,
5ἐκέλευσεν σιλέντιον καὶ κομέντον καὶ τὰς σχολὰς καὶ τὰ στρατεύματα πάντα παραγενέσθαι ἐν τῷ δέλφακι. καὶ πα‐ ρεγένετο ὁ ἐπίσκοπος, καὶ εὐχὴν ἐποίησεν, καὶ ἔστεψεν αὐ‐ τὸν, καὶ πάντα κατὰ τὸ ὅμοιον σχῆμα ἐγένετο, οὐ μέντοι ἐν τῷ ἱππικῷ ἄνω, ἀλλὰ ἐν τῷ δέλφακι.
10tΚΕΦ. ϙϛʹ.
11tἈναγόρευσις Νικηφόρου βασιλέως τοῦ γεγονότος δομεστίκου τῶν
12tσχολῶν τῆς Ἀνατολῆς, τοῦ φιλοχρίστου καὶ ἀνδριωτάτου.
13Τελευτήσαντος Ῥωμανοῦ βασιλέως τοῦ νέου, υἱοῦ Κων‐ σταντίνου τοῦ μεγάλου καὶ πορφυρογεννήτου βασιλέως Ῥω‐
15μαίων τοῦ Μακεδόνος, εἰς μῆνα Μάρτιον ιεʹ, ἰνδ. ϛʹ, ἔτους ͵ϛυοαʹ, τῇ τεσσαρακοστῇ τῶν νηστειῶν, κατέλειπεν τὴν ἑαυ‐ τοῦ βασιλείαν Βασιλείῳ καὶ Κωνσταντίνῳ, τοὺς νηπίους υἱ‐ οὺς αὐτοῦ καὶ τὴν ἰδίαν γαμετὴν καὶ αὐγούσταν Θεοφανῶ βασιλεύειν τῆς Ῥωμαίων ἀρχῆς. κατέλειπεν δὲ καὶ τὸν πα‐
20ρακοιμώμενον Ἰωσὴφ οἰκονομοῦντα τὰ τοῦ κοινοῦ πράγματα.433

434

ἐκράτησεν δὲ ἡ τῶν ῥηθέντων προσώπων ἐξουσία ἀπὸ πεντε‐ καιδεκάτην μηνὸς Μαρτίου ἰνδ. ϛʹ μέχρι Αὐγούστου πεντε‐ καιδεκάτης, ἰνδ. τῆς αὐτῆς. Ἰουλίου δὲ μηνὸς δευτέρᾳ, ἰνδ. ὁμοίως, ἀνηγορεύθη ἐν τοῖς τῆς ἀνατολῆς μέρεσιν ὁ εὐσεβὴς
5καὶ φιλόχριστος βασιλεὺς ἡμῶν Νικηφόρος παρὰ τοῦ ἰδίου στρατοπέδου βασιλεὺς Ῥωμαίων. ἐν Καισαρίᾳ γὰρ τῇ νῦν τῆς Καππαδοκῶν ἐπαρχίας ἐν τῷ κάμπῳ, μαγίστρου αὐτοῦ ὄντος καὶ δομεστίκου τῶν σχολῶν, συναχθέντες πάντες οἱ στρατηγοὶ καὶ τὰ τάγματα, ἀνηγόρευσαν αὐτὸν βασιλέα. τοῦ
10δὲ μὴ βουλομένου, ἀλλὰ πρὸς τὸν πόλεμον τῶν Ἰσμαηλιτῶν ἐπισπεύδοντος καὶ τὸν λαὸν εἰς τοῦτο προτρεπομένου, αὐτοὶ μᾶλλον σπεύσαντες βίᾳ καὶ μὴ βουλόμενον ἐκ τῆς τέντης ὑ‐ ψώσαντες ἀνηγόρευσαν αὐτὸν βασιλέα. οὐ μὴν δὲ ἐφόρεσεν στέμμα ἢ ἄλλην τινὰ βασίλειον ἐσθῆτα, εἰ μὴ μόνον τὰ ὑ‐
15ποδήματα ἐναλλάξας ῥούσεα, ἤτοι κόκκινα. ἀκουστὸν δὲ γε‐ γονὸς τοῦτο ἐν τῇ πόλει, ἐταράχθη ὁ παρακοιμώμενος Ἰω‐ σὴφ, καὶ ἀνταίρων ἐφιλονείκει, καὶ παρεσκευάζετο ἀντιπα‐ ρατάξασθαι τῷ ἄνακτι. ὁ δέ γε βασιλεὺς Νικηφόρος γράμ‐ μασιν ἡμέροις χρώμενος πρὸς αὐτὸν, ἐξέπεμπεν, τὴν αὐτὴν
20δόξαν αὐτῷ ἔχειν ὑπισχνούμενος καὶ τιμὰς πλείους. καὶ τὴν
σύγκλητον τῷ ὁμοίῳ τρόπῳ ἐδηλοποίει. ὁ δὲ πολλάκις τοῖς434

435

τοιούτοις ἐνσημανθεὶς, οὐκ ἠνέσχετο, καὶ δὴ εὑρών τινας τῶν ἀπὸ τῆς συγκλήτου συναγωνιζομένους αὐτῷ, ἀνταίρειν ἐφιλο‐ νείκει πρὸς τὸν αὔγουστον. τήν τε πόλιν κατασφαλισάμενος καὶ τὰς πόρτας ἀνακτίσας καὶ πρὸς τὸ πολίτευμα σκληρῶς
5φερόμενος, ἀναθέματι καθυπέβαλε τὸν ἄνακτα. οὐ τοῦτο δὲ μόνον, ἀλλά γε καὶ μυστικῶς (ἤτοι κρυφίως) τοὺς συγγενεῖς τοῦ ἄνακτος Νικηφόρου, τόν τε πατέρα καὶ τὸν ἀδελφὸν, ἀ‐ πομματῶσαι ἐβούλετο. ὅπερ γνόντες φυγάδες ᾤχοντο, ὁ μὲν πατὴρ Βάρδας καὶ μάγιστρος ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ, ὁ δέ
10γε μάγιστρος Λέων καὶ ἀδελφὸς τοῦ ἄνακτος εἰς τὸ ἐξπεδίτον, τοῦ στρατοῦ ἤδη φθάσοντος ἐν τῇ Χρυσοπόλει. τὸ δὲ πλῆθος τοῦ λαοῦ ζήλῳ θείῳ τρωθὲν προσεῤῥύει τῇ ἐκκλησίᾳ φυλάξαι τὸν μάγιστρον ἀλώβητον τῆς τῶν ἐναντίων ἐπιβουλῆς. πολλάκις γὰρ ἐπεχείρησαν ὅ,τε πατρίκιος Μαριανὸς ὁ Ἄπαμβας καὶ ὁ Τορ‐
15νίκης Νικόλαος καὶ ὁ ἀπὸ στρατηγῶν Πασχάλιος ἐξεῶσαι αὐτὸν τῆς ἐκκλησίας τῇ βίᾳ. ὁ δὲ λαὸς μετὰ ὠθισμῶν καὶ ὕβρεων τούτους κακοὺς κακῶς ἐξέβαλον. κυριακῆς δὲ οὔσης θʹ τοῦ Αὐ‐ γούστου μηνὸς τῇ ἑωθινῇ ὥρᾳ, λεγομένου τοῦ θείου εὐαγγελίου τῆς ἁγίας ἀναστάσεως εἰσέδυ ὁ παρακοιμώμενος Ἰωσὴφ ἐν τῇ
20ἐκκλησίᾳ, καὶ ἀνελθὼν ἐν τῷ πατριαρχείῳ, προσειπών τινα τῷ
πατριάρχῃ καὶ τῷ κλήρῳ, κατελθὼν αὖθις προσηπείλησε435

436

πολλὰ τῷ ὄχλῳ καὶ τὸν διὰ λιμοῦ θάνατον, καὶ ἱππεύσας καὶ διελθὼν διὰ τοῦ μιλίου τοῖς ἀρτοποιοῖς παρήγγειλεν, ἄρτους μήτε ποιεῖν, μήτε εἰς ἀγορὰν προτίθεσθαι. ἀνελθὼν δὲ ἐν τῷ παλατίῳ καὶ τοὺς παῖδας Ῥωμανοῦ τοῦ βασιλέως μεθ’ ἑαυτοῦ
5λαβὼν, διὰ τῶν ἄνω διαβατικῶν κατῆλθεν ἐν τῇ ἐκκλησίᾳ ὥρᾳ ἀρίστου, μὴ ὄντος τοῦ λαοῦ ἐν τῇ ἐκκλησίᾳ, καὶ παρακαλέσας τὸν μάγιστρον ἦρεν τῆς ἐκκλησίας, καὶ ἀπέστειλεν ἐν τῷ οἴ‐ κῳ αὐτοῦ. τοῦ δὲ λαοῦ τὸ δειλινὸν ἐλθόντος ἐν τῇ ἐκκλη‐ σίᾳ καὶ τὸν μάγιστρον μὴ εὑρόντων, ταραχθέντες, μᾶλλον δὲ
10μανέντες, ἀτίμοις φωναῖς πρὸς τὸν πατριάρχην καὶ τὸ ἱερα‐ τεῖον ἐχρῶντο, ὡς ὅτι παρ’ αὐτῶν προεδόθη, καὶ λιθάσαι ἐ‐ πεχείρουν τοὺς τοῦ κλήρου. ὁ δὲ πατριάρχης ἐδηλοποίησεν τὸν μάγιστρον, ἐλθεῖν ἐν τῇ ἐκκλησίᾳ καὶ εἰρηνεῦσαι τὸν λα‐ όν. ὁ δὲ ἐδηλοποίησεν τοῦτο τὸν παρακοιμώμενον· ὁ δὲ
15οὐκ ἐπέτρεψεν τοῦτο. γνοὺς δὲ τοῦτο ὁ λαὸς, ζήλῳ, ὡς εἴ‐ πωμεν, θείῳ φερόμενοι, οἱ μὲν πρὸς τὸν οἶκον τοῦ πανευφή‐ μου μαγίστρου ἀπίεσαν φυλάξαι τοῦτον ἀνεπιβούλευτον· οἱ δὲ πλείους ἐν τῇ ἐκκλησίᾳ ἐναπομείναντες, πάντα τὰ ἐν τῇ ἐκκλησίᾳ ἐκ ξύλων σκεύη ὅπλα χρησάμενοι, ἐξῆλθον τῆς ἐκ‐
20κλησίας, καὶ τοῖς ἀνταίρουσιν προσβάλλοντες, παρατεταγμέ‐
νοις οὖσιν ἐν ὅπλοις Μακεδόσιν καὶ αἰχμαλώτοις τῶν Ἀγά‐436

437

ρων καὶ τοῖς ῥηθεῖσιν προσώποις, Μαριανῷ καὶ λοιποῖς, τρέψαντες φυγάδας ἐποίησαν, καὶ τὴν νίκην ἀράμενοι πολ‐ λοὺς τοῦ κοινοῦ λαοῦ καὶ στρατοῦ ἀπέκτειναν. κατέστρεψαν δὲ τοὺς οἴκους τῶν παραταττομένων τῷ ἄνακτι μέχρις ἐδά‐
5φους, τὰ αὐτῶν πάντα διαρπάσαντες καὶ τὰς πόρτας ἀνοί‐ ξαντες, τῷ φουσάτῳ ἑνωθέντες, τῷ βασιλεῖ κατεμήνυσαν σπεῦσαι ἐν τῇ πόλει. τῇ αὐτῇ δὲ νυκτὶ, δεκάτῃ τοῦ Αὐ‐ γούστου μηνὸς, φοβηθεὶς ὁ παρακοιμώμενος Ἰωσὴφ τὸν λαὸν, ὡς πρὸς αὐτὸν ἀπερχόμενον εἰς τὸν οἶκον αὐτοῦ,
10φυγὼν τὴν βίαν, εἰς τὴν ἐκκλησίαν εἰσῆλθεν. καὶ ὁ λαὸς τὰ αὐτοῦ πάντα ἁρπάσαντες, τὸν οἶκον αὐτοῦ κατηδάφι‐ σαν, πολλούς τε ἄλλους τῶν τῆς συγκλήτου ἀναιτίους αἰ‐ χμαλωτεύσαντες, ἁρπάσαντες τὰ αὐτῶν πάντα καὶ τοὺς οἴκους αὐτῶν κατασκάψαντες. τρισὶν γὰρ ἡμέραις τοῦ‐
15το ἐποίουν ὁ λαὸς μανέντες. οἱ οὖν εὐνούστατοι τῶν ἀρ‐ χόντων τὸν μάγιστρον καὶ πατέρα τοῦ ἄνακτος Νικηφόρου ἐν τῷ παλατίῳ ἀνήγαγον, καὶ μένειν ἐκεῖσε ἐποίησαν μέχρι τῆς ἐλεύσεως τοῦ βασιλέως· τῇ δὲ δευτέρᾳ ἡμέρᾳ τῆς τοῦ πράγματος τελετῆς εἰσῆλθεν καὶ ὁ μάγιστρος Λέων ἐκ τοῦ
20φοσσάτου ἐν τῇ πόλει. τῇ δὲ πεντεκαιδεκάτῃ τοῦ Αὐγού‐ στου μηνὸς ἐδηλοποίησεν ὁ βασιλεὺς τὸν παρακοιμώμενον Βα‐
σίλειον καὶ τὸν πραιπόσιτον Ἰωάννην, ὥστε ἐξελθεῖν μεθ’ ὧν437

438

αὐτοῖς ἔγραψεν ἀρχόντων ἐν τοῖς Ἱερείας παλατίοις καὶ ὑ‐ παντῆσαι αὐτῷ· ὅπερ καὶ ἐποίησαν. καὶ τῇ ἐπαύριον, ἑξ‐ καιδεκάτῃ τοῦ αὐτοῦ Αὐγούστου μηνὸς, ἰνδ. ϛʹ, ἡμέρᾳ κυ‐ ριακῇ πρωῒ ἐμβὰς εἰς τὸ βασιλικὸν δρομόνιον προσέβαλεν ἐν
5τῇ χρυσῇ πόρτῃ. κἀκεῖ προσυπήντησεν αὐτῷ πᾶσα ἡ πό‐ λις, μικροί τε καὶ μεγάλοι, μετὰ λαμπάδων καὶ θυμιαμάτων. κατελθὼν δὲ ἀπὸ τοῦ δρόμονος καὶ ἱππεύσας διῆλθεν διὰ τοῦ ἔξω παρατειχίου, καὶ διὰ τῆς πλακωτῆς στραφεὶς εἰσῆλ‐ θεν εἰς τὴν μονὴν τῶν Ἀβραμιτῶν τὴν λεγομένην ἀχειρο‐
10ποίητον τῆς Θεοτόκου, καὶ ὥραν τρίτην βαλὼν σκαραμάγγιον καστώριον καὶ καββαλικεύσας, ἦλθεν εἰς τὴν μεγάλην χρυ‐ σῆν πόρταν, καὶ στὰς ἔφιππος ἐν τῇ αὐτῇ πόρτῃ, ἔνδον τῶν δύο μερῶν τοῦ δήμου ἱσταμένων, εὐφημίσθη οὕτως· „καλῶς ἦλθες, Νικηφόρε, αὐτοκράτωρ Ῥωμαίων· καλῶς ἦλθες, Νι‐
15κηφόρε, ἄναξ μέγιστε Ῥωμαίων· καλῶς ἦλθες, Νικηφόρε, ὁ τροπωσάμενος φάλαγγας πολεμίων· καλῶς ἦλθες, Νικηφόρε, ὁ πορθήσας πόλεις ἐναντίων· καλῶς ἦλθες, ἀνδριώτατε νι‐ κητὰ, ἀεισέβαστε· καλῶς ἦλθες, δι’ οὗ ὑπετάγησαν ἔθνη. διὰ σοῦ Ἰσμαὴλ ἡττηθεὶς κατεπτώθη· διὰ σοῦ τὰ σκῆπτρα
20Ῥωμαίων κρατύνονται· ἔντεινε οὖν καὶ κατευοδοῦ καὶ βα‐ σίλευε. ἠλέησεν ὁ Θεὸς τὸν λαὸν αὐτοῦ, ἀναδείξας σὲ, Νι‐
κηφόρε, βασιλέα αὐτοκράτορα Ῥωμαίων. εὐφραίνου τοίνυν,438

439

πόλις ἡ τῶν Ῥωμαίων. ὑπόδεξαι τὸν θεόστεπτον Νικηφό‐ ρον. ἦλθεν γὰρ ὄντως λάμπων τὴν ὑφήλιον πᾶσαν.“ εἶθ’ οὕτως εἰσῆλθε τὴν πόρταν, περιπατῶν ἔφιππος τὴν μέσην μέ‐ χρι τοῦ φόρου, κἀκεῖ κατελθὼν ἐκ τοῦ ἵππου εἰσῆλθεν ἐν τῇ
5ἐκκλησίᾳ τῆς παναγίας Θεοτόκου ἐν τῷ φόρῳ, καὶ λαβὼν φατλία ἐποίησεν προσκύνησιν, καὶ ἐφόρεσεν τὸ διβητήσιον καὶ καμπάγια καὶ καμπότουβα. καὶ ἀπὸ τοῦ φόρου πεζοπορῶν εἰσῆλθεν εἰς τὴν ἁγίαν Σοφίαν μετὰ λιτῆς καὶ τοῦ τιμίου σταυροῦ, καὶ στὰς εἰς τὸ ὡρολόγιον εὐφημίσθη παρὰ τῶν
10δύο μερῶν οὕτως· „Νικηφόρον βασιλέα τὸ πρᾶγμα τὸ δη‐ μόσιον αἰτεῖ. Νικηφόρον οἱ νόμοι ἐκδέχονται. Νικηφόρον τὸ παλάτιον ἐκδέχεται· αὗται εὐχαὶ τοῦ παλατίου· αὗται ἐν‐ τεύξεις τοῦ στρατοπέδου· αὗται εὐχαὶ τῆς συγκλήτου· αὗ‐ ται εὐχαὶ τοῦ λαοῦ· Νικηφόρον ὁ κόσμος ἀναμένει· Νικη‐
15φόρον ὁ στρατὸς ἐκδέχεται· τὸ κοινὸν καλὸν Νικηφόρον ἐκ‐ δέχεται· τὸ κοινὸν ἀγαθὸν, Νικηφόρος, βασιλεύσει· εἰσά‐ κουσον, ὁ Θεὸς, σὲ παρακαλοῦμεν· ἐπάκουσον ὁ Θεὸς, Νι‐ κηφόρῳ. ζωή. Νικηφόρε αὔγουστε, σὺ εὐσεβὴς, σὺ σεβαστός· ὁ Θεός σε ἔδωκεν, ὁ Θεός σε φυλάξει· τὸν Χριστὸν σεβό‐
20μενος ἀεὶ νικᾷς· πολλοὺς χρόνους Νικηφόρος βασιλεύσει·
Χριστιανὸν βασίλειον ὁ Θεὸς περιφρουρήσει.“ μετὰ ταῦτα439

440

εἰσελθὼν ἔνδον τῆς ὡραίας πύλης εἰς τὸ μητατώριον ἤλλαξεν τὸ τζιτζάκιον, καὶ εἰσῆλθεν ἐν τῷ νάρθηκι καὶ εἰς τὰς βασι‐ λικὰς μεγάλας πύλας λαβὼν φατλία παρὰ τοῦ πραιποσίτου ἐποίησεν προσκύνησιν, καὶ ἀποσκεπασθεὶς εἰσόδευσεν μετὰ
5τοῦ πατριάρχου διὰ μέσου τοῦ ναοῦ καὶ διὰ τῆς δεξιᾶς τοῦ ἄμβωνος καὶ τῆς σωλαίας ἐλθὼν εἰς τὰ ἅγια θύρια, κἀκεῖ λαβὼν φατλία παρὰ τοῦ πραιποσίτου, ἐποίησεν προσκύνησιν, καὶ στραφεὶς ἅμα τοῦ πατριάρχου ἀνῆλθεν ἀπὸ τῶν ἔμπρο‐ σθεν τοῦ βήματος εἰς τὸν ἄμβωνα, καὶ ποιήσας τὴν εὐχὴν
10ὁ πατριάρχης ἐπὶ τῆς χλαμύδος καὶ ἐπιδοὺς τοῖς τοῦ κου‐ βουκλείου, ἐνέδυσαν αὐτὴν τῷ βασιλεῖ· ὁμοίως ***
12tΚΕΦ. ϙζʹ.
13tἘπὶ προαγωγῇ προέδρου τῆς ἁπάσης συγκλήτου.
14Ἡ τοῦ προέδρου τῆς συγκλήτου ἀξία τόδε βραβεῖον ἔχει·
15διρόδινον χιτῶνα καὶ χρυσόθετον καὶ ζώνην διάλιθον ἁλουρ‐ γῆ, χλαμύδα διάλευκον περιορνευμένην ἐκ διαχρυσοθέτων καὶ ταβλίων δύο χρυσοπάστων καὶ κισσοφύλλων μικρῶν. παρὰ τοῦ βασιλέως δίδονται ἐν τῷ χρυσοτρικλίνῳ τῷ τιμωμένῳ, ἃ καὶ λαβὼν πίπτει καὶ κατασπάζεται τοὺς βασιλικοὺς πό‐
20δας καὶ τὰ γόνατα, καὶ ἀνιστάμενος ἀπέρχεται ἐν τῷ ναῷ
τοῦ ἁγίου Θεοδώρου ἐν αὐτῷ τῷ χρυσοτρικλίνῳ, καὶ ἐνδύε‐440

441

ται ταῦτα παρὰ τοῦ τῆς καταστάσεως, παρόντος καὶ τοῦ πραιποσίτου, (τῶν καὶ προσαγόντων αὐτὸν πρότερον πρὸς τὸν βασιλέα ἀπὸ σκαραμαγγίου καὶ μάνικος καὶ κατακοιλίου διὰ τοῦ βήλου τῶν ἀργυρῶν πυλῶν, τῆς συγκλήτου ἱσταμέ‐
5νης ἐν τῷ αὐτῷ τρικλίνῳ μετὰ ἀλλαξιμάτων, ἐστεμμένου ὄν‐ τος τοῦ βασιλέως.) καὶ μετὰ τὸ ἐνδυθῆναι ἐξάγεται παρ’ αὐτῶν, καὶ πάλιν κατασπάζεται τοὺς πόδας τοῦ δεσπότου καὶ τὰ γόνατα, καὶ εὐχαριστῶν ἵσταται ἐν τῷ μέσῳ. καὶ προσ‐ έρχεται καὶ ἡ σύγκλητος, εὐχαριστοῦσα τῷ δεσπότῃ, καὶ ἀ‐
10πέρχεται ἐν τῇ ἰδίᾳ τάξει. καὶ εἶθ’ οὕτως ἀναβιβάζεται ὁ τιμηθεὶς διὰ τοῦ πραιποσίτου ἄνωθεν τῶν μαγίστρων καὶ δίδοται τὸ νεῦμα, καὶ ἐξέρχεται σὺν τῇ συγκλήτῳ, καὶ κα‐ τασπάζεται ὑπ’ αὐτῆς, καὶ ἀπέρχεται ἐν τῇ ἁγίᾳ Σοφίᾳ φορῶν ταῦτα. καὶ ὀψικευόμενος παρά τε τοῦ τῆς καταστά‐
15σεως καὶ τοῦ πριμικηρίου τοῦ κουβουκλείου καὶ τῶν σιλεν‐ τιαρίων, διερχόμενος διὰ τῆς χαλκῆς καὶ ἀκτολογούμενος πα‐ ρὰ τῶν δύο μερῶν, ὥσπερ οἱ πατρίκιοι, καὶ δεχόμενος εὐ‐ χὴν παρὰ τοῦ πατριάρχου, ἀπέρχεται ἐν τῷ οἴκῳ αὐτοῦ, εὐφη‐ μούμενος παρὰ τῶν δήμων. ἐφέπονται δὲ τούτῳ μάγιστροι
20καὶ πατρίκιοι ὅσοι βούλονται, καὶ συνεστιώμενοι ἀναχωροῦσι.
καὶ ἐκ τότε ἐν μὲν ταῖς κοιναῖς ἡμέραις προερχόμενος ἐνδύεται441

442

εἰς τὸν ἅγιον Στέφανον τοῦ ἱπποδρόμου σκαραμάγγιον ὀξὺν πρασινοτρίβλαττον καὶ κατακοίλιον καὶ ῥοήσιον ἔχον ἐξαβούλιν χρυσᾶ περιορνευμένη διὰ χρυσῶν θετῶν καὶ κισσοφύλλων μι‐ κρῶν. καὶ ἐν τῷ εἰσέρχεσθαι αὐτὸν, ὀψικευόμενος παρὰ τοῦ
5ἀκολούθου, πρῶτον μὲν προσυπαντᾷ αὐτῷ ὁ δρουγγάριος τῆς βίγλης καὶ οἱ μάγιστροι καὶ οἱ κριταὶ οἱ ἐν τῷ ἱπποδρομίῳ καθεζόμενοι, καὶ χαιρετίζουσιν αὐτὸν, καὶ ἀντιχαιρετίζονται παρ’ αὐτοῦ. εἶτα εἰσέρχεται διὰ τῶν σκύλων, προσυπαντᾶ‐ ται ἐν τῇ ἀρχῇ τοῦ Ἰουστινιανοῦ τρικλίνου παρὰ τῶν σι‐
10λεντιαρίων καὶ τοῦ ἀδμινσουναλίου, κἀκεῖθεν παρὰ τῶν τοῦ κουβουκλείου, εἶτα ἐν τῷ μέσῳ τοῦ αὐτοῦ τρικλίνου παρὰ τῶν πρωτοσπαθαρίων καὶ σπαθαροκανδιδάτων καὶ λοιπῶν, καὶ χαιρετίζεται παρ’ αὐτῶν, καὶ ἀντιχαιρετίζει αὐτούς. εἶτα εἰσέρχεται εἰς τὸν λαυσιακὸν, προσυπαντᾶται παρὰ τοῦ
15πραιποσίτου καὶ τοῦ ἑταιρειάρχου καὶ λοιπῶν συγκλητικῶν. (τὸ αὐτὸ ποιεῖ καὶ ὅτε προσυπαντᾶται παρὰ τοῦ πραιποσί‐ του τοῦ πατριάρχου. ὁμοίως τὸ αὐτὸ ποιεῖ καὶ ὁ πριμική‐ ριος τοῦ κουβουκλείου μετὰ τῶν πριμικηρίων ὀστιαρίων.) καὶ προκάθηται τῶν μαγίστρων καὶ πραιποσίτων, καὶ πρὸς
20τὸν βασιλέα εἰσερχόμενος, ὥσπερ τὸ παλαιὸν ὁ πραιπόσιτος, ἀμέσως εἰσέρχεται, τιμώμενος ὑπὸ πάντων. ἐν δὲ ταῖς ἑορ‐
ταῖς φορῶν ἅπερ ἔλαβεν ἀλλάξιμα σὺν καμπαγίοις καὶ ἁ‐442

443

λουργέσι καμποτούβοις προπορεύεται ἔμπροσθεν τοῦ βασιλέως. ἐν δὲ ταῖς ἱππικαῖς προελεύσεσι τὰ δίροδα διάχρυσα στιχά‐ ριον καὶ σαγίον, συμπορεύεται τῷ πραιποσίτῳ, καὶ ὁπηνίκα μέλλει στέφεσθαι ὁ βασιλεὺς ἢ ἀποστέφεσθαι, σύνεστι τού‐
5τῳ. αἱ ἀκτολογίαι τῶν μερῶν· „πολλὰ ἔτη τοῦ βασιλέως· ὁ δεῖνα βασιλέως αὐτοκράτορος πολλὰ τὰ ἔτη· ὁ δεῖνα τοῦ εὐτυ‐ χεστάτου καίσαρος πολλὰ τὰ ἔτη· καλῶς ἦλθες, λαμπρότατε πρόε‐ δρε τῆς συγκλήτου. καλῶς ἦλθες, ὁ πιστὸς δοῦλος καὶ φίλος τοῦ βασιλέως ἀναφανείς· καλῶς ἦλθες, ἠγαπημένε τῷ θεοστέπτῳ
10βασιλεῖ· καλῶς ἦλθες, ἠγαπημένε τῷ εὐτυχεστάτῳ καίσαρι· καλῶς ἦλθες, ἠγαπημένε τῇ συγκλήτῳ· καλῶς ἦλθες, ἠγα‐ πημένε τῷ δήμῳ παντί. δόξα Θεῷ τῷ δοξάσαντι τὸν δε‐ σπότην· δόξα Θεῷ τῷ μεγαλύναντι τὸν εὐτυχέστατον καίσα‐ ρα· δόξα Θεῷ τῷ τιμήσαντί σε πρόεδρον τῆς συγκλήτου·
15δόξα Θεῷ τῷ μόνῳ βασιλεῖ τῷ προβιβάζοντι ἀξίως τοὺς ἀξίους καὶ σὲ, ὁ δεῖνα, τιμήσαντι τῇ τοῦ προέδρου λαμπροτάτῃ ἀξίᾳ. καλῶς ἦλθες, προβολὴ εὐεργέτου· καλῶς ἦλθες, ὁ εὐγενὴς ἐκ προγόνων· καλῶς ἦλθες εἰς φιλοῦντά σε δῆμον· ἀξίως σὲ ἠ‐ γάπησεν ὁ δεσπότης, ὡς ὄντα καθαρὸν καὶ ἐπάξιον. ἀλλ’
20ὁ πάντων ποιητὴς καὶ δεσπότης φυλάξῃ σὲ, λαμπρότατε πρό‐ εδρε τῆς συγκλήτου, εἰς πλήθη χρόνων. πολυχρόνιον ποιήσει
ὁ Θεὸς τὸν αὐθέντην, τοὺς ἀπελτ...., ὁμοίως τοῖς πατρικίοις.“443

444

(1t)

Ὑπόθεσις τῶν βασιλικῶν ταξειδίων καὶ ὑπόμνησις τῶν ἀπλήκτων.
2Εἰσὶ τὰ ἄπληκτα· πρῶτον ἄπληκτον εἰς τὰ Μαλάγινα, δεύτερον τὸ Δορύλειον, τρίτον εἰς τὸ Καβόρκιν, τέταρτον εἰς Κολώνιαν, πέμπτον εἰς Καισάρειαν, ἕκτον εἰς Ἀρμενια‐
5κοὺς εἰς τὸν Δαζιμῶνα. ὅτε ὁ στρατηγὸς τῶν Θρᾳκησίων444

445

καὶ ὁ στρατηγὸς τῶν Ἀνατολικῶν ὀφείλουσιν ὑπαντᾷν τῷ βα‐ σιλεῖ εἰς τὰ Μαλάγινα. ὁ δομέστικος τῶν σχολῶν καὶ ὁ στρα‐ τηγὸς τῶν Ἀνατολικῶν καὶ ὁ στρατηγὸς Σελευκείας ὀφείλουσιν ὑπαντᾷν τῷ βασιλεῖ εἰς τὸ Καβόρκιν. ὅτε εἰ μέν ἐστι τὸ
5ταξείδιον εἰς Ταρσὸν, τὰ λοιπὰ θέματα ὀφείλουσιν ἀποσω‐ ρεύεσθαι εἰς Κολώνιαν, εἰ δὲ πρὸς τὰ μέρη τῆς Ἀνατολῆς, ὀφείλουσιν ὑπαντᾷν τῷ βασιλεῖ ὁ μὲν Καππάδοξ καὶ ὁ Χαρ‐ σιανίτης καὶ ὁ Βουκελλάρις εἰς Κολώνιαν, ὁ δὲ Ἀρμενια‐ κὸς καὶ ὁ Παφλαγὼν καὶ ὁ Σεβαστείας εἰς Καισάρειαν. ὅτε
10τὰ Ἀρμενιακὰ θέματα ὀφείλουσιν ἀποσωρεύεσθαι εἰς Τεφρι‐ κὴν εἰς τὸν βαθὺν Ῥύακα.
12tὍσα δεῖ παραφυλάττειν, βασιλέως μέλλοντος ταξειδεύειν.
13Κωνσταντῖνος ὁ μέγας, μέλλων ταξειδεύειν, ἐβουλεύετο τοῖς ἔχουσι τὴν πεῖραν τῶν ἐρωτωμένων, ποῦ δεῖ ταξειδεῦ‐
15σαι καὶ πότε. ἐκ δὲ τῆς βουλῆς ταύτης εὑρὼν τὸν τόπον καὶ τὸν καιρὸν, ἠρεύνα καὶ, τίνες ἄλλοι γινώσκουσι ταῦτα, καὶ μάλιστα πρὸ ὀλίγου χρόνου, καὶ μαθὼν καὶ εἴ τινες ἄλ‐ λοι ἔμπειροι τούτων εἰσὶ, συνῆγε καὶ αὐτοὺς, καὶ ἠρώτα ἰδίως καὶ ἰδίως ἕκαστον, πόση ἐστὶν ἡ ὁδὸς ἡ ἀπάγουσα ἀπὸ
20τὰ οἰκούμενα εἰς τήνδε τὴν χώραν καὶ ποδαπὴ, καὶ εἰ μία
ὁδός ἐστιν ἢ πολλαὶ αἱ εἰσάγουσαι εἰς αὐτήν· καὶ εἰ ἄνυ‐445

446

δρά εἰσι τὰ κατὰ τὴν ὁδὸν χωρία ἢ ἔνυδρα, εἶτα ποία ὁ‐ δός ἐστι, στενόχωρος καὶ κρημνώδης καὶ ἐπικίνδυνος καὶ ποία πλατεῖα καὶ εὐδιάβατος, καὶ εἴ τίς ἐστι κατὰ τὴν ὁδὸν πο‐ ταμὸς μέγας καὶ μὴ δεχόμενος πόρον. εἶτα ἠρώτα περὶ αὐ‐
5τῆς τῆς χώρας, πόσα κάστρα ἔχει, καὶ ποῖα τούτων εἰσὶν ὀχυρὰ καὶ ποῖα ἀνόχυρα, καὶ ποῖα πολυάνθρωπα καὶ ποῖα ὀλιγάνθρωπα, καὶ ἀπὸ πόσου διαστήματος ἀλλήλων εἰσὶ, καὶ ποδαπά εἰσι τὰ χωρία τὰ παρακείμενα αὐτοῖς, μεγάλα ἢ μικρὰ, καὶ οἱ τόποι ὁμαλοὶ ἢ ἀνώμαλοι, βοτανηφόροι ἢ ξη‐
10ροί. ταῦτα δὲ ἠρώτα διὰ τὴν χρείαν τῶν ἵππων. εἶτα ἠ‐ ρώτα, ποῖος λαὸς παράκειται ὁ δυνάμενος βοηθεῖν τοῖς κά‐ στροις ἐκείνοις ἐν καιρῷ πολέμου, καὶ ἀπὸ πόσου διαστήμα‐ τός εἰσιν αὐτῶν, καὶ πότε εἰσὶν ἕτοιμοι εἰς ταξείδιον, καὶ πότε διεσπαρμένοι καὶ ἐπαναπαυόμενοι εἰς τὰ ἴδια καὶ πρὸς
15πόλεμον ἀσύμφθαστοι, καὶ εἰς ποίους τόπους ταξειδεύουσι καὶ πότε, ἢ οὐδέποτε ταξειδεύουσιν, ἀλλ’ ἐπὶ τῆς ἰδίας χώρας εἰσὶ πάμποτε. τὰ δὲ αὐτὰ ἠρώτα καὶ περὶ ἄλλων χωρῶν, ἵνα ὡρισμένως μηδεὶς οἶδεν, εἰς ποίαν χώραν βούλε‐ ται ταξειδεύειν. πολλάκις γὰρ ὑπὸ τῶν τοιούτων μηνυθέν‐
20τες οἱ ἐναντίοι ἠσφαλίσαντο τὰ ἴδια, ἢ καὶ πρὸς παράταξιν446

447

εὐτρεπίσθησαν. ταῦτα δὲ πάντα ἐρωτήσας καὶ μαθὼν, ἐπέ‐ τρεπεν αὐτοῖς ἐγγράφως δοῦναι αὐτῷ τὰ ἄπληκτα καὶ τὰ διαστήματα αὐτῶν, καὶ πόσου λαοῦ ἐστιν ἡ χώρησις αὐτῶν. ἐκ δὲ τούτων ἁπασῶν τῶν ἀποκρίσεων μαθὼν, ὅτι ἀκίνδυ‐
5νός ἐστιν ἡ ὁδὸς, καὶ ὅτι δυνατή ἐστιν ἡ ἔκβασις τοῦ τα‐ ξειδίου, καὶ ὅτι ἔνδοξόν ἐστι τὸ ταξείδιον καὶ βασιλέως παρουσίας ἄξιον, καὶ ὅτι συμμαχίαν ὁ τόπος οὐ δέχεται, ἢ δέχεται μὲν, κατὰ δὲ τὸν καιρὸν τοῦτον οὐ δέχεται, καθ’ ὃν μέλλουσι ταξειδεύειν, αὐτοὺς μὲν τοὺς ταῦτα διδάσκοντας
10εἶχε μεθ’ ἑαυτοῦ ἐπαναμιμνήσκοντας καὶ διδάσκοντας τὰ λεί‐ ποντα· ἐπελαμβάνετο δὲ τῆς φροντίδος τοῦ ταξειδίου, καὶ πρῶτα μὲν ἐπέτρεπε τοῖς στρατηγοῖς κεφάλαια ταῦτα· πρῶ‐ τον μὲν, ἀμφιᾶσαι καὶ ἀσφαλίσασθαι τὰ κάστρα· δεύτερον δὲ, ἐπιστῆσαι ἄνδρας ἐπιτηδείους εἰς τὴν χώραν, ἵνα, εἰ
15συμβῇ ἐλθεῖν κατὰ τὴν χώραν ἐχθροὺς, αὐτοὶ ἐκσπηλεύσωσι τὸν λαὸν καὶ ἀπάγουσιν εἰς τὰ ὀχυρώματα· τρίτον, ἀμ‐ φιᾶσαι τὸν στρατὸν τὰ δέοντα καὶ δυνατὰ περί τε ὅπλα καὶ ἵππους· τέταρτον, ἀσφαλίσασθαι τὰς βίγλας τοῦ σπουδά‐ ζειν μανθάνειν τὰ τῶν ἐχθρῶν καὶ ἀναφέρειν αὐτά· πέμ‐
20πτον, εὐτρεπίζεσθαι καὶ πρὸς γεφύρας, ἔνθα ὁ στρατὸς μέλ‐447

448

λει διαβιβάζεσθαι, καὶ ἔνθα πόρον ὁ ποταμὸς οὐκ ἔχει· ἕ‐ κτον, παραγγέλλειν τοῖς πολιτικοῖς ἄρχουσιν, ἵνα τοὺς ἀπο‐ μένοντας τῶν στρατιωτῶν καταβάγειαν, ἕως τινὸς μὲν χρό‐ νου ἐλαύνωσιν εἰς τὸ ταξείδιον, μετὰ δὲ τὸ ἀποβαλεῖν τὸν
5λαὸν, ἵνα κρύπτωσιν αὐτοὺς δεσμίους. αὐτὸς δὲ ὁ βασιλεὺς τὸν χρόνον τοῦ ταξειδίου καθ’ ἑαυτὸν ὁρίσας καὶ πρὸς τὸν χρόνον ἐπιλογισάμενος τὸ χρῆμα καὶ τὴν ἄλλην βασιλικὴν χρείαν, ἐπέτρεπε τῷ τε σακελλαρίῳ καὶ τῷ πρωτοβεστιαρίῳ καὶ τῷ μινσουράτωρι καὶ τῷ δομεστίκῳ τῆς ὑπουργίας, ἕ‐
10καστον κατὰ τὴν ἰδίαν ὑπηρεσίαν κατὰ τὸν ὁρισθέντα χρό‐ νον ἀπαριθμῆσαι τὰ φορτώματα, πόσων σαγμαρίων εἰσὶ, καὶ τούτων τὸν ἀριθμὸν ἀναδιδάξαι. λαβὼν δὲ τὸν ἀριθμὸν τῶν σαγμαρίων καὶ προσλαβὼν καὶ ἄλλην προσθήκην διά τε τὰ χωλευόμενα καὶ τὰ κονδριζόμενα αὐτῶν, ἐπέτρεπε τῷ
15τε κόμητι τοῦ στάβλου καὶ τῷ λογοθέτῃ τῶν ἀγελῶν συστῆσαι τὸν ἀριθμὸν τῶν σαγμαρίων, ἔτι δὲ καὶ τῶν βασιλικῶν ἱπ‐ παρίων καὶ ἄλλων τινῶν ἵππων, ὅσα ἂν ἐβουλήθη εἰς τὸ κίνημα δοῦναι οἷς αὐτὸς ἐκέλευεν, ὁμοίως καὶ κατὰ τὴν ὁ‐ δὸν, οἷον στρατιώταις, πρόσφυξιν, ἄρχουσι καὶ τοῖς ὁμοί‐
20οις. καὶ ταῦτα δὲ πάντα διοικήσας, ὥριζε τὸν ἐκ προσώπου448

449

αὐτοῦ ἐν τῇ πόλει, καὶ ἐδίδου αὐτῷ διατάξεις ταύτας· ἀ‐ παριθμῆσαι τὸν λαὸν, ὅσοι τε ὑπὸ τὰ τάγματά εἰσι τῆς πόλε‐ ως καὶ ὅσοι ὑπὸ τὸν ὕπαρχον, καὶ τούτους προορίζειν καθ’ ἑαυτὸν, ἐν ποίῳ μέρει ἕκαστον τούτων τῶν συστημάτων φυ‐
5λάξει τὴν πόλιν ἐν καιρῷ ἐπιδημίας ἐχθρῶν· ἀνορθοῦν δὲ καὶ τὰ τῶν τειχῶν κλάσματα καὶ τὰ μὲν ἐκ δύσεως ἐρχόμε‐ να μανδάτα καταμηνύειν, ἕως ἂν αὐτὸς ὁ βασιλεὺς τὰ οἰ‐ κούμενα παρέλθῃ· μετὰ δὲ ταῦτα τὰ μὲν σπουδαῖα καὶ κίνδυνον σύντομον ἀπειλοῦντα διοικεῖν αὐτὸν, καθὼς ἂν νο‐
10μίσῃ συμφέρον εἶναι, βουλευόμενον μετὰ τῶν χρησιμωτέρων τῆς πόλεως· τὰ δὲ μηδεμίαν σπουδὴν ἔχοντα, ἀλλ’ εὐτελῆ ὄντα καὶ φανερὰ, διοικεῖν, τὰ δὲ μεγάλης φροντίδος δεόμενα ὑποκρατεῖν μέχρι τῆς ὑποστροφῆς τοῦ βασιλέως· προσέχειν δὲ μάλιστα περὶ αἰφνιδίου ἐπιδημίας ἐχθρῶν, καὶ διὰ τοῦτο
15μάλιστα γράφειν τε συνεχῶς καὶ δέχεσθαι ἐκ τῶν ἄκρων θεμάτων, καὶ κατασκοπεῖν τὰ τῶν γειτόνων ἐχθρῶν, καὶ μανθάνειν καὶ ἀναδιδάσκειν· ἔτι γε μὴν καθ’ ἑαυτὸν φρον‐ τίζειν περὶ ὅπλων, ὅθεν ἕξει αὐτὰ ἐν καιρῷ χρείας· ταῦτα δὲ λογίζεσθαι καθ’ ἑαυτὸν καὶ ἑτοιμάζεσθαι χωρὶς ταραχῆς,
20ἵνα μὴ φόβον ἐμβάλλῃ τῇ πόλει, καὶ πολυτιμότερον κατα‐449

450

στήσῃ τὸν σῖτον καὶ τὰ λοιπὰ τῶν εἰδῶν· κατασιγᾷν δὲ τὰς ἀλόγους φήμας καὶ τὰς ταραχὰς, ποτὲ μὲν σωφρονίζοντα τοὺς τὰς φήμας γεννῶντας, ποτὲ δὲ ἐπιλαλεῖν τοῖς πολίταις τὴν τοῦ βασιλέως καὶ τοῦ λαοῦ σωτηρίαν· ἐστὶν ὅτε καὶ
5πλάττειν ἀγαθὰς φήμας, ὡς κελεύσεως ἐλθούσης πλὴν ἀορί‐ στως, ἢ καὶ ἄλλως ἀπό τινος τοῦ λαοῦ ἐλθόντων, τῶν μὲν τὴν ῥᾳθυμίαν, τῶν δὲ τὰς ταραχὰς παύοντα. οὕτω δὲ καὶ περὶ τούτων τῷ ἐκ προσώπου διαταξάμενος ὁ Ἰούλιος Καῖσαρ, ὀλίγους τῆς τάξεως ὑποκρατήσας λόγῳ τῆς ἰδίας ἐξόδου, τοὺς
10λοιποὺς ἀπέστελλεν ἔνθα τὰ τάγματα τὸν βασιλέα ἐξεδέχοντο, ἔτι δὲ πρὸς τούτοις καὶ τὰ πλεῖστα τῶν βασιλικῶν ἀλόγων καὶ φορτωμάτων καὶ τὰς μεγίστας σκηνάς. αὐτὸς δὲ τοὺς γνωστοὺς τῶν ἁγίων συναγαγὼν περὶ καθάρσεως ᾐτεῖτο ψυ‐ χικῆς, εἶτα ἐλεημοσύνας ἐποίει κατά τε τὴν πόλιν καὶ τὰ
15πλησιάζοντα αὐτῇ. καὶ τελευταῖον ἀπερχόμενος πρὸς τοὺς ναοὺς χάριν εὐχῆς, ἐν οἷς ἐποιεῖτο μάλιστα τὰς προελεύ‐ σεις, καὶ ὑποστρέφων ἐπὶ τὸ παλάτιον, ἐκεῖθεν τῆς πόλεως ἐξήρχετο, καὶ πολλοῦ λαοῦ, τῶν τε ὑπὸ τὸν ὕπαρχον καὶ
τοῦ τῆς πόλεως στρατοῦ παρόντων ἐκεῖ καὶ εὐχομένων τὸν450

451

βασιλέα. τελευταῖον δὲ μετὰ τὸ εἰσελθεῖν αὐτὸν εἰς τὸ πλοῖον οἱ μὲν παριστάμενοι πάντες ἔπιπτον, αὐτὸς δὲ, τρίτον σφρα‐ γίσας τὴν πόλιν, ἐκίνει. ἠρίστα δὲ, ἄχρι τοῦ συνοψισθῆναι τὸν λαὸν, διὰ τριῶν, ἐδείπνει δὲ διὰ δύο πλὴν τῆς κυρια‐
5κῆς. ἀκίνητος δὲ ἔμενεν ἐν αὐτῇ τῇ ἡμέρᾳ. φθάνοντα δὲ αὐτὸν πρὸς τὸν λαὸν, ὑπήντων αὐτῷ οἱ προλαβόντες τῆς τά‐ ξεως καὶ τὰ τάγματα ἐπὶ τῷ ἄκρῳ τοῦ ἀπλήκτου, καὶ με‐ τὰ τοῦ βασιλέως οὕτω συνείποντο ἄχρι τῆς κορτῖνος. ἐν αὐτῇ δὲ τῇ ἡμέρᾳ ἐκάλει τοὺς ἄρχοντας, καὶ ἐδίδου αὐτοῖς
10ἀποκόμβιον, καὶ μαϊουμᾶν τοῖς στρατιώταις. ἐκεῖθεν δὲ μετὰ τοῦ λαοῦ κινοῦντα τὸν βασιλέα κατὰ τὴν ὁδὸν τοῦ ταξειδίου, ἕκαστον θέμα ὑπήντα αὐτῷ κατὰ τὸ πλησιάζον μέρος τῆς ὁδοῦ, ἵνα μὴ κοπιᾷ ὁ λαός· ἐν δὲ τῇ αὐτῇ ἡμέρᾳ, καθ’ ἣν ἐδέχετο αὐτὸν τὸ θέμα, ἐκάλει τοὺς ἄρχοντας τοῦ αὐτοῦ
15θέματος. τὴν δὲ χρείαν τῆς βασιλικῆς ὑπηρεσίας, τουτέστι σφακτά τε καὶ ἀρνία καὶ τὰ τοιαῦτα καὶ τὸ ψωμίον τῆς φιλοτιμίας καὶ τὸν λοιπὸν μαϊουμᾶν ἐχορήγει ἕκαστος πρω‐ τονοτάριος ἐν τῷ ἰδίῳ θέματι διερχόμενον τὸν βασιλέα ἐκ τοῦ ἀερίου λόγου καὶ τῶν συνονῶν· ἢ καὶ μὴ ἔχων, λαμ‐
20βάνων ἐκ τοῦ εἰδικοῦ, αὐτὸς διῴκει ταῦτα, μάλιστα δὲ451

452

τοὺς μαϊουμάδας ἐδίδου τοῖς ἐκ μακροτέρων τόπων ἐρχομέ‐ νοις θέμασιν. ἡ δὲ προέλευσις τοῦ βασιλέως καὶ ἡ τάξις τῶν ταγμάτων καὶ τῶν θεμάτων ἦν οὕτως. περιεπάτουν ἔμ‐ προσθεν τοῦ βασιλέως ὡς ἀπὸ μιλίου ἵπποι μετὰ ἀληθινῶν
5βορκαδίων διὰ στίχων δύο, δεξιὰ καὶ ἀριστερά· μετ’ ἐκεί‐ νους δὲ οἱ βασιλικοὶ ἄρχοντες· εἶτα οἱ στράτωρες μετὰ σελ‐ λαρίων καὶ ἡ λοιπὴ μυστικωτέρα τάξις· ἔπειτα ὁ βασιλεύς· ὄπισθεν δὲ τούτου ὡς ἀπὸ σαγιττοβόλων τριῶν ὥσπερ κατὰ μίαν εὐθείαν τὰ στρατεύματα. καὶ μέσον μὲν τὰ τάγματα,
10καὶ τούτων τὰ τιμιώτερα ἐπὶ τὸν μέσον τόπον, παρ’ ἑκάτερα δὲ τῶν ταγμάτων τὰ θέματα, καὶ τούτων πλησιέστερα τοῖς τάγμασι τὰ ἐνδοξότερα τῶν θεμάτων. οἱ δὲ τὰ ἄπληκτα καὶ τὰς ὁδοὺς τῆς ἡμετέρας γῆς κατέχοντες καὶ γινώσκοντες οἱ μὲν προελάμβανον μετὰ τῆς κόρτης καὶ τῆς ὑπουργίας, οἱ
15δὲ ἔμπροσθεν τῶν θεμάτων προέτρεχον ὑποδεικνύοντες τοὺς τῶν ποταμῶν πόρους καὶ τὰς εὐθείας ὁδούς. τοὺς δὲ ὁδη‐ γοὺς καθ’ ἕκαστον θέμα κατεῖχεν ὁ δρουγγάριος τῆς βίγλης· ὑπῆρχον δὲ ὑπ’ αὐτῷ καὶ αἱ παραμοναὶ τῶν στρατηγῶν πρὸς τὸ δι’ αὐτοῦ μηνύειν τοῖς στρατηγοῖς τὰ κελευόμενα αὐ‐
20τοῖς. ἡ δὲ πρώτη δοχὴ ἑκάστου θέματος ἦν οὕτως· ἀπὸ452

453

δύο καὶ τριῶν σαγιττοβόλων τῆς ὁδοῦ τοῦ βασιλέως ἵστατο παρατεταγμένον τὸ θέμα· ἐπειδὰν δὲ εἶδον τὸν βασιλέα πλη‐ σιάζοντα, ὁ μὲν στρατὸς ἐκάθητο ἐπὶ τῶν ἵππων, οἱ δὲ ἄρ‐ χοντες, καταβάντες πάντες, ἐπὶ γῆς ἴσως ἔπιπτον, εἶτα ἀνα‐
5στάντες μετὰ παντὸς τοῦ στρατοῦ εὐφήμουν τὸν βασιλέα. ὁ δὲ πρὸς αὐτοὺς ἐξένευε, καὶ ὅπως ἔχουσιν, ἠρώτα, καὶ οὕ‐ τως πάλιν ὑπέστρεφεν ἐπὶ τὴν ὁδόν· αὕτη δὲ ἡ κατάστασις ἦν αὐτῷ ἄχρι τῶν οἰκουμένων. μέλλων δὲ καὶ πρὸς τὰ ἀ‐ οίκητα εἰσέρχεσθαι, ἀπεβάλλετο τό,τε περισσότερον χρῆμα
10καὶ τὰ φορτώματα καὶ τοὺς τοῦ λαοῦ ἀσθενεστέρους καὶ τὰ τῶν ἀλόγων χωλὰ καὶ τετραυματισμένα. ἐδίδου δὲ αὐτοῖς κεφαλὴν καὶ μέρος ὀλίγον στρατοῦ εἰς φυλακὴν, ἐκέλευέ τε πλησιάζειν καθ’ ἓν τῶν ἀσφαλεστέρων κάστρων, ὅπερ πλη‐ σιέστερόν ἐστι πρὸς τὴν μέλλουσαν ἔξοδον τοῦ λαοῦ γίνε‐
15σθαι. καὶ μετὰ ταῦτα ὥριζεν ἀπὸ τῶν θεμάτων μοίρας τι‐ νὰς, τοὺς μὲν προπορεύεσθαι ἔμπροσθεν τοῦ φοσσάτου πρὸς φυλακὴν αὐτοῦ, τοὺς δὲ ὄπισθεν ἐπακολουθεῖν, οὓς καλοῦσι νωτοφύλακας· οἱ δὲ αὐτοὶ ὑπῆρχον καὶ θηρευταὶ τῶν διὰ δειλίαν ἢ ῥᾳθυμίαν στρεφομένων· οἱ δὲ παρ’ ἑκάτερα πε‐
20ριεπάτουν, οὓς ἐκάλουν πλαγιοφύλακας· οἱ δὲ αὐτοὶ μάλι‐453

454

στα ἐσκόπουν τοὺς μέλλοντας προσφεύγειν εἰς τοὺς ἐχθρούς. περιεπάτουν δὲ πάντες τοσοῦτον ἀπέχοντες τοῦ φοσσάτου, ὥστε μὴ ἀποκρύπτεσθαι ἐξ αὐτῶν διὰ τὰς ἐπιβουλὰς τῶν ἐχθρῶν, καὶ ὅσον δυνατόν ἐστι προευτρεπισθῆναι τὸ φοσσά‐
5τον εἰς ἀπάντησιν τῶν ἐχθρῶν ὑπὸ τούτων μηνυθέντας. οἱ δὲ τοῦ βασιλέως προέχοντες ἐκείνου μᾶλλον ὑπῆρχον τοῦ θέ‐ ματος, οἳ ἐπλησίαζον τῇ τῶν ἐχθρῶν γῇ διὰ τὸ καὶ πεῖραν ἔχειν αὐτοὺς τῶν τε ὁδῶν καὶ τῶν λοιπῶν τόπων τῶν ἐ‐ χθρῶν, καὶ ἔτι τὴν πεῖραν τῶν ἐνεδρευμάτων καὶ τῶν πολέ‐
10μων αὐτῶν. αὐτοὺς δὲ καὶ τοὺς ὀπισθοφύλακας ἐνήλλαττον διὰ τὸν πλεῖστον κόπον. οὐ γὰρ τὴν εὐθείαν περιεπάτουν αὐτοὶ, ἀλλὰ τὴν τραχυτέραν καὶ δυσεπίβατον· οὕτω δὲ κι‐ νούμενοι, τὰς νύκτας περιχαρακωθέντες καὶ τὴν ἄλλην ἀσφά‐
λειαν ποιήσαντες διὰ τοὺς νυκτοπολέμους, ἀνεπαύοντο.454

455

(1t)

ΚΩΝΣΤΑΝΤΙΝΟΥ ΕΝ ΧΡΙΣΤΩι
2tΒΑΣΙΛΕΙ ΑΙΩΝΙΩι ΒΑΣΙΛΕΩΣ ΡΩΜΑΙΩΝ, ΥΙΟΥ ΛΕΟΝΤΟΣ
3tΤΟΥ ΑΟΙΔΙΜΟΥ ΚΑΙ ΣΟΦΩΤΑΤΟΥ ΒΑΣΙΛΕΩΣ, ΑΠΟΓΟΝΟΥ
4tΔΕ ΒΑΣΙΛΕΙΟΥ ΤΟΥ ΑΝΔΡΙΚΩΤΑΤΟΥ ΚΑΙ ΓΕΝΝΑΙΟΤΑΤΟΥ
5tΒΑΣΙΛΕΩΣ, ΠΡΟΣ ΡΩΜΑΝΟΝ ΤΟΝ ΘΕΟΣΤΕΦΗ ΒΑΣΙ‐
6tΛΕΑ ΚΑΙ ΥΙΟΝ ΑΥΤΟΥ,
7tὍσα δεῖ γίνεσθαι, τοῦ μεγάλου καὶ ὑψηλοῦ βασιλέως τῶν
8tῬωμαίων μέλλοντος φοσσατεῦσαι.
1Ἄκουε, υἱὲ, λόγους πατρός σου, Σολομῶν σοι παρακε‐ λεύεται· παρὰ πολλῶν γὰρ ἀκούσεις τὰ δέοντα, ἀλλ’ οὐ φύ‐ σει τῆς ἀρετῆς εἰσοίσεις διδάγματα, εἰ μὴ παρὰ πατρὸς ἀ‐ κούσαις τὰ ἄριστα. γνησίους γὰρ παρ’ αὐτοῦ καὶ ἀληθεῖς τῷ
5ὄντι τοὺς λόγους ὑποδεξάμενος, ὥσπερ τινὰ κλῆρον ἕξεις πα‐ τρῷον, τὴν σωτηρίαν ἀεὶ προξενοῦντά σοι· οἱ μὲν γὰρ ἐξ
ἄλλων κατὰ χάριν λεγόμενοι τῆς ἀληθείας πολλάκις ἐναποδέ‐455

456

ονται· οἱ δὲ ἐκ πατρικῆς ψυχῆς μετὰ τῆς ἀληθείας ἀφι‐ κνούμενοι πολλὴν χαρίζονται τοῖς υἱοῖς διαπαντὸς τὴν ὠφέ‐ λειαν. ἄκουε τοίνυν, υἱὲ, παρὰ πατρὸς, ἃ μὴ καλόν ἐστιν ἀγνοεῖν· εἰ γὰρ ἄγνοια κακὸν, ἡ τῶν πραγμάτων γνῶσις
5δῆλον ὅτι καλὸν, καὶ μάλιστα τῶν ἀναγκαίων καὶ ὧν πολλὴ καθέστηκεν ἡ φροντίς. ἀναγκαιότερον δὲ τί ἄλλο γένοιτο πο‐ λεμικῆς εὐτολμίας καὶ τῆς τῶν προγόνων παλαιᾶς εὐταξίας, ἣν ἐν πολέμοις εἶχον τὸ πρότερον βασιλικοῖς ταξειδίοις κα‐ τάστασιν. ταύτην γὰρ πάλαι φημιζομένην καὶ μέχρι τοῦ
10νῦν παρὰ πολλοῖς θρυλλουμένην μὴ καὶ ἐγγράφως ἔχειν, οὐ δίκαιον, οὐδὲ καλὸν ἡγησάμεθα. λυσιτελὴς γάρ σοι, θεό‐ στεπτε Ῥωμανὲ, μετὰ τῶν ἄλλων καὶ ἡ τούτων γενήσεται συγγραφὴ, Ῥωμαϊκὴν δηλοῦσα μεγαλειότητα. ὅθεν πολλὰ πε‐ ρὶ τούτων ἀνερευνήσαντες καὶ μηδεμίαν ὑπόμνησιν ἐναπο‐
15κειμένην τῷ παλατίῳ εὑρίσκοντες, ὀψὲ καὶ μόλις ποτὲ περὶ τούτων ὑπόμνημα ἐν τῇ μονῇ τῇ καλουμένῃ Σιγριανῆς εὑρεῖν ἠδυνήθημεν, ἐν ᾗ Λέων ὁ μάγιστρος, ᾧ Κατάκυλας ἦν ἐπώ‐ νυμον, τὸν μονήρη βίον ἠσπάσατο. οὗτος γὰρ ὁ μάγιστρος περὶ τούτων ἐγγράφως διέθετο ἐκ προστάξεως Λέοντος τοῦ
20φιλοχρίστου καὶ σοφωτάτου βασιλέως Ῥωμαίων, τοῦ καὶ πα‐456

457

τρὸς ἡμῶν καὶ σοῦ πάππου· ἀλλ’ ἐπεὶ μουσικῆς Ἑλληνικῆς ἀμέτοχος ὁ μάγιστρος ἦν, πολλὰ βάρβαρά τε καὶ σόλοικα καὶ ἀσυνταξίας ἡ τούτου συγγραφὴ περιεῖχεν, εἰ καὶ ὁ ἄνθρωπος θεοσεβὴς καὶ ἀνὴρ ἐπιθυμιῶν ἦν τῶν τοῦ πνεύματος, ὡς ἔ‐
5δειξεν ὁ αὐτοῦ βίος. ἀλλ’ ἐν τῷ ἀμοιρεῖν αὐτὸν, ὡς ἔφαμεν, παιδείας Ἑλληνικῆς, καὶ ἡ τούτου συγγραφὴ μᾶλλον ὑπῆρχεν ἐπισφαλὴς καὶ ἐπιλήψιμος, ὅμως ἐπαινετὴ καὶ ἀληθὴς τῷ θεοσεβῆ εἶναι τὸν ἄνδρα καὶ ἐνάρετον. ταύτην ἡμεῖς εὑρόν‐ τες παρημελημένην τῷ λόγῳ, καὶ ὡς ἐν ἴχνει σκιᾶς ἀμυδρῶς
10πως τὰ πράγματα διαγγέλλουσαν, καὶ μηδὲ τὸ τοῦ τρίτου μέρους τῶν, ὥσπερ ἡμεῖς πρὸς τὸ σαφέστερόν τε καὶ πλατι‐ κώτερον μετηγάγομεν, ἔχουσαν, συνεγραψάμεθά σοι τοῦ κα‐ ταλιπεῖν εἰς ὑπόμνησιν. ἡ τοίνυν τοιαύτη τῶν βασιλικῶν τα‐ ξειδίων τάξις τε καὶ ἀκολουθία ἐφυλάττετο καὶ ἐνηργεῖτο ἕως
15Μιχαὴλ τοῦ φιλοχρίστου δεσπότου, καὶ Βάρδα τοῦ εὐτυχε‐ στάτου καίσαρος καὶ θείου αὐτοῦ, ἀπὸ τῶν παλαιοτέρων βα‐ σιλέων ἡ τοιαύτη δηλονότι παράδοσις πρὸς αὐτοὺς καταχθεῖ‐ σα, Θεοφίλου τε καὶ Μιχαὴλ τοῦ πατρὸς καὶ πάππου τοῦ αὐτοῦ Μιχαὴλ τοῦ φιλοχρίστου δεσπότου· ὡσαύτως δὲ κἀ‐
20κείνοις ἐκ τῶν προτέρων βασιλέων φημὶ τὴν τοιαύτην παρά‐
δοσιν κατελθεῖν. παλαιοτέρους δέ φημι τοὺς Ἰσαύρους ἐκεί‐457

458

νους καὶ περὶ τὴν ὀρθόδοξον πίστιν τὰ μέγιστα πλημμελή‐ σαντας· οὐ γὰρ, παλαιοτέρους εἰπὼν, τὸν μέγαν ἐκεῖνον λέ‐ γω καὶ ἀοίδιμον καὶ ἅγιον Κωνσταντῖνον, οὔτε Κωνστάντιον τὸν υἱὸν αὐτοῦ, οὔτε τὸν δυσσεβέστατον Ἰουλιανὸν, οὔτε μὴν
5Θεοδόσιον τὸν μέγαν καὶ τοὺς μετ’ ἐκεῖνον. ἦν δὲ καὶ πά‐ λιν ἐπὶ Βασιλείου τοῦ ἀνδρικωτάτου καὶ εὐσεβεστάτου βασι‐ λέως, τοῦ καὶ πάππου, ἡ τοιαύτη τάξις ἐνεργουμένη καὶ τὰ μάλιστα τηρουμένη, καθὼς ἐγγράφως ἡμεῖς ἐκθέσθαι ὡς οἷόν τε πειρασόμεθα. ὁ μέγας καὶ ὑψηλὸς αὐτοκράτωρ μέλλων
10φυσσατεύειν καὶ κατ’ ἐχθρῶν ὅπλα κινεῖν καὶ στρατεύματα, εὐθὺς προστάσσει τοῦ κρεμασθῆναι ἐν τῇ χαλκῇ ἔξωθεν τῶν πυλῶν λωρίκιον καὶ σπαθίον καὶ σκουτάριον. ἐκ τούτων οὖν τοῖς πᾶσι γίνεται δήλη ἡ τοῦ βασιλικοῦ φοσσάτου εὐτρέ‐ πισις, καὶ ἐκ τότε ἕκαστος ἄρχων καὶ ἀρχόμενος τὰ ἑαυτῶν
15ὅπλα καὶ ὅσα ἐπιτήδεια καὶ ἁρμόζοντα στρατιώτῃ, παρα‐ σκευάζειν ἀπάρχεται· εἶτα μετὰ ταῦτα καὶ τῷ τῶν ἀγελῶν λογοθέτῃ προστάσσει τοῦ δικαίαν διανομήν τε καὶ ἔκθεσιν με‐ τὰ φόβου θεοῦ ποιεῖσθαι καὶ πάσης εὐσεβείας καὶ ἀληθείας τοῖς τῆς Ἀσίας καὶ Φρυγίας μητάτοις κατὰ τὴν ἰσχύν τε καὶ
20δύναμιν ἑνὸς ἑκάστου μητάτου, ὡς ἡ τάξις τῶν προκειμένων ἑκάστου τὸν ὀφειλόμενον ἀριθμὸν ὡρισμένως ἔχουσα πᾶσι
καθίσταται πρόδηλος. διὰ τῆς Ἀσίας καὶ Φρυγίας μωλάρια458

459

σʹ ἀνὰ νομισμάτων ιεʹ, ἱππάρια σʹ ἀνὰ νομισμάτων ιβʹ, ὁμοῦ νομίσματα ͵ευκδʹ, γινόμενα χρυσοῦ λίτραι οϛʹ.
3tΔιὰ τῶν συνηθειῶν τῶν ἀρχόντων τῶν βασιλικῶν στάβλων τῶν
4tἐν τῇ πόλει καὶ τῶν ἔξω ἐν τοῖς στάβλοις.
5Διὰ τοῦ κόμητος τοῦ στάβλου μωλάρια δʹ καὶ ἱππάρια δʹ· διὰ τοῦ χαρτουλαρίου καὶ τοῦ ἐπείκτου μωλάρια δʹ καὶ ἱππάρια δʹ· διὰ τοῦ ἔξω χαρτουλαρίου μωλάρια βʹ καὶ ἱππάρια βʹ· διὰ τῶν σαφραμέντων μωλάριον αʹ καὶ ἱππά‐ ριον αʹ· διὰ τῶν τεσσάρων κομήτων μωλάριον αʹ· ὁμοῦ
10διὰ τῶν ἀρχόντων νομίσματα τκδʹ, γινόμενα λίτραι δʹ, νο‐ μίσματα κϛʹ. καὶ ὁμοῦ τὸ πᾶν λίτραι πʹ:κϛʹ. καὶ τὰ μὲν μωλάρια τὰ σʹ, ὡσαύτως καὶ τὰ ἱππάρια τὰ σʹ, καταβιβάζει ταῦτα ὁ λογοθέτης τῶν ἀγελῶν εἰς τὰ Μαλάγινα, καὶ παρα‐ λαμβάνει αὐτὰ ὁ κόμης τοῦ στάβλου καὶ ὁ ἔσω χαρτουλάρι‐
15ος τοῦ στάβλου πενταέτια, ἑξαέτια καὶ ἑπταέτια, μὴ ἔχοντα σπηλώματα εἰς τὴν ψύαν. καὶ σφραγίζονται τὰ τετρακόσια εἰς τὰ δύο μέρη τῆς καπούλας βασιλικὴν βοῦλλαν. ἔτι δὲ καὶ εἰς τὸν ἐπερχόμενον χρόνον γίνεται ἡ αὐτὴ ἔκθεσις καὶ
βούλλωσις. λαβιδοῦνται πάντα τὰ ἱππάρια καὶ γίνονται εὐ‐459

460

νοῦχα, καὶ διὰ τοῦ φοσσάτου γίνεται προσθήκη. καὶ φέρει ὁ λογοθέτης σεσαγματωμένα τὰ σʹ σαγμάρια ἔχοντα ἐνδύμα‐ τα ἐν ταῖς στρατούραις κέντουκλα μετὰ σωκαρίων φορτωμά‐ των, κεκαλιγωμένα, ἐπιφερόμενα καὶ σελιναῖα, ἅμα καὶ τῶν
5καπιστρίων αὐτῶν. καὶ οὐδὲ ὡσούτως ἐπαρκοῦσιν εἰς τὴν βασιλικὴν ὑπηρεσίαν· ἐν γὰρ τῷ καιρῷ τοῦ φοσσάτου προσ‐ άπαξ δίδουσιν οἱ στρατηγοὶ μωλάρια τῷ βασιλεῖ οὕτως· ὁ Ἀνατολικὸς μωλάρια γʹ, ὁ Ἀρμενιακὸς μωλάρια γʹ, ὁ Θρᾳ‐ κῆσις μωλάρια γʹ, ὁ Ὀψικιάνος μωλάρια γʹ, ὁ βουκελλάριος
10μωλάρια γʹ, καὶ οἱ λοιποὶ στρατηγοὶ ἀνὰ μωλαρίων βʹ τῆς τε Ἀνατολῆς καὶ Δύσεως· ὁ Σελευκείας μωλάριον αʹ, ὁ δομέ‐ στικος τῶν σχολῶν μωλάρια γʹ, ὁ δρουγγάριος τοῦ πλοΐμου μωλάρια γʹ, ὁ ἐξκούβιτος μωλάριον αʹ, ὁ ἱκανάτος μωλάριον αʹ, ὁ νούμερος καὶ ὁ τειχειώτης καὶ ὁ δομέστικος τῶν ὀπτιμά‐
15των ἀνὰ μωλαρίου αʹ. ὁμοῦ μωλάρια νηʹ.
16tΔιὰ τῶν ὀφφικιαλίων καὶ τῶν λοιπῶν.
17Ὁ ὕπαρχος μωλάριον αʹ, ὁ σακελλάριος δύο, ὁ γενικὸς
μωλάρια βʹ, ὁ κυαίστωρ μωλάριον αʹ, ὁ τοῦ σακελλίου μω‐460

461

λάριον αʹ, ὁ τοῦ βεστιαρίου μωλάριον αʹ, οἱ δύο κουράτωρες καὶ ὁ κτημάτινος ἀνὰ μωλαρίου ἑνὸς, οἱ δύο πρωτονοτάριοι τῶν δύο κουρατωρικίων μωλάριον αʹ, ὁ ζυγοστάτης μωλάριον αʹ, ὁ εἰδικὸς μωλάριον αʹ, ὁ παραθαλασσίτης καὶ ὁ βάρβαρος
5ἀνὰ μωλαρίου αʹ, ὁ σύμπονος καὶ ὁ λογοθέτης τοῦ πραιτω‐ ρίου μωλάριον αʹ, τὸ σέκρετον τοῦ γενικοῦ μωλάρια γʹ, τὸ σέκρετον τοῦ σακελλίου μωλάρια βʹ, τὸ σέκρετον τοῦ βεστια‐ ρίου μωλάρια βʹ· ὁμοῦ μωλάρια κεʹ· ὁμοῦ διὰ τῶν ἀμφο‐ τέρων μωλαρίων ξενάλια πγʹ. διὰ τῶν μητροπολιτῶν καὶ ἀρ‐
10χιεπισκόπων· μωλάρια σεσαγματωμένα τῶν μητροπολιτῶν νβʹ· μωλάρια νβʹ τῶν πεντηκονταδύο ἀρχιεπισκόπων· τὰ ρδʹ σεσα‐ γματωμένα μετὰ καὶ τῶν φορτωμάτων αὐτῶν καὶ κεκαλιγωμένα· παραλαμβάνει δὲ αὐτὰ ὁ κόμης τοῦ στάβλου ἅμα τῷ τοῦ ἔ‐ σω στάβλου χαρτουλαρίῳ, καὶ βουλλοῖ αὐτὰ μετὰ καὶ τῆς
15λοιπῆς προμοσέλλας. ὁμοῦ μωλάρια ρδʹ. καὶ ὁμοῦ τὸ πᾶν διὰ τῶν ἀμφοτέρων, τῶν τε μητάτων τοῦ λογοθέτου τῶν ἀ‐ γελῶν καὶ τῶν ξεναλίων, μωλάρια φπεʹ. διὰ τῶν εὐαγῶν μοναστηρίων ἱππάρια ρʹ τὰ παρασυρόμενα ἔμπροσθεν τοῦ βασιλέως δεξιὰ καὶ εὐώνυμα. ὀφείλουσι δὲ λαβιδοῦσθαι καὶ
20εὐνουχίζεσθαι. οὐ σφραγίζονται δὲ, διότι, ὅτε κελεύει ὁ βα‐
σιλεὺς τοῦ ποιῆσαι ἔξοδον, ἐξ αὐτῶν ἐξοδιάζονται ὅπου κε‐461

462

λεύει. ὁμοίως δὲ καὶ ἐκ τῶν ξεναλίων τῶν προσφερομένων τῷ βασιλεῖ ἐν καιρῷ τοῦ φοσσάτου. λαμβάνει ὁ κόμης τοῦ στάβλου ἅμα τῷ χαρτουλαρίῳ τοῦ στάβλου ἐκ τοῦ εἰδικοῦ εἰς ἔξοδον λίτρας γʹ. καὶ θεωρεῖ ὁ κόμης τοῦ στάβλου ἅμα
5τῷ χαρτουλαρίῳ εἰς τὸ κελλάριον τὸ βασιλικὸν, ὁπόσας στρα‐ τούρας ἔχει βασιλικὰς καὶ καβαλλοκιλίκια ἀπὸ Λυδίας ἐκ τῆς κουρατωρείας τῶν Τρυχίνων. καὶ λαμβάνει τὰ σʹ σαγματο‐ πασμαγάδια προσάπαξ ἐν τῷ καιρῷ τοῦ φοσσάτου τὰ μη‐ τατινά. ὁμοίως καὶ τὰ ρδʹ σαγματοπασμαγάδια προσάπαξ·
10ὁμοῦ σαγματοπασμαγάδια τδʹ. καὶ πρὸς ἀναπλήρωσιν τῶν φπεʹ σαγματοπασμαγαδίων ἀγοράζει, ἤγουν τὰ ὀφειλόμενα ἀ‐ γορασθῆναι καὶ συσταθῆναι στρατοῦραι καὶ σάγματα σπαʹ. δέον δὲ ἀγοράζειν ῥασικὰ ἀμάλια καὶ βάπτειν ἀληθινὰ, καὶ ποιεῖν σαγίσματα καὶ βορκάδια ρνʹ. καὶ τὰ μὲν ρʹ λόγῳ τῶν
15παρασυρομένων ἱππαρίων ἔμπροσθεν τοῦ βασιλέως· τὰ δὲ λʹ λόγῳ τῶν βασιλικῶν σελλαρίων, καὶ τὰ κʹ λόγῳ τῶν διὰ ξεναλίων διδομένων ἱππαρίων. καὶ τάγιστρα ἐκ τοῦ κελλα‐ ρίου τοῦ βασιλικοῦ ἀποθέτου τοῦ στάβλου ρνʹ· ὁμοίως καὶ βυρσάρια διὰ τὸ γενέσθαι καπίστρια ρπʹ· καὶ ἑξακάνθηλα
20λόγῳ κεδραίας, καὶ ἀσκία εἰς οἶνον καὶ ὄξος λόγῳ τῶν πε‐462

463

ριοδίων τῶν ἀλόγων, ἀξινορύγια καὶ πλατυλίσκια καὶ πτυά‐ ρια στιβαρὰ διὰ τοὺς πότζους. ἐκ δὲ τοῦ βασιλικοῦ βεστια‐ ρίου ὀφείλει λαμβάνειν σίδηρον νʹ λίτρας λόγῳ σελιναίων, καὶ ἐξ αὐτῶν ποιῆσαι καὶ μασσήματα ἐλαφρὰ ρνʹ. καὶ ὁ‐
5φείλει λαβεῖν ῥέτινα καὶ καπιτζάλια ἁπλὰ ἀπὸ τῶν βυρσα‐ ρίων. ἀπὸ δὲ τῆς κανάβεως, ἣν λαμβάνει ἀπὸ τοῦ αὐτοῦ βασιλικοῦ βεστιαρίου, ὀφείλει καμεῖν σωκάρια.
8tΔιὰ τῆς βασιλικῆς ὑπουργίας.
9Ὁ ἐπὶ τῆς τραπέζης καὶ ὁ δομέστικος τῆς ὑπουργίας καὶ
10ὁ οἰκειακὸς βασιλικὸς κελλάριος σαγμάρια πʹ τὰ μέλλοντα βαστάζειν τὴν βασιλικὴν ὑπουργίαν καὶ τὸ ἀσήμιον τῆς βα‐ σιλικῆς τραπέζης. λαμβάνουσι δὲ ὁ τῆς τραπέζης καὶ ὁ δο‐ μέστικος τῆς ὑπουργίας λογάριον ἀπὸ τοῦ εἰδικοῦ εἰς ἔξοδον λόγῳ ἀρτυσίας. οἰνάριν δεσποτικὸν, μαγίστρων καὶ πατρι‐
15κίων χορηγεῖ ὁ ἀποθηκάριος· τὸ μὲν βασιλικὸν μηʹ μέτρα, ζυγοφλάσκια τριμετραῖα ζυγὰς ηʹ· καὶ ὑπὲρ τῶν μαγίστρων καὶ πατρικίων ἀσκία πενταμετραῖα ζυγὰς ιʹ. σκορτζίδια λό‐ γῳ τοῦ δεσποτικοῦ ἐλαίου, φασούλιν, ὀρύζιν, πιστάκιν, ἀμύ‐
γδαλον, φακὴν παρεῖχον πάλαι τὰ δύο κουρατωρίκια, ὁμοί‐463

464

ως καὶ τὸ ἔλαιον· τὰ δὲ λοιπὰ βρώσιμα, ἤγουν λαρδὴν, ἀ‐ πόκτιν, τυρὶν, ὀψάρια παστὰ, σφακτὰ, πρόβατα ὕπαρνα, ἀγε‐ λάδια ὑπόμοσχα καὶ οἶνον ἐγχώριον χορηγοῦσιν οἱ πρωτονο‐ τάριοι. βερτζίτικον δὲ καὶ νεῦρον ὀφείλει ἀγοράζειν ὁ ἐπὶ
5τῆς τραπέζης καὶ ὁ δομέστικος τῆς ὑπουργίας. ἀρίθμια δὲ καὶ κυπρίνους ὀφείλει ἔχειν ἀπὸ τῶν βασιλικῶν κουρατωρει‐ ῶν. καὶ ἐν ᾧ δαπανᾶται ἡ βασιλικὴ ὑπουργία, ὅπου εὕρῃ καλὸν οἶνον καὶ ἔλαιον καὶ ὄσπρια, ἵνα ἐπιβάλλει ἐν τοῖς ἀγγείοις αὐτοῦ, καὶ ὅσα ξενάλια φέρουσί τινες τῷ βασιλεῖ,
10τὰ μὲν βρώσιμα λαμβάνει ὁ ἐπὶ τῆς τραπέζης καὶ ὁ δομέ‐ στικος τῆς ὑπουργίας καὶ ὁ οἰκειακὸς καὶ βασιλικὸς κελλά‐ ριος, καὶ ὅπου προστάξει ὁ βασιλεὺς, διανέμουσιν αὐτά. χρὴ δὲ γινώσκειν τὸν ἐπὶ τῆς τραπέζης τοῦ ἔχειν φούρνους δʹ πρὸς τὴν ἀποβολὴν τῆς Συρίας, καὶ δίκτυα πρὸς τὸ ἀποκλεί‐
15ειν τὰ ὄρνεα, καὶ καυκοπινάκια, ἵνα πίνωσι. καὶ ὅτε κελεύει ὁ βασιλεὺς ἀποβαλεῖν ἐν Συρίᾳ, ὀφείλουσιν φορτίζειν τὰ πʹ σαγμάρια τῆς κομπίνας αὐτῶν, καὶ ὅσα σαγμάρια στρέψει ὁ μινσουράτωρ, ἵνα κἀκεῖνα φορτώσῃ ὁ τῆς τραπέζης καὶ ὁ δομέστικος τῆς ὑπουργίας καὶ ὁ οἰκειακὸς βασιλικὸς κελλά‐
20ριος, ἵνα καθ’ οἱονδήποτε τρόπον μὴ λείψῃ τι εἰς τὴν βασι‐
λικὴν ὑπουργίαν.464

465

(1t)

Διὰ τοῦ μινσουράτωρος, ἤγουν τῆς βασιλικῆς κόρτης, σα‐
2tγμάρια νʹ.
3Χρὴ ἐπιφέρεσθαι τὸν μινσουράτωρα δύο κόρτας καὶ ἀ‐ νάδιπλα τὰς βασιλικὰς τέντας· ἐπειδὴ, ἕως μέν ἐστιν ὁ βα‐
5σιλεὺς εἰς Ῥωμανίαν, ἡ μία ζυγὴ ἀπέρχεται ἔμπροσθεν με‐ τὰ τῆς ἡμισείας ὑπουργίας, καὶ προευτρεπίζεται τὸ βασιλι‐ κὸν ἄπληκτον, καὶ εὑρίσκει ὁ βασιλεὺς πάντα εὐτρεπισμένα καὶ ἕτοιμα. δέον δὲ, τὸν μινσουράτωρα ἔχειν σκαμνία συ‐ στελτὰ, ἵνα καθέζονται εἰς ἓν ἕκαστον σκαμνίον ἄνδρες γʹ.
10ὁμοίως τοῦ μήκους αὐτῶν καὶ τραπέζια συστελτὰ, μεσάλια καὶ μανδίλια τὰ ἀρκοῦντα τῇ βασιλικῇ τραπέζῃ· ἐπεύχια φούντατα τὰ εἰς χαμόκουμβα ἐνεργοῦντα· ταῦτα δὲ οὐκ ἐπιφέρεται ὁ μινσουράτωρ, ἀλλὰ χορηγεῖ αὐτὰ ὁ πρωτοβεστιά‐ ριος τοῦ βασιλέως ἀπὸ τῆς φορτώσεως τοῦ οἰκειακοῦ βασι‐
15λικοῦ βεστιαρίου. πιλωτὰ διβλάττια παχέα καὶ πτενὰ διὰ τὰ χαμόκουμβα· δίδονται δὲ καὶ αὐτὰ ὁμοίως ἀπὸ τῆς φορτώσεως τοῦ οἰκειακοῦ βεστιαρίου· ἕτερα πιλωτὰ λινοβέ‐ νετα ἔχοντα μαλὸν κτενιστὸν ἀνὰ λιτρῶν λʹ διὰ τοὺς κλητω‐ ρευομένους φίλους· κιλίκια διὰ τὰ χαμόκουμβα πρὸς τὸ πο‐
20σὸν τῶν κλητωρευομένων φίλων. ἀφ’ οὗ γὰρ ἀποβάλῃ ὁ βα‐465

466

σιλεὺς ἐπὶ Συρίαν, τὰ σκαμνία καὶ τὰ τραπέζια καὶ τὰς πε‐ ριττὰς τέντας καὶ τὴν μίαν κόρτην παραλαμβάνει ὁ κατὰ τὸν τόπον πρωτονοτάριος, καὶ ὅπου προστάξει ὁ βασιλεὺς, ἀπο‐ τίθησιν αὐτά. λουτρὸν Τούρκικον, ἤγουν Σκυθικὸν τζεργὰ,
5μετὰ κινστέρνης δερματίνης ἀπὸ ἀδημίου· κουκούμια τρι‐ μετραῖα ιβʹ· πυρομάχια λόγῳ τοῦ λουτροῦ ιβʹ· βίσαλα εἰς τὸ καμίνιον, κραββάτια συστελτά· ἐκκλησίαν βασιλικὴν με‐ τὰ ἱερῶν. ἰστέον δὲ, ὅτι τὰ ἱερὰ ὀφείλει βαστάζειν ὁ πρι‐ μικήριος τοῦ βεστιαρίου.
10tΔιὰ τοῦ οἰκειακοῦ βασιλικοῦ βεστιαρίου καὶ τῶν ἀπὸ τοῦ
11tκοιτῶνος διδομένων εἰς φόρτωσιν τοῦ αὐτοῦ βασιλικοῦ
12tβεστιαρίου σαγμάρια λʹ.
13Ἡ βασιλικὴ πᾶσα ἀμφίασις καὶ ἡ λοιπὴ ἐξόπλισις ἐν σκευαρίοις ἐνδεδυμένοις δι’ ἀληθινῶν τομαρίων καὶ σιδήρων
15γανωτῶν μετὰ καὶ χαρταλαμίων ὁμοίως γανωτῶν διὰ τὸ εἰς τὰ σαγμάρια βαστάζεσθαι. ψυχριστάρια ἀργυρᾶ μετὰ ἐνδυ‐ μάτων εἰς οἰνάνθην καὶ εἰς ῥοδόσταγμα καὶ εἰς νερὸν ηʹ· ἐξ αὐτῶν εἰς οἰνάνθην ἄσπρον μικρὸν αʹ, εἰς ῥοδόσταγμα μεγά‐
λα δύο, εἰς νερὸν μεγάλα δʹ. βεδούρια ἀργυρᾶ εἰς νερὸν466

467

βʹ. ἀσκοδάβλαι διάφοροι μικραὶ καὶ μεγάλαι. ἕτερα ψυχρι‐ στάρια δίκην μαγαρικῶν χαλκᾶ γανωτὰ εἰς νερὸν μεγάλα δʹ. βεδούρια χαλκᾶ γανωτὰ βʹ. ἱερὰ τῆς ἐκκλησίας, ἣν ἐπιφέρε‐ ται ὁ μινσουράτωρ. βιβλία· ἡ ἀκολουθία τῆς ἐκκλησίας, βι‐
5βλία σταρατηγικὰ, βιβλία μηχανικὰ, ἑλεπόλεις ἔχοντα, καὶ βε‐ λοποιϊκὰ καὶ ἕτερα ἁρμόδια τῇ ὑποθέσει, ἤγουν πρὸς πολέ‐ μους καὶ καστρομαχίας· βιβλία ἱστορικὰ, ἐξαιρέτως δὲ τὸν Πολύαινον καὶ τὸν Συριανόν· βιβλίον τὸν ὀνειροκρίτην· βι‐ βλίον συναντηματικόν· βιβλίον τὸ περιέχον περὶ εὐδείας καὶ
10χειμῶνος καὶ ζάλης, ὑετοῦ τε καὶ ἀστραπῶν καὶ βροντῶν καὶ ἀνέμων ἐπιφορᾶς· πρὸς τούτοις βροντολόγιον καὶ σει‐ σμολόγιον, καὶ ἕτερα, ὅσα παρατηροῦνται οἱ πλευστικοί. ἰστέ‐ ον δὲ, ὅτι τοιοῦτον βιβλίον ἐφιλοπονήθη καὶ ἐκ πολλῶν βι‐ βλίων ἠρανίσθη παρ’ ἐμοῦ Κωνσταντίνου ἐν Χριστῷ βασι‐
15λεῖ αἰωνίῳ βασιλέως Ῥωμαίων. ἐπεύχια φουνδάτα εἰς τὰ χαμόκουμβα, ἵνα ἀναπαύονται οἱ φίλοι, ἅπερ καὶ προείρην‐ ται εἰς τὴν ἔκθεσιν τοῦ μινσουράτωρος, ὅτι δίδονται ἀπὸ τοῦ βασιλικοῦ βεστιαρίου· θηριάκην, ἡνίτζιν, ἕτερα ἀντι‐
φάρμακα σκευαστὰ καὶ μονοειδῆ διὰ τοὺς φαρμακευομένους.467

468

πανδέκται μετὰ παντοίων ἐλαίων καὶ βοηθημάτων καὶ παν‐ τοίων ἐμπλάστρων καὶ ἀλοιφῶν καὶ ἀλημμάτων καὶ λοιπῶν ἰατρικῶν εἰδῶν, βοτανῶν καὶ λοιπῶν τῶν εἰς θεραπείαν ἀν‐ θρώπων καὶ κτηνῶν τυγχανόντων. σιτλολέκανα ἀργυρᾶ καὶ
5ἐπιχυτάρια μετὰ ἐνδυμάτων λόγῳ τοῦ βασιλέως, καὶ ἕτερα ἀσπρόχαλκα καὶ γανωτὰ λόγῳ ἀρχόντων καὶ εὐγενῶν προσ‐ φύγων. πιλωτὰ διβλάττια παχέα καὶ πτενὰ λόγῳ τοῦ βασι‐ λέως διὰ τὰ χαμόκουμβα· σελλία δύο τῆς προελεύσεως, σελλία τοῦ κουκουμιλίου ὁλόκανα διάχρυσα κοπτὰ, ἐπιστρώ‐
10ματα ἔχοντα, καὶ ἕτερα ἐπιστρώματα ἄνωθεν συγκαλύπτοντα τὴν κοπὴν τῆς χρείας· καὶ λόγῳ τῶν εὐγενῶν προσφύγων ἕτερα τοιαῦτα ἀργυροκατάκλειστα δύο· καυκία βασιλικὰ χα‐ λίνζια λόγῳ τῶν φίλων τῶν μετὰ τοῦ βασιλέως κλητωρευο‐ μένων· σπαθία βασιλικὰ δύο, ἓν τῆς προελεύσεως, καὶ ἓν
15τῆς ὁδοῦ. παραμήριον ἕν. ἀλειπτὰ, καπνίσματα διάφορα, θυμίαμα, μαστίχην, λίβανον, σάχαρ, κρόκον, μόσχον, ἄμ‐ παρ, ξυλαλοὴν ὑγρὰν καὶ ξηρὰν, κιννάμωμον ἀληθινὸν πρῶ‐
τον καὶ δεύτερον, καὶ ξυλοκιννάμωμον, μυρίσματα λοιπά. σεν‐468

469

δὲς, λινωμαλωτάρια, σάβανα, σινδόνια, βραναῖαι κατωτικαὶ, μανδίλια κατωτικά.
3tΔιὰ τῶν ἀραφίων τῶν εἰς ἐθνικοὺς ἀποστελλομένων λόγῳ ξενίων.
4Σκαραμάγγια διαφόρων χροιῶν καὶ ἐξεμπλίων, σκαρα‐
5μάγγια δίασπρα, δικίτρινα, διβένετα, κολόβια μεγαλόζηλα ἐκ τῶν κατ’ οἴκους, ἐσωφόρια μεσόζηλα ἐκ τῶν κατ’ οἴκους, ἐ‐ σωφόρια λεπτόζηλα ἐκ τῶν κατ’ οἴκους, ἐσωφόρια λεπτόζηλα διαφόρων χροιῶν καὶ ἐξεμπλίων ἐκ τῶν κατ’ οἴκους, ἀσπρο‐ μύναια, διυγαντάρια ἄσπρα καὶ ἰαστὰ, λωρωτὰ τρίμιτα καὶ
10ὁλόβηρα ἰαστὰ καὶ ἀναλεκτὰ διαφόρων χροιῶν. ἰστέον δὲ, ὅτι ταῦτα πάντα ἐν σκευαρίοις ἐνδεδυμένοις δι’ ἀληθινῶν το‐ μαρίων καὶ σιδήρων γανωτῶν μετὰ χαρταλαμίων ὁμοίως γα‐ νωτῶν βαστάζονται.
14tΔιὰ τῶν ἐῤῥαμμένων.
15Ἱμάτια ἐῤῥαμμένα δίσχιστα μανιακάτα ἀπὸ σκαραμαγ‐ γίων διαφόρων χροιῶν καὶ ἐξεμπλίων ἀμφιεσμένα ἀπὸ δι‐ βλαττίων. πρὸς τούτοις καὶ μεσόζηλα δίσχιστα μανιακάτα
ἀμφιεσμένα ἀπὸ διβλαττίων· ἕτερα κολόβια ἐκ τῶν κατ’ οἴ‐469

470

κους μεσόζηλα δίσχιστα μανιακάτα λιτά. ἰστέον, ὅτι ταῦτα πάντα ἐν σκευαρίοις ἐνδεδυμένοις μετ’ ἀληθινῶν τομαρίων καὶ σιδήρων γανωτῶν μετὰ καὶ χαρταλαμίων ὁμοίως γανω‐ τῶν βαστάζονται. τουβία ἐκ τούτων πάντων, τὰ μὲν προ‐
5κριτώτερα ἀπὸ διβλαττίων ἀετῶν καὶ βασιλικίων ἀμφιεσμένα, τὰ δὲ δεύτερα τούτων ἀπὸ βδελλίων· σφιγκτούρια, θάλασ‐ σαι καὶ ἀβδία πλατύλωρα καὶ ἀβδία μασουρωτὰ, τὰ μὲν ἀμφιεσμένα ἀπὸ διβλαττίων, τὰ δὲ καὶ λιτά. ὑποκαμισο‐ βράκια διαφόρων ποιοτήτων. ἐπιῤῥιπτάρια ὀξέα πρῶτα καὶ
10δεύτερα καὶ τρίτα, ζωστρία ὀξέα διάφορα καὶ ψευδοξέα ἀνὰ νομίσματος ἑνὸς καὶ μιλιαρησίων δʹ. καὶ ἕτερα ψευδοξέα ἀνὰ νομίσματος αʹ, καὶ ἕτερα ἀνὰ μιλιαρησίων ηʹ. ὑποδήματα ἀδήμινα ζυγαὶ διάφοροι. ἰστέον, ὅτι ταῦτα πάντα ἐν βουλ‐ γιδίοις ἢ καὶ ἐν δισακκίοις ὀφείλουσι βαστάζεσθαι. ταῦτα
15δὲ διὰ τοὺς εὐγενεῖς πρόσφυγας τυγχάνουσι καὶ διὰ τὸ εἰς εὐγενεῖς καὶ μεγάλους ἐθνικοὺς ἀποστέλλεσθαι. ἱμάτια λε‐ πτόζηλα ἐκ τῶν κατ’ οἴκους πρόκριτα καὶ καθαρὰ ἀμφιεσμένα ἀπὸ τριβλαττίων καὶ διβλαττίων ὀξέων καὶ διβλαττίων ἀετῶν καὶ βασιλικίων καὶ βδελλίων, ἀμφότερα δίσχιστα μετὰ περ‐
20σικίων διὰ τοὺς στρατηγοὺς καὶ κλεισουράρχας. ἕτερα ἱμά‐
τια ἐκ τῶν κατ’ οἴκους λεπτόζηλα δεύτερα λιτὰ δίσχιστα μα‐470

471

νιακάτα διὰ τοὺς θεματικοὺς τουρμάρχας καὶ λοιποὺς πρόσ‐ φυγάς τε καὶ ἄρχοντας. ἰστέον, ὅτι ταῦτα πάντα ἐν σκευα‐ ρίοις ἐνδεδυμένοις δι’ ἀληθινῶν τομαρίων καὶ σιδήρων γα‐ νωτῶν μετὰ καὶ χαρταλαμίων ὁμοίως γανωτῶν βαστάζονται.
5σφιγκτούρια, θάλασσαι καὶ ἀβδία πλατύλωρα καὶ μασουρω‐ τὰ, τὰ μὲν ἀμφιεσμένα ἀπὸ διβλαττίων, τὰ δὲ λιτά. ἐπιῤῥι‐ πτάρια ὀξέα διάφορα, ὑποκαμισοβράκια διαφόρων ποιοτήτων. ἰστέον, ὅτι ταῦτα πάντα ἐν βουλγιδίοις ἢ καὶ ἐν δισακκίοις ὀφείλουσι βαστάζεσθαι, λογάριον εἰς ἔξοδον τοῦ φοσσάτου
10εἰς φιλοφρόνησιν τῶν ἀγωνιζομένων ἐν πολέμοις καὶ τῶν ἀρ‐ χόντων καὶ εἰς λοιπὰς ἐξόδους, κεντινάρια, μιλιαρήσια, σακκία εἰς τὸ διδόναι τοῖς φυλάσσουσι σχολαρίοις εἰς τὴν βασιλικὴν φῖναν, τοῖς τε βασιλικοῖς ἀγούροις καὶ τοῖς ἐπὶ τῆς βασιλικῆς ἑταιρείας καὶ ἄλλοις, οἷς ἂν κελεύει ὁ βασιλεὺς εὐσέβειαν δι‐
15δόναι, εἴτε καθ’ ἑβδομάδα ἅπαξ, εἴτε κατὰ δύο, καὶ εἰς λοιπὰς ἐξόδους. παραλαμβάνει δὲ ταῦτα ὅ, τε σακελλάριος καὶ ὁ εἰδικὸς, καὶ βαστάζουσιν εἰς τὰς φορτώσεις αὐτῶν πυρέκβολον μετὰ ἵσκας καὶ κανδήλας ἀργυρᾶς γʹ, καὶ χαλκᾶς γʹ, μία μὲν εἰς τὸν
κοιτῶνα, μία δὲ εἰς τὸ κουκουμίλιν, ἕτερα δὲ εἰς τὸ παρα‐471

472

κοιτωνάριον. ὀφείλει δὲ γίνεσθαι λάκκος ἔχων βάθος σπιθα‐ μὰς δύο, καὶ ἵνα σκεπάζονται ἐπάνω τῆς γῆς ὑπὸ πετάλων χαλκῶν κοσκινωτῶν, καὶ συμπαράκεινται αὐταῖς πρὸς ἓν τρία κηρούλια, φανάρια χαλκᾶ κοσκινωτὰ, καὶ ὡρολόγιον μικρὸν
5ἀργυροῦν διὰ τὰ νυκτερεύματα, ὅπερ ὀφείλει ἵστασθαι εἰς τὸν κοιτῶνα, καὶ ἕτερον χαλκοῦν, ὅπερ ὀφείλει ἵστασθαι ἔν‐ θα οἱ κοιτωνῖται μένουσιν. πρὸς τούτοις σκουτέλλια ὁλόχρυ‐ σα δʹ, μινσουράκια ὁλόχρυσα βʹ, ὀρθομίλια ὁλόχρυσα δύο. ἰστέον, ὅτι ταῦτα ἐν τῷ συνεστιᾶσθαι ἐθνικοὺς τῷ βασιλεῖ
10ὀφείλουσιν ἐνεργεῖν. διὰ τοῦτο γὰρ καὶ ἐν ταῖς φορτώσεσι τοῦ βασιλικοῦ βεστιαρίου τυγχάνουσιν, ὡς μὴ καθ’ ἑκάστην ἐνεργοῦντα εἰς τὸ βασιλικὸν τραπέζιον. τὸ δὲ ἀσήμιν τῆς βασιλικῆς ὑπουργίας ὀφείλει βαστάζειν ἡ ὑπουργία εἰς τὴν φόρτωσιν τῶν πʹ σαγμαρίων τῆς βασιλικῆς ὑπουργίας·
15ἀφ’ οὗ δὲ ἀποκινήσει ὁ βασιλεὺς εἰς τὰς ἐρήμους, δύο φῖ‐ ναι ὀφείλουσι γίνεσθαι, καὶ καθ’ ἑβδομάδα ὀφείλουσι λαμ‐ βάνειν μιλιαρήσια. ὁμοίως καὶ οἱ βασιλικοὶ ἄγουροι μαϊου‐ μᾶν καὶ μιλιαρήσια. οἱ δὲ μάγιστροι καὶ οἱ πατρίκιοι καὶ οἱ ὀφφικιάλιοι συνεστιῶνται τῷ βασιλεῖ εἰς τοὺς ἀκλήτους
20σὺν τοῖς πραιποσίτοις.472

473

(1t)

Διὰ τοῦ εἰδικοῦ σαγμάρια μϛʹ.
2Λαμβάνει ὁ εἰδικὸς ἀπὸ τοῦ κοιτῶνος σακκία χάραγμα κεντινάρια καὶ μιλιαρήσια σακκία λόγῳ τῆς βασιλικῆς ἑται‐ ρείας καὶ τῶν βασιλικῶν ἀγούρων καὶ τῶν σχολαρίων καὶ
5τῶν παραμενόντων τῷ βασιλεῖ εἰς τὴν φῖναν· ἱμάτια ἐξ ἀ‐ γορᾶς ἀπὸ τοῦ φόρου δεκάλια, ἐννάλια, ὀκτάλια, ἑπτάλια, ἑξάλια, λωρωτὰ μεταξωτὰ αἰγύπτικα· ἀληθινὰ ἐνθάδια· ταῦτα πάντα διὰ τὸ ἀποστέλλεσθαι εἰς ἐθνικοὺς λόγῳ ξενί‐ ων. ἱμάτια ἐξ ἀγορᾶς ἀπὸ τοῦ φόρου, ἐῤῥαμμένα δίσχιστα
10μανιακάτα, δεκάλια, ἐννάλια, ὀκτάλια, ἑπτάλια καὶ ἑξάλια, λωρωτὰ μεταξωτὰ αἰγύπτικα, ἀληθινὰ ἐνθάδια, βαμβακερὰ ἀληθινὰ ἐνθάδια καὶ πράσινα· ζωστρία διαφόρων τιμῶν καὶ ποιοτήτων· σφιγκτούρια ἑκάστου ἱματίου πρὸς ἀναλογίαν· ὑποκαμισοβράκια διαφόρων τιμῶν καὶ ποιοτήτων· ἐπιῤῥι‐
15πτάρια διαφόρων τιμῶν καὶ ποιοτήτων· τουβία ἑκάστου ἱμα‐ τίου πρὸς ἀναλογίαν· ὑποδήματα διαφόρων τιμῶν καὶ ποι‐ οτήτων· σάβανα μετὰ τῶν ἀκολουθιῶν αὐτῶν πρῶτα, δεύ‐ τερα καὶ τρίτα. ἰστέον, ὅτι τὰ μὲν βλαττία τά τε ἀράφια καὶ τὰ ἐῤῥαμμένα ἐν σκευαρίοις ὀφείλουσι βαστάζεσθαι, τὰ
20δὲ λοιπὰ πάντα, οἷον λωρωτὰ ἀληθινὰ ἐνθάδια ἐῤῥαμμένα473

474

τε καὶ ἀράφια ἐν βουλγιδίοις ἢ καὶ δισακκίοις· πυρέκβολα μετὰ ἵσκας, φανάρια χαλκᾶ κοσκινωτὰ βʹ, κανδῆλαι χαλκαῖ εἰς τὰ βασιλικὰ πεντζιμέντα δύο· πέταλα χαλκᾶ κοσκινωτὰ διὰ τὸ ἐπισκεπάζεσθαι τοὺς λάκκους, ἔνθα αἱ κανδῆλαι ἅ‐
5πτουσιν. ὀφείλει δὲ γίγνεσθαι λάκκος ἔχων σπιθαμὰς δύο καὶ σκεπάζεσθαι μετὰ πετάλων χαλκῶν κοσκινωτῶν διὰ τὸν ἄνεμον καὶ τὸν καπνὸν, καὶ ἵνα συμπαράκεινται καὶ ταῖς καν‐ δήλαις φατλία δύο καὶ κηρούλια δύο καὶ φανάριον χαλκοῦν διὰ τὰς ἀνακυπτούσας χρείας τῇ νυκτί. κηρούλια διόγκια
10τʹ, φατλία λίτραι τʹ, ἐπειδὴ ὁ δρουγγάριος καθ’ ἑσπέραν εἰς τὸ κέρκετον λαμβάνει ἓν, καὶ ἀφ’ οὗ ἑνωθῇ τοῖς θέμασι, καὶ δύο καὶ τρία, ἐὰν ᾖ βία τοῦ ἀνέμου· χαρτία τομάρια τʹ. ἰστέον, ὅτι, ὅτε κελεύει ὁ βασιλεὺς περάσαι εἰς Πύλας, ὁρί‐ ζει τὸν κόμητα τοῦ στάβλου, καὶ καταβιβάζει τὴν προμοσέλ‐
15λαν εἰς Πύλας. ὁμοίως καὶ τὸν δομέστικον τῶν ὀπτιμάτων, ἵνα κἀκεῖνος εὑρεθῇ μετὰ πάντων τῶν ὀπτιμάτων εἰς Πύλας, καὶ παρέχει κατὰ σαγμάριον ὀπτιμάτον. καὶ ἵνα προαπο‐ στέλλῃ δύο βασιλικοὺς, τὸν μὲν ἕνα εἰς Πύλας τοῦ διαπε‐ ράσαι τὸν λαὸν, ὡσαύτως καὶ εἰς τὸν Λευκάτην τοῦ ἐξελαύ‐
20νειν τὰ καράβια πρὸς τὸν Λευκάτην, τὸν δὲ ἕτερον εἰς Σάγ‐
γαρον καὶ εἰς τὸν ἅγιον Σαβῖνον. προαποστέλλει δὲ τοὺς βα‐474

475

σιλικοὺς καὶ πάντας, ἵνα ὑπαντήσωσι τῇ βασιλείᾳ αὐτοῦ εἰς Πύλας, καὶ μαγίστρους καὶ πατρικίους καὶ ἄλλους, οὓς κε‐ λεύει, ἅμα καὶ τοῖς πραιποσίτοις ἀναλαμβάνεται μετ’ αὐτοῦ εἰς τὰ δρομώνια, καὶ ἀπὸ ἱκανοῦ διαστήματος τοῦ βασιλείου
5ὅρμου γενόμενος, ὥστε αὐτὸν ἐπισκοπεῖν τὴν πόλιν, ἐγείρεται ἀπὸ τοῦ κραββάτου, καὶ ἵσταται κατ’ ἀνατολὰς τὰς χεῖρας πρὸς τὸν οὐρανὸν αἴρων, καὶ τρίτον τῇ χειρὶ τὴν πόλιν κα‐ τασφραγίσας, εὔχεται τῷ Θεῷ λέγων οὕτως· „Κύριε Ἰησοῦ Χριστὲ, ὁ Θεός μου, εἰς χεῖράς σου παρατίθημι ταύτην τὴν
10πόλιν σου. φύλαξον αὐτὴν ἀπὸ πάντων τῶν ἐπερχομένων ἐν αὐτῇ ἐναντίων καὶ δυσχερῶν, ἐμφυλίου τε πολέμου καὶ ἐθνῶν ἐπιδρομῆς. ἀνάλωτον αὐτὴν τήρησον καὶ ἀπόρθητον, ὅτι ἐν σοὶ τὰς ἐλπίδας ἡμῶν ἀνεθέμεθα, καὶ σὺ εἶ κύριος τοῦ ἐλέους καὶ πατὴρ τῶν οἰκτιρμῶν καὶ θεὸς πάσης παρα‐
15κλήσεως, καὶ σόν ἐστι τὸ ἐλεεῖν καὶ σώζειν καὶ ῥύεσθαι ἐκ πειρασμῶν καὶ κινδύνων νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.“ καὶ μετὰ τὸ διαπεράσαι τὸν βασιλέα θεωρεῖ τὴν προμοσέλλαν τά τε παρίππια καὶ τὰ μωλάρια, καὶ διατάσσεται τῷ τοῦ στάβλου κόμητι καὶ τῷ χαρτουλα‐
20ρίῳ, ἵνα, καθὼς κατωτέρω ῥηθήσεται, κομπινεύσῃ τά τε σα‐
γμάρια καὶ τὰ παρίππια. καὶ κατὰ σαγμάριον ὀφείλει παρέ‐475

476

χειν ὁ τῶν ὀπτιμάτων δομέστικος ὀπτιμάτον, ἐν καταγραφῇ ποιούμενος τό τε ὄνομα καὶ τὸ χωρίον· καὶ εἰ μὲν ἀπόληται, ζημιοῦται αὐτὸ ὁ ὀπτιμάτος· εἰ δὲ ἀποθάνῃ, ἀποκομίζει τὰς σφραγίδας εἴς τε τὸν κόμητα καὶ τὸν χαρτουλάριον. πα‐
5ρέχει δὲ καὶ ὁ κόμης τοῦ στάβλου εἰς τὰς φορτώσεις κατὰ δέκα σαγμάρια σύντροφον τῶν Μαλαγίνων, ἵνα οἱ ὀπτιμάτοι σύρωσι τὰ σαγμάρια, καὶ οἱ σύντροφοι ἀκολυθοῦσιν αὐτοὺς, καὶ διορθοῦνται τὰ γομάρια. καὶ ὅτε ἀποφορτώσουσιν εἰς τὸ ἄπληκτον τὰ σαγμάρια, ἀναλαμβάνει ταῦτα ὁ χαρτουλά‐
10ριος τῶν Μαλαγίων καὶ ὁ σαφραμεντάριος μετὰ τῶν κομή‐ των καὶ τῶν συντρόφων καὶ τῶν ὀπτιμάτων, καὶ ἐκβάλλουσιν εἰς τὴν βοσκήν· ὁμοίως καὶ εἰς τὰ παρίππια τῶν φορτώ‐ σεων κατὰ κʹ παρίππια σύντροφος εἷς. καὶ ὅτε δώσει τὸ βού‐ κινον, πάλιν φέρουσιν αὐτὰ, καὶ παραδιδόασι, καθὼς ἐκομ‐
15πινεύθησαν. τὴν δὲ κριθὴν ὅλην, τῶν τε σαγμαρίων καὶ πα‐ ριππίων καὶ σελλαρίων, ἐν οἷς ἐκομπινεύθησαν, παραλαμβά‐ νει ὁ χαρτουλάριος τοῦ στάβλου ἅμα τῷ κελλαρίῳ τὴν κρι‐ θὴν, ἤτοι τὰς ταγὰς αὐτῶν ἐκ τοῦ πρωτονοταρίου τοῦ θέμα‐
τος, καὶ χορηγοῦσιν ἑκάστου ἀλόγου ταγήν. ὁ δὲ πρωτονο‐476

477

τάριος λαμβάνει διάταξιν παρὰ τοῦ βασιλέως περὶ τῶν ἀ‐ πλήκτων, καὶ ἀποτίθησιν ἐκεῖ τὴν κριθὴν καὶ πᾶσαν ἑτέραν χρείαν βασιλικήν. τὰ δὲ ξενάλια τὰ τῷ βασιλεῖ φερόμενα διὰ κριθῆς παραλαμβάνει ὁ τοῦ στάβλου κόμης, ἐν καταγρα‐
5φῇ ποιούμενος τὴν ποσότητα, ἅμα τῷ εἰδικῷ καὶ τοῖς νοτα‐ ρίοις, ποιουμένων κἀκείνων ταῦτα ἐν καταγραφῇ, ἵνα μετὰ τὸ γενέσθαι καταστόλιον λογαριάζηται ὁ πρωτονοτάριος καὶ ὁ χαρτουλάριος εἰς τὸ σέκρετον τοῦ εἰδικοῦ, ἵνα ὑπεξαίρων‐ ται αἱ ἡμέραι τῆς χορηγίας τῶν πρωτονοταρίων. καὶ μετὰ
10τὸ περάσαι τὸν βασιλέα καὶ ἰδεῖν τὴν προμοσέλλαν διατάσ‐ σεται τῷ κόμητι, καὶ διανέμει αὐτὴν, καθὼς κατωτέρω ῥη‐ θήσεται. διὰ τοῦ κόμητος τῶν ὀπτιμάτων τῆς ὑπουργίας ἄνδρες σʹ· καὶ τοὺς μὲν ρʹ ὀφείλει ἀναλαμβάνεσθαι ὁ κόμης τοῦ στάβλου καὶ ὁ χαρτουλάριος ἐν καταγραφῇ λόγῳ τῶν ρʹ
15ἱππαρίων τῶν παρασυρομένων. καὶ τὸν κόμητα μετὰ τῶν ἑ‐ τέρων ρʹ ἀναλαμβάνεται ὁ ἐπὶ τῆς τραπέζης καὶ ὁ δομέστι‐ κος τῆς ὑπουργίας καὶ ὁ οἰκειακὸς βασιλικὸς κελλάριος· καὶ οἱ μὲν πʹ σύρουσι τὰ πʹ σαγμάρια, οἱ δὲ κʹ ἀκολουθοῦσι.
καὶ ὅτε κατάβῃ ὁ βασιλεὺς εἰς τὸ ἄπληκτον, ἐπαίρουσιν οἱ477

478

σύντροφοι καὶ οἱ ὀπτιμάτοι τὰ παρίππια τῶν ὑπουργῶν, καὶ ἀπάγουσιν εἰς τὴν βοσκὴν πρὸς τὸν χαρτουλάριον τῶν Μαλα‐ γίνων. τὸ αὐτὸ δὲ καὶ πᾶσαι αἱ φορτωσίαι καὶ πάντες οἱ κομπινευθέντες βασιλικὰ ἄλογα, ἤγουν κατὰ σαγμάριον ὀπτι‐
5μάτος, καθὼς ἀνωτέρω εἴρηται.
6tΕἰσὶν αἱ φορτωσίαι οὕτως.
7Διὰ τῆς βασιλικῆς ὑπουργίας σαγμάρια πʹ, παρίππια ξβʹ· διὰ τῆς βασιλικῆς κόρτης σαγμάρια νʹ, παρίππια μγʹ· διὰ τοῦ οἰκειακοῦ βασιλικοῦ βεστιαρίου σαγμάρια λʹ, παρίππια ιεʹ·
10διὰ τοῦ εἰδικοῦ σαγμάρια μʹ καὶ τῶν ἑβδομαρίων παρίππια ιεʹ· διὰ τοῦ πρωτοβεστιαρίου σαγμάρια δʹ, παρίππια δʹ· διὰ τῶν κοιτωνιτῶν τῶν ιβʹ σαγμάρια κδʹ, παρίππια κδʹ· διὰ τῶν σαράκοντα τῶν παρισταμένων τῇ τραπέζῃ σαγμάρια κʹ, παρίππια κʹ· διὰ τῶν ἐπὶ τῆς ἑταιρείας ἄνδρας σʹ, σαγμά‐
15ρια ρʹ, παρίππια ... διὰ τῶν ρʹ ἐθνικῶν τῶν ἐπὶ τῆς ἑται‐ ρείας σαγμάρια νʹ, παρίππια ρʹ· διὰ τοῦ κόμητος τοῦ στά‐ βλου σαγμάρια ιβʹ, παρίππια ιβʹ· διὰ τοῦ χαρτουλαρίου καὶ τοῦ ἐπείκτου σαγμάρια ιϛʹ, παρίππια ιϛʹ· διὰ τοῦ ἀποθέτου τοῦ κελλαρίου τοῦ βασιλικοῦ στάβλου σαγμάρια λʹ, παρίππια
20ιβʹ· διὰ τοῦ σταβλοκόμητος τῆς πόλεως σαγμάρια βʹ καὶ πο‐478

479

λιτικὰ ἱππάρια δύο· διὰ τῶν δύο σταβλοκομήτων σαγμάριον αʹ, καὶ πολιτικὰ ἱππάρια βʹ· διὰ τῶν σαράκοντα συντρόφων τῶν σελλαρίων σαγμάρια εʹ, παρίππια μʹ· διὰ τοῦ χαρτου‐ λαρίου τῶν Μαλαγίνων σαγμάρια εʹ, παρίππια εʹ· διὰ τοῦ
5σαφραμενταρίου σαγμάριον, ἱππάρια βʹ· διὰ τῶν δʹ κομήτων τῶν Μαλαγίνων σαγμάρια δʹ, παρίππια δʹ· διὰ τοῦ στρα‐ τιωτικοῦ εἰς τὰ βασιλικὰ χαρτία σαγμάρια δύο· διὰ τοῦ δε‐ κανοῦ εἰς τὰ βασιλικὰ χαρτία σαγμάριον αʹ· διὰ τῶν δʹ πα‐ πάδων σαγμάρια δʹ. ὁμοῦ τὰ κομπινευθέντα σαγμάρια υπβʹ.
10παρασυρτὰ τὰ εἰς ὑπαλλαγὴν τῶν ἀποθνησκόντων καὶ τῶν ἀποστασιαρίων, καὶ ἐν καιρῷ τῆς ἀποβολῆς τῆς Συρίας εἰς ταγὴν κριθῆς σαγμάρια ρʹ. ὁμοῦ τὸ πᾶν σαγμάρια φπβʹ. καὶ τὰ παρίππια τὰ κομπινευθέντα υʹ. ἱππάρια καὶ παρασυρτὰ τὰ ἔμπροσθεν τοῦ βασιλέως περιπατοῦντα δεξιὰ καὶ εὐώνυ‐
15μα, ὅμου τὸ πᾶν ἱππάρια μωλάρια ͵απϛʹ. καὶ ἐστρωμένα σελλάρια λʹ. καὶ ὅσα ἂν ἐξέλθωσιν ἀπὸ τῆς πόλεως καὶ ὅ‐ σα ἂν λάβῃ ἐπὶ φοσσάτου ὁ βασιλεὺς, τούτων πάντων τῶν ἀλόγων τὰς ταγὰς παραλαμβάνει ἐκ τοῦ πρωτονοταρίου ὁ κόμης τοῦ στάβλου καὶ ὁ χαρτουλάριος καὶ ὁ κελλάριος, καὶ
20χορηγοῦσιν εἰς πάντα τὰ κομπινευθέντα ἄλογα. ταγίζονται
δὲ τὰ μὲν παρίππια καὶ τὰ μωλάρια διτάγιον, τὰ δὲ σελλάρια479

480

τριτάγιον. ὁ δὲ ἐπείκτης παρίσταται εἰς τὰς ταγὰς τῶν ἵπ‐ πων καὶ εἰς τὰ καλιγώματα καὶ εἰς τὰ καπίστρια καὶ εἰς τὰ σαγίσματα καὶ εἰς τὸν ποτόν. θέσπισμα δὲ ἀρχαῖον τυγχά‐ νει βασιλικὸν, ἵνα μηδεὶς λαμβάνῃ χαριστικὴν, μήτε μωλάρι‐
5ον, μήτε παρίππιον, ἔχον βασιλικὴν σφαγίδα, ἵνα μὴ κατα‐ κοινωθῇ ἡ προμοσέλλα καὶ ἀπόληται. ἐὰν δέ τις εὑρεθῇ τοιοῦτον ἔχων, ὡς κλέπτης καταδικάζεται· ἐκ δὲ τῶν μὴ ὄν‐ των ἀλόγων ἐσφραγισμένων, ὅπου κελεύει ὁ βασιλεὺς, δίδω‐ σιν, εἴτε ἐθνικοῖς, εἴτε πρόσφυξιν, εἴτε ἄλλοις τισὶν, οἷς κε‐
10λεύει καὶ βούλεται. ἐσφραγισμένον γὰρ ἱππάριον ἢ μωλά‐ ριον βασιλικῇ βούλλῃ οὐδενὶ δίδοται εἰς χαριστικήν· ἐπειδὴ γὰρ, ὅτε γηράσει καὶ ἀνενέργητον πρὸς ὁδοιπορίαν γένηται ταξειδίου, ἀλλάσσει αὐτὸ εἰς τὴν βασιλικὴν προμοσέλλαν. ὀφείλει δὲ ὁ κόμης τοῦ στάβλου καὶ ὁ χαρτουλάριος μετὰ
15τῶν ἀρχόντων αὐτῶν παρίστασθαι εἰς τὰς βασιλικὰς φορτώ‐ σεις, ἵνα ἕκαστον σαγμάριον βαστάζῃ μοδίων ηʹ γομάριον· καὶ ἂν εὕρωσι κατὰ τὴν ὁδὸν ἐπιφορτώματα, τύπτουσι τοὺς τε‐ θεικότας τὰ τοιαῦτα, καὶ ῥίπτουσιν αὐτά. καὶ μετὰ τὸ ἀπο‐ κατασταθῆναι τὴν κομπῖναν, τότε, ἐὰν κελεύει ὁ βασιλεὺς πε‐
20ριπατεῖν τὴν μίαν κόρτην καὶ τὰς ἡμισείας τέντας, ἅμα καὶ480

481

τῆς ἡμισείας ὑπουργίας καὶ προευτρεπίζειν τὰ βασιλικὰ ἄ‐ πληκτα, γίνεται οὕτως. καὶ ἕως οὗ ἑνωθῇ τοῖς θέμασιν, ἡ αὐ‐ τὴ ἀκολουθία γίνεται, καὶ ἡ τάξις τῆς περιπατήσεως ἐν τῇ ὁδῷ φυλάττεται κατὰ τὸν τύπον τοῦ διακινήματος.
5tΠερὶ τῶν κερκέτων.
6Ἰστέον, ὅτι, ὅτε κερκετεύει ὁ δρουγγάριος τῆς βίγλης τὰς ἑσπέρας, λαμβάνει φατλίον ἀπὸ τοῦ εἰδικοῦ, καὶ οἱ ρʹ σχολάριοι, οὓς ἔχει, ποιοῦσι τὴν φῖναν τὴν ἔξω, καὶ οἱ ἐπὶ τῆς ἑταιρείας κρατοῦσι φῖναν ἔσω μετὰ τοῦ ἑταιρειάρ‐
10χου πλησίον ἔξω τῆς κόρτης, ὅπου εἰσὶ δεδεμένα τὰ σχοινία αὐτῆς, καὶ λαμβάνει σίγνον ἀπὸ τοῦ βασιλέως μυστικῶς, εἴτε τὸν Σωτῆρα, εἴτε τὴν Θεοτόκον, εἴτε τὸν ἀρχιστράτη‐ γον, εἴτε τῶν ἁγίων μαρτύρων τῶν στρατηλατῶν, εἴτε ἄλλο τι, ὃ κελεύει ὁ βασιλεύς. καὶ ὑπαλλάσσει ἑκάστης ἑσπέρας
15τὸ σίγνον, καὶ ἵστησιν ἐπιστάτας, καὶ περιγυρεύουσι δι’ ὅλης νυκτὸς τὴν φῖναν. τὸ αὐτὸ καὶ ὁ ἑταιρειάρχης με‐ τὰ καὶ τῆς ἑταιρείας. καὶ ἀφ’ οὗ κερκετεύσει ὁ δρουγγά‐ ριος, οὔτε κοιτωνίτης ἐπ’ ἐξουσίας ἔχει ἔξω τῶν σκου‐
ταρίων εἰσελθεῖν, οὔτε τῶν ἐπὶ τῆς ἑταιρείας, οὔτε ἄλ‐481

482

λος τις μέγας ἢ μικρὸς, ὑπερέχων ἢ ὑποβεβηκὼς, ἐὰν μὴ λάβῃ τὸ σίγνον ἀπὸ τοῦ βασιλέως καὶ ἔλθῃ εἰς τὸν δρουγγά‐ ριον. εἰ δὲ δοκιμάσει τις ἐξελθεῖν ἄνευ σίγνου, δεσμοῦσιν αὐτὸν καὶ ἀπάγουσιν εἰς τὸν δρουγγάριον, καὶ ὑπομιμνή‐
5σκεται περὶ τούτου ὁ βασιλεὺς, καὶ εἴ τι κελεύει ἡ βασιλεία αὐτοῦ. εἰ δὲ λάβοι σίγνον παρὰ τοῦ βασιλέως, ὁπόθεν αὐ‐ τὸν ἐκβάλλει ὁ δρουγγάριος, ἐκεῖθεν καὶ πάλιν εἰσάγει, καὶ ἀλλαχόθεν οὐκ ἔξεστιν αὐτὸν εἰσελθεῖν, ἐπεὶ παρὰ τῶν πεδη‐ τούρων δεσμεῖται, καὶ τὸ πρωῒ τῷ βασιλεῖ παραδίδοται.
10τοῦτο δὲ φυλάττεται μέχρι τοῦ καταστολίου. ὅτε δὲ ἑνωθῇ τοῖς θέμασιν ὁ βασιλεὺς, γίνεται προσθήκη ἄλλης μιᾶς φί‐ νας πλησίον τῶν ἐπὶ τῆς ἑταιρείας, ἤγουν ἔξω τῆς ἑταιρείας καὶ ἔσω τῶν τοῦ δρουγγαρίου σχολαρίων. διερχομένου δὲ τοῦ βασιλέως ἐν τοῖς θέμασιν, ὑπαντᾶται παρ’ ἑκάστου θέ‐
15ματος, δηλονότι παρατεταγμένου ὄντος τοῦ θέματος. καὶ δὴ τοῦ βασιλέως διερχομένου, ὡς ἀπὸ διαστήματος ἱκανοῦ πρὸ τοῦ τὸν βασιλέα καταλαβεῖν, ἀποβαίνουσι τῶν ἵππων ὅ,τε στρατηγὸς καὶ ὁ πρωτονοτάριος τοῦ θέματος καὶ οἱ τουρμάρ‐ χαι καὶ οἱ δρουγγαροκόμητες καὶ ὁ μεράρχης καὶ ὁ κόμης
20τῆς κόρτης καὶ ὁ χαρτουλάριος καὶ ὁ δομέστικος τοῦ θέμα‐
τος, καὶ ποιοῦσι δέξιμον. καὶ τοῦ βασιλέως διερχομένου,482

483

πίπτουσι πάντες οἱ προειρημένοι ἐπὶ γῆς, προσκυνοῦντες τὸν βασιλέα· οἱ δὲ στρατιῶται πάντες ἵστανται καβαλλάριοι. καὶ μετὰ τὸ προσκυνῆσαι τοὺς στρατηγοὺς σὺν τοῖς προλεχθεῖσιν ἄρχουσιν ἐκνεύει ὁ βασιλεὺς ὀλίγον τῆς ὁδοῦ, λέγων πρὸς
5αὐτούς· „καλῶς εὕρομεν.“ εἶτα ἐρωτᾷ αὐτούς· „πῶς ἔχε‐ τε, παιδία μου; πῶς ἔχουσιν αἱ γυναῖκες ὑμῶν, αἱ νύμφαι μου, καὶ τὰ παιδία;“ κἀκεῖνοι λέγουσιν, ὅτι „ἐν τῇ ζωῇ τῆς βασιλείας σου καὶ ἡμεῖς οἱ δοῦλοί σου ὑγιαίνομεν.“ καὶ πά‐ λιν ὁ βασιλεὺς ἀποκρίνεται· „χάρις τῷ ἁγίῳ Θεῷ τῷ ἐν ὑ‐
10γείᾳ διατηροῦντι ἡμᾶς.“ καὶ πάντων τῷ βασιλεῖ ἐπευχομέ‐ νων, ὁρίζει ὁ βασιλεὺς τὸν στρατηγὸν καὶ πάντας τοὺς προ‐ ειρημένους ἄρχοντας καβαλλικεῦσαι καὶ μετὰ τοῦ στρατοῦ αὐτῶν ἀπελθεῖν εἰς τὴν ἰδίαν καὶ ὡρισμένην αὐτοῖς τάξιν. εἰ δὲ μᾶλλον κελεύει ὁ βασιλεὺς ἀποσωρευθῆναι τά τε τά‐
15γματα καὶ τὰ θέματα, εἴτε ἐν τῷ θέματι τῶν Ἀρμενιακῶν εἰς τὸν Δαζιμῶνα, εἴτε ἐν τῷ θέματι τοῦ Χαρσιανοῦ εἰς Και‐ σάρειαν, εἴτε ἐν ἑτέρῳ θέματι πρὸς τὸν τόπον, ἐν ᾧ μέλλει φοσσατεῦσαι, ἐπιτηδείου τυγχάνοντος· καὶ ὅτε ἔλθῃ ἔγγιστα πρὸς τὸ ἄπληκτον ἀπὸ τριῶν μιλίων, προϋπαντῶσι τά τε
20τάγματα καὶ τὰ θέματα ἐπευχόμενοι τῷ βασιλεῖ, καὶ πρὸς ἓν ἕκαστον τάγμα καὶ θέμα λέγει ὁ βασιλεὺς, ἐκνεύων πρὸς
αὐτὸ, οὕτως· „καλῶς ὑμᾶς εὕρομεν. πῶς ἔχετε; πῶς ἔ‐483

484

χουσιν αἱ νύμφαι μου, αἱ γυναῖκες ὑμῶν, καὶ τὰ παιδία; πῶς ὑμῖν τὰ ἐν τῇ ὁδῷ διηνύσθη; ἀγωνίσασθε, τοῦ Χρι‐ στοῦ στρατιῶται καὶ παιδί’ ἐμὰ, ἵνα ἐν καιρῷ δέοντι ἐπιδεί‐ ξησθε τὴν γενναιότητα καὶ τὴν ἀνδρείαν ὑμῶν καὶ τὴν πρὸς
5Θεὸν καὶ βασιλείαν ἡμῶν πίστιν ὀρθὴν καὶ ἀγάπην, ἵνα ἡ βασιλεία ἡμῶν ἀξίως τῆς ἀνδρείας καὶ γενναιότητος ὑμῶν καὶ ὀρθῆς πίστεως καὶ ἀγάπης εὔνοιαν ἀποδεξαμένη ἀνταμείψη‐ ται καὶ εὐεργετήσῃ, καὶ τιμαῖς διαφόροις τιμήσῃ, καὶ ἐξ ἀ‐ ναξίων ἀξίους δείξῃ, καὶ μυρία καλὰ εἰς ὑμᾶς ἐνδείξηται.“
10καὶ μετὰ τὸ λαλῆσαι πρὸς αὐτοὺς ταῦτα ἔρχονται ὄπιθεν τοῦ δρουγγαρίου καὶ τῶν ἐπὶ τῆς ἑταιρείας, καὶ περιπατοῦσι παρατεταγμένοι. καὶ ὅτε εὑρεθῇ στένωμα ἢ ποταμὸς, εἴτε καὶ γέφυρα, διαπερῶσι τὰ τάγματα ἔμπροσθεν· πρῶτον μὲν αἱ σχολαὶ, δεύτερον τὰ ἐξκούβιτα, τρίτον ὁ ἀριθμὸς, τέταρ‐
15τον ὁ ἱκανάτος· ὁμοίως καὶ τὰ θέματα. καὶ καθὼς ὁ τύ‐ πος ἔχει, περιπατοῦσιν οἱ μάγιστροι καὶ οἱ πατρίκιοι καὶ οἱ κοιτωνῖται καὶ οἱ βασιλικοὶ εὐνοῦχοι· ὁ δὲ βασιλεὺς εὐθὺς καὶ παρ’ αὐτὰ προσκαλεῖται τοὺς μαγίστρους καὶ πατρικίους, καὶ ᾧτινι ἂν κελεύῃ, συντυγχάνει, καὶ εἰς μὲν τὴν τάξιν τῶν
20πατρικίων περιπατοῦσιν οἱ κοιτωνῖται, ὄπιθεν δὲ ὀλίγον πε‐ ριπατεῖ ὁ πρωτοβεστιάριος καὶ ὁ ἐπὶ τῆς τραπέζης, καὶ ὄ‐ πισθεν αὐτῶν ὡς λίθου βολὴν περιπατοῦσιν οἱ εὐνοῦχοι
καὶ πατρίκιοι καὶ πρωτοσπαθάριοι· ἔμπροσθεν δὲ τοῦ βα‐484

485

σιλέως περιπατοῦσιν οἱ πραιπόσιτοι καὶ τὸ κουβούκλειον, καὶ μέσον τῶν πραιποσίτων περιπατεῖ κουβικουλάριος βαστάζων τὰ τίμια καὶ ζωοποιὰ ξύλα μετὰ τῆς θήκης ἐπὶ τοῦ τραχή‐ λου· ἔμπροσθεν δὲ τοῦ κουβουκλείου περιπατοῦσιν οἱ βα‐
5σιλικοὶ, καὶ μέσον τούτων περιπατεῖ σιγνοφόρος βαστάζων σταυρὸν χρυσοῦν διάλιθον. ἔμπροσθεν δὲ τῶν βασιλικῶν περιπατοῦσιν ἀπὸ δύο σαγιττοβόλων παρασυρτὰ βασιλικὰ ἱππάρια ρʹ μετὰ σαγισμάτων ἀληθινῶν καὶ βορκαδίων δεξιὰ καὶ εὐώνυμα. καὶ δύο κανδιδάτοι, εἴτε καὶ σπαθάριοι, δε‐
10ξιὰ καὶ εὐώνυμα τοῦ βασιλέως περιπατοῦσι καβαλλάριοι ὡς ἀπὸ διαστήματος μετὰ σκουταρίων, καὶ τοὺς προσερχομένους ἐπαίρουσι καὶ εἰσάγουσι πρὸς τὸν βασιλέα, καὶ ἐπερωτῶν‐ ται παρ’ αὐτοῦ, ὅ,τι ἂν δέονται, καὶ ἀναλαμβάνονται τὰ δεη‐ τικὰ αὐτῶν καὶ ἀποδίδουσιν αὐτὰ εἰς τὸν ἐπὶ τῶν δεήσεων.
15καὶ ὅτε καταλάβῃ ὁ βασιλεὺς τὸ ἄπληκτον, ἔνθα ἡ βασιλικὴ ἵσταται κόρτη, καλεῖ τοὺς μαγίστρους, τὸν δομέστικον τῶν σχολῶν καὶ πραιποσίτους, τοὺς ἀνθυπατοπατρικίους καὶ στρα‐ τηγοὺς καὶ τοὺς ὀφφικιαλίους καὶ κλεισουράρχας, καὶ συνευ‐ φραίνεται ἐπὶ τῆς τραπέζης. ἰστέον, ὅτι εἰς τὸ ἄπληκτον, εἰ
20κελεύει ὁ βασιλεὺς, καθὼς πολλάκις Βασίλειος ὁ ἀοίδιμος
βασιλεὺς ἐποίησε, δίδωσι τῷ μὲν στρατηγῷ ἱμάτιον ἐῤῥαμ‐485

486

μένον μετὰ τριβλατίων, τοῖς τουρμάρχαις ἀνὰ ἱματίου ἐῤ‐ ῥαμμένου μετὰ διβλατίων βδελλίων, τῷ μεράρχῃ, τῷ κόμητα τῆς κόρτης, τῷ χαρτουλαρίῳ καὶ τῷ δομεστίκῳ τοῦ θέματος δίδωσιν ἀνὰ ἱματίου ἑνὸς ἐῤῥαμμένου λιτοῦ· καὶ ταῦτα μὲν
5ἐν τοῖς μεγάλοις καὶ Ῥωμαϊκοῖς θέμασι τελεῖται. τῶν δὲ Ἀρμενιακῶν θεμάτων τοῖς στρατηγοῖς καὶ κλεισουράρχαις δίδωσιν, εἰ κελεύει, ἀνὰ ἱματίου ἐῤῥαμμένου μετὰ διβλατί‐ ων, ἀετῶν ἢ καὶ βασιλικίου, τοῖς δὲ μεγάλοις τούτων τουρ‐ μάρχαις λιτὰ ἐπιδίδωσιν ἱμάτια, τῷ δὲ μεράρχῃ καὶ τοῖς
10λοιποῖς ἀνὰ ἱματίου ἐῤῥαμμένου λιτοῦ δεκαλίου ἐπιδίδωσιν ἐκ τῶν ἀπὸ τοῦ φόρου ἀγοραζομένων. ἰστέον, ὅτι, ὅτε ἀπο‐ κινήσει ὁ βασιλεὺς εἰς τὰς ἐρήμους πρὸς τὴν Συρίαν, κατα‐ λιμπάνει τοῦλδον καὶ τὴν μίαν κόρτην καὶ τὰς περισσὰς τέν‐ τας καὶ τὰ συστελτὰ τραπέζια, καὶ ἄλλη ὅση ἂν ᾖ ἀπο‐
15σκευὴ, καὶ τὰ πτωχὰ ἄλογα καὶ τὰ χωλὰ, καὶ παραλαμβάνει αὐτὰ ὁ πρωτονοτάριος τοῦ θέματος, ὅθεν ἀποβάλῃ ὁ βασι‐ λεὺς πρὸς τὴν Συρίαν μετὰ καὶ ἀρχόντων τῶν στάβλων τῶν Μαλαγίνων, καὶ ἐκ τῶν σελλαρίων σταβλοκομήτων μετὰ τῶν συντρόφων, καὶ εἰς οἷον ἂν θέμα μέλλῃ ὁ βασιλεὺς ἐξελθεῖν
20ἀπὸ Συρίας, ἀντιπαραδίδωσι ταῦτα ὁ πρωτονοτάριος τῷ πρω‐
τονοταρίῳ τοῦ θέματος ἐκείνου, καὶ σωμασκεῖ τὰ ἄλογα τὰ486

487

βασιλικὰ, ἵνα, ὅταν ἐξέλθῃ ὁ βασιλεὺς ἀπὸ Συρίας, εὑρήσει αὐτὰ ἀναπεπαυμένα καὶ ἐσταβλισμένα, καὶ ἔχει πᾶσαν χρεί‐ αν βασιλικὴν ἑτοίμην. καὶ πάντες οἱ ἄρχοντες οἱ λοιποὶ οἱ παρακάτω ποιοῦσιν ἀποβολὴν καὶ συνακολουθοῦσι τῷ τούλ‐
5δῳ τῷ βασιλικῷ· ὁ δὲ μινσουράτωρ ἔχει πιλωτὰ κεντουκλέϊ‐ να ἐνδεδυμένα λινοβένετα, καθὼς προείρηται, καὶ γίνεται ἡ βασιλικὴ τράπεζα χαμόκουμβα. τὰ δὲ πρόφαγα ποιοῦσιν οἱ βασιλικοὶ μάγειροι τῇ ἑσπέρᾳ. οἱ δὲ ὀγδοήκοντα ὀπτιμάτοι σύρουσι τὰ σαγμάρια τὰ βασιλικὰ, καὶ οἱ κʹ ἀκολουθοῦσιν
10εἰς διόρθωσιν τῶν σαγμαρίων. ὁμοίως καὶ οἱ μάγειροι καὶ οἱ σύντροφοι τῶν Μαλαγίνων, καὶ ὅτε εὕρωσι ξύλα ἢ δέν‐ δρα εἰς ἐρήμους τόπους κείμενα, κόπτουσιν οἱ σύντροφοι καὶ οἱ μάγειροι, καὶ ἐπαίρουσι πρὸς ἓν ξύλον, καὶ ἀποκομίζουσι πρὸς τὸ βασιλικὸν μαγειρεῖον. εἰς δὲ τὴν ἀποκίνησιν τοῦ
15τούλδου ὀφείλει ὁ τῆς τραπέζης φορτῶσαι τὰ πʹ βασιλικὰ σαγμάρια πᾶσαν χρείαν βασιλικὴν, καὶ ὀφείλει λαβεῖν ἐκ τοῦ πρωτονοταρίου εἰς χρείαν τῆς βασιλικῆς τραπέζης καὶ εἰς τοὺς μαϊουμάδας πρόβατα ὕπαρνα ρʹ, κριάρια φʹ, ἀγελάδια νʹ, ὄρνιθας σʹ, χηνάρια ρʹ. ὅτε δέ ἐστιν ὁ βασιλεὺς εἰς Ῥωμα‐
20νίαν, λαμβάνουσιν μαϊουμάδα ἐκ τῶν ξεναλίων οἱ βασιλικοὶ ἄγουροι καὶ οἱ ἐπὶ τῆς ἑταιρείας καὶ οἱ κορτινάριοι καὶ
οἱ ἑβδομάριοι τοῦ εἰδικοῦ καὶ οἱ σύντροφοι τῶν σελλαρίων,487

488

ὁμοίως καὶ οἱ μάγειροι. καὶ ὅτε ἀποβάλῃ ὁ βασιλεὺς εἰς τὰς ἐρήμους, λαμβάνουσιν καθ’ ἑκάστην κυριακὴν μαϊουμᾶν καὶ ἀνὰ μιλιαρησίου. λαμβάνουσι δὲ καὶ οἱ τῆς φίνας τῶν σχολαρίων τῆς ἔσω καὶ τῆς ἔξω καὶ αὐτοὶ ὁμοίως ἀνὰ μι‐
5λιαρησίου· ἐπειδὴ, ἀφ’ οὗ ἀποκινήσει πρὸς Συρίαν ὁ βα‐ σιλεὺς, δύο φῖναι κυκλοῦσιν τὴν βασιλικὴν κόρτην. καὶ ὅσοι ἄρχοντες παραμένουσιν τῷ βασιλεῖ, λαμβάνουσιν, εἰ κελεύει πολλάκις ὁ βασιλεὺς τούτους εὐεργετεῖν, διὰ μιλιαρησίων, εἰ μέν εἰσιν ἄρχοντες μεγάλοι τῶν ταγμάτων, εἴτε καὶ θεμάτων,
10ὀφείλουσι λαμβάνειν ἀνὰ μιλιαρησίων δύο ἢ τριῶν, εἴτε καὶ δʹ, πρὸς τὴν ποιότητα τοῦ προσώπου· εἰς δὲ τὴν ἀποβολὴν τοῦ τούλδου, ὅσοι καβαλλικεύουσι βασιλικὰ ἄλογα καὶ ἔχου‐ σι σαγμάρια βασιλικὰ, καὶ αὐτὰ τὰ ἄλογα τὰ βασιλικὰ ὀ‐ φείλουσι λαμβάνειν κριθάριον ἀνὰ μοδίων δʹ εἰς ταγὴν αὐ‐
15τῶν· ὁμοίως καὶ ὅσα εἰσὶ σελλάρια γυμνὰ, βαστάζουσιν ὑ‐ ποκάτω τῶν σαγισμάτων ἀνὰ μοδίων ηʹ. καὶ ὅσα παρίππια ἔχει ὁ κόμης τοῦ στάβλου βασιλικὰ καὶ σαγμάρια, φορτοῖ αὐτὰ ἀνὰ δέκα μοδίων κριθῆς· ὁ δὲ ἐπὶ τῆς τραπέζης ὀφεί‐ λει ἔχειν ἐξκουσσάτους ἐκ τοῦ θέματος τοῦ ὀψικίου ἐκ τοῦ
20χωρίου τοῦ Τέμβρη μετὰ καὶ δικτύων, ἵνα κρατῶσιν ὀψά‐488

489

ρια εἰς τοὺς ποταμοὺς τῆς ἐρήμου. ὅτε δέ ἐστιν ὁ βασιλεὺς εἰς Ῥωμανίαν, καθ’ ἓν ἕκαστον θέμα ὑπηρετοῦσιν οἱ πρω‐ τονοτάριοι, ὁμοίως καὶ οἱ κόμητες τῆς κόρτης, καὶ παρέχου‐ σιν ἀγγαρίδια τῷ δρουγγαρίῳ τῆς βίγλης εἰς τὰς βασιλικὰς
5δουλείας. ὅτε δὲ ὑπάρχει ὁ δρουγγάριος εἰς βασιλικὴν δου‐ λείαν, ἐκπροσωπεῖ αὐτὸν ὁ ἱκανάτος. ὅτε δὲ ἀποβάλῃ ὁ βα‐ σιλεὺς εἰς τὰς ἐρήμους, οὔτε ἡ κόρτη προλαμβάνει, οὔτε τὰ βασιλικὰ πράγματα, οὔτε ἄλλου τινὸς οἱονδήποτε πρᾶγμα, πλὴν οὓς ἔχει ὁρίσειν ὁ δρουγγάριος τῆς βίγλης ἀπὸ προσ‐
10τάξεως τοῦ βασιλέως ἐκ τῶν θεμάτων, προφυλάττουσι καὶ περιπατοῦσιν ἔμπροσθεν τοῦ βασιλέως ὡς ἀπὸ μιλίων δύο ἀκρίται φʹ, ἄνδρες ἐξωπλισμένοι, καὶ ἕτερον θέμα, οἷον ὁρί‐ σει, ἵνα ὦσι πλαγιοφύλακες ὡς ἀπὸ διαστήματος τοῦ βασι‐ λέως μιλίων δύο, καὶ ἕτερα δύο θέματα, οἷα ὁρίσει ὁ δρουγ‐
15γάριος τῆς βίγλης ἐκ προστάξεως τοῦ βασιλέως, ἵνα ὦσιν ὀ‐ πισθοφύλακες. καὶ ὑπαλλάσσει τοὺς ἀμφοτέρους ἑκάστῃ ἡ‐ μέρᾳ. καὶ παραλαμβάνει ὁ δρουγγάριος τοὺς κόμητας τῆς κόρτης τῶν θεμάτων, καὶ ἔχει αὐτοὺς εἰς παραμονὴν τοῦ βασιλέως εἰς τὸ θεῖναι τὴν κόρτην καὶ εἰς τὸ ῥίψαι μετὰ
20τῶν κορτιναρίων. διὰ τοῦτο γὰρ καὶ καλοῦνται κόμητες τῆς
κόρτης. καὶ ὅτε θέλει κερκετεῦσαι ὁ δρουγγάριος τὰ θέματα,489

490

ἤγουν κατὰ νύκτα, ἔχει μεθ’ ἑαυτοῦ τοὺς αὐτοὺς κόμητας τῆς κόρτης τῶν θεμάτων καὶ μανδάτορας καὶ δύο φατλία ἀπὸ τοῦ βασιλικοῦ βεστιαρίου, καὶ περιγυρεύει τὰ θέματα, καὶ θεωρεῖ τὰς πεδητούρας καὶ τὰ ἐξωβίγλια, καὶ ἂν εὕρῃ
5τινὰς τῶν ἀρχόντων ἀμελοῦντας ἐκ τῶν μενόντων εἰς τὴν πε‐ δητούραν καὶ εἰς τὰ ἐξωβίγλια, καὶ ἀπὸ μὲν τουρμαρχῶν καὶ κατωτέρω τύπτει αὐτοὺς ἰσχυρῶς, καὶ καθὼς εὕρῃ, ἀ‐ ναγγέλλει τῷ βασιλεῖ. ὁ δὲ πρωτοστράτωρ τοῦ βασιλέως μετὰ καὶ στρατόρων τριῶν βασιλικῶν ἅμα τῷ κόμητι τοῦ στά‐
10βλου καὶ τρισὶν ἱππαρίοις ἐστρωμένοις ποιοῦσι παραμόνιμα ὄπισθεν τοῦ βασιλικοῦ πύργου, ἕως οὗ ἐκβῇ ὁ βασιλεὺς ἀπὸ Συρίας. τὰ δὲ ἱππάρια τὰ σεσαγισμένα καὶ παρασυρόμενα οὐκέτι περιπατοῦσιν ἔμπροσθεν, ἀλλ’ ὅπου ἐστὶν ἡ προμο‐ σέλλα ἡ βασιλικὴ, ἐκεῖ βόσκονται μετὰ τῶν λοιπῶν, καὶ ἐπι‐
15τηρεῖ αὐτὰ ὁ βασιλικὸς σταβλοκόμης, ποιῶν τὴν πρόνοιαν αὐτῶν. ὅτε δὲ ἀπόληται ἐκ τοῦ λαοῦ οἱονδήποτε πρᾶγμα, ὁ εὑρηκὼς φέρει αὐτὸ, καὶ δίδωσι τῷ δρουγγαρίῳ τῆς βί‐ γλης, καὶ ὁ ἀπολέσας ἔρχεται πρὸς τὸν δρουγγάριον, καὶ λαμ‐ βάνει τὸ ἴδιον εὐχερῶς. εἰ δὲ ὁ εὑρηκὼς τὸ πρᾶγμα ἀπο‐
20κρύψει αὐτὸ καὶ ἐπ’ ἐσχάτων εὑρεθῇ, ὡς κλέπτης καταδι‐ κάζεται. ἰστέον, ὅτι, τοῦ βασιλέως ἐν Συρίᾳ ὄντος, λαμβά‐ νουσιν οἱ μάγιστροι καὶ οἱ πατρίκιοι καὶ οἱ πρωτοσπαθάριοι
ὀφφικιάλιοι μαϊουμᾶν· οἱ μὲν μάγιστροι ἀνὰ δύο σφακτῶν,490

491

οἱ δὲ πατρίκιοι ἀνὰ σφακτοῦ ἑνὸς, οἱ δὲ πρωτοσπαθάριοι ὀφφικιάλιοι σὺν δύο τὸ σφακτὸν ἑκάστῃ κυριακῇ, τὸ δὲ χῦμα τοῦ λαοῦ, ἤγουν οἱ βασιλικοὶ ἄγουροι καὶ οἱ ἐπὶ τῆς ἑταιρείας καὶ οἱ λοιποὶ σὺν δέκα τὸ σφακτόν· οἱ δὲ ἐθνι‐
5κοὶ σὺν λʹ τὸ ἀγελάδιον τὸ αʹ. ὅτε δέ ἐστιν εἰς Ῥωμανίαν ὁ βασιλεὺς, λαμβάνουσιν μαϊουμᾶν οἱ προειρημένοι ἐκ τῶν ξε‐ ναλίων. εἰ δὲ ξενάλια οὔκ εἰσι, χορηγοῦσιν οἱ πρωτονοτάριοι. ὁ δὲ ἐπὶ τῆς τραπέζης καὶ ὁ δομέστικος τῆς ὑπουργίας ὀφεί‐ λουσι βαστάζειν ὑπηρεσίαν βασιλικὴν τραπεζίου, δηλονότι
10τοῦ βασιλέως ἐν Συρίᾳ ὄντος, εἰς ἀσκοὺς οἶνον Νικαινὸν πα‐ λαιὸν μέτρα ρʹ, καὶ ἔλαιον Νικαινὸν μέτρα λʹ, καὶ ὁ τοῦ βα‐ σιλέως οἰνοχόος οἶνον δεσποτικὸν τὸν ἀρκοῦντα· τὰ δὲ λοι‐ πὰ πάντα ὀφείλουσιν ἀναλαμβάνεσθαι ἀπὸ τῆς χορηγίας τῶν πρωτονοταρίων, ἤγουν ἀπὸ Ῥωμανίας. ὅτι τὰ ἱππάρια τὰ
15ἐστρωμένα, ὅτε εἰσὶν ἐν Συρίᾳ, περιπατοῦσιν ἔμπροσθεν με‐ τὰ τῶν βασιλικῶν σελλαρίων, καὶ βόσκονται ἔσωθεν τῆς φί‐ νας. ἔτι καὶ ταῦτα πρὸς τοῖς εἰρημένοις, υἱὲ πολυέραστε, καλὸν εἰς γνῶσιν ἀνήκειν τὴν σήν. ἡ γὰρ τῆς πλείονος γνώ‐ σεως πεῖρα, εἰωθυῖα τεχνοῦν τὴν διάνοιαν τῶν ἐχόντων διὰ
20σπουδῆς τῶν προσηκόντων μηδὲν ἀγνοεῖν, ὕστερον αὐτοὺς
πρὸς τοὺς ἀγῶνας εὐτολμοτέρους ἐργάζεται πολλῷ· καὶ ἀσφα‐491

492

λεστέρους. ἐπεὶ οὖν τὴν πρὸ ἡμῶν σοι προεκτεθεῖσαν βασι‐ λικῶν ταξειδίων ἔκθεσιν, πατρὶ κατὰ πάντα πειθόμενος, ἀνέ‐ γνως καλῶς, προσῆκον ἄρα σοι καὶ τὰ πρὸ τῶν ταξειδίων γι‐ νόμενα διελθεῖν τε καὶ ἐκμαθεῖν, ὅπως διὰ φανῶν τινων καὶ
5λαμπάδων τῶν ἐκ διαδοχῆς πρὶν ἀνημμένων ὁ βασιλεὺς ἐν μιᾷ ὥρᾳ τὴν τῶν ἐχθρῶν εὐθὺς κατεμάνθανεν ἔφοδον. ἀλλ’ ἐκ τῶν προκειμένων σοι κεφαλαίων ταῦτα τρανώτερον δηλω‐ θήσεται. ἰστέον, ὅτι, τὸ παλαιὸν ἀπὸ Ταρσοῦ Σαρακηνῶν κα‐ τὰ Ῥωμαίων ἐξερχομένων, εὐθέως τὸ κάστρον τὸ λεγόμενον
10Λοῦλον ἐν περιόπτῳ προσκείμενον ἐξῆπτε φανὸν, ὃν ἐκ δια‐ δοχῆς ὁ καλούμενος Ἀργέας βουνὸς διεδέχετο, καὶ ἧπτε δὲ καὶ αὐτός. καὶ εἶθ’ οὕτως ἀπὸ τῶν ἐκεῖσε ὁ βουνὸς ὁ Σά‐ μος ἀνῆπτε. καὶ μετὰ τοῦτο ἐδέχετο τὸ κάστρον τὸ Αἴγιλον, καὶ ἧπτε καὶ αὐτό. καὶ ἀπ’ αὐτὸ ἐδέχετο ὁ βουνὸς ὁ Ὄλυμ‐
15πος, καὶ ἧπτεν ἐν κορυφῇ. καὶ μετ’ ἐκεῖνον ἐδέχετο ὁ βου‐ νὸς ὁ Κύριζος, καὶ ἧπτε καὶ αὐτός. καὶ εἶθ’ οὕτως ἐδέχετο ὁ βουνὸς ὁ Μούκιλος ἐπάνω τῶν Πυλῶν, καὶ ἧπτε καὶ αὐ‐ τός. καὶ μετὰ τοῦτον ἐδέχετο ὁ τοῦ ἁγίου Αὐξεντίου βουνὸς ὁ σκοπὸς προσαγορευόμενος, καὶ ἧπτε καὶ αὐτός. καὶ μετ’
20αὐτὸν ἐδέχετο ὁ ἐν τῷ παλατίῳ τοῦ Φάρου ἡλιακὸς, καὶ ἧ‐ πτε καὶ αὐτός. διαιτάριοι γὰρ ἐκεῖσε βίγλας ἀεὶ καὶ πάντοτε κρατοῦντες πρὸς τὸ μὴ λαθεῖν αὐτοὺς, ἀκριβῶς ἀπεσκόπουν
πρὸς τὸν βουνὸν τοῦ ἁγίου Αὐξεντίου. ἰστέον, ὅτι, τῶν492

493

φανῶν τούτων πάντων ἁψάντων, εὐθὺς οἱ χαρτουλάριοι τῶν ἔξω στάβλων καὶ σαφραμεντάριοι ἐκαλίγουν τὰ βασιλικὰ ἄ‐ λογα, καὶ τὰ βασιλικὰ σαγμάρια εὐτρεπίσαντες εὐθὺς ἐκί‐ νουν, καὶ κατήρχοντο εἰς τὴν τοῦ βασιλέως ἀπάντησιν ἐν Πύ‐
5λαις. ὁ δὲ βασιλεὺς ἐξήρχετο μέχρι τῶν Πυλῶν, τὰ δὲ βα‐ σιλικὰ σελλάρια καὶ οἱ ἄρχοντες καὶ οἱ λοιποὶ οἱ ἀπὸ τῆς πόλεως ἐξερχόμενοι τῆς ξηρᾶς, προελάμβανον τὸν βασιλέα εἰς Πύλας, καὶ ὅτε τὸ τῶν Σαρακηνῶν φοσσάτον ὤφθη τισὶ πρὸς τὰ τῆς Ῥωμανίας συστάμενα, ἦν ὁ βασιλεὺς εὐθὺς εἰς
10ἀπάντησιν αὐτοῦ. ἰστέον, ὅτι οἱ προῤῥηθέντες φανοὶ διεκράτουν μέχρι τῶν ἡμερῶν Μιχαὴλ βασιλέως τοῦ ἐκ Θεοφίλου. ὄν‐ τος δὲ αὐτοῦ ποτε ἐν τῷ τοῦ ἁγίου Μάμαντος προκένσῳ καὶ μέλλοντος ποιῆσαι ἱπποδρόμιον, ἐν ᾧ καὶ ἀντὶ βασιλέως ἡ‐ νίοχος ἐγνωρίζετο· (καὶ γὰρ ἐν ταῖς ἱππηλασίαις ἀντὶ ἡνιό‐
15χου ἱππηλάτει·) συνέβη τοὺς συνήθεις ἇψαι φανοὺς, καὶ εἶπε τοῦτο διαλογισάμενος, ὅτι „εἰ κατάδηλος γένηται ἡ ἔξο‐ δος τῶν Σαρακηνῶν, λυπηθήσονται οἱ πολῖται, καὶ οὐ μὴ ἐξ‐ έλθωσιν εἰς τὸ ἱπποδρόμιον πρὸς τὸ τὴν ἐμὴν ἱππηλασίαν θεάσασθαι.“ καὶ ἐκ τότε διετάξατο μὴ ἅπτειν τοὺς φανούς.
20ἰστέον, ὅτι τὸ παλαιὸν τύπος ἦν, τὰ θέματα ῥογεύεσθαι κα‐493

494

τὰ τέσσαρα ἔτη, οἱονεὶ τῷ καιρῷ τούτῳ ὁ Ἀνατολικὸς, ὁ Ἀρμενιακὸς, ὁ Θρᾳκήσιος· τῷ δὲ ἑτέρῳ χρόνῳ ὁ Ὀψικιανὸς, ὁ Βουκελλάριος, ὁ Καππάδοξ· τῷ δὲ ἄλλῳ χρόνῳ ὁ Χαρ‐ σιανίτης, ὁ Κολωνείας, ὁ Παφλαγωνίας· καὶ πάλιν τῷ ἑ‐
5τέρῳ ὁ τῆς Θρᾴκης, ὁ Μακεδονίας, ὁ Χαλδίας. καὶ τῶν δʹ χρόνων διελθόντων, πάλιν ἐῤῥογεύοντο τὰ ῥογευθέντα θέματα τῷ πρώτῳ χρόνῳ. δέον, πάντας τοὺς στρατηγοὺς ποιεῖν τε παραγγελίαν εἰς τοὺς τουρμάρχας αὐτῶν, κἀκεῖνοι εἰς τοὺς δρουγγαροκόμητας, ἵνα ἑνὶ ἑκάστῳ βάντῳ ἔχωσι τὸν κομο‐
10δρόμον αὐτῶν, ὁμοίως καὶ τζαγγάριον· καὶ κατὰ βάντον ἔχω‐ σι πρὸς ἕνα ἀσκὸν βόειον, καὶ ἀνὰ δύο ἀσκῶν ἀπισίων πρὸς τὸ εὐκόλως διαπερᾷν αὐτοὺς τοὺς βαθεῖς καὶ δυσκόλους πο‐ ταμούς· ἔχωσι δὲ καὶ τὰ ἐργαλεῖα αὐτῶν ἀνελλιπῶς, ἤγουν ἀξινάριον ἓν, σκεπάριον αʹ, σμιλάριον αʹ μετὰ τοῦ ξυλοσφύρου
15αὐτοῦ· τὴν αὐτὴν παραγγελίαν ποιεῖν καὶ ὁ δομέστικος τῶν σχολῶν καὶ εἰς τὸν τοποτηρητὴν τῶν σχολῶν, ἵνα καὶ οἱ κό‐ μητες κατὰ μίαν σχολὴν τὴν αὐτὴν ἀκολουθίαν ἔχωσιν. ὁ‐ μοίως καὶ ὁ ἐξκούβιτος εἰς τοὺς σκρίβωνας αὐτοῦ ποιήσει τὴν αὐτὴν παραγγελίαν, καὶ ὁ δρουγγάριος τῆς βίγλης εἰς τοὺς
20κόμητας τοῦ ἀριθμοῦ, καὶ ὁ ἱκανάτος εἰς τοὺς κόμητας αὐ‐
τοῦ ἐχέτω τὰ αὐτὰ ἐργαλεῖα.494

495

(1t)

Ὅσα δεῖ γίνεσθαι, ὅταν ἀπὸ ἐξπεδίτου ἢ μακρᾶς ὁδοιπορίας
2tἐπανέρχεται ὁ βασιλεύς.
3Ἐπανερχομένου τοῦ βασιλέως, τὰ αὐτὰ πάντα γίνεται κα‐ τὰ τὴν ὁδὸν, ὅσα ἐν τῷ ἀπιέναι αὐτὸν εἰρήκαμεν. γινομέ‐
5νου αὐτοῦ περὶ Κωνσταντινούπολιν, οἱ ἀπομείναντες ἄρχοντες ἀπαντοῦσιν ἐν τῷ Ῥηγίῳ· ἀλλ’ ὁ μὲν τριβοῦνος πραισεντά‐ λιος ὁ ἀπομείνας εἰς παραφυλακὴν τῆς πόλεως ἀπαντᾷ μετὰ μαντίου, ἤτοι σαγίου, ῥουσέου εὐθὺς μετὰ τὸ κατάβα τοῦ Ῥηγίου, καὶ καθήμενος ὁ βασιλεὺς εἰς τὸν ἵππον δέχεται
10αὐτόν. ὁ δὲ προσκυνεῖ μετὰ τοῦ σαγίου μόνον, καὶ ὀψικεύει αὐτό. οἱ δὲ κόμητες κονσιστωριανοὶ καὶ τριβοῦνοι πάντες λευχημονοῦντες κατὰ τὸ αὐτὸ σχῆμα προσκυνοῦσιν καὶ ὀψι‐ κεύουσιν. παρίσταται δὲ αὐτοῖς σιλεντιάριος καὶ λέγει· „φύ‐ λαρχος παρουσίας, κόμητες συστατήριοι, φύλαρχοι πραιτω‐
15ρίου.“ ὁ δὲ ἔπαρχος τῆς πόλεως καὶ οἱ ὑπατικοὶ καὶ, ἐὰν εὑρεθῇ, καὶ πατρίκιος ἐμπρὸς τοῦ παλατίου ἵστανται, καὶ ὡς κατέλθῃ τοῦ ἵππου, προσκυνοῦσιν, καὶ δέχεται αὐτοὺς ὁ βα‐ σιλεὺς ἀπὸ στόματος· ἐὰν δὲ βούλονταί τινες τῶν ἀρχόντων καὶ εἰς Ἡράκλειαν ἀπελθεῖν κἀκεῖ δέξασθαι τὸν βασιλέα,
20καὶ τοῦτο ἔξεστιν αὐτοῖς. οἱ δὲ συγκλητικοὶ, ἐὰν πεζῇ ἔρ‐495

496

χεται ὁ βασιλεὺς εἰς τὸ ἕβδομον, ἀπαντοῦσιν ἐν τῇ ἐκκλη‐ σίᾳ τῶν Νηπίων ἐμπρὸς τοῦ μαρτυρίου, καὶ κατέρχεται ὁ δεσπότης, καὶ δέχεται αὐτοὺς ἀπὸ στόματος, καὶ εἰσέρχεται εἰς τὸ μαρτύριον καὶ εὔχεται. καὶ ὁ μὲν δεσπότης ἀπέρχε‐
5ται εἰς τὸ ἕβδομον, οἱ δὲ συγκλητικοὶ, ὅπου βούλονται. εἰ δὲ πλοῷ ἔρχεται ὁ δεσπότης, ἵστανται πρὸς τῷ αἰγιαλῷ, καὶ ἐξ‐ ιόντα αὐτὸν τοῦ δρόμονος προσκυνοῦσιν ὡς ἐν Κωνσταντι‐ νουπόλει ὁ ἀπομονεὺς, καὶ δέχεται αὐτοὺς ἀπὸ στόματος, καὶ ὀψικεύουσιν μέχρι τῆς πόρτης, καὶ ἐκεῖ μετὰ τῶν ἄλλων ἀρ‐
10χόντων ἀφίστανται. ἀλλὰ ταῦτα, ἐὰν ἀπὸ ἐξπεδίτου ἔρχεται ἢ μακρᾶς ὁδοιπορίας· ἐπεὶ, ἐὰν ἀπέλθῃ ἕως Σαλαμβρίας, ἢ Ἡρακλείας, ἢ ὀλίγῳ ποῤῥωτέρω, καὶ ὀλίγας ἡμέρας ποιή‐ σῃ, καὶ εὐθὺς ὑποστρέψῃ, ὅπου συνετάξαντο οἱ ἄρχοντες, ἐκεῖ καὶ δέχονται αὐτόν. εἰ γὰρ ὁ βασιλεὺς ἐκ τοῦ ἑβδόμου
15ἐξῆλθεν καὶ εἰς τὸ ἕβδομον ὑποστρέφει, ἐκεῖ ἀπαντοῦσιν· εἰ δὲ καὶ βούλεται ὀρθοποδῆσαι εἰς τὴν πόλιν, ἐκεῖ πάλιν ἀ‐ παντοῦσιν αὐτῷ, οἱ δὲ συγκλητικοὶ προλαμβάνουσι. καὶ ἐὰν πεζῇ εἰσέρχεται ὁ βασιλεὺς, ἀπαντοῦσιν αὐτῷ ἐν τῷ φόρῳ
Θεοδοσίου τῷ καλουμένῳ ταύρῳ, καὶ προσφέρουσιν αὐτῷ496

497

στεφάνους, ἕνα μὲν χρυσοῦν, ἄλλους δὲ ἀπὸ δαφνῶν· ὁ δὲ βασιλεὺς ἀντιδίδωσιν αὐτοῖς νομίσματα ὑπὲρ τοῦ χρυσοῦ στεφάνου, ὥστε μὴ ζημίαν αὐτοὺς ὑπομεῖναι. ἐὰν δὲ ἀπὸ Ἀσίας, ἢ Βιθυνίας, ἢ Περσικοῦ πολέμου ἐπανέρχεται ὁ βα‐
5σιλεὺς, ὁ ἔπαρχος τῆς πόλεως ἀπαντᾷ ἔνθα ἂν συνίδῃ ὁ βα‐ σιλεὺς μεσάλλαγον ποιῆσαι, εἴτε ἐν τῷ Σατύρῳ, εἴτε ἐν τῷ Πολεατικῷ ἢ ἐν Ῥοφηνιαναῖς, ἢ ἐν τῇ Ἱερείᾳ· εἰ δὲ θελή‐ σει ὁ βασιλεὺς διὰ τοῦ στρατηγίου ἀνελθεῖν, προλαμβά‐ νουσιν οἱ συγκλητικοὶ εἰς τὸν φόρον τοῦ στρατηγίου, κἀκεῖ
10τοὺς στεφάνους προσφέρουσιν. εἰ δὲ πλοῷ βούλεται ὀρθο‐ ποδῆσαι εἰς τὸ παλάτιον, ἵσταται ἐμπρὸς τῆς σκάλης, καὶ ἔν‐ θα δέχεται κατὰ τὸ ἔθος τὸν ἔπαρχον τῆς πόλεως καὶ τὸν ἀπομονέα, καὶ τοὺς στεφάνους προσφέρουσιν αὐτῷ. ἑνδεκά‐ τῃ τοίνυν τοῦ Αὐγούστου μηνὸς, ἡμέρᾳ βʹ, ἔτους ͵ϛλγʹ, εἰσῆλ‐
15θεν ὁ εὐσεβὴς βασιλεὺς Ἰουστινιανὸς εἰς Κωνσταντινούπολιν περὶ ὥραν αʹ διὰ τῆς πόρτης τῶν Χαρισίου, τῶν συγκλητι‐ κῶν καὶ τοῦ ἐπάρχου τῆς πόλεως ἐκεῖσε ἀπαντησάντων δίχα στεφάνων, καὶ ἐλθὼν ἐπὶ τὸ δεύτερον ηὔξατο ἐν τοῖς Ἀποστό‐ λοις, καὶ ἧψεν κηροὺς εἰς τὸ μνῆμα τῆς δεσποίνης, καὶ κα‐
20τῆλθεν ἐπὶ τὸ καπετώλιον. ὡς δὲ εἰσῆλθεν εἰς τὴν μέσην,
ὑπήντησαν δομέστικοι πρωτίκτωρες, αἱ ἑπτὰ σχολαὶ καὶ μετ’497

498

αὐτοὺς τριβοῦνοι καὶ κόμητες, πάντες μετὰ λευκῶν χλανιδί‐ ων καὶ κηρῶν δεξιὰ καὶ ἀριστερὰ ἱστάμενοι, καὶ μετ’ αὐτοὺς μαγιστριανοὶ, φαβρικήσιοι, τάξις τῶν ἐπάρχων καὶ τοῦ ἐπάρ‐ χου, ἀργυροπρᾶται καὶ πάντες πραγματευταὶ, καὶ πᾶν σύστη‐
5μα, καὶ ἁπλῶς ἀπὸ τοῦ καπιτωλίου μέχρι τῆς χαλκῆς τοῦ παλατίου πάντα ἐπεπλήρωτο, ὥστε μόλις προβαίνειν τὸν ἵπ‐ πον τοῦ βασιλέως. ὡς δὲ εἰσείη τὴν χαλκὴν ὁ βασιλεὺς, ἔ‐ στη ὁ ἀδμισσιωνάλιος, ἔχων τὸν πρωτίκτωρα καὶ τὸν θριαμ‐ βευτὴν, καὶ ἔκραξεν τὸ θριαμβευτάλιον. οὕτω γὰρ συνεῖδεν
10γενέσθαι ὁ μάγιστρος διὰ τὸ μὴ εἰσέρχεσθαι τὸν βασιλέα διὰ τῆς χρυσῆς πόρτης. πάντες δὲ οἱ ἄρχοντες καὶ πατρί‐ κιοι πεζεύοντες ἀπὸ τῶν Ἀποστόλων ἐδηρίγευσαν, καὶ οἱ κουβικουλάριοι πεζεύοντες ἠκολούθησαν.
14tἩ ἀπὸ τοῦ φοσσάτου μετὰ νίκης ἐπάνοδος Βασιλείου τοῦ φι‐
15tλοχρίστου βασιλέως ἀπὸ Τεφρικῆς καὶ Γερμανικίας.
16Τοῦ βασιλέως ἐπανελθόντος μετὰ νίκης ἀπὸ τοῦ πολέ‐ μου Τεφρικῆς καὶ Γερμανικίας, διεπέρασεν ἐπὶ τὰ Ἠρία ἐν τῷ ἑβδόμῳ, ὑπαντησάσης αὐτῷ ἐκεῖσε ἁπάσης ἡλικίας τῶν τῆς πόλεως μετὰ στεφάνων τῶν ἐξ ἀνθέων καὶ ῥόδων κα‐
20τεσκευασμένων. ὡσαύτως καὶ ἡ σύγκλητος πᾶσα ἡ ἐν τῇ498

499

πόλει ἐκεῖσε αὐτὸν ἐδέξατο, καὶ ὁ βασιλεὺς ἀπὸ στόματος αὐτοὺς ἐδέξατο. εἰσελθὼν δὲ καὶ εὐξάμενος ἐν τῷ τοῦ προ‐ δρόμου ναῷ τῷ ἐν τῷ ἑβδόμῳ, ἅψας κηροὺς ἐξῆλθεν, καὶ βαλὼν σκαραμάγγιον τριβλάτιον, ἅμα υἱῷ Κωνσταντίνῳ τῷ
5νέῳ ἱππεύσαντες ἦλθον ἐν τῷ ναῷ τῆς ὑπεραγίας Θεοτόκου τῶν Ἀβραμιτῶν, προηγουμένης πάσης τῆς συγκλήτου καὶ τοῦ λαοῦ τῆς πόλεως ἅμα καὶ φλαμούλων τινῶν λιτῶν, καὶ κα‐ ταβάντες τῶν ἵππων εἰσῆλθον εἰς τὸν ναὸν τῆς Θεοτόκου. εὐξάμενοι καὶ ἅψαντες κηροὺς, ἐκαθέσθησαν μικρόν· ὁ δὲ
10ἔπαρχος τῆς πόλεως προητοιμάσατο καταστέψας τὴν πόλιν ἀπὸ τῆς χρυσῆς πόρτης μέχρι τῆς χαλκῆς ἀπὸ δάφνης καὶ δενδρολιβάνου καὶ μερσύνης καὶ ῥόδων καὶ λοιπῶν ἀνθέων, ἀλλά γε καὶ ἀπὸ σκαραμαγγίων διαφόρων καὶ σενδὲς καὶ πο‐ λυκανδήλων· ὡσαύτως καὶ ἡ γῆ πᾶσα φιλοκαληθεῖσα κατέ‐
15στρωτο ἄνθεσιν· ἐν δὲ τῷ λιβαδίῳ τῷ ἔξω τῆς χρυσῆς πόρ‐ της ἐπήγησαν τένται, καὶ διεπέρασαν ἀπὸ Ἱερείας ἐκεῖσε τοὺς εὐγενεῖς καὶ ἐμφανεῖς τῶν αἰχμαλώτων Ἀγαρηνῶν καὶ τὰ ἐξαίρετα τῶν λαφύρων τοῦ πολέμου, φλαμούλων τε καὶ ἀρ‐
μάτων, καὶ ἐν ταῖς τέντεσιν ἔνδον ἀποτεθέντα διῃρέθησαν,499

500

καὶ διῆλθον ἐν τῇ μέσῃ θριαμβευόμενα ἀπὸ τῆς χρυσῆς πόρτης ἕως τῆς χαλκῆς τοῦ παλατίου, ἀνοιγείσης τότε τῆς μέ‐ σης καὶ μεγάλης χρυσῆς πόρτης. μετὰ δὲ τὸ τὰ λάφυρα διελθεῖν ἀναστάντες οἱ δεσπόται καὶ ἐκβαλόντες τὰ σκαρα‐
5μάγγια, ἐφόρεσαν ὁ μὲν αὐτοκράτωρ καὶ μέγας βασιλεὺς ἱμάτιον ἐπιλώρικον χρυσοΰφαντον διόλου καγκελωτὸν διὰ μαρ‐ γαριτῶν, καὶ ἐν ταῖς ὄρναις ἠμφιεσμένον διὰ μαργαριτῶν τελείων, ζωσάμενος καὶ σπαθίον ζωστίκιον, φορέσας καὶ διά‐ δημα ἐπὶ τῆς κεφαλῆς αὐτοῦ καισαρίκιον· ὁ δὲ υἱὸς αὐτοῦ
10Κωνσταντῖνος ἐφόρεσε κλιβάνιον χρυσοῦν καὶ σπαθίον ζωστί‐ κιον, ποδόψελά τε χρυσᾶ, καὶ ἐν τῇ χειρὶ ἔλαβε λόγχην χρυ‐ σᾶν διὰ μαργαριτῶν ἠμφιεσμένην. ἐπὶ δὲ τῆς κεφαλῆς αὐ‐ τοῦ ἐφόρεσεν φακιόλιον δίκην προπολώματος, λευκὸν χρυσοΰ‐ φαντον, ἔχων ἐπὶ τοῦ μετώπου ὁμοίωμα στεφάνου χρυσοϋ‐
15φάντου. ἐπέβησαν δὲ ἀμφότεροι ἱππεύσαντες ἐν ἵπποις λευ‐ κοῖς ἐστρωμμένοις χιώμασιν διαλίθοις. ἐν ᾧ ἔστησαν ἔφιπ‐ ποι δεξάμενοι τοὺς δημάρχους καὶ τὰ δύο μέρη, φορούντων τῶν δημωτῶν καμίσια καὶ στεφάνια σημεντέϊνα ἐπὶ τῆς κε‐ φαλῆς αὐτῶν, ἐν δὲ τοῖς τραχήλοις αὐτῶν ἕτερα στεφάνια
20ἀπὸ ῥόδων καὶ ἀνθέων κατεσκευασμένα, ταῖς δὲ χερσὶν ἐγ‐500

501

χείρια βασταζόντων· τῶν δὲ δημάρχων φορούντων τὰ νικη‐ τικὰ αὐτῶν σαγία, καὶ τῶν ἀρχόντων αὐτῶν καμίσια καὶ χλανίδια. ἐν οἷς ἐξεφωνήθη ἐν πρώτοις οὕτως· „δόξα Θεῷ τῷ ἀποδόντι ἡμῖν μετὰ νίκης τοὺς ἰδίους δεσπότας· δόξα
5Θεῷ τῷ μεγαλύναντι ὑμᾶς, αὐτοκράτορες Ῥωμαίων· δόξα σοὶ, παναγία τριὰς, ὅτι εἴδομεν νικήσαντας τοὺς ἰδίους δε‐ σπότας· καλῶς ἤλθετε νικήσαντες, ἀνδριώτατοι δεσπόται.“ καὶ λοιπὰ ἐπευφημήσθησαν νικητικὰ, καὶ ἀπελατικοὶ στρατηγικοὶ ἐλέχθησαν, ἔμπροσθεν περιπατούντων τῶν δύο μερῶν. ἀπὸ
10δὲ τῶν Ἀβραμιτῶν ἐλθόντες ἐν τῇ χρυσῇ πόρτῃ, ὡς εἴπο‐ μεν, ἀνοιγείσης αὐτοῖς, ἔστησαν πρὸ τῆς εἰσόδου αὐτῆς εὐ‐ φημησθέντες ὁμοίως. δεξάμενοι ἐκεῖσε τὸν ἔπαρχον τῆς πό‐ λεως καὶ τὸν ἀπομονέα, οἵτινες πεσόντες προσεκύνησαν, καὶ προσήνεγκαν τῷ αὐτοκράτορι στέφανον χρυσοῦν κατὰ τὸν πα‐
15λαιὸν τύπον, καὶ ἑτέρους ἀπὸ δαφνῶν, ὡς τῆς νίκης σύμβο‐ λα· ἔλαβον δὲ οἱ αὐτοὶ παρὰ τοῦ βασιλέως νομίσματα χά‐ ραγμα τὴν τιμὴν, καὶ πλείω, τοῦ χρυσοῦ στεφάνου. τῶν δὲ μερῶν πληρωσάντων, εἰσῆλθον τὴν χρυσῆν μεγάλην πόρταν δηριγευόμενοι, καὶ ἦλθον ἐν τῷ σίγματι, καὶ διὰ τῶν ἀρι‐
20στερῶν ἐν τῷ ἐξακιονίῳ καὶ ξηρολόφῳ, αὐτίκα τὸν βοῦν καὶ501

502

τὸ καπετώλιον, φιλαδελφίῳ τε καὶ ταύρῳ, ἀρτοπουλίῳ τε καὶ τῷ φόρῳ. ἐπὶ δὲ τοῦ φόρου ἐλθόντες κατέβησαν τῶν ἵππων, καὶ εἰσῆλθον εἰς τὸν ναὸν τῆς ὑπεραγίας Θεοτόκου, προσα‐ παντήσαντος αὐτοὺς ἐκεῖσε τοῦ πατριάρχου μετὰ λιτῆς τῆς
5μεγάλης ἐκκλησίας. ἐν ᾧ λαβόντες κηροὺς παρὰ τοῦ πραι‐ ποσίτου καὶ εὐξάμενοι, ἐξελθόντες καὶ ἐκβαλόντες τὰ στρατη‐ γικὰ, ἐφόρεσαν διβητήσια τριβλάτια καὶ χλαμύδας χρυσοϋ‐ φάντους καὶ καμπάγια, καὶ στεφθέντες διῆλθον τὴν μέσην τοῦ φόρου, ἱσταμένων καὶ προπορευομένων ἔμπροσθεν αὐ‐
10τῶν τῶν σκευῶν, λαβούρων, σίγνων καὶ βάνδων καὶ τῶν με‐ γάλων σκήπτρων καὶ τῶν χρυσῶν φλαμούλων καὶ τοῦ τιμίου σταυροῦ τοῦ μεγάλου τε καὶ διαλίθου, καὶ διελθόντες τὴν μέσην ἕως τοῦ μιλίου εἰσῆλθον διὰ τοῦ ἐμβόλου τοῦ μιλίου εἰς τὸ ὡρολόγιον, καὶ ἀπέθεντο τὰ στέμματα ἐν τῷ ἔνδον τῆς ὡραίας
15πύλης μητατωρίῳ, καὶ εἰσῆλθον ἐν τῷ νάρθηκι εὐξάμενοι με‐ τὰ κηρῶν εἰς τὴν μέσην ἁγίαν πύλην, εἰσοδεύσαντες μετὰ τοῦ πατριάρχου, καὶ τὰ λοιπὰ τῆς θείας λειτουργίας, καὶ ἡ εἴσοδος ἡ πρὸς τὸ παλάτιον ἐτελέσθησαν καθ’ ὃν τρόπον ἐν ταῖς ἐμπράτοις προελεύσεσιν· προετέθη δὲ καὶ κλητώριον
20μέγιστον ἐν τῷ Ἰουστινιανοῦ τρικλίνῳ, καὶ εὐφρανθέντες
δεδώκασιν πᾶσιν τοῖς τῆς συγκλήτου βεστομιλιαρήσια. ἰστέ‐502

503

ον δὲ, ὅτι τὴν μὲν κατάστασιν τῆς πόλεως καὶ φιλοκαλίαν ἡτοιμάσατο ὁ ἔπαρχος, τὴν δὲ τῆς προελεύσεως τάξιν καὶ ἀπαντὴν τῆς συγκλήτου καὶ τῶν μερῶν τὰς ἐπινικίους φω‐ νὰς καὶ προόδους καὶ τῶν δοχῶν τὰς τοποθεσίας ὁ πραιπό‐
5σιτος διορίσατο, ὑπουργούντων αὐτῷ τοῦ τε τῆς καταστάσε‐ ως καὶ τῶν σιλεντιαρίων καὶ τοῦ κουβουκλείου παντός. ὁ τοίνυν ἐναπομείνας μετὰ τοῦ μαγίστρου καὶ τοῦ ἐπάρχου, ὁ καὶ διέπων τὴν ἐκ προσώπου τοῦ βασιλέως δουλείας ἀρχὴν Βαάνης ἦν, ὁ πατρίκιος πραιπόσιτος καὶ σακελλάριος, καθὼς
10τὸ παλαιὸν ἐκράτει τοῖς βασιλεῦσιν ἔθος, ἐξερχομένου τοῦ βασιλέως ἐπὶ φοσσάτου τὸν πραιπόσιτον παρεᾷν τὴν ἑαυτοῦ ἀρχῆς ἐπικράτειαν, καὶ τῷ μαγίστρῳ καὶ τῷ ἐπάρχῳ τὴν τῆς πολιτείας καὶ τοῦ κοινοῦ τὴν διοίκησιν. ἐπανιόντι τοίνυν τῷ βασιλεῖ ἀπὸ τοῦ φοσσάτου ἀντιλήψεις πλεῖσται καὶ δωρεῶν
15παροχαὶ πᾶσιν κατὰ τὸ δυνατὸν τοῖς τε μετ’ αὐτοῦ καὶ τοῖς ἐν τῇ πόλει ἐδίδοντο.
17tἩ ἀπὸ τοῦ φοσσάτου ἐπάνοδος Θεοφίλου βασιλέως, ὅτε ἐνίκησεν
18tκατὰ κράτος τοὺς ἀπὸ Κιλικίας στρατοπεδεύσαντας κατ’ αὐτοῦ
19tΤαρσίτας, Μομψουεστίτας, Ἀδανίτας, Εἰρηνουπολίτας, Ἀναζαρ‐
20tβήτας καὶ λοιποὺς, χιλιάδας κʹ.
21Ἐπανελθόντος τοίνυν Θεοφίλου τοῦ βασιλέως ἀπὸ τοῦ503

504

πολέμου τῶν ἀπὸ Κιλικίας κατ’ αὐτοῦ στρατοπεδευσάντων Ἀγαρηνῶν, ἐγένετο ἡ πρὸς τὴν βασιλεύουσαν πόλιν εἴσοδος αὐτοῦ τοιαύτη. φθάσαντος αὐτοῦ ἐν τῇ Ἱερείᾳ, ἐξῆλθεν ἡ αὐγούστα ἀπὸ τῆς πόλεως καὶ ὁ διέπων σὺν τῷ μαγίστρῳ
5καὶ τῷ ἐπάρχῳ τῆς πόλεως, καὶ ἡ ἐν τῇ πόλει σύγκλητος ἅ‐ πασα, παρεάσαντες τοὺς τῶν ταγμάτων ἐξάρχους εἰς φυλα‐ κὴν τῆς πόλεως. καὶ ἡ μὲν σύγκλητος ὑπήντησαν τῷ βασι‐ λεῖ ὡς ἀπὸ διαστήματος μικροῦ πρὸ τοῦ φθάσαι εἰς τὸ πα‐ λάτιον, καὶ πεσόντες προσεκύνησαν· ἡ δὲ αὐγούστα ἔνδον τοῦ
10καγκέλλου τοῦ χαμαιτρικλίνου τοῦτον ὑπήντησεν ἀποβάντι τοῦ ἵππου, καὶ προσκυνήσασα τοῦτον ἠσπάσατο· ὁ δὲ βασιλεὺς διορίσατο ὡς ἐπὶ προκένσου τὴν σύγκλητον διάγειν σὺν αὐτῷ ἐν τῇ Ἱερείᾳ μέχρις ἡμερῶν ἑπτὰ, ὅπως καὶ οἱ δέσμιοι τῶν αἰχμαλώτων Ἀγαρηνῶν φθάσωσιν. ἐκέλευσε δὲ καὶ τὰς
15γυναῖκας τῶν συγκλητικῶν ἐξελθούσας τῆς πόλεως διάγειν σὺν τῇ αὐγούστῃ ἐκεῖσε. μετὰ δὲ τὴν ἑβδόμην ἡμέραν ἀπο‐ πλεύσας τῶν ἐκεῖσε ἦλθεν εἰς τὸν ἅγιον Μάμαντα, καὶ ἐποί‐ ησεν ἅμα τῇ συγκλήτῳ ἡμέρας γʹ. ἀπὸ δὲ τῶν ἐκεῖσε δια‐ πλεύσας ἔφθασεν ἐν βλαχέρναις, καὶ ἐξελθὼν τοῦ δρόμονος
20ἐπιβὰς ἵππῳ διὰ τοῦ ἔξω τείχους ἦλθεν εἰς τὴν προετοιμα‐
σθεῖσαν κόρτην ἐν τῷ λιβαδίῳ τοῦ κομβινοστασίου. ἔφθα‐504

505

σαν δὲ τῇ αὐτῇ ἡμέρᾳ καὶ οἱ τοὺς δεσμίους φέροντες ἐν Χρυ‐ σοπόλει, καὶ βαλόντες αὐτοὺς εἰς πλοῖα, διεπέρασαν αὐτοὺς ἔνθα καὶ ὁ βασιλεὺς παρῆν· ὁ δὲ τῆς πόλεως ἔπαρχος ἦν προετοιμάσας καὶ καταστέψας τὴν πόλιν δίκην νυμφικῶν
5παστάδων ἀπὸ σκαραμαγγίων διαφόρων καὶ σενδὲς καὶ ἀρ‐ γύρου πολυφότων τε καὶ ἀνθέων καὶ ῥόδων ποικίλων ἀπὸ τῆς χρυσῆς πόρτης μέχρι τῆς χαλκῆς, καὶ διελόντες οἱ τῶν τάξεων ἰδίᾳ καὶ χωρὶς κατὰ τάξιν τοὺς δεσμίους, τὰ λάφυ‐ ρα, τὰ ἄρματα, ἐθριάμβευσαν μέσον τῆς πόλεως. μετὰ ταῦ‐
10τα δὲ ἀναστὰς ὁ βασιλεὺς ἐφόρεσεν χιτῶνα χρυσοΰφαντον ἐπιλώρικον τὸν ῥοδόβοτρυν, ζωσάμενος καὶ σπαθίον, βαλὼν καὶ τιάραν ἐπὶ τῆς κεφαλῆς αὑτοῦ. ἐπέβη δὲ ἵππῳ λευκῷ ἐστρωμμένῳ χιώματι διαλίθῳ, λαβὼν ἐν τῇ δεξιᾷ χειρὶ σκῆ‐ πτρον. ὁ δὲ καῖσαρ ἐφόρεσεν χρυσοῦν κλιβάνιον σὺν μανι‐
15κελλίων καὶ ποδοψέλλων καὶ αὐτῶν χρυσῶν, βαλὼν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ καὶ κασίδα σὺν περικεφαλαίᾳ χρυσῇ, ζωσά‐ μενος καὶ σπαθίον, ἐπιβὰς καὶ αὐτὸς ἵππῳ ὁμοίως λευκῷ σὺν χιώματι διαλίθου. ἔλαβεν δὲ καὶ τῇ χειρὶ λόγχην χρυσᾶν· μικρὸν δὲ τῆς πόρτης πεφθακὼς κατέβη τοῦ ἵππου ὁ βασι‐
20λεὺς, καὶ ἔπεσεν πρὸς ἀνατολὰς προσκυνήσας τρίτον. εἶθ’
οὕτως ἀναστὰς ἐπέβη τῷ ἵππῳ. καὶ εἰσερχομένῳ αὐτῷ τὴν505

506

μεγάλην χρυσῆν πόρταν, προσήνεγκαν αὐτῷ ὁ μάγιστρος καὶ ὁ διέπων καὶ ὁ ἔπαρχος τῆς πόλεως χρυσοῦν στέφανον κα‐ τεσκευασμένον ἐκ λίθων τιμίων καὶ μαργάρων πολυτίμων, ὃν καὶ λαβόμενος ὁ βασιλεὺς, ἐφόρεσεν αὐτὸν ἐπὶ τοῦ δεξιοῦ
5βραχίονος, καὶ εὐθὺς τὰ μέρη αὐτὸν ὑπήντησαν ἐμπράτως, ὡς ἐπὶ ἑορτασίμου προκένσου, εὐφημοῦντες ἐπινίκια. καὶ διοδεύσας ἀπὸ τῶν ἐκεῖσε διὰ τοῦ σίγματος καὶ τῆς πρὸς τὸν ἅγιον Μώκιον μέχρι τοῦ μιλίου. ἐν ᾧ μιλίῳ ἀπέβησαν τῶν ἵππων οἱ τῆς συγκλήτου καὶ πεζεύοντες δηρίγευσαν ἔμ‐
10προσθεν τοῦ βασιλέως ἕως τοῦ φρέατος τῆς ἁγίας Σοφίας. πλὴν οὖν οἱ ἀπὸ τῶν ἔξω συνεισελθόντες τῷ βασιλεῖ ἐν τῇ πόλει, μετὰ χρυσῶν κλιβανίων καὶ σπαθίων καὶ κονταρίων εἰσῆλθον ἔφιπποι, τάξις ἑκάστη ἰδίᾳ καὶ χωρίς· ἔμπροσθεν τοῦ βασιλέως οἱ πραιπόσιτοι καὶ τὸ κουβούκλειον, χρυσοκλί‐
15βανοι· ὄπισθεν δὲ ὡς ἀπὸ ὀργυιῶν πέντε πρωτοσπαθάριοι εὐνοῦχοι μετὰ χρυσῶν κλιβανίων καὶ σπαθοβακλίων. ἐν δὲ τῇ χαλκῇ τοῦ παλατίου ἔστη ἔμπροσθεν τῆς πύλης πούλπι‐ τον, καὶ εἰς τὸ ἓν μέρος τὸ χρυσοῦν ὄργανον τὸ λεγόμενον πρωτόθαυμα, εἰς δὲ τὸ ἕτερον μέρος σέντζον χρυσοῦν καὶ δι‐
20άλιθον, μέσον δὲ τούτων ὁ χρυσοῦς σταυρὸς καὶ διάλιθος ὁ
μέγας. ὁ δὲ βασιλεὺς ἀποβὰς τοῦ ἵππου εἰσῆλθεν διὰ τοῦ506

507

φρέατος εἰς τὴν ἁγίαν Σοφίαν, καὶ εὐξάμενος ἐξῆλθεν πάλιν διὰ τῆς αὐτῆς πύλης, καὶ πεζεύων ἦλθεν ἐν τῇ χαλκῇ, καὶ ἀ‐ νελθὼν κατεσφραγίσατο ἐπὶ τοῦ σέντζου, καὶ ἔκραξαν τὰ μέρη „εἷς ἅγιος,“ καὶ καθίσας, προσήνεγκαν αὐτῷ τὸ πολίτευμα τῆς
5πόλεως χρυσοῦς βραχιόλους, καὶ λαβὼν τούτους ὁ βασιλεὺς ἐφόρεσεν ἐπὶ τῶν βραχιόνων αὐτοῦ, καὶ ἀπεδέξατο αὐτοὺς εὐχαριστῶν, δημηγορήσας ἀφ’ ἑαυτοῦ τὰ περὶ τῆς ἐπιτυ‐ χίας τοῦ πολέμου. καὶ πάντες ἐπινικίως αὐτὸν εὐφήμησαν· ἀναστὰς δὲ τοῦ σέντζου ἐπέβη τῷ ἵππῳ, καὶ διῆλθε διά τε
10τῶν διαβατικῶν τοῦ Ἀχιλλέως καὶ τῶν πλαγίων τοῦ Ζευ‐ ξίππου, καὶ ἐξῆλθεν εἰς τὸν ἀσκέπαστον ἱππόδρομον, καὶ ὑ‐ ποκάτω τοῦ καθίσματος εἰσελθὼν κατέβη διὰ τῆς δάφνης εἰς τὸν κάτω σκεπαστὸν ἱππόδρομον, καὶ καταβὰς τοῦ ἵππου εἰσ‐ ῆλθεν εἰς τὰ σκῦλα ἐν τῷ παλατίῳ, καὶ ἐγένετο αἴτησις δε‐
15ξίμου. καὶ τῇ ἐπαύριον ἐτελέσθη τὸ δέξιμον, καὶ προετέθη‐ σαν ἀντιλήψεις πλεῖσται ἀναβιβαζόμεναι ἀπὸ τῆς τῶν βασι‐ λικῶν μανδατόρων ἀξίας μέχρι τῆς κυριωνύμου πατρικιότη‐ τος, καὶ δωρεαὶ πλεῖσται τοῖς πολιτάρχαις, καὶ τὸ πολίτευμα παρὰ τοῦ βασιλέως ἐδόθησαν, καὶ ἱππικὰ ἐτελέσθησαν, κἀ‐
20κεῖ πάλιν τοὺς δεσμίους καὶ τὰ λάφυρα ἐθριάμβευσαν, ἐφ’ ἱκανὰς δὲ ἡμέρας ἐκράτησεν ἡ δεξίωσις τῶν δωρεῶν διὰ χει‐
ρῶν τοῦ βασιλέως διδομένων. ἰστέον δὲ καὶ τοῦτο, ὅτι πά‐507

508

λιν ἐκ δευτέρου ἐξελθόντος τοῦ αὐτοῦ Θεοφίλου ἐπὶ φοσσά‐ τον, ἐν τῷ ὑποστρέφειν αὐτὸν καὶ μέλλειν τὴν πόλιν εἰσέρ‐ χεσθαι προσέταξεν τοὺς τῆς πόλεως παῖδας ἐξελθεῖν πάντας εἰς ἀπάντησιν αὐτοῦ μετὰ τῶν ἐξ ἀνθέων κατεσκευασμένων
5στεφάνων, εἰσελθὼν ὁμοίως τοῦ προτέρου σχήματος.508

509

(1t)

ΠΙΝΑΞ ΣΥΝ ΘΕΩι
2tΤΟΥ ΔΕΥΤΕΡΟΥ ΒΙΒΛΙΟΥ.
3αʹ. Ὅσα δεῖ φυλάττειν, καθ’ ἑκάστην ἡμέραν ἀνοίγοντος τοῦ παλατίου, καὶ τῆς καθημερινῆς ἱσταμένης προελεύσεως.
5βʹ. Ὅσα δεῖ παραφυλάττειν ἐν τῇ προελεύσει τῇ καθεκάστῃ κυριακῇ τελουμένῃ. γʹ. Ὅσα δεῖ παραφυλάττειν, τοῦ βασιλέως προβαλλομένου δομέστικον τῶν σχολῶν, ἢ στρατηγοὺς, ἢ δρουγγάριον τῶν πλοΐμων, ἢ σακελλάριον, ἢ τοῦ σακελλίου, ἢ λοι‐
10 ποὺς ὀφφικιαλίους. δʹ. Ὅσα δεῖ παραφυλάττειν ἐπὶ προαγωγῇ ῥαίκτωρος. εʹ. Ὅσα δεῖ παραφυλάττειν ἐπὶ προαγωγῇ συγκέλου. ϛʹ. Ὅσα δεῖ παραφυλάττειν, ὡς τὰ νῦν ἐπιτελεῖται ἡ τοῦ ἁγίου καὶ μεγάλου Κωνσταντίνου ἐτήσιος μνήμη, καὶ τὰ
15 ἐγκαίνια τῶν ἱδρυνθέντων τιμίων σταυρῶν ἐν τῷ νέῳ παλατίῳ τοῦ Βόνου. ζʹ. Ὅσα δεῖ παραφυλάττειν ἐν τῇ ἑορτῇ καὶ προελεύσει τῶν
ἁγίων πάντων.509

510

ηʹ. Ὅσα δεῖ παραφυλάττειν τῇ πρώτῃ τοῦ Αὐγούστου μηνὸς, τοῦ τιμίου καὶ ζωοποιοῦ σταυροῦ ἐξερχομένου. θʹ. Ὅσα δεῖ παραφυλάττειν τῇ ἑορτῇ τῆς κοιμήσεως τῆς ὑπεραγίας Θεοτόκου ἐν βλαχέρναις μηνὶ Αὐγούστῳ ιεʹ.
5ιʹ. Ὅσα δεῖ παραφυλάττειν τῇ δευτέρᾳ τῆς πρώτης ἑβδο‐ μάδος, τοῦ βασιλέως δημηγοροῦντος ἐπὶ τοῦ σιλεντίου τῆς μανναύρας. ιαʹ. Ὅσα δεῖ παραφυλάττειν, τῶν τιμίων σταυρῶν μελλόντων ἐξιέναι τῇ μέσῃ ἑβδομάδι τῆς ἁγίας μʹ.
10ιβʹ. Ὅσα δεῖ παραφυλάττειν, τῶν δεσποτῶν ἀπιόντων λούσα‐ σθαι ἐν βλαχέρναις. ιγʹ. Ὅσα δεῖ παραφυλάττειν ἐπὶ παγανῇ κυριακῇ, ἢ ἐν ἄλλῃ κοινῇ ἡμέρᾳ, μελλόντων τῶν δεσποτῶν ἀπιέναι εἰς τοὺς ἁγίους Ἀποστόλους εἴτε εἰς ἕτερον ναὸν εὔ‐
15 ξασθαι. ιδʹ. Ὅσα δεῖ παραφυλάττειν ἐπὶ χειροτονίᾳ πατριάρχου Κων‐ σταντινουπόλεως. ιεʹ. Ὅσα δεῖ παραφυλάττειν, δοχῆς γινομένης ἐν τῷ μεγάλῳ τρικλίνῳ τῆς μανναύρας, τῶν δεσποτῶν καθεζομένων
20ἐπὶ τοῦ Σολομωντείου θρόνου. περὶ τῆς δοχῆς τῆς γε‐ νομένης ἐν τῷ αὐτῷ τρικλίνῳ ἐπὶ Κωνσταντίνου καὶ Ῥωμανοῦ ἐπὶ τῇ παρουσίᾳ τῶν παρὰ τοῦ Ἀμεριμνῆ
ἀπὸ Ταρσοῦ ἐλθόντων πρέσβεων περὶ τοῦ ἀλλαγίου καὶ510

511

τῆς εἰρήνης, μηνὶ Μαΐῳ λαʹ, ἡμέρᾳ αʹ, ἰνδικτίωνι δʹ. ἐν ᾧ καὶ περὶ τῆς τῶν Ἱσπανῶν δοχῆς καὶ περὶ τοῦ γεγονότος τότε ἱπποδρομίου. ὡσαύτως καὶ περὶ τῆς ἑορ‐ τῆς τῆς τοῦ Κυρίου μεταμορφώσεως καὶ τῆς τοῦ Δε‐
5 λεμίκη δοχῆς. ἔτι τῆς ἡγεμόνος καὶ τῆς ἀρχοντίσης Ἔλγας τῶν Ῥῶς. ὁποίως ταῦτα πάντα ἐτελέσθησαν. ιϛʹ. Ὅσα δεῖ παραφυλάττειν, προερχομένων τῶν ἀρχόντων τῶν δʹ ταγμάτων εἰς τὸν ἱππόδρομον. ιζʹ. Ἀναγόρευσις Ῥωμανοῦ τοῦ Πορφυρογεννήτου υἱοῦ Κων‐
10 σταντίνου βασιλέως. ιηʹ. Ὅσα δεῖ παραφυλάττειν, βρουμαλίου ἐπιτελουμένου, εἴτε τοῦ μεγάλου βασιλέως, εἴτε τοῦ μικροῦ, εἴτε τῆς αὐ‐ γούστης. ιθʹ. Ὅσα δεῖ γενέσθαι, θριάμβου ἐπινικίων τελουμένου ἐν τῷ
15 φόρῳ μετὰ λιτῆς, μέλλοντος τοῦ βασιλέως πατῆσαι Ἀ‐ γαρηνῶν μεγιστάνον. κʹ. Ὅσα δεῖ παραφυλάττειν, θριάμβου τελουμένου ἐπινικίων ἐν τῷ ἱπποδρομίῳ. καʹ. Ὅσα δεῖ παραφυλάττειν, ὅταν τεχθῇ ἄῤῥεν παιδίον τῷ
20 βασιλεῖ. κβʹ. Ὅσα δεῖ παραφυλάττειν ἐπὶ βαπτισμῷ ἄῤῥενος παιδὸς βασιλέως.
κγʹ. Ὅσα δεῖ παραφυλάττειν ἐπὶ κουρεύματι παιδὸς βασιλέως.511

512

κδʹ. Ἐπὶ προαγωγῇ κουβικουλαρέας. ͵κεʹ. Ἐπὶ προαγωγῇ κουβικουλαρίου. κϛʹ. Περὶ τῶν κατὰ διαφόρους καιροὺς συμβάντων γενέσθαι περὶ τῆς παλαιᾶς συνηθείας τῆς τελουμένης ἐν τῇ με‐
5 γάλῃ ἐκκλησίᾳ. κζʹ. Ὅπως Ἡράκλειος ὑπὸ τοῦ ἰδίου πατρὸς ἀπὸ τῆς τοῦ καίσαρος ἀξίας ἀνήχθη εἰς τὸ σχῆμα τῆς βασιλείας, καὶ πῶς Δαβὶδ, ὁ ἀδελφὸς αὐτοῦ, γέγονε καῖσαρ. κηʹ. Περὶ προκένσου ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ.
10κθʹ. Πῶς ἐν ἡμέρᾳ ἱπποδρομίου ἐδέξατο Ἡράκλειος τοὺς τῆς συγκλήτου, παρόντος καὶ τοῦ πατριάρχου. λʹ. Περὶ κηδείας πατριάρχου. λαʹ. Πῶς δεῖ προσφέρειν τὸν βασιλέα ἐν τῇ μεγάλῃ ἐκκλη‐ σίᾳ ἀναθήματα.
15λβʹ. Περὶ αἰτήσεως δεξίμου τῶν δύο μερῶν, ἑορτῆς πα‐ ρούσης. λγʹ. Περὶ προαγωγῆς ἀξιωμάτων ἐν ἡμέρᾳ αἰτησίῳ αὐτο‐ κρατορίας καὶ στεψίμου καὶ γενεθλίου καὶ στεφανώμα‐ τος.
20λδʹ. Περὶ προαγωγῆς ἀξιωμάτων ἐν ἡμέρᾳ αἰτησίῳ γεννή‐ σεως καὶ ἑτέρων τοιούτων.
λεʹ. Περὶ σαξίμου.512

513

λϛʹ. Περὶ εἰσαγωγῆς ἀπὸ ἐπάρχων ἐν ἡμέρᾳ ἱπποδρομίου προβληθέντος ἐν τῷ δεξίμῳ τοῦ αὐτοῦ ἱπποδρομίου. λζʹ. Περί τινων ἀποστατησάντων καὶ πάλιν δουλωθέντων, πῶς ἐδέχθησαν παρὰ τοῦ βασιλέως.
5ληʹ. Περὶ τῆς χειροτονίας Θεοφυλάκτου τοῦ ἁγιωτάτου πα‐ τριάρχου. λθʹ. Περὶ τοῦ πατριάρχου, ὅτι τὸ παλαιὸν ἴδιον εἶχε πραι‐ πόσιτον. μʹ. Περὶ τοῦ τίνι τρόπῳ τῇ ἁγίᾳ καὶ μεγάλῃ κυριακῇ τοῦ
10 πάσχα περιβάλλονται τοὺς λώρους ὅ,τε βασιλεὺς καὶ οἱ μάγιστροι καὶ ἀνθύπατοι καὶ πατρίκιοι. μʹ. * Τὰ ἐν τῷ ναῷ τῆς ὑπεραγίας Θεοτόκου τοῦ Φάρου κείμενα σκεύη καὶ λοιπὰ, καὶ τὰ εἰς τὸν ἅγιον Στέφα‐ νον ἐν τῇ Δάφνῃ.
15μαʹ. Ὅσα εἴδη τῶν ἀλλαξίμων. μβʹ. Ὑπόμνημα ἐν συντόμῳ τῶν βασιλευσάντων βασιλέων ἐν τῇδε τῇ μεγάλῃ καὶ εὐτυχεστάτῃ Κωνσταντινουπόλει ἀπὸ τοῦ μεγάλου καὶ εὐσεβεστάτου καὶ ἁγίου Κων‐ σταντίνου.
20μγʹ. Περὶ τῶν τάφων τῶν βασιλέων τῶν ὄντων ἐν τῷ ναῷ τῶν ἁγίων Ἀποστόλων ἐν τῷ ἡρῴῳ τοῦ ἁγίου καὶ με‐ γάλου Κωνσταντίνου· ἡρῷον τοῦ μεγάλου Ἰουστινιανοῦ. εὐφημία ὑπὸ τῶν στρατοπέδων, νίκης καὶ θριάμβων
ἀγομένων. (ἰστέον δὲ, ὅτι ἡ αὐτὴ εὐφημία ᾄδεται καὶ513

514

παρὰ τοῦ λοιποῦ στρατοπέδου, ἡνίκα φιλοτιμία τις, ἢ μαϊουμᾶς παρὰ τοῦ βασιλέως αὐτοῖς παρασχεθῇ.) ἡ παρὰ τῶν Σάρδων ᾀδομένη εὐφημία τοῖς βασιλεῦσιν. μδʹ. Ἡ γενομένη ἐξώπλισις καὶ ἔξοδος καὶ τὸ ποσὸν τῆς
5 ῥόγας καὶ τοῦ λαοῦ τοῦ ἀποσταλέντος κατὰ τῆς θεο‐ λέστου Κρήτης μετὰ τοῦ πατρικίου Ἡμερίου καὶ λογο‐ θέτου τοῦ δρόμου ἐπὶ Λέοντος τοῦ φιλοχρίστου δε‐ σπότου. μεʹ. Ἡ κατὰ τῆς αὐτῆς θεολέστου Κρήτης γενομένη ἐκστρα‐
10 τεία καὶ ἔξοδος ἐπὶ Κωνσταντίνου καὶ Ῥωμανοῦ τῶν Πορφυρογεννήτων εἰς ἰνδικτίονα ζʹ. μϛʹ. Οἷς ὀφείλει ὁ βασιλεὺς ὀνόμασι τιμᾷν τοῖς μεγιστᾶσιν καὶ πρώτοις τῶν ἐθνῶν. μζʹ. Οἱ τῶν ἀπὸ διαφόρων ἐθνῶν ἐρχομένων πρέσβεων πρὸς
15 τὸν βασιλέα χαιρετισμοί. μηʹ. Τὰ ἄκτα τῶν εἰς τοὺς ἐθνικοὺς γενομένων ἐπιγραφῶν. μθʹ. Εἰσὶν τὰ ἐκτεθέντα δίδοσθαι παρὰ τῶν ὀφειλόντων τιμᾶ‐ σθαι ἔν τε ἀξιώμασι καὶ ὀφφικίοις. καθὼς ὑπῆρχον ἐπὶ Λέοντος τοῦ φιλοχρίστου δεσπότου.
20νʹ. Εἰσὶν αἱ κατὰ τύπον ῥόγαι τῶν στρατηγῶν καὶ κλει‐ σουραρχῶν, καθὼς ἐῤῥογεύοντο ἐπὶ Λέοντος τοῦ φιλο‐
χρίστου δεσπότου.514

515

ναʹ. Ὅσα δεῖ παραφυλάττειν, ὅταν ἐν ὀχήματι προέλθῃ ὁ βασιλεὺς θεωρεῖν τὰ ὀῤῥία τοῦ στρατηγίου. νβʹ. Ἀκριβολογία τῆς τῶν βασιλικῶν κλητωρίων καταστάσεως, καὶ ἑκάστου τῶν ἀξιωμάτων πρόσκλησις καὶ τιμὴ, συν‐
5 ταχθεῖσα ἐξ ἀρχαίων κλητωρολογίων ἐπὶ Λέοντος τοῦ φιλοχρίστου δεσπότου. ἐν ᾧ καὶ περὶ συνηθείας παντὸς ἀξιώματος καὶ πατρικίων κειμένων εἰς τὸ δεύτερον φῦ‐ λον τῶν κλητόρων. νγʹ. Περὶ διανομῶν τῶν εὐσεβιῶν τοῦ βασιλέως ἔν τε τοῖς
10 βρουμαλίοις καὶ στεψίμοις καὶ αὐτοκρατορίαις. νδʹ. Ἐπιφανίου, ἐπισκόπου Κύπρου, ἔκθεσις πρωτοκλησιῶν πατριαρχῶν τε καὶ μητροπολιτῶν καὶ ἀρχιεπισκόπων καὶ ἐπισκόπων. νεʹ. Περὶ τῆς διανομῆς τῶν κομβίων τῶν συνηθειῶν τῶν
15 πατρικίων· περὶ τῶν συνηθειῶν τῶν πραιποσίτων, ὧν λαμβάνουσιν ἐν τοῖς τάγμασι τοῦ ἱπποδρομίου. νϛʹ. Βίος Ἀλεξάνδρου τοῦ Μακεδόνος, καθ’ ἱστορίαν ἔχων φάκτα ϙδʹ. νζʹ. Τοῦ φυσιολόγου ἡ τῶν ἑκάστου θηρίου θαυμαστικὴ ἕ‐
20ξις, πρός τε Θεὸν ἀναγωγὴ, καὶ τῶν ἐν βίῳ εὐαρεστούν‐
των λόγοι νʹ.515

516

Ὁ περὶ τῆς βασιλικῆς καὶ συγκλητικῆς τάξεως λόγος, ἐ‐ πείπερ πολυσχεδής τίς ἐστιν καὶ μὴ ῥᾳδίως τοῖς πολλοῖς κα‐ ταλαμβανόμενος, μεταπιπτόντων πάντως καὶ μεταβαλλομένων ταῖς κατὰ καιροὺς τῶν πραγμάτων μεταποιήσεσι καὶ τῶν τά‐
5ξεων· ὅσα μὲν αὐτῶν συγγραφῆς παρά τισιν ἔτυχεν, οὐκ ἐμμελῶς οὐδὲ κεκριμένως, ἀλλὰ χύδην τε καὶ σποράδην ἐκτε‐ θειμένα, ἐξίτηλά τε ὄντα ἤδη καὶ τῷ γέροντι χρόνῳ συγγε‐ γηρακότα, καὶ ὅσον οὔπω πρὸς ἀνυπαρξίαν περιστήσεσθαι μέλλοντα, ἡμετέραις ἐπιμελείαις φιλοπόνως συναθροισθέντα ἐν
10τῇ πρὸ τῆσδε βίβλῳ εἱρμῷ τινι καὶ τάξει λελογισμένῃ πε‐ ριελήφθη τε καὶ συντέτακται. ὅσα δὲ ἡ παροῦσα βίβλος ἐμπεριέχει, ἔτυχεν μὲν συγγραφῆς ὑπό τινος οὐδαμῶς, εἴτε ἀμελείᾳ τῶν πάλαι, εἴτ’ ἴσως καὶ τῷ μὴ ἐπιτηδείως ἔχειν πρὸς τὰ τοιαῦτα. ταῖς μνήμαις μέντοι διασωζόμενα καὶ πα‐
15ρὰ τῶν πρεσβυτέρων ἀκολούθως τοῖς νεωτέροις παραπεμπό‐ μενα τὸν φθόνον ἤδη διαφυγόντα μέχρις ἡμῶν ἴσχυσε κα‐
ταντῆσαι. οὐ δίκαιον οὖν ᾠήθημεν κόσμον τοσοῦτον τάξεων516

517

ἀσύντακτον παριδεῖν, καὶ, ὅσον δήπου τὸ ἐφ’ ἡμῖν, τὰ τῆς βασιλικῆς δόξης καταλιπεῖν ἀκρωτηριάζεσθαι καίρια. ὡς γὰρ, ἐν σώματί τινι τῆς κεφαλῆς πονηρῶς ἐχούσης, ὅ γε μὴ τὰ πρὸς θεραπείαν πάντα προσαγαγὼν κατὰ τοῦ παντὸς ἔτυ‐
5χε τὸν κίνδυνον ἐπιφέρων, οὕτως οἶμαι καὶ ὁ τοῦ κοινοῦ τοῦδε τῆς καθ’ ἡμᾶς πολιτείας σώματος τῷ μεγαλειοτέρῳ μέρει καὶ ὑπερέχοντι κακῶς ἔχοντι μὴ τὰ πρὸς θεραπείαν τε καὶ ὁλοκληρίαν προσενεγκὼν καὶ τὰ παρὰ τὴν ἀταξίαν κάμνοντα συνάγων καὶ συγκροτῶν τοῦ τε δήμου κοινῇ καὶ
10τῆς πολιτείας ἠμεληκὼς ἔσται καὶ τὸ σύμπαν ἅμα καθῃρη‐ κώς. διὰ ταῦτα δὴ καὶ πρὸς τὴν παροῦσαν συλλογὴν ταύ‐ την καὶ μή τισι πονηθεῖσαν ἄλλοις τῆς τακτικῆς διανέστη‐ μεν μεθόδου, τὴν μὲν βασιλείαν ταύτῃ βασιλικωτέραν καὶ φωβερωτέραν ἀποδεικνύντες· τῷ δὲ συγκλητικῷ πληρώματι
15καὶ παντὶ τῷ ὑπηκόῳ τὸν μετὰ τῆς εὐταξίας βίον καὶ τὴν διαγωγὴν νέμοντες, ὑφ’ ἧς σεμνότεροί τε καὶ κοσμιώτεροι καθιστάμενοι εἶναι ἂν καὶ βασιλεῦσιν ἐπέραστοι, αἰδέσιμοί
τε ἀλλήλοις καὶ παντὶ ἔθνει θαυμαστοὶ καὶ περίδοξοι.517

518

(1t)

ΚΕΦ. αʹ.
2tὍσα δεῖ παραφυλάττειν καθ’ ἑκάστην ἡμέραν, ἀνοίγοντος τοῦ
3tπαλατίου καὶ τῆς καθημερινῆς ἱσταμένης προελεύσεως.
4Μετὰ τὴν τοῦ ὄρθρου ἀπόλυσιν κατέρχεται ὁ ἑταιρει‐
5άρχης μετὰ τῶν ἀρχόντων τῆς ἑταιρείας καὶ τῶν τῆς ἑται‐ ρείας ἑβδομαρίων, ὁμοίως καὶ ὁ παπίας μετὰ τῶν ἑβδομα‐ ρίων διαιταρίων καὶ τοῦ πριμικηρίου αὐτῶν, καὶ ἀνοίγουσιν τὴν ἐλεφαντίνην, καὶ εἰσέρχονται οἱ παρεβδομάριοι τῆς ἑται‐ ρείας, καὶ ἀνέρχονται διὰ τοῦ κοχλιοῦ, καὶ κατέρχονται
10τοῦ κοχλιοῦ τοῦ κατάγοντος εἰς τὴν γανωτὴν πύλην τὴν εἰσ‐ άγουσαν εἰς τὸν λαυσιακὸν, καὶ δι’ αὐτῆς τῆς πύλης εἰσέρ‐ χονται εἰς τὸν λαυσιακόν. ὁ δὲ ἑταιρειάρχης μετὰ τοῦ πα‐ πίου ἀλλάσσουσιν τὰ ἑαυτῶν σκαραμάγγια, καὶ μετὰ διαι‐ ταρίων διέρχονται διὰ τοῦ χρυσοτρικλίνου καὶ τοῦ ὡρολο‐
15γίου, καὶ ἀνοίγουσιν τὴν ἐξάγουσαν πύλην ἀπὸ τοῦ ὡρολο‐ γίου εἰς τὸν λαυσιακόν. εἶθ’ οὕτως μετὰ τῶν μαγλαβιτῶν καὶ τῶν παρεβδομαρίων τῆς ἑταιρείας ἀνοίγουσι τὸν Ἰουστι‐ νιανοῦ τρίκλινον καὶ τὰ σκύλα καὶ τὴν ἐξάγουσαν εἰς τὸν ἱππόδρομον πύλην, καὶ οἱ μὲν τῆς μέσης ἑταιρείας ἐῶνται
20καθέζεσθαι εἰς τὰ σκύλα. ὁ δὲ ἑταιρειάρχης καὶ ὁ παπίας518

519

καὶ οἱ τῆς μεγάλης ἑταιρείας μετὰ τῶν διαιταρίων ὑποστρέ‐ φουσιν, καὶ ὁ μὲν ἑταιρειάρχης ἐρχόμενος καθέζεται εἰς τὸν λαυσιακὸν πρὸ τῆς χαλκῆς πύλης τῆς ἀνοιγούσης εἰς τὸ μα‐ γειρεῖον. ὁ δὲ παπίας εἰσέρχεται εἰς τὸν χρυσοτρίκλινον,
5καὶ τίθησι τὰ κλειδία εἰς τὸ σκάμνον τὸ ἱστάμενον ἔνδον τοῦ βήλου τῆς πρὸς δύσιν ἀριστερᾶς καμάρας. δύο δὲ διαιτά‐ ριοι μετὰ μαγλαβίτου ἀπέρχονται, καὶ ἀνοίγουσιν τά τε ἀ‐ σηκρητεῖα καὶ τὴν ἐξάγουσαν εἰς τὸ εἰδικὸν πύλην· οἱ δὲ τοῦ κοιτῶνος ἑβδομάριοι αἴρουσιν ἀπὸ τοῦ βεστιαρίου τὸ τοῦ
10βασιλέως σκαραμάγγιον, καὶ ἀποφέροντες τιθέασιν αὐτὸ εἰς τὸ σκάμνον τὸ ἔξω τῶν ἀργυρῶν πυλῶν τοῦ κοιτῶνος ἱστά‐ μενον, δηλονότι τῶν ἐξαγόντων εἰς τὸν χρυσοτρίκλινον. (B.) Καὶ τῆς πρώτης ὥρας πληρουμένης, ἔρχεται ὁ τῶν διαιτα‐ ρίων πριμικήριος, καὶ κρατῶν τὸ τοῦ ῥωμανησίου κλεῖθρον
15κρούει τρίτον ἐπὶ τῆς ἀργυρᾶς ἐκείνης θύρας, καὶ εὐθέως, κελεύοντος τοῦ βασιλέως, εἰσάγουσιν οἱ κοιτωνῖται τὸ σκα‐ ραμάγγιον καὶ περιβάλλεται τοῦτο ὁ βασιλεὺς, καὶ ἐξερχόμε‐ νος εἰσέρχεται εἰς τὸν χρυσοτρίκλινον, καὶ ἵσταται ἐν τῇ κα‐ τὰ ἀνατολὰς κόγχῃ, ἐν ᾗ καὶ ἡ θεανδρείκελος τοῦ κυρίου
20ἡμῶν καὶ Θεοῦ ἐστηλογράφηται εἰκὼν, καὶ τῷ Θεῷ τὰς συν‐ ήθεις εὐχὰς ἀποδοὺς καὶ μετάνοιαν βαλὼν, τὸ δουλικὸν πρὸς
Θεὸν δείκνυσι σέβας, καὶ εἶθ’ οὕτως καθέζεται ἐν τῷ ἐκεῖσε519

520

ἱσταμένῳ χρυσῷ σελλίῳ, καὶ λέγει πρὸς τὸν παπίαν, αὐτοῦ δηλονότι τοῦ παπίου καὶ τοῦ δευτέρου ἱσταμένων εἰς τὸ πρὸς δύσιν δεξιὸν βῆλον, πλησίον τοῦ συρτοῦ βήλου „τὸν λογο‐ θέτην.“ καὶ εὐθέως ἐξερχόμενος ὁ παπίας εἰς τὸν λαυσια‐
5κὸν, ἔνθα οἱ μαγλαβῖται ἵστανται, λέγει τὸν ἀδμινσουνάλιον ἀπελθόντα εἰσάξαι τὸν λογοθέτην. ὁ δὲ ἀπερχόμενος εἰς τὰ ἀσηκρητεῖα εἰσάγει τὸν λογοθέτην προπορευόμενος αὐτοῦ. ὁ δὲ παπίας ἀνιστάμενος ἀπὸ τοῦ τῶν μαγλαβιτῶν σκάμνου, ἀναλαμβάνεται τὸν λογοθέτην προπορευόμενος αὐτοῦ, καὶ
10εἰσάγει αὐτὸν εἰς τὸν χρυσοτρίκλινον. καὶ δὴ τοῦ λογοθέτου εἰσελθόντος ἔνδον τοῦ βήλου, πίπτει ἐπ’ ἐδάφους προσκυνῶν, καὶ εὐθέως ἀνέρχεται πρὸς τὸν βασιλέα. ἰστέον, ὅτι, τοῦ λογοθέτου ἐξερχομένου καὶ πάλιν εἰσερχομένου, οὐ προσκυ‐ νεῖ. ἰστέον, ὅτι οἷόν τινα ἄρχοντα ἢ συγκλητικὸν κελεύει ὁ
15βασιλεὺς θεάσασθαι, εἰσερχόμενος ὁ τοιοῦτος πίπτει καὶ προσκυνεῖ καὶ ἐξέρχεται. εἰ δὲ πάλιν βουληθῇ τοῦτον θεά‐ σασθαι ὁ βασιλεὺς, ἐν τῷ εἰσέρχεσθαι τοῦτον οὐ προσκυ‐ νεῖ. ἰστέον, ὅτι ἐν ταῖς μεγάλαις ἡμέραις, εἰ οὐκ ἔστιν ἡ
ἐπείγουσα καὶ συνέχουσα δουλεία εἰς τὴν τῶν δημοσίων πρα‐520

521

γμάτων ἀντίληψιν, δίδονται μίνσαι, ὥρας τρίτης πληρουμέ‐ νης. ἰστέον, ὅτι, τῆς ὥρας καταλαβούσης, ὅτε μέλλουσιν γίνεσθαι μίνσαι, λέγει ὁ βασιλεὺς πρὸς τὸν παπίαν· „ἄ‐ πελθε, ποίησον μίνσας.“ καὶ εὐθέως αἴρων ὁ παπίας ἀπὸ
5τοῦ σκάμνου τὰ κλειδία, ἐξερχόμενος ταῦτα διασείει, ὥστε τῇ τούτων διασείσει κτύπον ἀποτελεῖσθαι, ἵνα διὰ τοῦ κτύ‐ που γνῶσι πάντες, ἐξέρχεσθαι τὸν παπίαν ποιῆσαι μίνσας. ἰστέον, ὅτι ταῖς καθημεριναῖς ὁ βασιλεὺς ἐν τῷ πρὸς ἀνατο‐ λὰς δεξιῷ μέρει τοῦ θρόνου ἐν τῷ ἐκεῖσε ἱσταμένῳ χρυσῷ
10σελλίῳ καθέζεται ἀπὸ σκαραμαγγίου ἄνευ τοῦ χρυσοπερικλεί‐ στου σαγίου· ἐν δὲ ταῖς κυριακαῖς ἐν τῷ ἀριστερῷ μέρει τοῦ αὐτοῦ θρόνου ἐν τῷ ἐκεῖσε ἱσταμένῳ βλαττοστρώτῳ κα‐ θέζεται σελλίῳ, περιβεβλημένος καὶ τὸ χρυσοπερίκλειστον σα‐ γίον. καὶ πρὸ τοῦ εἰσελθεῖν τὸν λογοθέτην εἰσέρχονται οἱ
15τοῦ χρυσοτρικλίνου· εἰσάγει δὲ τούτους ὁ παπίας, καὶ ἵ‐ στανται ἔνδον τοῦ συρτοῦ πρὸς δύσιν βήλου. ἰστέον, ὅτι, εἰ βουληθῇ θεάσασθαι ὁ βασιλεὺς ἐθνικούς τινας, ἐν τῷ αὐτῷ ἀριστερῷ μέρει τοῦ θρόνου καθέζεται, περιβεβλημένος καὶ τὸ χρυσοπερίκλειστον σαγίον, καὶ προεισέρχονται ὁμοίως οἱ τοῦ
20χρυσοτρικλίνου, καὶ ἵστανται, ὡς εἴρηται. ἰστέον, ὅτι ταῖς κυριακαῖς οἵ τε μάγιστροι καὶ πατρίκιοι καὶ ὀφφικιάλιοι με‐ τὰ σαγίων ῥοῆς εἰσέρχονται εἰς τὴν προέλευσιν, ταῖς δὲ κα‐
θημεριναῖς ἀπὸ σκαραμαγγίων. ἰστέον, ὅτι, εἰ βουληθῇ ὁ521

522

βασιλεὺς ταῖς καθημεριναῖς ἡμέραις τούς τε μαγίστρους καὶ πατρικίους θεάσασθαι, μετὰ σαγίων ῥοῆς εἰσέρχονται εἰς τὸν βασιλέα. οἱ δὲ ὀφφικιάλιοι ταῖς μὲν κυριακαῖς μετὰ τῶν αὐτῶν ῥοῆς σαγίων, ταῖς δὲ καθημεριναῖς ἀπὸ σκαραμαγγί‐
5ων. ἰστέον, ὅτι, δοχῆς ἐν τῷ χρυσοτρικλίνῳ γινομένης πρὸς τὸ θεάσασθαι τὸν βασιλέα ἐθνικούς τινας, εἰ οὐ βουληθῇ στεφθῆναι, περιβάλλεται ἐν τῇ κεφαλῇ τὸν στέφανον τὸ λε‐ γόμενον καισαρίκιον καὶ τὸ δι’ ὅλου χρυσοΰφαντον σαγίον τὸ ἀπὸ μαργάρων ἠμφιεσμένον ἐν ταῖς ὄρναις. ἰστέον, ὅτι καὶ
10εἰδικώτερον εἰ βουληθῇ συντυχεῖν ὁ βασιλεὺς Σαρακηνοὺς με‐ γιστάνας, τῷ αὐτῷ σχήματι τούτους ὁρᾷ. ἰστέον, ὅτι κατὰ τύπον καὶ τὴν τάξιν τῆς πρωϊνῆς γίνεται ἡ ἀκολουθία καὶ δείλης, ἀνοίγοντος τοῦ παλατίου. χρὴ δὲ εἰδέναι, ὅτι τὸ μὲν πρωῒ πάντες προέρχονται ἀπὸ σκαραμαγγίων, δείλης δὲ ἀπὸ
15ἐσωφοροκολοβίων. ἰστέον, ὅτι μάγιστρος ἢ πατρίκιος ἢ στρα‐ τηγὸς, εἴτε εἰς ταξείδιον ἢ βασιλικὴν δουλείαν, εἴτε καὶ εἰς ἰδίαν αὐτοῦ ὑπάρχων, ἐν τῷ ἀποσυνοψίζεσθαι τοὺς δεσπότας οὐκ εἰσέρχεται μετὰ σαγίου, ἀλλ’ ἀπὸ σκαραμαγγίου καὶ μόνον.
19tΚΕΦ. βʹ.
20tὍσα δεῖ παραφυλάττειν ἐν τῇ προελεύσει τῇ καθεκάστῃ κυριακῇ
21tτελουμένῃ.
22Ὑπομιμνήσκει ὁ τῆς καταστάσεως τῷ πραιποσίτῳ, εἰ ἄ‐522

523

ρα κελεύει ὁ βασιλεὺς στῆναι προέλευσιν. ὁ δὲ πραιπόσιτος λέγει τῷ κατὰ τὴν ἡμέραν παραδυναστεύοντι. ὁ δὲ ὑπομι‐ μνήσκει τὸν βασιλέα, καὶ εἰ κελεύει ὁ βασιλεὺς στῆναι τὴν προέλευσιν, ἐξέρχεται ὁ πραιπόσιτος καὶ ὁρίζει τὸν τῆς κα‐
5ταστάσεως περὶ τούτου. καὶ μετὰ τὸ ἀπολῦσαι τὴν θείαν λει‐ τουργίαν ἐν τῷ λαυσιακῷ, ὅσους πρωτοσπαθαρίους κλητωρεύ‐ σει ὁ κατὰ τὴν ἡμέραν κλητωρεύων ἀρτοκλίνης, εἰσέρχονται καὶ καθέζονται ἐν τῷ λαυσιακῷ· οἱ δὲ λοιποὶ καθέζονται ἐν τῷ Ἰουστινιανοῦ. ἐξέρχεται δὲ σιλεντιάριος ἐν τῷ Ἰουστι‐
10νιανοῦ τρικλίνῳ, καὶ λέγει μεγάλως „κελεύσατε,“ καὶ ἐξέρ‐ χονται πάντες οἱ βασιλικοὶ, καὶ ἀπέρχονται ἕκαστος εἰς τὰ ἴδια. οἱ δὲ μάγιστροι καὶ πατρίκιοι καὶ ὀφφικιάλιοι καθέ‐ ζονται εἰς τὰ σκύλα ἅμα τοῦ δρουγγαρίου τῆς βίγλης, ὁ δὲ ἀκόλουθος ἵσταται ἀποβλέπων πρὸς τὴν πύλην τοῦ Ἰουστινι‐
15ανοῦ τρικλίνου, ἐν ᾧ κρέμαται τὸ ταγηνάριον βῆλον, εἰ ἄρα συνέφθασεν ὁ τῆς καταστάσεως ἅμα τῶν σιλεντιαρίων τοῦ στῆναι ἔξω τοῦ αὐτοῦ βήλου κονσιστώριον. ὁ δὲ τῆς κατα‐ στάσεως μετὰ τοῦ ὀστιαρίου, φοροῦντες καμίσιον καὶ παρα‐ γαύδιον, προσκυνοῦσιν ἀμφότεροι τῷ πραιποσίτῳ, καὶ ὁ μὲν
20ὀστιάριος μετὰ τὸ εἰσελθεῖν αὐτὸν ἐν τῷ ταγηναρίῳ βήλῳ ἵ‐ σταται ἔνδοθεν, δεικνύων τὴν κεφαλὴν αὑτοῦ πρὸς τὸν δρουγ‐
γάριον τῆς βίγλης. ὁ δὲ τῆς καταστάσεως καὶ ὁ σιλεντιάριος523

524

ἵστανται, καθὼς ἔχει ὁ τύπος, νεύοντες τῷ ἀκολούθῳ τοῦ εἰσ‐ ελθεῖν. ὁ δὲ δρουγγάριος εἰσέρχεται φορῶν τὸ ἑαυτοῦ σπα‐ θίον, καὶ τῇ δεξιᾷ χειρὶ κρατῶν τό,τε μαγλάβιον καὶ τὸ τζι‐ κούριον ἐπικείμενον τῷ δεξιῷ αὐτοῦ ὤμῳ. ἡνίκα δὲ ἔλθῃ ἐν
5τῷ μεγάλῳ τρικλίνῳ τοῦ Ἰουστινιανοῦ, προσκυνεῖ εἰς ἓν ἕκα‐ στον τῶν μεγάλων ὀμφαλίων τόν τε τῆς καταστάσεως καὶ τοὺς σιλεντιαρίους, καὶ ἵσταται ἄνω ἀποβλέπων πρὸς τὸ δυ‐ τικὸν μέρος, ἤγουν πρὸς τὰ σκύλα, καὶ παραυτίκα λαμβάνει νεῦμα ὁ ἀκόλουθος καὶ λέγει τοῖς μαγίστροις „κελεύσατε·“
10οἱ μάγιστροι καὶ πατρίκιοι, προσκυνοῦντες τόν τε δρουγγά‐ ριον καὶ τὸν τῆς καταστάσεως ἅμα τῶν σιλεντιαρίων καὶ καθέζονται εἰς τὰ σκάμνα. καὶ πάλιν λαμβάνει νεῦμα ὁ ἀ‐ κόλουθος παρὰ τοῦ τῆς καταστάσεως, καὶ λέγει „κελεύσατε, σεκρετικοί.“ καὶ εἰσέρχονται οἱ χαρτουλάριοι τοῦ γενικοῦ καὶ
15τοῦ στρατιωτικοῦ καὶ οἱ ἀντιγραφεῖς, φοροῦντες σαγία ῥοῆς, προσκυνοῦντες καὶ αὐτοὶ κάτω ἐν τῷ τυμπανέῳ τοῦ Ἰουστινιανοῦ, καὶ καθέζονται καὶ αὐτοὶ εἰς τὰ σκάμνα. καὶ πάλιν λαμβάνει νεῦμα ὁ ἀκόλουθος παρὰ τοῦ τῆς καταστά‐ σεως, καὶ προσκαλεῖται τοὺς δʹ τῶν ταγμάτων τοποτηρητὰς,
20χαρτουλαρίους, κόμητας τῶν σχολῶν, σκρίβωνάς τε καὶ λοι‐ ποὺς μεγάλους ἄρχοντας, καὶ τῶν νουμέρων καὶ τειχέων.
χρὴ δὲ εἰδέναι, ὅτι, τῶν δʹ ταγμάτων ἐν τῇ πόλει μὴ ὄντων,524

525

προσκαλεῖται τοὺς τοποτηρητὰς καὶ χαρτουλαρίους τῶν νου‐ μέρων καὶ τειχέων καὶ τοὺς ἄρχοντας τοῦ ἀριθμοῦ, καὶ εἰσ‐ έρχονται ἀπὸ σκαραμαγγίων, φοροῦντες τὰ ἑαυτῶν σπαθία, καὶ ἵστανται ἐπ’ εὖρος τοῦ αὐτοῦ τρικλίνου, καὶ τὰς χεῖρας
5δεδεμένας ἔχοντες καὶ σιωπῇ χρώμενοι. καὶ ὅτε πάντα ταῦ‐ τα τελεσθῶσιν, ἐξέρχεται ὁ ἀρτοκλίνης φορῶν σπαθίον μετὰ τοῦ τῆς καταστάσεως καὶ τοῦ ὀστιαρίου, καὶ ἔρχονται ἀμφό‐ τεροι εἰς τὸν πραιπόσιτον, ὑπομιμνήσκοντες αὐτῷ τοῦ γενέ‐ σθαι μίνσαι. ὁ δὲ αὐτὸς ἀρτοκλίνης μέλλων ἐξέρχεσθαι, προσ‐
10κυνεῖ τὸν δρουγγάριον τῆς βίγλης, εἶτα κράζει ἐν τῷ τοῦ κλητωρίου τομαρίῳ κατ’ ὄνομα οὓς ὀφείλει κλητωρεῦσαι, καὶ παρ’ αὐτὰ ἐκβάλλει ὁ δρουγγάριος τὸ σπαθίον αὐτοῦ, ἐξέρχε‐ ται δὲ καὶ ὁ παπίας τῇ χειρὶ σείων τὰς κλεῖς, καὶ εὐθέως λέγει ὁ σιλεντιάριος τὸ „κελεύσατε,“ καὶ λύεται ἡ προέλευ‐
15σις, καὶ ἀπέρχεται ἕκαστος οἴκαδε.
16tΚΕΦ. γʹ.
17tὍσα δεῖ παραφυλάττειν, τοῦ βασιλέως προβαλλομένου δομεστίκους
18tτῶν σχολῶν ἢ στρατηγοὺς ἢ δρουγγάριον τῶν πλοΐμων ἢ γενικὸν
19tἢ σακελλάριον ἢ τοῦ σακελλίου ἢ λοιποὺς ὀφφικιαλίους.
20Κελεύει ὁ βασιλεὺς τὸν λογοθέτην εἰσάξαι τὸν ὀφειλό‐525

526

μενον προβληθῆναι. ὁ δὲ λογοθέτης ἐξερχόμενος εἰσάγει αὐ‐ τὸν ἀπὸ σκαραμαγγίου. εἰ δέ ἐστιν ἡμέρα ἀλλαξίμων, ἐὰν ἄρα καί ἐστιν ὀφφικιάλιος, εἰσάγει αὐτὸν μετὰ τῶν ἰδίων ἀλλαξίμων. καὶ γενόμενος ἔνδον τοῦ συρτοῦ βήλου τοῦ χρυ‐
5σοτρικλίνου, πίπτει ἐπ’ ἐδάφους, προσκυνῶν τὸν βασιλέα, εἶ‐ τα ἀνιστάμενος καὶ τούτου προπορευόμενος ὁ λογοθέτης, ἔρ‐ χεται καὶ ἵσταται ἀπὸ ὀλίγου διαστήματος τοῦ βασιλέως. ὁ δὲ βασιλεὺς παραινεῖ αὐτὸν τοῦ μετὰ φόβου θεοῦ καὶ ἀλη‐ θείας καὶ δικαιοσύνης τὴν ἐμπιστευομένην αὐτῷ διέπειν καὶ
10ἰθύνειν δουλείαν, καὶ τὸ ἀδωροδόκητον καὶ ἀπροσωπόληπτον ἔχειν εἰς τοὺς ὑπηκόους, καὶ ἄλλα, ὅσα ἁρμόζει τοῖς τοιαύτας ἐπιστασίας ἐμπιστευομένοις. εἰ δὲ τύχῃ εἶναι ἢ δομέστικον τῶν σχολῶν ἢ στρατηγὸν ἢ ἕτερόν τινα τῶν ἐν τοῖς στρατιω‐ τικοῖς καταλεγομένων τάγμασιν, τὰ πρὸς ἀνδρείαν καὶ γεν‐
15ναιότητα ἐπαλείφοντα καὶ διεγείροντα παραινεῖ. τοῦ δὲ πρὸς ταῦτα προσαπολογουμένου τὰ δέοντα, λέγει πρὸς αὐτὸν ὁ βα‐ σιλεύς· „ἐπὶ ὀνόματι τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁ‐ γίου πνεύματος προβάλλεταί σε ἡ ἐκ Θεοῦ βασιλεία μου δο‐ μέστικον τῶν θεοφυλάκτων σχολῶν.“ καὶ εὐθέως πίπτει ἐπ’
20ἐδάφους καὶ προσκυνεῖ, εἶτα φιλεῖ τοὺς πόδας τοῦ μεγάλου βασιλέως, καὶ εἶθ’ οὕτως τοῦ μικροῦ, καὶ ἐξάγεται ὑπὸ τοῦ
λογοθέτου εἰς τὸ ὡρολόγιον, ἤτοι εἰς τὸν πόρτικα τοῦ χρυ‐526

527

σοτρικλίνου. καὶ παραδίδωσιν αὐτὸν ὁ λογοθέτης τοῖς πραι‐ ποσίτοις λέγων· „οἱ βασιλεῖς ἡμῶν οἱ ἅγιοι θεόθεν ὁδηγη‐ θέντες προεβάλλοντο τοῦτον δομέστικον τῶν σχολῶν.“ καὶ ἐπεύχονται οἱ πραιπόσιτοι κατὰ τὸ εἰωθὸς τοὺς δεσπότας, καὶ
5ἀναλαμβάνονται αὐτὸν, καὶ ἐξάγουσιν ἐν τῷ λαυσιακῷ, καὶ λέγει πρὸς πάντας ὁ πρωτοπραιπόσιτος· „οἱ βασιλεῖς ἡμῶν οἱ ἅγιοι θεόθεν ὁδηγηθέντες προεβάλλοντο τοῦτον δομέστικον τῶν σχολῶν.“ καὶ πάντες ἐπεύχονται τὸ πολυχρόνιον. ἰστέον, ὅτι καὶ εἰς στρατηγῶν προβολὴν καὶ εἰς σεκρετικῶν καὶ λοι‐
10πῶν ἡ αὐτὴ τάξις καὶ ἀκολουθία φυλάττεται, πλὴν ἐπὶ μὲν τῷ δομεστίκῳ τῶν σχολῶν καὶ τῷ δρουγγαρίῳ τῶν πλοΐμων λέγει ὁ βασιλεύς· „ἐν ὀνόματι πατρὸς, υἱοῦ καὶ ἁγίου πνεύματος·“ ἐπὶ δὲ στρατηγῶν καὶ σεκρετικῶν καὶ λοιπῶν λέγει· „ἐπὶ ὀνόμα‐ τι κυρίου.“ εἶθ’ οὕτως ἀναλαμβάνεται αὐτὸν ὁ τῆς καταστάσεως,
15καὶ ἐξάγει αὐτὸν εἰς τὸν ἱππόδρομον λέγων· „οἱ βασιλεῖς ἡμῶν οἱ ἅγιοι“ καὶ τὰ ἑξῆς. καὶ ταῦτα μὲν ἐπὶ τῶν δομεστίκων καὶ στρατηγῶν· ἐπὶ δὲ τῶν σεκρετικῶν ἡ αὐτὴ τάξις φυ‐ λάττεται, πλὴν ἀπὸ τοῦ ἱπποδρόμου ἀναλαμβάνεται τὸν προ‐ βληθέντα ὁ τῆς καταστάσεως, καὶ ἀποφέρει αὐτὸν ἐν τῷ ἰ‐
20δίῳ σεκρέτῳ. αὕτη ἡ τάξις καὶ ἐπὶ δομεστίκων καὶ στρατη‐ γῶν καὶ σεκρετικῶν φυλάττεται, καθὼς εἴρηται, πλὴν τοῦ
ὑπάρχου. τὸν γὰρ ὕπαρχον ὁ πραιπόσιτος ἐξάγει εἰς τὸν527

528

ὀνόποδα, καὶ παραδίδωσιν αὐτὸν τῇ πολιτείᾳ ὕπαρχον καὶ πατέρα πόλεως.
3tΚΕΦ. δʹ.
4tὍσα δεῖ παραφυλάττειν ἐπὶ προαγωγῇ ῥαίκτωρος.
5Ἐν ἡμέρᾳ ἀλλαξίμων προσκαλεῖται ὁ βασιλεὺς τοὺς πραι‐ ποσίτους, καὶ κελεύει τοῦ εἰσάξαι τὸν ὀφείλοντα προβληθῆναι ῥαίκτωρα. ἰστέον, ὅτι, εἰ οὐκ ἔστιν ἡμέρα ἀλλαξίμων, καὶ θέλει ὁ βασιλεὺς προβαλέσθαι ῥαίκτωρα, ἀφ’ ἑσπέρας μηνύ‐ εται ὁ πραιπόσιτος, καὶ προέρχεται πᾶσα ἡ σύγκλητος μετὰ
10ἀλλαξίμων. τούτου δὲ εἰσαγομένου παρὰ τῶν πραιποσίτων καὶ πλησίον τοῦ βασιλέως ἑστῶτος, λέγει πρὸς αὐτὸν ὁ βα‐ σιλεύς· „ἐν ὀνόματι πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύμα‐ τος προβάλλεταί σε ἡ ἐκ Θεοῦ βασιλεία ἡμῶν ῥαίκτωρα·“ καὶ ἐπιδίδει αὐτὸν ὁ βασιλεὺς ἱμάτιον τὸ καλούμενον ῥαι‐
15κτωρίκιον. ἰστέον, ὅτι ὁ πραιπόσιτος ἐπιδίδωσι τὸν βασιλέα τὸ ἱμάτιον. ἐστὶν δὲ τὸ τοιοῦτον δίασπρον, ἔχον φιάλιον σε‐ μνὸν χρυσοΰφαντον, πλάτος ἔχον ὡσεὶ δακτύλων δʹ, καὶ μι‐ κρόν τι ἐπὶ τοῖς ὤμοις ἐπεκτεινόμενον μετὰ καὶ ἀκρομανί‐
κων χρυσοϋφάντων σεμνῶν καὶ ὄρνας χρυσοϋφάντου. γονά‐528

529

τεια δὲ οὐκ ἔχει, καθὼς καὶ τὰ τῶν εὐνούχων πρωτοσπαθα‐ ρίων καὶ τὰ τῶν μαγίστρων στιχάρια. καὶ τοῦτο ἐκ χειρὸς τοῦ βασιλέως δεξάμενος ἐπὶ τῆς γῆς προσκυνεῖ, καὶ φιλεῖ τοὺς πόδας τοῦ βασιλέως καὶ τὰ γόνατα, ὁμοίως καὶ τοῦ μι‐
5κροῦ βασιλέως· καὶ μετὰ ταῦτα ἐξάγουσιν αὐτὸν οἱ πραι‐ πόσιτοι εἰς τὸ βῆλον τὸ πρὸς τὸ ἀριστητήριον, ἤγουν ἔμπρο‐ σθεν τοῦ κοιτῶνος, κἀκεῖσε ἐνδύουσιν αὐτὸν τὸ τοιοῦτον ἱμά‐ τιον, καὶ πάλιν εἰσάγουσιν αὐτὸν εἰς τὸν βασιλέα, καὶ πί‐ πτων προσκυνεῖ καὶ φιλεῖ τοὺς πόδας καὶ τὰ γόνατα τοῦ με‐
10γάλου βασιλέως, ὁμοίως καὶ τοῦ μικροῦ, καὶ ἐπιδίδει αὐτὸν ὁ βασιλεὺς τὸ χρυσοπερίκλειστον μαντίον, καὶ περιβάλλεται αὐτὸ παρὰ τοῦ πραιποσίτου, καὶ πάλιν πίπτων προσκυνεῖ καὶ φιλεῖ τοὺς πόδας καὶ τὰ γόνατα τοῦ μεγάλου βασιλέως, ὁμοίως καὶ τοῦ μικροῦ. εἶτα ἐπιδίδωσιν αὐτὸν ὁ βασιλεὺς
15μαφόριον ὀξὺν πορφυροῦν, ἔχον δι’ ὅλου χρυσοκέντητα ῥόδα δίκην λουπηναρίων. ἰστέον, ὅτι καὶ τὸ μαντίον καὶ τὸ μα‐ φόριον ὁ πραιπόσιτος ἐπιδίδει τὸν βασιλέα. τὸ δὲ τοιοῦτον μαφόριον ἐν τῇ προβολῇ πρὸς ἅπαξ καὶ μόνον. οὐ περιβάλ‐ λεται δὲ οὔτε ἐν τῇ προελεύσει, οὔτε ἐν ἄλλῃ ᾗτινι ἂν οὖν
20ἡμέρᾳ. καὶ περιβάλλεται τὸ τοιοῦτο μαφόριον παρὰ τῶν πραιποσίτων ἀπὸ τῆς κεφαλῆς, ὥστε τὸ πᾶν αὐτοῦ σῶμα συγ‐ καλύπτεσθαι ὑπὸ τοῦ τοιούτου μαφορίου. καὶ πάλιν πίπτων προσκυνεῖ καὶ φιλεῖ τοὺς πόδας καὶ τὰ γόνατα τοῦ μεγάλου
βασιλέως, ὁμοίως καὶ τοῦ μικροῦ, καὶ εἶθ’ οὕτως ἐξάγουσιν529

530

αὐτὸν οἱ πραιπόσιτοι διὰ τοῦ ὡρολογίου εἰς τὸν λαυσιακὸν, καὶ ἀπευχαριστεῖ πᾶσα ἡ σύγκλητος τὸν βασιλέα, καὶ ἀσπά‐ ζεται αὐτὸν, καὶ συγκαθέζεσθαι δεῖ αὐτὸν ἐν τῷ λαυσιακῷ τοῖς πραιποσίτοις ἐν τῇ ἰδίᾳ αὐτοῦ τάξει. ἰστέον, ὅτι ἀεὶ ὁ
5ῥαίκτωρ τοῖς πραιποσίτοις συγκαθέζεται ἐν τῇ προελεύσει τοῦ λαυσιακοῦ καὶ ἐν ταῖς λοιπαῖς προελεύσεσι.
7tΚΕΦ. εʹ.
8tὍσα δεῖ παραφυλάττειν ἐπὶ προαγωγῇ συγκέλλου.
9Κελεύει ὁ βασιλεὺς τῷ παραδυναστεύοντι, καὶ εἰσάγει
10τὸν ὀφειλόμενον προβληθῆναι σύγκελλον, καὶ ἅμα τῷ εἰσιέναι αὐτὸν προσκυνεῖ τὸν βασιλέα, εἶτα πλησιάζει τῷ βασιλεῖ, καὶ λέγει πρὸς αὐτὸν ὁ βασιλεὺς, ὅσα καὶ βούλεται. καὶ εἶθ’ οὕ‐ τως λέγει· „ἐπὶ ὀνόματος πατρὸς, υἱοῦ καὶ ἁγίου πνεύμα‐ τος προβάλλεταί σε ἡ ἐκ Θεοῦ βασιλεία ἡμῶν σύγκελλον.“
15ὁ δὲ πίπτει, καὶ φιλεῖ τοὺς πόδας τοῦ μεγάλου βασιλέως, ὁ‐ μοίως καὶ τοῦ μικροῦ, καὶ παραδίδωσιν αὐτὸν ὁ βασιλεὺς κοιτωνίταις, καὶ ἀποστέλλει αὐτὸν πρὸς τὸν πατριάρχην, καὶ δηλοῖ αὐτὸν, ὡς ὅτι „ἡ βασιλεία ἡμῶν προεβάλετο τοῦτον σύγκελλον.“ ὁ δὲ πατριάρχης κατὰ τὸ εἰωθὸς ἀπευχαριστεῖ
20τὸν βασιλέα, καὶ εὐθέως σφραγίζει τὸν προβληθέντα σύγκε‐530

531

λον, καὶ προσκαλεῖται τοὺς μητροπολίτας καὶ ἀρχιεπισκόπους τοὺς κατὰ τὸν τότε καιρὸν ἐνδημοῦντας τῇ πόλει, καὶ λέγει πρὸς αὐτούς· „ὁ βασιλεὺς ἡμῶν ὁ ἅγιος θεόθεν ὁδηγηθεὶς τοῦτον προεβάλετο σύγκελλον·“ καὶ ἀπευχαριστῶσι πάντες
5καὶ ἐξέρχονται. εἶτα κελεύει ὁ πατριάρχης τεθῆναι σκαμνί‐ ον μικρὸν εἰς τὸ εὐώνυμον αὑτοῦ μέρος ἀποκοπτὸν τῶν σκάμνων τῶν μητροπολιτῶν. εἰ δὲ τύχῃ εἶναι ἕτερον σύγ‐ κελον, τίθεται τὸ τοιοῦτον σκαμνίον εἰς τὸ δεξιὸν μέρος ἀπο‐ κοπτόν. ἀεὶ γὰρ οἱ σύγκελοι προεισέρχονται τῶν μητροπολι‐
10τῶν εἰς τὸ πατριαρχεῖον καὶ καθέζονται ἀποκοπτοί. ἰστέον, ὅτι ἐν ταῖς μεγάλαις προελεύσεσιν οὐκ εἰς μικρὰ σκαμνία καθέζονται οἱ σύγκελοι, ἀλλ’ ἐν τοῖς ἰδίοις σελλίοις, δηλονότι ἐν τοῖς τοῦ πατριάρχου σεκρέτοις, οὐχὶ δὲ τοῦ βασιλέως πα‐ ρόντος. ἐπὶ γὰρ παρουσίᾳ βασιλέως κάτωθεν τῶν μαγίστρων
15καθέζονται ἐν τοῖς μακροσκαμνίοις. καὶ ἐν τῷ μέλλειν εἰσιέ‐ ναι τοὺς μητροπολίτας τὴν τοῦ σεκρέτου πύλην, ἀνίστανται τῶν σκάμνων οἱ σύγκελοι, καὶ τῶν μητροπολιτῶν εἰσερχομέ‐ νων, εὑρίσκουσιν αὐτοὺς ἐκεῖσε, καὶ κελεύει ὁ πατριάρχης καθεσθῆναι τοὺς συγκέλους. καὶ πάλιν εἰσέρχονται οἱ μη‐
20τροπολῖται καὶ οἱ ἀρχιεπίσκοποι κατὰ τὸ εἰωθὸς τῇ ἐκκλησι‐ αστικῇ καταστάσει. τῶν δὲ μητροπολιτῶν τὴν πύλην τοῦ σεκρέτου μελλόντων εἰσιέναι, ἀνίστανται ἀπὸ τῶν σκάμνων οἱ σύγκελλοι, καὶ ἵστανται· καὶ εἰσέρχονται πάντες, καὶ κε‐
λεύσει τοῦ πατριάρχου καθέζονται οἵ τε σύγκελοι καὶ οἱ μη‐531

532

τροπολῖται, καὶ περί τινων ἐκκλησιαστικῶν ὑποθέσεων συναί‐ ρει λόγον ὁ πατριάρχης μετ’ αὐτῶν, οἷα καὶ ὅσα βούλονται, καὶ μετὰ μικρὸν κελεύσει τοῦ πατριάρχου ἀνίστανται καὶ ἐξ‐ έρχονται πάντες.
5tΚΕΦ. ϛʹ.
6tὍσα δεῖ παραφυλάττειν, ὡς τανῦν ἐπιτελεῖται ἡ τοῦ ἁγίου καὶ
7tμεγάλου Κωνσταντίνου ἐτήσιος μνήμη καὶ τὰ ἐγκαίνια τῶν
8tἱδρυθέντων τιμίων σταυρῶν ἐν τῷ νέῳ παλατίῳ τοῦ Βόνου.
9Πρὸ ἡμερῶν, ὅσων ἂν κελεύσωσιν οἱ δεσπόται, γίνεται
10πρόκενσον ἐν τῷ νέῳ παλατίῳ τῷ τοῦ Βόνου, καὶ τῇ παρα‐ μονῇ τελεῖται οἰκειακῶς ἡ παννυχὶς εἰς τοὺς τιμίους καὶ ἁ‐ γίους σταυρούς. καὶ αὐτῇ τῇ ἡμέρᾳ περὶ ὥραν βʹ περιβάλ‐ λονται οἱ δεσπόται τὰ ὀξέα τούτων σκαραμάγγια καὶ τὰ τού‐ των σπαθία, καὶ ἱππεύουσιν ἀπὸ τῶν ἐκεῖσε, καὶ ἀπέρχον‐
15ται εἰς τοὺς ἁγίους ἀποστόλους διὰ τῆς ἀπαγούσης ὁδοῦ εἰς τὸν ἅγιον Ἰωάννην τὸ ξηροκήπιον, κἀκεῖσε τῶν ἵππων ἀπο‐ βάντες εἰσέρχονται διὰ τῆς μεγάλης πύλης τοῦ λουτροῦ ἐν τῷ νάρθηκι, καὶ ἐκνεύουσιν ἀριστερὰ πρὸς ἀνατολὴν τοῦ αὐτοῦ νάρθηκος ἐν τῷ ἐκεῖσε κρεμαμένῳ βήλῳ. ἐκεῖσε γὰρ καὶ τὰ
20βασιλικὰ ἵστανται σελλία καὶ τὰ τούτων ηὐτρέπισται ἀλλά‐
ξιμα, καὶ ἀλλάσσουσιν τά τε διβητήσια αὐτῶν καὶ τὰς χλα‐532

533

μύδας, καὶ εἰσέρχονται ἐν τῷ ναῷ τῶν ἁγίων ἀποστόλων, καὶ πρὸ τῶν ἁγίων θυρῶν διὰ τῆς τρισσῆς μετὰ τῶν κηρῶν προσκυνήσεως ἀπευχαριστοῦσιν τῷ Θεῷ, καὶ ἐκνεύουσιν ἀρι‐ στερᾷ πρὸς ἀνατολὴν τοῦ αὐτοῦ βήματος, καὶ ἀπέρχονται πρὸς
5τοὺς τάφους, ἤγουν εἰς τὸν ἅγιον Κωνσταντῖνον. κἀκεῖσε ἔνδον τῆς εἰσαγούσης πύλης δέχεται τούτους ὁ πατριάρχης, καὶ πάλιν ἐν τῷ ἐκεῖσε βήματι διὰ τῆς τρισσῆς μετὰ τῶν κηρῶν προσκυνήσεως ἀπευχαριστοῦσιν τῷ Θεῷ, καὶ ἐπιδίδω‐ σιν ὁ πατριάρχης θυμιατὸν τῷ πρώτῳ βασιλεῖ, καὶ θυμιᾷ
10εἴς τε τὸ ἅγιον βῆμα καὶ τὸν τάφον Λέοντος τοῦ ὀρθοδόξου δεσπότου καὶ τῆς ἁγίας καὶ βασιλίδος Θεοφανοῦς καὶ Βα‐ σιλείου τοῦ ὀρθοδόξου καὶ ἀγαθοῦ βασιλέως, καὶ εἶθ’ οὕτως εἰς τοῦ πρώτου καὶ μεγάλου Κωνσταντίνου τοῦ ἁγίου καὶ ἐν‐ δόξου βασιλέως. καὶ μετὰ ταῦτα ἐπιστρέφει ὁ βασιλεὺς με‐
15τὰ τοῦ πατριάρχου, καὶ ὁ μὲν πατριάρχης εἰσέρχεται ἐν τῷ βήματι ποιῶν τὴν εὐχὴν, καὶ ἀπάρχονται οἱ ψάλται τὸ τρο‐ πάριον· „τοῦ σταυροῦ σου τὸν τύπον ἐν οὐρανῷ θεασάμενος.“ ὁ δὲ βασιλεὺς ἀποχαιρετίσας τὸν πατριάρχην, τοῦτον ἀσπά‐ ζεται, καὶ λιτανεύουσιν μετά τε τῶν μαγίστρων καὶ πατρι‐
20κίων καὶ τῶν λοιπῶν τῆς συγκλήτου, διέρχεται διὰ τοῦ ἐξ‐ αέρου τῆς κόγχης τῶν ἁγίων πάντων καὶ τῆς ἐκεῖσε ἀπαγού‐
σης ὁδοῦ, καὶ εἰσέρχεται εἰς τὴν αὐλὴν τῶν παλατίων, καὶ533

534

σελλίων τιθεμένων τῶν ὑπὸ τῶν ἀρχοντογεννημάτων βαστα‐ ζομένων, καθέζονται, μέχρις ἂν ὁ πατριάρχης μετὰ τῆς ἐκκλησιαστικῆς λιτῆς καταλάβοι. ἰστέον, ὅτι ἡ λιτὴ, μέχρις ἂν εἰσέλθῃ τὴν πύλην τῆς αὐτῆς τῶν παλατίων, ψάλλει τὸ
5τροπάριον· „τοῦ σταυροῦ σου τὸν τύπον ἐν οὐρανῷ θεασά‐ μενος·“ καὶ μετὰ τὸ εἰσελθεῖν τὴν πύλην ἄρχεται ψάλλειν τῶν ἐγκαινίων, ἤγουν τὸ „δόξα σοὶ, Χριστὲ ὁ Θεὸς, ἀποστό‐ λων καύχημα.“ καὶ δὴ τοῦ πατριάρχου πλησιάσαντος ἐν τῷ τόπῳ, ἐν ᾧ καθέζονται οἱ δεσπόται, ἀνιστάμενοι οἱ δεσπό‐
10ται δέχονται τοῦτον. καὶ εὐθέως τελεῖται ἡ ἀκολουθία τῶν ἐγκαινίων, καθὼς εἴθισται τῇ ἐκκλησιαστικῇ καταστάσει, καὶ τῶν ἀνοίξεων τελεσθέντων, εἰσέρχονται οἱ δεσπόται μετὰ τοῦ πατριάρχου, καὶ ἀπέρχονται ἐν τῷ βήματι τοῦ ἁγίου Κων‐ σταντίνου· (τὰ γὰρ ἐκεῖσε βήματα, τὸ μὲν ἓν τῆς ἁγίας
15Ἑλένης ὑπάρχει, τὸ δὲ ἕτερον, ἐν ᾧ καὶ τὸ ἀργυροῦν κιβώ‐ ριον, τοῦ ἁγίου Κωνσταντίνου τυγχάνει·) κἀκεῖσε διὰ τῆς τρισσῆς μετὰ τῶν κηρῶν προσκυνήσεως ἀπευχαριστοῦσιν τῷ Θεῷ, καὶ ὑποστρέφοντες ἐξ ἀριστερᾶς ἀνέρχονται τὰ βάθρα, καὶ ἵστανται ἔμπροσθεν τοῦ μεγάλου σταυροῦ τοῦ ἁγίου Κων‐
20σταντίνου, ἐκδεχόμενοι τὴν τοῦ ἁγίου εὐαγγελίου ἀνάγνωσιν, καὶ
τὴν τῆς ἐκτενοῦς ἀπόλυσιν, ἀνέρχονται ἐν τῷ ἐκεῖσε παλατίῳ,534

535

καὶ μετὰ τὴν τῆς λειτουργίας ἀπόλυσιν συνεστιῶνται τῷ πατρι‐ άρχῃ καὶ τῇ συγκλήτῳ καὶ μητροπολίταις, οἷς ἂν κελεύσωσιν.
3tΚΕΦ. ζʹ.
4tὍσα δεῖ παραφυλάττειν τῇ ἑορτῇ καὶ προελεύσει τῶν ἁγίων
5tπάντων.
6Ἰστέον, ὅτι ἡ προέλευσις τῶν ἁγίων πάντων ἐπιτελεῖται κατὰ τὸν τύπον τῆς μεσονηστίμου, καὶ ὡς τὰ νῦν ἐπιτελεῖ‐ ται ἥ τε δευτέρα τῆς διακαινησίμου καὶ ἡ κυριακὴ τοῦ ἀν‐ τίπασχα. κατέρχονται δὲ οἱ δεσπόται ἀπὸ τῶν ἵππων ἐν τῇ
10πύλῃ τῶν ἁγίων ἀποστόλων τῇ εἰσαγούσῃ πρὸς τὸ ὡρολόγιον τῆς αὐτῆς ἐκκλησίας, κἀκεῖθεν δηριγευόμενος ὑπὸ τοῦ κου‐ βουκλείου καὶ τῶν ἐξ ἔθους ἀρχόντων ἐκνεύουσι δεξιὰ, καὶ διέρχονται διὰ τοῦ νάρθηκος τῶν ἁγίων πάντων, καὶ ἀνέρ‐ χονται ἐν τοῖς κατηχουμενίοις τῆς αὐτῆς ἐκκλησίας, καὶ εἰσ‐
15έρχονται ἔνδον τοῦ ἐκεῖσε κρεμμαμένου βήλου, καὶ τὰ ἑξῆς ἐπιτελεῖται καθὼς καὶ ἐν ταῖς λοιπαῖς προελεύσεσιν, ἐν αἷς ἀπέρχονται οἱ δεσπόται ἔφιπποι εἰς τοὺς ἁγίους ἀποστόλους. ὁ δὲ πατριάρχης μετὰ τῆς λιτῆς καταλαβὼν ἵσταται ἔνδον τῶν ἁγίων ἀποστόλων ἔξω τῶν κιγκλίδων τοῦ θυσιαστη‐
20ρίου, καὶ τοῦ καιροῦ καταλαβόντος, εἰσέρχονται οἱ πραιπό‐535

536

σιτοι καὶ περιβάλλουσι τοὺς δεσπότας τὰς ἑαυτῶν χλανίδας· ἐξερχομένων δὲ τῶν δεσποτῶν τοῦ βήλου, δέχονται τούτους οἵ τε μάγιστροι καὶ πατρίκιοι, καὶ γίνεται ἐκεῖσε δοχὴ, καὶ ἀπὸ νεύματος τοῦ πραιποσίτου λέγει ὁ τῆς καταστάσεως
5„κελεύσατε.“ καὶ κατέρχονται διά τε τοῦ κοχλιοῦ καὶ τοῦ νάρθηκος, καὶ ἐκβαινόντων τὸν νάρθηκα τῶν ἁγίων ἀποστό‐ λων, δέχεται τούτους ὁ περατικὸς δῆμος τῶν Βενέτων μετὰ καὶ τοῦ δομεστίκου τῶν σχολῶν, καὶ ἐπιδίδωσιν ὁ δομέστι‐ κος τῶν σχολῶν τοῖς δεσπόταις τὰ ῥοδόπλακα ὀσφράδια. καὶ
10μετ’ ὀλίγον πρὸ τοῦ εἰσελθεῖν εἰς τὸ ὡρολόγιον δέχεται εἰς τὸ ἐξάερον ὁ δήμαρχος τῶν Βενέτων μετὰ τοῦ δήμου τοῦ λευκοῦ, καὶ αὐτὸς ἐπιδιδοὺς ὁμοίως τοῖς δεσπόταις. καὶ εἰσιόντων τῶν δεσποτῶν εἰς τὴν θύραν ὡς πρὸς τὸ ὡρολό‐ γιον τῶν ἁγίων ἀποστόλων, δέχεται ὁ ἐξκούβιτος μετὰ τοῦ
15περατικοῦ δήμου τῶν Πρασίνων, καὶ ἐπιδίδωσι καὶ αὐτὸς ὁμοίως. καὶ πάλιν εἰσιόντων τῶν δεσποτῶν εἰς τὴν θύραν τοῦ γυναικίτου τῶν ἁγίων ἀποστόλων, δέχεται ὁ δήμαρχος τῶν Πρασίνων μετὰ καὶ τοῦ δήμου τοῦ ῥουσίου, καὶ ἐπι‐ δίδωσι καὶ αὐτὸς ὁμοίως. καὶ εἶθ’ οὕτως ἀπέρχονται οἱ
20δεσπόται, καὶ δέχεται τούτους ὁ πατριάρχης ἔξω τῶν κιγ‐ κλίδων τοῦ ἁγίου βήματος, καὶ ἀσπάζονται ἀλλήλους, καὶ εἰσέρχονται ἅμα εἰς τὸ θυσιαστήριον, καὶ ἀσπάζονται οἱ
δεσπόται τὴν ἐνδυτὴν καὶ τὸ ἅγιον εὐαγγέλιον, δηλονότι ὑπὸ536

537

τοῦ πατριάρχου προσφερόμενα, καὶ αἴρουσιν ἀπὸ τῶν ἐκεῖσε τὴν λιτὴν, ψάλλοντος τοῦ κλήρου τὸ „δόξα σοὶ, Χριστὲ ὁ Θεός.“ τῶν δὲ δεσποτῶν ἐξερχομένων τὸ βῆμα, λαμβάνουσι παρὰ τῶν πραιποσίτων κηρία λιτανίκια, καὶ ἅμα τοῦ πα‐
5τριάρχου λιτανεύουσι μέχρι τῶν ἁγίων πάντων, καὶ τῆς ἀ‐ κολουθίας τῶν ἀνοίξεων τελεσθείσης, ἤγουν τῶν ἐγκαινίων, εἰσοδεύουσι καὶ εἰσέρχονται ἐν τῷ βήματι, καθὼς ἡ συνή‐ θεια ἔχει, καὶ ἀπὸ τῶν ἐκεῖσε διὰ τοῦ πρὸς ἀνατολὴν δεξιοῦ μέρους εἰσέρχονται ἐν τῷ εὐκτηρίῳ τῆς αὐτῆς ἐκκλησίας τοῦ
10ἁγίου μάρτυρος Λέοντος, κἀκεῖσε διὰ τῆς τρίσσης μετὰ τῶν κηρῶν προσκυνήσεως ἀπευχαριστοῦσιν τῷ Θεῷ, καὶ εὐθέως ἀποχαιρετίζουσι τὸν πατριάρχην, τοῦτον ἀσπαζόμενοι. καὶ ὁ μὲν πατριάρχης ἀπέρχεται εἰς τοὺς ἁγίους πάντας. οἱ δὲ δεσπόται διὰ τοῦ ἔνδον τοῦ βήματος κυκλίου ἀπέρχονται εἰς
15τὸ εὐκτήριον τῆς ἁγίας καὶ βασιλίδος Θεοφανοῦς. κἀκεῖσε ἀπαλλάσσουσι τὰ χλανίδια, καὶ καθέζονται ἐκδεχόμενοι τὴν τοῦ ἁγίου εὐαγγελίου ἀνάγνωσιν. τοῦ δὲ ἁγίου εὐαγγελίου μέλλοντος ἀναγινώσκεσθαι, ἐξέρχονται ἔξω τοῦ αὐτοῦ εὐκτη‐ ρίου, καὶ ἵστανται ἔνδον τοῦ ἐκεῖσε ἀποκρεμμαμένου βήλου
20ὡς πρὸς τὸ βῆμα, καὶ ποιοῦνται τὴν τοῦ ἁγίου εὐαγγελίου ἀκρόασιν, καὶ μετὰ τὴν τελείωσιν τοῦ ἁγίου εὐαγγελίου εἰσ‐
έρχονται πάλιν ἐν τῷ αὐτῷ εὐκτηρίῳ τῆς ἁγίας Θεοφανοῦς,537

538

καὶ καθεζόμενοι στοιχοῦσι τὸ κλητώριον, καὶ εἶθ’ οὕτως πε‐ ριβάλλονται τὰ χρυσοπερίκλειστα σαγία, καὶ διέρχονται διὰ τοῦ νάρθηκος τοῦ εὐκτηρίου τοῦ ἁγίου Ὑπατίου καὶ τοῦ ἐκεῖ‐ σε ἐξάγοντος ἐξαέρου, καὶ ἀπὸ τῶν ἐκεῖσε ἀνέρχονται διὰ
5τῆς ξυλίνης σκάλας τῆς ἐξαγούσης ἔξω τοῦ ἁγίου Κωνσταν‐ τίνου τῆς ἀναγούσης εἰς τὰ κατηχούμενα τῶν ἁγίων ἀποστό‐ λων, καὶ ἀπὸ τῶν ἐκεῖσε διέρχονται διὰ τῶν κατηχουμενίων τῶν ἁγίων ἀποστόλων, καὶ εἰσέρχονται εἰς τὰ παλάτια. κἀ‐ κεῖσε ηὐτρέπισται ἡ τιμία αὐτῶν τράπεζα. τὰ δὲ ἐπὶ τῆς
10τραπέζης τελούμενα καὶ τὰ τῆς δειλινῆς προελεύσεως, κα‐ θὼς προείρηται, ὁμοίως τῆς δευτέρας τῆς διακαινησίμου καὶ τῆς νέας κυριακῆς, καθὼς τὰ νῦν ἐπιτελοῦνται.
13tΚΕΦ. ηʹ.
14tὍσα δεῖ παραφυλάττειν τῇ πρώτῃ τοῦ Αὐγούστου μηνὸς, τοῦ
15tτιμίου καὶ ζωοποιοῦ σταυροῦ ἐξερχομένου.
16Ἰστέον, ὅτι, εἰ μὲν λάχῃ ἡ πρώτη τοῦ Αὐγούστου ἐν κυριακῇ, ὀφείλει ἐξέρχεσθαι ἀπὸ τοῦ σκευοφυλακίου τοῦ με‐ γάλου παλατίου ὁ τίμιος σταυρὸς τῇ ὄπισθεν κυριακῇ, ἤγουν πρὸ ἑπτὰ ἡμερῶν τῆς πρώτης τοῦ Αὐγούστου. ἐξέρχεται δὲ
20ψάλλοντος τοῦ ὄρθρου περὶ τρίτην ἢ καὶ ἕκτην ᾠδὴν, καὶ ἀ‐
ποτίθεται ἐν τῷ σκευοφυλακίῳ, καὶ ὑπὸ τοῦ πρωτοπάπα βαλ‐538

539

σαμιζόμενος προτίθεται ἐν τῇ ἐκκλησίᾳ εἰς προσκύνησιν πάν‐ των. καὶ μετὰ τὴν ἀπόλυσιν τοῦ ὄρθρου παρίσταται ἅπας ὁ βασίλειος κλῆρος ψάλλων τὰ συνήθη σταυρώσιμα, καὶ ὅτε κελεύσουσιν οἱ δεσπόται, εἰσέρχονται καὶ ἀσπάζονται αὐτὸν,
5καὶ ἀπερχόμενοι καθέζονται ἐπὶ τοῦ χρυσοτρικλίνου εἰς τὴν συνήθη καὶ καθημερινὴν προέλευσιν. καὶ εἶθ’ οὕτως αἴρων ὁ παπίας τὸν τίμιον σταυρὸν ἐπὶ τῆς κεφαλῆς, δηλονότι φο‐ ροῦντος αὐτοῦ σκαραμάγγιον καὶ σαγίον ἀληθινὸν, ὀψικευό‐ μενος ὑπὸ τοῦ βασιλείου κλήρου καὶ τοῦ πρωτοπάπα τῆς
10Δάφνης τοῦ ἁγίου Στεφάνου καὶ διαιταρίων τοῦ ἁγίου Στε‐ φάνου καὶ τοῦ παλατίου, πάντων κηροὺς βασταζόντων, διέρ‐ χεται διά τε τοῦ ἡλιακοῦ καὶ τοῦ χρυσοτρικλίνου, καὶ ἀπα‐ γόμενος προτίθεται εἰς προσκύνησιν πάσης τῆς συγκλήτου ἐν τῷ λαυσιακῷ ἐν τῷ ἀριστερῷ μέρει πρὸ τῆς πύλης τοῦ εὐ‐
15κτηρίου τοῦ ἁγίου Βασιλείου. καὶ μετὰ τὴν προσκύνησιν πά‐ λιν βαστάζεται παρὰ τοῦ παπίου, δηλονότι ὀψικευόμενος ὑπὸ τῶν προειρημένων, καὶ ἀποτίθεται ἐν τῷ παλατίῳ τῆς Δά‐ φνης ἐν τῷ ναῷ τοῦ ἁγίου πρωτομάρτυρος Στεφάνου. τῇ δὲ κηʹ τοῦ Ἰουλίου μηνὸς ἄρχεται περιπολεύειν καὶ ἁγιάζειν
20πάντα τόπον καὶ πᾶσαν οἰκίαν ταύτης τῆς θεοφυλάκτου καὶ
βασιλίδος πόλεως, ἀλλὰ μὴν καὶ αὐτὰ τὰ τείχη, ὡς ἂν καὶ539

540

αὐτὴ ἡ πόλις καὶ τὰ περὶ αὐτὴν πάντα τῆς χάριτος καὶ τοῦ ἁγιασμοῦ πληρωθῶσιν, μέχρι τῆς ιγʹ τοῦ Αὐγούστου μηνός. ἐν αὐτῇ γὰρ τῇ ιγʹ τοῦ αὐτοῦ μηνὸς πρωῒ εἰσέρχεται ἐν τῷ ἱερῷ παλατίῳ καὶ προτίθεται ἐπάνω τοῦ σέντζου τοῦ ἱσταμέ‐
5νου ἐν τῷ χρυσοτρικλίνῳ. οἱ δὲ διαιτάριοι ψάλλουσι τὰ συνήθη σταυρωσίματι, καὶ ἐκτενοῦς γινομένης ὑπὸ τοῦ πρω‐ τοπάπα τῆς Δάφνης, ἀποδίδουσιν τὴν εὐχὴν, στερεοῦντες κα‐ τὰ τὸ εἰωθός. καὶ εὐθέως αἰρόμενος ὁ σταυρὸς πάλιν ὑπὸ τοῦ παπίου καὶ ὀψικευόμενος ὑπὸ τοῦ πρωτοπάπα τῆς Δάφνης
10καὶ τῶν διαιταρίων περιέρχεται ἁγιάζων τούς τε κοιτῶνας καὶ ἅπαν τὸ παλάτιον. καὶ εἶθ’ οὕτως ἀποτίθεται ἐν τῷ εὐκτηρίῳ τοῦ ἁγίου Θεοδώρου, καὶ τῇ ἑσπέρᾳ εἰσφέρει αὐ‐ τὸν ὁ παπίας καὶ ὁ δεύτερος εἰς τὸν Φάρον, παραδιδόντες αὐτὸν τῷ σκευοφύλακι, καὶ τῇ ἕωθεν, ψάλλοντος τοῦ ὄρθρου
15τρίτην ἢ καὶ ἕκτην ᾠδὴν, ἐκμασσομένου παράτε τοῦ πρωτοπάπα καὶ τοῦ σκευοφύλακος, ἀποτίθεται ἐν τῷ ἱερῷ σκευοφυλακίῳ. εἰ δὲ ἐν δευτέρας λάχῃ ἡ πρώτη τοῦ Αὐγούστου, ὀφείλει ἐξέρχεσθαι τῇ ὄπισθεν κυριακῇ, ἤγουν πρὸ ηʹ ἡμερῶν τῆς αʹ τοῦ Αὐγούστου. εἰ δὲ ἐν τρίτῃ λάχῃ ἡ πρώτη τοῦ Αὐγού‐
20στου, ὀφείλει ἐξέρχεσθαι αὐτῇ τῇ κυριακῇ τῆς τρίτης, ἤγουν
πρὸ δύο ἡμερῶν τῆς αʹ τοῦ Αὐγούστου. εἰ δὲ ἐν δʹ λάχῃ ἡ540

541

πρώτη τοῦ Αὐγούστου, ὀφείλει ἐξέρχεσθαι αὐτῇ τῇ κυριακῇ τῆς τετράδος, ἤγουν πρὸ τριῶν ἡμερῶν τῆς πρώτης τοῦ Αὐ‐ γούστου. εἰ δὲ ἐν εʹ λάχῃ ἡ πρώτη τοῦ Αὐγούστου, ὀφείλει ἐξέρχεσθαι αὐτῇ τῇ κυριακῇ τῆς εʹ, ἤγουν πρὸ δʹ ἡμερῶν τῆς
5πρώτης τοῦ Αὐγούστου. εἰ δὲ ἐν παρασκευῆς λάχῃ ἡ πρώτη τοῦ Αὐγούστου, ὀφείλει ἐξέρχεσθαι αὐτῇ τῇ κυριακῇ τῆς πα‐ ρασκευῆς, ἤγουν πρὸ εʹ ἡμερῶν τῆς αʹ τοῦ Αὐγούστου. εἰ δὲ ἐν σαββάτῳ λάχῃ ἡ πρώτη τοῦ Αὐγούστου, ὀφείλει ἐξέρ‐ χεσθαι αὐτῇ τῇ κυριακῇ τοῦ σαββάτου, ἤγουν πρὸ ἓξ ἡμε‐
10ρῶν τῆς αʹ τοῦ Αὐγούστου.
11tΚΕΦ. θʹ.
12tὍσα δεῖ παραφυλάττειν τῇ ἑορτῇ τῆς κοιμήσεως τῆς ὑπεραγίας
13tΘεοτόκου μηνὶ Αὐγούστῳ ιεʹ.
14Εἰ κελεύει ὁ βασιλεὺς ἀπελθεῖν καὶ παννυχεῦσαι ἐν βλα‐
15χέρναις, ἀπέρχεται τῇ πρὸ μιᾶς ἡμερῶν, καὶ ἐκτελεῖ τὴν παννυχίδα. τῇ δὲ ἐπαύριον, ἤγουν τῇ ἡμέρᾳ τῆς ἑορτῆς, προέρχονται ἅπαντες ἐννύχιοι μετὰ ἀλλαξίμων, οἵ τε μάγι‐ στροι καὶ πραιπόσιτοι, πατρίκιοι καὶ ὀφφικιάλιοι· οἱ δὲ εὐ‐
νοῦχοι πρωτοσπαθάριοι μετὰ τῶν ἀλλαξίμων αὐτῶν, βαστά‐541

542

ζοντες καὶ τὰ σπαθοβάκλια· οἱ δὲ οἰκειακοὶ πρωτοσπαθάρι‐ οι μετὰ σπεκίων· οἱ δὲ λοιποὶ ἅπαντες μετὰ σκαραμαγγίων ἄνευ τῶν σεκρετικῶν. προέρχονται δὲ ἅπαντες ἐν τῷ τρικλίνῳ τῷ λεγομένῳ Δανουβίῳ, καὶ καθέζονται ἐκεῖσε. εἰ δὲ καὶ ὁ
5βασιλεὺς οὐ θελήσει ἀπελθεῖν καὶ παννυχεῦσαι, τῇ ἡμέρᾳ τῆς ἑορτῆς ἀλλάσσει τὸ σκαραμάγγιον αὐτοῦ, καὶ εἰ μὲν οὐκ ἔ‐ στιν εὐδία, ἱππεύει, καὶ ἀπέρχεται ἀπὸ σκαραμαγγίου· εἰ δὲ ἔστιν εὐδία, ἀπέρχεται διὰ τοῦ πλοός. καθέζεται δὲ ἡ σύγκλητος ἅπασα ἀπὸ σκαραμαγγίου ἔξωθεν τῆς κοιλιωμένης
10πόρτης, ἐν τῷ αἰγιαλῷ ἐκδεχόμενοι τὸν βασιλέα. τοῦ δὲ βα‐ σιλέως ἐξιόντος ἀπὸ τοῦ δρόμονος, δέχονται αὐτὸν οἱ πραι‐ πόσιτοι· παρακατιὼν δὲ, δέχονται αὐτὸν μάγιστροι καὶ πα‐ τρίκιοι καὶ ὀφφικιάλιοι προσκυνοῦντες αὐτὸν, καὶ ἀναφέρου‐ σιν αὐτὸν ἐν τῷ κοχλιᾷ τῷ εἰσφέροντι εἰς τὰ κατηχουμενία
15τοῦ μεγάλου ναοῦ. καὶ διέρχεται διὰ τοῦ τρικλίνου τῆς ἁ‐ γίας σοροῦ, καὶ ἀνέρχεται διὰ τοῦ βισαλωτοῦ καὶ τοῦ κο‐ χλιοῦ, διακόπτων τὸν τρίκλινον τὸν καλούμενον Δανούβιον. καὶ ἐξέρχονται εἰς τὸν πόρτικα τὸν λεγόμενον Ἰωσηφιακὸν, καὶ ἀναφέρουσιν αὐτὸν οἱ πραιπόσιτοι ἕως τοῦ κοιτῶνος. οἱ
20δὲ μάγιστροι καὶ πατρίκιοι καὶ ἡ σύγκλητος ἅπασα καθέζον‐ ται ἐν τῷ Δανουβίῳ, καὶ ἀλλάσσουσιν τὰ ἀλλάξιμα αὐτῶν,
καὶ καθέζονται ἐκεῖσε ἐκδεχόμενοι τὴν ἔλευσιν τοῦ καιροῦ.542

543

ἐλθόντος δὲ τοῦ τῆς καταστάσεως καὶ μηνύσαντος τοῖς πραι‐ ποσίτοις, ὡς ὅτι ὁ καιρὸς ἔφθασεν, εἰσέρχονται οἱ πραιπό‐ σιτοι δηλοποιοῦντες τὸν βασιλέα. ὁ δὲ βασιλεὺς ἐξελθὼν ἐκ τοῦ κοιτῶνος αὐτοῦ εἰσέρχεται ἐν τῷ Ἀναστασιακῷ τρικλί‐
5νῳ, φορῶν τὸ διβητήσιον αὐτοῦ καὶ στὰς ἐκεῖσε, ἵστανται οἱ ἄρχοντες τοῦ κουβουκλείου ἔνθεν κἀκεῖθεν. οἱ δὲ σπαθαρο‐ κουβικουλάριοι ἵστανται ὄπισθεν αὐτῶν. οἱ δὲ πρωτοσπα‐ θάριοι εὐνοῦχοι ἵστανται ὄπισθεν τοῦ βασιλέως. προσκαλεῖ‐ ται δὲ ὁ πραιπόσιτος τοὺς βεστήτορας, καὶ περιβαλλόμενος ὁ
10βασιλεὺς τὴν χλαμύδα αὐτοῦ δι’ αὐτῶν, ἐξέρχονται. εἶτα κατελθὼν ὀστιάριος ἵσταται ἐν τῷ βήλῳ, καὶ διΐστησι ἅμα τοῦ τῆς καταστάσεως μαγίστρους καὶ πατρικίους καὶ στρα‐ τηγοὺς καὶ ὀφφικιαλίους. καὶ εἰσερχόμενος ὁ ὀστιάριος ἵστα‐ ται κάτω ἐν τῷ βήλῳ, νεύσας δὲ ὁ βασιλεὺς τῷ πραιποσίτῳ,
15ὁ δὲ πραιπόσιτος τῷ ὀστιαρίῳ, εἰσάγει μαγίστρους καὶ πα‐ τρικίους καὶ στρατηγοὺς, καὶ εἰσελθόντες πίπτουσιν. ἀνα‐ στάντων δὲ αὐτῶν, λαμβάνει νεῦμα ὁ πραιπόσιτος παρὰ τοῦ βασιλέως, καὶ λέγει ἐκεῖσε „κελεύσατε.“ ὁ δὲ βασιλεὺς δηρι‐ γευόμενος ὑπό τε τῶν ἀρχόντων τοῦ κουβουκλείου, πατρικίων
20τε καὶ στρατηγῶν, ἐξέρχεται ἐν τῷ Δανουβίῳ τρικλίνῳ. ἵσταν‐ ται δὲ οἵ τε βαρβάτοι πρωτοσπαθάριοι καὶ ὁ δρουγγάριος
τῆς βίγλης ἔνθεν καὶ ἔνθεν πλησίον τῆς θύρας. οἱ δὲ πα‐543

544

τρίκιοι καὶ στρατηγοὶ ἅμα τῇ συγκλήτῳ πίπτουσιν. ἀνα‐ στάντων δὲ αὐτῶν, λαμβάνει νεῦμα ὁ πραιπόσιτος παρὰ τοῦ βασιλέως, καὶ αὐτὸς δίδωσι τὸν τῆς καταστάσεως, καὶ λέγει „κελεύσατε.“ δηριγευόμενος δὲ ὁ βασιλεὺς ὑπ’ αὐτῶν διέρ‐
5χεται ἕως πλησίον τοῦ κιονίου τοῦ κειμένου ἐγκαρσίως ἐν τῷ πληρώματι τοῦ ἐμβόλου, καὶ δέχεται ἐκεῖσε τὸν πατριάρχην μετὰ καὶ τῆς λιτῆς. λαβὼν δὲ κηρία παρὰ τοῦ πραιποσίτου καὶ εὐξάμενος, ἐπιδίδωσιν αὐτὰ πάλιν τῷ πραιποσίτῳ, προσ‐ κυνήσας δὲ τὸ ἄχραντον εὐαγγέλιον καὶ τὸν ζωοποιὸν σταυ‐
10ρὸν, προσκυνοῦσιν ἀμφότεροι ἀλλήλους, ὅ, τε βασιλεὺς καὶ ὁ πατριάρχης, καὶ ἀσπασάμενοι, λαμβάνει ὁ βασιλεὺς παρὰ τοῦ πραιποσίτου κηρίον λιτανίκιον, καὶ ὑποστρέψας διέρχε‐ ται διὰ τοῦ αὐτοῦ ἐμβόλου. ἄρχεται δὲ ὁ τῆς καταστάσεως τροπάριον· „ἐν τῇ γεννήσει τὴν παρθενίαν ἐφύλαξας.“ ψάλ‐
15λοντες δὲ τὸ αὐτὸ τροπάριον οἱ τῆς προελεύσεως ἅπαντες, εἰσέρχονται ἐν τῷ νάρθηκι τοῦ μεγάλου ναοῦ. τὰ δὲ λοιπὰ πάντα τῆς τάξεως φυλάττονται ἐν τῇ αὐτῇ ἑορτῇ, καθὼς καὶ τῇ ὑπαπαντῇ. ἰστέον, ὅτι ὁ λογοθέτης τοῦ δρόμου καὶ ὁ ῥαίκτωρ καὶ ὁ πρωτοασηκρήτης καὶ ὁ μυστικὸς μετὰ τῶν
20χρυσοτρικλινιτῶν πρωτοσπαθαρίων ἵστανται ἐν τῷ Ἰωσηφια‐
κῷ πόρτηκι.544

545

(1t)

ΚΕΦ. ιʹ.
2tὍσα δεῖ παραφυλάττειν τῇ βʹ τῆς πρώτης ἑβδομάδος, τοῦ βασιλέως
3tδημηγοροῦντος ἐπὶ τοῦ σιλεντίου τῆς μανναύρας.
4Περὶ ὥραν τρίτην δίδοται μεταστάσιμον, καὶ ἀπέρχεται
5ἅπασα ἡ σύγκλητος, καὶ ἵστανται κάτω τῶν γραδηλίων τῆς μανναύρας οἵ τε μάγιστροι καὶ πατρίκιοι καὶ οἱ βασιλικοὶ πάντες ἄνθρωποι καὶ πᾶς ὁ πολιτικὸς ὄχλος, ὅ,τε δρουγγά‐ ριος τῆς βίγλης μετὰ καὶ τοῦ τάγματος αὐτοῦ καὶ τῆς βα‐ σιλικῆς περιουσίας, καὶ ὁ δρουγγάριος τοῦ πλοΐμου μετὰ
10καὶ τῶν ὑπ’ αὐτῷ πάντων. οἱ δὲ δεσπόται ἐξέρχονται ἀπὸ σκαραμαγγίων, φοροῦντες καὶ τὰ χρυσοπερίκλειστα αὐτῶν σαγία, καὶ διέρχονται διά τε τῶν διαβατικῶν τῶν ἁγίων μʹ καὶ τοῦ σίγματος καὶ τῆς τοῦ Κυρίου ἐκκλησίας, καὶ ἅπτου‐ σιν ἐκεῖσε κηροὺς, καὶ ἀπὸ τῶν ἐκεῖσε διέρχονται διά τε τῆς
15σακέλλης καὶ τοῦ ὠάτου καὶ τοῦ ἀνάγοντος στενωποῦ εἰς τὸν τῆς μανναύρας ἡλιακὸν, καὶ εἰσέρχονται ἐν τῷ μεγάλῳ τρι‐ κλίνῳ, δηλονότι δηριγευόμενοι ὑπό τε τοῦ κουβουκλείου καὶ τῶν μαγλαβιτῶν καὶ τῆς ἑταιρείας. ἐκεῖσε γὰρ ἐν τῷ μεγά‐ λῳ τρικλίνῳ κάτωθεν τῆς πλαγίας καμάρας τῆς δεξιᾶς πρὸς
20ἀνατολὴν ἵστανται τῶν δεσποτῶν χρυσᾶ σελλία. κἀκεῖσε μι‐ κρόν τι καθεζόμενοι, ἕως ἂν ὑπὸ τοῦ πραιποσίτου πάντα
καλῶς εὐτρεπισθῶσιν, (ἐκνικᾷ γὰρ τὸ καθῆσαι τοὺς δεσπό‐545

546

τας,) ἐξέρχεται ὁ πραιπόσιτος μετὰ καὶ τοῦ τῆς καταστά‐ σεως πρὸς τὸ εὐτρεπίσαι τούς τε ἀσηκρήτας καὶ πάντα, ὅσα ἡ συνήθεια ἔχει. ἄνω γὰρ τῶν γραδηλίων μέχρι τοῦ τελευ‐ ταίου τίθεται ἐπεύχιον, ἐν ᾧ ἵστανται οἱ δεσπόται· ἔνθεν
5δὲ κἀκεῖσε, ἤγουν δεξιὰ καὶ ἀριστερὰ, ἤγουν ἀπὸ τοῦ πρώ‐ του γραδηλίου μέχρι τοῦ τελευταίου, ἵστανται στιχηδὸν οἵ τε ἀσηκρῆται καὶ νοτάριοι μέλλοντες ἐκλαβέσθαι τὰ ὑπὸ τοῦ βασιλέως δημηγορούμενα· ἄνω δὲ εἰς τὸ πρῶτον γραδήλιον ἐν τῷ πρὸς ἀνατολὰς δεξιῷ μέρει ἵστανται ὅ,τε λογοθέτης
10καὶ πρῶτος ἀσηκρήτης καὶ ὁ πρωτονοτάριος. ἰστέον, ὅτι, τῶν δεσποτῶν καθεζομένων, παρίστανται οἵ τε τοῦ κουβου‐ κλείου πάντες καὶ οἱ τοῦ μαγλαβίου καὶ τῆς ἑταιρείας ἅμα καὶ τῶν χρυσοτρικλινιτῶν. ὅτε δὲ πάντα καλῶς εὐτρεπισθῶ‐ σιν, εἰσέρχεται ὁ πραιπόσιτος, καὶ προσκυνεῖ, σχηματοει‐
15δῶς πως τὴν κεφαλὴν ὑποκλίνων καὶ ταῖς χερσὶ μετρίως κουφίζων τὸ ἑαυτοῦ σαγίον, καὶ εὐθέως ἀνίστανται οἱ δε‐ σπόται, καὶ ἐξερχόμενοι ἔξω τοῦ καγκέλλου ἵστανται ἄνω εἰς τὸ πρῶτον γραδήλιον, ἐν ᾧ καὶ τὸ ἐπεύχιον ἥπλωται, καὶ εὐθέως διὰ νεύματος τοῦ πραιποσίτου λέγει ἅπας ὁ λαὸς
20πολυχρόνιον. καὶ μετὰ τὸ σιγῆσαι πάντας ἄρχεται δημη‐ γορεῖν ὁ βασιλεύς. ἰστέον, ὅτι, τοῦ βασιλέως δημηγοροῦν‐ τος, κατὰ τελείαν, ἤτοι στάσιν, τῆς αὐτῆς δημηγορίας σιγᾷ
μὲν ὁ βασιλεὺς, ὁ δὲ λαὸς διὰ νεύματος τοῦ πραιποσίτου546

547

λέγει· „πολυχρόνιον ποιήσει ὁ θεὸς τὴν βασιλείαν ὑμῶν.“ καὶ μετὰ τὸ πληρῶσαι τὸν λαὸν κατασφραγίζει τρίτον ὁ βασιλεὺς, μέσον, δεξιὰ καὶ ἀριστερά. καὶ εἰθ’ οὕτως ὑποστρέψαντες οἱ δεσπόται καθέζονται ἐν τοῖς χρυσοῖς τούτων σελλίοις, ὅπου καὶ
5πρότερον, καὶ εὐθέως ἄρχονται εὐφημεῖν οἱ τοῦ ἀριθμοῦ τὰ ἐξ ἔθους, καὶ ὁ πραιπόσιτος ἐξερχόμενος εὐτρεπίζει πάντα καλῶς· οἱ γὰρ μάγιστροι καὶ πατρίκιοι καὶ συγκλητικοὶ ἵστανται διὰ τοῦ πλαγίου ἐμβόλου τοῦ πρὸς δύσιν ἀριστεροῦ μέρους, ἐκδεχό‐ μενοι τὴν τῶν δεσποτῶν ἄφιξιν. καὶ ὅτε πάντα καλῶς εὐ‐
10τρεπισθῶσιν, εἰσέρχεται ὁ πραιπόσιτος, καὶ προσκυνήσας τῷ προειρημένῳ σχήματι, εὐθέως ἀνίστανται οἱ δεσπόται, καὶ διέρχονται διὰ τοῦ ἀριστεροῦ μέρους τῶν γραδηλίων καὶ τοῦ ἐμβόλου, ἐν ᾧ ἵστανται οἵ τε μάγιστροι καὶ πατρί‐ κιοι καὶ συγκλητικοὶ, καὶ ἐξέρχονται διὰ τῆς ἐξαγούσης πύ‐
15λης εἰς τὸν τρίκλινον τῶν κανδιδάτον, καὶ ἀπὸ τῶν ἐκεῖσε διέρχονται διά τε τῶν ἐξσκουβίτων καὶ τῶν σχολῶν καὶ τοῦ χυτοῦ τῆς χαλκῆς, καὶ ἀπέρχονται μέχρι τοῦ ἁγίου φρέατος. κἀκεῖσε ἅπτοντες κηροὺς καὶ ἀσπαζόμενοι τὸ ἅγιον φρέαρ, ὑπαντᾷ τούτους ὁ πατριάρχης εἰς τὴν πύλην τὴν μεγάλην τὴν
20εἰσάγουσαν ἀπὸ τοῦ ἁγίου φρέατος, ἐν ᾧ τόπῳ εἰς προσκύ‐ νησιν τίθεται ὁ τίμιος σταυρός. καὶ δὴ τοῦ πατριάρχου
θυμιῶντος κατὰ τὸν τύπον τοὺς δεσπότας, ἀσπάζονται αὐ‐547

548

τὸν, καὶ εἶθ’ οὕτως εἰσέρχονται διὰ τῆς ἐκεῖσε εἰσφερούσης πύλης πρὸς τὸ δεξιὸν μέρος τοῦ βήματος. ἐκεῖσε γὰρ οἱ τῆς συγκλήτου πάντες ἵστανται μετὰ καὶ τῶν βασιλικῶν καὶ τοῦ κουβουκλείου, ἐπευχόμενοι τοὺς δεσπότας. καὶ ἀπὸ τῶν
5ἐκεῖσε εἰσέρχονται εἰς τὰ ἅγια θύρια, καὶ ἅπτουσιν κηροὺς κατὰ τὸ εἰωθὸς, καὶ τὰ ἑξῆς κατὰ τὸν τύπον τελοῦσιν. καὶ εἶθ’ οὕτως παραλαμβάνει ἀπὸ χειρὸς τοῦ καστρησίου ὁ πα‐ τριάρχης τὸν θυμιατὸν, καὶ ἐπιδίδωσι τῷ βασιλεῖ, καὶ θυ‐ μιᾷ ὁ βασιλεὺς πέριξ τῆς ἁγίας τραπέζης, καὶ εἶθ’ οὕτως
10διὰ τοῦ δεξιοῦ μέρους τοῦ βήματος ἀπὸ τῶν ἐκεῖσε μικρῶν ἁγίων θυρῶν ἐξέρχονται οἱ δεσπόται ἅμα τοῦ πατριάρχου ἕως τῶν πορφυρῶν κιόνων, καὶ ἐκεῖσε ἀποχαιρετίζουσι τὸν πατριάρχην, τοῦτον ἀσπαζόμενοι. καὶ ὁ μὲν πατριάρχης εἰσ‐ έρχεται εἰς τὸ βῆμα ἐκτελέσων τὴν τριτοέκτην· οἱ δὲ δε‐
15σπόται εἰσέρχονται ἐν τῷ μητατωρίῳ, καὶ μετὰ τὴν τῆς τρι‐ τοέκτης ἀπόλυσιν ἀνέρχονται μυστικῶς διὰ τοῦ ἐκεῖσε τοῦ μητατωρικίου κοχλιοῦ εἰς τὰ κατηχούμενα, καὶ διὰ τῶν δια‐ βατικῶν εἰσέρχονται μυστικῶς δηριγευόμενοι ὑπό τε τῶν μα‐ γλαβιτῶν καὶ τῆς ἑταιρείας εἰς τὸ θεοφύλακτον παλάτιον· οἱ
20δὲ τῆς συγκλήτου πάντες καὶ οἱ τοῦ κουβουκλείου καὶ οἱ βα‐ σιλικοὶ ἄνθρωποι μετὰ τὴν τῆς τριτοέκτης ἀπόλυσιν ἀπὸ τῶν ἐκεῖσε, ἤγουν ἀπὸ τῆς ἁγίας Σοφίας, ἀπέρχεται ἕκαστος εἰς τὰ ἴδια. διὰ γὰρ τὸ εἶναι τὴν ἡμέραν ταύτην παγανὴν εἰς
τὴν ὑποστροφὴν οὐ δηριγεύουσιν οὗτοι τοὺς δεσπότας.548

549

(1t)

ΚΕΦ. ιαʹ.
2tὍσα δεῖ παραφυλάττειν, τῶν τιμίων σταυρῶν μελλόντων ἐξιέναι
3tτῇ μέσῃ ἑβδομάδι τῆς ἁγίας τεσσαρακοστῆς.
4Ἰστέον, ὅτι τῇ τρίτῃ κυριακῇ τῆς ἁγίας μʹ, ἤγουν ἀπὸ
5τῆς ὀρθοδοξίας, μετὰ τρίτην ἢ καὶ ἕκτην ᾠδὴν τοῦ ὄρθρου, ἐξάγονται οἱ τίμιοι καὶ ζωοποιοὶ τρεῖς σταυροὶ, καὶ ἀποτί‐ θενται ἐν τῷ σκευοφυλακίῳ, καὶ εἶθ’ οὕτως ὑπὸ τοῦ πρω‐ τοπάπα βαλσαμιζόμενοι προτίθενται ἐν τῇ ἐκκλησίᾳ εἰς προσ‐ κύνησιν πάντων, καὶ μετὰ τὴν ἀπόλυσιν τοῦ ὄρθρου ἀνοί‐
10γει τὸ τῆς νέας ἀναβάσιον, καὶ ἀνέρχεται ὁ τῆς νέας κλῆρος καὶ ἅμα τοῦ βασιλείου κλήρου τοῦ παλατίου παρίστανται ψάλλοντες τὰ συνήθη σταυρώσιμα. καὶ ὅτε κελεύουσιν οἱ δεσπόται, εἰσέρχονται καὶ ἀσπάζονται τοὺς τιμίους καὶ ζωο‐ ποιοὺς σταυρούς. εἰθ’ οὕτως ἀπερχόμενοι καθέζονται ἐπὶ
15τοῦ χρυσοτρικλίνου εἰς τὴν συνήθη καὶ καθημερινὴν προέ‐ λευσιν. καὶ ὁ μὲν εἷς αἰρόμενος ὑπὸ τοῦ διάκονος τῆς νέας καὶ ὀψικευόμενος ὑπὸ τοῦ ταύτης κλήρου, κατέρχεται καὶ προτίθεται ἐν τῇ αὐτῇ νέᾳ ἐκκλησίᾳ. ὁ δὲ ἕτερος αἰρόμενος καὶ βασταζόμενος ὑπὸ τοῦ παπίου τοῦ μεγάλου παλατίου,
20φοροῦντος αὐτοῦ σκαραμάγγιον καὶ σαγίον ἀληθινὸν, ὀψι‐
κευόμενος ὑπὸ τοῦ βασιλείου κλήρου καὶ τοῦ πρωτοπάπα τῆς549

550

Δάφνης τοῦ ἁγίου Στεφάνου καὶ διαιταρίων τοῦ παλατίου, πάντων κηροὺς βασταζόντων, διέρχεται διά τε τοῦ ἡλιακοῦ καὶ τοῦ χρυσοτρικλίνου, καὶ ἀπαγόμενος προτίθεται εἰς προσ‐ κύνησιν πάσης τῆς συγκλήτου ἐν τῷ λαυσιακῷ ἐν τῷ ἀρι‐
5στερῷ μέρει πρὸ τῆς πύλης τοῦ εὐκτηρίου τοῦ ἁγίου Βασι‐ λείου, καὶ μετὰ τὴν προσκύνησιν πάλιν βαστάζεται παρὰ τοῦ παπίου, δηλονότι ὀψικευόμενος ὑπὸ τῶν προειρημένων, καὶ ἀποτίθεται ἐν τῷ παλατίῳ τῆς Δάφνης ἐν τῷ ναῷ τοῦ ἁ‐ γίου πρωτομάρτυρος Στεφάνου. καὶ τῇ δευτέρᾳ τῆς αὐτῆς
10ἑβδομάδος μετὰ τὸ γενέσθαι μίνσας ἐξέρχεται ὁ παπίας, καὶ αἴρει τὸν σταυρὸν ἀπὸ τοῦ ἁγίου Στεφάνου, καὶ ἀποφέρει αὐτὸν ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ τῆς ἁγίας Σοφίας. ὁ δὲ ἕτε‐ ρος σταυρὸς ἐναπομένει ἐν τῷ ἱερῷ παλατίῳ. ἰστέον, ὅτι τῇ παρασκευῇ τῆς αὐτῆς μέσης ἑβδομάδος τῆς ἁγίας τεσσαρα‐
15κοστῆς μετὰ τὴν ἀπόλυσιν τῆς ἐνάτης εἰσάγει ὁ παπίας τὸν τίμιον σταυρὸν ἐν τῷ ἱερῷ παλατίῳ. ὁμοίως καὶ οἱ τῆς νέας κληρικοὶ εἰσάγουσιν καὶ αὐτοὶ τῇ αὐτῇ ἡμέρᾳ τὸν ἕτερον σταυρὸν μετὰ τὴν ἀπόλυσιν τῆς ἐνάτης. καὶ τῇ κυριακῇ με‐ τὰ τρίτην εἴτε καὶ ἕκτην ᾠδὴν τοῦ ὄρθρου ὑπὸ τοῦ πρωτο‐
20πάπα καὶ τοῦ σκευοφύλακος ἐκμασσόμενοι κατατίθενται ἐν
τῷ αὐτῷ σκευοφυλακίῳ.550

551

(1t)

ΚΕΦ. ιβʹ.
2tὍσα δεῖ παραφυλάττειν, τῶν δεσποτῶν ἀπιόντων λούσασθαι ἐν
3tβλαχέρναις.
4Τῇ παρασκευῇ ἕωθεν προέρχεται ἅπασα ἡ σύγκλητος
5ἀπὸ σκαραμαγγίων ἐν βλαχέρναις ἔξω τῆς πόρτας, ἐν ᾧ τό‐ πῳ ὁρμῶσιν οἱ δεσπόται. οἱ δὲ δεσπόται εἰσέρχονται ἀπὸ σκαραμαγγίων εἰς τὸν δρόμονα μετὰ τῆς οἰκείας αὐτῶν θε‐ ραπείας, τοῦ τε λογοθέτου τοῦ δρόμου καὶ τοῦ πρωτοαση‐ κρήτου καὶ τοῦ ἐπὶ τῶν δεήσεων μετὰ τοῦ ἑταιρειάρχου
10καὶ τοῦ δρουγγαρίου τῆς βίγλας. ὁρμῶσιν δὲ εἰς τὴν πόρ‐ ταν, ἔνθα ἡ σύγκλητος τούτους ἐκδέχεται. οἱ δὲ μάγιστροι καὶ πατρίκιοι καὶ ὀφφικιάλιοι ἔξω τῆς πόρτης τῷ δεξιῷ μέ‐ ρει τῆς βασιλικῆς διόδου δέχονται τοὺς δεσπότας, ἐν δὲ τῷ ἀριστερῷ ἵστανται τὰ βασιλικὰ σελλάρια. καὶ ἐν τῷ πλη‐
15σιάσαι πρὸς αὐτοὺς τοὺς δεσπότας πίπτουσι προσκυνοῦντες. οἱ δὲ δεσπόται δηριγευόμενοι ὑπό τε τῶν πραιποσίτων τοῦ κουβουκλείου καὶ τῶν μαγλαβιτῶν, βασιλικῶν τε καὶ τῶν τῆς ἑταιρείας, ἀπέρχονται διὰ τῆς ἀπαγούσης ὁδοῦ πρὸς τὴν ἐκκλησίαν. ἰστέον, ὅτι, τῶν δεσποτῶν εἰσιόντων τὴν πόρ‐
20ταν, κατακολουθοῦσιν ὄπισθεν οἵ τε μάγιστροι καὶ πατρίκιοι καὶ ὀφφικιάλιοι· ἐν δὲ τῷ προπυλαίῳ τῆς αὐτῆς ἐκκλησίας
δέχεται αὐτοὺς ὁ σκευοφύλαξ μετὰ θυμιατοῦ καὶ ὁ τῆς ἐκ‐551

552

κλησίας κλῆρος, ὀψικεύοντες αὐτούς. καὶ δὴ τῶν δεσποτῶν εἰσιόντων εἰς τὸν νάρθηκα, περιβάλλονται τὰ χρυσοπερίκλει‐ στα σαγία, καὶ ἅπτουσιν κηροὺς, καὶ διέρχονται διὰ μέσης τῆς ἐκκλησίας καὶ τῆς σωλαίας, καὶ πάλιν ἅπτουσιν κηροὺς
5ἔξω τῶν ἁγίων θυρῶν, καὶ εἰσέρχονται εἰς τὸ ἅγιον θυσια‐ στήριον, καὶ ἀσπάζονται τὴν ἁγίαν ἐνδυτήν. ἰστέον, ὅτι, τῶν δεσποτῶν εὐχομένων εἰς τὸ ἅγιον βῆμα, ἡ σύγκλητος καὶ οἱ τοῦ κουβουκλείου καὶ οἱ βασιλικοὶ διέρχονται καὶ ἵστανται εἰς τὸν νάρθηκα τῆς ἁγίας σοροῦ. εἶθ’ οὕτως διέρ‐
10χονται διὰ τοῦ πρὸς ἀνατολὴν δεξιοῦ μέρους τοῦ βήματος καὶ τοῦ σκευοφυλακίου, καὶ εἰσέρχονται εἰς τὸν νάρθηκα τῆς ἁγίας σοροῦ, καὶ οἱ μὲν βασιλικοὶ ἵστανται ἀριστερᾷ τῆς βασιλικῆς προόδου, οἱ δὲ μάγιστροι καὶ πατρίκιοι δεξιᾷ ὡς πρὸς τὰς πύλας. οἱ δεσπόται ἅπτουσιν κηροὺς κατὰ τὸ
15εἰωθὸς εἰς τὰς βασιλικὰς πύλας τῆς ἁγίας σοροῦ, καὶ εἰσ‐ έρχονται, καὶ εὐθέως κλείουσιν τὰς αὐτῶν πύλας κουβικου‐ λάριοι· (βαρβάτοι γὰρ ἐκεῖσε οὐκ εἰσέρχονται, εἰ μὴ οἱ τοῦ κουβουκλείου μόνοι·) οἱ δὲ δεσπόται πάλιν κατὰ τὸ εἰωθὸς ἅπτουσιν κηροὺς ἔμπροσθεν τοῦ ἁγίου βήματος, καὶ εἰσέρ‐
20χονται καὶ ἀσπάζονται τὴν ἁγίαν ἐνδυτὴν, καὶ λαμβάνει ὁ πρῶτος βασιλεὺς θυμιατὸν παρὰ τοῦ πραιποσίτου, καὶ θυ‐
μιᾷ πέριξ τῆς ἁγίας τραπέζης, εἶτα ἐκβάλλουσι τὰ τούτων552

553

σαγία, καὶ λαμβάνει ὁ πρῶτος βασιλεὺς παρὰ τοῦ πραιπο‐ σίτου τὸ ἀπὸ ταωνοπτέρων ῥιπίδιον, καὶ φιλοκαλεῖ πέριξ τῆς ἁγίας τραπέζης, καὶ ἐξέρχονται τοῦ βήματος, καὶ ἀπέρ‐ χονται ἀπὸ δεξιᾶς εἰς τὴν ἐπίσκεψιν, καὶ ἅπτουσιν κἀκεῖσε
5κηροὺς καὶ προσκυνοῦσιν. καὶ ἀπὸ τῶν ἐκεῖσε ἀπέρχονται ἔξω τοῦ μητατωρικίου, ἐν ᾧ ἡ εἰκὼν τῆς Θεοτόκου καὶ ὁ ἀρ‐ γυροῦς ἵδρυται σταυρὸς, καὶ ἅπτουσιν κἀκεῖσε κηροὺς, καὶ εἰσέρχονται εἰς τὸ μητατώριον, καὶ, εἰ κελεύουσι, σκεπάζον‐ ται. ἰστέον, ὅτι ἐν ᾧ τόπῳ ἵστανται οἱ βασιλεῖς ἐπευχόμε‐
10νοι, ἵστανται οἱ τῆς μέσης ἑταιρείας, καὶ αὐτοὶ ἐπευχόμε‐ νοι. καὶ ἐξιόντες διέρχονται διὰ τοῦ νάρθηκος, καὶ πάλιν δέχονται τούτους οἵ τε μάγιστροι καὶ πατρίκιοι καὶ ὀφφικιά‐ λιοι, καὶ ἀνίασιν οἱ δεσπόται διὰ τοῦ κοχλιοῦ καὶ ἀπέρ‐ χονται. οἱ δὲ βασιλικοὶ προαπερχόμενοι ἵστανται δεξιᾷ καὶ
15ἀριστερᾷ ἔξω τῶν εἰσαγόντων παραπτέρων εἰς τὰ ἀποδυτά. καὶ τῶν δεσποτῶν διερχομένων, ἐπεύχονται καὶ αὐτοί. οἱ δὲ δεσπόται δηριγευόμενοι ὑπό τε τοῦ κουβουκλείου καὶ τῶν μαγλαβιτῶν καὶ τῆς μεγάλης ἑταιρείας, εἰσέρχονται εἰς τὰ ἀπάγοντα παράπτερα εἰς τὰ ἀποδυτά. καὶ οἱ μὲν τῆς με‐
20γάλης ἑταιρείας ἵστανται εὐθὺς μετὰ ὀλίγων ἐπευχόμενοι,553

554

καὶ μετ’ ἐκείνους οἱ μαγλαβῖται ἵστανται, καὶ αὐτοὶ ἐπευχόμενοι, καὶ μετ’ αὐτοὺς οἱ τοῦ κουβουκλείου, καὶ αὐτοὶ ἐπευχόμενοι εἰς τὸ εἰσάγον ἐνδότερον μονόθυρον, καὶ ἔξωθεν τοῦ μονο‐ θύρου ἵστανται οἱ πραιπόσιτοι καὶ αὐτοὶ ἐπευχόμενοι. οἱ
5δὲ δεσπόται ἀπέρχονται ἐν τοῖς ἀποδυτοῖς, καὶ ἀποδυόμενοι περιβάλλονται τὰ χρυσᾶ τούτων λέντια, καὶ εἰσέρχονται εἰς τὸ ἅγιον λοῦσμα. ἰστέον, ὅτι προεισέρχονται τῶν δεσποτῶν οἱ πραιπόσιτοι μετὰ καί τινων τοῦ κουβουκλείου καὶ κουβι‐ κουλαρίων βασταζόντων τὰ φατλία, ἅπερ ἅπτουσιν οἱ δε‐
10σπόται εὐχόμενοι. καὶ πρὸ τοῦ κολύμβου πλησίον τῆς εἰσ‐ αγούσης θύρας τῷ δεξιῷ μέρει ἵστανται οἱ πραιπόσιτοι καὶ οἱ τοῦ κουβουκλείου μετὰ τῆς μυστικῆς θεραπείας τῶν δε‐ σποτῶν, τοῦ τε βαλνιαρίτου καὶ τοῦ πρωτεμβαταρίου· οἱ δὲ λοιποὶ λοῦσται τῶν βλαχερνῶν ἀριστερὰ τῶν δεσποτῶν
15ἵστανται. καὶ τῶν δεσποτῶν εἰσιόντων, λαμβάνουσιν κηροὺς παρὰ τῶν πραιποσίτων καὶ ἅπτουσιν, καὶ προσκυνοῦντες τὰς ἀργυρᾶς ἁγίας εἰκόνας τὰς ἐν τῷ κολύμβῳ, διέρχονται τῷ δεξιῷ μέρει τοῦ κολύμβου. ἐν δὲ τῷ αὐτῷ δεξιῷ μέρει τοῦ κολύμβου ἵστανται δύο καπνιστήρια, ἐν οἷς διερχόμενος ὁ
20βασιλεὺς, παρὰ τοῦ πραιποσίτου λαμβάνων ἀλειπτὰ ἰδίαις χερσὶ τοῖς καπνιστηρίοις ἐντίθησι. εἶτα ἅπτουσιν οἱ δεσπό‐ ται κηροὺς εἰς τὴν πρὸς ἀνατολὴν κόγχην, ἐν ᾗ καὶ ἡ ἀρ‐
γυρᾶ εἰκὼν τῆς Θεοτόκου ἐπὶ τῆς φιάλης ἵσταται. καὶ ἀπὸ554

555

τῶν ἐκεῖσε ἀπέρχονται ἀριστερὰ, ἐν ᾧ ἡ τῆς χειρὸς τῆς Θεο‐ τόκου ἐκτύπωσις ἐν τῷ μαρμάρῳ ἐκτετύπωται, καὶ διὰ ἀρ‐ γυρᾶς περιφερείας περικέκλεισται, καὶ ἅπτουσιν κἀκεῖσε κη‐ ροὺς, καὶ οἰκείᾳ χειρὶ εἰς τὸ ἐκεῖσε καπνιστήριον ὁ πρῶτος
5βασιλεὺς ἐντίθησιν ἀλειπτὸν, ἐκ τοῦ πραιποσίτου τοῦτο δε‐ χόμενος. ἀπὸ δὲ τῶν ἐκεῖσε ὑποστρέφοντες οἱ δεσπόται, εἰσ‐ έρχονται εἰς τὸν ἅγιον Φωτεινὸν εἰς τὸν ἐνδότερον θόλον, καὶ ἀπερχόμενοι ἅπτουσιν κηροὺς ἔμπροσθεν τῆς μαρμαρίνης εἰκόνος τῆς Θεοτόκου, ἥτις ἐκ τῶν τῆς αὐτῆς ἁγίων χειρῶν
10προχεῖ τὸ ἁγίασμα. καὶ μετὰ τὸ ἅψαι τοὺς κηροὺς λαμβά‐ νει τὴν ἁγίαν στακτὴν ὁ πραιπόσιτος παρὰ τοῦ βαλνιαρίτου, καὶ ἐπιδίδωσι τοῖς δεσπόταις. οἱ δὲ δεσπόται οἰκείαις χερ‐ σὶν ἑαυτοὺς ἐπισφραγίζουσιν, καὶ ἐξιόντες λούονται. καὶ μετὰ τὸ λούσασθαι ἐξέρχονται εἰς τὸν ἐξώτερον μικρὸν θό‐
15λον, καὶ ἀλλάσσοντες τὰ τούτων λέντια περιβάλλονται ἕτερα χρυσοΰφαντα. ὁ δὲ προτεμβατάριος ἱστάμενος πρὸ τοῦ κο‐ λύμβου, λέγει τὴν εὐχήν. ἰστέον, ὅτι, τῆς εὐχῆς λεγομένης, οἱ λοῦσται εἰσάγουσιν τὰ ιβʹ βαστακτὰ ἀπὸ τοῦ ἀριστεροῦ μέρους τοῦ κολύμβου, καὶ διέρχονται πρὸ τῆς κάτω ἀνατο‐
20λικῆς κόγχης, καὶ ἵστανται εἰς τὸ δεξιὸν μέρος τοῦ κολύμ‐ βου. οἱ δὲ δεσπόται εἰσιόντες ἵστανται, καὶ ὁ πρῶτος βα‐ σιλεὺς ἐπιδίδωσιν ἑκάστῳ τῶν βαστακτῶν ἀνὰ νομίσματος
ἑνός. χρὴ δὲ τὸν πραιπόσιτον τὴν χεῖρα τοῦ βαστακτοῦ προ‐555

556

ευτρεπίζειν πρὸς τὴν τῆς βασιλικῆς δωρεᾶς ὑποδοχήν. καὶ μετὰ τὴν συμπλήρωσιν τῆς διανομῆς ἁγιάζει μετὰ τοῦ σταυ‐ ροῦ ὁ πρωτεμβατάριος τὸν κόλυμβον, ἐπιδιδοὺς τοῖς δεσπό‐ ταις ἀπὸ τοῦ κολύμβου ἁγίασμα μετὰ τοῦ αὐτοῦ σταυροῦ.
5οἱ δὲ λαμβάνοντες τὸ ἁγίασμα εἰσέρχονται εἰς τὸν κόλυμβον, καὶ τῆς ἐκτενοῦς γινομένης, καταδύουσι τρίτον, καὶ ἐξερχό‐ μενοι ἀνέρχονται ἐν τῷ ἀποδυτῷ, καὶ ἀμφιασθέντες κατὰ τὸ εἰωθὸς ἐξέρχονται μετὰ τῆς μυστικῆς αὐτῶν τάξεως. ἰστέον, ὅτι ἔξω τοῦ μονοθύρου, ἐν ᾧ ἵστανται οἱ πραιπόσιτοι ἐπευ‐
10χόμενοι τοὺς δεσπότας, ἵσταται ὁ τῶν Εὐγενίου γηρωκόμος, ἐπιδιδοὺς τοῖς δεσπόταις διερχομένοις τὰς εὐλογίας. τῶν δὲ δεσποτῶν διερχομένων, συγκινοῦσι προπορευόμενοι τῶν δε‐ σποτῶν, ἀφ’ ὧν τόπων ἵστανται, οἱ τοῦ κουβουκλείου καὶ οἱ μαγλαβῖται καὶ τῆς ἑταιρείας. οἱ δὲ δεσπόται εἰ μὲν κελεύ‐
15ουσιν ἱππεῦσαι καὶ ἀπελθεῖν εἴτε ἐν τῇ πηγῇ, εἴτε ἀλλαχοῦ, τοῦτο ποιοῦσιν· εἰ δὲ μήγε, εἰσερχόμενοι εἰς τὸν δρόμονα εἰσέρχονται εἰς τὸ παλάτιον, ἢ καὶ ἀλλαχοῦ, ὅπου βούλον‐
ται, ἀπέρχονται.556

557

(1t)

ΚΕΦ. ιγʹ.
2tὍσα δεῖ παραφυλάττειν ἐν παγανῇ κυριακῇ, ἢ ἐν ἄλλῃ κοινῇ ἡμέ‐
3tρᾳ, μελλόντων τῶν δεσποτῶν ἀπιέναι εἴτε εἰς τοὺς ἁγίους ἀπο‐
4tστόλους, εἴτε εἰς ἕτερον ναὸν εὔξασθαι.
5Πρὸ μιᾶς ἡμέρας δίδοται μανδάτα τῷ πραιποσίτῳ καὶ τῷ κατεπάνω τῶν βασιλικῶν, τῇ ἕωθεν ἐλθεῖν ἅπαντας ἀπὸ σκαραμαγγίων, ὁπόθεν ἂν κελεύσωσιν οἱ δεσπόται ἱππεῦσαι. καὶ τῇ ἕωθεν προέρχονται ἅπαντες ἀπὸ σκαραμαγγίων, καὶ εἰσέρχονται οἱ πραιπόσιτοι μετὰ τοῦ κουβουκλείου, εἴτε ἀπὸ
10τὸν καβαλλάριον, εἴτε ἀπὸ τὴν τοῦ Κυρίου ἐκκλησίαν, εἴτε ἀπὸ τὸν ἱππόδρομον, εἴτε ἀπὸ τὸ τζουκανιστήριον, εἴτε ἀπὸ τῆς Δάφνης. ἀπὸ τούτων γὰρ τῶν εἰσόδων εἰώθασιν ἀεὶ ἱπ‐ πεύειν οἱ δεσπόται. οἱ δὲ δεσπόται ἐξέρχονται ἀπὸ σκαρα‐ μαγγίων φοροῦντες καὶ τὰ τούτων σπαθία, καὶ δηριγευόμενοι
15ὑπό τε τῶν πραιποσίτων καὶ τοῦ κουβουκλείου ἱππεύουσιν. οἱ δὲ πραιπόσιτοι καὶ οἱ τοῦ κουβουκλείου καὶ αὐτοὶ ἱππεύ‐ οντες προπορεύονται τῶν δεσποτῶν. οἱ δὲ μαγλαβῖται καὶ οἱ βασιλικοὶ πάντες ἄνθρωποι μετὰ σκαραμαγγίων καὶ σπαθίων
εἰς τὴν ἑαυτοῦ ἕκαστος προπορεύεται τάξιν. οἱ δὲ μάγιστροι557

558

καὶ ἀνθύπατοι καὶ πατρίκιοι καὶ ὀφφικιάλιοι ὄπισθεν τοῦ ἄρματος μετὰ τοῦ δρουγγαρίου τῆς βίγλης καὶ τοῦ δρουγγα‐ ρίου τῶν πλοΐμων, ἐπακολουθοῦσι τοῖς δεσπόταις. καὶ δὴ τῶν δεσποτῶν ἀπιόντων εἰς τὸν ναὸν καὶ τῶν ἵππων ἀποβαι‐
5νόντων, τίθενται σελλία, δηλονότι τὰ ὑπὸ τῶν ἀρχοντογεννη‐ μάτων βασταζόμενα, εἴτε ἐν τῷ προπυλαίῳ τῆς αὐτῆς ἐκκλη‐ σίας, εἴτε ἐν τῷ νάρθηκι, καὶ ἐν τούτοις καθέζονται οἱ δεσπό‐ ται, καὶ ὑπὸ τῆς μυστικωτέρας τῶν κοιτωνιτῶν τάξεως κυ‐ κλευόμενοι πρὸς τὸ μὴ ῥᾳδίως τῶν πολλῶν ὁρᾶσθαι, ἀλλάσ‐
10σουσιν ἅπερ φοροῦσιν ὑποδήματα, περιβαλλόμενοι στρίκτα. ἰστέον, ὅτι ἐν τῷ νάρθηκι τῆς ἐκκλησίας καὶ οἱ πραιπόσιτοι περιβάλλονται τὰ αὐτῶν σαγία. καὶ εἶθ’ οὕτως ἀνιστάμενοι καὶ τὰ ἑαυτῶν χρυσοπερίκλειστα περιβαλλόμενοι σαγία, ἔρ‐ χονται πρὸς τὰς βασιλικὰς πύλας, καὶ ὑπὸ τῶν πραιποσίτων
15λαμβάνουσι κηροὺς, καὶ ἀπευχαριστοῦσιν τῷ Θεῷ διὰ τῆς τρισσῆς μετ’ αὐτῶν προσκυνήσεως. καὶ εἶθ’ οὕτως εἰσέρχον‐ ται, καὶ διέρχονται διὰ μέσου τοῦ ναοῦ καὶ τῆς σωλαίας, καὶ ἱστάμενοι ἔξω τῶν ἁγίων τοῦ βήματος θυρῶν πάλιν λαμβά‐ νουσιν ἑτέρους κηροὺς παρὰ τῶν πραιποσίτων, καὶ ὁμοίως
20ποιοῦσιν. εἶτα εἰσερχόμενοι εἰς τὸ ἅγιον θυσιαστήριον ἀ‐ σπάζονται τὴν ἁγίαν ἐνδυτήν. εἶθ’ οὕτως λαμβάνει ὁ πρῶτος βασιλεὺς ἐκ χειρὸς τοῦ πραιποσίτου τὸν θυμιατὸν καὶ ἀλει‐
πτὰ, καὶ οἰκείᾳ χειρὶ ἐπιτιθεὶς τῇ ἀνθρακιᾷ θυμιᾷ πέριξ τῆς558

559

ἁγίας τραπέζης, εἶτα ἐπιδίδωσι τῷ πραιποσίτῳ τὸν θυμια‐ τόν. διέρχεται δι’ οἵου μέρους ἁρμόζει τοῦτον ἐξιέναι. καὶ εἰ μὲν κελεύσωσιν οἱ δεσπόται ἐκεῖσε γεύσασθαι, γίνεται τοῦ‐ το καθὼς βούλονται. εἰ δὲ μήγε, ἀπὸ τῶν ἐκεῖσε ἱππεύοντες
5ὑποστρέφουσιν κατὰ τὴν προειρημένην, ὡς ἔφαμεν, τῆς προ‐ όδου τάξιν εἰς τὸ παλάτιον. ἰστέον, ὅτι, εἰ ἐν τεσσαρακο‐ στῇ κελεύσωσιν ἀπιέναι οἱ δεσπόται ἐν ἐκκλησίᾳ, ἀπὸ τῆς ψαλλομένης τριτοέκτης ἐν τῷ λαυσιακῷ ἐν τῷ εὐκτηρίῳ τοῦ ἁγίου Βασιλείου, γίνεται μεταστάσιμον, καὶ ἀπέρχονται πάν‐
10τες, ὅπου δεῖ τοὺς δεσπότας ἱππεῦσαι. καὶ εἶθ’ οὕτως ἱπ‐ πεύουσιν οἱ δεσπόται καὶ ἀπέρχονται. μηνὶ Μαρτίῳ θʹ. ἰστέον, ὅτι κατὰ τὸν προῤῥηθέντα τύπον τῆς ἀφίξεως τῶν δε‐ σποτῶν ἐν ταῖς ἁγίαις ἐκκλησίαις ταῖς ἐν ταῖς πόλεσι ἐπιτε‐ λεῖται καὶ ἡ μνήμη τῶν ἁγίων μʹ μαρτύρων, τῶν δεσποτῶν
15ἀπιόντων ἐν τῷ ἁγίῳ αὐτῶν ναῷ. μηνὶ Ἰουλίῳ αʹ. ἰστέον, ὅτι ὁμοίως ἐπιτελεῖται καὶ ἡ μνήμη τῶν ἁγίων Ἀναργύρων. τῶν δεσποτῶν ἀπιόντων εἰς τὸν σεβάσμιον αὐτῶν ναὸν εἰς τὰ Παυλίνου, ἀπέρχονται οἱ δεσπόται, κελεύουσιν ἔφιπποι, κε‐ λεύουσιν πλοΐ. τὰ δὲ ἑξῆς τῆς προελεύσεως ἐπιτελεῖται κα‐
20θὼς προείρηται. ἰστέον, ὅτι οἱ δεσπόται ἀπιόντες εἰς τὰ Παυλίνου καὶ πλοῒ καὶ ἔφιπποι μετὰ σκαραμαγγίων ἀπέρ‐ χονται. ἰστέον, ὅτι μετὰ τὸ εὔξασθαι μετὰ τῶν κηρῶν τοὺς
δεσπότας ἔμπροσθεν τῶν ἁγίων θυρῶν, εἶθ’ οὕτως προσκυ‐559

560

νοῦσιν τὰ ἅγια λείψανα, ἅπτοντες κηροὺς, καὶ ἐξερχόμενοι ἔξω εἰς τὸ ἐξάερον, ἐκεῖθεν ἱππεύουσιν, καὶ ὑποστρέφουσιν ἐν τῷ παλατίῳ, κελεύουσιν ἔφιπποι, κελεύουσιν πλοΐ. πολ‐ λάκις δὲ συνεστιῶνται τοῖς ἄρχουσιν ἐν τῷ παλατίῳ τῶν
5βλαχερνῶν, καὶ δείλης εἰσέρχονται εἰς τὸ παλάτιον. ἰστέον ὅτι ταύτῃ τῇ ἡμέρᾳ οὐκ εἰσέρχονται οἱ δεσπόται εἰς τὸ ἅγι‐ ον θυσιαστήριον. μηνὶ Ἰουλίῳ κζʹ. ἰστέον, ὅτι ὁμοίως ἐπι‐ τελεῖται καὶ ἡ μνήμη τοῦ ἁγίου Παντελεήμονος, τῶν δεσπο‐ τῶν ἀπιόντων εἰς τὸν σεβάσμιον τούτου ναὸν εἰς τὰ Ναρ‐
10σοῦ. εἰ δὲ βουληθῇ ὁ βασιλεὺς ἀπελθεῖν πλοῒ, γίνεται ἡ ἀ‐ κολουθία καὶ ἡ τάξις οὕτως. πρωῒ προέρχεται πᾶσα ἡ σύγ‐ κλητος καὶ τὸ κουβούκλειον ἀπὸ σκαραμαγγίων εἰς τὰ Κανι‐ κλείου, καὶ ὁ βασιλεὺς εἰσέρχεται ἀπὸ τὸ παλάτιον εἰς τὸν βασίλειον δρόμονα μετὰ τῆς οἰκείας αὐτοῦ θεραπείας καὶ τοῦ
15λογοθέτου καὶ τοῦ πρωτοασηκρήτου καὶ τοῦ ἐπὶ τῶν δεήσεων καὶ τοῦ ἑταιρειάρχου καὶ τοῦ δρουγγαρίου τῆς βίγλας, καὶ ἐξέρχονται οἱ δεσπόται εἰς τὰ Κανικλείου. ὁρμώντων δὲ τῶν δεσποτῶν, δέχονται τούτους οἵ τε μαγλαβῖται καὶ οἱ τῆς ἑ‐ ταιρείας ἅμα τῶν πραιποσίτων καὶ τοῦ κουβουκλείου καὶ τῶν
20ἀρχοντογεννημάτων. καὶ ἐξερχόμενοι ἀπὸ τοῦ δρόμονος, δι‐
έρχονται καὶ ἀπίασιν εἰς τὴν αὐλὴν, καὶ ἐκεῖσε δέχονται τού‐560

561

τους οἱ βασιλικοὶ, καὶ ἀπὸ τῶν ἐκεῖσε ἱππεύουσιν οἱ δεσπό‐ ται καὶ ἀπέρχονται μέχρι τοῦ ἔξω προπυλαίου τοῦ εἰς τὸν ἔμβολον, καὶ τῶν ἵππων ἐκεῖσε ἀποβάντες, ἀνέρχονται τὰ σκαλία, καὶ διέρχονται διὰ τοῦ πρὸς ἀνατολὴν δεξιοῦ μέρους
5τοῦ λουτῆρος. ἐκεῖσε γὰρ ἵστανται καὶ δέχονται τοὺς δε‐ σπότας οἵ τε μάγιστροι καὶ πατρίκιοι καὶ οἱ λοιποὶ συγκλητι‐ κοὶ καὶ βασιλικοὶ ἄνθρωποι, καὶ ἀπὸ τῶν ἐκεῖσε εἰσέρχονται οἱ δεσπόται εἰς τὸν νάρθηκα, καὶ περιβαλλόμενοι τὰ χρυσο‐ περίκλειστα σαγία, ἅπτουσιν κηροὺς εἰς τὰς βασιλικὰς πύλας.
10καὶ εὐθέως εἰσέρχονται καὶ διέρχονται διὰ μέσου τοῦ ναοῦ καὶ τῆς σωλαίας, καὶ πάλιν ἅπτουσιν κηροὺς ἔξω τῶν ἁγίων θυρῶν, καὶ εἰσέρχονται εἰς τὸ ἅγιον θυσιαστήριον, καὶ ἀ‐ σπάζονται τὴν ἐνδυτὴν καὶ τὴν τοῦ μάρτυρος ἁγίαν κάραν, καὶ διέρχονται διὰ τοῦ πρὸς ἀνατολὰς τοῦ βήματος ἀριστε‐
15ροῦ μέρους, καὶ ἐν τῷ ἐκεῖσε τετρασέρῳ εἰσέρχονται, καὶ πάλιν ὑπὸ τῶν ἱερέων προσφέρεται ἡ ἁγία κάρα, καὶ πάλιν με‐ τὰ κηρῶν ὑπὸ τῶν δεσποτῶν προσκυνεῖται, καὶ ἀπ’ αὐτῆς λαμ‐ βάνουσιν ἅγιον ἀπομύρισμα, καὶ ἐξέρχονται εἰς τὸ ἐξάερον εἰς τὸ ἐκεῖσε ἀναδενδράδιον, κἀκεῖσε σκεπαζόμενοι ἐκβάλλουσι τὰ
20σκαραμάγγια, καὶ κολόβια περιβαλλόμενοι ὑποστρέφουσιν, κε‐ λεύουσιν ἔφιπποι, μέχρι τοῦ παλατίου, κελεύουσι πλοῒ, ὃν τρό‐ πον εἰρήκαμεν τὴν τούτων ἄφιξιν. ἰστέον, ὅτι, πλοῒ ὑποστρε‐
φόντων τῶν δεσποτῶν, ὅσους ἂν κελεύσωσιν συνεστιαθῆναι τῶν561

562

ἀρχόντων, τῇ τούτων κελεύσει συνεισέρχονται αὐτοῖς εἰς τὸν δρόμονα. μηνὶ Σεπτεμβρίῳ κϛʹ. ἰστέον, ὅτι ὁμοίως ἐπιτε‐ λεῖται καὶ ἡ μνήμη τοῦ ἁγίου Ἰωάννου τοῦ Θεολόγου, τῶν δεσποτῶν ἀπιόντων ἐν τῷ σεβασμίῳ αὐτοῦ ναῷ τῷ ἐν τῷ
5διϊππίῳ. μηνὶ Νοεμβρίῳ αʹ. ἰστέον, ὅτι ὁμοίως ἐπιτελεῖται καὶ ἡ μνήμη τῶν ἁγίων Ἀναργύρων, τῶν δεσποτῶν ἀπιόντων εἰς τὸν ἅγιον αὐτῶν ναὸν εἰς τὰ Βασιλίσκου. μηνὶ Αὐγού‐ στῳ κθʹ. ἰστέον, ὅτι ὁμοίως ἐπιτελεῖται καὶ ἡ ἀποτομὴ τοῦ ἁγίου Ἰωάννου τοῦ Προδρόμου, τῶν δεσποτῶν ἀπιόντων ἐν
10τῷ ἁγίῳ αὐτοῦ ναῷ εἰς τὰ Στουδίου κατὰ τὸν προῤῥηθέντα τύπον ἐν τῇ μνήμῃ τοῦ ἁγίου Παντελεήμονος. τῇ ἕωθεν γὰρ προέρχεται πᾶσα ἡ σύγκλητος ἀπὸ σκαραμαγγίων εἰς τὰ Στουδίου. καὶ οἱ μὲν μάγιστροι καὶ πατρίκιοι καὶ ὀφφικιά‐ λιοι ἵστανται ἔξω τῆς πρὸς θάλασσαν πόρτης· οἱ δὲ τοῦ
15κουβουκλείου καὶ οἱ βασιλικοὶ καὶ οἱ τοῦ μαγλαβίου καὶ τῆς ἑταιρείας καὶ τὰ ἀρχοντογεννήματα εἰς τὸν ὅρμον, ἔνθα ὁ δρόμων ὁρμᾷ. ἰστέον, ὅτι οἱ τῆς μονῆς ἀββάδες ἀπὸ τῆς πόρτης ἕως τοῦ ὅρμου ἵστανται στιχηδὸν δεξιᾷ καὶ ἀριστε‐ ρᾷ. τῶν δὲ δεσποτῶν πλοῒ ἐρχομένων κατὰ τὸν προῤῥηθέντα
20τύπον τοῦ ἁγίου Παντελεήμονος καὶ τῆς νηὸς ἐκβάντων, δηρι‐ γεύονται ὑπό τε τοῦ κουβουκλείου καὶ τῶν μαγλαβιτῶν καὶ τῶν τῆς ἑταιρείας, δηλονότι τοῦ ἡγουμένου προπορευομένου μετὰ
θυμιατοῦ καὶ ἀββάδων μετὰ κηρῶν. τῶν δὲ δεσποτῶν πλησι‐562

563

ασάντων τῇ πόρτῃ, ἔνθα ἵστανται οἵ τε μάγιστροι καὶ πατρίκιοι καὶ ὀφφικιάλιοι, πίπτουσιν οἱ αὐτοὶ προσκυνοῦντες τοὺς δε‐ σπότας, καὶ ἀνιστάμενοι συνακολουθοῦσιν ὄπισθεν αὐτῶν. οἱ δὲ δεσπόται προπορευόμενοι διὰ τοῦ ἐξαέρου ἀνέρχονται, καὶ
5διὰ τῶν ἐκεῖσε διαβατικῶν εἰσέρχονται διὰ τοῦ πρὸς ἀνατο‐ λὴν δεξιοῦ μέρους τοῦ νάρθηκος, κἀκεῖσε περιβαλλόμενοι τὰ ἑαυτῶν χρυσοπερίκλειστα σαγία, ἅπτουσιν κηροὺς, καὶ εἰσο‐ δεύουσιν μετὰ τῶν ἱερέων, καὶ πάλιν ἅπτουσιν κηρούς. ἰστέ‐ ον, ὅτι εὐθέως γίνεται ἡ εἴσοδος τῆς λειτουργίας, καὶ ὑπὸ
10τοῦ πραιποσίτου λαβὼν ὁ πρῶτος βασιλεὺς θυμιατὸν, θυ‐ μιᾷ, καὶ δεξιᾷ τοῦ βήματος ἐρχόμενοι, (κἀκεῖσε γὰρ πρόκει‐ ται ἡ τοῦ Προδρόμου ἁγία κάρα,) ἅπτουσιν ἐκεῖσε κηροὺς, καὶ ταύτην ἀσπάζονται, καὶ ἐξερχόμενοι εἰσέρχονται εἰς τὸ ἐκεῖσε μητατώριον, καὶ ἐκβάλλουσιν τὰ σκαραμάγγια, καὶ πε‐
15ριβαλλόμενοι κολόβια εἰσερχόμενοι ἵστανται εἰς τὸν γυναι‐ κίτην εἰς τὸ δεξιὸν πρὸς ἀνατολὰς μέρος τοῦ βήματος, καὶ ἅπτουσιν κηροὺς εἰς τὴν τοῦ εὐαγγελίου ἀκρόασιν. εἰθ’ οὕ‐ τως ἐξερχόμενοι εἰς τὸ ἐκεῖσε ἀναδενδράδιον κραματίζουσι μεθ’ ὧν ἂν κελεύσωσιν ἀρχόντων, διακονούντων ἐπὶ τοῦ
20κράματος τῶν ἀββάδων. ἀπὸ δὲ τοῦ κράματος ἀνιστάμενοι ἀπέρχονται δι’ ἧς διῆλθον ὁδοῦ εἰς τὸν δρόμονα, δηριγευό‐
μενοι καθὼς εἰρήκαμεν.563

564

(1t)

ΚΕΦ. ιδʹ.
2tὍσα δεῖ παραφυλάττειν ἐπὶ χειροτονίᾳ πατριάρχου Κωνσταντινου‐
3tπόλεως.
4Τελευτῶντος τοῦ πατριάρχου, δηλοῖ ὁ βασιλεὺς τοῖς θε‐
5οφιλεστάτοις μητροπολίταις ψηφίσασθαι τρεῖς, οἳ καὶ αὐτοῖς δόξουσιν εἶναι ἄξιοι εἰς πατριάρχην. καὶ δὴ τούτων συνα‐ θροισθέντων ἐν τοῖς κατηχουμενίοις τῆς ἁγιωτάτης μεγάλης ἐκκλησίας, καὶ ψηφισάμενοι οὓς ἂν βουληθῶσι, ἀντιδηλοῦσι τῷ βασιλεῖ τούτους, καὶ κελεύει ὁ βασιλεὺς εἰσελθεῖν τούτους
10εἰς τὸ παλάτιον. καὶ δὴ τούτων εἰσελθόντων καὶ στάντων ἐνώ‐ πιον τοῦ βασιλέως, δίδουσιν ἐγγράφους οὕστινας ἐψηφίσαντο. ὁ δὲ βασιλεὺς εἰ μὲν συγκατατίθεται καὶ ἀρεσθῇ εἰς ὃν ἂν εὐδο‐ κήσῃ· εἰ δὲ καὶ μήγε, λέγει· „ἐγὼ τὸν ὁ δεῖνα θέλω γενέσθαι.“ καὶ τῶν μητροπολιτῶν ἐπὶ τούτῳ συγκαταθεμένων καὶ τῇ βα‐
15σιλικῇ προστάξει καὶ κρίσει κατὰ τὸ δίκαιον ὑπεικόντων, εἰ ἄρα ἄξιος εἴη, γίνεται μεταστάσιμον, καὶ ἀπέρχεται ἐν τῇ μανναύρᾳ πᾶσα ἡ σύγκλητος καὶ οἱ μητροπολῖται πάντες καὶ πάντες οἱ τῆς ἐκκλησίας ἄρχοντες καὶ πρεσβύτεροι καὶ λοι‐ ποὶ ἱερεῖς. καὶ ἐξέρχεται ὁ βασιλεὺς ἀπὸ σκαραμαγγίου, φο‐
20ρῶν καὶ τὸ χρυσοπερίκλειστον σαγίον, καὶ ἵσταται, καὶ λέγει564

565

πρός τε τὴν σύγκλητον καὶ τοὺς μητροπολίτας· „ἡ θεία χά‐ ρις καὶ ἡ ἐξ αὐτῆς βασιλεία ἡμῶν προβάλλεται τὸν εὐλαβέ‐ στατον τοῦτον πατριάρχην Κωνσταντινουπόλεως.“ καὶ αὐτὸς γὰρ ἐκεῖσε πάρεστιν ὁ μέλλων χειροτονηθῆναι. καὶ πάντων
5ἀποδεξαμένων, ἐπεύχονται τὸν βασιλέα, καὶ ἄλλα, ὅσα βού‐ λονται, λέγουσι πρὸς αὐτόν. εἶθ’ οὕτως ὁ βασιλεὺς παραδί‐ δωσιν αὐτὸν τῷ πραιποσίτῳ καὶ ἄρχουσι τοῖς τοῦ κουβου‐ κλείου καὶ σιλεντιαρίοις, καὶ ὑπὸ τοῦ πραιποσίτου καὶ σι‐ λεντιαρίου παρακρατούμενος καὶ ὑπὸ τῶν ἐκκλησιαστικῶν
10δηριγευόμενος, ἀπέρχεται ἐν τῷ πατριαρχείῳ. ὁ δὲ βασιλεὺς ὑποστρέφει καὶ εἰσέρχεται ἐν τῷ παλατίῳ. καὶ ἑορτῆς ἐνι‐ σταμένης ἢ κυριακῆς, γίνεται πρόκενσον ἐν τῇ μεγάλῃ ἐκκλη‐ σίᾳ, καθὼς ἡ συνήθεια ἔχει, καὶ δέχεται τούτους ὁ ὑποψή‐ φιος μετὰ τῆς ἐκκλησιαστικῆς πάσης τάξεως. καὶ δὴ κατὰ
15τὸν εἰωθότα τύπον εἰσοδεύσαντες, καὶ τῶν ἑξῆς ἐπιτελεσθέν‐ των κατὰ τὰς λοιπὰς προελεύσεις, ἀπάρχονται οἱ θεοφιλεῖς μητροπολῖται τῆς τιμίας χειροτονίας. οἱ δὲ φιλόχριστοι βα‐ σιλεῖς μικρόν τι ὀπισθοποδοῦσιν, ἕως ἂν τελεσθῇ παρὰ τῶν μητροπολιτῶν τὰ τῆς χειροτονίας, καὶ εἶθ’ οὕτως διὰ τοῦ δε‐
20ξιοῦ μέρους τοῦ βήματος καὶ τοῦ κυκλίου εἰσέρχονται ἐν τῷ εὐκτηρίῳ, ἐν ᾧ καὶ ἡ ἀργυρᾶ ἵδρυται σταύρωσις, καὶ διὰ
τῆς τρισσῆς μετὰ τῶν κηρῶν προσκυνήσεως ἀπευχαριστοῦσιν565

566

τῷ θεῷ, καὶ τὸν πατριάρχην ἀποχαιρετίσαντες, ἐξελθόντες, εἰ μὲν ἔστιν μεγάλη κυριακὴ ἢ πεντηκοστὴ εἴτε ἄλλη ἑορτὴ, ἐν αἷς ἀπέρχονται οἱ δεσπόται ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ, εἰσέρ‐ χονται ἐν τῷ μητατωρίῳ, καὶ τὰ ἑξῆς ἐπιτελεῖται, καθὼς καὶ
5ἐν ταῖς λοιπαῖς προελεύσεσιν. εἰ δὲ ἄλλη ἑορτὴ, ἐν ᾗ οὐκ ἀπέρχεται ὁ βασιλεὺς ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ, ἢ παγανὴ κυ‐ ριακὴ, ἀνέρχονται διὰ τοῦ κοχλιοῦ τοῦ πρὸς τὸ μέρος τοῦ ἁγίου φρέατος ἐν τοῖς πρὸς ἀνατολὴν δεξιοῖς μέρεσιν τῶν κα‐ τηχουμενίων, ἐκδεχόμενοι τὴν τοῦ ἁγίου εὐαγγελίου ἀνά‐
10γνωσιν.
11tΚΕΦ. ιεʹ.
12tὍσα δεῖ παραφυλάττειν, δοχῆς γενομένης ἐν τῷ μεγάλῳ τρικλίνῳ
13tτῆς μανναύρας, τῶν δεσποτῶν καθεζομένων ἐπὶ τοῦ Σολομων‐
14tτείου θρόνου.
15Ἰστέον, ὅτι, δοχῆς μελλούσης γίνεσθαι ἐν τῇ μανναύρᾳ, οὐκ ἀνοίγει τὸ παλάτιον πρὸς τὸ πρωῒ στῆναι τὴν καθημε‐ ρινὴν προέλευσιν, ἀλλὰ προέρχεται πᾶσα ἡ σύγκλητος πρωῒ ἐν τῇ μανναύρᾳ, καὶ ἀλλάσσει ἐκεῖσε τὰ ἀλλάξιμα. καὶ πε‐ ρὶ πλήρωμα τῆς δευτέρας ὥρας, ὅτε πάντα ἑτοιμασθῶσιν,
20εἰσέρχονται οἱ πραιπόσιτοι καὶ οἱ τοῦ κουβουκλείου πάντες566

567

διὰ τῆς τοῦ Κυρίου ἐκκλησίας, καὶ περιβαλλόμενοι οἱ δεσπό‐ ται τὰ διβητήσια καὶ τὰ χρυσοπερίκλειστα σαγία, ἐξέρχονται διὰ τῶν διαβατικῶν τῶν ἁγίων μʹ καὶ τοῦ σίγματος, δηρι‐ γευόμενοι ὑπό τε τοῦ κουβουκλείου καὶ τῶν μαγλαβιτῶν καὶ
5τῆς ἑταιρείας, καὶ ἐξέρχονται εἰς τοῦ Κυρίου, καὶ ἅπτουσιν κηροὺς, καὶ ἀπὸ τῶν ἐκεῖσε διέρχεται διὰ τῆς σακέλλης καὶ τοῦ ὠάτου καὶ διὰ τοῦ ἀνιόντος στενωποῦ πρὸς τὸ τῆς μαν‐ ναύρας ἡλιακόν. καὶ εἰσέρχονται εἰς τὸν μέγαν τρίκλινον, ἐν ᾧ καὶ ὁ Σολομώντειος ἵδρυται θρόνος. κἀκεῖσε γὰρ εἰς
10τὸ πρὸς ἀνατολὴν δεξιὸν μέρος κάτωθεν τῆς κόγχης ἵστανται τὰ χρυσᾶ σελλία, καὶ ἀπόκεινται αἵ τε χλαμύδες καὶ τὰ στέμματα, καὶ οἱ μὲν δεσπόται εἰσέρχονται ἐν τῷ ἐκεῖσε ἐξ ἀριστερᾶς κοιτῶνι. καὶ ὅτε πάντα καλῶς εὐτρεπισθῶσιν ὑπό τε τοῦ τῆς καταστάσεως καὶ τῶν πραιποσίτων καὶ τοῦ λο‐
15γοθέτου τοῦ δρόμου, εἰσέρχονται οἱ πραιπόσιτοι καὶ ὑπομι‐ μνήσκουσι τοὺς δεσπότας. καὶ εὐθέως ἐξέρχονται οἱ δεσπόται καὶ ἀπέρχονται ἔνθα αἱ χλαμύδες καὶ τὰ στέμματα ἀπόκειν‐ ται, καὶ περιβαλλόμενοι τὰ αὐτὰ ὑπὸ τῶν πραιποσίτων, ἀ‐ νέρχονται καὶ καθέζονται ἐπὶ τῶν θρόνων, καὶ ὁ λαὸς, ἔξω
20ἑστὼς τῶν δύο πρὸς δύσιν συρτῶν βήλων, λέγει μεγάλως τὸ πολυχρόνιον. καὶ εἶθ’ οὕτως ἐξερχόμενοι οἱ πραιπόσιτοι εἰσ‐ άγουσι τοῖς τοῦ κουβουκλείου διὰ τῶν δύο μερῶν δεξιᾷ καὶ
ἀριστερᾷ, καθὼς ἡ συνήθεια ἔχει. καὶ ἐν τῷ τούτους στῆ‐567

568

ναι νεύει ὁ πραιπόσιτος τῷ ὀστιαρίῳ τῷ τὴν χρυσῆν βέργαν κατέχοντι, καὶ ἐξέρχεται καὶ εἰσάγει βῆλον αʹ, τοὺς μαγί‐ στρους. καὶ πάλιν διὰ νεύματος τοῦ πραιποσίτου ἐξέρχεται ἕτερος ὀστιάριος, καὶ εἰσάγει τῷ αὐτῷ σχήματι βῆλον βʹ,
5τοὺς πατρικίους. καὶ πάλιν διὰ νεύματος τοῦ πραιποσίτου ἐξέρχεται ὁ ἕτερος ὀστιάριος, καὶ εἰσάγει τῷ αὐτῷ σχήματι βῆλον γʹ, τοὺς συγκλητικοὺς, καὶ ἁπλῶς ὅσα ἂν βῆλα ἔχει ἡ συνήθεια καὶ ἡ τάξις τῶν δοχῶν. καὶ εἶθ’ οὕτως εἰσέρχε‐ ται ὁ κατεπάνω μετὰ καὶ τοῦ δομεστίκου καὶ τῶν χρυσοτρι‐
10κλινιτῶν, καὶ ἵστανται δεξιᾷ καὶ ἀριστερᾷ πρὸ τῶν δύο πρὸς δύσιν συρτῶν βήλων, καὶ μετὰ τὸ στῆναι αὐτοὺς νεύει ὁ πραιπόσιτος τῷ ὀστιαρίῳ τῷ τὴν χρυσῆν βέργαν κατέχοντι, καὶ εἰσάγει τὸν ἐθνικὸν, δηλονότι κρατούμενον ὑπὸ τοῦ κα‐ τεπάνω τῶν βασιλικῶν ἢ καὶ ὑπὸ τοῦ κόμητος τοῦ σταύλου
15ἢ καὶ ὑπὸ τοῦ πρωτοστράτωρος, συνόντος αὐτοῖς καὶ τοῦ ἑρ‐ μηνευτοῦ, προπορευομένου δηλονότι καὶ τοῦ λογοθέτου τοῦ δρόμου. καὶ δὴ τούτου εἰσελθόντος, πίπτει ἐπ’ ἐδάφους προσκυνῶν τοὺς δεσπότας, καὶ εὐθέως αὐλοῦσι τὰ ὄργανα· εἶτα εἰσέρχεται καὶ ἵσταται ἀπὸ διαστήματος τοῦ βασιλικοῦ
20θρόνου, καὶ εὐθέως παίουσι τὰ ὄργανα. ἰστέον, ὅτι, τοῦ φίλου ἀποκινοῦντος πρὸς τὸν βασιλέα, εἰσέρχονται οἱ προ‐ κριτώτεροι τούτου ἄνθρωποι, καὶ προσκυνοῦντες ἵστανται ἔν‐
δον τῶν δύο συρτῶν βήλων. καὶ ποιοῦντος τοῦ λογοθέτου568

569

τὰς συνήθεις ἐρωτήσεις εἰς αὐτὸν, ἄρχονται βρυχᾶσθαι οἱ λέοντες καὶ τὰ ὄρνεα τὰ ἐν τῷ σέντζῳ, ὁμοίως καὶ τὰ ἐν τοῖς δένδρεσι, ᾄδειν ἐναρμονίως· τὰ δὲ ζῶα τὰ ἐν τῷ θρόνῳ ἀ‐ πὸ τῶν ἰδίων βαθμῶν ἀνορθοῦνται. καὶ ἐν τῷ ταῦτα οὕτως
5τελεῖσθαι εἰσάγεται τὸ τοῦ ἐθνικοῦ κανίσκιον ὑπὸ τοῦ πρω‐ τονοταρίου τοῦ δρόμου, καὶ πάλιν μετ’ ὀλίγον παίουσι τὰ ὄργανα, καὶ οἱ λέοντες ἠρεμοῦσι, καὶ τὰ ὄρνεα τοῦ ᾄδειν παύονται, τά τε θηρία τοῖς ἰδίοις τόποις ἐγκαθέζονται. καὶ δὴ μετὰ τὴν συμπλήρωσιν τοῦ κανισκίου ὑπὸ τοῦ λογοθέτου
10προτραπεὶς ὁ ἐθνικὸς προσκυνήσας ἐξέρχεται, καὶ ἐν τῷ τοῦτον ἀποκινῆσαι ἐξελθεῖν τά τε ὄργανα αὐλοῦσιν καὶ οἱ λέοντες καὶ τὰ ὄρνεα τὴν ἰδίαν ἕκαστον ἀποπληροῦσι φω‐ νὴν, καὶ τὰ θηρία πάντα τῶν ἰδίων βαθμίδων διανίστανται. καὶ ἐν τῷ ἐξιέναι τὸν ἐθνικὸν τοῦ βήλου παίουσι τά τε ὄρ‐
15γανα, καὶ τὰ ὄρνεα καὶ τὰ θηρία τοῖς ἰδίοις τόποις ἐγκαθέ‐ ζονται. εἰ δὲ καὶ ἔστιν ἕτερος φίλος καὶ κελεύουσιν οἱ δε‐ σπόται τοῦτον εἰσελθεῖν, πάλιν ἐν τῷ εἰσέρχεσθαι αὐτὸν καὶ ἐξέρχεσθαι ἡ αὐτὴ τάξις καὶ ἀκολουθία φυλάττεται, ὃν τρό‐ πον εἰρήκαμεν, καὶ ἁπλῶς ὅσοι ἂν θέλωσιν φίλοι, ἐφ’ ἑνὶ
20ἑκάστῳ τελεῖται, ὡς προείρηται. ἰστέον, ὅτι, τῶν φίλων ἐξ‐ ελθόντων, λέγει ὁ πραιπόσιτος μεγάλως „κελεύσατε.“ καὶ ἐξ‐ έρχονται οἵ τε μάγιστροι καὶ πατρίκιοι καὶ συγκλητικοὶ ἐ‐
πευχόμενοι τὸ „εἰς πολλοὺς χρόνους.“ καὶ μετὰ τὸ τούτους569

570

ἐξελθεῖν πάλιν λέγει ὁ πραιπόσιτος „κελεύσατε.“ καὶ ἐξέρ‐ χονται οἵ τε χρυσοτρικλινῖται καὶ οἱ τοῦ κουβουκλείου, ἐπευ‐ χόμενοι „εἰς πολλοὺς χρόνους.“ καὶ πάντων ἐξελθόντων, κα‐ τίασιν οἱ δεσπόται ἀπὸ τῶν θρόνων, καὶ τὰ τούτων ἐκβάλ‐
5λοντες στέμματά τε καὶ χλανίδια, περιβάλλονται τὰ χρυσο‐ περίκλειστα αὐτῶν σαγία. καὶ εἰσέρχονται μυστικῶς ἐν τῷ θεοφυλάκτῳ παλατίῳ δι’ ἧς καὶ ἀνῆλθον ὁδοῦ, δηριγευόμενοι ὑπὸ τοῦ κουβουκλείου· τοῦ δὲ κουβουκλείου στάντος ἐν τῷ χρυσοτρικλίνῳ, ἐν τῷ διέρχεσθαι τὸν βασιλέα ἐπεύχονται
10„εἰς πολλοὺς χρόνουσ“ καὶ τὰ ἑξῆς.
11tΠερὶ τῆς γενομένης δοχῆς ἐν τῷ περιβλέπτῳ καὶ μεγάλῳ τρικλίνῳ
12tτῆς μανναύρας ἐπὶ Κωνσταντίνου καὶ Ῥωμανοῦ τῶν Πορφυρογεν‐
13tνήτων ἐν Χριστῷ βασιλέων Ῥωμαίων, ἐπὶ τῇ παρουσίᾳ τῶν παρὰ
14tτοῦ Ἀμεριμνῆ ἀπὸ τῆς Ταρσοῦ ἐλθόντων πρεσβέων περὶ τοῦ ἀλλα‐
15tγίου καὶ τῆς εἰρήνης, μηνὶ Μαΐῳ λαʹ, ἡμέρᾳ αʹ, ἰνδικτ. δʹ.
16Ἰστέον, ὅτι ἐκρεμάσθη ἐν τῷ μεγάλῳ τρικλίνῳ τῆς μαν‐ ναύρας, ἐν ᾧ ὁ Σολομώντειος ἵσταται θρόνος, ἁλυσίδια ἀ‐ σπρόχαλκα τῆς μονῆς τῶν ἁγίων Σεργίου καὶ Βάκχου τῶν Ὁρμίσδου, ζʹ εἰς τὸ δεξιὸν μέρος καὶ ἑπτὰ εἰς τὸ εὐώνυμον,
20καὶ εἰς τὰ δʹ μεγάλα κιόνια ἀπὸ τῆς αὐτῆς μονῆς δʹ, καὶ ἔ‐
ξω τοῦ τρικλίνου εἰς τὴν μεγάλην τροπικὴν ἀπὸ τῆς αὐτῆς570

571

μονῆς ἕν· καὶ ἐν τούτοις τοῖς ἁλυσιδίοις ἐκρεμάσθησαν τὰ τῆς νέας μεγάλα ἀργυρᾶ πολυκάνδηλα. ἔστησαν δὲ ἐν τῷ αὐτῷ τρικλίνῳ τῆς μανναύρας ἐν μὲν τῷ δεξιῷ μέρει μέσον τῶν μεγάλων κιόνων τὸ χρυσοῦν ὄργανον ἔξω τῶν ἐκεῖσε κρε‐
5μαμένων βήλων, καὶ ἄνωθεν αὐτοῦ ὡς πρὸς ἀνατολὴν τὸ τοῦ Βενέτου ἀργυροῦν ὄργανον, ὁμοίως καὶ ἐν τῷ εὐωνύμῳ μέ‐ ρει τὸ τοῦ Πρασίνου ἀργυροῦν ὄργανον. ἰστέον, ὅτι τὸ ἀ‐ ναδενδράδιον ὅλον ἐποίησαν οἱ παστοποιοὶ δίκην τροπικῆς ἀ‐ πὸ σενδές· ἔνθεν δὲ κἀκεῖσε τῶν κιονίων ἀπὸ τῶν σενδὲς
10μέχρι τοῦ ἐδάφους ἐκρεμάσθησαν σκαραμάγγια μεγάλα τὰ καὶ δοθέντα ἀπὸ τοῦ παλατίου. ἰστέον, ὅτι, τῶν Ἰσπανῶν ἐλθόντων, γέγονεν δοχὴ κατὰ πάντα ὁμοία ταύτης, πλὴν τὸ ἀναδενδράδιον τῆς μανναύρας οὐ κατεκοσμήθη ἀπὸ σενδὲς, ἀλλ’ ὅλον διὰ σκαραμαγγίων μεγάλων, καὶ ἐκρεμάσθησαν ἐν
15αὐτῷ καὶ τὰ χειμευτὰ ἔργα τοῦ φύλακος. γέγονε δὲ ἡ τῶν Ἰσπανῶν δοχὴ μηνὶ Ὀκτωβρίῳ κδʹ. ἰστέον, ὅτι ἐν ταύτῃ τῇ τροπικῇ τῇ ἀπὸ τῶν σενδὲς κατασκευασθείσῃ ἐκρεμάσθησαν ἁλυσίδια ἀσπρόχαλκα ιγʹ ἀπὸ τῶν Ὁρμίσδου καὶ πολυκάνδη‐ λα ἀργυρᾶ ἀπὸ τῆς νέας ἐκκλησίας. καὶ εἰς τὸ φουρνικὸν
20τὸ ἐξάγον εἰς τὸν τρίκλινον τῶν κανδιδάτων ἕτερον ἁλυσίδιον571

572

αʹ καὶ πολυκάνδηλον αʹ. ἰστέον, ὅτι ὁ τρίκλινος τῶν κανδι‐ δάτων ἐξωπλίσθη παρὰ τοῦ σακελλαρίου ἀπὸ βλαττίων σκαρα‐ μαγγίων μεγάλων καὶ ἀπὸ βασιλικῶν διαφόρων ἀργυρῶν ἔρ‐ γων, καὶ ἐκρεμάσθησαν ἐν αὐτῷ ἀλυσίδια εʹ καὶ πολυκάνδη‐
5λα ἀργυρᾶ ἀπὸ τῆς νέας ἐκκλησίας εʹ. ἰστέον, ὅτι τὸ ἔξω τοῦ σταύλου τῶν ἡμιόνων καὶ τὴν πρώτην σχολὴν ἐξώπλισεν ὁ ὕπαρχος ἔνθεν κἀκεῖθεν ἀπὸ βλαττίων καὶ ἁπλωμάτων καὶ σενδὲς, καὶ ἀπὸ τῶν ἐναποκειμένων ἀναγλύφων ἀσημίων ἐν τοῖς ξενῶσι καὶ γηροκωμείοις καὶ ταῖς ἐκκλησίαις. ἐκρεμά‐
10σθησαν δὲ ἁλυσίδια ἔξωθε μὲν τοῦ σταύλου τῶν ἡμιόνων εʹ, ἐν δὲ τῇ πρώτῃ σχολῇ μέσον τοῦ τρούλλου αʹ· ἐν δὲ τῷ τρικλίνῳ τῶν ἐξκουβίτων ἐκρεμάσθησαν ἁλυσίδια ϛʹ, καὶ ἐν τούτοις ἐκρεμάσθησαν πολυκάνδηλα ἀργυρᾶ ἀπὸ τῆς νέας ἐκ‐ κλησίας. ἰστέον, ὅτι τὸ τριβουνάλιον ἐξώπλισεν ὁ ὕπαρχος
15κατὰ τὸ εἰωθὸς τῆς προελεύσεως ἀπό τε βλαττίων ἁπλωμά‐ των καὶ σενδὲς καὶ ἀπὸ ἔργων χρυσῶν καὶ χειμευτῶν καὶ ἀναγλύφων ἀργυρῶν, δηλονότι τῶν ἀργυροπρατῶν ταῦτα πα‐ ρεχόντων. ἐκρεμάσθησαν δὲ ἁλυσίδια ιβʹ καὶ πολυκάνδηλα ἀργυρᾶ ἀπὸ τῆς νέας ἐκκλησίας δώδεκα. ἰστέον, ὅτι τὸν τρί‐
20κλινον τῶν σχολῶν ἐξώπλισεν ὁ ὕπαρχος ἔνθεν κἀκεῖθεν ἀπὸ βλαττίων καὶ ἁπλωμάτων καὶ σενδὲς καὶ ἀπὸ τῶν ἐναποκει‐ μένων ἀσημίων ἔν τε τοῖς ξενῶσι καὶ γηροκωμείοις καὶ ταῖς
ἐκκλησίαις· ἐκρεμάσθησαν δὲ ἁλυσίδια ιʹ καὶ πολυκάνδηλα572

573

ἀργυρᾶ ἀπὸ τῆς νέας ἐκκλησίας ιʹ. ἰστέον, ὅτι ἔσωθεν τῆς χαλκῆς πύλης οὐδὲν ἀπὸ βλαττίου ἢ ἁπλώματος ἢ σενδὲς γέ‐ γονεν ἐξόπλισις, ἀλλ’ ἢ μόνον ἐκρεμάσθησαν ἁλυσίδια βʹ καὶ πολυκάνδηλα ἀργυρᾶ ἀπὸ τῆς νέας ἐκκλησίας δύο. ἰστέον,
5ὅτι ἔξω τῆς χαλκῆς πύλης ἐξώπλισεν ὁ ὕπαρχος ἔνθεν κἀκεῖ‐ θεν ἕως τοῦ ἐξάγοντος ἐκεῖσε καγκέλλου ἀπὸ βλαττίων καὶ ἁ‐ πλωμάτων καὶ σενδὲς, ἐκρεμάσθη δὲ ἁλυσίδιον ἓν καὶ τὸ μέγα πολυκάνδηλον τὸ ἀργυροῦν τῶν βλαχερνῶν. ἰστέον, ὅτι ὁ τρίκλι‐ νος, ἐν ᾧ καὶ τὸ καμελαύκιον ἵσταται καὶ οἱ μάγιστροι γίνονται,
10καὶ τὸ λεγόμενον ὀνοπόδιον ἐξωπλίσθη παρὰ τοῦ σακελλαρίου ἀπὸ βλαττίων καὶ ἀπὸ βήλων τοῦ χρυσοτρικλίνου. ἰστέον, ὅτι ὁ πόρτηξ τοῦ αὐγουστέως, ἤγουν ἡ χρυσῆ χεὶρ, ἐξωπλίσθη παρὰ τῶν ὀξέων βήλων τοῦ χρυσοτρικλίνου. ἰστέον, ὅτι τὰ ἀπὸ τοῦ αὐγουστέως διαβατικὰ ὡς πρὸς τὴν ἀψίδα ἐξωπλί‐
15σθησαν ἀπὸ διαφόρων βήλων κεντητῶν. ἰστέον, ὅτι ὁ ἱππό‐ δρομος ἐξωπλίσθη παρὰ τοῦ ὑπάρχου ἀπὸ βλαττίων καὶ ἀπὸ βασιλικῶν διαφόρων βήλων. ἰστέον, ὅτι ἐγραμίσθησαν ἀπὸ δαφνῶν κατὰ τὸ εἰωθὸς τῶν προελεύσεων, οἷον σταυρία καὶ στεφάνια τὰ λεγόμενα σκιαστὰ, δεξιὰ καὶ ἀριστερὰ ἐν τοῖς
20τοίχοις ὑπὸ καγκέλλων τῶν λεγομένων ποταμίων, καὶ τῶν ὀρ‐ θίως ἱσταμένων τῶν λεγομένων δένδρων, ἀλλὰ καὶ λοιπῶν ἀνθῶν, ὧν ὁ τότε καιρὸς παρεῖχεν· ἀλλὰ καὶ τὰ τούτων ἐ‐
δάφη κατεράνθησαν κισσοῦ τε καὶ δάφνης, τὰ δὲ οἰκειότε‐573

574

ρα ἀπὸ μυῤῥίνης καὶ δενδρολιβάνου. ἰστέον, ὅτι μετὰ τὸ εἰσελθεῖν τὰ βῆλα ἐν τῷ μεγάλῳ τρικλίνῳ τῆς μανναύρας κατεράνθη ὅλος ὁ τρίκλινος ἀπὸ ῥόδου. ἰστέον, ὅτι ἐν τῷ ὅλῳ ἐδάφει τοῦ ἀναδενδραδίου καὶ τοῦ ἀνάγοντος πουλπίτου
5εἰς τὸν μεγατρίκλινον ἡπλώθησαν ἁπλώματα πέρσικα πολύ‐ τιμα. ἰστέον, ὅτι οἱ μάγιστροι καὶ οἱ εὐειδέστεροι τῶν ἀν‐ θυπάτων ἐφόρεσαν τοὺς λώρους· σκεπεῶνας δὲ ἢ ἀνεξικα‐ κίας οὐκ ἐβάσταξαν. οἱ λοιποὶ ἀνθύπατοι καὶ πατρίκιοι ἐ‐ φόρεσαν τὰ ἑαυτῶν καμίσια καὶ τὰ χρυσόταβλα χλανίδια.
10οἱ δʹ εὐνοῦχοι πρωτοσπαθάριοι μετὰ τὰ ἑαυτῶν στιχάρια καὶ σαβάνια καὶ χρυσᾶ μανιάκια ἐβάστασαν τὰ χρυσᾶ διάλιθα σπαθοβάκλια. οἱ λοιποὶ εὐνοῦχοι πρωτοσπαθάριοι ἐφόρεσαν τὰ ἑαυτῶν στιχάρια καὶ μανιάκια. οἱ πριμικήριοι ἐφόρεσαν τὰ ἑαυτῶν στιχάρια ἄνευ χλανιδίων. οἱ μάγιστροι, ὡς φο‐
15ρέσαντες τοὺς λώρους, δεδώκασιν τὰ ἑαυτῶν στιχάρια τοῖς μὴ ἔχουσι πριμικηρίοις ἴδια στιχάρια. οἱ ὀστιάριοι ἐπάνω τῶν καμισίων ἐφόρεσαν τὰ χρυσᾶ παραγαύδια καὶ ἐβάστα‐ σαν τὰ χρυσᾶ διάλιθα βεργία. οἱ λοιποὶ ὀστιάριοι οἱ μὴ ἔχοντες χρυσᾶ παραγαύδια ἐφόρεσαν ἐπάνω τῶν καμισίων τὰ
20ἑαυτῶν χλανίδια. οἱ σπαθαροκουβικουλάριοι ἐφόρεσαν ἐπάνω τῶν καμισίων αὐτῶν χρυσᾶ παραγαύδια καὶ τὰ χρυσόκανα σπαθία τῶν ἀξιωμάτων. οἱ λοιποὶ σπαθαροκουβικουλάριοι οἱ
μὴ ἔχοντες χρυσᾶ παραγαύδια ἐφόρεσαν τὰ ἑαυτῶν καμίσια574

575

καὶ σπαθία. οἱ κουβικουλάριοι πάντες ἐφόρεσαν τὰ ἑαυτῶν καμίσια. καὶ οἱ μὲν ἐξ αὐτῶν ἐφόρεσαν τῶν ἑορτῶν τὰ χρυσόταβλα χλανίδια τὰ φουνδάτα, ἤγουν τῶν πατρικίων· οἱ δὲ τὰ ἐξαργυροκέντητα χλανίδια καὶ τὰ ἀργυροκέντητα
5κοντομάνικα καὶ τὰ ὀξέα κοντομάνικα. οἱ πρωτοσπαθάριοι οἱ ὀφφικιάλιοι ἐφόρεσαν τὰ ἑαυτῶν καμίσια καὶ τὰ φουνδά‐ τα τῶν ἑορτῶν χλανίδια, ἤγουν τῶν μαγίστρων. οἱ τοῦ χρυ‐ σοτρικλίνου πρωτοσπαθάριοι ἐφόρεσαν τὰ χρυσᾶ σπέκια καὶ χρυσᾶ μανιάκια· ὅσοι δὲ σπέκια οὐκ εἶχον, ἐφόρεσαν σκα‐
10ραμάγγια καὶ σαγία ῥοῆς. οἱ τῶν σεκρέτων χαρτουλάριοι καὶ νοτάριοι ἐφόρεσαν τὰ ἑαυτῶν καμίσια καὶ σαγία ἀληθι‐ νά. οἱ ἀσηκρῆται καὶ οἱ νοτάριοι τῶν ἀσηκρητειῶν καὶ λοι‐ ποὶ σεκρετικοὶ ἐφόρεσαν τὰ ἑαυτῶν καμίσια καὶ τὰ φουνδά‐ τα χλανίδια τῶν ἑορτῶν, ἤγουν τὰ ἔχοντα ὀξέα ταβλία.
15πλησίον τοῦ βασιλικοῦ θρόνου ἔνθεν κἀκεῖθεν, ἤτοι δεξιὰ καὶ ἀριστερὰ, ἔστησαν τὰ Ῥωμαϊκὰ σκῆπτρα καὶ πτυχία καὶ λοιπὰ χρυσᾶ σκῆπτρα, κρατούμενα ὑπὸ τῶν κανδιδάτων, δη‐ λονότι φορούντων σκαραμάγγια καὶ τὰ κανδιδατίκια. τὰ λοι‐ πὰ σκεύη, τά τε καμπιδικτόρια καὶ λάβουρα καὶ σίγνα ἔστη‐
20σαν ὑποκατιῶν τῶν προῤῥηθέντων σκευῶν, δηλονότι καὶ αὐ‐ τὰ κρατούμενα ὑπὸ τῶν ἐλατῶν τοῦ πρώτου δρομονίου. οἱ δὲ αὐτοὶ ἐλάται ἐφόρεσαν τῶν ταγματικῶν τὰ φουνδάτα ἀλ‐
λάξιμα. ἔξωθεν τῶν βήλων ἄνωθεν τῶν ἀναβάθρων ἔστησαν575

576

οἱ μαγλαβῖται φοροῦντες σκαραμάγγια καὶ τὰ ἑαυτῶν σπα‐ θία. καὶ μετὰ τοὺς μαγλαβίτας εὐθὺς ἔστησαν οἱ τῆς με‐ γάλης ἑταιρείας Μακεδόνες ἀπὸ ἐσωφορίων, φοροῦντες σπα‐ θία ζωστίκια καὶ ἀργυρᾶ μετὰ καὶ λωρίων διαχρύσων καὶ
5ἀργυρῶν, βαστάζοντες καὶ σκουτάρια χρυσᾶ καὶ χαλκόχρυ‐ σα καὶ σιδηρᾶ καὶ μονοπέλυκα καὶ τζικούρια. κάτωθεν δὲ τῶν αὐτῶν ἀναβάθρων ἔστη ἡ μεγάλη ἑταιρεία, ὁμοίως καὶ ἡ μεσαία, μετὰ καὶ τῶν Φαργάνων καὶ Χαζάρων, πάντων φορούντων σπαθία καὶ βασταζόντων σκουτάρια. οἱ οἰκειακοὶ
10πρωτοσπαθάριοι ἔστησαν εἰς τὴν σωλαίαν ἔνθεν κἀκεῖθεν φο‐ ροῦντες σκαραμάγγια πρασινορόδινα καὶ σπαθία. καὶ μετ’ αὐτοὺς ἔστησαν οἱ σπαθαροκανδιδάτοι φοροῦντες σκαραμάγ‐ για πολύχροα καὶ σπαθία καὶ τὰ σπαθαροκανδιδατίκια. καὶ μετ’ αὐτοὺς ἔστησαν οἱ σπαθάριοι φοροῦντες καὶ αὐτοὶ πο‐
15λύχροα σκαραμάγγια καὶ τὰ ἑαυτῶν σπαθία, βαστάζοντες καὶ διστράλια. καὶ μετ’ αὐτοὺς ἔστησαν οἱ στράτωρες φο‐ ροῦντες σκαραμάγγια λευκολέοντας, καὶ ἑτέρων χροιῶν καὶ ἐξεμπλίων, βαστάζοντες καὶ τὰ στρατωρίκια. δεξιὰ δὲ πρὸς δύσιν εἰς τὴν σύμπηξιν τῶν δύο βήλων ἔξωθεν ἄνωθεν τῶν
20ἀναβάθρων τοῦ μεγάλου τρικλίνου τῆς μανναύρας ἔστη τῆς μεγάλης ἑταιρείας βαστάζων τὸ χρυσοΰφαντον σενδὲς βασι‐ λικὸν φλάμουλον. ἔνθεν δὲ κἀκεῖθεν τῶν αὐτῶν ἀναβάθρων
τοῦ αὐτοῦ μεγάλου τρικλίνου τῆς μανναύρας ἔξωθεν τῶν αὐ‐576

577

τῶν βήλων ἔστησαν οἱ δύο πρωτοελάται βαστάζοντες τὰ χρυσᾶ βασιλικὰ φλάμουλλα. καὶ εἰθ’ οὕτως καθεξῆς τῶν δύο πρω‐ τοελατῶν δεξιὰ καὶ ἀριστερὰ ἔστησαν πάντα τὰ χρυσᾶ αὐ‐ ρόκλαβα καὶ σενδὲς καὶ λοιπὰ βασιλικὰ φλάμουλλα, ὑπὸ
5τῶν ἐλατῶν τοῦ βασιλικοῦ δρομονίου βασταζόμενα, δηλονότι φορούντων αὐτῶν τῶν ἐλατῶν τῶν ταγματικῶν τῶν δʹ χροι‐ ῶν τὰ ἀλλάξιμα. οἱ δὲ δημῶται τῶν δύο μερῶν καὶ οἱ ἀ‐ ποστολῖται ψάλται, ὁμοίως καὶ οἱ ἁγιοσοφῖται, ἔστησαν ἐπὶ σκάμνων ὑψηλῶν ἔνθεν κἀκεῖθεν τῶν αὐτῶν ἀναβάθρων εὐ‐
10φημοῦντες καὶ ᾄδοντες βασιλίκια. καὶ οἱ μὲν δημῶται ἐφό‐ ρεσαν τὰ ἑαυτῶν ἀλλάξιμα καὶ χρυσᾶ στεφάνια, βαστάζον‐ τες καὶ τὰ ἑαυτῶν ἐγχείρια. οἱ δὲ ἀποστολῖται καὶ ἁγιοσο‐ φῖται ἐφόρεσαν τῶν ταγματικῶν τὰ φουνδάτα ἀλλάξιμα καὶ τοῦ σκέπτου τὰ ὁλόβλαττα καὶ ὑπὸ φιαλίον καμίσια, καὶ τῶν
15ὑπουργούντων εἰς τὰς καμάρας τῶν ιθʹ ἀκουβίτων. ἰστέον, ὅτι ὁ λογοθέτης τῇ ἡμέρᾳ τῆς δοχῆς καὶ αὐτὸς ἐφόρεσεν λῶ‐ ρον. ἰστέον, ὅτι εἰς τὴν ἐξάγουσαν πύλην ἐν τῷ τρικλίνῳ τῶν κανδιδάτων ἔστησαν ἔσωθεν καὶ ἔξωθεν οἱ τοῦ ἀριθμοῦ ἄρχοντες, καὶ αὐτοὶ μετὰ σκαραμαγγίων, φοροῦντες καὶ τὰ
20ἑαυτῶν σπαθία, βαστάζοντες καὶ σκουτάρια. ἰστέον, ὅτι αὐ‐ τῇ τῇ ἡμέρᾳ τῆς δοχῆς πάντες οἱ προῤῥηθέντες ἀπό τε πρω‐
τοσπαθαρίων καὶ ἕως ἐσχάτου ἀνθρώπου τοῦ φοροῦντος σκα‐577

578

ραμάγγιον ἔστησαν ἕκαστος πρὸς τὸ ἴδιον τῆς χροιᾶς καὶ τοῦ ἐξεμπλίου σκαραμάγγιον, ἤγουν οἱ τοὺς πρασινοροδί‐ νους ἀετοὺς φοροῦντες ἔνθεν κἀκεῖθεν, οἱ τοὺς βόφους καὶ τοὺς πολυγύρους ἀετοὺς, ὁμοίως οἱ τὰς θαλάσσας, καὶ τοὺς
5λευκολέοντας ὁμοίως. καὶ ἁπλῶς εἰπεῖν, καθὼς εἴρηται, ἕκα‐ στος πρὸς τὸ ἴδιον σκαραμάγγιον ἔστη. οἱ δὲ κανδιδάτοι ἔ‐ στησαν ἐν τῷ ἰδίῳ τρικλίνῳ ἔνθεν κἀκεῖθεν μετὰ τῶν ἰδίων σκαραμαγγίων, φοροῦντες τὰ κανδιδατίκια, καὶ ὄπισθεν τῶν αὐτῶν κανδιδάτων ἔστησαν ἔνθεν κἀκεῖθεν οἱ τοῦ ἀριθμοῦ
10μανδάτωρες μετὰ σπαθίων καὶ σκουταρίων. οἱ δὲ ἐλάται τῶν βασιλικῶν δρομονίων ἔστησαν ἔνθεν κἀκεῖθεν ἐν τῷ αὐ‐ τῷ τρικλίνῳ τῶν κανδιδάτων ὡς πρὸς τὸ μέρος τῆς ἐκκλησί‐ ας τοῦ Κυρίου καὶ εἰς τὸν τρίκλινον, ἐν ᾧ τὸ καμελαύκιον ἵσταται καὶ οἱ μάγιστροι γίνονται, καὶ εἰς τὸν ὀνόποδα. καὶ
15μετὰ τούτους εἰς τὸν πόρτηκα τοῦ αὐγουστέως, ἤγουν εἰς τὴν χρυσῆν χεῖρα, ἔστησαν ἔνθεν κἀκεῖθεν τὰ ἀρχοντογεννήματα καὶ οἱ σαπωνισταὶ τοῦ βεστιαρίου καὶ οἱ τοῦ τραπεζίου, φο‐ ροῦντες τὰ μὲν ἀρχοντογεννήματα τὰ ἑαυτῶν σκαραμάγγια καὶ σπαθία, οἱ δὲ σαπωνισταὶ βεστιαρίται τὰ ἀτραβατικὰ
20χλανίδια, οἱ δὲ τοῦ τραπεζίου τὰ ψευδοξέα κοντομάνικα.
ἔξωθεν δὲ τῆς χαλκῆς πύλης τοῦ τρικλίνου τῶν κανδιδάτων578

579

ἔστη ἔνθεν κἀκεῖθεν ἡ τοῦ δρουγγαρίου τῶν πλοΐμων οὐσία καὶ ὁ μέγας πάμφυλος, βαστάζοντες δόρκας καὶ τὰ ἑαυτῶν φοροῦντες σπαθία. ἐν δὲ τῇ πρώτῃ σχολῇ καὶ τῷ τρικλίνῳ τῶν ἐξκουβίτων ἕως τοῦ αὐτοῦ τριβουναλίου ἔστησαν ἔνθεν
5κἀκεῖθεν αἱ οὐσίαι τῶν παμφύλων, βαστάζοντες δόρκας καὶ τὰ ἑαυτῶν φοροῦντες σπαθία. οἱ δὲ ἄρχοντες τῶν πλοΐμων ἔστησαν καὶ αὐτοὶ ἔνθεν κἀκεῖθεν, ἕκαστος εἰς τὴν ἰδίαν οὐ‐ σίαν. ἐν δὲ τῷ τριβουναλίῳ ἔστη ἔνθεν κἀκεῖθεν ἡ πολιτι‐ κὴ μετὰ τῶν συστημάτων καὶ τῶν ἰδίων ἀρχόντων, φορούν‐
10των τῶν μὲν ἀρχόντων τὰ ἓξ χλανίδια τῶν σεκρετικῶν τὰ πλατώνια, οἱ δὲ λοιποὶ πάντες τὰ λευκὰ χλανίδια τῶν τα‐ γματικῶν. καὶ ὄπισθεν αὐτῶν πλόϊμοι βαστάζοντες δόρκας, φοροῦντες καὶ τὰ ἑαυτῶν σπαθία. εἰς δὲ τὸν τρίκλινον τῶν σχολῶν ἔνθεν κἀκεῖθεν ἔστησαν πλόϊμοι βαστάζοντες δόρκας,
15φοροῦντες καὶ τὰ ἑαυτῶν σπαθία. ἔσωθεν δὲ τῆς χαλκῆς πύλης ἔστησαν ἔνθεν κἀκεῖθεν οἱ Τουλμάτζοι μετὰ φλαμού‐ λων, βαστάζοντες δόρκας, φοροῦντες τὰ ἑαυτῶν σπαθία καὶ τοξοφάρετρα. ἔξωθεν δὲ τοῦ καγκέλλου τῆς χαλκῆς ἔστησαν πάχωμα, οἱ μὲν πρὸς τὸ μέρος τῶν νουμέρων, οἱ δὲ πρὸς
20τὴν καμάραν τοῦ μιλίου. οἱ λοιποὶ πλόϊμοι καὶ οἱ περισσοὶ τῶν Ταλματζίων καὶ οἱ βαπτισμένοι Ῥῶς μετὰ φλαμούλων,
βαστάζοντες σκουτάρια, φοροῦντες καὶ τὰ ἑαυτῶν σπαθία.579

580

ἰστέον, ὅτι ὁ τρίκλινος Ἰουστινιανὸς καὶ ὁ λαυσιακὸς οὐδὲν ἕτερον ἐξωπλίσθησαν, εἰ μὴ κατὰ τὸ εἰωθὸς ἐκρεμάσθησαν ὁ‐ λόφωτα, καὶ ἀνελλιπῆ τὰ τούτων πολυκάνδηλα. ἐν δὲ τῷ πόρτηκι τοῦ χρυσοτρικλίνου, ἤτοι ἐν τῷ ὡρολογίῳ, ἔστησαν
5τὰ δύο χρυσᾶ ὄργανα τὰ βασιλικὰ καὶ τὰ δύο ἀργυρᾶ ὄργα‐ να τῶν μερῶν. ὁ δὲ χρυσοτρίκλινος ἐξωπλίσθη, καθὼς εἴω‐ θεν τὸ πάσχα ἐξοπλίζεσθαι, ἤγουν διὰ τοῦ πενταπυργίου καὶ τῶν βασιλείων θρόνων, τῶν κραβάττων τε καὶ τῆς χρυσῆς τραπέζης καὶ τῶν λοιπῶν, μεθ’ ὧν τὸ πάσχα κοσμεῖται. (ἰ‐
10στέον, ὅτι ὁ χρυσοτρίκλινος ἐν τῇ ἐλεύσει τῶν Ἰσπανῶν οὐ κατεκοσμήθη, ἐπειδὴ οὐ συνεστιάθησαν τοῖς βασιλεῦσι τῇ ἡ‐ μέρᾳ τῆς δοχῆς οἱ ἀπὸ Ἰσπανίαν ἐλθόντες πρέσβεις, καὶ τῷ τρόπῳ τούτῳ τὰ τοῦ φύλακος χειμευτὰ ἔργα ἐκρεμάσθησαν ἐν τῷ ἀναδενδραδίῳ τῆς μανναύρας ἐν τῇ τροπικῇ τῇ παρὰ
15τῶν παστοποιῶν διὰ μεγάλων σκαραμαγγίων γεγονυίᾳ.) εἰς δὲ τὰς ὀκτὼ καμάρας τοῦ χρυσοτρικλίνου ἐκρεμάσθησαν τὰ τοῦ ναοῦ τῆς ὑπεραγίας Θεοτόκου τοῦ Φάρου στέμματα καὶ τῶν ἑτέρων ἐκκλησιῶν τοῦ παλατίου, καὶ ἔργα διάφορα χει‐ μευτὰ ἀπὸ τοῦ φύλακος, καὶ τὰ βασιλικὰ καὶ αὐγουστιακὰ
20χλανίδια οὕτω· τοῦ ἁγίου Πέτρου τὸ ὁλόχρυσον καὶ διὰ
μαργαριτῶν πλατάνιον· τοῦ ἁγίου Θεοδώρου τὸ χοροσαγχό‐580

581

ριον μετὰ τοῦ γρυπολέοντος καὶ τοῦ γρυπαρίου τοῦ ἀριστη‐ τηρίου· τὸ πλατάνιον τὸ τριβλάττιον τοῦ πανθέου, ὁ καβαλ‐ λάριος, τὸ αὐγουστιακὸν ἡπλησίον τῆς καμάρας τοῦ ἀριστη‐ τηρίου· ὁ τάων, τὸ αὐγουστιακὸν μανδίον τοῦ διαιταρικίου·
5ὁ καβαλλάριος, τὸ καισαρίκιον τῶν πρὸς δύσιν ἀργυρῶν πυ‐ λῶν· τὸ ταώνιον καὶ ὄπισθεν αὐτοῦ τὸ ἀετάριον. ἄνω δὲ τῶν ἀργυρῶν πυλῶν τοῦ αὐτοῦ χρυσοτρικλίνου ἐκρεμάσθη τὸ χρυσοῦν σαγίον τὸ λεγόμενον καισαρίκιον. ἰστέον, ὅτι τὰ στέμματα καὶ τὰ χειμευτὰ ἔργα ἓν παρ’ ἓν ἐκρέμαντο, ἤγουν
10μέσον στέμμα καὶ ἔνθεν κἀκεῖθεν ἔργα χειμευτά· ἐν δὲ τῇ ἀνατολικῇ καμάρᾳ οὐκ ἐκρεμάσθη ἔργα χειμευτὰ, ἀλλ’ ὅλη ἀπὸ στεμμάτων ἦν κεκαλλωπισμένη. ἰστέον, ὅτι εἰς τὰς ζʹ καμάρας τοῦ χρυσοτρικλίνου πολυκάνδηλα ἀργυρᾶ μετὰ ἁλυ‐ σιδίων ἀργυρῶν ἀπὸ τοῦ ναοῦ τῆς ὑπεραγίας Θεοτόκου τοῦ
15Φάρου ἐκρεμάσθησαν. εἰς δὲ τὴν ἀνατολικὴν κόγχην ἀντὶ τῶν τριῶν κανδήλων ἐκρεμάσθησαν τρία στέμματα· ἔμπρο‐ σθεν μὲν τὸ πράσινον στέμμα τῶν ἁγίων καὶ ἐνδόξων ἀπο‐ στόλων μετὰ καὶ τοῦ σταυροῦ καὶ τῆς περιστερᾶς αὐτοῦ· δεξιᾷ δὲ τὸ βένετον στέμμα τῆς ὑπεραγίας Θεοτόκου τοῦ
20Φάρου μετὰ καὶ τοῦ σταυροῦ καὶ τῆς περιστερᾶς αὐτοῦ· ἀ‐ ριστερᾷ δὲ τὸ βένετον στέμμα τοῦ ἁγίου μεγαλομάρτυρος
Δημητρίου μετὰ καὶ τοῦ σταυροῦ καὶ τῆς περιστερᾶς αὐτοῦ.581

582

ἰστέον, ὅτι ταῦτα τᾲ τρία στέμματα παρὰ Κωνσταντίνου τοῦ φιλοχρίστου δεσπότου κατεσκευάσθησαν. ἰστέον, ὅτι ἐν τοῖς τέσσαρσι μεσοκαρδίοις τοῦ μεσοπυργίου τοῦ πενταπυρ‐ γίου καὶ εἰς τὸ ἔμπροσθεν μεσοκάρδιον τοῦ ἔμπροσθεν πυρ‐
5γίου καὶ εἰς τοῦ δεξιοῦ καὶ ἀριστεροῦ πυργίου τὰ ἔμπροσθεν μεσοκάρδια ἐκρεμάσθησαν διάφορα ἐργομούκια ἀπὸ τοῦ ναοῦ τοῦ ἁγίου μεγαλομάρτυρος Δημητρίου καὶ ἐκ τῶν ἐναποκει‐ μένων εἰς τὸν φύλακα. ἐν δὲ τοῖς ξυλίνοις ἐκδέταις τοῖς ἀ‐ πὸ τὸ πενταπύργιον ἐν τοῖς τοίχοις ἐκδεδεμένοις συνεδέθησαν
10τὰ νυμφικὰ ζωνάρια τὰ ἐκ λίθων καὶ μαργάρων ἠμφιεσμέ‐ να καὶ τὰ ἐναποκείμενα ἐν τῷ φύλακι. ἰστέον, ὅτι εἰς τὸ μέσον πολυκάνδηλον τοῦ χρυσοτρικλίνου ἐκρεμάσθησαν τὰ δύο αὐγουστιακὰ στηθοκαράκαλα καὶ αἱ δύο διακοπταὶ, μία ἡ νυμφικὴ καὶ ἑτέρα ἡ ἐν τῷ φύλακι ἀποκειμένη, καὶ τὰ
15δύο αὐγουστιακὰ κατασειστὰ καὶ τὰ δύο αὐγουστιακὰ πνι‐ κτάρια· ἐν δὲ τῷ μεγάλῳ κοσμήτῃ τοῦ αὐτοῦ χρυσοτρικλίνου εἰς τοὺς ἐκεῖσε δαυγίτας ἐκρεμάσθησαν μινσούρια καὶ μεσο‐ σκούτελλα ἀργυρᾶ μεγάλα ἀνάγλυφα ἐκ τῶν ἐναποκειμένων ἐν τῷ βεστιαρίῳ τοῦ Καριανοῦ. ἄνωθεν δὲ εἰς τὰς ιϛʹ φωταγω‐
20γοὺς καμάρας τοῦ τρούλλου τοῦ αὐτοῦ χρυσοτρικλίνου ἐκρεμάσθη‐ σαν τὰ μικρὰ σκουτέλλια τῶν προειρημένων μινσουρίων καὶ
μεσοσκετέλλων κατὰ καμάραν ζʹ, καὶ αὐτὰ ὄντα ἀνάγλυφα.582

583

(1t)

Περὶ τῆς δοχῆς.
2Τοῦ βασιλέως ἀπὸ τοῦ παλατίου ἐξελθόντος καὶ ἐν τῷ μητατωρίῳ τοῦ μεγάλου τρικλίνου τῆς μανναύρας εἰσελθόντος, ἐδηλώθησαν οἱ Σαρακηνοὶ τοῦ ἐλθεῖν καὶ τὸν βασιλέα θεά‐
5σασθαι. οἱ δὲ αὐτοὶ φίλοι Σαρακηνοὶ τὸν χρυσιῶνα ἐξελ‐ θόντες, κατῆλθον τὸν κοχλιὰν ὡς πρὸς τὸν αὐγουστιακὸν στάβλον καὶ τὴν καμάραν τὴν λεγομένην τὸν Ἀνηθᾶν, καὶ ἀ‐ πὸ τῶν ἐκεῖσε διῆλθον διὰ τοῦ ἁγίου φρέατος, καὶ ἔξωθεν τοῦ καγκέλλου τῆς χαλκῆς τῶν ἵππων ἀποβάντες διῆλθον διά
10τε τῆς χαλκῆς καὶ τοῦ τρικλίνου τῶν σχολῶν καὶ τοῦ τρι‐ βουναλίου, καὶ ἐκνεύσαντες δεξιὸν, (τὸ ἐκεῖσε γὰρ φουρνικὸν διὰ βλαττίων ἦν ἐξωπλισμένον καὶ περιπεφραγμένον,) ἐκαθέ‐ σθησαν ἐκεῖσε, ἕως ἂν συνέφθασεν ὁ βασιλεὺς καὶ πάντα τὰ τῆς δοχῆς. ἰστέον, ὅτι, τοῦ βασιλέως ἀπὸ τοῦ παλατίου ἐλ‐
15θόντος εἰς τὸ μητατώριον τῆς μανναύρας καὶ εἰσελθόντος ἐκεῖσε, ἤρξαντο οἱ ψάλται μετὰ τῶν δημοτῶν ᾄδειν τὰ βα‐ σιλίκια. ἰστέον, ὅτι ὁ βασιλεὺς περιβαλλόμενος τὸ ὀκτάγω‐ νον χλανίδιον καὶ τὸ μέγα λευκὸν στέμμα, ἀνῆλθεν ἐν τῷ Σολομωντείῳ θρόνῳ, καὶ ἐκαθέσθη. καὶ μετὰ τὸ καθεσθῆναι
20πάντες ἐπηύξαντο πολυχρόνιον. οἱ δὲ ψάλται, οἵ τε ἀποστο‐ λῖται καὶ οἱ ἁγιοσοφῖται, ἤρξαντο ᾄδειν τὰ βασιλίκια, καὶ
εἰσήχθησαν κατὰ τὸν εἰωθότα τύπον τὰ βῆλα, καὶ τελευταῖ‐583

584

ον οἱ φίλοι Σαρακηνοὶ κρατούμενοι παρά τε τοῦ κατεπάνω τῶν βασιλικῶν καὶ τοῦ κόμητος τοῦ στάβλου. ἐφόρεσαν δὲ καὶ αὐτοὶ σπέκια, οὐ τὰ ἑαυτῶν, ἀλλ’ ἕτερα κάλλιστα καὶ ἀ‐ ναγκαῖα, καὶ μανιάκια ἠμφιεσμένα ἀπὸ λίθων τιμίων καὶ
5μαργαριτῶν μεγάλων. οὐκ ἔστιν δὲ τύπος, βαρβάτον περι‐ βάλλεσθαι τοιοῦτον μανιάκιον ἢ μετὰ μαργαριτῶν ἢ καὶ λί‐ θων τιμίων, ἀλλὰ δι’ ἔνδειξιν καὶ μόνον τότε ὡρίσθησαν πα‐ ρὰ Κωνσταντίνου τοῦ φιλοχρίστου δεσπότου τοῦ ταῦτα πε‐ ριβάλλεσθαι. καὶ τῆς εἰωθυίας τάξεως τελεσθείσης, οἱ μὲν
10Σαρακηνοὶ ἐξελθόντες διῆλθον διὰ τοῦ ἀναδενδραδίου καὶ τοῦ τρικλίνου τῶν κανδιδάτων καὶ τοῦ τρικλίνου, ἐν ᾧ τὸ καμε‐ λαύκιον ἵσταται καὶ οἱ μάγιστροι γίνονται, καὶ ἀπὸ τῶν ἐ‐ κεῖσε διὰ τοῦ ὀνόποδος καὶ τοῦ πόρτηκος τοῦ αὐγουστέως, ἤτοι τῆς χρυσῆς χειρὸς, εἰσῆλθον ἐν τῷ τρικλίνῳ τοῦ αὐ‐
15γουστέως, καὶ ἐκαθέσθησαν ἐκεῖσε, ἕως οὗ εἰσῆλθεν ὁ βασι‐ λεὺς ἐν τῷ παλατίῳ· μετὰ δὲ τὸ εἰσελθεῖν τὸν βασιλέα ἐν τῷ παλατίῳ προσεκλήθησαν μετά τινα ὥραν καὶ οἱ φίλοι Σαρακηνοὶ ἀπὸ τοῦ αὐγουστέως καὶ διῆλθον διὰ τῶν ἔνδοθεν διαβατικῶν τοῦ αὐγουστέως καὶ τῆς ἀψίδος εἰς τὸν ἱππό‐
20δρομον, καὶ ἀπὸ τῶν ἐκεῖσε διῆλθον μέχρι τῶν σκυλῶν, καὶ εἰσελθόντες ἐκαθέσθησαν ἐν τῷ δυτικῷ μέρει τοῦ Ἰουστινια‐ νοῦ τρικλίνου ἐν τοῖς ἐκεῖσε σκαμνίοις. καὶ εἶθ’ οὕτως ἀ‐ πεστάλη αὐτοῖς παρὰ τοῦ βασιλέως διὰ κοιτωνίτου ἱμάτια
ἐῤῥαμμένα καὶ λοιπὰ ἀλλάξιμα αὐτῶν. ἰστέον, ὅτι ἔστησαν584

585

ἔνθεν κἀκεῖθεν, ἤγουν δεξιᾷ καὶ ἀριστερᾷ, τὰ χρυσᾶ Ῥωμαῖα σκῆπτρα καὶ τὰ πτυχία καὶ τὰ ἕτερα χρυσᾶ σκῆπτρα, δηλον‐ ότι ὑπὸ τῶν κανδιδάτων κρατούμενα, φορούντων σκαραμάγ‐ για καὶ τὰ ἴδια κανδιδατίκια. διήρκεσαν δὲ δι’ ὅλου τοῦ
5κλητωρίου ἱστάμενα. ἰστέον, ὅτι ἐν τῷ κλητωρίῳ οἱ μάγι‐ στροι ἐφόρεσαν τὰ ἑαυτῶν μαγιστράτα στιχάρια καὶ βαλτί‐ δια καὶ χλανίδια κατὰ τὸν τύπον τοῦ πάσχα. ὁ δὲ παρα‐ κοιμώμενος ἐφόρεσεν σπέκιον, ὁμοίως καὶ ὁ λογοθέτης καὶ οἱ λοιποὶ πατρίκιοι ἐφόρεσαν σπέκια. τῶν δὲ φίλων Σαρακηνῶν
10συνεστιωμένων τοῖς δεσπόταις, ἔστησαν οἱ ψάλται ἀποστολῖ‐ ται ἔσωθεν τοῦ βήλου εἰς τὴν καμάραν τὴν πρὸς τὸν βασι‐ λικὸν κοιτῶνα· οἱ δὲ ἁγιοσοφῖται ἔστησαν ἔσωθεν τοῦ βή‐ λου ἐν τῇ καμάρᾳ τῇ πρὸς τὸ πάνθεον, δι’ ὅλου τοῦ κλητω‐ ρίου ᾄδοντες βασιλίκια, μόνον εἰς τὰς εἰσόδους τῶν μινσῶν
15ἠρεμοῦντες διὰ τὸ τὰ ὄργανα αὐλεῖν. ἰστέον, ὅτι μετὰ τὸ ἀναστῆναι τῆς τραπέζης τὸν βασιλέα πρὸ τοῦ ἐξελθεῖν τοὺς φίλους διὰ τοῦ τῆς τραπέζης ἐδόθησαν ἐν χρυσοῖς διαλίθοις σκουτελλίοις, τοῖς μὲν δυσὶ φίλοις ἀνὰ μιλιαρησίων πεντακο‐ σίων, τοῖς δὲ λοιποῖς ἀνθρώποις αὐτῶν μιλιαρήσια ͵γ. ἐξελ‐
20θόντες δὲ οἱ αὐτοὶ φίλοι ἐκαθέσθησαν ἐν τῷ Ἰουστινιανοῦ
τρικλίνῳ ἐν τῷ ἀνατολικῷ μέρει τῷ πρὸς τὸ μεσοκήπιον, ἐν585

586

τοῖς ἐκεῖσε σκάμνοις, καὶ ἀπέστειλεν αὐτοῖς ὁ βασιλεὺς διὰ κοιτωνίτου οἰνάνθια καὶ ῥοδοστάγματα, γάλαιά τε καὶ λοιπὰ μυριστικά. καὶ διὰ τῶν προευτρεπισθέντων ἐκεῖσε ἀναγλύ‐ φων χερνιβοξέστων νιψάμενοι καὶ διὰ πολυτίμων χειρομά‐
5κτων ἀπομαξάμενοι καὶ τῶν μυριπνόων καὶ εὐώδων σταγμά‐ των καὶ ἀλημάτων ἀφθόνως ἐμπλησθέντες, πάλιν διὰ τοῦ λαυσιακοῦ καὶ τοῦ ὡρολογίου καὶ τοῦ χρυσοτρικλίνου ἐξίεσαν τὰς ἀνατολικὰς πύλας τοῦ χρυσοτρικλίνου, καὶ διὰ τοῦ ἡλι‐ ακοῦ τοῦ Φάρου ἐξελθόντες, κατῆλθον διὰ τοῦ ἡλιακοῦ τῆς
10νέας καὶ τοῦ μεγάλου τρικλίνου εἰς τὸ τζυκανιστήριον· ἐ‐ κεῖσε οὖν ἱππεύσαντες ἀπῆλθον ἐν τῷ ἰδίῳ ἀπλήκτῳ, ἤτοι εἰς τὸν χρυσίωνα. ἰστέον, ὅτι ἀνάγλυφα μινσούρια καὶ σκουτέλ‐ λια ἐν τῷ μεγάλῳ κοσμήτῃ τοῦ χρυσοτρικλίνου ἀκμὴν ἐκρέ‐ μαντο, καὶ τὰ μικρὰ ἀνάγλυφα σκουτέλλια ἐν ταῖς φωταγω‐
15γοῖς καμάραις τοῦ τρούλλου ἐκρέμαντο. ἰστέον, ὅτι, ἡμερῶν διελθουσῶν οὐκ ὀλίγων, ᾐτήσαντο οἱ φίλοι Σαρακηνοὶ θεά‐ σασθαι καὶ συντυχεῖν τὸν βασιλέα, καὶ ἐπεὶ ὁ χρυσοτρίκλινος ἀπεγραμίσθη τῆς προῤῥηθείσης γραμμῆς, ἐν τῷ ἀδιαλείπτῳ καὶ καθ’ ἑκάστην ἱσταμένῳ ἐν τῷ χρυσοτρικλίνῳ πυργίῳ ἐ‐
20κρεμάσθησαν, ἐν τοῖς τοῦ αὐτοῦ πυργίου μεσοκαρδίοις, τὰ τρία στέμματα· πρὸς ἀνατολὴν μὲν τὸ τῶν ἁγίων ἀποστό‐ λων πράσινον στέμμα, δεξιᾷ δὲ τὸ τῆς ὑπεραγίας Θεοτόκου
τοῦ Φάρου βένετον στέμμα, ἀριστερᾷ δὲ τὸ τοῦ ἁγίου μεγα‐586

587

λομάρτυρος Δημητρίου βένετον στέμμα μετὰ καὶ τῶν σταυ‐ ρῶν αὐτῶν. αἱ δὲ τῶν τριῶν στεμμάτων τρεῖς περιστεραὶ ἐκρεμάσθησαν ἐν τῷ πρὸς δύσιν μεσοκαρδίῳ τοῦ αὐτοῦ πυρ‐ γίου. ἔνθεν δὲ κἀκεῖσε τοῦ αὐτοῦ πυργίου ἔστησαν θρόνοι
5δύο· δεξιὰ μὲν πρὸς ἀνατολὴν ὁ τοῦ Ἀρκαδίου, ἐν ᾧ ἐκα‐ θέσθη Ῥωμανὸς ὁ Πορφυρογέννητος καὶ θεόστεπτος βασι‐ λεύς· εὐώνυμα δὲ ὁ τοῦ ἁγίου Κωνσταντίνου θρόνος. ἔν‐ θεν δὲ κἀκεῖθεν, ἤτοι δεξιὰ καὶ ἀριστερὰ τοῦ χρυσοτρικλί‐ νου, ἔστησαν οἱ λοιποὶ βασίλειοι θρόνοι καὶ τὰ δύο χρυσᾶ
10κραβάττια καὶ τὰ δύο ἀργυρᾶ ἱστοπόδια, ἐν οἷς καὶ τὸ δυ‐ τικὸν αἴρεται βῆλον· ἔστησαν δὲ κάτωθεν τοῦ αὐτοῦ βήλου τὰ τρία μεγάλα μινσούρια. ἐκρεμάσθη δὲ καὶ τὰ χρυσᾶ τοῦ πάσχα βῆλα ἐν τῷ αὐτῷ χρυσοτρικλίνῳ. κατεράνθη δὲ καὶ τὸ τούτου ἔδαφος ἀπὸ μυῤῥίνης καὶ δενδρολιβάνου καὶ
15ῥόδου. ἡ δὲ χρυσῆ τράπεζα οὐκ ἔστι. οἱ δὲ μάγιστροι καὶ ἀνθύπατοι καὶ πατρίκιοι ἐφόρεσαν τὰ ἑαυτῶν ἐκ τύπου ἀλ‐ λάξιμα, ὁμοίως καὶ οἱ τοῦ κουβουκλείου. οἱ δὲ τοῦ χρυσο‐ τρικλίνου πάντες ἐφόρεσαν σαγία ῥοῆς. οἱ δὲ τῶν σεκρέτων πάντες ἐφόρεσαν τὰ ἀληθινὰ σαγία. οἱ δὲ πραιπόσιτοι ἔ‐
20στησαν ἐν τῇ ἰδίᾳ στάσει. ὁ δὲ βασιλεὺς περιβαλλόμενος τὸν ἀετὸν, τὸ χλανίδιον καὶ τὸ ἄσπρον μέγα στέμμα, ἐκαθέσθη. οἱ δὲ κοιτωνῖται καὶ ὁ κατεπάνω καὶ ὁ μυστικὸς μετὰ τῶν
ἰδίων ἀλλαξίμων ἔστησαν ἐν τῷ ἰδίῳ τοῦ χρυσοτρικλίνου587

588

βήλῳ· οἱ δὲ Σαρακηνοὶ εἰσῆλθον διὰ τοῦ ἱπποδρόμου καὶ τῶν σκύλων, καὶ διελθόντες διὰ τοῦ Ἰουστινιανοῦ καὶ τοῦ λαυσιακοῦ καὶ παρὰ τοῦ λογοθέτου εἰσαχθέντες κατὰ τὸ εἰ‐ ωθὸς πρὸς τὸν βασιλέα καὶ πλησίον τοῦ βασιλείου θρόνου
5γενόμενοι, συνέτυχον μετὰ τοῦ βασιλέως ὅσα ἐβούλοντο. οἱ δὲ ἄνθρωποι αὐτῶν εἰσαχθέντες ἔστησαν ἐν τῷ πρὸς δύσιν τόπῳ τῷ ἐν τοῖς δυσὶν ἱστοποδίοις αἰρομένῳ, δηλονότι ὄπι‐ σθεν τῶν τριῶν μεγάλων χρυσῶν μινσουρίων, καρτερήσαντες ἐκεῖσε, μέχρις ἂν καὶ οἱ φίλοι ἀποχαιρετίσαντες τὸν βασιλέα
10ἐξίεσαν. τῶν δὲ φίλων πρὸς τὴν μέσην τοῦ χρυσοτρικλίνου γενομένων, εὐφημήσαντες οἱ τούτων ἄνθρωποι συνεξίασιν αὐτοῖς, καὶ πάλιν διὰ τοῦ λαυσιακοῦ καὶ τοῦ Ἰουστινιανοῦ, τῶν τε σκύλων καὶ τοῦ ἱπποδρόμου καὶ τῆς ἀψίδος ἀπῆλθον ἐν τῷ ἰδίῳ τοῦ χρυσίωνος ἀπλήκτῳ.
15tΠερὶ τοῦ γεγονότος ἱπποδρομίου ἐπὶ τῇ ἐλεύσει τῶν φίλων Σαρα‐
16tκηνῶν, διὰ τὴν εἰρήνην καὶ τὸ ἀλλάγιον, εἰς ἰνδ. δʹ ἐπὶ Κων‐
17tσταντίνου καὶ Ῥωμανοῦ τῶν Πορφυρογεννήτων βασιλέων.
18Εἰς τὸν δῆμον τοῦ Βενέτου ἔστη ὁ νούμερος ἀντὶ τοῦ δομεστίκου τῶν σχολῶν, φορῶν τὸ χρυσοῦν βένετον χλανί‐
20διον τοῦ δομεστίκου τῶν σχολῶν· εἰς τὸν δῆμον τοῦ Πρα‐588

589

σίνου ἔστη ὁ δομέστικος τοῦ τείχους, φορῶν τὸ χρυσοῦν πράσινον χλανίδιον τοῦ δομεστίκου τῶν ἐξσκουβίτων. εἰς τὸν δῆμον τοῦ Λευκοῦ ἔστη ὁ δήμαρχος τῶν Βενέτων· εἰς τὸν δῆμον τοῦ Ῥουσίου ἔστη ὁ δήμαρχος τῶν Πρασίνων. εἰς δὲ
5τοῦ Βενέτου τὸν δῆμον καὶ εἰς τὸν τοῦ Πρασίνου ἐκρεμά‐ σθησαν τὰ ἀπὸ σημέντων διακοπτῶν ἠμφιεσμένα διρόδινα βῆ‐ λα, κατὰ δῆμον ἀνὰ τριῶν. εἰς δὲ τὸν τοῦ Λευκοῦ δῆμον καὶ εἰς τὸν τοῦ Ῥουσίου δῆμον ἐκρεμάσθησαν τὰ ὀξέα βῆλα τοῦ χρυσοτρικλίνου, οἱ γρυπόναγροι· οἱ δὲ δημῶται πάντες
10καὶ οἱ ψάλται, οἵ τε ἀποστολῖται καὶ ἁγιοσοφῖται, ἔστησαν εἰς τοὺς δʹ δήμους· καὶ οἱ μὲν δημῶται φοροῦντες τὰ ἑαυ‐ τῶν καμίσια καὶ τὰ ἀπὸ σημέντων στεφάνια, βαστάζοντες καὶ τὰ ἴδια ἐγχείρια· οἱ δὲ ἀποστολῖται καὶ ἁγιοσοφῖται ἐ‐ φόρεσαν τὰ ὁλόβλαττα καμίσια τοῦ σκεπτοῦ καὶ τὰ ὑπὸ φια‐
15λίον καὶ τὰ ἕτερα τῶν ὑπουργούντων εἰς τὰς καμάρας τῶν ιθʹ ἀκουβίτων. οἱ δὲ δημῶται οἱ στάντες εἰς τοὺς δύο μεγάλους δήμους τοῦ τε Βενέτου καὶ τοῦ Πρασίνου ἐβάστασαν τοῦ σαξί‐ μου τὰ φεγγία. οἱ δὲ δʹ ἡνίοχοι ἐφόρεσαν τὰ χρυσᾶ δημό‐ σια τοῦ χρυσοῦ ἱπποδρομίου· τὰ δὲ ἕτερα δημόσια ἐφόρε‐
20σαν δʹ βιγάριοι. οἱ δὲ λοιποὶ βιγάριοι ἐφόρεσαν γυμναστί‐589

590

κια. οἱ δὲ δʹ εἰκασταὶ καὶ οἱ ἐργάται πάντες ἐφόρεσαν τὰ χρυσᾶ ὁλοσήμεντα κοντομάνικα. ἡ δὲ πολιτικὴ ἐφόρεσεν τὰ λευκὰ χλανίδια τῶν δʹ ταγμάτων. τοῦ δὲ Βενέτου μέρους νικήσαντος, ἐγένετο σάξιμον κατὰ τὸν τύπον τοῦ λαχανικοῦ
5ἱπποδρομίου, δηλονότι ὀψικευθέντων τῶν νικησάντων ὑπὸ τῶν δʹ εἰκαστῶν καὶ ὅλων τῶν ἐργατῶν τῶν δύο μερῶν τῶν φορεσάντων τὰ ὁλοσήμεντα κοντομάνικα, καὶ τῶν δημωτῶν τῶν δύο μερῶν βασταζόντων καὶ τὰ τοῦ σαξίμου φεγγία. ὁ δὲ δήμαρχος τῶν Βενέτων, ὡς νικήσας, κατὰ τὸν τύπον τοῦ
10λαχανικοῦ ἱπποδρομίου ἐφόρεσεν τὸ ἀληθινὸν σαγίον, καὶ ὀψίκευσεν καὶ αὐτός. διὰ γὰρ ἔνδειξιν τῶν φίλων Σαρακη‐ νῶν ὡρίσθη, ὀψικεῦσαι καὶ τοῦ ἑτέρου μέρους τοὺς δημώτας καὶ τοὺς εἰκαστὰς καὶ τοὺς ἐργάτας. ὁ γὰρ παλαιὸς τύπος τοῦτο οὐκ ἔχει, εἰ μὴ μόνον τοὺς δημώτας καὶ εἰκαστὰς καὶ
15ἐργάτας τοῦ νικήσαντος μέρους ὀψικεύειν. οἱ δὲ ἡνίοχοι καὶ ὁ δήμαρχος καὶ οἱ δημῶται καὶ εἰκασταὶ καὶ ἐργάται σά‐ ξαντες κατὰ τύπον, εἰς τὸ Π στάντες καὶ εὐφημήσαντες, δι‐ ῆλθον τὴν μέσην, καὶ ἀπῆλθον εἰς τὴν ἰδίαν αὐτῶν ἐκκλη‐ σίαν εἰς τὴν ὑπεραγίαν Θεοτόκον εἰς τὰ διακονίσσης κατὰ τὸν
20τύπον τοῦ λαχανικοῦ ἱπποδρομίου. τῇ δὲ ϛʹ τοῦ Αὐγούστου
μηνὸς, ἤγουν τῇ ἑορτῇ τῆς λαμπρᾶς μεταμορφώσεως τοῦ590

591

Κυρίου Ἰησοῦ Χριστοῦ, ἐτελέσθη ἡ ἑορτὴ κατὰ τὸν ἐξ ἀρ‐ χαίων χρόνων παρακολουθήσαντα τύπον αὐτῆς, πλὴν διὰ τοὺς φίλους Σαρακηνοὺς ἐφόρεσαν οἱ βασιλεῖς τοὺς λώρους, βαστάσαντες καὶ τοὺς σταυροὺς καὶ τὰς ἀκακίας. οἱ δὲ μά‐
5γιστροι καὶ ἀνθύπατοι καὶ πατρίκιοι ἐφόρεσαν καὶ αὐτοὶ τοὺς λώρους, οὐ μέντοι δὲ σκεπεῶνας ἢ ἀκακίας ἐβάστασαν. ἐξ‐ ῆλθον δὲ καὶ πάντα τὰ σκεύη καὶ ὀψίκευσαν κατὰ τὸ εἰω‐ θὸς, ἤτοι ὁ μέγας σταυρὸς, ἡ τοῦ Μωσέως ῥάβδος, τὰ Ῥω‐ μαῖα σκῆπτρα, τὰ πτυχία καὶ ὅσα ἕτερα ἐν τῷ τοῦ Κυρίου
10ἀπόκεινται ναῷ. ἀλλὰ καὶ οἱ ψάλται, ἀποστολῖται καὶ ἁγιο‐ σοφῖται, συνῆσαν τοῖς δήμοις ἐν ταῖς δοχαῖς εὐφημοῦντες, δη‐ λονότι τὰ προῤῥηθέντα ἐν τῇ δοχῇ φοροῦντες ἀλλάξιμα. τὸ δὲ τριβουνάλιον, ἐν ᾧ κατὰ τύπον ἵστανται οἱ φίλοι καὶ θε‐ ωροῦσιν τὸν βασιλέα, ἀπιόντος ἐν τῷ προκένσῳ τῆς ἐκκλησί‐
15ας καὶ πάλιν ὑποστρέφοντος, ἐξωπλίσθη κατὰ τὴν προῤῥη‐ θεῖσαν τῆς δοχῆς ἐξόπλισιν. ὁ δὲ τῆς ἁγίας Σοφίας μέγας ναὸς ἐξωπλίσθη κατὰ τὸ εἰωθὸς τοῦ πάσχα. εἰς δὲ τὰ κα‐ τηχούμενα, ἤγουν ἄνωθεν τῶν βασιλικῶν πυλῶν, ἐκρεμάσθη‐ σαν τὰ χρυσᾶ βῆλα τῶν κιόνων τοῦ κιβωρίου καὶ ἕτερα βῆ‐
20λα καὶ ἐνδυταὶ ἀπό τε τῆς ἁγίας Σοφίας καὶ τῆς νέας ἐκκλη‐ σίας· ἀλλὰ καὶ ἁλυσίδια πλεῖστα ἀπὸ διαφόρων ἐκκλησιῶν, καὶ τὰ τῆς νέας πάντα μεγάλα πολυκάνδηλα· ἀλλὰ καὶ στέμ‐
ματα καὶ διάφορα ἐργομούκια, σταυροί τε χρυσοῖ διάλιθοι καὶ591

592

πτυχία εὐαγγελίων ἐκεῖσε ἱδρύνθησαν. τὰ δὲ ἑξῆς τῆς προε‐ λεύσεως ἐτελέσθη κατὰ τὸν εἰωθότα τύπον. τῇ δὲ ἐννάτῃ τοῦ Αὐγούστου μηνὸς, ἡμέρᾳ κυριακῇ, ἐγένετο κλητώριον ἐν τῷ τρικλίνῳ τοῦ Ἰουστινιανοῦ, ἐξῆλθεν δὲ τὸ ἀνάγλυφον ἀ‐
5σήμιον τὸ ἐναποκείμενον ἐν τῷ βεστιαρίῳ τοῦ Καριανοῦ, καὶ δι’ αὐτοῦ γέγονεν ἡ πᾶσα ὑπηρεσία τοῦ τραπεζίου· ἔπαιξαν δὲ καὶ τὰ θυμελικὰ πάντα παίγνια. ἔφαγον δὲ ἐν τῷ αὐτῷ κλητωρίῳ οἱ δύο φίλοι Ταρσῖται καὶ οἱ ἄνθρωποι αὐτῶν, καὶ δέσμιοι ἀπὸ τοῦ πραιτωρίου Ταρσῖται μʹ. ἔλαβον δὲ ἐν
10χρυσοῖς σκουτελλίοις οἱ μὲν δύο φίλοι ἀνὰ μιλιαρησίων φʹ, οἱ δὲ λοιποὶ ἄνθρωποι αὐτῶν μιλ. ͵γ, οἱ δὲ μʹ δέσμιοι μιλ. ͵α. ἀπεστάλησαν δὲ καὶ τοῖς ἐν τῷ πραιτωρίῳ ἐναπομείνασιν δεσμίοις μιλ. τοῦ δὲ βασιλέως ἀναστάντος, ἐκαθέσθησαν πά‐ λιν οἱ αὐτοὶ φίλοι ἐν τῷ δεξιῷ μέρει τοῦ αὐτοῦ τρικλίνου,
15καθ’ ὃν προείρηται τρόπον. καὶ ἀπεστάλησαν πάλιν αὐτοῖς διὰ κοιτωνιτῶν μυριστικὰ, στάγματά τε καὶ ἀλήμματα εὐώ‐ δη, καὶ νιψάμενοι καὶ εὐωδιασθέντες διῆλθον πάλιν διὰ τοῦ χρυσοτρικλίνου καὶ τῶν ἀνατολικῶν πυλῶν, καθ’ ὃν τρόπον
προειρήκαμεν.592

593

(1t)

Δοχὴ ἑτέρα τοῦ Δελεμίκη.
2Ἰστέον, ὅτι τῇ λʹ τοῦ Αὐγούστου μηνὸς, ἡμέρᾳ κυρια‐ κῇ, ἐπὶ τῇ ἐλεύσει τοῦ Δελεμίκη τοῦ Ἀμηρᾶ τοῦ Ἔμετ καὶ ἀποκρισιαρίου τοῦ Ἀποχαβδᾶ ἐγένετο δοχὴ κατὰ τὴν προει‐
5ρημένην δοχὴν κατὰ πάντα ὁμοία. καὶ ἔστησαν μέσον τοῦ μεγάλου τρικλίνου τῆς μανναύρας σελλία χρυσᾶ, ἐν οἷς ἐκα‐ θέσθησαν οἱ βασιλεῖς, οἱ τοῦ κουβουκλείου δὲ οὐκ εἰσῆλθον παραστῆναι. παρέστησαν δὲ οἱ κοιτωνῖται μόνοι καὶ ἑβδο‐ μάριοι πάντες μετὰ τῶν ἰδίων ἀλλαξίμων. ἵσταντο δὲ καὶ οἱ
10κανδιδάτοι δεξιᾷ καὶ ἀριστερᾷ τοῦ αὐτοῦ τρικλίνου μετὰ σκα‐ ραμαγγίων καὶ τῶν κανδιδατικίων, κρατοῦντες τά τε Ῥω‐ μαῖα σκῆπτρα καὶ τὰ πτυχία καὶ λοιπὰ σκεύη, καὶ εἰσήγα‐ γεν ὁ λογοθέτης τοὺς φίλους Ταρσίτας Σαρακηνοὺς, καὶ ἐθεά‐ σαντο τὸν βασιλέα, καὶ ὅσα ἐβούλοντο εἰπεῖν, ἐλάλησαν, καὶ
15ἀποχαιρετίσαντες ἐξίεσαν, καὶ ἀπελθόντες ἐκαθέσθησαν ἐν τῷ τρικλίνῳ τοῦ τρούλλου, τὸν παρὰ πολλοῖς κακῶς ὠάτον λεγόμενον· ὠάτος γὰρ τὸ ἐκεῖσε χαρτοθεσίον τῆς σακέλλης ὀνομάζεται. καὶ εἶθ’ οὕτως περιβαλλόμενος ὁ βασιλεὺς τὸ ὀκτάγωνον χλανίδιον καὶ τὸ ἄσπρον μέγα στέμμα, ἐκαθέσθη
20ἐπὶ τοῦ Σολομωντείου θρόνου, καὶ πάντα τὰ τῆς δοχῆς γέ‐ γονεν κατὰ τὴν προῤῥηθεῖσαν δοχὴν τῶν φίλων Ταρσιτῶν.
τούτου δὲ ἐξελθόντος, ἐκαθέσθη καὶ αὐτὸς ἔξω τῆς τοῦ Κυ‐593

594

ρίου ἐκκλησίας ἐν ᾧ τόπῳ στέφονται οἱ βασιλεῖς, μέλλοντες ἀπιέναι ἔφιπποι ἐν τῷ ναῷ τῶν ἁγίων ἀποστόλων, τῇ δευ‐ τέρᾳ τῆς διακαινησίμου καὶ τῇ καινῇ κυριακῇ. τῇ δὲ αὐτῇ ἡμέρᾳ ἐγένετο κλητώριον ἐν τῷ μεγάλῳ τρικλίνῳ τῶν ιθʹ ἀκου‐
5βίτων κατὰ τὸν τύπον καὶ τὴν τάξιν τῆς δωδεκαημέρου. παρέστησαν γὰρ ὅ,τε τοῦ σακελλίου καὶ ὁ τοῦ βεστιαρίου καὶ ὁ εἰδικὸς μετὰ τῶν ἰδίων νοταρίων, ὁμοίως καὶ οἱ τοῦ κου‐ βουκλείου, πάντες μετὰ ἀλλαξίμων κατὰ τὸν τύπον τῆς δω‐ δεκαημέρου. ἐν δὲ τῷ δεξιῷ πρὸς δύσιν μέρει ἔστη παρα‐
10τραπέζιον στρογγύλον διὰ τὸ μὴ δόξαι τοὺς φίλους Σαρα‐ κηνοὺς ἕτερος τοῦ ἑτέρου προκαθέζεσθαι. ἐκαθέσθησαν δὲ ἐν αὐτῷ τῷ παρατραπεζίῳ ὁ μάγιστρος Κοσμᾶς καὶ ὁ πα‐ ρακοιμώμενος καὶ οἱ δύο Ταρσῖται φίλοι καὶ ὁ τοῦ Ἀπο‐ χαμβδᾶν ἀποκρισιάριος.
15tἙτέρα δοχὴ τῆς Ἔλγας τῆς Ῥωσένης.
16Μηνὶ Σεπτεμβρίῳ θʹ, ἡμέρᾳ δʹ, ἐγένετο δοχὴ κατὰ πάν‐ τα ὁμοία τῆς προῤῥηθείσης δοχῆς ἐπὶ τῇ ἐφόδῳ Ἔλγας τῆς ἀρχοντίσσης Ῥωσίας, καὶ εἰσῆλθεν αὐτὴ ἡ ἀρχόντισσα μετὰ τῶν οἰκείων αὐτῆς συγγενῶν ἀρχοντισσῶν καὶ προκρειτοτέ‐
20ρων θεραπαινῶν, ἐκείνη μὲν προηγουμένη πασῶν τῶν ἄλλων594

595

γυναικῶν, ἐκεῖναι δὲ ἐνορδίνως ἑτέρα τὴν ἑτέραν ἀκολουθυῖαι, καὶ ἔστη ἐν ᾧ τόπῳ εἴωθεν ὁ λογοθέτης τὰς ἐρωτήσεις ποι‐ εῖσθαι. ὄπιθεν δὲ αὐτῆς εἰσῆλθον οἱ τῶν ἀρχόντων Ῥωσίας ἀποκρισιάριοι καὶ πραγματευταὶ, καὶ ἔστησαν κάτωθεν εἰς τὰ
5βῆλα, καὶ τὰ ἑξῆς ἐτελέσθη κατὰ τὴν προῤῥηθεῖσαν δοχήν. καὶ ἐξελθοῦσα πάλιν διὰ τοῦ ἀναδενδραδίου καὶ τοῦ τρικλί‐ νου τῶν κανδιδάτων, τοῦ τε τρικλίνου, ἐν ᾧ τὸ καμελαύκιον ἵσταται καὶ οἱ μάγιστροι γίνονται, διῆλθεν διὰ τοῦ ὀνόποδος καὶ τῆς χρυσῆς χειρὸς, ἤτοι τοῦ πόρτηκος τοῦ αὐγουστέως,
10καὶ ἐκαθέσθη ἐκεῖσε. τοῦ δὲ βασιλέως κατὰ τὴν εἰωθυῖαν τάξιν εἰσελθόντος ἐν τῷ παλατίῳ, γέγονεν ἑτέρα δοχὴ τρόπῳ τοιῷδε. ἐν τῷ τρικλίνῳ τοῦ Ἰουστινιανοῦ ἔστη πούλπιτον ἀπὸ ὀξέων δινισίων βλαττίων ἐσκεπασμένον, καὶ ἐν αὐτῷ ἔστη ὁ μέγας θρόνος Θεοφίλου τοῦ βασιλέως, καὶ ἐκ πλαγίου σελ‐
15λίον χρυσοῦν βασιλικόν. τὰ δὲ δύο ἀργυρᾶ ὄργανα τῶν δύο μερῶν ἔστησαν κάτωθεν, ἔσωθεν τῶν δύο βήλων. τὰ γὰρ αὐλοῦντα ἔξω τῶν βήλων ἔστησαν. καὶ προσκληθεῖσα ἡ ἀρ‐ χόντισσα ἀπὸ τοῦ αὐγουστέως, τῆς τε ἀψίδος καὶ τοῦ ἱπ‐ ποδρόμου τῶν ἐνδοτέρων διαβατικῶν τοῦ αὐτοῦ αὐγουστέως
20διῆλθεν, καὶ ἐλθοῦσα ἐκαθέσθη εἰς τὰ σκύλα. ἡ δὲ δέσποι‐ να ἐκαθέσθη ἐν τῷ προῤῥηθέντι θρόνῳ, καὶ ἡ νύμφη αὐτῆς ἐν τῷ σελλίῳ, καὶ εἰσῆλθεν τὸ κουβούκλειον ἅπαν, καὶ διὰ
τοῦ πραιποσίτου καὶ τῶν ὀστιαρίων εἰσήχθησαν βῆλα· βῆ‐595

596

λον αʹ, αἱ ζωσταί· βῆλον βʹ, αἱ μαγίστρισσαι· βῆλον γʹ, αἱ πατρίκιαι· βῆλον δʹ, αἱ ὀφφικιαλέαι πρωτοσπαθαρέαι· βῆλον εʹ, αἱ λοιπαὶ πρωτοσπαθαρέαι· βῆλον ϛʹ, αἱ σπαθαρο‐ κανδιδάτισσαι· βῆλον ζʹ, αἱ σπαθαρέαι καὶ στρατώρισσαι
5καὶ κανδιδάτισσαι. εἶθ’ οὕτως εἰσῆλθεν ἡ ἀρχόντισσα διὰ τοῦ πραιποσίτου καὶ τῶν δύο ὀστιαρίων, αὐτὴ μὲν προηγου‐ μένη, ἐπακολουθοῦσαι δὲ, καθὰ προείρηται, αἵ τε συγγενεῖς αὐτῆς ἀρχόντισσαι καὶ αἱ προκρειτοτέραι τῶν θεραπαινῶν αὐτῆς. καὶ γέγονεν παρὰ τοῦ πραιποσίτου ἐρώτησις πρὸς
10αὐτὴν, ὡς ἐκ τῆς αὐγούστης, καὶ ἐξελθοῦσα ἐκαθέσθη εἰς τὰ σκύλα. ἡ δὲ δέσποινα ἀναστᾶσα ἀπὸ τοῦ θρόνου διῆλ‐ θεν διὰ τοῦ λαυσιακοῦ καὶ τοῦ τριπέτωνος, καὶ εἰσῆλθεν εἰς τὸν καινούργιον, καὶ δι’ αὐτοῦ εἰς τὸν ἑαυτῆς κοιτῶνα, καὶ εἶθ’ οὕτως ἡ ἀρχόντισσα μετὰ τῶν συγγενῶν αὐτῆς καὶ θε‐
15ραπαινῶν, εἰσῆλθεν διὰ τοῦ Ἰουστινιανοῦ καὶ τοῦ λαυσια‐ κοῦ καὶ τοῦ τριπέτωνος εἰς τὸν καινούργιον, καὶ ἀνεπαύσα‐ το, εἶτα καθεσθεὶς ὁ βασιλεὺς μετὰ τῆς αὐγούστης καὶ τῶν πορφυρογεννήτων αὐτοῦ τέκνων, προσεκλήθη ἡ ἀρχόντισσα ἀπὸ τοῦ καινουργίου τρικλίνου, καὶ κελεύσει τοῦ βασιλέως
20καθεσθεῖσα, ἐλάλησεν, ὅσα ἐβούλετο, πρὸς τὸν βασιλέα. τῇ δὲ αὐτῇ ἡμέρᾳ γέγονεν κλητώριον ἐν τῷ αὐτῷ τρικλίνῳ τοῦ Ἰουστινιανοῦ. ἐκαθέσθη ἐν τῷ προῤῥηθέντι θρόνῳ ἡ δέ‐
σποινα καὶ ἡ νύμφη αὐτῆς, ἡ δὲ ἀρχόντισσα ἐκ πλαγίου596

597

ἔστη· ὑπὸ δὲ τοῦ τῆς τραπέζης κατὰ τὸν εἰωθότα τύπον εἰσελθουσῶν τῶν ἀρχοντισσῶν καὶ προσκυνησάντων, ἡ ἀρ‐ χόντισσα τὴν κεφαλὴν μικρὸν ὑποκλίνασα, ἐν ᾧ τόπῳ ἵστα‐ το, ἐκαθέσθη εἰς τὸ ἀποκοπτὸν μετὰ τῶν ζωστῶν κατὰ τὸν
5τύπον. ἰστέον, ὅτι οἱ ἀποστολῖται ψάλται καὶ οἱ ἁγιοσο‐ φῖται παρῆσαν ἐν τῷ αὐτῷ κλητωρίῳ ᾄδοντες τὰ βασιλίκια. ἔπαιξαν δὲ καὶ τὰ θυμελικὰ πάντα παίγνια. ἐν δὲ τῷ χρυ‐ σοτρικλίνῳ γέγονεν ἕτερον κλητώριον, καὶ ἔφαγον πάντες οἱ ἀποκρισιάριοι τῶν ἀρχόντων Ῥωσίας καὶ οἱ ἄνθρωποι καὶ
10συγγενεῖς τῆς ἀρχοντίσσης καὶ οἱ πραγματευταὶ, καὶ ἔλαβον ὁ μὲν ἀνεψιὸς αὐτῆς μιλ. λʹ, οἱ ηʹ ἴδιοι αὐτῆς ἀνὰ μιλ. κʹ, οἱ κʹ ἀποκρισιάριοι ἀνὰ μιλ. ιβʹ, οἱ μγʹ πραγματευταὶ ἀνὰ μιλ. ιβʹ, ὁ παπᾶς Γρηγόριος μιλ. ηʹ, οἱ δύο ἑρμηνευταὶ ἀνὰ μιλ. ιβʹ, οἱ ἄνθρωποι τοῦ Σφενδοσθλάβου ἀνὰ μιλ. εʹ, οἱ ϛʹ
15ἄνθρωποι τῶν ἀποκρισιαρίων ἀνὰ μιλ. γʹ, ὁ ἑρμηνεὺς τῆς ἀρ‐ χοντίσσης μιλ. ιεʹ. μετὰ δὲ τὸ ἀναστῆναι τὸν βασιλέα ἀπὸ τοῦ κλητωρίου ἐγένετο δούλκιον ἐν τῷ ἀριστητηρίῳ, καὶ ἔστη ἡ χρυσῆ μικρὰ τράπεζα ἡ ἐν τῷ πενταπυργίῳ ἱσταμένη, καὶ ἐτέθη ἐν αὐτῇ δούλκιον διὰ χειμευτῶν καὶ διαλίθων σκουτελλίων,
20καὶ ἐκαθέσθη ὁ βασιλεὺς καὶ Ῥωμανὸς ὁ Πορφυρογέννητος βασιλεὺς καὶ τὰ πορφυρογέννητα τούτων τέκνα καὶ ἡ νύμ‐
φη καὶ ἡ ἀρχόντισσα, καὶ ἐδόθη τῇ ἀρχοντίσσῃ ἐν χρυσῷ597

598

διαλίθῳ σκουτελλίῳ μιλ. φʹ, καὶ ταῖς ἓξ ἰδίαις αὐτῆς ἀνὰ μιλ. κʹ, καὶ ταῖς ιηʹ θεραπαίναις αὐτῆς ἀνὰ μιλ. ηʹ. μηνὶ Ὀκτωβρίῳ ιηʹ, ἡμέρᾳ κυριακῇ, ἐγένετο κλητώριον ἐν τῷ χρυ‐ σοτρικλίνῳ, καὶ ἐκαθέσθη ὁ βασιλεὺς μετὰ τῶν Ῥῶς. καὶ
5πάλιν γέγονεν ἕτερον κλητώριον ἐν τῷ πεντακουβουκλείῳ τοῦ ἁγίου Παύλου, καὶ ἐκαθέσθη ἡ δέσποινα μετὰ τῶν πορφυ‐ ρογεννήτων αὐτῆς τέκνων καὶ τῆς νύμφης καὶ τῆς ἀρχοντίσ‐ σης, καὶ ἐδόθη τῇ μὲν ἀρχοντίσσῃ μιλ. σʹ, τῷ δὲ ἀνεψιῷ αὐ‐ τῆς μιλ. κʹ, τῷ παπᾷ Γρηγορίῳ μιλ. ηʹ, ταῖς ιϛʹ ἰδίαις αὐτῆς
10ἀνὰ μιλ. ιβʹ, ταῖς ιηʹ δούλαις αὐτῆς ἀνὰ μιλ. ϛʹ, τοῖς κβʹ ἀ‐ ποκρισιαρίοις ἀνὰ μιλ. ιβʹ, τοῖς μδʹ πραγματευταῖς ἀνὰ μιλ. ϛʹ, τοῖς δύο ἑρμηνευταῖς ἀνὰ μιλ. ιβʹ.
13tΚΕΦ. ιϛʹ.
14tὍσα δεῖ παραφυλάττειν, προερχομένων τῶν ἀρχόντων τῶν
15tτεσσάρων ταγμάτων εἰς τὸν ἱππόδρομον.
16Ἰστέον, ὅτι, τῶν ταγμάτων ὄντων ἐν τῇ θεοφυλάκτῳ πόλει, καθ’ ἡμέραν προέρχονται εἰς τὸν ἱππόδρομον οἱ τῶν δʹ ταγμάτων ἄρχοντες καὶ ὁ μὲν δομέστικος τῶν σχολῶν καὶ ὁ ἐξκούβιτος καὶ ὁ ἱκανάτος εἰσέρχονται, ἔνθα καὶ οἱ μάγι‐
20στροι καὶ πατρίκιοι, καὶ πρῶτα μὲν χαιρετίζουσιν τὸν δρουγ‐598

599

γάριον τῆς βίγλας, καὶ εὐθέως καθέζονται εἰς τὰς τάξεις αὐ‐ τῶν, καὶ εἶθ’ οὕτως εἰσέρχεται ἐκ πλαγίου ὁ τοποτηρητὴς τῶν σχολῶν, φορῶν σκαραμάγγιον καὶ σπαθίον, καὶ μετ’ αὐτοῦ οἱ πρῶτοι καὶ δεύτεροι ἄρχοντες τῶν σχολῶν, ἤγουν κόμητες
5καὶ δομέστικοι, φοροῦντες καὶ αὐτοὶ σκαραμάγγια καὶ σπα‐ θία. καὶ ὁ μὲν τοποτηρητὴς ἵσταται ἀποκοπτὸς ὡς ἀπὸ ὀρ‐ γυίας μιᾶς· οἱ δὲ κόμητες καὶ δομέστικοι στιχηδὸν ἀπὸ ἄ‐ κραν ἕως ἄκραν, καὶ μέχρι τῶν γονάτων προσκυνοῦντες χαι‐ ρετίζουσι τὸν δρουγγάριον τῆς βίγλας. ὁ δὲ ἀντιχαιρετίζων
10αὐτοῖς λέγει· „καλὴ ἡμέρα ὑμῖν, ἄρχοντες.“ καὶ μετὰ ταῦ‐ τα ἵσταται ὁ πρόξιμος μέσον τῆς προελεύσεως, καὶ λαμβάνει νεῦμα παρὰ τοῦ δομεστίκου τῶν σχολῶν καὶ διὰ τῆς χειρὸς αὐτοῦ νεύει ὑπαναχωρεῖν. οἱ δὲ πάλιν προσκυνοῦντες κατὰ τὸ εἰρημένον σχῆμα ἐξέρχονται. καὶ κατὰ πόδας εὐθέως εἰσ‐
15έρχεται ὁ τοποτηρητὴς τῶν ἐξκουβίτων μετὰ σκρίβωνας καὶ δρακοναρίους, φοροῦντες καὶ αὐτοὶ σκαραμάγγια καὶ σπαθία, καὶ χαιρετίζουσιν καὶ αὐτοὶ καθὼς καὶ οἱ τῶν σχολῶν ἄρ‐ χοντες, καὶ νευόμενος ὁ πρωτομανδάτωρ τοῦ ἐξσκουβίτου πα‐ ρὰ τοῦ ἐξσκουβίτου, καὶ αὐτοὶ διὰ χειρὸς τοῦ πρωτομανδά‐
20τωρος νευόμενοι ἐξέρχονται. καὶ μετὰ τούτων εἰσέρχεται ὁ τοποτηρητὴς τοῦ ἀριθμοῦ μετὰ κομήτων καὶ κεντάρχων **
*** βίου καὶ τῆς ἑταιρείας παρεβδομάριοι προέρχονται καὶ599

600

ἀνέρχονται διὰ τῆς ἐλεφαντίνης, καὶ κατὰ τὸν εἰωθότα τύ‐ πον ἀνοιγείσης τῆς προελεύσεως, εἰσέρχονται, καὶ ἕκαστος κα‐ θέζεται ἐν τῇ ἰδίᾳ τάξει, καὶ εἶθ’ οὕτως κατέρχονται καὶ εἰσ‐ έρχονται ἐν τῇ τοῦ τρικόγχου μυστικῇ φιάλῃ. εἶτα ἐξέρχε‐
5ται ὁ βασιλεὺς, καὶ τοῦ παρακυπτικοῦ κρεμαμένου ἐν τῷ τοῦ προκύμματος μέσῳ, ἐν ᾧ τόπῳ εἴθισται τοῖς βασιλεῦσιν ἐπὶ θρόνου καθέζεσθαι, τελουμένου δεξίμου, ἅπτουσι κηροὺς, δη‐ λονότι παρὰ τοῦ εἰδικοῦ τούτους λαμβάνοντες, πάντες οἱ προῤ‐ ῥηθέντες τῆς συγκλήτου ἀπό τε μαγίστρων καὶ ἕως ἐσχάτου
10ἀνθρώπου, καὶ γυρόθεν τοῦ σίγματος σάσσωσι χορεύοντες καὶ ᾄδοντες, οἱ μὲν μάγιστροι καὶ οἱ ἀνθύπατοι καὶ πατρίκιοι καὶ οἱ ὀφφικιάλιοι καὶ οἱ λοιποὶ τῆς συγκλήτου μετὰ τῶν βασιλι‐ κῶν ἀνθρώπων, ἴδια βασιλίκια τοῦ βρουμαλίου· οἱ δὲ τοῦ κουβουκλείου ἅμα τῶν ἐπὶ τῆς τραπέζης εὐνούχων ᾄδουσιν καὶ
15αὐτοὶ ἴδια βασιλίκια τοῦ βρουμαλίου. ἰστέον, ὅτι, ἡνίκα ἄρξον‐ ται οἱ τῆς συγκλήτου καὶ τοῦ κουβουκλείου ᾄδειν τὰ τοῦ βρου‐ μαλίου βασιλίκια καὶ χορεύειν, καθὼς προείρηται, κατέρχε‐ ται διὰ τῶν βάθρων εἷς ἐκ τῶν βασιλικῶν ἐν τῇ φιάλῃ καὶ ὀρχεῖται· ἀμφότεροι δὲ, οἵ τε μάγιστροι καὶ λοιποὶ καὶ οἱ
20τοῦ κουβουκλείου μετὰ τῶν ἐπὶ τῆς τραπέζης εὐνούχων ἐκ τρίτου, καθὼς προείρηται, κυκλεύσαντες ἐν τῷ τῆς φιάλης
περιπάτῳ, ἵστανται κατὰ τὸ πρὸς εὖρος αὐτῇ μέρος, καὶ ἐ‐600

601

πευφημοῦσι τὸν βασιλέα· καὶ εὐθέως κατέρχεται ἀπὸ τοῦ σίγματος διὰ τοῦ ξυλίνου στυρακίου ὁ τοῦ βασιλέως πρωτοβε‐ στιάριος μετὰ τοῦ ἀποκομβίου, καὶ ἡνίκα πλησίον αὐτῶν γέ‐ νηται, προσκυνοῦσι πάντες, καὶ τούτων ἀνισταμένων, ὁ αʹ
5μάγιστρος λαμβάνει ἐκ χειρὸς τοῦ πρωτοβεστιαρίου τὸ ἀπο‐ κόμβιον λίτρας κʹ, εἰς δὲ τὸ τοῦ μικροῦ βασιλέως βρουμά‐ λιον λίτρας ιʹ, εἰς δὲ τὸ τῆς αὐγούστης βρουμάλιον λίτρας ηʹ. καὶ μετὰ τὸ λαμβάνειν τὸ ἀποκόμβιον ἐπεύχονται ἅπαν‐ τες τοὺς δεσπότας, καὶ ἐξέρχονται διὰ τῆς θερμάστρας, καὶ
10ἀπέρχεται ἕκαστος εἰς τὰ ἴδια. οἱ δὲ ἐλάται τῆς περιουσίας, ἤτοι τῶν βασιλικῶν δρομονίων, κατέρχονται ἐν τῷ βουκολέ‐ οντι, καὶ ἵστανται ἔνθα τὸ βασιλικὸν δρομόνιον ἵσταται, εὐ‐ φημοῦντες καὶ αὐτοὶ καὶ ᾄδοντες βασιλίκια τοῦ βρουμαλίου. ῥίπτεται δὲ αὐτοῖς ἄνωθεν ἀποκόμβιον μιλ. σʹ. ἐπὶ δὲ
15Κωνσταντίνου τοῦ φιλοχρίστου δεσπότου προσετέθη ἕτερα μιλ. τʹ, ὁμοῦ φʹ. προσετέθη δὲ παρὰ τοῦ αὐτοῦ φιλοχρί‐ στου δεσπότου, κατέρχεσθαι καὶ τοὺς τῶν ἀγραρίων ἐλάτας καὶ ᾄδειν καὶ αὐτοὺς ὁμοίως, καὶ ῥίπτεσθαι αὐτοῖς ἀποκόμ‐ βιον μιλ. σʹ. ἰστέον, ὅτι ἐπὶ Λέοντος τοῦ φιλοχρίστου καὶ
20ἀειμνήστου βασιλέως οὐκ ἤνοιγε δείλης τὸ παλάτιον· ἀλλ’601

602

οἱ προῤῥηθέντες ὥρᾳ τῆς ἡμέρας θʹ εἰσήρχοντο διὰ τῆς θερ‐ μάστρας ἐν τῇ τοῦ σίγματος μυστικῇ φιάλῃ, καὶ ἐτελεῖτο πάντα, καθὼς προείρηται. τῇ δὲ ἑσπέρᾳ, ὥρᾳ τῆς ἡμέρας ιαʹ, ἵσταται τραπέζιον ἐν τῷ ἀριστητηρίῳ, καὶ συνεστιῶνται
5τῷ βασιλεῖ οἱ κατὰ συνήθειαν συνεστιώμενοι, μάγιστροι, πραιπόσιτοι πατρίκιοι, ὀφφικιάλιοι, εἰ τύχωσιν δὲ, καὶ στρα‐ τηγοὶ, καὶ λοιποὶ, μᾶλλον δὲ οἱ πρὸς συγγένειαν ὄντες τοῦ βασιλέως. εὐφημοῦσι δὲ πάντες οἱ παριστάμενοι, ᾄδοντες βα‐ σιλίκια τὰ τῷ βρουμαλίῳ ἁρμόζοντα, ὁμοίως δὲ καὶ οἱ κα‐
10θεζόμενοι, ᾄδουσιν καὶ αὐτοὶ ὁμοίως. τοῦ δὲ δουλκίου εἰσ‐ ερχομένου ὀλίγοι τινὲς τῶν ἐπὶ τῆς τραπέζης καταλέγουσιν τὸ „πολλὰ τὰ ἔτη,“ καὶ ἀποκρίνονται οἵ τε καθεζόμενοι εἰς τὴν τράπεζαν φίλοι καὶ οἱ παριστάμενοι λοιποὶ τοῦ τραπε‐ ζίου, καὶ πρὸ τοῦ τὸν βασιλέα ἐπονομάσαι „εἰς τὴν πρε‐
15σβείαν τῆς ὑπεραγίας Θεοτόκου“ λαμβάνουσι πάντες οἱ καθε‐ ζόμενοι παρὰ τῶν τοῦ βασιλέως χειρῶν μιλ. καὶ μετὰ τὴν συμπλήρωσιν τῆς ἐπιδόσεως τῶν μιλιαρησίων εὐφημοῦσιν οἱ παριστάμενοι, ὁμοίως καὶ οἱ καθεζόμενοι, τὸν βασιλέα, καὶ εὐθὺς ὀνομάζει ὁ βασιλεὺς „εἰς τὴν πρεσβείαν τῆς ὑπεραγίας
20Θεοτόκου,“ καὶ πάντων κατὰ τὸ εἰωθὸς πινόντων, λαμβάνου‐ σι πάντες οἱ καθεζόμενοι διὰ χειρὸς τοῦ τῆς τραπέζης ἀνὰ φατλίου αʹ, δηλονότι παρὰ ἀρτοκλίνου ταῦτα λαμβάνων. καὶ
ἀνίστανται τῆς τραπέζης καὶ ἐξερχόμενοι διὰ τῆς ἐλεφαντίνης,602

603

ἀπέρχεται ἕκαστος εἰς τὰ ἴδια. καὶ μετὰ ταῦτα πάλιν ἵστα‐ ται ἑτέρα τράπεζα ἐν τῷ αὐτῷ ἀριστητηρίῳ, μυστικωτέρα τῆς πρώτης, καὶ καθέζεται ὁ μέγας βασιλεὺς καὶ ὁ μικρὸς καὶ ἡ αὐγούστα μετὰ καὶ τῶν πορφυρογεννήτων καὶ τῶν
5ἰδίων καὶ μάλιστα οἰκειοτέρων ἀρχόντων καὶ οἰκείων ἀνθρώ‐ πων, ἤγουν τοῦ παρακοιμωμένου, τοῦ πρωτοβεστιαρίου καὶ ἄλλων, ὧν ὁ βασιλεὺς κελεύει, πάντων εὐφραινομένων καὶ ἀγαλλομένων καὶ εὐφημούντων τὸν βασιλέα καὶ τὴν αὐγού‐ σταν. τῇ δὲ ἐπαύριον τοῦ βρουμαλίου ἵσταται τράπεζα ἐν
10τῷ περιβλέπτῳ τρικλίνῳ τοῦ Ἰουστινιανοῦ διὰ ιϛʹ καὶ τὰ ἐγγὺς ἀποκοπτὸν, ἐν ᾗ καθέζονται οἱ δεσπόται μετὰ τῶν μαγίστρων, ἀνθυπάτων, πατρικίων, ὀφφικιαλίων, πρωτοσπα‐ θαρίων, καθὼς τὸ τακτικὸν κλητωρολόγιον διαγορεύει. καὶ γί‐ νεται κατὰ τὸν περιεχόμενον τύπον εἰς τὸ τακτικὸν τὸ σά‐
15ξιμον, καὶ εἰσέρχονται ἐν τῷ σαξίμῳ οἵ τε μάγιστροι, ἀν‐ θύπατοι, πατρίκιοι, ὀφφικιάλιοι, πρωτοσπαθάριοι, καὶ σάσ‐ σουσιν, καθὼς ἔχει ὁ τύπος. εἰ δέ τινες ἐξ αὐτῶν καθέζον‐ ται ἐν τῷ κλητωρίῳ, ἀνιστάμενοι ἀποπληροῦσι τὸ σάξιμον, καὶ πάλιν κελεύσει τοῦ βασιλέως καθέζονται ἐν τῇ ἰδίᾳ τά‐
20ξει ἕκαστος. ἰστέον, ὅτι τῷ σαξίμῳ οἱ προειρημένοι ἅπαντες
ὁμοῦ εἰσέρχονται, ἐν δὲ τοῖς ποιήμασιν, ἤγουν τοῖς τοῦ603

604

βρουμαλίου βασιλικίοις ᾀδομένοις ἀντιφώνως, διέρχονται. πληρούντων γὰρ τῶν μαγίστρων μετὰ τῆς αὐτῶν τάξεως, ἄρχονται οἱ τοῦ κουβουκλείου. εἶτα τῶν τοῦ κουβουκλείου πληρούντων μετὰ τῆς αὐτῶν τάξεως, ἄρχονται οἱ ἀνθύπατοι
5πατρίκιοι τὰ ἴδια αὐτῶν τοῦ βρουμαλίου βασιλίκια καὶ αὐτοὶ πληροῦσιν, ὡς προείρηται, μετὰ τῆς αὐτῶν τάξεως. ἐν δὲ τῇ δευτέρᾳ τάξει εἰσέρχονται οἱ τῶν ταγμάτων ἄρχοντες· τῶν σχολῶν, τοῦ ἀριθμοῦ, τῶν νουμέρων ἐν μιᾷ τάξει· οἱ δὲ τῶν ἐξσκουβίτων, οἱ ἱκανάτοι καὶ οἱ τοῦ βασιλικοῦ πλοΐ‐
10μου ἐν ἑτέρᾳ τάξει. οὗτοι δὲ πάντες, ἐν τῷ σαξίμῳ λαμβά‐ νουσιν παρὰ τοῦ ἐπὶ τῆς τραπέζης ἀποκόμβια, εὐφημοῦντες καὶ ἐπευχόμενοι τὸν βασιλέα καὶ τὴν τοῦ βρουμαλίου αὐτοῦ αἰσίαν ἡμέραν. ἰστέον, ὅτι ἐπὶ Λέοντος τοῦ φιλοχρίστου δεσπότου ἐτυπώθη οὕτως. τῇ ἐπαύριον τοῦ βρουμαλίου ἵ‐
15στατο μία τράπεζα ἐν τῷ ἀριστητηρίῳ οἰκειοτέρα διὰ τριῶν καὶ τὰ ἐγγὺς, ἐν ᾗ συνηστίων τῷ μεγάλῳ βασιλεῖ οἱ συνήθως αὐτῷ συνεστιώμενοι, μάλιστα οἰκεῖοι καὶ συγγενεῖς τοῦ βασι‐ λέως, μάγιστροι, πραιπόσιτοι, ἀνθύπατοι πατρίκιοι καὶ οἰ‐ κεῖοι πρωτοσπαθάριοι καὶ ἄλλοι τινὲς γνωστοὶ τοῦ βασιλέως.
20ἐν δὲ τῷ περιβλέπτῳ τρικλίνῳ τοῦ Ἰουστινιανοῦ ἵστατο ἑτέρα
τράπεζα διὰ ἓξ καὶ τὰ ἐγγὺς ἀποκοπτὸν, ἐν ᾗ ἐκαθέζετο ὁ604

605

μικρὸς βασιλεὺς καὶ οἱ λοιποὶ, μάγιστροι, ἀνθύπατοι, πατρί‐ κιοι, ὀφφικιάλιοι καὶ πρωτοσπαθάριοι, καθὼς καὶ τὸ τακτι‐ κὸν κλητωρολόγιον διαγορεύει. ἰστέον, ὅτι ἐπὶ Μιχαὴλ τοῦ φιλοχρίστου δεσπότου τοῦ υἱοῦ Θεοφίλου, χειμῶνος γεγονό‐
5τος μεγάλου, βιαίων τε ἀνέμων ἐμπνευσάντων καὶ πολλῆς χιόνος κατενεχθείσης, ἄβατος ἡ τοῦ τρικόγχου μυστικὴ φι‐ άλη γέγονεν, καὶ οὐ κατῆλθον οἵ τε μάγιστροι, ἀνθύπατοι, πα‐ τρίκιοι τῆς συγκλήτου τε καὶ οἱ τοῦ κουβουκλείου πάντες τὰ εἰθῶτα τῷ βρουμαλίῳ πανηγυρίσαι, ἀλλὰ πάντων ἐν τῷ τοῦ
10λαυσιακοῦ τρικλίνῳ εἰσελθόντων, ἐξῆλθεν ὁ πραιπόσιτος, καὶ προσεκαλέσατο τοὺς προῤῥηθέντας πάντας, καὶ ἵστησι πρὸ τῆς πύλης τοῦ λαυσιακοῦ τρικλίνου τῆς εἰσαγούσης ἐν τῷ τοῦ χρυσοτρικλίνου πόρτηκι, ἤγουν ἐν τῷ ὡρολογίῳ, καὶ ἐξ‐ ῆλθεν ὁ πρωτοβεστιάριος, καὶ ἐπιδέδωκε τῷ πρώτῳ μαγί‐
15στρῳ τὸ κατὰ τύπον ἀποκόμβιον, καὶ εὐφημήσαντες τὰς ἐξ ἔθους τοῖς βασιλεῦσιν εὐφημίας, (ἦσαν δὲ καὶ τὰ τῇ ἡμέρᾳ τοῦ βρουμαλίου ἁρμόζοντα ποιήματα,) καὶ ἐξῆλθον μὴ ἅ‐ ψαντες κηρούς. ὁ δὲ δομέστικος τῶν σχολῶν καὶ ὁ δομέ‐ στικος τῶν ἐξσκουβίτων καὶ ὁ δομέστικος τῶν ἱκανάτων ἅμα
20τῶν ταγματικῶν κατῆλθον ἐν τῇ θερμάστρᾳ. ὁ γὰρ δρουγ‐
γάριος τῆς βίγλας ἐν τῷ ἱπποδρόμῳ ἦν φυλάττων τὴν ἑαυ‐605

606

τοῦ τάξιν· ὁ δὲ σακελλάριος κατῆλθεν ἐν τῇ αὐτῇ θερμά‐ στρᾳ, καὶ ἐπιδέδωκεν τῷ δομεστίκῳ τῶν σχολῶν τὸ ἀποκόμ‐ βιον, καὶ εὐφήμησαν ὅ,τε δομέστικος καὶ πάντες οἱ τῶν τα‐ γμάτων τὰς ἐξ ἔθους τοῖς βασιλεῦσιν εὐφημίας, ᾄδοντες καὶ
5τὰ τῇ ἡμέρᾳ τοῦ βρουμαλίου ἁρμόζοντα ποιήματα. εἶθ’ οὕ‐ τως ἀπίεσαν οἵ τε μάγιστροι, ἀνθύπατοι, πατρίκιοι καὶ συγ‐ κλητικοὶ ἅπαντες καὶ οἱ τοῦ κουβουκλείου, ἕκαστος ἐν τῇ ἰδίᾳ αὐτοῦ οἰκίᾳ, οἱ δὲ τῶν ταγμάτων ἕκαστος ἐν τῇ ἰδίᾳ αὐτοῦ τάξει. ἰστέον, ὅτι ἡ τῶν βρουμαλίων αὕτη τάξις ἠλλοιώθη
10καὶ εἰς τὸ μηκέτι εἶναι παρήχθη ἐπὶ τῆς βασιλείας Ῥωμα‐ νοῦ δεσπότου. οὗτος γὰρ προσχήματι εὐλαβείας, καὶ οὐ‐ χὶ δίκαιον εἶναι κατὰ τὰ παλαιὰ ἐθήματα Αὐσόνων Ῥω‐ μαίοις βρουμαλίζειν νομίσας, ταῦτα σχολάζειν ἐκέλευσεν, οὐ κατὰ νοῦν λαβὼν τοὺς μεγάλους ἐκείνους καὶ ἀοιδίμους βα‐
15σιλεῖς, οἷον· οὐ τὸν μέγαν ἐκεῖνον καὶ ἀοίδιμον Κωνσταντῖ‐ νον, οὐ Θεοδόσιον, οὐ Μαρκιανὸν, οὐ Λέοντα τὸν Λεομα‐ κέλλην, οὐκ Ἰουστινιανὸν, οὔτε τοὺς ἄλλους φιλοχρίστους, οὓς καὶ ἡμιθέους εἴποιμι ἂν, ἀλλ’, ὅπερ ἔδοξεν αὐτῷ, νό‐ μος καὶ κανὼν καὶ εὐθύτης καὶ εὐλάβεια νενόμιστο. ἐπὶ δὲ
20Κωνσταντίνου τοῦ φιλοχρίστου δεσπότου τὴν παλιμβίωσιν ἡ τῶν βρουμαλίων εὕρατο τάξις. διὸ ἐν μὲν τῷ τοῦ μεγάλου βασιλέως βρουμαλίῳ ἐδίδοτο τὸ παλαιὸν ἀποκόμβιον λίτραι κʹ,
ἐν δὲ τῷ τοῦ μικροῦ βασιλέως λίτραι ιʹ, ἐν δὲ τῷ τῆς αὐ‐606

607

γούστης λιτ. ηʹ. οὗτος δὲ Κωνσταντῖνος ὁ φιλόχριστος βα‐ σιλεὺς ἐτύπωσεν δίδοσθαι ἀντὶ πάντων τούτων τῶν βρουμα‐ λίων ἐν τῷ τοῦ μεγάλου βασιλέως βρουμαλίῳ ἀποκόμβιον χάραγμα λίτρας νʹ. ἐπὶ δὲ τῆς τραπέζης διὰ τῆς οἰκείας χει‐
5ρὸς τοῖς συνεστιωμένοις αὐτῷ φίλοις οὕτως, ἤγουν ἀνὰ δι‐ πλατὰ μιλιαρήσια· τοῖς μὲν μαγίστροις ἀνὰ μιλ. ρϛʹ, καὶ ἀ‐ νὰ χασδίου βηλαρίου ἑνός· τοῖς ἀνθυπάτοις καὶ πατρικίοις ἀνὰ μιλ. ρμʹ, καὶ ἀνὰ ἐσωφορίου λωρωτοῦ Σαρακηνικοῦ, εἴ‐ τε καὶ ὁλοβήρου ἑνός· τοῖς πρωτοσπαθαρίοις ἀνὰ μιλ. ρκʹ
10καὶ ἀνὰ μολχαμίου βηλαρίου αʹ, εἴτε καὶ ἀβδίου· τοῖς σπαθαροκανδιδάτοις ἀνὰ μιλ. πʹ καὶ ἀνὰ μολχαμίου, εἴτε καὶ ἀβδίου ἑνός. τὰ διδόμενα παρὰ τοῦ κρατοῦντος τὴν ἔξ‐ οδον, τοῖς μαγλαβίταις μιλ. τʹ, τῇ μεγάλῃ ἑταιρείᾳ μιλ. φʹ, τῇ μέσῃ ἑταιρείᾳ μιλ. σʹ, τοῖς Φαργάνοις μιλιαρήσια σʹ.
15tΚΕΦ. ιθʹ.
16tὍσα δεῖ γίνεσθαι, θριάμβου ἐπινικίων τελουμένου ἐν τῷ φόρῳ
17tμετὰ λιτῆς.
18Ἕωθεν προέρχονται μετὰ ἀλλαξίμων ἅπαντες οἱ τῆς
συγκλήτου, οἷς συνεξέρχεται ὁ βασιλεὺς ἀπὸ τοῦ παλατίου607

608

μετὰ σκαραμαγγίου καὶ τοῦ χρυσοπερικλείστου σαγίου μετὰ τῆς συνήθους αὐτῷ προελεύσεως, δηριγευόμενος ὑπὸ τοῦ κουβουκλείου, καὶ εἰσέρχεται ἐν τῷ τῆς Δάφνης κοιτῶνι, κἀ‐ κεῖσε ἀπαλλάσσει τὸ σκαραμάγγιον, καὶ ἀλλάσσει διβητήσιον,
5καὶ περιβάλλεται τὴν χλαμύδα, καὶ δέχονται οἵ τε μάγιστροι καὶ πατρίκιοι ἐν τῷ ὀνοποδίῳ κἀκεῖσε προσκυνοῦσιν, καὶ διὰ νεύματος τοῦ πραιποσίτου λέγει ὁ τῆς καταστάσεως τὸ „κε‐ λεύσατε.“ καὶ ἀπὸ τῶν ἐκεῖσε κατέρχονται εἰς τὸ μέγα κον‐ σιστώριον, καὶ δέχονται πάλιν οἱ προῤῥηθέντες ἅπαντες με‐
10τὰ καὶ τῶν σεκρετικῶν, ἤτοι χαρτουλαρίων καὶ νοταρίων καὶ ἀσηκρητῶν, καὶ πάλιν προσκυνοῦσι τοὺς δεσπότας, καὶ διὰ νεύματος τοῦ πραιποσίτου λέγει ὁ σιλεντιάριος τὸ „κελεύσα‐ τε.“ ἐν δὲ τῷ μέσῳ τοῦ κονσιστωρίου ἵσταται ὁ τοῦ βασι‐ λέως πρωτοστράτωρ, βαστάζων τὸ βασιλικὸν δόρυ σὺν τῷ
15φλαμούλλῳ ἄνωθεν τὸν τίμιον καὶ ζωοποιὸν καὶ νικοποιὸν σταυρὸν ἔχοντι, καὶ προπορεύεται πλησίον τοῦ βασιλέως. εἶ‐ τα διέρχεται ἀπὸ τῶν ἐκεῖσε ὁ βασιλεὺς τὰ διαβατικὰ, ἤ‐ γουν τὰ ἐξσκούβιτα, τὰς σχολὰς, τὴν χαλκῆν, καὶ ἀπὸ τοῦ ἔξω καγκέλλου τῆς χαλκῆς ἐκνεύει δεξιὰ ὁ βασιλεὺς
20σὺν τῇ προελεύσει καὶ ἀπέρχεται εἰς τὸ ἅγιον φρέαρ. κἀ‐ κεῖσε κατὰ τὸ εἰωθὸς ἅπτει κηροὺς, καὶ δέχεται αὐτὸν ἐ‐ κεῖσε ὁ πατριάρχης σὺν πάσῃ τῇ ἐκκλησιαστικῇ καταστάσει,
καὶ θυμιᾷ τὸν βασιλέα, καὶ ἀσπάζονται ἀλλήλους, εἶτα εἰσ‐608

609

έρχεται ὁ βασιλεὺς σὺν τῷ πατριάρχῃ ἐν τῷ θείῳ βήματι, καὶ θυμιᾷ πέριξ τῆς ἁγίας τραπέζης. ὁ δὲ διάκονος ποιεῖ εὐχὴν συναπτήν. οἱ δὲ ψάλται ἄνωθεν ἐν τῷ ἄμβωνι ψάλ‐ λουσιν θεοτόκια πρόσφορα καὶ τῇ ὑποθέσει τῶν ἐπινικίων
5ἁρμόζοντα, οἷον τὸ „προστασία φοβερὰ,“ καὶ τὸ „ἐπὶ σοὶ χαίρει,“ καὶ τὸ „τεῖχος ἀκαταμάχητον,“ καὶ τὸ „τῇ ὑπερ‐ μάχῳ στρατηγῷ τὰ νικητήρια“ καὶ τὰ τούτοις ὅμοια. πολ‐ λάκις δὲ καὶ, εἰ νέα τύχῃ γενέσθαι τροπάρια τῇ ὑποθέσει ἁρμόζοντα, ψάλλουσιν καὶ αὐτὰ ὁμοίως. καὶ ὡς εἴρηται, τοῦ
10πρωτοστράτωρος σὺν τῷ βασιλικῷ φλαμούλλῳ τοῦ βασιλέως ἔγγιστα προπορευομένου, ἀνέρχεται μετὰ τῆς ἰδίας λιτῆς ἐν τῷ φόρῳ, καὶ ἄνεισι πρὸς τὰς ἀναβάθρας, ἔνθα καὶ ἡ μαρ‐ μάρινος τοῦ σταυροῦ ἵδρυται βάσις, καὶ ἵσταται ἐκεῖσε, εἶτα κατόπιν ἀνέρχεται καὶ ὁ πατριάρχης μετὰ τῆς ἰδίας λιτῆς,
15καὶ ἄνεισι καὶ αὐτὸς ὁ πατριάρχης ταῖς προῤῥηθεῖσι τοῦ κίονος ἀναβάθραις, καὶ εἰσέρχεται ἔνδον τοῦ ἁγίου Κων‐ σταντίνου ἐν τῷ μέσῳ, καὶ ἵσταται. ὁ δὲ βασιλεὺς ἵσταται ἔξωθεν· οἱ δὲ δέσμιοι ἵστανται ἐν τῷ πραιτωρίῳ, ἢ καὶ ἐν τῷ σεννάτῳ, χειροκρατούμενοι παρὰ τῶν ἐπινικιαρίων. τὰ
20δὲ δόρατα καὶ τὰ φλάμουλλα αὐτῶν βαστάζονται παρὰ τῶν
ταξεωτῶν. εἶτα ἀπέρχεται ὁ πρωτονοτάριος τοῦ δρόμου, καὶ609

610

αἴρει αὐτοὺς ἀπὸ τῶν ἐκεῖσε, καὶ ἄγει ἐν τῷ μέσῳ τοῦ φόρου καὶ ἵστησιν αὐτοὺς μονοειδῶς κατὰ τὴν τοῦ τόπου θέσιν. καὶ εὐθέως ἄρχεται ὁ ψάλτης μετὰ μέλους τὴν ἐπινίκιον ᾄ‐ δειν ᾠδήν· „ᾄσωμεν τῷ Κυρίῳ. ἐνδόξως γὰρ δεδόξασται.
5ἵππον καὶ ἀναβάτην ἔῤῥιψεν εἰς θάλασσαν.“ τῶν δὲ λοιπῶν ψαλτῶν καὶ τοῦ λαοῦ παντὸς ἀποκρινομένου, καὶ τῆς ᾠδῆς πάσης ἀποπληρουμένης, εὐθὺς αἴρει ὁ λογοθέτης τοῦ δρόμου τοὺς μεγιστάνας τῶν Σαρακηνῶν μετὰ καὶ τοῦ δομεστίκου τῶν σχολῶν καὶ τῶν τυχόντων στρατηγῶν εἰς τὸ ταξείδιον,
10εἴτε τοῦ δρουγγαρίου τῶν πλοΐμων καὶ τῶν πλοΐμων στρα‐ τηγῶν καὶ τῶν μεγάλων ἀρχόντων τοῦ πλοΐμου, εἴτε καὶ στρατηγῶν, δηλονότι τῶν τὸ ταξείδιον ποιησάντων, μετὰ τῶν τουρμαρχῶν καὶ μεγάλων ἀρχόντων τῶν θεμάτων αὐτῶν, καὶ ἄγει ἔμπροσθεν τοῦ βασιλέως, ἤγουν ἐπὶ τῶν τοῦ κίονος ἀνα‐
15βάθρων, καὶ αἴρει ὁ λογοθέτης μετὰ τοῦ δομεστίκου τῶν σχο‐ λῶν, εἴπερ αὐτὸς ἦν ὁ τὸ ταξείδιον ποιήσας, τὴν κεφαλὴν, ἤγουν τὸν πρῶτον Ἀμηρᾶν, καὶ τίθησιν ὑπὸ τῶν τοῦ βα‐ σιλέως ποδῶν, καὶ πατεῖ αὐτὸν ὁ βασιλεὺς ἐπὶ τὴν κεφαλὴν τῷ δεξιῷ ποδί· ὁ δὲ πρωτοστράτωρ ἐπὶ τοῦ τραχήλου αὐ‐
20τοῦ ἐπίστησι τὸ βασιλικὸν δόρυ, κρατοῦντος δηλονότι τοῦ βασιλέως τῇ δεξιᾷ χειρὶ τὸ αὐτὸ δόρυ. καὶ εὐθέως πίπτου‐
σι πάντες οἱ δέσμιοι πρηνεῖς ἐπὶ τῆς γῆς· τὰ δὲ τούτων610

611

δόρατα μετὰ τῶν φλαμούλλων ἐξ ἀντιστρόφου τιθέασιν οἱ κατέχοντες αὐτὰ ταξεῶται. καὶ εὐθὺς προκύπτει ὁ ψάλτης καὶ λέγει προκείμενον· „τίς Θεὸς μέγας, ὡς ὁ Θεὸς ἡμῶν· σὺ εἶ ὁ Θεὸς ὁ ποιῶν θαυμάσια.“ εἶθ’ οὕτως γίνεται ἡ με‐
5γάλη ἐκτενὴ ἕως τοῦ „ὑποτάξαι ὑπὸ τοὺς πόδας αὐτῶν πάν‐ τα ἐχθρὸν καὶ πολέμιον,“ κράζοντος τοῦ λαοῦ μʹ τὸ „Κύ‐ ριε, ἐλέησον,“ καὶ αὖθις κεφαλοκλισίας γενομένης καὶ τοῦ πατριάρχου λέγοντος, ὅτι „ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεισ“ καὶ τὰ ἑξῆς, ἀνίστανται οἱ δέσμιοι καὶ ὃν πατεῖ
10ὁ βασιλεὺς, καὶ ὀπισθοφανῶς ἀπάγουσιν αὐτοὺς, καὶ ἱστῶ‐ σιν ἐν ᾧ τόπῳ ἵσταντο. οἱ δὲ δημῶται τῶν δύο μερῶν καὶ οἱ τοῦ ἀριθμοῦ καὶ οἱ τῆς βασιλικῆς οὐσίας ἐλάται καὶ οἱ ψάλται ἵστανται κατὰ τύπον ἀντικρὺ τῶν δεσποτῶν, δηλον‐ ότι ἔξωθεν τῆς κιονοστασίας τοῦ δεξιοῦ μέρους τῶν δεσπο‐
15τῶν, ἐπὶ ταῖς ἐκεῖσε λιθίναις μικραῖς ἀναβάθραις, καὶ διὰ νεύματος τοῦ πραιποσίτου ἄρχονται εὐφημεῖν οὕτως· „πολ‐ λὰ τὰ ἔτη τῶν βασιλέων“ γʹ. „ὁ δεῖνα καὶ ὁ δεῖνα μεγάλων βασιλέων καὶ αὐτοκρατόρων πολλὰ τὰ ἔτη“ γʹ. „θεοπροβλή‐ των βασιλέων πολλὰ τὰ ἔτη“ γʹ. „θεοκυβερνήτων βασιλέων
20πολλὰ τὰ ἔτη“ γʹ. „κοσμοσυστάτων βασιλέων πολλὰ τὰ ἔτη“
γʹ. „κοσμοποθήτων βασιλέων“ γʹ. „ἀνδρειοτάτων βασιλέων611

612

πολλὰ τὰ ἔτη“ γʹ. „νικητῶν βασιλέων πολλὰ τὰ ἔτη“ γʹ. „ἐχθρελέγκτων βασιλέων πολλὰ τὰ ἔτη“ γʹ. „πλουτοποιῶν βασιλέων πολλὰ τὰ ἔτη“ γʹ. „ὀρθοδόξων βασιλέων πολλὰ τὰ ἔτη“ γʹ. „υἱὲ Θεοῦ, ζωὴν αὐτοῖσ“ γʹ. „υἱὲ Θεοῦ, συμβασί‐
5λευσον αὐτοῖσ“ γʹ. „υἱὲ Θεοῦ, χάρισαι ἡμῖν αὐτοῖσ“ γʹ. „υἱὲ Θεοῦ, τοὺς χρόνους αὐτῶν πλήθυνε“ γʹ. „υἱὲ Θεοῦ, ἐπάκουσον ἡμῶν“ γʹ. „αὔξει ἡ πίστις τῶν Χριστιανῶν“ γʹ. „αὔξει ἡ βασιλεία τῶν Ῥωμαίων“ γʹ. „αὔξει ἡ νίκη καὶ εὐτυχία τῶν Ῥωμαίων“ γʹ. „αὔξει ἡ ἀνδρεία τοῦ λαοῦ Κυρίου“ γʹ. „ἡ‐
10μεῖς δοῦλοι τῶν βασιλέων“ γʹ. „ὁ δεῖνα καὶ ὁ δεῖνα μεγάλων βασιλέων καὶ αὐτοκρατόρων πολλὰ τὰ ἔτη.“ καὶ μετὰ τὸ τελειῶσαι αὐτοῖς τὴν εὐφημίαν λέγουσιν· „πολυχρόνιον ποιήσει ὁ Θεὸς τὴν ἁγίαν βασιλείαν ὑμῶν εἰς πολλὰ ἔτη.“ καὶ εἰθ’ οὕτως ὁ μὲν βασιλεὺς ἀπέρχεται ἐν τῷ ναῷ τῆς ὑ‐
15περαγίας Θεοτόκου ἐν τῷ φόρῳ, κἀκεῖ ἀπαλλάξας τὴν στολὴν ἱππεύει, καὶ ἀπέρχεται ἐν τῷ παλατίῳ· ὁ δὲ πατριάρχης τῷ πώλῳ ἐπιβὰς, ἄπεισιν ἐν τῷ πατριαρχείῳ.
18tΚΕΦ. κʹ.
19tὍσα δεῖ παραφυλάττειν, θριάμβου ἐπιτελουμένου ἐπινικίων ἐν τῷ
20tἱπποδρομίῳ.
21Ἱππικοῦ ἀγομένου, εἴτε καὶ βοτοῦ, ἄγουσιν οἱ ἐπινικιά‐
ριοι τοὺς δεσμίους καὶ οἱ ταξεῶται τὰ σκύλα καὶ λάφυρα612

613

καὶ ἄρματα καὶ τὰ δόρατα μετὰ τῶν φλαμούλλων, καὶ ἀνέρ‐ χονται πάντες ἐν τῷ ἱπποδρομίῳ. εἶτα ἀνερχόμενος ὁ πρω‐ τονοτάριος τοῦ δρόμου ἵστησι πάντας στιχηδὸν, ἤγουν ἀπὸ τοῦ μαγγάνου μέχρι τοῦ καμπτοῦ τοῦ Βενέτου, ἐν πρώτοις
5πλησίον τοῦ καμπτοῦ τὰ ἄρματα, ὄπιθεν δὲ τῶν ἀρμάτων τὰ σκύλα καὶ λάφυρα· ὄπιθεν δὲ τούτων τὰ δόρατα μετὰ τῶν φλαμούλλων καὶ τοὺς δεσμίους. καὶ εἰ μέν εἰσιν ἵπποι ἢ καὶ κάμηλοι, ἵστανται ὄπιθεν τῶν δεσμίων, καὶ εἰ ἔστιν λαὸς πολὺς οἱ δέσμιοι καὶ πολλὰ τά τε σκύλα καὶ λάφυρα
10καὶ ἄρματα καὶ τὰ δόρατα μετὰ τῶν φλαμούλλων, ἵστανται διὰ δύο στίχων. εἰ δὲ οὔκ εἰσιν εἰς πλῆθος ταῦτα, ἵσταν‐ ται δι’ ἑνὸς στίχου, καθὼς εἴρηται, ἀπὸ τοῦ μαγγάνου μέ‐ χρι τοῦ καμπτοῦ τοῦ Βενέτου. καὶ μετὰ τὸ ἀνελθεῖν τὸν βασι‐ λέα εἰς τὸ προκυπτικὸν κλουβίον, κατέρχεται ὁ δομέστικος
15τῶν σχολῶν, εἰ ἄρα αὐτὸς ἦν ὁ ποιήσας τὸ ταξείδιον, μετὰ καὶ τῶν στρατηγῶν καὶ κλεισουραρχῶν· εἴτε ὁ δρουγγάριος τοῦ πλοΐμου μετὰ τῶν πλοΐμων στρατηγῶν καὶ τῶν μεγάλων ἀρχόντων τοῦ πλοΐμου, καὶ εἴ τι ἂν εὕρωσιν ἐλλειπὲς τῆς τοῦ πρωτονοταρίου τοῦ δρόμου στάσεως, ἐπιδιορθοῦνται, καὶ
20ποιῶσιν τὴν προσήκουσαν κατάστασιν τῶν δεσμίων καὶ σκύ‐ λων καὶ λαφύρων καὶ ἀρμάτων καὶ τῶν δοράτων μετὰ τῶν
φλαμούλλων αὐτῶν. καὶ πάντων καλῶς διευθυνθέντων, ἀνα‐613

614

φέρει ὁ πραιπόσιτος τῷ βασιλεῖ, καὶ προστάξει τοῦ πραιπο‐ σίτου κρούει τρίτον τὸ σκουτάριον, καὶ κατέρχεται ὁ βασι‐ λεὺς κατὰ τὸν ἐπικρατήσαντα τύπον τῶν ἱπποδρομίων, καὶ στέφεται, καὶ τὰ ἑξῆς ἐπιτελοῦνται, καθὼς ἔχει ἡ τάξις τῶν
5ἱπποδρομίων. τοῦ δὲ βασιλέως ἀνιόντος εἰς τὸ κάθισμα καὶ τὸν λαὸν κατὰ τὸ εἰωθὸς κατασφραγίζοντος, ἀκτολογοῦσιν οἱ δῆμοι τὰ εἰθῶτα αὐτοῖς, καὶ τοῦ βασιλέως καθεσθέντος ἐπὶ τοῦ βασιλείου θρόνου, διὰ νεύματος τοῦ ἀκτουαρίου ἀποκι‐ νῶσιν πρῶτον μὲν τὰ ἄρματα, ἔπειτα τὰ σκύλα καὶ λάφυρα,
10καὶ ἀκολούθως τούτων τὰ δόρατα μετὰ τῶν φλαμούλλων, ὄ‐ πιθεν δὲ τούτων οἱ δέσμιοι, καὶ διέρχονται τὸ μέρος τῶν δήμων, καὶ κάμπτουσιν τὸν τοῦ Πρασίνου καμπτὸν, καὶ ἀ‐ νέρχονται μέχρι τῆς φίνας, ἤγουν τοῦ Π. καὶ εἰ ἔστιν λαὸς πολὺς οἱ δέσμιοι, ἀνέρχονται μέχρι τοῦ καμπτοῦ τοῦ Βενέ‐
15του. τὰ δὲ σκύλα καὶ λάφυρα καὶ ἄρματα τιθῶσιν οἱ ταξε‐ ῶται ἐπὶ διφθερῶν καὶ κιλικίων πρὸς τὸ μὴ μολυνθῆναι, εἴ‐ τε ἀπὸ τοῦ κονιορτοῦ, εἴτε ἀπὸ τοῦ πηλοῦ. οἱ δὲ δημῶται τῶν δύο μερῶν καὶ οἱ τοῦ ἀριθμοῦ καὶ οἱ τῆς βασιλικῆς οὐσίας ἐλάται καὶ οἱ ψάλται ἵστανται κατέναντι τοῦ ὀργάνου
20τοῦ Πρασίνου, καὶ διὰ νεύματος τοῦ ἀκτουαρίου ἄρχονται εὐφημεῖν τὴν προῤῥηθεῖσαν μεγάλην εὐφημίαν τοῦ ἐν τῷ
φόρῳ μετὰ τῆς λιτῆς τελουμένου θριάμβου τῶν ἐπινικίων.614

615

ἡνίκα δὲ ἄρξονται εὐφημεῖν, πίπτουσι πάντες οἱ δέσμιοι πρηνεῖς ἐπὶ τῆς γῆς, τὰ δὲ τούτων δόρατα μετὰ τῶν φλα‐ μούλλων ἐξ ἀντιστρόφου τιθῶσιν οἱ κατέχοντες αὐτὰ ταξεῶ‐ ται, μέχρις ἂν ἡ αὐτὴ εὐφημία τελειωθῇ. καὶ ταύτης τελει‐
5ουμένης, ἀνίστανται οἱ δέσμιοι, ὁμοίως καὶ τὰ δόρατα μετὰ τῶν φλαμούλλων, καὶ εἰ μὲν κελεύει ὁ βασιλεὺς θεάσασθαι τοὺς δεσμίους τὸ ἱπποδρόμιον, ἀνέρχονται εἰς τὰ τοῦ ἱππο‐ δρομίου βάθρα κάτωθεν τοῦ δήμου τῶν Πρασίνων, ἐν ᾧ τό‐ πῳ εἰώθασιν οἱ δέσμιοι ἵστασθαι καὶ θεάσασθαι τὸ ἱπποδρό‐
10μιον. εἰ δὲ οὐ κελεύει ὁ βασιλεὺς ἑνωθῆναι τούτους τοῖς πρὶν δεσμίοις τοῦ πραιτωρίου, ἵστανται εἴτε κάτωθεν τοῦ δήμου τῶν Βενέτων, εἴτε ἀλλαχοῦ. τὰ δὲ σκύλα καὶ λάφυ‐ ρα καὶ ἄρματα καὶ τὰ δόρατα μετὰ τῶν φλαμούλλων αἴρον‐ ται παρὰ τῶν ταξεωτῶν, καὶ εἰσκομίζονται, καὶ τὰ ἑξῆς ἐπι‐
15τελεῖται ἡ συνήθης ἀκολουθία τοῦ ἱπποδρομίου.
16tΚΕΦ. καʹ.
17tὍσα δεῖ παραφυλάττειν, ὅταν τεχθῇ ἄῤῥεν παιδίον τῷ βασιλεῖ.
18Δίδονται μανδάτα εἰς ὅλην τὴν σύγκλητον ἀλλαξίμων, καὶ τῇ ἑξῆς προέρχονται πάντες οἱ συγκλητικοὶ καὶ ἀλλάσ‐
20σωσιν. εἶτα ἔρχεται ὁ ῥαιφερενδάριος τοῦ πατριάρχου, καὶ615

616

ἐρωτᾷ, εἰ κελεύει ὁ βασιλεὺς εἰσελθεῖν τὸν πατριάρχην. ὁ δὲ ῥαιφερενδάριος ἀπιὼν προσκαλεῖται τὸν πατριάρχην, καὶ εἰσέρχεται ὁ πατριάρχης ἐν τῷ παλατίῳ μετὰ τοῦ σεκρέτου αὐτοῦ καὶ μητροπολιτῶν καὶ ἀρχιεπισκόπων, καὶ ἐν τῷ χρυ‐
5σοτρικλίνῳ ποιεῖ τὴν εὐχὴν, παρόντος καὶ τοῦ σεκρέτου αὐ‐ τοῦ, κατὰ τὸν τύπον τῆς εʹ ἡμέρας τῆς διακαινησίμου ἑβδο‐ μάδος. καὶ μετὰ τὸ ποιῆσαι τὴν εὐχὴν τὸν πατριάρχην συν‐ τάσσεται τοῖς δεσπόταις, καὶ ἄπεισιν ἐν τῷ πατριαρχείῳ ὑπὸ δύο σιλεντιαρίων παρακρατούμενος. μετὰ δὲ τὸ ἐξελθεῖν τὸν
10πατριάρχην εἰσέρχεται τὸ σέκρετον τῶν συγκλητικῶν, καὶ ἀ‐ πευχαριστοῦσιν τῷ βασιλεῖ, καὶ ἐπεύχονται αὐτῷ διὰ τὸ τε‐ χθὲν πορφυρογέννητον παιδίον, λέγοντες θεάσασθαι παῖδας τῶν παίδων τοῦ πορφυρογεννήτου, καὶ τοῦτον ἰδεῖν γηραιὸν καὶ προβεβηκότα χρόνων πολλὴν περίοδον, εἶτα κληρονόμον
15γενέσθαι τῆς πατρικῆς ἐξουσίας καὶ βασιλείας, ὡς ἂν ἡ τῶν Ῥωμαίων καλῶς διευθύνοιτο καὶ διεξάγοιτο βασιλεία τε καὶ πολιτεία. ἰστέον, ὅτι καὶ τοῦτο γέγονεν ἐν τοῖς ἀρχαιοτέροις χρόνοις. τῷ βασιλεῖ τεχθὲν ἄῤῥεν παιδίον, ὁ πατριάρχης οὐκ εἰσῆλθεν ἐν τῷ παλατίῳ ποιῆσαι τὴν εὐχὴν, ἀλλ’ ἐν
20πρώτοις ἐδέξατο ὁ βασιλεὺς τὸ σέκρετον τῶν συγκλητικῶν ἐν τῷ Ἰουστινιανοῦ τρικλίνῳ, καθὼς προείρηται, καὶ ἀπὸ τῶν ἐκεῖσε ἐδόθησαν μίνσαι, καὶ ἐξῆλθον πάντες ἐπὶ τὸν καβαλ‐
λάριον, καὶ γέγονεν πρόκενσον ἐν τῇ μεγάλῃ τοῦ Θεοῦ ἐκκλη‐616

617

σίᾳ κατὰ τὸν τύπον τῶν μεγάλων προελεύσεων. ἰστέον, ὅτι τῇ τρίτῃ ἡμέρᾳ τῆς γεννήσεως ὀφειλόμενόν ἐστιν γενέσθαι δύο δέξιμα εἰς τὰς δύο φιάλας. ἐπεὶ δὲ πρόπαλαι αὗται παρεστάλησαν, ὀφείλει γενέσθαι τὸ τοιοῦτο δέξιμον εἰς τὴν
5μυστικὴν φιάλην τοῦ τρικόγχου τοῦ σίγματος, καὶ τῶν δήμων ἐξαιτουμένων κατὰ τὸ σύνηθες ἀχθῆναι ἱππικὸν ἱπποδρόμιον, κελεύσει τοῦ βασιλέως δίδοται τὸ βηλάριον καὶ κρεμμᾶται, καὶ τῇ ἑξῆς ἡμέρᾳ τελεῖται ἱππικὸς ἀγών. ἰστέον, ὅτι τῇ αὐ‐ τῇ ἡμέρᾳ τῆς ἱπποδρομίας δίδοται μανδάτα, συναθροισθῆναι
10πάντας ἐν τῷ ἱπποδρόμῳ, καὶ κελεύσει τοῦ βασιλέως ἐξερ‐ χόμενος ὁ πραιπόσιτος ἐκλέγεται ἀπὸ μὲν τῶν ταγμάτων νʹ, ἀπὸ δὲ τῶν δύο μερῶν τῶν δημωτῶν ἀνὰ νʹ καὶ ἀπὸ τῶν πολιτῶν νʹ, καὶ τούτων ἱσταμένων ἔνθεν κἀκεῖθεν, λέγει πρὸς αὐτοὺς ὁ πραιπόσιτος, ὅτι „κελεύει ὁ βασιλεὺς ἡμῶν ὁ ἅ‐
15γιος, ἵνα κατὰ τὸν κρατήσαντα παλαιὸν τύπον καὶ τὴν ἀρ‐ χαίαν συνήθειαν ἀθροισθῆτε τῇ ἕωθεν, (ἤγουν τῇ πέμπτῃ ἡ‐ μέρᾳ τῆς τοῦ παιδὸς γεννήσεως,) καὶ ἐκφωνήσητε τόδε ὄνο‐ μα τῷ τεχθέντι πορφυρογεννήτῳ.“ τῇ δὲ ἕωθεν, ἤγουν τῇ εʹ ἡμέρᾳ, συναθροίζονται ἐν τῷ αὐτῷ ἱπποδρόμῳ, καὶ λέγουσιν
20οἱ τῶν δήμων ἄκτα, καὶ εὐφημοῦσιν τοὺς δεσπότας καὶ τὰς
αὐγούστας καὶ τὸ τεχθὲν πορφυρογέννητον ἐξ ὀνόματος. ἰ‐617

618

στέον, ὅτι τῇ ὀγδόῃ ἡμέρᾳ καλλωπίζεται ὁ τῆς αὐγούστης κοιτὼν μετὰ τῶν χρυσοϋφάντων βήλων τοῦ χρυσοτρικλίνου καὶ πολυκανδήλων. καὶ μετὰ τὸ γενέσθαι παρὰ τοῦ ἱερέως τὴν εὐχὴν ἐν τῷ προπυλαίῳ τῆς ἐκκλησίας καὶ ἐπιτεθῆναι τὸ
5παρὰ τῶν δήμων ἐκφωνηθὲν ὄνομα αὐτῷ καὶ τὸ ἱμάτιον ἐν‐ δυθῆναι πάλιν ἀποφέρεται τὸ παιδίον, καὶ τίθεται εἰς τὸ κουνίον, καὶ ἐπισκεπάζονται ἥ τε αὐγούστα καὶ τὸ παιδίον ἐφαπλώματα χρυσοΰφαντα. εἶτα διὰ τοῦ τῆς τραπέζης τῆς αὐγούστης προσκαλοῦνται οἱ πραιπόσιτοι, καὶ διὰ τῶν πραι‐
10ποσίτων εἰσάγονται οἱ ἄρχοντες τοῦ κουβουκλείου καὶ οἱ τοῦ κουβουκλείου πάντες, καὶ καθεξῆς εἰσάγονται ἀπὸ τοῦ και‐ νουργίου τρικλίνου αἱ ζωσταὶ καὶ αἱ μαγίστρισσαι, ἀνθυπά‐ τισσαί τε καὶ πατρίκιαι καὶ πρωτοσπαθαρέαι ὀφφικιαλαίαι καὶ αἱ λοιπαὶ συγκλητικαὶ, εἶθ’ οὕτως αἱ τῶν προῤῥηθέντων ἀ‐
15ξιωμάτων ἀπαξιωματικαὶ χῆραι, καὶ ἐπεύχονται ἀπευχαρι‐ στοῦσαι καὶ εὐφημοῦσαι τὴν αὐγούσταν, καὶ τὸ προσῆκον ἀπονέμουσι σέβας, μία ἑκάστη εἰσάγουσα ξένιον, ὅπερ κατὰ προαίρεσιν ἔχει. μετὰ δὲ τὸ τῶν γυναικῶν σέκρετον εἰσάγον‐ ται ἀπὸ τοῦ λαυσιακοῦ διὰ τοῦ ὡρολογίου καὶ τοῦ χρυσοτρι‐
20κλίνου οἱ τῆς συγκλήτου ἅπαντες, μάγιστροι, ἀνθύπατοι, πα‐
τρίκιοι καὶ ὀφφικιάλιοι, καὶ ἐπεύχονται ἀπευχαριστοῦντες618

619

τῇ αὐγούστῃ, καὶ τὸ προσῆκον ἀποδίδουσι σέβας δι’ εὐχῶν καὶ εὐφημιῶν τῷ πορφυρογεννήτῳ, καθὼς καὶ ἐν τῇ πρὸς τὸν βασιλέα ἀπευχαριστείᾳ καὶ εὐχῇ εἴρηται. ἰστέον, ὅτι ἀ‐ πὸ τῇ πρώτῃ ἡμέρᾳ τῆς γεννήσεως τοῦ πορφυρογεννήτου παι‐
5δὸς ὀφειλόμενόν ἐστι γίνεσθαι, ὃ ἡ κοινὴ συνήθεια λοχόζεμα καλεῖ, εἰς τὸν πόρτηκα τῶν ιθʹ ἀκουβίτων καὶ εἰς τὰ τριό‐ δια τῆς λεωφόρου τῆς πόλεως, ἤγουν ἀπὸ τῆς χαλκῆς μέχρι τοῦ βοός. καὶ ὀφείλουσιν ἐν μὲν τῷ πόρτηκι τῶν ιθʹ ἀκου‐ βίτων συνέρχεσθαι οἱ ἄρχοντες τῶν ταγμάτων μετὰ τῶν σχο‐
10λαρίων, ὁμοίως καὶ οἱ ἄρχοντες τοῦ πλοΐμου μετὰ τοῦ πλοΐ‐ μου στρατοῦ. πρὸς τούτοις τῶν δύο μερῶν οἱ δημῶται καὶ τὸ πολιτικὸν μετὰ τῶν τῆς πόλεως συστημάτων, καὶ ἐπὶ ἑ‐ πτὰ ἡμέρας πίνουσιν ἐκεῖσε τὸ προῤῥηθὲν λοχόζεμα. ὁμοίως καὶ ἐν τοῖς προῤῥηθεῖσι τῆς λεωφόρου τριόδοις ὀφείλουσιν
15συνέρχεσθαι οἱ ἐν Χριστῷ ἡμῶν ἀδελφοὶ οἱ πένητες καὶ πί‐ νειν ἐπὶ ἑπτὰ ἡμέρας τὸ προῤῥηθὲν λοχόζεμα.
17tΚΕΦ. κβʹ.
18tὍσα δεῖ παραφυλάττειν ἐπὶ βαπτισμῷ ἄῤῥενος παιδὸς βασιλέως.
19Κελεύσει τοῦ βασιλέως ὁρίζονται μάγιστροι, ἀνθύπατοι,
20πατρίκιοι, στρατηγοὶ, στρατάρχαι, τουρμάρχαι, οἱ ἄρχοντες
τῶν ταγμάτων, οἱ ὀφφικιάλιοι καὶ πᾶσα ἡ σύγκλητος, καὶ619

620

εἰσέρχονται εἰς τὸν μέγαν βαπτιστῆρα τῆς μεγάλης ἐκκλη‐ σίας. οἱ δὲ δεσπόται προέρχονται μετὰ τῶν ἀλλαξίμων, κα‐ θὼς ἔχει ἡ συνήθεια τῶν μεγάλων ἑορτῶν. τὰ δὲ σκῆπτρα καὶ τὰ λοιπὰ σκεύη μένουσιν ἐν τῷ ναῷ τῆς μεγάλης ἐκκλη‐
5σίας, καθὼς καὶ ἐν ταῖς μεγάλαις προελεύσεσιν, καὶ οἱ λοι‐ ποὶ ἀξιωματικοὶ καὶ συγκλητικοί. οἱ δὲ δεσπόται μετὰ τοῦ πατριάρχου καὶ τῶν ὁρισθέντων γενέσθαι ἀναδόχων εἰσέρ‐ χονται εἰς τὸν βαπτιστῆρα, καὶ τῆς εὐχῆς γενομένης καὶ τῆς εἰωθυίας ἐκκλησιαστικῆς τάξεως τελουμένης καὶ τοῦ παιδὸς
10βαπτιζομένου, δέχονται οἱ ἀνάδοχοι, καὶ ἀπὸ τῶν ἐκεῖσε κατέρχονται οἱ δεσπόται μετὰ τοῦ πατριάρχου καὶ τοῦ φω‐ τίσματος, καὶ γίνεται ἡ εἰωθυῖα εἴσοδος εἰς τὸ θυσιαστή‐ ριον. εἶτα εἰσέρχεται ὁ βασιλεὺς εἰς τὸ μητατώριον, καὶ τὰ ἑξῆς τελεῖται, καθὼς καὶ ἐν ταῖς μεγάλαις προελεύσεσιν. οἱ
15δὲ δῆμοι ἐν τῷ ὑποστρέφειν τὸν βασιλέα αἰτοῦνται, ἀχθῆναι ἱππικὸν ἱπποδρόμιον. τοῦ δὲ βασιλέως συντασσομένου, τελεῖ‐ ται τῇ ἐπαύριον ἱπποδρόμιον ἀπολύσιμον καὶ προσκυνήσιμον.
18tΚΕΦ. κγʹ.
19tὍσα δεῖ παραφυλάττειν ἐπὶ κουρεύματι παιδὸς βασιλέως.
20Δίδονται μανδάτα εἰς ὅλην τὴν σύγκλητον ἀλλαξίμων, καὶ620

621

τῇ ἑξῆς προέρχονται πάντες οἱ συγκλητικοὶ, εἶτα ἔρχεται ὁ ῥαιφερενδάριος τοῦ πατριάρχου, καὶ ἐρωτᾷ, εἰ κελεύει ὁ βα‐ σιλεὺς εἰσελθεῖν τὸν πατριάρχην. τοῦ δὲ βασιλέως ὑπομι‐ μνησκομένου παρὰ τοῦ πραιποσίτου καὶ κελεύοντος εἰσελ‐
5θεῖν τὸν πατριάρχην, ἐξέρχεται ὁ πραιπόσιτος λέγων τῷ ῥαι‐ φερενδαρίῳ, ὅτι κελεύει ὁ βασιλεὺς εἰσελθεῖν τὸν πατριάρ‐ χην. ὁ δὲ ἀπιὼν προσκαλεῖται τὸν πατριάρχην, καὶ εἰσέρ‐ χεται ἐν τῷ παλατίῳ, καθὼς εἴθισται αὐτῷ, μετὰ τοῦ σε‐ κρέτου αὐτοῦ καὶ τῶν μητροπολιτῶν καὶ ἀρχιεπισκόπων, καὶ
10ὑπαντᾷ αὐτὸν ὁ βασιλεὺς ἐν τῷ χρυσοτρικλίνῳ. καὶ εἰς οἷον ἂν ναὸν κελεύῃ ὁ βασιλεὺς γενέσθαι τὸ κούρευμα, ἄπεισιν μετὰ τοῦ πατριάρχου. καὶ εἰθ’ οὕτως εἰσέρχονται οἱ τοῦ κουβουκλείου καὶ οἱ ἄρχοντες τοῦ πατριάρχου καὶ κουβου‐ κλείσιοι, πρὸς τούτοις μητροπολῖται καὶ ἀρχιεπίσκοποι. εἶτα
15κελεύσει τοῦ βασιλέως ἔρχονται καὶ οἱ τῆς συγκλήτου καὶ ὅσοι μέλλουσι γίνεσθαι ἀνάδοχοι τῶν τριχῶν τοῦ βασιλικοῦ παιδός. εἶτα φέρει ὁ πραιπόσιτος τὰ διὰ ῥαφῆς συνημμένα πρὸς ἄλληλα ἐγχείρια, καὶ ἐπιδίδωσι ταῦτα τῷ πατριάρχῃ, ὁ δὲ πατριάρχης τοῖς μέλλουσι γίνεσθαι ἀναδόχοις, καὶ ἑξῆς
20γίνεται ἡ τῆς ἐκκλησίας ἀκόλουθος τοῦ κουρεύματος τάξις. καὶ τὸ μὲν πρῶτον χρυσοῦν ἐγχείριον, ἐν ᾧ καὶ αἱ ἀποκαρεῖσαι τρίχες τοῦ παιδὸς ἔγκεινται, ἐπιδίδοται τῷ πραιποσίτῳ, τὰ
δὲ λοιπὰ ἐγχείρια διαρπαζόμενα παρὰ τῶν ἀναδόχων μερί‐621

622

ζονται. ἐπὶ δὲ Βασιλείου τοῦ ἀοιδίμου βασιλέως γέγονε τὸ κούρευμα Λέοντος τοῦ φιλοχρίστου δεσπότου καὶ υἱοῦ αὐτοῦ οὕτως. τῆς προῤῥηθείσης τάξεως πάσης τελεσθείσης, γέγο‐ νεν ἡ ἐκκλησιαστικὴ πᾶσα ἀκολουθία τοῦ κουρεύματος ἐν τῷ
5εὐκτηρίῳ τοῦ ἁγίου μεγαλομάρτυρος Θεοδώρου τοῦ ἐν τῷ πρὸς ἀνατολὴν ἀριστερῷ μέρει τοῦ χρυσοτρικλίνου. ἀνάδο‐ χοι δὲ τῶν τριχῶν τοῦ βασιλικοῦ παιδὸς γεγόνασιν ὅ,τε πα‐ τρίκιος Λέων καὶ στρατηγὸς τῶν Ἀνατολικῶν ὁ κρατερὸς, καὶ ὁ στρατηγὸς Καππαδοκίας καὶ οἱ τουρμάρχαι καὶ μεράρχαι
10καὶ οἱ λοιποὶ πάντες θεματικοὶ ἄρχοντες τῶν αὐτῶν θεμά‐ των μετὰ καὶ τῶν δρουγγαροκομήτων. ἀπὸ γὰρ τῶν κιγκλί‐ δων τοῦ βήματος τοῦ αὐτοῦ εὐκτηρίου μέχρι τοῦ πόρτηκος τοῦ χρυσοτρικλίνου, ἐν ᾧ καὶ τὸ ὡρολόγιον ἵσταται, συν‐ εκράτει ἡ τῶν ἐγχειρίων ἄλλο πρὸς τὸ ἄλλο συῤῥαφὴ καὶ
15συνάρμοσις, ὥστε πάντας τοὺς θεματικοὺς ἄρχοντας Ἀνατο‐ λικοὺς καὶ Καππάδοκας ἀναδόχους γενέσθαι τῶν τριχῶν τοῦ βασιλικοῦ παιδός.
18tΚΕΦ. κδʹ.
19tἘπὶ προαγωγῇ κουβικουλαραίας.
20Τῆς καθημερινῆς προελεύσεως ἱσταμένης, καὶ τοῦ βα‐ σιλέως καθεζομένου ἐν τῷ χρυσοτρικλίνῳ καὶ κελεύοντος γε‐
νέσθαι κουβικουλαραίαν, δηλοῖ τοῖς πραιποσίτοις, καὶ αὐτοὶ622

623

κατὰ τὸ εἰωθὸς ἀναλαμβάνονται μεθ’ ἑαυτῶν δύο κουβικου‐ λαρίους καὶ δύο σπαθαροκουβικουλαρίους καὶ ὀστιάριον καὶ πριμικήριον. εἷς δὲ ἐκ τούτων ὀφείλει εἶναι καὶ ὁ πριμική‐ ριος τοῦ κουβουκλείου. καὶ εἰσέρχονται ἐν τῷ χρυσοτρικλί‐
5νῳ. καὶ οἱ μὲν πραιπόσιτοι εἰσερχόμενοι τὸ πρὸς δύσιν βῆ‐ λον τοῦ χρυσοτρικλίνου προσκυνοῦσι τὸν βασιλέα. τοῦ δὲ δευτέρου ἀνοίγοντος τὸ εὐκτήριον τοῦ ἁγίου μεγαλομάρτυρος Θεοδώρου τὸ ἐν τῷ χρυσοτρικλίνῳ, εἰσέρχονται πάντες ἐκεῖ‐ σε, καὶ ἀποκρεμμῶσι τὸ χρυσοῦν ἱμάτιον τὸ δίκην παραγαυ‐
10δίου ὂν εἰς τὰς κιγκλίδας τοῦ βήματος, ἤτοι εἰς τὰ ἅγια θύρια. ὁμοίως τιθοῦσιν ἐκεῖσε καὶ τὸ προπόλωμα καὶ τὸ ἄσπρον μαφώριον καὶ τὸ λευκὸν χαρζάνιον, καὶ εἶθ’ οὕτως ἐξέρχονται οἱ πραιπόσιτοι, καὶ ἀπίασιν διὰ τοῦ πρὸς ἀνα‐ τολὴν δεξιοῦ βήλου τοῦ χρυσοτρικλίνου εἰς τὸν κοιτῶνα τῆς
15αὐγούστης, καὶ ἀπὸ τῶν ἐκεῖσε ἀναλαμβάνονται τὴν μέλλου‐ σαν γενέσθαι κουβικουλαραίαν, καὶ ἀπάγουσιν αὐτὴν διὰ τοῦ χρυσοτρικλίνου εἰς τὸ εὐκτήριον τοῦ ἁγίου μεγαλομάρτυρος Θεοδώρου, καὶ λέγει πρὸς αὐτὴν ὁ πρῶτος πραιπόσιτος· „ὅρα, πόθεν ἀναλαμβάνεσαι τὸ ἀξίωμα. πάντως πρόδηλον
20ἐκ τῶν ἁγίων θυρῶν. καὶ εἰς τοῦτο ἀφορῶσα, ὅτι ἐκ χειρὸς Κυρίου τοῦτο λαμβάνεις, πρόσεχε σεαυτὴν τὸν τοῦ Κυρίου φόβον ἔχουσα ἐν τῇ καρδίᾳ, καὶ πρὸς τὸν βασιλέα καὶ τὴν αὐγούσταν ἀληθῆ πίστιν καὶ ἀκίβδηλον εὐγνωμοσύνην φυλάτ‐
τουσα.“ ταῦτα πρὸς αὐτὴν εἰπὼν ὁ πραιπόσιτος, κελεύει αὐ‐623

624

τὴν τρίτον ἐπὶ τῆς γῆς πρὸς ἀνατολὰς προσκυνῆσαι καὶ τῷ Θεῷ ἀπευχαριστῆσαι. εἶθ’ οὕτως ἀναλαμβάνεται ὁ πρῶτος πραιπόσιτος τὸ χρυσοῦν ἱμάτιον τὸ δίκην παραγαυδίου ὂν ἀπὸ τῶν ἁγίων θυρῶν, καὶ ἐπενδύουσιν αὐτὴν οἱ πραιπόσι‐
5τοι καὶ ζωννύουσιν αὐτήν. ἔπειτα ἐπιτιθοῦσιν ἐπ’ αὐτῇ τὸ ἄσπρον μαφόριον καὶ τὸ λευκὸν χαρζάνιον, εἶτα τὸ προπό‐ λωμα, καὶ εὐθὺς ἀσπάζονται αὐτὴν οἱ πραιπόσιτοι καὶ οἱ λοιποὶ, καὶ ἐξάγουσιν αὐτὴν διὰ τοῦ βήλου τοῦ ἁγίου Θεο‐ δώρου ἐν τῷ μέσῳ τοῦ χρυσοτρικλίνου κατέναντι τοῦ μεσαι‐
10τάτου πολυκανδήλου, καὶ προσκυνεῖ, καὶ ἀπὸ τῶν ἐκεῖσε μέ‐ χρις ἂν καταλάβῃ τοὺς πόδας τοῦ βασιλέως, προσκυνεῖ ἐκ δευ‐ τέρου, ὡς τρισσὴν εἶναι τὴν ταύτης προσκύνησιν. καὶ εἶθ’ οὕτως πίπτουσα φιλεῖ τοὺς πόδας τοῦ βασιλέως, καὶ ἐξάγε‐ ται παρὰ τῶν πραιποσίτων καὶ τῶν λοιπῶν τοῦ κουβου‐
15κλείου εἰς τὸν λαυσιακὸν, καὶ ἀσπάζονται αὐτὴν οἱ τοῦ κου‐ βουκλείου, καὶ ἀπὸ τῶν ἐκεῖσε ἀναλαμβάνονται αὐτὴν οἱ πραιπόσιτοι καὶ ἀπάγουσιν εἰς τὸν κοιτῶνα τῆς αὐγούστης, καὶ ἀπευχαριστεῖ τὴν αὐγούσταν. οἱ δὲ πραιπόσιτοι ταύτην ἐκεῖσε καταλείποντες ἀπέρχονται ἐν τῷ λαυσιακῷ.
20tΚΕΦ. κεʹ.
21tὍσα δεῖ παραφυλάττειν ἐπὶ προαγωγῇ κουβικουλαρίου.
22Τῆς καθημερινῆς προελεύσεως ἱσταμένης, καὶ τοῦ βα‐624

625

σιλέως καθεζομένου ἐν τῷ χρυσοτρικλίνῳ καὶ κελεύοντος γε‐ νέσθαι κουβικουλάριον, δηλοῖ τοῖς πραιποσίτοις, καὶ αὐτοὶ κατὰ τὸ εἰωθὸς ἀναλαμβάνονται μεθ’ ἑαυτῶν δύο κουβικου‐ λαρίους καὶ δύο σπαθαροκουβικουλαρίους καὶ ὀστιάριον καὶ
5πριμικήριον. εἷς δὲ ἐκ τούτων ὀφείλει εἶναι καὶ ὁ πριμική‐ ριος τοῦ κουβουκλείου. καὶ εἰσέρχονται ἐν τῷ χρυσοτρικλί‐ νῳ, καὶ οἱ μὲν πραιπόσιτοι εἰσερχόμενοι τὸ πρὸς δύσιν βῆ‐ λον τοῦ χρυσοτρικλίνου προσκυνοῦσι τὸν βασιλέα· οἱ δὲ λοιποὶ τοῦ κουβουκλείου οὐ προσκυνοῦσιν. τοῦ δὲ δευτέρου
10ἀνοίγοντος τὸ εὐκτήριον τοῦ ἁγίου μεγαλομάρτυρος Θεοδώ‐ ρου, εἰσέρχονται πάντες ἐκεῖσε καὶ ἀποκρεμμῶσι τὸ χρυσοῦν παραγαύδιον εἰς τὰς κιγκλίδας τοῦ βήματος, ἤγουν εἰς τὰ ἅγια θύρια, καὶ εἰθ’ οὕτως ἐξέρχεται ὁ πραιπόσιτος, καὶ εἰσάγει ἀπὸ τοῦ πανθέου, εἴτε καὶ ἀπὸ τοῦ ὡρολογίου, τὸν
15ὀφείλοντα γενέσθαι κουβικουλάριον, καὶ ἔξωθεν τοῦ εὐκτη‐ ρίου, ἤγουν εἰς τὸ βῆλον τοῦ ἁγίου Θεοδώρου, κελεύσει τῶν πραιποσίτων ἐνδύουσιν οἱ κουβικουλάριοι καμίσιον τὸν μέλ‐ λοντα τιμηθῆναι, καὶ ἀποσκεπάζουσιν αὐτὸν, καὶ εἶθ’ οὕ‐ τως εἰσάγουσιν αὐτὸν ἐν τῷ εὐκτηρίῳ, καὶ ἱστῶσιν αὐτὸν
20πρὸ τῶν ἁγίων θυρῶν. εἶτα ὁ πρῶτος πραιπόσιτος ποιεῖ εἰς αὐτὸν τὴν εἰωθυῖαν παραίνεσιν, νουθετῶν καὶ ἐξασφαλι‐ ζόμενος αὐτὸν τοῦ μὴ δῆσαι χεῖρας εἰς ἕτερον βαρβάτον ἄνευ τοῦ βασιλέως, καὶ τοῦ μὴ εἶναι μέθυσον καὶ πέρπερον καὶ περισσοπραξίας ἐργάζεσθαι, καὶ τοῦ μὴ συνδυάζειν ἢ
25συμφιλιοῦσθαι ἐξολεστάτοις καὶ νεωτερισταῖς ἀνθρώποις·625

626

πρὸς τούτοις καὶ τοῦ μὴ ἐξάγειν μυστήριον βασιλέως, τι‐ μᾷν δὲ πάντας τοὺς ἐν ἀξιώμασι προβαθμίους καὶ ἰσοβα‐ θμίους αὐτοῦ καὶ πᾶσαν τὴν σύγκλητον, μάλιστα δὲ τοὺς αὐτοῦ πραιποσίτους. ταῦτα ἐξασφαλισάμενος ὁ πραιπόσιτος
5τὸν μέλλοντα τιμηθῆναι κουβικουλάριον, λέγει πρὸς αὐτόν· „ὅρα, πόθεν ἀναλαμβάνει τὸ ἀξίωμα. πάντως πρόδηλον ἐκ τῶν ἁγίων θυρῶν. καὶ εἰς τοῦτο ἀφορῶν, ὅτι ἐκ χειρὸς Κυρίου τοῦτο λαμβάνεις, πρόσεχε σεαυτῷ, ὅπως μέχρι τέ‐ λους ζωῆς σου ταῦτα πάντα φυλάξῃς, καὶ ἀναβάσεις ἐν τῇ
10καρδίᾳ σου διαθέμενος καὶ ταῖς κρείττοσιν ἀρεταῖς κοσμού‐ μενος, ταῖς μείζοσι τῶν βαθμῶν ἀξίαις παρὰ τοῦ πλουτοδό‐ του καὶ θείου ἡμῶν αὐτοκράτορος ἐπιτύχῃς καὶ ἔνδοξος ἐν τῷ ἱερῷ κουβουκλείῳ γενήσῃ.“ ταῦτα πρὸς αὐτὸν εἰπὼν ὁ πραιπόσιτος κελεύει αὐτὸν τρίτον ἐπὶ τῆς γῆς πρὸς ἀνατο‐
15λὰς προσκυνῆσαι καὶ τῷ Θεῷ ἀπευχαριστῆσαι. εἶθ’ οὕτως ἀναλαμβάνεται τὸ χρυσοῦν παραγαύδιον ὁ πραιπόσιτος ἀπὸ τῶν ἁγίων θυρῶν, καὶ ἐπενδύει αὐτὸν, καὶ ἀσπάζονται αὐ‐ τὸν οἱ πραιπόσιτοι καὶ οἱ λοιποὶ, καὶ ἐξάγουσιν αὐτὸν ἀπὸ τοῦ βήλου. καὶ ἡνίκα ἐξέλθῃ, πίπτει ἐπὶ τῆς γῆς, καὶ προσ‐
20κυνεῖ τὸν βασιλέα, καὶ εἶθ’ οὕτως ἐξάγεται παρὰ τῶν πραι‐ ποσίτων καὶ τῶν τοῦ κουβουκλείου εἰς τὸν λαυσιακὸν, καὶ ἀσπάζονται αὐτὸν πάντες οἱ τῆς συγκλήτου, καὶ πρὸς πάντων
οἱ τοῦ κουβουκλείου. καὶ εἶθ’ οὕτως σκεπάζεται καὶ καθέ‐626

627

ζεται εἰς τὴν ἰδίαν αὐτοῦ τάξιν, καὶ τῶν μινσῶν γινομένων, ἀπέρχεται ἔμπρατος ἐν τῷ οἴκῳ αὐτοῦ.
3tΚΕΦ. κϛʹ.
4tΠερὶ τῶν κατὰ διαφόρους καιροὺς συμβάντων γενέσθαι περὶ τῆς
5tπαλαιᾶς συνηθείας τῆς τελουμένης ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ.
6Ἰστέον, ὅτι τὸ παλαιὸν μετὰ τὸ προσενεγκεῖν τὰ δῶρα τῇ ἁγίᾳ τραπέζῃ τὸν βασιλέα ἔμενεν ἔνδον τοῦ ἁγίου θυ‐ σιαστηρίου ἕως τῆς μεταλήψεως τῶν θείων μυστηρίων· ἐπὶ δὲ Θεοδοσίου τοῦ ὀρθοδόξου βασιλέως τοῦτο ἀπεκόπη δι’
10αἰτίαν, ἣ ἐν τῷ βίῳ ἀναγέγραπται τοῦ ἁγίου καὶ ἀοιδίμου Ἀμβροσίου, ἐπισκόπου Μεδιολάνων.
12tΚΕΦ. κζʹ.
13tὍπως Ἡράκλειος ὑπὸ τοῦ ἰδίου πατρὸς ἀπὸ τῆς τοῦ καίσαρος
14tἀξίας ἀνήχθη εἰς τὸ σχῆμα τῆς βασιλείας, καὶ πῶς Δαβὶδ ὁ
15tἀδελφὸς αὐτοῦ γέγονε καῖσαρ.
16Χρὴ εἰδέναι, ὅτι κατὰ τὴν τετάρτην τοῦ Ἰουλίου μη‐ νὸς, ἰνδ. ιαʹ, ὁ αὐτοκράτωρ καὶ μέγας βασιλεὺς θελήσας
ἀναγορεῦσαι Ἡράκλειον τὸν τούτου υἱὸν ἀπὸ τῆς ἀξίας τοῦ627

628

καίσαρος εἰς τὸ σχῆμα τῆς βασιλείας, ἐποίησεν οὕτως. με‐ τεστάλη ὁ πατριάρχης καὶ οἱ τῆς συγκλήτου πάντες. καὶ ὁ μὲν πατριάρχης εἰσῆλθεν πρὸς τὸν βασιλέα, παρόντος καὶ Κωνσταντίνου δεσπότου τοῦ αὐτοῦ γνησίου ἀδελφοῦ. ἡ δὲ
5εὐχὴ ἐγένετο ἐν τῷ ἁγίῳ Στεφάνῳ τῆς Δάφνης, καὶ ἐπῄρθη, ὅπερ ἐφόρει καμελαύκιον ὁ καῖσαρ, ἀπὸ τῆς κεφαλῆς αὐτοῦ, καὶ περιετέθη αὐτῷ ὁ βασιλικὸς στέφανος, Δαβὶδ δὲ τῷ δεσπότῃ ἑτέρας εὐχῆς γενομένης, ἀνήγαγεν εἰς τὴν τοῦ καί‐ σαρος ἀξίαν, ἐπιθεὶς αὐτῷ τὸ αὐτὸ καμελαύκιον. εἶθ’ οὕ‐
10τως μετεστάλησαν κατὰ τὸ ἔθος οἱ ἐνδοξότατοι πατρίκιοι, καὶ εἰσῆλθον ἐν τῷ αὐγουστέᾳ, καὶ ἐδέξαντο τόν τε μέγαν βασιλέα, ὁμοίως καὶ τοὺς αὐτοῦ υἱοὺς, παρόντος καὶ τοῦ καίσαρος. ἡνίκα οὖν ἐξῆλθον πάντες οἱ ἀπὸ ὑπάτων καὶ ἕως τῶν ἰλλουστρίων, ἔστησαν εἰς τὰ γραδήλια τῆς ἀρέας. ἠνοί‐
15χθησαν δὲ καὶ αἱ πύλαι τοῦ ἄρματος καὶ εἰσῆλθον πάντα τὰ σίγνα καὶ αἱ σχολαὶ καὶ οἱ δῆμοι. συνεξῆλθεν δὲ αὐ‐ τοῖς καὶ ὁ πατριάρχης, καὶ πάντων εὐφημησάντων, εὐθέως ἀπῄει ἐν τῇ ἁγιωτάτῃ μεγάλῃ ἐκκλησίᾳ μετὰ τῶν τέκνων αὐ‐ τοῦ, καὶ πάντα κατὰ τὸ ἔθος ἐγένετο καὶ ἐν τῇ αὐτῇ μεγά‐
20λῃ ἐκκλησίᾳ.
21tΚΕΦ. κηʹ.
22tΠερὶ προκένσου τοῦ ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ.
23Χρὴ εἰδέναι, ὡς τῇ πρώτῃ τοῦ Ἰαννουαρίου μηνὸς, ἰνδ.628

629

ιβʹ, ἐποίησεν πρόκενσον ὁ βασιλεὺς ἐν τῇ ἁγιωτάτῃ μεγάλῃ ἐκκλησίᾳ, καὶ ἐξῆλθεν μετ’ αὐτοῦ Κωνσταντῖνος ὁ δεσπότης, φορῶν χλανίδιον, καὶ Ἡράκλειος ὁ δεσπότης καὶ υἱὸς αὐ‐ τοῦ, φορῶν πραίσεκστον, καὶ παρὰ τοῦ ἰδίου ἀδελφοῦ πα‐
5ρακρατούμενος. ἐφόρεσαν δὲ τόγας ὅ, τε πατρίκιος Νικήτας καὶ ὁ πατρίκιος Ἰωάννης καὶ ὁ πατρίκιος ὁ κατὰ Ἰέσδην καὶ ὁ πατρίκιος Δομέτιος καὶ ὁ μάγιστρος Εὐστάθιος, καὶ οἱ λοιποὶ ἄρχοντες ἐφόρεσαν χλανίδια ὁλοσήρικα, καί τινες δὲ τῶν ἀπὸ ὑπάρχων ἐφόρεσαν λώρους κατὰ ὑπατίας, καὶ εἰσ‐
10ελθόντων αὐτῶν ἐν τῇ ἁγιωτάτῃ μεγάλῃ ἐκκλησίᾳ ἧψαν κη‐ ροὺς καὶ πάντα τὰ πρὸς συνήθειαν γεγόνασιν, καὶ ἐγένετο ἄξια.
13tΚΕΦ. κθʹ.
14tὍπως ἐν ἡμέρᾳ ἱπποδρομίου ἐδέξατο Ἡράκλειος τοὺς τῆς συγκλή‐
15tτου, παρόντος καὶ τοῦ πατριάρχου.
16Χρὴ εἰδέναι, ὡς, τῇ τετάρτῃ τοῦ αὐτοῦ μηνὸς ἱππο‐ δρομίου ὄντος, ἐδέξατο ὁ βασιλεὺς ἐν τῷ αὐγουστέᾳ τοὺς εἰωθότας, καὶ ἐν τῷ μέλλειν ἀνέρχεσθαι αὐτὸν ἐν τῇ ἱππο‐ δρομίᾳ, πάλιν ἐκέλευσεν, καὶ ἐδέξατο πάντας τοὺς ἄρχον‐
20τας, καὶ εἰσελθόντων αὐτῶν ἐν τῷ αὐγουστέᾳ, εὗρον ἱστά‐ μενον τόν τε βασιλέα καὶ τὴν αὐγούσταν, καὶ ἔμπροσθεν
αὐτῶν ἱσταμένας Αὐγουστίναν καὶ Ἀναστασίαν τὰς αὐτῶν629

630

θυγατέρας καὶ αὐγούστας, παρόντος καὶ τοῦ πατριάρχου, καὶ ἐν τῷ δεξιῷ μέρει ἵσταντο τὰ λοιπὰ τέκνα τοῦ βασιλέως, καὶ εἰς τὸ ἀριστερὸν μέρος ἵσταντο κουβικουλάριοι, καὶ ἔκραξαν λέγοντες· „εὐτυχῶς τῇ πολιτείᾳ, εὐτυχῶς τῇ πολιτείᾳ, εὐ‐
5τυχῶς τῇ πολιτείᾳ. Ἡράκλειε αὔγουστε, τούμβικας. Ἀνα‐ στασία Μαρτίνα αὐγούστα, τούμβικας. Κωνσταντῖνε αὔ‐ γουστε, τούμβικας. Ἡράκλειε αὔγουστε, τούμβικας. Αὐ‐ γουστίνα αὐγούστα τούμβικας. Ἀναστασία αὐγούστα, τούμ‐ βικας. Δαβὶδ καῖσαρ, τούμβικας. Μαρτῖνε νωβελήσιμε,
10τούμβικας.“ καὶ εἶθ’ οὕτως ἀνῆλθεν ὁ βασιλεὺς ἐν τῷ ἱππο‐ δρομίῳ.
12tΚΕΦ. λʹ.
13tΠερὶ κηδείας πατριάρχου.
14Χρὴ εἰδέναι, ὅτι τῇ ιγʹ τοῦ Δεκεμβρίου μηνὸς, ἰνδ. ιβʹ,
15ἐτελειώθη Σέργιος ὁ πατριάρχης Κωνσταντινουπόλεως ἡμέρᾳ κυριακῇ· καὶ μετὰ τὸ δέξασθαι τὸν βασιλέα τοὺς ἄρχοντας κατὰ τὸ εἰωθὸς, ἀπέστειλεν αὐτοὺς εἰς τὴν κηδείαν τοῦ αὐ‐ τοῦ πατριάρχου. καὶ δὴ ἀπελθόντων τῶν συγκλητικῶν ἐν τῇ ἁγιωτάτῃ μεγάλῃ ἐκκλησίᾳ, ἀπήλλαξαν τὰ ἄσπρα χλανί‐
20δια, καὶ περιεβάλλοντο τὰ χροακὰ, καὶ οὕτως ἠκολούθησαν τῷ ἐξοδίῳ μέχρι τῶν ἁγίων ἀποστόλων. ἠρωτήθησαν δὲ οἱ τοῦ κλήρου τῆς ἐκκλησίας, εἰ καὶ εἰς ἑτέρους πατριάρχας
ἐγένετο ἡ αὐτὴ τάξις· καὶ εἶπον, γενέσθαι τὴν τοιαύτην τά‐630

631

ξιν εἰς τὴν κηδείαν τῶν ἐπισκόπων Κυριακοῦ καὶ Θωμᾶ. καὶ αὐτοὶ γὰρ ἐν κυριακῇ ἐτελειώθησαν. καὶ δὴ τῆς λειτουργίας γενομένης, οἱ θελήσαντες μεῖναι ἀξιωματικοὶ ἔμειναν μέχρι τῆς καταθέσεως τοῦ λειψάνου, οἱ δὲ λοιποὶ ἀνεχώρησαν οἴκαδε.
5tΚΕΦ. λαʹ.
6tΠῶς δεῖ προσφέρειν τὸν βασιλέα ἐν μεγάλῃ ἐκκλησίᾳ ἀναθήματα.
7Ἰστέον, ὅτι τῇ ἡμέρᾳ τῶν φώτων τοῦ βασιλέως Μι‐ χαὴλ προσφέροντος τῇ ἐκκλησίᾳ ποτήριον χρυσοῦν ἐκ λίθων τιμίων καὶ μαργάρων ἠμφιεσμένον, τὸ μὲν ποτήριον προσ‐
10τάξει τοῦ βασιλέως Μιχαὴλ σπαθάριος καὶ χρυσοεψητὴς ἐβάσταζε, τὸ δὲ ποτηροκάλυμμα σιλεντιάριος, περιπατοῦν‐ τες ἀναμεταξὺ τῶν δύο μαγίστρων. καὶ τῶν ἁγίων θυρῶν πλησίον γενόμενος ὁ βασιλεὺς ἦρεν τὸ ποτήριον, καὶ εἰσελ‐ θὼν εἰς τὸ θυσιαστήριον τέθεικεν αὐτὸ εἰς τὴν ἁγίαν τρά‐
15πεζαν. ὁ δὲ πατριάρχης λαβὼν τὸ ποτηροκάλυμμα ἀπὸ τοῦ σιλεντιαρίου ἐπέδωκεν αὐτὸ τῷ βασιλεῖ. ὁ δὲ βασιλεὺς ἐπέ‐ θηκεν αὐτὸ ἐν τῇ ἁγίᾳ τραπέζῃ.
18tΚΕΦ. λβʹ.
19tΠερὶ αἰτήσεως δεξίμου τῶν δύο μερῶν, ἑορτῆς παρούσης.
20Χρὴ εἰδέναι, ὅτι ἐπὶ Μιχαὴλ τοῦ βασιλέως τὰ δύο631

632

μέρη μετὰ τὴν ὑποστροφὴν τῆς προελεύσεως τῶν φώτων ἀπῆλ‐ θον εἰς τὰς ἰδίας φιάλας, αἰτούμενοι γενέσθαι τὸ δέξιμον.
3tΚΕΦ. λγʹ.
4tΠερὶ προαγωγῆς ἀξιωμάτων ἐν ἡμέρᾳ ἐτησίῳ αὐτοκρατωρίας καὶ
5tστεψίμου καὶ γενεθλίου καὶ στεφανώματος.
6Ἰστέον, ὅτι εἴθισται τοῖς βασιλεῦσιν ἐν τοῖς δεξίμοις τῆς αὐτοκρατορίας καὶ τῆς γεννήσεως, ὁμοίως καὶ τοῦ στε‐ ψίμου καὶ στεφανώματος αὐτῶν, μετὰ τὴν ἀπὸ τοῦ τρικόγ‐ χου ἐν τῷ χρυσοτρικλίνῳ εἴσοδον περιβάλλεσθαι τὰ χρυσο‐
10περίκλειστα σαγία, καὶ καθέζεσθαι τὸν μέγαν βασιλέα ἐπὶ τοῦ ἱσταμένου θρόνου ἐν τῷ χρυσοτρικλίνῳ. εἰ δὲ μικροὶ ὦσιν βασιλεῖς, καθέζονται ἐν σελλίοις ἔνθεν κἀκεῖθεν τοῦ αὐτοῦ θρόνου. εἶτα εἰσέρχονται οἱ τοῦ κουβουκλείου, ὡς εἴθισται αὐτοῖς. ὁ δὲ βασιλεὺς προβάλλεται πλήθη πολλὰ
15ἀξιωμάτων ἀπό τε μανδατόρων, βεστητόρων, ὑπάτων, καν‐ διδάτων, σπαθαρίων καὶ δισυπάτων, ὁμοίως σπαθαροκαν‐ διδάτων καὶ πρωτοσπαθαρίων, ἀναβιβάζων καθεκάστην τά‐ ξιν καὶ ἀξίαν. εἶθ’ οὕτως ἀναστάντες ἀπὸ τοῦ σέντζου καθέ‐ ζονται ἐπὶ τῆς τιμίας αὐτῶν τραπέζης.
20tΚΕΦ. λδʹ
21tΠερὶ προαγωγῆς ἀξιωμάτων ἐν ἡμέρᾳ ἐτησίῳ γεννήσεως καὶ
22tἑτέρων τοιούτων.
23Ἰστέον, ὅτι τὸ δέξιμον τῆς γεννήσεως Μιχαὴλ βασιλεὺς632

633

ἐν τῇ μυστικῇ φιάλῃ τοῦ τρικόγχου ἐτελέσθη κατὰ τὴν εἰω‐ θυῖαν ἀκολουθίαν τῶν δεξίμων. τῶν γὰρ μερῶν αἰτησαμέ‐ νων τὰς δʹ αἰτήσεις, ἃς ἐξ ἔθους εἰώθασιν αἰτεῖσθαι, καὶ τοῦ βασιλέως συνταξαμένου τὴν ἐκπλήρωσιν τῶν τεσσάρων
5αἰτήσεων γενέσθαι, εἰσῆλθεν ἐν τῷ τρικόγχῳ, καὶ ἀπήλλαξεν κατὰ τὸ εἰωθὸς, καὶ δηριγευόμενος ἐκεῖθεν εἰσῆλθεν ἐν τῷ κοιτῶνι αὐτοῦ, καὶ περιβαλλόμενος τὸ χρυσοπερίκλειστον σα‐ γίον ἐκάθισεν ἐν τῷ σέντζῳ τῷ ἱσταμένῳ ἐν τῷ χρυσοτρικλί‐ νῳ. τῶν δὲ τοῦ κουβουκλείου κατὰ τὸ εἰωθὸς εἰσελθόντων,
10ἐποίησεν τῇ αὐτῇ ἡμέρᾳ προβολὰς ἀξιωμάτων πολλὰς ἀπό τε ἀποεπάρχων προαναβιβάζων καθεκάστην ἀξίαν μέχρι πρω‐ τοσπαθαρίων.
13tΚΕΦ. λεʹ
14tΠερὶ σαξίμου.
15Χρὴ εἰδέναι, ὅτι ἐν τῷ σαξίμῳ τοῦ αὐτοῦ γενεθλίου τὰ δύο μέρη τῆς πολιτικῆς Βενέτων καὶ Πρασίνων οὐδέποτε ἔσασσον. καὶ ὑπομνήσαντος περὶ τούτου τοῦ πραιποσίτου τῷ βασιλεῖ, προσέταξεν ὁ βασιλεὺς, ὅπως σάξωσιν. καὶ εἰσῆλθον τῇ αὐτῇ ἡμέρᾳ τὰ δύο μέρη ἐν τῇ τετάρτῃ καὶ πέμ‐
20πτῃ καταστάσει τοῦ σαξίμου, ἐκτελέσαντες τὰ τοῦ σαξίμου
πάντα, εἰληφότες καὶ ἀποκόμβιον.633

634

(1t)

ΚΕΦ. λϛʹ
2tΠερὶ εἰσαγωγῆς ἀπὸ ἐπάρχων ἐν ἡμέρᾳ ἱπποδρομίου, προβληθέν‐
3tτος ἐν τῷ δεξίμῳ τοῦ αὐτοῦ ἱπποδρομίου.
4Ἰστέον, ὅτι τῇ ἡμέρᾳ τοῦ ἱπποδρομίου τῆς γεννήσεως
5Μιχαὴλ τοῦ βασιλέως εἰσήχθη ἐν πρώτοις ἀπὸ τῆς συγκλή‐ του, καθὼς ἡ συνήθεια ἔχει, ὁ προβληθεὶς ἀπὸ ἐπάρχων ἐν τῷ δεξίμῳ τῆς αὐτῆς ἡμέρας.
8tΚΕΦ. λζʹ.
9tΠερί τινων ἀποστατησάντων καὶ πάλιν δουλωθέντων, πῶς ἐδέχθη‐
10tσαν παρὰ τοῦ βασιλέως.
11Χρὴ εἰδέναι, ὅπως ἐδέξατο Μιχαὴλ ὁ βασιλεὺς Σκλά‐ βους τοὺς ἀτακτήσαντας ἐν χώρᾳ τῇ Σουβδελιτίᾳ καὶ ἀνελ‐ θόντας εἰς τὰ ὄρη καὶ πάλιν καταφυγόντας τῇ αὐτοκρατο‐ ρικῇ καὶ ὑψηλῇ βασιλείᾳ. περιβαλλόμενος ὁ βασιλεὺς σα‐
15γίον πορφυροῦν ἔχον περίκλεισιν χρυσῆν, ἀπὸ μαργαριτῶν ἠμφιεσμένην, περιθεὶς καὶ στέφανον ἐπὶ τῆς ἑαυτοῦ κεφα‐ λῆς ἐκ λίθων καὶ μαργάρων ἠμφιεσμένον, ὅπερ καισαρίκιον λέγεται, ἐκάθισιν ἐπὶ τοῦ σέντζου ἐν τῷ χρυσοτρικλίνῳ. καὶ
γενομένης δοχῆς, ἐξῆλθεν ὀστιάριος βαστάζων βεργίον, καὶ634

635

εἰσῆξεν αὐτοὺς μετὰ καὶ τοῦ λογοθέτου. καὶ μετὰ τὸ δια‐ λεχθῆναι αὐτοῖς τὸν βασιλέα ἐξῆλθον, καὶ εὐθέως εἰσήχθη‐ σαν ἕτεροι Σκλάβοι Θεσσαλονίκης ἀρχοντίας καὶ αὐτοὶ ὑπὸ ἑνὸς ὀστιαρίου, ὃν τρόπον καὶ οἱ πρὸ αὐτῶν. καὶ διαλεχθεὶς
5καὶ αὐτοῖς ὁ βασιλεὺς, ὡς ἐβούλετο, δεδωκὼς αὐτοῖς ἀνὰ ἑνὸς ἐσωφορίου ὡς ὑπηκόοις αὐτοῦ, καὶ ἐξῆλθον καὶ αὐτοί.
7tΚΕΦ. ληʹ
8tΠερὶ τῆς χειροτονίας Θεοφυλάκτου τοῦ ἁγιωτάτου πατριάρχου.
9Μηνὶ Φεβρουαρίῳ βʹ, ἡ ἑορτὴ τῆς ὑπαπαντῆς τοῦ Κυ‐
10ρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἔτους ͵ϛυμβʹ, ἐχειροτονήθη Θεο‐ φύλακτος ὁ θεοφιλέστατος σύγκελλος, ὁ υἱὸς Ῥωμανοῦ δε‐ σπότου, ἀρχιεπίσκοπος Κωνσταντινουπόλεως. τῇ δὲ αὐτῇ ἡμέρᾳ ἐτελέσθη ἡ ἀκολουθία τῆς προελεύσεως οὕτως. τοῦ παλατίου ἀνοίξαντος διὰ τῆς ἐξόδου τῆς ἐξαγούσης ἐπὶ τὴν
15τοῦ Κυρίου ἐκκλησίαν, καὶ τοῦ κουβουκλείου εἰσελθόντος κατὰ τὸ εἰωθὸς, ἐξῆλθον οἱ δεσπόται ἀπὸ σκαραμαγγίων, περιβεβλημένοι καὶ τὰ χρυσοπερίκλειστα τούτων σαγία, καὶ ἀπίασιν, δηριγευόμενοι ὑπό τε τῶν πραιποσίτων καὶ τοῦ κου‐ βουκλείου, διὰ τῆς μανναύρας καὶ τῶν διαβατικῶν εἰς τὰ
20κατηχούμενα τῆς μεγάλης ἐκκλησίας, καὶ κατὰ τὸ εἰωθὸς635

636

διὰ τῆς τρισσῆς μετὰ τῶν κηρῶν προσκυνήσεως τῷ θεῷ εὐ‐ χαριστήσαντες καὶ τὰ τούτων διβητήσια ἀλλάξαντες, ἐκαθέ‐ σθησαν. καὶ ὅτε πάντα κατὰ τὴν εἰωθυῖαν ἀκολουθίαν εὐ‐ τρεπίσθη, ὑπεμνήσθησαν οἱ δεσπόται, καὶ εὐθέως περιεβάλ‐
5λοντο τὰς ἑαυτῶν χλαμύδας, καὶ ἐξιόντων αὐτῶν ἔξω τοῦ ἐκεῖσε κρεμμαμένου βήλου, ἐδέξαντο τούτους οἵ τε μάγιστροι καὶ πατρίκιοι. καὶ τῆς εἰωθυίας τάξεως ἐπιτελεσθείσης, κα‐ τίεσαν οἱ δεσπόται διὰ τοῦ μεγάλου κοχλιοῦ. ἐν δὲ τῷ νάρ‐ θηκι τῆς ἁγιωτάτης ἐκκλησίας εἰς τὴν ὡραίαν πύλην ἐδέξατο
10τούτους ὁ ὑποψήφιος μετὰ τῆς ἐκκλησιαστικῆς πάσης τάξεως, καὶ δὴ κατὰ τὸν εἰωθότα τύπον εἰσοδεύσαντες, καὶ τῶν ἑξῆς ἐπιτελεσθέντων κατὰ τὰς λοιπὰς προελεύσεις, ἀπήρξαντο οἱ θεοφιλεῖς μητροπολῖται τῆς ἱερᾶς χειροτονίας. οἱ δὲ φιλό‐ χριστοι βασιλεῖς μικρόν τι ὀπισθοπόδησαν μέχρι τοῦ ἀργυ‐
15ροῦ κίονος τοῦ κιβωρίου, ἕως ἐτελέσθη παρὰ τῶν μητροπολι‐ τῶν τὰ τῆς χειροτονίας. καὶ εἶθ’ οὕτως διὰ τοῦ δεξιοῦ μέ‐ ρους τοῦ βήματος καὶ τοῦ κυκλείου εἰσῆλθον ἐν τῷ εὐκτη‐ ρίῳ, ἐν ᾧ καὶ ἡ ἀργυρᾶ ἵδρυται σταύρωσις. καὶ διὰ τῆς τρισσῆς μετὰ τῶν κηρῶν προσκυνήσεως ἀπευχαριστήσαντες
20τῷ θεῷ καὶ τὸν πατριάρχην ἀποχαιρετίσαντες, ἀνῆλθον διὰ τοῦ κοχλιοῦ τοῦ πρὸς τὸ μέρος τοῦ ἁγίου φρέατος, ἐν τοῖς πρὸς ἀνατολὴν δεξιοῖς μέρεσι τῶν κατηχουμενίων ἐκδεχόμενοι
τὴν τοῦ ἁγίου εὐαγγελίου ἀνάγνωσιν.636

637

(1t)

ΚΕΦ. λθʹ
2tΠερὶ τοῦ πατριάρχου, ὅτι τὸ παλαιὸν ἴδιον εἶχεν πραιπόσιτον.
3Ἰστέον, ὅτι καὶ ὁ πατριάρχης τὸ παλαιὸν ἴδιον εἶχεν πραιπόσιτον, πρωτοστατοῦντα τῶν κουβουκλεισίων, ἀπὸ τοῦ
5κλήρου καὶ τοῦ ἐκκλησιαστικοῦ καταλόγου τυγχάνοντα. καὶ δῆλον ἀπὸ τῆς Ἡρακλείου τοῦ βασιλέως ἀσφαλείας, ἣν ἐ‐ ποίησεν πρὸς Σέργιον τὸν πατριάρχην, οὑτωσὶ αὐταῖς λέξε‐ σιν περιέχουσαν· „τὸν μέντοι γε πραιπόσιτον Θωμᾶν τοῦ ὑμῶν σεβασμίου κουβουκλεισιάτου τρίτον στήσομεν τῇ τιμῇ
10ἀπὸ τοῦ ἡμῶν πραιποσίτου, μέχρις ἂν τὴν τοῦ διακόνου ἀ‐ ξίαν διέπῃ. ἐπειδὰν δὲ εἰς τὴν τοῦ πρεσβυτέρου τάξιν προ‐ βῇ, ἐφεξῆς αὐτὸν τοῦ ἡμετέρου πραιποσίτου στησόμεθα.“
13tΚΕΦ. μʹ
14tΠερὶ τοῦ τίνι τρόπῳ τῇ ἁγίᾳ καὶ μεγάλῃ κυριακῇ τοῦ πάσχα περι‐
15tβάλλονται τοὺς λώρους ὅ,τε βασιλεὺς καὶ οἱ μάγιστροι καὶ
16tἀνθύπατοι καὶ πατρίκιοι.
17Ἐκ μὲν τῶν καθ’ ἡμᾶς νοημάτων τῆς εὐσεβείας, καθὼς ὁ ἐμὸς λόγος, ὑποτυπώσομαι. τὸ μὲν περιβεβλῆσθαι λώρους τοὺς μαγίστρους καὶ πατρικίους ἐν τῇ ἑορτασίμῳ ἡμέρᾳ τῆς
20ἀναστάσεως Χριστοῦ τοῦ Θεοῦ ἡμῶν εἰς τύπον ἡγούμεθα637

638

τοῦ ἐνταφιασμοῦ αὐτοῦ· τὸ δὲ κεχρυσῶσθαι αὐτοὺς εἰς ταύτης λαμπρότητα, ἡλιοβολουμένους ἐξ ἡλίου Χριστοῦ αὐ‐ τοῦ τῇ ἐγέρσει. αὐτούς τε τοὺς μαγίστρους καὶ πατρικίους ἐν τύπῳ χρηματίζειν τῶν ἀποστόλων, τόν τε χρηστὸν βα‐
5σιλέα κατὰ τὸ ἐφικτὸν ἀναλογοῦντα Θεῷ. διὸ καὶ τὰ κατὰ τὸν ἐπιδήμιον λόγον λεγόμενα σκεπαῖα σκοπὸν ἔχει ἐντετυ‐ πῶσθαι συμβόλοις ἐπινικίοις, ἃ κατὰ τὴν ἐκ νεκρῶν ἔγερσιν τοῦ Χριστοῦ, καὶ εἰς ἀφομοίωσιν τοῦ σταυροῦ λογισθήσον‐ ται, δι’ οὗ τὸ κατὰ τοῦ ᾅδου ὁ Χριστὸς τρόπαιον ἤρατο.
10τὸ δὲ ταῖς χερσὶ κρατεῖσθαι παρ’ αὐτῶν ἀνεξικακίας τόμους, καθὼς ἡ ἐγχώριος κατονομάζει φωνὴ, οὐχ οὕτως ἔχει τὸ ἀληθὲς, ἀλλ’ ἐπειδὴ τοῦ Σωτῆρος τοῖς μαθηταῖς ἐοίκασι δῆ‐ θεν οἱ πατρίκιοι, καὶ αὐτῷ τῷ βασιλεῖ κατὰ τὴν σωτηριώδη νομοθεσίαν αὐτῶν τόμους κρατεῖν ταύτην ἐγγεγραμμένους.
15τὸ δὲ τὰς κνήμας λινῷ ἐσφινῶσθαι ἀμφίῳ μετὰ καὶ χρυσω‐ μένων πεδίλων, ταὐτὸ τοῦτο καὶ νεκρότητος καὶ λαμπρότη‐ τος. ἐκ δὲ τῶν Ῥωμαϊκῶν παραδόσεων τὸ μὲν τοὺς πατρι‐ κίους ἐπημφιέσθαι λώρους εἰς τύπον τῶν παλαιῶν ὑπάτων, καὶ μᾶλλον τῶν μετέπειτα βασιλέων κατά τινας διωρισμένους
20καιροὺς ἀρχιερατικὴν ἀξίαν ἀνῃρημένους τὸ σχῆμα εἶναι,
οἳ καὶ ὡς βασιλεῖς πραγματικῶς ὄντες χρονοκράτορες, ὧν638

639

ἕκαστος ἔτους ἑνὸς ἡγεμονίαν κληρούμενος ἐν πολέμοις ἠφίε‐ το, ὧν μετὰ τὴν συμπλήρωσιν ἐπιδεδημηκὼς παρὰ τῶν ὑπά‐ των διηρευνᾶτο, πῶς τὰ τῶν πολέμων διῄτησεν, στολήν τε τὴν ὑπατικὴν κατ’ ἀξίαν τῆς νίκης ἐννόμως περιεβέβλητο, ἐφ’
5ᾗ καὶ τὸ κατὰ τῶν πολεμίων τρόπαιον ἐχειρίζετο, ᾧ ἐνεγέ‐ γραπτο τὰ ἐκείνῳ πεπονημένα εἰσάγοντί τε πρὸς τοὺς ὑπά‐ τους λάφυρά τε καὶ αἰχμοδέτας, χειρίζεσθαι δὲ τόμους, λό‐ γους ἐν τούτοις ποιησομένους τῶν περὶ πολέμους ἀναλωμά‐ των. σκηπίωνες δὲ ἀπὸ τοῦ τῶν Ῥωμαίων Σκηπίωνος κατὰ
10πολεμίων μέγιστα στρατηγήσαντος, ἐξ οὗ τὸ εὔφημον ἀπη‐ νέγκαντο. ἢ καὶ σκεπαῖα κατὰ τὸν δημώδη λόγον διὰ τὸ τοὺς ἐπιγνώμονας, ὡς οἶμαι, τῶν καλῶν ἀποσκέφθαι πρὸς ταῦτα καὶ ἐννοεῖν, ὁποίας ἀναγράπτου τιμῆς οἱ ἀνδραγα‐ θιζόμενοι μετειλήφασιν, καὶ ζηλοῦν πρὸς τὴν μίμησιν. ἀπὸ
15δὲ τῶν καμπαγίων, ἃ Λατίνων φωνῇ προσηγόρευται, τοῦ πολεμικοῦ ἀνδρὸς τὸ εὐκίνητον, ἀλλὰ μὴ κατοχυροποιεῖ‐ σθαι διὰ τὰς κατὰ τὰ σκέλη ἐκ πίλων περιπλοκὰς ἢ διὰ τὸ σκέπασθαι αὐτοὺς τοῖς θυρεοῖς, ἢ ταῖς περιφερέσιν ἀσπίσι,
καὶ διὰ τὸ μὴ δεῖσθαι περινενοημένης κατοχυρώσεως.639

640

(1t)

Εἰς τὸν ναὸν τῆς ὑπεραγίας Θεοτόκου τοῦ Φάρου τοῦ μεγάλου
2tπαλατίου.
3Ὁ νεοκατασκεύαστος μέγας σταυρὸς Κωνσταντίνου τοῦ φιλοχρίστου καὶ πορφυρογεννήτου βασιλέως.
5tΕἰς τὸ εὐκτήριον τοῦ ἁγίου Θεοδώρου ἐν τῷ χρυσοτρικλίνῳ.
6Ἡ τοῦ Μωσέως ῥάβδος. ῥαβδία ὀστιαρίκια ἀπὸ λίθων καὶ μαργάρων ὁλόχρυσα δʹ. ῥαβδία τῶν σιλεντιαρίων ἀρ‐ γυρᾶ διάχρυσα δʹ. ῥαβδία τῶν κουρσώρων ἀργυρᾶ διάχρυ‐ σα μετὰ φεγγίων δʹ, καὶ ἄνευ φεγγίων δʹ, καὶ μετὰ κατα‐
10κλειδίων αʹ. μανιάκια πρωτοσπαθαράτα χρυσᾶ. σπαθαρο‐ κανδιδατίκια ὁλόχρυσα, καὶ ἀργυρᾶ διάχρυσα. σπαθία σπα‐ θαράτα ὁλόκανα διάχρυσα. στρατωρίκια—διάχρυσα. σκοῦτον χρυσοῦν χειμευτὸν ἠμφιεσμένον ἀπὸ μαργάρων. ἕτερον σκοῦ‐ τον χρυσοῦν χειμευτὸν ἠμφιεσμένον ἀπὸ λίθων καὶ μαργά‐
15ρων. κόντα ἀργυρᾶ διάχρυσα βʹ.
16tΕἰς τὸν ναὸν τοῦ ἁγίου Στεφάνου τῆς Δάφνης.
17Ὁ μέγας σταυρὸς τοῦ ἁγίου καὶ μεγάλου Κωνσταν‐
τίνου. σκῆπτρα γʹ. πτυχία ζʹ. κανδιδατίκια χρυσᾶ.640

641

(1t)

Εἰς τὸν ναὸν τοῦ Κυρίου.
2Σκῆπτρα ιβʹ. καμπηδικτώρια εʹ. λάβουρα εʹ. σίγνα ιβʹ. δρακόντια ιβʹ. βάνδα ηʹ. σκευοφορικὰ ιηʹ. καὶ εἰς ἰνδ. δʹ ἀνεκαινίσθη ἐξ αὐτῶν ιβʹ, καὶ τῶν ϛʹ τὰ ἔργα εἰσὶν κατακλα‐
5σμένα μὴ ἔχοντα περιποίησιν.
6tΚΕΦ. μαʹ.
7tὍσα εἴδη τῶν ἀλλαξίμων.
8Λῶροι χρυσοΰφαντοι ιεʹ. κοντομανίκια χρυσοΰφαντα τῶν αὐτῶν λώρων ιβʹ. θωράκια τῶν αὐτῶν λώρων ιβʹ. χλανί‐
10δια ἀργυροκέντητα ϛʹ. σπέκια χρυσοκέντητα. κοντομανίκια ἀργυροκέντητα ἀληθινάερα ιεʹ. κοντομάνικα ὀξέα χροακὰ κθʹ. κοντομάνικα ἀληθινάερα χροακὰ ιηʹ. χλανίδια φουν‐ δάτα χροακὰ χρυσόταβλα μαγίστρων, ἀνθυπάτων καὶ πατρι‐ κίων κεʹ. χλανίδια φουνδάτα μετὰ ὀξέων ταβλίων ὀφφικια‐
15λίων σεκρετικῶν λʹ. χλανίδια πλατώνια χαρτουλαρίων σεκρε‐ τικῶν ϛʹ. χλανίδια φουνδάτα μετὰ ὀξέων ταβλίων τὰ λεγό‐
μενα Τύρεα τοῦ κουβουκλείου λγʹ. χλανίδια ἀτραβατικὰ λγʹ.641

642

(1t)

ΚΕΦ. μβʹ.
2tΠερὶ τῶν τάφων τῶν βασιλέων τῶν ὄντων ἐν τῷ ναῷ τῶν ἁγίων
3tἀποστόλων.
4tἩρῷον τοῦ ἁγίου καὶ μεγάλου Κωνσταντίνου.
5Ἐν πρώτοις κατὰ ἀνατολὰς κεῖται ὁ λάρναξ τοῦ ἁγίου Κωνσταντίνου πορφυροῦς, ἤτουν Ῥωμαῖος, ἐν ᾧ ἀπόκειται αὐτὸς μετὰ Ἑλένης τῆς μακαρίας μητρὸς αὐτοῦ. ἕτερος λάρ‐ ναξ πορφυροῦς Ῥωμαῖος, ἐν ᾧ ἀπόκειται Κωνστάντιος ὁ υἱ‐ ὸς τοῦ μεγάλου Κωνσταντίνου. ἕτερος λάρναξ πορφυροῦς
10Ῥωμαῖος, ἐν ᾧ ἀπόκειται Θεοδόσιος ὁ μέγας. ἕτερος λάρναξ πράσινος Ἱερακίτης, ἐν ᾧ ἀπόκειται Λέων ὁ μέγας. ἕτερος λάρναξ πορφυροῦς Ῥωμαῖος, ἐν ᾧ ἀπόκειται Μαρκιανὸς με‐ τὰ τῆς γυναικὸς αὐτοῦ Πουλχερίας. ἕτερος λάρναξ πράσι‐ νος Θετταλὸς, ἐν ᾧ ἀπόκειται Ζήνων ὁ βασιλεύς. ἕτερος
15λάρναξ Ἀκυιτανὸς, ἐν ᾧ ἀπόκειται Ἀναστάσιος ὁ Δίκορος μετὰ Ἀρεάδνης τῆς γυναικὸς αὐτοῦ. ἕτερος λάρναξ πρασίας λίθου Θετταλικῆς, ἐν ᾧ ἀπόκειται Μιχαὴλ ὁ βασιλεὺς, ὁ υἱ‐ ὸς Θεοφίλου. ἰστέον δὲ, ὅτι ὁ τοιοῦτος λάρναξ Μιχαὴλ τοῦ βασιλέως Ἰουστινιανοῦ ἐστιν τοῦ μεγάλου. ἔκειτο δὲ ἐν τῷ
20μοναστηρίῳ τῆς αὐγούστης, ὑποκάτω τοῦ ἁγίου ἀποστόλου642

643

Θωμᾶ, ἐν ᾧ καὶ αἱ στολαὶ τῶν ἀποστόλων εὑρέθησαν. ἔλα‐ βεν δὲ αὐτὸν ὁ κύρις Λέων ὁ βασιλεὺς, καὶ κατέθετο αὐ‐ τὸν ἐνταῦθα εἰς ἀπόθεσιν τοῦ σώματος τοῦ αὐτοῦ Μιχαήλ. ἕτερος λάρναξ πράσινος Θετταλὸς, ἐν ᾧ ἀπόκειται Βασίλειος
5σὺν Εὐδοκίᾳ καὶ Ἀλεξάνδρῳ τῷ υἱῷ αὐτοῦ. ἕτερος λάρναξ Σαγαρινὸς, ἤγουν Πνευμονούσιος, ἐν ᾧ ἀπόκειται Λέων ὁ ἀοίδιμος σὺν τῷ υἱῷ Κωνσταντίνῳ ὕστερον τελευτήσαντι τῷ Πορφυρογεννήτῳ. ἕτερος λάρναξ λευκὸς ὁ λεγόμενος βασι‐ λίκιον, ἐν ᾧ ἀπόκειται Κωνσταντῖνος ὁ υἱὸς Βασιλείου. ἕτε‐
10ρος λάρναξ πράσινος Θέτταλος, ἐν ᾧ ἀπόκειται ἡ ἁγία Θεο‐ φανὼ ἡ πρώτη γυνὴ τοῦ μακαρίου Λέοντος σὺν Εὐδοκίᾳ τῇ θυγατρὶ αὐτῆς. ἕτερος λάρναξ Βιθυνὸς, ἐν ᾧ ἀπόκεται Ζωὴ ἡ δευτέρα γυνὴ τοῦ αὐτοῦ Λέοντος. ἕτερος λάρναξ πράσινος Θετταλὸς, ἐν ᾧ ἀπόκειται Εὐδοκία ἡ τρίτη γυνὴ τοῦ αὐτοῦ
15κυροῦ Λέοντος ἡ ἐπονομαζομένη Βαϊνή. ἕτερος λάρναξ Προικονήσιος, ἐν ᾧ ἀπόκεινται Ἄννα καὶ Ἄννα αἱ θυγα‐ τέρες τοῦ μακαρίου Λέοντος καὶ Ζωῆς. ἕτερον λαρνάκιον μικρὸν ἀπὸ λίθου Σαγαρινοῦ, ἤτουν Πνευμονουσίου, ἐν ᾧ ἀπόκειται Βασίλειος ὁ ἀδελφὸς Κωνσταντίνου Πορφυρογεν‐
20νήτου, καὶ Βάρδας ὁ υἱὸς Βασιλείου τοῦ πάππου αὐτοῦ. ἕτερον λαρνάκιον μικρὸν ἀπὸ λίθου Σαγαρινοῦ, ἐν ᾧ ἀπό‐
κειται ********643

644

(1t)

Ἡρῷον τοῦ μεγάλου Ἰουστινιανοῦ.
2Πρὸς αὐτὴν τὴν κόγχην κατὰ ἀνατολὰς πρῶτος λάρναξ, ἐν ᾧ ἀπόκειται τὸ σῶμα τοῦ Ἰουστινιανοῦ, ἀπὸ λίθου ξένου καὶ ἀλλοκότου μέσην χροιὰν ἔχοντος τοῦ τε Βιθυνοῦ καὶ
5Χαλκηδωνίτου, παραπλησίως λίθῳ Ὀστρίτῃ. ἕτερος λάρναξ ἀ‐ πὸ λίθου Ἱεραπολίτου, ἐν ᾧ ἀπόκειται Θεοδῶρα ἡ γυνὴ τοῦ μεγάλου Ἰουστινιανοῦ. ἕτερος λάρναξ κείμενος πρὸς δυσμὰς πρὸς τὸ μέρος τὸ δεξιὸν, τὴν χροιὰν ῥοδοποίκιλον Δοκιμινὸν, ἐν ᾧ ἀπόκειται Εὐδοκία ἡ γυνὴ Ἰουστινιανοῦ τοῦ μεγάλου.
10ἕτερος λάρναξ λευκὸς Προικονήσιος, ἐν ᾧ ἀπόκειται Ἰουστι‐ νιανὸς ὁ μικρός. ἕτερος λάρναξ ἀπὸ λίθου Προικονησίας, ἐν ᾧ ἀπόκειται Σοφία ἡ γυνὴ Ἰουστίνου. ἕτερος λάρναξ ἀπὸ λίθου λευκοῦ Δοκιμινοῦ ὀνυχίτου, ἐν ᾧ ἀπόκειται Ἡράκλειος ὁ μέγας. ἕτερος λάρναξ πράσινος Θεσσαλὸς, ἐν ᾧ ἀπόκειται
15Φαβία ἡ γυνὴ Ἡρακλείου. ἕτερος λάρναξ Προικονήσιος Κωνσταντίνου Πωγωνάτου. ἕτερος λάρναξ ἀπὸ λίθου πρασί‐ νου Θεσσαλικοῦ, ἐν ᾧ ἀπόκειται Φαῦστα ἡ γυνὴ Κωνσταν‐ τίνου Πωγωνάτου. ἕτερος λάρναξ Σαγαρινὸς, ἐν ᾧ ἀπόκειται Κωνσταντῖνος, ἔγγων Ἡρακλείου, υἱὸς Κωνσταντίνου τοῦ
20Πωγωνάτου. ἕτερος λάρναξ ἀπὸ λίθου Σαγαρινοῦ ἑκατοντά‐ λιθος, ἐν ᾧ ἀπόκειται Ἀναστάσιος ὁ καὶ Ἀρτέμιος. ἕτερος
λάρναξ ἀπὸ λίθου Ἱεραπολίτου, ἐν ᾧ ἀπόκειται ἡ γυνὴ Ἀνα‐644

645

στασίου τοῦ καὶ Ἀρτεμίου. ἕτερος λάρναξ ἀπὸ λίθου Προι‐ κονησίου, ἐν ᾧ ἀπόκειται Λέων ὁ Ἴσαυρος. ἕτερος λάρναξ ἀπὸ λίθου πρασίνου Θετταλικοῦ, ἐν ᾧ ἀπέκειτο Κωνσταντῖ‐ νος ὁ υἱὸς τοῦ Ἰσαύρου ὁ ἐπικληθεὶς Καβαλλίνος, ἀλλ’ ἐξ‐
5εώθη ὑπὸ Μιχαὴλ καὶ Θεοδώρας, καὶ κατεκάη τὸ δύστηνον αὐτοῦ σῶμα. ὁμοίως καὶ ὁ λάρναξ αὐτοῦ ἐξεώθη καὶ κατε‐ πρήσθη, καὶ ἐχρημάτισεν εἰς τὰ τοῦ Φάρου συστεμάτια. καὶ γὰρ καὶ τὰ μεγάλα ἀββάκια τὰ ὄντα ἐν τῷ αὐτῷ Φάρῳ ἐκ τοῦ αὐτοῦ λάρνακος τυγχάνοντά εἰσιν. ἕτερος λάρναξ ἀπὸ
10λίθου Προικονησίου, ἐν ᾧ ἀπόκειται Εἰρήνη ἡ γυνὴ Κων‐ σταντίνου τοῦ Καβαλλίνου. ἕτερος λάρναξ πράσινος Θεσσα‐ λὸς, ἐν ᾧ ἀπόκειται ἡ γυνὴ Καβαλλίνου. σταταραία ἀπὸ λίθων Προικονησίων, ἐν ᾗ ἀπόκεινται Κοσμὼ καὶ Εἰρήνη, ἀδελφαὶ Καβαλλίνου. ἕτερος λάρναξ Προικονήσιος, ἐν ᾧ ἀ‐
15πόκειται Λέων ὁ Χάζαρος, υἱὸς Κωνσταντίνου τοῦ Καβαλ‐ λίνου. ἕτερος λάρναξ ἀπὸ λίθου Προικονησίου, ἐν ᾧ ἀπό‐ κειται Εἰρήνη ἡ γυνὴ Λέοντος τοῦ Χαζάρου. ἕτερος λάρναξ πράσινος Θετταλὸς, ἐν ᾧ ἀπόκειται Μιχαὴλ ὁ Τραβλός. ἕ‐ τερος λάρναξ ἀπὸ λίθου Σαγαρινοῦ, ἐν ᾧ ἀπόκειται Θέκλα
20ἡ γυνὴ Μιχαὴλ τοῦ Τραβλοῦ. ἕτερος λάρναξ ἀπὸ λίθου πρασίνου, ἐν ᾧ ἀπόκειται Θεόφιλος ὁ βασιλεύς. ἕτερον λαρ‐ νάκιον πράσινον, ἐν ᾧ ἀπόκειται Κωνσταντῖνος ὁ υἱὸς Θεο‐ φίλου. ἕτερον λαρνάκιον ἀπὸ λίθου Σαγαρινοῦ, ἐν ᾧ ἀπό‐
κειται Μαρία ἡ θυγάτηρ Θεοφίλου.645

646

(1t)

Στοὰ ἡ πρὸς μεσημβρίαν τοῦ αὐτοῦ ναοῦ.
2Ἐν ταύτῃ ἀπόκεινται λάρνακες Ἀρκαδίου, Θεοδοσίου, υἱοῦ αὐτοῦ, καὶ Εὐδοξίας τῆς μητρὸς αὐτοῦ. καί ἐστιν ὁ μὲν Ἀρκαδίου τάφος πρὸς μεσημβρίαν, ὁ δὲ Θεοδοσίου πρὸς
5ἄρκτον, τῆς δὲ Εὐδοξίας ἀνατολικώτερος, ἀμφότεροι πορφυ‐ ροῖ, ἤτουν Ῥωμαῖοι.
7tΣτοὰ ἡ πρὸς ἄρκτον τοῦ αὐτοῦ ναοῦ.
8Ἐν ταύτῃ τῇ στοᾷ τῇ οὔσῃ πρὸς ἄρκτον κεῖται λάρναξ κυλινδροειδὴς, ἐν ᾧ ἀπόκειται τὸ δύστηνον καὶ παμμίαρον
10σῶμα τοῦ παραβάτου Ἰουλιανοῦ, τὴν χροιὰν πορφυροῦν, ἤ‐ τουν Ῥωμαῖον. ἕτερος λάρναξ πορφυροῦς, ἤτουν Ῥωμαῖος, ἐν ᾧ ἀπόκειται τὸ σῶμα Ἰοβιανοῦ τοῦ μετὰ Ἰουλιανὸν βα‐ σιλεύσαντος. ἰστέον, ὅτι ἐν τῇ γυναικίᾳ μονῇ τὰ Ἰουστίνου, ἐν τῷ ναῷ τοῦ ἁγίου ἀποστόλου Θωμᾶ, ἐν λάρνακι ἀπὸ λί‐
15θου πρασίνου Θεσσαλοῦ ἀπέκειτο τὸ σῶμα Ἰουστίνου τοῦ βασιλέως καὶ Σοφίας τῆς γυναικὸς αὐτοῦ. καὶ ἐξηνέχθη τὰ τούτων λείψανα, καὶ κατετέθη ἐν τῇ αὐτῇ μονῇ ἐν χαμοσο‐ ρίου ἀπὸ λίθου Προικονησίου ἤτουν Πικριμαίου, ἐν ᾧ καὶ ἐπιγέγραπται· „γλοσσόκομος Ἀλεξάνδρου Δομεστίκου.“ ἰστέον,
20ὅτι ἐν τῇ μονῇ τοῦ ἁγίου Μάμαντος πλησίον τῆς πόρτης τῆς646

647

ξυλοκέρκου, ἐν τῷ νάρθηκι τῆς αὐτῆς ἐκκλησίας ἐξ ἀριστε‐ ρῶν ἵσταται λάρναξ ἀπὸ λίθου ἑκατονταλίθου, ἐν ᾧ ἀπόκει‐ ται ἡ τοῦ Μαυρικίου γυνὴ μετὰ τῶν τέκνων αὐτῆς. ἐν δὲ τῇ καταφυγῇ τῆς αὐτῆς μονῆς ἐξ ἀριστερῶν πρὸς ἀνατολὴν
5ἵσταται λάρναξ ἀπὸ λίθου, ἐν ᾧ ἀπόκειται Μαυρίκιος ὁ βα‐ σιλεύς. ἰστέον, ὅτι ἐν τῇ μονῇ τῆς ἁγίας Τριάδος τῆς ἐπο‐ νομαζομένης τὰ Σταυρακίου, ἐν τῷ δεξιῷ μέρει τῆς αὐτῆς ἐκκλησίας, ἐν τῷ εὐκτηρίῳ τοῦ ἁγίου Ἰωάννου τοῦ Προδρό‐ μου, ἵσταται λάρναξ ἀπὸ λίθου λευκοῦ, ἐν ᾧ ἀπόκειται
10Σταυράκιος ὁ βασιλεὺς καὶ Θεοφανὼ ἡ αὐτοῦ γαμετή. ἰστέ‐ ον, ὅτι ἐν τῇ μονῇ τῇ λεγομένῃ τῆς Κυρᾶς Εὐφροσύνης ἵστα‐ ται λάρναξ ἀπὸ λίθου Βυθινοῦ, ἐν ᾧ ἀπόκειται Κωνσταντῖ‐ νος ὁ υἱὸς Εἰρήνης ὁ τυφλωθεὶς, καὶ Μαρία ἡ γυνὴ αὐτοῦ, καὶ αἱ δύο θυγατέρες αὐτοῦ, Εὐφροσύνη ἡ γυνὴ Μιχαὴλ
15τοῦ Τραβλοῦ, καὶ Εἰρήνη ἡ ἀδελφὴ αὐτῆς, καὶ Ἄννα ἡ θυγάτηρ Θεοφίλου τοῦ βασιλέως. ἰστέον, ὅτι ἐν τῇ μονῇ τῇ λεγομένῃ τὰ Γαστρία εἰς τὸ πρὸς ἀνατολὴν δεξιὸν μέρος τῆς αὐτῆς ἐκκλησίας ἐν τῇ ἐκεῖσε σταταραίᾳ ἀπόκειται ἡ μακαρία Θεοδῶρα ἡ τοῦ Θεοφίλου γυνὴ καὶ αἱ τρεῖς θυγατέρες αὐ‐
20τῆς, Θέκλα, Ἀναστασία καὶ Πουλχερία. ἐν δὲ τῷ εὐωνύμῳ μέρει τῆς αὐτῆς ἐκκλησίας, ἀπέναντι τῆς τοιαύτης σταταραί‐ ας, ἵσταται λάρναξ ἀπὸ λίθου, ἐν ᾧ ἀπόκειται Πετρωνᾶς ὁ γεγονὼς δομέστικος τῶν σχολῶν ὁ ἀδελφὸς Θεοδώρας τῆς μα‐
καρίας βασιλίδος. ἐν δὲ τῷ νάρθηκι τῆς αὐτῆς ἐκκλησίας ἐν647

648

τῷ πρὸς ἀνατολὴν ἀριστερῷ μέρει τοῦ αὐτοῦ νάρθηκος ἵστα‐ ται λαρνάκιον μικρὸν ἀπὸ λίθου Προικονησίου, ἤτουν Πικρι‐ μαίου, ἐν ᾧ ἀπόκειται Θεοκτίστη ἡ μήτηρ Θεοδώρας τῆς μακαρίας βασιλίδος. ἰστέον, ὅτι πλησίον αὐτοῦ ἵσταται λαρ‐
5νακίδιον ἀπὸ λίθου Σαγαρινοῦ, ἤτουν Πνευμονουσίου, ἐν ᾧ ἀπόκειται Εἰρήνη ἡ θυγάτηρ Βάρδα τοῦ καίσαρος. ἰστέον, ὅτι λαρνακίδιον μικρὸν σπιθαμιαῖον ἵσταται πλησίον αὐτῶν, εἰς ὃ ἀπόκειται τὸ τοῦ καίσαρος Βάρδα κατομάγουλον. ἰστέ‐ ον, ὅτι ἐν τῇ μονῇ τῆς ἁγίας Εὐφημίας τῆς λεγομένης Εὐ‐
10μόρφου ἐν τῷ πρὸς ἀνατολὴν ἀριστερῷ μέρει τῆς αὐτῆς ἐκ‐ κλησίας, ἐν τῇ ἐκεῖσε σταταραίᾳ ἀπόκειται Παγκαλὼ ἡ μήτηρ Βασιλείου τοῦ φιλοχρίστου δεσπότου. ἐν δὲ τῷ πρὸς ἀνα‐ τολὴν δεξιῷ μέρει τῆς αὐτῆς ἐκκλησίας, ἀπέναντι ταύτης τῆς σταταραίας ἐστὶν ἑτέρα σταταραία ἀπὸ λίθου πρασίνου Θετ‐
15ταλοῦ, ἐν ᾗ ἀπόκειται Μαριανὸς ὁ γεγονὼς δομέστικος τῶν σχολῶν, καὶ Συμβάτιος ὁ ἀδελφὸς αὐτοῦ, ἀμφότεροι ἀδελ‐ φοὶ Βασιλείου τοῦ φιλοχρίστου δεσπότου. ἰστέον, ὅτι ἐν τῷ δεξιῷ εὐκτηρίῳ τῆς αὐτῆς ἐκκλησίας τοῦ Προδρόμου ἐν τῷ πρὸς ἀνατολὴν εὐωνύμῳ μέρει τοῦ αὐτοῦ εὐκτηρίου ἵσταται
20λάρναξ ἀνάγλυφος, ἐν ᾧ ἀπόκειται Ἀναστασία ἡ θυγάτηρ Βασιλείου τοῦ φιλοχρίστου δεσπότου. ἰστέον, ὅτι ἐν τῷ πρὸς ἀνατολὴν δεξιῷ μέρει τοῦ αὐτοῦ εὐκτηρίου, ἀπέναντι τοῦ λάρνακος ἵσταται λαρνάκιον μικρὸν ἀνάγκλυφον, ἐν ᾧ ἀπόκειν‐
ται Ἄννα καὶ Ἑλένη, θυγατέρες Βασιλείου τοῦ φιλοχρίστου648

649

δεσπότου, καὶ Ζωὴ ἡ μήτηρ Κωνσταντίνου τοῦ θεοστέπτου καὶ Πορφυρογεννήτου τοῦ μακαρίου βασιλέως τοῦ ἐγγόνου Βασιλείου. ἰστέον, ὅτι ἐν τῇ μονῇ τοῦ Ἀρχιστρατήγου τοῦ ἐπονομαζομένου τῶν Προμούτου ἐν τῷ δεξιῷ μέρει τῆς αὐ‐
5τῆς ἐκκλησίας ἐν τῇ ἐκεῖσε σταταραίᾳ ἀπόκειται Μαρία ἡ θυγάτηρ Βασιλείου δεσπότου.
7tΚΕΦ. μγʹ.
8tΕὐφημία ὑπὸ στρατοπέδου εὐφημουμένη, νικητηρίων καὶ θριάμβων
9tἀγομένων. ἰστέον δὲ, ὅτι ἡ αὐτὴ εὐφημία ᾄδεται καὶ παρὰ τοῦ
10στρατοπέδου, ἡνίκα φιλοτιμία τις ἢ μαϊμὰς παρὰ τοῦ βασιλέως
11tαὐτοῖς παρασχεθῇ.
12„Πολλὰ τὰ ἔτη τῶν βασιλέων·“ ὁ λαὸς γʹ. „ὁ δεῖνα καὶ ὁ δεῖνα μεγάλων βασιλέων καὶ αὐτοκρατόρων πολλὰ τὰ ἔτη·“ ὁ λαὸς γʹ. „ὁ δεῖνα καὶ ὁ δεῖνα τῶν εὐσεβεστάτων
15αὐγουστῶν πολλὰ τὰ ἔτη·“ ὁ λαὸς γʹ. „τῶν πορφυρογεννή‐ των πολλὰ τὰ ἔτη·“ ὁ λαὸς γʹ. „θεοπροβλήτων βασιλέων πολλὰ τὰ ἔτη·“ ὁ λαὸς γʹ. „θεοκυβερνήτων βασιλέων πολ‐ λὰ τὰ ἔτη·“ ὁ λαὸς γʹ. „κοσμοσυστάτων βασιλέων πολλὰ τὰ ἔτη·“ ὁ λαὸς γʹ· „κοσμοποθήτων βασιλέων πολλὰ τὰ ἔ‐
20τη·“ ὁ λαὸς γʹ. „ἀνδρειοτάτων βασιλέων πολλὰ τὰ ἔτη·“
ὁ λαὸς γʹ. „νικητῶν βασιλέων πολλὰ τὰ ἔτη·“ ὁ λαὸς γʹ.649

650

„ἐχθρολετῶν βασιλέων πολλὰ τὰ ἔτη·“ ὁ λαὸς γʹ. „πλου‐ τοποιῶν βασιλέων πολλὰ τὰ ἔτη·“ ὁ λαὸς γʹ. „ὀρθοδόξων βασιλέων πολλὰ τὰ ἔτη·“ ὁ λαὸς γʹ. „υἱὲ Θεοῦ, ζωὴν αὐ‐ τοῖς·“ ὁ λαὸς γʹ. „υἱὲ Θεοῦ, συμβασίλευσον αὐτοῖς·“ ὁ λα‐
5ὸς γʹ. „υἱὲ Θεοῦ, χάρισαι ἡμῖν αὐτούς·“ ὁ λαὸς γʹ. „υἱὲ Θεοῦ, τοὺς χρόνους αὐτῶν πλήθυνε·“ ὁ λαὸς γʹ. „υἱὲ Θεοῦ, ἐπάκουσον ἡμῶν·“ ὁ λαὸς γʹ. „αὔξει ἡ πίστις τῶν χριστι‐ ανῶν·“ ὁ λαὸς γʹ. „αὔξῃ ἡ νίκη καὶ εὐτυχία τῶν στρατευ‐ μάτων Ῥωμαίων·“ ὁ λαὸς γʹ. „αὔξῃ ἡ ἀνδρεία τοῦ λαοῦ
10τοῦ Κυρίου·“ ὁ λαὸς γʹ. „ἡμεῖς δοῦλοι τῶν βασιλέων·“ ὁ λαὸς γʹ. „ὁ δεῖνα καὶ ὁ δεῖνα μεγάλων βασιλέων καὶ αὐτο‐ κρατόρων πολλὰ τὰ ἔτη·“ ὁ λαὸς γʹ. „πολυχρόνιον ποιήσει ὁ Θεὸς τὴν ἁγίαν βασιλείαν σᾶς εἰς πολλὰ ἔτη.“
14tἩ παρὰ τῶν Σάρδων ᾀδομένη εὐφημία τοῖς βασιλεῦσιν.
15„Χριστὸς νικᾷ, Χριστὸς βασιλεύει·“ ὁ λαὸς γʹ. „Χρι‐ στὸς φυλάξει τὸν βασιλέα·“ ὁ λαὸς γʹ. „πολλὰ τὰ ἔτη τῶν βασιλέων·“ ὁ λαὸς γʹ. „ὁ δεῖνα καὶ ὁ δεῖνα μεγάλων βασι‐ λέων καὶ αὐτοκρατόρων πολλὰ τὰ ἔτη·“ ὁ λαὸς γʹ. „θεο‐ προβλήτων βασιλέων πολλὰ τὰ ἔτη·“ ὁ λαὸς γʹ. „θεοτηρή‐
20των βασιλέων πολλὰ τὰ ἔτη·“ ὁ λαὸς γʹ. „εἰρηνοποιῶν βα‐ σιλέων πολλὰ τὰ ἔτη·“ ὁ λαὸς γʹ. „πλουτοποιῶν βασιλέων πολλὰ τὰ ἔτη·“ ὁ λαὸς γʹ. „υἱὲ Θεοῦ, συμβασίλευσον αὐ‐
τοῖς·“ ὁ λαὸς γʹ. „υἱὲ Θεοῦ, χάρισαι ἡμῖν αὐτοῖς·“ ὁ λα‐650

651

ὸς γʹ. „υἱὲ Θεοῦ, ζωὴν αὐτοῖς δώρησαι·“ ὁ λαὸς γʹ. „υἱὲ Θεοῦ, τοὺς χρόνους αὐτῶν πλήθυνε·“ ὁ λαὸς γʹ. „αὔξει ἡ πίστις τῶν χριστιανῶν·“ ὁ λαὸς γʹ. „αὔξει ἡ βασιλεία τῶν Ῥωμαίων·“ ὁ λαὸς γʹ. „αὔξει ἡ νίκη τῶν στρατῶν τῶν
5Ῥωμαίων·“ ὁ λαὸς γʹ. „ὁ δεῖνα τοῦ ἁγιωτάτου καὶ οἰκου‐ μενικοῦ πατριάρχου πολλὰ τὰ ἔτη·“ ὁ λαὸς γʹ. „τῆς ἱερᾶς συγκλήτου πολλὰ τὰ ἔτη·“ ὁ λαὸς γʹ. „τοῦ φιλοχρίστου στρατοῦ πολλὰ τὰ ἔτη·“ ὁ λαὸς γʹ. „στερεώσει ὁ Θεὸς τὴν πίστιν ἡμῶν·“ ὁ λαὸς γʹ. „στερεώσει ὁ Θεὸς τοὺς βασιλεῖς
10ἡμῶν·“ ὁ λαὸς γʹ. „ἡμεῖς δοῦλοι τῶν βασιλέων·“ ὁ λαὸς γʹ. „πολυχρόνιον ποιήσει ὁ Θεὸς τὴν ἁγίαν βασιλείαν σᾶς εἰς πολλὰ ἔτη.“
13tΚΕΦ. μδʹ.
14tἩ γενομένη ἐξόπλισις καὶ ἔξοδος καὶ τὸ ποσὸν τῆς ῥόγας καὶ τοῦ
15tλαοῦ τοῦ ἀποσταλέντος κατὰ τῆς θεολέστου Κρήτης μετὰ τοῦ πα‐
16tτρικίου Ἡμερίου καὶ λογοθέτου τοῦ δρόμου ἐπὶ Λέοντος τοῦ φιλο‐
17tχρίστου δεσπότου.
18Τὸ βασιλικοπλόϊμον χιλιάδες ιβʹ. Ῥῶς ψʹ. ἐδέξατο ὁ στρατηγὸς τῶν Κιβυῤῥαιωτῶν ἔχειν στρατὸν ͵εχʹ, καὶ δι‐
20πλοῦς ͵α· ὁμοῦ ͵ϛχ. ἐδέξατο ὁ στρατηγὸς τῆς Σάμου ἔχειν
στρατὸν ͵δ, καὶ διπλοῦς ͵α· ὁμοῦ ͵ε. ἐδέξατο ὁ στρατηγὸς651

652

τοῦ Αἰγαίου πελάγους ἔχειν στρατὸν ͵γ, καὶ διπλοῦς ͵α. ὁ‐ μοῦ τὸ πᾶν χιλιάδες κηʹ καὶ τʹ.
3tΔιὰ τῶν καβαλλαρικῶν τῶν ὀφειλόντων ταξειδεῦσαι εἰς τὸ πλόϊμον.
4Σχολάριοι Θρᾳκησιάνοι καὶ Μακεδόνες ͵αλζʹ. ἀπὸ τοῦ
5θέματος τῶν Θρᾳκησίων ͵α, ἀπὸ τοῦ θέματος Σεβαστίας Ἀρμένιοι ͵α, ἀπὸ τὸ Πλατάνιον Ἀρμένοι φʹ, ἀπὸ τῆς Πρί‐ νης φʹ· ὁμοῦ καβαλλαρικοὶ ͵ϛλζʹ, καὶ ὁμοῦ τὸ πᾶν διά τε τοῦ πλοΐμου διά τε τῶν καβαλλαρικῶν χιλιάδες λδʹ λζʹ.
9tΔιὰ τοῦ βασιλικοῦ πλοΐμου.
10Δρόμονες ξʹ ἔχοντες ἀνὰ ἀνδρῶν κωπηλατῶν σλʹ καὶ ἀνὰ πολεμιστῶν οʹ· ὁμοῦ χιλιάδες ιηʹ. πάμφυλοι μʹ· ἐξ ὧν οἱ μὲν κʹ πάμφυλοι ἀνὰ ἀνδρῶν ρξʹ, οἱ δὲ ἕτεροι κʹ ἀνὰ ἀν‐ δρῶν ρλʹ, καὶ Ῥῶς ψʹ· ὁμοῦ ͵εωʹ. ὁμοῦ τὸ πᾶν χιλιάδες κγʹ καὶ δύο.
15tΔιὰ τοῦ θέματος τῶν Κιβυῤῥαιωτῶν.
16Δρόμονες ιεʹ ἔχοντα ἀνὰ ἀνδρῶν κωπηλατῶν σλʹ καὶ ἀ‐
νὰ πολεμιστῶν οʹ· ὁμοῦ χιλιάδες δʹ καὶ φʹ. πάμφυλοι ιϛʹ652

653

ἔχοντες οἱ μὲν ϛʹ ἀνὰ ἀνδρῶν ρξʹ, οἱ δὲ ἕτεροι ιʹ ἀνὰ ἀν‐ δρῶν ρλʹ· ὁμοῦ χιλιάδες βʹ καὶ σξʹ. ὁμοῦ τὸ πᾶν χιλιάδες ϛʹ καὶ ψξʹ.
4tΔιὰ τοῦ θέματος τῆς Σάμου.
5Δρόμονες ιʹ ἔχοντες ἀνὰ ἀνδρῶν κωπηλατῶν σλʹ καὶ ἀ‐ νὰ πολεμιστῶν οʹ· ὁμοῦ ͵γ. πάμφυλοι ιβʹ, ἔχοντες οἱ μὲν δʹ ἀνὰ ἀνδρῶν κωπηλατῶν ρξʹ, οἱ δὲ ηʹ ἀνὰ ἀνδρῶν ρλʹ· ὁμοῦ ͵αχπʹ. ὁμοῦ τὸ πᾶν διὰ τοῦ θέματος τῆς Σάμου ͵δχπʹ.
9tΔιὰ τοῦ θέματος τοῦ Αἰγαίου πελάγους.
10Δρόμονες ζʹ ἔχοντες ἀνὰ ἀνδρῶν κωπηλατῶν σλʹ καὶ ἀνὰ πολεμιστῶν οʹ· ὁμοῦ ͵βρʹ. πάμφυλοι ζʹ ἔχοντες οἱ μὲν γʹ ἀνὰ ἀνδρῶν ρξʹ, οἱ δὲ ἕτεροι δʹ ἀνὰ ἀνδρῶν ρλʹ· ὁμοῦ ͵α. ὁμοῦ τὸ πᾶν διὰ τοῦ θέματος τοῦ Αἰγαίου πελάγους ͵γρʹ.
14tΔιὰ τοῦ θέματος Ἑλλάδος.
15Δρόμονες ιʹ ἔχοντες ἀνὰ ἀνδρῶν κωπηλατῶν σλʹ καὶ ἀνὰ
πολεμιστῶν οʹ· ὁμοῦ ͵γ.653

654

(1t)

Διὰ τῶν Μαρδαϊτῶν.
2Μαρδαΐται, στρατὸς σὺν ἀρχόντων, ͵δπζʹ, καὶ κατὰ προσ‐ θήκην ἕτεροι ͵α· ὁμοῦ ͵επζʹ. ὁμοῦ τὸ πᾶν διά τε τοῦ βα‐ σιλικοῦ πλοΐμου, διά τε τῶν θεμάτων δρόμονες ριβʹ, πάμφυ‐
5λοι οεʹ, ἄνδρες κωπηλάται χιλιάδες λδʹ καὶ πολεμισταὶ ͵ζτμʹ καὶ Ῥῶς ψʹ καὶ Μαρδαΐται ͵επζʹ.
7tΑἱ ῥόγαι διὰ τοῦ βασιλικοῦ πλοΐμου.
8Στρατὸς συνάρχοντες χιλιάδες ιβʹ καὶ φβʹ. ῥόγα κεντη‐ νάρια ιεʹ, λίτραι ϙ:ιʹ. προσθήκην αὐτῶν ͵α ἀνὰ νομισμάτων
10εʹ, γινόμενον λίτραι ξθʹ, νομίσματα λβʹ. Ῥῶς ψʹ. ῥόγα κεν‐ τηνάριον αʹ. ὁμοῦ διὰ τοῦ πλοΐμου καὶ τῶν Ῥῶς ῥόγα κεν‐ τηνάρια ιζʹ, λίτραι νθʹ:μβʹ.
13tΔιὰ τοῦ θέματος τῶν Κιβυῤῥαιωτῶν.
14Στρατὸς συνάρχοντες ͵ϛψξʹ. ῥόγα κεντηνάρια βʹ λίτραι
15καʹ:μβʹ σὺν τοῖς διπλοῖς.
16tΔιὰ τοῦ θέματος τῆς Σάμου.
17Στρατὸς συνάρχοντες ͵δχπʹ, καὶ ἀπὸ τῶν διπλῶν ͵α.
ῥόγα κεντηνάρια βʹ, λίτρα αʹ:ιαʹ.654

655

(1t)

Διὰ τοῦ θέματος τοῦ Αἰγαίου πελάγους.
2Στρατὸς συνάρχοντες ͵γρʹ καὶ ἀπὸ τῶν διπλῶν ͵αʹ. ῥόγα κεντηνάριον αʹ, λίτραι νδʹ:γʹ.
4tΔιὰ τῶν Μαρδαϊτῶν τῆς Δύσεως.
5Στρατὸς συνάρχοντες ͵δπζʹ. ῥόγα κεντηνάρια δʹ, λίτραι ξϛʹ:λβʹ. καὶ ἡ προσθήκη ἀνδρῶν ͵α ἀνὰ:ηʹ, γινόμενον ρ αʹ, λίτραι ιαʹ:ηʹ. ὁμοῦ τὸ πᾶν διὰ τῶν Μαρδαϊτῶν τῆς δύ‐ σεως ῥόγα κεντηνάρια εʹ λίτραι οξʹ:μβʹ. καὶ ὁμοῦ τὸ πᾶν διά τε τοῦ βασιλικοῦ πλοΐμου, τῶν Ῥῶς, τῶν θεματικῶν
10πλοΐμων καὶ τῶν Μαρδαϊτῶν τῆς δύσεως ῥόγα κεντηνάρια κθʹ, λίτραι ιγʹ:ξϛʹ.
12tΔιὰ τῆς ῥόγας τῶν καβαλλαρικῶν.
13Διὰ τῶν σχολαρίων τῶν Θρᾳκησιάνων καὶ Μακεδόνων ὑπὲρ ἀνδρῶν χιλίων λζʹ. ῥόγα κεντηνάριον αʹ, λίτραι μαʹ:κδʹ.
15διὰ τοῦ θέματος τῶν Θρᾳκησίων ὑπὲρ ἀνδρῶν ͵γ ἀνὰ νο‐ μισμάτων βʹ ῥόγα ρ, λίτραι πʹ:κδʹ. διὰ τοῦ θέματος Σεβα‐ στείας ὑπὲρ ἀνδρῶν ͵α ῥόγα ρ αʹ, λίτραι ιγʹ:κδʹ. διὰ τῶν
Ἀρμενίων τῶν Πλατανιτῶν ὑπὲρ ἀνδρῶν φʹ ἀνὰ νομισμάτων655

656

ϛʹ ῥόγα κεντηνάριον, λίτραι μαʹ:μηʹ. διὰ τῶν Ἀρμενίων Πρίνης ὑπὲρ ἀνδρῶν υʹ ἀνὰ νομισμάτων εʹ ῥόγα κεντηνάρι‐ ον, λίτραι κζʹ:νϛʹ. ὁμοῦ καβαλλάριοι ͵βλζʹ. ῥόγα κεντηνά‐ ρια βʹ, λίτραι νδʹ:ληʹ. καὶ οἱ κατὰ προσθήκην ἄνδρες τρισ‐
5χίλιοι ἐννεακόσιοι ῥόγα ρ αʹ, λίτραι νβʹ:νϛʹ. καὶ ὁμοῦ διὰ τοῦ καβαλλαρικοῦ ῥόγα κεντηνάρια δʹ, λίτραι ζʹ:κβʹ.
7tΔιὰ τοῦ προχρέου.
8Διὰ τῶν πλοΐμων τῶν γʹ θεμάτων τῶν τε Κιβυῤῥαιω‐ τῶν τῆς Σάμου καὶ τοῦ Αἰγαίου πελάγους ὑπὲρ ἀνδρῶν ͵γ
10ἀνὰ:βʹ λίτραι πγʹ:κδʹ. διὰ τῶν Μαρδαϊτῶν τῆς δύσεως τουρμαρχῶν γʹ ἀνὰ:λϛʹ, δρουγγαρίων μβʹ ἀνὰ:ιβʹ, κομήτων μβʹ ἀνὰ:ϛʹ, στρατιωτῶν ͵ε ἀνὰ:δʹ, γινόμενα ἀμφότερα κεντη‐ νάρια βʹ, λίτραι ϙθʹ:νϛʹ. διὰ τῶν Ἀρμενίων θεμάτων Σεβα‐ στείας τουρμαρχῶν εʹ ἀνὰ:ιβʹ, δρουγγαρίων ιʹ ἀνὰ:ϛʹ, κομή‐
15των ηʹ ἀνὰ:εʹ, στρατιωτῶν ἐννεακοσίων ἑξήκοντα πέντε ἀνὰ: δʹ, γινόμενα ἀμφότερα λίτραι νεʹ:ζʹ. διὰ τῶν Ἀρμενίων Πρίνης ἄνδρες φʹ ἀνὰ:βʹ, γινόμενα λίτραι ιγʹ:ξδʹ. καὶ ὁμοῦ
διὰ τοῦ ἀμφοτέρου προχρέου ρρ δʹ, λίτραι νβʹ:ξʹ. ἰστέον,656

657

ὅτι ἐδέξατο ὁ στρατηγὸς τῶν Κιβυῤῥαιωτῶν καὶ ὁ κατεπάνω τῶν Μαρδαϊτῶν Ἀτταλίας, ἵνα ὁ μὲν στρατηγὸς εὐτρεπίσῃ χελάνδια δύο ἀπὸ τῶν οὐσιῶν τῶν τουρμαρχῶν, ὁ δὲ κατε‐ πάνω τῶν Μαρδαϊτῶν εὐτρεπίσῃ γαλαίας, καὶ διὰ Μαρτίου
5μηνὸς ἀποστείλωσι αὐτὰ εἰς Συρίαν, ἵνα περὶ πάντων τῶν ἐκεῖσε μελετωμένων καὶ πραττομένων ἐνέγκωσιν ἀπόκρι‐ σιν καὶ ἀληθὲς μανδάτον. ἰστέον, ὅτι ἐδέξατο ὁ πρωτο‐ σπαθάριος Λέων καὶ ἄρχων Κύπρου, ὁ τοῦ Συμβατίκη, ἀποστεῖλαι ἀκριβεῖς κατασκόπους εἴς τε τὸν κόλπον τῆς Ταρ‐
10σοῦ καὶ εἰς τὰ Στόμια, ἔτι δὲ καὶ πρὸς Τρίπολιν καὶ Λαο‐ δίκειαν, ἵνα ἐκ τῶν ἀμφοτέρων μερῶν ἐνέγκωσι μανδάτα, εἴ τι διὰ μελέτης ἔχουσιν οἱ Σαρακηνοί. ἰστέον, ὅτι ἐδέξατο ὁ στρατηγὸς Θεσσαλονίκης τοῦ καμεῖν σαγίτας χιλιάδας σʹ καὶ μεναύλια χιλιάδας γʹ καὶ σκουτάρια, ὅσα δυνηθῇ. ἰστέον,
15ὅτι ἐδέξατο ὁ κριτὴς Ἑλλάδος καμεῖν μεναύλια ͵α, ἅπερ καὶ ἐτελείωσεν. ἐδέξατο δὲ καμεῖν καὶ ἕτερα καὶ καταγωγιάσαι αὐτὰ ἐν οἷς ἂν δέξηται. ἰστέον, ὅτι ἐδέξατο ὁ ἄρχων Χρή‐ που ἐν τῷ θέματι Ἑλλάδος καμεῖν σαγίτας χιλιάδας σʹ καὶ μεναύλια χιλιάδας γʹ. ὡσαύτως καὶ ὁ στρατηγὸς Νικοπόλε‐
20ως καὶ ὁ Πελοποννήσου. ἰστέον, ὅτι ἐδέξατο ὁ πρωτοσπαθά‐ ριος Θεόδωρος ὁ τοῦ Παγκράτη ἀπελθεῖν εἰς Ἀνατολικοὺς καὶ
καταγράψασθαι τοὺς Πλατινιάτας, καὶ δι’ αὐτῶν καὶ δι’ ἑτέ‐657

658

ρων τῶν ἐκ τοῦ θέματος συστῆσαι ἄνδρας φʹ ἐκλελεγμένους καὶ πρὸς τὸ τοξεύειν ἐπιτηδείους, καὶ ἐὰν ὦσιν ἐξ αὐτῶν τι‐ νες ἐπιτήδειοι καβαλλάριοι, εἴ τε ἐκ τῶν ἀρχόντων, εἴ τε ἐκ τῶν σχολαρίων. εἰ μὲν κατὰ πλήρης ἔχωσιν τὴν ῥόγαν αὐ‐
5τῶν οἱ σχολάριοι, ἵνα ἐξοπλισθῶσιν ἐκ τῶν ἰδίων καβαλλα‐ ρικὴν ἐξόπλισιν· εἰ δὲ ἐλλιπεῖς εἰσιν πρὸς τὴν ῥόγαν, ἵνα λάβωσιν ἀπὸ τῶν μητάτων ἄλογα, ἢ καὶ ἀπὸ ἐκθέσεως μονο‐ προσώπων ἐν τῷ θέματι τῶν Ἀνατολικῶν. περὶ τῶν ὀφει‐ λόντων ἑτοιμασθῆναι εἰς Θρᾳκησίους, ἤγουν τῶν κʹ χιλιάδων
10τοῦ κριθαρίου καὶ περὶ τῶν μʹ χιλιάδων τοῦ τε σίτου καὶ τοῦ παξαματίου καὶ ἀρευρίου καὶ περὶ τοῦ οἴνου τῶν λʹ χιλιά‐ δων καὶ περὶ τῶν σφακτῶν τῶν ιʹ χιλιάδων καὶ περὶ τοῦ ἑτοιμασθῆναι λινάριον λόγῳ τῶν προπύρων καὶ καλαφατήσε‐ ως χιλιάδας ιʹ, ἵνα ἔχῃ εἰς τὰ Φύγελα, καὶ καρφία χιλιάδας
15ϛʹ λόγῳ τῆς ἡλώσεως τῶν δρομόνων. ἐδέξατο περὶ τούτων ὁ πρωτονοτάριος τῶν Θρᾳκησίων. ἐδέξατο καὶ ὁ Λιμνογάλα‐ κτος, ἵνα συνδράμῃ αὐτὸν εἰς τὸν οἶνον. περὶ τοῦ ἑτοιμα‐ σθῆναι καρφίον πενταδακτυλαῖον λόγῳ τῆς στρώσεως τῶν δρο‐ μονίων, εἰς τὰς σκάλας καὶ εἰς τὰς πάθνας χιλιάδας λʹ, καὶ
20κατέλθωσιν εἰς τὰ Φύγελα. ἐδέξατο δὲ περὶ τούτου ὁ στρα‐ τηγὸς τῆς Σάμου τοῦ λαμβάνειν ἔξοδον παρὰ τοῦ πρωτονο‐
ταρίου. περὶ τοῦ ἑτοιμασθῆναι καρφίον ἁρπάγιον κοινοστο‐658

659

μαῖον λόγῳ χελωνῶν καὶ σκαλῶν καὶ λοιπῶν κατέργων χιλι‐ άδας γʹ, καὶ σπιθαμιαῖον χιλιάδας γʹ. ἐδέξατο δὲ περὶ τού‐ του ὁ στρατηγὸς τῆς Σάμου. περὶ τοῦ ἑτοιμασθῆναι καρφίον ἑξαδακτυλαῖον χιλιάδας δʹ καὶ πενταδακτυλαῖον χιλιάδας δʹ
5καὶ τετραδακτυλαῖον δʹ διὰ τὰς γερακαραίας καὶ τοὺς δια‐ πάτους καὶ λοιπὰς χρείας. ἐδέξατο δὲ περὶ τούτου ὁ στρα‐ τηγὸς τῆς Σάμου. περὶ τοῦ δέξασθαί τινα βασιλικὸν τὸν ὄν‐ τα εἰς Ἀνατολικοὺς ἑτοιμάσαι κριθὴν χιλιάδας κʹ καὶ παξα‐ μάτια καὶ σῖτον καὶ ἀρεύριον χιλιάδας ξʹ διὰ τῶν Κιβυῤ‐
10ῥαιωτῶν καὶ τοῦ Ἀνατολικοῦ, καὶ ἵνα καταγωγιασθῶσιν ἀπὸ Ἀνατολικοὺς εἰς Ἀτταλίαν ἀντὶ τοῦ ἀπερχομένου εἰς τὸ Κα‐ λὸν ὄρος. περὶ τοῦ ἀγοράσαι τὸν πρωτονοτάριον τῶν Κιβυῤ‐ ῥαιωτῶν καρφίον μικρὸν λόγῳ τῆς παρηλώσεως τῶν βυρσα‐ ρίων χιλιάδας ξʹ. περὶ τῶν σανδαλίων τῶν καμοθέντων λόγῳ
15τῶν δρομονίων εἰς τὸν τρέχοντα, ἵνα ἀποσταλεῖ τῆς ἑταιρείας μετὰ κελεύσεως πρὸς τὸν κατεπάνω, καὶ δώσει αὐτὸν πρωτο‐ καγκελλάριον καὶ πᾶσαν συνδρομὴν, καὶ κρατήσει τοὺς Κορφι‐ τιάνους Ἡρακλείας, καὶ ἐπάρῃ ναύτας ὑπὲρ ἑκάστου σανδαλίου δʹ. ἀποστείλῃ δὲ αὐτὰ διὰ συντομίας διὰ τοῦ πρωτοκαγκελλαρί‐
20ου. ἵνα δὲ ἔχῃ ἕκαστον σανδάλιον τὸ κατάρτιον αὐτοῦ καὶ τὸ
κερατάριον καὶ ἀνὰ κωπίων δʹ καὶ τὸ παρακώπιον. ἔτι δὲ καὶ659

660

ἁλιάδια ϛʹ ὀκτάκωπα. περὶ τῶν τριβολίων, ἵνα ἐρωτηθῇ ὁ κοι‐ τωνίτης Θεοδώρητος, τιʹ ἐγένοντο· ὁμοίως καὶ περὶ τῶν σακκίων τῶν περσυνῶν καὶ τῶν τζαπίων καὶ τζόκων, κρικελλίων τε καὶ δακτυλίων καὶ ψελλίων καὶ κριῶν, ἵνα ἀποστείλῃ τὸν νοτάριον
5αὐτοῦ μετὰ τὴν καταγραφὴν πάντων πρὸς ἡμᾶς. περὶ τοῦ ὁρι‐ σθῆναι τὸν παραθαλασσίτην, ἵνα ἐξοπλίσῃ ἀπὸ συνδόσεως τῶν αὐτῶν στρατιώτας ͵ασʹ. ἰστέον, ὅτι ἐδέξατο ὅ,τε Κιβυῤ‐ ῥαιώτης καὶ ὁ κατεπάνω τῶν Μαρδαϊτῶν Ἀτταλίας καὶ ὁ Λέων τοῦ Συμβατίκη, ἵνα ἔχωσιν ἀσφάλειαν καὶ ἀκρίβειαν,
10καὶ μὴ παραχωρῶσίν τινα τῶν ἀγνωρίστων πρὸς Συρίαν ἀ‐ πελθεῖν, καὶ δι’ αὐτῶν ἀποκομισθῆναι εἰς Συρίαν τὰ ἀπὸ Ῥωμανίας μανδάτα.
13tΔιὰ τῶν ἐν Λαγοβαρδίᾳ ταξειδευσάντων ἐπὶ τοῦ κυροῦ Ῥωμανοῦ
14tτοῦ βασιλέως εἰς ἰνδ. ηʹ.
15Τὰ κατελθόντα μετὰ τοῦ πρωτοσπαθαρίου Ἐπιφανίου βασιλοπλόϊμα χελάνδια εἰς ἰνδικτίονα ηʹ ιαʹ· τὰ προκατελ‐ θόντα μετὰ τοῦ πατρικίου Κοσμᾶ χελάνδια εἰς ἰνδικτίονα ζʹ ιαʹ· Ῥῶς καράβια ζʹ ἔχοντα ἄνδρας υιεʹ. διὰ τῶν κα‐ βαλλαρικῶν· Θρᾳκησιάνοι καὶ Μακεδόνες ἄρχοντες σβʹ, σχο‐
20λάριοι ϙηʹ, νέοι σχολάριοι χηʹ· διὰ τῶν χαρακιωτῶν τῶν
ἐθνικῶν· τῆς μεγάλης ἑταιρείας ἄνδρες λαʹ· τῆς μέσης ἑται‐660

661

ρείας ἄνδρες μϛʹ. Φαργάνοι ἄνδρες μεʹ· Χάζαροι μζʹ· ἀπὸ τῶν βασιλικῶν ἄνδρες οαʹ· ἀπὸ τοῦ ἀριθμοῦ τῶν ἐν τῇ πό‐ λει ἄνδρες λεʹ· ἀπὸ τῶν νέων αἰχμαλώτων οθʹ· Μουσου‐ λινοὶ ἄνδρες ιαʹ· Πανορμῖται ἄνδρες ιηʹ· Τοῦρκοι ἄνδρες
5πδʹ· Ἀρμένιοι οἱ ἀπὸ βουλῆς ἐξελθόντες σὺν τῶν μαγγανα‐ ρίων ἄνδρες λϛʹ· ὁμοῦ καβαλλάριοι ἄνδρες ͵αυνγʹ.
7tΤὰ ἀποσταλέντα τὸν ῥῆγα Ἰτταλίας ἐπὶ Ῥωμανοῦ δεσπότου, εἰ
8tἄρα ἐξέλθῃ καὶ καταπολεμήσῃ τοὺς ἀνταρτὰς πρίγκιπας, τόν τε
9tΛανδούφον καὶ Ἀτενούλφον, τὸν ἀδελφὸν αὐτοῦ, καὶ Γοήμαριν
10tκαὶ Γοηφέριν, τὸν ἀδελφὸν αὐτοῦ, καὶ πάντας τοὺς ἀποστατήσαν‐
11tτας Λαγοβάρδους ἀπὸ τοῦ θέματος Λαγοβαρδίας, καὶ παραδώσῃ τὰ
12tκάστρα τῷ στρατηγῷ Λαγοβαρδίας.
13Λογάριον κεντηνάριον αʹ. ἐσωφόρια ιʹ. ποτήριον ὀνυχί‐ του αʹ. ὑέλια κλεοπτ. ιζʹ. θυμίαμα θυλάκια λʹ. ἀλειπτὰ φʹ.
15τοὺς ζʹ κόμητας τοῦ αὐτοῦ ῥηγὸς ἀνὰ ἐσωφορίων βʹ. τοῖς ϛʹ ἐπισκόποις τοῦ αὐτοῦ ῥηγὸς σκαραμάγγια δίκτρινα ϛʹ. λόγῳ τοῦ κόμητος καὶ μαρκησίου τοῦ αὐτοῦ ῥηγὸς τοῦ πλησιάζον‐ τος τὸ θέμα Λαγοβαρδίας σκαραμάγγια εʹ, δικίτρινον αʹ, διρόδινον αʹ, διβένετον αʹ, δίασπρον αʹ· ὁμοῦ σκαραμάγγια
20θʹ. ἐσωφόρια δʹ, ἐσωφόρια λεπτόζηλα γʹ· ὁμοῦ ζʹ. ἔργα
ἀργυρᾶ διάχρυσα γʹ. εἰ δὲ καὶ αὐτὸς ὁ ῥὴξ οὐ παραγένη‐661

662

ται, ἀποστείλῃ δὲ λαὸν, καὶ καταπολεμήσωσι καὶ ἀφανί‐ σωσι τοὺς ἀποστάτας καὶ παραδώσωσι τὰ κάστρα τῷ στρα‐ τηγῷ Λαγοβαρδίας, ὡσαύτως δι’ αὐτῶν ἀποστείλῃ τὰ προῤῥη‐ θέντα πάντα πρὸς τὸν ῥῆγα. ἐδόθησαν τῷ πρωτοσπαθαρίῳ
5Ἐπιφανίῳ λόγῳ ἐξόδου τοῦ αὐτοῦ ταξειδίου τῆς Λαγοβαρδίας σκαραμάγγια διαφόρων χροιῶν καὶ ἐξεμπλίων ϛʹ, ἐσωφόρια ὀκτάλια λʹ, λωρωτὰ κʹ, ἀληθινὰ κʹ. ἐξ αὐτῶν ἐξωδίασεν ὁ πρωτοσπαθάριος Ἐπιφάνιος σκαραμάγγια βʹ, ἐσωφόρια ὀκτά‐ λια ιζʹ, λωρωτὰ ιβʹ, ἀληθινὰ ιδʹ. μετὰ δὲ τὸ ἀναδραμεῖν
10αὐτὸν εἰσεκόμισεν τὰ περισσεύσαντα σκαραμάγγια δʹ, ἐσωφό‐ ρια ὀκτάλια ιγʹ, λωρωτὰ ηʹ, ἀληθινὰ ϛʹ. ἰστέον, ὅτι τὰ θεμα‐ τικὰ πλόϊμα ἐν τῇ κατὰ Κρήτης ἀφίξει ἐρογεύθησαν οὕτως· οἱ τουρμάρχαι ἀνὰ:λʹ, οἱ κόμητες τῆς κόρτης ἀνὰ:κʹ, οἱ χαρτουλάριοι τῶν θεμάτων ἀνὰ:κʹ, οἱ δομέστικοι τῶν θεμά‐
15των ἀνὰ:κʹ, οἱ δρουγγάριοι ἀνὰ:κʹ, οἱ κόμητες ἀνὰ:ϛʹ, οἱ στρατιῶται ἀνὰ:γʹ, οἱ ναύκληροι τῶν γαλεῶν ἀνὰ:δʹ, ὁ λαὸς τῶν γαλεῶν, ἤτοι οἱ Μαρδαΐται, ἀνὰ:γʹ. ἰστέον, ὅτι οἱ τοῦ θέματος τοῦ Χαρπεζικίου ἐρογεύθησαν οὕτως. οἱ μεγάλοι τουρμάρχαι, ὁ μεριάρχης, ὁ κόμης τῆς κόρτης καὶ ὁ
20δομέστικος τοῦ θέματος ἀνὰ:εʹ, οἱ ἐλαττότεροι τουρμάρχαι ἀνὰ νομισμάτων δʹ, οἱ δρουγγάριοι ἀνὰ:γʹ, οἱ στρατιῶται ἀ‐ νὰ:βʹ. ἰστέον, ὅτι οἱ Σθλαβησιάνοι οἱ καθισθέντες εἰς τὸ
ὀψίκιον ἐρογεύθησαν οὕτως· αἱ τρεῖς αὐτῶν κεφαλαὶ ἀνὰ:662

663

εʹ, καὶ οἱ λοιποὶ ἀνὰ νομισμάτων γʹ. οἱ ἀπὸ τοῦ θέματος τῶν Θρᾳκησίων ἐν τῇ Κρήτῃ περάσαντες, ὁ στρατηγὸς, ὁ τουρμάρχης τῶν Θεοδοσιακῶν, οἱ τουρμάρχαι τῶν βικτόρων, οἱ τουρμάρχαι τῆς παραλίου, ὁ μεριάρχης, ὁ χαρτουλάριος
5τοῦ θέματος, ὁ κόμης τῆς κόρτης, ὁ δομέστικος τοῦ θέματος, δρουγγαροκόμητες ξδʹ, ἔχοντες οἱ αὐτοὶ δρουγγαροκόμητες οἱ μὲν ἀνὰ στρατιωτῶν δύο, οἱ δὲ ἀνὰ στρατιωτῶν γʹ, ὡς εἶναι τὸ πᾶν στρατιώτας ρνʹ. ἀπὸ τῆς προελεύσεως τοῦ στρατη‐ γοῦ ὁ πρωτομανδάτωρ, ὁ πρωτοκαγκελλάριος, ὁ πρωτοβαν‐
10δοφόρος, πρωτοδομέστικοι ϛʹ, πρωτοκένταρχοι ϛʹ, προελευσι‐ μαῖοι πεζοὶ ρʹ. ἀπὸ τῶν Ἀρμενίων τῶν φυλασσόντων τὴν παραλίαν τοῦ θέματος. ὡς γὰρ ἀνήγαγεν ὁ στρατηγὸς, εἶχεν ἕως τῶν χʹ ἐξωπλισμένους πρὸς τὸ περάσαι ἐν Κρήτῃ· διὰ δὲ τὴν ὀλιγότητα τῶν καματέρων καραβίων οὐ συνεχωρήθη‐
15σαν περάσαι, εἰ μὴ οἱ νʹ. ἀπὸ τοῦ βάνδου τῆς τούρμας τῶν Θεοδοσιακῶν κόμης αʹ, προαγέται δʹ, ὁ πρωτομανδάτωρ τοῦ τουρμάρχου αʹ, ὁ δομέστικος τοῦ τουρμάρχου αʹ· ὁμοῦ ζʹ· ἀπὸ τοῦ βάνδου τοῦ μεράρχου ὁμοίως ζʹ. ὅτι στρατιώτας οὐ προσέταξεν ὁ δρουγγάριος τοῦ πλοΐμου περάσαι ἐν Κρήτῃ,
20εἰ μὴ ἄρχοντας καὶ προαγέτας. ὅτι ὁ τουρμάρχης τῶν βι‐ κτόρων διὰ τὸ ἀσθενεῖν αὐτὸν κατελείφθη παρὰ τοῦ δρουγγα‐
ρίου τοῦ πλοΐμου εἰς φύλαξιν τῆς παραλίου τοῦ θέματος.663

664

ἐκράτησεν δὲ ὁ αὐτὸς τουρμάρχης καὶ τοὺς προαγέτας αὐτοῦ.
3tΚΕΦ. μεʹ.
4tἩ κατὰ τῆς νήσου Κρήτης γενομένη ἐκστρατεία καὶ ἐξόπλισις τῶν
5tτε πλοΐμων καὶ καβαλλαρικῶν ἐπὶ Κωνσταντίνου καὶ Ῥωμανοῦ τῶν
6tΠορφυρογεννήτων ἐν Χριστῷ πιστῶν βασιλέων εἰς ἰνδικτίονα ζʹ.
7Τὸ βασιλικὸν πλόϊμον οὐσίαι ρνʹ, ἐξ ὧν πάμφυλοι ϛʹ καὶ οἱ ἀρτίως κατασκευασθέντες βʹ. οὐσιακὰ χελάνδια ρʹ. ἐξ αὐτῶν τῶν Ῥουσίων ἔν τε Δυῤῥαχίῳ καὶ ἐν Δαλματίᾳ
10οὐσίαι ϛʹ, ἐν Καλαβρίᾳ οὐσίαι γʹ, μετὰ τοῦ ὀστιαρίου Στε‐ φάνου καὶ νιψιστιαρίου εἰς τὴν Ἰσπανίαν δουλία οὐσίαι γʹ. εἰς φύλαξιν τῆς θεοφυλάκτου πόλεως πάμφυλος αʹ καὶ οὐ‐ σίαι κδʹ. τὰ μέλλοντα ταξειδεῦσαι ἐν Κρήτῃ πάμφυλοι ζʹ, οὐσιακὰ χελάνδια λγʹ, ὁμοῦ χελάνδια μʹ. δρόμονες κʹ ἀνὰ
15οὐσιῶν βʹ. οὐσίαι μʹ. οἱ Ῥῶς ἄνδρες φπδʹ καὶ παιδία τὰ ποιοῦντα ταξειδεῦσαι ἄνδρες μεʹ, ὁμοῦ Ῥῶς χκθʹ. οἱ Τουλ‐ μάτζοι ἄνδρες τξηʹ, οἱ αἰχμάλωτοι ἄνδρες ͵ψ. ἐάθησαν εἰς φύλαξιν τῆς πόλεως οἱ στρατηγοὶ τοῦ Αἰγαίου πελάγους με‐
τὰ χελανδίων παμφύλων ϛʹ ἀνὰ ἀνδρῶν ρκʹ καὶ χελανδίων664

665

οὐσιακῶν δʹ ἀνὰ ἀνδρῶν ρηʹ. κατελείφθη δὲ καὶ μία οὐσία εἰς τὸ κόψαι τὴν τῆς ὀγδόης ἰνδικτίονος ξυλήν. ὁ στρατηγὸς τῆς Σάμου μετὰ χελανδίων παμφύλων ϛʹ ἀνὰ ἀνδρῶν ρνʹ καὶ χελανδίων οὐσιακῶν ϛʹ ἀνὰ ἀνδρῶν ρηʹ. ἀπεστάλησαν δὲ με‐
5τὰ τοῦ πρωτοσπαθαρίου Ἰωάννου καὶ ἀσηκρήτης ἐν Ἀφρικῇ χελάνδια γʹ καὶ δρόμονες δʹ ἀνὰ ἀνδρῶν σκʹ. ὁ στρατηγὸς τῶν Κιβυῤῥαιωτῶν μετὰ χελανδίων παμφύλων ϛʹ ἀνὰ ἀν‐ δρῶν ρνʹ καὶ χελανδίων οὐσιακῶν ϛʹ ἀνὰν ἀνδρῶν ριʹ. κατε‐ λείφθη δὲ καὶ εἰς φύλαξιν τοῦ θέματος πάμφυλοι βʹ, οὐσια‐
10κὰ δʹ. κατελείφθη δὲ καὶ εἰς τὸ κόψαι τὴν τῆς ὀγδόης ἰν‐ δικτίονος ξυλὴν οὐσίαι βʹ. κατελείφθη δὲ καὶ εἰς φύλαξιν τοῦ κυροῦ Στεφάνου τοῦ γυναικαδελφοῦ τοῦ βασιλέως ἐν Ῥόδῳ οὐσία αʹ καὶ δρομόνων δʹ ἀνὰ ἀνδρῶν σκʹ. γαλέαι τῆς Ἀτταλίας ιεʹ. ἐξ αὐτῶν κατελείφθη εἰς φύλαξιν τοῦ θέ‐
15ματος γαλέαι ϛʹ. γαλαίαι τῆς Ἀντιοχείας βʹ. κατελείφθησαν καὶ αὗται εἰς φύλαξιν τοῦ αὐτοῦ θέματος. γαλέαι τῆς Καρ‐ πάθου. κατελείφθησαν εἰς φύλαξιν τῆς νήσου Καρπάθου γαλέα αʹ. ἀπὸ τοῦ θέματος Πελοποννήσου ὁ τουρμάρχης τῆς παραλίου μετὰ χελανδίων δʹ. ἀπὸ τῶν Μαρδαϊτῶν τῶν τῆς
20Δύσεως θεμάτων, Νικοπόλεως, Πελοποννήσου, Κεφαληνίας
ἄνδρες ͵γ.665

666

(1t)

Διὰ τοῦ καβαλλαρικοῦ.
2Ἀπὸ τοῦ θέματος Θρᾴκης ὁ τοποτηρητὴς, καὶ ἀπὸ τῶν δʹ ταγμάτων ἄρχοντες, ἄνδρες ρλθʹ, σχολάριοι τῶν δʹ ταγμά‐ των, ἄνδρες τνδʹ. ὁμοῦ ἄρχοντες καὶ σχολάριοι τῶν δʹ τα‐
5γμάτων, ἄνδρες υϙγʹ. ἀπὸ τοῦ θέματος Μακεδονίας ὁ το‐ ποτηρητὴς καὶ ἀπὸ τῶν δʹ ταγμάτων ἄρχοντες, ἄνδρες πγʹ. σχολάριοι τῶν δʹ ταγμάτων ἄνδρες, σϙγʹ· ὁμοῦ ἄρχον‐ τες καὶ σχολάριοι τῶν τεσσάρων ταγμάτων, ἄνδρες ωξθʹ, ἀ‐ πὸ τῶν περατικῶν ταγμάτων ὁ ἐξσκουβίτωρ μετὰ τοῦ τοπο‐
10τηρητοῦ αὐτοῦ καὶ παντὸς τοῦ τάγματος αὐτοῦ, ἀρχόντων καὶ σχολαρίων, ὁμοῦ ἀνδρῶν ψʹ. ὁ ἰκανάτος μετὰ τοῦ τοπο‐ τηρητοῦ αὐτοῦ καὶ παντὸς τοῦ τάγματος αὐτοῦ, ἀρχόντων καὶ σχολαρίων, ὁμοῦ ἀνδρῶν υνϛʹ. ἀπὸ τῶν Ἀρμενίων τῶν. ἀρτίως καταταγέντων ῥογεύεσθαι εἰς τὰ τῆς Ἀνατολῆς τάγμα‐
15τα, ἀνδρῶν ͵α. ἀπὸ τῶν Σθλαβησιάνων τῶν καθημένων εἰς τὸ ὀψίκιον ἀνδρῶν σκʹ. ὁ στρατηγὸς τῶν Θρᾳκησίων μετὰ τῶν τριῶν αὐτοῦ τουρμαρχῶν καὶ τῶν λοιπῶν θεματικῶν ἀρχόντων αὐτοῦ καὶ πάντων τῶν προαγετῶν καὶ πάσης αὐ‐ τοῦ τῆς προελεύσεως καὶ στρατιωτῶν, ὧν εἶχον οἱ δρουγγά‐
20ριοι καὶ κόμητες εἰς δουλείαν αὐτῶν, ἀνδρῶν ρνʹ. ὡς ἑτέ‐ ρων ωʹ στρατιωτῶν ἀπαιτηθέντων λογάριον ἀνὰ:δʹ. λίτραι
μαʹ:λβʹ. καὶ ἐξ αὐτῶν ἐρογεύθη τὸ θέμα τοῦ Χαρπεζικίου666

667

λίτρας κδʹ:νϛʹ. ζήτει εἰς τοὺς ἄρχοντας λεπτομερέστερον τοῦ περάσαντος λαοῦ ἐν τῇ νήσῳ Κρήτῃ ἀπὸ τοῦ θέματος τῶν Θρᾳκησίων. ἀπὸ τῶν Ἀρμενίων τοῦ αὐτοῦ θέματος, τῶν Θρᾳκησίων τῶν φυλασσόντων τὴν παραλίαν τοῦ Θρᾳκή‐
5ση ἄνδρες χʹ. διὰ δὲ τὴν ὀλιγότητα τῶν καματέρων καραβίων οὐ συνεχωρήθησαν περάσαι εἰ μὴ ἄνδρες νʹ. ὁ στρατηγὸς τοῦ Χαρπεζικίου μετὰ παντὸς τοῦ θέματος αὐτοῦ, ἤγουν με‐ τὰ τουρμαρχῶν προκριτωτέρων καὶ τοῦ κόμητος τῆς κόρτης, τοῦ δομεστίκου τοῦ θέματος, ἀνδρῶν κεʹ, καὶ μικρῶν τουρ‐
10μαρχῶν, ἀνδρῶν μζʹ, καὶ δρουγγαρίων, ἀνδρῶν σεʹ, καὶ στρατιωτῶν, ἀνδρῶν υκηʹ. ὁμοῦ ἄνδρες ψεʹ.
12tΔιὰ τῆς ῥόγας τῶν προειρημένων πάντων πλοΐμων, πεζῶν καὶ κα‐
13tβαλλαρίων.
14Διὰ τῶν τεσσάρων θεμάτων τοῦ βασιλικοῦ πλοΐμου, διὰ
15τῶν ἀρχόντων καὶ στρατιωτῶν σὺν βασιλικῶν μανδατόρων καὶ ἰατρῶν καὶ τῶν αἰχμαλώτων, ἀρχόντων καὶ στρατιωτῶν, Τουλματζίων καὶ τῶν Ῥῶς καὶ τῶν ἐκκλησιῶν καὶ τῶν μαγ‐ γαναρίων, ῥόγα χάραγμα λίτραι ͵αχϙαʹ:νγʹ. καὶ διὰ μιλια‐ ρησίων λίτραι ογʹ:κβʹϟδʹ, γινόμενα χρυσοῦ λίτραι, μιλια‐
20ρήσια, κεντηνάρια ιζʹ, λίτραι ξεʹ:μβϟδʹ. ἡ ἀποσταλεῖσα ῥό‐667

668

γα εἰς τὸ Δυῤῥάχιον λόγῳ τῶν ζʹ χελανδίων τῶν ὄντων ἐ‐ κεῖσε καὶ αἰχμαλώτων Τουλματζίων ὑπὲρ ἀνδρῶν ψϙγʹ χρυσοῦ λίτραι μιλ. λίτραι ριϛʹ:ιζʹ. διὰ τοῦ θέματος τοῦ Αἰγαίου πελάγους, διά τε τῶν θεματικῶν ἀρχόντων καὶ τοῦ στρατη‐
5γοῦ ῥόγα χρυσοῦ λίτραι ξθʹ:κδʹ. ζήτει εἰς τοὺς ἄρχοντας τοῦ τετραδίου λεπτομερέστερον τὴν ῥόγαν τῶν γʹ πλοϊμοθε‐ μάτων. διὰ τοῦ θέματος τῆς Σάμου, διά τε τῶν θεματικῶν ἀρχόντων τοῦ στρατοῦ ῥόγα χρυσοῦ λίτραι ρλδʹ:κʹ. διὰ τοῦ θέματος τῶν Κιβυῤῥαιωτῶν, διὰ τῶν θεματικῶν ἀρχόντων
10καὶ τοῦ στρατοῦ σὺν Μαρδαϊτῶν τοῦ αὐτοῦ θέματος ῥόγα χρυσοῦ λίτραι ροζʹ„δʹ. διὰ τοῦ προχρέου τῶν Μαρδαϊτῶν τῶν τῆς δύσεως θεμάτων ὑπὲρ ἀνδρῶν ͵γ ἀνὰ„δʹ χρυσοῦ λίτραι ρξϛʹ„μηʹ. ἐξ αὐτῶν ἐδόθη τῷ πατρικίῳ Κρινίτῳ πα‐ ρὰ τοῦ πατρικίου Μιχαὴλ τοῦ Οὐρανοῦ λίτραι λϛʹ. καὶ τὰ
15δοθέντα ἀπὸ τοῦ κοιτῶνος εἰς ἀναπλήρωσιν τοῦ ποσοῦ τῶν ρξϛʹ λιτρῶν καὶ „μϛʹ λίτραι ρλʹ..μηʹ, καὶ ὁμοῦ τὸ πᾶν λίτραι ρξϛʹ„μηʹ. καὶ ὀφείλουσιν λαμβάνειν οἱ αὐτοὶ Μαρδαΐται καθ’ ἕκαστον μῆνα αἱ τρεῖς χιλιάδες ἀνὰ νομίσματος αʹ, γινόμενα διὰ τῶν δʹ μηνῶν ἑτέραι λίτραι ρξϛʹ„μηʹ. διὰ τῶν δʹ τα‐
20γμάτων Θρᾴκης διά τε ῥόγας φιλοτιμίας τοῦ φοσσάτου ἀντὶ
τῶν ἱματίων χρυσοῦ λίτραι ροαʹ„κθʹ, σκαραμάγγια θʹ. διὰ668

669

τῶν δʹ ταγμάτων Μακεδονίας διά τε ῥόγας φιλοτιμίας τοῦ φοσσάτου ἀντὶ τῶν ἱματίων χρυσοῦ λίτραι ρλʹ„ξηʹ, σκαραμάγγια κʹ. διὰ τῶν περατικῶν δύο ταγμάτων τοῦ τε ἐξκουβίτου καὶ τῶν ἱκανάτων, διά τε ῥόγας φιλοτιμίας τοῦ φοσσάτου ἀντὶ ἱματί‐
5ων χʹ κεντηνάρια δʹ, λίτραι πʹ, σκαραμάγγια ριβʹ. διὰ τοῦ θέμα‐ τος τοῦ Χαρπεζικίου τουρμάρχαι προκριτώτεροι κβʹ, ὁ με‐ ράρχης τοῦ θέματος, ὁ κόμης τῆς κόρτης, ὁ δομέστικος τοῦ θέματος ἀνὰ„εʹ, τουρμάρχαι ἐλαττότεροι μζʹ ἀνὰ„δʹ, δρουγγάριοι σεʹ ἀνὰ„γʹ, στρατιῶται υκηʹ ἀνὰ„βʹ. ῥόγα
10χρυσοῦ λίτραι κδʹ„νϛʹ. διὰ τῶν Σθλαβησιάνων τῶν καθημέ‐ νων εἰς τὸ ὀψίκιον, ἄνδρες ρκζʹ, κεφαλαὶ τρεῖς ἀνὰ„εʹ, καὶ οἱ λοιποὶ ρκδʹ ἀνὰ„γʹ, ῥόγα λίτραι εʹ„κζʹ. ἰστέον, ὅτι διὰ τὸ μὴ ῥογευθῆναι τὸ θέμα τῶν Θρᾳκησίων, ἀλλὰ ἀρόγευτον περάσαι ἐν Κρήτῃ, διὰ τοῦτο οὐδὲ ἐνταῦθα ἐτέθη.
15tἜστιν ἡ ἐξόπλισις δρόμονος αʹ.
16Κλιβάνια οʹ. λωρίκια ψιλὰ λόγῳ τῶν πρωτοκαράβων καὶ σιφωναρίων καὶ προρέων ιβʹ. ἕτερα λωρίκια κοινὰ ιʹ. κα‐ σίδια πʹ. αὐτοπρόσωπα ιʹ. χειρόψελλα ζυγαὶ ηʹ. σπαθία ρʹ. σκουτάρια ῥαπτὰ οʹ. σκουτάρια Λυδιάτικα λʹ. κοντάρια με‐
20τὰ τριβελλίων πʹ. λογχοδρέπανα κʹ. μεναύλια ρʹ. ῥικτάρια ρʹ.
τοξαρέας Ῥωμαίας σὺν κόρδων διπλῶν νʹ. ναύκλας μετὰ χει‐669

670

ροτοξοβολίστρων καὶ κόρδων μεταξοτῶν κʹ. σαγίτας χιλιά‐ δας ιʹ. μῦας σʹ. τριβόλια χιλιάδας ιʹ. ἀγρίφους μετὰ ἀλυ‐ σιδίων δʹ. ἐπιλώρικα νʹ. καμελαύκια νʹ. ὁ δρόμων ὀφείλει ἔχειν ἄνδρας τʹ, οἱ μὲν σλʹ πλόϊμοι κωπηλάται ἤτοι καὶ πο‐
5λεμισταὶ, καὶ οἱ ἕτεροι οʹ ἄνδρες πολεμισταὶ ἀπὸ τῶν κα‐ βαλλαρικῶν θεμάτων καὶ ἀπὸ τῶν ἐθνικῶν. διὰ τῶν ἓξ παμ‐ φύλων δόρκας ὅσας ὁδηγήσει ὁ Θεὸς τὸν βασιλέα τὸν ἅ‐ γιον. κλιβάνια ἀνὰ ξʹ, κασίδια ἀνὰ ξʹ, λωρίκια ἀνὰ ιʹ. διὰ τῶν οὐσιακῶν χελανδίων κλιβάνια ἀνὰ ιʹ, κασίδια ἀνὰ ιʹ, λωρίκια
10ψιλὰ βʹ, καὶ κοινὰ ηʹ. διὰ τῆς ἐξοπλίσεως καστρομαχίας ξυλό‐ πυργος, χελῶναι, τοξοβολίστραι μεγάλαι μετὰ τροχιλίων καὶ κόρδων μεταξοτῶν, τετραρέαι, λαβδαρέαι, μαγγανικὰ, καὶ ἡ τούτων ἐξόπλισις. εἰς μὲν τὰς χελώνας κριοὶ, εἰς δὲ τὰ διάφορα μαγγανικὰ κρικελοπάγουροι, ψελλία καὶ δάκτυλοι,
15σφενδόναι σιδηραῖ πετζέϊναι, πέταλα πορτῶν λόγῳ ἐνδύσεως τῶν διαφόρων τροχιλίων, σείστας, τζόκους, ἀξινορύγια, βα‐ ρέας, βυρσάρια, κέντουκλα, σκαφίδια, καλδάρια, καπούλια,
πτυάρια, σχοινία διάφορα, καρφία, ἀρμελαύσια. διὰ τῆς670

671

ἐξοπλίσεως τῶν μαγγανικῶν ἐξόπλισις τετραρέων δʹ, λαβδα‐ ρέων δʹ, εἰλακτιῶν δʹ, ἤγουν κρικέλλους ἀνὰ δύο, παγούρους αʹ, σφενδόνας σιδηρᾶς ιβʹ, πέταλα πορτῶν εἰς τὰ τροχίλια σʹ, σείστας ρʹ, ἀξινορύγια σʹ, πελέκια ρʹ, τζικούρια τʹ, κριοὺς
5εἰς τὰς χελώνας ιʹ, βαρέας μεγάλας κʹ, βαρέας μικρὰς λʹ.
6tΔιὰ τῶν ὀφειλόντων φροντισθῆναι ἀπὸ τοῦ σεκρέτου τοῦ εἰδικοῦ
7tεἰς ἐξόπλισιν τῶν κʹ δρομονίων.
8Μολίβιον λόγῳ τῶν καλυμβομάτων ἀνὰ χαρτῶν εʹ. ὁμοῦ χάρται ρʹ, στι λίτραι γ. βυρσάρια λόγῳ τῶν αὐτῶν καλυβο‐
10μάτων κʹ. πέταλα μεγάλα πορτῶν τʹ. τριβόλια χιλιάδες φʹ. πελέκια σʹ. τζικούρια φʹ. κέντουκλα κατὰ περίσσειαν σʹ. ἀρμε‐ νόπουλα κατὰ περίσσειαν ρʹ. χάλκωμα ἀργὸν λίτραι σʹ. κασίτε‐ ρον λίτραι σʹ. μολίβιον ἀργὸν λίτραι σʹ. κηρίον λίτραι ρʹ. σκαφίδια σʹ. καλδάρια σʹ. καπούλια χιλιάδας βʹ. πτυάρια
15χιλιάδα αʹ. κόρδας μεταξωτὰς παχέας σπαρτίνας εʹ. καὶ εἰς τὰς μικρὰς τοξοβολίστρας σπαρτίνας εʹ. βυρσάρια λόγῳ τῶν χελανδίων ρʹ. κάδους ρʹ. ἀτέγια κιλικέϊνα κατὰ δρομόνιον ιʹ, ὁμοῦ σʹ. σφενδόναι πετζέϊναι κδʹ. ἰστέον, ὅτι ἡ ἔξοδος τῶν
ἀρμένων καὶ τῶν διφθερίων ὀφείλει ἐξέρχεσθαι ἀπὸ τὸ εἰδικόν.671

672

(1t)

Διὰ τῶν ὀφειλόντων φροντισθῆναι ἀπὸ τοῦ σεκρέτου τοῦ βασιλι‐
2tκοῦ βεστιαρίου εἰς ἐξόπλισιν τῶν κʹ δρομονίων.
3Σιφώνια ἀνὰ γʹ, ὁμοῦ ξʹ, καὶ κατὰ περίσσειαν γονάτια ἀκόντια μετὰ βουκολίων μʹ. ἄρμενα κʹ. διφθέρια ξʹ. παρα‐
5πελέκια κʹ. καστελόματα κατὰ τύπον. μανικέλια ἀνὰ νʹ, ὁμοῦ ͵α σὺν τῶν γονατίων αὐτῶν. κωπία ἀνὰ ρκʹ, ὁμοῦ ͵βυʹ. χαλκίσια κʹ μετὰ καὶ τὰ λοιπὰ μάγγανα. ψελλία κʹ. μαξιλά‐ ρια μʹ. περόνια κʹ. καταπρόσωπα σὺν τῶν κατακοράκων αὐ‐ τῶν. σίδηρα βολιστικὰ ρκʹ. σιδηροβόλια ρκʹ. ἀναγοκατά‐
10γοντα σὺν τῶν ἱμανταρίων αὐτῶν κʹ. περιπετόμενα ἀνὰ κδʹ, ὁμοῦ υπʹ. φιλουρέαι ἀνὰ ιβʹ, ὁμοῦ σμʹ. σείστας σʹ. τζό‐ κους υʹ. ἀξινορύγια υʹ. περόνας κατὰ περίσσειαν σʹ. καρφίον ἁρπάγιον χιλιάδας γʹ. γυλαρικὸν καρφίον ͵γ. τετραδακτυλιαῖ‐ ον καρφίον ͵ϛ, καὶ τῆς παρηλώσεως χιλιάδες ιβʹ. σίδηρον
15ἀργὸν λίτραι ͵γ. κατζία πʹ.
16tὙπὲρ ἐξοπλίσεως τετραραίων δʹ, λαβδαρέων δʹ, μαγγανικῶν δʹ.
17Κρικέλλια λʹ. πάγουροι ιεʹ. ψελλία λʹ, καὶ λόγῳ τῶν672

673

μεγάλων τοξοβολίστρων, κριοὶ εἰς τὰς χελώνας ιεʹ. δακτύλι‐ οι ιεʹ. βαρέας μεγάλας κʹ, καὶ μικροτέρας λʹ, καὶ λόγῳ τῶν μεγάλων τοξοβολίστρων σίδηρα κατὰ τύπον. πίσσα λίτραι χιλιάδες ιʹ. ὑγροπίσσιον μαγαρικὰ στρογγύλα τʹ. κεδρέα μα‐
5γαρικὰ νʹ. λινάριον λίτραι χιλιάδες ηʹ. κανάβιον χιλιάδες βʹ. σανδάλους κʹ. σφενδόναι σιδηραῖ ιβʹ. σιδηροβολιστικὰ κατὰ περίσσειαν νʹ. σιδηρόβολα νʹ. φιλουρέαι ρʹ. περιπετόμενα ρʹ. σπαρτίνας ρʹ. λεπτάρια σʹ. τετράκουλα εἰς τὰ σιφώνια ρʹ. λινάριον εἰς τοὺς σφόγγους υʹ. σκαλοδέματα υʹ. οἱ πεντή‐
10κοντα πάμφυλοι σιφώνια κδʹ. τὰ μʹ οὐσιακὰ σιφώνια πʹ. καρφίον στεγαδερὸν χιλιάδες ϛʹ.
12tΤὰ ἀπὸ τοῦ σεκρέτου τοῦ εἰδικοῦ ἐξοδιασθέντα ὑπὲρ τοῦ ταξειδίου
13tτῆς Κρήτης.
14Ἐπήρθη ἀπὸ τὸν ζυγὸν λόγῳ ἀγορᾶς διαφόρων εἰδῶν
15τοῦ ταξειδίου τῆς Κρήτης σὺν ἐξοπλίσει τῶν θʹ Ῥουσικῶν καραβίων καὶ τῶν βʹ μονερίων τῶν αἰχμαλώτων σὺν τῶν ὁ‐ ρισθέντων ἀπὸ κελεύσεως δοθῆναι τὰ κατὰ περίσσειαν δια‐ φόρων εἰδῶν εἰς τὸν θεόσωστον βασιλικὸν στόλον τοῦ βασι‐ λικοῦ πλοΐμου καὶ λοιπῶν χʹ λίτραι κδʹ, τὰ καὶ ἐξοδιασθέν‐
20τα οὕτως. ἐδόθη Ἰωακεὶμ πρωτοσπαθαρίῳ καὶ ἄρχοντι τοῦ
ἀρμαμέντου ὑπὲρ τριβολίων χιλιάδων φʹ„σξϟγʹ. ἐδόθη τὸν673

674

αὐτὸν Ἰωακεὶμ ὑπὲρ τζικουρίων φʹ„νʹ. ἐδόθη τὸν αὐτὸν Ἰωακεὶμ ὑπὲρ πελεκίων σʹ„κʹ. ἐδόθη τὸν αὐτὸν Ἰωακὶμ ὑ‐ πὲρ ξιφαρίων χιλιάδων δʹ λόγῳ τῶν τζιπάτων ἀπὸ τὸ ἀρμα‐ μέντον σίδηρον χιλιάδες ιʹ καὶ ὑπὲρ ἀγορᾶς καρβονίου „λʹ.
5ἐδόθη τῷ αὐτῷ Ἰωακεὶμ ὑπὲρ χειροψέλλον ζυγῶν σʹ:ρʹ. ὁ‐ μοῦ τὰ δοθέντα Ἰωακεὶμ ἄρχοντι τοῦ ἀρμαμέντου χτ:υξϟ𐅵. γινόμενα λίτραι ϛʹ„λδγʹ. ἐδόθη ὑπὲρ ἀγορᾶς τῶν πανίων τῶν ῥασιακῶν λόγῳ ποιήσεως ἀρμένων ἐνέα ἀνὰ πηχῶν λʹ τῶν θʹ καραβίων τῶν Ῥῶς, καὶ ἑτέρων ἀρμένων βʹ ἀνὰ πη‐
10χῶν κηʹ τῶν βʹ μονερίων τῶν αἰχμαλώτων σὺν τῶν δοθέν‐ των πανίων ῥασικῶν κατὰ περίσσειαν τοὺς αὐτοὺς Ῥῶς. ὑ‐ πὲρ πανίων διὰ τῶν ἀμφοτέρων ͵αρνδʹ, τὰ καὶ ἀγορασθέν‐ τα ἀπὸ τοὺς ἀββάδας εἰς τὰ ἐνοικηκὰ τῆς μονῆς τοῦ κυροῦ Ῥωμανοῦ καὶ ἀπὸ τοὺς ἀναγναφαρίους τοῦ φόρου ἀπὸ δια‐
15φόρων προσώπων τῶν Π νομισμ. τκʹϟδʹ, τὰ καὶ ἀγορα‐ σθέντα κατενώπιον τοῦ σακελλαρίου καὶ τοῦ βεστιαρίου. ἐδό‐ θησαν ὑπὲρ μισθοῦ τῶν ἀρμενοράφων τῶν καμόντων τὰ αὐ‐ τὰ ἄρμενα σὺν ἀγορᾶς νήματος „λγʹ. ἐδόθη ὑπὲρ ἀγορᾶς ξυλοκεραίων λόγῳ τῶν αὐτῶν ιαʹ καραβίων „... ἐδόθη ὑπὲρ
20ἀγορᾶς σχοινίων λόγῳ κρυπτῶν ἐπικήρων καὶ ποδιοδρόμων τῶν αὐτῶν ιαʹ ἀρμένων „γʹ. ἐδόθη ὑπὲρ ἀγορᾶς διφθερίων
ιδʹ:ξβʹ, ὡς τῶν ἑτέρων ιθʹ διφθερίων δοθέντων ἀπὸ τῶν674

675

ἀποκειμένων εἰς τὸ εἰδικόν. ἐδόθη ὑπὲρ ἀλειφῆς τῶν αὐτῶν διφθερίων „ζ𐅵. ἐδόθη ὑπὲρ ἀγορᾶς μαγγάνων λόγῳ τῶν αὐτῶν ιαʹ καραβίων „θ ϛʹ. ἐδόθη ὑπὲρ ἀγορᾶς κωπίων τπεʹ„εʹ. ἐδόθη ὑπὲρ ναυπηγήσεως τῶν αὐτῶν ιαʹ καραβίων
5τῶν τε σχιστῶν καὶ τῶν περιβόλων αὐτῶν καὶ λοιπῶν „ιαʹ. ἐδόθη ὑπὲρ καλαφατήσεως τῶν αὐτῶν ιαʹ καραβίων „λγʹ. ἐδόθη ὑπὲρ ἀγορᾶς ἑτέρων πανίων ῥασιακῶν ρʹ τῶν δοθέν‐ των κατὰ περίσσειαν εἰς τὸν αὐτὸν στόλον „κηʹϟιβʹ. ἐδόθη ὑπὲρ ἀγορᾶς βυρσαρίων βοείων ρκβʹ„πη𐅵. ἐδόθη ὑπὲρ ἀγο‐
10ρᾶς κεντούκλων σʹ τῶν δοθέντων κατὰ περίσσειαν ὁμοίως εἰς τὸ βασιλικὸν πλόϊμον „κηʹϟ... ἐδόθη ὑπὲρ ἀγορᾶς κιλικίων ͵α τῶν ϛʹ„ρξϛʹϟϛʹ. ἐδόθη ὑπὲρ ἀγορᾶς σχοινίων λεπταρίων καὶ χαρταρίων καὶ λοιπῆς ἐξόδου „ιϛʹϟϛʹ. λόγῳ ποιῆσαι ἀτεγίων κιλικίνων ρʹ„ρπγ𐅵. ἐδόθη ὑπὲρ ἀγορᾶς κασιτέρου λίτραι σʹ
15„λδʹ. ἐδόθη ὑπὲρ ἀγορᾶς χαλκώματος λίτραι σʹ„ιηʹ. ἐδό‐ θη ὑπὲρ ἀγορᾶς σκαφιδίων στρογγύλων μεγάλων ρʹ„ιβʹ. ἐδό‐ θη ὑπὲρ ἀγορᾶς σκαφιδίων μικροτέρων ρʹ:κγʹ. ἐδόθη ὑπὲρ ἀγορᾶς καλδαρίων σʹ:λγʹ. ἐδόθη ὑπὲρ ἀγορᾶς καπουλίων ͵β„μʹ. ἐδόθη ὑπὲρ ἀγορᾶς πτυαρίων ͵α„ιδʹ. ἐδόθη ὑπὲρ
20ἀγορᾶς ἑτέρων κάδων μικροτέρων νʹ:εʹ. ἐδόθη ὑπὲρ ἀγορᾶς
ἑτέρου κασιτέρου λίτραι σʹ τὰ δοθέντα Μιχαὴλ χυτῇ λόγῳ675

676

κατακολλήσεως διαφόρων ἔργων τῶν σιφουνίων τοῦ βασιλικοῦ πλοΐμου „λϟ𐅵. ἐδόθη ὑπὲρ ἀγορᾶς κηρίου λίτραι ρʹ„εʹ. ἐ‐ δόθη ὑπὲρ ἀγορᾶς μολιβίου ἀργοῦ λίτραι σʹ„δʹ. ἐδόθη ὑπὲρ ἀγορᾶς χαλκώματος διαφόρου τῷ δοθέντι λόγῳ τῆς ὑπουργίας
5τοῦ δρουγγαρίου τοῦ πλοΐμου ὑπὲρ κακαβίων μεγάλων βʹ, καὶ ἑτέρων κακαβίων μεσαίων βʹ, καὶ χυτροκακαβίων γανωτῶν δʹ, καὶ κουκουμίων μεγάλων βʹ, καὶ τιγανίων μεγάλων βʹ, χαλκοσταμνίου γανωτοῦ ἑνὸς, φλασκίων γανωτῶν βʹ, χερ‐ νιβοξέστων βʹ„κδʹ. ὁμοῦ τὸ πᾶν ἔξοδος χʹ λίτραι καʹ„νζʹ,
10μιλ. ϛʹ. ἐδόθησαν παρὰ τοῦ εἰδικοῦ κόρδαι μεταξωταὶ σπαρ‐ τίναι. ἐδόθησαν ἕτεραι κόρδαι μεταξωταὶ μικραὶ λόγῳ τῶν τοξοβολίστρων. ἐδόθη ὁμοίως παρὰ τοῦ εἰδικοῦ λόγῳ τῶν καλυβομάτων τῶν χελανδίων τοῦ βασιλικοῦ πλοΐμου ἀνὰ χαρτίων εʹ μολίβιον χαρτία ρʹ στι λίτραι γʹ. ἐδόθη τὸν δρουγ‐
15γάριον τοῦ πλοΐμου ἀπὸ τοῦ κατεπάνω τοῦ ἄρματος σπαθία ͵γ, σκουτάρια ͵γ, κοντάρια ͵γ, σαγίτας χιλιάδες σμʹ, ἑτέρας σαγίτας λόγῳ τῶν τοξοβολίστρων μύας χιλιάδες δʹ.
18tΤὰ ἀπὸ τοῦ σεκρέτου τοῦ βεστιαρίου δοθέντα τῷ δρουγγαρίῳ τῶν
19tπλοΐμων κατὰ περίσσειαν ὑπὲρ τοῦ ταξειδίου τῆς Κρήτης.
20Σείστας ρνʹ. περόνας τῶν χελανδίων ρλʹ. σφενδόβολα676

677

σιδηρᾶ ιβʹ. τζόκους σμʹ. τζαπία τʹ. περόνια σιδηρᾶ μεγά‐ λα τοῦ ξυλοκάστρου ιβʹ. πάγουροι σιδηροῖ ιεʹ. ψελλία σι‐ δηρᾶ λʹ. δάκτυλοι ιεʹ. κατζία ηʹ. βαρέας ιʹ. χειροβαρέαι κδʹ. καρφίον γυραρικὸν χιλιάδες δʹ. καρφίον ἁρπάγιον χι‐
5λιάδες βʹ, τετραδακτυλαῖον ͵ε, τῆς παρηλώσεως ͵η, στεγα‐ δερὸν ͵ϛ. ἀκόντια χαλκᾶ ιεʹ. γανωτὰ χαλκᾶ λʹ. παραδρά‐ κτια χαλκᾶ λʹ. βουτία χαλκᾶ λʹ. ἀναγοντιτέα χαλκᾶ ιεʹ. σχοι‐ νία σιδηρόβολα ξʹ. περιπετόμενα ρμʹ. σπαρτίνας ρμʹ. λεπτά‐ ρια σκʹ. σκαλοδέματα τʹ. κουβάρια ρʹ. κανάβιον λίτραι ͵β,
10καὶ ἀντὶ λιναρίου χιλιάδων ζʹ„πʹ, καὶ ὑπὲρ ἀγορᾶς πίσσης χιλιάδες ιʹ, καὶ ὑγροπισσίου χιλιάδες τʹ, καὶ κεδρέας χι‐ λιάδες ρʹ„κγʹ. σίδηρον ἀργὸν λίτραι ͵γ. κριοὶ σιδηροῖ με‐ γάλοι ιʹ.
14tΤὰ ἀπὸ τοῦ κοιτῶνος δοθέντα τῷ δρουγγαρίῳ τῶν πλοΐμων εἰς
15tἔξοδον τοῦ κατὰ τῆς Κρήτης ταξειδίου.
16Ἱμάτια ἐσωφόρια μεγαλόζηλα λιτὰ ϛʹ. τουβία ὁμοίως ζυγὰς ϛʹ. ὑποκαμισοβράκια ϛʹ. ἐπεριπτάρια ὀξέα ϛʹ.
18tΤὰ ἀπὸ τοῦ εἰδικοῦ δοθέντα τῷ αὐτῷ δρουγγαρίῳ τῶν πλοΐμων
19tὑπὲρ τοῦ αὐτοῦ ταξειδίου.
20Ἱμάτια ἐσωφόρια κατὰ Σαρακηνοὺς ἐῤῥαμμένα δεκά‐677

678

λια ιʹ. ἱμάτια ἐσωφόρια ὀκτάλια ιʹ. ἱμάτια ἐσωφόρια ἑπτά‐ λια κʹ. τουβία ἀπὸ ἐσωφορίων δεκαλίων καὶ ὀκταλίων καὶ ἑπταλίων ζυγαὶ μʹ. ἱμάτια λωρωτὰ Αἰγύπτικα ἐῤῥαμμένα ρʹ. ἱμάτια κουκουλάρικα ρʹ. ἱμάτια βαμβακερὰ ρʹ. ὑποκαμισο‐
5βράκια διαφορώτερα ρμʹ. ὑποκαμισοβράκια δεύτερα ρʹ. ἐ‐ παιριπτάρια διαφορώτερα μʹ. ἐπαιριπτάρια δεύτερα σʹ. ἐ‐ παιριπτάρια τρίτα ρʹ. τουβία λωρωτὰ Αἰγύπτικα ρʹ. του‐ βία κουκουλάρικα ζυγὰς ρʹ. τουβία βαμβακερὰ ρʹ. ζωστρία μʹ. ὑποδήματα διαφορώτερα ζυγὰς μʹ. ὑποδήματα δεύτερα
10ζυγὰς σʹ. ὑποδήματα τρίτα ζυγὰς ρʹ.
11tΣταδιοδρομικόν.
12Ἀπὸ τῆς θεοφυλάκτου πόλεως εἰς Ἡράκλειαν μίλια ξʹ. ἀπὸ Ἡρακλείας ἕως Προικονήσσου μιλ. μʹ. ἀπὸ Προικονήσ‐ σου ἕως Ἀβύδου μιλ. ρʹ. ἀπὸ Ἀβύδου ἕως Ταπευκία μιλ.
15ιβʹ. ἀπὸ Ταπευκία ἕως Τενέδου μιλ. ηʹ· ἀπὸ Τενέδου ἕως Μι‐ τυλήνης μιλ. ρʹ. ἀπὸ Μιτυλήνης ἕως Χίου μιλ. ρʹ. ἀπὸ Χίου ἕως Σάμου μιλ. ρʹ. ἀπὸ τῆς Σάμου ἕως τοὺς Φούρ‐ νους μιλ. λʹ. ἀπὸ τοὺς Φούρνους ἕως Ναξίας μιλ. οʹ. ἀπὸ Ναξίας ἕως τὴν Ἴον μιλ. λʹ. ἀπὸ τὴν Ἴον ἕως τὴν Θήραν
20καὶ Θηρασίαν μιλ. κʹ. ἀπὸ τὴν Θήραν καὶ Θηρασίαν ἕως τὰ Χριστιανὰ μιλ. κʹ. ἀπὸ τὰ Χριστιανὰ ἕως τῆς Δίας μιλ.
πʹ. ἀπὸ τῆς Δίας ἕως Κρήτης μιλ. ιβʹ. ὁμοῦ μιλία ψϙβʹ.678

679

(1t)

ΚΕΦ. μϛʹ.
2tΟἷς ὀφείλει ὁ βασιλεὺς ὀνόμασι τιμᾷν τοῖς μεγιστᾶσι καὶ πρώτοις
3tτῶν ἐθνῶν.
4Ἐξουσιοκράτωρ, ἐξουσιάρχης, ἐξουσιαστὴς, ἄρχων τῶν
5ἀρχόντων, ἀρχηγὸς, ἀρχηγέτης, ἄρχων, ἐξάρχων, προηγε‐ μὼν, ἡγεμονάρχης, ἡγεμὼν, καθηγεμὼν, δυνάστης, προηγή‐ τωρ, ἡγήτωρ, πρῶτος, ἔφορος, ὑπερέχων, διατάκτωρ, παν‐ υπέρτατος, ὑπέρτατος, κοίρανος, μεγαλόδοξος. † ῥὴξ, πρίγ‐ κιψ, δοὺξ, συγκλητικὸς, ἐθνάρχης, τοπάρχης, σατράπης,
10φύλαρχος, πάτραρχος, στρατηγὸς, στρατάρχης, στρατίαρ‐ χος, στρατηλάτης, ταξίαρχος, ταξιάρχης, μεγαλοπρεπέστα‐ τος, μεγαλοπρεπὴς, πεποθημένος, ἐνδοξότατος, ἔνδοξος, πε‐ ριφανέστατος, περιφανὴς, περίβλεπτος, περιβλεπτότατος, εὐγενέστατος, εὐγενὴς, ἀριπρεπέστατος, ἀριπρεπὴς, ἀγλαώ‐
15τατος, ἀγλαὸς, ἐριτιμώτατος, ἐρίτιμος, γερουσιώτατος, γε‐ ρούσιος, φαιδιμώτατος, φαίδιμος, κυριώτατος, κύριος, ἐν‐ τιμώτατος, ἔντιμος, προηγούμενος, ἡγούμενος, ὀλβιώτατος, ὄλβιος, βουληφόρος, ἀρωγὸς, ἐπίκουρος, ἐπίῤῥοθος, ἀ‐
μάντωρ.679

680

(1t)

ΚΕΦ. μζʹ.
2tΟΙ ΤΩΝ ΑΠΟ ΔΙΑΦΟΡΩΝ ΕΘΝΩΝ ΕΡΧΟΜΕΝΩΝ ΠΡΕΣΒΕΩΝ
3tΠΡΟΣ ΤΟΝ ΒΑΣΙΛΕΑ ΧΑΙΡΕΤΙΣΜΟΙ.
4tΟἱ τῶν ἀπὸ τῆς πρεσβυτέρας Ῥώμης ἐρχομένων πρεσβέων πρὸς
5tτὸν βασιλέα χαιρετισμοί.
6Ἐπισκέπτονται ὑμᾶς οἱ κορυφαῖοι τῶν ἁγίων ἀποστόλων, Πέτρος ὁ τῶν οὐρανῶν κλειδοῦχος, καὶ Παῦλος ὁ τῶν ἐθνῶν διδάσκαλος. ὁ πνευματικὸς πατὴρ ἡμῶν ὁ δεῖνα ὁ ἁγιώτα‐ τος καὶ οἰκουμενικὸς πατριάρχης ἅμα τῶν ἁγιωτάτων ἐπι‐
10σκόπων, πρεσβυτέρων καὶ διακόνων καὶ πάσης τῆς ἱερατικῆς τάξεως τῆς ἁγίας τῶν Ῥωμαίων ἐκκλησίας ἐπαποστέλλουσί σοι, βασιλεῦ, πιστὰς εὐχὰς διὰ τῆς ἡμετέρας ταπεινότητος. ὁ ἐνδοξότατος ὁ δεῖνα ὁ πρίγκιψ τῆς πρεσβυτέρας Ῥώμης σὺν τῶν ἀρχόντων καὶ παντὸς τοῦ ὑποκειμένου αὐτῷ λαοῦ
15ἐξαποστέλλουσιν τὴν βασιλείαν σου πιστωτάτην δούλωσιν.
16tἩ τοῦ λογοθέτου πρὸς αὐτοὺς ἐρώτησις.
17Πῶς ἔχει ὁ ἁγιώτατος ἐπίσκοπος Ῥώμης ὁ πνευματικὸς πατὴρ τοῦ βασιλέως ἡμῶν τοῦ ἁγίου; πῶς ἔχουσι πάντες οἱ
ἐπίσκοποι καὶ πρεσβύτεροι καὶ διάκονοι καὶ ὁ λοιπὸς κλῆρος680

681

τῆς ἁγίας τῶν Ῥωμαίων ἐκκλησίας; πῶς ἔχει ὁ ἐνδοξότατος ὁ δεῖνα πρίγκιψ τῆς πρεσβυτέρας Ῥώμης;
3tὉ τῶν ἀπὸ Βουλγαρίας ἐρχομένων πρεσβέων πρὸς τὸν βασιλέα
4tχαιρετισμός.
5Πῶς ἔχει ὁ θεοστεφὴς βασιλεὺς ὁ πνευματικὸς πάππος τοῦ ἐκ Θεοῦ ἄρχοντος Βουλγαρίας; πῶς ἔχει ἡ αὐγούστα καὶ δέσποινα; πῶς ἔχουσιν οἱ υἱοὶ καὶ βασιλεῖς τοῦ μεγά‐ λου καὶ ὑψηλοῦ βασιλέως καὶ τὰ λοιπὰ αὐτοῦ τέκνα; πῶς ἔχει ὁ ἁγιώτατος καὶ οἰκουμενικὸς πατριάρχης; πῶς ἔχουσιν
10οἱ δύο μάγιστροι; πῶς ἔχει ἡ σύγκλητος πᾶσα; πῶς ἔχου‐ σιν οἱ δʹ λογοθέται;
12tἩ τοῦ λογοθέτου πρὸς αὐτοὺς ἐρώτησις.
13Πῶς ἔχει ὁ πνευματικὸς ἔγγονος τοῦ βασιλέως ἡμῶν τοῦ ἁγίου ὁ ἐκ Θεοῦ ἄρχων Βουλγαρίας; πῶς ἔχει ἡ ἐκ Θεοῦ ἀρχόν‐
15τισσα; πῶς ἔχουσιν ὁ Κανάρτι κείνος καὶ ὁ Βουλίας ταρκά‐ νος οἱ υἱοὶ τοῦ ἐκ Θεοῦ ἄρχοντος Βουλγαρίας καὶ τὰ λοιπὰ αὐτοῦ τέκνα; πῶς ἔχουσιν οἱ ἓξ Βολιάδες οἱ μεγάλοι; πῶς ἔχουσι καὶ οἱ λοιποὶ οἱ ἔσω καὶ ἔξω Βολιάδες; πῶς ἔχουσιν
τὸ κοινὸν τοῦ λαοῦ;681

682

(1t)

Μεταμειφθέντος δὲ τοῦ ὀνόματος καὶ ἐλθόντος εἰς υἱότητα, πάλιν
2tἐπηρώτων οἱ Βούλγαροι οὕτως.
3Πῶς ἔχει ὁ μέγας καὶ ὑψηλὸς βασιλεὺς ὁ ἐπὶ τοῦ χρυ‐ σοῦ καθεζόμενος θρόνου; πῶς ἔχει ὁ υἱὸς καὶ βασιλεὺς τοῦ
5μεγάλου καὶ ὑψηλοῦ βασιλέως καὶ τὰ λοιπὰ αὐτοῦ τέκνα; πῶς ἔχει ἡ αὐγούστα καὶ δέσποινα; πῶς ἔχει ὁ ἁγιώτατος καὶ οἰκουμενικὸς πατριάρχης; πῶς ἔχουσιν οἱ μάγιστροι, ἀνθύπατοι, πατρίκιοι; πῶς ἔχει ἡ πᾶσα σύγκλητος; πῶς ἔχουσιν οἱ στρατηγοὶ καὶ τὰ στρατεύματα τοῦ βασιλέως τοῦ
10ἁγίου;
11tἩ τοῦ λογοθέτου πρὸς αὐτοὺς ἐρώτησις.
12Πῶς ἔχει ὁ πνευματικὸς υἱὸς τοῦ βασιλέως ἡμῶν τοῦ ἁγίου ὁ ἐκ Θεοῦ ἄρχων Βουλγαρίας; πῶς ἔχει ἡ ἐκ Θεοῦ ἀρχόντισσα Βουλγαρίας; πῶς ἔχουσιν οἱ υἱοὶ καὶ θυγατέρες
15τοῦ πνευματικοῦ υἱοῦ τοῦ βασιλέως; πῶς ἔχουσιν οἱ ἓξ Βολιάδες οἱ μεγάλοι; πῶς ἔχουσιν καὶ οἱ λοιποὶ οἱ ἔσω καὶ ἔξω Βολιάδες; πῶς ἔχει τὸ κοινὸν τοῦ λαοῦ;
18tὉ τῶν ἀπὸ Συρίας καὶ τοῦ Ἀμερμουμνῆ ἐρχομένων πρεσβέων
19tπρὸς τὸν βασιλέα χαιρετισμός.
20Εἰρήνη σοι καὶ ἔλεος, εὐφροσύνη καὶ δόξα παρὰ Θεοῦ682

683

τῷ ὑψηλῷ καὶ μεγάλῳ βασιλεῖ τῶν Ῥωμαίων. εὐζωΐα καὶ ὑγίειά σοι καὶ ζωὴ πολυχρόνιος παρὰ Κυρίου, εἰρηνοποιὲ καὶ ἀγαθὲ βασιλεῦ. ἀνατελεῖ ἐν ταῖς ἡμέραις σου δικαιοσύνη καὶ πλῆθος εἰρήνης, εἰρηνικώτατε καὶ φιλάνθρωπε βασιλεῦ.
5tἩ τοῦ λογοθέτου πρὸς αὐτοὺς ἐρώτησις.
6Πῶς ἔχει ὁ μεγαλοπρεπέστατος καὶ εὐγενέστατος καὶ πε‐ ρίβλεπτος Ἀμερμουμνῆς; πῶς ἔχει ὁ Ἀμηρᾶς καὶ ἡ γερου‐ σία Ταρσοῦ; (εἰ δὲ ἀπὸ ἄλλης Ἀμηραδίας ἔλθωσιν οἱ τοῦ Ἀμερμουμνῆ ἀποκρισιάριοι, ὀφείλουσιν ὑπὲρ ἐκείνου ἐρωτᾷν
10τοῦ Ἀμηρᾶ καὶ τῆς γερουσίας αὐτοῦ.) πῶς ἔχετε ὑμεῖς; πῶς ὑπεδέχθητε παρὰ τοῦ πατρικίου καὶ στρατηγοῦ Καππα‐ δοκίας; πῶς διέσωσεν ὑμᾶς ὁ ἀποσταλεὶς βασιλικὸς εἰς δι‐ άσωσιν ὑμῶν; μή τι ἐναντίον ἢ θλιβερὸν συνέβη ὑμῖν κα‐ τὰ τὴν ὁδόν; ὑπάγετε καλῶς εὐφραινόμενοι καὶ ἀγαλλό‐
15μενοι, σήμερον συνεστιώμενοι μετὰ τοῦ βασιλέως ἡμῶν τοῦ ἁγίου.
17tΠῶς δεῖ χαιρετίζειν τοὺς ἀπὸ τοὺς βασιλεῖς τῶν Ῥωμαίων
18tἀπιόντας φίλους πρὸς τὸν Ἀμερμουμνῆν.
19Χαίροις ὁ χαίρων εἰρήνῃ, ὁ φρόνιμος ἐν βουλαῖς, καὶ
20ἀγαθὸς καὶ πρᾳότατος, ὑγιαίνων, εὐθυμῶν, εἰρηνεύων πάντο‐683

684

θεν, μεγαλοπρεπέστατε καὶ ἐνδοξότατε Ἀμερμουμνῆ· εἰρήνη σοι ἀπὸ γῆς καὶ θαλάσσης, δόξα καὶ τιμὴ, εὐφροσύνη καὶ ζωὴ μακροχρόνιος· εἰρηνικώτατε καὶ εὐγενέστατε Ἀμερμου‐ μνῆ, εἴη σου τὸ ὄνομα ἔντιμον καὶ ἡ ζωὴ μακροχρόνιος, φί‐
5λε γλυκύτατε τοῦ βασιλέως ἡμῶν τοῦ ἁγίου, περίβλεπτε καὶ περιφανέστατε Ἀμερμουμνῆ.
7tὉ τῶν ἐρχομένων πρεσβέων ἀπὸ μεγιστάνου Ἀμηρᾶ ἢ Αἰγύπτου
8tἢ Περσίας ἢ τοῦ Χοροσὰν, ὑποταγέντες δηλονότι τῇ βασιλείᾳ Ῥω‐
9tμαίων καὶ πάκτα ἀποστέλλοντες, πρὸς τὸν βασιλέα χαιρετισμός.
10Πολυχρόνιος ζωὴ καὶ δόξα καὶ εὐφροσύνη παρὰ Θεοῦ σοι τῷ ὑψηλῷ καὶ μεγάλῳ βασιλεῖ ἡμῶν, καλὴν προστασίαν καὶ σκέπην καὶ ἀντίληψιν εὕρομεν τὴν σὴν ὑψηλὴν καὶ με‐ γάλην βασιλείαν. χαρισθείη ἡμῖν ἐν πολλοῖς ἔτεσιν ἡ σὴ δεσποτεία καὶ βασιλεία, ὅτι ἡμεῖς λαός σου καὶ δοῦλοι πι‐
15στότατοι τῆς αὐτοκρατορίας ὑμῶν.
16tἩ τοῦ λογοθέτου πρὸς αὐτοὺς ἐρώτησις.
17Πῶς ἔχει ὁ πιστότατος καὶ οἰκεῖος τοῦ βασιλέως ἡμῶν τοῦ ἁγίου ὁ δεῖνα ὁ εὐγενέστατος; πῶς ἔχει ὁ λαὸς αὐτοῦ ἅπας οἱ πιστοὶ καὶ εὐγνώμονες δοῦλοι τοῦ βασιλέως ἡμῶν
20τοῦ ἁγίου; πῶς ἔχεις σύ; πῶς ὑπεδέχθης παρὰ τοῦ πατρικίου684

685

καὶ στρατηγοῦ θέματος ὁ δεῖνα; πῶς διέσωσέν σε ὁ ἀπο‐ σταλεὶς βασιλικὸς εἰς διάσωσίν σου; μή τι ἐνατίον ἢ θλι‐ βερὸν συνέβη σοι κατὰ τὴν ὁδόν; ὕπαγε καλῶς εὐφραινό‐ μενος καὶ ἀγαλλόμενος, σήμερον συνεσθίων μετὰ τοῦ βασι‐
5λέως ἡμῶν τοῦ ἁγίου.
6tὉ τῶν ἐρχομένων πρεσβέων ἀπὸ μεγιστάνου Ἀμηρᾶ ἢ Αἰγύπτου ἢ
7tΠερσίας ἢ τοῦ Χοροσὰν, δηλονότι μὴ ὄντος ὑποτεταγμένου τῇ βα‐
8tσιλείᾳ Ῥωμαίων, ἀλλ’ ἤ τε ὑπὸ τὴν ὑποταγὴν τοῦ Ἀμερμουμνῆ
9tὄντος, εἴτε καὶ μὴ, πρὸς τὸν βασιλέα χαιρετισμός.
10Εἰρήνη σοι καὶ ἔλεος, εὐφροσύνη καὶ δόξα παρὰ Θεοῦ τῷ ὑψηλῷ καὶ μεγάλῳ βασιλεῖ τῶν Ῥωμαίων, εὐζωΐα καὶ ὑ‐ γίειά σοι καὶ ζωὴ πολυχρόνιος παρὰ Κυρίου, εἰρηνοποιὲ καὶ ἀγαθὲ βασιλεῦ. ἀνατελεῖ ἐν ταῖς ἡμέραις σου δικαιοσύνη καὶ πλῆθος εἰρήνης, εἰρηνικώτατε καὶ φιλάνθρωπε βασιλεῦ.
15tἩ τοῦ λογοθέτου πρὸς αὐτοὺς ἐρώτησις.
16Πῶς ἔχει ὁ εὐγενέστατος Ἀμηρᾶς Αἰγύπτου; πῶς ἔχει ἡ γερουσία καὶ ὁ λαὸς αὐτῆς ἅπας; πῶς ἔχεις σύ; πῶς διεσώθης κατὰ τὴν ὁδόν; μή τι ἐναντίον ἢ θλιβερὸν συνέβη
σοι κατὰ τὴν ὁδόν; μή τι ἐναντίον συνέβη σοι; ὕπαγε κα‐685

686

λῶς εὐφραινόμενος καὶ ἀγαλλόμενος, σήμερον συνεσθίων με‐ τὰ τοῦ βασιλέως ἡμῶν τοῦ ἁγίου.
3tΚΕΦ. μηʹ.
4tΤὰ ἄκτα τῶν εἰς τοὺς ἐθνικοὺς γενομένων ἐπιγραφῶν.
5Εἰς τὸν πάπαν Ῥώμης. βούλλα χρυσῆ μονοσολδία. „ἐν ὀνόματι τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος τοῦ ἑνὸς καὶ μόνου ἀληθινοῦ Θεοῦ ἡμῶν. ὁ δεῖνα καὶ ὁ δεῖνα πιστοὶ ἐν αὐτῷ τῷ Θεῷ βασιλεῖς Ῥωμαίων πρὸς ὁ δεῖ‐ να τὸν ἁγιώτατον πάπαν Ῥώμης καὶ πνευματικὸν ἡμῶν πα‐
10τέρα.“ ὁμοίως καὶ εἰς τὸν πάπαν Ἀλεξανδρείας, πλὴν πα‐ τέρα οὐ γράφει. ὁμοίως καὶ εἰς τὸν πατριάρχην Ἀντιο‐ χείας καὶ τὸν πατριάρχην Ἱεροσολύμων, πλὴν πνευματικὸν πατέρα οὐ γράφει. αἱ δὲ βούλλαι χρυσαῖ τρισολδίαι. εἰς τὸν πρωτοσύμβουλον, ἤγουν εἰς τὸν Ἀμερμουμνῆν. βούλλα
15χρυσᾶ τετρασολδία. „τῷ μεγαλοπρεπεστάτῳ, εὐγενεστάτῳ καὶ περιβλέπτῳ ὁ δεῖνα πρωτοσυμβούλῳ καὶ διατάκτορι τῶν Ἀ‐ γαρηνῶν ἀπὸ ὁ δεῖνα καὶ ὁ δεῖνα τῶν πιστῶν αὐτοκρατόρων αὐγούστων μεγάλων βασιλέων Ῥωμαίων. ὁ δεῖνα καὶ ὁ δεῖ‐ να πιστοὶ ἐν Χριστῷ τῷ Θεῷ αὐτοκράτορες αὔγουστοι με‐
20γάλοι βασιλεῖς Ῥωμαίων τῷ μεγαλοπρεπεστάτῳ, εὐγενεστάτῳ καὶ περιβλέπτῳ ὁ δεῖνα πρωτοσυμβούλῳ καὶ διατάκτορι τῶν Ἀγαρηνῶν.“ εἰς τὸν ἄρχοντα τῶν ἀρχόντων τῆς μεγάλης
Ἀρμενίας. βούλλα χρυσῆ τρισολδία. „Κωνσταντῖνος καὶ686

687

Ῥωμανὸς, πιστοὶ ἐν Χριστῷ τῷ Θεῷ αὐτοκράτορες αὔγουστοι μεγάλοι βασιλεῖς Ῥωμαίων, πρὸς ὁ δεῖνα τὸν περιφανέστατον πρῶτον τῆς μεγάλης Ἀρμενίας καὶ πνευματικὸν ἡμῶν τέκνον.“ εἰς τὸν ἄρχοντα τοῦ Ἀσπουρακᾶν, ἤγουν τοῦ Βασπαρακᾶν,
5νῦν τιμηθεὶς ἄρχων τῶν ἀρχόντων. βούλλα χρυσῆ τρισολ‐ δία. „Κωνσταντῖνος καὶ Ῥωμανὸς, πιστοὶ ἐν Χριστῷ τῷ Θεῷ αὐτοκράτορες αὔγουστοι βασιλεῖς Ῥωμαίων, πρὸς ὁ δεῖνα τὸν περιφανέστατον ἄρχοντα τῶν ἀρχόντων.“ εἰς τὸν ἄρχοντα τοῦ Κοκοβὶτ, Ἀρμενία· εἰς τὸν ἄρχοντα τοῦ Ταρὼ, Ἀρμενία·
10εἰς τὸν ἄρχοντα τοῦ Μῶεξ, Ἀρμενία· εἰς τὸν ἄρχοντα τοῦ Αὔζαν, Ἀρμενία· εἰς τὸν ἄρχοντα τοῦ Συνῆς, Ἀρμενία· εἰς τὸν ἄρχοντα τοῦ Βαιτζὼρ, Ἀρμενία· εἰς τὸν ἄρχοντα τοῦ Χατζιένης, Ἀρμενία· εἰς τοὺς γʹ ἄρχοντας τῶν Σερβοτιῶν τῶν λεγομένων Μαῦρα παιδία· ἐπιγραφὴ εἰς πάντας τοὺς
15προειρημένους· „κέλευσις ἐκ τῶν φιλοχρίστων δεσποτῶν πρὸς τὸν ὁ δεῖνα ἄρχοντα τοῦδε.“ εἰς τὸν κουροπαλάτην Ἰβερίας. βούλλα χρυσῆ δισολδία. „κέλευσις ἐκ τῶν φιλοχρίστων δεσπο‐ τῶν πρὸς ὁ δεῖνα τὸν ἐνδοξότατον κουροπαλάτην.“ ἔχει δὲ περὶ αὐτὸν ὁ κουροπαλάτης ἑτέρας ἐξουσίας δʹ. εἰς τὸν ἄρχοντα τοῦ
20Βεριασὰχ, Ἰβηρία· εἰς τὸν ἄρχοντα τοῦ Καρνατάης, Ἰβηρία·
εἰς τὸν ἄρχοντα τοῦ Κούελ, Ἰβηρία· εἰς τὸν ἄρχοντα τοῦ687

688

Ἀτζαρᾶ, Ἰβηρία· „κέλευσις ἐκ τῶν φιλοχρίστων δεσποτῶν πρὸς ὁ δεῖνα.“ εἰς τὸν ἐξουσιοκράτορα Ἀλανίας. βούλλα χρυσῆ δισολδία. „ἐν ὀνόματι τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, τοῦ ἑνὸς καὶ μόνου ἀληθινοῦ Θεοῦ
5ἡμῶν. Κωνσταντῖνος καὶ Ῥωμανὸς, πιστοὶ ἐν αὐτῷ τῷ Θεῷ βασιλεῖς Ῥωμαίων, πρὸς ὁ δεῖνα τὸν ἐξουσιαστὴν Ἀλανίας καὶ πνευματικὸν ἡμῶν τέκνον.“ εἰς τὸν ἐξουσιαστὴν Ἀβα‐ σγίας, βούλλα χρυσῆ δισολδία. „κέλευσις ἐκ τῶν φιλοχρίστων δεσποτῶν πρὸς ὁ δεῖνα τὸν περιφανῆ ἐξουσιαστὴν Ἀβα‐
10σγίας.“ εἰς τὸν ἄρχοντα Ἀλβανίας· εἰς τὸν ἄρχοντα τῶν Κρεβατάδων, ἤγουν τὸν λεγόμενον Κρεβατᾶν· εἰς τὸν ἄρ‐ χοντα Κηδωνίας· εἰς τοὺς ἄρχοντας Τζαναρίας· εἰς τὸν ἄρχοντα τοῦ Σαρβᾶν, οἵτινες κεῖνται μέσον Ἀλανίας καὶ Τζαναρίας· εἰς τοὺς ἄρχοντας Ἀζίας, ἐν ᾧ εἰσιν αἱ Κα‐
15σπεῖαι πύλαι· εἰς τὸν ἄρχοντα Χρύσα· εἰς τὸν ἄρχοντα Βρέζαν· εἰς τὸν ἄρχοντα Μωκᾶν. (ἰστέον, ὅτι ἀπὸ Μωκᾶν ἐστιν ἡ Μαι‐ ώτης λίμην.) ἐπιγραφὴ εἰς πάντας τοὺς προειρημένους· „κέλευ‐ σις ἐκ τῶν φιλοχρίστων δεσποτῶν πρὸς ὁ δεῖνα τὸν ἄρχοντα τῆσδε.“ εἰς τὸν καθολικὸν Ἀρμενίας, εἰς τὸν καθολικὸν Ἰβηρίας,
20εἰς τὸν καθολικὸν Ἀλβανίας. ἐπιγραφὴ εἰς τοὺς γʹ καθολι‐ κούς· „κέλευσις ἐκ τῶν φιλοχρίστων δεσποτῶν πρὸς ὁ δεῖ‐ να τὸν εὐλαβέστατον καθηγητὴν τῆσδε.“ εἰς τὸν πάπαν Ῥώ‐
μης. βούλλα χρυσῆ δισολδία. „ἐν ὀνόματι τοῦ πατρὸς καὶ688

689

τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος τοῦ ἑνὸς καὶ μόνου ἀλη‐ θινοῦ Θεοῦ ἡμῶν. Κωνσταντῖνος καὶ Ῥωμανὸς, πιστοὶ ἐν αὐτῷ τῷ Θεῷ βασιλεῖς Ῥωμαίων, πρὸς ὁ δεῖνα τὸν ἁγιώτα‐ τον πάπαν Ῥώμης καὶ πνευματικὸν ἡμῶν πατέρα.“ εἰς τὸν
5ῥῆγα Σαζωνίας· εἰς τὸν ῥῆγα Βαϊούρη· (ἔστιν δὲ αὕτη ἡ χώρα οἱ λεγόμενοι Νεμίτζιοι·) εἰς τὸν ῥῆγα Γαλλίας· εἰς τὸν ῥῆγα Γερμανίας· ἐπιγραφὴ εἰς πάντας τοὺς προ‐ ειρημένους· „ἐν ὀνόματι τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, τοῦ ἑνὸς καὶ μόνου ἀληθινοῦ Θεοῦ ἡμῶν.
10Κωνσταντῖνος καὶ Ῥωμανὸς, πιστοὶ ἐν αὐτῷ τῷ Θεῷ βασι‐ λεῖς Ῥωμαίων, πρὸς ὁ δεῖνα τὸν πεποθημένον πνευματικὸν ἀδελφὸν τὸν περίβλεπτον ῥῆγα.“ εἰς τὸν πρίγκιψ Ῥώμης. βούλλα χρυσῆ δισολδία. „Κωνσταντῖνος καὶ Ῥωμανὸς καὶ λοιπὰ πρὸς ὁ δεῖνα τὸν ἐνδοξότατον πρίγκιπα Ῥώμης.“ εἰς
15τὸν Ἀμηρᾶν Ἀφρικῆς· „Κωνσταντῖνος καὶ Ῥωμανὸς, πι‐ στοὶ ἐν Χριστῷ τῷ Θεῷ αὐτοκράτορες αὔγουστοι μεγάλοι βα‐ σιλεῖς Ῥωμαίων, πρὸς τὸν ἐνδοξότατον καὶ εὐγενέστατον ἐξ‐ ουσιαστὴν τῶν Μουσουλημιτῶν.“ βούλλα χρυσῆ δισολδία. εἰς τὸν Ἀμηρᾶν Αἰγύπτου. βούλλα χρυσῆ τετρασολδία. τοῦ
20ἀποσταλέντος γράμματος ἐπὶ Κωνσταντίνου καὶ Ῥωμανοῦ τῶν Πορφυρογεννήτων ἔστησεν ἡ βούλλα ἐξάγια ιηʹ. „Κωνσταν‐ τῖνος καὶ Ῥωμανὸς, ἐν Χριστῷ εὐσεβεῖς αὐτοκράτορες μεγά‐
λοι ὑψηλοὶ αὔγουστοι βασιλεῖς Ῥωμαίων, πρὸς τὸν ἠγαπη‐689

690

μένον ἡμῶν φίλον τὸν εὐγενέστατον Ἀμηρᾶν Αἰγύπτου.“ εἰς τὸν ἄρχοντα Σαρδανίας. βούλλα χρυσῆ δισολδία. „κέλευ‐ σις ἐκ τῶν φιλοχρίστων δεσποτῶν πρὸς τὸν ἄρχοντα Σαρ‐ δανίας.“ εἰς τὸν δοῦκα Βενετίας· εἰς τὸν πρίγκιπα Καπύας·
5εἰς τὸν πρίγκιπα Σαλερινοῦ· εἰς τὸν δοῦκα Νεαπόλεως· εἰς τὸν ἄρχοντα Ἀμάλφης· εἰς τὸν ἄρχοντα Γαΐτης. εἰς τὸν ἐκ Θεοῦ ἄρχοντα Βουλγαρίας· „ἐν ὀνόματι τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, τοῦ ἑνὸς καὶ μόνου ἀληθι‐ νοῦ Θεοῦ ἡμῶν. Κωνσταντῖνος καὶ Ῥωμανὸς, πιστοὶ ἐν αὐ‐
10τῷ τῷ Θεῷ βασιλεῖς Ῥωμαίων πρὸς τὸν πεποθημένον καὶ πνευματικὸν ἡμῶν τέκνον καὶ ἐκ Θεοῦ ἄρχοντα τοῦ χριστια‐ νικωτάτου ἔθνους τῶν Βουλγάρων.“ τὸ ἀρτίως γραφόμενον· „Κωνσταντῖνος καὶ Ῥωμανὸς, ἐν Χριστῷ τῷ Θεῷ εὐσεβεῖς αὐτοκράτορες βασιλεῖς Ῥωμαίων, πρὸς τὸν πεποθημένον καὶ
15πνευματικὸν ἡμῶν τέκνον τὸν κύριον ὁ δεῖνα βασιλέα Βουλ‐ γαρίας.“ εἰς τὸν χαγάνον Χαζαρίας. βούλλα χρυσῆ τρι‐ σολδία. „ἐν ὀνόματι τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, τοῦ ἑνὸς καὶ μόνου ἀληθινοῦ Θεοῦ ἡμῶν. Κων‐ σταντῖνος καὶ Ῥωμανὸς, πιστοὶ ἐν αὐτῷ τῷ Θεῷ βασιλεῖς
20Ῥωμαίων πρὸς τὸν ὁ δεῖνα εὐγενέστατον, περιφανέστατον χαγάνον Χαζαρίας.“ εἰς τὸν ἄρχοντα Ῥωσίας. βούλλα χρυ‐
σῆ δισολδία. „γράμματα Κωνσταντίνου καὶ Ῥωμανοῦ τῶν690

691

φιλοχρίστων βασιλέων Ῥωμαίων πρὸς τὸν ἄρχοντα Ῥωσίας.“ εἰς τοὺς ἄρχοντας τῶν Τούρκων. βούλλα χρυσῆ δισολδία. „γράμματα Κωνσταντίνου καὶ Ῥωμανοῦ τῶν φιλοχρίστων βασιλέων Ῥωμαίων πρὸς τοὺς ἄρχοντας τῶν Τούρκων.“ εἰς
5τοὺς ἄρχοντας τῶν Πατζινακίτων. βούλλα χρυσῆ δισολδία. „γράμματα Κωνσταντίνου καὶ Ῥωμανοῦ τῶν φιλοχρίστων βασιλέων Ῥωμαίων πρὸς τοὺς ἄρχοντας τῶν Πατζινακίτων.“ εἰς τὸν ἄρχοντα Χρωβατίας· εἰς τὸν ἄρχοντα Σέρβλων· εἰς τὸν ἄρχοντα τῶν Ζαχλούμων· εἰς τὸν ἄρχοντα τοῦ Κανά‐
10λη· εἰς τὸν ἄρχοντα τῶν Τραβούνων· εἰς τὸν ἄρχοντα Διο‐ κλείας· εἰς τὸν ἄρχοντα Μωραβίας. ἐπιγραφὴ εἰς αὐτούς· „κέλευσις ἐκ τῶν φιλοχρίστων δεσποτῶν πρὸς τὸν ὁ δεῖνα τὸν ἄρχοντα τῆσδε.“ βούλλα χρυσῆ δισολδία. εἰς τὸν ῥῆγα Φραγγίας. βούλλα χρυσῆ. „ἐν ὀνόματι τοῦ πατρὸς καὶ τοῦ
15υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, τοῦ ἑνὸς καὶ μόνου ἀληθι‐ νοῦ Θεοῦ ἡμῶν. Κωνσταντῖνος καὶ Ῥωμανὸς, πιστοὶ ἐν αὐτῷ τῷ Θεῷ, ὑψηλοὶ αὔγουστοι αὐτοκράτορες μεγάλοι βα‐ σιλεῖς Ῥωμαίων, τῷ ἠγαπημένῳ, πεποθημένῳ καὶ πνευμα‐ τικῷ ἡμῶν ἀδελφῷ ὁ δεῖνα τῷ εὐγενεστάτῳ περιβλέπτῳ ῥη‐
20γὶ Φραγγίας.“ εἰς τὸν ὑπερέχοντα κυριεύοντα Ἰνδίας· „Κων‐ σταντῖνος καὶ Ῥωμανὸς, πιστοὶ ἐν Χριστῷ τῷ Θεῷ μεγάλοι αὐτοκράτορες βασιλεῖς Ῥωμαίων, πρὸς ὁ δεῖνα τὸν ὑπερ‐ έχοντα κύριον τῆς Ἰνδίας, τὸν ἠγαπημένον ἡμῶν φίλον.“ εἰς τὸν κυριεύοντα τῆς εὐδαίμονος Ἀραβίας. βούλλα χρυσῆ.
25„Κωνσταντῖνος καὶ Ῥωμανὸς, πιστοὶ ἐν Χριστῷ τῷ Θεῷ, με‐691

692

γάλοι αὐτοκράτορες βασιλεῖς Ῥωμαίων, πρὸς ὁ δεῖνα τὸν κυριεύοντα τῆς Ἀραβίας.“
3tΚΕΦ. μθʹ.
4tΕἰσὶν τὰ ἐκτεθέντα δίδοσθαι παρὰ τῶν ὀφειλόντων τιμᾶσθαι ἔν
5tτε ἀξιώμασι καὶ ὀφφικίοις, καθὼς ὑπῆρχον ἐπὶ Λέοντος τοῦ
6tφιλοχρίστου δεσπότου.
7Ὁ βασιλικὸς μανδάτωρ λίτρας βʹ. ὁ βασιλικὸς κανδι‐ δάτος λίτρας γʹ. ὁ βασιλικὸς στράτωρ λίτρας δʹ. ὁ βα‐ σιλικὸς σπαθάριος λίτρας εʹ. ὁ βασιλικὸς σπαθαροκανδιδά‐
10τος λίτρας ϛʹ. ὁ βασιλικὸς πρωτοσπαθάριος λίτρας ιβʹ, πολ‐ λάκις δὲ καὶ ιηʹ λίτρας. ἀμφότεροι οὗτοι κἄντε ὦσιν εἰς ὀφφίκια, κἄντε μή. εἰ δὲ καὶ ἐκ τούτων τις θέλει καὶ εἰς τοὺς βασιλικοὺς τοὺς ἐνρόγους ὀρθῶσαι, παρέχει ἔξωθεν τῆς τιμῆς τοῦ ἀξιώματος λίτρας δʹ. εἰ δὲ καὶ εἰς τὸν χρυσοτρί‐
15κλινον, παρέχει ἑτέρας λίτρας δʹ. ὁ θέλων γενέσθαι εἰς τὴν μεγάλην ἑταιρείαν, εἰ μέν ἐστιν ἡ ῥόγα αὐτοῦ μέχρι νομι‐ σμάτων μʹ, παρέχει λίτρας ιϛʹ· εἰ δὲ πλείονα ῥόγαν ἐπιζη‐ τεῖ, κατὰ ἀναλογίαν τῆς ῥόγας ὀφείλει ἀναβιβάζεσθαι καὶ τὸ τίμημα, ἤγουν τὰ ζʹ νομίσματα, λίτραν αʹ. ὁ εἰς τὴν μέ‐
20σην ἑταιρείαν θέλων γενέσθαι, ἐὰν λαμβάνει ῥόγαν νομίσμα‐692

693

τα κʹ, ὀφείλει δοῦναι λίτρας ιʹ· εἰ δὲ πλείω τῶν κʹ νομισμά‐ των ἐπιζητεῖ, κατὰ ἀναλογίαν τῆς ῥόγας ὀφείλει ἀναβιβά‐ ζειν καὶ τὸ τίμημα. ὁ εἰς τοὺς Φαργάνους, εἴτε εἰς τοὺς Χαζάρους θέλων γενέσθαι, ὀφείλει διδόναι λίτρας ζʹ, δηλον‐
5ότι νὰ ἔχει ῥόγαν νομίσματα ιβʹ. ὁ δὲ εἰς τὸ τραπέζιον, εἴ‐ τε εἰς τὸ βεστιάριον, εἴτε εἰς τὰ ἀρχοντογεννήματα θέλων γενέσθαι, ἐὰν λαμβάνει ῥόγαν νομίσματα ιʹ, ὀφείλει διδό‐ ναι λίτρας ϛʹ. ὁ εἰς τοὺς κληρικοὺς τοῦ ναοῦ θέλων γενέ‐ σθαι ὀφείλει διδόναι λίτρας ζʹ. ὁ εἰς τὰ ἀσηκρητεῖα μέλλων
10γενέσθαι, ἐὰν λαμβάνει ῥόγαν νομίσματα λʹ, ὀφείλει διδόναι λίτρας ιβʹ. εἰ δὲ πλείονα ῥόγαν ἐπιζητεῖ, κατὰ ἀναλογίαν τῆς ῥόγας ὀφείλει ἀναβιβάζεσθαι καὶ τὸ τίμημα. ὁ δὲ νο‐ τάριος τῶν ἀσηκρητειῶν ὁ θέλων γενέσθαι, ἐὰν λαμβάνει ῥόγαν νομίσματα κʹ, ὀφείλει δοῦναι λίτρας ηʹ. ὁ δὲ κουβι‐
15κουλάριος θέλων γενέσθαι, εἰ μέν ἐστιν εἴτε εἰς τὸ τραπέ‐ ζιον, εἴτε εἰς τὸ βεστιάριον, καὶ θέλει γενέσθαι κουβικουλά‐ ριος, ἐὰν καταλιμπάνῃ τὰς ἀνόνας αὐτοῦ, δίδει λόγῳ κανι‐ σκίου νομίσματα λʹ. εἰ δὲ ἐπιζητεῖ ῥόγαν αὐτοῦ αὐξηθῆναι καὶ τὰς ἀνόνας, κατὰ ἀναλογίαν τῆς ῥόγας καὶ τῶν ἀνονῶν
20αὐτοῦ ὀφείλει ἀναβιβάζεσθαι καὶ τὸ δόμα. ὁ δὲ ἀπὸ καλι‐ γίων γενόμενος κουβικουλάριος εἰ μὲν αἰτεῖται λαμβάνειν ῥόγαν „κʹ, ὀφείλει διδόναι λίτρας ηʹ. ὁ δὲ διὰ πόλεως θέ‐
λων γενέσθαι κουβικουλάριος ὀφείλει δοῦναι λίτρας ϛʹ. ὁ δὲ693

694

ἀπὸ τοῦ κουβικουλαράτου μέλλων γενέσθαι σπαθαροκουβικου‐ λάριος ὀφείλει δοῦναι λίτρας δʹ. ἐὰν δὲ καὶ προσθήκην ῥόγας ἐπιζητεῖ, κατὰ ἀναλογίαν τῆς ῥόγας αὐτοῦ ὀφείλει ἀναβιβάζεσθαι καὶ τὸ τίμημα. ὁ δὲ ἀπὸ καλίγων γενέσθαι
5θέλων σπαθαροκουβικουλάριος ὀφείλει διδόναι λίτρας ιʹ. εἰ δὲ καὶ προσθήκην ῥόγας ἐπιζητεῖ, κατὰ ἀναλογίαν τῆς ῥό‐ γας ὀφείλει ἀναβιβάζεσθαι καὶ τὸ τίμημα. ὁ δὲ ὀστιάριος ἀπὸ τοῦ σπαθαροκουβικουλαράτου θέλων γενέσθαι ὀφείλει δοῦναι λίτρας ιʹ. εἰ δὲ καὶ προσθήκην ῥόγας ἐπιζητεῖ, κατὰ
10ἀναλογίαν τῆς ῥόγας ὀφείλει ἀναβιβάζεσθαι καὶ τὸ τίμημα. ὁ δὲ πριμικήριος ἀπὸ τὸ ὀστιαράτον θέλων γενέσθαι ὀφείλει διδόναι λίτρας ιʹ. εἰ δὲ καὶ προσθήκην ῥόγας ἐπιζητεῖ, κα‐ τὰ ἀναλογίαν τῆς ῥόγας ὀφείλει ἀναβιβάζεσθαι καὶ τὸ τίμημα.
15tΤὰ ὀφειλόμενα δίδοσθαι δόματα εἰς τὰ χαρτουλαράτα καὶ νοταράτα
16tτῶν σεκρέτων.
17Οἱ νοτάριοι τοῦ εἰδικοῦ λίτρας νεʹ· οἱ χαρτουλάριοι τοῦ γεννικοῦ λίτρας ξεʹ· οἱ ἔξω χαρτουλάριοι τοῦ γεννικοῦ, ἤτοι τῶν ἀρκλῶν, λίτρας· οἱ χαρτουλάριοι τοῦ στρατιωτικοῦ λίτρας
20μʹ· οἱ νοτάριοι τοῦ στρατιωτικοῦ λίτρας κʹ· οἱ νοτάριοι τῆς σακέλλης λίτρας λʹ· οἱ νοτάριοι τοῦ βεστιαρίου λίτρας.
22tΠερὶ τῶν αἰχμαλώτων Σαρακηνῶν τῶν ἐπὶ θέματι βαπτιζομένων.
23Χρὴ εἰδέναι, ὅτι ὀφείλουσι λαμβάνειν παρὰ τοῦ πρω‐694

695

τονοταρίου τοῦ θέματος εἷς ἕκαστος αὐτῶν ἀνὰ νομισμάτων γʹ, καὶ ὑπὲρ ζευγαρίου αὐτῶν ἀνὰ νομισμάτων ϛʹ, καὶ ὑπὲρ σπόρου καὶ ἀνόνας αὐτῶν ἀνὰ σίτου μοδίων νδʹ. ἰστέον περὶ τῶν διδομένων αἰχμαλώτων γαμβρῶν εἰς οἴκους, κἄν τε
5στρατιωτικὸς, κἄν τε πολιτικὸς ὁ οἶκος, εἰς ὃν εἰσέρχεται ὁ Σαρακηνὸς γαμβρὸς, ὀφείλει ἐξκουσεύεσθαι ἐπὶ τρισὶ χρόνοις τήν τε συνονὴν καὶ τὸ καπνικόν. καὶ μετὰ τοὺς τρεῖς χρό‐ νους πάλιν ὀφείλει τελεῖν ὁ αὐτὸς οἶκος καὶ τὴν συνονὴν καὶ τὸ καπνικόν. ἰστέον, ὅτι καὶ τοῖς διδομένοις αἰχμαλώτοις,
10εἴτε ἑτέροις τισὶ, γῆν εἰς κατασκήνωσιν, ἐπὶ τρισὶ χρόνοις μένουσιν ἀνεπηρέαστοι ἀπὸ πάσης δουλείας τοῦ δημοσίου, καὶ οὔτε καπνικὸν δίδουσιν, οὔτε συνονήν. καὶ μετὰ τὴν συμπλήρωσιν τῶν τριῶν χρόνων τελοῦσι καὶ τὴν συνονὴν καὶ τὸ καπνικόν. ἰστέον, ὅτι ὁ καβαλλαρικὸς στρατιώτης
15ὀφείλει ἔχειν περιουσίαν ἀκίνητον, ἤγουν τοπία, λιτρῶν εʹ, ἢ τὸ ἔλαττον λιτρῶν δʹ. ἰστέον, ὅτι ὁ βασιλικὸς πλόϊμος στρατιώτης ὀφείλει ἔχειν περιουσίαν ἀκίνητον, ἤγουν τοπία, λιτρῶν γʹ. χρὴ εἰδέναι, ὅτι τύπος παρηκολούθησεν κατὰ τὸν καιρὸν, ὅτε γίνεται στρατία, μὴ δίδοσθαι τοῖς στρατευο‐
20μένοις τήρωνας συνδότας ὡς περιουσίοις, ἀλλ’ εἶναι μονο‐ προσώπως στρατιώτας. ὅτε δὲ πτωχεύσωσι, δίδονται αὐτοῖς
καὶ συνδόται πρὸς τὸ δι’ αὐτῶν ἔχειν τὸ ἱκανὸν καὶ δου‐695

696

λεύειν τὴν ἰδίαν στρατείαν. ἐὰν δὲ παντελῶς ἐξαπορῶσιν καὶ οὐ δύνανται οὐδὲ μετὰ τῶν διδομένων αὐτοῖς συνδοτῶν τὴν ἰδίαν στρατείαν ἐξυπηρετεῖν, τότε ἀδορεύονται καὶ δί‐ δονται εἰς ἀπελάτας, ἐξ ὧν καὶ Τζέκωνες ἀφορίζονται εἰς
5τὰ κάστρα. οἱ δὲ τόποι τῶν τοιούτων στρατιωτῶν μένουσιν ἀνεκποίητοι, περιοριζόμενοι καὶ ἀφοριζόμενοι εἰς τὸν δημό‐ σιον, ἵνα πάλιν, ἐὰν συμβῇ τινα ἐκ τῶν ἀδορευθέντων ἀνα‐ κτήσασθαι ἑαυτὸν, ἀναλαμβάνῃ τοὺς ἰδίους τόπους, καὶ ἀπο‐ καθίστασθαι εἰς τὴν ἰδίαν στρατείαν.
10tΚΕΦ. νʹ.
11tΕἰσὶν αἱ κατὰ τύπον ῥόγαι τῶν στρατηγῶν καὶ κλεισουραρχῶν,
12tκαθὼς ἐρογεύοντο ἐπὶ Λέοντος τοῦ φιλοχρίστου δεσπότου.
13Ὁ στρατηγὸς τῶν Ἀνατολικῶν λλ. μʹ. ὁ στρατηγὸς τῶν Ἀρμενιάκων λλ. μʹ. ὁ στρατηγὸς τῶν Θρᾳκησίων λλ. μʹ. ὁ
15στρατηγὸς τοῦ Ὀψικίου λλ. λʹ. ὁ στρατηγὸς τῶν Βουκελλα‐ ρίων λλ. λʹ. ὁ στρατηγὸς Καππαδοκίας λλ. κʹ. ὁ στρατη‐ γὸς τοῦ Χαρσιανοῦ λλ. κʹ. ὁ στρατηγὸς Παμφλαγωνίας λλ.
κʹ. ὁ στρατηγὸς Θρᾴκης λλ. κʹ. ὁ στρατηγὸς Μακεδονίας696

697

λλ. λʹ. ὁ στρατηγὸς Χαλδίας λλ. ιʹ, ὡς λαμβάνων ἀπὸ τοῦ κουμερκίου ἑτέρας λλ. ιʹ. ὁ στρατηγὸς Κολωνείας λλ. κʹ. ὁ στρατηγὸς Μεσοποταμίας λλ. 0 διὰ τὸ ἔχειν αὐτὸν ὅλον τὸ κουμέρκιον. ὁ στρατηγὸς Σεβαστείας, ὡς ὢν τότε κλεισου‐
5ράρχης, λλ. εʹ. ὁ στρατηγὸς Λικανδοῦ, ὡς ὢν τότε κλεισου‐ ράρχης, λλ. εʹ. ὁ στρατηγὸς Σελευκείας, ὡς ὢν τότε κλεισου‐ ράρχης, λλ. εʹ. ὁ στρατηγὸς Λεοντοκόμεως, ὡς ὢν τότε κλει‐ σουράρχης, λλ. εʹ. ὁ στρατηγὸς τῶν Κιβυῤῥαιωτῶν λλ. ιʹ. ὁ στρατηγὸς τῆς Σάμου λλ. ιʹ. ὁ στρατηγὸς τοῦ Αἰγαίου πε‐
10λάγους λλ. ιʹ. ἰστέον, ὅτι οἱ τῆς δύσεως στρατηγοὶ οὐκ ἐρογεύοντο διὰ τὸ λαμβάνειν αὐτοὺς ἀπὸ τῶν ἰδίων αὐτῶν θεμάτων τὰς ἰδίας αὐτῶν συνηθείας κατ’ ἔτος. ὁ στρατηγὸς Πελοποννήσου. ὁ στρατηγὸς Νικοπόλεως. ὁ στρατηγὸς Ἑλ‐ λάδος. ὁ στρατηγὸς Σικελίας. ὁ στρατηγὸς Λαγοβαρδίας.
15ὁ στρατηγὸς Στρυμῶνος. ὁ στρατηγὸς Κεφαληνίας. ὁ στρα‐ τηγὸς Θεσσαλονίκης. ὁ στρατηγὸς τοῦ Δυῤῥαχίου. ὁ στρα‐ τηγὸς Δαλματίας. ὁ στρατηγὸς Χερσῶνος.
18tΠερὶ τὸ τίνες οὐκ ὀφείλουσι στρατεύεσθαι τηρωνάτου
19tγινομένου.
20Οἱ ἐν τῷ κουβουκλείῳ κατειλεγμένοι. οἱ εἰς τοὺς βασι‐
λικοὺς ἀνθρώπους. οἱ εἰς τὴν μεγάλην ἑταιρείαν. οἱ εἰς697

698

τὴν μέσην ἑταιρείαν. οἱ εἰς τοὺς Φαργάνους. οἱ εἰς τὴν οἰκειακὴν τράπεζαν. οἱ εἰς τὰ ἀρχοντογεννήματα. οἱ εἰς τὸ οἰκειακὸν βεστιάριον. οἱ εἰς τὸ σκέπτον τῆς αὐγούστης. οἱ εἰς τοὺς βασιλικοὺς στράτωρας ἢ τοὺς ἱπποκράτας. οἱ εἰς
5τοὺς βασιλικοὺς κληρικοὺς τοῦ παλατίου. οἱ τῆς νέας ἐκκλη‐ σίας. οἱ τῆς ἁγίας Σοφίας ἐγκάθετοι ἱερεῖς καὶ ἀπὸ τοῦ πα‐ λαιοῦ, οὐχὶ δὲ οἱ εἰς τὰ τρία μιλιαρήσια καὶ ἔλαττον τού‐ των ῥογευόμενοι. οἱ τῶν δρομονίων ἐλάται. οἱ τῶν ἀγρα‐ ρίων ἐλάται. ἰστέον, ὅτι ἐκ τούτων πάντων τῶν προειρημέ‐
10νων μὴ στρατεύεσθαι, εἶχέν τις παλαιὰν στρατείαν, μέχρις ἂν ζῇ τὸ καταταγὲν πρόσωπον, οἱονδήποτε τῶν προειρημέ‐ νων ὀφφικίων, ὀφείλει διαμένειν ἐξσκουσευόμενος ὁ τοιοῦτος οἶκος. τελευτήσαντος δὲ τοῦ προσώπου, ὀφείλει ὀρθοῦσθαι ἡ στρατεία εἰς τὸν οἶκον αὐτοῦ κατὰ τὸν παλαιὸν τύπον τοῦ
15στρατιωτικοῦ λογοθεσίου.
16tΠερὶ τοῦ τίνες ὀφείλουσι στρατεύεσθαι ἀπὸ τῶν κατειλεγμένων
17tεἰς ὀφφίκια.
18Οἱ μανδάτορες τῶν σεκρέτων πάντων, ἤγουν οἱ τοῦ σα‐ κελλαρίου· οἱ τοῦ γενικοῦ· οἱ τοῦ στρατιωτικοῦ· οἱ τοῦ
20λογοθέτου τοῦ δρόμου· οἱ τοῦ σακελλίου· οἱ τοῦ βεστια‐ ρίου· οἱ τοῦ εἰδικοῦ· οἱ τοῦ νουμέρου· οἱ τοῦ τειχεώ‐ του· οἱ διατρέχοντες· οἱ σύντροφοι τῶν δύο στάβλων. ἰστέον,
ὅτι οὐ δεῖ στρατεύεσθαι ἀπὸ ἄλλου θέματος εἰς τοὺς ἐλάτας698

699

τῶν ἀγραρίων εἰ μὴ ἀπὸ τοῦ στενοῦ. ἰστέον, ὅτι οὐ δεῖ στρατεύεσθαι εἰς τοὺς διαιταρίους τοῦ μεγάλου παλατίου καὶ τῶν λοιπῶν παλατίων, εἰ μὴ ἀπὸ τῆς πόλεως καὶ τοῦ στενοῦ. ἰστέον, ὅτι οὐ δεῖ στρατεύεσθαι εἰς τοὺς μανδάτο‐
5ρας τῶν ὀφφικίων, εἰ μὴ ἀπὸ τῆς πόλεως.
6tΚΕΦ. ναʹ.
7tὍσα δεῖ παραφυλάττειν, ὅταν ἐν ὀχήματι βούλεται προελθεῖν
8tὁ βασιλεὺς καὶ ἰδεῖν τὰ ὀῤῥία τοῦ στρατηγίου.
9Ἀπὸ ὀψὲ δίδοται μανδάτα πρόκενσον εἰς τὰ ὀῤῥία.
10προέρχονται οὖν τῇ ἑξῆς πάντες, καὶ εἰσέρχονται ἀπὸ λευ‐ κῶν χλανιδίων καὶ ταγγίων εἰς τὸ παλάτιον, καὶ ὅταν γένη‐ ται TRANSFER, οἱ μὲν κανδιδάτοι ἵστανται πρὸ τοῦ ἱπποδρό‐ μου μετὰ τὴν θύραν τῶν χρειῶν τῆς βαλνιαρίας, εἰσέρχον‐ ται δὲ ἔσω ἐν τῷ ἱπποδρόμῳ οἱ δεσποτικοὶ ἵπποι μόνοι, οἱ
15δὲ τῶν ἀρχόντων ἔξω ἵστανται. ἔρχεται δὲ καὶ ἡ καρούχα ἡ δεσποτικὴ, καὶ ἵσταται πρὸ τοῦ ἱπποδρόμου. καὶ ὅταν ἴδῃ ὁ σιλεντιάριος, ὅτι πάντα ἕτοιμά εἰσι, καὶ λάβῃ τὸ PA‐ RATUS, εἰσέρχονται κατὰ τὸ ἔθος οἱ πατρίκιοι. εἶτα ἐξέρχε‐ ται ὁ βασιλεὺς, καὶ ἵσταται ἐν τῷ μέσῳ τοῦ μεγάλου τρι‐
20κλίνου, καὶ πάντα γίνεται ὡς ἐν κονσιστωρίῳ, καὶ ἐξέρχε‐
ται δηριγευόμενος διὰ τῆς βαλνιαρίας, καὶ ὅταν ἔλθῃ ὅπου699

700

οἱ κανδιδάτοι τὰ ὅπλα κρατοῦσιν, ἐκεῖ οἱ τριβοῦνοι τοῦ πραι‐ σέντου προσκυνοῦσιν αὐτὸν, καὶ σὺν αὐτοῖς ὁ πριμικήριος τῶν δομεστίκων. εἶτα ἐκεῖθεν εἰσέρχεται εἰς τὸν ἱππόδρο‐ μον, καὶ ἐκεῖ προσκυνεῖται ὑπὸ τῶν δομεστίκων καὶ προ‐
5τηκτόρων ἅμα εἰσέλθῃ τὴν θύραν, καὶ δηριγευόμενος ἐξέρ‐ χεται ἔξω τοῦ ἱπποδρόμου, τῶν ἵππων ἑλκομένων ἐμπρὸς αὐτοῦ, καὶ ἀνέρχεται εἰς τὸ ὄχημα. καὶ ἕκαστος τῶν ἀρ‐ χόντων κατὰ τάξιν φιλεῖ τὰ γόνατα αὐτοῦ, καὶ μετὰ πάντας ὁ ἔπαρχος τῶν πραιτωρίων, ὡς ὀφείλων συγκαθίσαι αὐτῷ,
10καὶ ἐπιτρέπει ὁ βασιλεὺς, εἰ βούλεται, τοῖς ἄρχουσιν καθί‐ σαι εἰς τοὺς ἵππους αὐτῶν, καὶ κάθηνται. ὁ δὲ ἔπαρχος φιλεῖ τοὺς πόδας τοῦ βασιλέως, καὶ ἀνέρχεται εἰς τὴν κα‐ ρούχαν ἐκ τοῦ ἀριστεροῦ μέρους, καὶ ἵσταται, καὶ ἐπὰν ἐπιτρέψῃ αὐτῷ καθίσαι, πάλιν φιλεῖ τὰ γόνατα αὐτοῦ καὶ
15κάθηται. καὶ ὁ μουλίων ἵσταται, καὶ ἐπὰν κελευθῇ, καὶ αὐτὸς φιλεῖ κάτω τοὺς πόδας, καὶ κάθηται. ἔμπροσθεν δὲ βαστάζουσιν ὁ κουροπαλάτης καὶ ὁ δηκουρίων τὰ χρυσᾶ ῥαβδία. ἑκατέρωθεν δὲ κόμητες σχολῶν, οὓς ἂν κελεύσει, παραβαδίζουσιν κρατοῦντες τὰ μῆλα τῆς καρούχας. καὶ
20ἐπὰν φθάσουσιν εἰς τὰ ὀῤῥία, πρῶτον οἱ ἔπαρχοι κατέρχον‐
ται, καὶ τότε ὁ δεσπότης. ὡς δὲ εἰσέλθῃ εἰς τὰ ὀῤῥία, ἀ‐700

701

παντᾷ αὐτῷ φορῶν λευκὸν χλανίδιον ὁ κόμης τῶν ὀῤῥίων καὶ σὺν αὐτῷ ὁ νουμεράριος, καὶ ἐπιδίδωσιν αὐτῷ τὴν γνῶ‐ σιν τοῦ ἀποκειμένου σίτου, καὶ περιέρχεται, καὶ ὁρᾷ πάντα. δεῖ δὲ παρακολουθεῖν τῷ βασιλεῖ καὶ ἀρχιτέκτωνα, ἵνα, ἐὰν
5θελήσῃ πληροφορηθῆναι, εἰ ταῖς ἀληθείαις τοσοῦτος σίτος ἀπόκειται, μετρήσῃ ὁ ἀρχιτέκτων τοὺς τόπους, οὓς ἂν συν‐ ίδῃ ὁ βασιλεὺς, καὶ εἴπῃ αὐτῷ τὸ ἀληθές. καὶ ἐξερχόμε‐ νος δίδωσι τῷ κόμητι τῶν ὀῤῥίων τετραγόνιον λιτρῶν δέκα, καὶ ὁλοσήρικον στιχάριον, καὶ τῷ νουμεραρίῳ τὰ αὐτά. καὶ
10ἐκεῖθεν ἐξελθὼν ἀνέρχεται εἰς τὸ ὄχημα, καὶ πάλιν οἱ ἔπαρ‐ χοι συγκάθηνται τὰ ὅμοια ποιοῦντες, εἴτε δὲ δόξῃ αὐτῷ διὰ τοῦ δεκίμου ὑποστρέψαι, εἴτε διὰ τῆς βαλνιαρίας. οἱ μὲν κόμητες καὶ οἱ τριβοῦνοι ἔξω τοῦ μεγάλου τρικλίνου ἀκού‐ ουσιν: LOCO, οἱ δὲ ἄλλοι ἄρχοντες εἰσέρχονται. καὶ ὁ ἔπαρ‐
15χος τῆς πόλεως ἢ οἱ ἔπαρχοι συντάττονται ἐκεῖ. οἱ δὲ πα‐ τρίκιοι συνεισέρχονται, καὶ πάντα κατὰ ἔθος γίνεται, καὶ δί‐
δονται μίσσαι τοῦ σιλεντίου.701

702

(1t)

ΚΕΦ. νβʹ.
2tΑΚΡΙΒΟΛΟΓΙΑ ΤΗΣ ΤΩΝ ΒΑΣΙΛΙΚΩΝ ΚΛΗΤΩΡΙΩΝ ΚΑΤΑ‐
3tΣΤΑΣΕΩΣ, ΚΑΙ ΕΚΑΣΤΟΥ ΤΩΝ ΑΞΙΩΜΑΤΩΝ ΠΡΟΣΚΛΗΣΙΣ
4tΚΑΙ ΤΙΜΗ, ΣΥΝΤΑΘΧΕΙΣΑ ΕΞ ΑΡΧΑΙΩΝ ΚΛΗΤΩΡΟΛΟΓΙΩΝ
5tΕΠΙ ΛΕΟΝΤΟΣ ΤΟΥ ΦΙΛΟΧΡΙΣΤΟΥ ΚΑΙ ΣΟΦΩΤΑΤΟΥ ΗΜΩΝ
6tΒΑΣΙΛΕΩΣ, ΜΗΝΙ ΣΕΠΤΕΜΒΡΙΩι, ΙΝΔΙΚΤ. Γʹ, ΕΤΟΥΣ ΑΠΟ
7tΚΤΗΣΕΩΣ ΚΟΣΜΟΥ ͵ϛΥΗʹ, ΥΠΟ ΦΙΛΟΘΕΟΥ ΒΑΣΙΛΙΚΟΥ
8tΠΡΩΤΟΣΠΑΘΑΡΙΟΥ ΚΑΙ ΑΤΡΙΚΛΙΝΟΥ.
9Ἐπειδήπερ ἡμᾶς προετρέψασθε, ὦ φίλων ἄριστοι, εἰς
10τὰς τῶν ἀρχαίων ἐπικύμψαι συγγράμματα, κἀκεῖθεν τὸν προκείμενον νοῦν τῆς τῶν ἀξιωμάτων τάξεως σαφῆ τῷ λόγῳ ἀκριβῶς παραστήσασθαι, φέρε δὴ τῷ περὶ ὑμᾶς ἑλκόμενοι πόθῳ, καθ’ ὅσον ἐφικτὸν, τὰ ἐφετὰ τῆς ὑμετέρας ἀγάπης σχετικῶς ἐκπληρώσωμεν. πολλῶν γὰρ ὄντων καὶ μεγάλων
15τῶν παρὰ τοῖς ἀρχαίοις καταλειφθέντων ἀξιωμάτων, πολλή τε καὶ μεγάλη καὶ δύσληπτος ἡ περὶ αὐτῶν ὑπάρχει σαφή‐ νεια. καὶ γὰρ αἱ πολλαὶ τῶν ἀξιωμάτων ἀμαυρωθεῖσαι τῷ χρόνῳ προσκλήσεις, ἀλλὰ μὴν καὶ πᾶσαι αἱ μετ’ ἐκείνας ἐ‐ φευρεθεῖσαι ἀξιωμάτων διαφοραὶ σύγχυσίν τινα παρεισάγου‐
20σιν τῆς ἀκριβοῦς αὐτῶν καταλήψεως. καὶ ἐπειδὴ τὴν ἡμε‐702

703

τέραν ἀμάθειαν τῆς ἀκριβοῦς τούτων καταλήψεως τὴν συγ‐ γραφὴν ἐξῃτήσασθε, ὅσον τῷ νῷ ἀμυδρῶς ἐκ τῶν πρώην ἐγκειμένων καὶ νῦν πραττομένων περιλαβεῖν ἠδυνήθημεν, τῇ ὑμετέρᾳ φιλίᾳ περιφανῶς ἐκτιθέμεθα. εἰδέναι γὰρ ὑμᾶς
5βουλόμεθα, ὦ φίλοι, ὅτι πᾶσα μὲν τεχνῶν ἐπιστήμη πρός τι εὔχρηστον τέλος τῶν ἐν τῷ βίῳ συνέστηκεν. ἡ δὲ τῶν ἀρτικλινῶν ἐπιστήμη ἐν οὐδενὶ ἄλλῳ τὸ εὔχρηστον δείκνυ‐ σιν, ἀλλ’ ἢ ἐν τῷ τάξει καὶ συστάσει καὶ ἀκριβεῖ διαθέσει τὰς τῶν ἀξιωμάτων διαφορὰς διαστέλλειν. καὶ γὰρ πᾶσα πε‐
10ριφάνεια βίου ἢ ἔνδοξος ἀξιωμάτων ἀξία ἐν οὐδενὶ ἄλλῳ τοῖς ὁρῶσιν ἐνδείκνυται, ἀλλ’ ἢ ἐν τῇ κλήσει τῆς προκαθε‐ δρίας τῆς ἐν τῇ λαμπρᾷ τραπέζῃ καὶ περιποθήτῳ συνεστιά‐ σει τῶν σοφωτάτων ἡμῶν βασιλέων. εἰ δέ τις ἐκ τῆς ἡμῶν ἀπροσεξίας ἐπισφαλὴς προσγένηται σύγχυσις τοῖς βασιλικοῖς
15κλητωρίοις, οὐ μόνον τὰς τῶν βασιλικῶν ἀξιωμάτων ἀρετὰς καταριπτεῖ, ἀλλὰ καὶ ἡμᾶς αὐτοὺς καταγελάστους καὶ ἀ‐ χρείους τῆς διακονίας παρίστησιν. διὸ οὖν, ἀγαπητοὶ, δεῖ ἡμᾶς ἐν τῇ τοιαύτῃ λαχόντας διακονίας προσοχῇ μελέτης καὶ ἐπιστήμης τὰς τῶν ἀξιωμάτων κυριοκλησίας ἐν τῷ οἰ‐
20κείῳ νωῒ περιγράφειν, καὶ εἶθ’ οὕτως τὰς αὐτῶν διαιρέσεις
καὶ ὑποδιαιρέσεις καὶ ἀκριβεῖς συστάσεις ἐκφωνεῖν καὶ ἐκτί‐703

704

θεσθαι. ἀλλ’ ἐπείπερ τὰς τῶν ἀρχαίων ἐκθέσεις οὐχὶ πά‐ σας, ἀλλ’ ὅσας ὁ χρόνος ἀμαυρωθῆναι ἐποίησεν, ἑκόντι πα‐ ρεδράμομεν, φέρε δὴ τὰς ἐπὶ τῶν βασιλέων ἡμῶν, Λέοντος καὶ Ἀλεξάνδρου, γνωριζομένας τε ἅμα καὶ πραττομένας ὡς
5ἐν πίνακος τάξει στιχηδὸν ὑποτάξομεν. ποιῶμεν δὲ τοῦτο, οὐχ ὡς τὰς τῶν ἀρχαίων συγγραφὰς ἀνατρέποντες, ἀλλὰ τὰς περὶ τούτων ἐκθέσεις ὡς ἐν τάξει κανόνος τυπῶσαι σπου‐ δάζοντες, ὅπως μὴ μόνον οἱ περὶ ταῦτα ἐσχολακότες τὴν εὐχερῆ τούτων κατάληψιν ἔχωσιν, ἀλλὰ καὶ οἱ λίαν ἀμα‐
10θεῖς τῷ μικρῷ τούτῳ κανόνι ἑπόμενοι εὐκατάληπτον καὶ σα‐ φῆ τὴν περὶ τὰς τάξεις εὑρίσκωσι πραγματείαν. οὐ γὰρ δίκαιον ἐκρίναμεν, τοὺς μὴ ταῦτα ἀκριβῶς ἐξησκημένους ἐν τῇ τοιαύτῃ τετάχθαι βασιλικῇ λειτουργίᾳ, ὅτι οὐδὲ ἀσόφῳ καὶ ἀμαθεῖ βασιλεῖ παρεστάναι ἡμεῖς εὐμοιρήσαμεν, ἀλλὰ
15πάνυ γε σοφωτάτῳ καὶ λόγῳ καὶ ἔργῳ τῇ ἄνωθεν χάριτι τετιμημένῳ. διὰ τοῦτο δὴ οὖν παρακαλῶ ὑμᾶς, ὦ φίλοι, καὶ πάντας τοὺς μέλλοντας μεθ’ ἡμᾶς εἰσιέναι, μὴ παρέρ‐ γως καὶ ἀνωμάλως τὸ παρ’ ἡμῶν συγγραφὲν ἐπισκέπτεσθαι λόγιον, ἀλλὰ προσοχῇ μελέτης τὸν ἐν αὐτῷ ἐγκείμενον τύπον
20ἀκριβῶς ἀναμάττεσθαι· καὶ πρῶτον μὲν τὰς ἀκριβεῖς κυ‐ ριοκλησίας τῶν ἀξιωμάτων γνωρίζειν· δεύτερον δὲ τὰς τού‐
των διαιρέσεις καὶ ὑποδιαιρέσεις, αὐξήσεις τε καὶ μειώσεις,704

705

προσκλήσεις τε καὶ ὑποκλήσεις ἀκριβῶς ποιεῖσθαι, καθὼς ὑποτέτακται. τὰς γὰρ διὰ βραβείων διδομένας ἀξίας κλίμακος ὑμῖν τάξει ἐξ ὀνόματος πάσας ἐκτέθεικα, εἶθ’ οὕτως τὰς διὰ λόγου προσγινομένας ἐσήμανα, μετὰ δὲ ταύτας τὰς ταύταις
5ὑποκειμένας συνέταξα, τὰς μὲν κυρίας καὶ πρώτας τούτων προκρίνας τῷ λόγῳ, τὰς δὲ ὑποτεταγμένας ἰδίως ἑκάστης ἐκ‐ τεθεικώς. ἀλλὰ μὴν καὶ τὰς τούτων τάξεις εὐδιαιρέτως ἐδήλωσα, καὶ ἑκάστης τὰ τούτων τὰ οἰκεῖα πρέσβεια διὰ τοῦ τῇδε συγ‐ γράμματος σαφῶς καθιστόρισα, καὶ εὐσαφῆ καὶ εὐκατάληπτον
10τὴν περὶ τούτων πραγματείαν, ὡς ἐν εἰσαγωγῆς τάξει, τοῖς ἐντυγχάνουσι διὰ τῆς ὑποκειμένης πλινθίδος ἐγνώρισα, ἵνα οἱ ταύτην τὴν πλινθίδα ἐπιμελῶς ἐποπτεύοντες μέμνησθε τῆς ἡμῶν μετριότητος μηδαμῶς κατοκνήσειν.
14tἈρχὴ τῆς ὑποθέσεως τοῦ λόγου.
15Τῶν βασιλικῶν ἀξιωμάτων αἱ χάριτι Θεοῦ διδόμεναι δωρεαὶ, ὡς ἐκ Θεοῦ τὴν ψῆφον λαμβάνουσαι, ἐπὶ τοῦ ἱεροῦ καὶ θαυμαστοῦ βασιλικοῦ βήματος τοῦ λαμπροῦ χρυσοτρικλίνου ἐν αἰσίαις ἡμέραις παρὰ τῶν θεοπροβλήτων βασιλέων τοῖς ἀξίοις βραβεύονται, δηλονότι παρεστώσης ἁπάσης τῆς τάξεως
20τοῦ βασιλικοῦ κουβουκλείου καὶ αὐτῶν τῶν βραβείων προ‐
κειμένων πλησίον τῆς βασιλικῆς ἐξουσίας. οἱ γὰρ μέλλοντες705

706

τυχεῖν τῆς αὐτῶν ἀντιλήψεως ἤδη προευτρεπίζονται ὑπὸ τοῦ τεταγμένου βασιλικῶν πρωτοσπαθαρίου ἔξω τοῦ βήλου ἐστο‐ λισμένοι ῥοαίοις σαγίοις. ἐν δὲ τῇ τούτων εἰσαγωγῇ προσυν‐ εισέρχονται τῷ βασιλικῷ ὀστιαρίῳ ὁμότιμοι τῶν μελλόντων
5τυχεῖν ἀντιλήψεως ἄνδρες σπαθαροφόροι τρεῖς, καὶ τὸ σύνη‐ θες σέβας ποιήσαντες ἀναμένουσι πρὸς τὸ βῆλον ἑστῶτες τὴν τοῦ εἰσαγομένου παρουσίαν, καὶ αὖθις τοῦ βήλου πετασθέν‐ τος, συνεισέρχεται τῷ βασιλικῷ ὀστιαρίῳ ὁ τῶν βασιλικῶν πρωτοσπαθάριος εἰσάγων τὸν μέλλοντα τυχεῖν ἀντιλήψεως,
10καὶ τοῦτον προτρεπόμενος τρισὶ τόποις ποιῆσαι τὴν προσκύ‐ νησιν, ἵστησιν αὐτὸν κατὰ πρόσωπον τοῦ βασιλέως πρὸς τὸ ἐξ οἰκείων χειρῶν αὐτοῦ λαβεῖν τὸ βραβεῖον τοῦ ἀξιώματος. καὶ μικρὸν αὐτὸν τὸν τυχόντα διαστήσας ὀπισθοπόδως ὁ αὐ‐ τὸς πρωτοσπαθάριος περιβάλλει αὐτῷ τὸ δοθὲν παρὰ τοῦ
15βασιλέως βραβεῖον, καὶ αὖθις αὐτὸν προσωθήσας ἀσπάσασθαι ποιεῖ τοὺς ἱεροὺς πόδας τοῦ βασιλέως· καταχθέντος δὲ αὐ‐ τοῦ πρὸς τοῖς κάτω, οἱ ὁμότιμοι τοῦ ἀξιώματος ἄνδρες ὡς ἰσότιμον εἰσδεξάμενοι φίλον, τὸ σέβας πληροῦντες τὴν εὐχα‐ ριστείαν διὰ τῆς προσκυνήσεως τῷ βασιλεῖ προσφωνοῦσι, καὶ
20συνεξέρχεται τούτῳ. ἡ δὲ παρεστῶσα πάντων τῶν τοῦ κου‐ βουκλείου ἀξία τὸν βασιλέα ἀξίως ἐπευφημήσασα, καὶ αὐτὴ
συνεξέρχεται τούτοις. εἰσάγονται δὲ πᾶσαι αἱ τῶν διὰ βρα‐706

707

βείων ἁξιωμάτων διαφοραὶ κατὰ τάξιν καὶ ἀριθμὸν τὸν ἤδη λεχθήσεσθαι μέλλοντα, καὶ τὰς συνηθείας παρέχειν ὀφείλον‐ τας. καὶ γὰρ αἱ μὲν αὐτῶν διὰ βραβείων παρέχονται, αἱ δὲ διὰ βασιλικοῦ λόγου προσγίνονται, καὶ συνέπονται ταῖς
5διὰ βραβείων διδομέναις ἀξίαις, καὶ αἱ μὲν αὐτῶν τὸ μόνιμον ἔχουσιν, αἱ δὲ ῥᾳδίως πάλιν ἀφαιρούμεναι ἐκ προσώπων εἰς πρόσωπα διαβαίνουσιν.
8tΑἱ διὰ βραβείων ἀξίαι ιηʹ.
9Εἰσὶ δὲ πᾶσαι ὁμοῦ αἱ διὰ βραβείων διδόμεναι τὸν ἀ‐
10ριθμὸν ὀκτωκαίδεκα, αἵτινες ἅπαξ διδόμεναι οὐδαμῶς ἀναστρέ‐ φονται. διαιροῦνται δὲ αὗται εἰς μέρη δύο, εἰς συγκλητι‐ κοὺς καὶ εἰς προσελευσιμαίους.
13tΠόσαι διὰ λόγου. αἱ διὰ λόγου ξʹ.
14Αἱ δὲ διὰ λόγου προσγινόμεναι ταύταις καὶ τὸ ἄρχειν
15ἐνδόξως λαμβάνουσαί εἰσι καὶ αὐταὶ πᾶσαι τὸν ἀριθμὸν ξʹ, αἵτινες ἀφαιρούμεναι, ὥσπερ ἔφαμεν, ἐκ προσώπων εἰς πρόσωπα βασιλικῷ λόγῳ μετέρχονται. διαιροῦνται δὲ καὶ αὗται εἰς μέρη ἓξ, οἷον εἰς στρατηγοὺς, εἰς δομεστίκους, εἰς κριτὰς, εἰς σεκρετικοὺς, εἰς δημοκράτας, εἰς ἴδια ὀφ‐
20φίκια.707

708

(1t)

Τόμος αʹ.
2tΠερὶ ἀξιωμάτων βασιλικῶν εἰς τοὺς προβαθμίους.
3Τῶν δὲ κυρίως ἀξιωμάτων τῶν διὰ βραβείων παρεχο‐ μένων αἱ κυριοκλησίαι, εἰς ἃς καὶ ὀφείλουσιν δοῦναι συνη‐
5θείας, εἰσὶν αὗται. πρώτη μὲν τῶν ἄλλων ἁπάντων ὡς προ‐ βάθμιος τὴν εἰσαγωγὴν τῶν ἀξιωμάτων λαμβάνουσα ἡ τοῦ στρατηλάτου ἐπὶ θεμάτων ἀξίων, ἤτοι ἡ ἀπὸ ἐπάρχων ὀνο‐ μαζομένη, ἧς βραβεῖον, ἐγγεγραμμένος χάρτης, διὰ βασιλικῆς χειρὸς ἐπιδίδοται. δίδωσι συνήθειαν τῷ πρωτοασήκρητις „κδʹ,
10τοῖς πραιποσίτοις :λϛʹ. δευτέρα δὲ ἡ τῶν σιλεντιαρίων, ἧς βραβεῖον, χρυσᾶ ῥάβδος, διὰ βασιλικῆς χειρὸς ἐπιδίδοται. δί‐ δωσι συνήθειαν τῷ δευτέρῳ „ϛʹ, τοῖς πραιποσίτοις „οβʹ. τρίτη ἡ τῶν βεστητόρων ἀξία, ἧς βραβεῖον, τὸ φιβλατώριον, διὰ βασιλικῆς χειρὸς ἐπιδίδοται. δίδει συνήθειαν τοῖς πραι‐
15ποσίτοις „κδʹ, τῷ δευτέρῳ „ϛʹ. τετάρτη ἡ τῶν βασιλικῶν μανδατόρων ἀξία, ἧς βραβεῖον, ῥάβδος ἐρυθροδανωμένη, ἐκ χειρὸς βασιλικῆς ἐπιδίδοται. δίδωσι συνήθειαν τῷ πρωτο‐ σπαθαρίῳ τῶν βασιλικῶν „ϛʹ, τοῖς πραιποσίτοις :ϛʹ. πέμ‐ πτη ἡ τῶν κανδιδάτων ἀξία, ἧς βραβεῖον, μανιάκιον χρυσοῦν
20τρίκομβον μέχρι τέρνων κεχαλασμένον, διὰ χειρὸς βασιλικῆς ἐπιδίδοται. δίδωσι συνήθειαν τῷ παπίᾳ καὶ τῷ δευτέρῳ „βʹ,
τῷ παπίᾳ τῆς Δάφνης „βʹ, τοῖς πραιποσίτοις „ϛʹ. ἕκτη ἡ708

709

τῶν στρατόρων ἀξία, ἧς βραβεῖον, φραγέλιον χρυσοῦν ἐκ λί‐ θων τιμίων κεκοσμημένον, ἐκ χειρὸς βασιλέως ἐπιδίδοται. δί‐ δωσι συνήθειαν τῷ παπίᾳ καὶ τῷ δευτέρῳ „βʹ, τοῖς πραι‐ ποσίτοις „δʹ. ἑβδόμη ἡ τῶν ὑπάτων ἀξία, ἧς βραβεῖον,
5χάρτης ἐγγεγραμμένος, διὰ βασιλικῆς χειρὸς ἐπιδίδοται. δί‐ δωσι συνήθειαν τῷ πρωτασήκρητις „ϛʹ, τοῖς πραιποσίτοις „ιβʹ, τῷ παπίᾳ καὶ τῷ δευτέρῳ „ϛʹ. ὀγδόη ἡ τῶν σπαθαρίων ἀξία, ἧς βραβεῖον, σπάθη χρυσόκανος, ἐκ βασιλικῆς χειρὸς ἐπιδίδοται. δίδωσι συνήθειαν τῷ κατεπάνω „ϛʹ, τῷ δομε‐
10στίκῳ τῶν βασιλικῶν „δʹ, τοῖς σπαθαρίοις „ιβʹ, τῷ παπίᾳ καὶ τῷ δευτέρῳ „βʹ. ἐννάτη ἡ τῶν σπαθαροκανδιδάτων ἀξία, ἧς βραβεῖον, μανιάκιον χρυσοῦν κεχαλασμένον κεκοσμη‐ μένον ἐκ περιλεύκιος, ἐκ βασιλικῆς χειρὸς ἐπιδίδοται. δί‐ δωσι συνήθειαν τῷ παπίᾳ καὶ τῷ δευτέρῳ „δʹ, τῷ τῆς κα‐
15ταστάσεως „ιβʹ, τῷ δομεστίκῳ τῶν βασιλικῶν „γʹ, τοῖς σπαθαροκανδιδάτοις „ιβʹ. δεκάτη ἡ τῶν δισυπάτων ἀξία, ἧς βραβεῖον, χάρτης ἐγγεγραμμένος, ἐκ βασιλικῆς χειρὸς ἐπι‐ δίδοται. δίδει συνήθειαν τοῖς πραιποσίτοις „ιβʹ, τῷ πρω‐ τοασήκρητις „ϛʹ, τῷ παπίᾳ καὶ τῷ δευτέρῳ „ϛʹ. ἑνδεκάτη
20ἡ τῶν πρωτοσπαθαρίων ἀξία, ἧς βραβεῖον, κλοιὸς χρυσοῦς περὶ τὸν αὐχένα ἐκ λίθων τιμίων κεκοσμημένος, διὰ χειρὸς βασιλέως ἐπισυγκλείεται. δίδωσι συνήθειαν τοῖς πρωτοσπα‐ θαρίοις εὐνούχοις „κδʹ, τοῖς πρωτοσπαθαρίοις βαρβάτοις „κδʹ,
τῷ κατεπάνω „ιηʹ, τῷ δομεστίκῳ τῶν βασιλικῶν „ϛʹ, τῷ709

710

παπίᾳ καὶ τῷ δευτέρῳ „ϛʹ. εἰ δὲ εἰς τὸν χρυσοτρίκλινον παραδοθῇ, τῷ παπίᾳ δίδωσι „κδʹ. ἰστέον δὲ, ὅτι καὶ, δή‐ μαρχος εἰ τιμηθῇ ἐξ αὐτῶν τις, δίδει τοῖς πραιποσίτοις „οβʹ. ὁμοίως καὶ ὁ τῆς καταστάσεως τοῖς αὐτοῖς πραιποσίτοις „οβʹ.
5δωδεκάτη ἡ τῶν περιβλέπτων πατρικίων ἀξία, ἧς βραβεῖον, πλάκες ἐλεφάντιναι κεκοσμημέναι σὺν κωδικέλλοις ἐγγεγραμ‐ μένοις εἰς τύπον τοῦ νόμου, ἐκ βασιλικῆς χειρὸς ἐπιδίδονται. παρέχει δὲ τοῖς κοιτωνίταις, εἰ ἄρα καὶ μηνυθῇ, λίτρας βʹ. εἰς δὲ τὸ ἀποκόμβιον τοῖς πραιποσίτοις σὺν τοῦ κουβουκλείου
10καὶ τοῖς λοιποῖς χρυσοῦ λίτρας ηʹ. ταῦτα δὲ ὀφφικιάλιος καὶ στρατηγὸς δίδωσιν. ὁ δὲ ἄπρατος δίδει λίτρας ζʹ, καὶ τῷ τῆς καταστάσεως ἄνευ τοῦ ὀψικίου „ιβʹ, τὸ ὀψίκιον „πʹ, τῷ δευτέρῳ ὑπὲρ τῶν πλακῶν „κδʹ, καὶ εἰς τὰ ταβλία τοῦ χλανιδίου „κδʹ, τῷ κανικλείῳ ὑπὲρ τοῦ κωδικέλλου ιϛʹ, εἰς
15τὴν ἁγίαν Σοφίαν :λϛʹ. τρισκαιδεκάτη ἡ τῶν ἀνθυπάτων ἀξία, ἧς βραβεῖον, κωδίκελλοι ἁλουργοειδεῖς γεγραμμένοι, ἐκ βασιλικῆς χειρὸς ἐπιδίδονται. δίδωσι συνήθειαν τὸν τοῦ κανικλείου „ηʹ, καὶ τῷ δευτέρῳ „δʹ, καὶ τοῖς πραιποσί‐ τοις „κδʹ. τεσσαρεσκαιδεκάτη ἡ τῶν ἐνδοξοτάτων μαγίστρων
20ἀξία, ἧς βραβεῖον, χιτὼν λευκὸς ὢν χρυσοΰφαντος, καὶ ἐπωμὶς χρυσόταβλος, καὶ ζώνη δερματίνη κόκκινος ἐκ λίθων
τιμίων κεκοσμημένη, ἥτις λέγεται βαλτίδιν, ἐπὶ τοῦ χρυ‐710

711

σοστορίου ἐκ βασιλικῆς χειρὸς ἐπιδίδοται. δίδωσι συνήθειαν τῷ τῆς καταστάσεως τὸ καμίσιον αὐτοῦ, τοῖς δὲ πραιποσίτοις καὶ μαγίστροις συνεστιᾶται παρέχων αὐτοῖς καὶ δόματα ἱμα‐ τίων. συνήθειαν δὲ τοῖς πραιποσίτοις καὶ μαγίστροις καὶ
5λοιποῖς τὴν τοῦ πατρικίου διπλὴν συνήθειαν παρέχει. πεν‐ τεκαιδεκάτη ἡ τῆς ζωστῆς πατρικίας ἀξία, ἧς βραβεῖον, πλά‐ κες ἐλεφάντιναι ὁμοίως τοῖς πατρικίοις, ἐκ χειρὸς βασιλέως ἐπιδίδοται. δίδωσι συνήθειαν τοῖς βασιλικοῖς κληρικοῖς „κδʹ, τῷ δευτέρῳ „κδʹ, τοὺς κοιτωνίτας λίτρας γʹ, τὸ κουβούκλειον
10σὺν τοῖς πραιποσίτοις μόνοις χρυσοῦ λίτρας γʹ καὶ τὸ στιχά‐ ριον αὐτῆς τῷ πραιποσίτῳ. τῷ τῆς τραπέζης τῆς αὐγούστης μετὰ τὴν πρωτοβεστιαρίαν καὶ τὴν πριμικήρισσαν καὶ τὰς κοιτωνιτίσσας καὶ κουβουκλαρέας λίτρας βʹ. ἑξκαιδεκάτη ἡ τοῦ κουροπαλάτου ἀξία, ἧς βραβεῖον, χιτὼν κόκκινος χρυ‐
15σοποίκιλος καὶ χλαμὺς καὶ ζώνη, ἐκ χειρὸς βασιλέως ἐπὶ ναοῦ Κυρίου λαμπρῶς ἐπιδίδοται. δίδωσι συνήθειαν τὴν τοῦ μαγίστρου διπλὴν, τῷ δευτέρῳ λίτραν αʹ, παρέχων πᾶσιν ἀντιλήψεις καὶ ἀναβιβασμούς. ἑπτακαιδεκάτη ἡ τοῦ νωβε‐ λησίμου ἀξία, ἧς βραβεῖον, χιτὼν ἐξ ἀλουργίδος χρυσόθε‐
20τος καὶ χλαμὺς καὶ ζώνη, ἐκ χειρὸς βασιλέως ἐπὶ ναοῦ Κυρίου λαμπρῶς ἐπιδίδοται. δίδωσι συνήθειαν καθὼς καὶ ὁ
κωροπαλάτης. ὀκτωκαιδεκάτη ἡ τοῦ καίσαρος ἀξία, παρομοία711

712

τῆς βασιλικῆς δόξης, ἧς βραβεῖον, στέφανος χωρὶς σταυρι‐ κοῦ τύπου, ἐπὶ ναοῦ Κυρίου ἐκ βασιλικῆς χειρὸς ἐπὶ κορυ‐ φῆς ἐπιτίθεται. δίδωσι συνήθειαν, ὡς καὶ ὁ νωβελήσιμος.
4tΣυνήθεια εὐσεβείας.
5Ὁ δὲ γεγονὼς αὐτοκράτωρ βασιλεὺς δίδωσιν εἰς τὴν ἁ‐ γίαν τοῦ Θεοῦ μεγάλην ἐκκλησίαν χρυσοῦ λίτρας ρʹ, καὶ τῇ συγκλήτῳ πάσῃ σὺν τῷ τοῦ κουβουκλείου καὶ λοιποῖς χρυσοῦ λίτρας ρʹ, καὶ χιλιάδας διαφόρους μιλιαρησίων ἑκάστῳ τά‐ γματι καὶ ὀφφικίων τῇ συστάσει. τοῖς δὲ πραιποσίτοις ἐν ἐξ‐
10αιρέτῳ ὀφφίκια δίδωσιν καὶ ἀντιλήψεις, ἀξιωμάτων εἰς ἰδίους καὶ ἀνθρώπους αὐτῶν, καὶ ἀναβιβασμοὺς αὐτῶν τῶν πραι‐ ποσίτων, καθὼς ἂν αἰτήσονται, λαμβάνουσιν. ὁ δέ γε δεύτε‐ ρος βασιλεὺς δίδωσι τὸ ἥμισυ τούτων. ἐκ δὲ τῶν προλε‐ χθέντων ἀξιωμάτων αἱ μὲν πέντε ἀξίαι τῇ συγκλήτῳ ἁρμό‐
15ζονται, οἷον ἡ ἀπὸ ἐπάρχων, ἡ τῶν σιλεντιαρίων, ἡ τῶν βε‐ στητόρων, ἡ τῶν ὑπάτων καὶ δισυπάτων. αἱ δὲ λοιπαὶ πᾶ‐ σαι ἐν τοῖς βασιλικοῖς κατατάττονται κώδιξιν. αἱ δὲ διὰ λό‐ γου βασιλικοῦ τοῖς ἀξίοις προσγινόμεναι δόξαι καὶ εἰς τὸ ἄρχειν τῶν ὑποτεταγμένων ἀφορισθεῖσαί εἰσι καὶ αὐταὶ τὸν
20ἀριθμὸν ξʹ, αἵτινες, ὡς ἔφαμεν, λόγῳ βασιλέως προσγινόμε‐ ναι, πάλιν ῥᾳδίως ἀφαιροῦνται καὶ ἐκ προσώπων εἰς πρόσ‐
ωπα μεθίστανται. καὶ πρώτη μὲν καὶ μεγίστη ἡ τοῦ βασι‐712

713

λεοπάτορος παρὰ Λέοντος τοῦ φιλοχρίστου ἡμῶν βασιλέως ἐκφωνηθεῖσα ἀξία· βʹ ἡ τοῦ ῥαίκτωρος ἀξία· γʹ ἡ τοῦ συγκέλλου· δʹ ἡ τοῦ στρατηγοῦ τῶν Ἀνατολικῶν ἀξία· εʹ ἡ τοῦ δομεστίκου τῶν σχολῶν. ϛʹ ἡ τοῦ στρατηγοῦ τῶν Ἀρ‐
5μενιάκων· ζʹ ἡ τοῦ στρατηγοῦ τῶν Θρᾳκησίων· ηʹ ἡ τοῦ κόμητος τοῦ Ὀψικίου· θʹ ἡ τοῦ στρατηγοῦ τῶν βουκελλα‐ ρίων· ιʹ ἡ τοῦ στρατηγοῦ Καππαδοκίας· ιαʹ ἡ τοῦ στρα‐ τηγοῦ Χαρσιανοῦ· ιβʹ ἡ τοῦ στρατηγοῦ Κολωνίας· ιγʹ ἡ τοῦ στρατηγοῦ Παφλαγωνίας· ιδʹ ἡ τοῦ στρατηγοῦ τῆς
10Θρᾴκης· ιεʹ ἡ τοῦ στρατηγοῦ Μακεδονίας· ιϛʹ ἡ τοῦ στρα‐ τηγοῦ Χαλδίας· ιζʹ ἡ τοῦ δομεστίκου τῶν ἐξσκουβίτων ἀ‐ ξία· ιηʹ ἡ τοῦ ἐπάρχου πόλεως ἀξία· ιθʹ ἡ τοῦ στρατηγοῦ Πελοποννήσου· κʹ ἡ τοῦ στρατηγοῦ Νικοπόλεως· καʹ ἡ τοῦ στρατηγοῦ τῶν Κιβυῤῥαιωτῶν· κβʹ ἡ τοῦ στρατηγοῦ Ἑλλά‐
15δος· κγʹ ἡ τοῦ στρατηγοῦ Σικελίας· κδʹ ἡ τοῦ στρατηγοῦ Στρυμόνος· κεʹ ἡ τοῦ στρατηγοῦ Κεφαληνίας· κϛʹ ἡ τοῦ στρατηγοῦ Θεσσαλονίκης· κζʹ ἡ τοῦ στρατηγοῦ τοῦ Δυῤῥα‐ χίου· κηʹ ἡ τοῦ στρατηγοῦ τῆς Σάμου· κθʹ ἡ τοῦ στρατη‐ γοῦ τοῦ Αἰγαίου πελάγους· λʹ ἡ τοῦ στρατηγοῦ Δαλματίας·
20λαʹ ἡ τοῦ στρατηγοῦ Χερσῶνος· λβʹ ἡ τοῦ σακελλαρίου· λγʹ ἡ τοῦ λογοθέτου τοῦ γενικοῦ· λδʹ ἡ τοῦ κυαίστωρος ἀ‐ ξία· λεʹ ἡ τοῦ λογοθέτου τοῦ στρατιωτικοῦ· λϛʹ ἡ τοῦ δρουγγαρίου τῆς βίγλας· λζʹ ἡ τοῦ λογοθέτου τοῦ δρόμου ἀξία· ληʹ ἡ τοῦ δρουγγαρίου τῶν πλοΐμων· λθʹ ἡ τοῦ πρω‐
25τοσπαθαρίου τῶν βασιλικῶν· μʹ ἡ τοῦ λογοθέτου τῶν ἀγε‐
λῶν· μαʹ ἡ τοῦ δομεστίκου τῶν ἱκανάτων· μβʹ ἡ τοῦ δομε‐713

714

στίκου τῶν νουμέρων· μγʹ ἡ τοῦ δομεστίκου τῶν ὀπτιμάτων· μδʹ ἡ τοῦ κόμητος τῶν τειχέων· μεʹ ἡ τοῦ χαρτουλαρίου τοῦ σακελλίου· μϛʹ ἡ τοῦ χαρτουλαρίου τοῦ βεστιαρίου· μζʹ ἡ τοῦ χαρτουλαρίου τοῦ κανικλείου· μηʹ ἡ τοῦ πρωτοστράτορος· μθʹ
5ἡ τοῦ πρωτοασήκρητις ἀξία· νʹ ἡ τοῦ ἐκ προσώπου τῶν θε‐ μάτων· ναʹ ἡ τοῦ κόμητος τοῦ στάβλου· νβʹ ἡ τοῦ εἰδικοῦ· νγʹ ἡ τοῦ μεγάλου κουράτωρος· νδʹ ἡ τοῦ κουράτωρος τῶν μαγγάνων· νεʹ ἡ τῶν δεήσεων· νϛʹ ἡ τοῦ ὀρφανοτρόφου· νζʹ ἡ τοῦ δημάρχου Βενέτων· νηʹ ἡ τοῦ δημάρχου Πρασί‐
10νων· νθʹ ἡ τοῦ τῆς καταστάσεως· ξʹ ἡ τοῦ δομεστίκου τῶν βασιλικῶν. καὶ αὗται τὰ νῦν τιμηθεῖσαι ἀξίαι ἐπὶ Λέοντος δεσπότου. διαιροῦνται οὖν αὗται πᾶσαι εἰς μέρη ἑπτὰ, οἷον εἰς στρατηγοὺς, εἰς δομεστίκους, εἰς κριτὰς, εἰς σεκρετικοὺς, εἰς δημοκράτας, εἰς στρατάρχας καὶ εἰς εἰδικὰς μόνας ἀξίας.
15ὅσαι ἐν ταῖς τῶν στρατηγῶν κατατάττονται τάξεις εἰσὶ τὸν ἀριθμὸν κϛʹ· ὁ στρατηγὸς τῶν Ἀνατολικῶν· ὁ στρατηγὸς τῶν Ἀρμενιάκων· ὁ στρατηγὸς τῶν Θρᾳκησίων· ὁ κόμης τοῦ Ὀψικίου· ὁ στρατηγὸς τῶν βουκελλαρίων· ὁ στρατηγὸς Καππαδοκίας· ὁ στρατηγὸς Χαρσιανοῦ· ὁ στρατηγὸς Κο‐
20λωνείας· ὁ στρατηγὸς Παφλαγωνίας· ὁ στρατηγὸς τῆς Θρᾴ‐ κης· ὁ στρατηγὸς Μακεδονίας· ὁ στρατηγὸς Χαλδίας. αὗ‐
ται οὖν αἱ στρατηγίαι τοῖς Ἀνατολικοῖς θέμασιν ἀριθμοῦν‐714

715

ται. αἱ δὲ τῆς δύσεώς εἰσιν αὗται· ὁ στρατηγὸς Πελοποννή‐ σου· ὁ στρατηγὸς Νικοπόλεως· ὁ στρατηγὸς Κιβυῤῥαιωτῶν· ὁ στρατηγὸς Ἑλλάδος· ὁ στρατηγὸς Σικελλίας· ὁ στρατηγὸς Στρυμόνος· ὁ στρατηγὸς Κεφαληνίας· ὁ στρατηγὸς Θεσσαλονί‐
5κης· ὁ στρατηγὸς τοῦ Δυῤῥαχίου· ὁ στρατηγὸς τῆς Σάμου· ὁ στρατηγὸς τοῦ Αἰγαίου πελάγους· ὁ στρατηγὸς Δαλματίας· ὁ στρατηγὸς Χερσῶνος καὶ οἱ ἐκ προσώπου εἰσὶ τῶν σχολῶν. αἱ δὲ εἰς δομεστίκους ταττόμεναί εἰσι τὸν ἀριθμὸν ζʹ, οἷον ὁ δομέστικος τῶν σχολῶν, ὁ δομέστικος τῶν ἐξσκουβίτων, ὁ
10δρουγγάριος τοῦ ἀριθμοῦ, ὁ δομέστικος τῶν ἱκανάτων, ὁ δο‐ μέστικος τῶν νουμέρων, ὁ δομέστικος τῶν ὀπτιμάτων, ὁ δο‐ μέστικος τῶν τειχέων, οἳ καὶ ὀφφικιάλιοι λέγονται. οἱ δὲ εἰς κριτὰς λογιζόμενοί εἰσι τὸν ἀριθμὸν γʹ, οἷον ὁ ἔπαρχος πόλεως, ὁ κυέστωρ, ὁ τοῦ δεήσεως. αἱ δὲ εἰς σέκρετα κα‐
15θεζόμεναί εἰσι καὶ αὗται τὸν ἀριθμὸν ιαʹ, οἷον ὁ σακελλάρι‐ ος, ὁ λογοθέτης τοῦ γενικοῦ, ὁ λογοθέτης τοῦ στρατιωτικοῦ, ὁ λογοθέτης τοῦ δρόμου, ὁ χαρτουλάριος τοῦ σακελλίου, ὁ χαρτουλάριος τοῦ βεστιαρίου, ὁ πρωτοασήκρητις, ὁ τοῦ εἰδι‐ κοῦ, ὁ μέγας κουράτωρ, ὁ τῶν μαγγάνων, ὁ ὀρφανοτρόφος. αἱ
20δὲ εἰς δημοκράτας εἰσὶ τὸν ἀριθμὸν δύο, οἷον ὁ δήμαρχος Βενέτων καὶ ὁ δήμαρχος Πρασίνων. αἱ δὲ εἰς στρατάρχας εἰσὶ καὶ αὗται τὸν ἀριθμὸν εʹ, οἷον ὁ ἑταιρειάρχης, ὁ δρουγ‐ γάριος τοῦ πλοΐμου, ὁ λογοθέτης τῶν ἀγελῶν, ὁ πρωτοσπα‐ θάριος τῶν βασιλικῶν, ὁ κόμης τοῦ στάβλου. αἱ δὲ εἰς εἰδι‐
25κὰς μόνας ἀξίας εἰσὶ καὶ αὗται τὸν ἀριθμὸν ζʹ, οἷον ὁ βασι‐715

716

λεοπάτωρ, ὁ ῥαίκτωρ, ὁ σύγκελλος, ὁ χαρτουλάριος τοῦ κα‐ νικλείου, ὁ πρωτοστράτωρ, ὁ τῆς καταστάσεως, ὁ δομέστι‐ κος τῶν βασιλικῶν.
4tΑἱ δὲ ὑποτεταγμέναι ἑκάστῃ τούτων ἀρχῇ αἱ καὶ συνεπόμεναι.
5tαὐταῖς εἰσιν ἐξ ὀνόματος αὗται.
6Ὑποπέπτωκεν δὲ ἑκάστῃ τούτων ἀξιωμάτων ἀρχῇ εἴδη ἀξιωμάτων διάφορα κατὰ ἀναλογίαν καὶ τάξιν καὶ τῆς ἑκά‐ στου προελεύσεως, ἃ καὶ αὐτὰ ὀφφίκια ὀνομάζονται. διαι‐ ροῦνται δὲ καὶ αὐτὰ εἰς μέρη τρία· εἰς ταγματικοὺς, εἰς
10θεματικοὺς καὶ εἰς συγκλητικούς. τῷ γὰρ στρατηγῷ τῶν Ἀ‐ νατολικῶν ὑποπίπτουσιν κατὰ βαθμὸν εἴδη ἀξιωμάτων ιαʹ, οἷον τουρμάρχαι, μεριάρχαι, κόμης τῆς κόρτης, χαρτουλά‐ ριος τοῦ θέματος, δομέστικος τοῦ θέματος, δρουγγάριος τῶν βάνδων, κόμητες ὁμοίως, κένταρχος τῶν σπαθαρίων, κόμης
15τῆς ἑταιρείας, πρωτοκαγκελλάριος, πρωτομανδάτωρ. τῷ δὲ δομεστίκῳ τῶν σχολῶν ὑποπίπτουσιν κατὰ βαθμὸν εἴδη ἀξι‐ ωμάτων ιʹ, οἷον βαθμοῦ πρώτου, τοποτηρητὴς, δύο κόμητες τῶν σχολῶν, χαρτουλάριος, δομέστικοι, προέξημος, προτίκτο‐ ρες, εὐτυχοφόροι, σκηπτροφόροι, ἀξιωματικοὶ, μανδάτορες.
20τῷ δὲ στρατηγῷ τῶν Ἀρμενιάκων ὑποπίπτουσι καὶ αὐτῷ εἴδη716

717

ἀξιωμάτων κατὰ βαθμὸν, ὅσα καὶ τῷ στρατηγῷ τῶν Ἀνατο‐ λικῶν, καὶ καθεξῆς ταῖς λοιπαῖς στρατηγίαις, πλὴν τῶν ἐν πλοΐμοις· προστίθεται γὰρ αὐτοῖς κένταρχοι καὶ πρωτοκά‐ ραβοι. τῷ δὲ δομεστίκῳ τῶν ἐξσκουβίτων ὑποτέτακται εἴδη
5ἀξιωμάτων θʹ, οἷον τοποτηρηταὶ, χαρτουλάριοι, σκρίβονες, πρωτομανδάτορες, δρακονάριοι, σκευοφόροι, σιγνοφόροι, σινά‐ τορες καὶ μανδάτορες. τῷ δὲ ὑπάρχῳ τῆς πόλεως ὑποτέ‐ τακται εἴδη ἀξιωμάτων ιδʹ, οἷον σύμπονος, λογοθέτης τοῦ πραιτωρίου, κριταὶ τῶν ῥεγεώνων, ἐπισκεπτῆται, πρωτοκαγ‐
10κελλάριοι, κεντυρίων, ἐπόπται, ἔξαρχοι, γειτονιάρχαι, νομι‐ κοὶ, βουλωταὶ, προστάται, καγκελλάριοι, ὁ παραθαλασσίτης. τῷ δὲ σακελλαρίῳ ὑποτέτακται τὰ ὀφφίκια πάντα διὰ τὸ ἐν ἑκάστῳ σεκρέτῳ τὴν ἐπισκοπὴν τῶν ἐκεῖσε πραττομένων διὰ τῆς καταγραφῆς τοῦ οἰκείου νοταρίου ποιεῖσθαι. τῷ δὲ λογο‐
15θέτῃ τοῦ γενικοῦ ὑποτέτακται εἴδη ἀξιωμάτων κατὰ βαθμὸν ιβʹ, οἷον χαρτουλάριοι μεγάλοι τοῦ σεκρέτου, χαρτουλάριοι τῶν ἀρκλῶν, ἐπόπται τῶν θεμάτων, κόμητες ὑδάτων, ὁ κι‐ στικὸς κουμερκιάριοι, ὁ τῆς κουρατωρίας, ὁ κόμης τῆς λα‐ μίας, διοικηταὶ, κομεντιανὸς, πρωτοκαγκελλάριος, καγκελλά‐
20ριοι. τῷ δὲ κυέστωρι ὑποτέτακται εἴδη ἀξιωμάτων ἓξ, οἷον717

718

ἀντιγραφεῖς, σκρίβας, σκέπτωρ, λιβελίσιος, πρωτοκαγκελλά‐ ριος, καγκελλάριοι. τῷ δὲ λογοθέτῃ τοῦ στρατιωτικοῦ ὑπο‐ τέτακται εἴδη ἀξιωμάτων ζʹ, οἷον χαρτουλάριοι τοῦ σεκρέ‐ του, χαρτουλάριοι τῶν θεμάτων, χαρτουλάριοι τῶν ταγμά‐
5των, λεγατάριοι, ὀπτίονες, πρωτοκαγκελλάριος, μανδάτορες. τῷ δὲ δρουγγαρίῳ τοῦ ἀριθμοῦ ὑποτέτακται εἴδη ἀξιωμάτων ιʹ, οἷον τοποτηρηταὶ, χαρτουλάριος, ἀκόλουθος, κόμητες, κέν‐ ταρχοι, βανδοφόροι, λαβουρίσιοι, σημειοφόροι, δουκινιάτορες, μανδάτορες. τῷ δὲ δρουγγαρίῳ τῶν πλοΐμων ὑποτέτακται
10εἴδη ἀξιωμάτων ζʹ, οἷον τοποτηρηταὶ, χαρτουλάριος, πρωτο‐ μανδάτωρ, κόμητες, κένταρχοι, κόμητες τῆς ἑταιρείας, μανδά‐ τορες. τῷ δὲ λογοθέτῃ τοῦ δρόμου ὑποτέτακται εἴδη ἀξιωμάτων ζʹ, οἷον πρωτονοτάριος τοῦ δρόμου, χαρτουλάριοι τοῦ δρόμου, ἐπισκεπτῆται, ἑρμηνευταὶ, ὁ κουράτωρ τοῦ ἀποκρισιαριείου, δι‐
15ατρέχοντες, μανδάτορες. τῷ δὲ πρωτοσπαθαρίῳ τῶν βασιλικῶν ὑποτέτακται εἴδη ἀξιωμάτων δʹ, οἷον δομέστικος τῶν βασιλι‐ κῶν, σπαθάριοι τοῦ σπαθαρικίου, ἤτοι τοῦ ἱπποδρόμου, κανδι‐ δάτοι ὁμοίως, καὶ βασιλικοὶ μανδάτορες. τῷ δὲ λογοθέτῃ τῶν ἀγελῶν ὑποτέτακται εἴδη ἀξιωμάτων, οἷον ὁ πρωτονοτάριος
20Ἀσίας, ὁ πρωτονοτάριος Φρυγίας, διοικηταὶ τῶν μητάτων, κόμητες, ἐπισκεπτῆται. τῷ δὲ δομεστίκῳ τῶν ἱκανάτων ὑπο‐
τέτακται εἴδη ἀξιωμάτων θʹ, οἷον τοποτηρηταὶ, χαρτουλάριος,718

719

κόμητες, πρωτομανδάτωρ, κένταρχοι, βανδοφόροι, δουκινιάτο‐ ρες, σημειοφόροι, μανδάτορες. τῷ δὲ δομεστίκῳ τῶν νου‐ μέρων ὑποτέτακται εἴδη ἀξιωμάτων ἓξ, οἷον τοποτηρηταὶ, χαρτουλάριοι τριβοῦνοι, πρωτομανδάτωρ, βικάριοι, μανδάτο‐
5ρες, πορτάριοι. τῷ δὲ δομεστίκῳ τῶν ὀπτιμάτων ὑποτέτακται εἴδη ἀξιωμάτων εʹ, οἷον τοποτηρηταὶ, χαρτουλάριος, κόμητες, κένταρχοι, πρωτοκαγκελλάριος. τῷ δὲ δομεστίκῳ τῶν τειχέ‐ ων ὑποτέτακται εἴδη ἀξιωμάτων ϛʹ, οἷον τοποτηρηταὶ, χαρ‐ τουλάριοι τριβοῦνοι, πρωτομανδάτωρ, βικάριοι, μανδάτορες,
10πορτάριοι. τῷ δὲ χαρτουλαρίῳ τοῦ σακελλίου ὑποτέτακται εἴδη ἀξιωμάτων ιʹ, οἷον νοτάριοι βασιλικοὶ τοῦ σεκρέτου, πρωτονοτάριοι τῶν θεμάτων, ξενοδόχοι, ὁ ζυγοστάτης, μετρη‐ ταὶ, γηροκόμοι, χαρτουλάριοι τῶν οἴκων, πρωτοκαγκελλάριος, καγκελλάριοι καὶ ὁ δομέστικος τῆς θυμέλης. τῷ δὲ χαρτου‐
15λαρίῳ τοῦ βεστιαρίου ὑποτέτακται εἴδη ἀξιωμάτων ιʹ, οἷον βασιλικοὶ νοτάριοι τοῦ σεκρέτου, κένταρχος, λεγατάριος, ἄρ‐ χων τῆς χαραγῆς, ἐξαρτιστὴς, χαρτουλάριος, κουράτορες, χοσβαῆται, πρωτομανδάτορες. τῷ δὲ χαρτουλαρίῳ τοῦ κανι‐ κλείου οὐδὲν ὑποπέπτωκε διὰ τὸ καθ’ ἑαυτὸν μόνον ὑπηρε‐
20τεῖν. τῷ δὲ πρωτοστράτορι ὑποτέτακται εἴδη ἀξιωμάτων γʹ, οἷον στράτωρες, ἀρμοφύλακες καὶ σταβλοκόμητες. τῷ δὲ πρωτοασήκρητις ὑποπέπτωκεν εἴδη ἀξιωμάτων γʹ, οἷον ἀση‐
κρῆται, νοτάριοι βασιλικοὶ, ὁ δεκανός. τῷ δὲ κόμητι τοῦ στά‐719

720

βλου ὑποτέτακται εἴδη ἀξιωμάτων ***. τῷ δὲ ἐπὶ τοῦ εἰδι‐ κοῦ λόγου ὑποτέτακται εἴδη ἀξιωμάτων δʹ, οἷον βασιλικοὶ νο‐ τάριοι τοῦ σεκρέτου, ἄρχοντες τῶν ἐργοδοσίων, ἑβδομάριοι καὶ μειζότεροι τῶν ἐργοδοσίων. τῷ δὲ μεγάλῳ κουράτωρι
5ὑποτέτακται εἴδη ἀξιωμάτων θʹ, οἷον πρωτονοτάριος, βασιλι‐ κοὶ νοτάριοι, κουράτωρες τῶν παλατίων, κουράτωρες τῶν κτη‐ μάτων, μειζότερος τῶν Ἐλευθερίου, ὁ ξενοδόχος Σαγγάρου, ὁ ξενοδόχος Πυλῶν, ὁ ξενοδόχος Νικομηδείας καὶ ἐπισκεπτῆ‐ ται. τῷ δὲ κουράτωρι τῶν μαγγάνων ὑποτέτακται εἴδη ἀξιω‐
10μάτων, ὅσα καὶ τῷ μεγάλῳ κουράτωρι, πλὴν τῶν ξενοδόχων. τῷ δὲ ὀρφανοτρόφῳ ὑποτέτακται εἴδη ἀξιωμάτων δʹ, οἷον χαρτουλάριοι τοῦ οἴκου, χαρτουλάριοι τοῦ ὁσίου, ἀρκάριος, κουράτωρες. τοῖς δὲ δυσὶ δημάρχοις ὑποτέτακται εἴδη ἀξιω‐ μάτων ἀνὰ ζʹ, οἷον δευτερεύοντες, ὁ χαρτουλάριος καὶ ὁ
15ποιητὴς, ἄρχοντες, γειτονιάρχαι, μελισταὶ, νοτάριοι τῶν με‐ ρῶν, ἡνίοχοι, πρωτεῖα, δημῶται. τῷ δὲ ἐπὶ τῆς καταστά‐ σεως ὑποτέτακται εἴδη ἀξιωμάτων εʹ, οἷον ὕπατοι, βεστήτο‐ ρες, σιλεντιάριοι, ἀπὸ ἐπάρχοντες, συγκλητικοί.
19tΠερὶ τῆς τῶν εὐνούχων τάξεως καὶ τῆς τῶν ἀξιωμάτων αὐτῶν
20tκυριοκλησίας καὶ ποσότης τῶν συνηθειῶν αὐτῶν.
21Αἱ δὲ τῶν εὐνούχων ἀξίαι καὶ αὗται μὲν διχῶς δίδον‐720

721

ται. καὶ γὰρ αἱ μὲν ἐξ αὐτῶν ἔργῳ τὰς ἀξίας νομίμως λαμβάνουσιν· αἱ δὲ λόγῳ τοῖς ἀξίοις προσγίνονται, αἳ καὶ ῥᾳδίως ἐκ προσώπων εἰς πρόσωπα λόγῳ βασιλέως μετέρχον‐ ται. εἰσὶ δὲ ὁμοῦ πᾶσαι αἱ διὰ βραβείων αὐτοῖς παρεχόμε‐
5ναι τὸν ἀριθμὸν ὀκτώ. καὶ πρώτη μὲν ἐν αὐτοῖς ἡ τῶν νι‐ ψιστιαρίων ἀξία γνωρίζεται, ἧς βραβεῖον καμίσιον λινοῦν ὑ‐ ποβλαττωμένον σχήματι φιαλίου, καὶ λόγος βασιλέως προσ‐ γινόμενος. δίδωσιν συνήθειαν τοῖς πραιποσίτοις „ιβʹ, τῷ δευτέρῳ „γʹ, τῷ πριμικηρίῳ αὐτοῦ „βʹ. δευτέρα δὲ ἡ τοῦ
10κουβικουλαρίου ἀξία, ἧς βραβεῖον ἡ ἀμφίασις τοῦ περιβλατ‐ τομένου καμισίου καὶ ἡ τοῦ λεγομένου παραγαβδίου στολὴ, ἢ καὶ διὰ τῆς τῶν πραιποσίτων παρουσίας γνωρίζεται· δί‐ δωσιν συνήθειαν τοῖς πραιποσίτοις „ιβʹ, τῷ δευτέρῳ „δʹ, τῷ πριμικηρίῳ „βʹ. τρίτη ἡ τοῦ σπαθαροκουβικουλαρίου ἀ‐
15ξία, ἧς βραβεῖον, σπαθίον χρυσόκανον, ὁμοίως τοῖς σπαθαρί‐ οις διὰ βασιλικῆς χειρὸς ἐπιδίδοται· δίδωσι συνήθειαν τοῖς πραιποσίτοις „ιηʹ, τῷ παπίᾳ καὶ τῷ δευτέρῳ „βʹ, τῷ πριμι‐ κηρίῳ „δʹ. τετάρτη ἡ τῶν ὀστιαρίων ἀξία, ἧς βραβεῖον, χρυ‐ σῆ ῥάβδος ἐκ λίθων τιμίων περικεφαλαίαν ἔχουσα, διὰ χει‐
20ρὸς βασιλέως ἐπιδίδοται. δίδει συνήθειαν τῷ παπίᾳ καὶ τῷ δευτέρῳ „ϛʹ, τοῖς πραιποσίτοις „κδʹ, τῷ πριμικηρίῳ τοῦ κου‐ βουκλείου „δʹ. πέμπτη ἡ τῶν πριμικηρίων ἀξία, ἧς βραβεῖ‐
ον, χιτὼν λευκὸς σὺν ἐπομίοις καὶ πώλοις χρυσοϋφάντοις,721

722

λαμπρῶς ἀμφιάζεται. δίδει συνήθειαν τοῖς πραιποσίτοις „λϛʹ, τῷ δευτέρῳ „ιβʹ, ἐὰν ἄρα δώσει αὐτὸν βασιλικὸν ἱμάτιον, τῷ πριμικηρίῳ „ϛʹ. ἕκτη ἡ τῶν ἐν αὐτοῖς πρωτοσπαθαρίων ἀξία, ἧς βραβεῖον, χρυσοῦν μανιάκιον ἐκ λίθων τιμίων καὶ
5μαργαριτῶν, ἐπὶ τοῦ αὐχένος διὰ χειρὸς βασιλέως ἐπισυγ‐ κλείεται. χιτὼν δὲ καὶ αὐτοῖς λευκὸς χρυσοκόλλητος διβη‐ τισοειδὴς καὶ διπλόης κόκκινος σὺν ταβλίοις χρυσοϋφάντοις. δίδωσι συνήθειαν τοῖς πραιποσίτοις καὶ πατρικίοις εὐνούχοις καὶ πρωτοσπαθαρίοις εὐνούχοις „οβʹ, τῷ παπίᾳ καὶ τῷ δευτέ‐
10ρῳ „ϛʹ. ἑβδόμη δὲ πέφυκεν ἡ τῶν λαμπροτάτων πραιποσί‐ των ἀξία, ἧς βραβεῖον, πλάκες πατρικιότητος, ἄνευ μὲν κωδι‐ κελλῶν ἐπὶ προελεύσεως χρυσοτρικλίνου χειρὶ βασιλέως ἐπι‐ δίδονται· δίδει συνήθειαν, εἰ ἄρα τιμηθῇ πρωτοσπαθάριος ἐν τῷ ἅμα, λ. αʹ, καὶ τῷ δευτέρῳ ὑπὲρ τῶν πλακῶν „κδʹ. εἰ
15δὲ καὶ πατρίκιος ὁ αὐτὸς ἐν ταὐτῷ τιμηθῇ, δίδωσι συνήθει‐ αν ὡς οἱ πατρίκιοι. ὀγδόη ἡ τῶν ἐν αὐτοῖς πατρικίων ἀξία, ἧς βραβεῖον, πλάκες, ὁμοίως σὺν κωδικέλλοις ὡς πᾶσι τοῖς πατρικίοις δίδονται. οὐ διαλλάττουσι δὲ ἐν ταῖς αὐτῶν στο‐ λαῖς τῆς τῶν πρωτοσπαθαρίων ἀμφιάσεως πλὴν λώροις καὶ
20μόνον, εἰ ἄρα καὶ ἡ τῶν πρωτοσπαθαρίων αὐτοῖς ἐφέπεται δόξα, οὐδὲ κωλύονται οἱ πραιπόσιτοι ἐν ὀφφικίοις διαπρέ‐
πειν, οἷον ἄν ἐστιν ὀφφίκιον, τοῦ εἶναι καὶ πραιπόσιτος καὶ722

723

ὀφφικιάλιος. παρέχουσιν δὲ συνήθειαν οἱ πατρίκιοι εὐνοῦ‐ χοι καθὼς καὶ οἱ βαρβάτοι. παρὰ δὲ τῶν εἰς ὀφφίκια προ‐ βαλλομένων πάντων ἐκκομιζομένου τοῦ πραιποσίτου, ὡς ἐκ προσώπου τοῦ βασιλέως, τὴν ἀπόκρισιν τῆς προβλήσεως, λαμ‐
5βάνειν τὸν αὐτὸν πραιπόσιτον καθ’ ἕκαστον ὀφφικιάλιον συν‐ ήθειαν „κδʹ. μηδεὶς τοίνυν παραβαινέτω τὴν τοιαύτην τά‐ ξιν τε καὶ στάσιν τῶν ἐκτιθεμένων ἀξιωμάτων, ἢ ἄλλως πως ταύτας μετερχέσθω, πλὴν τῶν κληρικῶν καὶ μόνον. οὗτοι γὰρ λόγῳ μόνῳ μετέρχονται τὰς ἀξίας. ἡ δὲ τῶν πρωτοσπα‐
10θαρίων ἀξία διὰ βασιλικῆς χειρὸς μετὰ ἐπιριπταρίου βασι‐ λικοῦ ἐπισυγκλείεται. ταύτας δὲ τὰς συναγομένας συνηθείας τῶν ἀξιωμάτων παρὰ τοῦ παπίου καὶ τοῦ δευτέρου μερίζε‐ σθαι αὐτοῖς ἐπ’ ἴσης ἄνευ τῆς συνηθείας τοῦ χρυσοτρικλί‐ νου, ὅτι μονομερῶς τοῦ παπία ἐστί. τῶν δὲ πλακῶν καὶ
15τῶν μαγίστρων καὶ τῶν πριμικηρίων καὶ τῶν κουβικουλαρίων μονομερῶς λαμβάνει αὐτὰ ὁ δεύτερος, καθὼς ἀνωτέρω δια‐ γορεύει. τοῦ δὲ τιμίου σταυροῦ τῷ Αὐγούστῳ μηνὶ ἐξέρχε‐ ται ὁ παπίας, καὶ εἴ τι ἂν ἐπισυνάξει, ἔχει αὐτὰ, καὶ ἐξ αὐτῶν δίδωσιν καὶ τῷ δευτέρῳ μέρος τι. εἰ δὲ δι’ ἀδυναμί‐
20αν εἴτε νόσον οὐκ ἐξέρχεται ὁ παπίας, ἐξέρχεται ὁ δεύτερος, καὶ εἴ τι ἂν ἐπισυνάξει, μερίζονται αὐτὰ ὅ, τε παπίας καὶ ὁ δεύτερος ἐξ ἴσης. ἐπέχει δὲ ὁ παπίας τὰς ἓξ ἑβδομάδας
τοὺς διαιταρίους καὶ τὸ ἔλαιον τῶν καμαρῶν τοῦ χρυσο‐723

724

τρικλίνου σὺν τῶν κανδηλαπτῶν. τὸ δὲ ἔλαιον τοῦ πολυ‐ κανδήλου τοῦ κατὰ τὸ μέσον κρεμμαμένου τοῦ χρυσοτρικλί‐ νου καὶ τῶν λοιπῶν πολυκανδήλων καὶ ψιαθίων, ἐπικρα‐ τοῦσιν αὐτὰ αὐτοὶ οἱ κανδηλάπται. ἐπέχει δὲ καὶ τοὺς λού‐
5στας καὶ τοὺς καμηνάδας καὶ τοὺς κανδηλάπτας τοῦ λαυσια‐ κοῦ καὶ τοῦ Ἰουστινιανοῦ καὶ τοὺς ὡρολόγους καὶ τοὺς ζαρά‐ βας, καὶ ὅστις ἐξ αὐτῶν λείψῃ, ἔχει ἐξουσίαν ποιεῖν ἀντιση‐ κοῦντας, καὶ λαμβάνει ρʹ συνήθειαν αὐτῶν, εἰς μὲν τοὺς πριμικηρίους „ιθʹ, καὶ εἰς τοὺς διαιταρίους καὶ λοιποὺς ἀνὰ
10„ϛʹ, λαμβάνουσι δὲ καὶ οἱ πριμικήριοι „αʹ, καὶ ὁ λαὸς „εʹ. ἐπέχει δὲ καὶ ὁ δεύτερος τὰ σελλία καὶ τοὺς διαιταρίους καὶ τὸν πριμικήριον αὐτῶν καὶ τὰ στέμματα καὶ τὰς ἐσθῆτας τῶν βασιλέων καὶ τὰ βῆλα τοῦ χρυσοτρικλίνου καὶ τοὺς ἐπὶ τῶν ἀλλαξίμων καὶ τοὺς βεστήτορας σὺν τῶν πριμικηρίων αὐ‐
15τῶν καὶ τὰ σκεύη τῶν ἀξιωμάτων καὶ τοὺς ἐπὶ τῶν ἀξιωμά‐ των, οἳ καὶ συνάγουσιν τὰ ἀξιώματα παρὰ τῶν λαμβανόντων τὰς ἀξίας. καὶ ὅστις ἐξ αὐτῶν λείψῃ, ἵνα παρέχει ὁ μέλ‐ λων γίνεσθαι τὰς συνηθείας τῷ δευτέρῳ, καθὼς καὶ ὁ πα‐ πίας λαμβάνει. εἰς δὲ τὰς προελεύσεις ἵνα συνάγονται οἱ
20βεστήτορες καὶ οἱ πριμικήριοι πάντες, καὶ βαστάζουσιν τὰ κορνίκλια σὺν τοῖς στέμμασιν. συνάγεσθαι δὲ τοὺς ἀμφοτέ‐
ρων διαιταρίους καὶ βαστάζειν εἰς τὰς προελεύσεις τὰ ταβλία724

725

τὰ βασιλικὰ μετὰ τῶν ἀλλαξίμων. ἀκολουθεῖν δὲ εἰς τὰς προελεύσεις τοὺς ῥάπτας τοὺς βασιλικοὺς καὶ τοὺς χρυσο‐ κλαβαρίους καὶ τοὺς χρυσοχοῦς, βαστάζοντε καὶ αὐτοὶ σπα‐ θία τὰ βασιλικὰ εἰς τὰς θήκας αὐτῶν. καὶ λαμβάνειν αὐ‐
5τοὺς παρὰ τοῦ βαρβάρου μαϊουμᾶν εἰς τὰ πρόκενσα. λαμ‐ βάνειν δὲ καὶ ξύλον τὸν παπίαν τῇ ἑβδομάδι πίσσαν μίαν, καὶ τὸν δεύτερον πίσσαν μίαν. ταῦτα δὲ πάντα φυλάττε‐ σθαι, τηρεῖσθαί τε καὶ πράττεσθαι ἀπαρασάλευτα καὶ διαμέ‐ νειν βέβαια, καθὼς ἡ εὐσεβὴς καὶ ἔνθεος βασιλεία ἡμῶν
10ἐξέθετο, ὣς καὶ ἐξ ἀρχαίων τῶν χρόνων παρὰ τῶν πρὸ ἡ‐ μῶν εὐσεβῶς βασιλευσάντων δικαίως ἐξετέθη.
12tὍσαι διὰ βασιλικοῦ λόγου προσγίνονται τούτοις ἀξίαι.
13Αἱ δὲ λόγῳ προσγινόμεναι τούτοις ἀξίαι εἰσὶ καὶ αὗται τὸν ἀριθμὸν κυρίως θʹ· ὁ παρακοιμώμενος τοῦ δεσπότου,
15ὁ πρωτοβεστιάριος τοῦ δεσπότου, ὁ ἐπὶ τῆς τραπέζης τοῦ δεσπότου, ὁ ἐπὶ τῆς τραπέζης τῆς αὐγούστης, ὁ παπίας τοῦ μεγάλου παλατίου, ὁ δεύτερος τοῦ μεγάλου παλατίου, ὁ ἐ‐ πιγκέρνης τοῦ δεσπότου, ὁ πιγκέρνης τῆς αὐγούστης, ὁ παπί‐ ας τῆς μανναύρας, ὁ παπίας τῆς Δάφνης· ἀλλὰ μὴν καὶ αἱ
20ἄλλαι πᾶσαι, ὅσαι καὶ τοῖς βαρβάτοις προσγίνονται, πλὴν
τῆς τοῦ ἐπάρχου καὶ κυέστωρος καὶ δομεστίκων ἀξίας.725

726

(1t)

Τόμος βʹ.
2Ταύτας οὖν ἁπάσας τὰς ἔργῳ καὶ λόγῳ διδομένας ἀξίας σαφεῖ καὶ ἀκριβεῖ λόγῳ παραστῆσαι σπουδάσαντες, οὐ δίκαιον ἐκρίναμεν, ὦ φίλοι, μέχρι τούτων καταπαῦσαι τὸν λόγον, ἀλ‐
5λὰ καὶ, ὃ μάλιστα ὑμῖν ζητητέον, τῆς περὶ τῶν καθεδρῶν ἀκριβείας καθάψασθαι καὶ τὴν ὑπόθεσιν εἰς πέρας ἀγάγαι, καθὰ ἐξῃτήσασθε. καὶ γὰρ πάλιν ὡς ἐπ’ ἀναλήψει ταῖς λεχθείσαις ἁπάσαις χρησάμενοι τὴν ἑκάστης τάξιν καὶ κλῆσιν καὶ οἰκείαν καθέδραν σαφέστερον ὑμῖν κανονῆσαι
10ἐπήχθημεν. δεῖ γὰρ τὸν καλέοντα ἀρτικλίνην ταύτας μὲν ἁπάσας ἀκριβῶς εἰδέναι, ὡς ἔφαμεν, καὶ τὴν τῶν ἱερῶν βασιλικῶν κλητωρίων κατάστασιν διττῶς ποιεῖσθαι εἰς κό‐ σμησιν, καὶ τῷ μὲν λόγῳ τὴν κλῆσιν τῆς ἑκάστου ἀξίας οἰ‐ κείας ἐκφέρειν, τῇ δὲ δεξιᾷ χειρὶ διὰ τοῦ σχήματος προσ‐
15δεικνύειν τὸν ἑκάστῃ ἁρμόζοντα τόπον, καὶ τὸν μὲν πρωτό‐ κλητον φίλον πρὸς τὸ εὐώνυμον προτρέπεσθαι μέρος, ὅπως ἡ τῆς βασιλικῆς ἀξίας ἐπίδοσις εὐχερὴς τῷ πρωτοκλήτῳ γέ‐ νηται φίλῳ, τὸν δὲ ἀπ’ αὐτοῦ δεύτερον ἐν τοῖς δεξιοῖς προσ‐ καλεῖσθαι, καὶ λέγειν· „ὁ πατριάρχης Κωνσταντινουπόλεως,
20ὁ καῖσαρ, ὁ νωβελήσιμος, ὁ κουροπαλάτης, ὁ βασιλεοπάτωρ,
ἡ ζωστὴ πατρικία.“ εἰδέναι δὲ δεῖ, ὅτι αἱ ἓξ αὗται μόναι726

727

ἀξίαι ἐν τῇ ἀποκοπτῇ τραπέζῃ συνεστιῶνται τοῖς βασιλεῦσιν, αἱ δὲ λοιπαὶ πᾶσαι τῆς δευτέρας ὑπάρχουσι τάξεως, οἷον ὁ μάγιστρος, ὁ μάγιστρος. εἰ δέ τις τούτων ὀφφίκιον τετίμη‐ ται, προκρίνεται τοῦ ἑταίρου, κἂν τάχα ἔσχατος ᾖ. εἶτα,
5ὁ ῥαίκτωρ, ὁ σύγκελλος Ῥώμης, ὁ σύγκελλος Κωνσταντινου‐ πόλεως. εἰ δὲ καὶ τῶν τῆς Ἀνατολῆς πατριαρχῶν τύχοιεν σύγκελλοι, προκρίνονται τούτων κατὰ τὰ ἴδια αὐτῶν πατριαρ‐ χία, εἶθ’ οὕτως ὁ ἀρχιεπίσκοπος Βουλγαρίας, πατρίκιοι εὐ‐ νοῦχοι. ὁ δὲ ὢν ἐξ αὐτῶν ἐν ὀφφικίῳ προκρίνεται τοῦ ἑτέ‐
10ρου. ὁ ἀνθύπατος πατρίκιος καὶ στρατηγὸς τῶν Ἀνατολι‐ κῶν· ὁ ἀνθύπατος πατρίκιος καὶ δομέστικος τῶν σχολῶν· ὁ ἀνθύπατος πατρίκιος καὶ στρατηγὸς τῶν Ἀρμενιάκων· ὁ ἀνθύπατος πατρίκιος καὶ στρατηγὸς τῶν Θρᾳκησίων· ὁ ἀν‐ θύπατος πατρίκιος καὶ κόμης τοῦ ὀψικίου· ὁ ἀνθύπατος
15πατρίκιος καὶ στρατηγὸς τῶν βουκελλαρίων· ὁ ἀνθύπατος πατρίκιος καὶ στρατηγὸς Καππαδοκίας· ὁ ἀνθύπατος πα‐ τρίκιος καὶ στρατηγὸς τοῦ Χαρσιανοῦ· ὁ ἀνθύπατος πατρί‐ κιος καὶ στρατηγὸς Κολωνείας· ὁ ἀνθύπατος πατρίκιος καὶ στρατηγὸς Παφλαγωνίας· ὁ ἀνθύπατος πατρίκιος καὶ στρα‐
20τηγὸς τῆς Θρᾴκης· ὁ ἀνθύπατος πατρίκιος καὶ στρατηγὸς Μακεδονίας· ὁ ἀνθύπατος πατρίκιος καὶ στρατηγὸς Χαλ‐
δίας· ὁ ἀνθύπατος πατρίκιος καὶ στρατηγὸς καὶ δομέστικος727

728

τῶν ἐξσκουβιτόρων· ὁ ἀνθύπατος πατρίκιος καὶ ἔπαρχος τῆς πόλεως· ὁ ἀνθύπατος πατρίκιος καὶ στρατηγὸς Πελοποννή‐ σου· ὁ ἀνθύπατος πατρίκιος καὶ στρατηγὸς Νικοπόλεως· ὁ ἀνθύπατος πατρίκιος καὶ στρατηγὸς τῶν Κιβυῤῥαιωτῶν· ὁ
5ἀνθύπατος πατρίκιος καὶ στρατηγὸς Ἑλλάδος· ὁ ἀνθύπατος πατρίκιος καὶ στρατηγὸς Σικελλίας· ὁ ἀνθύπατος πατρίκιος καὶ στρατηγὸς Στρυμῶνος· ὁ ἀνθύπατος πατρίκιος καὶ στρα‐ τηγὸς Κεφαληνίας· ὁ ἀνθύπατος πατρίκιος καὶ στρατηγὸς Θεσσαλονίκης· ὁ ἀνθύπατος πατρίκιος καὶ στρατηγὸς τοῦ
10Δυῤῥαχίου· ὁ ἀνθύπατος πατρίκιος καὶ στρατηγὸς τῆς Σά‐ μου· ὁ ἀνθύπατος πατρίκιος καὶ στρατηγὸς τοῦ Αἰγαίου πελάγους· ὁ ἀνθύπατος πατρίκιος καὶ στρατηγὸς Δαλμα‐ τίας· ὁ ἀνθύπατος πατρίκιος καὶ στρατηγὸς Χερσῶνος· ὁ ἀνθύπατος πατρίκιος καὶ σακελλάριος· ὁ ἀνθύπατος πατρί‐
15κιος καὶ γενικὸς λογοθέτης· ὁ ἀνθύπατος πατρίκιος καὶ κυέ‐ στωρ· ὁ ἀνθύπατος πατρίκιος καὶ λογοθέτης τοῦ στρατιω‐ τικοῦ· ὁ ἀνθύπατος πατρίκιος καὶ δρουγγάριος τῆς βίγλης· ὁ ἀνθύπατος πατρίκιος καὶ δρουγγάριος τῶν πλοΐμων· ὃ ἀνθύπατος πατρίκιος καὶ λογοθέτης τοῦ δρόμου· ὁ ἀνθύ‐
20πατος πατρίκιος καὶ λογοθέτης τῶν ἀγελῶν· ὁ ἀνθύπατος πατρίκιος καὶ δομέστικος τῶν ἱκανάτων· ὁ ἀνθύπατος πα‐ τρίκιος καὶ δομέστικος τῶν νουμέρων· ὁ ἀνθύπατος πατρί‐ κιος καὶ δομέστικος τῶν ὀπτημάτων· ὁ ἀνθύπατος πατρί‐
κιος καὶ κόμης τῶν τειχέων· ὁ ἀνθύπατος πατρίκιος καὶ728

729

χαρτουλάριος τοῦ σακελλίου· ὁ ἀνθύπατος πατρίκιος καὶ χαρτουλάριος τοῦ βεστιαρίου· ὁ ἀνθύπατος πατρίκιος καὶ χαρτουλάριος τοῦ κανικλείου· ὁ ἀνθύπατος πατρίκιος καὶ πρωτοστράτωρ· ὁ ἀνθύπατος πατρίκιος καὶ πρωτοασηκρή‐
5της· ὁ ἀνθύπατος πατρίκιος καὶ κόμης τοῦ στάβλου· ὁ ἀν‐ θύπατος πατρίκιος καὶ ἐκ προσώπου τῶν θεμάτων· ὁ ἀν‐ θύπατος πατρίκιος καὶ ἐπὶ τοῦ εἰδικοῦ· ὁ ἀνθύπατος πα‐ τρίκιος καὶ μέγας κουράτωρ· ὁ ἀνθύπατος πατρίκιος καὶ κουράτωρ τῶν μαγγάνων· ὁ ἀνθύπατος πατρίκιος καὶ ἐπὶ
10τῶν δεήσεων· ὁ ἀνθύπατος πατρίκιος καὶ ὀρφανοτρόφος· ὁ ἀνθύπατος πατρίκιος καὶ δήμαρχος Βενέτων· ὁ ἀνθύπατος πατρίκιος καὶ δήμαρχος Πρασίνων. εἰ δὲ μὴ εἶεν πάντες ἀνθύπατοι οἱ ἐν τοῖς ὀφφικίοις τεταγμένοι, ἀλλ’ ἐν μόνῃ τῇ τῶν πατρικίων ἀξίᾳ τὰ στρατηγάτα ἢ τὰ δομεστικάτα ἢ τὰ
15ὀφφίκια προσελάβοντο, οἱ μὲν λιτοὶ ἀνθύπατοι τῶν ἐν τοῖς ὀφφικίοις τεταγμένων πατρικίων ἐν ταῖς καθέδραις προκρί‐ νονται, δηλονότι ἕκαστος αὐτῶν κατὰ τὴν ἐπίδοσιν τοῦ κω‐ δικέλλου αὐτοῦ τῷ βαθμῷ προτιμώμενος, πλὴν τοῦ στρατη‐ γοῦ τῶν Ἀνατολικῶν καὶ τοῦ δομεστίκου τῶν σχολῶν· οὗ‐
20τοι γὰρ μόνοι, καὶ μὴ ὄντες ἀνθύπατοι, ἐν τῇ καθέδρᾳ τῶν ἀνθυπάτων ὑπερέχουσιν ἅπαντας. εἰ δέ τινες ἐξ αὐτῶν, εἴτε ἐκ τῶν ἀνθυπάτων, εἴτε ἐκ τῶν λιτῶν πατρικίων, ἢ εἰς
στρατηγάτα ἀνήχθησαν, εἴτε ἐν ἄλλῳ τῳ διὰ λόγου προσγι‐729

730

νομένῳ ἀξιώματι, ἕκαστος αὐτῶν κατὰ τὴν τοῦ ὀφφικίου οἰκείαν δόξαν καὶ τῆς καθέδρας ἀπολαύει. οὐ μὴν δὲ κατὰ τὴν τάξιν τοῦ βαθμοῦ τῆς ἐπιδόσεως τοῦ κωδικέλλου κἂν τάχα τύχῃ ὁ ἔσχατος τῷ βαθμῷ προκριθῆναι τοῦ πρώτου ἐν
5οἱῳδήποτε ὀφφικίῳ τῷ διὰ λόγου προσγινομένῳ. εἰ δὲ καὶ παγανοὶ τύχοιεν χωρὶς ὀφφικίων πατρίκιοι, ὑποπίπτουσι τοῖς τὰ ὀφφίκια ἔχουσι πατρικίοις. εἰ δέ τις ἐκ τῶν λεχθέν‐ των ὀφφικίων διαδεχθῇ, κατὰ τὸν πρῶτον βαθμὸν τῆς τά‐ ξεως τοῦ κωδικέλλου αὐτοῦ ἀναστραφήσεται ἐν τῇ κλήσει.
10κλητωρεύονται δὲ ἅπαντες οὕτως.
11tΤόμος γʹ. Τῆς τῶν διαφόρων ἀξιωμάτων καθολικῆς καθέδρας.
12Ὁ μάγιστρος· ὁ ῥαίκτωρ· ὁ σύγκελλος· ὁ πατρίκιος καὶ πραιπόσιτος· οἱ πατρίκιοι οἱ εὐνοῦχοι· οἱ ἀνθύπατοι πατρίκιοι καὶ στρατηγοὶ κατὰ τὰ στρατηγάτα ἢ τὰ ὀφφίκια
15αὐτῶν· ἀνθύπατοι πατρίκιοι λιτοὶ κατὰ τοὺς κωδικέλλους αὐτῶν· πατρίκιοι στρατηγοὶ κατὰ τὰ στρατηγάτα αὐτῶν ἢ τὰ ὀφφίκια αὐτῶν· ὁ πραιπόσιτος μὴ ὢν πατρίκιος· (εἰ δὲ καὶ ἐν ὀφφικίῳ τετίμηται, προκρίνεται τοῦ ἑτέρου·) ὁ πρωτοσπαθάριος καὶ στρατηγὸς τῶν Ἀνατολικῶν· ὁ πρωτο‐
20σπαθάριος καὶ δομέστικος τῶν σχολῶν· οἱ πρωτοσπαθάριοι
στρατηγοὶ τῶν Ἀνατολικῶν θεμάτων κατὰ τὰς στρατηγίας730

731

αὐτῶν· ὁ πρωτοσπαθάριος καὶ δομέστικος τῶν ἐξκουβιτό‐ ρων· ὁ πρωτοσπαθάριος καὶ ἔπαρχος τῆς πόλεως· οἱ πρω‐ τοσπαθάριοι καὶ στρατηγοὶ τῶν θεμάτων τῆς δύσεως κατὰ τὰ στρατηγάτα αὐτῶν· οἱ μητροπολῖται· οἱ ἀρχιεπί‐
5σκοποι κατὰ τοὺς θρόνους αὐτῶν· ὁ πρωτοσπαθάριος καὶ σακελλάριος· οἱ ἐπίσκοποι οἱ ἐπεχόμενοι· πριμικήριοι εὐ‐ νοῦχοι τοῦ κουβουκλείου· (εἰ δὲ καὶ πρωτοσπαθάριοί εἰσιν, προκρίνονται τῶν λιτῶν πριμικηρίων· εἰ δὲ καὶ ὀφφίκια προσελάβοντο, καὶ εἶθ’ οὕτως προκρίνονται τῶν λοιπῶν·) ὁ
10πρωτοσπαθάριος καὶ λογοθέτης τοῦ γενικοῦ· οἱ ὀστιάριοι τοῦ κουβουκλείου· (εἰ δὲ καὶ ὀφφίκια ἔχοιεν, προκρίνονται τῶν ὁμοτίμων·) ὁ κυέστωρ καὶ μὴ ὢν πρωτοσπαθάριος· ὁ πρω‐ τοσπαθάριος καὶ λογοθέτης τοῦ στρατιωτικοῦ· ὁ πρωτοσπα‐ θάριος καὶ δρουγγάριος τῆς βίγλης· ὁ οἰκονόμος τῆς μεγά‐
15λης ἐκκλησίας, καθὰ τὰ νῦν ἐτιμήθη· ὁ πρωτοσπαθάριος καὶ λογοθέτης τοῦ δρόμου· ὁ πρωτοσπαθάριος καὶ δρουγ‐ γάριος τῶν πλοΐμων· ὁ πρωτοσπαθάριος καὶ λογοθέτης τῶν ἀγελῶν· ὁ πρωτοσπαθάριος καὶ ἐπὶ τῶν βασιλικῶν· ὁ πρω‐ τοσπαθάριος καὶ δομέστικος τῶν ἱκανάτων· ὁ πρωτοσπαθά‐
20ριος καὶ δομέστικος τῶν νουμέρων· ὁ πρωτοσπαθάριος καὶ δομέστικος τῶν ὀπτημάτων· ὁ πρωτοσπαθάριος καὶ κόμης τῶν τειχέων· ὁ πρωτοσπαθάριος καὶ χαρτουλάριος τοῦ σα‐ κελλίου· ὁ πρωτοσπαθάριος καὶ χαρτουλάριος τοῦ βεστια‐ ρίου· ὁ πρωτοσπαθάριος καὶ χαρτουλάριος τοῦ κανικλείου·
25ὁ πρωτοσπαθάριος καὶ πρωτοστράτωρ· ὁ πρωτοσπαθάριος731

732

καὶ πρωτοασηκρήτης· οἱ πρωτοσπαθάριοι ἐκ προσώπου τῶν θεμάτων κατὰ τὸ ἴδιον ἑκάστου θέμα· ὁ πρωτοσπαθάριος καὶ κόμης τοῦ στάβλου· ὁ πρωτοσπαθάριος καὶ ἐπὶ τοῦ εἰδικοῦ λόγου· ὁ πρωτοσπαθάριος καὶ μέγας κουράτωρ· ὁ
5πρωτοσπαθάριος καὶ κουράτωρ τῶν μαγγάνων· ὁ πρωτο‐ σπαθάριος καὶ ἐπὶ τῶν δεήσεων· ὁ πρωτοσπαθάριος καὶ ὀρφανοτρόφος· οἱ πρωτοσπαθάριοι καὶ κλεισουράρχαι· ὁ πρωτοσπαθάριος καὶ δήμαρχος τῶν Βενέτων· ὁ πρωτο‐ σπαθάριος καὶ δήμαρχος τῶν Πρασίνων· ὁ πρωτοσπαθά‐
10ριος καὶ ἐπὶ τῆς καταστάσεως· ὁ πρωτοσπαθάριος καὶ ἀπὸ στρατηγῶν τῶν Ἀνατολικῶν· ὁ πρωτοσπαθάριος καὶ ἀπὸ δομεστίκων τῶν σχολῶν· οἱ πρωτοσπαθάριοι καὶ ἀπὸ στρα‐ τηγῶν τῶν Ἀνατολικῶν θεμάτων· ὁ πρωτοσπαθάριος καὶ ἀπὸ δομεστίκων τῶν ἐξσκουβιτόρων· οἱ πρωτοσπαθάριοι καὶ
15ἀπὸ ἐπάρχων· οἱ πρωτοσπαθάριοι καὶ ἀπὸ στρατηγῶν τῆς δύσεως· οἱ πρωτοσπαθάριοι καὶ ἀπὸ κυεστόρων· (οἱ πρω‐ τοσπαθάριοι τοῦ χρυσοτρικλίνου προεκρίθησαν πάλαι τῶν ἀπὸ στρατηγῶν καὶ ἀπὸ ἐπάρχων·) οἱ πρωτοσπαθάριοι καὶ κριταί· οἱ πρωτοσπαθάριοι τοῦ μαγλαβίου καὶ ἀρτικλῖναι·
20οἱ πρωτοσπαθάριοι καὶ ἄρχοντες τῶν στάβλων· οἱ πρωτο‐ σπαθάριοι καὶ ἀπὸ ὀφφικίων κατὰ τά ποτε ὀφφίκια αὐτῶν· οἱ
πρωτοσπαθάριοι καὶ βασιλικοὶ κατὰ τὰς προβολὰς αὐτῶν·732

733

οἱ πρωτοσπαθάριοι καὶ ἀσηκρῆται· οἱ πρωτοσπαθάριοι οἱ διὰ πόλεως· οἱ πρωτοσπαθάριοι οἱ ἐξωτικοί. εἰ δὲ μὴ εἶεν πάντες πρωτοσπαθάριοι, καὶ τὰς διὰ λόγου προσγινομένας ἀξίας κατέχουσιν, οἱ νῦν στρατηγοὶ τῆς τε ἀνατολῆς καὶ
5τῆς δύσεως οὐχ ὑποπίπτουσιν τῆς ἤδη λαχούσης αὐτῶν τῶν θεμάτων καθέδρας διὰ τὴν ἐλάττωσιν τοῦ βραβείου αὐτῶν, ὑπάρχοντος ἀξιώματος, ἀλλ’ ἐν τῇ τάξει, ᾗ ἐτάχθησαν, κα‐ τὰ τὸ οἰκεῖον θέμα καθέζονται. ὡσαύτως οὖν καὶ ὁ ἔπαρ‐ χος πόλεως καὶ ὁ κυαίστωρ. οἱ δὲ λοιποὶ πάντες ὀφφικιά‐
10λιοι ἐν τοῖς ὁμοτίμοις τῶν διὰ βραβείων διδομένων ἀξιωμά‐ των προτετίμηνται. ἐν δὲ τῇ τάξει τῶν ὀφφικίων ἕκαστος αὐτῶν τὴν οἰκείαν τάξιν λαμβάνει. μετὰ δὲ τῆς τῶν πρω‐ τοσπαθαρίων τιμῆς δευτέρα ἡ τῶν σπαθαροκανδιδάτων εἰσ‐ άγεται τάξις, οἷον σπαθαροκανδιδάτοι καὶ ὀφφικιάλιοι κατὰ
15τὰ ὀφφίκια αὐτῶν· οἱ σπαθαροκουβικουλάριοι τοῦ βασιλι‐ κοῦ κοιτῶνος· σπαθαροκουβικουλάριοι τοῦ κουβουκλείου· πρε‐ σβύτεροι οἱ βασιλικοί· οἱ πρεσβύτεροι καὶ ἡγούμενοι καὶ πρεσβύτεροι τῆς ἐκκλησίας· οἱ σπαθαροκανδιδάτοι καὶ ἀπὸ στρατηγῶν· οἱ σπαθαροκανδιδάτοι τοῦ χρυσοτρικλίνου· οἱ
20σπαθαροκανδιδάτοι οἱ οἰκειακοὶ καὶ κριταί· οἱ σπαθαροκαν‐ διδάτοι καὶ μαγλαβῖται καὶ ἀρτικλῖναι· οἱ σπαθαροκανδιδά‐
τοι οἱ ἀπὸ ὀφφικίων· οἱ σπαθαροκανδιδάτοι οἱ οἰκειακοὶ733

734

τοῦ λαυσιακοῦ· οἱ σπαθαροκανδιδάτοι καὶ ἀσηκρῆται· οἱ σπαθαροκανδιδάτοι καὶ κλεισουράρχαι· οἱ σπαθαροκανδιδά‐ τοι καὶ τουρμάρχαι τῶν φιβεράτων· οἱ σπαθαροκανδιδάτοι καὶ τουρμάρχαι Λυκαονίας καὶ Παμφυλίας· οἱ σπαθαρο‐
5κανδιδάτοι καὶ τοποτηρηταὶ τῶν σχολῶν· οἱ σπαθαροκανδι‐ δάτοι καὶ τουρμάρχαι τῶν τῆς ἀνατολῆς θεμάτων κατὰ τὰ θέματα αὐτῶν· ὁ σπαθαροκανδιδάτος καὶ τοποτηρητὴς τῶν ἐξσκουβιτόρων· οἱ σπαθαροκανδιδάτοι καὶ τουρμάρχαι τῶν θεμάτων τῆς δύσεως· ὁ σπαθαροκανδιδάτος καὶ τοποτηρη‐
10τὴς τοῦ ἀριθμοῦ· οἱ σπαθαροκανδιδάτοι καὶ τουρμάρχαι τῶν πλοΐμων· ὁ σπαθαροκανδιδάτος καὶ τοποτηρητὴς τοῦ πλοΐμου· ὁ σπαθαροκανδιδάτος καὶ τοποτηρητὴς τῶν ἱκανά‐ των· ὁ σπαθαροκανδιδάτος καὶ τοποτηρητὴς τῶν νουμέρων· ὁ σπαθαροκανδιδάτος καὶ τοποτηρητὴς τῶν ὀπτημάτων· ὁ
15σπαθαροκανδιδάτος καὶ τοποτηρητὴς τῶν τειχέων· οἱ σπα‐ θαροκανδιδάτοι οἱ διὰ πόλεως καὶ οἱ τῶν σεκρέτων· οἱ δισ‐ ύπατοι κατὰ τὰς τάξεις αὐτῶν. εἰ δὲ μὴ εἶεν οὗτοι σπα‐ θαροκανδιδάτοι, ταῖς μὲν διὰ βραβείων ἀξίαις ὑποπιπτέτω‐ σαν, ἐν δὲ τοῖς τοῦ βαθμοῦ αὐτῶν ὀφφικίοις ἀκολούθως
20τιμάσθωσαν. εἶθ’ οὕτως τῶν σπαθαρίων εἰσάγεται τάξις, οἷον οἱ κουβικουλάριοι τοῦ βασιλικοῦ κοιτῶνος· οἱ κουβι‐ κουλάριοι τοῦ κουβουκλείου· οἱ κουβικουλάριοι τοῦ πατριάρ‐
χου· ὁ οἰκονόμος τῆς μεγάλης ἐκκλησίας· οἱ διάκονοι οἳ734

735

βασιλικοί· οἱ διάκονοι τῆς ἐκκλησίας· οἱ σπαθάριοι τοῦ χρυσοτρικλίνου· οἱ σπαθάριοι καὶ κριταί· οἱ σπαθάριοι μα‐ γλαβῖται καὶ ἀρτικλῖναι· οἱ σπαθάριοι καὶ τουρμάρχαι κα‐ τὰ τὰ θέματα αὐτῶν· οἱ σπαθάριοι καὶ τοποτηρηταὶ κατὰ
5τὰ τάγματα αὐτῶν· οἱ σπαθάριοι καὶ ἀσηκρῆται καὶ ὁ πρω‐ τονοτάριος τοῦ δρόμου· οἱ σπαθάριοι τοῦ σπαθαρικίου· οἱ σπαθάριοι καὶ κόμητες τῆς κόρτης τῶν ἀνατολικῶν· οἱ σπαθάριοι καὶ κόμητες τῶν σχολῶν· οἱ σπαθάριοι καὶ κό‐ μητες τῆς κόρτης τῶν ἀνατολικῶν θεμάτων κατὰ τὰ θέματα
10αὐτῶν· ὁ σπαθάριος καὶ σύμπονος τοῦ ἐπάρχου· ὁ σπα‐ θάριος καὶ λογοθέτης τῶν πραιτωρίων· οἱ σπαθάριοι καὶ κόμητες τῆς κόρτης τῶν θεμάτων τῆς δύσεως κατὰ τὰ θέ‐ ματα αὐτῶν· οἱ σπαθάριοι καὶ χαρτουλάριοι τοῦ γενικοῦ λογοθέτου· οἱ σπαθάριοι καὶ ἀντιγραφῆς τοῦ κυαίστωρος·
15οἱ σπαθάριοι καὶ χαρτουλάριοι τοῦ στρατιωτικοῦ λογοθέτου· ὁ σπαθάριος καὶ χαρτουλάριος θέματος τῶν ἀνατολικῶν· ὁ σπαθάριος καὶ χαρτουλάριος τοῦ τάγματος τῶν σχολῶν· ὁ σπαθάριος καὶ ἀκτουάριος· οἱ σπαθάριοι καὶ χαρτουλάριοι τῶν ἀνατολικῶν θεμάτων· ὁ σπαθάριος καὶ χαρτουλάριος
20τῶν ἐξσκουβίτων· οἱ σπαθάριοι καὶ χαρτουλάριοι τῶν δυ‐ τικῶν θεμάτων· οἱ σπαθάριοι καὶ βασιλικοὶ νοτάριοι τῆς σακέλλης· οἱ σπαθάριοι καὶ βασιλικοὶ νοτάριοι τοῦ βεστιαρίου· οἱ σπαθάριοι καὶ βασιλικοὶ νοτάριοι τοῦ εἰδι‐ κοῦ· οἱ σπαθάριοι καὶ νοτάριοι τῶν ἀρκλῶν τοῦ γενικοῦ·
25οἱ σπαθάριοι καὶ πρωτονοτάριοι τοῦ μεγάλου κουρατορικίου·735

736

οἱ σπαθάριοι καὶ δευτερεύοντες τῶν δημάρχων· ὁ σπαθά‐ ριος καὶ ἐπὶ τῆς κουρατωρίας τῶν βασιλικῶν οἴκων· ὁ σπα‐ θάριος καὶ δομέστικος τῆς ὑπουργίας· ὁ σπαθάριος καὶ ζυγοστάτης· ὁ σπαθάριος καὶ χρυσοεψητής· ὁ σπαθάριος
5καὶ ἄρχων τοῦ ἀρμέντου· οἱ σπαθάριοι καὶ ξενοδόχοι· οἱ σπαθάριοι καὶ γηροκόμοι· οἱ σπαθάριοι καὶ πρωτονοτάριοι τῶν θεμάτων κατὰ τὰ θέματα αὐτῶν· ὁ σπαθάριος καὶ οἰ‐ κιστικός· οἱ σπαθάριοι οἱ διὰ πόλεως καὶ οἱ ἐξωτικοί. εἰ δὲ μὴ εἶεν καὶ οὗτοι σπαθάριοι, τὰς μὲν διὰ βραβείων ἀ‐
10ξίας ὑποπιπτέτωσαν, ἐν δὲ τοῖς αὐτῶν ὀφφικίοις κατὰ τάξιν τιμάσθωσαν. μετὰ τούτους εἰσαγέσθω τετάρτη τάξις, ἡ τῶν ὑπάτων, στρατόρων, κανδιδάτων, μανδατόρων, βεστητόρων, ἀπράτων, ταγματικῶν καὶ θεματικῶν οὕτως. ὕπατοι βασι‐ λικοὶ καὶ χαρτουλάριοι καὶ νοτάριοι τῶν λεχθέντων σεκρέτων
15κατὰ τοὺς βαθμοὺς τῶν ἑαυτῶν ὀφφικίων· ὕπατοι παγανοὶ τῆς συγκλήτου, κληρικοὶ τοῦ παλατίου καὶ τῆς μεγάλης ἐκ‐ κλησίας, στράτωρες, εἰ τύχοιεν, τοῦ χρυσοτρικλίνου, στρά‐ τωρες ὁμοίως τοῦ μαγλαβίου· στράτωρες οἰκειακοὶ τοῦ λαυ‐ σιακοῦ καὶ ἀσηκρῆται, στράτωρες τοῦ βασιλικοῦ στρατωρι‐
20κίου· στράτωρες, σκρίβωνες τῶν ἐξσκουβίτων καὶ χαρτου‐
λάριοι τῶν θεμάτων· δομέστικοι τοῦ τάγματος τῶν σχολῶν·736

737

δομέστικοι τῶν θεμάτων τῆς ἀνατολῆς καὶ δύσεως κατὰ τὰ τάγματα αὐτῶν καὶ τὰς ἀξίας αὐτῶν· ἀσηκρῆται ἄπρατοι, νοτάριοι τῶν ἀσηκρητειῶν ἄπρατοι, κανδιδάτοι βασιλικοὶ τοῦ ἱπποδρόμου καὶ μανδάτορες, βεστήτορες, σιλεντιάριοι, δρουγ‐
5γάριοι τῶν θεμάτων ἄπρατοι κατὰ τὰ θέματα καὶ τοὺς δρόγ‐ γους αὐτῶν· κόμητες τῶν θεμάτων ὁμοίως· κόμητες τῶν ἀριθμῶν ἄπρατοι· ὁ χαρτουλάριος τοῦ ἀριθμοῦ ὁμοίως· κόμητες τοῦ πλοΐματος ὁμοίως· ὁ χαρτουλάριος τοῦ πλοΐμα‐ τος· κόμητες τῶν ἱκανάτων ὁμοίως· ὁ χαρτουλάριος τῶν
10ἱκανάτων ὁμοίως· ὁ χαρτουλάριος τοῦ στάβλου ὁμοίως· ὁ ἐπίκτης τοῦ στάβλου ὁμοίως· τριβοῦνοι τῶν νουμέρων· ὁ χαρτουλάριος τῶν νουμέρων· οἱ κόμητες τῶν ὀπτημάτων· ὁ χαρτουλάριος τῶν ὀπτημάτων· ὁ χαρτουλάριος τῶν τει‐ χέων· οἱ δευτερεύοντες τῶν δημάρχων· οἱ τριβοῦνοι τῶν
15τειχέων· ὁ προέξημος τῶν σχολῶν· οἱ κένταρχοι τοῦ ἀρι‐ θμοῦ· οἱ κένταρχοι τῶν ἱκανάτων· οἱ προτίκτορες τῶν σχο‐ λῶν· οἱ βικάριοι τῶν νουμέρων· οἱ βικάριοι τῶν τειχέων· οἱ δρακονάριοι τῶν ἐξσκουβίτων· οἱ ἀποεπάρχοντες· οἱ στρα‐ τηλάται· ὁ ἀκόλουθος τοῦ ἀριθμοῦ· ὁ πρωτομανδάτωρ τοῦ
20ἐξσκουβίτου· ὁ πρωτομανδάτωρ τῶν ἱκανάτων· οἱ πρωτο‐ κάραβοι· οἱ πρωτονοτάριοι τῶν θεμάτων καὶ τῶν ἀγελῶν οἱ ἄπρατοι· οἱ βανδοφόροι τοῦ ἀριθμοῦ· οἱ βανδοφόροι τῶν ἱκανάτων· οἱ εὐτυχοφόροι τῶν σχολῶν· οἱ σκευοφόροι
τῶν ἐξσκουβίτων· οἱ λαβουρήσιοι τοῦ ἀριθμοῦ· οἱ σκη‐737

738

πτροφόροι τῶν σχολῶν· οἱ σιγνοφόροι τῶν ἐξσκουβίτων· οἱ σημειοφόροι τοῦ ἀριθμοῦ· οἱ σημειοφόροι τῶν ἱκανάτων· οἱ ἀξιωματικοὶ τῶν σχολῶν· οἱ σινάτωρες τῶν ἐξσκουβίτων· οἱ δουκινιάτωρες τοῦ ἀριθμοῦ· οἱ δουκινιάτωρες τῶν ἱκα‐
5νάτων· οἱ μανδάτορες τῶν σχολῶν· οἱ πρωτοκαγκελλάριοι τῶν θεμάτων· οἱ ὀπτίονες τῶν ταγμάτων· ὁ πρωτοκαγκελ‐ λάριος τοῦ γενικοῦ λογοθέτου· ὁ πρωτοκαγκελλάριος τοῦ κυ‐ αίστωρος· ὁ πρωτομανδάτωρ τῶν νουμέρων· ὁ πρωτομαν‐ δάτωρ τῶν τειχέων· ὁ πρωτοκαγκελλάριος τοῦ σακελλίου·
10ὁ κένταρχος τοῦ βεστιαρίου· οἱ πρωτομανδάτορες καὶ λεγα‐ τάριοι τῶν ἐξσκουβίτων· οἱ μανδάτορες καὶ λεγατάριοι τοῦ ἀριθμοῦ· οἱ ἐξσκουβίτορες· οἱ θυρωροὶ τοῦ παλατίου καὶ τῶν σεκρέτων· οἱ διατρέχοντες τοῦ δρόμου· οἱ φακτιονά‐ ριοι· οἱ γειτονιάρχαι· οἱ νοτάριοι τῶν μερῶν· οἱ χαρτου‐
15λάριοι τῶν μερῶν· οἱ ποιηταὶ καὶ μελισταὶ τῶν δήμων· οἱ ἡνίοχοι τῶν μερῶν· οἱ μανδάτορες τῶν νουμέρων· οἱ μαν‐ δάτορες τῶν τειχέων· ὁ λεγατάριος τοῦ βεστιαρίου· οἱ χο‐ σβαΐται τοῦ μεγάλου βεστιαρίου· οἱ κένταρχοι τῶν στρατη‐ γῶν τῶν θεματικῶν· οἱ μικροπανῖται· οἱ παραφύλακες τῶν
20κάστρων ἄπρατοι· κένταρχοι τῶν βάνδων· οἱ δημῶται· οἱ δρουγγάριοι τῶν πεζῶν· οἱ καγκελλάριοι τῶν σεκρέτων· οἱ τοποτηρηταὶ τῶν χορῶν· οἱ στρατιῶται τῶν θεμάτων· οἱ στρατιῶται τῶν θεμάτων. εἰ δὲ ἐκ πάντων τούτων τῶν λε‐ χθέντων τινὲς ἔχοιεν ἀξίας τὰς διὰ βραβείου διδομένας, ἕ‐
25καστος αὐτῶν τῇ ἀξίᾳ τοῦ ὁμοτίμου τὸν βαθμὸν προτιμά‐738

739

σθω. εἰ δὲ παγανοὶ πέλοιεν, ἐν μόνοις τοῖς ὀφφικίοις τι‐ μάσθωσαν κατὰ τὴν ἤδη ἐκτεθεῖσαν τάξιν κλητωρευόμενοι. οἱ δὲ ἐξ ἐθνῶν εἰσερχόμενοι πρέσβεις καὶ τῆς τιμίας συνε‐ στιάσεως τῶν βασιλέων ἡμῶν ἀξιούμενοι κλητωρεύονται καὶ
5αὐτοὶ οὕτως. [οἱ ἀπὸ Ῥώμης ἐπίσκοποι προεκρίθησαν τῶν καθ’ ἡμᾶς ἐπισκόπων.] οἱ μὲν ἀπὸ Ῥώμης ἐρχόμενοι, ἐάν εἰσιν ἐπίσκοποι, προτιμῶνται τῶν ἐπισκόπων τῆς καθ’ ἡμᾶς ἐκκλησίας· εἰ δὲ πρεσβύτεροι εἶεν, ὡσαύτως προκρίνονται. ὁμοίως καὶ ἓν ἕκαστον τάγμα τῆς ἱεροσύνης τὴν προτίμησιν
10ἀναδέχεται κατὰ τὴν καθέδραν τὴν ἀνωτέρως ῥηθεῖσαν. τὸ αὐτὸ δὲ κρατείσθω καὶ ἐπὶ τῶν ἐν τῇ ἀνατολῇ ὄντων τριῶν πατριαρχῶν. ἐτιμήθησαν δὲ οἱ ἀπὸ Ῥώμης ἐλθόντες διὰ τὴν ἕνωσιν τῆς ἐκκλησίας ἐπὶ Λέοντος τοῦ φιλοχρίστου δε‐ σπότου, οἷον ὁ ἐπίσκοπος Νικόλαος καὶ καρδηνάλιος Ἰωάν‐
15νης, ἐπάνω πάσης τῆς τάξεως τῶν μαγίστρων. [καὶ οἱ ἀπὸ Ἀντιοχείας καὶ Ἱεροσολύμων σύγκελλοι προεκρίθησαν παντὸς μαγίστρου.] ὡσαύτως καὶ οἱ ἀπὸ Ἀντιοχείας καὶ οἱ Ἱερο‐ σολύμων σύγκελλοι ἐν τῇ δευτέρᾳ θέσει τῆς τραπέζης πρῶ‐ τοι ἐπάνω παντὸς μαγίστρου. οἱ δὲ ἐξ Ἀγάρων φίλοι τῇ
20τῶν πατρικίων καὶ στρατηγῶν ὑποπίπτουσι τάξει ἐν ταῖς κα‐ θέδραις, οἱ μὲν ἀνατολικοὶ προκρινόμενοι τῶν ἑσπερίων·
καθέζονται δὲ ἐν τῇ εὐωνύμῳ θέσει, ἢ τέταρτοι φίλοι, ἢ739

740

πέμπτοι, πρὸς τὸ αὐτοὺς ἐν τῷ δευτέρῳ μίνσῳ τῆς τραπέ‐ ζης τυγχάνειν. οἱ δὲ ἀπὸ τῶν Νούνων, ἤτοι Βουλγάρων, εἰσερχόμενοι φίλοι ἐν μὲν τῇ κλήσει τῶν κοινῶν κλητωρίων τέταρτοι ἢ πέμπτοι ἐν τῇ εὐωνύμῳ θέσει κληθήσονται, δη‐
5λονότι ὑποπίπτοντες καὶ αὐτοὶ τῇ τῶν πατρικίων καὶ στρα‐ τηγῶν καὶ πάντων τῶν ἐν τῷ βήλῳ πατρικίων τεταγμένων ἀρχόντων, ἀπολαύοντες καὶ αὐτοὶ τὸν δεύτερον μίνσον τῆς βασιλικῆς τραπέζης. ἐν δὲ τοῖς ιθʹ τῶν ἑορτῶν ἀκουβίτοις κλητωρεύονται ὄγδοοι καὶ ἔννατοι, δηλονότι ὑποπίπτοντες τῇ
10τάξει τοῦ προλεχθέντος βήλου. οἱ δὲ ἐκ Φράγγων πρέσβεις, εἰ μὲν ἔχοιεν χειροτονίας, κατὰ ταύτας κληθήσονται· εἰ δὲ παγανοί εἰσιν, τῇ τῶν ὀφφικιαλίων ὑποπίπτουσι τάξει. οἱ δὲ ἐκ τῶν λοιπῶν ἐθνῶν ἐρχόμενοι φίλοι τῇ τῶν σπαθαρο‐ κανδιδάτων ὑποπίπτουσι πάντες ἀξίᾳ.
15tΤόμος δʹ.
16Ἐπειδὴ τῆς τῶν ἀρτικλινῶν ἐπιστήμης ἰδικήν τινα πρα‐ γματείαν συγγράψασθαι ἐσπουδάσαμεν, καὶ τὰς τοῦ οἰκείου πολιτεύματος ἀξίας ἐκφαντορικῶς ἐν ταῖς καθέδραις ἀκριβῶς ἐξεθέμεθα, καὶ τὴν τῶν ἱερῶν βασιλικῶν κλητωρίων εὐστά‐
20θιαν καὶ κατάστασιν ὑμῖν ὑπεδείξαμεν, φέρε δὴ καὶ τὰς ἰδέ‐
ας τῶν ἐφ’ ἑκάστῃ ἑορτῇ κικλησκομένων ἀξιωμάτων καὶ τὰς740

741

τούτων πολυειδεῖς ἀμφιάσεις ὅπως δεῖ συνεισάγειν ἐν τοῖς κλητωρίοις, σαφῶς ὑμῖν διηγήσομαι. ἄρξομαι δ’ ἐντεῦθεν καὶ ἡ τῆς θείας χάριτος τῷ κόσμῳ ἐπέφανεν ἀπαρχὴ, ἧς καὶ οἱ θεοπρόβλητοι καὶ θειότατοι ἡμῶν βασιλεῖς τὴν ἐγκόσμιον
5καὶ ὑπερκόσμιον ταύτην πανηγυρίζοντες χαρμονὴν κατὰ μί‐ μησιν τῆς Χριστοῦ πρὸς ἀνθρώπους ἐπιδημίας, κοινῇ τὴν πανδεσίαν τοῖς πιστοῖς ἐφαπλώσαντες κοινωνοῦσι τῆς σωμα‐ τικῆς ἑστιάσεως.
9tἩ γενέθλιος τοῦ Χριστοῦ ἡμέρα, ἐν ᾗ προτίθονται αἱ τῶν ιθʹ
10tἀκουβίτων ἐκθέσεις.
11Δεῖ γὰρ ὑμᾶς, ὦ φίλοι, ἐν ταύτῃ τῇ λαμπρᾷ καὶ περι‐ δόξῳ τῶν Χριστοῦ γενεθλίων ἡμέρᾳ, ἡνίκα αἱ πολυσχεδεῖς καὶ ἐξαίσιοι τῶν ιθʹ προτίθονται ἀκουβίτων ἐκθέσεις, ἐν μὲν τῇ βασιλικῇ τραπέζῃ τοῦ κράματος τῆς μεγάλης ἐκκλησίας
15καλεῖν εἰς συνεστίασιν τῶν φιλοχρίστων ἡμῶν βασιλέων με‐ γιστάνας ἐκ τῆς βασιλικῆς συγκλήτου τὸν ἀριθμὸν ιβʹ, οἷον μαγίστρους, πραιποσίτους, ἀνθυπάτους πατρικίους, στρατη‐ γοὺς, ὀφφικιαλίους, οὓς ἂν δόξῃ τοὺς αὐτοκράτορας λαμβά‐ νεσθαι· εἰσάγειν δὲ αὐτοὺς, ἄνευ μέντοι τῶν οἰκείων χλα‐
20μύδων, ἠμφιεσμένους δὲ τὰ καμίσια καὶ μόνα. εἰ δὲ τύχοιεν στρατηγοὶ κεκλημένοι, μετὰ τῶν οἰκείων σκαραμαγγίων εἰσα‐
γέσθωσαν σὺν τῷ δρουγγαρίῳ τῆς βίγλης. ἐν δὲ τῇ τῶν ιθʹ741

742

ἀκουβίτων τιμιωτάτῃ τραπέζῃ δεῖ ὑμᾶς καλεῖν μαγίστρους δύο, ἀνθυπάτους πατρικίους, στρατηγοὺς ἓξ, Βουλγάρους φί‐ λους δύο, ὀφφικιαλίους ἀπὸ τῆς τοῦ στρατιωτικοῦ λογοθέτου τάξεως καὶ κατωτέρω δύο, πρὸς τὸ συνανακληθῆναι τῷ βα‐
5σιλεῖ εἰς τύπον τῆς ἀποστολικῆς δωδεκάδος, φίλους τὸν ἀ‐ ριθμὸν ιβʹ· προκισεύειν δὲ αὐτοὺς δεῖ στιχηδὸν κατὰ τάξιν τῆς ἑκάστου ἀξίας, ἐνδεδυμένους τὰς οἰκείας αὐτῶν χλαμύ‐ δας ἐμπροσθείῳ τῷ σχήματι, ὑποδεδεμένους δὲ καὶ τὰ οἰ‐ κεῖα καμπάγια, καὶ εἰσαγαγεῖν αὐτοὺς μετὰ τὴν ἄφιξιν τῶν
10μελλόντων παραστᾶναι βασιλικῶν ὑπουργῶν τε καὶ βουκαλί‐ ων, δηλονότι λαβόντος τὸ σχῆμα τοῦ καστρησίου τῆς βασιλι‐ κῆς τραπέζης παρὰ τοῦ ἄνωθεν παρεστῶτος περιφανοῦς πραι‐ ποσίτου, καὶ συνανερχομένου αὐτοῖς μέχρι τοῦ τριβάθμου τῆς βασιλικῆς εὐωχίας, καὶ ἱστῶντος αὐτοὺς κύκλῳ τῆς τι‐
15μίας τραπέζης εἰς τὸ εἰδικῶς προσκαλεῖσθαι πλησιέστερον φίλους, οὓς ἂν δόξῃ τῷ βασιλεῖ. ἐν δὲ τοῖς ἑκατέρων τῶν μερῶν ἀκουβίτοις δεῖ ὑμᾶς καλεῖν ἐν ταύτῃ τῇ λαμπρᾷ καὶ περιβοήτῳ ἡμέρᾳ τὴν ὑπὸ καμπάγιον σύγκλητον πᾶσαν, οἷον ἀσηκρήτας, χαρτουλαρίους τῶν μεγάλων σεκρέτων, βασιλικοὺς
20νοταρίους τῶν λεχθέντων σεκρέτων, οἷον ἀπό τε σπαθαροκανδι‐ δάτων καὶ κατωτέρω ὑπάτων, δισυπάτων, κομήτων τῶν σχολῶν,
σιλεντιαρίων, προτικτόρων, εὐτυχοφόρων, σκηπτροφόρων, ἀξι‐742

743

ωματικῶν τῶν διαφόρων ταγμάτων τὸν ἀριθμὸν ρξηʹ, Ἀγαρη‐ νῶν τοῦ πραιτωρίου κδʹ, τῶν Βουλγάρων φίλων ἀνθρώπους ιβʹ, καὶ πένητας ἀδελφοὺς τὸν ἀριθμὸν ιβʹ· προκισσεύειν δὲ αὐτοὺς στιχηδὸν οὕτως· τοὺς μὲν συγκλητικοὺς κατὰ τὰς
5οἰκείας αὐτῶν ἀξίας καὶ τὰς τῶν ὀφφικίων αὐτῶν διαφορὰς διαστελλόμενος ἔνθεν κἀκεῖθεν· τοὺς δὲ Ἀγαρηνοὺς κατέ‐ ναντι τῆς ὄψεως τῶν βασιλέων ἐπὶ τῆς ἕκτης καὶ ἑβδόμης τραπέζης· τοὺς δὲ Βουλγάρων ἀνθρώπους ἐπὶ τῆς ἐνάτης τραπέζης τῆς αὐτῆς περιόδου· τοὺς δὲ πένητας καὶ αὐτοὺς
10προσκαλεῖσθαι ἐπὶ τῆς θʹ τραπέζης τῆς εὐωνύμου θέσεως, ἐν ᾗ παράστασις τοῦ δρουγγαρίου τυγχάνει. εἰσάγειν δὲ δεῖ ἅπαντας μετὰ τὴν ἄφιξιν τῶν πρωτοκλήτων φίλων τῆς βασι‐ λικῆς τραπέζης οὕτως· τοὺς μὲν ἀξιωματικοὺς ἅπαντας με‐ τὰ τῶν οἰκείων ἀλλαξιμάτων, χλαμύδων τε καὶ καμπαγίων,
15στιχηδὸν κατὰ τάξιν τοῦ αὐτοῦ ἀξιώματος καὶ ὀφφικίου· τοὺς δὲ Ἀγαρηνοὺς λευκοφόρους ἀζώνους ὑποδεδεμένους, δη‐ λονότι προπορευομένου αὐτοῖς τοῦ καλέσαντος ἀρτικλίνου καὶ συνανερχομένου ἐφ’ ἑκατέρου τῶν μερῶν διὰ τῆς ὀπισθίου θέσεως τῶν αὐτῶν ἀκουβίτων καὶ διὰ τοῦ ἐμπροσθίου τό‐
20που ἐξαριθμοῦντος ἐφ’ ἑκάστῳ ἀκουβίτῳ δωδεκάδα προσώ‐ πων μίαν καὶ μὴ συγχωροῦντός τινα ἀνακληθῆναι μέχρι τῆς ἐκφωνήσεως τῶν παρεστώτων βασιλικῶν βουκαλίων. μετὰ δὲ
τὴν πάντων ἀνάκλησιν δεῖ προσέχειν τὸ μουσικὸν μέλος, καὶ743

744

ἡνίκα τὸ ἴδιον ἀπηχήσει φθέγμα, ἐξανίστασθαι ἅπαντας εἰς εὐφημίαν τῶν δεσποτῶν καὶ τὰς ἑαυτῶν ἀπεκδιδύσκεσθαι χλαμύδας· ἀλλὰ μὴν καὶ ὁσάκις ἂν τὸ μουσικὸν ἀπηχήσῃ, καὶ ὁσάκις ἂν θυμελικόν τι πρὸς τέρψιν ἐκτελεσθῇ πρᾶγμα,
5καὶ ἡνίκα τι βρώσιμον ἐκ τῆς βασιλικῆς τραπέζης διὰ τοῦ τερπνοῦ καστρησίου πρὸς τοὺς δαιτυμόνας ἐξαποσταλήσεται. ἐν δὲ τῇ τούτων ἐξόδῳ δεῖ προσέχειν τοῖς ῥωμαΐζουσι βου‐ καλίοις καὶ σὺν τῇ αὐτῶν ἐκφωνήσει προσέχειν τὸ σχῆμα τοῦ κλεινοῦ καστρησίου, καὶ αὖθις ἐξανιστᾷν πάντας τοὺς κε‐
10κλημένους χλανιδοφόρους διὰ τῆς ὀπισθίου θέσεως τῶν ἀκου‐ βίτων, καὶ ἐπανάγειν αὐτοὺς ἐκ τῶν κάτω πρὸς τὴν ἄνω προσωπικὴν ἔξοδον τῆς αὐτῆς περιόδου. καὶ εἶθ’ οὕτως με‐ τὰ τὴν τούτων τελείαν ὑπείδυσιν καὶ αὐτοὺς τῆς βασιλικῆς τραπέζης δαιτυμόνας ἐξάγειν, δηλονότι προπορευομένου αὐ‐
15τοῖς τοῦ κλεινοῦ καστρησίου τῆς βασιλικῆς τιμίας τραπέζης. ἐπὶ δὲ τῆς δευτέρας ἡμέρας τῆς πολυσχεδοῦς ταύτης καὶ λαμ‐ πρᾶς πανδεσίας δεῖ ἡμᾶς εὐτρεπίζειν εἰς πρόσκλησιν τῆς βα‐ σιλικῆς περιβλέπτου τραπέζης ὁμοίως μαγίστρους, ἀνθυπά‐ τους πατρικίους ὀφφικιαλίους καὶ οἰκειακοὺς πρωτοσπαθαρί‐
20ους, τὸν ἀριθμὸν ιβʹ, συναριθμουμένου αὐτοῖς ἐξαιρέτως τοῦ
δομεστίκου τῶν σχολῶν κατὰ τύπον· εἰσάγειν δὲ αὐτοὺς744

745

πάντας ἐν τῇ αὐτῶν ἀνακλήσει χλανιδοφόρους ἐστολισμένους κατὰ τὸ ἴδιον σχῆμα· τοὺς δὲ οἰκειακοὺς πρωτοσπαθαρίους μετὰ τῶν οἰκείων σπεκίων καὶ ῥωέων σαγίων, ἐμπροσθίῳ τῷ σχήματι, καθὼς ἀνωτέρω δεδήλωται. ἐν δὲ τοῖς πέριξ
5ἀκουβίτοις δεῖ καλεῖν ἐφ’ ἑκάτερα μέρη ἐπὶ δύο ἀκουβίτων βασιλικοὺς ἀνθρώπους ἀπὸ τῆς τῶν σπαθαροκανδιδάτων ἀ‐ ξίας καὶ κατωτέρω· ἐν δὲ τοῖς λοιποῖς ἀκουβίτοις ἅπαντας τοὺς ἄρχοντας τοῦ τάγματος τῶν σχολῶν, οἷον τοποτηρητὴν, εἰ τύχοι αὐτὸν εἶναι σπαθαροκανδιδάτον, τοὺς κόμητας τῶν
10σχολῶν, δομεστίκους τῶν σχολῶν, τὸν προέξημον, προτήκτο‐ ρας, εὐτυχοφόρους, σκηπτροφόρους, ἀξιωματικοὺς, μανδάτο‐ ρας, τὸν ἀριθμὸν σμʹ, καὶ πένητας τὸν ἀριθμὸν ιβʹ· εἰσάγειν δὲ αὐτοὺς ἐν τῇ ἀνακλήσει μετὰ τῶν οἰκείων σκαραμαγγίων, τὸν δὲ τοποτηρητὴν καὶ χαρτουλάριον τοῦ αὐτοῦ τάγματος
15μετὰ καὶ σαγίων ῥωέων, δηλονότι προπορευομένου αὐτοῖς τοῦ ἀρτικλίνου κατὰ τὸν προγραφέντα τύπον. ἐπὶ δὲ τῆς τρίτης ἡμέρας τῶν αὐτῶν ἀκουβίτων δεῖ ἡμᾶς εὐτρεπίζειν εἰς πρόσκλησιν, ἐν μὲν τῇ βασιλικῇ τραπέζῃ ἄρχοντας μεγι‐ στάνας τοὺς ἀνωτέρω ἐπὶ τῆς δευτέρας ἡμέρας μνημονευθέν‐
20τας τὸν ἀριθμὸν ιβʹ, ἀφαιρουμένου μὲν τοῦ τῶν σχολῶν δομεστίκου, ἀντεισιόντος δὲ κατὰ τύπον τοῦ δομεστίκου τῶν ἐξσκουβίτων, εἰσάγειν δὲ αὐτοὺς ἐν τῇ ἀνακλήσει κατὰ τὸν
προδειχθέντα τύπον. ἐν δὲ τοῖς ἑκατέροις τῶν μερῶν ἀκου‐745

746

βίτοις δεῖ καλεῖν ὁμοίως ἐπὶ τοῖς δυσὶν ἀκουβίτοις βασιλι‐ κοὺς ἀνθρώπους ἐν ἀξιώμασιν· ἐν δὲ τοῖς λοιποῖς ἀκουβί‐ τοις ἅπαντας τοὺς ἄρχοντας τοῦ τάγματος τῶν ἐξσκουβίτων, οἷον τοποτηρητὰς, σκρίβωνας, τὸν χαρτουλάριον, δρακοναρί‐
5ους, σκευοφόρους, σιγνοφόρους, σενάτορας, πρωτομανδάτορας καὶ μανδάτορας τοῦ ἀριθμοῦ σδʹ, καὶ πένητας ιβʹ, εἰσάγειν δὲ αὐτοὺς κατὰ τὸν προῤῥηθέντα τύπον κατὰ τὸ σχῆμα τῆς δευτέρας ἡμέρας. ἐπὶ δὲ τῆς τετάρτης ἡμέρας τῆς περιφα‐ νοῦς ταύτης, ὡς εἰπεῖν, δεξιώσεως δεῖ ἡμᾶς εὐτρεπίζειν εἰς
10κλῆσιν τῆς βασιλικῆς τιμίας τραπέζης ἐκ τῶν ἀνωτέρω καθ’ ἑκάστην ἡμέραν μνημονευθέντων ἀρχόντων σὺν τῷ δρουγγα‐ ρίῳ τῆς βίγλης κατὰ τύπον τὸν ἀριθμὸν ιβʹ, εἰσάγειν δὲ ἅ‐ παντας ἐν τῇ ἀνακλήσει μετὰ τῶν οἰκείων ἀλλαξιμάτων, κα‐ θὼς εἴρηται· τὸν δὲ δρουγγάριον τῆς βίγλης μετὰ τοῦ οἰ‐
15κείου σκαραμαγγίου καὶ σαγίου ῥοῆς. ἐν δὲ τοῖς λοιποῖς ἀ‐ κουβίτοις δεῖ ἡμᾶς καλεῖν βασιλικοὺς ἀνθρώπους κατὰ τὸν λεχθέντα τύπον, καὶ ἅπαντας τοὺς ἄρχοντας τοῦ τάγματος τοῦ ἀριθμοῦ, οἷον τοποτηρητὴν, τὸν χαρτουλάριον, τοὺς κό‐ μητας, τοὺς κεντάρχους, βανδοφόρους, λαβουρησίους, σημειο‐
20φόρους, δουκινάτορας, μανδάτορας, θυρωροὺς, διατρέχοντας, τὸν ἀριθμὸν σδʹ, καὶ εἰσάγειν αὐτοὺς οὕτως· τὸν μὲν τοπο‐ τηρητὴν μετὰ ῥωέου σαγίου, τοὺς δὲ λοιποὺς μετὰ τῶν οἰ‐
κείων σκαραμαγγίων, καθὼς ἀνωτέρω δεδήλωται. ἐπὶ δὲ τῆς746

747

πέμπτης ἡμέρας δεῖ ὑμᾶς προευτρεπίζειν εἰς κλῆσιν τῆς τιμίας ὄντως βασιλικῆς τραπέζης ὁμοῦ ἐκ τῶν ἀνωτέρω μνημονευθέν‐ των ἐνδόξων μεγιστάνων σὺν τοῦ δομεστίκου τῶν ἱκανάτων, φί‐ λους τὸν ἀριθμὸν ιβʹ, καὶ εἰσάγειν αὐτοὺς μετὰ τῶν οἰκείων
5ἀλλαξιμάτων, καθὼς ἀνωτέρω δεδήλωται. ἐν δὲ τοῖς λοιποῖς ἀκουβίτοις δεῖ καλεῖν ὁμοῦ βασιλικοὺς ἀνθρώπους, ὡς ἀνω‐ τέρω εἰρήκαμεν. ἐν δὲ τοῖς κατωτέρω τοὺς ἄρχοντας τοῦ τάγματος τῶν αὐτῶν ἱκανάτων, οἷον τοποτηρητὴν τῶν κομή‐ των, τὸν χαρτουλάριον τῶν κεντάρχων, βανδοφόρων, σημει‐
10οφόρων, δουκινιατόρων καὶ μανδατόρων, σδʹ τὸν ἀριθμὸν, καὶ πένητας ιβʹ, εἰσάγειν δὲ αὐτοὺς ἐν τῇ ἀνακλήσει, καθὼς καὶ ἐν τοῖς λοιποῖς τάγμασι προεγράφαμεν. σημειωτέον δὲ τοῦτο· εἰ γὰρ ἐν τῇ πρώτῃ ἡμέρᾳ τῆς ἑβδομάδος ἡ τῶν ἐν‐ δόξων τοῦ Χριστοῦ γενεθλίων ἐπέστη ἑορτὴ, καὶ ἀπὸ ταύτης
15ἡ τῶν ιθʹ ἀκουβίτων δεξίωσις τὴν ἀρχὴν ἐπιδείζηται, δεῖ ἡ‐ μᾶς ἐν τῇ ἕκτῃ ἡμέρᾳ ἐπὶ μὲν τῆς τιμίας βασιλικῆς τραπέ‐ ζης συγκαλεῖν εἰς ἑστίασιν τὸν ἀρχιεπίσκοπον Κωνσταντινου‐ πόλεως μετὰ καὶ ιβʹ ἡγουμένων τῶν ἐν τῇ περὶ ἡμᾶς τόμῳ κειμένων, εἰσάγειν δὲ αὐτοὺς ἐν τῇ ἀνακλήσει οὕτως· τὸν
20μὲν πατριάρχην σὺν τῷ βασιλεῖ ἅμα τοῦ στίχου εἰς τὸ ἐπὶ δίφρου καθεσθῆναι· τοὺς δὲ ὁσίους ἡγουμένους στιχηδὸν
κατὰ τὴν οἰκείαν τάξιν καὶ ἁρμόζουσαν δόξαν· εἰσάγειν δὲ747

748

αὐτοὺς, καθὼς καὶ τοὺς πατρικίους, μετὰ τῶν οἰκείων αὐτῶν φελωνίων ἀπολελυμένῳ τῷ σχήματι, δηλονότι προπορευομένου αὐτοῖς τοῦ βασιλικοῦ καστρησίου, καὶ ὁμοίως ἱστῶντος κύκλῳ τῆς βασιλικῆς τραπέζης εἰς τὸ προσκαλέσασθαι πλησιέστερον ἐξ
5αὐτῶν οὓς ἂν δόξῃ τῷ βασιλεῖ. ἐν δὲ τοῖς λοιποῖς ἀκουβίτοις δεῖ ὑμᾶς καλεῖν τοὺς ἐκ διαφόρων μοναστηρίων ἀναγραφομένους ἀβάδας, ἤγουν τοὺς τὰ σφραγίδια παρ’ ἡμῶν εἰληφότας, τὸν ἀριθμὸν σιϛʹ· εἰσάγειν δὲ καὶ αὐτοὺς στιχηδὸν, καθὼς καὶ τοῖς λοιποῖς, ἠμφιεσμένους τὰς οἰκείας στολὰς ὡς πρὸς συνήθειαν·
10ἀνακλίνειν δὲ αὐτοὺς ἐφ’ ἑκάστης τραπέζης δωδεκάδα μίαν. μετὰ δὲ τὴν τούτων ἀνάκλησιν καὶ ἑστίασιν δεῖ ὑμᾶς προσέ‐ χειν τὸν τοῦ ὀπτομίνσου μίνσον, καὶ ἐν τούτῳ τῷ καιρῷ εἰσ‐ άγειν πρὸς χειρονομίαν τῶν ἀνακειμένων καὶ ψαλλόντων πα‐ τέρων τοὺς δύο μεγάλους τῆς ἐκκλησίας δομεστίκους καὶ
15ἱστᾷν αὐτοὺς ἔνθεν κἀκεῖθεν τοῦ περιβλέπτου τρικλίνου πρὸς τὸ ποιεῖσθαι, ὡς εἴρηται, τὴν χειρονομίαν ἐπὶ τὴν ψαλμῳ‐ δίαν τῶν ἀνακειμένων πατέρων. δίδοται οὖν κατὰ τύπον παρὰ τοῦ εἰδικοῦ λόγου τοῖς μὲν ἀνακειμένοις ἐπὶ τῆς βασι‐ λικῆς τραπέζης ιβʹ ἡγουμένοις εἰς φιλοτιμίας ἐπίδοσιν ἀνὰ
20νομισμάτων δʹ· τοῖς δὲ λοιποῖς μονάχοις ἅπασιν ἀνὰ νομί‐ σματος ἑνὸς καὶ μόνου· τοῖς δὲ δύο δομεστίκοις ἀνὰ νομι‐ σμάτων βʹ κατὰ τύπον. δεῖ εἰδέναι, ὅτι ἐν αὐτῇ τῇ ἡμέρᾳ
καὶ οἱ πένητες ἐν τῷ χρυσοιστορίῳ ἐσθίουσιν, λαμβάνοντες748

749

τὴν κατὰ συνήθειαν εὐλογίαν. εἰ δὲ ἐν τετάρτῃ ἢ πέμπτῃ ἡμέρᾳ τῆς ἑβδομάδος ἡ Χριστοῦ γέννησις καταντήσει, καὶ ἀπὸ ταύτης ἄρχηται ἡ κλῆσις τελεῖσθαι τῶν ἀκουβίτων, δεῖ ὑμᾶς ἐν τῇ κυριακῇ τῆς περιόδου τῆς αὐτῆς ἑβδομάδος πρὸ
5τῆς κλήσεως τοῦ πατριάρχου καὶ τῶν ἀβάδων ἐκτελεῖν τὸ λεγόμενον κλητώριον τὸν πολύτριχον, καὶ εὐτρεπίζειν εἰς συν‐ εστίασιν φίλους ἐπὶ μὲν τῆς βασιλικῆς τραπέζης μαγίστρους, ἀνθυπάτους πατρικίους στρατηγοὺς ὀκτὼ καὶ Βουλγάρους φίλους δύο καὶ τοὺς δύο δημάρχους Βενέτων τε καὶ Πρασί‐
10νων· εἰσάγειν δὲ καὶ ἐξάγειν αὐτοὺς χλανιδοφόρους, καθὰ καὶ ἀνωτέρω δεδήλωται. ἐν δὲ τοῖς ἑκατέρων μερῶν ἀκουβί‐ τοις δεῖ ὑμᾶς καλεῖν βασιλικοὺς ἀνθρώπους ἐθνικοὺς πάντας, οἷον Φαργάνους, Χαζάρους, Ἀγαρηνοὺς, Φράγγους καὶ ὅσοι τῆς βασιλικῆς ἐξ αὐτῶν ἀπολαύουσι τῶν ῥογῶν προμηθείας·
15εἰσάγειν δὲ αὐτοὺς ἅπαντας καὶ ἐξάγειν μετὰ τὸ ἐθνικὸν ἴδιον σχήμα, οἱνονεὶ τὸ παρ’ αὐτῶν ἐπιλεγόμενον καβάδιον. καὶ εἶθ’ οὕτως τῇ ἀπὸ ταύτης εἰσιούσῃ τῆς ἑβδομάδος τετράδῃ προσ‐ καλεῖσθαι τὸν πατριάρχην μετὰ τῶν αὐτοῦ ἡγουμένων καὶ μο‐ ναχῶν, ὡς προλέλεκται. ἐπὶ δὲ τῆς ἑβδόμης ἡμέρας τῶν αὐ‐
20τῶν ἀκουβίτων δεῖ ὑμᾶς εὐτρεπίζειν εἰς συνεστίασιν ἐπὶ τῆς
βασιλικῆς τραπέζης ἀνθυπάτους πατρικίους στρατηγοὺς, ὀφφι‐749

750

κιαλίους σὺν τῷ ὑπάρχῳ τῆς πόλεως καὶ τῷ δρουγγαρίῳ τῶν πλοΐμων, φίλους δύο καὶ δέκα· εἰσάγειν δὲ αὐτοὺς καὶ ἐξ‐ άγειν μετὰ τῶν οἰκείων ἀλλαξιμάτων, καθὰ καὶ δεδήλωται· ἐν δὲ τοῖς λοιποῖς ἀκουβίτοις καλεῖν εἰς ἑστίασιν τὸν σύμπο‐
5νον καὶ τὸν λογοθέτην τοῦ πραιτωρίου, τὸν τοποτηρητὴν τῶν πλοΐμων, τὸν χαρτουλάριον τοῦ πλοΐματος, τὸν κόμητα τοῦ πλοΐματος, κεντάρχους ὁμοίως, κριτὰς τῶν ῥεγεώνων, ἐπό‐ πτας τῆς πόλεως, γειτονειάρχας, τὸν λεγατάριον τοῦ πραιπο‐ σίτου, τὸν κεντυρίωνα, τοὺς πρωτοκαγκελλαρίους, καγκελλα‐
10ρίους καὶ μανδάτορας τοῦ πλοΐμου, τὸν ἀριθμὸν σδʹ· εἰσά‐ γειν δὲ καὶ ἐξάγειν αὐτοὺς μετὰ τῶν οἰκείων σκαραμαγγίων, πλὴν τῶν τοποτηρητῶν μετὰ καὶ σαγίων ῥωέων, καθὼς ἀνω‐ τέρω δεδήλωται. ἐπὶ δὲ τῆς ὀγδόης ἡμέρας τῶν αὐτῶν ἀ‐ κουβίτων ἐκτελεῖται τὸ βωτὸν παιζοδρόμιον, καὶ δεῖ ὑμᾶς
15εὐτρεπίζειν εἰς συνεστίασιν τῶν βασιλέων τοὺς προὔχοντας τῆς τάξεως τοῦ μυστικοῦ κουβουκλείου, οἷον πραιποσίτους, πρωτοσπαθαρίους εὐνούχους, πριμικηρίους, ὀστιαρίους, τὸν ἀριθμὸν ηʹ, τὸν χαρτουλάριον τῆς βασιλικῆς σακέλλης, τὸν ἐπὶ τοῦ εἰδικοῦ λόγου, τὸν ἀκτουάριον καὶ τὸν τῆς καταστά‐
20σεως· εἰσάγειν δὲ αὐτοὺς μετὰ τῶν οἰκείων ἀλλαξιμάτων, οὐ καθὼς τοὺς λοιποὺς ἅπαντας ἐν ταῖς προλεχθείσαις ἡμέ‐ ραις ἐκ τῶν κάτω πρὸς τὰ ἄνω σὺν τῷ καστρησίῳ τὴν πο‐
ρίαν ποιούμενοι, ἀλλ’ αὖθις σὺν τῇ ἐξόδῳ τῆς βασιλικῆς ἀ‐750

751

νακλήσεως στιχίζειν αὐτοὺς κατὰ τὸ ἴδιον ἀξίωμα κύκλῳ τῆς τιμίας βασιλικῆς τραπέζης, καὶ ἅμα τῆς ἐκφωνήσεως τῶν παρεστώτων βουκαλίων ἀνακλίνειν αὐτοὺς ἐν τῇ λαμπροτάτῃ τραπέζῃ, ἐξάγειν δὲ αὐτοὺς πάλιν τῇ αὐτῇ ἀκολουθίᾳ, ὡς
5εἴρηται. ἐπὶ δὲ τοῖς λοιποῖς ἀκουβίτοις πρὸ τῆς βασιλικῆς ἀνακλήσεως προανακλίνονται πένητες οἱ τὰ σφραγίδια εἰ‐ ληφότες, καὶ ἔτι αὐτῶν ἀνακειμένων καὶ ἐσθιόντων, ἐν τῷ καιρῷ τοῦ μίνσου τῶν δουλκίων, ἀναλαμβάνονται τὰ δοθέντα σφραγίδια ὑπὸ ἀρτικλίνου, καὶ δίδοται κατὰ τύπον παρὰ
10τοῦ εἰδικοῦ λόγου ἑκάστῳ πένητι εἰς βασιλικὴν εὐλογίαν ἀ‐ ποκόμβιον ἔχον ἔνδοθεν νόμισμα ἕν. ἐπὶ δὲ τῆς ἐννάτης ἡμέρας τῶν αὐτῶν ἀκουβίτων τελεῖται κλητώριον δείπνου, ὃ καὶ τρυγητικὸν καλεῖται, καὶ δεῖ ὑμᾶς προευτρεπίζειν εἰς συνεστίασιν τοῦ δείπνου τῷ βασιλεῖ φίλους ιβʹ, οἷον μαγί‐
15στρους, ἀνθυπάτους πατρικίους στρατηγοὺς ὀκτὼ, φίλους Βουλγάρων δύο, καὶ τοὺς ἑκατέρων δύο δημάρχους. προσ‐ καλοῦνται δὲ οὗτοι παρὰ τοῦ βασιλέως διὰ τοῦ ἀρτικλίνου πρωΐας, καὶ μίνσων διδομένων, συνεισέρχονται πάντες οἱ κεκλημένοι εἰς συνεστίασιν τῷ βασιλεῖ πρὸς ἑσπέρας, καὶ εἰσ‐
20άγονται καὶ ἐξάγονται πάντες μετὰ τῶν οἰκείων ἀλλαξιμάτων καὶ καμπαγίων κατὰ ἀκολουθίαν καὶ τύπον τῶν προγραφέν‐ των ἐν τοῖς ἄνω. ἐν δὲ τοῖς ἑκατέρων τῶν μερῶν ἀκουβί‐
τοις δεῖ ὑμᾶς καλεῖν κατὰ τὸν ὅρον τῆς πρώτης ἡμέρας τοὺς751

752

ὑπὸ καμπάγιον συγκλητικοὺς ἅπαντας, οἷον ἀσηκρήτας, ἀπὸ τῆς τῶν σπαθαροκανδιδάτων ἀξίας καὶ κατωτέρω, χαρτουλά‐ ριον τοῦ γενικοῦ λογοθέτου, χαρτουλάριον τοῦ στρατιωτικοῦ λογοθέτου, ἀντιγραφεῖς τοῦ κυέστορος, τὸν σύμπονον, τὸν
5λογοθέτην καὶ τοὺς κριτὰς, νοταρίους τοῦ σακελλίου, νοταρί‐ ους τοῦ βεστιαρίου, νοταρίους τοῦ εἰδικοῦ, ὑπάτους, σιλεν‐ τιαρίους, βεστήτορας καὶ μικροὺς ἄρχοντας τῶν ταγμάτων, οἷον σκηπτροφόρους, σιγνοφόρους, εὐτυχοφόρους, δρακοναρί‐ ους, σινάτορας καὶ δουκινιάτορας, καὶ τοὺς ἑκατέρων μερῶν
10δρομεῖς ἅπαντας. δεῖ δὲ εἰσάγειν τοὺς μὲν συγκλητικοὺς ἅ‐ παντας μετὰ τῶν οἰκείων ἀλλαξιμάτων καὶ καμπαγίων, τοὺς δὲ δρομεῖς πάντας μετὰ τῶν αὐτῶν ποδέων, καὶ τοὺς μὲν νικητὰς ἐπὶ τῆς κρείττονος θέσεως τῶν ἀκουβίτων προσανα‐ κλίνειν, τοὺς δὲ ἡττηθέντας ἐπὶ τῆς ἑτέρας θέσεως, ἐν ᾗ καὶ
15τοὺς πένητας· μετὰ δὲ τὴν προέορτον φωταυγίαν καὶ τὴν ἐπίδοσιν τῶν φατλίων ἐξάγειν αὐτοὺς πάντας κατὰ τὸν τύ‐ πον τὸν προγραφέντα πᾶσιν. ἐπὶ δὲ τῆς δεκάτης ἡμέρας τῶν αὐτῶν ἀκουβίτων δεῖ ὑμᾶς εὐτρεπίζειν εἰς κλῆσιν τῆς βασι‐ λικῆς τραπέζης ὁμοίως ἀνθυπάτους πατρικίους ὀφφικιαλίους
20σὺν τῷ δομεστίκῳ τῶν νουμέρων καὶ τῷ κόμητι τῶν τειχέων, φίλους ιβʹ· εἰσάγειν δὲ αὐτοὺς καὶ ἐξάγειν μετὰ τῶν οἰκεί‐
ων ἀλλαξιμάτων κατὰ τὸν δηλωθέντα τύπον. ἐν δὲ τοῖς λοι‐752

753

ποῖς ἀκουβίτοις δεῖ ὑμᾶς καλεῖν τοὺς δύο τοποτηρητὰς καὶ χαρτουλαρίους τῶν νουμέρων καὶ τειχέων, τριβούνους, βικα‐ ρίους, λεγαταρίους, μανδάτορας, ξενοδόχους, γεροκόμους, χαρτουλαρίους τῶν εὐαγῶν οἴκων, ἀρχιατροὺς καὶ τοὺς διαι‐
5ταρίους τοῦ μεγάλου παλατίου καὶ τῆς Δάφνης, τὸν ἀρι‐ θμὸν σδʹ, καὶ πένητας ιβʹ· προκινσεύειν δὲ τοὺς ξενοδόχους καὶ γεροκόμους χαρτουλαρίους καὶ ἰατροὺς σὺν τῶν διαιτα‐ ρίων ἐπὶ τῇ ὀπισθείῳ θέσει τοῦ ἀκουβίτου τοῦ βασιλέως, τοὺς δὲ ἄρχοντας τῶν δύο ταγμάτων ἐπὶ τῇ κατὰ πρόσωπον
10θέσει τοῦ βασιλέως· εἰσάγειν δὲ αὐτοὺς καὶ ἐξάγειν τοὺς μὲν ξενοδόχους μετὰ τῶν οἰκείων σκαραμαγγίων καὶ ῥωέων σαγίων, τοὺς δὲ ἰατροὺς ἅπαντας μετὰ τῶν οἰκείων διβενέ‐ των, τοὺς δὲ τῶν ταγμάτων ἄρχοντας, τοὺς μὲν τοποτηρη‐ τὰς καὶ αὐτοὺς μετὰ ῥωέων σαγίων, τοὺς δὲ λοιποὺς μετὰ
15σκαραμαγγίων πάντας. ἐπὶ δὲ τῆς ἑνδεκάτης ἡμέρας ἀπείρ‐ γεται μὲν ἡ τῶν ἀκουβίτων ἐκτελουμένης κλῆσις, τελεῖται δὲ τὸ κλητώριον ἑσπέρας ἐν τῷ περιβλέπτῳ τοῦ Ἰουστινιανοῦ τρικλίνῳ. προστοιχεῖται γὰρ τὸ αὐτὸ κλητώριον παρὰ τοῦ βασιλέως διὰ τοῦ αὐτοῦ ἀρτικλίνου πρωΐας, καὶ δεῖ ἡμᾶς
20προσκαλεῖσθαι εἰς κλῆσιν τοῦ αὐτοῦ δείπνου μαγίστρους, ἀν‐ θυπάτους πατρικίους ὀφφικιαλίους, πραιποσίτους, πρωτοσπα‐ θαρίους εὐνούχους, πριμικηρίους, ὀστιαρίους, μαγλαβίτας, κόμητας τοῦ ἀριθμοῦ καὶ κεντάρχους, τὸν ἀριθμὸν κατὰ τὸ
ποσὸν τῆς τραπέζης, καὶ μετὰ τὴν θείαν τῆς ἑσπέρας μυστα‐753

754

γωγίαν δεῖ τὸν καλέσαντα ἀρτικλίνην προτρέψασθαι πάντας ἀποθέσθαι τὰ ἑαυτῶν ἀλλαξήμια καὶ ἐπενδύσασθαι τὰ οἰ‐ κεῖα αὑτῶν σκαραμάγγια εἰς τὸ μετ’ αὐτῶν συνεστιαθῆναι τῷ βασιλεῖ κατὰ τύπον. ἡ δὲ ἁγία τῶν φώτων ἡμέρα ξένην
5τινὰ καὶ περίβλεπτον λαμπροφορίαν εἰσάγουσα θαυμαστὴν καὶ πανάγαστον τὴν δεξίωσιν ἐκτελεῖ τῆς βασιλικῆς ἑστιάσε‐ ως. τὴν γὰρ ἕνωσιν τῶν οὐρανίων καὶ ἐπιγείων ταγμάτων διὰ τῆς δωρεᾶς τοῦ ἁγίου βαπτίσματος μυστικῶς εἰκονίζουσα τοὺς ἐν τάξει ἀγγέλων ἱερεῖς τῆς μεγάλης τοῦ Θεοῦ καθολι‐
10λικῆς ἐκκλησίας λευχημονοῦντας εἰς συνεστίασιν τῷ βασιλεῖ συνηγάγετο. καὶ δεῖ τοὺς ἐν ταύτῃ τῇ ἡμέρᾳ λαχόντας δια‐ κονίᾳ ἀκριβῶς ἐπίστασθαι τὴν εὐπρεπῆ κατάστασιν τῆς πε‐ ριφανοῦς αὐτῶν καὶ ἱερᾶς δεξιώσεως. ἐν γὰρ τῷ τελουμένῳ κράματι τῆς μεγάλης τοῦ Θεοῦ ἐκκλησίας δεῖ ὑμᾶς καλεῖν
15ἐπὶ τῆς τιμίας βασιλικῆς τραπέζης, μαγίστρους, ἀνθυπάτους, πατρικίους στρατηγοὺς, ὀφφικιαλίους, τὸν ἀριθμὸν ιδʹ· εἰσ‐ άγειν δὲ αὐτοὺς καὶ ἐξάγειν μετὰ τῶν οἰκείων ἀλλαξίμων, ἄνευ μέντοι τῶν ἑαυτῶν χλαμύδων. ἐν δὲ τῇ βασιλικῇ τι‐ μίᾳ τραπέζῃ πρό γε πάντων συνεστιᾶται ὁ πατριάρχης τῷ
20βασιλεῖ, καὶ δεῖ ἡμᾶς καλεῖν τοὺς λογάδας τῆς ἐκκλησίας, οἷον μητροπολίτας σὺν τῷ συγκέλλῳ τὸν ἀριθμὸν ιβʹ, προστι‐
χίζειν δὲ αὐτοὺς ἐν τῇ αὐτῶν εἰσαγωγῇ ἁρμοδίως κατὰ τὸν754

755

ἑκάστου θρόνον, δηλονότι ἠμφιεσμένους αὐτοὺς πάσας τὰς λειτουργικὰς αὐτῶν στολὰς πλὴν τῶν ὠμοφορίων καὶ μόνον· συνεισάγειν δὲ αὐτοὺς καὶ ἐξάγειν διὰ τοῦ βασιλικοῦ κα‐ στρησίου, καθὼς ὁ τύπος τῆς εἰσαγωγῆς περιέχει. ἐπὶ δὲ
5τῶν λοιπῶν ἀκουβίτων δεῖ ὑμᾶς καλεῖν πρεσβυτέρους τοῦ μεγάλου παλατίου ιβʹ, τῆς μεγάλης ἐκκλησίας κδʹ, διακόνους ὁμοίως τοῦ παλατίου, τῆς μεγάλης ἐκκλησίας, τῆς νέας, λϛʹ, ὑποδιακόνους ὁμοίως λϛʹ, ἀναγνώστας ὁμοίως, ψάλτας ὁ‐ μοίως κδʹ καὶ παπάδας τοῦ σεκρέτου τοῦ πατριάρχου λϛʹ·
10ὁμοῦ σιϛʹ· εἰσάγειν δὲ αὐτοὺς καὶ ἐξάγειν οὕτως· τοὺς μὲν ἱερωμένους ἅπαντας μετὰ τῶν οἰκείων λευκῶν φελωνίων, τοὺς δὲ σεκρετικοὺς, ψάλτας τε καὶ ἀναγνώστας μετὰ οἰκεῖα κα‐ μίσια μόνον, δηλονότι κατὰ τὴν τάξιν καὶ ἔκθεσιν τὴν ἀνω‐ τέρω μνημονευθεῖσαν. δεῖ δὲ προσέχειν ἐν τῇ αὐτῇ ἀνα‐
15κλήσει, καὶ τὸν καιρὸν τοῦ μίνσου τῶν λεγομένων δουλκίων, καὶ σὺν τῇ τούτων εἰσόδῳ συνεισάγειν τοὺς δύο τῆς μεγάλης ἐκκλησίας λαμπροὺς δομεστίκους σὺν τῶν ψαλτῶν τε καὶ ὀρ‐ φανῶν ἁπάντων τοῦ συφραγίου, λευχημονοῦντας καὶ περιβε‐ βλημένους τὰ οἰκεῖα φελώνια· διαιρεῖν δὲ αὐτοὺς ἔνθεν κἀ‐
20κεῖθεν πρὸς τῆς εἰσόδου αὐτῶν οὕτως. τῷ μὲν ἑνὶ αὐτῶν755

756

δομεστίκῳ ἅμα τῶν ψαλτῶν ἁπάντων στιχίζειν ἐπὶ τῆς δεξι‐ ᾶς θέσεως τῶν τερπνῶν ἀκουβίτων· τῷ δὲ ἑτέρῳ δομεστίκῳ αὐτῶν σὺν ὀρφανῶν ἁπάντων, καὶ αὐτὸν ἐπὶ τοῦ εὐωνύμου κατὰ πρόσωπον θέσεως οὔσης τῶν ἀκουβίτων στιχίζειν· εἰσ‐
5άγειν δὲ αὐτοὺς ἐφ’ ἑκατέρων τῶν μερῶν ἄμφω σὺν τῇ εὐλογίᾳ τοῦ πατριάρχου, χοροστατεῖν ἅπαντας πρὸς ἀντίφω‐ νον μελῳδίαν. καὶ ἡνίκα τῶν γʹ ἀντιφωνῶν ἡ ἐκφώνησις λήξει, ἐξάγειν αὐτοὺς ἐκεῖθεν ἅμα ὅθεν καὶ ἐληλύθασιν. ὡ‐ ρίσθη δὲ καὶ παρὰ Λέοντος τοῦ σοφωτάτου δεσπότου εἰς
10πλείονα δόξαν καὶ μεγίστην εὐχαριστίαν τῆς περιοδικῆς ταύ‐ της καὶ σεβασμίου τῶν ἑορτῶν εὐωχίας, ἐν τῇ αὐτῇ τελευ‐ ταίᾳ τῶν ἀκουβίτων ἡμέρᾳ μετὰ τὴν περαίωσιν τῆς λεχθεί‐ σης τῶν ἀντιφωνῶν ἀρχαιοπαραδότου κοινῆς μελῳδίας, συν‐ εισάγειν ἡμᾶς ἐν τῷ καιρῷ τῶν δουλκίων τοὺς δʹ τῆς μεγά‐
15λης ἐκκλησίας περιφανεῖς δομεστίκους, δηλονότι ἠμφιεσμένους τὰ οἰκεῖα αὐτῶν καμίσια καὶ φελώνια μόνα καὶ ἱστᾷν αὐ‐ τοὺς ἐν τῷ μέσῳ τοῦ περιβλέπτου τρικλίνου κατὰ διάστασιν οὕτως· τὸν μὲν αʹ δομέστικον τῆς ἑβδομάδος κατὰ μέσον τῶν ἑκατέρωθεν τεσσάρων λαμπρῶν ἀκουβίτων, τὸν δὲ ἀπ’
20αὐτοῦ δεύτερον δομέστικον κατὰ μέσον ὁμοίως τῶν ἀπ’ αὐ‐ τῶν δʹ ἑκατέρωθεν λαμπρῶν ἀκουβίτων, τὸν δὲ γʹ δομέστικον
πάλιν ὁμοίως κατὰ μέσον τῶν ἀπ’ αὐτῶν ἑκατέρωθεν λαμ‐756

757

πρῶν ἀκουβίτων, τὸν δὲ δʹ κατὰ μέσον καὶ αὐτὸν τῶν ἐξ ἑκατέρων μερῶν καὶ λαμπρῶν ἀκουβίτων. καὶ σὺν τῇ ἐπι‐ νεύσει καὶ εὐλογίᾳ τοῦ ἁγιωτάτου ἡμῶν πατριάρχου ἀπάρ‐ χεσθαι αὐτοὺς τὴν τιμίαν καὶ θεάρετον αἴνεσιν τὴν ἐξ οἰ‐
5κείων χειλέων τοῦ σοφωτάτου καὶ θεοπροβλήτου ἡμῶν βασι‐ λέως Λέοντος ἐξυφανθεῖσαν, καὶ ἅμα τῇ αὐτῆς ἐκφωνήσει καὶ πολυτέχνῳ τῆς χειρονομίας κινήσει ὁμοθυμαδὸν ἅπαντας τοὺς ἀνακειμένους ᾄδειν καὶ συμψάλλειν τὸ ῥηθὲν ἱερὸν ᾆ‐ σμα τὸ ἐκ μελισταγῶν χειλέων σταλάξαν ἅπασι τοῖς πιστοῖς
10ὑπηκόοις. μετὰ δὲ τὴν περαίωσιν τῆς δωδεκαημέρου ταύτης τῶν ἑορτῶν εὐωχίας τελεῖται ἄλλη μεθέορτος ἡμέρα δεξίμου, φέρουσα δεξίωσιν μετὰ σαξίμου. τύπῳ γὰρ τελούμενον τὸ τοῦ δεξίμου πέρας, ἰδικήν τινα κατάστασιν εἰσάγει πάλιν. οἱ γὰρ θεοπρόβλητοι σοφοὶ δεσπόται μετὰ τὴν ἀπόλυσιν τοῦ
15τυπικοῦ δεξίμου προκαθέζονται πάλιν εἰς πολλῶν ἀντίληψιν, καὶ τελεῖται τὸ κλητώριον ἐπὶ ἀποκοπτῆς τραπέζης, ἐν τῷ λαμπροτάτῳ τρικλίνῳ Ἰουστινιανοῦ τοῦ μεγάλου, καὶ δεῖ ἡ‐ μᾶς εὐτρεπίζειν εἰς συνεστίασιν τῶν βασιλέων φίλους τοὺς ὑπὸ καμπάγιον ἅπαντας, ἄρχοντας τῆς συγκλήτου, ἀπό τε μα‐
20γίστρων, ἀνθυπάτων πατρικίων ὀφφικιαλίων, βασιλικῶν πρω‐757

758

τοσπαθαρίων, ἀσηκρητῶν, χαρτουλαρίων τῶν μεγάλων σεκρέ‐ των, ὑπάτων, ἀντιγραφέων, σιλεντιαρίων, βεστητόρων, ἀπὸ ἐπάρχων, σκηπτροφόρων, σιγνοφόρων, σενατόρων καὶ λοιπῶν ἀρχόντων τῶν δʹ ταγμάτων. δεῖ δὲ προστιχίζειν ἅπαντας
5κατὰ τὸ ποσὸν τῆς τραπέζης, καὶ εἰσάγειν αὐτοὺς καὶ ἐξάγειν ἅπαντας μετὰ τῶν οἰκείων ἀλλαξιμάτων ἠμφιεσμένους καὶ τὰς ἑαυτῶν χλαμύδας ἐμπροσθίῳ τῷ σχήματι· καὶ δεῖ προσ‐ έχειν τῷ τοῦ ὀργάνου φθέγματι, καὶ ἡνίκα τὴν ἀπήχησιν τοῦ φθόγγου παύσῃ, ἐξανιστᾷν ἅπαντας εἰς εὐφημίαν τῶν δεσπο‐
10τῶν, καὶ αὖθις ἐκτίθεσθαι τὰς ἑαυτῶν χλαμύδας μέχρι τῆς ἀφίξεως τοῦ μίνσου τῶν δουλκίων, καὶ πάλιν ταύτας ἀνα‐ λαμβάνεσθαι πάντας, ὅπως ἂν μετ’ αὐτῶν συνεξέλθοιεν ἐν τῇ ὁμοίᾳ τάξει. τὸ δὲ ἑπόμενον τῷ δεξίμῳ ἱππικὸν ἆθλον τελεῖται μὲν τῇ ἐπαύριον τοῦ δεξίμου ἡμέρᾳ, καὶ μετὰ τὴν
15αὐτοῦ ἀπόλυσιν τελεῖται κλητώριον ἐν τῷ τρικλίνῳ τῶν κα‐ θισμάτων. καὶ δεῖ ἡμᾶς εὐτρεπίζειν φίλους εἰς συνεστίασιν τῶν δεσποτῶν κατὰ τὸ ποσὸν τῆς τραπέζης ἐκ τῆς συγκλή‐ του πάσης, οἷον μαγίστρους, πατρικίους, πραιποσίτους, ὀφ‐ φικιαλίους, πριμικηρίους, ὀστιαρίους, βασιλικοὺς πρωτο‐
20σπαθαρίους σὺν τῷ ἀκταρίῳ καὶ τῷ δεκσογράφῳ καὶ τοῖς τοῦ ἡλιακοῦ παραστάταις, ἅμα τῶν σκηπτροφόρων, δρακο‐ ναρίων, σημειοφόρων καὶ σιγνοφόρων· εἰσάγειν δὲ αὐτοὺς
ἅπαντας μετὰ τῶν οἰκείων ἀλλαξιμάτων χωρὶς τῶν χλανι‐758

759

δίων, τοὺς δὲ τοῦ ἡλιακοῦ παραστάτας μετὰ τῶν οἰκείων σκαραμαγγίων.
3tΜηνὶ Φεβρουαρίῳ.
4Τῇ δὲ δευτέρᾳ ἡμέρᾳ τοῦ Φεβρουαρίου μηνὸς ἑορταζο‐
5μένης τῆς ὑπαπαντῆς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐν βλαχέρναις, καὶ τελουμένης τῆς λαμπρᾶς προελεύσεως, τελεῖ‐ ται τὸ βασιλικὸν κλητώριον εἰς τὸν περίβλεπτον τρίκλινον τὸν Ὠκεανὸν πάλαι ἐπικληθέντα ἐπὶ ἀποκοπτῆς τραπέζης, καὶ δεῖ ἡμᾶς εὐτρεπίζειν εἰς συνεστίασιν τῶν βασιλέων φίλους ἐκ
10τῶν συγκλητικῶν, τοὺς ὑπὸ καμπάγιον πάντας, οἷον μαγί‐ στρους, ἀνθυπάτους, πραιποσίτους, πατρικίους, ὀφφικιαλί‐ ους, βασιλικοὺς πρωτοσπαθαρίους, συγκλητικοὺς, τὸν πρω‐ τοασήκρητις, χαρτουλάριον τῶν ἐξσκουβίτων, ὑπάτους, βεστή‐ τορας, σιλεντιαρίους, ἀλλαξίματα ἐκ τῶν ταγματικῶν ἀρχόν‐
15των, τὸν ἀριθμὸν κατὰ τὸ ποσὸν τῆς τραπέζης· εἰσάγειν δὲ αὐτοὺς καὶ ἐξάγειν μετὰ τῶν οἰκείων ἀλλαξιμάτων, χωρὶς τῶν χλαμύδων, κατὰ τὴν ἑκάστῳ προσοῦσαν τῆς δόξης ἀξίαν.
18tΚυριακῇ τῆς ἀποκρέας.
19Τῇ δὲ κυριακῇ τῆς τῶν κρεῶν ἀπουσίας ἐπὶ μὲν τῆς βα‐
20σιλικῆς τραπέζης φίλους οὐ δεῖ συγκαλεῖσθαι. τὸ γὰρ αὐτὸ
κλητώριον τοῖς πένησιν ὑφαπλοῦται ἐν τῇ ἀψίδι, καὶ μόνος759

760

ὁ βασιλεὺς τοὺς ἑαυτοῦ οἰκείους καὶ συγγενεῖς πρὸς ἑστίασιν συγκαλεῖται. τῇ δὲ τρίτῃ τῆς τυροφάγου ἡμέρας προσκαλεῖ‐ ται τὸν βασιλέα ἅμα τῇ περὶ αὐτὸν συγκλήτῳ ὁ ἀρχιεπίσκο‐ πος Κωνσταντινουπόλεως ἐν τῷ εὐαγεῖ μεγάλῳ πατριαρχίῳ,
5καὶ τελουμένης τῆς ἱερᾶς λειτουργίας, προτίθεται κλητώριον ἐν τῷ μεγάλῳ σεκραίτῳ τοῦ πατριάρχου. καὶ δεῖ ἡμᾶς εὐ‐ τρεπίζειν πρὸς κλῆσιν τῆς τοιαύτης τραπέζης, μαγίστρους, πραιποσίτους, ἀνθυπάτους πατρικίους, ὀφφικιαλίους, πρωτο‐ σπαθαρίους, σπαθαροκανδιδάτους, σπαθαρίους, στράτορας,
10κανδιδάτους καὶ ἄρχοντας τῶν ταγμάτων κατὰ τὸ ποσὸν τῆς τραπέζης· εἰσάγειν δὲ αὐτοὺς καὶ ἐξάγειν μετὰ τῶν οἰκείων σκαραμαγγίων καὶ μόνον. ἀπὸ δὲ τοῦ κουφίσματος τοῦ πρώ‐ του μίνσου δεῖ ἡμᾶς εἰσάγειν τὸν πρωτονοτάριον τοῦ πατρι‐ άρχου μετὰ τοῦ οἰκείου αὐτοῦ ἀναλογίου τε καὶ βιβλίου καὶ
15ἱστᾷν αὐτὸν ἐπὶ τῆς εὐωνύμου θέσεως τῆς βασιλικῆς τραπέ‐ ζης πρὸς τὸ ὑπαναγνῶναι τὸν περὶ νηστείας ἁρμόζοντα λό‐ γον. μετὰ δὲ τὴν συμπλήρωσιν παντὸς τοῦ λόγου καὶ τὴν εἴσοδον τῶν τυρεψιτῶν ζωμῶν δεῖ προσάγεσθαι τοὺς ψάλτας ἄμφω σὺν τῷ αὐτῶν δομεστίκῳ, τὸν ἀριθμὸν ιβʹ· ὡσαύτως
20καὶ τοὺς ἀναγνώστας ἄμφω σὺν τῷ αὐτῶν δομεστίκῳ, τὸν ἀριθμὸν ὁμοίως, καὶ ἱστᾷν αὐτοὺς ἐφ’ ἑκάτερα μέρη, εἰς τὸ
προσᾴδειν ἱερὸν αἶνον κατὰ τύπον. τοῖς δὲ λοιποῖς ἅπασιν760

761

ἀνὰ ἑνὸς καὶ μόνον. τῇ δὲ πέμπτῃ τῆς αὐτῆς ἑβδομάδος συγκαλεῖται εἰς ἑστίασιν ὑπὸ τῶν πιστῶν βασιλέων ἐν τῷ μεγάλῳ παλατίῳ ὁ ἁγιώτατος καὶ οἰκουμενικὸς πατριάρχης, καὶ συνεισέρχονται αὐτῷ μητροπολῖται, οὓς ἂν βουληθῇ ὁ
5αὐτὸς πατριάρχης, καὶ δεῖ ἡμᾶς εὐτρεπίζειν εἰς κλῆσιν τῆς τιμίας αὐτῶν συνεστιάσεως ἐξ αὐτῶν τῶν μητροπολιτῶν, οὓς ἂν τύχῃ, καὶ πρεσβυτέρους τοῦ μεγάλου παλατίου ἓξ καὶ ἡγουμένους τῶν βασιλικῶν μεγάλων μοναστηρίων, ὅσους ἂν εἶναι τύχῃ, καὶ σεκραιτικοὺς παπάδας τοῦ πατριάρχου κατὰ
10τὸ ὑποκείμενον ποσὸν τῆς τιμίας τραπέζης· εἰσάγειν δὲ αὐ‐ τοὺς καὶ ἐξάγειν μετὰ τῶν οἰκείων στολῶν τε καὶ φελωνίων κατὰ τὸν προλεχθέντα ἐν τῷ περὶ τοῦ Ἰουστινιανοῦ μεγάλῳ κλητωροθεσίῳ.
14tΤῆς ὀρθοδοξίας.
15Τῇ δὲ ἐπιούσῃ κυριακῇ τῆς τῶν ἁγίων εἰκόνων ὀρθο‐ δοξίας μετὰ τὴν ὑπάντησιν τῆς ἐκ βλαχερνῶν εἰσιούσης φα‐ εινῆς λιτανείας καὶ τὴν ἱερωτάτην μυσταγωγίαν ἐκτελεῖται κλητώριον ἐκ τῆς ὑπηρεσίας τοῦ μεγάλου οἰκονομίου ἐν τῷ λαμπροτάτῳ καὶ μεγάλῳ πατριαρχικῷ σεκραίτῳ, καὶ δεῖ ἡ‐
20μᾶς εὐτρεπίζειν εἰς συνεστίασιν φίλους τῷ βασιλεῖ καὶ τῷ ἁγιωτάτῳ πατριάρχῃ, μαγίστρους, πραιποσίτους, ἀνθυπάτους, πατρικίους, μητροπολίτας, ἀρχιεπισκόπους, ὀφφικιαλίους καὶ
ἄρχοντας τῆς περιφανοῦς συγκλήτου, κατὰ τὸν ἀριθμὸν τοῦ761

762

ποσοῦ τῆς τραπέζης· εἰσάγειν δὲ αὐτοὺς ἅπαντας καὶ ἐξά‐ γειν οὕτως· τοὺς μὲν συγκλητικοὺς μετὰ τῶν οἰκείων αὐτῶν σκαραμαγγίων καὶ μόνον, τοὺς δὲ ἱερεῖς μετὰ τῶν οἰκείων σχημάτων.
5tΜὴν Μάρτιος.
6Τῇ δὲ κεʹ τοῦ Μαρτίου μηνὸς τελεῖται ἡ εὔσημος καὶ περιφανὴς ἑορτὴ τοῦ εὐαγγελισμοῦ τῆς ὑπεραγίας δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, καὶ τελουμένης τῆς τυπικῆς προελεύσεως ἐν τῷ ναῷ τῶν χαλκοπρατείων εἰσέρ‐
10χονται οἱ βασιλεῖς ἐν τῷ παλατίῳ μετὰ τῆς παραδόξου πά‐ σης συγκλήτου λαμπροφοροῦντες, καὶ μετὰ τὴν εἴσοδον ταύ‐ την ἀποτίθονται πάντες τὰς ἑαυτῶν στολὰς κατὰ τύπον, καὶ φορούντων τῶν εὐσεβῶν ἡμῶν βασιλέων τὰ κεχρυσωμένα αὐτῶν σκαραμάγγια, συναμφιάζονται πάντες ὁμοίως τὰ οἰ‐
15κεῖα αὐτῶν σκαραμάγγια, καὶ τελεῖται κλητώριον τῷ βασιλεῖ ἐν τῷ περιφανεστάτῳ τρικλίνῳ τοῦ Ἰουστινιανοῦ ἐπὶ ἀποκο‐ πτῆς τραπέζης, καὶ δεῖ ἡμᾶς εὐτρεπίζειν εἰς συνεστίασιν τῶν βασιλέων ἐν τῇ τοιαύτῃ ἡμέρᾳ μαγίστρους, πραιποσίτους, ἀνθυπάτους, πατρικίους, στρατηγοὺς, ὀφφικιαλίους, βασι‐
20λικοὺς πρωτοσπαθαρίους καὶ λοιποὺς ἄρχοντας ἐκ τῶν βα‐ σιλικῶν ταγμάτων κατὰ τὸ ποσὸν τῆς τραπέζης· εἰσάγειν δὲ αὐτοὺς καὶ ἐξάγειν ἐν τῇ κλήσει μετὰ τῶν οἰκείων σκαρα‐ μαγγίων καὶ μόνον. τῇ δὲ πρὸ τῆς Χριστοῦ ἀναστάσεως
λαμπρᾷ κυριακῇ τῶν βαΐων τελεῖται ἡ προέλευσις ἐν τῷ θεο‐762

763

φυλάκτῳ ἱερῷ παλατίῳ. προκαθεσθέντων γὰρ ἐπὶ τοῦ χρυ‐ σοτρικλίνου τῶν εὐσεβῶν ἡμῶν βασιλέων ἐξαλλαγμένων ἅμα τῷ οἰκουμενικῷ πατριάρχῃ καὶ τοῦ κουβουκλείου παντὸς πρὸ προσώπου αὐτῶν κατὰ τάξιν στιχηδὸν παρεστῶτος, εἰσάγον‐
5ται οἱ δʹ δομέστικοι τῶν ταγμάτων σὺν τοῖς δυσὶ δημάρχοις καὶ τῷ χαρτουλαρίῳ τῆς βασιλικῆς σακέλλης, καὶ σὺν τού‐ τοις δὲ πάντες οἱ γηροκόμοι τε καὶ ξενοδόχοι τῶν εὐαγῶν οἴκων, καὶ τῆς εἰσκομιδῆς τῶν τιμίων σταυρίων παρ’ αὐτοῖς τελουμένης, εἰσάγονται πάντες, μάγιστροι, ἀνθύπατοι, πα‐
10τρίκιοι καὶ ὀφφικιάλιοι κατὰ πρόσωπον τῶν εὐσεβῶν βασι‐ λέων, ἐστολισμένοι τὰς ἑαυτῶν λευκὰς χλανίδας, καὶ τῆς διανομῆς τῶν τιμίων σταυρίων εἰς αὐτοὺς γεναμένης, τελεῖ‐ ται ἡ λιτάνιος ὑμνῳδία ἀπὸ τοῦ ναοῦ τῆς ἁγίας Θεοτόκου τοῦ Φάρου πρὸς τὸν ναὸν τῆς ἁγίας τριάδος τῆς Δάφνης,
15καὶ ἀπὸ τῆς ὑποστροφῆς ταύτης τελεῖται κλητώριον τοῖς βα‐ σιλεῦσιν ἐπὶ τοῦ λαμπροτάτου Ἰουστινιανοῦ τρικλίνου, καὶ δεῖ ἡμᾶς εὐτρεπίζειν εἰς συνεστίασιν τῶν βασιλέων φίλους, μαγίστρους, πραιποσίτους, ἀνθυπάτους, πατρικίους, ὀφφι‐ κιαλίους, ξενοδόχους, γηροκόμους, τοποτηρητὰς τῶν ταγμά‐
20των κατὰ τὸν ἀριθμὸν τοῦ ποσοῦ τῆς τραπέζης, καὶ εἰσά‐ γονται πάντες οἱ κεκλημένοι μετὰ τῶν οἰκείων ἀλλαξίμων, πλὴν τῶν χλανιδίων, οἱ δὲ γηροκόμοι καὶ ξενοδόχοι καὶ το‐ ποτηρηταὶ τῶν ταγμάτων μετὰ τὰ οἰκεῖα αὐτῶν σκαραμάγγια. τῇ δὲ ἁγίᾳ καὶ ἱερᾷ πέμπτῃ τῆς λαμπρᾶς ὄντως καὶ περι‐
25φανοῦς ἑβδομάδος, ἐν ᾗ ὁ τῆς θείας μυσταγωγίας παρὰ τῆς763

764

ἄνω σοφίας ἐφήπλωται δεῖπνος, τελεῖται προέλευσις παγανὴ ἐν τῷ λαμπρῷ παλατίῳ, καὶ προευτρεπίζεται παρ’ ἡμῶν ἡ τοῦ βασιλικοῦ δείπνου κλῆσις πρωΐας, καὶ δεῖ ἡμᾶς εὐτρε‐ πίζειν εἰς συνεστίασιν τῶν δεσποτῶν μαγίστρους, πραιποσί‐
5τους, ἀνθυπάτους, πατρικίους, ὀφφικιαλίους, πρωτοσπαθα‐ ρίους εὐνούχους, πριμικηρίους, ὀστιαρίους, μαγλαβίτας, κό‐ μητας τοῦ ἀριθμοῦ καὶ κεντάρχους κατὰ τὸ ποσὸν τῆς τρα‐ πέζης, καὶ τούτους προσκαλεῖσθαι ἐπὶ τὸν τῆς ἑσπέρας δεῖ‐ πνον. ἀπολυομένης οὖν τῆς συγκλήτου πάσης καὶ πάλιν πρὸς
10ὥραν θʹ ἐπανιούσης, συνέρχονται πάντες οἱ κεκλημένοι εἰς τὸ τελέσαι τὴν ἱερὰν εὐωχίαν, καὶ μετὰ τὴν ἀπόλυσιν τῆς πνευματικῆς λειτουργίας προτίθεται τὸ βασιλικὸν κλητώριον ἐπὶ τοῦ περιβλέπτου τρικλίνου τοῦ Ἰουστινιανοῦ, καὶ προ‐ καθεσθέντος τοῦ βασιλέως ἐπὶ τῆς τιμίας τραπέζης, εἰσάγον‐
15ται πάντες οἱ κεκλημένοι μετὰ τῶν οἰκείων σκαραμαγγίων καὶ μόνον, ἐπὶ δὲ τῇ αὐτῶν ἐξόδῳ λαβόντες παρ’ ἡμῶν φατλία σὺν ἡμῖν ἐξέρχονται πάντες. τῷ δὲ ἁγίῳ καὶ τιμίῳ σαββά‐ τῳ ἀνεῳχθέντος τοῦ λαμπροῦ παλατίου, τελεῖται προέλευσις δημοσία πρὸς τὴν ἁγίαν Σοφίαν, καὶ ὑπαλλαττομένης τῆς
20ἐνδυτῆς τῆς τιμίας καὶ ἁγίας τραπέζης, εἰσέρχεται ὁ βασι‐ λεὺς ἐν τῷ σκευοφυλακίῳ, καὶ τῆς διανομῆς γενομένης τῶν νάρδων, ὑποστρέφει πάλιν ὁ βασιλεὺς μετὰ δόξης ἐν τῷ αὐ‐
τοῦ παλατίῳ, καὶ δεῖ ἡμᾶς εὐτρεπίζειν εἰς συνεστίασιν τοῦ764

765

βασιλέως ἐν τῷ ἑσπερίῳ δείπνῳ φίλους, μαγίστρους, πραι‐ ποσίτους, ἀνθυπάτους, πατρικίους, πρωτοσπαθαρίους ὀφφι‐ κιαλίους, πρωτοσπαθαρίους εὐνούχους, πριμικηρίους, ὀστια‐ ρίους, μαγλαβίτας, τοποτηρητὰς καὶ ἐκ τῶν ἀρχόντων τοῦ
5ἀριθμοῦ κατὰ τὸ ποσὸν τῆς τραπέζης, καὶ στοιχουμένου πα‐ ρὰ τοῦ βασιλέως τοῦ αὐτοῦ κλητωρίου, καὶ δι’ ἡμῶν κλητω‐ ρευομένων τῶν φίλων, ὑπολύονται οἴκαδε πάντες. μετὰ δὲ τὴν ἐνάτην ὥραν συνάξεως γινομένης, ἐξαλλάσσουσιν οἱ τῆς συγκλήτου πάντες, καὶ τῆς θείας λειτουργίας ἐν τῷ ναῷ τοῦ
10Φάρου τελουμένης, μετὰ τὴν ἐκφώνησιν τοῦ μυστικοῦ ὀργά‐ νου ἐκδιδύσκονται πάντες τὰς ἑαυτῶν στολὰς, καὶ ἐπενδιδύ‐ σκονται τὰ οἰκεῖα σκαραμάγγια, καὶ ἵσταται τὸ κλητώριον ἐν τῷ περιφανεστάτῳ τρικλίνῳ τοῦ Ἰουστινιανοῦ, καὶ εἰσά‐ γονται πάντες οἱ κεκλημένοι μετὰ τῶν οἰκείων σκαραμαγγίων
15καὶ μόνον· μετὰ δὲ τὴν ἐπίδοσιν τῶν φατλίων συνεξέρχον‐ ται ἡμῖν οἱ πάντες.
17tἈρχὴ τῶν κλητωρίων τοῦ πάσχα.
18Ἡ δὲ ἁγία καὶ δεδοξασμένη τῆς Χριστοῦ ἀναστάσεως περιφανὴς ἡμέρα, ἐν ᾗ τὸ τῆς σωτηρίας ἡμῶν οἰκονομήθη
20κεφάλαιον, καὶ ὁ χοϊκὸς Ἀδὰμ ἐκ τῆς φθορᾶς πρὸς τὴν ζωὴν ἐπανῆλθεν, λαμπράν τινα καὶ περίβλεπτον εὐωχίαν τοῖς βα‐ σιλεῦσιν ἡμῶν προσεξένησεν. τὸ γὰρ ὕψος τῆς ἱερᾶς ἀνα‐ στάσεως μυστικῶς ὑποφαίνοντες ἐκ τῶν κάτω καθεδρῶν ἑαυ‐
τοὺς συναπάραντες πρὸς ὑψηλήν τινα καὶ πολύκυδον τοῦ765

766

βήματος θεωρίαν ἑαυτοὺς ἐπανάγουσι, καὶ τῆς Χριστοῦ ἀλη‐ θοῦς ἀγαπήσεως τὸν ἀσπασμὸν ἐκμιμούμενοι τὸ ὑπήκοον ἅ‐ παν σχετικῶς κατασπάζονται, καὶ αὖθις σὺν τῇ λαμπρᾷ συγ‐ κλήτῳ πρὸς τὴν ἄνω Σιὼν, τὴν Χριστοῦ ἐκκλησίαν, ὡς μα‐
5θηταὶ, μετὰ δόξης συντρέχουσι. τὴν γὰρ περίδοξον τῆς ἡμέ‐ ρας χαρμονὴν ἐνδεικνύμενοι λαμπροφοροῦσι τοῖς λώροις, εἰς τύπον τῶν ἐνταφίων Χριστοῦ σπαργάνων ἑαυτοὺς ἐνειλίττον‐ τες. διὸ καὶ ἐν ταῖς δεξιαῖς χερσὶν αὐτῶν τὸ νικητικὸν τοῦ σταυροῦ κατέχοντες τρόπαιον, τὴν ἐξανάστασιν τῆς χοϊκῆς
10ἡμῶν οὐσίας ἐν ταῖς εὐωνύμοις κατέχουσι, καὶ τὴν θείαν μυσταγωγίαν τῷ Θεῷ ἀναφέροντες μετὰ τὴν τῶν ἁγίων μυ‐ στηρίων μετάληψιν, πρὸς σεμνὸν κρᾶμα τοὺς τῆς συγκλήτου προκρίτους, ὡς κοινωνοὺς τῆς χάριτος, ἐμφανῶς προσλαμ‐ βάνονται. καὶ δεῖ ἡμᾶς εὐτρεπίζειν ἐν τῇ αὐτῇ κλήσει τοῦ
15κράματος τοῦ τελουμένου ἐν τῇ Χριστοῦ καθολικῇ ἐκκλησίᾳ εἰς συνεστίασιν τῷ βασιλεῖ φίλους ἀπὸ τῆς τάξεως τῶν μα‐ γίστρων ἀνθυπάτων, πατρικίων, στρατηγῶν τε καὶ ὀφφικια‐ λίων, τὸν ἀριθμὸν ιδʹ· εἰσάγειν δὲ αὐτοὺς ἐπὶ τῆς αὐτῆς τραπέ‐ ζης οὕτως· τοὺς μὲν μαγίστρους, ἀνθυπάτους καὶ πατρι‐
20κίους, τοὺς λώρους ἠμφιεσμένους μετὰ τῶν χρυσέων αὐτῶν θωρακίων καὶ μόνον, προκρίνειν δὲ ἐν τῇ τοιαύτῃ καθέδρᾳ τοὺς τὰ θωράκια ἠμφιεσμένους ὑπὲρ τοὺς ἄλλους πατρικίους
τοὺς τὰ οἰκεῖα καμίσια φοροῦντας, κἂν τάχα τύχοιεν ἐλάτ‐766

767

τονες εἶναι ἐν τῇ προβλήσει· τοὺς δὲ στρατηγοὺς ἅπαντας μετὰ τῶν οἰκείων αὐτῶν σκαραμαγγίων καὶ μόνον· τοὺς δὲ ὀφφικιαλίους καὶ αὐτοὺς μετὰ τῶν οἰκείων καμισίων, ἄνευ μέντοι τῶν ἑαυτῶν χλαμύδων. ἐπὶ δὲ τῆς προκειμένης ἐν
5τῷ περιβλέπτῳ χρυσέῳ τρικλίνῳ χρυσῆς τραπέζης, ἐν ᾧ καὶ τὸ περιφανὲς κτῆμα τοῦ χρυσοῦ πενταπυργίου ἐς τιμὴν προ‐ ετέθη, δεῖ ἡμᾶς εὐτρεπίζειν εἰς συνεστίασιν τῷ βασιλεῖ φί‐ λους ἐκ τῶν προλεχθέντων μαγίστρων, ἀνθυπάτων, πατρι‐ κίων, στρατηγῶν ὀφφικιαλίων, σεκρετικῶν, ἀπὸ τῆς τάξεως
10τοῦ στρατιωτικοῦ καὶ κατωτέρω, ἀσηκρητῶν τε ὁμοῦ καὶ κομήτων τῶν σχολῶν καὶ σκριβώνων, σὺν τῶν δύο ἐκ Βουλ‐ γάρων φίλων, τὸν ἀριθμὸν λʹ· ἐν δὲ ταῖς περιεξῆς τέσσαρ‐ σι τῶν καμαρῶν τραπέζαις ἀπὸ τῆς τάξεως τῶν βασιλικῶν κανδιδάτων, βεστητόρων τε καὶ σιλεντιαρίων, δρακοναρίων,
15σκηπτροφόρων, σημειοφόρων καὶ σενατόρων τὸν ἀριθμὸν λϛʹ· Ἀγαρηνοὺς δεσμίους ἐκ τοῦ μεγάλου πραιτωρίου τὸν ἀριθμὸν ιηʹ, καὶ ἐκ τῶν Βουλγάρων φίλων ἀνθρώπους ιηʹ· εἰσάγειν δὲ αὐτοὺς καὶ προστιχίζειν πρὸ τῆς εἰσόδου αὐτῶν, τοὺς μὲν ἐπὶ τῆς χρυσῆς βασιλικῆς τραπέζης περιφανεῖς δαι‐
20τυμόνας μετὰ τῶν οἰκείων ἀλλαξιμάτων καὶ χλανιδίων, προσ‐ καλεῖσθαι δὲ τοὺς ἀπὸ τῶν Βουλγάρων φίλους ἀπὸ τῆς τά‐ ξεως τῶν στρατηγῶν ἐν τῷ δευτέρῳ μίνσῳ ἐπὶ τῆς εὐωνύμου
θέσεως τῆς τραπέζης πρὸς τὸ ἀριθμεῖσθαι αὐτοὺς πέμπτους,767

768

ἢ καὶ ἕκτους φίλους, στιχίζειν δὲ ἅπαντας ἔνθεν κἀκεῖθεν κατὰ τὴν ἁρμόζουσαν τῆς τάξεως ἑκάστῳ δόξαν. ἀπὸ δὲ τῆς στάσεως τῶν λεχθέντων τούτων στιχίζειν αὖθις ἔνθεν κἀκεῖ‐ θεν τοὺς ἀπὸ τῆς τάξεως τῶν κανδιδάτων καὶ κατωτέρω πρὸς
5τὸ καθεσθῆναι ἐπὶ τῶν ἑκατέρων δύο προκρίτων τραπεζῶν. ἐπὶ δὲ ταῖς κατωτέραις τραπέζαις δεῖ προστιχίζειν, ἐπὶ μὲν τῆς ἐξ εὐωνύμου θέσεως τοὺς ἐξ Ἀγάρων δεσμίους, ἐπὶ δὲ τῆς ἑτέρας τραπέζης τοὺς τῶν φίλων Βουλγάρων ἀνθρώπους πάντας· εἰσάγειν δὲ αὐτοὺς ἅπαντας καὶ ἐξάγειν οὕτως·
10τοὺς μὲν ἀπὸ τῆς συγκλήτου πάντας καὶ τῶν ταγμάτων με‐ τὰ τῶν οἰκείων ἀλλαξήμων, τοὺς δὲ Ἀγαρηνοὺς λευκοφόρους, ἀζώνους καὶ ὑποδεδεμένους, τοὺς δὲ Βουλγάρων ἀνθρώπους μετὰ τῶν οἰκείων αὐτῶν σχημάτων. δεῖ δὲ προσέχειν τὴν ἐκφώνησιν καὶ ἀπήχησιν τῶν μουσικῶν ὀργάνων, καὶ ἡνίκα
15τὸ ᾀδόμενον ᾄσῃ μέλος, ἀνιστᾷν ἅπαντας εἰς εὐφημίαν τῶν δεσποτῶν καὶ αὖθις τὰς ἑαυτῶν ἐκδιδύσκεσθαι χλαμύδας, καὶ μετὰ τῆς ἀφίξεως τοῦ μίνσου τῶν δουλκίων πάλιν ταύ‐ τας ἀναλαμβάνειν πρὸς τὸ μετ’ αὐτῶν ἐκπορεύεσθαι ἐν τῇ αὐτῶν ἐξόδῳ. ἐν δὲ τῇ αὐτῇ ἀναστάσει δεῖ προσέχειν τὸ ἐκ
20βασιλικῆς χειρὸς διδόμενον τῆς ἐγέρσεως σχῆμα, σὺν αὐτῷ δὲ καὶ τὴν ἐκφώνησιν τοῦ παρεστῶτος ἐκεῖ κουβικουλαρίου, καὶ αὖθις ἐξανιστᾷν καὶ προπέμπειν τοὺς τῶν δʹ τραπεζῶν κεκλημένους, μικρὸν εἴργοντας τοὺς ἄνω φίλους, καὶ εἰθ’
οὕτως συνεξερχομένους ἅπαντας. ἐπὶ δὲ τῆς δευτέρας ἡμέ‐768

769

ρας τελεῖται μεθέορτος προέλευσις ἐν τῷ σικῷ τῶν κορυφαί‐ ων καὶ ἁγίων ἀποστόλων. καὶ πληρουμένης τῆς ἱερᾶς λει‐ τουργίας, προτίθεται κλητώριον ἐπὶ ἀποκοπτῆς τραπέζης ἐν τῷ μεγάλῳ τρικλίνῳ τῶν παλατίων, καὶ δεῖ ὑμᾶς εὐτρεπί‐
5ζειν εἰς συνεστίασιν τῷ βασιλεῖ μαγίστρους, πραιποσίτους, ἀνθυπάτους, πατρικίους, στρατηγοὺς, μητροπολίτας, ὀφφι‐ κιαλίους, πρωτοσπαθαρίους, ἀσηκρήτας, χαρτουλαρίους, ὑπάτους, βεστήτορας, σιλεντιαρίους καὶ ἀλλαξίμων τῶν τα‐ γματικῶν ἀρχόντων κατὰ τὸ ποσὸν τῆς τραπέζης· εἰσάγειν
10δὲ αὐτοὺς καὶ ἐξάγειν μετὰ τῶν οἰκείων ἀλλαξίμων καὶ κα‐ μισίων, ἄνευ μέντοι τῶν ἑαυτῶν χλαμύδων· προσέχειν δὲ τοῖς εὐφημοῦσι δήμοις, καὶ ἡνίκα ἄρξονται ἀκτολογεῖν τοὺς δεσπότας, δεῖ ἐξανιστᾷν πάντας τοὺς κεκλημένους πρὸς τὸ καὶ αὐτοὺς πραέως συνευφημεῖν τοὺς δεσπότας. τῇ δὲ τρίτῃ
15ἡμέρᾳ τῆς αὐτῆς ἑβδομάδος τελεῖται παγανὴ προέλευσις μετὰ ἀλλαξιμάτων ἔνδον τοῦ παλατίου, καὶ τελεῖται κλητώριον ἐπὶ τοῦ χρυσοτρικλίνου κατὰ τὸ σχῆμα τῆς πρώτης ἡμέρας. καὶ δεῖ ἡμᾶς εὐτρεπίζειν εἰς κλῆσιν ἐπὶ τῆς χρυσῆς τραπέ‐ ζης ἀπὸ τῆς τάξεως τῶν μαγίστρων, πατρικίων καὶ λοιπῶν
20σὺν τῷ δομεστίκῳ τῶν σχολῶν καὶ βασιλικῶν ἀνθρώπων ἀπὸ τῆς τάξεως τῶν σπαθαροκανδιδάτων μέχρι τῆς τάξεως τῶν στρατώρων, κατὰ τὸ ποσὸν τῆς τραπέζης φίλους λʹ. εἰσά‐
γειν δὲ αὐτοὺς καὶ ἐξάγειν, τοὺς μὲν ὑπὸ καμπάγιον πάντας769

770

μετὰ τῶν οἰκείων ἀλλαξιμάτων, πλὴν καὶ χλανίδος· τοὺς δὲ πρωτοσπαθαρίους μετὰ σπεκίων καὶ ῥωέων σαγίων· τοὺς δὲ βασιλικοὺς μετὰ τῶν σκαραμαγγίων καὶ μόνον. ἐπὶ δὲ ταῖς κάτω τέσσαρσι τῶν καμαρῶν τραπέζαις δεῖ ἡμᾶς συγ‐
5καλεῖν βασιλικοὺς κανδιδάτους καὶ μανδάτορας καὶ μικροὺς ἄρχοντας τοῦ τάγματος τῶν σχολῶν, τὸν ἀριθμὸν οβʹ· εἰσ‐ άγειν δὲ αὐτοὺς μετὰ τῶν οἰκείων σκαραμαγγίων καὶ ἀλλα‐ ξιμάτων. τῇ δὲ τετάρτῃ ἡμέρᾳ τῆς αὐτῆς εὐωχίας τελεῖται ὁμοίως προέλευσις παγανὴ μετὰ ἀλλαξιμάτων ἔνδον τοῦ πα‐
10λατίου, καὶ εἰσάγονται τὰ φωτίσματα ὑπὸ τοῦ ὀρφανοτρό‐ φου, καὶ τελεῖται τὸ κλητώριον ἐν τῷ αὐτῷ χρυσοτρικλίνῳ ἐπὶ τῆς χρυσῆς τραπέζης. καὶ δεῖ ἡμᾶς εὐτρεπίζειν εἰς συν‐ εστίασιν τῶν βασιλέων φίλους, ἀπὸ τῆς τάξεως τῶν μαγί‐ στρων, πατρικίων σὺν τοῦ δομεστίκου τῶν ἐξσκουβίτων καὶ
15τῶν αὐτοῦ σκριβώνων κατὰ τὸν προλεχθέντα τύπον, καὶ εἰσ‐ άγειν αὐτοὺς καὶ ἐξάγειν, καθὰ εἴρηται. ἐπὶ δὲ ταῖς κατὰ τῶν καμαρῶν τραπέζαις δεῖ ἡμᾶς συγκαλεῖν ἐκ τῶν λεχθέν‐ των βασιλικῶν ἀνθρώπων καὶ τῶν μικρῶν ἀρχόντων τοῦ ἐξσκουβίτου τὸν ἀριθμὸν οβʹ, καὶ εἰσάγειν αὐτοὺς κατὰ τὸν
20προλεχθέντα τύπον. τῇ δὲ πέμπτῃ ἡμέρᾳ τῆς αὐτῆς πανδε‐ σίας εἰσέρχεται ὁ πατριάρχης μετὰ τῶν αὐτοῦ μητροπολιτῶν
δοῦναι ἀγάπην τῷ βασιλεῖ, καὶ τελεῖται προέλευσις παγανὴ770

771

δι’ ἀλλαξίμων ἔνδον τοῦ παλατίου, καὶ συγκαθέζεται τῷ βασιλεῖ εἰς συνεστίασιν ὁ πατριάρχης ἐπὶ τῆς ἀποκοπτῆς χρυ‐ σῆς τραπέζης ἐν τῷ χρυσέῳ τρικλίνῳ, καὶ δεῖ ἡμᾶς εὐτρε‐ πίζειν ἐπὶ μὲν τῆς χρυσῆς τραπέζης φίλους ἀπὸ μὲν τῶν
5μητροπολιτῶν ιʹ, καὶ ἀπὸ τῶν βασιλικῶν πρεσβυτέρων τοῦ παλατίου ἓξ, καὶ ἡγουμένους τῶν βασιλικῶν μοναστηρίων ιβʹ, εἰσάγειν δὲ αὐτοὺς καὶ ἐξάγειν οὕτως· τοὺς μὲν μητροπο‐ λίτας μετὰ τῶν οἰκείων ἀλλαξιμάτων, πλὴν τῶν ὠμοφορίων, τοὺς δὲ πρεσβυτέρους μετὰ τῶν λευκῶν φελωνίων, τοὺς δὲ
10ἡγουμένους καὶ αὐτοὺς μετὰ τῶν οἰκείων αὐτῶν φελωνίων. ἐπὶ δὲ τῶν κάτω τραπεζῶν δεῖ ἡμᾶς συγκαλεῖν ἀπὸ τῶν βα‐ σιλικῶν κληρικῶν ἀπὸ τῆς τάξεως τῶν διακόνων καὶ κατωτέ‐ ρω καὶ ἀπὸ τοῦ σεκραίτου τοῦ πατριάρχου παπάδας, τὸν ἀριθμὸν .... εἰσάγειν δὲ καὶ ἐξάγειν αὐτοὺς μετὰ τῶν οἰ‐
15κείων αὐτῶν καμισίων καὶ μόνον. τῇ δὲ ἕκτῃ ἡμέρᾳ τῆς αὐτῆς περιόδου τελεῖται προέλευσις παγανὴ μετὰ ἀλλαξιμά‐ των ἔνδον τοῦ παλατίου, καὶ εἰσάγονται οἱ ἐκ Βουλγάρων φίλοι μετὰ τῶν ἐκ Βουλγαρίας δώρων. καὶ τελεῖται κλητώ‐ ριον ἐν τῷ αὐτῷ περιβλέπτῳ τρικλίνῳ ἐπὶ τῆς αὐτῆς χρυσῆς
20τραπέζης, καὶ δεῖ ἡμᾶς εὐτρεπίζειν εἰς συνεστίασιν τοῦ βα‐ σιλέως φίλους ἀπὸ τῆς τάξεως τῶν μαγίστρων, ἀνθυπάτων καὶ λοιποὺς σὺν τῶν ἐκ Βουλγάρων φίλων καὶ τῶν δρουγγα‐ ρίῳ τῆς βίγλης καὶ τῷ δομεστίκῳ τῶν ἱκανάτων, τὸν ἀρι‐
θμὸν λʹ· στιχίζειν δὲ αὐτοὺς καὶ εἰσάγειν κατὰ τὸν λεχθέν‐771

772

τα τύπον τῆς πρώτης ἡμέρας. ἐπὶ δὲ τῶν κάτω τραπεζῶν δεῖ συγκαλεῖν ἀπό τε κομήτων καὶ κεντάρχων τοῦ ἀριθμοῦ καὶ τῶν ἱκανάτων ἄνδρας νδʹ, καὶ ἐκ τῶν Βουλγάρων φίλων ἀνθρώπους ιηʹ· στιχίζειν δὲ δεῖ τοὺς Βουλγάρων ἀνθρώπους
5ἐπὶ τῆς κάτω τελευταίας μιᾶς τραπέζης μόνους· εἰσάγειν δὲ αὐτοὺς καὶ ἐξάγειν μετὰ τῶν οἰκείων αὐτῶν σκαραμαγγίων. τῇ δὲ ἑβδόμῃ ἡμέρᾳ τῆς αὐτῆς δεξιώσεως τελεῖται ὡσαύτως παγανὴ προέλευσις ἔνδον τοῦ παλατίου, καὶ γίνεται κλητώ‐ ριον ἐν τῷ αὐτῷ τρικλίνῳ ἐπὶ τῆς αὐτῆς τραπέζης, καὶ συγ‐
10καλοῦνται εἰς ἑστίασιν τῷ βασιλεῖ ὁμοίως ἀπὸ τῆς τάξεως τῶν μαγίστρων καὶ πατρικίων σὺν τῷ ὑπάρχῳ τῆς πόλεως καὶ τοῖς δυσὶ δομεστίκοις, νουμέρων τε καὶ τειχέων, καὶ τῶν αὐτῶν τοποτηρητῶν σὺν τῷ λογοθέτῃ τοῦ πραιτωρίου καὶ τῷ συμπόνῳ τὸν ἀριθμὸν λʹ. εἰσάγονται δὲ καὶ ἐξάγονται
15μετὰ τῶν οἰκείων αὐτῶν ἀλλαξιμάτων καὶ χλανιδίων. ἐν δὲ ταῖς κάτω τραπέζαις συγκαλοῦνται τριβοῦνοι βικάριοι, οἱ ἐθνικοὶ τῆς ἑταιρείας, οἷον Τοῦρκοι, Χαζάρεις καὶ λοιποὶ, τὸν ἀριθμὸν νδʹ. ἐπὶ δὲ τῆς τιμίας τραπέζης συγκαλοῦνται οἱ δώδεκα γειτονιάρχαι, οἱ δʹ ἐπόπται καὶ οἱ δύο πρωτο‐
20καγκελλάριοι τοῦ ἐπάρχου. εἰσάγονται δὲ μετὰ τῶν οἰκείων καμισίων καὶ μόνον, οἱ δὲ ἐθνικοὶ μετὰ τῶν αὐτῶν καβα‐ δίων. δίδοται δὲ τοῖς γειτονιάρχαις καὶ λοιποῖς ἀνὰ νομίσμα‐ τος ἑνός. ἐπὶ δὲ τῶν προλαβόντων χρόνων συνεκαλοῦντο ἀντὶ
τούτων οἱ τοῦ σκευοφυλακίου τῆς ἁγίας Σοφίας χαρτουλάριοι,772

773

λαμβάνοντες τὴν αὐτὴν εὐλογίαν. τῇ δὲ νέᾳ κυριακῇ, τῇ με‐ θεόρτῳ τοῦ πάσχα, ἐκτελεῖται προέλευσις λαμπροφόρος ἐν τῷ σεβασμίῳ ναῷ τῶν ἁγίων ἀποστόλων· καὶ τελουμένης τῆς ἱερᾶς λειτουργίας, προτίθεται κλητώριον ἐν τῷ λεχθέντι
5τρικλίνῳ ἐπὶ τῆς δευτέρας ἡμέρας, καὶ συνεστιᾶται τῷ βα‐ σιλεῖ ὁ ἁγιώτατος ἡμῶν πατριάρχης ἐπὶ ἀποκοπτῆς τραπέ‐ ζης, καὶ συγκαλοῦνται εἰς ἑστίασιν σὺν τῷ βασιλεῖ φίλοι κα‐ τὰ τύπον τῆς δευτέρας ἡμέρας τῇ ἐπαύριον τοῦ ἱεροῦ πάσχα. τῇ δὲ ἐπαύριον τῆς νέας κυριακῆς ἡμέρᾳ ἐκτελεῖται δεξίωσις
10δεξίμου ἄνευ σαξίμου, καὶ καθέζεται ὁ βασιλεὺς ἐπὶ ἀπο‐ κοπτῆς τραπέζης μετὰ τοῦ οἰκείου δηβητισίου ἐπὶ τοῦ Ἰου‐ στινιανοῦ τρικλίνου. καὶ δεῖ ἡμᾶς συγκαλεῖν εἰς ἑστίασιν ἀπὸ τῆς τάξεως τῶν μαγίστρων, πραιποσίτων, ἀνθυπάτων, πατρικίων, ὀφφικιαλίων καὶ λοιπῶν τῶν ὑπὸ καμπάγιον
15πάντων κατὰ τὸ ποσὸν τῆς τραπέζης· εἰσάγειν δὲ καὶ ἐξά‐ γειν πάντας μετὰ τῶν οἰκείων αὐτῶν ἀλλαξιμάτων τε καὶ χλανιδίων· προσέχειν δὲ καὶ τὸ μουσικὸν μέλος καὶ ἐξανι‐ στᾷν τοὺς κεκλημένους ἐν τῷ προδηλωθέντι χρόνῳ εἰς εὐφη‐ μίαν τῶν δεσποτῶν. τῇ δὲ ἐπαύριον τοῦ αὐτοῦ δεξίμου τε‐
20λεῖται ἑπόμενον ἱππικὸν ἀπολύσιμον, καὶ ἐξαποστέλλονται
πρὸς τὰ οἰκεῖα οἱ ἀπὸ Βουλγάρων φίλοι, καὶ προτίθεται κλη‐773

774

τώριον ἐν τῷ περιβλέπτῳ τρικλίνῳ τῶν καθισμάτων, καὶ συν‐ εσθίουσι τῷ βασιλεῖ οἱ πραιπόσιτοι, πατρίκιοι, ὀφφικιάλιοι, πρωτοσπαθάριοι καὶ χαρτουλάριοι, ὕπατοι, βεστήτορες, σι‐ λεντιάριοι, ὁ ἀκτουάριος καὶ οἱ τοῦ ἡλιακοῦ σὺν τῷ δεησο‐
5γράφῳ, τὸν ἀριθμὸν κατὰ τὸ ποσὸν τῆς τραπέζης. εἰσάγον‐ ται δὲ καὶ ἐξάγονται κατὰ τὸν ἀνωτέρω λεχθέντα τρόπον. μεσούσης δὲ τῆς ἑορτῆς τοῦ πάσχα τελεῖται προέλευσις δη‐ μοσία, καὶ προέρχονται οἱ βασιλεῖς ἐμπράττως εἰς τὸν ναὸν τοῦ ἁγίου Μωκίου, καὶ τελουμένης τῆς ἱερᾶς λειτουργίας
10προτίθεται κλητώριον τῷ βασιλεῖ ἐπὶ ἀποκοπτῆς τραπέζης ἐν τοῖς ἐκεῖσε τρικλίνοις, καὶ συνεστιᾶται ὁ πατριάρχης τῷ βα‐ σιλεῖ, καὶ δεῖ ἡμᾶς εὐτρεπίζειν εἰς συνεστίασιν αὐτῶν φί‐ λους ἀπὸ τῆς τάξεως τῶν μαγίστρων, ἀνθυπάτων, πατρικίων, μητροπολίτας, ὀφφικιαλίους καὶ ταγματικοὺς, καὶ τῶν ἐκ τῆς
15συγκλήτου καμπαγίων κατὰ τὸ ποσὸν τῆς τραπέζης· εἰσάγειν δὲ αὐτοὺς καὶ ἐξάγειν μετὰ τῶν οἰκείων ἀλλαξίμων χωρὶς τῶν χλανιδίων· ἐν δὲ τῷ προλεχθέντι τῆς ἀκτολογίας τῶν δήμων χρόνῳ ἐξανιστᾷν ἅπαντας τοὺς κεκλημένους εἰς εὐφη‐ μίαν τῶν δεσποτῶν. ἐπὶ δὲ τῆς θείας καὶ ἱερᾶς μετὰ σαρ‐
20κὸς εἰς οὐρανοὺς ἀναλήψεως τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χρι‐ στοῦ θαυμαστῆς ἡμέρας τελεῖται δημοσία προέλευσις παρὰ τῶν βασιλέων ἡμῶν τῶν ἁγίων ἐν τῷ πανσέπτῳ καὶ σεβα‐
σμίῳ ναῷ τῆς ὑπεραγίας δεσποίνης ἡμῶν Θεοτόκου τῆς πη‐774

775

γῆς, καὶ τελουμένης τῆς ἱερᾶς λειτουργίας, προτίθεται κλητώ‐ ριον τῷ βασιλεῖ ἐπὶ ἀποκοπτῆς τραπέζης, καὶ συνεστιᾶται ὁ πατριάρχης τῷ βασιλεῖ, καὶ συγκαλοῦνται εἰς συνεστίασιν αὐτῷ φίλοι ἀπὸ τῆς τάξεως τῶν μαγίστρων καὶ κατωτέρω
5κατὰ τὴν ἔκθεσιν καὶ τὸ σχῆμα τῶν προλεχθεισῶν περιφω‐ νῶν προελεύσεων.
7tἩ πεντηκοστή.
8Τῇ δὲ ἁγίᾳ τῆς πεντηκοστῆς ἡμέρᾳ τελεῖται προέλευσις κατὰ τὸν τύπον τῆς τοῦ σεβασμίου πάσχα ἐν τῇ ἁγίᾳ τοῦ
10Θεοῦ καθολικῇ καὶ ἀποστολικῇ ἐκκλησίᾳ, καὶ προτίθεται κρᾶμα ἐκεῖσε τοῖς βασιλεῦσι, καὶ προσκαλοῦνται οἱ ἀνωτέρω λεχθέντες φίλοι. καὶ ὑποστροφῆς τῶν βασιλέων ἐν τῷ με‐ γάλῳ παλατίῳ μετὰ προελεύσεως γενομένης, προτίθεται τὸ βασιλικὸν κλητώριον ἐπὶ ἀποκοπτῆς τραπέζης ἐν τῷ περιβλέ‐
15πτῳ Ἰουστινιανοῦ τρικλίνῳ, καὶ συνεστιῶνται τῷ βασιλεῖ οἱ κατὰ τύπον ἀνωτέρω λεχθέντες φίλοι, εἰσαγόμενοι καὶ ἐξα‐ γόμενοι μετὰ τῶν οἰκείων ἀλλαξιμάτων χωρὶς χλανιδίων. μετὰ δὲ τὴν ἁγίαν τῆς πεντηκοστῆς ἡμέραν ἐκτελεῖται τὸ στέψιμον τοῦ δεσπότου. τῇ δὲ πρώτῃ τοῦ Μαΐου μηνὸς ἐκ‐
20τελοῦνται τὰ ἐγκαίνια τῆς νέας ἐκκλησίας, καὶ λιτανίου προε‐ λεύσεως γινομένης ἀπὸ τοῦ ναοῦ τῆς ἁγίας Θεοτόκου τοῦ
Φάρου, τελεῖται ἡ θεία λειτουργία, καὶ προτίθεται κλητώριον775

776

τοῖς βασιλεῦσιν ἐν τῷ τερπνῷ χρυσοτρικλίνῳ, καὶ συνεστιᾶ‐ ται τῷ βασιλεῖ ὁ πατριάρχης, καὶ συγκαλοῦνται εἰς συνεστί‐ ασιν αὐτοῦ ἀπὸ τῆς τάξεως τῶν μαγίστρων, πραιποσίτων, πα‐ τρικίων καὶ λοιπῶν βασιλικῶν ἀνθρώπων σὺν τῶν μητροπο‐
5λιτῶν κατὰ τὸ ποσὸν τῆς τραπέζης. τῇ δὲ ιαʹ τοῦ αὐτοῦ Μαΐου τελεῖται τὸ γενέθλιον τῆς πόλεως ταύτης, καὶ ἐκτε‐ λεῖται δεξίωσις δεξίμου χωρὶς σαξίμου καὶ ἱππικὸν ἱπποδρό‐ μιον, καὶ τελεῖται κλητώριον κατὰ τὸν λεχθέντα τύπον. τῇ δὲ ὀγδόῃ τοῦ αὐτοῦ Μαΐου μηνὸς τελεῖται προέλευσις τῆς
10μνήμης τοῦ Θεολόγου ἐν τῷ ἑβδόμῳ, καὶ τελουμένης τῆς λει‐ τουργίας, προτίθεται κλητώριον, καὶ συγκαλοῦνται κατὰ τύ‐ πον οἱ τῆς συγκλήτου πάντες κατὰ τὸ ποσὸν τῆς τραπέζης. τῇ δὲ κʹ τοῦ Ἰουλίου μηνὸς ἐκτελεῖται διὰ λιτανίου προελεύ‐ σεως ἔνδον τοῦ παλατίου ἡ μνήμη Ἡλιοῦ τοῦ προφήτου, καὶ
15δι’ αὐτῆς ἡ ἀνάκλησις τῆς περιορήσεως τοῦ εὐσεβοῦς ἡμῶν βασιλέως. προεκτελεῖται δὲ πρὸ αὐτῆς τῆς ἡμέρας ἐν τῇ παραμονῇ ἑσπερινὸν ἐν τῷ Φάρῳ, καὶ ᾄδεται παρὰ πάντων ἀπολύσιμον ᾆσμα ἰσόμελον τοῦ „συνταφέντεσ“ καὶ δίδοται τοῖς μαγίστροις, πραιποσίτοις, ἀνθυπάτοις, πατρικίοις καὶ ὀφ‐
20φικιαλίοις εἰς τύπον παρὰ τοῦ βασιλέως σταυρίτζια ἀργυρᾶ. τῇ δὲ ἐπαύριον ἡμέρᾳ, ἐν ᾗ τὴν ἑορτὴν ἐκτελοῦμεν, προκα‐ θέζεται ὁ βασιλεὺς μετὰ ἀλλαξιμάτων ἐπὶ τοῦ ἐνδόξου χρυ‐
σοτρικλίνου, καὶ παρεστῶτος τοῦ μυστικοῦ κουβουκλείου, εἰσ‐776

777

άγονται ὅ,τε τοῦ σακελλίου καὶ οἱ ξενοδόχοι καὶ γηροκόμοι, προσάγοντες σταυροὺς χρυσοστοιβάστους κατὰ μίμησιν τῆς ἑορτῆς τῶν βαΐων, καὶ λαμπροφορούντων πάντων, εἰσάγεται ἡ τάξις τῶν μαγίστρων, ἀνθυπάτων, πατρικίων καὶ ὀφφικια‐
5λίων ἔμπροσθεν τοῦ δεσπότου, καὶ διανομῆς τῶν λεχθέντων σταυρίων ὑπὸ τοῦ βασιλέως γενομένης, τελεῖται, ὡς ἔφαμεν, δημοσία λιτάνιος προέλευσις ἀπὸ τοῦ ναοῦ τῆς ἁγίας Θεο‐ τόκου τοῦ Φάρου ἐπὶ τὸν περίβλεπτον ναὸν τῆς μεγάλης νέ‐ ας ἐκκλησίας, καὶ τελουμένης τῆς ἱερᾶς λειτουργίας, προτί‐
10θεται κλητώριον τῷ βασιλεῖ ἐπὶ τοῦ χρυσοτρικλίνου, καὶ συν‐ εστιᾶται τοῖς βασιλεῦσιν ὅ,τε πατριάρχης καὶ οἱ μητροπο‐ λῖται, μάγιστροι, πραιπόσιτοι, ἀνθύπατοι, πατρίκιοι, ὀφφι‐ κιάλιοι καὶ λοιποὶ βασιλικοὶ κατὰ τὸ ποσὸν τῆς τραπέζης. προκαθέζεται δὲ ὁ βασιλεὺς μετὰ τοῦ οἰκείου διβητησίου,
15καὶ δεῖ ἡμᾶς εἰσάγειν καὶ ἐξάγειν πάντας τοὺς κεκλημένους μετὰ τῶν οἰκείων αὐτῶν ἀλλαξιμάτων χωρὶς τῶν χλανιδίων. τῇ δὲ ἐπαύριον τελεῖται δεξίωσις δεξίμου καὶ μεγάλου σαξί‐ μου, καὶ προτεθέντος βασιλικοῦ κλητωρίου ἐπὶ ἀποκοπτῆς τραπέζης ἐν τῷ Ἰουστινιανοῦ τρικλίνῳ, προκαθέζεται ὁ βασι‐
20λεὺς μετὰ τοῦ οἰκείου διβητησίου, καὶ δεῖ ἡμᾶς εὐτρεπίζειν εἰς συνεστίασιν αὐτοῦ ἀπὸ τῆς τάξεως πραιποσίτων, πατρι‐ κίων, ὀφφικιαλίων καὶ ἀπὸ τῶν σεκραιτικῶν τῶν ὑπὸ καμπά‐ γιον πάντων κατὰ τὸ ποσοὸν τῆς τραπέζης· εἰσάγειν δὲ αὐ‐
τοὺς καὶ ἐξάγειν μετὰ τῶν οἰκείων ἀλλαξιμάτων τε καὶ χλα‐777

778

νιδίων. τοὺς δὲ λοιποὺς μαγίστρους, ἀνθυπάτους πατρικίους καὶ ἅπαντας τοὺς βασιλικοὺς ἀνθρώπους ταμιεύειν αὐτοὺς μετὰ θωρακίων καὶ κονδομανίκων εἰς τὸ σάξιμον τῆς τραπέ‐ ζης, χορευόντων δὲ πάντων πέριξ τῆς βασιλικῆς τραπέζης καὶ
5τὴν ἀνάῤῥυσιν εὐφημούντων τοῦ σοφωτάτου δεσπότου, δίδο‐ ται παρ’ αὐτοῦ τούτοις εἰς φιλοτιμίας ἐπίδοσιν ἀποκόμβιον ἔχον χρυσοῦ λίτρας γʹ· προσέχειν δὲ δεῖ τὴν ἀκτολογίαν τοῦ δήμου, καὶ ἐξανιστᾷν ἅπαντας τοὺς κεκλημένους πρὸς εὐφημίαν τοῦ δεσπότου κατὰ τὸν προγραφέντα τύπον. ἐφε‐
10ξῆς δὲ ταύτης τῆς ἡμέρας τελεῖται πεζοδρόμιον βωτὸν τῶν πολιτῶν τυπωθὲν ἐπὶ Λέοντος τοῦ φιλοχρίστου δεσπότου, καὶ δίδονται σφραγίδια ὡς κατὰ τύπον τοῦ βωτοῦ πεζοδρο‐ μίου, καὶ προτίθεται κλητώριον τῷ βασιλεῖ ἐπὶ ἀποκοπτῆς τραπέζης κατὰ τὴν μέσην θέσιν τοῦ περιφανοῦς τρικλίνου
15τῶν ιθʹ τερπνῶν ἀκουβίτων, καὶ συνεστιῶνται τῷ βασιλεῖ οἱ πραιπόσιτοι σὺν τοῖς εὐνούχοις πρωτοσπαθαρίοις καὶ πριμι‐ κηρίοις, τὸν ἀριθμὸν ἓξ, ὡσαύτως καὶ πάντες οἱ πένητες οἱ τὰ σφραγίδια τοῦ βασιλέως διὰ χειρὸς τῶν μεγιστάνων λα‐ βόντες, καὶ δίδοται αὐτοῖς ἀποκόμβιον ἀνὰ νομίσματος α γʹ.
20καὶ μεθ’ ἡμέρας δύο τελεῖται ἱππικὸν ἱπποδρόμιον, καὶ προ‐ τίθεται κλητώριον ἐπὶ τοῦ τρικλίνου τοῦ καθίσματος, καὶ δεῖ ἡμᾶς εὐτρεπίζειν εἰς συνεστίασιν τῷ βασιλεῖ φίλους κατὰ
τὸν ἐν τοῖς ἱπποδρομικοῖς κλητωρίοις λεχθέντα τύπον. ἐπὶ778

779

δὲ τῆς ϛʹ τοῦ Αὐγούστου μηνὸς ἡμέρας ἐκτελεῖται ἡ προέ‐ λευσις μετὰ ἀλλαξίματος ἐν τῇ μεγάλῃ τοῦ Θεοῦ καθολικῇ ἐκκλησίᾳ, καὶ τελουμένης τῆς ἱερᾶς λειτουργίας, συνεστιῶν‐ ται τῷ βασιλεῖ οἱ πολλάκις ἐπὶ τοῦ κράματος μνημονευθέν‐
5τες φίλοι, καὶ ὑποστρέφει ὁ βασιλεὺς ἐπὶ τὸ παλάτιον ἐμ‐ πράτως, καὶ προτίθεται κλητώριον τῷ βασιλεῖ ἐπὶ ἀποκοπτῆς τραπέζης ἐν τῷ Ἰουστινιανοῦ τρικλίνῳ, καὶ δεῖ ἡμᾶς εὐτρε‐ πίζειν εἰς συνεστίασιν τῷ βασιλεῖ φίλους ἀπὸ τῆς τάξεως τῶν μαγίστρων, ἀνθυπάτων, πατρικίων, ὀφφικιαλίων, πρω‐
10τοσπαθαρίων καὶ λοιπῶν συγκλητικῶν τῶν ὑπὸ καμπάγιον ὄντων κατὰ τὸ ποσὸν τῆς τραπέζης· εἰσάγειν δὲ αὐτοὺς καὶ ἐξάγειν μετὰ τῶν οἰκείων ἀλλαξιμάτων χωρὶς τῶν χλανιδίων διὰ τὸ καὶ τὸν βασιλέα μετὰ τοῦ οἰκείου διβητησίου προκα‐ θεσθῆναι. τῇ δὲ ιεʹ τοῦ αὐτοῦ μηνὸς ἡμέρᾳ τελεῖται δημο‐
15σία προέλευσις τῆς κοιμήσεως τῆς ὑπεραγίας δεσποίνης ἡμῶν Θεοτόκου ἐν τῷ πανσέπτῳ ναῷ αὐτῆς τῷ ἐν βλαχέρναις, καὶ τελουμένης τῆς ἱερᾶς λειτουργίας, προτίθεται κλητώριον ἐπὶ ἀποκοπτῆς τραπέζης ἐν τῷ κάτω τρικλίνῳ τῷ ὄντι ἐπὶ τὰ παλάτια τῆς θαλάσσης, καὶ προκαθέζεται ὁ βασιλεὺς σὺν
20τῷ πατριάρχῃ μετὰ τοῦ οἰκείου αὐτοῦ διβητησίου. καὶ δεῖ ἡμᾶς εὐτρεπίζειν εἰς συνεστίασιν αὐτοῦ φίλους ἀπὸ τῆς τά‐ ξεως τῶν μαγίστρων, πραιποσίτων, ἀνθυπάτων, πατρικίων, ὀφφικιαλίων, μητροπολιτῶν καὶ λοιπῶν ἀρχόντων βασιλικῶν
τε καὶ ταγματικῶν κατὰ τὸ ποσὸν τῆς τραπέζης. εἰσάγονται779

780

δὲ καὶ ἐξάγονται οὕτως· οἱ μὲν μάγιστροι, πραιπόσιτοι, πα‐ τρίκιοι, ὀφφικιάλιοι καὶ οἱ ὑπὸ καμπάγιον πάντες μετὰ τῶν οἰκείων ἀλλαξιμάτων· οἱ δὲ λοιποὶ βασιλικοὶ μετὰ τῶν οἰ‐ κείων σκαραμαγγίων καὶ μόνον. ἐν δὲ τῇ αὐτῇ ἡμέρᾳ δείλης
5ἀπέρχεται ὁ βασιλεὺς εἰς τὸν ναὸν τοῦ ἁγίου Διομήδους, καὶ τῇ ἐπαύριον τελουμένης τῆς λειτουργίας, προτίθεται κλητώ‐ ριον κατὰ τύπον, καὶ συνεσθίουσι τῷ βασιλεῖ ὁμοίως οἱ ἐκ τῆς συγκλήτου πάντες. τῇ δὲ κθʹ τοῦ αὐτοῦ μηνὸς ἡμέρᾳ ἐκτελεῖται ἡ μνήμη τοῦ ἁγίου καὶ ὀρθοδόξου μεγάλου βασι‐
10λέως ἡμῶν Βασιλείου, καὶ προέρχονται μετὰ σκαραμαγγίων ἐν τῷ ναῷ τῶν ἁγίων ἀποστόλων οἱ βασιλεῖς ἐμπράττως, καὶ τελουμένης τῆς ἱερᾶς λειτουργίας, ὑποστρέφουσιν ὁμοίως οἴ‐ καδε μετὰ δόξης, καὶ προτίθεται κλητώριον ἐν τῷ Ἰουστινια‐ νοῦ τρικλίνῳ, καὶ δεῖ ἡμᾶς εὐτρεπίζειν εἰς συνεστίασιν τοῖς
15βασιλεῦσι φίλους ἀπὸ τῆς τάξεως τῶν μαγίστρων, τῶν συγ‐ κλητικῶν βασιλικῶν ἀνθρώπων, κατὰ τὸ ποσὸν τῆς τραπέ‐ ζης· εἰσάγειν δὲ αὐτοὺς καὶ ἐξάγειν μετὰ τῶν οἰκείων σκα‐ ραμαγγίων καὶ μόνον διὰ τὸ καὶ τοὺς βασιλεῖς ἐν τῷ τοι‐ ούτῳ σχήματι ἀκουμβίζειν. τῇ δὲ ἐπαύριον ἐκτελεῖται διὰ
20δεξίμου ἡ ἐν Χριστῷ αὐτοκρατωρία τῶν πιστῶν βασιλέων, Λέοντος καὶ Ἀλεξάνδρου, καὶ τελουμένου αἰσίως τοῦ δεξίμου, προκαθέζονται πάλιν οἱ εὐσεβεῖς δεσπόται εἰς πολλῶν ἀντί‐
ληψιν ἐπὶ τοῦ θρόνου, καὶ αὖθις στοιχεῖται τὸ κλητώριον780

781

τοῦ δεσπότου, καὶ δεῖ ἡμᾶς εὐτρεπίζειν εἰς συνεστίασιν τῶν βασιλέων ἀπὸ τῆς τάξεως τῶν μαγίστρων, πραιποσίτων, ἀν‐ θυπάτων, πατρικίων, ὀφφικιαλίων, πλὴν τῶν εὐνούχων, τοὺς ἡμίσους ἁπάντων, καὶ ἀπὸ τῆς τάξεως τῆς ὑπὸ καμ‐
5πάγιον συγκλήτου, καὶ τῶν ταγματικῶν ἀλλαξιμάτων κατὰ τὸ ποσὸν τῆς τραπέζης, καὶ εἰσάγειν μετὰ τῶν οἰκείων ἀλλαξι‐ μάτων καὶ χλανιδίων, τοὺς δὲ λοιποὺς ἅπαντας ταμιεύειν εἰς χόρευσιν τῆς χαρᾶς τοῦ δεσπότου. κύκλῳ γὰρ χορεύοντες μετὰ χρυσῶν θωρακίων τοὺς ἐπαίνους πλέκουσι τῶν εὐσε‐
10βῶν δεσποτῶν, καὶ δίδοται πᾶσιν φιλοτιμίας δῶρον, χρυσοῦ λίτραι ιϛʹ, καὶ διανέμεται πᾶσι παρὰ τοῦ πρωτομαγίστρου καὶ τοῦ βασιλικοῦ ἀρτοκλίνου κατὰ τύπον τῶν καθ’ ἡμᾶς κωνδακίων. τῇ δὲ ἐπιούσῃ ἡμέρᾳ τελεῖται ἑπομένως ἱππικὸν ἱπποδρόμιον, καὶ προτίθεται τὸ κλητώριον ἐπὶ τοῦ τρικλί‐
15νου τῶν καθισμάτων, καὶ συγκαλοῦνται εἰς συνεστίασιν τῷ βασιλεῖ φίλοι κατὰ τὸν ἐν τοῖς ἱπποδρομικοῖς κλητωρίοις γρα‐ φέντα τύπον. τῇ δὲ ὀγδόῃ τοῦ Σεπτεμβρίου μηνὸς ἡμέρᾳ τελεῖται προέλευσις τῶν γενεθλίων τῆς ὑπεραγίας δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, καὶ προέρχονται
20οἱ βασιλεῖς ἐμπράττως μετὰ πάσης τῆς συγκλήτου ἐν τῷ ναῷ τῆς ἁγίας Θεοτόκου τῶν χαλκοπρατίων, καὶ τελουμένης
τῆς ἱερᾶς λειτουργίας, ὑποστρέφει ὁ βασιλεὺς ἔφιππος μετὰ781

782

χρυσοῦ σκαραμαγγίου ἐμπράττως, καὶ προτίθεται κλητώριον ἐπὶ ἀποκοπτῆς τραπέζης ἐν τῷ Ἰουστινιανοῦ τρικλίνῳ, καὶ συνεστιῶνται τῷ βασιλεῖ οἱ ἀπὸ τῆς συγκλήτου πάντες. εἰσ‐ άγονται δὲ μετὰ τῶν οἰκείων σκαραμαγγίων καὶ μόνον. τῇ
5δὲ τεσσαρισκαιδεκάτῃ τοῦ αὐτοῦ μηνὸς τελεῖται ἡ ὕψωσις καὶ ἐμφάνια τοῦ τιμίου καὶ ζωοποιοῦ σταυροῦ, καὶ ἀνέρχον‐ ται οἱ βασιλεῖς ὄρθρου βαθέως ἐν τῷ ναῷ τῆς ἁγίας Σοφίας, ποτὲ δὲ καὶ ἀπὸ ἑσπέρας· καὶ τελουμένης τῆς τρίτης ὑψώσεως τοῦ παναγίου ξύλου, κατέρχονται πάλιν οἴκαδε διὰ τῶν δια‐
10βατικῶν ἐν πρώτοις, καὶ τελουμένης παγανῆς προελεύσεως ἔνδον τοῦ παλατίου, προτίθεται κλητώριον ἐν τῷ Ἰουστινια‐ νοῦ τρικλίνῳ, καὶ δεῖ ἡμᾶς συγκαλέσασθαι εἰς συνεστίασιν τῶν βασιλέων φίλους κατὰ τὸν ἤδη τῶν κλητωρίων λεχθέντα τύπον· εἰσάγειν δὲ πάντας μετὰ τῶν οἰκείων σκαραμαγγίων
15καὶ μόνον. ἐπὶ δὲ τοῦ μηνὸς Νοεμβρίου τελοῦνται τὰ βρου‐ μάλια τῶν δεσποτῶν, καὶ τελουμένου ἐφ’ ἑκάστου κλήσει τοῦ ἑσπερίου φωτοφανοῦς σαξίμου, δίδονται ἀποκόμβια τάδε· ἐπὶ μὲν τοῦ βρουμαλίου Λέοντος τοῦ φιλοχρίστου δεσπότου χρυ‐ σοῦ λίτραι κʹ· ἐπὶ δὲ τοῦ εὐτυχοῦς Ἀλεξάνδρου αὐγούστου
20χρυσοῦ λίτραι ιʹ· ἐπὶ δὲ τῆς εὐσεβοῦς Ζώνης αὐγούστης χρυ‐ σοῦ λίτραι ηʹ· ἃ καὶ διανέμονται ὑπὸ τοῦ μεγάλου πρωτο‐
μαγίστρου καὶ τοῦ κλεινοῦ ἀρτικλίνου τοῦ βασιλικοῦ κατὰ τὸν782

783

περιεχόμενον τύπον τοῦ καθ’ ἡμᾶς κονδακίου. αὗται οὖν πᾶ‐ σαι αἱ τυπικαὶ περιοδικῶς ἐρχόμεναι τῷ χρόνῳ κλήσεις εἰ‐ δικήν τινα εἰσάγουσιν, ὡς ἔφαμεν, τῶν κλητωρίων τάξιν. διὸ καὶ ταύτας εἰς ὑπόμνησιν τῶν καθ’ ἡμᾶς τελουμένων ἐμ‐
5φανῶς προθέμενοι ἀπταίστῳ λόγῳ αἴτησιν προσάγομεν προσ‐ έχειν ταύταις εἰς ἡμῶν συντήρησιν καὶ κλέους δόξαν.
7tΚΕΦ. νγʹ.
8tΠερὶ διανομῶν τῶν εὐσεβιῶν τοῦ βασιλέως ἔν τε τοῖς βρουμαλίοις
9tκαὶ στεψίμοις καὶ αὐτοκρατορίαις.
10Ἐπειδή τινες τῶν ἐν ἀξιώμασι διαπρεπόντων, ληχνοτέ‐ ραν τὴν ἔφεσιν τῶν χρημάτων ἔχοντες, ἀμφισβητήσεις καὶ λόγους ἐγείρουσι περὶ τῆς διανομῆς τῶν διδομένων χρημά‐ των καὶ τὴν ἐξ ἀρχαίων τῶν χρόνων παρακολουθήσασαν συν‐ ήθειαν ἀνατρέπειν σπουδάζουσι· φέρε δὴ καθὼς ἐκ τῶν
15πρὸ ἡμῶν ἐγγράφως παρελάβομεν τύπον, καὶ ὑμῖν παραδώ‐ σωμεν. πᾶν γὰρ τὸ ἀρχαιότητι διαφέρον αἰδέσιμον, οὔτε προσθήκην τῶν πάλαι διανομῶν καινουργεῖν σπεύδοντες, οὔτε ἐλάττωσιν τῶν προπραχθέντων ποιούμενοι. δεῖ γὰρ τὸν δια‐ νομέα τῶν τοιούτων ἀρτικλίνην πρό γε πάντων τὸ ποσὸν τῆς
20δωρεᾶς ἐκμανθάνειν, καὶ εἶθ’ οὕτως ἀκριβολογεῖν τὰς τῶν
ἀξιωμάτων διαφορὰς, καὶ ἑκάστῃ ἀξιωμάτων τάξει συγκα‐783

784

ταριθμεῖν τοὺς αὐτῆς μετόχους, κἂν ἐλάττονες τῶν ἀξιωμά‐ των τυγχάνουσι· καὶ τοῖς μὲν μαγίστροις συγκαταλέγειν τόν τε ῥαίκτορα καὶ τὴν ζωστὴν πατρικίαν, τὸν σύγκελλον καὶ τοὺς ἀπὸ μαγίστρων μοναδικοὺς καὶ τὸν πραιπόσιτον, ἅμα
5δὲ καὶ τῷ οἰκειακῷ παρακοιμωμένῳ τοῦ μεγάλου ἡμῶν βα‐ σιλέως· εἰς δὲ τὴν τῶν ἀνθυπάτων τάξιν συναριθμεῖν τοὺς εὐνούχους πατρικίους· ἐν δὲ τῇ τάξει τῶν λοιπῶν πατρικίων συγκατατάττειν τοὺς ἐν τῷ βήλῳ τῶν πατρικίων τεταγμένους ὀφφικιαλίους, ἤγουν τοὺς πρωτοσπαθαρίους καὶ στρατηγοὺς,
10τοὺς πρωτοσπαθαρίους καὶ πραιποσίτους, τὸν δομέστικον τῶν σχολῶν, τὸν ἐξσκούβιτον, τὸν ὕπαρχον, τὸν γενικὸν, τὸν σα‐ κελλάριον, τὸν κυέστορα, τὸν δρουγγάριον τῆς βίγλης, τὸν πρωτοβεστιάριον τοῦ δεσπότου, τὸν τῆς τραπέζης, καὶ, εἰ τύχοιεν, παπίας μέγας καὶ ἑταιρειάρχης πρωτοσπαθάριος
15εὐνοῦχος· ἐν δὲ τῇ τάξει τῶν σεκραιτικῶν ὀφφικιαλίων συγ‐ καταριθμεῖν τοὺς εὐνούχους πρωτοσπαθαρίους πριμικηρίους καὶ ὀστιαρίους καὶ τοὺς ἐμπράτους κριτὰς καὶ μόνον. ἐκ δὲ τῆς τάξεως τῶν πρωτοσπαθαρίων δεῖ διαστέλλειν τοὺς τοῦ χρυσοτρικλίνου καὶ μαγλαβίτας καὶ ἀρτικλίνας .... μικρὸν
20πλέον προτιμᾶσθαι. τοὺς δὲ σπαθαροκανδιδάτους ... συν‐ αριθμεῖν τοῖς σπαθαροκουβικουλαρίοις μετὰ τῶν σπαθαρίων καὶ στρατόρων καὶ ἀπ’ αὐτῶν τοὺς κανδιδάτους μανδάτορας
συγκαταλέγειν, δηλονότι τῶν σεκρετικῶν νοταρίων ὑπεξαιρου‐784

785

μένων ἐκ πάντων τῶν τοῦ λαυσιακοῦ ἀρχόντων. καὶ ἡνίκα ἑκάστῃ ἁρμοζόντως τάξει τοὺς συμμετόχους ἐξαριθμήσῃ, κα‐ τὰ τὸ ποσὸν τοῦ δώρου τῆς εὐεργεσίας ποιεῖσθαι τὸν συλλο‐ γισμὸν, ὡς λεχθήσεται. ἡνίκα γὰρ ὁ μάγιστρος ἄτομον τυ‐
5χὸν λάβῃ μύραν, οἱονεὶ „κʹ, ὀφείλει λαμβάνειν ὁ ἀνθύπατος τὸ ἥμισυ τούτου, νομίσματα ιʹ. ὁ δὲ πατρίκιος ὀφείλει ὑπο‐ πίπτειν τῷ ἀνθυπάτῳ „αʹ, καὶ λαμβάνειν νομίσμ. θʹ, ὁ δὲ ὀφφικιάλιος τὸ δίμοιρον τοῦ πατρικίου νομίσμ. ϛʹ, οἱ δὲ πρωτοσπαθάριοι λιτοὶ τὸ ἥμισυ τοῦ πατρικίου νομίσμ. δʹ.
10προτιμῶνται δὲ οἱ τοῦ χρυσοτρικλίνου καὶ οἱ τοῦ μαγλαβίου πρωτοσπαθάριοι καὶ οἱ ἀρτικλίνοι ὑπὲρ τοὺς λιτοὺς πρωτο‐ σπαθαρίους νομίσμ. γʹ, οἱ δὲ σπαθαροκουβικουλάριοι καὶ σπαθαροκανδιδάτοι τὸ δίμοιρον τοῦ πρωτοσπαθαρίου „γʹ. οἱ δὲ κουβικουλάριοι καὶ σπαθάριοι καὶ στράτορες λαμβάνουσι
15τὸ ἥμισυ τοῦ πρωτοσπαθαρίου „βδʹ· οἱ δὲ κανδιδάτοι μα‐ γλαβῖται ἀνὰ„ϛʹ. οἱ δὲ σεκραιτικοὶ χαρτουλάριοι καὶ νο‐ τάριοι ὑποπίπτουσι τοῖς τοῦ λαυσιακοῦ ἄρχουσιν, ἕκαστος κατὰ τὸ ἴδιον ἀξίωμα, τρίτον. οἱ δὲ ἄρχοντες τοῦ βασι‐ λικοῦ βεστιαρίου ὑποπίπτουσι καὶ αὐτοὶ κατὰ τὰς οἰκείας
20ἀξίας ἀπὸ τῶν βασιλικῶν τοῦ λαυσιακοῦ κατὰ τὸ δίμοιρον μέρος τοῦ πρωτοτύπου, οἷον οἱ πρωτοσπαθάριοι ἀπὸ τῶν
οἰκειακῶν λιτῶν πρωτοσπαθαρίων, τὸ δίμοιρον „γʹ, καὶ οἱ785

786

σπαθαροκανδιδάτοι τῶν τριῶν τὸ δίμοιρον „βʹ, καὶ οἱ σπα‐ θάριοι καὶ στράτορες τῶν δύο τὸ δίμοιρον αγʹ, οἱ δὲ κανδι‐ δάτοι ϟγʹ, φολ. κʹ, οἱ δὲ λιτοὶ καὶ ἑβδομάριοι ἀπὸ ϟϛʹ, οἱ δὲ ὑπουργοὶ τῆς τραπέζης τοῦ βασιλέως καὶ τῆς αὐγού‐
5στης ἀπὸ ϟ πάντες, οἱ δὲ διὰ πόλεως πρωτοσπαθάριοι ἀπὸ νομίσμ. αʹ, οἱ δὲ σπαθαροκανδιδάτοι ἀπὸ ϟϛʹ, οἱ δὲ σπαθά‐ ριοι στράτορες λαμβάνουσι τὸ ἥμισυ τοῦ πρωτοσπαθαρίου „βδʹ, οἱ δὲ κανδιδάτοι μαγλαβῖται ἀνὰ„ϛʹ, οἱ δὲ σεκρετικοὶ χαρ‐ τουλάριοι καὶ νοτάριοι ὑποπίπτουσι τοῖς τοῦ λαυσιακοῦ ἄρ‐
10χουσιν, ἕκαστος κατὰ τὸ ἴδιον ἀξίωμα „γʹ. οἱ δὲ ἄρχοντες τοῦ βασιλικοῦ βεστιαρίου ὑποπίπτουσι καὶ αὐτοὶ κατὰ τὰς οἰκείας ἀξίας ἀπὸ τῶν βασιλικῶν τοῦ λαυσιακοῦ κατὰ τὸ δί‐ μοιρον μέρος τοῦ πρωτοτύπου, οἱ δὲ σπαθάριοι, στράτορες, ὕπατοι ἀπὸ ϟ, οἱ δὲ κανδιδάτοι βεστήτορες ἀπὸ γʹ. δίδοται
15δὲ καὶ ἔξω τούτου ἐκ τῆς αὐτῆς ποσότητος τῷ μὲν πρωτοβε‐ στιαρίῳ ... κατὰ τὴν ποσότητα τῶν λιτρῶν τῇ λίτρῃ αʹ, τῷ δὲ τῆς καταστάσεως „κʹ καὶ τῷ ὀστιαρίῳ „κʹ, τῷ μέρει Βε‐ νέτων „δʹ, τῷ μέρει Πρασίνων „δʹ, τῷ ὀρχιστῇ ... δια‐ τρέχουσι „γʹ, τοῖς μανδάτορσι τοῦ λογοθέτου .. τοῖς νομο‐
20φύλαξι „γʹ, καὶ τῷ ἀρτικλίνῃ τῷ διανέμοντι τὸ ἀποκόμβιον. καὶ ταῦτα μὲν ἐπὶ τῆς τῶν βρουμαλίων δωρεῶν διανομῆς·
ἐν δὲ τοῖς στεψίμοις τῶν βασιλέων καὶ ταῖς αὐτοκρατορίαις786

787

ὑπεξαιροῦνται πάντες οἱ τῶν σεκρέτων χαρτουλάριοι καὶ νο‐ τάριοι καὶ τὰ βεστία καὶ ὑπουργίαι καὶ οἱ διὰ πόλεως πάν‐ τες. καὶ γίνεται ἡ διανομὴ εἰς μόνους τοὺς ἄρχοντας τοῦ λαυσιακοῦ, οἷον εἰς μαγίστρους, πραιποσίτους, ἀνθυπάτους,
5πατρικίους, πρωτοσπαθαρίους, σὺν τοῖς εὐνούχοις πρωτο‐ σπαθαρίοις καὶ μόνον· σπαθαροκανδιδάτοις, σπαθαρίοις, καὶ στράτωρες καὶ κανδιδάτοις, καὶ εἰς τοὺς λεχθέντας ἐξω‐ βρεματῶν ἀποκομβίων. οἱ γὰρ τοῦ κουβουκλείου πάντες ἰδια‐ ζόντως τὰ ἀποκόμβια λαμβάνουσιν.
10tΠερὶ συνηθείας τῶν ἀρτικλινῶν.
11Ἐπεὶ δὲ τὰς διὰ τῶν βραβείων καὶ διὰ λόγων προσγινο‐ μένων ἀξιῶν διαιρέσεις καὶ ὑποδιαιρέσεις, αὔξεις τε καὶ μειώσεις, προσκλήσεις τε καὶ ὑποκλήσεις, εἰς τοὐμφανὲς ἐποιήσαμεν, φέρε δὴ καὶ τὰς ἔκπαλαι τοὺς ἀρτικλίνας παρὰ
15τῶν βασιλέων ἐκτυπωθείσας συνηθείας, καὶ ἐκ τίνων προσώ‐ πων ταύτας διδόναι αὐτοῖς ἠφορίσθη, ἐκ τῶν ἀρχαιοτέρων ἐρανισάμενοι τῇδε τῇ γραφῇ παραδοίημεν. προβαλλομένης γὰρ ζωστῆς ἢ μαγίστρου, δίδοται αὐτοῖς ἐξ ἑκάστου αὐτῶν καθάπαξ „κδʹ. τιμωμένου δὲ συγκέλλου, δίδοται αὐτοῖς συν‐
20ήθεια παρ’ αὐτοῦ καθάπαξ „ιβʹ. ἀναγομένου δὲ εὐνούχου
ἢ βαρβάτου εἰς πατρικιότητα, ἢ ἀνθυπάτου γενομένου τινὸς,787

788

δίδοται αὐτοῖς ἐξ ἑκάστου αὐτῶν „ιβʹ· ὁμοίως καὶ ἐκ τῆς διανομῆς τοῦ κομβίου τοῦ διδομένου παρὰ τοῦ τιμωμένου πατρικίου λαμβάνουσιν νομίσμ. ιβʹ. οἱ δὲ χειροτονούμενοι στρατηγοὶ ἔν τε τῇ ἀνατολῇ καὶ τῇ δύσει παρέχουσιν αὐ‐
5τοῖς ἀνὰ νομισμ. ιβʹ. εἰ δὲ καὶ ἐπιμένωσι στρατηγοὶ, ὁσάκις ἂν ῥογευθῶσιν, οἱ μὲν ἀνατολικοὶ ἀνὰ νομισμ. ιβʹ, κἂν τάχα τύχοιεν εἰς τὸ ἴδιον θέμα, τὴν ῥόγαν αὐτῶν ἀποσταλῆναι. οἱ δὲ τῆς δύσεως καὶ μὴ ῥογευόμενοι, ὁσάκις ἂν ἐν τῇ βα‐ σιλευούσῃ τῶν πόλεων ἐπανέλθωσι, παρέχουσιν αὐτοῖς ἀνὰ
10νομισμ. ιβʹ. προβαλλομένου δὲ ἐκ προσώπου στρατηγοῦ ἢ κλεισουράρχου ἢ κατεπάνω Παφλαγωνίας, δίδοται αὐτοῖς ἐξ ἑκάστου αὐτῶν ἀνὰ νομισμ. ηʹ, καὶ ὁσάκις εἰσελθόντες ῥογευ‐ θῶσι, πάλιν τὴν αὐτὴν ποσότητα παρέχουσιν αὐτοῖς. οἱ δὲ ὀφφικιάλιοι, κἄν τε τῇ τῶν πρωτοσπαθαρίων τετίμηνται
15ἀξίᾳ, κἄν τε καὶ μὴ, ἀπό τε τοῦ πραιποσίτου καὶ τοῦ δο‐ μεστίκου τῶν σχολῶν μέχρι τῆς τοῦ πρωτοσπαθαρίου τῶν βασιλικῶν, δίδουσι καὶ αὐτοὶ ἅπαξ ἀνὰ„ιβʹ· οἱ δὲ λοιποὶ πάντες ὀφφικιάλιοι μέχρι τοῦ δομεστίκου τῶν βασιλικῶν ἀνὰ„ηʹ. εἰ δέ τις εὐνοῦχος πρωτοσπαθάριος γένηται, δί‐
20δωσιν αὐτοῖς ἅπαξ „ηʹ· πριμικήριος ἢ ὀστιάριος ἀνὰ„ϛʹ· ὡσαύτως ὁ ἄρχων τοῦ ἀρμαμέντου, ὁ μινσουράτωρ, ὁ κου‐ ράτωρ τοῦ κτήματος, οἱ χαρτουλάριοι τοῦ ὀξέου δρόμου, ὁ
ἀκτουάριος, ὁ πρωτονοτάριος τοῦ δρόμου, ὁ χαρτουλάριος788

789

τοῦ σταύλου, ὁ ἐπίκτης καὶ ὁ τῆς ὑπουργίας δομέστικος, ὁ ζυγοστάτης, ὁ οἰκιστικὸς καὶ ὁ χρυσεψητής. ἐπὶ προβολῇ δὲ παντὸς πρωτοσπαθαρίου ἀπό τε μαγλαβιτῶν καὶ τῶν ἐν τῷ οἰκειακῷ βασιλικῷ βεστιαρίῳ καταλεγομένων, καὶ τῶν εἰς
5τοὺς βασιλικοὺς ἀνθρώπους συντεταγμένων, καὶ τῶν ἐπὶ τῆς βασιλικῆς τραπέζης παρισταμένων, καὶ τῶν διὰ πόλεως σὺν τῶν ἐξωτικῶν τιμωμένων, δίδοται αὐτοῖς ἅπαξ ἀνὰ νομισμ. ηʹ, οἱ δὲ τῇ τῶν σπαθαροκανδιδάτων ἢ σπαθαρίων τιμώμενοι ἀξίᾳ ἀνὰ„ϛʹ, οἱ δὲ τῇ τῶν στρατώρων ἢ ὑπά‐
10των, ἢ κανδιδάτων ἢ μανδατόρων, ἢ βεστητόρων, ἢ σιλεν‐ τιαρίων, ἢ ἀπὸ ἐπάρχων τιμώμενοι ἀξίᾳ, παρέχουσι καὶ αὐ‐ τοὶ νομισμ... ὡσαύτως καὶ ἐπὶ τῶν σεκρετικῶν ἤγουν συγκλη‐ τικοῦ τιμωμένου αὐτοῦ ἐν ἀξιώμασιν, δίδοται ἐξ ἑκάστου αὐτῶν κατὰ τὸ οἰκεῖον ἀξίωμα, οἱ μὲν τῇ τῶν πρωτοσπαθα‐
15ρίων ἀνὰ„ηʹ, οἱ δὲ τῇ τῶν σπαθαροκανδιδάτων ἢ σπαθα‐ ρίων ἀνὰ„ϛʹ, οἱ δὲ τῇ τῶν στρατώρων ἢ ὑπάτων ἢ κανδι‐ δάτων ἢ μανδατόρων ἢ βεστητόρων ἢ σιλεντιαρίων ἀνὰ νο‐ μισμ. δʹ, ἀπράτων δὲ σεκρετικῶν γενομένων, ἀνὰ„γʹ, οἱ δὲ τῶν ταγμάτων καὶ τῶν πλοΐμων καὶ τῶν νουμέρων καὶ τει‐
20χέων τοποτηρηταὶ ἅμα τοῖς χαρτουλαρίοις αὐτῶν ἀνὰ„ϛʹ. οἱ δὲ λοιποὶ πάντες ἄρχοντες ἅμα τοῖς τριβούνοις καὶ βικα‐ ρίοις ἀνὰ νομίσματος ἑνός. τούτων τοίνυν ἀνέκαθεν πλατι‐
κώτερον εἰσενηνεγμένων, νυνὶ δὲ ὡς οἷόν τε ἦν σαφῶς καὶ789

790

εὐσυνόπτως ἐν ἐπιτόμῳ συνειλεγμένων, χρὴ τοῖς, ὅσοι τὴν περὶ τούτων φροντίδα καὶ ὑπηρεσίαν πεποίηνται κατὰ τὴν προκειμένην διδασκαλίαν, καὶ περὶ τῶν βασιλικῶν κλητωρίων, καὶ περὶ τῶν διανομῶν, ἐκ τοῦδε τοῦ τακτικοῦ παραγγέλ‐
5ματος ὡς ἀπὸ κανόνος, ἢ, τό γε ἀληθέστερον, ὡς ἐκ τοῦ βασιλικοῦ θεσπίσματος, ἀναμφισβήτως ἐνεργεῖν. ἔδει μὲν ἡμᾶς τοῖς συνταχθεῖσιν περὶ καθεδρῶν λόγοις καὶ τήνδε τὴν τῶν ἱερατικῶν ἐπισυνάψαι τάξιν, ὡς ἅτε μᾶλλον τὰ πρέ‐ σβεια τῆς πρωτοκλησίας φέρουσαν. ἀλλ’ ἵνα μή τις κόρος λό‐
10γου τοῖς ἀναγινώσκουσιν περιστῇ, καὶ ἡ συγκλητικὴ τάξις σὺν τῇ ἱερατικῇ συναφθεῖσα ἀσάφειαν τοῖς εἰσαγομένοις διὰ τῶν ὀνομάτων ποιήσει, ταύτην τυπικῶς μὲν ἤδη ἐπὶ τῆς τά‐ ξεως τῶν μαγίστρων, πατρικίων, πραιποσίτων καὶ στρατηγῶν προεσημάναμεν. νυνὶ δὲ τῆς περὶ τούτων κυριοκλησίας καὶ
15πρωτοκαθεδρίας τῶν τε ἐπαρχιῶν καὶ μητροπολιτῶν, ἀρχιε‐ πισκόπων αὐτοκεφάλων καὶ ἐπισκόπων ὑποτεταγμένων τὴν ἁρμόζουσαν τάξιν εἰδικῶς ἐμφανῆσαι βουλόμενοι, εἰδικήν τι‐ να καὶ τὴν πραγματείαν συγγράψαι προεθυμήθημεν. τὰ γὰρ εἰδικῶς ὄντως λεγόμενα σαφῆ τὴν διδασκαλίαν παρέχει· τὰ
20δὲ πῶς ἐν συζυγίαις πεπλεγμένα ἀσάφειαν πολλάκις τοῖς ἐν‐
τυγχάνουσι προξενεῖ. διὰ καθηρμὸν ἑκάστης ἐπαρχίας τὰς790

791

μητροπόλεις ἐκθέμενοι, τῷ ἑκάστῳ μητροπολίτῃ ἁρμόζοντι τόπῳ τῆς καθέδρας διεστιχήσαμεν, καὶ εἶθ’ οὕτως τὰς τῶν αὐτοκεφάλων ἀρχιεπισκόπων κατὰ τάξιν δευτέραν οὖσαν ἀπὸ τῶν μητροπολιτῶν ἐξεθέμεθα, μετὰ δὲ τούτοις τῇ ἑκάστῃ
5ἐπαρχίᾳ καὶ μητροπόλει ὑποτεταγμένας πόλεις καὶ ἐπισκοπὰς ἐδηλώσαμεν, οὐκ ἐκ τῶν καθ’ ἡμᾶς κλητωρολογίων μόνον τὰς ἀφορμὰς ἐκλαβόμενοι, ἀλλά γε καὶ ἐκ τῶν τοῦ θεσπεσίου Ἐπιφανίου τοῦ ἀρχιεπισκόπου Κύπρου συγγραφῆς τὰ πλεῖ‐ στα ἀναλεξάμενοι, ἵν’ ὑμεῖς ἐν τῇ τοιαύτῃ διακονίᾳ τῶν ἀρ‐
10τοκλινῶν τυγχάνοντες τεταγμένοι, μὴ δὲ ἐν τούτῳ τῷ μέρει τι διαμάρτητε, ἀλλὰ καὶ ἐν φωσάτοις μὴ παρόντος τοῦ οἰ‐ κουμενικοῦ πατριάρχου, τύχῃ καὶ ἐν ἑτέρῳ τόπῳ, τὴν πεῖ‐ ραν τῶν καθεδρῶν διὰ τοῦ συγγράμματος ἔχοντα ἄπταιστα καὶ ἀμώμητα τὰ τίμια κλητώρια τῶν βασιλέων ἡμῶν τῶν
15ἁγίων εἰσάγετε.
16tΚΕΦ. νδʹ.
17tἘπιφανίου ἀρχιεπισκόπου Κύπρου ἔκθεσις πρωτοκλησιῶν
18tπατριαρχῶν τε καὶ μητροπολιτῶν.
19Ὁ πατριάρχης Ῥώμης· ὁ πατριάρχης Κωνσταντινου‐
20πόλεως· ὁ πατριάρχης Ἀλεξανδρείας· ὁ πατριάρχης Ἀν‐
τιοχείας· ὁ πατριάρχης Ἱεροσολύμων.791

792

(1t)

Κλῆσις μητροπολιτῶν.
2Ἐπαρχίας Καππαδοκίας ὁ Καισαρείας αʹ. βʹ, ἐπαρχίας Ἀσίας ὁ Ἐφέσου· γʹ, ἐπαρχίας Εὐρώπης ὁ Ἡρακλείας· δʹ, ἐπαρχίας Γαλατίας Θρᾴκης ὁ Ἀγκύρας· εʹ, ἐπαρχίας Ἑλ‐
5λησπόντου ὁ Κυζίκου· ϛʹ, ἐπαρχίας Λυδίας ὁ Σάρδεων· ζʹ, ἐπαρχίας Βιθυνίας ὁ Νικομηδείας· ηʹ, ἐπαρχίας τῆς αὐτῆς ὁ Νικαίας· θʹ, ἐπαρχίας τῆς αὐτῆς ὁ Χαλκηδῶνος· ιʹ, ἐπαρ‐ χίας Παμφυλίας ὁ Σίδης· ιαʹ, ἐπαρχίας Ἀρμενίας βʹ ὁ Σε‐ βαστείας· ιβʹ, ἐπαρχίας Ἑλενοπόντου ὁ Ἀμασίας· ιγʹ, ἐπαρ‐
10χίας Ἀρμενίας αʹ ὁ Μελιτίνης· ιδʹ, ἐπαρχίας Καππαδοκίας βʹ ὁ Τυανῶν· ιεʹ, ἐπαρχίας Παφλαγωνίας ὁ Γαγγρῶν· ιϛʹ, ἐπαρχίας Ὁνοριάδος ὁ Κλαυδιουπόλεως· ιζʹ, ἐπαρχίας Πόν‐ του ὁ Νεοκαισαρείας· ιηʹ, ἐπαρχίας Γαλατίας βʹ ὁ Πισι‐ νοῦντος· ιθʹ, ἐπαρχίας Λυκίας ὁ Μύρων· κʹ, ἐπαρχίας
15Καρύας ὁ Ταυρουπόλεως· καʹ, ἐπαρχίας Φρυγίας ὁ Λαο‐ δικίας· κβʹ, ἐπαρχίας Φρυγίας Σαλουταρίας ὁ Συνάδων· κγʹ, ἐπαρχίας Λυκαονίας ὁ τοῦ Εἰκωνίου· κδʹ, ἐπαρχίας Πι‐ σιδίας ὁ Ἀντιοχείας· κεʹ, ἐπαρχίας Παμφυλίας ὁ Πέργης·
κϛʹ, ἐπαρχίας Καππαδοκίας βʹ ὁ Μωκησοῦ· κζʹ, ἐπαρχίας792

793

Λαζικῆς ὁ τοῦ Φάσιδος· κηʹ, ἐπαρχίας Θρᾴκης ὁ Φιλιπ‐ πουπόλεως· κθʹ, ἐπαρχίας Εὐρώπης ὁ Τραϊανουπόλεως· λʹ, ἐπαρχίας νήσων Κυκλάδων ὁ Ῥώδου· λαʹ, ἐπαρχίας Ἑμη‐ μόντου ὁ Ἁδριανουπόλεως· λβʹ, ἐπαρχίας τῆς αὐτῆς ὁ Μαρ‐
5κιανουπόλεως· λγʹ, ἐπαρχίας Φρυγίας Καπατιανῆς ὁ Ἱερα‐ πόλεως.
7tΠερὶ τῶν αὐτοκεφάλων ἀρχιεπισκόπων.
8Αʹ, ἐπαρχίας Μυσίας ὁ Ὠδύσου· βʹ, ἐπαρχίας Σκυθίας ὁ Τομῆς· γʹ, ἐπαρχίας Εὐρώπης ὁ Βιζύης· δʹ, ἐπαρχίας
10Παφλαγωνίας ὁ Πομπιουπόλεως· εʹ, ἐπαρχίας Ἀσίας ὁ Σμύρνης· ϛʹ, ἐπαρχίας Ἰσαυρίας ὁ Λεοντοπόλεως· ζʹ, ἐ‐ παρχίας Ῥωδόπης ὁ Μαρωνίας· ηʹ, ἐπαρχίας Βιθυνίας ὁ Ἀπαμίας· θʹ, ἐπαρχίας Ῥωδόπης ὁ Μαξιμιανουπόλεως· ιʹ, ἐπαρχίας Γαλατίας βʹ ὁ τῶν Γερμίων· ιαʹ, ἐπαρχίας Εὐ‐
15ρώπης ὁ Ἀρκαδιουπόλεως· ιβʹ, ἐπαρχίας Θρᾴκης ὁ Βερω‐ νῆς· ιγʹ, ἐπαρχίας νήσου Λέσβου ὁ Μιτυλήνης· ιδʹ, ἐπαρ‐ χίας Ἑλλησπόντου ὁ τοῦ Παρίου· ιεʹ, ἐπαρχίας Καρύας ὁ Με‐ λήτου· ιϛʹ, ἐπαρχίας Θρᾴκης ὁ Νικοπόλεως· ιζʹ, ἐπαρχίας νήσου ὁ Προικονήσου· ιηʹ, ἐπαρχίας Ῥωδόπης ὁ Ἀγχιάλου·
20ιθʹ, ἐπαρχίας Εὐρώπης ὁ Συλυβρίας· κʹ, ἐπαρχίας νήσου
Λέσβου ὁ Μεθύμνης· καʹ, ἐπαρχίας Βιθυνίας ὁ Κίου· κβʹ,793

794

ἐπαρχίας Εὐρώπης ὁ Ἄπρων· κγʹ, ἐπαρχίας Ῥωδόπης ὁ Κυμψάλων· κδʹ, ἐπαρχίας Ζηχίας ὁ Χερσῶνος· κεʹ, ἐπαρ‐ χίας Ζηχίας ὁ Βοσπόρου· κϛʹ, ἐπαρχίας τῆς αὐτῆς ὁ Νι‐ κόψεως· κζʹ, ἐπαρχίας Ἰσαυρίας ὁ Κοτράδων· κηʹ, ἐπαρ‐
5χίας Ἑλενοπόντου ὁ Εὐχαϊτῶν· κθʹ, ἐπαρχίας νήσων Κυκλά‐ δων ὁ Καρπάθου· λʹ, ἐπαρχίας Ῥωδόπης ὁ Αἴνου· λαʹ, ἐπαρχίας Εὐρώπης ὁ Δριδηπάρων· λβʹ, ἐπαρχίας Ἑμημόν‐ του ὁ Μεσημβρίας· λγʹ, ἐπαρχίας Ἀρμενίας βʹ ὁ Ἡρακλει‐ ουπόλεως· λδʹ, ἐπαρχίας Ἀβασγίας ὁ Σεβαστοπόλεως.
10tΠερὶ ἐπισκόπων ἐπεχομένων.
11Ἐπαρχία Καππαδοκίας ὁ Κικισοῦ, μητρόπολις Καισαρίας, ἔχει ὑπ’ αὐτὴν πόλεις κατὰ ἐπισκόπους εʹ, οἷον τὸν τῶν βα‐ σιλικῶν Θερμῶν, τὸν Νύσης, τὸν Θεοδοσιουπόλεως Ἀρμε‐ νίας, τὸν Καμουλιανῶν, τὸν Κηκησοῦ. ἐπαρχία Ἀσίας, μη‐
15τρόπολις Ἐφέσου, ἔχει πόλεις ὑπ’ αὐτὴν ἤτοι ἐπισκόπους λϛʹ, οἷον τὸν Ὑπέπον, τὸν Τραλέων, τὸν Μαγνησίας Μαιάνδρου, τὸν Ἐλέας, τὸν Ἀδραμυτίου, τὸν Ἄσσου, τὸν Γαργάρων, τὸν Μασταύρου, τὸν Καλοῆς, τὸν Βριούλων, τὸν Πηττά‐ νης, τὸν Μυρίνης, τὸν Φωκίας, τὸν Αὐρηλιουπόλεως, τὸν
20Νύσσης, τὸν Μασχακομέων, τὸν μητροπλιτὴν, τὸν Βαρέ‐794

795

των, τὸν Μαγνησίας καὶ Ἀνηλίου, τὸν Ἀνηνάτων, τὸν Περ‐ γάμου, τὸν Προήλης, τὸν Ἀρκαδιουπόλεως, τὸν ἀνέας Αὔ‐ λης, τὸν Διὸς ἱεροῦ, τὸν Αὐγάζων, τὸν Σιῶν, τὸν Κολο‐ φώνης, τὸν Λεβέδου, τὸν Τέου, τὸν Ἐρυθρῶν, τὸν Ἐκλυ‐
5ζομενινῶν, τὸν Ἀντάνδρου, τὸν Θεοδοσιουπόλεως Περπερί‐ νης, τὸν Κύμης, τὸν Παλαιουπόλεως. ἐπαρχία Εὐρώπης Θρᾴκης, μητρόπολις Ἡρακλείας, ἔχει ὑπ’ αὐτὴν πόλεις ἤτοι ἐπισκόπους εʹ, οἷον τὸν τοῦ Πανίου, τὸν Καλιπόλεως, τὸν Χερωνήσου, τὸν Κύλας, τὸν Ῥαιδεστοῦ. ἐπαρχία Γαλατίας
10Θρᾴκης, μητρόπολις Ἀγκύρας, ἔχει πόλεις ὑπ’ αὐτὴν, ἤτοι ἐπισκόπους, ζʹ, οἷον τὸν Ταβίας, τὸν Ἡλιουπόλεως, τὸν Ἀσπόνης, τὸν Βηρυνουπόλεως, τὸν Μνήζου, τὸν Κίνης, τὸν Ἀναστασιουπόλεως. ἐπαρχία Ἑλλησπόντου, μητρόπολις Κυ‐ ζίκου, ἔχει πόλεις ὑπ’ αὐτὴν, ἤτοι ἐπισκόπους, ιβʹ, οἷον
15τὸν Γέρμης, τὸν Πημανήνου, τὸν Ὤκης, τὸν Σασαβαρέως, τὸν Ἀδριανοῦ θηρῶν, τὸν Λαμψάκου, τὸν Ἀβύδου, τὸν Δαρδάνου, τὸν Ἠλίου, τὸν Τροάδος, τὸν Πιωνίας, τὸν Με‐ λιτουπόλεως. ἐπαρχία Λυδίας, μητρόπολις Σάρδεων, ἔχει ὑπ’ αὐτὴν πόλεις, ἤτοι ἐπισκόπους, κϛʹ, οἷον τὸν Φιλαδέλ‐
20φιον, τὸν Τριπόλεως, τὸν Θυατήρων, τὸν Σετῶν, τὸν Αὐ‐ ρηλιουπόλεως, τὸν Νακωλίας, τὸν τοῦ Δοκημίου, τὸν Μη‐ διαίου, τὸν Ἴψου, τὸν Προμνήσου, τὸν Μήρου, τὸν Σιβήνδου
τὸν Πολυβώτου, τὸν Φυτίας, τὸν Ἱεραπόλεως, τὸν Εὐκαρ‐795

796

πίας, τὸν Λυσσιάδος, τὸν Αὐγουστοπόλεως, τὸν Βροζοῦ, τὸν Ὤτρου, τὸν Λυκάωνος, τὸν Στεκτωρίου, τὸν Κηναβο‐ ρίου, τὸν Κόνης Δημητρόπολις, τὸν Σκορδασπίας, τὸν Νι‐ κουπόλεως, τὸν Αὐροκλῶν. ἐπαρχία Λυκαωνίας, μητρόπο‐
5λις τοῦ Εἰκωνίου, ἔχει ὑπ’ αὐτὴν πόλεις, ἤτοι ἐπισκόπους, ιδʹ, τὸν Λύστρων, τὸν Οὐασάδων, τὸν Ἀμβλάδων, τὸν Νοουμανάδων, τὸν Μισθίων, τὸν Λαράνδων, τὸν Βαρέτων, τὸν Δέρβης, τὸν Σανάτρων, τὸν Κανοῦ, τὸν Βηρυνουπο‐ λιοψιανῶν, τὸν Γαλβάνου, τὸν Λήστρων, τὸν Περτῶν.
10ἐπαρχία Πισσιδίας, μητρόπολις Ἀντιοχείας, ἔχει ὑπ’ αὐ‐ τὴν πόλεις, ἤτοι ἐπισκόπους, ιηʹ, τὸν Φιλομηλίου, τὸν Σα‐ γαλασοῦ, τὸν Σωζουπόλεως, τὸν Ἀπαμίας τῆς Κηνόου, τὸν Ῥαίου, τὸν Βάρεως, τὸν Ἀδριανουπόλεως, τὸν Λιμένων, τὸν Νεαπόλεως, τὸν Λαοδικίας τῆς καυμένης, τὸν Σελευ‐
15κίας, τὸν Σιδηρᾶς, τὸν Ἀδάδων, τὸν Ζωζήλων, τὸν Τημ‐ βριάδος, τὸν Τυμάνδου, τὸν Ἰουστινιανουπόλεως, τὸν Μη‐ τροπόλεως, τὸν Πάππων. ἐπαρχία τῆς Παμφυλίας, μητρό‐ πολις Πέργης, ἔχει ὑπ’ αὐτὴν πόλεις, ἤτοι ἐπισκόπους, ιηʹ, τὸν Ἀταλίας, τὸν Εὐδοξιάδος, τὸν Τελμήσου, τὸν Σίνδου,
20τὸν Μαξιμιανουπόλεως, τὸν Λαγήνων, τὸν Παλαιουπόλεως, τὸν Κρημνοῦ, τὸν Κουδρούλων, τὸν Πελτινήσσου, τὸν
Ἀρησασοῦ, τὸν Πουγλῶν, τὸν Ἀδριανῆς, τὸν Δικητάναυ‐796

797

ρον, τὸν Σανδιδῶν, τὸν Βαραεῖς, τὸν Συλέου, τὸν Περ‐ βαίνων. ἐπαρχία Καππαδοκίας, μητρόπολις Μωκησοῦ, ἔχει ὑπ’ αὐτὴν πόλεις, ἤτοι ἐπισκόπους, δʹ, τὸν Ναζιανζοῦ, τὸν Κωλωνείας, τὸν Παρνασσοῦ, τὸν Δοάρων. ἐπαρχία Λα‐
5ζικῆς, μητρόπολις Φάσιδος, ἔχει ὑπ’ αὐτὴν πόλεις, ἤτοι ἐπισκόπους, δʹ, τὸν Ῥωδοπόλεως, τὸν τῆς Σαησινῶν, τὸν Πετρῶν, τὸν τῆς Ζηγανέων. ἐπαρχία Θρᾴκης, μητρόπολις Φιλιππουπόλεως, ἔχει ὑπ’ αὐτὴν πόλεις, ἤτοι ἐπισκόπους, γʹ, τὸν Διοκλητιανουπόλεως, τὸν Σεβαστουπόλεως, τὸν Διοσ‐
10πόλεως. ἐπαρχία Εὐρώπης, μητρόπολις Τραιανοῦ, ἔχει ὑπ’ αὐτὴν πόλεις, ἤτοι ἐπισκόπους, βʹ, τὸν Πήρου, τὸν Ἀνα‐ στασιουπόλεως. ἐπαρχία νήσων Κυκλάδων, μητρόπολις Ῥώ‐ δου, ἔχει ὑπ’ αὐτὴν πόλεις, ἤτοι ἐπισκόπους, ιβʹ, τὸν Σά‐ μου, τὸν Χίου, τὸν Κόου, τὸν Ναξίας, τὸν Θήρας, τὸν
15Πάρου, τὸν Λεροῦ, τὸν Ἄνδρου, τὸν Τίνου, τὸν Μήλου, τὸν Πισσύνης. ἐπαρχία Ἐμημουπόλεως, μητρόπολις Ἀδρια‐ νοῦ, ἔχει ὑπ’ αὐτὴν πόλεις, ἤτοι ἐπισκόπους, εʹ, τὸν Μεσημ‐ βρίας, τὸν Σωζοπόλεως, τὸν Πλουτινουπόλεως, τὸν Ἀναστα‐ σιουπόλεως, τὸν Τζωϊδῶν. ἐπαρχία νήσων Κυκλάδων, μη‐
20τρόπολις Μαρκιανοῦ, ἔχει ὑπ’ αὐτὴν πόλεις, ἤτοι ἐπισκό‐ πους, εʹ, τὸν Ῥωδοστόλου, τὸν Τραμαρίσκων, τὸν Νόβων, τὸν Ζεκεδέσπων, τὸν Σκαρίας. ἐπαρχία Φρυγίας Καππα‐
δοκίας, μητρόπολις Ἱεραπόλεως, ἔχει ὑπ’ αὐτὴν πόλεις,797

798

ἤτοι ἐπισκόπους, εʹ, τὸν Μελουπόλης, τὸν Διονυσιουπόλεως, τὸν Ἀττούδων, τὸν Μεσύνων.
3tΚΕΦ. νεʹ.
4tΠερὶ τῆς διανομῆς τῶν κομβίων τῆς συνηθείας τῶν πραιποσίτων.
5Ἰστέον δὲ, ὅτι οἱ τιμώμενοι πατρίκιοι ὅ,τε ἔμπρατος, ἤ‐ τοι ὁ στρατηγὸς καὶ πατρίκιος, δίδωσι συνήθειαν τοῖς πραι‐ ποσίτοις χρυσοῦ λίτρας ηʹ· ὁ δὲ μεσόπρατος πατρίκιος, ἤτοι ὁ ἐμπολιτικὸς ὀφφικιάλιος, δίδωσι χρυσοῦ λίτρας ζʹ· ὁ δέ γε ἄπρατος πατρίκιος, ἤγουν ὁ ἀποσπαθάριος μόνον τιμη‐
10θεὶς, δίδωσι χρυσοῦ λίτρας ϛʹ, ἅτινα διανέμονται οὕτως.
11tἈπὸ τῶν ηʹ λιτρῶν τοῦ ἐμπράτου πατρικίου.
12Τοῦ κουβουκλείου χρυσοῦ λίτραι γʹ, „κδʹ· ὁ τοῦ κανι‐ κλείου „λϛʹ· ὁ δήμαρχος Βενέτων „λϛʹ· ὁ δήμαρχος Πρα‐ σίνων „λϛʹ· ὁ τῆς καταστάσεως „λϛʹ· οἱ σιλεντιάριοι „λϛʹ·
15οἱ κόμητες τῶν σχολῶν „κδʹ· οἱ ἀρτικλίνοι τοῦ βασιλέως „ ιβʹ· οἱ τοποτηρηταὶ τῶν σχολῶν „γʹ· ὁ σκευάζων τὸ κανί‐ κλειον „δʹ· οἱ ἀξιωματικοὶ „βʹ· ὁ πριμικήριος τοῦ κου‐ βουκλείου „ιβʹ. καὶ τὸ πᾶν χρυσοῦ λίτραι ϛʹ, „μεʹ.
19tΔιὰ τοῦ μέρους Βενέτων.
20Ὁ δευτερεύων Βενέτων „αʹ, ὁ δευτερεύων Πρασίνων „798

799

αʹ, ὁ γειτονιάρχης μιλ. ηʹ, ὁ γειτονιάρχης Πρασίνων μιλ. ηʹ, ὁ χαρτουλάριος Βενέτων μιλ. ηʹ, ὁ χαρτουλάριος Πρασίνων μιλ. ηʹ, ὁ φακτιονάριος Βενέτων μιλ. ηʹ, ὁ φακτιονάριος Πρα‐ σίνων μιλ. ηʹ, ὁ μικροπανίτης λευκὸς μιλ. εʹ, ὁ μικροπανίτης
5ῥούσιος μιλ. εʹ, ὁ ποιητὴς Βενέτων μιλ. ϛʹ, ὁ ποιητὴς Πρα‐ σίνων μιλ. ϛʹ, ὁ μελιστὴς Βενέτων μιλ. ϛʹ, ὁ μελιστὴς Πρα‐ σίνων μιλ. ϛʹ, οἱ ἐπιστάται Βενέτων μιλ. δʹ, οἱ ἐπιστάται Πρασίνων μιλ. δʹ, οἱ κράκται Βενέτων μιλ. δʹ, οἱ κράκται Πρασίνων μιλ. δʹ, οἱ σημειωταὶ Βενέτων μιλ. δʹ, οἱ σημειω‐
10ταὶ Πρασίνων μιλ. δʹ, οἱ μανδάτορες Βενέτων μιλ. δ, οἱ μαν‐ δάτορες Πρασίνων μιλ. δʹ, οἱ βηγάριοι Βενέτων μιλ. εʹ, οἱ βηγάριοι Πρασίνων μιλ. εʹ, οἱ θεωρηταὶ Βενέτων μιλ. δʹ, οἱ θεωρηταὶ Πρασίνων μιλ. δʹ, οἱ διασημειωταὶ Βενέτων μιλ. βʹ, οἱ διασημειωταὶ Πρασίνων μιλ. βʹ, τὸ ὄργανον Βενέτων μιλ.
15ϛʹ, τὸ ὄργανον Πρασίνων μιλ. ϛʹ. ὁμοῦ διὰ χρυσίου „δʹ, καὶ διὰ μιλ. „ιʹ, καὶ ὁμοῦ τὸ πᾶν „ιδʹ, μιλ. δʹ.
17tΔιὰ τῆς τάξεως τοῦ ἱπποδρομίου.
18Ὁ ἀκτουάριος „αʹ, ὁ ἄργυρος τοῦ βεστίου „βʹ, οἱ κούρσωρες „αʹ, ὁ ἄργυρος τῶν στεφάνων „αʹ, ὁ τῆς ἀπο‐
20κρίσεως „αʹ, ὁ νεανίσκος μιλ. δʹ, ὁ μαξιλάριος μιλ. δʹ, ὁ799

800

θεσσαράριος μιλ. δʹ, ὁ χαμαιτριβοῦνος μιλ. δʹ, οἱ ὀφφικιάλιοι τῆς κυλίστρας μιλ. εʹ, οἱ μαγγανάριοι Βενέτων μιλ. εʹ, οἱ μαγγανάριοι Πρασίνων μιλ. εʹ, οἱ πρωτοβηκτάριοι μιλ. γʹ, οἱ πρωτοπαλάριοι μιλ. εʹ, ὁ νουμεράριος „αʹ, οἱ δεκανοὶ τοῦ
5ἱπποδρόμου „βʹ, ἡ βίγλα τῆς Δάφνης μιλ. δʹ. ὁμοῦ διὰ χρυσίου καὶ μιλ. „ιβʹ, μιλ. ζʹ.
7tΔιὰ τῶν διαιταρίων καὶ λοιπῶν.
8Ὁ ἀδμηνσουνάλιος „ζʹ, οἱ διαιτάριοι τοῦ κονσιστωρίου „γʹ, ὁ δομέστικος τοῦ μεγάλου παλατίου „αʹ, οἱ διαιτάριοι
10τοῦ μεγάλου παλατίου „βʹ, ὁ δομέστικος τῆς Δάφνης „αʹ, οἱ διαιτάριοι τοῦ ἁγίου Στεφάνου μιλ. ηʹ, οἱ χρυσοχοὶ τοῦ βασιλικοῦ σκεύους μιλ. δʹ, οἱ διαιτάριοι τοῦ ὀστιαρικίου μιλ. ϛʹ, οἱ διαιτάριοι τοῦ ἱπποδρόμου μιλ. ηʹ, οἱ στένοντες τὰ σκά‐ μνα τοῦ ἱππικοῦ μιλ. γʹ, οἱ πρωτοκεντάριοι „αʹ, οἱ διαιτά‐
15ριοι τοῦ στρατωρικίου μιλ. εʹ, οἱ ἀσέλιοι „αʹ, οἱ διαιτάριοι τῶν ιθʹ ἀκουβίτων μιλ. ζʹ, οἱ διαιτάριοι τῆς ὑπεραγίας Θεο‐ τόκου μιλ. ιʹ, οἱ διαιτάριοι τῆς μανναύρας μιλ. ζʹ, οἱ τῆς βεστοσάκρας „αʹ, οἱ βασιλικοὶ λοῦσται „αʹ, οἱ καλδάριοι μιλ. βʹ. ὁμοῦ διὰ χρυσίου „ιηʹ, καὶ διὰ μιλ. „εʹ. ὁμοῦ
20„κγʹ.800

801

(1t)

Διὰ τῶν θυρωρῶν.
2Οἱ θυρωροὶ τῆς θερμάστρας „βʹ, οἱ θυρωροὶ τοῦ ἱππο‐ δρόμου „βʹ, οἱ διατρέχοντες „βʹ, οἱ κορτινάριοι „αʹ, μιλ. ζʹ, οἱ βασιλικοὶ ἀρμοφύλακες „βʹ. ὁμοῦ διὰ χρυσίου „θʹ,
5μιλ. ζʹ.
6tΔιὰ τῶν φωταψιῶν.
7Ὁ κανστρένσιος „αʹ, ὁ ῥεφερενδάριος „αʹ, μιλ. ϛʹ, οἱ βασιλικοὶ κληρικοὶ „εʹ, οἱ ψάλται τῆς ἁγίας Σοφίας „βʹ, οἱ ὑπουργοὶ τοῦ νάρθηκος μιλ. δʹ, οἱ ἀναγνῶσται τῶν βʹ ἑ‐
10βδομάδων „βʹ, ὁ σκευοφύλαξ „αʹ, οἱ ὀστιάριοι τοῦ ἁγίου φρέατος μιλ. εʹ, οἱ ὑποδιάκονες μιλ. ϛʹ, οἱ στράτωρες τοῦ πατριάρχου μιλ. εʹ, οἱ βαλαντάδες μιλ. εʹ, οἱ ἐπισκοπιανοὶ μιλ. εʹ, ὁ δομέστικος τῶν ὑποδιακόνων μιλ. ϛʹ, ἡ ἐκκλησία τοῦ σωτῆρος τοῦ Σταυρακίου „βʹ, ἡ ἐκκλησία τῶν ἀκοιμήτων
15„γʹ, ἡ ἐκκλησία τοῦ Κυρίου „αʹ, οἱ δεκανοὶ τοῦ πατριάρχου μιλ. δʹ, οἱ διποτάτοι τῆς ἁγίας Σοφίας μιλ. γʹ, οἱ τῆς σπου‐ δῆς μιλ. ηʹ, οἱ τῆς παρασπουδῆς μιλ. εʹ, ἡ ἐκκλησία τῶν Βα‐ σιλίδου „αʹ, ὁ ἅγιος Στέφανος εἰς τὸν ἱππόδρομον „αʹ, ἡ ἐκκλησία τῶν ἁγίων Σεργίου καὶ Βάκχου „αʹ, ὁ ἅγιος Θεό‐
20δωρος „αʹ, ὁ ἅγιος Καλλίνικος „αʹ, ἡ ἐκκλησία τῶν πελ...
ιβʹ, ὁ ἅγιος Στέφανος εἰς τὴν Δάφνην „αʹ, ἡ διακονία τῶν801

802

Οὐρβικίου οἱ προνοΐται „αʹ, ἡ διακονία τοῦ ἁγίου Μωκί‐ ου „αʹ, ἡ ἐκκλησία τοῦ ἁγίου Παγχαρίου „αʹ. καὶ ὁμοῦ διὰ χρυσίου „κθʹ, καὶ διὰ μιλιαρησίων „εʹ, μιλ. βʹ. καὶ ὁμοῦ τὸ πᾶν διὰ τῶν ἀμφοτέρων χρυσίου λίτραι ζʹ, „νέ,
5μιλ. κʹ.
6tΔιὰ τῆς διανομῆς τοῦ κομβίου τῶν ζʹ λιτρῶν τοῦ μεσοπράτου
7tπατρικίου.
8Οἱ τοῦ κουβουκλείου χρυσίου λίτρας γʹ, ὁ τοῦ κανικλεί‐ ου „λʹ, οἱ δύο δήμαρχοι ἀνὰ„λʹ, ὁ τῆς καταστάσεως „λʹ,
10οἱ σιλεντιάριοι „λʹ, οἱ ἀρτικλίνοι τοῦ βασιλέως „ιβʹ, οἱ κό‐ μητες τῶν σχολῶν „κʹ, ὁ σκευάζων τὸ κανίκλειον „δʹ, οἱ τοποτηρηταὶ τῶν σχολῶν „γʹ, ὁ πριμικήριος τοῦ κουβουκλεί‐ ου „ιβʹ, οἱ ἀξιωματικοὶ „βʹ. καὶ τὸ πᾶν χρυσίου λίτραι εʹ„νθʹ. διὰ τοῦ μέρους τῶν Βενέτων καὶ Πρασίνων. δια‐
15νέμονται οὗτοι καθὼς καὶ πρότερον εἴρηται. οὐ γὰρ ὑποπί‐ πτουσιν ἐκ τοῦ προτέρου κομβίου οὐδέν. διὰ τῶν διαιταρί‐ ων καὶ λοιπῶν. ὁ ἀδμηνσουνάλιος „ϛʹ, οἱ διαιτάριοι τοῦ κονσιστωρίου „βʹ, ὁ δομέστικος τοῦ μεγάλου παλατίου „αʹ, οἱ διαιτάριοι τοῦ μεγάλου παλατίου „βʹ, ὁ δομέστικος τῆς
20Δάφνης „αʹ, οἱ διαιτάριοι τοῦ ἁγίου Στεφάνου μιλ. ηʹ, οἱ χρυσοχοὶ τοῦ βασιλικοῦ σκεύους μιλ. δʹ, οἱ διαιτάριοι τοῦ
ὀστιαρικίου μιλ. ϛʹ, οἱ διαιτάριοι τοῦ ἱπποδρόμου μιλ. ζʹ, οἱ802

803

στένοντες τὰ σκάμνα τοῦ ἱπποδρόμου μιλ. γʹ, οἱ πρωτοκεντάριοι „αʹ, οἱ διαιτάριοι τοῦ στρατωρικίου μιλ. εʹ, τοῖς ἀσελίοις „ αʹ, οἱ διαιτάριοι τῶν ιθʹ ἀκουβίτων μιλ. ζʹ, οἱ διαιτάριοι τῆς παναγίας μιλ. ιʹ, οἱ διαιτάριοι τῆς μανναύρας μιλ. ζʹ, οἱ
5τῆς βεστοσάκρας „αʹ, οἱ βασιλικοὶ λοῦσται „αʹ, οἱ καλδά‐ ριοι μιλ. βʹ. καὶ τὸ πᾶν διὰ χρυσίου „ιϛʹ, καὶ διὰ μιλ. „ δʹ, μιλ. ιαʹ. ὁμοῦ τὸ πᾶν „κʹ, μιλ. ιαʹ. διὰ τῶν θυρωρῶν. καὶ οὗτοι λαμβάνουσι καθὼς καὶ ἐπὶ τοῦ πρώτου κομβίου. ὁμοίως καὶ αἱ φωταψίαι, ἤγουν αἱ ἐκκλησίαι.
10tΔιὰ τῆς διανομῆς τοῦ κομβίου τοῦ ἀπράτου πατρικίου τῶν ϛʹ
11tλιτρῶν οὕτως.
12Οἱ τοῦ κουβουκλείου χρυσίου λίτρας βʹ, ὁ τοῦ κανικλεί‐ ου „κδʹ, οἱ δύο δήμαρχοι „μηʹ ἀνὰ„κδʹ, ὁ τῆς καταστά‐ σεως „κδʹ, οἱ σιλεντιάριοι „κδʹ, οἱ κόμητες τῶν σχολῶν „
15κδʹ, οἱ ἀρτοκλίνοι τοῦ βασιλέως „ιβʹ, οἱ τοποτηρηταὶ τῶν σχολῶν „γʹ, ὁ πριμικήριος τοῦ κουβουκλείου „ιβʹ, οἱ ἀξι‐ ωματικοὶ „βʹ, ὁ σκευάζων τὸ κανίκλειον „δʹ. ὁμοῦ λίτραι δʹ„λγʹ. διὰ τῶν δύο μερῶν Βενέτων τε καὶ Πρασίνων. ὁ δευτερεύων Βενέτων „αʹ, ὁ δευτερεύων Πρασίνων „αʹ, ὁ
20γειτονιάρχης Βενέτων μιλ. ηʹ, ὁ γειτονιάρχης Πρασίνων μιλ.
ηʹ, ὁ χαρτουλάριος Βενέτων μιλ. ηʹ, ὁ χαρτουλάριος Πρασί‐803

804

νων μιλ. ηʹ, ὁ φακτιονάριος Βενέτων μιλ. ηʹ, ὁ φακτιονάριος Πρασίνων μιλ. ηʹ, ὁ λευκὸς μιλ. εʹ, ὁ ῥούσιος μικροπανίτης μιλ. εʹ, ὁ ποιητὴς Βενέτων μιλ. ϛʹ, ὁ ποιητὴς Πρασίνων μιλ. ϛʹ, ὁ μελιστὴς Βενέτων μιλ. ϛʹ, ὁ μελιστὴς Πρασίνων μιλ. ϛʹ,
5οἱ ἐπιστάται Βενέτων μιλ. δʹ, οἱ ἐπιστάται Πρασίνων μιλ. δʹ, οἱ κράκται Βενέτων μιλ. δʹ, οἱ κράκται Πρασίνων μιλ. δʹ, οἱ σημειωταὶ Βενέτων μιλ. δʹ, οἱ σημειωταὶ Πρασίνων μιλ. δʹ, οἱ μανδάτορες Βενέτων μιλ. δʹ, οἱ μανδάτορες Πρασίνων μιλ. δʹ, οἱ βηγάριοι Βενέτων μιλ. εʹ, οἱ βηγάριοι Πρασίνων
10μιλ. εʹ, οἱ θεωρηταὶ Βενέτων μιλ. δʹ, οἱ θεωρηταὶ Πρασίνων μιλ. δʹ, οἱ διασημειωταὶ Βενέτων μιλ. βʹ, οἱ διασημειωταὶ Πρασίνων μιλ. βʹ, τὸ ὄργανον Βενέτων μιλ. ϛʹ, τὸ ὄργανον Πρασίνων μιλ. ϛʹ. ὁμοῦ „ιδʹ, μιλ. δʹ.
14tΔιὰ τοῦ ἱπποδρομίου.
15Ὁ ἀκτουάριος „αʹ, ὁ ἄργυρος τοῦ βεστίου „βʹ, ὁ κούρ‐ σωρ „αʹ, ὁ ἄργυρος τῶν στεφάνων „αʹ, ὁ τῆς ἀποκρίσεως „αʹ, ὁ νεανίσκος μιλ. δʹ, ὁ μαξιλλάριος μιλ. δʹ, ὁ θεσσαρά‐ ριος μιλ. δʹ, ὁ χαμετριβοῦνος μιλ. δʹ, οἱ ὀφφικιάλιοι τῆς κυ‐ λίστρας μιλ. εʹ, οἱ μαγγανάριοι Βενέτων μιλ. εʹ, οἱ μαγγανά‐
20ριοι Πρασίνων μιλ. εʹ, τοῖς πρωτοβηταρίοις μιλ. γʹ, τοῖς πρω‐
τοπαλλαρίοις μιλ. εʹ, τῷ νουμεραρίῳ „αʹ, τοῖς δεκανοῖς τοῦ804

805

ἱπποδρομίου „βʹ, τῇ βίγλῃ τῆς Δάφνης μιλ. δʹ. ὁμοῦ χρυ‐ σίου „θʹ, καὶ διὰ μιλ. „γʹ, μιλ. ζʹ.
3tΔιὰ τῶν διαιταρίων.
4Τῷ ἀδμηνσουναλίῳ „εʹ, τοῖς διαιταρίοις τοῦ κονσιστω‐
5ρίου „βʹ, ὁ δομέστικος τοῦ παλατίου „αʹ, οἱ διαιτάριοι τοῦ μεγάλου παλατίου „αʹ, ὁ δομέστικος τῆς Δάφνης „αʹ, οἱ δι‐ αιτάριοι τοῦ ἁγίου Στεφάνου „αʹ, οἱ χρυσοχοὶ τοῦ βασιλι‐ κοῦ σκεύους μιλ. δʹ, οἱ διαιτάριοι τοῦ ὀστιαρικίου μιλ. βʹ, οἱ διαιτάριοι τοῦ ἱπποδρομίου μιλ. ηʹ, οἱ στένοντες τὰ σκάμνα τοῦ
10ἱππικοῦ μιλ. γʹ, οἱ πρωτοκεντάριοι „αʹ, τοῖς ἀσελίοις „αʹ, οἱ διαιτάριοι τοῦ στρατωρικίου μιλ. εʹ, οἱ διαιτάριοι τῶν ιθʹ ἀκουβίτων μιλ. ηʹ, οἱ διαιτάριοι τῆς ὑπεραγίας Θεοτόκου μιλ. ιʹ, οἱ διαιτάριοι τῆς μανναύρας μιλ. ηʹ, οἱ τῆς βεστοσάκρας „αʹ, οἱ βασιλικοὶ λοῦσται „αʹ, οἱ καλδάριοι μιλ. βʹ. ὁμοῦ
15χρυσίου „ιεʹ, καὶ διὰ μιλ. „δʹ, μιλ. ιʹ.
16tΔιὰ τῶν θυρωρῶν.
17Οἱ διατρέχοντες τοῦ λογοθέτου τοῦ δρόμου „βʹ, οἱ θυ‐ ρωροὶ τῆς θερμάστρας „βʹ, οἱ θυρωροὶ τοῦ ἱπποδρομίου „ βʹ, οἱ κορτινάριοι „αʹ, μιλ. ζʹ, οἱ βασιλικοὶ ἀρμοφύλακες „
20βʹ. ὁμοῦ χρυσίου „θʹ, μιλ. ζʹ.
21tΔιὰ τῶν φωταψιῶν τῶν ἐκκλησιῶν καὶ λοιπῶν προσώπων.
22Τῷ καστρενσίῳ „αʹ, τῷ ῥεφερενδαρίῳ „αʹ, οἱ βασιλι‐805

806

κοὶ κληρικοὶ τοῦ Φάρου „εʹ, οἱ ὑποδιάκονες τῆς ἁγίας Σο‐ φίας μιλ. ϛʹ, οἱ δεκανοὶ τοῦ πατριάρχου μιλ. δʹ, οἱ διποτά‐ ται μιλ. γʹ, οἱ τῆς σπουδῆς μιλ. ηʹ, οἱ τῆς παρασπουδῆς μιλ. εʹ, οἱ στράτωρες τοῦ πατριάρχου μιλ. εʹ, οἱ ἀναγνῶσται τῶν
5βʹ ἑβδομάδων „αʹ, μιλ. ϛʹ, οἱ ψάλται τῆς ἁγίας Σοφίας „αʹ, μιλ. ϛʹ, οἱ σκευοφύλακες „αʹ, οἱ ὑπουργοὶ τοῦ νάρθηκος μιλ. δʹ, οἱ ὀστιάριοι τοῦ ἁγίου φρέατος μιλ. εʹ, οἱ βαλαντάδες μιλ. εʹ, οἱ ἐπισκοπιανοὶ μιλ. εʹ, ὁ δομέστικος τῶν ὑποδιακό‐ νων μιλ. ϛʹ, ἡ ἐκκλησία τῶν ἀκοιμήτων„ γʹ, ἡ ἐκκλησία τοῦ
10Κυρίου „αʹ, ἡ ἐκκλησία τοῦ ἁγίου Στεφάνου τοῦ ἱπποδρο‐ μίου „αʹ, ἡ ἐκκλησία τοῦ σωτῆρος τοῦ σταυρίου „αʹ, ἡ ἐκ‐ κλησία τῶν Βασιλίδου „αʹ, ἡ ἐκκλησία τοῦ ἁγίου Στεφάνου τῆς Δάφνης „αʹ, ἡ ἐκκλησία τοῦ ἁγίου Σεργίου καὶ Βάκχου „αʹ, ἡ ἐκκλησία τῆς μονῆς τοῦ Πελεκάνου „αʹ, ἡ ἐκκλησία
15τοῦ ἁγίου Θεοδώρου „αʹ, ἡ ἐκκλησία τοῦ ἁγίου Καλλινίκου „αʹ, ἡ διακονία τῶν Οὐρβικίου „αʹ, ἡ διακονία τοῦ ἁγίου Μωκίου „αʹ, ἡ ἐκκλησία τοῦ ἁγίου Παγχαρίου „αʹ. ὁμοῦ χρυσίου „κδʹ, καὶ διὰ μιλ. „εʹ, μιλ. ηʹ. καὶ ὁμοῦ διὰ χρυ‐ σίου καὶ μιλ. „κθʹ, μιλ. ηʹ. καὶ ὁμοῦ τὸ πᾶν ἔξοδ. λίτρ. εʹ,
20„μζʹ, καὶ ἀναπρ. „κεʹ. ἔστιν δὲ καὶ ἡ διανομὴ τῶν πʹ. „
τῶν ὀψικρ. τοῦ πατρικίου ***806

807

(1t)

ΚΕΦ. νζʹ.
2tΠερὶ συνηθειῶν τῶν πραιποσίτων ἐν τῇ τάξει τοῦ ἱπποδρομίου.
3Ἐπειδήπερ πᾶσιν πρόκεινται ἡ τῆς τερπνῆς ἱπποδρομίας χαρμόσυνος θέα καὶ ἀκριβὴς τῶν ἐν αὐτῇ διαφόρων τάξεων
5ἐνάρμοστος χωρία καὶ σύμπνοια· δεῖ πάντως καὶ ταύτην ἀ‐ νάγραπτον ταῖς εἰς τὸ ἑξῆς γενεαῖς καταλιπεῖν σημαίνουσαν τὴν ἕκαστον αὐτῶν τοπικὴν σημασίαν καὶ σχήματος ἐναλλα‐ γὴν, καὶ ὁπόσην ἕκαστος αὐτῶν ἐπὶ ὃν κατατάσσεται κλῆρον, καταβάλλεται τοῖς πραιποσίτοις τὴν συνήθειαν ὡς ἔχοντες
10αὐτῶν τὴν πᾶσαν ἐξουσίαν καὶ εὐταξίας διάταξιν καὶ ἀπα‐ ραλλάκτως τοῖς ἀρχαίοις τύποις ἐξακολουθοῦσιν. καὶ γὰρ ὡς ἀπὸ παλαιοῦ ἐκράτει ἡ συνήθεια, ἐξηύρηται δὲ καὶ μετὰ ταῦ‐ τα ἐπί τε Ἰωσὴφ πραιποσίτου τοῦ γέροντος καὶ τῶν πρὸ αὐτοῦ, οἷς καὶ ἐπέπρακτο. τὸ γὰρ ἀκρόστιχον τῆς ῥόγας τῶν
15πολιτικῶν τάξεων τοῦ ἱπποδρομίου ἐλάμβανον οἱ πραιπόσι‐ τοι ἐκ τοῦ εἰδικοῦ λόγου, ἔχοντες παρ’ ἑαυτοῖς ἐν κώδηξιν τὰς τάξεις κατ’ ὄνομα καὶ ἐν τῷ οἴκῳ αὐτῶν ἐρόγευον, λογαριάζον‐ τες ἕκαστον μὴ ἀμελῶς διακεῖσθαι πρὸς τὴν δουλείαν αὐτοῦ, καθὼς οἱ τῶν δύο μερῶν χαρτουλάριοι μετ’ ἐγγράφου ἀσφα‐
20λείας τούτους ὑπεδείκνυον. καὶ ἐν τούτοις πᾶσι τοῖς τά‐ ξεσιν εἴ τινας ηὕρισκον τελευτήσαντας, κατέτασσον ἀνθετέρους ἀκριβεῖς καὶ ἐπιτηδείους πρὸς ἣν ἕκαστος αὐτῶν ἐτάσσετο τάξιν. χαυνότητι τοίνυν τῶν μετὰ ταῦτα πραιποσίτων με‐ τῆλθεν ἡ διακατοχὴ τῶν τοιούτων τάξεων εἰς τὸ στρατιωτι‐
25κὸν λογοθέσιον, καὶ χωρὶς γνώμης τῶν πραιποσίτων οἵ τε χαρτουλάριοι καὶ ὁ στρατιωτικὸς τάσσουσιν εἰδικοὺς αὐτῶν ἀνθρώπους ἀναβιβάζοντες τὰς αὐτῶν ῥόγας ὡς ἂν ἐθέλωσιν, δουλίας παρ’ αὐτῶν εἰς τὸ κοινὸν τὸ παραπᾶν μὴ γινομένης. οὓς ... χρὴ κατέρ...αν τῶν πραιποσίτων ἐξωθεῖσθαι
30τοῦ τάγματος εἰς ὃ δουλεύουσιν. καὶ ἀπὸ τοῦ νῦν δεῖ πά‐ λιν τοῖς πραιποσίτοις ταῦτα κατέχειν καὶ διορθοῦσθαι, καὶ μηκέτι μήτε τὸν στρατιωτικὸν ἢ τοὺς χαρτουλαρίους καὶ νο‐
ταρίους ἐν ἐξουσίᾳ εἶναι τάσσειν ἀφ’ ἑαυτῶν τὸν οἱονοῦν ἐν*807