TLG 3023 006 :: CONSTANTINUS VII PORPHYROGENITUS Imperator :: De contionibus militaribus

CONSTANTINUS VII PORPHYROGENITUS Imperator Hist., Filius Leonis VI Imperatoris Imperator
(Constantinopolitanus: A.D. 10)

De contionibus militaribus

Source: Vári, R. (ed.), “Zum historischen Exzerptenwerke des Konstantinos Porphyrogennetos” [Byzantinische Zeitschrift 17] 1908: 78–84.

Citation: Section — (line)

t

Δημηγορία Κωνσταντίνου βασιλέως πρὸς τοὺς τῆς ἀνατολῆς στρατηγούς.

1

Καὶ τὸ πολλάκις ὑμῖν ὁμιλεῖν χωρὶς τινὸς εὐλόγου αἰτίας ἐπι‐ θυμητὸν καὶ ἐπέραστον, ὥσπερ τὸ ἀπολιμπάνεσθαι τῆς μεθ’ ὑμῶν προσ‐ λαλιᾶς λυπηρὸν καὶ ἐπώδυνον κατ’ ἐμὲ καὶ κρίσιν ἐμήν· οὐ γὰρ οὕτως ἐγὼ τοὺς ἐμοὺς στρατιώτας φιλῶ καὶ ὑπερασπάζομαι καὶ πάσης προσ‐
5ρήσεως καὶ προσφθέγματος ἀξιῶ, ὡς καὶ μὴ διὰ γραφῆς ταὐτὸ τοῦτο πρὸς ὑμᾶς ἐνεργεῖν, οὓς κλῆρον ἐμὸν καὶ λαὸν θεοσύλλεκτον καὶ σχοί‐ νισμα κληρονομίας κυρίου τὸ κράτιστον ὁ μόνος αἰώνιος καὶ ἀθάνατος βασιλεὺς δι’ οἰκτιρμοὺς ἀπείρους ἐμοὶ ἐχαρίσατο. ἀλλὰ καὶ τὸ διὰ γλώσσης τὰ τῆς εὐνοίας καὶ ὑπακοῆς ὑμῖν παραινεῖν, ἥδιστον πάντων
10ἐμοὶ καὶ περισπούδαστον, καὶ τὸ διὰ συλλαβῶν τὰ περὶ πολέμων δι‐ δάσκειν καὶ ἐνηχεῖν, καὶ πρὸς ἀνδρείαν τοὺς μὲν πρὸς τοῦτο ἐπιτη‐ δείους ἀνδρειοτέρους ἐργάζεσθαι, τοὺς δὲ νωθροτέρους ἐπεγείρειν καὶ ἐξανιστᾶν πρὸς εὐτολμίαν καὶ στερρότητα πάσης ἐμοὶ ἡδονῆς καὶ πάσης ἡδείω τρυφῆς γνωρίζεται καὶ καθέστηκεν. τὰ μὲν ἱερὰ τοῦ θείου εὐαγ‐
15γελίου λόγια τὸ τῆς ἀγάπης τοῦ Θεοῦ καὶ Πατρὸς μέγεθος πρὸς τοὺς ἀνθρώπους δηλῶσαι βουλόμενά φησιν· οὕτως γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὥστε τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ δέδωκεν εἰς
θάνατον, ἐγὼ δὲ οὐ τὸν μονογενῆ υἱὸν, ἀλλ’ ἐμαυτὸν ὅλον καὶ σώματι καὶ ψυχῇ ὑμῖν ἐπιδίδωμι καὶ προσηλῶ καὶ ἀναμίγνυμι τὰς ἐμὰς σάρ‐78
20κας ταῖς ὑμετέραις σαρξὶ καὶ ὀστᾶ τοῖς ὀστέοις, καὶ ἓν ἕκαστον τῶν μέλων ὡς συμπεφυκὸς καὶ συγγεννηθὲν μεθ’ ὑμῶν λογίζομαι, αὐτὴν δὲ τὴν ψυχὴν καίπερ μίαν οὖσαν ἐν πᾶσιν ὑμῖν διαμερίζω καὶ διαιρῶ, καὶ τῷγε κατ’ ἐμαυτὸν μέρει ὑπ’ ἐμοῦ καὶ ψυχοῦσθαι καὶ ζωογονεῖ‐ σθαι τὸν ἐμὸν θεοσύλλεκτον βούλομαι λαόν. τεκνία, οὓς ἐγὼ διὰ τοῦ
25εὐαγγελίου ἐγέννησα καὶ ἐν τῇ τοῦ Θεοῦ κληρονομίᾳ κατεφύτευσα, ὁ Θεὸς ηὔξησέν τε καὶ εἰς μέτρον ἡλικίας ῥωμαλεωτάτης ἤγαγεν, δέξασθε τὴν παροῦσαν παραίνεσιν ἐξ αὐτοῦ τοῦ τῆς ψυχῆς βάθους καὶ τῶν κρυπτῶν τῆς καρδίας ταμείων ἀναπεμπομένην πρὸς ὑμᾶς. ἡ γὰρ καρδία μου καὶ ἡ σάρξ μου κατὰ τὸν ἐν προφήταις ψάλλοντα Δαυὶδ
30ἠγαλλιάσατο ἐφ’ ὑμῖν. καὶ πῶς γὰρ οὐκ ἀγαλλιᾶν χρὴ καὶ σκιρτᾶν καὶ γεγηθέναι, ὁπότε τοιαῦτα στρατεύματα, τοιοῦτον ἀνδρεῖον καὶ γεν‐ ναιότατον λαόν, τοιούτους Ῥωμαίων προμάχους καὶ ὑπερασπιστὰς ὁ Θεὸς τῇ ἑαυτοῦ κληρονομίᾳ δεδώρηται. πολλάκις ὑμᾶς δι’ ἐγγράφων ὑπαναγνωστικῶν πρὸς ἀνδρείαν ἐπηλείψαμεν, πλειστάκις ἐνουθετήσαμεν,
35καὶ κόρον οὐδένα τῆς πρὸς ὑμᾶς παραινέσεως ἔσχομεν. τί τοῦτο; τὸ διακαὲς καὶ διάπυρον καὶ θερμὸν τοῦ ἐν ὑμῖν πόθου παραστῆσαι βου‐ λόμενοι καὶ οὐδ’ αὐτὸ τὸ ἀκαριαῖον ἐν παρέργῳ τιθέμεθα, μὴ οὐχὶ πτέρυγας περιστερᾶς ἀναλαβέσθαι καὶ πρὸς ὑμᾶς καταπαῦσαι καὶ τὸ πρὸς ὑμᾶς φιλόστοργον φανερῶσαι.

2

Νῦν δέ, ὥσπερ μὴ ἀρκούμενοι τοῖς προτέροις καὶ μικρὰ ταῦτα πρὸς τὸ ἐν ὑμῖν ζέον τῆς ἀγάπης ἡγούμενοι, αὐτούς, οὓς εἴχομεν κρείτ‐ τονας τῶν θεραπόντων, εὐνουστάτους, πιστοτάτους, ἀξιολογωτάτους, φρονήσει καὶ πείρᾳ διαπρέποντας καὶ πλείω τῶν ἄλλων παρ’ ἡμῶν
5τιμωμένους πρὸς ὑμᾶς ἐξεπέμψαμεν, ἵνα καὶ τοῦτο σκοπεῖν ἔχοιτε, ὅτι ἐξ αὐτῶν τῶν σπλάγχνων ἡμῶν καὶ τῆς καρδίας τούτους ἀποσπάσαντες εἰς ἡγεμόνας καὶ κυβερνήτας ὑμῶν προεστησάμεθα. πρῶτα μὲν τοὺς ἀνδρειοτάτους καὶ γενναιοτάτους ἐξ ὑμῶν ἐκλέξασθαί τε καὶ τῶν ἄλλων ἀποχωρίσαι, ἵνα μὴ τῆς ἐκείνων ἀνανδρίας τὸ ὑμῶν ἀνδρεῖον ἐπισκια‐
10ζούσης καὶ συγκαλυπτούσης ἀφανῆ καὶ ἀδιάγνωστα τὰ τῆς ὑμῶν ἀρετῆς διαμείνοι, ἀντὶ δὲ τούτων οὓς ἂν ἐκεῖνοι ἐκλέξωνται ἀντεισάξωσιν, καὶ διὰ τοιαύτης παρασκευῆς καὶ ἐκλογῆς καὶ φιλοπόνου καὶ ἐμμερίμνου σπου‐ δῆς τὰ φιλόχριστα ἡμῶν τάγματά τε καὶ θέματα πρὸς τὸ κρεῖττον καὶ ἄμεινον μεταγάγωσιν, ὡς ἐκ μόνης φήμης καταπτοεῖν τὸ ἀντίπαλον.

3

Ἐπεὶ δὲ διὰ γραμμάτων τῶν αὐτῶν περιφανεστάτων ἀνδρῶν καὶ ἀξιολογωτάτων ἡμῶν θεραπόντων ἀνεδιδάχθημεν, ὡς ἤδη κατὰ τὴν ἡμετέραν πρόσταξιν, μᾶλλον δὲ κατὰ τὴν τοῦ Θεοῦ νεῦσιν καὶ ῥοπὴν πᾶν μὲν τὸ ἀχρεῖον καὶ πρὸς πολέμους ἀνεπιτήδειον ἀπεβά‐79
5λοντο, ὅσον δὲ γενναῖον καὶ χρήσιμον καὶ τῶν ἄλλων προκινδυνεῦον προὔκρινάν τε καὶ εἰς πολέμους ἀφώρισαν, καὶ πάσῃ ἐπιμελείᾳ καὶ σπουδῇ καὶ φιλοπόνοις ἀγρυπνίαις πρὸς εὐταξίαν καὶ κατάστασιν ὑμῶν ἐχρήσαντο, —καὶ μέλλουσιν οἱ τοιοῦτοι τῆς βασιλείας ἡμῶν δοῦλοι ἀναλαβέσθαι ὑμᾶς, ὡς ἤδη κατηρτισμένους καὶ ἡτοιμασμένους καὶ πρὸς
10ταξείδιον ἀποκινῆσαι καὶ κατὰ τῶν ἐχθρῶν ὁρμῆσαι, ὅπου παρὰ τῆς βασιλείας ἡμῶν διωρίσθησαν, ἡ μὲν χαρὰ ἡμῶν εἰς τὸ ἀπειροπλάσιον ηὐξήθη, καὶ δάκρυσιν ἅμα καὶ ἡδονῇ συσχεθέντες ἑαυτοὺς μὲν ἀναξίους εἰς ἱκεσίαν τοῦ Θεοῦ ἡγησάμεθα, τοὺς δὲ τιμιωτάτους καὶ ἁγίους πατέ‐ ρας τοὺς ἐν ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς προσκαθεζο‐
15μένους πρὸς δεήσεις ἐκκαλεσάμενοι καὶ πρὸς ἱκεσίας προτρεψάμενοι αὐτοὺς ἀδιαλείπτως καὶ ἀγρύπνως ὑπὲρ ὑμῶν προσεύχεσθαι διεταξά‐ μεθα. ἀλλὰ καὶ ἐν ταῖς τῆς θεοφυλάκτου πόλεως ἐκκλησίαις καὶ τοῖς εὐαγέσι μοναστηρίοις τὸ αὐτὸ τοῦτο ποιεῖν διεκελευσάμεθα, ἵνα τῆς τούτων πάντων δεήσεως εἰς ὦτα κυρίου Σαβαὼθ ἀναβαινούσης καὶ
20συγκιρναμένης καὶ συνενουμένης τῇ ὑμετέρᾳ προθυμίᾳ καὶ πρὸς ἡμᾶς πίπτει, εὔκολος ὑμῖν καὶ ἀπρόσκοπος ἡ παροῦσα γένηται ὁδός. ἐπεὶ οὖν τὸ θαρρεῖν ἔκ τε τῆς τοῦ φιλανθρώπου Θεοῦ προνοίας καὶ βοη‐ θείας ἔχομεν, ἔκ τε τῆς ἁγίας εὐχῆς τῶν ἱερῶν καὶ ὁσίων πατέρων, ἔκ τε τῆς ὑμετέρας ἐπαινετῆς ἀνδρείας καὶ εὐτολμίας, δέξασθε καὶ τὴν
25ἡμετέραν παραίνεσιν ὡς ἐκ πατρὸς φιλοστόργου καὶ τὰ σπλάγχνα περὶ ὑμῶν διακαιομένου καὶ μυρίαις φροντίσι καθ’ ἑκάστην ὑπὲρ ὑμῶν συνεχομένου.

4

Τεκνία πιστὰ καὶ ἀγαπητά, στράτευμα ἱερόν τε καὶ θεοσύλλεκτον· νῦν—εἴπερ ποτὲ—καιρὸς ἥκει τὴν ὑμῶν ἀνδρείαν φανερωθῆναι, τὴν ὑμῶν εὐτολμίαν διαγνωσθῆναι, τὸ ἐπαινετὸν θάρσος πᾶσι δῆλον γενέσθαι. εἰ γὰρ καὶ πολλάκις ἐν τοῖς παρελθοῦσι χρόνοις
5κατὰ τῶν ἐχθρῶν ἠνδραγαθήσατε καὶ κατ’ αὐτῶν ἠριστεύσατε, ἀλλὰ τὰ μὲν ἐπράττετο κατὰ συμβεβηκὸς καὶ τύχην ἄστατον καὶ ἀνώμαλον, τὰ δὲ κατ’ ἐπιτήδευσιν καὶ τέχνην ἀνδρείας μὲν ὀνόματι κεχρωσμένην, ἀνανδρίας δὲ πράγματι γνωριζομένην, καὶ οὔτε τὰ τῶν ἀνδρείων καθα‐ ρῶς διεγινώσκετο, οὔτε τὰ τῶν ἀνάνδρων διεκρίνετο, ἀλλ’ ὥσπερ ἐν
10συγχύσει καὶ σκοτομήνῃ ἢ νυκτομαχίᾳ τὰ καθ’ ὑμᾶς συνεζοφοῦτο καὶ συνεκαλύπτετο. ἐπεὶ δὲ ἡ νῦν διὰ τῶν πιστοτάτων ἡμῶν δούλων καὶ γνησίων θεραπόντων γεγονυῖα ἐκλογὴ ἑκάστου ὑμῶν τήν τε ἀνδρείαν καὶ γενναιότητα ἐφανέρωσεν, καὶ τοὺς πάλαι φθονερῶς (οὐκ οἷδα εἰπεῖν ἢ φιλαλήθως) καλυπτομένους καὶ ἀγνοουμένους εἰς φῶς προελθεῖν καὶ
15ἀναγνωρισθῆναι ἑκάστου ὑμῶν τὸ ἀνδρεῖον, τὸ εὔτολμον, τὸ καρτερι‐ κόν, καὶ ὑμεῖς μὲν δίκην καθαροῦ σίτου εἰς ἐκλογὴν προεκρίθητε, οἱ δ’ ἄλλοι ὥσπερ ζιζάνια συναυξηθέντα τῷ σίτῳ ἀπερρίφησάν τε καὶ ἀπεβουκολήθησαν, δείξατε τὴν ὑμῶν κατὰ τῶν ἐχθρῶν ἀνυπόστατον ὁρμὴν καὶ καρτερίαν. χωρήσατε κατ’ αὐτῶν, καὶ χωρήσατε οὐκ ἐνδοιά‐80
20ζοντες, οὐ μετοκλάζοντες καὶ εἰς τὰ ὀπίσω χωροῦντες, ἀλλ’ εἰς τὰ ἔμ‐ προσθεν ἐπεκτεινόμενοι. ἔχετε τοὺς τὴν ὑμῶν κατοψομένους ἀνδρείαν τοὺς ἀντιπροσώπους τῆς βασιλείας ἡμῶν καὶ τὸν τόπον ἡμῶν ἀναπλη‐ ροῦντας. ἔχετε τούτους καὶ διὰ λόγων καὶ δι’ ἔργων τὸ ὑμῶν διεγε‐ ροῦντας πρόθυμον. δείξατε τούτοις τὴν ἐνοῦσαν ὑμῖν ἐκ φύσεως γεν‐
25ναιοτάτην καὶ καρτερὰν ἔνστασιν· ἰδέτωσαν ὑμῶν τοὺς ἰσχυροὺς βρα‐ χίονας κατ’ ἐχθρῶν ἀγωνιζομένους, καὶ θαυμασάτωσαν, καὶ Θεὸν ἐν τούτῳ δοξασάτωσαν. ἐγὼ μὲν γὰρ ὅλος πρὸς ὑμᾶς ἀνακείμενος καὶ ἐν αὐταῖς ταῖς καρδίαις ὑμῶν ὥσπερ ἐμβατεύων καὶ εἰσοικιζόμενος τοσοῦ‐ τον τῷ πρὸς ὑμᾶς ἔρωτι καὶ τῷ πόθῳ διεκινήθην καὶ ἀνε‐
30κράθην, ὥστε καὶ ἑτοιμασθῆναι καὶ εὐτρεπισθῆναι καὶ Θεοῦ συνευδο‐ κοῦντος καὶ ἐπινεύοντος συνεκστρατεῦσαι μεθ’ ὑμῶν, καὶ δι’ ὄψεως αὐτῆς βεβαιωθῆναι, ἃ διὰ τῶν λόγων πάλαι προενηχούμην καὶ ἤκουον.

5

Εἰ οὖν ἐστιν καὶ ἐν ὑμῖν τις πόθος τοῦ θεάσασθαι ἡμᾶς τε καὶ τὸν ἡμέτερον υἱὸν συνιππότας ὑμῶν καὶ συνοπλίτας καὶ συστρατιώ‐ τας, νῦν διὰ τῶν ἔργων αὐτῶν τὸν τοιοῦτον βεβαιώσατε πόθον, διὰ τῶν πραγμάτων τὴν πρὸς ἡμᾶς ἐγκάρδιον ἀγάπην αὐξήσατε, ἵνα ταῖς
5ὑμῶν ἀριστείαις καὶ νίκαις καὶ κατὰ τῶν ἐχθρῶν ἐπικρατείαις καὶ τοῖς ἀηττήτοις τροπαίοις νευρούμενος καὶ θαρσοποιούμενος προθυμότερος γενήσομαι τὴν μεθ’ ὑμῶν ἐκστρατείαν ἀσπάσασθαι. πρότερον μὲν γὰρ ὑπέτρεχέ τις φήμη περὶ τοῦ δυσσεβεστάτου Χαμβδᾶ καὶ τῶν μισοχρί‐ στων Ταρσιτῶν, ὡς εἰσὶν ἀνδρεῖοί τε καὶ λαὸν πρὸς πολέμους ἄμαχον
10κέκτηνται, ἐξ οὗ πτοούμενοι καὶ καταχαυνούμενοι τὴν πρὸς ἐκείνους συμπλοκὴν ὑπεφεύγετε· ἀλλὰ νῦν τοῦτο οὐκ ἔστιν· ὡς γὰρ καὶ αὐτοὶ γινώσκετε, ὅτι ἀποσταλεὶς ὁ δεῖνα μετὰ καὶ τῶν λοιπῶν στρατηγῶν πρὸ καιροῦ τινος κατὰ τῶν χωρῶν καὶ κάστρων τῆς θεολέστου Ταρσοῦ, καὶ εἰς τὰ ἐνδότατα τούτων εἰσελθών, καὶ πάσῃ προθυμίᾳ καὶ
15λόγοις προτρεπτικοῖς τὸν σὺν αὐτῷ λαὸν καθοπλίσας ὁποῖον εἰργάσατο ταξείδιον, καὶ ὁπόσους ἐχειρώσατο καΐτας καὶ λαὸν πλεῖστον τῶν Ταρ‐ σιτῶν, οὐδένα ὑμῶν διέλαθεν. ἀλλὰ καὶ ὁ ἀποσταλεὶς λαὸς πρὸ μικροῦ ἐν Μεσοποταμίᾳ, μετὰ τοῦ Πατρικίου ὁ δεῖνα καὶ τῶν λοιπῶν καὶ τὸ γενναῖον τοῦ Χαμβδᾶ καὶ ἀκαταγώνιστον—ὡς ᾤετο—σύστημα τοῦ
20στρατεύματος αὐτοῦ καταβαλὼν καὶ ἀπονητὶ χειρωσάμενος πάντως πείσει τὰς ὑμετέρας ψυχὰς εὐτολμοτέρας γενέσθαι, καὶ θαρραλεωτέρας πρὸς
τὴν κατὰ τῶν ἐχθρῶν συμπλοκήν.81

6

Περὶ μὲν γὰρ τῆς ὑμῶν ἀνδρείας πολλὴ καὶ μεγάλη φήμη τῶν ἐθνικῶν κατεκράτει ἀκοῶν, ὡς ἀνυπόστατον ἔχετε τὴν ὁρμήν, ὡς ἀσύγκριτον τὴν ἀνδρείαν κέκτησθε, ὡς ἀταπείνωτον τὸ φρόνημα πρὸς πολέμους ἐνδείκνυσθε. ἐπεὶ δὲ νῦν μοῖραί τινες τῶν τοιούτων
5ἐθνῶν μεθ’ ὑμῶν συνεξεστράτευσαν, τῶν μὲν ἄλλων, τῶν ἐν τοῖς προ‐ τέροις ταξειδίοις ἀριστευσάντων αὐταῖς ὄψεσι τό τε ἀνδρεῖον καὶ γεν‐ ναῖον ἐξεπλάγησαν, νῦν καταπλαγήτωσαν καὶ τὴν ὑμῶν εὐτολμίαν, θαυ‐ μασάτωσαν τὴν πρὸς βαρβάρους ἀνίκητον ἰσχὺν καὶ ἀήττητον. γένεσθέ μοι καὶ τῶν ἐθνῶν θαῦμα καὶ ἔκπληξις, καὶ τῶν ὁμοφύλων ἰσχὺς καὶ κρα‐
10ταίωσις· νευρώσατε τὰς ψυχάς, κρατύνατε τοὺς βραχίονας, παραθήξατε τοὺς ὀδόντας δίκην ἀγρίων συῶν, καὶ μηδεὶς νῶτα δοῦναι τοῖς ἐχθροῖς πειραθῇ, ὡς ὅ γε τοῦτο κατὰ νοῦν βαλλόμενος πρότερον τὴν ἑαυτοῦ ἀπαγορεύσει ζωήν. λαληθήτωσαν τὰ ὑμῶν ἀριστεύματα καὶ ἐν ταῖς ἀλλοτρίαις χώραις, ἐκπλαγήτωσαν καὶ οἱ συνόντες ὑμῖν ἐθνικοὶ τὰ
15ὑμῶν κατορθώματα, γενέσθωσαν κήρυκες τοῖς αὐτῶν συμφυλέταις τῶν τε τροπαίων καὶ νικοποιῶν συμβόλων, ὡς ἂν ὑμᾶς ἐργασαμένους θεά‐ σωνται.

7

Ταῦτα καὶ πρὸς τὰ τῆς ἀνατολῆς φιλόχριστα καὶ θεοσύλλεκτά φαμεν στρατεύματα καὶ πρὸς τοὺς ἀπὸ Μακεδονίας καὶ Θρᾴκης συνεκ‐ στρατεύσαντας ὑμῖν, καὶ δηλοῦμεν καὶ γνωρίζομεν· καὐτοὶ γὰρ οὗτοι συστρατιῶται καὶ συνέκδημοι γεγόνασιν ὑμῶν, καὶ πολλάκις ἐν πολέ‐
5μοις ἀριστεύσαντες κατεφάνησαν· ἡλίκα γὰρ ἐν Λαγγοβαρδίᾳ σταλέντες κατὰ τῶν ἐχθρῶν ἀνέστησαν τρόπαια, καὶ ὅπως τοὺς ἐναντιουμένους τῇ βασιλείᾳ ἡμῶν ἐχειρώσαντό τε καὶ καθυπέταξαν, ἡμᾶς μαρτυροῦντας προσδέξασθε.

8

Μετ’ αὐτῶν οὖν ὡς μιᾶς καὶ βασιλείας καὶ δεσποτείας καὶ δοῦλοι καὶ στρατιῶται τυγχάνοντες τὴν παροῦσαν ἐκστρατείαν προθύμως ποιήσατε ἀδελφικῶς πρὸς αὐτοὺς διακείμενοι καὶ πατρικῶς τῆς αὐτῶν σωτηρίας φροντίζοντες· συνεργοὶ γὰρ ὑμῶν ἀπεστάλησαν,
5καὶ κοινωνοὶ τῶν ὑμετέρων κινδύνων καὶ ἀριστευμάτων γεγένηνται. πᾶσιν ὑμῖν, ὡς ἐμοῖς σπλάγχνοις καὶ μέλεσι, τὰ αὐτὰ παραινῶν καὶ διὰ τῆς παρούσης φθεγγόμενος γραφῆς πέποιθα ἐπὶ Χριστὸν τὸν ἀληθινὸν θεόν, τὸν μόνον ἀθάνατον βασιλέα, καὶ τοιαύταις ἐλπίσιν ἐπερείδομαι, ὡς οὐ καταισχυνεῖτέ μου τὴν εἰς ὑμᾶς προσδοκίαν, οὐκ
10ἀποσβέσετε τὰς ἐλπίδας, οὐ τὴν εὐγνωμοσύνην ἀμβλύνετε, οὐ νοθεύσετε τὴν δούλωσιν, ἀλλ’ ὡς τῆς βασιλείας ἡμῶν μὲν γνήσιοι καὶ πιστότατοι δοῦλοί τε καὶ ὑπήκοοι καὶ τοῦ Ῥωμαϊκοῦ γένους ὑπέρμαχοι στερροὶ καὶ ἀκαταγώνιστοι τοιαύτην καὶ τοσαύτην τὰ νῦν καὶ τὴν ἀνδρείαν καὶ ἄλλην πᾶσαν εὐτολμίαν καὶ γενναιότητα ἐπεδείξασθε, ὥστε νικητὰς
15ὑμᾶς καὶ τροπαιοφόρους κατὰ τῶν ἐχθρῶν ἀναφανέντας καὶ μετὰ νίκης
καὶ ἀλαλαγμῶν χαροποιῶν ὑποστρέψαντας καὶ ἀγκαλισόμεθα ὑμᾶς καὶ προσδεξόμεθα, καὶ τὰ διὰ Χριστὸν τραυματισθέντα σώματα ὑμῶν, ὡς μαρτυρικὰ μέλη, κατασπασόμεθα καὶ τῷ τοῦ αἵματος λύθρῳ ἐγκαυχη‐ σόμεθα καὶ ἐνδοξασθησόμεθα ἐφ’ ὑμῖν καὶ τοῖς ὑμετέροις γενναίοις82
20κατορθώμασί τε καὶ ἀγωνίσμασιν, ἵνα δὲ γνῶτε, ὁπόσον περὶ ὑμῶν ἐμ‐ πυρίζομαι τὴν ψυχὴν καὶ ὅλος διακαίομαι καὶ καταφλέγομαι πάντοθεν ὑμῖν ἐπινοῶν τὰ πρὸς σωτηρίαν συντείνοντα καὶ κατευοδοῦντα ὑμᾶς, ἰδοὺ ἐκ τῶν ἀχράντων καὶ πανσέπτων συμβόλων τοῦ πάθους Χριστοῦ τοῦ ἀληθινοῦ θεοῦ ἡμῶν, τῶν τε τιμίων ξύλων καὶ τῆς ἀχράντου
25λόγχης, καὶ τοῦ τιμίου τίτλου, καὶ τοῦ θαυματουργοῦ καλάμου, καὶ τοῦ ἐκ τῆς τιμίας αὐτοῦ πλευρᾶς ἀπορρεύσαντος ζωοποιοῦ αἵματος, τοῦ τε πανσέπτου χιτῶνος, καὶ τῶν ἱερῶν σπαργάνων, καὶ τῆς θεοφόρου σινδόνος καὶ τῶν λοιπῶν τοῦ ἀχράντου πάθους αὐτοῦ συμβόλων ἀπο‐ μυρίσαντες ἐξαπεστείλαμεν ὑμῖν ἁγίασμα τοῦ ῥαντισθῆναι ἐφ’ ὑμῖν
30καὶ δι’ αὐτοῦ περιχρισθῆναι καὶ θείαν ἐξ ὕψους ἐπενδύ‐ σασθαι δύναμιν. πιστεύω γὰρ τῷ ἀληθινῷ μου θεῷ καὶ σωτῆρι Χρι‐ στῷ, ὅτι ὥσπερ διὰ τοῦ ἀπορρεύσαντος αἵματός τε καὶ ὕδατος ἐκ τῆς ἀχράντου αὐτοῦ πλευρᾶς τὸ τῶν ἀνθρώπων γένος ἀνέπλασέν τε καὶ ἐζωοποίησεν, οὕτως καὶ διὰ τοῦ ῥαντισμοῦ τοῦ ἁγίου τούτου ὕδατος
35καὶ ζωογονήσει καὶ ἀναπλάσει ὑμᾶς, καὶ θάρσος καὶ ἰσχὺν καὶ δυνα‐ στείαν κατὰ τῶν ἐχθρῶν ἐπιχορηγήσει. ὁ δὲ τῶν αἰώνων δημιουργὸς καὶ πάσης κτίσεως συνοχεὺς Χριστός, ὁ ἀληθινὸς θεὸς ἡμῶν, ὁ σὺν τῷ ἀνάρχῳ αὐτοῦ Πατρὶ καὶ τῷ συμφυεῖ καὶ ζωοποιῷ Πνεύματι συν‐ προσκυνούμενος καὶ συνδοξαζόμενος, ὁ τὰ ἀσθενῆ ἐνισχύων καὶ τὰ
40ταπεινὰ δυναμῶν, ὁ καὶ Φαραωνίτιδα στρατιὰν βυθῷ θαλαττίῳ περι‐ καλύψας καὶ λαὸν ταπεινὸν διασώσας, ὁ μόνος ὑψηλὸς καὶ δυνάστης, ὁ καθήμενος ἐπὶ τῶν Χερουβὶμ καὶ ἐφορῶν ταπεινά, ὁ περιζωννύων ῥομφαίαν τοῖς δυνατοῖς ἐν πολέμῳ καὶ χορηγῶν ἐξ ὕψους τοῖς ἐπικα‐ λουμένοις αὐτὸν βοήθειαν, ὁ ὑπερηφάνοις ἀντιτασσόμενος, ταπεινῶν
45δὲ ἁμαρτωλοὺς ἕως γῆς, ὁ διδάσκων χεῖρας εἰς πόλεμον καὶ τοὺς βραχίονας τῶν εἰς αὐτὸν ἐλπιζόντων εἰς τόξον τιθέμενος χαλκοῦν, ὁ διδοὺς ὑπερασπισμὸν σωτηρίας καταδιώκειν τοὺς βλασφήμους ἐχθροὺς ἕως ἂν ἐκλίπωσιν, ὁ περιζωννύων δύναμιν εἰς πόλεμον, ὁ συμποδίζων πάντας τοὺς ἐπανισταμένους τοῖς ὑπὲρ αὐτοῦ πολεμοῦσιν καὶ λεπτύνων

8

(50)

αὐτοὺς ὡσεὶ χνοῦν κατὰ πρόσωπον ἀνέμου, αὐτὸς τῇ ἀπείρῳ καὶ ἀφάτῳ αὐτοῦ ἀγαθότητι καὶ τοῖς ἀμέτροις καὶ ἀκαταλήπτοις οἰκτιρμοῖς ἐπό‐ ψοιτο ὑμᾶς ἐν ἐλέῳ καὶ εὐμενείᾳ, ἐπίδοι ἐφ’ ὑμᾶς ἄνωθεν ἱλέῳ ἐν ὄμματι καὶ κατασκευάσει τὴν ὁδὸν ὑμῶν ἔμπροσθεν ὑμῶν· αὐτὸς ἐξαποστελεῖ τὸν ἄγγελον αὐτοῦ καὶ κατευθυνεῖ τὴν ὁδὸν ὑμῶν, αὐτὸς
55ἀγγελικαῖς παρεμβολαῖς περικυκλῶσαι ὑμᾶς καὶ ἀντιλάβοιτο καὶ ἀναλω‐ τοὺς τῆς ἀπὸ τῶν ἐχθρῶν βλάβης διατηρῆσαι, ὡς ἂν ἐν τῇ δυνάμει αὐτοῦ καὶ τῷ κράτει μετὰ νίκης καὶ τροπαίων ἐπανακάμπτοντες πρὸς ἡμᾶς, σχοίητε μὲν τὸν ἐξ ἀνθρώπων ἔπαινον ἀείμνηστον καὶ ἀνεξάλειπτον γενεαῖς γενεῶν διαμένοντα καὶ λαλούμενον, σχοίητε δὲ83
60καὶ τὴν βασιλείαν ἡμῶν εὐφραινομένην καὶ τερπομένην ἐπὶ τοῖς ὑμῶν κατορθώμασι καὶ ταῖς ὑμετέραις ἀριστείαις, ἐνωραϊζομένην πρεσβείαις τῆς παναχράντου καὶ θεοτόκου μητρὸς Αὐτοῦ καὶ πάντων τῶν ἀγγελι‐ κῶν ἀσωμάτων δυνάμεων καὶ ἁγίων τῶν ἀπ’ αἰῶνος Τούτῳ θεραπευ‐
σάντων καὶ ὑπὲρ Αὐτοῦ τελειωθέντων· ἀμήν.84